TLG 4093 001 :: Georgius CHOEROBOSCUS :: Prolegomena et scholia in Theodosii Alexandrini canones isagogicos de flexione nominum Georgius CHOEROBOSCUS Gramm., Diaconus Prolegomena et scholia in Theodosii Alexandrini canones isagogicos de flexione nominum Citation: Page — (line) | ||
103(1t) | Προλεγόμενα | |
2t | τῶν Θεοδοσίου ὀνοματικῶν κανόνων | |
---|---|---|
3t | ἀπὸ φωνῆς | |
4t | Γεωργίου Χοιροβοσκοῦ. | |
5 | Ἐπειδὴ ὁ Θεοδόσιος ἐν συντόμῳ παραδίδωσιν ἡμῖν τοὺς κανόνας, μάθωμεν καὶ ἡμεῖς ἐν συντόμῳ τὰ προλεγόμενα τῶν κανόνων. Σκοπὸν ἔχει ὁ τεχνικὸς περὶ κλίσεως ὀνομάτων διαλαβεῖν· τὸ δὲ εἰδέναι τὴν κλίσιν τῶν ὀνομάτων χρήσιμόν ἐστιν εἰς τὸ μήτε βαρβαρίζειν μήτε σο‐ λοικίζειν. Ἰστέον δὲ ὅτι ἄλλο τὸ βαρβαρίζειν καὶ ἄλλο τὸ σολοικίζειν· | |
10 | βαρβαρίζειν μὲν οὖν ἐστι τὸ ἁμαρτάνειν περὶ μίαν λέξιν, εἴτε περὶ τό‐ νον εἴτε περὶ γραφὴν εἴτε περὶ κλίσιν εἴτε περὶ χρόνον εἴτε περὶ πνεῦμα· καὶ περὶ τόνον μέν, ὡς ὅταν τις τὸ ἄνθρωπος ὀφείλων προ‐ παροξῦναι ὀξύνῃ καὶ εἴπῃ ἀνθρωπός· περὶ γραφὴν δέ, ὡς ὅταν τις τὸ Λάχης ὀφείλων γράψαι διὰ τοῦ η γράψῃ αὐτὸ διὰ τοῦ ι· περὶ κλίσιν | |
15 | δέ, ὡς ὅταν τις τὸ Αἴας Αἴου κλίνῃ ὀφείλων Αἴαντος κλῖναι· περὶ χρόνον δέ, ὡς ὅταν τις τοῦ Αἴας τὸ ας συστείλῃ ὀφείλων ἐκτεῖναι αὐτό· περὶ πνεῦμα δέ, ὡς ὅταν τις τὴν ὑπό πρόθεσιν ψιλώσῃ ὀφείλων αὐτὴν δασῦναι. Σολοικίζειν δέ ἐστι τὸ περὶ τὴν σύνταξιν καὶ τὴν φρά‐ | |
σιν ἁμαρτάνειν, τουτέστιν ἑκάστης λέξεως καθ’ ἑαυτὴν κειμένης καλῶς | 103 | |
104 | ἐχούσης, ἐν δὲ τῇ συντάξει καὶ τῇ φράσει ἀτάκτως καὶ ἀνακολούθως παραλαμβανομένης, ὡς ἐπὶ τοῦ «ἐγὼ περιπατῶν ὁ τοῖχος ἔπεσεν» ἀντὶ τοῦ «ἐμοῦ περιπατοῦντος ὁ τοῖχος ἔπεσεν»· ἰδοὺ γὰρ ἐνταῦθα ἑκάστη λέξις καθ’ ἑαυτὴν οὖσα καλῶς νοεῖται, ἀλλ’ ἐν τῇ συντάξει ἀτάκτως | |
5 | καὶ ἀνακολούθως παραλαμβάνονται· ὅθεν καὶ σολοικισμὸς λέγεται, οἱονεὶ τοῦ σώου λόγου αἰκισμός, ἤγουν ὕβρις τοῦ ὁλοκλήρου λόγου. Καὶ ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἴπερ σολοικισμὸς τὸ περὶ τὴν σύνταξιν καὶ τὴν φράσιν ἁμαρτάνειν ἐστί, τὸ δὲ περὶ τὴν κλίσιν ἁμάρτημα βαρβα‐ | |
10 | ρισμοῦ ἐστιν ἴδιον, πῶς λέγομεν τὴν κλίσιν τῶν ὀνομάτων συμβάλλεσθαι ἡμῖν καὶ εἰς τὸ μὴ σολοικίζειν. Ἔστιν οὖν εἰπεῖν, ὅτι εἰ μὴ πρότερόν τις μάθῃ τὴν κλίσιν τοῦ ὀνόματος καὶ τὴν κλίσιν τοῦ ῥήματος καὶ ἁπλῶς εἰπεῖν ἑκάστου μέρους λόγου τὰ ἴδια, οὐ δύναται γνῶναι τὴν σύνταξιν τὴν ἐκ τούτων συνεστηκυῖαν· τούτου οὖν χάριν λέγομεν τὴν κλίσιν τοῦ | |
15 | ὀνόματος συμβάλλεσθαι ἡμῖν καὶ εἰς τὸ μὴ σολοικίζειν· εἰ γὰρ εἰς τὴν σύνταξιν συμβάλλεται ἡμῖν, δηλονότι καὶ εἰς τὸ μὴ σολοικίζειν συμβάλ‐ λεται· ὡς γὰρ ἐμάθομεν τὸ περὶ τὴν σύνταξιν ἁμάρτημα σολοικισμοῦ ἐστιν ἴδιον. Ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι ὀκτὼ μέρη τοῦ λόγου | |
20 | εἰσίν, ὄνομα ῥῆμα μετοχὴ ἄρθρον ἀντωνυμία πρόθεσις ἐπίρρημα καὶ σύνδεσμος. Πρὸ τούτου δὲ διάφοροι δόξαι γεγόνασιν· οἱ μὲν γὰρ δύο μόνα μέρη τοῦ λόγου εἶναι ἔλεγον, οἱ δὲ πέντε, οἱ δὲ ὀκτώ, οἱ δὲ ἐννέα, οἱ δὲ δέκα, οἱ δὲ ἕνδεκα, οἱ δὲ ἀκριβέστερον δοξάσαντες ὀκτὼ μόνα τὰ μέρη τοῦ λόγου λέγουσιν εἶναι, ἅπερ καὶ εἴπομεν. [Ἐν δὲ | |
25 | τούτοις κατὰ Πλάτωνα ἔχομεν σὺν θεῷ γνῶναι, πῶς λέγουσιν οἱ δο‐ ξάσαντες ὀκτὼ μέρη τοῦ λόγου.] Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ὀκτὼ μέρη τοῦ λόγου εἰσὶ καὶ μὴ πλείονα ἢ ἐλάττονα· καὶ ἔστιν εἰπεῖν, διὰ τοῦτο ὀκτὼ μέρη τοῦ λόγου εἰσίν, ἐπειδὴ καὶ τέσσαρα μέρη τῆς γραμματικῆς εἰσι καὶ τέσσαρα ὄργανα· μέρη μὲν ἀναγνωστικὸν ἐξη‐ | |
30 | γητικὸν διορθωτικὸν καὶ κριτικόν, ὄργανα δὲ γλωσσηματικὸν ἱστορικὸν μετρικὸν καὶ τεχνικόν· ἐκ τῶν τεσσάρων οὖν τούτων μερῶν καὶ τῶν τεσσάρων ὀργάνων συνίσταται ἡ γραμματική, καὶ τούτου χάριν ὀκτώ εἰσι τὰ μέρη τοῦ λόγου. Τούτων οὕτως ἐχόντων τὸ ὄνομα καὶ τὸ ῥῆμα προτερεύουσι τῶν | |
35 | ἄλλων μερῶν τοῦ λόγου· τὰ γὰρ ἄλλα μέρη τοῦ λόγου εἰς χρείαν τοῦ ὀνόματος καὶ τοῦ ῥήματος ἐπενοήθησαν· τὰ δὲ εἰς χρείαν τινῶν ἐπι‐ νοούμενα δεύτερα ὑπάρχουσιν ἐκείνων ὧν χάριν ἐπενοήθησαν· οἷον εἰς | |
χρείαν τοῦ βασιλέως ἐπενοήθησαν οἱ ἄρχοντες καὶ τὴν πρώτην τάξιν | 104 | |
105 | φέρειν οὐ δύνανται, καὶ πάλιν τὸ ἱμάτιον τὸ εἰς χρείαν τινὸς ἐπινοηθὲν δεύτερόν ἐστιν οὗτινος χάριν ἐπενοήθη. Τὸ δὲ ὄνομα προτερεύει τοῦ ῥήματος, ἐπειδὴ τὸ μὲν ὄνομα οὐσίας ἐστὶ σημαντικόν, τὸ δὲ ῥῆμα συμ‐ βεβηκότος, αἱ δὲ οὐσίαι προτερεύουσι τῶν συμβεβηκότων· καὶ γὰρ ὁ | |
5 | Σωκράτης προτερεύει τοῦ γράφειν αὐτὸν καὶ τοῦ τύπτειν· εἰκότως οὖν καὶ τὸ ὄνομα ὡς σημαντικὸν ὑπάρχον τῆς οὐσίας προτερεύει τοῦ ῥή‐ ματος τοῦ σημαντικοῦ ὑπάρχοντος συμβεβηκότος. Κατὰ δεύτερον δὲ λόγον προτερεύει τὸ ὄνομα τοῦ ῥήματος, ὅτι τὸ μὲν ὄνομα συναναιρεῖ τὸ δὲ ῥῆμα συναναιρεῖται· καὶ γὰρ ἀναιρουμένου Σωκράτους συναναι‐ | |
10 | ρεῖται καὶ τὸ γράφειν αὐτὸν καὶ τὸ τύπτειν· τὰ δὲ συναναιροῦντα προ‐ τερεύουσι τῶν συναναιρουμένων· οἷον τὸ καθόλου φυτὸν προτερεύει τῆς ἐλαίας· καὶ γὰρ ἀναιρουμένου τοῦ καθόλου φυτοῦ συναναιρεῖται καὶ ἡ ἐλαία, μὴ ὄντος γὰρ φυτοῦ πῶς δύναται εἶναι ἡ ἐλαία; τῆς δὲ ἐλαίας ἀναιρουμένης οὐκ ἀναιρεῖται τὸ καθόλου φυτόν, εἰσὶ γὰρ ἄλλα | |
15 | φυτὰ παρὰ τὴν ἐλαίαν, οἷον ἄμπελος συκῆ καὶ τὰ τοιαῦτα· οὕτως οὖν καὶ τῆς οὐσίας ἀναιρουμένης συναναιρεῖται καὶ τὰ συμβεβηκότα—καὶ γὰρ ἀναιρουμένου Σωκράτους συναναιρεῖται καὶ τὸ γράφειν αὐτὸν καὶ τὸ τύπτειν—τῶν δὲ συμβεβηκότων ἀναιρουμένων οὐκ ἀναιρεῖται ἡ οὐσία· δύναται γὰρ ὁ Σωκράτης ἠρεμεῖν καὶ μήτε γράφειν μήτε τύπτειν. Ταῦτα | |
20 | μὲν ἔχομεν εἰπεῖν περὶ τῆς τάξεως αὐτῶν, ὅτι τὸ ὄνομα προτερεύει τοῦ ῥήματος· ἐν οἷς ἡ πρᾶξίς ἐστιν. Ἔλθωμεν οὖν ἀκολούθως καὶ εἴπωμεν, τί ἐστιν ὄνομα, τουτέστι τὸν ὅρον τοῦ ὀνόματος. Ὄνομα τοίνυν ἐστὶ μέρος λόγου πτω‐ τικὸν ἑκάστου τῶν ὑποκειμένων σωμάτων ἢ πραγμάτων κοινὴν ἢ ἰδίαν | |
25 | οὐσίαν ἀπονέμον. «Μέρος λόγου» πρόσκειται, ἐπειδὴ ἔχομεν ὅτι μέρη τοῦ λόγου εἰσὶν ὀκτώ, τὸ δὲ ὄνομα ἓν ἐκ τῶν ὀκτὼ μερῶν τοῦ λόγου ἐστί· «πτωτικόν» δὲ τὸ πτώσεις ἐπιδεχόμενον· ἔχει γὰρ τὸ ὄνομα πτώ‐ σεις, οἷον ὀρθὴν γενικὴν δοτικὴν αἰτιατικὴν καὶ κλητικήν. «Ἑκάστου τῶν ὑποκειμένων σωμάτων ἢ πραγμάτων»· ὑποκείμενα καλοῦσιν οἱ | |
30 | γραμματικοὶ τὰ ὄντα καὶ ὑπάρχοντα, σώματα δὲ τὰ ὑποπίπτοντα τῇ αἰσθήσει, οἷον λίθος ξύλον ἄνθρωπος καὶ τὰ τοιαῦτα· δεῖ δὲ γινώσκειν ὅτι αἰσθήσεις εἰσὶ πέντε, ὅρασις ὄσφρησις ἀκοὴ γεῦσις καὶ ἁφή· τὰ οὖν ὑποπίπτοντα τῇ αἰσθήσει καλοῦσι σώματα, πράγματα δὲ καλοῦσι τὰ ὑποπίπτοντα μόνῳ τῷ νῷ, οἷον ῥητορικὴ γραμματικὴ καὶ τὰ τοιαῦτα· | |
35 | ταῦτα γὰρ οὐδεμιᾷ τῶν αἰσθήσεων ὑποπίπτουσιν ἀλλὰ μόνῳ τῷ νῷ, οὐδὲ γάρ εἰσιν αἰσθητὰ ἀλλὰ νοητά. «Κοινὴν ἢ ἰδίαν οὐσίαν»· κοινὴν | |
δὲ οὐσίαν λέγομεν τὴν κατὰ πολλῶν τιθεμένην, ὡς ἐπὶ τοῦ ἄνθρωπος | 105 | |
106 | ἵππος ἐλαία, ἰδίαν δὲ τὴν καθ’ ἑνὸς παραλαμβανομένην, οἷός ἐστι Σω‐ κράτης Πλάτων, ταῦτα γὰρ ἰδίαν οὐσίαν σημαίνουσιν· «ἀπονέμον» δὲ τὸ παρέχον ἐστίν. Δεῖ δὲ γινώσκειν ὅτι τινές, ὧν ἔστιν ὁ Φιλόπο‐ νος καὶ ὁ Ῥωμανὸς ὁ τούτου διδάσκαλος, «ποιότητα» λέγουσιν ἐν | |
5 | τῷ ὅρῳ ἀντὶ τοῦ «οὐσίαν», οἷον «ὄνομά ἐστι μέρος λόγου πτωτικὸν ἑκάστου τῶν ὑποκειμένων σωμάτων ἢ πραγμάτων κοινὴν ἢ ἰδίαν ποιό‐ τητα ἀπονέμον», ἐπειδὴ καὶ ἡ ποιότης ἐν οὐσίᾳ θεωρεῖται· καὶ ἰστέον ὅτι οὐσία μέν ἐστιν ἡ αὐθυπόστατος ὕπαρξις, οἷον ἄνθρωπος ἵππος καὶ τὰ τοιαῦτα, ποιότης δὲ αὐτὸ τὸ ποιόν, οἷον τὸ λευκὸν τὸ ξανθὸν τὸ | |
10 | μέλαν καὶ τὰ τοιαῦτα. Ὁ δὲ «ἤ» σύνδεσμος ὁ κείμενος ἐν τῷ ὅρῳ παραδιαζευκτικός ἐστιν· ἰσοδυναμεῖ δὲ ὁ παραδιαζευκτικὸς τῷ ἤ τῷ διαζευκτικῷ καὶ τῷ καί συνδέσμῳ τῷ συμπλεκτικῷ. [Δεῖ γὰρ γινώσκειν ὅτι ψιλούμενον καὶ ὀξυνόμενον σημαίνει πέντε· σύνδεσμον διαζευκτικόν, τὸν τὰ ἐναντία τῇ συντάξει διϊστῶντα, οἷον «ἢ ζῇ ἢ τέθνηκεν, ἢ νύξ | |
15 | ἐστιν ἢ ἡμέρα»· ταῦτα γὰρ παραλαμβάνεσθαι ὁμοῦ ἀδύνατον ὡς ἕν τι διΐστησιν ὁ ἤ σύνδεσμος· καὶ σύνδεσμον παραδιαζευκτικόν, τὸν ἐν τοῖς δυναμένοις ὁμοῦ εἶναι καταγινόμενον καὶ τὸν διάφορα πράγματα τιθέντα καὶ μηδέτερον ἐν τῇ αἰτήσει διαιροῦντα, ὡς καὶ Ὅμηρος 〈Ξ 108〉 ἢ νέος ἡὲ παλαιός, τουτέστι συμβουλευσάτω ἣ νέος καὶ μὴ παλαιός, ἣ | |
20 | παλαιὸς καὶ μὴ νέος, ἢ καὶ νέος καὶ παλαιός· καὶ διασαφητικόν, τὸν αἱρούμενον ἓν δύο προτεθέντων, οἷον 〈Greg. Naz. III p. 968, 1 ed. Migne〉 θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πίθον, ὃς καὶ τὸν περ προσλαμβάνει, οἷον «πλουτεῖν ἐθέλω ἤπερ πένεσθαι»· διασαφεῖ γὰρ τὸ ἕτερον ὅπερ αἱρεῖται, ὡς ἐν τῷ ποιητῇ 〈Α 117〉 βούλομ’ ἐγὼ | |
25 | λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι· καὶ ἀντωνυμίαν παράγωγον τρί‐ του προσώπου, καὶ τὸν καταγινόμενον ἐν τοῖς μαχομένοις καὶ μὴ δυ‐ ναμένοις ὁμοῦ εἶναι.] Καὶ ὁ μὲν διαζευκτικὸς ἐν τοῖς μαχομένοις καὶ μὴ δυναμένοις εἶναι ὁμοῦ θέλει καταγίνεσθαι, οἷον «ἢ ζῇ ἢ τέθνηκεν, ἢ νύξ ἐστιν ἢ ἡμέρα, ἢ κάθημαι ἢ ἵσταμαι»· ἰδοὺ ἐνταῦθα διαζευκτικός | |
30 | ἐστι, ταῦτα γὰρ ὁμοῦ παραλαμβάνεσθαι ἀδύνατον· ὁ δὲ παραδιαζευκτι‐ κὸς ἐν τοῖς δυναμένοις ὁμοῦ εἶναι καταγίνεται, ὡς παρὰ τῷ ποιητῇ 〈Ξ 108〉 ἢ νέος ἠὲ παλαιός, τουτέστι συμβουλευσάτω ἢ νέος καὶ μὴ παλαιός, ἢ παλαιὸς καὶ μὴ νέος, ἢ καὶ νέος καὶ παλαιός. Οὕτως οὖν ἐνταῦθα «κοινὴν ἢ ἰδίαν» ἀντὶ τοῦ κοινὴν καὶ μὴ ἰδίαν, ἢ ἰδίαν καὶ μὴ | |
35 | κοινήν, ἢ 〈καὶ〉 κοινὴν καὶ ἰδίαν. Ταῦτα ἔχομεν εἰπεῖν περὶ τοῦ ὅρου· | |
ἐν οἷς σὺν θεῷ καὶ ἡ πρᾶξις. | 106 | |
107 | Εἰπόντες οὖν τὸν ὅρον τοῦ ὀνόματος ἔλθωμεν ἀκολούθως καὶ εἴπωμεν τὰ παρεπόμενα αὐτῶν. Παρέπονται τοίνυν τῷ ὀνόματι πέντε, γένη εἴδη σχήματα ἀριθμοὶ πτώσεις. Γένη μὲν οὖν εἰσι τρία, ἀρσενικὸν θηλυκὸν καὶ οὐδέτερον· καὶ ἀρσενικὸν μὲν οὖν ἐστιν οὗ προτάσσεται | |
5 | κατ’ εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν ἄρθρον τὸ ὁ, οἷον ὁ Σωκράτης· θηλυκὸν δὲ οὗ προτάσσεται κατ’ εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν ἄρθρον τὸ ἡ, οἷον ἡ Ἑλένη· οὐδέτερον δὲ οὗ προτάσσεται κατ’ εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν ἄρθρον τὸ τό, οἷον τὸ βῆμα· οὐδὲ γὰρ δεχόμεθα τοὺς λέγοντας ἀρσε‐ νικὸν μὲν εἶναι τὸ σπέρματος ἀποβλητικόν, θηλυκὸν δὲ τὸ σπέρματος | |
10 | δεκτικόν, οὐδέτερον δὲ τὸ μήτε σπέρματος ἀποβλητικὸν μήτε σπέρματος δεκτικόν· ἰδοὺ γὰρ ὁ οἶκος ἀρσενικόν ἐστι καὶ οὐκ ἔστι σπέρματος ἀπο‐ βλητικόν, καὶ πάλιν ἡ αὐλὴ θηλυκόν ἐστι καὶ οὐκ ἔστι σπέρματος δεκτι‐ κόν· ὁμοίως καὶ τὸ γύναιον οὐδέτερόν ἐστι καὶ ὅμως σπέρματος δεκτι‐ κόν ἐστιν· καλῶς οὖν ἔχει ἡ ἀνωτέρα παραφυλακή, τουτέστι τὸ ἐκ τοῦ | |
15 | ἄρθρου γινώσκεσθαι αὐτά. Τινὲς δὲ προστιθέασι τούτοις τοῖς τρισὶ γένεσι καὶ ἄλλα δύο γένη, κοινόν τε καὶ ἐπίκοινον. Καὶ κοινὸν μέν ἐστι τὸ ἀρσενικῶς καὶ θηλυ‐ κῶς λεγόμενον μετὰ διαφόρου ἄρθρου, οἷον ὁ ἄνθρωπος καὶ ἡ ἄνθρω‐ πος, ὁ ἵππος καὶ ἡ ἵππος, ὁ κύων καὶ ἡ κύων· ἐπίκοινον δέ ἐστιν | |
20 | ὅπερ ἢ μόνως θηλυκῶς ἢ μόνως ἀρσενικῶς λέγεται, ἐπικρατοῦντος μέν‐ τοι τοῦ ἑνὸς γένους, οἷον ἡ χελιδών ὁ ἀετός ἡ κορώνη· καὶ δεῖ γινώ‐ σκειν ὅτι ἐκεῖνα καλοῦσι κοινά, ὅσα ἐξ αὐτῆς τῆς φύσεως πᾶσίν εἰσιν ἐγνωσμένα εἴτε ἀρσενικὰ εἴτε θηλυκά εἰσιν, ὡς ἐπὶ ἀνθρώπου καὶ ἵππου καὶ κυνὸς καὶ τῶν τοιούτων· ἐπίκοινα δὲ καλοῦσιν, ὅσα ἐξ αὐτῆς τῆς | |
25 | φύσεως οὐκ εἰσὶ πᾶσιν ἐγνωσμένα εἴτε ἀρσενικὰ εἴτε θηλυκά εἰσιν, ὡς ἐπὶ περιστερᾶς καὶ χελιδόνος καὶ ἀετοῦ καὶ τῶν τοιούτων· ταῦτα γὰρ ἢ ἀπὸ κεφαλῆς γνωρίζονται ἢ ἀπὸ ῥάμφους ἢ ἀπὸ ἄλλων τινῶν, καὶ οὐκ ἐξ αὐτῆς τῆς φύσεως, κατά τε τὸ ἀρσενικὸν καὶ θηλυκόν· ἡ χελι‐ δών γὰρ καὶ ἡ κορώνη μόνως λέγομεν θηλυκόν, καὶ ὁ ἀετός μόνως | |
30 | λέγομεν ἀρσενικόν. Οὐ δεχόμεθα δὲ ταῦτα δύο ἕτερα γένη εἶναι παρὰ τὸ ἀρσενικὸν καὶ θηλυκὸν καὶ οὐδέτερον, ἐπειδὴ οὔτε φωνὴν ἰδίαν ἔχου‐ σιν οὔτε σημασίαν· τούτων γὰρ τὸ σημαινόμενον ἢ ἀρσενικόν ἐστιν ἢ θηλυκόν, καὶ ἡ φωνὴ ὁμοίως ἢ ἀρσενική ἐστιν ἢ θηλυκή, καὶ τὰ ἄρθρα ὁμοίως ἢ ἀρσενικὰ ἢ θηλυκά εἰσιν· ἐπειδὴ οὖν οὐδὲν ἔχουσιν ἴδιον, ἀλλὰ παραλαμ‐ | |
35 | βάνονται ἐκ τῶν ἄλλων γενῶν, οὐ δυνάμεθα ταῦτα λέγειν ἴδια γένη παρὰ | |
τὸ ἀρσενικὸν θηλυκὸν οὐδέτερον, ἀλλ’ οὔτε δὲ πᾶσίν εἰσιν ἐγνωσμένα. | 107 | |
108 | Εἴδη δέ εἰσι δύο, πρωτότυπον καὶ παράγωγον· καὶ πρωτότυπον μὲν οὖν ἐστι τὸ κατὰ τὴν πρώτην θέσιν λεχθέν, οἷον γῆ, παράγωγον δὲ τὸ ἀφ’ ἑτέρου τὴν γένεσιν ἐσχηκός, οἷον γαιήϊος· καὶ ἔοικε τὸ μὲν πρωτότυπον τῷ πρωτοπλάστῳ ἀνθρώπῳ, τὸ δὲ παράγωγον τοῖς ἐξ | |
5 | αὐτοῦ τοῦ πρωτοπλάστου γενομένοις. Δεῖ δὲ γινώσκειν ὅτι ὁ μὲν Διονύσιος τὰ γένη προέταξε τῶν εἰδῶν, οἷον γένη εἴδη, κατὰ μίμησιν τοῦ γένους καὶ εἴδους τοῦ παρὰ τοῖς φιλοσόφοις· καὶ γὰρ ἐπ’ ἐκείνων τὰ γένη προτάττονται τῶν εἰδῶν· τὸ γὰρ ζῷον γένος ὂν ἀνθρώπου καὶ ἵππου καὶ κυνὸς προτάττεται αὐτῶν, ἐπειδὴ ἐξ αὐτοῦ διαιροῦνται· | |
10 | κατὰ μίμησιν οὖν ἐκείνων, φημὶ δὴ τοῦ γένους καὶ τοῦ εἴδους τῶν παρὰ τοῖς φιλοσόφοις, καὶ τὰ παρὰ τοῖς γραμματικοῖς γένη, φημὶ δὴ τὸ ἀρσενικὸν θηλυκὸν οὐδέτερον, προέταξεν ὁ Διονύσιος τῶν εἰδῶν, φημὶ δὴ τοῦ πρωτοτύπου καὶ παραγώγου. Οἱ δὲ περὶ Ἀπολλώνιον καὶ Ἡρωδιανὸν καὶ Ῥωμανὸν τὰ εἴδη προτάττουσι τῶν γενῶν, οἷον | |
15 | εἴδη γένη, ἐπειδὴ ὅπου μὲν γένος ἐκεῖ πάντως καὶ εἶδος ἔστι παρὰ τοῖς γραμματικοῖς, ὅπου δὲ εἶδος οὐ πάντως καὶ γένος ἔστιν· ἰδοὺ γὰρ ἐν τοῖς ὀνόμασιν εἰσὶ γένη, ἀρσενικὸν θηλυκὸν οὐδέτερον, ἀλλὰ καὶ εἴδη, πρωτότυπον καὶ παράγωγον· [οἷον ἄρδω, ἀρδεύω· ὅπου δὲ εἶδος, οὐ πάντως καὶ γένος ἔστιν· ἰδοὺ γὰρ] ἐν δὲ τοῖς ῥήμασιν εἰσὶν εἴδη, πρω‐ | |
20 | τότυπον καὶ παράγωγον, οἷον ἄρδω ἀρδεύω, καὶ οὐκ ἔστι γένη· οὐδὲ γὰρ ἔχει τὸ ῥῆμα ἀρσενικὸν θηλυκὸν καὶ οὐδέτερον· πάλιν ἐν τοῖς ἐπιρρήμασιν ἔστιν εἴδη, πρωτότυπον καὶ παράγωγον, οἷον ἐγγύς ἐγγύ‐ θεν, καὶ οὐκ εἰσὶ γένη· οὐδὲ γὰρ ἔχει τὰ ἐπιρρήματα ἀρσενικὸν θηλυκὸν οὐδέτερον· ἐπειδὴ οὖν ὅπου μὲν εἶδος οὐ πάντως καὶ γένος ἔστι παρὰ | |
25 | τοῖς γραμματικοῖς, ὅπου δὲ γένος ἐκεῖ πάντως καὶ εἶδος, τούτου χάριν προτερεύουσι τὰ εἴδη τῶν γενῶν. Πρόσκειται «παρὰ τοῖς γραμματικοῖς», ἐπειδὴ παρὰ τοῖς φιλοσόφοις ὅπου γένος ἐκεῖ πάντως καὶ εἶδος, καὶ ὅπου εἶδος ἐκεῖ πάντως καὶ γένος ἔστιν· ἰδοὺ γὰρ τὸ ζῷον γένος ὂν ἀνθρώπου καὶ ἵππου καὶ κυνὸς καὶ τῶν τοιούτων ἔχει εἴδη, φημὶ δὴ | |
30 | ταῦτα, καὶ ταῦτα πάλιν εἴδη ὄντα ἔχουσι γένος, φημὶ δὴ τὸ ζῷον. Ταῦτα μὲν περὶ τῶν εἰδῶν. Σχήματα δέ εἰσι τρία, ἁπλοῦν σύνθετον παρασύνθετον· καὶ ἁπλοῦν | |
μέν ἐστι τὸ μὴ ἐκ διαφόρων λέξεων ἀλλ’ ἐκ μιᾶς λέξεως συγκείμενον, | 108 | |
109 | οἷον Μέμνων· σύνθετον δέ ἐστι τὸ ἐκ δύο ἢ καὶ πλειόνων λέξεων γι‐ νόμενον, ἐκ δύο μέν, οἷον Ἀγαμέμνων, παρὰ τὸ ἄγαν καὶ τὸ μένειν, καὶ τὸ Μενέλαος, παρὰ τὸ μένειν γὰρ καὶ τὸ λαός· ἀπὸ δὲ πλειόνων, οἷον πεντεκαίδεκα· τοῦτο γὰρ ἀπὸ τριῶν σύγκειται λέξεων, ἀπὸ γὰρ | |
5 | τοῦ πέντε ἀριθμοῦ καὶ τοῦ καί συνδέσμου καὶ τοῦ δέκα ἀριθμοῦ· παρα‐ σύνθετον δέ ἐστι τὸ ἀπὸ συνθέτου παραγόμενον μὴ μέντοι προσλαμ‐ βάνον ἑτέραν λέξιν, οἷον ὡς ἀπὸ τοῦ Ἀγαμέμνων συνθέτου Ἀγαμεμνό‐ νειος παρασύνθετον, καὶ ἀπὸ τοῦ Ἀρίσταρχος συνθέτου Ἀριστάρχειος παρασύνθετον· ἀπὸ γὰρ τοῦ ἄριστος καὶ τοῦ ἄρχω ἐστίν· καὶ πάλιν | |
10 | ἀπὸ τοῦ Ἀτρεύς συνθέτου Ἀτρείδης παρασύνθετον [καὶ Ἀγαμέμνων Ἀγαμεμνονίδης, καὶ Ἀτρεύς Ἀτρείδης]· ἔστι δὲ τὸ Ἀτρεύς σύνθετον παρὰ τὸ α στερητικὸν καὶ τὸ τρεῖν τὸ σημαῖνον τὸ φοβεῖσθαι, οἱονεὶ ὁ ἐστερημένος τοῦ φοβεῖσθαι. Πρόσκειται «μὴ μέντοι προσλαμβάνον ἑτέραν λέξιν», ἐπειδὴ ἐὰν προσλάβῃ ἑτέραν λέξιν οὐκέτι παρασύνθετον | |
15 | καλεῖται ἀλλ’ ἔτι μένει σύνθετον, ὡς ἐπὶ τοῦ συνήγορος εὐσυνήγορος, σύμβουλος εὐσύμβουλος, κένταυρος ἱπποκένταυρος· ἔστι δὲ τὸ κένταυρος σύνθετον παρὰ τὸ κεντᾶν τὴν αὖραν, ἤγουν τὴν πνοήν· φασὶ γὰρ ὅτι ὁ Ἰξίων τῆς Ἥρας ὁμοιωθείσης νεφέλῃ συνεγένετο αὐτῇ, ἐξ ἧς ἐτέχθη‐ σαν οἱ κένταυροι. Καὶ ταῦτα μὲν περὶ σχημάτων. | |
20 | Ἀριθμοί εἰσι τρεῖς, ἑνικὸς δυϊκὸς καὶ πληθυντικός· καὶ ἑνικὸς μέν ἐστιν ὁ ἕν τι σημαίνων, οἷον Αἴας· δυϊκὸς δὲ ὁ δύο σημαίνων, οἷον Αἴαντε· πληθυντικὸς δὲ ὁ τρεῖς ἢ πλείονας σημαίνων, οἷον Αἴαντες· ἀρχὴ γὰρ πλήθους ὁ τρεῖς ἀριθμός ἐστιν. Περὶ τῶν πτώσεων τοίνυν θέλομεν διαλαβεῖν· ἡ γὰρ ἀκολουθία | |
25 | τοῦτο ἀπαιτεῖ. Ἰστέον δὲ ὅτι πτώσεις ὀνομάτων εἰσὶ πέντε, ὀρθὴ γε‐ νικὴ δοτικὴ αἰτιατικὴ καὶ κλητική· πτώσεις δὲ πέντε οὐ κυρίως ἀλλὰ καταχρηστικῶς· ἡ γὰρ εὐθεῖα οὐκ ἔστι κυρίως πτῶσις ἀλλὰ καταχρηστι‐ κῶς. Καὶ λέγουσί τινες, ναί, καὶ ἡ εὐθεῖα κυρίως ἐστὶ πτῶσις· καθὸ μὲν γάρ, φασίν, ἔπεσεν ἀπὸ τοῦ γενικοῦ ὀνόματος, τουτέστιν ἀπὸ τοῦ περι‐ | |
30 | έχοντος ἑκάστην λέξιν ὀνόματος, κατὰ τοῦτο πτῶσις λέγεται, καθὸ δὲ πεσοῦσα ὀρθῶς ἔπεσε, κατὰ τοῦτο ὀρθὴ καὶ εὐθεῖα καλεῖται, ὥσπερ καὶ τὸ γραφεῖον τὸ ὀρθῶς πίπτον ὀρθὸν καλεῖται· ἢ, ὅπερ βέλτιόν ἐστιν εἰπεῖν, ὥσπερ ἐπὶ τῶν κύβων· ταῦτα γὰρ ὡς ἂν πέσωσιν ὀρθῶς πίπτου‐ | |
σιν. Ἔστι δὲ εἰπεῖν πρὸς αὐτούς, ὅτι οὐ δύναται ἡ εὐθεῖα κυρίως | 109 | |
110 | πτῶσις εἶναι· καὶ δῆλον ἐντεῦθεν· αἱ προθέσεις μετὰ τῶν ἀπτώτων καὶ τῶν εὐθειῶν ἐν συνθέσει εἰσί, μετὰ δὲ τῶν πλαγίων ἐν παραθέσει, δη‐ λονότι χωρὶς εἰ μὴ ἀπὸ εὐθείας γένοιτο ἡ σύνθεσις καὶ ἐκεῖθεν ἡ κλίσις, οἷον Ἀπολλωνίου ὑπὲρ Ἀπολλωνίου, Ἀπολλωνίῳ σὺν Ἀπολλωνίῳ, | |
5 | Ἀπολλώνιον πρὸς Ἀπολλώνιον, ἐμοῦ ὑπ’ ἐμοῦ, ἐμοί σὺν ἐμοί, ἐμέ δι’ ἐμέ· ἰδοὺ ἐνταῦθα αἱ προθέσεις μετὰ τῶν πτώσεων, ἀλλὰ χωρίς εἰσιν αἱ προθέσεις· μετὰ δὲ τῶν ἀπτώτων ἐν συνθέσει εἰσὶν αἱ προθέσεις, τουτέστιν ἡνωμέναι, οἱονεὶ γράψον κατάγραψον, ἐλθέ περίελθε, κεῖται κατάκειται· ἰδοὺ ταῦτα ἄπτωτά εἰσι, ῥήματα γάρ εἰσι καὶ ἐν συνθέσει | |
10 | εἰσὶ μετὰ τῶν προθέσεων· καὶ πάλιν ἐγγύς σύνεγγυς, πάλαι πρόπαλαι· ἰδοὺ ταῦτα ἄπτωτα, ἐπιρρήματα γάρ εἰσι, καὶ ἐν συνθέσει εἰσὶ μετὰ τῶν προθέσεων· ὡσαύτως καὶ μετὰ τῶν εὐθειῶν ἐν συνθέσει εἰσὶν αἱ προ‐ θέσεις, τουτέστιν ἡνωμέναι, οἱονεὶ ὁδός κάθοδος πάροδος, ἐργάτης συν‐ εργάτης, οἶκος σύνοικος, δοῦλος σύνδουλος· ἰδοὺ ἐνταῦθα αἱ προθέσεις | |
15 | μετὰ τῶν εὐθειῶν ἐν συνθέσει εἰσὶ [καὶ τῆς γενικῆς καὶ δοτικῆς καὶ αἰ‐ τιατικῆς] καὶ οὐκ εἰσὶν ἐν παραθέσει. Πρόσκειται ἀνωτέρω «χωρὶς εἰ μὴ ἀπὸ εὐθείας γένοιτο ἡ σύνθεσις καὶ ἐκεῖθεν ἡ κλίσις» διὰ τὸ πάρο‐ δος παρόδου παρόδῳ· ἰδοὺ γὰρ ἐνταῦθα αἱ προθέσεις μετὰ τῶν πτώ‐ σεων ἐν συνθέσει εἰσίν· ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν ταῦτα, ἐπειδὴ ἀπὸ | |
20 | τῆς πάροδος εὐθείας ἐγένετο ἡ σύνθεσις καὶ ἐκεῖθεν ἡ κλίσις. Ἐμάθο‐ μεν δὲ ὅτι αἱ προθέσεις μετὰ τῶν εὐθειῶν ἐν συνθέσει εἰσίν· εἰ ἄρα οὖν, ὡς εἴρηται, αἱ προθέσεις μετὰ μὲν τῶν πτώσεων ἐν παραθέσει εἰσί, μετὰ δὲ τῶν ἀπτώτων ἐν συνθέσει ὡσαύτως δὲ καὶ μετὰ τῶν εὐθειῶν ἐν συν‐ θέσει εἰσί, δηλονότι ἡ εὐθεῖα οὐκ ἔστι πτῶσις κυρίως· εἰ γὰρ ἦν κυρίως | |
25 | πτῶσις, ἐν παραθέσει εἶχεν εἶναι μετὰ τῶν προθέσεων. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ οὖν οἱ ὅροι τῶν εὐθειῶν εἰσιν, —τί γάρ ἐστιν ἄνθρωπος ὁριζόμεθα, καὶ οὐχὶ τί ἐστιν ἀνθρώπου—ἡ δὲ εὐθεῖα, ὡς εἴρηται, οὐκ ἔστι κυρίως πτῶσις, διατί ὁριζόμενοι τὸ ὄνομα λέγομεν ὅτι «ὄνομά ἐστι μέρος λόγου πτωτικόν». Ἔστιν οὖν εἰπεῖν, ὅτι ὥσπερ | |
30 | γελαστικὸν λέγομεν τὸ πεφυκὸς γελᾶν καὶ χρεμετιστικὸν τὸ πεφυκὸς χρεμετίζειν, τὸν αὐτὸν τρόπον καὶ πτωτικὸν ἐνταῦθα λέγομεν τὸ πε‐ φυκὸς ἐπιδέχεσθαι πτώσεις· καὶ γὰρ ἡ εὐθεῖα πτῶσις μὲν οὐκ ἔστι, κλί‐ νεται δὲ εἰς πτώσεις, τουτέστιν εἰς γενικὴν δοτικὴν αἰτιατικὴν καὶ κλη‐ | |
τικήν. Ταῦτα μὲν ἐν τούτοις. Εἰ δέ τις τὴν ἀκρίβειαν σκοπήσει, εὑρή‐ | 110 | |
111 | σει ὅτι οὐδὲ ἡ κλητική ἐστι κυρίως πτῶσις· καὶ δῆλον ἐντεῦθεν· αἱ γὰρ πτώσεις οὐ σημαίνουσιν ὀρθῶς τὴν οὐσίαν τοῦ πράγματος ἀλλ’ ἐκ πλα‐ γίου· ἢ γὰρ ἕνεκεν κτήματος παραλαμβάνονται ἢ ἕνεκεν πράγματος· ἕνεκεν μὲν κτήματος, οἷον Ἀριστάρχου ἀγρός, Ἀριστάρχου οἶκος, ἕνεκεν | |
5 | δὲ πράγματος, οἷον Ἀριστάρχου ἤκουσα, Ἀριστάρχῳ δέδωκα· ὅθεν καὶ πτώσεις καλοῦνται, ὡς ἐκπεσοῦσαι τῆς ὀρθῆς σημασίας, καὶ πλάγιοι, ὡς μὴ σημαίνουσαι ὀρθῶς τὴν οὐσίαν τοῦ πράγματος ἀλλ’ ἐκ πλαγίου· ἡ δὲ κλητικὴ ὀρθῶς σημαίνει τὴν οὐσίαν τοῦ πράγματος· ἄρα οὖν οὔτε ἡ κλητική ἐστι κυρίως πτῶσις. Ἐν οἷς σὺν θεῷ καὶ ἡ πρᾶξις. | |
10 | Μαθόντες οὖν πόσαι πτώσεις εἰσίν, ἔλθωμεν ἀκολούθως καὶ δια‐ λάβωμεν περὶ τῆς ὀνομασίας αὐτῶν. Δεῖ γινώσκειν ὅτι ἡ μὲν ὀρθὴ ὀνομαστικὴ λέγεται καὶ εὐθεῖα· καὶ ὀρθὴ μὲν καὶ εὐθεῖα λέγεται, ἐπειδὴ ὀρθῶς σημαίνει τὴν οὐσίαν τοῦ πράγματος, οἷον ἄνθρωπος ἵππος· ὀνο‐ μαστικὴ δέ, ἐπειδὴ δι’ αὐτῆς τὰς ὀνομασίας ποιούμεθα, οἷον ἄνθρωπος | |
15 | λεγέσθω, Σωκράτης ὀνομαζέσθω. Ἡ δὲ γενικὴ λέγεται κτητική τε καὶ πατρική, ἐπειδὴ δι’ αὐτῆς ποιούμεθα τὰ γένη, τὰ κτήματα καὶ τὰς πα‐ τρίδας, οἷον Ἀριστάρχου υἱός, Ἀριστάρχου ἀγρός, Ἀριστάρχου πατήρ, Ἀριστάρχου οἶκος. Ἡ δὲ δοτικὴ λέγεται ἐπισταλτική, ἐπειδὴ δι’ αὐτῆς ποιούμεθα τὰς δόσεις καὶ τὰς ἐπιστολάς, οἷον Ἀριστάρχῳ δίδωμι, Ἀρι‐ | |
20 | στάρχῳ ἐπιστέλλω. Ἡ δὲ αἰτιατικὴ κατ’ αἰτίαν, ἐπειδὴ αἰτίαν σημαίνει, οἷον διὰ τὸν Ἀρίσταρχον ἐτιμήθην καὶ διὰ τὸν Ἀρίσταρχον ὑβρίσθην. Ἡ δὲ κλητικὴ λέγεται καὶ προσαγορευτικὴ παρὰ τὸ καλεῖν καὶ προσαγο‐ ρεύειν δι’ αὐτῆς, οἷον ὦ Σώκρατες, ὦ Ἀρίσταρχε. Ταῦτα μὲν ἐν τούτοις. | |
25 | Ἔλθωμεν δὲ καὶ διαλάβωμεν περὶ τῆς τάξεως αὐτῶν. Δεῖ γινώσκειν ὅτι τινὲς τὴν κλητικὴν πρώτην ἠθέλησαν τάξαι, λέγοντες ὅτι ἡ μὲν κλητικὴ δευτέρου προσώπου ἐστὶ σημαντική, οἷον ὦ Ἀρίσταρχε, αἱ δὲ ἄλλαι πτώσεις τρίτου προσώπου εἰσὶ σημαντικαί, οἷον Ἀρίσταρχος Ἀρι‐ στάρχου Ἀριστάρχῳ Ἀρίσταρχον· τὰ δὲ δεύτερα [πρόσωπα] προτερεύ‐ | |
30 | ουσι τῶν τρίτων· οὐκοῦν καὶ ἡ κλητικὴ δευτέρου προσώπου οὖσα ὀφείλει προτερεῦσαι τῶν ἄλλων πτώσεων τρίτου προσώπου οὐσῶν. Ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ἡ μὲν κλητικὴ μόνον δευτέρου προσώπου ἐστίν, οἱονεὶ σὺ Ἀρίσταρχε, αἱ δὲ ἄλλαι πτώσεις οὐ μόνον τρίτου προσώπου εἰσὶν ἀλλὰ καὶ πρώτου καὶ δευτέρου, οἷον ἐγὼ Ἀρίσταρχος, σὺ Ἀρίσταρχος, ἐκεῖνος | |
35 | Ἀρίσταρχος, ἐμοῦ Ἀριστάρχου, σοῦ Ἀριστάρχου, ἐκείνου Ἀριστάρχου, | 111 |
112 | ἐμοὶ Ἀριστάρχῳ, σοὶ Ἀριστάρχῳ, ἐκείνῳ Ἀριστάρχῳ, ἐμὲ Ἀρίσταρχον, σὲ Ἀρίσταρχον, ἐκεῖνον Ἀρίσταρχον· τὰ δὲ πρῶτα προτερεύουσι τῶν δευτέρων· οὐκοῦν καὶ αἱ ἄλλαι πτώσεις εἰκότως προτερεύουσι τῆς κλη‐ τικῆς. Ἡ δὲ εὐθεῖα πασῶν τῶν ἄλλων πτώσεων προτερεύει, πρῶτον | |
5 | μέν, ἐπειδὴ δι’ αὐτῆς ποιούμεθα τὰς ὀνομασίας, δεύτερον δέ, ἐπειδὴ ὀρθῶς σημαίνει τὴν οὐσίαν τοῦ πράγματος· αἱ δὲ ἄλλαι πτώσεις, ἤγουν ἡ γενικὴ καὶ δοτικὴ καὶ αἰτιατική, οὐκ ὀρθῶς σημαίνουσι τὴν οὐσίαν τοῦ πράγματος ἀλλ’ ἐκ πλαγίου· ὅθεν καὶ πλάγιοι λέγονται, ὡς ἐκ πλαγίου σημαίνουσαι τὴν οὐσίαν τοῦ πράγματος καὶ οὐκ ὀρθῶς· καὶ ὥσπερ ὁ | |
10 | στύλος κυρίως μὲν λέγεται στύλος παρὰ τὸ ἵστασθαι, ἐὰν δὲ πέσῃ οὐκ ἔτι κυρίως καλεῖται στύλος ἀλλὰ πλάγιος στύλος, οὕτως καὶ ἡ εὐθεῖα ὀρθῶς σημαίνουσα τὴν οὐσίαν τοῦ πράγματος λέγεται εὐθεῖα, αἱ δὲ ἄλλαι πτώσεις μὴ σημαίνουσαι τὴν οὐσίαν τοῦ πράγματος ὀρθῶς πλά‐ γιοι λέγονται. Προτέτακται δὲ ἡ γενικὴ τῆς δοτικῆς καὶ αἰτιατικῆς, | |
15 | ἐπειδὴ δύο ἐπιδέχεται συντάξεις, τήν τε πρὸς πρᾶγμα καὶ τὴν πρὸς κτῆμα· πρὸς πρᾶγμα μέν, οἷον Ἀριστάρχου ἤκουσα, Ἡροδότου ἠκροα‐ σάμην, πρὸς κτῆμα δέ, οἷον Ἡροδότου ἀγρός, Ἀριστάρχου οἶκος· ἡ γὰρ δοτικὴ καὶ αἰτιατικὴ μίαν μόνον ἐπιδέχονται σύνταξιν, τὴν πρὸς πρᾶγμα, οἷον Ἀριστάρχῳ δίδωμι, Ἀρίσταρχον ἐτίμησα. Ἡ δὲ δοτικὴ προτέτακται | |
20 | τῆς αἰτιατικῆς, ἐπειδὴ καὶ αὐτὴ ἔστιν ὅτε ἐπιδέχεται σύνταξιν πρὸς κτῆμα καταχρηστικῶς, ὡς ἐπὶ τοῦ 〈Ξ 459〉 Αἴαντι δὲ μάλιστα δαΐ‐ φρονι θυμὸν ὄρινεν, ἀντὶ τοῦ Αἴαντος τὸν θυμὸν ὤρινε· καὶ πάλιν 〈Α 74〉 Διὶ φίλε, ἀντὶ τοῦ Διὸς φίλε· ἡ δὲ αἰτιατικὴ οὐδὲ καταχρη‐ στικῶς παραλαμβάνεται πρὸς κτῆμα, εἰ μὴ πάνυ σπανίως, ὡς ἐπὶ τοῦ | |
25 | 〈Ω 58〉 γυναῖκά τε θήσατο μαζόν, ἀντὶ τοῦ γυναικὸς μαζὸν ἐθή‐ λασεν· τούτου οὖν χάριν προτέτακται ἡ δοτικὴ τῆς αἰτιατικῆς. Ἡ δὲ αἰτιατικὴ προτέτακται τῆς κλητικῆς, ἐπειδὴ ἡ μὲν αἰτιατικὴ καὶ πρώτου καὶ δευτέρου καὶ τρίτου προσώπου ἐστίν, οἷον ἐμὲ Ἀρίσταρχον, σὲ Ἀρί‐ σταρχον, ἐκεῖνον Ἀρίσταρχον, ἡ δὲ κλητικὴ δευτέρου μόνου προσώπου | |
30 | ἐστίν, οἷον σὺ Ἀρίσταρχε· τὰ δὲ πρῶτα προτερεύουσι τῶν δευτέρων· | |
εἰκότως οὖν καὶ ἡ αἰτιατικὴ προτερεύει τῆς κλητικῆς. Ταῦτα ἔχομεν | 112 | |
113 | εἰπεῖν περὶ τῶν πτώσεων καὶ τῶν παρεπομένων τῷ ὀνόματι· ἐν οἷς σὺν θεῷ καὶ ἡ πρᾶξις. Ἀκόλουθόν ἐστιν εἰπεῖν, πόσα τελικά εἰσιν ἀρσενικῶν ὀνομάτων. Τελικὰ τοίνυν ἀρσενικῶν ὀνομάτων εἰσὶ πέντε, ν ξ ρ ς ψ, οἷον Δίων | |
5 | Φοῖνιξ Νέστωρ Πάρις Πέλοψ· χρεία δέ ἐστι προσθεῖναί τινα καὶ εἰπεῖν οὕτως· τελικὰ ἀρσενικῶν ὀνομάτων ἀνεπεκτάτων κοινῶν κατ’ εὐθεῖαν καὶ ἑνικὴν πτῶσίν εἰσι πέντε, ν ξ ρ ς ψ. Πρόσκειται δὲ «ἀρσενικῶν» διὰ τὰ θηλυκὰ καὶ οὐδέτερα· «ὀνομάτων» δὲ διὰ τὰ ἄλλα μέρη τοῦ λόγου, οἷον διὰ τὰς ἀντωνυμίας καὶ τὰς μετοχάς· «ἀνεπεκτάτων» δὲ | |
10 | διὰ τὸ τοιόσδε καὶ τοσόσδε, τοιουτοσί καὶ τηλικουτοσί· ταῦτα γὰρ ἐπ‐ έκτασιν ἀνεδέξαντο, οἷον προσθήκην τοῦ δε καὶ τοῦ ι· «κοινῶν» δὲ πρόσκειται διὰ τὰ βάρβαρα, οἷον διὰ τὸ Ἀβραάμ Ἰωσήφ Δανιήλ· ἔτι «κοινῶν» πρόσκειται διὰ τὰ ποιητικά, οἷον ἱππότα ἀντὶ τοῦ ἱππότης καὶ μητιέτα ἀντὶ τοῦ μητιέτης καὶ νεφεληγερέτα ἀντὶ τοῦ νεφεληγερέ‐ | |
15 | της· ἔτι «κοινῶν» πρόσκειται διὰ τὰ κατὰ διάλεκτον, ἐπειδὴ οἱ Αἰολεῖς πολλάκις εἰς α ποιοῦσι τὴν εὐθεῖαν, Ἀρχύτα γὰρ λέγουσιν ἀντὶ τοῦ Ἀρχύτας καὶ Ὑβραγόρα ἀντὶ τοῦ Ὑβραγόρας· «κατ’ εὐθεῖαν» δὲ πρόσ‐ κειται διὰ τὰς ἄλλας πτώσεις, οἷον γενικὴν δοτικὴν αἰτιατικὴν καὶ κλη‐ τικήν· «ἑνικήν» δὲ πρόσκειται διὰ τὰ δυϊκὰ καὶ πληθυντικά. Τινὲς δὲ | |
20 | ἠθέλησαν τὸ λ τελικὸν λέγειν τῶν ἀρσενικῶν ὀνομάτων, ἐπειδὴ τὸ Βάκαλ κλινόμενον εὑρέθη, οἷον ὁ Βάκαλ τοῦ Βάκαλος [τῷ Βάκαλι τὸν Βάκαλα] καὶ οἱ Βάκαλες, ὡς παρὰ Καλλιμάχῳ 〈fragm. 517 Schn.〉 τέκνα σοὶ μὲν Βάκαλες· ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι οὐδὲν τῆς πρώτης δυοκαιδεκάδος τῶν στοιχείων εὑρίσκεται τελικὸν τῶν ἀρσενικῶν ὀνομά‐ | |
25 | των· εἰ οὖν τὸ λ τῆς πρώτης δυοκαιδεκάδος τῶν στοιχείων ἐστί—πρώτη γὰρ δυοκαιδεκὰς τῶν στοιχείων ἐστὶν ἀπὸ τοῦ α ἕως τοῦ μ—δηλονότι οὐ δύναται εἶναι τελικὸν τῶν ἀρσενικῶν ὀνομάτων. Τὸ δὲ ἀναγκαιότε‐ ρόν ἐστιν εἰπεῖν οὕτως· τὰ τελικὰ οὐκ ἐν ἑνὶ μέρει λόγου μόνον εὑρί‐ σκονται, ἀλλὰ καὶ ἐν ἑτέροις μέρεσι τοῦ λόγου, οἷον τὸ ν ἐστὶ τελικὸν | |
30 | τῶν ἀρσενικῶν ὀνομάτων ὡς ἐπὶ τὸ πλεῖστον, οἷον Δίων Πλάτων, ἀλλὰ καὶ ῥημάτων, ὡς ἐπὶ τοῦ ἔτυπτον ἔγραφον, καὶ μετοχῶν, ὡς ἐπὶ τοῦ τύπτων, καὶ προθέσεων, ὡς ἐπὶ τοῦ σύν ἔν, καὶ ἐπιρρημάτων, ὡς ἐπὶ τοῦ ἔνδον, καὶ συνδέσμων, ὡς ἐπὶ τοῦ ἐάν ἄν· πάλιν τὸ ρ τελικόν ἐστι τῶν ἀρσενικῶν ὀνομάτων, ὡς ἐπὶ τοῦ Νέστωρ, ἀλλὰ καὶ προθέσεων, ὡς | |
35 | ἐπὶ τῆς ὑπέρ, καὶ ἐπιρρημάτων, ὡς ἐπὶ τοῦ ἄφαρ, καὶ συνδέσμων, ὡς | 113 |
114 | ἐπὶ τοῦ αὐτάρ· πάλιν τὸ ς τελικόν ἐστι τῶν ἀρσενικῶν ὀνομάτων, ὡς ἐπὶ τοῦ Αἴας, ἀλλὰ καὶ ῥημάτων, ὡς ἐπὶ τοῦ ἔτυψας, καὶ μετοχῶν, ὡς ἐπὶ τοῦ τύψας, καὶ ἄρθρων, [οἷον τοῖς] ὡς ἐπὶ τοῦ ὅς, καὶ προθέσεων, ὡς ἐπὶ τῆς πρός, καὶ ἐπιρρημάτων, ὡς ἐπὶ τοῦ ἔναγχος· πάλιν τὸ ξ τελικόν | |
5 | ἐστι τῶν ἀρσενικῶν ὀνομάτων, ὡς ἐπὶ τοῦ Φοῖνιξ, ἀλλὰ καὶ προθέσεων, ὡς ἐπὶ τῆς ἔξ, καὶ ἐπιρρημάτων, ὡς ἐπὶ τοῦ πύξ λάξ· πάλιν τὸ ψ τελικόν ἐστι τῶν ἀρσενικῶν ὀνομάτων, ὡς ἐπὶ τοῦ Κύκλωψ, ἀλλὰ καὶ ἐπιρρημάτων, ὡς ἐπὶ τοῦ μάψ· εἰ οὖν τὸ λ θέλουσι δοῦναι τελικὸν τῶν ἀρσενικῶν ὀνομάτων, παρασχέτωσαν αὐτὸ τελικὸν καὶ ἄλλου μέ‐ | |
10 | ρους λόγου· οὐκ ἔστι δὲ τελικὸν οὔτε ῥήματος οὔτε μετοχῆς οὔτε ἄρθρου οὔτε ἀντωνυμίας οὔτε προθέσεως οὔτε ἐπιρρήματος οὔτε συν‐ δέσμου· ἄρα οὖν οὔτε τῶν ἀρσενικῶν ὀνομάτων δύναται εἶναι τελικόν. Ταῦτα μὲν ἐν τούτοις. Διαλαμβάνει δὲ πρῶτον ὁ τεχνικὸς περὶ τῶν εἰς ς ληγόντων πρὸ | |
15 | τοῦ διαλαβεῖν περὶ τῶν εἰς ν ρ ξ ψ. Καὶ ἄξιόν ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν περὶ τῶν εἰς ς ληγόντων πρῶτον διαλαμβάνει πρὸ τοῦ διαλαβεῖν περὶ τῶν εἰς ν ξ ρ ψ· καὶ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο περὶ τῶν εἰς ς ληγόντων πρῶτον διαλαμβάνει, ἐπειδὴ τὰ εἰς ς λήγοντα πλατέως δι‐ δάσκονται· πῆ μὲν γὰρ περιττοσυλλάβως κλίνονται, οἷον Αἴας Αἴαντος, | |
20 | πῆ δὲ ἰσοσυλλάβως, οἷον κοχλίας κοχλίου· τὰ δὲ ἄλλα, φημὶ δὴ τὰ εἰς ν ξ ρ ψ, συντόμως διδάσκονται· μίαν γὰρ ἔχει κλίσιν τὴν περιττοσύλ‐ λαβον, οἷον Πλάτων Πλάτωνος, Φοῖνιξ Φοίνικος, Νέστωρ Νέστορος, Κύκλωψ Κύκλωπος· τὰ δὲ πλατέως διδασκόμενα σαφέστερά εἰσι τῶν συντόμως διδασκομένων, ὡς καὶ Εὐριπίδης ἐδήλωσεν εἰπὼν 〈Orest. 640〉 | |
25 | τὰ μακρὰ τῶν σμικρῶν λόγων Ἐπίπροσθέν ἐστι καὶ σαφῆ μᾶλλον κλύειν. Κατὰ δεύτερον δὲ λόγον διὰ τοῦτο περὶ τῶν εἰς ς ληγόντων πρῶτον διαλαμβάνει ὁ τεχνικός, ἐπειδὴ εἰ διέλαβε πρῶτον περὶ τῶν εἰς ν ξ ρ ψ, ἠναγκάζετο πρῶτον ἢ περὶ τῶν εἰς αν διαλα‐ βεῖν ἢ περὶ τῶν εἰς αξ ἢ περὶ τῶν εἰς αρ ἢ περὶ τῶν εἰς αψ, ἐπειδὴ | |
30 | τὸ α προτερεύει πάντων τῶν στοιχείων· οὐδέποτε δὲ τὰ εἰς αν οὔτε | 114 |
115 | τὰ εἰς αξ οὔτε τὰ εἰς αρ οὔτε τὰ εἰς αψ εἰσὶ πεντάπτωτα, ἀλλὰ τε‐ τράπτωτα· τὴν γὰρ αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν, οἷον Ἀλκμάν ὦ Ἀλκμάν, Φαίαξ ὦ Φαίαξ, μάκαρ ὦ μάκαρ, Ἄραψ ὦ Ἄραψ· τὰ δὲ εἰς ας λήγοντα οὐ μόνον τετράπτωτά εἰσιν, ὡς ἐπὶ τοῦ Ἀρκάς ὦ Ἀρκάς, | |
5 | φυγάς ὦ φυγάς, ἀλλὰ καὶ πεντάπτωτά εἰσιν, ὡς ἐπὶ τοῦ Αἴας ὦ Αἶαν, 〈Ν 824〉 Αἶαν ἁμαρτοεπές, βουγάϊε, ποῖον ἔειπες, Πολυδάμας ὦ Πολυδάμα 〈Σ 285〉 Πολυδάμα, σὺ μὲν οὐκ ἔτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις· [εἰκότως οὖν πρῶτον περὶ τῶν εἰς ς ληγόντων διαλαμβάνει·] ἵνα οὖν διδάξῃ ἡμᾶς τὰ ἔχοντα τὰς πέντε πτώσεις, τού‐ | |
10 | του χάριν περὶ τῶν εἰς ς ληγόντων πρῶτον διαλαμβάνει. Ἄλλοι δὲ λέγουσιν, ὅτι διὰ τοῦτο περὶ τῶν εἰς ς ληγόντων πρῶτον διαλαμβάνει, ἐπειδὴ τὰ εἰς ς λήγοντα δυσχερέστερά εἰσι τῶν εἰς ν ξ ρ ψ ληγόντων· ἐπειδὴ δὲ κατὰ τὸν συγγραφέα Θουκυδίδην 〈ΙΙ 8,1〉 ἀρχόμενοι πάν‐ τες ὀξύτερον ἀντιλαμβάνονται, καὶ Καλλίμαχος δὲ τὸ αὐτὸ τοῦτο | |
15 | λέγει 〈fragm. 487 Schn.〉 ἀρχόμενοι μανίην ὀξυτάτην ἔχομεν, τούτου χάριν ἀπὸ τῶν δυσχερεστέρων πρῶτον ἤρξατο, ἵνα ἐν ὅσῳ εἰσὶ πρόθυμοι οἱ νέοι μάθωσιν αὐτά. Οὗτοι δὲ οὐκ ἀκριβῶς λέγουσιν· τοὐ‐ ναντίον γὰρ ἀπὸ τῶν σαφεστέρων δεῖ ἄρχεσθαι, ἵνα μὴ εἰς σύγχυσιν ἀγάγωμεν τοὺς ἀναγινώσκοντας. Ἐν οἷς σὺν θεῷ καὶ ἡ πρᾶξις. | |
20 | Ἰστέον δὲ ὅτι περὶ τῶν εἰς ας μονοσυλλάβων οὐδὲν εἶπεν ὁ Θεο‐ δόσιος, ὡς πρὸς εἰσαγομένους τὸν λόγον ποιούμενος καὶ συντομίας φροντίζων. Ἔστι δὲ εἰπεῖν περὶ αὐτῶν οὕτως· τὰ εἰς ας μονοσύλλαβα εἰ μὲν περισπῶνται ἀποβολῇ τοῦ ς ποιοῦσι τὴν γενικὴν καὶ ἰσοσυλλάβως κλίνονται, εἰ δὲ ὀξύνονται περιττοσυλλάβως κλίνονται. Τῶν μὲν περι‐ | |
25 | σπωμένων εἰσὶ παραδείγματα τοιαῦτα, οἷον ὁ Γρᾶς τοῦ Γρᾶ (ὄνομα δὲ τοῦτο κύριον), ὁ Λᾶς τοῦ Λᾶ (τοῦτο δὲ ποταμὸν καὶ πόλιν καὶ λίθον σημαίνει)· γέγονε δὲ τοῦτο τοῦτον τὸν τρόπον· ἔστι λάας λάαος, καὶ κράσει τῶν δύο αα εἰς ἓν α μακρὸν γίνεται λᾶος, οἷον 〈Μ 462〉 λᾶος ὑπαὶ ῥιπῆς, τουτέστιν ὑπὸ τῆς βολῆς τοῦ λίθου· αὕτη ἡ λᾶος γενικὴ | |
30 | μετάγεται εἰς εὐθεῖαν καὶ γίνεται ὁ λᾶος, ὥσπερ ὁ Τρώς τοῦ Τρωός καὶ ὁ Τρωός, ὁ δμώς τοῦ δμωός καὶ ὁ δμωός, 〈Hes. Opp. 470〉 δμωὸς ἔχων μακέλην, ἀντὶ τοῦ δοῦλος· καὶ λοιπὸν κατὰ κρᾶσιν Δωρικὴν τοῦ αο εἰς α μακρὸν γίνεται ὁ λᾶς, ὥσπερ Μενέλαος Μενέλας, Πτερέ‐ | |
λαος Πτερέλας. Ἀναδράμωμεν δὲ ἐπὶ τὰ λοιπὰ παραδείγματα τῶν εἰς | 115 | |
116 | ας περισπωμένων μονοσυλλάβων, οἷον ὁ Θᾶς τοῦ Θᾶ (ὄνομα δὲ τοῦτο κύριον), ὁ Χνᾶς τοῦ Χνᾶ (οὕτω δὲ ἐλέγετο ὁ Ἀγήνωρ, ὅθεν καὶ ἡ Φοι‐ νίκη Χνᾶ λέγεται), ὁ Δᾶς τοῦ Δᾶ (ὄνομα δὲ τοῦτο ποταμοῦ), ὁ Βᾶς τοῦ Βᾶ (ἱστορεῖται δὲ οὗτος βασιλεὺς Πόντου). Τὸ δὲ πᾶς, ὅτε μέν | |
5 | ἐστι προσηγορικὸν καὶ σημαίνει τὸν πατέρα, ἀποβολῇ τοῦ ς ποιεῖ τὴν γενικήν, οἷον τοῦ πᾶ, ὅτε δὲ ἐπίθετόν ἐστι καὶ δηλοῖ τριγένειαν, οἷον πᾶς πᾶσα πᾶν, διὰ τοῦ ντ κλίνεται, οἷον πᾶς παντός· πρὸς γὰρ διά‐ φορον σημαινόμενον εἰκότως καὶ ἡ κλίσις διάφορος γέγονεν. Ταῦτα μὲν περὶ τῶν περισπωμένων. Τῶν δὲ ὀξυτόνων εἰσὶ παραδείγματα ταῦτα, | |
10 | οἷον Ζάς Ζαντός (σημαίνει δὲ τὸν Δία), Πράς Πραντός (ἔστι δὲ ὄνομα πόλεως· τοῦτο δὲ κατὰ ἀκρίβειαν ὀξύνεται καὶ διὰ τοῦ ντ κλίνεται· ἰστέον δὲ ὅτι ὁ Ἡρωδιανὸς ἐν μὲν τῷ Ὀνοματικῷ λέγει αὐτὸ περι‐ σπᾶσθαι καὶ διὰ τοῦ ντ κλίνεσθαι, ἐν δὲ τῇ Καθόλου ὀξύνεσθαι καὶ ὁμοίως διὰ τοῦ ντ κλίνεσθαι), Φθάς Φθάντος (ὄνομα δὲ τοῦτο κύριον)· | |
15 | τοῦτο δὲ κατὰ τὴν γενικὴν βαρύνεται, τουτέστι παροξύνεται· μετοχικὸν γὰρ ὑπάρχον καὶ τὸν τόνον τῆς μετοχῆς ἀνεδέξατο, φημὶ δὴ τῆς φθάν‐ τος τῆς σημαινούσης τὸ προλαβόντος· ἡ δὲ μετοχὴ βαρύνεται κατὰ τὴν γενικὴν ὁμοίως τῇ στάς στάντος καὶ βάς βάντος καὶ φάς φάντος· καὶ βάς μέν ἐστιν ὁ πορευθείς, φάς δὲ ὁ εἰπών. Τὸ δὲ κράς, ὃ σημαίνει τὴν | |
20 | κεφαλήν, διὰ τοῦ τ ἐκλίθη, οἷον 〈Α 530〉 κρατὸς ἀπ’ ἀθανάτοιο· καὶ ἔχει ἀπολογίαν τοιαύτην, ὅτι τὰ εἰς ας μονοσύλλαβα ὀξύτονα ὀνόματα κύριά εἰσιν, οἷον Πράς Ζάς Φθάς, τοῦτο δὲ μόνον, φημὶ δὴ τὸ κράς, προσ‐ ηγορικόν ἐστι· τὴν γὰρ κεφαλὴν σημαίνει· ἐπειδὴ οὖν διήλλαξε περὶ τὸ σημαινόμενον, διήλλαξε καὶ περὶ τὴν κλίσιν, καὶ οὐκ ἐκλίθη ὁμοίως ἐκείνοις | |
25 | διὰ τοῦ ντ, ἀλλὰ διὰ μόνου τοῦ τ. Ἔχομεν δὲ τὴν χρῆσιν τῆς εὐθείας παρὰ Σιμμίᾳ τῷ Ῥοδίῳ οὕτως· χρυσῷ τοι φαέθοντι πολύλλιτος ἐμφέρεται κράς· πολύλλιτος δὲ οἱονεὶ πολυλιτάνευτος. Ταῦτα μὲν ἔχομεν εἰπεῖν περὶ τῶν εἰς ας μονοσυλλάβων· ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. | |
Ἐπειδὴ τόνου ἐμνημονεύσαμεν ἐν τῇ προλαβούσῃ πράξει—εἰρήκαμεν | 116 | |
117 | γὰρ ὅτι ἡ Φθάντος γενικὴ βαρύνεται ἤγουν παροξύνεται—δεῖ εἰδέναι ὅτι πᾶσα λέξις ἢ μίαν ὀξεῖαν δέχεται ἢ μίαν περισπωμένην· οἱ γὰρ κύ‐ ριοι τόνοι τῶν λέξεων δύο εἰσίν, ἥ τε ὀξεῖα καὶ ἡ περισπωμένη· ἡ γὰρ βαρεῖα οὐκ ἔστι λέξεως τόνος, ἀλλὰ συλλαβῆς. Καὶ δεῖ γινώσκειν ὅτι | |
5 | πᾶσα συλλαβὴ χωρὶς τῆς συλλαβῆς τῆς ἐχούσης τὸν κύριον τόνον τῆς λέξεως, φημὶ δὴ τὴν ὀξεῖαν ἢ τὴν περισπωμένην, βαρεῖαν δέχεται, οἷον Ὅμὴρὸς δῆμὸς φίλὸς. Ἐὰν δὲ εὑρεθῇ παροξύτονος ἡ λέξις ἢ προπαρ‐ οξύτονος ἢ προπερισπωμένη, ἡ τελευταία συλλαβὴ τῆς λέξεως ἐκείνης βαρεῖαν δέχεται, καὶ αἱ ἄλλαι συλλαβαὶ ὁμοίως αἱ μὴ ἔχουσαι τὸν κύ‐ | |
10 | ριον τόνον τῆς λέξεως, οἷον φίλὸς ἄνθρὼπὸς δῆμὸς· καὶ ἐπειδὴ ἀπὸ τοῦ τέλους κανονίζομεν τοὺς τόνους—ὀξύτονον γὰρ λέγομεν τὸ ἐπὶ τέλους ἔχον τὴν ὀξεῖαν, οἷον καλός, καὶ παροξύτονον τὸ πρὸ μιᾶς συλλαβῆς τοῦ τέλους ἔχον τὴν ὀξεῖαν οἷον φίλος, καὶ προπαροξύτονον τὸ πρὸ δύο συλλαβῶν τοῦ τέλους ἔχον τὴν ὀξεῖαν, οἷον ἄνθρωπος, | |
15 | καὶ πάλιν περισπώμενόν φαμεν τὸ ἐπὶ τέλους ἔχον τὴν περισπωμένην, οἷον Ἑρμῆς, προπερισπώμενον δὲ τὸ πρὸ μιᾶς συλλαβῆς τοῦ τέλους ἔχον τὴν περισπωμένην, οἷον μῆλον—τούτου χάριν τὰ παροξύτονα καὶ προπαροξύτονα καὶ προπερισπώμενα καλοῦμεν βαρύτονα τῷ κοινῷ ὀνό‐ ματι, ὡς ἔχοντα τὴν βαρεῖαν ἐν τῇ τελευταίᾳ συλλαβῇ, οἷον φίλὸς ἄν‐ | |
20 | θρὼπὸς μῆλὸν· ἐὰν δὲ εὑρεθῇ ὀξύτονος ἡ λέξις ἢ περισπωμένη, τουτ‐ έστιν ἐν τῇ τελευταίᾳ συλλαβῇ ἔχουσα τὴν ὀξεῖαν ἢ τὴν περισπωμένην, οὐ δύναται ἡ τοιαύτη λέξις καλεῖσθαι βαρύτονος, οἷον σοφός Ἑρμῆς, ἐπειδὴ οὐκ ἔστιν ἐν τῇ τελευταίᾳ συλλαβῇ ἡ βαρεῖα. Τούτου χάριν τὸ μὲν Αἴὰς ἐπειδή ἐστι παροξύτονον, καλεῖται βαρύτονον, καὶ τὸ δῆμὸς | |
25 | ἐπειδή ἐστι προπερισπώμενον καλεῖται βαρύτονον, ὡς ἔχοντα ἐν τῇ τε‐ λευταίᾳ συλλαβῇ τὴν βαρεῖαν τάσιν· τὸ δὲ Ἀχιλλεύς καὶ τὸ καλός καὶ τὸ σοφός καὶ τὸ ταχύς, ἐπειδὴ ἐν τῇ τελευταίᾳ συλλαβῇ ἔχουσι τὴν ὀξεῖαν, οὐ δύνανται καλεῖσθαι βαρύτονα, οὐδὲ γὰρ ἔχουσιν ἐν τῇ τελευταίᾳ συλλαβῇ τὴν βαρεῖαν· ἔχομεν γὰρ κανόνα, ὅτι πᾶσα συλλαβὴ χωρὶς τῆς | |
30 | συλλαβῆς τῆς ἐχούσης τὸν κύριον τόνον τῆς λέξεως βαρεῖαν δέχεται καὶ ὅτι ἀπὸ τοῦ τέλους κανονίζομεν τοὺς τόνους. Ἰστέον δὲ ὅτι καὶ τὰ περισπώμενα δύνανται δυνάμει καλεῖσθαι βα‐ ρύτονα· εἰ γὰρ βαρύτονον λέγεται τὸ ἐπὶ τέλους ἔχον τὴν βαρεῖαν, οἷον φίλὸς ἄνθρὼπὸς δῆμὸς, τὰ δὲ περισπώμενα ἐν τῷ τέλει ἔχουσι τὴν | |
35 | βαρεῖαν, οἷον Ἑρμῆς Ἡρακλῆς—ἡ γὰρ περισπωμένη ἐξ ὀξείας καὶ βα‐ ρείας σύγκειται, ἡ δὲ βαρεῖα τελευταία ἐστίν—δηλονότι δύνανται τὰ περισπώμενα δυνάμει καλεῖσθαι βαρύτονα. Δεῖ δὲ γινώσκειν ὅτι φασί | |
τινες, εἰ καὶ λέγομεν ὅτι πᾶσα συλλαβὴ χωρὶς τῆς συλλαβῆς τῆς ἐχούσης | 117 | |
118 | τὸν κύριον τόνον τῆς λέξεως βαρεῖαν δέχεται, ἀλλ’ οὖν οὐ δεῖ τιθέναι τὸν τύπον τῆς βαρείας, ἵνα μὴ τὰ βιβλία καταχαράττωνται. Κακῶς δὲ λέγουσι· τούτῳ γὰρ τῷ λόγῳ ἐὰν εὕρωμεν βιβλίον πάνυ ἐσφαλμένον οὐκ ὀφείλομεν διορθώσασθαι αὐτό, ἵνα μὴ καταχαράξωμεν αὐτό. Κρεῖτ‐ | |
5 | τον οὖν ἐστιν εἰπεῖν, ὅτι ὥσπερ ἐπάνω τοῦ η καὶ τοῦ ω οὐ τίθεμεν τὸν τύπον τῆς μακρᾶς, ἐπειδὴ ὡμολόγηται ὅτι μακρά εἰσι ταῦτα, καὶ ὥσπερ ἐπάνω τοῦ ε καὶ τοῦ ο οὐ τίθεμεν τὸν τύπον τῆς βραχείας, ἐπειδὴ ὡμολόγηται ὅτι βραχέα εἰσὶ ταῦτα, ἐπάνω δὲ τῶν διχρόνων, φημὶ δὴ τοῦ α καὶ τοῦ ι καὶ τοῦ υ, τίθεμεν πῆ μὲν τὸν τύπον τῆς | |
10 | μακρᾶς πῆ δὲ τὸν τύπον τῆς βραχείας, ἐπειδὴ ἀμφιβάλλονται ταῦτα καὶ πῆ μὲν ἐκτείνονται πῆ δὲ συστέλλονται, τὸν αὐτὸν τρόπον καὶ ἐπάνω τῆς συλλαβῆς τῆς μὴ ἐχούσης τὸν κύριον τόνον τῆς λέξεως οὐ δεῖ προσθεῖναι τὸν τύπον τῆς βαρείας, ἐπειδὴ ὡμολόγηται, ὅτι πᾶσα συλ‐ λαβὴ χωρὶς τῆς συλλαβῆς τῆς ἐχούσης τὸν κύριον τόνον τῆς λέξεως | |
15 | βαρεῖαν δέχεται. Ταῦτα μὲν ἐν τούτοις. Ἐπειδὴ δὲ κανόνων εἰσαγωγικῶν μέλλομεν ἄρχεσθαι, ἐν ἐπιτομῇ δὲ τούτους παραδίδωσιν ἡμῖν ὁ Θεοδόσιος, μάθωμεν τί ἐστι κανών, καὶ τί ἐστιν εἰσαγωγή, καὶ τί ἐστιν ἐπιτομή. Κανὼν τοίνυν ἐστὶ λόγος ἔν‐ τεχνος ἀπευθύνων ὁμοιότητι πρὸς τὸ καθόλου τὸ διεστραμμένον τῶν | |
20 | λέξεων, τουτέστι λόγος μετὰ τέχνης διὰ τῶν ὁμοίων ἐπ’ εὐθείας ἄγων ἢ ἐλέγχων πρὸς τὰ πλείονα τὸ διεστραμμένον καὶ ἡμαρτημένον τῶν λέξεων· τὰ γὰρ πλείονα τῶν ἐλαττόνων κανόνες. Εἰσαγωγὴ δέ ἐστιν ὁδήγησις τῶν λόγων ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ μείζονα. Ἐπιτομὴ δέ ἐστι σύντομος τῶν κεφαλαίων παράδοσις ἢ διήγησις. Ταῦτα ἔχομεν | |
25 | εἰπεῖν ὡς ἐν προλεγομένοις. | |
26t | Σχόλια σὺν θεῷ εἰς τοὺς ὀνοματικοὺς κανόνας ἀπὸ φωνῆς | |
27t | Γεωργίου τοῦ Χοιροβοσκοῦ. | |
28 | Ἀρχὴ σὺν θεῷ τῶν ἀρσενικῶν ὀνομάτων. Κανὼν πρῶτος. | |
30 | Ἑνικά. Ὁ Αἴας τοῦ Αἴαντος. Διαλαμβάνει ὁ τεχνικὸς περὶ τῆς κλίσεως τῶν εἰς ας δισυλλάβων, τουτέστι τοῦ Αἴας καὶ τῶν ὁμοίων, λέγων οὕτως· τὰ εἰς ας καθαρὸν ὀνόματα δισύλλαβα βαρύτονα μακροκατάληκτα διὰ τοῦ ντ κλίνονται, οἷον Θόας Θόαντος, | |
Ὕας Ὕαντος, Αἴας Αἴαντος. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν | 118 | |
119 | περὶ τῶν εἰς ας πρῶτον διαλαμβάνει ὁ τεχνικός· καὶ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο περὶ τῶν εἰς ας πρῶτον διαλαμβάνει, ἐπειδὴ τὸ α προτέτακται τῶν ἄλλων στοιχείων. Ταῦτα μὲν ἐν τούτοις. Ἔλθωμεν οὖν καὶ σαφηνίσωμεν τὸν κανόνα. «Εἰς ας» εἶπε διὰ τὰ ἔχοντα ἄλλο φωνῆεν, οἷον διὰ τὸ γόης· | |
5 | τοῦτο γὰρ καὶ καθαρόν ἐστι καὶ δισύλλαβον καὶ βαρύτονον καὶ περιττο‐ συλλάβως κλίνεται, γόητος γάρ, καὶ ὅμως οὐ κλίνεται διὰ τοῦ ντ ἀλλὰ διὰ τοῦ τος, οἷον γόης γόητος, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν εἰς ας ἀλλ’ εἰς ης. «Καθαρόν» δὲ πρόσκειται διὰ τὰ ἔχοντα σύμ‐ φωνον πρὸ τοῦ α, οἷον διὰ τὸ Γέτας Γέτα καὶ Δέρδας Δέρδα· ταῦτα | |
10 | γὰρ σύμφωνον ἔχοντα πρὸ τοῦ α οὐ κλίνονται διὰ τοῦ ντ ἀλλ’ ἰσοσυλ‐ λάβως, οὐκ ἀντιστρέφοντος τοῦ κανόνος· οὐδὲ γὰρ πάντα τὰ ἔχοντα σύμφωνον πρὸ τοῦ α ἰσοσυλλάβως κλίνονται· ἰδοὺ γὰρ τὸ Κάλχας καὶ γίγας σύμφωνον ἔχοντα πρὸ τοῦ α περιττοσυλλάβως κλίνονται, ἤγουν διὰ τοῦ ντ, οἷον Κάλχαντος καὶ γίγαντος. Σκόπει δὲ ὅτι «καθαρόν» | |
15 | εἶπε, καὶ οὐ «καθαρά»· τοῦτο γὰρ βούλεται σημαίνειν τὰ εἰς ας καθα‐ ρόν, ἤγουν τὰ μὴ ἔχοντα πρὸ τοῦ α σύμφωνον. Ταῦτα μὲν ἐν τούτοις. «Ὀνόματα» δὲ πρόσκειται οὐ πρὸς ἀντιδιαστολὴν ἑτέρου τινὸς ἀλλ’ αὐτὸ τὸ ὄν· ὥσπερ μώνυχας ἵππους λέγομεν τοὺς μονώνυχας οὐ πρὸς ἀντιδιαστολήν, ὡς ἄλλων ἵππων μὴ ὄντων μονωνύχων, ἀλλ’ αὐτὸ τὸ | |
20 | ὄν, καὶ πάλιν γάλα λευκὸν λέγομεν οὐχ ὡς ἄλλου γάλακτος μὴ ὄντος λευκοῦ, ἀλλ’ αὐτὸ τὸ ὄν. Τινὲς δὲ λέγουσιν, ὅτι «ὀνόματα» πρόσκειται πρὸς ἀντιδιαστολὴν τοῦ εἴας ῥήματος τοῦ σημαίνοντος τὸ συνεχώρεις· τοῦτο γὰρ καὶ εἰς ας ἐστὶ καθαρὸν καὶ δισύλλαβον καὶ βαρύτονον, καὶ ὅμως οὐ κλίνεται διὰ τοῦ ντ· ἀλλ’ οὐκ ἔστιν ὄνομα ἀλλὰ ῥῆμα. Οὗτοι | |
25 | δὲ οὐκ ἀκριβῶς λέγουσιν· πρῶτον μὲν γὰρ περὶ τῶν εἰς ας εὐθειῶν ἐστιν ὁ λόγος τῷ τεχνικῷ, τοῦτο δὲ ἄπτωτόν ἐστιν· τὰ γὰρ ῥήματα πτώσεις οὐκ ἐπιδέχονται· δεύτερον δὲ οὔτε ἔστι τοῦτο φύσει εἰς ας οὔτε δὲ φύσει δισύλλαβον, ἀπὸ γὰρ τοῦ εἴαες ἐγένετο εἴας κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς α μακρόν [εἴαες γὰρ καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς α | |
30 | μακρὸν εἴας]. Ἄλλοι δὲ λέγουσιν ὅτι «ὀνόματα» πρόσκειται πρὸς ἀντι‐ διαστολὴν τῆς χεύας μετοχῆς· οὐδ’ οὗτοι λέγουσι καλῶς· πρῶτον μὲν τοῦτο οὐκ ἔστι φύσει καθαρόν, χεύσας γὰρ ἦν ὥσπερ πλεύσας καὶ κατὰ ἀποβολὴν τοῦ ς γέγονε χεύας· δεύτερον δέ, ὅτι καὶ αὐτὸ διὰ τοῦ ντ κλίνεται ὁμοίως τοῖς προκειμένοις ὀνόμασι διὰ τοῦ ντ κλινομένοις, οἷον | |
35 | χεύας χεύαντος, διατί εἶχε προσθεῖναι πρὸς ἀντιδιαστολὴν τούτου, ὅτι καὶ αὐτὸ ὁμοίως τοῖς προκειμένοις ὀνόμασι διὰ τοῦ ντ κλίνεται; τὰ γὰρ ἀντιδιαστελλόμενα οὐχ ὅμοια· ὥστε οὖν, ὡς εἴρηται, «ὀνόματα» πρόσ‐ κειται οὐ πρὸς ἀντιδιαστολὴν ἑτέρου τινός, ἀλλ’ αὐτὸ τὸ ὄν. «Δισύλ‐ | |
λαβα» δὲ πρόσκειται διὰ τὰ ὑπὲρ δύο συλλαβάς, οἷον διὰ τὸ κοχλίας | 119 | |
120 | κοχλίου, Αἰνείας Αἰνείου· ταῦτα γὰρ εἰς τὴν ου δίφθογγον ἔχουσι τὴν γενικήν, ἀλλ’ οὐκ εἰσὶ δισύλλαβα ἀλλ’ ὑπὲρ δύο συλλαβάς. Βαρύτονα δὲ λέγονται πάντα τὰ παροξύτονα καὶ προπαροξύτονα καὶ προπερισπώ‐ μενα διὰ τὸ ἔχειν ἐν τῇ τελευταίᾳ συλλαβῇ βαρεῖαν, οἷον φίλὸς ἄν‐ | |
5 | θρωπὸς δῆμὸς· ἔχομεν γὰρ ἀνωτέρω, ὅτι οἱ κύριοι τόνοι τῆς λέξεως δύο εἰσίν, ἡ ὀξεῖα καὶ ἡ περισπωμένη, καὶ ὅτι πᾶσα λέξις ἢ μίαν ὀξεῖαν δέχεται ἢ μίαν περισπωμένην—ἡ γὰρ βαρεῖα συλλαβικὸς τόνος ἐστίν— καὶ ὅτι πᾶσα συλλαβὴ χωρὶς τῆς συλλαβῆς τῆς ἐχούσης τὸν κύριον τό‐ νον τῆς λέξεως βαρεῖαν δέχεται· εἰκότως οὖν τὸ Αἴας ἔχον εἰς τὸ αι | |
10 | τὴν ὀξεῖαν καλεῖται παροξύτονον, ἔχον δὲ εἰς τὸ ας τὴν βαρεῖαν, τουτ‐ έστιν εἰς τὸ τέλος, καλεῖται βαρύτονον· ὁ δὲ λόγος περὶ τῶν ὁμοίων. «Βαρύτονα» δὲ πρόσκειται οὐ πρὸς ἀντιδιαστολὴν τοῦ τριάς καὶ Ἰάς, ὥς τινες λέγουσιν· περὶ γὰρ τῶν εἰς ας ἀρσενικῶν ἐστιν ὁ λόγος τῷ τεχνικῷ, ταῦτα δὲ θηλυκά εἰσιν· καὶ πάλιν περὶ τῶν εἰς ας τῶν ἐχόν‐ | |
15 | των τὸ α ἐκτεταμένον βούλεται διαλαμβάνειν, ταῦτα δὲ συνεσταλμένον ἔχουσι τὸ α· ἐπειδὴ ἐάν τις λέγῃ, ὅτι «βαρύτονα» πρόσκειται ἐν τῷ κα‐ νόνι πρὸς ἀντιδιαστολὴν τούτων [τὸ γὰρ Ἰάς καὶ τριάς συνεσταλμένον ἔχουσι τὸ α], λέγομεν, ἰδοὺ τὸ κρέας καὶ εἰς ας ἐστὶ καθαρὸν καὶ δι‐ σύλλαβον καὶ βαρύτονον καὶ περιττοσυλλάβως κλίνεται, κρέατος γάρ, | |
20 | καὶ ὅμως οὐ κλίνεται διὰ τοῦ ντ· ἀλλ’ οὐκ ἔστιν ἀρσενικὸν ἀλλ’ οὐδέ‐ τερον, καὶ δηλονότι οὐκ ἀντίκειται τῷ κανόνι· ὁ γὰρ κανὼν περὶ τῶν εἰς ας ἀρσενικῶν, ὡς εἴρηται, διαλαμβάνει καὶ περὶ τῶν ἐχόντων τὸ α ἐκτεταμένον, τὸ δὲ Ἰάς καὶ τριάς καὶ τὸ κρέας οὔτε ἀρσενικά εἰσιν οὔτε ἔχουσι τὸ α ἐκτεταμένον, ἀλλὰ συνεσταλμένον. Δεῖ 〈δὲ〉 γινώσκειν ὅτι | |
25 | νῦν μοναστήριον ἔστιν παρὰ τοῖς Ἀλεξανδρεῦσι καὶ λέγεται τοῦ Παία, ὡς ἀπὸ τοῦ Παίας· καὶ ἰδοὺ πάντα ἔχει τὰ τοῦ κανόνος, καὶ ὅμως οὐ κλίνεται διὰ τοῦ ντ· ἀλλ’ οὐκ ἔστιν ἐν τῇ χρήσει τῶν Ἑλλήνων. Ταῦτα μὲν ἐν τούτοις. Εἰσὶ δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· Θόας Θόαντος, Δρύας | |
30 | Δρύαντος, Ὕας Ὕαντος· Ὕαντες δὲ λέγονται οἱ κατοικοῦντες τὴν Βοιωτίαν. Σεσημείωται τὸ Λάας· τοῦτο γὰρ ὅτε μέν ἐστι κύριον ἀντί‐ κειται τῷ κανόνι· εἰς ας γάρ ἐστιν ὄνομα δισύλλαβον καθαρὸν βαρύτο‐ νον μακρὸν ἔχον τὸ α, καὶ ὅμως οὐ κλίνεται διὰ τοῦ ντ ἀλλ’ ἰσοσυλ‐ λάβως· κατὰ ἀποβολὴν γὰρ τοῦ ς ποιεῖ τὴν γενικήν, οἷον ὁ Λάας τοῦ | |
35 | Λάα· «Λάα περὶ λίθων γλυφῆς·» οὗτος γὰρ λιθογλύφος ἦν· ὅτε δὲ προσηγορικόν ἐστι καὶ σημαίνει τὸν λίθον, οὐκ ἀντίκειται τῷ κανόνι· συνεσταλμένον γὰρ ἔχει τὸ α, οἷον 〈Δ 521〉 λᾶας ἀναιδής, καὶ λοι‐ πὸν ὡς συστέλλον τὸ α οὐκ ἠκολούθησε τῷ κανόνι τούτῳ· ὁ γὰρ κα‐ νὼν περὶ τῶν ἐχόντων τὸ α ἐκτεταμένον διαλαμβάνει· κλίνεται δὲ | |
40 | τοῦτο τὸ λᾶας διὰ καθαροῦ τοῦ ος, οἷον λᾶας λάαος καὶ κατὰ κρᾶσιν | 120 |
121 | τῶν δύο αα εἰς ἓν α δηλονότι μακρὸν τοῦ λᾶος, οἷον 〈Μ 462〉 λᾶος ὑπὸ ῥιπῆς. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὸ Λάας τὸ κύριον πάντα ἔχον τὰ τοῦ κανόνος οὐ κλίνεται διὰ τοῦ ντ ἀλλ’ ἰσο‐ συλλάβως, οἷον ὁ Λάας τοῦ Λάα. Καὶ λέγουσί τινες, ὅτι ἀπὸ τοῦ Λᾶς | |
5 | τοῦ μονοσυλλάβου γέγονε κατὰ πλεονασμὸν τοῦ α Λάας καὶ λοιπὸν τὴν αὐτὴν ἐφύλαξε κλίσιν, φημὶ δὴ τὴν ἰσοσύλλαβον· οὗτοι δὲ οὐκ ἀκριβῶς λέγουσιν· τοὐναντίον γὰρ τὸ Λᾶς τὸ μονοσύλλαβον ἀπὸ τοῦ Λάας τοῦ δισυλλάβου γέγονε κατὰ κρᾶσιν τῶν δύο αα εἰς ἓν α μακρόν, ὡς ἐν τοῖς προλεγομένοις μεμαθήκαμεν. Κρεῖττον οὖν ἐστιν εἰπεῖν τὴν αἰτίαν | |
10 | ταύτην· ἡ γενικὴ Λάαος τρισυλλάβως· αὕτη ἡ τρισύλλαβος γενικὴ μετά‐ γεται εἰς εὐθεῖαν καὶ γίνεται ὁ Λάαος, ὥσπερ ὁ Καππάδοξ τοῦ Καππά‐ δοκος καὶ ὁ Καππάδοκος, ὁ διάκων τοῦ διάκονος καὶ ὁ διάκονος, ὁ Τρώς τοῦ Τρωός καὶ ὁ Τρωός, ὁ δμώς τοῦ δμωός καὶ ὁ δμωός, ὥσπερ παρ’ Ἡσιόδῳ 〈Opp. 470〉 δμωὸς ἔχων μακέλην, ἀντὶ τοῦ δοῦλος, | |
15 | καὶ λοιπὸν κατὰ κρᾶσιν Δωρικὴν τοῦ α καὶ ο εἰς α μακρὸν γίνεται Λάας, ὥσπερ Πτερέλαος Πτερέλας καὶ Μενέλαος Μενέλας, ὡς παρ’ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ 〈486〉 τοῦ στρατηλάτα Μενέλα· καὶ ἐπεὶ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ συνῃρημένα τῶν ἐντελῶν φυλάττουσι τὴν κλίσιν, οἷον Ἑρμέας Ἑρμέου Ἑρμῆς Ἑρμοῦ, χρύσεος χρυσέου χρυσοῦς | |
20 | χρυσοῦ, τιμήεις τιμήεντος τιμῆς τιμῆντος, Σιμόεις Σιμόεντος Σιμοῦς Σι‐ μοῦντος, τούτου χάριν τὸ Λάας τὸ κύριον ἰσοσυλλάβως κλίνεται, οἷον ὁ Λάας τοῦ Λάα, ἐπειδὴ καὶ τὸ ἐντελὲς αὐτοῦ ἰσοσυλλάβως κλίνεται, οἷον ὁ Λάαος τοῦ Λαάου. Καὶ ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα οὖν τὸ ἐν‐ τελὲς αὐτοῦ εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικήν, οἷον ὁ Λάαος τοῦ | |
25 | Λαάου, διατί μὴ καὶ αὐτὸ τὸ συνῃρημένον εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν ἀλλ’ εἰς α, οἷον ὁ Λάας τοῦ Λάα. Ἔστιν οὖν εἰπεῖν, ὅτι πρῶτον μὲν εἰ καὶ τὰ συνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττουσι κλίσιν, ἀλλ’ οὐ πάντως τὴν αὐτὴν φυλάττουσι κατάληξιν, οἷον ὁ ζωός τοῦ ζωοῦ καὶ ὁ ζώς τοῦ ζῶ καὶ πάλιν ὁ σῶος τοῦ σώου καὶ ὁ σῶς τοῦ | |
30 | σῶ· ἰδοὺ ταῦτα τὴν αὐτὴν κλίσιν ἐφύλαξαν, φημὶ δὴ τὴν ἰσοσύλλαβον, ὥσπερ γὰρ τὰ ἐντελῆ αὐτῶν ἰσοσυλλάβως κλίνονται, οὕτω καὶ τὰ συν‐ ῃρημένα, οὐ τὴν αὐτὴν δὲ κατάληξιν ἐφύλαξαν· τὸν αὐτὸν τρόπον καὶ τὸ ὁ Λάαος τοῦ Λαάου καὶ ὁ Λάας τοῦ Λάα εἰ καὶ μὴ τὴν αὐτὴν κατά‐ ληξιν ἐφύλαξεν ἀλλ’ οὖν τὴν αὐτὴν κλίσιν ἐφύλαξεν, φημὶ δὴ τὴν ἰσο‐ | |
35 | σύλλαβον. Δεύτερον δὲ Δωρικόν ἐστι τὸ Λάας, ὡς ἐμάθομεν, Δωρι‐ κὴν γάρ, ὡς εἴρηται, κρᾶσιν πέπονθε· Δωρικὸν δὲ ὂν πῶς ἠδύνατο εἰς | |
τὴν ου δίφθογγον ἔχειν τὴν γενικήν; οἱ γὰρ Δωριεῖς καὶ ἐπὶ τῶν | 121 | |
122 | ἐχόντων εἰς τὴν ου δίφθογγον τὴν γενικὴν εἰς α ποιοῦσιν αὐτήν, οἷον ὁ κοχλίας τοῦ κοχλίου καὶ τοῦ κοχλία δωρικῶς, ὁ Παπίας τοῦ Παπίου καὶ τοῦ Παπία δωρικῶς, ὁ Αἰνείας τοῦ Αἰνείου καὶ τοῦ Αἰνεία δωρικῶς. Ταῦτα μὲν ἐν τούτοις. | |
5 | Δεῖ δὲ γινώσκειν ὅτι καθόλου τὰ εἰς ας ὀνόματα βαρύτονα ἀρσε‐ νικὰ μακρὸν ἔχουσι τὸ α, οἷον Θόας Δρύας Αἴας Κάλχας γίγας κοχλίας Αἰνείας Ἑρμείας Παπίας· πρόσκειται «βαρύτονα» διὰ τὸ Ἀρκάς καὶ φυγάς· ταῦτα γὰρ συνεσταλμένον ἔχουσι τὸ α, ἀλλ’ οὐκ εἰσὶ βαρύτονα ἀλλ’ ὀξύτονα· πρόσκειται «ἀρσενικά» διὰ τὸ κρέας· τοῦτο γὰρ βαρύτο‐ | |
10 | νον ὂν συνεσταλμένον ἔχει τὸ α, ἀλλ’ οὐκ ἔστιν ἀρσενικὸν ἀλλ’ οὐδέ‐ τερον. Δεῖ προσθεῖναι «χωρὶς τοῦ λᾶας τοῦ προσηγορικοῦ», ὅπερ ση‐ μαίνει τὸν λίθον, «καὶ τοῦ μέγας τοῦ ἐπιθέτου»· ταῦτα γὰρ συνεσταλ‐ μένον ἔχουσι τὸ α· τὰ γὰρ κύρια, φημὶ δὴ τὸ Λάας τὸ κύριον καὶ τὸ Μέγας τὸ κύριον, καὶ ἐκτεταμένον ἔχουσι τὸ α καὶ ἀποβολῇ τοῦ ς ποι‐ | |
15 | οῦσι τὴν γενικήν, οἷον ὁ Λάας τοῦ Λάα καὶ ὁ Μέγας τοῦ Μέγα· τὸ δὲ λᾶας τὸ προσηγορικὸν καὶ τὸ μέγας τὸ ἐπίθετον καὶ συνεσταλμένον ἔχουσι τὸ α καὶ διὰ καθαροῦ τοῦ ος κλίνονται, οἷον ὁ λᾶας τοῦ λάαος καὶ κατὰ κρᾶσιν τῶν δύο αα εἰς ἓν μακρὸν τοῦ λᾶος, 〈Μ 462〉 λᾶος ὑπὸ ῥιπῆς· καὶ πάλιν ὁ μέγας τοῦ μέγαος, ἡ γὰρ μεγάλου γενικὴ | |
20 | ἑτερόκλιτός ἐστιν ὡς ἀπὸ τῆς μεγάλος εὐθείας, ἐξ ἧς καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ μεγάλοι. Ταῦτα μὲν ἐν τούτοις. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὸ λᾶας τὸ προσηγορικὸν καὶ τὸ μέγας τὸ ἐπίθετον συνεσταλμένον ἔχουσι τὸ α. Καὶ περὶ μὲν τοῦ λᾶας τοῦ προσηγορικοῦ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· τὰ εἰς ας | |
25 | καθαρὸν ὀνόματα δισύλλαβα ἀρσενικὰ οὐδέποτέ εἰσι προσηγορικά, ἀλλ’ ἢ κύρια, ὡς τὸ Δρύας Θόας Αἴας, ἢ ἐθνικά, ὡς τὸ Ὕας Ὕαντος (Ὕαντες δὲ λέγονται οἱ κατοικοῦντες τὴν Βοιωτίαν), ἢ ἐπίθετα, ὡς τὸ Εὔας Εὔαντος (τὸ δὲ Εὔας ἐπίθετόν ἐστι τοῦ Διονύσου)· ἐπεὶ οὖν τὸ λᾶας προσηγορικόν ἐστι, τὸν γὰρ λίθον σημαίνει, εἰκότως ὡς διαλλάξαν | |
30 | περὶ τὸ σημαινόμενον διήλλαξε καὶ περὶ τὸν χρόνον. Πρόσκειται ἐν τῷ κανόνι «καθαρόν» διὰ τὸ γίγας· τοῦτο γὰρ προσηγορικόν ἐστιν, ἀλλ’ οὐκ ἔστι καθαρόν· πρόσκειται «δισύλλαβα» διὰ τὸ κοχλίας· καὶ τοῦτο γὰρ προσηγορικόν ἐστιν, ἀλλ’ οὐκ ἔστι δισύλλαβον· πρόσκειται «ἀρσε‐ νικά» διὰ τὸ κρέας· καὶ τοῦτο γὰρ προσηγορικόν ἐστιν, ἀλλ’ οὐκ ἔστιν | |
35 | ἀρσενικὸν ἀλλ’ οὐδέτερον. Περὶ δὲ τοῦ μέγας τοῦ ἐπιθέτου ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· δεῖ γινώσκειν, ὅτι διὰ τοῦτο τὸ μέγας τὸ ἐπίθετον συνεσταλμένον ἔχει τὸ α, ἐπειδὴ ἀποβολῇ τοῦ ς ποιεῖ τὸ οὐδέτερον, οἷον τὸ μέγα· καὶ καθόλου δὲ τὰ εἰς ς λήγοντα μετὰ διχρόνου ἀποβολῇ | |
τοῦ ς τὸ οὐδέτερον ποιοῦντα συνεσταλμένον ἔχουσι τὸ δίχρονον, οἷον | 122 | |
123 | ὁ ὀξύς τὸ ὀξύ, ὁ ταχύς τὸ ταχύ, ὁ βραδύς τὸ βραδύ, ὁ φυγόπολις τὸ φυγόπολι, ὁ λιπόπατρις τὸ λιπόπατρι, ὁ ἄχαρις τὸ ἄχαρι, ὁ τίς τὸ τί· οὕτως οὖν καὶ ὁ μέγας τὸ μέγα. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι οὐ μόνον τὸ λᾶας τὸ προσηγορικὸν καὶ τὸ μέγας τὸ | |
5 | ἐπίθετον σημειούμεθα ἔχειν τὸ α συνεσταλμένον, ἀλλὰ καὶ τὸ Αἶας τὸ παρ’ Ἀλκμᾶνι ἔχομεν σεσημειωμένον ὡς συστέλλον τὸ α· ἐκεῖνος γὰρ συνέστειλεν αὐτὸ εἰπὼν 〈fragm. 68 B4〉 δουρὶ δὲ ξυστῷ μέμηνεν Αἶας αἱματᾷ τε Μέμνων· ἔστι δὲ τροχαϊκὸν τὸ μέτρον καὶ μετρεῖ‐ ται οὕτως· δουρὶ | δὲ ξυς|τῷ μέ|μηνεν | Αἶας | αἱμα|τᾷ τε | Μέμνων· | |
10 | ἐν τῇ πέμπτῃ γὰρ χώρᾳ κεῖται, ἐν ᾗ οὐ τίθεται σπονδεῖος ἐν τροχαϊκῷ μέτρῳ. Εἰσὶ δὲ καὶ ἄλλα τινὰ Δωρικὰ συστέλλοντα τὸ α, ὡς παρ’ Ἡσιόδῳ 〈Theog. 521〉 δῆσας ἀλυκτοπέδῃσι Προμηθέα, καὶ παρὰ τῷ Ῥιανῷ λίθος μέγας. Ταῦτα μὲν ἔχομεν εἰπεῖν ἐν τῇ παρούσῃ πράξει. | |
15 | Χρὴ δὲ γινώσκειν, ὅτι τὸ Κλεύας καὶ Κέας ἰσοσυλλάβως κλινόμενα οὐκ ἀντίκεινται τῷ κανόνι τοῦ τεχνικοῦ· λέγομεν γὰρ ὅτι οὐκ εἰσὶ φύσει εἰς ας· εἰ ς ης γὰρ ἦσαν, Κλεύης γὰρ καὶ Κέης εἰσίν, καὶ κατὰ τροπὴν Δω‐ ρικὴν τοῦ η εἰς α μακρὸν ἐγένετο Κλεύας καὶ Κέας, καὶ ἐφύλαξε τὴν ἰσοσύλλαβον κλίσιν. Ὅτι γὰρ ταῦτα ἰσοσυλλάβως κλίνονται δηλοῦσι τὰ | |
20 | πατρωνυμικὰ αὐτῶν, Κλευάδης καὶ Κεάδης ὄντα, ὥσπερ Αἰνειάδης· εἰ γὰρ ἐκλίνοντο διὰ τοῦ ντ, ἤμελλον εἶναι τὰ πατρωνυμικὰ αὐτῶν Κλευ‐ αντίδης καὶ Κεαντίδης, ὥσπερ Θοαντίδης. Ἔτι δεῖ παραφυλάξασθαί τινα παρὰ τοῖς ποιηταῖς πάντα ἔχοντα τοῦ κανόνος καὶ ἰσοσυλλάβως κλιθέντα, οἷον ὁ Βίας τοῦ Βία, ὁ Δρύας τοῦ Δρύα, ὁ Θόας τοῦ Θόα, | |
25 | ὡς παρ’ Ἡσιόδῳ 〈fragm. 139 K.〉 ἡ δὲ Θόαν τέκεν υἱόν, ὁ Αἴας τοῦ Αἴα, ὡς παρὰ Ἀλκαίῳ, Αἴαν τὸν ἄριστον· ταῦτα πάντα κατὰ ποιητικὴν ἄδειαν διὰ τὴν ἀνάγκην τοῦ μέτρου ἰσοσυλλάβως ἐκλίθησαν· ὅθεν μέμφομαι τοὺς πεζολόγους, ὅσοι τὰ τοιαῦτα ἰσοσυλλάβως ἔκλιναν· διὰ τοῦτο γὰρ ἁμαρτάνουσιν οἱ πεζολόγοι· ἐκεῖνοι γὰρ μὴ δουλεύοντες | |
30 | μέτρῳ οὐκ εἶχον ἀνάγκην ἰσοσυλλάβως κλῖναι αὐτά. Ταῦτα μὲν ἐν τούτοις. | |
Ἀποροῦσι δέ τινες λέγοντες, διὰ ποίαν αἰτίαν τὴν Θόαν καὶ τὴν | 123 | |
124 | Αἴαν αἰτιατικὴν μὴ λέγομεν ἀπὸ τῶν Θόαντα καὶ Αἴαντα αἰτιατικῶν γε‐ γενῆσθαι κατὰ ἀποκοπὴν τῆς τα συλλαβῆς, καὶ μὴ ἀπὸ ἰσοσυλλάβου κλίσεως. Καὶ ἔστιν εἰπεῖν, ὅτι οὐδέποτε γενικὴ διὰ τοῦ ντ κλινομένη πάσχει ἀποκοπὴν κατὰ τὴν αἰτιατικήν, οἷον Ξενοφῶν Ξενοφῶντος Ξε‐ | |
5 | νοφῶντα, Κτησιφῶν Κτησιφῶντος Κτησιφῶντα· ἀμέλει τὸ Ποσειδῶν Ποσειδῶνος μὴ κλινόμενον διὰ τοῦ ντ πάσχει ἀποκοπὴν κατὰ τὴν αἰτια‐ τικήν, οἷον τὸν Ποσειδῶνα τὸν Ποσειδῶ, 〈Aristoph. Nub. 83〉 νὴ· τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον· ὥστε οὖν ἀπὸ ἰσοσυλλάβου κλίσεως ταῦτα. | |
10 | Τούτων οὕτως ἐχόντων δεῖ προσθεῖναί τινα ἐν τῷ κανόνι τοῦ τε‐ χνικοῦ καὶ εἰπεῖν οὕτως· τὰ εἰς ας καθαρὸν ὀνόματα δισύλλαβα βαρύ‐ τονα 〈μακροκατάληκτα〉 μὴ ἀπὸ Δωρίδος διαλέκτου μηδὲ κατὰ ποιητι‐ κὴν ὄντα ἄδειαν διὰ τοῦ ντ κλίνονται· οὕτω γὰρ λεγόντων ἡμῶν οὐδὲν εὑρίσκεται ἀντικείμενον τῷ κανόνι τοῦ τεχνικοῦ· διὰ μὲν γὰρ τοῦ εἰπεῖν | |
15 | «μὴ ἀπὸ Δωρίδος διαλέκτου» ἀντιδιαστέλλομεν τὸ Κλεύας καὶ τὸ Κέας καὶ τὸ Λάας τὸ κύριον· τὸ μὲν γὰρ Κλεύας καὶ Κέας, ὡς εἴρηται, Δω‐ ρικὴν τροπὴν πεπόνθασιν, τὸ δὲ Λάας τὸ κύριον Δωρικὴν κρᾶσιν· διὰ δὲ τοῦ εἰπεῖν «μὴ κατὰ ποιητικὴν ἄδειαν ὄντα» ἀντιδιαστέλλομεν ὅσα οἱ ποιηταὶ διὰ τὴν ἀνάγκην τοῦ μέτρου ἰσοσυλλάβως ἔκλιναν. Ταῦτα | |
20 | μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν ὅτι εἰπὼν ὁ τεχνικός «διὰ τοῦ ντ κλίνονται» ἐδήλωσεν, ὅτι καὶ διὰ τοῦ ος ἐκφέρονται· ὥσπερ γὰρ λαμβάνει ὁμολο‐ γούμενα τελικὰ τῆς εὐθείας τῶν ἑνικῶν πέντε εἶναι στοιχεῖα, ν ξ ρ ς ψ, οἷον Δίων Φοῖνιξ Νέστωρ Πάρις Πέλοψ, οὕτω λαμβάνει ὁμολογούμενα | |
25 | τελικὰ τῆς μὲν περιττοσυλλάβου γενικῆς τὸ ος, οἷον Λάχης Λάχητος, τῆς δὲ ἰσοσυλλάβου τὸ υ καὶ τὸ α, οἷον κοχλίας κοχλίου, Μηνᾶς Μηνᾶ. Καὶ ἀποροῦσί τινες λέγοντες, διατί τὸ Ὀρόντης Ὀρόντου διὰ τοῦ ντ κλινόμενον οὐκ ἐκφέρεται διὰ τοῦ ος κατὰ τὴν γενικὴν καὶ περιττο‐ συλλάβως κλίνεται. Καὶ ἔστιν εἰπεῖν, ὅτι οὐ κλίνεται τοῦτο διὰ τοῦ ντ· | |
30 | ἀπὸ γὰρ τῆς εὐθείας ἔχει τὸ ν καὶ τὸ τ, ἐκεῖνα δὲ λέγονται κλίνεσθαι διὰ τοῦ ντ, ὅσα ἀπὸ κλίσεως ἔχουσι τὸ ντ, τουτέστιν ἐν τῇ γενικῇ ἔσχον, οἷον Αἴας Αἴαντος. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὸ Αἴας Αἴαντος λέγομεν καὶ μὴ Αἴας Αἰάντου. Καὶ ἔστιν εἰπεῖν ὅτι, ὡς ἐμάθομεν, τὸ υ τελικόν ἐστι κατὰ τὴν γενικὴν ἰσοσυλλάβου κλίσεως, | |
35 | οἷον κοχλίας κοχλίου, Αἰνείας Αἰνείου· ἡ γὰρ μεγάλου γενικὴ ἑτερόκλι‐ τός ἐστιν ὡς ἀπὸ τῆς μεγάλος εὐθείας, ἐξ ἧς καὶ ἡ εὐθεῖα τῶν πλη‐ θυντικῶν οἱ μεγάλοι· ἐὰν οὖν γένηται ἡ γενικὴ Αἴας Αἰάντου, μέλλει ἡ γενικὴ ἰσοσυλλάβου κλίσεως ἔχειν τελικὸν περιττοσύλλαβος οὖσα, ὅπερ | |
ἐστὶν ἄτοπον. [Ἐν οἷς σὺν θεῷ καὶ ἡ πρᾶξις.] Ταῦτα μὲν ἐν τούτοις. | 124 | |
125 | Πάλιν ἀποροῦσί τινες λέγοντες, διὰ ποίαν αἰτίαν Αἴας Αἴαντος λέ‐ γομεν καὶ μὴ Αἴας Αἰάντεος· καὶ ἔστιν εἰπεῖν, ὅτι οὐδέποτε γενικὴ περιττοσυλλαβεῖ δύο συλλαβὰς τῆς ἰδίας εὐθείας ἀλλὰ μίαν, οἷον Λάχη‐ τος Πάριδος βότρυος· ἐὰν οὖν γένηται Αἴας Αἰάντεος, μέλλει ἡ γενικὴ | |
5 | δύο συλλαβὰς περιττεύειν τῆς ἰδίας εὐθείας, ὅπερ ἐστὶν ἀδύνατον. Πάλιν ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα τὰ εἰς ς λήγοντα περιττο‐ συλλάβως κλινόμενα ἢ διὰ τοῦ δ ἢ διὰ τοῦ θ ἢ διὰ τοῦ τ ἢ διὰ καθα‐ ροῦ τοῦ ος κλίνονται, οἷον Πάρις Πάριδος, ὄρνις ὄρνιθος, Λάχης Λά‐ χητος, βότρυς βότρυος—πρόσκειται «περιττοσυλλάβως κλινόμενα» διὰ | |
10 | τὸ κοχλίας κοχλίου, Αἰνείας Αἰνείου· ταῦτα γὰρ εἰς ς λήγοντα οὔτε διὰ τοῦ δ οὔτε διὰ τοῦ θ οὔτε διὰ τοῦ τ οὔτε διὰ καθαροῦ τοῦ ος κλί‐ νονται, ἀλλ’ οὔτε κλίνονται περιττοσυλλάβως ἀλλ’ ἰσοσυλλάβως—πῶς τὸ Θόας Θόαντος καὶ Αἴας Αἴαντος καὶ τὰ τοιαῦτα διὰ τοῦ ντ κλίνονται. Καὶ ἔστιν εἰπεῖν, ὅτι ὥσπερ τὰ εἰς ν λήγοντα πεφύκασι πολλάκις πλεο‐ | |
15 | νάζειν τὸ τ κατὰ τὴν γενικήν, ὡς ἐπὶ τοῦ Ξενοφῶν Ξενοφῶντος, Κτη‐ σιφῶν Κτησιφῶντος, Ἀγλαοφῶν Ἀγλαοφῶντος—τὰ γὰρ εἰς ἀμετάβολον λήγοντα δι’ αὐτοῦ τοῦ ἀμεταβόλου θέλουσιν ἐκφέρεσθαι κατὰ τὴν γενι‐ κήν, οἷον Πλάτων Πλάτωνος, Ἕλλην Ἕλληνος—τὸν αὐτὸν τρόπον καὶ ἐκ τοῦ ἐναντίου τὰ εἰς ς λήγοντα πεφύκασι πλεονάζειν πολλάκις τὸ ν | |
20 | κατὰ τὴν γενικήν, ὡς ἐπὶ τοῦ χαρίεις χαρίεντος καὶ Αἴας Αἴαντος καὶ τῶν ὁμοίων. Πάλιν ἀποροῦσί τινες λέγοντες, διατί ἀπὸ τῶν εἰς ας βαρυτόνων ἤρξατο ὁ τεχνικὸς πρῶτον, καὶ μὴ ἀπὸ τῶν εἰς ας ὀξυτόνων ἢ ἀπὸ τῶν εἰς ας περισπωμένων. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τῶν εἰς ας ὀξυτόνων | |
25 | διὰ τοῦτο οὐκ ἤρξατο ὁ τεχνικός, ἐπειδὴ οὐκ εἰσὶ τὰ εἰς ας ὀξύτονα ὑπὲρ μίαν συλλαβὴν μόνως ἀρσενικά, ἀλλ’ ἢ μόνως θηλυκά, ὡς ἐπὶ τοῦ ἡ τριάς, ἢ κοινὰ τῷ γένει [τουτέστιν ἀρσενικοῦ καὶ θηλυκοῦ], ὡς ὁ φυγάς καὶ ἡ φυγάς, ὁ Ἀρκάς καὶ ἡ Ἀρκάς, ὑπεσταλμένου τοῦ ἀνδριάς ἀνδριάντος καὶ ἱμάς ἱμάντος, ἅτινα καὶ παραλόγως ὀξύνονται, ὥς φησιν | |
30 | Ἡρωδιανὸς ἐν τῇ Καθόλου· [τὸ γὰρ ἱμάς καὶ ἀνδριάς μόνως ἀρσε‐ νικὰ ὄντα ὀξυνόμενα οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδή, ὥς φησιν Ἡρω‐ διανὸς ἐν τῇ Καθόλου, παραλόγως ὀξύνονται]· ἐπειδὴ οὖν περὶ ἀρσε‐ νικῶν αὐτῷ ἐστιν ὁ λόγος, τούτου χάριν οὐκ ἤρξατο ἀπὸ τῶν εἰς ας ὀξυτόνων. Πρόσκειται ἀνωτέρω «ὑπὲρ μίαν συλλαβήν» διὰ τὸ ὁ Ζάς | |
35 | καὶ ὁ Πράς· ταῦτα γὰρ ἀρσενικὰ μόνα εἰσὶν ὀξύτονα, ἀλλ’ οὐκ εἰσὶν ὑπὲρ μίαν συλλαβὴν ἀλλὰ μονοσύλλαβα. Ἀπὸ δὲ τῶν εἰς ας περισπω‐ μένων διὰ τοῦτο οὐκ ἤρξατο ἀλλ’ ἀπὸ τῶν εἰς ας βαρυτόνων, ἐπειδή, | |
ὡς ἐν τοῖς Προλεγομένοις μεμαθήκαμεν, καὶ τὰ περισπώμενα δυνάμει | 125 | |
126 | βαρύτονά εἰσιν ὡς ἔχοντα ἐν τῇ τελευταίᾳ συλλαβῇ τὴν βαρεῖαν· καὶ λοιπὸν τῶν βαρυτόνων προϋπαρχόντων εἰκότως ἀπὸ τούτων ἤρξατο. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι οἱ Αἰολεῖς τὸ τάλας τάλαις λέγουσι καὶ τὸ | |
5 | μέλας μέλαις καὶ τὸ Θόας Θόαις προστιθέντες τὸ ι, τὸ δὲ Αἴας Αἴαις οὐ λέγουσι τῇ προσθέσει τοῦ ι διὰ τὴν ἐπαλληλίαν τῶν φωνηέντων, ἤγουν τῆς αι διφθόγγου· ηὑρίσκετο γὰρ ἀλλεπάλληλος ἡ αι δίφθογγος, καὶ ἐκ τούτου κακόφωνος ἐγένετο ἡ λέξις. Ταῦτα μὲν ἐν τούτοις. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί οἱ Αἰολεῖς ἐν τοῖς εἰς ας τοῖς ἔχουσι | |
10 | τὸ α μακρὸν προστιθέασι τὸ ι, ὡς ἐν τῷ Θόας Θόαις, μέλας μέλαις καὶ τάλας τάλαις. Καὶ ἔστιν εἰπεῖν, ὅτι οἱ Αἰολεῖς βαρείᾳ τάσει χαίρουσιν, ἅμα δὲ καὶ τῇ βραχυτέρᾳ συλλαβῇ· τὸ γὰρ Πηλεύς Πήλευς λέγουσι βα‐ ρυτόνως καὶ τὸ Ἀτρεύς Ἄτρευς, καὶ τὸ κείρω κέρρω λέγουσι βαρυτό‐ νως καὶ τὸ φθείρω φθέρρω· ἡ γὰρ θέσει μακρὰ ἐλάττων ἐστὶ τῆς φύσει | |
15 | μακρᾶς. Ἐπειδὴ οὖν τὸ α τὸ φύσει μακρὸν μεῖζόν ἐστι τῆς αι διφθόγ‐ γου τῆς ἐχούσης τὸ ι ἐκφωνούμενον, —καὶ γὰρ ὁ στρατιώτης ὁ δυνάμε‐ νος ἔργον ποιῆσαι δύο στρατιωτῶν ἰσχυρότερός ἐστιν ἐκείνων—ἔτι δὲ τὰ εἰς αις ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, οἷον παῖς καλαῖς σοφαῖς μεγάλαις ἀρίσταις—χωρὶς τοῦ δαίς, ὃ σημαίνει τὴν εὐωχίαν, τοῦτο γὰρ | |
20 | ὀξύνεται, —τούτου χάριν οἱ Αἰολεῖς ἐπὶ τῶν εἰς ας τῶν ἐχόντων μακρὸν τὸ α προστιθέασι τὸ ι, ἵνα ἐν ταὐτῷ καὶ χαρακτῆρα μεταδιώξωσιν ἀπο‐ στρέφεσθαι τὴν ὀξεῖαν τάσιν καὶ βραχυτέραν τὴν συλλαβὴν ἀπεργάσωνται. Πρόσκειται ἀνωτέρω «τῆς αι διφθόγγου τῆς ἐχούσης τὸ ι ἐκφωνούμε‐ νον», ἐπειδὴ τῆς αι διφθόγγου τῆς ἐχούσης τὸ ι ἀνεκφώνητον οὐκ ἔστι | |
25 | μεῖζον τὸ α τὸ φύσει μακρόν· καὶ αὐτὴ γὰρ τὸ α φύσει μακρὸν ἔχει, ὅθεν καὶ τὸ ι ἀνεκφώνητόν ἐστιν [τὸ α μακρόν ἐστι φύσει καὶ μεῖζον, ἐν ταύτῃ γὰρ τὸ α φύσει μακρὸν ἔχει], οἷον τῷ κοχλίᾳ, τῷ Αἰνείᾳ. Ἐν οἷς σὺν θεῷ καὶ ἡ πρᾶξις. Τῷ Αἴαντι. Κανονίζων τὴν δοτικὴν ἀπὸ τῆς γενικῆς αὐτὴν κα‐ | |
30 | νονίζει λέγων, ὅτι πᾶσα γενικὴ εἰς ος λήγουσα τροπῇ τοῦ ος εἰς ι τὴν δοτικὴν ποιεῖ ὁμότονον καὶ ὁμόχρονον, οἷον Αἴαν‐ τος Αἴαντι· ἰδοὺ τοῦτο ἔτρεψε τὸ ος εἰς ι καὶ ἐποίησε τὴν δοτικὴν ὁμότονον καὶ ὁμόχρονον· ὁμότονον μέν, ὅτι ὃν τόνον ἔχει ἡ γενικὴ τὸν αὐτὸν ἔχει καὶ ἡ δοτική, ὁμόχρονον δέ, ὅτι ὥσπερ ἡ γενικὴ ἔχει | |
35 | τὸ ος βραχὺ οὕτω καὶ ἡ δοτικὴ τὸ ι συνεσταλμένον ἔχει, οἷον φωτός φωτί, ἀνδρός ἀνδρί, χηνός χηνί, μηνός μηνί, παιδός παιδί, καὶ ἐπὶ τῶν ὁμοίων ὡσαύτως· ταῦτα γὰρ καὶ τὸν τόνον ἐφύλαξαν τῆς γενικῆς καὶ τὸν χρόνον, τουτέστι συνεσταλμένον. Τὸ δὲ 〈Ξ 459〉 Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε κοινὴν ἔχει τὴν τι συλλαβήν· | |
40 | ἀπαρτίζει γὰρ εἰς μέρος λόγου τὸ ι καὶ τούτου χάριν ἀντὶ μακρᾶς παρα‐ | 126 |
127 | λαμβάνεται, ὡς ἐπὶ τοῦ 〈Ξ 1〉 Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πί‐ νοντά περ ἔμπης ἡ θεν συλλαβὴ ἀπαρτίζει εἰς μέρος λόγου καὶ ἀντὶ μακρᾶς παραλαμβάνεται. Ἀναδράμωμεν δὲ ἐπὶ τὰ λοιπὰ παραδείγματα τοῦ κανόνος, ταχέος ταχέϊ, ἡδέος ἡδέϊ· ἰδοὺ ταῦτα ὁμότονά εἰσι καὶ | |
5 | ὁμόχρονα, ὅτε δὲ γίνονται κατὰ συναίρεσιν τῷ ταχεῖ καὶ τῷ ἡδεῖ, τὸ ε καὶ τὸ ι εἰς τὴν ει δίφθογγον συνελθόντα, τότε οὔτε τόνον τῆς γε‐ νικῆς φυλάττουσιν οὔτε χρόνον, ἐπειδὴ πέπονθεν ἡ δοτική. Ταῦτα μὲν ἐν τούτοις. Λέγουσι δέ τινες, ὅτι κακῶς εἶπεν ὁ τεχνικός τροπῇ τοῦος εἰς | |
10 | ι τὴν δοτικὴν ποιεῖ· ἄτοπον γάρ φασι τροπὴν ποιεῖσθαι συμφώνου εἰς φωνῆεν, ἀλλὰ μᾶλλον ὤφειλεν εἰπεῖν ἀποβολῇ τοῦ ς καὶ τροπῇ τοῦ ο εἰς ι. Καὶ ἔστιν εἰπεῖν καὶ ἀπολογήσασθαι ὑπὲρ τοῦ τεχνικοῦ, ὅτι καλῶς εἶπε «τροπῇ τοῦ ος εἰς ι»· ἡ γὰρ τροπὴ πολλαχῶς γίνεται· ἔστι γὰρ τροπὴ παραγωγῆς, καὶ ἔστι τροπὴ διαλέκτου, καὶ ἔστι τροπὴ | |
15 | πάθους, καὶ ἔστι τροπὴ κλίσεως· καὶ τροπὴ μὲν παραγωγῆς ἐστιν, ὡς ἐπὶ τοῦ νέμω νόμος, λέγω λόγος, ἐπιστέλλω ἐπιστολή· διαλέκτου δέ, ὡς ἐπὶ τοῦ ὄνειρος ὄνοιρος· τοῦτο γὰρ κατὰ Αἰολικὴν διάλεκτόν ἐστι, τρέπον τὸ ε εἰς τὸ ο· καὶ τὸ τρέχω τράχω καὶ τὸ Ἄρτεμις Ἄρταμις, τρέποντα τὸ ε εἰς τὸ α· πάθους δέ, ὡς ἐπὶ τοῦ ἐλαφοβόλος ἐλαφηβό‐ | |
20 | λος, στεφανοφόρος στεφανηφόρος. Ἐν τούτοις οὖν, ἤγουν ἐν τῇ τροπῇ τῇ κατὰ παραγωγὴν καὶ τῇ κατὰ διάλεκτον καὶ τῇ κατὰ πάθος, οὐ τρέ‐ πεται ὡς ἔτυχεν οὔτε σύμφωνον εἰς φωνῆεν οὔτε φωνῆεν εἰς σύμφω‐ νον, ἐν δὲ τῇ τροπῇ τῇ κατὰ κλίσιν ἀδιάφορόν ἐστιν· καὶ φωνῆεν γὰρ εἰς σύμφωνον τρέπεται καὶ σύμφωνον εἰς φωνῆεν, ὡς ἐπὶ τοῦ καλαί | |
25 | καλάς, Μοῦσαι Μούσας. Τί τοίνυν ἄτοπον, εἰ καὶ σύμφωνον εἰς φωνῆεν τρέπεται, ὡς ἐπὶ τοῦ Αἴαντος Αἴαντι, Λάχητος Λάχητι ἐνταῦθα, ἐπειδὴ περὶ κλίσεώς ἐστιν ὁ λόγος τῷ τεχνικῷ; καλῶς οὖν εἶπε «τροπῇ τοῦ ος εἰς ι». Ἐν οἷς σὺν θεῷ καὶ ἡ πρᾶξις. Τὸν Αἴαντα. Κανονίζων ὁ τεχνικὸς τὴν αἰτιατικὴν ἀπὸ τῆς δο‐ | |
30 | τικῆς κανονίζει αὐτὴν λέγων, ὅτι πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκ‐ φωνούμενον λήγουσα ὅταν ἔχῃ τὴν αἰτιατικὴν ἰσοσύλλαβον τροπῇ τοῦ ι εἰς α αὐτὴν ποιεῖ, οἷον Αἴαντι Αἴαντα, Λάχητι Λά‐ χητα. Καλῶς εἶπεν «εἰς ι ἐκφωνούμενον λήγουσα», ἐπειδὴ ἐὰν εὑρεθῇ τὸ ι ἀνεκφώνητον, οὐ ποιεῖ τροπῇ τοῦ ι εἰς α τὴν αἰτιατικήν· ἰδοὺ | |
35 | γάρ ἐστι τῷ Χρύσῃ, καὶ ἐπειδὴ τὸ ι ἀνεκφώνητόν ἐστιν, οὐ ποιεῖ τροπῇ τοῦ ι εἰς α τὴν αἰτιατικήν· τὸν Χρύσην γάρ ἐστιν ἡ αἰτιατική. Ἰστέον δὲ ὅτι τότε εὑρίσκεται τὸ ι ἀνεκφώνητον, ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ α | |
μακροῦ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἐν μιᾷ συλλαβῇ, οἷον τῷ κοχλίᾳ, | 127 | |
128 | τῷ Χρύσῃ, τῷ καλῷ· πρόσκειται «ἐν μιᾷ συλλαβῇ» διὰ τὸ Λάϊος (ἔστι δὲ ὄνομα κύριον) καὶ ἠϊών (σημαίνει δὲ τὸν αἰγιαλόν) καὶ ἥρωϊ· ἰδοὺ γὰρ ἐνταῦθα τὸ ι μετὰ τοῦ α μακροῦ καὶ μετὰ τοῦ η καὶ μετὰ τοῦ ω οὐκ ἔστιν ἀνεκφώνητον ἀλλ’ ἐκφωνούμενον, ἀλλ’ οὐκ ἔστι μετ’ αὐτῶν | |
5 | ἐν μιᾷ συλλαβῇ· ἐὰν δὲ εὑρεθῇ μετ’ ἄλλων τὸ ι, εἴτε μετὰ συμφώνου εἴτε μετὰ φωνήεντος, χωρὶς δηλονότι τοῦ η καὶ ω καὶ α μακροῦ, οὐκ ἔστιν ἀνεκφώνητον ἀλλ’ ἐκφωνούμενον, οἷον Λάχητι λέβητι ἡδεῖ ταχεῖ Σαπφοῖ Λητοῖ. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι οἱ μὲν γραμματικοὶ ὡς πρὸς τὴν ἐκφώνησιν | |
10 | ἀποβλέποντες λέγουσι τὸ ι ἀνεκφώνητον εἶναι, ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ α μακροῦ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἐν μιᾷ συλλαβῇ, οἷον τῷ Χρύσῃ τῷ σοφῷ τῷ Αἰνείᾳ. Οἱ δὲ μουσικοὶ τῆς ἀκριβείας φροντίζοντες λέγουσιν, ὅτι ἐκφωνεῖται μέν, οὐκ ἐξακούεται δὲ διὰ τὸ μέγεθος τῶν μακρῶν φωνηέντων· εἰ γὰρ φωνῆέν ἐστιν, φασί, πῶς δύναται ἀνεκφώ‐ | |
15 | νητον εἶναι; ἀλλ’ ὥσπερ αὐλοῦ, φασί, καὶ ὀργάνου ἠχούντων ὁ αὐλὸς οὐκ ἐξακούεται διὰ τὸ μείζονα ἦχον ἔχειν τὸ ὄργανον καὶ καλύπτειν τὸν τοῦ αὐλοῦ ἦχον ἀσθενέστερον ὄντα, τὸν αὐτὸν τρόπον καὶ τὸ ι ἀσθενέστερον ὑπάρχον πάντων τῶν φωνηέντων, ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ α μακροῦ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἐν μιᾷ συλλαβῇ, οὐκ ἐξα‐ | |
20 | κούεται διὰ τὸ μέγεθος τούτων. Ὅτι δὲ τὸ ι ἀσθενέστερόν ἐστι πάν‐ των τῶν φωνηέντων, δῆλον ἐντεῦθεν· τῶν φωνηέντων τὰ μέν εἰσι προτακτικὰ τὰ δὲ ὑποτακτικά· καὶ προτακτικὰ μέν εἰσι ταῦτα, α ε η ο ω, ὑποτακτικὰ δὲ δύο, ι καὶ υ· καὶ τὸ υ δὲ τὸ ὑποτακτικὸν πολλάκις εὑρίσκεται τοῦ ι προτακτικόν, ὡς ἐν τῷ μυῖα καὶ ἅρπυια καὶ υἱός καὶ | |
25 | ἐν τοῖς ὁμοίοις· εἰ ἄρα οὖν τὸ ι καὶ τοῦ ὑποτακτικοῦ ὑποτακτικόν ἐστι, δηλονότι ἀσθενέστερόν ἐστι πάντων τῶν φωνηέντων. Ἐν οἷς σὺν θεῷ καὶ ἡ πρᾶξις. Καλῶς δὲ προσέθηκεν ὁ τεχνικός ὅταν ἔχῃ τὴν αἰτιατικὴν ἰσοσύλλαβον· ἰδοὺ γάρ ἐστι τῷ βότρυϊ, καὶ οὐ λέγομεν τὴν αἰτιατι‐ | |
30 | κὴν τὸν βότρυα ἀλλὰ τὸν βότρυν· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ τὴν αἰτιατικὴν οὐκ ἔχει ἰσοσύλλαβον ἡ δοτική. Τὸ ζητούμενον δὲ ἔλαβεν ὁμολογουμένως ὁ τεχνικός· τοῦτο γὰρ αὐτὸ ζητοῦμεν τὸ πότε ἔχει τὴν αἰτιατικὴν ἰσοσύλλαβον ἡ δοτική. Ἔστιν οὖν εἰπεῖν ὅτι, ὡς ἐμάθομεν, πέντε τελικά εἰσι τῶν ἀρσενικῶν ὀνομάτων στοιχεῖα, ν ξ ρ ς ψ· τὰ οὖν | |
35 | ἀπὸ τῶν εἰς ν ξ ρ ψ ὀνόματα ἔχουσι τὴν αἰτιατικὴν ἰσοσύλλαβον τῇ δοτικῇ, καὶ εἰς ι ἐκφωνούμενον λήγει ἡ δοτικὴ καὶ δηλονότι τρέπει τὸ ι εἰς α καὶ ποιεῖ τὴν αἰτιατικήν, οἷον Πλάτων Πλάτωνος Πλάτωνι Πλά‐ τωνα, Φοῖνιξ Φοίνικος Φοίνικι Φοίνικα, Νέστωρ Νέστορος Νέστορι Νέ‐ στορα, Πέλοψ Πέλοπος Πέλοπι Πέλοπα· τὸ γὰρ Ἀπόλλω καὶ Ποσειδῶ | |
40 | ἀπὸ τοῦ Ἀπόλλωνα καὶ Ποσειδῶνα γεγόνασι κατὰ ἀποκοπὴν τῆς να | 128 |
129 | συλλαβῆς· καὶ τὰ ἀπὸ τῶν εἰς ς ληγόντων ἔχουσι τὴν αἰτιατικὴν ἰσο‐ σύλλαβον τῇ δοτικῇ· καὶ δηλονότι ἐὰν ἔχωσι τὸ ι ἐκφωνούμενον, τρέ‐ πουσιν αὐτὸ εἰς τὸ α καὶ ποιοῦσι τὴν αἰτιατικήν, οἷον Αἴας Αἴαντος Αἴαντι Αἴαντα, Λάχης Λάχητος Λάχητι Λάχητα, ἱδρώς ἱδρῶτος ἱδρῶτι | |
5 | ἱδρῶτα· τὸ γὰρ 〈Χ 2〉 ἱδρῶ ἀπεψύχοντο ἀπὸ τοῦ ἱδρῶτα γέγονε κατὰ ἀποκοπὴν τῆς τα συλλαβῆς. Δεῖ προσθεῖναι «χωρὶς τῶν εἰς ους καὶ χωρὶς τῶν ἐχόντων εἰς ος καθαρὸν τὴν γενικὴν διχρόνῳ παραλη‐ γομένου τοῦ ος»· ἐπὶ τούτων γὰρ ἔστιν ὅτε ἰσοσυλλαβεῖ ἡ αἰτιατικὴ τῇ δοτικῇ καὶ ἔστιν ὅτε οὐκ ἰσοσυλλαβεῖ, οἷον βότρυς βότρυος βότρυϊ βό‐ | |
10 | τρυν, στάχυς στάχυος στάχυϊ στάχυν, μάντις μάντιος μάντιϊ μάντιν, ὄφις ὄφιος ὄφιϊ ὄφιν, βοῦς βοός βοΐ βοῦν, χοῦς χοός χοΐ χόα καὶ χοῦν δι‐ χῶς. Πρόσκειται ἀνωτέρω «ἐὰν ἔχωσι τὸ ι ἐκφωνούμενον», ἐπειδὴ ἐὰν ἔχωσι τὸ ι ἀνεκφώνητον οὐ τρέπουσιν αὐτὸ εἰς τὸ α καὶ ποιοῦσι τὴν αἰτιατικήν· ἰδοὺ γάρ ἐστι τῷ κοχλίᾳ, καὶ ἰδού ἐστιν ἐνταῦθα ἡ δοτικὴ | |
15 | εἰς ι καὶ ἔχει τὴν αἰτιατικὴν ἰσοσύλλαβον, τὸν κοχλίαν γάρ ἐστιν ἡ αἰτια‐ τική, καὶ ὅμως οὐ ποιεῖ τροπῇ τοῦ ι εἰς α τὴν αἰτιατικήν· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ τὸ ι ἀνεκφώνητόν ἐστι. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα πᾶσα δοτικὴ εἰς ι ἐκφωνού‐ μενον λήγουσα τροπῇ τοῦ ι εἰς α τὴν αἰτιατικὴν ποιεῖ, διατί μὴ ἀπὸ | |
20 | τοῦ Λητοῖ καὶ Σαπφοῖ γίνεται τροπῇ τοῦ ι εἰς α ἡ αἰτιατικὴ Λητόα καὶ Σαπφόα. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἡ Λητόα καὶ Σαπφόα αἰτιατικαὶ ἐντελεῖς οὖσαι ἀπὸ τῶν ἐντελῶν δοτικῶν κανονίζονται τῇ Λητόϊ καὶ Σαπφόϊ· ἀπὸ γὰρ τῆς Λητοῖ καὶ Σαπφοῖ οὐκ ἠδύναντο κανονισθῆναι, ἐπειδὴ πρόσκειται ἐν τῷ κανόνι «ὅταν ἔχῃ τὴν αἰτιατικὴν ἰσοσύλλαβον»· ταῦτα | |
25 | δέ, φημὶ τὰ συνῃρημένα, οὐκ ἔχουσι τὴν αἰτιατικὴν ἰσοσύλλαβον, τὴν Λητόα φημὶ καὶ Σαπφόα. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τινὲς τὴν αἰτιατικὴν ἀπὸ τῆς γενικῆς κανονίζουσι λέγοντες, ὅτι πᾶσα γενικὴ εἰς ος λήγουσα ἔχουσα πρὸ τοῦ ος σύμφω‐ νον τροπῇ τοῦ ος εἰς α τὴν αἰτιατικὴν ποιεῖ, οἷον Αἴαντος Αἴαντα, Λά‐ | |
30 | χητος Λάχητα, λέβητος λέβητα, χωρὶς τῶν οὐδετέρων· ἔστι γὰρ ἅρματος καὶ βήματος ἡ γενικὴ καὶ οὐ ποιεῖ τροπῇ τοῦ ος εἰς α τὴν αἰτιατικήν· οὐδὲ γὰρ λέγομεν ἅρματα καὶ βήματα τὴν αἰτιατικὴν τῶν ἑνικῶν ἀλλ’ ἅρμα καὶ βῆμα ὁμοφώνως τῇ εὐθείᾳ· τὰ γὰρ οὐδέτερα τὴν αὐτὴν ἔχου‐ σιν ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικήν, οἷον τὸ μέλι τοῦ μέλιτος τῷ | |
35 | μέλιτι τὸ μέλι ὦ μέλι, τὸ δένδρον τοῦ δένδρου τῷ δένδρῳ τὸ δένδρον ὦ δένδρον· καὶ χωρὶς τῶν πεπονθότων· Ἀπόλλωνος γὰρ καὶ Ποσει‐ δῶνος ἡ γενική, καὶ γίνεται ἡ αἰτιατικὴ τὸν Ἀπόλλω καὶ τὸν Ποσειδῶ κατὰ ἀποκοπὴν τῆς να συλλαβῆς. Δείκνυται δὲ οὗτος ὁ λόγος ὅτι οὐ πάντως ἀληθεύει· καὶ γὰρ εἰσί τινα εἰς ις περισπώμενα θηλυκὰ μετὰ | |
40 | συμφώνου ἔχοντα τὴν γενικὴν εἰς ος, καὶ ἔχουσι τὴν αἰτιατικὴν εἰς ν | 129 |
130 | καὶ οὐκ εἰς α, οἷον Μενδῖς Μενδῖδος Μενδῖδι Μενδῖν, Μολῖς Μολῖδος Μολῖδι Μολῖν, Ἀταργατῖς Ἀταργατῖδος Ἀταργατῖδι Ἀταργατῖν· ταῦτα δέ εἰσιν ὀνόματα δαιμόνων τιμωμένων παρὰ Θρᾳξίν· καὶ τὸ μῆνις δὲ μήνιδος εἰς ν ἔχει τὴν αἰτιατικήν, οἷον 〈Α 1〉 μῆνιν ἄειδε, 〈Α 75〉 | |
5 | μῆνιν Ἀπόλλωνος, καὶ οὐδέποτε εἰς α κατὰ χρῆσιν, ὥς φησιν Ἡρω‐ διανός. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐν τῷ προειρημένῳ κανόνι τῷ λέγοντι, ὅτι «πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκφωνούμενον λήγουσα ὅταν ἔχῃ τὴν αἰτιατικὴν ἰσοσύλλαβον τροπῇ τοῦ ι εἰς α τὴν αἰτιατικὴν ποιεῖ», δεῖ παραφυλάξα‐ | |
10 | σθαι τὰ πεπονθότα· ἔστι γὰρ τῇ ὑσμίνῃ καὶ τῇ Δωδώνῃ διὰ τοῦ η καὶ ι, καὶ γίνονται κατὰ μεταπλασμὸν τῇ ὑσμῖνι καὶ τῇ Δωδῶνι διὰ τοῦ ι μόνου, οἷον ὡς παρὰ τῷ ποιητῇ 〈Θ 56〉 μέμασαν δὲ καὶ ὣς ὑσμῖνι μάχεσθαι, καὶ παρὰ Καλλιμάχῳ 〈fragm. 306 Sch.〉 μή με τὸν ἐν Δωδῶνι λέγοι μόνον οὕνεκα χαλκόν· ἰδοὺ ἐπὶ τούτων εἰς ι ἐκ‐ | |
15 | φωνούμενον λήγει ἡ δοτική, καὶ ὅμως οὐ ποιοῦσι τροπῇ τοῦ ι εἰς α τὴν αἰτιατικὴν ἀλλ’ εἰς ν· οὐδὲ γὰρ λέγομεν τὴν ὑσμῖνα καὶ τὴν Δω‐ δῶνα· ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ πέπονθεν ἡ δοτικὴ ἐπὶ τούτων, καὶ τούτου χάριν εἰς ι ἐκφωνούμενον ἐγένετο. Ταῦτα ἔχομεν εἰπεῖν περὶ τῆς αἰτιατικῆς· ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. | |
20 | Ὦ Αἶαν. Κανονίζων τὴν κλητικὴν ἀπὸ τῆς γενικῆς αὐτὴν κανο‐ νίζει λέγων, ὅτι πᾶσα γενικὴ διὰ τοῦ ντ κλινομένη καὶ μὴ διφθόγγῳ παραληγομένη ἀποβολῇ τῆς τος ποιεῖ τὴν κλητι‐ κήν, οἷον Αἴαντος Αἶαν, Θόαντος Θόαν, Ξενοφῶντος Ξενοφῶν· προσ‐ τίθησιν ὁ τεχνικός εἰ μὴ διφθόγγῳ παραλήγοιτο· λέγει γὰρ πλα‐ | |
25 | κοῦντος δὲ πλακοῦ καὶ Σιμοῦντος Σιμοῦ, χωρὶς τοῦ ν· ἰδοὺ γὰρ ἐπὶ τούτων οὐ μόνον τὸ τος ἀποβάλλει ἀλλὰ καὶ τὸ ν. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ ἡμᾶς προσθεῖναι ἐν τῷ κανόνι «χωρὶς τῶν μετοχῶν», οἷον γράψας γράψαντος καὶ ὦ γράψας, ποιήσας ποιήσαντος καὶ ὦ ποιήσας | |
30 | ὁμοφώνως τῇ εὐθείᾳ· «καὶ χωρὶς τῶν μετοχικῶν»· ἱμάς γὰρ ἱμάντος καὶ ὦ ἱμάς, ἀνδριάς ἀνδριάντος καὶ ὦ ἀνδριάς ὁμοφώνως τῇ εὐθείᾳ· αἱ γὰρ μετοχαὶ καὶ τὰ μετοχικὰ ὀνόματα περιττοσυλλάβως κλινόμενα τὰς αὐτὰς ἔχουσιν ὀρθὰς καὶ κλητικάς, οἷον τύψας τύψαντος ὦ τύψας, λέξας λέξαντος ὦ λέξας, τύπτων τύπτοντος ὦ τύπτων, ὁ ὀδούς τοῦ | |
35 | ὀδόντος ὦ ὀδούς. Πρόσκειται «περιττοσυλλάβως κλινόμενα», ἐπειδὴ ὅτε ἰσοσυλλάβως κλίνονται οὐκ ἔχουσι τὴν αὐτὴν ὀρθὴν καὶ κλητικήν· ἰδοὺ γὰρ ὁ τυπτόμενος τοῦ τυπτομένου μετοχή, καὶ τούτου ἡ κλητικὴ ὦ τυπτόμενε ἐστίν, καὶ ὁ ἐρώμενος τοῦ ἐρωμένου ὄνομα μετοχικόν, καὶ | |
τούτου ἡ κλητικὴ ὦ ἐρώμενε ἐστίν. Λέγει δὲ περὶ τοῦ ἐρώμενος ὁ | 130 | |
131 | Ἀπολλώνιος, ὅτι τὸ ἐρώμενος ἡνίκα μὲν συντάσσεται τῇ ὑπό προ‐ θέσει μετοχή ἐστιν, οἷον ἐρώμενος ὑπὸ Πλάτωνος, ἡνίκα δὲ μὴ συν‐ τάσσεται τῇ ὑπό προθέσει ὄνομά ἐστι μετοχικόν, οἷον ἐρώμενος Δίωνος, ἐρώμενος Θέωνος, ὡς ἵνα εἴπῃ τις φίλος Πλάτωνος, φίλος Δίωνος, | |
5 | φίλος Θέωνος. Ἐπειδὴ δὲ μετοχικῶν ἐμνημονεύσαμεν, δεῖ γινώσκειν ὅτι μετοχικὰ λέγονται τὰ ἔχοντα καὶ τόνον καὶ κλίσιν μετοχῆς, οἷον ἱμάς ἱμάντος, ἀνδριάς ἀνδριάντος, ἐπειδὴ καὶ τόνον καὶ κλίσιν μετοχῆς ἔχουσιν· ὥσπερ γὰρ ἱστάς ἱστάντος καὶ κιχράς κιχράντος, οὕτω καὶ ἱμάς ἱμάντος καὶ ἀνδριάς ἀνδριάντος· πάλιν τὸ ὀδούς ὀδόντος ὄνομα μετο‐ | |
10 | χικὸν λέγεται, ἐπειδὴ καὶ τόνον καὶ κλίσιν μετοχῆς ἔχει· ὥσπερ γὰρ διδούς διδόντος οὕτω καὶ ὀδούς ὀδόντος. Ταῦτα μὲν ἐν τούτοις. Ἔτι δεῖ προσθεῖναι ἐν τῷ κανόνι «χωρὶς τῶν Ἀττικῶν»· οἱ γὰρ Ἀττικοὶ τὰς αὐτὰς εἰώθασι ποιεῖν ὀρθὰς καὶ κλητικάς, οἷον ὁ Θόας ὦ Θόας, ὁ Αἴας ὦ Αἴας, οἷον 〈Soph. Ai. 89〉 ὦ οὗτος, Αἴας, δεύτερόν | |
15 | σε προσκαλῶ. Ἔτι δεῖ προσθεῖναι «καὶ χωρὶς τῶν εἰς ας ὑπὲρ δύο συλλαβὰς βαρυτόνων παρὰ τὸ δάμνω συντεθειμένων», οἷον Πολυδάμας Πολυδάμαντος ὦ Πολυδάμα, 〈Σ 285〉 Πολυδάμα, σὺ μὲν οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις, Λαοδάμας Λαοδάμαντος ὦ Λαοδάμα· ταῦτα δὲ λέγομεν εἶναι ποιητικά· ἢ λέγομεν ὅτι καθόλου τὰ εἰς ας | |
20 | ὑπὲρ δύο συλλαβὰς βαρύτονα οὐ θέλουσιν ἔχειν τὴν κλητικὴν εἰς ν, εἴτε περιττοσυλλάβως κλίνονται εἴτε ἰσοσυλλάβως, οἷον Εὐρυδάμας Εὐρυ‐ δάμαντος ὦ Εὐρυδάμα, Ἀλκιδάμας Ἀλκιδάμαντος ὦ Ἀλκιδάμα, κοχλίας κοχλίου ὦ κοχλία, Αἰνείας Αἰνείου ὦ Αἰνεία· δεῖ προσθεῖναι «χωρὶς εἰ μὴ ἀπὸ δισυλλάβων εὑρεθῶσι σύνθετα»· ἐκεῖνα γὰρ τὴν τῶν ἁπλῶν | |
25 | φυλάττουσι κλίσιν, οἷον Λυκοθόας Λυκοθόαντος ὦ Λυκοθόαν, τοῦ γὰρ Θόας τὴν κλίσιν ἐφύλαξεν, καὶ πάλιν παμμέλας παμμέλανος ὦ παμμέ‐ λαν, τριτάλας τριτάλανος ὦ τριτάλαν, τὴν γὰρ τοῦ τάλας καὶ μέλας κλίσιν ἐφύλαξαν. Παραφυλαττόμεθα δὲ ἐν τῷ νῦν εἰρημένῳ κανόνι, φημὶ δὴ τῷ λέγοντι, ὅτι «τὰ εἰς ας ὑπὲρ δύο συλλαβὰς βαρύτονα οὐ | |
30 | θέλουσιν ἔχειν τὴν κλητικὴν εἰς ν, εἴτε περιττοσυλλάβως κλίνονται εἴτε ἰσοσυλλάβως», τὸ ὦ Εὐρυδάμαν παρὰ τῷ Ἀλκαίῳ 〈fragm. 132 B4〉 μετὰ τοῦ ν λεγόμενον κατὰ τὴν κλητικήν, καὶ παρὰ Πινδάρῳ τὸ ὦ ἀκαμαντοχάρμαν, οἷον 〈fragm. 184 B4〉 ὑπερμενὲς ἀκαμαντοχάρ‐ μαν Αἶαν· περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι ἢ κατὰ συνεκδρομὴν τοῦ Αἶαν | |
35 | ἐγένετο ἀκαμαντοχάρμαν μετὰ τοῦ ν, ἢ διὰ τὴν ἐπαλληλίαν τῶν φω‐ | 131 |
132 | νηέντων, ἐπεὶ εἰ οὕτω ἐγένετο ὦ ἀκαμαντοχάρμα Αἶαν, ἀλλεπαλληλία ἔμελλεν εἶναι τῶν φωνηέντων, καὶ ἐκ τούτου κακοφωνία ἐγένετο. Ἔτι δεῖ προσθεῖναι ἐν τῷ κανόνι τοῦ τεχνικοῦ τῷ λέγοντι, ὅτι «πᾶσα γενικὴ διὰ τοῦ ντ κλινομένη καὶ μὴ διφθόγγῳ παραληγομένη | |
5 | ἀποβολῇ τῆς τος ποιεῖ τὴν κλητικήν», «καὶ χωρὶς τῶν εἰς ας μονοσυλ‐ λάβων ὀξυτόνων»· ἔστι γὰρ Ζάς Ζαντός καὶ Πράς Πραντός· καὶ ἰδοὺ ταῦτα οὐκ ἀποβολῇ τῆς τος ποιοῦσι τὴν κλητικήν, οὐδὲ γὰρ λέγομεν ὦ Ζάν καὶ ὦ Πράν, ἀλλ’ ὦ Ζάς καὶ ὦ Πράς ὁμοφώνως τῇ εὐθείᾳ· τὰ γὰρ εἰς ας ὀξύτονα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν, οἷον φυγάς | |
10 | ὦ φυγάς, Ἀρκάς ὦ Ἀρκάς, χαλκοκράς ὦ χαλκοκράς, τριάς ὦ τριάς, Παλλάς ὦ Παλλάς. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, διατί ὥσπερ τὴν δοτικὴν ἀπὸ τῆς γενικῆς ἐκανόνισε καὶ τὴν αἰτιατικὴν ἀπὸ τῆς δοτικῆς, μὴ τὸν αὐτὸν τρόπον καὶ τὴν κλητικὴν ἀπὸ τῆς αἰτιατικῆς ἐκανόνισεν, ἀλλ’ ἀπὸ τῆς | |
15 | γενικῆς. Καὶ ἔστιν εἰπεῖν, ὅτι ὅθεν εὗρεν εὐχερέστερον ὁ τεχνικὸς ἐκεῖθεν ἐκανόνισεν· ἀμέλει καὶ τὴν αἰτιατικὴν πολλάκις οὐκ ἀπὸ τῆς δοτικῆς κανονίζει, ἀλλ’ ἔστιν ὅτε καὶ ἀπὸ τῆς εὐθείας, ὡς ἐπὶ τοῦ ὁ κοχλίας τὸν κοχλίαν, ὁ Αἰνείας τὸν Αἰνείαν. Ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. Τὼ Αἴαντε. Κανονίζων τὴν εὐθεῖαν τῶν δυϊκῶν ἀπὸ τῆς δοτι‐ | |
20 | κῆς τῶν ἑνικῶν κανονίζει αὐτὴν λέγων, ὅτι πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκφωνούμενον λήγουσα τροπῇ τοῦ ι εἰς ε τὴν εὐθεῖαν τῶν δυϊκῶν ποιεῖ, οἷον Αἴαντι Αἴαντε, λέβητι λέβητε, βοΐ βόε. Καλῶς προσέθηκεν ὁ τεχνικός εἰς ι ἐκφωνούμενον λήγουσα· ἐμάθομεν γὰρ ὅτι εὑρίσκεται τὸ ι ἀνεκφώνητον, ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ η ἢ | |
25 | μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ συλλαβῇ, οἷον τῷ Χρύσῃ, τῷ σοφῷ, τῷ κοχλίᾳ· τότε γὰρ οὐ ποιεῖ τροπῇ τοῦ ι εἰς ε τὴν εὐθεῖαν τῶν δυϊκῶν. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ ἡμᾶς προσθεῖναι ἐν τῷ κανόνι τοῦ τεχνικοῦ «χωρὶς τῶν μὴ δυναμένων κλιθῆναι εἰς δυϊκὰ καὶ χωρὶς τῶν ἀπὸ τῶν εἰς ω καὶ εἰς ως | |
30 | θηλυκῶν καὶ τῶν πεπονθότων». Πρόσκειται «χωρὶς τῶν μὴ δυναμένων κλιθῆναι εἰς δυϊκά» διὰ τὸ εἷς καὶ ἕν· ταῦτα γὰρ ἔχουσι τὴν δοτικὴν εἰς ι ἐκφωνούμενον λήγουσαν, ἑνί γάρ, καὶ ὅμως οὐ τρέπουσι τὸ ι εἰς ε καὶ ποιοῦσι τὴν εὐθεῖαν τῶν δυϊκῶν, ἐπεὶ ὅλως δυϊκὰ οὐ δύνανται ἔχειν· τὸ γὰρ σημαινόμενον κωλύει· πῶς γὰρ τὸ εἷς καὶ τὸ ἕν εἰς δυϊκὰ | |
35 | κλίνεσθαι δύνανται δυϊκῷ ἀριθμῷ θεωρηθῆναι μὴ δυνάμενα; ἐὰν γὰρ παραληφθῶσιν ἐν δυϊκῷ ἀριθμῷ, καὶ τοῦ σημαινομένου ἐκπίπτουσι καὶ οὐκ ἔτι σημαίνουσι τὸν ἕνα ἀριθμόν, ὥσπερ καὶ ἐκ τοῦ ἐναντίου ὁ δύο ἀριθμὸς οὐ δύναται ἑνικῷ ἀριθμῷ θεωρηθῆναι. Πρόσκειται «χωρὶς τῶν | |
ἀπὸ τῶν εἰς ω καὶ εἰς ως θηλυκῶν», ἐπειδή ἐστιν ἡ Λητώ τῆς Λητοῦς | 132 | |
133 | τῇ Λητοῖ καὶ ἡ αἰδώς τῆς αἰδοῦς τῇ αἰδοῖ· καὶ ἰδοὺ ταῦτα εἰς ι ἐκ‐ φωνούμενον λήγουσι καὶ οὐ τρέπουσι τὸ ι εἰς ε καὶ ποιοῦσι τὴν εὐθεῖαν τῶν δυϊκῶν· οὐδὲ γὰρ λέγομεν τὰ Λητόε καὶ τὰ αἰδόε τὴν εὐθεῖαν τῶν δυϊκῶν, ἀλλὰ τὰ Λητώ καὶ τὰ αἰδώ εἰς ω ὁμοφώνως τῇ αἰτιατικῇ | |
5 | τῶν ἑνικῶν. Πρόσκειται «χωρὶς τῶν πεπονθότων», ἐπειδή ἐστι πατέρι καὶ μητέρι καὶ γίνονται κατὰ συγκοπὴν πατρί καὶ μητρί· καὶ ἰδοὺ ταῦτα εἰς ι ἐκφωνούμενον λήγουσι καὶ ὅμως οὐ τρέπουσι τὸ ι εἰς τὸ ε καὶ ποιοῦσι τὴν εὐθεῖαν τῶν δυϊκῶν· οὐδὲ γὰρ λέγομεν μῆτρε καὶ πάτρε τὴν εὐθεῖαν τῶν δυϊκῶν, ἀλλὰ μητέρε καὶ πατέρε, ὡς ἀπὸ τῆς ἐντελοῦς | |
10 | δοτικῆς μητέρι καὶ πατέρι. Ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. Τοῖν Αἰάντοιν. Κανονίζων τὴν γενικὴν καὶ δοτικὴν τῶν δυϊκῶν ἀπὸ τῆς εὐθείας τῶν δυϊκῶν κανονίζει αὐτὴν λέγων, ὅτι πᾶσα εὐθεῖα δυϊκῶν εἰς ε ἢ εἰς ω λήγουσα εἰς οιν ποιεῖ τὴν γενικὴν καὶ δοτικὴν τῶν δυϊκῶν, οἷον Αἴαντε Αἰάντοιν, βόε βοοῖν, Ὁμήρω | |
15 | Ὁμήροιν, ἀνθρώπω ἀνθρώποιν. Δεῖ προσθεῖναι «χωρίς τῶν ἐπεκτετα‐ μένων»· ἔστι γὰρ τοιώδε καὶ τοσώδε ἡ εὐθεῖα τῶν δυϊκῶν, καὶ γίνεται ἡ γενικὴ καὶ δοτικὴ τοιοῖνδε καὶ τοσοῖνδε· ἰδοὺ γὰρ ἐνταῦθα εἰς ε λή‐ γουσα ἡ εὐθεῖα τῶν δυϊκῶν οὐ λήγει εἰς οιν ἡ γενικὴ καὶ δοτική· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ ἐπέκτασιν ἀνεδέξατο, ἤγουν πρόσθεσιν τῆς | |
20 | δε συλλαβῆς· καὶ δεῖ γινώσκειν, ὅτι ἐν τούτοις κατὰ πτῶσιν γίνεται ἡ ἐπέκτασις, ἔστι γὰρ τοίω καὶ τόσω, καὶ κατ’ ἐπέκτασιν τῆς δε συλλαβῆς γίνεται τοιώδε καὶ τοσώδε· καὶ πάλιν ἐστὶ τοίοιν καὶ τόσοιν, καὶ κατ’ ἐπέκτασιν τῆς δε συλλαβῆς τοιοῖνδε καὶ τοσοῖνδε. Τούτων οὕτως ἐχόν‐ των τὸ ἄμφω καὶ δύο ἀναλόγως ἔχουσι τὴν γενικὴν καὶ δοτικὴν εἰς | |
25 | οιν, ἀμφοῖν καὶ δυοῖν· τὸ δὲ δυοῖν γίνεται καὶ δυεῖν διὰ τῆς ει δι‐ φθόγγου κατὰ τροπὴν τοῦ ο εἰς τὸ ε. Ἐν οἷς καὶ ἡ πρᾶξις. Ὦ Αἴαντε. Κανονίζων τὴν κλητικὴν τῶν δυϊκῶν λέγει, ὅτι τῶν δυϊκῶν καὶ πληθυντικῶν ὡς ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική, οἷον τὼ Αἴαντε ὦ Αἴαντε, τὼ Λάχητε ὦ Λάχητε, οἱ Αἴαντες ὦ Αἴαντες, | |
30 | οἱ Λάχητες ὦ Λάχητες. Δεῖ γινώσκειν ὅτι ἐν τοῖς δυϊκοῖς συνημμέναι εἰσὶν αἱ πτώσεις· ὀρθὴν γὰρ καὶ αἰτιατικὴν ὁμοῦ λέγομεν καὶ γενικὴν καὶ δοτικὴν πάλιν ὁμοῦ. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐν τοῖς δυϊκοῖς συνημμέναι εἰσὶν αἱ πτώσεις· καὶ ἔστιν εἰπεῖν ὅτι πρὸς τὸ σημαινόμενον ἔσχον τὰ δυϊκὰ καὶ τὰς πτώσεις συνεζευγμένας· ἐπειδὴ | |
35 | 〈γὰρ〉 τὰ δυϊκὰ δύο πρόσωπα σημαίνουσιν, τούτου χάριν καὶ αἱ δύο πτώσεις ἐν μιᾷ φωνῇ δηλοῦνται· τὰ δὲ ἑνικὰ ἐπειδὴ ἓν πρόσωπον ση‐ μαίνουσιν, τούτου χάριν καὶ τὰς πτώσεις διακεχωρισμένας ἔχουσιν, ἐν μιᾷ φωνῇ μίαν πτῶσιν δηλοῦντα καὶ ἐν ἑτέρᾳ φωνῇ ἑτέραν πτῶσιν. | |
Τὰ δὲ πληθυντικὰ οὐκ ἠδύναντο πρὸς τὸ σημαινόμενον ἔχειν τὰς πτώ‐ | 133 | |
134 | σεις συνεζευγμένας, ἐπειδὴ οὐ μόνον τρία πρόσωπα σημαίνουσιν ἀλλὰ καὶ πλείονα· τὰ γὰρ πληθυντικὰ πλήθους εἰσὶ σημαντικά· ἄλλως τε δὲ εἰ ἔσχον τὰ πληθυντικὰ τὰς πτώσεις συνεζευγμένας, ἤμελλεν τρεῖς εἶναι ὁμοῦ καὶ δύο, ὅπερ ἐστὶν ἀνοίκειον πληθυντικοῦ ἀριθμοῦ· ὁ γὰρ δύο | |
5 | ἀριθμὸς οὐκ ἔστιν ἴδιος πληθυντικοῦ ἀριθμοῦ, ἀρχὴ γὰρ πλήθους ὁ τρεῖς ἀριθμός ἐστιν. Ἔστι δὲ εἰπεῖν καὶ ἄλλην αἰτίαν, δι’ ἣν ἐν τοῖς δυϊκοῖς συνημμέναι εἰσὶν αἱ πτώσεις· ἔχει δὲ οὕτως. Τὰ δυϊκὰ ὑστερογενῆ εἰσιν· ὅθεν πολ‐ λάκις καὶ τοῖς πληθυντικοῖς κεχρήμεθα ἀντὶ τῶν δυϊκῶν ἐν τῇ κοινῇ | |
10 | διαλέκτῳ· ὅτι γὰρ ὑστερογενῆ εἰσι τὰ δυϊκά, δῆλον ἀφ’ ὧν οὐ πᾶσαι αἱ διάλεκτοι ἔχουσι δυϊκά· ἰδοὺ γὰρ οἱ Αἰολεῖς οὐκ ἔχουσι δυϊκά, ὅθεν οὐδὲ οἱ Ῥωμαῖοι ἄποικοι ὄντες τῶν Αἰολέων κέχρηνται τῷ δυϊκῷ ἀρι‐ θμῷ· ἐπειδὴ οὖν τὰ δυϊκὰ ὑστερογενῆ εἰσι καὶ διὰ τῶν πληθυντικῶν, ὡς εἴρηται, πολλάκις ἀναπληροῦνται παρὰ τῇ κοινῇ διαλέκτῳ, εἰκότως | |
15 | οὐκ ἔχουσι πλατείας φωνάς. Ἐν οἷς σὺν θεῷ καὶ ἡ πρᾶξις. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐν τοῖς δυϊκοῖς ὀρθὴν καὶ αἰτιατικὴν λέγομεν ὁμοῦ, καὶ πάλιν γενικὴν καὶ δοτικὴν ὁμοῦ λέγομεν, καὶ μὴ τυχὸν ὀρθὴν καὶ γενικὴν λέγομεν καὶ δοτικὴν καὶ αἰτιατικήν. Καὶ ἔστιν εἰπεῖν· εὐλόγως ὀρθὴν καὶ αἰτιατικὴν λέγομεν, ἐπειδὴ συγγέ‐ | |
20 | νειαν ἔχει ἡ ὀρθὴ πρὸς τὴν αἰτιατικήν· καὶ δῆλον ἐκ τῶν οὐδετέρων· καὶ γὰρ ἐν τοῖς οὐδετέροις τὴν αὐτὴν λέγομεν ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικήν, οἷον τὸ βῆμα τοῦ βήματος τῷ βήματι τὸ βῆμα ὦ βῆμα. Δεικνύομεν δὲ καὶ ἀπὸ τοῦ τόνου τῆς εὐθείας τὴν συγγένειαν πρὸς τὴν αἰτιατικὴν καὶ τῆς γενικῆς πρὸς τὴν δοτικήν· ἰδοὺ γάρ ἐστιν ἄν‐ | |
25 | θρωπος καὶ Ὅμηρος καὶ ταῦτα προπαροξύνονται κατὰ τὴν εὐθεῖαν, ἐν δὲ τῇ γενικῇ καὶ δοτικῇ πρὸ μιᾶς ἔχουσι τὸν τόνον, τουτέστι παροξύ‐ νονται, οἷον ἀνθρώπου ἀνθρώπῳ, Ὁμήρου Ὁμήρῳ· καὶ ἰδοὺ ἡ γενικὴ καὶ ἡ δοτικὴ τὸν αὐτὸν ἔχουσι τόνον· ἡ δὲ αἰτιατικὴ πρὸς τὴν εὐθεῖαν γίνεται, τουτέστι προπαροξύνεται, οἷον ἄνθρωπον Ὅμηρον, ὥσπερ ἄν‐ | |
30 | θρωπος καὶ Ὅμηρος· καὶ ἰδοὺ εὑρίσκεται ἡ μὲν δοτικὴ ἔχουσα τὴν ὁμοιότητα πρὸς τὴν γενικήν, ἡ δὲ αἰτιατικὴ πρὸς τὴν εὐθεῖαν. Διὰ τοῦτο οὖν ἐν τοῖς δυϊκοῖς λέγομεν ὀρθὴν καὶ αἰτιατικὴν ὁμοῦ καὶ πάλιν γενικὴν καὶ δοτικήν. Ταῦτα μὲν ἐν τούτοις. Πάλιν ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα ἐν τοῖς δυϊκοῖς ἡ αὐτή ἐστιν ὀρθὴ | |
35 | καὶ αἰτιατική [καὶ ὀρθὴ καὶ κλητική], τὼ Αἴαντε, καὶ κλητικὴ ὁμοίως ὦ Αἴαντε, διατί μὴ λέγομεν ὁμοῦ ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικήν. Ἔστιν | |
οὖν εἰπεῖν, ὅτι οὐ δύναται ἡ κλητικὴ μετὰ τῆς ὀρθῆς καὶ αἰτιατικῆς | 134 | |
135 | ὁμοῦ παραλαμβάνεσθαι, ἐπειδὴ τὸ ἄρθρον κωλύει καὶ τὸ σημαινόμενον· τὸ ἄρθρον μέν, ἐπειδὴ ἡ ὀρθὴ καὶ αἰτιατικὴ τῶν δυϊκῶν ἄρθρον ἔχου‐ σιν· ἔχουσι γὰρ τὸ τώ καὶ τὸ τά, οἷον τὼ Αἴαντε, τὰ Μούσα· ἡ δὲ κλητικὴ ἄρθρον οὐκ ἔχει· τὸ γὰρ ὦ ἄρθρον οὐκ ἔστιν, ἀλλ’ ἐπίρρημα | |
5 | κλητικόν, ὡς εἰ θεῷ φίλον ἐν τῷ περὶ ἄρθρων ῥηθήσεται· τῆς οὖν ὀρ‐ θῆς καὶ αἰτιατικῆς δεχομένης ἄρθρον, εἰκότως οὐ δύναται ἡ κλητικὴ μετ’ αὐτῶν παραλαμβάνεσθαι, ἐπειδή, ὡς εἰρήκαμεν, ἡ κλητικὴ οὐκ ἔχει ἄρθρον. Τὸ δὲ σημαινόμενον κωλύει τὴν κλητικὴν μετὰ τῆς ὀρθῆς καὶ αἰτιατικῆς παραλαμβάνεσθαι, ἐπειδὴ ἡ μὲν ὀρθὴ καὶ αἰτιατικὴ πρώτου | |
10 | καὶ δευτέρου καὶ τρίτου προσώπου ἐστίν, οἷον νῶϊ Αἴαντε, σφῶϊ Αἴαντε, σφῶε Αἴαντε· ἡ δὲ κλητικὴ δευτέρου μόνου προσώπου ἐστίν, οἷον 〈ὦ〉 σφῶϊ Αἴαντε· διαφόρου οὖν ὄντος τοῦ σημαινομένου πῶς δύνανται ὁμοῦ παραλαμβάνεσθαι; Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐπὶ μὲν τῶν δυϊκῶν καὶ | |
15 | τῶν πληθυντικῶν ἡ αὐτή ἐστιν ὀρθὴ καὶ κλητική, οἷον τὼ Αἴαντε ὦ Αἴαντε, οἱ Αἴαντες ὦ Αἴαντες, ἐπὶ δὲ τῶν ἑνικῶν οὐ πάντως· ἔστι γὰρ ὅτε διαλλάσσουσιν, οἷον ὁ Αἴας ὦ Αἶαν, καὶ ἔστιν ὅτε ὁμοφωνοῦσιν, οἷον ὁ Λάχης ὦ Λάχης. Ἔστιν οὖν εἰπεῖν τὴν αἰτίαν ταύτην, ὅτι τῆς μὲν γενικῆς μήτηρ ἐστὶν ἡ εὐθεῖα, ἐξ αὐτῆς γὰρ τίκτεται ἡ γενική, τῶν | |
20 | δὲ ἄλλων πτώσεων μήτηρ ἐστὶν ἡ γενική· ἐπειδὴ οὖν ἐν τοῖς δυϊκοῖς ἕν ἐστι τελικὸν τῆς γενικῆς, φημὶ δὴ τὸ ν, οἷον τοῖν Αἰάντοιν, ταῖν Ἑλέναιν, ὁμοίως δὲ καὶ ἐν τοῖς πληθυντικοῖς ἀεὶ τὸ αὐτό ἐστι τελικὸν τῆς γενικῆς, φημὶ δὴ τὸ ν, οἷον τῶν Αἰάντων, τῶν Μουσῶν, εἰκότως ἐπειδὴ οὐκ ἐγένετο διάφορος ἡ γενικὴ πρὸς τὴν ἰδίαν εὐθεῖαν, οὐδὲ ἡ | |
25 | κλητικὴ διάφορος γέγονεν· ἐν δὲ τοῖς ἑνικοῖς ἐπειδὴ οὐκ ἔστιν ἓν τὸ τελικὸν τῆς γενικῆς—ἐμάθομεν γὰρ ὅτι τὰ τελικὰ τῆς γενικῆς τῶν ἑνι‐ κῶν διάφορά εἰσι, ποτὲ μὲν γάρ ἐστι τὸ ς, οἷον Αἴας Αἴαντος, ποτὲ δὲ τὸ υ, οἷον κοχλίας κοχλίου, ποτὲ δὲ τὸ α, οἷον Μηνᾶς Μηνᾶ—εἰκότως ἐπειδὴ τῆς γενικῆς τῆς ἐν τοῖς ἑνικοῖς οὐκ ἔστιν ἡ κατάληξις μία ἀλλὰ | |
30 | διάφορος, καὶ ἡ κλητικὴ ὁμοίως ἐν τοῖς ἑνικοῖς πολλάκις πρὸς τὴν ἰδίαν εὐθεῖαν διάφορος γίνεται. Οἱ μέντοι Ἀττικοὶ τὰς αὐτὰς καὶ ἐπὶ τῶν ἑνικῶν εἰώθασι ποιεῖν ὀρθὰς καὶ κλητικάς, οἷον Αἴας ὦ Αἴας, 〈Soph. Ai. 89〉 Αἴας, δεύτερόν σε προσφωνῶ, οὗτος ὦ οὗτος, ἥλιος ὦ ἥλιος, 〈Γ 277〉 ἠέλιός θ’, ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις. | |
35 | Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν εἰώθασιν οἱ Ἀττικοὶ ποι‐ εῖν τὰς αὐτὰς ὀρθὰς καὶ κλητικάς. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπειδὴ ἐπὶ τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ὥσπερ ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική, τούτου χάριν καὶ ἐν τοῖς ἑνικοῖς τὴν αὐτὴν ὀρθὴν καὶ κλητικὴν ποιοῦσιν, | |
ἵνα καὶ ἐπὶ αὐτῶν ἡ αὐτὴ ἀκολουθία φυλαχθῇ· ἄλλως τε δὲ πέντε τε‐ | 135 | |
136 | λικά εἰσι τῶν ἀρσενικῶν ὀνομάτων στοιχεῖα, ν ξ ρ ς ψ· τὰ μὲν οὖν ἀπὸ τῶν εἰς ν ξ ρ ψ τὸ αὐτὸ σύμφωνον ἔχουσι καὶ ἐν τῇ κλητικῇ ὅπερ καὶ ἐν τῇ εὐθείᾳ, οἷον ὁ Πλάτων ὦ Πλάτων, Φοῖνιξ ὦ Φοῖνιξ, Ἕκτωρ ὦ Ἕκτορ, Πέλοψ ὦ Πέλοψ· τὰ δὲ ἀπὸ τῶν εἰς ς οὐ πάντως | |
5 | ἔχουσι τὸ αὐτὸ σύμφωνον ἐν τῇ κλητικῇ ὅπερ καὶ ἐν τῇ εὐθείᾳ, οἷον Αἴας ὦ Αἶαν, Χρύσης ὦ Χρύση· τούτου οὖν χάριν οἱ Ἀττικοὶ τὰς αὐτὰς ὀρθὰς καὶ κλητικὰς ποιοῦσιν, ἵνα καὶ ἐπὶ τῶν εἰς ς ληγόντων εὑρεθῇ ἡ κλητικὴ τὸ αὐτὸ σύμφωνον ἔχουσα ὅπερ καὶ ἡ εὐθεῖα. Ἐν οἷς σὺν θεῷ καὶ ἡ πρᾶξις. | |
10 | Οἱ Αἴαντες. Κανονίζων τὴν εὐθεῖαν τῶν πληθυντικῶν ἀπὸ τῆς εὐθείας τῶν δυϊκῶν κανονίζει αὐτὴν λέγων, ὅτι πᾶσα εὐθεῖα δυϊκῶν εἰς ε λήγουσα προσθέσει τοῦ ς ποιεῖ τὴν εὐθεῖαν τῶν πλη‐ θυντικῶν, οἷον Αἴαντε Αἴαντες, μύε μύες, χάριτε χάριτες, ἀσπίδε ἀσπίδες. Δεῖ προσθεῖναι «χωρὶς τῶν οὐδετέρων»· τὼ βήματε γὰρ ἡ | |
15 | εὐθεῖα τῶν δυϊκῶν εἰς ε, καὶ ὅμως οὐ ποιεῖ προσθέσει τοῦ ς τὴν εὐθεῖαν τῶν πληθυντικῶν· τὰ βήματα γὰρ ἡ εὐθεῖα τῶν πληθυντικῶν εἰς α. Ἰστέον δὲ ὅτι ὁ κανὼν οὗτος ἁρμόζει ἐπὶ τῶν ἀρσενικῶν καὶ θηλυκῶν, οἷον Αἴαντε Αἴαντες, Λάχητε Λάχητες, μητέρε μητέρες, ἀσπίδε ἀσπίδες, χάριτε χάριτες. Καὶ ταῦτα μὲν ἐν τούτοις. | |
20 | Δεῖ δὲ γινώσκειν, ὅτι τὰ τελικὰ στοιχεῖα τῆς εὐθείας τῶν πληθυν‐ τικῶν τέσσαρά εἰσιν, ι ς α η, οἷον φίλοι Ἕκτορες βιβλία βέλη· ἐκ τούτων οὖν τῶν τεσσάρων τὰ μὲν δύο, τὸ ι καὶ τὸ ς, τῶν ἀρσενικῶν καὶ τῶν θηλυκῶν εἰσι τελικά, οἷον φίλοι Ἕκτορες, Μοῦσαι μητέρες· τὸ δὲ α καὶ η τῶν οὐδετέρων μόνων εἰσὶ τελικά, οἷον βήματα τείχη. Καὶ ἀποροῦσί τινες | |
25 | λέγοντες, εἰ ἄρα λέγομεν εἶναι τρία τελικὰ τῶν δυϊκῶν, α ε ω, οἷον Ἀτρείδα Ἕκτορε φίλω, ὀφείλομεν καὶ τῶν πληθυντικῶν τελικὰ τρία λέγειν, οἷον ι ς α, καὶ οὐκ ὀφείλομεν προσθεῖναι τὸ η· τὸ γὰρ η πεπονθότων ἐστὶ τελικόν· ἀπὸ γὰρ τοῦ τείχεα γέγονε τείχη καὶ ἀπὸ τοῦ βέλεα βέλη κατὰ κρᾶσιν· ἐὰν δὲ συναριθμῶμεν τὸ η τοῖς τελικοῖς τῶν πληθυντι‐ | |
30 | κῶν, ὅπερ ἐστὶν ἀπὸ πάθους—τὰ γὰρ βέλη ἀπὸ τοῦ βέλεα ἐστίν, ὡς εἴρηται, καὶ τὰ τείχη ἀπὸ τοῦ τείχεα—καὶ ἐπὶ τῶν δυϊκῶν ὀφείλομεν λέγειν μὴ μόνον τρία τελικὰ ἀλλὰ πλείονα, τουτέστιν α ε ω καὶ τὸ η καὶ τὴν ει δίφθογγον· εὑρίσκεται γὰρ καὶ τὸ η καὶ ἡ ει δίφθογγος τε‐ λικὰ τῆς εὐθείας τῶν δυϊκῶν, οἷον Δημοσθένεε Δημοσθένη· τὰ γὰρ δύο | |
35 | εε εἰς τὸ η ἐγένοντο καὶ πάλιν τὼ πόλεε πόλει· τὰ γὰρ δύο εε εἰς τὴν ει δίφθογγον ἐγένοντο· ἔχομεν γὰρ παρὰ τῷ Αἰσχίνῃ τῷ Σωκρα‐ τικῷ πόλει διὰ τῆς ει διφθόγγου, ἔνθα περὶ Ἀθηνῶν καὶ Λακεδαίμονος διαλέγεται· εἰ ἄρα οὖν, ὡς εἰρήκαμεν, τέσσαρα εἶναι λέγομεν τελικὰ | |
τῶν πληθυντικῶν, ὀφείλομεν πέντε λέγειν τῶν δυϊκῶν, εἰ δὲ λέγομεν | 136 | |
137 | τρία τῶν δυϊκῶν, ὀφείλομεν τρία λέγειν καὶ τῶν πληθυντικῶν. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἐπειδὴ ὁ Διονύσιος ὡς πρὸς εἰσαγομένους τὸν λόγον ποιεῖται, τούτου χάριν τέσσαρα τελικὰ εἶπεν ἔχειν τὴν εὐθεῖαν τῶν πληθυντικῶν, συναριθμήσας καὶ τὸ η· τῷ γὰρ η κέχρηται ἡ συνήθεια, | |
5 | οὐδὲ γὰρ λέγει ἡ κοινὴ διάλεκτος τὰ τείχεα καὶ τὰ βέλεα ἀλλὰ τὰ τείχη καὶ τὰ βέλη· εἰκότως οὖν ὡς πρὸς τὴν κοινὴν διάλεκτον ἀποβλέπων συνηρίθμησε καὶ τὸ η τοῖς τελικοῖς τῆς εὐθείας τῶν πληθυντικῶν· ἐπὶ γὰρ τῶν δυϊκῶν διὰ τοῦτο οὐ συνηρίθμησε τὸ η καὶ τὴν ει δίφθογγον τοῖς τελικοῖς τῆς εὐθείας, ἐπειδὴ ἡ κοινὴ διάλεκτος οὐ κέχρηται τῷ | |
10 | δυϊκῷ ἀριθμῷ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι εἰπὼν ὁ τεχνικός, ὡς «πᾶσα εὐθεῖα δυϊκῶν εἰς ε λήγουσα προσθέσει τοῦ ς ποιεῖ τὴν εὐθεῖαν τῶν πληθυντικῶν», δῆλός ἐστι συγκαταλέγων «χωρὶς τῶν ἐπεκτεταμένων»· τὸ γὰρ τοιώδε καὶ τοσώδε ἐπεκτεταμένα εἰσίν, ἤγουν ἐπέκτασιν καὶ προσθήκην τῆς δε συλ‐ | |
15 | λαβῆς ἀνεδέξαντο, καὶ οὐ ποιοῦσι προσθέσει τοῦ ς τὴν εὐθεῖαν τῶν πληθυντικῶν· οἱ τοιοῖδε γὰρ καὶ οἱ τοσοῖδε ἡ εὐθεῖα τῶν πληθυντικῶν· ἔστι γὰρ τοίω τοῖοι καὶ τόσω τόσοι, καὶ κατ’ ἐπέκτασιν τῆς δε συλλαβῆς, ἤγουν προσθήκην, γίνεται τοιώδε καὶ τοιοῖδε καὶ τοσώδε καὶ τοσοῖδε. Ἐν οἷς σὺν θεῷ καὶ ἡ πρᾶξις. | |
20 | Τῶν Αἰάντων. Κανονίζει τὴν γενικὴν τῶν πληθυντικῶν λέγων, ὅτι πᾶσα γενικὴ πληθυντικῶν εἰς ων λήγει ἐπὶ παντὸς γέ‐ νους, οἷον Αἰάντων Λαχήτων Μουσῶν μαιῶν βημάτων δοράτων. Δεῖ προσθεῖναι «χωρὶς τῶν μονοπτώτων»· οἱ πέντε γὰρ τῶν πέντε καὶ οἱ ἑπτά τῶν ἑπτά καὶ οἱ ἑκατόν τῶν ἑκατόν· «καὶ χωρὶς τῶν ἐπεκτετα‐ | |
25 | μένων»· τῶν τοιῶνδε γὰρ καὶ τῶν τοσῶνδε· «καὶ χωρὶς τῶν κατὰ μεταπλασμόν»· τὸ ἱπποτᾶν γὰρ ἀντὶ τοῦ ἱπποτῶν καὶ τὸ ἀρχηγετᾶν ἀντὶ τοῦ ἀρχηγετῶν· «καὶ χωρὶς τῶν κατὰ διάλεκτον»· καὶ γὰρ οἱ Δω‐ ριεῖς διὰ τοῦ α προφέρουσι τὰς περισπωμένας κοινὰς γενικάς· Ἀτρει‐ δᾶν γὰρ λέγουσι καὶ νυμφᾶν ἀντὶ τοῦ Ἀτρειδῶν καὶ νυμφῶν. Ἐν οἷς | |
30 | σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις. Τοῖς Αἴασι. Λέγει ὁ τεχνικός, ὅτι πᾶσα εὐθεῖα ἑνικῶν εἰς ς λήγουσα μετὰ μακρᾶς περιττοσυλλάβως κλινομένη καὶ μὴ συναιρουμένη κατὰ τὴν γενικὴν προσθέσει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, οἷον λέβης λέβητος λέβησι, Τρώς Τρωός | |
35 | Τρωσί, Πηλεύς Πηλέως Πηλεῦσιν, Αἴας Αἴαντος Αἴασιν. «Εἰς ς λή‐ γουσα» εἶπε διὰ τὰ εἰς ν λήγοντα, οἷον διὰ τὸ αὐχήν καὶ ποιμήν καὶ ὅσα τοιαῦτα· οὐδὲ γὰρ προσθέσει τοῦ ι ποιοῦσι ταῦτα τὴν δοτικὴν τῶν | |
πληθυντικῶν· οὐδὲ γὰρ λέγομεν τοῖς αὐχῆνι καὶ τοῖς ποιμῆνι, ἀλλὰ | 137 | |
138 | τοῖς αὐχέσι καὶ τοῖς ποιμέσι. Πρόσκειται «μετὰ μακρᾶς» διὰ τὸ ταχύς καὶ βραδύς καὶ τὰ τοιαῦτα· οὐδὲ γὰρ προσθέσει τοῦ ι ποιοῦσι ταῦτα τὴν δοτικὴν τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέγομεν τοῖς ταχύσι καὶ τοῖς βραδύσιν, ἀλλὰ τοῖς ταχέσι καὶ τοῖς βραδέσιν, ἐπειδὴ οὐκ ἔχουσιν ἐκτε‐ | |
5 | ταμένον τὸ υ ἀλλὰ συνεσταλμένον. Πρόσκειται «περιττοσυλλάβως κλι‐ νομένη» διὰ τὸ Αἰνείας καὶ κοχλίας καὶ τὰ τοιαῦτα· ταῦτα γὰρ οὐ ποιοῦσι προσθέσει τοῦ ι τὴν δοτικὴν τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέγο‐ μεν τοῖς κοχλίασι καὶ τοῖς Αἰνείασιν, ἀλλὰ τοῖς κοχλίαις καὶ τοῖς Αἰνείαις, ἐπειδὴ οὐ κλίνονται περιττοσυλλάβως ἀλλ’ ἰσοσυλλάβως. Πρόσ‐ | |
10 | κειται «μὴ συναιρουμένη κατὰ τὴν γενικήν» διὰ τὸ Δημοσθένης Δημο‐ σθένεος· τοῦτο γὰρ εἰς ς λήγει μετὰ μακρᾶς καὶ περιττοσυλλάβως κλί‐ νεται, καὶ ὅμως οὐ προσλαμβάνει τὸ ι καὶ ποιεῖ τὴν δοτικὴν τῶν πλη‐ θυντικῶν· οὐδὲ γὰρ λέγομεν τοῖς Δημοσθένησι διὰ τοῦ η, ἀλλὰ τοῖς Δημοσθένεσι διὰ τοῦ ε, ἐπειδὴ συνῄρηται κατὰ τὴν γενικήν· Δημοσθέ‐ | |
15 | νεος γὰρ καὶ Δημοσθένους. Λέγει δὲ ὁ τεχνικός πλὴν τοῦ πούς ποδός ποσί· ἰδοὺ γὰρ τοῦτο εἰς ς λήγει μετὰ μακρᾶς καὶ περιττοσυλ‐ λάβως κλίνεται καὶ οὐ συναιρεῖται κατὰ τὴν γενικήν, καὶ ὅμως οὐ προσ‐ λαμβάνει τὸ ι καὶ ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέ‐ γομεν τοῖς πουσίν, ἀλλὰ τοῖς ποσίν, ἐπειδὴ ἀπὸ τῆς δοτικῆς τῶν ἑνι‐ | |
20 | κῶν κανονίζεται· πᾶσα γὰρ δοτικὴ ἑνικῶν εἰς δι λήγουσα μὴ οὖσα κατὰ μεταπλασμὸν τροπῇ τοῦ δ εἰς ς τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ, οἷον Πάριδι Πάρισιν, ἔριδι ἔρισιν, Ἀδώνιδι Ἀδώνισιν, Ἀθήνιδι Ἀθήνι‐ σιν· οὕτως οὖν καὶ ποδί ποσί. Πρόσκειται «μὴ οὖσα κατὰ μετα‐ πλασμόν», ἐπειδή ἐστιν ὁ κλάδος τοῦ κλάδου τῷ κλάδῳ, καὶ κατὰ μετα‐ | |
25 | πλασμὸν γίνεται κλαδί, καὶ οὐ τρέπει τὸ δ εἰς ς καὶ ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν οὐδὲ γὰρ λέγομεν τοῖς κλασίν ἀλλὰ τοῖς κλάδδις. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ προσθεῖναι ἐν τῷ κανόνι τοῦ τεχνικοῦ «καὶ χωρὶς τῶν εἰς υς τῶν ἐχόντων τὸ υ ἐκτεταμένον»· ἐκεῖνα γὰρ προσλαμβάνουσι τὸ ι | |
30 | καὶ οὐ φυλάττουσι τὸ υ ἐκτεταμένον ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, ἀλλὰ συστέλλουσιν αὐτό, οἷον 〈Φ 127〉 ἰχθῦς, ὅς κε φάγῃσι Λυ‐ κάονος ἀργέτα δῆμον, ἰχθύος ἰχθύσι διὰ συνεσταλμένου τοῦ υ, 〈μ 252〉 ἰχθύσι τοῖς ὀλίγοισι· καὶ πάλιν δρῦς δρυός δρυσίν ὁμοίως διὰ συνεσταλμένου τοῦ υ, παρὰ δρυσὶ καὶ παρὰ πεύκαις· ταῦτα δὲ | |
35 | καθόλου συστέλλουσι τὸ υ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν. Καὶ λέγει ὁ Ἡρωδιανός, χωρὶς τοῦ μῦς μυός μυσί· τοῦτο γὰρ φυλάττει τὸ υ, φησίν, ἐκτεταμένον ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν. Λαμβάνονται δὲ αὐτοῦ τινες, ὧν ἔστι καὶ Ὦρος ὁ γραμματικός, λέγοντες μηδαμοῦ | |
εὑρίσκεσθαι τὸ μυσίν ἔχον τὸ υ ἐκτεταμένον, ἀλλ’ οὔτε δὲ φύσει συν‐ | 138 | |
139 | εσταλμένον· εὑρίσκομεν δὲ αὐτό, φημὶ δὴ τὸ μυσίν, ἔχον τὸ υ ἐκτετα‐ μένον καὶ συνεσταλμένον ἐν τῇ Βατραχομυομαχίᾳ. Ἔτι δεῖ προσθεῖναι ἐν τῷ κανόνι τοῦ τεχνικοῦ «χωρὶς τοῦ υἱέσι παρ’ Ἀθηναίοις»· υἱεύς γὰρ ἡ εὐθεῖα τῶν ἑνικῶν ὡς Πηλεύς, καὶ λέ‐ | |
5 | γουσι τὴν δοτικὴν τῶν πληθυντικῶν υἱέσιν, ὀφείλοντες εἰπεῖν τοῖς υἱεῦσιν ὥσπερ τοῖς Πηλεῦσι· «καὶ τοῦ δρομέσι παρὰ Καλλιμάχῳ» 〈fragm. 555 Sch.〉· ἐκεῖνος γὰρ οὕτως ἐπέγραψεν, ὀφείλων ἐπιγράψαι δρο‐ μεῦσι· δρομεύς γάρ ἐστιν ἡ εὐθεῖα τῶν ἑνικῶν. Ἔτι δεῖ προσθεῖναι «καὶ χωρὶς τοῦ τάλας καὶ τοῦ μέλας»· εἰς ς γάρ ἐστιν ἡ εὐθεῖα ἐπὶ | |
10 | τούτων μετὰ μακρᾶς καὶ περιττοσυλλάβως κλίνεται τάλανος καὶ μέλανος καὶ οὐ συναιρεῖται κατὰ τὴν γενικήν, καὶ ὅμως οὐ φυλάττει τὸ α ἐκτε‐ ταμένον ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν ἀλλὰ συνεσταλμένον· καὶ λέ‐ γομεν ὅτι ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν κανονίζεται ἐπὶ τούτων ἡ δο‐ τικὴ τῶν πληθυντικῶν, οἷον ἀπὸ τῆς τάλανι καὶ μέλανι, τροπῇ τοῦ ν | |
15 | εἰς ς· πᾶσα γὰρ δοτικὴ ἑνικῶν εἰς νι λήγουσα μὴ οὖσα κατὰ μεταπλασ‐ μὸν τροπῇ τοῦ ν εἰς ς τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ, οἷον μηνί μησί, χηνί χησί, ποιμένι ποιμέσι, λιμένι λιμέσι, Πλάτωνι Πλάτωσι, Μέ‐ μνονι Μέμνοσι, Τρύφωνι Τρύφωσιν· οὕτως οὖν καὶ τάλανι τάλασι καὶ μέλανι μέλασι· καὶ λοιπὸν ἐπειδὴ ἡ δοτικὴ τῶν ἑνικῶν συστέλλει τὸ α, | |
20 | εἰκότως καὶ ἡ δοτικὴ τῶν πληθυντικῶν συστέλλει αὐτὸ ὡς ἐξ αὐτῆς γεγενημένη. Πρόσκειται «μὴ οὖσα κατὰ μεταπλασμόν», ἐπειδή ἐστιν ἡ ὑσμίνη τῆς ὑσμίνης τῇ ὑσμίνῃ καὶ ἡ Δωδώνη τῆς Δωδώνης τῇ Δωδώνῃ διὰ τοῦ η καὶ ι, καὶ κατὰ μεταπλασμὸν γίνεται τῇ ὑσμῖνι καὶ τῇ Δω‐ δῶνι διὰ τοῦ ι μόνου, οἷον ὡς παρὰ τῷ ποιητῇ 〈Θ 56〉 μέμασαν δὲ | |
25 | καὶ ὣς ὑσμῖνι μάχεσθαι, καὶ παρὰ Καλλιμάχῳ 〈fragm. 306 Sch.〉 μή με τὸν ἐν Δωδῶνι λέγοι μόνον· καὶ ἰδοὺ ταῦτα εἰς νι λήγουσι καὶ οὐ τρέπουσι τὸ ν εἰς τὸ ς καὶ ποιοῦσι τὴν δοτικὴν τῶν πληθυντι‐ κῶν· οὐδὲ γὰρ λέγομεν ταῖς ὑσμῖσι καὶ ταῖς Δωδῶσιν, ἀλλὰ ταῖς ὑσμί‐ ναις καὶ ταῖς Δωδώναις· ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ κατὰ μετα‐ | |
30 | πλασμὸν γεγόνασιν αἱ δοτικαὶ τῶν ἑνικῶν, καὶ τούτου χάριν εἰς νι λή‐ γουσιν. Ἐν οἷς σὺν θεῷ καὶ ἡ πρᾶξις. Ἔτι δεῖ προσθεῖναι ἐν τῷ κανόνι τοῦ τεχνικοῦ «καὶ χωρὶς τοῦ κτείς κτενός καὶ δείς δενός», ὅπερ μετὰ τῆς οὔ ἀποφάσεως καὶ τῆς μή ἀπαγορεύσεως γίνεται οὐδείς οὐδενός καὶ μηδείς μηδενός· ταῦτα γὰρ | |
35 | οὐ προσλαμβάνουσι τὸ ι κατὰ τὴν εὐθεῖαν τῶν ἑνικῶν καὶ ποιοῦσι τὴν δοτικὴν τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέγομεν τοῖς κτεισί καὶ τοῖς δεισί καὶ τοῖς οὐδεισί καὶ τοῖς μηδεισίν, ἀλλὰ τοῖς κτεσί καὶ τοῖς οὐδέσι καὶ | |
τοῖς μηδέσι διὰ τοῦ ε μόνον· ἀπὸ γὰρ τῆς δοτικῆς τῶν ἑνικῶν γίνεται | 139 | |
140 | ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν, τροπῇ τοῦ ν εἰς ς, τῷ προ‐ λεχθέντι κανόνι, οἷον κτενί κτεσί, μηδενί μηδέσι, οὐδενί οὐδέσιν. Ἔτι δεῖ προσθεῖναι ἐν τῷ κανόνι τοῦ τεχνικοῦ «καὶ χωρὶς τῶν εἰς ως μετοχικῶν ὀνομάτων καὶ τῶν εἰς ως μετοχῶν», οἷον Ἀραρώς Ἀρα‐ | |
5 | ρότος Ἀραρόσιν (ἔστι δὲ ὄνομα υἱοῦ τοῦ Ἀριστοφάνους), Ὑποδεδιώς Ὑποδεδιότος Ὑποδεδιόσιν (ἔστι δὲ εἶδος ὀρνέου), τετυφώς τετυφότος τετυφόσι, πεποιηκώς πεποιηκότος πεποιηκόσι· ταῦτα γὰρ οὐ προσλαμ‐ βάνουσι τὸ ι καὶ ποιοῦσι τὴν δοτικὴν τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέ‐ γομεν τοῖς Ἀραρῶσι καὶ Ὑποδεδιῶσι καὶ τετυφῶσι καὶ πεποιηκῶσι διὰ | |
10 | τοῦ ω, ἀλλὰ τοῖς Ἀραρόσι καὶ Ὑποδεδιόσι καὶ τετυφόσι καὶ πεποιηκόσι διὰ τοῦ ο. Καὶ λέγομεν ὅτι ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν γίνεται ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν, οἷον ἀπὸ τῆς Ἀραρότι καὶ Ὑποδε‐ διότι καὶ τετυφότι καὶ πεποιηκότι· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκφωνούμενον λήγουσα πρὸ τοῦ ι λαμβάνουσα τὸ | |
15 | ς καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα σὺν αὐτῷ ἐκφωνηθῆναι στοιχεῖα τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ, οἷον ὄφεϊ ὄφεσι, [Πηλέϊ Πηλέσι] ταχέϊ ταχέσι, βραδέϊ βραδέσι, Πλάτωνι Πλάτωσι, Μέμνονι Μέμνοσιν, Ἕκτορι Ἕκτορσι, Πάριδι Πάρισιν· οὕτως οὖν καὶ Ἀραρότι Ἀραρόσι καὶ Ὑποδεδιότι Ὑποδεδιόσι καὶ τετυφότι τετυφόσι καὶ πεποιηκότι πεποιη‐ | |
20 | κόσι, τοῦ ς προσελθόντος καὶ ἀποβληθέντων τῶν μὴ δυναμένων σὺν αὐτῷ ἐκφωνηθῆναι στοιχείων, φημὶ δὴ τὸ τ. Ἔτι δεῖ προσθεῖναι ἐν τῷ κανόνι τοῦ τεχνικοῦ «κοινολεκτουμένη», τουτέστι κατὰ κοινὴν διάλεκτον, ἵνα εὑρεθῇ ὁ κανὼν οὕτως, ὅτι πᾶσα εὐθεῖα ἑνικῶν κοινολεκτουμένη εἰς ς λήγουσα μετὰ μακρᾶς περιττοσυλ‐ | |
25 | λάβως κλινομένη καὶ μὴ συναιρουμένη κατὰ τὴν γενικὴν προσθέσει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν· τὸ γὰρ τάλας καὶ μέλας καὶ Θόας οἱ Αἰολεῖς τάλαις καὶ μέλαις καὶ Θόαις λέγουσιν· καὶ ἰδοὺ εἰς ς ἐστὶν ἡ εὐθεῖα μετὰ μακρᾶς καὶ περιττοσυλλάβως κλίνεται καὶ οὐ συν‐ αιρεῖται κατὰ τὴν γενικήν, καὶ ὅμως οὐ προσλαμβάνει τὸ ι καὶ ποιεῖ | |
30 | τὴν δοτικὴν τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέγομεν τοῖς τάλαισι καὶ μέ‐ λαισι καὶ Θόαισι διὰ τῆς αι διφθόγγου τὴν δοτικὴν τῶν πληθυντικῶν, ἀλλὰ τοῖς τάλασι καὶ μέλασι καὶ Θόασιν, ἀπὸ τῆς εὐθείας τοῦ τάλας καὶ μέλας καὶ Θόας. Ἐν οἷς σὺν θεῷ καὶ ἡ πρᾶξις. Τοὺς Αἴαντας. Κανονίζων τὴν αἰτιατικὴν τῶν πληθυντικῶν ἀπὸ | |
35 | τῆς αἰτιατικῆς τῶν ἑνικῶν αὐτὴν κανονίζει λέγων, ὅτι πᾶσα αἰτια‐ τικὴ ἑνικῶν εἰς α λήγουσα προσθέσει τοῦ ς ποιεῖ τὴν αἰτια‐ τικὴν τῶν πληθυντικῶν, οἷον Αἴαντα Αἴαντας, Θόαντα Θόαντας, Λάχητα Λάχητας, ἔρωτα ἔρωτας, Κύπριδα Κύπριδας. Δεῖ προσθεῖναι ἐν τῷ κανόνι «χωρὶς τῶν ἀπὸ τῶν εἰς ω καὶ εἰς ως θηλυκῶν καὶ τῶν | |
40 | οὐδετέρων καὶ τῶν πεπονθότων». Πρόσκειται «χωρὶς μὲν τῶν ἀπὸ | 140 |
141 | τῶν εἰς ω καὶ εἰς ως θηλυκῶν» διὰ τὸ ἡ Λητώ καὶ ἡ Σαπφώ καὶ ἡ αἰδώς καὶ ἡ ἠώς· ἰδοὺ γὰρ ἐπὶ τούτων αἱ ἑνικαὶ αἰτιατικαὶ εἰς α λή‐ γουσιν, οἷον τὴν Λητόα καὶ Σαπφόα καὶ αἰδόα καὶ ἠόα, καὶ ὅμως αἱ πληθυντικαὶ αἰτιατικαὶ αὐτῶν οὐ γίνονται προσθέσει τοῦ ς· οὐδὲ γὰρ | |
5 | λέγομεν τὰς Λητόας καὶ τὰς Σαπφόας καὶ τὰς αἰδόας καὶ τὰς ἠόας, ἀλλὰ τὰς Λητούς καὶ τὰς Σαπφούς καὶ τὰς αἰδούς καὶ τὰς ἠούς. «Χωρὶς δὲ τῶν οὐδετέρων» πρόσκειται διὰ τὸ βῆμα καὶ ἅρμα· ἰδοὺ γὰρ ἐπὶ τού‐ των εἰς α λήγει ἡ αἰτιατικὴ τῶν ἑνικῶν, καὶ ὅμως οὐ ποιεῖ προσθέσει τοῦ ς τὴν αἰτιατικὴν τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέγομεν βήμας καὶ | |
10 | ἅρμας τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, ἀλλὰ τὰ βήματα καὶ τὰ ἅρματα. Πρόσκειται «χωρὶς τῶν πεπονθότων» διὰ τὸ νιφάς νιφάδος νιφάδι νι‐ φάδα· τὸ γὰρ νιφάδα γίνεται κατὰ πάθος, ἤγουν κατὰ ἀποκοπήν, νίφα, ὡς [παρὰ τῷ ποιητῇ] 〈Hes. Opp. 535〉 ἀλευάμενοι νίφα λευκήν· ἰδοὺ γὰρ εἰς α λήγει ἡ αἰτιατικὴ τῶν ἑνικῶν, καὶ ὅμως οὐ ποιεῖ προσ‐ | |
15 | θέσει τοῦ ς τὴν αἰτιατικὴν τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέγομεν τὰς νίφας ἀλλὰ τὰς νιφάδας. Ταῦτα μὲν ἐν τούτοις. Δυνατὸν δέ ἐστι κανονίσαι τὴν αἰτιατικὴν τῶν πληθυντικῶν καὶ ἀπὸ τῆς εὐθείας τῶν πληθυντικῶν, ὡς καὶ αὐτὸς ἐν τοῖς ἑξῆς λέγει, ὅτι πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ες λήγουσα τροπῇ τοῦ ε | |
20 | εἰς α τὴν αἰτιατικὴν ποιεῖ, οἷον Αἴαντες Αἴαντας, Λάχητες Λάχη‐ τας, ἔρωτες ἔρωτας, βότρυες βότρυας. Ἐν οἷς σὺν θεῷ καὶ ἡ πρᾶξις. Ὦ Αἴαντες. Εἴρηται ὅτι τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ὡς ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική, οἷον Αἴαντε ὦ Αἴαντε, Αἴαντες ὦ Αἴαντες, Λάχητε ὦ Λάχητε, Λάχητες ὦ Λάχητες. | |
25 | Κανὼν βʹ. Ὁ κοχλίας τοῦ κοχλίου. Μετὰ τὰ εἰς ας δισύλλαβα κανονίζει ὁ τεχνικὸς τὰ περαιτέρω τῶν δισυλλάβων, τουτέστι τὰ τρισύλλαβα καὶ τὰ περαιτέρω τῶν τρισυλλάβων, καὶ λέγει, ὅτι τὰ εἰς ας καθαρὸν ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ βαρύ‐ | |
30 | τονα εἰς τὴν ου δίφθογγον ἔχουσι τὴν γενικήν, οἷον κοχλίας κοχλίου, Αἰνείας Αἰνείου, Βορέας Βορέου, δρακοντίας δρακοντίου, τραυμα‐ τίας τραυματίου, ταραξίας ταραξίου. Δεῖ προσθεῖναι «μὴ ὄντα ἐθνικὰ καὶ ἀπὸ τοῦ π ἀρχόμενα». «Εἰς ας» εἶπε διὰ τὰ ἔχοντα ἄλλο φωνῆεν, οἷον διὰ τὸ χαρίεις δαφνήεις τιμήεις· ταῦτα γὰρ καὶ καθαρὰν ἔχουσι τὴν τελευταίαν | |
35 | συλλαβὴν καὶ ὑπὲρ δύο συλλαβάς εἰσι καὶ ἁπλᾶ καὶ βαρύτονα, καὶ ὅμως οὐκ ἔχουσιν εἰς τὴν ου δίφθογγον τὴν γενικήν· χαρίεντος γὰρ καὶ τι‐ | |
μήεντος καὶ δαφνήεντος, ἀλλ’ οὐκ εἰσὶν εἰς ας. Πρόσκειται «καθαρόν» | 141 | |
142 | διὰ τὸ Ἀκράγας Ἀκράγαντος καὶ Ἀθάμας Ἀθάμαντος· ταῦτα γὰρ οὐκ ἔχουσι τὸ ας καθαρόν, διὸ καὶ περιττοσυλλάβως κλίνονται. «Ὑπὲρ δύο συλλαβάς» πρόσκειται διὰ τὰ προλεχθέντα δισύλλαβα, οἷον διὰ τὸ Θόας καὶ Αἴας καὶ τὰ ὅμοια· ταῦτα γὰρ περιττοσυλλάβως κλίνονται, οἷον | |
5 | Αἴαντος Θόαντος. Πρόσκειται «ἁπλᾶ» διὰ τὸ Λυκοθόας Λυκοθόαντος καὶ Λευκοθόας Λευκοθόαντος· ταῦτα γὰρ σύνθετά εἰσι καὶ τὴν τοῦ ἁπλοῦ κλίσιν ἐφύλαξαν, φημὶ δὴ τὴν τοῦ Θόας Θόαντος. Πρόσκειται «βαρύ‐ τονα» διὰ τὰ ὀξύτονα, οἷον διὰ τὸ ἀνδριάς ἀνδριάντος. Πρόσκειται «μὴ ὄντα ἐθνικὰ καὶ ἀπὸ τοῦ π ἀρχόμενα» διὰ τὸ Πικίας Πικίαντος | |
10 | καὶ Πευκετίας Πευκετίαντος· ταῦτα γὰρ ἐθνικά εἰσι καὶ ἀπὸ τοῦ π ἀρ‐ χόμενα καὶ περιττοσυλλάβως κλίνονται· τὸ γὰρ Παπίας Παπίου ἀπὸ τοῦ π μὲν ἄρχεται, ἀλλ’ οὐκ ἔστιν ἐθνικόν, τὸ δὲ Ὠπίας Ὠπίου ἐθνι‐ κὸν μέν ἐστιν, ἀλλ’ οὐκ ἄρχεται ἀπὸ τοῦ π ἀλλ’ ἀπὸ τοῦ ω. Ταῦτα μὲν ἐν τούτοις. | |
15 | Σημειοῦται δὲ ὁ τεχνικός τινα περιττοσυλλάβως κλιθέντα, εἰσὶ δὲ ταῦτα· Ἀφίας Ἀφίαντος παρ’ Εὐφορίωνι, Φλεγύας Φλεγύαντος παρ’ Εὐριπίδῃ 〈fragm. 428 N〉, Ἐλέας Ἐλέαντος παρὰ Φιλοστεφάνῳ, Σατύας Σατύαντος παρ’ Ἡγησίππῳ 〈fragm. 3 K〉· εὑρέθη δὲ καὶ τὸ Ἀρύας Ἀρύαντος περιττοσυλλάβως κλιθέν, οἷον αἱ δὲ πέρην Ἀρύαντος ἐπὶ | |
20 | προχοαῖς ποταμοῖο παρ’ Ἐρατοσθένει, καὶ Παρίας Παρίαντος· ἔστι δὲ ὄνομα κύριον καὶ διὰ τοῦ ι γράφεται· τὸ δὲ σημαῖνον τὸν ὄφιν διὰ τῆς ει διφθόγγου γράφεται, οἷον παρείας παρείου, ὡς παρ’ Ἀριστοφά‐ νει 〈Plut. 690〉 ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις· παρείας δέ ἐστιν εἶδος ὄφεως ἔχων τὰς παρειὰς ἐπηρμένας· ταῦτα δὲ πάντα πε‐ | |
25 | ριττοσυλλάβως δεῖ κλῖναι· εὕρηνται δὲ καὶ ἰσοσυλλάβως κλινόμενα, οἷον ὁ Φλεγύας τοῦ Φλεγύου καὶ οἱ Φλεγύαι τοὺς Φλεγύας, ὡς παρὰ τῷ ποιητῇ 〈Ν 302〉 ἠὲ μετὰ Φλεγύας μεγαλήτορας. Ταῦτα μὲν ἐν τούτοις. Προστίθησι δὲ ὁ τεχνικὸς Θεοδόσιος, ὅτι ὅταν γένηται εἰς α ἡ | |
30 | γενική, οἷον τοῦ Παπία καὶ τοῦ Αἰνεία, Δωρικὴ ἡ κλίσις ἐγένετο ἐπικρατήσασα κατὰ τὴν κοινὴν διάλεκτον. Ἔστι δὲ εἰπεῖν, ὅτι ἐπὶ μὲν τῶν εἰς ας βαρυτόνων ἐὰν εὕρωμεν εἰς α τὴν γενικήν, οἷον τοῦ Παπία καὶ τοῦ κοχλία, Δωρικὴν αὐτὴν λέγομεν, τῇ κοινῇ διαλέκτῳ συνήθη γενομένην· ἐπὶ δὲ τῶν εἰς ας περισπωμένων ἐὰν εἰς α εὕρωμεν τὴν | |
35 | γενικήν, οὐκέτι Δωρικὴν αὐτὴν λέγομεν ἀλλὰ κοινήν, οἷον ὁ Μηνᾶς τοῦ Μηνᾶ, ὁ Ζηνᾶς τοῦ Ζηνᾶ, ὁ Μητρᾶς τοῦ Μητρᾶ· ταῦτα γὰρ οὐ | |
Δωρίδος ἀλλὰ κοινῆς ἐστι διαλέκτου. Ταῦτα μὲν ἐν τούτοις. | 142 | |
143 | Τούτων δὲ οὕτως ἐχόντων ἀποροῦσί τινες λέγοντες, διὰ ποίαν αἰτίαν τῆς Δωρίδος διαλέκτου ἐμνημόνευσεν ἐνταῦθα ὁ τεχνικὸς καὶ μὴ ἄλλης διαλέκτου. Καὶ ἔστιν εἰπεῖν, ὅτι αὐτὴ ἡ Δωρικὴ διάλεκτος τῇ κοινῇ διαλέκτῳ συνήθης ἐστὶν εἰς τὰ προκείμενα ὀνόματα· τοῦ Παπία | |
5 | γὰρ καὶ τοῦ Αἰνεία λέγουσιν οἱ Δωριεῖς ὁμοίως τῇ κοινῇ διαλέκτῳ· τούτου χάριν αὐτῆς ἐμνημόνευσεν. Δεῖ δὲ γινώσκειν ὅτι τὸ Αἰνείας Αἰνείου Αἰνεία λέγουσιν οἱ Δωριεῖς διὰ μακροῦ τοῦ α, οἱ δὲ Βοιωτοὶ Αἰνείαο προστιθέντες τὸ ο, οἱ δὲ Ἴωνες Αἰνείεω, τὸ α εἰς ε τρέποντες καὶ τὸ ο εἰς ω. Ἰστέον δὲ ὅτι τὸ Αἰνείαο ἐκτείνεται κατὰ τὴν παρα‐ | |
10 | λήγουσαν, ἤγουν μακρὸν ἔχει τὸ α· πᾶσα γὰρ γενικὴ ὀνόματος εἰς φω‐ νῆεν λήγουσα καὶ περιττοσυλλαβοῦσα τῆς ἰδίας εὐθείας ἢ ἐκτείνει τὴν λήγουσαν καὶ συστέλλει τὴν παραλήγουσαν, οἷον Ἀτρείδεω Πριαμίδεω, ἢ συστέλλει τὴν λήγουσαν καὶ ἐκτείνει τὴν παραλήγουσαν, οἷον καλοῖο σοφοῖο Πριάμοιο ποταμοῖο ὠκεανοῖο· εἰ οὖν τὸ Αἰνείαο οὐκ ἐξέτεινε | |
15 | τὴν τελευταίαν συλλαβήν, ἀνάγκην ἔχει τὴν παραλήγουσαν ἐκτεῖναι· ἄρα οὖν μακρὸν ἔχει τὸ α. Πρόσκειται «εἰς φωνῆεν λήγουσα» διὰ τὸ Δημοσθένεος καὶ Διομήδεος· ἐπὶ τούτων γὰρ καὶ ἡ λήγουσα καὶ ἡ παραλήγουσα συστέλλονται, ἀλλ’ οὐ λήγουσιν εἰς φωνῆεν ἀλλ’ εἰς σύμ‐ φωνον· πρόσκειται «περιττοσυλλαβοῦσα τῆς ἰδίας εὐθείας» διὰ τὸ Ὁμή‐ | |
20 | ρου καὶ ἀνθρώπου· ταῦτα γὰρ εἰς φωνῆεν λήγουσιν, καὶ ὅμως καὶ ἡ παραλήγουσα καὶ ἡ λήγουσα ἐκτείνονται, ἀλλ’ οὐ περιττοσυλλαβοῦσι τῆς ἰδίας εὐθείας. Ἐν οἷς σὺν θεῷ καὶ ἡ πρᾶξις. Τῷ κοχλίᾳ. Κανονίζων τὴν δοτικὴν ἀπὸ τῆς γενικῆς αὐτὴν κα‐ νονίζει λέγων, ὅτι πᾶσα γενικὴ ἰσοσυλλαβοῦσα τῇ εὐθείᾳ τὴν | |
25 | δοτικὴν ἔχει εἰς ι ἀνεκφώνητον λήγουσαν μετὰ τοῦ φωνή‐ εντος τῆς εὐθείας ἢ μείζονος ἀντιστοίχου, οἷον ὁ Πέρσης τοῦ Πέρσου τῷ Πέρσῃ· ἰδοὺ τοῦτο ἔχει τὴν γενικὴν ἰσοσύλλαβον τῇ εὐθείᾳ, ἔχει δὲ καὶ τὴν δοτικὴν εἰς ι ἀνεκφώνητον λήγουσαν μετὰ τοῦ φωνή‐ εντος τῆς εὐθείας, φημὶ δὴ τοῦ η, τὸ δὲ ι ἀνεκφώνητόν ἐστιν, ἐπειδή, | |
30 | ὡς ἐμάθομεν, τὸ ι τότε εὑρίσκεται ἀνεκφώνητον, ἡνίκα εὑρεθῇ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ συλλαβῇ, οἷον τῷ Χρύσῃ, τῷ σοφῷ, τῷ Αἰνείᾳ· πάλιν ἐστὶν ἡ Μήδεια τῆς Μηδείας τῇ Μηδείᾳ, καὶ ἰδοὺ τούτου ἡ γενικὴ ἰσοσυλλαβεῖ τῇ εὐθείᾳ, ἀλλὰ καὶ ἡ δοτικὴ εἰς ι ἀνεκφώνητον λήγει μετὰ τοῦ φωνήεντος τῆς εὐθείας, φημὶ δὴ τοῦ α | |
35 | τὸ δὲ α μακρὸν ἔχει ἡ δοτικὴ ὥσπερ ἡ γενική· ἡ δὲ γενικὴ μακρὸν ἔχει τὸ α, ἐπειδὴ πᾶσα γενικὴ ἰσοσυλλάβως κλινομένη μακροκαταληκτεῖν θέ‐ λει, οἷον ἄνθρωπος ἀνθρώπου, Ὅμηρος Ὁμήρου, δίψα δίψης, Μοῦσα Μούσης, Ἀντιόχεια Ἀντιοχείας, Ἀπάμεια Ἀπαμείας· οὕτως οὖν καὶ τὸ | |
Μήδεια Μηδείας διὰ μακροῦ τοῦ α κατὰ τὴν γενικήν. Πρόσκειται «ἰσο‐ | 143 | |
144 | συλλάβως κλινομένη» διὰ τὸ Αἴας Αἴαντος καὶ Λάχης Λάχητος· ταῦτα γὰρ οὐ μακροκαταληκτοῦσι κατὰ τὴν γενικήν, ἀλλ’ οὐ κλίνονται ἰσο‐ συλλάβως ἀλλὰ περιττοσυλλάβως· αἱ πατρός καὶ μητρός γενικαὶ ἰσοσυλ‐ λαβοῦσαι ταῖς ἰδίαις εὐθείαις, φημὶ δὴ τῇ πατήρ καὶ μήτηρ, καὶ μὴ μα‐ | |
5 | κροκαταληκτοῦσαι οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐ κλίνονται ἰσοσυλλά‐ βως· πατήρ γὰρ πατέρος ἦν καὶ μήτηρ μητέρος, καὶ κατὰ συγκοπὴν τοῦ ε γεγόνασι πατρός καὶ μητρός, καὶ λοιπὸν ἡ συγκοπὴ γέγονεν αἰτία τῆς ἰσοσυλλαβίας. Πρόσκειται «κλινομένη» διὰ τὸ ἄλφα τοῦ ἄλφα καὶ τὸ βῆτα τοῦ βῆτα· τούτων γὰρ ἡ γενικὴ οὐ μακροκαταληκτεῖ· ἀλλ’ οὐκ | |
10 | ἀντίκεινται ἡμῖν, ἐπειδὴ μονόπτωτά εἰσιν, καὶ τὴν αὐτὴν φωνὴν πάντως φυλάττουσιν. Ἐπειδὴ οὖν ἐν τῇ Μηδείας γενικῇ μακρόν ἐστι τὸ α διὰ τὸν προλεχθέντα κανόνα, τούτου χάριν καὶ ἐν τῇ Μηδείᾳ δοτικῇ μα‐ κρόν ἐστι τὸ α· πᾶσα γὰρ δοτικὴ ἑνικῶν ἰσοσυλλαβοῦσα τῇ ἰδίᾳ γενικῇ καὶ ἰσοχρονεῖν αὐτῇ θέλει, οἷον Αἴαντος Αἴαντι, Λάχητος Λάχητι, Ὁμή‐ | |
15 | ρου Ὁμήρῳ, ἀνθρώπου ἀνθρώπῳ· εἰ ἄρα οὖν, ὡς δέδεικται, ἐν τῇ Μη‐ δείας γενικῇ μακρόν ἐστι τὸ α, δηλονότι καὶ ἐν τῇ Μηδείᾳ δοτικῇ μα‐ κρὸν ἀναγκάζεται εἶναι. Πρόσκειται «ἰσοσυλλαβοῦσα τῇ ἰδίᾳ γενικῇ» διὰ τὸ ταχέος ταχεῖ καὶ βραδέος βραδεῖ· ἐπὶ τούτων γὰρ ἡ δοτικὴ μα‐ κροκαταληκτεῖ τῆς γενικῆς βραχυκαταληκτούσης· ἀλλ’ οὐκ ἀντίκεινται | |
20 | ἡμῖν, ἐπειδὴ οὐκ ἰσοσυλλαβεῖ ἡ δοτικὴ τῇ γενικῇ. Ἄλλως τε δὲ διὰ τοῦτο ἐν τῇ Μηδείᾳ δοτικῇ μακρόν ἐστι τὸ α, ἐπειδὴ τὸ ι ἀνεκφώνη‐ τόν ἐστιν· ἐμάθομεν δὲ ὅτι τὸ ι τότε εὑρίσκεται ἀνεκφώνητον, ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ συλ‐ λαβῇ, οἷον τῷ Χρύσῃ, τῷ σοφῷ, τῇ Μηδείᾳ. Πάλιν ἐστὶν ὁ καλός τοῦ | |
25 | καλοῦ τῷ καλῷ, καὶ ἰδοὺ ἡ γενικὴ ἰσοσυλλαβεῖ τῇ εὐθείᾳ καὶ τὴν δοτι‐ κὴν ἔχει εἰς ι ἀνεκφώνητον λήγουσαν, οὐ μετὰ τοῦ φωνήεντος τῆς εὐθείας, ἀλλὰ μετὰ μείζονος ἀντιστοίχου, φημὶ δὴ τοῦ ω· τὸ γὰρ ω μεῖζον ἀντίστοιχόν ἐστι τοῦ ο. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν οὐκ ἐφυλάχθη τὸ φωνῆεν τῆς εὐθείας ἐν τῇ δοτικῇ, φημὶ δὴ τὸ ο· καὶ | |
30 | ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο οὐκ ἐφυλάχθη τὸ ο τῆς εὐθείας ἐν τῇ δο‐ τικῇ, ἐπειδὴ εἰ ἐφυλάχθη τὸ ο τῆς εὐθείας ἐν τῇ δοτικῇ, οὐκ ἠδύνατο τὸ ι ἀνεκφώνητον εἶναι· ἐμάθομεν γὰρ ὅτι τὸ ι τότε ἐστὶν ἀνεκφώνη‐ τον, ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ συλλαβῇ, οἷον τῷ Χρύσῃ, τῷ σοφῷ, τῷ κοχλίᾳ. Ἐν οἷς σὺν | |
35 | θεῷ καὶ ἡ πρᾶξις. Δεῖ προσθεῖναι ἐν τῷ κανόνι τοῦ τεχνικοῦ «χωρὶς τῶν εἰς υς ὑπο‐ κοριστικῶν»· τὰ γὰρ εἰς υς ὑποκοριστικὰ ἔχουσι τὴν γενικὴν ἰσοσύλλα‐ βον τῇ εὐθείᾳ, καὶ ὅμως οὐκ ἔχουσι τὴν δοτικὴν εἰς ι ἀνεκφώνητον | |
λήγουσαν, οἷον ὁ Διονῦς τοῦ Διονῦ τῷ Διονῦ, ὁ Καμμῦς τοῦ Καμμῦ | 144 | |
145 | τῷ Καμμῦ, ὁ Λαρδῦς τοῦ Λαρδῦ τῷ Λαρδῦ, ὁ Κλαυσῦς τοῦ Κλαυσῦ τῷ Κλαυσῦ· τούτων γὰρ αἱ δοτικαὶ χωρὶς τοῦ ι εἰσίν· οὐκ ἠδύναντο γὰρ ταῦτα τὰ ὀνόματα ἔχειν ἐν τῇ δοτικῇ τὸ ι, ἐπειδὴ οὐδέποτε ἡ υι δίφθογγος ἐν τέλει λέξεως εὑρίσκεται, οἷον μυῖα ἅρπυια υἱός· ἐν γὰρ | |
5 | τῷ 〈Π 565〉 σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι οὐκ ἔστιν ἐν διφθόγγῳ τὸ υ καὶ τὸ ι, ἀλλ’ ἐν τῷ μέτρῳ κατὰ συνίζη‐ σιν μετροῦνται, τουτέστιν αἱ δύο συλλαβαὶ εἰς μίαν συλλαβήν, ἤγουν τὸ υ καὶ τὸ ι, ὥσπερ ἐν τῷ 〈Α 15〉 χρυσέῳ ἀνὰ σκήπτρῳ τὸ ε καὶ τὸ ῳ δίφθογγον εἰς μίαν συλλαβὴν μετροῦνται, οἷον χρυσῷ. | |
10 | Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν οὐδέποτε ἡ υι δίφθογγος ἐν τέλει λέξεως εὑρίσκεται· καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην, ἐπειδὴ οὐδέποτε μετὰ τὴν υι δίφθογγον εὑρίσκεται σύμφωνον ἐπιφερόμενον, οἷον μυῖα ἅρπυια υἱός· εἰ ἐτίθετο οὖν ἡ υι δίφθογγος ἐν τέλει λέξεως, συνέβαινε λέξιν ἐπιφέρεσθαι ἀρχομένην ἀπὸ συμφώνου, καὶ λοιπὸν | |
15 | εὑρίσκετο μετὰ τὴν υι δίφθογγον σύμφωνον ἐπιφερόμενον, ὅπερ ἐστὶν ἀδύνατον. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι οὐ μόνον τὰ εἰς υς ὑποκοριστικὰ σημειούμεθα ἐν τῷ κανόνι, ἀλλὰ καὶ τὰ εἰς ις περισπώμενα· ταῦτα γὰρ ἀποβολῇ τοῦ ς ποιοῦσι τὴν γενικήν, οἷον ὁ κομβῖς τοῦ κομβῖ· ἰδοὺ ἡ δοτικὴ οὐκ ἔχει | |
20 | ἀνεκφώνητον τὸ ι ἀλλ’ ἐκφωνούμενον, οἷον τῷ κομβῖ, ἐπειδὴ οὔτε τὸ η ἔχει, οὔτε τὸ ω, οὔτε τὸ α μακρόν, ἀλλὰ τὸ ι· τότε δέ, ὡς εἴρηται, τὸ ι ἀνεκφώνητόν ἐστιν, ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ συλλαβῇ· ἰστέον δὲ ὅτι μονῆρές ἐστι τὸ ὄνομα τοῦτο, οὐκ ἔχει γὰρ ἄλλο ὅμοιον αὐτῷ ἐν χρήσει. | |
25 | Ἔτι δεῖ προσθεῖναι ἐν τῷ κανόνι τοῦ τεχνικοῦ «χωρὶς τῶν μονο‐ πτώτων», διὰ τὸ ἄλφα τοῦ ἄλφα τῷ ἄλφα καὶ τὸ βῆτα τοῦ βῆτα τῷ βῆτα καὶ τὸ γάμμα τοῦ γάμμα τῷ γάμμα· ἐπὶ τούτων γὰρ οὐ προσ‐ γράφεται τὸ ι ἐν τῇ δοτικῇ, ἐπειδὴ μονόπτωτά εἰσι καὶ τὴν αὐτὴν φωνὴν πανταχοῦ φυλάττουσιν. Ἔτι δεῖ προσθεῖναι «χωρὶς τῶν κατὰ | |
30 | διάλεκτον», ἐπειδὴ οἱ Αἰολεῖς ταῖς εἰς ω ληγούσαις δοτικαῖς οὐ προσ‐ γράφουσι τὸ ι, τῶ Ὁμήρω γάρ φασι καὶ τῶ σοφῶ χωρὶς τοῦ ι· καὶ πάλιν οἱ Βοιωτοὶ ταῖς εἰς η ληγούσαις δοτικαῖς οὐ προσγράφουσι τὸ ι, τῆ Ἑλένη γάρ φασι καὶ τῆ Πηνελόπη χωρὶς τοῦ ι. Ἔτι δεῖ προσθεῖναι «καὶ χωρὶς τῶν διὰ τὸ μέτρον»· ἔστι γὰρ ὁ | |
35 | ζήλας τοῦ ζήλα (οὕτω δὲ λέγεται κατὰ Θρᾷκας ὁ οἶνος), καὶ τούτου ἡ δοτικὴ εὑρίσκεται παρὰ τῷ Εὐπόλιδι χωρὶς τοῦ ι· συστεῖλαι γὰρ βουλό‐ | |
μενος τὸ α οὐ προσέγραψε τὸ ι, οἷον 〈fragm. 355 K〉 ταυτὸν ποιεῖ | 145 | |
146 | τό τ’ Ἀττικὸν τῷ ζῆλα συγκεραννύς. Ἔτι δεῖ προσθεῖναι «καὶ χωρὶς τῶν πεπονθότων»· ἔστι γὰρ τῷ κυανοχαίτῃ καὶ γίνεται κατὰ μεταπλασμὸν τῷ κυανοχαῖτα, καὶ οὐκ ἔχει προσγεγραμμένον τὸ ι, οἷον ὡς παρὰ Ἀντιμάχῳ 〈fragm. 27 K〉 πατρί τε κυανοχαῖτα Ποσει‐ | |
5 | δάωνι πεποιθώς, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ πέπονθεν· καὶ πάλιν ἐστὶ πατήρ πατρός πατρί καὶ μήτηρ μητρός μητρί, καὶ ἰδοὺ ἐπὶ τούτων ἡ γενικὴ ἰσοσυλλαβεῖ τῇ εὐθείᾳ, καὶ οὐκ ἔχει τὴν δοτικὴν εἰς ι ἀνεκφώνητον λήγουσαν, ἀλλ’ εἰς ι ἐκφωνούμενον· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ πέπονθεν ἡ γενικὴ καὶ ἰσοσυλλαβεῖ τῇ εὐθείᾳ, ὡσαύτως | |
10 | δὲ καὶ ἡ δοτικὴ πέπονθεν, οἷον πατέρος πατέρι καὶ μητέρος μητέρι, καὶ κατὰ συγκοπὴν πατρός καὶ μητρός καὶ πατρί καὶ μητρί. Ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις. Τὸν κοχλίαν. Κανονίζει ὁ τεχνικὸς τὴν αἰτιατικήν, λέγων ὅτι πᾶσα εὐθεῖα ἑνικῶν εἰς ς λήγουσα ὅταν ἔχῃ τὴν αἰτιατικὴν | |
15 | ἰσοσύλλαβον μετὰ τῶν αὐτῶν φωνηέντων εἰς ν αὐτὴν ἔχει λήγουσαν, οἷον ἰχθῦς ἰχθύν, καλός καλόν, ὅθεν Ἀττικοὶ Δημοσθένην μετὰ τοῦ ν λέγουσιν. Πρόσκειται «ὅταν ἔχῃ τὴν αἰτιατικὴν ἰσοσύλλαβον» διὰ τὸ Θόας καὶ Δρύας καὶ Αἴας· ταῦτα γὰρ εἰς ς λήγουσαν ἔχουσι τὴν εὐθεῖαν, καὶ οὐκ ἔχουσιν ἰσοσύλλαβον τὴν | |
20 | αἰτιατικήν, τὸν Δρύαντα γὰρ καὶ τὸν Θόαντα καὶ τὸν Αἴαντα ἐστὶν ἡ αἰτιατικὴ περιττοσυλλάβως, διὸ οὐκ ἔχουσιν αὐτὴν εἰς ν λήγουσαν· διὰ τοῦτο οὖν εἶπεν ὁ τεχνικός «ὅταν ἔχῃ τὴν αἰτιατικὴν ἰσοσύλλαβον». Πρόσκειται «μετὰ τῶν αὐτῶν φωνηέντων» διὰ τὸ Ἐρετριεύς καὶ Πει‐ ραιεύς καὶ Στειριεύς· ἐπὶ τούτων γὰρ γίνεται ἡ αἰτιατικὴ τὸν Ἐρετριᾶ | |
25 | καὶ Πειραιᾶ καὶ Στειριᾶ· καὶ ἰδού ἐστιν ἡ εὐθεῖα εἰς ς λήγουσα καὶ ἔχει τὴν αἰτιατικὴν ἰσοσύλλαβον· ἀλλ’ ἐπειδὴ οὐκ ἔστι μετὰ τοῦ φωνήεντος τῆς εὐθείας, διὰ τοῦτο οὐκ ἐγένετο εἰς ν ἡ αἰτιατική· διὰ τοῦτο οὖν προσέθηκε «μετὰ τῶν αὐτῶν φωνηέντων». Λέγει δὲ ὁ τεχνικός, ἐπειδὴ τὸ Δημοσθένης ἔχει τὴν εὐθεῖαν εἰς ς λήγουσαν καὶ τὴν αἰτιατικὴν ἰσο‐ | |
30 | σύλλαβον μετὰ τῶν αὐτῶν φωνηέντων, τούτου χάριν εἰς ν ἐποίησαν αὐτὴν 〈οἱ Ἀττικοί〉, τὸν Δημοσθένην μετὰ τοῦ ν λέγοντες τῷ κανόνι τούτῳ ἑπόμενοι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τέσσαρά τινα ἔχομεν ζητῆσαι ἐνταῦθα· πρῶτον μέν, πότε ἔχει τὴν αἰτιατικὴν ἰσοσύλλαβον ἡ εὐθεῖα· δεύτερον δέ, ὅτι ἀνάγκη | |
35 | προσθεῖναι τὸ «μὴ ἔχουσα κατὰ πάθος τὴν αἰτιατικήν»· τρίτον δέ, ὅτι περιττῶς κεῖται τὸ «μετὰ τῶν αὐτῶν φωνηέντων»· τέταρτον δέ, διατί | |
οἱ Ἀθηναῖοι τὸν Δημοσθένην μετὰ τοῦ ν λέγουσιν. Ἀλλ’ ἔλθωμεν ἐπὶ | 146 | |
147 | τὸ πρῶτον καὶ εἴπωμεν, πότε ἔχει τὴν αἰτιατικὴν ἰσοσύλλαβον ἡ εὐθεῖα· ἐὰν γὰρ μὴ τοῦτο μάθωμεν, ἔχει τις εἰπεῖν τοῦ πένης καὶ τοῦ Λάχης τὴν αἰτιατικὴν τὸν πένην καὶ τὸν Λάχην [ἀγνοῶν], κεχρημένος τῷ κα‐ νόνι τούτῳ, ὅτι «πᾶσα εὐθεῖα εἰς ς λήγουσα ὅταν ἔχῃ τὴν αἰτιατικὴν | |
5 | ἰσοσύλλαβον μετὰ τῶν αὐτῶν φωνηέντων εἰς ν αὐτὴν ἔχει λήγουσαν»· τούτου χάριν ζητήσωμεν, πότε ἔχει τὴν αἰτιατικὴν ἰσοσύλλαβον ἡ εὐθεῖα. Ἰστέον ὅτι τὰ οὐδέτερα ὁμολογουμένως ἔχουσι τὴν αὐτὴν ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικήν, οἷον τὸ βῆμα τοῦ βήματος τῷ βήματι τὸ βῆμα ὦ βῆμα, τὸ δένδρον τοῦ δένδρου τῷ δένδρῳ τὸ δένδρον ὦ δέν‐ | |
10 | δρον· καὶ ἐπὶ τῶν ἰσοσυλλάβως δὲ κλινομένων ἡ αἰτιατικὴ ἰσοσύλλαβός ἐστι τῇ εὐθείᾳ, οἷον ὁ καλός τοῦ καλοῦ τῷ καλῷ τὸν καλόν, ὁ κοχλίας τοῦ κοχλίου τῷ κοχλίᾳ τὸν κοχλίαν, ὁ Χρύσης τοῦ Χρύσου τῷ Χρύσῃ τὸν Χρύσην· καὶ ἐπὶ τῶν εἰς υς καὶ ἐπὶ τῶν εἰς ους καὶ ἐπὶ τῶν ἐχόν‐ των τὴν γενικὴν εἰς ος καθαρὸν διχρόνῳ παραληγομένην, οἷον βότρυς | |
15 | βότρυος βότρυν, στάχυς στάχυος στάχυν, χροῦς χροός χροῦν, ὄφις ὄφιος ὄφιν, πόλις πόλιος πόλιν, μάντις μάντιος μάντιν. Ἔχομεν οὖν πότε ἐστὶν ἡ αἰτιατικὴ ἰσοσύλλαβος τῇ εὐθείᾳ. Ἀποροῦσι δέ τινες λέγοντες, διὰ ποίαν αἰτίαν ἐπὶ μὲν τῶν ἰσοσυλ‐ λάβως κλινομένων οὐδέποτε εὑρίσκεται περιττοσύλλαβος ἡ αἰτιατικὴ τῆς | |
20 | ἰδίας εὐθείας, ἀλλ’ ἰσοσύλλαβος, οἷον καλός καλοῦ καλόν, κοχλίας κο‐ χλίου κοχλίαν, ἐπὶ δὲ τῶν περιττοσυλλάβως κλινομένων εὑρίσκεται ἡ αἰτιατικὴ οὐ μόνον περιττοσύλλαβος τῆς ἰδίας εὐθείας, οἷον Αἴας Αἴαν‐ τος Αἴαντα, ἀλλ’ ἔστιν ὅτε καὶ ἰσοσύλλαβος, οἷον πόλις πόλιος πόλιν, στάχυς στάχυος στάχυν. Ἔστιν οὖν εἰπεῖν, ὅτι διὰ τοῦτο ἐπὶ μὲν τῶν | |
25 | περιττοσυλλάβως κλινομένων πῆ μὲν περιττοσυλλαβεῖ ἡ αἰτιατικὴ τῆς ἰδίας εὐθείας πῆ δὲ ἰσοσυλλαβεῖ αὐτῇ, ἐπειδὴ εἰ μὲν πρὸς τὰς πλαγίους λέγομεν τὴν αἰτιατικήν, ἀναγκάζεται περιττοσυλλαβεῖν τῆς ἰδίας εὐθείας, ἐπειδὴ καὶ αἱ πλάγιοι περιττοσυλλαβοῦσιν αὐτῆς, οἷον Αἴας Αἴαντος Αἴαντα, εἰ δὲ πρὸς τὴν εὐθεῖαν λέγομεν τὴν αἰτιατικήν, ἀναγκάζεται | |
30 | ἰσοσυλλαβεῖν αὐτῇ, οἷον πόλις πόλιν· ἐπὶ δὲ τῶν ἰσοσυλλάβως κλινο‐ μένων διὰ τοῦτο ἰσοσυλλαβεῖ τῇ ἰδίᾳ εὐθείᾳ ἀεὶ ἡ αἰτιατική, ἐπειδὴ εἴτε πρὸς τὴν εὐθεῖαν λέγομεν αὐτήν, ἀναγκάζεται ἰσοσυλλαβεῖν αὐτῇ, οἷον ὁ Χρύσης τὸν Χρύσην, εἴτε πρὸς τὰς πλαγίους λέγομεν αὐτήν, πάλιν ἀναγκάζεται ἰσοσυλλαβεῖν τῇ ἰδίᾳ εὐθείᾳ· καὶ γὰρ ἐπὶ τῶν ἰσοσυλλάβως | |
35 | κλινομένων καὶ αἱ πλάγιοι ἰσοσυλλαβοῦσι τῇ ἰδίᾳ εὐθείᾳ, οἷον ὁ Χρύσης τοῦ Χρύσου τῷ Χρύσῃ τὸν Χρύσην ὦ Χρύση. Ἐν οἷς σὺν θεῷ καὶ ἡ πρᾶξις. Δεῖ προσθεῖναι ἐν τῷ κανόνι τοῦ τεχνικοῦ τὸ «μὴ ἔχουσα κατὰ | |
πάθος ἤγουν κατὰ ἀποκοπὴν τὴν αἰτιατικήν»· ἰδοὺ γάρ ἐστιν ἱδρώς | 147 | |
148 | ἱδρῶτος ἱδρῶτα, καὶ γίνεται κατὰ πάθος ἤγουν κατὰ ἀποκοπὴν ἱδρῶ, οἷον 〈Χ 2〉 ἱδρῶ ἀπεψύχοντο, καὶ ἰδού ἐστιν ἡ εὐθεῖα εἰς ς λή‐ γουσα καὶ ἔχει τὴν αἰτιατικὴν ἰσοσύλλαβον μετὰ τοῦ φωνήεντος τῆς εὐθείας, καὶ ὅμως οὐκ ἐγένετο εἰς ν, ἐπειδὴ πέπονθεν ἀποκοπήν· ἀπο‐ | |
5 | κέκοπται γάρ. Ἀλλ’ ἐπειδὴ ἀποκοπῆς ἐμνημονεύσαμεν, μάθωμεν τί ἐστιν ἀποκοπή, καὶ τί συγκοπή, καὶ τί ἀφαίρεσις. Καὶ ἰστέον ὅτι ἀπο‐ κοπὴ μέν ἐστι τὸ πάθος τὸ ἐν τῷ τέλει γινόμενον, οἷον δῶμα δῶ, κυκεῶνα κυκεῶ, ἱδρῶτα ἱδρῶ· συγκοπὴ δέ ἐστι τὸ πάθος τὸ ἐν τῷ μέσῳ γινό‐ μενον, οἷον ὀπίσωθεν ὄπισθεν, ἐξαίρετος ἔξαιτος, ὁμοπάτριος ὁμόπα‐ | |
10 | τρος· ἀφαίρεσις δέ ἐστι 〈τὸ〉 πάθος τὸ ἐν τῇ ἀρχῇ γινόμενον, οἷον σῦς ὗς, λείβειν εἴβειν, γαῖα αἶα, ἔφη φῆ, ἔβη βῆ, ἔστη στῆ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι προστιθεμένου τοῦ «μὴ ἔχουσα κατὰ πάθος τὴν αἰτιατικήν» περιττῶς κεῖται τὸ «μετὰ τῶν αὐτῶν φωνηέντων»· τὸ γὰρ | |
15 | Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Στειριᾶ καὶ εὐφυᾶ καὶ ὑγιᾶ, εἰ καὶ ἔχουσι τὴν εὐθεῖαν εἰς ς λήγουσαν καὶ τὴν αἰτιατικὴν ἰσοσύλλαβον τῇ εὐθείᾳ, ἀλλ’ οὖν πεπονθότα εἰσί, καὶ τούτου χάριν οὐ λήγουσιν εἰς ν κατὰ τὴν αἰτιατικήν· ἀπὸ γὰρ τοῦ Ἐρετριέα καὶ Πειραιέα καὶ Στειριέα καὶ εὐφυέα καὶ ὑγιέα γεγόνασι κατὰ κρᾶσιν. Περιττῶς οὖν κεῖται τὸ «μετὰ τῶν | |
20 | αὐτῶν φωνηέντων», προστιθεμένου τοῦ «μὴ ἔχουσα κατὰ πάθος τὴν αἰτιατικήν»· ἐπειδὴ ἰδού ἐστιν ὁ εὐφυής τὸν εὐφυῆ καὶ ὁ ὑγιής τὸν ὑγιῆ καὶ ὁ εὐσεβής τὸν εὐσεβῆ, καὶ ἰδοὺ ταῦτα ἔχουσι τὴν εὐθεῖαν εἰς ς λήγουσαν, καὶ τὴν αἰτιατικὴν ἰσοσύλλαβον καὶ μετὰ τῶν αὐτῶν φω‐ νηέντων, καὶ ὅμως οὐκ ἔχουσιν αὐτὴν εἰς ν λήγουσαν, ἀλλὰ δῆλον ὅτι | |
25 | πεπονθότα εἰσίν· ἀπὸ γὰρ τοῦ εὐφυέα καὶ ὑγιέα καὶ εὐσεβέα γεγόνασι κατὰ κρᾶσιν. Ταῦτα μὲν ἐν τούτοις. Περὶ δὲ τοῦ εἰπεῖν τὸν Θεοδόσιον «ὅθεν οἱ Ἀττικοὶ Δημοσθένην μετὰ τοῦ ν λέγουσιν» ἔχομεν ἐν τοῖς ἑξῆς ζητῆσαι καὶ εἰπεῖν, ὅτι τὰ εἰς ης εἰς ους ἔχοντα τὴν γενικὴν τότε εἰς ν ποιοῦσι τὴν αἰτιατικὴν | |
30 | παρὰ τοῖς Ἀθηναίοις, ὅταν ὦσι κύρια, οἷον ὁ Δημοσθένης τοῦ Δημο‐ σθένους τὸν Δημοσθένην, ὁ Διομήδης τοῦ Διομήδους τὸν Διομήδην, ὁ Ἀριστοφάνης τοῦ Ἀριστοφάνους τὸν Ἀριστοφάνην· ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων οὐ ποιοῦσιν εἰς ν τὴν αἰτιατικήν, τὸν συνήθη γὰρ καὶ τὸν κακοήθη καὶ τὸν εὐσεβῆ καὶ τὸν εὐφυῆ καὶ τὸν εὐγενῆ φασὶ χωρὶς | |
35 | τοῦ ν. Ἰστέον δὲ ὅτι περιττῶς κεῖται ἐν τῷ κανόνι τοῦ τεχνικοῦ τὸ «εἰς ς λήγουσα», οἷον «πᾶσα εὐθεῖα ἑνικῶν εἰς ς λήγουσα»· καὶ χωρὶς γὰρ τοῦ εἰπεῖν «εἰς ς λήγουσα» ἔρρωται ὁ κανών· ἰδοὺ γὰρ τὰ εἰς α καὶ εἰς η λήγοντα θηλυκὰ οὐ λήγουσιν εἰς ς, καὶ ὅμως εἰς ν ἔχουσι τὴν αἰτιατικήν, οἷον ἡ Μοῦσα τὴν Μοῦσαν, ἡ Μήδεια τὴν Μήδειαν, ἡ | |
40 | τιμή τὴν τιμήν, ἡ Ἀφροδίτη τὴν Ἀφροδίτην, ἡ σοφή τὴν σοφήν. Ταῦτα | |
μὲν ἐν τούτοις. | 148 | |
149 | Ὦ κοχλία. Λέγει ὅτι τὰ εἰς ας ἰσοσυλλάβως κλινόμενα ἀποβολῇ τοῦ ς ποιεῖ τὴν κλητικήν, οἷον ὁ Ζηνᾶς τοῦ Ζηνᾶ ὦ Ζηνᾶ, ὁ Μητρᾶς τοῦ Μητρᾶ ὦ Μητρᾶ, ὁ κοχλίας τοῦ κοχλίου ὦ κο‐ χλία, ὁ Αἰνείας τοῦ Αἰνείου ὦ Αἰνεία, ὁ Παπίας τοῦ Παπίου ὦ Παπία. | |
5 | Δεῖ προσθεῖναι «χωρὶς τῶν Ἀττικῶν»· οἱ γὰρ Ἀττικοὶ τὰς αὐτὰς ἔχου‐ σιν ὀρθὰς καὶ κλητικάς, ὁ Αἰνείας ὦ Αἰνείας, ὁ κοχλίας ὦ κοχλίας· καὶ «χωρὶς τοῦ ἀκαμαντοχάρμαν Αἶαν» παρὰ Πινδάρῳ· οὗτος γὰρ τὴν κλη‐ τικὴν εἰς ν εἶπεν, οἷον 〈fragm. 184 B4〉 ὑπερμενὲς ἀκαμαντοχάρ‐ μαν Αἶαν· ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ἢ κατὰ συνεκδρομὴν τοῦ Αἶαν ἐγέ‐ | |
10 | νετο ἀκαμαντοχάρμαν εἰς ν, ἢ διὰ τὴν ἐπαλληλίαν τῶν φωνηέντων· εἰ γὰρ εἶπεν ἀκαμαντοχάρμα Αἶαν χωρὶς τοῦ ν, ἀλλεπαλληλία ἤμελλεν εἶναι τῶν φωνηέντων, καὶ ἐκ τούτου κακοφωνία ἐγένετο. Ταῦτα μὲν ἐν τούτοις. Τὼ κοχλία. Κανονίζων τὴν εὐθεῖαν καὶ αἰτιατικὴν τῶν δυϊκῶν | |
15 | ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν κανονίζει αὐτήν, λέγων ὅτι πᾶσα δοτικὴ ἑνικῶν εἰς α ἢ εἰς ω λήγουσα ὁμόφωνον ἔχει τὴν εὐθεῖαν τῶν δυϊκῶν, δηλονότι μετὰ τοῦ ι οὖσα ἡ δοτική· ἐν γὰρ τοῖς ἑνικοῖς ἐστι τὸ ι προσγεγραμμένον, ἀλλ’ ἐν τοῖς δυϊκοῖς οὐκ ἔστι τὸ ι προσγε‐ γραμμένον, οἷον τῷ κοχλίᾳ τὼ κοχλία, τῷ Αἰνείᾳ τὼ Αἰνεία, τῷ καλῷ | |
20 | τὼ καλώ, τῷ σοφῷ τὼ σοφώ· ὅθεν ὁ τεχνικὸς ὁμόφωνον εἶπε καὶ οὐχ ὁμόγραφον. Δεῖ δὲ γινώσκειν ὅτι ἐκτείνεται τὸ α ἐν τῇ εὐθείᾳ τῶν δυϊκῶν, ὥσπερ καὶ ἐν τῇ δοτικῇ τῶν ἑνικῶν, ἀλλ’, ὡς εἴρηται, οὐκ ἔστι τὸ ι προσγεγραμμένον ἐν τῇ εὐθείᾳ τῶν δυϊκῶν, οὐδὲ γάρ ἐστι τὸ ι τελικὸν | |
25 | τῆς εὐθείας τῶν δυϊκῶν· τελικὰ γὰρ τῆς εὐθείας τῶν δυϊκῶν τρία εἰσίν, α ε ω, οἷον Ἀτρείδα Ἕκτορε φίλω. Ἰστέον δὲ ὅτι ὁ τεχνικὸς ὡς πρὸς τὴν ἐκφώνησιν ἀποβλέπων «εἰς α ἢ εἰς ω λήγουσα» μόνον εἶπεν, καὶ οὐ προσέθηκε «μετὰ τοῦ ι». Τοῖν κοχλίαιν. Λέγει ὅτι πᾶσα εὐθεῖα καὶ αἰτιατικὴ τῶν | |
30 | δυϊκῶν εἰς α λήγουσα προσθέσει τοῦ ιν ποιεῖ τὴν γενικὴν καὶ δοτικὴν τῶν δυϊκῶν, οἷον τὼ κοχλία τοῖν κοχλίαιν, τὼ Αἰνεία τοῖν Αἰνείαιν, τὰ Μούσα ταῖν Μούσαιν, τὰ Ἑλένα ταῖν Ἑλέναιν. Δεῖ δὲ γινώσκειν ὅτι τῇ προσθήκῃ τοῦ ι καὶ τοῦ ν συστέλλεται τὸ α· διὰ τοῦτο γὰρ καὶ ἐκφωνεῖται τὸ ι, ἐπεὶ εἰ ἔμεινε τὸ α μακρόν, ἤμελλε τὸ ι ἀν‐ | |
35 | εκφώνητον εἶναι· ἐμάθομεν γὰρ ὅτι τὸ ι, ἡνίκα εὑρεθῇ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ συλλαβῇ, ἀνεκφώνητον εὑρί‐ σκεται, οἷον τῷ Χρύσῃ, τῷ σοφῷ, τῷ Αἰνείᾳ. Ταῦτα μὲν ἐν τούτοις. Ὦ κοχλία. Εἴρηται ὅτι τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ὡς ἡ | |
ὀρθὴ οὕτω καὶ ἡ κλητική. | 149 | |
150 | Οἱ κοχλίαι. Κανονίζων τὴν εὐθεῖαν τῶν πληθυντικῶν ἀπὸ τῆς εὐθείας τῶν δυϊκῶν 〈αὐτὴν〉 κανονίζει τοῦτον τὸν τρόπον· πᾶσα εὐ‐ θεῖα δυϊκῶν εἰς α λήγουσα προσθέσει τοῦ ι τὴν εὐθεῖαν τῶν πληθυντικῶν ποιεῖ, οἷον τὼ κοχλία οἱ κοχλίαι, τὼ Αἰνεία οἱ Αἰνεῖαι, | |
5 | τὰ Μούσα αἱ Μοῦσαι, τὰ Ἑλένα αἱ Ἑλέναι. Δεῖ δὲ πάλιν εἰδέναι ὅτι ἅμα τῇ προσθήκῃ τοῦ ι συστέλλεται τὸ α· διὰ τοῦτο γὰρ καὶ ἐκφωνεῖ‐ ται τὸ ι, ἐπεὶ εἰ ἔμεινε τὸ α μακρόν, ἤμελλε τὸ ι ἀνεκφώνητον εἶναι. Τῶν κοχλιῶν. Εἴρηται ὅτι πᾶσα γενικὴ πληθυντικῶν εἰς ων λήγει ἐπὶ παντὸς γένους, οἷον τῶν Αἰάντων, τῶν Μουσῶν, τῶν βημά‐ | |
10 | των, καὶ ἔχομεν ὅσα ἐσημειωσάμεθα ἐν τοῖς προλαβοῦσιν. Περισπᾶται δὲ ἐνταῦθα ἡ γενικὴ τῶν πληθυντικῶν· καθόλου γὰρ πᾶσα εὐθεῖα πλη‐ θυντικῶν εἰς αι δίφθογγον λήγουσα ἀρσενικὴ μὲν οὖσα περισπᾷ τὴν ἰδίαν γενικήν, οἷον Ὀρέσται Ὀρεστῶν, τοξόται τοξοτῶν, πολῖται πολι‐ τῶν, κοχλίαι κοχλιῶν, Αἰνεῖαι Αἰνειῶν, Ἀτρεῖδαι Ἀτρειδῶν, πλὴν τοῦ | |
15 | χλοῦναι χλούνων καὶ χρῆσται χρήστων καὶ ἐτησίαι ἐτησίων· θηλυκὴ δὲ οὖσα, εἰ μὲν εὑρεθῇ μονογενής, περισπᾷ τὴν ἰδίαν γενικήν, οἷον Μοῦσαι Μουσῶν, ἅμαξαι ἁμαξῶν, τράπεζαι τραπεζῶν, ἄελλαι ἀελλῶν, γλῶσσαι γλωσσῶν, χωρὶς τοῦ ἀφύαι ἀφύων· παρεσχηματισμένον δὲ ἀρσενικῷ, εἰ μὲν ὁμοφωνήσει τῇ γενικῇ τῶν πληθυντικῶν τοῦ ἰδίου ἀρσενικοῦ καὶ | |
20 | ὁμοτονεῖ αὐτῷ, οἷον φίλοι φίλων καὶ φίλαι φίλων, Ῥόδιοι Ῥοδίων καὶ Ῥόδιαι Ῥοδίων, ἅγιοι ἁγίων καὶ ἅγιαι ἁγίων, δίκαιοι δικαίων καὶ δί‐ καιαι δικαίων· μία φωνὴ καὶ εἷς τόνος· εἰ δὲ παραλλάξει τῇ φωνῇ πρὸς τὴν γενικὴν τῶν πληθυντικῶν τοῦ ἰδίου ἀρσενικοῦ, καὶ τῷ τόνῳ παρ‐ αλλάσσει καὶ περισπᾶται, οἷον ταχεῖς μὲν ταχέων ταχεῖαι δὲ ταχειῶν, | |
25 | μέλανες μελάνων καὶ μέλαιναι μελαινῶν, γράψαντες γραψάντων καὶ γράψασαι γραψασῶν· ἰδοὺ γὰρ ταῦτα παραλλάξαντα τῇ φωνῇ καὶ τῷ τόνῳ παρήλλαξαν. Τοῖς κοχλίαις. Κανονίζει τὴν δοτικὴν τῶν πληθυντικῶν ἀπὸ τῆς εὐθείας τῶν πληθυντικῶν οὕτως· πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ι | |
30 | λήγουσα προσθέσει τοῦ ς ποιεῖ τὴν δοτικὴν τῶν πληθυντι‐ κῶν, οἷον τοξόται τοξόταις, Μοῦσαι Μούσαις, καλοί καλοῖς, Ὅμηροι Ὁμήροις. Δεῖ προσθεῖναι «χωρὶς τῶν ἐπεκτεταμένων», οἷον τοιουτοιΐ καὶ τηλικουτοιΐ· ἰδοὺ γὰρ ταῦτα εἰς ι λήγουσι καὶ ὅμως οὐ ποιοῦσι προσθέσει τοῦ ς τὴν δοτικὴν τῶν πληθυντικῶν, οὐδὲ γὰρ λέγομεν τοι‐ | |
35 | ουτοιΐς καὶ τηλικουτοιΐς, ἀλλὰ τοιουτοισί καὶ τηλικουτοισί· ἀλλ’ οὐκ | |
ἀντίκεινται ἡμῖν ταῦτα, ἐπειδὴ ἐκτεταμένα εἰσίν. | 150 | |
151 | Τοὺς κοχλίας. Κανονίζεται ἀπὸ τῆς εὐθείας τῶν πληθυντικῶν ἡ αἰτιατικὴ τῶν πληθυντικῶν τοῦτον τὸν τρόπον· πᾶσα εὐθεῖα πλη‐ θυντικῶν εἰς αι δίφθογγον λήγουσα τροπῇ τοῦ ι εἰς ς τὴν αἰτιατικὴν τῶν πληθυντικῶν ποιεῖ, οἷον κοχλίαι κοχλίας, Αἰνεῖαι | |
5 | Αἰνείας, Ἀτρεῖδαι Ἀτρείδας, Μοῦσαι Μούσας, Ἑλέναι Ἑλένας, Ἀφροδίται Ἀφροδίτας. Δεῖ δὲ εἰδέναι ὅτι ἅμα τῇ τροπῇ τοῦ ι εἰς τὸ ς ἐκτείνεται τὸ α· θέλει γὰρ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν ἰσοχρονεῖν τῇ ἰδίᾳ εὐθείᾳ, οἷον Αἴαντες, τὸ ε βραχύ ἐστιν, ἀλλὰ καὶ Αἴαντας, τὸ α βραχὺ ὁμοίως· πάλιν οἱ ἄνθρωποι, ἡ οι δίφθογγος μακρά ἐστιν, ἀλλὰ καὶ ἀνθρώπους, | |
10 | ἡ ους μακρὰ ὁμοίως, καὶ κοχλίαι, ἡ αι δίφθογγος μακρά ἐστιν, ἀλλὰ καὶ κοχλίας, τὸ ας μακρὸν ὁμοίως. Δεῖ προσθεῖναι ἐν τῷ κανόνι τοῦ τεχνικοῦ «χωρὶς τῶν Δωρικῶν»· συστέλλεται γὰρ ἡ αἰτιατικὴ τῶν πλη‐ θυντικῶν παρὰ τοῖς Δωριεῦσιν ἐπὶ τῶν ἐχόντων τὴν εὐθεῖαν τῶν πλη‐ θυντικῶν εἰς τὴν αι δίφθογγον λήγουσαν, οἷον τοῦ κοῦραι κοῦρας καὶ | |
15 | τοῦ ὄγχναι ὄγχνας ἡμεῖς μὲν τὸ α μακρὸν ποιοῦμεν, οἱ δὲ Δωριεῖς συστέλλουσιν αὐτό. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἡ αι δίφθογγος ἀντὶ κοινῆς παραλαμβάνεται καὶ ἕνα ἥμισυ χρόνον ἔχει, ὅθεν καὶ ταύτης ἐπὶ τέλους οὔσης πολλάκις προπαροξύνεται ἡ λέξις, | |
20 | οἷον ἅμαξαι τράπεζαι ἄελλαι, διατί μὴ καὶ τὸ α λέγομεν ἐν τῇ αἰτια‐ τικῇ τῶν πληθυντικῶν ἀντὶ κοινῆς παραλαμβάνεσθαι πρὸς ἀναλογίαν τῆς εὐθείας τῶν πληθυντικῶν. Καὶ ἔστιν εἰπεῖν, ὅτι εἰ καὶ δῶμεν τὸ α ἐν τῇ αἰτιατικῇ τῶν πληθυντικῶν ἕνα ἥμισυ χρόνον ἔχειν καὶ ἀντὶ κοινῆς παραλαμβάνεσθαι, ἀλλ’ οὖν τὸ ς προσερχόμενον ἕτερον ἥμισυ | |
25 | χρόνον χαρίζεται αὐτῷ καὶ ἀποτελεῖ αὐτὸ φύσει μακρόν· τὰ γὰρ σύμ‐ φωνα δηλονότι τὰ ἁπλᾶ πρὸς ἥμισυ χρόνον ἔχουσιν· πρόσκειται «ἁπλᾶ», ἐπειδὴ τὰ διπλᾶ ἅτε δὴ δύο συμφώνων ἔχοντα δύναμιν πρὸς ἕνα χρό‐ νον ἔχουσιν. Πάλιν ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν εἶπεν ὁ τεχνικός «εἰς | |
30 | τὴν αι δίφθογγον λήγουσα», καὶ οὐκ εἶπεν «εἰς ι λήγουσα». Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ ἠδύνατο εἰπεῖν «εἰς ι λήγουσα», ἐπειδὴ αἱ εἰς τὴν οι λήγουσαι δίφθογγον εὐθεῖαι πληθυντικαὶ οὐ ποιοῦσι τροπῇ τοῦ ι εἰς ς τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, ἀλλ’ εἰς ους ποιοῦσιν αὐτήν, οἷον Ὅμηροι Ὁμήρους, ἄνθρωποι ἀνθρώπους, καλοί καλούς, σοφοί σοφούς, | |
35 | φίλοι φίλους. Ὦ κοχλίαι. Εἴρηται ὅτι τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ὡς ἡ | |
ὀρθὴ οὕτω καὶ ἡ κλητική. | 151 | |
152 | Κανὼν γʹ. Ὁ Λάχης τοῦ Λάχητος. Μετὰ τὰ εἰς ας ὤφειλε διαλαβεῖν περὶ τῶν εἰς ες τῶν διὰ τοῦ ε, ἐπειδὴ μετὰ τὸ α φωνῆεν τὸ ε ἐστίν· τὰ γὰρ εἰς ας ἔχοντα σύμφωνον | |
5 | πάντα παρέλιπεν, εἰσαγωγικώτερον διαλεγόμενος, ὡς πρὸς εἰσαγομένους γὰρ ἐν ἐπιτομῇ ποιεῖται τοὺς λόγους. Ὤφειλεν οὖν, ὡς εἴρηται, μετὰ τὰ εἰς ας διαλαβεῖν περὶ τῶν εἰς ες· ἀλλ’ ἐπειδὴ οὐδὲν ἔχομεν εἰς ες ἀρσενικὸν ἐπ’ εὐθείας ἑνικῆς, χωρὶς εἰ μὴ εὑρεθῇ ἀπὸ Δωρίδος δια‐ λέκτου κατὰ πάθος γινόμενον, τούτου χάριν 〈οὐ〉 διέλαβε περὶ τούτων. | |
10 | Πρόσκειται «χωρὶς εἰ μὴ εὑρεθῇ ἀπὸ Δωρίδος διαλέκτου κατὰ πάθος γινόμενον», ἐπειδὴ πολλάκις οἱ Δωριεῖς τῶν εἰς εις τῶν διὰ τῆς ει διφθόγγου ἀποβάλλουσι τὸ ι, οἷον χαρίεις χαρίες, τιμήεις τιμῆες, Μα‐ λόεις Μαλόες· τοιοῦτον γάρ ἐστι καὶ παρὰ Καλλιμάχῳ 〈fragm. 543 Sch.〉 ὁ δὲ ἀείδων Μαλόες ἦλθε χορός, ἀντὶ τοῦ Μαλόεις· Μαλόεις δέ | |
15 | ἐστιν ὁ Λέσβιος. Πρόσκειται «ἀρσενικόν», ἐπειδὴ ἔχομεν οὐδέτερα εἰς ες λήγοντα, οἷον τὸ εὐσεβές, τὸ σαφές, τὸ εὐγενές· πρόσκειται «ἐπ’ εὐθείας», ἐπειδὴ ἔχομεν κλητικὰς εἰς ες ληγούσας, οἷον ὦ Ἀριστόφανες, ὦ Διό‐ μηδες, ὦ Δημόσθενες· πρόσκειται «ἑνικῆς», ἐπειδὴ ἔχομεν εὐθείας πλη‐ θυντικὰς εἰς ες ληγούσας, οἷον οἱ Αἴαντες, οἱ Θόαντες, οἱ Λάχητες· | |
20 | διὰ τοῦτο οὖν, ἤγουν διὰ τὸ μὴ εἶναι ἀρσενικὰ ἐπ’ εὐθείας ἑνικῆς, δια‐ λαμβάνει εὐθέως περὶ τῶν εἰς ης τῶν διὰ τοῦ η. Παραλιμπάνει δὲ τὰ εἰς ης μονοσύλλαβα· ἔστι δὲ εἰπεῖν περὶ αὐτῶν οὕτως· τὰ εἰς ης μονο‐ σύλλαβα ἐὰν περισπῶνται, ἀποβολῇ τοῦ ς ποιοῦσι τὴν γενικήν, οἷον ὁ Δρῆς τοῦ Δρῆ, ὁ Τρῆς τοῦ Τρῆ· ταῦτα δὲ παράσημον ἤγουν παράλο‐ | |
25 | γον ἔχουσι τὴν γενικὴν εἰς η καταλήγουσαν· οὐδέποτε γὰρ εὑρίσκεται γενικὴ εἰς η καταλήγουσα, εἰ μὴ ἐπὶ τούτων τῶν δύο μόνων· εἰσὶ δὲ ταῦτα ὀνόματα κύρια· ἐὰν δὲ ὀξύνωνται, διὰ τοῦ τος κλίνονται, οἷον σής σητός, θής θητός (σημαίνει δὲ τὸν μισθωτόν), Γνής Γνητός (Γνῆτες δέ εἰσιν οἱ Ῥόδιοι). Ταῦτα μὲν ἐν τούτοις. | |
30 | Ἄξιον δέ ἐστι ζητῆσαι, διατί μὴ λέγομεν ὁ Δρῆς τοῦ Δροῦ καὶ ὁ Τρῆς τοῦ Τροῦ, ὥσπερ ὁ Ἑρμῆς τοῦ Ἑρμοῦ, ἵνα μὴ εὑρεθῇ παράλογος 〈ἡ〉 γενικὴ εἰς η καταλήγουσα. Ἔστιν οὖν εἰπεῖν, ὅτι πᾶσα εὐθεῖα μονο‐ σύλλαβος ἰσοσυλλάβως κλινομένη ἀποβολῇ τοῦ ς τὴν γενικὴν ἀποτελεῖ, οἷον ὁ Γρᾶς τοῦ Γρᾶ (ἔστι δὲ ὄνομα κύριον), ὁ Χνᾶς τοῦ Χνᾶ (οὕτω | |
35 | δὲ ἐλέγετο ὁ Ἀγήνωρ), ὁ νοῦς τοῦ νοῦ, ὁ ῥοῦς τοῦ ῥοῦ· οὕτως οὖν καὶ ὁ Δρῆς τοῦ Δρῆ καὶ ὁ Τρῆς τοῦ Τρῆ· μονοσύλλαβα γάρ εἰσι καὶ | |
ἰσοσυλλάβως κλίνονται, καὶ δηλονότι εὐλόγως ἀποβολῇ τοῦ ε ποιοῦσι | 152 | |
153 | τὴν γενικήν. Πρόσκειται «μονοσύλλαβος εὐθεῖα» διὰ τὸ Ἑρμῆς Ἑρμοῦ· τοῦτο γὰρ ἰσοσυλλάβως κλίνεται, καὶ οὐ ποιεῖ ἀποβολῇ τοῦ ς τὴν γε‐ νικήν, οὐδὲ γὰρ λέγομεν τοῦ Ἑρμῆ ἀλλὰ τοῦ Ἑρμοῦ· ἀλλ’ οὐκ ἔστι μονοσύλλαβος ἡ εὐθεῖα ἀλλ’ ὑπὲρ μίαν συλλαβήν. Ταῦτα μὲν ἐν τούτοις. | |
5 | Διαλαμβάνει δὲ ὁ τεχνικὸς περὶ τῶν εἰς ης τῶν ὑπὲρ μίαν συλλα‐ βὴν λέγων οὕτως· τὰ εἰς ης βαρύτονα ἰαμβικὰ μὴ ἔχοντα ἐπ’ εὐθείας τὸ τ εἰς τος ἔχουσι τὴν γενικήν, οἷον λέβης λέβητος, Λάχης Λάχητος, πένης πένητος, τάπης τάπητος, πλάνης πλάνητος, Τρόμης Τρόμητος (οὕτω γὰρ ἐλέγετο ὁ πατὴρ Αἰσχίνου τοῦ ῥήτορος). | |
10 | «Εἰς ης» εἶπε διὰ τὰς ἄλλας καταλήξεις, οἷον διὰ τὸ Θόας· ἰδοὺ γὰρ τοῦτο πάντα ἔχει τὰ τοῦ κανόνος, τουτέστι βαρύτονον ἰαμβικὸν καὶ μὴ ἔχον ἐπ’ εὐθείας τὸ τ, ἀλλ’ ἐπειδὴ οὐ λήγει εἰς ης, οὐ κλίνεται διὰ καθαροῦ τοῦ τος, ἀλλὰ διὰ τοῦ ντ, Θόαντος γάρ. Πρόσκειται «βαρύ‐ τονα» διὰ τὰ ὀξύτονα, οἷον διὰ τὸ σαφής σαφοῦς· τοῦτο γὰρ ἰαμβικόν | |
15 | ἐστι καὶ οὐκ ἔχει ἐπ’ εὐθείας τὸ τ, καὶ ὅμως εἰς ους ἔχει τὴν γενικήν, σαφοῦς γάρ· ἀλλ’ οὐκ ἔστι βαρύτονον ἀλλ’ ὀξύτονον. [Πρόσκειται πάλιν «βαρύτονα» διὰ τὰ περισπώμενα, οἷον διὰ τὸ Θαλῆς Θαλοῦ· πρόσκειται «ἰαμβικά» διὰ τὰ σπονδειακά, περὶ ὧν ἑξῆς μέλλει λέγειν, οἷον διὰ τὸ Χρύσης Χρύσου καὶ Ξέρξης Ξέρξου· πρόσκειται «μὴ ἔχοντα | |
20 | ἐπ’ εὐθείας τὸ τ» διὰ τὸ θύτης θύτου καὶ δότης δότου. Ταῦτα μὲν ἐν τούτοις.] Εἰς ους δὲ ἔχει τὴν γενικὴν κανόνι τοιούτῳ· τὰ εἰς ης ἔχοντα οὐδέτερον εἰς ες εἰς ους ἔχουσι τὴν γενικήν, εἴτε βαρύτονα ὦσιν εἴτε ὀξύτονα, οἷον ὁ εὐσεβής τοῦ εὐσεβοῦς, τὸ εὐσεβές γάρ, ὁ εὐγενής τοῦ εὐγενοῦς, τὸ εὐγενές γάρ, ὁ ἀναιδής τοῦ ἀναιδοῦς, τὸ ἀναιδές γάρ, ὁ | |
25 | κακοήθης τοῦ κακοήθους, τὸ κακόηθες γάρ, ὁ πλήρης τοῦ πλήρους, τὸ πλῆρες γάρ· οὕτως οὖν καὶ ὁ σαφής τοῦ σαφοῦς, τὸ σαφές γάρ. Πρόσ‐ κειται πάλιν «βαρύτονα» διὰ τὰ περισπώμενα, οἷον διὰ τὸ Θαλῆς Θα‐ λοῦ· ἰστέον δὲ ὅτι ἡνίκα τοῦτο περισπᾶται, εἰς τὴν ου δίφθογγον ποιεῖ τὴν γενικήν, οἷον ὁ Θαλῆς τοῦ Θαλοῦ, ὡς παρ’ Ἀριστοφάνει, 〈Nub. | |
30 | 180〉 τί δῆτ’ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν; ἡνίκα δὲ βαρύνε‐ ται, διὰ τοῦ τος κλίνεται τῷ λόγῳ τῶν ἰαμβικῶν, οἷον Θάλης Θάλητος, ὡς παρὰ τῷ Καλλιμάχῳ, 〈fragm. 96 Sch.〉 πάλιν τὸ δῶρον ἐς Θά‐ λητα ὤλισθεν· ἔστι δὲ χωλίαμβος, τροχαῖον γὰρ ἔχει ἐν τῷ τελευ‐ ταίῳ ποδί. | |
35 | Ἰστέον δὲ ὅτι τὰ εἰς ης περισπώμενα τρεῖς κλίσεις ἐπιδέχονται· τὴν εἰς ους, ὅταν παρὰ τὸ κλέος ὦσιν, οἷον Ἡρακλῆς Ἡρακλοῦς καὶ | |
Σοφοκλῆς Σοφοκλοῦς· τὴν διὰ τοῦ ντ, ὅταν ἀπὸ συναιρέσεως τῶν εἰς | 153 | |
154 | ηεις ὦσιν, οἷον δαφνήεις δαφνήεντος δαφνῆς δαφνῆντος, τιμήεις τιμή‐ εντος τιμῆς τιμῆντος, 〈Σ 475〉 καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· τὰ δὲ μηδὲν ἐκ τούτων ἔχοντα, τουτέστι μήτε παρὰ τὸ κλέος ὄντα μήτε ἀπὸ συναιρέσεως τῶν εἰς ηεις, εἰς τὴν ου δίφθογγον ἔχουσι τὴν | |
5 | γενικήν, οἷον Θαλῆς Θαλοῦ, Ἑρμῆς Ἑρμοῦ, Σωσῆς Σωσοῦ, Ναρσῆς Ναρ‐ σοῦ, Ἀπελλῆς Ἀπελλοῦ, Μωϋσῆς Μωϋσοῦ. «Ἰαμβικά» δὲ προσέθηκε τῷ κανόνι διὰ τὰ σπονδειακά, περὶ ὧν μέλλει λέγειν, οἷον διὰ τὸ Χρύσης Χρύσου καὶ Πέρσης Πέρσου καὶ Ξέρξης Ξέρξου. Πρόσκειται «μὴ ἔχοντα ἐπ’ εὐθείας τὸ τ» διὰ τὸ δό‐ | |
10 | της δότου καὶ θύτης θύτου καὶ πλύτης πλύτου· ταῦτα γὰρ ἔχοντα ἐπ’ εὐθείας τὸ τ εἰς τὴν ου δίφθογγον ἔχουσι τὴν γενικήν· ἀντίκειται τὸ Κράτης Κράτητος ἔχον ἐπ’ εὐθείας τὸ τ καὶ μὴ ἔχον εἰς τὴν ου δί‐ φθογγον τὴν γενικήν· ἀλλ’ ἔχει ἀπολογίαν, ὅτι ἀπὸ τοῦ ἐνεστῶτος, φημὶ δὴ ἀπὸ τοῦ κρατῶ, ἔχει τὸ τ· τὰ γὰρ εἰς ης ἰαμβικὰ ἔχοντα σύμ‐ | |
15 | φωνον ἀπὸ τοῦ ἐνεστῶτος διὰ τοῦ τος κλίνονται, οἷον λείβω λέβης λέβητος, δαίρω Δάρης Δάρητος, χαίρω Χάρης Χάρητος (ὄνομα δὲ τοῦτο στρατηγοῦ τῶν Ἀθηναίων), πλανῶ πλάνης πλάνητος, πεινῶ πένης πέ‐ νητος, τρέμω Τρόμης Τρόμητος (οὕτω δὲ ἐλέγετο ὁ πατὴρ Αἰσχίνου τοῦ ῥήτορος)· οὕτως οὖν καὶ ἀπὸ τοῦ κρατῶ γίνεται Κράτης Κράτητος· | |
20 | τὸ γὰρ δότης πλύτης θύτης οὐκ ἔχουσιν ἀπὸ τοῦ ἐνεστῶτος τὸ τ· διὰ τοῦτο οὐκ ἠκολούθησε τοῖς ἔχουσι τὸ τ τὸ Κράτης, ἀλλὰ τοῖς ἔχουσι τὸ σύμφωνον τοῦ ἐνεστῶτος. Τούτοις δέ, φημὶ δὴ τοῖς ἔχουσι τὸ τ, ἀκολουθεῖ κατὰ τὴν κλίσιν καὶ τὸ Σκύθης Σκύθου· Σκύτης γὰρ ἦν, καὶ κατὰ μετάθεσιν τοῦ τ εἰς θ γέγονε Σκύθης, ὥσπερ καὶ ἀπὸ τοῦ μένος | |
25 | γέγονε Μενέστης καὶ κατὰ μετάθεσιν τοῦ τ εἰς θ Μενέσθης, ἐξ οὗ γί‐ νεται καὶ Μενεσθεύς καὶ Μενέσθιος· οὕτως οὖν καὶ ἀπὸ τοῦ Σκύτης γέγονε Σκύθης· σκύτη γάρ φασι τοὺς Σκύθας φορεῖν, ἤγουν τὰ δέρ‐ ματα, ἤτοι τὰς λεγομένας λαρδογούνας. Ταῦτα μὲν ἐν τούτοις. Σημειοῦται ὁ τεχνικὸς τὸ κόμης κόμου καὶ γύης γύου ἰσοσυλλάβως | |
30 | κλιθέντα. Καὶ ἰστέον ὅτι τὸ κόμης τὸ ἐπὶ τῆς ἀξίας κατὰ τὴν ἀναλο‐ γίαν τὴν Ἑλληνικὴν οὐ δύναται γράφεσθαι διὰ τοῦ ι, ἀλλὰ διὰ τοῦ η· οὐδέποτε γὰρ γενικὴ διὰ τοῦ τος κλινομένη ἀρσενικὴ ἔχει ἐν τῇ παρα‐ ληγούσῃ τὸ ι, οἷον Λάχητος λέβητος Δάρητος πένητος τάπητος· πρόσ‐ κειται «ἀρσενική» διὰ τὰ παρὰ τοῖς Δωριεῦσι θηλυκά· τὸ γὰρ θέμις | |
35 | θέμιδος θέμιτος λέγουσιν οἱ Δωριεῖς, ὅθεν καὶ παρὰ τῷ ποιητῇ 〈Υ 4〉 Ζεὺς δὲ Θέμιστα κέλευε, κατὰ πλεονασμὸν τοῦ ς· καὶ τὸ Ἄρτεμις | |
Ἀρτέμιδος Ἀρτέμιτος καὶ τὸ χάρις χάριδος χάριτος· τοῦτο δὲ καὶ παρ’ | 154 | |
155 | ἡμῖν οὕτως ἐπεκράτησε λέγεσθαι· ὥστε οὖν τὸ κόμης κλινόμενον διὰ τοῦ τος, οἷον κόμητος, καὶ ἀρσενικὸν ὂν καὶ μὴ ἀπὸ Δωρίδος διαλέκτου δυνάμενον εἶναι ὥσπερ τὰ θηλυκά, οὐδὲ γάρ ἐστι θηλυκόν, οὐ δύναται γράφεσθαι διὰ τοῦ ι. Τὸ δὲ κύριον ὄνομα τὸ Κόμης διχῶς εὑρέθη | |
5 | κλινόμενον παρὰ τοῖς ἀρχαίοις· εὑρίσκεται γὰρ Κόμου ἡ γενική, ἰωνικῶς δὲ καὶ Κόμεω, ὥσπερ Ἀτρείδης Ἀτρείδεω, καὶ Κομάδης τὸ πατρωνυ‐ μικόν, ὥσπερ Βορεάδης Αἰνειάδης Κλευάδης· εὑρίσκεται δὲ καὶ διὰ τοῦ τος κλινόμενον τῷ λόγῳ τῶν ἰαμβικῶν, οἷον Κόμητος, ὡς παρὰ τῷ Καλλιμάχῳ, 〈fragm. 472 Sch.〉 δημεχθέα Χέλλωνα κακόκνημόν | |
10 | τε Κόμητα· (μετρεῖται δὲ κατὰ συνίζησιν, τουτέστι τὸ ε καὶ α εἰς μίαν συλλαβήν, οἷον δημε|χθέα Χέλ|λωνα κα|κόκνη|μόν τε Κό|μητα)· τὸ δὲ δημεχθέα σημαίνει τὸν μεμισημένον κατὰ τὸν δῆμον, ἤγουν τὸν ἀπεχθῆ τῷ δήμῳ. Ὅταν δὲ ἰσοσυλλάβως εὑρεθῶσι τὸ κόμης κόμου καὶ γύης γύου κλινόμενα, ἔχουσιν ἀπολογίαν τοιαύτην· τὰ ἀπὸ τῶν εἰς η θηλυ‐ | |
15 | κῶν εἰς ης γινόμενα βαρύτονα [ἀρσενικὰ] μὴ ἔχοντα οὐδέτερον εἰς ες εἰς τὴν ου δίφθογγον ἔχουσι τὴν γενικήν, οἷον λέσχη ὁ λέσχης τοῦ λέσχου, ἀράχνη ὁ ἀράχνης τοῦ ἀράχνου, κόμη ὁ ἀκερσεκόμης τοῦ ἀκερ‐ σεκόμου, δίκη ὁ ἑλλανοδίκης τοῦ ἑλλανοδίκου, γυνή ὁ μισογύνης τοῦ μισογύνου, χαίτη ὁ κυανοχαίτης τοῦ κυανοχαίτου, τέχνη ὁ κλυτοτέχνης | |
20 | τοῦ κλυτοτέχνου· οὕτως οὖν καὶ κόμη ὁ Κόμης τοῦ Κόμου (ἔστι δὲ ὄνομα κύριον) καὶ γύη ὁ γύης τοῦ γύου· καὶ γύη μὲν γάρ ἐστιν ἡ γῆ, γύης δὲ μέρος ἀρότρου. Πρόσκειται «βαρύτονα» διὰ τὸ τύχη Εὐτυχής Εὐτυχοῦς (ἔστι δὲ ὄνομα κύριον)· τοῦτο γὰρ εἰς ους ἔχει τὴν γενικήν, ἀλλ’ οὐκ ἔστι βαρύτονον ἀλλ’ ὀξύτονον. Μηδεὶς δὲ οἰέσθω τοῦτο ἔχειν | |
25 | οὐδέτερον· τὸ γὰρ εὐτυχές ἐκ τοῦ εὐτυχής τοῦ ἐπιθέτου ἐστίν, οὐ μὴν τοῦ κυρίου· οὐδέποτε γὰρ οὔτε τὰ κύρια οὔτε τὰ προσηγορικὰ ποιοῦσιν οὐδε‐ τέρου παρασχηματισμόν. Πρόσκειται «μὴ ἔχοντα οὐδέτερον εἰς ες» διὰ τὸ ἀκή τανυήκης τανυήκους· τοῦτο γὰρ βαρύτονόν ἐστι καὶ ὅμως εἰς ους ἔχει τὴν γενικήν, ἀλλ’ ἔχει οὐδέτερον εἰς ες, οἷον 〈Π 473〉 σπασσά‐ | |
30 | μενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ· ἐμάθομεν δὲ ὅτι τὰ εἰς ης ἔχοντα οὐδέτερον εἰς ες εἰς ους ἔχουσι τὴν γενικήν, οἷον ὁ εὐσεβής τοῦ εὐσεβοῦς τὸ εὐσεβές, ὁ εὐγενής τοῦ εὐγενοῦς τὸ εὐγενές, ὁ κακοήθης τοῦ κακοήθους τὸ κακόηθες, ὁ πλήρης τοῦ πλήρους τὸ πλῆρες· οὕτως οὖν καὶ ὁ τανυήκης τοῦ τανυήκους τὸ τανύηκες. | |
35 | Ἰστέον δὲ ὅτι οὐ μόνον τὸ κόμης κόμου ἔχομεν ἀντικείμενον τῷ κανόνι τοῦ τεχνικοῦ καὶ τὸ γύης γύου ἰσοσυλλάβως κλιθέντα, ἀλλὰ καὶ | |
τὸ Γράδης Γράδου· ἰδοὺ γὰρ καὶ αὐτὸ εἰς ης ἐστὶ βαρύτονον ἰαμβικὸν | 155 | |
156 | μὴ ἔχον ἐπ’ εὐθείας τὸ τ, καὶ ὅμως εἰς τὴν ου δίφθογγον ἔχει τὴν γε‐ νικὴν καὶ οὐκ εἰς τος· ἔστι δὲ τοῦτο πατρωνυμικόν, Γράδης γὰρ λέγε‐ ται ὁ υἱὸς τοῦ Γρᾶ· ἔχομεν δὲ τὸ ὄνομα ἐν τοῖς προλαβοῦσι, λέγω δὴ τὸ ὁ Γρᾶς τοῦ Γρᾶ. Ἔστι δὲ ἀπολογήσασθαι περὶ τοῦ Γράδης καὶ | |
5 | εἰπεῖν, ὅτι εὐλόγως εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικήν· καθόλου γὰρ τὰ εἰς δης πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ ὄντα εἰς τὴν ου δίφθογγον ἔχουσι τὴν γενικήν, πατρωνυμικὰ μέν, οἷον Ἀτρείδης Ἀτρεί‐ δου, Αἰακίδης Αἰακίδου, Πηλείδης Πηλείδου, Πριαμίδης Πριαμίδου, Λα‐ ερτιάδης Λαερτιάδου, τύπου δὲ πατρωνυμικοῦ, οἷον Εὐριπίδης Εὐριπί‐ | |
10 | δου, Θουκυδίδης Θουκυδίδου, Μιλτιάδης Μιλτιάδου, Ἀλκιβιάδης Ἀλκι‐ βιάδου· τούτῳ οὖν τῷ λόγῳ καὶ τὸ Γράδης Γράδου εἰς τὴν ου δί‐ φθογγον ἔχει τὴν γενικήν· πατρωνυμικὸν γάρ ἐστι, δηλοῖ δὲ τὸν υἱὸν τοῦ Γρᾶ. [Τὰ ἀπὸ τῆς εἰς ν ξ ρ ψ καταλήξεως καὶ τὰ ἀπὸ τῶν εἰς ος μὴ | |
15 | παραληγομένων τῇ αι διφθόγγῳ καὶ εἰς ως διὰ τοῦ ιδης γινόμενα πα‐ τρωνυμικὰ διὰ τοῦ ι γράφονται, οἷον Μέμνων Μεμνονίδης, Φοῖνιξ Φοινικίδης, Κύκλωψ Κυκλωπίδης, Νέστωρ Νεστορίδης, Λάγος Λαγίδης, Ἄριστος Ἀριστίδης, Μίνως Μινωΐδης, Ἥρως Ἡρωΐδης, καὶ ἐν συναι‐ ρέσει Μινῴδης καὶ Ἡρῴδης· τὰ δὲ ἀπὸ τῶν εἰς ευς καὶ αιος διὰ τῆς | |
20 | ει διφθόγγου, οἷον Ἀτρεύς Ἀτρείδης, Ἀλκαῖος Ἀλκείδης· τὰ δὲ ἀπὸ τῶν εἰς ης εἰς ους ἐχόντων τὴν γενικήν, εἰ μὲν βραχείᾳ παραλήγοιντο, διὰ τοῦ ι γράφονται, οἷον Εὐτυχής Εὐτυχοῦς Εὐτυχίδης, εἰ δὲ μακρᾷ, διὰ τῆς ει διφθόγγου, Ἡρακλῆς Ἡρακλοῦς Ἡρακλείδης, πλὴν τῶν τριῶν τούτων, Θρασυμήδης Θρασυμήδους Θρασυμηδίδης, Δικήρης Δικήρους | |
25 | Δικηρίδης καὶ Θεοκύδης Θεοκύδους Θεοκυδίδης, καὶ κράσει τοῦ ε καὶ ο εἰς τὴν ου δίφθογγον Θουκυδίδης.] Δεῖ δὲ γινώσκειν, ὅτι τὰ εἰς δης πατρωνυμικὰ ἢ τύπου πατρωνυ‐ μικοῦ ὄντα θέλουσιν ἔχειν πρὸ τοῦ δης τὸ ι ἢ τὸ α· τὸ α μέν, οἷον Πυλάδης Ἀλκιβιάδης Μιλτιάδης, τὸ ι δέ, οἷον Εὐριπίδης Πριαμίδης | |
30 | Θουκυδίδης Ἀτρείδης Πηλείδης· ταῦτα δέ, φημὶ τὸ Ἀτρείδης καὶ Πη‐ λείδης, διὰ τῆς ει διφθόγγου γράφονται, ἀλλ’ οὖν πρὸ τοῦ δ τὸ ι ἔχουσιν. Δεῖ δὲ γινώσκειν, ὅτι οὐ πάντα τὰ ἔχοντα πρὸ τοῦ δ τὸ α εἰς τὴν ου δίφθογγον ἔχουσι τὴν γενικήν· ἰδοὺ γὰρ τὸ Ἀριφράδης (ἔστι δὲ ὄνομα κύριον) πρὸ τοῦ δ ἔχει τὸ α καὶ ὅμως εἰς ους ἔχει τὴν γε‐ | |
35 | νικήν, οἷον Ἀριφράδης Ἀριφράδους· εἰς ους δὲ ἔχει τὴν γενικήν, ἐπειδὴ | |
τὰ εἰς ης ἀπὸ ῥήματος σύνθετα κύρια εἰς ους ἔχουσι τὴν γενικήν, χωρὶς | 156 | |
157 | εἰ μὴ χαρακτὴρ κωλύσῃ, οἷον δεύκω Πολυδεύκης Πολυδεύκους, μήδω Διομήδης Διομήδους, πείθω Διοπείθης Διοπείθους, φαίνω Ἀριστοφά‐ νης Ἀριστοφάνους· οὕτως οὖν καὶ φράζω ἔφραδον Ἀριφράδης Ἀρι‐ φράδους. Πρόσκειται «κύρια» διὰ τὸ πωλῶ παντοπώλης παντοπώλου | |
5 | καὶ μετρῶ γεωμέτρης γεωμέτρου· ταῦτα γὰρ εἰς τὴν ου δίφθογγον ἔχουσι τὴν γενικήν, ἀλλ’ οὐκ εἰσὶ κύρια. Πρόσκειται «χωρὶς εἰ μὴ χα‐ ρακτὴρ κωλύσῃ», διὰ τὸ κρίνω Θεοκρίνης Θεοκρίνου· τοῦτο γὰρ κύριόν ἐστι, καὶ ὅμως εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν τῷ χαρακτῆρι τῶν διὰ τοῦ ινης· τὰ γὰρ διὰ τοῦ ινης ἅπαντα εἰς τὴν ου δίφθογγον | |
10 | ἔχουσι τὴν γενικήν, οἷον Αἰσχίνης Αἰσχίνου, Λεπτίνης Λεπτίνου, Σμι‐ κρίνης Σμικρίνου· οὕτως οὖν καὶ Θεοκρίνης Θεοκρίνου. Ἄλλως τε δὲ τὸ Ἀριφράδης τὸ κύριον ἀπὸ τοῦ ἀριφραδής τοῦ ἐπιθέτου γέγονεν ἐν βαρείᾳ τάσει καὶ ἐφύλαξε τοῦ ἐπιθέτου τὴν κλίσιν· τὸ δὲ ἐπίθετον εἰς ους ἔχει τὴν γενικήν, ἐπειδὴ ἔχει οὐδέτερον εἰς ες, οἷον τὸ ἀριφραδές· | |
15 | τὰ δὲ εἰς ης ἔχοντα οὐδέτερον εἰς ες, ὡς ἐμάθομεν, εἰς ους ἔχουσι τὴν γενικήν, οἷον ὁ εὐσεβής τοῦ εὐσεβοῦς τὸ εὐσεβές, ὁ εὐγενής τοῦ εὐγενοῦς τὸ εὐγενές, ὁ κακοήθης τοῦ κακοήθους τὸ κακόηθες, ὁ πλήρης τοῦ πλήρους τὸ πλῆρες· οὕτως οὖν καὶ ὁ ἀριφραδής τοῦ ἀριφραδοῦς τὸ ἀριφραδές· καὶ λοιπὸν γενόμενον κύριον ἐν βαρείᾳ τάσει τὴν αὐτὴν | |
20 | κλίσιν ἐφύλαξεν. Ταῦτα μὲν ἐν τούτοις. Ἐπειδὴ δὲ πατρωνυμικῶν καὶ τύπου πατρωνυμικοῦ ἐμνημονεύσαμεν, μάθωμεν τί διαφέρουσιν ἀλλήλων· καὶ ἰστέον ὅτι τὰ πατρωνυμικὰ εἰς τὸ υἱὸς ἢ ἔγγονος διαλύονται, οἷον Ἀτρείδης ὁ τοῦ Ἀτρέως υἱός, Πη‐ λείδης ὁ τοῦ Πηλέως υἱός, Αἰακίδης ὁ τοῦ Αἰακοῦ ἔγγονος, τὰ δὲ τύ‐ | |
25 | που πατρωνυμικοῦ ὄντα οὐδὲν τοιοῦτον ἔχουσιν· οὐδὲ γὰρ διαλύονται εἰς τὸ υἱὸς ἢ ἔγγονος, οἷον Ἡρῴδης Πυλάδης Θουκυδίδης· ταῦτα γὰρ οὐ σημαίνουσιν υἱόν τινος ἢ ἔγγονον, ἀλλὰ κύριά εἰσιν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι εὑρίσκονται καὶ ἄλλα ἰαμβικὰ μὴ ἔχοντα ἐπ’ εὐθείας | |
30 | τὸ τ καὶ εἰς τὴν ου δίφθογγον ἔχοντα τὴν γενικήν· εἰσὶ δὲ ταῦτα· Ἴδης Ἴδου (ἔστι δὲ ὄνομα κύριον), Γύγης Γύγου καὶ Γύγητος (ἐπὶ τοῦ γίγαν‐ τος· ὅτε δὲ ἐπὶ τοῦ βασιλέως τῆς Λυδίας λέγεται, σπονδειακόν ἐστι καὶ ἰσοσυλλάβως κλίνεται), Σάκης Σάκου (ἔστι δὲ ὄνομα ἔθνους), Πύδης Πύδου (ὄνομα ποταμοῦ), ὡς παρὰ Ἀντιμάχῳ 〈fragm. 101 K〉 κὰδ δὲ | |
35 | Πύδην τε ῥέοντα· τοῦτο δὲ ἐναντίως ἔκλινεν ὁ Ἀντίμαχος· ὅτε μὲν γὰρ ἰαμβικόν ἐστιν, ἰσοσυλλάβως αὐτὸ κλίνει, ὡς ἐπὶ τῆς λεχθείσης | |
χρήσεως, ὅτε δὲ σπονδειακόν ἐστι, περιττοσυλλάβως αὐτὸ κλίνει, οἷον | 157 | |
158 | 〈fragm. 102 K〉 Πύδητος κούρη τηλεκλειτοῦ ποταμοῖο· μύκης μύκου καὶ μύκητος· τοῦτο δὲ διάφορα σημαίνει· σημαίνει γὰρ καὶ τὸ καρβώνια τὰ ἐπικείμενα τοῖς λύχνοις, ὡς παρὰ Καλλιμάχῳ ἐν τῇ Ἑκάλῃ, 〈fragm. 47 Sch.〉 ὁππότε λύχνου Δαιομένου πυρόεντες ἄδην | |
5 | ἐγένοντο μύκητες· σημαίνει δὲ καὶ τοὺς ἀμανίτας τοὺς περὶ τὰ δένδρα γινομένους, ὡς παρὰ Ἀντιφάνει 〈fragm. 226. 227, 11 K〉 ὄπτα μύκητας πρινίνους τουσδὶ δύο· σημαίνει δὲ καὶ τὸ μέρος τῆς λα‐ βῆς τοῦ ξίφους, ἔνθα κρατεῖ τις, οὗ πεσόντος ἐκ Περσέως Μυκήνας συνέβη κτισθῆναι· σημαίνει δὲ καὶ τὸ αἰδοῖον τοῦ ἀνθρώπου, ὅπερ ἰσο‐ | |
10 | συλλάβως ἔκλινεν ὁ Ἀρχίλοχος, εἰπὼν 〈fragm. 47 B4〉 ἀλλ’ ἀπερρώ‐ γασί μοι Μύκεω τένοντες· πάλιν Σάπης Σάπου καὶ Χάρης Χάρου καὶ Χάρητος, Πύλης Πύλου καὶ Πύλητος, Μύνης Μύνου καὶ Μύνητος· ὁ μὲν γὰρ Σοφοκλῆς Μύνου ἔκλινεν, ἐν Αἰχμαλωτίσιν εἰπὼν 〈fragm. 40 N〉 Μύνου τ’ Ἐπιστρόφου τε· ὁ δὲ ποιητὴς ἀναλόγως Μύνητος, | |
15 | οἷον 〈Τ 296〉 πέρσεν δὲ πόλιν θείοιο Μύνητος· Μέγης Μέγου, ἐξ οὗ τὸ 〈Ο 302〉 Μέγην τ’ ἀτάλαντον Ἄρηϊ, καὶ Μέγητος· ταῦτα δὲ ποιητικὰ λέγομεν εἶναι, καὶ οὐ κατὰ ἀναλογίαν γεγόνασιν. Ταῦτα μὲν ἐν τούτοις. Τῷ Λάχητι, τὸν Λάχητα· εἴρηται. Ὦ Λάχης. Λέγει ὁ τεχνι‐ | |
20 | κός, ὅτι τὰ εἰς ης ἢ εἰς ως ὀνόματα διὰ καθαροῦ τοῦ τος κλι‐ νόμενα ὁμόφωνον ἔχουσι τὴν κλητικὴν τῇ εὐθείᾳ, οἷον ὁ Λά‐ χης τοῦ Λάχητος ὦ Λάχης, ὁ πένης τοῦ πένητος ὦ πένης, ὁ λέβης τοῦ λέβητος ὦ λέβης, ὁ ἔρως τοῦ ἔρωτος ὦ ἔρως, ὁ ἱδρώς τοῦ ἱδρῶ‐ τος ὦ ἱδρώς, ὁ ἀπτώς τοῦ ἀπτῶτος ὦ ἀπτώς. Πρόσκειται «διὰ κα‐ | |
25 | θαροῦ τοῦ τος κλινόμενα» διὰ τὸ τιμῆς τιμῆντος καὶ φθογγῆς φθογ‐ γῆντος· ταῦτα γὰρ οὐκ ἔχουσιν ὁμόφωνον τὴν κλητικὴν τῇ εὐθείᾳ· οὐδὲ γὰρ λέγομεν ὦ τιμῆς καὶ ὦ φθογγῆς, ἀλλ’ ὦ τιμῆν καὶ ὦ φθογ‐ γῆν, ἀπὸ τῆς τιμῆντος καὶ φθογγῆντος γενικῆς κατὰ ἀποβολὴν τῆς τος, ὥσπερ Αἴαντος Αἶαν· ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν ταῦτα, ἐπειδὴ οὐ κλί‐ | |
30 | νονται διὰ καθαροῦ τοῦ τος, ἀλλὰ διὰ τοῦ ντ. Ταῦτα μὲν ἐν τούτοις. | |
Τὼ Λάχητε, τοῖν Λαχήτοιν, ὦ Λάχητε. | 158 | |
159 | Οἱ Λάχητες, τῶν Λαχήτων, τοῖς Λάχησι, τοὺς Λάχητας, ὦ Λάχητες. Κανὼν δʹ. Ὁ Χρύσης τοῦ Χρύσου. | |
5 | Τὰ εἰς ης βαρύτονα σπονδειακὰ εἰς τὴν ου δίφθογγον ἔχουσι τὴν γενικήν, οἷον Χρύσης Χρύσου, Πέρσης Πέρσου, Τέννης Τέννου, Ξέρξης Ξέρξου. «Εἰς ης» εἶπε διὰ τὰς ἄλλας καταλήξεις, οἷον διὰ τὸ Αἴας· τοῦτο γὰρ πάντα ἔχον τὰ τοῦ κανόνος οὐκ ἔχει τὴν γε‐ νικὴν εἰς τὴν ου δίφθογγον, ἐπειδὴ οὐκ ἔστιν εἰς ης. Πρόσκειται «βα‐ | |
10 | ρύτονα» διὰ τὰ ὀξύτονα καὶ τὰ περισπώμενα· καὶ διὰ μὲν τὰ ὀξύτονα, οἷον διὰ τὸ ψευδής ψευδοῦς, εἰς ους γὰρ ἔχει τὴν γενικήν, ἀλλ’ οὐκ ἔστι βαρύτονον ἀλλ’ ὀξύτονον· εἰς ους δὲ ἔχει τὴν γενικήν, ἐπειδὴ ἔχει οὐδέτερον εἰς ες, οἷον τὸ ψευδές· ἔχομεν γὰρ κανόνα, ὅτι τὰ εἰς ης ἔχοντα οὐδέτερον εἰς ες εἰς ους ἔχει τὴν γενικήν, οἷον ὁ εὐσεβής τοῦ | |
15 | εὐσεβοῦς τὸ εὐσεβές, ὁ εὐγενής τοῦ εὐγενοῦς τὸ εὐγενές, ὁ κακοήθης τοῦ κακοήθους τὸ κακόηθες· οὕτως οὖν καὶ ὁ ψευδής τοῦ ψευδοῦς, ὅτι τὸ ψευδές. Πρόσκειται πάλιν «βαρύτονα» διὰ τὰ ὀξύτονα, οἷον διὰ τὸ προβλής προβλῆτος καὶ ἀβλής ἀβλῆτος· ταῦτα γὰρ διὰ καθαροῦ τοῦ τος κλίνονται, ἀλλ’ οὐκ εἰσὶ βαρύτονα ἀλλ’ ὀξύτονα, ὑπάγονται δὲ | |
20 | ταῦτα κανόνι τοιούτῳ· τὰ εἰς ς λήγοντα ὀξύτονα σύνθετα ἀπὸ ῥήματος, μίαν συλλαβὴν φυλάττοντα τοῦ παθητικοῦ παρακειμένου, διὰ καθαροῦ τοῦ τος κλίνονται, εἴτε εἰς ας ὦσιν εἴτε εἰς ης εἴτε εἰς ως, οἷον κέ‐ κραται χαλκοκράς χαλκοκρᾶτος (ὁ χαλκῷ κεκραμένος), νεοκράς νεοκρᾶ‐ τος (ὁ νεωστὶ κεκραμένος), βέβληται ἀβλής ἀβλῆτος, προβλής προβλῆ‐ | |
25 | τος, τέθνηκα ἡμιθνής ἡμιθνῆτος· τοῦτο δέ, φημὶ τὸ τέθνηκα, τῇ μὲν φωνῇ ἐστιν ἐνεργητικόν, τῷ δὲ σημαινομένῳ παθητικόν· τοιοῦτόν ἐστι καὶ τὸ πέπτωκα, τῷ μὲν σημαινομένῳ παθητικόν, τῇ δὲ φωνῇ ἐνεργη‐ τικόν, ἐξ οὗ γίνεται τὸ ἀπτώς ἀπτῶτος· πάλιν τέτρωμαι ἀτρώς ἀτρῶ‐ τος· ἰδοὺ ταῦτα πάντα μίαν συλλαβὴν ἐφύλαξαν τοῦ παθητικοῦ παρα‐ | |
30 | κειμένου καὶ διὰ καθαροῦ τοῦ τος ἔχουσι τὴν γενικήν. Πρόσκειται πά‐ λιν «βαρύτονα» διὰ τὰ περισπώμενα, οἷον διὰ τὸ Σωκλῆς Σωκλοῦς, Προκλῆς Προκλοῦς· ταῦτα γὰρ εἰς ους ἔχουσι τὴν γενικήν· καὶ διὰ τὸ τιμῆς τιμῆντος καὶ φθογγῆς φθογγῆντος· ταῦτα γὰρ διὰ τοῦ ντ κλί‐ νονται. Πρόσκειται ἐν τῷ κανόνι «σπονδειακά» διὰ τὰ εἰρημένα ἰαμ‐ | |
35 | βικά, οἷον διὰ τὸ Λάχης Λάχητος, πένης πένητος καὶ τὰ ὅμοια. Φησὶ δὲ ὁ τεχνικός, ὅτι σεσημείωται τὸ μάσθλης μάσθλητος, | |
Μόργης Μόργητος καὶ Μήλης Μήλητος· τὰ γὰρ ἄλλα ἔχου‐ | 159 | |
160 | σιν ἀπολογίαν· τοῦτο δὲ εἶπεν, ὡς δῆθεν τῶν τριῶν τούτων μὴ ἐχόν‐ των ἀπολογίαν. Ἔστι δὲ ἀπολογήσασθαι καὶ εἰπεῖν περὶ αὐτῶν οὕτως, ὅτι τὸ μάσθλης καὶ Μήλης ὑπάγονται κανόνι τοιούτῳ· τὰ εἰς λης λή‐ γοντα δισύλλαβα ὡς ἐπὶ τὸ πλεῖστον διὰ τοῦ τος κλίνονται, οἷον Πόλ‐ | |
5 | λης Πόλλητος, Μέμβλης Μέμβλητος, Βάμβλης Βάμβλητος· οὕτως οὖν καὶ μάσθλης μάσθλητος (σημαίνει δὲ τὸν μεμαλαγμένον λῶρον) καὶ Μή‐ λης Μήλητος (ἔστι δὲ ὄνομα ποταμοῦ)· πρόσκειται «δισύλλαβα» διὰ τὸ Ὀζόλης Ὀζόλου (ἔστι δὲ ἔθνος) καὶ Δημομέλης Δημομέλους (ἔστι δὲ ὄνομα κύριον)· ταῦτα γὰρ οὐ κλίνονται διὰ τοῦ τος, ἀλλ’ οὐκ εἰσὶ δι‐ | |
10 | σύλλαβα· πρόσκειται «ὡς ἐπὶ τὸ πλεῖστον» διὰ τὸ Μέσθλης Μέσθλου· τοῦτο γὰρ ἰσοσυλλάβως κλίνεται, οἷον ὡς παρὰ τῷ ποιητῇ 〈Ρ 216〉 Μέσθλην τε Γλαῦκόν τε. Τινὲς δὲ περὶ τοῦ Μήλης Μήλητος βού‐ λονται εἰπεῖν ἀπολογίαν τοιαύτην, ὅτι Μέλης Μέλητος ἦν καὶ ὡς ἰαμ‐ βικὸν εὐλόγως ἐκλίθη διὰ τοῦ τος, καὶ λοιπὸν ἐκτάσεως τοῦ ε γενο‐ | |
15 | μένης εἰς τὸ η ἐγένετο Μήλης σπονδειακὸν καὶ ἐφύλαξε τὴν αὐτὴν κλί‐ σιν· οὗτοι δὲ κακῶς λέγουσιν, ἄλλος γάρ ἐστι ποταμὸς ὁ Μέλης ὁ διὰ τοῦ ε καὶ ἄλλος ποταμὸς ὁ Μήλης ὁ διὰ τοῦ η τῆς Κολοφῶνος. Τὸ δὲ Μόργης Μόργητος διὰ τοῦ τος ἐκλίθη, ἐπειδὴ τὰ εἰς γης λήγοντα ἔχοντα πρὸ τοῦ γ τὸ ς ἢ τὸ ρ διὰ τοῦ τος κλίνονται, οἷον Μίσγης | |
20 | Μίσγητος, Λίργης Λίργητος· οὕτως οὖν καὶ Μόργης Μόργητος (ἔστι δὲ ὄνομα ἔθνους). Δεῖ προσθεῖναι «χωρὶς τοῦ Ἄργης Ἄργου»· τοῦτο γὰρ ἰσοσυλλάβως κλίνεται, οἷον ὡς παρ’ Ἡσιόδῳ 〈Theog. 140〉 Βρόν‐ την τε Στερόπην τε καὶ Ἄργην ὀμβριμόθυμον. Προσέθηκεν ὁ τεχνικός, ὅτι τὰ μὲν ἄλλα ἔχουσιν ἀπολογίαν· ἔστι | |
25 | δὲ ταῦτα, οἷον Ναίης Ναίητος (ἔστι δὲ ὄνομα κύριον), κούρης κούρητος (ὁ νεώτερος), οἷον 〈Τ 248〉 κούρητες Ἀχαιῶν, Ὅπλης Ὅπλητος (ὄνομα κύριον), Πίγρης Πίγρητος, Τίγρης Τίγρητος (ἔστι δὲ ὄνομα πο‐ ταμοῦ)· τοῦτο δὲ καὶ διὰ τοῦ η γράφεται καὶ διὰ τοῦ ι· ἀλλ’ ἡνίκα μὲν διὰ τοῦ η γράφεται, διὰ τοῦ τος κλίνεται, οἷον Τίγρητος, ἡνίκα δὲ διὰ | |
30 | τοῦ ι γράφεται, διὰ τοῦ δος κλίνεται, οἷον Τίγριδος, τῷ λόγῳ τῶν κυρίων, ὡς Πάρις Πάριδος. Ἔτι σεσημείωται καὶ τὸ Βάβρης Βάβρητος καὶ τὸ Φάγρης Φάγρητος καὶ τὸ Μάγνης Μάγνητος (ἔστι δὲ ὄνομα κύ‐ ριον καὶ ἐθνικόν· Μάγνης γὰρ λέγεται ὁ πολίτης τῆς Μαγνησίας) καὶ τὸ Ἴγνης Ἴγνητος καὶ τὸ Μάσης Μάσητος καὶ τὸ Πάρνης Πάρνηθος | |
35 | καὶ τὸ Μένδης Μένδητος καὶ τὸ γλοίης γλοίητος (σημαίνει δὲ τὸν κα‐ κοήθη) καὶ τὸ πλήρης πλήρους καὶ τὸ Ἄρης Ἄρεος. Καὶ τὸ μὲν Ναίης | |
Ναίητος καὶ τὸ κούρης κούρητος ἔχουσιν ἀπολογίαν τοιαύτην, ὅτι Νάης | 160 | |
161 | Νάητος καὶ κόρης κόρητος ἦν καὶ τῷ λόγῳ τῶν ἰαμβικῶν διὰ τοῦ τος ἐκλίνοντο, καὶ ἐπλεόνασε τὸ μὲν Νάης τὸ ι καὶ ἐγένετο Ναίης, τὸ δὲ κόρης τὸ υ καὶ ἐγένετο κούρης, καὶ ἐφύλαξαν τὴν αὐτὴν κλίσιν. Ἔχουσι δὲ καὶ ἄλλην ἀπολογίαν τοιαύτην, τὸ μὲν κούρης, ὅτι τὰ εἰς ρης λή‐ | |
5 | γοντα δισύλλαβα τῇ ου διφθόγγῳ παραληγόμενα διὰ τοῦ τος κλίνονται, οἷον Μούρης Μούρητος, Δούρης Δούρητος· οὕτως οὖν καὶ κούρης κούρητος. Περὶ δὲ τοῦ Ναίης Ναίητος ἔστιν εἰπεῖν, ὅτι πολλάκις ἡ αι καὶ ἡ οι δίφθογγοι ἀντὶ κοινῆς παραλαμβάνονται, ὅθεν καὶ τούτων τῶν διφθόγγων ἐπὶ τέλους οὐσῶν πολλάκις προπαροξύνεται ἡ λέξις, οἷον | |
10 | Ῥόδιοι Ὅμηροι ἅμαξαι ἄελλαι· καὶ παρὰ τοῖς ποιηταῖς δὲ πολλάκις ἡ αι καὶ ἡ οι δίφθογγοι ἀντὶ κοινῆς παραλαμβάνονται, τῆς κοινῆς μὴ ἀπαρτιζούσης εἰς μέρος λόγου, ὡς παρὰ Θεοκρίτῳ 〈11, 18〉 ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα, καὶ παρὰ Μενάνδρῳ 〈fragm. 181 K〉 οἱ τηλικοῦτοι καὶ τοιοῦτοι τῷ γένει, καὶ παρὰ τῷ | |
15 | ποιητῇ 〈Π 235〉 σοὶ ναίους’ ὑποφῆται, ἀνιπτόποδες, χαμαι‐ εῦναι· τούτου οὖν χάριν τὸ Ναίης ὡς ἔχον τὴν αι δίφθογγον ἀντὶ κοινῆς τῷ λόγῳ τῶν ἰαμβικῶν ἐκλίθη· τούτῳ τῷ λόγῳ δὲ καὶ τὸ γλοίης γλοίητος ὑπάγεται, ἔχει γὰρ τὴν οι δίφθογγον, ἥτις ὡς εἴρηται πολ‐ λάκις ἀντὶ κοινῆς παραλαμβάνεται. Τὸ δὲ Ὅπλης Ὅπλητος καὶ Τίγρης | |
20 | Τίγρητος καὶ Πίγρης Πίγρητος καὶ Βάβρης Βάβρητος καὶ Φάγρης Φά‐ γρητος καὶ Μάγνης Μάγνητος καὶ Ἴγνης Ἴγνητος ἔχουσιν ἄφωνον πρὸ ἀμεταβόλου καὶ κοινὴν τὴν συλλαβὴν ἔχουσιν, καὶ ὡς ἔχοντα κοινὴν τὴν συλλαβὴν τῷ λόγῳ τῶν ἰαμβικῶν διὰ τοῦ τος ἐκλίθησαν. Τὸ δὲ λάγνης λάγνου, εἰ καὶ ἔχει ἄφωνον πρὸ ἀμεταβόλου, εἰς τὴν ου δί‐ | |
25 | φθογγον ἔχει τὴν γενικὴν τῷ λόγῳ τοῦ Κόμης Κόμου καὶ γύης γύου· ὥσπερ γὰρ ἀπὸ τοῦ δίκη γίνεται ἑλλανοδίκης ἑλλανοδίκου, οὕτω καὶ ἀπὸ τοῦ γυνή καὶ τοῦ λα τοῦ ἐπιτατικοῦ μορίου γίνεται λαγύνης, οἱονεὶ ὁ ἐπίτασιν πολλὴν ἔχων πρὸς τὰς γυναῖκας, καὶ κατὰ συγκοπὴν λάγνης λάγνου. Τὸ δὲ Ἴγνης Ἴγνητος ἔχει καὶ ἄλλην ἀπολογίαν, ὅτι | |
30 | Γνής Γνητός ἦν, ὥσπερ Κρής Κρητός, καὶ ἐγένετο ἐν συνθέσει μετὰ τῆς ἴ ἀντωνυμίας, οἷον ἐγώ σύ ἴ, Ἴγνης Ἴγνητος, καὶ ἐφύλαξε τὴν αὐτὴν κλίσιν (Ἴγνητες δέ εἰσιν οἱ γνήσιοι Ῥόδιοι), ὥσπερ καὶ ἀπὸ τοῦ Κρής Κρητός γίνεται Ἐτεόκρης Ἐτεόκρητος, καὶ φυλάττει τὴν αὐτὴν κλίσιν. | |
Περὶ δὲ τοῦ Μάσης Μάσητος (ἔστι δὲ ὄνομα πόλεως, ὡς παρὰ τῷ | 161 | |
162 | ποιητῇ, οἷον 〈Β 562〉 οἵ τ’ ἔχον Αἴγιναν Μάσητά τε υἷες Ἀχαιῶν) ἔστιν εἰπεῖν, ὅτι συνεσταλμένον ἔχει τὸ α καὶ ὡς ἰαμβικὸν ἐκλίθη διὰ τοῦ τος, ἀλλὰ ποιητικῶς τὸ α ἐξέτεινε διὰ τὸ μέτρον· ἢ λέ‐ γομεν ὅτι ἀπὸ τοῦ ὁ Μάσητος τοῦ Μασήτου τῷ Μασήτῳ τὸν Μάσητον | |
5 | γέγονε κατὰ μεταπλασμὸν Μάσητα. Τὸ δὲ πλήρης πλήρους ἐπειδὴ ἔχει οὐδέτερον εἰς ες, οἷον τὸ πλῆρες, διὰ τοῦτο εἰς ους ἔχει τὴν γενικήν· ἐμάθομεν γὰρ ὅτι τὰ εἰς ης ἔχοντα οὐδέτερον εἰς ες εἰς ους ἔχουσι τὴν γενικήν, οἷον ὁ σαφής τοῦ σαφοῦς τὸ σαφές, ὁ εὐσεβής τοῦ εὐσε‐ βοῦς τὸ εὐσεβές· οὕτως οὖν καὶ ὁ πλήρης τοῦ πλήρους τὸ πλῆρες· | |
10 | ἄλλως τε δὲ ὅτι οὐδὲ ἔστι τοῦτο δισύλλαβον φύσει· ἢ γὰρ ἀπὸ τοῦ πλείων γέγονε πλειήρης καὶ ἐν συγκοπῇ πλήρης, ἢ ἀπὸ τοῦ πολύς πολήρης γέγονε καὶ ἐν συγκοπῇ πλήρης. Τὸ δὲ Πάρνης Πάρνηθος καὶ Μένδης Μένδητος, ἐπειδὴ καὶ θηλυκῶς λέγονται, οἷον 〈Aristoph. Nub. 323〉 βλέπε νῦν δεῦρο πρὸς τὴν Πάρνηθα (ἔστι δὲ ὄρος τῆς Ἀτ‐ | |
15 | τικῆς), καὶ πάλιν 〈Pind. fragm. 201 B4〉 Αἰγυπτίαν Μένδητα (ἔστι δὲ ὄνομα πόλεως Αἰγύπτου), εἰκότως διὰ τοῦ τος ἐκλίθησαν· τὰ γὰρ εἰς ης θηλυκὰ μονογενῆ διὰ τοῦ τος κλίνονται, οἷον ἐσθής ἐσθῆτος, ποτής ποτῆτος, 〈Λ 780〉 ἐδητύος ἠδὲ ποτῆτος (σημαίνει δὲ τὴν πό‐ σιν), ποιότης ποιότητος, φιλότης φιλότητος, κακότης κακότητος· οὕτως | |
20 | οὖν καὶ Μένδης Μένδητος καὶ Πάρνης Πάρνητος καὶ Πάρνηθος κατὰ μετάθεσιν τοῦ τ εἰς θ. Πρόσκειται «μονογενῆ» διὰ τὸ νημερτής νημερ‐ τοῦς· τοῦτο γὰρ ὡς ἔχον οὐδέτερον εἰς ες, ἤγουν τὸ νημερτές, εἰς ους ἔχει τὴν γενικήν· τοῦτο δὲ καὶ κύριον γινόμενον τὴν αὐτὴν κλίσιν φυ‐ λάττει· ἔχομεν δὲ τὴν χρῆσιν τοῦ κυρίου παρ’ Ὁμήρῳ, οἷον 〈Σ 46〉 | |
25 | Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα. Τὸ δὲ Ἄρης διαφόρους ἔχει κλίσεις· καὶ γὰρ κλίνεται τῷ λόγῳ τῶν ἰαμβικῶν, οἷον Ἄρητος, ἔχον τὸ Ἀρητιάδης πατρωνυμικόν· καὶ πάλιν τῷ λόγῳ τῶν σπονδειακῶν, οἷον Ἄρου, ἐξ οὗ τὸ 〈Φ 431〉 ἦλ‐ θεν Ἄρῃ ἐπίκουρος, ὥσπερ τῷ Χρύσῃ, καὶ πάλιν 〈Ε 909〉 παύ‐ | |
30 | σασαι βροτολοιγὸν Ἄρην ἀνδροκτασιάων, ὥσπερ τὸν Χρύσην· ἔστι δὲ καὶ Ἄρης Ἄρους, τῷ λόγῳ τῶν ἀπὸ ῥήματος συνθέτων κυρίων τῷ εἰρημένῳ ἐν τῇ περὶ τοῦ Λάχης διδασκαλίᾳ, ἡνίκα περὶ τοῦ Ἀρι‐ φράδης διελαμβάνομεν· ὥσπερ γὰρ ἀπὸ τοῦ φαίνω γίνεται Ἀριστοφά‐ νης Ἀριστοφάνους, τῷ αὐτῷ τρόπῳ καὶ παρὰ τὸ ῥῶ, τὸ σημαῖνον τὸ | |
35 | λέγω, ἐξ οὗ καὶ ῥῆσις καὶ ῥῆμα καὶ ῥήτωρ, γίνεται Ἄρης ἐν συνθέσει | |
τοῦ α τοῦ στερητικοῦ, οἱονεὶ ὁ ἐστερημένος τοῦ λέγειν, ἐν γὰρ τῷ πο‐ | 162 | |
163 | λέμῳ οὐ λόγων καιρὸς ἀλλὰ πράξεως, ὡς καὶ ὁ ποιητὴς ἐδήλωσεν εἰπὼν 〈Π 630〉 ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ’ ἐνὶ βουλῇ· ἐκ ταύτης δὲ τῆς γενικῆς, φημὶ δὴ τῆς εἰς ους, ἐστὶ κλητικὴ Ἄρες, οἷον 〈Ε 31〉 Ἆρες, Ἄρες, βροτολοιγέ, μιαιφόνε, ὥσπερ | |
5 | Δημοσθένης Δημοσθένους Δημόσθενες· εὑρίσκεται δὲ καὶ Ἄρεως ἀττι‐ κῶς διὰ τοῦ ω, ὡς ἀπὸ τοῦ Ἄρευς, καὶ Ἄρηος ἰωνικῶς, καὶ Ἄρευος αἰολικῶς· Ἄρης γάρ ἐστι καὶ ταράττει τὴν κλίσιν. Ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις. Τῷ Χρύσῃ, τὸν Χρύσην· εἴρηται. | |
10 | Ὦ Χρύση. Ἰστέον ὅτι περὶ τῆς κλητικῆς τῶν εἰς ης ἐστὶ καθολι‐ κώτερον εἰπεῖν οὕτως· τὰ εἰς ης ἐὰν μὲν περιττοσυλλάβως κλίνωνται εἰς σύμφωνον ἔχουσι τὴν κλητικήν, τουτέστιν εἰς ς ἢ εἰς ν, ἐὰν δὲ ἰσο‐ συλλάβως κλίνωνται εἰς φωνῆεν ἔχουσι τὴν κλητικήν, τουτέστιν ἢ εἰς η ἢ εἰς α. Καὶ λοιπὸν συνάγονται πέντε κλητικαὶ ἐκ τῶν τεσσάρων | |
15 | τούτων στοιχείων· τὰ γὰρ εἰς ης λήγοντα ἐὰν μὲν διὰ καθαροῦ τοῦ τος κλίνωνται τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν, οἷον Λάχης Λά‐ χητος ὦ Λάχης, λέβης λέβητος ὦ λέβης, πένης πένητος ὦ πένης· ἐὰν δὲ εἰς ους ἔχωσι τὴν γενικὴν εἰς ες ποιοῦσι τὴν κλητικήν, οἷον Δημο‐ σθένης Δημοσθένους ὦ Δημόσθενες, Ἀριστοφάνης Ἀριστοφάνους ὦ Ἀρι‐ | |
20 | στόφανες· καὶ ἰδοὺ εὑρίσκονται κλητικαὶ διάφοροι εἰς ς καταλήγουσαι ἐὰν δὲ διὰ τοῦ ντ κλίνωνται εἰς ν ἔχουσι τὴν κλητικήν, οἷον φθογγῆς φθογγῆντος ὦ φθογγῆν, τιμῆς τιμῆντος ὦ τιμῆν, δαφνῆς δαφνῆντος ὦ δαφνῆν· τὰ δὲ εἰς ης ἰσοσυλλάβως κλινόμενα ἔχοντα τὸ τ ἢ ἐθνικὰ ὄντα ἢ σύνθετα ἀπὸ ῥήματος ἢ εἰς πης, ἅτινα καὶ ποιητικὰ δοκοῦσιν | |
25 | εἶναι, εἰς α ἔχουσι τὴν κλητικήν· ἐὰν δὲ μὴ οὕτως ἔχωσιν, εἰς η ἔχουσι τὴν κλητικήν, τουτέστιν ἀποβολῇ τοῦ ς τοῦ κατὰ τὴν εὐθεῖαν ποιοῦσι τὴν κλητικήν. Ἔστωσαν δὲ παραδείγματα τοῦ μὲν προτέρου κανόνος ταῦτα, θύτης θύτου ὦ θύτα, δότης δότου ὦ δότα, τοξότης τοξότου ὦ τοξότα, ποιητής ποιητοῦ ὦ ποιητά· ἰδοὺ ταῦτα ἔχουσι τὸ τ καὶ εἰς α | |
30 | ποιοῦσι τὴν κλητικήν· καὶ πάλιν Σκύθης Σκύθου ὦ Σκύθα, Καππαδόκης Καππαδόκου ὦ Καππαδόκα, Πέρσης Πέρσου ὦ Πέρσα· ἰδοὺ ταῦτα ἐθνικά εἰσι καὶ εἰς α ἔχουσι τὴν κλητικήν· τὸ γὰρ κύριον ὄνομα τὸ Πέρσης εἰς η ἔχει τὴν κλητικήν, οἷον ὦ Πέρση, ὡς παρ’ Ἡσιόδῳ 〈Opp. 27〉 ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ· σημειούμεθα παρ’ | |
35 | Ἡρακλείδῃ ἐν τοῖς Περὶ χρησμῶν, ὅτιπερ καὶ λέγουσί τινες πεπλασμένον εἶναι, τὸ ὦ Πέρση ποικιλόδιφρε, ἰδὼν ἀπὸ χεῖρας ἔχεσθαι· | |
ἔστι γὰρ ἐνταῦθα ἐθνικόν, καὶ εἰς η καταλήγει ἡ κλητική σύνθετα δὲ | 163 | |
164 | ἀπὸ ῥήματος, οἷον μετρῶ γεωμέτρης γεωμέτρου ὦ γεωμέτρα, πωλῶ παντοπώλης παντοπώλου ὦ παντοπῶλα, τρίβω παιδοτρίβης παιδοτρί‐ βου ὦ παιδοτρίβα· ἰδοὺ γὰρ ταῦτα ἀπὸ ῥήματός εἰσι σύνθετα καὶ εἰς α ἔχουσι τὴν κλητικήν· εἰς πης δέ, οἷον κυνώπης κυνώπου ὦ κυνῶπα, | |
5 | 〈Α 159〉 τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα· τινὲς δὲ θέλουσι ταῦτα τὰ ἔχοντα τὸ π καὶ γινόμενα εἰς α ἐν τῇ κλητικῇ ποιη‐ τικὰ καλεῖν, ὡς κατὰ ποιητικὴν ἐξουσίαν γινόμενα. Τοῦ δὲ δευτέρου κανόνος, τουτέστι τῶν ἀποβολῇ τοῦ ς ποιούν‐ των τὴν κλητικήν, παραδείγματα ταῦτα· Εὐριπίδης Εὐριπίδου ὦ Εὐρι‐ | |
10 | πίδη, μισογύνης μισογύνου ὦ μισογύνη, Ἀτρείδης Ἀτρείδου ὦ Ἀτρείδη, Μηριόνης Μηριόνου ὦ Μηριόνη, 〈Ν 249〉 Μηριόνη Μόλου υἱέ, Χρύσης Χρύσου ὦ Χρύση, 〈Α 442〉 ὦ Χρύση, πρό μ’ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, Ξέρξης Ξέρξου ὦ Ξέρξη, Τέννης Τέννου ὦ Τέννη. Σημειούμεθα ἐν τούτῳ τῷ κανόνι τὸ λάγνης λάγνου ὦ λάγνα | |
15 | παρ’ Εὐβούλῳ ἐν Κορυδαλλῷ, ἔχει δὲ οὕτως 〈fragm. 55 K〉· ἴθι δεῦρ’ ἀφελοῦ τ’ ὦ λάγνα ταχὺ τὰ ποικίλα· καὶ τὸ πυραίχμης πυραίχμου ὦ πυραῖχμα καὶ τὸ μεναίχμης μεναίχμου ὦ μεναῖχμα· ταῦτα γὰρ εἰς α ἔχουσι τὴν κλητικὴν ὀφείλοντα εἰς η αὐτὴν ἔχειν· τὸ γὰρ Στρεψιάδης Στρεψιάδου ὦ Στρεψιάδη καὶ Ἡρακλείδης Ἡρακλείδου ὦ | |
20 | Ἡρακλείδη γενόμενα Στρεψίαδες καὶ Ἡράκλειδες παρὰ τοῖς κωμικοῖς παιγνίου χάριν ἐλέχθησαν, οἷον παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις 〈1206〉 μάκαρ ὦ Στρεψίαδες· ἐν δὲ τοῖς ἔχουσι τὸ τ σημειούμεθα τὸ Αἰήτης Αἰήτου ὦ Αἰήτη, ὡς παρὰ Ἀπολλωνίῳ 〈3, 386〉 Αἰήτη, σχέο μοι τῷδε στόλῳ, καὶ τὸ καλλιλαμπέτης καλλιλαμπέτου ὦ καλλιλαμπέτη, | |
25 | καὶ τὸ αἰναρέτης αἰναρέτου ὦ αἰναρέτη, ὡς παρὰ τῷ ποιητῇ 〈Π 31〉 αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ· αἰναρέτης δέ ἐστιν ὁ ἐπὶ κακῷ κεκτημένος τὴν ἀρετήν· καὶ παρὰ τῷ ποιητῇ 〈χ 287〉 ὦ φιλοθερσίτη, φιλοκέρτομε, καίτοι γε τοῦ ἁπλοῦ διὰ τοῦ α ἐξενεχθέντος παρ’ αὐτῷ, οἷον 〈Β 246〉 Θερσῖτ’ ἀκριτόμυθε· ταῦτα | |
30 | δὲ ἐσημειωσάμεθα, ὅτι ἔχοντα τὸ τ εἰς η ἔσχον τὴν κλητικήν, ὀφείλοντα εἰς α αὐτὴν ἔχειν· ἐν δὲ τοῖς ἐθνικοῖς ἐσημειωσάμεθα τὸ ὦ Πέρση | |
ποικιλόδιφρε εἰς η καταλῆγον. | 164 | |
165 | Τὼ Χρύσα. Ἰστέον ὅτι πᾶσα δοτικὴ ἑνικῶν εἰς η λήγουσα, δη‐ λονότι μετὰ τοῦ ἀνεκφωνήτου ι, τροπῇ τοῦ η εἰς α ποιεῖ τὴν εὐθεῖαν τῶν δυϊκῶν· ἀλλ’ ἐν τοῖς δυϊκοῖς οὐκ ἔστι τὸ ι προσγεγραμμένον, οἷον τῷ Χρύσῃ τὼ Χρύσα, τῷ Πέρσῃ τὼ Πέρσα, τῇ Μούσῃ τὰ Μούσα, τῇ | |
5 | Ἑλένῃ τὰ Ἑλένα· ἰστέον δὲ ὅτι ὁ τεχνικὸς ὡς πρὸς τὴν ἐκφώνησιν ἀποβλέπων εἰς η λήγουσαν ὠνόμασε, καὶ οὐ προσέθηκε τὸ ι. Τοῖν Χρύσαιν, ὦ Χρύσα· εἴρηται. Οἱ Χρῦσαι, τῶν Χρυσῶν, τοῖς Χρύσαις, τοὺς Χρύσας, ὦ Χρῦσαι. Κανὼν εʹ. | |
10 | Ὁ Δημοσθένης. Μετὰ τὸ διαλαβεῖν περὶ τῶν εἰς ης ἰαμβικῶν τε καὶ σπονδειακῶν διαλαμβάνει περὶ τῶν εἰς ης παρ’ οὐδετέρων συντεθειμένων, τουτέστι περὶ τοῦ Δημοσθένης καὶ τῶν ὁμοίων, λέγων ὅτι τὰ εἰς ης παρ’ οὐ‐ δετέρων συντεθειμένα εἰς ους ἔχουσι τὴν γενικήν, οἶον σθέ‐ | |
15 | νος Δημοσθένης Δημοσθένους, γένος Διογένης Διογένους, νεῖκος Πο‐ λυνείκης Πολυνείκους, ἦθος κακοήθης κακοήθους, κῆτος μεγακήτης μεγα‐ κήτους, μῆκος ἐπιμήκης ἐπιμήκους. Πρόσκειται «εἰς ης» διὰ τὰ ἑτέραν ἔχοντα κατάληξιν καὶ ἀπὸ οὐδετέρων ὄντα, οἷον ξίφος ἄξιφος ἀξίφου· τοῦτο γὰρ παρ’ οὐδετέρου ἐστὶ συντεθειμένον καὶ ὅμως οὐκ ἔχει εἰς ους | |
20 | τὴν γενικήν, ἀλλ’ εἰς τὴν ου δίφθογγον, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν εἰς ης· πρόσκειται «παρ’ οὐδετέρων συντεθειμένα» διὰ τὸ νίκη Ὀλυμπιονίκης Ὀλυμπιονίκου· τοῦτο γὰρ καὶ εἰς ης ἐστὶ καὶ σύνθετον καὶ ὅμως οὐκ ἔχει εἰς ους τὴν γενικήν, ἀλλ’ εἰς τὴν ου δίφθογγον, ἀλλ’ οὐκ ἔστι παρ’ οὐδετέρου συντεθειμένον, ἀλλὰ παρὰ θηλυκοῦ. Ταῦτα | |
25 | μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι παρ’ οὐδετέρων συντεθειμένα δεῖ νοεῖν, ἵνα κατὰ τὸ τέλος ἔχωσι τὸ οὐδέτερον· τοῦτο δὲ εἴρηται διὰ τὸ Κλεο‐ φόντης Κλεοφόντου· τοῦτο γὰρ εἰς ης ἐστὶ καὶ παρ’ οὐδετέρου συντε‐ θειμένον, φημὶ δὴ παρὰ τὸ κλέος, καὶ ὅμως εἰς ους οὐκ ἔχει τὴν γενι‐ | |
30 | κήν, ἀλλ’ εἰς τὴν ου δίφθογγον· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι κατὰ τὸ τέλος τὸ οὐδέτερον, ἀλλὰ κατὰ τὴν ἄρχουσαν· σύγκειται δὲ ἐκ τοῦ κλέος καὶ τοῦ φόντης, ὃ σημαίνει τὸν φονέα. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ προσθεῖναι ἐν τῷ κανόνι τοῦ τεχνικοῦ «χωρὶς εἰ μὴ χαρακτὴρ | |
35 | κωλύσῃ». Τοῦτο δὲ εἴρηται διὰ τὸ Ἀμέλης Ἀμέλητος καὶ ἀμένης ἀμέ‐ νητος· ταῦτα γὰρ εἰς ης εἰσὶ καὶ παρ’ οὐδετέρων εἰσὶ συντεθειμένα, φημὶ δὴ παρὰ τὸ μέλος καὶ τὸ μένος, καὶ κατὰ τὸ τέλος ἔχουσι τὸ | |
οὐδέτερον, καὶ ὅμως οὐκ ἔχουσιν εἰς ους τὴν γενικήν, ἀλλὰ διὰ τοῦ | 165 | |
166 | τος κλίνονται· ἀλλ’ ὑπέπεσον ταῦτα χαρακτῆρι τοιούτῳ· εἰσί τινα εἰς ης λήγοντα ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ η ἀμετάβολον καὶ πρὸ τοῦ ἀμεταβόλου φωνῆεν, μὴ τὸ ι, μὴ τὸ ο, μὴ τὸ υ, μὴ τὸ ω, ἅτινα διὰ τοῦ τος κλίνονται, οἷον Ἐπιάλης Ἐπιάλητος, Ὑπέρης Ὑπέρητος | |
5 | (εἰσὶ δὲ ὀνόματα κύρια), Ἀκέλης Ἀκέλητος (ἔστι δὲ ὄνομα ποταμοῦ), ὑψικέρης ὑψικέρητος (σημαίνει δὲ τὸν ἐν ὕψει κεκτημένον τὰ κέρατα), Κανάρης Κανάρητος (ἔστι δὲ ὄνομα ποταμοῦ), Κεφάλης Κεφάλητος (ἔστι δὲ ὄνομα κύριον)· οὕτως οὖν καὶ Ἀμέλης Ἀμέλητος (ὅ ἐστιν ὄνομα ποταμοῦ) καὶ ἀμένης ἀμένητος (ὃ σημαίνει τὸν παῖδα παρὰ τὸ μὴ ἔχειν | |
10 | μένος), οὐκ ἀντιστρέφοντος τοῦ κανόνος· οὐδὲ γὰρ τὰ ἔχοντα πρὸ τοῦ η ἀμετάβολον καὶ πρὸ τοῦ ἀμεταβόλου φωνῆεν, μὴ τὸ ι, μὴ τὸ ο, μὴ τὸ υ, μὴ τὸ ω, πάντως διὰ τοῦ τος κλίνονται· ἰδοὺ γὰρ τὸ Δημοσθένης Δημοσθένους καὶ Ἀντισθένης Ἀντισθένους καὶ Ἀριστοτέλης Ἀριστοτέ‐ λους οὐ κλίνονται διὰ τοῦ τος. Πρόσκειται «μὴ ἔχοντα μήτε τὸ ι, | |
15 | μήτε τὸ ο, μήτε τὸ υ, μήτε τὸ ω», ἐπειδὴ τὰ τοιαῦτα ἰσοσυλλάβως κλίνονται, οἷον Αἰσχίνης Αἰσχίνου, Λεπτίνης Λεπτίνου, Μηριόνης Μη‐ ριόνου, Κεβριόνης Κεβριόνου (εἰσὶ δὲ ταῦτα ὀνόματα κύρια), τελώνης τελώνου, σιτώνης σιτώνου. Ταῦτα μὲν ἐν τούτοις. Σημειοῦται δὲ ὁ τεχνικὸς τὸ ἀγκυλοχείλης ἀγκυλοχείλου, λέγων ὅτι | |
20 | παρὰ τὸ χεῖλος ἐστὶ σύνθετον καὶ ὅμως οὐκ ἔσχεν εἰς ους τὴν γενικήν· ἔχομεν δὲ τὴν χρῆσιν παρὰ τῷ ποιητῇ 〈Π 428〉 οἱ δ’ ὥστ’ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι. Λέγομεν δὲ ὅτι οὐ καλῶς ἐσημειώσατο αὐτὸ ὁ τεχνικός· οὐδὲ γάρ ἐστι τοῦτο σύνθετον, ἀλλὰ παρασύνθετον ὥσπερ γὰρ παρὰ τὸ ῥῖγος γίνεται δύσριγος σύνθετον καὶ παρὰ τὸ ξίφος | |
25 | ἄξιφος καὶ παρὰ τὸ θάρσος, ὅπερ ἐστὶν αἰολικῶς θέρσος, ἐξ οὗ καὶ τὸ Θερσίτης, Ἁλίθερσος σύνθετον γίνεται, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ χεῖλος ἀγκυλόχειλος σύνθετον γίνεται· καὶ λοιπὸν ἀπὸ τοῦ ἀγκυλόχει‐ λος συνθέτου γίνεται παρασύνθετον ἀγκυλοχείλης ἀγκυλοχείλου. Εὐλό‐ γως οὖν εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικήν· τὰ γὰρ ἀπὸ τῶν εἰς | |
30 | ος εἰς ης γινόμενα βαρύτονα, εἴτε ἁπλᾶ εἴτε παρασύνθετα, εἰς τὴν ου δίφθογγον ἔχουσι τὴν γενικήν, οἷον Ἄραξος Ἀράξης Ἀράξου, Λάπιθος Λαπίθης Λαπίθου, Οἰδίπους Οἰδίποδος Οἰδιπόδης Οἰδιπόδου, ἑπτάπους ἑπτάποδος ἑπταπόδης ἑπταπόδου, ἴσπνιλος ἰσπνίλης ἰσπνίλου (σημαίνει | |
δὲ τὸν ἐραστήν)· οὕτως οὖν καὶ ἀπὸ τοῦ ἀγκυλόχειλος συνθέτου ἀγκυ‐ | 166 | |
167 | λοχείλης ἀγκυλοχείλου παρασύνθετον· καὶ εὐλόγως οὖν, ὡς εἴρηται, εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικήν. Πρόσκειται «βαρύτονα» διὰ τὰ ὀξύτονα, οἷον διὰ τὸ νεόπτορθος νεοπτορθής νεοπτορθοῦς καὶ πολύ‐ κλαδος πολυκλαδής πολυκλαδοῦς· ταῦτα γὰρ ἀπὸ τῶν εἰς ος εἰς ης | |
5 | ἐγένοντο καὶ ὅμως εἰς ους ἔχουσι τὴν γενικὴν καὶ οὐκ εἰς τὴν ου δί‐ φθογγον, ἐπειδὴ ἔχουσιν οὐδέτερον εἰς ες, οἷον τὸ νεοπτορθές καὶ τὸ πολυκλαδές· πρόσκειται «εἴτε ἁπλᾶ εἴτε παρασύνθετα» διὰ τὰ σύνθετα, οἷον διὰ τὸ σθένος Δημοσθένης Δημοσθένους· ἰδοὺ γὰρ τοῦτο ἀπὸ τῶν εἰς ος εἰς ης ἐγένετο καὶ βαρύτονόν ἐστι καὶ ὅμως εἰς ους ἔχει τὴν | |
10 | γενικήν, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν ἁπλοῦν οὔτε παρα‐ σύνθετον ἀλλὰ σύνθετον. Ὅτι δὲ τὸ ἀγκυλοχείλης οὐ δύναται εἶναι σύν‐ θετον, δείκνυσιν ὁ τόνος· εἰ γὰρ ἦν τὸ ἀγκυλοχείλης σύνθετον, ὤφειλεν ἐν ὀξείᾳ τάσει παραλαμβάνεσθαι· ἐπειδὴ οὖν οὐκ ὀξύνεται ἀλλὰ βαρύ‐ νεται, οὐκ ἄρα ἐστὶ σύνθετον ἀλλὰ παρασύνθετον. Ὅτι δὲ εἰ ἦν σύν‐ | |
15 | θετον ὤφειλεν ὀξύνεσθαι, δῆλον ἐντεῦθεν· τὰ ἀπὸ τῶν εἰς ος οὐδετέ‐ ρων εἰς ης γινόμενα σύνθετα τότε βαρύνονται ὅταν ὦσι κύρια, οἷον σθένος Δημοσθένης, γένος Διογένης, νεῖκος Πολυνείκης, κλέος Ἡρα‐ κλέης καὶ κατὰ κρᾶσιν Ἡρακλῆς περισπωμένως, καὶ ὅταν ὦσιν ἀπὸ τρι‐ συλλάβου οὐδετέρου σύνθετα, οἷον στέλεχος εὐστελέχης, μέγεθος παμ‐ | |
20 | μεγέθης, καὶ ὅταν ἀπὸ δισυλλάβου οὐδετέρου ὦσι σύνθετα ἔχοντος ἐν τῇ παραληγούσῃ τὸ η ἐπιφερομένου ἀφώνου, οἷον κῆτος μεγακήτης, ἦθος κακοήθης, μῆκος ἐπιμήκης· ταῦτα γὰρ ἀπὸ δισυλλάβου οὐδετέρου εἰσὶ σύνθετα ἔχοντος κατὰ τὴν παραλήγουσαν τὸ η ἐπιφερομένου ἀφώ‐ νου. Ἐὰν δὲ μηδὲν ἐκ τούτων τῶν τριῶν ἔχωσι, τουτέστι μήτε κύρια | |
25 | ὦσι μήτε ἀπὸ τρισυλλάβου οὐδετέρου σύνθετα μήτε ἀπὸ δισυλλάβου οὐδε‐ τέρου παραληγομένου τῷ η ἐπιφερομένου ἀφώνου, ὀξύνεσθαι θέλουσιν, οἷον μένος εὐμενής, γένος εὐγενής, εἶδος δυσειδής, κλέος δυσκλεής, τεῖχος εὐτειχής (ἔχει μὲν γὰρ τοῦτο ἄφωνον ἐπιφερόμενον, φημὶ δὴ τὸ χ, ἀλλ’ οὐ παραλήγεται τῷ η), δῆνος δυσδηνής (δήνεα δέ εἰσι τὰ βουλεύ‐ | |
30 | ματα· τοῦτο παραλήγεται μὲν τῷ η, ἀλλ’ οὐκ ἔχει ἐπιφερόμενον ἄφω‐ νον, τὸ γὰρ ν ἡμίφωνόν ἐστιν), ἔτος διετής τριετής ἑξαετής. Ταῦτα δέ, φημὶ τὰ παρὰ τὸ ἔτος, παρ’ ἡμῖν μὲν ὀξύνονται κατὰ τὸν προει‐ ρημένον κανόνα, παρὰ δὲ τοῖς Ἀθηναίοις βαρύνονται· οἱ γὰρ Ἀθηναῖοι διέτης τριέτης ἑξαέτης λέγουσι βαρυτόνως, ὁμοίως τῷ εὐνέτης οἰκέτης | |
35 | (ὃ σημαίνει τὸν δοῦλον) καὶ ἱκέτης (ὃ σημαίνει τὸν παρακλήτορα), εἰ καὶ ταῦτα εἰς τὴν ου δίφθογγον ἔχουσι τὴν γενικήν, τῶν παρὰ τὸ ἔτος εἰς ους αὐτὴν ἐχόντων. Οὐ μόνον δὲ περὶ τὸν τόνον πταίουσιν οἱ | |
Ἀττικοὶ ἐν τοῖς παρὰ τὸ ἔτος βαρύνοντες αὐτά, ἀλλὰ καὶ περὶ τὴν | 167 | |
168 | κλίσιν· οἱ δωδεκαέται γὰρ λέγουσι τὴν εὐθεῖαν τῶν πληθυντικῶν, ἀπὸ ἰσοσυλλάβου κλίσεως ποιούμενοι αὐτήν, ὥσπερ ὁ οἰκέτης τοῦ οἰκέτου οἱ οἰκέται, ὀφείλοντες εἰπεῖν οἱ δωδεκαέτεις, ὥσπερ οἱ Δημοσθένεις· οὕτω γὰρ ἀπαιτεῖ ὁ κανών. Ὡσαύτως δὲ καὶ τὰ θηλυκὰ τούτων ὡς | |
5 | ἀπὸ ἰσοσυλλάβου κλίσεως ποιοῦνται· ὥσπερ γὰρ ὁ πολίτης τοῦ πολίτου καὶ ἡ πολῖτις τῆς πολίτιδος, καὶ ὁ κυνηγέτης τοῦ κυνηγέτου καὶ ἡ κυ‐ νηγέτις τῆς κυνηγέτιδος, οὕτω καὶ ἀπὸ τοῦ τριακονταέτης τριακοντα‐ έτου ποιοῦσι τὸ θηλυκὸν ἡ τριακονταέτις τῆς τριακονταέτιδος, ὡς παρὰ τῷ συγγραφεῖ 〈Thuc. I 87, 6〉 τῶν τριακονταετίδων σπονδῶν, | |
10 | ὀφείλοντες εἰπεῖν ἡ τριακονταέτης τῆς τριακονταέτους· ὥσπερ γὰρ ὁ συνήθης τοῦ συνήθους καὶ ἡ συνήθης τῆς συνήθους, ὁ κακοήθης τοῦ κακοήθους καὶ ἡ κακοήθης τῆς κακοήθους, οὕτω καὶ ὁ τριακονταέτης τοῦ τριακονταέτους καὶ ἡ τριακονταέτης τῆς τριακονταέτους. Ὅτι γὰρ τὰ παρὰ τὸ ἔτος καὶ παρὰ τοῖς Ἀττικοῖς περιττοσυλλάβως κλίνονται, | |
15 | τουτέστιν εἰς ους ἔχουσι τὴν γενικήν, ἐδήλωσεν ὁ ποιητὴς εἰπὼν 〈γ 305〉 πεντάετες δ’ ἤνασσεν· ἀπὸ γὰρ τοῦ ὁ πενταέτης τοῦ πεντα‐ έτους γέγονε τὸ πεντάετες οὐδετέρως, ὥσπερ ἀπὸ τοῦ ὁ κακοήθης τοῦ κακοήθους τὸ κακόηθες οὐδετέρως· εὕρηται παρὰ τῷ συγγραφεῖ καὶ τριακοντούτεις σπονδαί, ὥσπερ αἱ κακοήθεις. Εἰ ἄρα οὖν τὸ | |
20 | ἀγκυλοχείλης σύνθετόν ἐστιν ἀπὸ τοῦ χεῖλος τοῦ οὐδετέρου ὀνόματος καὶ οὔτε κύριόν ἐστιν οὔτε ἀπὸ τρισυλλάβου οὐδετέρου σύνθετον οὔτε ἀπὸ δισυλλάβου οὐδετέρου παραληγομένου τῷ η ἐπιφερομένου ἀφώνου, δηλονότι ὤφειλεν ὀξύνεσθαι· οὐκ ὀξύνεται δὲ ἀλλὰ βαρύνεται· οὐκ ἄρα ἐστὶ σύνθετον ἀλλὰ παρασύνθετον, ὡς ἤδη προείρηται ἡμῖν. Εἰδέναι δὲ | |
25 | δεῖ, ὅτι τινὲς θέλουσι λέγειν αὐτὸ εἶναι σύνθετον ἀπὸ τοῦ χηλή τοῦ θηλυκοῦ ὀνόματος, ὅπερ σημαίνει τὸν ὄνυχα, ἵνα ᾖ ἀγκυλοχήλης διὰ τοῦ η, καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰς τὴν ει δίφθογγον γίνηται ἀγκυλοχείλης διὰ τῆς ει διφθόγγου· ἔθος γὰρ ἔχουσιν οἱ Βοιωτοὶ πολ‐ λάκις τὸ η εἰς τὴν ει δίφθογγον τρέπειν· τὸ γὰρ Λάχης Λάχεις λέγουσι | |
30 | διὰ τῆς ει διφθόγγου καὶ τὸ λέβης λέβεις ὁμοίως. Εἰ δὲ ἀπὸ τοῦ χηλή | 168 |
169 | θηλυκοῦ δηλονότι ὀνόματός ἐστι σύνθετον, εὐλόγως εἰς τὴν ου δίφθογ‐ γον ἔχει τὴν γενικήν· ἐμάθομεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι τὰ ἀπὸ τῶν εἰς η θηλυκῶν εἰς ης γινόμενα βαρύτονα μὴ ἔχοντα οὐδέτερον εἰς ες εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικήν, οἷον ἀράχνη ἀράχνης ἀρά‐ | |
5 | χνου, λέσχη λέσχης λέσχου, δίκη ἑλλανοδίκης ἑλλανοδίκου, κόμη ἀκερ‐ σεκόμης ἀκερσεκόμου· οὕτως οὖν καὶ ἀπὸ τοῦ χηλή γέγονεν ἀγκυλοχεί‐ λης ἀγκυλοχείλου, τοῦ η, ὡς εἴρηται, βοιωτικῶς τραπέντος εἰς τὴν ει δίφθογγον. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν ὅτι ἀναλύεται καὶ αὕτη ἡ δόξα, φημὶ δὴ ἡ λέ‐ | |
10 | γουσα ὅτι παρὰ τὸ χηλή ἐγένετο τὸ ἀγκυλοχείλης, οὐχ ὡς ἐπεχείρησάν τινες λέγειν· τινὲς γὰρ λέγουσιν, ὅτι ἐὰν εἴπωμεν τὸ ἀγκυλοχείλης ἀπὸ τοῦ χηλή εἶναι, ὅπερ σημαίνει τὸν ὄνυχα, εὑρεθήσεται ἐν τῷ στίχῳ τῷ λέγοντι 〈Π 428. χ 302〉 καμψώνυχες ἀγκυλοχεῖλαι ἐκ παραλλή‐ λου τὸ αὐτὸ σημαινόμενον, ὅπερ ἐστὶν ἄτοπον· καὶ γὰρ τὸ καμψώνυχες | |
15 | τοὺς ἔχοντας ἐπικεκαμμένους τοὺς ὄνυχας δηλοῖ, καὶ τὸ ἀγκυλοχείλης δὲ ἐὰν ἀπὸ τοῦ χηλή εἴπωμεν, ὅπερ σημαίνει τὸν ὄνυχα, τοὺς ἔχοντας ἐπικεκαμμένους τοὺς ὄνυχας δηλοῖ, τουτέστι τὸ αὐτὸ σημαίνει. Ταῦτα μὲν ἐν τούτοις. Πρὸς τούτους δὲ ἔστιν εἰπεῖν, τί γὰρ ἄτοπον ἐκ παρ‐ αλλήλου εἶναι τὸ αὐτὸ σημαινόμενον, εἰ καὶ ἐπὶ ἄλλου εὑρίσκομεν τὸ | |
20 | τοιοῦτον σχῆμα παρὰ τῷ ποιητῇ, οἷον 〈Β 8〉 βάσκ’ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν· καὶ γὰρ τὸ βάσκε καὶ τὸ ἴθι τὸ αὐτὸ ση‐ μαίνουσιν· καὶ πάλιν 〈Π 792〉 στρέφε δίνηθεν δέ οἱ ὄσσε· καὶ γὰρ τὸ στρέφε καὶ τὸ δίνηθεν τὸ αὐτό ἐστιν· οὐκ ἄτοπον 〈οὖν〉 καὶ ἐπὶ τοῦ καμψώνυχες ἀγκυλοχεῖλαι τὸ αὐτὸ σημαινόμενον ἐκ παραλλήλου | |
25 | εἶναι. Κρεῖττον οὖν ἐστιν εἰπεῖν καὶ ἀντιθεῖναι τοῖς λέγουσι τὸ ἀγκυ‐ λοχείλης παρὰ τὸ χηλή οὕτως· οἱ Βοιωτοὶ τότε τρέπουσι τὸ η εἰς τὴν ει δίφθογγον, ἡνίκα μὴ τρέπεται τὸ η εἰς α παρὰ τοῖς Δωριεῦσιν, οἷον τὸ λέβης καὶ πένης οἱ Βοιωτοὶ διὰ τῆς ει διφθόγγου γράφουσι λέβεις καὶ πένεις λέγοντες, ἐπειδὴ ἐπὶ τούτων οὐ τρέπουσι τὸ η εἰς α οἱ | |
30 | Δωριεῖς, τὸ δὲ Ἀτρείδης καὶ Ὀρέστης ἐπειδὴ τρέπουσιν οἱ Δωριεῖς τὸ η εἰς α καὶ λέγουσιν Ἀτρείδας καὶ Ὀρέστας, οὐ τρέπουσιν οἱ Βοιωτοὶ εἰς τὴν ει δίφθογγον τὸ η· εἰ ἄρα οὖν τὸ χηλή λέγεται παρὰ τοῖς Δωριεῦσι χαλά, κατὰ τροπὴν Δωρικὴν τοῦ η εἰς α, ὡς παρ’ Εὐριπίδῃ | |
ἐν Φοινίσσαις 〈1025 Δ〉 χαλαῖσί τ’ ὠμοσίτοις, δηλονότι οὐ δύναν‐ | 169 | |
170 | ται αὐτὸ ποιῆσαι οἱ Βοιωτοὶ διὰ τῆς ει διφθόγγου κατὰ τροπὴν τοῦ η εἰς τὴν ει δίφθογγον· οὐκ ἄρα οὖν τὸ ἀγκυλοχείλης σύνθετόν ἐστιν ἀπὸ τοῦ χηλή, ἀλλ’ ἔστι παρασύνθετον, ὡς ἀνωτέρω εἰρήκαμεν. Ἵνα δὲ μήτε τοῦτο παραλείψωμεν, δεῖ γινώσκειν ὅτι τινὲς ἠθέλη‐ | |
5 | σαν λέγειν αὐτὸ παρασύνθετον τοῦτον τὸν τρόπον· φασὶν ὅτι ἀπὸ τοῦ χεῖλος ἐγένετο ἀγκυλοχειλής σύνθετον ἐν ὀξείᾳ τάσει, καὶ ἐν βαρείᾳ τάσει παρασύνθετον ἀγκυλοχείλης· καὶ γὰρ πολλάκις καὶ ὁ τόνος τὸ σχῆμα ἐναλλάττει· ἰδοὺ γὰρ τὸ μὲν τηλαυγής καὶ παγκρατής σύνθετά εἰσιν, τὸ δὲ Τηλαύγης καὶ Παγκράτης παρασύνθετα· οὕτως οὖν ἐστι καὶ | |
10 | τὸ ἀγκυλοχειλής σύνθετον ὀξυτόνως καὶ ἀγκυλοχείλης παρασύνθετον βαρυτόνως. Ἐναντιοῦται δὲ αὐτοῖς ἡ κλίσις· εἰ γὰρ οὕτω γέγονεν, ὤφειλεν εἰς ους ἔχειν τὴν γενικήν· τὰ γὰρ τοιαῦτα εἰς ους ἔχουσι τὴν γενικήν, οἷον τηλαυγής τηλαυγοῦς, παγκρατής παγκρατοῦς, καὶ Τηλαύ‐ γης Τηλαύγους καὶ Παγκράτης Παγκράτους· οὕτως οὖν καὶ ἀγκυλοχειλής | |
15 | ἀγκυλοχειλοῦς καὶ ἀγκυλοχείλης ἀγκυλοχείλους ὤφειλεν εἶναι, ἀλλὰ ἀγκυλοχείλης ἀγκυλοχείλου φαμέν, ὥστε ἄρα οὐκ ἐγένετο οὕτως, ἀλλ’ ὡς ἀνωτέρω εἰρήκαμεν, τουτέστιν ἀπὸ τοῦ χεῖλος ἀγκυλόχειλος καὶ ἀγκυλοχείλης ἀγκυλοχείλου. Εἰδέναι δὲ δεῖ, ὅτι πᾶσα γενικὴ εἰς ους λήγουσα συνῃρη‐ | |
20 | μένη ἐστίν· δεῖ οὖν τὸν κλίνοντα πρότερον λαμβάνειν τὸ ἐντελές, καὶ οὕτω ποιεῖν τὴν συναίρεσιν· «τὸ ἐντελές» εἶπεν, τουτέστι τὸ ὁλόκληρον, ἵνα τὸ μὲν Δημοσθένεος εὑρεθῇ ἐντελὲς καὶ ὁλόκληρον, τὸ δὲ Δημοσθένους κατὰ συναίρεσιν πεπονθός. Ζητεῖται δὲ ποῖόν ἐστιν ἐντελὲς καὶ ποῖον συνῃρημένον· καὶ ὁ μὲν τεχνικὸς λέγει, | |
25 | ὅτι τὸ μὲν Δημοσθένεος καὶ εὐγενέος εἰσὶν ἐντελῆ, τὸ δὲ Δημοσθένους καὶ εὐγενοῦς κατὰ συναίρεσίν εἰσιν. Ἴσως δέ τις λέγει, διατί μὴ τὸ ἐναντίον ἡ μὲν εἰς ους γενική ἐστιν ἐντελής, ἡ δὲ διὰ τοῦ εος κατὰ πάθος, τουτέστι κατὰ διάλυσιν. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἔχομεν τελικὰ τῆς γενικῆς τῆς μὲν περιττοσυλλάβου τὸ ς ἐπὶ ἀρσενικῶν καὶ οὐδετέ‐ | |
30 | ρων, οἷον Αἴας Αἴαντος, Θόας Θόαντος, λέβης λέβητος, Πάρις Πάριδος, βῆμα βήματος, ποίημα ποιήματος, μέλι μέλιτος, κρέας κρέατος· πρόσ‐ κειται «ἐπὶ ἀρσενικῶν καὶ οὐδετέρων» διὰ τὰ εἰς α καὶ εἰς η λήγοντα θηλυκά· ἐπὶ τούτων γὰρ τὸ ς τελικόν ἐστιν ἰσοσυλλάβου γενικῆς, οἷον Μοῦσα Μούσης, τιμή τιμῆς· τῆς δὲ ἰσοσυλλάβου τῶν ἀρσενικῶν τὸ υ καὶ | |
35 | τὸ α, οἷον καλός καλοῦ, κοχλίας κοχλίου, Μηνᾶς Μηνᾶ, Μητρᾶς Μητρᾶ· εἰ οὖν ἐνταῦθα, φημὶ δὴ ἐν τῇ Δημοσθένους καὶ εὐγενοῦς γενικῇ, ἐστὶ τελικὸν τὸ ς, ὤφειλε περιττοσυλλαβεῖν ἡ γενικὴ τῆς εὐθείας, ἰσοσυλλα‐ βοῦσα δὲ καὶ οὐ περιττοσυλλαβοῦσα δηλονότι πέπονθεν· ἄρ’ οὖν τὸ | |
Δημοσθένεος καὶ τὰ ὅμοια ἐντελέστερά εἰσι καὶ ὁλόκληρα ὡς περιττο‐ | 170 | |
171 | συλλαβοῦντα τῆς ἰδίας εὐθείας. Ἄλλως τε δὲ τὰ τελικὰ τῆς περιττο‐ συλλάβου γενικῆς καὶ τῆς ἰσοσυλλάβου ὁμοῦ εὑρεθῆναι ἄτοπόν ἐστι· πῶς γὰρ τὰ ἐναντία δύνανται ὁμοῦ εὑρίσκεσθαι; εἰ ἄρα οὖν ἐν τῇ Δημοσθέ‐ νους γενικῇ καὶ τοῖς ὁμοίοις ἐστὶ τὸ ς τελικὸν τῆς περιττοσυλλάβου γε‐ | |
5 | νικῆς καὶ τὸ ς τελικὸν τῆς ἰσοσυλλάβου, δηλονότι πέπονθεν. Ἔτι πᾶσα δοτικὴ πληθυντικῶν ἰσοσυλλαβεῖν θέλει τῇ γενικῇ τῶν ἑνικῶν, ὁ δὲ λόγος ἐπὶ τῶν ἀπαθῶν, οἷον Αἴασιν Αἴαντος, λέβησι λέβητος, Τρωσί Τρωός, χησί χηνός, πᾶσι παντός, μησί μηνός, καλοῖς καλοῦ, σοφοῖς σοφοῦ, Ὁμήροις Ὁμήρου, ἀνθρώποις ἀνθρώπου· πρόσκειται δὲ «ὁ δὲ | |
10 | λόγος ἐπὶ τῶν ἀπαθῶν» διὰ τὸ καλοῖσι καλοῦ καὶ αἴγεσιν αἰγός· ἐπὶ τούτων γὰρ οὐκ ἰσοσυλλαβεῖ ἡ δοτικὴ τῶν πληθυντικῶν τῇ γενικῇ τῶν ἑνικῶν, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ πέπονθεν ἡ δοτικὴ τῶν πλη‐ θυντικῶν· πάλιν πατράσι πατρός, μητράσι μητρός· ἰδοὺ οὔτε ἐπὶ τούτων ἰσοσυλλαβεῖ ἡ δοτικὴ τῶν πληθυντικῶν τῇ γενικῇ τῶν ἑνικῶν, ἀλλ’ οὐκ | |
15 | ἀντίκειται ἡμῖν, ἐπειδὴ πέπονθεν ἡ γενικὴ τῶν ἑνικῶν· εἰ ἄρα οὖν τὸ μὲν Δημοσθένεσι πεντασυλλαβεῖ, τὸ δὲ Δημοσθένους τετρασυλλαβεῖ, δη‐ λονότι πέπονθεν· ἄρα οὖν ἡ Δημοσθένεος γενικὴ πεντασυλλαβοῦσα ὁμοίως τῇ δοτικῇ τῶν πληθυντικῶν ἐντελεστέρα ἐστίν. Ἔτι πᾶν οὐδέ‐ τερον ἀρσενικῷ παρεσχηματισμένον, εἰ μὲν ἰσοσυλλάβως κλίνοιτο, τῇ | |
20 | αἰτιατικῇ τοῦ ἀρσενικοῦ ὁμοφωνεῖ, οἷον ὁ καλός τοῦ καλοῦ τῷ καλῷ τὸν καλόν καὶ τὸ καλόν, ὁ σοφός τοῦ σοφοῦ τῷ σοφῷ τὸν σοφόν καὶ τὸ σοφόν, ὁ ἀλλότριος τοῦ ἀλλοτρίου τῷ ἀλλοτρίῳ τὸν ἀλλότριον καὶ τὸ ἀλλότριον, ὁ γνήσιος τοῦ γνησίου τῷ γνησίῳ τὸν γνήσιον καὶ τὸ γνήσιον, εἰ δὲ περιττοσυλλάβως κλίνοιτο τῇ κλητικῇ τοῦ ἀρσενικοῦ ὁμο‐ | |
25 | φωνεῖ, οἷον ὁ χαρίεις τοῦ χαρίεντος τῷ χαρίεντι τὸν χαρίεντα ὦ χα‐ ρίεν καὶ τὸ χαρίεν, ὁ σώφρων τοῦ σώφρονος τῷ σώφρονι τὸν σώφρονα ὦ σῶφρον καὶ τὸ σῶφρον, ὁ ταχύς τοῦ ταχέος τῷ ταχέϊ τὸν ταχέα ὦ ταχύ καὶ τὸ ταχύ, ὁ ἄρσην τοῦ ἄρσενος τῷ ἄρσενι τὸν ἄρσενα ὦ ἄρσεν καὶ τὸ ἄρσεν, ὁ λιπόπατρις τοῦ λιποπάτριδος τῷ λιποπάτριδι τὸν λιπο‐ | |
30 | πάτριδα ὦ λιπόπατρι καὶ τὸ λιπόπατρι· εἰ οὖν τὰ οὐδέτερα, φημὶ δὴ τὸ εὐγενές καὶ τὸ εὐσεβές, ὁμοφωνοῦσι τῇ κλητικῇ τοῦ ἀρσενικοῦ, ὦ εὐ‐ γενές γὰρ καὶ τὸ εὐγενές, καὶ ὦ εὐσεβές καὶ τὸ εὐσεβές, καὶ ὡς δέ‐ δεικται ὁμοφωνοῦσι τῇ κλητικῇ τοῦ ἀρσενικοῦ καὶ οὐχὶ τῇ αἰτιατικῇ, τὸν εὐσεβῆ γὰρ καὶ τὸν εὐγενῆ ἡ αἰτιατική, δηλονότι περιττοσυλλάβως | |
35 | κλίνονται, οἷον τοῦ εὐσεβέος καὶ τοῦ εὐγενέος· ἄρα οὖν τοῦ εὐσεβοῦς καὶ τοῦ εὐγενοῦς πεπονθότα εἰσίν· οὐ κλίνονται γὰρ περιττοσυλλάβως. Καλῶς οὖν εἶπεν ὁ τεχνικός, ὅτι ἡ εἰς ους γενικὴ συνῃρημένη ἐστίν. | |
Δεῖ δὲ γινώσκειν, ὅτι τῇ μὲν ἐντελεῖ γενικῇ κέχρηνται οἱ Ἴωνες, οἷον | 171 | |
172 | Δημοσθένεος καὶ Διομήδεος, οἱ δὲ Ἀττικοὶ καὶ ἡ κοινὴ διάλεκτος τῇ συνῃρημένῃ, οἷον Δημοσθένους καὶ Διομήδους. Ἰστέον δὲ ὅτι τὸ Δημοσθένεος Δημοσθένους κατὰ τὴν ἀκρίβειαν οὐκ ἔστι συναίρεσις ἀλλὰ κρᾶσις. Δεῖ δὲ γινώσκειν ὅτι ἄλλο συναίρεσις | |
5 | καὶ ἄλλο κρᾶσις· ἡ μὲν γὰρ συναίρεσις πάντως τὰ αὐτὰ φωνήεντα φυ‐ λάττει καὶ οὐ ποιεῖται ἐναλλαγὴν τῶν φωνηέντων, οἷον πάϊς παῖς, Πηλέϊ Πηλεῖ, ταχέϊ ταχεῖ, Δημοσθένεϊ Δημοσθένει· ἰδοὺ ἐνταῦθα τὰ αὐτὰ φωνήεντα ἐφυλάχθησαν καὶ εἰς μίαν συλλαβὴν συνῆλθον· ἡ δὲ κρᾶσις πάντως ἀλλοίωσιν ἀπεργάζεται τῶν φωνηέντων, οἷον τὸ ἐμόν | |
10 | τοὐμόν, τὰ ἐμά τἀμά, νόος νοῦς, ῥόος ῥοῦς, Δημοσθένεα Δημοσθένη· εἰ ἄρα οὖν ἐπὶ τοῦ Δημοσθένους οὐκ ἐφυλάχθησαν τὰ αὐτὰ φωνήεντα, ἀλλ’ ἀλλοίωσις ἐγένετο τῶν φωνηέντων, δηλονότι κρᾶσίς ἐστιν καὶ οὐ συναίρεσις. Καὶ ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα ἐν τῷ Δημοσθένεος Δημο‐ σθένους κρᾶσις ἐγένετο καὶ οὐ συναίρεσις, ὡς δέδεικται, διατί εἶπεν ὁ | |
15 | τεχνικός, ὅτι πᾶσα γενικὴ εἰς ους λήγουσα συνῃρημένη ἐστί, καὶ οὐκ εἶπεν ὅτι κεκραμένη ἐστίν. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἐστὶ συναίρεσις γένος· αὕτη διαιρεῖται εἰς δύο εἴδη, εἰς κρᾶσιν καὶ εἰς ὁμωνύμως λεγομένην συναίρεσιν· τῷ οὖν γενικῷ ὀνόματι καὶ τὴν κρᾶσιν συναίρεσιν ἐκάλεσεν· οὕτω γὰρ καὶ τὸν ἄνθρωπον τῷ γενικῷ ὀνόματι ζῷον καλοῦμεν καὶ | |
20 | τὸν ἵππον ὁμοίως. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ ε καὶ τὸ ο τριχῶς συναιροῦνται ἤγουν κίρναν‐ ται· καὶ γὰρ εἰς τὴν ου δίφθογγον καὶ παρ’ ἡμῖν καὶ παρὰ τοῖς Ἀθη‐ ναίοις, οἷον Δημοσθένεος Δημοσθένους, εὐσεβέος εὐσεβοῦς· παρὰ δὲ τοῖς Δωριεῦσι καὶ τοῖς Ἴωσιν εἰς τὴν ευ δίφθογγον, οἷον Ἰδομενέος | |
25 | Ἰδομενεῦς, 〈Ν 424〉 Ἰδομενεῦς δ’ οὐ λῆγε μένος μέγα, ἀντὶ τοῦ Ἰδομενέως οὐκ ἔληγεν ἡ δύναμις· καὶ πάλιν Ὀδυσσέος Ὀδυσσεῦς, 〈ω 398〉 Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρ’ ἐπὶ καρπῷ, ἀντὶ τοῦ Ὀδυσ‐ σέως τὴν χεῖρα ἐφίλησε· καὶ πάλιν Ἐρέβεος Ἐρέβευς, 〈Θ 368〉 ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο, ἀντὶ τοῦ ἐκ τοῦ Ἐρέ‐ | |
30 | βους· σπανίως δὲ παρὰ τοῖς Ἀθηναίοις εὑρίσκεται τὸ ε καὶ τὸ ο εἰς τὴν ει δίφθογγον συναιρούμενα, οἷον πλέον πλεῖν, ὡς παρ’ Ἀριστο‐ φάνει ἐν Βατράχοις 〈91〉 Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα· καὶ πάλιν δέον δεῖν, δεῖν τόδε γενέσθαι, ἀντὶ τοῦ δέον τόδε γενέ‐ σθαι. Ταῦτα μὲν ἐν τούτοις. | |
35 | Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὰ εἰς ης ἔχοντα τὴν γε‐ νικὴν εἰς ους οὐ γίνονται διὰ τοῦ ε καὶ ω ἀττικῶς, οἷον Δημοσθένης Δημοσθένεως Δημοσθένους καὶ Διομήδης Διομήδεως Διομήδους, ὥσπερ | |
Πηλεύς Πηλέος κοινῶς καὶ Πηλέως ἀττικῶς καὶ βασιλεύς βασιλέος κοι‐ | 172 | |
173 | νῶς καὶ βασιλέως ἀττικῶς. Καὶ λέγουσί τινες τὴν αἰτίαν ταύτην, ὅτι ἐπειδὴ ἐπὶ τούτων ἐποίησαν κρᾶσιν οἱ Ἀττικοὶ κατὰ τὴν γενικήν, τού‐ του χάριν οὐκ ἐποίησαν ἔκτασιν τοῦ ο εἰς τὸ ω· οὗτοι δὲ οὐκ ἀκριβῶς λέγουσιν· πολλάκις γὰρ οἱ Ἀττικοὶ ἔκτασιν καὶ κρᾶσιν ποιοῦνται, οἷον | |
5 | Ἐρετριέως Ἐρετριῶς, Πειραιέως Πειραιῶς, Στειριέως Στειριῶς· τί οὖν ἄτοπον ἐπὶ τούτων ἔκτασιν γενέσθαι καὶ κρᾶσιν; Κρεῖττον οὖν ἐστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· οἱ Ἀττικοὶ ποιοῦντες διὰ τοῦ ε καὶ ω τὴν γενικὴν ἐπὶ ὅλης τῆς καταλήξεως τοῦτο ποιοῦσι, καὶ οὐκ ἐπί τινων μὲν ποιοῦσιν, ἐπί τινων δὲ οὐ ποιοῦσιν, οἷον ἐπὶ τῶν εἰς ευς ποιοῦντες | |
10 | διὰ τοῦ ε καὶ ω τὴν γενικὴν καὶ ἐπὶ ὅλης τῆς καταλήξεως τοῦτο ποι‐ οῦσι, καὶ οὐκ ἐπὶ μὲν τῶν ὄντων κυρίων τοῦτο ποιοῦσιν, ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων τοῦτο οὐ ποιοῦσιν, ἀλλ’ ἐπὶ ὅλων ποιοῦσιν, οἷον Πηλεύς Πηλέως, Ἀτρεύς Ἀτρέως, βασιλεύς βασιλέως, ἱερεύς ἱερέως· εἰ ἐποίησαν οὖν ἐπὶ τῶν εἰς ης εἰς ους ἐχόντων τὴν γενικὴν κυρίων διὰ τοῦ ε καὶ | |
15 | ω τὴν γενικήν, ἠναγκάζοντο καὶ ἐπὶ τῶν ἐπιθέτων τοῦτο ποιῆσαι· εἰ δὲ ἐποίησαν διὰ τοῦ ε καὶ ω καὶ ἐπὶ τῶν ἐπιθέτων τὴν γενικήν, εἶχον ταῦτα συνεμπίπτειν τοῖς ἐπιρρήμασιν, οἷον ὁ εὐσεβής τοῦ εὐσεβέως καὶ εὐσεβέως δὴ ἐγένετο, ὁ ἀτρεκής τοῦ ἀτρεκέως καὶ ἀτρεκέως ἐλά‐ λησεν, ὁ εὐγενής τοῦ εὐγενέως καὶ εὐγενέως συνέτυχεν τῶν οὖν | |
20 | ἐπιθέτων κωλυομένων γενέσθαι διὰ τοῦ ε καὶ ω κατὰ τὴν γενικὴν ἀττι‐ κῶς διὰ τὴν συνέμπτωσιν τῶν ἐπιρρημάτων, κωλύονται καὶ τὰ κύρια τὰ εἰς ης εἰς ους ἔχοντα τὴν γενικὴν γενέσθαι διὰ τοῦ ε καὶ ω ἀττικῶς κατὰ τὴν γενικήν· ὡς γὰρ εἴρηται, οἱ Ἀττικοὶ ποιοῦντες διὰ τοῦ ε καὶ ω τὴν γενικὴν ἐπὶ ὅλης τῆς καταλήξεως τοῦτο ποιοῦσιν, καὶ οὐκ ἐπί | |
25 | τινων μὲν ποιοῦσιν, ἐπί τινων δὲ οὐ ποιοῦσιν. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὰ εἰς ης εἰς ους ἔχοντα τὴν γενικὴν οὐ γίνονται διὰ τοῦ η καὶ ο ἰωνικῶς, οἷον Δημοσθένης Δημοσθένηος, Διομήδης Διομήδηος, ὥσπερ Πηλεύς Πηλῆος καὶ Ἀχιλ‐ λεύς Ἀχιλλῆος. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· οἱ Ἴωνες ποιοῦν‐ | |
30 | τες διὰ τοῦ η καὶ ο τὴν γενικὴν ἐπὶ ὅλης τῆς καταλήξεως τοῦτο ποι‐ οῦσι, καὶ οὐκ ἐπί τινων μὲν ποιοῦσιν, ἐπί τινων δὲ οὐ ποιοῦσιν, οἷον ἐπὶ τῶν εἰς ευς ποιοῦντες διὰ τοῦ η καὶ ο τὴν γενικὴν ἐπὶ ὅλης τῆς καταλήξεως τοῦτο ποιοῦσιν· οὐδὲ γὰρ ἐπὶ μὲν τῶν κυρίων τοῦτο ποι‐ οῦσιν, ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων τοῦτο οὐ ποιοῦσιν, ἀλλ’ ἐπὶ ὅλων | |
35 | ποιοῦσιν, οἷον Ἀχιλλεύς Ἀχιλλῆος, Πηλεύς Πηλῆος, βασιλεύς βασιλῆος, ἱερεύς ἱερῆος· εἰ ἐποίησαν οὖν ἐπὶ τῶν εἰς ης εἰς ους ἐχόντων τὴν γε‐ νικὴν κυρίων διὰ τοῦ η καὶ ο τὴν γενικὴν οἱ Ἴωνες, ἠναγκάζοντο καὶ ἐπὶ τῶν ἐπιθέτων τοῦτο ποιῆσαι, εἰ δὲ ἐποίησαν ἐπὶ τῶν ἐπιθέτων, ἠναγκάζοντο καὶ ἐπὶ τῶν οὐδετέρων τοῦτο ποιῆσαι· καθόλου γὰρ πᾶν | |
40 | οὐδέτερον ἀπὸ ἀρσενικοῦ γεγενημένον κατὰ παρασχηματισμὸν τὴν τοῦ | 173 |
174 | ἀρσενικοῦ κλίσιν ἐπιδέχεται καὶ ἐν τῇ γενικῇ καὶ ἐν τῇ δοτικῇ, οἷον ὁ καλός τοῦ καλοῦ τῷ καλῷ καὶ τὸ καλόν τοῦ καλοῦ τῷ καλῷ, ὁ σοφός τοῦ σοφοῦ τῷ σοφῷ καὶ τὸ σοφόν τοῦ σοφοῦ τῷ σοφῷ, ὁ χαρίεις τοῦ χαρίεντος τῷ χαρίεντι καὶ τὸ χαρίεν τοῦ χαρίεντος τῷ χαρίεντι, ὁ ἄρ‐ | |
5 | σην τοῦ ἄρσενος τῷ ἄρσενι καὶ τὸ ἄρσεν τοῦ ἄρσενος τῷ ἄρσενι· εἰ δὲ ἐποίησαν ἐπὶ τῶν οὐδετέρων διὰ τοῦ η καὶ ο τὴν γενικήν, οἷον τὸ εὐσεβές τοῦ εὐσεβῆος, τὸ εὐγενές τοῦ εὐγενῆος, εὑρίσκετο ἡ παραλή‐ γουσα τῆς γενικῆς μείζονα χρόνον ἔχουσα τῆς ληγούσης τῆς ἰδίας εὐ‐ θείας, ὅπερ ἐστὶν ἄτοπον· οὐδέποτε γὰρ ἡ παραλήγουσα τῆς περιττο‐ | |
10 | συλλάβου γενικῆς μείζονα χρόνον ἔχει τῆς ληγούσης τῆς ἰδίας εὐθείας, ἀλλ’ ἢ ἶσον ἢ ἐλάττονα, ἶσον μέν, οἷον Λάχης Λάχητος, ἔρως ἔρωτος, Πάρις Πάριδος, ἐλάττονα δέ, οἷον Ἕκτωρ Ἕκτορος, Μέμνων Μέμνο‐ νος, Πηλεύς Πηλέως, Ἀχιλλεύς Ἀχιλλέως, οὐδέποτε δὲ μείζονα, ὡς εἴρηται, χωρὶς εἰ μὴ χαρακτὴρ κωλύσῃ· διατί δὲ πρόσκειται «χωρὶς εἰ | |
15 | μὴ χαρακτὴρ κωλύσῃ», ἐν τῇ περὶ τοῦ ἡδύς διδασκαλίᾳ εἰ θεῷ φίλον μαθησόμεθα. Τῶν οὖν οὐδετέρων κωλυομένων γενέσθαι διὰ τοῦ η καὶ ο ἰωνικῶς κατὰ τὴν γενικήν, κωλύονται καὶ τὰ ἀρσενικὰ ἐπίθετα γενέ‐ σθαι διὰ τοῦ η καὶ ο ἰωνικῶς κατὰ τὴν γενικήν, τῶν δὲ ἐπιθέτων κω‐ λυομένων γενέσθαι διὰ τοῦ η καὶ ο ἰωνικῶς κατὰ τὴν γενικήν, κωλύ‐ | |
20 | ονται καὶ τὰ κύρια τὰ εἰς ης εἰς ους ἔχοντα τὴν γενικὴν γενέσθαι διὰ τοῦ η καὶ ο ἰωνικῶς· ὡς γὰρ εἴρηται, οἱ Ἴωνες ποιοῦντες διὰ τοῦ η καὶ ο τὴν γενικὴν ἐπὶ ὅλης τῆς καταλήξεως τοῦτο ποιοῦσι, καὶ οὐκ ἐπί τινων μὲν ποιοῦσιν, ἐπί τινων δὲ οὐ ποιοῦσιν. Ἐν οἷς σὺν θεῷ καὶ ἡ πρᾶξις. | |
25 | Τῷ Δημοσθένεϊ καὶ Δημοσθένει. Ἰστέον ὅτι ἀπὸ τῆς Δημο‐ σθένεος γενικῆς ἐγένετο ἡ Δημοσθένεϊ δοτικὴ τροπῇ τοῦ ος εἰς ι, ὥσ‐ περ Αἴαντος Αἴαντι, Λάχητος Λάχητι, καὶ λοιπὸν κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον γίνεται Δημοσθένει· ἰστέον δὲ ὅτι ἐνταῦθα κυρίως συναίρεσίς ἐστιν· οὐδὲ γὰρ ἐγένετο ἐναλλαγὴ τῶν φωνηέντων, | |
30 | τὸ γὰρ ε καὶ ι ἐφυλάχθησαν εἰς μίαν συλλαβὴν συνελθόντα. Τὸν Δημοσθένεα καὶ Δημοσθένη. Ἰστέον ὅτι ἀπὸ τοῦ Δη‐ μοσθένεϊ γέγονε Δημοσθένεα τροπῇ τοῦ ι εἰς α, ὥσπερ Αἴαντι Αἴαντα, Λάχητι Λάχητα, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς η Δημοσθένη, ὥσπερ τείχεα τείχη, βέλεα βέλη. Δεῖ δὲ γινώσκειν, ὅτι ἐὰν εὑρεθῇ τὸ ε ἔχον | |
35 | προηγούμενον φωνῆεν, τότε τὸ ε καὶ τὸ α εἰς η κίρνανται καὶ εἰς α μακρόν, οἷον εὐφυέα εὐφυῆ καὶ εὐφυᾶ, ὑγιέα ὑγιῆ καὶ ὑγιᾶ· ἐν τούτοις γὰρ τὸ ε οὐκ ἔχει προηγούμενον σύμφωνον ἀλλὰ φωνῆεν· ἐὰν δὲ | |
εὑρεθῇ τὸ ε ἔχον προηγούμενον σύμφωνον, τότε τὸ ε καὶ α εἰς η μό‐ | 174 | |
175 | νως κίρνανται, οἷον Δημοσθένεα Δημοσθένη, εὐγενέα εὐγενῆ. Δεῖ δὲ γινώσκειν, ὅτι κακῶς λέγουσιν ἐν τῇ συνηθείᾳ τὸ συγγενᾶ· τοῦ γὰρ ε σύμφωνον προηγεῖται, καὶ οὐ δύναται γενέσθαι εἰς α ἡ κρᾶσις. Ταῦτα μὲν ἐν τούτοις. | |
5 | Ἀποροῦσι δέ τινες λέγοντες, καὶ πῶς ἐπὶ τοῦ χάλκεα χαλκᾶ καὶ χρύσεα χρυσᾶ καὶ ὀστέα ὀστᾶ καὶ κάνεα κανᾶ συμφώνου προηγουμένου τοῦ ε εἰς α ἐγένετο ἡ κρᾶσις; Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ ἐγένετο τὸ χαλκᾶ ἀπὸ τοῦ χάλκεα κατὰ κρᾶσιν οὔτε τὸ χρυσᾶ ἀπὸ τοῦ χρύσεα οὔτε τὸ ὀστᾶ ἀπὸ τοῦ ὀστέα οὔτε τὸ κανᾶ ἀπὸ τοῦ κάνεα, ἀλλὰ λέ‐ | |
10 | γομεν ὅτι αἱ εὐθεῖαι τούτων αἱ ἑνικαὶ διχῶς λέγονται, καὶ ἐντελῶς καὶ κατὰ κρᾶσιν· καὶ αἱ μὲν οὖν ἐντελεῖς εὐθεῖαι πληθυντικαὶ ἀπὸ τῆς ἐν‐ τελοῦς ἑνικῆς εὐθείας ἐκλίθησαν, οἷον ἀπὸ τοῦ χάλκεον χάλκεα καὶ ἀπὸ τοῦ χρύσεον χρύσεα καὶ ἀπὸ τοῦ ὀστέον ὀστέα καὶ ἀπὸ τοῦ κάνεον κάνεα, αἱ δὲ κατὰ κρᾶσιν εὐθεῖαι πληθυντικαὶ ἀπὸ τῆς κατὰ κρᾶσιν | |
15 | εὐθείας τῶν ἑνικῶν εἰσιν, οἷον ἀπὸ τοῦ χαλκοῦν χαλκᾶ καὶ ἀπὸ τοῦ χρυσοῦν χρυσᾶ καὶ ἀπὸ τοῦ ὀστοῦν ὀστᾶ καὶ ἀπὸ τοῦ κανοῦν κανᾶ, τουτέστιν ἐν τῇ εὐθείᾳ τῶν ἑνικῶν ἐγένετο ἡ κρᾶσις καὶ ἐκεῖθεν ἡ κλίσις ἐν τοῖς πληθυντικοῖς. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι οἱ Ἀθηναῖοι ἐπὶ τῶν κυρίων τῶν εἰς ης εἰς ους | |
20 | ἐχόντων τὴν γενικὴν εἰς ν ποιοῦσι τὴν αἰτιατικὴν καὶ εἰς η τὴν κλητι‐ κήν, οἷον ὁ Δημοσθένης τοῦ Δημοσθένους τῷ Δημοσθένει τὸν Δημο‐ σθένην ὦ Δημοσθένη, ὁ Διομήδης τοῦ Διομήδους τῷ Διομήδει τὸν Διομήδην ὦ Διομήδη, ὁ Ἀριστοφάνης τοῦ Ἀριστοφάνους τῷ Ἀριστο‐ φάνει τὸν Ἀριστοφάνην ὦ Ἀριστοφάνη· ἐπὶ δὲ τῶν ἐπιθέτων οὔτε εἰς | |
25 | ν ποιοῦσι τὴν αἰτιατικὴν οὔτε εἰς η τὴν κλητικήν, οὐδὲ γὰρ λέγουσι τὸν κακοήθην καὶ τὸν συνήθην καὶ ὦ κακοήθη καὶ ὦ συνήθη, ἀλλὰ τὸν κακοήθη καὶ τὸν συνήθη καὶ ὦ κακόηθες καὶ ὦ σύνηθες. Καὶ ἡ αἰτία ἐστὶν αὕτη· ποιοῦντες γὰρ οἱ Ἀττικοὶ τὴν αἰτιατικὴν εἰς ν καὶ τὴν κλη‐ τικὴν εἰς η ποιοῦσιν, οἷον τὸν Δημοσθένην ὦ Δημοσθένη, τὸν Διομή‐ | |
30 | δην ὦ Διομήδη· εἰ ἐποίησαν οὖν ἐπὶ τῶν ἐπιθέτων τὴν αἰτιατικὴν εἰς ν, ἠναγκάζοντο καὶ τὴν κλητικὴν εἰς η ποιῆσαι, τῆς δὲ κλητικῆς εἰς η ληγούσης ἐπὶ τῶν ἐπιθέτων ἠναγκάζοντο καὶ τὰ οὐδέτερα εἰς η κατα‐ λήγειν, ὅπερ ἄτοπον· ἔχομεν γὰρ ἀνωτέρω, ὅτι πᾶν οὐδέτερον ὄνομα ἀρσενικῷ παρεσχηματισμένον καὶ περιττοσυλλάβως κλινόμενον τῇ κλητικῇ | |
35 | τοῦ ἀρσενικοῦ ὁμοφωνεῖ, οἷον ὁ ἄρσην τοῦ ἄρσενος ὦ ἄρσεν καὶ τὸ ἄρσεν, ὁ σώφρων τοῦ σώφρονος ὦ σῶφρον καὶ τὸ σῶφρον, ὁ ταχύς | |
τοῦ ταχέος ὦ ταχύ, ὁ χαρίεις τοῦ χαρίεντος ὦ χαρίεν, καὶ τὸ ταχύ | 175 | |
176 | καὶ τὸ χαρίεν· ἀλλὰ μὴν τὰ οὐδέτερα οὐ δύνανται εἰς η καταλήγειν, τὸ γὰρ η οὐκ ἔστι τελικὸν τῶν οὐδετέρων κατὰ τὴν εὐθεῖαν τῶν ἑνι‐ κῶν· τὸ γὰρ κάρη ἀπὸ τοῦ κάρηνον γέγονε κατὰ ἀποκοπὴν τοῦ νον καὶ οὐ καταλήγει εἰς η φύσει· λοιπὸν τῶν οὐδετέρων κωλυομένων εἰς | |
5 | η καταλήγειν κωλύεται καὶ ἡ κλητικὴ εἰς η καταλήγειν ἐπὶ τῶν ἐπιθέ‐ των, τῆς δὲ κλητικῆς κωλυομένης εἰς η καταλήγειν κωλύεται καὶ ἡ αἰτιατικὴ εἰς ν καταλήγειν· ἔχομεν γὰρ ὅτι οἱ Ἀθηναῖοι ποιοῦντες τὴν αἰτιατικὴν εἰς ν καὶ τὴν κλητικὴν εἰς η ποιοῦσιν. Πρόσκειται ἀνωτέρω «κατὰ τὴν εὐθεῖαν τῶν ἑνικῶν» διὰ τὴν εὐθεῖαν τῶν πληθυντικῶν, ἐπὶ | |
10 | ταύτης γὰρ πολλάκις εὑρίσκεται τὸ η τελικὸν τῶν οὐδετέρων, οἷον τὰ τείχη, τὰ βέλη· τούτου οὖν χάριν ἐπὶ τῶν εἰς ης εἰς ους ἐχόντων τὴν γενικὴν ἐπιθέτων οὐ ποιοῦσιν οἱ Ἀττικοὶ εἰς η τὴν κλητικὴν καὶ τὴν αἰτιατικὴν εἰς ν. Ἐν οἷς σὺν θεῷ καὶ ἡ πρᾶξις. Ὦ Δημόσθενες. Ἰστέον ὅτι τὰ εἰς ης εις ους ἔχοντα τὴν γενι‐ | |
15 | κὴν εἰς ες ποιεῖ τὴν κλητικήν, οἷον Δημοσθένης Δημοσθένους ὦ Δη‐ μόσθενες, Διομήδης Διομήδους ὦ Διόμηδες, Ἀριστοφάνης Ἀριστοφά‐ νους ὦ Ἀριστόφανες, ὁ Πολυδεύκης τοῦ Πολυδεύκους ὦ Πολύδευκες, ὁ εὐσεβής τοῦ εὐσεβέος καὶ εὐσεβοῦς ὦ εὐσεβές· περὶ δὲ τοῦ τόνου τούτων ἐν τῷ περὶ τόνων εἰ θεῷ φίλον μαθησόμεθα. Πρόσκειται «εἰς | |
20 | ης» διὰ τὰ εἰς ος οὐδέτερα· ταῦτα γὰρ εἰς ους ἔχουσι τὴν γενικήν, καὶ ὅμως οὐ ποιοῦσιν εἰς ες τὴν κλητικήν, οἷον τὸ τεῖχος τοῦ τείχους ὦ τεῖχος, τὸ βέλος τοῦ βέλους ὦ βέλος πρόσκειται «εἰς ους ἔχοντα τὴν γενικήν» διὰ τὰ εἰς ης εἰς τὴν ου δίφθογγον ἔχοντα τὴν γενικήν· ταῦτα γὰρ οὐ ποιοῦσιν εἰς ες τὴν κλητικήν, οἷον Χρύσης Χρύσου ὦ Χρύση, | |
25 | θύτης θύτου ὦ θύτα, Τέννης Τέννου ὦ Τέννη, τοξότης τοξότου ὦ το‐ ξότα. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι οἱ Ἀθηναῖοι ἐπὶ τῶν εἰς ης εἰς ους ἐχόντων τὴν γενικὴν κυρίων εἰς η ποιοῦσι τὴν κλητικήν, οἷον ὁ Δημοσθένης τοῦ Δημοσθένους ὦ Δημοσθένη, ὁ Ἀριστοφάνης τοῦ Ἀριστοφάνους ὦ Ἀρι‐ | |
30 | στοφάνη. Καὶ δεῖ παραφυλάξασθαι τοῦτο, ὅτι οἱ ἔχοντες ἔθος Ἀττικοὶ ποιεῖν τὰς αὐτὰς ὀρθὰς καὶ κλητικάς, οἷον ὁ Αἴας ὦ Αἴας, ὁ Θόας ὦ Θόας, ὁ κοχλίας ὦ κοχλίας, ἐπὶ τῶν εἰς ης εἰς ους ἐχόντων τὴν γενι‐ κὴν κυρίων οὐχ εὑρίσκονται ποιοῦντες ὁμόφωνον τὴν κλητικὴν τῇ εὐθείᾳ, ὡς εἴρηται· οὐδὲ γὰρ λέγουσιν ὦ Ἀριστοφάνης καὶ ὦ Διομήδης | |
35 | καὶ ὦ Δημοσθένης, ἀλλ’ ὦ Ἀριστοφάνη καὶ ὦ Διομήδη καὶ ὦ Δημο‐ σθένη· δεῖ δὲ προσθεῖναι, ὅτι ἐν τοῖς εἰς ης εἰς ους ἔχουσι τὴν γενι‐ κὴν οὖσι παρὰ τὸ κλέος ποιοῦσιν οἱ Ἀθηναῖοι τὴν αὐτὴν ὀρθὴν καὶ κλητικήν, οἷον ὁ Νικοκλῆς ὦ Νικοκλῆς, ὁ Περικλῆς ὦ Περικλῆς, ὁ Σο‐ φοκλῆς ὦ Σοφοκλῆς, ὁ Ἡρακλῆς ὦ Ἡρακλῆς. Πρόσκειται ἀνωτέρω | |
40 | «ἐπὶ τῶν κυρίων», ἐπειδὴ ἐπὶ τῶν ἐπιθέτων παρ’ αὐτοῖς ὁμόφωνός | |
ἐστιν ἡ κλητικὴ τῇ εὐθείᾳ, οἷον ὁ δυστυχής ὦ δυστυχής, ὡς παρὰ Με‐ | 176 | |
177 | νάνδρῳ ἐν τῷ Ἥρωϊ 〈fragm. 216 Κ〉 ὦ δυστυχής, εἰ μὴ βαδιεῖ, καὶ πάλιν παρὰ τῷ αὐτῷ ἐν Δυσκόλῳ 〈fragm. 137 Κ〉 ὦ δυστυχής, τί οὐ καθεύδεις, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως ἐπιθέτων. Τὼ Δημοσθένεε τὼ Δημοσθένη. Ἰστέον ὅτι ἀπὸ τῆς Δημο‐ | |
5 | σθένεϊ δοτικῆς γέγονε Δημοσθένεε τροπῇ τοῦ ι εἰς ε, ὥσπερ Αἴαντι Αἴαντε, καὶ κατὰ κρᾶσιν τῶν δύο εε εἰς η γίνεται Δημοσθένη. Τοῖν Δημοσθενέοιν τοῖν Δημοσθενοῖν. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ Αἴαντε γίνεται Αἰάντοιν, οὕτω καὶ ἀπὸ τοῦ Δημοσθένεε γίνε‐ ται Δημοσθενέοιν, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς οι διφθόγγου Δημο‐ | |
10 | σθενοῖν· περισπᾶται δὲ τὸ Δημοσθενοῖν, ἐπειδὴ ἡ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον πάϊς παῖς, Πηλέϊ Πηλεῖ, εὐγενέα εὐγενῆ, εὐσεβέος εὐσεβοῦς· οὕτως οὖν καὶ Δημοσθενέοιν καὶ Δημοσθε‐ νοῖν περισπωμένως. Δύναται δὲ καὶ κατὰ ἄλλον τρόπον γενέσθαι τὸ Δημοσθενοῖν· ἔστι Δημοσθενέοιν, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν | |
15 | ου δίφθογγον γίνεται Δημοσθενοῦϊν, καὶ ἐπειδὴ τρία φωνήεντα ἐν μιᾷ συλλαβῇ ἀδύνατον παραλαμβάνεσθαι, ἀνάγκη ἐστὶν ἐξ αὐτῶν ἀποβλη‐ θῆναι τὸ ἕν· καὶ τὸ μὲν ο ἀποβληθῆναι οὐ δύναται, ἐπειδὴ οὐδέποτε μετὰ τὴν υι δίφθογγον ἐπιφερόμενον σύμφωνον εὑρίσκεται, οἷον μυῖα ἅρπυια υἱός· ἐὰν οὖν ἀποβληθῇ τὸ ο, μέλλει μετὰ τὴν υι δίφθογγον | |
20 | σύμφωνον ἐπιφέρεσθαι τὸ ν, ὅπερ ἐστὶν ἀδύνατον· τὸ δὲ ι ἀποβληθῆναι οὐ δύναται, ἐπειδὴ πᾶσα δοτικὴ ἐπὶ παντὸς ἀριθμοῦ τὸ ι θέλει ἔχειν ἐν τῇ τελευταίᾳ συλλαβῇ, οἷον Αἴαντι Αἰάντοιν Αἴασι, καλῷ καλοῖν κα‐ λοῖς· περὶ γὰρ τῶν σεσημειωμένων ἐν τῇ δοτικῇ τῶν ἑνικῶν τοῦ κο‐ χλίου μεμαθήκαμεν· ἐξ ἀνάγκης οὖν ἀποβάλλεται τὸ υ καὶ γίνεται Δη‐ | |
25 | μοσθενοῖν διὰ τῆς οι διφθόγγου. Ὦ Δημοσθένεε ὦ Δημοσθένη. Εἴρηται ὅτι τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ὡς ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική. Ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις. Οἱ Δημοσθένεες οἱ Δημοσθένεις. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ | |
30 | Αἴαντε γίνεται Αἴαντες προσθέσει τοῦ ς, οὕτω καὶ ἀπὸ τοῦ Δημοσθένεε γίνεται Δημοσθένεες προσθέσει τοῦ ς καὶ κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον Δημοσθένεις. Δεῖ δὲ γινώσκειν ὅτι ἐν μὲν τοῖς δυϊ‐ κοῖς τὰ δύο εε εἰς η κίρνανται, οἷον Δημοσθένεε Δημοσθένη, Διομήδεε Διομήδη, ἐν δὲ τοῖς πληθυντικοῖς εἰς τὴν ει δίφθογγον, οἷον Δημοσθέ‐ | |
35 | νεες Δημοσθένεις, Διομήδεες Διομήδεις· σπανίως δὲ καὶ ἐν τοῖς δυϊ‐ κοῖς εὑρίσκονται τὰ δύο εε εἰς τὴν ει δίφθογγον κιρνάμενα, οἷον τα‐ ρίχεε ταρίχει, πόλεε πόλει, ὡς παρ’ Αἰσχίνῃ τῷ Σωκρατικῷ τούτω | |
τὼ πόλει (λέγει δὲ περὶ Ἀθηνῶν καὶ Λακεδαίμονος), καὶ ἐν τοῖς πλη‐ | 177 | |
178 | θυντικοῖς εἰς η, οἷον ἱππέες ἱππῆς καὶ βασιλέες βασιλῆς· ταῦτα δὲ Ἀτ‐ τικά εἰσι, καὶ ἐπὶ μόνων τῶν εἰς ευς τοῦτο ποιοῦσιν οἱ Ἀττικοί, φημὶ δὴ τὸ κιρνᾶν τὰ δύο εε εἰς η ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν, περὶ ὧν ἐν τῇ περὶ τοῦ Πηλεύς διδασκαλίᾳ, εἰ θεῷ φίλον, μαθησόμεθα. | |
5 | Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐν μὲν τοῖς δυϊκοῖς τὰ δύο εε εἰς η κιρνῶνται, ἐν δὲ τοῖς πληθυντικοῖς εἰς τὴν ει δίφθογγον. Καὶ ἔστιν εἰπεῖν ὡς ἐν παρασημειώσει, ὅτι τὸ ς ἐστὶ τὸ αἴτιον· ἐπειδὴ γὰρ ἐν μὲν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἐστι τὸ ς, τούτου χάριν εἰς τὴν ει δίφθογγον ἐγένετο ἡ κρᾶσις τῶν δύο εε, ἐν δὲ τοῖς δυϊκοῖς ἐπειδὴ | |
10 | οὐκ ἔστι τὸ ς, τούτου χάριν εἰς η γίνεται ἡ κρᾶσις τῶν δύο εε· αὕτη δέ ἐστιν, ὡς εἴρηται, παρασημείωσις καὶ οὐκ ἀπολογία. Ἀπολογούμεθα οὖν ἡμεῖς περὶ τούτων οὕτως· τὸ ι χαρακτηριστικόν ἐστι τῆς εὐθείας τῶν πληθυντικῶν, οὐ μὴν τῆς εὐθείας τῶν δυϊκῶν, οἷον φίλοι Ὅμηροι κοχλίαι Αἰνεῖαι· ἐπειδὴ οὖν τὸ ι χαρακτηριστικόν ἐστι τῆς εὐθείας τῶν | |
15 | πληθυντικῶν, εὐλόγως ἐν τοῖς πληθυντικοῖς τὰ δύο εε εἰς τὴν ει δί‐ φθογγον κίρνανται, ἐν δὲ τοῖς δυϊκοῖς εἰς τὸ η, ἐπειδὴ 〈εἰ〉 ἐγένετο τῶν δύο εε κρᾶσις εἰς τὴν ει δίφθογγον ἐν τοῖς δυϊκοῖς, εὑρίσκεται τὸ ι ἐν τῇ τελευταίᾳ συλλαβῇ, ὅπερ ἐστὶ γνήσιον, ὡς εἴρηται, τῆς εὐθείας τῶν πληθυντικῶν· τούτου χάριν, ἵνα μὴ εὑρεθῇ τὸ ι τελικὸν ἐπὶ τῆς εὐθείας | |
20 | τῶν δυϊκῶν, οὐκ ἐγένετο ἡ κρᾶσις τῶν δύο εε εἰς τὴν ει δίφθογγον ἀλλ’ εἰς τὸ η. Ἔστιν οὖν εἰπεῖν καὶ ἑτέραν ἀπολογίαν τοιαύτην· οὐ‐ δέποτε εὑρίσκεται ἐν ἀρσενικοῖς ὀνόμασιν εὐθεῖα δυϊκῶν εἰς οἱανδήποτε δίφθογγον λήγουσα, οἷον τὼ Αἴαντε, τὼ λέβητε, τὼ Ἀτρείδα, τὼ Ὀρέστα· ὅθεν καὶ ἐπὶ τῆς εἰς α καὶ εἰς ω ληγούσης δοτικῆς τῶν ἑνι‐ | |
25 | κῶν, δηλονότι μετὰ τοῦ ι οὔσης, ἡ εὐθεῖα τῶν δυϊκῶν οὐκ ἔχει τὸ ι προσγεγραμμένον, οἷον τῷ κοχλίᾳ τὼ κοχλία, τῷ Ὁμήρῳ τὼ Ὁμήρω· τούτου οὖν χάριν ἐν τοῖς δυϊκοῖς οὐ κίρνανται τὰ δύο εε εἰς τὴν ει δίφθογγον. Πρόσκειται ἀνωτέρω «ἐν ἀρσενικοῖς ὀνόμασιν» διὰ τὸ τα‐ ρίχεε ταρίχει, πόλεε πόλει· ταῦτα γὰρ διὰ τῆς ει διφθόγγου γράφονται· | |
30 | ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐκ εἰσὶν ἀρσενικά, ἄλλως τε δὲ καὶ σπάνιά εἰσιν, ἅτινα οὐκ ἔρρωνται εἰς κανόνα. Ἔστι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν τοιαύτην· ἡ εὐθεῖα τῶν πληθυντικῶν πλείοσι φωνήεσι κέ‐ χρηται πολλάκις ὡς πρὸς τὴν εὐθεῖαν τῶν δυϊκῶν, οἷον τὼ Ὁμήρω οἱ Ὅμηροι, τὼ κοχλία οἱ κοχλίαι· ἰδοὺ ἡ εὐθεῖα τῶν πληθυντικῶν δύο | |
35 | ἔχει φωνήεντα, τῆς εὐθείας τῶν δυϊκῶν ἓν φωνῆεν ἐχούσης· εἰκότως | |
οὖν ἐν μὲν τοῖς πληθυντικοῖς τὰ δύο εε εἰς τὴν ει δίφθογγον κίρναν‐ | 178 | |
179 | ται, ἐν δὲ τοῖς δυϊκοῖς εἰς τὸ η, ἵνα πλείονα σχῇ φωνήεντα ἡ εὐθεῖα τῶν πληθυντικῶν τῆς εὐθείας τῶν δυϊκῶν· ἡ γὰρ ει δίφθογγος δύο φωνήεντά εἰσι, τὸ δὲ η ἕν ἐστιν. Ἔστι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν τοιαύτην· ἡ εὐθεῖα τῶν δυϊκῶν μείζονι χρόνῳ κέχρηται πολλάκις ὡς | |
5 | πρὸς τὴν εὐθεῖαν τῶν πληθυντικῶν, οἷον τὼ Ὁμήρω οἱ Ὅμηροι (τὸ ω μεῖζόν ἐστι τῆς οι διφθόγγου), τὰ Μηδεία αἱ Μήδειαι (τὸ α τὸ φύσει μα‐ κρὸν μεῖζόν ἐστι τῆς αι διφθόγγου)· ἐπεὶ οὖν καὶ τὸ η μεῖζόν ἐστι τῆς ει διφθόγγου, εἰκότως ἐν μὲν τοῖς δυϊκοῖς τὰ δύο εε εἰς η κίρνανται, ἐν δὲ τοῖς πληθυντικοῖς εἰς τὴν ει δίφθογγον, ἵνα εὑρεθῇ μείζονα χρό‐ | |
10 | νον ἔχουσα ἡ εὐθεῖα τῶν δυϊκῶν ὡς πρὸς τὴν εὐθεῖαν τῶν πληθυντι‐ κῶν. Ὅτι δὲ τὸ η μεῖζόν ἐστι τῆς ει διφθόγγου δῆλον ἐντεῦθεν· ὥσ‐ περ ὁ εἷς στρατιώτης ὁ δυνάμενος ἔργον δύο στρατιωτῶν ποιῆσαι ἰσχυ‐ ρότερος ἐκείνων ἐστί, τὸν αὐτὸν τρόπον καὶ τὸ ἓν φωνῆεν ποιοῦν ἔργον ὃ δύνανται δύο φωνήεντα ποιῆσαι ἰσχυρότερον ἐκείνων ἐστίν· | |
15 | ὅπερ γὰρ ἡ ει δίφθογγος ποιεῖ, τοῦτο καὶ τὸ η μόνον ποιεῖ· καὶ γὰρ ἡ ει δίφθογγος φύσει μακρὰν ἀποτελεῖ τὴν συλλαβήν, καὶ τὸ η δὲ ὡσ‐ αύτως. Τῶν Δημοσθενέων τῶν Δημοσθενῶν. Εἴρηται ὅτι πᾶσα γενικὴ πληθυντικῶν εἰς ων λήγει ἐπὶ παντὸς γένους· ἔστιν οὖν Δημο‐ | |
20 | σθενέων, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ ω εἰς ω γίνεται Δημοσθενῶν περι‐ σπωμένως· περισπᾶται δέ, ἐπειδή, ὡς εἴρηται, ἡ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον πάϊς παῖς, Πηλέϊ Πηλεῖ, εὐγενέος εὐγενοῦς· οὕτως οὖν καὶ Δημοσθενέων Δημοσθενῶν περισπωμένως· τὸ δὲ Δημοσθενέων παροξύνεται. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί μὴ προπαρ‐ | |
25 | οξύνεται τῶν Δημοσθένεων, ὥσπερ καὶ τὸ ὄφεων. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἡνίκα ἡ γενικὴ τῶν πληθυντικῶν προπαροξύνεται, πάντως καὶ ἡ γενικὴ τῶν ἑνικῶν διὰ τοῦ ε καὶ ω ἐστὶ καὶ προπαροξύνεται, οἷον ὄφεων ὄφεως, πόλεων πόλεως, πράξεων πράξεως, μάντεων μάντεως· ὅθεν τὸ τειχέων καὶ βελέων καὶ ὀρέων καὶ ὀφίων καὶ πολίων καὶ σταχύων | |
30 | καὶ βοτρύων οὐ προπαροξύνονται, ἐπειδὴ εἰ καὶ ἔχουσι τὴν γενικὴν τῶν ἑνικῶν προπαροξυνομένην, οἷον τείχεος βέλεος ὄρεος ὄφιος πόλιος στάχυος βότρυος, ἀλλ’ οὖν οὐκ ἔχουσιν αὐτὴν διὰ τοῦ ε καὶ ω· ἀλλ’ οὔτε δὲ τὸ Πηλέων καὶ βασιλέων προπαροξύνονται, ἐπειδὴ εἰ καὶ ἔχουσι διὰ τοῦ ε καὶ ω τὴν γενικὴν τῶν ἑνικῶν, οἷον Πηλέως βασιλέως, ἀλλ’ | |
35 | οὖν οὐκ ἔχουσιν αὐτὴν προπαροξυνομένην. Πῶς οὖν δύνανται τὸ Δη‐ μοσθενέων καὶ Διομηδέων καὶ Ἀριστοφανέων προπαροξύνεσθαι, ὅπου ἡ γενικὴ τῶν ἑνικῶν οὐκ ἔστι διὰ τοῦ ε καὶ ω καὶ προπαροξύνεται, Δημοσθένεος γὰρ καὶ Διομήδεος καὶ Ἀριστοφάνεος προπαροξυτόνως μέν, ἀλλ’ οὐ διὰ τοῦ ε καὶ ω· εἰρήκαμεν γὰρ ἀνωτέρω, ὅτι ἡνίκα | |
40 | εὑρεθῇ ἡ γενικὴ τῶν πληθυντικῶν προπαροξυνομένη, πάντως ἡ γενικὴ | 179 |
180 | τῶν ἑνικῶν διὰ τοῦ ε καὶ ω ἐστὶ καὶ προπαροξύνεται, ὅπερ ἐπὶ τούτων οὐκ ἔστιν. Τοῖς Δημοσθένεσι μόνως. Ἐνταῦθα τὴν δοτικὴν τῶν πληθυν‐ τικῶν κανονίζει· κανονίζεται δὲ ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν τοῦτον | |
5 | τὸν τρόπον· πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκφωνούμενον λή‐ γουσα, πρὸ τοῦ ι λαμβάνουσα τὸ ς καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα σὺν αὐτῷ ἀκουσθῆναι στοιχεῖα, τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ, οἷον ὄφεϊ ὄφεσι, πόλεϊ πόλεσι, ταχέϊ ταχέσιν, Ἕκτορι Ἕκτορσι, Πάριδι Πάρισι, Πλάτωνι Πλάτωσιν· οὕτως οὖν καὶ | |
10 | Δημοσθένεϊ Δημοσθένεσι. Λέγουσι δέ τινες, ὅτι δεῖ προσθεῖναι ἐν τῷ κανόνι «χωρὶς τῶν εἰς ευς»· ἰδοὺ γάρ ἐστι Πηλεύς Πηλέως Πηλέϊ, καὶ οὐ γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν τοῖς Πηλέσι προσθέσει τοῦ ς, ἀλλὰ Πηλεῦσι. Πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι τότε κανονίζομεν τὴν δο‐ τικὴν τῶν πληθυντικῶν ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν, ἡνίκα μὴ δύναται | |
15 | κανονισθῆναι ἡ δοτικὴ τῶν πληθυντικῶν ἀπὸ τῆς εὐθείας τῶν ἑνικῶν· ἐπὶ οὖν τῶν εἰς ευς ἐπειδὴ δύναται κανονισθῆναι ἡ δοτικὴ τῶν πλη‐ θυντικῶν ἀπὸ τῆς εὐθείας τῶν ἑνικῶν, τούτου χάριν οὐ κανονίζεται ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν. Ταῦτα μὲν ἐν τούτοις. Οὐ δυνάμεθα δὲ χρήσασθαι ἐνταῦθα, φημὶ δὴ ἐν τῇ Δημοσθένεσι | |
20 | δοτικῇ τῶν πληθυντικῶν, τῷ ἀπὸ τῆς εὐθείας τῶν ἑνικῶν κανόνι τῷ λέγοντι· πᾶσα εὐθεῖα ἑνικῶν εἰς ς λήγουσα μετὰ μακρᾶς περιττοσυλλά‐ βως κλινομένη καὶ μὴ συναιρουμένη κατὰ τὴν γενικὴν προσθέσει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν· συναιρεῖται γὰρ ἐνταῦθα ἡ γενικὴ τῶν ἑνικῶν ἡ Δημοσθένεος, Δημοσθένους γάρ· ἡ δὲ δοτικὴ τῶν πληθυν‐ | |
25 | τικῶν ἡ Δημοσθένεσιν οὐ συναιρεῖται, ἐπειδὴ τὸ ς μέσον ἐστὶ τῶν φω‐ νηέντων· οὐδέποτε γὰρ τὰ φωνήεντα δύνανται συναίρεσιν ἐπιδέξασθαι ἔχοντα ἐν τῷ μεταξὺ σύμφωνον, εἰ μὴ πρότερον ἀποβληθῇ τὸ σύμφω‐ νον, ὡς ἐπὶ τοῦ κρείττονα κρείττοα καὶ κρείττω· ὥσπερ γὰρ κέντρου μεταξὺ δύο ξύλων ὄντος οὐ δύνανται τὰ ξύλα ἑνωθῆναι, τὸν αὐτὸν | |
30 | τρόπον καὶ συμφώνου μεταξὺ δύο φωνηέντων ὑπάρχοντος οὐ δύνανται τὰ φωνήεντα ἕνωσιν ἀναδέξασθαι. Εἰ δέ τις καὶ ἀποβαλλέσθω τὸ σύμ‐ φωνον εἴποι καὶ γινέσθω συναίρεσις τῶν φωνηέντων, ὡς ἐπὶ τοῦ κρείτ‐ τονα καὶ κρείττοα καὶ κρείττω, λέγομεν ὅτι οὐ δύναται ἀποβληθῆναι τὸ σύμφωνον, ἐπειδὴ ἐὰν ἀποβληθῇ τὸ σύμφωνον, συνεμπίπτει τῇ δοτικῇ | |
35 | τῶν ἑνικῶν, ὅπερ ἐστὶν ἄτοπον· ἄλλως τε δὲ πᾶσα δοτικὴ πληθυντικῶν εἰς ι λήγουσα θέλει ἔχειν πρὸ τοῦ ι τὸ ς ἢ δυνάμει ἢ ἐνεργείᾳ, ἐνερ‐ γείᾳ μέν, οἷον Αἴασι λέβησι Λάχησι Θόασι, δυνάμει δέ, οἷον Φοίνιξι Πέλοψι· δυνάμει γὰρ ἐπὶ τούτων ἐστὶ τὸ ς· τὸ γὰρ ξ ἐκ τοῦ κ καὶ ς δοκεῖ συγκεῖσθαι, καὶ τὸ ψ ἐκ τοῦ π καὶ ς· τούτου οὖν χάριν καὶ ἐπὶ | |
40 | τῆς Δημοσθένεσι δοτικῆς οὐκ ἀποβάλλεται τὸ ς. Ταῦτα μὲν ἐν τούτοις. | 180 |
181 | Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐν μὲν τῇ Δημοσθένεσι δοτικῇ τῶν πληθυντικῶν γίνεται τὸ ι ἐφελκυστικὸν τοῦ ν, οἷον Δημο‐ σθένεσιν, ἐν δὲ τῇ δοτικῇ τῶν ἑνικῶν οὐ γίνεται τὸ ι ἐφελκυστικὸν τοῦ ν, Δημοσθένεϊ γάρ ἐστι καὶ οὐ λέγομεν Δημοσθένεϊν. Ἔστιν οὖν εἰπεῖν, | |
5 | ὅτι τὸ ι τότε γίνεται ἐφελκυστικὸν τοῦ ν, ἡνίκα ἔχει προηγούμενον τὸ ς ἢ δυνάμει ἢ ἐνεργείᾳ· ἐνεργείᾳ μέν, ὡς Αἴασι Αἴασιν, τύπτουσι τύ‐ πτουσιν, λέγουσι λέγουσιν, δυνάμει δέ, οἷον ἐστί ἐστίν· ἐνταῦθα γὰρ δυνάμει ἐστὶ τὸ ς, ἀπὸ γὰρ τοῦ ἐσσί γέγονε κατὰ τροπὴν τοῦ ς εἰς τὸ τ· καὶ πάλιν Φοίνιξι Φοίνιξιν, Πέλοψι Πέλοψιν· ἐπὶ τούτων γὰρ δυνά‐ | |
10 | μει τὸ ς ἐστί, καὶ γὰρ τὸ ξ ἐκ τοῦ κ καὶ ς σύγκειται καὶ τὸ ψ ἐκ τοῦ π καὶ ς· πολλάκις δὲ καὶ τοῦ φ προηγουμένου γίνεται τὸ ι ἐφελκυστι‐ κὸν τοῦ ν, οἷον ναῦφι ναῦφιν, Ν 700〉 ναῦφιν ἀμυνόμενοι, τουτ‐ έστιν ἐκ τῶν νεῶν ἀποσοβοῦντες. Ἐπειδὴ οὖν ἐν μὲν τῇ Δημοσθένεσι δοτικῇ τῶν πληθυντικῶν τὸ ι προηγούμενον ἔχει τὸ ς, τούτου χάριν | |
15 | γίνεται ἐφελκυστικὸν τοῦ ν, οἷον Δημοσθένεσιν· ἐν δὲ τῇ Δημοσθένεϊ δοτικῇ τῶν ἑνικῶν, ἐπειδὴ τὸ ι οὐκ ἔχει προηγούμενον τὸ ς οὔτε δυνάμει οὔτε ἐνεργείᾳ, τούτου χάριν οὐ γίνεται ἐφελκυστικὸν τοῦ ν. Ταῦτα μὲν ἐν τούτοις. Τοὺς Δημοσθένεας καὶ Δημοσθένεις. Κανονίζεται ἡ αἰτιατικὴ | |
20 | τῶν πληθυντικῶν ἀπὸ τῆς αἰτιατικῆς τῶν ἑνικῶν τοῦτον τὸν τρόπον· πᾶσα αἰτιατικὴ ἑνικῶν εἰς α λήγουσα προσθέσει τοῦ ς ποιεῖ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, οἷον Αἴαντα Αἴαντας, λέβητα λέβητας, Λάχητα Λάχητας, ἔρωτα ἔρωτας· οὕτως οὖν καὶ Δημοσθένεα Δημοσθένεας. Δύναται δὲ καὶ ἀπὸ τῆς εὐθείας τῶν πληθυντικῶν κα‐ | |
25 | νονισθῆναι τοῦτον τὸν τρόπον· πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ες λή‐ γουσα τροπῇ τοῦ ε εἰς α τὴν αἰτιατικὴν τῶν πληθυντικῶν ποιεῖ, οἷον Αἴαντες Αἴαντας, Λάχητες Λάχητας, λέβητες λέβητας, ἔρωτες ἔρωτας· οὕτως οὖν καὶ ἀπὸ τοῦ Δημοσθένεες Δημοσθένεας γέγονε κατὰ τροπὴν τοῦ ε εἰς α. Μηδεὶς δὲ οἰέσθω, ὅτι τὸ Δημοσθένεις ἀπὸ τοῦ Δημο‐ | |
30 | σθένεας γέγονε κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς τὴν ει δίφθογγον, τὸ γὰρ ε καὶ α εἰς η κίρνανται, οἷον τείχεα τείχη, βέλεα βέλη, ἀλλὰ δεῖ λέ‐ γειν ὅτι ὁμοφωνία ἐστὶ τῆς αἰτιατικῆς τῶν πληθυντικῶν πρὸς τὴν εὐ‐ θεῖαν τῶν πληθυντικῶν· πᾶσα γὰρ εὐθεῖα πληθυντικῶν εἰς ς λήγουσα καὶ συναιρουμένη κατὰ τὴν τελευταίαν συλλαβὴν τὴν αἰτιατικὴν ἔχει | |
35 | ὁμόφωνον αὐτῇ δηλονότι καὶ τὴν κλητικήν, οἷον οἱ βότρυς τοὺς βότρυς ὦ βότρυς, οἱ βοῦς τοὺς βοῦς ὦ βοῦς, οἱ ἰχθῦς τοὺς ἰχθῦς ὦ ἰχθῦς, οἱ ἡδεῖς τοὺς ἡδεῖς ὦ ἡδεῖς, οἱ εὐγενεῖς τοὺς εὐγενεῖς ὦ εὐγενεῖς, οἱ εὐφυεῖς τοὺς εὐφυεῖς ὦ εὐφυεῖς· οὕτως οὖν καὶ οἱ Δημοσθένεις τοὺς Δημοσθένεις ὦ Δημοσθένεις. Πρόσκειται «εἰς ς λήγουσα» διὰ τὸ οἱ | |
40 | χρύσεοι οἱ χρυσοῖ καὶ οἱ χάλκεοι οἱ χαλκοῖ· ταῦτα γὰρ συναιροῦνται | 181 |
182 | κατὰ τὴν τελευταίαν συλλαβήν, καὶ ἐπειδὴ οὐ λήγουσιν εἰς ς, οὐκ ἔχουσι τὴν αἰτιατικὴν τῶν πληθυντικῶν ὁμόφωνον αὐτοῖς, τοὺς χρυσοῦς γὰρ καὶ τοὺς χαλκοῦς ἡ αἰτιατικὴ τῶν πληθυντικῶν, ἡ δὲ κλητικὴ ὁμοφωνεῖ τῇ ἰδίᾳ εὐθείᾳ, οἷον οἱ χρυσοῖ καὶ ὦ χρυσοῖ, οἱ χαλκοῖ καὶ ὦ χαλκοῖ, | |
5 | ἐπειδὴ τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ὡς ἡ ὀρθὴ οὕτω καὶ ἡ κλη‐ τική. Πρόσκειται «καὶ συναιρουμένη κατὰ τὴν τελευταίαν συλλαβήν» διὰ τὸ Ἡρακλῆες· ἰδοὺ γὰρ τοῦτο εἰς ς λήγει καὶ οὐκ ἔχει ὁμόφωνον τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, Ἡρακλῆας γὰρ ἡ αἰτιατικὴ τῶν πλη‐ θυντικῶν, ἀλλ’ οὐ συναιρεῖται κατὰ τὴν τελευταίαν συλλαβήν, ἀπὸ τοῦ | |
10 | Ἡρακλέεες γὰρ γέγονε κατὰ κρᾶσιν τῶν δύο εε τῶν πρώτων εἰς τὸ η. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι οἱ Ἀττικοὶ τούτῳ τῷ λόγῳ οὐκ ἀκολουθοῦ‐ σιν· ἐκεῖνοι γὰρ ἐπὶ τῶν εἰς ευς συναιροῦντες τὰ δύο εε εἰς τὸ η ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν, οἷον ἱππέες ἱππῆς καὶ βασιλέες βασιλῆς, | |
15 | οὐ ποιοῦσιν ὁμόφωνον τὴν αἰτιατικὴν τῇ εὐθείᾳ· οὐδὲ γὰρ ποιοῦσι τὴν αἰτιατικὴν τῶν πληθυντικῶν διὰ τοῦ η, ὡς ἐν τῇ περὶ τοῦ Πηλεύς δι‐ δασκαλίᾳ εἰ θεῷ φίλον μαθησόμεθα. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι οἱ Ἀθηναῖοι ἐπὶ τῶν εἰς ης εἰς ους ἐχόντων τὴν γενικὴν κυρίων καὶ ἐπὶ τῶν παρὰ τὸ ἔτος διὰ τοῦ α ποιοῦσι τὴν αἰτιατικὴν τῶν πληθυν‐ | |
20 | τικῶν, οἷον ὁ Δημοσθένης τοῦ Δημοσθένους τοὺς Δημοσθένας, ὁ Ἀρι‐ στοφάνης τοῦ Ἀριστοφάνους τοὺς Ἀριστοφάνας, ὁ δωδεκαέτης τοῦ δω‐ δεκαέτους τοὺς δωδεκαέτας, ὁ ἑπταέτης τοῦ ἑπταέτους τοὺς ἑπταέτας· τὴν δὲ εὐθεῖαν τῶν πληθυντικῶν διὰ τῆς αι διφθόγγου ποιοῦσιν ἐπὶ τούτων, οἷον οἱ Δημοσθέναι, οἱ Ἀριστοφάναι, οἱ ἑπταέται, οἱ δωδε‐ | |
25 | καέται. Ὦ Δημοσθένεες καὶ ὦ Δημοσθένεις. Εἴρηται ὅτι τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ὡς ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική. Κανὼν ϛʹ. Ὁ Ἡρακλέης καὶ ὁ Ἡρακλῆς. | |
30 | Ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα διέλαβεν ἀνωτέρω ὁ τεχνικὸς περὶ τῶν εἰς ης τῶν παρ’ οὐδετέρων συντεθειμένων, φημὶ δὴ ἐν τῇ περὶ τοῦ Δημοσθένους διδασκαλίᾳ, πῶς διαλαμβάνει κατ’ ἰδίαν ἐνταῦθα περὶ τῶν παρὰ τὸ κλέος, καὶ ταῦτα γὰρ παρ’ οὐδετέρων εἰσὶ συντεθει‐ μένα. Καὶ λέγουσί τινες, ὅτι ἐπειδὴ τὰ μὲν ἄλλα ἀπ’ οὐδετέρων συν‐ | |
35 | ετέθησαν μὴ ὄντων καθαρῶν, οἷον σθένος Δημοσθένης, γένος Διογένης, τὰ δὲ παρὰ τὸ κλέος ἀπ’ οὐδετέρου συνετέθησαν καθαριεύοντος, τὸ γὰρ κλέος καθαριεύει, τούτου χάριν κατ’ ἰδίαν διέλαβε περὶ αὐτῶν· οὗτοι | |
δὲ οὐκ ἀκριβῶς λέγουσιν· ἰδοὺ γὰρ παρὰ τὸ φάος παμφαής χρυσο‐ | 182 | |
183 | φαής, καὶ ἰδοὺ ταῦτα καθαριεύουσι καὶ οὐκ εἰσὶ παρὰ τὸ κλέος. Κρεῖτ‐ τον οὖν ἐστιν εἰπεῖν, ὅτι διὰ τοῦτο ἰδιαζόντως περὶ τῶν παρὰ τὸ κλέος συνθέτων διαλαμβάνει, ἐπειδὴ ποικιλωτέρα ἐστὶν ἡ κλίσις αὐτῶν· τὰ μὲν γὰρ ἄλλα τὰ ἀπὸ οὐδετέρων σύνθετα μίαν μόνην ἔχουσιν εὐθεῖαν, οἷον | |
5 | φάος παμφαής, γένος εὐγενής, τὰ δὲ παρὰ τὸ κλέος σύνθετα δηλονότι κύρια δύο ἔχουσιν εὐθείας, μίαν ἐντελῆ καὶ μίαν συνῃρημένην, οἷον Ἡρακλέης Ἡρακλῆς. Καὶ ἀποροῦσί τινες λέγοντες, τί δήποτε τὰ παρὰ τὸ κλέος σύνθετα δηλονότι κύρια δύο ἔχουσιν εὐθείας, μίαν ἐντελῆ καὶ μίαν συνῃρημένην, οἷον Ἡρακλέης Ἡρακλῆς, τῶν ἄλλων τῶν ἀπὸ οὐ‐ | |
10 | δετέρων συνθέτων μίαν καὶ μόνην εὐθεῖαν ἐχόντων, οἷον σθένος Δη‐ μοσθένης, γένος Διογένης, φάος παμφαής. Καὶ ἐπιλύονται λέγοντες, ὅτι ἐν τούτοις, φημὶ δὴ τοῖς παρὰ τὸ κλέος συνθέτοις δηλονότι κυρίοις καθαριεύουσι τὰ φωνήεντα, καὶ εἰκότως ἔσχον συνῃρημένην εὐθεῖαν· τὰ γὰρ ἄλλα ὡς ἔχοντα σύμφωνον πρὸ τοῦ φωνήεντος, οἷον ἀσθενής εὐ‐ | |
15 | γενής, εἰκότως συναίρεσιν παθεῖν οὐκ ἠδύναντο. Εἰ δέ τις ἀπορήσειε, πῶς οὖν τὸ παμφαής καὶ χρυσοφαής καθαριεύοντα οὐκ ἔχουσι συνῃρη‐ μένην εὐθεῖαν, λέγομεν ὅτι ὡς μὴ ὄντα κύρια οὐ συνῃρέθησαν. Ἀμέλει καὶ ἐν τοῖς παρὰ τὸ κλέος συνθέτοις τὰ κύρια μόνα συναιροῦνται κατὰ τὴν εὐθεῖαν, οἷον Ἡρακλέης Ἡρακλῆς, Νικοκλέης Νικοκλῆς, ἐπεὶ τὰ | |
20 | ἐπίθετα οὐ συναιροῦνται κατὰ τὴν εὐθεῖαν, ὡς μετ’ ὀλίγον δείξομεν, οἷον εὐκλεής δυσκλεής· ἄλλως τε δὲ καὶ ὡς ὀξυνόμενα οὐ συνῃρέθησαν, ὡς δείξομεν ἡνίκα ζητοῦμεν, διατί τὰ παρὰ τὸ κλέος ἐπίθετα οὐ συν‐ αιροῦνται κατὰ τὴν εὐθεῖαν. Ταῦτα μὲν ἐν τούτοις. Λέγει δὲ ὁ τεχνικός, ὅτι τοῦτο τὸ ὄνομα καὶ τὰ ὅμοια αὐτῷ δη‐ | |
25 | λονότι κύρια παρὰ τὸ κλέος σύνθετα δύο ἔχουσιν εὐθείας, μίαν ἐντελῆ τὴν Ἡρακλέης καὶ μίαν συνῃρημένην τὴν Ἡρακλῆς, αἵτινες γεννῶσι γε‐ νικὰς τέσσαρας, ἡ ἐντελὴς δύο, μίαν ἐντελῆ καὶ μίαν συνῃρημένην, οἷον Ἡρακλέης Ἡρακλέεος Ἡρακλέους, καὶ ἡ συνῃρημένη δύο, μίαν ἐντελῆ καὶ μίαν συνῃρημένην, οἷον Ἡρακλῆς Ἡρακλέος Ἡρακλοῦς. Ἰστέον δὲ | |
30 | ὅτι οὐ μόνον τέσσαρές εἰσι γενικαὶ ἀλλὰ πλείονες, ὡς ἔχομεν δεῖξαι τὴν κλίσιν τοῦ Ἡρακλῆς παρατιθέμενοι. Ἀποροῦσι δέ τινες λέγοντες, πῶς ἡ συνῃρημένη εὐθεῖα ἐντελῆ γενικὴν ἀποτελεῖ, οἷον Ἡρακλῆς Ἡρα‐ κλέος· ἐχρῆν γὰρ μόνην συνῃρημένην γεννῆσαι, οὐ μὴν ἐντελῆ. Καὶ ἔστιν εἰπεῖν πρὸς τούτους τὴν ἀπολογίαν ταύτην, ὅτι πᾶσα συνῃρημένη | |
35 | γενικὴ ἀπὸ ἐντελοῦς γενικῆς ἐστι συνῃρημένη, οἷον Δημοσθένεος Δημο‐ σθένους, Διομήδεος Διομήδους· πῶς οὖν δυνατὸν εἶναι συνῃρημένην τὴν Ἡρακλοῦς γενικήν, εἰ μὴ ἔχει τὴν Ἡρακλέους ἐντελῆ γενικήν; Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι τὰ παρὰ τὸ κλέος σύνθετα εἰς ης γινόμενα, | |
40 | ἐὰν μὲν εὑρεθῶσι κύρια, δύο ἔχουσιν εὐθείας, μίαν ἐντελῆ καὶ μίαν | 183 |
184 | συνῃρημένην, οἷον Ἡρακλέης Ἡρακλῆς, Περικλέης Περικλῆς, Σοφοκλέης Σοφοκλῆς, Νικοκλέης Νικοκλῆς, ἐὰν δὲ ὦσιν ἐπίθετα, μίαν ἔχουσιν εὐθεῖαν τὴν ἐντελῆ μόνην, συνῃρημένην γὰρ οὐκ ἔχουσιν· οὐδέποτε γὰρ τὰ παρὰ τὸ κλέος σύνθετα ἐπίθετα συναιροῦνται κατὰ τὴν εὐθεῖαν, οἷον | |
5 | ἀκλεής δυσκλεής ἀγακλεής. Καὶ ἄξιόν ἐστι ζητῆσαι, τί δήποτε τὰ παρὰ τὸ κλέος σύνθετα εἰς ης δηλονότι κύρια μὲν ὄντα συναιροῦνται κατὰ τὴν εὐθεῖαν, οἷον Ἡρακλέης Ἡρακλῆς, Περικλέης Περικλῆς, ἐπίθετα δὲ ὄντα οὐ συναιροῦνται κατὰ τὴν εὐθεῖαν, οἷον ἀκλεής δυσκλεής ἀγακλεής· καὶ ἔστιν εἰπεῖν δύο ἀπολογίας, μίαν μὲν ἀπὸ τόνου, ἑτέραν δὲ ἀπὸ | |
10 | κλίσεως. Ἔστι δὲ ἡ ἀπὸ τόνου αὕτη· οὐδέποτε κρᾶσις γίνεται ἐπ’ ὀνο‐ μάτων βαρείας καὶ ὀξείας εἰς ὀξεῖαν συνερχομένων, οἷον θοός ἐνδεής παμφαής ἀκραής ἀνηλεής, σεσημειωμένου τοῦ ζωός ζώς· ἐνταῦθα γὰρ κρᾶσις ἐγένετο βαρείας καὶ ὀξείας εἰς ὀξεῖαν συνερχομένων· καὶ χωρὶς τοῦ πούς· καὶ τοῦτο γάρ, ὡς ἐν τῇ περὶ τούτου διδασκαλίᾳ εἰ θεῷ | |
15 | φίλον μαθησόμεθα, κρᾶσιν ἔπαθε βαρείας καὶ ὀξείας εἰς ὀξεῖαν συνελ‐ θουσῶν· τὸ γὰρ Κισσηΐς Κισσής καὶ Βρισηΐς Βρισῄς καὶ Νηρηΐς Νηρῄς, εἰ καὶ ἀπὸ βαρείας καὶ ὀξείας εἰς ὀξεῖαν συνῆλθον, οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐκ ἐδέξαντο κρᾶσιν ἀλλὰ συναίρεσιν· τὸ νηλής οὐκ ἀπὸ τοῦ νηλεής γέγονε κατὰ κρᾶσιν, ἀλλ’ ἑκάτερον αὐτῶν ἰδία σχηματίζεται· τὸ | |
20 | μὲν γὰρ νηλεής ἀπὸ τοῦ ἐλεῶ γέγονε καὶ τοῦ νή στερητικοῦ ἐπιρρή‐ ματος, οἷον ὁ ἐστερημένος τοῦ ἐλεεῖν, τὸ δὲ νηλής ἀπὸ τοῦ λῶ τοῦ σημαίνοντος τὸ θέλω καὶ τοῦ νή στερητικοῦ ἐπιρρήματος, οἱονεὶ ὁ μὴ θέλων ἀλλ’ ὢν ἀκαμπὴς καὶ σκληρός· ἔχομεν δὲ τοῦ λῶ τὴν χρῆσιν παρὰ Θεοκρίτῳ, οἷον 〈1, 12〉 λῇς ποτὶ τᾶν νυμφᾶν, λῇς, αἰπόλε, | |
25 | ἀντὶ τοῦ θέλεις· τὸ δὲ ἀδελφιδεός ἀδελφιδοῦς καὶ θυγατριδεός θυγατρι‐ δοῦς κρᾶσιν μὲν ἐδέξαντο βαρείας καὶ ὀξείας, ἀλλ’ οὐκ εἰς ὀξεῖαν ἀλλ’ εἰς περισπωμένην, τὸ γὰρ ἀδελφιδοῦς καὶ θυγατριδοῦς περισπῶνται· τὸ ἱερεύς ἱρεύς κρᾶσιν ἀναδεξάμενον τοῦ ι καὶ ε εἰς ι μακρὸν καὶ ὀξυνό‐ μενον οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἐγένετο ἐν τῇ τελευταίᾳ συλλαβῇ | |
30 | ἡ κρᾶσις ἀλλ’ ἐν τῇ ἀρχούσῃ. [Τούτων οὕτως ἐχόντων τὰ ἐπίθετα τὰ παρὰ τὸ κλέος σύνθετα ἐὰν ἐπιδέξωνται κρᾶσιν, μέλλει ἡ βαρεῖα καὶ ἡ ὀξεῖα εἰς ὀξεῖαν συνέρχεσθαι κράσεως οὔσης, ὅπερ ἐστὶν ἄτοπον· πάντα γὰρ τὰ παρὰ τὸ κλέος σύνθετα ἐπίθετα ὀξύνονται, οἷον ἀκλεής δυσκλεής ἀγακλεής· ἡ δὲ βαρεῖα καὶ ἡ ὀξεῖα εἰς ὀξεῖαν συνέρχονται, οἷον ζωός | |
35 | ζώς, ἑσταώς ἑστώς, Κισσηΐς Κισσῄς, Βρισηΐς Βρισῄς.] Πρόσκειται ἀνω‐ τέρω «ἐπ’ ὀνομάτων», οἷον «οὐδέποτε γίνεται κρᾶσις ἐπ’ ὀνομάτων βαρείας καὶ ὀξείας εἰς ὀξεῖαν συνερχομένων», διὰ τὸ ἑσταώς ἑστώς καὶ βεβαώς βεβώς καὶ τεθναώς τεθνώς· ἐνταῦθα γὰρ κρᾶσις ἐγένετο βαρείας | |
καὶ ὀξείας εἰς ὀξεῖαν συνερχομένων, ἀλλ’ οὐκ εἰσὶν ὀνόματα ἀλλὰ με‐ | 184 | |
185 | τοχαί. Τούτου οὖν χάριν τὰ παρὰ τὸ κλέος σύνθετα ἐπίθετα οὐ συν‐ αιροῦνται κατὰ τὴν εὐθεῖαν, ἵνα, ὡς εἴρηται, μὴ εὑρεθῇ κρᾶσις γινομένη ἐπ’ ὀνομάτων βαρείας καὶ ὀξείας εἰς ὀξεῖαν συνερχομένων· τὰ γὰρ παρὰ τὸ κλέος σύνθετα κύρια διὰ τοῦτο συναιροῦνται κατὰ τὴν εὐθεῖαν, | |
5 | ἐπειδὴ ἐν τῇ ἐντελείᾳ βαρύνονται, οἷον Ἡρακλέης Σοφοκλέης Περικλέης, καὶ λοιπὸν συναιρούμενα περισπῶνται, οἷον Ἡρακλῆς Σοφοκλῆς Περι‐ κλῆς· ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον πάϊς παῖς, Πηλέϊ Πηλεῖ, εὐσεβέα εὐσεβῆ, καὶ λοιπὸν οὐκέτι εὑρίσκεται κρᾶσις γινομένη ἐπ’ ὀνομάτων βαρείας καὶ ὀξείας εἰς ὀξεῖαν, ἀλλὰ τοὐ‐ | |
10 | ναντίον ὀξείας καὶ βαρείας εἰς περισπωμένην. Αὕτη μὲν οὖν ἐστιν ἡ ἀπὸ τόνου ἀπολογία· ἡ δὲ ἀπὸ κλίσεώς ἐστιν αὕτη· τὰ ἐπίθετα παρὰ τὸ κλέος σύνθετα εἰ συνῃροῦντο κατὰ τὴν εὐθεῖαν, ἤμελλον ὀξύνεσθαι, ἐπειδὴ καὶ ἐν τῇ ἐντελείᾳ ὀξύνονται, οἷον ἀκλεής δυσκλεής ἀγακλεής· ἡ δὲ βαρεῖα καὶ ἡ ὀξεῖα εἰς ὀξεῖαν συνέρχονται, οἷον ζωός ζώς, ἑσταώς | |
15 | ἑστώς, Βρισηΐς Βρισῄς· ὀξυνόμενα δὲ ἤμελλον ἐμπίπτειν εἰς χαρακτῆρα ἀπαιτοῦντα τὴν διὰ τοῦ τος κλίσιν· τὰ γὰρ εἰς ης ὀξυνόμενα ἔχοντα πρὸ τοῦ η ἀμετάβολον καὶ πρὸ τοῦ ἀμεταβόλου ἕτερον σύμφωνον, μὴ κατὰ συγκοπὴν ὄντα, διὰ τοῦ τος κλίνονται, οἷον ἀβλής ἀβλῆτος, προ‐ βλής προβλῆτος, ἡμιθνής ἡμιθνῆτος, ἡμιτρής ἡμιτρῆτος, ἀμφιτρής ἀμ‐ | |
20 | φιτρῆτος· πρόσκειται «μὴ κατὰ συγκοπὴν ὄντα» διὰ τὸ μελαγχρής με‐ λαγχροῦς· τοῦτο γὰρ εἰς ους ἔχει τὴν γενικήν, ἀλλ’ ἀπὸ τοῦ μελαγ‐ χροιής γέγονε κατὰ συγκοπήν. Τούτῳ οὖν τῷ λόγῳ, εἰ συνῃροῦντο κατὰ τὴν εὐθεῖαν τὰ ἐπίθετα τὰ παρὰ τὸ κλέος σύνθετα, ἤμελλον διὰ τοῦ τος κλίνεσθαι, οἷον ἀκλής ἀκλῆτος, δυσκλής δυσκλῆτος, ἀγακλής | |
25 | ἀγακλῆτος, ὡς ὀξύτονα ὄντα καὶ ἔχοντα ἀμετάβολον πρὸ τοῦ η καὶ πρὸ τοῦ ἀμεταβόλου ἕτερον σύμφωνον· ἀλλὰ μὴν διὰ τοῦ τος οὐκ ἠδύναντο κλίνεσθαι, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ συνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττουσι κλίσιν, οἷον Ἑρμέας Ἑρμέου Ἑρμῆς Ἑρμοῦ, πλόος πλόου πλοῦς πλοῦ, τιμήεις τιμήεντος τιμῆς τιμῆντος, δαφνήεις | |
30 | δαφνήεντος δαφνῆς δαφνῆντος· εἰ οὖν τὸ ἀκλεής καὶ δυσκλεής καὶ ἀγακλεής εἰς ους ἔχουσι τὴν γενικήν, οἷον ἀκλεοῦς δυσκλεοῦς ἀγακλε‐ οῦς, ἀναγκάζονται καὶ ἐν τῇ συναιρέσει τὴν αὐτὴν κλίσιν φυλάξαι. Τῶν οὖν δύο κανόνων μαχομένων, καὶ τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος τὴν διὰ τοῦ τος κλίσιν, τοῦ δὲ ἑτέρου τὴν εἰς ους, μένουσι τὰ ἐπίθετα ἀσυναί‐ | |
35 | ρετα κατὰ τὴν εὐθεῖαν· τούτου οὖν χάριν τὰ παρὰ τὸ κλέος σύνθετα | |
ἐπίθετα οὐ συναιροῦνται κατὰ τὴν εὐθεῖαν. Τὰ γὰρ κύρια συναιρούμενα | 185 | |
186 | περισπῶνται, οἷον Ἡρακλέης Ἡρακλῆς, Περικλέης Περικλῆς, ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον πάϊς παῖς, Πηλέϊ Πηλεῖ, εὐσεβέα εὐσεβῆ, καὶ λοιπὸν οὐκ ἐμπίπτουσιν εἰς χαρα‐ κτῆρα ἀπαιτοῦντα τὴν διὰ τοῦ τος κλίσιν· ὁ γὰρ κανὼν περὶ ὀξυτόνων | |
5 | ἐστίν, ὡς εἴρηται. Ταῦτα μὲν ἐν τούτοις. Ζητοῦσι δέ τινες πόθεν τὸ Ἡρακλῆς ἔχει τὴν σύνθεσιν· καὶ οἱ μὲν ἀξιοῦσι λέγειν, ὅτι παρὰ τὸ Ἥρα καὶ τὸ κλέος ἐστὶν ἡ σύνθεσις, οἱονεὶ ὁ ἔχων τὴν δόξαν ἐκ τῆς Ἥρας· ἡ γὰρ Ἥρα ἐπιτάξασα αὐτῷ διαφό‐ ρους ἄθλους ἔνδοξον αὐτὸν ἀπετέλεσεν. Ἀλλ’ ἔστιν εἰπεῖν πρὸς τού‐ | |
10 | τους καὶ ἀντιθεῖναι, ὅτι τὸ α ἔχει φύσει μακρὸν τὸ Ἥρα, τὸ δὲ Ἡρα‐ κλῆς σύνθετον μὲν ὂν ἔχει τὸ α βραχὺ ἤγουν θέσει μακρόν, ὡς παρὰ Θεοκρίτῳ 〈24, 1〉 Ἡρακλέα δεκάμηνον ἐόντα· ὤφειλεν οὖν εἰ ἐγένετο ἀπὸ τοῦ Ἥρα ἢ τρέψαι τὸ α εἰς τὸ ο, ὡς ἐν τῷ Ἡρόδοτος Ἡρόφιλος Ἡρόδικος (ταῦτα γὰρ ἀπὸ τοῦ Ἥρα ἐγένοντο καὶ ἔτρεψαν | |
15 | τὸ α εἰς τὸ ο), ἢ φυλάξαν τὸ α ὤφειλεν ἐκτεταμένον αὐτὸ φυλάξαι· ἀλλὰ μὴν οὔτε ἔτρεψε τὸ α εἰς τὸ ο οὔτε ἐφύλαξεν αὐτὸ ἐκτεταμένον, οὐκ ἄρα ἐστὶν ἐξ αὐτοῦ ἡ σύνθεσις. Ἕτεροι δὲ ἀξιοῦσι λέγειν, ὅτι παρὰ τὸ Ἥρα καὶ τὸ ἀκλεής ἐστὶν ἡ σύνθεσις, οἱονεὶ ὁ ἄδοξος ἐκ τῆς Ἥρας, ὅσον γὰρ τὸ κατ’ αὐτὴν ἄδοξος ἐγένετο· ἔπεμψε γὰρ κατ’ αὐτοῦ δύο | |
20 | δράκοντας ἐν ὅσῳ ἐστὶ μικρός, ὀφείλοντας ἀνελεῖν αὐτόν· τὸ δὲ α τοῦ ἀκλεής ἐστίν, οὐ τοῦ Ἥρα, διὸ καὶ οὐκ ἔστι φύσει μακρόν, ἀπεβλήθη γὰρ τὸ α τοῦ Ἥρα, ὥσπερ καὶ ἐν τῷ Ἡραγόρας, ἀπὸ γὰρ τοῦ Ἥρα καὶ τοῦ ἀγορά ἐγένετο φυλαχθέντος τοῦ α τοῦ ἀγορά καὶ ἀποβληθέν‐ τος τοῦ α τοῦ Ἥρα. Ἔστι δὲ ἀντιθεῖναι πρὸς τούτους καὶ εἰπεῖν, ὅτι | |
25 | εἰ ἐγένετο ἀπὸ τοῦ ἀκλεής ἡ σύνθεσις, διατί μὴ ὀξύνεται τὸ Ἡρακλέης ἀλλὰ βαρύνεται· καὶ γὰρ εἰ ἦν τὸ Ἡρακλέης ἀπὸ τοῦ ἀκλεής ὤφειλεν ὀξύνεσθαι, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ης λήγοντα ὑπὲρ μίαν συλλαβὴν φυλάττουσιν ἐν τῇ συνθέσει τὴν τάσιν τοῦ ἁπλοῦ, οἷον ἐρανιστής ἀρχερανιστής, δανειστής μισοδανειστής, εὑρετής ἐφευρετής, | |
30 | λῃστής ἀρχιλῃστής, Χρύσης φιλοχρύσης· τούτῳ οὖν τῷ λόγῳ καὶ τὸ Ἡρακλέης ἀπὸ τοῦ ἀκλεής Ἡρακλεής ὤφειλεν εἶναι ὀξυτόνως. Δεῖ προσθεῖναι ἐν τῷ κανόνι «χωρὶς τοῦ κριτής καὶ ἀληθής», ταῦτα γὰρ ἐν τῇ συνθέσει βαρύνονται, οἷον δικαιοκρίτης ὀνειροκρίτης φιλαλήθης μισα‐ λήθης· ἰδοὺ ταῦτα ἐν τῇ συνθέσει ἐβαρύνθησαν καὶ οὐκ ἐφύλαξαν τὴν | |
35 | τάσιν τοῦ ἁπλοῦ, φημὶ δὴ τὴν ὀξεῖαν τάσιν. Πρόσκειται ἐν τῷ κανόνι «ὑπὲρ μίαν συλλαβήν» διὰ τὸ Κρής Ἐτεόκρης καὶ Γνής Ἴγνης (Ἴγνητες δέ εἰσιν οἱ γνήσιοι Ῥόδιοι)· ταῦτα γὰρ τῷ λόγῳ τῶν μονοσυλλάβων ἀναβιβάζουσι τὸν τόνον ἐν τῇ συνθέσει. Πᾶν γὰρ ὄνομα μονοσύλλαβον | |
ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον, οἷον χθών αὐτόχθων, παῖς ἄπαις, | 186 | |
187 | Θρᾷξ Σαμόθρᾳξ, δαίς ὁμόδαις, κλείς κατάκλεις, πούς δίπους, χωρὶς τοῦ πτώξ πολυπτώξ, 〈Callim. fragm. 528 Sch.〉 πολυπτῶκές τε Μέλαιναι· τὸ δὲ Μέλαιναι τόπος ἐστὶ τῆς Ἀττικῆς, πολυπτῶκες δὲ οἱονεὶ αἱ ἔχουσαι πολλοὺς λαγωούς· τοῦτο γὰρ τὴν ὀξεῖαν τάσιν ἐφύ‐ | |
5 | λαξε τοῦ ἁπλοῦ· τὸ γὰρ 〈δ 386〉 Ποσειδάωνος ὑποδμώς οὐκ ἀν‐ τίκειται ἡμῖν ὀξυνόμενον, ἐπειδή, ὡς ἐν τῷ περὶ προθέσεως εἰ θεῷ φίλον μαθησόμεθα, παρέλκουσαν ἔχει τὴν ὑπό πρόθεσιν, ὥστε μηδὲ παρέχειν ἔμφασιν ὅτι σύνθεσις γέγονεν· ἀντὶ γὰρ τοῦ Ποσειδάωνος δμώς ἐστί. Ταῦτα μὲν ἐν τούτοις. | |
10 | Ἐπειδὴ δὲ ἀνωτέρω τὸ κριτής καὶ ἀληθής ἐσημειωσάμεθα ὡς μὴ φυλάξαντα ἐν τῇ συνθέσει τὴν τάσιν τοῦ ἁπλοῦ, φημὶ δὴ τὴν ὀξεῖαν, ἀλλὰ βαρυνθέντα, ἔλθωμεν καὶ ἀπολογησώμεθα περὶ αὐτῶν. Ἰστέον ὅτι τὸ κριτής διὰ τοῦτο βαρύνεται ἐν τῇ συνθέσει, οἷον δικαιοκρίτης ὀνει‐ ροκρίτης, ἐπειδὴ παράλογός ἐστιν ἐν τῇ ἁπλότητι ἡ ὀξεῖα τάσις, ὤφειλε | |
15 | γὰρ βαρύνεσθαι ἐν τῇ ἁπλότητι· τὰ γὰρ εἰς της λήγοντα ἀρσενικὰ φύ‐ σει δισύλλαβα βαρύνονται, οἷον δότης πλύτης θύτης χάρτης Κράτης· διὰ τοῦτο τὸ ψάλτης ἀναλογώτερόν ἐστι κατὰ τὴν κοινὴν διάλεκτον βαρυνόμενον τοῦ παρὰ τοῖς Ἀθηναίοις ὀξυνομένου· ἐκεῖνοι γὰρ ψαλτής λέγουσιν ἐν ὀξείᾳ τάσει· πρόσκειται «φύσει δισύλλαβα» διὰ τὸ λῃστής | |
20 | ὀξυνόμενον, τοῦτο γὰρ ἀπὸ τρισυλλάβου τοῦ ληϊστής ἐγένετο· πρόσκει‐ ται «ἀρσενικά» διὰ τὸ ποτής ὀξυνόμενον θηλυκόν, οἷον 〈Λ 780〉 ἐδη‐ τύος ἠδὲ ποτῆτος (σημαίνει δὲ τὴν πόσιν), τὸ γὰρ ἀρσενικὸν βαρύ‐ νεται, οἷον πότης· ἐπειδὴ οὖν τὸ κριτής παραλόγως ὀξύνεται, τούτου χάριν ἐν τῇ συνθέσει τὸ κεχρεωστημένον ἀναδέχεται, λέγω δὴ τὴν βα‐ | |
25 | ρεῖαν τάσιν, οἷον δικαιοκρίτης ὀνειροκρίτης· τὸ γὰρ ὑποκριτής οὐκ ἔστι παρὰ τὸ κριτής, ἐπεὶ ὑποκρίτης εἶχεν εἶναι βαρυτόνως, ἀλλὰ παρὰ τὸ ὑποκρίνομαι ἐστί. Τὸ δὲ ἀληθής διὰ τοῦτο ἐν τῇ συνθέσει βαρύνεται, οἷον φιλαλήθης μισαλήθης, ἐπειδὴ τὰ διὰ τοῦ ηθης σύνθετα ἀπ’ ὀνόμα‐ τος βαρύνεσθαι θέλουσιν, οἷον ἦθος εὐήθης συνήθης κακοήθης· οὕτως | |
30 | οὖν καὶ ἀληθής φιλαλήθης μισαλήθης· πρόσκειται «σύνθετα ἀπὸ ὀνόμα‐ τος» διὰ τὸ ἀληθής· τοῦτο γὰρ διὰ τοῦ ηθης ὂν ὀξύνεται, ἀλλ’ οὐκ ἔστι σύνθετον ἀπὸ ὀνόματος, ἀλλ’ ἀπὸ τοῦ λήθω ῥήματος τοῦ σημαί‐ νοντος τὸ λανθάνω καὶ τοῦ ἄ στερητικοῦ ἐπιρρήματος γέγονεν ἀληθής, οἱονεὶ ὁ ἐστερημένος τῆς λήθης ἤγουν τῆς πλάνης· ὁ γὰρ ἀληθὴς | |
35 | οὐδένα πλανᾶ. Τούτων οὕτως εἰρημένων ἐδείχθη διὰ τῶν προλεχθέντων, ὅτι εἰ ἦν τοῦ Ἡρακλῆς ἡ σύνθεσις ἀπὸ τοῦ ἀκλεής, ὤφειλε τὴν ὀξεῖαν φυ‐ λάξαι τοῦ ἀκλεής καὶ γενέσθαι Ἡρακλεής ὀξυτόνως. Ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι εὐλόγως τὸ Ἡρακλέης βαρύνεται, ἐπειδὴ κύριόν ἐστι· τὰ γὰρ εἰς ης | |
40 | λήγοντα κύρια ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, τουτέστι βαρύνονται ἢ | 187 |
188 | περισπῶνται, βαρύνονται μέν, οἷον Δημοσθένης Διομήδης Διογένης Ἀριστοφάνης, περισπῶνται δέ, οἷον Ναρσῆς Ἑρμῆς Ἀπελλῆς Σωσῆς, ταῦτα γὰρ περισπῶνται καὶ οὐκ ὀξύνονται· σεσημειωμένων τοῦ Εὐμενής καὶ Εὐτυχής καὶ Εὐσεβής καὶ Εὐπρεπής καὶ Διοτρεφής καὶ Νημερτής | |
5 | καὶ Ἀψευδής καὶ τοῦ ἐν τῇ συνηθείᾳ λεγομένου Καλοετής· ταῦτα γὰρ ἐπίθετα ἦσαν καὶ ὠξύνοντο, καὶ λοιπὸν γενόμενα κύρια τὴν αὐτὴν τά‐ σιν ἐφύλαξαν, φημὶ δὴ τὴν ὀξεῖαν· εἰκότως οὖν τὸ Ἡρακλέης ὡς κύ‐ ριον ἐβαρύνθη. Ἄλλοι δὲ τῶν ἐπισήμων γραμματικῶν θέλουσι λέγειν τὴν σύνθεσιν ἀπὸ τοῦ ἦρα τοῦ σημαίνοντος τὴν μετ’ ἐπικουρίας χάριν | |
10 | καὶ παρὰ τὸ κλέος, λέγοντες ὅτι Ἀλκείδης πρὸ τούτου ἐλέγετο, ἀλλ’ ἐκ τοῦ πᾶσι βοηθεῖν ἐκλήθη Ἡρακλῆς, ὡς καὶ ὁ χρησμός, φασί, δηλοῖ ὁ πρὸς αὐτὸν λεχθεὶς ἔχων οὕτως· Ἡρακλέην δέ σε Φοῖβος ἐπώ‐ νυμον ἐξονομάζει, Ἦρα γὰρ ἀνθρώποισι φέρων κλέος ἄφθι‐ τον ἕξεις· καί, ὡς εἰρήκαμεν, 〈τινὲσ〉 τῶν πάνυ ἐπισήμων γραμματικῶν | |
15 | ταύτης τῆς δόξης ἐγένοντο. Ἔχομεν δὲ ἡμεῖς ἀντιθεῖναι πρὸς αὐτοὺς καὶ εἰπεῖν οὕτως, ὅτι τὸ ἦρα τὸ σημαῖνον τὴν μετ’ ἐπικουρίας χάριν ψιλοῦται, τὸ δὲ Ἡρακλῆς δασύνεται, ὡς δηλοῖ ἴαμβος λέγων 〈Arist. Ran. 463〉 καθ’ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμ’ ἔχων, διὰ τοῦ θ ἐκφερόμενος· οὐκ ἄρα οὖν ἐστιν ἀπ’ αὐτοῦ ἡ σύνθεσις, τὸ γὰρ ἦρα τὸ | |
20 | σημαῖνον τὴν μετ’ ἐπικουρίας χάριν ψιλοῦται, καὶ δῆλον ἐντεῦθεν· κα‐ νών ἐστιν ὁ λέγων, ὅτι τὸ η ἐπιφερομένου ἀμεταβόλου ἐν τροχαϊκῇ λέξει ψιλοῦσθαι θέλει, οἷον ἦμαρ ἦμος ἦνις (σημαίνει δὲ τὴν ἐνιαυσι‐ αίαν)· οὕτως οὖν καὶ ἦρα. Δεῖ προσθεῖναι «χωρὶς τῶν ἀπὸ τοῦ ἥσω μέλλοντος τοῦ σημαίνοντος τὸ πέμψω, ἐξ οὗ τὸ ἀφήσω»· τοῦτο | |
25 | δὲ εἴρηται διὰ τὸ ἧλος, ὃ σημαίνει τὸ κέντρον, τοῦτο γὰρ δασύ‐ νεται· καὶ τὸ ἡμῖν οὖν ἀντωνυμία ἐγκλινομένη καὶ συστελλομένη παρ’ Ἴωσι δασύνεται, παρὰ γὰρ τοῖς Ἀττικοῖς τὸν μακρὸν φυλάττει χρόνον τοῦ ι· «ἐν τροχαϊκῇ λέξει» πρόσκειται διὰ τὸ ἡμέρα δασυνόμε‐ νον καὶ διὰ τὸ Ἥρα τὸ σημαῖνον τὴν δαίμονα· καὶ τοῦτο γὰρ δασύνε‐ | |
30 | ται, ἀλλ’ οὐκ ἔστι τροχαϊκὴ λέξις, τὸ α γὰρ μακρόν ἐστιν· ἄρα οὖν οὐδὲ ἀπὸ τοῦ ἦρα τοῦ σημαίνοντος τὴν μετ’ ἐπικουρίας χάριν ἐγένετο ἡ σύνθεσις. Ἄλλοι δὲ λέγουσιν, ὅτι ἀπὸ τοῦ Ἥρα τοῦ σημαίνοντος τὴν δαίμονα ἐγένετο Ἡροκλέης κατὰ τροπὴν τοῦ α εἰς τὸ ο, ὥσπερ Ἡρόδοτος Ἡρόδικος Ἡρόφιλος, καὶ ἀπὸ τοῦ Ἡροκλέης ἐγένετο Ἡρα‐ | |
35 | κλέης μεταβληθέντος τοῦ ο εἰς τὸ α βραχύ, ὥσπερ κυνόμυια κυνά‐ μυια, ποδονίπτρα ποδανίπτρα. Ἰστέον δὲ ὅτι καὶ οὗτοι καλῶς λέγουσι | |
καὶ οἱ εἰρηκότες ἀπὸ τοῦ Ἥρα καὶ τοῦ ἀκλεής τὴν σύνθεσιν· οἱ γὰρ | 188 | |
189 | ἄλλοι οὐ πάνυ εἰρήκασιν ἀκριβῶς. Ταῦτα μὲν περὶ τῆς συνθέσεως τοῦ Ἡρακλέης. Δεῖ δὲ καὶ τοῦτο προσθεῖναι, ὅτι τὰ παρὰ τὸ κλέος σύνθετα, εἰ μὲν γένωνται εἰς ης, τὴν ποσότητα τῶν συλλαβῶν φυλάττουσι τοῦ | |
5 | οὐδετέρου, οἷον ἀκλεής δυσκλεής Ἡρακλέης Σοφοκλέης· ἰδοὺ ταῦτα τὴν ποσότητα τῶν συλλαβῶν ἐφύλαξαν τοῦ οὐδετέρου, τουτέστι τὴν δισυλ‐ λαβίαν τοῦ κλέος, ἐὰν δὲ γένωνται εἰς ος, μίαν συλλαβὴν συγκόπτουσι τουτέστι τὸ ε, οἷον Πάτροκλος Ἔχεκλος Φέρεκλος, καὶ ταῦτα τῶν ἄλ‐ λων τῶν εἰς ος οὐδετέρων φυλαττόντων τὴν ποσότητα τῶν συλλαβῶν | |
10 | ἐν τῇ συνθέσει, κἂν εἰς ης γένωνται κἂν εἰς ος, οἷον σθένος ἀσθενής, γένος εὐγενής, ῥῖγος δύσριγος, ξίφος ἄξιφος, χεῖλος ἀγκυλόχειλος· μόνα τὰ παρὰ τὸ κλέος σύνθετα εἰς ος γινόμενα συγκόπτουσι τὸ ε, Πάτροκλος Ἔχεκλος Φέρεκλος. Ταῦτα δὲ παρὰ τὸ κλέος σύνθετα εἰς ης γινόμενα εἰς ους ἔχουσι τὴν γενικήν, οἷον Ἡρακλέης Ἡρακλέους, | |
15 | Σοφοκλέης Σοφοκλέους, ἀκλεής ἀκλεοῦς, δυσκλεής δυσκλεοῦς, ἀγακλεής ἀγακλεοῦς· ἔχομεν γὰρ κανόνα, ὅτι τὰ εἰς ης παρ’ οὐδετέρων συντε‐ θειμένα δηλονότι κατὰ τὸ τέλος εἰς ους ἔχουσι τὴν γενικήν, χωρὶς εἰ μὴ χαρακτὴρ κωλύσῃ, οἷον σθένος Δημοσθένης Δημοσθένους, γένος Διογένης Διογένους, νεῖκος Πολυνείκης Πολυνείκους, ἦθος κακοήθης | |
20 | κακοήθους· πρόσκειται «εἰ μὴ χαρακτὴρ κωλύσῃ» διὰ τὸ Ἀμέλης Ἀμέ‐ λητος (ἔστι δὲ ὄνομα ποταμοῦ) καὶ ἀμένης ἀμένητος (σημαίνει δὲ τὸν παῖδα παρὰ τὸ μὴ ἔχειν μένος)· ταῦτα γὰρ παρ’ οὐδετέρων εἰσὶ συντε‐ θειμένα, φημὶ δὴ παρὰ τὸ μέλος καὶ τὸ μένος, καὶ ὅμως οὐκ ἔχουσι τὴν γενικὴν εἰς ους· τινὲς δὲ τὸ ἀμένης θέλουσι λέγειν ἀπὸ τοῦ ὑμήν | |
25 | ὑμένος ὑμένης, καὶ κατὰ τροπὴν Αἰολικὴν τοῦ υ εἰς τὸ α ἀμένης· ποίῳ δὲ χαρακτῆρι ταῦτα ὑποπεπτώκασιν, ἐν τῇ περὶ τοῦ Δημοσθένης διδα‐ σκαλίᾳ μεμαθήκαμεν. Κλίσις τῆς ἐντελοῦς εὐθείας· Ἡρακλέης Ἡρακλέεος Ἡρακλέους καὶ Ἡρακλῆος ποιητικῶς· τοῦτο ἀπὸ τοῦ Ἡρακλέεος γέγονε κατὰ κρᾶσιν | |
30 | τῶν δύο εε εἰς τὸ η, οἷον 〈Υ 145〉 τεῖχος ἐς ἀμφίχυτον Ἡρα‐ κλῆος θείοιο. Ἡρακλέεϊ Ἡρακλέει καὶ Ἡρακλῆϊ· τοῦτο ἀπὸ τοῦ Ἡρακλῆος γέγονε τροπῇ τοῦ ος εἰς ι. Ἡρακλέεα Ἡρακλέα καὶ Ἡρα‐ κλέη καὶ ἀττικῶς Ἡρακλέην καὶ Ἡρακλῆα ποιητικῶς· ἰστέον ὅτι εὐλό‐ γως ἐγένετο Ἡρακλέα καὶ Ἡρακλέη διχῶς, ἐπειδὴ τοῦ ε φωνῆεν προ‐ | |
35 | ηγεῖται ἐν τῷ Ἡρακλέεα, τουτέστιν ἄλλο ε, καὶ λοιπόν, ὡς ἀνωτέρω με‐ μαθήκαμεν, τὸ ε καὶ τὸ α εἰς η κίρνανται καὶ εἰς α μακρόν, ὡς ἐπὶ τοῦ εὐφυέα εὐφυῆ καὶ εὐφυᾶ καὶ ὑγιέα ὑγιῆ καὶ ὑγιᾶ· ἀττικῶς δὲ Ἡρακλέην γέγονεν, ἐπειδὴ ἀνωτέρω εἰρήκαμεν, ὅτι οἱ Ἀθηναῖοι ἐπὶ τῶν εἰς ης | |
εἰς ους ἐχόντων τὴν γενικὴν κυρίων εἰς ν ποιοῦσι τὴν αἰτιατικὴν καὶ | 189 | |
190 | τὴν κλητικὴν εἰς η, οἷον ὁ Δημοσθένης τοῦ Δημοσθένους τὸν Δημοσθέ‐ νην ὦ Δημοσθένη· τὸ δὲ Ἡρακλῆα ἀπὸ τοῦ Ἡρακλῆϊ γέγονε τροπῇ τοῦ ι εἰς α. Ἡράκλεες Ἡράκλεις καὶ Ἥρακλες καὶ ἀττικῶς ὦ Ἡρα‐ κλέη· ἰστέον ὅτι τὸ μὲν Ἡράκλεες ὥσπερ τὸ ὦ Δημόσθενες ἐστί, τὸ δὲ | |
5 | Ἡράκλεις ἀπὸ τοῦ Ἡράκλεες κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δί‐ φθογγον, τὸ δὲ Ἥρακλες ἀπὸ τοῦ Ἡράκλεες γέγονε κατὰ συγκοπὴν τοῦ ε, τὸ δὲ ὦ Ἡρακλέη Ἀττικόν ἐστιν, ὥσπερ τὸ ὦ Δημοσθένη. Δυϊκά. Ἡρακλέεε Ἡρακλέη καὶ Ἡρακλῆε, Ἡρακλεέοιν Ἡρακλεοῖν καὶ Ἡρακλήοιν, Ἡρακλέεε Ἡρακλέη καὶ Ἡρακλῆε. Πληθυντικά. Ἡρακλέεες | |
10 | Ἡρακλέεις Ἡρακλῆες, Ἡρακλεέων Ἡρακλεῶν Ἡρακλήων· ἰστέον ὅτι διὰ τοῦτο τὸ Ἡρακλήων οὐ περισπᾶται, ἐπειδὴ οὐ γέγονεν ἐπὶ αὐτοῦ κατὰ τὸ τέλος ἡ κρᾶσις ἀλλὰ κατὰ τὴν παραλήγουσαν· τὰ γὰρ δύο εε εἰς η ἐκράθησαν. Ἡρακλέεσι καὶ Ἡρακλῆσι· δεῖ γινώσκειν, ὅτι τὸ Ἡρα‐ κλῆσιν ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν τῆς Ἡρακλῆϊ γέγονε προσθέσει τοῦ | |
15 | ς· οὐκ ἔστι δὲ ἡ δοτικὴ τῶν ἑνικῶν Ἡρακλεῖϊ διὰ τῆς ει διφθόγγου, ἵνα καὶ ἡ δοτικὴ τῶν πληθυντικῶν Ἡρακλεῖσι γένηται διὰ τῆς ει δι‐ φθόγγου. Ἡρακλέεας Ἡρακλέεις ὁμοφώνως τῇ εὐθείᾳ τῶν πληθυντικῶν καὶ Ἡρακλῆας ποιητικῶς καὶ Ἡρακλέας κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς α μακρόν. Ἡρακλέεες Ἡρακλέεις Ἡρακλῆες. | |
20 | Κλίσις τῆς συνῃρημένης εὐθείας· ὁ Ἡρακλῆς τοῦ Ἡρακλέος Ἡρα‐ κλοῦς· ἰστέον δὲ ὅτι ἡ Ἡρακλοῦς γενικὴ οὐχ εὑρίσκεται ἐν χρήσει. Ἡρακλέϊ Ἡρακλεῖ· Ἡρακλέα Ἡρακλῆ καὶ ἀττικῶς Ἡρακλῆν, ὥσπερ Δη‐ μοσθένην. Ὦ Ἥρακλες καὶ ἀττικῶς ὦ Ἡρακλῆ, ὥσπερ καὶ Δημοσθένη. Δυϊκά. Ἡρακλέε Ἡρακλῆ, Ἡρακλέοιν Ἡρακλοῖν, Ἡρακλέε Ἡρακλῆ. | |
25 | Πληθυντικά. Ἡρακλέες Ἡρακλεῖς καὶ ἀττικῶς Ἡρακλαῖ· ἰστέον ὅτι οἱ Ἀττικοὶ ἐπὶ τῶν εἰς ης εἰς ους ἐχόντων τὴν γενικὴν κυρίων καὶ ἐπὶ τῶν παρὰ τὸ ἔτος εἰς τὴν αι δίφθογγον ποιοῦσι τὴν εὐθεῖαν τῶν πλη‐ θυντικῶν καὶ διὰ τοῦ α τὴν αἰτιατικὴν αὐτῶν, οἷον ὁ Δημοσθένης τοῦ Δημοσθένους οἱ Δημοσθέναι τοὺς Δημοσθένας. Ἡρακλέων Ἡρακλῶν· | |
30 | Ἡρακλέσι μόνως, ὡς Δημοσθένεσι· Ἡρακλέας Ἡρακλεῖς καὶ ἀττικῶς | |
Ἡρακλᾶς, ὥσπερ Δημοσθένας· Ἡρακλέες Ἡρακλεῖς. | 190 | |
191 | Κανὼν ζʹ. Ὁ Πάρις τοῦ Πάριδος. Μετὰ τὸ η φωνῆέν ἐστι τὸ ι· εἰκότως οὖν περὶ τῶν εἰς ις τῶν ἐχόντων τὸ ι διαλαμβάνει ὁ τεχνικὸς κατὰ τὴν ἀκολουθίαν τῶν φωνη‐ | |
5 | έντων. Ἔστι δὲ ὁ κανὼν περὶ τῶν εἰς ς φύσει ληγόντων· πρόσκειται «εἰς ς φύσει ληγόντων», ἐπειδὴ εὑρίσκομέν τινα ἀπὸ τῶν εἰς ιν τρο‐ πὴν ἀναδεξάμενα τοῦ ν εἰς τὸ ς, οἷον δελφίν δελφίς, Σαλαμίν Σαλα‐ μίς, ἀκτίν ἀκτίς, Τελχίν Τελχίς, ἴν ἴς (ἡ δύναμις)· ταῦτα δὲ οὐκ εἰσὶ φύσει εἰς ς λήγοντα ἀλλ’ εἰς ν· διὰ τοῦτο οὖν πρόσκειται «περὶ τῶν | |
10 | εἰς ς φύσει ληγόντων», ἐπείπερ οὐ πρόκειται τῷ τεχνικῷ εἰπεῖν περὶ τῶν εἰρημένων δικαταλήκτων, ἀλλ’ ὡς εἴρηται περὶ τῶν εἰς ς φύσει ληγόντων. Ταῦτα οὖν τὰ εἰς ις τῶν εἰς ς φύσει ληγόντων μονοσύλ‐ λαβα ὄντα μακρὸν ἔχουσι τὸ ι καὶ προσθέσει τοῦ ος κλίνονται, οἷον κίς κιός, 〈Hesiod. Opp. 435〉 ἀκίτατοι ἱστοβοῆες (κίς δέ ἐστιν ὁ | |
15 | σκώληξ), λίς λιός, 〈Ρ 109〉 ὥστε λὶς ἠυγένειος· λῖες μέντοι λί‐ εσσι παρὰ Ἀντιμάχῳ 〈fragm. 89 K〉 ἐπὶ τοῦ λέοντος· τὸ γὰρ λίς ὅτε ἐπὶ τῆς πέτρας, οἷον 〈μ 79〉 πέτρη γὰρ λίς ἐστιν (ἀντὶ τοῦ ὁμαλή) ἀπὸ τοῦ λίση κατὰ ἀποκοπὴν τοῦ η ἐστὶν καὶ ἔστι πάντη ἄκλιτον· ταῦτα δὲ μακρὸν ἔχουσι τὸ ι. Τινὲς δὲ καὶ τὴν Διός γενικὴν ἀπὸ τῆς | |
20 | Δίς εὐθείας θέλουσι λέγειν τῆς εἰρημένης παρὰ τῷ Ῥίνθωνι· αὕτη δέ, ὡς ἐν τοῖς εἰς ευς σὺν θεῷ μαθησόμεθα, ἑτερόκλιτός ἐστιν, ἀπὸ γὰρ τῆς Ζεύς εὐθείας ἐστίν· οὐ γὰρ δύναται ἀπὸ τῆς Δίς εὐθείας εἶναι ἡ Διός γενική, ἐπειδὴ βραχὺ ἀεὶ ἔχει τὸ ι, οἷον 〈Β 2〉 εὗδον παννύ‐ χιοι, Δία δ’ οὐκ ἔχε νήδυμος ὕπνος· εἰ δ’ ἦν ἀπὸ τῆς Δίς | |
25 | εὐθείας, ὤφειλε μακρὸν ἔχειν τὸ ι, ὥσπερ κίς κιός, λίς λιός· εἰ γὰρ καὶ εὕρηται τὸ λίς συνεσταλμένον ἔχον τὸ ι [ὡς ἐπὶ τοῦ ὥστε λὶς ἠυγέ‐ νειος] ποιητικῶς, ὡς παρ’ Εὐφορίωνι ἐν Μοψοπίᾳ, ὡς ἐπὶ τοῦ οἱ ἐπιθύουσι βῶν λίες 〈Mein. Anall. Alexandr. p. 63〉, καὶ πάλιν κάπροι τε λίες τε 〈Mein. 1.1.〉, ἀλλ’ οὖν καὶ ἐκτεταμένον ἔχει αὐτό, | |
30 | ὡς ἐπὶ τοῦ λῖες μέντοι λίεσσι· ἡ δὲ Διός γενικὴ οὐδέποτε ἔχει αὐτὸ ἐκτεταμένον. Τούτων οὕτως ἐχόντων μόνον τὸ τίς τίνος διὰ τοῦ | |
ν κλίνεται καὶ οὐ διὰ καθαροῦ τοῦ ος· καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπειδὴ | 191 | |
192 | τοῦτο συστέλλει τὸ ι, τῶν εἰς ις μονοσυλλάβων ἐκτεινόντων αὐτό, οἷον κίς λίς, εἰκότως ὡς διαλλάξαν περὶ τὸν χρόνον διήλλαξε καὶ περὶ τὴν κλίσιν· τὸ γὰρ ῥίς ῥινός καὶ θίς θινός διὰ τοῦ νος κλινόμενα οὐκ ἀν‐ τίκεινται ἡμῖν, ἐπειδὴ οὐκ εἰσὶ φύσει εἰς ς· ταῦτα γὰρ δικατάληκτά εἰσιν, | |
5 | οἷον ῥίς καὶ ῥίν, θίς καὶ θίν· σημαίνει δὲ καὶ τὸν αἰγιαλὸν καὶ τὸν σω‐ ρὸν εἴτε χρημάτων εἴτε λίθων εἴτε ἑτέρων τινῶν τοιούτων· ἀλλ’ ἡνίκα μὲν τὸν αἰγιαλὸν σημαίνει, θηλυκῶς λέγεται, ἡνίκα δὲ τὸν σωρόν, ἀρ‐ σενικῶς, οἷον ἐπὶ μὲν τοῦ αἰγιαλοῦ, 〈Α 350〉 θῖν’ ἐφ’ ἁλὸς πολιήν, ἐπὶ δὲ τοῦ σωροῦ, 〈μ 45〉 πολὺς δ’ ἀμφ’ ὀστεόφιν θίς, τουτέστι | |
10 | σωρός. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι πᾶν ὄνομα μονοσύλλαβον μακροκαταληκτεῖν θέλει εἴτε φύσει εἴτε θέσει, φύσει μέν, οἷον Γρᾶς πᾶς Κρής Τρώς σής (ὁ σκώ‐ ληξ) νοῦς παῖς βοῦς, θέσει δέ, οἷον νύξ Στύξ φλόξ Φρύξ ἅλς. Δεῖ προσθεῖναι «χωρὶς τοῦ τίς», τοῦτο γὰρ συστέλλει τὸ ι, «καὶ χωρὶς τοῦ | |
15 | πός», ὅπερ ἀπὸ τοῦ πούς γέγονε κατὰ ἀποβολὴν τοῦ υ, οἷον ὡς πὸς χειμαινομένοισι, «καὶ τοῦ ἕν», οἷον ἓν πρᾶγμα, «καὶ τοῦ δέν», ὅπερ ἰσοδυναμεῖ τῷ τί, ὅπερ συνεχῶς εὑρίσκεται μετὰ τῆς οὔ ἀποφά‐ σεως καὶ τῆς μή ἀπαγορεύσεως, οἷον οὐδέν μηδέν· «καὶ χωρὶς τοῦ ὅς», οἷον ὃς ἂν ἐθέλῃ μεινάτω με· ἔστι δὲ ὄνομα ἀόριστον ἰσοδυναμοῦν | |
20 | τῷ ὅστις· «καὶ χωρὶς τοῦ πάν παρ’ Αἰολεῦσιν»· οἱ γὰρ Αἰολεῖς τοῦ πάν τὸ α συστέλλουσι· «καὶ χωρὶς τοῦ Δί», ὅπερ ἀπὸ τοῦ Δία γέγονε κατὰ ἀποκοπήν, ὅπερ καὶ μετὰ τοῦ νή ἐπιρρήματος γίνεται νὴ Δία. Ταῦτα μὲν ἐν τούτοις. Ἔλθωμεν δὲ καὶ εἴπωμεν, διατί τὸ τίς συστέλλει τὸ ι. Καὶ ἰστέον ὅτι | |
25 | φησὶν ὁ Ἀπολλώνιος 〈de pr. 27, 27 Sch〉 ἀστείως ἀπολογούμενος, ὅτι διὰ τοῦτο τὸ τίς συστέλλει τὸ ι, ἐπειδὴ ἡ σύντομος τῆς πεύσεως ἀνάκρισις τὸν μακρὸν χρόνον τοῦ ι παρῃτήσατο· ὁ γὰρ πυνθανόμενος ἐν συντόμῳ θέλει μαθεῖν καὶ οὐ διὰ μακροῦ χρόνου. Ἔστι δὲ εἰπεῖν καὶ καταναγκα‐ στικὴν ἀπολογίαν τοιαύτην περὶ τοῦ τίς, ὅτι συστέλλει τὸ ι· ἰστέον ὅτι τὸ | |
30 | τίς ἀναγκάζεται ἔχειν τριγένειαν, ἐπειδὴ πευστικόν ἐστι, τὰ δὲ πευστικὰ ἐν τριγενείᾳ παραλαμβάνονται, οἷον ποῖος ποία ποῖον, πόσος πόση πόσον, πηλίκος πηλίκη πηλίκον, πόστος πόστη πόστον, ποδαπός ποδαπή ποδα‐ πόν· οὕτως οὖν καὶ ὁ τίς ἡ τίς τὸ τί· τριγένειαν δὲ ἔχον εὐλόγως συστέλλει τὸ ι, ἐπειδὴ τὰ εἰς ς λήγοντα μετὰ διχρόνου ἀποβολῇ τοῦ ς | |
35 | τὸ οὐδέτερον ποιοῦντα συνεσταλμένον ἔχει τὸ δίχρονον, οἷον ὁ λιπό‐ | 192 |
193 | πατρις τὸ λιπόπατρι, ὁ φυγόπολις τὸ φυγόπολι, ὁ ἄχαρις τὸ ἄχαρι, ὁ ταχύς τὸ ταχύ, ὁ βραδύς τὸ βραδύ, ὁ μέγας τὸ μέγα· οὕτως οὖν καὶ ὁ τίς καὶ τὸ τί διὰ συνεσταλμένου τοῦ ι· ὅθεν τὰ εἰς ις τὰ ἔχοντα ἐκτεταμένον τὸ ι οὐ ποιοῦσι τριγένειαν, οἷον ὁ τανυκρήπις, ὁ μελαμ‐ | |
5 | ψήφις. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι πολλαὶ ἀπορίαι φέρονται περὶ τοῦ τίς· ἔχουσι δὲ οὕτως. Εἰ ἄρα τὰ εἰς ις τὰ διὰ τοῦ νος κλινόμενα ἅπαντα δικατά‐ ληκτά εἰσιν, οἷον ἀκτίς ἀκτῖνος ἀκτίν, δελφίς δελφῖνος δελφίν, Σαλαμίς Σαλαμῖνος Σαλαμίν, Ἐλευσίς Ἐλευσῖνος Ἐλευσίν, Τελχίς Τελχῖνος Τελ‐ | |
10 | χίν (Τελχῖνες δέ εἰσι δαίμονες οἰκήσαντες τὴν Ῥόδον), ῥίς ῥινός ῥίν, θίς θινός θίν, διατί τὸ τίς κλινόμενον διὰ τοῦ νος, οἷον τίνος, οὐκ ἔστι δικατάληκτον; Ἔστιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι πάντα τὰ εἰς ις δικατάληκτα μακρὸν ἔχουσι τὸ ι, οἷον δελφίς Σαλαμίς Ἐλευσίς· ἐπειδὴ οὖν τὸ τίς οὐκ ἔχει μακρὸν τὸ ι ἀλλὰ βραχύ, καὶ διατί δὲ προ‐ | |
15 | είρηται, εἰκότως οὐκ ἔστι δικατάληκτον. Πάλιν ἀποροῦσί τινες λέγον‐ τες, τί δήποτε τῶν πευστικῶν ἁπάντων ἀπὸ τοῦ π ἀρχομένων, οἷον ποῖος πόσος πηλίκος πόστος ποδαπός, μόνον τὸ τίς ἀπὸ τοῦ τ ἄρχε‐ ται; Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν αἰτίαν, ὅτι τὸ τίς αὐτῆς τῆς οὐσίας ἐστὶ ζητητικόν, οἷον τίς ἐστι Σωκράτης, Πλάτων; τὰ δὲ ἄλλα πευστικὰ | |
20 | τῶν περὶ τὴν οὐσίαν εἰσὶ ζητητικά, οἷον τὸ ποῖος ποιότητος, τὸ πόσος ποσότητος, τὸ πηλίκος πηλικότητος, τὸ ποδαπός ἔθνους, τὸ πόστος τάξεως· ἐπειδὴ οὖν τὸ τίς αὐτῆς τῆς οὐσίας ἐστὶ ζητητικόν, τῶν ἄλλων πευστικῶν ζητητικῶν ὄντων τῶν περὶ τὴν οὐσίαν, εἰκότως ὡς διαλλάξαν περὶ τὸ σημαινόμενον πρὸς τὰ ἄλλα πευστικὰ διήλλαξε καὶ περὶ τὴν | |
25 | ἀρχήν, καὶ οὐκ ἄρχεται ἀπὸ τοῦ π, τῶν ἄλλων ἀπὸ τοῦ π ἀρχομένων. Πάλιν ἀποροῦσί τινες λέγοντες, τί δήποτε τῶν πευστικῶν πάντων εἰς ος ληγόντων, οἷον ποῖος πόσος πηλίκος πόστος ποδαπός, τὸ τίς μόνον οὐ λήγει εἰς ος ἀλλ’ εἰς ις; Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· πάντα τὰ πευστικὰ ἀπὸ τοῦ π ἄρχονται, οἷον ποῖος πόσος πηλίκος πόστος | |
30 | ποδαπός, τὸ 〈δὲ〉 τίς οὐκ ἄρχεται ἀπὸ τοῦ π· καὶ ἐπειδὴ διήλλαξε κατὰ τὴν ἄρχουσαν, εἰκότως διήλλαξε καὶ κατὰ τὴν λήγουσαν, καὶ οὐ λήγει εἰς ος ἀλλ’ εἰς ις, τῶν ἄλλων πευστικῶν εἰς ος ληγόντων· ἄλλως τε δὲ τὸ ὀφειλόμενον αὐτῷ, λέγω δὴ τὸ ος, οἱ Αἰολεῖς ἀναπληροῦσι τίος λέγοντες, ὡς παρὰ Σαπφοῖ 〈fragm. 168 B4〉 τίοισιν ὀφθαλμοῖσιν, | |
35 | ἀντὶ τοῦ τίσιν. Πάλιν ἀποροῦσί τινες λέγοντες, τί δήποτε τῶν πευστι‐ κῶν ὑπερβαινόντων τὴν μονοσυλλαβίαν, οἷον ποῖος πόσος πηλίκος πό‐ στος ποδαπός, τὸ τίς μονοσυλλαβεῖ; Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύ‐ | |
την, ὅτι τὸ κεχρεωστημένον αὐτῷ οἱ Αἰολεῖς ἀνεπλήρωσαν τίος λέγοντες, | 193 | |
194 | ὡς παρὰ Σαπφοῖ τίοισιν ὀφθαλμοῖσιν· ἄλλως τε δὲ τὸ τίς οὐκ ἄρχε‐ ται ἀπὸ τοῦ π, τῶν ἄλλων πευστικῶν ἀπὸ τοῦ π ἀρχομένων, οἷον ποῖος πόσος πηλίκος ποδαπός· ἐπειδὴ οὖν διήλλαξε κατὰ τὴν ἄρχουσαν πρὸς τὰ ἄλλα πευστικά, διήλλαξε καὶ κατὰ τὴν ποσότητα τῶν συλλαβῶν, καὶ | |
5 | τῶν ἄλλων ὑπερβαινόντων τὴν μονοσυλλαβίαν τοῦτο μονοσυλλαβεῖ. Πάλιν ἀποροῦσί τινες λέγοντες, τί δήποτε πάντων τῶν πευστικῶν μὴ ὄντων ζητητικῶν αὐτῆς τῆς οὐσίας ἀλλὰ τῶν περὶ τὴν οὐσίαν, οἷον τὸ ποῖος ποιότητος, τὸ πόσος ποσότητος, τὸ πηλίκος πηλικότητος, τὸ πόστος τά‐ ξεως, τὸ ποδαπός ἔθνους, μόνον τὸ τίς αὐτῆς τῆς οὐσίας ἐστὶ ζητητικόν; | |
10 | ἐρωτώμενοι γὰρ τίς ἐστι; λέγομεν Σωκράτης, Πλάτων. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· τὰ πευστικὰ πάντα ὑπερβαίνουσι τὴν μονοσυλλαβίαν, οἷον ποῖος πόσος πηλίκος πόστος ποδαπός, τὸ δὲ τίς μονοσυλλαβεῖ· ἐπειδὴ οὖν διήλλαξε πρὸς τὰ ἄλλα περὶ τὴν ποσότητα τῶν συλλαβῶν, εἰκότως διήλλαξε καὶ περὶ τὸ σημαινόμενον. Πάλιν ἀποροῦσί τινες λέγοντες, εἰ | |
15 | ἄρα ἀπὸ τῶν εἰς ις ἁπλῶν οὐδέποτε γίνεται οὐδετέρου παρασχημα‐ τισμός, οἷον ἀπὸ τοῦ μάντις, ἀπὸ τοῦ ὄφις, ἀπὸ τοῦ πόλις, οὔτε ἀπὸ τῶν ὁμοίων, διατί τὸ τίς ποιεῖ οὐδετέρου παρασχηματισμὸν τὸ τί; πρόσκειται «ἀπὸ τῶν εἰς ις ἁπλῶν», ἐπειδὴ τὰ σύνθετα εἰώθασι ποιεῖν οὐδετέρου παρασχηματισμόν, οἷον ὁ εὔπατρις τὸ εὔπατρι, ὁ φυγόπολις | |
20 | τὸ φυγόπολι, ὁ εὔχαρις τὸ εὔχαρι· τὸ τρόφι ἁπλοῦν, οἷον 〈Λ 307〉 πολλὸν δὲ τρόφι κῦμα (καὶ σημαίνει τὸ εὐτραφές), μηδεὶς οἰέσθω ἀπὸ τοῦ τρόφις ἀρσενικοῦ εἶναι, ἀλλ’ ἢ ἀπὸ τοῦ τρόφιμον γέγονε κατὰ ἀποκοπήν, ἢ ἀπὸ τοῦ εὔτροφις ἀρσενικοῦ συνθέτου γέγονεν εὔτροφι, ὥσπερ λιπόπατρις λιπόπατρι, καὶ κατ’ ἔλλειψιν τοῦ ευ τρόφι, ὥσπερ καὶ | |
25 | ἐπὶ τοῦ 〈Λ 9〉 εἴρυσαν ἠνορέῃ, ἀντὶ γὰρ 〈τοῦ〉 εὐηνορέῃ. Ἔστιν οὖν εἰπεῖν τὴν αἰτίαν ταύτην· τὸ τίς διὰ τοῦτο ποιεῖ οὐδετέρου παρα‐ σχηματισμόν, ἐπειδὴ πευστικόν ἐστι, πάντα δὲ τὰ πευστικὰ ἐν τριγενείᾳ θέλουσι παραλαμβάνεσθαι, οἷον ποῖος ποία ποῖον, πόσος πόση πόσον, πηλίκος πηλίκη πηλίκον, πόστος πόστη πόστον, ποδαπός ποδαπή ποδα‐ | |
30 | πόν· οὕτως οὖν καὶ ὁ τίς ἡ τίς καὶ τὸ τί. Πάλιν ἀποροῦσί τινες λέ‐ γοντες, εἰ ἄρα τὰ εἰς ις μονοσύλλαβα διὰ καθαροῦ τοῦ ος κλίνονται, οἷον κίς κιός, λίς λιός (σημαίνει δὲ τὸν λέοντα), διατί τὸ τίς οὐ κλί‐ νεται διὰ καθαροῦ τοῦ ος, οἷον τιός, ἀλλὰ τίνος; Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· τὰ εἰς ις μονοσύλλαβα μακρὸν ἔχουσι τὸ ι οἷον κίς λίς, | |
35 | τὸ δὲ τίς βραχὺ ἔχει τὸ ι· ἐπειδὴ οὖν διήλλαξε περὶ τὸν χρόνον, εἰκό‐ τως διήλλαξε καὶ περὶ τὴν κλίσιν. Ταῦτα μὲν ἐν τούτοις. Κανονίζει δὲ ὁ τεχνικὸς τὸ Πάρις Πάριδος, λέγων ὅτι τὰ εἰς ις | |
κύρια διὰ τοῦ δος κλίνονται εἴτε ἀρσενικὰ ὦσιν εἴτε θη‐ | 194 | |
195 | λυκά, οἷον Πάρις Πάριδος, Ἄδωνις Ἀδώνιδος, Θέογνις Θεόγνιδος, Ἄθηνις Ἀθήνιδος, Θέτις Θέτιδος, Μέμφις Μέμφιδος, Κύπρις Κύπριδος· «κύρια» προσέθηκε διὰ τὰ ἐπίθετα καὶ τὰ προσηγορικά· ἐπίθετα μὲν διὰ τὸ μάντις μάντιος, προσηγορικὰ δὲ διὰ τὸ ὄφις ὄφιος. Ἰστέον δὲ ὅτι | |
5 | κύρια μέν εἰσι τὰ τὴν ἰδίαν σημαίνοντα οὐσίαν, οἷον Πλάτων Ὅμηρος, προσηγορικὰ δὲ τὰ τὴν κοινὴν οὐσίαν δηλοῦντα, οἷον ἄνθρωπος ἵππος, ἐπίθετα δὲ τὰ ἐπιτιθέμενα κυρίοις ἢ προσηγορικοῖς, οἷον σοφός ταχύς, οἷον ὁ σοφὸς Τρύφων, ὁ ταχὺς ἵππος. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, τίνος χάριν συνέμιξε τοῖς ἀρσενικοῖς | |
10 | ὁ τεχνικὸς τὰ θηλυκὰ ἐν τῷ προειρημένῳ κανόνι εἰπών «εἴτε ἀρσενικὰ ὦσιν εἴτε θηλυκά»; Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπειδὴ ἡ αὐτὴ κλίσις ἐστὶν ἐπ’ ἀμφοτέρων καὶ ὁ αὐτὸς κανὼν τῶν εἰς ις κυρίων τῶν τε ἀρσενι‐ κῶν καὶ θηλυκῶν, τούτου χάριν συνέμιξε τοῖς ἀρσενικοῖς καὶ τὰ θηλυκά· εἰ δέ τις ἀπορήσοι, εἴγε ἡ αὐτὴ κλίσις ἐστὶν ἐπ’ ἀμφοτέρων καὶ ὁ αὐτὸς | |
15 | κανών, διατί πάλιν ἐν τοῖς θηλυκοῖς ἐκανόνισε τὰ εἰς ις θηλυκά; λέγο‐ μεν, ὅτι ἐκεῖ ἄλλα ἐκανόνισε καὶ οὐ τὰ κύρια, ὡς ἐκεῖσε γενόμενοι εἰ θεῷ φίλον μαθησόμεθα. Ταῦτα μὲν ἐν τούτοις. Προστίθησι δὲ ὁ τεχνικός· τὰ ἐν τοῖς θηλυκοῖς σεσημειω‐ μένα ὕστερον ἐροῦμεν· εἰσὶ δὲ ταῦτα, Χάρυβδις Χαρύβδεως, Σάρ‐ | |
20 | δις Σάρδεως· ταῦτα γὰρ οὐκ ἐκλίθησαν διὰ τοῦ δος διὰ τὴν κακοφω‐ νίαν, εὑρίσκετο γὰρ ἀλλεπάλληλον τὸ δ, ὅπερ ἐστὶ κακόφωνον. Τούτοις ἠκολούθησε κατὰ τὴν κλίσιν καὶ τὸ Τράλλις Τράλλεως (ἔστι δὲ ὄνομα πόλεως Ἰωνικῆς)· ἔτι σεσημείωται καὶ τὸ Σκῆψις Σκήψεως καὶ τὸ Ἐπί‐ σκηψις Ἐπισκήψεως (ὀνόματα δέ εἰσι ταῦτα πόλεων Τρωϊκῶν) καὶ τὸ | |
25 | Λάχεσις Λαχέσεως καὶ τὸ Νέμεσις Νεμέσεως καὶ τὸ Ἐπίκτησις Ἐπικτή‐ σεως (εἰσὶ δὲ ταῦτα ὀνόματα κύρια)· ταῦτα δὲ διὰ καθαροῦ τοῦ ως κλίνονται καὶ οὐ διὰ τοῦ δος, ἐπειδὴ ταῦτα κύρια ὄντα ὡμοφώνησαν τοῖς προσηγορικοῖς καὶ τὴν τῶν προσηγορικῶν κλίσιν ἀνεδέξαντο· τὸ γὰρ σκῆψις σημαίνει τὴν πρόφασιν, τὸ δὲ ἐπίσκηψις τὴν παραγγελίαν, | |
30 | τὸ δὲ ἐπίκτησις τὸ πλέον τι κτήσασθαι, τὸ δὲ λάχεσις τὸν κλῆρον, τὸ δὲ νέμεσις τὴν κατάγνωσιν ἤγουν τὴν μέμψιν· εἰκότως οὖν τὰ κύρια ὁμοφωνήσαντα, ὡς εἴρηται, τοῖς προσηγορικοῖς καὶ τὴν κλίσιν αὐτῶν, φημὶ δὴ τῶν προσηγορικῶν, ἀνεδέξαντο καὶ διὰ καθαροῦ τοῦ ως ἐκλί‐ θησαν ὁμοίως τοῖς προσηγορικοῖς· τὰ δὲ προσηγορικὰ τῶν εἰς ις διὰ | |
35 | καθαροῦ τοῦ ως κλίνονται τῷ κανόνι τοῦ ὄφις ὄφεως, ὃν μέλλομεν ἐν τοῖς ἑξῆς λέγειν· τὸ δὲ ζεῦξις ἡνίκα μὲν προσηγορικόν ἐστι διὰ καθα‐ ροῦ τοῦ ως κλίνεται, οἷον ζεῦξις ζεύξεως, ἡνίκα δὲ κύριόν ἐστι διὰ τοῦ | |
δος κλίνεται, οἷον Ζεῦξις Ζεύξιδος. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ὥσ‐ | 195 | |
196 | περ τὸ Λάχεσις καὶ τὸ Σκῆψις καὶ τὰ ὅμοια ὁμοφωνήσαντα τοῖς προσ‐ ηγορικοῖς τὴν αὐτὴν κλίσιν ἀνεδέξαντο καὶ διὰ καθαροῦ τοῦ ως ἐκλί‐ θησαν, μὴ καὶ τὸ Ζεῦξις Ζεύξιδος ὁμοφωνῆσαν τῷ προσηγορικῷ τὴν τοῦ προσηγορικοῦ κλίσιν ἀνεδέξατο καὶ διὰ καθαροῦ τοῦ ως ἐκλίθη | |
5 | ὁμοίως τῷ προσηγορικῷ. Καὶ ἔστιν εἰπεῖν, ὅτι τὸ Λάχεσις καὶ τὸ Σκῆ‐ ψις καὶ τὰ ὅμοια κύρια τοῦ αὐτοῦ γένους εἰσὶν οὗτινός εἰσι καὶ τὰ προσηγορικά, ὅλα γὰρ θηλυκά εἰσι, τὸ δὲ Ζεῦξις τὸ κύριον οὐκ ἔστι τοῦ αὐτοῦ γένους οὗπερ καὶ τὸ προσηγορικόν ἐστι· τὸ μὲν γὰρ κύριον ἀρσενικόν ἐστιν, οἷον ὁ Ζεῦξις, τὸ δὲ προσηγορικὸν θηλυκόν ἐστιν, | |
10 | οἷον ἡ ζεῦξις· ἐπειδὴ οὖν διήλλαξε περὶ τὸ γένος, εἰκότως καὶ περὶ τὴν κλίσιν διήλλαξεν. Ταῦτα μὲν ἐν τούτοις. Τὸ δὲ Ξόϊς Ξόεως καὶ Σόϊς Σόεως καὶ Θμόϊς Θμόεως καὶ Ταμίαθις Ταμιάθεως ὀνόματά εἰσι πόλεων Αἰγυπτίων, καὶ τούτου χάριν διὰ κα‐ θαροῦ τοῦ ως κλίνονται· τὰ γὰρ εἰς ις ὀνόματα Αἰγύπτια ὡς ἐπὶ τὸ | |
15 | πλεῖστον διὰ καθαροῦ τοῦ ως κλίνονται, ὡς ἐπὶ τῶν προλεχθέντων παραδειγμάτων ἐδείξαμεν· πρόσκειται «ὡς ἐπὶ τὸ πλεῖστον» διὰ τὸ Μέμ‐ φις Μέμφιδος καὶ Βούσιρις Βουσίριδος· ταῦτα γὰρ ὀνόματα Αἰγύπτιά εἰσι καὶ ὅμως διὰ τοῦ δος κλίνονται· τὸ δὲ Μέμφιδος εἴρηται παρά τισι καὶ Μέμφεως οὐκ ἀκριβῶς· τὸ δὲ Χρυσόπολις Χρυσοπόλεως καὶ | |
20 | Καλλίπολις Καλλιπόλεως διὰ καθαροῦ τοῦ ως κλίνονται, ἐπειδὴ τὰ παρὰ τὸ πόλις σύνθετα, ἐὰν μὲν θηλυκοῦ μόνου γένους γένωνται, τὴν τοῦ ἁπλοῦ κλίσιν φυλάττουσι, τουτέστι διὰ καθαροῦ τοῦ ως κλίνονται, οἷον πόλις πόλεως, ἀκρόπολις ἀκροπόλεως, Καλλίπολις Καλλιπόλεως, Χρυ‐ σόπολις Χρυσοπόλεως, Ἀμφίπολις Ἀμφιπόλεως, μητρόπολις μητροπό‐ | |
25 | λεως, Νικόπολις Νικοπόλεως, ἐὰν δὲ ἀρσενικοῦ μόνου γένους γένωνται ἢ καὶ ἀρσενικοῦ καὶ θηλυκοῦ, διὰ τοῦ δος κλίνονται, ἀρσενικοῦ μὲν γέ‐ νους, οἷον ὁ Σώπολις τοῦ Σωπόλιδος (ἔστι δὲ ὄνομα κωμικοῦ), ὁ Ἀγη‐ σίπολις τοῦ Ἀγησιπόλιδος (ἔστι δὲ ὄνομα στρατηγοῦ τῶν Ἀθηναίων· τοῦτο δὲ καὶ Ἀγησιπόλεως εὕρηται παραλόγως), ἀρσενικοῦ δὲ καὶ θη‐ | |
30 | λυκοῦ, οἷον ὁ φυγόπολις καὶ ἡ φυγόπολις τοῦ φυγοπόλιδος καὶ τῆς φυγοπόλιδος, ὁ ἄπολις καὶ ἡ ἄπολις τοῦ ἀπόλιδος καὶ τῆς ἀπόλιδος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι σημειοῦνται ὁ Ὦρος καὶ ὁ Ἀρκάδιός τινα εἰς ις κύρια ὀνόματα διὰ καθαροῦ τοῦ ος κλινόμενα· εἰσὶ δὲ ταῦτα, Ζῆνις | |
35 | Ζήνιος, Ὄφις Ὄφιος, Σέντις Σέντιος, Πόλλις Πόλλιος, Ἀνάχαρσις Ἀνα‐ χάρσιος, Σύβαρις Συβάριος, Τράλλις Τράλλιος, Τάξις Τάξιος. Ἆγις | |
Ἄγιος καὶ Ἄγιδος, Θύμβρις Θύμβριος καὶ Θύμβριδος, Ἀγησίπολις Ἀγη‐ | 196 | |
197 | σιπόλιος καὶ Ἀγησιπόλιδος, Γάοζις Γαόζιος· εὑρέθη δὲ καὶ τοῦ Βούσιρις ἡ δοτικὴ τῷ Βουσίρι, ὡς ἀπὸ τοῦ Βουσίριος Βουσίριι, καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν ι μακρὸν Βουσίρι, ὥσπερ ὄφιος ὄφιι ὄφι καὶ Κλέοβις Κλεόβιος Κλεόβιι Κλεόβι, κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν μακρόν. | |
5 | Τὸ δὲ Πάριος καὶ Θέτιος Ἰωνικά· ἐπειδὴ γὰρ οἱ Ἴωνες εὑρίσκουσί τινα εἰς ις διὰ καθαροῦ τοῦ ος κλινόμενα, ὡς ἐπὶ τοῦ μάντις μάντιος καὶ ὄφις ὄφιος, τούτου χάριν καὶ ἐπὶ τῶν κλινομένων διὰ συμφώνου ποι‐ οῦνται τὴν γενικὴν διὰ καθαροῦ τοῦ ος παρεῶντες τὸ σύμφωνον, ἵνα μιμήσωνται τὰ ἄλλα, φημὶ δὴ τὰ κλινόμενα διὰ καθαροῦ τοῦ ος, οἷον | |
10 | Πάριδος Πάριος, Θέτιδος Θέτιος, 〈Ο 598〉 Θέτιος δ’ ἐξαίσιον ἀρήν, ἐξ οὗ τὸ Θέτιι καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν δηλονότι μακρὸν Θέτι, 〈Σ 407〉 πάντα Θέτι καλλιπλοκάμῳ, Ἀδώνιδος Ἀδώνιος· οὐκ ἐπὶ πάντων δὲ τοῦτο ποιοῦσιν, ἐπὶ γὰρ τῶν εἰς ις ὀξυτόνων οὐκ ἀποβάλλουσι τὸ δ, οἷον κνημίς κνημῖδος, ἀψίς ἀψῖδος, Χρυσηίς Χρυ‐ | |
15 | σηίδος· καὶ διατί ἐπὶ μὲν τῶν εἰς ις ὀξυτόνων οὐκ ἀποβάλλουσι τὸ δ κατὰ τὴν γενικὴν οἱ Ἴωνες, ἐπὶ δὲ τῶν εἰς ις βαρυτόνων ἀποβάλλου‐ σιν αὐτό, ἐν τοῖς θηλυκοῖς εἰ θεῷ φίλον μαθησόμεθα. Ἀλλ’ οὔτε δὲ ἐπὶ τῶν τρεπόντων τὸ δ εἰς τὸ τ παρὰ τοῖς Δωριεῦσιν ἀποβάλλουσι τὸ δ κατὰ τὴν γενικὴν οἱ Ἴωνες, οἷον Θέμις Θέμιδος Θέμιτος δωρικῶς | |
20 | καὶ ἐν πλεονασμῷ τοῦ ς ποιητικῶς Θέμιστος, οἷον 〈Ο 89〉 Θέμιστι δὲ καλλιπαρῄῳ καὶ 〈Υ 4〉 Ζεὺς δὲ Θέμιστα κέλευε, καὶ πάλιν χάρις χάριδος χάριτος καὶ πλεονασμῷ τοῦ ς χάριστος· τοῦτο δὲ τὸ χάρις χάριτος καὶ παρ’ ἡμῖν οὕτως ἐπεκράτησε λέγεσθαι. Ἀλλ’ οὔτε δὲ τὰ εἰς ις θηλυκὰ τὰ γενόμενα ἀπὸ τῶν εἰς ης ἀρσενικῶν ἀποβάλλουσι | |
25 | τὸ δ παρὰ τοῖς Ἴωσιν κατὰ τὴν γενικήν, οἷον ὁ τοξότης τοῦ τοξότου καὶ ἡ τοξότις τῆς τοξότιδος, ὁ πολίτης τοῦ πολίτου καὶ ἡ πολῖτις τῆς πολίτιδος, ὁ δραπέτης τοῦ δραπέτου καὶ ἡ δραπέτις τῆς δραπέτιδος. Ἀλλ’ οὔτε δὲ τὰ νομιζόμενα ἀπὸ τῶν εἰς ης ἀρσενικῶν γεγενῆσθαι γί‐ νονται χωρὶς τοῦ δ παρὰ τοῖς Ἴωσι κατὰ τὴν γενικήν, οἷον ἡ πλευ‐ | |
30 | ρῖτις τῆς πλευρίτιδος, ἡ φρενῖτις τῆς φρενίτιδος, ἡ νεφρῖτις τῆς νε‐ φρίτιδος· ταῦτα γὰρ ὡς ἀπὸ τῶν εἰς ης ἀρσενικῶν δοκοῦσιν εἶναι, οἷον ὡς ἀπὸ τοῦ ὁ πλευρίτης καὶ ὁ φρενίτης καὶ ὁ νεφρίτης, εἰσὶ δὲ ταῦτα ὀνόματα νοσημάτων. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, διὰ ποίαν αἰτίαν ἐνταῦθα ὁ τεχνικὸς | |
35 | τῆς Ἰωνικῆς μόνης ἐμνήσθη γενικῆς; Ἔστιν οὖν εἰπεῖν, ὅτι ἐπειδὴ ταῦτα τὰ εἰς ις ἢ κατὰ κοινὴν διάλεκτον κλίνονται, ὡς ἐπὶ τοῦ Πάρις | |
Πάριδος, ἢ κατὰ Ἴωνας, ὡς ἐπὶ τοῦ Πάρις Πάριος, οὐκέτι δὲ κατὰ | 197 | |
198 | ἄλλην διάλεκτον, εἰκότως οὐκ ἐμνήσθη ἄλλης διαλέκτου ὁ τεχνικός. Πάλιν ἀποροῦσί τινες λέγοντες, διὰ ποίαν αἰτίαν τὸ Χάρυβδις Χαρύβδεως καὶ τὰ ὅμοια ἐσημειωσάμεθα ἀνωτέρω καὶ μὴ λέγομεν Ἰωνικά, ὥσπερ Πάρις Πάριος, ἀλλὰ σημειούμεθα αὐτά; Ἔστιν οὖν εἰπεῖν, ὅτι τὰ τοι‐ | |
5 | αῦτα Ἰωνικὰ ἔχουσι κοινὰ προηγούμενα, οἷον τὸ Πάριος καὶ Θέτιος Ἰωνικὰ ὄντα ἔχουσι τὸ Πάριδος καὶ Θέτιδος κοινὰ προηγούμενα τούτοις· εἰ ἄρα οὖν ἃ ἐσημειωσάμεθα ἀνωτέρω οὐκ ἔχουσι προηγούμενα κοινά, οὐ γὰρ ἔχουσιν ἑτέραν γενικὴν διὰ τοῦ δος κλινομένην, δηλον‐ ότι οὐ δύνανται λέγεσθαι Ἰωνικά· ἄλλως τε δὲ τὰ Ἰωνικὰ οὐδέποτε | |
10 | ἐκφέρονται διὰ τοῦ εως ἀλλὰ διὰ τοῦ ιος, οὐδὲ γὰρ λέγομεν Θέτεως καὶ Πάρεως ἀλλὰ Θέτιος καὶ Πάριος· εἰ οὖν τὸ Χάρυβδις Χαρύβδεως καὶ τὰ ὅμοια διὰ τοῦ εως ἐκφέρονται, δηλονότι οὐ δύνανται Ἰωνικὰ εἶναι, ὅθεν καὶ τὸ Μέμφις Μέμφιδος εὑρεθὲν σπανίως Μέμφεως οὐ δυνάμεθα εἰπεῖν Ἰωνικὸν ὡς διὰ τοῦ εως γενόμενον. Ταῦτα μὲν ἐν | |
15 | τούτοις. Τὸν Πάριδα καὶ Πάριν. Ἰστέον ὅτι τῶν εἰς ις κυρίων αἱ αἰτια‐ τικαὶ διχῶς λέγονται, εἰς α καὶ εἰς ν· καὶ ἡ μὲν εἰς α λήγουσα ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν κανονίζεται, ἡ δὲ εἰς ν ἀπὸ τῆς εὐθείας· πῶς δὲ λέγουσί τινες, ὅτι εὐλόγως αἱ αἰτιατικαὶ τούτων διφοροῦνται, ἐν τῇ | |
20 | αἰτιατικῇ τοῦ ὄφεως εἰ θεῷ φίλον μαθησόμεθα. Ὦ Πάρι. Ἰστέον ὅτι τὰ εἰς ις ἀποβολῇ τοῦ ς ποιοῦσι τὴν κλη‐ τικήν, οἷον ὁ Πάρις ὦ Πάρι, ὁ Ἄδωνις ὦ Ἄδωνι, ἡ Θέτις ὦ Θέτι, ἡ Κύπρις ὦ Κύπρι, ἡ πόλις ὦ πόλι· τὸ γὰρ ὁμόφωνον Ἀττικόν, ὁ Πάρις ὦ Πάρις, οἱ γὰρ Ἀττικοὶ τὰς αὐτὰς ἔχουσιν ὀρθὰς καὶ κλητικάς, | |
25 | οἷον ὁ Αἴας ὦ Αἴας, ὁ κοχλίας ὦ κοχλίας. Τὼ Πάριδε, τοῖν Παρίδοιν, ὦ Πάριδε. Οἱ Πάριδες, τῶν Παρίδων, τοῖς Πάρισιν. Ἰστέον ὅτι ἐνταῦθα οὐ δύναται ἡ δοτικὴ τῶν πληθυντικῶν ἀπὸ τῆς εὐθείας τῶν ἑνικῶν κανονίζεσθαι τῷ κανόνι τῷ λέγοντι, ὅτι πᾶσα εὐθεῖα ἑνικῶν εἰς ς λήγουσα μετὰ μακρᾶς περιτ‐ | |
30 | τοσυλλάβως κλινομένη καὶ μὴ συναιρουμένη κατὰ τὴν γενικὴν προσθέσει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, ἐπειδὴ οὐκ ἔστι μετὰ μακρᾶς ἐνταῦθα· τὸ γὰρ ι συνεσταλμένον ἐστίν· ἀλλὰ κανονίζεται ἀπὸ τῆς δο‐ τικῆς τῶν ἑνικῶν, τροπῇ τοῦ δ εἰς τὸ ς, τῷ κανόνι τῷ λεχθέντι ἐν τῇ περὶ τοῦ Αἴας διδασκαλίᾳ, ἡνίκα περὶ τοῦ ποδί ποσί διελάβομεν, ἢ | |
35 | προσθέσει τοῦ ς καὶ ἀποβολῇ τοῦ δ, τῷ κανόνι τῷ λεχθέντι ἐν τῷ περὶ | |
τοῦ Δημοσθένους διδασκαλίᾳ. Τοὺς Πάριδας, ὦ Πάριδες· εἴρηται. | 198 | |
199 | Κανὼν ηʹ. Ὁ ὄφις τοῦ ὄφιος κοινῶς καὶ ὄφεος ἰωνικῶς καὶ ὄφεως ἀττικῶς. Ἰστέον ὅτι τὰ εἰς ις προσηγορικὰ μὴ ὄντα παρώνυμα μηδὲ μακρο‐ παράληκτα διὰ καθαροῦ τοῦ ος κλίνονται, οἷον ὄφις ὄφιος, ἔχις ἔχιος, | |
5 | πόσις πόσιος (πόσις δέ ἐστιν ὁ ἀνήρ), μάντις μάντιος· «προσηγορικά» εἴπομεν τὰ μὴ ὄντα κύρια, εἴτε προσηγορικά εἰσιν εἴτε ἐπίθετα, ὡς ἐπὶ τοῦ ὄφις μάντις πόσις καὶ τῶν ὁμοίων· τοῦτο δὲ εἶπε διὰ τὰ κύρια, οἷον διὰ τὸ Πάρις Πάριδος καὶ τὰ ὅμοια. Πρόσκειται «μὴ ὄντα παρ‐ ώνυμα μακροπαράληκτα» διὰ τὸ γύννις γύννιδος καὶ λάτρις λάτριδος | |
10 | καὶ εὖνις εὔνιδος· ταῦτα 〈γὰρ〉 οὐ κλίνονται διὰ καθαροῦ τοῦ ος ἀλλὰ διὰ τοῦ δος, ἐπειδὴ καὶ παρώνυμά εἰσι, καὶ γὰρ ἀπὸ ὀνομάτων ἐγέ‐ νοντο, καὶ μακροπαράληκτα, ἤγουν μακρὰν ἔχουσι τὴν παραλήγουσαν· τὸ μὲν γὰρ γύννις γύννιδος παρὰ τὸ γυνή ἐστίν, ἀπὸ γὰρ τοῦ γυνή ἐγένετο γύνις 〈καὶ〉 κατὰ ἀναδιπλασιασμὸν τοῦ ν γύννις (σημαίνει δὲ | |
15 | τὸν γυναικώδη), τὸ δὲ λάτρις λάτριδος παρὰ τὸ λάτρον ἐστί (λάτρον δὲ λέγεται ὁ μισθὸς καὶ λάτρις ὁ 〈ἐπὶ〉 μισθῷ δουλεύων), τὸ δὲ εὖνις εὔνιδος παρὰ τὸ εὐνή ἐστίν, ὃ σημαίνει τὴν κοίτην· σημαίνει δὲ τὸ εὖνις τὸν ἄνδρα καὶ τὴν γυναῖκα, ὁ εὖνις γὰρ καὶ ἡ εὖνις· λέγεται δὲ εὖνις καὶ ὁ ἐστερημένος γυναικός, τουτέστιν ὁ μεμονωμένος, παρὰ γὰρ | |
20 | τὸ εἵς ἑνός γέγονεν ἔνις καὶ πλεονασμῷ τοῦ υ εὖνις· ταῦτα οὖν, ὡς εἰρήκαμεν, ἐπεὶ καὶ παρώνυμά εἰσι καὶ μακρὰν ἔχουσι τὴν παραλήγου‐ σαν, διὰ τοῦτο διὰ τοῦ δος κλίνονται. Τὸ δὲ κόρις κόριος παρώνυμόν ἐστι παρὰ τὸ κόρος· ἀπὸ περιττότητος γίνεται γάρ, καὶ ἐπειδὴ οὐκ ἔστι μακροπαράληκτον, οὐδὲ γὰρ παραλήγεται μακρᾷ ἀλλὰ βραχείᾳ, τούτου | |
25 | χάριν διὰ καθαροῦ τοῦ ος κλίνεται καὶ οὐ διὰ τοῦ δος, οἷον κόρις κό‐ ριος, 〈Arist. Ran. 114〉 ὅπου Κόριες ὀλιγοστοί· ἁμαρτάνουσι γὰρ οἱ λέγοντες ἐν τῇ συνηθείᾳ τὰς κόριδας θηλυκῶς, ἀρσενικῶς γὰρ λέγε‐ ται καὶ διὰ καθαροῦ τοῦ ος κλίνεται, οἷον ὁ κόρις τοῦ κόριος· ἰστέον δὲ ὅτι σπανίως εὑρίσκεται καὶ διὰ τοῦ δος κλινόμενον. Καὶ τὸ μάντις | |
30 | δὲ μάντιος· τοῦτο γὰρ μακροπαράληκτον μέν ἐστι, καὶ ἐπειδὴ οὐκ ἔστι παρώνυμον, τούτου χάριν διὰ καθαροῦ τοῦ ος ἐκλίθη καὶ οὐ διὰ τοῦ δος· ἰστέον δὲ ὅτι τοῦτό τινες, φημὶ δὴ τὸ μάντις μάντιος, καὶ παρ‐ | |
ώνυμον βούλονται λέγειν καὶ μακροπαράληκτον, καὶ ὅμως, φασίν, οὐ | 199 | |
200 | κλίνεται διὰ τοῦ δος ἀλλὰ διὰ καθαροῦ τοῦ ος· ὥσπερ γὰρ ἀπὸ τοῦ φαίνεται γίνεται φαντός καὶ ἄφαντος, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ μαίνεται γίνεται μαντός καὶ μάντις· ἢ ἀπὸ τοῦ ματῶ τοῦ σημαίνοντος τὸ ζητῶ, ἐξ οὗ τὸ μέταλλον οἱονεὶ τὸ ζητούμενον, γέγονε ματός καὶ | |
5 | ἐκεῖθεν μάτις καὶ μάντις, οἱονεὶ ὁ τὰ ἀφανῆ καὶ ἄδηλα ζητῶν. Καὶ ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα τὸ μάντις, ὡς εἴρηται, παρώνυμόν ἐστι καὶ μακροπαράληκτον, διατί μὴ κλίνεται διὰ τοῦ δος, ὥσπερ τὸ γύννις γύν‐ νιδος καὶ λάτρις λάτριδος καὶ εὖνις εὔνιδος. Καὶ ἔστιν εἰπεῖν, ὅτι τὸ κεχρεωστημένον ἐν τῆ ἁπλότητι ἐν τῇ συνθέσει ἀναδέχεται, καὶ γὰρ ἐν | |
10 | τῇ συνθέσει διὰ τοῦ δος κλίνεται, οἷον κοσκινόμαντις κοσκινομάντιδος, ἀλευρόμαντις ἀλευρομάντιδος, πρόμαντις προμάντιδος· τὸ δὲ μάντιδος Προπυθίας μηδεὶς οἰέσθω ἁπλοῦν εἶναι καὶ διὰ τοῦ δος κλίνεσθαι· σύνθετον γάρ ἐστιν, ἡ γὰρ πρό πρόθεσις ἐν ὑπερβατῷ κεῖται, οἷον «προμάντιδος Πυθίας». Ταῦτα μὲν ἐν τούτοις. | |
15 | Δεῖ δὲ γινώσκειν, ὅτι φασί τινες ὡς καὶ τὸ νῆϊς, ὃ σημαίνει τὸν μηδὲν ἐπιστάμενον ἤγουν τὸν ἄπειρον, παρώνυμόν ἐστι καὶ τούτου χά‐ ριν ὡς παρώνυμον καὶ μακροπαράληκτον διὰ τοῦ δος κλίνεται, οἷον νήϊδος, ὡς παρὰ Καλλιμάχῳ 〈fragm. 488 Sch.〉 〈νήϊδες οἳ Μούσης οὐκ ἐγένοντο φίλοι· φασὶ γὰρ ὅτι ἀπὸ τοῦ νέος γέγονε νέϊς παρ‐ | |
20 | ώνυμον καὶ κατ’ ἐπέκτασιν τοῦ ε εἰς τὸ η νῆϊς, τοῖς γὰρ νέοις παρ‐ έπεται τὸ μηδὲν ἐπίστασθαι. Οὗτοι δὲ οὐκ ἀκριβῶς λέγουσιν· οὐκ ἔστι γὰρ ἁπλοῦν, ἀλλὰ σύνθετον ἀπὸ τοῦ νή τοῦ στερητικοῦ ἐπιρρήματος καὶ τοῦ εἴδω τοῦ σημαίνοντος τὸ ἐπίσταμαι, οἷον ὁ ἐστερημένος τοῦ ἐπίστασθαι, καὶ λοιπὸν τοῦ εἴδω τὸ σύμφωνον ἐφύλαξε κατὰ τὴν κλί‐ | |
25 | σιν, φημὶ δὴ τὸ δ· διατί δὲ τοῦ εἴδω διὰ τῆς ει διφθόγγου γραφομένου τὸ νῆϊς διὰ τοῦ ι γράφεται, ἐν τῇ ὀρθογραφίᾳ εἰ θεῷ φίλον μαθησό‐ μεθα. Ὅτι γὰρ οὐ δύναται τὸ νῆϊς ἀπὸ τοῦ νέος εἶναι, ἵνα παρώνυ‐ μον καὶ ἁπλοῦν λάβωμεν αὐτό, δείκνυσι τὸ οὐδέτερον νήϊον· οὐδέποτε γὰρ τὰ εἰς ις ἁπλᾶ ποιοῦσιν οὐδετέρου παρασχηματισμόν, οἷον ὄφις | |
30 | μάντις πόλις, χωρὶς τοῦ τίς· τοῦτο γὰρ ποιεῖ οὐδέτερον τὸ τί, ἐπειδὴ πευστικόν ἐστι, τὰ δὲ πευστικὰ ἐν τριγενείᾳ παραλαμβάνονται, οἷον ποῖος ποία ποῖον, πόσος πόση πόσον· εἰ ἄρα οὖν τὸ νῆϊς ποιεῖ οὐδέ‐ τερον τὸ νήϊον, δηλονότι οὐκ ἔστιν ἁπλοῦν ἀλλὰ σύνθετον· τὰ γὰρ εἰς ις σύνθετα εὑρίσκονται ποιοῦντα οὐδετέρου παρασχηματισμόν, οἷον ὁ | |
35 | φυγόπολις τὸ φυγόπολι, ὁ λιπόπατρις τὸ λιπόπατρι· τὸ τρόφι ἁπλοῦν, οἷον 〈Λ 307〉 πολλὸν δὲ τρόφι κῦμα (ἀντὶ τοῦ εὐτραφές), μηδεὶς [δὲ] οἰέσθω ἀπὸ τοῦ ὁ τρόφις ἀρσενικοῦ εἶναι—ὡς γὰρ ἐμάθομεν τὰ εἰς ις ἁπλᾶ οὐ ποιοῦσιν οὐδετέρου παρασχηματισμόν, οἷον ὄφις μάντις πόλις—ἀλλ’ ἢ ἀπὸ τοῦ τρόφιμον γέγονε κατὰ ἀποκοπήν, ἢ ἀπὸ τοῦ | |
40 | εὔτροφις ἀρσενικοῦ συνθέτου γέγονεν εὔτροφι, ὥσπερ λιπόπατρις λιπό‐ | 200 |
201 | πατρι, καὶ κατ’ ἔλλειψιν τοῦ ευ τρόφι, ὥσπερ καὶ ἐπὶ τοῦ 〈Λ 9〉 εἴ‐ ρυσαν ἠνορέῃ, ἀντὶ γὰρ τοῦ εὐηνορέῃ ἐστίν. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ προσθεῖναι ἐν τῷ κανόνι τοῦ τεχνικοῦ τέσσαρά τινα, ἵνα εὑρεθῇ ὑγιὴς ὁ κανών· «ὑπὲρ μίαν συλλαβήν» διὰ τὸ τίς τίνος μὴ κλι‐ | |
5 | νόμενον διὰ καθαροῦ τοῦ ος, «μὴ ὄντα δικατάληκτα» διὰ τὸ δελφίς δελφῖνος, «ἀρσενικά» διὰ τὸ ἀσπίς ἀσπίδος, μῆνις μήνιδος, «ἁπλᾶ» διὰ τὸ λεύκασπις λευκάσπιδος· ταῦτα γὰρ μὴ ὄντα κύρια οὐκ ἐκλίθησαν διὰ καθαροῦ τοῦ ος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι οἱ Ἀττικοὶ ἐπὶ τῶν τοιούτων, τουτέστι τῶν εἰς ις | |
10 | τῶν διὰ καθαροῦ τοῦ ος κλινομένων, τρέπουσι τὸ ο εἰς τὸ ω ἐν τῇ γενικῇ καὶ τὸ παραλῆγον φωνῆεν εἰς ε μεταβάλλουσιν, οἷον μάντις μάντιος μάντεως, ὄφις ὄφιος ὄφεως, πόλις πόλιος πόλεως, καὶ φυ‐ λάττουσι τὸν αὐτὸν τόνον, τουτέστιν ὃν εἶχον πρὸ τῆς τροπῆς, οἷον μάντιος μάντεως, πόλιος πόλεως, ὄφιος ὄφεως. Εὑρίσκεται δὲ καὶ διὰ | |
15 | τοῦ ε καὶ ο ἡ γενικὴ κατὰ συστολὴν τοῦ ω εἰς τὸ ο, οἷον μάντεος ὄφεος πόλεος· καὶ παρέθετο δύο χρήσεις ὁ τεχνικὸς παρὰ τῷ Εὐριπίδῃ, τὴν μίαν ἐν Ὀρέστῃ οὖσαν 〈897 D〉 ὃς ἂν δύνηται πόλεος ἔν τ’ ἀρχαῖσιν ᾖ, τὴν δὲ ἑτέραν ἐν ταῖς Βάκχαις 〈1027 D〉 δράκοντος ἔσπειρ’ ὄφεος ἐν γαίᾳ θέρος· εἰσὶ δὲ καὶ ἄλλαι χρήσεις καὶ παρ’ | |
20 | Εὐριπίδῃ καὶ παρὰ ἄλλοις πολλοῖς τῆς διὰ τοῦ ε καὶ ο γενικῆς· ἡ δὲ κοινὴ συνήθεια μᾶλλον ἀττικίζουσα διὰ τοῦ ε καὶ ω γράφει ταύτας τὰς γενικάς· εἰς τὰ πολλὰ γὰρ ἡ κοινὴ διάλεκτος τοῖς Ἀττικοῖς ἕπεται. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὁ τεχνικὸς δοξάζει τὴν μὲν διὰ τοῦ ι καὶ ο γενικὴν | |
25 | κοινὴν εἶναι, τὴν δὲ διὰ τοῦ ε καὶ ω Ἀττικήν· κρεῖττον δέ ἐστι τὴν διὰ τοῦ ι καὶ ο Ἰωνικὴν εἶναι λέγειν γενικήν, ἐπειδὴ οἱ Ἴωνες αὐτῇ κέχρηνται, τὴν δὲ διὰ τοῦ ε καὶ ο κοινήν, εἰ καὶ ὁμοίως τοῖς Ἀττικοῖς διὰ τοῦ ε καὶ ω δεῖ γράφειν τὰς τοιαύτας γενικάς. Ἀποροῦσι δέ τινες λέγοντες, διατί μὴ λέγομεν ὄφις ὄφηος καὶ μάντις μάντηος διὰ τοῦ η | |
30 | καὶ ο Ἰωνικῶς, ὥσπερ Πηλεύς καὶ Ἀχιλλεύς Ἀχιλλῆος; Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐὰν γένωνται οὕτως, εὑρίσκεται ἡ παραλήγουσα τῆς περιττοσυλλάβου γενικῆς μείζων τῆς ληγούσης τῆς ἰδίας εὐθείας, ὅπερ ἐστὶν ἄτοπον, ὡς ἐν τῇ περὶ τοῦ ἡδύς διδασκαλίᾳ εἰ θεῷ φίλον μαθη‐ σόμεθα· τὸ γὰρ πόληος διὰ τοῦ η καὶ ο, οἷον 〈α 185〉 ἀγροῦ νόσφι | |
35 | πόληος, οὐκ ἔστιν Ἰωνικόν, ἀλλ’ ἀπὸ τοῦ πόλιος διὰ τοῦ ι γέγονε κατὰ Αἰολικὴν τροπὴν τοῦ ι εἰς τὸ η, ὡς ἐπὶ τοῦ ψιμύθιον ψημύθιον καὶ ἀκτῖνες ἀκτῆνες. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὰ εἰς | |
ις διὰ τοῦ εος κλινόμενα οὐ συναιροῦνται κατὰ τὴν γενικὴν καὶ γίνον‐ | 201 | |
202 | ται εἰς ους, οἷον ὄφις ὄφεος, μάντις μάντεος, οὐδὲ γὰρ γίνονται ὄφους καὶ μάντους, ὥσπερ Δημοσθένεος Δημοσθένους. Καὶ ἔστιν εἰπεῖν, ὅτι οὐδέποτε γενικὴ εἰς ους λήγουσα γίνεται διὰ τοῦ ε καὶ ω ἀττικῶς, οἷον Δημοσθένης Δημοσθένεος Δημοσθένους, Διομήδης Διομήδεος Διομήδους, | |
5 | τεῖχος τείχεος τείχους, βέλος βέλεος βέλους ἐπειδὴ οὖν τὰ εἰς ις διὰ τοῦ εος κλινόμενα γίνονται διὰ τοῦ ε καὶ ω ἀττικῶς, οἷον ὄφεως μάν‐ τεως, τούτου χάριν οὐ δύνανται κρᾶσιν ἀναδέξασθαι κατὰ τὴν γενικὴν καὶ γενέσθαι εἰς ους· ἄλλως τε δὲ οὔτε ἔστι γνήσιον ἐπὶ τούτων τὸ ε τῆς κλίσεως, ὄφιος γὰρ ἦν καὶ μάντιος, καὶ ἀττικῶς γέγονεν ὄφεως | |
10 | καὶ μάντεως καὶ κατὰ συστολὴν ὄφεος καὶ μάντεος διὰ τοῦ ο. Ταῦτα μὲν ἐν τούτοις. Τῷ ὄφιι καὶ κατὰ κρᾶσιν τῷ ὄφι. Ἄξιόν ἐστι ζητῆσαι, διατί ὥσπερ ἀπὸ τοῦ ὄφιι γίνεται ὄφι κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν ι δη‐ λονότι μακρόν, μὴ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Ζεύς Διός Διί γίνε‐ | |
15 | ται Δῖ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν ι δηλονότι μακρόν. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται γενέσθαι ἡ Διί δοτικὴ κατὰ κρᾶσιν τῶν δύο ιι Δῖ δι’ αἰτίαν, ἣν ἔχομεν εἰπεῖν ἐν τῇ περὶ τοῦ βοῦς διδασκαλίᾳ, ἡνίκα ζητοῦμεν, διατί οὐ συναιρεῖται ἡ βοΐ δοτική· ἡ αὐτὴ γὰρ αἰτία καὶ ἐν‐ ταῦθα ἁρμόζει. | |
20 | Τὸν ὄφιν. Φησὶν ὁ τεχνικός, ὅτι ἡ μὲν ἀναλογία ἀπαιτεῖ καὶ ταύτας τὰς αἰτιατικὰς διχῶς λέγεσθαι ὡς καὶ τὰς τῶν κυρίων, ἀλλ’ ἀπέλειψεν ἡ χρῆσις τῆς εἰς α αἰτιατικῆς. Καὶ λέγουσί τινες, ὅτι ἐπειδὴ αἱ γενικαὶ τῶν κυρίων διχῶς λέγονται—λέ‐ γονται γὰρ καὶ διὰ τοῦ δος, οἷον Πάριδος, καὶ διὰ καθαροῦ τοῦ ος | |
25 | ἰωνικῶς, οἷον Πάριος—τούτου χάριν καὶ αἱ αἰτιατικαὶ αὐτῶν διχῶς λέ‐ γονται· καὶ πρὸς μὲν τὴν διὰ συμφώνου ἐκφερομένην γενικὴν ἔστιν ἡ εἰς α αἰτιατική, οἷον Πάριδος Πάριδα, ὥσπερ Αἴαντος Αἴαντα, χλαμύ‐ δος χλαμύδα, πρὸς δὲ τὴν διὰ καθαροῦ τοῦ ος ἐκφερομένην γενικὴν ἔστιν ἡ εἰς ν αἰτιατική, οἷον Πάριος Πάριν, ὥσπερ βότρυος βότρυν, | |
30 | ἰχθύος ἰχθύν· τὰ εἰς ις οὖν προσηγορικὰ ἐπειδὴ οὐκ ἔχουσι τὴν γενικὴν διχῶς ἐκφερομένην, τουτέστι διὰ τοῦ δος καὶ διὰ καθαροῦ τοῦ ος, ἀλλὰ διὰ καθαροῦ μόνου τοῦ ος, τούτου χάριν μόνον εἰς ν ἔχουσι τὴν αἰτια‐ τικὴν καὶ οὐκ εἰς α. Οὐκ ἔστι δὲ καταναγκαστικὴ αὕτη ἡ αἰτία· ἰδοὺ γὰρ τὸ χάριτος καὶ τοξότιδος 〈καὶ μήνιδοσ〉 μὴ ἔχοντα διχῶς τὴν γενικὴν | |
35 | ἐκφερομένην τὴν αἰτιατικὴν ἔχουσιν εἰς α καὶ εἰς ν, οἷον χάριτα καὶ χάριν, τοξότιδα καὶ τοξότιν, μήνιδα καὶ μῆνιν. Ὦ ὄφι καὶ ὦ ὄφις· εἴρηται. | |
Τὼ ὄφιε καὶ ὄφεε καὶ κατὰ κρᾶσιν ὄφη. Ἰστέον ὅτι τὸ ὄφιε | 202 | |
203 | κατὰ τὴν ἀκρίβειαν οὐ δύναται κρᾶσιν ἀναδέξασθαι τοῦ ι καὶ ε εἰς τὸ ι, ἐπειδὴ τὸ ι οὐκ ἔστι τελικὸν τῆς εὐθείας τῶν δυϊκῶν· τελικὰ γὰρ τῆς εὐθείας τῶν δυϊκῶν τρία εἰσίν, α ε ω, οἷον Ἀτρείδα Ἕκτορε φίλω. Τοῖν ὀφίοιν καὶ ὀφέοιν καὶ ὄφεῳν· πότε δὲ συναιρεῖται ἡ γενικὴ | |
5 | τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν, ἐν τῇ περὶ τοῦ Πηλέως διδασκαλίᾳ εἰ θεῷ φίλον μαθησόμεθα. Ὦ ὄφιε καὶ ὦ ὄφεε καὶ ὦ ὄφη· εἴρηται. Οἱ ὄφιες καὶ κατὰ κρᾶσιν ὄφις, οἱ ὄφεες καὶ κατὰ κρᾶσιν ὄφεις. Τῶν ὀφίων καὶ ὀφέων καὶ ὄφεων. Ἰστέον ὅτι τὸ μὲν ὄφεων προπαροξύνεται ὁμοίως τῇ ὄφεως γενικῇ τῶν ἑνικῶν· ἐπειδὴ | |
10 | γὰρ κἀκείνη διὰ τοῦ ε καὶ ω οὖσα προπαρωξύνθη ὁμοίως τῇ ὄφιος, ἐξ ἧς καὶ γέγονε, τούτου χάριν καὶ ἡ γενικὴ τῶν πληθυντικῶν ὡμοτόνησε ταύτῃ· ἡ δὲ ὀφίων οὐ προπαροξύνεται, ἐπειδὴ εἰ καὶ προπαροξύνεται ἡ γενικὴ τῶν ἑνικῶν ἡ ὄφιος, ἀλλ’ οὖν οὐκ ἔστι διὰ τοῦ ε καὶ ω. Καὶ ταῦτα μὲν ἐν τούτοις. | |
15 | Τοῖς ὄφισι καὶ ὄφεσιν. Ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν τῆς ὄφιι καὶ ὄφεϊ κανονίζεται ἐνταῦθα ἡ δοτικὴ τῶν πληθυντικῶν, τῷ κανόνι τῷ εἰρημένῳ ἐν τῇ περὶ τοῦ τοῖς Δημοσθένεσι διδασκαλίᾳ· οὐδὲ γὰρ δύναται κανονισθῆναι ἀπὸ τῆς εὐθείας τῶν ἑνικῶν, ἐπεὶ οὐκ ἔστι μετὰ μακρᾶς. Τοὺς ὄφιας καὶ ὄφις καὶ ὄφεας καὶ ὄφεις. Ὦ ὄφιες | |
20 | καὶ ὦ ὄφις καὶ ὦ ὄφεες καὶ ὦ ὄφεις. Κανὼν θʹ. Ὁ χαρίεις τοῦ χαρίεντος. Ἰστέον ὅτι ὁ μὲν Θεοδόσιος μετὰ τὰ εἰς ις τὰ διὰ τοῦ ι διέλαβε περὶ τῶν εἰς εις τῶν διὰ τῆς ει διφθόγγου· ὁ δὲ Ἡρωδιανός, ἐπειδὴ | |
25 | μετὰ τὸ α φωνῆέν ἐστι τὸ ε, μετὰ τὰ εἰς ας διέλαβε περὶ τῶν εἰς εις τῶν διὰ τῆς ει διφθόγγου καὶ τῶν εἰς ευς, καὶ οὕτω περὶ τῶν εἰς ης τῶν διὰ τοῦ η. Λέγει δὲ ὁ τεχνικός, ὅτι τὰ εἰς εις λήγοντα ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ ντ κλίνονται, οἷον ἐρόεις ἐρόεντος, τι‐ μήεις τιμήεντος, δαφνήεις δαφνήεντος, χαρίεις χαρίεντος. Πρόσκειται | |
30 | «ὑπὲρ μίαν συλλαβήν» διὰ τὰ μονοσύλλαβα, οἷον διὰ τὸ εἷς ἑνός καὶ κτείς κτενός· τοῦτο δὲ ὀξύνεται καὶ σημαίνει πολλά· σημαίνει δὲ καὶ τὸ γυναικεῖον κτένιον ᾧ χρῶνται ἐπὶ τῷ ἱστῷ, καὶ τὸ παρ’ ἡμῖν κτέ‐ νιον τὸ τῶν τριχῶν, καὶ τὸ θαλάσσιον, καὶ τὸ αἰδοῖον, ὡς παρὰ Καλλι‐ | |
μάχῳ 〈fragm. 308 Sch.〉 ἐπὶ κτενὸς ἔσκον ἔθειραι· τὸ δὲ εἷς | 203 | |
204 | περισπᾶται, ἐπειδὴ ἔχει οὐδέτερον τὸ ἕν· τὰ γὰρ εἰς εις λήγοντα ὀνό‐ ματα κοινολεκτούμενα ἔχοντα οὐδετέρου παρασχηματισμὸν ἀποστρέφον‐ ται τὴν ὀξεῖαν τάσιν, οἷον χαρίεις χαρίεν, τιμήεις τιμῆεν, δαφνήεις δα‐ φνῆεν, αὐδήεις αὐδῆεν· τούτῳ οὖν τῷ λόγῳ καὶ τὸ εἷς ἔχον οὐδετέρου | |
5 | παρασχηματισμόν, οἷον τὸ ἕν, ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν. Πρόσ‐ κειται «ὀνόματα» διὰ τὰς μετοχάς, οἷον διὰ τὸ τυφθείς τυφθέντος τυ‐ φθέν, δαρείς δαρέντος δαρέν, νυγείς νυγέντος 〈νυγέν〉, ταῦτα γὰρ ὀξύ‐ νονται· πρόσκειται «κοινολεκτούμενα», ἐπειδὴ τὸ εὐσεβής καὶ εὐγενής οἱ Βοιωτοὶ διὰ τῆς ει διφθόγγου προφέρονται· πρόσκειται «ἔχοντα | |
10 | οὐδετέρου παρασχηματισμόν» διὰ τὸ κτείς κτενός, τοῦτο γὰρ ὀξύνεται, ἀλλ’ οὐκ ἔχει οὐδετέρου παρασχηματισμόν. Τὸ οὖν εἷς ὡς ἔχον οὐδε‐ τέρου παρασχηματισμόν, οἷον τὸ ἕν, οὐ δύναται ὀξύνεσθαι· ἀλλ’ οὔτε βαρύνεσθαι δύναται, ἐπειδὴ μονοσύλλαβόν ἐστι, τὰ δὲ μονοσύλλαβα οὐδέποτε βαρύνονται, ἀλλ’ ἢ ὀξύνονται, οἷον Κρής Τρώς πούς τίς νύξ | |
15 | φλόξ, ἢ περισπῶνται, οἷον νοῦς βοῦς παῖς γραῦς πᾶς· μὴ δυνάμενον οὖν τὸ εἷς μήτε ὀξύνεσθαι ὡς ἔχον οὐδετέρου παρασχηματισμόν, μήτε βαρύνεσθαι ὡς μονοσύλλαβον, ἐξ ἀνάγκης περιεσπάσθη· ἀμέλει ὅταν πλεονάσῃ τὸ ε καὶ ὑπερβῇ τὴν μονοσυλλαβίαν βαρύνεται, οἷον ἕεις, ὡς παρὰ τῷ Ἡσιόδῳ 〈Theog. 145〉 κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέ‐ | |
20 | κειτο μετώπῳ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὁ τεχνικὸς ὡς πρὸς εἰσαγομένους τὸν λόγον ποιού‐ μενος παρέλειψε τὰ εἰς εις μονοσύλλαβα· ἔστι δὲ εἰπεῖν περὶ αὐτῶν οὕτως· τὰ εἰς εις μονοσύλλαβα ὀνόματα ἀρσενικὰ διὰ τοῦ νος κλίνον‐ ται, οἷον κτείς κτενός, εἷς ἑνός, δείς δενός, ὅπερ ἰσοδυναμεῖ τῷ τίς | |
25 | καὶ μετὰ τῆς οὔ ἀποφάσεως καὶ τῆς μή ἀπαγορεύσεως λέγεται οὐδείς καὶ μηδείς. Πρόσκειται «μονοσύλλαβα» διὰ τὰ ὑπὲρ μίαν συλλαβήν, οἷον διὰ τὸ χαρίεις χαρίεντος· πρόσκειται «ὀνόματα» διὰ τὰς μονοσυλ‐ λάβους μετοχάς, αὗται γὰρ διὰ τοῦ ντ κλίνονται, οἷον θείς θέντος, εἵς ἕντος, ἐξ οὗ τὸ ἀφείς ἀφέντος (σημαίνει δὲ τὸ ἀπολύσας)· πρόσκειται | |
30 | «ἀρσενικά» διὰ τὸ κλείς κλειδός, τοῦτο γὰρ διὰ τοῦ δος κλίνεται καὶ οὐ διὰ τοῦ νος, ἀλλ’ οὐκ ἔστιν ἀρσενικὸν ἀλλὰ θηλυκόν. Εὐλόγως δὲ ταῦτα τὰ μονοσύλλαβα οὐ κλίνονται διὰ τοῦ ντ, ἐπειδὴ οὐδετέρου παρασχηματισμὸν οὐκ ἔχουσιν· οὐδὲ γὰρ λέγομεν τὸ κτέν ὥσπερ τὸ ἕν· τὸ γὰρ κτένιον μονογενές ἐστιν, ἐπειδὴ ἀπὸ τοῦ κτείς εἰ ἦν κατὰ παρα‐ | |
35 | σχηματισμόν, κτέν ὤφειλεν εἶναι, ὥσπερ εἷς ἕν, δείς δέν, ἐξ οὗ τὸ οὐδέν καὶ μηδέν· ἐπειδὴ οὖν οὐ ποιεῖ οὐδετέρου παρασχηματισμὸν τὸ κτείς, τούτου χάριν οὐ κλίνεται διὰ τοῦ ντ· τὰ γὰρ εἰς εις ἀρσενικὰ μὴ ὄντα κύρια ποιοῦσιν οὐδετέρου παρασχηματισμόν, οἷον χαρίεις χα‐ | |
ρίεν, τιμήεις τιμῆεν, εἷς ἕν, δείς δέν, ἐξ οὗ τὸ οὐδέν καὶ τὸ μηδέν· τὸ | 204 | |
205 | οὖν κτείς μὴ ὂν κύριον ἀλλὰ προσηγορικὸν καὶ μὴ ποιοῦν οὐδετέρου παρασχηματισμόν, οὐδὲ γὰρ λέγομεν τὸ κτέν, εἰκότως ὡς παραλλάξαν κατὰ τοῦτο πρὸς τὰ ἄλλα παρήλλαξε καὶ κατὰ τὴν κλίσιν καὶ οὐ κλί‐ νεται διὰ τοῦ ντ. Πρόσκειται «ἀρσενικά» διὰ τὸ κλείς, τοῦτο γὰρ οὐ | |
5 | ποιεῖ οὐδέτερον εἰς εν, ἀλλ’ οὐκ ἔστιν ἀρσενικὸν ἀλλὰ θηλυκόν· τὸ γὰρ κλειδίον μονογενές ἐστι καὶ οὐκ ἔστι κατὰ παρασχηματισμὸν ἀπὸ τοῦ κλείς· εἰ ἦν γὰρ ἀπὸ τοῦ κλείς κατὰ παρασχηματισμόν, εἰς εν εἶχεν εἶναι, ὥσπερ χαρίεις χαρίεν, εἷς ἕν· πρόσκειται «μὴ ὄντα κύρια» διὰ τὸ Σιμόεις (ἔστι δὲ ὄνομα ποταμοῦ τῆς Τροίας), τοῦτο γὰρ οὐ ποιεῖ | |
10 | οὐδετέρου παρασχηματισμόν. Ταῦτα μὲν περὶ τοῦ κτείς· τὸ δὲ δείς δενός ἐπειδὴ ἐνομίσθη ταυτὸν εἶναι τῷ εἷς ἑνός, εἰκότως οὐ κλίνεται διὰ τοῦ ντ ἀλλὰ διὰ μόνου τοῦ ν, ὁμοίως τῷ εἷς ἑνός. Ἰστέον δὲ ὅτι κατὰ πολλὰ διαφέρει τὸ εἷς ἑνός τοῦ δείς δενός· πρῶτον μὲν ὅτι τὸ εἷς δασύνεται, τὸ δὲ δείς οὔτε δασύνεται οὔτε ψι‐ | |
15 | λοῦται, ἐπειδὴ ἀπὸ συμφώνου ἄρχεται· οὐδέποτε δὲ τὰ σύμφωνα ἐπι‐ δέχονται ἢ δασεῖαν ἢ ψιλήν, ὑπεσταλμένου τοῦ ρ· τοῦτο γὰρ πέφυκε καὶ δασύνεσθαι καὶ ψιλοῦσθαι, δασύνεσθαι μέν, οἷον ῥαπίζω ῥήτωρ, ψι‐ λοῦσθαι δέ, οἷον χαίῤω, φέῤω· δεύτερον δὲ ὅτι τὸ μὲν εἷς ὡρισμένον ἀριθμὸν σημαίνει, τὸν γὰρ ἕνα δηλοῖ, τὸ δὲ δείς ἀόριστόν ἐστι, τῷ γὰρ | |
20 | τίς ἰσοδυναμεῖ, οὐδείς γὰρ ἀντὶ τοῦ οὔτις· τρίτον δὲ ὅτι τὸ μὲν εἷς οὐκ ἐπιδέχεται πληθυντικά, οὐδὲ γὰρ λέγομεν οἱ ἕνες, ἄτοπον γὰρ τὸν ἕνα πληθύνεσθαι, τὸ δὲ δείς ἐπιδέχεται πληθυντικά, λέγομεν γὰρ οἱ οὐδένες τῶν οὐδένων τοῖς οὐδέσι· τέταρτον δὲ ὅτι ἐπὶ μὲν τοῦ εἷς τὸ θηλυκὸν μία ἐστίν, ἐπὶ δὲ τοῦ οὐδείς ὁμόφωνον τῷ ἀρσενικῷ, καὶ ἐπὶ | |
25 | γυναικὸς γὰρ οὐδείς λέγομεν. Τὸ δὲ μείς, ὃ σημαίνει τὸν μῆνα, οἷον 〈Τ 117〉 ὁ δ’ ἕβδομος εἱστήκει μείς, διὰ τοῦτο οὐ κλίνεται διὰ τοῦ ντ, ἐπειδὴ μήν ἦν καὶ ἰωνικῶς ἐγένετο μείς διὰ τῆς ει διφθόγγου, καὶ λοιπὸν ἐφύλαξε τὴν αὐτὴν κλίσιν· ἰστέον δὲ ὅτι ὁ Ὦρος καὶ ὁ Ἀρκάδιος καὶ ὁ Εὐδαίμων ἄκλιτον εἶναι λέγουσι τὸ μείς, καὶ δῆλον, | |
30 | εἴγε, φασί, μηνός ἐστὶν ἡ γενική, ὡς ἀπὸ τῆς μήν εὐθείας· εἰ δὲ ἐκλί‐ νετο, φασί, τὸ μείς, μενός εἶχεν εἶναι ἡ γενική, ὥσπερ κτείς κτενός. Ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις. Ἀποροῦσι δέ τινες λέγοντες, διατί τῶν εἰς εις μονοσυλλάβων ὀνο‐ μάτων μὴ ποιούντων οὐδετέρου παρασχηματισμόν, οἷον μείς κτείς, τὸ | |
35 | εἷς ποιεῖ οὐδετέρου παρασχηματισμόν, οἷον ἕν; Καὶ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο τὸ εἷς ποιεῖ οὐδετέρου παρασχηματισμόν, ἐπειδὴ ἀριθμητικόν ἐστι, τὰ δὲ ἀριθμητικὰ πεφύκασι ποιεῖν οὐδετέρου παρασχηματισμόν, οἷον οἱ τρεῖς τὰ τρία, οἱ τέσσαρες τὰ τέσσαρα· οὕτως οὖν καὶ ὁ εἷς τὸ | |
ἕν. Ταῦτα μὲν ἐν τούτοις. | 205 | |
206 | Ἰστέον δὲ ὅτι τὸ εἷς διὰ τοῦ ντ ὤφειλε κλίνεσθαι ὡς ἔχον οὐδέ‐ τερον τὸ ἕν· τὰ γὰρ εἰς εις ἔχοντα οὐδέτερον εἰς εν διὰ τοῦ ντ θέ‐ λουσι κλίνεσθαι, οἷον χαρίεις χαρίεντος ὅτι χαρίεν, τιμήεις τιμήεντος ὅτι τιμῆεν, δαφνήεις δαφνήεντος ὅτι δαφνῆεν· οὕτως οὖν ὤφειλεν | |
5 | εἶναι εἷς ἑντός ὅτι τὸ ἕν. Ἀλλ’ ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ πνεύματα τῶν εὐθειῶν φυλάττεσθαι θέλουσι καὶ ἐν ταῖς λοιπαῖς πτώ‐ σεσιν, οἷον τὸ ἀλήτης ψιλοῦται ἀλλὰ καὶ αἱ λοιπαὶ πτώσεις ὁμοίως, ἀλήτου ἀλήτῃ ἀλήτην ὦ ἀλῆτα, καὶ τὸ ἄλγος ψιλοῦται ἀλλὰ καὶ αἱ λοιπαὶ πτώσεις ὁμοίως, ἄλγους ἄλγει ἄλγος ὦ ἄλγος, πάλιν τὸ ἁγνός | |
10 | δασύνεται ἀλλὰ καὶ αἱ λοιπαὶ πτώσεις ὁμοίως, ἁγνοῦ ἁγνῷ ἁγνόν ὦ ἁγνέ, καὶ τὸ ἁπλοῦς δασύνεται ἀλλὰ καὶ αἱ λοιπαὶ πτώσεις ὁμοίως, ἁπλοῦ ἁπλῷ ἁπλοῦν ὧ ἁπλοῦ, τούτου χάριν ἐξ ἀνάγκης ἀπέβαλε τὸ τ καὶ ἐγένετο ἑνός ἡ γενική, ἵνα ὁμοίως τῇ εὐθείᾳ δασυνθῇ καὶ ἡ γε‐ νική. Εἰ γὰρ ἐκλίθη διὰ τοῦ ντ, ἤμελλε τῆς εὐθείας δασυνομένης ψι‐ | |
15 | λοῦσθαι ἡ γενική, ὅπερ ἐστὶν ἄτοπον· καὶ ἡ μὲν εὐθεῖα δασύνεται, ἐπειδὴ πᾶς ἀριθμὸς ἀπὸ τοῦ ε ἀρχόμενος δασύνεσθαι θέλει, οἷον ἕξ ἑπτά ἕν· οὕτως οὖν καὶ τὸ εἵς· δεῖ προσθεῖναι «χωρὶς τοῦ εἴκοσι καὶ ἐννέα καὶ τῶν παρ’ αὐτοῦ», οἷον ἔννατος ἐννάκις ἐννενήκοντα· ταῦτα γὰρ ψιλοῦνται· πρόσκειται «ἀπὸ τοῦ ε ἀρχόμενος» διὰ τὸν ὀκτώ | |
20 | ἀριθμόν, οὗτος γὰρ ψιλοῦται· ἡ δὲ γενικὴ εἶχε ψιλοῦσθαι, εἰ ἐκλίθη διὰ τοῦ ντ, ἐπειδὴ τὸ ε καταλῆγον εἰς ν ἐπιφερομένου συμφώνου τῆς τρί‐ της συζυγίας τῶν βαρυτόνων, τουτέστι τοῦ δ ἢ θ ἢ τ, ψιλοῦσθαι θέλει, οἷον ἔνδον ἔνθα ἐνταῦθα· δεῖ προσθεῖναι «χωρὶς εἰ μὴ ἐν ῥήματι ἢ ἀπὸ ῥήματος εὑρεθῇ», οἷον διὰ τὸ ἕντο, ὡς τὸ 〈Α 469 e. g.〉 αὐτὰρ | |
25 | ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῦτο γὰρ δασύνεται· ἀλλὰ ῥῆμά ἐστιν, ἀπὸ γὰρ τοῦ ἵημι ἐγένετο ἥσω ὁ μέλλων καὶ ὁ δεύ‐ τερος ἀόριστος ἐνεργητικὸς ἧν, ἐκ τούτου ὁ μέσος δεύτερος ἀόριστος ἕμην ἕσω ἕτο, καὶ λοιπὸν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἕντο, σημαίνει δὲ τὸ ἐπλήρουν· πρόσκειται δέ «ἢ ἀπὸ ῥήματος» διὰ τὴν ἕντος | |
30 | μετοχήν, αὕτη γὰρ δασύνεται, ἐξ ἧς καὶ τὸ ἀφείς ἀφέντος· ἀλλ’ ἀπὸ ῥήματός ἐστι τοῦ ἧν τοῦ ὄντος ἐκ τοῦ ἵημι, αἱ γὰρ μετοχαὶ ἀπὸ ῥη‐ μάτων εἰσίν. Εἰ ἐγένετο οὖν, ὡς εἴρηται, εἷς ἐντός, ἡ γενικὴ ψιλοῦ‐ σθαι ἤθελε τῆς εὐθείας δασυνομένης, ὅπερ ἐστὶν ἄτοπον καὶ ἀδύνατον· ἀεὶ γάρ, ὡς εἴρηται, τὰ πνεύματα τῶν εὐθειῶν φυλάττεσθαι θέλουσι | |
35 | καὶ ἐν ταῖς λοιπαῖς πτώσεσι· διὰ τοῦτο οὖν ἀπέβαλε τὸ τ καὶ ἐγένετο ἑνός, ἵνα ὁμοίως τῇ εὐθείᾳ δασυνθῇ καὶ ἡ γενική. Ἴσως δέ τις ἀπορήσει, καὶ διὰ ποίαν αἰτίαν μὴ τὸ ν ἀπέβαλεν | |
ἀλλὰ τὸ τ· πρὸς ὃν λέγομεν, ὅτι οὐκ ἐνεδέχετο μεῖναι τὸ τ· πᾶσα γὰρ | 206 | |
207 | γενικὴ διὰ καθαροῦ τοῦ τος κλινομένη τὸν χρόνον τῆς εὐθείας θέλει φυλάττειν, οἷον λέβης λέβητος, ἔρως ἔρωτος, ἱδρώς ἱδρῶτος, χαλκο‐ κράς χαλκοκρᾶτος· ἰδοὺ ταῦτα ἐφύλαξαν τὴν μακρὰν τῆς εὐθείας καὶ ἐν τῇ γενικῇ· πάλιν κρέας κρέατος, βῆμα βήματος· ἰδοὺ πάλιν ταῦτα | |
5 | τὴν βραχεῖαν τῆς εὐθείας φυλάττουσι καὶ ἐν τῇ γενικῇ. Δεῖ προσθεῖναι «χωρὶς τῶν εἰς ως μετοχῶν καὶ μετοχικῶν», μετοχῶν μέν, οἷον τετυ‐ φώς τετυφότος, πεποιηκώς πεποιηκότος, μετοχικῶν δέ, οἷον ὑποδεδιώς ὑποδεδιότος (ἔστι δὲ εἶδος ὀρνέου 〈Arist. Av. 65〉), Ἀραρώς Ἀραρότος (ἔστι δὲ ὄνομα τοῦ υἱοῦ τοῦ Ἀριστοφάνους)· ταῦτα δὲ ἐσημειωσάμεθα, | |
10 | ὅτι διὰ καθαροῦ τοῦ τος κλιθέντα οὐκ ἐφύλαξαν τὸν χρόνον τῆς εὐθείας καὶ ἐν τῇ γενικῇ, ἀλλὰ συνέστειλαν τὸ ω εἰς ο. Τούτων οὕτως ἐχόν‐ των ἐστὶν εἷς διὰ τῆς ει διφθόγγου ἡ εὐθεῖα· εἰ ἐγένετο 〈οὖν〉 ἡ γε‐ νικὴ διὰ καθαροῦ τοῦ τος, οἷον ἑτός, οὐκ ἐφύλαττε τὸν χρόνον τῆς εὐθείας, ὅπερ ἐστὶν ἄτοπον· τούτου οὖν χάριν τὸ τ ἀπέβαλε καὶ οὐ | |
15 | τὸ ν, καὶ ἐγένετο εἷς ἑνός, ὥσπερ κτείς κτενός. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα, ὡς ἀνωτέρω εἴρηται, τὰ εἰς εις ἀρσενικὰ μὴ ὄντα κύρια ποιοῦσιν οὐδετέρου παρασχηματισμόν, οἷον χαρίεις χαρίεντος χαρίεν, τιμήεις τιμήεντος τιμῆεν, εἷς ἑνός ἕν, δείς δενός δέν, ἐξ οὗ τὸ οὐδέν καὶ μηδέν, πῶς τὸ κτείς οὐκ ἔχει οὐδετέρου | |
20 | παρασχηματισμόν; οὐδὲ γὰρ λέγομεν τὸ κτέν, ὥσπερ τὸ ἕν· τὸ γὰρ κτέ‐ νιον μονογενές ἐστιν, ἐπεὶ ἀπὸ τοῦ κτείς εἰ ἦν κατὰ παρασχηματισμόν, κτέν ὤφειλεν εἶναι, ὥσπερ εἷς ἕν. Καὶ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο τὸ κτείς οὐκ ἔχει οὐδετέρου παρασχηματισμόν, ἐπειδὴ προσηγορικόν ἐστιν, οὐδέποτε δὲ οὔτε τὰ προσηγορικὰ οὔτε τὰ κύρια ποιοῦσιν οὐδετέρου | |
25 | παρασχηματισμόν, οἷον Αἴας Θόας κοχλίας· τὸ γὰρ χαρίεις χαρίεν καὶ τιμήεις τιμῆεν οὐκ εἰσὶ προσηγορικὰ ἀλλ’ ἐπίθετα. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ προσθεῖναι ἐν τῷ κανόνι τοῦ τεχνικοῦ «κοινολεκτούμενα», ἵνα εὑρεθῇ ὁ κανὼν οὕτως· «τὰ εἰς εις ὑπὲρ μίαν συλλαβὴν κοινολεκτού‐ μενα διὰ τοῦ ντ κλίνονται»· τοῦτο δὲ εἴρηται, ἐπειδὴ οἱ Βοιωτοὶ τὰ εἰς | |
30 | ης λήγοντα διὰ τοῦ η περιττοσυλλάβως κλινόμενα, εἴτε βαρύτονα ὦσιν εἴτε ὀξύτονα, μεταποιοῦσιν εἰς τὴν ει δίφθογγον καὶ φυλάττουσι τὴν αὐτὴν κλίσιν, οἷον λέβης λέβητος λέβεις, πένης πένητος πένεις, ἀφα‐ νής ἀφανέος ἀφανείς, εὐγενής εὐγενέος εὐγενείς· ἰδοὺ τούτων πάντων οἱ Βοιωτοὶ τὴν τελευταίαν συλλαβὴν διὰ τῆς ει διφθόγγου ποιοῦσι καὶ | |
35 | φυλάττουσι τὴν αὐτὴν κλίσιν. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα τὰ εἰς εις ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ ντ κλίνονται, ὡς εἴρηται, οἷον χα‐ ρίεις χαρίεντος, τιμήεις τιμήεντος, πῶς τὸ οὐδείς οὐδενός οὐ κλίνεται διὰ τοῦ ντ; Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ ἔστι τοῦτο ὑπὲρ μίαν συλλα‐ | |
βήν, οὐδὲ ἔστι γὰρ μία λέξις ἀλλὰ δύο· ἔστι γὰρ τὸ δείς ὄνομα, ὅπερ | 207 | |
208 | ἰσοδυναμεῖ τῷ τίς, καὶ ἡ οὔ ἀπόφασις, καὶ λοιπὸν εὐλόγως ἡ κλίσις τοῦ δείς δένος ἐφυλάχθη· ὥσπερ γὰρ τῷ Ὅμηρος ὀνόματι ἤ τινι τοι‐ ούτῳ συντάττοντες τὴν οὔ ἀπόφασιν φυλάττομεν τὴν αὐτὴν κλίσιν, οἷον οὐχ Ὅμηρος οὐχ Ὁμήρου οὐχ Ὁμήρῳ οὐχ Ὅμηρον, οὕτω καὶ | |
5 | ἐνταῦθα προσελθοῦσα ἡ οὔ ἀπόφασις τῷ δείς δενός τὴν αὐτὴν κλίσιν ἐφύλαξεν, οἷον οὐδείς οὐδενός. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι τὰ εἰς εις λήγοντα ὑπὲρ μίαν συλλαβὴν ὀνόματα κοινολεκτούμενα βαρύνεσθαι θέλουσιν, οἷον χαρίεις τιμήεις φθογγήεις δαφνήεις αὐδήεις· πρόσκειται «ὀνόματα» πρὸς ἀντιδιαστολὴν | |
10 | τῶν μετοχῶν, αἱ γὰρ μετοχαὶ ὀξύνεσθαι θέλουσιν, οἷον τυφθείς δαρείς νυγείς· πρόσκειται «ὑπὲρ μίαν συλλαβήν» διὰ τὸ κτείς ὀξυνόμενον· πρόσκειται «κοινολεκτούμενα», ἐπειδὴ τὸ εὐγενής καὶ εὐσεβής καὶ τὰ ὅμοια οἱ Βοιωτοὶ διὰ τῆς ει διφθόγγου προφέρονται, καὶ ἰδοὺ ταῦτα ὀξύνονται, ἀλλ’ οὐκ εἰσὶ κατὰ τὴν κοινὴν διάλεκτον. Θέλουσι δὲ τὰ εἰς | |
15 | εις λήγοντα ὑπὲρ μίαν συλλαβὴν ὀνόματα κοινολεκτούμενα καθαρὰν ἔχειν τὴν ει δίφθογγον, τουτέστι μὴ ἔχουσαν σύμφωνον προηγούμενον, οἷον χαρίεις ἀνεμόεις ὑδατόεις τιμήεις δαφνήεις ἀστερόεις φθογγήεις· πρόσκειται «ὑπὲρ μίαν συλλαβήν» διὰ τὸ κτείς, τοῦτο γὰρ ἔχει προηγούμενον τῆς ει διφθόγγου σύμφωνον, ἀλλ’ οὐκ ἔστιν ὑπὲρ μίαν συλλαβήν· πρόσκειται | |
20 | «ὀνόματα» διὰ τὸ τυφθείς καὶ δαρείς, ταῦτα γὰρ ἔχουσι προηγούμενον τῆς ει διφθόγγου σύμφωνον, ἀλλ’ οὐκ εἰσὶν ὀνόματα ἀλλὰ μετοχαί· πρόσκειται «κοινολεκτούμενα», ἐπειδὴ τὸ Λάχης καὶ τὸ πένης οἱ Βοιω‐ τοὶ διὰ τῆς ει διφθόγγου προφέρονται Λάχεις καὶ πένεις λέγοντες, καὶ ἰδοὺ ταῦτα ἔχουσι πρὸ τῆς ει διφθόγγου σύμφωνον, ἀλλ’ οὐκ εἰσὶ κοι‐ | |
25 | νολεκτούμενα. Οὐ θέλουσι δὲ παραλήγεσθαι τῷ ι, ἀλλ’ ἢ τῷ ει, ὡς ἐπὶ τοῦ τιμήεις ἑρσήεις, ἢ τῷ ο, ὡς ἐπὶ τοῦ ἀνεμόεις δροσόεις, ἢ τῷ α, ὡς ἐπὶ τοῦ σκιάεις, ἢ τῷ ω, ὡς ἐπὶ τοῦ κητώεις ἐρώεις, ὅθεν τὸ χαριτόεις ἀναλογώτερόν ἐστι τοῦ χαρίεις παραληγόμενον τῷ ο. Καὶ ἐξ ἄλλου δὲ κανόνος δείκνυται τὸ χαριτόεις ἀναλογώτερον τοῦ χαρίεις· | |
30 | τὰ γὰρ εἰς εις λήγοντα ἔχοντα θηλυκὸν ἀποβολῇ τῆς ει διφθόγγου ὡς ἐπὶ τὸ πλεῖστον τὴν γενικὴν τοῦ θηλυκοῦ ἀποτελεῖ, οὐ μὴν τὴν εὐθεῖαν, οἷον δαφνήεις δάφνης, ἡ δάφνη γὰρ τῆς δάφνης, τιμήεις τιμῆς, ἡ τιμή γὰρ τῆς τιμῆς, φθογγήεις φθογγῆς, ἡ φθογγή γὰρ τῆς φθογγῆς, αὐδήεις αὐδῆς, ἡ αὐδή γὰρ τῆς αὐδῆς, λαχνήεις λάχνης, ἡ λάχνη γὰρ τῆς λάχνης, | |
35 | φωνήεις φωνῆς, ἡ φωνή γὰρ τῆς φωνῆς, σκιάεις σκιᾶς, ἡ σκιά γὰρ τῆς σκιᾶς· τὸ γὰρ σκιόεις ἀπὸ τοῦ σκιάεις ἐγένετο κατὰ τροπὴν τοῦ α εἰς τὸ ο· πρόσκειται «ὡς ἐπὶ τὸ πλεῖστον» διὰ τὸ δροσόεις δρόσος, τοῦτο γὰρ τὴν εὐθεῖαν τοῦ θηλυκοῦ ἐποίησεν, οὐ μὴν τὴν γενικήν· τὸ ἀνεμόεις τὴν ἄνεμος εὐθεῖαν ποιοῦν καὶ οὐ τὴν γενικὴν οὐκ ἀντίκειται ἡμῖν, | |
40 | ἐπειδὴ οὐ ποιεῖ θηλυκὸν ἀλλ’ ἀρσενικόν, τὸ γὰρ ἄνεμος ἀρσενικόν ἐστιν· | 208 |
209 | εἰ ἄρα οὖν τὸ μὲν χαριτόεις ἀποβολῇ τῆς ει διφθόγγου τὴν γενικὴν τοῦ θηλυκοῦ ποιεῖ, τὸ δὲ χαρίεις ἀποβάλλον τὴν ει δίφθογγον οὐ ποιεῖ τὴν γενικὴν τοῦ θηλυκοῦ ἀλλὰ τὴν εὐθεῖαν, χάρις γάρ, δηλονότι τὸ χαριτόεις ἀναλογώτερόν ἐστι τοῦ χαρίεις. Παραφυλαττόμεθα δὲ παρὰ | |
5 | τῷ Πινδάρῳ 〈Ol. 5, 54〉 τὴν αἰτιατικὴν λεγομένην ὑγίεντα, ὡς ἀπὸ εὐθείας γάρ ἐστι παραληγομένης δηλονότι τῷ ι, ὡς ἀπὸ τοῦ ὑγίεις. Τῷ χαρίεντι, τὸν χαρίεντα, ὦ χαρίει καὶ ὦ χαρίεν. Λέγει ὁ τεχνικός, ὅτι διχῶς λέγεται ἡ κλητική, οἷον ὦ χαρίει καὶ ὦ χαρίεν· ἰστέον δὲ ὅτι οὐ μόνον διχῶς λέγεται ἀλλὰ καὶ τριχῶς· λέ‐ | |
10 | γεται γὰρ καὶ ὦ χαρίεις ὁμοφώνως τῇ εὐθείᾳ ἀττικῶς, οἱ γὰρ Ἀττικοὶ τὰς αὐτὰς ἔχουσιν ὀρθὰς καὶ κλητικάς, οἷον ὁ Αἴας ὦ Αἴας, ὁ κοχλίας ὦ κοχλίας. Τὸ δὲ ὦ χαρίει κανονίζεται τοῦτον τὸν τρόπον· τὰ εἰς ς λήγοντα μετὰ διφθόγγου ἀποβολῇ τοῦ ς τὴν κλητικὴν ποιοῦσιν, οἷον ὁ Ζεύς ὦ Ζεῦ, ὁ Πηλεύς ὦ Πηλεῦ, ὁ Ἀχιλλεύς ὦ Ἀχιλλεῦ, ὁ παῖς | |
15 | ὦ παῖ, ὁ βοῦς ὦ βοῦ, ὁ νοῦς ὦ νοῦ· οὕτως οὖν καὶ ὁ χαρίεις ὦ χα‐ ρίει καὶ ὁ τιμήεις ὦ τιμήει· δεῖ προσθεῖναι «κοινολεκτούμενα» διὰ τὰ Αἰολικά· οἱ γὰρ Αἰολεῖς τὸ τάλας τάλαις λέγουσι καὶ τὸ Θόας Θόαις καὶ τὸ μέλας μέλαις· καὶ ἰδοὺ ταῦτα εἰς ς λήγουσι μετὰ διφθόγγου καὶ ὅμως οὐ ποιοῦσι τὴν κλητικὴν ἀποβολῇ τοῦ ς, οὐδὲ γὰρ λέγομεν ὦ | |
20 | τάλαι καὶ ὦ μέλαι καὶ ὦ Θόαι, ἀλλ’ ὦ τάλαν καὶ ὦ Θόαν καὶ ὦ μέλαν, τῷ ἀπὸ τῆς γενικῆς κανόνι τῷ λέγοντι, ὅτι πᾶσα γενικὴ διὰ τοῦ ντ κλινομένη ἀποβολῇ τῆς τος ποιεῖ τὴν κλητικήν, εἰ μὴ διφθόγγῳ παρα‐ λήγοιτο, οἷον Αἴαντος Αἶαν, Δρύαντος Δρύαν, Ξενοφῶντος Ξενοφῶν, Κάλχαντος Κάλχαν· οὕτως οὖν καὶ Θόαντος Θόαν καὶ μέλαντος μέλαν | |
25 | καὶ τάλαντος τάλαν· τὸ γὰρ τάλανος καὶ μέλανος ἀποβολῇ τοῦ τ γε‐ γόνασιν. Δεῖ προσθεῖναι «χωρὶς τῶν μετοχῶν καὶ τῶν μετοχικῶν καὶ τῶν οὐδετέρων», «τῶν μετοχῶν» μὲν διὰ τὸ τυφθείς δαρείς νυγείς, ταῦτα γὰρ τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικὴν καὶ οὐ ποιοῦσι τὴν κλητικὴν ἀποβολῇ τοῦ ς, «τῶν δὲ μετοχικῶν» διὰ τὸ ὀδούς ὀδόντος, | |
30 | καὶ τοῦτο γὰρ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν· αἱ γὰρ μετοχαὶ καὶ τὰ μετοχικὰ ὅταν περιττοσυλλάβως κλίνωνται τὰς αὐτὰς ἔχουσιν ὀρθὰς καὶ κλητικάς, οἷον ὁ τύψας τοῦ τύψαντος ὦ τύψας, ὁ γράψας τοῦ γράψαντος ὦ γράψας, ὁ ἱμάς τοῦ ἱμάντος ὦ ἱμάς, ὁ ἀνδριάς τοῦ ἀν‐ δριάντος ὦ ἀνδριάς· διατί δὲ πρόσκειται «ὅταν περιττοσυλλάβως κλί‐ | |
35 | νωνται», ἐν τῇ περὶ τοῦ Αἴας διδασκαλίᾳ μεμαθήκαμεν· «χωρὶς δὲ τῶν οὐδετέρων» πρόσκειται διὰ τὸ οὖς· ἐὰν γὰρ ὅλως λάβωμεν αὐτοῦ τὴν κλίσιν, τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν τῷ λόγῳ τῶν οὐδετέρων· | |
τὰ γὰρ οὐδέτερα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν, οἷον τὸ βῆμα | 209 | |
210 | ὦ βῆμα, τὸ τεῖχος ὦ τεῖχος. Ἔτι δεῖ προσθεῖναι «καὶ χωρὶς τοῦ πούς», τὴν αὐτὴν γὰρ ἔχει ὀρθὴν καὶ κλητικήν, οἷον ὁ πούς ὦ πούς, καὶ οὐ ποιεῖ αὐτὴν ἀποβολῇ τοῦ ς· «καὶ χωρὶς τοῦ εἷς»· τοῦ γὰρ εἷς οὐκ ἔστι κατὰ ἀποβολὴν τοῦ ς ἡ κλητική, ἀλλ’ οὐδ’ ὅλως ἔχει τοῦτο κλητικήν. | |
5 | Λέγει γὰρ ὁ Ἀπολλώνιος ὁ τεχνικός, ὅτι τὰ ἀριθμητικὰ οὐκ ἔχουσι κλητικὰς διὰ τοιαύτην αἰτίαν· τὰ ἀριθμητικὰ ἐπιμεριζομένην ἔχουσι τὴν σημασίαν, οἷον ἐὰν εἴπω τρεῖς ἢ τέσσαρας ἢ πέντε, διαχωρίζω τούτους τοὺς ἀριθμοὺς ἐκ τῶν ἄλλων· ἐπειδὴ οὖν τὰ ἀριθμητικὰ ἐπιμεριζομένην ἔχουσι τὴν σημασίαν, εἰκότως οὐκ ἔχουσι κλητικάς· τὰ γὰρ ἐπιμεριζό‐ | |
10 | μενα οὐκ ἔχουσι κλητικάς, οἷον ἑκάτερος ἕκαστος ἕτερος ἄλλος, ἐπειδὴ ἡ κλητικὴ παρόντος προσώπου ἐστὶ παραστατική, οἷον ἄνθρωπε Σώ‐ κρατες, ὁ δὲ ἐπιμερισμὸς ἀπὸν πρόσωπον παρίστησιν. Ταῦτα μὲν ἐν τούτοις. Μηδεὶς δὲ οἰέσθω τὸ ἕν τὸ οὐδέτερον ὡς ἀπὸ τῆς ὦ ἕν κλητικῆς | |
15 | γεγενῆσθαι· ὡς γὰρ εἴρηται τὸ εἷς οὐκ ἔχει κλητικήν, ἀλλὰ κατὰ συν‐ εκδρομὴν τῶν ἄλλων οὐδετέρων τῶν ἀπὸ τῶν εἰς εις ἐγένετο τὸ ἕν τὸ οὐδέτερον οὕτως· ὥσπερ γὰρ χαρίεις χαρίεν καὶ τιμήεις τιμῆεν, οὕτω καὶ εἷς ἕν. Δεῖ πάλιν προσθεῖναι ἐν τῷ κανόνι «καὶ χωρὶς τοῦ κτείς κτενός καὶ κλείς κλειδός»· ταῦτα γὰρ τὴν αὐτὴν ἔχουσιν ὀρθὴν | |
20 | καὶ κλητικήν, οἷον ὁ κτείς ὦ κτείς, ἡ κλείς ὦ κλείς. Ἰστέον δὲ ὅτι καθόλου τὰ εἰς ς λήγοντα μονοσύλλαβα ὀξύτονα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικὴν χωρὶς τοῦ Ζεύς, τούτου γὰρ ἡ κλητικὴ κατὰ ἀπο‐ βολὴν τοῦ ς ἐστίν, οἷον ὦ Ζεῦ· ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα, ὁ Κρής ὦ Κρής, ὁ Τρώς ὦ Τρώς, ὁ δμώς ὦ δμώς, ὁ πούς | |
25 | ὦ πούς, ἡ δαίς ὦ δαίς (σημαίνει δὲ τὴν εὐωχίαν), ὁ κίς ὦ κίς (ση‐ μαίνει δὲ τὸν σκώληκα), ὁ λίς ὦ λίς (σημαίνει δὲ τὸν λέοντα), ἡ κλείς ὦ κλείς, ὁ κτείς ὦ κτείς· ταῦτα γὰρ τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν· καὶ τὰ ἐξ αὐτῶν δὲ σύνθετα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν, οἷον ἡ ἀντίκλεις ὦ ἀντίκλεις, ὁ ὁμόδαις ὦ ὁμόδαις (ὁ ὁμοῦ | |
30 | εὐωχούμενος), ὁ Οἰδίπους ὦ Οἰδίπους. Ἰστέον δὲ ὅτι τὸ Οἰδίπους ὅταν μὲν κλιθῇ διὰ τοῦ δος, οἷον Οἰδίπους Οἰδίποδος, τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, οἷον Οἰδίπους ὦ Οἰδίπους, ὅταν δὲ ἀποβολῇ τοῦ ς ποιῇ τὴν γενικὴν ἀττικῶς, οἷον ὁ Οἰδίπους τοῦ Οἰδίπου, τότε καὶ τὴν κλη‐ τικὴν ἀποβολῇ τοῦ ς ποιεῖ, οἷον ὁ Οἰδίπους ὦ Οἰδίπου. Καὶ ἄξιόν | |
35 | ἐστι ζητῆσαι, διατί τὸ Οἰδίπους ὅταν μὲν κλιθῇ διὰ τοῦ δος, οἷον Οἰδί‐ ποδος, τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, οἷον ὁ Οἰδίπους ὦ Οἰδί‐ πους, ὅταν δὲ ἀποβολῇ τοῦ ς ποιῇ τὴν γενικὴν ἀττικῶς, οἷον τοῦ Οἰδίπου, τότε καὶ τὴν κλητικὴν ἀποβολῇ τοῦ ς ποιεῖ, οἷον ὁ Οἰδίπους ὦ Οἰδίπου. Καὶ ἔστιν εἰπεῖν ὅτι εὐλόγως τοῦτο γίνεται, ἐπειδὴ ἡνίκα | |
40 | μὲν διὰ τοῦ δος κλίνεται τὸ Οἰδίπους, τὴν κλίσιν τοῦ πούς φυλάττει | 210 |
211 | κατὰ τὰς ἑξῆς πτώσεις, οἷον πούς ποδός καὶ Οἰδίπους Οἰδίποδος· τού‐ του οὖν χάριν καὶ κατὰ τὴν κλητικὴν τὴν κλίσιν τοῦ πούς φυλάττει καὶ ὁμοίως αὐτῷ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, καὶ ὥσπερ ὦ πούς ὁμοίως καὶ ὦ Οἰδίπους· ἡνίκα δὲ ἀποβολῇ τοῦ ς ποιεῖ τὴν γενικὴν | |
5 | ἀττικῶς, οἷον ὁ Οἰδίπους τοῦ Οἰδίπου, ἐπειδὴ οὐ φυλάττει τὴν κλίσιν τοῦ πούς κατὰ τὰς ἑξῆς πτώσεις, τούτου χάριν οὔτε κατὰ τὴν κλητικὴν φυλάττει αὐτὴν ἀλλ’ ἀποβολῇ τοῦ ς ποιεῖ τὴν κλητικήν, οἷον ὦ Οἰδί‐ που. Ταῦτα μὲν ἐν τούτοις. Πρόσκειται ἀνωτέρω «μονοσύλλαβα» ἐν τῷ κανόνι τῷ λέγοντι, ὅτι | |
10 | τὰ εἰς ς λήγοντα μονοσύλλαβα ὀξύτονα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν, διὰ τὸ ὁ Πηλεύς ὦ Πηλεῦ· τοῦτο γὰρ ἀποβολῇ τοῦ ς ποιεῖ τὴν κλητικήν, ἀλλ’ οὐκ ἔστι μονοσύλλαβον· πρόσκειται «ὀξύτονα» διὰ τὸ ὁ βοῦς ὦ βοῦ· τοῦτο γὰρ ἀποβολῇ τοῦ ς ποιεῖ τὴν κλητικὴν μονο‐ σύλλαβον ὄν, ἀλλ’ οὐκ ἔστιν ὀξύτονον ἀλλὰ περισπώμενον. | |
15 | Ταῦτα μὲν περὶ τοῦ ὦ χαρίει· τὸ δὲ ὦ χαρίεν διαφόρως κανονί‐ ζεται, πρῶτον μὲν ὅτι πᾶσα γενικὴ διὰ τοῦ ντ κλινομένη ἀποβολῇ τῆς τος ποιεῖ τὴν κλητικήν, εἰ μὴ διφθόγγῳ παραλήγοιτο, οἷον Αἴαντος Αἶαν, Θόαντος Θόαν· οὕτως οὖν καὶ τὸ χαρίεις χαρίεντος ὦ χαρίεν· περὶ γὰρ τῶν σεσημειωμένων εἴπομεν ἐν τῇ κλητικῇ τοῦ Αἴας· δεύτερον | |
20 | δὲ ὅτι πᾶν ὄνομα οὐδέτερον ⟦παρεσχηματισμένον ἀρσενικῷ, εἰ μὲν⟧ ἰσοσυλλάβως κλίνοιτο, τῇ αἰτιατικῇ τοῦ ⟦ἀρσενικοῦ ὁμοφωνεῖ⟧, 〈οἷον ὁ καλόσ〉 τοῦ καλοῦ τὸν καλόν καὶ τὸ καλόν, ὁ σοφός τοῦ σοφοῦ τὸν σοφόν καὶ τὸ σοφόν, 〈ὁ εὔγηρως τοῦ εὔγηρω〉 ⟦τὸν εὔγηρων καὶ τὸ εὔγηρων⟧, ὁ κάλλιστος τοῦ καλλίστου τὸν κάλλιστον καὶ τὸ κάλλιστον, | |
25 | εἰ δὲ ⟦περιττοσυλλάβωσ⟧ κλίνοιτο, τῇ κλητικῇ τοῦ ἀρσενικοῦ ὁμοφω‐ νεῖ, οἷον ⟦ὁ σώφρων τοῦ σώφρονοσ⟧ ὦ σῶφρον καὶ τὸ σῶφρον, ὁ ἄρσην τοῦ ἄρσενος ὦ ἄρσεν ⟦καὶ τὸ ἄρσεν⟧, 〈ὁ ταχύσ〉 τοῦ ταχέος ὦ ταχύ καὶ τὸ ταχύ· εἰ οὖν τοῦ χαρίεις ⟦χαρίεντος χαρίεν⟧ ἐστὶ τὸ οὐδέτερον, δηλονότι καὶ ἡ κλητικὴ ὦ χαρίεν, ⟦ἵνα ὁμοφωνήσῃ⟧ τῷ οὐδε‐ | |
30 | τέρῳ· ἰστέον δὲ ὅτι παρὰ τοῖς Ἀττικοῖς ⟦χάριεν προπαροξυνόμενον⟧ οὐκ ἔστιν ὄνομα ἀλλ’ ἐπίρρημα, ἀντὶ γὰρ τοῦ χα⟦ριέντως. Πρόσκειται «πᾶν ὄνο⟧μα οὐδέτερον» διὰ τὴν ἐκεῖνος καὶ αὐτός καὶ οὗτος ⟦ἀν‐ τωνυμίας· αὗται γὰρ ἰσοσυλλάβωσ⟧ κλινόμεναι οὐκ ἔχουσι τὸ οὐδέτε‐ ρον ὁμόφωνον ⟦τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ· ἡ μὲν γὰρ⟧ αἰτιατικὴ | |
35 | τοῦ ἀρσενικοῦ ἐκεῖνον καὶ αὐτόν ⟦καὶ τοῦτον ἐστὶ μετὰ τοῦ ν, τὸ δὲ⟧ οὐδέτερον ἐκεῖνο καὶ αὐτό καὶ τοῦτο ἐστὶ χωρὶς ⟦τοῦ ν· καὶ τὴν αἰτίαν | |
ἐν τῇ⟧ περὶ ἀντωνυμιῶν διδασκαλίᾳ εἰ θεῷ φίλον μαθησόμεθα. | 211 | |
212 | Τὼ χαρίεντε, τοῖν χαριέντοιν, 〈ὦ χαρίεντε〉. Οἱ χαρί‐ εντες, τῶν χαριέντων, τοῖς χαρίεισι ⟦καὶ χαρίεσιν. Ἰστέον ὅτι⟧ διχῶς λέγεται τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν, ⟦οἷον τοῖς χαρίεισι καὶ τοῖς χαρίεσιν⟧, ὅτι πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκφωνούμε‐ | |
5 | νον λήγουσα πρὸ τοῦ ι δεχομένη τὸ ς καὶ ἀποβάλλουσα τὰ μὴ δυνά‐ μενα σὺν αὐτῷ ἀκουσθῆναι στοιχεῖα τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ, οἷον ὄφεϊ ὄφεσι, πόλεϊ πόλεσι, Πλάτωνι Πλάτωσι, ⟦Πάριδι Πάρισιν, Ἕκτορι Ἕκτορσιν· οὕτως οὖν καὶ χαρίεντι χαρίεσι, προσελθόντος τοῦ ς καὶ ἀποβληθέντων τῶν μὴ δυναμένων σὺν αὐτῷ ἐκφωνηθῆναι στοι‐ | |
10 | χείων, τοῦ τε ν καὶ τοῦ τ. Λέγουσι δέ τινες, ὅτι δεῖ προσθεῖναι «χωρὶς τῶν εἰς ευς»· ἔστι γὰρ Ἀχιλλέϊ καὶ Πηλέϊ, καὶ ἰδοὺ ταῦτα οὐ ποιοῦσι προσθέσει τοῦ ς τὴν δοτικὴν τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέγομεν Ἀχιλλέσι καὶ Πηλέσιν ἀλλὰ Ἀχιλλεῦσι καὶ Πηλεῦσι· πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι ταῦτα ἐκ τῆς εὐθείας τῶν ἑνικῶν κανονίζονται προσθέσει | |
15 | τοῦ ι· τότε δὲ κανονίζομεν τὴν δοτικὴν τῶν πληθυντικῶν ἐκ τῆς εὐ‐ θείας τῶν ἑνικῶν, ἡνίκα μὴ δύναται κανονισθῆναι ἐκ τῆς δοτικῆς τῶν ἑνικῶν. Τοῖς δὲ χαρίεισι φαμὲν τῷ λόγῳ τῆς εὐθείας, ὅτι πᾶσα εὐθεῖα ἑνικῶν εἰς ς λήγουσα μετὰ μακρᾶς περιττοσυλλάβως κλινομένη καὶ μὴ συναιρουμένη κατὰ τὴν γενικὴν προσθέσει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν | |
20 | πληθυντικῶν, οἷον Αἴας Αἴαντος Αἴασιν· οὕτως οὖν καὶ χαρίεις χαρίεν‐ τος χαρίεισι⟧· ποῖον δὲ ἀναλογώτερόν ἐστιν, εἴτε τὸ χαρίεισιν εἴτε τὸ χαρίεσιν, ἐν τῷ Ὀνοματικῷ Ἡρωδιανοῦ εἰ θεῷ φίλον μαθησόμεθα. Ἰστέον δὲ ὅτι λέγει ὁ Ἡρωδιανὸς ἐν τῷ περὶ τοῦ ὕδωρ μονοβίβλῳ, ὡς οὐ δεῖ διὰ τῶν δύο σς τὰς τοιαύτας δοτικὰς προφέρεσθαι ἀλλὰ δι’ | |
25 | ἑνός, οἷον χαρίεσι τιμήεσιν, ὥσπερ Πλάτωσι Πάρισι Δημοσθένεσι. Τοὺς χαρίεντας, ὦ χαρίεντες. Ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. Κανὼν ιʹ. Ὁ Πηλεύς τοῦ Πηλέος κοινῶς καὶ Πηλῆος ἰωνικῶς καὶ Πηλέως ἀττικῶς. | |
30 | Ἀκολούθως μετὰ τὰ εἰς εις ἔρχεται ἐπὶ τὰ εἰς ευς, τὸ γὰρ υ φω‐ | 212 |
213 | νῆεν μετὰ τὸ ι ἐστίν, καὶ λέγει ὅτι τὰ εἰς ευς διὰ τοῦ εος κλί‐ νονται, οἷον Οἰνεύς Οἰνέος, Τυδεύς Τυδέος, Θησεύς Θησέος, Ἀχιλ‐ λεύς Ἀχιλλέος, Πηλεύς Πηλέος· οἱ Ἀττικοὶ δὲ τῆς γενικῆς ταύ‐ της τρέπουσι τὸ ο εἰς ω, οἷον Οἰνέως Τυδέως Θησέως Ἀχιλλέως | |
5 | Πηλέως. Ἰστέον δὲ ὅτι τὰ εἰς ευς λήγοντα ὀνόματα ἀρσενικά, εἴτε μονοσύλλαβα εἴτε ὑπὲρ μίαν συλλαβήν, πάντα ὀξύτονά εἰσιν· εἰσὶ δὲ δηλονότι κοινολεκτούμενα, οἷον Ἀχιλλεύς Ἀτρεύς Πηλεύς Θησεύς βα‐ σιλεύς ἱερεύς Ζεύς Φλεύς (ὁ Διόνυσος) Νεύς (ὄνομα ποταμοῦ) Δνεύς (ὄνομα πόλεως ἐν Λυκίᾳ ἔνθα ἀνετράφη ἡ Χίμαιρα) σεύς (ὁ σκώληξ)· | |
10 | ταῦτα δέ, φημὶ δὴ τὸ Φλεύς καὶ Νεύς καὶ Δνεύς, οὐδὲ συνήθη εἰσὶ τοῖς Ἕλλησι, τὸ δὲ σεύς οὐδὲ εὕρηται ἐν χρήσει κατὰ τὴν εὐθεῖαν, ἀλλὰ κατὰ τὰς πλαγίους. Πρόσκειται «δηλονότι κοινολεκτούμενα» διὰ τὰ Αἰολικά, οἱ γὰρ Αἰολεῖς βαρυτόνως λέγουσιν Ἀχίλλευς Πήλευς Ἄτρευς· τοιοῦτον δέ ἐστι καὶ τὸ Ἄρευς Αἰολικὸν ὄν, οἱ γὰρ Αἰολεῖς τὸ Ἄρης | |
15 | Ἄρευς λέγουσιν· πρόσκειται «ἀρσενικά» διὰ τὸ νεῦς καὶ γρεῦς, ταῦτα γὰρ περισπῶνται, ἀλλ’ οὐκ εἰσὶν ἀρσενικὰ ἀλλὰ θηλυκά, νεῦς δέ ἐστιν ἡ ναῦς καὶ γρεῦς ἡ γραῦς. Ἰστέον δὲ ὅτι τὰ εἰς ευς λήγοντα πέντε κλίσεις ἐπιδέχονται, διὰ τοῦ ε καὶ ο κοινῶς, οἷον Ἀχιλλέος βασιλέος· διὰ τοῦ ε καὶ ω ἀττικῶς, | |
20 | οἷον Ἀχιλλέως βασιλέως· διὰ τοῦ η καὶ ο παρὰ τοῖς ἀρχαίοις Ἴωσιν, οἷον Ἀχιλλῆος βασιλῆος, ὁμοίως δὲ καὶ παρὰ τοῖς ἀρχαίοις Αἰολεῦσιν, ἀλλ’ οἱ Αἰολεῖς προπαροξύνουσιν, Ἀχίλληος βασίληος λέγοντες· παρὰ δὲ τοῖς νεωτέροις Ἴωσι διὰ τῆς ει διφθόγγου καὶ τοῦ ο, οἷον Ἀχιλ‐ λεῖος βασιλεῖος, ὁμοίως δὲ καὶ παρὰ τοῖς νεωτέροις Αἰολεῦσιν, ἀλλὰ | |
25 | πάλιν οἱ Αἰολεῖς προπαροξύνουσιν, Ἀχίλλειος βασίλειος λέγοντες. Ἰστέον δὲ ὅτι τινὲς ἐνόμισαν παρὰ τῷ ποιητῇ τὸ 〈Β 517〉 αὐτὰρ Φωκήων διὰ τῆς ει διφθόγγου γράφεσθαι κατὰ τοὺς νεωτέρους Ἴωνας, οὐκ ἔστι δὲ εἰ μὴ τὰ διὰ τοῦ η κατὰ τοὺς παλαιοὺς Ἴωνας, οἷς συνεχῶς κέχρηται ὁ ποιητής, οἷον 〈Α 1〉 Πηληϊάδεω Ἀχιλῆος, 〈Α 392〉 κούρην | |
30 | Βρισῆος, τήν μοι δόσαν υἷες Ἀχαιῶν. Παρὰ δὲ τοῖς Βοιωτοῖς διὰ τοῦ ι καὶ ο γίνεται ἡ γενική, οἷον Ἀχιλλίος βασιλίος· τοιοῦτόν ἐστι καὶ τὸ Ζεύς βοιωτικῶς γινόμενον κατὰ τὴν γενικὴν Διός διὰ τοῦ ι καὶ ο, τὸ γὰρ ζ εἰς τὸ δ τρέπουσιν οἱ Βοιωτοί, οἷον Ζῆθος Δῆθος, οὕτως οὖν καὶ Ζεύς Δεύς, καὶ λοιπὸν ἀπὸ τοῦ Δεύς ἐγένετο ἡ γενικὴ διὰ | |
35 | τοῦ ι καὶ ο βοιωτικῶς Διός, τὸ γὰρ κοινολεκτούμενον, λέγω δὴ τὸ Ζεύς, οὐ κλίνεται διὰ τοιαύτην αἰτίαν πᾶν ὄνομα μονοσύλλαβον εἰς ς λῆγον ὀξύτονον καὶ διὰ καθαροῦ τοῦ ος κλινόμενον τὸν χρόνον τῆς | |
εὐθείας θέλει φυλάττειν καὶ ἐν τῇ γενικῇ, οἷον Τρώς Τρωός, δμώς | 213 | |
214 | δμωός, κίς κιός, λίς λιός. Πρόσκειται «μονοσύλλαβον» διὰ τὸ Ἀχιλ‐ λεύς Ἀχιλλέως, τοῦτο γὰρ ὀξύτονον ὂν οὐκ ἐφύλαξε τὸν χρόνον τῆς εὐθείας καὶ ἐν τῇ γενικῇ, ἀλλ’ οὐκ ἔστι μονοσύλλαβον· πρόσκειται «εἰς ς λῆγον» διὰ τὸ φρήν φρενός, τοῦτο γὰρ μονοσύλλαβον ὂν καὶ ὀξύ‐ | |
5 | τονον οὐκ ἐφύλαξε τὸν χρόνον τῆς εὐθείας καὶ ἐν τῇ γενικῇ, ἀλλ’ οὐ λήγει εἰς ς· πρόσκειται «ὀξύτονον» διὰ τὸ βοῦς βοός καὶ νεῦς νεός καὶ γρεῦς γρεός (νεῦς δέ ἐστιν ἡ ναῦς καὶ γρεῦς ἡ γραῦς), ταῦτα γὰρ οὐκ ἐφύλαξαν τὸν χρόνον τῆς ἰδίας εὐθείας ἐν τῇ γενικῇ, ἀλλ’ οὐκ εἰσὶν ὀξύτονα ἀλλὰ περισπώμενα· πρόσκειται «διὰ καθαροῦ τοῦ ος κλι‐ | |
10 | νόμενον» διὰ τὸ Ζάς Ζαντός, τοῦτο γὰρ οὐκ ἐφύλαξε τὸν χρόνον τῆς εὐθείας ἐν τῇ γενικῇ, ἡ μὲν γὰρ εὐθεῖα φύσει μακρὸν ἔχει τὸ α, ἡ δὲ γενικὴ θέσει μακρόν, ἀλλ’ οὐ κλίνεται διὰ καθαροῦ τοῦ ος· ἔτι πρόσ‐ κειται «διὰ καθαροῦ τοῦ ος κλινόμενον» διὰ τὸ πούς ποδός καὶ κτείς κτενός, ταῦτα γὰρ οὐκ ἐφύλαξαν τὸν χρόνον τῆς εὐθείας ἐν τῇ γενικῇ, | |
15 | ἀλλ’ οὐ κλίνονται διὰ καθαροῦ τοῦ ος. Εἰ ἄρα οὖν τὸ Ζεύς εἰς ς λή‐ γει καὶ μονοσύλλαβόν ἐστι καὶ ὀξύτονον καὶ διὰ καθαροῦ τοῦ ος κλίνε‐ ται, ὀφείλει Ζευός εἶναι κατὰ τὴν γενικὴν διὰ τῆς ευ διφθόγγου, ἵνα φυλάξῃ τὸν χρόνον τῆς εὐθείας ἐν τῇ γενικῇ· ἀλλ’ ἐπειδὴ τὰ εἰς ευς ἀποβάλλουσι τὸ υ κατὰ τὴν γενικήν, οἷον Πηλεύς Πηλέος, Ἀχιλλεύς | |
20 | Ἀχιλλέος, βασιλεύς βασιλέος, Θησεύς Θησέος, χωρὶς τοῦ Ἄρευς Ἄρευος— τοῦτο γὰρ ἐφύλαξε τὸ υ παρὰ τοῖς Αἰολεῦσιν, οἷον Ἄρευος στρα‐ τιωτέροις, καὶ πάλιν τὸ γὰρ Ἄρευϊ καταθανεῖν καλόν, καὶ πάλιν μίξαντες ἀλλήλοισιν Ἄρευα—τούτου χάριν ἠναγκάζετο Ζεός εἶναι κατὰ τὴν γενικὴν κατὰ ἀποβολὴν τοῦ υ· τούτων οὖν τῶν δύο | |
25 | κανόνων μαχομένων, καὶ τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος φυλάττεσθαι τὸ υ κατὰ τὴν γενικὴν διὰ τὸ φυλαχθῆναι τὸν χρόνον τῆς εὐθείας, τοῦ δὲ ἑτέρου ἀπαιτοῦντος ἀποβάλλεσθαι τὸ υ κατὰ τὴν γενικὴν τῷ λόγῳ τῶν εἰς ευς, ἀπέλειψεν ἡ κοινὴ κλίσις καὶ παρεισῆλθεν ἡ τῶν Βοιωτῶν κλί‐ σις, οἷον Διός Διί Δία, ὥσπερ Ἀχιλλίος Ἀχιλλίϊ Ἀχιλλία. Οὐ γάρ, | |
30 | ὡς νομίζουσί τινες, ἀπὸ τῆς Δίς εὐθείας τῆς κειμένης παρὰ τῷ Ῥίν‐ θωνι ἐγένετο ἡ Διός γενική, ὥσπερ ἀπὸ τοῦ κίς κιός (σημαίνει δὲ τὸν σκώληκα) καὶ ἀπὸ τοῦ λίς λιός (σημαίνει δὲ τὸν λέοντα)· ἐκεῖνος γὰρ ἐπλάσατο τὴν Δίς εὐθεῖαν πρὸς τὴν Διός γενικήν, ἵνα νομισθῇ ἀκόλου‐ θος εἶναι ἡ γενική· ὅτι γὰρ οὐ δύναται εἶναι ἡ Διός γενικὴ ἀπὸ τῆς | |
35 | εὐθείας τῆς Δίς, εἴρηται ἐν τῇ περὶ τοῦ Πάριδος διδασκαλίᾳ. Ταῦτα μὲν ἐν τούτοις. | |
Ἰστέον δὲ ὅτι τὰ εἰς ευς λήγοντα ἐὰν καθαρεῦον ἔχωσι τὸ ε, τουτ‐ | 214 | |
215 | έστι μὴ ἔχον προηγούμενον σύμφωνον, συναιροῦνται κατὰ τὴν γενικὴν τὴν Ἀττικὴν παρὰ τοῖς Ἀθηναίοις, οἷον Ἐρετριεύς Ἐρετριέως Ἐρετριῶς, Πειραιεύς Πειραιέως Πειραιῶς, Στειριεύς Στειριέως Στειριῶς, τοῦ ε καὶ ω εἰς τὸ ω κιρναμένων, ὡς ποιέω ποιῶ, νοέω νοῶ· ἐὰν δὲ μὴ ἔχωσι | |
5 | καθαρεῦον τὸ ε, ἀλλ’ ἔχῃ προηγούμενον σύμφωνον, οὐ γίνεται κρᾶσις κατὰ τὴν γενικὴν οὔτε παρ’ ἡμῖν οὔτε παρὰ τοῖς Ἀθηναίοις, οἷον Ἀχιλλεύς Ἀχιλλέος Ἀχιλλέως, Πηλεύς Πηλέος Πηλέως, βασιλεύς βα‐ σιλέος βασιλέως· καὶ τὴν αἰτίαν ἐν τῇ περὶ τοῦ ἡδέος διδασκαλίᾳ εἰ θεῷ φίλον μαθησόμεθα. | |
10 | Πρόσκειται «οὔτε παρ’ ἡμῖν οὔτε παρὰ τοῖς Ἀθηναίοις», ἐπειδὴ παρὰ τοῖς Δωριεῦσι καὶ τοῖς Ἴωσι κρᾶσις γίνεται ἐπὶ τούτων κατὰ τὴν γενικὴν τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον, οἷον τοῦ Ὀδυσσέος τοῦ Ὀδυσσεῦς, 〈ω 398〉 Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρ’ ἐπὶ καρπῷ, ἀντὶ τοῦ Ὀδυσσέος τὴν χεῖρα ἐφίλησεν· καὶ πάλιν τοῦ Ἰδομενέος τοῦ | |
15 | Ἰδομενεῦς, 〈Ν 424〉 Ἰδομενεῦς δ’ οὐ λῆγε μένος μέγα, ἀντὶ τοῦ Ἰδομενέος οὐκ ἔληγεν ἡ δύναμις. Διαφέρουσι δ’ αὗται αἱ κατὰ διά‐ λεκτον γενικαὶ τῶν ἰδίων εὐθειῶν, εἰ καὶ ὁμοφωνοῦσιν αὐταῖς, τῷ τόνῳ· αἱ μὲν γὰρ εὐθεῖαι αὐτῶν ὀξύνονται, οἷον Ὀδυσσεύς Ἰδομενεύς, αὗται δὲ αἱ κατὰ διάλεκτον γενικαὶ ὡς κατὰ κρᾶσιν γενόμεναι περισπῶνται, | |
20 | οἷον τοῦ Ὀδυσσέος τοῦ Ὀδυσσεῦς, τοῦ Ἰδομενέος τοῦ Ἰδομενεῦς· ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον ποιέω ποιῶ, νοέω νοῶ, πάϊς παῖς, εὐσεβέος εὐσεβοῦς, εὐγενέος εὐγενοῦς. Ἰστέον δὲ ὅτι οὐ μόνον ἐπὶ τῶν γενικῶν τῶν ἀπὸ τῶν εἰς ευς ποιοῦνται οἱ Ἴωνες καὶ οἱ Δωριεῖς τὴν τοιαύτην κρᾶσιν, ἀλλὰ καὶ ἐπ’ ἄλλων ἰδοὺ | |
25 | γὰρ τὸ Ἔρεβος τοῦ Ἐρέβεος κατὰ κρᾶσιν Ἰωνικὴν ἢ Δωρικὴν τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον γίνεται Ἐρέβευς, ὡς παρὰ τῷ ποιητῇ 〈Θ 368〉 ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο, ἀντὶ τοῦ ἐκ τοῦ Ἐρέβους. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι τὸ υἱεύς υἱέος οὐ γίνεται παρὰ τοῖς Ἀθηναίοις διὰ τοῦ ε καὶ ω κατὰ τὴν γενι‐ | |
30 | κὴν ἀλλὰ φυλάττει τὸ ο· υἱεύς δέ ἐστιν ὁ υἱός. Τῷ Πηλέϊ καὶ Πηλεῖ. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ὥσπερ ἐπὶ τοῦ Πηλέϊ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον γίνεται Πηλεῖ, μὴ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ νεῦς νεός νεΐ καὶ γρεῦς γρεός γρεΐ γίνεται κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον νεῖ καὶ | |
35 | γρεῖ. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται γενέσθαι κατὰ συναίρεσιν ἡ δοτικὴ νεῖ καὶ γρεῖ διὰ τὴν αἰτίαν, ἣν ἔχομεν εἰπεῖν ἐν τῇ περὶ τοῦ βοῦς διδασκαλίᾳ, ἡνίκα ζητοῦμεν, διατί οὐ συναιρεῖται ἡ βοΐ δοτική· ἡ αὐτὴ γὰρ αἰτία καὶ ἐνταῦθα ἁρμόζει. Ταῦτα μὲν ἐν τούτοις. | |
Ἰστέον δὲ ὅτι οἱ Ἀττικοὶ μόνῃ τῇ συνῃρημένῃ χρῶνται δοτικῇ ἐν | 215 | |
216 | τοῖς τοιούτοις ὀνόμασιν, οὐ μὴν καὶ τῇ ἐντελεῖ, τῷ Πηλεῖ γὰρ καὶ τῷ βασιλεῖ λέγουσιν, οὐ μὴν καὶ τῷ Πηλέϊ καὶ τῷ βασιλέϊ. Τὸν Πηλέα. Ἰστέον ὅτι ἀπὸ τῆς Πηλέϊ δοτικῆς ἐγένετο τροπῇ τοῦ ι εἰς α, ὥσπερ Αἴαντι Αἴαντα, Θόαντι Θόαντα· ἰστέον δὲ ὅτι πᾶσα | |
5 | γενικὴ εἰς ος λήγουσα ἔχουσα τὴν αἰτιατικὴν τῶν ἑνικῶν εἰς α ὁμόχρο‐ νον ἑαυτῇ ἔχει αὐτήν, οἷον Αἴαντος Αἴαντα, Θόαντος Θόαντα· ἰδοὺ ἐνταῦθα τὸ α βραχύ ἐστιν, ἐπειδὴ καὶ ἡ ος συλλαβὴ βραχεῖά ἐστιν· ὁμοίως Πηλέος Πηλέα, Ἀχιλλέος Ἀχιλλέα. Οἱ μέντοι Ἀθηναῖοι ἐπειδὴ Πηλέως καὶ Ἀχιλλέως λέγουσι διὰ τοῦ ε καὶ ω, τούτου χάριν καὶ τὴν | |
10 | αἰτιατικὴν ποιοῦσιν εἰς α μακρόν, ἵνα ἰσόχρονος γένηται ἡ αἰτιατικὴ τῇ ἰδίᾳ γενικῇ· καὶ πολλή ἐστιν ἡ χρῆσις τῆς τοιαύτης αἰτιατικῆς, ὡς ἔχο‐ μεν καὶ παρὰ τῷ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ 〈545〉 καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας, ἐξέτεινε γὰρ τὸ α. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα οἱ Ἀθηναῖοι τῆς Πηλέα καὶ | |
15 | Ἀχιλλέα αἰτιατικῆς τὸ α ἐκτείνουσι πρὸς ἀναλογίαν τῆς διὰ τοῦ ε καὶ ω γενικῆς, ἤγουν τῆς Πηλέως καὶ Ἀχιλλέως, διὰ ποίαν αἰτίαν μὴ καὶ τῆς Πηλέϊ καὶ Ἀχιλλέϊ δοτικῆς τὸ ι ἐκτείνουσι πρὸς ἀναλογίαν τῆς γε‐ νικῆς; Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ κέχρηνται οἱ Ἀττικοὶ ἐπὶ τούτων τῇ ἐντελεῖ δοτικῇ ἀλλὰ τῇ συνῃρημένῃ, ἵνα ἀναγκασθῶσι πρὸς ἀναλογίαν | |
20 | τῆς γενικῆς ἐκτεῖναι τῆς δοτικῆς τὸ ι· τῇ συνῃρημένῃ δὲ κεχρημένοι αὐτὴν ἔχουσι μακράν, οἷον Πηλεῖ Ἀχιλλεῖ. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ ἡμᾶς παραφυλάξασθαι καὶ ἄλλο, ὅτι ἐπὶ τῶν προειρημένων Ἀττικῶν τῶν γινομένων κατὰ συναλοιφὴν ἐν τῇ γενικῇ τοῦ ε καὶ ω εἰς τὸ ω, οἷον τοῦ Ἐρετριέως τοῦ Ἐρετριῶς, τοῦ Πειραιέως τοῦ Πει‐ | |
25 | ραιῶς, τοῦ Στειριέως τοῦ Στειριῶς, οἱ Ἀθηναῖοι τὰς αἰτιατικὰς συν‐ αλείφοντες εἰς α μόνον ποιοῦσιν αὐτάς, οἷον τὸν Ἐρετριέα τὸν Ἐρετριᾶ, τὸν Πειραιέα τὸν Πειραιᾶ, τὸν Στειριέα τὸν Στειριᾶ, καὶ οὐκέτι καὶ εἰς η, καίτοι κανόνος ἡμῖν προειρημένου, ὅτι τὸ ε καὶ α εἰς η καὶ μακρὸν α κίρνανται. Ἔχομεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι ἡνίκα μὲν προ‐ | |
30 | ηγεῖται τοῦ ε σύμφωνον, τότε τὸ ε καὶ α εἰς η μόνως κίρνανται, οἷον εὐσεβέα εὐσεβῆ, εὐγενέα εὐγενῆ, τείχεα τείχη, βέλεα βέλη, ἡνίκα δὲ προηγεῖται φωνῆεν τοῦ ε, τότε τὸ ε καὶ α εἰς η καὶ εἰς α μακρὸν κίρ‐ νανται, οἷον εὐφυέα εὐφυᾶ καὶ εὐφυῆ, ἀφυέα ἀφυᾶ καὶ ἀφυῆ, ὑγιέα ὑγιᾶ καὶ ὑγιῆ· ἐπὶ οὖν τοῦ Ἐρετριέα Ἐρετριᾶ καὶ Πειραιέα Πειραιᾶ | |
35 | καὶ Στειριέα Στειριᾶ εἰς α μόνον ἐγένετο ἡ κρᾶσις, οὐκέτι δὲ καὶ εἰς η, καίτοι φωνήεντος προηγουμένου τοῦ ε. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐπὶ τούτων εἰς α μόνως | |
ἐγένετο ἡ κρᾶσις τοῦ ε καὶ α, οὐκέτι δὲ καὶ εἰς η. Καὶ λέγουσί τινες | 216 | |
217 | ταύτην τὴν ἀπολογίαν, ὅτι ὃν τρόπον ἐν τῇ γενικῇ ἐποίησαν τὴν κρᾶ‐ σιν οὐκ ἀπὸ τῆς κοινῆς γενικῆς τῆς διὰ τοῦ ε καὶ ο, ἀλλ’ ἀπὸ τῆς Ἀττικῆς τῆς διὰ τοῦ ε καὶ ω, οἷον Πειραιέως Πειραιῶς, Ἐρετριέως Ἐρετριῶς, Στειριέως Στειριῶς, τὸν αὐτὸν τρόπον καὶ ἐν τῇ αἰτιατικῇ | |
5 | οὐκ ἀπὸ τῆς κοινῆς αἰτιατικῆς ἐποίησαν τὴν κρᾶσιν, τουτέστι τῆς ἐχού‐ σης τὸ α συνεσταλμένον, ἀλλ’ ἀπὸ τῆς αἰτιατικῆς τῆς ἐχούσης τὸ α ἐκ‐ τεταμένον, καὶ λοιπὸν εὐλόγως εἰς α μόνον ἐγένετο ἡ κρᾶσις· τὰ γὰρ ἀναδεχόμενα κρᾶσιν τοῦ ε καὶ α εἰς η καὶ εἰς α μακρόν, πρὸ τῆς κρά‐ σεως συνεσταλμένον ἔχουσι τὸ α, οἷον τὸν ὑγιέα, τὸν εὐφυέα· ἐπὶ | |
10 | τούτων δέ, φημὶ δὴ τοῦ Ἐρετριᾶ Πειραιᾶ Στειριᾶ, ἐπεὶ τὸ α καὶ πρὸ τῆς κράσεως μακρόν ἐστιν, εἰκότως εἰς α μόνως γίνεται ἡ κρᾶσις, οὐκέτι δὲ καὶ εἰς η. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι οὐκ ἔστι καταναγκαστικὸς οὗτος ὁ λόγος· πολλάκις γὰρ εὑρίσκεται τὸ ε καὶ α μακρὸν εἰς η κιρνάμενα, ὡς ἐπὶ τοῦ Ἑρμέας | |
15 | Ἑρμῆς, Σωσέας Σωσῆς· ἰδοὺ γὰρ ἐνταῦθα τὸ ε καὶ α μακρὸν εἰς η κίρ‐ νανται· τὸ γὰρ Ἑρμέας καὶ Σωσέας μακρὸν ἔχουσι τὸ α, ἐπειδή, ὡς ἐμάθομεν ἐν τοῖς προλαβοῦσι, τὰ εἰς ας ἀρσενικὰ βαρύτονα μακρὸν ἔχουσι τὸ α, οἷον Αἴας Θόας κοχλίας Αἰνείας γίγας Κάλχας, χωρὶς τοῦ μέγας τοῦ ἐπιθέτου καὶ τοῦ λᾶας τοῦ προσηγορικοῦ καὶ τοῦ Αἶας παρὰ | |
20 | τῷ Ἀλκμᾶνι· τί οὖν ἄτοπον καὶ ἐπὶ τοῦ Ἐρετριέα Ἐρετριᾶ καὶ Πειραιέα Πειραιᾶ καὶ Στειριέα Στειριᾶ, εἰ καὶ ἀπὸ τῆς Ἀττικῆς αἰτιατικῆς, φημὶ δὴ τῆς ἐχούσης τὸ α ἐκτεταμένον, ἐγένετο ἡ κρᾶσις, γενέσθαι καὶ εἰς η τὴν κρᾶσιν; Κρεῖττον οὖν ἐστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· διὰ τοῦτο ἐπὶ τοῦ Ἐρετριέα Ἐρετριᾶ καὶ Πειραιέα Πειραιᾶ καὶ Στειριέα Στειριᾶ | |
25 | οὐκ ἐγένετο εἰς η ἡ κρᾶσις ἀλλ’ εἰς α μόνον, ἐπειδὴ τούτων ἡ κλητικὴ εἰς φωνῆεν λήγει, οἷον ὦ Ἐρετριεῦ καὶ ὦ Πειραιεῦ καὶ ὦ Στειριεῦ· οὐδέποτε δὲ τῆς κλητικῆς εἰς φωνῆεν ληγούσης ὀφείλει ἡ αἰτιατικὴ εἰς η καταλήγειν οὔτε παρ’ ἡμῖν οὔτε παρὰ τοῖς Ἀθηναίοις, οἷον ὦ Χρύση τὸν Χρύσην, ὦ τοξότα τὸν τοξότην, ὦ Δημοσθένη ἀττικῶς καὶ τὸν Δη‐ | |
30 | μοσθένην ἀττικῶς μετὰ τοῦ ν· «παρ’ ἡμῖν ἢ παρὰ τοῖς Ἀθηναίοις» πρόσκειται, ἐπειδὴ παρὰ τοῖς Δωριεῦσιν εὑρίσκεται ἡ κλητικὴ εἰς φω‐ νῆεν λήγουσα τῆς αἰτιατικῆς εἰς η καταληγούσης, οἷον ὦ Τυδεῦ καὶ | |
τὸν Τυδῆ, ὡς παρὰ τῷ ποιητῇ 〈Δ 384〉 ἔνθ’ αὖτ’ ἀγγελίην ἐπὶ | 217 | |
218 | Τυδῆ στεῖλαν Ἀχαιοί, ἀντὶ τοῦ ἄγγελον τὸν Τυδέα ἀπέστειλαν οἱ Ἕλληνες, τὸ γὰρ ἀγγελίην τὸν ἄγγελον σημαίνει ἐνταῦθα· τούτου οὖν χάριν ἐπὶ τοῦ Ἐρετριέα Ἐρετριᾶ καὶ Πειραιέα Πειραιᾶ καὶ Στειριέα Στειριᾶ εἰς α μόνως ἐγένετο ἡ κρᾶσις, οὐκέτι δὲ καὶ εἰς η, ἵνα μή, ὡς | |
5 | εἴρηται, εὑρεθῇ τῆς κλητικῆς εἰς φωνῆεν ληγούσης ἡ αἰτιατικὴ εἰς η καταλήγουσα. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, διατί ὥσπερ λέγομεν τὸν Δημοσθένεα καὶ Δημοσθένη κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς η, μὴ τὸν αὐτὸν τρόπον καὶ τὸν Πηλέα καὶ τὸν Πηλῆ καὶ τὸν Ἀχιλλέα καὶ τὸν Ἀχιλλῆ λέγο‐ | |
10 | μεν. Ἔστιν οὖν εἰπεῖν, ὅτι πρῶτον μέν, ὡς εἴρηται, οὐ δύναται ἡ αἰτιατικὴ εἰς η καταλήγειν διὰ τὸ τὴν κλητικὴν εἰς φωνῆεν λήγειν, ὦ Πηλεῦ γὰρ καὶ ὦ Ἀχιλλεῦ ἐστὶν ἡ κλητική· δεύτερον δέ, ἐπειδὴ ἡ γε‐ νικὴ ἐπὶ τούτων οὐ συναιρεῖται—οὐδὲ γὰρ λέγομεν Πηλοῦς καὶ Ἀχιλ‐ λοῦς ὥσπερ Δημοσθένους—τούτου χάριν οὔτε ἡ αἰτιατικὴ συναιρεῖται· | |
15 | ὅτι δὲ τοῦτο ἀληθές ἐστι δῆλον, εἴγε παρὰ τοῖς Δωριεῦσι καὶ τοῖς Ἴωσιν ἐπὶ τούτων τῶν εἰς ευς γίνεται ἡ κρᾶσις ἐν τῇ αἰτιατικῇ τοῦ ε καὶ α εἰς η, οἷον Τυδέα Τυδῆ, ὡς παρὰ τῷ ποιητῇ 〈Δ 384〉 ἔνθ’ αὖτ’ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί, ἀντὶ γὰρ τοῦ ἄγγελον τὸν Τυδέα ἀπέστειλαν οἱ Ἀχαιοὶ ἤτοι οἱ Ἕλληνες· καὶ ἐπὶ τῶν ὁμοίων | |
20 | ὡσαύτως, ἐπειδὴ καὶ ἐν τῇ γενικῇ ποιοῦσι κρᾶσιν, ὡς εἴρηται ἀνωτέρω, οἷον τοῦ Ὀδυσσέος τοῦ Ὀδυσσεῦς, τοῦ Ἰδομενέος τοῦ Ἰδομενεῦς. Ὦ Πηλεῦ. Εἴρηται ὅτι τὰ εἰς ς λήγοντα μετὰ διφθόγγου ἀπο‐ βολῇ τοῦ ς ποιοῦσι τὴν κλητικήν, οἷον ὁ χαρίεις ὦ χαρίει, ὁ τιμήεις ὦ τιμήει, ὁ παῖς ὦ παῖ, ὁ Ζεύς ὦ Ζεῦ· οὕτως οὖν καὶ ὁ Πηλεύς ὦ | |
25 | Πηλεῦ. Ἰστέον δὲ ὅτι τὸ μὲν Πηλεύς ὀξύνεται, τὸ δὲ Πηλεῦ περισπᾶ‐ ται· καὶ τὸ μὲν Πηλεύς ὀξύνεται, ὅτι, ὡς ἐμάθομεν ἀνωτέρω, τὰ εἰς ευς κοινολεκτούμενα ἀρσενικὰ ὀξύνονται, οἷον Πηλεύς Ἀχιλλεύς Ἀτρεύς Ζεύς, τὸ δὲ Πηλεῦ περισπᾶται κανόνι τοιούτῳ, ὅτι πᾶσα λέξις εἰς τὸ υ καταλήγουσα ἐν διφθόγγῳ ἐπὶ τῆς τελευταίας συλλαβῆς ἔχουσα τὸν | |
30 | τόνον περισπωμένην δέχεται, οἷον καλοῦ σοφοῦ ἀγαθοῦ πανταχοῦ ἀλ‐ λαχοῦ οὐδαμοῦ εὖ φεῦ Ἀτρεῦ Ἀχιλλεῦ· οὕτως οὖν καὶ Πηλεῦ περισπω‐ μένως. Πρόσκειται «εἰς τὸ υ καταλήγουσα» διὰ τὸ Πηλεύς Ἀτρεύς, ταῦτα γὰρ ὀξύνονται, ἀλλ’ οὐ καταλήγουσιν εἰς τὸ υ ἀλλ’ εἰς τὸ ς· πρόσκειται «ἐν διφθόγγῳ» διὰ τὸ ὦ ταχύ καὶ ὦ βραδύ· ταῦτα γὰρ εἰς | |
35 | τὸ υ καταλήγουσιν καὶ οὐ περισπῶνται, ἀλλ’ οὐκ ἔχουσι τὸ υ ἐν δι‐ φθόγγῳ· πρόσκειται «ἐπὶ τῆς τελευταίας συλλαβῆς ἔχουσα τὸν τόνον» διὰ τὸ ἀνθρώπου καὶ Ὁμήρου, ταῦτα γὰρ εἰς τὸ υ καταλήγουσιν ἐν διφθόγγῳ καὶ ὅμως οὐ περισπῶνται, ἀλλ’ οὐκ ἔχουσιν ἐπὶ τῆς τελευ‐ ταίας συλλαβῆς τὸν τόνον. Δεῖ προσθεῖναι ἐν τῷ κανόνι «χωρὶς τοῦ | |
40 | ἰδού δεικτικοῦ καὶ τοῦ ἰού σχετλιαστικοῦ καὶ τοῦ οὔ ἀρνητικοῦ», ταῦτα | 218 |
219 | γὰρ εἰς υ καταλήγουσιν ἐν διφθόγγῳ καὶ ἐπὶ τῆς τελευταίας συλλαβῆς ἔχουσι τὸν τόνον, καὶ ὅμως οὐ περισπῶνται ἀλλ’ ὀξύνονται· διατί δὲ ὀξύνονται, ἐν τῇ περὶ τῶν τόνων διδασκαλίᾳ εἰ θεῷ φίλον μαθησόμεθα. Τὼ Πηλέε τὼ Πηλῆ. Ἐμάθομεν ὅτι ἐν τοῖς δυϊκοῖς τὰ δύο εε | |
5 | εἰς η κίρνανται, οἷον Δημοσθένεε Δημοσθένη, Διομήδεε Διομήδη, βα‐ σιλέε βασιλῆ, Πηλέε Πηλῆ. Τοῖν Πηλέοιν. Ἰστέον ὅτι ἡ γενικὴ καὶ δοτικὴ τῶν δυϊκῶν οὐ συναιρεῖται ἐνταῦθα, ἐπειδὴ οὔτε ἡ γενικὴ τῶν ἑνικῶν συναιρεῖται, οἷον Πηλέος. Δεῖ δὲ γινώσκειν, ὅτι ἡνίκα μὲν συναιρεῖται ἡ γενικὴ τῶν | |
10 | ἑνικῶν, τότε καὶ ἡ γενικὴ τῶν δυϊκῶν καὶ ἡ γενικὴ τῶν πληθυντικῶν συναιροῦνται, οἷον Δημοσθένεος Δημοσθένους, Δημοσθενέοιν Δημοσθε‐ νοῖν, Δημοσθενέων Δημοσθενῶν, Διομήδεος Διομήδους, Διομηδέοιν Διομηδοῖν, Διομηδέων Διομηδῶν, τείχεος τείχους, τειχέοιν τειχοῖν, τειχέων τειχῶν· ἡνίκα δὲ μὴ συναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν, τότε | |
15 | οὔτε ἡ γενικὴ τῶν δυϊκῶν οὔτε ἡ γενικὴ τῶν πληθυντικῶν συναιροῦν‐ ται, οἷον ὄφις ὄφεος ὀφέοιν ὀφέων, ταχύς ταχέος ταχέοιν ταχέων, ἡδύς ἡδέος ἡδέοιν ἡδέων· ἰδοὺ ἐπὶ τούτων ἐπειδὴ οὐ συναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν, οὔτε ἡ γενικὴ τῶν δυϊκῶν οὔτε ἡ γενικὴ τῶν πλη‐ θυντικῶν συναιροῦνται· εἰ ἄρα οὖν ἐπὶ τοῦ Πηλεύς οὐ συναιρεῖται ἡ | |
20 | γενικὴ τῶν ἑνικῶν, οἷον Πηλέος, δηλονότι εὐλόγως οὔτε ἡ γενικὴ τῶν δυϊκῶν οὔτε ἡ γενικὴ τῶν πληθυντικῶν συναιροῦνται, οἷον Πηλέοιν Πηλέων. Ὦ Πηλέε ὦ Πηλῆ· εἴρηται. Οἱ Πηλέες καὶ οἱ Πηλεῖς. Ἰστέον ὅτι ἐπὶ τῶν εἰς ευς κυρίων ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ δύο εε εἰς τὴν ει δίφθογγον συναλείφει | |
25 | μόνως ἤγουν κιρνᾷ, οἷον Ἀχιλλέες Ἀχιλλεῖς, Πηλέες Πηλεῖς, Ἀτρέες Ἀτρεῖς, Τυδέες Τυδεῖς, ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων εἰς τὴν ει δίφθογγον συναλείφει τὰ δύο εε καὶ εἰς τὸ η ἀττικῶς, βασιλέες βασιλεῖς διὰ τῆς ει διφθόγγου καὶ βασιλῆς ἀττικῶς διὰ τοῦ η, ἱππέες ἱππεῖς διὰ τῆς ει διφθόγγου καὶ ἱππῆς διὰ τοῦ η ἀττικῶς· ἡ δὲ τούτων αἰτιατικὴ διὰ | |
30 | τῆς ει διφθόγγου μόνως λέγεται, οὐκέτι δὲ καὶ διὰ τοῦ η, οἷον τοὺς βασιλεῖς, τοὺς ἱππεῖς, καὶ τοῦτο εὐλόγως, ἐπειδὴ οὔτε ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἐστι γνησία ἡ κρᾶσις ἡ τῶν δύο εε εἰς τὸ η· ἐμάθο‐ | |
μεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι τὰ δύο εε ἐν τοῖς πληθυντικοῖς εἰς | 219 | |
220 | τὴν ει δίφθογγον κίρνανται, οἷον Δημοσθένεες Δημοσθένεις, Διομήδεες Διομήδεις. Σημειοῦται δὲ ὁ Ἡρωδιανὸς παρὰ τῷ Σοφοκλεῖ τοὺς βασιλῆς διὰ τοῦ η κατὰ τὴν αἰτιατικήν, οἷον 〈Ai. 390〉 τούς τε δισ‐ σάρχας ὀλέσας βασιλῆς· ἔστι δὲ καὶ παρὰ τῷ Ξενοφῶντι 〈Cyrop. | |
5 | I 1, 2〉 τοὺς νομῆς διὰ τοῦ η· εἰσὶ δὲ καὶ ἄλλαι αἰτιατικαί, ἅστινας ἐσημειώσαντο οἱ μεταγενέστεροι, διὰ τοῦ η γενόμεναι παρὰ τὴν ἀνα‐ λογίαν. Τῶν Πηλέων. Ἰστέον ὅτι οὐ συναιρεῖται ἐνταῦθα ἡ γενικὴ τῶν πληθυντικῶν, ἐπειδὴ οὔτε ἡ γενικὴ τῶν ἑνικῶν συναιρεῖται, τοῦ Πηλέος | |
10 | γὰρ μόνως. Τοῖς Πηλεῦσι μόνως. Ἰστέον ὅτι μόνως τὴν δοτικὴν τῶν πλη‐ θυντικῶν διὰ τῆς ευ διφθόγγου λεκτέον τῷ ἀπὸ τῆς εὐθείας κανόνι τῷ λέγοντι· πᾶσα εὐθεῖα ἑνικῶν εἰς ς λήγουσα μετὰ μακρᾶς περιττο‐ συλλάβως κλινομένη καὶ μὴ συναιρουμένη κατὰ τὴν γενικὴν προσθέσει | |
15 | τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, οἷον Αἴας Αἴαντος Αἴασι, λέβης λέβητος λέβησι, Τρώς Τρωός Τρωσί, Πηλεύς Πηλέος Πηλεῦσι Δεῖ παραφυλάξασθαι ἐν τοῖς εἰς ευς τὸ υἱέσι παρὰ τοῖς Ἀθηναίοις, ὀφείλει γὰρ εἶναι υἱεῦσιν, υἱεύς γάρ ἐστιν ἡ εὐθεῖα· ἔχει δὲ ἀπολογίαν τοιαύτην, ἐπειδὴ πάντων τῶν εἰς ευς κατὰ τὴν γενικὴν διὰ τοῦ ε καὶ | |
20 | ω γινομένων παρὰ τοῖς Ἀθηναίοις, οἷον Ἀχιλλέως Πηλέως, τοῦτο μόνον, φημὶ δὴ τὸ υἱεύς, οὐκ ἐγένετο διὰ τοῦ ε καὶ ω κατὰ τὴν γε‐ νικὴν παρ’ αὐτοῖς, ἀλλ’ ἐφύλαξε τὸ ο, οἷον υἱέος· εἰκότως οὖν ὡς παραλλάξαν παρ’ αὐτοῖς κατὰ τὴν γενικὴν τῶν ἑνικῶν παρήλλαξε παρ’ αὐτοῖς καὶ κατὰ τὴν δοτικὴν τῶν πληθυντικῶν. Ἔτι δὲ σημειούμεθα | |
25 | καὶ τὸ δρομέσι παρὰ τῷ Καλλιμάχῳ 〈fragm. 555 Sch,〉, ἐκεῖνος γὰρ δρομέσιν ἔγραψεν ὀφείλων ἐπιγράψαι δρομεῦσι· δρομεύς γάρ ἐστιν ἡ εὐθεῖα. Τοὺς Πηλέας καὶ Πηλεῖς. Ἰστέον ὅτι ὁμοφωνεῖ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν τῇ εὐθείᾳ τῶν πληθυντικῶν, οἷον οἱ Πηλέες οἱ Πη‐ | |
30 | λεῖς καὶ τοὺς Πηλέας καὶ Πηλεῖς· ἐμάθομεν γὰρ ὅτι πᾶσα εὐθεῖα πλη‐ θυντικῶν εἰς ς λήγουσα καὶ συναιρουμένη κατὰ τὴν τελευταίαν συλλα‐ βὴν ἔχει τὴν αἰτιατικὴν ὁμόφωνον αὐτῇ δηλονότι καὶ τὴν κλητικήν, οἷον οἱ βότρυς τοὺς βότρυς ὦ βότρυς, οἱ ἰχθῦς τοὺς ἰχθῦς ὦ ἰχθῦς, οἱ βοῦς τοὺς βοῦς ὦ βοῦς, οἱ ἡδεῖς τοὺς ἡδεῖς ὦ ἡδεῖς, οἱ Δημοσθένεις | |
35 | τοὺς Δημοσθένεις ὦ Δημοσθένεις· οὕτως οὖν καὶ οἱ Πηλεῖς τοὺς Πηλεῖς ὦ Πηλεῖς. Ὦ Πηλέες καὶ ὦ Πηλεῖς. Εἴρηται ὅτι τῶν δυϊκῶν καὶ τῶν πλη‐ | |
θυντικῶν ὡς ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική. | 220 | |
221 | Κανὼν ιαʹ. Ὁ ἡδύς τοῦ ἡδέος. Λέγει ὁ τεχνικός, ὅτι τὰ εἰς υς λήγοντα τριγενῆ διὰ τοῦ εος κλίνονται, τουτέστι διὰ τοῦ ε καὶ ο, οἷον ταχύς ταχέος, βραδύς | |
5 | βραδέος, ὀξύς ὀξέος, ἡδύς ἡδέος, ὠκύς ὠκέος, ἥμισυς ἡμίσεος, θῆλυς θήλεος· τὸ γὰρ θήλυδος παρὰ τῷ Σοφοκλεῖ 〈fragm. 951 N2〉 κλιθὲν διὰ τοῦ δος ἡμάρτηται· τριγενῆ δὲ δεῖ νοεῖν, τουτέστιν ἐὰν ἔχωσι τρία γένη, ἀρσενικὸν θηλυκὸν οὐδέτερον, ὡς ἐπὶ τοῦ ταχύς ταχεῖα ταχύ, βραδύς βραδεῖα βραδύ, ὀξύς ὀξεῖα ὀξύ, θῆλυς θήλεια θῆλυ, ἥμισυς ἡμί‐ | |
10 | σεια ἥμισυ, κἂν ἔχωσιν ἀρσενικὸν μόνον καὶ οὐδέτερον γένος, οἷον πολύς πολύ, ἠύς ἠύ (σημαίνει δὲ τὸν ἀγαθὸν καὶ ἀνδρεῖον)· ταῦτα γὰρ οὐκ ἔχουσι θηλυκά· πρόσκειται ἐν τῷ κανόνι «τριγενῆ» διὰ τὰ μονο‐ γενῆ, οἷον διὰ τὸ βότρυς βότρυος, νέκυς νέκυος, περὶ ὧν ἐφεξῆς εἰρή‐ σεται. Ἰστέον δὲ ὅτι ταῦτα τὰ εἰς υς τριγενῆ διὰ τοῦ ε καὶ ο μόνως | |
15 | κλίνονται, οἷον ταχέος βραδέος ὠκέος ὀξέος, οὐκ ἐκτείνουσι δὲ τὸ ο εἰς τὸ ω ἀττικῶς, ὡς ἐπὶ τοῦ Πηλεύς Πηλέως καὶ Ἀχιλλεύς Ἀχιλλέως· οὐδὲ γὰρ γίνονται βραδέως καὶ ταχέως καὶ ὠκέως καὶ ὀξέως διὰ τοῦ ε καὶ ω κατὰ τὴν γενικήν. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὰ εἰς υς τριγενῆ διὰ τοῦ | |
20 | ε καὶ ο μόνως κλίνονται καὶ οὐ γίνονται διὰ τοῦ ε καὶ ω ἀττικῶς κατὰ τὴν γενικήν. Καὶ λέγουσί τινες τὴν ἀπολογίαν ταύτην, ὅτι διὰ τοῦτο τὰ εἰς υς τριγενῆ οὐ γίνονται διὰ τοῦ ε καὶ ω ἀττικῶς κατὰ τὴν γενι‐ κήν, ἐπειδὴ τὰ εἰς α λήγοντα θηλυκὰ παρασχηματιζόμενα ἀρσενικοῖς ἰσοχρονεῖν θέλουσι τῇ ληγούσῃ τῆς γενικῆς τοῦ ἀρσενικοῦ, οἷον Βυζαν‐ | |
25 | τίου Βυζαντία, Ῥοδίου Ῥοδία, ἀλλοτρίου ἀλλοτρία, μετρίου μετρία, οἰκείου οἰκεία, παραπλησίου παραπλησία, Σαμίου Σαμία· ἰδοὺ ἐπὶ τού‐ των μακρόν ἐστι τὸ α, ἐπειδὴ καὶ ἡ λήγουσα τῆς γενικῆς τοῦ ἀρσενι‐ κοῦ μακρά ἐστι· καὶ πάλιν παντός πᾶσα, χαρίεντος χαρίεσσα, Φοίνικος Φοίνισσα, ἄνακτος ἄνασσα, Κίλικος Κίλισσα, τύπτοντος τύπτουσα, γρά‐ | |
30 | ψαντος γράψασα, τετυφότος τετυφυῖα· ἰδοὺ ἐπὶ τούτων βραχύ ἐστι τὸ α, ἐπειδὴ καὶ ἡ λήγουσα τῆς γενικῆς τοῦ ἀρσενικοῦ βραχεῖά ἐστιν. Ὅτι γάρ, φασίν, ἀληθής ἐστιν ὁ κανών, δῆλον ἐκ τῶν εἰς ευς· ἰδοὺ γάρ ἐστι βασιλεύς βασιλέος καὶ βασίλεια, ἱερεύς ἱερέος καὶ ἱέρεια, καὶ ἰδοὺ τὰ θηλυκὰ συνεσταλμένον ἔχουσι τὸ α, ἐπειδὴ καὶ ἡ λήγουσα τῆς γενικῆς | |
35 | τοῦ ἀρσενικοῦ βραχεῖά ἐστι, διὰ γὰρ τοῦ ο ἐστίν· οἱ μέντοι Ἀθηναῖοι, ἐπειδὴ τὴν γενικὴν διὰ τοῦ ε καὶ ω ποιοῦσιν, ἀποφέρονται τὰ θηλυκὰ ἰσοχρόνως τῇ ἰδίᾳ γενικῇ, ὅθεν καὶ παροξύνουσιν αὐτά, ἱερεία γὰρ λέ‐ | |
γουσι διὰ μακροῦ τοῦ α πρὸς τὴν ἱερέως γενικὴν τὴν διὰ τοῦ ε καὶ ω, | 221 | |
222 | καὶ βασιλεία ὁμοίως πρὸς τὴν βασιλέως γενικὴν τὴν διὰ τοῦ ε καὶ ω. Πρόσκειται ἐν τῷ κανόνι «παρασχηματιζόμενα ἀρσενικοῖς ἰσοχρονεῖν θέ‐ λουσι τῇ ληγούσῃ τῆς γενικῆς τοῦ ἀρσενικοῦ» διὰ τὸ εὐσέβεια καὶ ἀν‐ αίδεια καὶ εὐγένεια· ταῦτα γὰρ συνεσταλμένον ἔχουσι τὸ α τῆς γενικῆς | |
5 | τοῦ ἀρσενικοῦ μακροκαταληκτούσης, φημὶ δὴ τῆς εὐσεβοῦς καὶ ἀναιδοῦς καὶ εὐγενοῦς, ἀλλ’ οὐκ εἰσὶ κατὰ παρασχηματισμόν, ἀλλὰ κατὰ παρώ‐ νυμον παραγωγὴν ἐγένοντο· τὰ γὰρ παρασχηματιζόμενα τούτοις ἡ εὐ‐ σεβής καὶ ἀναιδής καὶ εὐγενής ἐστίν. Δεῖ προσθεῖναι ἐν τῷ κανόνι «χωρὶς τοῦ πέπειρος πεπείρου πέπειρα καὶ τοῦ δῖος δίου δῖα», οἷον | |
10 | 〈Β 714〉 δῖα γυναικῶν, «καὶ τοῦ ἴος ἴου ἴα» (σημαίνει δὲ τὴν μίαν), οἷον 〈Δ 437〉 οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυς, «καὶ τοῦ μίος μίου μία»· δύναται δὲ καὶ τὸ μία ἀπὸ τοῦ ἴα εἶναι κατὰ πλεονασμὸν τοῦ μ· ταῦτα ἐσημειωσάμεθα, ἐπειδὴ συνεσταλμένον ἔχουσι τὸ α, τῆς ληγούσης τῆς γενικῆς τοῦ ἀρσενικοῦ μακρᾶς οὔσης. Τούτων | |
15 | οὕτως ἐχόντων, τὰ εἰς α λήγοντα θηλυκὰ παρεσχηματισμένα τοῖς εἰς υς πάντα συνεσταλμένον ἔχουσι τὸ α καὶ οὐδέποτε ἔχουσιν αὐτὸ ἐκτεταμέ‐ νον οὔτε παρ’ ἡμῖν οὔτε παρὰ τοῖς Ἀθηναίοις, οἷον ταχύς ταχεῖα, βραδύς βραδεῖα, ὀξύς ὀξεῖα, ὠκύς ὠκεῖα, ἡδύς ἡδεῖα· ἐὰν οὖν γένων‐ ται ἐπὶ τούτων αἱ γενικαὶ διὰ τοῦ ε καὶ ω ἀττικῶς, εὑρεθήσονται τὰ | |
20 | εἰς ους λήγοντα θηλυκὰ συνεσταλμένον ἔχοντα τὸ α, τῆς ληγούσης τῆς γενικῆς τοῦ ἀρσενικοῦ μακρᾶς οὔσης, ὅπερ ἐστὶν ἀδύνατον. Τούτου οὖν χάριν, φασί, τὰ εἰς υς τριγενῆ οὐ γίνονται διὰ τοῦ ε καὶ ω ἀττι‐ κῶς κατὰ τὴν γενικήν. Ταῦτα μὲν ἐν τούτοις. Ἔστι δὲ εἰπεῖν καὶ ἄλλην λύσιν ἔχουσαν οὕτως· [διὰ τοῦτο] τὰ εἰς | |
25 | υς τριγενῆ οὐ γίνονται διὰ τοῦ ε καὶ ω ἀττικῶς κατὰ τὴν γενικὴν διὰ τὰ ἐπιρρήματα· τὰ γὰρ ἐπιρρήματα αὐτῶν διὰ τοῦ ε καὶ ω εἰσίν, οἷον ταχέως ἔδραμον, ὀξέως ἤκουσε, βραδέως ἦλθε, ταχέως διελέχθη, ἡδέως ἠκροάσατο· ἐὰν οὖν γένωνται αἱ γενικαὶ τούτων διὰ τοῦ ε καὶ ω ἀτ‐ τικῶς, μέλλουσι συνεμπεσεῖν τοῖς ἐπιρρήμασιν, ὅπερ ἐστὶν ἄτοπον· τού‐ | |
30 | του οὖν χάριν, ἵνα, ὡς εἴρηται, μὴ συνεμπέσωσιν αἱ γενικαὶ τούτων τοῖς | 222 |
223 | ἐπιρρήμασιν, οὐκ ἐπεκτείνουσιν οἱ Ἀττικοὶ ἐπὶ τούτων τὸ ο εἰς τὸ ω κατὰ τὴν γενικήν. Ἄξιον δέ ἐστι ζητῆσαι, ὅτι μὴ γενόμενα τὰ εἰς υς τριγενῆ διὰ τοῦ ε καὶ ω ἀττικῶς κατὰ τὴν γενικήν, διατί οὐ γίνονται ἰωνικῶς διὰ τοῦ | |
5 | η καὶ ο, οἷον ταχῆος καὶ βραδῆος, ὥσπερ Πηλῆος καὶ Ἀχιλλῆος. Καὶ ἔστιν ἀπολογήσασθαι οὕτως· ἡ παραλήγουσα τῆς περιττοσυλλάβου γενι‐ κῆς οὐδέποτε εὑρίσκεται μείζων τῆς ληγούσης τῆς ἰδίας εὐθείας, ἀλλ’ ἢ ἴση πρὸς αὐτὴν ἢ ἐλάττων, ἴση μέν, οἷον λέβης λέβητος, ἔρως ἔρω‐ τος, Τρώς Τρωός, Πάρις Πάριδος, ὄφις ὄφιος, ἐλάττων δέ, οἶον | |
10 | Μέμνων Μέμνονος, Ἕκτωρ Ἕκτορος, Νέστωρ Νέστορος, γείτων γεί‐ τονος, Πηλεύς Πηλέος, Ἀχιλλεύς Ἀχιλλέος· ἐὰν οὖν τὰ εἰς υς γένων‐ ται διὰ τοῦ η καὶ ο κατὰ τὴν γενικὴν ἰωνικῶς, οἷον ταχύς ταχῆος, βραδύς βραδῆος, ὀξύς ὀξῆος, εὑρίσκονται ἔχοντα τὴν παραλήγουσαν τῆς γενικῆς μείζονα τῆς ληγούσης τῆς ἰδίας εὐθείας, ἡ γὰρ εὐθεῖα συν‐ | |
15 | εσταλμένον ἔχει τὸ υ, ὅπερ ἐστὶν ἀδύνατον· τούτου οὖν χάριν τὰ εἰς υς οὐ γίνονται διὰ τοῦ η καὶ ο ἰωνικῶς κατὰ τὴν γενικήν. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ προσθεῖναι ἐν τῷ κανόνι τῷ λέγοντι, ὅτι ἡ παραλήγουσα τῆς περιττοσυλλάβου γενικῆς οὐ θέλει εἶναι μείζων τῆς ληγούσης τῆς ἰδίας | |
20 | εὐθείας, «χωρὶς εἰ μὴ χαρακτὴρ κωλύσῃ 〈καὶ χωρὶς τῶν διὰ τοῦ θος κλινομένων〉»· τοῦτο δὲ πρόσκειται διὰ τὰ εἰς ιξ καὶ τὰ εἰς υξ, 〈οἷον〉 διὰ τὸ Φοῖνιξ Φοίνικος καὶ κῆρυξ κήρυκος· ταῦτα γὰρ ἐν μὲν τῇ εὐθείᾳ συστέλλουσι τὸ δίχρονον, τουτέστι θέσει μακρὸν αὐτὸ ἔχουσιν, ἐν δὲ τῇ γενικῇ ἐκτεταμένον αὐτὸ ἔχουσι, τουτέστι φύσει μακρόν, καὶ ἰδοὺ εὑρί‐ | |
25 | σκεται ἐπὶ τούτων ἡ παραλήγουσα τῆς περιττοσυλλάβου γενικῆς μείζων τῆς ληγούσης τῆς ἰδίας εὐθείας· τὸ γὰρ φύσει μακρὸν μεῖζόν ἐστι τοῦ θέσει μακροῦ. Καὶ ἔστιν εἰπεῖν, ὅτι ὤφειλε καὶ ἡ εὐθεῖα ἐπὶ τούτων ἐκτεῖναι τὸ ι καὶ τὸ υ, λέγω δὴ ἐν τῷ Φοῖνιξ καὶ κῆρυξ καὶ τοῖς ὁμοίοις· ἀλλ’ ἐπειδὴ τὸ ι καὶ τὸ υ πρὸ τοῦ ξ οὐδέποτε εὑρίσκονται | |
30 | φύσει μακρά, χωρὶς εἰ μὴ λόγῳ ἀρχούσης παρῳχημένων, οἷον πέρδιξ τέττιξ Βέβρυξ ὄνυξ πνίξω ἐρύξω ψύξω, τούτου χάριν συνεστάλη ἐν τῇ εὐθείᾳ τὸ ι καὶ τὸ υ διὰ τὴν ἐπιφορὰν τοῦ ξ, ἐν δὲ τῇ γενικῇ τῇ Φοί‐ νικος καὶ κήρυκος ἀποστάντος τοῦ διπλοῦ ἐγένοντο τὰ δίχρονα φύσει μακρά. Πρόσκειται «χωρὶς εἰ μὴ λόγῳ ἀρχούσης παρῳχημένων» διὰ | |
35 | τὸ ἰξεύω ἴξευον· τὸ μὲν γὰρ ἰξεύω θέσει μακρὸν ἔχει τὸ ι, τὸ δὲ ἴξευον φύσει μακρὸν τῷ λόγῳ τῆς ἀρχούσης τῶν παρῳχημένων· οἱ γὰρ παρ‐ ῳχημένοι χρονικῶς ἢ συλλαβικῶς θέλουσι μεγεθύνεσθαι κατὰ τὴν ἄρ‐ | |
χουσαν, συλλαβικῶς μέν, οἷον τύπτω ἔτυπτον, γράφω ἔγραφον, λέγω | 223 | |
224 | ἔλεγον, χρονικῶς δέ, οἷον ἄρχω ἦρχον, ἄγω ἦγον, ἅπτω ἧπτον, ἐλέγχω ἤλεγχον, ἐν οἷς καὶ τὸ ἰξεύω ἴξευον 〈ἐπεὶ〉 οὐκ ἠδύνατο μεγεθυνθῆναι συλλαβικῶς, οὐδὲ γὰρ ἄρχεται ὁ ἐνεστὼς ἀπὸ συμφώνου, ἐξ ἀνάγκης χρονικῶς ἐμεγεθύνθη, καὶ τούτου χάριν φύσει μακρὸν ἔχει τὸ ι. Πρόσ‐ | |
5 | κειται ἀνωτέρω «καὶ χωρὶς τῶν διὰ τοῦ θος κλινομένων», ἐπειδὴ τὸ ὄρνις καὶ τὸ μέρμις (σημαίνει τὸ σχοινίον τὸ λεπτόν) ἐν μὲν τῇ εὐθείᾳ συστέλλουσι τὸ ι, ἐν δὲ τῇ γενικῇ τῇ ὄρνιθος καὶ μέρμιθος ἐκτείνουσιν αὐτό· πᾶσα γὰρ γενικὴ διὰ τοῦ θος κλινομένη μακρὰν ἔχει τὴν παρα‐ λήγουσαν, οἷον κῶμυς κώμυθος (σημαίνει δὲ τὴν δέσμην τοῦ χόρτου), | |
10 | ὡς παρὰ Θεοκρίτῳ 〈4, 18〉 καὶ μαλακοῦ χόρτοιο καλὰν κώμυθα δίδωμι, δέλλις δέλλιθος (ἔστι δὲ ζῷον ὅμοιον μελίσσῃ), χωρὶς τοῦ κόρυς κόρυθος, τοῦτο γὰρ φυλάττει τὸ υ συνεσταλμένον κατὰ τὴν γε‐ νικήν, οἷον 〈Ε 4〉 δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ, καὶ 〈Λ 375〉 κόρυθα βριαρήν. Ταῦτα μὲν ἐν τούτοις. | |
15 | Προστιθέασι δέ τινες «καὶ χωρὶς τῶν εἰς υν», ἐπειδὴ οἱ τεχνικοὶ διαφόρου δόξης ἔχονται περὶ τούτων· ποτὲ μὲν γὰρ δοξάζουσιν, ὅτι τὰ εἰς υν λήγοντα ἐν μὲν τῇ εὐθείᾳ συστέλλουσι τὸ υ ἐν δὲ τῇ γενικῇ ἐκ‐ τείνουσιν αὐτό, οἷον Φόρκυν Φόρκυνος, Γόρτυν Γόρτυνος (ἔστι δὲ ὄνομα πόλεως Κρήτης), ποτὲ δὲ δοξάζουσιν, ὅτι καὶ ἐν τῇ εὐθείᾳ ἐκτείνουσι | |
20 | τὸ υ καὶ ἐν τῇ γενικῇ. Ἐμάθομεν οὖν διατί τὰ εἰς υς οὐ γίνονται παρὰ τοῖς Ἴωσι διὰ τοῦ η καὶ ο κατὰ τὴν γενικήν, ἐμάθομεν γὰρ ὅτι ἵνα μὴ γένηται ἡ παραλήγουσα τῆς περιττοσυλλάβου γενικῆς μείζων τῆς ληγούσης τῆς ἰδίας εὐθείας. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, ὅτι μὴ γενόμενα τὰ εἰς υς διὰ τοῦ η καὶ | |
25 | ο κατὰ τὴν γενικὴν ἰωνικῶς, διατί μὴ ἐγένοντο διὰ τοῦ ι καὶ ο βοιω‐ τικῶς, οἷον ταχύς ταχίος, βραδύς βραδίος, ὀξύς ὀξίος, ὥσπερ Πηλεύς Πηλίος καὶ Ἀχιλλεύς Ἀχιλλίος· οὕτω γὰρ εἰ ἐγένοντο, οὐκέτι ηὑρίσκετο ἡ παραλήγουσα τῆς περιττοσυλλάβου γενικῆς μείζων τῆς ληγούσης τῆς ἰδίας εὐθείας, ἀλλ’ ἴση πρὸς αὐτήν. Ἔστιν οὖν εἰπεῖν, ὅτι τότε ποι‐ | |
30 | οῦσιν οἱ Βοιωτοὶ τὴν γενικὴν διὰ τοῦ ι καὶ ο, ἡνίκα καὶ οἱ Ἀττικοὶ ποιοῦσι διὰ τοῦ ε καὶ ω τὴν γενικὴν καὶ οἱ Ἴωνες διὰ τοῦ η καὶ ο, οἷον Πηλεύς Πηλέως Πηλῆος καὶ Πηλίος, Ἀχιλλεύς Ἀχιλλέως Ἀχιλ‐ λῆος καὶ Ἀχιλλίος, βασιλεύς βασιλέως βασιλῆος καὶ βασιλίος· ἐπειδὴ οὖν ἐπὶ τούτων τῶν εἰς υς οὐκ ἐποίησαν οἱ Ἀττικοὶ τὴν γενικὴν διὰ | |
35 | τοῦ ε καὶ ω οὔτε οἱ Ἴωνες διὰ τοῦ η καὶ ο, τούτου χάριν οὔτε οἱ Βοιωτοὶ ἐποίησαν διὰ τοῦ ι καὶ ο. Ταῦτα μὲν ἐν τούτοις. Πάλιν ἄξιόν ἐστι ζητῆσαι, ὅτι μὴ γενόμενα τὰ εἰς υς διὰ τοῦ ε καὶ ω ἀττικῶς κατὰ τὴν γενικὴν μήτε διὰ τοῦ η καὶ ο ἰωνικῶς μήτε διὰ τοῦ ι καὶ ο βοιωτικῶς, διατί μὴ ἐγένοντο κατὰ κρᾶσιν τοῦ ε καὶ ο | |
40 | εἰς τὴν ου δίφθογγον, οἷον ταχέος ταχοῦς, βραδέος βραδοῦς, ὥσπερ | 224 |
225 | Δημοσθένεος Δημοσθένους· ἐν ταὐτῷ δὲ ζητοῦμεν, διατί ἐπὶ μὲν τῶν εἰς ευς τῶν ἐχόντων πρὸ τοῦ ε σύμφωνον οὐ γίνεται κρᾶσις κατὰ τὴν γενικήν, οἷον Πηλεύς Πηλέως, Ἀτρεύς Ἀτρέως, ἐπὶ δὲ τῶν ἐχόντων πρὸ τοῦ ε φωνῆεν γίνεται κρᾶσις κατὰ τὴν γενικήν, οἷον Ἐρετριεύς | |
5 | Ἐρετριέως Ἐρετριῶς, Πειραιεύς Πειραιέως Πειραιῶς, Στειριεύς Στει‐ ριέως Στειριῶς, καὶ διατί ἐπὶ τῶν εἰς ευς τῶν ἐχόντων πρὸ τοῦ ε φω‐ νῆεν γενομένης κράσεως κατὰ τὴν γενικὴν ἀπὸ τῶν Ἀττικῶν γενικῶν ἐγένετο ἡ κρᾶσις καὶ οὐκ ἀπὸ τῶν κοινῶν, οἷον Ἐρετριεύς Ἐρετριέως Ἐρετριῶς, Πειραιεύς Πειραιέως Πειραιῶς, Στειριεύς Στειριέως Στειριῶς· | |
10 | ἰδοὺ γὰρ ἐνταῦθα ἀπὸ τῆς Ἀττικῆς γενικῆς ἐγένετο ἡ κρᾶσις, φημὶ δὴ τῆς διὰ τοῦ ε καὶ ω, διὸ καὶ εἰς ως ἐγένετο ἡ κρᾶσις τῆς γενικῆς, τὸ γὰρ ε καὶ ω εἰς τὸ ω κίρνανται, οἷον ποιέω ποιῶ, νοέω νοῶ· εἰ γὰρ ἐγένετο ἀπὸ τῆς κοινῆς γενικῆς ἡ κρᾶσις, φημὶ δὴ τῆς διὰ τοῦ ε καὶ ο, εἰς ους ἔμελλεν εἶναι ἡ γενική· τὸ γὰρ ε καὶ ο εἰς τὴν ου δίφθογ‐ | |
15 | γον κίρνανται, οἷον Δημοσθένεος Δημοσθένους, εὐγενέος εὐγενοῦς, εὐσεβέος εὐσεβοῦς. Καὶ λέγει ὁ Ἡρωδιανὸς ταύτην τὴν ἀπολογίαν, ὅτι ἐπὶ τῶν εἰς ης τῶν διὰ τοῦ η γραφομένων γίνεται ἡ κρᾶσις ἐν τῇ γενικῇ, ἐπειδὴ τὰ εἰς ης λήγοντα πεφύκασι καὶ περιττοσυλλάβως κλίνεσθαι καὶ ἰσοσυλ‐ | |
20 | λάβως, οἷον λέβης λέβητος, Λάχης Λάχητος, Χρύσης Χρύσου, Ὀρέστης Ὀρέστου· ἔχουσιν οὖν τι μιμήσασθαι τὰ εἰς ης συναιρούμενα, συναιρού‐ μενα γὰρ μιμοῦνται τὴν ἰσοσύλλαβον κλίσιν, Δημοσθένης γὰρ Δημοσθέ‐ νους ἰσοσυλλάβως, ὥσπερ καὶ Ὀρέστης Ὀρέστου· τὰ δὲ εἰς υς λήγοντα καὶ τὰ εἰς ευς ἐπειδὴ ἀεὶ πεφύκασι περιττοσυλλάβως κλίνεσθαι, οἷον | |
25 | ταχύς ταχέος, ὀξύς ὀξέος, Πηλεύς Πηλέος, Ἀτρεύς Ἀτρέος, εἰκότως οὐ συναιροῦνται ἐν τῇ γενικῇ, συναιρούμενα γὰρ οὐκ ἔχουσί τι μιμή‐ σασθαι, οὐδὲ γὰρ κλίνονται ἰσοσυλλάβως, ἵνα συναιρούμενα μιμήσωνται τὴν ἰσοσύλλαβον κλίσιν. Ταῦτα εἶπεν ὁ Ἡρωδιανός, καὶ πολλοὶ τῶν ἐπισήμων διδασκάλων ἀκολουθοῦσι ταύτῃ τῇ ἀπολογίᾳ· ἡμεῖς δὲ ἐναν‐ | |
30 | τιούμεθα πρὸς ταῦτα ἀκολουθοῦντες τῇ ἀληθείᾳ καὶ λέγομεν, ὅτι πρῶ‐ τον μὲν τὰ εἰς υς λήγοντα εὑρίσκονται πολλάκις καὶ ἰσοσυλλάβως κλι‐ νόμενα, ὡς ἐπὶ τῶν εἰς υς ὑποκοριστικῶν, ὁ Διονῦς γὰρ τοῦ Διονῦ καὶ ὁ Κλαυσῦς τοῦ Κλαυσῦ καὶ ὁ Λαρδῦς τοῦ Λαρδῦ καὶ ὁ Καμμῦς τοῦ Καμμῦ· ὤφειλον οὖν τὰ εἰς υς, ὡς δυνάμενα τὴν ἰσοσύλλαβον κλίσιν | |
35 | μιμήσασθαι, γενέσθαι ἐν τῇ γενικῆ καὶ κατὰ συναίρεσιν ἤγουν κρᾶσιν, οἷον ταχέος ταχοῦς, βραδέος βραδοῦς· δεύτερον δὲ τὰ εἰς ευς λήγοντα πάντα ἀεὶ περιττοσυλλάβως κλίνονται καὶ οὐδέποτε ἰσοσυλλάβως, οἷον Πηλεύς Πηλέος, Ἀτρεύς Ἀτρέος, καὶ ὅμως πολλάκις συναιροῦνται κατὰ τὴν γενικὴν καὶ παρὰ τοῖς Ἀθηναίοις, οἷον Ἐρετριεύς Ἐρετριέως Ἐρε‐ | |
40 | τριῶς, Πειραιεύς Πειραιέως Πειραιῶς, Στειριεύς Στειριέως Στειριῶς, | 225 |
226 | καὶ παρὰ τοῖς Δωριεῦσι καὶ παρὰ τοῖς Ἴωσιν, οἷον Ἰδομενεύς Ἰδομενέος, Ὀδυσσεύς Ὀδυσσέος, καὶ γίνονται κατὰ κρᾶσιν Ἰωνικὴν ἢ Δωρικὴν τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον τοῦ Ἰδομενεῦς καὶ τοῦ Ὀδυσσεῦς, οἷον 〈Ν 424〉 Ἰδομενεῦς δ’ οὐ λῆγε μένος μέγα, καὶ πάλιν 〈ω 398〉 Ὀδυσεῦς | |
5 | δὲ λαβὼν κύσε χεῖρ’ ἐπὶ καρπῷ· ὥστε οὖν οὐ συμβάλλεται ἡμῖν ἡ προλεχθεῖσα ἀπολογία· ἐδείξαμεν γὰρ καί τινα μὴ ἔχοντα μιμήσασθαι ἰσοσύλλαβον κλίσιν συναιρούμενα, ὡς ἐπὶ τῶν εἰς ευς. Ἔχομεν οὖν ἀπολογήσασθαι καὶ εἰπεῖν ταύτας τὰς ἀπολογίας· καὶ πρῶτον μὲν ἐπὶ τῶν εἰς υς μερικὴν ἀπολογίαν ἔχομεν δοῦναι, τουτέστι τοῖς εἰς υς μό‐ | |
10 | νως ἁρμόζουσαν· ἔχει δὲ οὕτως· τὰ εἰς α λήγοντα θηλυκὰ παρεσχημα‐ τισμένα ἀρσενικοῖς θέλουσι πάντως ἰσοσυλλαβεῖν τῇ γενικῇ τοῦ ἀρσενι‐ κοῦ, οἷον Βυζαντίου Βυζαντία, Ῥοδίου Ῥοδία, ἀλλοτρίου ἀλλοτρία, τάλανος τάλαινα, μέλανος μέλαινα, χαρίεντος χαρίεσσα, παντός πᾶσα, γράψαντος γράψασα, τετυφότος τετυφυῖα· εἰ οὖν τὰ εἰς υς, φημὶ δὴ | |
15 | ὁ ταχύς καὶ ὁ βραδύς καὶ ὁ ὀξύς καὶ τὰ ὅμοια, ἔχουσιν εἰς α λήγοντα θηλυκά, οἷον ταχεῖα βραδεῖα ὀξεῖα, δηλονότι ἐὰν γένωνται κατὰ συν‐ αίρεσιν ἤγουν κρᾶσιν εἰς ους ἐν τῇ γενικῇ, οἷον ταχέος ταχοῦς, βρα‐ δέος βραδοῦς, ὀξέος ὀξοῦς, εὑρίσκεται ἡ γενικὴ τοῦ ἀρσενικοῦ ἐλάττο‐ νας συλλαβὰς ἔχουσα τοῦ εἰς α λήγοντος θηλυκοῦ, ὅπερ ἐστὶν ἀδύνα‐ | |
20 | τον· εἰκότως οὖν ἐπὶ τούτων, φημὶ δὴ ἐπὶ τῶν εἰς υς, οὐ γίνεται κατὰ συναίρεσιν ἤγουν κρᾶσιν ἡ γενική, ἵνα ὡς εἴρηται μὴ σχῇ ἐλάττονας συλλαβὰς ἡ γενικὴ τοῦ ἀρσενικοῦ πρὸς τὸ εἰς α λῆγον θηλυκὸν παρ‐ εσχηματισμένον. Πρόσκειται ἐν τῷ κανόνι «παρεσχηματισμένα ἀρσενικοῖς θέλουσι | |
25 | πάντως ἰσοσυλλαβεῖν τῇ γενικῇ τοῦ ἀρσενικοῦ» διὰ τὸ κακία καὶ σοφία· ταῦτα γὰρ οὐκ ἰσοσυλλαβοῦσι τῇ γενικῇ τοῦ ἀρσενικοῦ, τουτέστι τῇ κα‐ κοῦ καὶ σοφοῦ, ἀλλ’ οὐκ εἰσὶ ταῦτα παρεσχηματισμένα, ἀλλὰ κατὰ παρ‐ ώνυμον παραγωγὴν ἐγένοντο· τὰ γὰρ παρεσχηματισμένα τούτοις τὸ σοφή καὶ κακή ἐστίν. Αὕτη ἡ ἀπολογία ἁρμόζει μόνοις τοῖς εἰς υς, οὐ | |
30 | μέντοι τοῖς εἰς ευς. Ἔχομεν δὲ καὶ εἰπεῖν ἀπολογίαν περὶ τῶν εἰς ευς ἁρμόζουσαν καὶ τοῖς εἰς υς, ἔστι δὲ αὕτη· πᾶσα γενικὴ ἀρσενικὴ εἰς ους λήγουσα θέλει ἔχειν τὴν αἰτιατικὴν εἰς η καταλήγουσαν, οἷον Δημοσθέ‐ νης Δημοσθένους τὸν Δημοσθένη, εὐγενής εὐγενοῦς τὸν εὐγενῆ, εὐσε‐ βής εὐσεβοῦς τὸν εὐσεβῆ· πρόσκειται «ἀρσενική» διὰ τὸ ἡ Σαπφώ τῆς | |
35 | Σαπφοῦς τὴν Σαπφώ καὶ τὸ τεῖχος τοῦ τείχους τὸ τεῖχος· ἰδοὺ γὰρ ἐπὶ τούτων ἡ γενικὴ εἰς ους λήγει καὶ ἡ αἰτιατικὴ οὐ λήγει εἰς η, ἀλλ’ οὐκ εἰσὶν ἀρσενικά· ἐὰν οὖν ἐπὶ τῶν εἰς υς καὶ εἰς ευς γένηται ἡ γε‐ νικὴ κατὰ συναίρεσιν εἰς ους, οἷον ταχύς ταχέος ταχοῦς, βραδύς βρα‐ δέος βραδοῦς, ὀξύς ὀξέος ὀξοῦς, Πηλεύς Πηλέος Πηλοῦς, Ἀχιλλεύς | |
40 | Ἀχιλλέος Ἀχιλλοῦς, Ἀτρεύς Ἀτρέος Ἀτροῦς, ἀναγκάζεται καὶ ἡ αἰτια‐ | 226 |
227 | τικὴ εἰς η καταλήγειν· ἐὰν δὲ θελήσωμεν ἐπὶ τούτων ποιῆσαι τὴν αἰτιατικὴν εἰς η, κωλυόμεθα ἀπὸ τῆς κλητικῆς· οὐδέποτε γὰρ αἰτιατικὴ ἑνικῶν εἰς η λήγουσα παρ’ ἡμῖν ἢ παρὰ τοῖς Ἀθηναίοις ἔχει τὴν κλη‐ τικὴν εἰς φωνῆεν λήγουσαν, οἷον τὸν εὐσεβῆ ὦ εὐσεβές, τὸν εὐγενῆ | |
5 | ὦ εὐγενές, τὸν κακοήθη ὦ κακόηθες· ἀμέλει τοῦ Δημοσθένους καὶ τῶν ὁμοίων ποιοῦντες οἱ Ἀθηναῖοι τὴν κλητικὴν εἰς η, οἷον ὦ Δημοσθένη καὶ ὦ Διομήδη, ἐποίησαν καὶ τὴν αἰτιατικὴν εἰς ν, οἷον τὸν Δημοσθέ‐ νην καὶ τὸν Διομήδην, ἵνα μὴ εὑρεθῇ ἡ αἰτιατικὴ εἰς η καταλήγουσα τῆς κλητικῆς εἰς φωνῆεν ληγούσης· ὅταν γὰρ εὑρεθῇ εἰς η λήγουσα ἡ | |
10 | αἰτιατική, οἷον τὸν Δημοσθένη, τὸν Διομήδη, τότε ἔχει τὴν κλητικὴν εἰς σύμφωνον λήγουσαν, οἷον ὦ Δημόσθενες, ὦ Διόμηδες. Ἐπειδὴ οὖν ταῦτα, φημὶ δὴ τὰ εἰς υς καὶ τὰ εἰς ευς, ποιοῦσι τὴν κλητικὴν ἀποβολῇ τοῦ ς, οἷον ὦ ταχύ, ὦ βραδύ, ὦ ὀξύ, ὦ Πηλεῦ, ὦ Ἀτρεῦ, ὦ Ἀχιλλεῦ, καὶ εἰς φωνῆεν λήγει ἡ κλητικὴ ἐπὶ τούτων, δηλονότι οὐ | |
15 | δύναται ἡ αἰτιατικὴ εἰς η καταλήγειν· οὐδέποτε γάρ, ὡς εἴρηται, τῆς κλητικῆς εἰς φωνῆεν ληγούσης ὀφείλει ἡ αἰτιατικὴ εἰς η καταλήγειν, οὔτε παρ’ ἡμῖν οὔτε παρὰ τοῖς Ἀθηναίοις· τῆς οὖν αἰτιατικῆς μὴ δυ‐ ναμένης εἰς η καταλήγειν, εἰκότως οὐδὲ ἡ γενικὴ τῶν ἑνικῶν εἰς ους δύναται συναιρεῖσθαι· πρόσκειται δέ «ἢ παρ’ ἡμῖν ἢ παρὰ τοῖς Ἀθηναί‐ | |
20 | οις», ἐπειδὴ παρὰ τοῖς Δωριεῦσιν εὑρίσκομεν εἰς η καταλήγουσαν τὴν αἰτιατικὴν τῆς κλητικῆς εἰς φωνῆεν ληγούσης, οἷον τὸν Τυδῆ ὦ Τυδεῦ, ὡς παρ’ Ὁμήρῳ 〈Δ 384〉 ἔνθ’ αὖτ’ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί, ἀντὶ τοῦ ἄγγελον ἀπέστειλαν τὸν Τυδέα, τὸ γὰρ ἀγγελίην ἄγγελον νοητέον ἐνταῦθα. Ταῦτα μὲν ἐν τούτοις. | |
25 | Ἔτι δὲ ὑπολείπεται ἡμῖν ζητῆσαι, διατί ἐπὶ μὲν τῶν εἰς ευς τῶν ἐχόντων προηγούμενον σύμφωνον οὐ γίνεται ἡ κρᾶσις ἐν τῇ γενικῇ, οἷον Πηλεύς Πηλέως, Ἀχιλλεύς Ἀχιλλέως, Ἀτρεύς Ἀτρέως, ἐπὶ δὲ τῶν ἐχόντων προηγούμενον φωνῆεν γίνεται κρᾶσις κατὰ τὴν γενικήν, οἷον Ἐρετριεύς Ἐρετριέως Ἐρετριῶς, Πειραιεύς Πειραιέως Πειραιῶς, | |
30 | Στειριεύς Στειριέως Στειριῶς, καὶ διατί ἀπὸ τῆς Ἀττικῆς γενικῆς, φημὶ δὴ τῆς διὰ τοῦ ε καὶ ω, ἐγένετο ἡ κρᾶσις καὶ οὐκ ἀπὸ τῆς κοινῆς γε‐ νικῆς τῆς διὰ τοῦ ε καὶ ο. Ἔστιν οὖν ἀπολογήσασθαι οὕτως· πᾶσα γενικὴ συναιρουμένη ἔχει καὶ τὴν αἰτιατικὴν συναιρουμένην δηλονότι ἐπὶ ἀρσενικῶν καὶ θηλυκῶν, οἷον Δημοσθένεος Δημοσθένους τὸν Δη‐ | |
35 | μοσθένεα τὸν Δημοσθένη, εὐγενέος εὐγενοῦς τὸν εὐγενέα τὸν εὐγενῆ, Σαπφόος Σαπφοῦς τὴν Σαπφόα τὴν Σαπφώ, Λητόος Λητοῦς τὴν Λητόα τὴν Λητώ· πρόσκειται «δηλονότι ἐπὶ ἀρσενικῶν καὶ θηλυκῶν» διὰ τὰ οὐδέτερα· ἔστι γὰρ τείχεος τείχους, καὶ ἰδοὺ ἡ γενικὴ συναιρεῖται, καὶ | |
ὅμως ἡ αἰτιατικὴ οὐ συναιρεῖται· τὸ τεῖχος γάρ ἐστιν ἡ αἰτιατικὴ ὁμο‐ | 227 | |
228 | φώνως τῇ εὐθείᾳ· τὰ γὰρ οὐδέτερα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ αἰτια‐ τικὴν καὶ κλητικήν, οἷον τὸ βέλος τοῦ βέλους τῷ βέλει τὸ βέλος ὦ βέλος, τὸ ξύλον τοῦ ξύλου τῷ ξύλῳ τὸ ξύλον ὦ ξύλον. Ἐὰν οὖν ἐπὶ τῶν εἰς ευς τῶν ἐχόντων σύμφωνον πρὸ τοῦ ε θελήσωμεν ποιῆσαι ἐν | |
5 | τῇ γενικῇ συναίρεσιν ἤγουν κρᾶσιν, ἀναγκαζόμεθα καὶ ἐν τῇ αἰτιατικῇ ποιῆσαι συναίρεσιν ἤγουν κρᾶσιν, καὶ ἢ εἰς η ἀναγκαζόμεθα ποιῆσαι αὐτὴν ἢ εἰς α· τὸ γὰρ ε καὶ α ἢ εἰς η κίρνανται, οἷον τείχεα τείχη, βέλεα βέλη, ἢ εἰς α μακρόν, οἷον τὸν εὐφυέα τὸν εὐφυᾶ, τὸν ὑγιέα τὸν ὑγιᾶ. Καὶ εἰς η μὲν οὐ δυνάμεθα ποιῆσαι αὐτὴν διὰ τὸ εἶναι τὴν | |
10 | κλητικὴν εἰς φωνῆεν λήγουσαν, οἷον ὦ Ἀχιλλεῦ, ὦ Πηλεῦ· οὐ δύναται γάρ, ὡς ἐμάθομεν, ἡ κλητικὴ εἰς φωνῆεν λήγουσα ἔχειν τὴν αἰτιατικὴν εἰς η καταλήγουσαν, οὔτε παρ’ ἡμῖν οὔτε παρὰ τοῖς Ἀθηναίοις· ἀλλ’ οὔτε δὲ εἰς α δύναται γενέσθαι ἡ αἰτιατικὴ ἐπὶ τούτων, ἐπειδὴ προ‐ ηγεῖται τοῦ ε σύμφωνον, οἷον Πηλέα Ἀχιλλέα, τὸ γὰρ ε καὶ α εἰς α | |
15 | κίρνανται ἡνίκα προηγεῖται τοῦ ε φωνῆεν, οἷον εὐφυέα εὐφυᾶ, ὑγιέα ὑγιᾶ, συμφώνου δὲ προηγουμένου οὐδέποτε κίρνανται τὸ ε καὶ α εἰς α, ἀλλ’ εἰς η μόνον, οἷον τείχεα τείχη, βέλεα βέλη, Δημοσθένεα Δη‐ μοσθένη. Κωλυομένης οὖν τῆς αἰτιατικῆς συναιρεθῆναι ἤγουν κρᾶσιν ἀναδέξασθαι, καθότι οὔτε εἰς η δύναται γενέσθαι διὰ τὸ ἔχειν τὴν κλη‐ | |
20 | τικὴν εἰς φωνῆεν λήγουσαν, ἀλλ’ οὔτε δὲ εἰς α διὰ τὸ ἔχειν πρὸ τοῦ ε σύμφωνον, εἰκότως κωλύεται καὶ ἡ γενικὴ συναίρεσιν ἐπιδέξασθαι ἤγουν κρᾶσιν. Τούτου οὖν χάριν ἐπὶ τῶν εἰς ευς τῶν ἐχόντων προ‐ ηγούμενον σύμφωνον οὐ γίνεται κρᾶσις κατὰ τὴν γενικήν, οἷον Πηλεύς Πηλέως, Ἀχιλλεύς Ἀχιλλέως· ἐπὶ δὲ τῶν ἐχόντων προηγούμενον φω‐ | |
25 | νῆεν γίνεται κρᾶσις κατὰ τὴν γενικήν, οἷον Ἐρετριεύς Ἐρετριέως Ἐρε‐ τριῶς, Πειραιεύς Πειραιέως Πειραιῶς, Στειριεύς Στειριέως Στειριῶς, ἐπειδὴ ἀκωλύτως ἐπὶ τούτων δύναται ποιῆσαι ἡ αἰτιατικὴ κρᾶσιν τοῦ ε καὶ α εἰς α μακρόν, οἷον τὸν Ἐρετριέα τὸν Ἐρετριᾶ, τὸν Πειραιέα τὸν Πειραιᾶ, τὸν Στειριέα τὸν Στειριᾶ, φωνῆεν γὰρ προηγεῖται τοῦ ε· | |
30 | ἡνίκα δὲ τοῦ ε προηγεῖται φωνῆεν, οὐ κωλύεται τὸ ε καὶ α εἰς α κρα‐ θῆναι, οἷον τὸν εὐφυέα τὸν εὐφυᾶ, τὸν ὑγιέα τὸν ὑγιᾶ· τῆς οὖν αἰτια‐ τικῆς ἐπὶ τούτων μὴ κωλυομένης συναιρεθῆναι, εἰκότως οὔτε ἡ γενικὴ κωλύεται συναιρεθῆναι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι διὰ τὴν αἰτίαν τὴν λεχθεῖσαν ἐπὶ τῶν εἰς ευς τῶν | |
35 | ἐχόντων προηγούμενον σύμφωνον οὔτε τὰ εἰς ις τὰ διὰ τοῦ εος κλι‐ νόμενα δύνανται συναίρεσιν ἐπιδέξασθαι κατὰ τὴν γενικήν, οἷον ὄφις ὄφεος, πόλις πόλεος, μάντις μάντεος, πρᾶξις πράξεος, ἐπειδὴ καὶ ἐπὶ τούτων οὔτε εἰς η ἠδύνατο εἶναι ἡ αἰτιατικὴ οὔτε εἰς α· εἰς η μὲν γὰρ οὐκ ἠδύνατο εἶναι ἡ αἰτιατικὴ διὰ τὸ τὴν κλητικὴν εἰς φωνῆεν λήγειν, | |
40 | οἷον ὦ ὄφι, ὦ μάντι, ὦ πόλι, ὦ πρᾶξι· τὸ γὰρ ὦ ὄφις καὶ ὦ μάντις | 228 |
229 | 〈καὶ ὦ πόλισ〉 καὶ ὦ πρᾶξις Ἀττικά εἰσιν· εἰς α δὲ οὐκ ἠδύνατο εἶναι διὰ τὸ σύμφωνον προηγεῖσθαι τοῦ ε, οἷον ὄφεα μάντεα πόλεα πράξεα· ἥτις αἰτιατικὴ καὶ ἐπιλέλοιπε κατὰ χρῆσιν, λέγω δὴ ἡ εἰς α, τὸν ὄφιν γὰρ καὶ τὸν μάντιν καὶ τὴν πόλιν καὶ τὴν πρᾶξιν μόνως λέγομεν. | |
5 | Τούτων οὕτως ἐχόντων ἔτι ὑπολείπεται ἡμῖν ζητῆσαι, διατί ἐπὶ τοῦ Ἐρετριεύς καὶ Πειραιεύς καὶ Στειριεύς ἀπὸ τῆς Ἀττικῆς γενικῆς, φημὶ δὴ τῆς διὰ τοῦ ε καὶ ω, ἐγένετο ἡ κρᾶσις κατὰ τὴν γενικήν, οἷον Ἐρετριέως Ἐρετριῶς, Πειραιέως Πειραιῶς, Στειριέως Στειριῶς, καὶ οὐκ ἀπὸ τῆς γενικῆς τῆς κοινῆς, φημὶ δὴ τῆς διὰ τοῦ ε καὶ ο. Καὶ ἔστιν | |
10 | εἰπεῖν ταύτην τὴν ἀπολογίαν· εἰκότως ἀπὸ τῆς Ἀττικῆς γενικῆς ἐγένετο ἡ κρᾶσις καὶ οὐκ ἀπὸ τῆς κοινῆς, ἐπειδὴ εἰ ἐγένετο ἀπὸ τῆς κοινῆς γενικῆς, ἤμελλεν εἰς ους εἶναι ἡ γενική, τὸ γὰρ ε καὶ ο εἰς τὴν ου δίφθογγον κίρνανται, οἷον Δημοσθένεος Δημοσθένους, εὐγενέος εὐγε‐ νοῦς, τῆς δὲ γενικῆς εἰς ους οὔσης ἠναγκάζετο ἡ αἰτιατικὴ καταλήγειν | |
15 | εἰς η· ἐμάθομεν γάρ, ὅτι πᾶσα γενικὴ ἀρσενικὴ εἰς ους λήγουσα θέλει ἔχειν τὴν αἰτιατικὴν εἰς η καταλήγουσαν, οἷον τοῦ Δημοσθένους τὸν Δημοσθένη, τοῦ εὐγενοῦς τὸν εὐγενῆ, τοῦ κακοήθους τὸν κακοήθη· τῆς δὲ αἰτιατικῆς εἰς η καταληγούσης οὐ δύναται ἡ κλητικὴ εἰς φωνῆεν καταλήγειν οὔτε παρ’ ἡμῖν οὔτε παρὰ τοῖς Ἀθηναίοις, ὡς προείρηται· | |
20 | εἰ οὖν ταῦτα εἰς φωνῆεν ἔχουσι τὴν κλητικὴν καταλήγουσαν, ὦ Ἐρε‐ τριεῦ γὰρ καὶ ὦ Πειραιεῦ καὶ ὦ Στειριεῦ, δηλονότι οὐ δύναται εἰς η καταλήγειν ἐπὶ τούτων ἡ αἰτιατική· τῆς δὲ αἰτιατικῆς μὴ δυναμένης εἰς η καταλήγειν, οὔτε εἰς ους δύναται ἡ γενικὴ καταλήγειν· τούτου οὖν χάριν ἀπὸ τῆς κοινῆς οὐκ ἐγένετο ἡ κρᾶσις ἀλλ’ ἀπὸ τῆς Ἀττικῆς. | |
25 | Ταῦτα μὲν ἐν τούτοις. Τῷ ἡδέϊ καὶ ἡδεῖ κατὰ συναίρεσιν, τὸν ἡδέα καὶ ἡδύν. Ἰστέον ὅτι αὗται αἱ αἰτιατικαὶ διχῶς λέγονται, οἷον ἡδύς ἡδέος ἡδέα καὶ ἡδύν, εὐρύς εὐρέος εὐρέα καὶ εὐρύν, 〈Ζ 291〉 ἐπ’ εὐρέα πόντον, πολύς πολέος πολέα, πολέα στρατόν, καὶ πολύν· καὶ ἡ μὲν εἰς α λήγουσα | |
30 | ἀπὸ τῆς δοτικῆς κανονίζεται, ἡ δὲ εἰς ν ἀπὸ τῆς εὐθείας. Ὦ ἡδύ. Ἰστέον ὅτι τὰ εἰς υς ἀποβολῇ τοῦ ς ποιοῦσι τὴν κλητι‐ κήν, οἷον ὁ ταχύς ὦ ταχύ, ὁ ὀξύς ὦ ὀξύ, ὁ θῆλυς ὦ θῆλυ, ὁ βότρυς ὦ βότρυ, ὁ νέκυς ὦ νέκυ. Τὼ ἡδέε. Ἰστέον ὅτι οὐ συναιρεῖται ἐνταῦθα ἡ εὐθεῖα τῶν δυϊκῶν, | |
35 | οὐδὲ γὰρ λέγομεν τὼ ἡδέε τὼ ἡδῆ, ὥσπερ τὼ Δημοσθένεε τὼ Δημο‐ σθένη. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὰ εἰς υς οὐ συναι‐ ροῦνται κατὰ τὴν εὐθεῖαν τῶν δυϊκῶν, οἷον ὀξύς ὀξέος τὼ ὀξέε, ἡδύς ἡδέος τὼ ἡδέε, βραδύς βραδέος τὼ βραδέε. Ἔστιν οὖν εἰπεῖν ταύτην | |
τὴν ἀπολογίαν· ἡνίκα συναιρεῖται ἡ εὐθεῖα τῶν δυϊκῶν, πάντως ἡ γε‐ | 229 | |
230 | νικὴ τῶν ἑνικῶν· μακροκαταληκτεῖ, οἷον Δημοσθένης Δημοσθένους Δη‐ μοσθένεε Δημοσθένη, βασιλεύς βασιλέως βασιλέε βασιλῆ, πόλις πόλεως πόλεε πόλη· ἐπειδὴ οὖν τὰ εἰς υς τριγενῆ οὐδέποτε μακροκαταληκτοῦσι κατὰ τὴν γενικὴν τῶν ἑνικῶν, οὐδὲ γὰρ γίνεται διὰ τοῦ ε καὶ ω ἀττι‐ | |
5 | κῶς, τούτου χάριν οὐ συναιροῦνται κατὰ τὴν εὐθεῖαν τῶν δυϊκῶν. Δεῖ δὲ γινώσκειν, ὅτι τὸ τραχύς μόνον εὑρίσκεται συναιρούμενον κατὰ τὴν εὐθεῖαν τῶν δυϊκῶν εἰς τὴν ει δίφθογγον παρὰ Ἴωνι τῷ τραγικῷ, οἷον 〈fragm. 67 N2〉 τὼ τραχέε τὼ τραχεῖ. Ταῦτα μὲν ἐν τούτοις. Τοῖν ἡδέοιν. Ἰστέον ὅτι οὐ συναιρεῖται ἐνταῦθα ἡ γενικὴ τῶν | |
10 | δυϊκῶν, ἐπειδὴ οὔτε ἡ γενικὴ τῶν ἑνικῶν συναιρεῖται. Ταῦτα μὲν ἐν τούτοις. Ὦ ἡδέε. Ἰστέον ὅτι οὐ συναιρεῖται ἐνταῦθα ἡ κλητικὴ τῶν δυϊ‐ κῶν, ἐπειδὴ οὔτε ἡ εὐθεῖα τῶν δυϊκῶν συναιρεῖται· τῶν δὲ δυϊκῶν καὶ τῶν πληθυντικῶν ὡς ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική. | |
15 | Οἱ ἡδέες καὶ ἡδεῖς· εἴρηται. Ζητοῦσι δέ τινες λέγοντες, διὰ ποίαν αἰτίαν τῆς εὐθείας τῶν δυϊκῶν μὴ συναιρουμένης ἐνταῦθα ἡ εὐθεῖα τῶν πληθυντικῶν συναιρεῖται. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἡ εὐθεῖα τῶν πληθυντικῶν, ὅπου εὕρῃ ἀλλεπάλληλα φωνήεντα, συναιρεῖ αὐτά, οἷον Δημοσθένεες Δημοσθένεις, ὄφιες ὄφις, ἰχθύες ἰχθῦς· οὐδὲ γὰρ ἀκολου‐ | |
20 | θεῖ τῇ εὐθείᾳ τῶν δυϊκῶν εἰς τοῦτο· ἰδοὺ γὰρ τοῦ βότρυς καὶ στάχυς καὶ τῶν ὁμοίων καὶ τοῦ βοῦς καὶ χροῦς καὶ τῶν ὁμοίων μὴ συναιρου‐ μένων κατὰ τὴν εὐθεῖαν τῶν δυϊκῶν, οἷον βότρυε στάχυε βόε χρόε, ἡ εὐθεῖα τῶν πληθυντικῶν συναιρεῖται, οἷον βότρυες βότρυς, στάχυες στάχυς, βόες βοῦς, χρόες χροῦς. | |
25 | Τῶν ἡδέων. Ἰστέον ὅτι οὐ συναιρεῖται ἐνταῦθα ἡ γενικὴ τῶν πληθυντικῶν, ἐπειδὴ οὔτε ἡ γενικὴ τῶν ἑνικῶν συναιρεῖται. Τοῖς ἡδέσι. Κανονίζεται ἡ δοτικὴ τῶν πληθυντικῶν ἀπὸ τῆς δο‐ τικῆς τῶν ἑνικῶν, τῷ ἀπὸ τῆς δοτικῆς κανόνι τῷ εἰρημένῳ ἐν τῇ περὶ τοῦ Δημοσθένεσι διδασκαλίᾳ· οὐδὲ γὰρ δύναται ἀπὸ τῆς εὐθείας τῶν | |
30 | ἑνικῶν κανονισθῆναι, ἐπειδὴ οὐκ ἔστι μετὰ μακρᾶς· τὸ γὰρ υς συνεσταλ‐ μένον ἐστίν. Τοὺς ἡδέας καὶ ἡδεῖς· εἴρηται. | |
Ὦ ἡδέες καὶ ὦ ἡδεῖς· εἴρηται. | 230 | |
231 | Κανὼν ιβʹ. Ὁ βότρυς τοῦ βότρυος. Λέγει ὁ τεχνικός, ὅτι τὰ εἰς υς μονογενῆ τὸ υ φυλάττουσιν ἐπὶ τῆς γενικῆς δηλονότι καὶ διὰ καθαροῦ τοῦ ος κλίνονται, οἷον στάχυς | |
5 | στάχυος, βότρυς βότρυος, νέκυς νέκυος, Τίφυς Τίφυος (ἔστι δὲ ὄνομα κύριον), Ῥαδάμανθυς Ῥαδαμάνθυος, Πάλμυς Πάλμυος· τὸ γὰρ Πάλ‐ μυδος διὰ τοῦ δος κλιθὲν παρὰ Αἰσχύλῳ 〈fragm. 437 N2〉 ἡμάρτηται· ἔστι δὲ ὄνομα κύριον βασιλέως. Δεῖ προσθεῖναι «χωρὶς τοῦ πῆχυς πή‐ χεως καὶ πέλεκυς πελέκεως». Πρόσκειται ἐν τῷ κανόνι «μονογενῆ» | |
10 | διὰ τὰ προλεχθέντα τριγενῆ· ταῦτα γὰρ οὐ φυλάττουσι τὸ υ ἐπὶ τῆς γενικῆς, οἷον ταχύς ταχέος, βραδύς βραδέος, ὀξύς ὀξέος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς υς μονοσύλλαβα περισπῶνται καὶ διὰ καθαροῦ τοῦ ος κλίνονται κατὰ τὴν γενικὴν καὶ συστέλλουσι τὸ υ ἐν τῇ γενικῇ | |
15 | καὶ ἐν ταῖς ἑξῆς πτώσεσιν, οἷον μῦς μυός, σῦς συός, δρῦς δρυός· τὰ δὲ ὑπὲρ μίαν συλλαβὴν περισπώμενα, εἰ μὲν ὦσιν ὑποκοριστικά, ἀπο‐ βολῇ τοῦ ς ποιοῦσι τὴν γενικήν, οἷον ὁ Καμμῦς τοῦ Καμμῦ, ὁ Διονῦς τοῦ Διονῦ, ὁ Κλαυσῦς τοῦ Κλαυσῦ, ὁ Λαρδῦς τοῦ Λαρδῦ, εἰ δὲ μὴ ὦσιν ὑποκοριστικά, διὰ καθαροῦ τοῦ ος κλίνονται καὶ συστέλλουσι τὸ υ | |
20 | καὶ ἐν τῇ γενικῇ καὶ ἐν ταῖς ἑξῆς πτώσεσιν, οἷον ὀσφῦς ὀσφύος (ση‐ μαίνει δὲ τὴν ῥάχιν), ἰχθῦς ἰχθύος, ὀφρῦς ὀφρύος. Ἰστέον δὲ ὅτι πάντα τὰ εἰς υς περισπώμενα ὑπὲρ μίαν συλλαβὴν ὄντα ὑποκοριστικά εἰσιν, οἷον ὁ Καμμῦς, ὁ Κλαυσῦς, ὁ Διονῦς, ὁ Λαρ‐ δῦς, χωρὶς τῶν τριῶν τούτων, φημὶ δὴ τοῦ ὀσφῦς ὀφρῦς ἰχθῦς (ὀσφῦς | |
25 | δέ ἐστιν, ὡς εἴρηται, ἡ ῥάχις)· τὸ γὰρ ἰξύς (σημαίνει δὲ καὶ αὐτὸ τὴν ῥάχιν), εἰ καὶ παρατέθειται ὁ Ἡρωδιανὸς ἐν τῷ Ὀνοματικῷ ὡς πε‐ ρισπώμενον, ἀλλ’ οὖν οὐ περισπᾶται ἀλλ’ ὀξύνεται, ὥς φησιν ἐν τῇ Καθόλου. Ταῦτα δὲ τὰ εἰς υς ὑποκοριστικὰ εἰς τὰ ἑνικὰ κλίνονται μό‐ νον, δυϊκὰ γὰρ ἢ πληθυντικὰ οὐ δύνανται ἐπιδέξασθαι διὰ τὴν ἀνακο‐ | |
30 | λουθίαν τῆς ἀναλογίας· οὐδὲ γὰρ εὑρίσκομεν πῶς ὤφειλον καταλήγειν· οὐκ ἔχουσι γὰρ κατάληξιν ἁρμόζουσαν τοῖς δυϊκοῖς καὶ τοῖς πληθυντι‐ κοῖς, τὸ γὰρ υ οὐκ ἔστι τελικὸν οὔτε τῶν δυϊκῶν οὔτε τῶν πληθυντι‐ κῶν. Ταῦτα δὲ τὰ εἰς υς ὑποκοριστικὰ οὐκ ἔχουσι τὸ ι ἐν τῇ δοτικῇ τῶν ἑνικῶν· τῷ Καμμῦ γὰρ καὶ τῷ Κλαυσῦ καὶ τῷ Διονῦ καὶ τῷ Λαρδῦ | |
35 | χωρὶς τοῦ ι, ἐπειδὴ οὐδέποτε ἐν τέλει λέξεως ἡ υι δίφθογγος εὑρίσκε‐ | |
ται, οἷον μυῖα ἅρπυια υἱός· εἰ εἶχον οὖν ταῦτα ἐν τῇ δοτικῇ τῶν ἑνι‐ | 231 | |
232 | κῶν τὸ ι, ἤμελλεν ἡ υι δίφθογγος ἐν τέλει λέξεως εὑρίσκεσθαι, ὅπερ ἐστὶν ἀδύνατον. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς υς σύνθετα, εἰ μὲν ἀπὸ ἁπλῶν εἰς υς ληγόν‐ των εἰσὶ συντεθειμένα, τὴν τῶν ἁπλῶν φυλάττουσι κλίσιν, οἷον βραχύς | |
5 | βραχέος τρίβραχυς τριβράχεος, πῆχυς πήχεως δεκάπηχυς δεκαπήχεως, θῆλυς θήλεος ἀρσενόθηλυς ἀρσενοθήλεος, ἰχθῦς ἰχθύος κάλλιχθυς καλ‐ λίχθυος, ὀφρῦς ὀφρύος λεύκοφρυς λευκόφρυος· εἰ δὲ ἀπὸ ῥήματός εἰσι συντεθειμένα, διὰ τοῦ δος κλίνονται, οἷον ἔπηλυς ἐπήλυδος, νέηλυς νεήλυδος (σημαίνει δὲ τὸν ξένον)· ταῦτα γὰρ οὐκ εἰσὶν ἀπὸ ἁπλῶν εἰς | |
10 | υς ληγόντων συντεθειμένα, ἀλλ’ ἀπὸ ῥήματος τοῦ ἐλεύθω τοῦ σημαί‐ νοντος τὸ παραγίνομαι. Τούτων οὕτως ἐχόντων ἐμάθομεν, ὅτι τὰ εἰς υς μονογενῆ τὸ υ φυλάττουσιν ἐπὶ τῆς γενικῆς· σημειοῦται δὲ ὁ τεχνι‐ κὸς τὸ πῆχυς πήχεως καὶ πέλεκυς πελέκεως ὡς μὴ φυλάξαντα τὸ υ ἐπὶ τῆς γενικῆς. Καὶ λέγει ὁ Ἡρωδιανός, ὅτι πήχυος ἦν καὶ πελέ‐ | |
15 | κυος κατὰ τὴν ἀκολουθίαν, ὥσπερ βότρυς βότρυος, καὶ ἐπειδὴ τὰ μετα‐ βάλλοντα τὸ ο ἀττικῶς εἰς τὸ ω δηλονότι κατὰ τὴν γενικὴν ἠναγκά‐ σθησαν καὶ τὸ παραλῆγον φωνῆεν εἰς ε μεταβάλλειν—ὁ δὲ λόγος ἐπὶ τῶν καθαριευόντων, οἷον μάντιος μάντεως, ὄφιος ὄφεως, λαός λεώς, Μενέλαος Μενέλεως—εἰκότως καὶ τὸ πήχυος καὶ πελέκυος, ἐκτείναντα | |
20 | τὸ ο εἰς τὸ ω ἀττικῶς δηλονότι κατὰ τὴν γενικήν, ἠναγκάσθησαν καὶ τὸ παραλῆγον φωνῆεν τρέψαι εἰς τὸ ε καὶ γενέσθαι πήχεως καὶ πελέκεως διὰ τοῦ ε καὶ ω· εἰ δέ που εὑρήσεις πήχεος καὶ πελέκεος διὰ τοῦ ο, γνῶθι ὅτι κατὰ συστολὴν ἐγένοντο ἀπὸ τοῦ πήχεως καὶ πελέκεως. Πρόσ‐ κειται «ὁ δὲ λόγος ἐπὶ τῶν καθαριευόντων» διὰ τὸ κάλος κάλως (ση‐ | |
25 | μαίνει δὲ τὸ σχοινίον) καὶ Τάλος Τάλως (ἔστι δὲ ὄνομα κύριον)· ταῦτα γὰρ ἔτρεψαν τὸ ο εἰς τὸ ω ἀττικῶς καὶ τὸ παραλῆγον φωνῆεν οὐκ ἔτρεψαν εἰς τὸ ε, ἀλλ’ οὐ καθαριεύουσιν. Ἐζητήθη δὲ ἡμῖν καὶ περὶ τοῦ πρέσβυς πρέσβεος, εἴτε διὰ τοῦ ε καὶ ο μόνως εὕρηται εἴτε καὶ διὰ τοῦ ε καὶ ω, καὶ ἠπόρηται ἡμῖν, εἰ | |
30 | ἔστι τριγενὲς τὸ πρέσβυς· εἰ γάρ ἐστι τριγενές, διὰ τοῦ ε καὶ ο μόνως ἐστί· τὰ γὰρ εἰς υς ἔχοντα τριγένειαν οὐ γίνονται διὰ τοῦ ε καὶ ω ἀττικῶς, ὡς ἐμάθομεν, οἷον ἡδύς ἡδέος, ὀξύς ὀξέος, θῆλυς θήλεος, ἥμισυς ἡμίσεος διὰ τοῦ ε καὶ ο· ταῦτα γὰρ οὐδέποτε γίνονται διὰ τοῦ ε καὶ ω. Εἰ οὖν τὸ πρέσβυς ἔχει τριγένειαν, οὐ δύναται γενέσθαι διὰ | |
35 | τοῦ ε καὶ ω ἀττικῶς· εἰ δὲ οὐκ εὐποροῦσι χρήσεως τριγενείας, οὐκ ἔχουσι γὰρ χρῆσιν δοῦναι ἡμῖν οὔτε τοῦ πρέσβυ οὐδετέρου ἀλλ’ οὔτε δὲ τοῦ πρέσβεια θηλυκοῦ, τὸ γὰρ πρέσβα κατὰ συγκοπήν ἐστιν ἀπὸ τοῦ πρεσβεία, δηλονότι μονογενές ἐστιν· εἰ δὲ μονογενές ἐστιν, ὤφειλε φυ‐ | |
λάξαι τὸ υ ἐν τῇ γενικῇ, ὥσπερ τὸ βότρυς βότρυος καὶ στάχυς στάχυος· | 232 | |
233 | εἰ δὲ οὐ φυλάττει τὸ υ ἐν τῇ γενικῇ, δηλονότι ἠκολούθησε τῷ πῆχυς πήχεως καὶ πέλεκυς πελέκεως· καὶ πρότερον ἐγένετο ἡ ἔκτασις τοῦ ο εἰς τὸ ω ἐν τῇ γενικῇ, καὶ οὕτως ἐγένετο ἡ παραλήγουσα διὰ τοῦ ε, ὡς ἐπὶ τοῦ πῆχυς πήχεως καὶ πέλεκυς πελέκεως· καὶ τελευταῖον ἔτρεψε | |
5 | τὸ ω εἰς τὸ ο καὶ ἐγένετο πρέσβεος, ὡς ἐπὶ τοῦ πήχεος καὶ πελέκεος. Ἰστέον δὲ ὅτι εὕρηται τὸ θηλυκὸν αὐτοῦ ἡ πρέσβυς τῆς πρέσβυος, καὶ τὸ ἀρσενικὸν δὲ παρὰ τοῖς Δωριεῦσι κατὰ τροπὴν τοῦ β εἰς τὸ γ εὕ‐ ρηται πρέσγυς πρέσγυος. Ἰστέον δὲ ὅτι τὸ πρέσβυς οἱ τεχνικοὶ μονο‐ γενὲς λέγουσιν εἶναι, καὶ ὅτι ἐπειδὴ μονογενές ἐστιν ὤφειλε τὸ υ φυ‐ | |
10 | λάττειν ἐπὶ τῆς γενικῆς· εἰ δὲ μὴ φυλάττει τὸ υ ἐν τῇ γενικῇ, δηλον‐ ότι τῷ λόγῳ τοῦ πῆχυς πήχεος καὶ πέλεκυς πελέκεος ἠκολούθησε, καὶ ἔστι τρίτον μετὰ τῶν σεσημειωμένων. Δεῖ δὲ γινώσκειν, ὅτι τὸ πρέσβυς ἐπὶ τοῦ γέροντος δεῖ νοεῖν, ἐπὶ γὰρ τῶν ἐκπεμπομένων εἰς πρεσβείαν οὐχ εὑρίσκομεν τὴν εὐθεῖαν εἰς υς, ὥσπερ ἐνόμισάν τινες· εἰ γὰρ εὕρη‐ | |
15 | ται ἡ αἰτιατικὴ τὸν πρέσβιν, ὡς μάντιν, καὶ ἡ κλητικὴ ὦ πρέσβις ἀττι‐ κῶς, ὥσπερ ὦ μάντις, δηλονότι καὶ ἡ εὐθεῖα ὁ πρέσβις, ὥσπερ ὁ μάν‐ τις, καὶ ἡ γενικὴ τοῦ πρέσβεως ἀκολούθως, ὥσπερ τοῦ μάντεως. Ταῦτα μὲν ἐν τούτοις. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὸ βότρυς βότρυος καὶ | |
20 | στάχυς στάχυος οὐ γίνεται παρὰ τοῖς Ἀττικοῖς διὰ τοῦ ω. Καὶ ἔστιν εἰπεῖν, ὅτι, ὡς ἐμάθομεν, τὰ ἐκτείνοντα τὸ ο εἰς τὸ ω ἀττικῶς ἐπὶ τῶν καθαριευόντων καὶ τὸ παραλῆγον φωνῆεν εἰς ε μεταβάλλουσιν, οἷον ὄφις ὄφιος καὶ ὄφεως, πόλις πόλιος καὶ πόλεως, ναός νεώς, λαός λεώς· εἰ οὖν ἐξέτειναν ταῦτα τὸ ο εἰς τὸ ω ἀττικῶς, ἠναγκάζοντο καὶ | |
25 | τὸ παραλῆγον φωνῆεν εἰς ε μεταβάλλειν, ὅπερ ἐστὶν ἄτοπον· τὰ γὰρ εἰς υς μονογενῆ, ὡς εἴρηται, τὸ υ θέλουσι φυλάττειν ἐπὶ τῆς γενικῆς. Τῷ βότρυϊ. Ἰστέον ὅτι οὐ συναιρεῖται ἐνταῦθα ἡ δοτικὴ τῶν ἑνικῶν, ἐπειδὴ εἰ συνῃρεῖτο ἤμελλεν εἰς τὴν υι δίφθογγον λήγειν, ὅπερ ἐστὶν ἀδύνατον· οὐδέποτε γὰρ ἡ υι δίφθογγος ἐν τέλει λέξεως εὑρίσκε‐ | |
30 | ται, οἷον μυῖα ἅρπυια υἱός. Τὸν βότρυν. Ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν οὐ λέγονται αἱ αἰτιατικαὶ τῶν εἰς υς μονογενῶν διχῶς, οἷον τὸν βότρυα καὶ βό‐ τρυν, ἀλλ’ εἰς ν μόνως, οἷον τὸν βότρυν. Ἔστιν οὖν εἰπεῖν, ὅτι πᾶσα γενικὴ εἰς ος καθαρὸν λήγουσα διχρόνῳ παραληγομένη εἰς ν μόνως | |
35 | ἔχει τὴν αἰτιατικήν, οἷον ὄφις ὄφιος ὄφιν, μάντις μάντιος μάντιν, πόλις πόλιος πόλιν· ἐπειδὴ οὖν καὶ τὰ εἰς υς μονογενῆ ἔχουσι τὴν γενικὴν εἰς ος καθαρὸν διχρόνῳ παραληγομένην, οἷον στάχυος βότρυος νέκυος, | |
τούτου χάριν εἰς ν μόνως ἔχουσι τὴν αἰτιατικήν, οἷον βότρυν στάχυν | 233 | |
234 | νέκυν. Σεσημείωται παρ’ Εὐφορίωνι ἅπαξ εὑρεθὲν τὸ βότρυα, καὶ παρὰ Διονυσίῳ, οὐκ ἐν τῇ Περιηγήσει ἀλλ’ ἐν ἑτέρῳ αὐτοῦ ποιήματι, τὸ δρύα. Ὦ βότρυ· εἴρηται. Τὼ βότρυε. Ἄξιόν ἐστι ζητῆσαι, διατί ὥσπερ τὸ βότρυες γίνεται | |
5 | κατὰ κρᾶσιν τοῦ υ καὶ ε εἰς υ μακρὸν [καὶ γίνεται] βότρυς, μὴ τὸν αὐτὸν τρόπον καὶ ἡ βότρυε εὐθεῖα τῶν δυϊκῶν [γίνεται] κατὰ κρᾶσιν τοῦ υ καὶ ε εἰς τὸ υ μακρὸν [καὶ] γίνεται βότρυ. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται ἡ εὐθεῖα τῶν δυϊκῶν γενέσθαι κατὰ κρᾶσιν τοῦ υ καὶ ε εἰς τὸ υ μα‐ κρόν, ἐπειδὴ ἤμελλεν εἰς τὸ υ καταλήγειν, ὅπερ ἐστὶν ἀδύνατον· τὸ | |
10 | γὰρ υ οὐκ ἔστι τελικὸν τῆς εὐθείας τῶν δυϊκῶν· ἐν γὰρ τῇ εὐθείᾳ τῶν πληθυντικῶν, εἰ καὶ γίνεται κρᾶσις τοῦ υ καὶ ε εἰς τὸ υ μακρόν, ἀλλ’ οὖν εἰς τὸ ς λήγει ἡ λέξις, ὅπερ τελικόν ἐστι τῆς εὐθείας τῶν πληθυν‐ τικῶν, οἷον Αἴαντες Ἕκτορες. Τοῖν βοτρύοιν, ὦ βότρυε· εἴρηται. Οἱ βότρυες καὶ βότρυς. Ἰστέον ὅτι κατὰ κρᾶσιν τοῦ υ καὶ ε εἰς | |
15 | υ μακρὸν γίνεται οἱ βότρυς. Τῶν βοτρύων· εἴρηται. Τοῖς βότρυ‐ σιν. Ἰστέον ὅτι ἡ δοτικὴ τῶν πληθυντικῶν ἀπὸ τῆς δοτικῆς τῶν ἑνι‐ κῶν κανονίζεται, τῷ κανόνι τῷ εἰρημένῳ ἐν τῇ περὶ τοῦ Δημοσθένεσι διδασκαλίᾳ· οὐδὲ γὰρ δυνάμεθα τῷ ἀπὸ τῆς εὐθείας κανόνι κανονίσαι αὐτὴν τῷ λέγοντι, ὅτι πᾶσα εὐθεῖα ἑνικῶν εἰς ς λήγουσα μετὰ μακρᾶς | |
20 | περιττοσυλλάβως κλινομένη καὶ μὴ συναιρουμένη κατὰ τὴν γενικὴν προσ‐ θέσει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν· οὐδὲ γάρ ἐστι μετὰ μακρᾶς ἡ εὐθεῖα τῶν ἑνικῶν ἐνταῦθα· τὸ γὰρ υ συνεσταλμένον ἐστίν. Τοὺς βότρυας καὶ βότρυς. Ἰστέον ὅτι τὸ μὲν βότρυας ἀπὸ τῆς εὐθείας τῶν πληθυντικῶν κανονίζεται τῷ κανόνι τῷ λέγοντι, ὅτι πᾶσα | |
25 | εὐθεῖα πληθυντικῶν εἰς ες λήγουσα τροπῇ τοῦ ε εἰς α τὴν αἰτιατικὴν ποιεῖ, οἷον Αἴαντες Αἴαντας, Λάχητες Λάχητας. Πάριδες Πάριδας· οὕ‐ τως οὖν καὶ βότρυες βότρυας· οὐδὲ γὰρ δύναται ἀπὸ τῆς αἰτιατικῆς τῶν ἑνικῶν κανονισθῆναι, ἐπειδὴ οὐ λήγει ἡ αἰτιατικὴ τῶν ἑνικῶν εἰς α ἀλλ’ εἰς ν, οἷον τὸν βότρυν· τὸ γὰρ παρ’ Εὐφορίωνι βότρυα σεση‐ | |
30 | μείωται· τὸ δὲ βότρυς ὁμοφωνεῖ τῇ ἰδίᾳ εὐθείᾳ τῶν πληθυντικῶν τῇ οἱ βότρυς. Ὦ βότρυες καὶ ὦ βότρυς· εἴρηται. Κανὼν ιγιʹ. Ὁ βοῦς τοῦ βοός. Ἰστέον ὅτι τὰ εἰς ους ἀπαθῆ διὰ καθαροῦ τοῦ ος κλίνονται, οἷον | |
35 | βοῦς βοός, [νοῦς νοός], χροῦς χροός, χοῦς χοός, χνοῦς χνοός, πλὴν τοῦ πούς ποδός καὶ ὀδούς ὀδόντος· ἰστέον δὲ ὅτι εὑρέθη τοῦ βοῦς ἡ | |
γενικὴ οὐ μόνον βοός, ἀλλὰ καὶ τοῦ βοῦ παρὰ Σοφοκλεῖ ἐν Ἰνάχῳ | 234 | |
235 | 〈fragm. 258 N2〉 καὶ παρὰ τῷ Αἰσχύλῳ 〈fragm. 421 N2〉. Πρόσκειται ἐν τῷ κανόνι «ἀπαθῆ» διὰ τὰ εἰς ους τὰ ἀπὸ συναιρέσεως ὄντα, περὶ ὧν ἐφεξῆς διαλαμβάνει, φημὶ δὴ διὰ τὸ πλόος πλόου πλοῦς πλοῦ καὶ νόος νόου νοῦς νοῦ. Ταῦτα μὲν ἐν τούτοις. | |
5 | Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὸ βοῦς βοός οὐ γίνεται κατ’ ἔκτασιν Ἀττικὴν τοῦ ο εἰς τὸ ω. Ἔστιν οὖν εἰπεῖν, ὅτι, ὡς ἐμά‐ θομεν ἀνωτέρω, τὰ ἐκτείνοντα τὸ ο εἰς τὸ ω ἀττικῶς ἐπὶ τῶν καθαριευ‐ όντων καὶ τὸ παραλῆγον φωνῆεν εἰς ε μεταβάλλουσιν, οἷον ὄφις ὄφιος ὄφεως, πόλις πόλιος πόλεως, ναός νεώς, λαός λεώς· εἰ ἐξέτεινεν οὖν | |
10 | τὸ βοῦς βοός τὸ ο εἰς τὸ ω ἀττικῶς, ἠναγκάζετο καὶ τὸ παραλῆγον φωνῆεν εἰς ε μεταβαλεῖν· ἀλλὰ μὴν καὶ τὸ παραλῆγον φωνῆεν οὐκ ἠδύνατο εἰς ε μεταβαλεῖν· τὰ γὰρ μεταβαλλόμενα κατὰ τὴν παραλήγου‐ σαν εἰς τὸ ε δίχρονα εὑρίσκονται, οἷον ὄφιος ὄφεως, πόλιος πόλεως, ναός νεώς, λαός λεώς· τοῦτο δὲ οὐκ ἔστι δίχρονον ἀλλὰ ο· δῆλον οὖν | |
15 | ὅτι τῆς παραληγούσης μὴ δυναμένης μεταβληθῆναι εἰς τὸ ε, εἰκότως οὐδὲ ἡ λήγουσα ἐξετάθη εἰς ω. Πάλιν ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὸ βοῦς βοός οὐ κίρνα‐ ται κατὰ τὴν γενικήν. Ἔστιν οὖν εἰπεῖν, ὅτι εἰ ἐκίρνατο τὸ βοῦς βοός κατὰ τὴν γενικήν, εἰς ους ἔμελλεν εἶναι, οἷον πλόος πλοῦς, νόος νοῦς, | |
20 | ῥόος ῥοῦς· τὰ γὰρ δύο οο εἰς τὴν ου δίφθογγον κιρνῶνται· καὶ λοιπὸν πρῶτον μὲν ἤμελλεν συνεμπίπτειν τῇ εὐθείᾳ ἡ γενική· δεύτερον δέ, ὡς ἐμάθομεν ἀνωτέρω, πᾶσα γενικὴ ἀρσενικὴ εἰς ους λήγουσα θέλει ἔχειν τὴν αἰτιατικὴν εἰς η καταλήγουσαν, οἷον τοῦ Δημοσθένους τὸν Δημο‐ σθένη, τοῦ εὐσεβοῦς τὸν εὐσεβῆ, τοῦ εὐγενοῦς τὸν εὐγενῆ· ἀλλὰ μὴν | |
25 | 〈ἐνταῦθα〉 ἡ αἰτιατικὴ οὐ καταλήγει εἰς η, τὸν βόα γὰρ καὶ τὸν βοῦν· δῆλον οὖν ὅτι τῆς αἰτιατικῆς μὴ καταληγούσης εἰς η, οὐδὲ ἡ γενικὴ δύ‐ ναται εἶναι εἰς ους· διὰ τοῦτο οὖν οὐ συναιρεῖται. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι τὰ εἰς ους λήγοντα ὀνόματα εἰ μὲν ὦσιν ἁπλᾶ περισπῶνται, οἷον βοῦς νοῦς χροῦς χοῦς χνοῦς ῥοῦς χαλκοῦς | |
30 | χρυσοῦς ἀργυροῦς ἀδελφιδοῦς θυγατριδοῦς, πλὴν τοῦ πούς καὶ ὀδούς, ταῦτα γὰρ ὀξύνονται· εἰ δὲ ὦσι σύνθετα βαρύνονται, οἷον εὔπλους εὔχρους εὔνους σύννους Ἀλκίνους Οἰδίπους· πρόσκειται «ὀνόματα» διὰ τὰς μετοχάς, αὗται γὰρ ὀξύνονται, οἷον διδούς βιούς ἁλούς. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ μὲν ὀδούς ὀξύνεται ἐπειδὴ μετοχικόν ἐστιν, | |
35 | αἱ δὲ εἰς ους μετοχαὶ ὀξύνεσθαι θέλουσιν, οἷον διδούς βιούς ἁλούς· οὕτως οὖν καὶ τὸ ὀδούς ὀξυτόνως· ἔστι δὲ παρὰ τὸ ἔδω (τὸ ἐσθίω), οἱονεὶ δι’ οὗ ἐσθίομεν. Τὸ δὲ πούς ὀξύνεται διὰ λόγους τοιούτους, ἢ ὅτι ἀπὸ | |
τοῦ παύσω μέλλοντος γίνεται κατὰ ἀποβολὴν τοῦ ω παύς ἐν ὀξείᾳ | 235 | |
236 | τάσει, ὥσπερ τρώσω τρώς, δώσω δώς, 〈Hes. Opp. 356〉 δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα (σημαίνει δὲ τὴν δόσιν), καὶ κατὰ μετάθεσιν τοῦ α εἰς τὸ ο πούς· πούς γὰρ λέγεται εἰς ὃ ἀποπαύ‐ εται μέρος τὸ σῶμα, ὥσπερ καὶ παρὰ τὸ λήγω γίνεται λαγών, οἱονεὶ | |
5 | ᾧ λήγει ἡ κοιλία. Ἢ οὖν τούτῳ τῷ λόγῳ ὀξύνεται τὸ πούς, ἢ ὅτι εἰσί τινα λήγοντα εἰς ος δισύλλαβα πρὸς διάφορον σημασίαν διάφορον ἔχοντα τὸν τόνον· ἐὰν μὲν γὰρ διαλυθῶσιν εἰς ἐνέργειαν ὀξύνονται, ἐὰν δὲ εἰς πάθος διαλυθῶσι βαρύνονται, οἷόν ἐστι παρὰ τὸ φέρω φορός καὶ φόρος, καὶ φορός μὲν ὀξυτόνως ἐστὶν ὁ φέρων, οἷον | |
10 | «φορὸς ἄνεμος» ὁ πρὸς τὸ φέρειν ἐπιτήδειος, φόρος δὲ βαρυτό‐ νως ὁ φερόμενος καὶ βασταζόμενος· καὶ πάλιν ἀπὸ τοῦ τέμω γίνεται τομός ὀξυτόνως ὁ τέμνων καὶ τόμος βαρυτόνως ὁ τεμνόμενος· καὶ πά‐ λιν παρὰ τὸ τρέχω γίνεται τροχός ὀξυτόνως ὁ τρέχων καὶ τρόχος βα‐ ρυτόνως ὁ τρεχόμενος τόπος, τουτέστι τὸ γυμνάσιον ἔνθα τρέχουσιν, | |
15 | ὡς παρ’ Εὐριπίδῃ ἐν Μηδείᾳ 〈46〉 ἀλλ’ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι Στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι Κακῶν· καὶ πάλιν παρὰ τὸ περῶ γίνεται ἐν ὀξείᾳ τάσει πορός ὁ διαπερῶν καὶ ἐν βαρείᾳ τάσει πόρος ὁ διαπερώμενος τόπος. Ἀπὸ οὖν τοῦ ὀξυτο‐ νουμένου, φημὶ δὴ ἀπὸ τοῦ πορός τοῦ σημαίνοντος ἐνέργειαν ἤγουν | |
20 | τὸν διαπερῶντα, γίνεται κατ’ ἔλλειψιν τοῦ ρ ποός, καὶ λοιπὸν κρᾶσις παρακολουθεῖ τῶν δύο οο εἰς τὴν ου δίφθογγον, καὶ γίνεται πούς ἐν ὀξείᾳ τάσει, ἤγουν ἡ βαρεῖα καὶ ἡ ὀξεῖα εἰς ὀξεῖαν συνέρχονται, οἷον ζωός ζώς, Νηρηΐς Νηρῄς, ἑσταώς ἑστώς, βεβαώς βεβώς· οὕτως οὖν καὶ ποός πούς ἐν ὀξείᾳ τάσει, ὥσπερ καὶ ἐκ τοὐναντίου ἡ ὀξεῖα καὶ ἡ | |
25 | βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον πάϊς παῖς, Πηλέϊ Πηλεῖ, εὐσεβέος εὐσεβοῦς. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα, ὡς εἴρηται, τὰ εἰς ους ἀπαθῆ διὰ καθαροῦ τοῦ ος κλίνονται, οἷον βοῦς βοός, [νοῦς νοός], χροῦς χροός, διατί τὸ πούς καὶ ὀδούς οὐ κλίνονται διὰ καθαροῦ τοῦ ος, οἷον ποός καὶ | |
30 | ὀδόος. Ἔστιν οὖν εἰπεῖν, ὅτι, ὡς ἐμάθομεν, τὰ εἰς ους λήγοντα ὀνόματα οὐδέποτε ὀξύνονται, χωρὶς τοῦ πούς καὶ ὀδούς, ταῦτα γὰρ ὀξύνονται· ἐπειδὴ οὖν διήλλαξαν περὶ τὸν τόνον, τούτου χάριν καὶ περὶ τὴν κλί‐ σιν διήλλαξαν καὶ οὐ κλίνονται διὰ καθαροῦ τοῦ ος. Καὶ τὸ μὲν ὀδούς ὀδόντος διὰ τοῦ ντ κλίνεται, ἐπειδή, ὡς εἴρηται, μετοχικόν ἐστιν· αἱ δὲ | |
35 | εἰς ους μετοχαὶ διὰ τοῦ ντ κλίνονται, οἷον βιούς βιόντος, διδούς δι‐ δόντος, ἁλούς ἁλόντος· οὕτως οὖν καὶ ὀδούς ὀδόντος· τὸ δὲ πούς ποδός καὶ κατὰ τοῦτο παράλογόν ἐστιν, ὅτι ὀξυνθὲν ὁμοίως ταῖς εἰς ους μετοχαῖς οὐκ ἐκλίθη διὰ τοῦ ντ ὁμοίως αὐταῖς. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα τὰ εἰς ους λήγοντα ὑπὲρ μίαν συλ‐ | |
40 | λαβὴν ὀνόματα οὐδέποτε συντίθενται, οἷον χαλκοῦς χρυσοῦς Σιμοῦς | |
γλαυκοῦς, διατί τὸ ὀδούς συντίθεται, ὡς ἐν τῷ τριόδους κυνόδους· | 236 | |
237 | πρόσκειται «ὑπὲρ μίαν συλλαβήν» διὰ τὰ μονοσύλλαβα, οἷον διὰ τὸ νοῦς καὶ πλοῦς καὶ ῥοῦς καὶ πούς· ταῦτα γὰρ συντίθενται, ὡς ἐν τῷ εὔνους εὔπλους εὔρους Οἰδίπους. Ἔστιν οὖν εἰπεῖν ταύτην τὴν ἀπο‐ λογίαν, ὅτι τὰ εἰς ους ὀνόματα οὐδέποτε ὀξύνονται, ἀλλ’ ἢ βαρύνονται | |
5 | ἢ περισπῶνται· καὶ περισπῶνται μὲν ἡνίκα ὦσιν ἁπλᾶ, οἷον νοῦς βοῦς χροῦς χοῦς ἀδελφιδοῦς θυγατριδοῦς, χωρὶς τοῦ πούς καὶ ὀδούς, ταῦτα γὰρ ὀξύνονται, βαρύνονται δὲ ἡνίκα ὦσι σύνθετα, οἷον εὔχρους εὔπλους Ἀλκίνους· ἐπειδὴ οὖν τὸ ὀδούς παραλόγως ὀξύνεται, τούτου χάριν συντίθεται, ἵνα διὰ τῆς συνθέσεως βαρυνθῇ καὶ 〈ἐκ〉φύγῃ τὴν παράλο‐ | |
10 | γον τάσιν, λέγω δὴ τὴν ὀξεῖαν, οἷον τριόδους κυνόδους. Τῷ βοΐ. Ἰστέον ὅτι ἡ δοτικὴ ἐνταῦθα οὐ δύναται συναίρεσιν ἐπι‐ δέξασθαι τοῦ ο καὶ ι εἰς τὴν οι δίφθογγον, ὥσπερ ἐπὶ τοῦ Λητόϊ Λητοῖ, ἐπειδὴ οὐδέποτε ἡ δοτικὴ τῶν ἑνικῶν ἐπ’ ὀνομάτων μονοσυλλάβων ἐκ‐ φωνεῖ τὸ ι, οἷον τῷ Γρᾷ, τῇ γῇ, τῇ μνᾷ, τῷ νῷ· εἰ οὖν ἐγένετο κατὰ | |
15 | συναίρεσιν βοΐ βοῖ, ἤμελλεν ἐκφωνεῖσθαι τὸ ι ἐν τῇ δοτικῇ τῶν ἑνικῶν ἐπὶ μονοσυλλάβων ὀνομάτων, ὅπερ ἐστὶν ἄτοπον· ἐκφωνεῖν δὲ ἤμελλεν αὐτό, ἐπειδή, ὡς ἐμάθομεν, τὸ ι τότε ἐστὶν ἀνεκφώνητον, ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ συλλαβῇ, οἷον τῷ Χρύσῃ, τῷ σοφῷ, τῇ Μηδείᾳ· ἐν οἷς οὖν ἐνταῦθα τὸ ι οὔτε | |
20 | μετὰ τοῦ η ἐστὶν οὔτε μετὰ τοῦ ω οὔτε μετὰ τοῦ α μακροῦ, ἀλλὰ μετὰ τοῦ ο, δηλονότι οὐκ ἠδύνατο ἀνεκφώνητον εἶναι. Πρόσκειται ἐν τῷ κανόνι «ἡ δοτικὴ τῶν ἑνικῶν» διὰ τὸ πλοῖς, τοῦτο γὰρ μονοσύλ‐ λαβόν ἐστι καὶ ἐκφωνεῖ τὸ ι, ἀλλ’ οὐκ ἔστι δοτικὴ ἑνικῶν ἀλλὰ πλη‐ θυντικῶν· πρόσκειται «ἐπ’ ὀνομάτων» διὰ τὴν σοί ἀντωνυμίαν, αὕτη | |
25 | γὰρ μονοσύλλαβος οὖσα ἐκφωνεῖ τὸ ι, ἀλλ’ οὐκ ἔστιν ὄνομα· πρόσκει‐ ται «μονοσυλλάβων» διὰ τὸ Λητοῖ, τοῦτο γὰρ ἐκφωνεῖ τὸ ι, ἀλλ’ οὐκ ἔστι μονοσύλλαβον. Τὸν βόα καὶ τὸν βοῦν. Ἰστέον ὅτι διφοροῦνται τούτων αἱ αἰτια‐ τικαί, καὶ ἡ μὲν εἰς α λήγουσα ἀπὸ τῆς δοτικῆς κανονίζεται, ἡ δὲ εἰς | |
30 | ν ἀπὸ τῆς εὐθείας· καὶ δεῖ παραφυλάξασθαι, ὅτι ἐπὶ τῆς βοῦς ἡ αἰτια‐ τικὴ μᾶλλον εἰς ν λήγει, οἷον τὸν βοῦν, σπανιωτέρα δέ ἐστιν ἡ εἰς α, οἷον τὸν βόα· εὑρέθη δὲ σπανίως παρὰ Φερεκύδῃ τῷ Ἀθηναίῳ, καὶ οὐ δεῖ χρῆσθαι αὐτῇ, ἐπειδὴ οἱ τεχνικοὶ κωλύουσιν. Εἰ δέ τις εἴποι, καὶ πῶς τῇ εὐθείᾳ καὶ αἰτιατικῇ τῶν πληθυντικῶν τῇ συνῃρημένῃ τῇ οἱ | |
35 | βότρυς καὶ τοὺς βότρυς κεχρήμεθα σπανίως εὑρημέναις; λέγομεν ὡς ἐκείνας μὲν οὐδεὶς τῶν τεχνικῶν ἐκώλυσε, τὴν δὲ αἰτιατικὴν τὴν βόα κωλύουσιν. Ταῦτα μὲν περὶ τοῦ βοῦς· ἐπὶ δὲ τοῦ χροῦς καὶ χοῦς τὸ ἐναντίον ἡ μὲν εἰς α ἐστὶν ἐν πλάτει, οἷον χρόα καὶ χόα, 〈Ν 649〉 | |
μή τις χρόα χαλκῷ ἐπαύρῃ, ἡ δὲ εἰς ν σπανιωτέρα, οἷον χροῦν καὶ | 237 | |
238 | χοῦν. Ἰστέον 〈δὲ〉 ὅτι τὸ χόα ἀπὸ τοῦ χοῦς χοός ὂν καὶ βαρύνεται καὶ συνεσταλμένον ἔχει τὸ α· τὸ δὲ παρὰ τῷ Μενάνδρῳ χοᾶ, οἷον 〈fragm. 915 Κ〉 τὸν χοᾶ Ἐκκέχυκας, ᾧ τινι καὶ χρῶνται οἱ Ἀττι‐ κοί, περισπώμενον καὶ ἐκτεταμένον ἔχον τὸ α, ἀπὸ τῶν εἰς ευς ἐστίν, | |
5 | οἷον ἀπὸ τοῦ χοεύς χοέως χοέϊ χοέα γέγονε χοᾶ κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς α μακρόν, ὥσπερ Ἐρετριέα Ἐρετριᾶ. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ὥσπερ ἀπὸ τοῦ Σαπφόα καὶ Λητόα γέγονε Σαπφώ καὶ Λητώ κατὰ κρᾶσιν τοῦ ο καὶ α εἰς ω, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ βόα καὶ χρόα καὶ χόα γίνεται βῶ καὶ χρῶ καὶ χῶ, κατὰ κρᾶσιν τοῦ ο καὶ α εἰς ω. | |
10 | Ἔστιν οὖν εἰπεῖν, ὅτι ἐπὶ τοῦ Λητόα καὶ Σαπφόα πρῶτον ἡ γενικὴ συνῃρέθη καὶ οὕτως ἡ αἰτιατική, οἷον Λητόος Λητοῦς, Σαπφόος Σαπ‐ φοῦς, ἐπὶ δὲ τούτων ἐπειδὴ οὐ συνῃρέθη ἡ γενική, τούτου χάριν οὐδὲ ἡ αἰτιατικὴ συνῃρέθη. Ὦ βοῦ. Εἴρηται ὅτι τὰ εἰς ς λήγοντα μετὰ διφθόγγου ἀποβολῇ | |
15 | τοῦ ς ποιοῦσι τὴν κλητικήν, οἷον ὁ χαρίεις ὦ χαρίει, ὁ παῖς ὦ παῖ, ὁ Πηλεύς ὦ Πηλεῦ, ὁ νοῦς ὦ νοῦ· οὕτως οὖν καὶ ὁ βοῦς ὦ βοῦ. Τὼ βόε. Ἄξιόν ἐστι ζητῆσαι, διατί ὥσπερ ἡ εὐθεῖα τῶν πληθυν‐ τικῶν γίνεται κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον, οἷον βόες βοῦς, μὴ τὸν αὐτὸν τρόπον καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν γίνεται κατὰ | |
20 | κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον, οἷον βόε βοῦ. Καὶ ἔστιν εἰπεῖν ὅτι οὐ δύναται ἡ εὐθεῖα τῶν δυϊκῶν γενέσθαι κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον, ἐπειδὴ εἰ ἐγένετο τοῦτο ἤμελλεν εἰς ν καταλήγειν, ὅπερ ἐστὶν ἀδύνατον, τὸ γὰρ υ οὐκ ἔστι τελικὸν τῆς εὐθείας τῶν δυϊκῶν· ἐν γὰρ τῇ εὐθείᾳ τῶν πληθυντικῶν εἰ καὶ γίνεται κρᾶσις | |
25 | τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον, ἀλλ’ οὖν εἰς ς λήγει ἡ λέξις, ὅπερ ἐστὶ τελικὸν τῆς εὐθείας τῶν πληθυντικῶν, οἷον Αἴαντες Λάχητες. Τοῖν βοοῖν, ὦ βόε· εἴρηται. Οἱ βόες οἱ βοῦς. Ἰστέον ὅτι κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον γίνεται βοῦς, ὥσπερ οἱ κρείττονες καὶ οἱ ἀρείονες καὶ οἱ βελτίονες, οἷον κρείττονες κρείττοες | |
30 | κρείττους, ἀρείονες ἀρείοες ἀρείους, βελτίονες βελτίοες βελτίους. Ἰστέον δὲ ὅτι σπανία ἐστὶν ἡ χρῆσις τῆς βοῦς εὐθείας τῶν πληθυντικῶν, μᾶλ‐ λον δὲ οἱ βόες εὕρηται· ἐπὶ δὲ τῆς ὁμοφωνούσης αὐτῇ αἰτιατικῆς, λέγω δὴ τῆς τοὺς βοῦς, πλατεῖά ἐστιν ἡ χρῆσις, ὡς ἐν Κόλαξιν Εὐπόλιδος 〈fragm. 153 Κ〉 θὲς νῦν ἀγροὺς καὶ πρόβατα καὶ βοῦς, καὶ παρὰ | |
35 | τῷ Ἡρακλείδῃ ἐν τῇ ἀρχῇ τῆς Λέσχης. | |
Τῶν βοῶν, τοῖς βουσίν· εἴρηται. Τοὺς βόας τοὺς βοῦς. | 238 | |
239 | Ἰστέον ὅτι οὐ δυνάμεθα εἰπεῖν ἀπὸ τοῦ τοὺς βόας γεγονέναι 〈τὸ〉 τοὺς βοῦς κατὰ κρᾶσιν τοῦ ο καὶ α εἰς τὴν ου δίφθογγον, οὐδέποτε γὰρ τὸ ο καὶ α εἰς τὴν ου δίφθογγον κίρνανται, ἀλλ’ ἀεὶ ὅλως εἰς τὸ ω, οἷον κρείτ‐ τονα κρείττοα καὶ κρείττω, βελτίονα βελτίοα βελτίω, ἀρείονα ἀρείοα | |
5 | ἀρείω· ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ὁμοφωνία ἐστὶν τῆς αἰτιατικῆς τῶν πλη‐ θυντικῶν πρὸς τὴν εὐθεῖαν τῶν πληθυντικῶν· ἔχομεν γὰρ κανόνα ἐν τοῖς προλαβοῦσιν, ὅτι πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ς λήγουσα καὶ συν‐ ῃρημένη κατὰ τὴν τελευταίαν συλλαβὴν ἔχει τὴν αἰτιατικὴν ὁμόφωνον αὐτῇ δηλονότι καὶ τὴν κλητικήν, οἷον οἱ ἰχθῦς τοὺς ἰχθῦς ὦ ἰχθῦς, οἱ | |
10 | βότρυς τοὺς βότρυς ὦ βότρυς, οἱ ἡδεῖς τοὺς ἡδεῖς ὦ ἡδεῖς, οἱ Πηλεῖς τοὺς Πηλεῖς ὦ Πηλεῖς, οἱ Δημοσθένεις τοὺς Δημοσθένεις ὦ Δημοσθέ‐ νεις· οὕτως οὖν καὶ οἱ βοῦς τοὺς βοῦς ὦ βοῦς, καὶ οἱ κρείττους τοὺς κρείττους ὦ κρείττους, καὶ οἱ βελτίους τοὺς βελτίους ὦ βελτίους, καὶ οἱ ἀρείους τοὺς ἀρείους ὦ ἀρείους. Ὦ βόες καὶ ὦ βοῦς, ὁμοφώνως | |
15 | τῇ εὐθείᾳ. Κανὼν ιδʹ. Ὁ πλοῦς τοῦ πλοῦ. Λέγει ὅτι τὰ εἰς ους συνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττουσι κλίσιν, οἷον χρύσεος χρυσέου χρυσοῦς χρυσοῦ, ἀργύρεος ἀργυρέου ἀρ‐ | |
20 | γυροῦς ἀργυροῦ, νόος νόου νοῦς νοῦ· οὕτως οὖν καὶ πλόος πλόου πλοῦς πλοῦ. Καὶ καθόλου δὲ τὰ συνῃρημένα τὴν τῶν ἐντελῶν φυλάτ‐ τουσι κλίσιν, οἷον τιμήεις τιμήεντος τιμῆς τιμῆντος, 〈Σ 475〉 καὶ χρυ‐ σὸν τιμῆντα καὶ ἄργυρον, δαφνήεις δαφνήεντος δαφνῆς δαφνῆν‐ τος, Σιμόεις Σιμόεντος Σιμοῦς Σιμοῦντος, πλακόεις πλακόεντος πλακοῦς | |
25 | πλακοῦντος, Ἑρμέας Ἑρμέου Ἑρμῆς Ἑρμοῦ, Ἡρακλέης Ἡρακλέους Ἡρα‐ κλῆς Ἡρακλοῦς, Σωσέας Σωσέου Σωσῆς Σωσοῦ, ὁ ζωός τοῦ ζωοῦ ὁ ζώς τοῦ ζῶ, ὁ σάος τοῦ σάου ὁ σῶς τοῦ σῶ· ταῦτα δὲ εἰ καὶ μὴ τὴν αὐτὴν κατάληξιν ἐφύλαξαν, ἀλλ’ οὖν τὴν αὐτὴν κλίσιν ἐφύλαξαν, φημὶ δὴ τὴν ἰσοσύλλαβον, ὥσπερ γὰρ τὰ ἐντελῆ αὐτῶν ἰσοσυλλάβως κλίνονται, οὕτω | |
30 | καὶ τὰ συνῃρημένα ἰσοσυλλάβως κλίνονται. Καλῶς δὲ εἴρηται, ὅτι τὰ συνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττουσι κλίσιν, καὶ οὐχὶ τὰ πεπονθότα τὴν τῶν ἀπαθῶν· ἰδοὺ γάρ ἐστιν ἡ εἰκών, καὶ κατὰ ἀποβολὴν τοῦ ν γίνεται εἰκώ ἐπὶ τοῦ αὐτοῦ σημαινομένου, καὶ οὐ φυλάττει τὴν αὐτὴν κλίσιν· εἰκών μὲν γὰρ εἰκόνος, εἰκώ δὲ εἰκοῦς, ὡς Σαπφώ Σαπφοῦς, | |
35 | ἀλλ’ οὐκ ἔστι κατὰ συναίρεσιν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ μὲν τιμῆς τιμῆντος γέγονε τοῦτον τὸν τρόπον· | |
ἔστι τιμήεις, καὶ κατὰ κρᾶσιν τοῦ η καὶ ε εἰς η γέγονε τιμῆς τοῦ ι | 239 | |
240 | ἀποβληθέντος· τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ς λήγοντα ἀρσενικὰ οὐ θέλουσιν ἔχειν ἐν τῇ τελευταίᾳ συλλαβῇ τί ποτε ἀνεκφώνητον, οἷον Λάχης Χρύσης ἱδρώς κοχλίας· οὕτως οὖν καὶ τὸ τιμῆς χωρὶς τοῦ ι πρόσκειται «εἰς ς λήγοντα» διὰ τὸ Θρᾷξ, τοῦτο | |
5 | γὰρ ἔχει τὸ ι ἀνεκφώνητον, ἀλλ’ οὐ λήγει εἰς ς ἀλλ’ εἰς ξ· πρόσκειται «ἀρσενικά» διὰ τὸ Κισσηΐς Κισσῄς, Νηρηΐς Νηρῄς, Βρισηΐς Βρισῄς, δαΐς δᾴς (ἡ λαμπάς)· ταῦτα γὰρ εἰς τὸ ς λήγουσιν καὶ ἔχουσι τὸ ι ἀνεκφώ‐ νητον, ἀλλ’ οὐκ εἰσὶν ἀρσενικὰ ἀλλὰ θηλυκά· πρόσκειται «ἐν τῇ τελευ‐ ταίᾳ συλλαβῇ» διὰ τὸ Ἅιδης καὶ Ἡρῴδης· ταῦτα γὰρ εἰς ς λήγουσι | |
10 | καὶ ἀρσενικά εἰσι καὶ ἔχουσι τὸ ι ἀνεκφώνητον, ἀλλ’ οὐκ ἐν τῇ τελευ‐ ταίᾳ συλλαβῇ. Ταῦτα μὲν περὶ τοῦ τιμῆς. Τὸ δὲ πλακοῦς πλακοῦντος καὶ Σιμοῦς Σιμοῦντος γέγονε τοῦτον τὸν τρόπον· ἔστι πλακόεις πλακό‐ εντος καὶ Σιμόεις Σιμόεντος, καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον γίνεται πλακοῦς καὶ Σιμοῦς, τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ οὐ | |
15 | δύνανται τρία φωνήεντα ἐν μιᾷ συλλαβῇ παραλαμβάνεσθαι· τὸ γὰρ ο οὐκ ἠδύνατο ἀποβληθῆναι, ἐπειδὴ οὐδέποτε μετὰ τὴν υι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον ἀλλὰ φωνῆεν, οἷον μυῖα ἅρπυια υἱός· εἰ ἀπεβλήθη οὖν τὸ ο καὶ ἐφυλάχθη ἡ υι δίφθογγος, εὑρίσκετο μετὰ τὴν υι δίφθογγον σύμφωνον ἐπιφερόμενον τὸ ς, ὅπερ ἐστὶν ἀδύ‐ | |
20 | νατον· τὸ δὲ υ οὐκ ἀπεβλήθη, ἵνα μὴ γένηται ὑπόνοιά τις, ὅτι τὸ ο καὶ ε εἰς τὴν οι δίφθογγον κίρνανται· τὸ γὰρ ο καὶ ε εἰς τὴν ου δί‐ φθογγον κίρνανται, οἷον τὸ ἐμόν τοὐμόν, προέστη προύστη, προέβη προύβη· ἐξ ἀνάγκης οὖν ἀπεβλήθη τὸ ι καὶ ἔμεινεν ἡ ου δίφθογγος. Ταῦτα μὲν ἐν τούτοις. | |
25 | Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ὥσπερ ἀπὸ τοῦ πλόος γίνεται πλοῦς κατὰ κρᾶσιν τῶν δύο οο εἰς τὴν ου δίφθογγον καὶ ἀπὸ τοῦ νόος νοῦς καὶ ἀπὸ τοῦ ῥόος ῥοῦς, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ γόος καὶ θοός γίνεται κατὰ κρᾶσιν τῶν δύο οο εἰς τὴν ου δίφθογ‐ γον γοῦς καὶ θοῦς. Καὶ περὶ μὲν τοῦ γόος ἔστιν εἰπεῖν, ὅτι ἔχει ῥῆμα | |
30 | ἀντιπαρακείμενον τῆς δευτέρας συζυγίας τῶν περισπωμένων, τῶν ἄλλων μὴ ἐχόντων, οἷον πλόος πλέω πλέεις, ῥόος ῥέω ῥέεις, νόος νοῶ νοεῖς, θρόος θροῶ θροεῖς· ἐπειδὴ οὖν τὸ γόος ἔχει ῥῆμα ἀντιπαρακείμενον τῆς δευτέρας συζυγίας τῶν περισπωμένων, γοῶ γὰρ γοᾷς, εἰκότως ὡς παραλλάξαν κατὰ τοῦτο πρὸς τὰ διὰ τοῦ οος, παρήλλαξε καὶ κατὰ τὸ μὴ | |
35 | κίρνασθαι. Περὶ δὲ τοῦ θοός ἔστιν εἰπεῖν, ὅτι ἐπειδὴ τῶν διὰ τοῦ οος δισυλλάβων πάντων βαρυνομένων, οἷον πλόος ῥόος θρόος νόος, τὸ θοός | |
μόνον ὀξύνεται, εἰκότως ὡς παραλλάξαν κατὰ τὸν τόνον παρήλλαξε | 240 | |
241 | καὶ κατὰ τὴν κρᾶσιν, καὶ οὐ κίρναται ὁμοίως τοῖς ἄλλοις· ἄλλως τε δὲ τὸ ὀφειλόμενον ἐν τῇ ἁπλότητι ἐν τῇ συνθέσει ἀναδέχεται· ἐν γὰρ τῇ συνθέσει κίρναται ἐπειδὴ καὶ βαρύνεται, οἷον Πάνθοος Πάνθους. Πάλιν ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα τὰ διὰ τοῦ οος δισύλλαβα πάντα βαρύνονται, | |
5 | οἷον πλόος νόος ῥόος γόος θρόος, διατί τὸ θοός μόνον ὀξύνεται· πρόσκειται «δισύλλαβα» διὰ τὸ ὀλοός ὀξυνόμενον. Ἔστιν οὖν εἰπεῖν, ὅτι μόνον τὸ θοός ἐκ πάντων τῶν δισυλλάβων τῶν διὰ τοῦ οος ἀπὸ μόνου τοῦ θ 〈ἀρξάμενον—τὸ γὰρ θρόος ἀπὸ τοῦ θ ἀρξάμενον οὐκ ἀπὸ μόνου τοῦ θ〉 ἤρξατο, ἀλλ’ ἔχει τὸ ρ μετὰ τοῦ θ—εἰκότως ὡς παραλ‐ | |
10 | λάξαν κατὰ τὴν ἄρχουσαν παρήλλαξε καὶ κατὰ τὸν τόνον. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὅσα εἰσὶν εἰς πλους λήγοντα ἀπὸ συναιρέσεώς εἰσιν, οἷον διπλοῦς τριπλοῦς, ἀπὸ γὰρ τοῦ διπλόος καὶ τριπλόος ἐγένοντο, καὶ τὴν τῶν ἐντελῶν φυλάττουσι κλίσιν, οἷον διπλόος διπλόου διπλοῦς | |
15 | διπλοῦ, τριπλόος τριπλόου τριπλοῦς τριπλοῦ. Ταῦτα δὲ ἁπλᾶ εἰσι καὶ οὐ σύνθετα, ὥσπερ ὑπενόησάν τινες. Πρῶτον μὲν γὰρ τὸ διπλοῦς καὶ τριπλοῦς οὐδὲν ἐφύλαξαν τοῦ σημαινομένου τοῦ πλοῦς, ἵνα εἴπωμεν αὐτὰ σύνθετα ἐξ αὐτοῦ· δεύτερον δέ, εἰ ἦσαν σύνθετα ἤμελλον βαρυτο‐ νεῖσθαι· ἔχομεν γάρ, ὅτι τὰ εἰς ους ὀνόματα ἁπλᾶ μὲν ὄντα περισπῶν‐ | |
20 | ται, οἷον βοῦς νοῦς πλοῦς χροῦς θροῦς θυγατριδοῦς ἀδελφιδοῦς χαλ‐ κοῦς χρυσοῦς πλακοῦς Σιμοῦς, χωρὶς τοῦ πούς καὶ ὀδούς, ταῦτα γὰρ ὀξύνονται· σύνθετα δὲ ὄντα βαρύνονται, οἷον εὔπλους εὔχρους Ἀλκί‐ νους· εἰ ἄρα οὖν τὸ διπλοῦς καὶ τριπλοῦς οὐ βαρύνονται ἀλλὰ περι‐ σπῶνται, δηλονότι οὐκ εἰσὶ σύνθετα ἀλλ’ ἁπλᾶ· τρίτον δέ, εἰ ἦσαν | |
25 | σύνθετα κοινὰ ἤμελλον εἶναι τῷ γένει, ὥσπερ ὁ εὔνους καὶ ἡ εὔνους, ὁ εὔπλους καὶ ἡ εὔπλους, ὁ εὔχρους καὶ ἡ εὔχρους· νυνὶ δὲ τὸ θηλυ‐ κὸν λέγομεν ἡ διπλῆ, ἡ τριπλῆ, ἡ τετραπλῆ, ὡς τὸ 〈Α 128〉 τριπλῇ τετραπλῇ τ’ ἀποτίσομεν, ὥσπερ ὁ χαλκοῦς καὶ ἡ χαλκῆ, ὁ χρυσοῦς καὶ ἡ χρυσῆ· δῆλον οὖν ὅτι οὐκ εἰσὶ σύνθετα ἀλλ’ ἁπλᾶ παράγωγα, | |
30 | ἀπὸ γὰρ τοῦ δίς παρήχθη τὸ διπλόος καὶ ἀπὸ τοῦ τρίς τοῦ σημαίνον‐ τος τὸ τρίτον τὸ τριπλόος καὶ ἀπὸ τοῦ τετράκις τετραπλόος καὶ ἀπὸ τοῦ πεντάκις πενταπλόος, συγκοπῆς γενομένης τῆς κις συλλαβῆς, καὶ ἐπὶ τῶν ἑξῆς ὁμοίως· καὶ τὸ ἁπλόος δὲ ἀπὸ τοῦ ἅπαξ παρήχθη. Ταῦτα μὲν ἐν τούτοις. | |
35 | Ἰστέον δὲ ὅτι τὰ εἰς δους λήγοντα εἰς τὴν ου δίφθογγον ποιοῦσι | |
τὴν γενικήν, οἷον ὁ ἀδελφιδοῦς τοῦ ἀδελφιδοῦ, ὁ θυγατριδοῦς τοῦ θυ‐ | 241 | |
242 | γατριδοῦ. Ταῦτα δέ τινες μὲν ἐδόξασαν ἀπὸ συναιρέσεως εἶναι, οἷον ἐκ τοῦ θυγατριδεός καὶ ἀδελφιδεός· τινὲς δὲ ἐκ τοῦ ἐναντίου δοξάζουσιν, ὅτι κατὰ διάλυσιν ἐγένοντο, οἷον ἀπὸ τοῦ ἀδελφιδοῦς καὶ θυγατριδοῦς τὸ ἀδελφιδεός καὶ θυγατριδεός κατὰ διάλυσιν τῆς ου διφθόγγου, λέγον‐ | |
5 | τες ὅτι οὐ δύναται τὸ ἀδελφιδοῦς καὶ θυγατριδοῦς ἀπὸ τοῦ ἀδελφιδεός καὶ θυγατριδεός γενέσθαι κατὰ κρᾶσιν, ἐπειδὴ ἡ βαρεῖα καὶ ἡ ὀξεῖα εἰς ὀξεῖαν συναιροῦνται, οἷον ζωός ζώς, ἑσταώς ἑστώς, Νηρηΐς Νηρῄς, Βρισηΐς Βρισῄς· πῶς οὖν τὸ ἀδελφιδοῦς καὶ θυγατριδοῦς, εἰ ἐγένοντο ἀπὸ τοῦ ἀδελφιδεός καὶ θυγατριδεός, περισπῶνται καὶ οὐκ ὀξύνονται; | |
10 | ὤφειλον γὰρ ὡς ἀπὸ βαρείας καὶ ὀξείας συναιρεθέντα ὀξύνεσθαι καὶ μὴ περισπᾶσθαι. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἀδελφιδεός καὶ θυγατρι‐ δεός γεγόνασι τὸ ἀδελφιδοῦς καὶ θυγατριδοῦς κατὰ κρᾶσιν· οὐδὲ γὰρ δυνάμεθα λέγειν, ὅτι τοὐναντίον ἀπὸ τοῦ ἀδελφιδοῦς καὶ θυγατριδοῦς γεγόνασι τὸ ἀδελφιδεός καὶ θυγατριδεός κατὰ διάλυσιν τῆς ου διφθόγ‐ | |
15 | γου εἰς τὸ ε καὶ ο, ἐπειδή, ὥς φησιν ὁ Ἡρωδιανός, οὐδέποτε εὐθεῖα διαλέλυται· τὸ γὰρ εἷς ἕεις κατὰ πλεονασμὸν ἔχει τὸ ε, οὐ μὴν διελύθη· ἄρα οὖν οὐδὲ τὸ ἀδελφιδοῦς καὶ θυγατριδοῦς δύνανται διάλυσιν ἀναδέ‐ ξασθαι καὶ ποιῆσαι τὸ ἀδελφιδεός καὶ θυγατριδεός. Πρὸς δὲ τὸ λέγειν αὐτούς, ὅτι εἰ ἐγένοντο τὸ ἀδελφιδοῦς καὶ θυγατριδοῦς ἀπὸ τοῦ ἀδελ‐ | |
20 | φιδεός καὶ θυγατριδεός ὤφειλον ὀξύνεσθαι, λέγομεν ὅτι πρὸς τὸν χα‐ ρακτῆρα περισπῶνται· τὰ γὰρ εἰς ους ὀνόματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, καὶ ἢ βαρύνονται ἢ περισπῶνται· καὶ περισπῶνται μὲν ἡνίκα ὦσιν ἁπλᾶ, οἷον βοῦς νοῦς χροῦς χαλκοῦς οὖς διπλοῦς τριπλοῦς ἁπλοῦς Σιμοῦς πλακοῦς, χωρὶς τοῦ πούς καὶ ὀδούς, ταῦτα γὰρ ὀξύ‐ | |
25 | νονται· βαρύνονται δὲ ἡνίκα ὦσι σύνθετα, οἷον εὔνους εὔχρους εὔπλους Ἀλκίνους Οἰδίπους ὀξυόδους· ἐπειδὴ οὖν τὸ θυγατριδοῦς καὶ ἀδελφι‐ δοῦς ἁπλᾶ εἰσιν, εὐλόγως περισπῶνται. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα τὰ ἀπὸ ὀξείας καὶ δύο βαρειῶν συν‐ αιρούμενα εἰς ὀξεῖαν καὶ βαρεῖαν συναιροῦνται, οἷον Δημοσθένεος Δη‐ | |
30 | μοσθένους, Πολυδεύκεα Πολυδεύκη, τείχεα τείχη, βέλεα βέλη—τὸ γὰρ ἔαρος ἦρος καὶ κέαρος κῆρος διὰ τὸ εἶναι φύσει μακρὰν πρὸ βραχείας μιᾶς περιεσπάσθησαν—διατί τὸ χάλκεος χαλκοῦς καὶ χρύσεος χρυσοῦς καὶ ἀργύρεος ἀργυροῦς καὶ σιδήρεος σιδηροῦς ἀπὸ ὀξείας καὶ δύο βα‐ ρειῶν συναιρεθέντα οὐ συνῃρέθησαν εἰς ὀξεῖαν καὶ βαρεῖαν ἀλλ’ εἰς | |
35 | περισπωμένην. Ἔστιν οὖν εἰπεῖν, ὅτι πρὸς τὸν χαρακτῆρα περιεσπά‐ σθησαν· ἐμάθομεν γάρ, ὅτι τὰ εἰς ους λήγοντα ὀνόματα ἁπλᾶ μὲν ὄντα περισπῶνται, οἷον νοῦς βοῦς Σιμοῦς πλακοῦς ἀδελφιδοῦς θυγατριδοῦς, χωρὶς τοῦ πούς καὶ ὀδούς, ταῦτα γὰρ ὀξύνονται· σύνθετα δὲ ὄντα βα‐ | |
ρύνονται, οἷον εὔνους εὔχρους εὔπλους Οἰδίπους· ἐπειδὴ οὖν τὸ χαλ‐ | 242 | |
243 | κοῦς καὶ χρυσοῦς καὶ ἀργυροῦς καὶ σιδηροῦς οὐκ εἰσὶ σύνθετα ἀλλ’ ἁπλᾶ, οὐ δύνανται βαρύνεσθαι καὶ εἰκότως περισπῶνται. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὁ νοῦς τοῦ νοῦ κλίνεται κατὰ τὸν λόγον τῆς συν‐ | |
5 | αιρέσεως, οἷον ὁ νόος τοῦ νόου, ὁ νοῦς τοῦ νοῦ· εὑρίσκεται δὲ ἐν ταῖς χρήσεσι τῷ νοΐ ἡ δοτική, ὡς ἀπὸ τῆς νοός γενικῆς· καὶ τὸ εὔνους τὸ σύνθετον ἰσοσυλλάβως κλίνεται ὁμοίως τῷ ἁπλῷ, οἷον ὁ εὔνους τοῦ εὔνου· καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ εὖνοι ἐστίν, οἱ γὰρ χρησά‐ μενοι καὶ εἰπόντες οἱ εὔνους κακῶς ἐχρήσαντο· ἔστι δὲ πᾶσα ἡ κλίσις | |
10 | ἀπὸ συναιρέσεως. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ παρὰ τὸ πούς σύνθετα τὴν τοῦ ἁπλοῦ φυλάττουσι κλίσιν καὶ διὰ τοῦ δος κλίνονται ὁμοίως τῷ ἁπλῷ, οἷον πούς ποδός, Οἰδίπους Οἰδίποδος, τρίπους τρίποδος, τετράπους τετράποδος, ἑπτά‐ πους ἑπτάποδος· τὰ γὰρ ἀποβολῇ τοῦ ς ποιοῦντα τὴν γενικὴν καὶ εἰς | |
15 | τὴν ου δίφθογγον ἔχοντα αὐτὴν Ἀττικά εἰσιν, οἷον ὁ τρίπους τοῦ τρί‐ που, ὁ Οἰδίπους τοῦ Οἰδίπου. Ἰστέον δὲ ὅτι πολλάκις τὰ παρὰ τὸ πούς ἀποβάλλουσι τὸ υ κατὰ τὴν εὐθεῖαν, οἷον ἀελλόπος ἀελλόποδος, ὡς παρὰ τῷ ποιητῇ 〈e. gr. Θ 409〉 ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγ‐ γελέουσα, καὶ ἴσως, φασί τινες, ἐξ ἀφορμῆς τούτου ἐποίησαν οἱ Ἀτ‐ | |
20 | τικοὶ εἰς τὴν ου δίφθογγον τὴν γενικήν· ἀλλ’ εἰ διὰ τοῦτο ἐποίησαν οἱ Ἀττικοὶ εἰς τὴν ου δίφθογγον τὴν γενικὴν ἐπὶ τούτων, ὤφειλον καὶ τὴν αἰτιατικὴν χωρὶς τοῦ υ ποιῆσαι ὁμοίως τῇ εὐθείᾳ, οἷον τὸν Οἰδί‐ πον, τὸν τρίπον, τὸν ἀελλόπον, καὶ οὐχὶ μετὰ τοῦ υ τὸν Οἰδίπουν, τὸν τρίπουν, τὸν ἀελλόπουν· κρεῖττον οὖν αὐτὰ μόνον λέγειν Ἀττικά. | |
25 | Ἰστέον 〈δὲ〉 ὅτι τὰ εἰς ος ἀρσενικὰ ἢ θηλυκὰ εἰς τὴν ου δίφθογγον ἔχουσι τὴν γενικήν, οἷον ἄνθρωπος ἀνθρώπου, Ὅμηρος Ὁμήρου, Ἀρί‐ σταρχος Ἀριστάρχου, Ἡρόδοτος Ἡροδότου, Ἐπίκουρος Ἐπικούρου, Λέσβος Λέσβου, Χίος Χίου, Ῥόδος Ῥόδου, Σάμος Σάμου, Ἔφεσος Ἐφέ‐ σου, Κάρπαθος Καρπάθου· οὕτως οὖν καὶ πλόος πλόου καὶ κατὰ κρᾶ‐ | |
30 | σιν τῶν δύο οο εἰς τὴν ου δίφθογγον πλοῦς πλοῦ· τὸ γὰρ καλοῖο καὶ σοφοῖο μὴ ἔχοντα εἰς τὴν ου δίφθογγον τὴν γενικὴν οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ κατὰ διάλεκτόν εἰσι, Θετταλικὰ γάρ εἰσιν· ἀλλ’ οὔτε δὲ τὸ ἀελλόπος διὰ τοῦ δος κλινόμενον ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι φύσει εἰς ος, ἀελλόπους γὰρ ἦν καὶ κατὰ ἀποβολὴν τοῦ υ ἀελλόπος γέγονε, | |
35 | καὶ λοιπὸν τὴν τοῦ ἁπλοῦ κλίσιν ἐφύλαξε. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί τὰ εἰς ος ὀνόματα οὐκ εἰσὶ μονοσύλ‐ | |
λαβα· τὸ γὰρ πός, οἷον ὡς πὸς ἔχει μαινομένοισιν, ἀπὸ τοῦ πούς | 243 | |
244 | γέγονε κατὰ ἀποβολὴν τοῦ υ, καὶ τὸ ὅς, ὃς ἂν ἔλθῃ μεινάτω με, ἔστι δὲ ὄνομα ἀόριστον ἰσοδυναμοῦν τῷ ὅστις ὑποτακτικῷ ἄρθρῳ ὁμο‐ φωνοῦν τῷ ἄνθρωπος ὃς ἦλθεν. Ἔστιν οὖν εἰπεῖν ταύτην τὴν ἀπο‐ λογίαν, ὡς ἐμάθομεν ἐν τῇ περὶ τοῦ Πάρις διδασκαλίᾳ· πᾶν ὄνομα | |
5 | μονοσύλλαβον φύσει ἢ θέσει μακροκαταληκτεῖν θέλει, οἷον Γρᾶς πᾶς Κρής Τρώς νύξ φλόξ Φρύξ στίξ (ἡ τάξις)· εἰ ἦσαν οὖν εἰς ος μονο‐ σύλλαβα ὀνόματα, ἤμελλον βραχυκαταληκτεῖν, ὅπερ ἐστὶν ἀδύνατον· τούτου οὖν χάριν εἰς ος μονοσύλλαβα ὀνόματα οὐκ εἰσίν. Ἄλλως τε δὲ εἰ ἦσαν εἰς ος μονοσύλλαβα ὀνόματα, δύο κανόνες ἤμελλον μάχεσθαι· | |
10 | καθὸ μὲν γὰρ εἰς ος εἰσί, τὰ δὲ εἰς ος ἀρσενικὰ ἢ θηλυκὰ εἰς τὴν ου δίφθογγον ἔχουσι τὴν γενικήν, οἷον Ὅμηρος Ὁμήρου, Ἀρίσταρχος Ἀρι‐ στάρχου, Λέσβος Λέσβου, Ῥόδος Ῥόδου, ἠναγκάζοντο καὶ ταῦτα εἰς τὴν ου δίφθογγον ἔχειν τὴν γενικήν· καθὸ δὲ πᾶσα μονοσύλλαβος εὐ‐ θεῖα ἰσοσυλλάβως κλινομένη ἀποβολῇ τοῦ ς τὴν γενικὴν ποιεῖ, οἷον ὁ | |
15 | Γρᾶς τοῦ Γρᾶ, ὁ Χνᾶς τοῦ Χνᾶ, ὁ Δρῆς τοῦ Δρῆ, ὁ Τρῆς τοῦ Τρῆ (εἰσὶ δὲ ταῦτα ὀνόματα κύρια), ὁ νοῦς τοῦ νοῦ, ὁ ῥοῦς τοῦ ῥοῦ, ἠναγ‐ κάζοντο καὶ ταῦτα ὡς μονοσύλλαβα καὶ ἰσοσυλλάβως κλινόμενα ἀποβολῇ τοῦ ς τὴν γενικὴν ἀποτελεῖν, καὶ οὐχὶ εἰς τὴν ου δίφθογγον ἔχειν αὐτήν· τῶν οὖν δύο κανόνων μαχομένων, καὶ τοῦ μὲν ἑνὸς ἀπαι‐ | |
20 | τοῦντος εἰς τὴν ου δίφθογγον εἶναι τὴν γενικήν, τοῦ δὲ ἑτέρου μὴ εἶναι εἰς τὴν ου δίφθογγον τὴν γενικὴν ἀλλ’ ἀποβολῇ τοῦ ς, ἐπιλελοί‐ πασι τὰ εἰς ος μονοσύλλαβα. Τῷ πλόῳ τῷ πλῷ. Ἰστέον ὅτι ὥσπερ ὁ σοφός τοῦ σοφοῦ τῷ σοφῷ, οὕτω καὶ ὁ πλόος τοῦ πλόου τῷ πλόῳ, καὶ κατὰ κρᾶσιν τοῦ ο | |
25 | καὶ τῆς ῳ διφθόγγου εἰς τὴν ῳ δίφθογγον τῷ πλῷ, καὶ ἔχει τὸ ι ἀνεκ‐ φώνητον· ὅσοι γὰρ ἐν τῇ συνθέσει ἐκφωνοῦσιν αὐτό, πταίουσι πλωΐ λέγοντες. Τὸν πλόον τὸν πλοῦν. Ἰστέον ὅτι ὥσπερ ὁ σοφός τὸν σοφόν, οὕτως ἐστὶν ὁ πλόος τὸν πλόον, καὶ κατὰ κρᾶσιν τῶν δύο οο εἰς τὴν | |
30 | ου δίφθογγον πλοῦν. Ὦ πλόε ὦ πλοῦ. Ἰστέον ὅτι τὰ εἰς ος ἀρσενικὰ ἢ θηλυκὰ εἰς ε ἔχουσι τὴν κλητικὴν, οἷον Ὅμηρος Ὅμηρε, ἄνθρωπος ἄνθρωπε, Ἀρί‐ σταρχος Ἀρίσταρχε, Λέσβος Λέσβε, Ῥόδος Ῥόδε, ἔρημος ἔρημε· τὸ γὰρ ὁμόφωνον Ἀττικόν ἐστιν· οἱ γὰρ Ἀττικοὶ τὰς αὐτὰς εἰώθασιν ὀρθὰς | |
35 | ποιεῖν καὶ κλητικάς, οἷον ὁ φίλος ὦ φίλος, 〈Φ 106〉 ἀλλά, φίλος, θάνε καὶ σύ, ὁ ἥλιος ὦ ἥλιος, 〈Γ 277〉 ἠέλιός 〈θ’〉, ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις· ἔστιν οὖν ὁ πλόος ὦ πλόε, καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον ὦ πλοῦ· τὸ γὰρ ο καὶ ε εἰς | |
τὴν ου δίφθογγον κίρνανται, οἷον τὸ ἐμόν τοὐμόν, προέστη προύστη, | 244 | |
245 | προέβη προύβη. Δύναται δὲ καὶ ἀπὸ τοῦ ὁ πλοῦς γενέσθαι ὦ πλοῦ κατὰ ἀποβολὴν τοῦ ς· εἴρηται γάρ, ὅτι τὰ εἰς ς λήγοντα μετὰ διφθόγ‐ γου ἀποβολῇ τοῦ ς ποιοῦσι τὴν κλητικήν, οἷον ὁ χαρίεις ὦ χαρίει, ὁ Ζεύς ὦ Ζεῦ, ὁ Πηλεύς ὦ Πηλεῦ, ὁ πλακοῦς ὦ πλακοῦ, ὁ Σιμοῦς ὦ | |
5 | Σιμοῦ, ὁ βοῦς ὦ βοῦ, ὁ νοῦς ὦ νοῦ· οὕτως οὖν καὶ ὁ πλοῦς ὦ πλοῦ. Τὼ πλόω τὼ πλώ. Εἴρηται ὅτι πᾶσα δοτικὴ ἑνικῶν εἰς α ἢ εἰς ω λήγουσα ὁμόφωνον ἔχει τὴν εὐθεῖαν τῶν δυϊκῶν· ἀλλ’ ἐν τοῖς δυϊκοῖς οὐκ ἔστι προσγεγραμμένον τὸ ι, οἷον τῷ κοχλίᾳ τὼ κοχλία, τῷ Ὁμήρῳ τὼ Ὁμήρω· οὕτως οὖν ἐστι τῷ πλόῳ ἡ δοτικὴ τῶν ἑνικῶν, | |
10 | καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν ὁμοίως τὼ πλόω, ἀλλὰ δηλονότι χωρὶς τοῦ ι, καὶ λοιπὸν κατὰ κρᾶσιν γίνεται τὼ πλώ. Ἰστέον δὲ ὅτι πᾶσαι αἱ πτώσεις συναιρεθεῖσαι περιεσπάσθησαν, οἷον πλόος πλοῦς, πλόου πλοῦ, πλόῳ πλῷ, χωρὶς τῆς εὐθείας τῶν δυϊκῶν, ὡσαύτως δὲ καὶ τῆς κλητι‐ κῆς τῶν δυϊκῶν· αὗται γὰρ συναιρεθεῖσαι οὐ περισπῶνται ἀλλ’ ὀξύνον‐ | |
15 | ται, οἷον τὼ πλόω τὼ πλώ, ὦ πλόω ὦ πλώ· τὸ γὰρ ω ἐν τοῖς δυϊ‐ κοῖς ἀπέστραπται τὴν περισπωμένην τάσιν, οἷον τὼ καλώ, τὼ σοφώ, τὼ ἀγαθώ. Τοῖν πλόοιν τοῖν πλοῖν. Εἴρηται ὅτι πᾶσα εὐθεῖα δυϊκῶν εἰς ε ἢ εἰς ω λήγουσα εἰς οιν ποιεῖ τὴν γενικὴν καὶ δοτικὴν τῶν δυϊκῶν, | |
20 | οἷον καλώ καλοῖν, Αἴαντε Αἰάντοιν· οὕτως οὖν καὶ πλόω πλόοιν, καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ τῆς οι διφθόγγου εἰς τὴν οι δίφθογγον πλοῖν. Ἰστέον δὲ ὅτι ἡ γενικὴ περισπᾶται· εἴρηται γὰρ ἡμῖν, ὅτι ἡ εὐθεῖα καὶ ἡ κλητικὴ ὀξύνονται μόναι. Ὦ πλόω ὦ πλώ. Εἴρηται ὅτι τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν | |
25 | ὡς ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική. Οἱ πλόοι οἱ πλοῖ. Ἰστέον ὅτι πᾶσα εὐθεῖα δυϊκῶν εἰς ω λή‐ γουσα εἰς τὴν οι δίφθογγον ποιεῖ τὴν εὐθεῖαν τῶν πληθυντικῶν, οἷον τὼ φίλω οἱ φίλοι, τὼ καλώ οἱ καλοί, τὼ Ὁμήρω οἱ Ὅμηροι, τὼ ἀν‐ θρώπω οἱ ἄνθρωποι· οὕτως οὖν καὶ τὼ πλόω οἱ πλόοι καὶ κατὰ κρᾶσιν | |
30 | οἱ πλοῖ. Δεῖ προσθεῖναι «χωρὶς τῶν οὐδετέρων», ἐπειδή ἐστι τὼ ξύλω, τὼ δένδρω ἡ εὐθεῖα τῶν δυϊκῶν, καὶ γίνεται ἡ εὐθεῖα τῶν πληθυντι‐ κῶν τὰ ξύλα, τὰ δένδρα· καὶ ἰδοὺ εἰς ω λήγει ἡ εὐθεῖα τῶν δυϊκῶν, καὶ οὐ λήγει εἰς τὴν οι δίφθογγον ἡ εὐθεῖα τῶν πληθυντικῶν. Τῶν πλόων τῶν πλῶν. Εἴρηται ὅτι πᾶσα γενικὴ πληθυντικῶν | |
35 | εἰς ων λήγει ἐπὶ παντὸς γένους. Τοῖς πλόοις τοῖς πλοῖς. Εἴρηται ὅτι πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ι λήγουσα προσθέσει τοῦ ς ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, δηλονότι χωρὶς τῶν ἐπεκτεταμένων, οἷον τοξόται τοξόταις, κοχλίαι κο‐ χλίαις, Ὅμηροι Ὁμήροις, ἄνθρωποι ἀνθρώποις, Ἀρίσταρχοι Ἀριστάρ‐ | |
40 | χοις· οὕτως οὖν καὶ πλόοι πλόοις καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ τῆς οι | |
διφθόγγου εἰς τὴν οι δίφθογγον πλοῖς. Πρόσκειται «δηλονότι χωρὶς | 245 | |
246 | τῶν ἐπεκτεταμένων», ἐπειδή ἐστι τηλικουτοιΐ καὶ τοιουτοιΐ, καὶ ἰδοὺ ἡ εὐθεῖα τῶν πληθυντικῶν εἰς ι λήγει καὶ οὐ ποιεῖ προσθέσει τοῦ ς τὴν δοτικὴν τῶν πληθυντικῶν, οὐδὲ γὰρ λέγομεν τοῖς τηλικουτοιΐς καὶ τοι‐ ουτοιΐς, ἀλλὰ τηλικουτοισί καὶ τοιουτοισί· κατὰ πτῶσιν γὰρ γίνεται ἡ | |
5 | ἐπέκτασις, οἷον τοιοῦτοι καὶ τηλικοῦτοι, τοιουτοιΐ καὶ τηλικουτοιΐ, τοι‐ ούτων καὶ τηλικούτων, τοιουτωνί καὶ τηλικουτωνί, τοιούτοις καὶ τηλι‐ κούτοις, τοιουτοισί καὶ τηλικουτοισί, τοιούτους καὶ τηλικούτους, τοιου‐ τουσί καὶ τηλικουτουσί. Τοὺς πλόους τοὺς πλοῦς. Ἰστέον ὅτι πᾶσα εὐθεῖα πληθυντι‐ | |
10 | κῶν εἰς τὴν οι δίφθογγον λήγουσα εἰς ους ποιεῖ τὴν αἰτιατικήν, οἷον ἄνθρωποι ἀνθρώπους, Ὅμηροι Ὁμήρους, Ἀρίσταρχοι Ἀριστάρχους, Λέσβοι Λέσβους, Ῥόδιοι Ῥοδίους, ἔρημοι ἐρήμους· οὕτως οὖν καὶ πλόοι πλόους καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ τῆς ου διφθόγγου εἰς τὴν ου δί‐ φθογγον πλοῦς. Ταῦτα μὲν ἐν τούτοις. | |
15 | Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἡνίκα εἰς τὴν αι δίφθογγον λήγει ἡ εὐθεῖα τῶν πληθυντικῶν, τροπῇ τοῦ ι εἰς τὸ ς ποιεῖ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, οἷον κοχλίαι κοχλίας, Χρῦσαι Χρύσας, Μοῦσαι Μούσας, ἡνίκα δὲ εἰς τὴν οι δίφθογγον λήγει, οὐ ποιεῖ τροπῇ τοῦ ι εἰς τὸ ς τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, ἀλλ’ εἰς ους ποιεῖ αὐτήν, οἷον Ὅμη‐ | |
20 | ροι Ὁμήρους, καλοί καλούς, σοφοί σοφούς. Καὶ λέγουσί τινες, ὅτι διὰ τοῦτο ἡνίκα εἰς τὴν οι δίφθογγον λήγει ἡ εὐθεῖα τῶν πληθυντικῶν, οὐ γίνεται τροπῇ τοῦ ι εἰς τὸ ς ἡ αἰτιατικὴ τῶν πληθυντικῶν, οἷον Ὅμηροι Ὅμηρος, ἵνα μὴ συνεμπέσῃ τῇ εὐθείᾳ τῶν ἑνικῶν. Κακῶς δὲ οὗτοι λέγουσι· τούτῳ γὰρ τῷ λόγῳ οὐδὲ ἡνίκα εἰς τὴν αι δίφθογγον | |
25 | λήγει ἡ εὐθεῖα τῶν πληθυντικῶν, ὤφειλε τροπῇ τοῦ ι εἰς τὸ ς γενέσθαι ἡ αἰτιατικὴ τῶν πληθυντικῶν, ἐπειδὴ καὶ τότε πολλάκις συνεμπίπτει τῇ εὐθείᾳ τῶν ἑνικῶν, οἷον οἱ Αἰνεῖαι τοὺς Αἰνείας καὶ ὁ Αἰνείας, οἱ κο‐ χλίαι τοὺς κοχλίας καὶ ὁ κοχλίας. Κρεῖττον οὖν ἐστιν εἰπεῖν, ὅτι διὰ τοῦτο ἡνίκα εἰς τὴν οι δίφθογγον λήγει ἡ εὐθεῖα τῶν πληθυντικῶν, | |
30 | οὐ γίνεται τροπῇ τοῦ ι εἰς ς ἡ αἰτιατικὴ τῶν πληθυντικῶν, ἐπειδή, ὡς ἐν τῇ αἰτιατικῇ τῶν πληθυντικῶν τοῦ κοχλίας μεμαθήκαμεν, πᾶσα αἰτια‐ τικὴ πληθυντικῶν ἰσοχρονεῖν θέλει τῇ ἰδίᾳ εὐθείᾳ, οἷον Αἴαντες Αἴαντας, Λάχητες Λάχητας, Αἰνεῖαι Αἰνείας, κοχλίαι κοχλίας· τούτων οὕτως ἐχόντων οἱ Ὅμηροι καὶ οἱ ἄνθρωποι ἡ εὐθεῖα τῶν πληθυντικῶν· ἐὰν | |
35 | τραπῇ οὖν τὸ ι εἰς ς καὶ γένηται ἡ αἰτιατικὴ τῶν πληθυντικῶν Ὅμηρος καὶ ἄνθρωπος, οὐκέτι ἰσοχρονεῖ τῇ ἰδίᾳ εὐθείᾳ ἡ αἰτιατικὴ τῶν πληθυν‐ τικῶν, ὅπερ ἐστὶν ἀδύνατον. | |
Ὦ πλόοι ὦ πλοῖ. Εἴρηται ὅτι τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν | 246 | |
247 | ὡς ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική. Ἰστέον δὲ ὅτι κακῶς καὶ παρὰ τὴν ἀναλογίαν οἱ φιλόσοφοι χρῶνται λέγοντες τὸν νόα τὴν αἰτιατικὴν τῶν ἑνικῶν καὶ οἱ νόες τὴν εὐθεῖαν τῶν πληθυντικῶν καὶ τοὺς νόας τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, δέον γὰρ τὸν νοῦν λέγειν καὶ οἱ νοῖ καὶ | |
5 | τοὺς νοῦς· πᾶσα γὰρ ἡ κλίσις ἀπὸ συναιρέσεώς ἐστι καὶ πρὸς τὸ ἐντε‐ λὲς γίνεται. Σεσημείωται παρὰ Φιλήμονι τῷ κωμικῷ 〈fragm. 222 Κ〉 οἱ εὔνους· τοῦτο γὰρ ὡς ἀπὸ τοῦ παρὰ φιλοσόφοις· εὔνοες γὰρ γέ‐ γονε καὶ κατὰ κρᾶσιν εὔνους· δεῖ δὲ λέγειν οἱ εὖνοι πρὸς τὸ ἐντελές, οἱ εὔνοοι γάρ. | |
10 | Κανὼν ιεʹ. Ὁ ἱδρώς τοῦ ἱδρῶτος. Διαλαμβάνει περὶ τῶν εἰς ως ἐνταῦθα ὁ τεχνικός. Ἰστέον δὲ ὅτι τὰ εἰς ως λήγοντα μονοσύλλαβα εἰ μὲν περισπῶνται ἀποβολῇ τοῦ ς ποι‐ οῦσι τὴν γενικήν, οἷον ὁ σῶς τοῦ σῶ, οἷον 〈Ν773〉 νῦν τοι σῶς | |
15 | αἰπὺς ὄλεθρος, ὁ Κρῶς τοῦ Κρῶ, ὁ Τλῶς τοῦ Τλῶ, ὁ Κῶς τοῦ Κῶ· ταῦτα δὲ ὀνόματά εἰσιν ἡρώων ἀρσενικὰ κύρια ὁμοφωνοῦντα ταῖς πόλεσιν, εἰσὶ γὰρ καὶ ὀνόματα πόλεων ταῦτα, ἀλλὰ τότε θηλυκῶς λέ‐ γονται, οἷον ἡ Κρῶς, ἡ Τλῶς, ἡ Κῶς· ἐξ ἐκείνων δὲ ὠνομάσθησαν καὶ αἱ πόλεις· εἰ δὲ ὀξύνονται τὰ εἰς ως μονοσύλλαβα, περιττοσυλλά‐ | |
20 | βως κλίνονται, χωρὶς τοῦ ζώς, 〈Ε887〉 ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσιν· τοῦτο γὰρ ἀποβολῇ τοῦ ς ποιεῖ τὴν γενικήν, οἷον ὁ ζώς τοῦ ζῶ. Καὶ ἔχει ἀπολογίαν, ὅτι ἀπὸ συναιρέσεως ἐγένετο· ἀπὸ γὰρ τοῦ ὁ ζωός τοῦ ζωοῦ ἐγένετο κατὰ κρᾶσιν ὁ ζώς τοῦ ζῶ, τῆς βαρείας καὶ ὀξείας εἰς ὀξεῖαν συναιρεθεισῶν, ὥσπερ ἐπὶ τοῦ ἑσταώς | |
25 | ἑστώς, βεβαώς βεβώς, Νηρηΐς Νηρῄς. Ἐμάθομεν γὰρ ὅτι τὰ συνῃρη‐ μένα τὴν τῶν ἐντελῶν φυλάττουσι κλίσιν, οἷον Ἑρμέας Ἑρμέου Ἑρμῆς Ἑρμοῦ, χρύσεος χρυσέου χρυσοῦς χρυσοῦ, τιμήεις τιμήεντος τιμῆς τι‐ μῆντος, 〈Σ 475〉 χρυσὸν τιμῆντα καὶ ἄργυρον, δαφνήεις δαφνή‐ εντος δαφνῆς δαφνῆντος, ὁ σῶος τοῦ σώου ὁ σῶς τοῦ σῶ· οὕτως οὖν | |
30 | καὶ ὁ ζωός τοῦ ζωοῦ ὁ ζώς τοῦ ζῶ· ταῦτα δὲ εἰ καὶ μὴ τὴν αὐτὴν κατάληξιν ἐφύλαξαν, ἀλλ’ οὖν τὴν αὐτὴν κλίσιν ἐφύλαξαν, φημὶ δὴ τὴν ἰσοσύλλαβον· ὥσπερ γὰρ τὰ ἐντελῆ αὐτῶν ἰσοσυλλάβως κλίνονται, οὕτω καὶ τὰ συνῃρημένα ἰσοσυλλάβως κλίνονται. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς ως ὀξύτονα μονοσύλλαβα ἢ διὰ καθαροῦ τοῦ | |
35 | ος κλίνονται ἢ διὰ τοῦ τος· καὶ τὰ μὲν ἔχοντα σύμφωνον τῆς τρίτης | 247 |
248 | συζυγίας. τῶν βαρυτόνων, τουτέστι τὸ δ ἢ θ ἢ τ, διὰ καθαροῦ τοῦ ος κλίνονται, τὰ δὲ μὴ οὕτως ἔχοντα διὰ τοῦ τος, οἷον θώς θωός, 〈Λ 481〉 θῶες μέν τε διέτρεσαν, ἔχει γὰρ τὸ θ (ἔστι δὲ εἶδος θηρίου), δμώς δμωός, ἔχει γὰρ τὸ δ, Τρώς Τρωός, ἔχει γὰρ τὸ τ. Ἰστέον δὲ | |
5 | ὅτι τὸ Τρώς παρὰ τῷ Ὁμήρῳ ἑνικῶς μὲν λεγόμενον ἐπὶ τοῦ κυρίου ὀνόματος παραλαμβάνεται καὶ οὐδέποτε ἐθνικῶς, οἷον 〈Ε265〉 τῆς γάρ τοι γενεῆς, ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς Δῶχ’ υἷος ποι‐ νὴν Γανυμήδεος· ἐὰν δὲ τὸ ἔθνος δηλώσῃ, ἐν πληθυντικῇ φωνῇ παραλαμβάνεται, οἷον 〈Ν1〉 Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε, 〈Ζ 1〉 | |
10 | Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή, 〈Θ 173〉 Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί. Τὰ δὲ μὴ ἔχοντα σύμ‐ φωνον τῆς τρίτης συζυγίας τῶν βαρυτόνων, ὡς εἴρηται, διὰ τοῦ τος κλίνονται, οἷον πλώς πλωτός (πλώς δὲ λέγεται ὁ ἰχθῦς παρὰ τὸ πλέ‐ ειν), φώς φωτός (σημαίνει δὲ τὸν ἄνδρα, οἷον 〈Β 565〉 ἰσόθεος φώς), | |
15 | χρώς χρωτός· οἱ δὲ Ἀθηναῖοι ἐχρήσαντο καὶ ἰσοσυλλάβως, τὸν χρώ γὰρ εἰρήκασιν, ὁ δὲ λόγος περὶ τῶν εἰς ως κοινολεκτουμένων ἐστί· τὸ γὰρ βοῦς βῶς λέγουσιν αἱ διάλεκτοι, καὶ ἰδοὺ περισπᾶται καὶ διὰ καθαροῦ τοῦ ος κλίνεται, βοός γάρ· καὶ ἐπὶ ἄλλων δὲ εἰς ους τρέπουσι τὴν ου εἰς τὸ ω, καὶ οὐκ ἐναντιοῦνται ταῦτα ἡμῖν, ἐπειδὴ οὐκ εἰσὶ φύσει εἰς | |
20 | ως. Ταῦτα μὲν ἐν τούτοις. Κανονίζει δὲ ὁ τεχνικὸς τὰ εἰς ως ὑπὲρ μίαν συλλαβὴν λέγων, ὅτι τὰ εἰς ως ὀξύτονα ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ τος κλίνον‐ ται, οἷον ἱδρώς ἱδρῶτος, ἀπτώς ἀπτῶτος (ἀπτώς δέ ἐστιν ὁ μὴ πε‐ πτωκώς), ἀγνώς ἀγνῶτος (ὁ ἄγνωστος)· πρόσκειται «ὀξύτονα» διὰ τὰ | |
25 | βαρύτονα, οἷον διὰ τὸ Μίνως Μίνωος καὶ ἥρως ἥρωος διὰ καθαροῦ τοῦ ος κλινόμενα, περὶ ὧν ἐν τοῖς ἐφεξῆς λέγει. Εἰ δέ τις εἴποι, ἰδοὺ τὸ νεώς καὶ λεώς ὑπὲρ μίαν συλλαβὴν ὄντα καὶ ὀξύτονα οὐ κλίνονται διὰ τοῦ τος ἀλλ’ ἀποβολῇ τοῦ ς ποιοῦσι τὴν γενικήν, οἷον τοῦ νεώ καὶ τοῦ λεώ, λέγομεν ὅτι ταῦτα Ἀττικά εἰσιν, ὥσπερ τὸ Μενέλεως, | |
30 | περὶ ὧν ἐν τοῖς ἑξῆς διαλαμβάνει. Ταῦτα δέ, φημὶ δὴ τὸ ἱδρώς καὶ τὰ ὅμοια, πανταχοῦ φυλάττουσι τὸν τόνον ἐπάνω τοῦ ω, εἰ καὶ μὴ πάντως τὸν αὐτόν· ἰδοὺ γὰρ τὸ μὲν ἱδρώς καὶ ἀπτώς καὶ ἀγνώς ὀξύ‐ νονται, τὸ δὲ ἱδρῶτος καὶ ἀπτῶτος καὶ ἀγνῶτος προπερισπῶνται· καὶ πάλιν τὸ μὲν ἱδρῶτες καὶ ἀπτῶτες καὶ ἀγνῶτες προπερισπῶνται, τὸ δὲ | |
35 | ἱδρώτων καὶ ἀπτώτων καὶ ἀγνώτων παροξύνονται. Τῷ ἱδρῶτι, τὸν ἱδρῶτα· εἴρηται. Ἰστέον δὲ ὅτι εὑρίσκεται ἡ δοτικὴ τοῦ ἱδρώς κατὰ ἀποκοπὴν τοῦ τι ἱδρῶ, ὡς παρὰ τῷ ποιητῇ | |
〈Ρ385〉 καμάτῳ δὲ καὶ ἱδρῶ νωλεμὲς αἰεί, καὶ ἡ αἰτιατικὴ | 248 | |
249 | ὁμοίως τὸν ἱδρῶ κατὰ ἀποκοπὴν τοῦ τα, οἷον 〈Χ 2〉 ἱδρῶ ἀπεψύ‐ χοντο. Ὦ ἱδρώς. Ἰστέον ὅτι τὰ εἰς ως τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν, οἷον ὁ ἱδρώς ὦ ἱδρώς, ὁ ἀπτώς ὦ ἀπτώς, ὁ ἔρως ὦ ἔρως, | |
5 | ὁ Μίνως ὦ Μίνως, ὁ ἥρως ὦ ἥρως. Δεῖ προσθεῖναι «χωρὶς τῶν εἰς ως ὀξυτόνων θηλυκῶν»· ταῦτα γὰρ εἰς τὴν οι δίφθογγον ἔχουσι τὴν κλητικήν, οἷον ἡ αἰδώς ὦ αἰδοῖ, ἡ ἠώς ὦ ἠοῖ, ὁμοίως τοῖς εἰς ω θη‐ λυκοῖς, ὥσπερ ἡ Σαπφώ ὦ Σαπφοῖ, ἡ Λητώ ὦ Λητοῖ. Τὼ ἱδρῶτε, τοῖν ἱδρώτοιν, ὦ ἱδρῶτε· εἴρηται. Οἱ ἱδρῶτες, | |
10 | τῶν ἱδρώτων, τοῖς ἱδρῶσι, τοὺς ἱδρῶτας, ὦ ἱδρῶτες· εἴρηται. Κανὼν ιϛʹ. Ὁ ἥρως τοῦ ἥρωος, ὁ γέλως τοῦ γέλωτος. Ἰστέον ὅτι τῶν εἰς ως βαρυτόνων τὰ μὲν βραχείᾳ παραληγόμενα διὰ τοῦ τος κλίνονται, οἷον γέλως γέλωτος, ἔρως ἔρωτος, Νέπως Νέ‐ | |
15 | πωτος (ἔστι δὲ ὄνομα ὄρους) Καὶ ἀποροῦσί τινες λέγοντες, καὶ πῶς τὸ κάλως, ὃ σημαίνει τὸ σχοινίον, βαρύτονον ὂν καὶ βραχείᾳ παραλη‐ γόμενον, οὐ κλίνεται διὰ τοῦ τος ἀλλὰ διὰ καθαροῦ τοῦ ος, οἷον κάλως κάλωος, ὡς μαρτυρεῖ Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικὰ γράψας, κάλωας εἰπὼν τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, οἷον 〈1, 1277〉 εὐναίας ἐρύ‐ | |
20 | σαντες ἀνεκρούσαντο κάλωας, ἐν τῷ τέλει τοῦ πρώτου λόγου· ὡς ἀπὸ γὰρ τοῦ κάλως κάλωος ἐστὶν ἡ εὐθεῖα τῶν πληθυντικῶν κά‐ λωες, ὥσπερ ἥρως ἥρωος ἥρωες, καὶ ἐκεῖθεν ἡ αἰτιατικὴ τῶν πληθυν‐ τικῶν κάλωας, ὥσπερ ἥρωας· καὶ τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἐχρήσατο ἐν τῷ δευτέρῳ λόγῳ, λέγων 〈2, 727〉 δερκόμενοι παράμειβον, | |
25 | ὑπὸ πνοιῇ δὲ κάλωες· οὐδὲ γὰρ δυνάμεθα εἰπεῖν, ὡς Ἀττική ἐστιν ἡ κλίσις· οἱ γὰρ Ἀθηναῖοι κατὰ ἀποβολὴν τοῦ ς κλίνουσιν, οἷον ὁ κά‐ λως τοῦ κάλω, ὥσπερ ὁ Μενέλεως τοῦ Μενέλεω. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ ἔστιν αὕτη ἡ τοῦ κάλως κάλωος κλίσις, ἀλλ’ ἐπέκτασις· ἔστι γὰρ ὁ κάλως τοῦ κάλω ἀττικῶς, καὶ κατ’ ἐπέκτασιν ἰωνικὴν τῆς ος συλ‐ | |
30 | λαβῆς κάλωος, ὥσπερ ἡ ἅλως τῆς ἅλω, ὃ σημαίνει τὸ ἁλώνιον, γέγονε κατ’ ἐπέκτασιν ἰωνικὴν τῆς ος συλλαβῆς ἅλωος, ἐξ οὗ καὶ ἡ αἰτιατικὴ ἅλωα, ὡς παρὰ Καλλιμάχῳ ἐν τῇ Ἑκάλῃ 〈fragm. 51 Sch〉 δινομένην πέρι βουσὶν ἐμὴν ἐφύλασσον ἅλωα. Ἔχομεν οὖν ὅτι τῶν εἰς ως βαρυτόνων τὰ μὲν βραχείᾳ παραληγόμενα διὰ τοῦ τος κλίνονται, οἷον | |
35 | γέλως γέλωτος, ἔρως ἔρωτος, Νέπως Νέπωτος, τὰ δὲ μακρᾷ παραλη‐ | 249 |
250 | γόμενα διὰ καθαροῦ τοῦ ος κλίνονται, οἷον Μίνως Μίνωος (τὸ γὰρ ι ἐκτείνεται· ἰστέον δὲ ὅτι εὑρίσκεται σπανίως καὶ συστελλόμενον), ἥρως ἥρωος. Σεσημείωται τὸ εἵλως εἵλωτος, ὅτι μακρᾷ παραληγόμενον διὰ τοῦ τος ἐκλίθη· εἵλωτες δὲ λέγονται οἱ τὴν Μεσσηνιακὴν οἰκοῦντες τῆς | |
5 | Πελοποννήσου. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἕλως ἕλωτος ἦν, καὶ ὡς βραχείᾳ παραληγόμενον διὰ τοῦ τος κλίνεται, ὥσπερ γέλως γέλωτος, καὶ λοι‐ πὸν πλεονάσαν τὸ ι ἐφύλαξε τὴν αὐτὴν κλίσιν καὶ ἐγένετο εἵλως εἵλωτος. Ἰστέον δὲ ὅτι οἱ Λακεδαιμόνιοι πάντας τοὺς δούλους εἵλωτας καλοῦσι πρὸς ὕβριν τούτων, φημὶ δὴ τῶν τὴν Μεσσηνιακὴν οἰκούντων τῆς Πε‐ | |
10 | λοποννήσου. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι οἱ Ἀθηναῖοι ἐπὶ τούτων πάντων ἰσοσύλλαβον ποι‐ οῦνται κλίσιν, τοῦ γέλω γὰρ καὶ τοῦ Μίνω καὶ τοῦ ἥρω λέγουσιν· περὶ δὲ τῆς κλίσεως τούτων ἐν τῇ περὶ τοῦ Μενέλεως διδασκαλίᾳ ἔχομεν γνῶναι. Ταῦτα μὲν ἐν τούτοις. | |
15 | Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὸ ἥρως ἥρωος οὐκ ἐπ‐ εκτείνει τὸ ο εἰς τὸ ω ἀττικῶς κατὰ τὴν γενικήν. Καὶ λέγουσί τινες, ὅτι διὰ τοῦτο τὸ ἥρως ἥρωος οὐκ ἐπεκτείνει τὸ ο εἰς τὸ ω ἀττικῶς κατὰ τὴν γενικήν, ἵνα μὴ εὑρεθῇ ἀλλεπάλληλον τὸ ω, καὶ εὑρεθῇ πρὸ τεσσάρων χρόνων τόνος, ὅπερ ἐστὶν ἀδύνατον· οὐδέποτε γὰρ πρὸ τεσ‐ | |
20 | σάρων χρόνων τόνος πίπτει. Οὗτοι δὲ οὐκ ἀκριβῶς λέγουσιν· ὡς γὰρ ἐμάθομεν ἐν τοῖς προλαβοῦσιν, οἱ Ἀττικοὶ ἐπὶ τῶν καθαριευόντων ἐκ‐ τείνοντες τὸ ο εἰς τὸ ω καὶ τὸ παραλῆγον φωνῆεν εἰς ε μεταβάλλου‐ σιν, οἷον ὄφιος ὄφεως, πόλιος πόλεως, λαός λεώς, ναός νεώς· εἰ ἐξ‐ έτειναν οὖν τὸ ο εἰς τὸ ω, ἠναγκάζοντο καὶ τὸ παραλῆγον φωνῆεν | |
25 | εἰς ε μεταβάλλειν, καὶ οὐκέτι λοιπὸν εὑρίσκετο ἀλλεπάλληλον τὸ ω. Κρεῖττον οὖν ἐστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· οἱ Ἀττικοί, ὡς εἴρηται, ἐπὶ τῶν καθαριευόντων ἐκτείνοντες τὸ ο εἰς τὸ ω καὶ τὸ παραλῆγον φωνῆεν εἰς ε μεταβάλλουσιν, οἷον πόλιος πόλεως, ὄφιος ὄφεως, ναός νεώς, λαός λεώς· εἰ ἐξέτειναν οὖν ἐπὶ τοῦ ἥρωος τὸ ο εἰς τὸ ω, ἠναγ‐ | |
30 | κάζοντο καὶ τὸ παραλῆγον φωνῆεν εἰς ε μεταβάλλειν· ἀλλὰ μὴν τὸ παραλῆγον φωνῆεν εἰς ε μεταβληθῆναι οὐ δύναται· τὰ γὰρ μεταβαλλό‐ μενα κατὰ τὴν παραλήγουσαν εἰς ε δίχρονά εἰσιν, οἷον ὄφιος ὄφεως, πόλιος πόλεως, ναός νεώς, λαός λεώς· τοῦτο δὲ οὐκ ἔστι δίχρονον ἀλλὰ ω· δῆλον οὖν ὅτι τῆς παραληγούσης μὴ δυναμένης μεταβληθῆναι | |
35 | εἰς τὸ ε οὔτε ἡ λήγουσα ἐξετάθη εἰς τὸ ω. Τῷ ἥρωϊ, τῷ γέλωτι. Ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἡ ἥρωϊ δοτικὴ οὐ γίνεται κατὰ συναίρεσιν τοῦ ω καὶ ι εἰς τὴν ῳ δίφθογ‐ γον ἥρῳ. Ἔστιν οὖν εἰπεῖν, ὅτι πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἀνεκφώνη‐ τον λήγουσα τὴν γενικὴν ἔχει ἰσοσύλλαβον τῇ εὐθείᾳ, οἷον τῷ κοχλίᾳ | |
40 | ὁ κοχλίας τοῦ κοχλίου, τῷ Χρύσῃ ὁ Χρύσης τοῦ Χρύσου, τῷ σοφῷ ὁ | 250 |
251 | σοφός τοῦ σοφοῦ· εἰ ἐγένετο οὖν τοῦτο κατὰ συναίρεσιν τοῦ ω καὶ ι εἰς τὴν ῳ δίφθογγον, ἤμελλεν ἔχειν τὸ ι ἀνεκφώνητον, ὅπερ ἐστὶν ἀδύνατον, οὐδὲ γὰρ ἔχει τὴν γενικὴν ἰσοσύλλαβον τῇ εὐθείᾳ, οἷον ἥρως ἥρωος· τούτου οὖν χάριν τοῦτο οὐ συναιρεῖται κατὰ τὴν δοτικήν, ἵνα | |
5 | μὴ εὑρεθῇ ἡ δοτικὴ εἰς ι ἀνεκφώνητον λήγουσα, τῆς γενικῆς περιττο‐ συλλαβούσης τῆς εὐθείας. Οἱ μέντοι Ἀττικοὶ ἐπειδὴ ἰσοσυλλάβως κλί‐ νουσιν, οἷον ὁ ἥρως τοῦ ἥρω, καὶ τὴν δοτικὴν εἰς ι ἀνεκφώνητον ποιοῦσιν, οἷον τῷ ἥρῳ, 〈H 453〉 ἥρῳ Λαομέδοντι, καὶ 〈θ 483〉 ἥρῳ Δημοδόκῳ. | |
10 | Τὸν ἥρωα, τὸν γέλωτα· ὦ ἥρως, ὦ γέλως. Τὼ ἥρωε, τὼ γέλωτε. Ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἡ ἥρωε εὐθεῖα τῶν δυϊκῶν οὐ γίνεται κατὰ κρᾶσιν τοῦ ω καὶ ε εἰς τὸ ω· καὶ γὰρ εὑρίσκομεν τὸ ω καὶ ε εἰς τὸ ω κιρνάμενα, ὡς ἐπὶ τοῦ τῷ ἐμῷ τὠμῷ, οὕτω δὲ εἰ ἐγένετο ἡ εὐθεῖα τῶν δυϊκῶν, οὐδὲν ἄτοπον συνέβαινεν, | |
15 | ἐπειδὴ τὸ ω τελικόν ἐστι τῆς εὐθείας τῶν δυϊκῶν, οἷον τὼ Ὁμήρω, τὼ ἀνθρώπω. Ἔστιν οὖν εἰπεῖν, ὅτι, ὡς ἐμάθομεν ἐν τῇ εὐθείᾳ τῶν δυϊ‐ κῶν τοῦ ἡδύς, ἡνίκα συναιρεῖται ἡ εὐθεῖα τῶν δυϊκῶν, πάντως ἡ γε‐ νικὴ τῶν ἑνικῶν μακροκαταληκτεῖ, οἷον ὁ Δημοσθένης τοῦ Δημοσθένους τὼ Δημοσθένεε καὶ Δημοσθένη, ὁ Πηλεύς τοῦ Πηλέως τὼ Πηλέε καὶ | |
20 | Πηλῆ, ἡ πόλις τῆς πόλεως τὰ πόλεε καὶ πόλη· ἐπειδὴ οὖν ἐπὶ τοῦ ἥρως ἥρωος οὐ μακροκαταληκτεῖ ἡ γενικὴ τῶν ἑνικῶν, οὐδὲ γάρ, ὡς εἴρηται, γίνεται διὰ τοῦ ω ἀττικῶς, εἰκότως οὐδὲ ἡ εὐθεῖα τῶν δυϊκῶν συναιρεῖται. Τοῖν ἡρώοιν, τοῖν γελώτοιν· ὦ ἥρωε, ὦ γέλωτε. Οἱ | |
25 | ἥρωες, οἱ γέλωτες. Ἰστέον ὅτι φησὶν ὁ Ἡρωδιανὸς ἐν τῇ Καθό‐ λου ἐν τῇ περὶ τῆς εὐθείας τῶν πληθυντικῶν διδασκαλίᾳ, ὡς 〈ἡ〉 οἱ ἥρωες εὐθεῖα τῶν πληθυντικῶν εὕρηται κατὰ κρᾶσιν παρὰ Ἀριστοφάνει ἐν Ἥρωσιν, οἷον 〈fragm. 304 K〉 οἱ γὰρ ἥρως ἐγγύς εἰσιν, ἀντὶ τοῦ οἱ ἥρωες. | |
30 | Τῶν ἡρώων, τῶν γελώτων· τοῖς ἥρωσι, τοῖς γέλωσι· | |
τοὺς ἥρωας, τοὺς γέλωτας· ὦ ἥρωες, ὦ γέλωτες. | 251 | |
252 | Κανὼν ιζʹ. Ὁ Μενέλαος ὁ Μενέλεως. Ἰστέον ὅτι τὰ εἰς ως σύνθετα εἰ μὲν κοινά εἰσι τὴν τῶν ἁπλῶν φυλάττουσι κλίσιν, οἷον ἱδρώς ἱδρῶτος λυσίδρως λυσίδρωτος, ἔρως ἔρω‐ | |
5 | τος χρυσέρως χρυσέρωτος, γέλως γέλωτος φιλογέλως φιλογέλωτος, εἰ δὲ Ἀττικά εἰσιν ἀποβολῆ τοῦ ς ποιοῦσι τὴν γενικήν, οἷον ὁ δύσερως τοῦ δύσερω, ὁ φιλόγελως τοῦ φιλόγελω, ὁ χρυσόκερως τοῦ χρυσόκερω, ὁ ἀξιόχρεως τοῦ ἀξιόχρεω, ὁ ἀνάπλεως τοῦ ἀνάπλεω, ὁ εὔγηρως τοῦ εὔγηρω. Ταῦτα μὲν ἐν τούτοις. | |
10 | Ὁ δὲ τεχνικὸς περὶ τοῦ Μενέλεως διαλαμβάνει· καὶ δεῖ παραφυ‐ λάξασθαι, ὅτι ἐπὶ τῶν εἰς ος καθαρὸν τῶν διὰ τοῦ ο τῶν ἐχόντων τὴν παραλήγουσαν μακρὰν ὑπερβιβασμὸν ποιοῦνται τοῦ χρόνου οἱ Ἀθηναῖοι, καὶ τὴν μὲν τελευταίαν ἐκτείνουσιν εἰς τὸ ω, τὴν δὲ παραλήγουσαν συ‐ στέλλουσιν εἰς τὸ ε, οἷον Μενέλαος Μενέλεως, Ἰόλαος Ἰόλεως, λαός | |
15 | λεώς, ναός νεώς· ἰδοὺ ταῦτα ἔχοντα τὴν μὲν παραλήγουσαν μακρὰν τὴν δὲ τελευταίαν βραχεῖαν, ἐκ τοῦ ἐναντίου ἐποίησαν τὴν μὲν τελευ‐ ταίαν φύσει μακρὰν τὴν δὲ παραλήγουσαν συνέστειλαν· ὅθεν τὸ Οἰνό‐ μαος ἐπειδὴ οὐκ ἔχει μακρὰν τὴν παραλήγουσαν, τὸ γὰρ α συνεσταλμέ‐ νον ἐστίν, οὐκ ἐγένετο παρὰ τοῖς Ἀττικοῖς διὰ τοῦ ε καὶ ω, οἷον | |
20 | Οἰνόμεως, ἐπειδὴ τὸ α συνεσταλμένον ἔχον οὐκ ἠδύνατο ὑπερβιβασμὸν τοῦ χρόνου ποιήσασθαι. Εἰ δέ τις εἴποι, καὶ πῶς τὸ ἵλαος συνεσταλμένον ἔχον τὸ α, οἷον ὡς παρὰ Παρθενίῳ 〈Anall. Alex. ed. Mein. p. 286〉 ἵλαος, ὦ Ὑμέναιε, γίνεται παρὰ τοῖς Ἀθηναίοις διὰ τοῦ ε καὶ ω, οἷον ἵλεως, λέγομεν ὅτι τὸ ἵλαος μᾶλλον ἐκτείνει τὸ α, σπάνιον γὰρ | |
25 | τὸ ἐν συστολῇ ἐστιν εὑρισκόμενον, καὶ τούτου χάριν ἐγένετο παρὰ τοῖς Ἀθηναίοις ἵλεως· ὅτι γὰρ ἐκτείνει τὸ α, ἐδήλωσε Παρθένιος ἐν τῷ εἰς Βίαντα εἰπὼν 〈Mein. 1. 1. p. 262〉 ἵλαος ταύτην δέχνυσο πυρ‐ καϊήν· ἔστι δὲ ἐλεγεῖον τὸ μέτρον· καὶ ἐν τῷ Εὐφορίωνος Δημοσθένει ὁμοίως ἐκτεταμένον εὑρίσκεται, οἷον 〈Mein. 1. 1. p. 45〉 δαίμονος | |
30 | ἱλάοιο. Ταῦτα μὲν ἐν τούτοις. Πρόσκειται δὲ ἀνωτέρω «εἰς ος καθαρόν», ἐπειδὴ εἰσί τινα μὴ καθαριεύοντα καὶ γινόμενα διὰ τοῦ ω παρὰ τοῖς Ἀθηναίοις, οἷον ὁ κάλος ὁ κάλως (σημαίνει δὲ τὸν σχοῖνον), ὁ Τάλος ὁ Τάλως (ἔστι δὲ ὄνομα κύριον), ὁ ὄρφος ὁ ὀρφῶς (σημαίνει τινὰ ἰχθύν, τοῦτο δὲ περι‐ | |
35 | σπᾶται παρὰ τοῖς Ἀθηναίοις, τοῦ παρ’ ἡμῖν ἤγουν τοῦ κοινοῦ βαρυνο‐ μένου)· ἰδοὺ ταῦτα διὰ τοῦ ω γινόμενα ἀττικῶς οὐκ ἔτρεψαν τὸ παρα‐ | |
λῆγον φωνῆεν εἰς τὸ ε, ἀλλ’ οὐ καθαριεύουσιν· τούτου οὖν χάριν | 252 | |
253 | πρόσκειται «εἰς ος καθαρόν». Τούτων οὕτως ἐχόντων ἰστέον, ὅτι ταῦτα τὰ εἰς ως Ἀττικὰ φυλάττουσι τῆς κοινῆς εὐθείας τὸν τόνον· εἴτε γὰρ προπαροξύνεται τὸ κοινὸν εἴτε παροξύνεται εἴτε ὀξύνεται, τὴν αὐτὴν τάσιν φυλάττει καὶ παρὰ τοῖς Ἀθηναίοις, οἷον τὸ λαός καὶ ναός ὀξυ‐ | |
5 | τονούμενα παρ’ ἡμῖν φυλάττουσι τὴν ὀξεῖαν τάσιν καὶ παρὰ τοῖς Ἀθη‐ ναίοις, λεώς γὰρ καὶ νεώς λέγουσιν ὀξυτόνως· καὶ πάλιν τὸ Τάλος καὶ κάλος παροξυνόμενα παρ’ ἡμῖν καὶ παρὰ τοῖς Ἀθηναίοις παροξύνονται, οἷον Τάλως καὶ κάλως· καὶ πάλιν τὸ Μενέλαος καὶ Ἰόλαος προπαροξυ‐ νόμενα παρ’ ἡμῖν καὶ παρὰ τοῖς Ἀθηναίοις προπαροξύνονται, οἷον | |
10 | Μενέλεως καὶ Ἰόλεως. Σεσημείωται τὸ ὀρφῶς καὶ λαγῶς περισπώμενα, ταῦτα γὰρ οὐκ ἐφύλαξαν τὸν τόνον τῶν κοινῶν· τοῦ μὲν γὰρ ὀρφῶς τὸ κοινὸν ὄρφος ἐστὶ βαρυτόνως, τοῦ δὲ λαγῶς ὀξυτόνως λαγός. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι ἐπὶ πάσης πτώσεως τὰ εἰς ως Ἀττικὰ τῆς ἰδίας εὐθείας τὸν τόνον φυλάττουσιν· εἴτε γὰρ προπαροξύνεται ἡ εὐθεῖα | |
15 | εἴτε παροξύνεται εἴτε ὀξύνεται, ὁ αὐτὸς τόνος φυλάττεται καὶ ἐν ταῖς λοιπαῖς πτώσεσιν, οἷον ὁ Μενέλεως τοῦ Μενέλεω τῷ Μενέλεῳ τὸν Μενέλεων ὦ Μενέλεως, ὁ κάλως τοῦ κάλω τῷ κάλῳ τὸν κάλων ὦ κά‐ λως, ὁ λεώς τοῦ λεώ τῷ λεῴ τὸν λεών ὦ λεώς· κλίνουσι δὲ πάντα, ὥς φησιν ὁ τεχνικός, κατὰ ἀποβολὴν τοῦ ς. | |
20 | Ἰστέον δὲ ὅτι τὰ εἰς ως Ἀττικὰ ἀποβολῇ τοῦ ς ποιοῦσι τὴν γενι‐ κήν, οἷον ὁ Μενέλεως τοῦ Μενέλεω, ὁ Ἰόλεως τοῦ Ἰόλεω, ὁ λεώς τοῦ λεώ, ὁ νεώς τοῦ νεώ, ὁ κάλως τοῦ κάλω, ὁ Τάλως τοῦ Τάλω· ὁ Τυφῶς καὶ ὁ ταῶς κοινῶς μὲν Τυφῶν καὶ ταῶν λέγονται καὶ διὰ τοῦ νος κλίνονται, οἷον Τυφῶνος καὶ ταῶνος, ἀττικῶς δὲ Τυφῶς καὶ | |
25 | ταῶς λέγονται καὶ ἀποβολῇ τοῦ ς ποιοῦσι τὴν γενικὴν τῷ Ἀττικῷ ἔθει, οἷον ὁ Τυφῶς τοῦ Τυφῶ καὶ ὁ ταῶς τοῦ ταῶ, ὥσπερ ὁ ὀρφῶς τοῦ ὀρφῶ καὶ ὁ λαγῶς τοῦ λαγῶ· Τυφῶς δέ ἐστιν ὁ σφοδρὸς ἄνεμος. Καὶ ἀποροῦσί τινες λέγοντες, διατί τὸ Τυφῶς καὶ ταῶς οὐ κλίνονται κοι‐ νῶς διὰ τοῦ τος, ὥσπερ τὸ ἱδρώς ἱδρῶτος καὶ ἀπτώς ἀπτῶτος. Ἔστιν | |
30 | οὖν εἰπεῖν, ὅτι πρῶτον μὲν ἐκεῖνα ὀξύτονά εἰσιν, τὸ δὲ Τυφῶς καὶ ταῶς περισπώμενά εἰσι· δεύτερον δὲ ὅτι ταῦτα καὶ εἰς ν λήγουσι, οἷον Τυφῶς Τυφῶν, ταῶς ταῶν, ὅπερ οὐ παρέπεται ἐκείνοις. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν ὅτι πολλὰ εὑρίσκονται παρὰ τοῖς Ἀθηναίοις εἰς | |
35 | ως μὴ ἔχοντα προϋποκείμενον κοινόν, οἷον κορώνεως φιβάλεως δαμα‐ ρίππεως χελιδόνεως ἱέρεως· προπαροξύνονται δὲ ὅλα ταῦτα καὶ ἀπο‐ βολῇ τοῦ ς ποιοῦσι τὴν γενικὴν ὁμοίως τοῖς ἄλλοις Ἀττικοῖς· εἰσὶ δὲ | |
τὸ μὲν κορώνεως καὶ φιβάλεως καὶ δαμαρίππεως καὶ χελιδόνεως εἴδη | 253 | |
254 | φυτῶν, τὸ δὲ ἱέρεως τὸν ἱερέα σημαίνει· ἱέρεως γὰρ παρ’ αὐτοῖς ὁ ἱερεύς. Εἰσὶ δὲ καὶ Περσικὰ ὀνόματα καὶ Αἰγύπτια εἰς ως λήγοντα, ἅτινα τὴν αὐτὴν κλίσιν ἐπιδέχονται τοῖς εἰς ως Ἀττικοῖς· οὐ μέντοι προπαροξύνονται κατὰ τὴν εὐθεῖαν, ὥσπερ οὐδὲ ἐν ταῖς ἄλλαις πτώ‐ | |
5 | σεσιν· ἔστι γὰρ Ἰναρῶς (ὄνομα βασιλέως) Σπαραμιζῶς (ὄνομα εὐνούχου) Σαβακῶς Μανεθῶς (ταῦτα δὲ ὀνόματά εἰσι κύρια)· καὶ ἰστέον ὅτι τινὲς μὲν ὀξύνουσιν αὐτά, τινὲς δὲ περισπῶσιν· τὸ δὲ Σαβακῶς Ῥωμανὸς βαρύνει Σαβάκως λέγων· ἀποβολῇ δὲ τοῦ ς ποιοῦσι τὴν γενικήν. Δεῖ δὲ ἡμᾶς ἀναμνησθῆναι καὶ τούτου, ὅτι τὸ ἥρως καὶ τὸ ἔρως καὶ τὸ γέ‐ | |
10 | λως, ἅτινα περιττοσυλλάβως παρ’ ἡμῖν κλίνονται, οἱ Ἀθηναῖοι ἰσοσυλ‐ λάβως κλίνουσιν· τοῦ ἥρω γὰρ καὶ τοῦ ἔρω καὶ τοῦ γέλω λέγουσιν, οἷον 〈Arist. Ran. 45〉 ἀλλ’ οὐχ οἷός τ’ εἴμ’ ἀποσοβῆσαι τὸν γέ‐ λων· καὶ τὰς ἑξῆς δὲ πτώσεις οὕτω κλίνουσιν ὥσπερ καὶ τὸ Μενέλεως κλίνεται. | |
15 | Τῷ Μενέλεῳ. Εἴρηται ὅτι πᾶσα γενικὴ ἰσοσυλλαβοῦσα τῇ εὐθείᾳ τὴν δοτικὴν ἔχει εἰς ι ἀνεκφώνητον λήγουσαν μετὰ τοῦ φωνήεντος τῆς εὐθείας ἢ μείζονος ἀντιστοίχου. Τὸν Μενέλεων. Εἴρηται ὅτι πᾶσα εὐθεῖα εἰς ς λήγουσα, ὅταν ἔχῃ τὴν αἰτιατικὴν ἰσοσύλλαβον μετὰ τῶν αὐτῶν φωνηέντων, εἰς ν | |
20 | αὐτὴν ἔχει λήγουσαν. Ὦ Μενέλεως. Εἴρηται ὅτι τὰ εἰς ως τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, οἷον ὁ ἱδρώς ὦ ἱδρώς, ὁ ἔρως ὦ ἔρως, ὁ γέλως ὦ γέλως· οὕτως οὖν καὶ ὁ Μενέλεως ὦ Μενέλεως· ἄλλως τε δὲ καὶ οἱ Ἀττικοὶ τὰς αὐτὰς ἔχουσιν ὀρθὰς καὶ κλητικάς, οἷον ὁ Αἴας ὦ Αἴας, οἷον 〈Soph. | |
25 | Ai. 89〉 Αἴας, δεύτερόν σε προσκαλῶ, ὁ φίλος ὦ φίλος, 〈Φ 106〉 ἀλλά, φίλος, θάνε καὶ σύ, ὁ ἥλιος ὦ ἥλιος, 〈Γ 277〉 ἠέλιός 〈θ’〉 ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις· οὕτως οὖν καὶ ὁ Μενέ‐ λεως ὦ Μενέλεως ἀττικῶς. Τὼ Μενέλεω. Εἴρηται ὅτι πᾶσα δοτικὴ ἑνικῶν εἰς α ἢ εἰς ω | |
30 | λήγουσα δηλονότι μετὰ τοῦ ἀνεκφωνήτου ι ὁμόφωνον ἔχει τὴν εὐθεῖαν τῶν δυϊκῶν· ἀλλ’ ἐν τῇ εὐθείᾳ τῶν δυϊκῶν οὐκ ἔστι προσγεγραμμένον τὸ ι, οἷον τῷ κοχλίᾳ τὼ κοχλία, τῷ καλῷ τὼ καλώ· οὕτως οὖν καὶ τῷ Μενέλεῳ τὼ Μενέλεω χωρὶς τοῦ ι. Τοῖν Μενέλεῳν. Λέγει ὅτι τοῦτο ἀπὸ τοῦ κοινοῦ γέγονεν ἀπὸ | |
35 | τοῦ τοῖν Μενελάοιν, τροπῇ τοῦ ο εἰς τὸ ω καὶ τῆς παραληγούσης εἰς τὸ ε, διὸ καὶ ἔχει τὸ ι προσγεγραμμένον· πᾶσα γὰρ δοτικὴ ἐπὶ παντὸς | |
ἀριθμοῦ τὸ ι θέλει ἔχειν ἐν τῇ τελευταίᾳ συλλαβῇ, οἷον καλῷ σοφῷ | 254 | |
255 | κοχλίᾳ, καλοῖν σοφοῖν κοχλίαιν, καλοῖς σοφοῖς κοχλίαις· πότε δὲ οὐκ ἔχει τὸ ι ἡ δοτικὴ τῶν ἑνικῶν, ἐν τῇ δοτικῇ τοῦ κοχλίας μεμαθήκαμεν. Ὦ Μενέλεω· εἴρηται. Οἱ Μενέλεῳ. Λέγει ὅτι καὶ τοῦτο ἀπὸ τοῦ κοινοῦ γέγονεν ἀπὸ | |
5 | τοῦ οἱ Μενέλαοι, τροπῇ τοῦ ο εἰς ω καὶ τῆς παραληγούσης δηλονότι εἰς τὸ ε. Τὸ δὲ κοινόν ἐστιν οἱ Μενέλαοι, ἐπειδὴ πᾶσα εὐθεῖα δυϊκῶν εἰς ω λήγουσα εἰς τὴν οι δίφθογγον ποιεῖ τὴν εὐθεῖαν τῶν πληθυντι‐ κῶν, χωρὶς τῶν οὐδετέρων, οἷον τὼ καλώ οἱ καλοί, τὼ σοφώ οἱ σοφοί, τὼ Ὁμήρω οἱ Ὅμηροι, τὼ ἀνθρώπω οἱ ἄνθρωποι· οὕτω καὶ τὼ Με‐ | |
10 | νελάω οἱ Μενέλαοι καὶ τὼ Νικολάω οἱ Νικόλαοι· πρόσκειται «χωρὶς τῶν οὐδετέρων», ἐπειδή ἐστι τὼ ξύλω καὶ τὼ δένδρω ἡ εὐθεῖα τῶν δυϊκῶν, καὶ γίνεται ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ ξύλα καὶ τὰ δένδρα, καὶ ἰδοὺ ἡ εὐθεῖα τῶν δυϊκῶν εἰς ω λήγει, καὶ οὐ λήγει εἰς τὴν οι δίφθογγον ἡ εὐθεῖα τῶν πληθυντικῶν. Τούτων οὕτως ἐχόντων ἐστὶν | |
15 | οἱ Μενέλαοι, καὶ τροπῇ τοῦ ο εἰς ω καὶ τῆς παραληγούσης δηλονότι εἰς τὸ ε γέγονεν οἱ Μενέλεῳ, καὶ μένει τὸ ι προσγεγραμμένον ἀναγ‐ καίως· πᾶσα γὰρ εὐθεῖα πληθυντικῶν ἀρσενικὴ ἢ θηλυκὴ ἀνεπέκτατος ἀπὸ ἑνικῶν κεκλιμένη εἰς φωνῆεν λήγουσα εἰς ι θέλει λήγειν, οἷον καλοί σοφοί κοχλίαι Αἰνεῖαι σοφαί Μοῦσαι ἅμαξαι. Πρόσκειται «ἀρσενικὴ | |
20 | ἢ θηλυκή» διὰ τὰ οὐδέτερα, οἷον τὰ βήματα, τὰ ξύλα, τὰ δένδρα· ἰδοὺ ταῦτα οὐ λήγουσιν εἰς ι· «ἀνεπέκτατος» δὲ πρόσκειται διὰ τὸ τοιοῖδε καὶ τοσοῖδε· ταῦτα γὰρ οὐ λήγουσιν εἰς ι, ἀλλ’ ἐπέκτασιν τῆς δε συλλαβῆς ἀνεδέξαντο· πρόσκειται δέ «ἀπὸ ἑνικῶν κεκλιμένη» διὰ τὸ οἱ πέντε, οἱ ἑπτά, οἱ ὀκτώ, οἱ δέκα· ταῦτα γὰρ οὐ λήγουσιν εἰς ι, | |
25 | ἀλλ’ οὐκ εἰσὶν ἀπὸ ἑνικῶν κεκλιμένα, οὐκ ἔχουσι γὰρ ἑνικά, ἐπειδὴ τὸ σημαινόμενον κωλύει· πῶς γὰρ οἱ πέντε καὶ οἱ ἑπτά καὶ οἱ ὀκτώ καὶ οἱ δέκα δύνανται ἑνικῷ ἀριθμῷ θεωρηθῆναι; ἐὰν γὰρ θεωρηθῶσιν ἑνικῷ ἀριθμῷ, καὶ τοῦ σημαινομένου ἐκπίπτουσι καὶ οὐκέτι μένουσι πέντε ἢ ἑπτὰ ἢ ὀκτὼ ἢ δέκα· ἀλλ’ οὔτε δὲ ταῦτα ἀρσενικοῦ ἢ θηλυκοῦ μόνου | |
30 | γένους εἰσίν, ἀλλὰ καὶ οὐδετέρου, οἷον οἱ πέντε αἱ πέντε καὶ τὰ πέντε· ὁμοίως δὲ καὶ τὰ λοιπά· πρόσκειται δέ «εἰς φωνῆεν λήγουσα» διὰ τὸ Αἴαντες μητέρες· ταῦτα γὰρ οὐ λήγουσιν εἰς ι, ἀλλ’ οὐ λήγουσιν εἰς φωνῆεν ἀλλ’ εἰς σύμφωνον. Τῶν Μενέλεων. Εἴρηται ὅτι πᾶσα γενικὴ πληθυντικῶν εἰς ων | |
35 | λήγει ἐπὶ παντὸς γένους. Τοῖς Μενέλεῳς. Εἴρηται ὅτι πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ι λή‐ γουσα προσθέσει τοῦ ς ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, οἷον καλοί καλοῖς, σοφοί σοφοῖς, κοχλίαι κοχλίαις, Μοῦσαι Μούσαις· ἔστιν οὖν οἱ Μενέλεῳ σὺν τῷ ι, καὶ λοιπὸν προσθέσει τοῦ ς ποιεῖ τὴν δοτικὴν τῶν | |
40 | πληθυντικῶν, οἷον τοῖς Μενέλεῳς. Ἀναγκαίως οὖν καὶ τοῦτο μετὰ τοῦ | 255 |
256 | ι γράφεται, ἐπειδὴ δοτικῆς ἐστι πτώσεως· ἐμάθομεν δὲ ὅτι πᾶσα δοτικὴ ἐπὶ παντὸς ἀριθμοῦ τὸ ι θέλει ἔχειν ἐν τῇ τελευταίᾳ συλλαβῇ. Δύναται δὲ καὶ ἀπὸ τοῦ κοινοῦ, φημὶ δὴ ἀπὸ τοῦ Μενελάοις, γενέσθαι κατὰ τροπὴν τοῦ ο εἰς τὸ ω καὶ τῆς παραληγούσης δηλονότι εἰς τὸ ε. | |
5 | Τοὺς Μενέλεως. Λέγει ὅτι καὶ τοῦτο ἀπὸ τοῦ κοινοῦ γέγονε, τὸ δὲ κοινόν ἐστι τοὺς Μενελάους· πᾶσα γὰρ εὐθεῖα πληθυντικῶν εἰς τὴν οι δίφθογγον λήγουσα εἰς ους ποιεῖ τὴν αἰτιατικήν, οἷον καλοί καλούς, Ὅμηροι Ὁμήρους, ἄνθρωποι ἀνθρώπους· οὕτως οὖν οἱ Μενέλαοι τοὺς Μενελάους, καὶ τροπῇ τοῦ ο εἰς τὸ ω ἀττικῶς καὶ τῆς παραληγούσης | |
10 | δηλονότι εἰς τὸ ε γίνεται τοὺς Μενέλεως· ἀποβάλλει δὲ τὸ υ διὰ τὴν κακοφωνίαν, ὥς φησιν ὁ τεχνικός, τραχεῖα γάρ ἐστιν ἡ ἐκφώνησις τοῦ ω καὶ υ ἐν μιᾷ συλλαβῇ. Καὶ ἀποροῦσί τινες λέγοντες, διατί ἡνίκα μὲν τὸ κοινὸν ἔχει τὸ ι, φυλάττεται καὶ ἐν τῷ Ἀττικῷ, οἷον τῷ Με‐ νελάῳ τῷ Μενέλεῳ, τοῖν Μενελάοιν τοῖν Μενέλεῳν, οἱ Μενέλαοι οἱ | |
15 | Μενέλεῳ, τοῖς Μενελάοις τοῖς Μενέλεῳς, ἡνίκα δὲ τὸ κοινὸν ἔχει τὸ υ, οὐ φυλάττεται ἐν τῷ Ἀττικῷ, οἷον τοὺς Μενελάους τοὺς Μενέλεως. Ἔστιν οὖν εἰπεῖν, ὅτι διὰ τοῦτο τὸ ι φυλάττεται καὶ ἐν τῷ Ἀττικῷ, ἐπειδὴ πέφυκε τὸ ι καὶ ἀνεκφώνητον εἶναι, οἷον τῷ καλῷ, τῷ σοφῷ· τὸ δὲ υ διὰ τοῦτο ἀποβάλλεται ἐν τῷ Ἀττικῷ, ἐπειδὴ ἡ ωυ δίφθογγος | |
20 | ἐν ἁρμογῇ μόνῃ δύο λέξεων εὑρίσκεται, οἷον ὁ αὐτός ωὐτός, 〈Ε 396〉 εὖτέ μιν ωὐτὸς ἀνήρ, ἐμέο αὐτοῦ ἐμεωυτοῦ καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ ω εἰς τὸ ω ἐμωυτοῦ· ἀμέλει ἐν τῷ θαυμαστός καὶ θαυμάσιος τραπέν‐ τος τοῦ α εἰς τὸ ω ἀπεβλήθη τὸ υ, οἷον θωμαστός θωμάσιος, ἐπειδὴ οὐκ ἔστιν ἁρμογὴ δύο λέξεων· εἰσὶ δὲ ταῦτα πάντα Ἰωνικά· ἐν οὖν τῇ τοὺς | |
25 | Μενελάους αἰτιατικῇ τραπέντος τοῦ ο εἰς τὸ ω ἀναγκαίως καὶ τὸ υ ἀπεβλήθη διὰ τὸ μὴ εἶναι ἐν ἁρμογῇ δύο λέξεων. Ὦ Μενέλεῳ. Εἴρηται ὅτι τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ὡς ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική· ἔχει δὲ καὶ τὸ ι προσγεγραμμένον ὁμοίως τῇ εὐθείᾳ τῶν πληθυντικῶν. | |
30 | Κανὼν ιηʹ. Ὁ ἅλς τοῦ ἁλός. Πληρώσας ὁ τεχνικὸς τὰ εἰς ς μόνον λήγοντα ἔρχεται καὶ διαλαμ‐ βάνει περὶ τῶν εἰς ς ληγόντων μετ’ ἐπιπλοκῆς συμφώνου. Καὶ ἰστέον ὅτι τὰ εἰς δύο σύμφωνα λήγοντα ἢ εἰς τὸ ς λήγουσιν ἢ εἰς τὸ ξ· καὶ | |
35 | τὰ μὲν εἰς τὸ ς λήγοντα πρὸ τοῦ ς ἔχουσιν ἢ τὸ λ, ὡς τὸ ἅλς, ἢ τὸ ν, ὡς τὸ Τίρυνς, ἢ τὸ ρ, ὡς τὸ μάκαρς· τὰ δὲ εἰς ξ λήγοντα, περὶ | |
ὧν ἐν τοῖς θηλυκοῖς λέγει, πρὸ τοῦ ξ ἔχουσιν ἢ τὸ α, ὡς τὸ ὤλξ | 256 | |
257 | ὠλκός (σημαίνει δὲ τὴν αὔλακα), ἢ τὸ ρ, ὡς τὸ σάρξ σαρκός, ἢ τὸ γ, ὡς τὸ Σφίγξ Σφιγγός. Ταῦτα μὲν ἐν τούτοις. Κανονίζει δὲ ὁ τεχνικὸς τὸ ἅλς ἁλός λέγων, ὅτι τὰ εἰς δύο σύμ‐ φωνα λήγοντα διὰ δύο συμφώνων κλίνονται δηλονότι καὶ εἰς ος ἔχουσι | |
5 | τὴν γενικήν, οἷον Τίρυνς Τίρυνθος (ἔστι δὲ ὄνομα πόλεως τοῦ Ἄργους, ἐξ ἧς ἦν ὁ Εὐρυσθεύς), μάκαρς μάκαρτος, ἕλμινς ἕλμινθος, δάμαρς δά‐ μαρτος. Εἰ οὖν ἐστιν ἅλς ἡ εὐθεῖα, ὤφειλεν εἶναι ἡ γενικὴ ἁλτός, ἵνα εὑρεθῇ διὰ δύο συμφώνων ἐκφερομένη· ἀλλ’ ἐπειδὴ δασυνομένης τῆς εὐθείας ἔμελλε ψιλοῦσθαι ἡ γενική, ἀδύνατον δέ ἐστι τὸ πνεῦμα τῆς | |
10 | εὐθείας ἐναλλάξαι κατὰ τὰς ἄλλας πτώσεις, —θέλουσι γὰρ τὰ πνεύματα τῶν εὐθειῶν φυλάττεσθαι καὶ ἐν ταῖς λοιπαῖς πτώσεσιν, οἷον τοῦ ἄλγος ψιλουμένου καὶ αἱ λοιπαὶ πτώσεις ψιλοῦνται, τοῦ ἄλγους τῷ ἄλγει τὸ ἄλγος ὦ ἄλγος, καὶ πάλιν τοῦ ἁγνός δασυνομένου καὶ αἱ λοιπαὶ πτώ‐ σεις δασύνονται, οἷον τοῦ ἁγνοῦ τῷ ἁγνῷ τὸν ἁγνόν ὦ ἁγνέ—διὰ | |
15 | τοῦτο ἀπέβαλεν ἡ γενικὴ τὸ τ καὶ ἐγένετο ἁλός, ἵνα ὁμοίως τῇ εὐθείᾳ δασυνθῇ καὶ ἡ γενική. Καὶ ἡ μὲν εὐθεῖα δασύνεται κανόνι τοιούτῳ· τὸ α τὸ ἀθροιστικὸν ἤγουν τὸ σημαῖνον ἄθροισιν δασύνεσθαι θέλει, οἷον ἅμαξα (εἴρηται δὲ ἅμαξα παρὰ τὸ ἅμα ἄγειν τὰ συνηθροισμένα), ἁθρόον (ἀντὶ τοῦ ὁμοῦ· ἀθρόον δὲ ἀντὶ τοῦ ἐξαίφνης ψιλοῦται), ἅπας ἅμα· | |
20 | οὕτως οὖν καὶ τὸ ἅλς, εἴτε ἐπὶ τῆς θαλάσσης, ὅπου πάντα τὰ ὕδατα ἁλίζονται ἤγουν συναθροίζονται, εἴτε ἐπὶ τούτου τοῦ ἁλμυροῦ, ὃ ἡ συνήθεια λέγει τὸ ἅλας οὐδετέρως, σπανίως εἰρημένον παρὰ τοῖς ἀρ‐ χαίοις, καὶ αὐτὸ γὰρ ἄθροισίν τινα σημαίνει· εἰ δὲ ἐγένετο ἡ γενικὴ ἁλτός ἔμελλε ψιλοῦσθαι· τὸ γὰρ α καταλῆγον εἰς λ ἐπιφερομένου συμ‐ | |
25 | φώνου τῆς τρίτης συζυγίας τῶν βαρυτόνων, τουτέστι τοῦ δ ἢ θ ἢ τ, ψιλοῦσθαι θέλει, οἷον ἀλθαία (ἔστι δὲ εἶδος βοτάνης) Ἄλτης (ὄνομα δὲ τοῦτο κύριον) ἀλδισκάνειν, ὅ ἐστιν τὸ ἅλλεσθαι· εὐλόγως οὖν ἀπέβαλε τὸ τ καὶ ἐγένετο ἁλός, ἵνα ὁμοίως τῇ εὐθείᾳ δασυνθῇ καὶ ἡ γενική. Περὶ δὲ τοῦ θρίξ τριχός, ὅτι οὐκ ἐφύλαξε τὴν ἄρχουσαν τῆς εὐθείας ἡ | |
30 | γενική, φημὶ δὴ τὸ θ, ἀλλ’ ἐνήλλαξεν αὐτὴν εἰς τὸ τ, ἤγουν τὸ δασὺ μετέβαλεν εἰς ψιλόν, ἔστιν εἰπεῖν, ὅτι ὤφειλεν ἡ γενικὴ θριχός εἶναι ὁμοίως τῇ θρίξ εὐθείᾳ, ἀλλ’ ἔτρεψε τὸ θ εἰς τ καὶ ἐγένετο τριχός διὰ τοιαύτην αἰτίαν. Κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὸ ρ μετὰ τῶν δα‐ σέων δασύ ἐστι καὶ μετὰ τῶν ψιλῶν ψιλόν ἐστιν· ἀδύνατον δέ ἐστιν | |
35 | λέξιν δισύλλαβον εὑρεθῆναι ἐν χρήσει ἀρχομένην ἀπὸ δύο δασέων, τῆς δευτέρας συλλαβῆς ἀρχομένης ἀπὸ δασέος συμφώνου· τοῦ γὰρ 〈ε 110. | |
133. h 251〉 ἀπέφθιθον ἐσθλοὶ ἑταῖροι ὁ φθίθω ἐνεστὼς οὐχ εὕ‐ | 257 | |
258 | ρηται ἐν χρήσει, ἵνα εἴπωμεν ὅτι ἰδοὺ λέξις δισύλλαβος ἀρχομένη ἀπὸ δύο δασέων, τῆς δευτέρας συλλαβῆς ἀρχομένης ἀπὸ δασέος συμφώνου. Τούτου χάριν ἡ θρίξ εὐθεῖα ἐν τῇ τριχός γενικῇ ἔτρεψε τὸ θ εἰς τὸ τ, ἵνα μὴ εὑρεθῇ ἀπὸ δύο δασέων ἀρχομένη, τῆς δευτέρας συλλαβῆς ἀρχο‐ | |
5 | μένης ἀπὸ δασέος συμφώνου· ὅθεν ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν ἐπειδὴ ἀπέστη τὸ δασὺ τῆς δευτέρας συλλαβῆς, λέγω δὴ τὸ χ, τούτου χάριν προσῆλθε τὸ δασὺ τῆς πρώτης συλλαβῆς, λέγω δὴ τὸ θ, καὶ γέ‐ γονε θριξίν. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα ἐν τῷ ἅλς ἁλός τὸ πνεῦμα ἠνάγ‐ | |
10 | κασεν ἀποβληθῆναι τὸ τ ἐν τῇ γενικῇ, διατί ἐπὶ τοῦ δάμαρς δάμαρτος καὶ μάκαρς μάκαρτος οὐδὲν τοιοῦτον ἐγένετο. Ἔστιν οὖν εἰπεῖν, ὅτι τὸ δάμαρς δάμαρτος καὶ μάκαρς μάκαρτος ἀπὸ συμφώνου ἄρχονται, δηλονότι οὔτε δασύνονται οὔτε ψιλοῦνται· τὰ γὰρ σύμφωνα οὔτε δα‐ σεῖαν ἐπιδέχονται οὔτε ψιλήν, ὑπεσταλμένου τοῦ ρ, τοῦτο γὰρ πέφυκε | |
15 | καὶ δασύνεσθαι, οἷον ῥάπτω, καὶ ψιλοῦσθαι, οἷον μέρος· οὐκ ἔχουσιν οὖν τὸ μάκαρς καὶ δάμαρς πνεῦμα τὸ ἀναγκάζον αὐτὰ ἀποβολὴν ποιή‐ σασθαι κατὰ τὴν γενικήν, ὡς ἐπὶ τοῦ ἅλς ἁλός. Πάλιν ἄξιόν ἐστι ζη‐ τῆσαι, εἰ ἄρα τὰ εἰς δύο σύμφωνα λήγοντα, δηλονότι τοῦ ς ληκτικοῦ ὄντος, οὐ μόνον διὰ τοῦ τ κλίνονται, οἷον μάκαρς μάκαρτος, ἀλλὰ καὶ | |
20 | διὰ τοῦ θ, οἷον Τίρυνς Τίρυνθος, διατί εἶπεν ὁ τεχνικός «εἰ οὖν ἐστιν ἅλς, ὤφειλεν εἶναι ἁλτός ἡ γενική»· πόθεν γὰρ δῆλον ὅτι οὐκ εἶχε διὰ τοῦ θ κλίνεσθαι; πρόσκειται «δηλονότι τοῦ ς ληκτικοῦ ὄντος» διὰ τὰ εἰς ξ λήγοντα, ταῦτα γὰρ οὔτε διὰ τοῦ τ κλίνονται οὔτε διὰ τοῦ θ, οἷον σάρξ σαρκός, Σφίγξ Σφιγγός. Ἔστιν οὖν εἰπεῖν, ὅτι τὰ εἰς ς | |
25 | λήγοντα μεθ’ ἑτέρου συμφώνου τότε διὰ τοῦ τ κλίνονται, ἡνίκα ἔχουσι τὸ α, οἷον μάκαρς μάκαρτος, δάμαρς δάμαρτος· τὰ γὰρ διὰ τοῦ θ κλι‐ νόμενα οὐκ ἔχουσι τὸ α, οἷον Τίρυνς Τίρυνθος, ἕλμινς ἕλμινθος· εἰ ἄρα οὖν τὸ ἅλς τὸ α ἔχει, δηλονότι διὰ τοῦ τ ὤφειλε κλίνεσθαι· κα‐ λῶς οὖν εἶπεν ὁ τεχνικός «εἰ οὖν ἅλς, ἔδει εἶναι ἁλτός». Ἄλλως τε | |
30 | δὲ τὸ τ πέφυκεν ἐλλείπειν ἐν τῇ γενικῇ, οὐ μὴν τὸ θ, οἷον τάλαντος τάλανος, μέλαντος μέλανος, εἷς ἑντός καὶ ἑνός· εἰ ἄρα οὖν ἡ ἁλός γενικὴ ἔλλειψιν ἔπαθε συμφώνου, δηλονότι διὰ τοῦ τ ὤφειλε κλίνεσθαι καὶ οὐ διὰ τοῦ θ· καλῶς οὖν εἶπεν ὁ τεχνικός «εἰ οὖν ἅλς, ἔδει εἶναι ἁλτός». Ταῦτα μὲν ἐν τούτοις. | |
35 | Ἰστέον δὲ ὅτι τὸ ἅλς ὅτε μὲν θηλυκῶς λέγεται δηλοῖ τὴν θάλασσαν καὶ ἕως τῶν ἑνικῶν κλίνεται μόνον, οὐχ ὅτι μία ἔστι θάλασσα, πολλαὶ γὰρ εἰσίν, οἷον ἡ ἐρυθρά, ἡ νεκρὰ καὶ αἱ ἄλλαι, ἀλλ’ ὅτι ἐν τῇ χρήσει οὐχ εὕρηται αὕτη οὔτε δυϊκῶς οὔτε πληθυντικῶς. Τινὲς δὲ ἐπιχειροῦσι λέγειν, ὅτι πληθυντικὰ αὐτῆς εὕρηνται παρὰ τῷ ποιητῇ, πλανώμενοι | |
40 | ἐκ τοῦ στίχου τοῦ λέγοντος 〈λ 122〉 οἳ οὐκ ἴσασι θάλασσαν Ἀνέ‐ | 258 |
259 | ρες, οὐδέ θ’ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν· ἐπειδὴ γὰρ εἶπε θάλασσαν, νομίζουσιν ὅτι καὶ τὸ ἅλεσσιν ἐπὶ τῆς θαλάσσης κεῖται· οὐκ ἔστι δὲ εἰ μὴ ἐπὶ τῶν ἁλῶν, ὅπερ ἡ συνήθεια λέγει ἅλας οὐδετέρως, καὶ δῆλον εἴγε τὸ εἶδαρ ἐπήγαγεν, ὅ ἐστι τὸ βρῶμα, τουτέστι τὸ βρῶμα | |
5 | τὸ μεμιγμένον μετὰ ἁλῶν· ὅτε δὲ τὸ ἁλμυρὸν τοῦτο δηλοῖ, ὃ εἰρήκα‐ μεν οὐδετέρως λέγεσθαι ἐν τῇ συνηθείᾳ, ἀρσενικῶς λέγεται καὶ διόλου κλίνεται, τουτέστι καὶ εἰς τὰ ἑνικὰ καὶ εἰς τὰ δυϊκὰ καὶ εἰς τὰ πληθυν‐ τικά. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ ἅλας τὸ οὐδετέρως λεγόμενον ἐν τῇ συνηθείᾳ | |
10 | σπανίως εὕρηται ἐν χρήσει· εὕρηται δὲ παρὰ Λύκωνι τῷ Τρωαδεῖ, οἷον τὸ ἅλας εὐῶδες ἢ δυσῶδες ὀρύσσεται, καὶ πάλιν ἅλατος μέ‐ διμνον. Καὶ λέγουσί τινες, ὅτι ἀπὸ τούτου τοῦ οὐδετέρου γέγονε τὸ ἅλς τὸ ἀρσενικὸν κατὰ συγκοπὴν τοῦ α, ὥσπερ καὶ ἀπὸ τοῦ κάρηνον οὐδετέρου γέγονε κατὰ ἀποκοπὴν τῆς νον συλλαβῆς τὸ κάρη θηλυκόν. | |
15 | Οὗτοι δὲ οὐ καλῶς λέγουσιν· ἄτοπον γὰρ τὸ πλατέως εὑρισκόμενον ἐν χρήσει λέγειν γεγενῆσθαι ἐκ τοῦ σπανίως εὑρισκομένου ἐν χρήσει. Φασὶ δέ τινες, ὅτι οὐχ εὕρηται τὸ ἅλς τὸ ἀρσενικὸν αὐτὸ καθ’ ἑαυτό, ἀλλὰ πάντως μετὰ τοῦ χονδρός, οἷον χονδρὸς ἅλς, χονδροῦ ἁλός, χονδροὶ ἅλες. Ψευδὲς δὲ τοῦτο, ὡς μαρτυρεῖ ὁ Ἀριστοφάνης εἰπὼν 〈Nub. | |
20 | 1237〉 ἁλσὶν διασμηχθεὶς ὄναιτ’ ἂν οὑτοσί· ἰδοὺ γὰρ οὐκ εἶπε χονδροῖς· καὶ πάλιν ὁ Μένανδρος 〈fragm. 750 K〉 οὐκ ἔχω οὔθ’ ἅλας οὔτ’ ὄξος οὔτ’ ὀρίγανον, καὶ οὐκ εἶπε χονδροὺς ἅλας. Περὶ δὲ τῆς συντάξεως τοῦ χονδρὸς ἅλς, εἴτε ὁμοιοπτώτως δεῖ συντάττειν εἴτε ἀνομοιοπτώτως, ἐν τῷ Ὀνοματικῷ Ἡρωδιανοῦ εἰ θεῷ φίλον | |
25 | μαθησόμεθα. Τῷ ἁλί, τὸν ἅλα· εἴρηται. Ὦ ἅλς. Ἰστέον ὅτι τὰ εἰς δύο σύμφωνα λήγοντα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, οἷον ὁ Τίρυνς ὦ Τίρυνς, ἡ ἕλμινς ὦ ἕλμινς, ὁ μάκαρς ὦ μάκαρς, ἡ δάμαρς ὦ δάμαρς· οὕτως οὖν καὶ τὸ ὁ ἅλς ὦ ἅλς. | |
30 | Τὼ ἅλε, τοῖν ἁλοῖν, ὦ ἅλε. Οἱ ἅλες, τῶν ἁλῶν, τοῖς ἁλσίν. Εἴρηται ὅτι πᾶσα εὐθεῖα ἑνικῶν εἰς ς λήγουσα μετὰ μακρᾶς περιττοσυλλάβως κλινομένη καὶ μὴ συναιρουμένη κατὰ τὴν γενικὴν προσ‐ θέσει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, οἷον Αἴας Αἴαντος Αἴασι, Τρώς Τρωός Τρωσί, λέβης λέβητος λέβησιν· οὕτως οὖν καὶ ἅλς | |
35 | ἁλός ἁλσί. Τοὺς ἅλας, ὦ ἅλες· εἴρηται. | 259 |
260 | Κανὼν ιθʹ. Ὁ Ἀλκμάν 〈τοῦ Ἀλκμᾶνοσ〉. Ἄρχεται ὁ τεχνικὸς τεχνολογεῖν τὰ εἰς ν λήγοντα· καὶ ἰστέον ὅτι τὰ εἰς ν ξ ρ ψ λήγοντα ὀνόματα εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ περιττο‐ | |
5 | σύλλαβον ἔχουσι τὴν γενικήν, τουτέστιν εἰς ος, οἷον Μέμνων Μέμνονος, τρήρων τρήρωνος, Φοῖνιξ Φοίνικος, μάστιξ μάστιγος, Ἕκτωρ Ἕκτορος, Δημήτηρ Δημήτερος, Πέλοψ Πέλοπος, λαῖλαψ λαίλαπος, καὶ εἰς ι ἐκ‐ φωνούμενον τὴν δοτικήν, οἷον Μέμνονι τρήρωνι Φοίνικι μάστιγι Ἕκτορι Δημήτερι Πέλοπι λαίλαπι, καὶ εἰς α τὴν αἰτιατικήν, οἷον Μέμνονα τρή‐ | |
10 | ρωνα Φοίνικα μάστιγα Ἕκτορα Δημήτερα Πέλοπα λαίλαπα, χωρὶς εἰ μὴ πάθῃ ἀποκοπήν, δηλονότι ἡ αἰτιατική· τοῦτο δὲ εἴρηται διὰ τὸ Πο‐ σειδῶνα Ποσειδῶ καὶ Ἀπόλλωνα Ἀπόλλω καὶ κυκεῶνα κυκεῶ· τὴν δὲ κλητικὴν εἰς τὸ αὐτὸ σύμφωνον ἔχουσι λήγουσαν εἰς ὃ ἂν καὶ ἡ εὐθεῖα, οἷον Μέμνων ὦ Μέμνον, τρήρων ὦ τρήρων, Φοῖνιξ ὦ Φοῖνιξ, μάστιξ | |
15 | ὦ μάστιξ, Ἕκτωρ ὦ Ἕκτορ, Δημήτηρ ὦ Δήμητερ, Πέλοψ ὦ Πέλοψ, λαῖλαψ ὦ λαῖλαψ, χωρὶς τοῦ ὦ γύναι, ἀπὸ τῆς γύναιξ γὰρ εὐθείας ἐστὶ καὶ ἀπέβαλε τὸ ξ, καὶ τοῦ Ζεῦ ἄνα, ἀπὸ τῆς ἄναξ γὰρ εὐθείας ἐστί· τοῦτο δὲ ποιητικῶς ἀπέβαλε τὸ ξ διὰ τὸ μέτρον, ἐπειδὴ εὑρίσκεται καὶ μετὰ τοῦ ξ, ὡς ἐν τῷ 〈B 434〉 Ἀτρείδη κύδιστε, ἄναξ ἀν‐ | |
20 | δρῶν Ἀγάμεμνον. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι κατὰ τὴν εὐθεῖαν τὰ εἰς ν λήγοντα εἴτε ἀρ‐ σενικὰ εἴτε θηλυκὰ οὐ θέλουσιν ἔχειν πρὸ τοῦ ν οὔτε δίφθογγον οὔτε βραχὺ φωνῆεν, ἀλλ’ ἢ ἓν ἐκ τῶν τριῶν διχρόνων, ὅπερ δὴ καὶ ἐκτεί‐ νεται, ἢ ἓν ἐκ τῶν μακρῶν φωνηέντων, ὡς εἶναι πέντε φωνήεντα τὰ | |
25 | εὑρισκόμενα πρὸ τοῦ ν κατὰ τὴν εὐθεῖαν, α ι υ η ω, οἷον Ἀλκμάν παιάν δελφίν Σαλαμίν μόσυν Φόρκυν σωλήν ποιμήν Πλάτων τρήρων· περὶ γὰρ τοῦ Λεόντιον καὶ Ἁβρότονον ἐν τοῖς θηλυκοῖς εἰ θεῷ φίλον μαθησόμεθα. Πρόσκειται «εἴτε ἀρσενικὰ εἴτε θηλυκά» διὰ τὰ οὐδέτερα, ἐπειδὴ | |
30 | τὰ οὐδέτερα εὑρίσκονται ἔχοντα πρὸ τοῦ ν βραχὺ φωνῆεν καὶ δίφθογ‐ γον, οἷον τὸ ξύλον, τὸ δένδρον, τὸ ἁπλοῦν, τὸ διπλοῦν. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι τὰ εἰς ν λήγοντα ἀρσενικὰ ἢ θηλυκὰ ἢ ὀξύνονται ἢ βα‐ ρύνονται, οἷον δελφίν Σαλαμίν ποιμήν Τροιζήν ἄρσην Ἕλλην· οὐδέποτε δὲ περισπῶνται, χωρὶς εἰ μὴ ὦσιν εἰς ων, ἐν γὰρ τῇ εἰς ων καταλήξει | |
35 | ἔστιν ὅτε ἐπιδέχονται καὶ τὴν περισπωμένην τάσιν, οἷον Ξενοφῶν Πο‐ | |
σειδῶν, περὶ ὧν ἔχομεν ἐν τοῖς ἑξῆς μαθεῖν· πρόσκειται «ἀρσενικὰ ἢ | 260 | |
261 | θηλυκά» διὰ τὰ οὐδέτερα, διὰ τὸ χαλκοῦν χρυσοῦν ὀστοῦν περισπώμενα. Ταῦτα μὲν ἐν τούτοις. Διδάσκει δὲ ἡμᾶς ὁ τεχνικὸς περὶ τῶν εἰς αν ληγόντων· καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί περὶ τῶν εἰς αν ληγόντων πρῶτον διαλαμβάνει· καὶ | |
5 | ἔστιν εἰπεῖν, ἐπειδὴ τὸ α προτερεύει τῶν ἄλλων στοιχείων. Ἰστέον δὲ ὅτι τὰ εἰς αν λήγοντα εἰ μὲν ὦσιν ἁπλᾶ ὀξύνονται, οἷον Ἀλκμάν παιάν Τιτάν, εἰ δὲ ὦσι σύνθετα βαρύνονται, τουτέστι παροξύνονται, οἷον Ἑρμόπαν Αἰγίπαν Τιτανόπαν· μόνον δὲ τὸ καρβάν (σημαίνει δὲ τὸν βάρβαρον) οὔτε ἁπλοῦν ἐστιν οὔτε σύνθετον ἀλλὰ παρασύνθετον καὶ | |
10 | ὀξύνεται· ἔστι γὰρ ἀπὸ τοῦ Κάρ Καρός Καρί καὶ τοῦ βοή κάριβος σύν‐ θετον, καὶ παρασύνθετον καριβοάν, καὶ ἐν συγκοπῇ καρβάν, οἱονεὶ ὁ ἔχων βοὴν Καρὸς τουτέστι βάρβαρον· οἱ γὰρ Κᾶρες βάρβαρον φωνὴν εἶχον, ὡς καὶ ὁ ποιητὴς δηλοῖ λέγων 〈Β 867〉 Νάστης 〈αὖ〉 Καρῶν ἡγήσατο βαρβαροφώνων. Ταῦτα μὲν ἐν τούτοις. | |
15 | Δεῖ δὲ γινώσκειν, ὅτι τὰ εἰς αν λήγοντα καὶ μακρὸν ἔχουσι τὸ α καὶ προσθέσει τοῦ ος ποιοῦσι τὴν γενικὴν καὶ φυλάττουσι τὸ α παντα‐ χοῦ μακρόν, οἷον Ἀλκμάν Ἀλκμᾶνος, Τιτάν Τιτᾶνος, παιάν παιᾶνος, Πάν Πανός, ὅτε ἀρσενικόν ἐστιν· πρόσκειται «ὅτε ἀρσενικόν ἐστιν», ἐπειδή ἐστιν οὐδέτερον τὸ πᾶν ἀπὸ τοῦ πᾶς ἀρσενικοῦ γεγενημένον, | |
20 | ὅπερ καὶ περισπᾶται καὶ διὰ τοῦ ντ κλίνεται πρὸς ὁμοιότητα τοῦ ἀρσε‐ νικοῦ· ὁ πᾶς γὰρ τοῦ παντός καὶ τὸ πᾶν τοῦ παντός. Δεῖ δὲ γινώ‐ σκειν ὅτι ταῦτα, φημὶ δὴ τὸ Ἀλκμάν καὶ παιάν καὶ Τιτάν, προπερι‐ σπῶνται κατὰ τὴν γενικήν, ἐπειδὴ φύσει μακρά ἐστι πρὸ μιᾶς βραχείας, οἷον Ἀλκμᾶνος παιᾶνος Τιτᾶνος· τὸ γὰρ Πάν Πανός ὀξύνεται κατὰ | |
25 | τὴν γενικὴν ὡς δισύλλαβον, ὥσπερ τὸ μηνός Ζηνός χηνός. Περὶ δὲ τοῦ Δυμάν, ἀπὸ ποίας εὐθείας ἐστίν, ἐν τῷ Ὀνοματικῷ Ἡρωδιανοῦ εἰ θεῷ φίλον μαθησόμεθα. Τούτων οὕτως ἐχόντων ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα τὰ εἰς αν λή‐ γοντα οὐδέποτε τρία σύμφωνα ἔχουσι πρὸ τοῦ α, ἀλλ’ ἢ καθαριεύουσιν, | |
30 | ὡς τὸ παιάν, ἢ ἔχουσιν ἓν σύμφωνον πρὸ τοῦ α, ὡς τὸ Τιτάν, ἢ δύο, καὶ ταῦτα ἢ κατὰ σύλληψιν ἢ κατὰ διάστασιν, κατὰ σύλληψιν μέν, ὡς ἐν τῷ ἰδμάν (σημαίνει δὲ τὸν ἔμπειρον) μεγιστάν, κατὰ διάστασιν δέ, ὡς ἐν τῷ Πορθάν Ἑλλάν, οὐδέποτε δὲ τρία σύμφωνα ἔχουσιν, ὡς εἴρηται, πῶς οὖν τὸ Ἀλκμάν τρία σύμφωνα ἔσχεν. Φησὶν οὖν ὁ Ἡρω‐ | |
35 | διανὸς ἐν τῇ Καθόλου περὶ τούτου ἀπολογούμενος, ὅτι ἢ παρὰ τὸ ἀκμή γέγονεν ἀκμάν καὶ πλεονασμῷ τοῦ α Ἀλκμάν, οἱονεὶ ὁ ἀκμάζων, | |
ἢ παρὰ τὸ ἀλκή (ὃ σημαίνει τὴν δύναμιν) γέγονεν ἀλκάν καὶ πλεο‐ | 261 | |
262 | νασμῷ τοῦ μ Ἀλκμάν, οἱονεὶ ὁ ἰσχυρός, ἢ παρὰ τὸ ἄλκιμος ἀλκιμάν καὶ ἐν συγκοπῇ Ἀλκμάν. Τῷ Ἀλκμᾶνι, τὸν Ἀλκμᾶνα, ὦ Ἀλκμάν. Ἰστέον ὅτι καθόλου τὰ εἰς ἀμετάβολον λήγοντα ὀξύτονα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλη‐ | |
5 | τικήν, οἷον ὁ Ἀλκμάν ὦ Ἀλκμάν, ὁ παιάν ὦ παιάν, ὁ αὐχήν ὦ αὐχήν, ὁ σωλήν ὦ σωλήν, ὁ ποιμήν ὦ ποιμήν, ὁ δελφίν ὦ δελφίν, ἡ ἀκτίν ὦ ἀκτίν, ἡ Σαλαμίν ὦ Σαλαμίν, ἡ Ἐλευσίν ὦ Ἐλευσίν, ὁ ἀστήρ ὦ ἀστήρ, ὁ ξυστήρ ὦ ξυστήρ, ὁ ἐλατήρ ὦ ἐλατήρ, ὁ Σαρπηδών ὦ Σαρπηδών, ὁ ἀλεκτρυών ὦ ἀλεκτρυών, ὁ Μυρμιδών ὦ Μυρμιδών, ἡ Σιδών ὦ Σιδών· | |
10 | χωρὶς τεσσάρων τινῶν, φημὶ δὴ τοῦ ἄνερ πάτερ σῶτερ δᾶερ, ταῦτα γὰρ οὐκ ἔχουσι τὴν αὐτὴν ὀρθὴν καὶ κλητικήν· αἱ γὰρ εὐθεῖαι τούτων εἰς ηρ εἰσίν, οἷον ἀνήρ πατήρ σωτήρ δαήρ (δαήρ δέ ἐστιν ὁ ἀνδράδελφος). Ταῦτα δὲ ἀπολογίαν ἔχουσι τοιαύτην· τὸ μὲν γὰρ ἄνερ πάτερ δᾶερ ἠκολούθησαν τοῖς συγγενικοῖς αὐτῶν, φημὶ δὴ τῷ μῆτερ καὶ θύγατερ· | |
15 | ὥσπερ γὰρ τὸ μήτηρ καὶ θυγάτηρ, ὀφείλοντα ἐν τῇ γενικῇ προπαρο‐ ξυνθῆναι διὰ τὸ φυλάξαι τὸν τόνον τῆς εὐθείας ἐν τῇ αὐτῇ συλλαβῇ, οἷον μήτηρ μήτερος καὶ θυγάτηρ θυγάτερος, ὥσπερ Δημήτηρ Δημήτερος καὶ εἰνάτηρ εἰνάτερος (σημαίνει δὲ τὴν σύννυμφον), οὐ προπαρωξύν‐ θησαν ἀλλὰ παρωξύνθησαν, οἷον μητέρος θυγατέρος—ἠκολούθησαν γὰρ | |
20 | τοῖς συγγενικοῖς αὐτῶν, φημὶ δὴ τῷ ἀνέρος πατέρος δαέρος—, τὸν αὐτὸν τρόπον καὶ ἐκ τοῦ ἐναντίου τὰ ἀρσενικὰ τοῖς θηλυκοῖς ἠκολούθησαν κατὰ τὴν κλητικήν· καὶ ὥσπερ μῆτερ καὶ θύγατερ βαρυτόνως διὰ τοῦ ε, οὕτω καὶ ἄνερ πάτερ δᾶερ διὰ τοῦ ε βαρυτόνως. Τὸ δὲ σῶτερ ψευδαιολικόν ἐστι, καὶ τούτου χάριν συνέστειλε τὸ η εἰς τὸ ε ἐν τῇ | |
25 | κλητικῇ καὶ ἐβαρύνθη· οἱ γὰρ Αἰολεῖς ἔθος ἔχουσι πολλάκις συστέλλειν τὸ η εἰς τὸ ε ἐν τῇ κλητικῇ καὶ ἀναβιβάζειν τὸν τόνον, οἷον ὁ τριβο‐ λέτηρ ὦ τριβόλετερ αἰολικῶς (ἔστι δὲ εἶδος ἀκάνθης). Πρόσκειται δὲ «ψευδαιολικόν», ἐπειδὴ οὐκ ἔστι κυρίως Αἰολικόν· οἱ γὰρ Αἰολεῖς τότε συστέλλουσι τὸ η εἰς τὸ ε ἐν τῇ κλητικῇ, ἡνίκα μὴ μακρᾷ παραλήγεται, | |
30 | οἷον ὁ τριβολέτηρ ὦ τριβόλετερ ἡνίκα γὰρ μακρᾷ παραλήγεται, οὐ συ‐ στέλλουσι τὸ η εἰς τὸ ε ἐν τῇ κλητικῇ, οἷον ὡς ἐπὶ τοῦ χρηστήρ· τοῦτο γὰρ μακρᾷ παραληγόμενον οὐ συστέλλει τὸ η εἰς τὸ ε ἐν τῇ κλητικῇ παρὰ τοῖς Αἰολεῦσι (χρηστήρ δέ ἐστιν ὁ παρέχων χρησμούς)· τὸ οὖν σωτήρ μακρὰν ἔχον τὴν παραλήγουσαν οὐ δύναται συσταλῆναι παρὰ | |
35 | τοῖς Αἰολεῦσιν· διὰ τοῦτο οὖν εἰρήκαμεν, ὅτι ψευδαιολικόν ἐστιν καὶ οὐ κυρίως Αἰολικόν. Ἰστέον δὲ ὅτι τὸ ἄνερ πάτερ σῶτερ δᾶερ συστεί‐ λαντα τὸ η εἰς τὸ ε ἐν τῇ κλητικῇ εὐλόγως ἐβαρύνθησαν· τὰ γὰρ εἰς ρ λήγοντα βραχυκατάληκτα ὑπὲρ μίαν συλλαβὴν ἀποστρέφονται τὴν | |
ὀξεῖαν τάσιν χωρὶς τῆς ὑπέρ προθέσεως καὶ τοῦ ἀτάρ καὶ αὐτάρ συν‐ | 262 | |
263 | δέσμου, οἷον μάκαρ ἄφαρ ἦτορ ἄορ ἧπαρ ἔαρ φρέαρ δέλεαρ στέαρ ὄνειαρ· οὕτως οὖν καὶ τὸ ἄνερ πάτερ σῶτερ δᾶερ ἐβαρυτονήθησαν. Πρόσ‐ κειται «βραχυκατάληκτα» διὰ τὸ πατήρ καὶ ἀνήρ ὀξυνόμενα· πρόσκειται «ὑπὲρ μίαν συλλαβήν» διὰ τὸν γάρ σύνδεσμον ὀξυνόμενον, οὗτος γὰρ | |
5 | βραχυκατηαληκτός ἐστι καὶ ὀξύνεται, ἀλλ’ οὐκ ἔστιν ὑπὲρ μίαν συλλαβήν. Τὼ Ἀλκμᾶνε, τοῖν Ἀλκμάνοιν, ὦ Ἀλκμᾶνε· εἴρηται. Οἱ Ἀλκμᾶνες, τῶν Ἀλκμάνων, τοῖς Ἀλκμᾶσι. Κανονίζεται ἡ δοτικὴ τῶν πληθυντικῶν ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν· ἔχομεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι πᾶσα δοτικὴ ἑνικῶν εἰς νι λήγουσα μὴ οὖσα | |
10 | κατὰ μεταπλασμὸν τροπῇ τοῦ ν εἰς ς τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ, οἷον φρενί φρεσίν, αὐχένι αὐχέσι, ποιμένι ποιμέσι, Πλάτωνι Πλάτωσι, τέκτονι τέκτοσι, γείτονι γείτοσιν· οὕτως οὖν καὶ Ἀλκμᾶνι Ἀλκμᾶσι. Πρόσκειται «μὴ οὖσα κατὰ μεταπλασμόν», ἐπειδή ἐστι τῇ ὑσμίνῃ καὶ τῇ Δωδώνῃ διὰ τοῦ η καὶ ι, καὶ γίνεται κατὰ μεταπλασμὸν | |
15 | τῇ ὑσμῖνι καὶ τῇ Δωδῶνι διὰ τοῦ ι μόνου, οἷον ὡς παρὰ τῷ ποιητῇ 〈Θ 56〉 μέμασαν δὲ καὶ ὣς ὑσμῖνι μάχεσθαι, καὶ παρὰ Καλλιμάχῳ 〈fragm. 306 Sch.〉 μή με τὸν ἐν Δωδῶνι λέγοι μόνον, καὶ ἰδοὺ εἰς νι λήγουσι καὶ οὐ τρέπουσι τὸ ν εἰς τὸ ς καὶ ποιοῦσι τὴν δοτικὴν τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέγομεν ταῖς ὑσμῖσι καὶ ταῖς Δωδῶσιν, | |
20 | ἀλλὰ ταῖς ὑσμίναις καὶ ταῖς Δωδώναις· ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν ταῦτα, ἐπειδὴ μεταπλασμὸν πέπονθεν ἡ δοτικὴ τῶν ἑνικῶν καὶ τούτου χάριν εἰς νι λήγει διὰ τοῦ ι. Ταῦτα μὲν ἐδόθησαν ἐν τούτοις. Τοὺς Ἀλκμᾶνας, ὦ Ἀλκμᾶνες· εἴρηται. Κανὼν κʹ. | |
25 | Ὁ σωλήν τοῦ σωλῆνος, ὁ ποιμήν τοῦ ποιμένος. Περὶ τῶν εἰς ην ὀξυτόνων διαλαμβάνει ὁ τεχνικός· καὶ ἰστέον ὅτι τὰ εἰς ην λήγοντα μονοσύλλαβα μὴ ὄντα μόνως θηλυκά, ἀλλ’ ἢ μόνως ἀρσενικὰ ἢ καὶ ἀρσενικὰ καὶ θηλυκά, προσθέσει τοῦ ος ποιοῦσι τὴν γε‐ νικὴν καὶ τὸ η φυλάττουσι δηλονότι ἐν τῇ γενικῇ, οἷον σπλήν σπληνός, | |
30 | σφήν σφηνός, μήν μηνός, Ζήν Ζηνός, ῥήν ῥηνός (σημαίνει δὲ τὸ πρό‐ βατον, οἷον ὡς παρὰ Νικάνδρῳ 〈Ther. 453〉 αὐτὰρ ὁ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωόν), χήν χηνός· τοῦτο δὲ καὶ ἀρσενικῶς καὶ θηλυκῶς λέγεται, ὁ χήν γὰρ καὶ ἡ χήν· ὅτι δὲ καὶ θηλυκῶς λέγεται, | |
ἐδήλωσεν ὁ ποιητὴς εἰπὼν 〈ο 161〉 αἰετὸς ἀργὴν χῆνα φέρων | 263 | |
264 | ὀνύχεσσι πέλωρον [ἀργὴν χῆνα εἶπε θηλυκῶς]· τὸ δὲ φρήν ἐπειδὴ μόνον ἐν τοῖς εἰς ην μονοσυλλάβοις μόνου θηλυκοῦ γένους ἐστίν, τού‐ του χάριν ἔτρεψε τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ καὶ ἐγένετο φρενός· δι‐ αλλάξαν γὰρ κατὰ τὸ γένος πρὸς τὰ ἄλλα διήλλαξε καὶ κατὰ τὴν κλί‐ | |
5 | σιν· διὸ καὶ πρόσκειται ἀνωτέρω «μὴ ὄντα μόνως θηλυκά». Ταῦτα μὲν περὶ τῶν εἰς ην μονοσυλλάβων. Τὰ δὲ ὑπὲρ μίαν συλλαβὴν εἰς ην ὀξύτονα ἐὰν μὲν ἔχωσι τὸ μ, τρέπουσι τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ, οἷον ποιμήν ποιμένος, λιμήν λι‐ μένος, ὑμήν ὑμένος, πυθμήν πυθμένος. Καὶ τὸ αὐχήν αὐχένος· | |
10 | λέγει ὅτι αὐχμήν ἦν τὸ ἐντελέστερον (ὁ γὰρ τράχηλος αὐχμηρὸς καὶ κατάξηρός ἐστι), καὶ διὰ τοῦτο τρέπει τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ ὡς ἔχον δυνάμει τὸ μ· περὶ γὰρ τοῦ εἰπεῖν τὸν ποιητὴν [Γ 371] ἁπαλὴν ὑπὸ δειρήν λέγομεν, ὅτι κατὰ ἀντίφρασιν εἶπε, τουτέστι μὴ οὖσαν ἁπαλήν· τὸ μήν μηνός ἔχον τὸ μ καὶ φυλάττον τὸ η ἐν τῇ γενικῇ οὐκ | |
15 | ἀντίκειται ἡμῖν, ἐπειδὴ μονοσύλλαβόν ἐστι, περὶ τῶν ὑπὲρ μίαν συλλα‐ βὴν δέ ἐστιν ὁ λόγος. Τὰ δὲ μὴ ἔχοντα τὸ μ φυλάττουσιν τὸ η ἐν τῇ γενικῇ, οἷον σωλήν σωλῆνος, τριβήν τριβῆνος (τριβήν δέ ἐστιν ὁ τρί‐ πους, οἱονεὶ ὁ τρεῖς βάσεις ἔχων), λειχήν λειχῆνος, δοθιήν δοθιῆνος. Ἀντίκειται μὲν τῷ κανόνι τῷ πρώτῳ τὸ Δαμήν ἔχον τὸ μ καὶ φυλάτ‐ | |
20 | τον τὸ η ἐν τῇ γενικῇ, οἷον Δαμῆνος (ἔστι δὲ ὄνομα κύριον), περὶ οὗ ἀπολογούμεθα οὕτως· τὰ εἰς ην ἔχοντα τὸ μ οὐκ εἰσὶ κύρια, οἷον ποι‐ μήν ὑμήν λιμήν πυθμήν, τὸ δὲ Δαμήν κύριόν ἐστιν· ἐπειδὴ οὖν μόνον ἐστὶ κύριον ἐν τοῖς ἔχουσι τὸ μ, εἰκότως ὡς παραλλάξαν κατὰ τὸ εἶδος παρήλλαξε καὶ κατὰ τὴν κλίσιν. Τῷ δὲ δευτέρῳ κανόνι ἀντίκειται τὸ | |
25 | ἀζήν ἀζένος (ἀζήν δὲ λέγεται κατὰ Φρύγας ὁ πώγων, ὅθεν τινὲς καὶ τὸ αἰζηός ἐτυμολογοῦσιν), ἔτι δὲ καὶ τὸ ἀδήν ἀδένος (ἀδένες δὲ λέγον‐ ται οἱ βουβῶνες)· ταῦτα γὰρ μὴ ἔχοντα τὸ μ ἔτρεψαν τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ. Καὶ ἀπολογίαν ἔχουσιν ἁρμόζουσαν καὶ τῷ αὐχήν αὐχέ‐ νος, ἔχει δὲ οὕτως· τὰ εἰς ην ὀξύτονα ἔχοντα ἐν τῇ παραληγούσῃ τὸ | |
30 | α καὶ σημαίνοντα μέρος σωματικὸν ἢ πάθος τρέπουσι τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ, οἷον αὐχήν αὐχένος, ἔχει γὰρ τὸ α ἐν τῇ παραληγούσῃ καὶ σημαίνει μέρος σωματικόν, ἀζήν ἀζένος, ἔχει γὰρ καὶ αὐτὸ τὸ α ἐν τῇ παραληγούσῃ καὶ σημαίνει μέρος σωματικόν, τὸν γὰρ πώγωνα, ὡς εἴρη‐ ται, κατὰ Φρύγας δηλοῖ, ἀδήν ἀδένος, ἔχει γὰρ καὶ αὐτὸ τὸ α ἐν τῇ | |
35 | παραληγούσῃ καὶ σημαίνει πάθος, τὸν γὰρ βουβῶνα, ὡς εἴρηται, δηλοῖ· τὸ λειχήν λειχῆνος καὶ δοθιήν δοθιῆνος πάθος σημαίνουσι καὶ ὅμως οὐ τρέπουσι τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ, ἀλλ’ οὐκ ἔχουσιν ἐν τῇ παραλη‐ | |
γούσῃ τὸ α. Ταῦτα μὲν ἐν τούτοις. Περὶ δὲ τοῦ 〈μ 313〉 ὦρσε δ’ | 264 | |
265 | ἔπι ζαῆν’ ἄνεμον (σημαίνει δὲ τὸν σφοδρόν), πόθεν γέγονεν, ἐν τῷ Ὀνοματικῷ Ἡρωδιανοῦ εἰ θεῷ φίλον μαθησόμεθα. Τῷ σωλῆνι, τῷ ποιμένι· τὸν σωλῆνα, τὸν ποιμένα· ὦ σωλήν, ὦ ποιμήν. Εἴρηται ὅτι τὰ εἰς ἀμετάβολον λήγοντα ὀξύ‐ | |
5 | τονα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν, πλὴν τοῦ ἄνερ πάτερ σῶτερ δᾶερ. Τὼ σωλῆνε, τὼ ποιμένε· τοῖν σωλήνοιν, τοῖν ποιμένοιν· ὦ σωλῆνε, ὦ ποιμένε. Οἱ σωλῆνες, οἱ ποιμένες· τῶν σωλήνων, τῶν ποιμένων· | |
10 | τοῖς σωλῆσι, τοῖς ποιμέσιν. Ἰστέον ὅτι ἡ δοτικὴ τῶν πληθυντι‐ κῶν ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν γίνεται ἐνταῦθα τροπῇ τοῦ ν εἰς ς, τῷ κανόνι τῷ ῥηθέντι ἐν τῇ περὶ τοῦ τοῖς Ἀλκμᾶσι διδασκαλίᾳ. Τοὺς σωλῆνας, τοὺς ποιμένας· ὦ σωλῆνες, ὦ ποιμένες. Κανὼν καʹ. | |
15 | Ὁ Ἕλλην τοῦ Ἕλληνος, ὁ τέρην τοῦ τέρενος. Κανονίζει ὁ τεχνικὸς τὰ εἰς ην βαρύτονα λέγων, ὅτι τὰ εἰς ην λήγοντα βαρύτονα εἰ μέν εἰσι μονογενῆ (τουτέστι μὴ ἔχοντα οὐδετέρου παρασχηματισμόν· τοῦτο γὰρ βούλεται ἡ λέξις σημαίνειν) φυλάττουσι τὸ η καὶ ἐν τῇ γενικῇ, οἷον Ἕλλην Ἕλληνος (τοῦτο γὰρ οὐκ ἔχει οὐδέ‐ | |
20 | τερον· οὐκ ἀγνοοῦμεν δέ, ὅτι καὶ θηλυκῶς λέγεται ἡ Ἕλλην), Γέρην Γέρηνος (ἔστι δὲ ὄνομα κύριον), Σέβην Σέβηνος (ἔστι δὲ ὄνομα ἥρωος)· εἰ δὲ ἔχουσιν οὐδετέρου παρασχηματισμὸν τρέπουσι τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ, οἷον ἄρσην ἄρσενος, ἔχει γὰρ οὐδέτερον τὸ ἄρσεν, τέρην τέρε‐ νος, ἔχει γὰρ οὐδέτερον τὸ τέρεν· τέρεν δέ ἐστι τὸ ἁπαλόν. Τῷ πρώτῳ | |
25 | κανόνι τὸ εἴρην ἀντίκειται· εἴρην δὲ λέγεται ὁ δυνάμενος ὑπὲρ ἑαυτοῦ λέγειν, τουτέστιν ὁ εἴκοσιν ἐνιαυτῶν· τοῦτο γὰρ ὁ Καλλίμαχος διὰ τοῦ ε ἔκλινεν εἰπὼν 〈fragm. 473 Sch〉 ἀλλ’ ἀντὶ βρεφέων πολιὸν νέον, εἴρενα, μέσσον, καὶ ταῦτα μὴ ἔχοντος αὐτοῦ οὐδετέρου παρασχηματισμόν· καὶ ἴσως διὰ τὸ μέτρον τοῦτο ἐποίησεν. | |
30 | Τῷ Ἕλληνι, τῷ τέρενι· τὸν Ἕλληνα, τὸν τέρενα· ὦ Ἕλλην, ὦ τέρεν. Κανονίζεται ἐπὶ τούτων ἡ κλητικὴ τούτῳ τῷ λόγῳ· τὰ εἰς ἀμετάβολον λήγοντα βαρύτονα, ἐὰν μὲν φυλάξωσι τὸ φωνῆεν τῆς εὐθείας ἐν τῇ γενικῇ, φυλάττουσιν αὐτὸ καὶ ἐν τῇ κλητικῇ, οἷον Πλάτων Πλάτωνος ὦ Πλάτων, Θέων Θέωνος ὦ Θέων, Τρύφων Τρύφωνος ὦ Τρύφων, Ἕλλην | |
35 | Ἕλληνος ὦ Ἕλλην· ἐὰν δὲ τρέψωσι τὸ φωνῆεν τῆς εὐθείας ἐν τῇ γενικῇ, | |
τρέπουσιν αὐτὸ καὶ ἐν τῇ κλητικῇ, οἷον Ἕκτωρ Ἕκτορος ὦ Ἕκτορ, Μέμνων | 265 | |
266 | Μέμνονος ὦ Μέμνον, γείτων γείτονος ὦ γεῖτον, ἄρσην ἄρσενος ὦ ἄρ‐ σεν, τέρην τέρενος ὦ τέρεν. Ὁ δὲ τεχνικὸς οὐκ εἶπεν οὕτως, ἀλλὰ λέγει, ὅτι τὰ εἰς ἀμετάβολον λήγοντα βαρύτονα ἀποβάλλοντα τῆς γενικῆς τὴν ἐσχάτην τὸ ος ποιεῖ τὴν κλητικήν, οἷον Πλά‐ | |
5 | τωνος ὦ Πλάτων, Ἕλληνος ὦ Ἕλλην, τέρενος ὦ τέρεν, Τρύφωνος ὦ Τρύφων, Μαχάονος ὦ Μαχᾶον, ἄρσενος ὦ ἄρσεν, Ἕκτορος ὦ Ἕκτορ, Ἀγαμέμνονος ὦ Ἀγάμεμνον· καὶ ἐὰν εὑρεθῇ ἡ γενικὴ ἔχουσα πρὸ τοῦ ος τὸ τ, καὶ τὸ τ ἀποβάλλεται ἐν τῇ κλητικῇ, οἷον θεράποντος ὦ θε‐ ράπον, λέοντος ὦ λέον, δράκοντος ὦ δράκον, γέροντος ὦ γέρον. Σε‐ | |
10 | σημείωται τὸ Ἄπολλον καὶ Ποσείδαον, ὡς παρὰ τῷ ποιητῇ 〈Ξ 357〉 πρόφρων νῦν Δαναοῖσι, Ποσείδαον, ἐπάμυνον· ταῦτα γὰρ φυ‐ λάξαντα τὸ ω ἐν τῇ γενικῇ, Ἀπόλλωνος γὰρ καὶ Ποσειδάωνος, οὐκ ἐφύλαξαν καὶ ἐν τῇ κλητικῇ αὐτό, ἀλλὰ συνέστειλαν αὐτὸ εἰς τὸ ο. Καὶ περὶ μὲν τοῦ Ἄπολλον ἔστιν εἰπεῖν, ὅτι αἰολικῶς συνέστειλεν τὸ ω εἰς | |
15 | τὸ ο κατὰ τὴν κλητικήν· περὶ δὲ τοῦ Ποσείδαον ἔστιν εἰπεῖν, ὅτι ψευδαιολικόν ἐστι· καὶ διὰ τοῦτο εἴρηται, ὅτι ψευδαιολικόν ἐστι καὶ οὐ κυρίως Αἰολικόν, ἐπειδὴ οὐκ ἴσασιν οἱ Αἰολεῖς ἐπὶ ταύτης τῆς λέξεως εἰς ων τὴν εὐθεῖαν, ἀλλ’ εἰς αν, Ποσείδαν γὰρ λέγουσιν· τῆς οὖν εὐθείας εἰς ων μὴ οὔσης παρ’ αὐτοῖς, πῶς δύναται ἡ κλητικὴ εἰς ον διὰ τοῦ | |
20 | ο γίνεσθαι αἰολικῶς; τούτου οὖν χάριν εἴρηται, ὅτι ψευδαιολικόν ἐστι καὶ οὐ κυρίως Αἰολικόν. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἐὰν εὑρεθῇ ἡ γενικὴ ἔχουσα πρὸ τοῦ ος τὸ τ καὶ τὸ τ ἀποβάλλεται ἐν τῇ κλητικῇ, οἷον θεράπων θεράποντος ὦ θεράπον, γέρων γέροντος ὦ γέρον, λέων λέοντος ὦ λέον. Ἔστιν | |
25 | οὖν εἰπεῖν, ὅτι διὰ τοῦτο ἀποβάλλεται τὸ τ ἐν τῇ κλητικῇ, ἐπειδὴ οὐ‐ δέποτε λέξις Ἑλληνικὴ εἰς ἄφωνον καταλήγει· εἰ ἐφυλάχθη οὖν τὸ τ, ἤμελλεν ἡ λέξις εἰς ἄφωνον τὸ τ καταλήγειν, ὅπερ ἐστὶν ἀδύνατον· τούτου οὖν χάριν ἐὰν εὑρεθῇ ἡ γενικὴ ἔχουσα πρὸ τοῦ ος τὸ τ, καὶ τὸ τ ἀποβάλλεται ἐν τῇ κλητικῇ. | |
30 | Τὼ Ἕλληνε, τὼ τέρενε· τοῖν Ἑλλήνοιν, τοῖν τερένοιν· ὦ Ἕλληνε, ὦ τέρενε. Οἱ Ἕλληνες, οἱ τέρενες· τῶν Ἑλλήνων, τῶν τερένων, τοῖς Ἕλλησι, τοῖς τέρεσιν. Ἰστέον ὅτι ἀπὸ τῆς δοτικῆς τῶν ἑνι‐ κῶν γίνεται ἐνταῦθα ἡ δοτικὴ τῶν πληθυντικῶν τροπῇ τοῦ ν εἰς τὸ ς, | |
35 | τῷ κανόνι τῷ ῥηθέντι ἐν τῇ περὶ τοῦ τοῖς Ἀλκμᾶσι διδασκαλίᾳ. | |
Τοὺς Ἕλληνας, τοὺς τέρενας· ὦ Ἕλληνες, ὦ τέρενες. | 266 | |
267 | Κανὼν κβʹ. Ὁ δελφίν τοῦ δελφῖνος Ἰστέον ὅτι τὰ εἰς ιν μακρὸν ἔχουσι τὸ ι, καὶ εἰ μέν εἰσιν ἁπλᾶ ὀξύνονται, εἴτε ἀρσενικά εἰσιν εἴτε θηλυκά, οἷον Σαλαμίν Ἐλευσίν ἀκτίν | |
5 | δελφίν Τελχίν (Τελχῖνες δέ εἰσι φθονεροὶ δαίμονες οἱ οἰκήσαντες τὴν Ῥόδον) ῥίν θίν ἴν (ὃ σημαίνει τὴν δύναμιν)· ἡ ἴκτινα αἰτιατικὴ προ‐ παροξυνομένη, οἷον ὡς παρὰ Ἀριστοφάνει 〈fragm. 628 K〉 ἴκτινα παντόφθαλμον ἅρπαγα στρέφων, οὐκ ἔστιν ὡς ἀπὸ τῆς ἴκτιν εὐθείας, οὐδαμοῦ γὰρ ἡ εὐθεῖα αὕτη εὕρηται ἐν χρήσει, ἀλλ’ ἔστιν | |
10 | ἴκτινος ἡ εὐθεῖα, ὡς παρὰ Σοφοκλεῖ 〈fragm. 700 N2〉 ἴκτινος ὣς ἔκλαγξε παρασύρας κρέας· τούτου ἡ γενικὴ ἰκτίνου, ὡς παρὰ Σι‐ μωνίδῃ 〈fragm. 12 B4 II p. 454〉 σπλάγχν’ ἀμπέχοντες αὐτίκ’ ἰκτίνου δίκην, εἶτα ἡ δοτικὴ ἰκτίνῳ, καὶ ἡ αἰτιατικὴ ἴκτινον, ὡς παρὰ Μενάνδρῳ 〈fragm. 926 K〉 ἀλλὰ προσέδωκας τάλαντον εἶναι | |
15 | παρ’ ἡμῖν τὸν ἴκτινον· εἶτα αὕτη ἡ αἰτιατική, φημὶ δὴ ἡ ἴκτινον, κατὰ μεταπλασμὸν γέγονεν ἴκτινα, ὡς παρὰ Ἀριστοφάνει 〈fragm. 628 K〉 ἴκτινα παντόφθαλμον ἅρπαγα στρέφων, ὥσπερ ἁλίτροχον ἁλί‐ τροχα, παρίβυκον παρίβυκα καὶ διθύραμβον διθύραμβα παρὰ Πινδάρῳ 〈fragm. 86 B4〉· εἰ δέ εἰσι σύνθετα τὰ εἰς ιν βαρύνονται, οἷον δελ‐ | |
20 | φάκτιν εὐάκτιν τριγλώχιν· πάντα δὲ προσθέσει τοῦ ος ποιοῦσι τὴν γε‐ νικὴν καὶ πανταχοῦ φυλάττουσι τὸ ι μακρόν, οἷον δελφῖνος ἀκτῖνος Σα‐ λαμῖνος Ἐλευσῖνος ῥινός θινός. Δικατάληκτα δὲ καλοῦνται, ὅτι παρὰ μὲν τοῖς ἀρχαίοις εἰς ς λήγουσιν, οἷον δελφίς Τελχίς Σαλαμίς, παρὰ δὲ τοῖς νεωτέροις εἰς ν, οἷον δελφίν Τελχίν Σαλαμίν· πλατυτέρα δέ | |
25 | ἐστιν ἡ εἰς ς λήγουσα κατάληξις, σπανιωτέρα δὲ ἡ εἰς ν· σπανίως γὰρ εὕρηται ἐν χρήσει ἡ εἰς ν κατάληξις, ὡς παρὰ Σιμωνίδῃ 〈fragm. 248 B4〉 τριγλώχιν ὀϊστός, καὶ παρὰ Καλλιμάχῳ 〈fragm. 382 Sch.〉 τρι‐ γλώχιν ὀλοῷ νῆσος ἐπ’ Ἐγκελάδῳ. Καὶ ἄξιόν ἐστι ζητῆσαι, ποῖά εἰσιν ἀναλογώτερα, τὰ εἰς ν λήγοντα | |
30 | ἢ τὰ εἰς ς. Καὶ ἔστιν εἰπεῖν, ὅτι τὰ εἰς ν λήγοντα ἀναλογώτερά εἰσιν· πᾶσα γὰρ γενικὴ εἰς ος λήγουσα μετὰ ἀμεταβόλου ἔχουσα μακρὰν φύσει τὴν παραλήγουσαν ἀποβολῇ τοῦ ος τὴν εὐθεῖαν ἀποτελεῖ, οἷον Ἀλκμᾶ‐ νος Ἀλκμάν. Θέωνος Θέων, Πλάτωνος Πλάτων, ἰχῶρος ἰχώρ, Δίωνος Δίων. Πρόσκειται «ἔχουσα φύσει μακρὰν τὴν παραλήγουσαν» διὰ τὸ | |
35 | κτενός· τοῦτο γὰρ οὐκ ἀποβολῇ τοῦ ος ποιεῖ τὴν εὐθεῖαν, κτείς γάρ | 267 |
268 | ἐστι καὶ οὐ κτέν, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν τοῦτο, ἐπειδὴ βραχεῖαν ἔχει τὴν παραλήγουσαν· καὶ πάλιν ἐστὶ Μέμνονος καὶ Νέστορος, καὶ ἐπειδὴ ταῦτα βραχεῖαν ἔχουσι τὴν παραλήγουσαν, οὐκ ἀποβολῇ τοῦ ος ποιοῦσι τὴν εὐθεῖαν, Μέμνων γὰρ καὶ Νέστωρ διὰ τοῦ ω καὶ οὐ διὰ τοῦ ο· | |
5 | καὶ πάλιν ἐστὶ θεράποντος καὶ γέροντος, καὶ ἐπειδὴ ταῦτα οὐκ ἔχουσι μακρὰν φύσει τὴν παραλήγουσαν, οὐκ ἀποβολῇ τοῦ ος ποιοῦσι τὴν εὐθεῖαν, οὐδὲ γὰρ λέγομεν θεράποντ καὶ γέροντ, ἀλλὰ θεράπων καὶ γέρων διὰ τοῦ ω· ἄλλως τε δὲ οὐκ ἔχουσι τὴν γενικὴν ταῦτα εἰς ος λήγουσαν μετὰ ἀμεταβόλου, πρὸ γὰρ τοῦ ο οὐκ ἔστιν ἀμετάβολον, ἀλλὰ | |
10 | τὸ τ. Εἰ οὖν ἡ δελφῖνος καὶ Τελχῖνος καὶ Σαλαμῖνος γενικὴ εἰς ος λήγει σὺν ἀμεταβόλῳ καὶ φύσει μακρᾷ παραλήγεται, δηλονότι ἀποβολῇ τοῦ ος ἀποτελεῖ τὴν εὐθεῖαν· ἄρα οὖν εἰς ν καταλήγουσι καὶ οὐκ εἰς ς· ἀποβαλλομένης γὰρ τῆς ος συλλαβῆς τὸ ν καταλιμπάνεται, οἷον δελ‐ φῖνος δελφίν, Τελχῖνος Τελχίν, Σαλαμῖνος Σαλαμίν, ἀκτῖνος ἀκτίν. | |
15 | Δείκνυται δὲ ὅτι ἀναλογωτέρα ἐστὶν ἡ εἰς ν κατάληξις καὶ ἐξ ἄλ‐ λων κανόνων· τὰ γὰρ εἰς ς λήγοντα περιττοσυλλάβως κλινόμενα ἢ διὰ καθαροῦ τοῦ ος κλίνονται, οἷον ἡδύς ἡδέος, βότρυς βότρυος, ἢ διὰ τοῦ δ, οἷον Πάρις Πάριδος, Θέτις Θέτιδος, ἢ διὰ τοῦ θ, οἷον ὄρνις ὄρνιθος, δέλλις δέλλιθος, ἢ διὰ τοῦ τ, οἷον Λάχης Λάχητος, ἔρως ἔρω‐ | |
20 | τος· πρόσκειται «περιττοσυλλάβως κλινόμενα» διὰ τὸ καλός καλοῦ, Χρύ‐ σης Χρύσου· ταῦτα γὰρ εἰς ς λήγουσι καὶ οὐ κλίνονται διὰ τοῦ δ ἢ θ ἢ τ ἢ διὰ καθαροῦ τοῦ ος, ἀλλ’ οὐ κλίνονται περιττοσυλλάβως ἀλλ’ ἰσοσυλλάβως· εἰ ἄρα οὖν τὸ δελφίς καὶ Τελχίς καὶ τὰ ὅμοια οὐ κλί‐ νονται δι’ ἑνὸς τούτων, οὔτε γὰρ διὰ καθαροῦ τοῦ ος κλίνονται, | |
25 | ἀλλ’ οὔτε δὲ διὰ τοῦ δ ἢ θ ἢ τ, δηλονότι οὐ καταλήγει φύσει εἰς ς ἡ εὐθεῖα ἀλλ’ εἰς ν. Περὶ γὰρ τῶν δοκούντων ἐναντιοῦσθαι, οἷον περὶ τοῦ ἅλς ἁλός καὶ εἷς ἑνός, ἤδη ἐλέχθη, ὅτι ἐλλείπουσι ταῦτα τὸ τ· καὶ τὸ τάλας δὲ τάλανος καὶ μέλας μέλανος ἐλλείπουσι τὸ τ, μέλαντος γὰρ καὶ τάλαντος ἦσαν, καὶ κατὰ ἀποβολὴν τοῦ τ γεγόνασι μέλανος καὶ τά‐ | |
30 | λανος· ὅτι γὰρ τοῦ μέλας μέλαντος ἦν ἡ γενική, δηλοῖ τὸ 〈Apoll. Rhod. 4, 1707?〉 Μελαντείους δ’ ἐπὶ πέτρας διὰ τοῦ ντ ἐξενεχθέν, καὶ τὸ 〈Δ 277〉 μελάντερον ἠΰτε πίσσα· ὅτι δὲ καὶ τοῦ τάλας τά‐ λαντος ἦν ἡ γενική, δηλοῖ ὁ Ἱππῶναξ εἰπὼν 〈fragm. 12 B4〉 τί τῷ τάλαντι Βουπάλῳ συνῴκησας; καὶ ὁ Καλλίμαχος δὲ γινώσκει τὴν | |
35 | διὰ τοῦ ντ κλίσιν, ἐν οἷς φησιν 〈fragm. 506 Sch〉 οἱ δὲ τὸν αἰνο‐ | 268 |
269 | τάλαντα κατέστεψαν. Περὶ δὲ τῆς κτενός γενικῆς ἔστιν εἰπεῖν, ὅτι κτείν ἦν ἡ εὐθεῖα, καὶ λοιπὸν ἀκολούθως κτεινός ἡ γενικὴ δι’ ἀμεταβόλου· καὶ ἐπεὶ οὐδέποτε τὰ εἰς ν λήγοντα εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ θέλουσιν ἔχειν πρὸ τοῦ ν δίφθογγον, οἷον δελφίν ἀκτίν Σαλαμίν Τιτάν μόσυν (σημαίνει | |
5 | δὲ τὸν ξύλινον πύργον) Ἕλλην Τροιζήν Πλάτων τρήρων, τούτου χάριν ἔτρεψε τὸ ν εἰς τὸ ς καὶ γέγονε κτείς, καὶ ἐφύλαξε τὴν αὐτὴν κλίσιν, τουτέστι τὴν διὰ τοῦ ν· πρόσκειται «εἴτε ἀρσενικὰ εἴτε θηλυκά» διὰ τὸ δίπουν, τοῦτο γὰρ ἔχει πρὸ τοῦ ν δίφθογγον, ἀλλ’ οὐδέτερόν ἐστιν. Τὸ δὲ τίς τινός, 〈ὡσ〉 εἰ θεῷ φίλον μαθησόμεθα ἐν τῷ προοιμίῳ τοῦ | |
10 | Ὀνοματικοῦ Ἡρωδιανοῦ, μὴ δυνάμενον κλιθῆναι δι’ ἄλλου συμφώνου ἐξ ἀνάγκης ἐκλίθη διὰ τοῦ ν. Τρίτος δὲ κανών ἐστιν οὗτος ὁ δεικνύς, ὅτι τὰ εἰς ν λήγοντα ἀναλογώτερά εἰσι τῶν εἰς ς ληγόντων, οἷον τὸ δελφίν καὶ τὸ ἀκτίν ἀναλογώτερά εἰσι τοῦ δελφίς καὶ τοῦ ἀκτίς. Τὰ εἰς ις λήγοντα ἀπο‐ | |
15 | βολῇ τοῦ ς ποιοῦσι τὴν κλητικήν, οἷον ὁ Πάρις ὦ Πάρι, ὁ μάντις ὦ μάντι, ὁ λάτρις ὦ λάτρι, ἡ πόλις ὦ πόλι, ἡ Θέτις ὦ Θέτι· τὸ γὰρ ὁμό‐ φωνον Ἀττικόν ἐστιν, ὦ μάντις, ὦ πόλις· εἰ ἄρα οὖν τὸ δελφίς καὶ Τελχίς καὶ τὰ ὅμοια οὐκ ἀποβάλλουσι τὸ ς ἐν τῇ κλητικῇ, ἀλλὰ τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν, οἷον ὁ δελφίς ὦ δελφίς, ὁ Τελχίς | |
20 | ὦ Τελχίς, δηλονότι οὐ καταλήγουσι φύσει εἰς ς ἀλλ’ εἰς ν, τροπὴ δὲ ἐγένετο τοῦ ν εἰς ς κατὰ Δωρικὴν διάλεκτον, ὥσπερ ἦν ἦς, εἵρπομεν εἵρπομες, ὡς παρὰ Θεοκρίτῳ 〈7, 1〉 ἦς χρόνος, ἀντὶ τοῦ ἦν χρόνος, καὶ παρὰ τῷ αὐτῷ 〈7, 2〉 εἵρπομες ἐκ πόλιος, ἀντὶ τοῦ εἵρπομεν ἐκ πόλεως, καὶ οὕτω λοιπὸν ἀπετελέσθη ἡ εἰς ς κατάληξις, οἷον δελφίν | |
25 | δελφίς, Τελχίν Τελχίς. Ταῦτα μὲν οὕτως ἐν τούτοις. Ἰστέον δὲ ὅτι ταῦτα τὰ δικατάληκτα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν, οἷον ὁ δελφίς ὦ δελφίς, ὁ Τελχίς ὦ Τελχίς, ὁ δελφίν ὦ δελφίν, ὁ Τελχίν ὦ Τελχίν. Καὶ ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα οὖν τὰ εἰς ις διὰ τοῦ νος κλινόμενα ἅπαντα δικατάληκτά εἰσιν, οἷον ἀκτίς ἀκτῖνος ἀκτίν, δελφίς δελφῖνος δελφίν, | |
30 | Τελχίς Τελχῖνος Τελχίν, Σαλαμίς Σαλαμῖνος Σαλαμίν, ῥίς ῥινός ῥίν, θίς θινός θίν, διατί τὸ τίς κλινόμενον διὰ τοῦ νος, οἷον τινός, οὐκ ἔστι δι‐ κατάληκτον, οὐ λέγομεν γὰρ τίν. Ἔστιν οὖν εἰπεῖν, ὅτι πάντα τὰ εἰς ις δικατάληκτα μακρὸν ἔχουσι τὸ ι, οἷον δελφίς ἀκτίς Σαλαμίς ῥίς θίς· τὸ δὲ τίς οὐκ ἔχει μακρὸν τὸ ι, ἀλλὰ βραχύ, καὶ εἰκότως οὐκ ἔστι δικατάληκτον. | |
35 | Τῷ δελφῖνι, τὸν δελφῖνα, ὦ δελφίν. Εἴρηται ὅτι τὰ εἰς ἀμετάβολον λήγοντα ὀξύτονα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν, | |
πλὴν τοῦ ἄνερ πάτερ σῶτερ δᾶερ. | 269 | |
270 | Τὼ δελφῖνε, τοῖν δελφίνοιν, ὦ δελφῖνε· εἴρηται. Οἱ δελφῖνες, τῶν δελφίνων, τοῖς δελφῖσιν. Ἰστέον ὅτι ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν γίνεται ἐνταῦθα ἡ δοτικὴ τῶν πληθυντικῶν τροπῇ τοῦ ν εἰς τὸ ς, τῷ κανόνι τῷ ῥηθέντι ἐν τῇ περὶ τοῦ τοῖς | |
5 | Ἀλκμᾶσι διδασκαλίᾳ. Τοὺς δελφῖνας, ὦ δελφῖνες· εἴρηται. Κανὼν κγʹ. Ὁ Φόρκυν τοῦ Φόρκυνος. Ἰστέον ὅτι τὰ εἰς υν λήγοντα προσθέσει τοῦ ος ποιοῦσι τὴν γενι‐ κήν, οἷον Γόρτυν Γόρτυνος (ἔστι δὲ ὄνομα πόλεως Κρήτης), μόσυν μόσυ‐ | |
10 | νος (σημαίνει δὲ τὸν ξύλινον πύργον), Φόρκυν Φόρκυνος, οἷον 〈Ρ 312〉 Αἴας δ’ αὖ Φόρκυνα δαΐφρονα· ἡ γὰρ αἰτιατικὴ ἡ Φόρκυν, ὡς τὸ 〈Ρ 318〉 Φόρκυν θ’ Ἱππόθοόν τε, ἀπὸ ἄλλης εὐθείας ἐστίν, ὡς ἀπὸ τοῦ ὁ Φόρκυς τοῦ Φόρκυος, ὥσπερ βότρυς βότρυος βότρυν· κίν‐ δυν κίνδυνος· οὕτως δὲ ἔφη Σαπφὼ τὸν κίνδυνον· ὁ γοῦν Ἀλκαῖος | |
15 | τὴν δοτικὴν ἔφη τῷ κίνδυνι· αὕτη δὲ ἡ κίνδυνος γενικὴ μετάγεται εἰς εὐθεῖαν καὶ γίνεται ὁ κίνδυνος, ὥσπερ ὁ ψάρ τοῦ ψαρός καὶ ὁ ψάρος, ὁ Τρώς τοῦ Τρωός καὶ ὁ Τρωός. Ἡ κυνός γενικὴ οὐκ ἔστιν ἀπὸ τῆς κύν εὐθείας, ἀλλ’ ἀπὸ τῆς κύων κύονος κατὰ συγκοπήν, ὡς ἐν τῷ Ὀνο‐ ματικῷ Ἡρωδιανοῦ εἰ θεῷ φίλον μαθησόμεθα. Ταῦτα μὲν ἐν τούτοις. | |
20 | Ἰστέον δὲ ὅτι πάντα τὰ εἰς υν βαρύνονται, οἷον μόσυν Φόρκυν Γόρτυν, ἐπειδὴ τὰ πολλὰ παρὰ τοῖς Αἰολεῦσιν εὑρίσκονται, καὶ λοιπὸν ὡς δοκοῦντα εἶναι Αἰολικὰ εὐλόγως βαρύνονται· οἱ γὰρ Αἰολεῖς βαρυν‐ τικοί εἰσιν, οἷον Πηλεύς Πήλευς, Ἀτρεύς Ἄτρευς, Ἀχιλλεύς Ἀχίλλευς. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι διάφοροι δόξαι περὶ τοῦ χρόνου τῆς εὐθείας | |
25 | γεγόνασιν· οἱ μὲν γὰρ ἀξιοῦσι καὶ ἐν τῇ εὐθείᾳ καὶ ἐν πάσαις ταῖς ἄλ‐ λαις πτώσεσιν ἐκτείνεσθαι τὸ υ, οἱ δὲ λέγουσιν ὅτι ἐν μὲν τῇ εὐθείᾳ συστέλλεται τὸ υ, ἐν δὲ ταῖς ἄλλαις πτώσεσι ταῖς πλαγίοις ἐκτείνεται· καὶ διάφοροί εἰσιν αἱ δόξαι τῶν τεχνικῶν περὶ τούτου. Ταῦτα δὲ τὰ εἰς υν λήγοντα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν, οἷον ὁ μόσυν | |
30 | ὦ μόσυν, ὁ Φόρκυν ὦ Φόρκυν, ὁ Γόρτυν ὦ Γόρτυν. | |
Τῷ Φόρκυνι, τὸν Φόρκυνα, ὦ Φόρκυν. Εἴρηται ὅτι τὰ εἰς | 270 | |
271 | ἀμετάβολον λήγοντα βαρύτονα ἀποβάλλοντα τῆς γενικῆς τὴν ἐσχάτην τὸ ος ποιεῖ τὴν κλητικήν, πλὴν τοῦ Ἄπολλον καὶ Ποσείδαον. Τὼ Φόρκυνε, τοῖν Φορκύνοιν, ὦ Φόρκυνε. Οἱ Φόρκυνες, τῶν Φορκύνων, τοῖς Φόρκυσιν. Ἰστέον ὅτι ἀπὸ τῆς δοτικῆς τῶν | |
5 | ἑνικῶν γίνεται ἐνταῦθα ἡ δοτικὴ τῶν πληθυντικῶν τροπῇ τοῦ ν εἰς τὸ ς, τῷ κανόνι τῷ ῥηθέντι ἐν τῇ περὶ τοῦ τοῖς Ἀλκμᾶσι διδασκαλίᾳ. Τοὺς Φόρκυνας, ὦ Φόρκυνες. Εἴρηται ὅτι τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ὡς ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική. Κανὼν κδʹ. | |
10 | Ὁ Θέων ὁ σώφρων ὁ λέων, τοῦ Θέωνος τοῦ σώφρονος τοῦ λέοντος. Ἐμάθομεν ἐν τοῖς προλαβοῦσιν, ὅτι τὰ εἰς ν λήγοντα εἴτε ἀρσε‐ νικὰ εἴτε θηλυκὰ ἀποστρέφονται τὴν περισπωμένην τάσιν, καὶ ἢ ὀξύνον‐ ται ἢ βαρύνονται, οἷον δελφίν Ἐλευσίν Σαλαμίν Ἕλλην τέρην, χωρὶς | |
15 | τῆς εἰς ων καταλήξεως· τὰ γὰρ εἰς ων λήγοντα ἢ ὀξύνονται, ὡς τὸ Σαρπηδών Ἑλικών, ἢ βαρύνονται, ὡς τὸ Θέων Τρύφων, ἢ περισπῶνται, ὡς τὸ Ξενοφῶν Ποσειδῶν. Καὶ ἰστέον ὅτι τὰ μὲν εἰς ων βαρύτονα τρεῖς κλίσεις ἐπιδέχονται· ἢ γὰρ προσθέσει τοῦ ος ποιοῦσι τὴν γενικὴν καὶ φυλάττουσι τὸ ω, οἷον Θέων Θέωνος, Πλάτων Πλάτωνος, Τρύφων | |
20 | Τρύφωνος, ἢ προσθέσει τοῦ ος ποιοῦσι τὴν γενικὴν καὶ τρέπουσι τὸ ω εἰς τὸ ο, οἷον σώφρων σώφρονος, γείτων γείτονος, τέκτων τέκτονος, ἢ διὰ τοῦ ντ κλίνονται καὶ πάλιν τρέπουσι τὸ ω εἰς τὸ ο, οἷον θερά‐ πων θεράποντος, δράκων δράκοντος, λέων λέοντος. Τὰ δὲ εἰς ων ὀξύτονα δύο κλίσεις ἐπιδέχονται· ἢ γὰρ προσθέσει τοῦ ος ποιοῦσι τὴν | |
25 | γενικὴν καὶ φυλάττουσι τὸ ω, ὡς ἐπὶ τοῦ κοιτών κοιτῶνος, Ἑλικών Ἑλικῶνος, ἢ προσθέσει τοῦ ος ποιοῦσι τὴν γενικὴν καὶ τρέπουσι τὸ ω εἰς τὸ ο, οἷον Σαρπηδών Σαρπηδόνος, ἀλεκτρυών ἀλεκτρυόνος, οὐδέ‐ ποτε δὲ διὰ τοῦ ντ κλίνονται· αὕτη γὰρ ἡ κλίσις μετοχῶν ἐστιν, ὡς ἐπὶ τοῦ λαβών λαβόντος, δραμών δραμόντος, πεσών πεσόντος. Ὅτι | |
30 | γὰρ τὰ εἰς ων ὀνόματα ὀξύτονα ἀποστρέφονται τὴν διὰ τοῦ ντ κλίσιν, δῆλον, εἴγε τὸ Σαρπηδών ὀξυνόμενον Σαρπηδόνος κλίνεται, ὅταν δὲ κλιθῇ διὰ τοῦ ντ τότε καὶ βαρεῖαν ἐπιδέχεται τάσιν, οἷον 〈M 379〉 Σαρπήδοντος ἑταῖρον προπαροξυτόνως, ὡς ἀπὸ τῆς Σαρπήδων εὐθείας Βαρυνομένης, καὶ 〈Μ 392〉 Σαρπήδοντι δ’ ἄχος γένετο | |
35 | ὁμοίως προπαροξυτόνως, καὶ Σαρπήδοντα ἡ αἰτιατική, καὶ ἡ κλητικὴ | |
Σαρπῆδον, ὡς τὸ 〈Ε 633〉 Σαρπῆδον, Λυκίων βουληφόρε, προ‐ | 271 | |
272 | περισπωμένως. Τὰ δὲ εἰς ων περισπώμενα πάντα φυλάττουσι τὸ ω ἐπὶ τῆς γενικῆς καὶ οὐδέποτε τρέπουσιν αὐτό, κλίνονται δὲ καὶ 〈αὐτὰ〉 διὰ τοῦ ντ, οἷον Ξενοφῶν Ξενοφῶντος, Ἀγλαοφῶν Ἀγλαοφῶντος, Δημο‐ φῶν Δημοφῶντος· μόνον τὸ Ποσειδῶν καὶ Τυφῶν καὶ ταῶν φυλάτ‐ | |
5 | τουσι μὲν τὸ ω ἐν τῇ γενικῇ καὶ οὐ κλίνονται διὰ τοῦ ντ, οἷον Ποσει‐ δῶνος καὶ Τυφῶνος καὶ ταῶνος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς ων πατρωνυμικὰ ἅπαντα φυλάττουσι τὸ ω ἐπὶ τῆς γενικῆς, οἷον Ἀτρείων Ἀτρείωνος, Πηλείων Πηλείωνος· ὅθεν τὸ Κρονίων ἀναλογώτερόν ἐστι κλινόμενον διὰ τοῦ ω Κρονίωνος, οἷον | |
10 | 〈Α 405〉 ὅς ῥα παρὰ Κρονίωνι καθέζετο· τὸ γὰρ 〈Ε 247〉 Ζηνὸς δ’ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην ὑπερβιβασμὸν ἐδέξατο τοῦ χρόνου, καὶ τὸ μὲν ι ἐξετάθη, τὸ δὲ ω συνεστάλη εἰς ο. Ὁμοίως δὲ καὶ τὰ εἰς ων ὑποκοριστικὰ φυλάττουσι τὸ ω ἐν τῇ γενικῇ, οἷον Βακχυλίδης Βάκχων Βάκχωνος, Σιμωνίδης Σίμων Σίμωνος, Σικελός Σί‐ | |
15 | κων Σίκωνος, Λακεδαιμόνιος Λάκων Λάκωνος, Μιτυληναῖος Μίτων Μί‐ τωνος. Τὰ εἰς ων συγκριτικὰ τρέπουσι τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, οἷον μείζων μείζονος, κρείσσων κρείσσονος, χερείων χερείονος, βελτίων βελ‐ τίονος, γλυκίων γλυκίονος, ἡδίων ἡδίονος, ἀμείνων ἀμείνονος, ἐλάτ‐ | |
20 | των ἐλάττονος, βραχίων βραχίονος, εἴτε ἐπὶ τοῦ συγκριτικοῦ τοῦ ση‐ μαίνοντος τὸ βραχύτερον εἴτε ἐπὶ τοῦ μέρους τοῦ σώματος, ὅπερ ἐν τῇ συνηθείᾳ παραλόγως ὀξύνουσι βραχιών λέγοντες, καὶ αὐτὸ γὰρ ὁμοίως τῷ συγκριτικῷ βαρύνεται, οἷον βραχίων, οἱονεὶ τὸ βραχὺ μέρος τοῦ σώματος. | |
25 | Τὰ εἰς ων καθαρὸν βαρύτονα ἔχοντα δίχρονον ἐν τῇ παραληγούσῃ, εἰ μὲν ἐκτείνουσι τὸ δίχρονον, τρέπουσι τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, οἷον Μαχάων Μαχάονος, Ἱκετάων Ἱκετάονος, Ἀρετάων Ἀρετάονος, Ἀμφίων Ἀμφίονος, Ὑπερίων Ὑπερίονος, 〈Q 480〉 Ὑπερίονος Ἠε‐ λίοιο, Ἐχίων Ἐχίονος, Πανδίων Πανδίονος· εἰ δὲ συστέλλουσι τὸ δί‐ | |
30 | χρονον, φυλάττουσι τὸ ω ἐν τῇ γενικῇ, οἷον Ἠετίων Ἠετίωνος, Δευ‐ καλίων Δευκαλίωνος, Ἀμφιτρύων Ἀμφιτρύωνος, Εὐρυτίων Εὐρυτίωνος, Ἠλεκτρύων Ἠλεκτρύωνος, Ἐρευθαλίων Ἐρευθαλίωνος· ὅθεν τὸ Ὠρίων ἀναλογώτερόν ἐστι συστέλλον τὸ ι, ὡς παρ’ Εὐριπίδῃ 〈Cycl. 213 D〉 τά τ’ ἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι· ὁ γὰρ ποιητὴς διὰ τὸ | |
35 | μέτρον ἐξέτεινεν αὐτὸ εἰπών 〈Σ488〉 ἥτ’ αὐτοῦ στρέφεται καί | |
τ’ Ὠρίωνα δοκεύει. Ταῦτα μὲν ἐν τούτοις. | 272 | |
273 | Κανονίζει δὲ ὁ τεχνικὸς τὰ εἰς ων λήγοντα βαρύτονα λέγων, ὅτι τῶν εἰς ων βαρυτόνων τὰ μὲν παρώνυμα φυλάττουσι τὸ ω καὶ ἐπὶ τῆς γενικῆς, οἷον θεός Θέων Θέωνος, τρυφή Τρύφων Τρύφωνος· εἰ γὰρ παρὰ τὸ τρυφῶ ῥῆμα ἦν, εἶχε τρέπειν τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, | |
5 | ὥσπερ ἐλεῶ ἐλεήσω ἐλεήμων ἐλεήμονος, φιλῶ φιλήσω Φιλήμων Φιλή‐ μονος, νοῶ νοήσω νοήμων νοήμονος. Ἀναδράμωμεν δὲ ἐπὶ τὰ παρα‐ δείγματα τῶν παρωνύμων, ἱερός Ἱέρων Ἱέρωνος, ἁβρός Ἅβρων Ἅβρω‐ νος, πλατύς Πλάτων Πλάτωνος, κράτος, Κράτων Κράτωνος, κλέος Κλέων Κλέωνος, κῦδος Κύδων Κύδωνος, Ζεύς Διός Δίων Δίωνος. | |
10 | Δεῖ προσθεῖναι «χωρὶς εἰ μὴ ὦσιν ἀπὸ τῶν εἰς ος συνθέτων»· ταῦτα γὰρ διὰ τοῦ ο κλίνονται, οἷον αἷμα ἄναιμος ἀναίμων ἀναίμονος, 〈Ε 342〉 τοὔνεκ’ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται, κῦμα ἔγκυμος ἐγκύμων ἐγκύμονος, πυγή κατάπυγος καταπύγων καταπύγονος (ὁ κίναιδος), χεῖμα ἄχειμος ἀχείμων ἀχείμονος. Διὰ τοῦτο τὸ Ἀκταίων | |
15 | ἀναλογώτερόν ἐστι φυλάττον τὸ ω ἐν τῇ γενικῇ, οἷον 〈Eurip. Bacch. 337 D〉 ὁρᾷς τὸν Ἀκταίωνος ἄθλιον μόρον; τοῦτο γὰρ παρώνυ‐ μόν ἐστι καὶ οὐκ ἔστιν ἀπὸ τῶν εἰς ος συνθέτων, ἀπὸ γὰρ τοῦ ἀκτή γέγονεν ἀκταῖος καὶ Ἀκταίων· ὅταν οὖν γένηται διὰ τοῦ ο, οἷον 〈Eurip. Bacch. 230 D〉 Ἀκταίονός τε μητέρ’, Αὐτονόην λέγω, | |
20 | γνῶθι ὅτι συνεστάλη τὸ ω διὰ τὸ μέτρον. Τὰ εἰς ων κοινὰ τῷ γένει τρέπουσι τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, οἷον ὁ σώφρων καὶ ἡ σώφρων τοῦ σώφρονος καὶ τῆς σώφρονος, ὁ τέκτων καὶ ἡ τέκτων τοῦ τέκτονος καὶ τῆς τέκτονος, ὁ γείτων καὶ ἡ γείτων τοῦ γείτονος καὶ τῆς γείτονος, ὁ τλήμων καὶ ἡ τλήμων τοῦ | |
25 | τλήμονος καὶ τῆς τλήμονος, ὁ ἴδμων καὶ ἡ ἴδμων τοῦ ἴδμονος καὶ τῆς ἴδμονος, ὁ ἄφρων καὶ ἡ ἄφρων τοῦ ἄφρονος καὶ τῆς ἄφρονος. Δεῖ προσθεῖναι «χωρὶς εἰ μὴ ὦσι σύνθετα ἀπὸ τῶν εἰς ων φυλατ‐ τόντων τὸ ω ἐν τῇ γενικῇ»· ἔστι γὰρ αἰών αἰῶνος καὶ γίνεται εὐαίων εὐαίωνος ἐκ τούτου σύνθετον, καὶ ἔστι κοινὸν τῷ γένει, ὁ εὐαίων γὰρ | |
30 | καὶ ἡ εὐαίων, καὶ ὅμως φυλάττει τὸ ω ἐν τῇ γενικῇ· καὶ πάλιν ἐστὶ χιτών χιτῶνος καὶ γίνεται ἐκ τούτου σύνθετον ἀχίτων ἀχίτωνος καὶ χαλκοχίτων χαλκοχίτωνος, καὶ ἰδού εἰσι ταῦτα κοινὰ τῷ γένει, ὁ ἀχί‐ των γὰρ καὶ ἡ ἀχίτων καὶ ὁμοίως ὁ χαλκοχίτων καὶ ἡ χαλκοχίτων, καὶ ὅμως φυλάττουσι τὸ ω ἐν τῇ γενικῇ· καὶ πάλιν ἐστὶ Πλάτων Πλάτω‐ | |
35 | νος καὶ ἐκ τούτου γίνεται σύνθετον φιλοπλάτων φιλοπλάτωνος, καὶ ἔστι κοινὸν τῷ γένει, ὁ φιλοπλάτων γὰρ καὶ ἡ φιλοπλάτων, καὶ ὅμως φυλάττει τὸ ω ἐν τῇ γενικῇ. Δεῖ προσθεῖναι «καὶ χωρὶς τοῦ αἴθων αἴθωνος καὶ εἴρων εἴρωνος»· | |
ταῦτα γὰρ κοινά εἰσι τῷ γένει, ὁ αἴθων καὶ ἡ αἴθων, ὁ εἴρων καὶ ἡ | 273 | |
274 | εἴρων, καὶ ὅμως φυλάττουσι τὸ ω ἐν τῇ γενικῇ. Ἔχουσι δὲ ἀπολογίαν τοιαύτην· τὸ μὲν αἴθων αἴθωνος, ὅτι τὰ εἰς ων δισύλλαβα βαρύτονα ἔχοντα δασὺ σύμφωνον φυλάττουσι τὸ ω ἐν τῇ γενικῇ, οἷον Ῥίνθων Ῥίνθωνος (ἔστι δὲ ὄνομα κύριον), μόθων μόθωνος (ὁ κακοῦργος· οὕτω | |
5 | δὲ οἱ Λακεδαιμόνιοι τὸν οἰκογενῆ δοῦλον καλοῦσιν, οἱ δὲ Ἀθηναῖοι οἰκότριβα φασί· σημαίνει δὲ καὶ εἶδος αἰσχρᾶς καὶ ἀπρεποῦς ὀρχήσεως), κώθων κώθωνος (ἔστι δὲ εἶδος ποτηρίου), Τύχων Τύχωνος (ἔστι δὲ δαίμων περὶ τὴν Ἀφροδίτην)· οὕτως οὖν καὶ αἴθων αἴθωνος διὰ τοῦ ω. Πρόσκειται «δισύλλαβα» διὰ τὸ Φαέθων Φαέθοντος τρέπον τὸ ω εἰς τὸ | |
10 | ο ἐν τῇ γενικῇ· πρόσκειται «βαρύτονα» διὰ τὸ Σιδών Σιδόνος ἐθνικὸν ὀξυνόμενον τρέπον τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ. Ταῦτα μὲν περὶ τοῦ αἴθων αἴθωνος. Τὸ δὲ εἴρων εἴρωνος ἔχει τοιαύτην ἀπολογίαν, ὅτι τὰ εἰς ων ἔχοντα τὸ ρ δισύλλαβα ἁπλᾶ μὴ ἔχοντα οὐδέτερον φυλάττουσι τὸ ω ἐν τῇ γενικῇ, οἷον Μάρων Μάρωνος, Χείρων Χείρωνος (ὄνομα | |
15 | κύριον), Νέρων Νέρωνος· οὕτως οὖν καὶ εἴρων εἴρωνος διὰ τοῦ ω. Δεῖ προσθεῖναι «χωρὶς τοῦ Νάρων Νάρονος», ὡς τὸ Νάρονος ὄχθαι παρὰ Νικάνδρῳ 〈Ther. 607〉· τοῦτο γὰρ διὰ τὸ μέτρον συνέστειλε τὸ ω εἰς τὸ ο· ἔστι δὲ ὄνομα ποταμοῦ. Πρόσκειται «δισύλλαβα» διὰ τὸ Ὑπείρων Ὑπείρονος Ὑπείρονα, οἷον 〈Ε 144〉 Ὑπείρονα, ποιμένα | |
20 | λαῶν· τοῦτο γὰρ τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, ἀλλ’ οὐκ ἔστι δισύλλαβον· «ἁπλᾶ» δὲ πρόσκειται διὰ τὸ Σώφρων Σώφρονος τὸ κύριον ὄνομα· τοῦτο γὰρ τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, ἀλλ’ οὐκ ἔστιν ἁπλοῦν ἀλλὰ σύνθετον, παρὰ τὸ σῶα φρονεῖν γάρ ἐστι σωάφρων καὶ Σώφρων. Μηδεὶς δὲ οἰέσθω τοῦτο ἔχειν οὐδετέρου παρασχηματισμόν· | |
25 | τὸ γὰρ σῶφρον τὸ οὐδέτερον τοῦ ἐπιθέτου ἐστίν, οὐ μὴν τοῦ κυρίου· οὐδέποτε γὰρ οὔτε κύρια οὔτε τὰ προσηγορικὰ ποιοῦσιν οὐδετέρου παρα‐ σχηματισμόν, οἷον κοχλίας Αἰνείας Αἴας Θόας· τοῦτο δέ, φημὶ δὴ τὸ Σώφρων τὸ κύριον, ἠκολούθησε τῷ ἐπιθέτῳ κατὰ τὴν κλίσιν, καὶ ὁμοίως αὐτῷ τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ· τοῦ σώφρονος γάρ. Πρόσ‐ | |
30 | κειται «μὴ ἔχοντα οὐδέτερον» διὰ τὸ χείρων χείρονος· τὸ μὲν γὰρ κύριον ὄνομα φυλάττει τὸ ω ἐν τῇ γενικῇ, οἷον Χείρων Χείρωνος (ἐπὶ τοῦ κενταύρου) κατὰ τὸν προλεχθέντα κανόνα, τὸ δὲ συγκριτικὸν τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, οἷον χείρων χείρονος (ὁ ἐλάττων), ἐπειδὴ ἔχει οὐδέτερον τὸ χεῖρον· καὶ πάλιν τὸ γέρων γέροντος, ἐπειδὴ ἔχει | |
35 | οὐδέτερον τὸ γέρον, οἷον 〈χ 184〉 τῇ δ’ ἑτέρῃ σάκος εὐρὺ γέρον πεπαλαγμένον ἄζῃ, τουτέστι σάκος γέρον, διὰ τοῦτο οὐκ ἐφύλαξε | |
τὸ ω ἐν τῇ γενικῇ. | 274 | |
275 | Τὰ δὲ ἔχοντα θηλυκὸν διὰ τοῦ αινα διὰ τοῦ ντ κλίνονται, καὶ δῆ‐ λον ὅτι τρέπουσι τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, οἷον δράκων δράκοντος ὅτι καὶ δράκαινα, θεράπων θεράποντος ὅτι καὶ θεράπαινα, λέων λέον‐ τος ὅτι καὶ λέαινα. Καὶ τὰ κύρια δὲ ὀνόματα παρ’ ἡμῖν ἐφύλαξαν τὴν | |
5 | αὐτὴν κλίσιν, οἷον Δράκοντος τοῦ Στρατονικέως καὶ Λέοντος καὶ πάλιν Δράκοντος τοῦ νομοθέτου· πρόσκειται δέ «παρ’ ἡμῖν», ἐπειδὴ οἱ Αἰο‐ λεῖς Δράκωνος εἰρήκασιν ἐπὶ τοῦ κυρίου ὀνόματος· ἐπὶ γὰρ τοῦ θηρίου καὶ αὐτοὶ δράκοντος λέγουσιν. Σημειούμεθα δὲ ἐν τῷ κανόνι τούτῳ τὸ Λάκων Λάκωνος· τοῦτο γὰρ ἔχον θηλυκὸν διὰ τοῦ αινα, οἷον Λά‐ | |
10 | καινα, οὐ κλίνεται διὰ τοῦ ντ, οὐδὲ γὰρ λέγομεν Λάκοντος ἀλλὰ Λά‐ κωνος διὰ τοῦ ω, περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι ὑπάγεται τῷ προλεχθέντι κανόνι τῶν ὑποκοριστικῶν· τὰ γὰρ εἰς ων ὑποκοριστικὰ προσθέσει τοῦ ος ποιοῦσι τὴν γενικὴν καὶ φυλάττουσι τὸ ω, οἷον Βακχυλίδης Βάκχων Βάκχωνος, Σιμωνίδης Σίμων Σίμωνος, Μιτυληναῖος Μίτων Μίτωνος· | |
15 | οὕτως οὖν καὶ Λακεδαιμόνιος Λάκων Λάκωνος. Ὑπάγεται δὲ καὶ τῷ λόγῳ τῶν ἐθνικῶν· τὰ γὰρ εἰς ων ἐθνικὰ προσθέσει τοῦ ος ποιοῦσι τὴν γενικήν, καὶ εἰ μὲν ὀξύνονται τρέπουσι τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, οἷον Αὐσών Αὐσόνος, Μυγδών Μυγδόνος, Σιδών Σιδόνος, 〈Ψ 743〉 ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν, εἰ δὲ βαρύνονται φυ‐ | |
20 | λάττουσι τὸ ω ἐν τῇ γενικῇ, οἷον Μύτων Μύτωνος, Καύκων Καύκω‐ νος, 〈Κ 429〉 καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί, Κύδων Κύδωνος· οὕτως οὖν καὶ Λάκων Λάκωνος. Δεῖ προσθεῖναι «χωρὶς τοῦ Κίκων»· τοῦτο γάρ, φημὶ δὴ τὸ Κίκων, κύριον μὲν ὂν φυ‐ λάττει τὸ ω ἐν τῇ γενικῇ, οἷον Κίκωνος, ἐθνικὸν δὲ ὂν τρέπει τὸ ω | |
25 | εἰς τὸ ο ἐν τῇ γενικῇ, οἷον Κίκονος, ὡς παρὰ τῷ ποιητῇ 〈ι 47〉 Κί‐ κονες Κικόνεσσι γεγώνευν, καὶ πάλιν 〈ι 39〉 Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν· ἔτι δεῖ προσθεῖναι «καὶ χωρὶς τοῦ Μέμνων Μέμνονος», καὶ αὐτὸ γὰρ ἐθνικόν ἐστι καὶ βαρύτονον, καὶ ὅμως τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, ὥσπερ καὶ τὸ κύριον ὄνομα. | |
30 | Ταῦτα μὲν ἐν τούτοις. Μὴ νομίσωμεν δὲ ἐναντιοῦσθαι τῷ κανόνι τὸ γείτων καὶ τέκτων, ὅτι ἔχουσι θηλυκὸν διὰ τοῦ αινα, οἷον γείταινα καὶ τέκταινα, καὶ οὐ κλίνονται διὰ τοῦ ντ, γείτονος γὰρ καὶ τέκτονος. Ἰστέον γὰρ ὅτι ταῦτα κοινά εἰσι τῷ γένει, οἷον ὁ γείτων καὶ ἡ γείτων, ὁ τέκτων καὶ ἡ τέ‐ | |
35 | κτων· ἀλλ’ οἱ ποιηταὶ καὶ παρωνύμως ποιοῦσιν αὐτὰ διὰ τοῦ αινα, | |
οἷον γείταινα καὶ τέκταινα, 〈Callim. fr. anon. 290 Sch〉 γείνεό μοι | 275 | |
276 | τέκταινα βίου δαμάτειρά τε λιμοῦ, ὥσπερ καὶ ἐκ τοῦ θέων γέ‐ γονε θέαινα παρωνύμως. Ταῦτα μὲν ἐν τούτοις. Τῷ Θέωνι, τῷ σώφρονι, τῷ λέοντι· τὸν Θέωνα, τὸν σώ‐ φρονα, τὸν λέοντα· ὦ Θέων, ὦ σῶφρον, ὦ λέον. Εἴρηται ὅτι | |
5 | τὰ εἰς ἀμετάβολον λήγοντα βαρύτονα ἀποβάλλοντα τῆς γενικῆς τὴν ἐσχάτην τὸ ος ἢ καὶ τὸ τος ποιοῦσι τὴν κλητικήν, πλὴν τοῦ Ἄπολλον καὶ Ποσείδαον· ἔστιν οὖν ἡ γενικὴ Θέωνος διὰ τοῦ ω καὶ ἡ κλητικὴ ὦ Θέων διὰ τοῦ ω, καὶ πάλιν σώφρονος ἡ γενικὴ καὶ λέοντος διὰ τοῦ ο καὶ ἡ κλητικὴ ὁμοίως ὦ σῶφρον καὶ ὦ λέον διὰ τοῦ ο. | |
10 | Τὼ Θέωνε, τὼ σώφρονε, τὼ λέοντε· τοῖν Θεώνοιν, τοῖν σωφρόνοιν, τοῖν λεόντοιν· ὦ Θέωνε, ὦ σώφρονε, ὦ λέοντε. Οἱ Θέωνες, οἱ σώφρονες, οἱ λέοντες· τῶν Θεώνων, τῶν σωφρόνων, τῶν λεόντων· τοῖς Θέωσι, τοῖς σώφροσιν. Ἐμά‐ θομεν ἐν τοῖς προλαβοῦσιν, ὅτι πᾶσα δοτικὴ ἑνικῶν εἰς νι λήγουσα μὴ | |
15 | οὖσα κατὰ μεταπλασμὸν τροπῇ τοῦ ν εἰς τὸ ς τὴν δοτικὴν τῶν πλη‐ θυντικῶν ποιεῖ, οἷον ποιμένι ποιμέσι, αὐχένι αὐχέσι, φρενί φρεσί, σω‐ λῆνι σωλῆσι, Πλάτωνι Πλάτωσι, Δίωνι Δίωσι, Μέμνονι Μέμνοσι, γεί‐ τονι γείτοσιν· οὕτως οὖν καὶ Θέωνι Θέωσι καὶ σώφρονι σώφροσι. Πρόσ‐ κειται «μὴ οὖσα κατὰ μεταπλασμόν», ἐπειδή ἐστι τῇ ὑσμίνῃ καὶ τῇ | |
20 | Δωδώνῃ διὰ τοῦ η καὶ ι, καὶ γίνεται κατὰ μεταπλασμὸν τῇ ὑσμῖνι καὶ τῇ Δωδῶνι διὰ τοῦ ι μόνου, ὡς παρὰ τῷ ποιητῇ 〈Θ 56〉 μέμασαν δὲ καὶ ὣς ὑσμῖνι μάχεσθαι, καὶ παρὰ τῷ Καλλιμάχῳ 〈fragm. 306 Sch〉 μή με τὸν ἐν Δωδῶνι λέγοι μόνον· καὶ ἰδοὺ ταῦτα εἰς νι λήγουσιν, καὶ οὐ τρέπουσι τὸ ν εἰς τὸ ς καὶ ποιοῦσι τὴν δοτικὴν τῶν | |
25 | πληθυντικῶν· οὐδὲ γὰρ λέγομεν ταῖς ὑσμῖσι καὶ ταῖς Δωδῶσιν, ἀλλὰ ταῖς ὑσμίναις καὶ ταῖς Δωδώναις· ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν ταῦτα, ἐπειδὴ μεταπλασμὸν πέπονθεν ἡ δοτικὴ τῶν ἑνικῶν καὶ τούτου χάριν εἰς νι λήγει. Τοῖς λέουσιν. Ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν κανονίζεται ἡ δο‐ | |
30 | τικὴ τῶν πληθυντικῶν τούτῳ τῷ τρόπῳ· πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκ‐ φωνούμενον λήγουσα, πρὸ τοῦ ι λαμβάνουσα τὸ ς καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα σὺν αὐτῷ ἐκφωνεῖσθαι στοιχεῖα, τὴν δοτικὴν τῶν πληθυν‐ τικῶν ποιεῖ, οἷον ὄφιϊ ὄφισιν, ὄφεϊ ὄφεσι, πόλεϊ πόλεσι, βότρυϊ βό‐ τρυσι, Πάριδι Πάρισι, Θέτιδι Θέτισι, Πλάτωνι Πλάτωσι, Μέμνονι Μέ‐ | |
35 | μνοσι, Ἕκτορι Ἕκτορσι, Νέστορι Νέστορσι· οὕτως οὖν καὶ λέοντι λέ‐ ουσι, τοῦ ς προσελθόντος καὶ ἀποβληθέντων τῶν μὴ δυναμένων σὺν | |
αὐτῷ ἐκφωνηθῆναι στοιχείων, φημὶ δὴ τοῦ ν καὶ τοῦ τ. Διὰ τοῦτο | 276 | |
277 | δὲ ἡ λέουσι δοτικὴ τὸ υ προσέλαβεν, ἐπειδὴ ἡ παραλήγουσα τῆς δοτικῆς τῶν πληθυντικῶν οὐ θέλει εἶναι ἐλάττων τῆς παραληγούσης τῶν ἄλλων πτώσεων, ἀλλ’ ἢ ἴση ἢ μείζων· ἴση μέν, οἷον λέβητες λεβήτων λέβησι λέβητας λέβητες, Λάχητες Λαχήτων Λάχησι Λάχητας Λάχητες, Πάριδες | |
5 | Παρίδων Πάρισι Πάριδας Πάριδες, ἀκτῖνες ἀκτίνων ἀκτῖσιν ἀκτῖνας ἀκτῖνες· μείζων δέ, οἷον Ἕκτορες Ἑκτόρων Ἕκτορσιν Ἕκτορας Ἕκτορες, Νέστορες Νεστόρων Νέστορσι Νέστορας Νέστορες· ἐπὶ τούτων γὰρ ἡ μὲν παραλήγουσα τῆς δοτικῆς θέσει μακρά ἐστιν, ἡ δὲ παραλήγουσα τῶν ἄλλων πτώσεων φύσει βραχεῖα, τὸ δὲ θέσει μακρὸν μεῖζόν ἐστι τοῦ | |
10 | φύσει βραχέος· καὶ πάλιν Αἴαντες Αἰάντων Αἴασιν Αἴαντας Αἴαντες, Θόαντες Θοάντων Θόασι Θόαντας Θόαντες· ἐπὶ τούτων γὰρ ἡ μὲν παραλήγουσα τῆς δοτικῆς φύσει μακρά ἐστιν, ἡ δὲ παραλήγουσα τῶν ἄλλων πτώσεων θέσει μακρά ἐστι, τὸ δὲ φύσει μακρὸν μεῖζόν ἐστι τοῦ θέσει μακροῦ· καὶ πάλιν Πηλέες Πηλέων Πηλεῦσι Πηλέας Πηλέες; βα‐ | |
15 | σιλέες βασιλέων βασιλεῦσι βασιλέας βασιλέες· ἐπὶ τούτων γὰρ ἡ μὲν παραλήγουσα τῆς δοτικῆς φύσει μακρά ἐστιν, ἡ δὲ παραλήγουσα τῶν ἄλλων πτώσεων φύσει βραχεῖα, τὸ δὲ φύσει μακρὸν μεῖζόν ἐστι τοῦ φύσει βραχέος. Τούτων οὕτως ἐχόντων εἰ μὴ προσέλαβε τὸ υ ἡ λέουσι δοτική, ἤμελλεν ἐλάττονα ἔχειν τὴν ἰδίαν παραλήγουσαν τῆς παραλη‐ | |
20 | γούσης τῶν ἄλλων πτώσεων, ὅπερ ἐστὶν ἄτοπον· ἡ μὲν γὰρ παραλή‐ γουσα τῶν ἄλλων πτώσεων θέσει μακρά ἐστιν, οἷον λέοντες λεόντων λέοντας λέοντες, ἡ δὲ παραλήγουσα τῆς δοτικῆς τούτων εἰ μὴ προσ‐ έλαβε τὸ υ φύσει βραχεῖα εὑρίσκετο, τὸ δὲ θέσει μακρὸν μεῖζόν ἐστι τοῦ φύσει βραχέος. Τούτου οὖν χάριν προσέλαβεν ἡ δοτικὴ τῶν πλη‐ | |
25 | θυντικῶν τὸ υ, ἵνα μὴ εὑρεθῇ ἔχουσα τὴν ἰδίαν παραλήγουσαν ἐλάτ‐ τονα τῆς παραληγούσης τῶν ἄλλων πτώσεων, καὶ ἐγένετο λέουσιν· τοῦ γὰρ υ προσελθόντος οὐκέτι εὑρίσκεται ἐλάττων ἡ παραλήγουσα τῆς δο‐ τικῆς τῶν πληθυντικῶν τῆς παραληγούσης τῶν ἄλλων πτώσεων, ἀλλὰ τοὐναντίον καὶ μείζων· τὸ γὰρ φύσει μακρὸν μεῖζόν ἐστι τοῦ θέσει | |
30 | μακροῦ. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ προσθεῖναι ἐν τῷ κανόνι τῷ λέγοντι, ὅτι ἡ παραλήγουσα τῆς δοτικῆς τῶν πληθυντικῶν οὐ θέλει εἶναι ἐλάττων τῆς παραληγούσης τῶν ἄλλων πτώσεων, ἀλλ’ ἢ ἴση ἢ μείζων, «χωρὶς εἰ μὴ χαρακτὴρ κω‐ λύσῃ»· ἐπειδή ἐστι κήρυκες κηρύκων κήρυξι κήρυκας κήρυκες καὶ Φοί‐ | |
35 | νικες Φοινίκων Φοίνιξι Φοίνικας Φοίνικες· καὶ ἰδοὺ ἐπὶ τούτων ἡ δο‐ τικὴ τῶν πληθυντικῶν ἐλάττονα ἔχει τὴν ἰδίαν παραλήγουσαν τῆς παρα‐ ληγούσης τῶν ἄλλων πτώσεων· ἡ μὲν γὰρ δοτικὴ θέσει μακρὸν ἔχει τὸ δίχρονον, αἱ δὲ ἄλλαι πτώσεις φύσει μακρὸν ἔχουσιν αὐτό, τὸ δὲ φύσει μακρὸν μεῖζόν ἐστι τοῦ θέσει μακροῦ. Διὰ τοῦτο δὲ ἡ δοτικὴ τῶν | |
40 | πληθυντικῶν θέσει μακρὸν ἔχει τὸ δίχρονον, οἷον Φοίνιξι καὶ κήρυξιν, | 277 |
278 | ἐπειδὴ τὸ ι καὶ τὸ υ οὐδέποτε εὑρίσκονται πρὸ τοῦ ξ φύσει μακρά, χωρὶς εἰ μὴ λόγῳ ἀρχούσης παρῳχημένων, οἷον πέρδιξ τέττιξ Βέβρυξ ὄνυξ. Πρόσκειται «χωρὶς εἰ μὴ λόγῳ ἀρχούσης παρῳχημένων» διὰ τὸ ἰξεύω ἴξευον· τὸ μὲν γὰρ ἰξεύω θέσει μακρὸν ἔχει τὸ ι, τὸ δὲ ἴξευον | |
5 | φύσει μακρὸν τῷ λόγῳ τῆς ἀρχούσης τῶν παρῳχημένων· οἱ γὰρ παρ‐ ῳχημένοι ἢ χρονικῶς ἢ συλλαβικῶς θέλουσι μεγεθύνεσθαι, συλλαβικῶς μέν, οἷον τύπτω ἔτυπτον, γράφω ἔγραφον, λέγω ἔλεγον, χρονικῶς δέ, οἷον ἄγω ἦγον, ἄρχομαι ἠρχόμην, ἅπτω ἧπτον· ἐν οἷς οὖν τὸ ἰξεύω ἴξευον οὐκ ἠδύνατο μεγεθυνθῆναι συλλαβικῶς, οὐδὲ γὰρ ἄρχεται ὁ ἐν‐ | |
10 | εστὼς ἀπὸ συμφώνου, ἐξ ἀνάγκης χρονικῶς ἐμεγεθύνθη, καὶ τούτου χάριν φύσει μακρὸν ἔχει τὸ ι. Ἔτι δεῖ προσθεῖναι ἐν τῷ κανόνι τῷ λέγοντι, ὅτι ἡ παραλήγουσα τῆς δοτικῆς τῶν πληθυντικῶν οὐ θέλει εἶναι ἐλάττων τῆς παραληγούσης τῶν ἄλλων πτώσεων, ἀλλ’ ἢ ἴση ἢ μείζων, «καὶ χωρὶς τῆς χερσί δοτικῆς τῶν πληθυντικῶν»· ἐνταῦθα γὰρ | |
15 | ἐλάττων ἐστὶν ἡ παραλήγουσα τῆς δοτικῆς τῶν πληθυντικῶν τῆς παρα‐ ληγούσης τῶν ἄλλων πτώσεων· ἡ μὲν γὰρ παραλήγουσα τῆς δοτικῆς θέσει μακρά ἐστιν, ἡ δὲ παραλήγουσα τῶν ἄλλων πτώσεων φύσει μακρά ἐστιν, οἷον χεῖρες χειρῶν χερσί χεῖρας χεῖρες, τὸ δὲ φύσει μακρὸν μεῖ‐ ζόν ἐστι τοῦ θέσει μακροῦ· διατί δὲ χερσί μόνως λέγομεν τὴν δοτικὴν | |
20 | τῶν πληθυντικῶν καὶ οὐχὶ χειρσί διὰ τῆς ει διφθόγγου, ἐν τῷ Ὀνο‐ ματικῷ Ἡρωδιανοῦ εἰ θεῷ φίλον μαθησόμεθα. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐν τῇ λέουσι δοτικῇ τῶν πληθυντικῶν τὸ υ ἐπλεόνασε καὶ μὴ ἄλλο φωνῆεν. Καὶ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο τὸ υ ἐπλεόνασεν, ἐπειδὴ τὸ ο διὰ τῆς προσθήκης τοῦ υ | |
25 | μεγεθύνεσθαι πέφυκεν, οἷον τύπτοντος τύπτουσα, λέγοντος λέγουσα, γράφοντος γράφουσα, καὶ αὐτὸ δὲ τὸ οὖ τὸ ὄνομα τοῦ στοιχείου διὰ τοῦ ο καὶ υ γράφεται καὶ ἐκφωνεῖται· τὸ δὲ ε ἐκ τοῦ ἐναντίου διὰ τῆς προσθήκης τοῦ ι πέφυκε μεγεθύνεσθαι, οἷον τυφθέντος τυφθεῖσα, δαρέντος δαρεῖσα, νυγέντος νυγεῖσα, καὶ αὐτὸ δὲ τὸ εἶ τὸ ὄνομα τοῦ | |
30 | στοιχείου διὰ τοῦ ε καὶ ι γράφεται καὶ ἐκφωνεῖται· ἐπειδὴ οὖν διὰ τῆς προσθήκης τοῦ υ πέφυκε μεγεθύνεσθαι τὸ ο, τούτου χάριν ἐν τῇ λέουσι δοτικῇ τῶν πληθυντικῶν τὸ υ ἐπλεόνασε καὶ οὐκ ἄλλο φωνῆεν. Ταῦτα μὲν ἐν τούτοις. Καὶ πάλιν ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὸ ο προσέλαβε | |
35 | τὸ υ ἐν τῇ λέουσι δοτικῇ καὶ μὴ μᾶλλον ἐτράπη τὸ ο εἰς τὸ ω. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ ἠδύνατο τραπῆναι τὸ ο εἰς τὸ ω ἐν τῇ λέουσι δο‐ τικῇ, ἐπειδὴ ἡνίκα ἔχει ἡ δοτικὴ τῶν πληθυντικῶν τὸ ω, καὶ ἡ δοτικὴ | |
τῶν ἑνικῶν αὐτὸ ἔχει, οἷον Τρύφωνι Τρύφωσι, Πλάτωνι Πλάτωσι, | 278 | |
279 | Θέωνι Θέωσι, Δίωνι Δίωσι· τῆς οὖν δοτικῆς τῶν ἑνικῶν τῆς λέοντι διὰ τοῦ ο οὔσης, πῶς δύναται ἡ δοτικὴ τῶν πληθυντικῶν διὰ τοῦ ω εἶναι; ὅτε γὰρ ἡ δοτικὴ τῶν ἑνικῶν τὸ ο ἔχει, καὶ ἡ δοτικὴ τῶν πλη‐ θυντικῶν τὸ ο ἔχει, οἷον σώφρονι σώφροσι, γείτονι γείτοσι, τέκτονι | |
5 | τέκτοσι. Προσλαμβάνει οὖν τὸ υ ἡ δοτικὴ τῶν πληθυντικῶν καὶ γίνε‐ ται λέουσι, καὶ λοιπὸν φυλάττει τὸ ο τῆς δοτικῆς τῶν ἑνικῶν, καὶ μεί‐ ζονα χρόνον εὑρίσκεται ἔχουσα κατὰ τὴν παραλήγουσαν τῆς παραληγού‐ σης τῶν ἄλλων πτώσεων. Τοὺς Θέωνας, τοὺς σώφρονας, τοὺς λέοντας· ὦ Θέωνες, | |
10 | ὦ σώφρονες, ὦ λέοντες. Κανὼν κεʹ. Ὁ κοιτών ὁ Σαρπηδών ὁ ἀλεκτρυών, τοῦ κοιτῶνος τοῦ Σαρπηδόνος τοῦ ἀλεκτρυόνος. Κανονίζει ὁ τεχνικὸς τὰ εἰς ων ὀξύτονα καὶ παραλιμπάνει τὰ εἰς | |
15 | ων μονοσύλλαβα. Ἔστι δὲ εἰπεῖν περὶ αὐτῶν οὕτως· τὰ εἰς ων ὀξύ‐ τονα μονοσύλλαβα προσθέσει τοῦ ος κλίνονται καὶ φυλάττουσι τὸ ω ἐπὶ τῆς γενικῆς, οἷον κλών κλωνός (σημαίνει δὲ τὸν κλάδον), πρών πρω‐ νός, ἐξ οὗ καὶ 〈Π 299〉 πρώονες ἄκροι κατὰ πλεονασμὸν τοῦ ο (σημαίνει δὲ τὴν ἐξοχήν). Μόνον δὲ τὸ χθών χθονός ὡς θηλυκοῦ μό‐ | |
20 | νον γένους ὂν ἐν τοῖς εἰς ων μονοσυλλάβοις τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, ὥσπερ καὶ τὸ φρήν φρενός ὡς θηλυκοῦ μόνον γένους εὑρε‐ θὲν ἐν τοῖς εἰς ην μονοσυλλάβοις ἔτρεψε τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ· τὸ Θῶν Θῶντος (ἔστι δὲ ὄνομα κύριον) διὰ τοῦ ντ κλινόμενον οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν ὀξύτονον ἀλλὰ περισπώμενον. Ταῦτα | |
25 | μὲν ἐν τούτοις. Ἔχομεν δέ, ὅτι τὰ εἰς ων ὀξύτονα δύο κλίσεις ἐπιδέχονται· ἢ γὰρ προσθέσει τοῦ ος ποιοῦσι τὴν γενικὴν καὶ φυλάττουσι τὸ ω, οἷον Ἑλι‐ κών Ἑλικῶνος, παρθενών παρθενῶνος, ἢ προσθέσει τοῦ ος ποιοῦσι τὴν γενικὴν καὶ τρέπουσι τὸ ω εἰς τὸ ο, οἷον Σαρπηδών Σαρπηδόνος, Μα‐ | |
30 | κεδών Μακεδόνος. Ἄλλως δέ πως οὐ κλίνονται· οὐδέποτε γὰρ τὰ εἰς ων ὀνόματα ὀξύτονα κλίνονται διὰ τοῦ ντ· τοῦτο γὰρ ἴδιόν ἐστι μετο‐ χῶν, οἷον λαβών λαβόντος, δραμών δραμόντος, φαγών φαγόντος. Ἀμέλει τὸ Σαρπηδών ὅτε μὲν ὀξύνεται, Σαρπηδόνος ἔχει τὴν γενικήν, ὅταν δὲ κλιθῇ διὰ τοῦ ντ, τότε καὶ ὡς ἀπὸ βαρυτόνου εὐθείας ποιού‐ | |
35 | μεθα τὴν κλίσιν, οἷον 〈Μ 379〉 Σαρπήδοντος ἑταῖρον προπαροξυ‐ τόνως, ὡς ἀπὸ τῆς Σαρπήδων βαρυτονουμένης εὐθείας, καὶ 〈Μ 392〉 | |
Σαρπήδοντι δ’ ἄχος γένετο· οὕτω δὲ καὶ τὴν κλητικὴν ἀναγινώ‐ | 279 | |
280 | σκομεν, 〈Ε 633〉 Σαρπῆδον, Λυκίων βουληφόρε προπερισπωμένως, ὡς ἀπὸ τῆς βαρυτονουμένης εὐθείας. Ταῦτα μὲν ἐν τούτοις. Τὸ δὲ κοιτών κοιτῶνος κανονίζει ὁ τεχνικὸς λόγῳ τοιούτῳ· τῶν εἰς ων ὀξυτόνων τὰ περιεκτικὰ καὶ ὡς περιεκτικὰ τὸ ω φυλάττουσιν | |
5 | ἐπὶ τῆς γενικῆς, περιεκτικὰ μέν, οἷον κοιτών κοιτῶνος (ὁ περιέχων κοίτας), δαφνών δαφνῶνος (ὁ περιέχων δάφνας), ἀμπελών ἀμπελῶνος (ὁ περιέχων ἀμπέλους), παρθενών παρθενῶνος (ὁ περιέχων παρθένους), ἀκανθών ἀκανθῶνος (ὁ περιέχων ἀκάνθας), ὡς περιεκτικὰ δέ, ὡς ἐπὶ τῶν μηνῶν τῶν Ἀθηναίων, περιέχουσι δὲ ἡμέρας, οἷον ἐλαφηβολιών | |
10 | ἐλαφηβολιῶνος, ἀνθεστηριών ἀνθεστηριῶνος, μεταγειτνιών μεταγειτνι‐ ῶνος, πυανεψιών πυανεψιῶνος, βοηδρομιών βοηδρομιῶνος· ταῦτα πάντα φυλάττουσι τὸ ω ἐν τῇ γενικῇ, περιέχουσι γὰρ ἑορτὰς καὶ ἡμέρας· καὶ τὸ αἰών δὲ αἰῶνος τούτῳ τῷ λόγῳ ὑπάγεται, περιέχει γὰρ χρόνους, ὡσαύτως δὲ καὶ τὸ ἀγών ἀγῶνος, περιέχει γὰρ γυμνάσια. Δοκεῖ τὸ | |
15 | κανών κανόνος ἀντικεῖσθαι· περιέχει γὰρ τὰ ὑπ’ αὐτῷ, καὶ ὅμως τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ. Οὐ καλοῦνται δὲ ταῦτα περιεκτικά, ἀλλ’ ὡς περιεκτικά, ἐπειδὴ οὐκ ἔχουσι τὴν ὀνομασίαν ἀπὸ τῶν περιεχομέ‐ νων· τὰ γὰρ περιεκτικὰ θέλουσιν ἔχειν τὴν ὀνομασίαν ἐξ αὐτῶν τῶν περιεχομένων, οἷον ἀπὸ τοῦ περιέχειν παρθένους λέγεται παρθενών, | |
20 | καὶ ἀπὸ τοῦ περιέχειν ἀμπέλους λέγεται ἀμπελών, καὶ ἀπὸ τοῦ περι‐ έχειν δάφνας λέγεται δαφνών· ταῦτα δέ, φημὶ 〈δὴ〉 τὰ λεγόμενα ὡς περι‐ εκτικά, οὐκ ἔχουσι τὴν ὀνομασίαν ἀπὸ τῶν περιεχομένων· οὐδὲ γὰρ ἀπὸ τοῦ ἔχειν χρόνους ὁ αἰών ἔσχε τὸ ὄνομα, ἐπεὶ χρονών ὤφειλεν εἶναι, οὐδὲ ἐκ τοῦ περιέχειν ἡμέρας καὶ ἑορτὰς ὁ βοηδρομιών καὶ | |
25 | πυανεψιών καὶ μεταγειτνιών ἔσχον τὸ ὄνομα, ἐπεὶ ἡμερών καὶ ἑορτών εἰ τύχοι ὤφειλον λέγεσθαι. Αὕτη οὖν ἐστιν ἡ διαφορὰ τῶν περιεκτι‐ κῶν καὶ τῶν ὡς περιεκτικῶν, ὅτι τὰ μὲν περιεκτικὰ ἐξ αὐτῶν τῶν περιεχομένων θέλουσιν ἔχειν τὴν ὀνομασίαν, τὰ δὲ ὡς περιεκτικὰ οὐκ ἔχουσι τὴν ὀνομασίαν ἐκ τῶν περιεχομένων. Ταῦτα μὲν ἐν τούτοις. | |
30 | Τὸ δὲ Σαρπηδών κανονίζεται τούτῳ τῷ λόγῳ· τὰ εἰς δων λήγοντα ὀξύτονα τρέπουσι τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, οἷον Σαρπηδών Σαρπη‐ δόνος, Μακεδών Μακεδόνος, Μυρμιδών Μυρμιδόνος, ὡς τὸ 〈Φ 188〉 ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι. Δεῖ προσθεῖναι «χωρὶς τοῦ Καλυδών Καλυδῶνος καὶ Ἀμυδών Ἀμυδῶνος», εἰσὶ δὲ ταῦτα ὀνόματα | |
35 | ἡρώων καὶ φυλάττουσι τὸ ω ἐν τῇ γενικῇ· ἔχουσι δὲ ἀπολογίαν τοι‐ αύτην, ὅτι ὡμοφώνησαν πόλεσι τῇ ἡ Ἀμυδών τῆς Ἀμυδῶνος καὶ τῇ ἡ | |
Καλυδών τῆς Καλυδῶνος, καὶ τούτου χάριν ἐφύλαξαν τὸ ω κατὰ τὴν | 280 | |
281 | γενικὴν ὁμοίως ταῖς πόλεσιν. Εἴ τι γὰρ εἰς δων φυλάττει τὸ ω ἐν τῇ γενικῇ, τοῦτο εὑρίσκεται ἐν ὁμοφωνίᾳ πόλεως γενόμενον, ὡς ἐπὶ τοῦ Καλυδών Καλυδῶνος καὶ Ἀμυδών Ἀμυδῶνος, οὐκ ἀντιστρέφοντος τοῦ κανόνος· οὐ γὰρ τὰ ὁμοφωνοῦντα πόλεσι πάντως φυλάττουσι τὸ ω ἐν | |
5 | τῇ γενικῇ· ἰδοὺ γὰρ τὸ ὁ Σιδών τοῦ Σιδόνος ὁμοφωνεῖ πόλει τῇ ἡ Σιδών τῆς Σιδῶνος, καὶ ὅμως τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, οἷον ὡς παρὰ τῷ ποιητῇ 〈Ψ 743〉 ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν. Ταῦτα μὲν ἐν τούτοις. Τὸ δὲ ἀλεκτρυών κανονίζεται τούτῳ τῷ λόγῳ· τὰ εἰς ων καθαρὸν | |
10 | ὀξύτονα βραχεῖ διχρόνῳ παραληγόμενα, τουτέστι συνεσταλμένῳ, τρέ‐ πουσι τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, οἷον περικτιών περικτιόνος, ἀλεκτρυών ἀλεκτρυόνος, Ἀμφικτυών Ἀμφικτυόνος (ἔστι δὲ ἔθνος)· τὸ Κνακιών ὀξύτονόν ἐστι καὶ εἰς ων καθαρὸν καὶ διχρόνῳ παραλήγεται, ἀλλ’ ἐπειδὴ οὐκ ἔχει τὸ δίχρονον συνεσταλμένον ἀλλ’ ἐκτεταμένον, φυλάττει τὸ ω | |
15 | ἐν τῇ γενικῇ, οἷον Κνακιῶνος (ἔστι δὲ ὄνομα ποταμοῦ). Ταῦτα δὲ τὰ ὀξύτονα ἐναντίως πως ἔχουσι τοῖς βαρυτόνοις· τὰ γὰρ βαρύτονα, ὡς ἐμάθομεν, ἐὰν ὦσιν εἰς ων καθαρὸν ἔχοντα δίχρονον ἐν τῇ παραλη‐ γούσῃ, εἰ μὲν συστέλλουσι τὸ δίχρονον, φυλάττουσι τὸ ω ἐν τῇ γενικῇ, οἷον Ἀμφιτρύων Ἀμφιτρύωνος, Δευκαλίων Δευκαλίωνος, Ἠετίων | |
20 | Ἠετίωνος, εἰ δὲ ἐκτείνουσι τὸ δίχρονον, τρέπουσι τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, οἷον Μαχάων Μαχάονος, Ἱκετάων Ἱκετάονος· διὰ τοῦτο τὸ Ὠρίων Ὠρίωνος ἀναλογώτερόν ἐστι συστέλλον τὸ ι ὡς φυλάττον τὸ ω ἐν τῇ γενικῇ. Τῷ κοιτῶνι, τῷ Σαρπηδόνι, τῷ ἀλεκτρυόνι· τὸν κοι‐ | |
25 | τῶνα, τὸν Σαρπηδόνα, τὸν ἀλεκτρυόνα· ὦ κοιτών, ὦ Σαρ‐ πηδών, ὦ ἀλεκτρυών. Εἴρηται ὅτι τὰ εἰς ἀμετάβολα λήγοντα ὀξύ‐ τονα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, πλὴν τοῦ ἄνερ σῶτερ πάτερ δᾶερ. Τὼ κοιτῶνε, τὼ Σαρπηδόνε, τὼ ἀλεκτρυόνε· τοῖν κοι‐ | |
30 | τώνοιν, τοῖν Σαρπηδόνοιν, τοῖν ἀλεκτρυόνοιν· ὦ κοιτῶνε, ὦ Σαρπηδόνε, ὦ ἀλεκτρυόνε. Οἱ κοιτῶνες, οἱ Σαρπηδόνες, οἱ ἀλεκτρυόνες· τῶν κοι‐ τώνων, τῶν Σαρπηδόνων, τῶν ἀλεκτρυόνων· τοῖς κοιτῶσι, τοῖς Σαρπηδόσι, τοῖς ἀλεκτρυόσιν. Ἰστέον ὅτι ἀπὸ τῆς δοτικῆς | |
35 | τῶν ἑνικῶν γίνεται ἐνταῦθα ἡ δοτικὴ τῶν πληθυντικῶν τροπῇ τοῦ ν εἰς τὸ ς, τῷ κανόνι τῷ ῥηθέντι ἐν τῇ περὶ 〈τοῦ〉 τοῖς σώφροσι διδασκαλίᾳ. Τοὺς κοιτῶνας, τοὺς Σαρπηδόνας, τοὺς ἀλεκτρυόνας· | |
ὦ κοιτῶνες, ὦ Σαρπηδόνες, ὦ ἀλεκτρυόνες. | 281 | |
282 | Κανὼν κϛʹ. Ὁ Ξενοφῶν τοῦ Ξενοφῶντος, ὁ Ποσειδῶν τοῦ Ποσειδῶνος, ὁ ταῶν τοῦ ταῶνος. Ἰστέον ὅτι τὰ εἰς ων περισπώμενα διὰ τοῦ ντ κλίνονται καὶ φυ‐ | |
5 | λάττουσι τὸ ω ἐν τῇ γενικῇ καὶ εἰσὶ μόνον ἀρσενικοῦ γένους, οἷον ὁ Θῶν τοῦ Θῶντος (ἔστι δὲ ὄνομα κύριον), ὁ Ξενοφῶν τοῦ Ξενοφῶντος, ὁ Ἀγλαοφῶν τοῦ Ἀγλαοφῶντος, ὁ Ἱπποκῶν τοῦ Ἱπποκῶντος, χωρὶς ἑνὸς ἐν τῇ συνηθείᾳ λεγομένου, ἔστι δὲ ὄνομα πόλεως Περσικῆς· τοῦτο γὰρ θηλυκοῦ γένους ἐστίν, οἷον ἡ Κτησιφῶν, περισπᾶται δὲ καὶ διὰ τοῦ | |
10 | ντ κλίνεται καὶ φυλάττει τὸ ω ἐν τῇ γενικῇ, οἷον τῆς Κτησιφῶντος· τοῦτο δὲ ἀπὸ ἀρσενικοῦ γένους γέγονε θηλυκὸν καὶ τὴν αὐτὴν κλίσιν ἐφύλαξεν, οἷον ἀπὸ τοῦ ὁ Κτησιφῶν· οὐ μόνον δέ ἐστι τοῦτο τὸ ὄνομα ἐν τῇ συνηθείᾳ, ἀλλὰ καὶ παρὰ τοῖς ἀρχαίοις τὸ ὄνομα τοῦτο τῆς πό‐ λεως εὕρηται. Ὡς εἰρήκαμεν δὲ πάντα τὰ εἰς ων περισπώμενα διὰ τοῦ | |
15 | ντ κλίνονται, χωρὶς δηλονότι τοῦ Ποσειδῶν Ποσειδῶνος καὶ ταῶν τα‐ ῶνος καὶ Τυφῶν Τυφῶνος· ταῦτα γὰρ οὐ κλίνονται διὰ τοῦ ντ, ἀλλὰ προσθέσει τοῦ ος ποιοῦσι τὴν γενικὴν καὶ φυλάττουσι τὸ ω. Καὶ τὸ μὲν Ποσειδῶν ἔχει τοιαύτας ἀπολογίας· τὰ εἰς ων περισπώμενα οὐδέ‐ ποτέ εἰσι παρασύνθετα, οἷον Δημοφῶν ἀμνοκῶν Ξενοφῶν, τὸ δὲ Πο‐ | |
20 | σειδῶν παρασύνθετόν ἐστιν, ἀπὸ γὰρ τοῦ Ποσειδέης συνθέτου γέγονε Ποσειδέων καὶ Ποσειδῶν παρασύνθετον· εἰκότως οὖν ὡς διαλλάξαν κατὰ τοῦτο πρὸς τὰ ἄλλα περισπώμενα διήλλαξε καὶ περὶ τὴν κλίσιν· ἄλλως τε δὲ τὰ εἰς ων περισπώμενα τὴν ἐντέλειαν διὰ τοῦ ο καὶ ω ἔχουσιν, οἷον ἀμνοκόων Ἀγλαοφόων Δημοφόων, ὡς παρὰ Καλλιμάχῳ | |
25 | 〈fragm. 505 Sch〉 νύμφιε Δημοφόων, ἄδικε ξένε, τὸ δὲ Ποσει‐ δῶν οὐκ ἔχει τὴν ἐντέλειαν διὰ τοῦ ο καὶ ω, ἀλλ’ ἢ διὰ τοῦ α καὶ ω, οἷον Ποσειδάων, ἢ διὰ τοῦ ε καὶ ω, οἷον Ποσειδέων· εἰκότως οὖν ὡς διαλλάξαν κατὰ τοῦτο πρὸς τὰ ἄλλα περισπώμενα, διήλλαξε καὶ περὶ τὴν κλίσιν. Ἔτι τὰ εἰς ων περισπώμενα οὐδέποτέ εἰσι παρώνυμα, οἷον | |
30 | Ξενοφῶν Ἀγλαοφῶν, τὸ δὲ Ποσειδῶν παρώνυμόν ἐστιν, ἀπὸ γὰρ τοῦ Ποσειδέης γέγονε Ποσειδέων παρωνύμως, ὥσπερ καὶ ἀπὸ τοῦ Ἡρακλέης γέγονεν Ἡρακλέων παρωνύμως, καὶ λοιπὸν ἀπὸ τοῦ Ποσειδέων Πο‐ σειδέωνος γίνεται Ποσειδῶν Ποσειδῶνος· ἐπειδὴ οὖν διήλλαξε καὶ κατὰ τοῦτο πρὸς τὰ ἄλλα περισπώμενα, διήλλαξε καὶ κατὰ τὴν κλίσιν. Τὸ | |
35 | δὲ Ποσειδέων Ποσειδέωνος τὸ ω φυλάττει ἐπὶ τῆς γενικῆς, ἐπειδή, ὥσπερ εἰρήκαμεν, παρώνυμόν ἐστιν ἀπὸ τοῦ Ποσειδέης· ἐμάθομεν δὲ | |
ὅτι τὰ εἰς ων παρώνυμα βαρύτονα τὸ ω φυλάττουσιν ἐπὶ τῆς γενικῆς, | 282 | |
283 | οἷον θεός Θέων Θέωνος, τρυφή Τρύφων Τρύφωνος, πλατύς Πλάτων Πλάτωνος, δῖος Δίων Δίωνος. Ἔτι τὰ εἰς ων περισπώμενα οὐδέποτε φύσει μακρᾷ παραλήγονται, ἀλλ’ ἢ βραχείᾳ, ὡς ἐπὶ τοῦ Δημοφῶν Ἱπ‐ ποκῶν Ἀγλαοφῶν Κτησιφῶν, ἢ θέσει μακρᾷ, ὡς ἐπὶ τοῦ Δεξικρῶν | |
5 | (τοῦτο γὰρ θέσει μακρᾷ παραλήγεται), τὸ δὲ Ποσειδῶν φύσει μακρᾷ παραλήγεται· εἰκότως οὖν ὡς διαλλάξαν κατὰ τοῦτο πρὸς τὰ ἄλλα περισπώμενα διήλλαξε καὶ περὶ τὴν κλίσιν. Ἔτι τὰ εἰς ων περισπώ‐ μενα οὐδέποτε γίνονται παρὰ ταῖς διαλέκτοις εἰς αν· τὸ δὲ Ποσειδῶν γίνεται παρὰ τοῖς Αἰολεῦσι καὶ παρὰ τοῖς Δωριεῦσιν εἰς αν· οἱ μὲν | |
10 | γὰρ Δωριεῖς Ποτιδάν λέγουσιν ὀξυτόνως, οἱ δὲ Αἰολεῖς Ποτείδαν καὶ Ποσείδαν λέγουσι βαρυτόνως· εἰκότως οὖν ὡς διαλλάξαν κατὰ τοῦτο πρὸς τὰ ἄλλα περισπώμενα διήλλαξε καὶ περὶ τὴν κλίσιν. Ἔτι τὰ εἰς ων περισπώμενα οὐδέποτε ἀποκοπὴν ἀναδέχονται κατὰ τὴν αἰτιατικήν, οἷον Ξενοφῶντα Ἀγλαοφῶντα, τὸ δὲ Ποσειδῶνα ἀποκοπὴν ἀναδέχεται | |
15 | κατὰ τὴν αἰτιατικὴν καὶ γίνεται Ποσειδῶ, οἷον 〈Aristoph. Nub. 83〉 νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον, ὥσπερ τὸν Ἀπόλλωνα τὸν Ἀπόλλω· εἰκότως οὖν ὡς διαλλάξαν κατὰ τοῦτο πρὸς τὰ ἄλλα περι‐ σπώμενα διήλλαξε καὶ κατὰ τὴν κλίσιν. Ἰστέον δὲ ὅτι διαφόρως ἐτυμολογοῦσι τὸ Ποσειδῶν· οἱ μὲν γὰρ | |
20 | λέγουσιν ὅτι παρὰ τὸ πόσει ἐνδεῖν λέγεται, οὐδεὶς γὰρ πίνει ἐκ τοῦ θαλαττίου ὕδατος· οἱ δὲ παρὰ τὸ πέδον σείειν, ἤτοι τὴν γῆν κινεῖν, ὁ αὐτὸς γὰρ λέγεται καὶ ἐνοσίγαιος καὶ ἐνοσίχθων· οἱ δὲ παρὰ τὸ τοὺς πόδας δεῖν, ἤτοι δεσμεῖν, ἐκεῖσε γὰρ ἀφικόμενοι βαδίζειν οὐ δυνάμεθα· οἱ δὲ παρὰ τὸ τὴν πόσιν τῷ δάει, ἤγουν τῷ ἡλίῳ, ἀναπέμπειν· ἐκ τῆς | |
25 | θαλάττης γὰρ ὁ ἥλιος ἀνιμᾶται τὴν ὑγρότητα. Ταῦτα μὲν περὶ τοῦ Ποσειδῶν. Τὸ δὲ Τυφῶν καὶ ταῶν, ἐπειδὴ δισύλλαβά εἰσι τῶν ἄλλων ὑπὲρ δύο συλλαβὰς ὄντων, οἷον Ξενοφῶν Ἀγλαοφῶν Ποσειδῶν, εἰκότως ὡς διαλλάξαντα κατὰ τὴν ποσότητα τῶν συλλαβῶν πρὸς τὰ ἄλλα περισπώ‐ | |
30 | μενα διήλλαξαν καὶ κατὰ τὴν κλίσιν· καὶ ὅτι τὸ Τυφῶν καὶ ταῶν ἁπλᾶ εἰσι, τῶν ἄλλων περισπωμένων μὴ ὄντων ἁπλῶν ἀλλ’ ἢ συνθέτων, ὡς τὸ Δημοφῶν Ξενοφῶν Ἀγλαοφῶν Κτησιφῶν (παρὰ γὰρ τὸ φῶ τὸ ση‐ μαῖνον τὸ φαίνω) Ἱπποκῶν (παρὰ τὸ κτῶμαι γὰρ Ἱπποκτῶν καὶ Ἱπ‐ ποκῶν) Δεξικρῶν (παρὰ τὸ κρείω τὸ σημαῖνον τὸ βασιλεύω καὶ κρατῶ), | |
35 | ἢ παρασυνθέτων, ὥσπερ τὸ Ποσειδῶν (τοῦτο γάρ, ὡς εἴρηται, ἀπὸ συν‐ | |
θέτου τοῦ Ποσειδέης γέγονεν). Ὁ δὲ τεχνικὸς λέγει, ὅτι ἐπειδὴ τὸ | 283 | |
284 | Τυφῶν καὶ ταῶν καὶ εἰς ως λήγουσι (λέγεται γὰρ καὶ Τυφῶς καὶ ταῶς), τούτου χάριν οὐκ ἠκολούθησαν τῇ κλίσει τῶν περισπωμένων καὶ ἐκλί‐ θησαν διὰ τοῦ ντ· τὰ γὰρ εἰς ων περισπώμενα οὐ γίνονται εἰς ως, οἷον Κτησιφῶν Ἀγλαοφῶν Ξενοφῶν. Ταῦτα μὲν ἐν τούτοις. | |
5 | Μηδεὶς δὲ οἰέσθω τὸ Τυφῶν καὶ Τυφῶς καὶ ταῶν καὶ ταῶς δικα‐ τάληκτα εἶναι· τὰ γὰρ δικατάληκτα τὴν αὐτὴν ἔχουσι κλίσιν, οἷον δελ‐ φίν δελφῖνος δελφίς δελφῖνος, Τελχίν Τελχῖνος Τελχίς Τελχῖνος, Σα‐ λαμίν Σαλαμῖνος Σαλαμίς Σαλαμῖνος. Ταῦτα δὲ οὐκ ἔχουσι τὴν αὐτὴν κλίσιν, Τυφῶν μὲν γὰρ Τυφῶνος καὶ ταῶν ταῶνος, ὥσπερ καὶ Ποσειδῶν | |
10 | Ποσειδῶνος, Τυφῶς δὲ Τυφῶ καὶ ταῶς ταῶ ἀποβολῇ τοῦ ς ἀττικῶς, ὥσπερ ὁ ὀρφῶς τοῦ ὀρφῶ καὶ ὁ λαγῶς τοῦ λαγῶ· Τυφῶς δέ ἐστιν ὁ σφοδρὸς ἄνεμος· κρεῖττον οὖν ἕτερα θέματα λέγειν τὸ Τυφῶν καὶ ταῶν καὶ ἕτερα τὸ Τυφῶς καὶ ταῶς. Ἰστέον δὲ ὅτι τινὲς βούλονται τὸ ταῶς ἀπὸ τοῦ ταός τοῦ διὰ τοῦ ο λέγειν κατ’ ἔκτασιν Ἀττικὴν τοῦ ο εἰς τὸ | |
15 | ω καὶ ἐναλλαγὴν τοῦ τόνου εἰς περισπωμένην τάσιν· καὶ λέγουσί τινες, οὐκοῦν τεώς ὤφειλεν εἶναι, ὥσπερ ναός νεώς, λαός λεώς. Πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι συνεσταλμένον ἔχει τὸ α καὶ τούτου χάριν οὐκ ἠναγ‐ κάζετο τρέψαι αὐτὸ εἰς τὸ ε· ἰδοὺ γὰρ τὸ Οἰνόμαος, ὡς ἐμάθομεν ἀνωτέρω, ἐπειδὴ συνεσταλμένον ἔχει τὸ α οὐκ ἐγένετο παρὰ τοῖς Ἀθη‐ | |
20 | ναίοις Οἰνόμεως. Κρεῖττον οὖν ἐστι λέγειν, ὅτι τὸ ταῶς οὐκ ἠδύνατο ἀπὸ τοῦ ταός τοῦ διὰ τοῦ ο εἶναι, ἐπειδή, ὥς φησιν Ἡρωδιανὸς ἐν τῇ Καθόλου, τὸ ταός τὸ διὰ τοῦ ος οὐκ ἔστι σύνηθες τοῖς Ἕλλησι. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα τὰ εἰς ων περισπώμενα οὐδέποτε | |
25 | φύσει μακρᾷ παραλήγονται, οἷον Δημοφῶν Ἀγλαοφῶν Κτησιφῶν Ἀντι‐ φῶν—τὸ γὰρ Δεξικρῶν οὐ παραλήγεται φύσει μακρᾷ ἀλλὰ θέσει—πῶς τὸ Ποσειδῶν φύσει μακρᾷ παραλήγεται. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἀπὸ τοῦ Ποσειδέης γέγονε Ποσειδέων καὶ κατὰ κρᾶσιν Ποσειδῶν, ὥστε δυνάμει μὴ εἶναι τὴν φύσει μακράν, φημὶ δὴ τὴν δίφθογγον, ἐν τῇ παραληγούσῃ | |
30 | ἀλλ’ ἐν τῇ προπαραληγούσῃ. Πάλιν ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα τὰ εἰς ων περισπώμενα οὐδέποτε πάσχουσιν ἀποκοπὴν κατὰ τὴν αἰτιατικήν, οἷον Κτησιφῶντα Ξενοφῶντα, τοῦτο γὰρ ἴδιόν ἐστι τῶν εἰς ων βαρυ‐ τόνων καὶ ὀξυτόνων, οἷον Ἀπόλλωνα Ἀπόλλω, κυκεῶνα κυκεῶ, πῶς τὸ Ποσειδῶν περισπώμενον πάσχει ἀποκοπὴν κατὰ τὴν αἰτιατικήν, οἷον | |
35 | τὸν Ποσειδῶνα τὸν Ποσειδῶ, 〈Aristoph. Nub. 83〉 νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον. Ἔστιν οὖν εἰπεῖν, ὅτι δυνάμει βαρύτονόν ἐστι τὸ Ποσειδῶν, ἀπὸ γὰρ τοῦ Ποσειδέης γέγονε Ποσειδέων καὶ κατὰ κρᾶ‐ | |
σιν Ποσειδῶν. | 284 | |
285 | Τῷ Ξενοφῶντι, τῷ Ποσειδῶνι, τῷ ταῶνι· τὸν Ξενο‐ φῶντα, τὸν Ποσειδῶνα, τὸν ταῶνα· ὦ Ξενοφῶν, ὦ Πόσει‐ δον, ὦ ταῶν. Ἰστέον ὅτι τὰ εἰς ων περισπώμενα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν, οἷον Ξενοφῶν ὦ Ξενοφῶν, Ἀγλαοφῶν ὦ Ἀγλαο‐ | |
5 | φῶν, Κτησιφῶν ὦ Κτησιφῶν, Δημοφῶν ὦ Δημοφῶν, Ἱπποκῶν ὦ Ἱπ‐ ποκῶν, ταῶν ὦ ταῶν, Τυφῶν ὦ Τυφῶν, πλὴν τοῦ Ποσειδῶν· ὦ Πό‐ σειδον γὰρ ἡ κλητική, τοῦτο δὲ ψευδαιολικόν ἐστι· διατί δὲ λέγεται ψευδαιολικόν, ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, ἡνίκα περὶ τοῦ Ἄπολλον καὶ Πόσειδον διελαμβάνομεν. Καὶ ἀποροῦσί τινες λέγοντες, διατί γὰρ | |
10 | ψευδαιολικὸν λέγομεν τὸ ὦ Πόσειδον, καὶ μὴ κατὰ ἀναλογίαν κοινὴν λέγομεν αὐτὸ ἀναβιβάσαι τὸν τόνον ἐν τῇ κλητικῇ· πολλάκις γὰρ τὰ εἰς ων σύνθετα διὰ τοῦ ο ἔχοντα τὴν κλητικὴν ἀναβιβάζουσι τὸν τόνον καὶ προπαροξύνονται, οἷον Ἀγαμέμνων Ἀγάμεμνον, κακοδαίμων κακό‐ δαιμον, ὀλβιοδαίμων ὀλβιόδαιμον. Ἔστιν οὖν εἰπεῖν, ὅτι ὁ λόγος ἐπὶ | |
15 | βαρυτόνων ἐστίν, τὸ δὲ Ποσειδῶν περισπώμενόν ἐστι, καὶ δῆλον ὅτι οὐ δυνάμεθα λέγειν αὐτὸ κατὰ ἀναλογίαν κοινὴν ἀναβιβάσαι τὸν τόνον ἐν τῇ κλητικῇ. Τὼ Ξενοφῶντε, τὼ Ποσειδῶνε, τὼ ταῶνε· τοῖν Ξενο‐ φώντοιν, τοῖν Ποσειδώνοιν, τοῖν ταώνοιν· ὦ Ξενοφῶντε, | |
20 | ὦ Ποσειδῶνε, ὦ ταῶνε. Οἱ Ξενοφῶντες, οἱ Ποσειδῶνες, οἱ ταῶνες· τῶν Ξενο‐ φώντων, τῶν Ποσειδώνων, τῶν ταώνων· τοῖς Ξενοφῶσι, τοῖς Ποσειδῶσι, τοῖς ταῶσιν. Ἰστέον ὅτι τὸ μὲν Ξενοφῶσιν ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν κανονίζεται, τῷ κανόνι τῷ εἰρημένῳ ἐν τῇ περὶ | |
25 | τοὺ τοῖς λέουσι διδασκαλίᾳ· προσέλαβε γὰρ τὸ ς πρὸ τοῦ ι καὶ ἀπέβαλε τὰ μὴ δυνάμενα σὺν αὐτῷ ἐκφωνηθῆναι στοιχεῖα, φημὶ δὴ τὸ ν καὶ τὸ τ· τὸ δὲ Ποσειδῶσι καὶ ταῶσιν ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν γέγονε τροπῇ τοῦ ν εἰς τὸ ς, τῷ κανόνι τῷ εἰρημένῳ ἐν τῇ περὶ τοῦ τοῖς Θέωσι διδασκαλίᾳ. | |
30 | Τοὺς Ξενοφῶντας, τοὺς Ποσειδῶνας, τοὺς ταῶνας· ὦ Ξενοφῶντες, ὦ Ποσειδῶνες, ὦ ταῶνες. Κανὼν κζʹ. Ὁ θώραξ τοῦ θώρακος. Διαλαμβάνει ὁ τεχνικὸς περὶ τῶν εἰς ξ ληγόντων. Καὶ ἰστέον ὅτι | |
35 | τὰ εἰς ξ καὶ εἰς ψ τὸ φωνῆεν τὸ ἐν τῇ εὐθείᾳ φυλάττουσι καὶ ἐν τῇ γενικῇ, οἷον θώραξ θώρακος, νάρθηξ νάρθηκος, σκώληξ σκώληκος, Κύ‐ | |
κλωψ Κύκλωπος, μώλωψ μώλωπος, Αἰθίοψ Αἰθίοπος, χωρὶς τοῦ ἀλώ‐ | 285 | |
286 | πηξ ἀλώπεκος· τοῦτο γὰρ ἔτρεψε τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ. Ἔχουσι δὲ ταῦτα τὰ εἰς διπλοῦν λήγοντα σύμφωνον τὴν κλίσιν ἢ διὰ δασέος ἢ ψιλοῦ ἢ μέσου· καὶ τὰ μὲν εἰς ξ διὰ τῶν τῆς δευτέρας συζυγίας τῶν βαρυτόνων ἐκφέρονται, τουτέστι διὰ τοῦ γ ἢ κ ἢ χ, οἷον ὄρτυξ ὄρτυ‐ | |
5 | γος, κόραξ κόρακος, ὄνυξ ὄνυχος, τὰ δὲ εἰς ψ λήγοντα διὰ τῶν τῆς πρώτης συζυγίας τῶν βαρυτόνων ἐκφέρονται, τουτέστι διὰ τοῦ β ἢ π ἢ φ, οἷον Ἄραψ Ἄραβος, Κύκλωψ Κύκλωπος, Κίνυψ Κίνυφος. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, τί δήποτε τὰ εἰς ξ λήγοντα διὰ τοῦ γ ἢ | |
10 | διὰ τοῦ κ ἢ διὰ τοῦ χ κλίνονται, οἷον τέττιξ τέττιγος, πέρδιξ πέρδι‐ κος, ὄνυξ ὄνυχος, καὶ τὰ εἰς ψ λήγοντα διὰ τοῦ β ἢ π ἢ φ κλίνονται, οἷον Ἄραψ Ἄραβος, Πέλοψ Πέλοπος, Κίνυψ Κίνυφος. Ἐν ταὐτῷ δὲ ζητοῦμεν, διατί τὰ εἰς ς λήγοντα καὶ περιττοσυλλάβως κλινόμενα διὰ τοῦ δ ἢ διὰ τοῦ θ ἢ διὰ τοῦ τ ἢ διὰ καθαροῦ τοῦ ος κλίνονται, οἷον | |
15 | Πάρις Πάριδος, ὄρνις ὄρνιθος, Λάχης Λάχητος, χάρις χάριτος, βότρυς βότρυος· πρόσκειται «περιττοσυλλάβως κλινόμενα» διὰ τὸ καλός καλοῦ, Χρύσης Χρύσου, ταῦτα γὰρ οὐ κλίνονται περιττοσυλλάβως ἀλλ’ ἰσοσυλ‐ λάβως. Ἔστιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὡς εἰ θεῷ φίλον ἐν τῷ Ῥηματικῷ μαθησόμεθα ἐν τῇ περὶ τοῦ μέλλοντος διδασκαλίᾳ, ὅτι | |
20 | ἀναλογεῖ ὁ μέλλων τῇ εὐθείᾳ, ὁ δὲ ἐνεστὼς τῇ γενικῇ. Ἐπειδὴ οὖν ὅταν ὁ ἐνεστὼς διὰ τοῦ β ἢ π ἢ φ ἐκφέρηται, τότε ὁ μέλλων διὰ τοῦ ψ ἐκφέρεται, οἷον λείβω λείψω, τέρπω τέρψω, γράφω γράψω, τούτου χάριν καὶ ὅταν ἡ εὐθεῖα διὰ τοῦ ψ ἐκφέρηται, τότε ἡ γενικὴ διὰ τοῦ β ἢ π ἢ φ ἐκφέρεται, οἷον Ἄραψ Ἄραβος, Κύκλωψ Κύκλωπος, Κίνυψ | |
25 | Κίνυφος· καὶ ἐπειδὴ πάλιν ὅταν ὁ ἐνεστὼς διὰ τοῦ γ ἢ κ ἢ χ ἐκφέρη‐ ται, τότε ὁ μέλλων διὰ τοῦ ξ ἐκφέρεται, οἷον λέγω λέξω, πλέκω πλέξω, τρέχω θρέξω, τούτου χάριν καὶ ὅταν ἡ εὐθεῖα διὰ τοῦ ξ ἐκφέρηται, τότε ἡ γενικὴ διὰ τοῦ γ ἢ κ ἢ χ ἐκφέρεται, οἷον τέττιξ τέττιγος, πέρ‐ διξ πέρδικος, ὄνυξ ὄνυχος· καὶ ἐπειδὴ πάλιν ὅταν ὁ ἐνεστὼς διὰ τοῦ | |
30 | δ ἢ θ ἢ τ ἢ διὰ καθαροῦ τοῦ ω ἐκφέρηται, τότε ὁ μέλλων διὰ τοῦ ς ἐκφέρεται, οἷον ἄδω ᾄσω, πείθω πείσω, ἀνύτω ἀνύσω, ἀκούω ἀκούσω, τούτου χάριν καὶ ὅταν ἡ εὐθεῖα διὰ τοῦ ς ἐκφέρηται καὶ περιττοσυλ‐ λάβως κλίνηται, τότε ἡ γενικὴ διὰ τοῦ δ ἢ θ ἢ τ ἢ διὰ καθαροῦ τοῦ ος ἐκφέρεται, οἷον Πάρις Πάριδος, ὄρνις ὄρνιθος, Λάχης Λάχητος, | |
35 | βότρυς βότρυος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι οὐ διαλαμβάνει ὁ τεχνικὸς περὶ τῶν εἰς ξ μονοσυλ‐ λάβων, ἀλλ’ ἐπειδὴ ταῦτα ποικίλης διδασκαλίας δέονται, ἐν τῷ Ὀνομα‐ | |
τικῷ Ἡρωδιανοῦ εἰ θεῷ φίλον μαθησόμεθα. Τὸ δὲ θώραξ θώρακος | 286 | |
287 | κανονίζεται τούτῳ τῷ τρόπῳ· τὰ εἰς αξ λήγοντα ὑπὲρ μίαν συλλαβὴν ἁπλᾶ διὰ τοῦ κ κλίνονται, οἷον θώραξ θώρακος, Φαίαξ Φαίακος, φύλαξ φύλακος, κόραξ κόρακος, ἄναξ ἄνακος καὶ πλεονασμῷ τοῦ τ ἄνακτος, αὖλαξ αὔλακος, πῖδαξ πίδακος (σημαίνει δὲ τὴν πηγήν), πίναξ πίνακος, | |
5 | κλῖμαξ κλίμακος. Πρόσκειται «ἁπλᾶ» διὰ τὰ σύνθετα, οἷον διὰ τὸ ἀπό‐ σφαξ ἀπόσφαγος (ἔστι δὲ παρὰ τὸ σφάζω), νεκροβάσταξ νεκροβάσταγος (ἔστι δὲ παρὰ τὸ βαστάζω)· σύνθετα δὲ δεῖ νοεῖν οὐχὶ τὰ ἀπὸ τῶν εἰς αξ ἁπλῶν σύνθετα, ἀλλὰ τὰ ἀπὸ ἄλλων τινῶν συντεθέντα, ὡς ἐπὶ τοῦ ἀπόσφαξ καὶ νεκροβάσταξ· τὰ γὰρ ἀπὸ τῶν εἰς αξ ἁπλῶν σύνθετα τὴν | |
10 | τῶν ἁπλῶν φυλάττουσι κλίσιν, οἷον φύλαξ φύλακος χαρτοφύλαξ χαρτο‐ φύλακος, θώραξ θώρακος λινοθώραξ λινοθώρακος, Φαίαξ Φαίακος φι‐ λοφαίαξ φιλοφαίακος, ἅρπαξ ἅρπαγος φιλάρπαξ φιλάρπαγος. Πρόσ‐ κειται ἐν τῷ κανόνι «ὑπὲρ μίαν συλλαβήν» διὰ τὰ μονοσύλλαβα, οἷον διὰ τὸ γλάξ γλαγός (γλάξ δέ ἐστι βοτάνη γαλακτοποιός). Σεσημείωται | |
15 | τὸ ἅρπαξ ἅρπαγος διὰ τοῦ γ κλιθὲν καὶ τὸ κέκραξ κέκραγος (σημαίνει δὲ τὸν κρακτικόν), ἔχουσι δὲ ἀπολογίαν τοῦ διὰ τοῦ γ κλίνεσθαι, ὅτι παράκειται αὐτοῖς ῥῆμα εἰς ζω λῆγον, φημὶ δὴ τὸ ἁρπάζω καὶ κράζω· τὰ δὲ εἰς ξ λήγοντα ἔχοντα ῥῆμα ἀντιπαρακείμενον εἰς ζω λῆγον διὰ τοῦ γ κλίνονται, οἷον βαστάζω νεκροβάσταξ νεκροβάσταγος, σφάζω | |
20 | ἀπόσφαξ ἀπόσφαγος, μαστίζω μάστιξ μάστιγος· οὕτως οὖν καὶ ἁρπάζω ἅρπαξ ἅρπαγος καὶ κράζω κέκραξ κέκραγος. Ἔτι σεσημείωται τὸ Ἄτραξ Ἄτραγος διὰ τοῦ γ κλιθέν (ἔστι δὲ ἔθνος), περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι τοῦτο ἀναλογώτερόν ἐστι διὰ τοῦ κ κλινόμενον, οἷον Ἄτρακος, ὡς παρὰ Καλλιμάχῳ 〈fragm. 474 Sch〉 Ἀτράκιον δὲ ἔπειτα λυκο‐ | |
25 | σπάδα πῶλον ἐλαύνει, ἀντὶ τοῦ Ἄτρακα πῶλον ἐλαύνει ἀποσπα‐ σθεῖσαν ὑπὸ λύκου. Ἔτι σεσημείωται τὸ λάλαξ λάλαγος διὰ τοῦ γ κλιθέν, περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ λαλαγή ἐγένετο τοῦ σημαί‐ νοντος τὸν θόρυβον, καὶ ἐφύλαξεν ἐν τῇ κλίσει τὸ σύμφωνον τοῦ λα‐ λαγή, φημὶ δὴ τὸ γ. Τὸ λάταξ λάταγος (θηλυκόν ἐστι καὶ σημαίνει | |
30 | τὴν μεγάλην σταγόνα) οὐκ ἀντίκειται τῷ κανόνι, πρῶτον μὲν ὅτι σύν‐ θετόν ἐστιν, ἀπὸ γὰρ τοῦ στάζω στάξω γέγονεν ἐν συνθέσει [κατ’ ἐπ‐ έκτασιν] τοῦ λα μορίου λάσταξ καὶ κατὰ ἀποβολὴν τοῦ ς λάταξ· περὶ δὲ ἁπλῶν διαλαμβάνει ὁ κανών, «ἁπλᾶ» γὰρ πρόσκειται ἐν τῷ κανόνι· δεύτερον δὲ παράκειται αὐτῷ ῥῆμα εἰς ζω λῆγον, φημὶ δὴ τὸ στάζω, | |
35 | καὶ τούτου χάριν διὰ τοῦ γ κλίνεται· εἰρήκαμεν γὰρ ὅτι τὰ εἰς ξ λή‐ γοντα ἔχοντα ῥῆμα παρακείμενον εἰς ζω λῆγον διὰ τοῦ γ κλίνονται, | |
οἷον μαστίζω μάστιξ μάστιγος, ἁρπάζω ἅρπαξ ἅρπαγος· οὕτως οὖν καὶ | 287 | |
288 | στάζω λάσταξ λάσταγος καὶ κατὰ ἀποβολήν, ὡς εἴρηται, τοῦ ς λάταξ λάταγος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι τὰ εἰς αξ λήγοντα δισύλλαβα ἀρσενικά, ἐὰν ἔχωσι φύσει μακρὰν τὴν παραλήγουσαν, ἐκτείνουσι πάντως τὸ α, | |
5 | τουτέστι φύσει μακρὸν αὐτὸ ἔχουσιν, οἷον θώραξ Φαίαξ οἴαξ. Πρόσ‐ κειται «ἐὰν ἔχωσι φύσει μακρὰν τὴν παραλήγουσαν» διὰ τὰ θέσει μακρὰν ἔχοντα ταύτην, οἷον διὰ τὸ ἅρπαξ καὶ κέκραξ· ταῦτα γὰρ συνεσταλμέ‐ νον ἔχουσι τὸ α, τουτέστι θέσει μακρόν, οὐκ ἀντιστρέφοντος τοῦ κα‐ νόνος· οὐδὲ γὰρ τὰ ἔχοντα ἢ βραχεῖαν τὴν παραλήγουσαν ἢ θέσει μα‐ | |
10 | κρὰν πάντως συστέλλουσι τὸ α, τουτέστι θέσει μακρὸν αὐτὸ ἔχουσιν· εὑρίσκομεν γάρ τινα ἐν αὐτοῖς ἔχοντα τὸ α ἐκτεταμένον, τουτέστι φύσει μακρόν, οἷον νέαξ (σημαίνει δὲ τὸν νεώτερον) φέναξ (σημαίνει δὲ τὸν ἀπατεῶνα) κόρδαξ (σημαίνει δὲ τοῦτο ὄρχησιν κωμικήν)· ἰδοὺ οὖν ταῦτα μὴ παραληγόμενα φύσει μακρᾷ ἔχουσι τὸ α ἐκτεταμένον, τουτ‐ | |
15 | έστι φύσει μακρόν, ὡς δῆλον ἐκ τῶν ἄλλων πτώσεων τῶν μὴ ἐχουσῶν τὸ ξ. Σημειούμεθα δὲ ἐν τῷ κανόνι τινὰ ἔχοντα φύσει μακρὰν τὴν παραλήγουσαν καὶ συστέλλοντα τὸ α, τουτέστι θέσει μακρὸν αὐτὸ ἔχοντα· εἰσὶ δὲ ταῦτα, Ὗλαξ Κῆαξ (ὀνόματα δὲ ταῦτα κύρια) σῦαξ (φασηλοειδὲς ὄσπριον) καὶ τὸ καύαξ διφορούμενον· τοῦτο γὰρ ποτὲ μὲν συστέλλει | |
20 | τὸ α ποτὲ δὲ ἐκτείνει αὐτό· ἔστι δὲ εἶδος ὀρνέου. Πρόσκειται «δισύλ‐ λαβα», ἐπειδὴ τὰ ὑπὲρ δύο συλλαβὰς κἂν βραχείᾳ παραλήγωνται ἐκτεί‐ νουσι τὸ α, ὡς ἐπὶ τοῦ ἱέραξ, χωρὶς εἰ μὴ ὦσι σύνθετα ἀπὸ ἁπλοῦ συστέλλοντος τὸ α, ὡς ἐπὶ τοῦ Ἱππῶναξ καὶ Ἀρχιάναξ· ταῦτα γὰρ συστέλλουσι τὸ α, ἐπειδὴ ἀπὸ ἁπλοῦ συστέλλοντος τὸ α εἰσίν, φημὶ δὴ | |
25 | ἀπὸ τοῦ ἄναξ· τὸ ἀσφάλαξ ὑπὲρ δύο συλλαβὰς ὂν καὶ συστέλλον τὸ α οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ 〈κατὰ〉 πλεονασμὸν ἔχει τὸ α καὶ φύσει δι‐ σύλλαβόν ἐστιν· ἀπὸ γὰρ τοῦ σπῶ γέγονεν σπάλαξ, καὶ κατὰ πλεονασμὸν τοῦ α ἀσπάλαξ, καὶ κατὰ μετάθεσιν τοῦ ψιλοῦ εἰς δασὺ ἀσφάλαξ· τὸ γὰρ ζῷον τοῦτο ἀποσπᾷ τὴν γῆν καὶ ποιεῖ βάθος καὶ οὕτως εἰσέρχεται | |
30 | ἐκεῖ· πρόσκειται «ἀπὸ ἁπλοῦ συστέλλοντος τὸ α», ἐπειδὴ ἐὰν ὦσιν ἀπὸ ἁπλοῦ ἐκτείνοντος τὸ α φυλάττουσιν αὐτὸ ἐκτεταμένον, οἷον Φαίαξ φιλοφαίαξ, θώραξ λινοθώραξ. Πρόσκειται ἐν τῷ κανόνι «ἀρσενικά», ἐπειδὴ τὰ θηλυκὰ ἔχοντα φύσει μακρὰν τὴν παραλήγουσαν συστέλλουσι τὸ α, οἷον αὖλαξ πῖδαξ κλῖμαξ· διὰ τοῦτο τὸ μεῖραξ ἀναλογώτερόν ἐστι | |
35 | θηλυκῶς λεγόμενον, συστέλλει γὰρ τὸ α φύσει μακρὰν ἔχον τὴν παρα‐ | |
λήγουσαν· ὅταν δὲ λεχθῇ ἀρσενικῶς παρὰ τοῖς Ἀθηναίοις, ὡς ἐπὶ τὸ | 288 | |
289 | πλεῖστον ἐπὶ διαβολῇ παραλαμβάνεται ἀντὶ τοῦ ὁ γυναικώδης. Ταῦτα μὲν ἐν τούτοις. Τῷ θώρακι, τὸν θώρακα, ὦ θώραξ. Ἰστέον ὅτι τὰ εἰς δι‐ πλοῦν λήγοντα σύμφωνον τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, οἷον | |
5 | ὁ κόραξ ὦ κόραξ, ὁ Φαίαξ ὦ Φαίαξ, ὁ θώραξ ὦ θώραξ, ὁ τέττιξ ὦ τέττιξ, ὁ πέρδιξ ὦ πέρδιξ, ὁ Κύκλωψ ὦ Κύκλωψ, ὁ Αἰθίοψ ὦ Αἰθίοψ, ὁ Πέλοψ ὦ Πέλοψ, ὁ Ἄραψ ὦ Ἄραψ, ὁ αἶθοψ ὦ αἶθοψ. Δεῖ προσ‐ θεῖναι «χωρὶς τοῦ ἄνα» διὰ τὸ Ζεῦ ἄνα, οἷον 〈Π 233〉 Ζεῦ ἄνα, Δωδωναῖε, Πελασγικέ, τηλόθι ναίων· ἔστι γὰρ ἄναξ ἡ εὐθεῖα, | |
10 | καὶ ὅμως ἡ κλητικὴ οὐχ ὁμοφωνεῖ τῇ εὐθείᾳ, ἀλλὰ χωρὶς τοῦ ξ ἐστίν· καὶ ἔστιν εἰπεῖν, ὅτι ὁ ποιητὴς διὰ τὸ μέτρον ἀπέβαλε τὸ ξ· ἀμέλει ὅτε ὁ ποιητὴς ἐδεήθη μακρᾶς συλλαβῆς, διὰ τοῦ ξ εἶπεν αὐτὸ κατὰ τὴν κλητικήν, οἷον 〈Β 434〉 Ἀτρείδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγά‐ μεμνον. Ἔτι δεῖ προσθεῖναι «καὶ χωρὶς τοῦ ὦ γύναι», οἷον 〈Γ 438〉 | |
15 | μή με, γύναι, χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε· τοῦτο γὰρ ὡς ἀπὸ τῆς γύναιξ εὐθείας ἐστί, καὶ ὅμως χωρὶς τοῦ ξ ἐστί· περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο ἀπέβαλε τὸ ξ κατὰ τὴν κλητικήν, ἐπειδὴ τὰ εἰς αιξ λήγοντα ἢ ἀρσενικοῦ μόνου γένους εἰσίν, οἷον Θρᾷξ, ἢ ἐὰν ὦσι θηλυκοῦ γένους πάντως καὶ ἀρσενικοῦ εἰσιν, οἷον ὁ Γραίξ καὶ ἡ Γραίξ, | |
20 | ὁ αἴξ καὶ ἡ αἴξ. Ὅτι γὰρ λέγεται καὶ ὁ αἴξ ἀρσενικῶς, ἐδήλωσεν ὁ ποιητὴς εἰπών 〈Δ 105〉 αὐτίκ’ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς Ἀγρίου, ὅν ῥά ποτ’ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας [βάλε] Πέ‐ τρης ἐκβαίνοντα· ἰδοὺ γὰρ ὅλα πρὸς ἀρσενικὸν συνέταξεν, οἷον καὶ τὸ ἀγρίου καὶ τὸ ὅν ὑποτακτικὸν ἄρθρον καὶ τὸ ἐκβαίνοντα. Ἐπειδὴ | |
25 | οὖν τὸ γύναιξ οὐκ ἠδύνατο ἀρσενικοῦ γένους εἶναι, ἡ γὰρ σημασία κωλύει, τούτου χάριν ἀπέβαλε τὸ ξ κατὰ τὴν κλητικὴν καὶ γέγονε γύ‐ ναι, ἵνα μὴ εὑρεθῇ εἰς αιξ λῆγον καὶ θηλυκοῦ μόνου γένους ὄν. Διὰ ταύτην γὰρ τὴν αἰτίαν καὶ ἡ γύναιξ εὐθεῖα ἐπιλέλοιπεν· ἐν δὲ τῇ συν‐ θέσει ἐπειδὴ γίνεται ἀρσενικοῦ γένους ἀναδέχεται τὴν εἰς αιξ κατάληξιν, | |
30 | οἷον ὡς ὢν ἄπαις τε κἀγύναιξ κἀνέστιος παρὰ Σοφοκλεῖ ἐν Ἀθάμαντι 〈fragm. 4 N2〉. Ὅτι δὲ γύναιξ ὤφειλεν εἶναι ἡ εὐθεῖα, δῆλον ἐκ τῆς γενικῆς τῶν ἑνικῶν καὶ ἐκ τῆς δοτικῆς τῶν πληθυντικῶν· καὶ ἐκ μὲν τῆς γενικῆς τῶν ἑνικῶν, ὅτι γυναικός ἐστί· πᾶσα γὰρ γενικὴ διὰ τοῦ κος κλινομένη εἰς ξ ἔχει τὴν εὐθεῖαν καταλήγουσαν, οἷον θώ‐ | |
35 | ρακος θώραξ, κόρακος κόραξ, Φοίνικος Φοῖνιξ, πέρδικος πέρδιξ· εἰ οὖν γυναικός ἐστὶν ἡ γενικὴ διὰ τοῦ κος, δηλονότι καὶ ἡ εὐθεῖα γύναιξ ἐστὶν εἰς ξ· ἐκ δὲ τῆς δοτικῆς τῶν πληθυντικῶν, ὅτι πᾶσα δοτικὴ πληθυντικῶν εἰς ι λήγουσα μετὰ διπλοῦ ἀποβολῇ τοῦ ι ποιεῖ τὴν εὐθεῖαν | |
τῶν ἑνικῶν, οἷον Κύκλωψι Κύκλωψ, Πέλοψι Πέλοψ, θώραξι θώραξ, | 289 | |
290 | κόραξι κόραξ, τέττιξι τέττιξ· εἰ οὖν γυναιξίν ἡ δοτικὴ τῶν πληθυντι‐ κῶν, δηλονότι καὶ γύναιξ ἐστὶν ἡ εὐθεῖα τῶν ἑνικῶν, ἀλλ’ ἐπιλέλοιπε διὰ τὴν προλεχθεῖσαν αἰτίαν. Τὼ θώρακε, τοῖν θωράκοιν, ὦ θώρακε. Οἱ θώρακες, τῶν | |
5 | θωράκων, τοῖς θώραξιν. Ἰστέον ὅτι τὴν δοτικὴν τῶν πληθυντικῶν διχῶς κανονίζει, καὶ ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν πρὸ τοῦ ι λαμβανού‐ σης τὸ ς καὶ συναιρούσης τὸ κς εἰς ξ, ὡς καὶ τὸ πς εἰς ψ, οἷον θώ‐ ρακι θώρακσι θώραξι, Πέλοπι Πέλοπσι Πέλοψι, καὶ ἀπὸ τῆς εὐθείας τῶν ἑνικῶν, ὅτι πᾶσα εὐθεῖα ἑνικῶν εἰς διπλοῦν λήγουσα προσθέσει | |
10 | τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, οἷον κόραξ κόραξι, πέρδιξ πέρδιξι, θώραξ θώραξι, Πέλοψ Πέλοψι, θρίξ θριξίν, ὄνυξ ὄνυξι, Κύ‐ κλωψ Κύκλωψιν, Αἰθίοψ Αἰθίοψιν, Ἄραψ Ἄραψι. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ὥσπερ ἐπὶ τῆς δοτικῆς τῶν ἑνικῶν τῆς θώρακι καὶ Πέλοπι τοῦ ς προσελθόντος κρᾶσις παρηκολούθησε τοῦ | |
15 | κ καὶ ς εἰς ξ καὶ τοῦ π καὶ ς εἰς ψ, καὶ γέγονε θώραξι καὶ Πέλοψιν ἡ δοτικὴ τῶν πληθυντικῶν, μὴ καὶ ἐπὶ τῆς Πάριδι δοτικῆς τῶν ἑνικῶν τοῦ ς προσελθόντος κρᾶσις παρηκολούθησε τοῦ δ καὶ ς εἰς ζ, καὶ γέγονε Πάριζιν ἡ δοτικὴ τῶν πληθυντικῶν. Καί φαμεν ὅτι οὐκ ἠδύνατο κρᾶ‐ σις γενέσθαι τοῦ δ καὶ ς εἰς ζ, τὸ γὰρ ζ οὐ συνέστηκεν ἐκ τοῦ δ καὶ | |
20 | ς, ἀλλ’ ἐκ τοῦ ς καὶ δ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δέ, ὡς εἰ θεῷ φίλον προϊόντες μαθησόμεθα, ὅτι οὐ σύγ‐ κεινται τὰ διπλᾶ ἐκ δύο συμφώνων, ἀλλὰ δύο συμφώνων ἔχουσι δύνα‐ μιν καὶ ἐκφώνησιν. Τοὺς θώρακας, ὦ θώρακες. | |
25 | Κανὼν κηʹ. Ὁ μύρμηξ τοῦ μύρμηκος, ὁ βουπλήξ τοῦ βουπλῆγος. Περὶ τῶν εἰς ηξ διαλαμβάνει τῶν διὰ τοῦ η· καὶ ἰστέον ὅτι τὰ εἰς ηξ ὑπὲρ μίαν συλλαβὴν ἁπλᾶ διὰ τοῦ κ κλίνονται, οἷον σκώληξ σκώληκος, μύρμηξ μύρμηκος, νάρθηξ νάρθηκος· πρόσκειται «ὑπὲρ μίαν συλλαβήν» | |
30 | διὰ τὸ ἡ βήξ τῆς βηχός· τοῦτο γὰρ διὰ τοῦ χ κλίνεται, ἀλλ’ οὐκ ἔστιν ὑπὲρ μίαν συλλαβὴν ἀλλὰ μονοσύλλαβον· εἰ δέ εἰσι σύνθετα, ἀπὸ ῥή‐ ματος δηλονότι, διὰ τοῦ γ κλίνονται καὶ φυλάττουσι μίαν συλλαβὴν τοῦ ῥήματος ἐξ οὗ γίνονται, οἷον πλήξω οἰστροπλήξ οἰστροπλῆγος, παραπλήξ παραπλῆγος, λαοπλήξ λαοπλῆγος, ἀκανθοπλήξ ἀκανθοπλῆγος, | |
35 | βουπλήξ βουπλῆγος. Ταῦτα δὲ πάντα σύνθετα ἀπὸ ῥήματος ὀξύτονά εἰσι καὶ ἐπίθετα καὶ κοινὰ τῷ γένει, τουτέστιν ἀρσενικῶς καὶ θηλυκῶς | |
λεγόμενα, οἷον ὁ κυματοπλήξ καὶ ἡ κυματοπλήξ, ὁ παραπλήξ καὶ ἡ | 290 | |
291 | παραπλήξ, ὁ οἰστροπλήξ καὶ ἡ οἰστροπλήξ· τὸ μέντοι ὕσπληξ καὶ ἀντί‐ πηξ βαρύνονται, ἐπειδὴ προσηγορικά εἰσι καὶ μόνου θηλυκοῦ γένους εἰσί· τὴν δὲ κλίσιν καὶ αὐτὰ διὰ τοῦ γ ἔχουσιν, οἷον ὕσπληξ ὕσπληγος καὶ ἀντίπηξ ἀντίπηγος· ὕσπληξ δέ ἐστιν ἡ ἀφετηρία τοῦ δρόμου, ὕσπληξ | |
5 | δὲ λέγεται ἢ ἀπὸ τοῦ πλήττειν τῇ μάστιγι τῇ ἀπὸ τῶν τριχῶν ὑῶν, τουτέστιν ἀπὸ χοίρων, ἢ παρὰ τὴν ὑπό πρόθεσιν γέγονεν ὑπόπληξ, καὶ συγκοπῆς γενομένης τῆς πο συλλαβῆς καὶ πλεονασμῷ τοῦ ς γέγονεν ὕσπληξ, ὡς ὑπότερος ὕστερος· τὸ δὲ ἀντίπηξ σημαίνει τὴν κιβωτὸν καὶ παρὰ τὴν ἀντί πρόθεσιν καὶ τὸ πήσσω γέγονεν· τὸ μολιβδοτήξ, ὥς | |
10 | φησιν ὁ Ἡρωδιανὸς ἐν τῇ Καθόλου, τινὲς βαρύνουσι παραλόγως, κλίνεται δὲ διὰ τοῦ κ, οἷον μολιβδοτῆκος, ἐπειδὴ παρὰ τὸ τήκω ἔχει τὴν σύνθεσιν, καὶ τούτου χάριν τὸ σύμφωνον τοῦ τήκω ἐφύλαξε κατὰ τὴν κλίσιν, φημὶ δὴ τὸ κ. Πρόσκειται ἀνωτέρω, «εἰ δέ εἰσι σύνθετα, ἀπὸ ῥήματος δηλονότι» διὰ τὸ χηναλώπηξ, τοῦτο γὰρ ἀπὸ τοῦ ἀλώπηξ | |
15 | συντέθειται καὶ τὸν τόνον καὶ τὴν κλίσιν τοῦ ἁπλοῦ ἐφύλαξεν, οἷον ἀλώπηξ ἀλώπεκος καὶ χηναλώπηξ χηναλώπεκος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ βουπλήξ βουπλῆγος πανταχοῦ εἰς τὴν πλη συλ‐ λαβὴν ἔχει τὸν τόνον καὶ ἐν τοῖς ἑνικοῖς καὶ ἐν τοῖς δυϊκοῖς καὶ ἐν τοῖς πληθυντικοῖς, εἰ καὶ μὴ τὸν αὐτόν· τὸ μὲν γὰρ βουπλήξ ὀξύνεται | |
20 | τὸ δὲ βουπλῆγος προπερισπᾶται, καὶ πάλιν τὸ μὲν βουπλῆγε προπερι‐ σπᾶται τὸ δὲ βουπλήγοιν παροξύνεται. Τῷ μύρμηκι, τῷ βουπλῆγι· τὸν μύρμηκα, τὸν βουπλῆγα· ὦ μύρμηξ, ὦ βουπλήξ· Εἴρηται ὅτι τὰ εἰς διπλοῦν σύμφωνον λή‐ γοντα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, πλὴν τοῦ ἄνα καὶ τοῦ ὦ | |
25 | γύναι. Τὼ μύρμηκε, τὼ βουπλῆγε· τοῖν μυρμήκοιν, τοῖν βου‐ πλήγοιν· ὦ μύρμηκε, ὦ βουπλῆγε. Οἱ μύρμηκες, οἱ βουπλῆγες· τῶν μυρμήκων, τῶν βου‐ πλήγων· τοῖς μύρμηξι, τοῖς βουπλῆξιν. Εἴρηται ὅτι διχῶς κα‐ | |
30 | νονίζεται ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν, 〈καὶ〉 ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν προσερχομένου τοῦ ς πρὸ τοῦ ι καὶ τοῦ κ καὶ ς συναιρου‐ μένων εἰς ξ, καὶ ἀπὸ τῆς εὐθείας τῶν ἑνικῶν προσθέσει τοῦ ι. Τοὺς μύρμηκας τοὺς βουπλῆγας· ὦ μύρμηκες ὦ βου‐ | |
πλῆγες. | 291 | |
292 | Κανὼν κθʹ. Ὁ πέρδιξ τοῦ πέρδικος, ὁ τέττιξ τοῦ τέττιγος, ὁ ὁμῆλιξ τοῦ ὁμήλικος. Ἰστέον ὅτι τὰ εἰς ιξ ἀρσενικὰ ἁπλᾶ ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ κ | |
5 | κλίνονται, οἷον πέρδιξ πέρδικος, Φοῖνιξ Φοίνικος, Κίλιξ Κίλικος, ἧλιξ ἥλικος, πλὴν τοῦ τέττιξ τέττιγος· τοῦτο γὰρ διὰ τοῦ γ κλίνεται. Καὶ λέγει ὁ Ἡρωδιανός, ὅτι τὸ κεχρεωστημένον ἀνεπλήρωσαν οἱ Δωριεῖς καὶ οἱ Ἀθηναῖοι διὰ τοῦ κ κλίνοντες αὐτό, οἷον τέττικος· παράδειγμα δέ ἐστι τῆς δόξης, ὅτι παρὰ τῷ Θεοκρίτῳ καὶ παρὰ τῷ Ἀριστοφάνει | |
10 | διὰ τοῦ κ κλίνεται, ἡ δὲ παράδοσις τῶν ἀντιγράφων οὐκ ἔχει οὕτως, ἀλλὰ διὰ τοῦ γ. Τὸ ὄρνιξ ὄρνιχος διὰ τοῦ χ κλινόμενον οὐκ ἀντίκει‐ ται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι κοινολεκτούμενον ἀλλὰ κατὰ διάλεκτον· τὸ γὰρ ὄρνις ὄρνιξ λέγουσιν οἱ Δωριεῖς. Τοῦτο δὲ καὶ ἐν τῇ εἰς ς κατα‐ λήξει παράλογόν ἐστι· τῷ γὰρ λόγῳ τῶν εἰς ις προσηγορικῶν διὰ κα‐ | |
15 | θαροῦ τοῦ ος ὤφειλε κλίνεσθαι, οἷον ὄρνις ὄρνιος, ὥσπερ μάντις μάν‐ τιος καὶ ὄφις ὄφιος· ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι εἰσί τινα εἰς ις λήγοντα ἔχοντα πρὸ τοῦ ι δύο ἀμετάβολα ἅτινα διὰ τοῦ θος κλίνονται, οἷον δέλλις δέλλιθος (ἔστι δὲ ζῷον ὅμοιον μελίσσῃ), μέρμις μέρμιθος (σημαί‐ νει δὲ τὸ λεπτὸν σχοινίον)· οὕτως οὖν καὶ ὄρνις ὄρνιθος. Ταῦτα μὲν | |
20 | ἐν τούτοις. Πρόσκειται ἐν τῷ κανόνι «ὑπὲρ μίαν συλλαβήν» διὰ τὸ θρίξ τριχός, τοῦτο γὰρ διὰ τοῦ χ κλίνεται, ἀλλ’ οὐκ ἔστιν ὑπὲρ μίαν συλλαβήν· πρόσκειται «ἀρσενικά» διὰ τὸ μάστιξ μάστιγος, τοῦτο γὰρ διὰ τοῦ γ κλίνεται, ἀλλ’ οὐκ ἔστιν ἀρσενικόν· πρόσκειται «ἁπλᾶ» διὰ τὰ σύνθετα, | |
25 | ἐπειδὴ ταῦτα τὴν τῶν ἁπλῶν φυλάττουσι κλίσιν, οἷον θρίξ τριχός καλ‐ λίθριξ καλλίτριχος, στίξ στιχός (σημαίνει δὲ τὴν τάξιν) ὁμόστιξ ὁμόστι‐ χος, Φοῖνιξ Φοίνικος Λιβοφοῖνιξ Λιβοφοίνικος, ἧλιξ ἥλικος ὁμῆλιξ ὁμή‐ λικος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ Φοῖνιξ καὶ πέρδιξ καὶ τέττιξ ἐν μὲν ταῖς πλαγίοις | |
30 | ἐκτείνουσι τὸ ι, τουτέστι φύσει μακρὸν αὐτὸ ποιοῦσιν, ἐν δὲ τῇ εὐθείᾳ συστέλλουσιν αὐτό, τουτέστι θέσει μακρὸν αὐτὸ ἔχουσιν· ὤφειλον δὲ καὶ ἐν τῇ εὐθείᾳ ἐκτείνειν αὐτό, ἐπειδὴ τὰ εἰς ιξ καὶ τὰ εἰς υξ 〈ἀρσενικὰ〉 μακρᾷ παραληγόμενα εἴτε φύσει εἴτε θέσει ἁπλᾶ ὄντα ἐκτείνειν θέλουσι | |
τὸ δίχρονον, τουτέστι φύσει μακρὸν αὐτὸ ἔχουσιν, οἷον κῆρυξ Βέβρυξ | 292 | |
293 | τέττιξ πέρδιξ. Σεσημείωνται τὰ εἰς λιξ καὶ τὸ χοῖνιξ· ὅτι γὰρ ἐκτείνειν ὤφειλον τὸ ι καὶ τὸ υ ἐν τῇ εὐθείᾳ, δῆλον ἀπὸ τοῦ καὶ ἐν τῇ γενικῇ ἐκτείνειν αὐτά. Κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἡ παραλήγουσα τῆς περιττοσυλλάβου γενικῆς οὐδέποτε εὑρίσκεται μείζων τῆς ληγούσης τῆς | |
5 | ἰδίας εὐθείας, ἀλλ’ ἢ ἴση πρὸς αὐτήν, οἷον λέβης λέβητος, ἔρως ἔρω‐ τος, Πάρις Πάριδος, ἢ ἐλάττων, οἷον Ἕκτωρ Ἕκτορος, Νέστωρ Νέ‐ στορος· εἰ οὖν ἡ πέρδικος καὶ ἡ κήρυκος γενικὴ ἐκτείνει τὸ δίχρονον, ὤφειλε καὶ ἡ πέρδιξ καὶ ἡ κῆρυξ εὐθεῖα ἐκτείνειν αὐτό, τουτέστι φύσει μακρὸν αὐτὸ ἔχειν· ἀλλ’ ἐπειδὴ τὸ ι καὶ τὸ υ οὐδέποτέ εἰσι πρὸ τοῦ | |
10 | ξ φύσει μακρά, οἷον πνίξω ψύξω ἐρύξω, χωρὶς εἰ μὴ τῷ λόγῳ ἀρχού‐ σης παρῳχημένων, ὡς ἐπὶ τοῦ ἰξεύω ἴξευον—τὸ μὲν γὰρ ἰξεύω θέσει μακρὸν ἔχει τὸ ι, τὸ δὲ ἴξευον φύσει μακρὸν τῷ λόγῳ τῆς ἀρχούσης τῶν παρῳχημένων· οἱ γὰρ παρῳχημένοι ἢ χρονικῶς ἢ συλλαβικῶς θέ‐ λουσι μεγεθύνεσθαι, συλλαβικῶς μέν, οἷον τύπτω ἔτυπτον, γράφω ἔγρα‐ | |
15 | φον, λέγω ἔλεγον, χρονικῶς δέ, οἷον ἄγω ἦγον, ἐνέγκω ἤνεγκον, ἄρ‐ χομαι ἠρχόμην· ἐν οἷς οὖν τὸ ἰξεύω ἴξευον οὐκ ἠδύνατο συλλαβικῶς μεγεθυνθῆναι, οὐδὲ γὰρ ἄρχεται ὁ ἐνεστὼς ἀπὸ συμφώνου, ἐξ ἀνάγκης οὖν χρονικῶς ἐμεγεθύνθη, καὶ τούτου χάριν φύσει μακρὸν ἔχει τὸ ι—· ἀλλ’ ἐπειδή, ὡς εἴρηται, τὸ ι καὶ τὸ υ πρὸ τοῦ ξ οὐδέποτέ εἰσι φύσει | |
20 | μακρά, χωρὶς εἰ μὴ λόγῳ ἀρχούσης παρῳχημένων, ἐξ ἀνάγκης ταῦτα τὰ εἰς ιξ καὶ τὰ εἰς υξ συστέλλουσι τὸ ι καὶ τὸ υ ἐν τῇ εὐθείᾳ διὰ τὴν ἐπιφορὰν τοῦ ξ, ἐν δὲ τῇ γενικῇ καὶ ἐν ταῖς ἄλλαις πτώσεσι ταῖς μὴ ἐχούσαις τὸ ξ τὴν κεχρεωστημένην τῇ εὐθείᾳ φύσει μακρὰν ἀνεδέξαντο. Πρόσκειται «μὴ ἐχούσαις τὸ ξ» διὰ τὴν δοτικὴν τῶν πληθυντικῶν, | |
25 | ἐπειδὴ καὶ αὕτη συνεσταλμένον ἔχει τὸ ι καὶ τὸ υ, τουτέστι θέσει μα‐ κρὸν ἔχει αὐτό, οἷον Φοίνιξι κήρυξι, διὰ τὴν ἐπιφορὰν τοῦ ξ. Πρόσ‐ κειται ἀνωτέρω «χωρὶς τῶν εἰς λιξ» διὰ τὸ ἧλιξ ἥλικος, ὁμῆλιξ ὁμήλικος, ἕλιξ ἕλικος, ταῦτα γὰρ πανταχοῦ συστέλλουσι τὸ ι· ὁμοίως δὲ καὶ τὸ χοῖνιξ χοίνικος πανταχοῦ συστέλλει τὸ ι, οἷον 〈τ 27〉 ὅστις ἐμῆς γε | |
30 | Χοίνικος ἅπτηται, καὶ πάλιν 〈fragm. com. inc. 444 K〉 πλέον δυεῖν σοι χοινίκων ὁ δεσπότης Παρέχει· τοῦτο δὲ καὶ θηλυκόν ἐστι. Πρόσκειται «ἀρσενικά» διὰ τὸ ἄμπυξ ἄμπυκος· τοῦτο γὰρ παν‐ ταχοῦ συστέλλει τὸ υ, ἀλλ’ οὐκ ἔστιν ἀρσενικόν· πρόσκειται δέ «μακρᾷ παραληγόμενα» διὰ τὸ ὄνυξ ὄνυχος, Ἔρυξ Ἔρυκος, στόνυξ στόνυχος | |
35 | (στόνυξ δέ ἐστιν ὁ κυνόδους)· ταῦτα γὰρ πανταχοῦ συστέλλουσι τὸ υ, | |
ἀλλ’ οὐ παραλήγονται μακρᾷ· πρόσκειται δέ «ἁπλᾶ» διὰ τὸ ὁμόστιξ | 293 | |
294 | ὁμόστιχος, πρόσφυξ πρόσφυγος, σύζυξ σύζυγος· ταῦτα γὰρ πανταχοῦ συστέλλουσι τὸ δίχρονον, ἀλλ’ οὐκ εἰσὶν ἁπλᾶ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ Φοῖνιξ καὶ κῆρυξ ἔχοντα φύσει μακρὰν τὴν παρα‐ λήγουσαν προπερισπῶνται, δηλονότι κατὰ τὴν εὐθεῖαν, διὰ τὸ τονικὸν | |
5 | παράγγελμα τὸ λεχθησόμενον ἐν τῇ περὶ τῶν τόνων διδασκαλίᾳ· φύσει γὰρ μακρά ἐστι πρὸ μιᾶς βραχείας· τὸ γὰρ ι καὶ υ, ὡς εἴρηται, συνεσταλ‐ μένα εἰσίν, ἤγουν θέσει μακρά, διὰ τὴν ἐπιφορὰν τοῦ ξ. Τῷ πέρδικι, τῷ τέττιγι, τῷ ὁμήλικι· τὸν πέρδικα, τὸν τέττιγα, τὸν ὁμήλικα· ὦ πέρδιξ, ὦ τέττιξ, ὦ ὁμῆλιξ. | |
10 | Τὼ πέρδικε, τὼ τέττιγε, τὼ ὁμήλικε· τοῖν περδίκοιν, τοῖν τεττίγοιν, τοῖν ὁμηλίκοιν· ὦ πέρδικε, ὦ τέττιγε, ὦ ὁμήλικε. Οἱ πέρδικες, οἱ τέττιγες, οἱ ὁμήλικες· τῶν περδίκων, τῶν τεττίγων, τῶν ὁμηλίκων· τοῖς πέρδιξι, τοῖς τέττιξι, | |
15 | τοῖς ὁμήλιξι· τοὺς πέρδικας, τοὺς τέττιγας, τοὺς ὁμήλικας· ὦ πέρδικες, ὦ τέττιγες, ὦ ὁμήλικες. Κανὼν λʹ. Ὁ δοῖδυξ τοῦ δοίδυκος, 〈ὁ Βέβρυξ τοῦ Βέβρυκοσ〉. Ἰστέον ὅτι τὰ εἰς υξ λήγοντα δισύλλαβα εἰ μὲν ἔχουσι φύσει μακρὰν | |
20 | τὴν παραλήγουσαν, διὰ τοῦ κ κλίνονται, οἷον κῆρυξ κήρυκος, δοῖδυξ δοίδυκος, εἰ δὲ ἔχουσι θέσει μακρὰν τὴν παραλήγουσαν ἔχουσαν δύο σύμφωνα, ὧν τὸ ἕτερον τῆς πρώτης συζυγίας τῶν βαρυτόνων ἐστίν, ὁμοίως διὰ τοῦ κ κλίνονται, οἷον Βέβρυξ Βέβρυκος (ἔχει γὰρ τὸ β τῆς πρώτης συζυγίας τῶν βαρυτόνων), ἄμπυξ ἄμπυκος (ἔχει γὰρ καὶ αὐτὸ | |
25 | τὸ π· ἄμπυξ δέ ἐστι τὸ κεφαλοδέσμιον)· καὶ τὰ εἰς ρυξ τῷ ε παραλη‐ γόμενα ὁμοίως διὰ τοῦ κ κλίνονται, οἷον Ἔρυξ Ἔρυκος, Βέβρυξ Βέβρυ‐ κος· τοῦτο δὲ διὰ τοῦ κ κλίνεται κατὰ δύο κανόνας, κατά τε τοῦτον τὸν κανόνα καὶ κατὰ τὸν προειρημένον, ἔχει γὰρ σύμφωνον τῆς πρώ‐ της συζυγίας τῶν βαρυτόνων τὸ β. Τὰ δὲ μὴ ὑποπίπτοντα τούτοις | |
30 | τοῖς κανόσιν ὡς ἐπὶ τὸ πλεῖστον διὰ τοῦ γ κλίνονται, οἷον Ἰᾶπυξ Ἰά‐ πυγος (ἔστι δὲ ἔθνος), ὄρτυξ ὄρτυγος· οὐχ ὑποπίπτουσι γὰρ ταῦτα τοῖς προλεχθεῖσι κανόσιν. Πρόσκειται «ὡς ἐπὶ τὸ πλεῖστον» διὰ τὸ εἰνάνυξ εἰνάνυχος, τοῦτο γὰρ διὰ τοῦ χ ἔχει τὴν κλίσιν· ἔστι δὲ σύνθετον, | |
εἰνάνυξ γάρ ἐστιν ὁ ἐννέα νυκτῶν, οἱονεὶ ὁ ἐννεάνυξ· τοῦτο δὲ τοῦ | 294 | |
295 | νύξ τὴν κλίσιν ἐφύλαξεν· ἔστι γὰρ νύξ νυχός, καὶ κατὰ πλεονασμὸν τοῦ τ καὶ κατὰ τροπὴν τοῦ δασέος, φημὶ δὴ τοῦ χ, εἰς τὸ ἀντίστοιχον τὸ ψιλόν, λέγω δὴ τὸ κ, γέγονε νυκτός· ἀπὸ οὖν τοῦ νύξ νυχός γέ‐ γονεν εἰνάνυξ εἰνάνυχος, καὶ ἐφυλάχθη ἡ αὐτὴ κλίσις· τὸ δὲ νύξ νυχός | |
5 | διὰ τοῦ χ ἐκλίθη, ἐπειδὴ ἀπὸ τοῦ νύσσω νύξω νύξ γέγονεν, οἱονεὶ ἡ νύσσουσα ἡμᾶς πρὸς ὕπνον, καὶ λοιπὸν ἐφύλαξε κατὰ τὴν κλίσιν τὸ σύμφωνον τοῦ νένυχα παρακειμένου, λέγω δὴ τὸ χ. Καὶ τὸ ὄνυξ δὲ ὄνυχος ἔννοιαν ἔχει συνθέσεως· παρὰ γὰρ τὸ νύσσω νύξω γίνεται ἄνυξ, τοῦ α ἐπιτατικοῦ μορίου προσελθόντος, οἱονεὶ ᾧτινι πάνυ νύσσεταί τις, | |
10 | καὶ λοιπὸν τροπῇ τοῦ α εἰς τὸ ο ὄνυξ· τούτῳ δὲ ἠκολούθησε κατὰ τὴν κλίσιν καὶ τὸ στόνυξ στόνυχος· στόνυξ δέ ἐστι πᾶν τὸ εἰς ὀξὺ λῆγον. Ἀκριβέστερον δὲ περὶ τῆς κλίσεως τῶν εἰς υξ ἐν τῷ Ὀνοματικῷ Ἡρω‐ διανοῦ εἰ θεῷ φίλον μαθησόμεθα. Ἰστέον δὲ ὅτι τὸ κῆρυξ παρὰ τῷ ποιητῇ εὑρέθη συστέλλον τὸ υ | |
15 | κατὰ τὴν δοτικὴν τῶν ἑνικῶν, ὅπερ ἐστὶ σπάνιον, οἷον 〈Ρ 324〉 κήρυκι Ἠπυτίδῃ· τὸ δὲ Βέβρυξ κατὰ τὰς πτώσεις τὰς μὴ ἐχούσας τὸ ξ διφο‐ ρεῖται κατὰ τὸν χρόνον· εὑρέθη γὰρ καὶ ἐκτεταμένον ἔχον τὸ υ, οἷον 〈Apoll. Rhod. 2,2〉 Βεβρύκων βασιλῆος ἀγήνορος, καὶ συνεσταλ‐ μένον, οἷον 〈Apoll. Rhod. 2,98〉 οὐδ’ ἄρα Βέβρυκες ἄνδρες ἀκή‐ | |
20 | δησαν βασιλῆος, καὶ παρ’ Εὐφορίωνι 〈Anall. Alex. ed. Mein. p. 130〉 ἀπόπρο δὲ Βέβρυκα πύκτην, καὶ παρὰ Λυκόφρονι 〈Alex. 516〉 εἰς Βεβρύκων ῥίψειαν ἐκβατηρίαν. Τῷ δοίδυκι, τῷ Βέβρυκι· τὸν δοίδυκα, τὸν Βέβρυκα· ὦ δοῖδυξ, ὦ Βέβρυξ. | |
25 | Τὼ δοίδυκε, τὼ Βέβρυκε· τοῖν δοιδύκοιν, τοῖν Βεβρύ‐ κοιν· ὦ δοίδυκε, ὦ Βέβρυκε. Οἱ δοίδυκες, οἱ Βέβρυκες· τῶν δοιδύκων, τῶν Βεβρύ‐ κων· τοῖς δοίδυξι, τοῖς Βέβρυξι· τοὺς δοίδυκας, τοὺς Βέ‐ βρυκας· ὦ δοίδυκες, ὦ Βέβρυκες. | |
30 | Κανὼν λαʹ. Ὁ βῶξ τοῦ βωκός. Ἰστέον ὅτι τὰ εἰς ωξ ἁπλᾶ διὰ τοῦ κ κλίνονται, οἷον πτώξ πτω‐ κός (ὁ λαγωός) καὶ βῶξ βωκός (ἔστι δὲ εἶδος ἰχθύος, ὅστις ἱστορεῖται ἔχων βοήν· γέγονε δὲ τοῦτο παρὰ τὸ βοή βόαξ καὶ κατὰ κρᾶσιν τοῦ ο | |
35 | καὶ α εἰς ω βῶξ)· πρόσκειται ἐν τῷ κανόνι «ἁπλᾶ» διὰ τὰ σύνθετα, οἷον διὰ τὸ κυαμοτρώξ κυαμοτρῶγος· τοῦτο δὲ τοῦ τρώγω τὸ σύμφω‐ | |
νον ἐφύλαξε κατὰ τὴν κλίσιν, λέγω δὴ τὸ γ. Τὸ δὲ πολυπτώξ πολυ‐ | 295 | |
296 | πτῶκος διὰ τοῦ κ ἐκλίθη, ἐπειδὴ τοῦ ἁπλοῦ τοῦ πτώξ πτωκός τὴν κλίσιν ἐφύλαξε· τὸ δὲ θηροδίωξ καὶ αἰγοδίωξ ἀπὸ τοῦ διώκω συντεθέντα διὰ τοῦ κ κλίνονται· τὸ γὰρ σύμφωνον τοῦ διώκω ῥήματος, λέγω δὴ τὸ κ, κατὰ τὴν κλίσιν ἐφύλαξαν. Προστίθησι δὲ ὁ τεχνικός «πλὴν τοῦ | |
5 | ῥώξ ῥωγός»· τοῦτο γὰρ διὰ τοῦ γ ἐκλίθη· ῥώξ δέ ἐστιν εἶδος φαλαγ‐ γίου, τουτέστιν εἶδος σκορπίου· ἐπὶ γὰρ τῆς σταφυλῆς ῥάξ ῥαγός λέ‐ γεται θηλυκῶς καὶ τὸ α φύσει μακρὸν ἔχει· ῥάξ δέ ἐστιν ὁ κόκκος τῆς σταφυλῆς· εὑρίσκομεν δὲ καὶ ἐπὶ τῆς σταφυλῆς διὰ τοῦ ω λεγόμενον, οἷον ῥώξ ῥωγός παρὰ Ἀρχιλόχῳ 〈fragm. 191 B4〉. | |
10 | Τῷ βωκί, τὸν βῶκα, ὦ βῶξ. Τὼ βῶκε, τοῖν βωκοῖν, ὦ βῶκε. Οἱ βῶκες, τῶν βωκῶν, τοῖς βωξί, τοὺς βῶκας, ὦ βῶκες. Κανὼν λβʹ. Ὁ λουτήρ τοῦ λουτῆρος, ὁ αἰθήρ τοῦ αἰθέρος. | |
15 | Κανονίζει ὁ τεχνικὸς τὰ εἰς ρ λήγοντα· καὶ ἰστέον ὅτι τὰ εἰς αρ λήγοντα εἰ μέν εἰσι μονοσύλλαβα μακρὸν ἔχουσι τὸ α καὶ προσθέσει τοῦ ος ποιοῦσι τὴν γενικήν, οἷον ψάρ ψαρός (ἔστι δὲ εἶδος ὀρνέου)· τοῦτο δὲ παρὰ τῷ ποιητῇ καὶ διὰ τοῦ α εὑρίσκεται καὶ διὰ τοῦ η, οἷον 〈Π 583〉 κολοιούς τε ψῆράς τε, καὶ 〈Ρ 755〉 ψαρῶν νέφος ἔρχε‐ | |
20 | ται· Κάρ Καρός (ἔστι δὲ ἔθνος οἱ Κᾶρες), Μάρ Μαρός (καὶ τοῦτο δὲ ἔθνος ἐστίν)· εἰ δέ εἰσιν ὑπὲρ μίαν συλλαβήν, μακρὸν μὲν ἔχουσιν οὐκέτι τὸ α, προσθέσει δὲ τοῦ ος καὶ αὐτὰ ποιοῦσι τὴν γενικήν, οἷον μάκαρ μάκαρος, τοῦτο δὲ ἀπὸ τοῦ μακάριος γέγονε κατὰ ἀποκοπήν. Καὶ ἰστέον ὅτι ἀποκοπὴ μέν ἐστι τὸ πάθος τὸ ἐν τῷ τέλει γινόμενον, οἷον | |
25 | Ἀπόλλωνα Ἀπόλλω, Ποσειδῶνα Ποσειδῶ, κυκεῶνα κυκεῶ, δῶμα δῶ· συγκοπὴ δέ ἐστι τὸ πάθος τὸ ἐν τῷ μέσῳ γινόμενον, οἷον ὀπίσωθεν ὄπισθεν, ὁμόπατρος ὄπατρος, ἁρμόσαντες ἄρσαντες, ἐξαίρετος ἔξαιτος· ἀφαίρεσις δέ ἐστιν τὸ πάθος τὸ ἐν τῇ ἀρχῇ γινόμενον, οἷον γαῖα αἶα, λείβω εἴβω, ἔβη βῆ, ἔστη στῆ, ἔφη φῆ. Ταῦτα μὲν ἐν τούτοις. | |
30 | Σχηματίζεται δὲ τὸ μακάριος τοῦτον τὸν τρόπον· ἔστι κήρ ἡ μοῖρα τοῦ θανάτου, τοῦτο δὲ γίνεται κηρός κατὰ τὴν γενικὴν διὰ τοῦ η, οἷον 〈Β 302〉 μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι, καὶ καρός ἐν συστολῇ τοῦ η εἰς τὸ α, οἷον 〈Ι 378〉 τίω δέ μιν ἐν καρὸς αἴσῃ, ἐξ οὗ γίνεται κάριος, τουτέστιν ὁ ὑποκείμενος τῇ μοίρᾳ | |
35 | τοῦ θανάτου, καὶ μετὰ τοῦ στερητικοῦ α ἀκάριος, οἱονεὶ ὁ μὴ ὑποκεί‐ μενος τῇ μοίρᾳ τοῦ θανάτου, καὶ κατὰ πλεονασμὸν τοῦ μ μακάριος, ὡς | |
ἐπὶ τοῦ ἴα μία, ἄλευρον μάλευρον, καὶ πάλιν ἀπὸ τοῦ ἔχω γέγονεν | 296 | |
297 | ὀχός (ὁ συνέχων τὴν θύραν) καὶ ὀχλός καὶ μοχλός κατὰ πλεονασμὸν τοῦ μ· τοῦτο δὲ τὸ μακάριος κατὰ συγκοπὴν γίνεται μάκαρς καὶ κλί‐ νεται μάκαρτος, καὶ κατὰ ἀποκοπὴν γίνεται μάκαρ καὶ κλίνεται μάκαρος. Τὸ δὲ Καῖσαρ βάρβαρόν ἐστι, καὶ αὐτὸ δὲ προσθέσει τοῦ ος ποιεῖ τὴν | |
5 | γενικήν, οἷον Καίσαρος· καὶ ἄλλα δὲ πολλά εἰσιν εἰς αρ, ἅτινα προσ‐ θέσει τοῦ ος ποιοῦσι τὴν γενικήν, οἷον Πάρ Παρός (τόπος δέ ἐστιν ἐν τῷ περὶ Θυρέᾳ, ἔνθα ἐμαχέσαντο Ἀργεῖοι καὶ Λακεδαιμόνιοι), Ἄραρ Ἄραρος (Γαλατίας δὲ οὗτος ποταμός). Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς ηρ λήγοντα διὰ τοῦ η μονοσύλλαβα μὲν ὄντα | |
10 | προσθέσει τοῦ ος ποιοῦσι τὴν γενικὴν καὶ φυλάττουσι τὸ η, οἷον θήρ θηρός, φήρ φηρός (ὁ κένταυρος, ὡς καὶ ὁ ποιητής φησι 〈Α 268〉 φηρσὶν ὀρεσκῴοισι), Σήρ Σηρός (Σῆρες δέ εἰσιν ἔθνος, ὅθεν τὰ Ση‐ ρικὰ ἱμάτια τὰ πολυτελῆ)· καὶ τὸ θηλυκὸν δὲ τὸ κήρ, ὅπερ σημαίνει τὴν θανατηφόρον μοῖραν, προσθέσει τοῦ ος ποιεῖ τὴν γενικὴν ὁμοίως | |
15 | τοῖς προλεχθεῖσιν εἰς ηρ μονοσυλλάβοις, οἷον κηρός, ἐξ οὗ τὸ 〈Β 302〉 μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι· τοῦτο δὲ λέγεται καὶ καρός ἐν συστολῇ τοῦ η εἰς τὸ α, οἷον 〈Ι 378〉 τίω δέ μιν ἐν καρὸς αἴση· ἐπειδὴ γὰρ μόνου θηλυκοῦ γένους εὑρέθη ἐν τοῖς εἰς ηρ μονοσυλλάβοις, τούτου χάριν ἔτρεψε τὸ φωνῆεν τῆς εὐθείας ἐν | |
20 | τῇ γενικῇ· οὕτω γὰρ καὶ τὸ φρήν, ὡς μόνον μόνου θηλυκοῦ γένους εὑρεθὲν ἐν τοῖς εἰς ην μονοσυλλάβοις, ἔτρεψε τὸ φωνῆεν τῆς εὐθείας ἐν τῇ γενικῇ, οἷον φρενός· ὡσαύτως δὲ καὶ τὸ χθών, ὡς μόνου θηλυ‐ κοῦ γένους εὑρεθὲν ἐν τοῖς εἰς ων μονοσυλλάβοις, ἔτρεψε τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, οἷον χθονός. Εἰ δέ τις εἴποι, καὶ διατί τὸ κήρ οὐκ | |
25 | ἐξηνέχθη διὰ τοῦ ε κατὰ τὴν γενικήν, ὥσπερ τὸ φρήν φρενός, ἀλλὰ διὰ τοῦ α, οἷον καρός, λέγομεν ὅτι οὐκ ἐγένετο κατὰ ἀκόλουθον κλί‐ σιν ἀλλὰ κατὰ ποιητικὴν συστολὴν διὰ τοῦ α, οἷον 〈Ι 378〉 τίω δέ μιν ἐν καρὸς αἴσῃ, ὅπερ καὶ διὰ τοῦ η εὑρίσκεται κλινόμενον, οἷον 〈Β 302〉 μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι. | |
30 | Ταῦτα μὲν περὶ τῶν εἰς ηρ μονοσυλλάβων. Τὰ δὲ ὑπὲρ μίαν συλλαβὴν εἰς ηρ λήγοντα ὀξύτονα εἰ μὲν ἔχουσι τὸ τ, φυλάττουσι τὸ η ἐν τῇ γενικῇ, οἷον λουτήρ λουτῆρος, σωτήρ σω‐ τῆρος, καμπτήρ καμπτῆρος, ὀλετήρ ὀλετῆρος, ξυστήρ ξυστῆρος, γενετήρ γενετῆρος, ἐλατήρ ἐλατῆρος (ἔστι δὲ εἶδος πλακοῦντος· σημαίνει δὲ καὶ | |
35 | τὸν ἡνίοχον παρὰ τὸ ἐλαύνειν)· δεῖ προσθεῖναι «χωρὶς τοῦ πατήρ πα‐ τέρος καὶ ἀστήρ ἀστέρος»· ταῦτα γὰρ ἔχοντα τὸ τ τρέπουσι τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ· τὰ δὲ μὴ ἔχοντα τὸ τ τρέπουσι τὸ η εἰς τὸ ε ἐν | |
τῇ γενικῇ, οἷον αἰθήρ αἰθέρος, ἀήρ ἀέρος, δαήρ δαέρος (ὁ ἀνδράδελ‐ | 297 | |
298 | φος), ἀνήρ ἀνέρος, χωρὶς τοῦ σπινθήρ σπινθῆρος καὶ Ἐλευθήρ Ἐλευ‐ θῆρος (Ἐλευθήρ δέ ἐστιν ὄνομα κύριον)· ταῦτα γὰρ μὴ ἔχοντα τὸ τ ἐφύλαξαν τὸ η ἐν τῇ γενικῇ. Ἀπολογοῦνται δὲ ὑπὲρ αὐτῶν, λέγω δὴ ὑπὲρ τοῦ πατήρ πατέρος καὶ ἀστήρ ἀστέρος καὶ σπινθήρ σπινθῆρος καὶ | |
5 | Ἐλευθήρ Ἐλευθῆρος οὕτως· τὰ εἰς ηρ ὀξύτονα ἀπὸ ἐνεστώτων γινό‐ μενα τρέπουσι τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ, οἷον παρὰ τὸ ἄνω τὸ ση‐ μαῖνον τὸ ἀνύω γίνεται ἀνήρ ἀνέρος, οὐδὲν γὰρ ἀνυστικώτερον τοῦ ἀνδρός, καὶ πάλιν παρὰ τὸ δάω τὸ σημαῖνον τὸ γινώσκω γίνεται δαήρ δαέρος, καὶ πάλιν παρὰ τὸ αἴθω τὸ σημαῖνον τὸ καίω γίνεται αἰθήρ | |
10 | αἰθέρος, οἱονεὶ ὁ καυστικός, καὶ πάλιν παρὰ τὸ ἄω τὸ σημαῖνον τὸ πνέω γίνεται ἀήρ ἀέρος· οὕτως οὖν καὶ ἀπὸ τοῦ πατῶ γίνεται πατήρ πατέρος, ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζῴων, παρόσον οἱ ἄρρενες πα‐ τοῦσι τὰς θηλείας ἐν τῷ συγγίνεσθαι αὐταῖς, καὶ πάλιν ἀπὸ τοῦ αἴθω γίνεται ἀθήρ καὶ ἀτήρ καὶ ἐν πλεονασμῷ τοῦ ς ἀστήρ ἀστέρος, οἱονεὶ | |
15 | ὁ καυστικὸς καὶ διαφανὴς καὶ λαμπρός· διὰ τοῦτο οὖν τρέπουσι τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ, φημὶ δὴ τὸ πατήρ καὶ ἀστήρ, ἐδείξαμεν γὰρ ὅτι ἀπὸ ἐνεστῶτός εἰσι. Τὸ μέντοι σπινθήρ καὶ Ἐλευθήρ ἐπειδὴ οὐκ εἰσὶν ἀπὸ ἐνεστῶτος, διὰ τοῦτο οὐκ ἔτρεψαν τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ· καὶ τὸ Ἐλευθήρ, ὡς εἴρηται, ὄνομα κύριόν ἐστι καὶ ἔστι παρὰ τὸν ἤλευθα | |
20 | μέσον παρακείμενον· τὸ δὲ σπινθήρ τινὲς ἐτυμολογοῦσι παρὰ τὸ μετὰ σπουδῆς ἵεσθαι καὶ θεῖν, τουτέστι πέμπεσθαι καὶ τρέχειν, ὡς καὶ ὁ ποιη‐ τὴς δηλοῖ λέγων 〈Δ 77〉 σπινθῆρες ἵενται· εἰ καὶ οὕτως δὲ ἐτυμο‐ λογεῖται καὶ δοκεῖ ἀπὸ ἐνεστῶτος ἔχειν τὴν σύνθεσιν, οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν ἁπλοῦν ὡς τὰ ἄλλα ἀλλὰ σύνθετον· τὸ καμπτήρ | |
25 | καμπτῆρος καὶ λουτήρ λουτῆρος καὶ ξυστήρ ξυστῆρος οὐκ εἰσὶν ἀπὸ τοῦ ἐνεστῶτος, φημὶ δὴ ἀπὸ τοῦ κάμπτω καὶ λούω καὶ ξύω, ἐπεὶ εἶχον τρέπειν τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ, ἀλλ’ ἀπὸ τοῦ κέκαμπται καὶ λέ‐ λουται καὶ ἔξυσται παθητικοῦ παρακειμένου εἰσίν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ πατήρ πατέρος γίνεται κατὰ συγκοπὴν πατρός ἐν | |
30 | τῇ γενικῇ καὶ 〈τὸ〉 μήτηρ μητέρος μητρός καὶ τὸ θυγάτηρ θυγατέρος θυγατρός· τὸ δὲ ἀνήρ ἀνέρος γενόμενον κατὰ συγκοπὴν ἀνρός ἐξ ἀνάγκης ἐπλεόνασε τὸ δ καὶ ἐγένετο ἀνδρός· οὐκ ἠδύνατο γὰρ εἶναι ἀνρός χωρὶς τοῦ δ, ἐπειδὴ τὸ ν πρὸ τοῦ ρ οὔτε ἐν συλλήψει δύναται εἶναι οὔτε ἐν διαστάσει· ἐν συλλήψει μὲν οὐ δύναται εἶναι, ἐπειδὴ | |
35 | ἀμετάβολον ἀμεταβόλου οὐ προηγεῖται κατὰ σύλληψιν, οἷον ἅρμα ἔρνος | |
ἅλμη Ἑρμῆς, εἰ μὴ τὸ μ τοῦ ν, οἷον μνᾶ μνημεῖον· ἐν διαστάσει δὲ | 298 | |
299 | οὐκ ἠδύνατο εἶναι πρὸ τοῦ ρ, ἐπειδὴ τὸ ρ οὐ θέλει ἔχειν πρὸ ἑαυτοῦ ἕτερον σύμφωνον κατὰ διάστασιν εἰ μὴ αὐτὸ τὸ ρ, οἷον ἔρριπτον ἐρ‐ ράγησαν ἐπίρρημα ἄρρωστος ἐρρήγνυσαν· πρόσκειται «κατὰ διάστασιν», ἐπειδὴ κατὰ σύλληψιν εὑρίσκονται ἕτερα σύμφωνα προηγούμενα τοῦ ρ, | |
5 | οἷον δρῶ κρέας Τρώς γραῦς τραῦμα. Δεῖ προσθεῖναι «χωρὶς τῶν ἀπὸ τῆς πρός καὶ εἴς καὶ ἔξ προθέσεως καὶ τοῦ δύς ἐπιρρήματος»· ἐπὶ τού‐ των γὰρ εὑρίσκονται ἕτερα σύμφωνα προηγούμενα τοῦ ρ κατὰ διάστα‐ σιν, οἷον πρόσριψις εἰσροή ἔκρυσις δύσριγος. Ἐπειδὴ οὖν, ὡς δέδεικται, τὸ ν οὐκ ἠδύνατο εἶναι πρὸ τοῦ ρ οὔτε κατὰ σύλληψιν οὔτε κατὰ δι‐ | |
10 | άστασιν, ἐξ ἀνάγκης ἐπλεόνασε τὸ δ καὶ γέγονεν ἀνδρός κατὰ τὴν γενικήν. Τῷ λουτῆρι, τῷ αἰθέρι· τὸν λουτῆρα, τὸν αἰθέρα· ὦ λουτήρ, ὦ αἰθήρ. Τὼ λουτῆρε, τὼ αἰθέρε· τοῖν λουτήροιν, τοῖν αἰθέροιν· ὦ λουτῆρε, ὦ αἰθέρε. | |
15 | Οἱ λουτῆρες, οἱ αἰθέρες· τῶν λουτήρων, τῶν αἰθέρων· τοῖς λουτῆρσι, τοῖς αἰθέρσιν. Εἴρηται ὅτι πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκφωνούμενον λήγουσα, πρὸ τοῦ ι λαμβάνουσα τὸ ς καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα σὺν αὐτῷ ἀκουσθῆναι στοιχεῖα, τὴν δοτικὴν τῶν πλη‐ θυντικῶν ποιεῖ, οἷον ὄφιϊ ὄφισιν, ὄφεϊ ὄφεσι, μάντεϊ μάντεσι, Δημο‐ | |
20 | σθένεϊ Δημοσθένεσι, Πάριδι Πάρισι, Πλάτωνι Πλάτωσιν, Ἕκτορι Ἕκτορ‐ σιν· οὕτως οὖν καὶ λουτῆρι λουτῆρσι καὶ αἰθέρι αἰθέρσι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐὰν εὑρεθῇ ἕτερον σύμφωνον ἀποβάλλεται ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, οἷον Πάριδι Πάρισι, Πλάτωνι Πλάτωσι, λέοντι | |
25 | λέουσι, χωρὶς εἰ μὴ εὑρεθῇ τὸ ρ, τοῦτο γὰρ φυλάττεται ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, οἷον Ἕκτορι Ἕκτορσι, Νέστορι Νέστορσιν, ἢ εἰς δύο σύμφωνα λήγῃ ἡ εὐθεῖα· τότε γὰρ φυλάττονται τὰ δύο σύμφωνα καὶ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, ἐπειδὴ ἐπὶ τούτων ἡ δοτικὴ τῶν πλη‐ θυντικῶν ἐκ τῆς εὐθείας κανονίζεται προσθέσει τοῦ ι, οἷον ἅλς ἁλσί, | |
30 | Τίρυνς Τίρυνσιν, ἕλμινς ἕλμινσι, μάκαρς μάκαρσι. Καὶ ἄξιόν ἐστι ζητῆ‐ σαι, διὰ ποίαν αἰτίαν εἰ μὲν εὑρεθῇ ἕτερον σύμφωνον ἀποβάλλει αὐτὸ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, οἷον Πάριδι Πάρισι, Πλάτωνι Πλάτω‐ σιν, εἰ δὲ εὑρεθῇ τὸ ρ φυλάττει αὐτὸ καὶ ἐν τῇ δοτικῇ τῶν πληθυντι‐ κῶν, οἷον Ἕκτορι Ἕκτορσι, Νέστορι Νέστορσιν. Ἔστιν οὖν ταύτην | |
35 | εἰπεῖν τὴν ἀπολογίαν· εἰ θεῷ φίλον ἐν τῇ τοῦ παρατατικοῦ διδασκαλίᾳ μαθησόμεθα, ὅτι τὸ ρ ἐνομίσθη φωνῆεν εἶναι· ἐπειδὴ οὖν ἡνίκα εὑρεθῇ φωνῆεν ἔχουσα ἡ δοτικὴ τῶν ἑνικῶν φυλάττει αὐτὸ καὶ ἐν τῇ δοτικῇ | |
τῶν πληθυντικῶν, οἷον ὄφιϊ ὄφισιν, ὄφεϊ ὄφεσι, πόλεϊ πόλεσι, μάντεϊ | 299 | |
300 | μάντεσι, τούτου χάριν ἡνίκα εὑρεθῇ ἔχουσα τὸ ρ φυλάττει αὐτὸ καὶ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, οἷον Ἕκτορι Ἕκτορσι, Νέστορι Νέστορσι. Τοὺς λουτῆρας, τοὺς αἰθέρας· ὦ λουτῆρες, ὦ αἰθέρες. Κανὼν λγʹ. | |
5 | Ὁ Πίηρ τοῦ Πίερος, ὁ Ἴβηρ τοῦ Ἴβηρος. Ἰστέον ὅτι τῶν εἰς ηρ βαρυτόνων τὰ μὲν μακρᾷ παραληγόμενα τρέπουσι τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ, οἷον Πίηρ Πίερος (ὅθεν τὸ Πιερίς καὶ Πιερίδες αἱ Μοῦσαι· ἔστι δὲ τὸ Πίηρ ὄνομα κύριον), φράτηρ φρά‐ τερος (φράτερες δέ εἰσιν οἱ συγγενεῖς)· τὰ δὲ βραχείᾳ παραληγόμενα | |
10 | φυλάττουσι τὸ η ἐν τῇ γενικῇ, οἷον ἐρίηρ ἐρίηρος, ὅθεν τὸ ἐρίηρες ἑταῖροι 〈e. g. ι 172〉 ἀντὶ τοῦ εὐάρμοστοι, Ἴβηρ Ἴβηρος· τὸ δὲ πάν‐ θηρ πάνθηρος τοῦ ἁπλοῦ τὴν κλίσιν ἐφύλαξε, λέγω δὴ τοῦ θήρ θηρός, ἐπεὶ τοῦτο ὡς μακρᾷ παραληγόμενον ὤφειλε τρέψαι τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ. | |
15 | Τῷ Πίερι, τῷ Ἴβηρι· τὸν Πίερα, τὸν Ἴβηρα· ὦ Πῖερ, ὦ Ἴβηρ. Εἴρηται ὅτι τὰ εἰς ἀμετάβολον λήγοντα βαρύτονα ἀποβάλλοντα τῆς γενικῆς τὴν ἐσχάτην τὸ ος ἢ τὴν τος ποιεῖ τὴν κλητικήν, χωρὶς τοῦ Ἄπολλον καὶ Ποσείδαον. Τὼ Πίερε, τὼ Ἴβηρε· τοῖν Πιέροιν, τοῖν Ἰβήροιν· ὦ | |
20 | Πίερε, ὦ Ἴβηρε. Οἱ Πίερες, οἱ Ἴβηρες· τῶν Πιέρων, τῶν Ἰβήρων· τοῖς Πίερσι, τοῖς Ἴβηρσι· τοὺς Πίερας, τοὺς Ἴβηρας· ὦ Πίερες, ὦ Ἴβηρες. Κανὼν λδʹ. | |
25 | Ὁ Νέστωρ τοῦ Νέστορος, ὁ κέλωρ τοῦ κέλωρος. Ἰστέον ὅτι τὰ εἰς ωρ λήγοντα εἰ μὲν ὀξύνονται τὸ ω φυλάττουσι καὶ ἐν τῇ γενικῇ, οἷον φώρ φωρός (ὁ κλέπτης), ἰχώρ ἰχῶρος (σημαίνει δὲ τὸ αἷμα τὸ μεταβληθὲν εἰς ἔμπυον)· τὰ δὲ βαρύτονα εἰ μὲν ἔχουσι τὸ λ, φυλάττουσι τὸ ω ἐν τῇ γενικῇ, οἷον κέλωρ κέλωρος (σημαίνει δὲ | |
30 | τὸν υἱὸν παρὰ τὸ κελεύεσθαι), πέλωρ πέλωρος (ὁ μέγας, ἐξ οὗ καὶ τὸ πελώριος)· εἰ δὲ μὴ ἔχουσι τὸ λ, τρέπουσι τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, οἷον Νέστωρ Νέστορος, Μέντωρ Μέντορος, Ἕκτωρ Ἕκτορος, κτήτωρ κτήτορος, οἰκήτωρ οἰκήτορος. Δεῖ προσθεῖναι «χωρὶς εἰ μὴ κατὰ ποι‐ ητικὴν ἄδειαν φυλάξωσι τὸ ω ἐν τῇ γενικῇ», οἷον ὡς ἐπὶ τοῦ Μήστωρ· | |
35 | τοῦτο γὰρ παρὰ τῷ ποιητῇ ἐπὶ μὲν τοῦ κυρίου ὀνόματος τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, οἷον 〈Ω 257〉 Μήστορά τ’ ἀντίθεον, ἐπὶ δὲ | |
τοῦ ἐπιθέτου ἀεὶ παρὰ τῷ ποιητῇ φυλάττει τὸ ω ἐν τῇ γενικῇ, οἷον | 300 | |
301 | 〈Ν 93〉 μήστωρας ἀϋτῆς, 〈Ε 272〉 μήστωρε φόβοιο· τοιαῦτα δὲ εὑρίσκομεν καὶ ἄλλα παρὰ τοῖς Ἀθηναίοις φυλάττοντα τὸ ω κατὰ τὴν γενικήν, οἷον ἠλέκτωρ ἠλέκτωρος (ὁ ἥλιος), ταλάωρ ταλάωρος (τὸ τό‐ ξον), προπάτωρ προπάτωρος. Ταῦτα δὲ πάντα ποιητικά εἰσιν. | |
5 | Τῷ Νέστορι, τῷ κέλωρι· τὸν Νέστορα, τὸν κέλωρα· ὦ Νέστορ, ὦ κέλωρ. Τὼ Νέστορε, τὼ κέλωρε· τοῖν Νεστόροιν, τοῖν κελώροιν· ὦ Νέστορε, ὦ κέλωρε. Οἱ Νέστορες, οἱ κέλωρες· τῶν Νεστόρων, τῶν κελώρων· | |
10 | τοῖς Νέστορσι, τοῖς κέλωρσι· τοὺς Νέστορας, τοὺς κέλωρας· ὦ Νέστορες, ὦ κέλωρες. Κανὼν λεʹ. Ὁ Κύκλωψ τοῦ Κύκλωπος. Λέγει ὅτι τὰ εἰς ψ λήγοντα ὑπὲρ μίαν συλλαβὴν ὡς ἐπὶ τὸ πλεῖ‐ | |
15 | στον διὰ τοῦ π κλίνονται, καὶ ὃ ἔχουσι φωνῆεν ἐν τῇ εὐθείᾳ, τοῦτο ἔχουσι καὶ ἐν τῇ γενικῇ, οἷον Κύκλωψ Κύκλωπος, Αἰθίοψ Αἰθίοπος, Πέλοψ Πέλοπος· ἔχομεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι τὰ εἰς διπλοῦν λήγοντα τὸ φωνῆεν τῆς εὐθείας οὐ τρέπουσιν εἰς ἄλλο φωνῆεν ἐν τῇ κλίσει ἀλλὰ φυλάττουσιν αὐτό, οἷον νάρθηξ νάρθηκος, σκώληξ σκώλη‐ | |
20 | κος, Κύκλωψ Κύκλωπος, χωρὶς τοῦ ἀλώπηξ ἀλώπεκος· τοῦτο γὰρ ἐν μὲν τῇ εὐθείᾳ τὸ η ἔχει, ἐν δὲ τῇ γενικῇ τὸ ε. Καὶ ἀντιστρέφει δὲ ὁ κανών· δύναται γάρ τις εἰπεῖν, ὅτι καὶ τὸ φωνῆεν τὸ ἐν τῇ γενικῇ ταὐτόν ἐστι καὶ ἐν τῇ εὐθείᾳ ἐπὶ τῶν εἰς διπλοῦν ληγόντων, οἷον ἡ Πέ‐ λοπος γενικὴ διὰ τοῦ ο ἔχει τὴν γραφήν, ἀλλὰ καὶ ἡ Πέλοψ εὐθεῖα | |
25 | ὁμοίως διὰ τοῦ ο γράφεται· ἁμαρτάνουσι γὰρ οἱ γράφοντες αὐτὸ διὰ τοῦ ω· καὶ πάλιν Κύκλωπος διὰ τοῦ ω καὶ Κύκλωψ ὁμοίως, νάρθηκος διὰ τοῦ η καὶ νάρθηξ ὡσαύτως, χωρίς, ὡς εἴρηται, τοῦ ἀλώπηξ ἀλώπε‐ κος· ἡ μὲν γὰρ γενικὴ διὰ τοῦ ε ἐκφέρεται, ἡ δὲ εὐθεῖα διὰ τοῦ η. Πρόσκειται ἀνωτέρω ἐν τῷ κανόνι «ὑπὲρ μίαν συλλαβήν» διὰ τὸ λίψ | |
30 | λιβός· τοῦτο γὰρ διὰ τοῦ β κλίνεται καὶ οὐ διὰ τοῦ π, ἀλλ’ οὐκ ἔστιν ὑπὲρ μίαν συλλαβὴν ἀλλὰ μονοσύλλαβον. Σημειοῦται δὲ ἐν τῷ κανόνι ὁ τεχνικὸς τὸ Ἄραψ Ἄραβος, Χάλυψ Χάλυβος, Κίνυψ Κίνυφος μὴ κλιθέντα διὰ τοῦ π· καὶ χρὴ γινώσκειν, ὅτι τὸ μὲν Ἄραψ καὶ Χάλυψ ἔθνος σημαίνουσιν, τὸ δὲ Κίνυψ ὄνομά ἐστι ποταμοῦ. Ἰστέον δὲ ὅτι | |
35 | ταῦτα τὴν ἀναλογίαν ἐπλήρωσαν· ὃν γὰρ τρόπον τὰ εἰς ξ λήγοντα | |
κλίνονται διὰ δασέος ἢ ψιλοῦ ἢ μέσου, τουτέστι διὰ τοῦ γ ἢ κ ἢ χ, | 301 | |
302 | οἷον ὄρτυξ ὄρτυγος, θώραξ θώρακος, ὄνυξ ὄνυχος, τὸν αὐτὸν τρόπον καὶ τὰ εἰς ψ λήγοντα διὰ δασέος ἢ ψιλοῦ ἢ μέσου κλίνεσθαι θέλουσι, τουτέστι διὰ τοῦ β ἢ π ἢ φ, οἷον Ἄραψ Ἄραβος, Κύκλωψ Κύκλωπος, Κίνυψ Κίνυφος· ταῦτα οὖν τὰ δοκοῦντα εἰς ψ παράλογα τὰ τῆς ἀνα‐ | |
5 | λογίας ἐφύλαξαν, κλιθέντα διὰ τοῦ β ἢ φ· λοιπὸν γὰρ εὑρίσκονται τῇ προφάσει ταύτῃ τὰ εἰς ψ λήγοντα κλινόμενα διὰ δασέος καὶ ψιλοῦ καὶ μέσου, τουτέστι διὰ τοῦ β ἢ π ἢ φ. Ἰστέον δὲ ὅτι περὶ τῆς κλί‐ σεως τῶν εἰς ψ ἀκριβέστερον εἰ θεῷ φίλον ἐν τῷ Ὀνοματικῷ Ἡρω‐ διανοῦ μαθησόμεθα. | |
10 | Τῷ Κύκλωπι, τὸν Κύκλωπα, ὦ Κύκλωψ. Εἴρηται ὅτι τὰ εἰς διπλοῦν λήγοντα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν, πλὴν τοῦ Ζεῦ ἄνα καὶ τοῦ ὦ γύναι. Τὼ Κύκλωπε, τοῖν Κυκλώποιν, ὦ Κύκλωπε. Οἱ Κύκλω‐ πες, τῶν Κυκλώπων, τοῖς Κύκλωψιν. Εἴρηται ὅτι διχῶς κανο‐ | |
15 | νίζεται ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν, καὶ ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν, πρὸ τοῦ ι λαμβάνουσα τὸ ς καὶ συναιροῦσα τὸ π καὶ ς εἰς ψ, ὡς καὶ τὸ κ καὶ ς εἰς ξ, οἷον Πέλοπι Πέλοπσι καὶ Πέλοψι, θώρακι θώρακσι καὶ θώραξι, καὶ ἀπὸ τῆς εὐθείας τῶν ἑνικῶν· πᾶσα γὰρ εὐθεῖα ἑνικῶν εἰς διπλοῦν λήγουσα προσθέσει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν | |
20 | πληθυντικῶν, οἷον Κύκλωψ Κύκλωψι, θώραξ θώραξι, Πέλοψ Πέλοψι, σκώληξ σκώληξι. Ταῦτα μὲν 〈ἐν〉 τούτοις. Τοὺς Κύκλωπας, ὦ Κύκλωπες. Τέλος σὺν θεῷ τῶν ἀρσενικῶν ὀνομάτων. Εὐτυχῶς χρῶ. | |
25t | Περὶ τῶν θηλυκῶν ὀνομάτων. | |
26t | Κανὼν πρῶτος. | |
27 | Ἑνικά. Ἡ Μοῦσα τῆς Μούσης, ἡ μαῖα τῆς μαίας, ἡ σφαῖρα τῆς σφαίρας. Πληρώσας ὁ τεχνικὸς τὴν τῶν ἀρσενικῶν ὀνομάτων διδασκαλίαν | |
30 | μετέρχεται νῦν καὶ ἐπὶ τὰ θηλυκά. Καὶ ἰστέον ὅτι τελικὰ τῶν θηλυκῶν ὀνομάτων στοιχεῖά εἰσιν ὀκτώ, φωνήεντα τρία, α η ω, καὶ σύμφωνα | |
πέντε, ν ξ ρ ς ψ, οἷον Μοῦσα Ἑλένη Σαπφώ χελιδών ἕλιξ μήτηρ Θέτις | 302 | |
303 | λαῖλαψ. Ἰστέον δὲ ὅτι τὰ εἰς α λήγοντα θηλυκὰ ἢ συστέλλουσι τὸ α ἢ ἐκτείνουσιν αὐτό· καὶ ὅσα μέν εἰσι προπαροξύτονα ὡμολόγηται ὅτι συν‐ εσταλμένον ἔχουσι τὸ α, οἷον πανδοκεύτρια Πολύμνια πότνια Ἐρέτρια κιθαρίστρια εὐσέβεια εὐγένεια θάλασσα ἄελλα θύελλα· μακρᾶς γὰρ οὔσης | |
5 | τῆς ἐπὶ τέλους οὐδέποτε τρίτη ἀπὸ τέλους πίπτει ἡ ὀξεῖα, ἤγουν οὐδέ‐ ποτε προπαροξύνεται ἡ λέξις, ὡς ἐν τῷ περὶ τόνων εἰ θεῷ φίλον μα‐ θησόμεθα· τὰ δὲ ἐν τῇ τελευταίᾳ συλλαβῇ ἔχοντα τὸν τόνον πάντα μακρὸν ἔχουσι τὸ α, οἷον Ἀθηνᾶ ἀργυρᾶ σιδηρᾶ φοβερά ἀγορά τολ‐ μηρά πονηρά Ναυσικᾶ· τὰ δὲ πρὸ μιᾶς ἔχοντα τὸν τόνον ἔστιν ὅτε | |
10 | συστέλλουσι τὸ α, οἷον ταχεῖα ὀξεῖα βραδεῖα, ἔστι δ’ ὅτε ἐκτείνουσιν αὐτό, οἷον Βυζαντία Λεσβία Ῥοδία μετρία. Ταῦτα μὲν οὕτως. Ὁ δὲ τῆς κλίσεως λόγος τοῦτον ἔχει τὸν τρόπον· τὰ εἰς α λή‐ γοντα θηλυκὰ ἐὰν μὲν ἔχωσι τὸ α καθαρόν, τουτέστι μὴ προηγουμένου συμφώνου, ἢ πρὸ τοῦ α τὸ ρ, ἢ 〈τὸ α〉 μακρόν, φυλάττουσι τὸ α καὶ ἐν | |
15 | τῇ γενικῇ καὶ προσθέσει τοῦ ς ποιοῦσι τὴν γενικήν. Ἔστωσαν δὲ παρα‐ δείγματα τοῦ κανόνος ταῦτα· τὰ μὲν τὸ α καθαρὸν ἔχοντα, οἷον μαῖα μαίας, γραῖα γραίας, γαῖα γαίας, Μήδεια Μηδείας· τὸ γὰρ 〈Apoll. Rh. 3,3〉 Μηδείης ὑπ’ ἔρωτι Ἰωνικόν ἐστι· Κράτεια Κρατείας, Ἀλεξάνδρεια Ἀλεξανδρείας, Μαρώνεια Μαρωνείας, Καισάρεια Καισαρείας, Ἀντιόχεια | |
20 | Ἀντιοχείας· τὰ δὲ 〈ἔχοντα〉 πρὸ τοῦ α τὸ ρ, οἷον σφαῖρα σφαίρας, Δηϊάνειρα Δηϊανείρας, εὐπάτειρα εὐπατείρας, σώτειρα σωτείρας, γενέτειρα γενετείρας, ἄρουρα ἀρούρας· τὰ δὲ ἔχοντα τὸ α μακρόν, οἷον Ἀθηνᾶ Ἀθηνᾶς, μνᾶ μνᾶς, Ναυσικᾶ Ναυσικᾶς, Ἀνδρομέδα Ἀνδρομέδας, Λήδα Λήδας· τὸ γὰρ 〈λ 298〉 καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παρά‐ | |
25 | κοιτιν, ἀπὸ τοῦ ἡ Λήδη ἐστί· Φιλομήλα Φιλομήλας, Διοτίμα Διοτίμας, Ἥρα Ἥρας, φοβερά φοβερᾶς· ταῦτα δὲ ὡς ἔχοντα τὸ α καθαρὸν ἢ μετὰ τοῦ ρ ἢ ἐκτεταμένον φυλάττουσι τὸ α ἐν τῇ γενικῇ. Ἐὰν δὲ μηδὲν ἐκ τούτων τῶν τριῶν ἔχωσι, τουτέστι μήτε καθαρὸν τὸ α μήτε πρὸ τοῦ α τὸ ρ μήτε ἐκτεταμένον τὸ α, τρέπουσι τὸ α εἰς τὸ η ἐν τῇ | |
30 | γενικῇ μετὰ τοῦ προσλαμβάνειν δηλονότι τὸ ς, οἷον Μοῦσα Μούσης, δόξα δόξης, ῥίζα ῥίζης, δίψα δίψης, ἄελλα ἀέλλης, θύελλα θυέλλης, Σκύλλα Σκύλλης, ἅμαξα ἁμάξης, τράπεζα τραπέζης, τύπτουσα τυπτού‐ σης, χαρίεσσα χαριέσσης. Καὶ ταῦτα μὲν περὶ τούτων. Ζητοῦσι δέ τινες περὶ τοῦ Θέκλα, ὅτι ἄρα Θέκλας ἐστὶν ἡ γενικὴ | |
35 | ἢ Θέκλης, καὶ περὶ τοῦ Αὐγούστα, ὅτι ἄρα Αὐγούστας ἐστὶν ἡ γενικὴ | 303 |
304 | ἢ Αὐγούστης. Ἀλλ’ ἵνα τοῦτο γνῶμεν, ὀλίγα τινὰ περὶ τῶν συμφώνων εἴπωμεν. Ἰστέον ὅτι τῶν συμφώνων τὰ μὲν τῷ α χαίρουσι τὰ δὲ τῷ η, τὰ δὲ τῷ α καὶ τῷ η· οἷον τὸ β τῷ η χαίρει, οἷον Θήβη Ἀρίσβη· ὡσαύτως δὲ καὶ τὸ γ, οἷον στέγη κλαγγή αὐγή κραυγή σιγή· καὶ τὸ δ | |
5 | δὲ τῷ η χαίρει, οἷον Ἴδη κνίδη Σίδη, ὅθεν καὶ τὸ Λήδη, οἷον 〈λ 298〉 καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν, ἀναλογώτερόν ἐστι τοῦ Λήδα καὶ τὸ Ἀνδρομέδη τοῦ Ἀνδρομέδα· ἀλλὰ λέγομεν, ὅτι Λήδη καὶ Ἀνδρομέδη ἦσαν, καὶ ἔτρεψαν δωρικῶς τὸ η εἰς α δηλονότι μακρόν, καὶ ἐγένετο Λήδα καὶ Ἀνδρομέδα. Τὸ ζ τῷ α χαίρει, οἷον | |
10 | ῥίζα μάζα χάλαζα· τὸ ξ ὁμοίως τῷ α χαίρει, οἷον δόξα μύξα ἅμαξα· ὡσαύτως δὲ καὶ τὸ ψ, οἷον δίψα· καὶ τὸ ς δὲ τῷ α χαίρει, οἷον Μοῦσα φῦσα πίσσα κνίσσα θάλασσα· τὸ δὲ θ τῷ α χαίρει καὶ τῷ η, οἷον Μάρθα ἄκανθα μέθη λήθη κριθή μίνθη (τὸ ἡδύοσμον)· ὡσαύτως δὲ καὶ τὸ λ τῷ α χαίρει καὶ τῷ η· ἀλλὰ μάθωμεν πότε τῷ α καὶ πότε τῷ η. Ἰστέον | |
15 | δὲ ὅτι ἐὰν εὑρεθῶσι δύο λλ τῷ α χαίρουσιν, οἷον θύελλα ἄελλα ἅμιλλα Σκύλλα, πλὴν τοῦ Ἕλλη καὶ Πέλλη· ἰδοὺ γὰρ ταῦτα δύο λλ ἔχοντα εἰς η καταλήγουσιν· ἔστι δὲ τὸ μὲν Ἕλλη ὄνομα κύριον γυναικός, τὸ δὲ Πέλλη ὄνομα πόλεως· ἐὰν δὲ εὑρεθῇ ἓν λ μὴ ἔχον προηγούμενον σύμ‐ φωνον τῷ η χαίρει, οἷον Ἐριφύλη Σεμέλη πύλη αὐλή φυλή χολή χηλή | |
20 | (ὁ ὄνυξ), πλὴν τοῦ παῦλα καὶ τοῦ ἀνάπαυλα, ταῦτα γὰρ ἓν λ ἔχοντα διὰ τοῦ α ἐγένοντο (σημαίνουσι δὲ τὴν ἀνάπαυσιν)· τὸ γὰρ Φιλομήλα δωρικῶς ἔτρεψε τὸ η εἰς τὸ α μακρόν, Φιλομήλη γὰρ ἦν. Ὁμοίως δὲ καὶ τὰ ἔχοντα τὸ λ ἐν ἐπιπλοκῇ συμφώνου τῷ η χαίρουσιν, οἷον ζεύγλη (σημαίνει δὲ τὸν λῶρον τὸν συνέχοντα τὸν ζυγὸν πρὸς τὸ ζῷον) τρίγλη | |
25 | κίχλη ὁμίχλη· τὸ γὰρ ζεῦγλα καὶ τρίγλα καὶ κίχλα εὑρεθέντα παρὰ τοῖς ἀρχαίοις κατὰ ποιητικὴν ἐξουσίαν συνέστειλαν τὸ η εἰς τὸ α· τὸ οὖν Θέκλα Θέκλη ὤφειλεν εἶναι ὡς ἔχον τὸ λ μετ’ ἐπιπλοκῆς συμφώνου, ἀλλ’ ἔτρεψε τὸ η εἰς τὸ α. Καί τινες μὲν λέγουσιν, ὅτι ἰταλικῶς ἔτρεψε τὸ η εἰς α· οἱ γὰρ Ἰταλοὶ ἄποικοί εἰσι τῶν Αἰολέων, οἱ δὲ Αἰολεῖς τὸ | |
30 | η εἰς α βραχὺ τρέπουσιν, οἷον Ἀφροδίτη Ἀφροδίτα, νύμφη νύμφα, ὡς παρὰ τῷ ποιητῇ 〈Γ 130〉 νύμφα φίλη· οὐκοῦν συνεσταλμένον ἔχει τὸ α τὸ Θέκλα· καὶ δῆλον ὅτι ὡς ἔχον συνεσταλμένον τὸ α ὀφείλει τρέψαι αὐτὸ εἰς τὸ η ἐν τῇ γενικῇ, ὥσπερ Μοῦσα Μούσης, ἅμαξα ἁμά‐ ξης, καὶ λοιπὸν κατὰ τοῦτον τὸν λόγον ἀξιοῦσι Θέκλης αὐτὸ κλίνεσθαι. | |
35 | Καὶ ταῦτα μὲν οὗτοι· οἱ δὲ ἀκριβέστερον δοξάσαντες λέγουσιν εἶναι τροπὴν Δωρικὴν τοῦ η εἰς α μακρόν· οἱ γὰρ Δωριεῖς τὸ η εἰς α μα‐ | |
κρὸν τρέπουσιν, οἷον ἡδύ ἁδύ, ὡς παρὰ τῷ Θεοκρίτῳ 〈1, 1〉 ἁδύ τι | 304 | |
305 | τὸ ψιθύρισμα καὶ ἁ πίτυς, αἰπόλε, τήνα· καὶ δῆλον ὡς ἔχον τὸ α μακρὸν φυλάττει αὐτὸ καὶ ἐν τῇ γενικῇ, οἷον Θέκλα Θέκλας, ὥσπερ Ἀθηνᾶ Ἀθηνᾶς, Διοτίμα Διοτίμας, Ἀνδρομέδα Ἀνδρομέδας. Ταύτης τῆς δόξης ἐστὶ Στέφανος ὁ τὰ ἐθνικὰ γράψας, καὶ πάνυ περὶ γεγονό‐ | |
5 | τος ἔπραξεν ἐν τῇ τούτου τοῦ ὀνόματος τεχνολογίᾳ. Ταῦτα μὲν περὶ τοῦ Θέκλα. Περὶ δὲ τοῦ Αὐγούστα λέγουσιν ὅτι ὤφειλεν Αὐγούστη εἶναι ἡ εὐθεῖα διὰ τοῦ η, τὸ γὰρ τ τῷ η χαίρει, οἷον χαίτη ἐλάτη Ἀφροδίτη μελέτη ἀρετή τελευτή· καὶ κατ’ ἄλλον δὲ κανόνα ὤφειλεν Αὐγούστη | |
10 | εἶναι, ἐπειδὴ τὰ εἰς ος ἀρσενικὰ ποιοῦντα κατ’ ἰδίαν θηλυκά, τουτέστι μὴ ὄντα κοινὰ τῷ γένει (διὰ τὸ ὁ φιλόσοφος καὶ ἡ φιλόσοφος), ἔχοντα πρὸ τοῦ ος σύμφωνον μὴ τὸ ρ, εἰς η ποιοῦσι τὸ θηλυκόν, οἷον σοφός σοφή, καλός καλή, κάλλιστος καλλίστη, ἄριστος ἀρίστη, μέγιστος με‐ γίστη· οὕτως οὖν καὶ ἀπὸ τοῦ Αὔγουστος Αὐγούστη ὤφειλε γενέσθαι | |
15 | τὸ θηλυκόν, ἀλλ’ ἔτρεψε τὸ η εἰς τὸ α βραχύ δηλονότι ἰταλικῶς· τὸ γὰρ ὄνομα Ἰταλικόν ἐστιν. Ὅθεν ἀξιοῦσι τὸ μὲν κύριον ὄνομα Αὐγούστα λέγειν, ὅτι ἐκτείνει τὸ α καὶ προσθέσει τοῦ ς ποιεῖ τὴν γενικήν, οἷον Αὐγούστα Αὐγούστας, ὥσπερ Ἀθηνᾶ Ἀθηνᾶς, Διοτίμα Διοτίμας, Φερε‐ τίμα Φερετίμας, δωρικῶς δηλονότι τραπέντος τοῦ η εἰς α μακρόν· τὸ | |
20 | δὲ ἐπὶ τῆς βασιλίδος Ἰταλικόν ἐστι, καὶ διὰ τοῦτο τρέπει τὸ α εἰς η ἐν τῇ γενικῇ, οἷον Αὐγούστης, ὥσπερ Μοῦσα Μούσης, ἅμαξα ἁμάξης, ὡς τοῦ α συνεσταλμένου ὄντος. Πρόσκειται ἀνωτέρω, 〈«μὴ τὸ ρ»〉, οἷον «τὰ εἰς ος ἀρσενικὰ ἔχοντα πρὸ τοῦ ος σύμφωνον μὴ τὸ ρ», διὰ τὸ φοβερός φοβερά, τολμηρός τολμηρά, χλιαρός χλιαρά· ταῦτα γὰρ | |
25 | ἔχοντα πρὸ τοῦ ος τὸ ρ εἰς α ποιοῦσι τὸ θηλυκόν· πρόσκειται δέ «πρὸ τοῦ ος σύμφωνον» διὰ τὸ Βυζάντιος Βυζαντία, μέτριος μετρία, Ῥόδιος Ῥοδία· ταῦτα γὰρ ὡς φωνῆεν ἔχοντα πρὸ τοῦ ος εἰς α ἐποίησαν τὸ θηλυκόν. Τῇ Μούσῃ, τῇ μαίᾳ, τῇ σφαίρα. Εἴρηται ὅτι πᾶσα γενικὴ ἰσο‐ | |
30 | συλλαβοῦσα τῇ εὐθείᾳ τὴν δοτικὴν ἔχει εἰς ι ἀνεκφώνητον λήγουσαν μετὰ τοῦ φωνήεντος τῆς εὐθείας ἢ μείζονος ἀντιστοίχου, οἷον ὁ κοχλίας τοῦ κοχλίου τῷ κοχλίᾳ, ὁ Χρύσης τοῦ Χρύσου τῷ Χρύσῃ, ὁ σοφός τοῦ σοφοῦ τῷ σοφῷ διὰ μείζονος ἀντιστοίχου· οὕτως οὖν καὶ ἡ Μοῦσα τῆς Μούσης τῇ Μούσῃ καὶ ἡ μαῖα τῆς μαίας τῇ μαίᾳ καὶ ἡ σφαῖρα τῆς | |
35 | σφαίρας τῇ σφαίρᾳ. Τὴν Μοῦσαν, τὴν μαῖαν, τὴν σφαῖραν. Ἰστέον ὅτι πᾶσα εὐθεῖα ἑνικῶν ἔχουσα τὴν αἰτιατικὴν ἰσοσύλλαβον μετὰ τῶν αὐτῶν φω‐ νηέντων εἰς ν αὐτὴν ἔχει λήγουσαν, οἷον ἰχθῦς ἰχθύν, καλός καλόν, ἅμαξα ἅμαξαν, ἄελλα ἄελλαν, τράπεζα τράπεζαν, τιμή τιμήν, Ἀφροδίτη | |
40 | Ἀφροδίτην, καλή καλήν, σοφή σοφήν· οὕτως οὖν καὶ Μοῦσα Μοῦσαν | 305 |
306 | καὶ μαῖα μαῖαν καὶ σφαῖρα σφαῖραν. Δυνατὸν δὲ καὶ οὕτως εἰπεῖν, ὅτι τὰ εἰς α καὶ εἰς η λήγοντα θηλυκὰ προσθέσει τοῦ ν ποιοῦσι τὴν αἰτια‐ τικήν, οἷον ἅμαξα ἅμαξαν, ἅμιλλα ἅμιλλαν, ἄελλα ἄελλαν, Μοῦσα Μοῦ‐ σαν, μαῖα μαῖαν, σφαῖρα σφαῖραν, Ἀφροδίτη Ἀφροδίτην, μελέτη μελέ‐ | |
5 | την, τιμή τιμήν, σοφή σοφήν. Ὦ Μοῦσα, ὦ μαῖα, ὦ σφαῖρα. Ἰστέον ὅτι τὰ εἰς α ἢ καὶ εἰς η λήγοντα θηλυκὰ τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν, οἷον Μοῦσα ὦ Μοῦσα, μαῖα ὦ μαῖα, σφαῖρα ὦ σφαῖρα, ἅμαξα ὦ ἅμαξα, τράπεζα ὦ τράπεζα, τιμή ὦ τιμή, Ἀφροδίτη ὦ Ἀφροδίτη, καλή ὦ καλή. | |
10 | Τὰ Μούσα, τὰ μαία, τὰ σφαίρα. Εἴρηται ὅτι πᾶσα δοτικὴ ἑνικῶν εἰς η λήγουσα, δηλονότι μετὰ τοῦ ἀνεκφωνήτου ι γραφομένη, τροπῇ τοῦ η εἰς α ποιεῖ τὴν εὐθεῖαν τῶν δυϊκῶν, οἷον τῷ Χρύσῃ τὼ Χρύσα, τῇ Ἑλένῃ τὰ Ἑλένα, τῇ Μούσῃ τὰ Μούσα· κἂν εἰς α δὲ ἢ εἰς ω λήγῃ ἡ δοτικὴ τῶν ἑνικῶν, δηλονότι μετὰ τοῦ ἀνεκφωνήτου ι γρα‐ | |
15 | φομένη, ὁμόφωνον ἔχει τὴν εὐθεῖαν τῶν δυϊκῶν, οἷον τῷ κοχλίᾳ τὼ κοχλία, τῇ μαίᾳ τὰ μαία, τῇ σφαίρᾳ τὰ σφαίρα, τῷ σοφῷ τὼ σοφώ, τῷ καλῷ τὼ καλώ, τῷ φίλῳ τὼ φίλω, ἀλλ’ ἐν τοῖς δυϊκοῖς δηλονότι οὐκ ἔστι προσγεγραμμένον τὸ ι. Ταῖν Μούσαιν, ταῖν μαίαιν, ταῖν σφαίραιν. Εἴρηται ὅτι | |
20 | πᾶσα εὐθεῖα δυϊκῶν εἰς α λήγουσα προσθέσει τοῦ ιν ποιεῖ τὴν γενικὴν καὶ δοτικὴν τῶν δυϊκῶν δηλονότι, οἷον τὼ κοχλία τοῖν κοχλίαιν, τὼ Αἰνεία τοῖν Αἰνείαιν, τὰ Μούσα ταῖν Μούσαιν, τὰ Ἑλένα ταῖν Ἑλέναιν, τὰ μαία ταῖν μαίαιν, τὰ σφαίρα ταῖν σφαίραιν. Ὦ Μούσα, ὦ μαία, ὦ σφαίρα. | |
25 | Αἱ Μοῦσαι, αἱ μαῖαι, αἱ σφαῖραι· εἴρηται ὅτι πᾶσα εὐθεῖα δυϊκῶν εἰς α λήγουσα προσθέσει τοῦ ι ποιεῖ τὴν εὐθεῖαν τῶν πληθυν‐ τικῶν, οἷον τὼ κοχλία οἱ κοχλίαι, τὰ Ἑλένα αἱ Ἑλέναι, τὰ Μούσα αἱ Μοῦσαι, τὰ μαία αἱ μαῖαι, τὰ σφαίρα αἱ σφαῖραι. Τῶν Μουσῶν, τῶν μαιῶν, τῶν σφαιρῶν· εἴρηται ὅτι πᾶσα | |
30 | γενικὴ πληθυντικῶν εἰς ων λήγει ἐπὶ παντὸς γένους. Ταῖς Μούσαις, ταῖς μαίαις, ταῖς σφαίραις· εἴρηται ὅτι πᾶσα εὐθεῖα πληθυντικῶν εἰς αι λήγουσα προσθέσει τοῦ ς ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, οἷον κοχλίαι κοχλίαις, Χρῦσαι Χρύσαις, Μοῦ‐ σαι Μούσαις, καλαί καλαῖς, μαῖαι μαίαις. | |
35 | Τὰς Μούσας, τὰς μαίας, τὰς σφαίρας· εἴρηται ὅτι πᾶσα εὐθεῖα πληθυντικῶν εἰς αι δίφθογγον λήγουσα τροπῇ τοῦ ι εἰς ς τὴν αἰτιατικὴν τῶν πληθυντικῶν ποιεῖ, οἷον κοχλίαι κοχλίας, Χρῦσαι Χρύ‐ | |
σας, Μοῦσαι Μούσας. | 306 | |
307 | Ὦ Μοῦσαι, ὦ μαῖαι, ὦ σφαῖραι· εἴρηται ὅτι τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ὡς ἡ ὀρθὴ οὕτως καὶ ἡ κλητική. Κανὼν βί. Ἡ τιμή τῆς τιμῆς | |
5 | Ἰστέον ὅτι τὰ εἰς η λήγοντα θηλυκὰ προσθέσει τοῦ ς ποιοῦσι τὴν γενικήν, οἷον καλή καλῆς, Ἀφροδίτη Ἀφροδίτης, τιμή τιμῆς, μελέτη μελέτης· ὅθεν τὴν γυναικός γενικὴν ἀπὸ τῆς γύναιξ εὐθείας κεκλίσθαι φαμὲν καὶ οὐκ ἀπὸ τῆς γυνή, ἐπεὶ τῆς γυνῆς εἶχεν εἶναι· ὅτι δὲ τῆς γυναικός γενικῆς γύναιξ ἐστὶν ἡ εὐθεῖα, ἐν τῇ διδασκαλίᾳ τῆς κλητικῆς | |
10 | τοῦ θώραξ μεμαθήκαμεν. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί τὸ γυνή ἄκλιτόν ἐστιν, οὐδὲ γὰρ λέ‐ γομεν τῆς γυνῆς· καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ εἰς νη λήγοντα δισύλλαβα τῷ υ παραληγόμενα ἐκτεταμένον ἔχουσι τὸ υ, οἷον μύνη (ἡ προτροπὴ καὶ ἡ πρόφασις) Βύνη (οὕτως ἐκλήθη ὕστερον ἡ | |
15 | Ἰνώ) Φρύνη (ὄνομα κύριον)· τὸ δὲ γυνή συστέλλει τὸ υ· εἰκότως οὖν ὡς μονῆρες ἄκλιτον ἔμεινε. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι εὑρίσκεται παρὰ Φερεκράτει ἡ αἰτιατικὴ τὴν γυνήν 〈fragm. 91 K〉 ὡς ἄτοπόν ἐστι μητέρ’ εἶναι καὶ γυνήν, καὶ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν τὰς γυνάς, ἀλλ’ ὁρῶ τὰς γυνάς. Τούτων | |
20 | οὕτως ἐχόντων ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα ἐπὶ τῶν ἑτεροκλίτων ἡ αἰτια‐ τικὴ καὶ κλητικὴ τῇ λεγομένῃ εὐθείᾳ ἀκολουθοῦσι καὶ οὐ τῇ σεσιγημένῃ —ἰδοὺ γὰρ τὸν μέγαν λέγομεν τὴν αἰτιατικὴν καὶ ὦ μέγα τὴν κλητικήν, ὡς πρὸς τὴν μέγας εὐθεῖαν τὴν λεγομένην καὶ οὐχὶ πρὸς τὴν σεσιγη‐ μένην τὴν μεγάλος, ἐξ ἧς ἡ γενικὴ καὶ ἡ δοτικὴ μεγάλου καὶ μεγάλῳ, | |
25 | ἐπεὶ μεγάλον καὶ μεγάλε εἶχον εἶναι ἡ αἰτιατικὴ καὶ ἡ κλητική—πῶς οὖν ἐνταῦθα ἡ αἰτιατικὴ καὶ ἡ κλητικὴ οὐ λέγονται πρὸς τὴν λεγομέ‐ νην εὐθεῖαν, φημὶ δὴ πρὸς τὴν ἡ γυνή, ἐπεὶ τὴν γυνήν καὶ ὦ γυνή εἶχον εἶναι, ἀλλὰ πρὸς τὴν γύναιξ εὐθεῖαν ἐκλίθησαν, ἐξ ἧς καὶ ἡ γυ‐ ναικός γενικὴ καὶ ἡ γυναικί δοτική, γυναῖκα γάρ φαμεν καὶ ὦ γύναι. | |
30 | Ἔστιν οὖν εἰπεῖν, ὅτι ἐπὶ τῶν ἄλλων ἑτεροκλίτων προφανῶς ἡ γενικὴ καὶ ἡ δοτικὴ τὴν ἀκολουθίαν ἔχουσι πρὸς τὴν σεσιγημένην εὐθεῖαν, καὶ τούτου χάριν ἡ αἰτιατικὴ καὶ ἡ κλητικὴ οὐκ ἀκολουθοῦσιν αὐταῖς ἀλλὰ ταῖς λεγομέναις εὐθείαις· προφανῶς γὰρ ἡ μεγάλου γενικὴ καὶ ἡ μεγάλῳ δοτικὴ τὴν ἀκολουθίαν ἔχουσι πρὸς τὴν μεγάλος εὐθεῖαν· ἐνταῦθα δὲ | |
35 | ἐπειδὴ ἡ γενικὴ καὶ ἡ δοτικὴ οὐκ ἔσχον τὴν ἀκολουθίαν ἀπαραλλάκτως | |
πρὸς τὴν σεσιγημένην εὐθεῖαν, ὡς γὰρ πρὸς τὴν γύναιξ εὐθεῖαν ἡ γε‐ | 307 | |
308 | νικὴ καὶ ἡ δοτικὴ προπαροξυτόνως ὤφειλον εἶναι γύναικος καὶ γύναικι, τούτου χάριν ὡς μὴ φυλαξασῶν τὴν ἀκολουθίαν ἀπαραλλάκτως τῆς γε‐ νικῆς καὶ δοτικῆς πρὸς τὴν σεσιγημένην εὐθεῖαν οὐκ ἀπέφυγον αὐτὰς ἡ αἰτιατικὴ καὶ ἡ κλητικὴ καὶ ἠκολούθησαν τῇ λεγομένῃ εὐθείᾳ τῇ γυνή· | |
5 | ἡ γὰρ Δία αἰτιατικὴ διὰ τοῦτο οὐκ ἠκολούθησε τῇ λεγομένῃ εὐθείᾳ, φημὶ δὴ τῇ Ζεύς, ἐπειδή, ὡς ἐν τῇ περὶ τούτου διδασκαλίᾳ μεμαθή‐ καμεν, οὐ δύναται ὅλως τὸ Ζεύς τὸ κοινολεκτούμενον κλιθῆναι. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί τὸ ἄγη ἄκλιτόν ἐστι (σημαίνει δὲ τὴν ἔκπληξιν καὶ ἔστι θηλυκὸν ὄνομα, οἷον 〈Φ 221〉 ἄγη μ’ ἔχει, ὄρχαμε | |
10 | λαῶν, ἀντὶ τοῦ ἔκπληξίς με κατέχει). Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τὰ εἰς γη ἰαμβικὰ οὐδέποτε ἀπὸ φωνήεντος ἄρχονται, οἷον στέγη σφαγή ταγή φυγή· πρόσκειται «ἰαμβικά» διὰ τὸ ἀγή (σημαίνει δὲ τὴν ἀπόκλασιν τοῦ κύματος)· τοῦτο γὰρ ἀπὸ φωνήεντος ἄρχεται· ἀλλ’ οὐκ ἔστιν ἰαμβικὸν ἀλλὰ σπονδειακόν, τὸ γὰρ α μακρὸν ἔχει· ἐπειδὴ | |
15 | οὖν τὸ ἄγη εἰς γη ἐστὶν ἰαμβικὸν καὶ ἀπὸ φωνήεντος ἄρχεται, εἰκότως ὡς μὴ ἔχον τι μιμήσασθαι ἔμεινεν ἄκλιτον. Τῇ τιμῇ, τὴν τιμήν, ὦ τιμή. Τὰ τιμά, ταῖν τιμαῖν, ὦ τιμά. Αἱ τιμαί, τῶν τιμῶν, ταῖς τιμαῖς, τὰς τιμάς, ὦ τιμαί. Κανὼν γʹ. | |
20 | Ἡ Σαπφώ τῆς Σαπφόος καὶ Σαπφοῦς. Ἰστέον ὅτι τὰ εἰς ω λήγοντα θηλυκὰ πάντα ὀξύνονται, οἷον Λητώ Κλειώ Καλυψώ Σαπφώ, ἔχουσι δὲ παραλλαγὴν περὶ τὴν κλίσιν· τὰ μὲν γὰρ ἑνικὰ αὐτῶν ὡς ἀπὸ περιττοσυλλάβου κλίσεως γίνονται, οἷον Λητόος Λητοῦς, Λητόϊ Λητοῖ, Λητόα Λητώ, τὰ δὲ δυϊκὰ καὶ πληθυν‐ | |
25 | τικὰ ὡς ἀπὸ ἰσοσυλλάβου κλίσεως, οἷον τὰ Λητώ, ταῖν Λητοῖν, ὦ Λητώ, αἱ Λητοί, τῶν Λητῶν, ταῖς Λητοῖς, τὰς Λητούς, ὦ Λητοί, ὥσπερ τὼ καλώ, τοῖν καλοῖν, ὦ καλώ, οἱ καλοί, τῶν καλῶν, τοῖς καλοῖς, τοὺς καλούς, ὦ καλοί. Ταῦτα δὲ τὰ εἰς ω λήγοντα θηλυκὰ εἰς ους ἔχουσι τὴν γενικήν, οἷον Σαπφώ Σαπφοῦς, Κλειώ Κλειοῦς, Καλυψώ Καλυψοῦς, | |
30 | Λητώ Λητοῦς, Ἐρατώ Ἐρατοῦς· ἐμάθομεν δὲ ὅτι πᾶσα γενικὴ εἰς ους λήγουσα συνῃρημένη ἐστί· δεῖ οὖν τὸν κλίνοντα πρότερον λαμβάνειν τὸ ἐντελὲς καὶ οὕτω ποιεῖν τὴν συναίρεσιν. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί τὰ εἰς ω λήγοντα θηλυκὰ εἰς ους ἔχουσι τὴν γενικήν. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι ἀντι‐ | |
35 | πεπονθότως ἔχουσι τὰ εἰς ω ῥήματα πρὸς τὰ εἰς ω θηλυκά· τὰ μὲν | |
γὰρ εἰς ω ῥήματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, οἷον τύπτω γράφω | 308 | |
309 | ποιῶ νοῶ, τὰ δὲ εἰς ω θηλυκὰ ὀξύνονται, οἷον Λητώ Καλυψώ Ἐρατώ Κλειώ Σαπφώ· ἐπειδὴ οὖν τὰ εἰς ω ῥήματα ἔθος ἔχουσι πολλάκις διὰ τῆς ει διφθόγγου ἐκφέρεσθαι κατὰ τὴν κλίσιν, οἷον τύπτω τύπτεις, γράφω γράφεις, λέγω λέγεις, τούτου οὖν χάριν ἐκ τοῦ ἐναντίου τὰ | |
5 | εἰς ω θηλυκὰ διὰ τῆς ου διφθόγγου ἐκφέρονται, οἷον Σαπφώ Σαπφοῦς, Κλειώ Κλειοῦς, Λητώ Λητοῦς, Ἐρατώ Ἐρατοῦς· πρόσκειται ἀνωτέρω «πολλάκις» διὰ τὴν δευτέραν καὶ τρίτην συζυγίαν τῶν περισπωμένων. Ταῦτα μὲν ἐν τούτοις. Ἔτι δὲ ἄξιόν ἐστι ζητῆσαι, τί δήποτε ἡ εἰς ους συνῃρημένη γενικὴ | |
10 | ἡνίκα μὲν ἀπὸ τῶν εἰς νς εὑρεθῇ, διὰ τοῦ εος ἔχει τὴν γενικὴν ἐν τῇ ἐντελείᾳ, οἷον εὐγενής εὐγενέος εὐγενοῦς, Δημοσθένης Δημοσθένεος Δημοσθένους, ἡνίκα δὲ ἀπὸ τῶν εἰς ω εὑρεθῇ, διὰ τοῦ οος ἔχει τὴν γενικὴν ἐν τῇ ἐντελείᾳ, οἷον Λητώ Λητόος Λητοῦς, Καλυψώ Καλυψόος Καλυψοῦς, Ἐρατώ Ἐρατόος Ἐρατοῦς. Ἔστι δὲ εἰπεῖν ταύτην τὴν ἀπο‐ | |
15 | λογίαν· τὸ η συστελλόμενον εἰς τὸ ε συστέλλεται, οἷον ξηρόν ξερόν, ὡς τὸ 〈ε 402〉 ποτὶ ξερὸν ἠπείροιο, φρήν φρενός, τέρην τέρενος, λιμήν λιμένος, ἄρσην ἄρσενος· ἐπειδὴ οὖν τὸ η συστελλόμενον εἰς τὸ ε συστέλλεται, εἰκότως καὶ ἡ εἰς ους συνῃρημένη γενικὴ ἡνίκα εὑρεθῇ ἀπὸ τῶν εἰς ης, διὰ τοῦ εος ἔχει τὴν ἐντέλειαν. Διατί δὲ ὅτε ἐστὶν | |
20 | ἀπὸ τῶν εἰς ω, διὰ τοῦ οος ἔχει τὴν ἐντέλειαν; Λέγομεν ταύτην τὴν ἀπολογίαν, ὅτι τὸ ω συστελλόμενον εἰς τὸ ο συστέλλεται, οἷον Ἕκτωρ Ἕκτορος, Μέντωρ Μέντορος, γείτων γείτονος, σώφρων σώφρονος· ἐπειδὴ οὖν τὸ ω συστελλόμενον εἰς τὸ ο συστέλλεται, εἰκότως καὶ ἡ εἰς ους συνῃρημένη γενικὴ ἡνίκα εὑρεθῇ ἀπὸ τῶν εἰς ω, διὰ τοῦ οος | |
25 | ἔχει τὴν ἐντέλειαν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὁ μὲν Θεοδόσιος ἀπὸ συναιρέσεως λέγει εἶναι τὴν τῶν εἰς ω θηλυκῶν γενικήν, οἷον Σαπφώ Σαπφόος Σαπφοῦς, Λητώ Λητόος Λητοῦς· τινὲς δέ, ὧν ἔστι καὶ Ῥωμανὸς ὁ τοῦ Φιλοπόνου διδάσκαλος, λέγουσιν ὅτι ἰσοσυλλάβως ἐγένετο ἡ κλίσις ἐπὶ τῶν εἰς ω | |
30 | θηλυκῶν, τουτέστι προσθέσει τοῦ ς, οἷον ἡ Σαπφώ τῆς Σαπφῶς· τὰ γὰρ εἰς φωνῆεν λήγοντα, φασί, θηλυκὰ μακροκατάληκτα προσθέσει τοῦ ς ποιοῦσι τὴν γενικήν, οἷον Ἀθηνᾶ Ἀθηνᾶς, μνᾶ μνᾶς, Διοτίμα Διο‐ τίμας, Ἑλένη Ἑλένης, τιμή τιμῆς, καλή καλῆς, σοφή σοφῆς· οὕτως οὖν καὶ τὸ Λητώ Λητῶς καὶ Σαπφώ Σαπφῶς, καὶ λοιπὸν τροπῇ τοῦ ω εἰς | |
35 | τὴν ου δίφθογγον γίνεται Λητοῦς καὶ Σαπφοῦς, ὥσπερ καὶ παρὰ τὸ μῶ τὸ σημαῖνον τὸ ζητῶ (ἐξ οὗ καὶ τὸ μαῖα ἡ ζητητικὴ τοῦ βρέφους) γίνεται Μῶσα καὶ Μοῦσα κατὰ τροπὴν τοῦ ω εἰς τὴν ου δίφθογγον, οἱονεὶ ἡ ζητητικὴ τῶν λόγων. Ἢ οὖν οὕτως, φασί, γέγονεν ἡ γενικὴ | |
τῶν εἰς ω θηλυκῶν, ἢ ἐκ τοῦ ἐναντίου ἀπὸ τοῦ Λητῶς καὶ Σαπφῶς | 309 | |
310 | συστολῇ τοῦ ω εἰς τὸ ο [καὶ] ἐγένετο Λητός καὶ Σαπφός διὰ τοῦ ο, καὶ ἐπειδὴ πᾶσα γενικὴ ἰσοσυλλάβως κλινομένη μακροκαταληκτεῖν θέλει, οἷον Μοῦσα Μούσης, Μήδεια Μηδείας, Ἀντιόχεια Ἀντιοχείας, Ὅμηρος Ὁμήρου, ἄνθρωπος ἀνθρώπου, Αἰνείας Αἰνείου, ἐξ ἀνάγκης ἐμεγεθύνθη | |
5 | τὸ ο διὰ τῆς προσθήκης τοῦ υ καὶ ἐγένετο Σαπφοῦς καὶ Λητοῦς, ὥσπερ Ὄλυμπος Οὔλυμπος, νόσος νοῦσος, ὄρεα οὔρεα· καὶ ἐπειδὴ πᾶσα γε‐ νικὴ εἰς ους λήγουσα ἔχει καὶ ἄλλην γενικὴν ὥσπερ ἐντελῆ, οἷον Δη‐ μοσθένεος Δημοσθένους, Διομήδεος Διομήδους, τούτου οὖν χάριν διά‐ λυσις ἐγένετο τῆς ου διφθόγγου εἰς δύο οο καὶ ἐγένετο Σαπφόος καὶ | |
10 | Λητόος. Ἰστέον δὲ ὅτι τῇ μὲν διὰ τοῦ οος γενικῇ κέχρηνται οἱ Ἴωνες, οἷον τῆς Σαπφόος τῆς Λητόος, τῇ δὲ εἰς ους οἱ Ἀττικοὶ καὶ ἡ κοινὴ διάλεκτος, οἷον τῆς Σαπφοῦς τῆς Λητοῦς. Ταῦτα μὲν ἐν τούτοις. Τῇ Σαπφόϊ καὶ Σαπφοῖ. Ἰστέον ὅτι ἡ δοτική ἐστι τῇ Σαπφῷ, ὡς ἀπὸ τοῦ ἡ Σαπφώ τῆς Σαπφῶς τῇ Σαπφῷ, ὥσπερ ἡ τιμή τῆς τι‐ | |
15 | μῆς τῇ τιμῇ, καὶ λοιπὸν συστολὴν ἀναδεξαμένη τοῦ ω εἰς τὸ ο ἐξεφώ‐ νησε τὸ ι καὶ ἐγένετο τῇ Σαπφοῖ. Τινὲς δέ, ὥσπερ καὶ ὁ Θεοδόσιος, νομίζουσιν ὅτι ἀπὸ τῆς Σαπφόος γενικῆς γέγονεν ἡ δοτικὴ Σαπφόϊ τροπῇ τοῦ ος εἰς ι, καὶ κατὰ συναίρεσιν τοῦ ο καὶ ι εἰς τὴν οι δί‐ φθογγον γίνεται Σαπφοῖ. Λέγει δὲ ὁ Ἡρωδιανός, ὅτι οὐδέποτε | |
20 | εὑρίσκομεν ἐν χρήσει ταύτην τὴν δοτικὴν διάστασιν ἔχουσαν τοῦ ο καὶ ι· οὐδὲ γὰρ εὑρίσκεται ἐν χρήσει ἡ τρισύλλαβος δοτικὴ ἐπὶ τούτων, φημὶ δὴ ἡ Λητόϊ καὶ Σαπφόϊ, ἀλλ’ ἡ δισύλλαβος, οἷον ἡ Λητοῖ καὶ Σαπφοῖ. Ἔστι δὲ εἰπεῖν, ὅτι ἀναφέρουσί τινες τῶν τεχνικῶν μίαν χρῆσιν διάστασιν ἔχουσαν τοῦ ο καὶ ι παρὰ Πινδάρῳ· ἐκεῖνος γὰρ εἶπε | |
25 | 〈Isthm. VII (VI) 51 B4〉 τῇ Πυθόϊ. Τὴν Σαπφόα καὶ Σαπφώ. Ἰστέον ὅτι ἐστὶν ἡ αἰτιατικὴ τὴν Σαπφών, ὡς ἀπὸ τοῦ ἡ Σαπφώ τῆς Σαπφῶς τῇ Σαπφῷ τὴν Σαπφών, ὥσπερ ἡ τιμή τῆς τιμῆς τῇ τιμῇ τὴν τιμήν, καὶ λοιπὸν κατὰ διάλυσιν τοῦ ω εἰς τὸ ο καὶ α γέγονε Σαπφόα τοῦ ν ἀποβληθέντος, ἐπειδὴ τὸ | |
30 | α ἀποβλητικόν ἐστι τοῦ ν, οἷον Ξέρξην Ξέρξεα, Πολυδεύκην Πολυ‐ δεύκεα, ἦν ἔα, οἷον 〈Ε 887〉 ἤ κεν ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυ‐ πῇσι· τὸ γὰρ Μοῦσα Μοῦσαν ἀπὸ κλίσεως ἔχει τὸ ν καὶ οὐκ ἔστι κατὰ πάθος, ὥσπερ τὰ ἄλλα· ἔστιν οὖν Σαπφών Σαπφόα, διαλύσεως, ὡς εἴρηται, γενομένης τοῦ ω εἰς ο καὶ α, καὶ λοιπὸν κατὰ κρᾶσιν τοῦ ο | |
35 | καὶ α εἰς ω γέγονε Σαπφώ, ὥσπερ κρείττονα κρείττοα κρείττω, βελ‐ τίονα βελτίοα βελτίω. Ὁ δὲ Θεοδόσιος δοξάζει, ὅτι ἀπὸ τῆς Σαπφόϊ δοτικῆς γέγονεν ἡ Σαπφόα αἰτιατικὴ τροπῇ τοῦ ι εἰς α, καὶ κατὰ κρᾶ‐ | |
σιν τοῦ ο καὶ α εἰς ω Σαπφώ· καὶ λέγει ὅτι ἡ αἰτιατικὴ συναιρεθεῖσα | 310 | |
311 | οὐκ εἴασε τὰς ἄλλας πτώσεις τῷ λόγῳ τῆς συναιρέσεως κλιθῆναι, ἀλλὰ πρὸς ἑαυτὴν πάσας ἔκλινεν, ἤγουν πρὸς ἀναλογίαν ἑαυτῆς, πλὴν τῆς κλητικῆς τῶν ἑνικῶν· αὕτη γὰρ εἰς τὴν οι δίφθογγον λήγει· «πρὸς ἀναλογίαν δὲ ἑαυτῆς» εἶπεν, ἐπειδὴ ἡ εὐθεῖα τῶν δυϊκῶν ὁμοίως αὐτῇ | |
5 | εἰς ω λήγει, οἷον τὰ Σαπφώ, καὶ λοιπὸν ἀκολούθως αὐτῇ αἱ λοιπαὶ πτώσεις κλίνονται. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι εὑρίσκεται καὶ ἄλλη αἰτιατικὴ εἰς ουν, οἷον τὴν Λη‐ τοῦν καὶ Σαπφοῦν, ἥτις Ἰωνική ἐστιν. Λέγει δὲ ὁ Ῥωμανός, ὅτι ἐστὶ τὴν Σαπφών καὶ τὴν Λητών ἡ αἰτιατική, καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ | |
10 | ω εἰς τὴν ου δίφθογγον γίνεται τὴν Σαπφοῦν καὶ τὴν Λητοῦν. Ἰστέον δὲ ὅτι οἱ Αἰολεῖς καὶ διὰ τοῦ ων λέγουσι τὴν αἰτιατικὴν τῶν εἰς ω θη‐ λυκῶν καὶ βαρύνουσιν, οἷον τὴν Λήτων, τὴν Σάπφων· πᾶσα γὰρ λέξις ὑπὲρ μίαν συλλαβὴν παρ’ ἡμῖν ὀξυνομένη παρὰ τοῖς Αἰολεῦσι βαρύνεται, οἷον Ἀτρεύς Ἄτρευς, σοφός σόφος, χωρὶς τῶν προθέσεων καὶ τῶν | |
15 | συνδέσμων· ἐπὶ γὰρ τούτων φυλάττουσι τὴν ὀξεῖαν τάσιν, οἷον ἀνά κατά διά μετά παρά ἀντί ἀμφί περί ἀπό ὑπό ὑπέρ ἠμέν ἠδέ αὐτάρ ἀτάρ ἀλλά· πρόσκειται «ὑπὲρ μίαν συλλαβήν» διὰ τὰ μονοσύλλαβα· ἐπὶ τούτων γὰρ φυλάττουσι τὴν ὀξεῖαν τάσιν, οἷον τίς νύξ Στύξ· πῶς γὰρ δύνανται τὰ μονοσύλλαβα βαρύνεσθαι; Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα | |
20 | ἡ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον πάϊς παῖς, Πηλέϊ Πηλεῖ, Ἡρακλέης Ἡρακλῆς, τιμήεις τιμῆς, διατί ἐπὶ τῶν εἰς ω θηλυκῶν αἱ αἰτιατικαὶ ἀπὸ ὀξείας καὶ βαρείας συναιρεθεῖσαι οὐ περι‐ σπῶνται ἀλλ’ ὀξύνονται, οἷον Λητόα Λητώ, Σαπφόα Σαπφώ, Καλυψόα Καλυψώ. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· πᾶσα πτῶσις ὁμο‐ | |
25 | φωνήσασα ἑτέρᾳ πτώσει κατὰ τὸν αὐτὸν ἀριθμὸν πάντως καὶ τὸν αὐτὸν τόνον ἀναδέχεται, οἷον ἡ Μοῦσα ὦ Μοῦσα, ἐπ’ ἀμφοτέρων μία φωνὴ καὶ εἷς τόνος, ἡ Μήδεια ὦ Μήδεια, τὸ ξύλον ὦ ξύλον· οὕτως οὖν τῇ Λητοῖ καὶ ὦ Λητοῖ, ὁμοίως τῇ Σαπφοῖ καὶ ὦ Σαπφοῖ· ἐπειδὴ οὖν ἐπὶ τῶν εἰς ω θηλυκῶν ἡ αἰτιατικὴ ὁμοφωνεῖ τῇ ἰδίᾳ εὐθείᾳ, ἡ Λητώ γὰρ | |
30 | καὶ τὴν Λητώ καὶ ἡ Σαπφώ καὶ τὴν Σαπφώ, τούτου χάριν καὶ τὸν τόνον αὐτῆς ἀνεδέξατο καὶ ὀξύνεται ὁμοίως τῇ εὐθείᾳ. Ἡ δὲ εὐθεῖα ὀξύνεται διὰ τὸν χαρακτῆρα· πάντα γὰρ τὰ εἰς ω λήγοντα θηλυκὰ ὀξύνονται, οἷον Κλειώ Ἐρατώ Καλυψώ Λητώ Σαπφώ. Ὅτι γὰρ αἰτία | |
ἐστὶ τοῦ ταύτας τὰς αἰτιατικὰς μὴ περισπᾶσθαι ἡ ὁμοφωνία τῆς εὐθείας, | 311 | |
312 | δηλοῖ ἡ αἰδῶ αἰτιατικὴ περισπασθεῖσα καὶ ἡ ἠῶ· αὗται γὰρ μὴ ὁμοφω‐ νήσασαι τῇ ἰδίᾳ εὐθείᾳ, αἰδώς γάρ ἐστιν ἡ εὐθεῖα καὶ ἠώς, περισπῶνται τῷ λόγῳ τῆς συναιρέσεως τῆς γενομένης ἐξ ὀξείας καὶ βαρείας, οἷον ἠόα ἠῶ, αἰδόα αἰδῶ. Πρόσκειται ἀνωτέρω «κατὰ τὸν αὐτὸν ἀριθμόν», | |
5 | οἷον «πᾶσα πτῶσις ὁμοφωνήσασα ἑτέρᾳ πτώσει κατὰ τὸν αὐτὸν ἀριθμόν», διὰ τὸ τῆς ἀγορᾶς καὶ τὰς ἀγοράς· ἰδοὺ γὰρ ἡ αἰτιατικὴ τῶν πληθυν‐ τικῶν ὁμοφωνεῖ τῇ γενικῇ τῶν ἑνικῶν καὶ οὐχ ὁμοτονεῖ αὐτῇ· ἡ μὲν γὰρ γενικὴ τῶν ἑνικῶν περισπᾶται, ἡ δὲ αἰτιατικὴ τῶν πληθυντικῶν ὀξύνεται, ἀλλ’ οὐκ ἔστι κατὰ τὸν αὐτὸν ἀριθμόν· τούτου οὖν χάριν | |
10 | πρόσκειται ἀνωτέρω «κατὰ τὸν αὐτὸν ἀριθμόν». Δεῖ 〈δὲ〉 προσθεῖναι ἐν τῷ κανόνι τῷ λέγοντι, ὅτι πᾶσα πτῶσις ὁμοφωνήσασα ἑτέρᾳ πτώσει κατὰ τὸν αὐτὸν ἀριθμὸν πάντως καὶ τὸν αὐτὸν ἀναδέχεται τόνον, «χωρὶς τῶν εἰς ευς γενικῶν τῶν γενομένων ἰωνικῶς ἢ δωρικῶς»· οἱ γὰρ Ἴωνες καὶ οἱ Δωριεῖς τὴν Ὀδυσσέως καὶ Ἰδομενέως γενικὴν Ὀδυσ‐ | |
15 | σεῦς καὶ Ἰδομενεῦς λέγουσιν, οἷον 〈ω 397〉 Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρ’ ἐπὶ καρπῷ, ἀντὶ τοῦ Ὀδυσσέως τὴν χεῖρα ἐφίλησε, καὶ πάλιν 〈Ν 424〉 Ἰδομενεῦς δ’ οὐ λῆγε μένος μέγα, ἀντὶ τοῦ Ἰδομενέως οὐκ ἔληγεν ἡ δύναμις· καὶ ἰδοὺ ὡμοφώνησεν ἡ γενικὴ τῇ εὐθείᾳ κατὰ τὸν αὐτὸν ἀριθμόν, Ὀδυσσεύς γὰρ καὶ Ἰδομενεύς ἐστὶν ἡ εὐθεῖα, καὶ | |
20 | ὅμως οὐκ ἐπεδέξαντο τὸν αὐτὸν τόνον· ἡ μὲν γὰρ εὐθεῖα ὀξύνεται, ἡ δὲ γενικὴ περισπᾶται τῷ λόγῳ τῆς συναιρέσεως τῆς ἀπὸ ὀξείας καὶ βαρείας. Ὦ Σαπφοῖ. Λέγει ὁ τεχνικός, ὅτι ἡ κλητικὴ τῶν εἰς ω θηλυκῶν εἰς τὴν οι δίφθογγον λήγει, τῆς χρήσεως οὕτως ἐχούσης, ἡ Σαπφώ ὦ | |
25 | Σαπφοῖ, ἡ Λητώ ὦ Λητοῖ, ὡς τὸ 〈Φ 498〉 Λητοῖ, ἐγὼ δέ τοι οὔτι μαχήσομαι. Καὶ ἔστιν εἰπεῖν, ὅτι εὑρίσκεται ἐπὶ τούτων ἡ κλητικὴ καὶ ὁμοφώνως τῇ εὐθείᾳ, ὡς παρὰ τῷ Ἀπολλωνίῳ 〈3,1〉 εἰ δ’ ἄγε νῦν, Ἐρατώ, παρ’ ἔμ’ ἵστασο καί μοι ἔνισπε· ὁ μέντοι ποιητὴς καὶ ἄλλοι εἰς τὴν οι δίφθογγον ποιοῦσι τὴν κλητικήν, οἷον 〈Φ 498〉 | |
30 | Λητοῖ, ἐγὼ δέ τοι οὔτι μαχήσομαι, καὶ Μένανδρος 〈fragm. 981 K〉 φίλη πειθοῖ. Καὶ ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα ἡ κλητικὴ οὐδέποτε πλείονα φωνήεντα ἔχει τῆς ἰδίας εὐθείας, οἷον Μοῦσα ὦ Μοῦσα, τιμή ὦ τιμή, βῆμα ὦ βῆμα, ἄστυ ὦ ἄστυ, βοῦς ὦ βοῦ, διὰ ποίαν αἰτίαν ἐπὶ τῶν εἰς ω θηλυκῶν ἡ κλητικὴ πλείονα φωνήεντα ἔχει τῆς ἰδίας | |
35 | εὐθείας, οἷον Καλυψώ ὦ Καλυψοῖ, Λητώ ὦ Λητοῖ, Σαπφώ ὦ Σαπφοῖ. Καὶ λέγει ὁ Ἡρωδιανὸς ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ ἀρχαῖα τῶν ἀντιγράφων ἐν ταῖς εἰς ω ληγούσαις εὐθείαις εἶχον τὸ ι προσγεγραμ‐ | |
μένον, οἷον ἡ Λητῴ, ἡ Σαπφῴ σὺν τῷ ι· συσταλέντος οὖν τοῦ ω εἰς | 312 | |
313 | τὸ ο ἐν τῇ κλητικῇ ἐξεφωνήθη τὸ ι, 〈καὶ〉 τούτου χάριν ἡ κλητικὴ ἔδοξε πλείονα φωνήεντα ἔχειν τῆς ἰδίας εὐθείας. Οὗτος δὲ ὁ λόγος οὐκ ἔστι καταναγκαστικός· ἐὰν γὰρ δῶμεν τὰ εἰς ω λήγοντα θηλυκὰ ἔχειν τὸ ι προσγεγραμμένον κατὰ τὴν εὐθεῖαν, εὑρεθήσεται τὸ ι τελικὸν | |
5 | τῶν θηλυκῶν καὶ οὐ τὸ ω, ὅπερ ἐστὶν ἄτοπον· τὸ γὰρ ι οὐκ ἔστι τε‐ λικὸν τῶν θηλυκῶν ἀλλὰ τῶν οὐδετέρων, οἷον τὸ μέλι, τὸ σίνηπι. Ὁ δὲ ἡμέτερος διδάσκαλος λέγει ταύτην τὴν ἀπολογίαν· τὰ εἰς ω λήγοντα θηλυκὰ ἐπειδὴ ἐν τῇ γενικῇ καὶ ἐν τῇ δοτικῇ ἔτρεψαν τὸ ω εἰς τὸ ο, οἷον ἡ Σαπφώ τῆς Σαπφοῦς τῇ Σαπφοῖ, τούτου χάριν καὶ ἐν τῇ κλη‐ | |
10 | τικῇ ἔτρεψαν τὸ ω εἰς τὸ ο· καὶ ἐπειδὴ αἱ κλητικαὶ αὗται ἤμελλον ὀξύνεσθαι ὁμοίως τῇ εὐθείᾳ, τὰ δὲ εἰς ο λήγοντα ὑπὲρ μίαν συλλαβὴν ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, οἷον ἐκεῖνο ἄλλο τοῦτο δεῦρο, χωρὶς τῆς αὐτό ἀντωνυμίας καὶ χωρὶς τῆς ἀπό καὶ ὑπό προθέσεως, τούτου χάριν ἵνα μὴ ὀξυνθῶσιν αὗται αἱ κλητικαὶ εἰς τὸ ο καταλήγουσαι προσέλαβον | |
15 | τὸ ι, καὶ τούτου χάριν ἔχουσι πλείονα φωνήεντα τῶν ἰδίων εὐθειῶν αἱ εἰς τὴν οι δίφθογγον λήγουσαι κλητικαί· περισπῶνται δὲ ὁμοίως ταῖς δοτικαῖς, οἷον τῇ Λητοῖ ὦ Λητοῖ, τῇ Σαπφοῖ ὦ Σαπφοῖ· ὁμοφω‐ νήσασαι γὰρ ταῖς δοτικαῖς ἠναγκάσθησαν καὶ ὁμοτονεῖν αὐταῖς, καὶ τὴν αἰτίαν ἔχομεν ἐν τῇ διδασκαλίᾳ τῆς αἰτιατικῆς. Ταῦτα μὲν ἐν τούτοις. | |
20 | Ἄξιον δέ ἐστι ζητῆσαι, διατί τὸ ι προσῆλθε καὶ οὐκ ἄλλο φωνῆεν. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἑπτὰ ὄντων τῶν φωνηέντων, οἷον α ε η ι ο υ ω, οὐκ ἠδύνατο οὔτε τὸ α οὔτε τὸ ε οὔτε τὸ η οὔτε τὸ ο οὔτε τὸ ω πλεονάσαι, ἐπειδὴ ταῦτα οὐκ εἰσὶν ὑποτακτικὰ ἀλλὰ προτακτικά· τὸ δὲ υ πλεονάσαι οὐκ ἠδύνατο, ἵνα μὴ παράσχῃ ἔμφασιν, ὅτι εἰς ους ἐστὶν | |
25 | ἡ εὐθεῖα· πᾶσα γὰρ κλητικὴ εἰς τὴν ου δίφθογγον λήγουσα εἰς ους ἔχει τὴν εὐθεῖαν, οἷον ὁ βοῦς ὦ βοῦ, ὁ πλοῦς ὦ πλοῦ, ὁ Σιμοῦς ὦ Σιμοῦ, ὁ πλακοῦς ὦ πλακοῦ· ἐξ ἀφαιρέσεως οὖν τῶν ἄλλων φωνηέντων τὸ ι ἐπλεόνασεν. Τὰ Σαπφώ. Λέγει ὁ τεχνικός, ὅτι αὕτη ἡ εὐθεῖα τῶν δυϊκῶν | |
30 | ὡμοφώνησε τῇ εὐθείᾳ καὶ αἰτιατικῇ τῶν ἑνικῶν, ἐξ ὧν καὶ συνέστηκεν, φημὶ δὴ ὀρθῆς καὶ αἰτιατικῆς· ἡ δὲ ὀρθὴ καὶ αἰτιατικὴ τῶν ἑνικῶν ἡ Σαπφώ καὶ τὴν Σαπφώ ἐστὶν ὁμοφώνως. Καὶ ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκφωνούμενον λήγουσα τροπῇ τοῦ ι εἰς ε ποιεῖ τὴν εὐθεῖαν τῶν δυϊκῶν, οἷον Αἴαντι Αἴαντε, Θόαντι Θόαντε, | |
35 | λέβητι λέβητε, διατί ἐπὶ τῶν εἰς ω θηλυκῶν οὐ γίνεται ἡ εὐθεῖα τῶν | |
δυϊκῶν ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν τροπῇ τοῦ ι εἰς ε, οἷον Λητόϊ | 313 | |
314 | Λητόε, Σαπφόϊ Σαπφόε, ἀλλὰ τὰ Λητώ καὶ τὰ Σαπφώ ὁμοφώνως τῇ αἰτιατικῇ τῶν ἑνικῶν· καὶ γὰρ ἡ αἰτιατικὴ τῶν ἑνικῶν τὴν Λητώ ἐστὶ καὶ τὴν Σαπφώ. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ὅταν ἡ γενικὴ τῶν ἑνικῶν συναιρῆται, τότε καὶ ἡ | |
5 | εὐθεῖα τῶν δυϊκῶν ὁμοίως συναιρεῖται, οἷον Δημοσθένεος Δημοσθένους Δημοσθένεε Δημοσθένη, τείχεος τείχους τείχεε τείχη, εὐγενέος εὐγε‐ νοῦς εὐγενέε εὐγενῆ, οὐκ ἀντιστρέφοντος τοῦ κανόνος· οὐδὲ γὰρ ἡνίκα μὴ συναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν, κωλύεται πάντως συναιρεθῆναι ἡ εὐθεῖα τῶν δυϊκῶν, ἀλλ’ ἔστιν ὅτε καὶ τότε συναιρεῖται, οἷον βασιλεύς | |
10 | βασιλέως βασιλέε βασιλῆ, πόλις πόλεως πόλεε πόλη, ὡς παρ’ Αἰσχίνῃ τῷ Σωκρατικῷ τούτω τὼ πόλη· λέγει δὲ περὶ Ἀθηναίων καὶ Λακε‐ δαιμονίων. Εἰ ἄρα οὖν ἐν τοῖς εἰς ω θηλυκοῖς συναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν κατὰ τὸν Θεοδόσιον, οἷον Λητόος Λητοῦς καὶ Σαπφόος Σαπφοῦς καὶ Ἐρατόος Ἐρατοῦς, δηλονότι καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν | |
15 | ἀναγκάζεται συναίρεσιν ἐπιδέξασθαι. Ἐὰν οὖν γένηται ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν ἡ εὐθεῖα τῶν δυϊκῶν τροπῇ τοῦ ι εἰς ε, οἷον Λητόϊ Λητόε καὶ Σαπφόϊ Σαπφόε, μέλλει ἐν τῇ συναιρέσει εἰς τὴν ου δίφθογγον κατα‐ λήγειν· τὸ γὰρ ο καὶ ε εἰς τὴν ου δίφθογγον κιρνᾶται, οἷον τὸ ἐμόν τοὐμόν, τὸ ἔργον τοὔργον, προέστη προύστη, προέβη προύβη· εἰς τὴν ου | |
20 | δίφθογγον δὲ καταλήγειν αὐτὴν ἀδύνατόν ἐστιν, οὐδέποτε γὰρ ἡ εὐθεῖα τῶν δυϊκῶν εἰς τὴν ου δίφθογγον καταλήγει, τὸ γὰρ υ οὐκ ἔστι τελικὸν τῆς εὐθείας τῶν δυϊκῶν· τούτου οὖν χάριν οὐκ ἐγένετο ἐκ τῆς δοτικῆς τῶν ἑνικῶν ἡ εὐθεῖα τῶν δυϊκῶν, ἀλλ’ ὡμοφώνησεν τῇ αἰτιατικῇ τῶν ἑνικῶν τῇ ἐχούσῃ κατάληξιν ἁρμόζουσαν τῇ εὐθείᾳ τῶν δυϊκῶν, λήγει | |
25 | γὰρ εἰς ω ἡ αἰτιατικὴ τῶν ἑνικῶν, ὅπερ ἐστὶ τελικὸν τῆς εὐθείας τῶν δυϊκῶν, οἷον τὼ φίλω, τὼ ἀνθρώπω. Ἔστι δὲ εἰπεῖν καὶ ἄλλην ἀπο‐ λογίαν τοιαύτην, ὅτι ἐν τοῖς δυϊκοῖς συνεζευγμέναι εἰσὶν ἡ ὀρθὴ καὶ αἰτιατική· ἐπειδὴ οὖν ἐν τοῖς εἰς ω θηλυκοῖς ἡ αἰτιατικὴ τῶν ἑνικῶν ὁμοφωνεῖ τῇ ἰδίᾳ εὐθείᾳ, οἷον τὴν Λητώ καὶ ἡ Λητώ, τὴν Σαπφώ καὶ | |
30 | ἡ Σαπφώ, τούτου χάριν καὶ ἐν τοῖς δυϊκοῖς ὁμοῦ συνελθοῦσαι τὴν αὐτὴν φωνὴν ἐφύλαξαν· ὡς γὰρ ἐν τοῖς ἑνικοῖς μὴ παραλλάξασαι κατὰ τὴν φωνήν, οἷον ἡ Σαπφώ καὶ τὴν Σαπφώ, εἰκότως οὐδὲ ἐν τοῖς δυϊκοῖς παραλλάσσουσι κατὰ τὴν φωνήν, οἷον τὰ Σαπφώ, δηλονότι ὀρθῆς καὶ αἰτιατικῆς. Ἰστέον δὲ ὅτι κατὰ Ῥωμανὸν καὶ τοὺς δοξάζοντας ἰσο‐ | |
35 | σύλλαβον κλίσιν ἐπὶ τῶν εἰς ω θηλυκῶν καλῶς ἐγένετο ἡ εὐθεῖα τῶν δυϊκῶν εἰς ω· ἔστι γὰρ ἡ δοτικὴ τῶν ἑνικῶν κατ’ αὐτοὺς τῇ Σαπφῷ, καὶ λοιπὸν ἀκολούθως γίνεται ἡ εὐθεῖα τῶν δυϊκῶν τὰ Σαπφώ. | |
Ταῖν Σαπφοῖν. Εἴρηται ὅτι πᾶσα εὐθεῖα δυϊκῶν εἰς ε ἢ εἰς ω | 314 | |
315 | λήγουσα εἰς οιν ποιεῖ τὴν γενικὴν καὶ δοτικὴν τῶν δυϊκῶν, οἷον Αἴαντε Αἰάντοιν, φίλω φίλοιν· οὕτως οὖν καὶ Σαπφώ Σαπφοῖν. Ὦ Σαπφώ. Εἴρηται ὅτι τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ὡς ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική. | |
5 | Αἱ Σαπφοί. Εἴρηται ὅτι πᾶσα εὐθεῖα δυϊκῶν εἰς ω λήγουσα εἰς τὴν οι δίφθογγον ποιεῖ τὴν εὐθεῖαν τῶν πληθυντικῶν, χωρὶς τῶν οὐδε‐ τέρων, οἷον τὼ καλώ οἱ καλοί, τὼ ἀνθρώπω οἱ ἄνθρωποι· οὕτως οὖν καὶ τὰ Σαπφώ αἱ Σαπφοί, τὰ Λητώ αἱ Λητοί· πρόσκειται «χωρὶς τῶν οὐδετέρων», ἐπειδὴ τὼ ξύλω καὶ τὼ δένδρω ἡ εὐθεῖα τῶν δυϊκῶν τῶν | |
10 | οὐδετέρων, καὶ γίνεται ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ ξύλα καὶ τὰ δένδρα, καὶ ἰδοὺ ἡ εὐθεῖα τῶν δυϊκῶν εἰς ω λήγει, ἡ δὲ εὐθεῖα τῶν πληθυντικῶν εἰς α λήγει καὶ οὐ λήγει εἰς τὴν οι δίφθογγον. Τῶν Σαπφῶν. Εἴρηται ὅτι πᾶσα γενικὴ πληθυντικῶν εἰς ων λήγει ἐπὶ παντὸς γένους. | |
15 | Ταῖς Σαπφοῖς. Εἴρηται ὅτι πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ι λή‐ γουσα προσθέσει τοῦ ς ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, οἷον καλοί καλοῖς, Μοῦσαι Μούσαις· οὕτως οὖν καὶ Σαπφοί Σαπφοῖς. Τὰς Σαπφούς. Εἴρηται ὅτι πᾶσα εὐθεῖα πληθυντικῶν εἰς τὴν οι δίφθογγον λήγουσα εἰς ους ποιεῖ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, οἷον | |
20 | καλοί καλούς, Ὅμηροι Ὁμήρους· οὕτως οὖν καὶ Σαπφοί Σαπφούς. Ὦ Σαπφοί· εἴρηται. Κανὼν δʹ. Ἡ τρήρων τῆς τρήρωνος, ἡ Πυθὼν τῆς Πυθῶνος, ἡ τρυγών τῆς τρυγόνος. | |
25 | Διαλαμβάνει ὁ τεχνικὸς περὶ τῶν εἰς ν ληγόντων· ἐπειδὴ δὲ ἐλέ‐ χθησαν οἱ κανόνες ἐν τοῖς ἀρσενικοῖς, τούτου χάριν παρέδραμε τὰς ἄλλας καταλήξεις. Ἔχομεν δὲ ἀναλαβεῖν τοὺς κανόνας οὕτως· εἰς αν θηλυκὰ οὐκ ἔχομεν, ἐὰν δὲ καὶ ὑποθώμεθα εἶναι, προσθέσει τοῦ ος ποιοῦσι τὴν γενικήν, ὥσπερ καὶ τὰ ἀρσενικά· τὸ εὐνάν εὐνᾶνος, ὃ παρα‐ | |
30 | τίθενταί τινες ὡς θηλυκὸν νομίζοντες τὴν γυναῖκα σημαίνειν, δείκνυσι Λούπερκος ἐν τῷ Περὶ γενῶν ὅτι ἀρσενικοῦ γένους ἐστίν. Εἰς εν οὐκ ἔστιν οὔτε ἀρσενικὸν οὔτε θηλυκόν· τὸ γὰρ ἄρσεν καὶ τέρεν οὐδέτερά εἰσιν. | |
Μετὰ τὸ ε φωνῆέν ἐστι τὸ η· ταῦτα δὲ τὰ εἰς ην λήγοντα ἐκανονίσα‐ | 315 | |
316 | μεν ἐν τοῖς ἀρσενικοῖς, λέγοντες ὅτι ἐστὶ μονοσύλλαβον τὸ φρήν θη‐ λυκόν, καὶ ἐπειδὴ μόνον ἐστὶ τοῦτο ἐν τοῖς εἰς ην μονοσυλλάβοις μόνου θηλυκοῦ γένους, τούτου χάριν τρέπει τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ καὶ γίνεται φρενός· ἔστι δὲ καὶ ἄλλο τὸ γλήν, ὅπερ κατὰ ἀποκοπὴν ἐγέ‐ | |
5 | νετο ἀπὸ τοῦ γλήνη, οὗπερ ἡ κλίσις οὐχ εὑρίσκεται· γλήνη δέ ἐστιν ἡ κόρη, οἷον ὡς παρὰ τῷ ποιητῇ, 〈Θ 164〉 ἔρρε, κακὴ γλήνη· δισύλ‐ λαβα δὲ ἔχομεν ταῦτα, ἡ Τροιζήν (ἔστι δὲ ὄνομα πόλεως) καὶ ἡ Σει‐ ρήν, ἅπερ προσθέσει τοῦ ος ποιοῦσι τὴν γενικὴν καὶ φυλάττουσι τὸ η, οἷον Τροιζῆνος Σειρῆνος. Μετὰ τὸ η φωνῆέν ἐστι τὸ ι· περὶ δὲ τῆς | |
10 | κλίσεως τῶν εἰς ιν, καὶ ὅτι δικατάληκτά εἰσιν, εἴτε ἀρσενικὰ εἴτε θηλυκά εἰσιν, καὶ ὅτι ἀναλογώτερά εἰσι τὰ εἰς ιν παρὰ τοῖς νεωτέροις εὑρισκό‐ μενα τῶν εἰς ις, οἷστισι κέχρηνται οἱ ἀρχαῖοι, προειρήκαμεν ἐν τοῖς ἀρσενικοῖς, Μετὰ δὲ τὸ ι φωνῆέν ἐστι τὸ ο· καὶ ἰστέον ὅτι εἰς ον διὰ τοῦ ο οὐχ εὑρίσκονται θηλυκά· ἐὰν δὲ ἄρα καὶ εὕρωμεν, ἀπὸ οὐδετέρου | |
15 | γένους εἰσὶ μετενεχθέντα, ἅτινα καὶ τὸν τόνον καὶ τὴν κλίσιν τῶν οὐδετέρων φυλάττουσι, μόνον δὲ τὸ ἄρθρον ἐναλλάσσουσιν, οἷον ἡ Ἁβρότονον, ἡ Λεόντιον, ἡ Χρυσίον, ἡ Φάνιον· ἀπὸ γὰρ τοῦ τὸ ἁβρότο‐ νον καὶ τὸ λεόντιον καὶ τὸ χρυσίον καὶ τὸ φάνιον· ἔστι δὲ τὸ μὲν ἁβρότονον ὄνομα βοτάνης, τὸ δὲ ἡ Ἁβρότονον ὄνομα ἑταίρας· ταῦτα | |
20 | δὲ οὐκ ἔχουσι πληθυντικὰ διὰ τὸ ἀχαρακτήριστον· οὐδὲ γὰρ ἠδύναντο τὴν κλίσιν τῶν οὐδετέρων ἐπιδέξασθαι ἐν τοῖς πληθυντικοῖς, ἐπειδὴ οὐδέποτε οὔτε ἀρσενικὰ οὔτε θηλυκὰ εἰς α καταλήγουσιν ἐν τοῖς πλη‐ θυντικοῖς· αὕτη γὰρ ἡ κατάληξις μόνου οὐδετέρου γένους ἐστίν, οἷον βήματα κρέατα. Τὰ εἰς υν θηλυκὰ σπάνιά εἰσι, προσθέσει δὲ τοῦ ος | |
25 | ποιοῦσι τὴν γενικὴν ὁμοίως τοῖς εἰς υν ἀρσενικοῖς, οἷον Γόρτυν Γόρ‐ τυνος (ἔστι δὲ ὄνομα πόλεως Κρήτης). Ὑπολείπεται ἡμῖν ἡ εἰς ων κατάληξις· καὶ ἰστέον ὅτι ταῦτα τὰ εἰς ων λήγοντα θηλυκὰ ἢ ὀξύνονται ἢ βαρύνονται, οἷον τρυγών τρή‐ ρων, ἀποστρέφονται δὲ τὴν περισπωμένην τάσιν. Δεῖ δὲ ἡμᾶς προσ‐ | |
30 | θεῖναι «χωρὶς ἑνὸς ὀνόματος»· εὑρίσκομεν γὰρ καὶ ἐν τῇ συνηθείᾳ λεγό‐ μενον καὶ παρὰ τοῖς ἀρχαίοις τὸ ὄνομα τῆς πόλεως τῆς ἐν Περσίδι, οἷον ἡ Κτησιφῶν· τοῦτο δὲ περισπᾶται καὶ διὰ τοῦ ντ κλίνεται μετὰ τοῦ φυλάττειν τὸ ω ἐν τῇ γενικῇ, οἷον Κτησιφῶντος· τοῦτο δὲ καὶ τὴν κλίσιν καὶ τὸν τόνον τοῦ ἀρσενικοῦ ἐφύλαξεν· ἔστι γὰρ ὁ Κτησιφῶν | |
35 | τοῦ Κτησιφῶντος ὄνομα κύριον ἀρσενικῶς λεγόμενον, ᾧτινι ὁμωνυμεῖ ἡ πόλις. Ἰστέον δὲ ὅτι τὰ εἰς ων λήγοντα θηλυκὰ βαρύτονα φυλάττουσι τὸ ω ἐν τῇ γενικῇ, οἷον μήκων μήκωνος (ἔστι δὲ εἶδος βοτάνης), τρήρων | |
τρήρωνος (σημαίνει δὲ τὴν δειλὴν περιστεράν, οἷον 〈Χ 140〉 τρήρωνα | 316 | |
317 | πέλειαν). Καὶ τὰ ἐπὶ πόλεων δὲ ὁμοίως φυλάττουσι τὸ ω ἐν τῇ γε‐ νικῇ, εἴτε βαρύτονα ὦσιν εἴτε ὀξύτονα, οἷον Κρότων Κρότωνος, Ἀσκά‐ λων Ἀσκάλωνος, Ἴτων Ἴτωνος, οἷον 〈Β 696〉 Ἴτωνά τε, μητέρα μήλων, Πυθών Πυθῶνος, Σιδών Σιδῶνος, Βαβυλών Βαβυλῶνος, | |
5 | Πλευρών Πλευρῶνος, Καλυδών Καλυδῶνος, Ἀμυδών Ἀμυδῶνος· τὸ γὰρ Λακεδαίμων Λακεδαίμονος τοῦ ἁπλοῦ τὴν κλίσιν ἐφύλαξε, λέγω δὴ τοῦ δαίμων δαίμονος, καὶ τούτου χάριν διὰ τοῦ ο ἐκλίθη. Τὰ δὲ εἰς ων ὀξύτονα θηλυκὰ μὴ ὄντα ἐπὶ πόλεων τρέπουσι τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, οἷον πλαγγών πλαγγόνος, χελιδών χελιδόνος, ἀηδών ἀηδό‐ | |
10 | νος, τρυγών τρυγόνος, εἰκών εἰκόνος, σινδών σινδόνος, λαγών λαγό‐ νος, χιών χιόνος, σταγών σταγόνος, ἀλκυών ἀλκυόνος, Ἀμαζών Ἀμα‐ ζόνος. Τούτῳ τῷ λόγῳ καὶ τὸ χθών χθονός τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, καὶ αὐτὸ γὰρ ὀξύτονόν ἐστι καὶ θηλυκόν. Σημειούμεθα δὲ ἐν τοῖς ἐπὶ πόλεων τὸ Ὀλοοσσών Ὀλοοσσόνος, ὡς τὸ 〈Β 739〉 πόλιν | |
15 | τ’ Ὀλοοσσόνα λευκήν, καὶ τὸ Ἀνθηδών Ἀνθηδόνος· ταῦτα γὰρ ἔτρεψαν τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ. Δεῖ δὲ προσθεῖναι καὶ εἰπεῖν, ὅτι καὶ ὅσα εἰσὶν ἐπὶ πόλεων εἰς δων τῷ η παραληγόμενα τρέπουσι τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, οἷον Ἰσσηδών Ἰσσηδόνος, Ἀσπληδών Ἀσπλη‐ δόνος, Στερηδών Στερηδόνος, Καρχηδών Καρχηδόνος (ἡ ἐν τῇ Λιβύῃ), | |
20 | Καλχηδών Καλχηδόνος (ἡ κατὰ τὸ Βυζάντιον, ἥτις καὶ Χαλκηδών κα‐ λεῖται· εὑρίσκομεν γὰρ διφορουμένην τὴν χρῆσιν). Ἔτι δεῖ προσθεῖναι «καὶ χωρὶς τοῦ Ἑρμιών Ἑρμιόνος καὶ τοῦ Ἠϊών Ἠϊόνος»· καὶ ταῦτα γὰρ ὀνόματά εἰσι πόλεων καὶ τρέπουσι τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ. Ἔτι δεῖ προσθεῖναι «καὶ χωρὶς τοῦ Βιών Βιόνος»· καὶ αὐτὸ γὰρ ὄνομά | |
25 | ἐστι πόλεως καὶ τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ. Ἐν δὲ τοῖς ὀξυ‐ τόνοις τοῖς μὴ σημαίνουσι πόλεις δεῖ σημειώσασθαι τὸ μελεδών μελε‐ δῶνος καὶ τὸ τυφεδών τυφεδῶνος· ταῦτα γὰρ ὀξύτονα ὄντα καὶ μὴ ὄντα ἐπὶ πόλεων ἐφύλαξαν τὸ ω ἐν τῇ γενικῇ· περὶ ὧν ἔστιν εἰπεῖν, ὅτι ταῦτα ποιητικά εἰσι καὶ διὰ τὸ μέτρον ποιητικῶς διὰ τοῦ ω ἐγέ‐ | |
30 | νοντο, ἐπειδὴ διὰ τοῦ ο ἔδει γράφειν αὐτά· ἔστι δὲ τυφεδών μὲν ἡ καῦσις, μελεδών δὲ ἡ φροντίς. Τῇ τρήρωνι, τῇ Πυθῶνι, τῇ τρυγόνι· τὴν τρήρωνα, τὴν Πυθῶνα, τὴν τρυγόνα· ὦ τρήρων, ὦ Πυθών, ὦ τρυγών. Εἴρηται ὅτι τὰ εἰς ἀμετάβολον λήγοντα βαρύτονα ἀποβάλλοντα τῆς γε‐ | |
35 | νικῆς τὴν ἐσχάτην τὸ ος ἢ καὶ τὴν τος συλλαβὴν ποιοῦσι τὴν κλητικήν, | 317 |
318 | πλὴν τοῦ Ἄπολλον καὶ Ποσείδαον· εἴρηται δὲ καὶ ὅτι τὰ εἰς ἀμετάβο‐ λον λήγοντα ὀξύτονα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν, πλὴν τοῦ ἄνερ πάτερ σῶτερ δᾶερ. Τὰ τρήρωνε, τὰ Πυθῶνε, τὰ τρυγόνε· ταῖν τρηρώνοιν, | |
5 | ταῖν Πυθώνοιν, ταῖν τρυγόνοιν· ὦ τρήρωνε, ὦ Πυθῶνε, ὦ τρυγόνε. Αἱ τρήρωνες, αἱ Πυθῶνες, αἱ τρυγόνες· τῶν τρηρώνων, τῶν Πυθώνων, τῶν τρυγόνων· ταῖς τρήρωσι, ταῖς Πυθῶσι, ταῖς τρυγόσιν. Ἰστέον ὅτι ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν γίνεται ἐπὶ | |
10 | τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν τροπῇ τοῦ ν εἰς τὸ ς· εἴρηται γὰ ἐν τοῖς προλαβοῦσιν, ὅτι πᾶσα δοτικὴ ἑνικῶν εἰς νι λήγουσα μὴ οὖσα κατὰ μεταπλασμὸν τροπῇ τοῦ ν εἰς ς ποιεῖ τὴν δοτικὴν τῶν πληθυν‐ τικῶν. Τὰς τρήρωνας, τὰς Πυθῶνας, τὰς τρυγόνας· ὦ τρήρω‐ | |
15 | νες, ὦ Πυθῶνες, ὦ τρυγόνες. Κανὼν εʹ. Ἡ αὖλαξ 〈τῆσ〉 αὔλακος. Περὶ τῶν εἰς ξ ληγόντων θηλυκῶν διαλαμβάνει ὁ τεχνικός· καὶ ἰστέον ὅτι καθόλου τὰ εἰς ξ λήγοντα ἁπλᾶ θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν | |
20 | ὑπεσταλμένων τῶν εἰς υξ διὰ τοῦ κ κλίνονται, οἷον δίπλαξ δίπλακος, κλῖμαξ κλίμακος, θρῖδαξ θρίδακος, αὖλαξ αὔλακος, σχίδαξ σχίδακος (τὸ ἐσχισμένον ξύλον), χάλιξ χάλικος, πῖδαξ πίδακος (ἡ πηγή), πήληξ πή‐ ληκος (σημαίνει δὲ τὴν περικεφαλαίαν), ἀλώπηξ ἀλώπεκος· τοῦτο δὲ παράλογόν ἐστιν, ὅτι ἔτρεψε τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ· τὰ γὰρ εἰς | |
25 | διπλοῦν λήγοντα οὐδέποτε τρέπουσι τὸ φωνῆεν τῆς εὐθείας ἐν τῇ κλί‐ σει, οἷον νάρθηξ νάρθηκος, σκώληξ σκώληκος, Κύκλωψ Κύκλωπος, μώ‐ λωψ μώλωπος. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὸ ἀλώπηξ ἀλώπεκος τρέπει τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· τὰ εἰς ηξ θηλυκὰ οὐ φαίνονται παραληγόμενα τῷ ω, | |
30 | οἷον πήληξ (ἡ περικεφαλαία) ἀντίπηξ (ἡ κιβωτός) ὕσπληξ (ἡ ἀφετηρία τοῦ δρόμου)· τὸ γὰρ σκώληξ παραληγόμενον τῷ ω οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι θηλυκὸν ἀλλ’ ἀρσενικόν· ἐπειδὴ οὖν τὸ ἀλώπηξ θηλυ‐ κὸν ὂν παραλήγεται τῷ ω, εἰκότως παραλλάξαν ἐν τῇ εὐθείᾳ κατὰ τὴν παραλήγουσαν παρήλλαξε καὶ ἐν τῇ γενικῇ κατὰ τὴν παραλήγουσαν καὶ | |
35 | ἔτρεψε τὸ η εἰς τὸ ε. Ταῦτα μὲν ἐν τούτοις. | 318 |
319 | Πρόσκειται ἐν τῷ κανόνι «ἁπλᾶ» διὰ τὰ σύνθετα, οἷον διὰ τὸ ἡ καλλίθριξ τῆς καλλίτριχος, ἡ ὁμόστιξ τῆς ὁμόστιχος (ἡ ἅμα τινὶ πορευο‐ μένη· ταῦτα δὲ κοινά εἰσι τῷ γένει, οἷον ὁ καλλίθριξ καὶ ἡ καλλίθριξ, ὁ ὁμόστιξ καὶ ἡ ὁμόστιξ), ἡ ἀντίπηξ τῆς ἀντίπηγος (σημαίνει δὲ τὴν | |
5 | κιβωτόν, καὶ ἔστι παρὰ τὴν ἀντί πρόθεσιν καὶ τὸ πήσσω), ἡ ὕσπληξ τῆς ὕσπληγος· ὕσπληξ δέ ἐστι καταχρηστικῶς μὲν ἡ ἀφετηρία τοῦ δρόμου, κυρίως δὲ ἡ ἀπὸ χοιρείων τριχῶν μάστιξ, καὶ γίνεται ἀπὸ τοῦ πλήτ‐ τειν τῇ μάστιγι τῇ ἀπὸ τριχῶν ὑῶν τουτέστι χοίρων, ἢ παρὰ τὴν ὑπό πρόθεσιν γέγονεν ὑπόπληξ καὶ συγκοπῆς γενομένης τῆς πο συλλαβῆς | |
10 | καὶ πλεονάσαντος τοῦ ς ἐγένετο ὕσπληξ, ὡς ἐπὶ τοῦ ὑπότερος ὕστερος. Πρόσκειται «ὑπὲρ μίαν συλλαβήν» διὰ τὸ θρίξ τριχός, στίξ στιχός (ση‐ μαίνει δὲ τὴν τάξιν)· πρόσκειται «θηλυκά» διὰ τὸ τέττιξ τέττιγος· τοῦτο γὰρ διὰ τοῦ γ κλίνεται, ἀλλ’ οὐκ ἔστι θηλυκόν· πρόσκειται «χω‐ ρὶς τῶν εἰς υξ» διὰ τὸ ἄντυξ ἄντυγος (σημαίνει δὲ τὴν περιφέρειαν | |
15 | τοῦ ἅρματος). Λέγει δὲ ὁ τεχνικός, ὅτι σεσημείω〈ν〉ται τὸ λάταξ λάταγος καὶ μάστιξ μάστιγος διὰ τοῦ γ κλιθέντα. Καὶ ἰστέον ὅτι τὸ λάταξ οὐ καλῶς ἐσημειώσατο ἐνταῦθα ὁ τεχνικός· σύνθετον γάρ ἐστιν ἀπὸ τοῦ λα ἐπιτατικοῦ μορίου καὶ τοῦ στάξω, οἱονεὶ λάσταξ, καὶ κατὰ ἀποβολὴν τοῦ ς λάταξ (σημαίνει δὲ τὴν μεγάλην σταγόνα)· σύνθετον δὲ ὂν οὐκ | |
20 | ἀντίκειται τῷ κανόνι, πρόσκειται γὰρ ἐν τῷ κανόνι «ἁπλᾶ»· τὸ δὲ μάστιξ μάστιγος διὰ τοῦ γ κλιθὲν ἔχει ἀπολογίαν ἁρμόζουσαν καὶ τῷ λάταξ λάταγος, ὅτι ταῦτα ἔχουσι παρακείμενον ῥῆμα εἰς ζω, φημὶ δὴ τὸ μαστίζω καὶ στάζω· τὰ δὲ εἰς ξ λήγοντα ἔχοντα ῥῆμα ἀντιπαρακεί‐ μενον εἰς ζω διὰ τοῦ γ κλίνονται, οἷον ἁρπάζω ἅρπαξ ἅρπαγος, κράζω | |
25 | κέκραξ κέκραγος, βαστάζω νεκροβάσταξ νεκροβάσταγος, σφάζω ἀπόσφαξ ἀπόσφαγος· οὕτως οὖν καὶ μαστίζω μάστιξ μάστιγος καὶ στάζω λάσταξ λάσταγος καὶ κατὰ ἀποβολὴν τοῦ ς λάταξ λάταγος. Τῇ αὔλακι, τὴν αὔλακα, ὦ αὖλαξ. Τὰ αὔλακε, ταῖν αὐλάκοιν, ὦ αὔλακε. Αἱ αὔλακες, τῶν αὐλάκων, ταῖς αὔλα‐ | |
30 | ξιν. Εἴρηται ὅτι ἐπὶ τούτων διχῶς κανονίζεται ἡ δοτικὴ τῶν πληθυν‐ τικῶν, καὶ ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν πρὸ τοῦ ι λαμβανούσης τὸ ς καὶ συναιρούσης τὸ κς εἰς ξ, καὶ ἀπὸ τῆς εὐθείας τῶν ἑνικῶν προσ‐ θέσει τοῦ ι. | |
Τὰς αὔλακας, ὦ αὔλακες. | 319 | |
320 | Κανὼν ϛʹ. Ἡ Σφίγξ τῆς Σφιγγός. Ἰστέον ὅτι τὰ εἰς ξ λήγοντα εἰ μὲν ἔχουσι πρὸ τοῦ ξ τὸ γ διὰ τοῦ γ κλίνονται, οἷον Σφίγξ Σφιγγός, σάλπιγξ σάλπιγγος, φάρυγξ φά‐ | |
5 | ρυγγος, λάρυγξ λάρυγγος, εἰ δὲ ἕτερον σύμφωνον ἔχουσι πρὸ τοῦ ξ διὰ τοῦ κ κλίνονται, οἷον ζόρξ ζορκός (ἔστι δὲ εἶδος θηρίου), σάρξ σαρκός, ὤλξ ὠλκός (ὤλξ δέ ἐστιν ἡ αὖλαξ, ὡς τὸ 〈Callim. h. in Dian. 180〉 τέμνειν ὦλκα βαθεῖαν). Λέγει δὲ ὁ τεχνικός «χωρὶς τοῦ λύγξ, ὅπερ πρὸς διάφορον σημαινόμενον διαφόρως κλίνεται»· ἐπὶ μὲν | |
10 | γὰρ τοῦ πάθους διὰ τοῦ γ κλίνεται, οἷον λύγξ λυγγός (ἐξ οὗ καὶ τὸ ἐλυγγίασεν), ἐπὶ δὲ τοῦ θηρίου διὰ τοῦ κ, οἷον λυγκός, ὡς παρὰ Καλ‐ λιμάχῳ 〈h. in Dian. 88〉 ὁ δὲ κρέα λυγκὸς ἔταμνε. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ 〈Ε 299〉 ἀλκὶ πεποιθώς τινὲς μὲν ὡς ἀπὸ | |
15 | τοῦ ἄλξ ἀλκός λέγουσι γεγονέναι, ἕτεροι δὲ ἀπὸ τοῦ εἰς η θηλυκοῦ· ἔστι γὰρ ἡ ἀλκή τῆς ἀλκῆς τῇ ἀλκῇ, καὶ γίνεται κατὰ μεταπλασμὸν «ἀλκὶ πεποιθώς» διὰ τοῦ ι. Τῇ Σφιγγί, τὴν Σφίγγα, ὦ Σφίγξ. Τὰ Σφίγγε, ταῖν Σφιγγοῖν, ὦ Σφίγγε. Αἱ Σφίγγες, τῶν Σφιγγῶν, ταῖς Σφιγξί, | |
20 | τὰς Σφίγγας, ὦ Σφίγγες. Κανὼν ζʹ. Ἡ μήτηρ τῆς μητέρος καὶ κατὰ συγκοπὴν μητρός. Ἰστέον ὅτι τὰ εἰς ρ λήγοντα θηλυκὰ κανονίζει ὁ τεχνικός· κατὰ ἀκολουθίαν δὲ ζητητέον ταῦτα. Εἰς αρ οὐκ ἔχομεν θηλυκὰ εἰ μὴ τὸ | |
25 | δάμαρ, ὅπερ καὶ μετὰ τοῦ ς εὑρίσκεται δάμαρς, ἐξ οὗ γίνεται ἡ δάμαρ‐ τος γενική. Βούλονται δέ τινες καὶ τὸ 〈Ι 327〉 ὀάρων ἕνεκα σφε‐ τεράων (ἀντὶ τοῦ τῶν γυναικῶν) ἀπὸ εὐθείας τῆς εἰς αρ παραλαμ‐ βάνειν, ἵνα εὑρεθῇ ἡ εὐθεῖα τῶν ἑνικῶν ὄαρ καὶ ἐκ τούτου ὄαρες ὀάρων· ἕτεροι δὲ λέγουσιν, ὅτι ἀπὸ τοῦ ὄαρος ἐγένετο ὄαροι ἡ εὐθεῖα | |
30 | τῶν πληθυντικῶν, καὶ ἐκ τούτου ἡ γενικὴ τῶν πληθυντικῶν ὀάρων· εἰ δέ που, φασίν, εὑρεθῇ ὄαρες ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἀπὸ τοῦ ὄαροι γέγονε κατὰ μεταπλασμόν. Εἰς ηρ δὲ διὰ τοῦ η θηλυκὸν μονοσύλλαβον ἔχομεν τὸ κήρ, ὅπερ κλίνεται προσθέσει τοῦ ος, οἷον κηρός, ἐξ οὗ τὸ 〈Β 302〉 μάρτυροι, | |
35 | οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι· τοῦτο δὲ εὑρίσκεται καὶ | 320 |
321 | κατὰ συστολὴν τοῦ η εἰς α, οἷον 〈Ι 378〉 τίω δέ μιν ἐν καρὸς αἴσῃ. Καὶ ἀποροῦσί τινες λέγοντες, διὰ ποίαν αἰτίαν εἰς α ἐτράπη ἐνταῦθα τὸ η καὶ μὴ εἰς ε, ὡς ἐπὶ τοῦ φρήν φρενός. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ ἔστι τὸ καρός κατὰ ἀνάλογον κλίσιν ἀλλὰ κατὰ συστολὴν ποιητικήν, | |
5 | καὶ τούτου χάριν οὐκ ἐφύλαξεν ἀκολουθίαν πρὸς τὸ φρήν φρενός. Εἰς ειρ διὰ τῆς ει διφθόγγου ἔχομεν μονοσύλλαβα ἐν μὲν τοῖς θη‐ λυκοῖς τὸ χείρ, ἐν δὲ τοῖς ἀρσενικοῖς τὸ φθείρ καὶ τὸ Εἴρ (Εἴρ δέ ἐστιν ὄνομα ποταμοῦ)· ὑπὲρ μίαν δὲ συλλαβὴν εὑρίσκομεν τὸ ἀντίχειρ καὶ τὸ Βέχειρ (ἔστι δὲ ἔθνος) καὶ τὸ Σάπειρ (ὁμοίως ἔθνος)· ταῦτα δὲ πάντα | |
10 | προσθέσει τοῦ ος ποιοῦσι τὴν γενικήν, οἷον ἀντίχειρος, Βέχειρος, ὡς τὸ 〈Apoll. Rh. 2,396〉 μετὰ δ’ αὖ 〈περιώσια〉 φῦλα Βεχείρων, Σάπειρος, 〈Apoll. Rh. 2,397〉 ἑξείης δὲ Σάπειρες (εἰσὶ δὲ οἱ νῦν λεγόμενοι Σάβειρες διὰ τοῦ β), Εἴρ Εἰρός, φθείρ φθειρός· τοῦτο δὲ ἀρσενικῶς λέγεται, οὐδὲ γάρ, ὡς λέγουσί τινες, τὰς φθεῖρας θηλυκῶς ἐν | |
15 | τῇ συνηθείᾳ· τὸ δὲ κύριον ὄνομα τὸ Φθίρ τὸ ἐπὶ τοῦ υἱοῦ τοῦ Ἐνδυ‐ μίωνος διὰ τοῦ ι γράφεται. Τὸ χείρ διχῶς εὑρέθη κλινόμενον, οἷον χειρός διὰ τῆς ει διφθόγγου καὶ χερός χωρὶς τοῦ ι· καὶ πολλή ἐστιν ἡ χρῆσις τῆς χερός γενικῆς τῆς χωρὶς τοῦ ι οὐ μόνον παρὰ ποιηταῖς ἀλλὰ καὶ παρὰ τραγικοῖς καὶ παρὰ ἰαμβογράφοις μὴ οὖσι μήτε κωμικοῖς | |
20 | μήτε τραγικοῖς· ἡ δὲ δοτικὴ τῶν πληθυντικῶν χερσί μόνως χωρὶς τοῦ ι λέγεται καὶ οὐδέποτε διὰ τῆς ει διφθόγγου· ἡ δὲ γενικὴ καὶ δοτικὴ τῶν δυϊκῶν χεροῖν λέγεται ὡς ἐπὶ τὸ πλεῖστον χωρὶς τοῦ ι, σπανίως δὲ διὰ τῆς ει διφθόγγου χειροῖν. Ταῦτα μὲν ἐν τούτοις. Ὁ δὲ τεχνικὸς διαλαμβάνει περὶ τῶν εἰς ηρ θηλυκῶν τῶν διὰ τοῦ | |
25 | η τῶν ὑπὲρ μίαν συλλαβήν, λέγων ὅτι τὰ εἰς ηρ λήγοντα θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν δηλονότι τρέπουσι τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ, οἷον εἰνάτηρ εἰνάτερος, ὡς τὸ 〈Ζ 378〉 καὶ εἰνατέρων εὐπέπλων (ση‐ μαίνει δὲ τὴν σύννυμφον), Δημήτηρ Δημήτερος ὅπερ κατὰ συγκοπὴν γίνεται Δήμητρος, θυγάτηρ θυγατέρος καὶ μήτηρ μητέρος καὶ κατὰ | |
30 | συγκοπὴν θυγατρός καὶ μητρός. Ἰστέον δὲ ὅτι τὸ μητέρος καὶ θυγα‐ τέρος οὐκ ἐφύλαξαν τὸν τόνον ἐν τῇ αὐτῇ συλλαβῇ ἐν ᾗ καὶ ἡ εὐθεῖα ἔχει αὐτόν, ἀλλὰ κατεβίβασαν αὐτὸν μίαν συλλαβὴν καὶ πρὸ μιᾶς ἔχουσι τὸν τόνον· καὶ λέγομεν ὅτι ἠκολούθησαν τοῖς ἰδίοις συγγενικοῖς, φημὶ δὴ τῷ πατέρος ἀνέρος δαέρος (δαήρ δέ ἐστιν ὁ ἀνδράδελφος), ὥσπερ | |
35 | καὶ ἐκ τοῦ ἐναντίου τὰ ἀρσενικὰ ἠκολούθησαν τοῖς ἰδίοις θηλυκοῖς κατὰ | |
τὴν κλητικὴν καὶ γεγόνασιν ἄνερ πάτερ δᾶερ, ὥσπερ μῆτερ καὶ θύγατερ. | 321 | |
322 | Καὶ τὸ γαστήρ δὲ γαστέρος γίνεται κατὰ συγκοπὴν γαστρός· τοῦτο δὲ μόνον, φημὶ δὴ τὸ γαστήρ, ὀξύνεται ἐν τῇ εὐθείᾳ, τῶν ἄλλων τῶν εἰς ηρ θηλυκῶν ὑπὲρ μίαν συλλαβὴν βαρυνομένων, οἷον Δημήτηρ θυ‐ γάτηρ εἰνάτηρ μήτηρ· πρόσκειται «θηλυκῶν» διὰ τὸ ἀστήρ ἀρσενικὸν | |
5 | ὀξυνόμενον· πρόσκειται «ὑπὲρ μίαν συλλαβήν» διὰ τὸ κήρ θηλυκὸν μονοσύλλαβον ὀξυνόμενον. Τὸ ῥαιστήρ σωτήρ ἀήρ καὶ ὅσα τοιαῦτα ἀρσενικὰ ὄντα πολλάκις οἱ ποιηταὶ μεταφέρουσιν εἰς θηλυκὸν γένος, οἷον τὸν ῥαιστῆρα τὴν ῥαιστῆρα, οἷον 〈Σ 477〉 ῥαιστῆρα κραταιήν (ἀντὶ τοῦ σφύραν, καὶ ἔστι παρὰ τὸ ῥαίω τὸ φθείρω), τὸν ἀέρα τὴν | |
10 | ἀέρα, τὸν σωτῆρα τὴν σωτῆρα· ταῦτα δὲ οὐκ ἀντίκεινται ἡμῖν οὔτε κατὰ τὸν τόνον οὔτε κατὰ τὴν κλίσιν, ἐπειδὴ κατὰ ποιητικὴν ἐξουσίαν ἀπὸ τοῦ ἀρσενικοῦ γένους μετηνέχθησαν εἰς θηλυκὸν γένος, καὶ λοιπὸν τὴν κλίσιν καὶ τὸν τόνον τοῦ ἀρσενικοῦ γένους ἐφύλαξαν. Ταῦτα περὶ τῶν εἰς ηρ. | |
15 | Εἰς ωρ δὲ διὰ τοῦ ω οὐκ ἔχομεν θηλυκόν. Βούλονται δέ τινες ἀναπλάττειν ἀπὸ τοῦ 〈Ε 486〉 ἀμυνέμεναι ὤρεσσιν (ἀντὶ τοῦ ταῖς γυναιξίν) εὐθεῖαν τῶν ἑνικῶν ὦρ ἀπὸ τοῦ ὄαρ γενομένην κατὰ κρᾶσιν τοῦ ο καὶ α εἰς ω, ὥσπερ κρείττονα κρείττοα κρείττω, ὧν ἔστι καὶ Ἡρωδιανὸς ἑαυτῷ ἐναντιούμενος· αὐτὸς γὰρ λέγει ἐν ἄλλῳ τόπῳ, | |
20 | ὅτι ὥσπερ τὰ εἰς ηρ μονοσύλλαβα μόνου μὲν ἀρσενικοῦ γένους ὄντα φυλάττουσι τὸ η ἐν τῇ γενικῇ, οἷον θήρ θηρός, φήρ φηρός, ὡς τὸ 〈Α 268〉 φηρσὶν ὀρεσκῴοισιν (ἀντὶ τοῦ κενταύροις), θηλυκοῦ δὲ γένους ὄντα καὶ φυλάττουσι τὸ η καὶ συστέλλουσιν, οἷον κήρ κηρός καὶ καρός, ὡς τὸ 〈Σ 115〉 κῆρα δ’ ἐγὼ τότε δέξομαι καὶ 〈Ι 378〉 | |
25 | τίω δέ μιν ἐν καρὸς αἴσῃ, οὕτω καὶ τὰ εἰς ωρ ἀρσενικὰ μονοσύλ‐ λαβα φυλάττουσι τὸ ω ἐν τῇ γενικῇ, οἷον φώρ φωρός (σημαίνει δὲ τὸν κλέπτην)· εἰ οὖν τὸ ὦρ οὐ συστέλλει τὸ ω κατὰ τὴν γενικήν, ὡς δηλοῖ τὸ 〈Ε 486〉 ἀμυνέμεναι ὤρεσσι διὰ τοῦ ω ὄν, δηλονότι οὐκ ἔστι θηλυκόν. Τί οὖν ἔχομεν εἰπεῖν περὶ τοῦ «ἀμυνέμεναι ὤρεσσιν», ὅτι πό‐ | |
30 | θεν γέγονεν; Ἔστι δὲ εἰπεῖν ὅτι ἐστὶν ὄαρος ὀάρου καὶ ὄαροι ἡ εὐθεῖα τῶν πληθυντικῶν (ὄαροι δέ εἰσιν αἱ γυναῖκες), καὶ λοιπὸν κατὰ μετα‐ πλασμὸν γίνεται ὄαρες καὶ ἐκεῖθεν ἡ δοτικὴ τῶν πληθυντικῶν ὀάρεσσι | |
κατ’ ἐπέκτασιν τῆς σι συλλαβῆς, ὥσπερ κύνες κύνεσσι καὶ αἶγες | 322 | |
323 | αἴγεσσι, καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ α εἰς ω ὤρεσσι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐὰν εὕρωμεν σύνθετά τινα εἰς ωρ θηλυκά, ἀπὸ ἀρ‐ σενικῶν εἰσι γεγενημένα καὶ τὴν αὐτὴν κλίσιν ἐπιδέχονται τοῖς ἀρσενι‐ | |
5 | κοῖς, οἷον ὁ πανδαμάτωρ καὶ ἡ πανδαμάτωρ τοῦ πανδαμάτορος καὶ τῆς πανδαμάτορος. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί, ὥσπερ τὸ γαστήρ γαστέρος γίνεται κατὰ συγκοπὴν γαστρός, μὴ τὸν αὐτὸν τρόπον καὶ τὸ ἀστήρ ἀστέρος γίνεται κατὰ συγκοπὴν ἀστρός. Καὶ ἐπιλύονταί τινες λέγοντες, ὅτι | |
10 | ἐπειδὴ τὸ ἀστήρ ἀρσενικόν ἐστι, τούτου χάριν οὐ πάσχει συγκοπὴν κατὰ τὴν γενικήν. Οὗτοι δὲ οὐκ ἀκριβῶς λέγουσι· καὶ γὰρ καὶ ἐπὶ ἀρσενι‐ κῶν ὁρᾶται πολλάκις ἡ τοιαύτη συγκοπὴ κατὰ τὴν γενικήν, ὡς ἐπὶ τοῦ πατήρ πατέρος πατρός καὶ ἀνήρ ἀνέρος ἀνδρός, τοῦ δ μετὰ τὴν συγ‐ κοπὴν πλεονάσαντος. Κρεῖττον οὖν ἐστιν ἐπιλύσασθαι οὕτως· αἱ συγ‐ | |
15 | κοπτόμεναι γενικαὶ μιμεῖσθαι θέλουσι τὰς ὀξυτόνους εὐθείας, οἷον ἡ ἀνδρός γενικὴ μιμεῖται τὴν χονδρός εὐθεῖαν, καὶ πάλιν ἡ μητρός καὶ πατρός καὶ θυγατρός γενικὴ μιμεῖται τὴν ἰατρός εὐθεῖαν· ἐπειδὴ οὖν ἡ ἀστέρος γενικὴ εἰ συνεκόπτετο καὶ ἐγίνετο ἀστρός, οὐκ εἶχε μιμεῖσθαι εὐθεῖαν διὰ τοῦ στρος ἐκφερομένην ὀξύτονον, τὸ γὰρ Ἴστρος (ἔστι δὲ | |
20 | ὄνομα ποταμοῦ) βαρύνεται, τούτου χάριν ὡς μὴ ἔχουσα εὐθεῖαν ἣν ὤφειλε μιμήσασθαι οὐ συγκόπτεται. Εἰ δέ τις εἴποι, ὅτι τούτῳ τῷ λόγῳ οὔτε ἡ γαστέρος γενικὴ ὤφειλε συγκοπὴν ἀναδέξασθαι καὶ γενέσθαι γα‐ στρός, οὔτε γὰρ αὕτη ἔχει εὐθεῖαν ἣν ὤφειλε μιμήσασθαι, οὐδὲ γὰρ ἔχομεν, ὡς εἴρηται, εὐθεῖαν διὰ τοῦ στρος ἐκφερομένην ὀξύτονον, λέγο‐ | |
25 | μεν ὅτι ἐπειδὴ τὸ γαστήρ, ὡς εἴρηται, κατὰ τὴν εὐθεῖαν παραλόγως ὠξύνθη, τούτου χάριν καὶ κατὰ τὴν γενικὴν παραλόγως ἀνεδέξατο συγκοπήν. Τῇ μητέρι καὶ ἐν συγκοπῇ μητρί, τὴν μητέρα. Ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν, ὥσπερ τὸ ἀνέρα γίνεται κατὰ συγκοπὴν ἄνδρα | |
30 | καὶ τὸ θυγατέρα θύγατρα, μὴ τὸν αὐτὸν τρόπον καὶ τὸ μητέρα γίνεται κατὰ συγκοπὴν μῆτρα. Καὶ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο οὐ γίνεται τὸ μητέρα κατὰ συγκοπὴν μῆτρα, ἵνα μὴ συνεμπέσῃ τῇ μήτρα εὐθείᾳ· διὰ τοῦτο δὲ οὐδὲ τὸ πατέρα γίνεται κατὰ συγκοπὴν πάτρα, ἵνα μὴ συν‐ εμπέσῃ τῇ πάτρα εὐθείᾳ τῇ σημαινούσῃ τὴν πατρίδα. | |
35 | Ὦ μῆτερ. Εἴρηται ὅτι τὰ εἰς ἀμετάβολον λήγοντα βαρύτονα ἀποβάλλοντα τῆς γενικῆς τὴν ἐσχάτην τὸ ος ἢ τὴν τος ποιοῦσι τὴν κλητικήν, πλὴν τοῦ Ἄπολλον καὶ Ποσείδαον· ἔστιν οὖν μήτηρ μητέρος καὶ θυγάτηρ θυγατέρος, καὶ λοιπὸν ἀποβάλλουσαι τῆς γενικῆς τὴν ἐσχά‐ | |
την τὸ ος ποιοῦσι τὴν κλητικὴν μῆτερ καὶ θύγατερ. | 323 | |
324 | Τὰ μητέρε, ταῖν μητέροιν, ὦ μητέρε. Αἱ μητέρες, τῶν μητέρων, ταῖς μητράσιν. Εἴρηται ὅτι πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκφωνούμενον λήγουσα, πρὸ τοῦ ι λαμβάνουσα τὸ ς καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα σὺν αὐτῷ ἐκφωνηθῆναι στοιχεῖα, τὴν δοτικὴν τῶν πλη‐ | |
5 | θυντικῶν ποιεῖ, οἷον ὄφιϊ ὄφισιν, ὄφεϊ ὄφεσι, ταχέϊ ταχέσι, στάχυϊ στάχυσι, Πάριδι Πάρισι, Πλάτωνι Πλάτωσιν, Ἕκτορι Ἕκτορσι, Νέστορι Νέστορσιν· οὕτως οὖν καὶ μητέρι μητέρσι, καὶ διὰ τὴν εὐφωνίαν ὑπερ‐ βιβασμὸς γίνεται τοῦ ρ καὶ τροπὴ παρακολουθεῖ τοῦ ε εἰς α καὶ γίνεται μητράσιν, ὥσπερ πατέρι πατέρσι καὶ πατράσι καὶ θυγατέρι θυγατέρσι | |
10 | καὶ θυγατράσι καὶ ἀνέρι ἀνέρσι καὶ ἀνδράσι, τοῦ δ πλεονάσαντος. Δύ‐ ναται δὲ καὶ ἀπὸ τῆς κατὰ συγκοπὴν δοτικῆς τῶν ἑνικῶν κανονισθῆναι καὶ ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν· ἔστι γὰρ ἡ κατὰ συγκοπὴν δοτικὴ τῶν ἑνικῶν μητρί καὶ πατρί καὶ θυγατρί καὶ ἀνδρί, καὶ ἐπειδὴ τοῦ ς προσερχομένου ἀσυνταξία γίνεται, τούτου χάριν πλεονασμὸς παρα‐ | |
15 | κολουθεῖ τοῦ α καὶ γίνεται μητράσι καὶ πατράσι καὶ θυγατράσι καὶ ἀν‐ δράσιν ἡ δοτικὴ τῶν πληθυντικῶν. Τὰς μητέρας, ὦ μητέρες. Κανὼν ηʹ. Ἡ λαμπάς τῆς λαμπάδος. | |
20 | Ἰστέον ὅτι τὰ εἰς ας λήγοντα θηλυκὰ καὶ ὀξύνονται καὶ συνεσταλ‐ μένον ἔχουσι τὸ α καὶ διὰ τοῦ δος κλίνονται καὶ τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν, οἷον Παλλάς Παλλάδος ὦ Παλλάς, λαμπάς λαμ‐ πάδος ὦ λαμπάς, τριάς τριάδος ὦ τριάς, τετράς τετράδος ὦ τετράς, πολυδειράς πολυδειράδος ὦ πολυδειράς, μονάς μονάδος ὦ μονάς, δυάς | |
25 | δυάδος ὦ δυάς, ἰσχάς ἰσχάδος ὦ ἰσχάς, δορκάς δορκάδος ὦ δορκάς, φυγάς φυγάδος ὦ φυγάς, Ἀρκάς Ἀρκάδος ὦ Ἀρκάς· ταῦτα δέ, φημὶ δὴ τὸ Ἀρκάς καὶ φυγάς, κοινά εἰσι τῷ γένει, οἷον ὁ Ἀρκάς καὶ ἡ Ἀρκάς, ὁ φυγάς καὶ ἡ φυγάς. Δεῖ προσθεῖναι ἐν τῷ κανόνι «χωρὶς τῶν ἀπὸ παθητικοῦ παρακειμένου συντεθέντων»· ἐκεῖνα γὰρ καὶ μακρὸν ἔχουσι | |
30 | τὸ α καὶ διὰ καθαροῦ τοῦ τος κλίνονται, οἷον κέκραμαι χαλκοκράς χαλ‐ κοκρᾶτος (ὁ χαλκῷ κεκραμένος), γαλακτοκράς γαλακτοκρᾶτος (ὁ γάλακτι κεκραμένος), νεοκράς νεοκρᾶτος (ὁ νεωστὶ κεκραμένος)· καὶ ταῦτα δὲ τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν, οἷον ὦ χαλκοκράς, ὦ γαλακτο‐ | |
κράς, ὦ νεοκράς. Δεῖ δὲ εἰδέναι καὶ τοῦτο, ὅτι τὸ ἀναδενδράς ὁ μὲν | 324 | |
325 | Ἡρωδιανὸς ὑπολαμβάνει μόνον συστέλλειν τὸ α καὶ ὀξύνεσθαι, ὁ δὲ Λούπερκος ἐν τῷ Περὶ γενῶν πολλοῖς ἀποδείκνυσιν ὅτι ἐκτείνει τὸ α καὶ περισπᾶται, καὶ ὅμως διὰ τοῦ δος ἔχει τὴν κλίσιν. Ταῦτα μὲν ἐν τούτοις. | |
5 | Ἰστέον δὲ ὅτι καλῶς πρόσκειται ἐν τῷ κανόνι «θηλυκά», οἷον «τὰ εἰς ας λήγοντα θηλυκὰ καὶ ὀξύνονται καὶ συνεσταλμένον ἔχουσι τὸ α καὶ διὰ τοῦ δος κλίνονται», διὰ τὸ ἀνδριάς ἀνδριάντος καὶ ἱμάς ἱμάν‐ τος· ταῦτα γὰρ καὶ μακρὸν ἔχουσι τὸ α καὶ διὰ τοῦ ντ κλίνονται ὀξύ‐ τονα ὄντα, ἀλλ’ οὐκ εἰσὶ θηλυκὰ ἀλλ’ ἀρσενικά, ὁ ἱμάς γὰρ καὶ ὁ ἀν‐ | |
10 | δριάς· ταῦτα δὲ καὶ παραλόγως ὀξύνονται, ὡς δείκνυσιν ὁ Ἡρωδια‐ νὸς ἐν τῇ Καθόλου. Τῇ λαμπάδι, τὴν λαμπάδα, ὦ λαμπάς. Ἰστέον ὅτι τὰ εἰς ας ὀξύτονα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ κλητικήν, οἷον λαμπάς ὦ λαμ‐ πάς, φυγάς ὦ φυγάς, Παλλάς ὦ Παλλάς, Ἀρκάς ὦ Ἀρκάς, τριάς ὦ | |
15 | τριάς, χαλκοκράς ὦ χαλκοκράς. Τὰ λαμπάδε, ταῖν λαμπάδοιν, ὦ λαμπάδε. Αἱ λαμπάδες, τῶν λαμπάδων, ταῖς λαμπάσιν. Εἴρηται ὅτι πᾶσα δοτικὴ ἑνικῶν εἰς δι λήγουσα μὴ οὖσα κατὰ μεταπλασμὸν τροπῇ τοῦ δ εἰς ς ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, οἷον Πάριδι Πάρισιν, ἔριδι ἔρισι, Θέτιδι Θέ‐ | |
20 | τισι, ποδί ποσίν· οὕτως οὖν καὶ λαμπάδι λαμπάσι· πρόσκειται «μὴ οὖσα κατὰ μεταπλασμόν», ἐπειδή ἐστιν ὁ κλάδος τοῦ κλάδου τῷ κλάδῳ καὶ γίνεται κατὰ μεταπλασμὸν τῷ κλαδί, καὶ ἰδοὺ εἰς δι λήγει ἡ δοτικὴ τῶν ἑνικῶν, καὶ οὐ τρέπει τὸ δ εἰς ς καὶ ποιεῖ τὴν δοτικὴν τῶν πληθυντι‐ κῶν, οὐδὲ γὰρ λέγομεν τοῖς κλασίν ἀλλὰ τοῖς κλάδοις· ἀλλ’ οὐκ ἀντί‐ | |
25 | κειται ἡμῖν, ἐπειδὴ μεταπλασμὸν πέπονθεν ἡ δοτικὴ τῶν ἑνικῶν καὶ τούτου χάριν εἰς δ λήγει. Τὰς λαμπάδας, ὦ λαμπάδες. Κανὼν θʹ. Ἡ φιλότης τῆς φιλότητος. | |
30 | Περὶ τῶν εἰς της θηλυκῶν διαλαμβάνει ὁ τεχνικός. Καὶ ἰστέον ὅτι τὰ εἰς της λήγοντα θηλυκὰ μονογενῆ διὰ τοῦ τος κλίνονται, οἷον πο‐ τής ποτῆτος, 〈Λ 780〉 ἐδητύος ἠδὲ ποτῆτος (σημαίνει δὲ τὴν πόσιν), ἐσθής ἐσθῆτος (τὸ γὰρ θ δυνάμει τ ἐστὶν τουτέστιν ἀντιστοιχεῖ τῷ τ), κοσμιότης κοσμιότητος, φιλότης φιλότητος, κακότης κακότητος, λογιότης | |
35 | λογιότητος, ποιότης ποιότητος, ποσότης ποσότητος, ταχυτής ταχυτῆτος, | |
βραδυτής βραδυτῆτος. Πρόσκειται «θηλυκά» διὰ τὸ 〈δότης δότου, πλύ‐ | 325 | |
326 | της πλύτου〉, θύτης θύτου· ταῦτα γὰρ οὐ κλίνονται διὰ τοῦ τος, ἀλλ’ οὐκ εἰσὶ θηλυκὰ ἀλλ’ ἀρσενικά· πρόσκειται «μονογενῆ» διὰ τὰ ἀρσενικῶς καὶ θηλυκῶς λεγόμενα, οἷον ὁ ἀκρατής τοῦ ἀκρατοῦς καὶ ἡ ἀκρατής τῆς ἀκρατοῦς, ὁ προπετής τοῦ προπετοῦς καὶ ἡ προπετής τῆς προπετοῦς, | |
5 | ὁ πενταετής τοῦ πενταετοῦς καὶ ἡ πενταετής τῆς πενταετοῦς· ταῦτα γὰρ εἰς ους ἔχουσι τὴν γενικὴν ὡς ἔχοντα οὐδέτερον εἰς ες, οἷον τὸ ἀκρατές, τὸ προπετές, τὸ πενταετές. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς της λήγοντα ὑπὲρ δύο συλλαβὰς μόνως θη‐ λυκὰ βαρύνεσθαι θέλουσιν, οἷον λογιότης ποσότης λευκότης φιλότης | |
10 | κακότης κοσμιότης δασύτης δριμύτης γλυκύτης, σεσημειωμένων τεσσάρων τινῶν ὀξυνομένων· εἰσὶ δὲ ταῦτα, ταχυτής βραδυτής ἀνδροτής δηϊοτής· καὶ τὸ τραχύτης καὶ κουφότης οἱ Ἀθηναῖοι ὀξύνουσι τραχυτής καὶ κου‐ φοτής λέγοντες. Πρόσκειται «ὑπὲρ δύο συλλαβάς» διὰ τὸ ποτής ὀξυ‐ νόμενον, οἷον 〈Λ780〉 ἐδητύος ἠδὲ ποτῆτος (σημαίνει δὲ τὴν πό‐ | |
15 | σιν)· πρόσκειται «μόνως θηλυκά» διὰ τὸ ἀκρατής ὀξυνόμενον· τοῦτο γὰρ μόνως θηλυκὸν οὐκ ἔστιν, ἀλλὰ λέγεται καὶ ἀρσενικῶς, οἷον ὁ ἀκρατής καὶ ἡ ἀκρατής· τὸ Νημερτής ὀξυνόμενον, ὡς παρὰ τῷ ποιητῇ 〈Σ 46〉 Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα, οὐκ ἀντί‐ κειται ἡμῖν, ἐπειδὴ ἐπίθετόν ἐστιν, οἷον ὁ νημερτὴς ἄνθρωπος καὶ ἡ | |
20 | νημερτὴς γυνή, καὶ οὐκ ἔστι θηλυκοῦ μόνου γένους ἀλλὰ καὶ ἀρσενικοῦ καὶ θηλυκοῦ· καὶ λοιπὸν γενόμενον κύριον τὴν αὐτὴν τάσιν ἐφύλαξεν. Τῇ φιλότητι, τὴν φιλότητα, ὦ φιλότης. Εἴρηται ὅτι τὰ εἰς ης ἢ εἰς ως ὀνόματα διὰ καθαροῦ τοῦ τος κλινόμενα ὁμόφωνον ἔχουσι τὴν κλητικὴν τῇ εὐθείᾳ, οἷον λέβης λέβητος ὦ λέβης, Λάχης Λάχητος | |
25 | ὦ Λάχης, Κράτης Κράτητος ὦ Κράτης, ἔρως ἔρωτος ὦ ἔρως, γέλως γέλωτος ὦ γέλως, ἀγνώς ἀγνῶτος ὦ ἀγνώς· οὕτως οὖν καὶ φιλότης φιλότητος ὦ φιλότης. Τὰ φιλότητε, ταῖν φιλοτήτοιν, ὦ φιλότητε. Αἱ φιλότη‐ τες, τῶν φιλοτήτων, ταῖς φιλότησιν. Εἴρηται ὅτι πᾶσα εὐθεῖα | |
30 | ἑνικῶν εἰς ς λήγουσα μετὰ μακρᾶς, περιττοσυλλάβως κλινομένη καὶ μὴ συναιρουμένη κατὰ τὴν γενικήν, προσθέσει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, οἷον λέβης λέβητος λέβησιν, ἔρως ἔρωτος ἔρωσι, Πηλεύς Πηλέως Πηλεῦσιν· οὕτως οὖν καὶ φιλότης φιλότητος φιλότησι. | |
Τὰς φιλότητας, ὦ φιλότητες. | 326 | |
327 | Κανὼν ιʹ. Ἡ μῆνις τῆς μήνιδος, ἡ ἔρις τῆς ἔριδος, ἡ τοξότις τῆς τοξότιδος. Ἐνταῦθα περὶ τῶν εἰς ις θηλυκῶν διαλαμβάνει ὁ τεχνικός· καὶ | |
5 | ἰστέον ὅτι τὰ εἰς ις λήγοντα ὀξύτονα δηλονότι ὑπὲρ μίαν συλλαβὴν πάντα διὰ τοῦ δος κλίνονται, εἴτε ἐκτείνουσι τὸ ι, ὡς τὸ κνημίς κνη‐ μῖδος, κρηπίς κρηπῖδος, σφραγίς σφραγῖδος, ἁψίς ἁψῖδος, εἴτε συστέλ‐ λουσι τὸ ι, ὡς τὸ ἀσπίς ἀσπίδος, ῥανίς ῥανίδος, βολίς βολίδος, σανίς σανίδος, σεσημειωμένου τοῦ ἀγλίς ἀγλῖθος· τοῦτο γὰρ οὐ κλίνεται διὰ | |
10 | τοῦ δος ἀλλὰ διὰ τοῦ θος, ἔχει δὲ μακρὸν τὸ ι κατὰ τὴν γενικὴν καὶ σημαίνει τὴν κεφαλὴν τοῦ σκορόδου. Πρόσκειται «δηλονότι ὑπὲρ μίαν συλλαβήν» διὰ τὸ κίς κιός (σημαίνει δὲ τὸν σκώληκα) καὶ λίς λιός (ση‐ μαίνει δὲ τὸν λέοντα), ἔχουσι δὲ μακρὸν τὸ ι κατὰ τὴν γενικήν· ταῦτα γὰρ διὰ καθαροῦ τοῦ ος κλίνονται καὶ οὐ διὰ τοῦ δος, ἀλλ’ οὐκ εἰσὶν | |
15 | ὑπὲρ μίαν συλλαβήν. Τὸ ἀκτίς ἀκτῖνος διὰ τοῦ νος κλινόμενον οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ δικατάληκτόν ἐστιν, ἀκτίν γὰρ καὶ ἀκτίς, καὶ οὐκ ἔστι φύσει εἰς ς ἀλλ’ εἰς ν, καὶ τροπὴ παρηκολούθησε τοῦ ν εἰς τὸ ς, ὡς ἐν τῇ περὶ αὐτοῦ διδασκαλίᾳ μεμαθήκαμεν. Ταῦτα δὲ τὰ εἰς ις ὀξύτονα εἰς α μόνως ἔχουσι τὴν αἰτιατικήν, οἷον κρηπῖδα ἀσπίδα | |
20 | ἁψῖδα ψηφῖδα βολίδα ῥανίδα· παρὰ δὲ τοῖς Αἰολεῦσι γίνονται εἰς ν κατὰ τὴν αἰτιατικὴν μετὰ βαρείας τάσεως, κνῆμιν γὰρ λέγουσι καὶ σφρᾶγιν καὶ ἄψιν, ὡς παρ’ Ἡσιόδῳ 〈Opp. 426〉 τρισπίθαμον δ’ ἄψιν τάμνειν, ἀντὶ τοῦ ἁψῖδα. Ἰστέον δὲ ὅτι τὰ εἰς ις ὀξύτονα οὐ γίνονται παρὰ τοῖς Ἴωσι κατὰ | |
25 | ἀποβολὴν τοῦ δ ἐν τῇ γενικῇ, οὐδὲ γὰρ λέγουσι κνημῖδος κνημῖος, ἀσπίδος ἀσπίος, ὡς Πάριδος Πάριος καὶ Θέτιδος Θέτιος. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐπὶ μὲν τῶν εἰς ις βαρυτόνων εἰώθασιν οἱ Ἴωνες ἀποβάλλειν τὸ δ ἐν τῇ γενικῇ, οἷον Πάριδος Πάριος, Θέτι‐ δος Θέτιος, ἐπὶ δὲ τῶν εἰς ις ὀξυτόνων οὐδέποτε ἀποβάλλουσι τὸ δ | |
30 | οἱ Ἴωνες κατὰ τὴν γενικήν, οὐδὲ γὰρ λέγουσι κνημῖος καὶ ἀσπίος ἀλλὰ κνημῖδος καὶ ἀσπίδος. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τὰ εἰς ις βαρύτονα πεφύκασι καὶ διὰ καθαροῦ τοῦ ος κλίνεσθαι, οἷον πόλις πόλιος, μάντις μάντιος, ὄφις ὄφιος, καὶ τούτου χάριν ἐπὶ τούτων, φημὶ δὴ ἐπὶ τῶν εἰς ις βαρυτόνων, ἀποβάλλουσι τὸ δ κατὰ τὴν γενικὴν | |
35 | οἱ Ἴωνες, ἐπειδὴ ἀποβαλλομένου τοῦ δ ἔχουσί τι μιμήσασθαι, φημὶ δὴ | |
τὰς διὰ καθαροῦ τοῦ ος ἐκφερομένας γενικάς· ἐπὶ δὲ τῶν εἰς ις ὀξυ‐ | 327 | |
328 | τόνων οὐδέποτε ἀποβάλλουσι τὸ δ ἐν τῇ γενικῇ οἱ Ἴωνες, ἐπειδὴ ταῦτα ἀποβαλλομένου τοῦ δ οὐκ ἔχουσί τι μιμήσασθαι, οὐδέποτε γάρ, ὡς εἴρηται, τὰ εἰς ις ὀξύτονα ὑπὲρ μίαν συλλαβὴν δηλονότι κλίνονται διὰ καθαροῦ τοῦ ος, οἷον ἀσπίς ἀσπίδος, ῥανίς ῥανίδος, βολίς βολίδος· | |
5 | τούτου οὖν χάριν ἐπὶ τῶν εἰς ις ὀξυτόνων οὐδέποτε ἀποβάλλουσι τὸ δ οἱ Ἴωνες κατὰ τὴν γενικήν, ἐπειδὴ ἀποβαλλομένου τοῦ δ οὐκ ἔχουσί τι μιμήσασθαι· οὔτε γὰρ κλίνονται διὰ καθαροῦ τοῦ ος, ἵνα ἀποβαλλο‐ μένου τοῦ δ μιμήσωνται τὴν διὰ καθαροῦ τοῦ ος κλίσιν. Ταῦτα μὲν ἐν τούτοις. | |
10 | Ἰστέον δὲ ὅτι τὰ εἰς ις περισπώμενα θηλυκὰ διὰ τοῦ δος κλίνονται καὶ εἰς ν μόνως ἔχουσι τὴν αἰτιατικήν, οἷον Βενδῖς Βενδῖδος Βενδῖν, Ἀταργατῖς Ἀταργατῖδος Ἀταργατῖν, Μολῖς Μολῖδος Μολῖν, Τιτῖς Τιτῖ‐ δος Τιτῖν· εἰσὶ δὲ ταῦτα ὀνόματα δαιμόνων τιμωμένων παρὰ τοῖς Θρᾳ‐ ξίν. Ταῦτα μὲν ἐν τούτοις. | |
15 | Ὁ δὲ τεχνικὸς κανονίζει τὰ εἰς ις βαρύτονα θηλυκὰ λέγων τοιοῦ‐ τον κανόνα· τῶν εἰς ις βαρυτόνων θηλυκῶν τὰ εἰς νις μακρὰν ἔχοντα τὴν παραλήγουσαν διὰ τοῦ δος κλίνονται, οἷον μῆνις μήνιδος, νεᾶνις νεάνιδος (τοῦτο δὲ μακρὸν ἔχει τὸ α καὶ προπερισπᾶται), ὀνῶνις ὀνώ‐ νιδος (ὄνομα δὲ τοῦτο ἀκάνθης)· πρόσκειται «μακρὰν ἔχοντα τὴν παρα‐ | |
20 | λήγουσαν» διὰ τὸ κόνις κόνεως καὶ ὕνις ὕνεως καὶ σπάνις σπάνεως· ταῦτα γὰρ βραχείᾳ παραληγόμενα διὰ καθαροῦ τοῦ ως ἔχουσι τὴν γενι‐ κήν· ὕνις δέ ἐστι μέρος ἀρότρου. Σεσημείωται τὸ ὄρνις ὄρνιθος· εἴτε γὰρ μακροπαράληκτον αὐτὸ θῶμεν, διὰ τοῦ δος ὀφείλει κλίνεσθαι, ὡς τὸ νεᾶνις νεάνιδος, εἴτε βραχυπαράληκτον, ὅπερ οὐκ ἔστιν, διὰ καθα‐ | |
25 | ροῦ τοῦ ως ὀφείλει κλίνεσθαι, ὡς τὸ κόνις κόνεως. Ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι πρῶτον μὲν τοῦτο οὐκ ἔστι μόνως θηλυκόν, εὑρέθη γὰρ καὶ ἀρσε‐ νικῶς ὁ ὄρνις παρὰ Ἀριστοφάνει, ὡς τὸ 〈Plut. 63〉 δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ· δεύτερον δέ ἐστιν εἰπεῖν, ὅτι εἰσί τινα εἰς ις λήγοντα ἔχοντα πρὸ τοῦ ι δύο ἀμετάβολα, ἅτινα διὰ τοῦ θος κλί‐ | |
30 | νονται, οἷον δέλλις δέλλιθος (ἔστι δὲ ζῷον ὅμοιον μελίσσῃ), μέρμις μέρμιθος (σημαίνει δὲ τὸ λεπτὸν σχοινίον)· οὕτως οὖν καὶ ὄρνις ὄρνιθος, καὶ ὄρνιθες ἡ εὐθεῖα τῶν πληθυντικῶν καὶ κατὰ ἀποβολὴν τοῦ θ καὶ κράσει τοῦ ι καὶ ε εἰς ι μακρὸν ὄρνις, ὥσπερ μάντιες μάντις· τὸ γὰρ μάντεις διὰ τῆς ει διφθόγγου ἀπὸ τοῦ μάντεες ἐστίν. Σεσημείωται τὸ | |
35 | Τράλλις Τράλλεως (ἔστι δὲ ὄνομα πόλεως), ὅτι διὰ δύο ἀμεταβόλων | |
ἐκφερόμενον οὐ κλίνεται διὰ τοῦ θος ἀλλὰ διὰ καθαροῦ τοῦ ως. Καὶ | 328 | |
329 | τὰ εἰς ρις λήγοντα διὰ τοῦ δος κλίνονται, οἷον ἔρις ἔριδος, κίθαρις κιθάριδος, Κύπρις Κύπριδος, θοῦρις θούριδος, Ἶρις Ἴριδος (σημαίνει δὲ τὴν ἄγγελον τῶν θεῶν καὶ τὸ τόξον τὸ γινόμενον εἰς τὸν οὐρανόν), χάρις χάριδος καὶ χάριτος δωρικῶς τροπῇ τοῦ δ εἰς τὸ τ, ὅπερ καὶ | |
5 | παρ’ ἡμῖν ἐπεκράτησε λέγεσθαι. Σημειοῦται δὲ ὁ τεχνικὸς τὰ διὰ κα‐ θαροῦ τοῦ ως κλιθέντα, οἷον ὕβρις ὕβρεως καὶ γῦρις γύρεως καὶ ἄγυ‐ ρις ἀγύρεως καὶ ὅσα παρὰ τὸ ἄγυρις, δηλονότι πανήγυρις πανηγύρεως καὶ ὁμήγυρις ὁμηγύρεως· τὸ κίσηρις δὲ διχῶς εὑρέθη κλινόμενον· ποτὲ μὲν γὰρ παρατίθενται διὰ τοῦ δος κλινόμενον ποτὲ δὲ διὰ καθαροῦ τοῦ ος, | |
10 | οἷον κισήριδος κισήρεος· ὡσαύτως δὲ καὶ τὸ κάππαρις φασὶ διφορεῖσθαι, οἷον καππάριδος καὶ καππάρεος. Σεσημείωται τὸ ἄκρις (σημαίνει δὲ τὴν ἐξοχὴν τοῦ ὄρους) μὴ κλινόμενον διὰ τοῦ δος ἀλλὰ διὰ καθαροῦ τοῦ ος, οἷον ἄκριος, ὡς τὸ 〈ι 400〉 δι’ ἄκριας ἠνεμοέσσας. Καὶ ταῦτα μὲν περὶ τῶν εἰς ρις. Καὶ τὰ εἰς ις θηλυκὰ γινόμενα ἀπὸ τῶν | |
15 | εἰς ης ἀρσενικῶν, τουτέστι κατὰ τροπὴν τοῦ η εἰς τὸ ι, διὰ τοῦ δος κλίνονται, οἷον ὁ τοξότης τοῦ τοξότου καὶ ἡ τοξότις τῆς τοξότιδος, ὁ πολίτης τοῦ πολίτου καὶ ἡ πολῖτις τῆς πολίτιδος, ὁ δραπέτης τοῦ δραπέτου καὶ ἡ δραπέτις τῆς δραπέτιδος, ὁ κυνηγέτης τοῦ κυνηγέτου καὶ ἡ κυνηγέτις τῆς κυνηγέτιδος, ὁ παρακοίτης τοῦ παρακοίτου καὶ ἡ | |
20 | παράκοιτις τῆς παρακοίτιδος, ὁ ἀρτοπώλης τοῦ ἀρτοπώλου καὶ ἡ ἀρτόπωλις τῆς ἀρτοπώλιδος, ὁ δεσπότης τοῦ δεσπότου καὶ ἡ δε‐ σπότις τῆς δεσπότιδος· καὶ τὰ νομιζόμενα ὡς ἀπὸ τῶν εἰς ης ἀρσενι‐ κῶν γεγενῆσθαι, φημὶ δὴ ὡς ἀπὸ τοῦ ὁ πλευρίτης καὶ ὁ νεφρίτης, ὁμοίως διὰ τοῦ δος κλίνονται, οἷον ἡ πλευρῖτις τῆς πλευρίτιδος καὶ ἡ | |
25 | νεφρῖτις τῆς νεφρίτιδος· ταῦτα γὰρ δοκοῦσιν ὡς ἀπὸ τῶν εἰς ης ἀρσε‐ νικῶν γεγενῆσθαι, φημὶ δὴ ὡς ἀπὸ τοῦ ὁ πλευρίτης καὶ ὁ νεφρίτης· εἰσὶ δὲ ταῦτα ὀνόματα νοσημάτων. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι πάντα ταῦτα τὰ εἰς ις θηλυκὰ τὰ γινόμενα ἀπὸ τῶν εἰς ης ἀρσενικῶν ὑπὲρ δύο συλλαβὰς ὄντα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, | |
30 | οἷον ὁ κυνηγέτης καὶ ἡ κυνηγέτις, ὁ δεσπότης καὶ ἡ δεσπότις, ὁ τοξό‐ της καὶ ἡ τοξότις, ὁ πολίτης καὶ ἡ πολῖτις, ὁ δραπέτης καὶ ἡ δραπέτις· σεσημείωνται ἐν τῷ κανόνι τὰ παρὰ τὸ κοίτη καὶ τὰ παρὰ τὸ πωλῶ· ταῦτα γὰρ προπαροξύνονται ἐν τοῖς θηλυκοῖς, οἷον ἄκοιτις παράκοιτις | |
πορφυρόπωλις ἀρτόπωλις λαχανόπωλις. Πρόσκειται «ὑπὲρ δύο συλλα‐ | 329 | |
330 | βὰς ὄντα» διὰ τὸ ὁ Σκύθης καὶ ἡ Σκυθίς, ὁ Πέρσης καὶ ἡ Περσὶς γυνή· ταῦτα γὰρ οὐκ ἔχουσιν ἐν τοῖς θηλυκοῖς πρὸ μιᾶς τὸν τόνον, ἀλλ’ οὐκ εἰσὶν ὑπὲρ δύο συλλαβάς. Τῇ μήνιδι, τῇ ἔριδι, τῇ τοξότιδι· τὴν μήνιδα, τὴν ἔριδα, | |
5 | τὴν τοξότιδα καὶ μῆνιν καὶ ἔριν καὶ τοξότιν. Περὶ τῆς αἰτιατικῆς τοῦτο θέλουσι λέγειν τινές, ὅτι ἐπὶ τῶν εἰς ις βαρυτόνων τῶν διὰ τοῦ δος κλινομένων εἰς ν θέλομεν ποιεῖν τὴν αἰτιατικήν, οἷον μῆνις μήνι‐ δος μῆνιν, ἔρις ἔριδος ἔριν, τοξότις τοξότιδος τοξότιν, κοσκινόμαντις κοσκινομάντιδος κοσκινόμαντιν, Χρυσόθεμις Χρυσοθέμιδος Χρυσόθεμιν· | |
10 | ἐὰν δέ, φασίν, εὑρεθῇ ἐπὶ τούτων εἰς α ἡ αἰτιατική, λέγομεν ὅτι κατὰ ποιητικὴν ἐξουσίαν ἐγένετο ἢ κατὰ διάλεκτον, οἷον 〈Λ 3〉 Ζεὺς δ’ Ἔριδα προΐαλλε, καὶ πάλιν 〈Β 615〉 Ἤλιδα δῖαν. Λέγει δὲ ὁ Ἡρωδιανὸς μὴ εἶναι τὴν χρῆσιν τοῦ μήνιδα (ὁ δὲ Θεοδόσιος παρέθετο μήνιδα καὶ μῆνιν)· ἀεὶ γὰρ ἡ εἰς ν αἰτιατικὴ εὕρηται παρὰ τοῖς | |
15 | ἀρχαίοις καὶ οὐδέποτε ἡ εἰς α, οἷον 〈Α 1〉 μῆνιν ἄειδε, θεά, καὶ πάλιν 〈Α 75〉 μῆνιν Ἀπόλλωνος. Ὦ μῆνι, ὦ ἔρι, ὦ τοξότι. Εἴρηται ὅτι τὰ εἰς ις ἀποβολῇ τοῦ ς ποιοῦσι τὴν κλητικήν. Τὰ μήνιδε, τὰ ἔριδε, τὰ τοξότιδε· ταῖν μηνίδοιν, ταῖν | |
20 | ἐρίδοιν, ταῖν τοξοτίδοιν· ὦ μήνιδε, ὦ ἔριδε, ὦ τοξότιδε. Αἱ μήνιδες, αἱ ἔριδες, αἱ τοξότιδες· τῶν μηνίδων, τῶν ἐρίδων, τῶν τοξοτίδων· ταῖς μήνισι, ταῖς ἔρισι, ταῖς τοξό‐ τισιν. Εἴρηται ὅτι ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν γίνεται ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν τροπῇ τοῦ δ εἰς τὸ ς, τῷ κανόνι τῷ λεχθέντι | |
25 | ἐν τῇ περὶ τοῦ ταῖς λαμπάσι διδασκαλίᾳ. Τὰς μήνιδας, τὰς ἔριδας, τὰς τοξότιδας· ὦ μήνιδες, ὦ ἔριδες, ὦ τοξότιδες. Κανὼν ιαʹ. Ἡ πίτυς τῆς πίτυος, ἡ πληθύς τῆς πληθύος, | |
30 | ἡ χλαμύς τῆς χλαμύδος. Ἰστέον ὅτι τὰ εἰς υς λήγοντα θηλυκὰ εἰ μέν εἰσι βαρύτονα διὰ κα‐ θαροῦ τοῦ ος κλίνονται, οἷον πίτυς πίτυος, χέλυς χέλυος (σημαίνει δὲ τὴν κιθάραν, ὡς τὸ πάμφωνε οὐρεία χέλυς· οὕτω Μένανδρος ἐν | |
Λευκαδίᾳ 〈fragm. 314 K〉· χέλυς δὲ λέγεται ἡ κιθάρα, ἐπειδὴ ἀπὸ χε‐ | 330 | |
331 | λώνης κατεσκευάσθη ὑπὸ τοῦ Ἑρμοῦ, «οὐρεία» δὲ εἶπεν, ἐπειδὴ ἀπὸ χελώνης χερσαίας ἐποίησεν αὐτὴν ὁ Ἑρμῆς, οἷον εἰπεῖν ἐν τοῖς ὄρεσιν εὑρισκομένη)· [δέον δὲ εἰπεῖν τὸν κανόνα οὕτως· τὰ εἰς υς λήγοντα θηλυκὰ βαρύτονα διὰ καθαροῦ τοῦ ος κλίνονται] γένυς γένυος, ἀμάμαξυς | |
5 | ἀμαμάξυος (σημαίνει δὲ ἄμπελον ἀναδενδράδα), τὸ γὰρ παρὰ Σαπφοῖ 〈fr. 150 B4〉 ἀμαμάξυδος παράλογόν ἐστιν, γῆρυς γήρυος (σημαίνει δὲ τὴν φωνήν, οἷον 〈Δ 437〉 οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος, οὐδ’ ἴα γῆρυς), ἔγχελυς ἐγχέλυος, ὡς παρὰ τῷ ποιητῇ 〈Φ 353〉 τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες· τὸ γὰρ παρὰ Ἀριστοφάνει 〈Nub. 559〉 | |
10 | τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι ὡς ἀπὸ τοῦ ἡ ἔγχελις τῆς ἐγχέλεως ἐστίν, ὥσπερ ἡ πόλις τῆς πόλεως καὶ πόλεων. Δεῖ προσθεῖναι ἐν τῷ κανόνι «πλὴν τοῦ κόρυς κόρυθος καὶ κῶμυς κώ‐ μυθος»· ταῦτα γὰρ διὰ τοῦ θ ἔχουσι τὴν γενικήν (κῶμυς δέ ἐστιν ὁ δεσμὸς τοῦ χόρτου)· καὶ δεῖ γινώσκειν, ὅτι τὸ κόρυς κόρυθος ἀεὶ συ‐ | |
15 | στέλλει τὸ υ ἐν τῇ γενικῇ, ὡς τὸ 〈Ε 4〉 δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ, καὶ ἔχει τὴν αἰτιατικὴν διφορουμένην, οἷον κόρυθα καὶ κόρυν, ὡς τὸ 〈Λ 375〉 καὶ κόρυθα βριαρήν, καὶ πάλιν 〈Ν 131. Π 215〉 ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε [καὶ] κόρυς κόρυν· τὸ δὲ κῶμυς κώμυθος τῷ χαρακτῆρι τῶν διὰ τοῦ θος κλινομένων ἠκολού‐ | |
20 | θησε κατὰ τὴν γενικὴν καὶ ἐκτείνει τὴν παραλήγουσαν τῆς γενικῆς, τουτέστι τὸ υ, ὡς παρὰ Θεοκρίτῳ 〈4, 18〉 καὶ μαλακοῦ χόρτοιο καλὰν κώμυθα δίδωμι· περὶ δὲ τοῦ χρόνου τῶν διὰ τοῦ θος κλι‐ νομένων ἐν τῇ περὶ τοῦ ἡδύς διδασκαλίᾳ μεμαθήκαμεν· τοῦτο δέ, φημὶ 〈δὴ〉 τὸ κῶμυς, εἰς α μόνως ἔχει τὴν αἰτιατικήν, οἷον κώμυθα, οὐκέτι δὲ | |
25 | εἰς ν. Τούτων οὕτως ἐχόντων τὸ ἡ νέηλυς τῆς νεήλυδος διὰ τοῦ δος κλινόμενον οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι μόνως θηλυκὸν ἀλλὰ καὶ ἀρσενικόν, ὁ νέηλυς γὰρ καὶ ἡ νέηλυς, περὶ δὲ θηλυκῶν ἐνταῦθα ὁ λόγος ἐστίν. Ταῦτα μὲν ἔχομεν εἰπεῖν περὶ τῶν εἰς υς βαρυτόνων θηλυκῶν. | |
30 | Τὰ δὲ εἰς υς ὀξύτονα θηλυκὰ ἐὰν μὲν συστέλλωσι τὸ υ, διὰ τοῦ δος κλίνονται καὶ εἰς α μόνως ἔχουσι τὴν αἰτιατικήν, οἷον χλαμύς χλα‐ μύδος χλαμύδα, κροκύς κροκύδος κροκύδα, πηλαμύς πηλαμύδος πηλα‐ μύδα· ἐὰν δὲ μακρὸν ἔχωσι τὸ υ, διὰ καθαροῦ τοῦ ος κλίνονται, εἴτε ὀξύτονα ὦσιν εἴτε περισπώμενα, οἷον ὀϊζύς ὀϊζύος, Ἐριννύς Ἐριννύος, | |
35 | πληθύς πληθύος, ἰξύς ἰξύος (σημαίνει δὲ τὴν ῥάχιν), ἰλύς ἰλύος, ἐδητύς ἐδητύος (σημαίνει δὲ τὴν βρῶσιν, οἷον 〈e. g. Λ 780〉 ἐδητύος ἠδὲ | |
ποτῆτος), δρῦς δρυός (τοῦτο δὲ περισπᾶται), ὀφρῦς ὀφρύος, ὀσφῦς | 331 | |
332 | ὀσφύος (σημαίνει δὲ καὶ αὐτὸ τὴν ῥάχιν· καὶ ταῦτα δὲ περισπῶνται). Ἰστέον δὲ ὅτι τὰ διὰ καθαροῦ τοῦ ος κλινόμενα εἰς ν μόνως ἔχουσι τὴν αἰτιατικήν, οἷον πίτυος πίτυν, γένυος γένυν, δρυός δρῦν, ὀσφύος ὀσφῦν, ὀφρύος ὀφρῦν· εὑρίσκομεν δέ τινα ἐν αὐτοῖς σπανίως διφορού‐ | |
5 | μενα, οἷον νηδύα νηδύν, ὀφρύα ὀφρῦν, δρύα δρῦν. Ἰστέον δὲ ὅτι τὸ νηδύς κατὰ ποιητικὴν ἐξουσίαν συστέλλει τὸ υ, ὡς παρὰ Καλλιμάχῳ 〈h. in Dian. 160〉 ἔτι οἱ πάρα νηδὺς ἐκείνη, καὶ παρ’ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ 〈356〉 καὶ νηδὺν ἐξαμβλοῦμεν, ὡς αὐτὴ λέγει. Ὑπονοοῦσι δέ τινες, ὅτι αὗται μόναι εἰσὶν αἱ δύο χρήσεις εὐθείας καὶ | |
10 | αἰτιατικῆς αἱ ἔχουσαι τὸ υ συνεσταλμένον· εὑρίσκομεν δὲ τὴν χρῆσιν πλατεῖαν πάνυ καὶ ἐν τῇ εὐθείᾳ καὶ ἐν τῇ αἰτιατικῇ διφορουμένου τοῦ διχρόνου, τουτέστι καὶ ἐκτεταμένου τοῦ υ καὶ συνεσταλμένου ἡ δὲ κλί‐ σις τοῦ νηδύς ὡς ἀπὸ τῆς εὐθείας τῆς ἐχούσης τὸ υ ἐκτεταμένον ἐγέ‐ νετο διὰ καθαροῦ τοῦ ος, οἷον νηδύος. Τινὲς δὲ θέλουσι λέγειν ἀπο‐ | |
15 | λογίαν τοιαύτην, ὅτι διὰ τοῦτο τὸ νηδύς οὐκ ἐκλίθη διὰ τοῦ δος, ὡς ἀπὸ τῆς εὐθείας τῆς ἐχούσης τὸ υ συνεσταλμένον, διὰ τὴν ἐπαλληλίαν τοῦ δ· καὶ γὰρ εἰ ἐγένετο νηδύδος ἀλλεπαλληλία ἤμελλεν εἶναι τοῦ δ, καὶ ἐκ τούτου κακοφωνία ἐγένετο. Δεῖ δὲ σημειώσασθαι ἐν τῷ κανόνι τὸ ἀγνύς ἀγνῦθος· τοῦτο γὰρ ὀξύτονον ὂν καὶ μακρὸν ἔχον τὸ υ διὰ | |
20 | τοῦ θος ἐκλίθη καὶ οὐ διὰ καθαροῦ τοῦ ος· ἀγνῦθες δὲ λέγονται οἱ λί‐ θοι οἱ περιφερεῖς καὶ τετρημένοι οἱ κρεμάμενοι ἐν τοῖς ἱσταρίοις. Τῇ πίτυϊ, τῇ πληθύϊ, τῇ χλαμύδι· τὴν πίτυν, τὴν πλη‐ θύν, τὴν χλαμύδα. Ἰστέον ὅτι τὸ μὲν πίτυν καὶ πληθύν τῷ λόγῳ τῆς εὐθείας κανονίζονται, τὸ δὲ χλαμύδα τῷ λόγῳ τῆς δοτικῆς. | |
25 | Ὦ πίτυ, ὦ πληθύ, ὦ χλαμύ. Εἴρηται ὅτι τὰ εἰς υς ἀποβολῇ τοῦ ς ποιοῦσι τὴν κλητικήν. Τὰ πίτυε, τὰ πληθύε, τὰ χλαμύδε· ταῖν πιτύοιν, ταῖν πληθύοιν, ταῖν χλαμύδοιν· ὦ πίτυε, ὦ πληθύε, ὦ χλαμύδε. Αἱ πίτυες, αἱ πληθύες, αἱ χλαμύδες· τῶν πιτύων, τῶν | |
30 | πληθύων, τῶν χλαμύδων· ταῖς πίτυσι, ταῖς πληθύσι, ταῖς χλαμύσιν. Ἰστέον ὅτι ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν γίνεται ἐπὶ τού‐ των ἡ δοτικὴ τῶν πληθυντικῶν· καὶ ἐπὶ μὲν τοῦ πίτυσι καὶ πληθύσι πρὸ τοῦ ι λαμβάνουσα τὸ ς τὴν δοτικὴν ποιεῖ τῶν πληθυντικῶν, τῷ κανόνι τῷ εἰρημένῳ ἐν τῇ περὶ τοῦ 〈τοῖσ〉 Δημοσθένεσι διδασκαλίᾳ· | |
35 | ἐπὶ δὲ τοῦ χλαμύσι τρέπουσα τὸ δ εἰς τὸ ς τὴν δοτικὴν τῶν πληθυν‐ τικῶν ποιεῖ, τῷ κανόνι τῷ λεχθέντι ἐν τῇ περὶ τοῦ ταῖς λαμπάσι δι‐ | |
δασκαλίᾳ. | 332 | |
333 | Τὰς πίτυας, τὰς πληθύας, τὰς χλαμύδας· ὦ πίτυες, ὦ πληθύες, ὢ χλαμύδες. Κανὼν ιβʹ. Ἡ αἰδώς τῆς αἰδοῦς, ἡ ἕως τῆς ἕω, ἡ Κῶς τῆς Κῶ. | |
5 | Ἰστέον ὅτι τὰ εἰς ως ὀξύτονα θηλυκὰ δύο ταῦτά εἰσι, τὸ αἰδώς καὶ ἠώς, καὶ εἰς ους ἔχουσι τὴν γενικήν, οἷον αἰδοῦς καὶ ἠοῦς, καὶ δι’ ὅλου κλίνονται ὥσπερ τὰ εἰς ω θηλυκὰ ἐν ἁπάσαις ταῖς πτώσεσι· τὸ δὲ δώς, ὃ σημαίνει τὴν δόσιν, ὡς παρ’ Ἡσιόδῳ 〈Opp. 356〉 δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα, ὀξύνεται καὶ θηλυκόν | |
10 | ἐστιν, ἔστι δὲ ἄκλιτον, ὡς μαθησόμεθα· ἰστέον δὲ ὅτι τὸ αἰδώς Φιλητᾶς ὁ διδάσκαλος Θεοκρίτου χωρὶς τοῦ ς προηνέγκατο, εἰπών ἀγαθὴ δ’ ἐπὶ ἤθεσιν αἰδώ. Τὰ δὲ βαρύτονα ἀποβολῇ τοῦ ς ποιοῦσι τὴν γενικήν, ὁμοίως δὲ καὶ τὰ περισπώμενα, καὶ ἐπιδέχονται κλίσιν ὁμοίαν τοῖς εἰς ως Ἀττικοῖς ἐν ἁπάσαις ταῖς πτώσεσιν, οἷον ἡ Κῶς τῆς Κῶ, ἡ Τλῶς | |
15 | τῆς Τλῶ, ἡ Κρῶς τῆς Κρῶ (εἰσὶ δὲ ταῦτα ὀνόματα πόλεων), ἡ ἅλως τῆς ἅλω· τὸ γὰρ ἅλωος πταῖσμα νεωτερικόν ἐστι (σημαίνει δὲ τὸ ἁλώ‐ νιον), ὡς τὸ δινομένην πέρι βουσὶν ἐμὴν ἐφύλασσον ἅλωα παρὰ τῷ Καλλιμάχῳ ἐν τῇ Ἑκάλῃ 〈fragm. 51 Sch〉· σημαίνει δὲ καὶ τὸ νεφελοειδὲς τὸ περὶ τὸν ἥλιον καὶ τὴν σελήνην· ἡ ἕως τῆς ἕω (τοῦτο | |
20 | δὲ σημαίνει τὴν ἀνατολήν). Καὶ ἰστέον ὅτι ταύτης τῆς λέξεως τὴν αἰτιατικὴν τὴν ἕω φασὶ χωρὶς τοῦ ν καὶ οὐ τὴν ἕων σὺν τῷ ν, καίτοι τῶν εἰς ως Ἀττικῶν εἰς ν ἐχόντων τὴν κατάληξιν τῆς αἰτιατικῆς, οἷον τὸν Μενέλεων, τὸν Νικόλεων. Τὸ δὲ ἕως καὶ ἠώς διαφέρουσιν ἀλλή‐ λων κατὰ τέσσαρας τρόπους, κατὰ τόνον, κατὰ χρόνον, κατὰ κλίσιν καὶ | |
25 | κατὰ πνεῦμα· κατὰ τόνον μέν, ὅτι τὸ μὲν ἠώς ὀξύνεται τὸ δὲ ἕως βαρύνεται, κατὰ χρόνον δέ, ὅτι τὸ μὲν ἠώς μακρᾷ παραλήγεται τὸ δὲ ἕως βραχείᾳ παραλήγεται, κατὰ κλίσιν δέ, ὅτι τὸ μὲν ἠώς εἰς ους ἔχει τὴν γενικὴν τὸ δὲ ἕως ἀποβολῇ τοῦ ς ποιεῖ τὴν γενικήν, κατὰ πνεῦμα δέ, ὅτι τὸ μὲν ἠώς ψιλοῦται τὸ δὲ ἕως δασύνεται. Ταῦτα μὲν ἐν | |
30 | τούτοις. Ἰστέον δὲ ὅτι τὸ δώς (ἔστιν ὄνομα θηλυκὸν καὶ σημαίνει τὴν δόσιν, οἷον 〈Hes. Opp. 356〉 δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα) ἄκλιτόν ἐστι· καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί τὸ δώς ἄκλιτόν | |
ἐστι· καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τὰ εἰς ως μονοσύλλαβα | 333 | |
334 | θηλυκὰ καὶ περισπῶνται καὶ κύριά εἰσιν, οἷον ἡ Κῶς, ἡ Τλῶς, ἡ Κρῶς (εἰσὶ δὲ ταῦτα ὀνόματα πόλεων)· ἐπειδὴ οὖν τὸ δώς θηλυκὸν καὶ μονο‐ σύλλαβον ὂν οὐκ ἔστι κύριον ἀλλ’ οὔτε δὲ περισπᾶται, τούτου χάριν ἄκλιτόν ἐστιν. | |
5 | Τῇ αἰδοῖ, τῇ ἕῳ, τῇ Κῷ· τὴν αἰδῶ, τὴν ἕω, τὴν Κῶν κατὰ ἀναλογίαν· ὦ αἰδώς, ὦ ἕως, ὦ Κώς ὁμοφώνως τῇ εὐθείᾳ ὁμοίως τοῖς Ἀττικοῖς· τὸ δὲ ὦ αἰδοῖ ὁμοίως τοῖς εἰς ω θηλυκοῖς. Τὰ αἰδώ, τὰ ἕω, τὰ Κῶ· ταῖν αἰδοῖν, ταῖν ἕῳν, ταῖν Κῷν· ὦ αἰδώ, ὦ ἕω, ὦ Κῶ. | |
10 | Αἱ αἰδοί, αἱ ἕῳ, αἱ Κῷ· τῶν αἰδῶν, τῶν ἕων, τῶν Κῶν· ταῖς αἰδοῖς, ταῖς ἕῳς, ταῖς Κῷς· τὰς αἰδούς, τὰς ἕως, τὰς Κῶς· ὦ αἰδοί, ὦ ἕῳ, ὦ Κῷ. Τέλος σὺν θεῷ τῶν θηλυκῶν ὀνομάτων. | |
14t | Ἀρχὴ σὺν θεῷ τῶν οὐδετέρων ὀνομάτων. | |
15 | Δεῖ γινώσκειν ὅτι οὐκ ἔστιν ἄτοπον εἰ ἀπὸ τῆς οὔ ἀποφάσεως ἄρχεται τὸ ὄνομα τοῦτο, φημὶ δὴ τὸ οὐδέτερον. Εἰ γὰρ εὑρίσκομεν καὶ ἀπὸ τῆς α στερήσεως ἀρχόμενα ὀνόματα, ὡς τὸ ἄφιλος ἄσεμνος ἄτεχνος, τί τὸ ἄτοπον καὶ ἀπὸ τῆς οὔ ἀποφάσεως ἄρχεσθαι τοῦτο; οὐδὲ γὰρ διαφέρουσιν ἀλλήλων ἥ τε ἀπόφασις καὶ ἡ στέρησις ὅσον κατὰ | |
20 | τὸ εἶναι ἄμφω ἀναιρετικά, ἀλλὰ καθ’ ὅτι ἡ μὲν οὔ ἀπόφασις, ἡ δὲ α στέρησις· ἢ κατὰ ἄλλον τρόπον διαφέρουσιν ἀλλήλων, καθ’ ὅτι ἡ μὲν στέρησις ἐπιβάλλοντος ἤγουν ἁρμόζοντός ἐστιν ἀτευξία τουτέστιν ἀπο‐ τυχία, ὡς ὅταν εἴπωμεν «ἄτεχνος ὁ ῥήτωρ»· ἐπιβάλλει μὲν γὰρ ἤτοι ἁρμόζει αὐτὸν εἶναι ἔντεχνον, οὐκ ἔτυχε δὲ τούτου· ἡ δὲ ἀπόφασις | |
25 | ὡς ἔτυχε λαμβάνεται· δυνατὸν γὰρ λέγειν «οὐ τεχνικὸς ὁ ὄνος», «ἄτε‐ χνος» δὲ «ὁ ὄνος» οὐ δυνατὸν λέγειν, ἐπειδή, ὡς εἴρηται, ἡ στέρησις ἐπιβάλλοντος ἤγουν ἁρμόζοντός ἐστιν ἀτευξία τουτέστιν ἀποτυχία, οὐχ ἁρμόζει δὲ τῷ ὄνῳ τοῦτο, φημὶ δὴ τὸ εἶναι αὐτὸν τεχνικόν. Ἀμέλει ἡνίκα ἡ α στέρησις μὴ σημαίνει ἐπιβάλλοντος ἤγουν ἁρμόζοντος ἀτευ‐ | |
30 | ξίαν τουτέστιν ἀποτυχίαν, τότε ἀντὶ τῆς οὔ ἀποφάσεως λέγομεν αὐτὴν | 334 |
335 | παραλαμβάνεσθαι, ὡς ἐν τῷ ἀθάνατον (ἀντὶ γὰρ τοῦ οὐ θανατούμενον) καὶ ἄλογον (ἀντὶ τοῦ οὐ λογικόν)· οὐδὲ γάρ ἐστιν ἐνταῦθα ἐπιβάλλον‐ τος ἀτευξία, οὐ δύναται γὰρ ὁ ἀθάνατος εἶναι θνητὸς οὐδὲ τὸ ἄλογον λογικόν. Ταῦτα μὲν ἐν τούτοις. | |
5 | Ἰστέον δὲ ὅτι τὰ οὐδέτερα ἓξ ἔχουσι τελικά, τρία φωνήεντα, α ι υ, καὶ τρία σύμφωνα, ν ρ ς, οἷον ἅρμα μέλι δόρυ δένδρον ἕλωρ δέπας. Τινὲς δὲ προστιθέασι καὶ τὸ ο διὰ τὸ ἄλλο καὶ τηλικοῦτο καὶ τοσοῦτο καὶ τοιοῦτο· περὶ ὧν ἔστιν ἀπολογήσασθαι καὶ εἰπεῖν, ὅτι ἐπειδὴ τὸ ἄλλος καὶ τηλικοῦτος καὶ τοσοῦτος καὶ τοιοῦτος ἐνομίσθησαν ἀντωνυ‐ | |
10 | μίαι εἶναι, ἔχομεν δὲ ἐν ταῖς ἀντωνυμίαις τελικὸν τῶν οὐδετέρων τὸ ο, ὡς ἐν τῷ ἐκεῖνο καὶ τοῦτο καὶ αὐτό, τούτου χάριν καὶ τὰ οὐδέτερα τούτων ἐγένοντο εἰς τὸ ο, οἷον ἄλλο τοσοῦτο τηλικοῦτο καὶ τοιοῦτο· ἄλλως τε δὲ τὸ τηλικοῦτο καὶ τοσοῦτο καὶ τοιοῦτο οὐ μόνον εἰς ο λήγουσιν ἀλλὰ καὶ εἰς ν, λέγομεν γὰρ καὶ τηλικοῦτον καὶ τοσοῦτον καὶ | |
15 | τοιοῦτον· τὸ δὲ ἄλλο ἐν τῇ συνθέσει μετὰ τοῦ ν γίνεται, οἷον ἔξαλλον ἀλλοπρόσαλλον ἄνταλλον πάραλλον, καὶ τὸ κεχρεωστημένον αὐτῷ ν ἐν τῇ ἁπλότητι ἐν τῇ συνθέσει ἀναδέχεται· ἔτι δὲ ταῦτα τὰ εἰς ο λήγοντα οὐδέτερα ὀλίγα εἰσὶ καὶ οὐκ εἰσὶν ἱκανὰ ἀποτελέσαι κατάληξιν. Ταῦτα μὲν ἐν τούτοις. | |
20 | Ἰστέον δὲ ὅτι τρίπτωτά εἰσι τὰ οὐδέτερα, ὀρθὴν γὰρ καὶ γενικὴν καὶ δοτικὴν ἔχουσιν· ἡ γὰρ αἰτιατικὴ καὶ κλητικὴ ὁμοφωνοῦσι τῇ εὐθείᾳ, οἷον τὸ βῆμα τοῦ βήματος τῷ βήματι τὸ βῆμα ὦ βῆμα, τὸ ξύλον τοῦ ξύλου τῷ ξύλῳ τὸ ξύλον ὦ ξύλον. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί τρί‐ πτωτά εἰσι τὰ οὐδέτερα· καὶ ἔστιν εἰπεῖν ἀπολογίαν τοιαύτην· τὰ ἀρ‐ | |
25 | σενικὰ καὶ τὰ θηλυκὰ πεντάπτωτά εἰσι πρὸς τὴν ποσότητα τῶν τελικῶν συμφώνων· ἐπειδὴ γὰρ πέντε σύμφωνα ἔχουσι τελικά, ν ξ ρ ς ψ, τού‐ του χάριν εἰσὶ καὶ πεντάπτωτα· τὰ δὲ οὐδέτερα, ἐπειδὴ τρία ἔχουσι σύμφωνα τελικά, ν ρ ς, τούτου χάριν καὶ τρίπτωτά εἰσιν. Ἔστι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν τοιαύτην· τὰ οὐδέτερα δύο τινῶν προϋπο‐ | |
30 | κειμένων ποιοῦνται ἀναίρεσιν· οὐδέτερον γάρ ἐστι τὸ μὴ ὂν ἓν ἐκ τῶν δύο τῶν προϋποκειμένων γενῶν, λέγω δὴ τοῦ ἀρσενικοῦ καὶ τοῦ θη‐ λυκοῦ· ἐπειδὴ οὖν τὰ οὐδέτερα δύο τινῶν προϋποκειμένων ποιοῦνται ἀναίρεσιν, τουτέστιν ἀρσενικοῦ καὶ θηλυκοῦ γένους, τούτου χάριν καὶ δύο πτώσεων ποιοῦνται ἀναίρεσιν, καὶ λοιπὸν εὑρίσκονται τρεῖς μόναι | |
35 | πτώσεις ἐν τοῖς οὐδετέροις. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν ὅτι λέγει ὁ τεχνικός, ὡς καθόλου πᾶν οὐδέτερον ἀπὸ ἀρσενικοῦ γεγενημένον, δηλονότι κατὰ παρασχηματισμόν, τὴν τοῦ ἀρσενικοῦ κλίσιν ἐπιδέχεται καὶ ἐν τῇ γενικῇ καὶ ἐν τῇ δοτικῇ, οἷον ὁ | |
καλός τοῦ καλοῦ τῷ καλῷ τὸ καλόν τοῦ καλοῦ τῷ καλῷ, ὁ σοφός τοῦ | 335 | |
336 | σοφοῦ τῷ σοφῷ τὸ σοφόν τοῦ σοφοῦ τῷ σοφῷ, ὁ μέτριος τοῦ μετρίου τῷ μετρίῳ τὸ μέτριον τοῦ μετρίου τῷ μετρίῳ, ὁ ἀλλότριος τοῦ ἀλλο‐ τρίου τῷ ἀλλοτρίῳ τὸ ἀλλότριον τοῦ ἀλλοτρίου τῷ ἀλλοτρίῳ, ὁ εὔγη‐ ρως τοῦ εὔγηρω τῷ εὔγηρῳ τὸ εὔγηρων τοῦ εὔγηρω τῷ εὔγηρῳ, ὁ | |
5 | μέλας τοῦ μέλανος τῷ μέλανι τὸ μέλαν τοῦ μέλανος τῷ μέλανι, ὁ σώ‐ φρων τοῦ σώφρονος τῷ σώφρονι τὸ σῶφρον τοῦ σώφρονος τῷ σώ‐ φρονι, ὁ τάλας τοῦ τάλανος τῷ τάλανι τὸ τάλαν τοῦ τάλανος τῷ τά‐ λανι, ὁ πᾶς τοῦ παντός τῷ παντί τὸ πᾶν τοῦ παντός τῷ παντί, ὁ λι‐ πόπατρις τοῦ λιποπάτριδος τῷ λιποπάτριδι τὸ λιπόπατρι τοῦ λιποπά‐ | |
10 | τριδος τῷ λιποπάτριδι, ὁ χαρίεις τοῦ χαρίεντος τῷ χαρίεντι τὸ χαρίεν τοῦ χαρίεντος τῷ χαρίεντι, ὁ ἄρσην τοῦ ἄρσενος τῷ ἄρσενι τὸ ἄρσεν τοῦ ἄρσενος τῷ ἄρσενι, ὁ ταχύς τοῦ ταχέος τῷ ταχέϊ καὶ ταχεῖ τὸ ταχύ τοῦ ταχέος τῷ ταχέϊ καὶ ταχεῖ. Ἐὰν οὖν τις ἐρωτήσῃ σε τὸ ἄρειον καὶ τὸ πλεῖον πῶς κλίνεται, οὐκ ὀφείλεις ὡς ἔτυχεν ἀποκριθῆ‐ | |
15 | ναι αὐτῷ, ἀλλὰ δέον ἐστὶ μαθεῖν σε ἀπὸ ποίου ἀρσενικοῦ ἐγένετο· εἰ μὲν γὰρ ἀπὸ τοῦ ὁ Ἄρειος τοῦ Ἀρείου καὶ ὁ πλεῖος τοῦ πλείου, δηλον‐ ότι τὸ Ἄρειον τοῦ Ἀρείου καὶ τὸ πλεῖον τοῦ πλείου, εἰ δὲ ἀπὸ τοῦ ὁ ἀρείων τοῦ ἀρείονος καὶ ὁ πλείων τοῦ πλείονος, δηλονότι τὸ ἄρειον τοῦ ἀρείονος καὶ τὸ πλεῖον τοῦ πλείονος. Ἐπαγγέλλεται δὲ ὁ τεχνικὸς | |
20 | τοὺς κανόνας λέγειν περὶ τῶν μονογενῶν, οὐ περὶ τῶν παρεσχημα‐ τισμένων· ἔχομεν γὰρ ὅτι τὰ παρασχηματιζόμενα ἀρσενικοῖς τὴν τοῦ ἀρσενικοῦ κλίσιν ἐπιδέχονται, ὁποίας ἂν ὦσι καταλήξεως. Πρόσκειται ἀνωτέρω «δηλονότι κατὰ παρασχηματισμόν», οἷον «πᾶν οὐδέτερον ἀπὸ ἀρσενικοῦ γεγενημένον, δηλονότι κατὰ παρασχηματισμόν, τὴν τοῦ ἀρσενι‐ | |
25 | κοῦ κλίσιν ἐπιδέχεται», διὰ τὸ ὁ σκότος τοῦ σκότου καὶ τὸ σκότος τοῦ σκότους, ὁ ἔλεγχος τοῦ ἐλέγχου καὶ τὸ ἔλεγχος τοῦ ἐλέγχους, ὁ ἔλεος τοῦ ἐλέου καὶ τὸ ἔλεος τοῦ ἐλέους, ὁ τάριχος τοῦ ταρίχου καὶ τὸ τά‐ ριχος τοῦ ταρίχους· ταῦτα γὰρ οὐκ ἐπιδέχονται τὴν τοῦ ἀρσενικοῦ κλίσιν, ἀλλ’ οὐκ εἰσὶ κατὰ παρασχηματισμὸν ἀλλὰ κατὰ μεταβολὴν ἤγουν | |
30 | ἐναλλαγὴν γένους. Ὅτι γὰρ οὐκ εἰσὶ κατὰ παρασχηματισμὸν ταῦτα δῆλον ἐντεῦθεν· οὐδέποτε γὰρ οὐδέτερον παρασχηματιζόμενον ἀρσενικῷ ἐπ’ ὀνομάτων ὁμοφωνεῖ τῇ εὐθείᾳ τοῦ ἀρσενικοῦ, ἀλλ’ ἢ τῇ αἰτιατικῇ, οἷον τὸν σοφόν καὶ τὸ σοφόν, τὸν καλόν καὶ τὸ καλόν, ἢ τῇ κλητικῇ, οἷον ὦ λιπόπατρι καὶ τὸ λιπόπατρι, ὦ ταχύ καὶ τὸ ταχύ, ὦ ἄρσεν καὶ | |
35 | τὸ ἄρσεν· πῶς οὖν δύναται εἶναι παρασχηματισμὸς ἐνταῦθα, ὅπου τὸ οὐδέτερον ὁμοφωνεῖ τῇ εὐθείᾳ τοῦ ἀρσενικοῦ, οἷον ὁ σκότος καὶ τὸ σκότος, ὁ ἔλεγχος καὶ τὸ ἔλεγχος, ὁ τάριχος καὶ τὸ τάριχος; Πρόσκει‐ | |
ται «ἐπ’ ὀνομάτων» διὰ τὸ ὁ βοῶν καὶ τὸ βοῶν, ὁ περῶν καὶ τὸ πε‐ | 336 | |
337 | ρῶν· ἐπὶ τούτων γὰρ τὰ οὐδέτερα ὁμοφωνοῦσι τῇ εὐθείᾳ τῶν ἀρσε‐ νικῶν, ἀλλ’ οὐκ εἰσὶν ὀνόματα ἀλλὰ μετοχαί. Ἰστέον δὲ ὅτι καὶ ἄλλα εἰσὶ κατὰ μεταβολὴν γένους, ὥσπερ ὁ λύχνος καὶ τὸ λύχνον, ὁ θεμέ‐ λιος καὶ τὸ θεμέλιον· ταῦτα γὰρ οὐκ εἰσὶ κατὰ παρασχηματισμόν, ἐπειδὴ | |
5 | κατὰ τοῦ αὐτοῦ εἰσι καὶ οὐ κατὰ ἄλλου, ὥσπερ τὰ ἐν παρασχηματισμῷ· κατὰ ἄλλου γάρ ἐστιν ὁ σοφὸς ἄνθρωπος καὶ κατὰ ἄλλου τὸ σοφὸν παιδίον· ὁ θεμέλιος δὲ καὶ τὸ θεμέλιον κατὰ τοῦ αὐτοῦ ἐστι καὶ ὁ λύχνος καὶ τὸ λύχνον κατὰ τοῦ αὐτοῦ ἐστιν, ἄλλως τε δὲ καὶ σπανίως λέγονται ταῦτα οὐδετέρως· ἔτι δὲ καὶ προσηγορικά εἰσιν, οὐδέποτε δὲ | |
10 | οὔτε ἀπὸ κυρίων οὔτε ἀπὸ προσηγορικῶν γίνεται οὐδετέρου παρασχη‐ ματισμός, οἷον Αἴας Θόας κοχλίας, ἀλλ’ ἀπὸ ἐπιθέτων, οἷον σοφός σο‐ φόν, χαρίεις χαρίεν, τάλας τάλαν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι πᾶν οὐδέτερον ὄνομα παρασχηματιζόμενον ἀρσενικῷ, ἐὰν μὲν ἰσοσυλλάβως κλίνοιτο, τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ | |
15 | ὁμοφωνεῖ, οἷον ὁ σοφός τοῦ σοφοῦ τῷ σοφῷ τὸν σοφόν καὶ τὸ σοφόν, ὁ μέτριος τοῦ μετρίου τῷ μετρίῳ τὸν μέτριον καὶ τὸ μέτριον, ὁ εὔγη‐ ρως τοῦ εὔγηρω τῷ εὔγηρῳ τὸν εὔγηρων καὶ τὸ εὔγηρων, ἐὰν δὲ περιττοσυλλάβως κλίνοιτο, τῇ κλητικῇ τοῦ ἀρσενικοῦ ὁμοφωνεῖ, οἷον ὁ σώφρων τοῦ σώφρονος ὦ σῶφρον καὶ τὸ σῶφρον, ὁ ἄρσην τοῦ ἄρσε‐ | |
20 | νος ὦ ἄρσεν καὶ τὸ ἄρσεν, ὁ ταχύς τοῦ ταχέος ὦ ταχύ καὶ τὸ ταχύ, ὁ χαρίεις τοῦ χαρίεντος ὦ χαρίεν καὶ τὸ χαρίεν, ὁ λιπόπατρις τοῦ λι‐ ποπάτριδος ὦ λιπόπατρι καὶ τὸ λιπόπατρι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ οὐδέτερα ἢ καὶ τῇ φωνῇ καὶ τῷ σημαινομένῳ εἰσὶν οὐδέτερα, ὥσπερ τὸ ξύλον, τὸ δένδρον, τὸ τεῖχος, ἢ τῇ μὲν φωνῇ | |
25 | εἰσιν οὐδέτερα τῷ δὲ σημαινομένῳ οὐκ εἰσὶν οὐδέτερα, ὥσπερ τὸ παι‐ δίον, τὸ θηλυκόν, τὸ σῶφρον, τὸ γύναιον· ταῦτα γὰρ τῇ μὲν φωνῇ εἰσιν οὐδέτερα τῷ δὲ σημαινομένῳ οὐκ εἰσὶν οὐδέτερα· τὸ μὲν γὰρ παιδίον καὶ τὸ σῶφρον ἢ ἄρσεν ἢ θῆλυ δηλοῖ, καὶ τὸ θηλυκὸν δὲ καὶ τὸ γύναιον ὁμολογουμένως θῆλυ δηλοῖ. Ἰστέον δὲ ὅτι εἰσὶ καταλήξεις | |
30 | ἐν τοῖς οὐδετέροις αἵτινές εἰσι μονογενεῖς, ὡς τὰ εἰς ας οὐδέτερα πάντα μονογενῆ εἰσιν, οἷον κρέας γῆρας κέρας, καὶ τὰ εἰς ος οὐδέτερα ὀνόματα, καὶ ταῦτα γὰρ μονογενῆ εἰσιν, οἷον τὸ τεῖχος, τὸ βέλος· τὸ γὰρ τάριχος καὶ τὸ σκότος οὐ κατὰ παρασχηματισμὸν γεγόνασιν, ὡς ἐμάθομεν, ἀπὸ τοῦ ὁ τάριχος καὶ ὁ σκότος, ἀλλὰ κατὰ μεταβολὴν γέ‐ | |
35 | νους ἤγουν ἐναλλαγήν· πρόσκειται «ὀνόματα», ἤγουν «τὰ εἰς ος οὐδέ‐ τερα ὀνόματα», διὰ τὰς μετοχάς, οἷον διὰ τὸ τετυφός καὶ πεποιηκός· ταῦτα γὰρ οὐκ εἰσὶ μονογενῆ, ὁ τετυφώς γὰρ καὶ ἡ τετυφυῖα καὶ τὸ | |
τετυφός, ὁ πεποιηκώς καὶ ἡ πεποιηκυῖα καὶ τὸ πεποιηκός. Καὶ πάλιν | 337 | |
338 | εἰσὶ καταλήξεις αἵτινες ἀπὸ παρασχηματισμοῦ εἰσιν, ὡς τὰ εἰς αν οὐδέ‐ τερα· πάντα γὰρ ἀπὸ παρασχηματισμοῦ εἰσιν, οἷον ὁ μέλας τὸ μέλαν, ὁ τάλας τὸ τάλαν, ὁ πᾶς τὸ πᾶν. Εἰσὶ πάλιν καταλήξεις κοιναί, τουτ‐ έστι καὶ μονογενείᾳ ἁρμόζουσαι καὶ τριγενείᾳ, ὥσπερ τὰ εἰς ον οὐδέ‐ | |
5 | τερα· ταῦτα γὰρ καὶ μονογενῆ εἰσιν, ὥσπερ τὸ ξύλον, τὸ δένδρον, τὸ μέτρον, καὶ τριγενῆ, ὥσπερ ὁ καλός ἡ καλή τὸ καλόν, ὁ σοφός ἡ σοφή τὸ σοφόν. Κανὼν αʹ. Τὸ βῆμα τοῦ βήματος. | |
10 | Ἰστέον ὅτι τὰ εἰς α λήγοντα οὐδέτερα συνεσταλμένον ἔχουσι τὸ α, οἷον κῦμα ἅρμα βῆμα νόημα ὄνομα, χωρὶς τοῦ κάρα, τοῦτο γὰρ ἐκ τοῦ κάρηνον ἐγένετο τούτῳ τῷ τρόπῳ· ἔστι κάρηνον, καὶ κατὰ τροπὴν τοῦ η εἰς α μακρὸν κάρανον γίνεται καὶ κατὰ ἀποκοπὴν τῆς νον συλλαβῆς κάρα, καὶ ἔμεινε τὸ α μακρόν. Θέλουσι δὲ τὰ εἰς α λήγοντα οὐδέτερα | |
15 | πρὸ τοῦ α ἔχειν τὸ μ, οἷον ποίημα ῥῆμα νόημα βῆμα ἅρμα κῦμα, δη‐ λονότι μονογενῆ ὄντα· τοῦτο δὲ εἴρηται διὰ τὸ μέγα, τοῦτο γὰρ οὐκ ἔχει πρὸ τοῦ α τὸ μ, ἀλλ’ οὐκ ἔστι μονογενές, ἀπὸ γὰρ τοῦ ὁ μέγας γέγονε. Τὰ δὲ μὴ ἔχοντα πρὸ τοῦ α τὸ μ λέγει εἶναι πεπονθότα, οἷον τὸ κάρα ἀπὸ τοῦ κάρανον κατὰ ἀποκοπὴν καὶ τὸ λίπα ἀπὸ τοῦ λιπα‐ | |
20 | ρόν ὁμοίως κατὰ ἀποκοπήν, οἷον 〈Ξ 171〉 ἀλείψατο δὲ λίπ’ ἐλαίῳ, καὶ τὸ ἄλειφα (σημαίνει δὲ τὸ ἄλειμμα) ἀπὸ τοῦ ἄλειφαρ ἢ ἄλειφας κατὰ ἀποβολὴν τοῦ τελευταίου συμφώνου ἐγένετο. Κρεῖττον οὖν ἐν‐ ταῦθα ἀποβολὴν καὶ μὴ ἀποκοπὴν λέγειν, ἐπειδὴ τὸ τελευταῖον σύμ‐ φωνον ἀπεβλήθη· ἐν δὲ τῇ ἀποκοπῇ τελείως ἀποκόπτεται ἡ τελευταία | |
25 | συλλαβή, οἷον δῶμα δῶ, Ἀπόλλωνα Ἀπόλλω, Ποσειδῶνα Ποσειδῶ, κυκεῶνα κυκεῶ. Καὶ τὸ ὕφα δὲ ἀπὸ τοῦ ὕφασμα ἐστὶ κατὰ ἀποκοπήν· ἰστέον δὲ ὅτι τοῦτο ἐκ περιττοῦ σημειοῦνται, οὐ γάρ ἐστιν ἐν χρήσει τὸ ὕφα ἀλλὰ τὸ ὕφασμα, ὡς παρὰ τῷ ποιητῇ ὑφάσματά τε ἐσθῆτάς τε. Καὶ τὸ γάλα ἀπὸ τοῦ γάλαξ κατ’ ἔνδειαν τοῦ ξ· ἡ γὰρ κλίσις αὐτοῦ ἀπὸ | |
30 | εὐθείας τῆς εἰς ξ καταληγούσης ἐγένετο, γάλακος γὰρ ἡ γενικὴ καὶ κατὰ πλεονασμὸν τοῦ τ γάλακτος, ὥσπερ ἄναξ ἄνακος καὶ ἄνακτος· πᾶσα γὰρ γενικὴ διὰ τοῦ κος κλινομένη ἢ διὰ τοῦ κτος τὴν εὐθεῖαν ἔχει εἰς ξ καταλήγουσαν, οἷον Φοίνικος Φοῖνιξ, θώρακος θώραξ, νυκτός νύξ, ἄνακτος ἄναξ· εἰ οὖν γάλακτος, δηλονότι εἰς ξ γάλαξ. Ἄλλως τε δὲ | |
35 | πᾶσα δοτικὴ πληθυντικῶν εἰς ι λήγουσα μετὰ διπλοῦ ἀποβολῇ τοῦ ι | 338 |
339 | τὴν εὐθεῖαν τῶν ἑνικῶν ἀποτελεῖ, οἷον Φοίνιξι Φοῖνιξ, κήρυξι κῆρυξ, Πέλοψι Πέλοψ, Κύκλωψι Κύκλωψ· εἰ οὖν ἐστιν ἡ δοτικὴ τῶν πληθυν‐ τικῶν γάλαξι, δηλονότι ἀποβολῇ τοῦ ι γίνεται ἡ εὐθεῖα τῶν ἑνικῶν γάλαξ· ἀλλ’ ἐπειδὴ τὸ ξ οὐκ ἔστι τελικὸν τῶν οὐδετέρων, τούτου χάριν | |
5 | ἀπεβλήθη καὶ ἐγένετο γάλα. Ἀμέλει συντιθέμενον τὸ γάλα καὶ γινό‐ μενον εἰς ἀρσενικὸν γένος ἀναδέχεται τὸ κεχρεωστημένον ξ, οἷον ὁ ἀρ‐ τιγάλαξ ὁ νεογάλαξ. Ταῦτα μὲν ἐν τούτοις. Περὶ δὲ τοῦ κρᾶτα, οἷον νῦν δ’ εἰς τὸ κείνου κρᾶτ’ ἐνήλαθ’ ἡ τύχη παρὰ Σοφοκλεῖ 〈Oed. Tyr. 263〉, μήποτε ἔστιν εἰπεῖν, ὅτι | |
10 | τοῦτο ἀπὸ ἀρσενικοῦ ἢ θηλυκοῦ γέγονεν· ἀπὸ ἀρσενικοῦ μὲν ἀπὸ τοῦ ὁ κράς τοῦ κρατός τῷ κρατί τὸν κρᾶτα καὶ τὸ κρᾶτα, ἀπὸ θηλυκοῦ δὲ ἀπὸ τοῦ ἡ κράς τῆς κρατός τῇ κρατί τὴν κρᾶτα καὶ τὸ κρᾶτα· τὸ γὰρ κράς ἀρσενικῶς καὶ θηλυκῶς λέγεται, οἷον ὁ κράς καὶ ἡ κράς, ὡς ἐν τῷ Ὀνοματικῷ Ἡρωδιανοῦ εἰ θεῷ φίλον μαθησόμεθα. Οὐκ ἔστι δὲ | |
15 | ἄτοπον, εἰ ἀρσενικὸν ὂν ἢ θηλυκὸν οὐδετέρῳ ἄρθρῳ συνετάγη· ἰδοὺ γὰρ καὶ ἐπὶ τοῦ φοίνικι λίνῳ τὸ φοίνικι θηλυκὸν ὂν τῷ λίνῳ τῷ οὐδετέρῳ συνετάγη, καὶ ἐπὶ τοῦ 〈Soph. Achill. Er. fr. 160 N2〉 ἀρρῶξιν ὅπλοις τὸ ἀρρῶξιν ἀρσενικὸν ὂν τῷ ὅπλοις τῷ οὐδετέρῳ συνετάγη, τὸ ὅπλον γάρ· καὶ πάλιν ἐπὶ τοῦ 〈Eurip. Or. 270〉 μανιάσιν λυσσή‐ | |
20 | μασιν θηλυκὸν ὂν τὸ μανιάσι συνετάγη πρὸς τὸ λυσσήμασιν οὐδέτερον, τὸ λύσσημα γάρ. Τούτων οὕτως ἐχόντων ἰστέον ὅτι τὰ εἰς α λήγοντα οὐδέτερα καὶ βαρύνονται καὶ συστέλλουσι τὸ α καὶ τῷ μ παραλήγονται καὶ διὰ τοῦ τος θέλουσι κλίνεσθαι, οἷον ποίημα ποιήματος, νόημα νοή‐ ματος, αἷμα αἵματος, βῆμα βήματος, ἅρμα ἅρματος, ὄνομα ὀνόματος. | |
25 | Κατὰ τί δὲ διαφέρουσι τὰ εἰς α λήγοντα θηλυκὰ τῶν εἰς α ληγόντων οὐδετέρων, ἐν τῷ Ὀνοματικῷ Ἡρωδιανοῦ εἰ θεῷ φίλον μαθησόμεθα. Δεῖ δὲ γινώσκειν ὅτι τὸ ὄνομα δοκεῖ μονῆρες εἶναι· οὐδὲν γὰρ τῶν εἰς α οὐδετέρων ἁπλῶν παραλήγεται τῷ ο καὶ προπαραλήγεται ἑτέρῳ ο, καὶ διὰ τοῦτο δοκεῖ παράλογον εἶναι· ὅθεν ταύτην τὴν παρα‐ | |
30 | λογίαν φεύγοντες οἱ Αἰολεῖς τρέπουσι τὸ ἐν τῇ παραληγούσῃ ο εἰς τὸ υ καὶ λέγουσιν ὄνυμα. Πρόσκειται «ἁπλῶν», οἷον «οὐδὲν τῶν εἰς α οὐδετέρων ἁπλῶν», διὰ τὰ σύνθετα τὰ συνεχῶς ἐν τῇ συνηθείᾳ λεγό‐ μενα, λέγω δὴ τὸ πρόδομα καὶ τὸ πρόπομα, ὅπερ καὶ πρόπωμα λέγε‐ ται ἀττικῶς διὰ τοῦ ω· ταῦτα γὰρ παραλήγονται τῷ ο καὶ προπαρα‐ | |
35 | λήγονται ἑτέρῳ ο, ἀλλ’ οὐκ εἰσὶν ἁπλᾶ. Τούτων οὕτως ἐχόντων ἄξιόν | |
ἐστι ζητῆσαι, διατί ἐν τῷ ὄνομα οἱ Αἰολεῖς τὸ ἐν τῇ παραληγούσῃ ο | 339 | |
340 | ἔτρεψαν εἰς τὸ υ, οἷον ὄνυμα, καὶ μὴ τὸ ἐν τῇ προπαραληγούσῃ, οἷον ὔνομα. Ἔστιν οὖν εἰπεῖν τὰς αἰτίας ταύτας· πρῶτον μὲν ὅτι τὸ ἐν τῇ παραληγούσῃ ο γνήσιόν ἐστιν, ἀπὸ γὰρ τοῦ νέμω γέγονεν νόμα καὶ κατὰ πλεονασμὸν τοῦ ο ὄνομα, τὸ δὲ ἐν τῇ ἀρχούσῃ ἀπὸ πλεονασμοῦ | |
5 | ἐστιν· ἄτοπον δέ ἐστι τὸ ἀπὸ πλεονασμοῦ τραπῆναι, ἵνα εὑρεθῶσι δύο πάθη, πλεονασμὸς καὶ τροπή· δεύτερον δὲ ὅτι καὶ ὁ χαρακτὴρ ἀπαιτεῖ τὸ ἐν τῇ παραληγούσῃ ο τραπῆναι· πολλὰ γάρ εἰσιν εἰς α οὐδέτερα διὰ τοῦ υμα ἐκφερόμενα, οἷον κώλυμα μήνυμα ἔρυμα κῦμα θῦμα οὕτως οὖν καὶ ὄνυμα· καὶ τούτου χάριν τὸ ἐν τῇ παραληγούσῃ ο ἐτράπη καὶ | |
10 | οὐ τὸ ἐν τῇ ἀρχούσῃ. Ταῦτα μὲν ἐν τούτοις. Λέγει δὲ ὁ τεχνικός, ὅτι τὰ ὀνόματα τῶν στοιχείων ἄκλιτά εἰσιν, οἷον τὸ ἄλφα τοῦ ἄλφα τῷ ἄλφα, τὸ βῆτα τοῦ βῆτα τῷ βῆτα, τὸ γάμμα τοῦ γάμμα τῷ γάμμα. Καὶ λέγουσι περὶ τούτων διαφόρους αἰτίας, ὅτι ἐπειδὴ οὐκ ἔχουσι πρὸ τοῦ α τὸ μ διὰ τοῦτο οὐ κλίνονται· | |
15 | τὰ γὰρ εἰς α λήγοντα οὐδέτερα, ὡς ἐμάθομεν, πρὸ τοῦ α θέλουσιν ἔχειν τὸ μ, οἷον ποίημα ῥῆμα ἅρμα αἷμα βῆμα νόημα· ὅθεν τὸ γάμμα καὶ σίγμα ὡς ἔχοντα πρὸ τοῦ α τὸ μ ἐκινδύνευσαν κλίνεσθαι, οἷον γάμμα γάμματος καὶ σίγμα σίγματος, καὶ οὕτω τινὲς ἀναγινώσκουσι τὸ ἐν τῇ κωμῳδίᾳ 〈Plato fragm. 30 K〉 ἔσωσά ς’ ἐκ τῶν σιγμάτων | |
20 | Εὐριπίδου· τὸ δὲ ἀληθέστερον κατὰ διάστασιν ἀναγινώσκεται, οἷον ἔσωσά ς’ ἐκ τῶν σίγμα, καὶ ἐπιφέρεται τῶν Εὐριπίδου, ἵνα εὑρεθῇ τὸ ἄρθρον ἐπιφερόμενον, λέγω δὴ τὸ τῶν, καὶ ταῦτα γὰρ ἄκλιτα ἔμειναν κατὰ συνεκδρομὴν τῶν ἑτέρων στοιχείων. Ἕτεροι δὲ λέγουσιν, ὅτι διὰ τοῦτο τὰ ὀνόματα τῶν στοιχείων οὐ κλίνονται, ἐπειδὴ τὰ στοι‐ | |
25 | χεῖα βαρβάρων εἰσὶν εὑρήματα· φασὶ γὰρ ὅτι ὁ Κάδμος ὁ Ἀγήνορος ἀπὸ Φοινίκης εἰς τὴν Ἑλλάδα μετεκόμισεν αὐτά· οὗτοι δὲ οὐκ ἀκριβῶς λέγουσιν· ἄτοπον γὰρ τὸν θεμέλιον τῆς Ἑλληνικῆς διαλέκτου βαρβάρων εὑρήματα λέγειν, ἄλλως τε δὲ ἰδοὺ τὸ Ξέρξης βάρβαρον ὄνομα κλίνε‐ ται. Ἄλλοι δὲ λέγουσιν, ὅτι διὰ τοῦτο τὰ ὀνόματα τῶν στοιχείων οὐ | |
30 | κλίνονται, ἐπειδὴ ἐπεκτάσεις εἰσὶν ἑαυτῶν, ὡς ὅταν ἐπὶ τοῦ ἄλφα βῆτα γάμμα τὸ μὲν πρῶτον γράμμα λάβῃς τὸ στοιχεῖον, τὴν δὲ λοιπὴν φω‐ νὴν ἐπέκτασιν αὐτοῦ· αἱ δ’ ἐπεκτάσεις οὐ κλίνονται, οἷον τοιόσδε τοι‐ οῦδε τοιῷδε τοιόνδε· ἰδοὺ γὰρ τοῦτο κατὰ τὸ τέλος ὅπου ἡ ἐπέκτασίς ἐστιν οὐ κλίνεται, κατὰ δὲ τὴν παραλήγουσαν κλίνεται, ἐπειδὴ κατὰ | |
35 | πτῶσιν γίνεται ἡ ἐπέκτασις. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα κατ’ | |
ἐπέκτασίν εἰσι τὰ στοιχεῖα, τὰ δὲ κατ’ ἐπέκτασιν ὀνόματα ἔσωθεν κλί‐ | 340 | |
341 | νονται, οἷον τοιόσδε καὶ τοιοῦδε καὶ τοιῷδε καὶ τοιόνδε, ὤφειλον καὶ τὰ ὀνόματα τῶν στοιχείων ὡς ὄντα κατ’ ἐπέκτασιν ἔσωθεν κλίνεσθαι. Ἔστιν οὖν εἰπεῖν, ὅτι τὰ κατ’ ἐπέκτασιν ἔσωθεν κλινόμενα καὶ πρὸ τῶν ἐπεκτάσεων ἐκλίνοντο, οἷον τοῖος τοίου τοίῳ τοῖον, καὶ μετὰ ταῦτα | |
5 | λοιπὸν προσῆλθεν ἡ ἐπέκτασις· τὰ μέντοι ὀνόματα τῶν στοιχείων οὐ κλίνονται πρὸ τῆς ἰδίας ἐπεκτάσεως, ἵνα καὶ μετὰ τὴν ἐπέκτασιν εὑρε‐ θῶσιν ἔσωθεν κλινόμενα· οὐδὲ γὰρ ἐν τῷ ἄλφα τὸ πρῶτον γράμμα ἐκλίνετο, ἵνα καὶ μετὰ τὸ ἐπεκταθῆναι διὰ τῶν λοιπῶν γραμμάτων φυλάξῃ ἔσωθεν τὴν κλίσιν. Κρεῖττον οὖν ἐστι λέγειν, ὅτι διὰ τοῦτο τὰ | |
10 | ὀνόματα τῶν στοιχείων εἰσὶν ἄκλιτα, ἐπειδὴ ἀρχαί εἰσιν, αἱ δὲ ἀρχαὶ καὶ ῥίζαι τῶν πραγμάτων ἁπλαῖ θέλουσιν εἶναι καὶ ἀποίκιλοι, οἷον ἡ λευκότης αὐτὴ καθ’ ἑαυτὴν νοουμένη ἁπλῆ ἐστιν καὶ ἀποίκιλος· οὕτως οὖν καὶ τὰ ὀνόματα τῶν στοιχείων, ἐπειδὴ ἀρχαί εἰσιν, διὰ τοῦτο ἁπλᾶ εἰσι καὶ ἀποίκιλα καὶ μίαν ἔχουσι τὴν φωνὴν ἐν πάσαις ταῖς πτώσεσι, | |
15 | καὶ ἐν τῇ γενικῇ καὶ δοτικῇ καὶ αἰτιατικῇ καὶ κλητικῇ, οἷον τὸ ἄλφα τοῦ ἄλφα τῷ ἄλφα τὸ ἄλφα ὦ ἄλφα, τὸ βῆτα τοῦ βῆτα τῷ βῆτα τὸ βῆτα ὦ βῆτα. Ἔστι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν τοιαύτην, ὅτι διὰ τὰ ἀρτιμαθῆ τῶν παιδίων εἰσὶ τὰ ὀνόματα τῶν στοιχείων ἄκλιτα, ἵνα μὴ εὐθέως εἰς δυσχέρειαν αὐτὰ περιβάλλωμεν καὶ συγχέωμεν αὐτὰ εἰς | |
20 | ποικιλίαν περιβάλλοντες. Καὶ πάλιν ἄλλην λύσιν ἔστιν εἰπεῖν τοιαύτην, ὅτι διὰ τοῦτο ἄκλιτά εἰσι τὰ ὀνόματα τῶν στοιχείων, ἐπειδὴ θεμέλιοί εἰσι τῆς Ἑλληνικῆς διαλέκτου, οἱ δὲ θεμέλιοι ἀμεταθέτως θέλουσιν ἔχειν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι κακῶς εἶπεν ὁ τεχνικός «τὰ δὲ ὀνόματα τῶν στοι‐ | |
25 | χείων ἄκλιτα»· ὤφειλε γὰρ εἰπεῖν μᾶλλον ὅτι μονόπτωτά εἰσιν, ἄλλο γάρ ἐστιν ἄκλιτον καὶ ἄλλο μονόπτωτον· τὰ γὰρ μονόπτωτα θεωροῦν‐ ται καὶ ἐν τῇ γενικῇ καὶ ἐν τῇ δοτικῇ καὶ ἐν τῇ αἰτιατικῇ μετὰ δια‐ φόρου ἄρθρου, οἷον οἱ πέντε τῶν πέντε τοῖς πέντε τοὺς πέντε, τὰ δ’ ἄκλιτα ἐν τῇ εὐθείᾳ μόνῃ θεωροῦνται καὶ οὐδέποτε οὔτε ἐν τῇ γενικῇ | |
30 | οὔτε ἐν τῇ δοτικῇ οὔτε ἐν τῇ αἰτιατικῇ, οἷον ὡς ἐπὶ τοῦ ὄφελος· τοῦτο γὰρ ἐν τῇ εὐθείᾳ μόνῃ θεωρεῖται, ἐν δὲ τῇ γενικῇ καὶ δοτικῇ καὶ αἰτιατικῇ οὐδέποτε θεωρεῖται· καὶ ὡς ἐπὶ τοῦ δώς, οἷον 〈Hes. Opp. 356〉 δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα (σημαίνει δὲ τὴν δόσιν)· καὶ τοῦτο γὰρ ἐν τῇ εὐθείᾳ μόνῃ θεωρεῖται· εἰ ἄρα οὖν | |
35 | τὰ ὀνόματα τῶν στοιχείων θεωροῦνται καὶ ἐν ταῖς ἑξῆς πτώσεσι μετὰ διαφόρου ἄρθρου, οἷον τὸ ἄλφα τοῦ ἄλφα τῷ ἄλφα, τὸ βῆτα τοῦ βῆτα | |
τῷ βῆτα, δηλονότι μονόπτωτά εἰσι καὶ οὐκ ἄκλιτα. | 341 | |
342 | Τῷ βήματι, τὸ βῆμα, ὦ βῆμα. Ἰστέον ὅτι τὰ οὐδέτερα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικήν, οἷον τὸ βῆμα τοῦ βήματος τῷ βήματι τὸ βῆμα ὦ βῆμα, τὸ ξύλον τοῦ ξύλου τῷ ξύλῳ τὸ ξύλον ὦ ξύλον, τὸ τεῖχος τοῦ τείχους τῷ τείχει τὸ τεῖχος ὦ τεῖχος· | |
5 | διατί δὲ τρίπτωτά εἰσι τὰ οὐδέτερα, ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα τὰ οὐδέτερα τὴν αὐτὴν ἔχουσιν ὀρ‐ θὴν καὶ αἰτιατικὴν καὶ κλητικήν, διατί μὴ λέγομεν ὁμοῦ ὀρθῆς καὶ αἰτια‐ τικῆς καὶ κλητικῆς τὰς πτώσεις καὶ ἐν τοῖς ἑνικοῖς καὶ ἐν τοῖς πλη‐ θυντικοῖς. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ οὐδέτερα | |
10 | πρὸς ἀναλογίαν τῶν ἀρσενικῶν καὶ θηλυκῶν οὐκ ἔσχον ἐν τοῖς ἑνικοῖς καὶ ἐν τοῖς πληθυντικοῖς συνεζευγμένας τὰς πτώσεις· ἐπειδὴ γὰρ τὰ ἀρσενικὰ καὶ τὰ θηλυκὰ ἐν τοῖς ἑνικοῖς καὶ ἐν τοῖς πληθυντικοῖς δια‐ κεχωρισμένας ἔχουσι τὰς πτώσεις καὶ οὐ συνεζευγμένας, τούτου χάριν καὶ τὰ οὐδέτερα πρὸς ἀναλογίαν τούτων καὶ ἐν τοῖς ἑνικοῖς καὶ ἐν τοῖς | |
15 | πληθυντικοῖς διακεχωρισμένας ἔχουσι τὰς πτώσεις καὶ οὐ συνεζευγμένας. Ἔστι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν τοιαύτην, ὅτι οὐκ ἠδύναντο τὰ οὐδέτερα ἐν τοῖς ἑνικοῖς ἔχειν τὴν ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικὴν ὁμοῦ, ἐπειδὴ ἓν πρόσωπον σημαίνουσιν· τὰ δὲ ἑνικὰ ἓν πρόσωπον ση‐ μαίνοντα εἰκότως καὶ μίαν πτῶσιν ἐν ἑκάστῃ φωνῇ θέλουσιν ἔχειν· ἀλλ’ | |
20 | οὔτε δὲ καὶ ἐν τοῖς πληθυντικοῖς ἠδύναντο τὰ οὐδέτερα ἔχειν τὴν ὀρ‐ θὴν καὶ αἰτιατικὴν καὶ κλητικὴν ὁμοῦ, ἐπειδὴ τὰ πληθυντικὰ οὐ μόνον τρία πρόσωπα σημαίνουσιν, ἀλλὰ καὶ τέσσαρα καὶ πέντε καὶ πλείονα· τὰ γὰρ πληθυντικὰ πλήθους εἰσὶ σημαντικά. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι κυρίως οὐκ ἔχουσι κλητικὰς τὰ οὐδέτερα ἀλλὰ κατα‐ | |
25 | χρηστικῶς· τὰ γὰρ πολλὰ αὐτῶν ἄψυχά εἰσιν, οἷον τὸ ξύλον τὸ βέλος τὸ τεῖχος· οὐ δεῖ δὲ τὰ ἄψυχα καλεῖν, ὁ γὰρ καλῶν διὰ τοῦτο καλεῖ τινα, ἵνα ἐπιστρέψῃ πρὸς αὐτόν· τὰ δὲ ἄψυχα πῶς ἔχουσιν ἐπιστρέφειν πρὸς τὸν καλοῦντα αὐτά; Πρόσκειται «τὰ πολλὰ αὐτῶν» διὰ τὸ γύ‐ ναιον καὶ παιδίον, ταῦτα γὰρ ἔμψυχά εἰσιν· ἰστέον δὲ ὅτι ταῦτα, εἰ καὶ | |
30 | τῇ φωνῇ εἰσιν οὐδέτερα, ἀλλ’ οὖν τῷ σημαινομένῳ οὐκ εἰσὶν οὐδέτερα· τὸ μὲν γὰρ παιδίον ἢ ἄρσεν ἢ θῆλυ, τὸ δὲ γύναιον θηλυκὸν δηλοῖ. Τὼ βήματε, τοῖν βημάτοιν, ὦ βήματε. Τὰ βήματα. Ἰστέον ὅτι πᾶσα εὐθεῖα πληθυντικῶν τῶν οὐδετέρων εἰς α λήγει, οἷον τὰ βή‐ ματα, τὰ ξύλα, τὰ οὐδέτερα, τὰ δένδρα, τὰ φρέατα, τὰ μέτρα· εἰ δέ | |
35 | που εἰς η εὑρεθῇ καταλήγουσα, γνῶθι ὅτι κατὰ κρᾶσίν ἐστιν, οἷον τὰ τείχεα τὰ τείχη, τὰ βέλεα τὰ βέλη. Τὸ χρέα καὶ τὸ κλέα ἀπὸ τοῦ χρέεα καὶ κλέεα γεγόνασι κατὰ συγκοπὴν τοῦ ε· οὔτε γὰρ δυνάμεθα | |
λέγειν ὅτι κατὰ κρᾶσιν γεγόνασιν, ἐπειδὴ τὸ α συνεσταλμένον ἔχουσιν, | 342 | |
343 | οἷον 〈Apoll. Rh. 1, 1〉 παλαιγενέων κλέα φωτῶν· τὸ δὲ χαλκᾶ καὶ χρυσᾶ καὶ ὀστᾶ καὶ κανᾶ μηδεὶς οἰέσθω ὡς ἀπὸ τοῦ χάλκεα καὶ χρύσεα καὶ ὀστέα καὶ κάνεα γεγενῆσθαι κατὰ κρᾶσιν, ἐπειδὴ εἰς η ὤφει‐ λον καταλήγειν, ὥσπερ βέλεα βέλη, τείχεα τείχη, μέλεα μέλη· ἀλλ’ | |
5 | ἔστιν εἰπεῖν, ὅτι ἐν τῇ εὐθείᾳ τῶν ἑνικῶν ἐγένετο ἡ κρᾶσις, οἷον χάλ‐ κεον χαλκοῦν, χρύσεον χρυσοῦν, κάνεον κανοῦν, ὀστέον ὀστοῦν, καὶ λοιπὸν ἀπὸ τῆς κεκραμένης ἑνικῆς εὐθείας ἐγένετο ἡ κλίσις, οἷον χαλ‐ κοῦν χαλκᾶ, χρυσοῦν χρυσᾶ, κανοῦν κανᾶ, ὀστοῦν ὀστᾶ. Τῶν βημάτων· εἴρηται. Τοῖς βήμασιν. Εἴρηται ὅτι πᾶσα δο‐ | |
10 | τικὴ ἑνικῶν εἰς ι ἐκφωνούμενον λήγουσα, πρὸ τοῦ ι λαμβάνουσα τὸ ς καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα σὺν αὐτῷ ἐκφωνηθῆναι στοιχεῖα, τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ, οἷον ὄφεϊ ὄφεσι, πόλεϊ πόλεσιν, Ἕκτορι Ἕκτορσι, Πάριδι Πάρισι, Πλάτωνι Πλάτωσι, κρέατι κρέασιν· οὕτως οὖν καὶ βήματι βήμασι, τοῦ ς προσελθόντος καὶ ἀποβληθέντος | |
15 | τοῦ μὴ δυναμένου σὺν αὐτῷ ἐκφωνηθῆναι στοιχείου, λέγω δὴ τοῦ τ. Τὰ βήματα, ὦ βήματα. Εἴρηται ὅτι τὰ οὐδέτερα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικήν. Κανὼν βʹ. Τὸ μέλι τοῦ μέλιτος. | |
20 | Ἰστέον ὅτι τὰ εἰς ι λήγοντα οὐδέτερα διὰ τοῦ τος κλίνονται, οἷον μέλι μέλιτος· τὸ πέπερι καὶ τὸ σίνηπι καὶ τὸ κίκι (εἶδος δέ ἐστι παρ’ Αἰγυπτίοις ἐλαίου) καὶ τὸ κόμμι (κόμμι δέ ἐστι τὸ κομμίδιον) καὶ τὸ κιννάβαρι (ἔστι δὲ εἶδος βάμματος πυρροῦ, ἐξ οὗ γράφει ὁ βασιλεύς) καὶ τὸ στάχι (ὅπερ σημαίνει εἶδος πυρροῦ καὶ αὐτό) καὶ τὸ στίμμι (ὅπερ | |
25 | αἱ γυναῖκες κατὰ τοὺς ὀφθαλμοὺς χρίονται, ὅπερ ἐν τῇ συνηθείᾳ λαχᾶς καλεῖται) οὐκ εἰσὶν Ἑλληνικὰ ἀλλὰ βάρβαρα, κλίνονται δὲ διὰ καθαροῦ τοῦ ος, οἷον πεπέριος σινήπιος κίκιος κόμμιος κινναβάριος στάχιος στίμμιος, ἰωνικῶς 〈δὲ〉 διὰ τοῦ ε καὶ ο, καὶ ἀττικῶς διὰ τοῦ ε καὶ ω, ὥσπερ ὄφις ὄφιος καὶ ὄφεος καὶ ὄφεως. Δεῖ δὲ γινώσκειν, ὅτι τοῦ | |
30 | κόμμι εὑρέθη παρὰ Κρωβύλῳ ἡ δοτικὴ κόμμιδι, ὡς παρὰ τῆς κόμμιδος γενικῆς· ἔχει δὲ οὕτως 〈fragm. 10 K〉 τὸν πλακοῦντα κόμμιδι Οὐ μέλιτι διεκόσμει· καὶ τοῦ πέπερι δὲ ἡ γενικὴ εὑρέθη διὰ τοῦ δος | |
πεπέριδος παρὰ Θεοφράστῳ, οἷον ὄξους ἔκχυσις καὶ πεπέριδος· | 343 | |
344 | τὸ δὲ κιννάβαρι καὶ ἀρσενικῶς εὑρέθη ὁ κιννάβαρις, εὕρηται γὰρ παρὰ Ἀναξανδρίδῃ 〈fragm. 14 K〉 ἡ αἰτιατικὴ τὸν κιννάβαριν· εὑρέθη δὲ καὶ τὸ στίμμι θηλυκῶς λεγόμενον, οἷον ἡ στίμμις τῆς στίμμιος καὶ στίμμεος ἰωνικῶς καὶ στίμμεως ἀττικῶς, 〈καὶ〉 ἡ αἰτιατικὴ τὴν στίμμιν, | |
5 | ὡς Ἴων Ὀμφάλῃ 〈fragm. 25 N2〉 καὶ τὴν μέλαιναν στίμμιν ὀμ‐ ματογράφον. Καὶ ἀποροῦσί τινες λέγοντες, διατί ταῦτα μὲν βάρβαρα ὄντα καὶ μὴ ὄντα Ἑλληνικὰ κλίνονται, τὰ δὲ ὀνόματα τῶν στοιχείων εἰρήκαμεν μὴ κλίνεσθαι ὡς βάρβαρα ἤγουν ὡς βαρβάρων εὑρήματα. Ἔστιν οὖν | |
10 | εἰπεῖν, ὅτι οὐ διὰ τοῦτο μόνον εἰρήκαμεν τὰ ὀνόματα τῶν στοιχείων μὴ κλίνεσθαι, ἀλλὰ καὶ δι’ ἄλλας διαφόρους αἰτίας. Πάλιν ἀποροῦσί τινες λέγοντες, ὅτι διατί, ὥσπερ τὸ Ξέρξης βάρβαρον ὄνομα ὅμοιον γενόμενον τῷ Χρύσης καὶ Πέρσης ὁμοίως αὐτοῖς ἐκλίθη, Ξέρξου γὰρ ὡς Χρύσου καὶ Πέρσου, μὴ τὸν αὐτὸν τρόπον καὶ ταῦτα, φημὶ δὴ τὸ | |
15 | πέπερι καὶ τὰ ὅμοια, βάρβαρα ὄντα ὅμοια τῷ μέλι ἐκλίθησαν διὰ τοῦ τος ὁμοίως αὐτῷ. Ἔστιν οὖν εἰπεῖν, ὅτι τῶν βαρβάρων καὶ ἐχόντων χαρακτῆρα Ἑλληνικὸν τὰ μὲν ἀναλόγως κλίνονται, τὰ δὲ οὔ· ἰδοὺ γάρ ἐστι Μέμφις καὶ Ταμίαθις (εἰσὶ δὲ ταῦτα ὀνόματα πόλεων Αἰγύπτου), καὶ τὸ μὲν Μέμφις ἀναλόγως κλίνεται, Μέμφιδος γὰρ ὥσπερ Θέτιδος, | |
20 | τὸ δὲ Ταμίαθις οὔ, Ταμιάθεως γάρ. Ἰστέον δὲ ὅτι μονῆρές ἐστι τὸ μέλι διὰ τοῦ τος κλινόμενον, οὐκ ἔστι γὰρ εἰς ι λῆγον οὐδέτερον διὰ τοῦ τος κλινόμενον, εἰ μὴ τοῦτο μόνον καὶ τὰ παρ’ αὐτὸ δηλονότι σύνθετα, οἷον ἀπόμελι ἀπομέλιτος, ὀξόμελι ὀξομέλιτος, εὐκρατόμελι εὐκρατομέλιτος, οἰνόμελι οἰνομέλιτος. Τὸ λιπόπατρι τοῦ λιποπάτριδος | |
25 | καὶ τὸ φυγόπολι τοῦ φυγοπόλιδος καὶ τὸ τί τοῦ τινός τῶν ἀρσενικῶν τὴν κλίσιν ἐφύλαξαν, φημὶ δὴ τοῦ ὁ λιπόπατρις τοῦ λιποπάτριδος καὶ τοῦ ὁ φυγόπολις τοῦ φυγοπόλιδος καὶ τοῦ ὁ τίς τοῦ τινός· ἔχομεν γὰρ ἀνωτέρω, ὅτι πᾶν οὐδέτερον ἀπὸ ἀρσενικοῦ γεγενημένον δηλονότι κατὰ παρασχηματισμὸν τὴν τοῦ ἀρσενικοῦ κλίσιν ἐπιδέχεται, οἷον ὁ σοφός | |
30 | τοῦ σοφοῦ τῷ σοφῷ τὸ σοφόν τοῦ σοφοῦ τῷ σοφῷ, ὁ καλός τοῦ κα‐ λοῦ τῷ καλῷ τὸ καλόν τοῦ καλοῦ τῷ καλῷ, ὁ χαρίεις τοῦ χαρίεντος τῷ χαρίεντι τὸ χαρίεν τοῦ χαρίεντος τῷ χαρίεντι, ὁ ταχύς τοῦ ταχέος τῷ ταχεῖ τὸ ταχύ τοῦ ταχέος τῷ ταχεῖ. Πάντα δὲ τὰ εἰς ι λήγοντα | |
οὐδέτερα ἀρσενικοῖς παρεσχηματισμένα ἀπὸ συνθέτων ἀρσενικῶν εἰσι | 344 | |
345 | γεγενημένα, οἷον πόλις ὁ φυγόπολις τὸ φυγόπολι, πατρίς ὁ φιλόπατρις τὸ φιλόπατρι, χάρις ὁ εὔχαρις τὸ εὔχαρι, 〈ἴδρισ〉 ὁ πολύιδρις τὸ πολύ‐ ιδρι, χωρὶς τοῦ τί, τοῦτο γὰρ ἀπὸ ἀρσενικοῦ ἁπλοῦ τοῦ τίς γέγονε, περὶ οὗ ἐν τοῖς ἀρσενικοῖς ἐν τῇ τοῦ Πάριδος διδασκαλίᾳ μεμαθήκαμεν, | |
5 | διατί τὸ τίς ἁπλοῦν ὂν ποιεῖ οὐδετέρου παρασχηματισμόν. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι εἰσί τινα εἰς ι λήγοντα οὐδέτερα μονογενῆ πεπονθότα, ἅπερ ἄκλιτά εἰσιν, οἷον τὸ ἄλφι, ὅπερ ἀπὸ τοῦ ἄλφιτον γέγονε κατὰ ἀποκοπήν, καὶ τὸ ἔρι, ὅπερ ἀπὸ τοῦ ἔριον γέ‐ γονεν ὁμοίως κατὰ ἀποκοπήν, καὶ τὸ κρῖ, ὡς τὸ 〈Ε 196. Θ 564〉 κρῖ | |
10 | λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας, ὅπερ ἀπὸ τοῦ κρῖμνον γέγονεν ὁμοίως κατὰ ἀποκοπήν, καὶ τὸ τρόφι, ὃ σημαίνει τὸ εὐτραφές, ὡς τὸ 〈Λ 307〉 πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὅπερ ἀπὸ τοῦ τρό‐ φιμον γέγονε κατὰ ἀποκοπήν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι «οὐδέτερα» πρόσκειται ἐν τῷ κανόνι, οἷον «τὰ εἰς ι | |
15 | λήγοντα οὐδέτερα διὰ τοῦ τος κλίνονται», αὐτὸ τὸ ὄν, οὐ πρὸς ἀντι‐ διαστολὴν τῶν ἀρσενικῶν ἢ θηλυκῶν, τὸ γὰρ ι οὐκ ἔστι τελικὸν οὔτε ἀρσενικῶν οὔτε θηλυκῶν. Τῷ μέλιτι, τὸ μέλι, ὦ μέλι. Τὼ μέλιτε, τοῖν μελίτοιν, ὦ μέλιτε. Τὰ μέλιτα, τῶν μελίτων, τοῖς μέλισι, τὰ μέλιτα, | |
20 | ὦ μέλιτα. Κανὼν γʹ. Τὸ πῶϋ τὸ γόνυ τὸ δόρυ, τοῦ πώεος τοῦ γόνυος καὶ γουνός τοῦ δόρυος καὶ δουρός. Ἰστέον ὅτι ὅσον κατὰ τὴν τάξιν τῶν στοιχείων τελευταῖον ὤφειλεν | |
25 | ὁ τεχνικὸς διαλαβεῖν περὶ τῶν εἰς υ ληγόντων οὐδετέρων, ἐπειδὴ τε‐ λευταῖόν ἐστι τὸ υ καὶ τοῦ ν καὶ τοῦ ρ καὶ τοῦ ς, ἀλλ’ ἐπειδὴ φωνῆέν ἐστιν, τὰ δὲ φωνήεντα τιμιώτερά εἰσι τῶν συμφώνων, διὰ τοῦτο πρὸ τῶν εἰς σύμφωνον ληγόντων οὐδετέρων διαλαμβάνει περὶ τῶν εἰς υ. Κανονίζει δὲ αὐτὰ οὕτως· τὰ εἰς υ λήγοντα οὐδέτερα δηλονότι μονο‐ | |
30 | γενῆ εἰ μὲν μακρᾷ παραλήγονται, διὰ τοῦ εος κλίνονται, οἷον ἄστυ ἄστεος, πῶϋ πώεος (σημαίνει δὲ τὸ ποίμνιον)· σεσημείωται τὸ νᾶπυ νάπυος, ὅτι μακρᾷ παραληγόμενον, οἷον ὡς παρὰ Ἀριστοφάνει 〈Eq. | |
631〉 κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπ’ ἀνέσπασεν, οὐκ ἐκλίθη διὰ | 345 | |
346 | τοῦ εος, ἀλλὰ διὰ τοῦ υ· σημαίνει δὲ τὸ σίνηπι· εἰ δὲ βραχείᾳ παρα‐ λήγονται, διὰ τοῦ υ κλίνονται, τουτέστι προσθέσει τοῦ ος ποιοῦσι τὴν γενικὴν καὶ φυλάττουσι τὸ υ, οἷον γόνυ γόνυος, καὶ ἐν ὑπερθέσει τοῦ υ γίνεται γουνός, δόρυ δόρυος, καὶ ἐν ὑπερθέσει τοῦ υ γίνεται δουρός. | |
5 | Δύναται δὲ τὸ γουνός καὶ δουρός μὴ μόνον καθ’ ὑπέρθεσιν τοῦ υ γε‐ νέσθαι ἀπὸ τοῦ γόνυος καὶ δόρυος, ἀλλὰ καὶ ἀπὸ τοῦ γοῦνας γούνα‐ τος καὶ δοῦρας δούρατος κατὰ συγκοπὴν γουνός καὶ δουρός. Καὶ ἰστέον ὅτι κρεῖττόν ἐστι κατὰ συγκοπὴν αὐτὰ λέγειν ἤπερ, ὥσπερ λέγει ὁ τε‐ χνικός, καθ’ ὑπέρθεσιν τοῦ υ· ἐὰν γὰρ δῶμεν αὐτὰ καθ’ ὑπέρθεσιν τοῦ | |
10 | υ γεγενῆσθαι, δηλονότι καὶ συναίρεσις παρακολουθεῖ τοῦ ο καὶ υ εἰς τὴν ου δίφθογγον, καὶ δηλονότι βαρύνεσθαι ὤφειλον, ὥσπερ τὸ λάαος λᾶος καὶ κέαρος κῆρος καὶ ἔαρος ἦρος· εἰ δὲ κατὰ συγκοπὴν αὐτὰ δῶμεν γενέσθαι, ὀξύνονται ὁμοίως τῷ πατέρος πατρός, μητέρος μητρός, ἀνέρος ἀνδρός. Ταῦτα μὲν ἐν τούτοις. | |
15 | Ἰστέον δὲ ὅτι τὸ σὺν δόρει σὺν ἀσπίδι, ὅπερ Ἀριστοφάνης παραφέρει ἐν Εἰρήνῃ 〈357〉 ἐν Μώμῳ Σοφοκλέους προκείμενον, ὡς ἀπὸ τοῦ δόρος ἐστίν· ὥσπερ γὰρ ἀπὸ τοῦ γῆρας γήρατος γίνεται γῆρος καὶ 〈ἀπὸ〉 τοῦ δέρας δέρατος δέρος, οὕτω καὶ ἀπὸ τοῦ τὸ δόρας δόρατος γίνεται δόρος καὶ ἐκεῖθεν ἡ δοτικὴ τῷ δόρει, ὥσπερ τὸ τεῖχος τῷ τεί‐ | |
20 | χει. Ταῦτα μὲν ἐν τούτοις. Περὶ δὲ τοῦ δάκρυ πῶς κλίνεται, ἐν τῷ Ὀνοματικῷ Ἡρωδιανοῦ εἰ θεῷ φίλον μαθησόμεθα. Τὸ ταχύ ταχέος καὶ βραδύ βραδέος καὶ θῆλυ θήλεος τοῦ ἀρσενικοῦ τὴν κλίσιν ἐφύλαξαν, φημὶ δὴ τοῦ ὁ ταχύς τοῦ ταχέος καὶ ὁ βραδύς τοῦ βραδέος καὶ ὁ θῆλυς τοῦ θήλεος· διὸ καὶ πρόσκειται ἐν τῷ κανόνι «δηλονότι μονογενῆ». | |
25 | Τῷ πώεϊ καὶ κατὰ συναίρεσιν πώει, τῷ γόνυϊ, τῷ δόρυϊ. Ἰστέον ὅτι ταῦτα οὐ γίνονται κατὰ συναίρεσιν τοῦ υ καὶ ι εἰς τὴν υι δίφθογγον, ἐπειδὴ οὐδέποτε ἡ υι δίφθογγος ἐν τέλει λέξεως εὑρίσκεται, οἷον μυῖα ἅρπυια υἱός. Ἡ δουρί δοτική, οἷον ὡς παρ’ Ἀλκμᾶνι 〈fragm. 68 B4〉 δουρὶ δὲ ξυστῷ μέμηνεν Αἶας, ἀπὸ τῆς δουρός γενικῆς | |
30 | γέγονε τροπῇ τοῦ ος εἰς ι. Τὸ πῶϋ, τὸ γόνυ, τὸ δόρυ· ὦ πῶϋ, ὦ γόνυ, ὦ δόρυ. Εἴρηται ὅτι τὰ οὐδέτερα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικήν. Τὼ πώεε, τὼ γόνυε, τὼ δόρυε· τοῖν πωέοιν, τοῖν γο‐ | |
35 | νύοιν, τοῖν δορύοιν· ὦ πώεε, ὦ γόνυε, ὦ δόρυε. Τὰ πώεα, τὰ γόνυα, τὰ δόρυα. Ἰστέον ὅτι τὸ γόνυα καὶ | |
δόρυα γίνεται καθ’ ὑπερβιβασμὸν τοῦ υ γοῦνα καὶ δοῦρα· δύναται δὲ | 346 | |
347 | καὶ ἀπὸ τοῦ γούνατα καὶ δούρατα γενέσθαι κατὰ ἀποκοπὴν τῆς τα συλ‐ λαβῆς γοῦνα καὶ δοῦρα. Τῶν πωέων, τῶν γονύων, τῶν δορύων· τοῖς πώεσι, τοῖς γόνυσι, τοῖς δόρυσιν. Ἰστέον ὅτι ἀπὸ τῆς δοτικῆς τῶν ἑνι‐ | |
5 | κῶν κανονίζεται ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν, πρὸ τοῦ ι προσερχομένου τοῦ ς, τῷ κανόνι τῷ εἰρημένῳ ἐν τῇ περὶ τοῦ τοῖς βή‐ μασι διδασκαλίᾳ. Τὰ πώεα, τὰ γόνυα, τὰ δόρυα· ὦ πώεα, ὦ γόνυα, ὦ δόρυα. | |
10 | Κανὼν δʹ. Τὸ ξύλον τοῦ ξύλου. Ἰστέον ὅτι τὰ εἰς ον οὐδέτερα εἰς ου ἔχουσι τὴν γενικήν, οἷον μέτρον μέτρου, ξύλον ξύλου, ἄροτρον ἀρότρου, δένδρον δένδρου, πλέ‐ θρον πλέθρου· τὸ γὰρ βέλτιον βελτίονος καὶ κρεῖττον κρείττονος ἀπὸ | |
15 | τοῦ ὁ βελτίων τοῦ βελτίονος καὶ ὁ κρείττων τοῦ κρείττονος ἀρσενικοῦ γεγόνασι καὶ δηλονότι τὴν τῶν ἀρσενικῶν κλίσιν ἐφύλαξαν· ὡς γὰρ ἐν τοῖς προλαβοῦσιν εἴρηκεν ὁ τεχνικός, ὅσους κανόνας ἐροῦμεν περὶ μο‐ νογενῶν ἐροῦμεν· τὰ γὰρ οὐδέτερα τὰ παρασχηματιζόμενα ἀρσενικοῖς τὴν τῶν ἀρσενικῶν κλίσιν φυλάττουσιν. Ἀμέλει τὸ πλεῖον καὶ τὸ ἄρειον | |
20 | διχῶς κλίνονται· εἰ μὲν γὰρ ἀπὸ τοῦ ὁ πλεῖος τοῦ πλείου καὶ ὁ Ἄρειος τοῦ Ἀρείου εἰσί, δηλονότι τὸ πλεῖον τοῦ πλείου καὶ τὸ Ἄρειον τοῦ Ἀρείου λέγομεν, εἰ δὲ ἀπὸ τοῦ ὁ πλείων τοῦ πλείονος καὶ ὁ ἀρείων τοῦ ἀρείονος, δηλονότι τὸ πλεῖον τοῦ πλείονος καὶ τὸ ἄρειον τοῦ ἀρείονος λέγομεν. Ταῦτα μὲν ἐν τούτοις. | |
25 | Ἰστέον δὲ ὅτι πᾶν οὐδέτερον εἰς ν λῆγον ἀπαθὲς βραχυκαταληκτεῖν θέλει, οἷον ξύλον μέτρον δένδρον πλέθρον, χωρὶς τοῦ πᾶν, τοῦτο γὰρ μακροκατάληκτόν ἐστι, καὶ τῶν παρὰ τὸ πούς συγκειμένων, καὶ ταῦτα γὰρ μακροκαταληκτοῦσιν εἰς ν λήγοντα, οἷον τὸ δίπουν, τὸ τρίπουν, τὸ τετράπουν καὶ τὸ ἄπουν. Πρόσκειται «ἀπαθές» διὰ τὸ βοῶν, τὸ | |
30 | ποιοῦν, τὸ χρυσοῦν, τὸ χαλκοῦν, τὸ ὀστοῦν· ταῦτα γὰρ ἀπὸ κράσεως ἔχουσι τὴν μακράν, ἀπὸ γὰρ τοῦ τὸ βοάον καὶ τὸ ποιέον καὶ τὸ χρύ‐ σεον καὶ τὸ χάλκεον καὶ τὸ ὀστέον γεγόνασι κατὰ κρᾶσιν, καὶ τὸ δι‐ πλοῦν ἀπὸ τοῦ διπλόον καὶ τὸ εὐγήρων ἀπὸ τοῦ εὐγήραον τὸ καρ‐ χαρόδουν καὶ τὸ τιμήειν ἀπὸ τοῦ καρχαρόδον καὶ τιμῆεν γεγόνασι κατὰ | |
35 | πλεονασμὸν τὸ μὲν τοῦ υ τὸ δὲ τοῦ ι τὸ ἀξιόχρεων καὶ ἀνάπλεων | 347 |
348 | Ἀττικὴν ἔκτασιν ἔπαθον τοῦ ο εἰς τὸ ω ἀπὸ τοῦ ἀξιόχρεον καὶ ἀνά‐ πλεον διὰ τοῦ ο. Τούτων οὕτως ἐχόντων ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὸ πᾶν μακροκαταληκτεῖ. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· κανών ἐστιν | |
5 | ὁ λέγων, ὅτι πᾶν οὐδέτερον παρεσχηματισμένον ἀρσενικῷ θέλει φυλάτ‐ τειν ἐν τῇ τελευταίᾳ συλλαβῇ τὸν τόνον τῆς τελευταίας συλλαβῆς τοῦ ἀρσενικοῦ, οἷον καλός καλόν, σοφός σοφόν, ὀξύς ὀξύ, ταχύς ταχύ, αὐτάρκης ἐν τῇ τελευταίᾳ συλλαβῇ βαρεῖαν, ἀλλὰ καὶ αὔταρκες ἐν τῇ τελευταίᾳ συλλαβῇ βαρεῖαν, κακοήθης ἐν τῇ τελευταίᾳ συλλαβῇ βαρεῖαν, | |
10 | ἀλλὰ καὶ ἐν τῷ κακόηθες ἐν τῇ τελευταίᾳ συλλαβῇ βαρεῖαν· ἔχομεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι πᾶσα συλλαβὴ χωρὶς τῆς συλλαβῆς τῆς ἐχού‐ σης τὸν κύριον τόνον τῆς λέξεως, φημὶ δὴ τὴν ὀξεῖαν ἢ τὴν περισπω‐ μένην, βαρεῖαν δέχεται· σεσημείωται τὸ εἷς ἕν· ἐνταῦθα γὰρ οὐκ ἐφυ‐ λάχθη ὁ τόνος τοῦ ἀρσενικοῦ ἐν τῷ οὐδετέρῳ· τὸ μὲν γὰρ εἷς περι‐ | |
15 | σπᾶται, τὸ δὲ ἕν ὀξύνεται, ἐπειδὴ βραχυκαταληκτεῖ· περισπωμένη δὲ ἐπάνω βραχείας οὐ τίθεται, ἀλλ’ ἐπάνω φύσει μακρᾶς, οἷον Ἑρμῆς Ἡρακλῆς παῖς. Ἐπειδὴ οὖν τὸ πᾶς περισπᾶται, ἀναγκάζεται καὶ τὸ οὐδέτερον, φημὶ δὴ τὸ πᾶν, περισπασθῆναι, ἵνα φυλάξῃ τὸν τόνον τοῦ ἀρσενικοῦ, περισπώμενον δὲ εὐλόγως ἐκτείνει τὸ α, ἐπειδὴ οὐδέποτε | |
20 | περισπωμένη οὔτε ἐπάνω βραχείας τίθεται οὔτε ἐπάνω θέσει μακρᾶς, ἀλλ’ ἐπάνω φύσει μακρᾶς, οἷον Ἑρμῆς Ἡρακλῆς παῖς. Εἰ δέ τις εἴποι ὀξύνεσθαι τὸ ἀρσενικόν, φημὶ δὴ τὸ πᾶς, ἵνα μὴ ἀναγκασθῇ τὸ οὐδέτε‐ ρον, φημὶ δὴ τὸ πᾶν, ἐκτεῖναι τὸ α, λέγομεν ὅτι οὐ δύναται τὸ πᾶς ὀξύνεσθαι, ἐπειδὴ ποιεῖ οὐδετέρου παρασχηματισμόν, οἷον τὸ πᾶν· τὰ | |
25 | γὰρ εἰς ας ὀξύτονα ἐπ’ ὀνομάτων οὐ ποιοῦσιν οὐδετέρου παρασχημα‐ τισμόν, οἷον Ἀρκάς φυγάς χαλκοκράς γαλακτοκράς· «ἐπ’ ὀνομάτων» πρόσκειται διὰ τὰς μετοχάς, οἷον ὁ ἱστάς ἡ ἱστᾶσα τὸ ἱστάν, ὁ κιχράς ἡ κιχρᾶσα τὸ κιχράν, ὁ φθάς ἡ φθᾶσα τὸ φθάν, ὁ βάς ἡ βᾶσα τὸ βάν. Καὶ ἀποροῦσι δέ τινες λέγοντες, ποία γὰρ ἀνάγκη ἐστὶ ποιεῖν τὸ πᾶς | |
30 | τριγένειαν, οἷον ὁ πᾶς καὶ ἡ πᾶσα καὶ τὸ πᾶν, ὅπου τὰ εἰς ας μονο‐ σύλλαβα ἐπ’ ὀνομάτων οὐ ποιοῦσι τριγένειαν, οἷον Πράς Ζάς κράς Χνᾶς Γρᾶς· πρόσκειται «ἐπ’ ὀνομάτων» διὰ τὰς μετοχάς, ὁ στάς γὰρ ἡ στᾶσα καὶ τὸ στάν, ὁ βάς ἡ βᾶσα καὶ τὸ βάν. Ἔστιν οὖν εἰπεῖν τὴν αἰτίαν ταύτην· τὰ εἰς ας μονοσύλλαβα ἐπ’ ὀνομάτων διὰ τοῦτο οὐ | |
35 | ποιοῦσι τριγένειαν, ἐπειδὴ πᾶν ὄνομα μονοσύλλαβον εἰς ας λῆγον ἢ κύριόν ἐστιν ἢ προσηγορικόν, κύριον μέν, οἷον Πράς Πραντός (ἔστι δὲ ὄνομα πόλεως), Ζάς Ζαντός (ἔστι δὲ ὄνομα κύριον ὁ Ζάς), ὁ Γρᾶς | |
τοῦ Γρᾶ (ἔστι δὲ καὶ αὐτὸ ὄνομα κύριον), ὁ Χνᾶς τοῦ Χνᾶ (οὕτω δὲ | 348 | |
349 | ἐλέγετο ὁ Ἀγήνωρ, ὅθεν καὶ ἡ Φοινίκη Χνᾶ λέγεται), προσηγορικὸν δέ, οἷον κράς κρατός (σημαίνει δὲ τὴν κεφαλήν), οὐδέποτε δὲ οὔτε ἀπὸ κυρίων οὔτε ἀπὸ προσηγορικῶν γίνεται [οὐδετέρου παρασχηματισμὸς ἤγουν] τριγένεια, οἷον Αἴας Θόας κοχλίας λᾶας· τὸ δὲ πᾶς ἐπίθετόν | |
5 | ἐστι καὶ οὐ κωλύεται ποιεῖν τριγένειαν, ἀπὸ γὰρ ἐπιθέτων γίνεται τρι‐ γένεια, οἷον ὁ μέγας ἡ μεγάλη τὸ μέγα, ὁ τάλας ἡ τάλαινα τὸ τάλαν, ὁ σοφός ἡ σοφή τὸ σοφόν, ὁ καλός ἡ καλή τὸ καλόν. Τῷ ξύλῳ. Εἴρηται ὅτι πᾶσα γενικὴ ἰσοσυλλαβοῦσα τῇ εὐθείᾳ τὴν δοτικὴν ἔχει εἰς ι ἀνεκφώνητον λήγουσαν μετὰ τοῦ φωνήεντος τῆς | |
10 | εὐθείας ἢ μείζονος ἀντιστοίχου. Τὸ ξύλον, ὦ ξύλον. Εἴρηται ὅτι τὰ οὐδέτερα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικήν. Τὼ ξύλω, τοῖν ξύλοιν, ὦ ξύλω. Τὰ ξύλα, τῶν ξύλων, τοῖς ξύλοις. Ἰστέον ὅτι ἡ δοτικὴ τῶν πληθυντικῶν κανονίζεται ἀπὸ | |
15 | τῆς δοτικῆς τῶν ἑνικῶν τοῦτον τὸν τρόπον· πᾶσα δοτικὴ ἑνικῶν εἰς ω λήγουσα, δηλονότι μετὰ τοῦ ἀνεκφωνήτου ι, εἰς οις ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, οἷον σοφῷ σοφοῖς, καλῷ καλοῖς, δένδρῳ δένδροις, μέτρῳ μέτροις· δεῖ προσθεῖναι «χωρὶς τῶν Ἀττικῶν», τῷ Μενέλεῳ γὰρ καὶ τοῖς Μενέλεῳς, τῷ λεῴ καὶ τοῖς λεῴς. Τὰ ξύλα, ὦ ξύλα. | |
20 | Κανὼν εʹ. Τὸ ἧπαρ τοῦ ἥπατος, τὸ κέαρ τοῦ κέαρος, τὸ δέλεαρ τοῦ δελέατος. Ἰστέον ὅτι τῶν εἰς αρ οὐδετέρων τὰ μὲν ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ τος κλίνονται, οἷον τὸ δέλεαρ τοῦ δελέατος, τὸ ὄνειαρ τοῦ ὀνεί‐ | |
25 | ατος (σημαίνει δὲ τὸ ὄνειαρ τὸ ὠφελοῦν καὶ τὸ βρῶμα), ἄλειφαρ ἀλεί‐ φατος (σημαίνει δὲ τὸ ἄλειμμα, 〈οἷον〉 〈Σ 351〉 ἀλείφατος ἐννεώ‐ ροιο), κάρηαρ καρήατος καὶ κατὰ συγκοπὴν κάρητος, ὡς παρὰ τῷ ποιητῇ 〈ψ 157〉 κὰδ δὲ κάρητος Οὔλας ἧκε κόμας· τῶν δὲ δι‐ συλλάβων τὰ μὲν φύσει μακρᾷ παραληγόμενα διὰ τοῦ τος κλίνονται, | |
30 | οἷον ἦμαρ ἤματος, εἶδαρ εἴδατος (σημαίνει δὲ τὸ βρῶμα), ἧπαρ ἥπα‐ τος, οὖθαρ οὔθατος (σημαίνει δὲ τὸν μαζόν), τὰ δὲ βραχείᾳ ἢ θέσει μακρᾷ παραληγόμενα διὰ τοῦ ρος κλίνονται, οἷον θέναρ θέναρος (ση‐ μαίνει δὲ τὸ κοῖλον τῆς χειρὸς παρὰ τὸ θένειν ἤγουν τύπτειν), ὕπαρ ὕπαρος (σημαίνει δὲ τὸ ἀληθινὸν ἐνύπνιον ἤγουν τὴν λεγομένην ὀπτα‐ | |
35 | σίαν), ἔαρ ἔαρος, κέαρ κέαρος (σημαίνει δὲ τὴν ψυχήν) καὶ κατὰ κρᾶσιν | 349 |
350 | τοῦ ε καὶ α εἰς η ἦρος καὶ κῆρος, νέκταρ νέκταρος (τὸ τῶν θεῶν πόμα), ἄλκαρ ἄλκαρος (σημαίνει δὲ τὴν βοήθειαν). Σεσημείωται τὸ φρέαρ φρέατος καὶ στέαρ στέατος, ὅτι βραχείᾳ παραληγόμενα διὰ τοῦ τος ἐκλίθησαν (στέαρ δέ ἐστι τὸ λίπος)· περὶ ὧν ἔστιν εἰπεῖν, μήποτε | |
5 | φρεῖαρ καὶ στεῖαρ ἦσαν, καὶ ὡς ἔχοντα φύσει μακρὰν τὴν παραλήγουσαν διὰ τοῦ τος ἐκλίθησαν, οἷον στείατος καὶ φρείατος, ἐξ οὗ τὸ 〈Φ 197〉 φρείατα μακρὰ νάουσιν, καὶ λοιπὸν ἀποβληθέντος τοῦ ι ἔμεινεν ἡ αὐτὴ κλίσις. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι λέγει ὁ Ἡρωδιανὸς ἐν 〈τῷ〉 μονοβίβλῳ αὐτοῦ, | |
10 | ὅτι τὰ εἰς αρ οὐδέτερα παραληγόμενα τῷ ω ἄκλιτά εἰσιν, οἷον μῶμαρ (σημαίνει δὲ τὸν μῶμον), βῶμαρ (σημαίνει δὲ τὸν μέγαν), νῶκαρ (ση‐ μαίνει δὲ τὴν στέρησιν τῆς ψυχῆς). Τούτων οὕτως ἐχόντων ἄξιόν ἐστι ζητῆσαι τοῦτο περὶ τῶν εἰς αρ οὐδετέρων τῶν κλινομένων διὰ τοῦ τ, διατί οὐκ ἐφύλαξαν τὸ ρ ἐν τῇ γενικῇ, ὥστε κλίνεσθαι αὐτὰ διὰ τοῦ | |
15 | ρτ· ὤφειλον γὰρ ταῦτα φυλάξαι τὸ ἀμετάβολον ἐν τῇ γενικῇ· ἀμετά‐ βολα γὰρ λέγονται παρὰ τὸ μὴ μεταβάλλεσθαι ἐν τοῖς μέλλουσι τῶν ῥημάτων μηδὲ ἐν ταῖς κλίσεσι τῶν ὀνομάτων, οἷον κείρω κερῶ, φθείρω φθερῶ, Πλάτων Πλάτωνος, Ἕκτωρ Ἕκτορος. Ἀπολογοῦνται οὖν οἱ τεχνικοὶ λέγοντες, ὅτι ἀπὸ τῆς εἰς ς καταλήξεώς ἐστιν ἡ κλίσις τούτων, | |
20 | οἷον ὡς ἀπὸ τοῦ ὄνειας καὶ δέλεας καὶ φρέας καὶ στέας, ὥσπερ κρέας κρέατος καὶ γῆρας γήρατος, ὥστε ἑτερόκλιτα αὐτὰ εἶναι. Καὶ λέγουσί τινες, ὅτι οὐκ εἰσὶ ταῦτα ἑτερόκλιτα· τὰ γὰρ ἑτερόκλιτα οὐ σώζουσιν ἀκολουθίαν πρὸς τὰ ὅμοια, οἷον τὸ γυνή γυναικός ἑτερόκλιτον λέγεται, ἐπειδὴ οὐ σώζει ἀκολουθίαν πρὸς τὰ εἰς η λήγοντα θηλυκά· τὰ γὰρ εἰς | |
25 | η λήγοντα θηλυκὰ οὐ κλίνονται διὰ τοῦ κος, οἷον Ἑλένη Ἑλένης, Ἀφροδίτη Ἀφροδίτης· ταῦτα δέ, φημὶ δὴ τὰ εἰς αρ, ἀκολουθίαν σώζουσι πρὸς τὰ ὅμοια· εἰρήκαμεν γάρ, ὅτι εἰ μὲν ὑπὲρ δύο συλλαβάς εἰσιν διὰ τοῦ τος κλίνονται, εἰ δὲ δισύλλαβα, εἰ μὲν φύσει μακρᾷ παραλήγονται, διὰ τοῦ τος κλίνονται, εἰ δὲ βραχείᾳ ἢ θέσει μακρᾷ, διὰ τοῦ ρος. Ἔστι | |
30 | δὲ εἰπεῖν περὶ τούτων, ὅτι εἰ καὶ ἀλλήλοις ταῦτα ἀκολουθοῦσι καὶ κατὰ τοῦτο μὴ δοκοῦσιν εἶναι ἑτερόκλιτα κυρίως, ἀλλ’ οὖν περὶ τὴν γενικὴν | |
ἑτερόκλιτα λέγονται, καθὸ ἡ μὲν εὐθεῖα ἄλλην γενικὴν ἀπαιτεῖ, ἡ δὲ | 350 | |
351 | γενικὴ ἄλλην εὐθεῖαν· ἡ μὲν γὰρ εὐθεῖα δι’ ἀμεταβόλου ἀπαιτεῖ ἐκφέ‐ ρεσθαι τὴν γενικήν, ἡ δὲ διὰ τοῦ τ κλινομένη γενικὴ εἰς ας ἀπαιτεῖ τὴν εὐθεῖαν. Τῷ ἥπατι, τῷ κέαρι, τῷ δελέατι· τὸ ἧπαρ, τὸ κέαρ, τὸ | |
5 | δέλεαρ· ὦ ἧπαρ, ὦ κέαρ, ὦ δέλεαρ. Τὼ ἥπατε, τὼ κέαρε, τὼ δελέατε· τοῖν ἡπάτοιν, τοῖν κεάροιν, τοῖν δελεάτοιν· ὦ ἥπατε, ὦ κέαρε, ὦ δελέατε. Τὰ ἥπατα, τὰ κέαρα, τὰ δελέατα· τῶν ἡπάτων, τῶν κε‐ άρων, τῶν δελεάτων· τοῖς ἥπασι, τοῖς κέαρσι, τοῖς δελέασι· | |
10 | τὰ ἥπατα, τὰ κέαρα, τὰ δελέατα· ὦ ἥπατα, ὦ κέαρα, ὦ δελέατα. Κανὼν ϛʹ. Τὸ ὕδωρ τοῦ ὕδατος, τὸ ἕλωρ τοῦ ἕλωρος. Ἰστέον ὅτι τὰ εἰς ωρ οὐδέτερα διὰ τοῦ ρος κλίνονται καὶ φυλάτ‐ | |
15 | τουσι τὸ ω κατὰ τὴν γενικήν, οἷον τέκμωρ τέκμωρος (τὸ σημεῖον), ἔλ‐ δωρ ἔλδωρος (τὸ ἐπιθύμημα), ὅπερ κατὰ πλεονασμὸν τοῦ ε γίνεται ἐέλδωρ τρισυλλάβως, ὡς παρὰ τῷ ποιητῇ 〈Α 41〉 τόδε μοι κρήηνον ἐέλδωρ, ἕλωρ ἕλωρος (τὸ ἕλκυσμα καὶ σπάραγμα, ἐξ οὗ τὸ 〈Α 4〉 ἑλώρια τεῦχε κύνεσσιν), πλὴν τοῦ ὕδωρ ὕδατος· τοῦτο γὰρ διὰ | |
20 | τοῦ τος ἐκλίθη καὶ ἔστιν ἑτερόκλιτον, ἡ γὰρ κλίσις αὐτοῦ ὡς ἀπὸ τῆς εἰς ας καταλήξεώς ἐστιν, οἷον ὡς ἀπὸ τῆς ὕδας ὕδατος, ὥσπερ κρέας κρέατος, γῆρας γήρατος. Τοιοῦτόν ἐστι καὶ τὸ σκώρ, ὃ σημαίνει τὸ ἀφόδευμα· τούτου γὰρ ἡ γενικὴ σκατός ἐστὶν ἑτεροκλίτως, ὡς ἀπὸ τῆς σκάς εὐθείας τῆς μὴ εἰρημένης. Λέγουσι δὲ ἑτερόκλιτον γενέσθαι τὸ | |
25 | ὕδωρ ὕδατος διὰ τοιαύτην αἰτίαν· κανών ἐστιν ὁ λέγων, ὅτι πᾶν οὐδέ‐ τερον ὑπὲρ μίαν συλλαβὴν ἀπαθὲς βραχυκαταληκτεῖν θέλει, χωρὶς τῶν παρὰ τὸ πούς καὶ τῆς εἰς ωρ καταλήξεως· ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα, τὸ κρέας, τὸ τεῖχος, τὸ ποίημα, τὸ νόημα, τὸ δένδρον, τὸ ξύλον, τὸ δέλεαρ, τὸ ἧπαρ, τὸ μέλι. Πρόσκειται «ὑπὲρ | |
30 | μίαν συλλαβήν» διὰ τὸ πᾶν καὶ πῦρ, ταῦτα γὰρ μακροκαταληκτοῦσιν, ἀλλ’ οὐκ εἰσὶν ὑπὲρ μίαν συλλαβήν· πρόσκειται «ἀπαθές» διὰ τὸ βοῶν, τὸ ποιοῦν, τὸ ὀστοῦν, ταῦτα γὰρ ἀπὸ κράσεως ἔχουσι τὴν μακράν, ἀπὸ γὰρ τοῦ βοάον καὶ τοῦ ποιέον καὶ τοῦ ὀστέον εἰσίν· ἔτι πρόσκειται «ἀπαθές» διὰ τὸ κάρη, καὶ τοῦτο γὰρ ἀπὸ πάθους ἔχει τὴν μακροκατά‐ | |
35 | ληξιν, ἀπὸ γὰρ τοῦ κάρηνον γέγονε κατὰ ἀποκοπὴν καὶ οὐ καταλήγει | 351 |
352 | φύσει εἰς η· πρόσκειται «χωρὶς τῶν παρὰ τὸ πούς» διὰ τὸ δίπουν καὶ τρίπουν, ταῦτα γὰρ μακροκαταληκτοῦσι· πρόσκειται «χωρὶς τῆς εἰς ωρ καταλήξεως» διὰ τὸ τέκμωρ καὶ ἔλδωρ καὶ ὕδωρ, ταῦτα γὰρ μακρο‐ καταληκτοῦσιν. Ἐπειδὴ οὖν παράλογός ἐστιν αὕτη ἡ κατάληξις, φημὶ | |
5 | δὴ ἡ εἰς ωρ, διὰ τὴν μακροκαταληξίαν, τούτου χάριν τὸ ὕδωρ οὐκ ἐκλίθη ὕδωρος, ἀλλ’ ἐγένετο ἡ κλίσις αὐτοῦ ὡς ἀπὸ τῆς εἰς ας κατα‐ λήξεως· ὥσπερ γὰρ κρέας κρέατος, γῆρας γήρατος, οὕτω καὶ ὕδας ὕδα‐ τος, καὶ ἔστι λοιπὸν ἑτερόκλιτον. Εὑρίσκεται δὲ καὶ εἰς ος ἡ εὐθεῖα· ὥσπερ γὰρ ἀπὸ τοῦ γῆρας γίνεται τὸ γῆρος καὶ ἀπὸ τοῦ δέρας τὸ δέ‐ | |
10 | ρος, οὕτω καὶ ἀπὸ τῆς ὕδας εὐθείας, ἐξ ἧς ἡ γενικὴ ὕδατος, γίνεται ὕδος, ὡς παρὰ Καλλιμάχῳ 〈fragm. 475 Sch〉 ἔστιν ὕδος καὶ γαῖα καὶ ὀπτήτειρα κάμινος· ἔχομεν δὲ καὶ τὴν δοτικὴν διὰ τῆς ει δι‐ φθόγγου, ὡς παρ’ Ἡσιόδῳ 〈Opp. 61〉 γαῖαν ὕδει φύρειν, ὡς ἀπὸ τῆς ὕδος εὐθείας, ὥσπερ τὸ τεῖχος τῷ τείχει. Ταῦτα μὲν ἐν τούτοις. | |
15 | Ἄξιον δέ ἐστι ζητῆσαι, τί διαφέρουσι τὰ εἰς ωρ οὐδέτερα τῶν εἰς ωρ ἀρσενικῶν· καὶ ἔστιν εἰπεῖν, ὅτι κατὰ τοῦτο διαφέρουσιν, καθὸ τὰ μὲν εἰς ωρ ἀρσενικὰ βαρύτονα ὄντα μὴ ἔχοντα τὸ λ, ὡς ἐν τοῖς προ‐ λαβοῦσιν ἐμάθομεν, τρέπουσι τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, οἷον Ἕκτωρ Ἕκτορος, Μέντωρ Μέντορος, Νέστωρ Νέστορος· τὰ δὲ εἰς ωρ οὐδέ‐ | |
20 | τερα φυλάττουσι τὸ ω κατὰ τὴν γενικήν, οἷον τέκμωρ τέκμωρος, ἕλωρ ἕλωρος, ἔλδωρ ἔλδωρος. Καὶ ἀποροῦσί τινες λέγοντες, διατί τὰ εἰς ωρ οὐδέτερα οὐ τρέπουσι τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, ὥσπερ καὶ τὰ εἰς ωρ ἀρσενικά· καὶ ἔστιν εἰπεῖν, ὅτι οὐδέποτε οὐδέτερον μονογενὲς ἔχει τὴν παραλήγουσαν τῆς περιττοσυλλάβου γενικῆς ἥττονα χρόνον | |
25 | ἔχουσαν τῆς ληγούσης τῆς ἰδίας εὐθείας, οἷον βῆμα βήματος, μέλι μέ‐ λιτος, γόνυ γόνυος, ἄστυ ἄστεος, κρέας κρέατος, τεῖχος τείχεος, φῶς φωτός, ὦς ὠτός, χωρὶς τοῦ πῦρ πυρός, τοῦτο γὰρ ἐν μὲν τῇ εὐθείᾳ ἐκτείνει τὸ υ, ἐν δὲ τῇ γενικῇ συστέλλει αὐτό, καὶ χωρὶς τοῦ ὕδωρ ὕδατος, καὶ τοῦτο γὰρ βραχεῖαν ἔχει τὴν παραλήγουσαν τῆς γενικῆς, | |
30 | τῆς εὐθείας μακροκαταληκτούσης· τοῦτο δὲ ἑτερόκλιτον εἰρήκαμεν ὡς ἀπὸ τῆς ὕδας εὐθείας· πρόσκειται «μονογενές» διὰ τὸ πᾶν παντός· τοῦτο γὰρ ἐν μὲν τῇ εὐθείᾳ φύσει μακρὸν ἔχει τὸ α, ἐν δὲ τῇ γενικῇ θέσει μακρόν, τὸ δὲ φύσει μακρὸν μεῖζόν ἐστι τοῦ θέσει μακροῦ· τού‐ του οὖν χάριν τὰ εἰς ωρ οὐδέτερα οὐ τρέπουσι τὸ ω εἰς τὸ ο ἐν τῇ | |
35 | γενικῇ, ἵνα μὴ εὑρεθῇ ἡ παραλήγουσα τῆς περιττοσυλλάβου γενικῆς τῶν μονογενῶν οὐδετέρων ἥττονα χρόνον ἔχουσα τῆς ληγούσης τῆς ἰδίας | |
εὐθείας. | 352 | |
353 | Τῷ ὕδατι, τὸ ὕδωρ, ὦ ὕδωρ. Τὼ ὕδατε, τοῖν ὑδάτοιν, ὦ ὕδατε. Τὰ ὕδατα, τῶν ὑδάτων, τοῖς ὕδασιν. Ἰστέον ὅτι ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν γέγονεν ἐνταῦθα ἡ δοτικὴ τῶν πληθυντι‐ κῶν, τῷ κανόνι τῷ εἰρημένῳ ἐν τῇ περὶ τοῦ τοῖς βήμασι διδασκαλίᾳ. | |
5 | Τὰ ὕδατα, ὦ ὕδατα. Εἴρηται ὅτι τὰ οὐδέτερα τὴν αὐτὴν ἔχου‐ σιν ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικήν. Κανὼν ζʹ. Τὸ κρέας τοῦ κρέατος κοινῶς καὶ κρέαος ἰωνικῶς καὶ κρέως ἀττικῶς. | |
10 | Διαλαμβάνει περὶ τῶν εἰς ας οὐδετέρων· καὶ ἔστιν εἰπεῖν, ὅτι πάντα τὰ εἰς ας λήγοντα οὐδέτερα διὰ τοῦ τος κλίνονται, οἷον πέρας πέρατος, τέρας τέρατος, κρέας κρέατος, γέρας γέρατος, γῆρας γήρατος, οὖας οὔατος, καὶ κατὰ συγκοπὴν οὖς. Ἰστέον δὲ ὅτι τὸ οὖς ἄκλιτόν ἐστιν· τὸ γὰρ 〈Λ 109〉 Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἀντὶ | |
15 | τῆς παρὰ τὸ οὖς ὑπάρχον αἰτιατικῆς, οὐκ ἀντίκειται ἡμῖν, οὐδὲ γὰρ ἐκλίθη ἀλλ’ ὡμοφώνησε τῇ ἰδίᾳ εὐθείᾳ· τὰ γὰρ οὐδέτερα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικήν, οἷον τὸ βῆμα τοῦ βήματος τῷ βήματι τὸ βῆμα ὦ βῆμα, τὸ ξύλον τοῦ ξύλου τῷ ξύλῳ τὸ ξύλον ὦ ξύλον. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὸ οὖς ἄκλιτόν | |
20 | ἐστιν· καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· οὐδὲν οὐδέτερον εἰς ους λήγει εἰ μὴ μόνον τὸ οὖς· ἐπειδὴ οὖν τοῦτο, φημὶ δὴ τὸ οὖς, οὐκ ἔσχεν ἄλλο ὅμοιον, εἰκότως ὡς μὴ ἔχον τι μιμήσασθαι ἄκλιτον ἔμεινεν. Ἰστέον δὲ ὅτι καὶ τὸ δέμας ἄκλιτόν ἐστιν· καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐστὶν ἄκλιτον· καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· οὐδὲν εἰς | |
25 | ας οὐδέτερον ἔχει πρὸ τοῦ α τὸ μ, οἷον γῆρας κῶας κρέας τέρας πέ‐ ρας· ἐπειδὴ οὖν τὸ δέμας εἰς ας ἐστὶν οὐδέτερον καὶ ἔχει πρὸ τοῦ α τὸ μ, εἰκότως ὡς μὴ ἔχον τι μιμήσασθαι ἄκλιτον ἔμεινεν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι, ὡς εἴρηται, πάντα τὰ εἰς ας λήγοντα οὐδέτερα διὰ | |
30 | τοῦ τος κλίνονται, οἷον γέρας γέρατος, δέρας δέρατος, κέρας κέρατος, κρέας κρέατος, πέρας πέρατος, γῆρας γήρατος. Καὶ ἐπειδὴ τὰ εἰς ας λή‐ γοντα οὐδέτερα πεφύκασι πολλάκις γίνεσθαι καὶ εἰς ος, οἷον δέρας δέρος, κῶας κῶος, γῆρας γῆρος, τὰ δὲ εἰς ος οὐδέτερα διὰ καθαροῦ τοῦ ος κλίνονται, οἷον βέλος βέλεος, τεῖχος τείχεος, εἰκότως καὶ ταῦτα τὰ εἰς | |
35 | ας οὐδέτερα ἔσχον ἀφορμήν, ὡς γινόμενα καὶ εἰς ος, τοῦ ἔχειν διὰ καθαροῦ τοῦ ος τὴν γενικήν, καὶ τούτου χάριν ἀποβάλλουσι τὸ τ οἱ | |
Ἴωνες, οἷον κρέατος κρέαος, γήρατος γήραος, κέρατος κέραος, καὶ | 353 | |
354 | λοιπὸν οἱ Ἀττικοὶ συναιροῦσι τὸ α καὶ ο εἰς ω καὶ λέγουσι τοῦ κρέως, τοῦ γήρως, τοῦ κέρως, βαρυτόνως δέ, ἐπειδὴ ἡ ὀξεῖα καὶ αἱ δύο βα‐ ρεῖαι εἰς ὀξεῖαν καὶ βαρεῖαν συνέρχονται, οἷον Δημοσθένεος Δημοσθέ‐ νους, Διομήδεος Διομήδους, τείχεα τείχη, βέλεα βέλη· τὸ γὰρ ἔαρος | |
5 | ἦρος καὶ κέαρος κῆρος διὰ τὸ εἶναι φύσει μακρὰν πρὸ μιᾶς βραχείας προπεριεσπάσθησαν· οὕτως οὖν καὶ κρέαος κρέως καὶ γήραος γήρως καὶ κέραος κέρως καὶ τὰ ὅμοια. Δι’ ὅλου δὲ τοῦτο τὸ σχῆμα, φημὶ δὴ τὸ ἀποβάλλεσθαι τὸ τ ἰωνικῶς καὶ κρᾶσιν παρακολουθεῖν τῶν φωνηέν‐ των παρὰ τοῖς Ἀττικοῖς, φυλάττεται καὶ ἐν ταῖς γενικαῖς καὶ ἐν ταῖς | |
10 | δοτικαῖς· ἡ γὰρ αἰτιατικὴ καὶ ἡ κλητικὴ ὡμοφώνησαν τῇ ἰδίᾳ εὐθείᾳ· μόνη δὲ ἡ δοτικὴ τῶν πληθυντικῶν οὐδὲν τοιοῦτον πάσχει, οὐκ ἀπο‐ βάλλει γὰρ τὸ ἴδιον σύμφωνον καὶ ποιεῖ συναίρεσιν τῶν φωνηέντων. Ἰστέον δὲ ὅτι ἡ δοτικὴ τῶν πληθυντικῶν ἡ ἀπὸ τῶν εἰς ας οὐδετέρων μίαν ἔχει φωνὴν παρὰ πάσαις ταῖς διαλέκτοις (οἷον κρέασι γέρασι κέ‐ | |
15 | ρασι κώασι), τουτέστι καὶ παρ’ ἡμῖν καὶ παρὰ τοῖς Ἴωσι καὶ παρὰ τοῖς Ἀττικοῖς. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, διατί ἐπὶ τῶν εἰς α ληγόντων οὐδε‐ τέρων οὐ ποιοῦσιν οἱ Ἴωνες ἀποβολὴν τοῦ τ κατὰ τὴν γενικὴν καὶ κρᾶσιν τῶν φωνηέντων οἱ Ἀττικοί, οἷον βῆμα βήματος βήμαος καὶ βή‐ | |
20 | μως, ὥσπερ κρέας κρέατος κρέαος καὶ κρέως. Καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην, ὅτι τὰ εἰς ας λήγοντα οὐδέτερα, ὡς εἴρηται, πεφύ‐ κασι πολλάκις γίνεσθαι καὶ εἰς ος, οἷον γῆρας γῆρος, δέρας δέρος, κῶας κῶος· καὶ ἐπειδὴ τὰ εἰς ος οὐδέτερα διὰ καθαροῦ τοῦ ος κλίνον‐ ται, οἷον βέλος βέλεος, τεῖχος τείχεος, εἰκότως καὶ ταῦτα ἔσχον ἀφορ‐ | |
25 | μήν, ὡς γινόμενα καὶ εἰς ος, τοῦ ἔχειν καθαρὰν τὴν γενικήν· τὰ δὲ εἰς α λήγοντα οὐδέτερα ἐπειδὴ οὐ γίνονται καὶ εἰς ος, τούτου χάριν ὡς μὴ ἔχοντα τι μιμήσασθαι οὐκ ἀποβάλλουσι τὸ τ ἰωνικῶς κατὰ τὴν γε‐ νικὴν καὶ κρᾶσιν ποιοῦσι τῶν φωνηέντων ἀττικῶς. Ἰστέον δὲ ὅτι τινὲς θέλουσιν ὀξύνειν τὴν Ἀττικὴν γενικὴν τῶν ἑνικῶν, οἷον τοῦ κρεώς, | |
30 | τοῦ γηρώς, τοῦ κερώς ὀξυτόνως, λέγοντες ὅτι ἀπὸ τοῦ κρέατος καὶ γήρατος καὶ κέρατος ἐγένοντο κατὰ συγκοπὴν τοῦ α καὶ τ κρεός καὶ γηρός καὶ κερός διὰ τοῦ ο ὀξυτόνως, τῷ λόγῳ τῶν εἰς ος δισυλλάβων γενικῶν, οἷον ὥσπερ πατρός μητρός φωτός μηνός χηνός παιδός σπλη‐ νός συός φρενός γραός, περὶ ὧν εἰ θεῷ φίλον ἐν τοῖς τόνοις μαθησό‐ | |
35 | μεθα· καὶ λοιπὸν οἱ Ἀθηναῖοι ἐκτείνοντες τὸ ο εἰς ω ἐφύλαξαν τὴν | |
ὀξεῖαν τάσιν, οἷον κρεώς γηρώς κερώς. Τῷ δὲ Ἡρωδιανῷ οὐ δοκεῖ | 354 | |
355 | τοῦτο, ἀλλὰ ταῦτα βαρυτόνως δοξάζει λέγεσθαι, οἷον τοῦ κρέως, τοῦ γήρως, τοῦ κέρως, τῷ λόγῳ τῆς συναιρέσεως τῆς γενομένης ἀπὸ ὀξείας καὶ δύο βαρειῶν εἰς ὀξεῖαν καὶ βαρεῖαν, ὡς προείρηται ἀνωτέρω, οἷον κρέαος κρέως, γήραος γήρως, ὥσπερ Δημοσθένεος Δημοσθένους, Διο‐ | |
5 | μήδεος Διομήδους. Κέχρηται δὲ λόγῳ τοιούτῳ· εἰ λέγεται συγκοπὴν γεγενῆσθαι ἐν τῇ γενικῇ τῇ κρεώς, ὤφειλε συγκοπὴ γενέσθαι καὶ ἐν τῇ δοτικῇ· καθόλου γὰρ πᾶσα γενικὴ συγκοπτομένη ἔχει καὶ τὴν δοτικὴν συγκοπτομένην, οἷον πατέρος πατρός πατέρι πατρί, μητέρος μητρός μητέρι μητρί, Δημήτερος Δήμητρος Δημήτερι Δήμητρι, ἀνέρος ἀνδρός | |
10 | ἀνέρι ἀνδρί, θυγατέρος θυγατρός θυγατέρι θυγατρί· εἰ οὖν τῷ κρέατι ἡ δοτικὴ [ὑπάρχον] οὐ δέχεται συγκοπὴν τοῦ α καὶ τοῦ τ, ἐπεὶ κρεΐ ἤμελλεν εἶναι, νυνὶ δὲ κρέαϊ ἐστίν, οὐκ ἄρα οὐδὲ ἡ κρέατος γενικὴ δύναται συγκοπὴν ἀναδέξασθαι τοῦ α καὶ τοῦ τ καὶ γενέσθαι τοῦ κρεός ὀξυτόνως κἀκεῖθεν τοῦ κρεώς ὁμοίως ὀξυτόνως κατ’ ἐπέκτασιν τοῦ ο | |
15 | εἰς ω, ἀλλ’, ὡς εἴρηται, αὗται αἱ γενικαὶ κατὰ κρᾶσιν γεγόνασιν καὶ βαρύνονται. Τῷ κρέατι κοινῶς, τῷ κρέαϊ ἰωνικῶς, τῷ κρέᾳ ἀττικῶς. Ἰστέον ὅτι τῷ κρέατι κοινῶς καὶ κατὰ ἀποβολὴν τοῦ τ ἰωνικῶς γίνεται τῷ κρέαϊ καὶ κατὰ συναίρεσιν τοῦ α καὶ ι εἰς τὴν ᾳ δίφθογγον γίνεται τῷ | |
20 | κρέᾳ ἀττικῶς· ἰστέον δὲ ὅτι ἅμα συναίρεσις ἐγένετο ἅμα 〈δὲ〉 καὶ ἔκ‐ τασις τοῦ α, διὸ καὶ τὸ ι ἀνεκφώνητόν ἐστιν· ὡς γὰρ ἐμάθομεν, τὸ ι ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ συλλαβῇ ἀνεκφώνητον εὑρίσκεται, οἷον τῷ Χρύσῃ, τῷ σοφῷ, τῇ Μηδείᾳ. Ταῦτα μὲν ἐν τούτοις. | |
25 | Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ὥσπερ ἐπὶ τοῦ κρέαϊ καὶ γήραϊ γίνε‐ ται κατὰ συναίρεσιν τοῦ α καὶ ι εἰς τὴν ᾳ δίφθογγον κρέᾳ καὶ γήρᾳ, μὴ τὸν αὐτὸν τρόπον ἐπὶ τοῦ ναΐ καὶ γραΐ γίνεται κατὰ συναίρεσιν νᾷ καὶ γρᾷ. Ἔστιν οὖν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἀνεκφώνητον λήγουσα τὴν γενικὴν ἔχει ἰσοσύλλαβον τῇ εὐθείᾳ, | |
30 | οἷον τῷ κοχλίᾳ ὁ κοχλίας τοῦ κοχλίου, τῷ σοφῷ ὁ σοφός τοῦ σοφοῦ, τῇ μνᾷ ἡ μνᾶ τῆς μνᾶς, τῷ γήρᾳ τὸ γῆρας τοῦ γήρως, τῷ κρέᾳ τὸ κρέας τοῦ κρέως· τὸ γὰρ κρέαος καὶ γήραος πρὸς τὸ κρέαϊ καὶ γήραϊ εἰσίν· εἰ οὖν ἐγένοντο ταῦτα κατὰ συναίρεσιν, ἤμελλον ἔχειν τὸ ι ἀν‐ εκφώνητον, ὅπερ ἐστὶν ἄτοπον, οὐδὲ γὰρ ἔχουσιν ἰσοσύλλαβον τὴν γε‐ | |
35 | νικὴν τῇ εὐθείᾳ, ὡς ναῦς ναός, γραῦς γραός· τούτου οὖν χάριν οὐ συναιροῦνται ταῦτα κατὰ τὴν δοτικήν, ἵνα μὴ εἰς ι ἀνεκφώνητον λή‐ | |
γοντα κατὰ τὴν δοτικὴν ἔχωσι τὴν γενικὴν περιττοσύλλαβον τῆς εὐθείας. | 355 | |
356 | Τὸ κρέας, ὦ κρέας. Εἴρηται ὅτι τὰ οὐδέτερα τὴν αὐτὴν ἔχου‐ σιν ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικήν. Τὼ κρέατε κοινῶς, τὼ κρέαε ἰωνικῶς, τὼ κρέα ἀττικῶς· τοῖν κρεάτοιν κοινῶς, τοῖν κρεάοιν ἰωνικῶς, τοῖν κρεοῖν ἀττι‐ | |
5 | κῶς. Ἰστέον ὅτι τὸ κρεοῖν ἀπὸ τοῦ κρεάοιν γέγονε κατὰ κρᾶσιν τοῦ α καὶ τῆς οι διφθόγγου εἰς τὴν οι δίφθογγον, διὸ καὶ περισπᾶται· ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον Δημοσθενέοιν Δημοσθενοῖν, Πηλέϊ Πηλεῖ, Ἑρμέας Ἑρμῆς. Ἐὰν δὲ θελήσωμεν λέγειν, ὅτι κρᾶσις παρηκολούθησε τοῦ α καὶ ο εἰς τὸ ω, ὀφείλει διὰ τοῦ ω | |
10 | γενέσθαι τοῖν κρεῷν προσγραφομένου τοῦ ι· ἡ δὲ παράδοσις διὰ τῆς οι διφθόγγου ἐπίσταται τὴν λέξιν. Ὦ κρέατε κοινῶς, ὦ κρέαε ἰωνι‐ κῶς, ὦ κρέα ἀττικῶς. Τὰ κρέατα κοινῶς, τὰ κρέαα ἰωνικῶς, τὰ κρέα ἀττικῶς. Ἰστέον ὅτι τὸ κρέα ἀπὸ τοῦ κρέαα γέγονε κατὰ κρᾶσιν τῶν δύο αα εἰς | |
15 | ἓν α μακρόν, ὥσπερ Ναυσικάα Ναυσικᾶ· τὸ γὰρ 〈Callim. h. in Dian. 88〉 κρέα λυγκὸς ἔταμνε ἀπὸ τοῦ κρέατα γέγονε κατὰ ἀποκοπὴν τῆς τα συλλαβῆς, συνεσταλμένον γὰρ ἔχει τὸ α. Τῶν κρεάτων κοινῶς, τῶν κρεάων ἰωνικῶς, τῶν κρεῶν ἀτ‐ τικῶς. Ἰστέον ὅτι τὸ κρεῶν ἀπὸ τοῦ κρεάων γέγονε κατὰ κρᾶσιν τοῦ | |
20 | α καὶ ω εἰς τὸ ω, διὸ καὶ περισπᾶται· ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον Δημοσθενέων Δημοσθενῶν, πάϊς παῖς, Πηλέϊ Πηλεῖ, ποιέω ποιῶ. Τοῖς κρέασι μόνως. Ἰστέον ὅτι ἡ δοτικὴ τῶν πληθυντικῶν καὶ κοινῶς καὶ ἰωνικῶς καὶ ἀττικῶς ὡσαύτως λέγεται, οἷον τοῖς κρέασιν· | |
25 | οὐκ ἀποβάλλουσι γὰρ ἐνταῦθα τὸ σύμφωνον οἱ Ἴωνες καὶ ποιοῦσιν οἱ Ἀττικοὶ συναίρεσιν τῶν φωνηέντων. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν οὐκ ἀποβάλλουσι τὸ σύμφωνον οἱ Ἴωνες ἐν τῇ δοτικῇ τῶν πλη‐ θυντικῶν καὶ παρακολουθεῖ συναίρεσις τῶν φωνηέντων ἀττικῶς, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων πτώσεων. Καὶ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο ἐπὶ τῆς | |
30 | δοτικῆς τῶν πληθυντικῶν οὐκ ἀποβάλλεται τὸ σύμφωνον, τουτέστι τὸ ς, ἰωνικῶς καὶ συναίρεσις παρακολουθεῖ τῶν φωνηέντων ἀττικῶς, ἐπειδὴ εἰ ἀπεβλήθη τὸ σύμφωνον καὶ παρηκολούθησε συναίρεσις τῶν φωνηέν‐ των, ἤμελλε συνεμπίπτειν τῇ δοτικῇ τῶν ἑνικῶν, οἷον κρέασι κρέαϊ κρέᾳ, ὅπερ ἐστὶν ἄτοπον· τούτου οὖν χάριν ἐπὶ τῆς δοτικῆς τῶν πλη‐ | |
35 | θυντικῶν οὐκ ἀποβάλλουσι τὸ σύμφωνον οἱ Ἴωνες καὶ ποιοῦνται συν‐ αίρεσιν οἱ Ἀττικοὶ τῶν φωνηέντων. Ἄλλως τε δὲ πᾶσα δοτικὴ πλη‐ θυντικῶν εἰς ι λήγουσα θέλει ἔχειν πρὸ τοῦ ι τὸ ς ἢ δυνάμει ἢ ἐνερ‐ γείᾳ, ἐνεργείᾳ μέν, οἷον Αἴασι βήμασι λέβησι Λάχησι Θόασιν (ἰδοὺ ταῦτα | |
ἐνεργείᾳ ἔχουσι τὸ ς), δυνάμει δέ, οἷον Φοίνιξι Πέλοψι λαίλαψι· δυ‐ | 356 | |
357 | νάμει γὰρ ἐπὶ τούτων ἐστὶ τὸ ς, τὸ γὰρ ξ ἐκ τοῦ κ καὶ ς δοκεῖ συγ‐ κεῖσθαι καὶ τὸ ψ ἐκ τοῦ π καὶ ς· τούτου οὖν χάριν ἐπὶ τῆς δοτικῆς τῶν πληθυντικῶν οὐκ ἀποβάλλουσιν οἱ Ἴωνες τὸ σύμφωνον καὶ ποι‐ οῦνται συναίρεσιν οἱ Ἀττικοὶ τῶν φωνηέντων. Ταῦτα μὲν ἐν τούτοις. | |
5 | Ἰστέον δὲ ὅτι ἡ κρέασι δοτικὴ τῶν πληθυντικῶν ἀπὸ τῆς κρέατι δοτικῆς τῶν ἑνικῶν γέγονε, πρὸ τοῦ ι προσελθόντος τοῦ ς καὶ ἀποβλη‐ θέντος τοῦ μὴ δυναμένου σὺν αὐτῷ ἐκφωνηθῆναι στοιχείου, φημὶ δὴ τοῦ τ, τῷ κανόνι τῷ ῥηθέντι ἐν τῇ περὶ τοῦ τοῖς βήμασι διδασκαλίᾳ. Οὐδὲ γὰρ δυνατὸν τῷ ἀπὸ τῆς εὐθείας κανόνι χρήσασθαι ἐνταῦθα τῷ | |
10 | λέγοντι, ὅτι πᾶσα εὐθεῖα ἑνικῶν εἰς ς λήγουσα μετὰ μακρᾶς περιττο‐ συλλάβως κλινομένη καὶ μὴ συναιρουμένη κατὰ τὴν γενικὴν προσθέσει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν· οὐδὲ γάρ ἐστιν ἐνταῦθα μετὰ μακρᾶς, τὸ γὰρ κρέας τὸ α συνεσταλμένον ἔχει. Τὰ κρέατα κοινῶς, τὰ κρέαα ἰωνικῶς, τὰ κρέα ἀττικῶς· ὦ | |
15 | κρέατα κοινῶς, ὦ κρέαα ἰωνικῶς, ὦ κρέα ἀττικῶς. Εἴρηται ὅτι τὰ οὐδέτερα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικήν. Κανὼν ηʹ. Τὸ τεῖχος τοῦ τείχεος καὶ κατὰ κρᾶσιν τείχους. Ἰστέον ὅτι τὰ εἰς ος οὐδέτερα δηλονότι ὀνόματα εἰς ους ἔχουσι | |
20 | τὴν γενικήν, οἷον τεῖχος τείχους, βέλος βέλους, βάθος βάθους, νέφος νέφους, πέλαγος πελάγους, ἦθος ἤθους, ψεῦδος ψεύδους, στέφος στέ‐ φους· ἐμάθομεν δὲ ὅτι πᾶσα γενικὴ εἰς ους λήγουσα συνῃρημένη ἐστίν· δεῖ οὖν τὸν κλίνοντα πρότερον λαμβάνειν τὸ ἐντελὲς καὶ οὕτω ποιεῖν τὴν συναίρεσιν. Πρόσκειται ἐν τῷ κανόνι «δηλονότι ὀνόματα» διὰ τὰς | |
25 | μετοχάς· αὗται γὰρ διὰ τοῦ τος κλίνονται, οἷον τὸ τετυφός τοῦ τετυ‐ φότος, τὸ πεποιηκός τοῦ πεποιηκότος, τὸ λελαληκός τοῦ λελαληκότος, ὁμοίως τοῖς ἰδίοις ἀρσενικοῖς, ὥσπερ ὁ τετυφώς τοῦ τετυφότος, ὁ πε‐ ποιηκώς τοῦ πεποιηκότος, ὁ λελαληκώς τοῦ λελαληκότος. Ταῦτα μὲν ἐν τούτοις. | |
30 | Ἰστέον δὲ ὅτι τὸ ὄφελος ἄκλιτόν ἐστιν· καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί ἐστιν ἄκλιτον· ἔστι δὲ εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τὰ διὰ τοῦ ελος ὑπὲρ δύο συλλαβὰς οὐκ εἰσὶν οὐδέτερα, οἷον ζάφελος (ὁ μεγαλω‐ φελής) ἄγγελος πέμπελος (σημαίνει δὲ τὸν πολλῶν ἐνιαυτῶν ὄντα), τὰ γὰρ διὰ τοῦ ελος οὐδέτερα δισύλλαβά εἰσιν, οἷον τέλος ἕλος σκέλος· | |
35 | ἐπειδὴ οὖν τὸ ὄφελος διὰ τοῦ ελος ὑπὲρ δύο συλλαβὰς ὑπάρχον οὐδέ‐ τερόν ἐστιν, εἰκότως ὡς μὴ ἔχον τι μιμήσασθαι ἔμεινεν ἄκλιτον. Ταῦτα | |
μὲν ἐν τούτοις. | 357 | |
358 | Ἰστέον δὲ ὅτι τὸ ε καὶ ο εἰς τὴν ου δίφθογγον κίρναται παρ’ ἡμῖν καὶ παρὰ τοῖς Ἀθηναίοις, οἷον Δημοσθένεος Δημοσθένους, Διομήδεος Διομήδους, τείχεος τείχους, βέλεος βέλους· σπανίως δὲ παρὰ τοῖς Ἀθηναίοις καὶ εἰς τὴν ει δίφθογγον κίρναται, οἷον δέον δεῖν, ὡς τὸ | |
5 | δεῖν τόδε γενέσθαι, πλέον πλεῖν, ὡς παρὰ Ἀριστοφάνει ἐν Βατρά‐ χοις 〈91〉 Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα, ἀντὶ τοῦ πλέον σταδίῳ Εὐριπίδου φλυαρώτερα· παρὰ δὲ τοῖς Δωριεῦσι καὶ τοῖς Ἴωσιν εἰς τὴν ευ δίφθογγον κίρναται τὸ ε καὶ τὸ ο, οἷον Ἐρέβεος Ἐρέβευς, οἷον 〈Θ 368〉 ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο, ἀντὶ | |
10 | τοῦ ἐκ τοῦ Ἐρέβους. Ἐμάθομεν δὲ περὶ τῆς τοιαύτης συναιρέσεως ἤγουν κράσεως καὶ ἐν τοῖς ἀρσενικοῖς ἐν τῇ περὶ τοῦ Δημοσθένους δι‐ δασκαλίᾳ. Ἰστέον δὲ ὅτι παρ’ Ὁμήρῳ οὐδέποτε εὑρίσκεται ἡ γενικὴ τούτων τῶν εἰς ος οὐδετέρων εἰς ους καταλήγουσα, ἀλλ’ ἢ εἰς ευς, οἷον Ἐρέ‐ | |
15 | βευς, περὶ οὗ προειρήκαμεν, θάρσευς, 〈Ρ 573〉 τοίου μὲν θάρσευς πλῆσε φρένας ἀμφιμελαίνας, ἢ ἐντελῶς ἤγουν διὰ τοῦ εος, οἷον βέλεος, 〈Ν 251〉 βέλεος δέ σε τείρει ἀκωκή, στήθεος, 〈Γ 221〉 ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος ἵει, τείχεος, 〈Ι 67〉 λεξά‐ σθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός, ἄχεος, 〈Ρ591〉 τὸν | |
20 | δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα. Δύο δὲ μόνας γενικὰς ἐποί‐ ησεν εἰς ους ἐπὶ τῶν εἰς ος δηλονότι οὐδετέρων, τὸ 〈Ο 4〉 χλωροὶ ὑπὸ δείους, ἀντὶ τοῦ ὑπὸ τοῦ δέους, καὶ 〈ι 330〉 ἥ ῥα κατὰ σπείους κέχυτο, ἀντὶ τοῦ κατὰ τοῦ σπέους· τοῦτο δὲ ἐποίησεν οὐ διὰ τὸ μέτρον, καὶ εἰ εἰς ευς γὰρ ἐποίησε ταύτας τὰς γενικάς, ἡ αὐτὴ | |
25 | μακρὰ εὑρίσκετο, ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆς ἐπαλληλίας τοῦ ε· ἔστι γὰρ δέος καὶ σπέος, καὶ εἰ ἐγένετο ἡ γενικὴ παρὰ τῷ ποιητῇ δέευς καὶ σπέευς, ἀλλεπαλληλία ἤμελλεν εἶναι τοῦ ε, καὶ τούτου χάριν τῇ εἰς ους γενικῇ ἐχρήσατο, φημὶ δὴ τῇ δέους καὶ σπέους, ἅτινα ἐν πλεο‐ νασμῷ τοῦ ι γίνονται δείους καὶ σπείους. Ταῦτα μὲν ἐν τούτοις. | |
30 | Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ταῦτα τὰ εἰς ος οὐδέτερα οὐ γίνονται διὰ τοῦ ε καὶ ω ἀττικῶς κατὰ τὴν γενικήν, οἷον τὸ τεῖχος τοῦ τείχεως, τὸ βέλος τοῦ βέλεως· ταῦτα γὰρ διὰ τοῦ ε καὶ ο μόνως εἰσὶ καὶ οὐδέποτε γίνονται διὰ τοῦ ε καὶ ω ἀττικῶς. Καὶ ἔστιν εἰπεῖν, ὅτι οὐδέποτε γενικὴ εἰς ους λήγουσα γίνεται διὰ τοῦ ε καὶ ω ἀττικῶς, | |
35 | οἷον Δημοσθένης Δημοσθένους, Διομήδης Διομήδους, Ἀριστοφάνης | |
Ἀριστοφάνους· ἐπειδὴ οὖν ταῦτα τὰ εἰς ος οὐδέτερα εἰς ους ἔχουσι | 358 | |
359 | τὴν γενικήν, οἶον τὸ τεῖχος τοῦ τείχους καὶ τὸ βέλος τοῦ βέλους, τού‐ του χάριν οὐ γίνονται διὰ τοῦ ε καὶ ω ἀττικῶς. Τῷ τείχεϊ καὶ κατὰ συναίρεσιν τείχει, τὸ τεῖχος, ὦ τεῖχος. Εἴρηται ὅτι τὰ οὐδέτερα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ αἰτιατικὴν καὶ | |
5 | κλητικήν. Τὼ τείχεε καὶ κατὰ συναίρεσιν τείχη, τοῖν τειχέοιν καὶ κατὰ συναίρεσιν τειχοῖν, ὦ τείχεε καὶ κατὰ συναίρεσιν τείχη. Τὰ τείχεα καὶ κατὰ συναίρεσιν τείχη. Ἰστέον ὅτι ἀπὸ τοῦ τείχεα κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς η γέγονε τείχη, ὥσπερ βέλεα βέλη, Δη‐ | |
10 | μοσθένεα Δημοσθένη, Διομήδεα Διομήδη· περὶ δὲ τοῦ ὀστᾶ καὶ κανᾶ καὶ χαλκᾶ καὶ τῶν τοιούτων πόθεν γεγόνασιν ἐν τοῖς προλαβοῦσιν ἐμά‐ θομεν, ἐν τῇ περὶ τῆς τοῦ βήματος εὐθείας τῶν πληθυντικῶν διδασκαλίᾳ. Τῶν τειχέων καὶ κατὰ συναίρεσιν τειχῶν, τοῖς τείχεσι μό‐ νως. Ἰστέον ὅτι τοῦτο ἀσυναίρετον ἔμεινεν, ἐπειδὴ σύμφωνόν ἐστι | |
15 | μεταξὺ τῶν φωνηέντων, φημὶ δὴ τὸ ς, οὐδέποτε δὲ συμφώνου μεταξὺ δύο φωνηέντων ὄντος δύνανται τὰ φωνήεντα συναίρεσιν ἀναδέξασθαι ὥσπερ γὰρ κέντρου μεταξὺ δύο ξύλων ὄντος οὐ δύνανται τὰ ξύλα ἑνωθῆναι, τὸν αὐτὸν τρόπον καὶ συμφώνου μεταξὺ δύο φωνηέντων ὅντος οὐ δύνανται τὰ φωνήεντα ἕνωσιν ἀναδέξασθαι. Εἰ δέ τις εἴποι, | |
20 | διατί μὴ ἀποβάλλεται τὸ ς καὶ γίνεται συναίρεσις τῶν φωνηέντων, λέ‐ γομεν ὅτι ἐὰν ἀποβληθῇ τὸ ς καὶ γένηται συναίρεσις τῶν φωνηέντων, μέλλει συνεμπίπτειν τῇ δοτικῇ τῶν ἑνικῶν, οἷον τείχεσι τείχεϊ τείχει, ὅπερ ἐστὶν ἄτοπον· τούτου οὖν χάριν οὐκ ἀποβάλλεται τὸ ς καὶ γί‐ νεται συναίρεσις τῶν φωνηέντων. Ἔχομεν δὲ καὶ ἄλλην αἰτίαν, ἣν εἰρή‐ | |
25 | καμεν ἐν τῇ περὶ τοῦ τοῖς κρέασι διδασκαλίᾳ. Τὰ τείχεα καὶ τείχη, ὦ τείχεα καὶ ὦ τείχη. Εἴρηται ὅτι τὰ οὐδέτερα τὴν αὐτὴν ἔχουσιν ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικήν. Κανὼν θʹ. Τὸ φῶς τοῦ φωτός, τὸ ὦς τοῦ ὠτός. | |
30 | Ἰστέον ὅτι δύο μόνα εἰσὶν εἰς ως λήγοντα οὐδέτερα, τὸ φῶς καὶ τὸ ὡς, ἅτινα διὰ τοῦ τος κλίνονται, οἷον φωτός καὶ ὠτός· τὸ γὰρ χρέως ἀττικῶς ἐγένετο διὰ τοῦ ω. Ἰστέον δὲ ὅτι τὸ χρέος διὰ μὲν τοῦ ο γραφόμενον κλίνεται ὥσπερ τὸ τεῖχος καὶ ἐν τοῖς ἑνικοῖς καὶ ἐν τοῖς δυϊκοῖς καὶ ἐν τοῖς πληθυντικοῖς, ἐν δὲ τῇ εὐθείᾳ τῶν πληθυντικῶν εἰς | |
35 | α γίνεται, οἷον χρέεα χρέα, συγκοπῆς γενομένης τοῦ ἑνὸς ε, ὥσπερ | 359 |
360 | καὶ ἐπὶ τοῦ κλέεα κλέα, ὡς παρὰ Ἀπολλωνίῳ ἐν τῷ πρώτῳ λόγῳ 〈1〉 ἀρχόμενος σέο, Φοῖβε, παλαιγενέων κλέα φωτῶν· ὅταν δὲ γένηται διὰ τοῦ ω ἀττικῶς, οἷον τὸ χρέως, τὴν αὐτὴν ἔχει ὀρθὴν γε‐ νικὴν αἰτιατικὴν καὶ κλητικήν, οἷον τὸ χρέως τοῦ χρέως τὸ χρέως ὦ | |
5 | χρέως, μόνον δὲ τὴν δοτικὴν διαλλάσσουσαν ἔχει, οἷον τῷ χρέει, καὶ ἔστιν εἰπεῖν δίπτωτον, εὐθεῖαν γὰρ καὶ δοτικὴν ἔχει μόνον. Τοῦτο δὲ τὸ Ἀττικόν, φημὶ δὴ τὸ διὰ τοῦ ω, οὐ κλίνεται οὔτε εἰς δυϊκὸν οὔτε εἰς πληθυντικὸν ἀριθμόν· καὶ λέγει Ὦρος ὁ γραμματικός, ὅτι ἐπειδὴ οὐκ ἦν ἡ ἔκτασις τοῦ ο εἰς ω ἀκόλουθος, οὔτε γὰρ ἐπὶ τοῦ κλέος οὔτε | |
10 | ἐπὶ τοῦ σπέος ἐποίησαν ἔκτασιν οἱ Ἀττικοί, τούτου χάριν οὐκ ἐγένετο ἕως ἔξω 〈τῶν ἑνικῶν〉 ἡ κλίσις. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ φῶς καὶ τὸ ὦς καὶ περισπῶνται καὶ διὰ τοῦ τος κλίνονται, οἷον φωτός καὶ ὠτός. Διὰ τοῦ τος δὲ κλίνονται διὰ τοι‐ αύτην αἰτίαν· ἔστιν ὄας καὶ φάος· τοῦτο μὲν τὸ φάος καθ’ ὑπερβιβα‐ | |
15 | σμὸν τοῦ ο γίνεται φόας, τὸ δὲ ὄας γίνεται οὖας κατὰ πλεονασμὸν τοῦ υ, καὶ κατὰ συγκοπὴν οὖς, ὅπερ ἐστὶν ἄκλιτον· ταῦτα δέ, φημὶ 〈δὴ〉 τὸ ὄας καὶ φόας, διὰ τοῦ τ κλίνονται, οἷον ὄατος καὶ φόατος· τὰ γὰρ εἰς ας οὐδέτερα διὰ τοῦ τος κλίνονται, οἷον φρέας φρέατος, κρέας κρέατος, γῆρας γήρατος· καὶ λοιπὸν κατὰ κρᾶσιν τοῦ ο καὶ α εἰς ω γίνεται φῶς | |
20 | καὶ ὦς, ὥσπερ κρείττονα κρείττοα κρείττω, βελτίονα βελτίοα βελτίω, ἀρείονα ἀρείοα ἀρείω, καὶ φυλάττουσι τὴν αὐτὴν κλίσιν, φημὶ δὴ τὴν διὰ τοῦ τος, οἷον φωτός καὶ ὠτός. Ἐμάθομεν γὰρ ὅτι τὰ συνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττουσι κλίσιν, οἷον τιμήεις τιμήεντος τιμῆς τι‐ μῆντος, ὡς τὸ 〈Σ 475〉 καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον, Σιμόεις | |
25 | Σιμόεντος Σιμοῦς Σιμοῦντος, δαφνήεις δαφνήεντος δαφνῆς δαφνῆντος, πλόος πλόου πλοῦς πλοῦ, ῥόος ῥόου ῥοῦς ῥοῦ, χρύσεος χρυσέου χρυ‐ σοῦς χρυσοῦ, ἀργύρεος ἀργυρέου ἀργυροῦς ἀργυροῦ· οὕτως οὖν καὶ φόας φόατος καὶ φῶς φωτός καὶ ὄας ὄατος καὶ ὦς ὠτός. Ταῦτα μὲν ἐν τούτοις. | |
30 | Ἰστέον δὲ ὅτι τινὲς τὸ φῶς ἀπὸ τοῦ φάος λέγουσι γεγενῆσθαι κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς ω, οἵτινες οὐκ ἀκριβῶς λέγουσιν· τὸ γὰρ φάος εἰς ους ἔχει τὴν γενικήν, οἷον φάους· ἔχομεν γὰρ ὅτι τὰ εἰς ος οὐδέτερα ὀνόματα εἰς ους ἔχουσι τὴν γενικήν, οἷον τεῖχος τείχους, βά‐ θος βάθους, ἦθος ἤθους, βέλος βέλους· τὸ δὲ φῶς διὰ τοῦ τος κλίνε‐ | |
35 | ται, οἷον φωτός· εἰ δὲ ἦν ἀπὸ τοῦ φάος, ὤφειλεν ὁμοίως αὐτῷ εἰς ους ἔχειν τὴν γενικήν· ἐμάθομεν γὰρ ὅτι τὰ συνῃρημένα τὴν τῶν ἐντελῶν | |
φυλάττουσι κλίσιν. Κρεῖττον οὖν ἐστι σχηματίσαι αὐτὸ ἀπὸ τοῦ φάος, | 360 | |
361 | ὡς εἴρηται, καθ’ ὑπερβιβασμὸν τοῦ ο φόας καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ α εἰς ω φῶς· οὐκέτι γὰρ ἡ κλίσις ἀντίκειται, καὶ τὸ φόας γὰρ διὰ τοῦ τος κλίνεται. Καὶ ἐπὶ ἄλλων δὲ ἔχομεν πρῶτον ὑπερβιβασμὸν γενόμε‐ νον καὶ οὕτως κρᾶσιν, ὡς ἐπὶ τοῦ 〈Μ 283〉 πεδία λωτεῦντα, ἀντὶ | |
5 | τοῦ ἀνθοῦντα λωτὸν ἔχοντα (λωτὸς δέ ἐστιν εἶδος βοτάνης, ἧς ὁ καρ‐ πὸς γλυκύτατος)· ἐὰν γὰρ ἀπὸ τοῦ λωτόεντα εἴπωμεν αὐτό, λωθοῦντα εἶχεν εἶναι διὰ τῆς ου διφθόγγου· τὸ γὰρ ο καὶ ε οὐδέποτε εἰς τὴν ευ δίφθογγον κίρναται ἀλλ’ εἰς τὴν ου, οἷον τὸ ἐμόν τοὐμόν, τὸ ἔργον τοὖργον, προέστη προύστη, προέβη προύβη· ἀλλὰ λέγομεν ὅτι ἀπὸ τοῦ | |
10 | λωτόεντα καθ’ ὑπερβιβασμὸν τοῦ ε γέγονε λωτέοντα καὶ κατὰ κρᾶσιν Δωρικὴν ἢ Ἰωνικὴν τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον λωτεῦντα, ὥσ‐ περ Ἐρέβεος Ἐρέβευς, 〈Θ 368〉 ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγε‐ ροῦ Ἀΐδαο, ἀντὶ τοῦ ἐκ τοῦ Ἐρέβους. Τῷ φωτί, τῷ ὠτί· τὸ φῶς, τὸ ὦς· ὦ φῶς, ὦ ὦς. Τὼ | |
15 | φῶτε, τὼ ὦτε· τοῖν φώτοιν, τοῖν ὤτοιν· ὦ φῶτε, ὦ ὦτε. Τὰ φῶτα, τὰ ὦτα· τῶν φώτων, τῶν ὤτων. Ἰστέον ὅτι ἐπὶ μὲν τῆς λαμπηδόνος τῶν φώτων λέγομεν βαρυτόνως, ἐπὶ δὲ τῶν ἀνδρῶν τῶν φωτῶν λέγομεν περισπωμένως. Τοῖς φωσί, τοῖς ὠσίν. Εἴρηται ὅτι πᾶσα εὐθεῖα ἑνικῶν εἰς ς | |
20 | λήγουσα μετὰ μακρᾶς περιττοσυλλάβως κλινομένη καὶ μὴ συναιρουμένη κατὰ τὴν γενικὴν προσθέσει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, 〈οἷον〉 Αἴας Αἴαντος Αἴασι, λέβης λέβητος λέβησι, Τρώς Τρωός Τρωσίν· οὕτως οὖν καὶ φῶς φωτός φωσί καὶ ὦς ὠτός ὠσίν. Τὰ φῶτα, τὰ ὦτα· 〈ὦ φῶτα〉, ὦ ὦτα. | |
25 | Τέλος σὺν θεῷ τῶν οὐδετέρων ὀνομάτων. | 361 |
362(1t) | Περὶ τῶν ἐν ταῖς πτώσεσι τόνων. | |
2 | Περὶ τοῦ τόνου τῆς γενικῆς τῶν ἑνικῶν. Διαλαμβάνει ὁ τεχνικὸς περὶ τῶν ἐν ταῖς πτώσεσι τόνων, καὶ λαμ‐ βάνει πρῶτον ὁμολογούμενον τὸν τῆς εὐθείας τόνον, καὶ οὕτως κατα‐ | |
5 | σκευάζει τὸν τόνον τῆς γενικῆς. Ἐμάθομεν δὲ ὅτι οἱ κύριοι τόνοι τῶν λέξεων δύο εἰσίν, ἥ τε ὀξεῖά φημι καὶ ἡ περισπωμένη· περὶ γὰρ τῆς βαρείας ἐμάθομεν ὅτι συλλαβικὸς τόνος ἐστί, πᾶσα γὰρ συλλαβὴ χωρὶς τῆς συλλαβῆς τῆς ἐχούσης τὸν κύριον τόνον τῆς λέξεως, λέγω δὴ τὴν ὀξεῖαν ἢ τὴν περισπωμένην, βαρεῖαν δέχεται, οἷον φίλὸς ἄνθρὼπὸς | |
10 | δῆμὸς. Κανονίζει οὖν ὁ τεχνικὸς τὸν τόνον τῆς γενικῆς λέγων, ὅτι πᾶσα γενικὴ ὀνόματος κοινὴ ἀπαθὴς ἐπὶ ταύτης τῆς συλλα‐ βῆς ἔχει τὸν τόνον ἐφ’ ἧς ἂν καὶ ἡ εὐθεῖα, χωρὶς εἰ μή που ἕτερος λόγος κωλύσῃ· ὑπεξαιρείσθωσαν δὲ αἱ εἰς ος δισύλ‐ λαβοι γενικαί. Πρόσκειται ἐν τῷ κανόνι «κοινή» διὰ τὸ ἴα ἰᾶς καὶ | |
15 | μία μιᾶς ἰωνικῶς ἐν τῇ γενικῇ περισπασθέντα, ὡς δειχθήσεται· πρόσκει‐ ται «ἀπαθής» διὰ τὸ πατήρ πατέρος πατρός, ἀνήρ ἀνέρος ἀνδρός, ταῦτα γὰρ συγκοπὴν πεπονθότα οὐκ ἐφύλαξαν ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον· πρόσκειται «εἰ μὴ ἕτερος λόγος κωλύσῃ» διὰ τὸ Ἄδωνις Ἀδώ‐ νιδος καὶ Ὅμηρος Ὁμήρου, ταῦτα γάρ, ὡς δειχθήσεται, δι’ ἕτερον λό‐ | |
20 | γον κατεβίβασαν τὸν τόνον· πρόσκειται «ὑπεξαιρείσθωσαν δὲ αἱ εἰς ος δισύλλαβοι γενικαί» διὰ τὸ παῖς παιδός καὶ φῶς φωτός καὶ Τρώς Τρωός, ταῦτα γὰρ οὐκ ἐφύλαξαν ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον, ἀλλὰ τῷ λόγῳ τῆς δισυλλαβίας ὠξύνθησαν, ὡς μαθησόμεθα. Ταῦτα μὲν ἐν τούτοις. Ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· τὸ Αἴας ἐπὶ τῆς | |
25 | πρώτης συλλαβῆς ἔχει τὸν τόνον, ἀλλὰ καὶ ἡ Αἴαντος γενικὴ ἐπὶ τῆς αὐτῆς συλλαβῆς ἔχει τὸν τόνον· ὁμοίως δὲ λέβης λέβητος, Λάχης Λά‐ χητος, πένης πένητος, Δάρης Δάρητος, Πάρις Πάριδος· πάλιν τὸ τα‐ | |
χύς καὶ ὀξύς ἐπὶ τῆς δευτέρας ἀπ’ ἀρχῆς συλλαβῆς ἔχουσι τὸν τόνον, | 362 | |
363 | ἀλλὰ καὶ ἡ ταχέος καὶ ὀξέος γενικὴ ὁμοίως ἐπὶ τῆς δευτέρας ἀπ’ ἀρχῆς συλλαβῆς ἔχει τὸν τόνον· πάλιν τὸ Ἀχιλλεύς καὶ εὐγενής ἐπὶ τῆς τρί‐ τῆς ἀπ’ ἀρχῆς συλλαβῆς ἔχει τὸν τόνον, ἀλλὰ καὶ ἡ Ἀχιλλέως καὶ εὐγενέος γενικὴ ὁμοίως ἐπὶ τῆς τρίτης ἀπ’ ἀρχῆς συλλαβῆς ἔχει τὸν | |
5 | τόνον· πάλιν φίλος φίλου, ξένος ξένου· ἰδοὺ ταῦτα ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον ἐφύλαξαν· πάλιν καλός καλοῦ, σοφός σοφοῦ, ἀγαθός ἀγαθοῦ· ἰδοὺ ταῦτα ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον ἐφύλαξαν, εἰ καὶ μὴ τὸν αὐτόν, ἡ μὲν γὰρ εὐθεῖα ὀξύνεται, ἡ δὲ γενικὴ περισπᾶται· περισπᾶται δὲ ἡ γενικὴ τῷ λόγῳ τῷ λεγομένῳ ἐν τῇ περὶ τοῦ ἰᾶς καὶ μιᾶς διδασκαλίᾳ· | |
10 | πάλιν ἐστὶ δοῦλος δούλου, καὶ ἐν τῇ αὐτῇ συλλαβῇ φυλάττει τὸν τόνον, εἰ καὶ μὴ τὸν αὐτόν, ἡ μὲν γὰρ εὐθεῖα προπερισπᾶται διὰ τὸ εἶναι φύσει μακρὰν πρὸ μιᾶς βραχείας, ἡ δὲ γενικὴ παροξύνεται διὰ τὸ εἶναι φύσει μακρὰν τὴν ἐπὶ τέλους συλλαβήν. Τὸ μέντοι Ἄδωνις Ἀδώνιδος καὶ φίλημα φιλήματος, ἐπειδὴ προπαροξύνεται ἡ εὐθεῖα καὶ περιττο‐ | |
15 | συλλάβως κλίνεται ἡ γενική, διὰ τοῦτο οὐ δύναται φυλάξαι ἐπὶ τῆς αὐτῆς συλλαβῆς τὸν τόνον ἐφ’ ἧς καὶ ἡ εὐθεῖα, ἀλλὰ καταβιβάζει αὐτὸν μίαν συλλαβὴν ἐν τῇ γενικῇ· τετάρτη γὰρ ἀπὸ τέλους οὐδέποτε πίπτει ἡ ὀξεῖα, τουτέστι πρὸ τριῶν συλλαβῶν οὐδέποτε τόνος εὑρίσκε‐ ται τιθέμενος. | |
20 | Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν πρὸ τριῶν συλλαβῶν οὐ τίθεται τόνος. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· οὐδέποτε ἁπλῆ λέξις πρωτότυπος ἀκίνητος ὑπερβαίνει τὴν τρισυλλαβίαν· τούτου χάριν οὐδὲ τόνος ὑπερβαίνει τὰς τρεῖς συλλαβάς. Πρόσκειται ἐν τῷ κανόνι «ἁπλῆ» διὰ τὰς συνθέτους, οἷον διὰ τὸ φιλόσοφος Ἀρίσταρχος, αὗται γὰρ | |
25 | ὑπερβαίνουσι τὴν τρισυλλαβίαν, ἀλλ’ οὐκ εἰσὶν ἁπλαῖ· πρόσκειται «πρω‐ τότυπος» διὰ τὰς παραγώγους, οἷον διὰ τὸ σοφώτερος ταχύτερος, αὗται γὰρ ὑπερβαίνουσι τὴν τρισυλλαβίαν, ἀλλ’ οὐκ εἰσὶ πρωτότυποι· «ἀκίνη‐ τος» δὲ πρόσκειται διὰ τὸ κείρω καὶ ποιῶ· γίνεται γὰρ τούτων ὁ ὑπερ‐ συντέλικος ἐκεκάρμην καὶ ἐπεποιήκειν, καὶ ἰδοὺ ὑπερέβησαν ταῦτα τὴν | |
30 | τρισυλλαβίαν, ἀλλ’ αἴτιόν ἐστι τοῦ ὑπερβαίνειν τὴν τρισυλλαβίαν τὸ κι‐ νηθῆναι αὐτά· διὰ ταῦτα οὖν πρόσκειται ἐν τῷ κανόνι, ὅτι οὐδέποτε ἁπλῆ λέξις πρωτότυπος ἀκίνητος ὑπερβαίνει τὰς τρεῖς συλλαβάς. Ἔστι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν, δι’ ἣν οὐδέποτε τόνος ὑπερβαίνει τὴν τρισυλλαβίαν· ἔχει δὲ οὕτως· πρῶται τέλειαι λέξεις εἰσὶν αἱ τρισύλλα‐ | |
35 | βοι, ἔχουσι γὰρ ἀρχὴν καὶ μέσον καὶ τέλος· ἐπειδὴ οὖν πρῶται τέλειαι λέξεις εἰσὶν αἱ τρισύλλαβοι, εἰκότως μέχρις αὐτῆς ἔστησαν οἱ τόνοι, καὶ | |
οὐχ ὑπερβαίνουσι τὴν τρισυλλαβίαν. | 363 | |
364 | Ἰστέον δὲ ὅτι καὶ τὸ Ὅμηρος Ὁμήρου καὶ τὸ ἄνθρωπος ἀνθρώπου ἀναγκαίως κατεβίβασαν τὸν τόνον, ἐπειδὴ ἐπὶ τούτων ἡ εὐθεῖα προπαρ‐ οξύνεται· καὶ λοιπὸν ἡ γενικὴ οὐ δύναται προπαροξυνθῆναι, πρῶ‐ τον μὲν ὅτι οὐδέποτε πρὸ τεσσάρων χρόνων τόνος πίπτει· ἐὰν οὖν | |
5 | προπαροξυνθῶσιν ἐπὶ τούτων αἱ γενικαί, εὑρεθήσεται πρὸ τεσσάρων χρόνων ὁ τόνος, ὅπερ ἐστὶν ἀδύνατον· δεύτερον δὲ ὅτι κανών ἐστιν ὁ λέγων, ὡς φύσει μακρᾶς οὔσης τῆς τελευταίας συλλαβῆς οὐδέποτε τρίτη ἀπὸ τέλους πίπτει ἡ ὀξεῖα, ἤγουν οὐ προπαροξύνεται ἡ λέξις, οἷον Παρίδων βημάτων Λαχήτων· οὕτως οὖν καὶ ἀνθρώπου καὶ Ὁμή‐ | |
10 | ρου παροξύνεται. Ἀμέλει ἐν τῇ αἰτιατικῇ ἐπειδὴ οὐκ ἔστιν ἡ τελευταία συλλαβὴ μακρά, οὐ κωλύεται προπαροξυνθῆναι, οἷον Ὅμηρον ἄνθρωπον. Τούτων οὖν οὕτως ἐχόντων δεῖ προσθεῖναι ἐν τῷ κανόνι τῷ λέ‐ γοντι, ὡς φύσει μακρᾶς οὔσης τῆς τελευταίας συλλαβῆς τρίτη ἀπὸ τέ‐ λους οὐδέποτε πίπτει ἡ ὀξεῖα, «χωρὶς εἰ μὴ εὑρεθῇ τὸ ω ἐν τῇ τελευ‐ | |
15 | ταίᾳ συλλαβῇ παραλήγοντος τοῦ ε», τουτέστιν ὅταν τὸ ω ἐν τῇ τελευ‐ ταίᾳ συλλαβῇ παραλήγοντος τοῦ ε εὑρεθῇ, τρίτη τότε ἀπὸ τέλους πίπτει ἡ ὀξεῖα, ὡς ἐπὶ τοῦ πόλεως μάντεως πράξεως, πόλεων μάντεων πράξεων, καὶ ὡς ἐπὶ τῶν παρὰ ταῖς διαλέκτοις, οἷον Ἀτρείδεω Πηλείδεω. Ἰστέον 〈δὲ〉 ὅτι ταῦτα προπαροξυνόμενα οὐ θέλουσιν ἔχειν μεταξὺ τοῦ | |
20 | ε καὶ τοῦ ω σύμφωνον, ὡς ἐπὶ τῶν προλεχθέντων παραδειγμάτων, ἐὰν δὲ ἄρα καὶ ἔχωσι, πάντως εὑρίσκεται ἢ τὸ λ ἢ τὸ ρ, ὡς ἐπὶ τοῦ χρυ‐ σόκερως φιλόγελως. Δεῖ δὲ γινώσκειν, ὅτι ἐπὶ τοῦ πόλεως καὶ μάν‐ τεως ἀπολογούμενος ὁ τεχνικός, διότι μακρᾶς οὔσης τῆς τελευταίας συλλαβῆς προπαροξύνεται, λέγει ὅτι ταῦτα ἀπὸ τοῦ πόλιος καὶ μάντιος | |
25 | γεγονότα τὴν τῶν κοινῶν ἐφύλαξαν τάσιν. Ἔτι δεῖ προσθεῖναι «καὶ χωρὶς τῆς οι διφθόγγου καὶ τῆς αι δι‐ φθόγγου»· τούτων γὰρ ἐπὶ τέλους οὐσῶν πολλάκις προπαροξύνεται ἡ λέξις, οἷον Ὅμηροι ἄνθρωποι Ἀρίσταρχοι τράπεζαι ἅμαξαι ἄελλαι, ἐπειδὴ ἀντὶ κοινῆς παραλαμβάνονται καὶ πρὸς ἕνα ἥμισυ χρόνον ἔχουσιν. | |
30 | Ἀλλ’ ἔλθωμεν καὶ μάθωμεν, πότε ἡ οι καὶ ἡ αι δίφθογγος ἐν τοῖς τονι‐ κοῖς παραγγέλμασιν ἀντὶ κοινῆς παραλαμβάνονται· ἰστέον δὲ ὅτι ἡ οι καὶ ἡ αι δίφθογγος ἐπὶ τῶν εὐθειῶν, τῶν πληθυντικῶν δηλονότι, καὶ τῶν κλητικῶν τῷ τονικῷ παραγγέλματι ἀντὶ κοινῆς παραλαμβάνονται, | |
ἤγουν ἀντὶ βραχείας, οἷον Ὅμηροι ὦ Ὅμηροι, ἄνθρωποι ὦ ἄνθρωποι, | 364 | |
365 | Ἀρίσταρχοι ὦ Ἀρίσταρχοι, αἱ ἅμαξαι ὦ ἅμαξαι, αἱ τράπεζαι ὦ τράπεζαι, αἱ ἄελλαι ὦ ἄελλαι. Πρόσκειται «ἐπὶ τῶν εὐθειῶν τῶν πληθυντικῶν καὶ τῶν κλητικῶν» διὰ τὰς δοτικάς· ἐπὶ τούτων γὰρ οὐ παραλαμβά‐ νονται ἡ οι καὶ ἡ αι δίφθογγος ἀντὶ κοινῆς, ἀλλ’ ἀντὶ φύσει μακρᾶς, | |
5 | καὶ δῆλον ἐκ τοῦ καταβιβάζεσθαι τὸν τόνον ἐν τῇ δοτικῇ τῶν πληθυν‐ τικῶν, ἡνίκα προπαροξύνεται ἡ εὐθεῖα, οἷον ἄνθρωποι ἀνθρώποις, Ὅμηροι Ὁμήροις, Ἀρίσταρχοι Ἀριστάρχοις, ἅμαξαι ἁμάξαις, ἄελλαι ἀέλλαις, τράπεζαι τραπέζαις. Τούτου δὲ αἴτιόν ἐστι τὸ σύμφωνον τὸ ἐπιφερόμενον· ἐπειδὴ 〈γὰρ〉 ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν σύμφωνον | |
10 | ἐπιφέρεται τῇ οι διφθόγγῳ καὶ τῇ αι, τούτου χάριν οὐ παραλαμβάνον‐ ται ἀντὶ κοινῆς· τὸ γὰρ σύμφωνον τὸ ἐπιφερόμενον ἕτερον ἡμιχρόνιον χαρίζεται αὐταῖς καὶ ἀποτελεῖ αὐτὰς φύσει μακράς· τὰ γὰρ σύμφωνα, δηλονότι τὰ ἁπλᾶ, ἡμιχρόνιον ἔχουσι· πρόσκειται «δηλονότι ἁπλᾶ», ἐπειδὴ τὰ διπλᾶ ἅτε δύο συμφώνων ἔχοντα δύναμιν πρὸς ἕνα χρόνον | |
15 | ἔχουσιν. Ἐν δὲ τοῖς ἀπτώτοις καὶ τοῖς εὐκτικοῖς ῥήμασιν οὐδέποτε ἡ οι δίφθογγος τῷ τονικῷ παραγγέλματι ἀντὶ κοινῆς παραλαμβάνεται, ἤγουν ἀντὶ βραχείας, ἀλλ’ ἀντὶ φύσει μακρᾶς, οἷον ὤμοι ποιήσοι· ὅτι γὰρ ἐπὶ τούτων ἀντὶ φύσει μακρᾶς παραλαμβάνεται ἡ οι δίφθογγος, δῆλον ἐκ τοῦ μὴ προπερισπᾶσθαι αὐτὰ ἀλλὰ παροξύνεσθαι· ὅθεν καὶ τὸ | |
20 | οἰκοι ἡνίκα μέν ἐστιν ἐπίρρημα καὶ σημαίνει τὸ ἐν οἴκῳ, παροξύνεται, ὡς τῆς οι διφθόγγου ἀντὶ φύσει μακρᾶς παραλαμβανομένης, οἷον οἴκοι, ὅτε δέ ἐστιν εὐθεῖα τῶν πληθυντικῶν, προπερισπᾶται, οἷον οἶκοι, ὡς τῆς οι διφθόγγου ἀντὶ κοινῆς παραλαμβανομένης, ἤγουν ἀντὶ βραχείας, ὥσπερ δῆμοι κῆποι. Ἡ δὲ αι δίφθογγος, ὡς εἴρηται, ἐν τῇ εὐθείᾳ | |
25 | τῶν πληθυντικῶν καὶ ἐν τῇ κλητικῇ τῷ τονικῷ παραγγέλματι ἀντὶ κοι‐ νῆς παραλαμβάνεται, ἤγουν ἀντὶ βραχείας, καὶ ἕνα ἥμισυ χρόνον ἔχει, οἷον αἱ ἅμαξαι ὦ ἅμαξαι, αἱ τράπεζαι ὦ τράπεζαι, αἱ ἄελλαι ὦ ἄελλαι· ὡσαύτως δὲ καὶ ἐν τοῖς ῥήμασιν ἀντὶ κοινῆς παραλαμβάνεται καὶ ἐν τοῖς ὁριστικοῖς, ὡς ἐπὶ τοῦ τύπτονται πεποίηνται, καὶ ἐν τοῖς ἀπαρεμ‐ | |
30 | φάτοις, οἷον τύπτεσθαι λέγεσθαι, καὶ ἐν τοῖς προστακτικοῖς, οἷον ἄσπασαι κατάδεξαι περιποίησαι μίμησαι, καὶ ἐν τοῖς ὑποτακτικοῖς, οἷον ἐὰν λέγωμαι, ἐὰν τύπτωμαι· ἐν δὲ τοῖς εὐκτικοῖς ἀντὶ φύσει μακρᾶς παραλαμβάνεται ἡ αι δίφθογγος καὶ οὐδέποτε ἀντὶ κοινῆς, οἷον ποιή‐ σαιμι ποιήσαις ποιήσαι. Ὅτι γὰρ ἀντὶ φύσει μακρᾶς παραλαμβάνεται ἡ | |
35 | αι δίφθογγος καὶ οὐδέποτε ἀντὶ κοινῆς ἐν τοῖς εὐκτικοῖς, δῆλον ἐκ τοῦ | |
〈τὸ〉 ποιήσαι εὐκτικὸν μὴ προπερισπᾶσθαι ἀλλὰ παροξύνεσθαι· ὅθεν τὸ | 365 | |
366 | ποιησαι ἡνίκα μέν ἐστιν εὐκτικόν, 〈οἷον〉 ποιήσαιμι ποιήσαις ποιήσαι, παροξύνεται, ὡς τῆς αι διφθόγγου ἀντὶ φύσει μακρᾶς παραλαμβανομέ‐ νης· ὅτε δέ ἐστιν ἀπαρέμφατον, οἷον ποιῆσαι θέλω, προπερισπᾶται, ὡς τῆς αι διφθόγγου ἀντὶ κοινῆς παραλαμβανομένης, ἤγουν ἀντὶ βραχείας. | |
5 | Καὶ διατί δὲ ἡ αι δίφθογγος ἐν 〈μὲν〉 τοῖς ὁριστικοῖς καὶ ἀπαρεμφάτοις καὶ προστακτικοῖς καὶ ὑποτακτικοῖς ἀντὶ κοινῆς παραλαμβάνεται, ἐν δὲ τοῖς εὐκτικοῖς ἀντὶ φύσει μακρᾶς, ἐν τοῖς προστακτικοῖς εἰ θεῷ φίλον μαθησόμεθα, ἐν τῇ διδασκαλίᾳ τοῦ πρώτου μέσου ἀορίστου. Ἐν δὲ τοῖς ἐπιρρήμασιν ἀντὶ φύσει μακρᾶς παραλαμβάνεται ἡ αι δίφθογγος τῷ το‐ | |
10 | νικῷ παραγγέλματι, οἷον βαβαί παπαί χαμαί, χωρὶς τοῦ πάλαι καὶ τῶν παρ’ αὐτοῦ, οἷον ἔκπαλαι πρόπαλαι· ταῦτα δὲ τῷ τονικῷ παραγγέλματι ἀντὶ κοινῆς ἔχουσι παραλαμβανομένην τὴν αι δίφθογγον, ὅθεν καὶ προ‐ παροξύνονται. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, τί δήποτε ἡ οι καὶ ἡ αι δίφθογγος μόναι ἐκ | |
15 | τῶν διφθόγγων τῷ τονικῷ παραγγέλματι ἀντὶ κοινῆς παραλαμβάνονται, οἷον ἄνθρωποι Ὅμηροι Ἀρίσταρχοι ἅμαξαι τράπεζαι ἄελλαι. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν ἰστέον ὅτι ἕνδεκα δίφθογγοί εἰσιν· ἔστι γὰρ ἡ ει δίφθογγος καὶ ἡ αι καὶ ἡ οι καὶ ἡ αυ καὶ ἡ ευ καὶ ἡ ου καὶ ἡ ῃ καὶ ἡ ῳ, ἡ διὰ τοῦ η καὶ ι καὶ ἡ διὰ τοῦ ω καὶ ι, καὶ ἡ ηυ καὶ | |
20 | ἡ ωυ, ἡ διὰ τοῦ η καὶ υ καὶ ἡ διὰ τοῦ ω καὶ υ, οἷον ωὐτός [ἀνήρ] ἀντὶ τοῦ ὁ αὐτός, καὶ ἡ υι ἡ διὰ τοῦ υ καὶ ι. Αὗται τοίνυν αἱ ἕνδεκα δίφθογγοι ἀνεμερίσαντο ἑαυτὰς καὶ ἐγένοντο κατὰ τρόπους τρεῖς· αἱ μὲν γὰρ αὐτῶν εἰσι κατ’ ἐπικράτειαν, αἱ δὲ κατὰ διέξοδον, αἱ δὲ κατὰ κρᾶσιν· καὶ κατὰ μὲν ἐπικράτειάν εἰσιν ὡς ἐπὶ τῆς ῃ διφθόγγου, τῆς | |
25 | διὰ τοῦ η καὶ ι, καὶ τῆς ῳ, 〈τῆς διὰ τοῦ ω καὶ ι〉, καὶ τῆς ᾳ, τῆς ἐχούσης τὸ ι ἀνεκφώνητον· ἐπὶ τούτων γὰρ ὁ φθόγγος τοῦ ἑνὸς φω‐ νήεντος ἐπικρατεῖ καὶ αὐτὸς 〈μόνοσ〉 ἐξακούεται, οἷον τῇ Ἑλένῃ, τῷ καλῷ, τῇ Μηδείᾳ· κατὰ κρᾶσιν δέ εἰσιν ὡς ἐπὶ τῆς ου διφθόγγου καὶ τῆς αυ καὶ τῆς ευ· ἐπὶ τούτων γὰρ συγκιρνῶσιν ἑαυτὰ τὰ δύο φωνή‐ | |
30 | εντα καὶ ἀποτελοῦσι μίαν φωνὴν ἁρμόζουσαν τοῖς δύο φωνήεσιν, οἷον αὐλός εὔχομαι οὗτος· κατὰ διέξοδον δέ εἰσιν ὡς ἐπὶ τῆς ηυ διφθόγγου, τῆς διὰ τοῦ η καὶ υ, καὶ τῆς ωυ, τῆς διὰ τοῦ ω καὶ υ, καὶ τῆς υι, τῆς διὰ τοῦ υ καὶ ι· ἐπὶ τούτων γὰρ χωρὶς ἀκούεται ὁ φθόγγος τοῦ ἑνὸς φωνήεντος, τουτέστι 〈τοῦ υ καὶ〉 τοῦ ι, καὶ χωρὶς τοῦ ἑτέρου φω‐ | |
35 | νήεντος, οἷον νηυσίν υἱός ωὐτός, 〈Ε 396〉 εὖτέ μιν ωὐτὸς ἀνήρ, | |
ἀντὶ τοῦ ὁ αὐτός. Ἐπειδὴ οὖν ἡ αι δίφθογγος ἡ ἐκφωνοῦσα τὸ ι καὶ | 366 | |
367 | ἡ οι δίφθογγος οὔτε κατ’ ἐπικράτειάν εἰσιν οὔτε κατὰ διέξοδον οὔτε κατὰ κρᾶσιν, εἰκότως ὥσπερ ἐστερήθησαν τοῦ ἰδιώματος τῶν διφθόγγων, ἐστερήθησαν καὶ τοῦ χρόνου τοῦ παρεπομένου ταῖς διφθόγγοις, καὶ τού‐ του χάριν αὗται μόναι ἐκ τῶν διφθόγγων τῷ τονικῷ παραγγέλματι | |
5 | ἀντὶ κοινῆς παραλαμβάνονται καὶ πρὸς ἕνα ἥμισυ χρόνον ἔχουσιν πρόσκειται «ἡ ἐκφωνοῦσα τὸ ι», οἷον «ἡ αι δίφθογγος ἡ ἐκφωνοῦσα τὸ ι», ἐπειδὴ ἡ αι δίφθογγος ἡ ἀνεκφώνητον ἔχουσα τὸ ι, ὡς εἴρηται, κατ’ ἐπικράτειάν ἐστι· καὶ γὰρ ἐν ταύτῃ ὁ φθόγγος τοῦ α ἐπικρατεῖ, οἷον τῇ Μηδείᾳ. Ταῦτα μὲν ἐν τούτοις. | |
10 | Ἔτι δεῖ προσθεῖναι ἐν τῷ κανόνι τῷ λέγοντι, ὅτι φύσει μακρᾶς οὔσης τῆς τελευταίας συλλαβῆς οὐδέποτε τρίτη ἀπὸ τέλους πίπτει ἡ ὀξεῖα, ἤγουν οὐ προπαροξύνεται, «καὶ χωρὶς τοῦ η τοῦ γινομένου ἀπὸ τροπῆς τῆς αι διφθόγγου παρὰ τοῖς Βοιωτοῖς»· τούτου γὰρ ἐπὶ τέλους ὄντος πολλάκις τρίτη ἀπὸ τέλους πίπτει ἡ ὀξεῖα· τὸ γὰρ τύπτομαι οἱ | |
15 | Βοιωτοὶ τρέποντες τὴν αι δίφθογγον εἰς τὸ η προπαροξύνουσι καὶ λέ‐ γουσι τύπτομη. Ἔτι δεῖ προσθεῖναι «καὶ χωρὶς τοῦ υ τοῦ μακροῦ τοῦ γινομένου ἀπὸ τροπῆς τῆς οι διφθόγγου παρὰ τοῖς Βοιωτοῖς»· τούτου γὰρ ἐπὶ τέλους ὄντος πολλάκις τρίτη ἀπὸ τέλους πίπτει ἡ ὀξεῖα· τὸ γὰρ Ὅμηροι τρέποντες τὴν οι δίφθογγον οἱ Βοιωτοὶ εἰς τὸ υ μακρὸν | |
20 | προπαροξύνουσι καὶ λέγουσιν Ὅμηρυ, καὶ ἰδοὺ εὑρίσκεται τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα ἔχουσα μακρὰν φύσει τὴν τελευταίαν συλλαβήν. Τοσαῦτα ἔχομεν εἰπεῖν περὶ τοῦ εἰπεῖν τὸν τεχνικόν, ὅτι φύσει μακρᾶς οὔσης τῆς τελευταίας συλλαβῆς οὐδέποτε τρίτη ἀπὸ τέλους πίπτει ἡ ὀξεῖα, ἤγουν οὐ προπαροξύνεται ἡ λέξις. | |
25 | Τούτων οὕτως ἐχόντων σημειοῦται ὁ τεχνικὸς τὸ μητέρος καὶ θυ‐ γατέρος, ὅτι οὐκ ἐφύλαξαν τὸν τόνον ἐπὶ τῆς αὐτῆς συλλαβῆς ἐφ’ ἧς καὶ ἡ εὐθεῖα· τὸ γὰρ μήτηρ καὶ θυγάτηρ παροξύτονα ὄντα ὤφειλον ἐν τῇ γενικῇ προπαροξύνεσθαι καὶ γίνεσθαι μήτερος καὶ θυγάτερος, ὥσπερ Δημήτηρ Δημήτερος, ἵνα φυλάξωσιν ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον | |
30 | ἐφ’ ἧς συλλαβῆς τὸν τόνον ἔχει καὶ ἡ εὐθεῖα· ἀλλ’ ἠκολούθησαν τοῖς ἰδίοις συγγενικοῖς κατὰ τὸν τόνον τῆς γενικῆς, λέγω δὴ τῷ πατέρος ἀνέρος δαέρος (δαήρ δέ ἐστιν ὁ ἀνδράδελφος), καὶ παρωξύνθησαν ὁμοίως αὐτοῖς, οἷον μητέρος θυγατέρος. Ταῦτα μὲν ἐν τούτοις. Ἡμάρτηται δέ, φησίν, 〈καὶ〉 τὸ γυναικός καὶ θυγατρός· καὶ γὰρ | |
35 | παράλογός ἐστιν ἡ γενικὴ ὀξυνομένη ἐπὶ τοῦ γυναικός καὶ θυγατρός πᾶσα γὰρ γενικὴ εἰς ος λήγουσα ὑπὲρ δύο συλλαβὰς ἀπέστραπται τὴν | |
ὀξεῖαν τάσιν, οἷον Αἴαντος Θόαντος λέβητος Λάχητος Ξενοφῶντος | 367 | |
368 | Ἀγλαοφῶντος Σιδῶνος Μακεδόνος ἀσπίδος ῥανίδος βολίδος· παραλό‐ γως ἄρα ἡ γυναικός καὶ θυγατρός γενικαὶ ὀξύνονται. Ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι συναπηνέχθησαν αὗται τοῖς ἰδίοις συγγενικοῖς κατὰ τὸν τόνον, φημὶ δὴ τῇ πατρός γενικῇ καὶ τῇ ἀνδρός καὶ τῇ μητρός, καὶ ὀξύνονται ὁμοίως | |
5 | ταύταις ταῖς γενικαῖς. Ἐπειδὴ δὲ εἰρήκαμεν, ὅτι πᾶσα γενικὴ εἰς ος λήγουσα ὑπὲρ δύο συλλαβὰς ἀπέστραπται τὴν ὀξεῖαν τάσιν, δεῖ γινώσκειν, ὅτι πᾶσα γενικὴ εἰς ος λήγουσα ὑπὲρ δύο συλλαβάς—ὑπεσταλμένης δηλονότι τῆς γυ‐ ναικός καὶ θυγατρός γενικῆς ὀξυνομένης παραλόγως—ἢ παροξύνεται | |
10 | ἢ προπαροξύνεται ἢ προπερισπᾶται. Προπαροξύνονται μὲν οὖν αἱ εἰς ος λήγουσαι γενικαί, ὑπὲρ δύο συλλαβὰς δηλονότι οὖσαι, ὅσαι εἰσὶν ἀπὸ παροξυνομένων εὐθειῶν ἢ προπαροξυνομένων ἢ προπερισπωμένων· ἀπὸ παροξυνομένων μὲν εὐθειῶν, οἷον Αἴας Αἴαντος, Θόας Θόαντος, πένης πένητος, Δάρης Δάρητος, Πάρις Πάριδος, Θέτις Θέτιδος, Δη‐ | |
15 | μήτηρ Δημήτερος, εἰνάτηρ εἰνάτερος (σημαίνει δὲ τὴν σύννυμφον, 〈Ζ 378〉 καὶ εἰνατέρων ἐυπέπλων)· ἐχρῆν οὖν καὶ παρὰ τὸ μήτηρ καὶ θυγάτηρ παροξύτονον μήτερος καὶ θυγάτερος εἶναι κατὰ τὴν γενι‐ κὴν προπαροξυτόνως· ἀλλ’, ὡς εἴρηται, παρωξύνθησαν ὁμοίως τοῖς ἰδίοις συγγενικοῖς, οἷον μητέρος καὶ θυγατέρος, ὥσπερ πατέρος ἀνέρος | |
20 | καὶ δαέρος· ἀπὸ προπαροξυνομένων δέ, οἷον Ἄδωνις Ἀδώνιδος, φί‐ λημα φιλήματος, νόημα νοήματος, Ἄρτεμις Ἀρτέμιδος, Ἄθηνις Ἀθή‐ νιδος, Θέογνις Θεόγνιδος· ἀπὸ προπερισπωμένων δέ, οἷον μνῆμα μνή‐ ματος, βῆμα βήματος, αἷμα αἵματος, κῦμα κύματος, σῶμα σώματος, νεᾶνις νεάνιδος, θοῦρις θούριδος, οἷον 〈ex. gr. Ο 250〉 θούριδος | |
25 | ἀλκῆς. Παροξύνονται δὲ αἱ εἰς ος λήγουσαι γενικαί, δηλονότι ὑπὲρ δύο συλλαβὰς ὑπάρχουσαι, ὅσαι εἰσὶν ἀπὸ ὀξυνομένων εὐθειῶν καὶ βρα‐ χείᾳ παραλήγονται, οἷον ταχύς ταχέος, βραδύς βραδέος, ἡδύς ἡδέος, Ἀχιλλεύς Ἀχιλλέος, Πηλεύς Πηλέος, ἀστήρ ἀστέρος, αἰθήρ αἰθέρος, ἀήρ ἀέρος, ἀσπίς ἀσπίδος, εὐσεβής εὐσεβέος, εὐγενής εὐγενέος, ποιμήν | |
30 | ποιμένος, ὀδούς ὀδόντος· θέσει γὰρ μακρὰ ἡ παραλήγουσα καὶ οὐ φύ‐ σει, καὶ λοιπὸν βραχεῖαν μιμεῖται. Προπερισπῶνται δὲ ὅσαι φύσει μακρᾷ παραλήγονται, οὖσαι ἀπὸ ὀξυτόνων εὐθειῶν ἢ περισπωμένων, ἀπὸ μὲν ὀξυτόνων, οἷον χειμών χειμῶνος, αἰών αἰῶνος, ἀγών ἀγῶνος, σωλήν σωλῆνος, δοθιήν δοθιῆνος, στατήρ στατῆρος, καμπτήρ καμπτῆρος, ἡμι‐ | |
35 | θνής ἡμιθνῆτος, νεοδμής νεοδμῆτος, ψηφίς ψηφῖδος, κρηπίς κρηπῖδος, ἰχώρ ἰχῶρος· ἀπὸ περισπωμένων δέ, οἷον Ξενοφῶν Ξενοφῶντος, | |
Ἀγλαοφῶν Ἀγλαοφῶντος, Ἱπποκῶν Ἱπποκῶντος, Δημοφῶν Δημοφῶν‐ | 368 | |
369 | τος, Ποσειδῶν Ποσειδῶνος, Σιμοῦς Σιμοῦντος, πλακοῦς πλακοῦντος, τιμῆς τιμῆντος, οἷον 〈Σ 475〉 χρυσὸν τιμῆντα καὶ ἄργυρον. Ταῦτα μὲν περὶ τῶν εἰς ος ληγουσῶν γενικῶν τῶν ὑπὲρ δύο συλλαβάς. Ἰστέον δὲ ὅτι τὸ ἰᾶς καὶ μιᾶς οὐκ ἐφύλαξαν ἐπὶ τῆς αὐτῆς συλλα‐ | |
5 | βῆς τὸν τόνον ἐφ’ ἧς ἔχει καὶ ἡ εὐθεῖα· ἡ γὰρ εὐθεῖά ἐστιν ἴα καὶ μία παροξυτόνως, καὶ ὤφειλεν ἡ γενικὴ παροξύνεσθαι, οἷον ἴας καὶ μίας, ἵνα φυλάξῃ ἐπὶ τῆς αὐτῆς συλλαβῆς τὸν τόνον ἐφ’ ἧς ἔχει καὶ ἡ εὐθεῖα· οὐκ ἐγένετο δὲ οὕτως, ἀλλ’ ἰᾶς καὶ μιᾶς περισπωμένως. Καὶ λέγει ὁ τεχνικός, ὅτι ταῦτα Ἰωνικὴν ἔχουσι τάσιν, καὶ οὐκ ἐσαφήνισεν ἡμῖν τὸ | |
10 | λεγόμενον. Ἔστι δὲ τὸ λεγόμενον τοιαύτην ἔχον τὴν ἐξήγησιν· ἐπὶ τῶν εἰς α βραχυκαταλήκτων εἰώθασιν οἱ Ἴωνες βαρυτονεῖν τὰς λέξεις ὡς καὶ ἡμεῖς, οἷον ἄγυια ἅρπυια 〈Θέσπια〉 Πλάταια· ὅταν δὲ γένηται ἡ τελευταία συλλαβὴ μακρά, Ἰωνικῷ ἔθει καταβιβάζεται ὁ τόνος, οἷον ἀγυιᾶς ἁρπυιᾶς Θεσπιᾶς Πλαταιᾶς· ἰδοὺ ταῦτα ἐν τῇ τελευταίᾳ συλλαβῇ | |
15 | ἐπιδέχονται τὸν τόνον· ἐπειδὴ οὖν τὸ ἴα καὶ μία ἐν τῇ γενικῇ καὶ δοτικῇ μακροκαταληκτοῦσι, τούτου χάριν Ἰωνικῷ ἔθει κατεβίβασαν τὸν τόνον καὶ περιεσπάσθησαν, οἷον ἰᾶς καὶ μιᾶς, ἰᾷ καὶ μιᾷ. Τοῦτο οὖν τῷ τεχνικῷ εἰρημένον ἐστί «τὸ γὰρ ἰᾶς καὶ μιᾶς Ἰωνικὴν ἔχει τάσιν», τουτ‐ έστιν ὅτι τῆς εὐθείας βαρυτονουμένης καὶ βραχυκαταληκτούσης ἡ γενικὴ | |
20 | καὶ ἡ δοτικὴ μακροκαταληκτοῦσαι Ἰωνικῷ ἔθει κατεβίβασαν τὸν τόνον, οἷον ἰᾶς καὶ μιᾶς, ἰᾷ καὶ μιᾷ· ὅθεν ἡ αἰτιατική, ἐπειδὴ οὐκ ἐγένετο μακροκατάληκτος, οὐ κατεβίβασε τὸν τόνον, ἀλλὰ παροξύνεται ὁμοίως τῇ εὐθείᾳ, οἷον ἴαν καὶ μίαν. Τούτων οὕτως ἐχόντων ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἡ ἰᾶς | |
25 | καὶ μιᾶς γενικὴ καὶ ἡ ἰᾷ καὶ μιᾷ δοτικὴ μακροκαταληκτοῦσι. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· διὰ τοῦτο ἡ ἰᾶς καὶ μιᾶς γενικὴ μακροκατα‐ ληκτεῖ, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶσα γενικὴ ἰσοσυλλαβοῦσα τῇ εὐθείᾳ μακροκαταληκτεῖν θέλει, οἷον ἄνθρωπος ἀνθρώπου, Ὅμηρος Ὁμήρου, δίψα δίψης, Ἀντιόχεια Ἀντιοχείας, Ἀλεξάνδρεια Ἀλεξανδρείας, | |
30 | Μήδεια Μηδείας· οὕτως οὖν καὶ ἴα ἰᾶς καὶ μία μιᾶς διὰ μακροῦ τοῦ α κατὰ τὴν γενικήν· πρόσκειται «ἰσοσυλλάβως κλινομένη» διὰ τὸ Αἴας Αἴαντος καὶ Λάχης Λάχητος· ταῦτα γὰρ οὐ μακροκαταληκτοῦσι κατὰ τὴν γενικήν, ἀλλ’ οὐ κλίνονται ἰσοσυλλάβως· ἡ πατρός καὶ μητρός γε‐ νικὴ ἰσοσυλλαβοῦσαι τῇ εὐθείᾳ, φημὶ δὴ τῇ πατήρ καὶ μήτηρ, καὶ μὴ | |
35 | μακροκαταληκτοῦσαι οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐ κλίνονται ἰσοσυλ‐ λάβως· πατήρ γὰρ πατέρος ἦν καὶ μήτηρ μητέρος, καὶ κατὰ συγκοπὴν | |
γεγόνασι πατρός καὶ μητρός, καὶ λοιπὸν ἡ συναίρεσις αἰτία γέγονε τῆς | 369 | |
370 | ἰσοσυλλαβίας· πρόσκειται «κλινομένη» διὰ τὸ ἄλφα τοῦ ἄλφα, τὸ βῆτα τοῦ βῆτα· ἐπὶ τούτων γὰρ ἡ γενικὴ οὐ μακροκαταληκτεῖ ἰσοσυλλάβως κλινομένη, ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν ταῦτα, ἐπειδὴ μονόπτωτά εἰσι καὶ τὴν αὐτὴν φωνὴν πανταχοῦ φυλάττουσιν. | |
5 | Ἔχομεν οὖν δι’ ἣν αἰτίαν ἡ ἰᾶς καὶ μιᾶς γενικὴ μακροκαταληκτεῖ. Ἡ δὲ ἰᾷ καὶ μιᾷ δοτικὴ διὰ τοῦτο μακροκαταληκτεῖ, πρῶτον μὲν ὅτι, ὡς εἴρηται, καὶ ἡ γενικὴ τούτων μακροκαταληκτεῖ, οἷον ἰᾶς καὶ μιᾶς· πᾶσα δὲ δοτικὴ ἑνικῶν ἰσοσυλλαβοῦσα τῇ ἰδίᾳ γενικῇ ἰσοχρονεῖν αὐτῇ θέλει, οἷον Ὁμήρου Ὁμήρῳ, ἀνθρώπου ἀνθρώπῳ, δίψης δίψῃ, Αἴαντος | |
10 | Αἴαντι, Λάχητος Λάχητι, πένητος πένητι· εἰ οὖν ἡ ἰᾶς καὶ μιᾶς γενική, ὡς εἴρηται, μακροκαταληκτεῖ, δηλονότι εὐλόγως ἡ ἰᾷ καὶ μιᾷ δοτικὴ μακροκαταληκτεῖ· πρόσκειται «ἰσοσυλλαβοῦσα τῇ ἰδίᾳ γενικῇ» διὰ τὸ ταχέος ταχεῖ, βραδέος βραδεῖ· ἐπὶ τούτων γὰρ ἡ δοτικὴ μακροκατα‐ ληκτεῖ τῆς γενικῆς βραχυκαταληκτούσης, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ | |
15 | οὐκ ἰσοσυλλαβεῖ ἡ δοτικὴ τῇ γενικῇ. Δεύτερον δὲ διὰ τοῦτο ἐν τῇ ἰᾷ καὶ μιᾷ δοτικῇ μακρόν ἐστι τὸ α, ἐπειδὴ τὸ ι ἀνεκφώνητόν ἐστιν· ἐμά‐ θομεν γὰρ ὅτι τὸ ι τότε εὑρίσκεται ἀνεκφώνητον, ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ συλλαβῇ, οἷον τῇ σοφῇ, τῷ καλῷ, τῇ Μηδείᾳ. | |
20 | Ἔχομεν οὖν τὴν αἰτίαν δι’ ἣν ἡ ἱᾶς καὶ μιᾶς γενικὴ καὶ ἡ ἰᾷ καὶ μιᾷ δοτικὴ μακρὸν ἔχουσι τὸ α. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἡ ἰᾶς καὶ μιᾶς γενικὴ καὶ ἡ ἰᾷ καὶ μιᾷ δοτικὴ ἐπὶ τέλους ἔχουσαι τὸν τόνον [καὶ] περισπῶνται καὶ οὐκ ὀξύνονται. Ἔστιν οὖν εἰπεῖν τὴν αἰτίαν ταύ‐ την· οὐκ ἠδύναντο αἱ γενικαὶ αὗται καὶ δοτικαὶ ὀξύνεσθαι, ἐπειδὴ κανών | |
25 | ἐστιν ὁ λέγων, ὅτι πᾶσα γενικὴ καὶ δοτικὴ μακροκαταληκτοῦσα ἐπ’ ὀνομά‐ των, ἐπὶ τῆς τελευταίας συλλαβῆς ἔχουσα τὸν τόνον, περισπωμένην δέχεται, χωρὶς εἰ μὴ ἀπὸ ὀξυτονουμένης εὐθείας γένηται ἡ γενικὴ κατὰ ἀποβολὴν τοῦ ς· ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα, σοφοῦ σοφῷ σοφοῖν σοφῶν σοφοῖς, καλοῦ καλῷ καλοῖν καλῶν καλοῖς, τιμῆς τιμῇ τιμαῖν | |
30 | τιμῶν τιμαῖς, φοβερᾶς φοβερᾷ φοβεραῖν φοβερῶν φοβεραῖς, Σαπφοῦς Σαπφοῖ Σαπφοῖν Σαπφῶν Σαπφοῖς, πτεροῦ πτερῷ πτεροῖν πτερῶν πτεροῖς· οὕτως οὖν καὶ 〈ἡ〉 ἰᾶς καὶ μιᾶς γενικὴ καὶ 〈ἡ〉 ἰᾷ καὶ μιᾷ δοτικὴ περισπῶνται καὶ οὐκ ὀξύνονται. Πρόσκειται ἐν τῷ κανόνι «μακρο‐ καταληκτοῦσα» διὰ τὸ μηνός μηνί, χηνός χηνί, φωτός φωτί· ταῦτα γὰρ | |
35 | οὐ περισπῶνται, ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐκ εἰσὶ μακροκατά‐ | |
ληκτα ἀλλὰ βραχυκατάληκτα· πρόσκειται «ἐπ’ ὀνομάτων» διὰ τὴν ἐμοί | 370 | |
371 | καὶ σοί ἀντωνυμίας· αὗται γὰρ οὐ περισπῶνται ἀλλ’ ὀξύνονται· πρόσ‐ κειται «ἐπὶ τῆς τελευταίας συλλαβῆς ἔχουσα τὸν τόνον» διὰ τὸ Ὁμήρου Ὁμήρῳ, ἀνθρώπου ἀνθρώπῳ· ταῦτα γὰρ μακροκατάληκτά εἰσι καὶ ὅμως οὐ περισπῶνται, ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐκ ἔχουσιν ἐπὶ τῆς | |
5 | τελευταίας συλλαβῆς τὸν τόνον· πρόσκειται ἐν τῷ κανόνι «χωρὶς εἰ μὴ ἀπὸ ὀξυτονουμένης εὐθείας γένηται ἡ γενικὴ κατὰ ἀποβολὴν τοῦ ς», ἐπειδὴ ἐὰν ἀπὸ ὀξυτονουμένης εὐθείας γένηται ἡ γενικὴ κατὰ ἀποβολὴν τοῦ ς, τότε καὶ ἡ γενικὴ καὶ ἡ δοτικὴ ὀξύνονται ὁμοίως τῇ εὐθείᾳ, οἷον ὁ νεώς τοῦ νεώ τῷ νεῴ, ὁ λεώς τοῦ λεώ τῷ λεῴ, ὁ ζώς τοῦ ζώ | |
10 | τῷ ζῴ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον 〈δὲ〉 ὅτι αἱ εἰς ος γενικαὶ δισύλλαβοι ἐπ’ ὀνομάτων ὀξύ‐ νεσθαι θέλουσιν, οἷον μηνός χηνός γραός φωτός ποδός παιδός φρενός συός δρυός σφηνός σπληνός Κρητός κτενός χθονός ἑνός βοός χροός δμωός ἁλός σαρκός Σφιγγός πατρός ἀνδρός μητρός γαστρός, χωρὶς εἰ | |
15 | μὴ ἀπὸ συναιρέσεως εὑρεθῇ ἡ γενικὴ ἢ πρὸς ἀντιδιαστολὴν ἑτέρου ση‐ μαινομένου ἢ χαρακτῆρι ἀκολουθήσῃ· ἀπὸ συναιρέσεως μὲν διὰ τὸ λᾶος· ἀπὸ γὰρ τρισυλλάβου γενικῆς τῆς λάαος ἐγένετο λᾶος, συναιρέσεως παρακολουθησάσης ἤγουν κράσεως τῶν δύο αα εἰς ἓν α μακρὸν δηλον‐ ότι, διὸ καὶ προπερισπᾶται, οἷον 〈ex. gr. Μ 462〉 λᾶος ὑπὸ ῥιπῆς, | |
20 | τουτέστιν ὑπὸ τῆς βολῆς τοῦ λίθου· καὶ πάλιν ἐστὶ κέαρ κέαρος καὶ ἔαρ ἔαρος, καὶ γίνονται κατὰ συναίρεσιν ἤγουν κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς η κῆρος καὶ ἦρος προπερισπωμένως· καὶ πάλιν ἐστὶν ἡ εὐθεῖα ὕϊς, ὡς ὄφις, καὶ γίνεται ἡ γενικὴ ὕϊος, ὡς ὄφιος, προπαροξυτόνως, καὶ κατὰ συναίρεσιν τοῦ υ καὶ ι εἰς τὴν υι δίφθογγον υἷος προπερισπω‐ | |
25 | μένως, ὡς παρ’ Ὁμήρῳ 〈Β 230〉 Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα· ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν οὕτω τοῦτο σχηματίζων φησίν, ὅτι ἐστὶν υἵις διὰ τῆς υι διφθόγγου κατὰ τὴν παρα‐ λήγουσαν· τούτου ἡ γενικὴ υἵιος, καὶ κατὰ δρᾶσιν 〈τῆς υι διφθόγγου καὶ τοῦ ι εἰς τὴν υι δίφθογγον υἷος, καὶ ἡ δοτικὴ υἵιι, καὶ κατὰ κρᾶ‐ | |
30 | σιν〉 τῶν δύο ιι εἰς ἓν δηλονότι μακρὸν υἵι, ὥσπερ Θέτιι Θέτι, 〈Σ 407〉 Θέτι καλλιπλοκάμῳ. Τούτων οὕτως ἐχόντων ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὸ ὕϊς ὕϊος κατὰ μὲν τὴν γενικὴν ἔπαθε συναίρεσιν τοῦ υ καὶ ι εἰς τὴν υι δίφθογγον, κατὰ δὲ τὴν εὐθεῖαν οὐ πάσχει συναίρεσιν τοῦ υ καὶ ι εἰς τὴν υι δίφθογγον. Καὶ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο τὸ | |
35 | ὕϊς κατὰ τὴν εὐθεῖαν οὐ πάσχει συναίρεσιν τοῦ υ καὶ ι εἰς τὴν υι δί‐ | 371 |
372 | φθογγον, ἐπειδὴ οὐδέποτε μετὰ τὴν υι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον, οἷον ἅρπυια μυῖα υἱός· εἰ ἔπαθεν οὖν τὸ ὕϊς κατὰ τὴν εὐθεῖαν συναίρεσιν τοῦ υ καὶ ι εἰς τὴν υι δίφθογγον, ἤμελλε μετὰ τὴν υι δίφθογγον σύμφωνον ἐπιφέρεσθαι τὸ ς, ὅπερ ἐστὶν ἄτοπον. Ταῦτα | |
5 | μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα διὰ τοῦτο ἡ λᾶος γενικὴ καὶ ἡ κῆρος καὶ ἦρος βαρύνονται, ἐπειδὴ ἀπὸ τρισυλλάβου γενικῆς γεγόνασι τῆς λάαος καὶ κέαρος καὶ ἔαρος, διὰ ποίαν αἰτίαν καὶ ἡ πατρός καὶ μητρός καὶ ἀνδρός γενικαὶ οὐ βαρύνονται, οἷον πάτρος καὶ μῆτρος καὶ ἄνδρος, | |
10 | ἐπειδὴ καὶ αὗται ἀπὸ τρισυλλάβου γενικῆς γεγόνασι τῆς πατέρος καὶ μητέρος καὶ ἀνέρος. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἡ μὲν πατρός καὶ μητρός καὶ ἀνδρός γενικαὶ συγκοπὴν πεπόνθασι τοῦ ε καὶ τελείως ἀποβάλλουσι τὴν μίαν συλλαβήν, καὶ λοιπὸν ὡς κυρίως δισύλλαβοι ὠξύνθησαν, ἡ δὲ λᾶος καὶ κῆρος καὶ ἦρος γενικαὶ κρᾶσιν πεπόνθασι καὶ δυνάμει τρισύλ‐ | |
15 | λαβοί εἰσιν· οὐδὲ γὰρ ἐποιήσαντο ἀποβολὴν συλλαβῆς ἀλλὰ κρᾶσιν τῶν δύο φωνηέντων, καὶ λοιπὸν ὡς δυνάμει τρισύλλαβοι εὐλόγως βαρύ‐ νονται. Πρὸς ταῦτα ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα τὸ λᾶος καὶ κῆρος καὶ ἦρος ὡς δυνάμει τρισύλλαβα ἐβαρύνθησαν, διὰ ποίαν αἰτίαν τὸ ὄϊς | |
20 | ὄϊος γενόμενον κατὰ συναίρεσιν οἶς οἰός μὴ ἐβαρύνθη· καὶ τοῦτο γὰρ δυνάμει τρισύλλαβόν ἐστιν. Ἔστιν οὖν εἰπεῖν, ὅτι τὸ μὲν λᾶος καὶ κῆρος καὶ ἦρος οὐ μόνον ἐν τῇ εὐθείᾳ συναιροῦνται ἀλλὰ καὶ ἐν τῇ γενικῇ, οἷον λᾶας λᾶς λάαος λᾶος, κέαρ κῆρ κέαρος κῆρος, ἔαρ ἦρ ἔαρος ἦρος, καὶ τούτου χάριν ὡς δυνάμει τρισύλλαβα ὄντα ἐν τῇ γενικῇ | |
25 | ἐβαρύνθησαν· τὸ δὲ οἶς οἰός οὐκ ἔπαθεν ἐν τῇ γενικῇ συναίρεσιν ἀλλ’ ἐν τῇ εὐθείᾳ μόνον, οἷον ὄϊς οἶς, καὶ λοιπὸν ἀπὸ τῆς συνῃρημένης εὐθείας ἐκλίθη οἰός ἡ γενική, καὶ τούτου χάριν ὡς μὴ οὖσα ἡ γενικὴ τρισύλλαβος δυνάμει ἀλλὰ κυρίως δισύλλαβος ὠξύνθη. Τοῦτο δὲ καὶ ἐπὶ ἄλλων εὑρίσκεται, φημὶ δὴ τὸ ἐν τῇ εὐθείᾳ μόνον γίνεσθαι συναί‐ | |
30 | ρεσιν, καὶ λοιπὸν ἐκ τῆς συνῃρημένης εὐθείας κλίνεσθαι τὴν γενικήν, ὡς ἐπὶ τοῦ φῶς φωτός καὶ ὦς ὠτός· ἔστι γὰρ φόας φόατος καὶ ὄας ὄατος, καὶ λοιπὸν κρᾶσις παρακολουθεῖ 〈ἐν〉 τῇ εὐθείᾳ καὶ γίνεται φῶς καὶ ὦς, κἀκεῖθεν κλίνεται φωτός καὶ ὠτός ἡ γενική· οὐδὲ γὰρ δυνάμεθα τὴν φωτός καὶ ὠτός γενικὴν ἀπὸ τῆς φόατος καὶ ὄατος λέγειν κατὰ κρᾶσιν, | |
35 | ἐπεὶ φῶτος καὶ ὦτος ὤφειλον εἶναι βαρυτόνως, ὡς ἀπὸ τρισυλλάβου γενικῆς γενόμενα· ἀλλ’, ὡς εἴρηται, ἐν τῇ εὐθείᾳ ἐγένετο ἡ κρᾶσις κἀκεῖθεν ἡ κλίσις. Σεσημείωται τὸ φρητός ὀξυνόμενον· ἀπὸ γὰρ τρι‐ συλλάβου γενικῆς τῆς φρέατος γενόμενον κατὰ κρᾶσιν φρῆτος ὤφειλε βαρύνεσθαι· οὐδὲ γὰρ δυνάμεθα λέγειν, ὅτι ἐπὶ τούτου ἐν τῇ εὐθείᾳ | |
40 | ἐγένετο ἡ κρᾶσις κἀκεῖθεν ἡ κλίσις· οὐδὲ γὰρ εἴρηται ἡ φρῆρ εὐθεῖα 〈ἐν〉 | 372 |
373 | τῇ χρήσει· ἔστιν οὖν εἰπεῖν, ὅτι ἡ φρητός γενικὴ συνέδραμε κατὰ τὴν τάσιν τῇ Κρητός γενικῇ καὶ σητός καὶ θητός (σής δέ ἐστιν ὁ σκώληξ καὶ θής ὁ μισθωτός). Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι περὶ τοῦ 〈δ 228〉 Θῶνος παράκοιτις λέγει ὁ | |
5 | τεχνικός, 〈ὅτι〉 ἢ ἀπὸ τῆς Θῶνις εὐθείας ἐγένετο Θώνιδος καὶ Θώνιος ἰωνικῶς, ὥσπερ Πάριδος Πάριος, καὶ κατὰ συγκοπὴν Θῶνος, ἢ ἀπὸ τῆς Θόων Θόωνος καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ ω εἰς ω Θῶνος. Οὐχ ὑγιῶς 〈δὲ〉 λέγει· πρὸς μὲν γὰρ τὸν πρῶτον λόγον ἔστιν εἰπεῖν, ὅτι εἰ ἐγένετο κατὰ συγκοπήν, ὤφειλεν ὀξύνεσθαι ὁμοίως τοῖς ἄλλοις τοῖς | |
10 | κατὰ συγκοπήν, λέγω δὴ τῷ πατέρος πατρός, μητέρος μητρός, ἀνέρος ἀνδρός· καὶ αὗται γὰρ αἱ γενικαὶ συγκοπὴν παθοῦσαι καὶ δισυλλαβήσα‐ σαι ὠξύνθησαν πρὸς τὸν χαρακτῆρα τῶν εἰς ος δισυλλάβων γενικῶν, οἷον ὥσπερ παιδός μηνός χηνός γραός φωτός παντός· πρὸς δὲ τὸν δεύτερον λόγον ἔστιν εἰπεῖν, ὅτι οὐδαμοῦ ἡ Θόων εὐθεῖα, ἐξ ἧς λέγει | |
15 | γεγενῆσθαι τὴν Θόωνος καὶ Θῶνος γενικήν, εὕρηται σημαίνουσα τὸν Αἰγύπτιον ἄνδρα, ὅντινα σημαίνει ἡ Θῶνος γενική, ἀλλ’ ἕτερον ἄνδρα, ὡς παρ’ Ὁμήρῳ 〈Μ 140〉 Θόωνά τε [ἄνακτα]. Τί οὖν ἔχομεν εἰπεῖν; Ἔστιν οὖν εἰπεῖν, ὅτι κατὰ συγκοπὴν γέγονεν ἡ Θῶνος γενικὴ ἀπὸ τῆς Θώνιος γενικῆς· εἰ δέ τις εἴποι διατί οὐκ ὀξύνεται, λέγομεν τὴν αἰτίαν | |
20 | ταύτην· αἱ συγκοπτόμεναι γενικαὶ ὀξυνόμεναι μιμοῦνται εὐθείας, οἷον ἡ ἀνδρός γενικὴ μιμεῖται τὴν χονδρός εὐθεῖαν, καὶ πάλιν ἡ μητρός καὶ πατρός καὶ θυγατρός γενικαὶ μιμοῦνται τὴν ἰατρός εὐθεῖαν· ἐπειδὴ οὖν ἡ Θῶνος γενικὴ εἰ ὠξύνετο οὐκ ἤμελλε μιμεῖσθαι εὐθεῖαν—οὐκ ἔχομεν γὰρ εὐθεῖαν εἰς νος καθαρὸν δισύλλαβον τῷ ω παραληγομένην καὶ ὀξυ‐ | |
25 | νομένην· βαρυνομένην δὲ ἔχομεν, ὡς ἐπὶ τοῦ κῶνος (σημαίνει δὲ τὸ στροβιλοειδὲς ἤγουν τὸ εἰς ὀξὺ λῆγον) ὦνος (σημαίνει δὲ τὴν τιμήν)— τούτου χάριν οὐκ ὠξύνθη ἀλλ’ ἐβαρύνθη· πρόσκειται «δισύλλαβον», ἐπειδὴ ὑπὲρ δύο συλλαβὰς ἔχομεν εὐθεῖαν ὀξυνομένην, οἷον κοινωνός οἰωνός Τιθωνός. Ταῦτα μὲν ἐν τούτοις. | |
30 | Πρόσκειται δὲ ἀνωτέρω «ἢ πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινο‐ μένου», ἐπειδὴ τὸ τίνος βαρύνεται πρὸς ἀντιδιαστολὴν τοῦ τινός ὀξυ‐ νομένου· τὸ γὰρ πευστικὸν ἤγουν τὸ ἐρωτηματικὸν βαρύνεται, οἷον τίνος ἐστὶν υἱός; τὸ δὲ ἀνταποδοτικὸν ἤγουν ἀόριστον ὀξύνεται, οἷον τινός· οὕτω γὰρ λέγομεν αὐτὸ ἀντεπιφέροντες· καὶ πάλιν ἐστὶν | |
35 | 〈α 429〉 Εὐρύκλει’, Ὦπος θυγάτηρ Πεισηνορίδαο, καὶ βα‐ | |
ρύνεται ἐνταῦθα ἡ γενική, λέγω δὴ ἡ Ὦπος, ἐπὶ τοῦ κυρίου ὀνό‐ | 373 | |
374 | ματος πρὸς ἀντιδιαστολὴν τοῦ ὠπός προσηγορικοῦ τοῦ ἐπὶ τοῦ ὀφθαλμοῦ. Πρόσκειται δέ «ἢ χαρακτῆρι ἀκολουθήσῃ», ἐπειδή ἐστι Φθάς Φθάν‐ τος ὄνομα κύριον, καὶ βαρύνεται πρὸς τὸν χαρακτῆρα τῶν μετοχῶν, | |
5 | ὥσπερ στάντος βάντος φθάντος (σημαίνει δὲ τὸν προλαβόντα)· καὶ πά‐ λιν ἐστὶ Θῶν ὄνομα κύριον περισπώμενον, καὶ τούτου ἡ γενικὴ λέγεται Θῶντος προπερισπωμένως πρὸς τὸν χαρακτῆρα τῶν εἰς ων περισπωμέ‐ νων ὀνομάτων τὰ γὰρ εἰς ων περισπώμενα ὀνόματα προπερισπῶνται κατὰ τὴν γενικήν, οἷον Ξενοφῶν Ξενοφῶντος, Κτησιφῶν Κτησιφῶντος, | |
10 | Ἀγλαοφῶν Ἀγλαοφῶντος, Δημοφῶν Δημοφῶντος· οὕτως οὖν καὶ Θῶν Θῶντος προπερισπωμένως· ἢ πρὸς τὸν χαρακτῆρα τῆς κλῶν κλῶντος μετοχῆς καὶ ζῶν ζῶντος καὶ σμῶν σμῶντος καὶ δρῶν δρῶντος λέγομεν Θῶν Θῶντος προπερισπωμένως. Ταῦτα μὲν ἐν τούτοις. Πρόσκειται ἀνωτέρω ἐν τῷ κανόνι «ἐπ’ ὀνομάτων», οἷον «αἱ εἰς | |
15 | ος δισύλλαβοι γενικαὶ ἐπ’ ὀνομάτων ὀξύνεσθαι θέλουσιν», διὰ τὰς μετο‐ χάς· αὗται γὰρ βαρύνονται, οἷον στάντος βάντος. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι πᾶσα εὐθεῖα εἰς ς λή‐ γουσα καὶ ἀποβολῇ τοῦ ς τὴν γενικὴν ἀποτελοῦσα τὸν αὐτὸν τόνον τηρεῖ καὶ ἐπὶ τῆς γενικῆς, οἷον Φιλητᾶς Φιλητᾶ, Μηνᾶς Μηνᾶ, Μητρᾶς | |
20 | Μητρᾶ, χρυσοῦς χρυσοῦ, ἀργυροῦς ἀργυροῦ, πλ[ακ]οῦς πλ[ακ]οῦ, λαγῶς λαγῶ, ὀρφῶς ὀρφῶ, λεώς λεώ, νεώς νεώ, εὔνους εὔνου, Ἀλκίνους Ἀλκίνου, Μενέλεως Μενέλεω, Πηνέλεως Πηνέλεω. Τὰ ἐκτείνοντα τὸ ο εἰς τὸ ω κατὰ τὴν γενικὴν ἀττικῶς τὸν αὐτὸν τόνον φυλάττουσιν, ὅντινα εἶχον καὶ πρὸ τῆς ἐκτάσεως τοῦ ο εἰς τὸ ω, | |
25 | οἷον πόλιος πόλεως, μάντιος μάντεως, ὄφιος ὄφεως, λέξιος λέξεως, βασιλέος βασιλέως, Ἀχιλλέος Ἀχιλλέως, Ἀτρέος Ἀτρέως, Πηλέος Πη‐ λέως, ἱερέος ἱερέως. Αἱ συνῃρημέναι γενικαί, εἰ μὲν προπαροξύνονται ἐν τῇ ἐντελείᾳ, παροξύνονται ἐν τῇ συναιρέσει, οἷον Δημοσθένεος Δημοσθένους, Διο‐ | |
30 | μήδεος Διομήδους, Σωκράτεος Σωκράτους, Ἐρέβεος Ἐρέβους, θάρσεος θάρσους, τείχεος τείχους, βέλεος βέλους, κρέαος κρέως, γήραος γήρως· εἰ δὲ παροξύνονται ἐν τῇ ἐντελείᾳ, περισπῶνται ἐν τῇ συναιρέσει, οἷον εὐσεβέος εὐσεβοῦς, εὐγενέος εὐγενοῦς, Λητόος Λητοῦς, Σαπφόος Σαπ‐ φοῦς, Ἐρετριέως Ἐρετριῶς, Πειραιέως Πειραιῶς, Στειριέως Στειριῶς. | |
35 | Αἱ διὰ τοῦ οιο Θετταλικαὶ γενικαί, εἰ μὲν ἀπὸ περισπωμένων κοι‐ νῶν γενικῶν ὦσι, προπερισπῶνται, οἷον καλοῦ καλοῖο, σοφοῦ σοφοῖο, σεμνοῦ σεμνοῖο, ποταμοῦ ποταμοῖο, Ὠκεανοῦ Ὠκεανοῖο, εἰ δὲ ἀπὸ βαρυνομένων, προπαροξύνονται, οἷον φίλου φίλοιο, κούφου κούφοιο, | |
Πριάμου Πριάμοιο. | 374 | |
375 | Τὰ ἀπὸ Ἀττικῶν γενικῶν κατὰ πλεονασμὸν τοῦ ο γινόμενα, εἰ μὲν ἀπὸ ὀξυτόνων γενικῶν Ἀττικῶν ὦσι, προπερισπῶνται, οἷον Πετεώ Πετεῶο, 〈Β 552〉 υἱὸς Πετεῶο Μενεσθεύς, 〈Δ 338〉 ὦ υἱὲ Πε‐ τεῶο, διοτρεφέος βασιλῆος, Ταλαώ Ταλαῶο, ὡς παρὰ Ἀντιμάχῳ | |
5 | 〈fragm. 25 K〉· εἰ δὲ ἀπὸ βαρυτόνων γενικῶν Ἀττικῶν ὦσι, προπαρ‐ οξύνονται, οἷον τοῦ Μίνω τοῦ Μίνωο, τοῦ Ἀνδρόγεω τοῦ Ἀνδρογέωο· τοῦ δὲ ο προσελθόντος κατεβιβάσθη μίαν συλλαβὴν ὁ τόνος διὰ τὸ μὴ δύνασθαι τετάρτην ἀπὸ τέλους εἶναι τὴν ὀξεῖαν. Αἱ διὰ τοῦ εω γενικαὶ Ἰωνικαί, εἰ μὲν ἀπὸ βαρυτόνων κοινῶν γε‐ | |
10 | νικῶν ὦσι, προπαροξύνονται, οἷον Ἀτρείδου Ἀτρείδεω, Ὀρέστου Ὀρέ‐ στεω, Αἰνείου Αἰνείεω, ἀπαθεῖς δηλονότι οὖσαι· ἐὰν γὰρ πάθωσι, πρὸ μιᾶς τοῦ τέλους ἔχουσι τὴν ὀξεῖαν, οἷον Ἑρμείου Ἑρμείεω καὶ κατὰ συγκοπὴν τοῦ ε Ἑρμείω παροξυτόνως, 〈Ο 214〉 Ἥρης Ἑρμείω τε· εἰ δὲ ἀπὸ περισπωμένων κοινῶν γενικῶν ὦσι, παροξύνονται, οἷον | |
15 | αὐλητοῦ αὐλητέω, [Κασής] Κασοῦ (ἔστι δὲ ὄνομα κύριον) [τοῦ] Κασέω. Αἱ διὰ τοῦ αο Βοιωτικαὶ γενικαί, εἰ μὲν ἀπὸ βαρυτόνων κοινῶν γενικῶν ὦσι, προπαροξύνονται, οἷον Ἀτρείδου Ἀτρείδαο, Ὀρέστου Ὀρέσταο· εἰ δὲ ἀπὸ περισπωμένων κοινῶν γενικῶν ὦσι, προπερισπῶν‐ ται, οἷον ἀργεστής ἀργεστοῦ ἀργεστᾶο, 〈Λ 306〉 ἀργεστᾶο νότοιο, | |
20 | ἤτοι τοῦ λευκοῦ ἢ τοῦ ταχυτάτου. Τοσαῦτα ἔχομεν εἰπεῖν περὶ τοῦ τόνου τῆς γενικῆς. Περὶ τοῦ τόνου τῆς δοτικῆς τῶν ἑνικῶν. Κανονίζει τὸν τόνον τῆς δοτικῆς καὶ λέγει, ὅτι πᾶσα δοτικὴ ἑνικῶν ἰσοσυλλαβοῦσα τῇ γενικῇ καὶ τὸν τόνον αὐτῆς ἔχει, | |
25 | οἷον καλοῦ καλῷ, σοφοῦ σοφῷ, Ὁμήρου Ὁμήρῳ, ἀνθρώπου ἀνθρώπῳ, φωτός φωτί, μητρός μητρί, γυναικός γυναικί, πατρός πατρί, θυγατρός θυγατρί, τινός τινί, κῆρος κῆρι, ἦρος ἦρι, λᾶος λᾶϊ, εὐσεβέος εὐσεβέϊ, ταχέος ταχέϊ, Ξενοφῶντος Ξενοφῶντι, ἀβλῆτος ἀβλῆτι, ἰᾶς ἰᾷ, μιᾶς μιᾷ, βελτίονος βελτίονι, χερείονος χερείονι, ἥτις δοτικὴ παθοῦσα συγ‐ | |
30 | κοπὴν τοῦ ο καὶ ν ἀνεδέξατο τροπὴν τῆς ει διφθόγγου εἰς τὸ η καὶ γέγονε χέρηϊ, 〈Α 80〉 κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται ἀν‐ δρὶ χέρηϊ, Αἴαντος Αἴαντι, ἀσπίδος ἀσπίδι, κνημῖδος κνημῖδι· διὰ τοῦτο τὸ ὅτεῳ ἀναγνωστέον προπαροξυτόνως, οἷον ὡς τὸ 〈β 114〉 ὅτεῴ σε πατὴρ κέλεται, ἀντὶ τοῦ ᾧτινι, ἐπειδὴ ἰσοσυλλαβεῖ τῇ γε‐ | |
35 | νικῇ τῇ ὅτεο, 〈α 124〉 ὅττεό σε χρή, ἀντὶ τοῦ τίνος, καὶ λοιπὸν | |
ἀναγκάζεται ὁμοτονεῖν αὐτῇ. Ταῦτα μὲν ἐν τούτοις. | 375 | |
376 | Ἰστέον δὲ ὅτι αἱ πρωτότυποι ἀντωνυμίαι ἀνακόλουθοί εἰσι, καὶ ποτὲ μὲν ἐπὶ τούτων αἱ δοτικαὶ οὐκ ἀκολουθοῦσι ταῖς γενικαῖς κατὰ τὸν τόνον, ὡς ἐπὶ τοῦ πρώτου καὶ δευτέρου προσώπου, ἐμοῦ μὲν γὰρ καὶ σοῦ περισπωμένως, ἐμοί δὲ καὶ σοί ὀξυτόνως, ποτὲ δὲ ἀκολουθοῦ‐ | |
5 | σιν, ὡς ἐπὶ τοῦ τρίτου προσώπου, οὗ γὰρ περισπωμένως καὶ οἷ ὁμοίως περισπωμένως. Πρόσκειται ἐν τῷ κανόνι «ἰσοσυλλαβοῦσα τῇ γενικῇ» διὰ τὸ ταχέος ταχεῖ· ἡ μὲν γὰρ γενικὴ ἐνταῦθα παροξύνεται, ἡ δὲ δοτικὴ περισπᾶται· ἀλλ’ οὐκ ἰσοσυλλαβεῖ ἡ δοτικὴ τῇ γενικῇ, συναίρεσιν γὰρ ὑπομείνασα | |
10 | ἐνδεῖ μίαν συλλαβήν· ἐὰν δὲ λάβωμεν τὴν ἐντέλειαν αὐτῆς, ἡ ἀκόλου‐ θος τάσις φυλάττεται, οἷον ταχέος ταχέϊ ταχεῖ, εὐσεβέος εὐσεβέϊ εὐσεβεῖ, εὐγενέος εὐγενέϊ εὐγενεῖ· ἰδοὺ πρὸ μὲν τῆς συναιρέσεως ὁ αὐτὸς τόνος φυλάττεται, ἐπειδὴ καὶ ἡ ποσότης τῶν συλλαβῶν ἐφυλάχθη, μετὰ δὲ τὴν συναίρεσιν οὐ φυλάττεται ὁ αὐτὸς τόνος, ἐπειδὴ τότε οὐκ ἰσοσυλ‐ | |
15 | λαβεῖ ἡ δοτικὴ τῇ γενικῇ. Ἰστέον δὲ ὅτι κάλλιόν ἐστι παραθέσθαι ταῦτα τὰ παραδείγματα ἃ ἡμεῖς παρεθέμεθα, ἤπερ ἃ παρέθετο ὁ τεχνικός· αὐτὸς γὰρ παρέθετο τὸ μάντει καὶ πόλει, ὅτι ἀπὸ τοῦ μάντεος καὶ πόλεος γεγόνασι μάντεϊ καὶ πόλεϊ καὶ κατὰ συναίρεσιν μάντει καὶ πόλει, καὶ οὐκ ἰσοσυλλαβοῦσι | |
20 | τῇ γενικῇ. Ἐρεῖ δέ τις πρὸς αὐτόν, ὅτι εἰ καὶ μὴ ἰσοσυλλαβοῦσιν, ἀλλ’ οὖν τὸν αὐτὸν τόνον ἐφύλαξαν ἐν τῇ αὐτῇ συλλαβῇ· 〈ἐν μὲν γὰρ τῇ αὐτῇ συλλαβῇ〉, ἐν ᾗ ἐστιν ἐν τῇ γενικῇ ἡ ὀξεῖα τάσις, καὶ ἐν τῇ δο‐ τικῇ 〈ἐστιν〉, οἷον μάντεος μάντει, πόλεος πόλει· διὰ τοῦτο οὖν εἰρή‐ καμεν βελτίονα εἶναι τὰ παραδείγματα ἃ ἡμεῖς παρεθέμεθα· ἐκεῖνα γὰρ | |
25 | μὴ ἰσοσυλλαβήσαντα τῇ γενικῇ οὐκ ἐφύλαξαν ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον, τὸ γὰρ ταχέος καὶ εὐσεβέος παροξύνονται, τὸ δὲ ταχεῖ καὶ εὐσεβεῖ περισπῶνται· κάλλιον οὖν, ὡς εἴρηται, παραθέσθαι ταῦτα τὰ παραδείγματα ἤπερ τὸ μάντει καὶ πόλει· ταῦτα γὰρ ἐν τῇ αὐτῇ συλλαβῇ ἐφύλαξαν τὴν ὀξεῖαν τάσιν καὶ ἐν τῇ γενικῇ καὶ ἐν τῇ δοτικῇ, καὶ πρὸ | |
30 | τῆς συναιρέσεως καὶ μετὰ τὴν συναίρεσιν, οἷον μάντεος μάντεϊ μάντει, πόλεος πόλεϊ πόλει. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ παραφυλάξασθαι ἐν τῷ κανόνι τῷ λέγοντι, ὅτι πᾶσα δοτικὴ ἑνικῶν ἰσοσυλλαβοῦσα τῇ γενικῇ καὶ τὸν τόνον αὐτῆς ἔχει, τὸ 〈Ζ 422〉 οἱ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω· καὶ γὰρ τὸ ἰῷ περι‐ | |
35 | σπᾶται δοτικῆς ὑπαρχούσης, τῆς γενικῆς βαρυτονουμένης· ἴον γάρ ἐστιν ἡ εὐθεῖα ἀντὶ τοῦ μόνον, καὶ ἡ γενικὴ ἴου παροξυτόνως, ἡ δὲ δοτικὴ ἰῷ περισπωμένως· σημαίνει δὲ τὸ «ἰῷ ἤματι» ἀντὶ τοῦ ἐν μιᾷ ἡμέρᾳ. | |
Τούτων οὕτως ἐχόντων προστίθησιν ὁ τεχνικός, ὅτι τῆς Τυνδάρεος | 376 | |
377 | εὐθείας τῆς διὰ τοῦ ε καὶ ο ἡ γενικὴ Τυνδαρέου ἐστὶ παροξυτόνως, διὰ τὴν μακρὰν τοῦ τόνου καταβιβασθέντος· ἀλλὰ καὶ ἡ δοτικὴ ὁμοίως τῇ γενικῇ Τυνδαρέῳ ἐστὶ παροξυτόνως, καὶ πρὸ μιᾶς ἔχει τὸν τόνον· ὅταν δὲ γένηται ἀττικῶς ἡ εὐθεῖα διὰ τοῦ ε καὶ ω Τυνδάρεως, ὡς Μενέλεως, | |
5 | τότε προπαροξύνεται ἡ γενική, καὶ ἡ δοτικὴ ὁμοίως, οἷον τοῦ Τυν‐ δάρεω τῷ Τυνδάρεῳ, ὥσπερ τοῦ Μενέλεω τῷ Μενέλεῳ. Ταῦτα μὲν ἐν τούτοις. Φησὶ δὲ ὁ τεχνικός, ὅτι αἱ μεταπεπλασμέναι δοτικαὶ εἰς ι λήγουσαι προπαροξύνεσθαι θέλουσι, δηλονότι ὑπὲρ δύο συλλαβὰς οὖσαι· τοῦτο | |
10 | γάρ ἐστι τὸ εἰρημένον αὐτῷ «εἰ μὴ δισυλλαβία κωλύσῃ», οἷον ὁ πολυ‐ πάταγος τοῦ πολυπατάγου τῷ πολυπατάγῳ παροξυτόνως, καὶ γίνεται κατὰ μεταπλασμὸν τῷ πολυπάταγι προπαροξυτόνως· καὶ πάλιν ἐστὶν ἡ διχόμηνος τῆς διχομήνου τῇ διχομήνῳ παροξυτόνως, καὶ γίνεται κατὰ μεταπλασμὸν διχόμηνι καὶ προπαροξύνεται· αὕτη δὲ ἡ δοτικὴ δύναται | |
15 | καὶ ἀπὸ τῆς διχόμηνις προπαροξυτονουμένης διὰ τοῦ δος κλινομένης εἶναι εὐθείας· ἔστι γὰρ διχόμηνις διχομήνιδος διχομήνιδι, καὶ κατὰ συγ‐ κοπὴν τοῦ δ καὶ τοῦ ι διχόμηνι, καὶ εὐλόγως προπαροξύνεται τῷ λόγῳ τῆς συγκοπῆς· αἱ γὰρ συγκοπαὶ ἀναβιβάζουσι τοὺς τόνους, οἷον ὀπίσω‐ θεν ὄπισθεν, ἐξαίρετος ἔξαιτος, ἁρμόσαντες ἄρσαντες, ὁμόπατρος ὄπα‐ | |
20 | τρος· τὸ γὰρ πατέρος πατρός καὶ μητέρος μητρός καὶ ἀνέρος ἀνδρός συγκοπέντα καὶ μὴ ἀναβιβάσαντα τὸν τόνον οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ πρὸς τὸν χαρακτῆρα τῶν εἰς ος δισυλλάβων γενικῶν ὀνομάτων ὀξύ‐ νονται, οἷον ὥσπερ φωτός μηνός χηνός γραός παιδός· καὶ πάλιν ἐστὶ τὸ μελίκρατον καὶ τὸ χαλκόκρατον, τοῦ μελικράτου καὶ τοῦ χαλκοκρά‐ | |
25 | του, τῷ μελικράτῳ καὶ τῷ χαλκοκράτῳ, καὶ γίνονται κατὰ μεταπλασμὸν τῷ μελίκρατι καὶ τῷ χαλκόκρατι καὶ προπαροξύνονται· ἐὰν δὲ εὑρεθῶσι προπερισπωμένως αἱ δοτικαὶ αὗται τῷ μελικρᾶτι καὶ τῷ χαλκοκρᾶτι, γνῶθι ὅτι ἀπὸ τοῦ ὁ μελικράς καὶ ὁ χαλκοκράς γίνονται, καὶ οὐ κατὰ μεταπλασμὸν γεγόνασιν ἀλλὰ κατὰ ἀκόλουθον κλίσιν, οἷον μελικράς με‐ | |
30 | λικρᾶτος μελικρᾶτι, χαλκοκράς χαλκοκρᾶτος χαλκοκρᾶτι. Πρόσκειται ἐν τῷ κανόνι «ὑπὲρ δύο συλλαβὰς οὖσαι», ἤγουν «εἰ μὴ δισυλλαβία κωλύσῃ», ἐπειδή ἐστιν ὁ κλάδος τοῦ κλάδου τῷ κλάδῳ καὶ κατὰ μεταπλασμὸν τῷ κλαδί, καὶ ὀξύνεται διὰ τὴν δισυλλαβίαν· καὶ πάλιν τὸ λιτόν τοῦ λιτοῦ τῷ λιτῷ καὶ κατὰ μεταπλασμὸν τῷ λιτί, οἷον | |
35 | 〈Σ 352〉 ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν, καὶ ὀξύνε‐ | 377 |
378 | ται διὰ τὴν δισυλλαβίαν· αἱ γὰρ εἰς ι ἐκφωνούμενον λήγουσαι δισύλ‐ λαβοι δοτικαὶ ἐπ’ ὀνομάτων ὀξύνεσθαι θέλουσιν, οἷον μητρί παιδί χηνί μηνί πατρί Τρωΐ σπληνί φρενί χθονί συΐ δρυΐ. Δεῖ προσθεῖναι «χωρὶς εἰ μὴ ἀπὸ συναιρέσεως εὑρεθῇ ἡ δοτική, ἢ πρὸς ἀντιδιαστολὴν ἑτέρου | |
5 | σημαινομένου, ἢ χαρακτῆρι ἀκολουθήσῃ»· πρόσκειται «χωρὶς εἰ μὴ ἀπὸ συναιρέσεως εὑρεθῇ ἡ δοτική», διὰ τὸ κέαρι κῆρι, ἔαρι ἦρι, λάαϊ λᾶϊ, Θέτιι Θέτι, 〈Σ 407〉 πάντα Θέτι καλλιπλοκάμῳ, μάστιι μάστι, 〈Ψ 500〉 μάστι δ’ αἰὲν ἔλαυνε, μήτιι μήτι, 〈Ψ 318〉 μήτι δ’ ἡνί‐ οχος περιγίνεται ἡνιόχοιο· ἰδοὺ γὰρ αἱ δοτικαὶ αὗται δισύλλαβοι | |
10 | οὖσαι οὐκ ὀξύνονται· ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ ἀπὸ συναιρέσεώς εἰσι καὶ τούτου χάριν δισυλλαβοῦσιν, ἐπειδὴ δυνάμει ὑπὲρ δύο συλλαβάς εἰσι· καὶ ἡ σπῆϊ δὲ δοτική, οἷον 〈Ω 83〉 εὗρε δ’ ἐνὶ σπῆϊ, προπερι‐ σπωμένη καὶ μὴ ὀξυνομένη οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ καὶ αὕτη ὑπὲρ δύο συλλαβάς ἐστι δυνάμει, ἀλλ’ ἡ συναίρεσις αἰτία γέγονε τῆς δισυλ‐ | |
15 | λαβίας· ἔστι γὰρ σπέος σπέεος σπέεϊ, καὶ κατὰ κρᾶσιν τῶν δύο εε εἰς η σπῆϊ, ὥσπερ Ἡρακλέεος Ἡρακλῆος, 〈Υ 145〉 τεῖχος ἐς ἀμφίχυ‐ τον Ἡρακλῆος θείοιο. Πρόσκειται 〈δέ〉 «ἢ πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινομένου», ἐπειδὴ τὸ τίνι βαρύνεται πρὸς ἀντιδιαστολὴν τοῦ τινί ὀξυνομένου· τὸ μὲν γὰρ πευστικὸν βαρύνεται, οἷον τίνι δέδω‐ | |
20 | κας; τὸ δὲ ἀνταποδοτικὸν ἤγουν ἀόριστον ὀξύνεται, οἷον τινί· οὕτω γὰρ λέγομεν ἀντεπιφέροντες· πρόσκειται δέ «ἢ χαρακτῆρι ἀκολουθήσῃ», ἐπειδή ἐστι Φθάντι κύριον καὶ βαρύνεται πρὸς τὸν χαρακτῆρα τῶν μετοχῶν, ὥσπερ φθάντι βάντι θέντι δόντι. Πρόσκειται «ἐπ’ ὀνομάτων», οἷον «αἱ εἰς ι ἐκφωνούμενον λήγουσαι δισύλλαβοι δοτικαὶ ἐπ’ ὀνομάτων | |
25 | ὀξύνεσθαι θέλουσιν», διὰ τὰς μετοχάς· αὗται γὰρ βαρύνονται, οἷον βάντι στάντι θέντι δόντι φθάντι· «δισύλλαβοι» δὲ πρόσκειται διὰ τὸ Αἴαντι Θόαντι Λάχητι λέβητι πένητι Πάριδι ὄφεϊ πόλεϊ ἥρωϊ Μίνωϊ γέλωτι ἔρωτι Κτησιφῶντι Ξενοφῶντι Σιδῶνι ἀσπίδι ῥανίδι βολίδι κνη‐ μῖδι κρηπῖδι· αἱ γὰρ ὑπὲρ δύο συλλαβὰς εἰς ι ἐκφωνούμενον λήγουσαι | |
30 | δοτικαὶ ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, οἷον Αἴαντι Θόαντι Λάχητι λέβητι, ὑπεσταλμένης τῆς γυναικί καὶ θυγατρί δοτικῆς· καὶ αὗται γὰρ παραλόγως ὀξύνονται, ὥσπερ καὶ ἡ γυναικός καὶ θυγατρός γενικὴ παραλόγως ὀξύνεται, ὡς ἐν τῇ περὶ γενικῆς 〈διδασκαλίᾳ〉 ἀπεδείξαμεν· πρόσκειται «εἰς ι ἐκφωνούμενον» διὰ τὸ τῇ σοφῇ, τῇ καλῇ· αὗται 〈γὰρ〉 | |
35 | αἱ δοτικαὶ εἰς ι λήγουσαι περισπῶνται, ἀλλ’ οὐκ ἔχουσιν ἐκφωνούμενον | |
τὸ ι. Ταῦτα μὲν ἐν τούτοις. | 378 | |
379 | Δεῖ προσθεῖναι ἐν τῷ κανόνι τῶν μεταπεπλασμένων δοτικῶν τῷ λέγοντι, ὅτι αἱ μεταπεπλασμέναι δοτικαὶ αἱ εἰς ι λήγουσαι προπαροξύ‐ νεσθαι θέλουσι, δηλονότι ὑπὲρ δύο συλλαβὰς οὖσαι, «χωρὶς τῶν ἀπὸ τῶν εἰς νη θηλυκῶν φύσει μακρᾷ παραληγομένων»· ἔστι γὰρ ἡ ὑσμίνη | |
5 | τῆς ὑσμίνης τῇ ὑσμίνῃ καὶ ἡ Δωδώνη τῆς Δωδώνης τῇ Δωδώνῃ, καὶ ἐπειδὴ εἰς νη ἐστὶν ἡ εὐθεῖα τούτων καὶ φύσει μακρᾷ παραλήγεται, τούτου χάριν γινόμεναι κατὰ μεταπλασμὸν ἐν τῇ δοτικῇ εἰς νι προ‐ περισπῶνται καὶ οὐ παροξύνονται, ὡς παρὰ τῷ ποιητῇ 〈Θ 56〉 μέμα‐ σαν δὲ καὶ ὣς ὑσμῖνι μάχεσθαι, καὶ παρὰ Καλλιμάχῳ 〈fragm. 306 | |
10 | Sch〉 μή με τὸν ἐν Δωδῶνι λέγοι μόνον οὕνεκα χαλκόν. Ἰστέον δὲ ὅτι μεταπλασμός ἐστιν, ὅταν τραπῇ ἡ τελευταία συλλαβὴ τῆς λέξεως εἰς ἄλλην συλλαβήν, ὡς ἐπὶ τῶν προλεχθέντων παραδειγμάτων. Τοσαῦτα ἔχομεν εἰπεῖν περὶ 〈τοῦ〉 τόνου τῆς δοτικῆς τῶν ἑνικῶν. Περὶ τοῦ τόνου τῆς αἰτιατικῆς τῶν ἑνικῶν. | |
15 | Ἰστέον [δὲ] ὅτι περὶ τοῦ τόνου τῆς αἰτιατικῆς διαλαμβάνει καὶ λέ‐ γει, ὅτι πᾶσα αἰτιατικὴ ἑνικῶν ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον ἐφ’ ἧς καὶ ἡ γενική, πλὴν τῶν εἰς α δισυλλάβων· ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα, ἀβλῆτος ἀβλῆτα (τὰ δύο προπερισπῶνται), ἱδρῶτος ἱδρῶτα (ὁμοίως), λιμένος λιμένα (τὰ δύο | |
20 | παροξύνονται), ἀσπίδος ἀσπίδα 〈ὁμοίωσ〉, Δημήτερος Δημήτερα (τὰ δύο προπαροξύνονται), Διομήδεος Διομήδεα (ὁμοίως)· καλοῦ καλόν, σοφοῦ σοφόν· ταῦτα μὲν ἐπὶ τῆς αὐτῆς συλλαβῆς ἐφύλαξαν τὸν τόνον, οὐ τὸν αὐτὸν δέ· τὸ μὲν γὰρ καλοῦ καὶ σοφοῦ περισπᾶται, τὸ δὲ καλόν καὶ σοφόν ὀξύνεται, ἐπειδὴ βραχυκαταληκτοῦσι, περισπωμένη δὲ ἐπάνω | |
25 | βραχείας οὐ τίθεται ἀλλ’ ἐπάνω φύσει μακρᾶς, οἷον Ἑρμῆς Ἡρακλῆς βοῦν νοῦν. Ἐπὶ μέντοι τοῦ Ὁμήρου Ὅμηρον καὶ ἀνθρώπου ἄνθρωπον ἐμάθομεν, ὅτι ἡ μακρὰ κατεβίβασεν ἐξ ἀνάγκης τὸν τόνον ἐν τῇ γενικῇ, ἐπειδὴ καὶ αὕτη ὤφειλε προπαροξύνεσθαι ὁμοίως τῇ εὐθείᾳ, ὡς ἐν τῇ περὶ γενικῆς 〈διδασκαλίᾳ〉 μεμαθήκαμεν· ἡ δὲ αἰτιατικὴ μὴ ἔχουσα μα‐ | |
30 | κρὰν τὴν τελευταίαν συλλαβὴν ἠκολούθησε τῷ τόνῳ τῆς εὐθείας καὶ προπαρωξύνθη, οἷον Ὅμηρος Ὅμηρον, ἄνθρωπος ἄνθρωπον· ἡ Ἀδώ‐ νιδα αἰτιατικὴ τῇ Ἀδώνιδος γενικῇ συντονοῦται· ὅταν δὲ φύγῃ τὴν τετρασυλλαβίαν, τότε τῇ ἰδίᾳ εὐθείᾳ συντονοῦται, οἷον Ἄδωνις Ἄδωνιν, | |
ἐπειδὴ τότε ἐξ αὐτῆς κανονίζεται· τὸ ἴαν καὶ μίαν ὁμοίως ταῖς ἰδίαις | 379 | |
380 | εὐθείαις βαρύνεται, φημὶ δὴ τῇ ἴα καὶ μία· ἐμάθομεν γὰρ ὅτι αἱ γενικαὶ Ἰωνικῷ ἔθει κατεβίβασαν τὸν τόνον, οἷον τὸ ἰᾶς καὶ μιᾶς, ἐπεὶ καὶ αὗται ὁμοίως ταῖς ἰδίαις εὐθείαις ὤφειλον βαρύνεσθαι. Τούτων οὕτως ἐχόντων σεσημείωται τὸ γυναικός γυναῖκα καὶ θυ‐ | |
5 | γατρός θύγατρα, ὅτι ἡ μὲν γενικὴ τούτων ὀξύνεται, ἡ δὲ αἰτιατικὴ βα‐ ρύνεται· οὐ δύναται δὲ ἡ αἰτιατικὴ ἐνταῦθα φυλάξαι τὴν ὀξεῖαν τάσιν τῆς γενικῆς, ἐπειδὴ πᾶσα αἰτιατικὴ ἑνικῶν εἰς α λήγουσα ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν, οἷον Αἴαντα Θόαντα πένητα μῆνα χῆνα παῖδα Κτησι‐ φῶντα Ξενοφῶντα Ποσειδῶνα ἀσπίδα ῥανίδα κρηπῖδα· ὅθεν τὸ νιφάδα | |
10 | γινόμενον κατὰ συγκοπὴν νίφα ἀνεβίβασε τὸν τόνον, οἷον 〈Hes. Opp. 535〉 ἀλευόμενοι νίφα λευκήν, ὡς μὴ δυνάμενον ὀξύνεσθαι διὰ τὸν κα‐ νόνα τὸν προλεχθέντα· καὶ πάλιν ἡ φυγήν αἰτιατικὴ γινομένη κατὰ μεταπλασμὸν φύγα ἐβαρύνθη, ὡς παρὰ τῷ ποιητῇ 〈Θ 157〉 φύγα δ’ ἔτραπε μώνυχας ἵππους, ἀντὶ τοῦ εἰς φυγήν, ὡς μὴ δυνάμενον | |
15 | ὀξυνθῆναι διὰ τὸν προλεχθέντα κανόνα· τὸ τίνα καὶ τινά πρὸς διά‐ φορον σημασίαν διάφορον ἔχει καὶ τὸν τόνον· τὸ μὲν γὰρ πευστικὸν βαρύνεται, οἷον τίνα ἔτυψας; τὸ δὲ ἀνταποδοτικὸν ἤγουν ἀόριστον ὀξύνεται, οἷον τινά· τὸ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Στειριᾶ οὐκ ὀξύνονται ἀλλὰ περισπῶνται· ἀπὸ γὰρ τοῦ Ἐρετριέα καὶ Πειραιέα καὶ Στειριέα | |
20 | γεγόνασι κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς α μακρόν· ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον πάϊς παῖς, Πηλέϊ Πηλεῖ, Ἡρακλέης Ἡρακλῆς, εὐσεβέος εὐσεβοῦς· τούτου 〈οὖν〉 χάριν τῆς γυναι‐ κός καὶ θυγατρός γενικῆς ὀξυνομένης ἡ γυναῖκα καὶ θύγατρα αἰτιατικὴ οὐκ ὀξύνεται ἀλλὰ βαρύνεται. | |
25 | Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί ἡ μὲν θύγατρα αἰτιατικὴ προπαροξύ‐ νεται, οἷον 〈Α 13〉 λυσόμενός τε θύγατρα, ἡ δὲ γυναῖκα αἰτιατικὴ προπερισπᾶται, ὡς τὸ 〈Ω 58〉 γυναῖκά τε θήσατο μαζόν. Καὶ περὶ μὲν τῆς θύγατρα αἰτιατικῆς ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο προπαροξύνεται, ἐπειδὴ ἀπὸ τοῦ θυγατέρα γέγονε κατὰ συγκοπὴν θύγατρα, ὥσπερ ἀπὸ | |
30 | τοῦ Δημήτερα Δήμητρα· αἱ δὲ συγκοπαὶ ἀναβιβάζουσι τοὺς τόνους, οἷον ὀπίσωθεν ὄπισθεν, ἐξαίρετος ἔξαιτος, ὁμόπατρος ὄπατρος, ἁρμό‐ σαντες ἄρσαντες, 〈Α 136〉 ἄρσαντες κατὰ θυμόν, ὅπως ἀντάξιον ἔσται· τὸ γὰρ πατέρος πατρός καὶ μητέρος μητρός καὶ ἀνέρος ἀνδρός συγκοπέντα καὶ μὴ ἀναβιβάσαντα τὸν τόνον οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ | |
35 | πρὸς τὸν χαρακτῆρα τῶν εἰς ος δισυλλάβων γενικῶν ἠκολούθησαν, καὶ ὀξύνονται ὥσπερ 〈τὸ〉 φωτός χηνός γραός παιδός μηνός Τρωός φρενός | |
χθονός. Ἄλλως τε δὲ διὰ τοῦτο προπαροξύνεται ἡ θύγατρα αἰτιατική, | 380 | |
381 | ἐπειδὴ πᾶσα αἰτιατικὴ ἑνικῶν εἰς α λήγουσα, ἔχουσα παροξυνομένην τὴν εὐθεῖαν, προπαροξύνεται, οἷον Αἴας Αἴαντα, λέβης λέβητα, πένης πένητα, Πέλοψ Πέλοπα, χαρίεις χαρίεντα, Ἕκτωρ Ἕκτορα, Δημήτηρ Δημήτερα, εἰνάτηρ εἰνάτερα· εἰ ἄρα οὖν ἡ θυγάτηρ εὐθεῖα παροξύνεται, | |
5 | δῆλον 〈ὅτι〉 εὐλόγως ἡ θύγατρα αἰτιατικὴ προπαροξύνεται, εἰ καὶ ἡ ἀπα‐ θὴς θυγατέρα αἰτιατικὴ παραλόγως παροξύνεται, ἔτι δὲ καὶ ἡ μητέρα— μήτηρ γὰρ ἡ εὐθεῖα παροξυτόνως καὶ θυγάτηρ—ὥσπερ 〈καὶ〉 ἐν τῇ θυγατέρος γενικῇ καὶ μητέρος, ὡς ἐμάθομεν ἐν τῷ περὶ 〈τῆσ〉 γενικῆς λόγῳ, [παραλόγως παροξύνονται ταῦτα] ἡνίκα ἐλέγομεν ὅτι ἠκολούθη‐ | |
10 | σαν κατὰ τὸν τόνον τῆς γενικῆς ταῦτα τοῖς ἰδίοις συγγενικοῖς, φημὶ δὴ τῷ πατέρος ἀνέρος δαέρος (δαήρ δέ ἐστιν ὁ ἀνδράδελφος). Περὶ 〈δὲ〉 τῆς γυναῖκα αἰτιατικῆς ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο προ‐ περισπᾶται, ὅτι πᾶσα αἰτιατικὴ ἑνικῶν εἰς α λήγουσα διφθόγγῳ παρα‐ ληγομένη προπερισπᾶται, οἷον γλαῦκα καῦκα προῖκα αἶγα παῖδα δαῖτα· | |
15 | οὕτως οὖν καὶ γυναῖκα προπερισπωμένως, τῇ παραλήξει τῆς διφθόγγου ἀκολουθησάσης τῆς αἰτιατικῆς, εἰ καὶ ἐκεῖνα μὲν δισύλλαβά εἰσι, τοῦτο δὲ ὑπὲρ δύο συλλαβάς· ἀλλ’ οὖν, ὡς εἴρηται, διὰ τὸ ἔχειν ἐν τῇ παρα‐ ληγούσῃ δίφθογγον προπεριεσπάσθη ὁμοίως ἐκείνοις. Ταῦτα μὲν ἐν τούτοις. | |
20 | Πρόσκειται ἐν τῷ κανόνι τοῦ τεχνικοῦ «πλὴν τῶν εἰς α δισυλλά‐ βων», οἷον «πᾶσα αἰτιατικὴ ἑνικῶν ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον ἐφ’ ἧς καὶ ἡ γενική, πλὴν τῶν εἰς α δισυλλάβων», ἐπειδή, ὥς φησιν ὁ τεχνικός, αἱ εἰς α λήγουσαι αἰτιατικαὶ δισύλλαβοι μόνως βαρύ‐ νονται· ἰδοὺ γάρ ἐστι φωτός μηνός χηνός παντός ὀξυτόνως, τὸ δὲ | |
25 | φῶτα μῆνα χῆνα πάντα βαρύνονται· εἰρήκαμεν γὰρ ὅτι πᾶσα αἰτιατικὴ ἑνικῶν εἰς α λήγουσα ἀπέστραπται τὴν ὀξεῖαν τάσιν· τὸ γὰρ τίνα καὶ τινά, ὡς εἴρηται, πρὸς διάφορον σημασίαν διάφορον ἔχει καὶ τὸν τόνον. Αἱ μέντοι εἰς ν λήγουσαι αἰτιατικαὶ μονοσύλλαβοι δηλονότι μακροκατά‐ ληκτοι περισπῶνται, οἷον μῦν σῦν δρῦν λῖν (σημαίνει δὲ τὸν λέοντα, | |
30 | 〈Λ 480〉 ἐπί τε λῖν ἤγαγε δαίμων) γραῦν ζῶν (ἀντὶ τοῦ ζῶντα) θεῦν (τὴν θεῦν Ἄρτεμιν οἷ’ ἔπαθεν, ἀντὶ τοῦ τὴν θεόν)· γέγονε 〈δὲ〉 κατὰ κρᾶσιν Δωρικὴν ἢ Ἰωνικὴν τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον τὴν θεῦν, ὥσπερ Ἐρέβεος Ἐρέβευς, καὶ ὤφειλεν ὀξύνεσθαι, ἐπειδὴ ἡ βαρεῖα καὶ ἡ ὀξεῖα εἰς ὀξεῖαν συναιροῦνται, οἷον ζωός ζώς, ἑσταώς | |
35 | ἑστώς, Νηρηΐς Νηρῄς, ἀλλὰ τῷ κανόνι τῷ λεχθέντι περιεσπάσθη. Πάλιν | |
ἐστὶ κλεῖν περισπωμένως· τοῦτο δὲ ἀπὸ τοῦ κλείς κλειδός κλειδί κλεῖδα | 381 | |
382 | γέγονε κατὰ ἀποβολὴν τῆς δα συλλαβῆς· καὶ ὤφειλεν εἶναι χωρὶς τοῦ ν· τῆς γὰρ δα συλλαβῆς ἀποκοπείσης κλεῖ εὑρίσκεται χωρὶς τοῦ ν· ἀλλ’ ἐπειδὴ πᾶσα αἰτιατικὴ ἑνικῶν μονοσύλλαβος ἀρσενικὴ ἢ θηλυκὴ αὐτὴ καθ’ ἑαυτὴν οὖσα εἰς ν θέλει λήγειν, οἷον μῦν σῦν γῆν δρῦν ναῦν γραῦν | |
5 | ζῶν (ἀντὶ τοῦ ζῶντα), τούτου χάριν προσέλαβε τὸ ν καὶ ἐγένετο κλεῖν. Πρόσκειται «ἀρσενικὴ ἢ θηλυκή» διὰ τὸ τί· τοῦτο γὰρ οὐ λήγει εἰς ν, λέγω δὴ τὸ τί, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν οὔτε ἀρσε‐ νικὸν οὔτε θηλυκὸν ἀλλ’ οὐδέτερον· πρόσκειται «αὐτὴ καθ’ ἑαυτὴν οὖσα» διὰ τὸ νὴ Δία· αὕτη γὰρ ἡ αἰτιατικὴ γίνεται κατὰ ἀποκοπὴν νὴ Δί’, | |
10 | καὶ ἰδοὺ ἐπὶ ἀρσενικῶν ὀνομάτων εὑρίσκεται αἰτιατικὴ μονοσύλλαβος μὴ λήγουσα εἰς ν, λέγω δὴ τὸ νὴ Δί’· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐχ εὑρίσκεται αὐτὴ καθ’ ἑαυτὴν ἀλλ’ ἐν συντάξει. Ταῦτα μὲν ἐν τούτοις. Πρόσκειται ἀνωτέρω «δηλονότι μακροκατάληκτοι», οἷον «αἱ εἰς ν λήγουσαι αἰτιατικαὶ μονοσύλλαβοι δηλονότι μακροκατάληκτοι περισπῶν‐ | |
15 | ται», διὰ τὸ ἕν, οἷον ἓν βιβλίον· τοῦτο γὰρ ὀξύνεται, ἀλλ’ οὐκ ἔστι μακροκατάληκτον ἀλλὰ βραχυκατάληκτον· περισπωμένη δὲ οὔτε ἐπάνω βραχείας οὔτε ἐπάνω θέσει μακρᾶς τίθεται, ἀλλ’ ἐπάνω φύσει μακρᾶς, οἷον Ἑρμῆς παῖς βοῦς νοῦς Ἡρακλῆς. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί ἡ περισπωμένη οὔτε ἐπάνω βραχείας οὔτε ἐπάνω θέσει μακρᾶς τίθεται, | |
20 | ἀλλ’ ἐπάνω φύσει μακρᾶς· καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· ἡ περισπωμένη διπλοῦς τόνος ἐστίν, ἀπὸ γὰρ ὀξείας καὶ βαρείας σύγκει‐ ται· εἰκότως οὖν ἐπάνω μακρᾶς τίθεται, ὡς δῆθεν τῆς μακρᾶς οὔσης διπλῆς κατὰ τὸν χρόνον, ἀπὸ γὰρ δύο χρόνων σύγκειται, ἡ δὲ βραχεῖα ἀπὸ ἑνὸς χρόνου· τούτου οὖν χάριν ἐπάνω βραχείας οὐ τίθεται περι‐ | |
25 | σπωμένη. Διὰ τοῦτο δὲ οὐδὲ ἐπάνω θέσει μακρᾶς ἀλλ’ ἐπάνω φύσει μακρᾶς τίθεται, ἐπειδὴ φύσει ἐκ δύο τόνων σύγκειται, τουτέστιν ἀπὸ ὀξείας καὶ βαρείας, ἡ περισπωμένη· ἐπειδὴ οὖν, ὡς εἴρηται, ἐκ δύο τόνων φύσει σύγκειται ἡ περισπωμένη, εἰκότως καὶ ἐπάνω φύσει μακρᾶς ἤγουν δύο χρόνους ἐχούσης συλλαβῆς τίθεται· τούτου οὖν χάριν ἐπάνω | |
30 | φύσει μακρᾶς τίθεται, καὶ οὐκ ἐπάνω θέσει μακρᾶς. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι πᾶσα αἰτιατικὴ ἑνικῶν εἰς ν λήγουσα, φυλάττουσα τὸν χρόνον τῆς εὐθείας, πάντως καὶ τὸν τόνον αὐτῆς φυλάττει, ὑπεσταλμένων τῶν εἰς ν ληγουσῶν μονοσυλλά‐ βων αἰτιατικῶν· ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα, καλός | |
35 | καλόν, σοφός σοφόν, σεμνός σεμνόν, βραχύς βραχύν, ὀξύς ὀξύν, ποιητής ποιητήν, αὐλητής αὐλητήν, ἀθλητής ἀθλητήν, πληθύς πληθύν, ὀϊζύς | |
ὀϊζύν, Ἐρινύς Ἐρινύν, φίλος φίλον, κοῦφος κοῦφον, μάντις μάντιν, | 382 | |
383 | ὄρνις ὄρνιν, βότρυς βότρυν, ἡμέρα ἡμέραν, διφθέρα διφθέραν, Ἑλένη Ἑλένην, Ἀφροδίτη Ἀφροδίτην, Ἀτρείδης Ἀτρείδην, Ὀρέστης Ὀρέστην, μία μίαν, μέγας μέγαν, Λιχᾶς Λιχᾶν, χρυσοῦς χρυσοῦν, χαλκοῦς χαλκοῦν, ἀργυροῦς ἀργυροῦν, σιδηροῦς σιδηροῦν, βοῦς βοῦν. Πρόσκειται ἐν τῷ | |
5 | κανόνι «φυλάττουσα τὸν χρόνον τῆς εὐθείας» διὰ τὸ ἰχθῦς ἰχθύν, 〈Pind. fragm. 306 B4〉 ἰχθὺν παιδοφάγον· αὕτη γὰρ συστέλλει τὸ υ καὶ οὐχ ὁμοτονεῖ τῇ περισπωμένῃ εὐθείᾳ· πρόσκειται «ὑπεσταλμένων τῶν εἰς ν ληγουσῶν μονοσυλλάβων αἰτιατικῶν» διὰ τὸ κλείς κλεῖν, λίς λῖν, κίς κῖν (σημαίνει δὲ τὸν σκώληκα)· ἰδοὺ γὰρ ἐπὶ τούτων ἡ μὲν εὐθεῖα | |
10 | ὀξύνεται, ἡ δὲ αἰτιατικὴ περισπᾶται· περισπᾶται δὲ τῷ λόγῳ τῶν εἰς ν ληγουσῶν μονοσυλλάβων αἰτιατικῶν, ὅντινα εἰρήκαμεν ἀνωτέρω. Αἱ εἰς α ἢ εἰς η λήγουσαι αἰτιατικαὶ συνῃρημέναι, εἰ μὲν ἀπὸ ἐν‐ τελῶν εἰσι προπαροξυνομένων, παροξύνονται ἐν τῇ συναιρέσει, οἷον Διομήδεα Διομήδη, Ἀριστοφάνεα Ἀριστοφάνη, Δημοσθένεα Δημοσθένη, | |
15 | Σωκράτεα Σωκράτη, εἰ δὲ ἀπὸ ἐντελῶν εἰσι παροξυνομένων, περισπῶν‐ ται ἐν τῇ συναιρέσει, οἷον εὐσεβέα εὐσεβῆ, ἀσθενέα ἀσθενῆ, εὐτυχέα εὐτυχῆ, Ἐρετριέα Ἐρετριᾶ, Πειραιέα Πειραιᾶ, Στειριέα Στειριᾶ. Αἱ εἰς ω λήγουσαι αἰτιατικαὶ κατὰ ἀποκοπὴν μὲν οὖσαι τὸν τόνον τῆς ἀπαθοῦς λέξεως φυλάττουσιν, οἷον Ἀπόλλωνα Ἀπόλλω, ἥρωα ἥρω, | |
20 | Μίνωα Μίνω, Ποσειδῶνα Ποσειδῶ, κυκεῶνα κυκεῶ, ἱδρῶτα ἱδρῶ, 〈Χ 2〉 ἱδρῶ ἀπεψύχοντο, ἰχῶρα ἰχῶ, 〈Ε 416〉 καὶ 〈ἀμφοτέρῃσιν〉 ἀπ’ ἰχῶ χειρὸς ὠμόργνυ (ἰχώρ δέ ἐστι τὸ μεταβεβλημένον αἷμα)· εἰ δὲ μὴ εἰσὶ κατὰ ἀποκοπήν, ἀπὸ μὲν τῶν εἰς ω θηλυκῶν οὖσαι ὀξύνονται, οἷον ἡ Σαπφώ τὴν Σαπφώ, ἡ Ἐρατώ τὴν Ἐρατώ, ἡ Καλυψώ τὴν Κα‐ | |
25 | λυψώ, ἡ Κλειώ τὴν Κλειώ, ἀπὸ δὲ τῶν εἰς ως θηλυκῶν οὖσαι περι‐ σπῶνται, οἷον ἡ αἰδώς τὴν αἰδῶ, 〈Ο 561〉 καὶ αἰδῶ θέσθ’ ἐνὶ θυμῷ, ἡ ἠώς τὴν ἠῶ, 〈Ι 662〉 καὶ ἠῶ δῖαν ἔμιμνεν· ὤφειλον δὲ καὶ τὰ ἀπὸ τῶν εἰς ω θηλυκῶν περισπᾶσθαι κατὰ τὴν αἰτιατικὴν τῶ λόγῳ τῆς συναιρέσεως τῆς ἀπὸ ὀξείας καὶ βαρείας, ὡς ἐν τοῖς εἰς ω θηλυκοῖς | |
30 | μεμαθήκαμεν ἐν τῇ διδασκαλίᾳ τῆς Σαπφώ αἰτιατικῆς· ἀλλὰ διὰ τὴν ὁμοφωνίαν τὴν πρὸς τὴν εὐθεῖαν ὠξύνθησαν, ὡς ἐκεῖσε μεμαθήκαμεν. Αἱ εἰς ην λήγουσαι αἰτιατικαὶ ἀπὸ γενικῶν εἰς ους ληγουσῶν οὖσαι, εἰ μὲν βαρύνεται ἡ εὐθεῖα, βαρύνονται, οἷον Σωκράτης Σωκράτους Σω‐ κράτην, Δημοσθένης Δημοσθένους Δημοσθένην, εἰ δὲ περισπᾶται ἡ εὐθεῖα, | |
35 | περισπῶνται, οἷον Ἡρακλῆς Ἡρακλοῦς Ἡρακλῆν, Περικλῆς Περικλοῦς | 383 |
384 | Περικλῆν· εἰ δὲ ὀξύνεται ἡ εὐθεῖα, βαρύνονται διὰ τὸ τοὺς Αἰολεῖς κεχρῆσθαι ταύταις ταῖς αἰτιατικαῖς· δυσμένην γὰρ λέγουσι καὶ κυκλοτέ‐ ρην καὶ εὐρυνέφην τῶν εὐθειῶν ὀξυνομένων, οἷον ὁ δυσμενής, ὁ κυ‐ κλοτερής, ὁ εὐρυνεφής· οἱ γὰρ Αἰολεῖς βαρυντικοί εἰσι, τὸ γὰρ Ἀτρεύς | |
5 | Ἄτρευς λέγουσι καὶ τὸ Πηλεύς Πήλευς καὶ τὸ Ἀχιλλεύς Ἀχίλλευς. Ταῦτα ἔχομεν εἰπεῖν περὶ 〈τοῦ〉 τόνου τῆς αἰτιατικῆς. Περὶ τοῦ τόνου τῆς κλητικῆς τῶν ἑνικῶν. Διαλαμβάνει περὶ τοῦ τόνου τῆς κλητικῆς λέγων, ὅτι πᾶσα κλη‐ τικὴ ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον ἐφ’ ἧς ἂν καὶ | |
10 | ἡ εὐθεῖα, οἷον τὸ Αἴας εἰς τὸ αι ἔχει τὸν τόνον, ἀλλὰ καὶ τὸ Αἶαν ἐν τῇ αὐτῇ συλλαβῇ ἐφύλαξε τὸν τόνον· ἀλλὰ δεῖ γνῶναι ἡμᾶς, ὅτι ἐν μὲν τῇ εὐθείᾳ ὀξεῖα τίθεται εἰς τὸ αι, τὸ γὰρ Αἴας παροξύνεται, ἐν δὲ τῇ κλητικῇ περισπωμένη, τὸ γὰρ ὦ Αἶαν προπερισπᾶται, οἷον 〈Ν 824〉 Αἶαν ἁμαρτοεπὲς βουγάϊε. Ἡ δὲ αἰτία ἐστὶν αὕτη· ἡ εὐθεῖα οὐκ | |
15 | ἠδύνατο προπερισπᾶσθαι, ἐπειδὴ φύσει μακρά ἐστιν ἡ τελευταία συλλαβή, τὸ γὰρ Αἴας φύσει μακρὸν ἔχει τὸ α, οὐδέποτε δὲ πρὸ φύσει μακρᾶς τίθεται περισπωμένη, οἷον Ὁμήρου ἀνθρώπου μήλου κήπου δώρου τεί‐ χους ἤθους· τὸ γὰρ Μοῦσαι καὶ κῆποι προπερισπώμενα οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ ἐνταῦθα ἡ αι καὶ ἡ οι δίφθογγος ἀντὶ κοινῆς παραλαμβά‐ | |
20 | νονται, ἤγουν ἀντὶ βραχείας· ἐπειδὴ οὖν τὸ Αἴας τὸ α ἔχει φύσει μα‐ κρόν—καὶ ἔχομεν ἐν τοῖς προλαβοῦσι τὴν αἰτίαν· ἔχομεν γὰρ ὅτι τὰ εἰς ας ἀρσενικὰ βαρύτονα μακρὸν ἔχουσι τὸ α, οἷον Δρύας Θόας γίγας Κάλχας Αἰνείας κοχλίας, χωρὶς τοῦ μέγας τοῦ ἐπιθέτου καὶ τοῦ λᾶας τοῦ προσηγορικοῦ καὶ τοῦ Αἶας παρὰ τῷ Ἀλκμᾶνι 〈fragm. 68 B4〉 — | |
25 | τούτου χάριν οὐ περιεσπάσθη ἀλλὰ παρωξύνθη· ὡς γὰρ εἴρηται, οὐδέ‐ ποτε πρὸ φύσει μακρᾶς τίθεται περισπωμένη. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί οὐδέποτε πρὸ φύσει μακρᾶς τίθεται περισπωμένη· καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· ἡ περισπωμένη δυνάμει παροξύτονός ἐστιν, ἀπὸ γὰρ ὀξείας καὶ βαρείας σύγκειται, οἷον | |
30 | πᾶς βοῦς νοῦς Ἑρμῆς, ἡ δὲ προπερισπωμένη δυνάμει προπαροξύτονός ἐστιν, ἀπὸ γὰρ ὀξείας καὶ δύο βαρειῶν σύγκειται, οἷον τεῖχος μῆλον κῆπος δῶρον ἦθος· εἰ ἐτίθετο οὖν περισπωμένη πρὸ φύσει μακρᾶς, εὑρίσκετο φύσει μακρᾶς οὔσης τῆς τελευταίας συλλαβῆς δυνάμει τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ὅπερ ἐστὶν ἄτοπον· ἐμάθομεν γὰρ ἐν τοῖς προ‐ | |
35 | λαβοῦσιν, ὅτι φύσει μακρᾶς οὔσης τῆς τελευταίας συλλαβῆς οὐδέποτε τρίτη ἀπὸ τέλους πίπτει ἡ ὀξεῖα, ἤγουν οὐ προπαροξύνεται ἡ λέξις· | |
τούτου οὖν χάριν πρὸ φύσει μακρᾶς οὐ τίθεται περισπωμένη. Πρὸ δὲ | 384 | |
385 | μὴ οὔσης φύσει μακρᾶς τίθεται περισπωμένη, οἷον Φοῖνιξ κῆρυξ Μοῦσαι δῆμοι, ἐπειδὴ καὶ μὴ οὔσης φύσει μακρᾶς τῆς τελευταίας συλλαβῆς πολ‐ λάκις τρίτη ἀπὸ τέλους πίπτει ἡ ὀξεῖα, ἤγουν προπαροξύνεται ἡ λέξις, οἷον Ὅμηροι ἄνθρωποι ἅμαξαι τράπεζαι· ἡ γὰρ αι καὶ ἡ οι δίφθογγος | |
5 | ἐνταῦθα ἀντὶ κοινῆς παραλαμβάνονται, ἤγουν ἀντὶ βραχείας. Ταῦτα μὲν ἐν τούτοις. Τὸ δὲ ὦ Αἶαν, λέγω δὴ ἡ κλητική, ἐπειδὴ συνεσταλμένον ἔχει τὸ α, διὰ τοῦτο προπερισπᾶται. Διατί δὲ ἡ κλητικὴ ἡ ὦ Αἶαν συνεσταλ‐ μένον ἔχει τὸ α; ἐπειδὴ ἀπὸ τῆς Αἴαντος γενικῆς ἐγένετο κατὰ ἀπο‐ | |
10 | βολὴν τῆς τος συλλαβῆς· ἡ δὲ Αἴαντος γενικὴ συνεσταλμένον ἔχει τὸ α, ἤγουν θέσει μακρόν, ἐπειδὴ αἱ διὰ τοῦ ντ κλινόμεναι γενικαὶ ἀπὸ μὲν τῶν εἰς ας βαρυτόνων οὖσαι συνεσταλμένον ἔχουσι τὸ α, ἤγουν θέσει μακρόν, κατὰ τὴν παραλήγουσαν, οἷον Θόαντος Βίαντος Δρύαντος· οὕ‐ τως οὖν καὶ Αἴαντος· ἀπὸ δὲ τῶν εἰς ας περισπωμένων ὑπὲρ μίαν | |
15 | συλλαβὴν οὖσαι ἐκτεταμένον ἔχουσι τὸ α, τουτέστι φύσει μακρόν, οἷον ἀλλᾶς ἀλλᾶντος, πελεκᾶς πελεκᾶντος, Γλισᾶς Γλισᾶντος (ἔστι δὲ ὄνομα πόλεως)· πρόσκειται «ὑπὲρ μίαν συλλαβήν» διὰ τὸ πᾶς παντός, τοῦτο γὰρ θέσει μακρὸν ἔχει τὸ α κατὰ τὴν γενικήν. Ἐπειδὴ οὖν ἡ ὦ Αἶαν κλητικὴ συνεσταλμένον ἔχει τὸ α, διὰ τοῦτο προπερισπᾶται· πᾶσα γὰρ | |
20 | φύσει μακρὰ πρὸ μιᾶς συλλαβῆς βραχείας, ἐφ’ ἑαυτῆς ἔχουσα τὸν τόνον, ἐν ἑνὶ μέρει λόγου, κοινολεκτουμένη, μὴ ἐπεκτεινομένη διὰ τοῦ χ καὶ [τοῦ] ι ἢ διὰ τοῦ θ καὶ ε ἢ διὰ τοῦ δ καὶ ε ἐν τοῖς δυϊκοῖς, περισπω‐ μένην δέχεται, οἷον παῖδες Πᾶνες Ἀλκμᾶνες Τιτᾶνες δελφῖνες ἀκτῖνες φῶτες Τρῶες μῆνες χῆνες μῆλον δῶρον κῆπος δῆμος βῆμα Μοῦσα αἷμα | |
25 | ἦθος εἶδος τεῖχος ἧπαρ γυναῖκες· πρόσκειται «φύσει μακρά» διὰ τὰς θέσει μακράς, οἷον ἄλλος ἔργον ἔνθα πέμπτος ἕκτος· περισπωμένη γὰρ οὐ τίθεται εἰ μὴ ἐπάνω φύσει μακρᾶς, οἷον Μοῦσα Ἑρμῆς Ἡρακλῆς· καὶ διατί ἐπάνω θέσει μακρᾶς οὐ τίθεται, ἐμάθομεν ἀνωτέρω· «πρὸ μιᾶς» δὲ «βραχείας» πρόσκειται διὰ τὸ μὴ εὑρεθῆναι δύο βραχείας ἐπι‐ | |
30 | φερομένας· πρὸ δύο γὰρ συλλαβῶν οὐ τίθεται περισπωμένη, οἷον βή‐ ματος ποιήματος νοήματος σοφώτερος λογιώτερος. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί οὐδέποτε περισπωμένη πρὸ δύο συλ‐ λαβῶν τίθεται. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· ἡ περισπωμένη δυνάμει παροξύτονός ἐστιν, ἀπὸ γὰρ ὀξείας καὶ βαρείας σύγκειται, οἷον | |
35 | παῖς βοῦς Ἑρμῆς, ἡ δὲ προπερισπωμένη δυνάμει προπαροξύτονός ἐστιν, | |
ἀπὸ γὰρ ὀξείας καὶ δύο βαρειῶν σύγκειται, οἷον κῆπος μῆλον δῶρον | 385 | |
386 | τεῖχος ἦθος· ἐὰν οὖν τεθῇ ἡ περισπωμένη πρὸ δυοσυλλαβῶν, εὑρίσκε‐ ται ἡ ὀξεῖα δυνάμει τετάρτη ἀπὸ τέλους, τουτέστιν ὑπερβαίνουσα τὴν τρισυλλαβίαν, ὅπερ ἐστὶν ἄτοπον· οὐ θέλει γὰρ τόνος ὑπερβαίνειν τὰς τρεῖς συλλαβάς, ὡς ἀνωτέρω μεμαθήκαμεν· τούτου οὖν χάριν οὐ τίθεται | |
5 | περισπωμένη πρὸ δύο συλλαβῶν. «Ἐφ’ ἑαυτῆς» δὲ «ἔχουσα τὸν τόνον» πρόσκειται διὰ τὸ Ὅμηρος καὶ ἄνθρωπος· ἐνταῦθα γὰρ φύσει μακρά ἐστι πρὸ μιᾶς βραχείας, ἀλλ’ ἐπειδὴ οὐκ ἔστιν ἐπάνω τῆς φύσει μακρᾶς 〈ὁ〉 τόνος, οὐ 〈προ〉 περισπῶνται ταῦτα ἀλλὰ 〈προ〉 παροξύνονται· πρόσ‐ κειται 〈δέ〉 «ἐν ἑνὶ μέρει λόγου» διὰ τὸ Ζεύς τε 〈Ψ 307〉· ἐνταῦθα γὰρ | |
10 | εἰς τὸ Ζεύς παρέχομεν ὀξεῖαν, καὶ ἔστι φύσει μακρὰ πρὸ μιᾶς βραχείας καὶ οὐ προπερισπᾶται, ἐπειδὴ οὐκ ἔστιν ἓν μέρος λόγου ἀλλὰ δύο· πρόσ‐ κειται δέ «κοινολεκτουμένη», ἐπειδὴ οἱ Δωριεῖς ὀξεῖαν παρέχουσιν ἐπὶ τῶν τοιούτων, οἷον παίδες αἴγες γυναίκες· ταῦτα γὰρ ἡμεῖς μὲν προ‐ περισπῶμεν, οἱ δὲ Δωριεῖς παροξύνουσιν, ὀφείλοντες καὶ αὐτοὶ προ‐ | |
15 | περισπᾶν· διὰ τοῦτο οὖν πρόσκειται «κοινολεκτουμένη»· πρόσκειται δέ «μὴ ἐπεκτεινομένη διὰ τοῦ χ καὶ ι ἢ διὰ τοῦ θ καὶ ε» διὰ τὸ ναίχι καὶ εἴθε· ταῦτα γὰρ παροξύνονται καὶ οὐ προπερισπῶνται, καὶ ἔστι φύσει μακρὰ πρὸ μιᾶς βραχείας· ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ ἐπεκτετα‐ μένα εἰσὶ διὰ τοῦ χ καὶ ι καὶ διὰ τοῦ θ καὶ ε, καὶ τὸν τόνον ὃν εἶχον | |
20 | πρὸ τῆς 〈ἐπ〉εκτάσεως ἐφύλαξαν· ναί γὰρ ἦν καὶ εἴ ὀξυτόνως, καὶ κατ’ ἐπ‐ έκτασιν γινόμενα ναίχι καὶ εἴθε τὴν ὀξεῖαν τάσιν ἐφύλαξαν ἐν τῇ αὐτῇ συλλαβῇ· πρόσκειται δέ «μὴ ἐπεκτεινομένη διὰ τοῦ δ καὶ ε ἐν τοῖς δυϊκοῖς» διὰ τὸ τοιώδε καὶ τοσώδε δυϊκά· ταῦτα γὰρ παροξύνονται καὶ οὐ προπερισπῶνται διὰ τὸν χαρακτῆρα τῶν δυϊκῶν· τὸ γὰρ ω ἐν τοῖς | |
25 | δυϊκοῖς ἀποστρέφεται τὴν περισπωμένην τάσιν, οἷον τὼ σοφώ, τὼ καλώ, τὼ ἀγαθώ· ἐπεὶ οὖν τὸ τοιώδε καὶ τοσώδε ἐπέκτασιν ἔχουσι τῆς δε συλλαβῆς, τούτου χάριν, ὡς σχεδὸν ἐν τῇ τελευταίᾳ συλλαβῇ ἔχοντα τὸ ω, ἀποστρέφονται τὴν περισπωμένην τάσιν. Ταῦτα μὲν ἐν τούτοις. Παρατίθεται δὲ ὁ τεχνικὸς ἕτερα παραδείγματα, οἷον Ἀχιλλεύς | |
30 | Ἀχιλλεῦ· καὶ δεῖ γινώσκειν, ὅτι ταῦτα μὲν ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον ἐφύλαξαν, οὐ τὸν αὐτὸν δὲ τόνον ἐπιδέχονται· τὸ μὲν γὰρ Ἀχιλ‐ λεύς ὀξύνεται, τὸ δὲ Ἀχιλλεῦ περισπᾶται. Καὶ ἡ μὲν εὐθεῖα ὀξύνεται, ἐπειδὴ καθόλου τὰ εἰς ευς λήγοντα ἀρσενικὰ ἐπ’ εὐθείας πτώσεως κοι‐ νολεκτούμενα ὀξύνεσθαι θέλουσιν, οἷον Πηλεύς Ἀτρεύς βασιλεύς Ἐρε‐ | |
35 | τριεύς ἁλιεύς Οἰνεύς Τυδεύς Θησεύς· οὕτως οὖν καὶ Ἀχιλλεύς· πρόσ‐ | 386 |
387 | κειται «ἀρσενικά» διὰ τὸ νεῦς καὶ γρεῦς· ταῦτα γὰρ περισπῶνται, ἀλλ’ οὐκ εἰσὶν ἀρσενικὰ ἀλλὰ θηλυκά (νεῦς δέ ἐστιν ἡ ναῦς καὶ γρεῦς ἡ γραῦς)· πρόσκειται «ἐπ’ εὐθείας πτώσεως», ἐπειδὴ ἡ διογενέος γενικὴ γίνεται παρὰ τοῖς Δωριεῦσι διογενεῦς κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν | |
5 | ευ δίφθογγον καὶ περισπᾶται· καὶ πάλιν τοῦ Ὀδυσσέος τοῦ Ὀδυσσεῦς περισπᾶται, 〈ω 398〉 Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρ’ ἐπὶ καρπῷ, ἀντὶ τοῦ Ὀδυσσέος τὴν χεῖρα ἐφίλησε· καὶ πάλιν τοῦ Ἰδομενέος τοῦ Ἰδομενεῦς περισπωμένως, 〈Ν 424〉 Ἰδομενεῦς δ’ οὐ λῆγε μένος μέγα, ἀντὶ τοῦ Ἰδομενέος οὐκ ἔληγεν ἡ δύναμις· ταῦτα δὲ οὐκ εἰσὶν | |
10 | εὐθείας πτώσεως· πρόσκειται «κοινολεκτούμενα», ἐπειδὴ οἱ Αἰολεῖς βα‐ ρυτόνως λέγουσιν, οἷον Ἀχίλλευς καὶ Ἄτρευς καὶ Πήλευς· καὶ τὸ Ἄρης δὲ γενόμενον εἰς ευς αἰολικῶς [ἐγένετο] διὰ τοῦτο βαρύνεται, οἷον Ἄρευς, καὶ ἐφύλαξε τὸν αὐτὸν τόνον καὶ ἐν ταῖς λοιπαῖς πτώσεσιν, οἷον Ἄρεος Ἄρεϊ Ἄρεα. Τὸ δὲ Ἀχιλλεῦ περισπᾶται, ἐπειδὴ πᾶσα λέξις | |
15 | εἰς τὸ υ καταλήγουσα ἐν διφθόγγῳ, ἐπὶ τῆς τελευταίας συλλαβῆς ἔχουσα τὸν τόνον, περισπωμένην δέχεται, οἷον σοφοῦ καλοῦ ἀγαθοῦ σεμνοῦ γραμματικοῦ ἐποιοῦ ἐνοοῦ ἐστεφανοῦ πανταχοῦ ἀλλαχοῦ οὐδαμοῦ Πη‐ λεῦ Ἀτρεῦ· οὕτως οὖν καὶ Ἀχιλλεῦ περισπωμένως· πρόσκειται «εἰς τὸ υ καταλήγουσα» διὰ τὸ Πηλεύς Ἀτρεύς· ταῦτα γὰρ ὀξύνονται, ἀλλ’ οὐ | |
20 | καταλήγουσιν εἰς τὸ υ ἀλλ’ εἰς τὸ ς· «ἐν διφθόγγῳ» δὲ πρόσκειται διὰ τὸ ταχύ καὶ βραχύ· ταῦτα γὰρ εἰς τὸ υ καταλήγοντα ὀξύνονται, ἀλλ’ οὐκ ἔχουσι τὸ υ ἐν διφθόγγῳ· πρόσκειται δέ «ἐπὶ τῆς τελευταίας συλ‐ λαβῆς ἔχουσα τὸν τόνον» διὰ τὸ Ὁμήρου καὶ ἀνθρώπου· ταῦτα 〈γὰρ〉 εἰς τὸ υ καταλήγουσιν ἐν διφθόγγῳ, καὶ ὅμως οὐ περισπῶνται, ἀλλ’ | |
25 | οὐκ ἔχουσιν ἐπὶ τῆς τελευταίας συλλαβῆς τὸν τόνον ἀλλὰ πρὸ μιᾶς. Ταῦτα μὲν ἐν τούτοις. Σημειούμεθα τρία τινὰ εἰς τὸ υ καταλήγοντα ἐν διφθόγγῳ καὶ ἐπὶ τῆς τελευταίας συλλαβῆς ἔχοντα τὸν τόνον, καὶ ὅμως μὴ περισπώμενα ἀλλ’ ὀξυνόμενα· ἔστι δὲ ταῦτα τὸ ἰδού δεικτικὸν καὶ τὸ ἰού σχετλιαστι‐ | |
30 | κὸν καὶ τὸ οὔ ἀρνήσεως δηλωτικόν, ταῦτα γάρ, ὡς εἴρηται, ὀξύνονται καὶ οὐ περισπῶνται. Καὶ ἔχουσι διαφόρους ἀπολογίας· λέγουσι γάρ τινες, ὅτι τὸ ἰδού δεικτικὸν διὰ τοῦτο ὀξύνεται, ἐπειδὴ δεικνύοντες τῷ δακτύλῳ τὸν τύπον τῆς ὀξείας ἀποτελοῦμεν· τὸ δὲ ἰού διὰ τοῦτο ὀξύ‐ νεται, ἐπειδὴ σχετλιαστικόν ἐστιν, οἱ δὲ σχετλιάζοντες ὀξείᾳ κέχρηνται | |
35 | φωνῇ· τὸ δὲ οὔ ἀρνητικὸν διὰ τοῦτο ὀξύνεται, ἐπειδὴ ἀρνήσεώς ἐστι δηλωτικόν, ἀρνούμενοι δὲ ἀνανεύομεν καὶ ἀποτελοῦμεν τὸν τύπον τῆς | |
ὀξείας. Ἑτέρα δὲ ἀπολογία ἐστὶ τοιαύτη, ἥτις καὶ καταναγκαστική | 387 | |
388 | ἐστιν· τὰ ἐπιρρήματα τὰ εἰς τὴν ου δίφθογγον λήγοντα ἢ τοπικά εἰσιν ἢ παρηγμένα διὰ τοῦ χου ἀπὸ λέξεως ποσότητα δηλούσης, καὶ πάντα περισπῶνται· τοπικὰ μέν, οἷον ἀγχοῦ, 〈Β 172〉 ἀγχοῦ δ’ ἱσταμένη, ὑψοῦ, 〈Α 486〉 ὑψοῦ ἐπὶ ψαμάθοις, τηλοῦ πανταχοῦ ἀλλαχοῦ | |
5 | οὐδαμοῦ ἑκασταχοῦ (τουτέστιν ἐν ἑκάστῳ τόπῳ, ὡς παρὰ Δημοσθένει 〈de cor. § 246〉 καὶ ἔτι τὰς ἑκασταχοῦ βραδυτῆτας), 〈αὐτοῦ〉, 〈χ 4〉 αὐτοῦ πρόσθε ποδῶν, ἀντὶ τοῦ ἐν τῷ αὐτῷ τόπῳ· παρ‐ ηγμένα 〈δὲ〉 διὰ τοῦ χου ἀπὸ λέξεως ποσότητα δηλούσης, οἷον δίς διχοῦ, τρίς τριχοῦ, τετράκις τετραχοῦ, πεντάκις πενταχοῦ· τὸ γὰρ δίς τρίς | |
10 | τετράκις καὶ πεντάκις ποσότητα δηλοῦσι· τὸ ὅπου τοπικὸν ὂν καὶ μὴ περισπώμενον ἀλλὰ βαρυνόμενον οὐκ ἀντίκειται ἡμῖν, ἐπειδή, ὥς φησιν Ἀπολλώνιος ἐν τῷ Περὶ ἐπιρρημάτων 〈p. 173, 3 Sch〉, τὰ μονοσύλ‐ λαβα πευστικὰ περισπώμενα ὄντα, προσλαμβάνοντα τὸ ο καὶ γινόμενα ἀναφορικά, βαρύνονται, οἷον πῶς ὅπως, πῇ ὅπῃ· οὕτως οὖν καὶ ποῦ | |
15 | ὅπου. Ἐπειδὴ οὖν τὰ τρία μόνα ταῦτα, λέγω δὴ τὸ ἰδού καὶ ἰού καὶ οὔ, εὑρέθησαν εἰς τὴν ου δίφθογγον λήγοντα καὶ μὴ ὄντα μήτε τοπικὰ μήτε διὰ τοῦ χου παρηγμένα ἀπὸ λέξεως ποσότητα δηλούσης—τὸ μὲν γὰρ ἰδού δεικτικόν ἐστι, τὸ δὲ ἰού σχετλιαστικόν, τὸ δὲ οὔ ἀρνήσεως δηλωτικόν—εἰκότως ὡς παραλλάξαντα κατὰ τὸ σημαινόμενον διήλλαξαν | |
20 | καὶ περὶ τὴν τάσιν, καὶ οὐ περισπῶνται. Πάλιν παρατίθεται ὁ τεχνικὸς τὸ καλός καλέ καὶ εὐγενής εὐγενές· καὶ δεῖ γινώσκειν, ὅτι ταῦτα ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον ἔχουσι καὶ τὸν αὐτὸν τόνον ἐφύλαξαν· πάλιν εὐσεβής εὐσεβές, εὐτυχής εὐτυχές, ἀσθε‐ νής ἀσθενές, ποιητής ποιητά, αὐλητής αὐλητά, ἀθλητής ἀθλητά, εὑρετής | |
25 | εὑρετά, εὐνέτης εὐνέτα, θύτης θύτα· ἰδοὺ καὶ ταῦτα ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον ἔχουσι καὶ τὸν αὐτὸν τόνον ἐφύλαξαν· πάλιν ἀλήτης ἀλῆτα, ποικιλομήτης ποικιλομῆτα, 〈ν 293〉 σχέτλιε ποικιλομῆτα, καὶ δολο‐ μήτης δολομῆτα· καὶ ταῦτα μὲν ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον ἔχουσιν, οὐ τὸν αὐτὸν δὲ τόνον ἐφύλαξαν· ἡ 〈μὲν〉 γὰρ κλητικὴ ἐπὶ τούτων | |
30 | προπερισπᾶται διὰ τὸ εἶναι φύσει μακρὰν πρὸ μιᾶς βραχείας· πάλιν Λειώδης Λειῶδες· ἰδοὺ καὶ τοῦτο ἐν μὲν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον ἔχει, οὐ τὸν αὐτὸν δέ· τὸ μὲν γὰρ Λειώδης παροξύνεται—παροξύ‐ νεται δέ, ἐπειδὴ φύσει μακρά ἐστιν ἡ τελευταία συλλαβή, οὐδέποτε δέ, ὡς ἀνωτέρω εἴρηται, πρὸ φύσει μακρᾶς τίθεται περισπωμένη, οἷον | |
35 | Ὁμήρου ἀνθρώπου κήπου τείχους—τὸ δὲ Λειῶδες προπερισπᾶται, | 388 |
389 | ἐπειδὴ φύσει μακρὰ πρὸ βραχείας ἐστίν· τὸν δὲ κανόνα εἰρήκαμεν ἀνω‐ τέρω. Ἰστέον 〈δὲ〉 ὅτι τὰ διὰ τοῦ ωδης προπερισπῶνται 〈κατὰ τὴν κλητικήν〉, οἷον δυσώδης δυσῶδες, εὐώδης εὐῶδες, πυρώδης πυρῶδες, γεώδης γεῶδες· οὕτως οὖν καὶ Λειώδης Λειῶδες 〈προ〉περισπωμένως κατὰ | |
5 | τὴν κλητικήν, 〈φ 168〉 Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; Ταῦτα μὲν ἐν τούτοις. Σεσημείωται ἐν τῷ κανόνι τὸ δέσποτα ἀκάκητα εὐρύοπα μητίετα καὶ τὸ ἄνερ πάτερ σῶτερ δᾶερ, ὅτι οὐκ ἐφύλαξαν κατὰ τὴν κλητικὴν ἐπὶ τῆς αὐτῆς συλλαβῆς τὸν τόνον ἐφ’ ἧς καὶ ἡ εὐθεῖα· ἀνήρ γὰρ καὶ | |
10 | πατήρ καὶ σωτήρ καὶ δαήρ ἐστὶν ἡ εὐθεῖα, καὶ δεσπότης καὶ ἀκακήτης καὶ μητιέτης καὶ εὐρυόπης. Καὶ περὶ μὲν τοῦ ἄνερ πάτερ δᾶερ ἔστιν εἰπεῖν, ὅτι ἠκολούθησαν τοῖς ἰδίοις συγγενικοῖς κατὰ τὴν κλητικήν, φημὶ δὴ τῷ μῆτερ καὶ θύγατερ· ὥσπερ γὰρ τὸ μήτηρ καὶ θυγάτηρ, ὀφείλοντα ἐν τῇ γενικῇ προπαροξυνθῆναι διὰ τὸ φυλάξαι τὸν τόνον τῆς εὐθείας | |
15 | ἐν τῇ αὐτῇ συλλαβῇ, οἷον μήτηρ μήτερος καὶ θυγάτηρ θυγάτερος, ὥσ‐ περ Δημήτηρ Δημήτερος καὶ εἰνάτηρ εἰνάτερος (σημαίνει δὲ τὴν σύν‐ νυμφον), οὐ προπαρωξύνθησαν ἀλλὰ παρωξύνθησαν, οἷον μητέρος θυγα‐ τέρος—ἠκολούθησαν γὰρ τοῖς ἰδίοις συγγενικοῖς αὐτῶν, φημὶ δὴ τῷ πατέρος ἀνέρος δαέρος (σημαίνει δὲ τὸν ἀνδράδελφον)—τὸν αὐτὸν | |
20 | τρόπον καὶ ἐκ τοῦ ἐναντίου τὰ ἀρσενικὰ τοῖς θηλυκοῖς ἠκολούθησαν κατὰ τὴν κλητικήν, καὶ ὥσπερ μῆτερ καὶ θύγατερ διὰ τοῦ ε βαρυτόνως, οὕτω καὶ ἄνερ πάτερ δᾶερ διὰ τοῦ ε βαρυτόνως· καὶ λοιπὸν ἀμοιβαῖα ἐγένοντο τὰ τοῦ τόνου· τὰ μὲν γὰρ ἀρσενικὰ τοῖς θηλυκοῖς ἠκολούθη‐ σαν κατὰ τὴν κλητικήν, τὰ δὲ θηλυκὰ τοῖς ἀρσενικοῖς κατὰ τὴν γενικήν. | |
25 | Τὸ δὲ σῶτερ ψευδαιολικόν ἐστι, καὶ τούτου χάριν συνέστειλε τὸ η εἰς τὸ ε ἐν τῇ κλητικῇ καὶ ἐβαρύνθη· οἱ γὰρ Αἰολεῖς ἔθος ἔχουσι πολλάκις συστέλλειν τὸ η εἰς τὸ ε ἐν τῇ κλητικῇ καὶ ἀναβιβάζειν τὸν τόνον, οἷον ὁ τριβολέτηρ ὦ τριβόλετερ (ἔστι δὲ εἶδος ἀκάνθης)· διὰ τοῦτο δὲ εἴρηται ψευδαιολικόν, ἐπειδὴ οὐκ ἔστι κυρίως Αἰολικόν· οἱ γὰρ Αἰολεῖς | |
30 | τότε συστέλλουσι τὸ η εἰς τὸ ε ἐν τῇ κλητικῇ, ἡνίκα μὴ μακρᾷ παρα‐ λήγεται, οἷον ὁ τριβολέτηρ ὦ τριβόλετερ· ἡνίκα δὲ μακρᾷ παραλήγεται, οὐ συστέλλουσι τὸ η ἐν τῇ κλητικῇ εἰς τὸ ε, οἷον ὁ χρηστήρ· τοῦτο γὰρ μακρᾷ παραληγόμενον οὐ συστέλλει τὸ η εἰς τὸ ε ἐν τῇ κλητικῇ | |
(χρηστήρ δέ ἐστιν ὁ παρέχων τοὺς χρησμούς)· τὸ οὖν σῶτερ μακρὰν | 389 | |
390 | ἔχον τὴν παραλήγουσαν οὐ δύναται συσταλῆναι παρὰ τοῖς Αἰολεῦσι· διὰ τοῦτο οὖν εἰρήκαμεν ὅτι ψευδαιολικόν ἐστι καὶ οὐ κυρίως Αἰολικόν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ ἄνερ πάτερ σῶτερ δᾶερ, συστείλαντα τὸ η εἰς τὸ | |
5 | ε ἐν τῇ κλητικῇ, εὐλόγως ἐβαρύνθησαν· τὰ γὰρ εἰς ρ λήγοντα βραχυ‐ κατάληκτα ὑπὲρ μίαν συλλαβὴν ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, χωρὶς τῆς ὑπέρ προθέσεως καὶ τοῦ αὐτάρ καὶ ἀτάρ συνδέσμου· ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα, μάκαρ ἦθαρ ἧπαρ ἔαρ φρέαρ κέαρ δέλεαρ ὄνειαρ ἄτερ· οὕτως οὖν καὶ ἄνερ πάτερ σῶτερ δᾶερ βαρυτόνως· | |
10 | πρόσκειται «βραχυκατάληκτα» διὰ τὸ πατήρ καὶ ἀνήρ ὀξυνόμενα· πρόσ‐ κειται «ὑπὲρ μίαν συλλαβήν» διὰ τὸν γάρ σύνδεσμον ὀξυνόμενον. Ταῦτα μὲν περὶ τοῦ ἄνερ πάτερ σῶτερ δᾶερ. Τὸ δὲ δέσποτα ἀκάκητα μητίετα εὐρύοπα ἐσημειωσάμεθα, ἐπειδὴ ταῦτα κλητικὰ ὄντα προπαροξύνονται, τῆς εὐθείας παροξυνομένης, ὁ | |
15 | ἀκακήτης γὰρ (ὁ μὴ ἔχων κακίαν) καὶ ὁ μητιέτης καὶ ὁ εὐρυόπης καὶ ὁ δεσπότης ἐστὶν ἡ εὐθεῖα. Καὶ περὶ μὲν τοῦ εὐρύοπα καὶ ἀκάκητα ἔχομεν εἰπεῖν ἀπολογίαν τοιαύτην· ἔστιν εὐθεῖα εὐρύοψ, ὥσπερ Αἰθίοψ, καὶ κλίνεται εὐρύοπος εὐρύοπι εὐρύοπα, καὶ εὐλόγως προπαροξύνεται ἡ αἰτιατική, ὥσπερ Αἰθίοπος Αἰθίοπι Αἰθίοπα· καὶ πάλιν ἐστὶν ἀκάκης | |
20 | ἀκάκητος ἀκάκητι ἀκάκητα (σημαίνει δὲ τὸν μὴ ἔχοντα κακίαν), καὶ εὐλόγως προπαροξύνεται ἡ αἰτιατική, ὥσπερ Λάχης Λάχητος Λάχητι Λάχητα· εἰσὶ δὲ καὶ ἄλλαι εὐθεῖαι, οἷον ὁ εὐρυόπης καὶ ὁ ἀκακήτης, αἵτινες γινόμεναι κατὰ μεταπλασμὸν εὐρύοπα καὶ ἀκάκητα ὡμοφώνησαν τῇ αἰτιατικῇ τῇ εὐρύοπα καὶ ἀκάκητα τῇ γενομένῃ ἀπὸ τοῦ εὐρύοψ καὶ | |
25 | ἀκάκης· καὶ ἐπειδὴ ὡμοφώνησαν αὗται αἱ εὐθεῖαι αἱ κατὰ μεταπλασμὸν ταῖς αἰτιατικαῖς, ἠναγκάσθησαν καὶ ὁμοτονῆσαι αὐταῖς καὶ προπαροξυν‐ θῆναι ὁμοίως αὐταῖς. Κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι πᾶσα πτῶσις ὁμοφωνήσασα ἑτέρᾳ πτώσει κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ τὸν αὐτὸν ἐπιδέχεται τόνον, οἷον 〈ἡ〉 Μοῦσα ὦ Μοῦσα (ἐπ’ ἀμφοτέρων μία φωνὴ καὶ | |
30 | εἷς ὁ τόνος), ἡ Μήδεια ὦ Μήδεια, τὸ ξύλον ὦ ξύλον, ἡ τιμή ὦ τιμή, τῇ Λητοῖ ὦ Λητοῖ, ἡ Λητώ τὴν Λητώ (ὁμοίως μία φωνὴ καὶ εἷς ὁ τόνος). Δεῖ προσθεῖναι «χωρὶς τῶν εἰς ευς γενικῶν τῶν γινομένων ἰωνικῶς ἢ δωρικῶς»· οἱ γὰρ Ἴωνες καὶ οἱ Δωριεῖς τὴν Ὀδυσσέος καὶ Ἰδομενέος γενικὴν Ὀδυσσεῦς καὶ Ἰδομενεῦς λέγουσι, κρᾶσιν ποιούμενοι τοῦ ε καὶ | |
35 | ο εἰς τὴν ευ δίφθογγον, οἷον 〈ω 398〉 Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρ’ ἐπὶ καρπῷ, ἀντὶ τοῦ Ὀδυσσέος τὴν χεῖρα ἐφίλησε, καὶ πάλιν 〈Ν 424〉 Ἰδομενεῦς δ’ οὐ λῆγε μένος μέγα, ἀντὶ τοῦ Ἰδομενέος δ’ οὐκ ἔληγεν ἡ δύναμις· καὶ ἰδοὺ ἐπὶ τούτων ὁμοφωνεῖ ἡ γενικὴ τῇ | |
εὐθείᾳ κατὰ τὸν αὐτὸν ἀριθμόν, καὶ γὰρ Ὀδυσσεύς καὶ Ἰδομενεύς ἐστὶν | 390 | |
391 | ἡ εὐθεῖα, καὶ ὅμως οὐκ ἐπιδέχονται τὸν αὐτὸν τόνον· ἡ μὲν γὰρ εὐθεῖα ὀξύνεται, ἡ δὲ γενικὴ περισπᾶται. Πρόσκειται «κατὰ τὸν αὐτὸν ἀριθμόν» διὰ τὸ τῆς ἀγορᾶς καὶ τὰς ἀγοράς· ἰδοὺ γὰρ ἡ αἰτιατικὴ τῶν πληθυν‐ τικῶν ὁμοφωνεῖ τῇ γενικῇ τῶν ἑνικῶν καὶ οὐχ ὁμοτονεῖ αὐτῇ· ἡ μὲν | |
5 | γὰρ γενικὴ τῶν ἑνικῶν περισπᾶται, ἡ δὲ αἰτιατικὴ τῶν πληθυντικῶν ὀξύνεται· ἀλλ’ οὐκ εἰσὶ κατὰ τὸν αὐτὸν ἀριθμόν. Ἐπειδὴ οὖν τοῦ εὐρυόπης καὶ ἀκακήτης αἱ κλητικαὶ [αὐτῶν] εἰς α ἐγένοντο, οἷον ὦ εὐρύοπα καὶ ὦ ἀκάκητα, τοῦ μὲν ὡς ἔχοντος τὸ τ, τοῦ δὲ ὡς ὄντος εἰς πης, καὶ ὡμοφώνησαν ταῖς εὐθείαις ταῖς γινομέναις κατὰ μεταπλασμὸν | |
10 | ἀπὸ τοῦ εὐρυόπης καὶ ἀκακήτης, λέγω δὴ τῷ εὐρύοπα καὶ ἀκάκητα, τούτου οὖν χάριν καὶ ὡμοτόνησαν αὐταῖς καὶ προπαρωξύνθησαν ὁμοίως αὐταῖς κατὰ τὸν προλεχθέντα κανόνα τὸν λέγοντα, ὅτι πᾶσα πτῶσις ὁμοφωνήσασα ἑτέρᾳ πτώσει κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ τὸν αὐτὸν ἐπιδέχεται τόνον· διὰ τοῦτο οὖν προπαροξύνονται αὗται αἱ κλητικαί, | |
15 | λέγω δὴ ἡ εὐρύοπα καὶ ἀκάκητα. Ταῦτα μὲν ἐν τούτοις. Περὶ δὲ τοῦ μητίετα ἔστιν εἰπεῖν ἀπολογίαν τοιαύτην, ὅτι ἐστὶ μητιέτης ἡ εὐθεῖα· τοῦτο ἔχει τὴν αἰτιατικὴν τὸν μητιέτην, καὶ κατὰ μεταπλασμὸν γίνεται μητίετα· καὶ ἐπειδὴ αἱ γινόμεναι κατὰ μεταπλασμὸν εἰς α αἰτιατικαί, μὴ ἀπὸ προηγουμένης γενικῆς ἢ δοτικῆς μεταπλασθεί‐ | |
20 | σης εἰς α, ὑπὲρ δύο συλλαβὰς οὖσαι, προπαροξύνεσθαι θέλουσιν, οἷον ἁλίτροχον ἁλίτροχα, πυργοκέρατον πυργοκέρατα, διθύραμβον διθύραμβα, εὐλόγως οὖν καὶ ἡ μητίετα αἰτιατικὴ ἀπὸ τοῦ μητιέτην κατὰ μετα‐ πλασμὸν γινομένη προπαροξύνεται· οὐδὲ γὰρ ἔχει γενικὴν ἢ δοτικὴν προμεταπλασθεῖσαν ἐν πλάτει εἰς α, εἰ καὶ σπανίως τις θέλει εἰπεῖν | |
25 | ἐπὶ τούτων γενικὴν ἢ δοτικὴν μεταπεπλασμένην· τῆς οὖν αἰτιατικῆς πρῶτον μεταπλασθείσης, καὶ ἡ εὐθεῖα ἡ ἀπὸ τοῦ μητιέτης γινομένη κατὰ μεταπλασμὸν εἰς α, οἷον μητίετα Ζεύς, ὑγιῶς προπαροξύνεται κατὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι πᾶσα πτῶσις ὁμοφωνοῦσα 〈ἑτέρᾳ〉 πτώσει κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ τὸν αὐτὸν ἐπιδέχεται τόνον· ὡσαύτως δὲ | |
30 | καὶ ἡ κλητικὴ τοῦ μητιέτης γενομένη εἰς α, ὡς ἔχουσα τὸ τ, οἷον ὦ μητίετα, καὶ ὁμοφωνήσασα τῇ μητίετα εὐθείᾳ τῇ γενομένῃ ἀπὸ τοῦ μη‐ τιέτης κατὰ μεταπλασμόν, ὑγιῶς προπαροξύνεται τῷ προλεχθέντι κανόνι τῷ λέγοντι, 〈ὅτι〉 πᾶσα πτῶσις ὁμοφωνοῦσα 〈ἑτέρᾳ〉 πτώσει κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ τὸν αὐτὸν ἐπιδέχεται τόνον. Πρόσκειται ἀνωτέρω | |
35 | «μὴ ἀπὸ προηγουμένης γενικῆς ἢ δοτικῆς μεταπλασθείσης εἰς α», ἐπειδή | |
ἐστι τὸν ἱππότην καὶ γίνεται κατὰ μεταπλασμὸν τὸν ἱππότα, καὶ οὐ | 391 | |
392 | προπαροξύνεται, ἐπειδὴ ἔχει προηγουμένην γενικὴν καὶ δοτικὴν μετα‐ πεπλασμένην· ἔστι γὰρ τοῦ ἱππότου καὶ γίνεται κατὰ μεταπλασμὸν 〈τοῦ ἱππότα, καὶ ἔστι τῷ ἱππότῃ καὶ γίνεται κατὰ μεταπλασμὸν〉 τῷ ἱππότα· πρόσκειται «ὑπὲρ δύο συλλαβὰς οὖσαι» διὰ τὸ λιτόν τοῦ λιτοῦ τῷ λιτῷ | |
5 | τὸ λιτόν· τοῦτο γὰρ γίνεται κατὰ μεταπλασμὸν λῖτα, 〈Θ 441〉 κατὰ λῖτα πετάσας, οἱονεὶ καταπετάσας καὶ ἁπλώσας λιτὸν ἱμάτιον, καὶ οὐ προπαροξύνεται, ἐπειδὴ οὐκ ἔστιν ὑπὲρ δύο συλλαβάς. Ταῦτα μὲν ἐν τούτοις. Περὶ δὲ τοῦ δέσποτα ἀξιοῦσί τινες λέγειν, ὅτι ἐστὶ δεσπότης καὶ ἐν | |
10 | συνθέσει γίνεται ἀδέσποτος· ἔχομεν γὰρ τὸν ἀδέσποτον καὶ οἱ ἀδέσπο‐ τοι· αὕτη οὖν ἡ ἀδέσποτος εὐθεῖα ἔχει κλητικὴν τὴν ἀδέσποτε, ἥτις γίνεται κατὰ μεταπλασμὸν εἰς α ὦ ἀδέσποτα, καὶ εὐλόγως προπαροξύ‐ νεται, ὁμοτονεῖ γὰρ τῇ ἰδίᾳ εὐθείᾳ τῇ ἀδέσποτος· μετὰ οὖν τὸν μετα‐ πλασμὸν γίνεται ἀπὸ τοῦ συνθέτου ἡ ἁπλῆ λέξις, οἷον δέσποτα, καὶ | |
15 | μένει προπαροξύτονος ἡ λέξις. Τὸ μέντοι ἀπὸ συνθέτου γίνεσθαι ἁπλοῦν οὐκ ἔστι ξένον· ἔχομεν γὰρ τοῦτο καὶ ἐπὶ φυσικῶν πραγμάτων, ὥσπερ ἀπὸ δένδρου ἐάν τις ἀποσπάσῃ κλάδον, γίνεται ἁπλοῦν ἀπὸ συνθέτου, καὶ ἐὰν ἀπὸ ζῴου ἀποσπάσῃ τις χεῖρα ἢ πόδα, γίνεται ὁμοίως ἀπὸ συνθέτου ἁπλοῦν· καὶ ἐπὶ λέξεων δὲ τὸ αὐτὸ εὑρίσκομεν σχῆμα· ἀπὸ | |
20 | γὰρ τοῦ «εὐστάδα λίμνην» ἔχομεν ἁπλοῦν τὸ στάδα λίμνην, καὶ ἰδοὺ ἀπὸ συνθέτου λέξεως ἐγένετο ἁπλῆ λέξις, σημαίνει δὲ τὴν καλῶς ἱστα‐ μένην· καὶ τὸ 〈Λ 9〉 εἴρυσαν ἠνορέῃ ἀπὸ τοῦ εὐηνορέῃ γέγονε, καὶ τὸ 〈ν 306〉 δόμοις ἔνι ποιητοῖσιν ἀπὸ τοῦ εὐποιήτοισι γέγονε, τὸ γὰρ καλῶς πεποιημένοις δηλοῖ· καὶ ἰδοὺ ἀπὸ συνθέτων λέξεων ἐγένοντο | |
25 | ἁπλαῖ λέξεις· οὕτως οὖν καὶ ἐπὶ τοῦ δέσποτα ἁπλῆ ἐγένετο ἡ λέξις ἀπὸ συνθέτου. Τοσαῦτα ἔχομεν εἰπεῖν περὶ τῶν σεσημειωμένων. Ἰστέον 〈δὲ〉 ὅτι προπαροξύνονται κατὰ τὴν κλητικὴν τὰ εἰς ης κύρια σύνθετα ἔχοντα τὴν κλητικὴν εἰς ες, δηλονότι βαρυτονούμενα κατὰ τὴν εὐθεῖαν, οἷον Ἀριστοφάνης Ἀριστόφανες, Δημοσθένης Δημό‐ | |
30 | σθενες, Διομήδης Διόμηδες, Πολυδεύκης Πολύδευκες, Διοπείθης Διόπει‐ θες, Ἡρακλέης Ἡράκλεες καὶ κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογ‐ γον Ἡράκλεις· περὶ δὲ τοῦ Λειώδης, ὅτι προπερισπᾶται κατὰ τὴν κλη‐ τικὴν διὰ τὸν χαρακτῆρα, [ὃν] ἐμάθομεν ἀνωτέρω [προπερισπᾶται]· ἐμάθομεν γάρ, ὅτι τὰ διὰ τοῦ ωδης προπερισπῶνται κατὰ τὴν κλητι‐ | |
35 | κήν, οἷον δυσώδης δυσῶδες, εὐώδης εὐῶδες· οὕτως οὖν καὶ Λειώδης | 392 |
393 | Λειῶδες προπερισπωμένως κατὰ τὴν κλητικήν, οἷον 〈φ 168〉 Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; τοῦτο δὲ οὐ σύνθετόν ἐστιν, περὶ 〈δὲ〉 τῶν εἰς ης συνθέτων ἐστὶν ὁ λόγος. Ἰστέον δὲ ὅτι τινὲς θέλουσι λέγειν τὸ Λειώδης εἶναι σύνθετον παρὰ τὸ ἅδειν τῷ λεῴ, | |
5 | τουτέστιν ἀρέσκειν τῷ ὄχλῳ· ἐμίσει γὰρ τὴν μάχην, ὡς καὶ ὁ ποιητὴς δηλοῖ λέγων 〈φ 146〉 ἀτασθαλίαι δέ οἱ οἴῳ Ἐχθραὶ ἔσαν. Οὗτοι 〈δὲ〉 οὐ καλῶς λέγουσιν, ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι τὸ Λειώδης ἁπλοῦν ἦν· παρὰ γὰρ τὸ λεῖον (τὸ ὁμαλόν) ἐγένετο Λειώδης κατὰ παραγωγήν· λέγει γὰρ ὁ ποιητής 〈φ 150〉 ὁ δ’ ἐπεὶ κάμε χεῖρας ἀνέλκων | |
10 | Ἀτρίπτους, ἁπαλάς· παρὰ τὸ λεῖον οὖν ἐστι Λειώδης παράγωγον· οὐδὲ γὰρ δύναται εἶναι σύνθετον, ἐπειδὴ καθόλου τὰ διὰ τοῦ ωδης ἅπαντα ἢ ἁπλᾶ εἰσιν ἢ παρασύνθετα, οὐδέποτε δὲ σύνθετα· ἢ γὰρ ἀπὸ ἁπλῶν παράγονται καὶ εἰσὶν ἁπλᾶ, οἷον πετρῶν πετρώδης, λίθων λι‐ θώδης, γεῶν γεώδης, ἢ ἀπὸ συνθέτων παράγονται καὶ εἰσὶ παρασύν‐ | |
15 | θετα, ὡς ἐπὶ τοῦ δυσώδης καὶ εὐώδης· ἀπὸ γὰρ συνθέτων τοῦ δυσαῶν καὶ εὐαῶν γεγόνασι δυσαώδης καὶ εὐαώδης, καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ω εἰς ω δυσώδης καὶ εὐώδης· εἰ οὖν τὸ Λειώδης οὐκ ἔστι παρασύν‐ θετον, οὐδὲ γὰρ παρήχθη ἀπὸ συνθέτου ἀλλ’ ἀπὸ ἁπλοῦ τοῦ λείου, δηλονότι ἁπλοῦν ἐστιν. Πάντα δὲ τὰ διὰ τοῦ ωδης, ὡς εἴρηται, προ‐ | |
20 | περισπῶνται κατὰ τὴν κλητικήν, οἷον ὦ λιθῶδες, ὦ πετρῶδες, ὦ Λειῶδες, ὦ δυσῶδες, ὦ εὐῶδες· καὶ τὰ διὰ τοῦ ωλης δὲ καὶ τὰ διὰ τοῦ ηρης καὶ τὰ διὰ τοῦ ωρης, παροξυνόμενα κατὰ τὴν εὐθεῖαν, ἐν τῇ κλητικῇ προπερισπῶνται, οἷον ἐξώλης ἐξῶλες, πανώλης πανῶλες, ξιφήρης ξι‐ φῆρες, χαλκήρης χαλκῆρες, Διώρης Διῶρες (ἔστι δὲ ὄνομα κύριον), | |
25 | ὑλώρης ὑλῶρες. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς ης ἐπίθετα βαρύτονα σύνθετα ἀπὸ οὐδετέρων, ἔχοντα τὴν κλητικὴν εἰς ες, προπαροξύνονται κατὰ τὴν κλητικήν, οἷον εὐμήκης εὔμηκες, ἐπιμήκης ἐπίμηκες, κακοήθης κακόηθες, συνήθης σύν‐ ηθες, παμμεγέθης παμμέγεθες· τούτοις ἠκολούθησαν καὶ τὸ φιλαλήθης | |
30 | φιλάληθες καὶ μισαλήθης μισάληθες. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι τὰ παρὰ τὸ ἔτος παρ’ ἡμῖν μὲν ὀξυνόμενα κατὰ τὴν εὐθεῖαν καὶ κατὰ τὴν κλητικὴν ὀξύνονται, οἷον ὁ τριετής ὦ τριετές, ὁ πενταετής ὦ πεν‐ ταετές, ὁ ἑξαετής ὦ ἑξαετές, παρὰ δὲ τοῖς Ἀθηναίοις παροξυνόμενα κατὰ τὴν εὐθεῖαν ἐν τῇ κλητικῇ προπαροξύνονται, οἷον ὁ πενταέτης | |
35 | ὦ πεντάετες, ὁ ἑξαέτης ὦ ἑξάετες. | |
Δεῖ δὲ γινώσκειν, ὅτι τὰ παρὰ τὸ ἀντῶ καὶ τὰ παρὰ τὸ ἀρκῶ καὶ | 393 | |
394 | τὰ παρὰ τὸ ἅδειν (ὃ σημαίνει τὸ ἀρέσκειν) καὶ τὰ παρὰ τὸ ἀκή (ὃ ση‐ μαίνει τὴν ὀξύτητα τοῦ σιδήρου) βαρυτονούμενα κατὰ τὴν εὐθεῖαν ἔχουσι τὴν κλητικὴν προπαροξύτονον, οἷον κατάντης κάταντες, προσάντης πρόσαντες, αὐτάρκης αὔταρκες, ὀλιγάρκης ὀλίγαρκες, αὐθάδης αὔθαδες, | |
5 | τανυήκης τανύηκες, ἀμφήκης ἄμφηκες· οὕτω γὰρ κάλλιόν ἐστι λέγειν, ὅτι χαρακτῆρι ταῦτα ὑποπίπτουσιν, καὶ μὴ σημειοῦσθαι, ὡς ἐποίησεν ὁ παρὼν τεχνικός. Καὶ τὰ εἰς ηρ δὲ παροξύτονα, ὅταν ἔχωσι τὴν κλητικὴν εἰς ερ, προπαροξύνονται κατὰ τὴν κλητικήν, δηλονότι ὑπὲρ δύο συλλαβὰς ὄντα, | |
10 | οἷον θυγάτηρ θύγατερ, Δημήτηρ Δήμητερ, εἰνάτηρ εἴνατερ· πρόσκειται «ὑπὲρ δύο συλλαβὰς ὄντα» διὰ τὸ μήτηρ μῆτερ· τοῦτο γὰρ οὐ προ‐ παροξύνεται κατὰ τὴν κλητικήν, ἀλλ’ οὐκ ἔστιν ὑπὲρ δύο συλλαβάς. Ἰστέον δὲ ὅτι πταίουσιν οἱ λέγοντες ὦ παντόκρατορ κατὰ τὴν κλητικὴν προπαροξυτόνως· δέον γὰρ ὁμοτόνως τῇ εὐθείᾳ λέγειν παρ‐ | |
15 | οξυτόνως, οἷον ὦ παντοκράτορ· οὐ γάρ ἐστι τοῦτο εἰς ηρ, ἵνα ἀναβι‐ βάσῃ τὸν τόνον ἐν τῇ κλητικῇ καὶ προπαροξυνθῇ. Δεῖ 〈δὲ〉 γινώσκειν, ὅτι αἱ εἰς ορ περατούμεναι κλητικαὶ ἐν ταύτῃ τῇ συλλαβῇ φυλάττουσι τὸν τόνον ἐν ᾗ συλλαβῇ ἔχει αὐτὸν καὶ ἡ εὐθεῖα· καὶ εἰ μὲν παραλήγονται φύσει μακρᾷ, προπερισπῶνται, οἷον ὁ Πολυ‐ | |
20 | μήστωρ ὦ Πολυμῆστορ, ὁ Ἀδμήτωρ ὦ Ἀδμῆτορ, ὁ οἰκήτωρ ὦ οἰκῆτορ· εἰ δὲ μὴ παραλήγονται φύσει μακρᾷ, παροξύνονται, οἷον ὁ Νέστωρ ὦ Νέστορ, ὁ Ἕκτωρ ὦ Ἕκτορ· οὕτως οὖν καὶ ὁ παντοκράτωρ ὦ παντο‐ κράτορ ὁμοτόνως τῇ εὐθείᾳ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς ων σύνθετα διὰ τοῦ ω δηλονότι, ὅταν ἔχωσι | |
25 | τὴν κλητικὴν εἰς ον διὰ τοῦ ο, προπαροξύνονται κατὰ τὴν κλητικήν, ὑπὲρ δύο συλλαβὰς ὄντα, οἷον Ἀγαμέμνων ὦ Ἀγάμεμνον, ὀλβιοδαίμων ὦ ὀλβιόδαιμον, κυλλοποδίων ὦ κυλλοπόδιον, χαμαιλέων ὦ χαμαίλεον, ἐνοσίχθων ὦ ἐνόσιχθον· πρόσκειται «ὅταν ἔχωσι τὴν κλητικὴν εἰς ον διὰ τοῦ ο», διὰ τὸ ὦ χαλκοχίτων, ὦ φιλοπλάτων· ταῦτα γὰρ οὐ προ‐ | |
30 | παροξύνονται ἐν τῇ κλητικῇ, ἀλλ’ οὐκ εἰσὶ διὰ τοῦ ο ἀλλὰ διὰ τοῦ ω· πρόσκειται «ὑπὲρ δύο συλλαβάς» διὰ τὸ ἄκμων ἄκμονος ὦ ἄκμον· τοῦτο γὰρ σύνθετόν ἐστι παρὰ τὸ α ἐπιτατικὸν μόριον καὶ τὸ καμών ἀκάμων καὶ κατὰ συγκοπὴν ἄκμων, οἱονεὶ ὁ πάνυ κάμνων, καὶ διὰ τοῦ ο ἔχει τὴν κλητικήν, καὶ ὅμως οὐ προπαροξύνεται κατὰ τὴν κλητικήν, ἐπειδὴ | |
35 | δισύλλαβόν ἐστιν· πρόσκειται «σύνθετα» διὰ τὸ ὦ Ἱκετᾶον καὶ ὦ Ἀρετᾶον καὶ ὦ Μαχᾶον· ταῦτα γὰρ οὐ προπαροξύνονται κατὰ τὴν κλητικὴν ἀλλὰ προπερισπῶνται, ὑπὲρ δύο συλλαβὰς ὄντα καὶ εἰς ον διὰ τοῦ ο, ἀλλ’ | |
οὐκ εἰσὶ σύνθετα ἀλλ’ ἁπλᾶ. | 394 | |
395 | Σημειοῦται δὲ ὁ τεχνικὸς καὶ λέγει «χωρὶς τῶν παρὰ τὸ φρήν»· ταῦτα γὰρ πρὸ μιᾶς ἔχουσι τὸν τόνον ἐν τῇ κλητικῇ καὶ οὐ προπαρ‐ οξύνονται, οἷον ὦ δαΐφρον, ὦ περίφρον, ὦ καρτερόφρον, ὦ Λυκόφρον παροξυτόνως· «καὶ τὸ ὦ Λακεδαῖμον»· οὐδὲ γὰρ προπαροξύνεται τοῦτο | |
5 | κατὰ τὴν κλητικὴν ἀλλὰ προπερισπᾶται· ἔστι δὲ σύνθετον· οὕτω γάρ φασι λέγεσθαι τὴν πόλιν, ἐπειδὴ ἐν αὐτῇ πρῶτον οἱ θεοὶ ἔλαχον καὶ ἐκληρώσαντο τὰς πόλεις, οἱονεὶ Λαχεδαίμων τις οὖσα. Σημειούμεθα δὲ καὶ τὸ ὦ Παλαῖμον προπερισπώμενον κατὰ τὴν κλητικὴν καὶ οὐ προ‐ παροξυνόμενον· ἔστι δὲ σύνθετον παρὰ τὴν πάλην καὶ τὸ αἵμων, ὃ ση‐ | |
10 | μαίνει τὸν ἔμπειρον· θέλουσι δὲ καὶ τὸ Εὔδαιμον τὸ κύριον μὴ προ‐ παροξύνειν κατὰ τὴν κλητικὴν ἀλλὰ προπερισπᾶν, οἷον ὦ Εὐδαῖμον, πρὸς ἀντιδιαστολὴν τοῦ ἐπιθέτου· ἐκεῖνο γὰρ προπαροξύνεται κατὰ τὴν κλητικήν, οἷον ὦ εὔδαιμον, ὥσπερ τὸ κακόδαιμον καὶ ὀλβιόδαιμον. Ταῦτα μὲν ἐν τούτοις. | |
15 | Ἰστέον δὲ ὅτι τὰ εἰς ων συγκριτικὰ ὑπὲρ δύο συλλαβὰς ὄντα προ‐ παροξύνονται κατὰ τὴν κλητικήν, οἷον ὁ βελτίων ὦ βέλτιον καὶ τὸ βέλτιον, ὁ ἀμείνων ὦ ἄμεινον καὶ τὸ ἄμεινον, ὁ γλυκίων ὦ γλύκιον καὶ τὸ γλύκιον, 〈ι 34〉 ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων, ὁ διπλασίων ὦ διπλάσιον καὶ τὸ διπλάσιον, ὁ ἀρείων ὦ ἄρειον καὶ τὸ | |
20 | ἄρειον, 〈Δ 407〉 παυρότερον λαὸν ἀγαγόνθ’ ὑπὸ τεῖχος ἄρειον· πρόσκειται «ὑπὲρ δύο συλλαβάς» διὰ τὸ κρείττων ὦ κρεῖττον· τοῦτο γὰρ οὐ προπαροξύνεται κατὰ τὴν κλητικήν, ἀλλ’ οὐκ ἔστιν ὑπὲρ δύο συλ‐ λαβάς. Καὶ ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα τὰ εἰς ων ἁπλᾶ οὐκ ἀναβιβάζουσι τὸν τόνον τῆς εὐθείας κατὰ τὴν κλητικήν, οἷον ὁ Φιλήμων ὦ Φιλῆμον, | |
25 | ὁ Νοήμων ὦ Νοῆμον, ὁ Μαχάων ὦ Μαχᾶον, ὁ Ἱκετάων ὦ Ἱκετᾶον, ποίῳ λόγῳ τὰ εἰς ων συγκριτικὰ ὑπὲρ δύο συλλαβὰς ὄντα προπαροξύ‐ νονται κατὰ τὴν κλητικήν, οἷον ὁ βελτίων ὦ βέλτιον, ὁ γλυκίων ὦ γλύκιον· ὅτι γὰρ ταῦτα προπαροξύνονται κατὰ τὴν κλητικήν, δηλοῦσι τὰ οὐδέτερα τούτων προπαροξυνόμενα, οἷον τὸ βέλτιον, τὸ γλύκιον. | |
30 | Ἔστιν οὖν εἰπεῖν τὴν αἰτίαν ταύτην, ἥν φησιν ὁ Ἀπολλώνιος ἐν τῷ Περὶ κατηναγκασμένων τόνων, ὅτι τὰ συγκριτικὰ προπαροξύνεσθαι θέ‐ λουσιν, οἷον ὀξύτερος ταχύτερος σοφώτερος λογιώτερος· ἐπειδὴ οὖν ταῦτα τὰ εἰς ων συγκριτικά, φημὶ δὴ τὸ βελτίων καὶ ἀμείνων, διὰ τὴν ἐπὶ τέλους μακρὰν οὐκ ἠδύναντο προπαροξυνθῆναι κατὰ τὴν εὐθεῖαν, | |
35 | —ἔχομεν γὰρ ὅτι φύσει μακρᾶς οὔσης τῆς τελευταίας συλλαβῆς οὐδέ‐ | |
ποτε τρίτη ἀπὸ τέλους πίπτει ἡ ὀξεῖα, ἤγουν οὐ προπαροξύνεται ἡ | 395 | |
396 | λέξις, οἷον Ὁμήρου Ἀριστάρχου Ἡροδότου—τούτου οὖν χάριν ἐν τῇ κλητικῇ τῆς μακρᾶς συσταλείσης, ἤγουν τοῦ ω εἰς τὸ ο, ἡ κεχρεωστη‐ μένη τάσις ἐν τῇ εὐθείᾳ προσῆλθεν ἐν τῇ κλητικῇ, φημὶ δὴ ἡ προπαρ‐ οξύτονος, καὶ λοιπὸν εὐλόγως προπαροξύνεται κατὰ τὴν κλητικὴν ἡ | |
5 | τούτων ἀκολουθία. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι τὰ εἰς ω θηλυκά, ἐὰν μὲν ἔχωσι τὴν κλητικὴν εἰς ω, ὀξύνονται κατὰ τὴν κλητικὴν ὁμοίως τῇ εὐθείᾳ, οἷον ἡ Ἐρατώ ὦ Ἐρατώ, 〈Apoll. Rhod. 3, 1〉 εἰ δ’ ἄγε νῦν, Ἐρατώ, ἐὰν δὲ εἰς τὴν οι δίφθογγον ἔχωσι τὴν κλητικήν, περισπῶνται | |
10 | κατὰ τὴν κλητικὴν ὁμοίως τῇ δοτικῇ, οἷον τῇ Λητοῖ ὦ Λητοῖ, 〈Φ 498〉 Λητοῖ, ἐγὼ δέ τοι οὔτι μαχήσομαι· ἔχομεν γὰρ ἐν τοῖς προλα‐ βοῦσιν, ὅτι πᾶσα πτῶσις ὁμοφωνοῦσα ἑτέρᾳ πτώσει. κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ τὸν αὐτὸν ἐπιδέχεται τόνον. Τοσαῦτα ἔχομεν εἰπεῖν περὶ τοῦ τόνου τῆς κλητικῆς. | |
15 | Περὶ τοῦ τόνου τῆς εὐθείας τῶν δυϊκῶν. Ἰστέον ὅτι αἱ εἰς ε λήγουσαι εὐθεῖαι τῶν δυϊκῶν ὁμοτόνως ἔχουσι τῇ εἰς α ληγούσῃ αἰτιατικῇ τῶν ἑνικῶν, οἷον ἀβλῆτα ἀβλῆτε, λιμένα λιμένε, γυναῖκα γυναῖκε, θυγατέρα θυγατέρε, χῆνα χῆνε, Αἴαντα Αἴαντε, λέβητα λέβητε, Ξενοφῶντα Ξενοφῶντε, Ποσειδῶνα Ποσειδῶνε, Ὀδυσσέα | |
20 | Ὀδυσσέε. Ἰστέον δὲ ὅτι ἡ εἰς ε λήγουσα εὐθεῖα τῶν δυϊκῶν παροξυ‐ νομένη μὲν ἐν τῇ ἐντελείᾳ καὶ συναιρουμένη περισπᾶται, οἷον εὐγενέε εὐγενῆ, εὐσεβέε εὐσεβῆ· ἔχομεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι ἡ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον πάϊς παῖς, Πηλέϊ Πηλεῖ, ποιέω ποιῶ· προπαροξυνομένη δὲ ἐν τῇ ἐντελείᾳ καὶ συναιρου‐ | |
25 | μένη παροξύνεται, οἷον Δημοσθένεε Δημοσθένη, Διομήδεε Διομήδη· ἔχομεν γάρ, ὅτι ἡ ὀξεῖα καὶ αἱ δύο βαρεῖαι εἰς ὀξεῖαν καὶ βαρεῖαν συν‐ έρχονται ἤγουν συναιροῦνται, οἷον Δημοσθένεος Δημοσθένους, Διομή‐ δεος Διομήδους, τείχεα τείχη· τὸ γὰρ ἔαρος ἦρος καὶ κέαρος κῆρος διὰ τὸ εἶναι φύσει μακρὰν πρὸ μιᾶς βραχείας προπεριεσπάσθησαν. Ἰστέον | |
30 | δὲ καὶ τοῦτο, ὅτι ἡ εὐθεῖα τῶν δυϊκῶν τὼ πρέσβη παρὰ μὲν τοῖς ῥή‐ τορσι βαρυτόνως ἀναγινώσκεται, ὡς ἀπὸ τοῦ πρέσβυς πρέσβεος πρέσβεε πρέσβη, παρὰ δὲ Ἀριστοφάνει περισπωμένως, 〈fragm. 639 Κ〉 ἥκετον πρεσβῆ δύο, ὡς ἀπὸ ὀξυτόνου εὐθείας, οἷον ὡς ἀπὸ τοῦ ὁ πρεσβεύς τοῦ πρεσβέος τὼ πρεσβέε τὼ πρεσβῆ. Ταῦτα μὲν ἐν τούτοις. | |
35 | Προσέθηκε δὲ ὁ τεχνικὸς λέγων, ὅτι «εἰ δὲ ἄλεκτος εὑρεθῇ», τουτ‐ | |
έστιν εἰ μὴ λέγεται εἰς α ἡ αἰτιατικὴ τῶν ἑνικῶν, ὁμότονος γίνεται ἡ | 396 | |
397 | εἰς ε λήγουσα εὐθεῖα τῶν δυϊκῶν τῇ γενικῇ τῶν ἑνικῶν, οἷον πόλεως πόλεε, μάντεως μάντεε, βέλεος βέλεε, τείχεος τείχεε· οὐδὲ γάρ ἐστιν ἐπὶ τούτων εἰς α ἡ αἰτιατικὴ τῶν ἑνικῶν. Δεῖ προσθεῖναι «χωρὶς τῶν εἰς ος ὀξυτόνων γενικῶν»· ἐπὶ τούτων γὰρ οὐχ ὁμοτονεῖ ἡ εἰς ε λή‐ | |
5 | γουσα εὐθεῖα τῶν δυϊκῶν τῇ γενικῇ τῶν ἑνικῶν, οἷον μυός μύε, συός σύε, δρυός δρύε, κιός κῖε (σημαίνει δὲ τὸν σκώληκα), λιός λῖε (σημαίνει δὲ τὸν λέοντα)· οὐδέποτε γὰρ ἡ εἰς ε λήγουσα εὐθεῖα τῶν δυϊκῶν ὀξύ‐ νεται, ὡς δηλοῦσι τὰ προλεχθέντα παραδείγματα· τὸ γὰρ τίνε καὶ τινέ πρὸς διάφορον σημασίαν διάφορον ἔχει καὶ τὸν τόνον· τὸ μὲν γὰρ | |
10 | πευστικὸν βαρύνεται, οἷον τίνε, τὸ δὲ ἀνταποδοτικὸν ἤγουν ἀόριστον ὀξύνεται, οἷον τινέ. Ταῦτα μὲν περὶ τῆς εἰς ε ληγούσης εὐθείας τῶν δυϊκῶν. Ἡ δὲ εἰς ω λήγουσα καὶ εἰς α εὐθεῖα τῶν δυϊκῶν ἐν τῇ αὐτῇ συλλαβῇ ἔχει τὸν τόνον ἐν ᾗ καὶ ἡ γενικὴ τῶν ἑνικῶν, οἷον Ὁμήρου | |
15 | Ὁμήρω, ἀνθρώπου ἀνθρώπω, Ἀριστάρχου Ἀριστάρχω, ἀέλλης ἀέλλα, τραπέζης τραπέζα, ἁμάξης ἁμάξα, καλοῦ καλώ, σοφοῦ σοφώ· καὶ ταῦτα μὲν ἐν τῇ αὐτῇ συλλαβῇ ἔχουσι τὸν τόνον, οὐ τὸν αὐτὸν δὲ τόνον ἐπεδέξαντο· τὸ μὲν γὰρ καλοῦ καὶ σοφοῦ περισπᾶται, τὸ δὲ καλώ καὶ σοφώ ὀξύνεται· τὸ γὰρ ω ἐν τοῖς δυϊκοῖς ἀποστρέφεται τὴν περισπω‐ | |
20 | μένην τάσιν, οἷον σεμνώ ἀγαθώ κακώ σοφώ πτωχώ δειλώ. Ὅτι γὰρ τὸ ω τὸ ἐν τοῖς δυϊκοῖς ἀποστρέφεται τὴν περισπωμένην τάσιν, δῆλον εἴγε τὸ μὲν οἵ καὶ τὸ τούς ὀξυνόμενα καὶ προσλαμβάνοντα τὴν τῆς δε συλλαβῆς ἔκτασιν προπερισπῶνται, οἷον οἷδε τοῦσδε, τῷ κανόνι τῷ λέγοντι, ὅτι πᾶσα φύσει μακρὰ πρὸ μιᾶς συλλαβῆς βραχείας ἐφ’ ἑαυτῆς | |
25 | ἔχουσα τὸν τόνον περισπᾶται, ἡ δὲ εὐθεῖα τῶν δυϊκῶν γενομένη κατ’ ἐπέκτασιν, οἷον τώδε [οἱ ἄνθρωποι], οὐ προπερισπᾶται ἀλλὰ παροξύνεται διὰ τὸ 〈τὸ〉 ω τὸ ἐν τοῖς δυϊκοῖς ἀποστρέφεσθαι τὴν περισπωμένην τάσιν, οἷον καλώ σοφώ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἡ εἰς α λήγουσα εὐθεῖα τῶν δυϊκῶν ἀεὶ μακρὸν ἔχει | |
30 | τὸ α, καὶ ἢ παροξύνεται ἢ ὀξύνεται ἢ περισπᾶται· οὐδέποτε γὰρ προπαρ‐ οξύνεται ἢ προπερισπᾶται διὰ τὴν ἐπὶ τέλους φύσει μακράν· ὡς γὰρ ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, οὔτε πρὸ φύσει μακρᾶς τίθεται περισπωμένη, οὔτε φύσει μακρᾶς τῆς ἐπὶ τέλους οὔσης προπαροξύνεται ἡ λέξις. Καὶ ἰστέον ὅτι εἰ μὲν παροξύνεται ἡ εἰς α λήγουσα εὐθεῖα τῶν δυϊκῶν, τῇ γενικῇ τῶν | |
35 | ἑνικῶν συντονοῦται, οἷον Ἀτρείδου Ἀτρείδα, Ὀρέστου Ὀρέστα, θυέλλης θυέλλα, ἁμάξης ἁμάξα, εἰ δὲ ἐπὶ τέλους ἔχει τὸν τόνον ἡ εἰς α λήγουσα εὐθεῖα τῶν δυϊκῶν, οὐκέτι τῇ γενικῇ τῶν ἑνικῶν συντονοῦται, ἀλλὰ τῇ | |
εὐθείᾳ τῶν ἑνικῶν· καὶ εἰ μὲν ἡ εὐθεῖα τῶν ἑνικῶν ὀξύνεται, καὶ ἡ εὐθεῖα | 397 | |
398 | τῶν δυϊκῶν ὀξύνεται, οἷον κριτής κριτά, ποιητής ποιητά, αὐλητής αὐλητά, εὑρετής εὑρετά, λῃστής λῃστά, εἰ δὲ περισπᾶται ἡ εὐθεῖα τῶν ἑνικῶν, καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν περισπᾶται, οἷον Μηνᾶς Μηνᾶ, Ἑρμῆς Ἑρμᾶ, Φιλητᾶς Φιλητᾶ, χρυσῆ χρυσᾶ, χαλκῆ χαλκᾶ. Ταῦτα μὲν ἐν τούτοις. | |
5 | Φησὶ δὲ ὁ τεχνικός, ὅτι τὸ ἄμφω καὶ δύο θεματικά εἰσιν, τουτ‐ έστιν οὐκ ἐγένοντο ἀπὸ ἑνικῶν· τὸ γὰρ σημαινόμενον κωλύει· πῶς γὰρ ὁ δύο ἀριθμὸς δύναται 〈ἐν〉 ἑνικῷ ἀριθμῷ θεωρεῖσθαι; Ἰστέον δὲ ὅτι τὸ μὲν ἄμφω ἀεὶ διὰ τοῦ ω γράφεται καὶ χωρὶς ἄρθρου λέγεται, τὸ δὲ δύο καὶ διὰ τοῦ ο γράφεται καὶ διὰ τοῦ ω, καὶ κοινῶς μὲν διὰ τοῦ ο | |
10 | γράφεται, ἀττικῶς δὲ διὰ τοῦ ω καὶ ἀναλόγως τῷ δυϊκῷ ἀριθμῷ· τὸ γὰρ ω τελικόν ἐστι τῆς εὐθείας τῶν δυϊκῶν, οἷον Ὁμήρω ἀνθρώπω· ἰστέον δὲ ὅτι ἐν μέτρῳ εὕρηται διὰ τοῦ ο καὶ διὰ τοῦ ω, οἷον 〈Κ 252〉 παρῴχηκεν δὲ πλέων νὺξ Τῶν δύο μοιράων διὰ τοῦ ο, καὶ 〈Arat. 468〉 δύω [δὲ] δυσὶν ἀντιφέρονται διὰ τοῦ ω. Ἔστι δὲ καὶ | |
15 | δοιώ ἡ εὐθεῖα τῶν δυϊκῶν κατὰ διάλεκτον ὀξυτόνως διὰ τῆς οι διφθόγ‐ γου, ὡς παρὰ τῷ ποιητῇ 〈Γ 236〉 δοιὼ δ’ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν, καὶ πάλιν 〈Δ 7〉 δοιαὶ μὲν Μενελάῳ ἀρη‐ γόνες εἰσὶ θεάων, καὶ πάλιν 〈Ω 527〉 δοιοὶ γάρ τε πίθοι κατα‐ κείαται ἐν Διὸς οὔδει· καὶ ἔστιν ἀπὸ τοῦ ὁ δοιός τοῦ δοιοῦ τοῦ | |
20 | σημαίνοντος τὸ ὁ διπλοῦς. Περὶ τοῦ τόνου τῆς γενικῆς τῶν δυϊκῶν. Ἰστέον ὅτι ἡ εἰς αιν λήγουσα γενικὴ τῶν δυϊκῶν ἀκολουθεῖ τῇ ἰδίᾳ εὐθείᾳ, τουτέστιν ἐν τῇ αὐτῇ συλλαβῇ ἔχει τὸν τόνον ἐν ᾗ καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν, οἷον Πέρσα Πέρσαιν, Αἰνεία Αἰνείαιν, Παπία Παπίαιν, | |
25 | κοχλία κοχλίαιν, τοξότα τοξόταιν, οὐ πάντως δὲ τὸν αὐτόν· πρόσκειται «οὐ πάντως δὲ τὸν αὐτόν» διὰ τὸ ποιητά ποιηταῖν, καλά καλαῖν· τὸ μὲν γὰρ ποιητά καὶ καλά ὀξύνεται πρὸς τὴν εὐθεῖαν τῶν ἑνικῶν τὴν ποιητής καὶ καλή, τὸ δὲ ποιηταῖν καὶ καλαῖν περισπᾶται τῷ κανόνι τῷ λέγοντι, ὅτι πᾶσα γενικὴ καὶ δοτικὴ μακροκατάληκτος ἐπ’ ὀνομάτων, | |
30 | ἐπὶ τῆς τελευταίας συλλαβῆς ἔχουσα τὸν τόνον, περισπωμένην δέχεται· τὸν δὲ κανόνα τοῦτον εἰρήκαμεν ἐν τῇ περὶ τῆς γενικῆς τῶν ἑνικῶν διδασκαλίᾳ, ἡνίκα περὶ τῆς ἰᾶς καὶ μιᾶς διελάβομεν· ὅμως δὲ ἐν τῇ αὐτῇ συλλαβῇ ἐφυλάχθη ὁ τόνος· τοῦ δὲ Πέρσα Πέρσαιν ἐν τῇ αὐτῇ | |
συλλαβῇ ἐφυλάχθη ὁ τόνος καὶ ὁ αὐτός. | 398 | |
399 | Ἔστι δὲ καὶ οὕτως εἰπεῖν περὶ τῆς εἰς αιν ληγούσης γενικῆς τῶν δυϊκῶν· αἱ εἰς αιν λήγουσαι γενικαὶ τῶν δυϊκῶν, ἀπὸ μὲν βαρυνομένων εὐθειῶν δυϊκῶν οὖσαι συμβαρύνονται αὐταῖς, οἷον Ἀτρείδα Ἀτρείδαιν, Ὀρέστα Ὀρέσταιν, συκοφάντα συκοφάνταιν, τοξότα τοξόταιν, πολίτα | |
5 | πολίταιν, τέχνα τέχναιν, κόρα κόραιν· ἀπὸ δὲ ὀξυνομένων ἢ περισπω‐ μένων εὐθειῶν δυϊκῶν οὖσαι περισπῶνται, ἀπὸ μὲν ὀξυνομένων, οἷον κηδεστά κηδεσταῖν, ποιητά ποιηταῖν, αὐλητά αὐληταῖν, εὑρετά εὑρεταῖν, λῃστά λῃσταῖν, κριτά κριταῖν, ὑβριστά ὑβρισταῖν, ἀπὸ δὲ περισπωμένων, οἷον Ἑρμᾶ Ἑρμαῖν, Ἀπελλᾶ Ἀπελλαῖν, Φιλητᾶ Φιληταῖν, χαλκᾶ χαλ‐ | |
10 | καῖν, χρυσᾶ χρυσαῖν. Καὶ ἀποροῦσί τινες λέγοντες, διατί ἡ Ἀτρείδαιν γενικὴ τῶν δυϊ‐ κῶν οὐ περισπᾶται ὁμοίως τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν. Καὶ ἐπιλύεται ὁ Ἡρωδιανὸς ἐν τῇ Καθόλου λέγων, ὅτι ἡ Ἀτρείδαιν γε‐ νικὴ τῶν δυϊκῶν μᾶλλον τῇ Ἀτρείδαις δοτικῇ τῶν πληθυντικῶν ἀκο‐ | |
15 | λουθεῖ ἤπερ τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν· κατὰ γὰρ τὴν φωνὴν τῇ δοτικῇ τῶν πληθυντικῶν πλησιάζει, τὴν αὐτὴν γὰρ δίφθογγον ἔχει· ἄλλως τε δὲ πᾶσαι αἱ πτώσεις βαρύνονται, οἷον Ἀτρείδης Ἀτρεί‐ δου Ἀτρείδῃ Ἀτρείδην, δυϊκὰ Ἀτρείδα Ἀτρείδαιν, πληθυντικὰ 〈Ἀτρεῖ‐ δαι〉 Ἀτρείδαις Ἀτρείδας· οὕτως οὖν καὶ Ἀτρείδαιν βαρυτόνως· μόνη | |
20 | δὲ ἡ Ἀτρειδῶν γενικὴ τῶν πληθυντικῶν περιεσπάσθη, ἐπειδὴ καὶ μόνη διῃρέθη, οἷον Ἀτρειδέων· ἐὰν βούλωνται οὖν περισπᾶν τὴν Ἀτρείδαιν γενικὴν τῶν δυϊκῶν ὁμοίως τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν, καὶ μὴ βαρύνειν ὁμοίως ταῖς ἄλλαις πτώσεσιν, δότωσαν ἐπ’ αὐτῆς τὸ ἐξαί‐ ρετον ὅπερ ἔσχεν ἡ γενικὴ τῶν πληθυντικῶν, τουτέστι τὴν διαίρεσιν· | |
25 | εἰ δὲ οὐ διαιρεῖται, ἄρα οὐδὲ τὸν τόνον ἕξει τῆς γενικῆς τῶν πληθυν‐ τικῶν. Ταῦτα μὲν περὶ τῆς εἰς αιν ληγούσης γενικῆς τῶν δυϊκῶν. Ἡ δὲ εἰς οιν λήγουσα γενικὴ τῶν δυϊκῶν, ἀπὸ μὲν εὐθείας τῆς εἰς ω ληγούσης οὖσα, ἐν τῇ αὐτῇ συλλαβῇ φυλάττει τὸν τόνον ἐν ᾗ καὶ ἡ εἰς ω λήγουσα εὐθεῖα τῶν δυϊκῶν, οἷον καλλίστω καλλίστοιν, ἐρήμω | |
30 | ἐρήμοιν, ἀνθρώπω ἀνθρώποιν, ὤμω ὤμοιν, ἡμιόνω ἡμιόνοιν καὶ ποιη‐ τικῶς ἡμιόνοιϊν (ἀπὸ τοῦ ὄνω ὄνοιν), καλώ καλοῖν, σοφώ σοφοῖν· ταῦτα μὲν ἐν τῇ αὐτῇ συλλαβῇ ἐφύλαξαν τὸν τόνον, οὐ τὸν αὐτὸν δέ· τὸ μὲν γὰρ καλώ καὶ σοφώ ὀξύνεται πρὸς τὸν χαρακτῆρα τῶν εἰς ω δυϊκῶν, τὸ δὲ καλοῖν καὶ σοφοῖν περισπᾶται τῷ κανόνι τῷ λέγοντι, ὅτι | |
35 | πᾶσα γενικὴ καὶ δοτικὴ μακροκατάληκτος ἐπ’ ὀνομάτων, ἐπὶ τῆς τελευ‐ ταίας συλλαβῆς ἔχουσα τὸν τόνον, περισπωμένην δέχεται. Δεῖ προσ‐ | |
θεῖναι τῷ ἀνωτέρω κανόνι «πλὴν τοῦ ἄμφω ἀμφοῖν καὶ δύο δυοῖν»· | 399 | |
400 | ταῦτα γὰρ οὐκ ἐφύλαξαν τὸν τόνον ἐν τῇ αὐτῇ συλλαβῇ, ἡ μὲν γὰρ εὐθεῖα τῶν δυϊκῶν βαρύνεται, ἡ δὲ γενικὴ περισπᾶται· τὸ δὲ δυοῖν γίνεται καὶ δυεῖν κατὰ τροπὴν τοῦ ο εἰς τὸ ε. Δυνάμεθα δὲ ταῦτα θεματικὰ λέγειν, φημὶ δὴ τὸ ἀμφοῖν καὶ δυοῖν, ὥσπερ καὶ τὴν εὐθεῖαν | |
5 | τῶν δυϊκῶν θεματικὴν λέγομεν, φημὶ δὴ τὸ ἄμφω καὶ δύο. Ἔστι δὲ καὶ οὕτως εἰπεῖν περὶ τῆς εἰς οιν ληγούσης γενικῆς τῶν δυϊκῶν· αἱ εἰς οιν λήγουσαι γενικαὶ τῶν δυϊκῶν ἀπὸ τῶν εἰς ω ληγου‐ σῶν δυϊκῶν εὐθειῶν πεπτωκυῖαι ἀπὸ μὲν βαρυτόνων συμβαρύνονται, οἷον φηγίνω φηγίνοιν, δακτύλω δακτύλοιν, ὁμωνύμω ὁμωνύμοιν, ἡμιόνω | |
10 | ἡμιόνοιν, ἀνθρώπω ἀνθρώποιν, Ὁμήρω Ὁμήροιν, Ἀριστάρχω Ἀριστάρ‐ χοιν—περὶ γὰρ τοῦ ἄμφω ἀμφοῖν καὶ δύο δυοῖν εἰρήκαμεν—, ἀπὸ δὲ ὀξυνομένων περισπῶνται, οἷον καλώ καλοῖν, σοφώ σοφοῖν, σεμνώ σεμνοῖν, ἀγαθώ ἀγαθοῖν, χαλεπώ χαλεποῖν, γεωργώ γεωργοῖν. Εἰ δέ ἐστιν εἰς οιν λήγουσα ἡ γενικὴ τῶν δυϊκῶν ἀπὸ τῆς εἰς ε ληγούσης | |
15 | εὐθείας τῶν δυϊκῶν, ὁμοτονεῖ τῇ γενικῇ τῶν πληθυντικῶν· καὶ εἰ μὲν περισπᾶται ἡ γενικὴ τῶν πληθυντικῶν, περισπᾶται καὶ ἡ γενικὴ τῶν δυϊκῶν, οἷον ἀνδρῶν ἀνδροῖν, φωτῶν φωτοῖν (ἐπὶ τῶν ἀνδρῶν), βοῶν βοοῖν, χειρῶν χειροῖν, μηνῶν μηνοῖν, χηνῶν χηνοῖν, δρυῶν δρυοῖν, συῶν συοῖν, φρενῶν φρενοῖν, χθονῶν χθονοῖν, γυναικῶν γυναικοῖν, | |
20 | θυγατρῶν θυγατροῖν, τινῶν τινοῖν, Δημοσθενῶν Δημοσθενοῖν, τειχῶν τειχοῖν, βελῶν βελοῖν, Διομηδῶν Διομηδοῖν, Ἀριστοφανῶν Ἀριστοφα‐ νοῖν· εἰ δὲ βαρύνεται ἡ γενικὴ τῶν πληθυντικῶν, συμβαρύνεται καὶ ἡ γενικὴ τῶν δυϊκῶν, οἷον παίδων παίδοιν, πάντων πάντοιν, Αἰάντων Αἰάντοιν, Λαχήτων Λαχήτοιν, λεβήτων λεβήτοιν, πενήτων πενήτοιν, | |
25 | Παρίδων Παρίδοιν, Δημοσθενέων Δημοσθενέοιν, βελέων βελέοιν, τει‐ χέων τειχέοιν, καὶ κατὰ κρᾶσιν Δημοσθενῶν Δημοσθενοῖν, βελῶν βελοῖν, τειχῶν τειχοῖν περισπωμένως· ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπω‐ μένην συνέρχονται ἤγουν συναιροῦνται, οἷον πάϊς παῖς, Πηλέϊ Πηλεῖ, Ἡρακλέης Ἡρακλῆς. Ταῦτα μὲν ἐν τούτοις. | |
30 | Ἀποροῦσι δέ τινες λέγοντες, πῶς τὴν γενικὴν τῶν δυϊκῶν ἀπὸ τῆς γενικῆς τῶν πληθυντικῶν κανονίζει, μήπω τῆς γενικῆς τῶν πλη‐ θυντικῶν κανονισθείσης. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἡ γενικὴ τῶν πληθυν‐ τικῶν σαφεστέρα ἐστὶ τῆς γενικῆς τῶν δυϊκῶν· μᾶλλον γὰρ πᾶσι δῆλόν ἐστι τὸ πάντων καὶ Αἰάντων ἤπερ τὸ πάντοιν καὶ Αἰάντοιν· εἰκότως | |
35 | οὖν ἐκ τοῦ πᾶσι δήλου καὶ σαφεστέρου τὸ ἀσαφὲς ἐκανόνισεν. Τούτων οὕτως ἐχόντων, τὰ Ἀττικὰ τὸν τόνον τῆς εὐθείας τῶν δυϊκῶν φυλάττουσι καὶ τὸν αὐτὸν καὶ ἐν τῇ αὐτῇ συλλαβῇ, οἷον τὼ Μενέλεω τοῖν Μενέλεῳν, τὼ εὔγεω τοῖν εὔγεῳν, τὼ νεώ τοῖν νεῴν, | |
τὼ λεώ τοῖν λεῴν. Ταῦτα μὲν λέγομεν περὶ τῆς γενικῆς τῶν δυϊκῶν. | 400 | |
401 | Περὶ δὲ τῆς κλητικῆς τῶν δυϊκῶν ἔστιν εἰπεῖν, ὅτι ἡ αὐτή ἐστι τῇ εὐθείᾳ τῶν δυϊκῶν, ὥσπερ καὶ ἡ κλητικὴ τῶν πληθυντικῶν ἡ αὐτή ἐστι τῇ ἰδίᾳ εὐθείᾳ· τῶν γὰρ δυϊκῶν καὶ τῶν πληθυντικῶν ὡς ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική. | |
5 | Περὶ τοῦ τόνου τῆς εὐθείας τῶν πληθυντικῶν. Δεῖ γινώσκειν, ὅτι πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ες λήγουσα βα‐ ρύνεσθαι θέλει, οἷον μῆνες χῆνες πάντες παῖδες Τρῶες χθόνες Αἴαντες Λάχητες Ξενοφῶντες Ποσειδῷνες· τὸ γὰρ τίνες καὶ τινές πρὸς διά‐ φορον σημασίαν διάφορον ἔχει καὶ τὸν τόνον· τὸ μὲν γὰρ πευστικὸν | |
10 | βαρύνεται, οἷον τίνες εἰσίν; τὸ δὲ ἀνταποδοτικὸν ἤγουν ἀόριστον ὀξύ‐ νεται, οἷον τινές. Ἰστέον δὲ ὅτι πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ες λή‐ γουσα ὁμότονός ἐστι τῇ εὐθείᾳ τῶν δυϊκῶν, οἷον μῆνε μῆνες, χῆνε χῆνες, πάντε πάντες, παῖδε παῖδες, Τρῶε Τρῶες, χεῖρε χεῖρες, χθόνε χθόνες, τίνε τίνες, Ἕκτορε Ἕκτορες, Αἴαντε Αἴαντες, λέβητε λέβητες, | |
15 | Πάριδε Πάριδες, γυναῖκε γυναῖκες, μητέρε μητέρες, θυγατέρε θυγατέρες. Τούτων οὖν οὕτως ἐχόντων, τὰ ἔχοντα σύμφωνον πρὸ τοῦ ε οὐ συν‐ αιροῦνται διὰ τὸ κωλύειν αὐτὰ τὸ σύμφωνον τοῦ συναιρεῖσθαι, οἷον Ἕκτορες Πάριδες, ὑπεσταλμένων τῶν εἰς ων συγκριτικῶν· ἐπὶ τούτων γὰρ κατὰ τὴν εὐθεῖαν τῶν πληθυντικῶν ἔνδεια γίνεται τοῦ ν καὶ κρᾶσις | |
20 | τῶν φωνηέντων, οἷον μείζων μείζονος μείζονες μείζοες μείζους, βελ‐ τίων βελτίονος βελτίονες βελτίοες βελτίους, κρείσσων κρείσσονος κρείσ‐ σονες κρείσσοες κρείσσους, ἀρείων ἀρείονος ἀρείονες ἀρείοες ἀρείους· τὰ μέντοι καθαριεύοντα κρᾶσιν ἐπιδέχονται, καὶ εἰ μὲν προπαροξύνον‐ ται ἐν τῇ ἐντελείᾳ, ἐν τῇ συναιρέσει παροξύνονται, οἷον Δημοσθένεες | |
25 | Δημοσθένεις, Διομήδεες Διομήδεις, εὐμήκεες εὐμήκεις παροξυτόνως· ἡ γὰρ ὀξεῖα καὶ αἱ δύο βαρεῖαι εἰς ὀξεῖαν καὶ βαρεῖαν συνέρχονται, ὡς εἴρηται, οἷον τείχεος τείχους, βέλεος βέλους, ἤθεα ἤθη· εἰ δὲ παροξύ‐ νονται ἐν τῇ ἐντελείᾳ, ἐν τῇ συναιρέσει περισπῶνται, οἷον εὐγενέες εὐγενεῖς, εὐσεβέες εὐσεβεῖς, εὐτυχέες εὐτυχεῖς περισπωμένως· ἡ γὰρ | |
30 | ὀξεῖα καὶ ἡ βαρεῖα, ὡς εἴρηται, εἰς περισπωμένην συνέρχονται, οἷον πάϊς παῖς, Πηλέϊ Πηλεῖ, νοέω νοῶ· καὶ πάλιν ἐστὶν ἐπιτηδέες καὶ κατὰ κρᾶσιν ἐπιτηδεῖς καὶ βιοπλανέες καὶ κατὰ κρᾶσιν βιοπλανεῖς, καὶ λοιπὸν κατὰ ἀποβολὴν τοῦ ι γίνεται ἐπιτηδές καὶ βιοπλανές, ὡς παρὰ Καλλιμάχῳ 〈fragm. 497 Sch〉 οἵτε βιοπλανὲς ἀγρὸν ἀπ’ ἀγροῦ | |
35 | Φοιτῶσιν, καὶ παρὰ τῷ ποιητῇ, 〈Α 142〉 ἐς δ’ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν· ἔστι δὲ αὕτη ἡ χρῆσις αἰτιατικὴ ἀπὸ τοῦ ἐπιτηδεῖς, καὶ | |
κατὰ ἀποβολὴν τοῦ ι ἐπιτηδές. | 401 | |
402 | Αἱ μέντοι εἰς τὴν οι δίφθογγον λήγουσαι εὐθεῖαι τῶν πληθυντικῶν ὁμότονοί εἰσι τῇ εὐθείᾳ τῶν ἑνικῶν καὶ ἐν τῇ αὐτῇ συλλαβῇ τὸν αὐτὸν τόνον φυλάττουσιν, οἷον Ὅμηρος Ὅμηροι, ἄνθρωπος ἄνθρωποι, λίθι‐ νος λίθινοι, Ἀρίσταρχος Ἀρίσταρχοι, φιλόσοφος φιλόσοφοι, φήγινος | |
5 | φήγινοι, δρύϊνος δρύϊνοι, πίσυνος πίσυνοι, ἀγκύλος ἀγκύλοι, ποικίλος ποικίλοι, ἐναντίος ἐναντίοι, —ὅθεν καὶ εἰ μεγάλοι, δηλονότι καὶ ἡ σεσιγημένη εὐθεῖα ὁ μεγάλος, —φίλος φίλοι, ξένος ξένοι, καλός καλοί, οἶκος οἶκοι, δῆμος δῆμοι, κῆπος κῆποι, δοῦλος δοῦλοι, σοφός σοφοί, σεμνός σεμνοί, ἀγαθός ἀγαθοί, ἐαρινός ἐαρινοί, χειμερινός χειμερινοί, | |
10 | Σαπφώ Σαπφοί, Καλυψώ Καλυψοί, Λητώ Λητοί, ἁγνός ἁγνοί, σιδηροῦς σιδηροῖ, ἀργυροῦς ἀργυροῖ, πορφυροῦς πορφυροῖ· ὅθεν καὶ τὸ χαλκοι καὶ χρυσοι διαφόρως τονοῦνται· ἀπὸ μὲν γὰρ τοῦ χαλκός καὶ χρυσός ὀξύνονται, οἷον χρυσοί χαλκοί, ἀπὸ δὲ τοῦ χρυσοῦς καὶ χαλκοῦς περι‐ σπῶνται, οἷον χρυσοῖ χαλκοῖ. Ταῦτα μὲν ἐν τούτοις. | |
15 | Ἀποροῦσι δέ τινες λέγοντες, διατί τὸ μὲν οἶκοι καὶ δῆμοι προ‐ περισπῶνται τῷ λόγῳ τῆς κοινῆς, τὸ δὲ χαλκοῖ καὶ χρυσοῖ περισπῶνται τῷ λόγῳ τῆς μακρᾶς. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπὶ τῶν βαρυτόνων ἡ οι καὶ ἡ αι δίφθογγοι ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἀντὶ κοινῆς παρα‐ λαμβάνονται· καὶ δῆλον, εἴγε τούτων ἐπὶ τέλους οὐσῶν πολλάκις τρίτη | |
20 | ἀπὸ τέλους πίπτει ἡ ὀξεῖα, οἷον Ὅμηροι ἅμαξαι· οὕτως οὖν καὶ τὸ δῆμοι καὶ οἶκοι τῷ λόγῳ τῆς κοινῆς προπερισπῶνται· τὸ 〈δὲ〉 χαλκοῖ καὶ χρυσοῖ περισπῶνται ὁμοίως τῇ εὐθείᾳ τῶν ἑνικῶν τῇ χρυσοῦς καὶ χαλκοῦς. Ταῦτα μὲν περὶ τῆς εἰς 〈τὴν〉 οι δίφθογγον ληγούσης εὐθείας τῶν πληθυντικῶν. | |
25 | Αἱ δὲ εἰς 〈τὴν〉 αι δίφθογγον λήγουσαι εὐθεῖαι τῶν πληθυντικῶν μονογενεῖς μὲν οὖσαι ὁμοτονοῦσι τῇ εὐθείᾳ τῶν ἑνικῶν, ὁπότε μὴ εἴη πρὸ τέλους φύσει μακρὰ ἐπὶ βαρυτόνων· ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα, οἷον κοχλίας κοχλίαι, Βορέας Βορέαι, τοξότης τοξόται, νύσσα νύσσαι, ἄελλα ἄελλαι, δόξα δόξαι, τράπεζα τράπεζαι, ἅμαξα | |
30 | ἅμαξαι, εὐνέτης εὐνέται, φυλέτης φυλέται, δεσπότης δεσπόται, γαμέτης γαμέται, ἡδονή ἡδοναί, ποιητής ποιηταί, ἀθλητής ἀθληταί, ἀγυιά ἀγυιαί, 〈β 388〉 σκιόωντό τε πᾶσαι ἀγυιαί, ἡμέρα ἡμέραι. Πρόσκειται «ὁπότε μὴ εἴη πρὸ τέλους φύσει μακρὰ ἐπὶ βαρυτόνων», ἐπειδὴ ἐπὶ τούτων ἡ ὀξεῖα εἰς περισπωμένην μεθίσταται κατὰ τὴν εὐθεῖαν τῶν | |
35 | πληθυντικῶν, οἷον Ἀτρείδης Ἀτρεῖδαι, Αἰνείας Αἰνεῖαι, πλανήτης πλα‐ νῆται, Θήβη Θῆβαι· ἰδοὺ γὰρ ἐπὶ τούτων ἡ μὲν εὐθεῖα τῶν ἑνικῶν παροξύνεται, ἐπειδὴ φύσει μακρά ἐστιν ἡ τελευταία συλλαβή, οὐδέποτε | |
δέ, ὡς εἴρηται, πρὸ φύσει μακρᾶς τίθεται περισπωμένη, οἷον ἀνθρώπου | 402 | |
403 | Ὁμήρου κήπου τείχους, ἡ δὲ εὐθεῖα τῶν πληθυντικῶν προπερισπᾶται, ἐπειδὴ φύσει μακρά ἐστι πρὸ μιᾶς βραχείας· ἡ γὰρ αι δίφθογγος ἐν‐ ταῦθα ἀντὶ κοινῆς παραλαμβάνεται. Παρεσχηματισμέναι δὲ ἀρσενικοῖς οὖσαι αἱ εἰς τὴν αι δίφθογγον λήγουσαι εὐθεῖαι τῶν πληθυντικῶν ὁμο‐ | |
5 | τονοῦσι τοῖς ἰδίοις ἀρσενικοῖς, τουτέστιν ἐν τῇ αὐτῇ συλλαβῇ φυλάτ‐ τουσι τὸν τόνον ἐν ᾗ καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἀρσενικῶν ἔχει αὐτόν, οἷον τύπτοντες τύπτουσαι, χαρίεντες χαρίεσσαι, βοῶντες βοῶσαι, ποιοῦντες ποιοῦσαι, ταχέες ταχεῖαι, βραδέες βραδεῖαι· ταῦτα μὲν ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον ἐφύλαξαν, οὐ τὸν αὐτὸν δέ· τὸ μὲν γὰρ τα‐ | |
10 | χέες 〈καὶ〉 βραδέες παροξύνονται, τὸ δὲ ταχεῖαι καὶ βραδεῖαι προπερι‐ σπῶνται διὰ τὸ εἶναι φύσει μακρὰν πρὸ μιᾶς βραχείας· σοφοί σοφαί, καλοί καλαί, σεμνοί σεμναί, ἐναντίοι ἐναντίαι, λίθινοι λίθιναι, δρύϊνοι δρύϊναι, Βυζάντιοι Βυζάντιαι, Κνίδιοι Κνίδιαι, Ῥόδιοι Ῥόδιαι, τίμιοι τίμιαι, ὅσιοι ὅσιαι, δειλοί δειλαί, λόγιοι λόγιαι, πεντακόσιοι πεντακόσιαι, | |
15 | διακόσιοι διακόσιαι, ἥμεροι ἥμεραι τὸ τριγενές, τουτέστιν οἱ μὴ ὄντες ἄγριοι· ἐπὶ γὰρ τοῦ μονογενοῦς ἡμέρα ἡμέραι παροξυτόνως· οἱ μέντοι Ἀθηναῖοι ἐπὶ ταύτης τῆς λέξεως, καὶ μάλιστα οἱ νεώτεροι, προπαροξύ‐ νουσιν· πέντε γὰρ ἥμεραι καὶ δέκα ἥμεραι φασὶ προπαροξυτόνως, ὡς ἀπαγγέλλουσιν οἱ περὶ Ἀττικῆς συνηθείας γράψαντες· οὐ μόνον δὲ ἐπὶ | |
20 | ταύτης τῆς λέξεως τοῦτο ποιοῦσιν, λέγω δὴ προπαροξύνουσιν, ἀλλὰ καὶ ἐπὶ τῶν παραληγομένων τῷ ι, οἷον εὐπράξιαι τιμώριαι αἴτιαι τρα‐ γῴδιαι ὁμίλιαι κωμῴδιαι· οὕτω γὰρ ἐπὶ τῶν μονογενῶν προπαροξυτό‐ νως λέγουσιν οἱ Ἀθηναῖοι. Πάλιν ἐστὶν ἡ Ῥοδία ὄνομα κύριον καὶ ἡ Ῥοδία ἐθνικόν, καὶ ἐπὶ μὲν τοῦ ὀνόματος τοῦ κυρίου τὴν εὐθεῖαν τῶν | |
25 | πληθυντικῶν αἱ Ῥοδίαι φαμὲν παροξυτόνως, ὡς πρὸς τὴν εὐθεῖαν τῶν ἑνικῶν, ἐπειδὴ μονογενές ἐστιν, ἐπὶ δὲ τοῦ ἐθνικοῦ αἱ Ῥόδιαι φαμὲν προπαροξυτόνως, ὡς πρὸς τὴν εὐθεῖαν τῶν πληθυντικῶν τοῦ ἰδίου ἀρσενικοῦ τὴν οἱ Ῥόδιοι· καὶ πάλιν ὑπάτη καὶ ὑπάται παροξυτόνως ἐπὶ τῆς χορδῆς, μονογενὲς γάρ ἐστιν, οἱ ὕπατοι δὲ καὶ αἱ ὕπαται ἐπὶ τοῦ | |
30 | ὑψηλοῦ προπαροξυτόνως, παρεσχημάτισται γὰρ ἀρσενικῷ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὁ Ἡρωδιανὸς ἐν τῇ Καθόλου οὕτω κανονίζει τὰς εἰς τὴν αι δίφθογγον ληγούσας εὐθείας τῶν πληθυντικῶν παρεσχημα‐ τισμένας ἀρσενικοῖς· φησὶ γὰρ ὅτι αἱ εἰς τὴν αι δίφθογγον λήγουσαι | |
35 | εὐθεῖαι τῶν πληθυντικῶν παρεσχηματισμέναι ἀρσενικοῖς, ἐὰν μὲν ὦσιν ἀπὸ τῶν εἰς ος, τῷ τόνῳ τοῦ ἀρσενικοῦ ἀκολουθοῦσι, τουτέστι τῆς | |
εὐθείας τῶν πληθυντικῶν τοῦ ἰδίου ἀρσενικοῦ, οἷον ποικίλοι ποικίλαι, | 403 | |
404 | ἐναντίοι ἐναντίαι, σοφοί σοφαί, καλοί καλαί, λίθινοι λίθιναι, δρύϊνοι δρύϊναι, ἅγιοι ἅγιαι, τίμιοι τίμιαι, ὅσιοι ὅσιαι, Λύκιοι Λύκιαι τὸ τρι‐ γενές· Λυκίαι δὲ τὸ μονογενὲς πρὸς τὸ Λυκία· ἐὰν δὲ μὴ ὦσιν ἀπὸ τῶν εἰς ος, τοῖς ἑνικοῖς ἑαυτῶν ἀκολουθοῦσι κατὰ τὸν τόνον, οἷον | |
5 | Θρῇσσα Θρῇσσαι, θῆσσα θῆσσαι (ἡ 〈ἐπὶ〉 μισθῷ δουλεύουσα), τύπτουσα τύπτουσαι, χαρίεσσα χαρίεσσαι, τετυφυῖα τετυφυῖαι, ταχεῖα ταχεῖαι, βραδεῖα βραδεῖαι, μέλαινα μέλαιναι· τὸ δὲ Τρῳαί καὶ δμῳαί ὀξυνόμενα ὁμολογοῦσι πεπτωκέναι ἀπὸ ὀξυτόνου ἑνικοῦ 〈τοῦ〉 Τρωή καὶ δμωή. Τούτων οὕτως ἐχόντων, τὰ Ἀττικὰ εἰς ω καὶ εἰς ι λήγουσι κατὰ | |
10 | τὴν εὐθεῖαν τῶν πληθυντικῶν καὶ ὁμοτονοῦσι τῇ εὐθείᾳ τῶν ἑνικῶν, οἷον ὁ εὔγεως οἱ εὔγεῳ, ὁ Μενέλεως οἱ Μενέλεῳ, ὁ νεώς οἱ νεῴ, ὁ λεώς οἱ λεῴ. Αἱ μέντοι εἰς α λήγουσαι εὐθεῖαι πληθυντικαὶ τῶν οὐδετέρων τρι‐ γενεῖς μὲν οὖσαι, τουτέστι παρεσχηματισμέναι ἀρσενικοῖς, ὁμοτονοῦσι | |
15 | τοῖς ἀρσενικοῖς, ἤγουν τῇ εὐθείᾳ τῶν πληθυντικῶν τοῦ ἀρσενικοῦ, οἷον σεμνοί σεμνά, ἐναντίοι ἐναντία, δειλοί δειλά, λόγιοι λόγια, ἄξιοι ἄξια, τύπτοντες τύπτοντα, βοῶντες βοῶντα, κοῦφοι κοῦφα, σοφοί σοφά, φοβεροί φοβερά, χάλκεοι χάλκεα, χρύσεοι χρύσεα, ἀργύρεοι ἀργύρεα, σιδήρεοι σιδήρεα· μονογενεῖς δὲ οὖσαι, εἰ μὲν ἀπὸ ἰσοσυλλάβου γενικῆς | |
20 | ὦσι, συντονοῦνται τῇ ἰδίᾳ εὐθείᾳ τῶν ἑνικῶν, οἷον ξύλον ξύλα, δέν‐ δρον δένδρα, ξυρόν ξυρά, κάνεον κάνεα, κανοῦν κανᾶ, ὀστέον ὀστέα, ὀστοῦν ὀστᾶ, σφυρόν σφυρά, πλευρόν πλευρά, πυρόν πυρά· καὶ δῆλον ὅτι παρὰ τὸ πυρόν ἐστὶ τὰ πυρά, οἷον 〈Θ 562〉 χίλι’ ἄρ’ ἐν πεδίῳ πυρὰ καίετο· ἐὰν δὲ ἀπὸ περιττοσυλλάβου γενικῆς ὦσιν αἱ εἰς α λή‐ | |
25 | γουσαι εὐθεῖαι πληθυντικαὶ τῶν οὐδετέρων, ἀεὶ βαρύνονται, οἷον φί‐ λημα φιλήματος φιλήματα, βῆμα βήματος βήματα, ὦς ὠτός ὦτα· καὶ παρὰ τὴν πυρός οὖν γενικὴν ἐὰν γένηται εὐθεῖα πληθυντικῶν, πύρα γίνεται καὶ βαρυτόνως ἀναγινώσκεται· κρέας κρέατος κρέατα, τεῖχος τείχεος τείχεα καὶ κατὰ κρᾶσιν τείχη, βέλος βέλεος βέλεα. καὶ κατὰ | |
30 | κρᾶσιν βέλη. Περὶ τοῦ τόνου τῆς γενικῆς τῶν πληθυντικῶν. Κανονίζει τὴν γενικὴν τῶν πληθυντικῶν τοῦτον τὸν τρόπον· πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ες λήγουσα δισύλλαβος ἐπ’ ὀνομά‐ των περισπᾷ τὴν ἰδίαν γενικήν, οἷον μῆνες μηνῶν, χῆνες χηνῶν, | |
35 | φῶτες φωτῶν, ἄνδρες ἀνδρῶν, χεῖρες χειρῶν, βόες βοῶν, σύες συῶν, | 404 |
405 | μύες μυῶν· πρόσκειται «δισύλλαβος» διὰ τὸ Αἴαντες Αἰάντων, Θόαντες Θοάντων, Λάχητες Λαχήτων, λέβητες λεβήτων· ταῦτα γὰρ οὐ περισπῶσι τὴν γενικὴν τῶν πληθυντικῶν, ἀλλ’ οὐκ εἰσὶ δισύλλαβα· πρόσκειται «ἐπ’ ὀνομάτων» διὰ τὰς μετοχάς· αὗται γὰρ βαρύνονται κατὰ τὴν γενικὴν | |
5 | τῶν πληθυντικῶν, οἷον δόντες δόντων, θέντες θέντων, φθάντες φθάν‐ των, στάντες στάντων, 〈Γ 210〉 στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους. Σημειούμεθα 〈δὲ〉 ἐν τῷ κανόνι ἐννέα τινὰ ὡς μὴ περισπασθέντα κατὰ τὴν γενικὴν τῶν πληθυντικῶν· εἰσὶ δὲ ταῦτα, Τρῶες Τρώων, τίνες τίνων, πάντες πάντων, δμῶες δμώων, παῖδες παίδων, | |
10 | θῶες θώων (ἔστι δὲ θηρίου εἶδος· οἱ γὰρ ταχεῖς θοοί λέγονται), κρᾶτες κράτων (αἱ κεφαλαί), δᾷδες δᾴδων, λᾶες λάων. Ταῦτα δὲ τὰ σεση‐ μειωμένα δοκοῦσί τινες ὑπὸ ἀναλογίαν ἄγειν· λέγουσι γάρ, ὅτι τὸ Τρῶες Τρώων καὶ δμῶες δμώων καὶ θῶες θώων καὶ παῖδες παίδων ἐβαρύνθησαν πρὸς ἀντιδιαστολὴν τοῦ αἱ Τρῳαί (σημαίνει δὲ τὰς | |
15 | Τρωϊκὰς γυναῖκας) καὶ αἱ δμῳαί (σημαίνει δὲ τὰς δούλας) καὶ αἱ θῳαί (ἐπὶ τῆς ζημίας) καὶ αἱ πέδαι (ἐπὶ τῶν δεσμῶν)· ταῦτα γὰρ περισπῶσι τὰς γενικὰς τῶν πληθυντικῶν, οἷον Τρῳῶν δμῳῶν θῳῶν πεδῶν. Πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι κακῶς λέγετε· εἰ γὰρ καὶ τῷ τόνῳ συνέπιπτον, ἀλλ’ οὖν τῇ γραφῇ διεστέλλοντο· ἡ γὰρ γραφὴ οὐκ ἔστιν | |
20 | ἡ αὐτή, τὸ μὲν γὰρ Τρῳαί καὶ δμῳαί καὶ θῳαί ἔχουσι τὸ ι προσγε‐ γραμμένον κατὰ τὴν παραλήγουσαν, τὸ δὲ Τρῶες δμῶες θῶες οὐκ ἔχουσι τὸ ι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν· καὶ πάλιν τὸ παῖδες κατὰ τὴν παραλήγουσαν διὰ τῆς αι διφθόγγου γράφεται, τὸ δὲ πέδαι διὰ τοῦ ε ψιλοῦ. Τὸ δὲ τίνες τίνων πρὸς ἀντιδιαστολὴν τοῦ | |
25 | τινῶν λέγουσι βαρύνεσθαι· δεῖ γὰρ γινώσκειν, ὅτι τοῦτο πευστικὸν μὲν ὂν βαρύνεται, ἀνταποδοτικὸν δὲ ἤγουν ἀόριστον 〈ὂν〉 περισπᾶται, οἷον τίνων ἤκουσας; τινῶν· καὶ τὸ λᾶες δὲ λάων πρὸς ἀντιδιαστολὴν τοῦ οἱ λαοί τῶν λαῶν λέγουσι βαρύνεσθαι· τοῦτο δὲ καλῶς ἔχει. Καὶ τὸ κρᾶτες δὲ κράτων πρὸς ἀντιδιαστολὴν τοῦ τὰ κράτη τῶν κρατῶν λέ‐ | |
30 | γουσι βαρύνεσθαι· τὸ δὲ δᾷδες δᾴδων οὐκ ἔστι φύσει δισύλλαβον· ἀπὸ γὰρ τοῦ δαΐδων κατὰ συναίρεσιν ἐγένετο δᾴδων, καὶ ἐφύλαξε τὴν αὐτὴν τάσιν· μηδεὶς δὲ οἰέσθω, τὴν δᾳδός γενικὴν τῶν ἑνικῶν ἀπὸ ἐντελοῦς | |
τῆς δαΐδος γενέσθαι κατὰ συναίρεσιν, ἐπεὶ εἶχε καὶ αὐτὴ βαρύνεσθαι· | 405 | |
406 | ἀλλ’ ἐν τῇ εὐθείᾳ ἐγένετο ἡ συναίρεσις, οἷον δαΐς δᾴς, κἀκεῖθεν ἡ κλίσις. Τὸ δὲ πάντων λέγουσιν, ὅτι ἀπὸ τοῦ ἅπαντες ἁπάντων ἐγένετο κατὰ ἀφαίρεσιν, καὶ ἐφύλαξε τὴν βαρεῖαν τάσιν· τοῦτο δὲ οὐκ ἔστι καταναγ‐ καστικόν· ἰδοὺ γὰρ καὶ ἐπὶ τοῦ ἅπας ἅπαντος ἡ γενικὴ τῶν ἑνικῶν ἡ | |
5 | παντός, γινομένη κατὰ ἀφαίρεσιν τοῦ α, οὐκ ἐφύλαξε τὴν βαρεῖαν τάσιν ἀλλ’ ἐγένετο ἐν ὀξείᾳ τάσει παντός, πρὸς τὸν χαρακτῆρα τῶν εἰς ος δισυλλάβων γενικῶν ὀνομάτων, οἷον ὥσπερ μηνός χηνός γραός παιδός φωτός βοός φρενός χθονός· ἕτεροι δὲ λέγουσιν, ὅτι ἐπειδὴ ἡ δοτικὴ τῶν πληθυντικῶν ἡ πᾶσι βαρύνεται, τούτου χάριν καὶ ἡ γενικὴ τῶν | |
10 | πληθυντικῶν ἡ πάντων βαρύνεται· οὐδ’ οὗτοι δὲ ἀκριβῶς λέγουσιν· ἰδοὺ γὰρ καὶ ἡ Τρωσί καὶ παισί δοτικὴ τῶν πληθυντικῶν ὀξύνεται, καὶ ὅμως ἡ Τρώων καὶ παίδων γενικὴ τῶν πληθυντικῶν βαρύνεται. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι μὴ μόνον ταῦτα τὰ ἐννέα σεσημειωμένα 〈εἰσίν〉, ἀλλὰ | |
15 | καὶ τὸ σέες σέων (ἐπὶ τῶν σκωλήκων), ὡς παρὰ Ἀριστοφάνει 〈Lys. 730〉 ὑπὸ τῶν σέων καταπονούμενον, καὶ τὸ 〈φῷδεσ〉 φῴδων, ὡς παρὰ Ἀριστοφάνει 〈Plut. 535〉 πλὴν φῴδων ἐκ βαλανείου (σημαίνει δὲ τὰ καύματα τῶν χειρῶν)· ἔτι δὲ καὶ τὸ οὐδένες οὐδένων, καὶ τοῦτο γὰρ βαρυτόνως ἐπεκράτησεν ἀναγινώσκεσθαι· καὶ τοῦ Φθάς | |
20 | Φθάντος κυρίου ὀνόματος ἐὰν κλίνωμεν τὰ πληθυντικά, βαρυτόνως λέ‐ γομεν τὴν γενικὴν τῶν πληθυντικῶν, οἷον Φθάντων, τῷ λόγῳ τῶν μετοχῶν, ὥσπερ στάντες στάντων, βάντες βάντων, δόντες δόντων· μετοχικὸν γάρ ἐστι, καὶ λοιπὸν τὸν τόνον τῆς φθάντες φθάντων μετοχῆς ἀνεδέξατο, φημὶ δὴ τῆς σημαινούσης τὸ προλαβόντων. Ἔστιν | |
25 | οὖν ἀπολογήσασθαι περὶ ὅλων τῶν σεσημειωμένων οὕτως· τὰ εἰς ς λήγοντα μονοσύλλαβα περιττοσυλλάβως κλινόμενα ταύτην ἔχουσι τὴν διαίρεσιν· τὰ μὲν ὀξύτονα, ἐὰν μὲν διὰ συμφώνου κλίνωνται, περισπῶσι τὴν γενικὴν τῶν πληθυντικῶν, οἷον σής σητός σῆτες σητῶν, Κρής Κρη‐ τός Κρῆτες Κρητῶν, θής θητός θῆτες θητῶν (σημαίνει δὲ τὸν μισθωτόν), | |
30 | Γνής Γνητός Γνῆτες Γνητῶν· ἐὰν δὲ διὰ καθαροῦ τοῦ ος κλιθῶσι, βα‐ ρύνονται κατὰ τὴν γενικὴν τῶν πληθυντικῶν, οἷον Τρώς Τρωός Τρῶες Τρώων, δμώς δμωός δμῶες δμώων, θώς θωός θῶες θώων (ἔστι δὲ εἶδος θηρίου), σεύς σεός σέες σέων (σημαίνει δὲ τοὺς σκώληκας) [τούτῳ γὰρ τῷ κανόνι βαρύνονται]. Τὸ δὲ τίνων καὶ κράτων πρὸς διάφορον σημα‐ | |
35 | σίαν διάφορον ἔχουσι καὶ τὸν τόνον· τὸ γὰρ τίνων πευστικὸν μὲν ὑπ‐ | |
άρχον βαρύνεται, ἀνταποδοτικὸν δὲ ἤγουν ἀόριστον 〈ὂν〉 περισπᾶται, | 406 | |
407 | οἷον τίνων ἤκουσας; τινῶν· καὶ τὸ κράτων δὲ ἀπὸ τοῦ 〈οἱ〉 κρᾶτες (ὃ σημαίνει τὴν κεφαλήν) ὑπάρχον βαρύνεται, ἀπὸ δὲ τοῦ τὰ κράτη ὑπάρ‐ χον περισπᾶται, οἷον τὰ κράτη τῶν κρατῶν· τὸ δὲ φῴδων καὶ δᾴδων ἀπὸ τοῦ φωΐδων καὶ δαΐδων γινόμενα κατὰ συναίρεσιν τὴν βαρεῖαν | |
5 | τάσιν ἐφύλαξαν. Ταῦτα μὲν περὶ τῶν ὀξυτόνων. Τὰ δὲ περισπώμενα ἐκ τοῦ ἐναντίου γίνονται· ἐὰν μὲν γὰρ διὰ καθαροῦ τοῦ ος κλίνωνται, περισπῶσι τὴν γενικὴν τῶν πληθυντικῶν, οἷον μῦς μυός μύες μυῶν, βοῦς βοός βόες βοῶν, σῦς συός σύες συῶν, δρῦς δρυός δρύες δρυῶν· ἐὰν δὲ διὰ συμφώνου κλίνωνται, βαρύνονται ἐν τῇ γενικῇ τῶν πλη‐ | |
10 | θυντικῶν, οἷον παῖς παιδός παῖδες παίδων, πᾶς παντός πάντες πάν‐ των· τὸ δὲ λάων ἐβαρύνθη πρὸς ἀντιδιαστολὴν τοῦ οἱ λαοί τῶν λαῶν· ἄλλως τε δὲ οὔτε ἔστι τοῦτο ἀπὸ μονοσυλλάβου εὐθείας τῆς λᾶς, ἀλλ’ ἀπὸ δισυλλάβου τῆς λᾶας· ἀπὸ γὰρ τοῦ λᾶας γέγονεν ἡ γενικὴ λάαος, καὶ κατὰ κρᾶσιν τῶν δύο αα εἰς ἓν α δηλονότι μακρὸν λᾶος, οἷον | |
15 | 〈Μ 462〉 λᾶος ὑπὸ ῥιπῆς, καὶ λοιπὸν ἡ εὐθεῖα τῶν πληθυντικῶν λάαες λᾶες καὶ ἡ γενικὴ λαάων λάων. Ταῦτα μὲν ἐν τούτοις. Δοκεῖ δὲ ὁ Ἡρωδιανὸς λαμβάνεσθαι τούτου τοῦ κανόνος, καὶ λεγει ὅτι κακῶς λαμβάνει τὸν κανόνα· πρῶτον μὲν γὰρ ὅτι ἀπὸ τῶν σεσημειωμένων πλέκει τὸν κανόνα, δεύτερον δὲ ὅτι ἀντίκειται τούτοις | |
20 | τὸ κίς κιός καὶ λίς λιός· ταῦτα γὰρ ὀξύνονται κατὰ τὴν εὐθεῖαν τῶν ἑνικῶν καὶ διὰ καθαροῦ τοῦ ος κλίνονται, καὶ ὅμως οὐ βαρύνονται ἐν τῇ γενικῇ τῶν πληθυντικῶν ἀλλὰ περισπῶνται, κιῶν γὰρ καὶ λιῶν περισπωμένως. Ἔστι δὲ εἰπεῖν πρὸς αὐτὸν ὅτι κακῶς κατατρέχεις τοῦ κανόνος· πρῶτον μὲν γὰρ ὅτι, εἰ καί, ὡς λέγεις, ἀπὸ τῶν σεσημειω‐ | |
25 | μένων πέπλεκται ὁ κανών, οὐκ ἄτοπον καὶ ἀπὸ τριῶν καὶ ἀπὸ τεσσά‐ ρων πλέκειν κανόνα· καὶ σὺ γὰρ κέχρησαι διαφόροις κανόσι τοιούτοις, πλέκεις γὰρ κανόνα καὶ ἀπὸ δύο παραδειγμάτων· πολλῷ οὖν μᾶλλον ἀπὸ πλειόνων παραδειγμάτων πλεκόμενος ὁ κανὼν οὐδεμίαν μέμψιν ἑαυτῷ προσφέρει· δεύτερον δὲ οὐχ, ὡς λέγεις αὐτός, ἀπὸ τῶν σεση‐ | |
30 | μειωμένων πέπλεκται ὁ κανών, ἀλλὰ καθόλου πάντα τὰ εἰς ς λήγοντα μονοσύλλαβα περιττοσυλλάβως κλινόμενα περιλαμβάνει ὁ κανών, εἴτε ὀξύτονά εἰσιν εἴτε περισπώμενα, ὡς ἐπὶ τοῦ Κρής Κρητός, σής σητός, δρῦς δρυός, μῦς μυός, βοῦς βοός· ταῦτα δὲ οὐκ εἰσὶν ἐκ τῶν σεσημειω‐ μένων. Περὶ μέντοι τοῦ κίς κιός καὶ λίς λιός, ὅτι λέγει ταῦτα ἀντι‐ | |
35 | κεῖσθαι τῷ κανόνι, αὐτὸς ἐν ἑτέροις ἐσημειώσατο, λέγων ἡμαρτημένα | |
εἶναι εἴτε κατὰ τόνον εἴτε κατὰ κλίσιν· ἢ γάρ, φησίν, ὀξύτονα ὄντα | 407 | |
408 | ὤφειλον διὰ συμφώνου κλίνεσθαι, εἴτε διὰ καθαροῦ τοῦ ος κλινόμενα οὐκ ὤφειλον ὀξυτονεῖσθαι κατὰ τὴν εὐθεῖαν· τὰ γὰρ εἰς ις ὀξύτονα οὐδέποτε διὰ καθαροῦ τοῦ ος κλίνονται, 〈οἷον〉 ἀσπίς ἀσπίδος, βολίς βολίδος, κρηπίς κρηπῖδος, κνημίς κνημῖδος, βασιλίς βασιλίδος. Καὶ κέ‐ | |
5 | χρηται τοιούτῳ παραδείγματι, ὅτι ὥσπερ Πάρις Πάριδος καὶ Θέτις Θέ‐ τιδος καὶ μῆνις μήνιδος, ἐπειδὴ βαρύτονά εἰσι κατὰ τὴν εὐθεῖαν, γίνον‐ ται παρὰ τοῖς Ἴωσι διὰ καθαροῦ τοῦ ος κατὰ τὴν γενικήν, οἷον Πάριος Θέτιος μήνιος—ἴδιον γάρ ἐστι τῶν εἰς ις βαρυτόνων τὸ διὰ καθαροῦ τοῦ ος κλίνεσθαι, οἷον ὄφις ὄφιος, μάντις μάντιος, πόλις πόλιος— | |
10 | τὰ μέντοι εἰς ις ὀξύτονα, οἷον κρηπίς κρηπῖδος, ἀσπίς ἀσπίδος, ῥανίς ῥανίδος, οὐ γίνονται παρὰ τοῖς Ἴωσι διὰ καθαροῦ τοῦ ος—τοῦτο γὰρ ἀλλότριόν ἐστι τῶν εἰς ις ὀξυτόνων, λέγω δὴ τὸ ἔχειν 〈τὴν〉 γενικὴν διὰ καθαροῦ τοῦ ος ἐκφερομένην—οὕτω καὶ τὸ κίς καὶ τὸ λίς ὀξυ‐ νόμενα καὶ εἰς ις λήγοντα οὐκ ὤφειλον ἔχειν τὴν γενικὴν διὰ καθαροῦ | |
15 | τοῦ ος, ἢ ἔχοντα τὴν γενικὴν διὰ καθαροῦ τοῦ ος οὐκ ὤφειλον ὀξύνε‐ σθαι κατὰ τὴν εὐθεῖαν ἀλλὰ δηλονότι περισπᾶσθαι. Εἰ ἄρα οὖν αὐτὸς παρέθετο τὸ κίς καὶ τὸ λίς παράλογα ἢ κατὰ τόνον ἢ κατὰ κλίσιν, πῶς λέγει ταῦτα ἐναντιοῦσθαι τῷ κανόνι τούτῳ, φημὶ δὴ τῷ περὶ τῆς γενικῆς τῶν πληθυντικῶν; ὥστε οὖν οὐχ ὑγιῶς τέθεικε ταῦτα τὰ παρα‐ | |
20 | δείγματα ἐναντιούμενα τῷ κανόνι τούτῳ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι αἱ εἰς τὴν αι δίφθογγον λήγουσαι εὐθεῖαι τῶν πλη‐ θυντικῶν, ἀρσενικαὶ μὲν οὖσαι, περισπῶσι τὴν γενικὴν τῶν πληθυντι‐ κῶν, οἷον Ὀρέσται Ὀρεστῶν, τοξόται τοξοτῶν, Ἀτρεῖδαι Ἀτρειδῶν, Αἰνεῖαι Αἰνειῶν, πολῖται πολιτῶν, Χρῦσαι Χρυσῶν, Πέρσαι Περσῶν, | |
25 | Σκύθαι Σκυθῶν, ναῦται ναυτῶν, δημόται δημοτῶν, χωρὶς τοῦ χλοῦναι χλούνων καὶ χρῆσται χρήστων καὶ ἐτησίαι ἐτησίων· ταῦτα γὰρ οὐ περι‐ σπῶνται κατὰ τὴν γενικὴν τῶν πληθυντικῶν ἀλλὰ βαρύνονται. Θέλουσι δέ τινες ἀπολογεῖσθαι περὶ τούτων οὕτως, ὅτι ἀπὸ τοῦ χλοεῦναι χλο‐ εύνων ἐγένετο χλοῦναι χλούνων, καὶ ἐφύλαξε τὴν βαρεῖαν τάσιν· χλοῦ‐ | |
30 | ναι δέ εἰσιν οἱ σύαγροι οἱ ἐν ταῖς χλόαις εὐναζόμενοι καὶ διατρίβοντες· τὸ δὲ χρῆσται χρήστων λέγουσι πρὸς ἀντιδιαστολὴν τοῦ οἱ χρηστοὶ τῶν χρηστῶν (ἐπὶ τῶν καλῶν)· χρῆσται δέ εἰσιν οἱ δανείζοντες καὶ οἱ δα‐ νειζόμενοι· τὸ δὲ ἐτησίαι ἐτησίων λέγουσιν, ὅτι συνέδραμε κατὰ τὴν γενικὴν τῶν πληθυντικῶν τῷ ἐτήσιοι ἐτησίων· ἐτησίαι δέ εἰσιν οἱ ἄνεμοι | |
35 | οἱ κατ’ ἔτος πνέοντες. Θηλυκαὶ δὲ οὖσαι αἱ εἰς τὴν αι δίφθογγον λή‐ γουσαι εὐθεῖαι τῶν πληθυντικῶν, εἰ μέν εἰσι μονογενεῖς, περισπῶνται κατὰ τὴν γενικὴν τῶν πληθυντικῶν, οἷον Μοῦσαι Μουσῶν, ἄελλαι ἀελ‐ | |
λῶν, ἅμαξαι ἁμαξῶν, τράπεζαι τραπεζῶν, ἄκανθαι ἀκανθῶν, εὐθῦναι | 408 | |
409 | εὐθυνῶν, ἐέρσαι ἐερσῶν, κλῖναι κλινῶν, Ἀφροδῖται Ἀφροδιτῶν, χωρὶς τοῦ ἀφύαι ἀφύων· τοῦτο γὰρ πρὸς ἀντιδιαστολὴν τοῦ οἱ ἀφυεῖς τῶν ἀφυῶν ἐβαρύνθη· ἀφύαι δέ εἰσιν εἶδος ἰχθύος μικροῦ. Εἰ δέ εἰσι παρ‐ εσχηματισμέναι ἀρσενικοῖς, ἐὰν μὲν ὁμοφωνῶσι τῇ γενικῇ τῶν πληθυν‐ | |
5 | τικῶν τοῦ ἰδίου ἀρσενικοῦ, καὶ ὁμοτονοῦσιν αὐτῇ, οἷον οἱ Ῥόδιοι τῶν Ῥοδίων καὶ αἱ Ῥόδιαι τῶν Ῥοδίων (μία φωνὴ καὶ εἷς ὁ τόνος), οἱ Βυζάντιοι τῶν Βυζαντίων καὶ αἱ Βυζάντιαι τῶν Βυζαντίων, οἱ ἅγιοι τῶν ἁγίων καὶ αἱ ἅγιαι τῶν ἁγίων, οἱ δίκαιοι τῶν δικαίων καὶ αἱ δί‐ καιαι τῶν δικαίων, οἱ φίλοι τῶν φίλων καὶ αἱ φίλαι τῶν φίλων, οἱ | |
10 | δοῦλοι τῶν δούλων καὶ αἱ δοῦλαι τῶν δούλων, οἱ καλοί τῶν καλῶν καὶ αἱ καλαί τῶν καλῶν, οἱ σοφοί τῶν σοφῶν καὶ αἱ σοφαί τῶν σοφῶν, οἱ Λύκιοι τῶν Λυκίων καὶ αἱ Λύκιαι τῶν Λυκίων· ἐπὶ δὲ τῆς χώρας αἱ Λυκίαι τῶν Λυκιῶν περισπωμένως, μονογενὲς γάρ· οἱ ὕπατοι τῶν ὑπά‐ των καὶ αἱ ὕπαται τῶν ὑπάτων, κοῦραι πετράων ἤριπον ἐξ | |
15 | ὑπάτων· ἐπὶ δὲ τῆς χορδῆς ἡ ὑπάτη τῆς ὑπάτης καὶ αἱ ὑπάται τῶν ὑπατῶν περισπωμένως, μονογενὲς γάρ ἐὰν δὲ παραλλάξωσι κατὰ τὴν φωνὴν πρὸς τὴν γενικὴν τῶν πληθυντικῶν τοῦ ἰδίου ἀρσενικοῦ, καὶ τῷ τόνῳ παραλλάσσουσι καὶ περισπῶνται αἱ θηλυκαὶ γενικαὶ τῶν πληθυντι‐ κῶν, οἷον οἱ μέλανες τῶν μελάνων καὶ αἱ μέλαιναι τῶν μελαινῶν, οἱ | |
20 | μάκαρες τῶν μακάρων καὶ αἱ μάκαιραι τῶν μακαιρῶν, οἱ πάντες τῶν πάντων καὶ αἱ πᾶσαι τῶν πασῶν, οἱ γράφοντες τῶν γραφόντων καὶ αἱ γράφουσαι τῶν γραφουσῶν, οἱ χαρίεντες τῶν χαριέντων καὶ αἱ χαρίεσσαι τῶν χαριεσσῶν, οἱ ὀξέες τῶν ὀξέων καὶ αἱ ὀξεῖαι τῶν ὀξειῶν, οἱ ποι‐ οῦντες τῶν ποιούντων καὶ αἱ ποιοῦσαι τῶν ποιουσῶν· ἰδοὺ αὗται αἱ | |
25 | θηλυκαὶ γενικαὶ τῶν πληθυντικῶν, παραλλάξασαι τῇ φωνῇ πρὸς τὴν γενικὴν τῶν πληθυντικῶν τοῦ ἰδίου ἀρσενικοῦ, καὶ τῷ τόνῳ παρήλλαξαν καὶ περιεσπάσθησαν. Ἀμέλει ἐὰν μέν, ὡς εἴρηται, ὁμοφωνῶσιν αἱ θη‐ λυκαὶ γενικαὶ τῶν πληθυντικῶν ταῖς πληθυντικαῖς γενικαῖς τῶν ἀρσενι‐ κῶν, παρ’ ἡμῖν δηλονότι, καὶ ὁμότονοι γίνονται· ἐὰν δὲ παρὰ ταῖς | |
30 | διαλέκτοις τρέψωσι τὸ ω εἰς τὸ α αἱ θηλυκαὶ γενικαί, οὐκέτι φυλάτ‐ τουσι τὴν αὐτὴν τάσιν ἀλλὰ περισπῶνται, οἷον κυάνεοι κυανέων καὶ κυάνεαι κυανέων, ἀμφότεροι ἀμφοτέρων καὶ ἀμφότεραι ἀμφοτέρων· ἰδοὺ ταῦτα ὁμοτονοῦσιν, ἐπειδὴ καὶ ὁμοφωνοῦσιν· ὅταν δὲ γένωνται κατὰ τροπὴν Δωρικὴν τοῦ ω εἰς τὸ α, τότε καὶ περισπῶνται, οἷον κυανεᾶν | |
35 | 〈καὶ〉 ἀμφοτερᾶν ἀντὶ τοῦ κυανεῶν καὶ ἀμφοτερῶν· καὶ ἐπὶ τῶν ὁμοίων | |
ὁ αὐτὸς λόγος. | 409 | |
410 | Λέγει δὲ ὁ τεχνικός, ὅτι δοκεῖ ἀντικεῖσθαι τὸ πόρνοι πόρνων καὶ πόρναι πορνῶν, καὶ τὸ βάκχοι βάκχων καὶ βάκχαι βακχῶν, καὶ τὸ ὄχθοι ὄχθων καὶ ὄχθαι ὀχθῶν, καὶ τὸ πέτροι πέτρων καὶ πέτραι πετρῶν, καὶ τὸ χῆροι χήρων καὶ χῆραι χηρῶν, καὶ τὸ κοῦροι κούρων καὶ κοῦραι | |
5 | κουρῶν· ἐπὶ τούτων γὰρ μία φωνὴ τῆς γενικῆς τῶν πληθυντικῶν τοῦ ἀρσενικοῦ καὶ θηλυκοῦ, καὶ οὐκ ἔστιν εἷς ὁ τόνος· τὰ γὰρ θηλυκὰ περι‐ σπῶνται κατὰ τὴν γενικὴν τῶν πληθυντικῶν. Καὶ ἐπιφέρει ἀπολογίαν λέγων, ὅτι οὐκ ἔστιν ἐπὶ τούτων τὰ θηλυκὰ παρεσχηματισμένα ἀπὸ τῶν ἀρσενικῶν, ἀλλὰ ταῦτα πάντα τὰ θηλυκὰ μονογενῆ εἰσι, καὶ ὡς μονο‐ | |
10 | γενῆ περιεσπάσθησαν, τὰ δὲ ἀρσενικὰ τοὐναντίον παρωνύμως ἐγένοντο ἀπὸ τῶν θηλυκῶν· ἡ γὰρ σημασία τούτων μᾶλλον τοῖς θηλυκοῖς ἁρμόζει. Τοιοῦτον δέ ἐστι καὶ τὸ παιδίσκη· ὥσπερ γὰρ ἀπὸ τοῦ λεκάνη γίνεται λεκανίσκη, οὕτω καὶ ἀπὸ τοῦ παῖς κοινοῦ ὄντος τῷ γένει (ὁ παῖς γὰρ καὶ ἡ παῖς) γίνεται ὁ παιδίσκος καὶ οἱ παιδίσκοι τῶν παιδίσκων βαρυ‐ | |
15 | τόνως, ἀπὸ δὲ τοῦ θηλυκοῦ τοῦ 〈ἡ〉 παῖς γίνεται ἡ παιδίσκη καὶ αἱ παιδίσκαι τῶν παιδισκῶν περισπωμένως ὡς μονογενές, 〈ὡς τὸ〉 τῶν παιδισκῶν τινι δούς παρὰ τῷ Μενάνδρῳ ἐν τῷ Ἥρωϊ 〈fr. 215 K〉. Ταῦτα μὲν ἐν τούτοις. Λέγουσι δέ τινες, ὅτι δεῖ προσθεῖναι «χωρὶς τῶν εἰς ες θηλυκῶν»· | |
20 | ἔστι γὰρ οἱ Δαναΐδαι τῶν Δαναϊδῶν καὶ οἱ Πριαμίδαι τῶν Πριαμιδῶν περισπωμένως, αἱ Δαναΐδες δὲ τῶν Δαναΐδων καὶ αἱ Πριαμίδες τῶν Πριαμίδων βαρυτόνως, καὶ ἰδοὺ ὁμοφωνοῦσι ταῦτα κατὰ τὴν γενικὴν τῶν πληθυντικῶν καὶ οὐχ ὁμοτονοῦσιν. Οὗτοι δὲ οὐκ ἐσκέψαντο τὸν κανόνα· ὁ γὰρ κανὼν περὶ τῶν εἰς αι θηλυκῶν λέγει τῶν παρεσχημα‐ | |
25 | τισμένων ἀρσενικοῖς, οὐ μὴν περὶ οἱουδήποτε θηλυκοῦ παρεσχηματι‐ σμένου ἀρσενικοῖς· ταῦτα δὲ οὐκ εἰσὶν εἰς τὴν αι δίφθογγον λήγοντα ἀλλ’ εἰς ες, καὶ λοιπὸν τῷ λόγῳ τῶν εἰς ες θηλυκῶν πληθυντικῶν τῶν ὑπὲρ δύο συλλαβὰς ὑπάγονται, περὶ ὧν εὐθέως ἐροῦμεν. Αἱ μέντοι εἰς ες λήγουσαι εὐθεῖαι τῶν πληθυντικῶν ὑπὲρ δύο συλ‐ | |
30 | λαβὰς οὖσαι βαρύνουσι τὰς γενικὰς τῶν πληθυντικῶν, οἷον ἀσπίδες ἀσπίδων, βολίδες βολίδων, ῥανίδες ῥανίδων, Ξενοφῶντες Ξενοφώντων, Ποσειδῶνες Ποσειδώνων, Αἴαντες Αἰάντων, Θόαντες Θοάντων, Λάχητες Λαχήτων, πένητες πενήτων, Κίλικες Κιλίκων, Αἰθίοπες Αἰθιόπων, πήχεες πηχέων, πελέκεες πελεκέων, τοῦ τόνου καταβιβασθέντος ἐπὶ τούτων | |
35 | μίαν συλλαβὴν διὰ τὴν ἐπὶ τέλους φύσει μακράν· δεῖ προσθεῖναι «χωρὶς τοῦ γυναῖκες γυναικῶν καὶ θυγατέρες θυγατρῶν», 〈Ζ 252〉 Λαοδίκην ἐπάγουσα, θυγατρῶν εἶδος ἀρίστην· ταῦτα δὲ οὐ μόνον κατὰ τὴν γενικὴν τῶν πληθυντικῶν εἰσι παράλογα ὡς περισπασθέντα, ἀλλὰ | |
καὶ κατὰ τὴν γενικὴν τῶν ἑνικῶν ὡς ὀξυνόμενα, φημὶ δὴ τὴν γυναικός | 410 | |
411 | καὶ θυγατρός, ὡς ἐν τῷ περὶ αὐτῆς λόγῳ μεμαθήκαμεν. Λέγουσι δέ τινες τῶν τεχνικῶν, 〈ὅτι δεῖ〉 προστιθέναι «χωρὶς τῶν ἀριθμητικῶν παρὰ τοῖς Ἀθηναίοις τοῖς μεταγενεστέροις»· ἔστι γὰρ χιλιάδες καὶ μυριάδες, καὶ παρ’ ἡμῖν μὲν χιλιάδων καὶ μυριάδων λέγεται βαρυτόνως ἡ γενικὴ | |
5 | τῶν πληθυντικῶν, παρὰ δὲ τοῖς Ἀθηναίοις χιλιαδῶν καὶ μυριαδῶν περι‐ σπωμένως. Ἰστέον δέ, ὅτι κἂν εὑρεθῶσιν ὁμοφωνοῦσαι αἱ ἀπὸ τῶν εἰς ες πληθυντικῶν εὐθειῶν γενικαὶ θηλυκαὶ ταῖς ἀρσενικαῖς γενικαῖς ταῖς ἀπὸ τῶν εἰς αι εὐθειῶν περισπωμέναις, οὐκ ἀναγκάζονται συντονοῦσθαι αὐταῖς, οἷον οἱ Ἰλιάδαι [γὰρ] τῶν Ἰλιαδῶν περισπωμένως καὶ οἱ Δα‐ | |
10 | ναΐδαι τῶν Δαναϊδῶν καὶ οἱ Πριαμίδαι τῶν Πριαμιδῶν· τὰ μέντοι θη‐ λυκὰ βαρυτόνως ἀναγινώσκονται κατὰ τὴν γενικὴν τῶν πληθυντικῶν, οἷον αἱ Ἰλιάδες τῶν Ἰλιάδων καὶ αἱ Δαναΐδες τῶν Δαναΐδων καὶ αἱ Πριαμίδες τῶν Πριαμίδων, καὶ ὅσα τοιαῦτα τῷ προλεχθέντι κανόνι τῶν εἰς ες ὑπὲρ δύο συλλαβὰς ἀκολουθοῦσιν. | |
15 | Αἱ μέντοι εἰς εις διὰ τῆς ει διφθόγγου εὐθεῖαι πληθυντικαί, δηλον‐ ότι ἀπὸ συναιρέσεως γενόμεναι, ἔχουσαι τὴν γενικὴν τῶν πληθυντικῶν συναιρουμένην περισπῶσιν αὐτήν, οἷον Δημοσθένεες Δημοσθένεις Δη‐ μοσθενέων Δημοσθενῶν, Διομήδεες Διομήδεις Διομηδέων Διομηδῶν, εὐμήκεες εὐμήκεις εὐμηκέων εὐμηκῶν, εὐσεβέες εὐσεβεῖς εὐσεβέων εὐσε‐ | |
20 | βῶν. Λέγει δὲ ὁ τεχνικός, ὅτι τὸ δυσώδων Ἀρίσταρχος ἀλόγως ἐβάρυνεν· ἔδει γὰρ δυσωδῶν περισπωμένως, ἐπειδὴ ἐκ τοῦ δυσωδέων γέγονε κατὰ κρᾶσιν, ὥσπερ ἀπὸ τοῦ Δημοσθενέων Δημοσθενῶν. Τὸ τριηρῶν περισπωμένως οἱ Ἀθηναῖοι κατὰ ἀκολουθίαν ἀναγινώσκουσι, τινὲς δὲ καὶ τοῦτο παρ’ αὐτοῖς βαρυτόνως ἀναγινώσκουσιν, οἷον τῶν | |
25 | τριήρων· καὶ τὸ αὐταρκῶν δὲ παρὰ τοῖς Ἀθηναίοις βαρύνεται κατὰ τὴν ἀκρίβειαν, οἷον αὐτάρκων, καὶ τὸ ἐπίρρημα δὲ τὸ ἐξ αὐτοῦ γινόμενον αὐτάρκως βαρυτόνως ἀναγινώσκεται· καὶ λέγουσί τινες τῶν τεχνικῶν περισπωμένως αὐτὸ ἀναγινώσκεσθαι· καὶ τὸ συνήθων δὲ καὶ κακοήθων βαρυτόνως ἐπεκράτησεν ἀναγινώσκεσθαι· ὡσαύτως δὲ καὶ τὰ ἐπιρρήματα | |
30 | τὰ ἐξ αὐτῶν γινόμενα βαρυτόνως ἐπεκράτησεν ἀναγινώσκεσθαι, οἷον συνήθως καὶ κακοήθως. Πρόσκειται «ἔχουσαι τὴν γενικὴν τῶν πληθυν‐ τικῶν συναιρουμένην» διὰ τὸ οἱ ταχεῖς τῶν ταχέων καὶ οἱ βραδεῖς τῶν βραδέων· ταῦτα γὰρ οὐ περισπῶνται κατὰ τὴν γενικὴν τῶν πληθυντι‐ κῶν, ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὔτε συναιροῦνται κατὰ τὴν γε‐ | |
35 | νικὴν τῶν πληθυντικῶν. Ταῦτα μὲν ἐν τούτοις. Αἱ μέντοι ὑπολειπόμεναι γενικαὶ πληθυντικαί, τουτέστιν αἱ μὴ ὑπο‐ | |
πίπτουσαι τοῖς προλεχθεῖσι κανόσιν, ἀκολουθοῦσι τῇ γενικῇ τῶν δυϊκῶν, | 411 | |
412 | οἷον φίλω φίλοιν φίλοι φίλων, ἀνθρώπω ἀνθρώποιν ἄνθρωποι ἀνθρώ‐ πων. Ἔστι δὲ καὶ οὕτω κανονίσαι τὴν γενικὴν τῶν πληθυντικῶν τὴν οὖσαν ἀπὸ εὐθείας πληθυντικῆς εἰς τὴν οι δίφθογγον ληγούσης· αἱ εἰς τὴν οι δίφθογγον λήγουσαι εὐθεῖαι πληθυντικαί, εἰ μὲν βαρύνονται, | |
5 | βαρύνουσι τὴν γενικὴν τῶν πληθυντικῶν, οἷον λίθοι λίθων, δοῦλοι δού‐ λων, κοῦφοι κούφων, ἐναντίοι ἐναντίων, νυμφίοι νυμφίων, πλούσιοι πλουσίων, Ὅμηροι Ὁμήρων, ἄνθρωποι ἀνθρώπων, τίμιοι τιμίων, Βυ‐ ζάντιοι Βυζαντίων, τοῦ τόνου καταβιβασθέντος μίαν συλλαβὴν διὰ τὴν ἐπὶ τέλους φύσει μακράν· ὡς 〈γὰρ〉 ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, | |
10 | φύσει μακρᾶς οὔσης τῆς τελευταίας συλλαβῆς οὐδέποτε τρίτη ἀπὸ τέλους πίπτει ἡ ὀξεῖα, ἤγουν οὐ θέλει προπαροξύνεσθαι ἡ λέξις, οἷον Ὁμήρων ἀνθρώπων Ἀριστάρχων Διομηδέων· εἰ δὲ ὀξύνονται ἢ περισπῶνται αἱ εἰς τὴν οι δίφθογγον λήγουσαι εὐθεῖαι τῶν πληθυντικῶν, περισπῶσι τὴν γενικὴν τῶν πληθυντικῶν, οἷον σοφοί σοφῶν, καλοί καλῶν, ἐχθροί | |
15 | ἐχθρῶν, σεμνοί σεμνῶν, χαλκοῖ χαλκῶν, χρυσοῖ χρυσῶν, σιδηροῖ σιδη‐ ρῶν, ἀργυροῖ ἀργυρῶν, πορφυροῖ πορφυρῶν. Τούτων οὕτως ἐχόντων φησὶν ὁ τεχνικός, ὅτι τὸ πόλεων καὶ πράξεων καὶ ὄφεων καὶ μάντεων καὶ τὰ τοιαῦτα λέγει ὁ Ἀμμώνιος ἀναγινώσκεσθαι προπαροξυτόνως παρὰ τοῖς Ἀθηναίοις, τοῦ λόγου, ὡς | |
20 | λέγει ὁ τεχνικός, ἀπαιτοῦντος πρὸ μιᾶς ἔχειν 〈αὐτὰ〉 τὴν τάσιν διὰ τὴν ἐπὶ τέλους φύσει μακράν, ὥσπερ Δημοσθενέων καὶ Διομηδέων· καὶ θέλουσι λέγειν, ὅτι πρὸς τὴν γενικὴν τῶν ἑνικῶν προπαροξύνονται· ἐπειδὴ γὰρ ἡ γενικὴ τῶν ἑνικῶν διὰ τοῦ ε καὶ ω ἐστὶ καὶ προπαροξύ‐ νεται, οἷον πόλεως πράξεως ὄφεως μάντεως, τούτου χάριν καὶ ἡ γε‐ | |
25 | νικὴ τῶν πληθυντικῶν προπαροξύνεται, οἷον πόλεων πράξεων ὄφεων μάντεων. Εἰ δέ τις εἴποι, διατί γὰρ ἡ γενικὴ τῶν ἑνικῶν οὖσα διὰ τοῦ ε καὶ ω προπαροξύνεται, λέγομεν, ὅπερ λέγει ὁ τεχνικὸς ἐν τῇ τῆς γενικῆς τῶν ἑνικῶν διδασκαλίᾳ, ὅτι τὸ πόλεως πράξεως ὄφεως μάντεως Ἀττικά, ἀπὸ τοῦ πόλιος πράξιος ὄφιος μάντιος γεγονότα, τῶν | |
30 | κοινῶν ἐφύλαξαν τὴν τάσιν. Τὰ μέντοι εἰς α οὐδέτερα, δηλονότι εὐθείας πληθυντικῆς ὄντα, εἰ μέν εἰσι τριγενῆ, ὁμότονον ἔχουσι τὴν ἰδίαν γενικὴν τῶν πληθυντικῶν τῇ γενικῇ τῶν πληθυντικῶν τοῦ ἀρσενικοῦ, οἷον οἱ φίλοι τῶν φίλων τὰ φίλα τῶν φίλων, οἱ κοῦφοι τῶν κούφων τὰ κοῦφα τῶν κούφων, | |
35 | οἱ ἐναντίοι τῶν ἐναντίων τὰ ἐναντία τῶν ἐναντίων, οἱ πλούσιοι τῶν | |
πλουσίων τὰ πλούσια τῶν πλουσίων, οἱ σοφοί τῶν σοφῶν τὰ σοφά τῶν | 412 | |
413 | σοφῶν, οἱ σεμνοί τῶν σεμνῶν τὰ σεμνά τῶν σεμνῶν, οἱ χαλκοῖ τῶν χαλκῶν τὰ χαλκᾶ τῶν χαλκῶν, οἱ ἀργυροῖ τῶν ἀργυρῶν τὰ ἀργυρᾶ τῶν ἀργυρῶν· εἰ δὲ μονογενῆ εὑρεθῶσιν, εἰ μὲν ἐν τῇ τελευταίᾳ συλ‐ λαβῇ τὰ εἰς α πληθυντικὰ οὐδέτερα ἔχουσι τὸν τόνον, τουτέστιν εἰ | |
5 | ὀξύνονται ἢ περισπῶνται, καὶ ἐν τῇ γενικῇ τῶν πληθυντικῶν ἐν τῇ τελευταίᾳ συλλαβῇ ἐστιν ὁ τόνος, καὶ περισπᾶται ἡ γενικὴ τῶν πληθυν‐ τικῶν, οἷον τὰ ξυρά τῶν ξυρῶν, τὰ πτερά τῶν πτερῶν, τὰ σφυρά τῶν σφυρῶν, τὰ πλευρά τῶν πλευρῶν, τὰ ὀστᾶ τῶν ὀστῶν, τὰ κανᾶ τῶν κανῶν· εἰ δὲ βαρύνονται τὰ εἰς α πληθυντικὰ οὐδέτερα, βαρύνεται καὶ | |
10 | ἡ γενικὴ τῶν πληθυντικῶν, οἷον τὰ ξύλα τῶν ξύλων, τὰ δένδρα τῶν δένδρων, τὰ ὀστέα τῶν ὀστέων, τὰ γοῦνα τῶν γούνων, τὰ δοῦρα τῶν δούρων, τὰ ὦτα τῶν ὤτων, τὰ φῶτα τῶν φώτων βαρυτόνως· ἰδοὺ ταῦτα πάντα, βαρυτονουμένας τὰς εὐθείας τῶν πληθυντικῶν ἔχοντα, καὶ τὴν γενικὴν τῶν πληθυντικῶν βαρυτονουμένην ἔχουσιν· πάλιν τὰ | |
15 | φιλήματα τῶν φιλημάτων, τὰ νοήματα τῶν νοημάτων, δηλονότι διὰ τὴν ἐπὶ τέλους φύσει μακρὰν καταβιβαζομένης τῆς ὀξείας· τῆς γὰρ εὐθείας προπαροξυνομένης ἡ γενικὴ παροξύνεται, διὰ τὴν ἐπὶ τέλους φύσει μακρὰν τοῦ τόνου, ὡς εἴρηται, καταβιβασθέντος· ὡσαύτως δὲ καὶ τὰ τείχεα καὶ βέλεα, προπαροξυτονούμενα κατὰ τὴν εὐθεῖαν τῶν πλη‐ | |
20 | θυντικῶν, ἐν τῇ γενικῇ διὰ τὴν ἐπὶ τέλους φύσει μακρὰν κατεβίβασαν τὸν τόνον καὶ ἐγένοντο τειχέων καὶ βελέων παροξυτόνως, ἅτινα συν‐ αίρεσιν ἀναδεξάμενα περισπῶνται, οἷον τειχῶν καὶ βελῶν· ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον ποιέω ποιῶ, Δημο‐ σθενέων Δημοσθενῶν, πάϊς παῖς, Ἡρακλέης Ἡρακλῆς. | |
25 | Τούτων οὕτως ἐχόντων ἐστὶ φρέατα καὶ γίνεται κατὰ κρᾶσιν φρῆτα, τοῦ ε καὶ α εἰς η κραθέντων· καὶ τούτου βαρυνομένου κατὰ τὴν εὐθεῖαν τῶν πληθυντικῶν ὤφειλε καὶ ἡ γενικὴ τῶν πληθυντικῶν βαρύνεσθαι καὶ εἶναι φρήτων βαρυτόνως, ὥσπερ τὰ ὦτα τῶν ὤτων, τὰ φῶτα τῶν φώτων· ὅμως δέ, ὥς φησιν ὁ Ἡρωδιανὸς ἐν τῇ Καθόλου, περισπῶ‐ | |
30 | σιν αὐτό, οἷον φρητῶν, ὁμοτόνως τῇ Κρητῶν καὶ σητῶν καὶ θητῶν γενικῇ. Περὶ τοῦ τόνου τῆς δοτικῆς τῶν πληθυντικῶν. Λέγει ὁ τεχνικός, ὅτι ἡ δοτικὴ τῶν πληθυντικῶν ἐπ’ ἐκείνης τῆς συλλαβῆς ἔχει τὸν τόνον ἐφ’ ἧς καὶ ἡ δοτικὴ τῶν ἑνι‐ | |
35 | κῶν, οἷον καλῷ καλοῖς, σοφῷ σοφοῖς, Μενελάῳ Μενελάοις, Ὁμήρῳ Ὁμήροις, ἀνθρώπῳ ἀνθρώποις, Ὀρέστῃ Ὀρέσταις, παιδί παισί, μηνί | |
μησί, φρενί φρεσίν, Αἴαντι Αἴασι, Θόαντι Θόασι, Πέλοπι Πέλοψι, Κί‐ | 413 | |
414 | λικι Κίλιξι Λέγει 〈δὲ〉 ὁ τεχνικός «χωρὶς τοῦ παντί πᾶσιν», ἐπειδὴ ἡ δοτικὴ τῶν ἑνικῶν ὀξύνεται, οἷον παντί, ἡ δὲ δοτικὴ τῶν πληθυντικῶν βαρύνεται, οἷον πᾶσι προπερισπωμένως, καὶ ταῦτα 〈τοῦ〉 κανόνος λέγοντος, ὅτι πᾶσα δοτικὴ πληθυντικῶν δισύλλαβος ἀνεπέκτατος εἰς ι λήγουσα | |
5 | ἐπὶ μὲν μετοχῶν βαρύνεσθαι θέλει, οἷον βᾶσι στᾶσι δοῦσι θεῖσιν, ἐπὶ δὲ ὀνομάτων ὀξύνεσθαι, οἷον βουσί Τρωσί παισί μησί χησί φρεσί χερσί, χωρὶς τοῦ πᾶσι δηλονότι καὶ σπέσσι, ἐν σπέσσι γλαφυροῖσιν 〈e. gr. α 15〉, ὅπερ ἀπὸ τρισυλλάβου τοῦ σπέεσσι γέγονε κατὰ συγκοπήν· τὸ γὰρ τίσι καὶ τισί πρὸς διάφορον σημαινόμενον διάφορον καὶ τὸν τόνον | |
10 | ἔσχον· τὸ μὲν γὰρ πευστικὸν βαρύνεται, οἷον τίσι δέδωκας; τὸ δὲ ἀνταποδοτικὸν ἤγουν ἀόριστον ὀξύνεται, οἷον τισί· καὶ τοῦ Φθάς δὲ Φθάντος κυρίου ὀνόματος ἐὰν θέλωμεν τὴν δοτικὴν τῶν πληθυντικῶν σχηματίσαι, δηλονότι βαρύνεται τῷ λόγῳ τῶν μετοχῶν, οἷον Φθᾶσιν, ὥσπερ στᾶσι βᾶσι· μετοχικὸν γάρ ἐστι. Ταῦτα μὲν ἐν τούτοις. | |
15 | Ἀπορεῖ δὲ ὁ Ἡρωδιανὸς ἐν τῇ πρώτῃ τῆς Ὀδυσσειακῆς προσῳ‐ δίας λέγων οὕτως, ὅτι ὥσπερ τὸ ἀνδρός καὶ πατρός καὶ μητρός ὠξύν‐ θησαν πρὸς τὸν χαρακτῆρα, φημὶ δὴ ὁμοίως τῷ μηνός χηνός γραός, διατί μὴ τὸν αὐτὸν τρόπον ὠξύνθη τὸ σπέσσιν, ἀπὸ τοῦ σπέεσσι γενό‐ μενον κατὰ συγκοπήν, πρὸς τὸν χαρακτῆρα τοῦ μησί Τρωσί βουσί. Καὶ | |
20 | ἐπιλύεται λέγων, ὅτι ὁ διπλασιασμὸς τοῦ ς ἴδιός ἐστι τῶν ὑπὲρ δύο συλλαβὰς δοτικῶν πληθυντικῶν, αἵτινες καὶ μόνως βαρύνονται, οἷον κύνεσσι θήρεσσιν αἴγεσσιν· οὕτως οὖν καὶ σπέεσσι· τοῦτο τοίνυν συγ‐ κοπὲν καὶ γενόμενον σπέσσι διὰ μὲν τὴν δισυλλαβίαν ὤφειλεν ὀξύνεσθαι, διὰ δὲ τὸν διπλασιασμὸν τοῦ ς, ὅστις ἀεὶ ἐν βαρυνομέναις δοτικαῖς | |
25 | θεωρεῖται, [κατὰ τοῦτο] ἐβαρύνθη· τὸ 〈ex. gr. B 44〉 ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο ἔχει διπλασιασμὸν τοῦ ς καὶ οὐ βαρύνεται, ἀλλ’ οὐ παραλήγοντος τοῦ ε, ὥσπερ ἐπὶ τῶν προλεχθέντων παραδειγμάτων, οἷον 〈ἐπὶ〉 τοῦ κύνεσσι θήρεσσι καὶ τῶν τοιούτων. Τούτων οὕτως ἐχόντων δεῖ προσθεῖναι ἐν τῷ κανόνι τοῦ τεχνικοῦ | |
30 | «καὶ χωρὶς τοῦ οὐδενί οὐδέσι καὶ μηδενί μηδέσιν»· ἐπὶ τούτων γὰρ τῆς δοτικῆς τῶν ἑνικῶν ὀξυτονουμένης ἡ δοτικὴ τῶν πληθυντικῶν βαρύνε‐ ται, οὐδέσι γὰρ καὶ μηδέσι βαρυτόνως ἐπεκράτησεν ἀναγινώσκεσθαι. Αἱ μέντοι, φησί, πλεονάσασαι δοτικαὶ πληθυντικαὶ τὸ α παροξύ‐ νονται, οἷον πατρί πατράσι, θυγατρί θυγατράσιν, ἀνδρί ἀνδράσιν, υἷι | |
35 | υἱάσιν· ἔστι γὰρ ὕϊς ὕϊος ὕϊι, καὶ κατὰ συναίρεσιν τοῦ υ καὶ ι εἰς τὴν | 414 |
415 | υι δίφθογγον υἷι· καὶ ἐπειδὴ τοῦ ς προσερχομένου ἀσυνταξία ἤμελλε γίνεσθαι—οὐδέποτε γὰρ μετὰ τὴν υι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον, οἷον μυῖα ἅρπυια υἱός—τούτου χάριν ἐπλεόνασε τὸ α καὶ γέγονεν υἱάσιν. Αἱ μέντοι μεταπεπλασμέναι δοτικαὶ πληθυντικαὶ | |
5 | προπαροξύνεσθαι θέλουσιν, οἷον προβάτοις πρόβασιν, ἐγκάτοις ἔγκασιν, ἄστροις ἄστρασιν, ὑπεσταλμένου τοῦ ἀρρῶξιν, ὡς παρὰ Σοφοκλεῖ ἐν Ἀχιλλέως Ἐρασταῖς 〈fragm. 160 N2〉 ὁ δὲ ἔνθ’ ὅπλοις ἀρρῶξιν Ἡφαίστου τεχνίτου· τοῦτο γὰρ κατὰ μεταπλασμὸν ἀπὸ τοῦ ἀρ‐ ρήκτοις γενόμενον, τοῦ η τραπέντος εἰς τὸ ω, προπερισπᾶται καὶ οὐ | |
10 | προπαροξύνεται. Αἱ εἰς αις λήγουσαι δοτικαὶ πληθυντικαὶ ἀπὸ μὲν βαρυτόνων εὐθειῶν 〈πληθυντικῶν〉 οὖσαι βαρύνονται ἤγουν παροξύνονται, οἷον Ἀτρεῖδαι Ἀτρείδαις, ναῦται ναύταις, τράπεζαι τραπέζαις, ἅμαξαι ἁμάξαις, ἄκαν‐ θαι ἀκάνθαις, ἄελλαι ἀέλλαις, Μοῦσαι Μούσαις, ἀπὸ δὲ ὀξυτόνων | |
15 | εὐθειῶν πληθυντικῶν οὖσαι ἢ ἀπὸ περισπωμένων περισπῶνται, οἷον ἀθληταί ἀθληταῖς, κηδεσταί κηδεσταῖς, καλαί καλαῖς, σεμναί σεμναῖς, ἡδοναί ἡδοναῖς· ἰδοὺ ταῦτα ἀπὸ ὀξυτόνων εὐθειῶν περιεσπάσθησαν· ἀπὸ δὲ περισπωμένων, οἷον χαλκαῖ χαλκαῖς, χρυσαῖ χρυσαῖς, σιδηραῖ σιδηραῖς, ἀργυραῖ ἀργυραῖς, λεονταῖ λεονταῖς, Ἑρμαῖ Ἑρμαῖς. | |
20 | Αἱ εἰς οις λήγουσαι δοτικαὶ πληθυντικαὶ ἀπὸ μὲν βαρυτόνων εὐθειῶν πληθυντικῶν οὖσαι παροξύνονται, οἷον δῆμοι δήμοις, ὄχλοι ὄχλοις, ἐναντίοι ἐναντίοις, πλησίοι πλησίοις, Ὅμηροι Ὁμήροις, Ἀρί‐ σταρχοι Ἀριστάρχοις, ἄνθρωποι ἀνθρώποις, λίθινοι λιθίνοις, δρύϊνοι δρυΐνοις· ἀπὸ δὲ ὀξυτόνων εὐθειῶν πληθυντικῶν οὖσαι ἢ ἀπὸ περι‐ | |
25 | σπωμένων περισπῶνται, ἀπὸ ὀξυτόνων μέν, οἷον σοφοί σοφοῖς, ἀγαθοί ἀγαθοῖς, ἐαρινοί ἐαρινοῖς, σεμνοί σεμνοῖς, ἀπὸ δὲ περισπωμένων, οἷον χαλκοῖ χαλκοῖς, ἀργυροῖ ἀργυροῖς, σιδηροῖ σιδηροῖς, πορφυροῖ πορ‐ φυροῖς. Τὰ εἰς οις οὐδέτερα μονογενῆ ἀπὸ μὲν βαρυτόνων εὐθειῶν πλη‐ | |
30 | θυντικῶν ὄντα παροξύνονται, οἷον τέκνα τέκνοις, δένδρα δένδροις, ξύλα ξύλοις, μέτρα μέτροις· ἀπὸ δὲ ὀξυτόνων ἢ περισπωμένων περι‐ σπῶνται, ἀπὸ μὲν ὀξυτόνων, οἷον σφυρά σφυροῖς, πλευρά πλευροῖς, πτερά πτεροῖς, ἀπὸ δὲ περισπωμένων, οἷον κανᾶ κανοῖς, ὀστᾶ ὀστοῖς, χαλκᾶ χαλκοῖς. | |
35 | Τὰ Ἀττικὰ ὁμοτονοῦσι τῇ εὐθείᾳ τῶν πληθυντικῶν, οἷον οἱ Με‐ | |
νέλεῳ τοῖς Μενέλεῳς, οἱ Νικόλεῳ τοῖς Νικόλεῳς, οἱ νεῴ τοῖς νεῴς. | 415 | |
416 | Περὶ τοῦ τόνου τῆς αἰτιατικῆς τῶν πληθυντικῶν. Πᾶσα αἰτιατικὴ πληθυντικῶν ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον ἐφ’ ἧς καὶ ἡ γενικὴ τῶν ἑνικῶν, οἷον Αἴαντος Αἴαντας, λέβητος λέβητας, κοχλίου κοχλίας, Ὁμήρου Ὁμήρους, Ἀριστάρχου Ἀριστάρχους, | |
5 | ἀνθρώπου ἀνθρώπους, καλοῦ καλούς, σοφοῦ σοφούς· ἐν μὲν τῇ αὐτῇ συλλαβῇ καὶ ταῦτα ἐφύλαξαν τὸν τόνον, οὐ τὸν αὐτὸν δέ· ἡ μὲν γὰρ γενικὴ περισπᾶται, ἡ δὲ αἰτιατικὴ ὀξύνεται πρὸς τὴν καλοί καὶ σοφοί εὐθεῖαν τῶν πληθυντικῶν· πάλιν χαλκοῦ χαλκοῦς, χρυσοῦ χρυσοῦς· ταῦτα καὶ ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον ἐφύλαξαν καὶ τὸν αὐτόν· | |
10 | πάλιν ἀθλητοῦ ἀθλητάς· τοῦτο δὲ ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον ἐφύ‐ λαξεν, οὐ τὸν αὐτὸν δέ· τὸ μὲν γὰρ ἀθλητοῦ περισπᾶται, τὸ δὲ ἀθλη‐ τάς ὀξύνεται πρὸς τὴν ἀθληταί εὐθεῖαν τῶν πληθυντικῶν. Δεῖ προσ‐ θεῖναι ἐν τῷ κανόνι «χωρὶς εἰ μὴ ὁμοφωνήσωσιν αἱ αἰτιατικαὶ 〈ταῖσ〉 συν‐ ῃρημέναις εὐθείαις», οἷον τοῦ ταχέος τοὺς ταχεῖς καὶ τοῦ βραδέος τοὺς | |
15 | βραδεῖς· ἰδοὺ γὰρ ἐνταῦθα οὐκ ἔχουσιν ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον αἱ αἰτιατικαὶ πληθυντικαὶ ἐφ’ ἧς καὶ αἱ γενικαὶ τῶν ἑνικῶν· αἱ μὲν γὰρ γενικαὶ τῶν ἑνικῶν βαρύνονται, αἱ δὲ αἰτιατικαὶ τῶν πληθυντικῶν περι‐ σπῶνται· ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν ταῦτα, ἐπειδὴ ὡμοφώνησαν αἱ αἰτια‐ τικαὶ 〈ταῖσ〉 συνῃρημέναις εὐθείαις πληθυντικαῖς, καὶ λοιπὸν ἠναγκάσθησαν | |
20 | καὶ ὁμοτονῆσαι αὐταῖς, οἷον οἱ ταχέες οἱ ταχεῖς καὶ τοὺς ταχεῖς, οἱ βραδέες οἱ βραδεῖς καὶ τοὺς βραδεῖς. Ἔτι δεῖ προσθεῖναι ἐν τῷ κανόνι «καὶ χωρὶς τῶν εἰς ος ὀξυτονουμένων γενικῶν», ὅτι οὐχ ὁμοτονοῦσιν αἱ αἰτιατικαὶ ταῖς γενικαῖς καὶ ὀξύνονται ἀλλὰ βαρύνονται, οἷον γυναι‐ κός γυναῖκας, φωτός φῶτας, ἀνδρός ἄνδρας, παιδός παῖδας, μυός μύας, | |
25 | ῥοός ῥόας, δμωός δμῶας, μηνός μῆνας, χηνός χῆνας· οὐδὲ γὰρ δύ‐ νανται αἱ αἰτιατικαὶ πληθυντικαὶ αὗται ὀξυτονεῖσθαι, ἐπειδὴ αἱ εἰς ας λήγουσαι αἰτιατικαὶ πληθυντικαὶ συνεσταλμένον ἔχουσαι τὸ α βαρύνονται, οἷον Αἴαντας Θόαντας Πάριδας Λάχητας Ξενοφῶντας Ποσειδῶνας ἀσπίδας λαμπάδας· πρόσκειται «συνεσταλμένον ἔχουσαι τὸ α» διὰ τὸ | |
30 | καλάς καὶ σοφάς· ἰδοὺ γὰρ ἐπὶ τούτων αἱ αἰτιατικαὶ πληθυντικαὶ εἰς ας λήγουσαι ὀξύνονται, ἀλλ’ οὐκ ἔχουσι συνεσταλμένον τὸ α ἀλλ’ ἐκτετα‐ μένον [ταῦτα γὰρ τὸ α ἐκτεταμένον ἔχουσι]. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι αἱ εἰς ς λήγουσαι μακροκατάληκτοι εὐθεῖαι ἔχουσαι ὁμόφωνον τὴν αἰτιατικὴν καὶ ὁμότονον αὐτὴν ἔχουσιν, οἷον οἱ ταχεῖς | |
35 | τοὺς ταχεῖς, οἱ βραδεῖς τοὺς βραδεῖς, οἱ ἱππεῖς τοὺς ἱππεῖς, οἱ εὐσε‐ | 416 |
417 | βεῖς τοὺς εὐσεβεῖς, οἱ εὐγενεῖς τοὺς εὐγενεῖς, οἱ ἰχθῦς τοὺς ἰχθῦς, οἱ βότρυς τοὺς βότρυς, οἱ στάχυς τοὺς στάχυς, οἱ Δημοσθένεις τοὺς Δη‐ μοσθένεις, οἱ κακοήθεις τοὺς κακοήθεις. Αἱ εἰς ας λήγουσαι αἰτιατικαὶ συνεσταλμένον ἔχουσαι τὸ α πᾶσαι | |
5 | βαρύνονται, καὶ ἔχουσι τὸν τόνον τῶν εὐθειῶν τῶν πληθυντικῶν, οἷον Αἴαντες Αἴαντας, λέβητες λέβητας, Ξενοφῶντες Ξενοφῶντας, σωλῆνες σωλῆνας, γυναῖκες γυναῖκας, Ἀρκάδες Ἀρκάδας, ἀσπίδες ἀσπίδας, λαμ‐ πάδες λαμπάδας. Αἱ εἰς ας λήγουσαι αἰτιατικαὶ ἐκτεταμένον ἔχουσαι τὸ α, ἀπὸ μὲν | |
10 | βαρυτόνων εὐθειῶν πληθυντικῶν οὖσαι παροξύνονται, οἷον ναῦται ναύ‐ τας, τοξόται τοξότας, Ἑλέναι Ἑλένας, περόναι περόνας, ἡμέραι ἡμέρας, ἄελλαι ἀέλλας, τράπεζαι τραπέζας, ἅμαξαι ἁμάξας, ἄκανθαι ἀκάνθας, ἀπὸ δὲ ὀξυνομένων ὀξύνονται, οἷον αὐληταί αὐλητάς, ἀθληταί ἀθλητάς, ποιηταί ποιητάς, ἡδοναί ἡδονάς, πλησμοναί πλησμονάς, καλαί καλάς, | |
15 | σοφαί σοφάς, ἀπὸ δὲ περισπωμένων περισπῶνται, οἷον Ἑρμαῖ Ἑρμᾶς, ἁπλαῖ ἁπλᾶς, λεονταῖ λεοντᾶς, χαλκαῖ χαλκᾶς, χρυσαῖ χρυσᾶς, ἀργυραῖ ἀργυρᾶς, σιδηραῖ σιδηρᾶς, συκαῖ συκᾶς. Αἱ εἰς ους λήγουσαι αἰτιατικαὶ πληθυντικαὶ ἀπὸ μὲν βαρυτόνων εὐθειῶν πληθυντικῶν οὖσαι παροξύνονται, οἷον δῆμοι δήμους, πλησίοι | |
20 | πλησίους, ἐναντίοι ἐναντίους, Ὅμηροι Ὁμήρους, Ἀρίσταρχοι Ἀριστάρ‐ χους, ἄνθρωποι ἀνθρώπους, φήγινοι φηγίνους, δρύϊνοι δρυΐνους, ξύ‐ λινοι ξυλίνους, λίθινοι λιθίνους, ἀπὸ δὲ ὀξυνομένων ὀξύνονται, οἷον καλοί καλούς, σοφοί σοφούς, ἐαρινοί ἐαρινούς, ἀγαθοί ἀγαθούς, ἀπὸ δὲ περισπωμένων περισπῶνται, οἷον χαλκοῖ χαλκοῦς, χρυσοῖ χρυσοῦς, | |
25 | ἀργυροῖ ἀργυροῦς, σιδηροῖ σιδηροῦς, πορφυροῖ πορφυροῦς. Τὰ Ἀττικὰ ὁμοτονοῦσι ταῖς εὐθείαις τῶν πληθυντικῶν, οἷον οἱ εὔγεῳ τοὺς εὔγεως, οἱ Μενέλεῳ τοὺς Μενέλεως, οἱ νεῴ τοὺς νεώς, οἱ λεῴ τοὺς λεώς. Ταῦτα μὲν ἐν τούτοις. Ἡ δὲ κλητικὴ τῶν πληθυντικῶν ὁμοτονεῖν θέλει τῇ ἰδίᾳ εὐθείᾳ· | |
30 | ἔχομεν γὰρ ὅτι τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ὡς ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική. | |
Τοσαῦτα ἔχομεν εἰπεῖν περὶ τῶν ἐν ταῖς πτώσεσι τόνων. | 417 |