TLG 4091 001 :: CALLISTRATUS :: Statuarum descriptiones Statuarum descriptiones Citation: Chapter — section — (line) | ||
1t | ΕΙΣ ΣΑΤΥΡΟΝ | |
1.1 | Ἄντρον ἦν τι περὶ Θήβας τὰς Αἰγυπτίας προσ‐ εικασμένον σύριγγι εἰς ἕλικας αὐτοφυῶς ἐν κύκλῳ περὶ τοὺς τῆς γῆς ἑλιττόμενον πυθμένας· οὐ γὰρ ἐπ’ εὐθείας ἀνοιγόμενον εἰς εὐθυπόρους αὐλῶνας ἐσχίζετο, | |
5 | ἀλλὰ τὴν ὑπώρειον περιτρέχον καμπὴν ὑπογείους ἕλικας ἐξέτεινεν εἰς δυσεύρετον πλάνην ἐκπῖπτον. | |
---|---|---|
1.2 | ἵδρυτο δὲ ἐν αὐτῷ Σατύρου τι σχῆμα τεχνηθὲν ἐκ λίθου. εἱστήκει μὲν ἐπί τινος κρηπῖδος εἰς χορείαν εὐτρεπί‐ | |
ζων τὸ σχῆμα καὶ τῆς δεξιᾶς βάσεως τὸν ταρσὸν τὸν | 45 | |
5 | ὄπισθεν ἐξαίρων μετεχειρίζετο καὶ αὐλὸν καὶ πρὸς τὴν ἠχὴν πρῶτος ἐξανίστατο· τῇ μὲν γὰρ ἀκοῇ μέλος οὐ προσῆπτεν αὐλοῦντος οὐδὲ ἦν ὁ αὐλὸς ἔμφωνος, τὸ δὲ τῶν αὐλούντων πάθος διὰ τῆς τέχνης εἰς τὴν πέτραν εἰσῆκτο. | |
1.3 | εἶδες ἂν ὑπανισταμένας καὶ φλέβας ὡς ἂν ἔκ τινος γεμιζομένας πνεύματος καὶ εἰς τὴν ἐπή‐ χησιν τοῦ αὐλοῦ τὴν πνοὴν ἐκ στέρνων τὸν Σάτυρον ἀνασπῶντα καὶ ἐνεργεῖν ἐθέλον τὸ εἴδωλον καὶ εἰς | |
5 | ἀγωνίαν τὸν λίθον πίπτοντα—εἶναι γὰρ ἔπειθε καὶ πνοῆς ἐξουσίαν ἐν ἑαυτῷ ἔμφυτον καὶ ἄσθματος ἔνδειξιν ἐγειρομένην οἴκοθεν—καὶ τῶν ἀμηχάνων πόρον. | |
1.4 | οὐκ ἦν δὲ ἁβρότητος μετέχον τὸ σῶμα, ἀλλ’ ἡ τῶν μελῶν στερρότης τὴν ὥραν ἔκλεπτεν εἰς ἄρθρων συμμε‐ τρίαν ἀνδρικῶν τὴν ἰδέαν τραχύνουσα. καλῇ μὲν γὰρ κόρῃ χρῶτες μαλθακοὶ πρόσφοροι καὶ μέλη θρυπτό‐ | |
5 | μενα, Σατύρου δὲ αὐχμηρὸν τὸ εἶδος ὡς ἂν ὀρείου δαίμονος καὶ Διονύσῳ σκιρτῶντος. κισσὸς δὲ αὐτὸν ἐστεφάνου οὐκ ἐκ λειμῶνος δρεψαμένης τὸν καρπὸν τῆς τέχνης, ἀλλ’ ὁ λίθος ἀπὸ στερρότητος εἰς κλῶνας χυθεὶς περιέθει τὴν κόμην εἰς συμβολὴν ἐπὶ τοὺς | |
10 | αὐχενίους τένοντας ἐκ μετώπων προσέρπων. | |
1.5 | παρει‐ | |
στήκει δὲ ὁ Πὰν γανύμενος τῇ αὐλητικῇ καὶ ἐναγκα‐ λισάμενος τὴν Ἠχώ, ὥσπερ οἶμαι δεδιώς, μή τινα φθόγγον ἔμμουσον ὁ αὐλὸς κινήσας ἀντηχεῖν ἀνα‐ | 46 | |
5 | πείσῃ τῷ Σατύρῳ τὴν Νύμφην. τοῦτο θεασάμενοι τὸ εἴδωλον καὶ τὸν Αἰθιόπων λίθον ἔμφωνον Μέμνονος ἐπιστεύομεν γενέσθαι, ὃς προσιούσης μὲν τῆς Ἡμέρας ἐπὶ ταῖς παρουσίαις ἐφαιδρύνετο, ἀπιούσης δὲ ἀνίᾳ βαλλόμενος πένθιμον ἐπέστενεν καὶ μόνος ἐκ λίθων | |
10 | ἡδονῆς καὶ λύπης παρουσίᾳ διοικούμενος τῆς οἰκείας ἀπέστη κωφότητος εἰς ἐξουσίαν φωνῆς τὴν ἀναισθη‐ σίαν ἐκνικήσας. | |
2t | ΕΙΣ ΤΟ ΒΑΚΧΗΣ ΑΓΑΛΜΑ | |
2.1 | Οὐ ποιητῶν καὶ λογοποιῶν μόνον 〈ἐπι〉πνέον‐ ται τέχναι ἐπὶ τὰς γλώττας ἐκ θεῶν θειασμοῦ πεσόν‐ τος, ἀλλὰ καὶ τῶν δημιουργῶν αἱ χεῖρες θειοτέρων πνευμάτων ἐράνοις ληφθεῖσαι κάτοχα καὶ μεστὰ μανίας | |
5 | προφητεύουσι τὰ ποιήματα· ὁ γὰρ δὴ Σκόπας, ὥσπερ ἔκ τινος ἐπιπνοίας κινηθεὶς εἰς τὴν τοῦ ἀγάλματος | |
δημιουργίαν τὴν θεοφορίαν ἐφῆκεν. τί δὲ ὑμῖν οὐκ ἄνωθεν τὸν ἐνθουσιασμὸν τῆς τέχνης διηγοῦμαι; | 47 | |
2.2 | ἦν βάκχης ἄγαλμα ἐκ λίθου Παρίου πεποιημένον ἀλλαττό‐ μενον πρὸς τὴν ὄντως βάκχην. ἐν γὰρ τῇ οἰκείᾳ τάξει μένων ὁ λίθος τὸν ἐν λίθοις νόμον ἐκβαίνειν ἐδόκει· τὸ | |
5 | μὲν γὰρ φαινόμενον ὄντως ἦν εἴδωλον, ἡ τέχνη δ’ εἰς τὸ ὄντως ὂν ἀπήγαγε τὴν μίμησιν. εἶδες ἂν ὅτι καὶ στε‐ ρεὸς ὢν εἰς τὴν τοῦ θήλεος εἰκασίαν ἐμαλάττετο γοργό‐ τητος διορθουμένης τὸ θῆλυ καὶ εἰς ἐξουσίαν ἀμοιρῶν κινήσεως ᾔδει βακχεύεσθαι καὶ τῷ θεῷ εἰσιόντι τὰ | |
10 | ἔνδον ὑπήχει. | |
2.3 | πρόσωπόν γε μὴν ἰδόντες ὑπὸ ἀφα‐ σίας ἔστημεν· οὕτω δὴ καὶ αἰσθήσεως συνείπετο δήλωμα μὴ παρούσης αἰσθήσεως, καὶ βάκχης ἐκβακχεύων θει‐ ασμὸς ἐμηνύετο θειασμοῦ μὴ πλήττοντος καὶ ὅσα φέρει | |
5 | μανίας οἰστρῶσα ψυχὴ τοσαῦτα πάθους διέλαμπε τε‐ κμήρια ὑπὸ τῆς τέχνης ἀρρήτῳ λόγῳ κραθέντα. ἀνεῖτο δὲ ἡ κόμη ζεφύρῳ σοβεῖν καὶ εἰς τριχὸς ἄνθησιν ὑπε‐ σχίζετο, ὃ δὴ καὶ μάλιστα τὸν λογισμὸν ὑπεξίστη, ὅτι καὶ τριχὸς λεπτότητι λίθος ὢν ἐπείθετο καὶ πλοκάμων | |
10 | ὑπήκουσεν μιμήμασιν καὶ τῆς ζωτικῆς ἕξεως γεγυμνω‐ μένος τὸ ζωτικὸν εἶχεν. | |
2.4 | ἔφης ἂν ὅτι καὶ αὐξή‐ σεως ἀφορμὰς ἡ τέχνη συνήγαγεν· οὕτως καὶ τὸ ὁρώ‐ μενον ἄπιστον καὶ τὸ μὴ πιστὸν ὁρώμενον. οὐ μὴν ἀλλὰ καὶ χεῖρας ἐνεργοὺς ἐπεδείκνυτο—οὐ γὰρ τὸν | |
5 | βακχικὸν ἐτίνασσε θύρσον, ἀλλά τι σφάγιον ἔφερεν ὥσπερ εὐάζουσα, πικροτέρας μανίας σύμβολον· τὸ δὲ ἦν χιμαίρας τι πλάσμα πελιδνὸν τὴν χρόαν· καὶ γὰρ τὸ τεθνηκὸς ὁ λίθος ὑπεδύετο—καὶ μίαν οὖσαν τὴν ὕλην εἰς θανάτου καὶ ζωῆς διῄρει μίμησιν, τὴν μὲν | 48 |
10 | ἔμπνουν στήσασα καὶ οἷον ὀρεγομένην Κιθαιρῶνος, τὴν δὲ ἐκ τοῦ βακχικοῦ θανατωθεῖσαν οἴστρου καὶ τῶν αἰσθήσεων ἀπομαραίνουσαν τὴν ἀκμήν. | |
2.5 | ὁ μὲν οὖν Σκόπας καὶ τὰς ἀψύχους εἰδωλοποιῶν γενέσεις δημιουργὸς ἀληθείας ἦν καὶ τοῖς σώμασι τῆς ὕλης ἀπετυποῦτο τὰ θαύματα, ὁ δὲ τὰ ἐν λόγοις διαπλάτ‐ | |
5 | των Δημοσθένης ἀγάλματα μικροῦ καὶ λόγων ἔδειξεν εἶδος αἰσθητὸν τοῖς νοῦ καὶ φρονήσεως γεννήμασι συγκεραννὺς τὰ τῆς τέχνης φάρμακα. καὶ γνώσεσθε δὲ αὐτίκα, ὡς οὐδὲ τῆς οἴκοθεν κινήσεως ἐστέρηται τὸ εἰς θεωρίαν προκείμενον ἄγαλμα, ἀλλὰ καὶ ὁμοῦ δεσπό‐ | |
10 | ζει καὶ ἐν τῷ χαρακτῆρι σῴζει τὸν γεννήτορα. | |
3t | ΕΙΣ ΤΟ ΤΟΥ ΕΡΩΤΟΣ ΑΓΑΛΜΑ | |
3.1 | Καὶ ἑτέρας ἱερᾶς τέχνης οἱ λόγοι προφητεῦσαι | |
βούλονται· οὐ γάρ μοι θεμιτὸν μὴ καλεῖν ἱερὰ τὰ τέχνης γεννήματα. Ἔρως ἦν, Πραξιτέλους τέχνημα, ὁ Ἔρως αὐτός, παῖς ἀνθηρὸς καὶ νέος πτέρυγας ἔχων | 49 | |
5 | καὶ τόξα. χαλκὸς δὲ αὐτὸν ἐτύπου, καὶ ὡς ἂν Ἔρωτα τυπῶν τύραννον θεὸν καὶ μέγαν καὶ αὐτὸς ἐδυνα‐ στεύετο· οὐ γὰρ ἠνείχετο χαλκὸς εἶναι τὰ πάντα, ἀλλ’ ὅσος ἦν, Ἔρως ἐγίνετο. | |
3.2 | εἶδες ἂν τὸν χαλκὸν θρυ‐ πτόμενον καὶ εἰς εὐσαρκίαν ἀμηχάνως χλιδῶντα καὶ ὡς βραχέως εἰπεῖν τὰ ἀναγκαῖα πληροῦν ἑαυτῇ τὴν | |
ὕλην ἀρκοῦσαν. ὑγρὸς μὲν ἦν ἀμοιρῶν μαλακότητος, | 50 | |
5 | χαλκῷ δὲ ἔχων συνῳδὸν τὴν χρόαν εὐανθὴς ἑωρᾶτο, τῶν δὲ κινήσεως ἔργων ἐστερημένος ἕτοιμος ἦν δεῖξαι κίνησιν· εἰς μὲν γὰρ ἕδραν στάσιμον ἵδρυτο, ἠπάτα δὲ ὡς καὶ τῆς μετεώρου κυριεύων φορᾶς. ἐγαυροῦτο δὲ εἰς γέλωτα, ἔμπυρόν τι καὶ μείλιχον ἐξ ὀμμάτων | |
10 | διαυγάζων, καὶ ἦν ἰδεῖν ὑπακούοντα τῷ πάθει τὸν χαλκὸν καὶ δεχόμενον εὐκόλως τὴν γέλωτος μίμησιν. | |
3.3 | ἵδρυτο δὲ εἰς μὲν τὴν κορυφὴν τὸν δεξιὸν ἐπι‐ κάμπτων καρπόν, τῇ δὲ ἑτέρᾳ μετεωρίζων τὸ τόξον καὶ τὴν τῆς βάσεως ἰσορροπίαν ἐπικλίνων ἐπὶ τὰ λαιά, τὴν γὰρ τῆς ἀριστερᾶς λαγόνος ἔκστασιν ἀνίστη πρὸς | |
5 | τὴν εὐμαρότητα τοῦ χαλκοῦ τὸ στεγανὸν ἐκκλάσας. | |
3.4 | πλόκαμοι δὲ αὐτοῦ τὴν κεφαλὴν ἐσκίαζον ἀνθηροὶ καὶ ἔνουλοι νεοτήσιον ὑπολάμποντες ἄνθος. καὶ ἦν θαυμαστὸς οἷος ὁ χαλκός· ἰδόντι μὲν γὰρ ἔρευθος ἀπέστιλβεν ἐξ ἄκρων βοστρύχων αἰρόμενον, ἁψαμένῳ | |
5 | δὲ ἡ θρὶξ ὑπεξανίστατο μαλθακιζομένη πρὸς τὴν αἴσθησιν. | |
3.5 | ἐμοὶ μὲν δὴ θεασαμένῳ τὴν τέχνην ἐπῄει πιστεύειν, ὅτι καὶ χορὸν ἤσκησε κινούμενον Δαίδαλος καὶ χρυσῷ παρεῖχεν αἰσθήσεις, ὅπου καὶ Πραξιτέλης εἰς τὴν εἰκόνα τοῦ Ἔρωτος ἐνέθηκε | |
5 | μικροῦ καὶ νοήματα καὶ πτέρυγι τὸν ἀέρα τέμνειν | |
ἐμηχανήσατο. | 51 | |
4t | ΕΙΣ ΤΟ ΙΝΔΟΥ ΑΓΑΛΜΑ | |
4.1 | Παρὰ κρήνην Ἰνδὸς εἱστήκει ἀνάθημα ταῖς Νύμφαις ἱδρυθείς. ἦν δὲ ὁ Ἰνδὸς λίθος μελαινό‐ μενος καὶ πρὸς τὴν ἐκ φύσεως τοῦ γένους αὐτομολῶν χρόαν, εἶχε δὲ εὐθαλῆ μὲν καὶ οὔλην τὴν χαίτην οὐκ | |
5 | ἀκράτῳ τῷ μέλανι λάμπουσαν, ἀλλ’ ἐκ τῶν ἄκρων πρὸς κόχλου Τυρίας ἄνθος ἐρίζουσαν· οἷον γὰρ εὐπα‐ θοῦσα καὶ νοτιζομένη ταῖς προσοίκοις Νύμφαις ἡ θρὶξ ἐκ ῥιζῶν ἀνιοῦσα μελάντερος πρὸς τοῖς ἄκροις ἐπόρ‐ φυρεν. | |
4.2 | ὀφθαλμοί γε μὴν οὐ συνῇδον τῷ λίθῳ, κατὰ γὰρ τὰς τῶν ὀμμάτων κόρας περιέθει λευκότης κατ’ ἐκεῖνο τὸ μέρος τῆς πέτρας μεταπιπτούσης εἰς λευκότητα, καθ’ ὃ καὶ τῆς τοῦ Ἰνδοῦ φύσεως ἡ χρόα | |
5 | λευκαίνεται. | |
4.3 | μέθη δὲ αὐτὸν ἐξίστη καὶ τὸ μεμε‐ θυσμένον οὐ κατεμήνυσεν ἡ τοῦ λίθου χρόα—οὐ γὰρ ἦν αὐτῷ μηχάνημα τὰς παρειὰς φοινῖξαι σκέποντος τοῦ μέλανος τὴν μέθην—, ἐκ δὲ τοῦ σχήματος κατηγόρει | |
5 | τὸ πάθος· παράφορός τε γὰρ καὶ κωμάζων εἱστήκει οὐ δυνάμενος ἐρείδειν τὼ πόδε, ἀλλ’ ὑπότρομός τε καὶ † ὑπὸ τὴν γῆν ὀκλάζων. | |
4.4 | ὁ δὲ λίθος ὑπὸ τοῦ πάθους ἐῴκει πληγέντι καὶ οἱονεὶ σπαίρει τὸν ἀπὸ τῆς μέθης ἐμφανίζων σεισμόν. εἶχε δὲ ἁβρὸν οὐδὲν τοῦ Ἰνδοῦ τὸ εἴδωλον οὐδ’ εἰς τὴν κατὰ χρόαν ἐξή‐ | 52 |
5 | σκητο χάριν, ἀλλ’ εἰς μόνων τῶν μελῶν συμβολὴν διήρ‐ θρωτο. ἀσκεπὴς δὲ ἦν καὶ γυμνὸς ὡς ἂν τῶν Ἰνδι‐ κῶν σωμάτων πρὸς τὸ τῆς ἀκμῆς φλογῶδες εἰωθότων ἀπανδρίζεσθαι. | |
5t | ΕΙΣ ΤΟ ΤΟΥ ΝΑΡΚΙΣΣΟΥ ΑΓΑΛΜΑ | |
5.1 | Ἄλσος ἦν καὶ ἐν αὐτῷ κρήνη πάγκαλος ἐκ μάλα καθαροῦ τε καὶ διαυγοῦς ὕδατος, εἱστήκει δὲ ἐπ’ αὐτῇ Νάρκισσος ἐκ λίθου πεποιημένος. παῖς ἦν, μᾶλλον δὲ ἠίθεος, ἡλικιώτης Ἐρώτων, ἀστραπὴν οἷον | |
5 | ἐξ αὐτοῦ τοῦ σώματος ἀπολάμπων κάλλους. ἦν δὲ τοιόνδε τὸ σχῆμα· κόμαις ἐπιχρύσοις ἤστραπτεν κατὰ μὲν τὸ μέτωπον τῆς τριχὸς ἑλισσομένης εἰς κύκλον, κατὰ δὲ τὸν αὐχένα κεχυμένης εἰς νῶτα, ἔβλεπε δὲ οὐκ ἀκράτως γαῦρον οὐδὲ ἱλαρὸν καθαρῶς· ἐπιπεφύκει | |
10 | γὰρ ἐν τοῖς ὄμμασιν ἐκ τῆς τέχνης καὶ λύπη, ἵνα μετὰ τοῦ Ναρκίσσου καὶ τὴν τύχην ἡ εἰκὼν μιμῆται. | 53 |
5.2 | ἔσταλτο δὲ ὥσπερ οἱ Ἔρωτες, οἷς καὶ τῆς ὥρας τὴν ἀκμὴν προσείκαστο. σχῆμα δὲ ἦν τὸ κοσμοῦν τοιόνδε· πέπλος λευκανθὴς ὁμόχρως τῷ σώματι τοῦ λίθου περιθέων εἰς κύκλον, κατὰ τὸν δεξιὸν ὦμον | |
5 | περονηθεὶς ὑπὲρ γόνυ καταβαίνων ἐπαύετο μόνην ἀπὸ τοῦ πορπήματος ἐλευθερῶν τὴν χεῖρα. οὕτω δὲ ἦν ἁπαλὸς καὶ πρὸς πέπλου γεγονὼς μίμησιν, ὡς καὶ τὴν τοῦ σώματος διαλάμπειν χρόαν τῆς ἐν τῇ περιβολῇ λευκότητος τὴν ἐν τοῖς μέλεσιν αὐγὴν ἐξιέναι συγχω‐ | |
10 | ρούσης. | |
5.3 | ἔστη δὲ καθάπερ κατόπτρῳ τῇ πηγῇ χρώ‐ μενος καὶ εἰς αὐτὴν περιχέων τοῦ προσώπου τὸ εἶδος, ἡ δὲ τοὺς ἀπ’ αὐτοῦ δεχομένη χαρακτῆρας τὴν αὐτὴν εἰδωλοποιίαν ἤνυεν, ὡς δοκεῖν ἀλλήλαις ἀντιφιλοτιμεῖ‐ | |
5 | σθαι τὰς φύσεις. ἡ μὲν γὰρ λίθος ὅλη πρὸς ἐκεῖνον μετηλλάττετο τὸν ὄντως παῖδα, ἡ δὲ πηγὴ πρὸς τὰ ἐν τῇ λίθῳ μηχανήματα τῆς τέχνης ἀντηγωνίζετο ἐν ἀσω‐ μάτῳ σχήματι τὴν ἐκ σώματος ἀπεργαζομένη τοῦ παρα‐ δείγματος ὁμοιότητα καὶ τῷ ἐκ τῆς εἰκόνος κατερχο‐ | |
10 | μένῳ σκιάσματι, οἷον τινὰ σάρκα τὴν τοῦ ὕδατος φύσιν περιθεῖσα. | |
5.4 | οὕτω δὲ ἦν ζωτικὸν καὶ ἔμπνουν τὸ καθ’ ὑδάτων σχῆμα, ὡς αὐτὸν εἶναι δοξάσαι τὸν Νάρ‐ κισσον, ὃν ἐπὶ πηγὴν ἐλθόντα τῆς μορφῆς αὐτῷ καθ’ ὑδάτων ὀφθείσης παρὰ Νύμφαις τελευτῆσαι λέγουσιν | 54 |
5 | ἐρασθέντα τῷ εἰδώλῳ συμμῖξαι καὶ νῦν ἐν λειμῶσι φαντάζεσθαι ἐν ἠριναῖς ὥραις ἀνθοῦντα. εἶδες δ’ ἂν ὡς εἷς ὢν ὁ λίθος τὴν χρόαν καὶ ὀμμάτων κατασκευὴν ἥρμοζε καὶ ἠθῶν ἱστορίαν ἔσῳζεν καὶ αἰσθήσεις ἐνε‐ δείκνυτο καὶ πάθη ἐμήνυεν καὶ πρὸς τριχώματος ἐξου‐ | |
10 | σίαν ἠκολούθει εἰς τὴν τριχὸς καμπὴν λυόμενος. | |
5.5 | τὸ δὲ οὐδὲ λόγῳ ῥητὸν λίθος εἰς ὑγρότητα κεχαλασμένος καὶ ἐναντίον σῶμα τῇ οὐσίᾳ παρεχόμενος· στερεωτέρας γὰρ τετυχηκὼς φύσεως τρυφερότητος ἀπέστελλεν αἴσθη‐ | |
5 | σιν εἰς ἀραιόν τινα σώματος ὄγκον διαχεόμενος. μετε‐ χειρίζετο δὲ καὶ σύριγγα, ἧς νομίοις θεοῖς ἐκεῖνος ἀπήρχετο καὶ τὴν ἐρημίαν κατήχει τοῖς μέλεσιν, εἴποτε μουσικοῖς ψαλτηρίοις προσομιλῆσαι ποθήσειεν. τοῦτον θαυμάσας, ὦ νέοι, τὸν Νάρκισσον καὶ εἰς ὑμᾶς παρή‐ | |
10 | γαγον εἰς Μουσῶν αὐλὴν ἀποτυπωσάμενος. [ἔχει δὲ ὁ | |
λόγος, ὡς καὶ ἡ εἰκὼν εἶχεν.] | 55 | |
6t | ΕΙΣ ΤΟ ΕΝ ΣΙΚΥΩΝΙ ΑΓΑΛΜΑ ΤΟΥ ΚΑΙΡΟΥ | |
6.1 | Ἐθέλω δέ σοι καὶ τὸ Λυσίππου δημιούργημα τῷ λόγῳ παραστῆσαι, ὅπερ ἀγαλμάτων κάλλιστον ὁ δημιουργὸς τεχνησάμενος Σικυωνίοις εἰς θέαν προὔ‐ θηκε. Καιρὸς ἦν εἰς ἄγαλμα τετυπωμένος ἐκ χαλκοῦ | |
5 | πρὸς τὴν φύσιν ἁμιλλωμένης τῆς τέχνης. παῖς δὲ ἦν ὁ Καιρὸς ἡβῶν ἐκ κεφαλῆς ἐς πόδας ἐπανθῶν τὸ τῆς ἥβης ἄνθος. ἦν δὲ τὴν μὲν ὄψιν ὡραῖος σείων ἴουλον καὶ ζεφύρῳ τινάσσειν, πρὸς ὃ βούλοιτο κατα‐ λιπὼν τὴν κόμην ἄνετον, τὴν δὲ χρόαν εἶχεν ἀνθηρὰν | |
10 | τῇ λαμπηδόνι τοῦ σώματος τὰ ἄνθη δηλῶν. | |
6.2 | ἦν δὲ Διονύσῳ κατὰ τὸ πλεῖστον ἐμφερής· τὰ μὲν γὰρ μέτωπα χάρισιν ἔστιλβεν, αἱ παρειαὶ δὲ αὐτοῦ εἰς | |
ἄνθος ἐρευθόμεναι νεοτήσιον ὡραίζοντο ἐπιβάλλουσαι | 56 | |
5 | τοῖς ὄμμασιν ἁπαλὸν ἐρύθημα, εἱστήκει δὲ ἐπί τινος σφαίρας ἐπ’ ἄκρων τῶν ταρσῶν βεβηκὼς ἐπτερωμένος τὼ πόδε. ἐπεφύκει δὲ οὐ νενομισμένως ἡ θρίξ, ἀλλ’ ἡ μὲν κόμη κατὰ τῶν ὀφρύων ὑφέρπουσα ταῖς παρειαῖς ἐπέσειε τὸν βόστρυχον, τὰ δὲ ὄπισθεν ἦν τοῦ Καιροῦ | |
10 | πλοκάμων ἐλεύθερα μόνην τὴν ἐκ γενέσεως βλάστην ἐπιφαίνοντα τῆς τριχός. | |
6.3 | ἡμεῖς μὲν οὖν ἀφασίᾳ πληγέντες πρὸς τὴν θέαν εἱστήκειμεν τὸν χαλκὸν ὁρῶντες ἔργα φύσεως μηχανώμενον καὶ τῆς οἰκείας ἐκβαίνοντα τάξεως· χαλκὸς μὲν γὰρ ὢν ἠρυθραίνετο, | |
5 | σκληρὸς δὲ ὢν τὴν φύσιν διεχεῖτο μαλακῶς εἴκων τῇ τέχνῃ πρὸς ὃ βούλοιτο, σπανίζων δὲ αἰσθήσεως ζωτι‐ κῆς ἔνοικον ἔχειν ἐπιστοῦτο τὴν αἴσθησιν καὶ ὄντως ἐστήρικτο πάγιον τὸν ταρσὸν ἐρείσας, ἑστὼς δὲ ὁρμῆς ἐξουσίαν ἔχειν ἐδείκνυτο καί σοι τὸν ὀφθαλμὸν ἠπάτα, | |
10 | ὡς καὶ τῆς εἰς τὸ πρόσω κυριεύων φορᾶς, καὶ παρὰ τοῦ δημιουργοῦ λαβὼν καὶ τὴν ἀέριον λῆξιν τέμνειν εἰ βούλοιτο ταῖς πτέρυξι. | |
6.4 | καὶ τὸ μὲν ἡμῖν θαῦμα τοιοῦτον ἦν, εἷς δέ τις τῶν περὶ τὰς τέχνας σοφῶν καὶ εἰδότων σὺν αἰσθήσει τεχνικωτέρᾳ τὰ τῶν δημι‐ ουργῶν ἀνιχνεύειν θαύματα καὶ λογισμὸν ἐπῇδε τῷ | |
5 | τεχνήματι, τὴν τοῦ καιροῦ δύναμιν ἐν τῇ τέχνῃ σῳζο‐ | |
μένην ἐξηγούμενος· τὸ μὲν γὰρ πτέρωμα τῶν ταρσῶν αἰνίττεσθαι τὴν ὀξύτητα, καὶ ὡς τὸν πολὺν ἀνελίττων αἰῶνα φέρεται ταῖς ὥραις ἐποχούμενος, τὴν δὲ ἐπαν‐ θοῦσαν ὥραν, ὅτι πᾶν εὔκαιρον τὸ ὡραῖον καὶ μόνος | 57 | |
10 | κάλλους δημιουργὸς ὁ καιρός, τὸ δὲ ἀπηνθηκὸς ἅπαν ἔξω τῆς καιροῦ φύσεως, τὴν δὲ κατὰ τοῦ μετώπου κόμην, ὅτι προσιόντος μὲν αὐτοῦ λαβέσθαι ῥᾴδιον, παρελθόντος δὲ ἡ τῶν πραγμάτων ἀκμὴ συνεξέρχεται καὶ οὐκ ἔστιν ὀλιγωρηθέντα λαβεῖν τὸν καιρόν. | |
7t | ΕΙΣ ΤΟ ΤΟΥ ΟΡΦΕΩΣ ΑΓΑΛΜΑ | |
7.1 | Ἐν τῷ Ἑλικῶνι, τέμενος δὲ τῶν Μουσῶν σκιερὸν ὁ χῶρος, παρὰ τοὺς Ὀλμειοῦ τοῦ ποταμοῦ ῥύακας καὶ τὴν ἰοειδέα Πηγάσου κρήνην Ὀρφέως ἄγαλμα τοῦ τῆς Καλλιόπης παρὰ τὰς Μούσας εἱστή‐ | |
5 | κει ἰδεῖν μὲν κάλλιστον· ὁ γὰρ χαλκὸς τῇ τέχνῃ συναπ‐ έτικτε τὸ κάλλος τῇ [δὲ] τοῦ σώματος ἀγλαίᾳ τὸ μου‐ | |
σικὸν ἐπισημαίνων τῆς ψυχῆς. ἐκόσμει δὲ αὐτὸν τιάρα Περσικὴ χρυσῷ κατάστικτος ἀπὸ κορυφῆς εἰς ὕψος ἀνέχουσα, χιτὼν δὲ ἐξ ὤμων ἀπαγόμενος εἰς πόδας | 58 | |
10 | τελαμῶνι χρυσέῳ κατὰ στέρνων ἐσφίγγετο. | |
7.2 | κόμη δὲ οὕτως ἦν εὐανθὴς καὶ ζωτικὸν ἐπισημαίνουσα καὶ ἔμπνουν, ὡς ἀπατᾶν τὴν αἴσθησιν, ὅτι καὶ πρὸς τὰς ζεφύρου πνοὰς σειομένη δονεῖται—ἡ μὲν γὰρ ἐπαυ‐ | |
5 | χένιος κατὰ νώτου χυθεῖσα, ἡ δὲ ταῖς ὀφρύσιν ἄνωθεν δισχιδὴς ἐπιβαίνουσα καθαρὰς τῶν ὀμμάτων ἔφαινε τὰς βολάς—τὸ πέδιλον δὲ αὐτῷ ξανθοτάτῳ χρυσῷ κατήνθιστο καὶ πέπλος ἄφετος κατὰ νώτου εἰς σφυρὸν κατῄει, μετεχειρίζετο δὲ τὴν λύραν, ἡ δὲ ἰσαρίθμους | |
10 | ταῖς Μούσαις ἐξῆπτο τοὺς φθόγγους· ὁ γὰρ χαλκὸς καὶ νευρὰς ὑπεκρίνετο καὶ πρὸς τὴν ἑκάστου μίμησιν ἀλλαττόμενος πειθηνίως ὑπήγετο μικροῦ καὶ πρὸς αὐτὴν τὴν ἠχὴν τῶν φθόγγων φωνήεις γενόμενος. | |
7.3 | ὑπὸ δὲ τῶν ποδῶν τὴν βάσιν οὐκ οὐρανὸς ἦν τυπωθεὶς οὐδὲ Πλειάδες τὸν αἰθέρα τέμνουσαι οὐδὲ Ἄρκτου περιστροφαὶ τῶν Ὠκεανοῦ λουτρῶν ἄμοιροι, ἀλλ’ ἦν | |
5 | πᾶν μὲν τὸ ὀρνίθων γένος πρὸς τὴν ᾠδὴν ἐξιστά‐ μενον, πάντες δὲ ὄρειοι θῆρες καὶ ὅσον ἐν θαλάτ‐ | |
της μυχοῖς νέμεται καὶ ἵππος ἐθέλγετο ἀντὶ χαλινοῦ τῷ μέλει κρατούμενος καὶ βοῦς ἀφεὶς τὰς νομὰς τῆς λυρῳδίας ἤκουε καὶ λεόντων ἄτεγκτος φύσις πρὸς τὴν | 59 | |
10 | ἁρμονίαν κατηυνάζετο. | |
7.4 | εἶδες ἂν καὶ ποταμοὺς τυποῦντα τὸν χαλκὸν ἐκ πηγῶν ἐπὶ τὰ μέλη ῥέοντας καὶ κῦμα θαλάσσης ἔρωτι τῆς ᾠδῆς ὑψούμενον καὶ πέτρας αἰσθήσει πληττομένας μουσικῆς καὶ πᾶσαν βλά‐ | |
5 | στην ὥριον ἐξ ἠθῶν ἐπὶ τὴν μοῦσαν τὴν Ὀρφικὴν σπεύδουσαν, καὶ οὐδὲν μὲν ἦν τὸ ἠχοῦν οὐδὲ τὴν ἁρμονίαν τὴν λυρῳδὸν ἐγεῖρον, ἡ τέχνη δὲ ἐν τοῖς ζῴοις τοῦ περὶ τὴν μουσικὴν ἔρωτος τὰ πάθη κατε‐ μήνυε καὶ ἐν τῷ χαλκῷ τὰς ἡδονὰς ἐποίει φαίνεσθαι | |
10 | καὶ τὰ ἐπανθοῦντα τῇ αἰσθήσει τῶν ζῴων θελκτήρια ἀρρήτως ἐξέφαινεν. | |
8t | ΕΙΣ ΤΟ ΔΙΟΝΥΣΟΥ ΑΓΑΛΜΑ | |
8.1 | Δαιδάλῳ μὲν ἐξῆν, εἰ δεῖ τῷ περὶ Κρήτην πιστεύειν θαύματι, κινούμενα μηχανᾶσθαι τὰ ποιή‐ ματα καὶ πρὸς ἀνθρωπίνην αἴσθησιν ἐκβιάζεσθαι τὸν χρυσόν, αἱ δὲ δὴ Πραξιτέλειοι χεῖρες ζωτικὰ διόλου | |
5 | κατεσκεύαζον τὰ τεχνήματα. | |
8.2 | ἄλσος ἦν καὶ Διό‐ νυσος εἱστήκει ἠιθέου σχῆμα μιμούμενος οὕτω μὲν ἁπαλός, ὡς πρὸς σάρκα μεταρρυθμίζεσθαι τὸν χαλκόν, οὕτω δὲ ὑγρὸν καὶ κεχαλασμένον ἔχων τὸ σῶμα, ὡς | 60 |
5 | ἐξ ἑτέρας ὕλης, ἀλλὰ μὴ χαλκοῦ πεφυκώς, ὃς χαλκὸς μὲν ὢν ἠρυθραίνετο, ζωῆς δὲ μετουσίαν οὐκ ἔχων ἐβούλετο τὴν ἰδέαν δεικνύναι, ἁψαμένῳ δέ σοι πρὸς τὴν ἀκμὴν ὑπεξίστατο, καὶ ὄντως μὲν ἦν ὁ χαλκὸς στεγανός, ὑπὸ δὲ τῆς τέχνης μαλαττόμενος εἰς σάρκα | |
10 | ἀπεδίδρασκε τῆς χειρὸς τὴν αἴσθησιν. | |
8.3 | ἦν δὲ ἀνθη‐ ρός, ἁβρότητος γέμων, ἱμέρῳ ῥεόμενος, οἷον αὐτὸν Εὐριπίδης ἐν Βάκχαις εἰδοποιήσας ἐξέφηνε, κισσὸς δ’ αὐτὸν ἔστεφε περιθέων ἐν κύκλῳ—ὡς κισσὸς ἦν ὁ | |
5 | χαλκὸς εἰς κλῶνας καμπτόμενος καὶ τῶν βοστρύχων τοὺς ἑλικτῆρας ἐκ μετώπου κεχυμένους ἀναστέλλων— γέλωτος δὲ ἔμπλεως, ὃ δὴ καὶ παντὸς ἦν ἐπέκεινα θαύματος, ἡδονῆς ἀφιέναι τὴν ὕλην τεκμήρια καὶ τὴν παθῶν δήλωσιν ὑποκρίνεσθαι τὸν χαλκόν. | |
8.4 | νεβρὶς δὲ αὐτὸν ἔσκεπεν οὐχ οἵαν εἴωθεν ὁ Διόνυσος ἐξά‐ πτεσθαι, ἀλλ’ εἰς τὴν τῆς δορᾶς μίμησιν ὁ χαλκὸς μετεβάλλετο, εἱστήκει δὲ τὴν λαιὰν ἐπερείδων τῷ | |
5 | θύρσῳ, ὁ δὲ θύρσος ἠπάτα τὴν αἴσθησιν καὶ ἐκ χαλκοῦ πεποιημένος χλοερόν τι καὶ τεθηλὸς ἀποστίλ‐ βειν ἐδοξάζετο πρὸς αὐτὴν ἀμειβόμενος τὴν ὕλην. | |
84b | ὄμμα δὲ ἦν πυρὶ διαυγὲς μανικὸν ἰδεῖν· καὶ γὰρ | |
τὸ βακχεύσιμον ὁ χαλκὸς ἐνεδείκνυτο καὶ ἐπιθειάζειν ἐδόκει, ὥσπερ οἶμαι τοῦ Πραξιτέλους καὶ τὸν βακχεῖον οἶστρον ἐγκαταμῖξαι δυνηθέντος. | 61 | |
9t | ΕΙΣ ΤΟ ΤΟΥ ΜΕΜΝΟΝΟΣ ΑΓΑΛΜΑ | |
9.1 | Ἐθέλω δέ σοι καὶ τὸ Μέμνονος ἀφηγήσασθαι θαῦμα· καὶ γὰρ ὄντως παράδοξος ἡ τέχνη καὶ κρείττων ἀνθρωπίνης χειρός. τοῦ Τιθωνοῦ Μέμνονος εἰκὼν ἦν ἐν Αἰθιοπίᾳ ἐκ λίθου πεποιημένη, οὐ μὴν ἐν τοῖς | |
5 | οἰκείοις ὅροις ἔμενε λίθος ὢν οὐδὲ τὸ τῆς φύσεως σιγηλὸν ἠνείχετο, ἀλλὰ καὶ λίθος ὢν εἶχεν ἐξουσίαν φωνῆς· νῦν μὲν γὰρ ἀνίσχουσαν τὴν Ἡμέραν προσ‐ εφθέγγετο ἐπισημαίνων τῇ φωνῇ τὴν χαρὰν καὶ ἐπὶ ταῖς τῆς μητρὸς παρουσίαις φαιδρυνόμενος, νῦν δὲ | |
10 | ἀποκλινομένης εἰς νύκτα ἐλεεινόν τι καὶ ἀλγεινὸν ἔστενε πρὸς τὴν ἀπουσίαν ἀνιώμενος. | |
9.2 | ἠπόρει δὲ οὐδὲ δακρύων ὁ λίθος, ἀλλ’ εἶχεν ὑπηρετούμενα τῇ βουλήσει καὶ ταῦτα καὶ ἦν † Μεμνόνιος ἡ εἰκὼν μόνῳ μὲν τοῦ ἀνθρωπίνου διαλλάττειν μοι δοκεῖ σώματι, | |
5 | ὑπὸ δὲ ψυχῆς τινος καὶ ὁμοίας προαιρέσεως ἀγομένη | |
κατηυθύνετο. εἶχε γοῦν ἐγκεκραμένα καὶ τὰ λυ‐ ποῦντα καὶ πάλιν ἡδονῆς αἴσθησις αὐτὸν κατελάμβανεν ὑπ’ ἀμφοτέρων τῶν παθῶν πληττόμενον καὶ ἡ μὲν φύσις τὴν λίθων γένεσιν ἄφθογγον παρήγαγε καὶ | 62 | |
10 | κωφὴν καὶ μήτε ὑπὸ λύπης ἐθέλουσαν διοικεῖσθαι μήτε εἰδυῖαν ἡσθῆναι, ἀλλὰ καὶ πάσαις τύχαις ἄτρω‐ τον, ἐκείνῳ δὲ τῷ Μέμνονος λίθῳ καὶ ἡδονὴν παρέ‐ δωκεν ἡ τέχνη καὶ πέτραν ἀνέμιξεν ἀλγεινῷ καὶ μόνην ταύτην ἐπιστάμεθα τὴν τέχνην νοήματα τῷ λίθῳ καὶ | |
15 | φωνὴν ἐνθεῖσαν. | |
9.3 | ὁ μὲν γὰρ Δαίδαλος μέχρι μὲν κινήσεως ἐνεανιεύετο καὶ δύναμιν εἶχεν ἡ ἐκείνου τέχνη ἐξιστάναι τὰς ὕλας καὶ εἰς χορείαν κινεῖν, ἀμή‐ χανον δὲ ἦν καὶ παντελῶς ἄπορον καὶ φωνῆς μέτοχα | |
5 | πραγματεύεσθαι τὰ ποιήματα, αἱ δὲ Αἰθιόπων χεῖρες πόρους τῶν ἀμηχάνων ἐξεῦρον καὶ τὴν ἀφθογγίαν ἐξενίκησαν τοῦ λίθου. ἐκείνῳ τῷ Μέμνονι καὶ τὴν Ἠχὼ λόγος ἀντηχεῖν, ὁπότε φθέγγοιτο, καὶ γοερὸν μὲν στενάζοντι γοερὸν ἀντιπέμπειν μέλος, εὐπαθοῦντι | |
10 | δὲ ἀνταποδιδόναι τὴν ἠχὴν ἀντίμιμον. ἐκεῖνο τὸ δη‐ μιούργημα καὶ τῇ Ἡμέρᾳ τὰς ἀνίας ἐκοίμιζε καὶ οὐκ εἴα μαστεύειν τὸν παῖδα, ὡς ἂν ἀντιτιθείσης αὐτῷ τῆς Αἰθιόπων τέχνης τὸν ἐκ τῆς εἱμαρμένης ἀφανι‐ | |
σθέντα Μέμνονα. | 63 | |
10t | ΕΙΣ ΤΟ ΑΓΑΛΜΑ ΤΟΥ ΠΑΙΑΝΟΣ | |
10.1 | Εἶτα τὸ μὲν Ἀργῷον σκάφος ἔμφωνον γενέ‐ σθαι πειθόμεθα τὸ ὑπὸ τῶν Ἀθηνᾶς τεχνηθὲν χειρῶν, ὃ καὶ τὴν ἐν ἄστροις ἐκληρούχησε τύχην, ἄγαλμα δὲ οὐ πιστεύσομεν, εἰς ὃ τὰς δυνάμεις Ἀσκληπιὸς | |
5 | ἀνίησι τὸν προνοητικὸν ἐπεισάγων νοῦν ἐπὶ τὴν ἑαυτοῦ κοινωνίαν, τοῦ συνοικοῦντος τὴν δύναμιν πρέπειν, ἀλλ’ εἰς μὲν ἀνθρώπινα κατάγεσθαι τὸ θεῖον δώσομεν, ἔνθα καὶ μιανθῆναι παθήμασιν, οὐ πιστεύσομεν δέ, ᾗ μηδὲν ἔγγονον κακίας παραπέ‐ | |
10 | φυκεν; | |
10.2 | ἐμοὶ μὲν οὖν οὐ τύπος εἶναι δοκεῖ τὸ ὁρώμενον, ἀλλὰ τῆς ἀληθείας πλάσμα. ἰδοὺ γὰρ ὡς οὐκ ἀνηθοποίητος ἡ τέχνη, ἀλλ’ ἐνεικονισαμένη τὸν θεὸν εἰς αὐτὸν ἐξίσταται. ὕλη μὲν οὖσα θεοειδὲς | |
5 | ἀναπέμπει νόημα, δημιούργημα δὲ χειρὸς τυγχάνουσα ἃ μὴ δημιουργίαις ἔξεστι πράττει τεκμήρια ψυχῆς ἀρρήτως ἀποτίκτουσα. πρόσωπον δέ σοι θεασαμένῳ δουλοῦται τὴν αἴσθησιν· οὐ γὰρ εἰς κάλλος ἐπίθετον | |
ἐσχημάτισται, ἀλλὰ πάναγνον καὶ ἵλεων ἀνακινῶν ὄμμα | 64 | |
10 | βάθος ἄφραστον ὑπαστράπτει σεμνότητος αἰδοῖ μιγεί‐ σης. | |
10.3 | πλοκάμων δὲ ἕλικες ῥεόμενοι χάρισιν οἱ μὲν εἰς νῶτα τεθηλότες ἄφετοι κέχυνται, οἱ δὲ ὑπὲρ μετώ‐ που πρὸς τὰς ὀφρῦς ἐπιβαίνοντες τοῖς ὄμμασιν εἱλοῦν‐ ται. οἷον δὲ ἐκ ζωτικῆς αἰτίας καὶ αὐτοὶ καταρδό‐ | |
5 | μενοι εἰς τὴν τῶν βοστρύχων καμπὴν συνελίττονται τῷ νόμῳ τῆς τέχνης μὴ πειθομένης τῆς ὕλης, ἀλλὰ νοούσης ὅτι σχηματίζει θεὸν καὶ δεῖ δυναστεύειν. τῶν δὲ γενομένων εἰωθότων φθείρεσθαι ἡ τοῦ ἀγάλματος ἰδέα ἅτε δὴ τῆς ὑγείας τὴν οὐσίαν ἐν ἑαυτῇ φέρουσα | |
10 | ἀκμὴν ἀνώλεθρον ἐπικτωμένη θάλλει. | |
10.4 | ἡμεῖς μὲν δή σοι καὶ λόγων, ὦ Παιάν, νεαρῶν καὶ μνήμης ἐγ‐ γόνων ἀπηρξάμεθα· κελεύεις γὰρ οἶμαι· πρόθυμος δέ σοι καὶ τὸν νόμον ᾄδειν, εἰ νέμοις ὑγείαν. | |
11t | ΕΙΣ ΤΟ ΤΟΥ ΗΙΘΕΟΥ ΑΓΑΛΜΑ | |
11.1 | Τεθέασαι τὸν ἠίθεον ἐπ’ ἀκροπόλει, ὃν Πραξι‐ | |
τέλης ἵδρυσεν, ἢ δεῖ σοι τῆς τέχνης παραστῆσαι τὸ πρᾶγμα; παῖς ἦν ἁπαλός τε καὶ νέος πρὸς τὸ μαλ‐ θακόν τε καὶ νεοτήσιον τῆς τέχνης τὸν χαλκὸν μαλατ‐ | 65 | |
5 | τούσης, χλιδῆς δὲ ἦν καὶ ἱμέρου μεστὸς καὶ τὸ τῆς ἥβης ἔφαινεν ἄνθος, πάντα δὲ ἦν ἰδεῖν πρὸς τὴν τῆς τέχνης βούλησιν ἀμειβόμενα· καὶ γὰρ ἁπαλὸς ἦν μὴ μαχομένην τῇ ἁπαλότητι τὴν οὐσίαν ἔχων καὶ πρὸς τὸ ὑγρὸν ἤγετο ἐστερημένος ὑγρότητος καὶ ὅλως ἐξέβαινε | |
10 | τῆς αὐτοῦ φύσεως ὁ χαλκὸς τοὺς ὅρους εἰς τὸν ἀληθῆ τύπον μεθιστάμενος. | |
11.2 | ἄμοιρος δὲ ὢν πνεύματος καὶ τὸ ἔμπνουν ὑπεδύετο· ἃ γὰρ μὴ παρέλαβεν ὕλη μηδὲ εἶχεν ἔμφυτα, τούτων ἡ τέχνη τὴν ἐξουσίαν ἐπορίζετο. ἐκοινοῦτο δὲ τὰς παρειὰς ἐρυθήματι, ὃ δὴ | |
5 | καὶ παράδοξον ἦν, χαλκοῦ τικτόμενον ἔρευθος καὶ παιδικῆς ἦν ἡλικίας ἄνθος ἐκλάμπον· κόμη δὲ εἶχεν ἕλικας ταῖς ὀφρύσιν ἐπιβαίνοντας. | |
11.3 | ὁ δὲ τῷ τελα‐ μῶνι καταστέφων τὴν κόμην καὶ ἐκ τῶν ὀφρύων ἀπω‐ θούμενος τῷ διαδήματι τὰς τρίχας γυμνὸν πλοκάμων ἐτήρει τὸ μέτωπον. ὡς δὲ καὶ κατὰ μέρος ἐξητάζομεν | |
5 | τὴν τέχνην καὶ τὰ ἐν αὐτῇ δαιδάλματα, ἀφασίᾳ πλη‐ γέντες εἱστήκειμεν· ὅ τε γὰρ χαλκὸς εὐτραφῆ καὶ λιπῶσαν ἐπεδείκνυτο τὴν σάρκα καὶ πρὸς τὴν τριχὸς | |
κίνησιν μεθηρμόζετο, ὁτὲ μὲν βοστρύχων οὔλων πλο‐ καῖς συνεξελιττόμενος, ὁτὲ δ’ ἐθελούσῃ τῇ τριχὶ ἐκτά‐ | 66 | |
10 | δην κατὰ νώτου χυθῆναι συναπλούμενος καὶ ὁτὲ μὲν ἐθέλει τὸ πλάσμα καμφθῆναι πρὸς τὴν καμπὴν ἀνιέ‐ μενος, ὁτὲ δὲ ἐπιτεῖναι τὰ μέλη πρὸς τὸ σύντονον μεθιστάμενος. | |
11.4 | ὄμμα δὲ ἱμερῶδες ἦν αἰδοῖ συμ‐ μιγὲς ἀφροδισίᾳ καὶ ἐρωτικῆς γέμον χάριτος· καὶ γὰρ ᾔδει ζηλοῦν ὁ χαλκὸς τὸ ἐράσμιον καὶ ὑπήκουσεν ἐθέ‐ λοντι τῷ εἰδώλῳ γαυροῦσθαι. ἀκίνητος δὲ ὢν οὗτος | |
5 | ὁ ἔφηβος ἔδοξεν ἄν σοι κινήσεως μετέχειν καὶ εἰς χορείαν εὐτρεπίζεσθαι. | |
12t | ΕΙΣ ΤΟ ΚΕΝΤΑΥΡΟΥ ΑΓΑΛΜΑ | |
12.1 | Εἰς ἱερὸν εἰσιὼν σεμνόν τι καὶ μέγα, ὃ τὴν καλλίστην εἰκασίαν εἰς ἑαυτὸ μεθίστη, ἐν τοῖς προ‐ πυλαίοις τοῦ νεὼ ἱδρυμένον θεῶμαι κένταυρον οὐκ ἀνδρὶ κατὰ τὴν Ὁμήρειον εἰκόνα, ἀλλὰ ῥίῳ παραπλή‐ | |
5 | σιον ὑλήεντι. ἄνθρωπος ἦν ἄχρι λαγόνος κατιὼν ὁ κένταυρος εἰς ἵππου βάσιν τετρασκελῆ λήγων. | |
12.2 | τὸν γὰρ ἵππον καὶ τὸν ἄνθρωπον ἡ Φύσις ἐξ ἡμισείας τεμοῦσα εἰς ἓν σῶμα συνήρμοσε τὰ μὲν ἀπο‐ κρίνασα τῶν μερῶν, τὰ δὲ ἀλλήλοις τεχνησαμένη σύμ‐ φωνα· τῆς μὲν γὰρ ἀνθρωπίνης ὅσον ἀπ’ ἰξύος εἰς | 67 |
5 | ἄκραν ἀποφέρεται τὴν βάσιν ἀφεῖλε, τοῦ δὲ ἱππείου σώματος ὅσον εἰς ὀμφαλὸν καταβαίνει τεμοῦσα τῷ ἀνθρωπίνῳ συνῆγε τύπῳ, ὡς τὸν μὲν ἵππον τὴν κεφα‐ λὴν ποθεῖν καὶ τοὺς αὐχενίους τένοντας καὶ ὅσον εἰς τὸ νῶτον καταβαῖνον εὐρύνεται, τὸν δὲ ἄνθρωπον | |
10 | τὸν ἀπὸ ὀμφαλοῦ μέχρι τῆς βάσεως στηριγμὸν ζητεῖν. | |
12.3 | τοιούτου δὲ ὄντος τοῦ σώματος εἶδες ἂν καὶ θυμὸν ἐπιπνέοντα τῷ τεχνήματι καὶ ἠγριωμένον τὸ σῶμα καὶ τῷ προσώπῳ τὸ θηριῶδες ἐπανθοῦν καὶ τὸ τῆς τριχὸς κάλλιστα ὑποκρινομένην τὴν πέτραν καὶ πάντα πρὸς | |
5 | τὸν ἀληθῆ τύπον σπεύδοντα. | |
13t | ΕΙΣ ΤΟ ΤΗΣ ΜΗΔΕΙΑΣ ΑΓΑΛΜΑ | |
13.1 | Εἶδον καὶ τὴν πολυθρύλητον ἐν ὅροις Μακε‐ | |
δόνων Μήδειαν. λίθος ἦν μηνύων τὸ τῆς ψυχῆς εἶδος ἀπομαξαμένης εἰς αὐτὴν τῆς τέχνης τὰ συμπλη‐ ροῦντα τὴν ψυχήν· καὶ γὰρ λογισμοῦ κατηγορεῖτο | 68 | |
5 | δήλωμα καὶ θυμὸς ὑπανίστατο καὶ πρὸς λύπης διάθε‐ σιν μετέβαινεν ἡ εἰκών, καὶ ὡς βραχέως εἰπεῖν τοῦ περὶ αὐτὴν δράματος ἐξήγησις ἦν τὸ ὁρώμενον. | |
13.2 | ὁ μὲν γὰρ λογισμὸς ὑπὲρ τὴν πρᾶξιν ἐδήλου τῆς γυναικὸς τὰ βουλεύματα, ὁ δὲ θυμὸς τῇ ῥύμῃ τῆς ὀργῆς παρα‐ γραφόμενος τὴν φύσιν πρὸς τὸ ἔργον ἤγειρε τὴν ἐπὶ | |
5 | τὸν φόνον ὁρμὴν εἰσηγούμενος, ἡ λύπη δὲ τὸν ἐπὶ τοῖς παισὶν ἐπεσήμαινεν οἶκτον εἰς τὴν μητρῴαν σύνε‐ σιν ἀρρώστως ἐκ τοῦ θυμοῦ τὴν λίθον ἕλκουσα. οὐ γὰρ ἄτεγκτος οὐδὲ θηριώδης ἡ εἰκών, ἀλλ’ εἰς θυμοῦ καὶ μαλακίας ἔνδειξιν διῃρεῖτο ὑπηρετουμένη τοῖς τῆς | |
10 | γυναικείας φύσεως βουλεύμασιν· εἰκὸς γὰρ ἦν μετὰ τὸν χόλον καθαρεύουσαν τοῦ θυμοῦ ἐπιστρέφεσθαι πρὸς οἶκτον καὶ εἰς ἔννοιαν ἐρχομένην τοῦ κακοῦ τὴν ψυχὴν οἰκτίζεσθαι. | |
13.3 | ταῦτα μετὰ τοῦ σώματος τὰ πάθη ἡ εἰκὼν ἐμιμεῖτο καὶ ἦν ἰδεῖν τὴν λίθον ὁτὲ | |
μὲν φέρουσαν τὸν θυμὸν ἐν ὄμμασιν, ὁτὲ δὲ σκυθρω‐ πὸν ὁρῶσαν καὶ μαλαττομένην εἰς στυγνότητα, ὥσπερ | 69 | |
5 | ἄντικρυς τοῦ τεχνησαμένου τὴν ὁρμὴν εἰς τῆς Εὐρι‐ πίδου δραματοποιίας πλήσαντος τὴν μίμησιν, ἐν ᾗ καὶ βουλεύεται συνανακινοῦσα καὶ σύνεσιν ἔμφρονα καὶ εἰς θυμὸν ἀγριαίνει τὸ ἦθος τοὺς πεπηγότας τῇ φύσει πρὸς τὰ ἔκγονα τῆς φιλογονίας ὅρους ἐκβάλλουσα καὶ | |
10 | παιδικῶν λόγων μετὰ τὴν ἄνομον σφαγὴν ἅπτεται. | |
13.4 | ἦν δὲ αὐτῇ καὶ ξιφηφόρος ἡ χεὶρ διακονεῖν ἑτοίμη τῷ θυμῷ ἐπὶ τὸ μίασμα σπευδούσῃ καὶ ἠμελημένη θρὶξ τὸ αὐχμηρὸν ἐπισημαίνουσα καὶ στολή τις πέν‐ θιμος ἀκόλουθος τῇ ψυχῇ. | |
14t | ΕΙΣ ΤΗΝ ΤΟΥ ΑΘΑΜΑΝΤΟΣ ΕΙΚΟΝΑ | |
14.1 | Εἰκὼν ἦν ἐπὶ ταῖς Σκυθικαῖς ἠιόσιν οὐκ εἰς ἐπίδειξιν, ἀλλὰ καὶ ἀγωνίαν τῶν τῆς γραφῆς καλῶν οὐκ ἀμούσως ἐξησκημένη. ἐκτετύπωται δὲ κατ’ αὐτὴν Ἀθάμας μανίαις οἰστρούμενος. ἦν δ’ ἰδεῖν γυμνός, | |
5 | αἵματι φοινίσσων τὴν κόμην, ἠνεμωμένος τὴν τρίχα, παράφορος τὸ ὄμμα, ἐκπληξίας γέμων καὶ ὥπλιστο δὲ | |
οὐ μανίαις μόνον εἰς τόλμαν οὐδὲ τοῖς ἐξ Ἐρινύων δείμασι θυμοφθόροις ἠγρίαινεν, ἀλλὰ καὶ σίδηρον τῆς χειρὸς προβέβλητο ἐκθέοντι παραπλήσιος. | 70 | |
14.2 | ἡ μὲν γὰρ εἰκὼν ὄντως ἦν ἀκίνητος, ἐδόκει δὲ οὐ τηρεῖν τὸ στάσιμον, ἀλλὰ δόξῃ κινήσεως τοὺς θεατὰς ἐξίστη. παρῆν δὲ ἡ Ἰνὼ περιδεής, ὑπότρομος, ὑπὸ τοῦ φόβου | |
5 | χλωρόν τι καὶ τεθνηκὸς ὁρῶσα, ἐνηγκάλιστο δὲ καὶ παῖδα νήπιον καὶ τὴν θηλὴν τοῖς χείλεσιν αὐτοῦ προσ‐ ῆγε τὰς τροφίμους ἐπιστάζουσα πηγὰς τοῖς τροφίμοις. | |
14.3 | ἐπήγετο δὲ ἡ εἰκὼν καὶ τὴν ἄκραν τοῦ Σκεί‐ ρωνος καὶ τὴν θάλατταν τὴν ὑπόρειον, τὸ δὲ ῥόθιον πρὸς ὑποδοχὴν ἐκολποῦτο κυμαίνειν εἰωθός, καὶ Ζεφύ‐ ρου τι κατέχει τὸ σῶμα λιγυρῷ πνεύματι τὴν θάλατ‐ | |
5 | ταν κατευνάζοντος· ὁ γὰρ δὴ κηρὸς ἐφάνταζε τὴν αἴσθησιν, ὡς καὶ πνοὴν δημιουργεῖν ἐπιστάμενος καὶ ἀνακοντίζειν θαλασσίους αὔρας καὶ εἰς ἔργα φύσεως ἐπάγειν τὴν μίμησιν. | |
14.4 | παρεσκίρτων δὲ καὶ ἐνάλιοι δελφῖνες τὸ ῥόθιον ἐν τῇ γραφῇ τέμνοντες καὶ ὁ κηρὸς ἐδόκει διαπνέεσθαι καὶ πρὸς τὸ τῆς θαλάττης νοτίζεσθαι μίμημα πρὸς αὐτῆς τὴν ἐξουσίαν ἐξαλλατ‐ | |
5 | τόμενος. | |
14.5 | ἔν γε μὴν τοῖς τοῦ πίνακος τέρμασιν Ἀμφιτρίτη τις ἐκ βυθῶν ἀνέβη ἄγριόν τι καὶ φρικῶ‐ δες ὁρῶσα καὶ γλαυκόν τι σέλας ἐκ τῶν ὀμμάτων μαρ‐ μαίρουσα, Νηρηίδες δὲ περὶ αὐτὴν εἱστήκεσαν, ἁπαλαὶ | 71 |
5 | δὲ ἦσαν αὗται καὶ ἀνθηραὶ προσιδεῖν καὶ ἀφροδίσιον ἵμερον ἐξ ὀμμάτων στάζουσαι, ὑπὲρ δὲ ἄκρων τῶν θαλασσίων κυμάτων ἑλίσσουσαι τὴν χορείαν ἔπληττον. περὶ δὲ αὐτὰς Ὠκεανὸς βα.... ὤχετό † γε μικροῦ τῆς | |
τοῦ ποταμοῦ κινήσεως καὶ κυμαίνειν δειχθείσης. | 72 |