TLG 4090 176 :: CYRILLUS :: Contra Julianum (lib. 1–2)

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Contra Julianum (lib. 1–2)

Source: Burguière, P., Évieux, P. (eds.), Cyrille d’Alexandrie. Contre Julien, tome 1: livres 1 et 2 [Sources chrétiennes 322] Paris: Cerf, 1985: 100–318.

Dup. partim 4090 111

Cf. et 4090 140, 144, 175, X94

Citation: Book — section — (line)

prol

t

Τοῦ μακαρίου Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας προσφώνημα πρὸς τὸν εὐσεβέστατον καὶ φιλόχριστον βασιλέα Θεοδόσιον.

prol

1

Ἀξιάκουστα μὲν καὶ ἐξαίρετα καὶ πέρα λόγου παντὸς τὰ τῆς εὐαγοῦς ὑμῶν βασιλείας κατορθώματα καὶ τὸ ἀσύγκριτον εἰς εὐσέβειαν, ὥσπερ τινὰ κλῆρον εἰς ὑμᾶς ἄνωθεν καταβαί‐ νοντα, τοῖς ἐκ φθόνου βέλεσιν ἀνίκητον τετηρήκατε διὰ τὸ
5ἐφ’ ἅπασι τοῖς ἀρίστοις δεξιόν, καὶ πατρῷον ὑμῖν καὶ ἔτι παππῷον, ὡς ἔν γε τούτοις ὁρᾶται διαφανές. Καί μοι πρόκειται καὶ ἐφ’ ὑμῖν αὐτοῖς τὰς τοῦ Σωτῆρος ἡμῶν ἁρμόσαι φωνάς· ἔφη γάρ· «Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη»· ἕπεται γάρ πως ἀεὶ τοῖς ἠρμένοις ὑψοῦ τὸ περίοπτον.
10 Τί δ’ ἂν γένοιτο τῇ ὑμετέρᾳ γαληνότητι τὸ ἰσοστατοῦν; Οὐδὲν παντελῶς· διελήλακε γὰρ εἰς λῆξιν τὴν ἀνωτάτω τῶν ὑμετέρων σκήπτρων τὸ εὐκλεές, τῇ μὲν τῆς εὐνομίας φαιδρό‐ τητι περιαστράπτον τὰ σύμπαντα, ἡμερότητι δὲ καὶ τῇ εἰς Χριστὸν εὐσεβείᾳ κατευφραῖνον τὸν οὐρανόν, τουτέστι τὰς ἄνω
15τε καὶ λογικὰς ἐν οὐρανῷ δυνάμεις. Ἐστὲ γὰρ οὕτω κατ’ ἄμφω τεθαυμασμένοι ὥστε καὶ ἰσάμιλλον τὴν ἐν αὐτοῖς ἔχοντες
ἀρετὴν εὐφημίας ἁπάσης νενικήκατε τρόπον. Ἀναθήματα μὲν οὖν παρ’ ἑτέρων τὰ εἰς ὑμᾶς, ὦ φιλόχριστε βασιλεῦ Θεοδόσιε, νίκαι, καὶ στέφανοι, καὶ φωναὶ χαριστήριοι, καὶ τὰ δι’ ὧν ἂν100
20οὐκ ἀπεοικότως τὰ βασιλέων κράτη καταγεραίροιντο.

prol

2

Ἔδει δὲ καὶ πρὸς ἡμῶν τῶν τὴν θείαν λαχόντων ἱερουργίαν προσκομίζεσθαι βίβλους τὰς ὑπέρ γε τῆς τοῦ Θεοῦ δόξης εὖ μάλα συντεθειμένας· φίλον γὰρ παρ’ ὑμῖν ἀεὶ καὶ σύνηθες καὶ πολύευκτον ἀληθῶς τὸ συγκροτεῖν αὐτήν, καὶ
5τοὺς μὲν κατά τι γοῦν ὅλως ἐμπαροινοῦντας αὐτῇ βδελυρωτά‐ τους ἡγεῖσθαι καὶ ἐν τῇ τῶν πολεμιωτάτων ποιεῖσθαι μοίρᾳ, τιμῆς δὲ ἁπάσης ἀξιοῦν τοὺς ὅσοιπερ ἂν τὰ εἰς δόξαν Θεοῦ φρονεῖν ἕλοιντο καὶ λαλεῖν. Ἁγιοπρεπὲς δὲ καὶ τοῦτο φαίην ἂν εἶναι τὸ πλεονέκτημα, καὶ τοῖς ἀοιδίμοις ὑμῶν κορυφαῖς ὅτι
10μάλιστα πρεπωδέστατον. Ἔφη γάρ που ψάλλων πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν ὁ θεσπέσιος προφήτης Δαβίδ· «Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; Τέλεον μίσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγέ‐ νοντό μοι». Ἔχει δὲ σφόδρα κατὰ τὸ εἰκὸς ὁ λόγος· ὥσπερ
15γάρ τις τῆς εἰς ὑμᾶς εὐνοίας ἐναργῆ ποιεῖται τὴν ἔνδειξιν τὸ ἀντιτετάχθαι φιλεῖν τοῖς οὐκ οἶδ’ ὅπως ἐκ πολλῆς ἄγαν ἐμβροντησίας οὐκ ἀγαπᾶν ἑλομένοις, οὕτω τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον ἐκφήνειεν ἂν τὸ τοῖς τὰ αὐτοῦ δια‐
βεβληκόσιν ἀντιφέρεσθαι νεανικῶς, μονονουχὶ βοῶντάς τε102
20καὶ λέγοντας τὸ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ· «Ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ.» Ὁποία δέ τίς ἐστιν ἡ τῶν παρ’ ἐμοῦ λόγων εἰς ὑμᾶς ἀνάθεσις ἀναγκαῖον εἰπεῖν.

prol

3

Καί μοι νείματε συγγνώμην ἑλομένῳ λέγειν οὐ κατὰ βασιλέως μόνον, ἀλλ’ ὑπέρ γε τῆς δόξης τοῦ Χριστοῦ τοῦ μεγάλου βασιλέως συγκατάρχοντός τε τῶν ὅλων τῷ ἰδίῳ Πατρί, ᾧπερ ἂν πρέποι καὶ μόνῳ τὸ χρῆναι λέγειν· «Δι’ ἐμοῦ
5βασιλεῖς βασιλεύουσι.» Καὶ γάρ ἐστιν αὐτὸς ‘ὁ τῆς δόξης Κύριοσ‘ ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Ἔστι τοίνυν ἀκόλουθόν τε καὶ ἀναγκαῖον τοὺς τῶν ἱερῶν δογμάτων συνασπιστάς, ἡμᾶς δηλονότι, προκεχειρισμένους εἰς τοῦτο παρ’ αὐτοῦ, τοῖς ἀδικεῖν ἐθέλουσι τὴν δόξαν αὐτοῦ τοὺς συναγορεύειν
10ἰσχύοντας ἀνταναστῆσαι λόγους καὶ οἵπερ ἂν γένοιντο πρὸς καλοῦ τοῖς ἐντευξομένοις, καὶ τοῖς μὲν εὐπαρακόμιστον ἔχουσι τὴν καρδίαν καὶ ἐφ’ ἃ μὴ προσῆκεν ἑτοιμότατα συναρπαζο‐ μένην ἐπικούρημα χρειωδέστατον, τοῖς γε μὴν εὖ βεβηκόσι περὶ τὴν πίστιν ῥάβδος οἵα τις ἀνέχειν ἰσχύουσα πρός γε τὸ
15χρῆναι διαπεπῆχθαι μειζόνως καὶ ἀκράδαντον ἔχειν τῆς ὀρθῆς πίστεως τὴν παράδοσιν. Τίς οὖν ἄρα ἐστὶν ὁ τῇ τοῦ Χριστοῦ δόξῃ μεμαχημένος; Πλεῖστοι μὲν οὖν ὅσοι κατὰ καιροὺς οἱ πρός γε τοῦτο διὰ τῆς τοῦ διαβόλου σκαιότητος κατενηνεγμένοι, μάλιστα δὲ πάντων
20ὁ τῆς βασιλείας αὐχήμασιν ἐμπρέψας ποτὲ Ἰουλιανός, ἀγνοήσας δὲ τὸν τῆς βασιλείας καὶ τοῦ δύνασθαι κρατεῖν δοτῆρα Χριστόν. Ἦν μὲν γὰρ πρὸ τῶν τῆς βασιλείας καιρῶν τοῖς πιστεύσασιν ἐναρίθμιος, ἠξιώθη δὲ καὶ αὐτοῦ τοῦ ἁγίου
βαπτίσματος, ἐνήσκητο δὲ καὶ βίβλοις ταῖς ἱεραῖς.104

prol

4

Ἀλλ’ οὐκ οἶδ’ ὅπως ἄνδρες αὐτῷ μιαροί τε καὶ δεισιδαί‐ μονες γεγονότες γνώριμοι τοὺς ὑπέρ γε τῆς ἀποστασία καθῆκαν λόγους, εἶτα σύνοπλον εἰς τοῦτο λαβόντες τὸν Σατανᾶν παρεκόμισαν εἰς τὰ Ἑλλήνων ἔθη καὶ λάτριν
5ἀπέφηναν δαιμονίων ἀκαθάρτων τὸν ἐν ἁγίαις ἐκκλησίαις καὶ μοναστηρίοις ἐντεθραμμένον· «φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί», καθά φησιν ὁ πάνσοφος Παῦλος. Χρῆναι δέ φημι τοὺς ἑδραῖον ἔχειν ἐθέλοντας φρόνημα καὶ τῆς ὀρθῆς πίστεως τὴν παράδοσιν καθάπερ τινὰ μαργαρίτην τηροῦντας
10εἰς νοῦν μηδεμίαν διδόναι παρείσδυσιν ἤγουν παρρησίας τόπον τοῖς ἐθέλουσι δεισιδαιμονεῖν· γέγραπται γάρ· «Μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις.» Ἔχων τοίνυν εὐφυᾶ τὴν γλῶτταν ὁ κράτιστος Ἰουλιανὸς
15κατέθηξεν αὐτὴν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· καὶ δὴ καὶ τρία συγγέγραφε βιβλία κατὰ τῶν ἁγίων εὐαγγελίων καὶ κατὰ τῆς εὐαγοῦς τῶν Χριστιανῶν θρησκείας, κατασείει δὲ δι’ αὐτῶν πολλούς, καὶ ἠδίκηκεν οὐ μετρίως. Οἱ μὲν ἐλαφροί τε καὶ εὐπάροιστοι πίπτουσι ῥᾳδίως εἰς τὰ αὐτοῦ καὶ γλυκὺ τοῖς
20δαιμονίοις γίνονται θήραμα· θορυβοῦνται δέ πως ἔσθ’ ὅτε καὶ οἱ βεβηκότες ἐν πίστει· νομίζουσι γὰρ αὐτὸν τὰς ἱερὰς καὶ θείας εἰδέναι Γραφάς, ἐπείπερ ἐξ αὐτῶν τοῖς ἰδίοις λόγοις παμπόλλους ἐπισωρεύει τὰς μαρτυρίας, καίτοι μὴ εἰδὼς ἃ
λέγει.106

prol

5

Ἐπειδὴ δὲ πλεῖστοί τινες τῶν δεισιδαιμόνων, τοῖς τὰ Χριστοῦ φρονοῦσι περιτυγχάνοντες, ἄνω τε καὶ κάτω κατονει‐ δίζουσι, τὰς ἐκείνου καθ’ ἡμῶν προβαλλόμενοι συγγραφάς, φάσκοντες ἀπρόσβλητον αὐτὰς ἔχειν τὴν δείνωσιν, καὶ οὐδένα
5πώποτε τῶν παρ’ ἡμῖν διδασκάλων ἢ ἀντειπεῖν ἰσχύσαι ἤγουν ἀνατρέψαι τὰ αὐτοῦ, προτρεψάντων εἰς τοῦτο πολλῶν καὶ δὴ καὶ θαρσήσας λέγοντι τῷ Θεῷ καὶ νῦν· «Πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου», καθῆκα μὲν ἐμαυτὸν ἐπί γε τὸ δεῖν κατασπάσαι μὲν ὀφρὺν ἑλληνικὴν κατὰ τῆς τοῦ Χριστοῦ δόξης
10ἐπαιρομένην, ἐπαμῦναι δὲ ὡς ἔνι τοῖς ἠπατημένοις καὶ πεπλα‐ νημένον ἀποφῆναι καὶ τὰς θείας οὐκ εἰδότα Γραφὰς τὸν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ κατηγορευκότα. Ἀνατέθεικα δὲ τοὺς ὑπὲρ τούτου λόγους τῇ φιλοχρίστῳ καὶ εὐαγεστάτῃ ὑμῶν κορυφῇ, ἣν ἀεὶ φυλάττοι Θεὸς ἐν ἀκλονήτοις
15εὐθυμίαις κατευμεγεθοῦσαν ἐχθρῶν, καὶ πάντας ἔχουσαν ὑπὸ πόδας, καὶ εἰς παῖδας παίδων παραπέμπουσαν τὴν εὐαγῆ βασιλείαν, κατανεύοντος τοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας,
ἀμήν.108

1

t

Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Κυρίλλου ἀρχιε‐ πισκόπου Ἀλεξανδρείας ὑπὲρ τῆς τῶν Χριστιανῶν εὐαγοῦς θρησκείας πρὸς τὰ τοῦ ἐν ἀθέοις Ἰουλιανοῦ

1

.

1

(1t)

βιβλίον πρῶτον
1 Οἱ μὲν σοφοὶ καὶ ἀγχίνοι καὶ τῶν ἱερῶν δογμάτων ἐπιστήμονες τὸ κάλλος τῆς ἀληθείας θαυμάζουσι καὶ ἐν παντὶ λόγῳ πεποίηνται τὸ συνιέναι δύνασθαι παραβολὴν καὶ σκο‐ τεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Οὕτω γάρ, οὕτω
5ταῖς θεοπνεύστοις Γραφαῖς ἀκριβῆ καὶ διηρθρωμένον τὸν νοῦν ἐνερείδοντες φωτὸς μὲν τοῦ θείου τὰς ἑαυτῶν ἀναπιμπλᾶσι ψυχάς, ἀξιοζήλωτον δὲ πολιτείας ὀρθῆς καὶ ἐννομωτάτης ἀράμενοι καύχημα εἶεν ἂν καὶ ἑτέροις ὠφελείας τῆς ἀνωτάτω πρόξενοι. Γέγραπται γὰρ ὅτι· «Υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ,
10σοφὸς ἔσῃ καὶ τῷ πλησίον.» Οἱ δὲ διάστροφοι τὴν καρδίαν καὶ τὴν εἰς νοῦν ἔχοντες ἐμπηρίαν, ἀμέτοχοί τε εἰς ἅπαν τοῦ θείου φωτός, τοῖς δόγμασι μὲν τῆς εὐσεβείας ἀντανίστανται, θρασυστομοῦσι δὲ λίαν καὶ τῆς ἀρρήτου κατεπαίρονται δόξης, καὶ παλιμφήμους ἱέντες
15φωνὰς «ἀδικίαν εἰς τὸ ὕψος λαλοῦσι», κατὰ τὸ ἐν ψαλμοῖς ὑμνούμενον. Ἀρρωστῆσαι δὲ οἶμαι τοῦτο αὐτοὺς ἐκ πολλῆς ἄγαν ἀποπληξίας καὶ τῆς ἐνούσης αὐτοῖς ἀμαθίας, μᾶλλον δὲ εἰ χρὴ τἀληθὲς εἰπεῖν ἐξ ἐπιβουλῆς τοῦ πονηροῦ τε καὶ ἀρχεκάκου δράκοντος, φημὶ δὴ τοῦ Σατανᾶ.110

1

.

2

Καὶ πρὸς τοῦτό γε ἡμᾶς ἐμπεδοῖ γεγραφὼς ὁ θεσπέσιος Παῦλος. «Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ
5αὐγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς τοῦ Χριστοῦ δόξης.» Ὅτι μὲν οὖν ὁ νομισθεὶς εἶναι θεὸς τοῦ αἰῶνος τούτου καὶ τῆς ἀνωτάτω δόξης κλοπεὺς ἐσκότισεν αὐτῶν τὴν καρδίαν, οὐκ ἀσυμφανές· πεπλάνηνται γὰρ ὁμολογουμένως καὶ ἀριθμοῦ κρείττονας ἐφιστᾶσι τῷ βίῳ θεούς, δαίμονάς τε καὶ ἡρώων
10ψυχάς, καθά φασιν αὐτοὶ καὶ φρονεῖν ἐγνώκασιν. Ἀλλ’ ἦν ἂν ἐπ’ αὐτοῖς τὸ τῶν εὖ φρονούντων δάκρυον, οὐ σφόδρα πολὺ σιωπᾶν ᾑρημένοις τὰ ἐφ’ οἷς ἄν τις αἰσχύνοιτο· νῦν δὲ δὴ πρόεισι δυσσεβείας εἰς τοῦτο αὐτοῖς τὸ ἐγχείρημα ὥστε καὶ ἑτέροις ζητεῖν ἐνιέναι τῆς οὕτως αἰσχρᾶς δεισιδαιμο‐
15νίας τὴν νόσον. Οἷα γάρ τινες ὄφεις τριόδοις ἐγκαθήμενοι τοῖς ἐν αὐταῖς διαστείχουσιν ἐπιπηδῶσι πικροί, τὸν τῆς ἀπωλείας ἰὸν τοῖς εὐπαραφόροις ἐγχέοντες· καὶ περὶ αὐτῶν ἂν λέγοιτο, καὶ σφόδρα εἰκότως· «Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες;» Καὶ οὐκ ἂν ἁμάρτοι τοῦ
20ἀληθοῦς ὁ Κύριος λέγων· «Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ
ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὰ ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὰ πονηρά», καὶ· «Ἀπὸ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.»112

1

.

3

Καὶ ταῦτά φημι τοῖς Ἰουλιανοῦ βιβλίοις ἐντυχών, ὃς τῆς εὐαγοῦς ἡμῶν θρησκείας οὐ φορητὴν ἐποιήσατο τὴν κατάρ‐ ρησιν, πεπλανῆσθαι λέγων ἡμᾶς καὶ ἀποφοιτῆσαι μὲν ἀσυ‐ νέτως τῆς εὐθύ τε καὶ ἀμωμήτως ἐχούσης ὁδοῦ, ἰέναι δὲ ὥσπερ
5κατὰ πετρῶν, καὶ ὁλοτρόπως ἀβούλητον τῷ ἐπὶ πάντων Θεῷ ποιεῖσθαι λατρείαν, οὔτε τοῖς διὰ τοῦ πανσόφου Μωσέως νόμοις συμβαίνουσαν, οὔτε μὴν ταῖς Ἑλλήνων δεισιδαιμονίαις, ἤγουν ἔθεσί τε καὶ τρόποις, μέσην δὲ ὥσπερ τινὰ καὶ ἀμφοῖν ἁμαρτάνουσαν καινοτομῆσαι ζωήν. Ἐγὼ δέ, ὅτι μὲν τῆς
10Ἑλλήνων ἀπηλλάγμεθα ἐμβροντησίας, καὶ πολὺς ἀποτειχίζει λόγος τῆς ἐκείνων τερθρείας τὰ Χριστιανῶν, φαίην ἄν· «Κοινωνία γὰρ οὐδεμία φωτὶ πρὸς σκότος, ἀλλ’ οὐδὲ μερὶς πιστῷ μετὰ ἀπίστου.» Ὅτι δὲ τοῖς Μωσέως βιβλίοις ἐσμὲν οὐ διάφοροι, οὔτε μὴν ἀντεξάγουσαν τοῖς ἐκείνου θεσπίσμασι
15πολιτείαν ἐπετηδεύσαμεν, ὡς ἂν οἷός τε ὦ πληροφορεῖν πειράσομαι, καιροῦ τοῦ καθήκοντος ἐν τούτοις ἡμῖν τὸν λόγον διαγυμνάζοντος.

1

.

4

Πλὴν ἐκεῖνο εἰπεῖν εἰς τὸ παρὸν οἰήσομαι δεῖν· ἀληθὲς μὲν γὰρ ὅτι, κατὰ τό τισι παρῳδούμενον, «σοφὸς ἄλλος ἀπ’ ἄλλου», πρόδηλον δὲ δήπουθεν εἴη ἂν ὅτι τὰ τῶν πρώτων οἱ
μετ’ αὐτοὺς εἰδεῖεν, καὶ οὐχὶ δὴ μᾶλλον τὰ τῶν ὑστάτων οἱ πρὸ114
5αὐτῶν· οὐκοῦν, ἐπειδήπερ Ἑλλήνων παῖδες ἐπί γε τοῖς σφῶν αὐτῶν διδασκάλοις φρονοῦσι μέγα, καὶ καταπτοεῖν οἴονταί τινας Ἀναξιμάνδρους ἡμῖν καὶ Ἐμπεδοκλεῖς, Πρωταγόρας τε καὶ Πλάτωνας ὀνομάζοντες, προσεπάγοντες δὲ τούτοις καὶ τοὺς ἑτέρους οἳ τῶν ἀνοσίων αὐτοῖς δογμάτων γεγόνασιν
10εὑρέται καὶ ἵν’ οὕτως εἴπω τῆς ἀμαθίας πηγαί, φέρε λέγωμεν ὅτι διαφόροις μὲν δόξαις ἀντεγειρομένους ὥσπερ ἀλλήλοις καταθρήσαι τις ἂν αὐτούς, ἀσύμβατον δὲ καὶ ἐφ’ ἑκάστῳ τῶν ὄντων τὴν ἀπολογίαν εἰσφέροντας. Εἶτα πρὸς τούτῳ κατα‐ δεικνύωμεν Μωσέα μὲν ἐν χρόνῳ τὰ πρεσβεῖα λαχόντα, καὶ
15δόξαν ὀρθὴν καὶ ἀπλανεστάτην περὶ τῆς ἀρρήτου καὶ ἀνωτάτω πασῶν οὐσίας εἰσκεκομικότα, καὶ κοσμοποιίας ἄριστα μνημο‐ νεύσαντα, καὶ νόμων τῶν εἰς εὐσέβειαν καὶ δικαιοσύνην οὐκ ἀθαύμαστον βραβευτήν, τοὺς δὲ παρ’ αὐτοῖς ὠνομασμένους σοφοὺς γεγονότας μὲν ὑστάτους καὶ νεωτάτους, κεκλοφότας δὲ
20τὰ ἐκείνου καὶ τοῖς ἰδίοις λόγοις ἐγκατακλώσαντας, εἰ καὶ μὴ εἰς ἅπαν ὑγιῶς ἰσχύσαντας οὕτω καὶ δόξαν ἁρπάσαι σεμνοπρεπῆ καί τι τῶν ἀληθῶν ἐοικέναι λέγειν.

1

.

5

Τοίνυν γεγόνασί τινες μὲν μετὰ Μωσέα, συνήκμασαν δὲ καὶ ἕτεροι κατὰ καιροὺς τοῖς μετ’ ἐκεῖνον προφήταις ἁγίοις· ὧν οἱ ταῖς δόξαις κατακολουθεῖν ᾑρημένοι ψήφου τῆς κρείτ‐ τονος παρὰ τοὺς ἄλλους ἠξίωνται, καίτοι τοῦ ψεύδους εἰς ἅπαν
5οὐκ ἐλευθέραν τῆς περὶ Θεοῦ δόξης ποιούμενοι τὴν ἀπόδοσιν.
Ὅτι τοίνυν Μωσῆς ὁ θεσπέσιος πρεσβύτατος μὲν ἦν κατά γέ φημι τὸν τοῦ γενέσθαι καιρόν, οἱ δὲ μετ’ ἐκεῖνον ὕστατοι, σαφὲς καταστήσομεν τὰ τῶν ἀκριβῶς χρονογραφησάντων βιβλία διερευνήσαντες. Χρῆναι δέ φημι τοὺς ἐντευξομένους μὴ116
10ἁψικόρως ἔχειν περὶ τὴν ἀνάγνωσιν καὶ τὸν τῶν ὀνομάτων κατάλογον, ἤτοι τὴν τῶν καιρῶν ἀπαρίθμησιν, διψῆν δὲ μᾶλλον ἐντόνως καλὴν καὶ ὀνησιφόρον οὖσαν τὴν ἐφ’ ἑκάστῳ πληροφορίαν.

1

.

6

Τοιγαροῦν Νῶε μὲν γέγονεν, ἀνὴρ τῶν ὅτι μάλιστα θεοφιλεστάτων, δέκατος τῶν ἀπὸ τοῦ πρώτου, τουτέστιν Ἀδάμ· τούτῳ προστέταχεν ὁ τῶν ὅλων Θεός, ὡς μέλλοντος ἔσεσθαι τοῦ κατακλυσμοῦ πανωλεθρίᾳ τε καταφθαρήσεσθαι
5τῶν ἐπὶ τῆς γῆς, συμπήξασθαι μὲν κιβωτόν, ὁμοῦ δὲ φιλτάτοις καὶ γυναιξὶ καὶ κτηνῶν εἴδεσι παντοδαποῖς, πτηνοῖς τε καὶ ἑρπετοῖς, εἰσελάσαι τε καὶ διαπλεῖν ἐν αὐτῇ· οὗ δὲ πρὸς πέρας ἐνηνεγμένου, κατεφθείρετο μὲν ἅπαν τὸ ἀνθρώπινον γένος καὶ τὰ ἕτερα τῶν ζῴων, ὁ δὲ πανοικὶ διεσῴζετο. Τῶν ὑδάτων δὲ
10ὑφιζηκότων, ἡ μὲν κιβωτὸς προσέσχε τοῖς ὄρεσιν Ἀραράτ, τουτέστι τῆς Ἀρμενίας, ἐνερείσας δὲ πάλιν αὐτὸς τὸν πόδα τῇ γῇ θυσία ἐπετέλει χαριστηρίους. Ἀξιόχρεως μὲν οὖν εἰς πίστιν ἡ θεόπνευστος Γραφή· ἐπειδὴ δέ τινες τῶν δεισιδαιμόνων μύθους τε εἰκαίους καὶ
15οὐδαμόθεν ἔχοντας ἢ τὸ πιθανὸν ἢ τὸ ἀληθές φασιν εἶναι τὰ παρ’ ἡμῖν, ἀναγκαίως μεμνήσομαι καὶ τῶν παρ’ αὐτοῖς ἱστο‐ ριογράφων, Ἀλεξάνδρου τέ φημι τοῦ Πολυίστορος καὶ Ἀβυ‐ δηνοῦ. Πεποίηνται γὰρ αὐτοὶ τὴν περὶ τούτων ἀφήγησιν ἐν ἰδίαις συγγραφαῖς, εἰ καὶ μὴ εἰς ἅπαν ἀκαταψέκτως, ἀλλο‐
20κότως δὲ μᾶλλον, ἅτε δὴ καὶ τῶν εἰς εὐσέβειαν δογμάτων
ἠμοιρηκότες.118

1

.

7

Καὶ ὁ μὲν Ἀλέξανδρός φησιν οὕτως· «Ὠτιάρτου δὲ τελευτήσαντος, τὸν υἱὸν αὐτοῦ Ξίσουθρον βασιλεῦσαι σάρους δεκαοκτώ· ἐπὶ τούτου τὸν μέγαν φασὶ γενέσθαι κατακλυσμόν»· εἶτα σωθῆναι λέγει τὸν Ξίσουθρον, προα‐
5παγγείλαντος αὐτῷ τοῦ Κρόνου τὸ ἐσόμενον, καὶ ὅτι προσήκει ναυπηγήσασθαι λάρνακα καὶ ὁμοῦ πτηνοῖς ἑρπετοῖς τε καὶ κτήνεσι πλεῖν ἐν αὐτῇ. Ὅ γε μὴν Ἀβυδηνὸς σαφεστέραν ποιεῖται τὴν ἀφήγησιν, οὕτω λέγων· «Μεθ’ ὃν ἄλλοι τε ἦρξαν καὶ Ξίσουθρος· τῷ δὲ
10Κρόνος μὲν προσημαίνει ἔσεσθαι πλῆθος ὄμβρων Δαισίου πέμπτῃ ἐπὶ δέκα, κελεύει δὲ πᾶν ὁτιοῦν γραμμάτων ἐχόμενον ἦν ἐν Ἡλίου πόλει τῇ ἐν Σιπαροῖσιν ἀποκρύψαι. Ξίσουθρος δὲ ταῦτα ἐπιτελέα ποιήσας ἰθέως ἐπ’ Ἀρμενίης ἀνέπλωσε, καὶ παραυτίκα μιν κατελάμβανε τὰ ἐκ τοῦ Θεοῦ. Τρίτῃ δὲ ἡμέρῃ,
15ἐπεί τε ὕων ἐκόπασε, μεθίει τῶν ὀρνίθων πείρην ποιούμενος εἴπου γῆν ἴδοιεν τοῦ ὕδατος ἐκδῦσαν· αἱ δέ, ἐκδεκομένου σφέας πελάγεος ἀφανέος, ἀπορέουσαι ὅκη καθορμίσονται, παρὰ τὸν Ξίσουθρον ὀπίσω κομίζονται, καὶ ἐπ’ αὐτῇσιν
ἕτεραι· ὡς δὲ τῇσι τρίτῃσιν εὐτύχεεν—φίκατο γὰρ δὴ πηλοῦ120
20κατάπλεῳ τοὺς ταρσούς—θεοί μιν ἐξ ἀνθρώπων ἀφανίζουσι. Τὸ δὲ πλοῖον ἐν Ἀρμενίῃ ἦν καὶ περίαπτα ξύλων ἀλεξι‐ φάρμακα τοῖσιν ἐπιχωρίοισι παρείχετο.»

1

.

8

‘Ξίσουθρον‘ μὲν οὖν ὀνομάζουσι τὸν Νῶε τάχα που κατὰ φωνὴν Ἀσσυρίων, κἀν τούτῳ δὲ πάλιν ἡμαρτήκασι τἀληθοῦς τὸν Κρόνον αὐτῷ χρῆσαι λέγοντες ἀντὶ τοῦ ἐπὶ πάντων Θεοῦ, καὶ θαυμαστὸν οὐδέν· οὐ γὰρ ἐν μεθέξει γεγόνασι τοῦ θείου
5φωτὸς οὔτε μὴν τοῖς ὄμμασι τῆς διανοίας τὸ σεπτὸν τῆς ἀληθείας κάλλος τεθέανται. Οὐκοῦν τέθυκε μὲν ὁ Νῶε τῆς κιβωτοῦ προελθών, ηὐλίζετο δὲ αὐτόθι φιλτάτοις ὁμοῦ. Καὶ τρεῖς μὲν ἦσαν αὐτῷ φύντες υἱοί, πλεῖστοί γε μὴν ἐξ αὐτῶν ἕτεροι, καὶ ἀρχὴ δευτέρα γεγό‐
10νασι τῶν ἐπὶ τῆς γῆς, κατῳκήκασι δὲ πρῶτον μὲν ὁμόσε, καὶ ἐν μόνῃ τῇ πρὸς ἀκτῖνα γῇ, κατεσκηδάσθησαν δὲ μετὰ τοῦτο πανταχῆ, καταδιελόντος αὐτοὺς εἰς πολυγλωσσίαν τοῦ ἐπὶ πάντας Θεοῦ· ἠγανάκτει γὰρ ἐπὶ τῇ τοῦ πύργου κατασκευῇ. Ὅτι δὲ καὶ ταυτησὶ τῆς ἱστορίας διαμέμνηνται οἱ ἀρτίως ἡμῖν
15ὠνομασμένοι ἐξ ὧν γεγράφασιν οὐδὲν ἧττον εἰσόμεθα.

1

.

9

Ἀλέξανδρος μὲν γὰρ ὡδί φησι· «Σίβυλλα δέ φησιν, ὁμοφώνων ὄντων ἁπάντων τῶν ἀνθρώπων, τινὰς τούτων
πύργον ὑπερμεγέθη οἰκοδομῆσαι, ὅπως εἰς τὸν οὐρανὸν ἀνα‐ βῶσι, τοῦ δὲ θεοῦ ἀνέμους τῷ πύργῳ ἐμφυσήσαντος,122
5ἀνατρέψαι αὐτὸν καὶ ἰδίαν δοῦναι φωνὴν ἑκάστοις· διὸ δὴ Βαβυλῶνα τὴν πόλιν κληθῆναι.» Ἀβυδηνὸς δὲ πάλιν· «Ἐν τῇδε λέγουσι τοὺς πρώτους ἀνασχόντας, ῥώμῃ τε καὶ μεγέθει χαυνωθέντας καὶ δὴ θεῶν κάρτα φρονήσαντας ἀμείνονας εἶναι, τύρσιν ἠλίβατον ἀείρειν,
10ἵνα νῦν Βαβυλών ἐστιν· ἤδη τε ἆσσον εἶναι τοῦ οὐρανοῦ, καὶ τοὺς ἀνέμους θεοῖσι βωθέοντας ἀνατρέψαι περὶ αὐτοῖσι τὸ μηχάνημα· τοῦ δὴ τὰ ἐρείπια λέγεσθαι Βαβυλῶνα, τέως τε ὄντας ὁμογλώσσους ἐκ θεῶν πολύθροον φωνὴν ἐνείκασθαι.»

1

.

10

Κατεσκεδασμένων δὴ οὖν τῶν ἐξ αἵματος Νῶε, εἶτα καιροῦ διϊππεύσαντος πρῶτος Ἀσσυρίων ἐπιφανῶς βασιλεῦσαι λέγεται Νίνος ὁ Ἀρβήλου παῖς, οὗ καὶ ἐπώνυμος ἡ Νινευὶ πόλις, ἧς τὰ τείχη Σεμίραμις Νίνῳ συνοικήσασα μεγαλοφυῶς
5ἐσκευάσατο. Νίνου τοίνυν τὴν Ἀσσυρίων διέποντος βασιλείαν, Εὔρωπος δὲ τὴν Σικυωνίων, γενέσθαι φασὶ τὸν μακάριον Ἀβραάμ, ἄνδρα πανσύνετον καὶ πολυΐστορα, καὶ τῶν ὅτι
μάλιστα κατεσπουδασμένων ποιεῖσθαι προθυμούμενον τὸ δεῖν εἰδέναι τὸ ἀληθές, καὶ τίς ὁ τῶν ὅλων ἐστὶ δημιουργὸς καὶ124
10κύριος. Ἀπεσκευάζετο μὲν γὰρ καὶ ἀπωτάτω μεθίει τῶν Ἀσσυρίων τὰς δόξας, τὰς ἐπί γέ φημι τῇ πολυθέῳ πλάνῃ. Τῆς γε μὴν ἀληθείας τὴν γνῶσιν ἀρκέσειν αὐτῷ πρὸς πᾶσαν εὐημερίαν ὑπειληφώς, προσεδέχθη παρὰ Θεοῦ· ἤκουε γάρ· «Ἔξελθε ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός
15σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω.» Τίνα μὲν οὖν διεβίω τρόπον, ὅσοι τε γεγόνασιν ἐξ αὐτοῦ, παρήσω λέγειν εἰς τὸ παρόν, μεθιστάντος ἡμῖν ἀναγκαίως τὸν λόγον ἐφ’ ἕτερα τοῦ καιροῦ. Παρελάσας δὲ τοὺς μεταξὺ διὰ τὸ πλῆθος τῶν ἱστοριῶν καὶ τῶν ὀνομάτων, ἐπ’ αὐτὸν ἥξω
20δρομαῖος τὸν ἱεροφάντην Μωσέα.

1

.

11

Ἔτους μὲν γὰρ διαγεγονότος τετρακοσιοστοῦ πέμπτου τε καὶ εἰκοστοῦ μετὰ τὸν θεσπέσιον Ἀβραάμ, τίκτεται μὲν ἐν Αἰγύπτῳ Μωσῆς, παρῳκηκότων αὐτόθι τῶν ἐξ αἵματος Ἀβραάμ. Νέος δὲ ὢν ἔτι καὶ τῆς Αἰγυπτίων σοφίας εἰς πεῖραν
5ἐλθών, οἷόν τι προγύμνασμα τῶν θειοτέρων ἐποιεῖτο τὰ ἀνθρώπινα. Καταγαγόντες τοίνυν ἐξ Ἀβραὰμ τοὺς χρόνους ἐπὶ Μωσέα, ἀρξώμεθα πάλιν ἐνταῦθα ἑτέρας ἐτῶν ἀρχῆς, τὴν Μωσέως γένεσιν προαναθέντες τῶν ἀριθμῶν. Ἑβδόμῳ ἔτει Μωσέως Προμηθέα καὶ Ἐπιμηθέα, Ἄτλαντά
10τε τὸν Προμηθέως ἀδελφόν, ἔτι δὲ καὶ Ἄργον τὸν πανόπτην γενέσθαι φασί. Τριακοστοῦ πέμπτου ἔτους Μωσέως, πρῶτος βεβασίλευκεν Ἀθήνησι Κέκροψ ὁ ἐπίκλην ‘διφυήσ‘· τοῦτόν
φασι πρῶτον ἀνθρώπων ἱερεῦσαι βοῦν, ὀνομάσαι τε Δία τὸν παρ’ Ἕλλησιν ‘ὕπατον τῶν θεῶν‘, ὡς αὐτοί φασιν. Ἑξηκοστῷ126
15καὶ ἑβδόμῳ ἔτει Μωσέως τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμὸν ἐν Θεσσαλίᾳ γενέσθαι φασί, καὶ μὴν καὶ ἐν Αἰθιοπίᾳ τόν, ὡς αὐτοί φασιν, Ἡλίου παῖδα καταφλεχθῆναι Φαέθοντα. Ἑβδο‐ μηκοστῷ τετάρτῳ ἔτει Μωσέως, Ἕλλην οὕτω καλούμενος ὁ Δευκαλίωνος καὶ Πύρρας παῖς ἀρχὴ γέγονε τοῖς Ἕλλησι τῆς
20τοιᾶσδε προσηγορίας, καίτοι πάλαι ‘Γραικοῖσ‘ λεγομένοις.

1

.

12

Ἑκατοστῷ καὶ εἰκοστῷ ἔτει Μωσέως, Δάρδανος κτίζει πόλιν Δαρδανίαν, βασιλεύοντος Ἀσσυρίων Ἀμύντα, Ἀργείων δὲ Σθενέλου, Αἰγυπτίων Ῥαμεσῆ· ἐκαλεῖτο δὲ Αἴγυπτος καὶ αὐτὸς καὶ ὁ Δαναοῦ ἀδελφός. Ἑκατοστῷ ἑξηκοστῷ ἔτει μετὰ
5Μωσέα Κάδμος Θηβῶν ἐβασίλευσεν, οὗ θυγάτηρ Σεμέλη, ἐξ ἧς ὁ Διόνυσος, ὡς αὐτοί φασιν, ἐκ Διός· ἦν δὲ τὸ τηνικάδε καὶ Λίνος ὁ Θηβαῖος καὶ Ἀμφίων οἱ μουσουργοί. Διεδέξατο δὲ τὸ τηνικάδε τὴν παρ’ Ἑβραίοις ἱερωσύνην Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρών, τελευτήσαντος δηλονότι τοῦ Ἀαρών. Ἑκατοστῷ
10ἐνενηκοστῷ καὶ πέμπτῳ ἔτει μετὰ Μωσέα φασὶ γενέσθαι τὴν παρ’ Ἕλλησιν ᾀδομένην τῆς Κόρης ἁρπαγὴν ὑπὸ Αἰδω‐ νέως βασιλεύοντος Μολοττῶν· οὗτος κύνα παμμεγέθη θρέψαι λέγεται τὸν Κέρβερον, ὃν ἐπαφῆκε Πειρίθῳ καὶ Θησεῖ ἀφικο‐ μένοις ἐφ’ ἁρπαγὴν τῆς αὑτοῦ γυναικός· εἶτά φασιν ὅτι
15διαφθαρέντος Πειρίθου παρατυχὼν Ἡρακλῆς Θησέα ἐρρύ‐ σατο· διὸ καὶ ἐξ ᾅδου φυγεῖν μυθολογοῦσιν αὐτόν. Διακο‐ σιοστῷ ἐνενηκοστῷ ἔτει, Περσεὺς Διόνυσον ἀναιρεῖ, οὗ καὶ τὴν ταφὴν εἶναί φασιν ἐν Δελφοῖς παρὰ τὸν χρυσοῦν Ἀπόλλωνα. Τριακοσιοστῷ πεντηκοστῷ καὶ πέμπτῳ ἔτει μετὰ Μωσέα,
20βασιλεύει Πρίαμος μετὰ Λαομέδοντα. Τετρακοσιοστῷ δεκάτῳ
ἔτει μετὰ Μωσέα, πεπόρθηται τὸ Ἴλιον, ἰθύνοντος τὰ Ἑβραίων Ἐσσεβών, τὰ δὲ Ἀργείων Ἀγαμέμνονος, τὰ δὲ Αἰγυπτίων Οὐαφρῆ, τὰ δὲ Ἀσσυρίων Ταυτάνου.128

1

.

13

Συνάγεται τοίνυν ἀπὸ τῆς Μωσέως γενέσεως μέχρι τοῦ ἁλῶναι τὸ Ἴλιον ἔτη τετρακόσια δέκα. Καί μοι πάλιν ἄθρει τοὺς καθεξῆς· ἐρῶ γὰρ ἐπιδρομάδην, οὐ τοῖς διὰ μέσου γεγονόσιν ἐμφιλοχωρῶν, ἐφορμίζων δὲ μᾶλλον
5τοῖς ἀναγκαίοις τῶν προσώπων τὸν λόγον. Τοίγαρτοι πέμπτῳ ἔτει τῆς Ἰλίου ἁλώσεως βεβασίλευκε Λατίνων Αἰνείας, Ἀθηναίων δὲ Δημοφῶν ὁ Θησέως, κριτὴς δὲ ἦν παρ’ Ἑβραίοις ὁ Σαμψών. Ἑξηκοστῷ καὶ πέμπτῳ ἔτει τῆς Ἰλίου ἁλώσεως τετέλευκε μὲν ὁ ἱερεὺς Ἠλεί, κατά γε τὸ
10γεγραμμένον ἐν τῇ πρωτῇ τῶν Βασιλειῶν· ἀλλόφυλοι δὲ τὴν κιβωτὸν εἰς τὴν ἑαυτῶν ἀπεκόμισαν, προφητεύοντος μὲν τοῦ μακαρίου Σαμουήλ, κεχρισμένου δὲ λοιπὸν εἰς βασιλέα τοῦ Σαούλ. Ἑκατοστῷ ἑξηκοστῷ καὶ πέμπτῳ ἔτει τῆς Ἰλίου ἁλώσεως, Ὅμηρον καὶ Ἡσίοδόν φασι γενέσθαι, βασιλεύοντος
15Λακεδαιμονίων Λαβώτου, Ἀσσυρίων δὲ Λαοσθένους, Λατίνων Ἄλβα Σιλουίου, Κορινθίων Ἀγελάου. Διακοσιοστῷ ἑξηκοστῷ ὀγδόῳ ἔτει τῆς Ἰλίου ἁλώσεως, προεφήτευον Ἠλίας καὶ Ἐλισσαῖος, διέποντος, τὴν Ἑβραίων βασίλειαν τοῦ Ἰωράμ, Λακεδαιμονίων δὲ Ἀρχελάου. Τριακοσιοστῷ ἑξηκοστῷ καὶ
20πέμπτῳ ἔτει τῆς Ἰλίου ἁλώσεως, Λυκοῦργος Λακεδαιμονίοις ἐνομοθέτει, βασιλεύοντος Κορινθίων μὲν Ἀγήμονος, Λατίνων δὲ Πρόκα Σιλουίου. Τριακοσιοστῷ καὶ ὀγδοηκοστῷ ἔτει τῆς Ἰλίου ἁλώσεως, προεφήτευον Ὠσηέ, Ἀμώς, Ἠσαΐας, Ἰωνᾶς. Φασὶ δέ τινες οὐχ ὁμόχρονον Ὁμήρῳ τὸν Ἡσίοδον εἶναι, ἀλλ’
25ἐν τούτοις γενέσθαι τοῖς χρόνοις, διέποντος τὰ Ἑβραίων Ἀζαρίου τοῦ καὶ Ὀζίου, Μήδων δὲ Ἀρβάκη, Λατίνων δὲ Πρόκα Σιλουίου.130

1

.

14

Συνάγονται τοίνυν καὶ τὰ ἀπὸ Ἰλίου ἁλώσεως μέχρι τῆς πρώτης ὀλυμπιάδος ἔτη πέντε καὶ τετρακόσια, ἀπὸ δὲ τῆς Μωσέως γενέσεως ἕως τῆς αὐτῆς πρώτης ὀλυμπιάδος πεντε‐ καίδεκα ἔτη καὶ ὀκτακόσια.
5 Πρώτῃ ὀλυμπιάδι, Μιλήσιος ἐποποιὸς Ἀρκτῖνος λέγεται γεγονέναι, καὶ Ῥῶμος καὶ Ῥωμύλος ἐγενέσθην, βασιλεύοντος τῆς Ἰουδαίας Ἰωάθαμ, τοῦ δὲ Ἰσραὴλ Φακεέ. Ἐννάτῃ ὀλυμπιάδι Εὔμηλον ἐποποιὸν γενέσθαι φασί, καὶ σίβυλλαν τὴν Ἐρυθραίαν. Ἑπτακαιδεκάτῃ ὀλυμπιάδι σιβύλλαν ἣν καὶ
10Ἡροφίλαν ὠνόμαζον γενέσθαι φασίν. Εἰκοστῇ τρίτῃ ὀλυμπιάδι φασὶ γενέσθαι Ἀρχίλοχον, τὰ Ἰουδαίων κράτη διέποντος Μανασσῆ. Εἰκοστῇ ἐννάτῃ ὀλυμπιάδι Ἱππώνακτα καὶ Σιμωνίδην φασὶ γνωρίζεσθαι, καὶ τὸν μουσικὸν Ἀριστό‐ ξενον. Τριακοστῇ πέμπτῃ ὀλυμπιάδι Θαλῆς Ἐξαμύου Μιλή‐
15σιος πρῶτος φυσικὸς φιλόσοφος γενέσθαι λέγεται, παρατεῖναι δὲ τὴν ζωὴν αὐτοῦ φασιν ἕως πεντηκοστῆς ὀγδόης ὀλυμπιάδος. Τριακοστῇ ἕκτῃ ὀλυμπιάδι προεφήτευον ἐν τῇ Ἰουδαίᾳ ὁ θεσπέσιος Ἰερεμίας, ἔτι τε καὶ Σοφονίας. Τεσσαρακοστῇ δευτέρᾳ ὀλυμπιάδι Ἀλκμαίων καὶ Πιττακὸς ὁ ἐκ Μιτυλήνης
20τῶν ἑπτὰ σοφῶν, καὶ πρὸς τούτοις ἔτι Στησίχορος ὁ ποιητὴς ἐγνωρίζετο. Κατ’ αὐτοὺς δὲ τούτους τοὺς καιροὺς γεγόνασιν οἱ περὶ τὸν μακάριον Δανιήλ.

1

.

15

Τεσσαρακοστῇ ἕκτῃ ὀλυμπιάδι Σόλων νενομοτέθηκε, τοὺς Δράκοντος νόμους περιελὼν πλὴν τῶν φονικῶν. Τεσσαρα‐ κοστῇ ἐννάτῃ ὀλυμπιάδι, Ἰουδαίων ὄντων ἐν Βαβυλῶνι, ἤτοι ἐν ὄρεσι Περσῶν καὶ Μήδων (γεγόνασι γὰρ αἰχμάλωτοι),132
5προεφήτευον παρ’ αὐτοῖς Δανιὴλ καὶ Ἰεζεκιήλ. Πεντηκοστῇ ὀλυμπιάδι ἐγνωρίσθησαν οἱ ἑπτὰ σοφοὶ καὶ ὁ Μιλήσιος Ἀναξί‐ μανδρος, φιλόσοφος φυσικός. Πεντηκοστῇ ἕκτῃ ὀλυμπιάδι, Κύρου διέποντος τὰ κράτη Περσῶν, προεφήτευον Ἀγγαῖος καὶ Ζαχαρίας, γνώριμοι δὲ ἦσαν ἤδη Σιμωνίδης καὶ Χίλων,
10τῶν ἑπτὰ σοφῶν ὄντες. Πεντηκοστῇ ὀγδόῃ ὀλυμπιάδι Θέογνις ποιητὴς ὠνομάζετο. Πεντηκοστῇ ἐννάτῃ ὀλυμπιάδι Ἰβυκὸς ὁ μελοποιὸς καὶ Φερεκύδης ὁ ἱστοριογράφος καὶ Φωκυλίδης καὶ Ξενοφάνης, τραγῳδιῶν ποιηταί, γεγόνασι. Ἑξηκοστῇ δευτέρᾳ ὀλυμπιάδι Πυθαγόρας γενέσθαι λέγεται.
15Ἑβδομηκοστῇ ὀλυμπιάδι φασὶ γενέσθαι Δημόκριτον καὶ Ἀνα‐ ξαγόραν, φιλοσόφους φυσικούς, ὁμοῦ τε καὶ Ἡράκλειτον τὸν ἐπίκλην σκοτεινόν. Ἑβδομηκοστῇ τετάρτῃ Φρύνιχος καὶ Χοι‐ ρίλος καὶ Διαγόρας, φιλόσοφοι φυσικοί. Ὀγδοηκοστῇ ἕκτῃ ὀλυμπιάδι γενέσθαι φασὶ τὸν Ἀβδηρίτην Δημόκριτον, Ἐμπε‐
20δοκλέα τε καὶ Ἱπποκράτην, καὶ Πρόδικον, Ζήνωνα καὶ Παρμενίδην. Ὀγδοηκοστῇ ὀγδόῃ ὀλυμπιάδι τὸν κωμῳδὸν Ἀριστοφάνην, Εὔπολίν τε καὶ Πλάτωνα γενέσθαι φασίν. Ἑκατοστῇ τρίτῃ ὀλυμπιάδι Ἀριστοτέλην φασὶν ἀκροᾶσθαι Πλάτωνος, βραχεῖαν ἄγοντα κομιδῇ τὴν ἡλικίαν. Ἑκατοστῇ
25δωδεκάτῃ ὀλυμπιάδι Ἀλεξανδρείαν τὴν πρὸς Αἴγυπτον κτισθῆναί φασιν, ἔτει ἑβδόμῳ τῆς Ἀλεξάνδρου βασιλείας· κατ’ ἐκεῖνο δὲ τοῦ καιροῦ Ἀναξιμένης τε καὶ Ἐπίκουρος
ἐγενέσθην οἱ φιλόσοφοι.134

1

.

16

Ἑκατοστῇ εἰκοστῇ τετάρτῃ ὀλυμπιάδι, Πτολεμαίου τῆς Αἰγύπτου βασιλεύοντος τοῦ ἐπίκλην φιλαδέλφου, τὸν Σάραπιν ἐν Ἀλεξανδρείᾳ φασὶν ἐλθεῖν ἐκ Σινώπης, τὸν αὐτὸν δὲ εἶναι τῷ Πλούτωνι· ὅθεν καὶ ἱερὸν ἐκτίζετο τῷ ἀγάλματι, ὃ
5καὶ τῇ ἐγχωρίῳ φωνῇ καλοῦσιν οἱ Αἰγύπτιοι ‘Ῥάκωτιν‘, οὐδὲν ἕτερον ἢ τὸν ‘Πλούτωνα‘ διὰ τούτου σημαίνοντες· ταύτητοι καὶ τοῖς μνήμασι γείτονα τὸν νεὼν ἐποιήσαντο. Ἀμφιβάλ‐ λεται δὲ παρ’ Ἕλλησιν ὁ ἐπ’ αὐτῷ λόγος· οἱ μὲν γὰρ οὐκ ἀξιοῦσιν εἶναι Πλούτωνα αὐτόν, Ὄσιριν δὲ μᾶλλον, ἕτεροι δὲ
10τὸν Ἄπιν. Πολλῆς τοίνυν διαμάχης οὔσης περὶ τούτου, ἱδρύσαντο, φασί, τὸ εἴδωλον ὥσπερ ἐξ ἑνὸς συνθήματος συμβεβηκότες εἰς ὁμοφωνίαν, Ὀσίραπιν, ἵν’ ἐν ταὐτῷ Ὄσιρίς τε καὶ Ἄπις νοοῖτο. Ἀμφοῖν δὲ τούτοιν καὶ θάνατος φέρεται καὶ ταφή· ἐγενέσθην γὰρ ἀνθρώπω. Τὸ δὲ μακρὸν ἔθος,
15ἀποβεβληκὸς τὸ ΟΣΙ, Σάραπιν τὸ βρέτας ἐποίησεν ὀνομά‐ ζεσθαι. Πτολεμαῖος δὲ οὑτοσί, τῶν ὅτι μάλιστα φιλολογωτάτων γεγονώς, ἕνα τῶν ἐπιτηδείων αὐτῷ πέπομφεν εἰς Ἰουδαίαν, Ἐλεαζάρῳ τῷ τηνικάδε κατὰ νόμους ἱερεῖ γράψας ὥστε πάντα
20τὰ βιβλία Μωσέως τε καὶ τῶν ἁγίων προφητῶν ἀποστεῖλαί οἱ μαθητιῶντι λίαν, συνεκπέμψαι δὲ καὶ τοὺς δυναμένους εἰς ἑλλάδα φωνὴν αὐτὰ μεταθεῖναι· ὃ δὴ καὶ γέγονεν. Ἑκατοστῇ ἐνενηκοστῇ τετάρτῃ ὀλυμπιάδι, Ῥωμαίων Αὐ‐ γούστου Καίσαρος βασιλεύοντος, γεγέννηται κατὰ σάρκα ὁ
25Κύριος ἡμῶν Ἰησοῦς Χριστός.136

1

.

17

Ἀπὸ μὲν τοίνυν τῆς τῶν καιρῶν καὶ μέντοι τῆς τῶν γενεαλογιῶν ἀκριβοῦς ἀναγραφῆς, πῶς οὐχ ἅπασιν ἐναργὲς ὡς ἁπάντων μὲν τῶν παρ’ Ἕλλησι σοφῶν ὁ θεσπέσιος Μωσῆς πρεσβύτατος ἦν, οἱ δὲ νέοι τε καὶ οἷον ἀρτιφανεῖς; Ἀρξαμένης
5γὰρ τῆς τῶν ὀλυμπιάδων ἀπογραφῆς χρόνοις ὕστερον γεγόνασι μακροῖς. Ἐντεῦθεν, οἶμαι, καταθρῆσαί τε ῥᾷον καὶ ἀληθὲς εἰπεῖν ὅτι τῶν Μωσέως δογμάτων οὐκ ἀμοι‐ ρήσαντες παντελῶς, οὔτε μὴν ἀνήκοοι γεγονότες τῆς ἐνούσης αὐτῷ θεοσδότου καὶ ἀκιβδήλου σοφίας, παρατρύζουσιν ἔσθ’
10ὅτε τὸ ἀληθές, ἐπιπλέκοντες αὐτῷ τὸ ψεῦδος καὶ οἷον εὐοσμοτάτῳ μύρῳ βόρβορον ἀναφύροντες. Ποῖον γὰρ μάθημα σοφόν τε καὶ ἀξιόληπτον τοῖς μωσαϊκοῖς οὐκ ἔνεστι λόγοις; ἢ πῶς ἄν τις οὐκ ἀγάσαιτο τὰ αὐτοῦ; Οἱ μὲν γὰρ τὰς Ἑλλήνων περιεργίας ἠκριβωκότες διῃρῆσθαί φασι τὴν
15φιλοσοφίαν εἴς τε τὴν θεωρητικὴν ἐπιστήμην καὶ μέντοι τὴν πρακτικήν, κἂν εἰ γένοιτό τις ἐπ’ ἄμφω δέξιος, τοῦτον διελάσαι φασὶν εἴς γε τὸ εὖ κατορθῶσαι δοκεῖν τὴν φιλοσοφίαν. Ἄθρει δὴ οὖν, ἄθρει τοιοῦτον ὄντα Μωσέα· θεηγορεῖ γὰρ ὡς οὐχ ἕτερός τις τὰ περὶ τῆς ἀνωτάτω πασῶν οὐσίας καὶ ἀσυγκρίτου
20δόξης καὶ τῆς κατὰ πάντων ὑπεροχῆς, καὶ τῶν ὅλων γενε‐ σιουργὸν καὶ κύριον τὸν ἕνα καὶ μόνον ἀποφαίνει Θεόν. Οἷς γε
μὴν ἐν λόγῳ τὸ ἀγαθὸν καὶ τὸν τῆ εὐζωΐας ἐσπούδασται χρῆμα, τούτοις ὁρᾶται θεσμοθετῶν τὰ πάντων ἄριστα καὶ ἐξαίρετα καὶ τὰ δι’ ὧν ἂν εἶεν ὅ τι μάλιστα σεπτοί.138

1

.

18

Ἀλλ’ ἴσως ἐρεῖ τις· «Ναὶ μὲν δὴ πρεσβύτερα τὰ Μωσέως καὶ τῶν παρ’ Ἕλλησι σοφῶν· οὐ μὴν ἔτι καὶ ἀληθὲς εἰπεῖν ὡς τῆς ἐνούσης αὐτῷ σοφίας παρακλέψαντες ἤγουν μεταποιηθέντες ὅλως ἁλοῖεν ἄν.» Οὐκοῦν εἰ μὴ πολὺ τὸ εἰκὸς ὁ
5πρὸς ἡμῶν ἔχει λόγος δοκιμαζέτωσαν οἱ φιλακροάμονες. Οἱ μὲν παρ’ ἐκείνοις ἱστοριογράφοι, πᾶσαν ὡς ἔπος εἰπεῖν περινοστοῦντες τὴν γῆν, ἀεί τι μανθάνειν ἤθελον ἵνα δοκοῖεν εἰδέναι τὰ πολλά· τὸ γάρ τοι τῶν γεγονότων ἀποσιγῆσαι μηδὲν κόσμημα τῆς ἑαυτῶν ἐποιοῦντο συγγραφῆς. Εἶτα πῶς οἵ
10γε τοιοῦτοι καὶ χρηστομαθεῖν εἰωθότες κατημέλησαν ἂν τοῦ χρῆναι διαμαθεῖν ἱστορίας οὕτω σεμνάς, δογμάτων τε καὶ νόμων ἀρχαιοπρεπεστάτων ἀκριβῆ διασάφησιν; Καίτοι Πυθα‐ γόρας ὁ ἐκ Σάμου καὶ Θαλῆς ὁ Μιλήσιος οὐκ εὐαρίθμητον ἐν Αἰγύπτῳ διατετριφότες καιρόν, συλλεξάμενοί τε τὰ ἐκεῖθεν καὶ
15μαθημάτων ἄθροισιν ἣν ἐσχηκέναι λέγονται συναγηγερκότες, εἰς τὴν ἐνεγκοῦσαν ἀνεκομίζοντο. Καὶ μὴν καὶ αὐτὸς ὁ Ἀρίστωνος Πλάτων ἐν τῷ ‘Τιμαίῳ‘ φησὶ Σόλωνα τὸν Ἀθή‐ νηθεν ἀφικέσθαι μὲν εἰς τὴν Αἰγυπτίων, πυθέσθαι δέ τινος τῶν αὐτόθι ψευδοπροφητῶν, ἤγουν ἱερέων, λέγοντος· «Ὦ Σόλων,
20Σόλων, Ἕλληνές ἐστε παῖδες ἀεί, γέρων δὲ Ἕλλην οὐκ ἔστι, νέοι τε τὰς ψυχὰς πάντες. Οὐδεμίαν γὰρ ἐν ἑαυτοῖς ἔχετε παλαιὰν δόξαν, οὐδὲ μάθημα χρόνῳ πολιὸν οὐδέν· ἀλλ’ ὑμᾶς λέληθε διὰ τὸ ἐπὶ πολλὰς γενεὰς γράμμασι τελευτᾶν ἀφώνους.»140

1

.

19

Ἀλλ’, οἶμαι, καὶ διὰ τούτων κατίδοι τις ἂν ἀρχαιοπρεπῆ τὰ Χριστιανῶν· οὔπω μὲν γὰρ γραμμάτων ἐπιστήμη παρὰ τοῖς Ἕλλησιν ἦν, Κάδμου μόλις αὐτὰ διακομίσαντος ἐκ Φοινίκης αὐτοῖς, πλὴν ὅτι τὰ Μωσέως ἐγέγραπτο· Σόλων δὲ ὁ
5τῶν Ἀθήνησι νόμων εὑρετὴς καὶ μὴν καὶ αὐτὸς ὁ Πλάτων, ἐν Αἰγύπτῳ γεγονότες ὑπὲρ τοῦ τι πλέον τῶν ἁπάντων εἰδέναι δοκεῖν, πάντως που καὶ αὐτὰ τεθαυμάκασιν τὰ Μωσέως. Ὅτι δὲ τοῖς Ἑλλήνων ἱστοριογράφοις γνωριμώτατος ἦν Μωσῆς ἐξ αὐτῶν ὧν γεγράφασιν ἔνεστιν ἰδεῖν. Πολέμων τε
10γὰρ ἐν τῇ πρώτῃ τῶν ‘Ἑλληνικῶν ἱστοριῶν‘ διεμνημόνευσεν αὐτοῦ, καὶ Πτολεμαῖος δὲ ὁ Μενδήσιος καὶ μὴν καὶ Ἑλλάνικος καὶ Φιλόχορος Κάστωρ τε καὶ ἕτεροι πρὸς τούτοις. Διόδωρος δὲ πολυπραγμονήσας τὰ Αἰγυπτίων ἀκηοέναι φησὶ παρὰ τῶν αὐτόθι σοφῶν περὶ αὐτοῦ, γέγραφε δὲ ἐπὶ λέξεως οὕτως·
15«Μετὰ γὰρ τὴν παλαιὰν τοῦ κατ’ Αἴγυπτον βίου κατάστασιν, τὴν μυθολογουμένην γενέσθαι ἐπὶ θεῶν καὶ ἡρώων, πεῖσαί φασιν ἐγγράφοις νόμοις πρῶτον χρήσασθαι τὰ πλήθη ἄνδρα καὶ τῇ ψυχῇ μέγαν καὶ τῷ βίῳ καινότατον τῶν μνημονευο‐
μένων παρὰ τοῖς Ἰουδαίοις, Μωσῆν, τὸν καλούμενον θεόν.»142
20Ἐπειδὴ γὰρ ἁπάσης ἀρετῆς ἔμπλεω γεγονότα κατεθεῶντο Μωσέα, καὶ θεὸν ὠνόμαζον αὐτόν, τιμῶντες, οἶμαί που, τῶν ἐν Αἰγύπτῳ τινές, ἢ τάχα που μεμαθηκότες τὸ πρὸς αὐτὸν εἰρημένον παρὰ τοῦ ἐπὶ πάντας Θεοῦ· «Ἰδοὺ δέδωκά σε θεὸν Φαραώ.»

1

.

20

Ἀρχαιότητος οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς παρ’ Ἕλλησι τετιμημένης σοφίας προανίσχει τὰ Μωσέως καὶ ἔχει τὴν δόξαν πρεσβυτέραν, ἀποχρῶν ἡμῖν ἐξείργασται λόγος, ἀνεπίπληκτον ἔχων καὶ σαφῆ τὴν ἀπόδειξιν· χρῆναι δέ φημι
5μετὰ τοῦτο τὴν Ἑβραίων ἡμᾶς πολυπραγμονῆσαι δόξαν ἣν ἐσχήκασι περὶ Θεοῦ καὶ τῆς τοῦ κόσμου γενέσεως ἤτοι κατα‐ σκευῆς, εἶθ’ οὕτω καὶ τί τοῖς Ἑλλήνων ἔδοξε σοφοῖς ἐμφανὲς καταστῆσαι τοῖς ἐντευξομένοις. Ἔνθα μὲν γὰρ τοῖς τῆς θεοπνεύστου Γραφῆς συμφέρονται λόγοις, ἑαυτῶν ὄντας ἀμεί‐
10νους κατίδοι τις ἂν καὶ ὁμολογοῦντας ἀλλήλοις· ἔνθα δὲ τῶν οἰκείων ἕκαστος εὑρημάτων ποιεῖται τὴν ἀπόδοσιν, διαφόρους τε ὄντας καὶ ἀλλοκότοις δόξαις καταμεθυομένους καταδεῖξαι ῥᾷον. Οὐ γὰρ ἦν ὅλως καταθρεῖν δύνασθαι τὰ ὑπὲρ νοῦν καὶ λόγους τοὺς ἐν ἡμῖν, μὴ οὐχὶ τοῦ πάντων κρατοῦντος Θεοῦ καὶ
15φῶς ἐνιέντος εἰς νοῦν καὶ σοφίαν ἐντίκτοντος καὶ γλῶσσαν εὑρυνόντος καί τι τῶν ἀπορρήτων περὶ αὐτοῦ κατά γε τὸ
ἐγχωροῦν ἐφιέντος αὐτοῖς καὶ νοεῖν καὶ φράσαι. Προσγένοιτο δ’ ἂν οὐκ ἀδιακρίτως ἅπασιν ἡ τοιάδε χάρις, ἐκείνοις δὲ μᾶλλον οἵπερ ἂν εἶεν καὶ τῆς σαρκὸς ἐπέκεινα παθῶν καὶ γεώδους144
20ἀκαθαρσίας ἀπηλλαγμένοι, ἄρτιοί τε τὸν νοῦν καὶ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων ἐπιστήμονες. Καὶ πρός γε τοῦτο ἡμᾶς καταθήγει λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς τοῦ Δαβίδ. «Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός», καὶ μὴν καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· «Μακάριοι οἱ καθαροὶ τῇ
25καρδίᾳ, φησί, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Ὁρῷτο δ’ ἂν ἡ ὑπὲρ πάντα φύσις οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ἀλλὰ τοῖς ἔσω κεκρυμμένοις τῆς διανοίας ὄμμασιν, ἰσχνόν τε καὶ ἀκριβὲς ἐνιείσης αὐτῷ τὸ περίεργον καὶ ταῖς ὑπὲρ αἴσθησιν φαντασίαις τὰς τῆς θεοπτίας ἑλκούσης αὐγάς.

1

.

21

Οἱ μὲν οὖν ἐξ Ἀδὰμ καὶ μέχρι τοῦ Νῶε γεγονότες ἄνθρωποι Θεὸν ἕνα τὸν φύσει καὶ ἀληθῶς τῶν ὅλων δημιουργὸν καὶ Κύριον τετιμήκασι· διαβέβληται γὰρ οὐδεὶς ὡς θεοῖς ἑτέροις προσνενευκὼς ἢ δαίμοσιν ἀκαθάρτοις ἀναθεὶς τὸ σέβας.
5Μετὰ δέ γε τὸν κατακλυσμὸν καὶ τὴν τοῦ πύργου κατασκευὴν καὶ τῶν γλωσσῶν τὰς διαφοράς, ἀσύμβατον καὶ αὐτὴν ἐσχή‐ κασι τὴν περὶ Θεοῦ δόξαν οἱ ἀνὰ τὴν γῆν κατεσκεδασμένοι. Ἀποστήσαντες γὰρ τῆς ἀληθείας τὸν νοῦν καὶ τοῖς προσκαί‐ ροις αὐτὸν καὶ ἐπιγείοις πράγμασι καὶ ταῖς τοῦ σώματος
10ἡδοναῖς ἐνορμίσαντες, εἰς πᾶν ὁτιοῦν κατῴχοντο τῶν ἐκτοπω‐ τάτων, καὶ οἷον διεμοιράσαντο τῆς πολυθέου πλάνης τὰ ἐγκλήματα. Οἱ μὲν οὖν τὸν οὐρανὸν ὑπετόπασαν εἶναι Θεόν, ἥλιον δὲ καὶ σελήνην ἕτεροι, καὶ προσέτι τοὺς ἀστέρας καὶ τὰ
15τοῦ κόσμου στοιχεῖα, πῦρ τε καὶ ὕδωρ, ἀέρα καὶ γῆν, ἐξ ὧν τὰ καθ’ ἕκαστα συντεθεῖσθαι λέγεται· ἕτεροι δὲ αὖ, πρὸς τὴν ἁπασῶν ἐσχάτην ἀμαθίαν ὠλισθηκότες, χυδαιό‐ τητος εἰς τοῦτο κατῴχοντο λογισμῶν ὥστε καὶ νεὼς ἀναδεί‐ μασθαι καὶ τεμένη περιειργασμένα ταῖς τῶν ὑλῶν πολυτε‐146
20λείαις, ἕδη τε ἱερὰ αὐτοῖς ἐνιδρύσαι καὶ στήλας ἀνθρώπων καὶ τοῖς τεθνεῶσιν ἐπιδακρύσαντας καὶ τούτους ἡγεῖσθαι θεοὺς σπονδαῖς τε αὐτοὺς καὶ θυσίαις γεραίρειν ἀποτολμᾶν. Πλεῖστοι μὲν οὖν ὅσοι κατὰ τὸν βίον οἱ τὴν μόνῳ πρέπουσαν τῷ Θεῷ δόξαν τοῖς τοῦ κόσμου στοιχείοις ἀνάπτοντες· ἐνίσχηνται δὲ
25τοιαύτῃ γραφῇ τῶν ἄλλων μάλιστα Χαλδαῖοι, καὶ περιεργώ‐ τατα μὲν τὴν τῶν ἄστρων ἀναμετροῦσι κίνησιν, οἰωνῶν δὲ πτήσεις μαντείας ποιοῦνται πρόφασιν.

1

.

22

Ἀλλ’, ὡς ἔφην ἤδη, ταῖς ἐκείνων ἀσυνεσίαις διάφορος ἦν ὁ θεσπέσιος Ἀβραάμ· οὐ γὰρ ἠξίου τοῖς ἐν αἰσθήσει τε καὶ ὁρατοῖς ἐναρίθμιον ποιεῖσθαι φιλεῖν τὴν ἀνωτάτω τε καὶ παντὸς ἐπέκεινα τοῦ Θεοῦ φύσιν, οὔτε μὴν τοῖς κτίσμασιν
5αὐτὴν ἐγκατακλείων τῆς ἀληθείας ἡμάρτανεν, ἀνακομίζων δὲ μᾶλλον ὑψοῦ καὶ παντὸς τοῦ κεκλημένου πρὸς γένεσιν ἀνω‐ τάτω τιθεὶς εἰκότως ἐθαυμάζετο. Ταύτητοι καὶ προσελήφθη παρὰ Θεοῦ· ἐμφανῆ γὰρ ἑαυτὸν αὐτῷ καθίστη λοιπὸν ὁ ζητούμενος.
10 Ἴδωμεν τοίνυν ὁποίαν ἔχων ὁρᾶται τὴν δόξαν ὁ προπάτωρ Ἀβραάμ, εἶτα τίς τῶν μετ’ ἐκεῖνον ἀξιόχρεως ἔσται πρὸς διασάφησιν τῆς ἐνούσης αὐτῷ πίστεώς τε καὶ δόξης· ἀλλ’, οἶμαι, πρὸς τοῦτο ἡμῖν ἀρκέσειεν ἂν ὁ Μωσῆς, ὁ αὐτοῦ γεγονὼς ἀπόγονος καὶ ἅπερ ἔγνω πεφρονηκότα, ταῦτα καὶ
15αὐτὸς καὶ φρονεῖν ἀξιῶν καὶ γραφῇ παραδούς.148

1

.

23

Οὐκοῦν τὸ τῆς Γενέσεως συντιθεὶς βιβλίον, ἔφη μὲν ὅτι πεπορθήκασί τινες τὰ Σοδομιτῶν, εἶτα δορίληπτον ἔχοντες ὁμοῦ τοῖς ἄλλοις τὸν Λὼτ ἔχαιρον μὲν ὡς νενικηκότες, ἐσφάλλοντο δὲ τῆς ἐλπίδος, ἀδοκήτως αὐτοῖς ἀντεξάγοντος τοῦ
5Ἀβραάμ, καὶ ᾑρηκότος μὲν κατὰ κράτος, ἀπαλλάττοντος δὲ τῆς αἰχμαλωσίας τοὺς ἅπαξ ἐνειλημμένους. Ἐπειδὴ δὲ ὑπέστρεφεν ἀπὸ τῆς κοπῆς τῶν πέντε βασιλέων (γέγραπται γὰρ ὡδί), ἐδεῖτο μὲν αὐτοῦ λέγων βασιλεὺς Σοδόμων ὁ Χοδολογομόρ· «Δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λαβὲ
10σεαυτῷ», ὁ δέ, μισθὸν ἀνδραγαθημάτων τὰς ἑτέρων ἔχειν ζημίας οὐκ ἀνασχόμενος, ἀπώμοτον ἐποιεῖτο τὸ χρῆμα λέγων· «Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃ ὅτι
15ἐγὼ ἐπλούτησα τὸν Ἀβραάμ», ἐστεφάνου δὲ αὐτὸν ὡς νενικη‐ κότα. Καὶ ὁ βασιλεὺς Σαλήμ, τουτέστι Μελχισεδέκ, ηὐλόγησε λέγων. «Εὐλογημένος Ἀβραάμ τῷ Θεῷ τῷ ὑψίστῳ ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ εὐλόγητος ὁ Θεὸς ὁ ὕψιστος ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι.» Ἀποστέλλων δέ
20τινα τῶν ἐπιτηδείων ἤτοι τῶν εὐνουστάτων οἰκετῶν εἰς τὴν μέσην τῶν ποταμῶν καὶ νυμφαγωγὸν προστάττων γενέσθαι τῷ Ἰσαάκ, «Ὁρκιῶ σε, φησί, τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς». Ἕνα δὴ οὖν καὶ μόνον ᾔδει Θεὸν ὡμολόγει τε εἶναι σαφῶς ὁ θεσπέσιος Ἀβραάμ, ὕψιστόν τε αὐτὸν ὠνόμαζε
25καὶ τῶν ὅλων γενεσιουργὸν τῶν τε ἐν οὐρανῷ καὶ τῶν ἐπὶ γῆς.

1

.

24

Οὐκοῦν τὸ ὕψος οὐκ αἰσθητόν, οὔτε μὴν ἐν τόπῳ νοούμενον, οὔτε ὁποῖον ἄν τις κατὰ σῶμα λάβοι, ἀλλ’ ἐν τῷ
τοῖς πᾶσιν ἐφεστάναι θεοπρεπῶς, πεποιῆσθαι δὲ παρ’ αὐτοῦ τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς καὶ αὐτὸ δὲ τὸ στερέωμα150
5καὶ μέντοι τὴν γῆν—αὐτὸ δέ φημι τὸ στοιχεῖον. Εἰ δὲ πάντα γέγονε παρ’ αὐτοῦ, πάντως που καὶ ἕτερος παρὰ πάντα ἐστίν, ἕτερος δὲ κατὰ φύσιν, ἐπεὶ μήτε γενητός, μήτε μὴν ἐξ οὐκ ὄντων ἐστίν, ἀγένητος δὲ μᾶλλον καὶ ἀΐδιος καὶ χρόνου παντὸς πρεσβύτατος καὶ τῶν ὅλων ἀρχή. Θεὸν μὲν οὖν ἕνα, καθάπερ
10ἔφην ἀρτίως, ᾔδει τε ὄντα σαφῶς ὁ θεσπέσιος Ἀβραάμ, αὐτῷ τε καὶ μόνῳ τὴν καθαρὰν καὶ ἀβέβηλον ἐποιεῖτο λατρείαν. Ἐπειδὴ δὲ ὁ καιρὸς εἰς ἐπίδοσιν αὐτῷ τῶν ὀρθῶς ἐγνωσμένων ἠκόνησε τὴν διάνοιαν, τότε δή, τότε τοὺς περὶ τῆς θεότητος λόγους ἰσχνότερον ἐπαιδεύετο· οὐ γάρ τοι μόνον ὡς εἷς μὲν
15ἔστι Θεός, ἕτερος δὲ παρ’ αὐτὸν οὐδεὶς διεμάνθανεν, ἀλλ’ ὅτι καὶ ἐν ἁγίᾳ καὶ ὁμοουσίῳ νοεῖται Τριάδι τὸ τῆς μιᾶς τε καὶ ἀκηράτου φύσεως πλήρωμα ὡς ἐν τύποις ἔτι, μονονουχὶ δὲ καὶ αἰσθητῶς, ἐδιδάσκετο. Διὰ ποίαν αἰτίαν; Ὅτι τοῖς ἄρτι κεκλημένοις εἰς ἐπίγνωσιν
20ἀληθείας, καὶ οὐκ ἐντριβῆ τοῖς ἐπ’ αὐτῇ θεωρήμασι τὴν διάνοιαν ἔχουσιν, ἀπρόσιτόν πως εἶναι δοκεῖ καί ἐστιν ἀληθῶς τὸ φῶς τῆς θεοπτίας. Δεῖται γὰρ ἡ τοιάδε γνῶσις βεβηκότος τε νοῦ καὶ γεγυμνασμένου καὶ ὀξὺ βλέπειν εἰδότος, καὶ προσέτι τούτοις προεισοικισαμένου τὴν πίστιν· κρηπὶς γὰρ αὕτη καὶ
25ἀκατάσειστος ὑποβάθρα τῶν περὶ τῆς θεότητος λόγων. Καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων ὁ προφήτης Ἠσαΐας·
«Ἐὰν μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε.»152

1

.

25

Ὅτι δὲ δεῖ πάντως τῆς δι’ αἰνιγμάτων παιδαγωγίας τοῖς ἄρτι προσβάλλουσι ταῖς οὕτως ἰσχναῖς καὶ οἱονεὶ κατερρι‐ νισμέναις ἐννοίαις, ταῖς περὶ Θεοῦ δηλονότι, πῶς ἂν ἐνδοιάσειέ τις, οὐδὲ τῶν παρ’ Ἕλλησι σοφῶν ἠγνοηκότων τὸ χρῆμα;
5Πορφύριος γοῦν, ἐπὶ παιδείᾳ κοσμικῇ δόξαν ἔχων παρ’ ἐκείνοις οὐκ ἀγεννῆ, ἐν τῷ πρώτῳ λόγῳ τῆς ‘Φιλοσόφου ἱστορίασ‘ τοιοῦτόν τί φησι περὶ τῶν ὠνομασμένων ‘σοφῶν‘, ἤτοι δοκησισοφίας ὑπόληψιν ἐσχηκότων· «Μὴ δυνάμενοι γάρ, φησί, τὰ πρῶτα εἴδη καὶ τὰς πρώτας ἀρχὰς σαφῶς τῷ λόγῳ
10παραδοῦναι διά τε τὸ δυσπερινόητον αὐτῶν καὶ δυσέξοιστον παρεγένοντο ἐπὶ τοὺς ἀριθμοὺς εὐσήμου διδασκαλίας χάριν, μιμησάμενοι τοὺς γεωμέτρας καὶ τοὺς γραμματιστάς· ὡς γὰρ οὗτοι, τὰς δυνάμεις τῶν στοιχείων καὶ αὐτὰ ταῦτα βουλό‐ μενοι παραδοῦναι, παρεγένοντο ἐπὶ τοὺς χαρακτῆρας, τούτους
15λέγοντες ὡς πρὸς τὴν πρώτην διδασκαλίαν στοιχεῖα εἶναι, ὕστερον μέντοι διδάσκουσιν ὅτι οὐχ οὗτοι στοιχεῖά εἰσιν οἱ χαρακτῆρες, ἀλλὰ διὰ τούτων ἔννοια γίνεται τῶν πρὸς ἀλήθειαν στοιχείων, καὶ οἱ γεωμέτραι, μὴ δυνάμενοι τἀσωματοειδῆ λόγῳ παραστῆσαι, παραγίνονται ἐπὶ τὰς διαγραφὰς τῶν
20σχημάτων, λέγοντες εἶναι τρίγωνον τόδε, οὐ τοῦτο βουλόμενοι τρίγωνον εἶναι τὸ ὑπὸ τὴν ὄψιν ὑποπίπτον ἀλλὰ τὸ τοιοῦτον, καὶ διὰ τούτου τὴν ἔννοιαν τοῦ τριγώνου παριστᾶσι· κἀπὶ τῶν πρώτων οὖν λόγων καὶ εἰδῶν τὸ αὐτὸ ἐποίησαν οἱ Πυθαγό‐ ρειοι· μὴ ἰσχύοντες λόγῳ παραστῆσαι τἀσωματοειδῆ καὶ τὰς
25πρώτας ἀρχάς, παρεγένοντο ἐπὶ τὴν διὰ τῶν ἀριθμῶν δήλωσιν, καὶ οὕτω τὸν μὲν τῆς ἑνότητος λόγον, καὶ τὸν τῆς ταὐτότητος καὶ τῆς ἰσότητος, καὶ τὸ αἴτιον τῆς συμπνοίας καὶ τῆς συμπαθείας τῶν ὅλων καὶ τῆς σωτηρίας τοῦ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος ἓν προσηγόρευσαν.»154

1

.

26

Οὐκοῦν ἐπειδήπερ δυσέξοιστά τέ ἐστι καὶ δυσέκφραστα καὶ οὐχ ἕτοιμα πρὸς τὸ καταθρεῖν τὰ τῆς θεότητος ἴδια καὶ ἐξαίρετα, καὶ οἵπερ ἂν περὶ αὐτῆς γένοιντο λόγοι σμικροὶ κομιδῆ καὶ κατόπιν ἰόντες τῆς ἀληθείας ἁλοῖεν ἄν, διὰ
5σχημάτων καὶ τύπων τῶν ἐναργεστέρων ὡς ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι τὰ περὶ αὐτῆς μανθάνομεν. Οὕτω φαμὲν πεπαι‐ δεῦσθαι τὸν θεσπέσιον Ἀβραάμ· γέγραπται γὰρ ὡδὶ περὶ αὐτοῦ. «Ὤφθη δὲ αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκήνης αὐτοῦ μεσημβρίας·
10ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ, καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκήνης αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπε· ‘Κύριε, εἰ εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου‘.» Καὶ μεθ’ ἕτερα·
15«Εἶπε δέ, φησί, πρὸς αὐτόν· ‘Ποῦ Σάρρα ἡ γυνή σου;‘ Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ‘Ἰδοὺ ἐν τῇ σκήνῃ‘. Εἶπε δέ· ‘Ἐπα‐ ναστρέφων ἥξω πρός σε, κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάρρα ἡ γυνή σου‘.» Ἰδοὺ δὴ μάλα σαφῶς ὦφθαι μὲν αὐτῷ φησι τὸν Θεόν, εἶναί
20γε μὴν τοὺς ἑωραμένους ἄνδρας τρεῖς, προσθέοντα δὲ τὸν θεσπέσιον Ἀβραὰμ οὐχ ὡς τρισὶν εἰπεῖν· ‘Κύριοι, εἰ εὗρον χάριν ἐναντίον ὑμῶν, μὴ παρέλθητε τὸν παῖδα ὑμῶν‘, «Κύριον» δὲ μοναδικῶς ὀνομάζοντα τοῦς τρεῖς, ὡς ἕνα παρ’ ἑαυτῷ καταίρειν ἀξιοῦν, ἐπεὶ καὶ ὡς εἷς ὄντες οἱ τρεῖς ἔφασκον ὡς ἐκ156
25προσώπου πάλιν ἑνός· «Ποῦ Σάρρα ἡ γυνή σου;» καὶ τὸ «ἐπαναστρέφων ἥξω κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας». Ἄθρει δὴ οὖν, ἄθρει τοὺς ὀφθέντας αὐτῷ τρεῖς μὲν ὄντας καὶ ἰδιοσυστάτως ἕκαστον ὑφεστηκότας, τῷ γε μὴν λόγῳ τῆς ὁμοουσιότητος εἰς ἕνα συνειλημμένους καὶ τὰς διαλέξεις οὕτω
30ποιεῖσθαι σπουδάσαντας.

1

.

27

Ἀλλ’ αἱ μὲν τῶν τοιούτων εἰκόνες ἀμυδραί πώς εἰσι, καὶ πολὺ τῆς ἀληθείας ἡττώμεναι, πλὴν τὸ χρειῶδες ἔχουσιν εἰς χειραγωγίαν τὴν ἐπί γέ, φημι, τὰ ὑπὲρ νοῦν καὶ λόγον. Διανοίαις γε μὴν ταῖς καθαρωτάταις τὸ φῶς τῆς θεοπτίας
5εἰσδύεται καὶ ὡς ἀπὸ τῶν αἰσθητῶν ἀνιπτάμεθά πως πρὸς τὰ αἰσθήσεως ἀνωτέρω καὶ λόγων τῶν ἐν ἡμῖν τὴν δύναμιν ὑπερκείμενα. Μία μὲν γάρ ἐστιν ὁμολογουμένως φύσις θεό‐ τητος ἡ ἐπὶ πάντας τε καὶ διὰ πάντων καὶ ἐν πᾶσι, κατευρύ‐ νεται δὲ νοητῶς εἰς ἁγίαν Τριάδα σεπτήν τε καὶ ὁμοούσιον—
10εἴς τε Πατέρα φημὶ καὶ μέντοι καὶ τὸν Υἱὸν καὶ εἰς τὸ ἅγιον Πνεῦμα. Πλὴν εἰ καὶ ὑφεστήκασιν ἰδικῶς τῶν ὠνομασμένων
ἕκαστον, τοῦτο ὑπάρχον κατὰ ἀλήθειαν ὅπερ εἶναι καὶ λέγεται, ἀλλ’ ὅ γε τῆς ὁμοουσιότητος λόγος εἰς ἀπαράλλακτον αὐτὰ συναγείρει φύσιν· γεγέννηται μὲν γὰρ ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς158
15καὶ ἔστιν ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ φυσικῶς, ἐκπορεύεται δὲ καὶ τὸ Πνεῦμα, ἴδιον ὂν τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ὁμοίως τοῦ Υἱοῦ· ἁγιάζει γὰρ δι’ αὐτοῦ τὸ ἁγιάζεσθαι πεφυκὸς ὁ Πατήρ. Οὐκ ἠγνόηκε τοίνυν ὁ προπάτωρ Ἀβραὰμ τὸν ἐν ἁγίᾳ Τριάδι προσκυνούμενον, τὸν γῆς τε καὶ οὐρανοῦ καὶ τῶν ὅλων
20δημιουργὸν καὶ τὸ κατὰ πάντων ἔχοντα κράτος. Οἵ γε μὴν ἐξ αὐτοῦ γεγονότες, Ἰσαάκ τέ φημι καὶ Ἰακώβ, πεφρονήκασιν οὐχ ἑτέρως, ἀλλὰ τῆς πατρῴας ἀρετῆς κατ’ ἴχνος ἰόντες τῆς αὐτοῦ πίστεως γεγόνασι ζηλωταί. Καὶ γοῦν Μωσῆς ὁ μακάριος ἐν τῷ βιβλίῳ τῆς ‘Κοσμογονίασ‘ τὰ περὶ αὐτῶν ἐξηγούμενος
25ὦφθαι μέν φησι τῷ Ἰακὼβ τὸν τῶν ὅλων Θεόν, ἐμπεδοῦντα δὲ πρὸς ἐλπίδας αὐτὸν ἀγαθὰς εἰπεῖν· «Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ Θεὸς Ἰσαάκ». Ὡμολόγει δὲ καὶ αὐτὸς ὁ Ἰακὼβ λέγων· «Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι, καὶ ἔσται μοι Κύριος εἰς Θεόν.»

1

.

28

Καὶ ταυτὶ μὲν ἀπόχρη περὶ αὐτῶν· χρῆναι δέ φημι καὶ αὐτῷ λοιπὸν ἐπαφεῖναι τὸν λόγον τῷ θεσπεσίῳ Μωσεῖ. Ἕνα γὰρ καὶ αὐτὸς τὸν φύσει τε καὶ ἀληθῶς διακηρύττει Θεόν, οὐκ ἠγνοηκὼς τὸν δι’ οὗ τὰ πάντα παρῆκται πρὸς
5γένεσιν, τὸν ζῶντά τέ φημι καὶ ἐνυπόστατον Λόγον αὐτοῦ καὶ
τὸ ἐν Θεῷ τε καὶ ἐξ αὐτοῦ Πνεῦμα ζῳοοποιόν, τὸ δι’ Υἱοῦ τῇ κτίσει πεμπόμενον· Ἔφη γὰρ ὅτι· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», κεφαλαιωδέστερον δὲ καὶ ὡς ἐν βραχεῖ τῷ λόγῳ τούτῳ γενεσιουργὸν τῶν ὅλων ἀποφήνας160
10αὐτόν, ἐπεξεργάζεται τὸ διήγημα, καὶ δέδειχεν ὅτι διὰ ζῶντος Λόγου τοῦ κρατοῦντος πάντων Θεοῦ παρήχθη πρὸς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ, ζωογονεῖται δὲ καὶ ἐν Πνεύματι. «Εἶπε γάρ, φησίν, ὁ Θεός· ‘Γενηθήτω φῶσ‘, καὶ ἐγένετο φῶς· ‘Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατοσ‘, καὶ ἐγένετο οὕτως»· καὶ ἐφ’
15ἑκάστου τῶν γεγονότων κατίδοι τις ἂν λέγοντα μὲν τὸν Πατέρα ‘Γενηθήτω τόδε τι τυχὸν ἢ τόδε‘, παρακομίζοντα δὲ διὰ τοῦ Λόγου πρὸς γένεσιν ὅπερ ἂν βούληται μελλησμοῦ δίχα παντός· «ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργής», κἂν εἰ κατανεύσειε μόνον, ἔστι τὸ δοκοῦν. Ἔφη δὲ ὅτι· «Ἡ δὲ γῆ ἦν
20ἀόρατος καὶ ἀκατασκεύαστος καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος»· οὐκοῦν διαμνημονεύει καὶ μάλα σαφῶς Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, καὶ κατὰ τρόπους δὲ ἑτέρους ἐν ἁγίᾳ καὶ ὁμοουσίῳ Τριάδι τὴν μίαν καὶ φύσει καὶ ἀληθῶς διακηρύττει θεότητα.
25Ὅτε γὰρ δὴ Σοδομίταις ἀφόρητα πεπλημμεληκόσιν ἐπηφίει τὸ πῦρ, «ἔβρεξε, φησίν, ἐπὶ Σόδομα πῦρ καὶ θεῖον Κύριος παρὰ Κυρίου».

1

.

29

Ἀλλὰ γὰρ κἀκεῖνο εἰς μέσον παρενεγκεῖν οἶμαί που, φαίην ἂν ἔγωγε, τῶν ὅτι μάλιστα λυσιτελεστάτων τοῖς ἐντευ‐ ξομένοις. Γέγραπται γὰρ ὡδὶ περὶ τῆς τοῦ ἀνθρώπου
κατασκευῆς· «Καὶ εἶπεν ὁ Θεός· ‘Ποιήσωμεν ἄνθρωπον κατ’162
5εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν‘», εἶτα μετὰ βραχέα· «Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.» Εἰκὼν γάρ ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός, πρὸς ὃν καὶ ἡμεῖς μεμορφώμεθα νοητῶς, καὶ τοῦτο ἐξαίρετον ἡ ἀνθρώπου φύσις πεπλούτηκε· ἐναστράπτει γὰρ αὐτῇ τὸ
10κάλλος τοῦ δημιουργήσαντος. Εἶτα τί φαῖεν ἂν οἱ τοῖς πρὸς ἡμῶν ἀντανιστάμενοι λόγοις, καὶ ὑποπλαττόμενοι μὲν τὴν εὐσέβειαν διά γε τοῦ συνομολογεῖν ὡς εἴη Θεὸς εἷς καὶ μόνος, οὐ μὴν ὅτι καὶ γεγέννηκεν ἐξ ἑαυτοῦ τὸν Υἱόν; Πρὸς τίνας ἔφη ὁ Θεὸς· «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’
15ὁμοίωσιν»; Ἆρ’ οὐχὶ καταλογιεῖταί τις ὡς αὐτὴ πρὸς ἑαυτὴν ἡ ἁγία τε καὶ ὁμοούσιος Τριὰς τοὺς περὶ τούτων λόγους ποιεῖται, οἷον οὐκ ἀκατάσκεπτον τὴν τοῦ ἀνθρώπου κατασκευὴν γενέσθαι παρὰ Θεῷ καταδεῖξαι θελήσαντος τοῦ πανσόφου Μωσέως,
20μονονουχὶ δὲ καὶ προβουλίοις τετιμημένην; Σκέψεως μὲν γὰρ ἢ ἐνδοιασμοῦ καὶ ἐρεύνης τῆς ἐφ’ ὁτῳοῦν οὐκ ἂν ὁ θεῖος καὶ ἀκήρατος δεηθείη νοῦς· ἅμα γάρ τι βεβούληται καὶ τοῦτό ἐστιν ὀρθῶς καὶ ἀδιαβλήτως ἔχον. Τετίμηται δέ, ὡς ἔφην, καὶ οἷόν τισι προβουλίοις ἡ ἀνθρώπου φύσις.

1

.

30

Ἀλλὰ γὰρ μηδὲ τοὺς τῶν ἀθέων ἀποσιγήσωμεν λόγους. Φαῖεν γὰρ ἂν ἴσως πρὸς ταῦτα εὐθύς· «Οὐ γάρ, ὥσπερ αὐτὸς οἴει καὶ φρονεῖν ἀξιοῖς, τῷ ἰδίῳ Λόγῳ καὶ τῷ Πνεύματι λελάληκεν ὁ Πατήρ, ἀλλὰ τοῖς μεθ’ ἑαυτοῦ δευτέροις καὶ ἐν
5μείοσιν οὖσι θεοῖς.» Καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς ὅτι καὶ τοῖς τὰ Ἑλλήνων φιλοσοφεῖν εἰωθόσιν ἕνα μὲν ἐδόκει Θεὸν εἶναι συνομολογεῖν τὸν τῶν ὅλων δημιουργὸν καὶ πάντων ἐπέκεινα κατὰ φύσιν, πεποιῆσθαι δὲ παρ’ αὐτοῦ καὶ παρῆχθαι πρὸς γένεσιν ἑτέρους τινὰς θεούς, καθά φασιν αὐτοί, νοητούς τε164
10καὶ αἰσθητούς; Καὶ γοῦν ἐναργέστατά φησιν ὁ Πλάτων· «Ἔστιν οὖν κατ’ ἐμὴν δόξαν διαιρετέον πρῶτον τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον, ὂν δὲ οὐδέποτε. Τὸ μὲν οὖν γνώσει μετὰ λόγου περιληπτόν, ἀεὶ κατὰ τὰ αὐτὰ ὄν, τὸ δὲ αὖ δόξῃ μετ’ αἰσθήσεως ἀλόγου δοξαστόν, γινόμενον καὶ
15ἀπολλύμενον, ὂν δὲ οὐδέποτε.» ‘Ὂν μὲν γὰρ ἀεί, γένεσιν δὲ οὐκ ἔχον‘ τὴν ὑπερτάτην καὶ τοῦ πεποιῆσθαι κρείττονα κατονομάζει φύσιν, φημὶ δὲ δὴ τὸν τῶν ὅλων καὶ ἀληθῶς ὄντα Θεόν· οὕτω γάρ που καὶ αὐτός φησι πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ἐγώ εἰμι ὁ ὤν.» Τὸ δὲ ‘γινόμενον, ὂν δὲ οὐδέποτε‘,
20τὸ ἐκ τοῦ μὴ ὄντος παρενεχθὲν εἰς ὕπαρξιν ἀρρήτῳ τινὶ καὶ ἀπερινοήτῳ δυνάμει τοῦ τόδε τὸ σύμπαν τεχνουργήσαντος Θεοῦ. Ἄραρεν οὖν ὅτι καί μοι λίαν δέδεικται σαφῶς, οὐκ ἐκ μόνων τῶν παρ’ ἡμῖν ἱερῶν Γραμμάτων ἀλλὰ καὶ δι’ ὧν αὐτοὶ καὶ φρονεῖν καὶ λέγειν ἐγνώκασιν, ὅτι πάντα παρήχθη παρὰ
25Θεοῦ πρὸς τὸ εἶναι, καὶ ἀσυμφυᾶ τοῖς γεγονόσιν αὐτὸς τὴν φύσιν ἀπεκληρώσατο. Ὑποκάθηται γὰρ καὶ ἔστι που πάντως
ἐν μείοσι φυσικῶς τοῦ ποιοῦντος τὸ ποιηθέν.166

1

.

31

Ἔχοντος δὲ οὕτως ἡμῖν τοῦ περὶ τούτων λόγου, τί δὴ ἄρα φασὶν οἱ θεοῖς ἑτέροις ὑποτοπήσαντες τὸν τῶν ὅλων φάναι Θεόν· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν»; Εἰ μὲν γὰρ ὡς πρὸς τὴν τῶν κτισμάτων εἰκόνα τὸ
5λογικὸν ἐπὶ γῆς ζῷον ἠθέλησε πλαστουργεῖν, τί τὸ οἰκεῖον αὐτοῖς συνεισκομίζει πρόσωπον, ‘ποιήσωμεν‘ λέγων καὶ ‘κατ’ εἰκόνα ἡμετέραν‘; Εἰ δὲ δὴ πρὸς τὸ ἑαυτοῦ καὶ μόνου θεοπρεπέστατον κάλλος διαμορφοῦσθαι δεῖν ἐδοκίμαζε, τί συνεισδέχεται τὴν ἑτέρων μίμησιν, ἤτοι τὸ εἶδος, ἢ ὅπωσπερ
10ἄν τις τὰ περὶ τούτων εὖ λέγοι; Οὐ γὰρ ἐν ταὐτότητι φύσεως καὶ ὑπεροχῆς καὶ ἀξίας καταλογισθεῖεν ἂν δημιουργός τε καὶ κτίσις, γενετὴ καὶ ἀγένητος φύσις, ἄφθαρτος καὶ ὑπὸ φθοράν, εἴπερ ἔστιν οὐ διεψευσμένως εἰπεῖν ὅτι πάντη καὶ πάντως τὸ ἐν γενέσει νοούμενον ὑποκέοιτο ἂν καὶ τῷ καταφθείρεσθαι δεῖν.

1

.

32

Μωσῆς μὲν γὰρ ὁ θεσπέσιος ταῖς τοῦ ἁγίου Πνεύματος μυσταγωγίαις πρὸς τὰ ἐσόμενα βλέπων προενόησε τῶν καθ’ ἡμᾶς, καὶ τίνα τρόπον ἐρῶ· ἐπειδὴ γὰρ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, τουτέστιν ἐν ὁμοουσίῳ νοεῖται Τριάδι ἡ μία
5καὶ ἄφραστος καὶ ἀπερινόητος τοῦ Θεοῦ φύσις, ἵνα μή τις, ἐκ τῆς πολλῆς ἄγαν ἀβελτηρίας ἐφ’ ἃ μὴ προσῆκε παρενη‐ νεγμένος, κατ’ εἰκόνα μὲν λέγοι καὶ ὁμοίωσιν τοῦ Θεοῦ τὸν ἄνθρωπον πεποιῆσθαι, οὐ μὴν ἔτι καὶ τοῦ Υἱοῦ—ἦν δὲ δήπου καὶ τὸ ἔμπαλιν ὑπονοεῖν εἰκός, καὶ φάναι μὲν καθ’ ὁμοίωσιν τοῦ
10Υἱοῦ γενέσθαι τὸν ἄνθρωπον, οὐ μὴν ἔτι καὶ τοῦ Πατρός—, προαναθρήσας, ὡς ἔφην, τὰς ἔσθ’ ὅτε παρά τινων ἐσομένας εὑρεσιλογίας, αὐτὴν ἔφη τὴν ἁγίαν Τριάδα πρὸς ἑαυτὴν εἰπεῖν· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», ἵνα πρὸς ὅλην γε νοῆται μεμορφωμένος,168
15δηλονότι νοητῶς, τὴν ἀπόρρητον τῆς θεότητος φύσιν. Οἱ δέ, καίτοι δοκησισοφοῦντες ἄγαν, ὕθλους εἶναί τινας οἴονται ταυτί, καὶ διὰ πλείστην ὅσην ἐμβροντησίαν ἀπρόσβλητον τῆς ἀλη‐ θείας ἔχοντες τὸ φῶς, ψευδωνύμοις τισὶ καὶ νόθοις θεοῖς εἰπεῖν αὐτὸν ἴσως διατείνονται τὴν φωνήν. Καίτοι πῶς οὐ περινοεῖν
20ἄξιον ὡς οὐκ ἂν ὁ φύσει δημιουργὸς τῆς ἑαυτοῦ δόξης καὶ ὑπεροχῆς τὸ ὑπερφερὲς ἀξίωμα τῇ τῶν γενητῶν ἐχαρίζετο φύσει; Καὶ οὔτι πού φαμεν βασκήναντα—πόθεν; —, ἀλλ’ ὅτι τῶν πεποιημένων ἡ φύσις οὐκ ἂν ἀφίκοιτό ποτε πρὸς τὴν τῶν θείων ἀξιωμάτων ὑπεροχήν, οὐδ’ ἄν, οἶμαί, τι καταπλουτήσειε,
25καὶ τοῦτο οὐσιωδῶς, τῶν ὅ τι μάλιστα μόνῃ τε καὶ ἰδικῶς τῇ ἀφράστῳ φύσει προσπεφυκότων.

1

.

33

Ἔκτοπον δὲ καὶ ἑτέρως τὸ θεοῖς ἑτέροις εἰπεῖν οἴεσθαι τὸν τῶν ὅλων βασιλέα καὶ κύριον· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.» Τί γὰρ δὴ καὶ πεπονθὼς συνεργάτας ὥσπερ καὶ συλλήπτορας οἰονεί τινας
5ἐποιεῖτο ἐπὶ μόνῃ τῇ τοῦ ἀνθρώπου κατασκευῇ, καίτοι τὴν ἄλλην ἅπασαν κτίσιν ἀποσχεδιάσας, Ἀγγέλους δὴ λέγω καὶ Κυριότητας, Ἀρχάς, Ἐξουσίας, Δυνάμεις νοεράς, οὐρανόν τε καὶ γῆν, ἥλιον καὶ σελήνην, ἄστρα καὶ φῶς, καὶ συλλήβδην ἅπαντα τά τε ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς; Ἆρα γὰρ ἐκεῖνο
10φαίη τις ἂν ὡς τὸ ἄναλκι παθών, ἤγουν ἀποχρῶσαν οὐκ ἔχων ἐνέργειαν τὴν εἴς γε τουτὶ συνεισδέχεται τοὺς ἐπικουρήσοντας; Καίτοι πῶς οὐ τῆς ἐσχάτης ἀβελτηρίας ἔγκλημα γένοιτ’ ἄν τισιν τὸ ὧδε ἑλέσθαι φρονεῖν; Πανσθενὲς γὰρ τὸ θεῖον, καὶ αὐτοτελὲς πρὸς πᾶν ὁτιοῦν, καὶ οὐδὲν ἀνήνυτον αὐτῷ. Λῆρον170
15δὴ οὖν τὸν ἔν γε τούτοις ἀφέντες, ἐπ’ ἐκείνῳ ἴωμεν, ὡς χρὴ συνομολογεῖν ἐν ἁγίᾳ καὶ ὁμοουσίῳ Τριάδι τὸ τῆς ἀφράστου θεότητος νοεῖσθαι πλήρωμα, μεμορφώμεθα δὲ ἡμεῖς πρὸς τὴν ἀληθῆ καὶ ἀκριβεστάτην εἰκόνα τοῦ Πατρός, τουτέστι πρὸς τὸν Υἱόν, καὶ ταῖς ἡμετέραις ψυχαῖς τὸ θεῖον αὐτοῦ κάλλος
20ἐνσημαίνεται διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος· καὶ γάρ ἐστιν ἐν ἡμῖν, ὡς αὐτὸς ὁ Υἱός· «Τὸ γὰρ Πνεῦμά ἐστιν ἡ ἀλήθεια», κατὰ τὸ γεγραμμένον.

1

.

34

Οὕτως ἡμᾶς ὁ πάνσοφος ἀληθῶς μεμυσταγώγηκε Μωσῆς, καὶ οὐχ ἕτερά τινα παρ’ αὐτὸν πεφρονήκασιν οἱ μετ’ αὐτὸν γεγονότες ἅγιοι προφῆται καὶ ἀπόστολοι καὶ εὐαγγε‐ λισταί. Εἷς καὶ ὁ αὐτὸς ἐν πᾶσι τῆς θεολογίας ὁρᾶται τρόπος,
5καὶ οὐκ ἄν τις εὕροι κατά τι γοῦν ὅλως ἀλλήλοις μεμαχημέ‐ νους. Θεοκλυτήσαντες γὰρ ἀληθῶς τὰ ἐξ ἑνὸς λαλοῦσι τοῦ ἁγίου Πνεύματος, καὶ πρός γε τοῦτο ἡμᾶς ἐνδοιάζειν οὐκ ἐᾷ σαφέστατα λέγων ἐν αὐτοῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· «Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς
10ἡμῶν τὸ λαλοῦν ἐν ὑμῖν.» Τὴν τοίνυν ἄνωθεν καὶ ἐκ τῶν ἁγίων
πατέρων καταβαίνουσαν εἰς ἡμᾶς περὶ Θεοῦ δόξαν ἀπαρά‐ σημον ἔχοντες, ἐπ’ αὐτῇ καυχώμεθα καὶ οὐχὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ ὡς αὐτοῖς μᾶλλον προσήκουσαν καταχωρεῖν εἰθίσμεθα, πολλοῦ γε καὶ δεῖ· καταλογιζόμεθα δὲ καὶ ἑαυτοὺς172
15ἐν τέκνοις τοῦ Ἀβραάμ. Ἡμεῖς γάρ ἐσμεν οἱ κατ’ ἐπαγγελίαν υἱοί, καὶ ἀναπείσει γράφων ὁ Παῦλος· «Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα τοῦ Ἀβραὰμ πάντως τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.»
20 Πλεῖστα μὲν οὖν ὅσα τοῖς εἰρημένοις ἐπενεγκεῖν περί τε τῆς εὐαγοῦς ἡμῶν θρησκείας καὶ ἀμωμήτου δόξης ἣν ἐπὶ τῷ πάντων κρατοῦντι Θεῷ πεποιήμεθα, χαλεπὸν οὐδέν. Ἐπειδὴ δὲ καὶ ὅροις τοῖς καθήκουσι τῶν θεωρημάτων ἕκαστα ἀπονέ‐ μειν ἡμᾶς ὁ λόγος ἀναπείθει τῆς εὐτεχνίας, ἐκεῖνα τέως
25παρεὶς τετράψομαι μᾶλλον ἐπί γε τὸ δεῖν εἰπεῖν τὰ Ἑλλήνων, πολυπραγμονῆσαί τε τὰ παρ’ αὐτοῖς καὶ τῆς ἑκάστου δόξης ἀκριβῆ ποιεῖσθαι τὴν βάσανον.

1

.

35

Ὀρφέα μὲν οὖν τὸν Οἰάγρου δεισιδαιμονέστατόν φασι γενέσθαι τῶν ἄλλων καὶ φθάσαι μὲν τὴν Ὁμήρου ποίησιν, ἅτε δὴ καὶ ἐν χρόνοις ὄντα πρεσβύτερον, ᾠδὰς δὲ καὶ ὕμνους τοῖς ψευδωνύμοις ἐξυφῆναι θεοῖς καὶ οὐκ ἀθαύμαστον ἐπὶ τούτῳ
5τὴν δόξαν ἑλεῖν, εἶτα τῶν ἑαυτοῦ δογμάτων κατεγνωκότα, συνέντα τε ὅτι μονονουχὶ τὴν ἁμαξιτὸν ἀφεὶς ἐν ἐκβολῇ γέγονε τῆς εὐθείας ὁδοῦ μεταφοιτῆσαι πρὸς τὰ βελτίω καὶ τοῦ ψεύδους ἀνθελέσθαι τὴν ἀλήθειαν, φάναι τε οὕτω περὶ Θεοῦ·
«Φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ’ ἐπίθεσθε βέβηλοι174
10Πάντες ὅμως· σὺ δ’ ἄκουε, φαεσφόρου ἔκγονε Μήνης Μουσαῖ’· ἐξερέω γὰρ ἀληθέα· μηδέ σε τὰ πρὶν Ἐν στήθεσσι φανέντα φίλης αἰῶνος ἀμέρσῃ. Εἰς δὲ λόγον θεῖον βλέψας, τούτῳ προσέδρευε, Ἰθύνων κραδίης νοερὸν κύτος, εὖ δ’ ἐπίβαινε
15 Ἀτραπιτοῦ, μοῦνον δ’ ἐσόρα κόσμοιο ἄνακτα· Εἷς ἐστ’ αὐτογενής, ἑνὸς ἔκγονα πάντα τέτυκται, Ἐν δ’ αὐτὸς αὐτοῖς περιγίνεται· οὐδέ τις αὐτὸν Εἰσοράᾳ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται.» Καὶ μεθ’ ἕτερα πάλιν·
20«Αὐτὸς γὰρ χάλκειον ἐς οὐρανὸν ἐστήρικται Χρυσέῳ εἰνὶ θρόνῳ, γαίῃ δ’ ἐπὶ ποσσὶ βέβηκε· Χεῖρά τε δεξιτερὴν ἐπὶ τέρματος Ὠκεανοῖο Πάντοθεν ἐκτέτακεν· περὶ γὰρ τρέμει οὔρεα μακρά, Καὶ ποταμοί, πολιῆς τε βάθος χαροποῖο θαλάσσης.»
25 Ἕνα τοίνυν, καὶ τοῦτον αὐτογέννητον, διὰ πάντων καὶ ἐπὶ πάντας ὀνομάζει Θεόν, καὶ θρόνον μὲν αὐτῷ φησιν εἶναι τὸν οὐρανόν, κεῖσθαί γε μὴν ὑπὸ πόδας τὴν γῆν, τὸ ἀπεριόριστον, οἶμαι, τούτῳ τῆς ἀκηράτου φύσεως κατασημῆναι θέλων, καὶ τὸ διὰ πάντων ἥκειν αὐτὴν καὶ πάντα πληροῦν· ὅτι δὲ τοῦ παντὸς
30περιδράττεται ὑπεμφήνειεν ἂν τὸ καὶ αὐτοῖς τοῖς τοῦ Ὠκεανοῦ τέρμασι περιτετάσθαι τὴν χεῖρα, τρεμόντων καὶ ὀρῶν καὶ θαλάσσης καὶ ἁπαξαπλῶς τοῦ κόσμου παντός. Ὡς γάρ φησιν ἡ θεόπνευστος Γραφή· «Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει.»
35Τὰ μὲν οὖν Ὀρφέως ἐν τούτοις.176

1

.

36

Ὅμηρον δὲ τῶν ποιητῶν ἄριστον φαίη ἄν, οἶμαι, τὶς ὀλίγα διενεγκεῖν τῶν ἐν σκηναῖς ὀρχουμένων· τοὺς μὲν γάρ φασιν οἱ φιλοθεάμονες, σχήμασί τε καὶ νεύμασι τὰς τῶν πραγμάτων φύσεις εἰδοποιεῖν εἰωθότας, αὐτὰ δοκεῖν τοῖς
5ὁρῶσι μονονουχὶ παρόντα δεικνύειν τὰ πράγματα· ὁ δὲ μεμελέτηκε θεοποιεῖν ἀρετὰς καὶ κακίας, καὶ τὰ τοῦ κόσμου μέρη, καὶ αὐτὴν δὲ τῶν στοιχείων τὴν φύσιν. Καὶ γοῦν ἀντενηνέχθαι τοὺς θεοὺς ἀλλήλοις φησὶν ἐν Ἰλίῳ ποτέ, καὶ τίνες τίσιν οἱ ἀντεξάγοντες διαγορεύει σαφῶς·
10«Ἦ τοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος Ἵστατ’ Ἀπόλλων Φοῖβος, ἔχων ἰὰ πτερόεντα· Ἄντα δ’ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη· Ἥρῃ δ’ ἀντέστη χρυσηλάκατος κελαδεινὴ Ἄρτεμις ἰοχέαιρα, κασιγνήτη Ἑκάτοιο·
15 Λητοῖ δ’ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς· Ἄντα δ’ ἄρ’ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης.» Ἄθρει δὴ οὖν ἐν τούτοις, καὶ μάλα σαφῶς, τὰς ἀρετὰς αὐτὸν ταῖς κακίαις ἀντεγειρομένας τρόπον τινὰ καταδεῖξαι σπουδά‐ ζοντα. Ἄρεα μὲν γὰρ ὡς ἄφρονά τε καὶ μεμηνότα, καὶ πρός γε
20τούτῳ καὶ ἀλλοπρόσαλλον ἀποκαλεῖν ἔθος τοῖς Ἑλλήνων ποιηταῖς, Ἀθηνᾶν δὲ κερδίστην τε καὶ ποικιλομήτην, Λητὼ δὲ ὁμοίως τὴν λήθην ὑπονοεῖν, Ἑρμῆν δὲ μνήμην τε καὶ λόγον. Εἶτα φυσιολογίας ἅπτεται καὶ τὴν τῶν στοιχείων διαφορὰν πρὸς ἄλληλα ἐξηγεῖται λέγων·
25«Ἦ τοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος Ἵστατ’ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα· Ἥρῃ δ’ ἀντέστη χρυσηλάκατος κελαδεινὴ ...
Ἄντα δ’ ἄρ’ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνη.» Κἀνταῦθα γάρ μοι δοκεῖ Ποσειδῶνα μὲν εἰπεῖν τὴν ὑγρὰν178
30οὐσίαν, Ἀπόλλωνα δὲ τὸν ἥλιον, καὶ Ἥραν τὸν ἀέρα, χρυση‐ λάκατον δὲ κελαδεινὴν τὴν σελήνην, Ἥφαιστόν τε τὸ πῦρ, τὸν δέ γε ποταμὸν ὡς ἐν τάξει δέχεσθαι τοῦ ψυχροῦ.

1

.

37

Ἀλλ’ εἰ καὶ πολὺ λίαν παρ’ αὐτῷ τὸ φιλόμυθον, ἀλλ’ οὖν οὐκ ἠγνοηκότα παντελῶς εὑρήσομεν τὴν ἀλήθειαν· ἔφη γάρ που πάλιν· »... οὐδ’ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτός,
5 Γῆρας ἀποξύσας, θήσειν νέον ἡβώοντα ...» Οὐ γάρ πού φησιν ‘εἰ καὶ θεῶν τις ὑπόσχοιτό μοι τοῦ μὲν γήρως τὴν ἀπεμπολήν, παλινάγρετον δὲ τὴν νεότητα‘· τετή‐ ρηκε δὲ τὸ χρῆμα μόνῳ τῷ ἐπὶ πάντας Θεῷ, μόναις ἀνατιθεὶς ταῖς αὐτοῦ δυνάμεσι τὸ πάντα δύνασθαι κατορθοῦν ἀμογητί,
10καὶ τὰ ἐλπίδος ἐπέκεινα καὶ λόγου τοῦ καθ’ ἡμᾶς. «Οὐδ’ εἴ μοι —φησίν—ὑποσταίη θεὸς αὐτός»· τὸ γάρ τοι ‘Θεὸς αὐτόσ‘ οὐκ ἐφ’ ἕνα τῶν ἐν μύθοις πεπλασμένων τινά, αὐτὸν δὲ δὴ μόνον κατασημήνειεν ἂν τὸν ἀληθῶς ὄντα Θεόν. Ἀλλ’ Ὁμήρῳ μὲν ὡδὶ φρονεῖν τε καὶ λέγειν ἐδόκει, ἴωμεν
15δὲ καὶ ἐπ’ αὐτοὺς ἤδη τοὺς σοβαροὺς καὶ κατωφρυωμένους, δοκησισοφίας τε δόξαν λαχόντας οὐκ ἀγεννῆ παρά γε τοῖς Ἑλλήνων παισί.

1

.

38

Πορφύριος μὲν οὖν, ὁ πικροὺς ἡμῶν καταχέας λόγους, καὶ τῆς Χριστιανῶν θρησκείας μονονουχὶ κατορχούμενος, τοὺς ὠνομασμένους ‘σοφούσ‘, τὸν ἀριθμὸν ὄντας ἑπτά, τὴν τοιάνδε κλῆσιν ἁρπάσαι φησὶν ἐξ αἰτίας τοιᾶσδε· γράφει δὲ οὕτως ἐν
5τῷ πρώτῳ βιβλίῳ τῆς ‘Φιλοσόφου ἱστορίασ‘· «Ἐννέα δὲ ὄντων, ἑπτὰ κληθῆναι ‘σοφοὺσ‘ ἐξ αἰτίας τοιαύτης. Ἁλιέως βόλον νεανίσκοις ἀποδομένου ἰχθύων, συνέβη χρυσοῦν τρίποδα ἐν τῷ βόλῳ εὑρεθῆναι· τοῦ δὲ ἁλιέως ἰχθῦς, ἀλλὰ μὴ τρίποδα πεπρακέναι λέγοντος, καὶ τῶν νεανίσκων εἰς τὴν αὑτῶν τύχην180
10ἀναφερόντων τὴν εὕρησιν, ἔδοξε τῷ θεῷ τὴν κρίσιν ἐπιτρέψαι· τοῦ δὲ χρήσαντος διδόναι τὸν τρίποδα τῷ ‘σοφῷ‘, Θάλητι πρώτῳ ὁ τρίπους προσηνέχθη, ὁ δὲ πρὸς Βίαντα ἀπέπεμψεν, ἐκεῖνον φάμενος εἶναι τὸν σοφόν· ὁ δὲ πρὸς ἕτερον πέμπει, κἀκεῖνος πρὸς ἄλλον, ἕως εἰς τοὺς ἑπτὰ τοῦ τρίποδος ἐκπε‐
15ριαχθέντος καὶ πάλιν ὑποστρέψαντος ἐπὶ τὸν πρῶτον, ἔδοξεν ἀναθεῖναι τῷ θεῷ· τοῦτον γὰρ εἶναι πάντων τὸν σοφώτατον.» Ὁποῖαι τοίνυν αὐτῶν αἱ δόξαι γεγόνασιν, ἐπὶ καιροῦ λελέξεται πρὸς ἡμῶν· Θάλης μὲν οὖν ὁ Μιλήσιος νοῦν τοῦ κόσμου φησὶν εἶναι τὸν θεόν, Δημόκριτος δὲ ὁ Ἀβδηρίτης
20συμφέρεται κατά τι, προσεπάγει δέ τι καὶ ἕτερον· νοῦν μὲν γὰρ εἶναι τὸν θεὸν ἰσχυρίζεται καὶ αὐτός, πλὴν ἐν πυρὶ σφαιροειδεῖ, καὶ αὐτὸν εἶναι τὴν τοῦ κόσμου ψυχήν. Ἀναξί‐ μανδρος δὲ οἶμον ὥσπερ ὁλοτρόπως ἑτέραν ἰὼν θεὸν διορίζεται εἶναι τοὺς ἀπείρους κόσμους, οὐκ οἶδ’ ὅ τι λέγων.

1

.

39

Ὁ δὲ πλείστην ἔχων καὶ οὐκ ἔξω θαύματος εἰς βασάνους ἐννοιῶν τὴν δείνωσιν, τὸν Ἀριστοτέλη λέγω τὸν Σταγειρίτην, τὸν Πλάτωνος φοιτητήν, ‘εἶδος μὲν χωριστὸν‘ ὀνομάζει τὸν θεόν, ἐπιβῆναι δὲ διατείνεται τῇ τοῦ παντὸς
5σφαίρᾳ. Καὶ μὴν καὶ οἱ καλούμενοι στωϊκοὶ θεὸν εἶναί φασι πῦρ τεχνικὸν ὁδῷ βαδίζον ἐπὶ γενέσει κόσμου. Γεγράφασι δὲ περὶ τούτων Πλούταρχός τε καὶ ἕτεροι τῶν παρ’ αὐτοῖς λογάδων,
καὶ ὁ θρασὺς καθ’ ἡμῶν Πορφύριος. Ἆρ’ οὖν οὐ διάφοροι μὲν ἀλλήλοις εἰσί, στοχασταὶ δὲ182
10μᾶλλον ἢ τῆς ἀληθείας διαγνώμονες οἱ πολυτρόποις οὕτω δόξαις καταμεθύοντες; Καίτοι τοὺς ἀληθῶς τε καὶ ἀπλανῶς ἐγνωκότας κατ’ οὐδένα τρόπον ταῖς ἀλλήλων ἐννοίαις ἐχρῆν ἀντιφέρεσθαι, καθάπερ ἀμέλει καὶ ἐφ’ ἡμῶν αὐτῶν ἔνεστιν ἰδεῖν.
15 Ἀλλ’ ἐρεῖ πρὸς τοῦτο, οἶμαί, τις· «Τί οὖν, ὦ τᾶν; Οὐ γὰρ αἱρέσεις εἰσὶ πολλαὶ καὶ παρ’ ὑμῖν αὐτοῖς, καὶ κατασχίζονταί τινες εἰς τὸ ἕτερά τε καὶ ἕτερα φρονεῖν καὶ λέγειν;» Ἀλλ’ οἵ γε, ὦ βέλτιστε, —φαίην ἄν—τῶν ἱερῶν ἡμῖν δογμάτων πρῶτοί τε καὶ ἐν ἀρχαῖς διδάσκαλοι γεγονότες ὁμολογοῦσιν ἀλλήλοις
20ἅπαντες, καὶ τοῖς πρώτοις συμβαίνουσιν οἱ διὰ μέσου καὶ τελευταῖοι. Οὐ γὰρ ἕτερα ὁ Μωσῆς πεφρόνηκεν, οἱ δὲ μετ’ αὐτὸν μαχόμενα τοῖς αὐτοῦ δεδιδάχασιν, ἀλλ’ εἷς, ὡς ἔφην, παρὰ πάντων περὶ Θεοῦ λόγος μέχρι τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν.

1

.

40

Ἕνα γὰρ πάντες ὁμολογοῦσι τὸν ἐπὶ πάντας καὶ διὰ πάντων καὶ ἐν πᾶσι Θεόν, ἄναρχόν τε καὶ ἀΐδιον, ἀγέννητον, ἄφθαρτον, ζωὴν καὶ ζωοποιόν, οὐρανοῦ τε καὶ γῆς ποιητὴν καὶ συλλήβδην ἁπάντων τῶν ἐν αὐτοῖς. Εἰ δὲ δή τινες τῶν μετ’
5ἐκείνους, οὐ συνέντες τὰ αὐτῶν, διημαρτήκασι τἀληθοῦ, οὐκ ἐκείνοις μᾶλλον, ἕψεται δὲ τούτοις κατά γε τὸν ὀρθῶς ἔχοντα λογισμὸν ἡ τοῦ πεπλανῆσθαι γραφή. Εἰ μὲν οὖν οἱ τῆς ἐνούσης αὐτοῖς ἀβελτηρίας εὑρεταὶ καὶ τῶν ἀνοσίων δογμάτων καθη‐ γηταὶ γεγονότες ταῖς ἀλλήλων συνηνέχθησαν δόξαις, δεικνύ‐
10τωσαν καὶ πεπαύσομαι. Εἰ δὲ αὐτοὶ πρὸς ἀλλήλους οἱ πρῶτοι
διάφοροί τέ εἰσι καὶ ἑτερογνώμονες, πῶς οὐχ ἅπασιν ἐναργὲς ὡς ἔξω βαίνουσιν τρίβου τῆς ἐπ’ εὐθύ, καὶ πεπλάνηνται; Εἰ γὰρ δὴ βούλοιτό τις εὖ μάλα διαμαθεῖν τὸν ὀρθῶς τε καὶ ἀκιβδήλως ἔχοντα λόγον περὶ τοῦ πάντων ἐπέκεινα Θεοῦ, τὴν184
15τίνος ἂν εἰσδέξηται δόξαν καὶ οὐκ ἂν ἁμάρτοι σκοποῦ; Θάλης μὲν γὰρ καὶ Ἀναξίμανδρος, ἕτεροί τε ὧν ἀρτίως διεμνημονεύ‐ σαμεν, εἰκῆ πεφλυαρηκότες ἁλοῖεν ἄν. Πυθαγόρας δὲ καὶ Πλάτων, διατετριφότες ἐν Αἰγύπτῳ καὶ πολλοῖς τοῖς αὐτόθι περιτυγχάνοντες, ἅτε δὴ φιλομαθεστάτω τε ὄντε καὶ
20φιλοΐστορε, οὐκ ἠγνοησάτην τὴν Μωσέως ἀρετήν· ἦν γὰρ Αἰγυπτίοις τὰ κατ’ αὐτὸν οὐκ ἐν μετρίῳ θαύματι. Ἐντεῦθεν οἶμαι τὸν περὶ Θεοῦ λόγον οὐκ ἀκόμψως ἐκμεμαθηκότας ἐπιεικέστερόν πως παρὰ τοὺς ἄλλους τὰ περὶ αὐτοῦ δοξάσαι καὶ μὴν καὶ ἑλέσθαι φρονεῖν. Εὑρήσομεν δὲ καὶ τῶν Ἀθήνησί
25τινας τοῖς παρ’ αὐτῶν εὖ ἔχειν ὑπειλημμένοις συνενηνεγμένους.

1

.

41

Οἶμαι δὲ δεῖν ἀξιῶσαι λόγου καὶ μνήμης τὸν Αἰγύπτιον Ἑρμῆν, ὃν δὴ καὶ ‘Τρισμέγιστον‘ ὠνομάσθαι φασί, τετιμηκότων αὐτὸν τῶν κατ’ ἐκεῖνο καιροῦ καί, καθά τισι δοκεῖ, τῷ ἐκ Διὸς καὶ Μαίας μυθολογουμένῳ γενέσθαι παρεικαζόντων αὐτόν·
5οὑτοσὶ τοιγαροῦν ὁ κατ’ Αἴγυπτον Ἑρμῆς, καίτοι τελεστὴς ὢν καὶ τοῖς τῶν εἰδώλων τεμένεσι προσιζήσας ἀεί, πεφρονηκὼς εὑρίσκεται τὰ Μωσέως, εἰ καὶ μὴ εἰς ἅπαν ὀρθῶς καὶ ἀνεπιλήπτως, ἀλλ’ οὖν ἐκ μέρους· ὠφέληται γὰρ καὶ αὐτός. Πεποίηται δὲ καὶ τούτου μνήμην ἐν ἰδίαις συγγραφαῖς ὁ
10συντεθεικὼς Ἀθήνησι τὰ ἐπίκλην ‘Ἑρμαϊκὰ‘ πεντεκαίδεκα βιβλία· γράφει δὲ οὕτως ἐν τῷ πρώτῳ περὶ αὐτοῦ, εἰσκεκόμικε δέ τινα τῶν ἱερουργῶν λέγοντα· «Ἵν’ οὖν ἔλθωμεν εἰς τὰς ὁμοίας, ἆρ’ οὐχὶ καὶ τὸν ἡμέτερον Ἑρμῆν ἀκούεις τήν τε
Αἴγυπτον εἰς λῆξιν καὶ κληροὺς ἅπασαν τεμεῖν, σχοίνῳ τὰς186
15ἀρούρας καταμετροῦντα, καὶ διώρυχας τεμέσθαι ταῖς ἐπαρδεύ‐ σεσι, καὶ νομοὺς θεῖναι, καὶ τὰς χώρας ἀπ’ αὐτῶν προσειπεῖν, καὶ καταστήσασθαι τὰς συναλλάξεις τῶν συμβολαίων, καὶ νεωστὶ φύσασθαι κατάλογον τῆς τῶν ἄστρων ἐπιτολῆς, καὶ βοτάνας τεμεῖν, καὶ πρός γε ἀριθμοὺς καὶ λογισμοὺς καὶ
20γεωμετρίαν ἀστρονομίαν τε καὶ ἀστρολογίαν, καὶ τὴν μουσικὴν καὶ τὴν γραμματικὴν ἅπασαν εὑρόντα παραδοῦναι.» Ποιήσομαι τοίνυν τῶν ἑκάστου δοξῶν τὴν ἀφήγησιν, μεμνή‐ σομαι δὲ καὶ ἑτέρων οὐκ ἀθαύμαστον παρ’ αὐτοῖς ἐπὶ παιδείᾳ λαχόντων ὄνομα· χρῆναι δέ φημι τοὺς ἐντευξομένους φιλομα‐
25θέστατα μᾶλλον ἢ γοῦν ἁψικόρως ἔχοντας τοῖς γεγραμμένοις προσβαλεῖν.

1

.

42

Πυθαγόρας γοῦν φησιν· «Ὁ μὲν θεὸς εἶς, αὐτὸς δὲ οὐχ ὥς τινες ὑπονοοῦσιν ἐκτὸς τᾶς διακοσμήσιος, ἀλλ’ ἐν αὐτῷ ὅλος ἐν ὅλῳ τῷ κύκλῳ ἐπισκοπῶν πάσας γενεάς ἐστι, κρᾶσις ὢν τῶν ὅλων αἰώνων, καὶ φῶς τῶν αὑτοῦ δυνάμεων καὶ ἔργων,
5ἀρχὰ πάντων, ἐν οὐρανῷ φωστήρ, καὶ πάντων πατήρ, νοῦς καὶ ψύχωσις τῶν ὅλων, κύκλων πάντων κίνασις.» Ἰδοὺ δὴ σαφῶς ἕνα τε εἶναι λέγει τὸν τῶν ὅλων Θεόν, καὶ πάντων ἀρχήν, ἐργάτην τε τῶν αὑτοῦ δυνάμεων, φωστῆρα καὶ ψύχωσιν—ἤτοι ζωοποίησιν—τῶν ὅλων, καὶ κύκλων πάντων κίνησιν· αὐτοκί‐
10νητον γὰρ οὐδέν, παρῆκται δὲ τὰ πάντα παρ’ αὐτοῦ, καὶ τὴν ἐκ
τοῦ μὴ ὄντος εἰς τὸ εἶναι κίνησιν λαχόντα φαίνεται. Ὁ δὲ Πλάτων ὧδέ πη φθέγγεται· «Τὸν γὰρ πατέρα καὶ ποιητὴν τοῦδε τοῦ πάντος εὑρεῖν τε ἔργον, καὶ εὑρόντα εἰς πάντας ἐξειπεῖν ἀδύνατον». Ὀρθῶς δὴ μάλα· «Δόξα γὰρ188
15Κυρίου κρύπτει λόγον», κατὰ τὸ γεγραμμένον, καὶ πᾶς περὶ αὐτοῦ λόγος ἀσθενεῖ καὶ τῆς ἀξίας κατόπιν ἔρχεται· ἔστι γὰρ ἁπάσης ἐννοίας ἐπέκεινα, βλέπομεν δὲ δι’ ἐσόπτρου καὶ ἐν αἰνίγματι τὰ περὶ αὐτοῦ, καθά φησιν ὁ πάνσοφος Παῦλος.

1

.

43

Πορφύριος δέ φησιν ἐν βιβλίῳ τετάρτῳ ‘Φιλοσόφου ἱστορίασ‘ δοξάσαι τε τὸν Πλάτωνα καὶ μὴν καὶ φράσαι πάλιν περὶ ἑνὸς θεοῦ, ὄνομα μὲν αὐτῷ μηδὲν ἐφαρμόττειν μηδὲ γνῶσιν ἀνθρωπίνην αὐτὸν καταλαβεῖν, τὰς δὲ λεγομένας προσ‐
5ηγορίας ἀπὸ τῶν ὑστέρων καταχρηστικῶς αὐτοῦ κατηγορεῖν. Εἰ δὲ ὅλως ἐκ τῶν παρ’ ἡμῖν ὀνομάτων χρή τι τολμῆσαι λέγειν περὶ αὐτοῦ, μᾶλλον τὴν τοῦ ‘ἑνὸσ‘ προσηγορίαν καὶ τὴν ‘τἀγαθοῦ‘ τακτέον ἐπ’ αὐτοῦ. Τὸ μὲν γὰρ ‘ἓν‘ ἐμφαίνει τὴν περὶ αὐτοῦ ἁπλότητα καὶ διὰ τοῦτο αὐτάρκειαν· χρῄζει γὰρ
10οὐδενός, οὐ μερῶν, οὐκ οὐσίας, οὐ δυνάμεων, οὐκ ἐνεργειῶν, ἀλλ’ ἔστι πάντων τούτων αἴτιος, ‘τἀγαθὸν‘ δὲ παρίστησιν ὅτι ἀπ’ αὐτοῦ πᾶν ὅ τί περ ἀγαθόν ἐστιν, ἀπομιμουμένων κατὰ τὸ δυνατὸν τῶν ἄλλων τὴν ἐκείνου, εἰ χρὴ φάναι, ἰδιότητα καὶ δι’ αὐτῆς σῳζομένων.
15Ὁ δὲ τρισμέγιστος Ἑρμῆς οὕτω πώς φησι· «Θεὸν νοῆσαι
μὲν χαλεπόν, φράσαι δὲ ἀδύνατον ᾧ καὶ νοῆσαι δυνάτον· τὸ γὰρ ἀσώματον σώματι σημῆναι ἀδύνατον, καὶ τὸ τέλειον τῷ ἀτελεῖ καταλαμβάνεσθαι οὐ δυνατόν, καὶ τὸ ἀΐδιον τῷ ὀλι‐ γοχρονίῳ συγγενέσθαι δύσκολον· τὸ μὲν γὰρ ἀεὶ ἔστι, τὸ δὲ190
20παρέρχεται, καὶ τὸ μὲν ἀληθές ἐστι, τὸ δὲ ὑπὸ φαντασίας σκιάζεται. Ὅσῳ οὖν τὸ ἀσθενέστερον τοῦ ἰσχυροτέρου καὶ τὸ ἔλαττον τοῦ κρείττονος διέστηκε, τοσούτῳ τὸ θνητὸν τοῦ θείου καὶ ἀθανάτου. Εἴ τις οὖν ἀσώματος ὀφθαλμός, ἐξερχέσθω τοῦ σώματος ἐπὶ τὴν θέαν τοῦ καλοῦ, καὶ ἀναπτήτω, καὶ αἰωρη‐
25θήτω, μὴ σχῆμα, μὴ σῶμα, μὴ ἰδέας ζητῶν θεάσασθαι, ἀλλ’ ἐκεῖνο μᾶλλον τὸ τούτων ποιητικόν, τὸ ἥσυχον, τὸ γαληνόν, τὸ ἑδραῖον, τὸ ἄτρεπτον, τὸ αὐτὸ πάντα καὶ μόνον, τὸ ἕν, τὸ αὐτὸ ἐξ ἑαυτοῦ, τὸ αὐτὸ ἐν ἑαυτῷ, τὸ ἑαυτῷ ὅμοιον, ὃ μήτε ἄλλῳ ὅμοιόν ἐστι, μήτε ἑαυτῷ ἀνόμοιον.»

1

.

44

Καὶ πάλιν ὁ αὐτός· «Μηδὲν οὖν περὶ ἐκείνου πώποτε τοῦ ἑνὸς καὶ μόνου ἀγαθοῦ ἐννοούμενος ἀδύνατον εἴπῃς· ἡ πᾶσα γὰρ δύναμις αὐτός ἐστι, μηδὲ ἔν τινι αὐτὸν διανοηθῇς εἶναι, μηδὲ πάλιν κατεκτός τινος· αὐτὸς γὰρ ἀπέραντος ὢν
5πάντων ἐστὶ πέρας, καὶ ὑπὸ μηδενὸς ἐμπεριεχόμενος πάντα ἐμπεριέχει. Ἐπεὶ τίς διαφορά ἐστι τῶν σωμάτων πρὸς τὸ ἀσώματον, καὶ τῶν γενητῶν πρὸς τὸ ἀγένητον, καὶ τῶν ἀνάγκῃ ὑποκειμένων πρὸς τὸ αὐτεξούσιον, ἢ τῶν ἐπιγείων πρὸς τὰ ἐπουράνια, καὶ τῶν φθαρτῶν πρὸς τὰ ἀΐδια; οὐχ ὅτι τὸ
10μὲν αὐτεξούσιόν ἐστι, τὸ δὲ ἀνάγκῃ ὑποκείμενον, τὰ δὲ κάτω ἀτελῆ ὄντα φθαρτά ἐστιν;»
Ἀλλὰ μὴν καὶ Σοφοκλῆς οὕτω φησὶ περὶ θεοῦ· «Εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστιν θεός, Ὃς οὐρανόν τ’ ἔτευξε καὶ γαῖαν μακράν,192
15Πόντου τε χαροπὸν οἶδμα, κἀνέμων βίας· Θνητοὶ δὲ πολλοί, καρδίᾳ πλανώμενοι Ἱδρυσάμεσθα πημάτων παραψυχάς, Θεῶν ἀγάλματ’ ἐκ λίθων τε καὶ ξύλων, Ἢ χρυσοτεύκτων ἢ ’λεφαντίνων τύπους,
20 Θυσίας τε τούτοις καὶ κενὰς πανηγύρεις Τεύχοντες, οὕτως εὐσεβεῖν νομίζομεν.» Καὶ μέντοι καὶ ὁ σοφώτατος Ξενοφῶν· «Ὁ γοῦν πάντα σείων καὶ ἀτρεμίζων, ὥσπερ μέγας τις καὶ δυνατός, φανερός· ὁποῖος δέ τις μορφήν, ἀφανής· οὔτε μὴν ὁ παμφαὴς δοκῶν
25εἶναι ἥλιος οὐδὲ οὗτος ἔοικεν ὁρᾶν ἑαυτὸν ἐπιτρέπειν, ἀλλ’ ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται.»

1

.

45

Εἷς μὲν οὖν ὅτι Θεὸς κατὰ φύσιν τε καὶ ἀληθῶς ἔστι, παντὸς ἀνωτάτω νοῦ καὶ λόγου, ἀκατάληπτος, ἀνείδεος, ζωοποιός, καὶ παντὸς ἀρχή, ἀγέννητος, ἄφθαρτος, γενε‐ σιουργὸς τῶν ὅλων, μεμαρτύρηται σαφῶς παρά τε τῆς
5θεοπνεύστου Γραφῆς καὶ διὰ φωνῆς τῶν παρ’ αὐτοῖς ποιητῶν καὶ λογογράφων· ὅτι δὲ τὸν ἐξ αὐτοῦ κατὰ φύσιν γεννηθέντα Υἱόν, τὸν δημιουργὸν αὐτοῦ Λόγον, ἐγνώκασι καὶ αὐτοί, δι’ ὧν γεγράφασιν ἐπιδείξομεν, παραθέντες τὰς περὶ τούτων
χρήσεις.194
10 Φησὶ γὰρ ὁ Πορφύριος ἐν τετάρτῳ βιβλίῳ ‘Φιλοσόφου ἱστο‐ ρίασ‘—ὡς εἰπόντος Πλάτωνος περὶ τοῦ ἀγαθοῦ οὕτως· «ἀπὸ δὲ τούτου τρόπον τινὰ ἀνθρώποις ἀνεπινόητον νοῦν γενέσθαι τε ὅλον καὶ καθ’ ἑαυτὸν ὑφεστῶτα, ἐν ᾧ δὴ τὰ ὄντως ὄντα καὶ ἡ πᾶσα οὐσία τῶν ὄντων»—· «Ὃ δὴ καὶ πρώτως καλὸν καὶ
15αὐτοκαλὸν παρ’ ἑαυτοῦ τῆς καλλονῆς ἔχον τὸ εἶδος, προῆλθε προαιώνιος ἀπ’ αἰτίου τοῦ Θεοῦ ὡρμημένος, αὐτογέννητος ὢν καὶ αὐτοπάτωρ. Οὐ γὰρ ἐκείνου κινουμένου πρὸς γένεσιν τὴν τούτου ἡ πρόοδος γέγονεν, ἀλλὰ τούτου παρελθόντος αὐτο‐ γόνως ἐκ Θεοῦ, παρελθόντος δὲ οὐκ ἀπ’ ἀρχῆς χρονικῆς—
20οὔπω γὰρ χρόνος ἦν—, ἀλλ’ οὐδὲ χρόνου γενομένου πρὸς αὐτόν ἐστί τι ὁ χρόνος· ἄχρονος γὰρ ἀεὶ καὶ μόνος αἰώνιος ὁ νοῦς. Ὥσπερ δὲ ὁ Θεὸς ὁ πρῶτος εἷς καὶ μόνος ἀεί, κἂν ἀπ’ αὐτοῦ γένηται τὰ πάντα, τῷ μὴ τούτοις συναριθμεῖσθαι μηδὲ τὴν ἀξίαν αὐτῶν συγκατατάττεσθαι δύνασθαι τῇ ἐκείνου
25ὑπάρξει, οὕτω καὶ ὁ νοῦς αἰώνιος μόνος καὶ ἀχρόνως ὑποστάς, καὶ τῶν ἐν χρόνῳ αὐτὸς χρόνος ἐστίν, ἐν ταὐτότητι μένων τῆς ἑαυτοῦ αἰωνίας ὑποστάσεως.»

1

.

46

Καὶ μὴν καὶ Ὀρφεὺς αὖθις οὕτω πού φησι· «Οὐρανὸν ὁρκίζω σε Θεοῦ μεγάλου σοφὸν ἔργον· αὐδὴν ὁρκίζω σε Πατρός, ἣν φθέγξατο πρώτην,
ἡνίκα κόσμον ἅπαντα ἑαῖς στηρίξατο βουλαῖς.»196
5 ‘Αὐδὴν δὲ Πατρὸς ἣν φθέγξατο πρώτην‘ τὸν μονογενῆ Λόγον αὐτοῦ φησιν, ἀεὶ συνυπάρχοντα τῷ Πατρί· οὐ γὰρ ἦν χρόνος ὅτε δίχα Λόγου τοῦ ἰδίου νοοῖτ’ ἂν ὑπάρχων ὁ Θεὸς καὶ Πατήρ· ἐν ταὐτῷ δὲ καὶ τῶν ὅλων δημιουργὸν ἀπέφηνεν ὄντα Θεόν.
10 Ὁ δὲ Τρισμέγιστος Ἑρμῆς οὕτω φθέγγεται περὶ Θεοῦ. «Ὁ γὰρ Λόγος αὐτοῦ προελθών, παντέλειος ὢν καὶ γόνιμος, καὶ δημιουργός, ἐν γονίμῳ φύσει πεσὼν ἐπὶ γονίμῳ ὕδατι ἔγκυον τὸ ὕδωρ ἐποίησε.» Καὶ ὁ αὐτὸς αὖθις· «Ἡ οὖν πυραμίς, φησίν, ὑποκειμένη τῇ φύσει καὶ τῷ νοερῷ κόσμῳ· ἔχει
15γὰρ ἄρχοντα ἐπικείμενον τὸν δημιουργὸν Λόγον τοῦ πάντων δεσπότου, ὃς μετ’ ἐκεῖνον πρώτη δύναμις, ἀγέννητος, ἀπέ‐ ραντος, ἐξ ἐκείνου προκύψασα καὶ ἐπίκειται καὶ ἄρχει τῶν δι’ αὐτοῦ δημιουργηθέντων, ἔστι δὲ τοῦ παντελείου πρόγονος καὶ τέλειος καὶ γόνιμος γνήσιος Υἱός.» Καὶ πάλιν ὁ αὐτός—ὡς
20ἐρομένου τινὸς τῶν ἐν Αἰγύπτῳ τεμενιτῶν καὶ λέγοντος· «Διὰ τί δέ, ὦ μέγιστε ἀγαθὸς δαίμων, τούτῳ τῷ ὀνόματι ἐκλήθη ἀπὸ τοῦ πάντων Κυρίου;»—φησί· «Καὶ ἐν τοῖς ἔμπροσθεν εἶπον, σὺ δὲ οὐ συνῆκας. Φύσις τοῦ νοεροῦ αὐτοῦ Λόγου φύσις ἐστὶ γεννητικὴ καὶ δημιουργητική· τοῦτο ὥσπερ αὐτοῦ ἢ
25γέννησις, ἢ φύσις, ἢ ἔθος, ἢ ὃ θέλεις αὐτὸ καλεῖν κάλει, τοῦτο μόνον νοῶν ὅτι τέλειός ἐστιν ἐν τελείῳ, καὶ ἀπὸ τελείου τέλεια ἀγαθὰ ἐργάζεται καὶ δημιουργεῖ καὶ ζωοποιεῖ. Ἐπειδὴ οὖν τοιαύτης ἔχεται φύσεως, καλῶς τοῦτο προσηγόρευται.» Καὶ ὁ αὐτὸς ἐν λόγῳ πρώτῳ τῶν ‘Πρὸς τὸν Τὰτ διεξοδικῶν‘ οὕτω
30λέγει περὶ Θεοῦ· «Ὁ τοῦ δημιουργοῦ Λόγος, ὦ τέκνον, ἀΐδιος, αὐτοκίνητος, ἀναυξής, ἀμείωτος, ἀμετάβλη‐ τος, ἄφθαρτος, μόνος, ἀεὶ ἑαυτῷ ὅμοιός ἐστιν, ἴσος δὲ καὶ ὁμαλός, εὐσταθής, εὔτακτος, εἷς ὢν μετὰ τὸν προεγνωσμένον Θεόν»· σημαίνει δέ, οἶμαι, διά γε τουτουὶ198
35τὸν Πατέρα.

1

.

47

Ἀπόχρη μὲν οὖν ταυτὶ πρὸς ἐντελεστάτην ἀπόδειξιν τοῦ, ὅτι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ἐννενοήκασι καὶ αὐτοί. Δεῖν δὲ οἶμαι οἷς ἔφην προσεπενεγκεῖν καὶ τὰ περὶ τοῦ ἁγίου Πνεύματος παρ’ αὐτῶν εἰρημένα.
5 Πορφύριος γάρ φησι, Πλάτωνος ἐκτιθέμενος δόξαν, ἄχρι τριῶν ὑποστάσεων τὴν τοῦ θείου προελθεῖν οὐσίαν, εἶναι δὲ τὸν μὲν ἀνωτάτω θεὸν τἀγαθόν, μετ’ αὐτὸν δὲ καὶ δεύτερον τὸν δημιουργόν, τρίτον δὲ καὶ τὴν τοῦ κόσμου ψυχήν· ἄχρι γὰρ ψυχῆς τὴν θειότητα προελθεῖν.
10 Ἰδοὺ δὴ σαφῶς ἐν τούτοις ἄχρι τριῶν ὑποστάσεων τὴν τοῦ θείου προελθεῖν οὐσίαν ἰσχυρίζεται· εἷς μὲν γάρ ἐστιν ὁ τῶν ὅλων Θεός, κατευρύνεται δὲ ὥσπερ ἡ περὶ αὐτοῦ γνῶσις εἰς ἁγίαν τε καὶ ὁμοούσιον Τριάδα, εἴς τε Πατέρα φημὶ καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ὃ καὶ ‘ψυχὴν τοῦ κόσμου‘ φησὶν ὁ Πλάτων·
15ζωοποιεῖ δὲ τὸ Πνεῦμα, καὶ πρόεισιν ἐκ ζῶντος Πατρὸς δι’ Υἱοῦ, καὶ ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Ἀληθεύει γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· «Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν.» Καὶ πάλιν ὁ αὐτὸς Πορφύριος περὶ Πλάτωνος· «Διὸ ἐν
20ἀπορρήτοις περὶ τούτων αἰνιττόμενός φησι· ‘Περὶ τὸν βασιλέα
πάντα ἐστί, καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον πάντων καλῶν, δεύτερον δὲ περὶ τὰ δεύτερα, καὶ τρίτον περὶ τὰ τρίτα‘. Ὡς γὰρ πάντων μὲν περὶ τοὺς τρεῖς ὄντων θεούς, ἀλλ’ ἤδη πρώτως μὲν περὶ τὸν πάντων βασιλέα, δευτέρως δὲ περὶ τὸν200
25ἀπ’ ἐκείνου θεόν, καὶ τρίτως περὶ τὸν ἀπὸ τούτου.»

1

.

48

Δεδήλωκε δὲ ἐμφαίνων καὶ τὴν ἐξ ἀλλήλων ὑπόστασιν, ἀρχομένην ἀπὸ τοῦ ‘βασιλέωσ‘, καὶ τὴν ὑπόβασιν καὶ ὕφεσιν τῶν μετὰ τὸν πρῶτον, διὰ τοῦ ‘πρώτωσ‘ καὶ ‘δευτέρωσ‘ καὶ ‘τρίτωσ‘ εἰπεῖν, καὶ ὅτι ἐξ ἑνὸς τὰ πάντα καὶ δι’ αὐτοῦ σῴζεται.
5Τεθεώρηκε μὲν οὖν οὐχ ὑγιῶς εἰσάπαν, ἀλλὰ τοῖς τὰ Ἀρείου πεφρονηκόσιν ἐν ἴσῳ, διαιρεῖ καὶ ὑφίστησιν, ὑποκαθημένας τε ἀλλήλαις τὰς ὑποστάσεις εἰσφέρει, καὶ τρεῖς οἴεται θεοὺς εἶναι διῃρημένως τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα. Πλὴν οὐκ ἠγνόηκεν ὁλοτρόπως τὸ ἀληθές, οἶμαι δὲ ὅτι κἂν ὑγιῶς ἔφη τε
10καὶ πεφρόνηκεν, ἐξήνεγκε δὲ καὶ εἰς τοὺς ἄλλους ἅπαντας τῆς περὶ Θεοῦ δόξης τὸ ἀρτίως ἔχον, εἰ μὴ τάχα που τὴν Ἀνύτου καὶ Μελήτου γραφὴν ἐδεδίει καὶ τὸ Σωκράτους κώνειον. Λέγει δὲ καὶ Ἑρμῆς ἐν λόγῳ τρίτῳ τῶν ‘Πρὸς Ἀσκλη‐ πιόν‘· «Οὐ γὰρ ἐφικτόν ἐστιν εἰς ἀμυήτους τοιαῦτα μυστήρια
15παρέχεσθαι· ἀλλὰ τῷ νοῒ ἀκούσατε. Ἓν μόνον ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ καὶ ἔστιν ἀεί, νοῦς νοὸς φωτεινός· καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνότης· ἀεὶ ἐν ἑαυτῷ ὤν, ἀεὶ τῷ ἑαυτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι πάντα περιέχει.» Καὶ μεθ’ ἕτερά φησι· «Ἐκτὸς τούτου, οὐ θεός, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ202
20οὐσία τις ἄλλη· πάντων γάρ ἐστι Κύριος καὶ Πατὴρ καὶ Θεὸς καὶ πηγὴ καὶ ζωὴ καὶ δύναμις καὶ φῶς καὶ νοῦς καὶ πνεῦμα, καὶ πάντα ἐν αὐτῷ καὶ ὑπ’ αὐτόν ἐστι.»

1

.

49

‘Νοῦν μὲν γὰρ ἐκ νοῦ‘, καθάπερ ἐγᾦμαι, φησὶ τὸν Υἱόν, καὶ ὡς ‘φῶς ἐκ φωτόσ‘· μέμνηται δὲ καὶ τοῦ Πνεύματος, ὡς πάντα περιέχοντος· οὔτε δὲ ἄγγελον, οὔτε δαίμονα, οὔτε μὴν ἑτέραν τινὰ φύσιν ἢ οὐσίαν ἔξω κεῖσθαί φησι τῆς θείας
5ὑπεροχῆς ἤγουν ἐξουσίας, ἀλλ’ ὑπ’ αὐτῇ τὰ πάντα καὶ δι’ αὐτὴν εἶναι διορίζεται. Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ τρίτῳ τῶν ‘Πρὸς Ἀσκληπιόν‘, ὡς ἐρομένου τινὸς περὶ τοῦ θείου Πνεύματος, φησὶν οὕτως· «Εἰ μὴ πρόνοιά τις ἦν τοῦ πάντων Κυρίου ὥστε
10με τὸν λόγον τοῦτον ἀποκαλύψαι, οὐδὲ ὑμᾶς νῦν ἔρως τοιοῦτος κατεῖχεν ἵνα περὶ τούτου ζητήσητε· νῦν δὲ τὰ λοιπὰ τοῦ λόγου ἀκούετε· Τούτου τοῦ Πνεύματος οὗ πολλάκις προεῖπον πάντα χρῄζει· τὰ πάντα βαστάζον, κατ’ ἀξίαν τὰ πάντα ζωοποιεῖ καὶ τρέφει, καὶ ἀπὸ τῆς ἁγίας πηγῆς ἐξήρτηται,
15ἐπίκουρον πνεύμασι καὶ ζωῆς ἅπασιν ἀεὶ ὑπάρχον γόνιμον, ἓν ὄν.» Οἶδεν οὖν αὐτὸ καὶ ὑπάρχον ἰδιοσυστάτως, καὶ τὰ πάντα
ζωοποιοῦν καὶ τρέφον, καὶ ὡς ἐξ ἁγίας πηγῆς ἠρτημένον τοῦ Θεοῦ καὶ Πατρός. Πρόεισι γὰρ ἐξ αὐτοῦ κατὰ φύσιν, καὶ δι’ Υἱοῦ χορηγεῖται τῇ κτίσει.204

1

.

50

Πολυπραγμονήσαντες τοίνυν ὡς ἔνι τὰ παρ’ ἐκείνοις βιβλία, διαφανεστάτην πεποιήμεθα τὴν ἑκάστου δόξαν, ὡς ἂν εἰδεῖεν οἱ ἐντευξόμενοι ὅτι πεπλάνηνται μὲν ἰδιογνωμονή‐ σαντες τῶν παρ’ Ἕλλησι σοφῶν οὐκ ὀλίγοι, καὶ ἀλλήλαις
5ἀντανισταμένας δόξας ἐσχήκασιν, εἰσὶ δὲ οἱ τῶν μωσαϊκῶν οὐκ ἀμοιρήσαντες λόγων, διὰ τὸ μέχρις Αἰγύπτου φιλομαθείας χάριν παρελθεῖν· οὗτοι ἄμεινόν πως ἢ οἱ λοιποὶ πεφρονήκασιν, ἐγγὺς μὲν γεγονότες τὴς ἀληθείας, οὐ μὴν ἀθόλωτον παντελῶς ἐσχηκότες τῆς διανοίας τὸν ὀφθαλμόν· οὓς ἄν, οἶμαι, τὶς καὶ
10παραβλῶπας εἰπὼν οὐκ ἂν τοῦ εἰκότος ἁμάρτοι λογισμοῦ. Ὅτι τοίνυν καὶ πρεσβύτερα τὰ Χριστιανῶν καὶ ἀληθείας ἔμπλεα, καὶ τοῖς τῶν λογάδων ἐξειλεγμένοις εὖ ἔχειν ὑπειλημ‐ μένα, καὶ ἀσυγκρίτως ἐν ἀμείνοσι τῆς Ἑλλήνων τερθρείας, ἀποχρῶν, οἶμαι, διέδειξε λόγος.
15[Τέλος τοῦ πρώτου τόμου ‘τῶν τοῦ
θεοσόφου Κυρίλλου ἀντιρρητικῶν‘]206

2

.

1

(t)

Τόμος δεύτερος τοῦ αὐτοῦ
1 Οὐδὲν ἀπεικὸς ἐννενοηκότες, μᾶλλον δὲ χρειῶδές τε καὶ ἀναγκαῖον εἶναι νομίσαντες τὸ χρῆναι πρότερον εἰπεῖν τίνες τε πρὸ τίνων γεγόνασι κατὰ χρόνον καὶ μὴν καὶ ὁποίας ἕκαστοι τὰς δόξας περὶ Θεοῦ ἐσχήκασιν, ἀκριβεστάτην αὐτῶν πεποιή‐
5μεθα τὴν ἀφήγησιν. Καὶ ἴσως μὲν ἄν τις αἰτιάσαιτο λέγων· «Τί δήποτε τοῖς Χριστιανῶν δόγμασι συνειπεῖν ᾑρημένος, καὶ ταῖς Ἰουλιανοῦ δυσφημίαις ἀνθυπενεγκεῖν τὸν ἐπικρατοῦντα λόγον προθυμού‐ μενος, οὐχὶ ταυτηνὶ βαδίζειν διενοήθης τὴν ὁδόν, παροχετεύων
10δὲ ὥσπερ τοῦ λόγου τὴν εὐθὺ τοῦ πρέποντος ἰοῦσαν ὁρμήν, γενεαλογίαις σαυτὸν ἐπαφῆκας, καὶ τὰς Ἑβραίων τε καὶ Ἑλλήνων δόξας πολυπραγμονεῖν παρεσκεύασας;» Ἀποσκευασώμεθα δὴ οὖν τὰς ἐπὶ τούτοις αἰτίας, εὐα‐ φόρμως εἰς τοῦτο παρενεγκεῖν τὸν λόγον ἰσχυριζόμενοι.
15Ἐπειδὴ γὰρ ὁ τὸν βαβυλώνιον ζηλώσας Ῥαψάκην ἀχαλίνῳ γλώττῃ τὴν τοῦ Θεοῦ δόξαν κατακερτομῶν οὐ δέδιε, καὶ τῆς εὐαγοῦς ἡμῶν θρησκείας ἀνοσίως κατακεκραγὼς τῶν παρ’ Ἕλλησι σοφῶν διαμνημονεύει συχνῶς, καὶ ἁπάσῃ μὲν εὐφημίᾳ
στεφανοῖ τὰς ἐκείνων κακοδοξίας, καταθρασύνεται δὲ τῶν208
20ἱερῶν τῆς Ἐκκλησίας δογμάτων, καὶ τῶν μὲν Μωσέως ἱστοριῶν καταμειδιᾷ, καταγορεύει δὲ καὶ ἁπάντων ἁπαξαπλῶς τῶν ἁγίων, ταύτητοι (καὶ μάλα εἰκότως), ὕλην ὥσπερ τινὰ ταῖς ἀντιλογίαις, προεσωρεύσαμεν τὴν σαφῆ καὶ ἐναργεστάτην ἀπόδειξιν τοῦ καὶ πρεσβυτέραν τῶν παρ’ Ἕλλησι σοφῶν τὴν
25τοῦ παναρίστου Μωσέως γενέσθαι συγγραφήν, καὶ μὴν ὅτι τῆς Χριστιανῶν πίστεως τὴν παράδοσιν κατίδοι τις ἂν ἀσυγκρίτοις ὑπεροχαῖς ἐν ἀμείνοσι τῶν παρ’ ἐκείνοις δεδοξασμένων. Ἦν δὲ δὴ οὕτω, καὶ οὐχ ἑτέρως, καὶ τοὺς ἐφεξῆς ἀπαλλάξαι λόγους μακροτέρας ἐκβολῆς, καὶ τοῦ γε δοκεῖν ἔσθ’ ὅτε παρακομί‐
30ζεσθαί ποι μακρὰν τῆς τῶν προκειμένων ἐννοίας. Καὶ τούτων μὲν ἅλις.

2

.

2

Ἐπ’ αὐτὴν δὲ λοιπὸν ἰτέον τὴν ἐκείνου συγγραφήν, ἐκτιθέμενοι δὲ τοὺς στίχους ἐπὶ λέξεως αὐτῆς ἀντεποίσομεν τὰ παρ’ ἑαυτῶν ἐν κόσμῳ τῷ δέοντι ταῖς ἐκείνου παραρρήσεσιν, ἀνταναφέρεσθαι δεῖν οὐκ ἀγεννῶς ἐγνωκότες. Ἐπειδὴ δέ, ὡς
5ἔφην, ἀπύλωτον ἀνοιγνὺς τὸ στόμα πλείστην ὅσην πεποίηται τὴν συκοφαντίαν κατὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ καὶ παλιμφήμους ῥίπτει κατ’ αὐτοῦ φωνάς, τῶν μὲν τοιούτων οὐ διαμεμνήσομαι, παρελάσας δὲ—καὶ μάλα ἐμφρόνως—τὰ δι’ ὧν ἄν τις καταμιαίνοιτο κἂν εἰ μόνον ταῖς αὐτοῦ προσβάλλοι
10φωναῖς, τοῖς ἀναγκαίοις ἀνταναστήσομαι, φιλοσκώμμονά τε καὶ εἰκαιόμυθον πανταχῇ δεικνύων αὐτόν, καὶ τοῦ δύνασθαί τι τῶν ἀληθῶν εἰπεῖν ὁλοτρόπως ἡμαρτηκότα. Ἰστέον μέντοι κἀκεῖνο· ἐν γὰρ τῷ πρώτῳ λόγῳ διὰ πλείστων μὲν ὅσων ἐννοιῶν ἔρχεται, ἄνω τε καὶ κάτω τὰ αὐτὰ
15περιστρέφων καὶ ἀνακυκλῶν οὐ παύεται. Καὶ ὅπερ ἂν ἐν ἀρχαῖς εὑρίσκοιτο λέγων, τοῦτο καὶ διὰ μέσου καὶ τοῖς
τελευταίοις ἐκτιθείς, τοὺς τῆς ἀντιρρήσεως λόγους ἀποφήνειεν ἂν οὐκ ἐν κόσμῳ τάχα που γεγενημένους· πᾶσα γάρ πως ἀνάγκη τοῖς παρ’ αὐτοῦ λεγομένοις φιλονεικεῖν ᾑρημένους οὐχ210
20ἅπαξ ἀλλὰ πλειστάκις περὶ τῶν αὐτῶν ἀειλογοῦντας ὁρᾶσθαι. Διελόντες τοίνυν ἐν τάξει τῇ πρεπωδεστέρᾳ τὸν παρ’ αὐτοῦ λόγον, καὶ τὰς ἐν αὐτῷ διανοίας συνενεγκόντες κατ’ εἶδος, οὐχ ἑκάστης πλειστάκις, ἀποχρώντως δὲ ἅπαξ καὶ ἐντέχνως ὑπαντήσωμεν. Ἄρχεται τοίνυν τοῦ καθ’ ἡμῶν λόγου καί
25φησιν· ΙΟΥΛΙΑΝΟΣ Καλῶς ἔχειν μοι φαίνεται τὰς αἰτίας ἐκθέσθαι πᾶσιν ἀνθρώ‐ ποις ὑφ’ ὧν ἐπείσθην ὅτι τῶν Γαλιλαίων ἡ σκευωρία πλάσμα ἐστὶν ἀνθρώπων ὑπὸ κακουργίας συντεθέν, ἔχουσα μὲν οὐδὲν
30θεῖον, ἀποχρησαμένη δὲ τῷ φιλομύθῳ καὶ παιδαριώδει καὶ ἀνοήτῳ τῆς ψυχῆς μορίῳ, τὴν τερατολογίαν εἰς πίστιν ἤγαγεν ἀληθείας. ΚΥΡΙΛΛΟΣ

2

.

3

‘Γαλιλαίουσ‘ μὲν οὖν, ὥς γε οἶμαι, φησὶ τοὺς ἁγίους ἀποστόλους, ‘τερατολογίαν‘ δὲ τὰ Μωσέως γράμματα καὶ τὰς τῶν ἁγίων προφητῶν προαγορεύσεις τε καὶ θεηγορίας. Καὶ ἠγνόηκε μὲν ἴσως, μᾶλλον δὲ οὐκ ἀθεεὶ τῆς ἑαυτοῦ δεισιδαιμο‐
5νίας πεποίηται τὴν κατάρρησιν. Εἰσὶ γὰρ Γαλιλαῖαι δύο, ὧν ἡ μὲν μία κατὰ τὴν Ἰουδαίαν, ἥ γε μὴν ἑτέρα ταῖς Φοινίκων πόλεσιν ὅμορός τε καὶ γείτων. Καὶ γοῦν ἐν μὲν τοῖς Εὐαγγελίοις γέγραπται περὶ τοῦ πάντων
ἡμῶν Σωτῆρος Χριστοῦ ὅτι περιπατῶν παρὰ τὴν θάλασσαν212
10τῆς Γαλιλαίας, τουτέστι τὴν Τιβεριάδος λίμνην, ἀπολέκτους ἐποιεῖτο τοὺς μαθητάς. Ἔφη δέ που Θεὸς δι’ ἑνὸς τῶν ἁγίων προφητῶν. «Καὶ τί καὶ ὑμεῖς ἐμοί, Τύρος καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων;» καὶ μὴν καὶ ὁ θεσπέσιος Ἠσαΐας· «Χώρα Ζαβουλών—φησί—καὶ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ
15τὴν παραλίαν οἰκοῦντες, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα.» Γαλιλαῖοι δὴ οὖν οὐχὶ δήπου μόνον νοηθεῖεν ἂν οἱ κατά γε τὴν Ἰουδαίαν, ἀλλὰ γὰρ καὶ πάντα τὰ ἔθνη· ‘Γαλιλαία γάρ, φησί, τῶν ἐθνῶν‘. Ἀσυμφανὲς οὖν ἄρα καὶ οὔπω σαφὲς κατὰ τίνων ἂν ἴοι
20πρεπωδέστερόν τε καὶ ἀληθέστερον ὁ λόγος αὐτῷ· πότερον καθ’ ἡμῶν ἤγουν κατ’ αὐτοῦ καὶ τῶν τὴν ἀπόπληκτον καὶ φίλην αὐτῷ δεισιδαιμονίαν τετιμηκότων; Γαλιλαῖοι γὰρ καὶ αὐτοί, μᾶλλον δὲ κατ’ οὐδένα τρόπον ἐνδοιάσαι τις ἂν ὅτι ταῖς Ἑλλήνων ἐμβροντησίαις ἁρμόσειεν ἂν τῶν εἰρημένων
25ἡ δύναμις.

2

.

4

Ποῦ γὰρ τὸ μυθῶδες πολὺ καὶ ἀσύφηλον καὶ παιδα‐ ριῶδες, ψυχρόν τε καὶ εἰκαιόβουλον, καὶ ἀσυνεσίας ἁπάσης ἔμπλεων, πλὴν ὅτι παρὰ μόνοις αὐτοῖς, οἳ πολυτρόπως τερα‐ τευσάμενοι καὶ εἰς πίστιν ἀληθείας ἀγαγεῖν ἐπιχειροῦσι τὸ
5ψεῦδος; Ἀκαλλὲς δὲ οὕτω παρ’ αὐτοῖς ἐστι καὶ πολὺ ὡς καὶ αὐτοὺς τοὺς ἐξειλεγμένους, ἄριστά τε φιλοσοφεῖν τὰ παρ’ ἑαυτοῖς εἰωθότας, τῆς τῶν ποιητῶν οὐκ ἐνθέου μᾶλλον ἀλλ’ ἐκτόπου μανίας πλείστην μὲν ὅσην ποιήσασθαι τὴν καταβοήν, πρέπει δὲ ὅτι τῆς παρ’ αὐτοῖς τερθρείας ἀποφοιτᾶν ἀναφανδὸν
10εἰπεῖν. Οὐ γάρ τοι προσίεται τὰ Ὁμήρου Πλάτων θεοὺς καὶ θεὰς εἰσκεκομικότος, τοῦτο μὲν ἐπ’ ἀσελγείᾳ κατεγνωσμένους καὶ ταῖς ἐξ ἀνθρώπων πλεονεξίαις ἠδικημένους, τοῦτο δὲ καὶ κλάοντας, καὶ τεθνεώτων αὐτοῖς τῶν ἐκ γένους ἀσχάλλοντας, καὶ τὸ ‘ὤ μοι ἐγώ‘ λέγοντας γυναικοπρεπῶς, διά τοι τὸ214
15βούλεσθαι μὲν ἐξαρπάσαι θανάτου τινά, μὴ μὴν ἔτι δύνασθαι τοῦτο δρᾶν, ἀλλ’ ἡττᾶσθαι Μοιρῶν καὶ Πεπρωμένῃ παραχω‐ ρεῖν, ὡς ἀλκιμωτέρᾳ δηλονότι καὶ αὐτοῦ τοῦ προὔχοντος τῶν ἄλλων θεῶν, ὃν δὴ καὶ ὕπατον καλοῦσι ‘Δία‘. Ἀλλὰ γὰρ τὸ καὶ ἔτι δύνασθαι πλεῖστα λέγειν ἔν γε δὴ
20τούτῳ παρεὶς διὰ τὸ μὴ δοκεῖν ἀποφέρεσθαι τοῦ εἰκότος, ἐπὶ τὸν τῶν προκειμένων ἐπανήξω σκοπόν.

2

.

5

Ἑλλήνων ἐστὶ τὸ μυθῶδες, καὶ αὐτοὶ τὴν τερατολογίαν εἰς πίστιν ἀληθείας οὐκ ἐξ ἁπλῶν ἐννοιῶν, ἀνοσίως δὲ μᾶλλον καὶ φιλοκακούργως ἐξηυρημένων, ἐπενεγκεῖν ἐσπούδασαν καὶ κατὰ τῆς ἀρρήτου δόξης τοῦ πάντων κρατοῦντος Θεοῦ τὸ
5κακόηθες ‘πλάσμα‘ συντεθείκασι, καὶ ὥσπερ τινὰ παγὴν ταῖς τῶν ἁπλουστέρων ψυχαῖς τὴν ‘σκευωρίαν‘ ἐστήσαντο. Ἐπλάνησαν γὰρ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, θεὸν εἶναι λέγοντες τὸν οὐρανὸν καὶ τὰ ἕτερα τῶν στοιχείων. Καί, ὡς ὁ πάνσοφος γράφει Παῦλος, «φάσκοντες εἶναι σοφοὶ ἐμω‐
10ράνθησαν, καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετρα‐ πόδων καὶ ἑρπετῶν». Ἵνα δὲ καὶ ταῖς αὐτοῦ παραχωρῶμεν ἐννοίαις, οὐχ ἑτέροις μᾶλλον ἐπαφιέντες τὸ εἰρημένον ἀλλὰ καὶ
τοῖς ἁγίοις ἀποστόλοις ἐῶντες ἐπιπηδᾶν, ἤγουν καθάπαξ αὐτῷ216
15τε τῷ πανσόφῳ Μωσεῖ καὶ τοῖς ἁγίοις προφήταις, ἡκέτω, δεικνύτω σαφῶς τί τὸ ‘πλάσμα τὸ κακούργως συντεθέν‘, ποίαν δὲ εἶναί φησι ‘τὴν τερατολογίαν‘, καὶ τί τὸ ‘φιλόμυθον καὶ παιδαριῶδεσ‘ τῆς τῶν Χριστιανῶν θρησκείας. Ἆρα μύθους ἡμῖν συγγέγραφεν ὁ Μωσῆς ἕνα τὸν φύσει καὶ ἀληθῶς εἶναι
20Θεὸν λέγων, ἀγέννητον, ἀΐδιον, ἄφθαρτον, ἄποσον, ἀόρατον, ἀναλλοίωτον, ἀναφῆ, ζωὴν καὶ ζωοποιόν, σοφίαν, δύναμιν, γενεσιουργόν, βασιλέα, Κύριον τῶν ὅλων; Ἆρα διημάρτηκε τἀληθοῦς τῶν ἁγίων προφητῶν ὁ λόγος, τῶν μωσαϊκῶν δογμάτων κατ’ ἴχνος ἰέναι διεσπουδακώς; Ἆρα τῶν ἁγίων
25ἀποστόλων ἑτεροτρόπως ἔχουσαν τὴν διδασκαλίαν εὑρήσομεν; Οὐ μὲν οὖν.

2

.

6

Εἶτα πῶς ‘θεῖον μὲν ἔχειν οὐδὲν‘ τὰ παρὰ τοῖς Γαλιλαίοις ἰσχυρίζεται, μύθους δὲ ἄλλως εἰκαίους καὶ τερατολογίας εἶναί φησι; Καίτοι τίς οὐκ ἂν συνομολογήσειεν ὡς οὐκ ἂν γένοιτό τι τὸ ἄμεινον ἀνθρώποις τοῦ διειδέναι καλῶς τε καὶ ἀπλανῶς τὸν
5ἕνα τε καὶ φύσει καὶ ἀληθῶς ὄντα τῶν ὅλων Δημιουργὸν καὶ Κύριον; Φαῖεν δ’ ἂν οἶδ’ ὅτι καὶ αὐτοὶ τὸ κάλλιστον καὶ ἐξαίρετον τῆς φιλοσοφίας μόριον εἶναί τε καὶ λέγεσθαι τὸ θεωρητικόν, δι’ οὗ τοῖς κατιδεῖν ἰσχύουσι νουνεχέστερον γένοιτ’ ἂν μόλις, καὶ κατά γε τὸ ἀνθρώποις ἐφικτόν, ἁλώσιμα
10τὰ περὶ Θεοῦ. Ἐπειδὴ δὲ πεπεῖσθαί φησιν αὐτός, διδασκέτω πόθεν ἢ παρὰ τίνων. Μὴ γὰρ δὴ μόνος αὐχείτω τοῦτο εἰδέναι· ἀλλ’ εἰ μὲν αὐτὸς ἐπείσθη καθ’ ἑαυτὸν καὶ τοῦτο ἀπόχρη πρὸς ἐντελεστάτην ἀπόδειξιν—ὡς γοῦν οἴεται καί φησι—τοῦ μὴ εὖ
ἔχειν τὰ Χριστιανῶν, ὅτι μὲν λῆρος τὸ χρῆμα αὐτῷ παρήσω218
15λέγειν· πλὴν ἐντρυφάτω μόνος τοῖς καθ’ ἡμῶν, οὐ γάρ τοι οὕτω πολεμιωτάτῳ χρησόμεθα δικαστῇ. Εἰ δὲ δεῖν οἴεται τοὺς τῶν εὐθυνόντων λόγους, οὕπερ ἂν γένοιντο κατά τινων, ἀληθεῖς εἶναι καὶ οὐκ ἐψευσμένους, μὴ αὐτὸς ἑαυτὸν πεπεῖσθαι λεγέτω μόνος, ἀλλ’ ἐλεγχέτω διὰ πραγμάτων.
20 Ὅτι δὲ μᾶλλον ἑαυτὸν ἐν δίκῃ, καὶ οὐχ ἡμᾶς, ἐπὶ τῇ μυθοπλαστίᾳ γράψεται, καὶ οὐκ ἀνύποπτον ἔχει τὸ ἔγκλημα, δι’ ὧν ἔφη πάλιν εἰσόμεθα. ΙΟΥΛΙΑΝΟΣ

2

.

7

Μέλλων δὲ ὑπὲρ τῶν παρ’ αὐτοῖς λεγομένων δογμάτων ἁπάντων ποιεῖσθαι τὸν λόγον, ἐκεῖνο βούλομαι πρῶτον εἰπεῖν ὅτι χρὴ τοὺς ἐντυγχάνοντας, εἴπερ ἀντιλέγειν ἐθέλοιεν, ὥσπερ ἐν δικαστηρίῳ μηδὲν ἔξωθεν πολυπραγμονεῖν, μηδὲ τὸ λεγό‐
5μενον ἀντικατηγορεῖν, ἕως ἂν ὑπὲρ τῶν πρώτων ἀπολογή‐ σωνται· ἄμεινον μὲν οὕτω καὶ σαφέστερον ἰδίαν μὲν ἐνστή‐ σασθαι πραγματείαν ὅταν τι τῶν παρ’ ἡμῖν εὐθύνειν θέλωσιν, ἐν οἷς δὲ πρὸς τὰς παρ’ ἡμῶν εὐθύνας ἀπολογοῦνται μηδὲ ἀντικατηγορεῖν.
10ΚΥΡΙΛΛΟΣ Ἄγλωττον οὖν, εἰπέ μοι, τὸν παρὰ σοῦ διωκόμενον εἶναι χρή, καὶ σιωπῶντα κελεύεις ἁλῶναι τὸν φεύγοντα, καὶ οὐδενὸς τὸ παράπαν τῶν σῶν διαμνημονεύσαντα διακυροῦν ἑλέσθαι καθ’ ἑαυτοῦ τὴν γραφήν; Καίτοι τὸ μὴ βούλεσθαί τι λέγειν
15ἡμᾶς τῶν σῶν δεδιότος ἐστὶ τὸν ἔλεγχον καὶ τῆς ἐν αὐτοῖς
αἰσχρότητος οὐκ ἠγνοηκότος τὸ ἀτερπές. Εἰ μὲν οὖν αὐτὸς τῆς Χριστιανῶν καταγορεύων θρησκείας οὐκ ἐπαίνου παντὸς ἀξιοῖ, καὶ ταῖς ἀνωτάτω τιμαῖς στεφανοῖ τὴν Ἑλλήνων δεισιδαιμο‐ νίαν, ἀνταπαιτείτω τὸ ἴσον· εἰ δὲ δὴ τοῖς καθ’ ἡμῶν ἐναβρύ‐220
20νεται λόγοις καὶ τὴν ἀμείνω δόξαν ἀνάπτει ταῖς ἑαυτοῦ δυσβουλίαις, τὰ Ἑλλήνων ἀντιπαραθεὶς ὡς προὔχοντα, πῶς ἡμᾶς σιωπᾶν ἀξιοῖ, μεμνῆσθαι δὲ ὅλως τῶν παρ’ αὐτοῖς μηδενός, ὅτε τοῖς ἰδίοις δόγμασι συναγορεύειν ἐθέλοντες τοὺς ἐπ’ αὐτῷ δὴ τούτῳ ποιούμεθα λόγους;

2

.

8

Εἰ μὲν οὖν ἀφέντες τὸ χρῆναι τοῖς σοῖς ἀντιφέρεσθαι λόγοις ἐπί γε τὸ δεῖν τῶν ἑλληνικῶν διαμεμνῆσθαι μόνων παρατετράμμεθα, φαίην ἂν ὅτι καλῶς καὶ οὐκ ἔξω τοῦ εἰκότος ὁ ἐπ’ αὐτῷ δὴ τούτῳ πεποίηται λόγος αὐτῷ· ἀπολογουμένοις
5δὲ καὶ ὑπαντᾶν ἐθέλουσι πρὸς πᾶν ὁτιοῦν τῶν παρ’ αὐτοῦ λεγομένων πῶς ἂν ἔτι δικαίως ἐπιτιμήσειεν, εἰ τοῖς ἑαυτῶν συνειπεῖν ᾑρημένοι καὶ τῆς Ἑλλήνων δυσσεβείας τὸ αἶσχος ἀπογυμνοῦν σπουδάζομεν; Ὥσπερ γὰρ τῶν χρωμάτων ἐν τοῖς ἑτεροειδέσι τὴν ὄψιν ἐκφανεστέραν ἔστιν ἰδεῖν («Τὸ γὰρ φῶς ἐν
10τῇ σκοτίᾳ φαίνει», φησί), κατὰ τὸν αὐτόν, οἶμαι, τουτονὶ τρό‐ πον καὶ τὰ ἐμπεφυκότα κάλλη ταῖς ἀρεταῖς ταῖς τῶν ἀμα‐ θεστέρων διανοίαις γένοιτ’ ἂν οὐχ ἑτέρως ἐμφανῆ πλὴν ὅτι διὰ μόνης τῆς τῶν ἐναντίων αἰσχρότητος. Ἀναπείθει γὰρ τοῖς ἀμείνοσι τὴν τοῦ χρῆναι νικᾶν ἀπονέμειν ψῆφον τὸ τῆς
15φαυλότητος ἀκαλλές· διὰ τοῦτο καὶ μάλα εἰκότως δέδιε μὲν τὰ οἰκεῖα καὶ εἰς μέσον ἥκειν οὐκ ἐᾷ τὰ ἐφ’ οἷς αἰσχύνεται, σιωπᾶν δὲ κελεύει καὶ τοῦτο εὐθυνομένους, αἰτιᾶται δὲ καὶ καθ’
ἑτέρους τρόπους ἡμᾶς οὕτω λέγων·222

2

.

9

ΙΟΥΛΙΑΝΟΣ Μικρὸν δὲ ἀναλαβεῖν ἄξιον ὅθεν ἡμῖν ἥκει καὶ ὅπως ἔννοια Θεοῦ τὸ πρῶτον, εἶτα παραθεῖναι τὰ παρὰ τοῖς Ἕλλησι καὶ παρὰ τοῖς Ἑβραίοις ὑπὲρ τοῦ θείου λεγόμενα, καὶ μετὰ τοῦτο
5ἐπανερέσθαι τοὺς οὔτε Ἕλληνας οὔτε Ἰουδαίους, ἀλλὰ τῆς Γαλιλαίας ὄντας αἱρέσεως, ἀνθ’ ὅτου πρὸ τῶν ἡμετέρων εἵλοντο τὰ παρ’ ἐκείνοις, καὶ ἐπὶ τούτῳ τί δή ποτε μηδὲ ἐκείνοις ἐμμένουσιν, ἀλλὰ κἀκείνων ἀποστάντες ἰδίαν ὁδὸν ἐτράποντο, ὁμολογήσαντες μὲν οὐδὲν τῶν καλῶν οὐδὲ τῶν
10σπουδαίων, οὔτε τῶν παρ’ ἡμῖν τοῖς Ἕλλησιν οὔτε τῶν παρὰ τοῖς ἀπὸ Μωσέως Ἑβραίοις, ἀπ’ ἀμφοῖν δὲ τὰς παραπεπηγυίας τοῖς ἔθνεσιν ὥσπερ τινὰς κῆρας δρεπόμενοι, τὴν ἀθεότητα μὲν ἐκ τῆς ἰουδαϊκῆς ῥᾳδιουργίας, φαῦλον δὲ καὶ ἐπισεσυρμένον βίον ἐκ τῆς παρ’ ἡμῖν ῥᾳθυμίας καὶ χυδαιότητος, τοῦτο ‘τὴν
15ἀρίστην θεοσέβειαν‘ ὀνομάζεσθαι ἠθέλησαν. ΚΥΡΙΛΛΟΣ Ὁ δὴ χρῆναι λέγων τοὺς ἐντυγχάνοντας αἷς ἂν καθ’ ἡμῶν ποιοῖτο συκοφαντίαις, «εἴπερ ἀντιλέγειν ἐθέλοιεν, ὥσπερ ἐν δικαστηρίῳ μηδὲν ἔξωθεν πολυπραγμονεῖν μηδὲ τὸ λεγόμενον
20ἀντικατηγορεῖν», ἐπαγγέλλεται σαφῶς ἐν τούτοις παρατιθέναι τὰ παρὰ τοῖς Ἕλλησι καὶ παρὰ τοῖς Ἑβραίοις ὑπὲρ τοῦ θείου λεγόμενα. Ἆρ’ οὖν ὁ τῆς ἀντιπαραθέσεως τρόπος ὅποι ποτὲ βλέπει; Καὶ τίς ἂν εἴη σκοπὸς αὐτῷ τοῖς Ἑλλήνων δόγμασιν ἀντιπαρεξάγοντι τὰ Ἑβραίων ἤγουν τὰ Χριστιανῶν;

2

.

10

Οὐ γάρ που φαίη τις ἂν ὅτι τὴν κατάρρησιν ἀποστήσας
καὶ τοῦ χρῆναι συκοφαντεῖν ἑαυτὸν ἀπενεγκὼν ὀρθοῖς κεχρή‐ σεται δικασταῖς τοῖς ἐντευξομένοις, ὡς καὶ ἐθελῆσαι παρ’ αὐτῶν τί τὸ ἄμεινον ἢ τί τὸ χεῖρον ἀναμαθεῖν· οἴεται δέ που,224
5κατὰ τὸ εἰκός, οὐχ ἑτέρως τῆς ἐνούσης αὐτῷ δόξης περὶ Θεοῦ ἐπαινέτας ἔσεσθαί τινας εἰ μὴ κακύνοιτο τὰ Χριστιανῶν ἀντιπαραθέσει τῶν ἑλληνικῶν τὴν αἰσχίω ψῆφον ἐφ’ ἑαυτοῖς δεχόμενα. Ἀλλ’ οὐκ ἂν γένοιτο τοῦτό ποτε παρά γε τοῖς εἰδόσι καὶ τοῦ ψεύδους τὸ ἀδρανὲς καὶ τῆς ἀληθείας τὴν δύναμιν.
10Πλὴν ἐκεῖνο ἄθρει· νομοθετῶν γὰρ ὥσπερ ἡμῖν τὸ χρῆναι σιγᾶν καὶ τῶν αὐτοῦ διαμεμνῆσθαι μηδενὸς ὅτε τοὺς ὑπέρ γε τῆς ἑαυτῶν θρησκείας ποιούμεθα λόγους, οἷς ἀπέφησεν αὐτὸς ἁλοὺς εὑρίσκεται. Ἐπειδὴ δὲ προσάγει καὶ πεῦσιν, τί δή ποτε τὰ Ἑλλήνων
15ἀφέντες τοῖς Ἑβραίοις προσκεκλίμεθα, φέρε καὶ ἡμεῖς αὐτῷ τὰ ἴσα λέγωμεν· ‘ἀνθ’ ὅτου γὰρ δὴ τὰ Χριστιανῶν ἀφεὶς καὶ τῆς ἀληθείας ἀποδραμὼν τὸ ψεῦδος ἀγαπᾷς, καὶ τὴν οὕτω μυσαρωτάτην ἐθελοθρησκείαν—τὴν τῶν εἰδωλολατρούντων φημί—τῆς ἀκριβοῦς περὶ Θεοῦ δόξης ἀνοητότατα προτιθείς,
20εἶτα οἴει βεβουλεῦσθαι καλῶς καὶ οὐχὶ δὴ μᾶλλον τὴν ἁπασῶν ἐσχάτην ὑπομεῖναι κακοδοξίαν;‘ Εἰ δὲ δὴ βούλοιτο νοεῖν τὴν ἀληθεστάτην αἰτίαν ἐφ’ ᾗ τὰ Ἑλλήνων ἀφέντες τὰ παρὰ τοῖς Ἑβραίοις τετιμήκαμεν, τὰ αὐτοῦ λαβόντες φαμέν. Ἔφη γὰρ οὕτως·

2

.

11

ΙΟΥΛΙΑΝΟΣ Οὐκοῦν Ἕλληνες μὲν τοὺς μύθους ἔπλασαν ὑπὲρ τῶν θεῶν ἀπίστους καὶ τερατώδεις (καταπιεῖν γὰρ ἔφασαν τὸν Κρόνον τοὺς παῖδας, εἶτ’ αὖθις ἐμέσαι) καὶ γάμους ἤδη παρανόμους·
5μητρὶ γὰρ ὁ Ζεὺς ἐμίχθη, καὶ παιδοποιησάμενος ἐξ αὐτῆς,
ἔγημε μὲν αὐτὸς τὴν αὑτοῦ θυγατέρα—μᾶλλον δὲ οὐδὲ ἔγημεν αὐτὸς τὴν αὑτοῦ θυγατέρα, ἀλλὰ μιχθεὶς ἁπλῶς ἄλλῳ παρέ‐ δωκεν αὐτήν· εἶτα οἱ Διονύσου σπαραγμοὶ καὶ μελῶν κολλήσεις. Τοιαῦτα οἱ μῦθοι τῶν Ἑλλήνων φασί.226
10ΚΥΡΙΛΛΟΣ Ἔχεις ἀποχρῶσαν ἐντεῦθεν τὴν ἀπολογίαν. Ἀλύεις δὴ οὖν ἀνθ’ ὅτου καὶ ἡμᾶς εὐθύνειν ἀξιοῖς, ὅτι τὴν οὕτως αἰσχρὰν καὶ ἀπίθανον τῶν Ἑλλήνων εἰκαιομυθίαν μονονουχὶ καὶ διαλακτί‐ σαντες τὴν ἀμείνω ψῆφον τοῖς ἀληθέσι δεδώκαμεν; Μωσῆς μὲν
15γὰρ ὁ θεσπέσιος, καὶ προσέτι τῶν ἁγίων προφητῶν ὁ χορός, ἀπόστολοί τε καὶ εὐαγγελισταί, τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς δοξολογοῦσι Θεόν, διακεῖσθαί τε οὕτω καὶ ἡμᾶς ἀναπείθουσιν, ἀποφέροντες τῶν μύθων καὶ τερατείας ἁπάσης καὶ φρονήματος αἰσχροῦ, καταρρυθμίζοντες δὲ καὶ εἰς ἀξιάγαστον πολιτείαν.
20Πέπλασται δὲ τῶν παρ’ αὐτοῖς οὐδέν, οὔτε μὴν ἀπίθανον ἔχει τῶν ἐννοιῶν τὴν ἀπόδοσιν. Ὅτι γὰρ τοῖς Μωσέως καὶ τοῖς τῶν ἁγίων προφητῶν κηρύγμασι συμβαίνει τὰ καθ’ ἡμᾶς, καὶ τῆς εὐαγγελικῆς τε καὶ ἀποστολικῆς διδασκαλίας ἡ δύναμις ταῖς τῶν προλαβόντων ἐννοίαις συμφέρεται, διαδείξει σαφῶς ὁ
25λόγος ἡμῖν ἐπὶ καιροῦ.

2

.

12

Ἐπειδὴ δὲ οὐκ οἶδ’ ὅ τι λέγων τῶν σπουδαίων ἢ ἀγαθῶν οὐδὲν παρ’ ἡμῖν εἶναι διατείνεται, φέρε καὶ τοῦτο δεικνύτω· μὴ γὰρ δὴ ψιλήν τε καὶ ἀναπόδεικτον ποιείσθω τὴν καταγόρευσιν. Πῶς γὰρ τῶν σπουδαίων οὐδέν ἐστι παρ’ ἡμῖν;
5Οὐκ ἀκριβὴς καὶ ἀπεξεσμένος ὁ περὶ Θεοῦ λόγος καὶ τῆς τοῦ κόσμου γενέσεως παρὰ Χριστιανοῖς εὑρίσκεται; Οὐ τῶν πρακτέων τὴν ἐπιστήμην ἀνεπίπληκτόν τε καὶ ἀκατάψεκτον ἐκ
τῶν ἱερῶν Γραμμάτων κεχορηγήμεθα; Καίτοι πῶς οὐχ ἅπα‐ σιν ἐναργὲς ὅτι τὸ ἄριστα φιλοσοφεῖν διαπεραίνοιτο ἂν ὀρθῶς228
10οὐ καθ’ ἕτερον τρόπον, οἶμαι; Θεωρητικὴ γὰρ καὶ πρακτική γε πρὸς τούτοις φιλοσοφία παντὸς ἂν εἴη ἐπαίνου μεστή, καὶ παρὰ τοῖς τὰ Ἑλλήνων ἐσπουδακόσι θαυμάζεται· οὐκοῦν οὐκ «ἀπό γε τῆς Ἑβραίων δόξης τὴν ἀθεότητα μεμαθήκαμεν»—ἔφη γὰρ αὐτὸς καὶ τοῦτο—, ἀλλ’ εἴπερ τις ἐθέλοι τἀληθὲς εἰπεῖν, ἐκ
15τῆς θεοπνεύστου Γραφῆς τῆς Ἑλλήνων ἀμαθίας κατεγνώ‐ καμεν. Καὶ ὅτι μᾶλλόν ἐστι τὸ ἄθεον παρ’ αὐτοῖς τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς οὐκ εἰδόσι Θεόν, πῶς οὐκ ἂν εἴη παντί τῳ σαφές; «Βίον δὲ φαῦλον καὶ ἐπισεσυρμένον ἐκ τῆς παρ’ αὐτοῖς ῥᾳθυμίας ἑλέσθαι» φησὶν ἡμᾶς, «χυδαιότητά τε καὶ ῥᾳθυμίαν»
20ὀνομάζων ἑλληνικὴν τὸ ἀδιακρίτως ὀψοφαγεῖν, παραιτεῖσθαί τε τῶν ἐδωδίμων οὐδέν. Ἐν γὰρ δὴ τούτῳ μάλιστα τὴν τῆς εὐσεβείας παριστᾶσι δύναμιν καὶ ἁπάσης ἀρετῆς ἐν καλῷ γενέσθαι νομίζουσιν, εἰ δὴ παραιτοῖντο τῶν ἐδωδίμων τινά.

2

.

13

Καίτοι τί δήποτε τὸν τῆς ἁγνείας ἐν τούτοις ὁρίζονται τρόπον; Πάντα μὲν γὰρ γέγονε παρὰ Θεοῦ, καλὰ δὲ πάντως τὰ ἐξ ἀγαθοῦ· καὶ ὁ πάναγνος καὶ ἀβέβηλος τῶν καταμιαίνειν ἡμᾶς εἰωθότων ἐργάσαιτο ἂν οὐδέν. Τί γὰρ καὶ βρῶσις
5ἐμποιήσειεν ἂν τοῖς μετεσχηκόσιν αὐτῆς; Ἢ καὶ ὁποῖον ἂν αὐτοῖς εἰσφρήσαι τὸν μολυσμόν; Παραιτεῖσθαι δέ, οἶμαι, προσήκει τὰ δι’ ὧν ἂν εἰκότως καταμιαίνοιτό τις, δρῷεν δ’ ἂν τοῦτο καὶ μάλα γενικῶς οἱ τῆς φαυλότητος τρόποι, μοιχεῖαι,
πορνεῖαι, καταλαλιαί, ψευδηγορίαι, συκοφαντίαι, φιλοχρημα‐230
10τίαι, καὶ τὰ λοιπά. Οἱ δὲ τῶν τοιούτων οὐδὲν ὑπολογισάμενοι προσποιοῦνται μὲν ὀλοιγοσιτεῖν, ἔσθ’ ὅτε καὶ τῶν ἐδωδίμων ἀποπέμπονταί τινα, δεδίασι δὲ τῶν ἐκτόπων οὐδέν. Καὶ πρός γε δὴ τούτῳ κατευφραίνουσι τὸν ὕπατον Δία, τὰ αὐτοῦ τιμᾶν ᾑρημένοι, καὶ τὰ τῆς Κυπρογενοῦς θεραπεύουσι κράτη.
15 Πλεῖστα μὲν οὖν ὅσα τὰ καθ’ ἡμῶν παρ’ ἐκείνου· ἀκυρο‐ λογεῖ δὲ λίαν καὶ κατὰ τοῦ πανσόφου Μωσέως καὶ τῆς αὐτοῦ συγγραφῆς οὐ μετρίαν ποιεῖται τὴν κατάρρησιν. Φησὶ γὰρ τὸ τῆς κοσμοποιίας συντιθέντα βιβλίον εἰπεῖν μὲν ὅλως τῶν ἀληθῶν οὐδέν, ὕθλους δὲ ἁπλῶς συμφορῆσαι γεγηρακότας, καὶ
20ἃ μὲν ἦν εἰκὸς τοῦ παντὸς ἀξιῶσαι λόγου, ταῦτα δὴ πάντα ποιήσασθαι παρ’ οὐδέν, εἰκῆ δὲ ἁπλῶς ἐρραψῳδηκότα δόξαι τι λέγειν σοφόν τε καὶ ἀξιάκουστον. Τεθαύμακε δὲ τῶν παρ’ Ἕλλησι σοφῶν τὰς ἐπὶ τούτῳ δόξας, μάλιστα δὲ τῶν ἄλλων εὐφημίαις καὶ κρότοις τὴν Πλάτωνος στεφανοῖ.

2

.

14

Ἐγὼ δέ, ὅτι μὲν οὐ μετρίως σοβαρεύεται, κἀν τούτῳ δὴ πάλιν παρήσω λέγειν, ὅτι δὲ εἰκαίαν ἐπὶ ταῖς Ἑλλήνων εὑρεσιεπείαις ἀνασπᾷ τὴν ὀφρύν, ὡς ἂν οἷός τε ὦ πειράσομαι διειπεῖν.
5 Χρῆναι δὲ οἶμαι παραθεῖναι πάλιν ἐκ τῶν παρ’ αὐτοῖς βιβλίων ἀπολεξάμενον τὴν ἑκάστου δόξαν, ἣν ἔχειν ἠξίουν περὶ τῆς τοῦ κόσμου κατασκευῆς, εἶτα τὴν Μωσέως κοσμογένειαν ἀνθυπενεγκεῖν· ὀφθήσεται γὰρ οὕτω τοῖς ἐντευξομένοις καὶ τῆς ἐκείνων στενολεσχίας ὁ λῆρος καὶ τῶν Μωσέως γραμ‐
10μάτων τὸ ἀκραιφνὲς εἰς ἀλήθειαν. Πλούταρχος τοίνυν, ἀνὴρ τῶν παρ’ αὐτοῖς οὐκ ἄσημος γεγονώς, ἐν τῷ δευτέρῳ βιβλίῳ τῆς τῶν ‘Φυσικῶν δογμάτων‘ συναγωγῆς, οὕτω φησὶ περὶ τοῦ κόσμου· «Πυθαγόρας πρῶτος ὠνόμασε τὴν τῶν ὅλων περιοχὴν ‘κόσμον‘ ἐκ τῆς ἐν αὐτῷ232
15τάξεως. Θαλῆς καὶ οἱ ἀπ’ αὐτοῦ ἕνα τὸν κόσμον· Δημόκριτος καὶ Ἐπίκουρος καὶ ὁ τούτου καθηγητὴς Μητρόδωρος ἀπείρους κόσμους ἐν τῷ ἀπείρῳ κατὰ πᾶσαν περίστασιν· Ἐμπεδοκλῆς τὸν τοῦ ἡλίου περίδρομον εἶναι περιγραφὴν τοῦ πέρατος τοῦ κόσμου· Σέλευκος ἄπειρον τὸν κόσμον· Διογένης τὸ μὲν πᾶν
20ἄπειρον, τὸν δὲ κόσμον πεπεράνθαι· οἱ στωϊκοὶ διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον· ἅπαν μὲν γὰρ εἶναι τὸ σὺν τῷ κενῷ τῷ ἀπείρῳ, ὅλον δὲ χωρὶς τοῦ κενοῦ τὸν κόσμον· ὥστε τὸ αὐτὸ εἶναι καὶ τὸ ὅλον καὶ τὸν κόσμον.»

2

.

15

Εἶτα περὶ τοῦ σχήματος τοῦ κόσμου ὧδε πάλιν φησίν· «Οἱ μὲν στωϊκοὶ σφαιροειδῆ τὸν κόσμον, ἄλλοι δὲ κωνοειδῆ, οἱ δὲ ᾠοειδῆ· Ἐπίκουρος δὲ ἐνδέχεσθαι μὲν εἶναι σφαιροειδεῖς τοὺς κόσμους, ἐνδέχεσθαι δὲ καὶ ἑτέροις σχηματισμοῖς
5κεχρῆσθαι.» Ἔφη δὲ πάλιν τὰς τῶν παρ’ Ἕλλησι φιλοσόφων δόξας εἰς ἐξήγησιν προτιθεὶς εἰ ἔμψυχος ὁ κόσμος ἢ μή, οὕτως· «Οἱ μὲν ἄλλοι πάντες ἔμψυχον τὸν κόσμον καὶ προνοίᾳ διοικούμενον εἶπον· Δημόκριτος δὲ καὶ Ἐπίκουρος καὶ ὅσοι τὰ ἄτομα εἰσηγοῦνται καὶ τὸ κενόν, οὔτε ἔμψυχον οὔτε προνοίᾳ
10διοικεῖσθαι, φύσει δέ τινι ἀλόγῳ· Ἀριστοτέλης οὔτ’ ἔμψυχον ὅλον δι’ ὅλων οὔτε λογικὸν οὔτε νοερὸν οὔτε προνοίᾳ διοικού‐
μενον· τὰ μὲν γὰρ οὐράνια τούτων πάντων κοινωνεῖν· σφαίρας γὰρ περιέχειν ἐμψύχους καὶ ζωτικάς, τὰ δὲ περίγεια μηδενὸς αὐτῶν, τῆς δὲ εὐταξίας κατὰ συμβεβηκός, οὐ προηγουμένως,234
15μετέχειν.» Καὶ ταυτὶ μὲν περὶ τούτων. Ἐπειδὴ δὲ σκοπὸς ἦν αὐτοῖς βασανίσαι πάλιν τὸ πότερόν ποτε φθαρτὸς ἂν εἴη κατὰ φύσιν ὁ κόσμος ἢ μή, δεδοξάκασιν ὧδε καὶ περὶ τούτου· Πυθαγόρας καὶ οἱ στωϊκοὶ καὶ γενητὸν ὑπὸ θεοῦ τὸν κόσμον, καὶ φθαρτὸν
20μὲν ὅσον ἐπὶ τῇ φύσει· αἰσθητὸν γὰρ εἶναι διότι καὶ σωμα‐ τικός, οὐ μὴν δὴ φθαρησόμενόν γε, προνοίᾳ καὶ συνοχῇ Θεοῦ· Ἐπίκουρος φθαρτὸν ὅτι καὶ γεννητός, ὡς ζῷον, ὡς φυτόν· Ξενοφάνης ἀγέννητον καὶ ἀΐδιον καὶ ἄφθαρτον τὸν κόσμον· Ἀριστοτέλης τὸ ὑπὸ τὴν σελήνην μέρος τοῦ κόσμου παθητόν,
25ἐν ᾧ καὶ τὰ ἐπίγεια κηραίνεται.

2

.

16

Ἀκούετε, ὦ ἄνδρες, καὶ συνίετε λοιπὸν πόσος ἐν τούτοις ὁ λῆρος. Ταῖς γὰρ ἀλλήλων ἀντανιστάμενοι δόξαις, τοῦτό τε κἀκεῖνο φύρδην ἁπλῶς καὶ ἀκατασκέπτως κατὰ τὸ ἑκάστῳ δοκοῦν ἐρευγόμενοι, πῶς οὐκ ἂν εἶναι νοοῖντο στο‐
5χασταὶ μᾶλλον, καὶ οὐ τῆς ἀληθείας ἐπιστήμονες; Οἱ μὲν γὰρ ἕνα τὸν κόσμον, οἱ δὲ πολλούς, ἕτεροι δὲ γενητόν, εἰσὶ δὲ οἳ τούτοις εἰσάπαν ἀνθεστηκότες καὶ διάφοροι τὰς γνώμας ἄφθαρτόν τε καὶ ἀγένητον εἶναι λέγουσιν αὐτόν· καὶ οἱ μὲν προνοίᾳ Θεοῦ διοικούμενον, οἱ δὲ καὶ προνοίας δίχα καὶ τὴν
10τῶν στοιχείων εὔτακτον κίνησιν αὐτοματισμοῖς καὶ συμβεβη‐ κόσιν ἐκνενεμήκασι· καὶ οἱ μὲν ἐψυχῶσθαί φασιν αὐτόν, οἱ δὲ
οὔτε ἔμψυχον οὔτε νοερόν· καὶ ἁπαξαπλῶς κατίδοι τις ἂν οἰονεὶ μεθύοντα τῇδε κἀκεῖσε διαρριπτούμενον τὸν ἐφ’ ἑκάστῳ λόγον αὐτοῖς.236
15 Ἐπειδὴ δὲ τὸν Πλάτωνα τῶν ἄλλων ἐκκεκρικὼς ταῖς αὐτοῦ μάλιστα δόξαις ἐμφιλοχωρεῖ, φαίην ἂν ὅτι Πλάτων τε καὶ Πυθαγόρας δοξάζουσι μέν πως ἐπιεικέστερον περί τε Θεοῦ καὶ κόσμου· συνειλόχασι δὲ τὴν εἰς τοῦτο παίδευσιν εἴτουν ἐπιστήμην Αἰγυπτίοις ἐμβεβληκότες, παρ’ οἷς δὴ πολὺς ὁ περὶ
20τοῦ πανσόφου Μωσέως λόγος ἦν καὶ τῶν παρ’ αὐτῷ δογμάτων τὸ θαῦμα τετίμητο. Πλὴν αὐτόν τέ φασιν ἑαυτῷ τὸν Πλάτωνα τἀναντία δοξάσαι, καὶ αὐτῷ φοιτήσαντα τὸν Ἀριστοτέλη μὴ τὰ αὐτοῦ μᾶλλον ἑλέσθαι φρονεῖν, ἀντιφέρεσθαι δὲ καὶ ἀντεξά‐ γειν αὐτῷ. Φησὶ γὰρ ὁ Πορφύριος δοξάσαι τὸν Πλάτωνα περὶ
25οὐρανοῦ, φάναι τε ὅτι τὸ σωματοειδὲς αὐτοῦ συνέστη ἀπὸ τῶν τεσσάρων στοιχείων, ἀλλήλοις ὑπὸ ψυχῆς συμπεφωνηκότων· «Διό, φησί, καὶ νῦν συμμιγὴς μένει καὶ κατὰ τὸ πλεονάζον ὠνόμασται.»

2

.

17

Ἐτυμολογεῖ δέ, οἶμαι, τοὔνομα καὶ κεκλῆσθαί φησιν ‘οὐρανὸν‘ οἷον ὁρατὸν ὄντα τινά, ἵν’ ἐκ τοῦ ‘ὁρᾶσθαι‘ νοοῖτό τις οὐρανός. Ἀριστοτέλει γε μὴν οὐχ ὧδε ταῦτ’ ἔχειν ἐδόκει. Πόθεν; Οὐ γάρ τοί φησι συντεθεῖσθαι τὸν οὐρανόν, οὔτε μὴν ἐκ
5τεσσάρων εἶναι στοιχείων, ἐπινοεῖ δὲ πέμπτον τι σῶμα τῶν
τεσσάρων ἀμέτοχον καὶ ὁλοτρόπως ἠμοιρηκός. Καὶ ὁ μὲν Πλάτων ἔμψυχόν τε τὸν κόσμον φησὶ καὶ ζῷον νοερόν, ἐφίστησι δὲ καὶ πρόνοιαν αὐτῷ· ὁ δ’ αὐτοῦ πάλιν φοιτητὴς οὐχ ὧδε πεφρόνηκεν· οὔτε γὰρ ἔμψυχον ὅλον δι’ ὅλων οὔτε238
10νοερὸν οὔτε προνοίᾳ διοικούμενον. Καὶ αὖθις ὁ μὲν γενητόν τε καὶ φθαρτὸν τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν διορίζεται, ὁ δὲ οὐδὲ γενητὸν δίδωσιν αὐτὸν ἀλλ’ ὡς ἄφθαρτον καὶ ἀγένητον. Καὶ πάλιν ὁ μὲν δὴ δεινὸς καὶ διαβόητος Πλάτων τρεῖς ἀρχὰς εἶναι τοῦ παντὸς διορίζεται, Θεὸν καὶ ὕλην καὶ εἶδος· καὶ Θεὸν
15μὲν εἶναί φησι τὸν ποιητήν, ὕλην δὲ τὸ ὑποκείμενον, εἶδος δὲ τὸ ἑκάστου τῶν γινομένων παράδειγμα· ἀντανίσταται δὲ πάλιν Ἀριστοτέλης αὐτῷ καὶ οὐ συμβαίνει καθάπαξ· τὸ γὰρ εἶδος ἀρχὴν ἢ φρονεῖν ἢ λέγειν οὐκ ἀξιοῖ, δύο δὲ εἶναί φησι τὰς ἀρχάς, Θεὸν καὶ ὕλην. Τρεῖς δὲ δὴ πάλιν ὁ Πλάτων τὰς τῶν
20ὅλων ἀρχὰς εἶναι λέγων, Θεόν τε καὶ ὕλην καὶ εἶδος, προσε‐ πάγει καὶ τετάρτην, ἣν δὴ ‘καθόλου ψυχὴν‘ ὀνομάζει. Καὶ πρός γε δὴ τούτῳ τὴν ὕλην ἀγένητον εἰπών, καὶ γενητὴν αὐτὴν εἶναί φησι· εἶτα τὸ εἶδος, ὅ τί ποτέ ἐστιν, ὑφεστάναι δοὺς αὐτὸ καθ’ ἑαυτό, μάχεται τοῖς ἰδίοις αὐτοῦ εὑρήμασιν· ἔφη γὰρ ἐν τοῖς
25τοῦ Θεοῦ νοήμασιν ὑπάρχειν αὐτὸ καὶ οὐκ ἰδίαν ὕπαρξιν ἔχειν, ἤγουν οὐσίωσιν.

2

.

18

Τίσιν οὖν ἄρα προσνενευκότες οἱ τῆς ἀληθείας ἐρευ‐ νηταὶ τὴν ἀμώμητον καὶ ἀπλανεστάτην διᾴττοιεν τρίβον; Τίνα
τῶν ὠνομασμένων τοῦ ψευδοεπεῖν ἀπαλλάξομεν; Τίνι τὴν ψῆφον τοῦ κατὰ μηδένα διαπταῖσαι τρόπον ἀπονέμειν ἄξιον;240
5Μᾶλλον δὲ πῶς ἂν εἶεν ἀξιόχρεῳ πρός γε τὸ δεῖν ἀναπεῖσαί τινας οἵ γε τοσοῦτον διημαρτήκασι τἀληθοῦς ὡς μὴ μόνον ἀλλήλοις ἀλλὰ καὶ αὐτοὺς ταῖς σφῶν ἀντιφέρεσθαι δόξαις; Ἐπαινεῖ δὲ ταῦτα καὶ κατατέθηπεν ὁ πάνσοφος Ἰουλιανός, καὶ κατασκώπτει μὲν τὰ Μωσέως, ἄνω δὲ καὶ κάτω τὰ πάντα
10κυκῶν τοὺς Πλάτωνος λόγους ἀντιπαρεξάγειν αὐτοῖς ἀπο‐ τολμᾷ, καί φησι· ΙΟΥΛΙΑΝΟΣ Ἐνταῦθα παραβάλωμεν, εἰ βούλεσθε, τὰ τοῦ Πλάτωνος. Τί τοίνυν οὗτος ὑπὲρ τοῦ δημιουργοῦ λέγει καὶ τίνας περιτίθησιν
15αὐτῷ φωνὰς ἐν τῇ κοσμογενείᾳ σκόπησον, ἵνα τὴν Πλάτωνος καὶ Μωσέως κοσμογένειαν ἀντιπαραβάλωμεν ἀλλήλαις. Οὕτω γὰρ ἂν φανείη τίς ὁ κρείττων, καὶ τίς ἄξιος τοῦ Θεοῦ μᾶλλον· ἆρ’ ὁ τοῖς εἰδώλοις λελατρευκὼς Πλάτων, ἢ περὶ οὗ φησιν ἡ Γραφὴ ὅτι στόμα κατὰ στόμα ὁ Θεὸς ἐλάλησεν αὐτῷ;
20 «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τοῦ ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Καὶ εἶπεν ὁ Θεός· ‘Γενηθήτω φῶσ‘, καὶ ἐγένετο φῶς, καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλόν. Καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ
25φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ‘ἡμέραν‘ καὶ τὸ σκότος ἐκάλεσε ‘νύκτα‘. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία. Καὶ εἶπεν ὁ Θεός· ‘Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατοσ‘, καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα ‘οὐρανόν‘. Καὶ εἶπεν ὁ Θεός· ‘Συναχθήτω τὸ ὕδωρ
30τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά‘· καὶ ἐγένετο οὕτως. Καὶ εἶπεν ὁ Θεός· ‘Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον.‘ Καὶ εἶπεν ὁ Θεός· ‘Γενεθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ἵνα ὦσιν εἰς φαῦσιν ἐπὶ τῆς γῆσ‘· καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ242
35στερεώματι τοῦ οὐρανοῦ, ὥστε ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός.»

2

.

19

Ἐν δὴ τούτοις οὔτε τὴν ἄβυσσόν φησι πεποιῆσθαι ὑπὸ τοῦ Θεοῦ οὔτε τὸ σκότος οὔτε τὸ ὕδωρ· καίτοι χρῆν δήπουθεν εἰπόντα περὶ τοῦ φωτὸς ὅτι προστάξαντος Θεοῦ γέγονεν, εἰπεῖν ἔτι καὶ περὶ τῆς νυκτὸς καὶ περὶ τῆς ἀβύσσου καὶ περὶ τοῦ
5ὕδατος· ὁ δὲ οὐδὲν εἶπεν ὡς περὶ γεγονότων ὅλως, καίτοι πολλάκις ἐπιμνησθεὶς αὐτῶν. Πρὸς τούτοις οὔτε τῆς τῶν ἀγγέλων μέμνηται γενέσεως ἢ ποιήσεως, οὐδ’ ὅντινα τρόπον παρήχθησαν, ἀλλὰ τῶν περὶ τὸν οὐρανὸν μόνον καὶ περὶ τὴν γῆν σωμάτων, ὡς εἶναι τὸν Θεὸν κατὰ τὸν Μωσέα ἀσωμάτων
10μὲν οὐδενὸς ποιητήν, ὕλης δὲ ὑποκειμένης κοσμήτορα· τὸ γὰρ· ‘Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστοσ‘ οὐδὲν ἕτερόν ἐστιν ἢ τὴν μὲν ξηρὰν οὐσίαν ὕλην ποιοῦντος, κοσμήτορα δὲ αὐτῆς τὸν Θεὸν εἰσάγοντος. ΚΥΡΙΛΛΟΣ
15 Μωσέως μὲν οὖν πέρι πολὺς ἂν γένοιτο καὶ μακρὸς τοῖς εὐφημεῖν βουλομένοις ὁ λόγος· ἀκήκοε γὰρ Θεοῦ λέγοντος ἐναργῶς· «Οἶδά σε παρὰ πάντας, καὶ χάριν εὕρηκας παρ’ ἐμοί.» Τῆς γε μὴν ἐνούσης αὐτῷ πολυειδοῦς ἀρετῆς ἀπόδειξις εἴη ἂν καὶ μάλα σαφὴς τῆς ἐν Αἰγύπτῳ τερατουργίας ἡ
20δύναμις. Ὑφεστήκει γὰρ τῷ τῶν ὅλων Θεῷ, καὶ ὑπηρέτης ἦν ταῖς τῶν Αἰγύπτων ἀπονοίαις κατεξανιστάντι τὴν κτίσιν. Ὁποῖός γε μὴν ὁ Πλάτων ἦν, κἂν εἰ μή τις λέγοι, διαβοήσειεν ἂν ἡ ἐξ Ἀθηνῶν ἐπὶ Σικελίαν ἄφοδος· οὐ γὰρ ἀρεσθέντα ταῖς παρ’ αὐτοῦ θωπείαις τὸν Διονύσιον ἀποδόσθαι φασὶν αὐτόν, ὡς244
25ἀνελευθέρῳ που πάντως ποινὴν ἐπιθέντα τὴν ἀνδραπόδῳ πρεπωδεστάτην. Πλὴν ἀφείσθω τέως ὁ περὶ τούτου λόγος, ἴτω δὲ πάλιν ἐπὶ τὸ ἐν χερσίν.

2

.

20

Ὁ θεσπέσιος μὲν γὰρ Μωσῆς οὐ λόγους ἡμῖν εἰκαίους ὁρᾶται συντεθεικώς, οὔτε μὴν ἐκ φιλοτιμίας ἁπλῶς εἰς τοῦτο παρωρμημένος, ἀλλά τι τῶν ἀναγκαίων εἰς ὄνησιν ἐπινοήσας τῷ βίῳ. Οὐ γάρ τοι προὔθετο φυσιολογεῖν ἰσχνῶς ἤγουν φάναι
5τι περὶ τῶν λεγομένων πρώτων ἀρχῶν ἢ τῶν ἐξ αὐτῶν στοιχείων· περιεργότερα γὰρ οἶμαι ταυτὶ καὶ ταῖς τινων διανοίαις οὐχ ἁλώσιμα. Σκοπὸς δὲ γέγονεν αὐτῷ τῶν τὸ τηνικάδε τὸν νοῦν τοῖς τῆς ἀληθείας ἐπιστῆσαι δόγμασι. Πεπλάνηντο γάρ, καὶ τὸ δοκοῦν ἕκαστος προσκυνοῦντες
10ἡλίσκοντο, καὶ τὸν ἕνα καὶ φύσει Θεὸν ἐξ ἀμαθίας τῆς ἄγαν ἠγνοηκότες λελατρεύκασι τῇ κτίσει. Καὶ οἱ μὲν θεὸν ἐπεγρά‐ φοντο τὸν οὐρανόν, ἕτεροι δὲ τὸν ἡλίου κύκλον, εἰσὶ δὲ οἳ καὶ σελήνῃ καὶ ἄστροις καὶ γῇ καὶ φυτοῖς καὶ τῇ τῶν ὑδάτων φύσει, πτηνοῖς τε καὶ ζῴοις ἀλόγοις τὴν τῆς ἀνωτάτω φύσεως
15δόξαν ἀπονέμειν ἐσπούδαζον. Καθιγμένων δὴ τῶν πραγμάτων εἰς τοῦτο αὐτοῖς, καὶ τῆς οὕτω δεινῆς ἀρρωστίας κατανεμη‐ θείσης ἅπαντας τοὺς ἐπὶ τῆς γῆς, ἐπίκουρος ἦν ὁ Μωσῆς καὶ
τῶν καλλίστων ἅπασι μαθημάτων εἰσηγητὴς ἀνεδείκνυτο, εἷς μὲν ὅτι κατὰ φύσιν ἐστὶν ὁ τῶν ὅλων δημιουργὸς διαρρήδην246
20ἀνακεκραγώς, ἀφιστὰς δὲ τῶν ἄλλων, ἃ καὶ δι’ αὐτοῦ παρήχθη πρὸς τὸ εἶναί τε καὶ ὑπάρχειν ὅλως. Χρειωδέστατα τοίνυν καὶ μάλα σαφῶς τὸ πολὺ λίαν ἰσχνομυθεῖν παρελάσας, ἐπὶ τὸν τῶν ἀναγκαιοτέρων κεχώρηκε λόγον.

2

.

21

Τί γὰρ ἔδει ποία μέν ἐστιν ἡ τῶν ὑδάτων φύσις εἰπεῖν, ἢ καὶ ὅπως γέγονε τὴν ἀρχήν, ἀναμετρῆσαί τε καὶ ἀβύσσους καὶ οὐρανοῦ φύσιν, καὶ τῆς τῶν ἀγγέλων ὑπάρξεως πολυπραγμο‐ νῆσαι τὸν τρόπον; Ταυτὶ μὲν γὰρ ὅτι δυσεξήγητα παντὶ γένοιτ’
5ἂν ὡμολογῆσθαι νομίζω. Ἀλλ’ εἴπερ ἦν ὅλως καὶ διειπεῖν δύνασθαι σοφοῦντος Θεοῦ, τίς ἂν ἦν ὁ ἀκροασόμενος ἤγουν συνιέναι τὰ οὕτως ἰσχνά—μᾶλλον δὲ καὶ ὑπὲρ νοῦν—οἷός τε ὤν; Καίτοι καὶ αὐτῆς τῆς Ἑλλήνων ἀμαθίας κατόπιν ὄντας εὑρήσομεν τοὺς κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν καὶ ἡ τοῦ πανσόφου
10Μωσέως ἐπράττετο συγγραφή· ἐκεῖνοι μὲν γὰρ ἀφ’ ὧν ἦν δύνασθαι τὴν τοῦ Θεοῦ δόξαν διειδέναι σαφῶς, διὰ τούτων αὐτῶν ἁλοῖεν ἂν εἰς τὸ τῆς ἐσχάτης ἁπασῶν ἀβελτηρίας πεσόντες βάραθρον. Ὡς γὰρ δή φησιν ἡ θεόπνευστος Γραφή, ἐχρῆν δήπου τοὺς πάλαι τὸν τῶν ὅλων δημιουργὸν καὶ τεχνίτην
15ἀπὸ καλλονῆς κτισμάτων ἐννοεῖν· οἱ δὲ πρὸς τοῦτο κατῴχοντο δυσβουλίας ὥστε καὶ ἐξ ὧν ἦν εἰκὸς ἐπὶ τὴν τῆς ἀληθείας ἀποφέρεσθαι γνῶσιν, διὰ τούτων αὐτῶν ἁλῶναι παθόντας τὸ προσκεῖσθαι τῷ ψεύδει. Γένοιτο δ’ ἂν καὶ τούτου μάρτυς πιστὸς ὁ πάνσοφος Παῦλος ὡδὶ γεγραφώς. «Τὰ γὰρ ἀόρατα
20αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰ τὸ εἶναι αὐτοὺς
ἀναπολογήτους διότι γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλὰ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.»248

2

.

22

Καὶ τοῦτο μὲν ἂν πρέποι τοῖς τὴν ἀγελαίαν καὶ συρφετώδη καὶ ἀλόγιστον πάντως ψευδολατρείαν ἐξευρηκόσιν, ὁποῖοί τινες ἦσαν, ὡς ἔφην, οἱ πρὸς οὓς ὁ τοῦ πανσόφου Μωσέως πεποίηται λόγος· ὅτι δὲ τῆς εἰς λῆξιν ἡκούσης
5ἐμβροντησίας ἀνάπλεῳ γεγονότες καταφωραθεῖεν ἄν, ἀμογητὶ κατοψόμεθα τὴν τῶν μετ’ αὐτοὺς πολυπραγμονήσαντες δόξαν. Ἔφη γάρ που περὶ αὐτῶν ἰσχνὸς ὢν ἄγαν ὁ Πλούταρχος ἐν τῷ πρώτῳ βιβλίῳ ‘Φυσικῶν δογμάτων‘ συναγωγῆς· «Ἔλαβον δὲ ἐκ τούτου ἔννοιαν Θεοῦ· ἀεί τε γὰρ ἥλιος καὶ σελήνη καὶ τὰ
10λοιπὰ τῶν ἄστρων τὴν ὑπόγειον ἐνεχθέντα ὅμοια μὲν ἀνατέλλει τοῖς χρώμασιν, ἴσα δὲ τοῖς μεγέθεσι καὶ κατὰ τόπους τοὺς αὐτούς»· καὶ πάλιν ἐν τῷ αὐτῷ βιβλίῳ· «Ὁρίζονται δὲ τὴν τοῦ Θεοῦ ἔννοιαν οὕτως· πνεῦμα νοερὸν καὶ πυρῶδες, οὐκ ἔχον μὲν μορφήν, μεταβάλλον δὲ εἰς ὃ βούλεται καὶ συνεξομοιού‐
15μενον πᾶσιν. Ἔσχον δὲ ἔννοιαν τούτου πρῶτον μὲν ἀπὸ τοῦ κάλλους τῶν ἐμφαινομένων προσβαλόντες ὡς οὐδὲν τῶν καλῶν εἰκῇ καὶ ὡς ἔτυχε γίνεται, ἀλλὰ μετά τινος τέχνης δημιουργούσης.» Προσεποίσω δὲ τούτοις ἃ γέγραγε πότε καὶ ὁ Τρισμέγιστος
20Ἑρμῆς ‘Πρὸς τὸν ἑαυτοῦ Νοῦν‘ (ὀνομάζεται γὰρ ὡδὶ τὸ βιβλίον)· «Εἶτα, φῄς, ἀόρατος ὁ Θεός; Εὐφήμησον. Καὶ τίς αὐτοῦ φανερώτερος; Διὰ τοῦτο πεποίηκεν ἵνα διὰ πάντων τις αὐτὸν βλέπῃ. Τοῦτό ἐστι τὸ ἀγαθὸν τοῦ Θεοῦ, τοῦτο ἡ ἀρετή,
τὸ αὐτὸν φαίνεσθαι διὰ πάντων.»250

2

.

23

Ὁμολογοῦντα δὲ τούτοις καὶ αὐτὸν ὀψόμεθα τὸν τῆς εὐαγοῦς ἡμῶν θρησκείας κατήγορον Ἰουλιανόν. Διισχυρίζεται μὲν γὰρ ὡς ἀδίδακτόν τι χρῆμα καὶ αὐτομαθὲς ἀνθρώποις τὸ εἰδέναι Θεόν, φησὶ δὲ οὕτως·
5ΙΟΥΛΙΑΝΟΣ Ὅτι δὲ οὐ διδακτὸν ἀλλὰ φύσει τοῦτο τοῖς ἀνθρώποις ὑπάρχει, τεκμήριον ἡμῖν ἔστω πρῶτον ἡ κοινὴ πάντων ἀνθρώπων ἰδίᾳ καὶ δημοσίᾳ καὶ κατ’ ἄνδρα καὶ ἔθνη περὶ τὸ θεῖον προθυμία. Ἅπαντες μὲν γὰρ ἀδιδάκτως θεῖόν τι
10πεπιστεύκαμεν, ὑπὲρ οὗ τὸ μὲν ἀκριβὲς οὔτε πᾶσι ῥᾴδιον οὔτε τοῖς ἐγνωκόσιν εἰπεῖν εἰς πάντα δυνατόν. Καὶ μεθ’ ἕτερα πάλιν· «Ταύτῃ δὴ τῇ κοινῇ πάντων ἀνθρώπων ἐννοίᾳ πρόσεστι καὶ ἄλλη· πάντες γὰρ ἄνθρωποι οὐρανῷ καὶ τοῖς ἐν αὐτῷ φαινομένοις θεοῖς οὕτω δή τι
15φυσικῶς προσηρτήμεθα ὡς καὶ εἴ τις ἄλλον ὑπέλαβε παρ’ αὐτοὺς τὸν Θεόν, οἰκητήριον αὐτῷ πάντως τὸν οὐρανὸν ἀπένειμεν, οὐκ ἀποστήσας αὐτὸν τῆς γῆς, ἀλλ’ οἷον ὡς εἰς τιμιώτερον τοῦ παντὸς ἐκεῖνο τὸν βασιλέα καθίσας τῶν ὅλων, ἐφορᾶν ἐκεῖθεν ὑπολαμβάνων τὰ τῇδε.»
20ΚΥΡΙΛΛΟΣ Ἄθρει δὴ οὖν ὅπως οἱ τὴν παχεῖαν καὶ ἀγυρτώδη καί, ἵν’ οὕτως εἴπω, βαναυσικὴν οὐκ ἀνασχόμενοι πλάνην, καὶ τῆς τῶν ἀγελαίων ἀποφοιτήσαντες δόξης, οὐκ ἠμοιρήκασι παντελῶς τῆς ἀληθοῦς ἐννοίας περὶ Θεοῦ, κατετεκμήραντο δὲ τίς τε καὶ
25ὅση τῆς ἐνούσης αὐτῷ δυνάμεως ἡ ὑπεροχή, ὡς καὶ θεσμοῖς
εὐταξίας τὴν οὕτω μεγάλην καὶ ἀξιάγαστον κτίσιν ὑπενεγκεῖν.252

2

.

24

Οἵ γε μὴν ἕτεροι, περὶ ὧν ὁ λόγος, οὔτε Θεὸν ἐγνώκασι διὰ τῶν κτισμάτων, ἀλλὰ γὰρ ἦσαν οὕτως ἐμβρόντητοι, καὶ φρενὸς ἔξω γεγόνασιν ἀνθρωποπρεποῦς, ὡς μὴ μόνον οὐρανῷ καὶ γῇ καὶ σελήνῃ καὶ τοῖς ἑτέροις τῶν ἄστρων
5ἑλέσθαι προσκυνεῖν, ἀλλὰ γὰρ καὶ ἐν σηκοῖς εἴδη πολύμορφα καθιδρῦσαι, ἐγχαράξαι τε μορφὰς αὐτοῖς οὐκ ἀνθρωπείας μόνον, ἀλλὰ καὶ ζῴων ἀλόγων καὶ πτηνῶν καὶ ἑρπετῶν, καὶ ‘θεοὺσ‘ αὐτὰ καὶ ‘σωτῆρασ‘ ἀποκαλεῖν. Εἶτα πῶς οὐκ ἂν ἀγάσαιτό τις τῆς μωσαϊκῆς εὐτεχνίας,
10περίεργον μὲν ἢ βαθὺ καὶ οὐκ εὐπαράδεκτον τοῖς τὸ τηνικάδε λαλούσης οὐδέν, ἐκεῖνα δὲ μᾶλλον τὰ δι’ ὧν ἦν δύνασθαι μεταφοιτᾶν αὐτοὺς ἐπὶ τὸ ἔχον ὀρθῶς καὶ ἀπευθύνειν εἰδὸς εἰς ἀμώμητον δόξαν, τὴν ἐπί γε, φημί, τῷ πάντων κρατοῦντι Θεῷ; Εἶτα τοὺς μὲν τῶν μειρακίων διδασκάλους ἐπαινέσαι τις ἂν καὶ
15μάλα εἰκότως συγκαθισταμένους αὐτῶν ταῖς γνώμαις, καὶ χειραγωγοῦντας κατὰ βραχὺ πρὸς τὸ δύνασθαί τι τῶν ἀπορ‐ ρήτων ἰδεῖν, οὐδὲν δὲ αὐτοῖς τῶν ἄγαν ἐξησκημένων καὶ ἀνάντη πως ἐχόντων τὴν προσβολὴν παρατιθέντας ἐν ἀρχαῖς, πεπραχότα δὲ τοῦτο Μωσέα τὸν ἱερώτατον οὐκ ἐπαίνου παντὸς
20ἀξιώσομεν; Εἰ δέ σοι δοκεῖ τῶν ἀναγκαίων εἰπεῖν οὐδέν, βούλει τῶν σοι φιλτάτων ἁψώμεθα μαθημάτων; Πολυπραγμονήσω‐ μεν ὡς ἔνι τῆς Ἡσιόδου ‘Θεογονίασ‘ τὸ ἀκριβές.

2

.

25

Σκήπτεται μὲν γὰρ τὸ θεοκλυτεῖν, καὶ τὸ μουσό‐ ληπτος εἶναι δοκεῖν προσνενεμηκὼς ἑαυτῷ ὡς μέγα τι χρῆμα
καὶ ἀξιέραστον.
«Εἴπατε (φησί) δ’ ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο,
254
5
Καὶ ποταμοί, καὶ πόντος ἀπείριτος οἴδματι θύων,
Ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν.» Εἶτα χάος καὶ νύκτα γενέσθαι λέγων καὶ τίνα τρόπον οὐκ ἐπειπών·
«Γαῖα (φησί) δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ
10
Οὐρανὸν ἀστερόενθ’, ἵνα μιν περὶ πάντα καλύπτοι.» Καὶ Γῆς τέκνον ἀποφήνας τὸν Οὐρανόν, ὅτι καὶ θαλάσσας τέτοκεν Οὐρανῷ παρευνηθεῖσα,
«Κοῖόν τε καὶ Κρῖόν θ’ Ὑπερίονά τ’ Ἰαπετόν τε» καὶ Θείαν καὶ Ῥεῖαν καὶ Θέμιν καὶ Μνημοσύνην, Φοίβην τε
15πρὸς ταύταις, ἣν καὶ ‘χρυσοστέφανον‘ ὀνομάζει, καὶ μέντοι τὴν Τηθύν, ὁπλότατον δὲ πάντων γενέσθαι φησὶ τὸν Κρόνον· εἶτα τούτοις ἐπάγει συρφετούς τινας εἰκαίων καὶ ἀσυστάτων διηγη‐ μάτων. Ἀλλ’ ἴσως ἐρεῖ τὸν ποιητοῦ νόμον μυθοπλαστῆσαι ταυτὶ
20τὸν Ἡσίοδον· ἐπερυθριᾷ γὰρ ἴσως τοῖς αὐτοῦ διηγήμασιν. Αἰτιᾶται τοιγαροῦν ἀνθ’ ὅτου τὸν ἱεροφάντην Μωσέα, σαφῆ καὶ ἀπλανεστάτην καὶ διηγημάτων ἀληθῶν συντεθεικότα συγ‐ γραφήν; Πεποιῆσθαι γὰρ ἔφη παρὰ τοῦ Θεοῦ τόν τε οὐρανὸν καὶ τὴν γῆν, ἥλιόν τε καὶ σελήνην, ἄστρα καὶ φῶς, πτηνὰ καὶ
25νηκτά, καὶ ζῴων ἀλόγων εἴδη, καὶ κάλλη φυτῶν, καρπούς τε ἐδωδίμους, καὶ πόας τὰς ἐν ἀγροῖς.

2

.

26

Ἄθρει δὲ ὅπως διὰ τουτωνὶ τῶν λόγων τὴν τοῖς ἀρχαίοις ἐγκατασκήψασαν πλάνην ἀποκείρει πανσόφως· ἦ γὰρ
οὐχὶ Δία μὲν ὀνομάζουσι τὸν οὐρανόν, Δημήτραν δὲ τὴν γῆν, Ἀπόλλωνα δὲ τὸν ἥλιον καὶ ‘χρυσηλάκατον κελαδεινήν‘,256
5τουτέστιν Ἄρτεμιν, τὴν σελήνην; Καὶ ἁπαξαπλῶς ἑκάστῳ τῶν παρὰ Θεοῦ γεγονότων ἐπιφημίζοντες τὸ δοκοῦν, προσεκύνησαν ὡς θεούς. Ὅτι δὲ σαφὴς καὶ εὐσύνοπτος καὶ οὐδὲν ἔχων περιειργασμένον καὶ σὺν ἀκριβείᾳ πολλῇ τῆς κοσμογονίας ὁ
10λόγος τῷ θεσπεσίῳ γέγονε Μωσεῖ, φέρε δή, φέρε κατα‐ δεικνύωμεν. «Ἐν ἀρχῇ γάρ (φησίν) ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Οὐ γάρ τοι συνάναρχον καὶ συναΐδιον τῷ Θεῷ καὶ ἀγένητον, κατά τινας, ἐφίησι καὶ αὐτὸς νοεῖσθαι τὴν ὕλην, σύνδρομόν τε καὶ συνυφεστηκὸς τῷ ἀϊδίῳ τὸ οὐκ ὄν ποτε,
15τῷ ἀεὶ ὄντι τὸ ἐν καιρῷ καὶ μόλις παρενεχθὲν εἰς γένεσιν, οὔτε μὴν τῷ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντι τὸ κεκινημένον, τῷ ἀφθάρτῳ τὸ ὑπὸ φθοράν· χρόνῳ δὲ μᾶλλον καὶ ἀρχῇ καλούσῃ πρὸς γένεσιν περιορίζει τὴν κτίσιν, ὡς ἐξ οὐκ ὄντων ἐνη‐ νεγμένην κατὰ βούλησιν Θεοῦ πρός γε τὸ εἶναι τοῦθ’ ὅπερ
20ἐστί. Καὶ οὐ δήπου φησὶν ὅτι προϋποκειμένης καὶ προεξευρη‐ μένης τῆς ὕλης κοσμήτορα καὶ τεχνίτην ἁπλῶς γενέσθαι Θεόν, εἰδοποιοῦντα τὸ ἄμορφον καθ’ ὃν ἂν εἰδείη τρόπον, καὶ ποιοτήτων διαφοράς, μεγέθη τε καὶ ὄγκους ἐπιρρῖψαι μόνον αὐτῇ, ἀλλὰ γὰρ ἀρρήτῳ τινὶ καὶ ἀφράστῳ δυνάμει τὸ οὐκ ὂν
25οὐδὲ ὑπάρχον ὅλως εἰς ἀρχὰς τοῦ εἶναι παραγαγεῖν.

2

.

27

Τίνα δὲ τρόπον δημιουργεῖ νῷ μὲν τῷ καθ’ ἡμᾶς
ἀνέφικτον ἰδεῖν, εἶναι δέ φημι καὶ πέρα λόγου παντός. Πῶς γὰρ ἄν τις φράσαι τὰ ὑπὲρ νοῦν; Ὑπερανεστήξει δέ, οἶμαι, τοσοῦτον τῶν καθ’ ἡμᾶς τὰ τῆς ἀνωτάτω πασῶν οὐσίας258
5εὑρήματα καὶ ἡ πρὸς πᾶν ὁτιοῦν τῶν πρακτέων ὁδός, ὅσονπερ αὐτῆς καὶ κατὰ φύσιν ἡττήμεθα. Ὅταν τοίνυν λέγῃ Μωσῆς· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», σύνες ὅτι συλλήβδην μὲν ὥσπερ καὶ ὡς ἐν βραχεῖ τὰ πάντα συνε‐ νεγκὼν τῆς ὅλης κτίσεως ἀφηγεῖται τὴν γένεσιν. Εἶτα πρόεισιν
10εὐτέχνως ἐπὶ τὸ χρῆναι λέγειν τίνα τε διεκοσμήθη τρόπον καὶ ὅπως ἕκαστα τῶν πεποιημένων τοῦθ’ ὅπερ εἰσὶν εὖ μάλα διεκληρώσαντο. Λόγῳ τε μὴν τῷ πανσθενεστάτῳ δεδη‐ μιουργηκέναι φησὶν αὐτόν· Θεὸς γάρ ἐστι καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ τῶν ὅλων δημιουργὸς αὐτοῦ Λόγος. «Εἶπε γάρ,
15φησίν, ὁ Θεός· ‘Γενηθήτω στερέωμα‘» καί μοι βλέπε παραχρῆμα τῇ τοῦ Λόγου δυνάμει πεπηγὸς τὸ στερέωμα, ὃ δὴ καὶ ἐκάλεσεν ‘οὐρανόν‘. «Εἶπεν ὁ Θεός· ‘Ὀφθήτω ἡ ξηρά‘», καὶ συνέθει τὸ ὕδωρ εἰς συναγωγὴν μίαν. Ἔφη τε πρὸς τούτοις ἥλιον γενέσθαι, καὶ γέγονε, σελήνην, ἄστρα, καὶ φῶς καὶ ζῷά
20τε χερσαῖα καὶ ἔνυδρα, πτηνά τε πρὸς τούτοις. Ὅτι δὲ καὶ αὐτὴ τῶν στοιχείων ἡ φύσις οἴκοθέν τε καὶ ἐξ ἑαυτῆς οὐκ ἂν ἔχοι τὸ δύνασθαι διαδρᾶναι τὴν φθοράν, δεῖται δὲ μᾶλλον τῆς τοῦ συνέχοντος αὐτὴν πρὸς τὸ εὖ εἶναι χειρός, ἐδίδαξεν εἰπὼν ὅτι· «Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος»· ζωογονεῖ γὰρ
25τὰ πάντα τὸ Θεοῦ πνεῦμα, ζωὴ καὶ αὐτὸ κατὰ φύσιν ὑπάρχον, ὡς ἐκ ζωῆς τοῦ Πατρός, δεῖται δὲ τὰ πάντα αὐτοῦ, καὶ οὐκ ἂν ἑτέρως ἔχοι τὸ ἀκατάσειστον εἴς γε τὸ εἶναι τοῦθ’ ὅπερ ἐστίν.260

2

.

28

Ὅρα δὴ οὖν, ὡς ἔφην, Λόγῳ πηγνύμενον τὸ στερέωμα, καὶ ἀνίσχουσαν τὴν ξηρὰν συναγηγερμένων τῶν ὑδάτων εἰς ἕν· ὅρα πόαις τε καὶ ξύλοις χλοηφοροῦσαν τὴν γῆν, καὶ σπερματι‐ κοὺς αὐτοῖς ἐνυπάρχοντας λόγους, ἵνα δι’ αὐτῶν τὰ πρόσκαιρα
5τὴν τοῦ ἀϊδίως εἶναι παρακλέπτοντα δύναμιν διαμένῃ καὶ σῴζηται. Ἄθρει τοὺς ἐν τῷ στερεώματι φωστῆρας οὐκ ἐφ’ ἑτέρῳ τινὶ παρὰ Θεοῦ γεγονότας, πλὴν ὅτι μόνον ἵνα φαίνωσι τοῖς ἐπὶ τῆς γῆς, κατασημαίνωσι δὲ καὶ καιροὺς καὶ ἡμέρας καὶ ἐνιαυτούς. Προστετάχθαι δέ φησι καὶ τὴν γῆν ζῴων ἀλόγων
10ἐκδοῦναι φύσιν, εἶδος ἑκάστῳ, καὶ τὸ πόσον καὶ τὸ ἐφ’ ᾧπερ ἂν γένοιτο, διανέμοντος τοῦ Δημιουργοῦ. Ἐπεὶ δὲ ἐπεποίητο λοιπὸν ἐν κόσμῳ τὸ πᾶν, ἐλλελοίπει δὲ ὅλως ταῖς ἀνθρώπου χρείαις οὐδέν, τότε δή, τότε, τίνα καὶ αὐτὸς ἔσται τρόπον ὁ Δημιουργὸς ἐνενόει· οὐ γάρ τοι τοῖς ἄλλοις ἐν ἴσῳ κτίσμασι
15καὶ ἡ αὐτοῦ γένεσις ἀπεσχεδιάζετο. Ἐπειδὴ δὲ μέγα καὶ ἐξαίρετον, μᾶλλον δὲ τοῦ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ λόγου καὶ θαύματος ἡ ὑπερτάτη νοεῖταί τε καί ἐστι φύσις, ἑαυτῇ τὸ ζῷον ἀφομοιοῦν, ὡς ἔνι, βεβούληται· ταύτητοι καὶ μάλα εἰκότως, ἵνα μή τι μικρὸν εἶναι δοκῇ καὶ κατερριμμένον, ἢ καὶ
20τῶν ἄλλων ζῴων ὀλίγα διενεγκεῖν τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ μέλλον ἔσεσθαι ζῷον, τουτέστιν ὁ ἄνθρωπος, οὐκ ἀκατάσκεπτον αὐτοῦ ποιεῖται τὴν γένεσιν.

2

.

29

Καίτοι φαίη τις ἄν, καὶ οὐκ ἂν ἁμάρτοι τἀληθοῦς, ὡς οὐκ ἄν τι τὸν θεῖον διαλάθοι νοῦν· οἶδε δέ, οἶδε τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Τί οὖν ἐσκέπτετο, καίτοι προεγνωκὼς τὴν ἀνθρώπου φύσιν; Οἰκονομικῶς, ὡς ἔφην, ὁ πανάριστος Μωσῆς262
5οἰονεί πως καὶ προβουλίοις φησὶ τετιμῆσθαι τὸν ἄνθρωπον, οὐχ ἁπλῆν, ὡς ἂν εἴποι τις, καὶ κατ’ οὐδὲν τῶν ἄλλων ἐξηλλαγμένην τὴν αὐτοῦ γένεσιν εἰσφέρων, ἀλλ’ οἱονεί πως καὶ ἐν φροντίδι θεμένου τὸ χρῆμα τοῦ Θεοῦ. Καὶ ὑπερβολικὸς μὲν ὁ λόγος, ἔχοι δ’ ἄν, οἶμαι, τὸ εὖ πεποιῆσθαι δοκεῖν, εἰ πάντων ἄριστον τῶν
10ἐπὶ γῆς ζῴων φαμὲν εἶναι τὸν ἄνθρωπον, πεποιῆσθαί τε καὶ κατ’ εἰκόνα τοῦ κτίσαντος. Ὅτι δὲ τοῖς πανσθενεστάτοις τοῦ Θεοῦ νεύμασι παρεκο‐ μίσθη πρὸς ὕπαρξιν ἡ σύμπασα κτίσις, χαλεπὸν οὐδέν, ὥς γε οἶμαι, διαμαθεῖν καὶ ἐξ ὧν γεγράφασιν οἱ τῆς αὐτοῦ δεισιδαι‐
15μονίας διδάσκαλοι· ἐδόκει γὰρ ἅπασι καὶ φρονεῖν καὶ λέγειν συλλήβδην ἅπαντα δεδημιουργῆσθαι παρ’ αὐτοῦ, νοητά τε καὶ αἰσθητά, ἀόρατα καὶ ὁρώμενα. Συνωμολογήκασι γὰρ ὅτι περὶ τὸν ἁπάντων Βασιλέα καὶ Κύριον πάντα ἐστί· καὶ δὴ καὶ εἰπεῖν ὁ Πλάτων διατείνεται· «Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ
20τε ἔργων.» Ἤδη μὲν οὖν τὰς Ἑλλήνων παρηγάγομεν χρήσεις, τὰς ἐπί γε τούτοις φημί, καὶ παρήσω μὲν τὸ ταὐτοεπεῖν, διαμεμνή‐
σομαι δὲ τῶν Ἑρμοῦ τοῦ Τρισμεγίστου λόγων.264

2

.

30

Ἔφη γὰρ οὗτος ἐν τῷ ‘Πρὸς Ἀσκληπιόν‘· «Καὶ εἶπε, φησίν, Ὄσιρις· ‘Εἶτα, ὦ μέγιστε ἀγαθὸς δαίμων, πῶς ὅλη ἡ γῆ ἐφάνη;‘ Καὶ εἶπεν ὁ μέγας ἀγαθὸς δαίμων· ‘Κατὰ τάξιν καὶ ἀναξήρανσιν, ὡς εἶπον, καὶ τῶν πολλῶν ὑδάτων κελευσθέντων
5ἀπὸ τοῦ Κυρίου εἰς ἑαυτὰ ἀναχωρῆσαι ἐφάνη ὅλη ἡ γῆ ἔμπηλος καὶ τρέμουσα· ἡλίου λοιπὸν ἀναλάμψαντος καὶ ἀδιαλείπτως διακαίοντος καὶ ξηραίνοντος, ἡ γῆ ἐστηρίζετο ἐν τοῖς ὕδασιν, ἐμπεριεχομένη ὑπὸ τοῦ ὕδατοσ‘.» Καὶ μὴν καὶ ἑτέρωθι· «Ὁ πάντων Δημιουργὸς καὶ Κύριος ἐφώνησεν οὕτως· ‘Ἔστω γῆ,
10καὶ φανήτω στερέωμα‘, καὶ εὐθέως ἀρχὴ τῆς δημιουργίας γῆ ἐγένετο.» Καὶ ταυτὶ μὲν περὶ τῆς γῆς· ἡλίου δὲ πέρι πάλιν ὧδέ φησι· «Καὶ εἶπεν Ὄσιρις. ‘Ὦ Τρισμέγιστε ἀγαθὸς δαίμων, πόθεν ἀνεφάνη ὁ μέγας οὗτος ἥλιος;‘ Καὶ εἶπεν· ‘Ὄσιρι, ἡλίου γένεσιν βούλει ἡμᾶς καταλέξαι πόθεν ἐφάνη;
15Ἐφάνη προνοίᾳ τοῦ πάντων Δεσπότου. Ἔστι δὲ ἡ γένεσις τοῦ ἡλίου ἀπὸ τοῦ πάντων Δεσπότου διὰ τοῦ ἁγίου καὶ δημιουρ‐ γικοῦ Λόγου αὐτοῦ γενομένη‘.» Ὁμοίως καὶ αὐτὸς ἐν τῷ ‘Πρὸς τὸν Τὰτ διεξοδικῷ λόγῳ‘ πρώτῳ φησίν. «Ὁ δὲ πάντων Κύριος εὐθέως ἐφώνησε τῷ
20ἑαυτοῦ ἁγίῳ καὶ νοητῷ καὶ δημιουργικῷ Λόγῳ· ‘Ἔστω ἥλιοσ‘· καὶ ἅμα τῷ φάναι τὸ πῦρ τὸ φύσεως ἀνωφεροῦς ἐχόμενον—λέγω δὴ τὸ ἄκρατον καὶ φωτεινώτατον καὶ δραστικώτερον καὶ γονιμώτερον—ἐπεσπάσατο ἡ Φύσις τῷ ἑαυτῆς πνεύματι καὶ ἤγειρεν εἰς ὕψος ἀπὸ ὕδατος.»

2

.

31

Τὸ μὲν οὖν προστάξει Θεοῦ διὰ τοῦ δημιουργοῦ πεποιῆσθαι Λόγου τὰ πάντα πρέποι ἂν ἀνθρώπῳ νοεῖν καὶ ἀληθὲς εἰπεῖν· τὸ δὲ ὅπως ἢ τίνα τρόπον, αὐτὸς ἂν εἰδείη καὶ μόνος.266
5 Ὅτι δὲ τῶν γεγονότων ἑκάστῳ τὸ εἶναι τοιῶσδε διανέμει κατ’ ἐξουσίαν, καὶ ὁ τῆς ἁπάντων ὑπάρξεως τρόπος αὐτὸν ἔχει τὸν ὁριστὴν, σαφὲς ἂν γένοιτο καὶ δι’ ὧν ἔφη Μωσῆς· «Γενηθήτω στερέωμα, καὶ ἐγένετο οὕτως» καὶ· «Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά.» Ταῦτα γὰρ
10δὴ τὴν ἑκάστου τῶν εἰς γένεσιν παρενηνεγμένων ὁρίζει φύσιν. Διαμνημονεύει δὲ καὶ τούτου πάλιν ὁ παρ’ αὐτοῖς Τρισμέ‐ γιστος Ἑρμῆς· εἰσκεκόμικε γὰρ λέγοντα τὸν Θεὸν τοῖς κτίσμασιν· «Ἀνάγκην δὲ ὑμῖν τοῖς ὑπ’ ἐμὲ περιθήσω ταύτην τὴν διὰ τοῦ Λόγου μου ὑμῖν ἐντολὴν δεδομένην· τοῦτον γὰρ
15νόμον ἔχετε.» Ὡς γὰρ ἔφην ἀρτίως, τῶν γεγονότων ἑκάστῳ φυσικὸν ὡρίσατο νόμον ὁ Δημιουργός, καὶ τοῖς αὐτοῦ νεύμασι τὸ εἶναι τοιῶσδε τυχὸν ἢ μὴ διαλαχόντα φαίνεται. Καὶ ὁ μὲν εἰς εὐθύ τε διήκων καὶ ἀκαπήλευτος λόγος ἔχοι ἂν ὡδί· κατατέθηπε δὲ οὐ μετρίως αὐτὸς τὴν Πλάτωνος δόξαν,
20καί φησιν· ΙΟΥΛΙΑΝΟΣ Ὅ γε μὴν Πλάτων ἄκουε περὶ τοῦ κόσμου τί φησιν. «Ὁ δὴ πᾶς οὐρανός, ἢ κόσμος—ἢ καὶ ἄλλο τί ποτε ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦτο ἡμῖν ὠνομάσθω—πότερον ἦν ἀεί,
25γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν, ἀπ’ ἀρχῆς τινος ἀρξάμενος; Γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστι, καὶ σῶμα ἔχων· πάντα δὲ τὰ τοιαῦτα αἰσθητά, δόξῃ περίληπτα μετὰ
αἰσθήσεως.» Καὶ μεθ’ ἕτερα· «Οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τε268
30τῇ ἀληθείᾳ διὰ τὴν τοῦ Θεοῦ γενέσθαι πρόνοιαν.» ΚΥΡΙΛΛΟΣ

2

.

32

Ἰδοὺ δὴ σαφῶς καὶ ὁ κατ’ αὐτὸν ‘θεῖός τε καὶ πάνσο‐ φοσ‘ Πλάτων σύμπαντα τὸν κόσμον—ἢ ὅ τί ποτ’ ἂν λέγοιτο— γενητόν τε εἶναι καὶ ἀπ’ ἀρχῆς τινος ἦρχθαι διαβεβαιοῦται, καὶ μὴν ἁπτόν τε καὶ ὁρατὸν καὶ ἐνσώματον καὶ δοξαστὸν μετ’
5αἰσθήσεως, καὶ κατά γε τὴν τοῦ Δημιουργοῦ πεποιῆσθαι πρόνοιαν. Ὁ δὲ τῆς Πλάτωνος εὑρησιλογίας εἰς ἅπαν ἀπηρτη‐ μένος καὶ τοῖς εἰς λῆξιν ἐπαίνοις αὐτὴν στεφανῶν, ὅτι καὶ πεπλάνηται σὺν αὐτῷ καὶ πεφρόνηκε μὲν τῶν ἀμωμήτων οὐδέν, περιφέρεται δὲ ὥσπερ ἀνέμῳ παντί, σαφηνιοῦμεν οὐκ
10εἰς μακράν, πάλιν τὰ αὐτοῦ παραθέντες Ἰουλιανοῦ· ἔφη γὰρ οὕτως· ΙΟΥΛΙΑΝΟΣ Ἓν δὲ ἑνὶ παραβάλωμεν μόνον, τίνα καὶ ποδαπὴν ποιεῖται δημιουργίαν ὁ Θεὸς ὁ παρὰ Μωσῇ, καὶ ποδαπὴν ὁ παρὰ
15Πλάτωνι. «Καὶ εἶπεν ὁ Θεὸς· ‘Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.‘ Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ
20ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ εὐλό‐ γησεν αὐτοὺς ὁ Θεὸς λέγων· ‘Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ
πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς.‘»270

2

.

33

Ἄκουε δὴ οὖν καὶ τῆς πλατωνικῆς δημηγορίας, ἣν τῷ τῶν ὅλων περιτίθησι Δημιουργῷ· «Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων ἄλυτα ἔσται ἐμοῦ γε ἐθέλοντος· τὸ μὲν οὖν δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθέν, καὶ ἔχον
5εὖ, λύειν ἐθέλειν κακοῦ. Διὸ ἐπείπερ γεγένησθε, οὐκ ἀθάνατοι μέν ἐστε, οὐδὲ ἄλυτοι τὸ πάμπαν· οὔ τι μήν γε λυθήσεσθε, οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων οἷς, ὅτε ἐγί‐ νεσθε, ξυνεδεῖσθε. Νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος
10μάθετε· θνητὰ ἔτι γένη λοιπὰ τρία ἀγένητα, τούτων δὲ μὴ γενομένων, οὐρανὸς ἀτελὴς ἔσται· τὰ γὰρ πάντα ἐν αὑτῷ γένη ζῴων οὐχ ἕξει. Ὑπ’ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτο ἄν. Ἵν’ οὖν θνητά τε ᾖ, τό τε πᾶν τόδε ὄντως ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν
15ζῴων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν. Καὶ καθόσον μὲν αὐτοῖς ἀθανάτοις ὁμω‐ νύμως εἶναι προσήκει, ‘θεῖον‘ λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἕπεσθαι, σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω. Τὸ δὲ λοιπὸν ὑμεῖς, ἀθανάτῳ
20θνητὸν προσυφαίνοντες, ἀπεργάζεσθε ζῷα καὶ γεννᾶτε, τροφήν τε διδόντες αὐξάνετε, καὶ φθίνοντα πάλιν δέχεσθε.»

2

.

34

ΚΥΡΙΛΛΟΣ Διαγελᾷ μὲν οὖν ὁ γενναῖος οὑτοσί, καὶ θρασὺς εἰς λόγους
τοὺς καθ’ ἡμῶν, τὴν ἀνθρώπου γένεσιν—τὴν διά γε, φημί, τοῦ παναρίστου Μωσέως ἐξηγγελμένην—καὶ σμικρὸν οἴεται τῇ272
5ἀνθρώπου φύσει δεδόσθαι παρὰ Θεοῦ τὸ κατ’ εἰκόνα τὴν πρὸς αὐτὸν καὶ ὁμοίωσιν γενέσθαι παρ’ αὐτοῦ. Καίτοι πῶς οὐχ ἁπαστισοῦν τῶν εὖ φρονεῖν εἰωθότων συμφήσειεν ἂν ὡς τῶν ὅ τι μάλιστα κατακαλλύνειν εἰδότων τὸ χρῆμά ἐστι; Τί γὰρ ἄμεινον, εἰπέ μοι, τοῦ τὴν θείαν ἡμῖν ὁμοίωσιν ἐνσεσημάνθαι
10λέγειν; Ἦ γὰρ οὐχὶ τὸ πάντων ἀκρότατόν τε καὶ ἀνωτάτω τὴν θείαν εἶναί φαμεν οὐσίαν, ἀφράστῳ δόξῃ περιαστράπτουσαν, καὶ αὐτόχρημα πᾶν εἶδός τε καὶ κάλλος ὑπάρχον ἀρετῆς; Εἶτα πῶς οὐχ ἅπασιν ἐναργὲς ὅπερ ἔφην; Τί τοίνυν διαγελᾷ τὰ οὕτως ἐξαίρετα, κατασκώπτει δὲ ἀνθ’ ὅτου καὶ τό γε δὴ δεῖν
15ἀρχῇ τετιμῆσθαι τῇ κατὰ πάντων τὸ ἔννουν τε καὶ λογικὸν καὶ θεοειδέστατον τῶν ἐπὶ γῆς ζῴων, φημὶ δὴ τὸν ἄνθρωπον; Καὶ μὴν τοῖς διὰ Μωσέως λόγοις ἡ φύσις αὐτὴ τῶν πραγμάτων ὁμολογεῖ· ἀλλ’ οὐδένα μὲν τοῦ εἰκότος ποιεῖται λόγον, ἀπονένευκε δὲ καὶ τοῦτο ἀσχέτως ἐπὶ τὸ χρῆναι μόναις
20ταῖς τοῦ Πλάτωνος προσκεῖσθαι φωναῖς. Καὶ δὴ καὶ θαυμάσας ἔχει, καὶ τοῦτο ἀκατασκέπτως, τὴν οὐκ οἶδ’ ὅπως αὐτῷ πεπλασμένην δημηγορίαν, ἣν δὴ πεποιῆσθαί φησι τὸν τῶν ὅλων Θεὸν πρὸς γενητούς τινας καὶ ψευδωνύμους θεούς.

2

.

35

Οἶμαι δὲ δεῖν καὶ ἡμᾶς αὐτῷ πρὸς τοῦτο εἰπεῖν. Εἰ μὲν γὰρ ἐν τούτοις ἠθοποιεῖ Πλάτων καὶ κατὰ νόμον τῶν ποιητῶν τῷ προσώπῳ τοῦ Θεοῦ περιτίθησι λόγους οὕσπερ ἂν οἴηται πρέπειν αὐτῷ, διημάρτηκεν οὐ μετρίως τοῦ σκοποῦ, καὶ
5καταμωμήσαιτ’ ἄν τις αὐτὸν προσωποποιεῖν οὐκ εἰδότα καθ’
ὃν ἔδει τρόπον. Εἰ δὲ σκήπτεται τὸ θεοκλυτεῖν, χαιρέτω ληρῶν· οὐ γάρ τοι θέμις εἰπεῖν θεοῖς οὐκ ἀληθέσι τῆς ἰδικῶς αὐτῷ τε καὶ μόνῳ πρεπούσης εὐκλείας ἐφεῖναι μεταλαχεῖν τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεόν. Ἔφη γὰρ ὅτι· «Τὴν δόξαν274
10μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς.» Καὶ φέρε διὰ βραχέων τοῖς Πλάτωνος λόγοις ἀντεξάγοντες τὴν ἀλήθειαν ἐκεῖνο λέγωμεν. Συγκεχωρήσθω γάρ, εἰ δοκεῖ, τὰς ἄνω τε καὶ νοερὰς δυνάμεις παρὰ Θεοῦ γενομένας τῇ τοῦ ‘θεοῦ‘ τετιμῆσθαι κλήσει· φαμὲν γὰρ εἶναί τινας ἐν οὐρανῷ καὶ
15‘θεοὺσ‘ καὶ ‘κυρίουσ‘ ὠνομασμένους. Ἀλλὰ καὶ ἡμεῖς αὐτοὶ τῇ τοιᾷδε κλήσει κατεστέμμεθα, Θεοῦ λέγοντος πρὸς ἡμᾶς· «Ἐγὼ εἶπα, ‘Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.‘» Ἀλλ’ ἔστι τις ἐν τούτοις ἀναγκαιοτάτη τοῦ πράγματος αἰτία, καὶ τῆς παρὰ Θεοῦ φιλοτιμίας ὁ εἰς ἡμᾶς λόγος ἔχοι ἂν ὀρθῶς ὅ τι
20μάλιστά γε· ὁ γάρ τοι τῶν ὅλων Δημιουργός, ἐπεί τοι κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἑαυτοῦ τὴν νοεράν τε καὶ λογικὴν εἰργάσατο κτίσιν, ἅτε δὴ καὶ ἀγαθὸς ὑπάρχων, καὶ τῇ τοῦ ‘θεοῦ‘ τετίμηκε κλήσει, καὶ τὸ ἀπεικὸς οὐδέν. Εἰθίσμεθα γὰρ καὶ ἡμεῖς αὐτοὶ τὴν ἀνθρώπου φέρε εἰπεῖν εἰκόνα ὁμωνύμως
25‘ἄνθρωπον‘ ὀνομάζειν.

2

.

36

Οὐκοῦν ἡ μὲν νοερὰ καὶ λογικὴ κτίσις, ἅτε δὴ καὶ ἐν λόγῳ μείζονι κειμένη παρὰ Θεῷ τῆς οὐκ οὔσης λογικῆς τε καὶ νοερᾶς, τὴν ἀμείνω δόξαν λαχοῦσα φαίνεται, τῇ τοῦ ‘θεοῦ‘
κλήσει κεχρυσωμένη. Τῶν γε μὴν ἑτέρων κτισμάτων οὐδὲν τὸ276
5παράπαν ὠνόμασται ‘θεόσ‘. Ὅτι γὰρ οὔτε ζῷόν ἐστιν ὁ οὐρανὸς ἤγουν ὁ κόσμος ἁπλῶς, οὔτε μὴν ἔμψυχος ὅλως, κἂν εἰ μή τις ἕλοιτο λέγειν τῶν τελούντων ἐν ἡμῖν, ἀποχρὴ πρὸς ἔλεγχον καὶ δίχα τῶν ἄλλων οὕς φασιν εἶναι ‘σοφοὺσ‘ ὁ αὐτοῦ τοῦ Πλάτωνος φοιτητὴς Ἀριστοτέλης. Ἔφη γάρ, ὡς ἤδη
10φθάσαντες διϊσχυρισάμεθα, οὔτε ἔμψυχον ὅλον δι’ ὅλου τὸν κόσμον οὔτε λογικὸν οὔτε νοερόν. Ὅτι μὲν τοίνυν ὅλον δι’ ὅλου τὸν κόσμον, ἢ ὅ τί ποτέ ἐστι τόδε τὸ πᾶν (ἔφη γὰρ οὕτως αὐτός) οὔτε ἔμψυχον οὔτε μὴν νοερὸν εἶναι λέγειν ἐφίησιν αὐτῷ τῆς ἀληθείας ἡ δύναμις, οἴκοθεν, ὡς ἔφην, καὶ παρά γε
15τῶν οἰκειοτάτων ὅ τι μάλιστα αὐτῷ, διαρκεστάτην ἔχει τὴν ἀντίστασιν. Τοῖς γε μὴν οὐκ οὖσιν ὅλως θεοῖς ἐμψύχοις ἢ νοεροῖς ὡς οὐκ ἂν ἔφη Θεὸς τὸ χρῆναι δημιουργεῖν, ἐκδείξειεν ἂν ἡμῖν ἡ αὐτοῦ τοῦ πράγματος φύσις, διὰ βασάνων ἰοῦσα συμμέτρων. Τί γὰρ
20ὅλως καθ’ ἑαυτὸν ἐννενοηκὼς ὁ τῶν ὅλων Δημιουργὸς ἑτέροις θεοῖς ἐνεχείρισε τὸ χρῆναι πονεῖν περὶ τὴν τῶν τριῶν γενῶν δημιουργίαν; Ὀκνήσας ἄρα, φαῖεν ἄν, ἢ λόγου τὰ καθ’ ἡμᾶς ἀξιώσας οὐδενός· εἶεν δ’ ἄν, ὥς γε οἶμαι, ταυτὶ τῆς ἀνωτάτω πασῶν οὐσίας ἀλλότρια παντελῶς.

2

.

37

Εἰ γάρ ἐστιν ἀγαθὸς ὁ Δημιουργός, πῶς ἂν αὐτῷ καὶ ὄκνος ἐγγένοιτό τις περί τινος ὅλως; οὕτω γάρ—αὐτός πού φησιν ὁ Πλάτων—‘ἀγαθὸς ἦν, ἀγαθῷ δὲ φθόνος οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται‘. Τό γε μὴν ἀπαξιῶσαι λέγειν αὐτὸν εἴη ἂν
5ἕτερον οὐδὲν ἢ τῦφον αὐτῷ προσνέμειν καὶ ὑπεροψίας καθο‐ ρίσαι γραφήν. Πῶς δ’ ἂν ἕλοιτο κρατεῖν ὧν ἀτιμάζει τὴν γένεσιν; Ἢ τίνα δὴ τρόπον ταῖς παρ’ ἡμῶν λατρείαις ἐπιγάν‐ νυται, εἰ μηδὲ κτίζειν ὅλως ἠξίωσε τὴν ἀρχήν; Ὅτι δὲ καὶ τιμᾶσθαι βούλεται πρὸς ἡμῶν, καὶ τὸ εὐήνιον ἀπαιτεῖ, καὶ διὰ278
10πάσης ἀρετῆς ἀφομοιοῦσθαι δεῖν ἑαυτῷ τὴν ἀνθρώπου φύσιν ἐθέλει, παραθείην μὲν ἄν, καὶ μάλα ῥᾳδίως, πλείστας τε ὅσας καὶ ἀληθεῖς μαρτυρίας τῆς θεοπνεύστου Γραφῆς. Ἐπειδὴ δὲ μᾶλλόν εἰσιν Ἰουλιανῷ πιστὰ τὰ αὐτοῦ, γεγραφέναι φημὶ Πορφύριον ἐν βιβλίῳ δευτέρῳ ‘Περὶ ἀποχῆς ἐμψύχων‘ ὡδί·
15«Θύσωμεν τοίνυν καὶ ἡμεῖς, ἀλλὰ θύσωμεν ὡς προσήκει, Θεῷ μὲν τῷ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν αἰσθητὸν μήτε θυμιῶντες μήτε ἐπονομάζοντες. Οὐδὲν γάρ ἐστιν ἔνυλον ὃ μὴ τῷ ἀνύλῳ εὐθὺς ἀκάθαρτον· διὸ οὐδὲ λόγος τούτῳ ὁ κατὰ φωνὴν οἰκεῖος, οὐδὲ ὁ ἔνδον, ὅταν πάθει ψυχῆς ᾖ μεμιασμένος,
20διὰ δὲ σιγῆς καθαρᾶς καὶ τῶν περὶ αὐτοῦ καθαρῶν ἐννοιῶν θρησκεύωμεν αὐτόν. Δεῖ δὲ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ τὴν ἑαυτῶν ἀγωγὴν θυσίαν ἱερὰν προσάγειν τῷ Θεῷ, τὴν αὐτὴν δὲ καὶ ὑμνοῦσαν καὶ ἡμῶν σωτηρίαν. Ἐν ἀπαθείᾳ ἄρα, τοῦ δὲ Θεοῦ θεωρίᾳ, ἡ θυσία αὕτη τελεῖται.»

2

.

38

Τιμᾶσθαι δὴ οὖν πρὸς ἡμῶν ἐθέλει Θεός, καὶ δι’ εὐαγοῦς πολιτείας ἀποσημήνασθαι πρὸς αὐτὸν νοερῶς, ταῖς
ἰδίαις ψυχαῖς τὸ αὐτοῦ κάλλος ἐγγράφοντας. Εἶτα πῶς, εἰπέ μοι, ταυτὶ παρ’ ἡμῶν αἰτεῖ, μονονουχὶ παραρρίψας ἡμᾶς280
5ἑτέροις δημιουργοῖς καί, ἵν’ οὕτως εἴπω, τῆς τοῖς ἄλλοις ἅπασι κτίσμασι δεδωρημένης αὐτουργίας ἀποστερῶν; Προνοεῖ δὲ ὅλως ἀνθ’ ὅτου τῶν ἐπὶ τῆς γῆς, καίτοι, κατά γε τὸ Πλάτωνι δοκοῦν, ἄθυρμα θεοῖς δοθέντων ἑτέροις; Ὅτι γὰρ προνοεῖ, καὶ μέχρι τῶν εὐτελεστάτων διηκούσης τῆς παρ’ αὐτοῦ φειδοῦς τε
10καὶ ἡμερότητος, διδάξει λέγων αὐτὸς ὁ εἰδὼς τὸν ἑαυτοῦ Πατέρα Θεόν· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς;» Ἀλλ’ ἴσως αὐτός, ὡς οὐκ οὖσαν ἀληθῆ, παραγράψεται τὴν φωνήν (θεομαχεῖ γὰρ ἐκτόπως), παραδέ‐
15ξεται δὲ τοὺς οἰκείους αὐτῷ γεγονότας, κατά γε τὸ πεπλα‐ νῆσθαί φημι. Γράφει τοίνυν Ἀλέξανδρος ὁ Ἀριστοτέλους μαθητὴς ἐν τῷ ‘Περὶ προνοίασ‘ οὕτω· «Τὸ δὲ λέγειν μὴ βούλεσθαι τὸν Θεὸν τῶν ἐνταῦθα προνοεῖν, παντελῶς ἀλλότριον Θεοῦ· φθόνου γάρ τινος καὶ παντάπασιν ἀτόπου
20φύσεως τὸ τὰ βελτίω μὴ ποιεῖν δυνάμενον. Ἐπειδὴ δὲ ἑκάτερον τούτων ἀλλότριον Θεοῦ, οὔτ’ ἂν ἄμφω εἴη περὶ αὐτὸν οὔτε θἄτερον. Λείπεται τοίνυν τὸ καὶ δύνασθαι καὶ βούλεσθαι προνοεῖν τὸ θεῖον τῶν ἐνταῦθα· εἰ δὲ βούλεταί τε καὶ δύναται, δῆλον ὡς καὶ προνοεῖ· οὐδὲν ἄρα οὐδὲ τῶν τυχόντων εὔλογον
25χωρὶς τῆς θείας γενέσθαι γνώμης τε καὶ βουλήσεως.»

2

.

39

Ταύτης δὲ τῆς δόξης φασὶ μὲν εἶναί τινες καὶ Πλάτωνα, φανερῶς δὲ Ζήνων τε ὁ Κιτιεὺς καὶ οἱ ἀπὸ τῆς Στοᾶς
πρεσβεύουσι τὸ δόγμα τοῦτο. Ὅτι μὲν οὖν καὶ τῶν καθ’ ἡμᾶς ποιεῖται πρόνοιαν ὁ ἀνωτάτω καὶ φύσει τε καὶ μόνος τῶν282
5ὅλων Θεός, μεμαρτυρήκασι καὶ αὐτοί. «Εἶτα τί τὸ χρῆμα, φαίη τις ἄν;» Καίτοι τοῦ προνοεῖν ἀξιοῦντος ἦν, οὐ τοῦ πάντων ἀρίστου τὸ γένος ἀποστερεῖν τὸ ἀνθρώπινον, τοῦτο δέ ἐστι τὸ παρ’ αὐτοῦ γενέσθαι μᾶλλον καὶ μὴ γενητούς τινας καὶ θύραθεν ἔχοντας ψιλὴν καὶ μόνην τὴν τοῦ Θεοῦ κλῆσιν λαχεῖν τοὺς
10δημιουργούς, εἰ καὶ ὅ τι μάλιστα καὶ αὐτῆς τῆς θείας καταστρατεύσεται δόξης τὸ καὶ ἑτέρους οἴεσθαι δημιουργεῖν δύνασθαι καὶ καλεῖν εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ· οὐ γάρ τοι θέμις εἰπεῖν τὰ τῆς θείας καὶ ἀπορρήτου φύσεως ἴδια καὶ ἐξαίρετα φυσικῶς ἐνεῖναι δύνασθαί τισι τῶν παρ’ αὐτῆς
15γεγονότων. Ἁρμόσει δὲ μᾶλλον αὐτῇ τε καὶ μόνῃ καὶ πρὸς εὐκλείας ἔσται τῆς ἀνωτάτω τὸ χρῆμα αὐτῇ· ἀνέμβατα γὰρ τῇ κτίσει, καθάπερ ἔφην ἀρτίως, τὰ μόνης καὶ ἰδικῶς τῆς ἀνωτάτω πασῶν οὐσίας. Ἓν δὲ δὴ τῶν τοιούτων εἶναί φαμεν καὶ τὸ ἐνεργεῖν δύνασθαι δημιουργικῶς καὶ παρακομίζειν εἰς
20ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ. Εἶτα πῶς γενετὴ καὶ πεποιημένη φύσις, ᾗ καὶ τὸ φθείρεσθαι δεῖν πάντη τε καὶ πάντως ἕποιτο ἄν, κατά γέ φημι τοὺς ἐνόντας τῇ φύσει λόγους, ἐνεργήσειε ἂν τὰ τοῦ Θεοῦ;

2

.

40

Εἰ μὲν γὰρ ὡς ἐπιστήμης νοεῖται τρόπος ἐν Θεῷ τὸ δημιουργεῖν, οὐχὶ πέρα λόγου δοίη τις ἂν τὸ δεδόσθαι παρ’ αὐτοῦ τῇ κτίσει τὸ εἰδέναι δημιουργεῖν, ἐπεί τοι καὶ ἡμεῖς αὐτοὶ δημιουργοῦμεν ἔσθ’ ὅτε τινά, ὕλην ἔχοντες τὴν ὑποκει‐
5μένην καὶ εὐτεχνίᾳ τῇ περὶ ταῦτα χρώμενοι· εἰ δὲ φύσεως, ὡς
ἔφην, μεγαλοπρεποῦς ἐνέργειά τε καὶ δύναμις, καὶ τῶν τῆς κτίσεως ἐπέκεινα μέτρων τὸ δημιουργεῖν ἐστι θεοπρεπῶς, τί τὸ τῆς ἀνωτάτω φύσεως ἀξίωμα κατασύρουσι καὶ τοῖς ἐν γενέσει καὶ φθορᾷ δωροῦνται κατὰ τὸ αὐτοῖς δοκοῦν; Εἶτά τι284
10τῶν ἀναγκαίων οἴονται νοεῖν, μᾶλλον δὲ τὰς θείας συκο‐ φαντοῦσι φωνάς· ἐπιτρέψαι γάρ φασι τὸν ἀγένητον τοῖς γενητοῖς τὰ αὐτοῦ καὶ μόνου δύνασθαι πληροῦν. «Ἀλλὰ ναί, φασίν, ἦν γὰρ δήπου καὶ ἀναγκαῖον, εἰ παρὰ Θεοῦ γένοιτό τι, τοῦτο δὴ πάντως κρεῖττον εἶναι τοῦ τεθνάναι καὶ φθείρεσθαι.»
15Εἶτα, ὦ βέλτιστοι, διεφθόνησεν ἄρα τισὶν ὁ Δημιουργός, καὶ οὐκ ἐφῆκεν αὐτοῖς τοῦ καλλίστου μεταλαχεῖν, ἐνῆκε δὲ ὥσπερ τοῖς χείροσι, διὰ τοῦ μὴ ἀνασχέσθαι δημιουργεῖν αὐτά. Δέδιεν ἄρα τὴν ἀνάγκην οὐκ ἐφιεῖσαν αὐτῷ τὸ ποιεῖν δύνασθαι θνητά, ἢ τάχα που καὶ ἠγνόησεν ὅλως. Εἰ μὲν οὖν ἠγνοηκέναι
20φασὶν αὐτόν, οἶδεν αὐτοῦ τι πλέον ἡ κτίσις· κτίζει γάρ, ὡς αὐτοί φασι, τὰ ὑπὸ φθοράν. Εἰ δὲ δὴ τοῦτο παρέντες εἰδέναι διαβεβαιώσονται, πῶς ἀγαθοῦ τὸ μὴ δρᾶν ὅπερ οἶδεν ὑπάρχον ἀγαθόν; ἄμεινον δὲ δήπου τοῦ θνητοῦ τὸ ἀθάνατον.

2

.

41

Εἶτα πρὸς τούτοις οὐκ ἀμαθὲς οἶμαί που, μᾶλλον δὲ σοφόν, κἀκεῖνο εἰπεῖν. Τοὺς γάρ τοι θεοὺς οἷς ἐπιτρέψαι φασὶ τὸν τῶν ὅλων Βασιλέα καὶ Κύριον τὸ δημιουργεῖν οὐκ ἀθανά‐ τους εἶναί φασιν, ἀλλὰ συνδεθέντας καὶ λυομένους καὶ ἔξω τοῦ
5φθείρεσθαι μένοντας τέως, ἐν τούτοις αὐτοὺς ἐθέλοντος εἶναι Θεοῦ. Ὅτε τοίνυν κατ’ ἰδίαν φύσιν ἄφθαρτον ἢ ἀθάνατον ἢ ἄλυτον οὐδέν, πῶς οὐκ ἂν εἶεν ἀμαθεῖς οὐκ ἀνασχέσθαι λέγοντες τὸν τῶν ὅλων Θεὸν τὰ τρία θνητὰ δημιουργῆσαι γένη,
παραδοῦναι δὲ μᾶλλον ἑτέροις τοῦτο δρᾶν; Ἀλλὰ γὰρ τὸν286
10Ἑλλήνων ἀφέντες λῆρόν φαμεν ὅτι τὸ ἐν κτίσει ποικίλον καὶ πολυειδὲς καὶ τὸ ἄλλως ἄλλο καὶ οὐ ταὐτὸν ὡς ἐν γένει τε καὶ εἴδει πεποίηκεν ὁ Δημιουργός, ἐξουσίᾳ χρώμενος τῇ θεοπρε‐ πεστάτῃ. Ἀθάνατον μὲν γάρ, ὡς ἔφην, ἢ ἄλυτον οὐδέν· ἡ δὲ ἐφ’ ἑκάστῳ τῶν πεποιημένων τοῦ Θεοῦ βούλησις, τοῦτο φύσις
15αὐτῷ, καθικνεῖται δὲ παντὸς ὄκνου δίχα καὶ μέχρι τῶν καθ’ ἡμᾶς· εἷς γάρ ἐστι καὶ μόνος, οὐ παρ’ ἑτέρου τοῦτο μαθών· οὐ γὰρ ἐπιστήμης εἶδος τὸ χρῆμά ἐστιν, ἀλλὰ φύσεως τῆς αὐτοῦ πλεονέκτημα θεοπρεπές, αὐτῇ τε καὶ μόνῃ προσπεφυκός, καθάπερ ἀμέλει καὶ τὰ ἕτερα τῶν ἀξιωμάτων, ἃ βάσιμα μὲν
20ἥκιστά γε τοῖς γενητοῖς ἐστιν, ἐκνενέμηται δέ, ὡς ἔφην, αὐτῇ τε καὶ μόνῃ φυσικῶς. Ὅτι δέ ἐστι τῶν ἄγαν ἐκτοπωτάτων ἑτέροις ἡμᾶς ἀναθεῖναι θεοῖς τῆς δημιουργίας τὴν ἐνέργειαν, ἀφιστῶντας αὐτὴν τοῦ Θεοῦ τοῦ κατὰ φύσιν καὶ ἀληθῶς, κἀκ τῶν αὐτοῦ διδασκάλων κατίδοι τις ἄν.

2

.

42

Γράφει γὰρ οὕτως Ἀσκληπιῷ ὁ ἐπίκλην Τρισμέγιστος Ἑρμῆς περὶ τῆς τοῦ παντὸς φύσεως· «Εἰ τοίνυν δύο ὡμολό‐ γηται τὰ ὄντα, τό τε γινόμενον καὶ τὸ ποιοῦν, ἕν ἐστι τῇ ἑνώσει, τὸ μὲν προηγούμενον, τὸ δὲ ἑπόμενον· προηγούμενον
5μὲν ὁ ποιῶν Θεός, ἑπόμενον δὲ τὸ γινόμενον, ὅ τι ἂν ᾖ. Καὶ μὴ διὰ τὴν ποικιλίαν τῶν γινομένων φυλάξῃ, φοβούμενος ταπεινό‐ τητα καὶ ἀδοξίαν Θεῷ περιάψαι· μία γὰρ αὐτῷ ἐστι δόξα τὸ ποιεῖν πάντα, καὶ τοῦτό ἐστι τὸ τοῦ Θεοῦ ὥσπερ τὸ σῶμα ἡ ποίησις. Αὐτῷ δὲ τῷ ποιοῦντι οὐδὲν κακὸν οὐδὲ αἰσχρὸν
10νομιζόμενον. Ταῦτα γάρ ἐστι τὰ πάθη τὰ τῇ γενέσει παρεπό‐
μενα, ὥσπερ ὁ ἰὸς τῷ χαλκῷ καὶ ὁ ῥύπος τῷ σώματι· ἀλλ’ οὔτε ὁ χαλκουργὸς τὸν ἰὸν ἐποίησεν οὔτε τὸν ῥύπον οἱ γεννήσαντες.» Καὶ μεθ’ ἕτερα πάλιν διὰ θερμοτέρων ἔρχεται λόγων, ἐναργὲς παράδειγμα τιθείς, καί φησιν· «Εἶτα τῷ μὲν288
15αὐτῷ ζωγράφῳ ἔξεστι καὶ οὐρανὸν ποιῆσαι καὶ γῆν καὶ θάλασσαν καὶ θεοὺς καὶ ἀνθρώπους καὶ πάντα τὰ ἄλογα καὶ ἄψυχα, τῷ δὲ Θεῷ οὐ δυνατὸν πάντα ποιεῖν; Ὦ πολλῆς ἀνοίας καὶ ἀγνωσίας τῆς περὶ τὸν Θεόν. Τὸ γὰρ πάντων δεινότατον πάσχουσιν οἱ τοιοῦτοι· τὸν γὰρ Θεὸν φάσκοντες εὐσεβεῖν τε
20καὶ εὐλογεῖν, τῷ μὴ τὴν πάντων ποίησιν ἀνατιθέναι αὐτῷ οὐδὲ τὸν Θεὸν ἴσασι· πρὸς δὲ τῷ μὴ εἰδέναι, καὶ τὰ μέγιστα εἰς αὐτὸν ἀσεβοῦσι, πάθος αὐτῷ περιτιθέντες ὑπεροψίαν ἢ ἀδυνα‐ μίαν. Εἰ γὰρ μὴ πάντα ποιεῖ, ὑπερηφανῶν οὐ ποιεῖ ἢ μὴ δυνάμενος, ὅπερ ἐστὶν ἀσεβές· ὁ γὰρ Θεὸς ἓν μόνον ἔχει πάθος,
25τὸ ἀγαθόν, ὁ δὲ ἀγαθὸς οὔτε ὑπερήφανος οὔτε ἀδύνατος. Τοῦτο γάρ ἐστιν ὁ Θεός, τὸ ἀγαθόν, ἡ πᾶσα δύναμις ποιεῖν πάντα. Τὸ δὲ γενητὸν ὑπὸ τοῦ ἀγαθοῦ καὶ τοῦ πάντα δυναμένου ποιεῖν γίνεται. Εἰ δὲ πῶς μὲν αὐτὸς ποιεῖ, πῶς δὲ τὰ γινόμενα γίνεται βούλει μαθεῖν, ἔξεστί σοι· ἴδε εἰκόνα καλλίστην καὶ ὁμοιο‐
30τάτην, γεωργὸν σπέρμα καταβάλλοντα εἰς τὴν γῆν, ὅπου μὲν πυρόν, ὅπου δὲ κριθήν, ὅπου δὲ ἄλλο τι τῶν σπερμάτων· ἴδε τὸν αὐτὸν ἄμπελον φυτεύοντα καὶ μηλέαν καὶ τἄλλα τῶν δένδρων· οὕτω καὶ ὁ Θεὸς ἐν μὲν οὐρανῷ ἀθανασίαν σπείρει, ἐν δὲ γῇ μεταβολήν, ἐν δὲ τῷ παντὶ ζωὴν καὶ κίνησιν.»

2

.

43

Καὶ ταυτὶ μὲν οἱ πάλαι τῶν παρ’ Ἕλλησι σοφῶν οὐκ
ἄσημοι γεγονότες πεφρονήκασί τε αὐτοί, καὶ μὴν καὶ ἑτέρους ἑλέσθαι φρονεῖν ἠξίουν. Ὅ γε μὴν ἐπιεικὴς καὶ ἀτιμάγελος οὑτοσὶ ταῖς τῶν ἄλλων δόξαις ἐρρῶσθαι φράσας μόνων ἡττᾶται290
5τῶν τοῦ Πλάτωνος λόγων, καὶ δὴ διατρανοῦν πειρᾶται, καθάπερ οὖν οἴεται, σοφῶς, ἣν ἐκ προσώπου Θεοῦ πεποιῆσθαί φησι δημηγορίαν αὐτῷ, καί φησιν· ΙΟΥΛΙΑΝΟΣ Ἀλλ’ ἆρα μὴ τοῦτο ὄναρ ἐστίν, ἐννοήσαντες αὐτὸ μάθετε.
10‘Θεοὺσ‘ ὀνομάζει Πλάτων τοὺς ἐμφανεῖς ἥλιον καὶ σελήνην, ἄστρα καὶ οὐρανόν, ἀλλ’ οὗτοι τῶν ἀφανῶν εἰσιν εἰκόνες· ὁ φαινόμενος τοῖς ὀφθαλμοῖς ἡμῶν ἥλιος τοῦ νοητοῦ καὶ μὴ φαινομένου, καὶ πάλιν ἡ φαινομένη τοῖς ὀφθαλμοῖς ἡμῶν σελήνη καὶ τῶν ἄστρων ἕκαστον εἰκόνες εἰσὶ τῶν νοητῶν.
15Ἐκείνους οὖν τοὺς ἀφανεῖς θεοὺς ἐνυπάρχοντας καὶ συνυ‐ πάρχοντας καὶ ἐξ αὐτοῦ τοῦ Δημιουργοῦ γεννηθέντας καὶ προελθόντας ὁ Πλάτων οἶδεν· εἰκότως οὖν φησιν ὁ Δημιουργὸς ὁ παρ’ αὐτῷ ‘θεοὶ‘ πρὸς τοὺς ἀφανεῖς λέγων, ‘θεῶν‘ τῶν ἐμφανῶν δηλονότι. Κοινὸς δὲ ἀμφοτέρων Δημι‐
20ουργὸς οὗτός ἐστιν ὁ τεχνησάμενος οὐρανὸν καὶ γῆν καὶ θάλασσαν, καὶ ἄστρα, γεννήσας ἐν τοῖς νοητοῖς τὰ τούτων ἀρχέτυπα. Σκόπει οὖν ὅτι καὶ τὰ ἐπὶ τούτοις καλῶς· «λείπει γάρ, φησί, τρία θνητὰ γένη», δηλονότι τὸ τῶν ἀνθρώπων, καὶ τὸ τῶν ζῴων, καὶ τὸ τῶν φυτῶν· τούτων γὰρ ἕκαστον ἰδίοις
25ὥρισται λόγοις· «εἰ μὲν οὖν, φησί, καὶ τούτων ἕκαστον ὑπ’ ἐμοῦ γένοιτο, παντάπασιν ἀναγκαῖον ἀθάνατον αὐτὸ γενέσθαι.» Καὶ γὰρ τοῖς θεοῖς οὐδὲν ἄλλο τῆς ἀθανασίας αἴτιον καὶ τῷ φαινομένῳ κόσμῳ ἢ τὸ ὑπὸ τοῦ Δημιουργοῦ
γενέσθαι.292

2

.

44

Τί οὖν φησιν· «Ὁπόσον ἐστὶν ἀθάνατον, ἀναγκαῖόν ἐστιν ἐν τούτοις εἶναι παρὰ τοῦ Δημιουργοῦ δεδόσθαι»; τοῦτο δέ ἐστιν ἡ λογικὴ ψυχή· «τούτων οὖν τὰ εἴδη καὶ ὑμῶν ἐθελόντων σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω· τὸ δὲ
5λοιπὸν ὑμεῖς ἀθανάτῳ θνητὸν προσυφαίνετε;» Δῆλον οὖν ὅτι παραλαβόντες οἱ δημιουργοὶ θεοὶ παρὰ τοῦ σφῶν πατρὸς τὴν δημιουργικὴν δύναμιν ἀπεγέννησαν ἐπὶ τῆς γῆς τὰ θνητὰ τῶν ζῴων· εἰ γὰρ μηδὲν ἔμελλε διαφέρειν οὐρανὸς ἀνθρώπου, καὶ ναὶ μὰ Δία θηρίου καὶ τελευταῖον αὐτῶν τῶν ἑρπετῶν καὶ τῶν
10ἐν τῇ θαλάσσῃ νηχομένων ἰχθύων, ἔδει τὸν Δημιουργὸν ἕνα καὶ τὸν αὐτὸν εἶναι πάντων· εἰ δὲ πολὺ τὸ μέσον ἐστὶν ἀθανάτων καὶ θνητῶν, οὐδεμιᾷ προσθήκῃ μεῖζον οὐδὲ ἀφαιρέσει μειού‐ μενον πρὸς τὰ θνητὰ καὶ ἐπίκηρα, αἴτιον εἶναι προσήκει τούτων μὲν ἄλλους, ἑτέρων δὲ ἑτέρους.
15ΚΥΡΙΛΛΟΣ Ἀλλ’ ἔν γε δὴ τούτοις ὅτι τὰ πάντα συγχεῖ, φύρει τε ἀλλή‐ λαις τῶν πραγμάτων τὰς φύσεις, κατιδεῖν ἔστι τοῖς ἐθέλουσι, καὶ μάλα ῥᾳδίως. Πρῶτον μὲν γὰρ τοὺς ἐμφανεστέρους τῶν θεῶν εἰκόνας εἶναί φησι τῶν ἀφανεστέρων, ἃ καὶ ‘νοητὰ‘ καὶ
20‘αἰσθητὰ‘ καλεῖν ἐδόκει τῷ Πλάτωνι, ‘δοξαστὰ μετ’ αἰσθή‐ σεωσ‘ ὀνομάζοντι τὰ ὁρώμενα. Ἔοικε δὲ διὰ τούτων ὁ γενναῖος ἡμῖν Ἰουλιανὸς τὰς ‘ἰδέασ‘ βούλεσθαι καταδηλοῦν, ἃς ποτὲ μὲν οὐσίας καὶ ὑφεστάναι καθ’ ἑαυτὰς διϊσχυρίζεται Πλάτων, ποτὲ
δὲ καὶ ἐννοίας Θεοῦ διορίζεται.294

2

.

45

Πλὴν ὅπωσπερ ἂν ἔχοι, καὶ τοῖς αὐτοῦ μαθηταῖς ἀπαράδεκτον εἶναί φασι τὸν ἐπὶ τῷδε λόγον οἱ ταῦτα τεχνῖται· «Τὰ γὰρ εἴδη χαιρέτω, φησὶν ὁ Ἀριστοτέλης· τερετίσματα γάρ ἐστι, καὶ εἰ ἔστιν, οὐδὲν πρὸς τὸν λόγον.» Ἀνθ’ ὅτου δὴ
5οὖν αὐτὸς ἐμπεδοῦν ἀξιοῖ καὶ ὡς ἀκατάσκωπτον δόξαν εἰσκο‐ μίζειν ἐπιχειρεῖ τὸ καὶ τοῖς αὐτοῦ διδασκάλοις οὐκ εὖ ἔχειν ὑπειλημμένον; Εἶτα πρὸς τούτῳ καὶ ἕτερον αὐτοῦ λόγον οὐ μετρίως κατηρρωστηκότα τὸ ἀμαθὲς εὑρήσομεν· ἔφη γὰρ ὅτι «τοὺς
10νοητοὺς καὶ ἀφανεστέρους τῶν θεῶν ἐνυπάρχοντάς τε καὶ συνυπάρχοντας καὶ ἐξ αὐτοῦ γεννηθέντας τοῦ Δημιουργοῦ καὶ προελθόντας οἶδεν ὁ Πλάτων». Προσεπάγει δὲ ὅτι καὶ τῶν ἐμφανῶν καὶ τῶν νοητῶν δημιουργός ἐστιν ὁ τῶν ὅλων Θεός, ὁ γῆν καὶ οὐρανὸν τεχνησάμενος. Ὅτε τοίνυν, καθὰ καὶ αὐτὸς
15διωμολόγηκεν ἐναργῶς, τούτων τε κἀκείνων γενεσιουργός ἐστιν ὁ ἀγέννητος Θεός, πῶς ἐξ αὐτοῦ γεγενῆσθαί φησιν αὐτούς, συνυπάρχειν τε καὶ ἐνυπάρχειν αὐτῷ; Πῶς, εἰπέ μοι, τῷ ἀγεννήτῳ Θεῷ συνυπάρξει τὸ γεννητόν; Ἐνυπάρξει δὲ κατὰ ποῖον τρόπον; Ἡμεῖς μὲν γὰρ ἀγέννητον ὄντα τὸν τοῦ
20Θεοῦ Λόγον συνυπάρχειν ἀναγκαίως τῷ φύσαντι διϊσχυριζό‐ μεθα καὶ ἐνυπάρχειν μὲν αὐτῷ, προελθεῖν δὲ γεννητῶς ἐξ αὐτοῦ. Ὁ δέ γε τῆς Πλάτωνος εὑρεσιεπείας συνήγορος ἀκριβὴς ἀγέννητον μὲν εἶναί φησι τὸν ἀνωτάτω Θεόν, ἐνυ‐ πάρχειν δὲ καὶ ἐξ αὐτοῦ γεννηθῆναι καὶ προελθεῖν τοὺς παρ’
25αὐτοῦ γεγονότας, τὰ πάντα κυκῶν καὶ συγχέων καὶ τὸ
ἀκραιφνὲς εἰς θεοπτίαν τοῦ μηδενὸς ἀξιώσας λόγου.296

2

.

46

Φαίη δ’ ἄν τις αὐτῷ τὸ ταῖς τῶν πολλῶν παρῳδούμενον γλώσσαις. «Χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα.» Ἄπαγε τῆς οὕτω ψυχρᾶς εἰκαιομυθίας, ἄνθρωπε· περὶ Θεοῦ σοι λόγος τοῦ πάντων ἐπέκεινα, καὶ σμικρὰ κομιδῇ περὶ τῆς αὐτοῦ δόξης
5ἁλίσκῃ πεφρονηκώς. Εἶτα γενεσιουργὸν αὐτὸς ἀποφήνας τῶν ὅλων καὶ μόνον ἀρκέσαντα πρὸς τὰ οὕτω λαμπρὰ καὶ ἀξιοθαύμαστα τῶν κτισμάτων, ἐπὶ τοῖς ἁπάντων μείοσι συλλαβέσθαι φησὶ θεοὺς ἑτέρους αὐτῷ καὶ συνεργάσασθαι πρὸς δημιουργίαν, οἳ καὶ
10φαῖεν ἂν ἴσως τῷ ἐπὶ πάντας Θεῷ· «Παρ’ ἡμῶν ἔρανον συνάγαγε, καὶ τὰ τρία θνητὰ λείποντά τε τῷ παντὶ παρακόμιζε γένη· σοῦ γὰρ διδόντος ψυχήν, ἡμεῖς τὸ σῶμα προσθήσομεν, ἀθανάτῳ θνητὸν προσυφαίνοντες.» Ἀλλ’ ἐρεῖ τάχα που καὶ συνασπίσει τοῖς οἰκείοις δόγμασιν
15ἐκεῖνο παρεντιθεὶς ὅτι τῶν ἐπιγείων σωμάτων τὴν φύσιν ἡ τῶν στοιχείων σύνοδος ἀπεργάζεται. Ἕπεται μὲν οὖν κἀν τούτῳ τοῖς ἑαυτοῦ καθηγηταῖς· φασὶ γὰρ δὴ καὶ Ἐμπεδοκλέα τὸν Μέτωνος οὕτω τε δοξάσαι καὶ μὴν καὶ ἑλέσθαι φρονεῖν· ἀρχὰς γὰρ εἶναί φησι τῶν ὄντων πῦρ, ἀέρα καὶ ὕδωρ καὶ γῆν,
20προσεπάγει δὲ τούτοις Φιλίαν τε καὶ Νεῖκος· Μέμνηται δὲ τούτων καὶ ὁ Πλωτῖνος ἐν τῷ ‘Περὶ τριῶν ἀρχικῶν ὑποστά‐ σεων‘, οὕτω τέ φησι· «Τῷ δὲ Ἐμπεδοκλεῖ τὸ μὲν Νεῖκος διαιρεῖ, ἡ δὲ Φιλία τὸ ἕν· ἀσώματον δὲ καὶ αὐτῷ τοῦτο, τὰ δὲ
στοιχεῖα ὡς ὕλη.»298

2

.

47

Ὥστε καὶ εἴ τινα συνεισφέρει τοῖς ἐπιγείοις σώμασι τὴν παρ’ ἑαυτῶν ὄνησιν τῶν στοιχείων ἡ σύνοδος, οὐκ ἀβασα‐ νίστως τὸ χρῆμα παραδεξόμεθα. Πολυπραγμονήσομεν γὰρ ἀναγκαίως τίνος αὐτοῖς τὸ συμβῆναι βραβεύοντος καὶ τὰ τῇ
5φύσει μαχόμενα συναγηγερκότος εἰς ἕν, καὶ οἱονεὶ τιθασ‐ σεύοντος ὥστε τὴν ἑκάστου δύναμιν οὐκ ἀσυμμιγῆ γενέσθαι ταῖς ἄλλαις, συννεῦσαι δὲ ὥσπερ ἀλλήλαις ἁπάσας εἰς ἑνὸς ὁτουοῦν ὕπαρξίν τε καὶ γένεσιν. Ἆρ’ οὖν οὐχὶ τοῦ πάντων ἀριστοτέχνου Θεοῦ καὶ τόδε σαφῶς ἐκμηχανωμένου τοῖς
10ἐπιγείοις σώμασιν ἵνα μηδενὸς τῶν στοιχείων ἠμοιρηκότα τὴν ἀπ’ αὐτῶν ὄνησιν ἔχοι; Φίλον γάρ πως τὸ συγγενές. Οὐκοῦν εἶεν ἂν οὐχ ἕτεροί τινες τῶν τριῶν γενῶν οἱ δημιουργοί, ἁπάντων δὲ μᾶλλον γενεσιουργὸς νοοῖτ’ ἂν εἰκότως ὁ ἀνωτάτω καὶ μόνος καὶ πάντων ἀρχή, μεθ’ ὃν ἐπέκεινα παντελῶς οὐδέν,
15πάντα δὲ μᾶλλον ὑπ’ αὐτῷ τε καὶ δι’ αὐτοῦ καὶ ὑπὸ πόδας, ὡς ἐκτισμένα. Χαίρειν δὲ αὐτὸν ἐπὶ τοῖς ἔργοις αὐτοῦ καὶ οἱ τῶν Ἑλλήνων ἰσχυρίζονται λόγοι, καὶ ἡμεῖς δέ φαμεν, ὁμολο‐ γούσης τοῦτο καὶ αὐτῆς τῆς θεοπνεύστου Γραφῆς. Ἡ γάρ τοι Σοφία φησίν· «Ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ’ ἡμέραν δὲ
20ηὐφραινόμην ἐν προσώπῳ αὐτοῦ, ἐν παντὶ καιρῷ ὅτε εὐφραί‐ νετο τὴν οἰκουμένην συντελέσας καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων.» Εἶτα πῶς οὐκ ἄμεινον τοῖς ἰδίοις αὐτὸν μᾶλλον ἐπιγάννυσθαι καὶ οὐχὶ τοῖς ἑτέρων κτίσμασιν;

2

.

48

Ἀλλ’ ὄκνῳ τάχα πού φησιν αὐτὸν κεκρατῆσθαι Πλάτων, ἤγουν, ὡς ἔφην, διεφθονηκέναι τοῦ κρείττονος τοῖς ἐπὶ τῆς γῆς· καὶ θαυμαστὸν οὐδέν, ὅτε καὶ αὐτοῦ τοῦ δημιουργοῦντος Θεοῦ προαναθεὶς τἀγαθὸν αὐτὸ μὲν ἀκίνητον,300
5ἀτρεμοῦν, εὐσταθὲς καὶ ἀφεστηκὸς τοῦ καὶ χρῆναι καὶ θέλειν ἐργάσασθαί τι τῶν εἰς ὕπαρξιν παρενηνεγμένων φησί, κατοκνῆσαν δὲ ὥσπερ πρὸς ταῦτα νεῖμαι τὸ δημιουργεῖν τῷ ἀπ’ αὐτοῦ τε καὶ μετ’ αὐτὸν δευτέρῳ θεῷ. Ἀλλ’ ἰδοὺ καὶ αὐτῷ προσκαθίστησιν ἑτέρους, τοὺς ἰσουργεῖν εἰδότας, ἵνα μηδὲν ἐν
10αὐτῷ φαίνηται τὸ ὑπερτεροῦν. Ἐπειδὴ δὲ σοφὸν οἴεταί τι καὶ ἀκριβὲς εἰπεῖν ὡς, εἰ νοοῖτο τῶν ὅλων εἷς τε καὶ μόνος ὁ Δημιουργός, οὐρανὸς μὲν ἀνθρώπου κατ’ οὐδένα διοίσει τρόπον καὶ μὴν καὶ θηρίου καὶ τῶν ἐν θαλάσσῃ διανήχεσθαι πεφυ‐ κότων καὶ μέντοι καὶ ἑρπετῶν, ταύτητοι χρῆναι καὶ ἀναλόγως
15ἔχοντα τοῖς ἑκάστου μέτροις τῶν πεποιημένων εἰσκομίζεσθαι τὸν Δημιουργόν, φέρε καὶ πρὸς τοῦτο λέγωμεν αὐτῷ· Καίτοι τί τὸ ἀνθεστηκὸς ἢ μαχόμενον ταῖς ὀρθῶς ἐχούσαις ἐννοίαις, εἴπερ τις ἕλοιτο λέγειν ἑνὸς τὰ πάντα Δημιουργοῦ; Ἆρα γὰρ ἡ τοῖς τοσοῦτον ὑπερκειμένοις ἀρκέσασα δύναμις ὡς πρός γε τὰ
20μείω διαρκέσειεν ἥκιστά γε; Ἢ τοῦτο μὲν οὐδαμῶς, τὸ δὲ ὑπερκεῖσθαι καὶ προὔχειν τοῖς ὅ τι μάλιστα διενεγκοῦσι τῶν ἄλλων εἴη ἂν ἐκεῖνο καὶ μόνον τὸ τῆς παρὰ Θεοῦ λαχεῖν
αὐτουργίας;302

2

.

49

Εἶτα πῶς οὐκ ἀποκλήρωσις ἰδικὴ τὸ χρῆμα αὐτῆς, ἀτιμάσαντος ὥσπερ τὰ λοιπὰ τῶν κτισμάτων καὶ τοῖς ἐπιγείοις μονονουχὶ καὶ μακρὰ χαίρειν εἰπόντος αὐτοῦ; Λῆρος δὲ ὅτι ταυτὶ καὶ τῆς ἐσχάτης ἀβελτηρίας ἀνάμεστα προλαβόντες
5εἰρήκαμεν· πλὴν ἐκεῖνο φραζέτω. Εἰργάσθαι φησὶ τοὺς γεννη‐ τοὺς θεοὺς τὰ λοιπὰ τρία γένη· ἆρ’ οὖν ἐν αὐτοῖς, ἐξῃρημένων τῶν καθ’ ἡμᾶς, οὐ πλείστη τις ὅση διαφορὰ κατὰ τὰ γένη καὶ εἴδη καὶ μεγέθη σωμάτων ὁρᾶται σαφῶς; Ἀπὸ γάρ τοι τῶν ἀνωτάτω καὶ μέχρι τοῦ πάντων εὐτελεστάτου διήκοι ἂν αὐτῶν
10ἡ γένεσις· καὶ μὴν καὶ περὶ αὐτῶν εἰ δὴ λέγοιτο ταυτὶ τῶν φυτῶν, οὐκ ἂν διαψεύσαιτό τις. Ἆρ’ οὖν ἀναλόγως ἑκάστῳ τὸν Δημιουργὸν ἐπιστήσομεν, ἵνα μὴ ὑβρίζηται τὸ ὑπερτεροῦν εἰ καὶ τῶν ὑφιζηκότων ὁ αὐτὸς εἶναι λέγοιτο ποιητής; οὐκοῦν ἕτερος μὲν ὁ ἀνθρώπων—καὶ μάλα εἰκότως—, τόσοι δὲ τῶν
15ἄλλων, ὅσαπερ ἂν εἶεν τὰ πεποιημένα καὶ μέχρις αὐτῶν καθικνούμενα τῶν ἄγαν εὐτελεστάτων. Ἆρ’ οὖν οὐ γέλως, εἰπέ μοι, ταυτί, καὶ τερθρεία λοιπὸν ἀποφέρουσα τοῦ εἰκότος καὶ τῶν εἰς ἀλήθειαν ἐννοιῶν· εἶτα πῶς οὐκ ἂν γένοιτο παντί τῳ σαφές;
20 Ὅτι δὲ σαθραῖς καὶ ἀλλοκότοις ἐφήδεται δόξαις ὁμοῦ τοῖς ἰδίοις καθηγηταῖς, δῆλος ἂν εἴη δήπουθεν· Θεὸν γὰρ εἶναι διϊσχυριζόμενος τὸν οὐρανόν, πάλιν ὦδέ φησι·

2

.

50

ΙΟΥΛΙΑΝΟΣ Τί δεῖ μοι καλεῖν Ἕλληνας καὶ Ἑβραίους ἐνταῦθα μάρτυρας; Οὐδείς ἐστιν ὃς οὐκ ἀνατείνει μὲν εἰς οὐρανὸν τὰς
χεῖρας εὐχόμενος, ὀμνύων Θεὸν ἤτοι θεούς, ἔννοιαν δ’ ὅλως τοῦ304
5θείου λαμβάνων ἐκεῖσε φέρεται. Καὶ τοῦτο οὐκ ἀπεικότως ἔπαθον· ὁρῶντες γὰρ οὔτε ἐλαττούμενόν τι τῶν περὶ τὸν οὐρανόν, οὔτε αὐξόμενον οὔτε τρεπόμενον οὔτε πάθος ὑπομένον τι τῶν ἀτάκτων, ἀλλ’ ἐναρμόνιον μὲν αὐτοῦ τὴν κίνησιν, ἐμμελῆ δὲ τὴν τάξιν, ὡρισμένους δὲ θεσμοὺς σελήνης, ἡλίου δὲ
10ἀνατολὰς καὶ δύσεις ὡρισμένας, ἐν ὡρισμένοις ἀεὶ καιροῖς, εἰκότως Θεὸν καὶ Θεοῦ θρόνον ὑπέλαβον. Τὸ γὰρ τοιοῦτον, ἅτε μηδεμιᾷ προσθήκῃ πληθυνόμενον, μηδὲ ἐλαττούμενον ἀφαιρέ‐ σει, τῆς τε κατὰ ἀλλοίωσιν καὶ τροπὴν ἐκτὸς ἱστάμενον μεταβολῆς, πάσης καθαρεύει φθορᾶς καὶ γενέσεως. Ἀθάνατον
15δὲ ὂν φύσει καὶ ἀνώλεθρον, παντοίας ἐστὶ καθαρὸν κηλίδος· ἀΐδιον δὲ ὂν καὶ ἀκίνητον, ὡς ὁρῶμεν, ἤτοι παρὰ ψυχῆς κρείττονος καὶ θειοτέρας ἐνοικούσης αὐτῷ φέρεται κύκλῳ περὶ τὸν μέγαν Δημιουργόν, ἢ πρὸς αὐτοῦ τοῦ Θεοῦ τὴν κίνησιν (ὥσπερ, οἶμαι, τὰ ἡμέτερα σώματα παρὰ τῆς ἐν ἡμῖν ψυχῆς),
20παραδεξάμενον τὸν ἄπειρον ἐξελίττει κύκλον ἀπαύστῳ καὶ αἰωνίῳ φορᾷ.

2

.

51

ΚΥΡΙΛΛΟΣ Ὅτι μὲν οὖν παραπαίοντος οἱ λόγοι, καὶ τῶν εἰς ἀλήθειαν ἐννοιῶν ὁλοτρόπως ἠμοιρηκότος, οὐκ ἀσυμφανές. Ἐπειδὴ δὲ ἀποχρήσειν αὐτῷ πρὸς ἀπόδειξιν οὐκ οἶδ’ ὅπως ὑπείληφε τοῦ
5Θεὸν εἶναι τὸν οὐρανὸν τὸ τὰς χεῖρας αἴρειν ὑψοῦ καὶ μέντοι τοὺς ὀφθαλμοὺς τοὺς εὔχεσθαι διανοουμένους, φέρε πρὸς τοῦτο λέγωμεν αὐτῷ. Ἆρ’ οὖν, εἰπέ μοι, κἂν εἴ τῳ νεφέλας καταθρῆσαι δοκοίη, πέμποι δὲ καὶ αὐτὸς ἄνω καὶ ἐπ’ αὐταῖς τὸν τοῦ σώματος ὀφθαλμόν, ἀρκέσειεν ἂν εἰς πληροφορίαν τὸ
10χρῆμα αὐτῷ τοῦ χρῆναι θεὰς καὶ αὐτὰς ὁμολογεῖν; Εἶτα πῶς οὐκ ἂν εἴη γελᾶσθαι πρέπων ὁ ψυχραῖς οὕτως ἐννοίαις εἰς ἀπάτην συνηρπασμένος; Ἐπειδὴ δέ, φησίν, ἐξ ὧν εἶναι πέφυκεν ὁ οὐρανὸς εἰκότως τεθαύμασται καὶ ὑπείληπται παρὰ τοῖς πολλοῖς καὶ ‘Θεὸσ‘306
15ὑπάρχειν καὶ ‘Θεοῦ θρόνοσ‘, διδασκέτω παρελθὼν εἰ ταὐτὸν εἶναι νενόμικε καὶ ἐν ἴσῳ τίθησι μέτρῳ τὰ ἐπ’ ἀμφοῖν· ἀλλ’ οὐκ ἂν οἰηθείην πώποτε πρὸς τοῦτο αὐτὸν ἀποπληξίας ἐλθεῖν ὡς κατ’ οὐδένα τρόπον διαφέρειν οἴεσθαι τὸ εἶναι Θεὸν καὶ θρόνον αὐτοῦ. Ὅτι μὲν γὰρ οὐχ ὡς ἐν αἰσθήσει τῇ καθ’ ἡμᾶς οὔτε μὴν
20ὡς ἐπὶ σωμάτων νοοῖτ’ ἂν εἰκότως τὰ περὶ Θεοῦ, κἂν εἰ λέ‐ γοιτο τυχὸν ἧττον ἢ χρῆν, ἐνδοιάσαι τις ἂν ἥκιστά γε. ‘Θρόνοσ‘ οὖν εἰ λέγοιτο ‘Θεοῦ‘, τὴν ὑπ’ αὐτῷ βασιλείαν κατασημήνειεν ἄν, καθάπερ ἀμέλει καὶ ἐφ’ ἡμῶν ἀληθὲς εἰπεῖν ὡς εἴη ‘τοῦ δεῖνος λαμπρὸς καὶ ὑπερφερὴς ὁ θρόνοσ‘, τουτέστιν ἡ ‘ἀρχὴ‘
25καὶ ἡ ‘βασιλεία‘.

2

.

52

Εἶτα πῶς ἰσομοιρήσειεν ἂν τῷ κρατοῦντι τὸ κρατού‐ μενον, τῇ τῶν κρατουμένων μικροπρεπείᾳ τὸ ἄρχον αὐτῶν, τοῖς ὑπεζευγμένοις τὸ ὑπερτεροῦν, τῷ πλεονεκτοῦντι τὸ μειο‐ νεκτούμενον; Πῶς οὖν ἄρα καὶ τίνα τρόπον ἢ Θεὸν εἶναί φησιν
5ἢ Θεοῦ θρόνον τὸν οὐρανόν; Ἀλλὰ «Ναί, φησίν, εὔτακτον γὰρ καὶ ἐναρμόνιον καὶ ἐμμελῆ ποιεῖται τὴν κίνησιν, ὡρισμένους δὲ φωτισμοὺς ἥλιός τε καὶ σελήνη ποιεῖσθαι πεφύκασιν, ἄστρων τε ἀνατολαὶ καὶ δύσεις καὶ περιφοραὶ καὶ δρόμοι καὶ αἱ κατὰ τόπους κινήσεις αἱ
10αὐταὶ καὶ ἀπαραλλάκτως καὶ ἐν καιρῷ παντί.» Εἶτα πῶς οὐ πάνυ σοφὸς ἦν ὁ θεσπέσιος Παῦλος, ὡς ἀπό γε τῶν τοιού‐
των τὸν ἡγεμόνα καταδεικνύς, καὶ τῆς εὐταξίας τῇ κτίσει τὸν πρύτανιν, τὸν τοῖς ὑπ’ αὐτοῦ γεγονόσι θεσμοθε‐ τοῦντα θεοπρεπῶς τὸ ὅπως ἂν ἕκαστον δεήσῃ, καὶ τὴν οὕτω308
15πολλὴν καὶ ἀμέτρητον δημιουργίαν οὐκ ἀνεπιστάτητον ἀποφή‐ ναντα, δι’ ὧν εὖ ἔχει καὶ θαυμάζεται; Φησὶ γάρ· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Ἐδόκει δὲ ταῦτα καὶ φρονεῖν καὶ λέγειν καὶ τοῖς αὐτοῦ
20γεγονόσι καθηγηταῖς· ἔφη τοίνυν Πλούταρχος περὶ αὐτῶν, ὡς ἤδη φθάσαντες εἴπομεν· «Ἔλαβον δὲ ἐκ τούτων ἔννοιαν Θεοῦ· ἀεί τε γὰρ ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων τὴν ὑπόγειον ἐνεχθέντα ὅμοια μὲν ἀνατέλλει τοῖς χρώμασιν, ἴσα δὲ τοῖς μεγέθεσιν, καὶ κατὰ τόπους τοὺς αὐτούς.»

2

.

53

Οὐκοῦν οἱ μὲν πάλαι καὶ τῶν αὐτοῦ δογμάτων εὑρεταὶ γεγονότες οὐκ εἰς ἔννοιαν ἦλθον οὐρανοῦ τὸν ἡλίου δρόμον θαυμάσαντες, τεθεαμένοι δὲ καὶ τὴν ἄλλην ἅπασαν κτίσιν εὔτακτόν τε καὶ ἐναρμόνιον καὶ οὐκ ἐκμελῆ λαχοῦσαν τὴν
5κίνησιν· κατετεκμήραντο δὲ μᾶλλον τῆς τοῦ κρατοῦντος ἰσχύος, καὶ τὴν εὐκλεᾶ καὶ ὑπερηρμένην αὐτοῦ συνῆκαν ἀρχήν· ὁ δέ, πρὸς πᾶν τοὐναντίον, καὶ τὴν ἐπ’ αὐτῷ δὲ τούτῳ μεθίστησι δόξαν, «οὐδὲν ὑπομείνας τῶν ἀτάκτων, λέγων, ὁ οὐρανὸς ἐμμελῆ ποιεῖται τὴν τάξιν». Εἶτα τίς ὁ τάξιν αὐτῷ καὶ
10τὴν ἐμμελῆ κίνησιν ὁρισάμενος; Τίς ὁ τοῖς τῆς σελήνης φωτισμοῖς τοὺς ἑκάστῳ πρέποντας ἀπονείμας καιρούς; Τίς ὁ μέτροις ὑποθεὶς τὸν ἡλίου δρόμον; Ἆρ’ οὖν οὐχ εἷς ἁπάντων ὁ ταξίαρχος, ὡς ἔφην; Τί οὖν ἀποφέρεις τῶν ἀληθεστέρων
ἐννοιῶν οὐκ εἰς θεοπτίαν κελεύων τοὺς ταῦτα θαυμάζοντας,310
15ἀλλ’ εἴς γε μόνον τὸ εἰδέναι τὸν οὐρανὸν ὅτι τε εἴη Θεός, ‘ἀλλοιώσεώς τε καὶ τρόπων ἐκτὸς ἱστάμενος καὶ μεταβολῆς ἁπάσης, καθαρεύων δὲ καὶ φθορᾶς καὶ γενέσεως, ἀθάνατός τε ὑπάρχων φύσει καὶ ἀνώλεθροσ‘. Πῶς, εἰπέ μοι, τροπῆς τε καὶ ἀλλοιώσεως καὶ μεταβολῆς ἀμοιρῆσαι φῂς τὸν γενητὸν
20οὐρανόν; Εἰ γὰρ γέγονεν ὅλως, καὶ κεκίνηται, τροπὴ δὲ τοῦτο καὶ μετάστασις, προανακειμένου καθάπερ ἐν τάξει στερήσεως τοῦ μὴ εἶναί ποτε. Εἰ γὰρ ἐκ τοῦ μὴ ὄντος τὸ γεγονός, ἀλλοίωσις καὶ τροπὴ νοοῖτ’ ἂν αὐτῷ τὸ κεκλῆσθαι πρὸς γένεσιν, τὸ δὲ ὅτι γέγονεν ὡμολογημένον, πῶς ἂν ἔξω γεγονὸς
25εἴη φθορᾶς;

2

.

54

Πῶς δὲ καὶ ἀθάνατον φύσει τὸ γενέσει καὶ φθορᾷ τυραννούμενον; Πῶς δὲ καὶ ἀΐδιον τὸ ἐν χρόνῳ παρενεχθέν; Καίτοι φησὶν ἐναργῶς ὁ Πλάτων ὅτι «χρόνος γέγονε μετ’ οὐρανοῦ, ἵνα ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄνπερ ἄρα λύσις
5αὐτῶν γίνηται». Πῶς οὖν τὸ λυόμενον ἀθάνατον φύσει; Πῶς δὲ καὶ ἀνώλεθρον τὸ ἐν μόνῃ θελήσει τοῦ Δημιουργοῦ λαχὸν τὸ μὴ φθείρεσθαι; Οὐ γάρ τοι φύσις ἐν τούτοις τὸ ἀκράδαντον ἔχει, οὔτε μὴν τὸ ἐνηρεῖσθαι καλῶς ἐν οἷς ἕκαστον εἶναι πέφυκεν ἴδιον αὐτοῖς· ἐπικουρεῖται δὲ μᾶλλον πρὸς τοῦτο τοῖς
10τοῦ διακρατοῦντος νεύμασιν.
Εἶτά φησιν ὅτι «παρὰ ψυχῆς κρείττονος καὶ θειοτέρας ἐνοικούσης αὐτῷ φέρεται κύκλῳ περὶ τὸν μέγαν Δημιουργόν, ἢ πρὸς αὐτοῦ τοῦ Θεοῦ τὴν κίνησιν ἔχει, ὥσπερ, οἶμαι, τὰ ἡμέτερα σώματα». Ἀλλ’, ὦ πανάριστε—φαίην ἄν—ὁ312
15ἀγένητος κατὰ σέ, καὶ ἄφθαρτος καὶ ἀνώλεθρος, ὁ ἄτρεπτός τε καὶ ἀναλλοίωτος οὐρανός, ὁ πάσης καθαρεύων κηλίδος, ὃν δὴ φῂς καὶ ἀΐδιον, παρὰ ποίας κρείττονος ἢ θειοτέρας διοι‐ κεῖται ψυχῆς; Τί τὸ ἄμεινον ἐν αὐτῇ παρ’ ἐκεῖνον, μᾶλλον δὲ τοῦ δημιουργήσαντος Θεοῦ; Τί τὸ μέγα καὶ ἐξαίρετον, ἐννοεῖν
20οὐκ ἔχω. Οἶμαι γὰρ ἔγωγε τῆς ἀνωτάτω δόξης τὴν ἀπόρρητον τοῦ Θεοῦ μεμεστῶσθαι φύσιν. Εἰ δὴ λέγοιτο πρὸς ἡμῶν ἄφθαρτός τε εἶναι καὶ ἀνώλεθρος, ἀλλοιώσεως ἐπέκεινα καὶ τροπῆς, ἀγένητος, ἀΐδιος, κηλίδος ἁπάσης ἀπηλλαγμένη, τὸ παντέλειον ἔχουσα καὶ παντὸς ὁτουοῦν ἀπροσδεής, εἶτα τί
25τετήρηκας αὐτῇ, τοῖς οὕτω λαμπροῖς καὶ ὑπερφερέσιν ἀξιώ‐ μασι τὴν τῶν ποιημάτων κατασεμνύνων φύσιν;

2

.

55

«Ἀλλ’ Ἑβραῖοι, φησί, τὰ περὶ οὐρανοῦ δοξάζοντες, θρόνον αὐτὸν εἶναί φασι τοῦ Θεοῦ, ὑποπόδιον δὲ τὴν γῆν.» Ὀρθῶς, ὦ γενναῖε· μεμνήσομαι γὰρ αὐτοῦ λέγοντος τοῦ Θεοῦ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν. «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ
5ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου;» Καίτοι Θεὸν μὲν οὐκ εἶναί φησι τὸν οὐρανόν, παρεικάζει δὲ θρόνῳ, καὶ μὴν καὶ ὑποποδίῳ τὴν γῆν· κἂν εἰ ἕλοιτό τις τὴν τοῦ πράγ‐ ματος αἰτίαν ἀναμαθεῖν, χαλεπὸν οὐδὲν ἀληθεύοντας λέγειν.
10Ἀνεδείματο γὰρ ἐν τοῖς Ἱεροσολύμοις τὸν διαβόητον ἐκεῖνον
νεὼν ὁ σοφώτατος Σολομών, ἐπεγάννυντο δὲ λίαν αὐτῷ τῶν Ἰου‐ δαίων οἱ δῆμοι, ᾤοντό τε ὅτι κατῴκηκεν ἐν αὐτῷ περιειλημ‐ μένος ὁ τῶν ὅλων Θεός· βραδεῖς γὰρ ἀεί πως εἰς σύνεσιν καὶ τῶν περὶ Θεοῦ λόγων ἀνεπιστήμονες, οἵ γε Θεοῦ πόλιν314
15οἰηθέντες τὴν Ἰερουσαλήμ, ἐν αὐτῇ δὲ καὶ μόνῃ διετείνοντο κατοικεῖν αὐτόν, διά τοι τὸ λέγεσθαι διὰ φωνῆς τοῦ Δαβίδ· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Σμικρὰ τοιγαροῦν δοξάζοντας ἐλέγχει Θεός, καί φησι. «Ποῖον οἶκον οἰκοδομήσετέ μοι, θρόνον ἔχοντι τὸν οὐρανόν, ὑποπόδιον δὲ τὴν
20γῆν;» Ἔδει γάρ, ἔδει τοῖς συνεστάλθαι καὶ περιωρίσθαι τόποις τὴν αὐτοῦ φύσιν ὑπειληφόσι καταδεῖξαι σαφῶς ὅτι τε εἴη πανταχῇ καὶ χωρεῖ μὲν αὐτὸν οὐδέν, ἥκει δὲ μᾶλλον διὰ πάντων αὐτός, καὶ πλήρης μὲν ὁ οὐρανὸς αὐτοῦ, μεστὴ δὲ ἡ γῆ.

2

.

56

Ὅτι δὲ γενητός ἐστιν ὁ οὐρανός, διὰ πλείστων ὅσων μαρτυριῶν καταδεῖξαι ῥᾷον ἐκ τῆς θεοπνεύστου Γραφῆς· ἔφη γάρ που ὁ Θεός. «Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν καὶ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην.» Καὶ μὴν καὶ ὁ μακάριος
5Δαβὶδ «τῷ Λόγῳ Κυρίου τοὺς οὐρανοὺς ἐστερεῶσθαί φησι καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαν εἶναι τὴν δύναμιν αὐτῶν»· οἶδε δὲ καὶ διηγουμένους αὐτοὺς δόξαν Θεοῦ. Πῶς, ἢ τίνα τρόπον; ἀφ’ ὧν εἰσι καὶ γεγόνασιν εὖ μάλα τεθαυμασμέ‐ νους καὶ μονονουχὶ φωνῇ τῇ τοιᾷδε χρωμένους· τὰ γὰρ
10τῶν τεχνημάτων ἄριστα καὶ ἐξαίρετα, καίτοι φωνὴν οὐκ ἔχοντα, μονονουχὶ καὶ διακεκράγασι τὴν τοῦ τεχνουργήσαντος ἐπιστήμην ἐφ’ ἑαυτοῖς ἐκφαίνοντα.
[Τέλος τοῦ δευτέρου τόμου
‘τῶν κατὰ Ἰουλιανοῦ ἀντιρρητικῶν‘ τοῦ πανσόφου
316
15καὶ μακαρίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Κυρίλλου.]318