TLG 4090 175 :: CYRILLUS :: Contra Julianum imperatorem (fragmenta)

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Contra Julianum imperatorem (fragmenta)

Cf. et 4090 140, 144, 176, X94

Citation: Volume — page — (line)

76

.

1057

(23t)

FRAGMENTA
24tEX RELIQUIS S. CURILLI CONTRA JULIANUM L
25IBRIS QUI DESIDERANTUR.
41tΤοῦ μακαρίου Κυρίλλου ἐκ τοῦ ιαʹ λόγου τῶν
42tκατὰ Ἰουλιανοῦ.
43 Ἀληθὲς εἰπεῖν ὡς ὁ κατοιόμενος καὶ καταφρονη‐ τὴς ἀνὴρ ἀλαζὼν, οὐδὲν μὴ περάνῃ κατὰ τὴν τοῦ
45προφήτου φωνήν· οἴησις γὰρ, προκοπῆς ἐκκοπὴ, κατὰ τὸν κοινὸν καὶ ἐν στόματι τῶν πολλῶν ὄντα λόγον.
47tἘκ τοῦ αὐτοῦ λόγου.
48Οἴησις, προκοπῆς ἐκκοπή. τὸν μὲν γὰρ ὁμολογοῦντα1057

76

.

1060

τὴν ἄγνοιαν, ῥᾷον ἄν τις ἐπιστήσειεν τοῖς οὔπω διεγνωσμένοις· τόν γε μὴν ἐν δοκήσει τοῦ εἰδέναι καὶ ἄσοφόν τε καὶ ἀμαθῆ πάντη τε καὶ πάντως ἀπο‐ τελεῖ τὸ εἰδέναι δοκεῖν· οὐ γάρ τοι προσίεται τοὺς
5τῶν διδασκόντων λόγους.
6tἘκ τοῦ ιβʹ τῶν κατὰ Ἰουλιανοῦ.
7 Οὐχ ἁπλῶς ὁ ἀγωνοθέτης τοῖς ἐθέλουσι τῶν ἀθλη‐ τῶν τὰς ἐξαιρέτους χαρίζεται τιμὰς, ἀναλόγως δὲ μᾶλλον ταῖς τῶν ἀθλούντων εὐδοκιμήσεσι διανέμει
10τὰ γέρα.
11tἘκ τοῦ αὐτοῦ.
12 Τὸ νέμειν ἴσα τοῖς ἀνίσοις, τῆς μεγίστης ἐστὶν ἀδικίας.
14tἘκ τοῦ ιβʹ τῶν κατὰ Ἰουλιανοῦ.
15 Ἄριστον καὶ σοφὸν εἶναί μοι δοκεῖ τοῦ καιροῦ τοῦ προσήκοντος μὴ ἀφαμαρτάνειν πράγμασιν.
17tἘκ τοῦ ιβʹ τῶν κατὰ Ἰουλιανοῦ.
18 Τὸ μὲν κακῶς ἀγορεύειν οὐκ ἂν ἕλοιτό τις, εὔδη‐ λον οἶμαι παντί· δημῶδες ὅμως τοῦτο καὶ ἀγο‐
20ραῖον.
21tἘκ τοῦ κατὰ Ἰουλιανοῦ ιδʹ λόγου.
22 Ἔνεστιν ἀνθρώπῳ παντὶ τὸ εὐδοκιμεῖν δύνασθαι καὶ διαβιῶναι λαμπρῶς.
24tἘκ τῶν αὐτῶν.
25 Αὐτόκλητός ἐστιν καὶ ἑκοντὶ ἰὼν πρὸς πᾶν ὁτιοῦν τῶν αὐτῷ δοκούντων ὁ ἄνθρωπος· δόξαν οὕτως εὖ ἔχειν τῷ πάντων Δημιουργῷ, ἵνα καὶ τὸ ἀγαθουργεῖν ᾑρημένοις τὸ ἐπαινεῖσθαι δεῖν, καὶ τοῖς τὴν ἑτέραν ἰοῦσιν τρίβον, τὸ κατεσκῶφθαι δικαίως πρὸς ἁπάντων
30ἀκολουθῇ.
31tἘκ τοῦ ιδʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ.
32 Τὸν τοῦδε τοῦ βίου ἀναφυρμὸν καὶ τὴν ἐν αὐτῷ τῶν πραγμάτων πικρὰν ἀνάχυσιν κατασημαίνων ἀστείως ὁ Μελῳδὸς, «Αὕτη ἡ θάλασσα, ἔφη, ἡ μεγάλη
35καὶ εὐρύχωρος.»
36tἘκ τοῦ ιδʹ τῶν κατὰ Ἰουλιανοῦ.
37 Σκοτεινοί πως καὶ οὐχ ἅπασιν ἐναργεῖς οἱ δριμεῖς εἰς σωτηρίαν.
39tἘκ τοῦ ιεʹ τῶν κατὰ Ἰουλιανοῦ
40 Ἰδίοις θελήμασι διοικεῖται ὁ ἀνθρώπινος νοῦς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν πρακτέων ἐθελοντὶ ἴεται· δόξαν ἔχειν ὀρθῶς καὶ τοῦτο τῷ πάντων ἀριστοτέχνῃ Θεῷ· ὥστε κἂν εἴ τις γένοιτο τῶν καθ’ ἡμᾶς ἐν μεθέξει τοῦ ἁγίου Πνεύματος ἐνοικισθέντος αὐτῷ διὰ τοῦ
45ἀγίου βαπτίσματος, οὐ παρεῖται διὰ τοῦτο τοῦ κατὰ γνώμην οἰκείαν, καὶ ὡς ἂν αὐτῷ δοκῇ, διαβιοῦν· ἐλευθέραις δὲ ὥσπερ ἡνίαις πρός τε τὸ ἀγαθὸν δια‐
νένευκεν, καὶ τὸ ἐναντίον.1059

76

.

1061

(1t)

Ἐκ τοῦ ιεʹ τῶν κατὰ Ἰουλιανοῦ.
2 Ἔστιν πως ἀεὶ τὸ διαβάλλειν ἱππήλατον, καὶ τὸ ἀκρατὲς εἰς λόγους ἔνεστι πολλοῖς· δεῖ δὲ, οἶμαι, ταῖς καταῤῥήσεσιν αἷς ἂν ποιοῖτό τις καθ’ ὁτιοῦν, τὰς
5δείξεις ἀκολουθεῖν· εἰ δὲ ἀσθενεῖ πρὸς τοῦτο ὁ κατ‐ ηγορεῖν ᾑρημένος, τὴν τοῦ συκοφαντεῖν δόξαν ἀποί‐ σεται.
8tἘκ τοῦ ιεʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ.
9Τὸ εὐϊματεῖν μειρακιῶδές ἐστι μόνον, καὶ ἐν
10μόνῃ δοκήσει τὸ ἡδὺ ἔχει, καὶ τοὺς ὀφθαλμοὺς δια‐ παίζει.
12tἘκ τοῦ ιϛʹ τῶν κατὰ Ἰουλιανοῦ.
13 Τοῖς ἄριστα γεηπονεῖν ἠθισμένοις, ἕποιτο ἂν εἰ‐ κότως τὸ ἐπαινεῖσθαι δεῖν.
15tἘκ τοῦ ιϛʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ.
16 Ὅτι δὲ καὶ ἀναλόγως τοῖς ἑκάστου κατορθώμασιν ἡ τῆς ἀμοιβῆς ἀντέκτισις· ἰσοπαλεῖς τοῖς ἱδρῶσιν αἱ ἀμοιβαὶ τοῖς ἀνδραγαθεῖν ᾑρημένοις ἐκνεμεθήσον‐ ται παρὰ Θεοῦ· πληροφορήσει γὰρ καὶ αὐτὸς ὁ Σω‐
20τὴρ, τὴν τῶν ταλάντων διανομὴν οὐκ ἐν ἴσῳ μέτρῳ γενέσθαι λέγων· καθιστὰς δὲ τῶν εὐδοκιμηκότων, τὸν μὲν ἐπὶ δέκα πόλεων, τὸν δὲ ἐπὶ πέντε. Ταλαν‐ τεύεται γὰρ ὥσπερ ὁ ἑκάστου βίος, καὶ ἰσοστατήσει που πάντως τῆς ἡμῶν ἐπιεικείας ἡ ἀντέκτισις.
25tἘκ τοῦ ιϛʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ.
26 Ὁ τοῖς ἀνθρώποις ἀρέσκων, τοὺς παρ’ αὐτῶν ἐπαί‐ νους ἔχοιεν ἂν εἰκότως εἰς ἀντιμισθίας δύναμιν· λήψεταί γε μὴν τῶν παρὰ Θεοῦ τὸ σύμπαν οὐδέν· εὐανδρίας γὰρ, τῆς ἐπὶ γῆς, φημὶ, τὸ ἀγαθὸν, οὐκ
30αὐτὸν ἐπόπτην ἐποίησε μᾶλλον, ἀλλὰ τῶν ὁρώντων τοὺς ὀφθαλμούς.
32tἘκ τοῦ ιϛʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ.
33 Πᾶν αἰσχρὸν καὶ ἀκαλλὲς καὶ τοῖς εὖ βιοῦν ᾑρη‐ μένοις ἀνάρμοστον τὸ ὑβρίζειν ἐστὶ, καὶ οὐκ ἄν τις
35εἴη τοιοῦτος τῶν ἐν ἐφέσει σεμνότητος καὶ ἐπιει‐ κείας.
37tἘκ τοῦ ιηʹ βιβλίου τῶν κατὰ Ἰουλιανοῦ.
38 Ἕκαστος τῶν ἐπὶ τῆς γῆς τῶν ἑαυτοῦ θελημάτων διέλαχεν τὰς ἡνίας, καὶ ἐθελοντὴς ἢ τὰν ἢ ἐπὶ τὰν
40ἴεται, τουτέστιν ἢ ἐπὶ ἀρετὴν, ἢ πρός γε τὰ χείρω.
41tἘκ τοῦ ιηʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ.
42 Εἰσί τινες, πλεῖστοι δὲ οὗτοι κατὰ τὸν βίον, οἳ τὸ σφίσιν αὐτοῖς [δοκοῦν] εὖ ἔχειν ὑπειλημμένοι ἀβασα‐ νίστως κρατύνουσιν. Οἴονται δὲ ὅτι πάντη τε καὶ πάν‐
45τως σοφὰ λαλοῦσι καὶ ἀναμφίβλητα· πλὴν μέχρι τοσού‐
του τὴν τοῦ δοκεῖν εἶναι σοφοὶ καὶ ἀγχίνοοι κλέπτουσι1061

76

.

1064

δόξαν, ἄχρις ἂν αὐτοῖς ὁ πρὸς τῶν ἐτερογνωμονούν‐ των ὑπαντήσῃ λόγος, γοργοτέροις ἐλέγχοις ἀνταν‐ ιστάμενος.
4tἘκ τοῦ ιηʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ.
5 Ἐν τῷ, Μηδὲν ἄγαν, εἶναι τὸ εὖ ἔχον· ἐν δὲ τῷ περιττῷ, τὰς διαβολάς.
7tἘκ τοῦ ιηʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ.
8 Τοῖς οὐκ ἔχουσι βίον τὸν ἐπιεικῆ καὶ τεθαυμασμέ‐ νον, φορτικὸν, ὡς ἔοικε, τὸ εὐδοκιμεῖν ἑτέρους εὐζωΐᾳ
10καὶ ἀρετῇ· ἔγκλημα γὰρ τῆς ἑαυτῶν φαυλότητος ποιοῦνται τὸ χρῆμα, καὶ ταῖς ἑτέρων εὐκλείαις ἐπ‐ ηρεθισμένοι, τὴν τῆς βασκανίας ὠδίνουσι φλόγα, καί‐ τοι μᾶλλον ἐχρῆν ζηλοῦντας ἑλέσθαι τὸ ἄμεινον, καὶ παντα σείοντας κάλων, ἁμιλλᾶσθαι φιλεῖν τοῖς ὧδε
15λαμπροῖς, οὐ φιλοψογίας ποιήσασθαι πρόφασιν, ἃ κατορθοῦν οὐ δεδύνηνται.
17tἘκ τοῦ ιθʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ.
18 Πολὺ λίαν παρὰ τοῖς ἔξω κεῖται τὸ τῆς εὐστομίας χρῆμα, καὶ τὸ λαμπρὸν τῆς λέξεως· ἔνι δὲ ὅμως
20τῶν ὀνησιφόρων οὐδέν. Τὸν γὰρ φύσει Θεὸν καὶ Δη‐ μιουργὸν οὐκ ἔγνωσαν, ἀναριθμήτους δὲ θεοὺς τῷ
βίῳ κομίζουσι.1063