TLG 4090 165 :: CYRILLUS :: Ad Carthaginiense concilium (epist. 85) CYRILLUS Theol. Ad Carthaginiense concilium (epist. 85) Citation: Page — (line) | ||
422 | Καὶ ὑπέγραψαν. Ὁ κύριος ἡμῶν φυ‐ λάξοι σε ἡμῖν ἐπὶ πλείστους χρόνους, μακαριώτατε ἀδελφέ. Ὑπέγραψαν ὁμοίως· Ἀλύπιος, Αὐγουστῖνος, Πο‐ | |
5 | σείδιος, Μαρῖνος καὶ οἱ λοιποὶ ἐπί‐ σκοποι. Ἄρχεται τὰ πρὸς τὴν ἐν Ἀφρικῇ σύνοδον ἀντίγραφα Κυρίλλου τοῦ τῆς Ἀλεξαν‐ δρέων ἐπισκόπου, ἐν οἷς τὰ αὐθεντικὰ | |
---|---|---|
10 | τῆς ἐν Νικαίᾳ συνόδου ἀπὸ γραϊκοῦ με‐ ταβληθέντα διὰ Ἰννοκεντίου πρεσβυτέρου ἀπέστειλεν· αἵτινες ἐπιστολαὶ μετὰ τῆς ἐν Νικαίᾳ συνόδου διὰ τοῦ μνημονευθέντος Ἰννοκεντίου πρεσβυτέρου καὶ Μαρκέλλου | |
15 | ὑποδιακόνου τῆς ἐν Καρχηδόνι ἐκκλησίας τῷ ἁγιωτάτῳ Βονιφατίῳ, ἐπισκόπῳ τῆς ῥωμαϊκῆς ἐκκλησίας τῇ πρὸ ἓξ καλανδῶν δεκεμβρίων ἀπεστάλησαν. Κυρίοις τιμιωτάτοις καὶ ἁγιωτάτοις | |
20 | ἀδελφοῖς καὶ συνεπισκόποις Αὐρη‐ λίῳ, Βαλεντίνῳ καὶ πάσῃ τῇ ἐν | |
Καρχηδόνι συναθροισθείσῃ ἁγιωτά‐ | 422 | |
423 | τῃ συνόδῳ, Κύριλλος ἀσπαζόμενος ἐν κυρίῳ τὴν ὑμετέραν ἀγάπην. Τὰ γραφέντα παρὰ τῆς ὑμετέρας τιμιότητος πολλὴν ἔχοντα θρησκείαν | |
5 | μετὰ πάσης χαρᾶς διὰ τοῦ τέκνου ἡμῶν Ἰννοκεντίου τοῦ πρεσβυτέρου ἐδεξάμην. Τούτων δὲ παρ’ ἡμῶν ἐλ‐ πισθέντων, ὥστε ἐκ τοῦ τῆς ἡμετέ‐ ρας ἐκκλησίας σκρινίου τὰ ἀληθέ‐ | |
10 | στατα ἴσα τῆς ἐν τῇ Νικαέων μητρο‐ πόλει τῆς Βιθυνίας αὐθεντικῆς συν‐ όδου, τὰ παρὰ τῶν ἁγίων πατέρων ὁρισθέντα καὶ βεβαιωθέντα ὑποκά‐ τω τῆς ὁμολογίας τῆς ἡμετέρας πί‐ | |
15 | στεως τῇ ὑμετέρᾳ ἀγάπῃ ἡμᾶς ἀ‐ ποστεῖλαι, ἀναγκαῖον ἡγησάμην, κύ‐ ριοι τιμιώτατοι ἀδελφοί, ἀσπασμοῦ προηγουμένου, διὰ τοῦ αὐτοῦ τέ‐ κνου ἡμῶν Ἰννοκεντίου τοῦ πρεσβυ‐ | |
20 | τέρου τὰ πιστότατα ἴσα τὰ τῆς αὐθεντικῆς συνόδου τῆς ἐν τῇ Νι‐ καέων πόλει τῆς Βιθυνίας ἐχόμενα | |
τῇ ἡμετέρᾳ ἀποστεῖλαι ἀγάπῃ, ὅπερ | 423 | |
424 | καὶ ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ ζητοῦντες εὑρήσετε. Περὶ δὲ τοῦ πάσχα, ὡς ἐγράψατε, ἀγγέλλομεν ὑμῖν τῇ πρὸ δεκαεπτὰ καλανδῶν | |
5 | μαΐων ἡμᾶς ἐπιτελέσοντας τῇ ἐ‐ πεισερχομένῃ ἰνδικτιῶνι. Ἡ ὑπογραφή. Ὁ θεὸς καὶ ὁ κύριος ἡμῶν τὴν ἁγίαν ὑμῶν σύνοδον φυ‐ λάξοι, ὅπερ εὐχόμεθα, τιμιώτατοι | |
10 | ἀδελφοί. | 424 |