|
TLG 4090 163 :: CYRILLUS :: Ad episcopos qui sunt in Libya et Pentapoli (epist. 79) CYRILLUS Theol. Ad episcopos qui sunt in Libya et Pentapoli (epist. 79) Citation: Page — (line) | ||
| 11t | ΤΟΥ ΑΥΤΟΥ | |
|---|---|---|
| 12t | ΤΟΙΣ ΚΑΤΑ ΛΙΒΥΗΝ ΚΑΙ ΠΕΝΤΑΠΟΛΙΝ ΕΠΙΣΚΟΠΟΙΣ | |
| 15t | Δ | |
| 16t | [Προοίμιον] | |
| 17 | Παντὸς τοῦ χρησίμου καὶ ἀναγκαίου πρὸς οἰκοδομὴν τῶν λαῶν, τελοῦντος δὲ καὶ εἰς ὑπόληψιν τῶν ἁγίων ἐκ‐ | |
| 20 | κλησιῶν, φροντίδα ποιεῖσθαι χρή· γέγραπται γάρ, ὅτι εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς Ἰσραήλ. Μοναστηρίων τοίνυν πατέρες τῶν κατὰ τὴν Θη‐ | |
| βαίων ἐπαρχίαν, ἄνδρες εὐλαβεῖς καὶ | 281 | |
282 | οὐκ ἀθαύμαστον ἔχοντες πολιτείαν, ἐλθόντες ἐν Ἀλεξανδρείᾳ, ἐρωτώ‐ μενοί τε παρ’ ἐμοῦ τὴν κατάστασιν τῶν αὐτόσε μοναστηρίων, ἐδίδασκον | |
| 5 | ὅτι σκανδαλίζονται πολλοὶ διὰ τοιαύ‐ την αἰτίαν. | |
| 7t | (α) Περὶ τοῦ ἀνεξετάστως μὴ χειροτονεῖν. | |
| 8 | Νεωστὶ γεγαμηκότες τινὲς καὶ οἷον ἐξ αὐτῶν καταβάντες τῶν νυμφώ‐ | |
| 10 | νων, συναρπάζουσί τινας τῶν θεο‐ φιλεστάτων ἐπισκόπων, καὶ οὐδενὸς τάχα που τὰ κατ’ αὐτοὺς ἀπαγγέλ‐ λοντος, χειροτονοῦνται κληρικοί, ἢ γοῦν πρεσβύτεροι. | |
| 15t | (β) Περὶ τῶν ἐκ μοναστηρίων ἐξερχο‐ | |
| 16t | μένων καὶ χειροτονουμένων. | |
| 17 | Ἕτεροι δέ τινες ἐξ αὐτῶν τῶν μο‐ ναστηρίων ὡς ἄτακτοι ἐκβαλλόμενοι, πάλιν ὑποτρέχουσι τὰς χειροτονίας, | |
| 20 | καὶ γενόμενοι κληρικοὶ εἰσέρχονται καὶ ἐν αὐτοῖς τοῖς μοναστηρίοις, ὅθεν ἐκβέβληνται, καὶ βούλονται προσφέρειν καὶ ὅσα κληρικοῖς ἔθος πληροῦν· καὶ ταῦτα δρᾶν, ὡς καί | |
| 25 | τινας τῶν εἰδότων αὐτοὺς παραιτεῖ‐ | 282 |
283 | σθαι καὶ τὰς συνάξεις καὶ μὴ ἀνέχε‐ σθαι κοινωνεῖν λειτουργούντων ἐ‐ κείνων. | |
| 4t | (γ) Περὶ τοῦ πῶς καὶ πότε δεῖ χειρο‐ | |
| 5t | τονεῖν καὶ τίνα δεῖ ἐξετάζειν. | |
| 6 | Ἐπειδὴ τοίνυν πρὸς οἰκοδομήν, ὡς ἔφην, τῶν λαῶν πάντα χρὴ πράτ‐ τεσθαι παρ’ ἡμῶν, ἐπιτηρείτω ταῦτα ἡ θεοσέβεια ὑμῶν· καὶ εἰ μέλλοι | |
| 10 | τις χειροτονεῖσθαι κληρικός, περιερ‐ γαζέσθω τὸν βίον αὐτοῦ, καὶ πότε‐ ρόν ποτε γαμετὴν ἔχει ἢ οὔ, καὶ πῶς ἢ πότε ἠγάγετο, καὶ εἰ ἀπέσχε‐ το· καὶ εἰ μή τίς ἐστι τῶν ἐκβεβλη‐ | |
| 15 | μένων ἢ παρ’ ἑτέρου θεοσεβεστάτου ἐπισκόπου ἢ ἐκ μοναστηρίων· καὶ τότε χειροτονείτω, ἀδιάβλητον εὑ‐ ρεθέντα. Τηρήσομεν γὰρ οὕτω κα‐ θαρὸν καὶ τὸ ἑαυτῶν συνειδὸς καὶ | |
| 20 | ἀδιάβλητον τὴν ἱερὰν καὶ σεπτὴν λειτουργίαν. | |
| 22t | Ε | |
| 23t | Περὶ τῶν κατηχουμένων καὶ μετανοούν‐ | |
| 24t | των, εἰ τοῦ τέλους ἐγγίζοιεν. | |
| 25 | Ἐὰν δὲ χωρισμὸν ὑπομείνωσί τινες | |
| ἐπιτιμηθέντες πταισμάτων ἕνεκα, | 283 | |
284 | εἶτα μέλλωσι τελευτᾶν, κατηχούμε‐ νοι ὄντες, βαπτιζέσθωσαν, καὶ μὴ ἀποδημείτωσαν τῶν ἀνθρωπίνων ἀ‐ μέτοχοι τῆς χάριτος, ἤγουν ἀκοι‐ | |
| 5 | νώνητοι· δοκεῖ γὰρ προσέχειν καὶ τοῦτο τοῖς τῆς ἐκκλησίας θεσμοῖς. Προσείπατε τὴν παρ’ ὑμῖν ἀδελφό‐ τητα· ὑμᾶς ἡ σὺν ἡμῖν ἐν κυρίῳ | |
| προσαγορεύει. | 284 | |