TLG 4090 162 :: CYRILLUS :: Epistula canonica ad Domnum (epist. 78) CYRILLUS Theol. Epistula canonica ad Domnum (epist. 78) Citation: Page — (line) | ||
276(1t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ | |
2t | ΚΥΡΙΛΛΟΥ | |
---|---|---|
3t | ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ | |
7t | Κύριλλος Δόμνῳ | |
8t | Α | |
9t | Περὶ τοῦ ἐπίσκοπον καθαιρεθέντα καὶ | |
10t | τοῦ ἱερουργεῖν παύεσθαι. | |
11 | Ἕκαστα τῶν καθ’ ἡμᾶς πραγμάτων, ὅταν εὐθὺ φέρωνται κανονικῆς εὐ‐ ταξίας, οὐδένα μὲν ἡμῖν ἐντίκτει θόρυβον, ἀπαλάττει δὲ καὶ τῆς παρά | |
15 | τινων δυσφημίας, μᾶλλον δὲ καὶ τὰς παρὰ τῶν εὖ φρονούντων εὐφη‐ μίας ἡμῖν προξενεῖ. Τίς γὰρ οὐκ ἂν | |
ἀποδέξαιτο ψῆφον ἀπροσκλινῆ, ἥ‐ | 276 | |
277 | περ ἂν γένοιτο περί τινων, ἢ πῶς τὸ κρίνειν ὀρθῶς καὶ ἐννόμως οὐκ ἀνεπίπληκτον ἔσται, μᾶλλον δὲ παν‐ τὸς ἐπαίνου μεστόν; | |
5 | Καὶ ταῦτα γράφω νυνί, τῆς σῆς θεοσεβείας ἐν τοῖς ἑαυτῆς γράμμασι, τοῖς σταλεῖσι πρὸς ἐμέ τε καὶ τὸν ὁσιώτατόν τε καὶ θεοφιλέστατον ἀδελφὸν ἡμῶν καὶ συνεπίσκοπον | |
10 | Πρόκλον, ἐπίσκοπον μὲν ὀνομα‐ ζούσης τὸν εὐλαβέστατον καὶ θεο‐ σεβέστατον Πέτρον, αὐτοῦ δὲ κλαί‐ οντος καὶ τῆς ἐκνεμηθείσης ἐκκλη‐ σίας αὐτῷ παραλόγως κεκινῆσθαι | |
15 | λέγοντος. Ἦν δ’ ἀκόλουθον, ἢ τὸ τῆς ἱερωσύνης ὄνομα μετὰ τοῦ πράγ‐ ματος ἔχειν αὐτόν, ἢ γοῦν, εἴπερ ἦν ἄξιος τοῦ μὴ προεστάναι θείου θυ‐ σιαστηρίου, μηδ’ αὐτῇ τιμᾶσθαι τῇ | |
20 | κλήσει τῆς ἐπισκοπῆς. Ἀλλ’ ἴσως δόξειεν ἂν τῇ σῇ θεοσεβείᾳ σκληρὸς εἶναί τις καὶ ἀφιλάλληλος ὁ παρ’ ἐμοῦ λόγος, ἔχει δὲ οὐχ οὕτω κατὰ τὸ ἀληθές· ἐλεῆσαι γὰρ τάχα που | |
25 | νομίζομεν τὸν πρεσβύτην, μόνην αὐ‐ | |
τῷ τὴν κλῆσιν ἀφέντες· μακρῷ δὲ | 277 | |
278 | ἦν ἄμεινον ἐννοῆσαι καὶ τὸ ἕτερον· φάσκει γὰρ δύνασθαι μὲν συστῆναι τῇ οἰκείᾳ ὑπολήψει, οὐ λαβεῖν δὲ καιρὸν ἀπολογίας, οὔτε μὴν ἀκρόα‐ | |
5 | σιν αὐτῷ προστεθῆναι κανονικήν. Εἰ δ’ ἐγεγόνει τι τοιοῦτον, αὐτὴ τῶν ὑπομνημάτων ἡ σύστασις διήλεγξεν ἂν αὐτόν, ἢ ἁλόντα τοῖς αἰτιάμασιν ἔνοχον ἀποπεφασμένον καὶ οὐδὲν | |
10 | ἔχοντα λοιπὸν εἰπεῖν ὡς ἠδικημένον, ἢ γοῦν ἐλεύθερον ἀποφήνασα πάλιν ἐδίδου τὸ προεστάναι τῆς ἐκκλησίας, ἣ καὶ ὑπὸ χεῖρα γέγονε τὴν αὐτοῦ. Οὐδενὸς δὲ πεπραγμένου τοιούτου, | |
15 | καταβοᾷ τοῦ πράγματος· ἀδικίαν ἀφόρητον ὑποστῆναί φησι, καὶ ἀθέ‐ σμως ἐκβεβλῆσθαι, προσεπάγων ὅτι καὶ ἡρπάσθη πάντα τὰ προσήκοντα αὐτῷ χρήματα. | |
20 | Ἡ σὴ τοιγαροῦν ὁσιότης ἐννοοῦσα καὶ τὸ τοῖς θείοις κανόσι δοκοῦν καὶ τὸ πρέπον ἐκκλησίᾳ καὶ τοῖς τεταγμένοις εἰς ἱερὰν λειτουργίαν, ἔτι τε πρὸς τούτοις καὶ τὰ παρ’ ἡ‐ | |
25 | μῶν δυσωπηθεῖσα γράμματα, στη‐ | 278 |
279 | σάτω τοῦ πρεσβύτου τὸ δάκρυον. Καὶ εἰ μὲν ἕλοιτο δικάσασθαι πρὸς τοὺς ἐπάγοντας αὐτῷ τὰς αἰτίας, δικαζέσθω κατὰ τὸ εἰωθὸς ἐπὶ τῆς | |
5 | σῆς θεοσεβείας, συμπαρόντων δη‐ λονότι τῶν ὑπὸ τὴν αὐτῆς χεῖρα θεοσεβεστάτων ἐπισκόπων, ἐκτὸς εἰ μὴ παραιτοῖτό τινας ὡς ὑπόπτους· οὐδένα μὲν γὰρ τῶν θεοσεβεστάτων | |
10 | ἐπισκόπων ἐχθρὰ φρονεῖν ἀδελφῷ πιστεύομεν, ἵνα δὲ μὴ πρόφασις αὕτη γένηται, τὴν ἐσομένην ἐπ’ αὐ‐ τῷ κρίσιν παραλύουσα, πρὸς τὸ μὴ ἐν δίκῃ πεποιῆσθαι δοκεῖν, οὐδὲν | |
15 | ἐστὶ τὸ λυποῦν ἀπεῖναι τοῦ συνε‐ δρίου τῶν ἐν ὑποψίᾳ τινάς. | |
17t | Β | |
18t | Περὶ τοῦ πάντων τῶν ἐκκλησιαστικῶν | |
19t | ἔχειν τὴν ἐξουσίαν τὸν ἐπίσκοπον. | |
20 | Τὰ δὲ ἀδίκως ληφθέντα παρ’ αὐτοῦ χρήματα ἀναδοθῆναι δίκαιον κατὰ δύο τρόπους. Πρῶτον μέν, ὅτι οὐδὲ ἐχρῆν ὅλως γενέσθαι τι τοιοῦτον, καὶ ὅτι λυπεῖ σφόδρα καὶ εἰς ἐσχά‐ | |
25 | την ἀκηδίαν καταφέρει τοὺς ἁπαν‐ | 279 |
280 | ταχόσε γῆς ὄντας θεοσεβεστάτους ἐπισκόπους, τὸ ἀπαιτεῖσθαι λόγους τῆς οἰκονομίας τῶν παραπιπτόντων αὐτοῖς ἀναλωμάτων, εἴτε ἐκ προσ‐ | |
5 | όδων ἐκκλησιαστικῶν, εἴτε οὖν καὶ ἀπὸ τῆς τινων καρποφορίας· ἕκαστος γὰρ ἡμῶν τῶν ἰδίων καιρῶν δώσει λόγον τῷ πάντων κριτῇ· κειμήλια μὲν γὰρ καὶ κτήσεις ἀκινήτους ἀνεκ‐ | |
10 | ποιήτως ταῖς ἐκκλησίαις σῴζεσθαι χρή, θαρσεῖσθαι δὲ τοὺς κατὰ καιρὸν τὴν θείαν διέποντας ἱερωσύνην τῶν παραπιπτόντων ἀναλωμάτων τὴν οἰ‐ κονομίαν. | |
15t | Γ | |
16t | Περὶ τοῦ μὴ διδόναι παραίτησιν ἱερέα. | |
17 | Τοὺς δὲ τῆς παραιτήσεως λιβέλλους οὐ κατὰ προαίρεσιν οἰκείαν, ἀλλ’ ὡς ἐξ ἀνάγκης καὶ φόβου καὶ τῆς τινῶν | |
20 | ἀπειλῆς ἐπιδοῦναι φησί. Καὶ ἑτέρως δὲ πρᾶγμά ἐστιν οὔτε τοῖς τῆς ἐκκλησίας ἀρέσκον θεσμοῖς τὸ λι‐ βέλλους παραιτήσεως προσάγειν τι‐ | |
νὰς τῶν ἱερουργῶν· εἰ γὰρ εἰσὶν | 280 | |
281 | ἄξιοι τοῦ λειτουργεῖν, ἔστωσαν ἐν τούτῳ, εἰ δὲ ἀνάξιοι, μὴ ἀπὸ παραι‐ τήσεως ἐξίτωσαν, κατεγνωσμένοι δὲ μᾶλλον ἐπὶ πράγμασιν· ὧν ἄν τις | |
5 | πολλὴν ποιήσαιτο τὴν καταβοήν, ὡς ἔξω τρεχόντων πάσης ἀκολου‐ θίας. Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα· σὲ ἡ σὺν ἡμῖν ἐν κυρίῳ προσαγο‐ | |
10 | ρεύει. | 281 |