TLG 4090 149 :: CYRILLUS :: Homilia habita in ecclesia Cyrini (fragmentum) CYRILLUS Theol. Homilia habita in ecclesia Cyrini (fragmentum) fr. 27 Citation: (Line) | ||
1 | Τοῦ αὐτοῦ ἐξ ὁμιλίας ῥηθείσης ἐν τῇ Κυρίνου ἐκκλησίᾳ, τρισ‐ καιδεκάτῃ τοῦ φαμενὼθ μηνὸς κατ’ Αἰγυπτίους, ἐν ᾗ τὸ τοῦ Ἠσαΐου ῥητὸν ἑρμηνεύει τὸ φάσκον· «Κατέπιεν ὁ θάνατος ἰσχύσας καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου». Ὁ μὲν γὰρ | |
---|---|---|
5 | τῶν ὅλων θεός, ἅτε δὴ ζωὴ καὶ ζωοποιὸς ὑπάρχων, ἄφθαρτον ἐπὶ γῆς ζῷον ἠθέλησεν εἶναι τὸν ἄνθρωπον, εἰ 〈καὶ〉 φύσεώς ἐστι φθαρτῆς. Ὁ δέ, ἐπείπερ ἦν πονηρὸς καὶ βάσκανος, ἐπεβούλευσε τῷ γένει, ἀντετάττετο τῇ βουλήσει τοῦ δημιουργοῦ, κατεκόμισε πανούρ‐ | |
γως εἰς παρακοήν, εἰδὼς ὅτι πεσεῖται δι’ αὐτῆς εἰς θάνατον. | 4 |