TLG 4090 148 :: CYRILLUS :: Oratio in ascensionem domini (olim sub nomine Athanasii) CYRILLUS Theol. Oratio in ascensionem domini (olim sub nomine Athanasii) Source: Datema, C. (ed.), “Une homélie inédite sur l’ascension” [Byzantion 44] 1974: 126–137. Citation: Page — (line) | ||
126(1t) | Τοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας | |
2t | εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ | |
---|---|---|
3 | Ὁ ἐν ἀρχῇ πρὸ τῶν αἰώνων πρὸς τὸν Θεὸν Θεὸς Λόγος, τῶν ἡμετέρων ψυχῶν τὸ λύτρον, τοῦ διαβόλου ὁ πόλεμος, τῆς οἰκου‐ | |
5 | μένης ἡ ἐλευθερία· ὁ πάντα λόγῳ τεκταινόμενος πρὸς τὸ ἡμᾶς εἰς τὴν αὐτοῦ ἀξίαν χάριτι ἀναγαγεῖν· ὁ πεπτωκότας ἡμᾶς διὰ τὴν ἁμαρτίαν ἐγείρας τῷ ὑποκύψαι πρὸς ἡμᾶς διὰ τῆς ἐναν‐ θρωπήσεως· ὁ θανατωθέντας ἡμᾶς διὰ τὴν παρακοὴν ἀναγεν‐ νήσας διὰ τῆς αὐτοῦ πρὸς ἡμᾶς ἐπιδημίας καὶ τὸν πατέρα μὴ | |
10 | καταλείψας· ὁ τὴν γῆν πατήσας καὶ τοὺς οὐρανοὺς ἡνίκα ὢν σὺν ἡμῖν σωματικῶς πληρῶν ἑαυτοῦ· ὁ πάντα γενόμενος ὅσα ἡμεῖς χωρὶς ἁμαρτίας καὶ μείνας ἄτρεπτος· ὁ μηδὲν παθεῖν δι’ ἡμᾶς παραιτησάμενος, ἵνα ἡμᾶς εἰς ἀπάθειαν ἀγάγῃ· ὁ σταυρῷ προσηλωθεὶς καὶ τὰ τοῦ παραδείσου κλεῖθρα ἀναπετάσας· οὗτος | |
15 | ὁ τὴν πρὸς τὸν διάβολον πάλην δι’ ἡμᾶς ἀναδεξάμενος καὶ τῆς ἁμαρτίας θλάσας τὸ κέντρον καὶ τῶν Ἰουδαίων τεφρώσας τὸ φρόνημα τῆς τε ἱεροσύνης αὐτῶν κενώσας τὰ μεγαλεῖα καὶ τὸν ναὸν αὐτῶν ἐριπώσας μετὰ τὸ βεβήλων ἄρξαι χειρῶν τὴν δια‐ θήκην παύσας, τὴν λατρείαν στήσας καὶ τὰ ἔθνη προσκαλεσά‐ | |
20 | μενος· ὁ τὸν θάνατον καταργήσας καὶ γῆν οὐρανὸν ποιήσας τῇ τῶν ἀγγελικῶν πολιτευμάτων διαγωγῇ προσηλώσας τε τὸ καθ’ ἡμῶν τῆς ἁμαρτίας χειρόγραφον τῷ σταυρῷ καὶ ὑποχειρίους γεναμένους τῇ ἁμαρτίᾳ εἰς υἱοθεσίαν ἀνακαλεσάμενος ἡμᾶς διὰ τῆς τοῦ Πνεύματος οἰκονομίας. | |
25 | Σήμερον ἀνῆλθεν ὅθεν οὐκ ἀπελείφθη. Μὴ σκιὰν ὑπογρά‐ | |
φῃς τὴν οἰκονομίαν, μὴ φάντασμα ἡγήσῃ τὴν σωτηρίαν, μὴ σκιὰν | 126 | |
127 | εἴπῃς τὴν ἀλήθειαν· ἤκουσας ὅτι κατῆλθεν. Οὕτως νόησον· κατῆλθεν ἐνταῦθα καὶ τοὺς οὐρανοὺς ἑαυτοῦ οὐκ ἐκένωσεν, ἐπειδὴ γὰρ ἀπερίγραπτος ἦν τὴν φύσιν, πληροῖ δὲ τὸν οὐρανὸν καὶ τὴν γῆν κατὰ τὸ προφητικὸν λόγιον. Καὶ παρὰ Μαρίᾳ ἦν καὶ παρὰ | |
5 | τῷ πατρὶ καὶ παρὰ Πιλάτῳ καὶ παρ’ ἀγγέλοις καὶ ἐν οὐρανῷ, ἐν ᾅδῃ καὶ ἐν γῇ καὶ ἐν ἀέρι· Θεὸς γὰρ ἦν καὶ ἡνίοχος τῶν ἁπάντων. Ἦλθεν ὅπου ἦν, ἀνῆλθεν ὅθεν οὐκ ἀπελείφθη. Ἐν τῷ κόσμῳ ἦν· ἄρα οὖν ἐν τῷ κόσμῳ ὢν τῇ θεότητι πῶς ἦλθεν εἰς τὸν κόσ‐ μον; Ἀλλ’ ἐπειδὴ ἐν τῷ κόσμῳ ὢν τῇ θεότητι σωματικῶς οὐχ | |
10 | ὁρᾶτο, ἀναλαμβάνει τὸ σῶμα ἵνα διὰ τοῦ σώματος ὡς ἐκ κατόπ‐ τρου ὁρῶντες τὸν Θεὸν παιδαγωγηθῶμεν εἰς εὐσέβειαν. Ἀντι‐ στρέψωμεν τὸν λόγον· ἄρα οὖν καὶ ἐν γῇ ὢν εἰς οὐρανοὺς ἦν; ἀνῆλθεν ὅπου ἦν; Ἀλλὰ οὐ μάχεσθαί μοι πρόκειται, οὐδὲ γὰρ δεῖ παραμεῖξαι | |
15 | πόλεμον τῇ εἰρήνῃ. Συνχορεῦσαι τῷ ὑπὲρ ἡμῶν σήμερον νενι‐ κηκότι παραγενώμεθα, ἀνιόντι τοίνυν αὐτῷ εἰς οὐρανοὺς πάντες ἀκολουθήσωμεν, ῥίψωμεν τὰ σωματικά, ἀποταξώμεθα ταῖς ἡδο‐ ναῖς, ὅλοι γενώμεθα πνεύματα ἵνα ἀκολουθήσαντες αὐτῷ ἀκού‐ σωμεν τῶν ἐπουρανίων δυνάμεων λεγούσων· «Ἄρατε πύλας, οἱ | |
20 | ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». Καὶ πρὸς τὰς ἐρωτώσας· «Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;», ἀντιφθεγξώμεθα οἱ πεπειρα‐ μένοι τῆς εὐεργεσίας καὶ εἴπωμεν οἱ ἐλευθερωθέντες ὅτι «Κύ‐ ριος κραταιὸς καὶ δυνατός· Κύριος δυνατὸς ἐν πολέμῳ, αὐτός | |
25 | ἐστιν ὁ βασιλεὺς τῆς δόξης». Οὐδὲν σεσιώπηται τῆς εἰς ἡμᾶς σωτηρίας τοῖς προφήταις, οὐδὲν τεταμίευται ἐν ἀπορρήτοις. Πάν‐ τα ὅσα ἔμελλεν πάσχειν ὑπὲρ ἡμῶν ὁ Χριστός, ταῦτα προανετύ‐ πωσεν προφητικαῖς φωναῖς, ἵνα ὅταν ἔλθῃ πρὸς ἡμᾶς ὁ Θεὸς καὶ πάθῃ τὰ ἀνθρώπων μὴ ξενισθῶμεν οἱ προακούσαντες. | |
30 | Γεννᾶσθαι ἔμελλεν ὡς ἄνθρωπος καί φησιν Ἡσαΐας ὁ προ‐ | |
φήτης· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήμψεται καὶ τέξεται υἱὸν | 127 | |
128 | καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἰμμανουήλ. Προωμίλησεν τῷ προ‐ φήτῃ τὸ θαῦμα. Σταυροῦσθαι ἔμελλεν καί φησιν ὁ αὐτὸς Ἡσαΐας «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κεί‐ ραντος αὐτὸν ἄφωνος» καὶ τὰ ἑξῆς. Ἔχεις καὶ ἐν τούτῳ τὸ | |
5 | πρᾶον καὶ τὴν ἐξουσίαν καὶ τὸ ὑπὲρ ἡμῶν παθητικὸν καὶ πᾶσαν ὁμοῦ συνδεδεμένην εἰς ἓν θαῦμα τὴν οἰκονομίαν. Ῥαπίζεσθαι καὶ μαστιγοῦσθαι ἔμελλεν καί φησιν πάλιν ὁ αὐτός· «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα». Προσηλοῦσθαι ἔμελλεν ξύλῳ καὶ προανεφώνησεν διὰ τοῦ προ‐ | |
10 | φήτου Δαβὶδ λέγων· «Ὤρυξαν χεῖράς μου καὶ πόδας». Διψή‐ σας ἔμελλεν πίνειν ὄξος καί φησιν διὰ τοῦ Δαβίδ· «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος». Ἀνιέναι ἔμελλε εἰς οὐρανοὺς ἐπὶ τὰ ἴδια, ἐπὶ τὰ πατρῷα, εἰ καὶ πάντα αὐτοῦ ἦν καὶ αὐτὸς πάντα πληροῖ. Πλὴν ἐπὶ τὴν αὐτῷ πρέ‐ | |
15 | πουσαν λῆξιν ἀνιὼν ἐπειδὴ ἔμελλεν καὶ ταύτην ὑπὲρ ἡμῶν ὑπο‐ μένειν τὴν μυσταγωγίαν, φησὶν διὰ Ἡσαΐου τοῦ προφήτου· «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;». Μικρὸν δὲ ἀνάσχου, ἀγαπητέ, ἵνα τῆς παρούσης πανηγύρεως εἴπω σοι τὴν ὑπόθεσιν, διδάξω δέ σε πῶς πανηγυρίζειν οὐχ ὡς | |
20 | μὴ εἰδότα, ἀλλ’ ὡς εἰδότα. Ὑπομιμνήσκω ἵνα ἀκριβέστερόν σε διηγήμασιν ἐπιστήσω, ἵνα εἰλικρινῶς προσκυνῇς τοῦ πεπον‐ θότος ὑπέρ σου τὴν δύναμιν. Ἐπειδὴ εἰς οὐρανοὺς ἀνιέναι ἔμελλεν πάντα ὑπομείνας δι’ ἡμᾶς. Ἀνῄει δὲ οὐχ ὡς κατῆλθεν· κατῆλ‐ θεν γὰρ ἀσώματος, ἀνέρχεται μετὰ σώματος οὐκέτι τὰ τοῦ σώ‐ | |
25 | ματος πάσχων· συγκεκραμμένως δέ, ἀσυγχύτως εἷς τῇ τῆς θεότητος δυνάμει. Ἐπειδὴ οὖν ἀνίει εἰς οὐρανοὺς ἐπὶ τοῖς ἐξαισίοις πράγμασιν ξενιζόμεναι αἱ οὐράνιοι δυνάμεις φασίν· «Τίς οὗτος ὁ παραγι‐ νόμενος ἐξ Ἐδώμ»; Τίς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέρχεται; Οὐ‐ | |
30 | δεὶς οὕτως κατῆλθεν ἄνωθεν. Ἡμεῖς τοιοῦτον δέχεσθαι οὐ με‐ μελετήκαμεν σῶμα· οὐκ ἀεροπορεῖ ἄνθρωπος, οὐκ οὐρανοπορεῖ. «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;». Τίς ἀπὸ γῆς εἰς οὐ‐ ρανοὺς ἀνέρχεται; Ἐδὼμ γὰρ ἑρμηνεύεται γῆ. «Τίς», φασίν, «ὁ τέμνων τὰς αἰθεροπόρους πύλας; Τίς ὁ κρείττων στοιχείων | |
35 | γινόμενος; Τίς ὁ μεταβαλὼν τὴν φύσιν; Τίς τὸ γεῶδες εἰς οὐ‐ ρανοὺς ἀνάγει; Τίς τὸν αἰχμάλωτον ἠλευθέρωσεν Ἀδάμ; Εἰ‐ | |
κόνα ὁρῶμεν οὐρανοβατοῦσαν, ξενιζόμεθα ἐπὶ τοῖς γιγνομένοις». | 128 | |
129 | «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;». Ἀπορούντων ὁ λόγος, οὐκ εἰδότων ἡ ἔννοια. Ἔλαθεν ὁ υἱὸς τοῦ Θεοῦ, τὴν κά‐ θοδον οὐκ ἀνεκοινώσατο ἀγγέλοις, οὐκ ἀνεκοινώσατο δυνάμεσιν· κατῆλθεν λαθὼν τὴν παρουσίαν, ἵνα θριαμβεύσῃ λάθρᾳ τὸν τύ‐ | |
5 | ραννον. Οὐκ ἦν καιρὸς δορυφορίας, ἀτιμίας ἦν χρεία[ς], ἵνα μὴ μάθωσιν οἱ ὑπηρέται· διὰ τοῦτο σιωπᾷ ὁ δεσπότης. Ἐπεὶ οὖν τὴν κάθοδον οὐκ ἐθεάσαντο αἱ ἄνω δυνάμεις, ἐπὶ τῇ ἀνόδῳ ξενί‐ ζονται θαῦμα καινὸν καὶ πρᾶγμα ξένον παρὰ τὴν φύσιν τελεσιουρ‐ γούμενον ὁρῶσαι καί φασιν πρὸς ἀλλήλους· «Τίς οὗτος ὁ παραγι‐ | |
10 | νόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ;». Βοσὸρ πάλιν ἑρμηνεύεται σάρξ· τὸ οὖν «ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βο‐ σόρ», ἐκ σαρκός ἐστιν. Ποῖον ἆρα ἐρύθημα; Ἦ τὸ αἷμα τὸ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἐξελθόν. Τηρεῖ γάρ, ὡς πολλάκις εἰρήκαμεν, τὴν πλευρὰν καὶ τὸ αἷμα τοῖς Ἰουδαίοις, ἵνα μὴ ἐν δόξῃ ὁρῶντες | |
15 | ἀρνήσονται τὸν σταυρὸν καὶ εἴπωσιν· τοῦτον ἡμεῖς οὐκ ἐσταυ‐ ρώσαμεν. Διὰ τοῦτο καὶ τὸ αἷμα καὶ τὰ ἴχνη τῆς τετρωμένης πλευρᾶς δεικνύει, ἵνα ἐντρέψῃ ἐκείνους ἐν καιρῷ τῆς βασιλείας αὐτοῦ. «Ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, ὡραῖος ἐν στολῇ βιαίᾳ». | |
20 | Βιαία δὲ ἑρμηνεύεται δύναμις, παρὰ δὲ τοῖς ἄλλοις ἑρμηνεύεται πάνυ καὶ λίαν καὶ μάλιστα. Ὡραῖος οὖν φησιν ἐν στολῇ πάνυ, ἐπειδὴ γὰρ τὴν ἡμετέραν ἀδοξίαν ἀναδεξάμενος διὰ τῆς τῶν παθημάτων δόξης ἠλευθέρωσεν τοὺς καταδεδουλωμένους τῇ αἰσ‐ χύνῃ καὶ εἰς ἐλευθερίαν ἀνεκαλέσατο. Ὅτι μὲν ἦν ἐν ἀτιμίᾳ | |
25 | φησὶν ὁ προφήτης· «Εἴδαμεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὔτε κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων». Ἐν γὰρ ἐμπτύσμασιν γέγονεν, ἐν αἰσχύνῃ, ἐν χλεύῃ, ἐν πείνῃ, ἐν δίψῃ, ἐν δικαστηρίοις, ἐν εὐθύναις, ἐν δήμοις Ἰουδαίων, ἐν ἀπειλαῖς, ἐν γέλωτι, ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν | |
30 | συκοφαντίαις καὶ ἀνάγκαις, ποτε μὲν ἀπὸ τῆς Γαλιλαίας εἰς τὴν Ἰουδαίαν μετανιστάμενος, ποτε δὲ ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισαρίαν διωκόμενος· ἐν τούτοις ὢν ἀληθῶς «οὐκ εἶχεν εἶδος οὔτε κάλλος». Ἐπειδὴ δὲ ταῦτα νενίκηκεν καὶ διὰ τούτων ἐξελ‐ θὼν ἔδειξεν αὐτοῦ τὴν θεότητα ἀνύβριστον, ἐπειδὴ ἐν τοῖς πά‐ | |
35 | θεσιν ἔμεινεν ἀπαθὴς καὶ ἐν ταῖς ὕβρεσιν ἀνύβριστος καὶ ἐν τῇ | 129 |
130 | πείνῃ πάντων τροφεὺς καὶ ἐν τοῖς διωγμοῖς πάντων σωτὴρ καὶ ἐν ταῖς ἀνάγκαις πάντων ἐλευθερωτὴς, ἐπειδὴ τὸν ἀκανθώδη στέφανον περιελὼν ἐξ ἡμῶν τέθηκεν ἐπὶ τὴν τῶν πιστῶν κεφαλὴν στέφανον ἐκ λίθου τιμίου πάντων τῶν αἰσχρῶν ἐκείνων πεπατη‐ | |
5 | μένων, τῆς δόξης ἀναδραμούσης ἐπὶ τὸν Ἀδάμ, φασὶν αἱ ἀγγε‐ λικαὶ δυνάμεις· «ὡραῖος ἐν στολῇ βιαίᾳ». Καὶ μή μοι τις μέμψηται τίνος ἕνεκεν τὴν προφητικὴν ταύτην ἐξέρχομαι νῦν ῥῆσιν λέγων· μὴ γὰρ τοῦτο προανηγό‐ ρευται νῦν, μὴ γὰρ τοῦτο ἀναγνώσθη νῦν, μὴ γὰρ Ἠσαΐου ἐπη‐ | |
10 | κούσαμεν νῦν. Μηδεὶς μέμψηται, ἀγαπητοί· μηδεὶς φιλολοί‐ δορος φάνῃ, εἰ μὲν γὰρ ἔξω τῆς πανηγύρεως εἱλκύσατο διήγημα καὶ ἄλλην ὑπόθεσιν μελῳδῷ· μέμψασθαι ὡς ἄκαιρον καὶ φλύα‐ ρον, εἰ δὲ διήγημα προφητικὸν εἰς ταύτην ἁρμόττον τὴν πανή‐ γυριν εὐκαίρως ὑμῖν παρήγαγον. Δέξασθε πειθανῶς καὶ προσ‐ | |
15 | δέξασθε εὐμενῶς καὶ ἐγχρονίσατέ μοι μικρὸν καὶ δείξω ὑμῖν καὶ ἀγγέλους μανθάνοντας τίς ὁ ἀνελθὼν καὶ Χριστὸν πάλιν συμ‐ περιφερόμενον δούλοις καὶ τῆς ἡμετέρας σωτηρίας διηγούμενον τὸ μυστήριον. Τί οὖν φησιν ὁ προφήτης; «Τίς οὗτος ὁ παραγινόμενος | |
20 | ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, ὡραῖος ἐν στολῇ βιαίᾳ;». Ταῦτα μὲν ὑπὸ τῶν ἀγγέλων, ὑπὸ τῶν ἄνω δυνάμεων· πρὸς δὲ ταῦτα ὁ Χριστός—οὐδὲ γάρ ἐστιν ὑπερόπτης, οἶδεν καὶ δούλοις συμπεριφέρεσθαι, οἶδεν καὶ οἰκέταις ἐρωτῶσιν ἀπο‐ κρίνεσθαι «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;» —ἀποκρί‐ | |
25 | νεται ἐφεξῆς καὶ λέγει· «Μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιο‐ σύνην καὶ κρίσιν σωτηρίου». Ὢ τῆς καλῆς καὶ δεσποτικῆς φωνῆς ὢ τῆς ἀληθείας τῆς ἐκείνῳ μόνῳ πρεπούσης «Μετὰ ἰσχύος, φησίν, ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτη‐ ρίου». Θέλεις μαθεῖν ἰσχύν; Σταυρούμενος ἐνίκα· ἰδού, ἰσχύς. | |
30 | Δεδεμένος ἐδουλαγώγει· ἰδού, ἰσχύς. Κρατεῖται ὡς ἄνθρωπος· | |
ἰδού, ἰσχύς. Εἰ δὲ καὶ τὴν δικαιοσύνην θέλεις μαθεῖν, μάθε. | 130 | |
131 | Ἔλαβέν σε ὁ διάβολος οὐκ ὄντα αὐτοῦ, ἤλασέν σε πολὺν χρόνον οὐ πλάσας σε περὶ ὄρη καὶ νάπας, ἐπτόησέν σε, ζυγόν σοι ἐπέθηκεν οὐκ ὤν σου δεσπότης· ἦλθεν ὁ ἀληθινὸς ποιμήν, ἀπέσπασέν σε ἀπὸ τοῦ λύκου, ἐποίησεν μετά σου δικαιοσύνην καὶ λοιπὸν πεπλή‐ | |
5 | ρωται· «Μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου». Οὐχ ὅσον δὲ τὰ ἡμέτερα κατορθώματα, οὐδὲ γὰρ ἡμεῖς εὐπραγήσαντες ἐπείσαμεν ἐνανθρωπῆσαι τὸν Θεόν. Οὐχ ἡμετέρα δικαιοσύνη κατήγαγεν αὐτὸν ἐπὶ γῆς, ἀλλ’ ἡ τοῦ τυράν‐ νου παρανομία, ἵνα μάθῃ ὁ τύραννος τὰ ἀλλότρια μὴ δεσμεύειν | |
10 | πρόβατα. «Μετὰ ἰσχύος, φησίν, ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρί‐ σιν σωτηρίου». Τὴν πρᾶξιν λέγει, τὴν ἀξίαν σιωπᾷ. Ἐρωτηθεὶς γὰρ «Τίς οὗτος» οὐ λέγει ὅτι ἐγὼ εἰμὶ ὁ δεσπότης ὑμῶν, ἀλλὰ ἐσιώπησεν τοῦτο ἐκ τῶν ἔργων θέλων γνωρίζεσθαι. «Μετὰ ἰσ‐ | |
15 | χύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου». Καὶ σιωπᾷ τέως ταῦτα εἰρηκὼς καὶ ἀντιφθέγγεται πάλιν ὁ τῶν ἀγ‐ γέλων χορὸς καί φησιν πρὸς αὐτόν· «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης». Καὶ ἵνα μή τις νομίσῃ τὰ ἡμέτερα ῥήματα | |
20 | πεπλάσθαι ἢ ἐκ πολλῶν προφητειῶν συνειλῆφθαι ἡμῖν φωνάς, ἐν μίᾳ σελίδι εὑρήσει ταῦτα ἠρτημένα. Διὸ καὶ μίαν ἔχει τὴν ἀκολουθίαν ὡς ἡρμοσμένον σῶμα παρὰ Ἠσαΐᾳ τῷ προφήτῃ. Καὶ τί ἐρεῖ; Τὰ τέλη ἀνάγνωθι, ὁ φιλομαθὴς καὶ σπουδαῖος, καὶ εὑρήσεις ὡς οὐκ ἀπὸ πολλῶν προφητειῶν ταῦτα συνελέξα‐ | |
25 | μεν, ἀλλὰ μίαν ἀκολουθίαν λαβόντες διεσαφηνίσαμεν. Εἶτα πρὸς αὐτὸν, ὡς ἔφην, οἱ ἄγγελοι· «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης». Ἐρυθρὰ τὰ ἱμάτια βλέπομεν, βουλόμεθα τὴν αἰτίαν μαθεῖν. Ἐπειδὴ γὰρ ἐρωτηθεὶς τίς εἶ ἐσιώπησας τὴν | |
30 | οὐσίαν σου, ἐταμιεύσω τὴν ἀξίαν καὶ πάθος ἡμῖν ἐκήρυξας καὶ | |
κρίσιν καὶ δικαιοσύνην ἀνήγγειλας. Ἐάσαντες λοιπὸν ἡμεῖς | 131 | |
132 | μανθάνειν ἐκεῖνα, ἴσως γὰρ ὑπὲρ τὰς ἡμετέρας ἐστὶν ἀκοὰς ἃ βλέ‐ πομεν, φησίν, θέλομεν ἐρωτᾶν· «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια;». Οὐδὲ εἷς καιρὸς ἀργὸς τῷ σωτῆρι· ἐπὶ γῆς ὢν ὑπὲρ ἡμῶν πάσχει, εἰς οὐρανοὺς ἀνίων ἀγγέλους διδάσκει. «Διὰ τί σου ἐρυθρὰ τὰ | |
5 | ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ». Εὐγενὴς ἀκρίβεια τοῦ προφήτου, μᾶλλον δὲ τῆς πάντα γινωσκούσης δυνά‐ μεως τοῦ ἁγίου πνεύματος. Οὐδὲ γὰρ Ἠσαΐα ἐπιγράφω τὸ τοι‐ οῦτο, οὐδὲ αὐτοῦ ῥήματα δέχομαι· κιθάραν δὲ αὐτὸν ὑποτιθέμενος ἐννοῶ τὸν ἐν αὐτῷ μουσουργοῦντα Θεὸν καὶ δέχομαι διὰ Ἠσαΐου | |
10 | τὰ τοῦ πνεύματος καὶ ἐννοῶ Θεὸν δι’ ἀνθρώπου λαλοῦντα. Ἀλλ’ ἴσως ἐρεῖ τις πάλιν· τί οὖν ἀγνοεῖ τὸ πνεῦμα «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια»; Ἆρα ἁρμόττει τῷ πνεύματι ἡ φωνὴ ἡ αὐτή; Οὐκ οἶδεν τὸ πνεῦμα τὰ ἐν Χριστῷ; οὐκ οἶδεν τὸ πνεῦμα τί πέπονθεν ὁ υἱός; οὐκ οἶδεν τὸ πνεῦμα τί ὑπὲρ ἡμῶν ὑπέμεινεν; | |
15 | Τίνος οὖν ἕνεκεν ἐρωτᾷ τὸ πνεῦμα; Ἐρωτᾷ ταῦτα οὐ δηλουμένης ἀγνοίας, λαλεῖ γὰρ τὸ πνεῦμα διὰ τῶν προφητῶν. Λαλεῖ οὐχ ὡς ἐξ ἑνὸς προσώπου, ἀλλὰ πρὸς τὰς ὑποκειμένας ὑποθέσεις ἁρμόττει τὸν λόγον. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, μικρὸν ἀνάσχου, ἀγαπητέ, καὶ δέχου τούτων τὰς ἀποδείξεις. Εὑρήσεις γὰρ ἐν τοῖς προφητι‐ | |
20 | κοῖς λόγοις καὶ ἐκ προσώπου τοῦ πατρὸς φωνὰς καὶ ἐκ προσώπου τοῦ υἱοῦ καὶ ἐκ προσώπου τοῦ ἁγίου πνεύματος καὶ ἐκ προσώπου τῶν ἀγγέλων καὶ ἐκ προσώπου τοῦ προφήτου καὶ ἐκ προσώπου τῶν Ἰουδαίων καὶ οὐ δή που ταῦτα πάντα ἀναρτήσεις ἐπὶ τὸν Θεὸν τὰ λεγόμενα· οὐδὲ γὰρ ἐπειδὴ τὸ πνεῦμα φθέγγεται, ἀναγ‐ | |
25 | κασθήσει ταῦτα πάντα ἀναγαγεῖν ἐπὶ τὴν τοῦ ἁγίου πνεύματος οὐσίαν. Ἐκ προσώπου γοῦν τοῦ πατρός φησιν· «Ἐγὼ σήμερον | |
γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρο‐ | 132 | |
133 | νομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς». Λαλεῖ ὁ προφήτης ἐν πνεύματι, ἀλλ’ οὐ ἁρμόττει τῷ πνεύματι τὸ λόγιον, ἀλλὰ τῷ πατρί· οὐχ ὡς τοῦ ἁγίου πνεύματος ἀλλοτριουμένου, ἀλλ’ ὡς τοῦ πνεύματος ἐκ προσώπου τοῦ πατρὸς φθεγγομένου. | |
5 | Πάλιν ἐκ προσώπου τοῦ υἱοῦ «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυ‐ τοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον». Μὴ ἁρμόττει ταῦτα τῷ πνεύματι, μὴ τὰ ἱμάτια τοῦ πνεύματος διεμερίσαντο ἑαυτοῖς, μὴ τοῦ πνεύματος τοὺς χιτῶνας κατέκοψαν· ἀλλὰ φθέγ‐ γεται ἐκ προσώπου τοῦ υἱοῦ τὸ πνεῦμα. Φθέγγεται πάλιν ἐξ | |
10 | ἰδίου προσώπου ὅταν λέγῃ. «Ἀφορίσατε δή μοι τὸν Σαῦλον καὶ τὸν Βαρναβᾶν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς». Ἰδοὺ ἐκ προσώπου τοῦ πνεύματος καὶ οὐ δή που ἁρμόττει τῷ πατρὶ ἢ τῷ υἱῷ ἡ φωνή. Ἀκούσαντες γὰρ ἡμεῖς ὅτι τὸ πνεῦμα τὸ ἅγιον εἴρη‐ κεν τό· «Ἀφορίσατέ μοι Σαῦλον καὶ Βαρναβᾶν εἰς τὸ ἔργον ὃ | |
15 | προσκέκλημαι αὐτούς», ἐπὶ τὸ ἅγιον πνεῦμα ἀναφέρομεν τῶν ῥητῶν τὴν δύναμιν οὐκ ἀλλοτριοῦντες τὸ λόγιον πατρὸς καὶ υἱοῦ, ἀλλὰ δίδοντες τῷ χωρίῳ τὸ ἁρμόττον πρόσωπον. Πάλιν ἐκ προ‐ σώπου τοῦ προφήτου· «Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου». Ἄρα οὐκ ἐν πνεύματι | |
20 | εἶπεν, μὴ τῷ πνεύματι ἁρμόττει ἡ φωνή, μὴ ἐν ἀνομίαις συνελήφθη καὶ ἐν ἁμαρτίαις ἐκίσσησεν ἡ μήτηρ. Ὥσπερ δὲ ἐνταῦθα ἀκούεις Δαβίδ, νοεῖς δὲ διὰ τοῦ πνεύματος τοῦ ἁγίου φθέγγεσθαι τὸν προ‐ φήτην, οὕτως καὶ ἐνταῦθα ὅταν ἀκούσῃς «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ;», νόησον | |
25 | διὰ τοῦ πνεύματος λέγεσθαι ἐκ προσώπου τῶν ἀγγέλων. «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης;». Ἀποκρίνεται οὖν ὁ Χριστὸς καί φησιν· «Ληνὸν ἐπάτησα μονώτατος». Ἀληθῶν ληνὸν ἐπάτησεν ὁ Χριστός, ληνὸν τῶν ἡμετέρων παθῶν, ληνὸς | |
30 | τῶν ἡμετέρων κακῶν· ἐκείνους γὰρ συνέτριψεν τοὺς βοτρύας καὶ | 133 |
134 | ἄλλας ληνοὺς ἤγειρεν. Ὑπὲρ τούτων ὁ Δαβὶδ ψάλλει καὶ λέγει· «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου Κύριε τῶν δυνάμεων». Καὶ ἐπειδὴ οὗτος ἡμῖν ὁ ψαλμὸς ἀρτίως ἀνεγνώσθη, ἐννόησον, ἀγα‐ πητέ, μᾶλλον δὲ μάθε παρ’ ἡμῶν, εἴ σοι δοκεῖ, ὡς ταύτην ἔχει | |
5 | ὁ ψαλμὸς τὴν ἐπιγραφήν· «Ψαλμὸς ὑπὲρ τῶν ληνῶν». Ἐκείνην τοίνυν, ὡς ἔφην, τὴν τῶν ἐναντίων ληνὸν παύσας ἄλλην ἐπουρά‐ νιον ἡμῖν ἤγειρεν. Ἀλλ’ ἐπαναλάβωμεν τὸ ῥητόν. Τί οὖν φησιν ὁ Χριστὸς; «Ληνὸν ἐπάτησα μονώτατος». Τίς γὰρ ἄλλος ὑπὲρ ἡμῶν πέπονθεν; «Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν, ἢ εἰς τὸ | |
10 | ὄνομα Παύλου ἐβαπτίσθημεν;». Μόνος ἐσταυρώθη ὑπὲρ ἡμῶν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, μόνος ὑπὲρ ἡμῶν πέπονθεν, μόνος ἡμᾶς ἔσωσεν· «Ληνὸν ἐπάτησα μονώτατος». Μὴ πάλιν, ὦ ἀγαπητέ, ἔξω βάλῃς τὸν πατέρα τῆς οἰκο‐ νομίας, μηδ’ αὔπαλιν τὸ πνεῦμα τὸ ἅγιον, μὴ εἴπῃς ὅτι οὐκ ᾔδει ὁ | |
15 | πατὴρ ὅτι πάσχει ὁ υἱός. Ἀλλὰ καὶ ᾔδει καὶ προεώρα καὶ συνηυ‐ δόκει, οὐ συνέπασχεν δέ, οὐδὲ τὸ πνεῦμα· ὁ γὰρ υἱὸς μόνος ἀνα‐ δέξατο τὴν οἰκονομίαν ὑπὲρ ἡμῶν. Ἀλλ’ οὐδὲ αὐτὸς φυσικῶς πέπονθεν τῇ θεότητι, ἀλλ’ ἀνεδέξατο μὲν ὑπὲρ ἡμῶν τῆς οἰκονο‐ μίας εἰς ἑαυτὸν τὰ πάθη· οὐκ ἔπαθεν δὲ ἐπειδὴ Θεὸς ὑπῆρχεν. | |
20 | «Ληνόν», φησίν, «ἐπάτησα μονώτατος καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ’ ἐμοῦ». Οὐ προφήτης, οὐ δίκαιος, οὐ πατριάρχης, οὐχ ὅσιος. Λέγει γάρ που· «Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναν‐ τίας μου ἤγγισαν καὶ ἔστησαν». «Ληνὸν ἐπάτησα μονώτατος». «Ἐμάκρυνας» γάρ, φησίν, | |
25 | «τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ» καὶ «τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ’ ἐμοῦ». Θέλεις μαθεῖν ὅτι οὐδεὶς ἦν τῶν ἐθνῶν μετ’ αὐτοῦ; Ἐννόη‐ | |
σον τὸν καιρὸν τοῦ πάθους· ὅτε γὰρ ὁ Χριστὸς ἐσταυροῦτο, Πέ‐ | 134 | |
135 | τρος καὶ Ἰωάννης καὶ οἱ ἄλλοι ἀφέντες αὐτὸν ἔφυγον καὶ πάλιν ἐπὶ τὴν τῶν ἰχθύων ἁλείαν ἔτρεχον. Μὴ ἦν τις τῶν ἐθνῶν μετ’ αὐτοῦ. «Ληνὸν ἐπάτησε μονώτατος καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ’ ἐμοῦ». Ἴσχυσα, φησίν, πρὸς τὴν πάλην μόνος, ἴσχυσα πρὸς | |
5 | τὴν νίκην μόνος, ἀλλὰ καὶ μονώτατος νικήσας. Τοῖς ἐμοῖς δωροῦ‐ μαι τὴν νίκην· εἰ γὰρ καὶ κατὰ προαίρεσιν ἦσαν ἔχθροι, ἀλλ’ οὖν γε κατ’ οὐσίαν ἐμὸν ἔργον ὑπῆρχον. «Ληνὸν ἐπάτησα μονώτατος καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ’ ἐμοῦ καὶ κατεπάτησα αὐτοὺς ἐν τῷ θυμῷ μου» καὶ τὰ ἑξῆς. | |
10 | Καὶ εὐθὺς ἐπάγει τὴν αἰτίαν τοῦ πατῆσαι τὴν ληνὸν καὶ τίνος ἕνεκεν ἐπάτησεν καί φησιν· «Ἡμέρα γὰρ ἀνταποδόσεως ἦλθεν αὐτοῖς». Ἐμακροθύμησα, φησίν, τῷ διαβόλῳ πολὺν χρόνον, ἠνε‐ σχόμην αὐτοῦ τυραννοῦντος, εἶδον μου τὸ ἔργον συντετριμμένον καὶ ἔφερον. Ἀλλ’ ἐπειδὴ ἔφθασεν ἡ ἡμέρα τῆς ἀνταποδόσεως, | |
15 | ἐπειδὴ ἐπὶ τοῖς τοσούτοις ἁμαρτήμασιν τῶν ἐμῶν πλασμάτων ἵλεως γενέσθαι ηὐδόκησα, ἐπειδὴ ἠλέησα τὸν Ἀδὰμ ὑβρίσαντά με, ἐπέστη ὁ καιρὸς καὶ πάντας τοὺς δαίμονας ὡς βοτρύας συνα‐ γαγὼν εἰς ἓν μόνος αὐτῶν τὴν ληνὸν ἐπάτησα, «καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ’ ἐμοῦ». | |
20 | Καὶ τί μετὰ ταῦτα ἡμέρα ἀνταποδόσεως ἦν; Πρὸς ταῦτα αἴνιγμα λαβοῦσαι αἱ οὐράνιοι δυνάμεις καὶ αἰσθόμεναι μυστηρι‐ ωδῶς τίνα ἐστιν ἃ φθέγγεται πρὸς αὐτὰς ὁ δεσπότης, μᾶλλον δὲ διὰ τῆς τοῦ ἁγίου πνεύματος ἐνεργείας φωταγωγηθεῖσαι πρὸς ταύτην τὴν ἀλήθειαν, ἀποκρίνονται πρὸς ταῦτα καὶ φασίν· «Τὸν | |
25 | ἔλεον Κυρίου ἐμνήσθην». Οἶδα γάρ, φασίν, τί ἔλεγεν ὁ Κύριος διὰ τῶν λοιπῶν προφητῶν, τί ἐπηγγείλατο τῷ Ἀδάμ· οἶδα τί ἔλεγεν τότε. Ἐπηγγείλατο ἔρχεσθαι ἐπὶ γῆς καὶ πάσχειν ὡς ἄνθρωπος τὰ ἀνθρώπων. Ταῦτα ὁρῶμεν ὄψεσιν· «Τὸν ἔλεον | |
Κυρίου ἐμνήσθην». Ταῦτα περὶ τῆς σήμερον Ἠσαΐας κράζει ὁ | 135 | |
136 | προφήτης, ταύτην τὴν ἡμέραν μυσταγωγεῖ, ἐπειδὴ γὰρ αἱ κατώτε‐ ραι δυνάμεις οὕτως ἀποκαλυφθεῖσαι ἔλεγον· «Τίς οὗτος ὁ παρα‐ γινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βόσορ». Μετὰ ταύτην τὴν ἐξέτασιν καὶ μετὰ τὰς λοιπὰς ἀνεξετά‐ | |
5 | σεις, μετὰ ταύτην τὴν ἀκρίβειαν τῶν ῥημάτων καὶ μετὰ τὴν πολ‐ λὴν σαφήνειαν τῶν μυστηρίων, μετὰ τὸ μηδὲν σιωπῆσαι τὸν Χρι‐ στὸν ἐκραύγαζον κατὰ τὸν Δαβίδ· «Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». Ἀπεκρίθησαν αὐταῖς αἱ ἀνώτεραι δυνάμεις καὶ | |
10 | λέγουσιν· «Τίς οὗτος ὁ ἀναβαίνων καὶ διὰ τί, φασίν, βοᾶτε «Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώ‐ νιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». Ταῦτα ἀκούσα‐ σαι αἱ ἐγγὺς δυνάμεις λέγουσι· «Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ». Τάξεις γάρ εἰσιν καὶ ἐν ἀσωμάτοις | |
15 | καὶ ἀκολουθίαι ἐν αὐταῖς πολλαί· καὶ οὐ πάντες ἄγγελοι, οὐ πάν‐ τες θρόνοι, οὐ πάντες κυριότητες, ἀλλὰ καὶ ὑπερβεβηκότα ἐστι τάγματα καὶ ὑπερβεβηκυῖαι δυνάμεις. Ἐπεὶ οὖν ἀνταπόκρισιν τῆς ἐρωτήσεως ἔλαβον αἱ ἀνώτεραι δυνάμεις φασίν· Ἔγνωμεν «τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης». Ἐπειδὴ γὰρ ἔμαθον | |
20 | τίς ὁ ἀναβαίνων οὐκέτι χρείαν ἔχουσιν ἑρμηνείας, οὐκέτι λόγων χρείαν ἔχουσι μακρῶν, ἀλλὰ λέγουσιν· «Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης». Μέχρις ἐνταῦθα συνηκολούθησα τῷ δεσπότῃ ἄτονον ἔχων πρὸς τὰ ἐκεῖνα τὸ πτερὸν τῆς διανοίας. Εἴθε δέ, εἰ ἦν δύναμίς | |
25 | μοι, καὶ εἰς τὸ ὅρος αὐτῷ συνανελθεῖν τῆς θείας ὀπτασίας, ἵνα ἴδω τὸν Ἰησοῦν, ἐπειδὴ «ὁ κολλώμενος τῷ Κυρίῳ, φησίν, ἓν πνεῦ‐ μά ἐστιν», καὶ ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ. Συνανέλθωμεν τοίνυν τῷ Χριστῷ εἰς οὐρανὸν, ἀδελφοί· μὴ μείνωμεν ἐπὶ γῆς, μὴ πάλιν γεώδη φρονήσωμεν, μὴ πάλιν | |
30 | περὶ ἐπιθυμίας, μὴ πάλιν περὶ ἁρπαγάς, μὴ πάλιν περὶ φιλοχρη‐ | 136 |
137 | ματείας· μὴ ἐπαρθῇς, ἐπεὶ καὶ σὺ ἐξ οὐρανοῦ πίπτεις ὡς ἡ ἀστραπή. Μὴ γένοιτο δὲ τοῦτο παθεῖν τὸν τῷ Χριστῷ ἀκολουθοῦντα. Πεπείσ‐ μεθα γὰρ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείττονα καὶ ἔχομεν σωτη‐ ρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Ταῦτα δὲ λέγομεν πρὸς τὴν ὑμῶν | |
5 | ἀσφάλειαν, καθὼς λέγει ὁ ἀπόστολος· «Ἐμοὶ μὲν τὸ λέγειν οὐκ ὀκνηρόν, ὑμῖν δὲ τὸ ἀσφαλές». Γένοιτο δὲ πάντας ἡμᾶς ἀμέμπτως ἀκολουθῆσαι τῷ Χριστῷ καὶ τυχεῖν τῆς βασιλείας αὐτοῦ· αὐτῷ | |
ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 137 |