TLG 4090 144 :: CYRILLUS :: Contra Julianum imperatorem (fragmenta)

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Contra Julianum imperatorem (fragmenta)

Source: Diekamp, F. (ed.), Analecta patristica [Orientalia Christiana analecta 117] Rome: Pont. Institutum Orientalium Studiorum, 1938 (repr. 1962): 228–229.

fr. 12

  • Cf. et 4090 140
  • Cf. et 4090 175
  • Cf. et 4090 176
  • Cf. et 4090 X94

Citation: Page — (line)

228

Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ λόγου, ὅτι τὰ ταπεινῶς εἰρημένα ὑπὸ τοῦ Χριστοῦ οὐ δι’ ἀσθένειαν δυνάμεως. Πῶς οὖν ἐνταῦθά φησιν· «Εἰ δυνατόν—» —πρὸς τὸν παρόντα
5βίον.
Κυρίλλου ἐκ τοῦ 〈εἰς τὸ〉 κατὰ Ἰωάννην εὐαγγέλιον
ὑπομνήματος βιβλίου γʹ.
[«Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ»]. «Καταβέβηκα ἐκ τοῦ οὐρα‐ νοῦ—» —τῆς τῶν πραγμάτων φύσεως κατιδεῖν.
10
Τοῦ αὐτοῦ ἐκ τοῦ γʹ βιβλίου τῶν κατὰ
Ἰουλιανοῦ τοῦ παραβάτου λόγου βʹ.
Εἰ μὴ τὸ ἀβούλητον ἐποιήσατο θελητόν, οὐδ’ ἂν ἔπαθεν ὅλως. δείκνυσι δὲ ἀναγκαίως ἀβούλητον μὲν τὸ ἐν τῷ παθεῖν δυσκλεές, ὡς ἔφην, αἱρετὸν δὲ ὅμως διὰ τὸ πᾶσι χρήσιμον. καὶ τὴν μὲν ἀνεθελη‐
15σίαν ἡ τοῦ ποτηρίου παραίτησις ἔχει, τό γε μὴν ἑκόντα παθεῖν τὸ εἰρημένον πρὸς τὸν πατέρα· «Πλὴν μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν
γινέσθω». συνευδοκήσαντος γὰρ τοῦ θεοῦ καὶ πατρὸς καὶ οἷον συν‐228

229

νεύοντος ταῖς σοφωτάταις οἰκονομίαις τοῦ υἱοῦ τὸν κατὰ σάρκα θά‐ νατον ὑπομεῖναι λέγεται, ἵνα ἐκ νεκρῶν ἀναστὰς καταργήσῃ τὸν θάνατον καὶ ἀνατρέψῃ φθορὰν καὶ δικαιώσῃ τὴν ὑπ’ οὐρανόν. καὶ τοῦτο δι‐ δάσκει λέγων αὐτός· «Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ
5τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν, ὃ ἔδωκέν μοι, μὴ ἀπολέσω ἐξ αὐτῶν, ἀλλ’ ἀναστήσω αὐτοὺς τῇ ἐσχάτῃ ἡμέρᾳ». ἄθρει δή, ὅπως διὰ τὸ ἀναστῆσαι τὸ δοθὲν αὐτῷ, τουτέστιν ἡμᾶς, τὸ ἀνεθέλητον αὐτῷ διὰ τὰς ἐν τῷ πάθει ἀτιμίας αἱρετὸν ἐποιήσατο. «ὑπέμεινε γὰρ
10σταυρὸν αἰσχύνης καταφρονήσας», ὡς ὁ θεσπέσιος γράφει Παῦλος. ὅτι δὲ ἦν τὸ πάθος ἀνεθέλητον μὲν αὐτῷ τό γε ἧκον εἰς τὴν τῶν ἀνθρωπίνων ἐννοιῶν ἀσθένειαν, πλήν, καίτοι πολὺ τὸ δυσκλεὲς ἔχον, αἱρετὸν διὰ τὸ τῷ θεῷ δοκοῦν. δοκεῖν δὲ χρῆναι πᾶν ὁτιοῦν ὑπο‐ μεῖναι θέλει τῶν τοιούτων γνησίως ὑπὲρ τοῦ διασῶσαι πολλούς, κατ‐
15ίδοι τις εὖ μάλα καὶ ἐν τοῖς εὐαγγελικοῖς διηγήμασιν.229