TLG 4090 130 :: CYRILLUS :: Thesaurus de sancta et consubstantiali trinitate (additamenta)

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Thesaurus de sancta et consubstantiali trinitate (additamenta)

Cf. et 4090 109

Citation: Page — (line)

38

(1t)

SANCTUS CYRILLUS
2tALEXANDRINUS.
3tEx Thesauro de sancta et consubstantiali Trinitate.
4Κεφάλαιον ΚΖʹ. Εἰς τό· Ἵνα γιγνώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέσ‐
5τειλας Ἰησοῦν Χριστόν;
8tἌλλο.
9Εἰ πάντα διὰ τοῦ ἰδίου Λόγου πεποίη‐
10κεν ὁ Πατὴρ, καὶ ἀληθεύει λέγων ὁ μα‐ κάριος εὐαγγελιστής· Πάντα δι’ αὐτοῦ ἐγέ‐ νετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν· καὶ πάλιν εἰ πάντα διὰ τῶν προφητῶν εἰρημένα διὰ τοῦ Λόγου λέλεκται, καὶ οὐ δι’ ἑτέρου
15τινὸς, πῶς οὐκ ἄτοπον ἐννοεῖν αὐτὸν καθ’ ἑαυτοῦ τὸν τοῦ Θεοῦ Λόγον τοιαύτας ἀφεῖ‐ ναι φωνάς; Οὐκοῦν πρὸς ἀναίρεσιν τῶν ψευ‐ δωνύμων θεῶν τὰ τοιαῦτά φησιν ὁ Θεὸς καὶ Πατὴρ δι’ Υἱοῦ;
20 Ἄλλο εἰς ἀναίρεσιν τοῦ τῶν Ἀρειανῶν δόγματος, περιτρέπον τοῦ ποιήματος τὴν δύναμιν.
24Λέγων ἑαυτὸν ὁ Πατὴρ ἕνα καὶ μόνον
25ἀληθινὸν εἶναι Θεὸν, οὐκ ἀνατρέπει τὸ ἐξ38

39

αὐτοῦ γεγενῆσθαι τὸν Υἱὸν, καὶ εἶναι Θεὸν ἀληθινὸν, ὥσπερ καὶ αὐτὸς, ἀλλὰ μᾶλλον ἐκεῖνον τῆς θεότητος ἐκβάλλει ὃν ἂν ὑμεῖς ἔξωθεν τῆς οὐσίας αὐτοῦ Θεὸν ἢ υἱὸν ἑαυ‐
5τοῖς ἐπινοήσητε· οὗτος γὰρ ὄντως οὐκ ἔστιν ἀληθινὸς, ἀλλὰ τῆς προσούσης ὑμῖν ἀμα‐ θίας εὕρημα.
8tἌλλο
9Ἐὰν ἀληθινὸς καὶ μόνος λέγεται Θεὸς ὁ
10Πατὴρ, οὐκ εὐλόγως ὁ Υἱὸς τῆς πρὸς αὐτὸν ὁμοιότητος ἐξοικισθήσεται, οὐδὲ τοῦ εἶναι Θεὸς ἀληθινὸς ἐκβληθήσεται. Εἰ γὰρ οὐ ψεύδεται λέγων· Ἐγώ εἰμι ἡ ἀλήθεια, καὶ ἐστὶ νοητῶς τοῦτο ὅπερ ἑαυτὸν εἶναί
15φησι, πῶς οὐκ ἀναγκαίως τῷ ἀληθινῷ Πα‐ τρὶ συγκαταταχθήσεται; καὶ αὐτὸς ὢν ἀλή‐ θεια, οὐκοῦν εἰς ἀναίρεσιν τῶν μὴ κατὰ φύσιν, μηδὲ κατὰ ἀλήθειαν ὄντων ἢ καλου‐ μένων θεῶν· εἴρηται, ἵνα γιγνώσκωσί σε τὸν
20μόνον ἀληθινὸν Θεόν;
21tἌλλο.
22 Εἰ μόνος ἐστιν ἀληθινὸς Θεὸς ὁ Πατὴρ, ὁ δὲ ἐξ αὐτοῦ Λόγος οὐ τοιαύτην ἔχει τὴν φύσιν ὁποίαν ὁ γεννήσας αὐτὸν, ἀλλ’ ἔστι
25γενητῆς οὐσίας, κἂν τὸ ὑπερκεῖσθαι τὰ ἄλ‐ λα πάντα ποιήματα δέχηται παρ’ ἡμῶν, πῶς ἑτερούσιος ὢν, καὶ οὐκ ἀληθινὸς, ὡς ὑμεῖς φατὲ, ἑαυτὸν συνάπτει τῷ κατὰ ἀλή‐ θειαν ὄντι Θεῷ καὶ σὺν αὐτῷ γνωρίζεσθαι
30θέλει λέγων· Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν; ποῖον γὰρ ἔχει λόγον τὸ κτίσμα, ὃν καθ’ ὑμᾶς σὺν τῷ ἀκτίστῳ γνωρίζεσθαι, καὶ τὸ πεποιημένον, τῷ μὴ ποιηθέντι, μηδὲ
35γεγονότι συγκαταριθμεῖσθαι; Εἰ γὰρ δοίητε
τοῦτο κρατεῖν, καὶ οὕτως ἔχειν δύνασθαι,39

40

τί κωλύσει καὶ ἕτερόν τι τῶν λογικῶν κτισ‐ μάτων τῇ τοιαύτῃ χρήσασθαι φωνῇ; εἰ δὲ οὐδενὸς ἑτέρου φέρεταί τι τοιοῦτον, μόνον δέ ἐστιν Υἱοῦ τὸ ῥῆμα, δῆλόν ἐστιν ὅτι
5περ οὐχ ἕνα τῶν πάντων ἑαυτὸν εἰδὼς, ἀλλ’ αὐτὸ τῆς τοῦ Πατρὸς οὐσίας τὸ ἴδιον καὶ τῷ γεννήσαντι συγκατέταξε, καὶ σὺν αὐτῷ νοούμενος, καὶ ἡμῖν δέδωκεν εἰδέναι, ὅτι περ εἴη Πατρὸς ἀληθινοῦ γέννημα ἀληθι‐
10νόν· ὅτι γὰρ ἀληθινός ἐστιν ὁ Υἱὸς, ἄκουε λέγοντος Ἰωάννου· Καὶ ἐσμὲν ἐν τῷ ἀλη‐ θινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστοῦ. Κεφάλαιον ΛΒ. Ἐκλογαὶ ῥητῶν μετὰ συλλογισμῶν ἐκ τῆς καινῆς διαθήκης, ὅτι Θεὸς κατὰ φύσιν ὁ Υἱὸς, εἰ δὲ τοῦτο, οὐ ποίημα, οὐδὲ κτίσμα.
17tἌλλο.
18 Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν εἰ μόνῃ τὸ παντέλειον
20τῇ θείᾳ τετήρηται φύσει, ἅτε δὴ καὶ δεο‐ μένῃ τῶν παρ’ ἑτέρου μηδενὸς, πληροῦν δὲ μᾶλλον ἐχούσῃ τε καὶ ἰσχυούσῃ, τὰ ὅσα περ ἂν αὐτῆς ὑπάρχοι δεκτικά· τοῦτο δέ ἐστιν ἐν Χριστῷ, πῶς ἂν εἴη τῆς θείας οὐ‐
25σίας ἀλλότριος, ὁ τὰ ἐκείνης ἐνεργῶν, καὶ τοῦτο ὕπαρχον, ὅπερ ἂν ἐκείνην ὁρισαίμεθα, κατά γε τὸν τῆς τελειότητος λόγον; πῶς ἂν οὖν δέχοιτο τὴν οὕτως ἔχουσαν τοῦ Υἱοῦ φύσιν εἶναι γενητὴν, ἀκούσεται γὰρ μεθ’
30ἡμῶν· Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες! ὅπερ
ἐστιν ἀσεβέστατον.40

41

(1t)

Scholium.
4Καλῶς ὁ μέγας ἔφησε Κύριλλος, ἀποδί‐
5δοσθαι Θεῷ τὰ Θεῷ χρεωστούμενα· δῆλον γὰρ ὅτι τὸ ἄρχειν καὶ βασιλεύειν καὶ ἡγη‐ μονεύειν τοῦ ἰδίου νοῦ, ὡς ὁ μέγας ἔφησεν Ἀθανάσιος. Καὶ μὴν καὶ τὸ ἄγειν δι’ αὐτοῦ τὴν σάρκα καὶ τὰς σαρκικὰς κινήσεις θεϊ‐
10κῶς ἅμα καὶ ἀναμαρτήτως, κατὰ τὸν θαυ‐ ματουργὸν Γρηγόριον, ἀλλὰ καὶ τῇ σαρκὶ, φησὶ, τὰ αὐτῇ πρέποντα. Πρέπει δὲ τῇ σαρκὶ τοῦ Λόγου, καθὼς ὁ μέγας ἡρμήνευ‐ σεν Εὐστάθιος, ὁ γενόμενος ἐπίσκοπος Κυ‐
15ρυκοῦ, τὸ ἄγεσθαι καὶ ἐν πασὶν οἷς πέ‐ φυκε κινεῖσθαι τῷ πνεύματι καὶ τῇ βουλῇ καὶ τῇ δυνάμει καὶ ἐξουσίᾳ τῆς ἰδίας ὑποσ‐ τάσεως, ταύτην δὲ εἰπεῖν τοῦ Λόγου, καὶ μηδὲν ἐξ οἰκείας ὁρμῆς καὶ καθ’ ἑαυτὴν
20ἐνεργεῖν, ὅτι μηδὲ ὑφέστηκε καθ’ ἑαυτὴν
ὅλως τὸ σύνολον.41