TLG 4090 129 :: CYRILLUS :: Fragmentum in sancti Pauli epistulam i ad Corinthios CYRILLUS Theol. Fragmentum in sancti Pauli epistulam i ad Corinthios fr. 21 Citation: (Line) | ||
1 | Τοῦ αὐτοῦ ἐκ τοῦ Ζʹ τῶν ἐξηγητικῶν τόμων τῆς πρὸς Κοριν‐ θίους προτέρας ἐπιστολῆς· Ὄσον μὲν γὰρ ἧκεν εἰς ἰδίαν φύσιν, ὑπενήνεκται τῷ θανάτῳ καὶ τῇ φθορᾷ τὸ ἀνθρώπινον σῶμα. Κατα‐ σκιάζεται δὲ τῇ ἀθανασίᾳ, θεοῦ τὸ χρῆμα διαπεραίνοντος καθ’ ὃν | |
---|---|---|
5 | ἂν εἰδείη τρόπον· οὕτω πεποιῆσθαί φαμεν τὸν πρῶτον ἄνθρωπον ἐν ἀρχαῖς. Ἐπειδὴ δὲ γέγονεν ἐπάρατος, τῆς αὐτῷ διορισαμένης ἀφει‐ δήσας ἐντολῆς, ἀπεδύσατο τὴν ἀφθαρσίαν καὶ τῆς θείας δόξης τὴν περιστολήν· ἔγνωσαν γὰρ οὕτως ὅτι γυμνοί εἰσι. Κατὰ δὲ τὸν τῆς ἀναστάσεως καιρὸν ἐπανάληψις ἔσται τῶν ἐν ἀρχαῖς ἀγαθῶν· ἀνα‐ | |
10 | βιώσεται γὰρ ἡ σὰρξ κατημφιεσμένη τὴν ἀθανασίαν καὶ τῆς θείας | |
δόξης καταπλουτοῦσα τὴν περιστολήν. | 4 |