TLG 4090 127 :: CYRILLUS :: Fragmentum in Psalmum 2.7 CYRILLUS Theol. Fragmentum in Psalmum 2.7 Citation: (Line) | ||
1 | «Κύριος εἶπεν πρός με Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.» Ὁ μόνος εἰδὼς τὸν Πατέρα καὶ ὑπὸ μόνου γινωσκόμενος τοῦ Πατρός, ἡ σοφία καὶ ὁ λόγος αὐτοῦ, ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, τῆς μετὰ σαρκὸς οἰκονομίας ἡμῖν τὸ μυστήριον εὖ μάλα διατρανοῖ. υἱὸς γὰρ ὢν φύσει καὶ ἀληθῶς, καὶ ἐξ | |
---|---|---|
5 | αὐτῆς ἀναλάμψας τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός, γέγονε σάρξ, τουτέστιν ἄνθρωπος, καὶ τὴν κατὰ σάρκα μεθ’ ἡμῶν ὑπέστη γέννησιν, καίτοι προαιώνιος ὢν καὶ ἀεὶ συνυφεστηκὼς τῷ γεγεννηκότι. πλὴν εἰ καὶ γέγονε σάρξ, ἴδιον ὄντα υἱὸν οἶδεν αὐτὸν καὶ οὕτως ὁ Πατήρ, ἔφη γάρ «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.» Ὁρᾷς ἐν ἀρχῇ τὴν ὁμολογίαν, ἤγουν τὴν | |
10 | ἀνάρρησιν· τὸ μὲν γὰρ «εἶ» τέθεικεν, ἵνα δείξῃ τὸ προαιώνιον· οὐ γὰρ ἐν χρό‐ νῳ γέγονεν, ἀλλ’ ἦν ἀεὶ τοῦτο, τουτέστιν υἱός. ἐπήνεγκε δὲ τό «Σήμερον ἐγέν‐ νησά σε,» ἵνα τὴν νεωτάτην αὐτοῦ καὶ κατὰ σάρκα δείξῃ γέννησιν, ἣν ὑπέμει‐ νεν ἑκὼν διὰ τῆς ἁγίας Παρθένου. ταύτῃ τοι καὶ Θεοτόκος ὠνόμασται· τέτοκε γὰρ οὐκ ἄνθρωπον ἁπλῶς κατά γε τὴν ἔξωθεν σχέσιν συναφθέντα τῷ Θεῷ, | |
15 | αὐτὸν δὲ μᾶλλον τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον τὴν ἀνθρώπειαν ὑποδύντα πτω‐ χείαν καὶ γενόμενον καθ’ ἡμᾶς ἄνθρωπον. ταύτην ὁμολογοῦντες τὴν πίστιν βεβαπτίσμεθα, καὶ οὐκ ἀρνησόμεθα τὸν αἵματι τῷ ἰδίῳ πριάμενον ἡμᾶς δεσπό‐ την. Οὐκοῦν ὅταν λέγῃ τὸν ἀεὶ ὄντα καὶ ἐξ αὐτοῦ προαιώνιον Υἱὸν γεννῆσαι σήμερον ὁ Πατήρ, τοῦ «σήμερον» ἐνεστηκότα καιρὸν σημαίνοντος ἤτοι τὸν | |
20 | τῆς ἐνανθρωπήσεως, ἐκεῖνο περινοήσωμεν, ὅτι καὶ σάρκα γεγονότα, τουτέστιν ἄνθρωπον, τὸν ἴδιον υἱὸν διωμολόγηκεν ὁ ςπατήρ, οἰκειοῦται δὲ ὥσπερ καὶ τὴν δευτέραν αὐτοῦ κατὰ σάρκα γέννησιν. οὐ γὰρ ὅτι γέγονεν ἄνθρωπος, ἀπέστη τοὺ εἶναι κατὰ φύσιν υἱὸς τοὺ Θεοῦ καὶ Πατρός, μεμένηκε δὲ καὶ οὕτως υἱὸς | |
καὶ ἐν τοῖς ἐμφύτοις ἀξιώμασιν, εἰ καὶ «πλούσιος ὢν ἐπτώχευσε δι’ ἡμᾶς.» | 144 |