TLG 4090 126 :: CYRILLUS :: Fragmentum in Psalmum 1.5

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Fragmentum in Psalmum 1.5

Source: Mercati, G. (ed.), Alla ricerca dei nomi degli “altri” traduttori nelle Omilie sui Salmi di S. Giovanni Crisostomo e variazioni su alcune catene del Salterio [Studi e Testi 158] Vatican City: Biblioteca Apostolica Vaticana, 1952: 186.

Citation: (Line)

1 Κυρίλλου. Ἕπεται δέ τις αὐτοῖς ἐσθ’ ὅτε καὶ οἰκτιρμὸς ὡς μὴ ταῖς ἴσαις τοῖς ἀσεβέσιν κολάσεσιν περιπεσεῖν. Οὐκοῦν ἀναβιώσονται μὲν καὶ οὗτοι, πλὴν οὐκ ἐν βουλῇ δικαίων, βουλὴ〈ν〉 δὲ δικαίων φησίν, οἷον τὴν τάξιν καὶ τὸ ἀξίωμα. εἰ γὰρ καὶ εἶέν τινες τῶν ἡμαρτηκότων ἢ ἐλέους ἢ συγγνώμης ἄξιοι, οὐκ ἂν τοῖς τῶν ἁγίων
5ἐναριθμηθεῖεν χοροῖς, ἕτερος γὰρ ἐκείνων κλῆρος. καὶ ἀνεστηκότα τὰ αὐχήματα, καὶ περίαπτος ἡ χάρις καὶ ἀτελεύτητος ἡ τρυφή. τετρυγήκασι γὰρ καρπὸν ἀνδραγαθημά‐ των καὶ τῆς εἰς πᾶν ὅ τι οὖν τῶν ἀγαθῶν εὐανδρείας καταπλουτοῦσιν τὰς ἀμοιβάς, Χριστοῦ λέγοντος αὐτοῖς· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε
τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου».186