TLG 4090 125 :: CYRILLUS :: Expositio in Psalmos (prooemium)

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Expositio in Psalmos (prooemium)

Source: Mercati, G. (ed.), Osservazioni a Proemi del Salterio di Origene, Ippolito, Eusebio, Cirillo Alessandrino e altri, con frammenti inediti [Studi e Testi 142] Vatican City: Biblioteca Apostolica Vaticana, 1948: 140–144.

Dup. partim 4090 100

Citation: (Line)

1tΚυρίλλου Ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τοὺς ψαλμούς.
2 Ἱεροὶ μὲν λόγοι καὶ τῶν θείων ἄθροισις μαθημάτων εὐκλεᾶ τοῖς εἰρηκόσιν περιποιοῦσι τὴν ὄνησιν, «Κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τί‐ μιον οὐκ ἄξιον αὐτῆς ἐστιν». χρῆναι δὲ οἶμαι πονεῖν καὶ μάλα προθύμως ἔν γε
5δὴ τοῖς οὕτως ὀνησιφόροις, ὄκνου τε εἶναι καὶ ῥᾳθυμίας κρείττονα τὸν ἀξια‐ γάστων ἐρῶντα πραγμάτων· οὐ γὰρ τοῖς εἰωθόσιν ἀναπίπτειν εἰς ῥᾳθυμίαν ἁλώσιμα γένοιτ’ ἂν τὰ ἐξαίρετα τῶν κατορθωμάτων, ἀλλὰ τοῖς ἱδροῦν ἐθέλου‐ σι περὶ αὐτῶν. ἔνθεν τοι κἀγὼ παρατέθηγμαι καὶ νῦν ἐπί γε τὸ δεῖν ὀλίγα ἄττα κατὰ δύναμιν καὶ εἰς τὴν τῶν ψαλμῶν ἀφηγήσασθαι βίβλον, σφόδρα γὰρ
10αὐτὴν θαυμάσας ἔχω. γεγράφασι μὲν ἤδη προφθάσαντές τινες, λείπει δὲ οὐ‐ δὲν γύμνασμα θεοφιλὲς καὶ ἡμῖν γε προβαλέσθαι τὴν συγγραφήν. Πᾶσα μὲν οὖν γραφὴ θεόπνευστος καταπλουτεῖ τὸ ἐπωφελές, ἀπευθύνει γὰρ εἰς τὸ τῷ Θεῷ δοκοῦν, καὶ τῆς ἐξαιρέτου ζωῆς ἀκριβῆ τὴν εἴδησιν ἐνεργά‐ ζεται· ἐξαιρέτως γε μὴν ἡ τῆς μελῳδίας συγγραφὴ μονονουχὶ καὶ καταμεθύει
15τοῖς περὶ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ διηγήμασι, καὶ τὸ τῆς ἐνανθρω‐ πήσεως μυστήριον λεπτῶς τε καὶ κατερρινημένως προαναφωνεῖ παραλιμπά‐ νουσα τῶν γεγονότων τὸ σύμπαν οὐδέν. πάντα γὰρ ἀφηγεῖται σαφῶς, τάς τε τοῦ Σωτῆρος διδασκαλίας καὶ αὐτὰς δὲ τὰς θεοσημείας, καὶ προσέτι τούτοις τὰς εἰς αὐτὸν γεγενημένας τῶν Ἰουδαίων παροινίας, τὸν σταυρὸν καὶ τὰ ἐν
20αὐτῷ, τοὺς ὀνειδισμοὺς καὶ τὸν μυκτηρισμόν, τὴν εἰς ᾅδου κάθοδον, τὴν λύτρωσιν τῶν κάτω πνευμάτων, τὴν ἐκ νεκρῶν ἀνάστασιν, τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν, τὴν ἀπόστασιν τῶν ἐξ Ἰσραήλ, τὰς συμφοράς, τὴν ἅλωσιν τῆς Ἱερουσαλήμ,
τὴν ἐπὶ παντὶ τῷ ἔθνει γεγενημένην ἀποστροφήν, τὸ κατάλειμμα τὸ περισεσω‐ σμένον, τῶν ἁγίων ἀποστόλων τὴν ἀνάρρησιν, τὴν πνευματικὴν ἱερουργίαν,140
25τὴν τῶν ἐθνῶν κλῆσιν, τὴν ἑπομένην μετὰ τοῦτο τοῦ Ἰσραὴλ διὰ πίστεως ἐπιστροφήν, τὰς εἰς ὕστερον τοῖς ἁγίοις ἐσομένας τιμάς, τὴν ἄνω πόλιν, τὴν εἰς ἀφθαρσίαν ἀναδρομὴν τῶν ἀπὸ γῆς σωμάτων· καὶ ἅπαξ ἁπλῶς πᾶν ὅπερ ἐστὶν εἰς ὄνησίν τε καὶ σωτηρίαν τελοῦν τοῖς ἐντευξομένοις, τοῦτο σαφῶς τε καὶ ἀπλανῶς καὶ ὡς ἐξ ἁγίου Πνεύματος ἀφηγεῖσθαι σκοπὸς αὐτῇ.
30 Ἰστέον δὲ ὅτι προφήτης ὑπάρχων ὁ θεσπέσιος Δαυὶδ καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, καθὼς γέγραπται, τοῖς περὶ Χριστοῦ διηγήμασιν ἐμφιλοχωρεῖ. ἐντεῦ‐ θεν οἶμαι παρελθεῖν αὐτὸν καὶ εἴς γε τὸ δεῖν ᾠδὰς συντιθέναι καὶ μέλη δοξο‐ λογίας. καὶ οὐκ ἀπᾳδόντως τῷ νόμῳ τὸ χρῆμα ἐπράττετο. προστέταχε δὲ
35μετὰ τῶν ἄλλων καὶ τοῦτο, καὶ γοῦν τὸν ἐφ’ ἑκάστῃ θυσίᾳ τεθεσμοθέτηκε τρόπον. διαμέμνηται δὲ καὶ θυσίας αἰνέσεως, ἣν καὶ ὀνομάζει σωτηρίου, γέγρα‐ πται γὰρ ὅτι «Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.» ἔφη δὲ οὕτω ὁ Θεὸς πρὸς τὸν ἱεροφάντην Μωϋσέα· «Οὗτος ὁ νόμος θυσίας σωτηρίου, ἣν προσοίσουσι Κυρίῳ. ἐὰν μὲν περὶ αἰνέσεως προσφέρῃ αὐτήν,
40καὶ προσοίσει περὶ τῆς θυσίας τῆς αἰνέσεως ἄρτους ἐκ σεμιδάλεως ἀναπεποιη‐ μένους ἐν ἐλαίῳ καὶ λάχανα ἄζυμα κεχρισμένα ἐλαίῳ καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ· ἐπ’ ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ ἐπὶ θυσίᾳ αἰνέσεως σωτηρίου». καίτοι προστέταχεν ἐναργῶς ἐν ἑτέροις ἀπροσκόμιστον εἶναι τῷ Θεῷ τὸ ἐζυμωμένον· ἔφη γὰρ οὕτως, ὅτι «Πᾶσαν ζύμην καὶ πᾶν μέλι οὐ προ‐
45σοίσετε τῷ Θεῷ. δῶρον ἀπαρχῆς προσοίσετε αὐτά, ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναβήσεται εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ.» εἶτα πῶς ἐπ’ ἄρτοις ζυμίταις ἡ τοῦ σωτηρίου καὶ ἡ τῆς αἰνέσεως τελεῖται θυσία; μυστικὸν ἔχει τὸν λόγον· προανεφώνει γὰρ ὁ νόμος, ὅτι τοῖς ἐξ ἐθνῶν ἀναμὶξ ἔμελλον οἱ ἐξ Ἰσραὴλ πι‐ στεύσαντες τὰς τῆς αἰνέσεως θυσίας προσκομίζειν τῷ Θεῷ.

(50)

Ηὕρητο τοίνυν ἐκ νόμου τὸ χρῆμα, τὸ δοξολογεῖσθαί φημι τὸν τῶν ὅλων
Θεὸν ἐν τῷ ἁγίῳ ναῷ· ἐτετάχατο δὲ εἰς τοῦτο χοροί τε καὶ χοροστάται, ᾠδοὶ καὶ ἱεροψάλται ἀπὸ τῶν υἱῶν Λευί, ἀνεκόμιζόν τε τὰς εἰς Θεὸν ὑμνωδίας πρωΐ τε καὶ ἐν ἑσπέρᾳ καταθυομένων τῶν ἀμνῶν καὶ θυμιωμένου τοῦ λεπτοῦ καὶ συνθέτου θυμιάματος. γέγραπται γὰρ ἐν τῇ Ἐξόδῳ οὕτως· «Καὶ ταῦτά ἐστιν141
55ἃ ποιήσεις ἐπὶ τοῦ θυσιαστηρίου· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωΐ, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν.» περὶ δέ γε τοῦ θυμιάματος οὕτως ἔφη· «Καὶ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων.» προσεπάγει δὲ τούτοις· «Καὶ καθίσει ἐπ’ αὐτῷ λεπτὸν τὸ πρωῒ
60πρωΐ, ὅταν ἐπισκευάζῃ τοὺς λύχνους· ὀψέ, θυμιάσει ἐπ’ αὐτοῦ θυμίαμα ἐνδε‐ λεχισμοῦ διαπαντὸς ἐναντίον Κυρίου εἰς τὰς γενεὰς αὐτῶν.» καὶ ἡ μὲν τῶν ἀμνῶν θυσία κατασημαίνοιεν ἂν τὸν δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τεθύσθαι Χριστὸν καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακεκομίσθαι τῷ Θεῷ καὶ Πατρί· ἀλλὰ καὶ ἡ τοῦ λεπτοῦ καὶ συνθέτου θυμιάματος ἀναφορὰ τοῦτο δὴ πάντως ὑπεμφαίνοιεν ἄν, ἐνδελεχὴς
65γὰρ καὶ ἀδιάλειπτος ἡ θυσία· ἀεὶ γὰρ εὐώδης νοητὸς ὁ Ἐμμανουήλ, ὀσμὴ τῆς γνώσεως ὢν τοῦ Θεοῦ καὶ Πατρός, καὶ μεστὴν αὐτοῦ τὴν ἁγίαν ἀποφαίνων σκηνὴν τουτέστι τὴν Ἐκκλησίαν. ᾞδον τοιγαροῦν, ὡς ἔφην, τῆς τῶν ἀμνῶν θυσίας ἐπιτελουμένης, καὶ ἐφ’ ἁπάσαις δὲ ταῖς ἑτέραις θυσίαις ἁρμοδίως ἑκάστῃ κατὰ τὸ εἰκός· γέγραπ‐
70ται γὰρ οὕτως ἐν τῇ πρώτῃ Παραλειπομένων· «Καὶ οἱ Λευΐται ἦσαν αἴ‐ ροντες τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς· ὅτι καὶ ἐν τοῖς λόγοις Δαυὶδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς τῶν υἱῶν Λευῒ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χεῖρα Ἀαρὼν τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια, καὶ ἐπὶ τὸν καθαρισμὸν
75πάντων τῶν ἁγίων, καὶ ἐπὶ τὰ ἔργα λειτουργίας οἴκου τοῦ Θεοῦ, καὶ εἰς τοὺς ἄρτους τῆς προθέσεως, εἰς τὴν σεμίδαλιν τῆς θυσίας, καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα, καὶ εἰς τήγανον, καὶ εἰς τὴν πεφυραμένην, καὶ εἰς πᾶν μέτρον· καὶ τοῦ στῆναι πρωῒ τοῦ αἰνεῖν καὶ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ οὕτως τὸ ἑσπέ‐ ρας· καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ Κυρίῳ ἐν τοῖς
80σαββάτοις καὶ ἐν ταῖς νεομηνίαις καὶ ἐν ταῖς ἑορταῖς κατὰ ἀριθμόν, κατὰ τὴν
κρίσιν ἐπ’ αὐτοῖς διὰ παντὸς τῷ Κυρίῳ.» Ὅτι δὲ ἀπόλεκτοί τινες ἦσαν τῶν ἐξ αἵματος Λευῒ τεταγμένοι πρὸς τὰς ᾠδάς, πιστώσεται πάλιν τὸ γράμμα τὸ ἱερόν, ἔχει γὰρ οὕτως ἐν ταῖς Παρα‐ λειπομέναις· «Καὶ ἔστησε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς142
85τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ καὶ Αἰμὰν καὶ Ἰδιθοὺμ τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις.» ᾖδον μὲν οὖν οἱ περὶ ὧν ὁ λόγος, κατὰ ῥυθμὸν οἶμαί που τὸν ἐγχώριον καὶ τοῖς Ἑβραίων δήμοις ἐντριβῆ συντε‐ θειμένων αὐτοῖς τῶν ψαλμῶν. φασὶ δὲ τοὺς μὲν αὐτῶν συνθεῖναί τε καὶ ᾆσαι δι’ ἑαυτοῦ τὸ θεῖον καταλαβόντα νεὼν τὸν θεσπέσιον Δαυίδ, τινὰς δὲ δὴ πά‐
90λιν τοὺς ψαλμῳδοὺς ἱερέας ὄντας καὶ ἁγίους καὶ πνεῦμα χάριτος ἔχοντας τῆς προφητικῆς. ταύτῃ τοι καὶ γεγράφθατο σαφῶς οἱ μὲν τοῦ Δαυίδ, οἱ δὲ τῷ Δαυίδ, ἀνατιθέντων τάχα που τῶν γεγραφότων αὐτοὺς ὡς εὑρετῇ καὶ πρώτῳ τῆς ψαλμῳδίας τῷ μακαρίῳ Δαυίδ, ἢ καί (ὅπερ, ὥς γε οἶμαι, φαίνεται καὶ νοεῖν πρεπωδέστερον) τὴν τῆς ᾠδῆς δύναμιν ἀναφέροντες εἰς Χριστόν, ὠνό‐
95μασται γὰρ ἐν τοῖς ἱεροῖς γράμμασιν καὶ Δαυὶδ διά τοι τὸ ἐξ αἵματος κατὰ σάρκα γενέσθαι τοῦ μακαρίου Δαυίδ. καὶ γοῦν γέγραπται περὶ τῶν υἱῶν Ἰσραήλ, ὡς ἐν ἐσχάτοις καιροῖς μεταγνώσονται καὶ αὐτοί, καὶ κεκλήσονται διὰ πίστεως εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ. «Καὶ μετὰ ταῦτα, γάρ φησιν, ἐπιστρέ‐ ψουσιν υἱοὶ Ἰσραὴλ καὶ ἐπιζητήσουσιν Κύριον τὸν Θεὸν αὐτῶν καὶ Δαυὶδ

(100)

τὸν βασιλέα αὐτῶν.» Ἰστέον δὲ ὅτι οἱ μὲν τῶν ψαλμῶν, ὡς ἤδη φθάσας προεῖπον, σαφῶς τε καὶ ἐναργῶς τὸ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ λαλοῦσι μυστήριον, οἱ δὲ προσωποποιΐας ἐπέχουσι δύναμιν. εἰσφέρεται γὰρ ὁ δέ τις τυχὸν τὰ ἐφ’ οἷς εὖ πέπονθεν ἀνατιθεὶς χαριστήρια καὶ τὴν τῆς αἰνέσεως ἀποπληρῶν θυσίαν· ὁ
105δὲ πάσχων ὑπὲρ εὐσεβείας διωγμούς τε καὶ θλίψεις καὶ πειρασμοὺς ὑπο‐ μένων καὶ τῆς ἄνωθεν ἐπικουρίας γλιχόμενος· ἕτερος δέ τις ἀνδρισάμενος καὶ νενικηκὼς καὶ τῆς τῶν ἀνθεστηκότων αὐτῷ κατευμεγεθήσας ἰσχύος· ὁ δὲ τοῖς τῆς ἁμαρτίας καὶ τοῖς τῶν παθῶν χειμῶσιν ἐνισχημένος καὶ παρὰ
τοῦ σώζειν εἰδότος τὸν ἔλεον αἰτῶν. εἰσὶ δὲ καὶ οἳ ἀφήγησιν ἔχουσι καὶ διδα‐143
110σκαλίαν ἐννομωτάτης τε καὶ ἐπιεικοῦς πολιτείας, καὶ ὅπως ἄν τις διαβιῴη λαμπρῶς, ἀλλὰ καὶ πραγμάτων ἀρχαιοτέρων εἰς δόξαν Θεοῦ γεγονότων ποιοῦνται τὴν ἀνάμνησιν. ἅπαντα δὲ ταυτὶ πλείστην ὅσην τὴν ὄνησιν ἐνεργά‐ σεται καὶ τεχνίτας ἀποφανεῖ πρὸς πᾶν ἔργον ἀγαθὸν τοὺς ἀκριβεῖ διανοίας ὄμματι τῆς εὐαγοῦς πολιτείας περιαθρεῖν ἐθέλοντας τὴν ὁδόν.
115Ἄρχεται τοίνυν τοῦ πρώτου ψαλμοῦ καί φησι.144