TLG 4090 124 :: CYRILLUS :: Collectio dictorum veteris testamenti [Sp.]

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Collectio dictorum veteris testamenti [Sp.]

Citation: Volume — page — (line)

77

.

1176

(1t)

ΣΥΝΑΓΩΓΗ
2tΤΩΝ ΑΝΑΓΩΓΙΚΩΣ ΕΡΜΗΝΕΥΟΜΕΝΩΝ ΡΗΤΩΝ
3tΤΗΣ ΠΑΛΑΙΑΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ
4tἘρανισθεῖσα κατὰ σύνοψιν καὶ σαφεστέραν ἀπαγγελίαν, ἔκ τε τῶν τοῦ θεσπεσίου Κυρίλλου, καὶ
5tτῶν τοῦ μεγάλου Μαξίμου, καὶ λοιπῶν ἐξηγητῶν.
10tΒΙΒΛΟΣ ΓΕΝΕΣΕΩΣ.
11Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Κατηραμένη γῆ ἐν τοῖς ἔργοις τοῦ Ἀδὰμ, ἡ σάρξ ἐστι τοῦ γεωθέντος νοῦ· οὗ ἔργα τὰ πάθη τῆς ἀτι‐ μίας. Διὸ καὶ κατήραται. Ἥτις σὰρξ ἀναδίδωσιν
15αὐτῷ, ὡς μὲν ἀκάνθας, μερίμνας, καὶ φροντίδας· ὡς δὲ τριβόλους, πειρασμοὺς, καὶ κινδύνους, κατά τε λόγον καὶ θυμὸν καὶ ἐπιθυμίαν. Τὸ δὲ, «Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου,» λαμβάνοιτ’ ἂν καὶ περὶ πράξεως καὶ θεωρίας· ἐν
20πόνῳ γὰρ τῆς πρακτικῆς φάγῃ τὸν ἄρτον τῆς θεω‐ ρητικῆς. Κάϊν μὲν, τὸ φρόνημα τῆς σαρκὸς, ὃ πρῶτον ἐγέννησεν ὁ Ἀδὰμ, διὰ τῆς παρακοῆς· Ἄβελ δὲ, τὸ φρόνημα τοῦ πνεύματος, ὅπερ ὕστερον ἐγέννησεν ὁ
25αὐτὸς Ἀδὰμ, διὰ τῆς μετανοίας. Τὸ τοίνυν κατὰ τὸν Ἄβελ φρόνημα τοῦ πνεύματος πρὸ τῆς τελείας ἕξεως συνεξελθεῖν τῷ κατὰ τὸν Κάϊν φρονήματι τῆς σαρκὸς εἰς τὸ πεδίον, λέγω δὲ τὸ πλάτος τῆς φυσι‐ κῆς θεωρίας, ἀποκτείνεται παρ’ αὐτοῦ. Καλὸν γὰρ
30πρὸ τῆς τελείας ἕξεως, μὴ ἅπτεσθαι φυσικῆς θεω‐ ρίας, ἵνα μὴ λόγους πνευματικοὺς ἐκ τῶν αἰσθητῶν ἐπιζητοῦντες ..... πάθη συλλέγοντες. Ἐν γὰρ τοῖς ἀτελέσι, πλέον τὰ φαινόμενα τῶν αἰσθητῶν σχήματα δυναστεύει πρὸς τὴν αἴσθησιν, ταῖς πρὸς
35τὴν ψυχὴν, οἱ ἐγκεκρυμμένοι φαινομένοις σχήμασι, λόγοι τῶν γεγονότων. Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παρα‐ λύσει. Κάϊν μὲν ὁ τῆς γαστριμαργίας λογισμός. Ἑπτὰ
40δὲ ἐκδικούμενα, τοῦτ’ ἔστι, κολάσεως ἄξια. Ὁ τῆς πορνείας λογισμὸς καὶ τῆς φιλαργυρίας, καὶ ὁ τῆς λύπης, καὶ ὁ τῆς ὀργῆς, καὶ ὁ τῆς ἀκηδίας, καὶ ὁ τῆς κενοδοξίας καὶ ὁ τῆς ὑπερηφανίας. Ὁ τοίνυν τὴν γαστριμαργίαν ἀποκτείνας δι’ ἐγκρατείας συν‐
45απέκτεινεν αὐτῇ καὶ τὰ παρεπόμενα αὐτῇ· πάθη,
παραλύσας τὰς συναφείας.

77

.

1177

Περὶ τῆς πυργοποιΐας. Οἱ τὸν τῆς Χαλάνης πύργον οἰκοδομοῦντες, τῆς τοῦ φωτὸς χώρας τῆς ἀνατολῆς κινηθέντες, λέγω δὲ τῆς μιᾶς καὶ ἀληθοῦς θεογνωσίας, ἦλθον εἰς τὴν
5γῆν Σενὰρ τὴν ἑρμηνευομένην Βλασφήμους ὀδόντας, καὶ εἰς πολλὰς περὶ Θεοῦ δόξας καταπεσόντες, τὸν ἑκάστης λόγον δόξης οἱονεὶ πλίνθους τινὰς συνθέντες, ᾠκοδόμησαν καθάπερ πύργον τὴν πολύθεον ἀθεΐαν. Ὥσπερ τῷ Ἀβραὰμ οἰκοῦντι μὲν ἐν τῇ ἰδίᾳ γῇ
10οὐκ ὤφθη Κύριος· κληθέντι δὲ καὶ ἐξελθόντι, καὶ εἰς τὴν ὑποδειχθεῖσαν γῆν ἀφικομένῳ ὤφθη καὶ τὰς μεγάλας ἐπαγγελίας δέδωκε, καὶ θυσιαστήριον ἀφ‐ ῆκεν οἰκοδομεῖν καὶ θῦσαι· οὕτω καὶ ἡμῖν παραμέ‐ νουσι τῷ κόσμῳ, καὶ ταῖς οἰκοδομικαῖς ἡδοναῖς,
15οὐδεμία γίνεται θεόθεν ἔλλαμψις· πειθομένοις δὲ τοῖς θείοις προστάγμασι, καὶ ἔνθα κελεύει Κύριος ἀφικνουμένοις, ἐμφανίζει μὲν τὴν περὶ αὐτοῦ γνῶ‐ σιν, ὅσον ἐγχωρεῖ· παρέχει δὲ μεγάλας ἐλπίδας, ῥωννύει δὲ τὸν νοῦν ἡμῶν· ὡς ἐγεῖραι μὲν αὐτῷ
20θυσιαστήριον, τὴν καρδίαν· θύειν δὲ πράξεις ἀγα‐ θὰς, καὶ θεωρίας πνευματικάς. Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη Ἀβραὰμ εἰς Αἴγυπτον. Ὅταν ὁ νοῦς ἑκάστου λιμῷ περιπέσῃ θείων ἐν‐
25νοιῶν καὶ τῆς διατρεφούσης τὴν ψυχὴν πνευματι‐ κῶς βρώσεως, ἀναγκάζεται καταβαίνειν εἰς τὴν ἀλλοτρίαν ἕξιν· εἴ τινα δὲ συμπερινοστοῦσαν αὐτῷ ἀγαθὴν σύνεσιν ἴδοιεν οἱ δαίμονες, σπεύδουσιν ὑπ‐ αγαγεῖν αὐτὴν τοῖς σπερματισμοῖς τοῦ ἄρχοντος αὐ‐
30τῶν· ὡς τῷ Φαραὼ τὴν Σάῤῥαν οἱ Αἰγύπτιοι. Θεοῦ δὲ μόνου ἐστὶν ἐξελέσθαι καὶ τοῦτον καὶ ταύτην, ὡς τὸν Ἀβραὰμ καὶ τὴν Σάῤῥαν, τῆς τοῦ τυράννου χειρὸς καταδυναστευομένους καὶ κινδυνεύοντας. Ἀνέβη δὲ Ἀβραὰμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ
35 αὐτοῦ, καὶ πάντα τὰ αὐτοῦ, καὶ Λὼτ μετ’ αὐ‐ τοῦ, εἰς τὴν ἔρημον. Χρὴ γὰρ τὸν ἐξ ἄκρας κοσμικῆς καὶ ἐφαμάρτου ζωῆς εἰς ἱερὰν πολιτείαν ἀνατρέχοντα, μηδέν τι τῶν ἑαυτοῦ καταλιπεῖν ὀπίσω, μὴ διάνοιαν, μὴ φαντασίαν,
40μή ποτε δι’ ἐκεῖνο παλινοστεῖν ἀναγκάζοιτο. Μεθαρ‐ μόζεσθαι δὲ πρῶτον εἰς κατάστασιν ἔρημον κακίας καὶ ἀπαρενόχλητον ἐπιμιξίας φαυλότητος. Ὥσπερ Ἀβραὰμ, αἰχμαλωτισθέντος ὑπὸ τῶν πο‐ λεμίων τοῦ συγγενοῦς αὐτοῦ Λὼτ, παραλαβὼν τοὺς
45οἰκογενεῖς αὐτοῦ καί τινας ἀλλογενεῖς μὲν, φίλους δὲ, κατεδίωξεν ὀπίσω αὐτοῦ· καὶ συμμαχῶν καὶ τροπω‐ σάμενος ἀπέστρεψε τὸν συγγενῆ, καὶ πᾶσαν τὴν αἰχμαλωσίαν· οὕτω καὶ οἱ ἀπόστολοι πνευματικῶς ἐξοπλίσαντες τοὺς τροφίμους τῆς Ἐκκλησίας, συμ‐

77

.

1177

(50)

παραλαβόντες δὲ καί τινας τῶν κοσμικὰ μὲν φρο‐ νούντων ἔτι, φίλων δὲ τῇ εὐσεβείᾳ, κατέδραμον τῶν αἰχμαλωτισάντων ἡμᾶς δαιμόνων, καὶ καταγωνισά‐ μενοι τούτους, ἐπέστρεψαν τοὺς αἰχμαλωτισθέντας
συγγενεῖς αὐτῶν κατὰ τὸν λόγον τῆς ἀνθρωπότητος.

77

.

1180

Τῆς δὲ τοιαύτης ἀνδραγαθίας ἀμοιβὴν λαμβάνουσι κοσμικὸν μὲν οὐδὲν, εὐφημίας δὲ παρὰ τῶν σεσω‐ σμένων, καὶ εὐλογίας παρὰ Χριστοῦ, καθάπερ καὶ Ἀβραάμ. Εὐλόγησε γὰρ αὐτὸν ὁ Μελχισεδὲκ, ὃς ἦν
5Χριστοῦ τύπος, καθὼς ὁ μέγας Παῦλος ἐδίδαξε· καὶ μηδέ τι λάφυρον λαβόντα, ἄρτῳ καὶ οἴνῳ διέθρεψεν. Ἄξιος γὰρ, φησὶν, ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. Οἱ μέντοι φίλοι μερίδας λαφύρων ἔλαβον, αὔξοντος τοῦ Θεοῦ κἀνταῦθα πολλάκις τὰς οὐσίας τῶν συναθλούν‐
10των τοῖς ἁγίοις. Εἰς τὸν Μελχισεδέκ. Ἀπάτωρ μὲν καὶ ἀμήτωρ καὶ ἀγενεαλόγητος, ὡς κατὰ τὴν ἀρετὴν ὑπὲρ τὴν φύσιν, καὶ τὰ ἐν τῇ φύσει γενόμενος· μήτε δὲ ἀρχὴν ἡμερῶν, μήτε ζωῆς
15τέλος ἔχων, ὡς κατὰ τὴν γνῶσιν ὑπεριπτάμενος τὰ ὑπὸ χρόνον καὶ αἰῶνα, καὶ εἰς αὐτὸν εἰσδὺς τὸν Θεόν. Ἀφωμοιωμένος δὲ Θεῷ τῷ ὑψίστῳ, κατὰ τὴν ἐκ πρά‐ ξεων καὶ θεωριῶν πρὸς Θεὸν ὁμοίωσιν, καὶ ὡς τῷ Θεῷ ποιηθείς τε καὶ μεταποιηθεὶς εἰς Θεόν. Μένει
20δὲ ἱερεὺς εἰς τὸν αἰῶνα, ὡς μηδενὶ θανάτῳ κακίας παυόμενος τοῦ λειτουργεῖν καὶ παρίστασθαι τῷ Θεῷ. Μόνος δὲ ταῦτα κεκτῆσθαι λέγεται, ὡς πρῶτος ταῦτα κτησάμενος. Τῶν ἀγγέλων ἐντειλαμένων τῷ Λὼτ, σώζεσθαι εἰς
25τὸ ὄρος, εἶπεν αὐτός· «Οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μὴ καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω. Ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ, ἥ ἐστι μικρά· καὶ ἐκεῖ σωθήσεται ἡ ψυχή μου.» Οἱ γὰρ ἄρτι τῆς κακίας ἐκβαίνοντες, οὐ δύνανται πρὸς ὕψος εὐθέως
30πολιτείας ἀναδραμεῖν, ἀλλὰ ἀποφοιτῶσι μὲν τῶν πο‐ νηρῶν τέως ἐθῶν, μεταθέουσι δὲ πρὸς τὰ οὐ πόῤῥω καλὰ, καὶ τὴν ὑποκαθημένην τῷ τελείως ἔχοντι ἀγω‐ γήν. Καὶ οὕτως ἐκεῖθεν ἀναβαίνουσιν εἰς τὴν ὑπερ‐ κειμένην ζωὴν, ἐκ πράξεως εἰς θεωρίαν ὑψούμενοι.
35Ἀνέβη δὲ Λὼτ ἐκ Σηγώρ. Καὶ ἐκάθητο ἐν τῷ ὄρει αὐτὸς, καὶ αἱ δύο θυγατέ‐ ρες αὐτοῦ μετ’ αὐτοῦ, καὶ ᾤκησεν ἐν τῷ σπηλαίῳ μετ’ αὐτῶν. Ἄνεισι μὲν ὥσπερ διὰ βαθμῶν ὁ νοῦς ἐπὶ τὸ μετεωρότερον, ἔχων μεθ’ ἑαυτοῦ τὴν φρόνησιν
40καὶ τὴν ἀνδρείαν ὡς θυγατέρας. Ἡ γὰρ ἡδυπάθεια ἐξέπεσεν καὶ ἀπεβλήθη δίκην τῆς γυναικὸς τοῦ Λώτ. Οἰκεῖ δὲ ὡς ἐν σπηλαίῳ τῇ παγιότητι καὶ ἑδραιό‐ τητι τοῦ καλοῦ. Γέγραπται γὰρ ὅτι κατοικήσει ὁ δίκαιος ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς. Εἴη δ’ ἂν
45πέτρα μὲν ἰσχυρὰ ὁ Χριστὸς, διὰ τὸ πανσθενές· σπή‐ λαιον δὲ αὐτοῦ ἡ Ἐκκλησία, ἡ περιβολὴ καὶ σκέπη τῶν ἁγίων. Πέτραν γὰρ, φησὶ, περιεβάλοντο ἣν οἰ‐ κοῦσιν, οἱ τὸ πῦρ τῆς ἁμαρτίας φεύγοντες, καὶ τὸ πῦρ τῆς γεέννης διαδιδράσκοντες.

77

.

1180

(50)

Ἡ μὲν δάμαλις πρώτη ληφθεῖσα τὴν πρώτην ἐσήμαινε γενεάν. Ὥσπερ γὰρ ἡ δάμαλις, ἀποδυ‐
σπετεῖ πρὸς τὸν ζυγὸν, οὕτω καὶ ἡ τοῦ κατελθόντος

77

.

1181

εἰς Αἴγυπτον λαοῦ πρώτη φορὰ, ἀπεδυσπέτει πρὸς τὴν δουλείαν. Ἡ δ’ αἲξ δευτέρα ληφθεῖσα τὴν δευ‐ τέραν γενεὰν ᾐνίττετο. Ὥσπερ γὰρ ἡ αἲξ ὀλίγην παρέχει τοῖς δεσπόταις πρόσοδον, οὕτω καὶ ἡ δευτέρα
5γενεὰ ὀλίγην ἀπένειμε δουλείαν τοῖς Αἰγυπτίοις. Ὁ δὲ κριὸς τρίτος ληφθεὶς τὴν τρίτην προεμήνυε γενεάν. Ὥσπερ γὰρ οὗτος πλείονα δίδωσι πρόσοδον, οὕτω καὶ αὕτη πλείονα δοῦλον παρέσχεν. Ἡ μὲν οὖν διαίρεσις τῶν τριῶν γενεῶν· ἡ δ’ ἀντιπρόσωπος θέσις
10τῶν διχοτομημάτων, τὴν κοινωνίαν τῆς κακουχίας. Καὶ ἡ πρώτη γὰρ γενεὰ ἐδυσφόρει παροικοῦσα τοῖς Αἰγυπτίοις. Συνεχώρησε δὲ τὴν ἐν Αἰγύπτῳ κάκωσιν ὁ Θεὸς, ἵνα δυσχερῶν τοσούτων ὕστερον ἀπαλλαγέν‐ τες, γνῶσι μειζόνως τὸν ἀπαλλάξαντα· γνωσθῇ δὲ
15καὶ αὐτὸς ἐν πάσῃ τῇ γῇ δι’ ὧν ἐποίει σημείων. Ἀσύμφωνος τῷ νέῳ λαῷ, ὁ κατὰ χρόνον πρωτότο‐ κος. Τοῦτο γὰρ ᾐνίττετο τὰ ἐν τῇ νηδύϊ τῆς Ῥεβέκας διασκιρτῶντα, καὶ ταρασσόμενα βρέφη, τὴν ἐσομένην ἔχθραν ὑποσημαίνοντα.
20 Τῆς πτέρνης τοῦ Ἡσαῦ ὁ Ἰακὼβ ἐπείληπτο τικτό‐ μενος. Ἐδήλου δὲ τὸ γενόμενον, ὡς ὁ νοῦς ὁ βλέπων Θεὸν διὰ καθαρότητα (τοῦτο γὰρ ἑρμηνεύεται Ἰσραὴλ) πτερνίζει τὰ πάθη τῆς γαστριμαργίας, ἀφ’ ὦν καὶ τἄλλα ψυχικὰ νοσήματα τίκτονται.
25 Ἐρίφων δέρματα νεκρὰ περιθέμενος ὁ Ἰακὼβ, ἐτύπου Χριστὸν σάρκα περιθέμενον νεκρὰν ὅτι πρὸς ἁμαρτίαν, δι’ ἧς τὴν ἡμετέραν σωτηρίαν βρῶσιν ἡδίστην τῷ Πατρὶ προσεκόμισε, καὶ τὴν ἀναφαίρετον εὐλογίαν, ὡς ἀπόδεκτος γενόμενος, ἐκομίσατο καὶ
30τοῖς Χριστιανοῖς ἐχαρίσατο. Ἀλείφων τὸν λίθον Ἰακώβ. Δείκνυσιν ὡς ἡ σκληροκάρδιος ψυχὴ τῶν ἐθνῶν χρισθήσεται μὲν τῷ ἁγίῳ Πνεύματι, ἀφορισθήσεται δὲ τῷ Θεῷ. ᾘνίξατο δὲ καὶ ὅτι χρισθήσεται τῇ θεό‐
35τητι ἡ προσληφθεῖσα σάρξ· λίθος γὰρ ὁ Χριστὸς ἀκρογωνιαῖος συνάπτων δι’ ἑαυτοῦ τοὺς δύο λαούς. Καὶ εἶπε Φαραὼ πρὸς Ἰωσήφ· Εἶπον τοῖς ἀδελ‐ φοῖς σου, Παραλαβόντες τὸν Πατέρα ὑμῶν καὶ τὰ ὑπάρχοντα ὑμῶν, ἥκετε πρός με, καὶ δώσω
40 ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου. Ὁ διάβολος εἰ μόνον λάβοι τινὰς ὑπηκόους, πάσης φιληδονίας αὐτοὺς ἐμπίπλησιν. Αἴγυπτος μὲν γὰρ ἡ ἁμαρτία, ἀγαθὰ δὲ αὐτῆς αἱ κατ’ αὐτὴν ἡδοναί. Ἀλλὰ καὶ ἁμάξας δίδωσιν εἰς μετακομιδὴν τῶν ὑπαρ‐
45χόντων αὐτοῖς, εὔοδον τιθεὶς τὴν πρὸς αὐτὸν πορείαν, καὶ ἄπονον. Πατὴρ μὲν οὖν τῶν ἁλισκομένων, ὁ νοῦς. Ὑπάρχοντα δὲ οἱ λογισμοὶ καὶ αἱ πράξεις. Ὁμοίως δὲ πάλιν ὁ βασιλεὺς Ἀσσυρίων τοῖς ἐν Ἱερουσαλὴμ ἐπηγγέλλετο λέγων· «Ἐκπορεύεσθε πρός με καὶ

77

.

1181

(50)

φάγεσθε ἕκαστος τὴν ἄμπελον αὑτοῦ, καὶ τὴν συκῆν αὑτοῦ, καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν. Ἐπειδὴ γὰρ διττὸς ὁ τρόπος τῆς ἁμαρτίας, καὶ ἢ τῶν ἐμφύτων
ἡδονῶν, ἢ τῶν θύραθεν ἡττώμενοι πλημμελοῦμεν,

77

.

1184

εἶεν ἂν ἄμπελος μὲν καὶ συκῆ αἱ θύραθεν ἡδοναὶ, ὕδωρ δὲ τοῦ λάκκου ἡμῶν αἱ ἔμφυτοι, τοῦ σώματος ἡμῶν ἀναβλύζουσαι. Καὶ αἱ μὲν θύραθεν, εἰσὶ πρόσ‐ καιροι, αἱ δὲ ἔμφυτοι μακροχρονιώτεραι. Ὧν ἁπάν‐
5των τὴν ἀπόλαυσιν ὁ διάβολος ὑπισχνεῖται τοῖς ἀπὸ τῆς ἁγιοπρεποῦς πολιτείας, ὡς ἐξ Ἱερουσαλὴμ, αὐ‐ τομολοῦσι πρὸς αὐτὸν, καὶ δουλεύειν αὐτῷ καταδεχο‐ μένοις.
11Τῆς ἐξόδου περὶ τοῦ Φαραώ. Ὁ Φαραὼ πρῶτον μὲν ἀγρίοις πόνοις ἐκάκου τὸν Ἰσραηλιτικὸν λαὸν, τὴν εἰς πλῆθος αὔξησιν αὐτοῦ κωλύειν οἰόμενος. Ἀντιπράττοντος δὲ τοῦ Θεοῦ· Καθ’
15ὅ τι γὰρ, φησὶν, ἐταπείνουν αὐτοὺς οἱ Αἰγύπτιοι, το‐ σούτῳ πλείους ἐγίνοντο, καὶ ἴσχυον· ἐφ’ ἑτέραν λα‐ θραίως ἔρχεται μηχανὴν, καὶ προστάττει ταῖς μαίαις τῶν Ἑβραίων ἀποκτείνειν μὲν τὰ ἄρσενα τῶν τικτο‐ μένων, τὰ θήλεα δὲ περιποιεῖσθαι. Ἐπεὶ δὲ καὶ τοῦτο
20κεκώλυκεν ὁ Θεός· «Ἐφοβήθησαν γὰρ, φησὶν, αἱ μαῖαι τὸν Θεὸν, καὶ οὐκ ἐποίησαν ὡς συνέταξεν αὐ‐ ταῖς Φαραώ·» τρίτης ἐπιβουλῆς ἅπτεται, καὶ φανε‐ ρῶς ἐντέλλεται τοῖς ὑπ’ αὐτὸν, πᾶν μὲν τικτόμενον ἄρσεν ῥίπτειν εἰς τὸν ποταμὸν, πᾶν δὲ θῆλυ ζωογο‐
25νεῖν. Καὶ ὁ διάβολος γὰρ ὁ νοητὸς Φαραὼ κατὰ τοῦ νοητοῦ Ἰσραὴλ, τὸν εὐσεβῆ λέγω λαὸν, τριπλοῦν τρόπον ἐπιβουλῆς ἐνόησε, διὰ κακούργων σκεμμάτων τὴν εἰς ἀρετὴν ἐπίδοσιν αὐτοῦ κωλύειν πειρώμενος. Καὶ πρῶτα μὲν πόνον, καὶ κακοπάθειαν αὐτοῖς ἐπι‐
30φέρει· διαμαρτὼν δὲ τοῦ σκοποῦ, τοὺς κατὰ πίστιν ἀδελφοὺς αὐτῶν καὶ φίλους ἐφοπλίζει τοῖς ἀνδρείοις εἰς τὴν εὐσέβειαν. Τοῖς γὰρ θηλυπρεπέσιν ὡς ἀσθε‐ νέσιν οὐκ ἐπιβουλεύει, χρησίμους ἑαυτῷ πρὸς ἁμαρ‐ τίαν τούτους εἰδώς. Ἀδελφαὶ δὲ καὶ φίλαι τῶν
35Ἑβραίων αἱ μαῖαι, διὰ τὴν ἐκ τοῦ γένους οἰκείωσιν. Ἀποτυγχάνων δὲ καὶ τῆς δευτέρας ἐπιβουλῆς, τοῦ θείου φόβου τοὺς ἐφοπλισθέντας ἐπέχοντος, ἀναφαν‐ δὸν ἐπιτρέπει τοῖς οἰκείοις ὑπασπισταῖς τὴν κατὰ τῶν ἁγίων ἀγριότητα καὶ μιαιφονίαν. Ὁ Φαραὼ τῆς ἡμε‐
40τέρας πολιτείας, τὸ μὲν θῆλυ καὶ ἀσθενὲς καὶ εὐπει‐ θὲς αὐτῷ φιλεῖ καὶ ζωογονεῖ· τὸ δὲ ἄῤῥεν καὶ ἀν‐ δρεῖον καὶ πρὸς ἐπανάστασιν ὕποπτον φονεύειν ἐπεί‐ γεται. Οἱ δὲ σώφρονες καὶ προνοητικοὶ λογισμοὶ γεννή‐ σαντες τὴν ἀρετὴν, ὡς οἱ γονεῖς τὸν Μωσέα, καὶ τῇ
45κιβωτῷ τῆς παιδεύσεως ἐνασφαλισάμενοι, τὸν ἐνάρετον οὐ συγχωροῦσι καταποντισθῆναι τῷ ῥείθρῳ τοῦ βίου. Κομισθέντα δὲ τοῦτον ἐπὶ τὴν ὄχθην τῆς σταθερότη‐ τος, ἡ ἔξω φιλοσοφία λαβοῦσα, θυγάτηρ μὲν οὖσα τῷ Φαραὼ, διὰ τὸν τῦφον καὶ τὴν ἀσέβειαν, ἄγονος δὲ

77

.

1184

(50)

διὰ τὸ μηδένα τόκον αὐτῆς εἰς φῶς προάγειν θεογνω‐ σίας, ὑποβαλλομένη υἱοθετεῖ τῷ μητρῴῳ γάλακτι τιθηνούμενον. Οὐ γὰρ ἀφίσταται τῶν ἱερῶν δογμά‐ των, εἰ καὶ τὴν Ἑλληνικὴν μετέρχεται παίδευσιν. Πρὸς ὕψος δὲ πνευματικῆς ἡλικίας ἀναδραμὼν, μέσος
55γίνεται δύο μαχομένων, ὁμογενοῦς καὶ ἀλλοφύλου.
τοῦτ’ ἕστιν, εὐσεβοῦς λόγου καὶ ἀσεβοῦς, ἢ ἀρετῆς

77

.

1185

καὶ κακίας, καὶ τῷ οἰκείῳ συστὰς ἀναιρεῖ τὸ ἀλλό‐ τριον. Φοβηθεὶς δὲ τὸν ἀπὸ τοῦ Φαραὼ κίνδυνον, φεύγει ποῤῥωτάτω τῆς ἐξουσίας αὐτοῦ, πρὸς ὑψηλο‐ τέραν πολιτείαν ἀνατεινόμενος, καὶ τοὺς πονηροὺς
5ποιμένας ἀδίκως χρωμένους τῷ νάματι διδασκαλίας, ἀπελαύνει τῇ ῥάβδῳ τῶν ἐλέγχων, κἂν ἀλλοφύλῳ πά‐ λιν συνοικῆσαι δέῃ, τοῦτ’ ἔστι συγγενέσθαι τῇ θύρα‐ θεν φιλοσοφίᾳ, καταδέχεται τοῦτο διὰ τὴν χρείαν, ἐν γαλήνῃ διάγων καὶ ποιμαίνων τὰ κινήματα τῆς ψυ‐
10χῆς. Οὕτω δὲ βιοῦντι φανήσεται τὸ κατὰ τὴν βάτον μυστήριον ἐλλάμπον αὐτῷ, καὶ διδάσκον ὅτι τὸ πῦρ τῆς θεότητος περιλαβὸν τὴν ἀνθρωπίνην φύσιν, κατὰ τὴν ἐνανθρώπησιν, ταύτην μὲν ἐπυράκτωσε καὶ ἐθέωσε, σῶαν συντηρῆσαν. Τὰς δὲ προβαλλομένας
15ἀκάνθας τῆς ἁμαρτίας κατέκαυσε. Καὶ ὅτι προτύ‐ πωσίς ἐστι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Ὥσπερ γὰρ ἡ βάτος χαμαιπετής ἐστι, καὶ διηπλωμένη κατὰ τῆς γῆς, καὶ πεφρικυῖα ταῖς ἀκάνθαις· οὕτω καὶ τὰ ἔθνη περὶ τὰ γεηρὰ πρότερον ἐσύροντο νοήματα, καὶ τὰ
20πάθη τῆς ἁμαρτίας, μηδὲν ὑψηλὸν δυνάμενα φαντα‐ σθῆναι· καὶ κατὰ τῆς γῆς ἦσαν ἐσκεδασμένα, καὶ τὰς ἀκάνθας τῆς ἁμαρτίας περιεβέβληντο. Τὸ δὲ διὰ τοῦ θείου βαπτίσματος ἄϋλον πῦρ φλογίζον ἀπαθῶς αὐτὰ καθαίρει, μόνας ἐμπιπρῶν τὰς ἀκάνθας τῆς ἁμαρ‐
25τίας· «Αὐτὸς γὰρ, φησὶν, ὑμᾶς βαπτίσει ἐν Πνεύ‐ ματι ἁγίῳ καὶ πυρί.» Καὶ ὅτι σκιαγραφεῖ τὴν νη‐ δὺν τῆς θεομήτορος· ἐν ᾗ τὸ πῦρ τῆς θεότητος ἀστρά‐ ψαν ἀκατάφλεκτον αὐτὴν διεφύλαξεν.
32 Ὥσπερ ὁ Μωσῆς βραδύγλωσσος ἦν, οὕτω καὶ ὁ Μωσαϊκὸς νόμος βραδύγλωσσός ἐστι πρὸς τὸ διαρ‐ θροῦν τὸν περὶ τοῦ ὄντος λόγον, καὶ τρανοῦν τὴν
35περὶ τῆς ἁγίας Τριάδος θεολογίαν. Καὶ ἰσχνόφωνος δὲ, ὡς ὀλίγους προσλαλεῖν δυνάμενος. Ὀλίγοι γὰρ οἱ Ἰσραηλῖται πρὸ ὅλα τὰ ἔθνη. Διὸ προστίθεται τούτῳ καὶ Ἀαρὼν ὁ ἀδελφὸς αὐτοῦ, τοῦτ’ ἔστιν, ὁ εὐαγγελικὸς νόμος. Ὥσπερ γὰρ ὁ Χριστὸς ἀδελφός
40ἐστι Μωσέως κατὰ τὸ ἀνθρώπινον· οὕτω καὶ ὁ εὐαγ‐ γελικὸς νόμος ἀδελφός ἐστι καὶ σύμφωνος τῷ Μωσαϊκῷ κατὰ τὸ πνευματικὸν αὐτοῦ καὶ νοούμενον. Ὃς καὶ διαλέγεται πᾶσι τοῖς ἔθνεσιν, ὡς καὶ Ἀαρὼν παντὶ τῷ λαῷ. Καὶ ὁ μὲν εὐαγγελικὸς τῷ Μωσαϊκῷ γίνε‐
45ται στόμα, ἐπεὶ καὶ Ἀαρὼν τῷ Μωσεῖ καὶ διερμη‐ νεύει ἃ πνευματικῶς καὶ ἀσυμφανῶς ἐκεῖνος λαλεῖ, καὶ τὸ ἰσχνόφωνον αὐτοῦ πρὸς τὸ εὐηχέστερον μετα‐ τίθησιν. «Οὐκ ἦλθον γὰρ, φησὶ, καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι διὰ τῆς τοῦ ἐλλείποντος προσθήκης.»

77

.

1185

(50)

Ὁ δὲ Μωσαϊκὸς τῷ εὐαγγελικῷ γίνεται τὰ πρὸς τὸν Θεόν· τῷ γὰρ εὐαγγελικῷ αἱ ἀφορμαὶ τῆς θεοσεβείας ἐκ τοῦ Μωσαϊκοῦ γεγόνασι. «Μωσῆς δὲ, φησὶν, ἦν ἐτῶν πʹ, ὅτε ἐλάλησε πρὸς Φαραώ. Ἀαρὼν δὲ πγʹ ἦν ἐτῶν·» κατὰ χρόνον μὲν γὰρ ὁ πρῶτος ὁ Ἀαρών.
55Ἐπεὶ καὶ ἡ εὐαγγελικὴ πολιτεία πρὸ τῆς νομικῆς ἐν Ἀβραὰμ, καὶ τοῖς κατ’ ἐκεῖνον, ἐφάνη. Κατὰ δὲ τὴν
ἀποστολὴν καὶ διακονίαν, δεύτερος, ἐπεὶ καὶ τὸ εὐαγ‐

77

.

1188

γέλιον ὕστερον τοῦ νόμου δέδοται. Ὑπερέχει δὲ Τριάδι ἐτῶν ὁ Ἀαρὼν, ἐπεὶ καὶ ὁ Χριστὸς κατὰ τὴν θεότητα. Καὶ ἑτέρως δὲ πρεσβύτερος μὲν ὁ Χριστὸς, κατὰ τὴν θεότητα· ὑστερογενέστερος δὲ κατὰ τὴν
5ἀνθρωπότητα καὶ οἰκονομίαν. Ἀποπεσοῦσα τῆς χειρὸς τοῦ Μωσέως ἡ ῥάβδος, καὶ εἰς ὄφιν μετασχηματισθεῖσα, καὶ πάλιν ἐν χειρὶ αὐτοῦ ληφθεῖσα τῆς κέρκου, καὶ εἰς ῥάβδον ἀποκατα‐ στᾶσα, ἐσήμανεν, ὡς ὁ πρωτόπλαστος ἐν χειρὶ Θεοῦ
10κατ’ ἀρχὰς ὢν ἀπέπεσεν εἰς τὰ γήϊνα, παραβὰς τὴν ἐντολὴν, καὶ διὰ τῆς κακίας, εἰς θανατηφόρον πονη‐ ρίαν ὄφεως εἵρπυσε. Πάλιν δὲ ὁ δημιουργὸς Θεὸς ἐπιλαβόμενος αὐτοῦ διὰ τῆς ἐνανθρωπήσεως εἰς τὴν πρώτην ἀπεκατέστησεν εἰκόνα, καὶ τὸ ἀρχαῖον κάλλος
15ἐνέδυσε διὰ τῆς φυλακῆς τῶν ἐντολῶν. Ἡ δὲ κέρκος ἔσχατον μέρος οὖσα, τὴν ἐπ’ ἐσχάτων ἡμερῶν ἐναν‐ θρώπησιν παρεδήλου. Εἰσενεχθεῖσα εἰς τὸν κόλπον Μωσέως ἡ χεὶρ αὐ‐ τοῦ, καὶ ἐν τῷ ἐξάγεσθαι λεπρωθεῖσα, καὶ αὖθις
20εἰσενεχθεῖσα, καὶ ἐξενεχθεῖσα καθαρὰ, ἐσήμανεν ὡς ὁ κατ’ εἰκόνα Θεοῦ πεποιημένος ἄνθρωπος, ἕως μὲν ἦν τῇ σκέπῃ τοῦ Θεοῦ, καθάπερ ἐν κόλπῳ, καθαρὸς καὶ κάλλιστος ἦν. Ἐν δὲ τῷ ἐξάγεσθαι ταύτης διὰ φιληδονίας καὶ παρακοῆς, ἐλεπρώθη τῇ εἰδεχθείᾳ
25καὶ βδελυρίᾳ τῆς ἁμαρτίας. Αὖθις δὲ ἐν τῇ σκέπῃ τοῦ Θεοῦ, δι’ ἐγκρατείας καὶ ὑπακοῆς, καὶ υἱοθεσίας γενόμενος, ἀποκατέστη πρὸς τὴν ἐξ ἀρχῆς ὡραιό‐ τητα, καὶ ἐφάνη καθαρὸς καὶ λαμπρός. Ἡ ἔρημος ἀφ’ ἧς πέμπεται Μωσῆς εἰς Αἴγυπτον,
30ἔστιν ὁ κόσμος οὗτος, ἡ ἀνθρωπίνη φύσις, ἢ ἡ τῶν παθῶν ἐστερημένη ἕξις καὶ κατάστασις, ὅπου διὰ θεωρίας τὴν τῶν ὄντων γνῶσιν παιδευθεὶς ὁ νοῦς, κελεύεται παρὰ τοῦ Θεοῦ κατὰ τὸ τῆς καρδίας ἀφα‐ νὲς, ἐξαγαγεῖν τῆς σαρκὸς καὶ τῆς αἰσθήσεως, ὡς ἐξ
35Αἰγύπτου, καθάπερ Ἰσραηλίτας τὰ θεῖα τῶν ὄντων νοήματα, περὶ τὸν πηλὸν τῶν παθῶν πονούμενα. Πρὸς τοῦτο δὲ βαδίζων μετὰ καὶ τῆς συμβίου σοφίας, καὶ τοῦ ἐξ αὐτῆς αὐτῷ γεννηθέντος ἐναρέτου λογι‐ σμοῦ, καὶ τρόπου σεμνοῦ, ὅτε καταλύσῃ καὶ στῇ τοῦ
40δρόμου τῆς ἀρετῆς, ἧς ἡ στάσις κίνησις κακίας ἐστὶν, ἀσχοληθεὶς περί τι τῶν ἑκατέρωθεν τῇ ὁδῷ ταύτῃ παρακειμένων ὑλικῶν· τηνικαῦτα τοῦ δηλω‐ θέντος υἱοῦ αὐτοῦ γινομένου ἀκροβύστου καὶ βεβή‐ λου, ὁρᾷ καθάπερ ἄγγελον ἀπότομον τὸν ἐλέγχοντα
45λόγον τῆς συνειδήσεως ἀπειλοῦντα θάνατον. Ὃν ἡ σύνοικος αὐτοῦ δυσωπεῖ σοφία, τὴν ἐγγενομένην ὑλικὴν φαντασίαν τῷ παιδὶ λογισμῷ περιτεμοῦσα, καὶ καθάπερ αἵματος ῥύσιν τὴν κίνησιν ἐμπαθοῦς ζωῆς ἀποξηράνασα.

77

.

1188

(50)

Μωσῆς μὲν προχειρισθεὶς εἰς ἀποστολὴν ὑποδει‐ λιᾷ καὶ οὐκ εὐθυδρομεῖ, ἀλλὰ καὶ τοῖς κατὰ γένος προσήκουσι κοινολογεῖται περὶ τῆς ἀποδημίας, καὶ συμπαραλαμβάνει τὴν γυναῖκα καὶ τὰ παιδία. Ἀαρὼν δὲ μηδέν τι τοιοῦτον δράσας εὐθὺς ὁρμᾷ.
55Οἱ μὲν γὰρ τοῦ Μωσαϊκοῦ νόμου δειλοί τέ εἰσι πρὸς

77

.

1189

πειρασμοὺς καὶ ὀκλάζοντες, καὶ μεριζόμενοι πρός τε τὰς θείας ἐντολὰς, καὶ πρὸς τὰς σωματικὰς καὶ κο‐ σμικὰς σχέσεις. Οἱ δὲ τοῦ Εὐαγγελίου, καὶ ὧν τύπος ὁ Ἀαρὼν, τολμηροί τε πρὸς κινδύνους καὶ πρόθυμοι,
5καὶ μεριζόμενοι πρὸς Θεὸν καὶ κόσμον, μόνων δὲ τῶν θείων ἐντολῶν ἐξεχόμενοι. Σεπφώρα ἡ Μαδιανῖ‐ τις τύπος ἦν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἥτις ὑπ‐ αχθεῖσα τοῖς σπερματισμοῖς Μωσέως, ἤτοι ταῖς τοῦ Μωσαϊκοῦ νόμου περὶ τῆς ἁγίας Τριάδος ἀμυδραῖς
10θεολογίαις τοῦ παιδαγωγοῦντος ἐπὶ τὸ κατὰ Χριστὸν Εὐαγγέλιον, υἱὸν ἔσχε τὸ πλῆθος τῶν διὰ τοῦ ἁγίου Πνεύματος ἀναγεννωμένων αὐτῇ· ὃν καὶ περιέτεμε πετρίνῃ μαχαίρᾳ, περιελοῦσα πᾶσαν φιληδονίαν καὶ ἁμαρτίαν αὐτοῦ τῷ κατὰ Χριστὸν λόγῳ, ὃς λέγεται
15πέτρα μὲν διὰ τὸ στεῤῥὸν, μάχαιρα δὲ, διὰ τὸ διαι‐ ρεῖν τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος. Ἔστη δὲ, φησὶ, τὸ αἷμα τῆς περιτομῆς, ἀντὶ τοῦ, πεπλήρωται ἐντε‐ λῶς ἡ δηλωθεῖσα πνευματικὴ περιτομή. Διὸ καὶ ἀν‐ εχώρησεν ὁ τὸν θάνατον ἐπανατεινόμενος τῷ Μωσεῖ
20ἄγγελος. Ὡς εἶναι δῆλον, ὅτι κινδύνου πολλάκις διδάσκαλος ἐλευθεροῦται, καθαίρων τὸν μαθητὴν, καὶ τῆς ὠφελείας τούτου σωτηρίαν ἰδίαν κομίζεται. Ὥσπερ ὁ Φαραὼ ἀπῄτει μὲν ἀπαραιτήτως τοὺς Ἑβραίους τὴν πλινθείαν, οὐκ ἐδίδου δὲ ἄχυρα δι’ ὧν
25αὐτὴ γίνεται· οὕτω καὶ ὁ διάβολος ἀπαιτεῖ μὲν ἀναγκαστικῶς τοὺς αὐτῷ δουλεύοντας ἀνθρώπους τὸν μολυσμὸν, καὶ τὴν ἀκαθαρσίαν, ἐκκαίων αὐτοὺς ἀγρίως εἰς λυσσώδεις ἐπιθυμίας· δυσπόριστον δὲ τὸ πρᾶγμα τίθησιν, ἵνα μὴ τῷ ῥᾳδίῳ ταχέως εἰς κόρον
30ἴοι καὶ καταφρόνησιν. Εἶπε Μωσῆς πρὸς Φαραώ· «Πορευσόμεθα ὁδὸν τριῶν ἡμερῶν, εἰς τὴν ἔρημον, ὅπως θύσωμεν Κυ‐ ρίῳ τῷ Θεῷ ἡμῶν· μήποτε συναντήσῃ ἡμῖν θάνατος ἢ φόνος.» Ἐπειδὴ γὰρ Αἰγύπτιοι ἐν τῷ θύειν ἀπ‐
35ετροπιάζοντο τοὺς νεκρούς· πρόφασιν ὁ Μωσῆς τοῦτο ποιεῖται τῆς εἰς μακρὰν ἀποχωρήσεως. Μήποτε, φησὶ, καὶ τῶν ἀλλοφύλων θύοντες περιτύχωμεν νε‐ κρῷ, καὶ καταλύσωμεν τὴν θυσίαν. Θάνατον μὲν λέγων, τὸν φυσικῶς ἀποθανόντα· φόνον δὲ τὸν ἐξ
40ἐπιβουλῆς φονευθέντα. Χρὴ δὲ καὶ ἡμᾶς ποῤῥωτάτω τῆς ἁμαρτίας γινομένους, θύειν Θεῷ, καὶ ἀποτρεπο‐ μένους τὰ νεκρωτικὰ καὶ φονευτικὰ πάθη τῶν ἡμε‐ τέρων ψυχῶν. Καὶ εἶπε Μωσῆς πρὸς Φαραώ· «Πορευσόμεθα
45σὺν τοῖς νεανίσκοις ἡμῶν, καὶ τοῖς πρεσβυτέροις, σὺν τοῖς υἱοῖς ἡμῶν καὶ θυγατράσι, καὶ προβάτοις καὶ βουσὶν ἡμῶν· ἔστι γὰρ ἑορτὴ Κυρίῳ τῷ Θεῷ ἡμῶν.» Χρὴ τοὺς τῆς τῶν δαιμόνων καὶ παθῶν ἐλευθερίας ἐπιθυμοῦντας, φεῦγεν πειρᾶσθαι τελείως,

77

.

1189

(50)

μηδέν τι λείψανον τῆς ἑαυτῶν ψυχῆς καὶ διανοίας ἀφέντας ὀπίσω, δι’ οὗ μέλλοιεν ὑπενεχθῆναι πάλιν, καὶ ἁλῶναι τοῖς προτέροις κακοῖς. Εἶεν δ’ ἂν οἱ νεα‐ νίσκοι μὲν εἰς τύπον ἀνδρείας, οἱ πρεσβύτεροι δὲ εἰς σύμβολον φρονήσεως, οἱ δὲ υἱοὶ καὶ θυγατέρες εἰς
55εἰκόνα τῆς ἐν Χριστῷ νηπιότητος καὶ ἁπλότητος.
Σὺν ἀνδρείᾳ γὰρ καὶ φρονήσει καὶ κατὰ Θεὸν ἁπλό‐

77

.

1192

τητι ἀποφοιτητέον ἐξ ἁμαρτίας εἰς ἁγιασμόν. «Ἀν‐ δρίζεσθε γὰρ, φησὶ, καὶ κραταιούσθω καρδία ὑμῶν·» καὶ, «Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» Τὰ πρόβατα δὲ καὶ οἱ βόες,
5τύπος τῶν σωματικῶν τε καὶ ἀλογωτέρων κινημά‐ των· ἃ μηδὲ αὐτὰ μεθετέον τῷ διαβόλῳ. Ἀλλ’ ὁ Φαραὼ τοὺς μὲν ἄνδρας ἀνίησι καὶ ἄκων· τὰ γύναια δὲ καὶ τοὺς ἀνήβους παῖδας, καὶ τοὺς ἀσθενεῖς γέ‐ ροντας, καὶ τὰ ἄλλα ζῶα, πειρᾶται παρακατέχειν.
10Δέδιε μὲν γὰρ τοὺς ἀνδρείους εἰς ἀρετὴν, ὡς ἀνθ‐ ίστασθαι δυναμένους· ἀντιποιεῖται δὲ τῶν θηλυπρε‐ πῶν τε καὶ μαλθακῶν ψυχῶν, καὶ τῶν ἠσθενηκότων καὶ ἀπομάχων φρονημάτων, καὶ περιποιεῖται ὅσον νηπιῶδες εἰς σύνεσιν, καὶ ὅσον παχὺ καὶ ἄλογον.
15Εἶπε δὲ Μωσῆς πρὸς Φαραώ· Ἀλλὰ καὶ σὺ δώ‐ σεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας ἃς ποιή‐ σομεν τῷ Κυρίῳ Θεῷ ἡμῶν. Λαμβάνει τις ἐξ Αἰγύπτου καὶ Φαραὼ, καὶ προσ‐ φέρει τῷ Θεῷ, λαμβάνων ἐκ τῆς ἀθέου σοφίας καὶ
20τῆς παιδεύσεως τῶν ἔξω, καθάπερ ἱερεῖα τὴν εὐ‐ γλωττίαν καὶ καλλιέπειαν, καὶ ἀναμιγνύων αὐτὰ τοῖς τῆς εὐσεβείας δόγμασι, καὶ διὰ τῶν ἐντέχνων τῇ θεοσεβείᾳ βοηθῶν, καὶ τὰ ὅπλα τοῦ ψεύδους ὅπλα τῆς ἀληθείας ποιούμενος· ἀλλὰ καὶ τὸ θεωρητικόν
25τε καὶ ἐξεταστικὸν, καὶ τὸ φιλομαθὲς καὶ τὸ φερέπο‐ νον καὶ εἴ τι τοιοῦτον, ἀπὸ τῶν βλαβερῶν ἐπὶ τὰ ὠφέλιμα μεταλαμβάνοντες, ἐξ Αἰγύπτου καὶ Φαραὼ πρὸς Θεὸν μετάγομεν. Καὶ οὐχ ὡδήγησεν αὐτοὺς Θεὸς ὁδὸν Φυλιστιεὶμ,
30 ὅτι ἐγγὺς ἦν, μήποτε μεταμελήσῃ τῷ λαῷ, ἰδόντι πόλεμον, καὶ ἀποστρέψῃ εἰς τὴν Αἴ‐ γυπτον. Ἐγγὺς μὲν γὰρ καὶ εὐσύνοπτον τὸ περὶ Χριστοῦ μυστήριον. Οὐκ εὐθὺς δὲ πρὸς τοῦτο τοὺς Ἰουδαίους
35ὁ Θεὸς ἤγαγε, διὰ δὲ τοῦ μακροῦ νόμου καὶ τῶν πολλῶν αἰνιγμάτων, ὡς διὰ μακρᾶς τινος ὁδοῦ, τού‐ τους ὡδήγει πρὸς τοῦτο· μήποτε πολεμηθέντες τοῖς λογισμοῖς τῆς ὑπερβολῆς, ἀποστρέψωσι πάλιν εἰς τὴν Αἰγυπτιακὴν ἀσέβειαν, ἀλλ’ ἵνα πόῤῥωθεν ἐμμελε‐
40τῶντες τῇ σκιᾷ τῆς ἀληθείας, καὶ γυμναζόμενοι κατὰ τὸν πρέποντα καιρὸν, εὐμαρῶς ἐπὶ τὸ τέλειον ἔλ‐ θοιεν. Φυλιστιεὶμ μὲν οὖν ἡ θαυμαστὴ ἑρμηνεύεται, ὁδὸς δὲ θαυμαστὴ ἡ σύντομος, ὁποία ἐστὶν ἡ τοῦ θείου Εὐαγγελίου.
45Ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδόν· τὴν δὲ νύκτα ἐν στύλῳ πυρός. Στύλος ἐστὶ τῆς ἀληθείας, ὁ Θεὸς ἀπὸ γῆς ἕλκων εἰς οὐρανόν. Καὶ νὺξ μὲν ὁ πρὸ τῆς ἐνανθρωπήσεως

77

.

1192

(50)

τοῦ Κυρίου καιρός· διὰ τὸν σκότον τῆς πλάνης, καὶ τὸν ἐπιπολάζοντα ζόφον τῶν παθῶν· ἡμέρα δὲ ὁ τῆς ἐπιδημίας αὐτοῦ, καθ’ ὃν ἀνέτειλεν αὐτὸς ὁ ἥλιος τῆς δικαιοσύνης, φωτίζων καὶ λαμπρύνων τὰς τῶν πι‐ στευόντων ψυχάς. Λοιπὸν οὖν μὲν Ἰουδαίους ὡδήγει
55τῷ κολάζοντι νόμῳ· κολάσεως γὰρ σύμβολον τὸ πῦρ. Τοὺς Χριστιανοὺς δὲ ὁδηγεῖ τῇ διὰ τοῦ ἁγίου βαπτίσματος σωτηρίᾳ. Ὕδωρ γὰρ ἡ νεφέλη καὶ
σύμβολον τοῦ θείου ὕδατος τοῦ βαπτίσματος. Οὐ γὰρ

77

.

1193

ἔστιν εἰς τὴν ἄνω τε καὶ ἁγίαν ἀφικέσθαι πόλιν, μὴ καθοδηγουμένου Χριστοῦ, καὶ τὴν ὁδὸν τῆς σωτηρίας ὑποδεικνύοντος. Ἐξῆρε δὲ καὶ ὁ στύλος τῆς νεφέλης ἀπὸ προσ‐
5ώπου αὐτῶν, καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν, καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων, καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα.
10 Νυκτὸς γὰρ οὔσης, ἤτοι καιροῦ δειλίαν τοῖς εὐσε‐ βέσιν ἐπάγοντος, ἵσταται μέσον αὐτῶν τε καὶ τῶν καταδιωκόντων αὐτοὺς, ὁρατῶν ἢ ἀοράτων ἐχθρῶν, ἡ τοῦ Κυρίου δύναμις· οὐκ ἐῶσα συῤῥήγνυσθαι μέ‐ χρις ἂν ὁ φόβος παρέλθῃ. Ἢ καὶ περὶ τῶν ἄρτι κατ‐
15ηχουμένων τὸν τῆς εὐσεβείας λόγον ὁ λόγος, οἷς ἀσθενέσιν οὖσιν ἔτι συμπλέκεσθαι κωλύει τοὺς πο‐ λεμίους. Μεθ’ ὃ δὲ καθάπερ διὰ θαλάσσης, διὰ τοῦ θείου βαπτίσματος ἔλθοιεν, ἀφίησι μάχεσθαι, τὴν δειλίαν ἀποθεμένους. Τὴν γὰρ Ἐρυθρὰν θάλασσαν
20διαβάντες οἱ Ἰσραηλῖται, μαχιμώτατοι καὶ δυσκατ‐ αγώνιστοι γεγόνασιν. Ἡ προσγενομένη δίψα τοῖς Ἰσραηλίταις κατὰ τὴν ἔρημον τύπος ἦν τῶν ἐν ἀσκήσει πόνων, καὶ γυμνασίας προοίμιον. Ὅρα γὰρ, ὅτι οὐκ ἐν ἀρχῇ
25προσέβαλεν αὐτοῖς πόλεμος ἐχθρῶν· οὔπω γὰρ ἐγυ‐ μνάσθησαν εἰς τὸ ἀριστεύειν. Διὰ τοῦτο τοῖς τῆς σαρκὸς πρότερον δοκιμάζονται πόνοις. Εἰς τοῦτο δὲ βλέπει καὶ τό· «Πειρασμὸς ὑμᾶς οὔπω κατέλαβεν, εἰ μὴ ἀνθρώπινος.»
30 Ξύλῳ κατεγλυκάνθη τὸ τῆς Μερᾶς πικρὸν ὕδωρ. Ἐν Χριστῷ γὰρ τῷ τῆς ζωῆς ξύλῳ καταγλυκαί‐ νονται μὲν τὰ πικρά· φορητὰ δὲ τὰ δύσοιστα γίνον‐ ται. Ὥσπερ οἱ Ἰσραηλῖται τῶν κρεῶν ὑπομνησθέντες
35ἐπεθύμησαν ἐν Αἰγύπτῳ γενέσθαι, καὶ δουλεύειν πάλιν ὥστε ἐμπλησθῆναι αὐτῶν, οὕτω καὶ τοὺς ἀνοητοτέρους ἐν ἡμῖν δριμεῖαι πολλάκις ἀναπείθου‐ σιν ἡδοναὶ παθῶν, φορητὴν ἡγεῖσθαι τὴν τοῦ διαβό‐ λου δουλείαν, ἕνεκεν τοῦ ἀπολαύειν αὐτῶν. Ἐφίησι
40δὲ τούτοις ὁ Θεὸς, ἀκαθέκτως ἔχουσι. Τοῦτο γὰρ ἡ τῆς ὀρτυγομήτρας εἰκονίζει μετάληψις. Ἀλλ’ ὥσπερ ἐκείνοις προτιμήσασι τοῦ μάννα τὸ κρέας εἰς χολέ‐ ραν κατέληξεν ἡ βρῶσις· οὕτω καὶ τούτοις προτι‐ μῶσι τῆς οὐρανίου τρυφῆς τὴν γεηρὰν, καὶ τῆς
45πνευματικῆς ἡδονῆς τὴν σαρκικὴν, εἰς ψυχικὸν ὄλε‐ θρον ἡ μετάληψις καταλήξει. Περὶ τοῦ μάννα. Τὸ μὲν μάννα πρωῒ κατήρχετο, προτυποῦν τὸν Χριστὸν, ὅς ἐστιν οὐράνιος ἄρτος τρέφων τὰς ψυχὰς

77

.

1193

(50)

τῶν πινῶν· ὃς καὶ ἀνατολὴ ἡλίου τοῖς ἐν σκότει καθημένοις ἐπιδεδήμηκεν· ἡ δὲ ὀρτυγομήτρα πρὸς ἐσπέραν, δηλοῦσα τῆς νομικῆς λατρείας τὴν ζωοθυ‐ σίαν, ἥτις ἐν σκιαῖς τε καὶ ἀμυδροῖς ἴχνεσι τῆς ἀληθείας ἐπετελεῖτο, καὶ πέρας ἔμελλε δέξασθαι. Πέ‐
55ρας γὰρ τῆς ἡμέρας ἡ ἑσπέρα. Ἐντειλάμενος ὁ Μωσῆς Ἰησοῦ τοῦ Ναυῆ ἐπιλέ‐
ξασθαι ἄνδρας δυνατοὺς καὶ ἐξελθεῖν καὶ παρατά‐

77

.

1196

ξασθαι Ἀμαλὴκ, ὑπεσήμαινεν ὅτι Ἰησοῦς ὁ Χριστὸς ὑποταγήσεται ταῖς ἐντολαῖς τοῦ Μωσαϊκοῦ νόμου. «Οὐκ ἦλθον γὰρ, φησὶ, καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι.» Καὶ ἐπιλεξάμενος ἐκ παντὸς τοῦ
5Ἰσραὴλ, καὶ ἐκ παντὸς ἔθνους, ἄνδρας δυνατούς· φημὶ δὴ τοὺς ἱεροὺς ἀποστόλους καὶ τοὺς διαδόχους αὐτῶν· παρατάξεται τῷ διαβόλῳ τῷ βασιλεῖ τῆς κακίας καὶ ἁμαρτίας, καὶ καταπολεμήσει αὐτόν. Εἰσαύριον δὲ τὴν παράταξιν διωρίσατο ποιήσασθαι· δηλῶν τὸν
10μετέπειτα καιρὸν τῆς ἐνανθρωπήσεως τὸν μετὰ τὸ πλήρωμα τοῦ νομικοῦ χρόνου. Ἄνεισι δὲ ἐπὶ τὴν κορυφὴν τοῦ βουνοῦ Μωσῆς, ἵν’ ἔχῃ καθορᾷν τὴν μάχην. Ἀναβιβάζει γὰρ καὶ ἡ κατὰ νόμον μυσταγω‐ γία πρὸς ὕψος σύμμετρον γνώσεως· ὅθεν ἂν Ἰου‐
15δαῖοι δύναιντο καθορᾷν τὰ τῶν περὶ Χριστὸν στρατ‐ ηγήματα· καὶ ἀνατείναντος μὲν Μωσέως τὰς χεῖρας κατίσχυεν Ἰσραήλ· καθιέντος δὲ κατίσχυεν Ἀμαλήκ. Χεῖρες μὲν γὰρ ἀποτάδην εἰς ἀέρα δεικνύμεναι, τὸ τοῦ σταυροῦ σχῆμα γράφουσι, πᾶς δὲ σταυροφόρος νικᾷ·
20καθάπερ αὖ πᾶς μὴ τὸν σταυρὸν φέρων, ἀλλὰ τὴν κατὰ Χριστὸν πίστιν προέμενος, πολεμεῖται. Βαρεῖαι δὲ αἱ χεῖρες Μωσέως, καὶ μόλις ἐπαιρόμεναι πρὸς τὸν εἰρημένον τύπον. Ὅτι καὶ οἱ τοῦ νόμου μόλις ἥκουσιν εἰς τὸ φορέσαι τὸν σταυρὸν τοῦ Χριστοῦ.
25Καὶ λαβόντες, φησὶ, λίθον ὑπέθηκαν ὑπ’ αὐτὸν, καὶ ἐκάθητο ἐπ’ αὐτοῦ· καὶ Ἀαρὼν καὶ Ὢρ, ἐστήριζον τὰς χεῖρας αὐτοῦ, ἐντεῦθεν εἷς, καὶ ἐντεῦθεν εἷς. Λίθος μὲν γὰρ τίμιος καὶ ἐκλεκτὸς ὁ Χριστὸς, ἐφ’ ὃν ἐρειδό‐ μενοι ἀναπαύονται, οἱ ἐξ Ἰσραὴλ πιστεύοντες. Ὁ
30αὐτὸς δὲ Χριστὸς νοεῖται καὶ Ἀαρὼν καὶ Ὢρ, ὡς ἀρχιερεὺς καὶ κριτής· Ἀαρὼν μὲν γὰρ ἀρχιερεὺς, κριτὴς δὲ Ὤρ. Ὃς Χριστὸς δι’ ἀμφοτέρων νοούμε‐ νος, ὑπερείδει τοὺς ἐξ Ἰσραὴλ πιστοὺς, εἰς τὴν διὰ τοῦ σταυροῦ καὶ πίστιν, καὶ νίκην, καὶ οὐκ ἐᾷ βα‐
35ρεῖσθαι καὶ κατασπᾶσθαι. Ἐνηχηθεὶς θεόθεν ὁ Μωσῆς προσέταξε τῷ λαῷ πλῦναι τὰ ἱμάτια ἑαυτῶν, καὶ ἀποσχέσθαι γυναικὸς, καὶ οὕτως ὑπὸ τὸ ὄρος Σινᾶ παραστῆναι τῷ Θεῷ. Χρὴ γὰρ ἀποπλύνασθαι τὸ αἶσχος τῆς κακίας καὶ
40ἐνδύσασθαι τὸ κάλλος τῆς ἀρετῆς, καὶ καθαρεύειν σωματικῆς ἡδονῆς καὶ μολυσμοῦ. Τοῦτο δὲ προστάτ‐ των ὁ νόμος, οὗ τύπος ὁ Μωσῆς, παρίστησι Χριστῷ τῷ Θεῷ τοὺς πειθομένους παιδαγωγῶν καὶ ῥυθμίζων, καὶ προσάγων τῇ τελειότητι. Κατέβη δὲ ὁ Θεὸς οὐ
45πρὸς τὸν λαὸν, ἀλλὰ πρὸς τὸ ὄρος. Ὁ μὲν γὰρ τῶν Ἑβραίων λαὸς χαμαίζηλος καὶ γεώδης, ὁ δὲ τῶν Χριστιανῶν, ὑψίνους, καὶ τῇ θεωρίᾳ μετέωρος, καὶ τῶν γηίνων ὑπερῃρμένος. Οἷς καὶ σωματικῶς ὁ Θεὸς ἐπεδήμησε καὶ συνανεστράφη ἐνανθρωπήσας.

77

.

1196

(50)

Πῦρ δὲ περὶ τὸ ὄρος, εἰς φόβον μὲν τοῦ παχέος λαοῦ, ᾧ οὐκ ἦν πνεῦμα υἱοθεσίας, ἀλλὰ δουλείας εἰς φό‐ βον, βιαίως ἠγμένῳ καὶ οὐκ ἐθελουσίως εὐσεβοῦντι· εἰς κάθαρσιν δὲ τοῦ νέου· ἔστι γὰρ καὶ πῦρ καθαρ‐ τήριον. Ὁ δὲ καπνὸς τὸ ἀπόκρυφον ᾐνίττετο τῆς θείας
55φύσεως. «Ἔθετο γὰρ, φησὶ, σκότος ἀποκρυφὴν αὐ‐ τοῦ.» Ἢ καὶ ἄλλως, ὁ μὲν καπνὸς εἰς σύμβολον τῆς
ἀχλύος, ἣ κατακέχυται τῆς διανοίας τῶν Ἰουδαίων,

77

.

1197

μὴ συγχωροῦσα ἐντρανίζειν ταῖς τῆς ἀληθείας αὐ‐ γαῖς. Τὸ δὲ πῦρ εἰς εἰκόνα τοῦ φωτὸς ὃ καταλάμπει τὸν νοῦν τῶν εἰς Χριστὸν πιστευόντων. Προβαίνου‐ σαι δὲ αἱ φωναὶ τῆς σάλπιγγος ἐγίνοντο ἰσχυρότεραι·
5ἐπιδημήσαντος γὰρ τοῦ Χριστοῦ ἡμῖν, τρανότερα καὶ γνωριμώτερα γεγόνασι τὰ περὶ αὐτοῦ τῷ νόμῳ δι‐ αγορευόμενα. «Ἀκούσατε γὰρ ταῦτα, φησὶ, πάντα τὰ ἔθνη.» Ἀλλ’ «Ὁ μὲν Μωσῆς ἐλάλει, φησὶν, ὁ δὲ Θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ.» Ὁ μὲν γὰρ οἷον
10παιδαγωγὸς ἐζήτει τὸν νόμον ᾧ βελτιωθῆναι μέλ‐ λοιεν· ὁ δὲ Θεὸς ἐνομοθέτει. Φωνὴ δὲ τοῦ Πατρὸς ὁ Υἱὸς, ὡς Λόγος. Ἐξ αὐτοῦ γὰρ ὁ νόμος, εἰ καὶ δι’ ἀγγέλων τῷ Μωσεῖ λελάληται. Κελεύσαντος δὲ τοῦ Θεοῦ, ἄνεισι Μωσῆς εἰς τὴν κορυφὴν τοῦ ὄρους· κα‐
15λέσαντος γὰρ τοῦ Χριστοῦ τὸν πιστὸν λαὸν, τὸν ὑπερ‐ κείμενον τοῦ λαοῦ τῶν Ἰουδαίων, καὶ θεράποντα τοῦ Θεοῦ, ἄνεισιν οὗτος ἐπὶ τὴν ὑψηλοτάτην θεογνωσίαν· ὁ δὲ λαὸς εἴργεται ἐγγίζειν, ἵνα μὴ ἀποθάνῃ. Τοῖς γὰρ κοσμικοῖς καὶ φιλοσάρκοις ἐπικίνδυνος ἡ ὑψηλο‐
20τέρα θεωρία, ἀλλὰ καὶ τοῖς ἀνάγνοις ἱερεῦσιν· Ἁγια‐ σθήτωσαν γὰρ, φησὶ, μήποτε ἀπαλλάξῃ ἀπ’ αὐτῶν ὁ Κύριος· τοῦτ’ ἔστιν, ἀνέλῃ, ἢ καὶ ἀπαναχωρήσῃ διὰ τὴν ἀκαθαρσίαν αὐτῶν. Καταβάντος δὲ Μωσέως καὶ διαμαρτυραμένου τῷ λαῷ· συγκαταβατικῶς γὰρ
25καὶ οἱονεὶ γεωδῶς καὶ σωματικῶς ὁ νόμος Ἰουδαίοις διαλέγεται· συνάνεισιν αὐτῷ καὶ Ἀαρὼν, τοῦ Θεοῦ κελεύσαντος. Ἐγγίζει γὰρ τῷ Θεῷ πρότερος ὁ Μω‐ σαϊκὸς νόμος ὡς ἅγιος, ὕστερον δὲ καὶ ὁ εὐαγγελι‐ κὸς, ὡς ἱερώτατος, καὶ συζεύγνυνται κατὰ Θεὸν, ἤτοι
30κατὰ τὴν πνευματικὴν θεωρίαν· συνᾴδουσι γὰρ κατά γε τὸ πνευματικῶς θεωρούμενον. Κωλύεται δὲ τὸ λοιπὸν ἱερατικὸν γένος ἀνελθεῖν εἰς τὴν κορυφὴν τοῦ ὄρους. Τοῖς γὰρ ἔτι τὴν ἐν σκιαῖς τελοῦσι λατρείαν οὐ δίδοται παρὰ Θεοῦ, τὸ πρὸς ὕψος ἀνάγεσθαι δογ‐
35μάτων, τετήρηται δὲ τοῖς ἐν πνεύματι καὶ ἀληθείᾳ λατρευταῖς τοῦ Θεοῦ. «Ὑμῖν γὰρ, φησὶ, δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.» Ὁ Μωσῆς ἀφεὶς τὴν πεδιάδα, καὶ περὶ τοὺς πρό‐
40 ποδας τοῦ ὄρους γενόμενος, ἀνῆλθεν εἰς αὐτὸ, καὶ διασχὼν τὴν νεφέλην, λαμπρότητα Θεοῦ εἶδε καὶ ἔπαθε. Πεδιὰς ἀναγωγικῶς ὁ ἐνάρετος βίος· παντὶ γὰρ ῥᾴδιος. Πρόποδες δὲ τοῦ ὄρους ἡ πρακτικὴ ἀρετὴ,
45καὶ τοῖς ἀνδρειοτέροις εὐεπιχείρητος, δι’ ἧς ἐπὶ τὸ τῆς θεωρίας ὕψος χειραγωγούμεθα. Ὄρος δὲ τὸ πε‐ ρίοπτον καὶ κορυφαῖον τῆς θεωρητικῆς ἀρετῆς, ὃ τοῖς τελείοις καὶ μόνοις βάσιμον. Ἀλλ’ οὐδὲ ἐνταῦθα γε‐ νόμενος, ἴσχυσε τοῦ ποθουμένου τυχεῖν· ἐνεπόδιζε

77

.

1197

(50)

γὰρ ἡ νεφέλη, τοῦτ’ ἔστι, τὸ πάχος τῆς σαρκός. Καὶ διασχὼν καὶ οἷον ὑπερβὰς ταῖς πρὸς Θεὸν νεύσεσιν, εἶδέ τε δόξαν Θεοῦ, λόγους ἀποῤῥήτους μαθὼν, καὶ πέπονθε λαμπρυνθεὶς τὸ πρόσωπον, ὡς ἐπικαλύμ‐ ματος δεῖσθαι, πρὸς τὸν λαόν. Καὶ γὰρ οἱ συγγρα‐
55φέντες αὐτῷ λόγοι κάλυμμα μὲν ἔχουσι τὴν σωμα‐

77

.

1200

τικὴν γνῶσιν· λαμπρότητα δὲ, τὰ εἰς Χριστὸν ἀν‐ αγόμενα. Τὴν διὰ ξηρᾶς ἐν θαλάσσῃ διόδον, τὴν διὰ ῥάβδου τῶν ὑδάτων πληγὴν, τὸν στύλον τῆς νεφέλης καὶ τοῦ πυρὸς, καὶ τὰ τοιαῦτα ἅπαντα σωματικῶς
5μὲν νοοῦσιν Ἰουδαῖοι. Τοῦ δὲ περικαλύμματος ἀφαι‐ ρουμένου, τῇ λαμπρότητι τῆς ἀληθείας ἐντρανίζειν οὐ σθένοντες καταπίπτουσιν· εἰ μή τις Ἀαρὼν εἴη τῷ χρίσματι τοῦ βαπτίσματος ἱερωμένος, καὶ πρὸς λατρείαν τῷ Θεῷ ἀνακείμενος.
10Ὁ νόμος τὸ Σάββατον δέδωκεν, ἵνα ἀναπαύση‐ ται, φησὶ, τὸ ὑποζύγιόν σου καὶ ὁ παῖς σου. Ἀμφότερα δὲ ταῦτα τὸ σῶμα αἰνίττονται. Τοῦτο γὰρ τοῦ μὲν πρακτικοῦ νοὸς ὑποζύγιόν ἐστιν, ἀχθο‐
15φορεῖν αὐτῷ τὰς πράξεις ἀναγκαζόμενον, τοῦ δὲ θεωρητικοῦ νοὸς παῖς ἐστι, λογικῶς ὑπηρετούμενον ταῖς ἐπιταγαῖς αὐτοῦ. Καὶ τούτῳ δὲ τῷ νοῒ κἀκείνῳ Σάββατόν ἐστι τὸ πέρας τῶν ἐνεργουμένων αὐτοῖς καλῶν κατά τε πρᾶξιν καὶ θεωρίαν, τὴν πρόσφορον
20ἀνάπαυσιν ἑκάστῳ παρέχον. Σάββατόν ἐστι μυστικὸν ἀπραξία παθῶν τελεία, διὰ τῆς πρακτικῆς φιλοσο‐ φίας κατορθωθεῖσα. Σάββατόν ἐστιν ἐλευθερία ψυχῆς λογικῆς καὶ αὐτὴν ἀποβαλούσης τὴν πρὸς τὰ αἰσθητὰ φυσικὴν ἐνέργειαν, διὰ τῆς ἐν πνεύματι φυσικῆς
25θεωρίας. Σάββατα Σαββάτων ἐστὶν ἠρεμία πνευμα‐ τικὴ ψυχῆς, τὸν νοῦν συστειλάσης, καὶ ἀπ’ αὐτῶν πάντων τῶν ἐν τοῖς οὖσι θειοτέρων λόγων, καὶ μό‐ νῳ τῷ Θεῷ κατ’ ἐρωτικὴν ἔκστασιν ὁλικῶς αὐτὸν ἐνδησάσης, καὶ παντελῶς ἀμετακίνητον τοῦτον ἀπ’
30ἐκείνου διὰ τῆς μυστικῆς θεολογίας ποιησάσης. Τὸν ἐν Σαββάτῳ συλλέγοντα ξύλα λιθόλευστον ὁ Θεὸς γενέσθαι προσέταξεν. Ἐπεὶ γὸρ τὸ ξύλον μὲν τροφὴ τοῦ αἰσθητοῦ πυρὸς, ἡ δὲ ἁμαρτία τροφὴ τοῦ αἰωνίου πυρός· τὸν ἐν καταπαύσει τῶν πονη‐
35ρῶν ἔργων γενόμενον, διὰ τοῦ θείου βαπτίσματος ἢ τῆς μετανοίας, καὶ ἐν τῇ καταστάσει ταύτῃ τὰ ἁμαρ‐ τήματα μετερχόμενον, τὴν ἐσχάτην ταύτην ἀπαιτεῖ δίκην, ὡς μετὰ τὸ ἀπαλλαγῆναι τοῦ βάρους τῆς ἁμαρτίας, αὖθις αὐτῇ καθυπαγόμενον ἑκουσίως.
40Ἐνετείλατο δὲ καὶ διὰ φωνῆς Ἱερεμίου, μὴ αἴρειν βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων, μηδὲ ποιεῖν ἔργον, μηδὲ ἐκπορεύεσθαι ἐξ Ἱερουσαλήμ. Χρὴ γὰρ τοὺς πνευματικῶς σαββατίζοντας μὴ πάλιν αἴρειν βάρη ἁμαρτίας, μὴ δὲ ποιεῖν ἔργον πονηρόν· μηδ’
45ἔξω τῆς ἱερωτάτης καὶ θεοσεβοῦς πολιτείας φέρε‐ σθαι. Ὅτι δὲ τὸ πονηρὸν ἔργον ἐκώλυσε, δῆλον ἀπὸ τοῦ τοὺς ἱερεῖς ἐν Σαββάτῳ καὶ σφαγιάζειν τὰ θύ‐ ματα, καὶ κρεανομεῖν, καὶ περιτέμνειν, καὶ πάντα ἐργάζεσθαι, ὅσα πρὸς θεραπείαν Θεοῦ. Καὶ Ἰησοῦς

77

.

1200

(50)

δὲ ὁ τοῦ Ναυῆ ἐν Σαββάτῳ τὴν Ἱεριχὼ πολιορκήσας, ὑπετύπωσεν ὅτι προσήκει τοῖς πνευματικῶς σαββα‐ τίζουσιν ἀνδρίζεσθαι κατὰ τῶν ἀντικειμένων δαι‐ μόνων. Καὶ ἐν τῷ Δευτερονομίῳ δὲ περὶ παιδὸς Ἑβραίου
55καὶ Ἑβραίας πεπραμένων διαλεγόμενος, εἴρηκεν.
«Ἐν δὲ τῷ ἑβδόμῳ ἔτει ἐξαποστελεῖς αὐτὸν, οὐκ

77

.

1201

ἐξαποστελεῖς δὲ αὐτὸν κενόν· ἀλλ’ ἐφοδιάσεις αὐτὸν, ἀπὸ τῶν προβάτων σου, καὶ ἀπὸ τοῦ σίτου σου, καὶ ἀπὸ τῆς ληνοῦ σου.» Ἐπεὶ γὰρ ἕβδομον μὲν τὸ Σάββατον, καὶ ἔσχατον τῆς ὅλης ἑβδομάδος· ἐπ’
5ἐσχάτων δὲ τῶν ἡμερῶν ὁ Λυτρωτὴς Θεὸς ἐνην‐ θρώπησε· τότε δὴ τότε ἐξαπέστειλεν ἡμᾶς διὰ τῆς εἰς αὐτὸν πίστεως καὶ υἱοθεσίας, τῆς διὰ τοῦ ἁγίου βαπτίσματος, ἐλευθέρους τῆς δουλείας τῆς ἁμαρτίας, πεπραμένους αὐτῇ· καὶ ἐφωδίασεν ἡμᾶς ἀπὸ τῶν
10προβάτων αὐτοῦ, τοῦτ’ ἔστιν, ἀπὸ τῆς κατ’ αὐτὸν θυσίας, καὶ ἀπὸ τοῦ σώματος καὶ αἵματος αὐτοῦ· ἃ δηλοῦνται διὰ τοῦ σίτου καὶ τῆς ληνοῦ. Ὁ γὰρ μυστικὸς ἄρτος καὶ οἶνος σῶμα καὶ αἷμα τοῦ Σωτῆ‐ ρος λέγονται καὶ πιστεύονται. Ἐν τῇ αὐτῇ δὲ βί‐
15βλῳ καὶ τάδε προσέταξε· «Δι’ ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν χρεῶν. Καὶ τὸν μὲν ἀδελφόν σου οὐκ ἀπαιτή‐ σεις, τὸν δὲ ἀλλότριον ἀπαιτήσεις.» Ἐπ’ ἐσχάτων γὰρ, ὡς εἴρηται, τῶν ἡμερῶν, ὁ Θεὸς ἐνανθρωπή‐ σας, ἀφῆκε πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσι τὰς
20ὀφειλὰς τῶν οἰκείων ἁμαρτημάτων. Καὶ τὸν μὲν ἀδελφὸν αὐτοῦ γενόμενον διὰ τῆς πρὸς τὸν Πατέρα υἱοθεσίας τῆς διὰ τοῦ ἁγίου βαπτίσματος, οὐκ ἀπαι‐ τεῖ, συγχωρήσας τὰ προωφειλημένα. Τὸν δὲ ἀλλό‐ τριον τῆς εἰς αὐτὸν πίστεως, ἀπαιτεῖ πάντως πάντα.
25Ἡ ἕκτη κατὰ τὴν Γραφὴν ἡμέρα τὴν τῶν ὑπὸ φύσιν ὅντων εἰσηγεῖται συμπλήρωσιν. Ἡ ἑβδόμη δὲ τῆς χρονικῆς ἰδιότητος περιγράφει τὴν κίνησιν· ἡ δὲ ὀγδόη τῆς ὑπὲρ φύσιν καὶ χρόνον ὑποδηλοῖ καταστά‐ σεως τὸν τρόπον. Ὁ τὴν ἕκτην θεϊκῶς μετὰ τῶν
30προσφόρων ἔργων καὶ ἐννοιῶν ἑαυτῷ συμπληρώσας ἡμέραν, καὶ αὐτὸς μετὰ τοῦ Θεοῦ καλῶς τὰ ἐαυτοῦ συντελέσας ἔργα, διέβη τῇ κατανοήσει πᾶσαν τὴν τῶν ὑπὸ φύσιν καὶ χρόνον ὑπόστασιν, καὶ εἰς τὴν τῶν αἰώνων καὶ τῶν αἰωνίων μετετάξατο μυστικὴν
35θεωρίαν, σαββατίζων ἀγνώστως, κατὰ νοῦν, τὴν ὁλι‐ κὴν τῶν ὄντων ἀπόληψίν τε καὶ ὑπέρβασιν. Ὁ δὲ καὶ τῆς ὀγδόης ἀξιωθεὶς, ἐκ τῶν νεκρῶν ἀνέστη, τῶν μετὰ Θεὸν, λέγω, πάντων, αἰσθητῶν τε καὶ νοη‐ τῶν, καὶ λόγων καὶ νοημάτων, καὶ ἔζησε τὴν τοῦ
40Θεοῦ μακαρίαν ζωὴν, τοῦ μόνου κατ’ ἀλήθειαν κυρίως ζωὴ καὶ ὄντος καὶ λεγομένου, οἷα καὶ αὐτὸς γενό‐ μενος τῇ θεώσει Θεός. Ἕκτη ἡμέρα ἐστὶν ἡ τῶν πρακτικῶν περὶ τὴν τῶν κατὰ φύσιν ἐνεργειῶν παν‐ τελὴς ἀποπλήρωσις. Ἑβδόμη δέ ἐστιν ἡ τῶν θεωρη‐
45τικῶν περὶ τὴν ἄῤῥητον γνῶσιν, πασῶν τῶν φυσικῶν ἐννοιῶν ἀποπεράτωσις καὶ ἀπόπαυσις. Ὀγδόη δὲ, ἡ πρὸς θέωσιν τῶν ἀξίων μετάταξίς τε καὶ μετάβα‐ σις· καὶ μήποτε ταύτην τὴν ἑβδόμην καὶ τὴν ὀγδόην τυχὸν μυστικώτερον ὑποφαίνων ὁ Κυρίος, προσηγό‐

77

.

1201

(50)

ρευσεν ἡμέραν συντελείας, ὡς πάντων περιγράφου‐ σαν τὰ μυστήρια καὶ τοὺς λόγους, ἃ οὐδὲν οὐδαμῶς τὸ παράπαν τῶν ἐπουρανίων καὶ ἐπιγείων δυνάμεων γνῶναι πρὸ πείρας τοῦ παθεῖν δυνήσεται, πλὴν αὐ‐ τῆς τῆς ταῦτα ποιησάσης μακαρίας θεότητος. Ἡ
55ἕκτη ἡμέρα τὸν τοῦ εἶναι τῶν ὄντων λόγον ὑποδηλοῖ. Ἡ δὲ ἑβδόμη τὸν τοῦ εὖ εἶναι τῶν ὄντων τρόπον
ὑποσημαίνει. Ἡ δὲ ὀγδόη τὸ τοῦ ἀεὶ εὖ εἶναι τῶν

77

.

1204

ὄντων, ἀῤῥήτως μυστήριον ὑπαγορεύει. Παρασκευὴ λέγεται ἡ ἕκτη ἡμέρα, διότι ἐν αὐτῇ παρασκευάζον‐ ται πρὸς τὸ Σάββατον Ἰουδαῖοι. Ἦν δὲ τύπος τοῦ παρόντος βίου, ἐν ᾧ παρασκευαζόμεθα πρὸς τὸν μέλ‐
5λοντα, κατάπαυσιν ὄντα τῶν ἐν τῷ παρόντι γινομέ‐ νων ἔργων. Ἐκεῖ γὰρ οὐδὲν τῶν ὧδε σπουδαζομέ‐ νων ἐπιτελεῖται. Καὶ καθάπερ Ἑβραῖοι τοῦ κατὰ τὴν Παρασκευὴν συναγομένου μάννα τὸ μὲν κατὰ τὴν ἡμέραν ταύτην ἤσθιον, τὸ δὲ κατὰ τὴν ἑβδόμην·
10οὕτω καὶ ἡμεῖς τῶν ἐνταῦθα συναγομένων πνευματι‐ κῶν ἔργων, τῶν μὲν ἐνταῦθα, τῶν δὲ ἐκεῖ ἀπολαύ‐ σομεν. Σαββατίζει δὲ πνευματικῶς ὁ προσκαρτερῶν τῷ Θεῷ, καὶ σχολὴν ἄγων ἀπὸ τῶν βιωτικῶν ἔργων, καὶ τοῖς πνευματικοῖς ἐνασχολούμενος.
15Περὶ τοῦ Πάσχα λεπτομερὴς θεωρία. Ἐν ἀρχῇ τοῦ ἔτους ὡρίζετο, καὶ ἐν τῷ πρώτῳ μηνὶ, τῆς ἱερουργίας ὁ καιρὸς, ὅτι ἀρχὴ πάντων, καὶ ἐν ἀρχῇ πάντων καὶ πρὸ πάντων ὁ Χριστὸς κατὰ τὴν θεότητα. Δούλοις δὲ οὖσιν ἔτι τοῖς Ἰσραηλίταις
20τῶν Αἰγυπτίων τοῦτο νενομοθέτηται, εἰ καὶ νῦν αὖθις ἐπαναλαμβάνει τὴν περὶ τούτου νομοθεσίαν. Μηδὲ γὰρ ἂν ἄλλως δύνασθαι τοὺς δούλους τῆς ἁμαρτίας διαφυ‐ γεῖν τὴν τυραννίδα τῶν δαιμόνων, εἰ μὴ διὰ τῆς τοῦ Χριστοῦ μετουσίας καὶ κοινωνίας τοῦ ἀληθινοῦ ἀμνοῦ,
25τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. Λαμβάνεται δὲ τὸ πρόβατον, οὐκ ἐν τῇ πρώτῃ ἡμέρᾳ τοῦ μηνὸς, ἀλλ’ ἐν τῇ δεκάτῃ. Πολλοὶ γάρ τινες αἰῶνες ἦσαν πρὸ τῆς τοῦ κόσμου καταβολῆς, καθ’ οὓς ἦν ὁ Χριστὸς τῇ θεότητι, ὥσπερ καὶ πολλαὶ ἡμέραι πρὸ τῆς δε‐
30κάτης. Διατηρεῖται δὲ μέχρι τῆς ιδʹ διὰ τοὺς εʹ και‐ ροὺς τῶν καθ’ ἡμᾶς αἰώνων. Πρῶτος μὲν γὰρ καθ’ ὃν ἦν ἐν παραδείσῳ Ἀδάμ. Δεύτερος δὲ καθ’ ὃν ὁ Νῶε. Τρίτος δὲ καθ’ ὃν ὁ Ἀβραάμ. Τέταρτος δὲ καθ’ ὃν ὁ Μωσῆς καὶ οἱ προφῆται. Πέμπτος δὲ καθ’ ὃν ἐνηνθρώ‐
35πησεν ὁ Χριστός. Τοῦτον δὲ τὸν καιρὸν αἰνίττεται καὶ τὸ, Πέμπτῃ δὲ γενεᾷ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου. Ἐν τούτῳ γὰρ ἡ ἐλευθερία τῆς δουλίας τῶν δαιμόνων καὶ τῶν παθῶν γέγονε. Τούτους, οἶμαι, τοὺς εʹ καιροὺς ὑποσημαίνει καὶ ἡ παραβολὴ τοῦ
40μισθωσαμένου τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ· ὃς ἐξῆλθεν ἅμα πρωῒ, καὶ περὶ τρίτην ὥραν καὶ ἕκτην καὶ ἐννάτην καὶ ἑνδεκάτην, καθ’ ἣν ἐμισθώσατο τὰ ἔθνη Χριστὸς κεκλημένα πρὸς ἐργασίαν τῶν εὐαγ‐ γελικῶν ἐντολῶν. Λαμβάνεται μὲν οὖν, ὡς εἴρηται,
45τὸ πρόβατον ἀπὸ ιʹ τοῦ μηνὸς, καὶ διατηρεῖται μέ‐ χρι ιδʹ, ἵνα γνῷς ὅτι ἐφυλάττετο μὲν τὸ κατὰ Χρι‐ στὸν μυστήριον ἐν προγνώσει τῆς ἁγίας Τριάδος, ἐξ αὐτῆς ἄρα τῆς τοῦ κόσμου καταβολῆς, ὃς ἦν ὁ πρῶ‐ τος καιρός. Ἐτελέσθη δὲ κατὰ τὸν εʹ, ἤτοι τὸν τε‐

77

.

1204

(50)

λευταῖον, καὶ ἐτύθη πρὸς ἑσπέραν, ἔτι τοῦ σκότους τῆς ἀγνοίας καὶ πλάνης κατακεχυμένου τῆς γῆς. Ἦν δὲ ἡ σελήνη τέσσαρες καὶ δεκάτη τηνικαῦτα, καὶ πληροφαής· ἵνα νοήσῃς ὡς τοῦ σκότους ἄρχων διάβολος πλήρη τὴν οἰκείαν εἶχε δόξαν. Σελήνη γὰρ
55εἰς ἀρχὴν τέθειται τῆς νυκτὸς, καὶ ὥσπερ τι νόθον φῶς τὴν τοῦ κόσμου σοφίαν ταῖς τῶν πλανωμένων
καρδίαις ἐντιθεὶς, πληρεστάτην ἑαυτῷ τὴν δόξαν

77

.

1205

ἐπραγματεύετο· ἀποθανόντος δὲ τοῦ ἀληθινοῦ ἀμνοῦ δι’ ἡμᾶς, ἤρξατο καταλύεσθαι τὸ τοιοῦτον ἐκείνου φῶς. Ἀπολήγειν γὰρ ἐκ τότε τὴν σελήνην ἀνάγκη, καὶ δαπανᾶσθαι τὸ ταύτης φῶς. Καὶ τοῦτο ἦν ἄρα
5τὸ ἐν Ψαλμοῖς ᾀδόμενον, «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀντ‐ αναιρεθῇ ἡ σελήνη.» Ἀνέτειλε γὰρ ἐν ταῖς ἡμέ‐ ραις Χριστοῦ δικαιοσύνη τε καὶ εἰρήνη, καὶ ὁ τῆς νυκτὸς ἄρχων ἀντανῃρέθη. Ὡς γὰρ ἀνελὼν τὸν
10ἄνθρωπον, ἀντανῃρέθη παρὰ Χριστοῦ. Λαμβάνε‐ ται δὲ ἑκάστον πρόβατον κατ’ οἰκίας. Δεῖ γὰρ ἑκά‐ στῳ τὸν Χριστὸν ὅλον ἐνοικίζεσθαι. Οἱ δὲ μὴ δυνά‐ μενοι καθ’ ἑαυτοὺς τὸν Χριστὸν λαμβάνειν, καὶ δι’ ἑαυτῶν συνιέναι τὸ κατὰ Χριστὸν μυστήριον, δι’ ἀσθέ‐
15νειαν καὶ πενίαν διανοίας, ποιοῦνται κοινωνοὺς καὶ τοὺς γείτονας, ἤτοι τοὺς ὁμοπίστους, ἵνα δι’ ἀλλή‐ λων εἰς μείζους θεωρίας ἀναταθῶσιν. Ἔστω δὲ, φησὶ, τὸ πρόβατον τέλειον· τέλειος γὰρ ὁ Χριστὸς ἔν τε θεότητι καὶ ἀνθρωπότητι. Ἀλλὰ καὶ ἄρσεν· αὐ‐
20τὸς γάρ ἐστιν ὁ πᾶσιν ἡμῖν ἐντιθεὶς τῆς θεογνω‐ σίας τὰ σπέρματα· ἀλλὰ καὶ ἐνιαύσιον, ἵνα καθ’ ἕκαστον ἐνιαυτὸν ἐπιτελῆται τὸ πάσχα. Λαμβάνεται δὲ ἀπὸ τῶν ἀμνῶν καὶ ἀπὸ τῶν ἐρίφων, ὡς Θεολόγος ἡρμήνευσε. Χρίονται δὲ τῷ αἵματι οἱ σταθμοὶ καὶ ἡ
25φλιὰ, τοῦτ’ ἔστι τὸ σῶμα. Τοῦτο γὰρ οἰκία τῆς ψυ‐ χῆς, καὶ τοῦτο τὴν ἐκ παραβάσεως ἀπελαύνει νέ‐ κρωσιν. Καὶ θύραι δὲ τῆς τοιαύτης οἰκίας αἱ ἐν ἡμῖν αἰσθήσεις· δι’ ὧν ταῖς ἁπάντων καρδίαις ἡ τῶν πραγμάτων διακονεῖται ποιότης. Ἐσθίεσθαι δὲ
30τὰ κρέα προστάττει ταύτῃ τῇ νυκτί· τοῦτ’ ἔστι, κατὰ τὸν ἐνεστῶτα αἰῶνα. Νύκτα γὰρ αὐτὸν καὶ Παῦλος ἐκάλεσε, λέγων· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγισεν·» ἡμέραν ὀνομάζων τὸν αἰῶνα τὸν μέλλοντα. Ἕως μὲν οὖν ἐσμεν ἐν τῷδε τῷ κόσμῳ,
35ἐσθίομεν τὴν ἁγίαν τοῦ Χριστοῦ σάρκα διὰ τῆς μετα‐ λήψεως· μεταβαίνοντες δὲ ἐντεῦθεν, τρόπον ἕτερον αὐτοῦ μεταληψόμεθα. Πυρὶ δὲ ὀπτῶντας ἐσθίειν κελεύει τὰ κρέα· δηλαδὴ τῷ πυρὶ τοῦ πνεύματος καὶ τῆς ἀγάπης Χριστοῦ. Ἀλλὰ καὶ ἄρτους ἀζύ‐
40μους ἐπὶ πικρίδων φαγεῖν· ἤγουν ἀζύμοις καὶ κα‐ θαραῖς ἐπιθυμίαις τὴν ἑαυτῶν ψυχὴν ἀποτρέφειν, καὶ ἀμιγέσι φαυλότητος, καὶ προσίεσθαι τὰς ἐκ πει‐ ρασμῶν πικρίας. Οὐκ ἔδεσθε δὲ, φησὶν, ἀπ’ αὐτῶν ὠμόν. Ἐπὶ γὰρ τὸ ὠμὸν οὐ ῥᾳδίως ἥκει τοῖς ὀδοῦ‐
45σιν, οὐδ’ εἰς πέψιν ἐσθίεται. Ὠμὸν πάντως ἐσθίουσιν οἱ μὴ δι’ ἐρεύνης ἀκριβοῦς τὸ κατὰ Χριστὸν μυστή‐ ριον καταλεπτύνοντες τοῖς ὀδοῦσι τῆς διανοίας· πυ‐ ροῦντές τε καὶ δοκιμάζοντες κατὰ τὸ ὑπὸ τοῦ Δαβὶδ εἰρημένον· «Καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ.»

77

.

1205

(50)

Κωλύει δὲ ἐσθίειν καὶ ἐψημένον ἐν ὕδατι, τὴν ὑδα‐ ρεστέραν καὶ ἐκλελυμένην περὶ αὐτοῦ διάληψιν οὐ καλὴν ἔσεσθαι τροφὴν ὑποφαίνων. Κεφαλὴν δὲ πάλιν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις ἐπιτάττει φαγεῖν, ἵνα ὅλη δι’ ὅλου τοῦ κατὰ Χριστὸν μυστηρίου ταῖς
55διανοίαις ἡμῶν ἡ γνῶσις. Εἴη δ’ ἂν κεφαλὴ μὲν ἡ ἀρχὴ τοῦ μυστηρίου, πόδες δὲ, τὸ τέλος. Ἐνδόσθια
δὲ οἱ ἀποῤῥητότεροι καὶ κρυφιωδέστεροι λόγοι. Τὸ

77

.

1208

δὲ, «Οὐχ ὑπολείψεσθε ἀπ’ αὐτῶν τῷ πρωΐ·» παρα‐ δηλοῖ τὸ μὴ παραπέμπεσθαι εἰς ἀναβολὴν, τὴν τε‐ λείαν περὶ αὐτοῦ γνῶσιν, ἀλλὰ πάσης μεταλαμβά‐ νειν εἰς ὁλόκληρον. Ὀστοῦν δὲ ἀπ’ αὐτοῦ οὐ συντρί‐
5ψετε, διότι ἄβρωτα τοῖς ὀδοῦσι τοῦ νοῦ, οἱ λευκοὶ καὶ κεκρυμμένοι τῆς θεότητος αὐτοῦ λόγοι διὰ τὴν οἰκείαν στεῤῥότητα. Συντρίβουσι δὲ ὅσον τὸ ἐφ’ ἑαυ‐ τοῖς, οἱ τὰ ὀρθὰ διαστρέφοντες αἱρετικοὶ τῆς θεο‐ γνωσίας διδάγματα. Τὰ δὲ καταλιμπανόμενα ἀπ’
10αὐτοῦ ἕως πρωῒ πυρὶ κατακαίεσθαι κελεύει, δηλῶν ἐντεῦθεν τὸν εἰς τὸν αἰῶνα τὸν μέλλοντα γενησόμε‐ νον φωτισμὸν τῶν ὑπολιμπανομένων περὶ αὐτοῦ λό‐ γων ἀδιαγνώστων. Καὶ τὸ μὲν περιεζῶσθαι τὴν ὀσφὺν, γοργότητος ἂν εἴη σύμβολον καὶ νεανικοῦ φρονήμα‐
15τος. «Ζῶσαι γὰρ, φησὶν, ὡς ἀνὴρ τὴν ὀσφύν σου.» Καὶ πάλιν περί τινος διὰ τοῦ προφήτου,» Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ,» ἀντὶ τοῦ, γοργὸς καὶ ἀνδρεῖος ἐν δικαιοσύνῃ. Σημαίνουσι δὲ τὰ μὲν ὑποδήματα, τὴν ἑτοιμότητα τῆς γνώμης εἰς
20τὸ βαδίζειν πρὸς ὅπερ ἂν βούλοιτο Θεός. Φησὶ γὰρ καὶ Παῦλος, «Καὶ ὑποδυσάμενος τοὺς πόδας ἐν ἑτοι‐ μασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης.» Ἡ δὲ ῥάβδος τὴν ἀντιστηρίζουσαν ἡμᾶς ἐλπίδα, καὶ ἀνέχουσαν πρὸς ὑπομονήν. Τὸ δὲ μετὰ σπουδῆς ἐσθίεσθαι ἀμνὸν,
25τὸ μὴ νωθρὸν μὴ δὲ παρειμένον ἐν τῇ διαγνώσει τοῦ κατὰ Χριστὸν μυστηρίου. Ἐπάγει δὲ καὶ τὴν αἰτίαν τοῦ δεῖν ὁρᾶσθαι τοιοῦτον, «Πάσχα, λέγων, ἐστὶ Κυ‐ ρίῳ,» τοῦτ’ ἔστιν, διαβατήριον. Διαβαίνομεν γὰρ ἀπὸ τῆς ἁμαρτίας εἰς τὴν ἀρετήν. Ἐφ’ ἑπτὰ δὲ
30ὅλαις ἡμέραις ἄρτοις ἀζύμοις τρέφεσθαι κελεύει τοὺς τὸν ἱερὸν φαγόντας ἀμνόν. Χρὴ γὰρ καθαραῖς τροφαῖς δογμάτων, καὶ ἀμιγέσι φαυλότητος, ἀπο‐ τρέφειν τὴν ἑαυτῶν ψυχὴν τοὺς μεταλαμβάνοντας τοῦ ἀληθινοῦ Ἀμνοῦ, παρ’ ὅλον ἑβδοματικὸν τὸν αἰῶ‐
35να, τὸν διὰ τῆς ἑβδομάδος μετρούμενον. Ἁγίαν δὲ τὴν πρώτην καὶ τὴν ἑβδόμην καλεῖ· ἅγιος γὰρ ὁ ἐν ἀρχῇ τε χρόνος, καθ’ ὃν ἐν παραδείσῳ διῃτᾶτο Ἀδὰμ, καὶ ὁ ἐπ’ ἐσχάτων, ὃν ὁ Χριστὸς ἐπιδημήσας ἡγίασεν Περὶ τοῦ Πάσχα, καὶ τῆς Πεντεκοστῆς, καὶ λοι‐ πῶν ἑορτῶν.
40 Τὸ Πάσχα μὲν σύμβολον ἦν πρακτικῆς φιλοσο‐ φίας, διαβιβαζούσης ἀπὸ τῆς ἁμαρτίας εἰς τὴν ἀρε‐ τήν. Ἡ Πεντηκοστὴ δὲ τύπος ἦν τῆς ἐν πνεύματι φυσικῆς θεωρίας προσφερούσης τῷ Θεῷ καθάπερ ἀπαρχὰς θέρους τὰς περὶ τῶν ὄντων εὐσεβεῖς δόξας.
45Αἱ δὲ σάλπιγγες, σύμβολον τῆς κηρυττομένης διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἐνανθρωπήσεως τοῦ Θεοῦ. Ὁ δὲ Ἱλὲμ, τύπος τῆς τοῦ Θεοῦ πρὸς ἀνθρώπους καταλλαγῆς, ἢν ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος Χριστοῦ κατώρθωσεν ἐνανθρώπησις. Ἡ δὲ Σκηνοπηγία προ‐

77

.

1208

(50)

χάραγμα ἦν τῆς παγκοσμίου ἐκ νεκρῶν ἀναστά‐ σεως. Περὶ τοῦ Σαββάτου. Οὐ τὰς ἡμέρας τιμᾶσθαι βουλόμενος ὁ Θεὸς ὑπὸ τῶν ἀνθρώπων, προσέταξε τιμᾶσθαι τὸ Σάββατον,
55καὶ τὰς ἡμέρας τῶν νεομηνιῶν καὶ τῶν ἑορτῶν· οὕτω
γὰρ ἂν ἐπέτρεπε λατρεύειν τῇ κτίσει παρὰ τὸν κτί‐

77

.

1209

σαντα· ἀλλὰ συμβολικῶς διὰ τῶν τοιούτων ἡμερῶν ἑαυτὸν τιμᾶσθαι ἐνομοτέθησεν. Αὐτὸς γάρ ἐστι Σάβ‐ βατον ....... τῶν ἐν σώματι μόχθων τῆς ψυχῆς ἀνά‐ παυσις, καὶ τῶν κατὰ δικαιοσύνην πόνων κατάπαυ‐
5σις. Νεομηνία δὲ, ὡς ἀρχὴ τῆς πρώτης κινήσεως τῶν ἀρετῶν. Παρ’ αὐτοῦ γὰρ ἔχομεν τὰ σπέρματα τούτων, τῇ καθ’ ἡμᾶς φύσει συγκαταβεβλημένα. Ἐπεὶ δὲ διαφόρους οἶδε τὰς ἑορτὰς ὁ νόμος, αὐτὸς πάλιν ὁ Θεός ἐστι Πάσχα μὲν, ὡς ἐλευθερωτὴς τῶν
10τῇ πικρᾷ δουλείᾳ τῆς ἁμαρτίας κεκρατημένων, καὶ διάβασις ἀπὸ ἁμαρτίας εἰς ἀρετὴν, καὶ ἀπὸ σκότους εἰς φῶς. Πεντηκοστὴ, ὡς ἀπαρχὴ θέρους τῷ Θεῷ* προσεφέροντο. Θέρος δὲ μυστικὸν οἱ γεωργούμενοι διὰ τῆς τοῦ Σωτῆρος ἐνανθρωπήσεως, ὧν ἀπαρχὴ
15αὐτὸς κατὰ τὸ ἀνθρώπινον προσηνέχθη διὰ τοῦ ζωο‐ ποιοῦ θανάτου αὐτοῦ. Ἐπεὶ δὲ καὶ σαλπίγγων ἦν ἑορτὴ, καὶ ἱλασμοῦ καὶ σκηνοπηγίας, αὐτὸς αὖθίς ἐστι σάλπιγξ μὲν, ὡς ἐνηχῶν ἡμῖν τὰς θείας γνώ‐ σεις καὶ τὰς τῶν μυστηρίων ἀποκαλύψεις· ἱλασμὸς
20δὲ, ὡς γενόμενος ὑπὲρ ἡμῶν ἄνθρωπος, ἵνα ἡμᾶς δι’ ἑαυτοῦ καταλλάξῃ τῷ Πατρί. Σκηνοπηγία δὲ ὡς πῆξις τοῦ διαλυομένου σκήνους ἡμῶν· αὐτὸς γὰρ ὄντως ἡ ζωὴ καὶ ἀθανασία τῶν θνητῶν σωμάτων ἡμῶν.
25 Θέρος ἐστὶ μυστικὸν ἡ τῶν κατὰ τὴν πρακτικὴν φιλοσοφίαν καὶ τὴν φυσικὴν θεωρίαν πνευματικω‐ τέρων λόγων συλλογὴ καὶ ἀπόλαυσις. Θέρος θέρους ἐστὶν ἡ μετὰ τὴν τῶν νοητῶν θεωρίαν συλλογὴ καὶ συναγωγὴ τοῦ νοῦ πρὸς τὸν Θεὸν, θεριζομένου μὲν
30τῇ ἀποδιαιρέσει τῶν ἄλλων πάντων ὅσα μετὰ Θεόν· προσφερομένου δὲ μόνῳ τῷ Θεῷ, τῷ πρὸς μόνον αὐ‐ τὸν διηνεκῶς ἀνατείνεσθαι. Περὶ περιτομῆς. Φυσικὸν ἡ ἀκροβυστία. Πᾶν δὲ φυσικὸν θείας
35ἔργον δημιουργίας ἐστὶ, καὶ διὰ τοῦτο λίαν καλόν. «Καὶ εἶδε γὰρ, φησὶν, ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.» Οὐκοῦν ὁ τοῖς συμβόλοις ἐπι‐ βάλλων τοῦ νόμου, γνώσεται πάντως ὡς οὐ τὴν φύσιν ὁ Θεὸς μετὰ τοσαύτας γενεὰς διορθούμενος, ἐνομο‐
40θέτησε περιτέμνεσθαι τὴν ἀκροβυστίαν, ὡς βλαβερὰν ἢ ἀκάθαρτον· ἀλλὰ διὰ τῆς τοιαύτης περιτομῆς ὡς συμβόλου τὴν ἐμπαθῆ τῆς ψυχῆς ἐκέλευσε περι‐ τέμνεσθαι διάθεσιν. Καὶ ἐπεὶ ἡ ἀκροβυστία ἡδυντι‐ κοῦ μορίου ἐστὶ περίττωμα, τὴν περιττὴν ἡδονὴν
45ἀποτίθεσθαι προσέταξε· περιττὴ δὲ ἡδονὴ πᾶσα ἁμαρτία. Λοιπὸν οὖν ὁ μὲν τὴν ἁμαρτίαν φέρων, ἀκρόβυστός ἐστιν, εἰ καὶ περιτέμνεται σωματικῶς· ὁ δὲ ταύτην ἀποθέμενος, περιτετμημένος ἐστὶν, εἰ καὶ τὸ σῶμα φέρει ἀκρόβυστον.

77

.

1209

(50)

Περιτομή ἐστι μυστικὴ, ἑκούσιος παθῶν περιαί‐ ρεσις. Περιτομὴ περιτομῆς ἐστιν ἡ καὶ αὐτῶν τῶν κατ’ αἴσθησιν καὶ νοῦν, περὶ τὰ αἰσθητὰ καὶ νοητὰ φυ‐
σικῶν ἐνεργειῶν ἀπόθεσις γινομένη διὰ τῆς παρου‐

77

.

1212

σίας τοῦ ἁγίου Πνεύματος, τὸ σῶμά τε καὶ τὴν ψυχὴν ὁλικῶς μεταμορφούσης πρὸς τὸ θειότερον Ἡ μὲν τράπεζα τῶν ἄρτων τὴν ἐκ τῆς γῆς τῶν ἡμῖν ἐπιτηδείων ἀνάδοσιν ὑπῃνίττετο, ἢ τὸν ἐνιαυ‐
5σιαῖον κύκλον, τεσσάρων καιρῶν τροπαῖς μεριζόμε‐ νον· ἡ δὲ λυχνία, τὸ ἐκ τῶν ἀστέρων φῶς, ἢ τὴν ἡμέραν· ὅθεν καὶ ζʹ τοὺς φωστῆρας εἶχε, διὰ τὰς ζʹ τῆς ἑβδομάδος ἡμέρας, ἢ τοὺς ζʹ πλανωμένους ἀστέ‐ ρας. Ἀλλὰ τοιαῦτα μὲν τὰ τῆς πρώτης σκηνῆς, εἰς
10σύμβολον τῆς παρούσης καταστάσεως· ὥσπερ τῆς δευτέρας σκηνῆς εἰς σύμβολον τῆς μελλούσης· τὸ μὲν γὰρ θυμιατήριον ἐσήμαινε τὸ κεχαρισμένην εἶναι ταύτην Θεῷ, τὸ δὲ μάννα, τὴν τηνικαῦτα οὐ‐ ράνιον καὶ πνευματικὴν τροφήν· ἡ δὲ ῥάβδος Ἀαρὼν
15ἡ βλαστήσασα, τὸ τῆς μελλούσης ἱερωσύνης ἀειθα‐ λές· αἱ δὲ πλάκες τῆς Διαθήκης τὰς πλάκας τῶν καρδιῶν, αἷς ἐνεγράφησαν αἱ ἐντολαὶ τοῦ Θεοῦ. Ὁ δ’ ἐν ἅπασι χρυσὸς, τὸ τιμιώτερα τῶν παρόντων εἶναι τὰ μέλλοντα. Τὰ δὲ ἐπὶ τῷ ἱλαστηρίῳ Χερουβὶμ,
20μίμημα τῶν ἀοράτων λειτουργικῶν δυνάμεων, ὧν ἐν τῷ μέσῳ χρηματίζων ὁ Θεὸς ἐξιλάσκετο. Οἱ μὲν χρυσοῖ κώδωνες ἐδήλουν τὸ τῆς πίστεως καθαρὸν καὶ λαμπρὸν, καὶ εὔηχον ἐν δόγμασι καὶ διδάγμασι· οἱ δὲ ῥοΐσκοι τὸν βίον τοῦ ἱερέως καὶ διδασκάλου. Ὥσπερ
25γὰρ τῆς μὲν ῥοιᾶς τὸ μὲν φαινόμενον σκληρὸν καὶ στυφὸν, ὁ δ’ ἐγκεκρυμμένος καρπὸς ἡδύς· οὕτω καὶ τούτων ὁ βίος κατεσκληκὼς μὲν καὶ δυσπρόσιτος τὸ φαινόμενον. Ἐπειδὰν δὲ ὁ Γεωργὸς ἡμῶν ἀνοίξῃ καὶ φανερώσῃ τὸ ἀπόθετον τούτου κάλλος, τότε γλυκεῖα
30γίνεται τοῖς ἀπολαύσασιν ἡ μετουσία τῶν ἰδίων καρ‐ πῶν. Ὀσσύβους καλεῖ τὰ ἔξω τῆς χρείας ἀπηρτη‐ μένα τοῦ χιτῶνος χάριν κόσμου σφαιροειδῆ ἀπαρτή‐ ματα. Δεῖ γὰρ τὸν βίον τοῦ ἱερέως μὴ ταῖς ἐντολαῖς κοσμεῖσθαι μόνον, ἀλλ’ ἔχειν τι οἴκοθεν εἰς προσθή‐
35κην κόσμου. Καὶ ἐπιθήσεις τῷ λογείῳ τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν. Οὐκ ἦν ὅλως τέχνημά τι ἡ δήλω‐ σις καὶ ἡ ἀλήθεια· ἦ γὰρ ἂν εἴρηκε καὶ τὸν τρόπον τῆς κατασκευῆς αὐτῶν· ἀλλὰ μόνον γνῶσις ἦν τις
40πνευματική· ἐπιτιθέντος Μωσέως τὸ λογεῖον τῷ στή‐ θει τοῦ ἱερέως, συνεισήρχετο νοητῶς ἡ δήλωσις καὶ ἡ ἀλήθεια, θεία τις ἀποκάλυψις οὖσα, καὶ τὴν καρδίαν τοῦ ἱερέως καταφωτίζουσα. Διὸ καὶ οἱ λοιποὶ ἑρμη‐ νευταὶ φωτισμοὺς καὶ δήλους ταῦτα ὠνόμασαν· δι‐
45δασκούσης ἡμᾶς τῆς τοιαύτης διατυπώσεως, ὡς εἰ τις τὸ λογεῖον ἤτοι τὸ ἡγεμονικὸν τῆς ψυχῆς, τὸ δια‐ κρῖνον τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, καθαρὸν φέροι καὶ λαμπρὸν, καὶ ταῖς ἀρεταῖς καθάπερ λίθοις τι‐ μίοις τοῦτον κατακοσμήσοι, τῶν ἐνθυμημάτων ἀνα‐

77

.

1212

(50)

κυκλουμένων εἰς ἑαυτὰ, καὶ ὥσπερ διπλασιαζομένων, ἵνα μηδὲν ἀβασανίστως ἀπὸ τῆς γλώττης προφέροιτο (τοῦτο γὰρ δηλοῖ τὸ προστετάχθαι διπλοῦν εἶναι τὸ λογεῖον), τότε δὴ, τότε παραπόδας καὶ αὐτομάτως παρέσται τούτῳ ἡ δήλωσις καὶ ἡ ἀλήθεια, τὰς φω‐
55τεινὰς ἀποκαλύψεις κομίζουσα.
Τὸ μὲν λογεῖον ἐπετίθετο τῷ στήθει τοῦ ἀρχιε‐

77

.

1213

ρέως, διδάσκον ὅτι χρὴ λόγῳ καταστέλλεσθαι τὸ θυ‐ μικὸν αὐτοῦ. Τῷ δὲ λογείῳ ἐπέκειτο ἡ δήλωσις καὶ ἡ ἀλήθεια. Τῷ μὲν γὰρ προφορικῷ λόγῳ πρέπει τὰ τῆς σαφηνείας· τῷ ἐνδιαθέτῳ δὲ τὰ τῆς ἀληθείας.
5Ἐπὶ τοῦ στήθους δὲ τοῦ ἱερέως ἦσαν τὰ ὀνόματα τῶν φυλῶν. Ὀφείλει γὰρ ὁ ἱερεὺς ἐν καρδίᾳ καὶ νοῒ φέρειν ἀεὶ τοὺς ὑφ’ ἑαυτὸν, καὶ δεῖσθαι ὑπὲρ αὐτῶν. Τὸ αἷμα τοῦ σφαγιαζομένου χιμάρου ἡγίαζε καὶ τὴν ἔσω σκηνὴν, καὶ τὴν ἔξω, προτυποῦν τὸ αἷμα
10τῆς τυθείσης σαρκὸς τοῦ Χριστοῦ· ὅπερ ἁγιάζει καὶ τὴν ἔσω ψυχὴν, καὶ τὴν ἔξω σάρκα τῶν πιστευόν‐ των· ἢ τούς τε ἔσω τοῦ Μωσαϊκοῦ νόμου, καὶ τοὺς ἔξω, δηλονότι πιστεύοντας. Ὁ ἐξ Αἰγύπτου τῆς ἁμαρτίας ἐξερχόμενος νοῦς,
15ἐπὰν μικρὸν ἀπολειφθῇ τῆς λογικῆς διακρίσεως, ὡς πάλαι τοῦ Μωσέως ὁ Ἰσραὴλ, εἰδωλολατρεῖ. Ῥίψας γὰρ εἰς τὸ πῦρ τῶν παθῶν ὡς μὲν ἐνώτια τοὺς περὶ θεολογίας λόγους· ὡς δὲ περιτραχήλιον κόσμου, τὰ ὀρθὰ κατὰ τὴν φυσικὴν θεωρίαν δόγματα, ὡς δὲ
20ψέλλια χειρῶν, τὴν ἐνέργειαν τῆς πρακτικῆς ἀρετῆς, ἀποτελεῖ φαντασίαν εἴδωλον ἁμαρτίας, εἶτα λατρεύει τούτῳ διὰ τῆς πράξεως. Ὁ Μωσῆς ἔξω τῆς παρεμβο‐ λῆς πηξάμενος τὴν ἑαυτοῦ σκηνὴν, τοῦτ’ ἔστιν, ἔξω τῶν ὁρωμένων ἱδρυσάμενος τὴν ἑαυτοῦ γνώμην καὶ
25διάνοιαν, προσκυνεῖν ἄρχεται τὸν Θεὸν, καὶ εἰς τὸν γνόφον ἐλθὼν, τὸν ἀειδῆ καὶ ἄϋλον τῆς γνώσεως τό‐ πον, ἐκεῖ τελεῖται τὰς ἱερωτάτας μυήσεις. Ἰδοὺ, φησὶ, τόπος παρ’ ἐμοί. Τόπος τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ τις γενόμενος,
30θεωρίας ἀξιοῦται θείας. Πέτρα δὲ ἡ στεῤῥὰ πίστις· ὀπὴ δὲ αὐτῆς ἡ ἀμυδρὰ δι’ αὐτῆς θεωρία. Ὀπίσθια δὲ Θεοῦ, ἡ ἀρχαιογονία τοῦ κόσμου, ἃ μόνος εἶδε Μωσῆς, μόνος τὰ παρελθόντα προφητεύσας. Τρία δὲ εἴδη προφητείας· τὸ τὰ παρελθόντα δηλοῦν, τὸ, τὰ
35ἐνεστῶτα, τὸ, τὰ μέλλοντα. Ὥσπερ Μωσῆς ὁ νομοθέτης ἐπὶ τοῦ προσώπου κάλυμμα ἔφερεν· οὕτω καὶ τὰ παρ’ αὐτοῦ νομοθετη‐ θέντα κάλυμμα ἔφερε, τὴν ἀσάφειαν. Αἴτιον δὲ καὶ τούτου κἀκείνου τοῦ καλύμματος, ἡ τῶν Ἑβραίων
40ἀσθένεια, μήτε τὴν αἴγλην τοῦ προσώπου Μωσέως, μήτε τὴν ἀϋλίαν τῶν γεγραμμένων, οἵων τε ὄντων ἰδεῖν, οἷα γεώδη φρονούντων· ἐθησαυρίζετο δὲ ἡμῖν, οἳ καὶ τὸ Χριστοῦ πρόσωπον, οὗ τύπος ἦν ὁ Μωσῆς, χωρὶς ἐπικαλύμματος εἴδομεν, διὰ τῶν ἀποστόλων
45καὶ διδασκάλων ἡμῶν, κατὰ τὸ ἀνθρώπινον, καὶ τὴν τῶν ἀσαφῶν ἀλήθειαν ἔγνωμεν. Ἀποκαλυφθέντων Μωσῇ τῶν μετὰ Θεὸν δημιουρ‐ γημάτων, καὶ τῶν περὶ τὴν φύσιν τοῦ Θεοῦ πλεονεκτη‐ μάτων· ταῦτα γὰρ ὀπίσθια τοῦ Θεοῦ· καὶ τοῦ τῆς

77

.

1213

(50)

ψυχῆς αὐτοῦ προσώπου δοξασθέντος, ἤτοι τοῦ νοὸς αὐτοῦ φωτισθέντος καὶ λαμπρυνθέντος· ὁ λαὸς οὐκ ἐδύναντο φέρειν τὴν τοιαύτην δόξαν, οὐδ’ ἀμέσως ὁμιλεῖν τῇ θεωρίᾳ. Λοιπὸν οὖν καλύμματος ἐδεήθη, λέγω δὴ τῆς παχύτητος τοῦ γράμματος, ἐπισκιαζού‐
55σης τὴν λαμπρότητα τῆς θεωρίας τῶν νοημάτων.
56tΤΟΥ ΛΕΥΙΤΙΚΟΥ ΠΕΡΙ ΘΥΣΙΩΝ.
57Οὐχ ἥδεται ζωοθυσίαις ὁ Θεός· ἐμπαθοῦς γὰρ τοῦτο.

77

.

1216

Συμβολικῶς δὲ διὰ τούτων τὰς πνευματικὰς θυσίας ἐνομοθέτησε, νέκρωσιν λέγω παθῶν σφαζομένων τῇ μαχαίρᾳ τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, καὶ προσαγωγὴν τῶν φυσικῶν δυνάμεων, τῷ πυρὶ τοῦ
5πνεύματος ὁλοκαυτουμένων. Σύμβολον γὰρ ὁ μὲν κριὸς τοῦ λογιστικοῦ, διὰ τὸ ἡγεμονικὸν, ὁ δὲ ταῦ‐ ρος τοῦ θυμικοῦ, ἡ αἲξ δὲ τοῦ ἐπιθυμητικοῦ.
10 Ὁ Μωσῆς κελεύσας ἀφαιρεῖν τῶν ἱερείων τοὺς νεφροὺς, καὶ τὸ στέαρ, καὶ τὸ στηθύνιον, καὶ τὸν λοβὸν τοῦ ἥπατος, ᾐνίξατο διὰ τούτων ἀφαιρεῖν τὰς παρὰ φύσιν δυνάμεις καὶ ἐνεργείας τοῦ τε θυμοῦ καὶ τῆς ἐπιθυμίας, καὶ τῷ θείῳ πυρὶ τῆς κατὰ τὴν
15πνευματικὴν γνῶσιν δυνάμεως ἐκτήκειν αὐτάς· τῆς μὲν ἐπιθυμίας διὰ τῶν νεφρῶν δηλουμένης, τῆς δὲ ἐνεργείας αὐτῆς, ἥτις ἐστὶν ἡ ἡδονὴ, διὰ τοῦ στέα‐ τος. Καὶ αὖθις τοῦ μὲν θυμοῦ, διὰ στηθυνίου· τῆς δὲ ἐνεργείας αὐτοῦ διὰ τοῦ λοβοῦ τοῦ ἥπατος, ἐν ᾧ
20πέπηγεν ἡ πικρὰ καὶ δριμυτάτη χολή. Ὁ ἱερουργῶν τῷ Θεῷ δι’ εὐσεβοῦς λόγου τὰς τῶν ἄλλων καρδίας αἷς ἀναλογεῖ τὸ στηθύνιον· καὶ τὴν πρακτικὴν αὐ‐ τῶν δύναμιν, ᾗ ἀναλογεῖ ὁ βραχίων, ἀφορίζων τῇ ἐνεργείᾳ τῶν ἐντολῶν, γέγονεν ἱερεὺς, λαμβάνων
25παρὰ τῶν ἑαυτοὺς θυσίαν, τῷ Θεῷ προσαγόντων τὸ στηθύνιον καὶ τὸν βραχίονα. Ἀνεπιτήδειος εἰς ἱερ‐ ουργίαν ὁ τυφλὸς τὸν νοῦν, καὶ ὁ χωλὸς τῷ μὴ ὀρθοποδεῖν ἐν βίῳ καὶ δόγμασι· καὶ ὁ κολοβόῤῥιν τῷ μὴ τελείαν ἔχειν διάκρισιν. Σύντριμμα δὲ χειρὸς καὶ
30ποδὸς, ἡ θραῦσις τῆς δυνάμεως τοῦ ἐργάζεσθαι τὰ καλὰ, καὶ βαδίζειν ἐπὶ τὰ ἀγαθά. Κυρτὸς δὲ ὁ πρὸς τὰ κάτω κεκυφὼς, καὶ μὴ δυνάμενος ἀπὸ τῶν γηΐνων ἀνανεύειν. Ἔφηλος δὲ, ὁ ἀπὸ νοσήματος μελανθεὶς τὴν ὄψιν τοῦ δέρματος, ὁποῖός ἐστιν ὁ ἀπὸ ἁμαρτή‐
35ματος ζοφωθεὶς τὴν ψυχήν. Λιππὸς δὲ τοὺς ὀφθαλμοὺς ὁ βλέπων μὲν, οὐχ ὑγιῶς δὲ, ὡς οἱ αἱρετικοὶ, Θεὸν μὲν εἶναι πιστεύοντες, οὐχ ὑγιῶς δὲ περὶ αὐτοῦ δογ‐ ματίζοντες. Ψῶρα δὲ ἀγρία κατ’ ἀναγωγὴν πάθους δριμὺ ῥεῦμα καταχεόμενον τῆς ψυχῆς, ἐξ ἡδονῆς μὲν
40ἀρχόμενον, εἰς πικρὸν δὲ πέρας καταλῆγον· λειχὴν δὲ, πᾶν ὁτιοῦν πάθος ἕρπον κατὰ τῆς ψυχῆς, καὶ εὐρυνόμενον εἰς τὸ χεῖρον. Μόνορχις δὲ, ὁ ἐξ ἡμι‐ σείας καρπογονῶν. Διατί οἱ Ἰσραηλῖται τὰ μὲν σώματα τῶν θυμάτων
45 ἤσθιον, τὰ δὲ αἵματα πρὸς τὴν βάσιν ἔχεον τοῦ θυσιαστηρίου. Οἱ Ἰσραηλῖται νηπιώδεις κατὰ γνῶσιν ὄντες τύ‐ πον ἔφερον τῶν εἰσαγομένων πρὸς εὐσέβειαν. Ὁ τοί‐ νυν πρὸς εὐσέβειαν εἰσαγόμενος, τὴν μὲν πρᾶξιν τῶν

77

.

1216

(50)

ἐντολῶν ἀποτελεῖ, καθάπερ σάρκας ἐσθίων τῶν ἀρε‐ τῶν τὰ φαινόμενα· λέγω δὴ τὴν ἠθικὴν παιδαγωγίαν, τοὺς δὲ λόγους αὐτῶν τῷ Θεῷ παραχωρεῖ διὰ πίστεως, πιστεύων μόνον ὅτι λόγους ἔχουσι θείους. Τὸ μὲν γὰρ θυσιαστήριον Θεοῦ σύμβολον, ἡ δὲ τούτου βάσις,
55τύπος τῆς πίστεως· θεμέλιος γὰρ αὕτη θεογνωσίας,

77

.

1217

πᾶσαν τὴν οἰκοδομὴν τῆς εὐσεβείας βαστάζουσα. Χριστὸς δὲ παραγενόμενος ὁ ἀληθὴς ἀρχιερεὺς καὶ θύσας ἑαυτὸν, δέδωκε τοῖς ἀνδρικοῖς εἰς γνῶσιν μετὰ τῆς σαρκὸς καὶ τὸ αἷμα. Ὁ γὰρ τέλειος εἰς ἀρετὴν,
5καὶ τοὺς λόγους τῶν ἐντολῶν ὡς αἷμα πίνει διὰ τῆς γνώσεως. Περὶ λέπρας τῆς οἰκίας. Ἐν τῷ νόμῳ τῷ περὶ τῆς οἰκίας ἐχούσης λέπραν, ὅλον ὅρα τὸ τοῦ Σωτῆρος ἡμῶν μυστήριον, καὶ τὸν
10διὰ τοῦ βαπτίσματος καθαρισμόν.* Τὰς δύο τοῦ Χρι‐ στοῦ φύσεις, ὧν ἡ μὲν ἄνωθεν κατῆλθεν, ἡ δὲ κάτω‐ θεν ἀνῆλθεν, μετὰ τὴν ἀνάστασιν. Ζῶντα δὲ καὶ καθαρὰ, διότι ζωῆς καὶ καθαρότητος αὗται παρεκτι‐ καί. Καὶ διὰ μὲν τοῦ κεδρίνου ξύλου τὸ ἀδιάφθορον
15αἰνίττεται τοῦ σώματος τοῦ Χριστοῦ, διὰ δὲ τοῦ κε‐ κλωσμένου κοκκίνου τοὺς ἀναμεμιγμένους δύο κρου‐ νοὺς αἵματος καὶ ὕδατος, ἢ τὸν διπλοῦν λόγον θεότη‐ τος καὶ ἀνθρωπότητος. Διὰ δὲ τοῦ ὑσσώπου τὴν ζέσιν τοῦ ἁγίου Πνεύματος· θερμὴ γὰρ καὶ ἡ πόα
20σμηκτική. Καὶ διὰ μὲν τοῦ ζῶντος ὀρνιθίου, τὸν ζῶντα Λόγον· διὰ δὲ τοῦ αἵματος τοῦ ἐσφαγμένου, τὸ τίμιον αἷμα τῆς προσληφθείσης σαρκός. Διὰ δὲ τοῦ ζῶντος ὕδατος, τὴν ζωοποιὸν χάριν τοῦ βαπτίσμα‐ τος, ᾧ περιῤῥαίνεσθαι χρὴ τὴν οἰκίαν, ἤτοι τὴν οἰ‐
25κουμένην ἑπτάκις· εἴτουν μυστικῶς δέ· μυστικώτα‐ τος γὰρ οὗτος ὁ ἀριθμός. Τὸ ζῶν ὀρνίθιον, τὸ ἐξ‐ αποστελλόμενον ἔξω τῆς πόλεως εἰς τὸ πεδίον, ἐδί‐ δασκεν, ὅτι ζήσεται ὁ ἀποθανὼν Χριστὸς, καὶ ἔξω τοῦ κόσμου γενόμενος μεταστήσεται, καὶ εἰς τὸ
30πλατὺ δὲ καὶ καθαρὸν πεδίον, τὸν οὐρανὸν ἀναδρα‐ μεῖται. Εἴρηκεν ὁ νόμος· Τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ τοῦ ἀλλογενοῦς ἄρχοντος, καὶ τὴν θυ‐ γατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου.
35 Θυγάτηρ μὲν γὰρ τοῦ πιστεύοντος νοὸς, ἡ ἀγα‐ θὴ διάνοια, υἱὸς δὲ αὐτοῦ ὁ ἀγαθὸς λογισμός. Αὖθις δὲ θυγάτηρ μὲν τοῦ ἀλλογενοῦς ἄρχοντος, ἢ τοῦ διαβόλου τοῦ ἄρχοντος τῶν παθῶν, ἡ πονηρὰ διά‐ νοια, υἱὸς δὲ αὐτοῦ ὁ πονηρὸς λογισμός. Οὐ χρὴ δὲ
40τοῖς ἀγαθοῖς τὰ πονηρὰ ἀναμίγνυσθαι. Τὸ κτῆνός σου οὐ κατοχεύσεις ἑτεροζύγῳ, καὶ τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διά‐ φορον. Κτῆνος ἐνταῦθα λέγει τὸ ὑποζύγον· διὰ τοῦ ὑπο‐
45ζυγίου δὲ τὸ ὑποχείριον ἅπαν αἰνίττεται, κελεύων τοῖς ἡγουμένοις, μὴ συγχωρεῖν ὑπάγεσθαι τοῖς σπερ‐ ματισμοῖς τῶν ἑτεροδόξων τοὺς ὑπὸ χεῖρα, μή πως ἑτεροφυῆ καὶ νόθα τέκωσι δόγματα. Πάλιν δὲ ἀμ‐ πελῶνα καλεῖ τοὺς καταπεφυτευμένους ἐν τῇ Ἐκ‐

77

.

1217

(50)

κλησίᾳ, οὓς οὐ χρὴ παρορᾷν κατασπειρομένους δια‐ φόρως, εἴτουν ποικίλως ἀσεβῶν σπέρμασιν· ἵνα μὴ ταῦτα τὴν ἰκμάδα καὶ πιότητα τῶν ψυχῶν αὐτῶν εἰς ἑαυτὰ δαπανήσαντα, ποιήσωσιν αὐτὰς ἀκάρπους εἰς τὴν εὐσέβειαν.
55 Ἐξοστρακίζων τὴν βλακείαν ὁ Θεὸς, καὶ μόνης γενέσθαι τῆς χρείας τοὺς ὑπηκόους βουλόμενος, διὰ
μὲν τοῦ μὴ συνυφαίνειν λίνον καὶ ἔριον, τὴν ποικι‐

77

.

1220

λίαν ἐξώρισε· διὰ δὲ τοῦ μὴ πορφύραν τοῖς λίνοις, τὴν πολυτέλειαν καὶ τὸν καλλωπισμόν· διὰ δὲ τοῦ λέ‐ πραν ἱματίων καὶ λίθων περιεργάζεσθαι, τὸ κτᾶσθαι πλέον τῆς χρείας ἀπηγόρευσε. Τοῖς γὰρ ἀποθέτοις
5ἱματίοις καὶ ταῖς κεναῖς οἰκίαις τοῦτο συνέβαινε. Καθ’ ἕτερον δὲ λόγον, διὰ τοῦ λίνου καὶ τοῦ ἐρίου τὴν τοῦ τρόπου διπλόην ἐνέφηνεν, ἀπαγορεύων αὐ‐ τήν. Οὐκ ἀροτριάσεις ἐν μόσχῳ παὶ ὄνῳ ἐπὶ τὸ αὐτό.
10 Οὐ πολιτεύσῃ συζεύξας τὸ φιλόπονον σου τῷ φιλη‐ δόνῳ. Ζυγὰ δίκαια, καὶ σταθμία δίκαια, καὶ χοῦς δί‐ καιος ἔσται σοι. Τοῖς διαφόροις μέτροις τούτοις τοὺς διαφόρους τρόπους τῆς δικαιοσύνης αἰνίττεται. Καὶ ὁ χοῦς γὰρ, εἶδος μέτρου παρ’ Ἑβραίοις· νοῦς γὰρ
15εὐθής τε καὶ φιλοδίκαιος, ταλαντεύει τρόπον τινὰ καὶ μετρεῖ τὰς τῶν πραγμάτων φύσεις, δοκιμάζων καὶ ἐπιμετρῶν ἑκάστῳ τὸ πρέπον, οὔτε τῷ ἐλλιπεῖ, οὔτε τῷ περιττῷ τὴν ἀκρίβειαν παραλύων.
20tΤΗΣ ΒΙΒΛΟΥ ΤΩΝ ΑΡΙΘΜΩΝ.
21Ἐκελεύσθησαν Μωσῆς καὶ Ἀαρὼν εἰς παράταξιν καὶ πόλεμον ἐπισκέψασθαι, τοῦτ’ ἔστιν, ἀπο‐ γράψασθαι πάντα ἄρσενα τῶν υἱῶν Ἰσραὴλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πάντα ἐκπορευόμε‐
25 νον ἐν δυνάμει. Πᾶς γὰρ ὑπερβὰς τὴν παιδικὴν ἀσθένειαν καὶ μα‐ λακίαν, καὶ ἤδη γενόμενος ἀνδρικὸς εἰς πόνους τοὺς ὑπὲρ ἀρετῆς, καὶ ἐκπορευόμενος κατὰ δαιμόνων ἐν δυνάμει καὶ γενναιότητι, εἰς Θεοῦ παράταξιν ἀπογρά‐
30φεται, καὶ Χριστοῦ γίνεται στρατιώτης. Ὁ μὲν γὰρ εἰκοστὸς ἐνιαυτὸς τοῖς κοσμικῶς στρατευομένοις αὐτ‐ άρκως εἰς ἀνδρείαν καὶ σύνεσιν. Ὁ δὲ κατωτέρω χρόνος ἀτελὴς πρὸς ἀμφότερα. Μωσῆς δὲ καὶ Ἀαρὼν ἀπογραφόμενοι τοὺς εἰρημένους, προετύπουν ἄμφω
35τὸν ἕνα Χριστὸν, τὸν νομοθέτην ἅμα καὶ ἀρχιερέα, καὶ ἀπογραφέα τῶν στρατευομένων αὐτῷ. Ἀπογράφονται δὲ, Θεοῦ προστάξαντος, τάτε ἄρσε‐ να πάντα τῆς Λευὶ φυλῆς, καὶ τὰ ἄρσενα καὶ πρωτό‐ τοκα μόνα τῶν ἄλλων φυλῶν, ἀπὸ μηνιαίου καὶ ἐπάνω.
40Ἀλλ’ ὁ μὲν μηνιαῖος χρόνος καὶ τούτοις κἀκείνοις σύμβολον τῆς κατὰ Χριστὸν ἐν ἁπλότητι καὶ ἀκακίᾳ νηπιότητος. Τῶν δὲ νηπίων τούτων τὰ μὲν Λευιτικὰ τοὺς ἱερωμένους ὑποσημαίνουσι· τὰ δὲ κοσμικὰ πρω‐ τότοκα, τοὺς ἐκ τοῦ κοσμικοῦ βίου τὸν ἀληθῶς
45πρωτότοκον Χριστὸν μιμουμένους, ὅσον ἐγχωρεῖ. Ἀπογράφεται δὲ καὶ τούτους κἀκείνους ὁ Χριστὸς ἐν βίβλῳ τῶν ἄνω λειτουργῶν τε καὶ πρωτοτόκων. Προ‐ τέτακται δὲ τὸ ἱερατικὸν γένος, ὡς μόνῳ τῷ Θεῷ ἀνακείμενον, καὶ μὴ μεριζόμενον πρὸς Θεὸν καὶ κό‐

77

.

1220

(50)

σμον, καθάπερ μερίζονται τὰ πρωτότοκα· ἄρσενα δὲ καὶ ταῦτα κἀκεῖνα, καὶ θηλυπρεπείας ὑπέρτερα. Τὸ
γὰρ ἄναλκι καὶ ἀκαταγώνιστον, ἀδόκιμον.

77

.

1221

Ἀποθανόντων δὲ πάντων ἤδη τῶν προαπογρα‐ φέντων, καὶ οὐδενὸς ὑπολειφθέντος πλὴν Χά‐ λεβ υἱοῦ Ἰεφωνῆ, καὶ Ἰησοῦ υἱοῦ Ναυῆ· πάλιν ἀπογραφὴ γίνεται τῶν υἱῶν τῶν τετελευτηκό‐
5 των, καὶ ἀπογράφονται εἰς κληρονομίαν τῆς γῆς. Οἱ τῶν ἕνδεκα φυλῶν ἄρσενες ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω· οὔτε δὲ γυναῖκες, οὔτε παῖδες εἰς ἀπογραφὴν λαμβάνονται. Κλῆρος γὰρ παρὰ Θεοῦ καὶ ἀπόλαυσις
10τοῖς ἐπιτηδείοις εἰς τὴν νοητὴν παράταξιν τῶν ἀορά‐ των ἐχθρῶν, καὶ ἀκμαίοις εἰς πνευματικὴν ἀνδραγα‐ θίαν, καὶ βεβηκόσιν εἰς σύνεσιν, ἀλλ’ οὐ τοῖς θηλυνο‐ μένοις ἐν πάθεσι, καὶ ἀδρανέσιν εἰς ἀντίστασιν τῶν δαιμόνων, οὐδὲ τοῖς παιδαριώδη φρόνησιν ἔχουσιν.
15Ἀπογράφονται κἀνταῦθα πάλιν ἰδικῶς τὰ ἄρσενα τῆς Λευιτικῆς φυλῆς, ἀπὸ μηνιαίου καὶ ἐπάνω, διὰ τὸν ἀνωτέρω δηλωθέντα λόγον. Οὐ δίδοται δὲ τούτοις κλῆρος ἐν υἱοῖς Ἰσραήλ· ἐπειδὴ τοῖς ἱερεῦσιν οὐκ ἔστιν ἐν γῇ κλῆρος, ὡς τοῖς ἄλλοις ἀνθρώποις, ἀλλ’
20ἐν οὐρανῷ αὐτὸς ὁ Θεὸς ᾧ μόνῳ λατρεύουσί τε καὶ προσεδρεύουσι. Καὶ τῇ ἡμέρᾳ ᾖ ἐστάθη ἡ σκηνὴ, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν, καὶ ἡ νεφέλη ἐκάλυ‐ πτεν αὐτὴν ἡμέρας, καὶ εἶδος πυρὸς τὴν
25 νύκτα. Παγείσης δὲ τῆς Ἐκκλησίας τῶν πιστῶν, ὁ Χριστὸς ἄνωθεν ἐσκέπασεν αὐτὴν, τοῖς μὲν τῆς ἡμέρας* ἤως τοῖς πεφωτισμένοις λαμπρότητι βίου καὶ τῶν δογμά‐ των ἐπισκιάζων, καὶ τὸν καύσωνα τῶν πειρασμῶν
30ἀπελαύνων, καὶ ἀνάψυξιν καὶ ψυχαγωγίαν ἐνιείς· τοὺς δὲ καθάπερ ἐν νυκτὶ τῷ σκότει τῆς ἀμαθείας καθεύδοντας, πυρσεύων καὶ φωτίζων εἰς ἐπίγνωσιν καὶ ἀλήθειαν. Χρεία γὰρ τοῖς μὲν ἀτελεστέροις φω‐ τισμοῦ, πρὸς ὁδηγίαν τοῦ κρείττονος· τοῖς δὲ τελειο‐
35τέροις ἐπικουρίας, ὥστε δύνασθαι διενεγκεῖν τὸ βά‐ ρος καὶ τὸν καύσωνα τῆς ἡμέρας. Καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου προεπορεύετο προτέρα αὐτῶν κατασκέψασθαι αὐτοῖς ἀνά‐ παυσιν.
40 Κιβωτὸς ὁ Χριστός. Ὥσπερ γὰρ ἐκείνη ἐκ ξύλων ἀσήπτων καὶ χρυσίου καθαροῦ κατασκευασθεῖσα ἔν‐ δον, ἔφερε τὸν νόμον Κυρίου· οὕτω καὶ τὸ ἀνθρώπι‐ νον τοῦ Χριστοῦ ἐκ σώματος ἀφθάρτου καθ’ ἁμαρ‐ τίαν, καὶ ψυχῆς καθαρᾶς καὶ λαμπρᾶς συντεθὲν,
45ἔνδον εἶχε τὸν Λόγον τοῦ Θεοῦ, καὶ Θεὸν, ὅστις Χρι‐ στὸς προεπορεύσατο εἰς τὰ ἐπουράνια μετὰ τὴν οἰκονομίαν, ἑτοιμάσαι τοῖς λατρευταῖς αὐτοῦ τόπον, ὡς αὐτὸς εἴρηκεν, τόπον δὲ τῆς ἀναπαύσεως δηλονότι. Καὶ ἡ νεφέλη ἐσκίαζεν ἐπ’ αὐτοὺς ἡμέρας ἐν τῷ

77

.

1221

(50)

ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς. Ὁ Χριστὸς γὰρ, ὅς ἐστιν κεφαλὴ τὸν καύσωνα τῶν πειρασμῶν ἀποσκεδάζουσα, καὶ ψυχαγωγοῦσα, ἐπισκιάζει ἐπὶ τοὺς ἀπαίροντας ἐξ ἀγνοίας εἰς γνῶσιν, καὶ ἐξ ἀπιστίας εἰς πίστιν, καὶ κατὰ δρόμον ἀρετῆς
55προκόπτοντας. «Χωρὶς γὰρ, φησὶν, ἐμοῦ οὐ δύνασθε

77

.

1224

ποιεῖν οὐδέν.» Ἡμέρας δὲ πρόσκειται, διότι τοῖς ἐν φωτὶ καλῶν ἔργων πορευομένοις εἴωθε συνεργεῖν τε καὶ ἀναψύχειν. Διὰ προστάγματος δὲ Κυρίου τὰς ἐπάρσεις ἐποιοῦντο· διότι χρεία καὶ λόγου τοῦ παρ‐
5οτρύνοντος εἰς προκοπὴν, καὶ ὑπακοῆς τῶν θείων ἐν‐ τολῶν. Καὶ ἦν ὁ λαὸς γογγύζων καὶ λαλῶν πονηρὰ ἔν‐ αντι Κυρίου. Καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ πα‐ ρὰ Κυρίου, καὶ κατέφαγε μέρος τῆς παρεμ‐
10 βολῆς. Τοὺς γὰρ ἐνώπιον τοῦ Χριστοῦ βλασφημοῦντας καὶ ἀποστρεφομένους αὐτὸν, καταφάγεται τὸ πῦρ τῆς γεέννης. Μέρος δὲ εἶπε, διότι πολλοὶ αὐτῶν ἐπιστρέ‐ ψαντες, ἐξαιρεθήσονται τῆς κολάσεως. Καὶ καθ’ ἕτε‐
15ρον δὲ καιρὸν γογγύζοντες κατὰ τοῦ Θεοῦ, καὶ ἄρτον διάκενον τὸ μάννα προσαγορεύοντες, τοῖς δήγμασι τῶν ὄφεων διεφθείροντο. Οἱ γὰρ ταῖς ἀχαριστίαις τὸν εὐεργετοῦντα Θεὸν ἀτιμάζοντες, τοῖς τοῦ νοητοῦ δρά‐ κοντος δήγμασι περιπίπτουσι. Δύο σάλπιγγας ἐλατὰς
20ἀργυρᾶς ὁ Θεὸς ποιεῖν προσέταξε τῷ Μωσεῖ, πρὸς τὸ καλεῖν τὴν συναγωγὴν, καὶ ἐξαίρειν τὰς παρεμβολάς· καὶ ὅτε μὲν δέον μόνους τοὺς ἡγουμένους τοῦ λαοῦ συνάγεσθαι πρὸς αὐτὸν, τῇ μιᾷ σαλπίζειν, ὅτε τὸν λαὸν ταῖς δυσί. Πρὸς δὲ τὰς ἐξάρσεις τῶν παρεμ‐
25βολῶν, τέσσαρα σημασιῶν ὥρισεν εἴδη διὰ τῶν τοιού‐ των σαλπίγγων. Δύο μὲν οὖν αἱ σάλπιγγες, ὅτι διτ‐ τὸς λόγος τῆς ἐκκλησιαστικῆς διδασκαλίας, ὁ μὲν βίον ῥυθμίζων, ὁ δὲ δογμάτων ἐπιμελούμενος. Ἐλαταὶ δὲ καὶ ἀργυραῖ καὶ ἄμφω, διὰ τὸ εὔηχες καὶ λαμπρὸν
30καὶ ἀμώμητον καὶ τούτου κἀκείνου. Καὶ τοὺς μὲν ἡγουμένους μία συνεκάλει σάλπιγξ. Χρεία γὰρ λόγου διορθοῦντος καὶ τοῖς καθηγηταῖς· ἄνθρωποι γὰρ, πλὴν ὀλίγου· «Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται.» Τὸν δὲ λαὸν δύο. Πολλῆς γὰρ οὗ‐
35τος δεῖται προτροπῆς καὶ παρακλήσεως. Τὰ δὲ τέσ‐ σαρα τῶν σημασιῶν εἴδη τὰ διὰ τῶν σαλπίγγων γινό‐ μενα, τὰ τέσσαρα βιβλία τῶν εὐαγγελιστῶν προετύ‐ πουν, ἃ δι’ ὧν σημαίνουσιν, ἐξαίρειν ἡμᾶς ἀπὸ τῶν γεηρῶν τούτων, τῶν ἐν τοῖς τέσσαρσι κλίμασι τῆς
40οἰκουμένης, καὶ πρὸς τὴν ἄνω Ἱερουσαλὴμ ἐπείγε‐ σθαι διακελεύονται. Διὰ δὲ τῶν δύο σαλπίγγων αἱ τέσσαρες σημασίαι, ὅτι καὶ διὰ τοῦ διπλοῦ Χριστοῦ τοῦ θεανθρώπου τὰ σημαινόμενα τοῖς εὐαγγελισταῖς ἐνηχήθησαν. Ἢ καὶ ἄλλως, τὰ τέσσαρα τῶν σημα‐
45σιῶν εἴδη σύμβολον ἦσαν τῶν τεσσάρων εἰδῶν τοῦ ἠθικοῦ λόγου. Ὧν τὸ μὲν ἐνηχεῖ τοῖς ἔτι κατηχου‐ μένοις· τὰ τρία δὲ τοῖς τῆς ἀγαθῆς γῆς ἥτις ἐκαρποφόρησεν εἰς τριάκοντα, καὶ εἰς ἑξήκοντα, καὶ εἰς ἑκατόν. Ἄλλως γὰρ καὶ ἄλλως τούτους διδακτέον.

77

.

1224

(50)

Τοῖς μὲν γὰρ τὸν ἐν γάμῳ βίον προελομένοις ἐρεῖς· «Δέδεσαι γυναικὶ, μὴ ζήτει λύσιν.» Τοῖς δὲ τὸν ἐν παρθενίᾳ· «Λέλυσαι ἀπὸ γυναικὸς, μὴ ζήτει γυναῖ‐ κα.» Τοῖς δὲ τὸν ἐν ἀσκήσει· «Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς.» Καὶ ἑκάστῃ ἰδέᾳ βίου τὸ
55προσῆκον εἶδος ἁρμόσεις τῆς προτροπῆς καὶ διδασκα‐ λίας. Τοῖς ἱερεῦσι δὲ σαλπίζειν ἀφώρισεν ὁ νόμος,
ὅτι καὶ τῶν ἱερέων ἴδιον τὸ διδάσκειν. Αἱ δὲ πυκναὶ

77

.

1225

τῶν Ἰσραηλιτῶν ἐξάρσεις, τὰς πυκνὰς κατ’ ἀρετὴν προκοπὰς τοῦ νέου λαοῦ τῶν πιστῶν, καὶ καθ’ ἡμέραν ὀφειλομένας ἐπεκτάσεις ἐπὶ τὰ ἔμπροσθεν, ὑπεσή‐ μαινον. Ἅγιον ὠνόμασεν ὁ νόμος τὸν ὑποσχόμενον
5τῷ Θεῷ τὴν ἑαυτοῦ κόμην. Λαμβάνεται γὰρ ἡ κεφα‐ λὴ μὲν εἰς τύπον τοῦ νοῦ, ὡς ἐνδιαίτημα νοῦ· αἱ δὲ τρίχες εἰς τὰς ἐννοίας. Νοῦ γὰρ αὗται γεννήματα. Χρὴ τοίνυν ἡμᾶς μὴ γυμνὸν καὶ ἐψιλωμένον ἐννοιῶν ἀγαθῶν ἔχειν τὸν νοῦν, ἀλλὰ βρύοντα ταύταις καὶ
10κομῶντα Θεῷ.
12Περὶ τῆς πυῤῥᾶς δαμάλεως. Ὁ καταπιπρῶν τὴν δάμαλιν καὶ ἀναμιγνὺς τῇ σποδιᾷ τὸ κέδρινον ξύλον, καὶ μέντοι καὶ ὁ συλλέγων
15τὴν σποδιὰν, ἀκάθαρτοι γὰρ, φησὶν, ἕως ἑσπέρας, καίτοι φαιδρυνόμενοι τὰ ἄμφια καὶ ὑπάρχοντες καθαροί, ὑποδηλοῦντος τοῦ νόμου τὸ τῆς ἀνθρωπείας φύσεως ἀσθενὲς, καὶ ὅτιπερ, εἰ ἀκριβῶς ἐρευνῷτο τὰ καθ’ ἡμᾶς, οὐδεὶς τῶν τεταγμένων εἰς λειτουργίαν
20παντελῶς καθαρός. Ἄξιος γὰρ οὐδεὶς ἀποθίγειν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων· καὶ λοιπὸν εἰ συγκρίνοιτο τὰ καθ’ ἡμᾶς καθαρὰ τῇ καθαρότητι τοῦ Χριστοῦ, ἀκάθαρτά ἐστι καὶ μεμολυσμένα, οὗπερ ἐνώπιον οὐ‐ δὲ τὰ ἄστρα καθαρὰ, κατὰ τὸν εἰπόντα. Ἀπέκειτο
25δὲ τὸ ὕδωρ τοῦ ἁγνισμοῦ ἔξω τῆς παρεμβολῆς δηλοῦν ὅτι ἔξω τῆς τῶν Ἰουδαίων Συναγωγῆς, ἡ ἐν Χριστῷ κάθαρσις. Ἀποπεφοίτηκε γὰρ αὐτῆς ἡ ἀφαγνίζουσα χάρις. «Ἰδοὺ γὰρ, φησὶν, ἀφίεται ὁ οἶκος ὑμῶν ἔρη‐ μος.» Καὶ νεκρότης μὲν σώματος, σύμβολον φθορᾶς
30καὶ ἀκαθαρσίας. Ὁ δὲ τοῦ ὕδατος ῥαντισμὸς, τύπος τοῦ ἁγίου βαπτίσματος. Κατεῤῥαίνοντο δὲ τρίτην καὶ ἑβδόμην ἡμέραν. Τὸ γὰρ βάπτισμα πίστιν ἔχει τῆς τε κατὰ τὴν τρίτην ἡμέραν ἀναστάσεως τοῦ Σωτῆρος, καὶ τῆς κατὰ τὴν συντέλειαν τοῦ ἑβδόμου αἰῶνος
35ἐπιδημίας αὐτοῦ, καθ’ ἣν κρίνων, ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Εἰ δὲ καὶ οἶκος καταμιαίνοιτο, φησὶ, τεθνεῶτός τινος ἐν αὐτῷ, ἀκάθαρτοι μὲν οἱ εἰσβαίνοντες ἐν αὐτῷ. Βδελυρὸν δὲ καὶ σκεῦος ἅπαν καὶ ἀγγεῖον οὐ πεπωμασμένον· πλὴν τῷ ὕδατι τοῦ
40ἁγνισμοῦ, καὶ ταῦτα διακαθαίρειν ἐκέλευσεν ὁ νόμος. Οἶκος μὲν οὖν μεμιασμένος, ἡ Συναγωγὴ τῶν κυ‐ ριοκτόνων Ἰουδαίων, τεθνεῶτος ἐν αὐτοῖς τοῦ Σωτῆ‐ ρος· ὅτε καὶ μᾶλλον ἐμιάνθησαν τῷ φόνῳ αὐτοῦ. Καὶ ὅσοι δὲ προσήλυτοι εἰσβαίνουσιν εἰς αὐτὴν, ἀκάθαρτοι
45καὶ οὗτοι σὺν αὐτῇ. Σκεύη δὲ ἐν αὐτῇ οἱ κατὰ μέρος Ἰουδαῖοι, ἀγγεῖα οὐ πεπωμασμένα, διὰ τὸ ἀφαιρε‐ θῆναι τὴν ἀσφάλειαν τοῦ νοῦ καὶ τῆς ἀκοῆς, καὶ εἶ‐ ναι προχείρους εἰς πᾶσαν κακίαν. Γνωμοδοτεῖ μὲν ὁ Ἰοθὸρ, ὑπακούει δὲ ὁ Μωσῆς, ἵνα γνῶμεν ὡς ὁ ἐξ

77

.

1225

(50)

ἐθνῶν λαὸς σοφώτερος τοῦ Ἰουδαϊκοῦ λαοῦ διὰ τῆς πίστεως γέγονε· καὶ πολλάκις ἐξ ἐθνῶν τὸν Ἰουδαῖον νομοθετήσας, πειθόμενον λαμβάνει ταῖς κατὰ Χριστὸν ἐντολαῖς. Τὸ μὲν τοῦ Μωσέως πρόσωπον ἐπέχει Χριστός·
55νομοθέτης γὰρ καὶ οὗτος, καὶ μεσίτης τοῦ Θεοῦ καὶ

77

.

1228

ἀνθρώπων· τὸ δὲ τοῦ Ἀαρὼν, οἱ ἱερεῖς καὶ ἀρχιε‐ ρεῖς τῶν Ἰουδαίων· τὸ δὲ τῆς Μαρίας, ἡ Συναγωγὴ τῶν Ἰουδαίων. Οἵ τε γὰρ ἱερεῖς καὶ ὁ λαὸς τῶν Ἑβραίων κατηγόρησαν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ
5παράβασιν τοῦ νόμου, καὶ ὅτι τὴν ἐξ ἐθνῶν Ἐκκλη‐ σίαν ἐμνηστεύσατο, τὴν μέλαιναν τῷ ζόφῳ τῆς ἁμαρτίας. Εἰκὸς καρυΐνην εἶναι τὴν ῥάβδον Ἀαρὼν, εἰς σύμβολον ἐγρηγόρσεως. Τῷ Ἱερεμίᾳ γὰρ ὁρῶντι ῥάβδον καρυΐνην φησὶν ὁ Θεός· «Ἰδοὺ ἐγρήγορα
10ἐπὶ τοὺς λόγους μου.» Ἐβλάστησε δὲ κάρυα, σημεῖον καὶ τῆς τοῦ ἀνδρὸς ἀρετῆς, ἔνδον ἔχοντος τὸ ταύτης ἐδώδιμον ἐν ἕξει ψυχῆς, οὐκ ἐν ὕψει σώματος. Ἐκ παντὸς πλήθους μόνας δώδεκα χιλιάδας ἐπι‐ λεξάμενος πολεμιστῶν ὁ Μωσῆς, τοῦ Θεοῦ προστά‐
15ξαντος, ἐπαφῆκε τοῖς Μαδιηναίοις, καὶ δι’ αὐτῶν πάντας ἐξωλόθρευσεν. Ἐπανελθόντων δὲ τῶν ἀρι‐ στέων τούτων, καὶ πολλῆς αἰχμαλωσίας, ἐκέλευσεν αὐτοῖς παρεμβαλεῖν ἔξω τῆς παρεμβολῆς τοῦ λαοῦ, μέχρις ἑπτὰ ἡμερῶν· ἁγνισθέντας δὲ αὐτοὺς σὺν
20πᾶσι τοῖς τῆς αἰχμαλωσίας, τῇ τε τρίτῃ ἡμέρᾳ καὶ τῇ ἑβδόμῃ, οὕτως εἰσελθεῖν εἰς τὴν παρεμβολήν. Μετὰ δὲ Μωσέα προσεφώνησεν αὐτοῖς ὁ τότε ἀρχιε‐ ρεὺς Ἐλεάζαρ, κελεύων μὲν αὐτοὺς πλῦναι τὰ ἑαυ‐ τῶν ἱμάτια· τῆς αἰχμαλωσίας δὲ τὸν μὲν χρυσὸν,
25καὶ τὸν ἄργυρον, καὶ ὅσα τῆς στεῤῥᾶς ὕλης διὰ πυ‐ ρὸς ἀγαγεῖν· τὴν δὲ ἐσθῆτα, καὶ ὅσα τῆς ἀσθενοῦς ὕλης δι’ ὕδατος ἐφαγνίσαι, καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ κα‐ θαρισθῆναι, καὶ οὕτως εἰσελθεῖν εἰς τὴν παρεμβολήν. Ὅρα τοίνυν τὰ μυστικῶς ὑποδηλούμενα. Δεῖνται
30μὲν ἁγνισμοῦ τινος οἱ ἀριστεύσαντες· οὐδὲ γὰρ οἱ κατὰ δαιμόνων καὶ παθῶν ἀριστεύσαντες, ἀμώμη‐ τοι παντελῶς. Τὸ γὰρ τελείως ἁγνὸν εἰς τὸν αἰῶνα τετήρηται τὸν μέλλοντα. Οὗ σύμβολον ἡ ἑβδόμη ἡμέρα. Ἑβδόμη μὲν ἡμέρα τὸ Σάββατον· κατάπαυ‐
35σις δὲ τοῦτο ἑρμηνεύεται. Κατάπαυσις δὲ πάσης ἐργασίας ὁ μέλλων αἰών. Ὁ δὲ τῆς τρίτης ἡμέρας ἁγνισμὸς, τὴν διὰ Χριστοῦ νομοθετηθεῖσαν κάθαρ‐ σιν ὑπετύπου, δοθεῖσαν κατὰ τὸν τρίτον καιρὸν τῆς τριπλῆς πολιτείας τῶν Ἰουδαίων. Μετὰ γὰρ τὸν
40καιρὸν τῶν βασιλέων, καὶ τὸν τῶν κριτῶν, ὑπὸ τῶν ἀρχιερέων ἤγοντο. Ἐν ᾧ καιρῷ τὴν διὰ τοῦ ἱεροῦ βαπτίσματος ὁ Χριστὸς ἐνομοθέτησε κάθαρσιν· ἀλλ’ ὁ μὲν Μωσῆς τὸν τοῦ ἁγνισμοῦ καιρὸν μόνον ἐδή‐ λωσε τοῖς ἀριστεῦσιν· ὁ δὲ Ἐλεάζαρ καὶ τὸν τοῦ
45ἁγνισμοῦ τρόπον. Καὶ γὰρ ὁ μὲν κατὰ Μωσῆν νό‐ μος τὸν καιρὸν μόνον τῆς διὰ Χριστοῦ καθάρσεως προηγόρευσε. Τὸ δὲ κατὰ Χριστὸν Εὐαγγέλιον καὶ τὸν τρόπον τῆς τοιαύτης καθάρσεως ὑποδείκνυσι. Τὰ μέντοι τῆς αἰχμαλωσίας ἡμεῖς ἐσμεν· οὓς οἱ ἀρι‐

77

.

1228

(50)

στεύσαντες δώδεκα ἀπόστολοι καὶ οἱ διάδοχοι τούτων ποιμένες καὶ διδάσκαλοι ᾐχμαλώτευσαν ἀπὸ τοῦ δια‐ βόλου καὶ τῶν δαιμόνων, καὶ καθήγνισαν πυρὶ τοῦ ἁγίου Πνεύματος, καὶ ὕδατι τοῦ θείου βαπτίσματος· τῆς μὲν ἑκάστου ψυχῆς εἰς τὴν στεῤῥὰν ὕλην λαμ‐
55βανομένης διὰ τὴν ἀθανασίαν· τοῦ δὲ σώματος εἰς
τὴν ἀσθενῆ διὰ τὸ θνητόν. Πλύσις δὲ τῶν ἱματίων ἡ

77

.

1229

παρασκευὴ τῆς καθάρσεως, ἢ καὶ αὐτὴ ἡ κάθαρσις τῶν ἁγίων. Οὗτοι γὰρ ἱμάτια κατὰ Χριστὸν, οὓς τρόπον τινα περιβάλλεται, ἐνοικῶν αὐτοῖς. Τῶν λαφύρων τῆς αἰχμαλώσεως διανεμηθέντων
5εἴς τε τοὺς ἀριστεῖς καὶ εἰς τὴν ἄλλην συναγωγὴν τοῦ λαοῦ, προσέταξεν ὁ Θεὸς ἀποδιελεῖν τῷ Θεῷ καὶ τοῖς Λευΐταις μοίρας ἀπὸ τῆς αἰχμαλωσίας, ἔκ τε ἀνθρώ‐ πων, καὶ ἐκ τετραπόδων· καὶ τοὺς μὲν ἀριστεῖς προσαγαγεῖν τῷ Θεῷ, ἐκ πεντακοσίων ἕν· τὸν δὲ
10λοιπὸν λαὸν προσαγαγεῖν τοῖς Λευΐταις, ἐκ πεντήκον‐ τα ἕν. Οἱ μὲν γὰρ ὀλίγα ἔχοντες ἁμαρτήματα, ὀλίγα ὀφείλουσιν. Οἱ δὲ πλείοσιν ὑπεύθυνοι πλημμελήμασι, πάντως πλείονα. Καίτοι ἐν τῇ διανομῇ οἱ μὲν ἀρι‐ στεῖς μόνοι, τὸ ἥμισυ τῆς ὅλης αἰχμαλωσίας ἔλαβον·
15ἡ δὲ ἄλλη συναγωγὴ πᾶσα, τὸ ἥμισυ. Τοῖς γὰρ εὐ‐ δοκιμωτέροις πλείονα χαρίσματα δίδωσιν ὁ Θεός. Ἀλλ’ οἱ μὲν ἀριστεῖς τῷ Θεῷ προσάγουσι τὸ λάχος, ἡ δὲ λοιπὴ συναγωγὴ τοῖς Λευΐταις, ὡς εἴρηται. Καὶ γὰρ οἱ μὲν εὐδοκιμώτεροι ἀμέσως καρποφο‐
20ροῦσι τῷ Θεῷ τὰ ἑαυτῶν κατορθώματα· οἱ δὲ μετ’ ἐκείνους εὐδόκιμοι, διὰ μέσων τῶν ἀνακειμένων Θεῷ ἁγίων δωροφοροῦσι Θεῷ, τοῖς προσεδρεύουσιν αὐτῷ τὰ πρὸς τὴν χρείαν παρέχοντες, καὶ ταῖς ἁγίαις Ἐκκλησίαις ἐπικουροῦντες. Ἀλλὰ ταῦτα μὲν
25ἐκ θείου προστάγματος. Οἴκοθεν δὲ καὶ ἀφ’ ἑαυτῶν οἱ τῶν ἀριστέων ἀφηγούμενοι προσήγαγον τῷ Θεῷ χρυσοῦς χλιδόνας καὶ ψέλλια, καὶ δακτύλια, καὶ περιδέξια, καὶ ἐμπλόκια. Οἱ γὰρ ἐν Χριστῷ καθ‐ ηγούμενοι τοῦ λαοῦ καὶ προὔχοντες ὑπερβαίνουσι
30πολλάκις τὰς εὐαγγελικὰς ἐντολὰς εἰς κατορθώμα‐ τα, παρθενίαν οἴκοθεν ἐπιτηδεύοντες τὴν μὴ νενο‐ μοθετημένην, καὶ ἄλλα τοιαῦτα. Καὶ γὰρ καὶ Παῦ‐ λος κελευσθεὶς ἀπὸ τοῦ Εὐαγγελίου τρέφεσθαι, ταῖς ἰδίαις ἐτρέφετο χερσί. Διὰ δὲ τῶν ἀπηριθμημένων
35χρυσῶν σκευῶν, τὰ διάφορα τῆς τιμίας καὶ λαμ‐ προτάτης ἀρετῆς εἴδη ὑποσημαίνεται. Ταῦτα δὲ πάντα εἰς τὴν σκηνὴν τοῦ Θεοῦ εἰσήχθησαν, φησὶν, εἰς μνημόσυνον αὐτῶν. Τὰ γὰρ τοιαῦτα κατορθώ‐ ματα τῶν ἁγίων τῇ Ἐκκλησίᾳ θησαυρίζονται κό‐
40σμος, εἰς μνημόσυνον τῶν κατορθωσάντων. Ἀλλὰ καὶ ὅτε ἡ σκηνὴ πρότερον κατεσκευάζετο, προσ‐ έταξε μὲν ὁ Θεὸς ἐπισκοπηθῆναι τὸν λαόν· καὶ προσ‐ αγαγεῖν ἕκαστον ἄρσενα τῷ Θεῷ, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω τὸ ἥμισυ τοῦ διδράχμου. Οἱ δὲ ἄρχοντες
45οἴκοθεν καὶ ἀφ’ ἑαυτῶν προσήγαγον τοὺς τιμίους λίθους, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὴν τοῦ θυ‐ μιάματος σύνθεσιν. Λίθοι μὲν οὖν τίμιοι, αὐτοὶ οἱ ἐκλεκτοὶ καθηγούμενοι τῶν Ἐκκλησιῶν τοῦ Χριστοῦ, διὰ τὸ στεῤῥὸν καὶ καθαρὸν καὶ λαμπρὸν καὶ πρὸς

77

.

1229

(50)

τοὺς ἄλλους διαφορώτατον· περὶ ὧν εἴρηται τῷ προ‐ φήτῃ, ὅτι «Λίθοι κυλίονται ἐπὶ τῆς γῆς.» Οἱ δ’ αὐτοὶ καὶ ἔλαιον βασιλικόν τε καὶ ἱερατικὸν, οὐ μόνον χύοντες [f. χρίοντες] βασιλεῖς καὶ ἱερεῖς, ἀλλὰ καὶ πιαίνοντες τὰς ψυχὰς πανσόφοις διδασκαλίαις, καὶ
55καθιλαρύνοντες. Οἱ αὐτοὶ δὲ καὶ θυμίαμα διὰ τὴν εὐωδίαν τῶν ἀρετῶν· σύνθετον δὲ ὡς ἐκ πράξεως καὶ θεωρίας εὐωδιάζοντες. Περὶ μέν τοι τῶν εἰκοσα‐
ετῶν καὶ ἐπάνω, προειρήκαμεν ἐν τοῖς προλαβοῦσι.

77

.

1232

Κτηνοτρόφοι ὄντες οἱ τῆς φυλῆς Ῥουβεὶμ, καὶ οἱ τῆς φυλῆς Νὰδ, ἐπεὶ χώραν ἐθεάσαντο καλὴν εἰς κτηνοτροφίαν, πρὸ τοῦ Ἰορδάνου, ἐάλωσαν αὐτῆς καὶ παρεκάλεσαν τὸν Μωσῆν, λαβεῖν αὐτὴν εἰς κλῆρον.
5Ὀργιζομένου δὲ καὶ ὀνειδίζοντος Μωσέως, ἐπηγγεί‐ λαντο, εἰ λάβοιεν ταύτην, ἀφεῖναι μὲν ἐπὶ ταύτης τὴν ἑαυτῶν ἀποσκευήν· αὐτοὶ δὲ ἔνοπλοι διαπεράσαι καὶ συμπολεμεῖν τῷ λαῷ· μὴ μέντοι καὶ κληρονο‐ μίαν ἄλλην ἐπιζητῆσαι. Τοιοῦτοι τὸν τρόπον εἰσὶν
10οἱ πολυκτήμονες καὶ τοῦ γεηροῦ πλούτου ἐπιθυ‐ μοῦντες. Ὅλον γὰρ τὸν νοῦν τείνοντες εἰς τοῦτον, ὀκνοῦσι μὲν πρὸς τοὺς ὑπὲρ ἀρετῆς ἄθλους, καὶ τὰς ὑπὲρ τοῦ κληρονομῆσαι τῶν ἐπηγγελμένων ἀγαθῶν κακοπαθείας. Ὀνειδίζοντος δὲ τοῦ θείου νόμου, καὶ
15ὀργῇ τούτοις ἐπανατεινομένου, μόγις διαβαίνουσιν εἰς παράταξιν, καὶ προσβοηθοῦσι τοῖς ἀνδραγαθοῦσι κατὰ τῶν ἀοράτων ἐχθρῶν, καὶ πολεμουμέναις ταῖς Ἐκκλησίαις ἐπικουροῦσιν. Οὐ συγκληρονομοῦσι δὲ τούτοις, ὡς τὴν πρὸ τοῦ Ἰορδάνου κληρονομίαν προ‐
20τιμήσαντες, ὡς δεδήλωται· λέγω δὴ τὴν παρακει‐ μένην τῷ ῥέοντι καὶ ἀστατοῦντι βίῳ ἀπόλαυσιν, καὶ κτηνῶν, καὶ γυναικῶν, καὶ παίδων ἕνεκα, καὶ ἐπαύλεων, τὸν ἐπὶ τοῖς ἀρίστοις ὄκνον εἰσδεδεγμένοι.
25tΤΗΣ ΒΙΒΛΟΥ ΤΟΥ ΔΕΥΤΕΡΟΝΟΜΙΟΥ.
26Ἐκέλευσε μὲν ὁ νόμος Ἑβραίους μὲν παῖδας καὶ παιδίσκας ἓξ ἔτη δουλεύειν, τῷ δὲ ἑβδόμῳ ἐλευθέρους ἀφίεσθαι· ἀλλοφύλους δὲ εἰς τὸν αἰῶνα δουλεύειν, δι’ οὗ τὸ πεντηκοστὸν ἔτος
30 ὑποσημαίνεται. Παντὶ πρακτικῷ παιδὸς ὁμοφύλου καὶ παιδίσκης δίκην ὁ λόγος καὶ ἡ διάνοια μοχθοῦσι, τοὺς κατ’ ἀρετὴν τῆς πράξεως τρόπους ἐπινοοῦντές τε καὶ δη‐ μιουργοῦντες, καὶ ἀντιταττόμενοι τοῖς ἀντικειμένοις
35τῇ πρακτικῇ πνεύμασι τῆς πονηρίας, πληρώσαντες δὲ τὴν πρακτικὴν φιλοσοφίαν, ἣν ὁ ἓξ τῶν ἐτῶν παρεδήλωσεν ἀριθμός. Ἐν ἡμέραις γὰρ ἓξ ὁ Θεὸς ἔκτισε τὸν κόσμον, τῆς ἀπαθείας παραγινομένης. ἣν αἰνίττεται τὸ ἕβδομον ἔτος. Ἐλεύθεροι λοιπὸν
40τῆς ἐπὶ τοῖς σωματικοῖς τρόποις ὑπουργίας τῶν ἀρετῶν, πρὸς τὴν τῶν συγγενῶν νοητῶν ἐπανέρχον‐ ται θεωρίαν. Ἀλλόφυλος παῖς ἐστι καὶ παιδίσκη ὁ θυμὸς καὶ ἡ ἐπιθυμία· οὓς ὑποζεύγνυσι διὰ παντὸς τῇ δεσπο‐
45τείᾳ τοῦ λόγου, πρὸς ὑπηρεσίαν τῶν ἀρετῶν, δι’ ἀν‐ δρείας καὶ σωφροσύνης, ὁ θεωρητικὸς νοῦς, μὴ δι‐ δοὺς αὐτοῖς ἐλευθερίαν, ἕως ἂν καταποθῇ τῷ νόμῳ τοῦ Πνεύματος ὁ νόμος τῆς φύσεως, ὡς ὑπὸ ζωῆς θάνατος. Τοιγαροῦν ἕως ἐν ἡμῖν ὁ κόσμος ζῇ, καὶ

77

.

1232

(50)

ἡ πρὸς τὰ ὑλικὰ τῆς ψυχῆς ἑκούσιος σχέσις, οὐ δεῖ παρέχειν τούτοις ἐλευθερίαν· μήπως μιγέντες τοῖς αἰσθητοῖς ὁμοφύλοις, πολεμήσωσι τῇ ψυχῇ, καὶ λά‐ βωσιν αὐτὴν δορυάλωτον τοῖς πάθεσιν. Ὅταν δὲ πε‐ ράσωμεν εἰς τὸν αἰῶνα, καὶ φθάσωμεν εἰς ἀπάθειαν,
55ἐλευθέρους ἀφήσομεν αὐτοὺς, μετασκευασθέντος λοι‐ πὸν τοῦ θυμοῦ μὲν πρὸς ζέσιν πνευματικὴν, καὶ σώφρονα μανίαν· τῆς ἐπιθυμίας δὲ, πρὸς ἔρωτα
θεῖον, καὶ ἡδονὴν ἄχραντον.

77

.

1233

Ἐάν τις ἐκτυφλώσῃ τὸν ὀφθαλμὸν τοῦ οἰκέτου αὑτοῦ ἢ τῆς θεραπαίνης αὑτοῦ, ἐλευθέρους ἐξαποστελεῖ αὐτούς· καὶ ἐὰν τὸν ὀδόντα τοῦ οἰκέτου ἢ τῆς θεραπαίνης αὑτοῦ ἐκκόψῃ, ἐλευ‐
5 θέρους ἐξαποστελεῖ αὐτούς. Οἰκέτης μὲν καὶ θεράπαινα, οἱ τινὸς ὑπεξούσιοι, ὧν οἱ μὲν ἄνδρες, οἱ δὲ γυναῖκες. Τούτων δὲ τῶν ὑπεξουσίων, ὀφθαλμὸς μὲν ὁ νοῦς, φωτίζων τὰς ψυ‐ χὰς αὐτῶν· ὀδοὺς δὲ ἡ διάνοια, δι’ ἧς λεπτύνουσι
10τὴν πνευματικὴν τροφήν. Εἴ τις τοιγαροῦν ἢ τὸν νοῦν ἐκτυφλώσῃ τῶν ὑπεξουσίων πληγῇ ἀσεβείας, ἢ ἑτέρας ἁμαρτίας, ἢ τὴν διάνοιαν αὐτῶν καταβλά‐ ψῃ, ἐκπίπτειν καταδικάζεται τῆς κατ’ αὐτῶν ἐξου‐ σίας, καὶ ἀνάξιον τοῦ ἄρχειν ἑαυτὸν ἀποδείκνυσιν.
15Ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς συνῳκισμένης ἀνδρὶ, ἀποκτενεῖτε ἀμφοτέρους. Ὁ τὴν ψυχὴν συνημμένην τῷ Θεῷ διὰ πίστεως καὶ ἁγιασμοῦ τολμῶν καταμιᾶναι τῷ σπερματισμῷ τῆς ἐν αὐτῷ δυσσεβοῦς αἱρέσεως, τὴν ἐσχάτην ὑφ‐
20έξει δίκην σὺν αὐτῇ· ὁ μὲν, ὡς ἐπιβουλεύσας ἀλλο‐ τρίῳ γάμῳ· ἡ δὲ, ὡς ἀτιμάσασα τὴν εἰς τὸν ἄνδρα συνάφειαν. «Ἐὰν δὲ, φησὶ, τὴν μεμνηστευμένην ἀνδρὶ παρθένον εὑρών τις ἐν πόλει κοιμηθῇ μετ’ αὐτῆς, ἀποθανοῦνται καὶ ἄμφω. Ἡ νεᾶνις, ὅτι οὐκ
25ἐβόησεν ἐν τῇ πόλει· καὶ ὁ ἄνθρωπος, ὅτι ἐταπεί‐ νωσε τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ.» Παρθένος ἐστὶ μεμνηστευμένη ἀνδρὶ, ἡ κεκλημένη μὲν εἰς εὐσέβειαν ψυχὴ, καὶ κατηχουμένη, μήπω δὲ συν‐ αφθεῖσα τελείως τῷ Χριστῷ διὰ τοῦ ἁγίου βαπτίσμα‐
30τος. Ἀῤῥαβῶνος γὰρ ἐπέχει λόγον ὁ λόγος τῆς κα‐ τηχήσεως. Ὁ τοίνυν διαφθείρων ταύτην διὰ μίξεως ἀσεβῶν δογμάτων, τὴν ἐσχάτην καὶ αὐτὸς ἀποτίσει δίκην σὺν αὐτῇ, καὶ ὑποπεσοῦνται τῇ κολάσει τῶν, ὡς εἴρηται, μοιχευσάντων· ὁ μὲν, ὡς πλημμελήσας
35εἰς τὴν γυναῖκα τὴν ὑπὸ χεῖρα λοιπὸν τοῦ μετα‐ βραχὺ νυμφίου τοῦ πλησίον αὑτοῦ, κατά γε τὸν λό‐ γον τῆς ἀνθρωπότητος· ἡ δὲ, ὡς ἐν πόλει τοῦτο πα‐ θοῦσα, λέγω δὴ τῇ Ἐκκλησίᾳ, ἔνθα πολλοὶ οἱ ἐξ‐ ελέσθαι δυνάμενοι· καὶ διὰ τοῦ μὴ βοῆσαι κατα‐
40δεξαμένη. «Ἐὰν δὲ, φησὶν, ἐν πεδίῳ εὕρῃ ἄνθρω‐ πος τὴν παῖδα τὴν μεμνηστευμένην ἑτέρῳ, καὶ βια‐ σάμενος κοιμηθῇ μετ’ αὐτῆς, ἀποκτενεῖτε τὸν κοι‐ μηθέντα μετ’ αὐτῆς μόνον. Τῇ δὲ νεάνιδι οὐκ ἔσται ἁμάρτημα θανάτου· ὅτι ἐν τῷ ἀγρῷ εὗρεν αὐτήν.
45Ἐβόησεν ἡ νεᾶνις ἡ μεμνηστευμένη, καὶ ὁ βοηθή‐ σων· οὐκ ἦν.» Ἀγρὸς γὰρ ἡ ἐρημία τῶν ἐπαμῦναι δυναμένων, καὶ ἡ σπάνις τῶν διδασκάλων· ἐνταῦθα τὸ πάθος βίαιον καὶ ἀνεπικούρητον. Διὸ καὶ ὡς ἀβούλητον, ἀκατάγνωστον. «Ἐὰν δὲ, φησὶν, εὕρῃ τις

77

.

1233

(50)

παῖδα παρθένον, καὶ βιασάμενος αὐτὴν κοιμηθῇ μετ’ αὐτῆς, καὶ εὑρεθῇ, δώσει τῷ πατρὶ τῆς νεάνι‐ δος νʹ δίδραχμα ἀργυρίου, καὶ αὐτοῦ ἔσται γυνή.» Παρθένον ἐνταῦθα λέγει, τὴν μήπω κατεγγυηθεῖσαν Χριστῷ διὰ πίστεως, ἀσυναφῆ δὲ πρὸς αὐτὸν ἔτι
55παντελῶς μένουσαν. Εἴ τις οὖν ἀπατεὼν ἑνωθῇ τῇ

77

.

1236

τοιαύτῃ δι’ ὁμιλίας ἀσεβῶν δογμάτων· ὁποῖόν τι δρῶσιν οἱ αἱρετικοὶ, Ἕλληνας πολλάκις καὶ Ἰου‐ δαίους ἀπατῶντες, καὶ ἐξ ἀσεβείας ἄλλης εἰς ἑτέραν ἀσέβειαν μεταφέροντες· οὐκ ἀζήμιον οὐδ’ οὕτως
5εὑρήσει τὸ ἐγχείρημα. Ἀποτίσει γὰρ τῷ Πατρὶ τῶν πνευμάτων Θεῷ δίκην τοῦ πλημμελήματος, αὐτοῦ δὲ ἔσται γυνὴ, ὡς ἤδη συναφθεῖσα αὐτῷ, καὶ ἀναξίαν τοῦ καθαροῦ νυμφίου ἑαυτὴν καταστήσασα. «Γυνὴ, ἥτις προσελεύσεται πρὸς κτῆνος βιασθῆ‐
10ναι ὑπ’ αὐτοῦ, ἀποθανεῖται μετὰ τοῦ κτήνους.» Αἱῤῥοητικαὶ [ἴς. αἱρετικαὶ] γὰρ ὁμιλίαι καὶ μίξεις αἱ πρὸς τὰ δόγματα τῶν εἰς ἀλογίαν καὶ κτηνωδίαν ἐμπεσόντων αἱρετικῶν, θάνατον ψυχῆς ἐπάγουσι, τῷ τε μεταδιδόντι τῆς λύμης, καὶ τῷ μεταλαμβάνον‐
15τι, θηλυνθέντι πρὸς τὴν ὁμιλίαν, διὰ μαλακίαν ψυχῆς. «Ἐὰν μάχωνται δύο ἄνδρες καὶ πατάξωσι γυναῖ‐ κα ἐν γαστρὶ ἔχουσαν, καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ζημιωθήσεται ὁ πατάξας καθ’ ὅ τι ἂν ἐπιβάλλῃ ὁ ἀνὴρ τῆς γυναικός. Ἐὰν δὲ ἐξει‐
20κονισμένον ᾖ, δώσει τὴν ψυχὴν ἀντὶ ψυχῆς.» Καρ‐ πὸς ἂν εἴη καὶ κύημα νοῦ, ἡ εἰς Χριστὸν πίστις, ἥτις τοὺς θείους ἐνσημαίνεται χαρακτῆρας, καὶ τὴν τοῦ Χριστοῦ μεταμόρφωσιν ἐπιτίθησι ταῖς ψυχαῖς. Ἐὰν οὖν, τινῶν δύο ἀντιθέτων λογομαχούντων περὶ
25δόγματα, σκανδαλισθῇ ψυχή τις ἀκροωμένη, ἐγκυμο‐ νοῦσα ἔτι τὴν εἰς Χριστὸν πίστιν, καὶ ἀποβάληται ταύ‐ την· εἰ μὲν ἀτελὴς ἦν ἔτι καὶ ἀκαλλὴς, ἀποδώσει δίκην ὁ τοῦ σκανδάλου παραίτιος, ἣν ἐπιβάλλῃ ὁ νυμφίος τῆς τοιαύτης ψυχῆς, Χριστός. Ἀποδώσει δὲ, φησὶ,
30μετὰ ἀξιώματος, τοῦτ’ ἔστι, μετὰ καὶ τοῦ ὁμολο‐ γεῖν χάριν, ὅτι μὴ καὶ τὴν ἐσχάτην ἀπαιτεῖται δίκην. Εἰ δὲ τελείαν ὤδινε τὴν εἰς Χριστὸν πίστιν, ὅσον εἰς χαρακτῆρα καὶ μόρφωσιν· τοῦτο γὰρ δηλοῖ τὸ «ἐξεικονισμένον·» λοιπὸν, ὡς ἤδη τελείαν ψυχὴν φο‐
35νεύσας, τὴν ἑαυτοῦ ζημιωθήσεται ψυχὴν, ἀπαιτού‐ μενος τὴν ἐσχάτην δίκην. «Ἐὰν κερατίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα, καὶ ἀποκτείνῃ, λίθοις λιθοβοληθήσεται, καὶ οὐ βρωθήσε‐ ται τὰ κρέα αὐτοῦ. Ὁ δὲ κύριος τοῦ ταύρου ἀθῶος
40ἔσται.» Ἐὰν ὑπεξούσιός τινος, θυμώδης καὶ ὑβρι‐ στὴς, ἢ ἑτέρως αἱρετικὸς ἀνέλῃ ψυχὴν, αἴτιος αὐτῇ ψυχικοῦ θανάτου γενόμενος, αὐτὸς μὲν τὴν ἐσχάτην ὑποστήσεται κόλασιν· τῶν δὲ πράξεων καὶ λόγων αὐτοῦ, οὐδεὶς μεταλήψεται. Ὁ δὲ τούτου κατεξου‐
45σιάζων ἀνεύθυνος· ὡς ἀγνοῶν τὴν πονηρίαν καὶ κα‐ κίαν αὐτοῦ. «Ἐὰν δὲ, φησὶ, διαμαρτύρωνται τῷ κυρίῳ αὐτοῦ, καὶ οὐκ ἀφανίσῃ αὐτὸν, καὶ αὐτὸς προσαποθανεῖται. Εἰδὼς γὰρ καὶ ἀνεχόμενος, κοινω‐ νὸς γίνεται τοῦ φόνου. Ἐὰν δὲ λύτρα, φησὶν, ἐπι‐

77

.

1236

(50)

βληθῇ αὐτῷ, δώσει λύτρα τῆς ψυχῆς αὐτοῦ, ὅσα ἂν ἐπιβάλωσιν αὐτῷ.» Τοῦτ’ ἔστιν, Ἐὰν ἐξομολογη‐ σάμενος ἐπιτιμίοις ὑποπέσῃ, πληρώσει ὅσα ἂν κε‐ λευσθῇ. «Ἐὰν δὲ, φησὶν, υἱὸν ἢ θυγατέρα κερα‐ τίσῃ, ὁ ταῦρος καὶ ἀνέλῃ, γενήσεται κατὰ τὸ
55δηλωθὲν δικαίωμα τοῦ νόμου. Ἐὰν δὲ παῖδα ἢ
παιδίσκην, ἀργυρίου λʹ δίδραχμα δώσει τῷ κυρίῳ

77

.

1237

αὐτῶν, καὶ ὁ ταῦρος λιθοβοληθήσεται.» Ἐπεὶ γὰρ διάφοροι οἱ ἀναιρούμενοι, ἄνδρα μὲν καὶ γυναῖκα νοήσεις τοὺς παλαιοτέρους εἰς ἀρετήν. Ὧν ὁ μὲν ἰσχυρότερος εἰς φρόνησιν, ὁ δὲ ἀσθενέστερος. Υἱὸν δὲ
5καὶ θυγατέρα τοὺς νεωτέρους εἰς ἀρετήν· ὧν αὖθις ὁ μὲν ἰσχυρότερος, δεδουλωμένος ταῖς ἁμαρτίαις, ὧν ὁμοίως ὁ μὲν ἰσχυρότερος, ὁ δὲ ἀσθενέστερος. Διὰ δὲ τῆς ἀποτίσεως τοῦ ἀργυρίου, τὴν ἐλάττονα ζημίαν ᾐνίξατο. Οὐ γὰρ ἴσον εἰς ζημίαν ἁμαρτωλοῦ καὶ
10δικαίου θάνατος.
13Ἐάν τινος ταῦρος κερατίσῃ τὸν ταῦρον τοῦ πλησίον, καὶ τελευτῇ, ἀποδώσονται τὸν ταῦ‐
15 ρον τὸν ζῶντα, καὶ διελοῦνται τὸ ἀργύριον αὐ‐ τοῦ, καὶ τὸν ταῦρον τὸν τεθνεῶτα διελοῦνται. Ἐὰν παρ’ οὐχ ἑκόντος τινὸς ζημία γενήσεται πρὸς τινὰ, ὁ μὲν ζημιωθεὶς συμμετασχέτω τοῦ πα‐ ραμείναντος κέρδους τῷ ζημιώσαντι, ὃ δηλοῦται διὰ
20τοῦ ζῶντος ἔτι ταύρου. Ὁ δ’ ἀβουλήτως ζημιώσας, πάλιν συμμετασχέτω τῆς ζημίας· τῷ ζημιωθέντι. Ὃ γενήσεται διὰ τοῦ συλλυπεῖσθαι αὐτῷ. «Ἐὰν δὲ, φησὶ, διαμαρτυρηθείη περὶ τοῦ ταύρου, καὶ μὴ ἀφανίσῃ αὐτὸν, καὶ ἀνέλῃ τὸν ταῦρον τοῦ πλησίον,
25ἀποτίσει ταῦρον ἀντὶ τοῦ ταύρου, ὁ δὲ τετελευτηκὼς αὐτῷ ἔσται.» Εἰδὼς γὰρ καὶ μὴ ἀσφαλισάμενος, δοκεῖ συγκατεργάσασθαι τὴν ἀναίρεσιν τοῦ ἀλλο‐ τρίου· διὸ καὶ ἀπαιτεῖται μὲν δίκην ὑπὲρ τῆς ἀναι‐ ρέσεως, αὐτὸς δὲ μόνος ζημιοῦται κατὰ ψυχήν.
30Τοῦτο γὰρ, οἶμαι, δηλοῖ, τό· «Ὁ δὲ τετελυτηκὼς αὐτῷ ἔσται.» Ἐὰν ἄνθρωπος κλέπτων ψυχὴν ἐκ τῶν ἀδελ‐ φῶν αὑτοῦ, τῶν υἱῶν Ἰσραὴλ, καταδυνα‐ στεύσας ἀποδῶται, ἀποθανεῖται ὁ κλέπτης
35 ἐκεῖνος. Ὁ δι’ ἀπάτης ὑφελὼν τὸν ὀρθὰ φρονεῖν ἑλόμενον, καὶ μετερχόμενον βίον ἐλεύθερον κακίας, καὶ κατα‐ δυναστεύσας καὶ ἀποδόμενος εἰς δουλείαν ἀσεβῶν δογμάτων, ἢ σωματικῶν παθῶν, ἀποθανεῖται θάνα‐
40τον ψυχικόν. Ἐάν τις κλέψῃ μόσχον ἢ πρόβατον, καὶ σφάξῃ ἢ ἀποδῶται, εʹ μόσχους ἀποτίσει ἀντὶ τοῦ μόσχου. Καὶ ὁ μόσχος καὶ τὸ πρόβατον καθαρὰ ὁμοίως καὶ τῷ Θεῷ προσαγόμενα, καὶ ἄμφω τύπος τῶν
45καθαρθέντων διὰ τῆς εἰς Χριστὸν πίστεως καὶ τοῦ ἀγίου βαπτίσματος, καὶ Θεῷ προσαγομένων. Διχη‐ λοῦντες γὰρ καὶ οὗτοι ὡς διὰ πράξεως καὶ θεωρίας βαδίζοντες, καὶ μηρυκισμὸν ἀνάγοντες, ὡς τὴν πα‐ χυτέραν τοῦ λόγου τροφὴν καταλεπτύνοντες εἰς θεω‐

77

.

1237

(50)

ρίαν ὑψηλοτέραν, καὶ ταῖς θείαις αὐλαῖς τῆς Ἐκκλη‐ σίας ἐνσεσηκισμένοι. Ἀλλ’ ὁ μὲν μόσχος σύμβολον τῶν ὑψηλοτέρων· τὸ δὲ πρόβατον τῶν ὑποβεβηκότων· μείζων μὲν γὰρ ὁ μόσχος, μεῖον δὲ τὸ πρόβατον. Ἐάν τις τοιγαροῦν αἱρετικὸς κλέψῃ τινὰ τούτων
55λεληθότως, καὶ ἀπαγαγὼν τῆς εὐσεβείας ἀποκτείνῃ
τῇ μαχαίρᾳ τῶν ἀσεβῶν δογμάτων, ἣ ἀποδῶται πά‐

77

.

1240

θεσι καταδουλοῦσιν αὐτὸν, ἀνάλογον τῇ προτέρᾳ ἀρετῇ τοῦ κλαπέντος, ἀποτίσει δίκην. Τοῦτο γὰρ δηλοῦται διὰ τῆς μείζονος ζημίας καὶ μείονος. «Ἐὰν δὲ ἐν τῷ διορύγματι, φησὶν, εὑρεθῇ ὁ κλέπτης,
5[f. d. καὶ] πληγεὶς ἀποθάνῃ, οὐ λογισθήσεται φόνος.» Τὸν γὰρ εὑρισκόμενον διορύττοντα τὴν Ἐκκλησίαν, ἵνα κλέψῃ ψυχὴν, εἰ τύχῃ τις ἀνελὼν, οὐκ ἐνέχεται φό‐ νῳ, ὅσον ἐπὶ τῷ πολιτικῷ νόμῳ, ὡς φανερώτερον καὶ ἀναισχύντως λῃστεύοντα. «Ἐὰν δὲ ἀνατείλῃ, φησὶν,
10ἐπ’ αὐτὸν ὁ ἥλιος, ἔνοχος ἔσται ὁ ἀνελών.» Εἰ γὰρ ἐπὶ τὸν, ὡς εἴρηται, κλέπτοντα ἀνατείλῃ ὁ ἥλιος τῆς μετανοίας καὶ τῆς εὐσεβείας, ἔνοχος ἔσται ὁ ἀνελὼν, ὡς εὐσεβῆ καὶ ὁμόπιστον ἀνῃρηκώς. «Ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ, φησὶ, πραθήτω ἀντὶ τοῦ κλέμ‐
15ματος.» Τὸν γὰρ μὴ ἔχοντα λύτροις ἀποκρούεσθαι τὰ ἐγκλήματα κλέπτην, λέγω δὴ τρόπους μετανοίας καὶ ἀντισηκώσεως τῶν ἡμαρτημένων, ἄτιμον οἶδεν ὁ λόγος· ὁ γὰρ πιπρασκόμενος, ἄτιμος. «Ἐὰν δὲ κα‐ ταληφθῇ, φησὶ, καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ
20κλέμμα, διπλοῦν ἀποτίσει.» Μή πω γὰρ ἀποκομίσας εἰς ὄλεθρον, ὀλίγην ὑποστήσεται ζημίαν· ἀναλήψεται γὰρ πάλιν τὸ οἰκεῖον ὁ δεσπότης, καὶ προσαπαιτήσει τὸν κλέπτην λόγους τῆς κλοπῆς. Ἐκέλευσεν ὁ διὰ Μωσέως νόμος μὴ ἐξελθεῖν εἰς
25πόλεμον, μήτε τὸν οἰκοδομήσαντα οἰκίαν καινὴν, καὶ μὴ ἐγκαινίσαντα αὐτὴν, μήτε τὸν φυτεύσαντα ἀμπελῶνα, καὶ μὴ εὐφρανθέντα ἀπ’ αὐτοῦ, μήτε τὸν μνηστευσάμενον γυναῖκα, καὶ μὴ λαβόντα αὐτὴν, μήτε τὸν δειλὸν τῇ καρδίᾳ. Τύπος δὲ τοῦ μὲν κατ‐
30οικίαν, ἀλλ’ οὐ παροικίαν, τὸν παρόντα βίον ἡγου‐ μένου, τὴν καινὴν οἰκίαν οἰκοδομήσανται· τοῦ δὲ φιλοκερδοῦς ὁ τὸν ἀμπελῶνα φυτεύσας· τοῦ φιλο‐ σάρκου ὁ τὴν γυναῖκα μνηστευσάμενος. Ἢ καὶ ἑτέ‐ ρως· Ὁ πρῶτος μὲν τοῦ φιλοδόξου. Ὁ δεύτερος δὲ
35τοῦ φιλαργύρου. Ὁ τρίτος δὲ τοῦ φιληδόνου. Διὰ τῶν τριῶν δὲ τούτων τὰ τρία γενικὰ εἴδη τῆς κακίας ἐφαίνετο. Ὁ γὰρ δειλὸς τοῖς τρισὶ τούτοις ἐπιμερίζε‐ ται. Δειλοὶ γὰρ πάντες οἱ τούτοις ἐνεχόμενοι, καὶ οὐ μόνον ἀδόκιμοι πρὸς νοητὸν πόλεμον, ἀλλὰ καὶ ἄλλοις
40αἴτιοι γένοιντ’ ἂν δειλίας καὶ φυγῆς. Ἐπιστρέφει γὰρ αὐτοὺς ἡ τῶν εἰρημένων παθῶν σχέσις, καὶ φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Διὸ καὶ ὁ μέ‐ γας Παῦλος ἐπιτιμῶν τοῖς κωλύουσιν αὐτὸν ἀναβαί‐ νειν εἰς Ἱεροσόλυμα, ἕλεγε· «Τί ποιεῖτε κλαίοντες
45καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ.» Ἐὰν δέ τις λάβη γυναῖκα προσφάτως, οὐκ ἐξ‐

77

.

1240

(50)

ελεύσεται εἰς πόλεμον· ἐνιαυτὸν ἕνα εὐφρανεῖ τὴν γυναῖκα αὑτοῦ, ἢν ἔλαβεν. Οὐ χρὴ γὰρ τὸν ἄρτι σύν‐ οικον ἑαυτῷ λαβόντα τὴν ἀρετὴν εἰς πόνους καὶ διωγμοὺς ἐξάγεσθαι, μέχρις ἂν καταδεσμηθείη ταῖς φιλοστοργίαις αὐτῆς· τοῦτο γὰρ ἡ ἐνιαύσιος ὑπεδή‐
55λωσεν εὐφροσύνη. Τοιοῦτόν τι πεπράχασι καὶ οἱ ἀπό‐ στολοι τοῖς ἐξ ἐθνῶν ἄρτι πρὸς τὴν εὐσέβειαν ἐλθοῦ‐
σιν ἐπιστέλλοντες. «Ἔδοξε γὰρ, φησὶ, τῷ ἁγίῳ Πνεύ‐

77

.

1241

ματι καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν ἀπέχεσθαι ὑμᾶς πορνείας, καὶ πνικτοῦ, καὶ αἵματος, καὶ εἰδωλοθύτου.» Ἐάν τις ἀνοίξῃ λάκκον, καὶ μὴ καλύψῃ αὐτὸν
5 πώματι, καὶ ἐμπέσῃ ἐκεῖ μόσχος ἢ ὄνος, ὁ κύριος τοῦ λάκκου ἀποτίσει ἀργύριον τῷ κυ‐ ρίῳ αὐτοῦ· τὸ δὲ τετελευτηκὸς ἔσται αὐτῷ. Ὁ ἐμβαθύνων τοῖς περὶ τῆς ἁγίας Τριάδος δόγμα‐ σιν, ἢ τοῖς περὶ τῆς θείας ἐνανθρωπήσεως, καὶ
10ἐξευρίσκων ἰδίαν πηγὴν γνώσεως ἐκεῖθεν, ἀσφαλι‐ ζέσθω, μή πως ἑτέροις ὄλεθρος τὸ τοιοῦτον βάθος γένηται καὶ σκανδάλου πρόφασις. Χρὴ γὰρ φροντί‐ ζειν καὶ τῶν εἰς ὕστερον ἐντυγχανόντων τῇ ἐξευρε‐ θείσῃ πηγῇ. Ἀλλὰ διὰ μὲν τοῦ μόσχου τὸ καθαρὸν
15γένος ὑπεμφαίνεται· διὰ δὲ τοῦ ὄνου τὸ ἀκάθαρτον, ἤγουν τὸ ἐν ἁμαρτίᾳ. Ὀφλήσει τε γὰρ δίκην τῷ Κυρίῳ αὐτῶν Θεῷ, καὶ αὐτῷ λογισθήσεται τοῦ πε‐ πονθότος ὁ θάνατος, τοῦτο γὰρ δίδωσι νοεῖσθαι τὸ, «Καὶ τὸ τετελευτηκὸς αὐτῷ ἔσται.»
20Ἐὰν ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας, καὶ προσεμ‐ πρήσῃ ἅλωνας ἢ ἀστάχυας, ἀποτίσει ὁ τὸ πῦρ ἐκκαύσας. Ὁ τὸ πῦρ τοῦ λόγου ἐπαφεὶς τοῖς ἀκανθώδεσι δόγμασι τῶν αἱρετικῶν, φροντισάτω μή ποτε παρα‐
25βλάψῃ καὶ ἅλων τῆς Ἐκκλησίας, ἢ στάχυας τῶν εὐ‐ σεβῶν δογμάτων τρέφοντας ψυχὰς, ἢ πεδίον τῆς θείας Γραφῆς, λεῖον τοῖς ὁδεύουσιν ὀρθῶς, καὶ μηδὲν ἔχον τραχὺ καὶ ἄναντες. Πάντα γὰρ, φησὶν, ἐνώπια τοῖς συν‐ ιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Οὐ χρὴ δὲ
30τοῖς βλαβεροῖς συνδιόλλυσθαι τὸ χρηστὸν, οὐδὲ τοῖς ἀγρίοις συνδαπανᾶσθαι τὸ ἥμερον. Κρέας θηριάλωτον οὐκ ἔδεσθε, ἀλλὰ τῷ κυνὶ ὑποῤῥίψατε αὐτό. Βρῶμα πνευματικὸν διασπαραχθὲν ἀγρίοις στόμα‐
35σιν αἱρετικῶν ἀπαγορεύει φαγεῖν, ἀποῤῥίπτειν δὲ τοῦτο τῷ ἀναιδεῖ καὶ ὑλακτικῷ καὶ ἀκαθάρτῳ συν‐ τάγματι τῶν ἄλλων αἱρετικῶν. «Ἐάν τις ἀφῇ τὸ κτῆνος αὐτοῦ, καὶ καταβοσκηθῇ ἀγρὸν ἕτερον, ἀποτίσει ἐκ τοῦ ἀγροῦ αὐτοῦ κατὰ τὸ
40γένημα αὐτοῦ. Ἑὰν δὲ πάντα τὸν ἀγρὸν καταβο‐ σκηθῇ, τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ, καὶ τὰ κάλλιστα τοῦ ἀμπελῶνος αὐτοῦ ἀποτίσει.» Ἐάν τις συγχω‐ ρήσῃ τῷ μαθητῇ αὐτοῦ λυμήνασθαι λήϊον Ἐκκλησίας Χριστοῦ. εἰ μὲν ἐκ μέρους ἡ λύμη γίνεται, ἀνάλογον
45ὁ διδάσκαλος ὑποστήσεται ζημίαν, οἴκοθεν· εἰ δὲ καθ’ ὁλόκληρον, ὅλην ἀπολέσει τὴν ἑαυτοῦ ψυχήν· αὕτη γὰρ τὰ βέλτιστα, καὶ τὰ κάλλιστα αὐτοῦ· πάντως καὶ ὁ καταλυμαινόμενος ὑφέξει τὴν δίκην. Ἐὰν εἰσέλθῃς εἰς τὸν ἄμητον τοῦ πλησίον σου,

77

.

1241

(50)

συλλέξεις ἐν ταῖς χερσί σου στάχυς, καὶ δρέ‐ πανον οὐκ ἐπιβαλεῖς. Ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμπελῶνα αὐτοῦ, φάγῃ σταφυλὴν, ὅσον ψυ‐ χὴν ἐμπλησθῆναι, εἰς δὲ ἄγγος οὐκ ἐπιβα‐ λεῖς.
55Οὐ χρὴ γὰρ κατακεχρῆσθαι ταῖς τῶν ἀδελφῶν
ἀγάπαις, τιμᾷν δὲ αὐτάρκειαν, τὸ φιλάλληλον. Καὶ

77

.

1244

ἑτέρως δὲ παραινεῖ ὁ νόμος, κερδαίνειν μὲν καὶ ὠφελεῖσθαι ἀπὸ τῆς ὁμιλίας τῶν ἐν ταῖς Ἐκκλησίαις διδασκάλων· αἱ γὰρ Ἐκκλησίαι, λήϊά τε καὶ ἀμ‐ πελῶνες· μὴ ἐπιβουλῆς [f. ἐπιβάλλῃς] τοῦ δρεπάνου,
5μηδὲ τὸ φαινόμενον ὑπὲρ τὴν χρείαν καὶ περιττὸν, ἐναπογράφεσθαι βίβλῳ, καθάπερ ἐμβάλλοντας εἰς ἄγγος. Ἴσως γὰρ εὑρεθήσονται ἐν αὐτῷ ἀδόκιμοι φωναὶ, καθάπερ τινὲς ἄχρηστοι ῥάγες, μὴ ἐπισκο‐ πηθεῖσαι, μηδὲ τῆς προσηκούσης ἐπιμελείας ἀξιω‐
10θεῖσαι, διὰ τὸ αὐτοσχέδιόν τε καὶ πρόχειρον· καὶ γενήσονται σκανδάλου πρόφασις. Εἰς τοῦτο δὲ φέρει καὶ τό· «Ἐὰν συναντήσῃς νοσσιᾷ ὀρνέων, καὶ ἡ μήτηρ θάλπῃ ἐπὶ τῶν νεοσσῶν, οὐ λήψῃ τὴν μητέρα μετὰ τῶν τέκνων. Ἀποστελεῖς τὴν μητέρα, τὰ δὲ
15παιδία λήψῃ σεαυτῷ.» Πᾶσα μὲν γὰρ ἀρετὴ μήτηρ ἐστὶ τῶν ἐξ αὐτῆς κατορθωμάτων. Νοσσιὰ δὲ αὐτῆς, ἡ ψυχὴ ἐν ᾗ κατοικεῖ. Χρὴ δὲ τοῖς μὲν κατορθώμασι τῆς ἀρετῆς ὠφελεῖσθαι τοὺς ἐντυγχάνοντας καὶ ἀπο‐ λαύειν αὐτῶν, μὴ ἐπιβουλεύειν δὲ τῇ ἀρετῇ τοῦ κα‐
20τορθοῦντος, μηδὲ ἐπιχειρεῖν ἀνελεῖν, καὶ ἀποσβέσαι αὐτὴν, διά τινος τρόπου. Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου, ἢ τὸ πρόβατον αὐτοῦ πλανώμενον ἐν τῇ ὀδῷ, παρ‐ ίδῃς αὐτὰ, ἀλλ’ ἀπόστρεψον αὐτὰ τῷ ἀδελ‐
25 φῷ σου. Κελεύει μὴ παριδεῖν τοὺς ὑπερουσίους [ἴς. ὑπεξου‐ σίους] τοῦ κατὰ πίστιν ἀδελφοῦ, πλανωμένους ἐν τῇ ὁδῷ τῆς πολιτείας τῶν δογμάτων· ἀλλ’ ἀποστρέφειν αὐ‐ τοὺς τῆς πλάνης, καὶ ἐπανασώζειν τῷ ἀδελφῷ, καὶ τὸ
30ὑστέρημα ἐκείνου ἀναπληροῦν διὰ τὴν ἀδελφίαν. «Ἐὰν δὲ, φησὶ, συναντήσῃς τῷ βοῒ τοῦ ἐχθροῦ σου, ἢ τῷ ὑποζυγίῳ αὐτοῦ, πλανωμένοις ἐν τῇ ὁδῷ, ἀποστρέ‐ ψας ἀποδώσεις αὐτῷ.» Ὁ αὐτὸς μὲν γὰρ κἀνταῦθα περὶ τῶν ὑπεξουσίων λόγος. «Ἀγαπᾶτε δὲ, φησὶ,
35τοὺς ἐχθροὺς ὑμῶν, εὖ ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς.» Ἐὰν δὲ ἴδῃς, φησὶ, τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον αὐτοῦ, οὐ παρελεύσῃ αὐτὸ, ἀλλὰ συνεγερεῖς αὐτὸ μετ’ αὐτοῦ. Πίπτει γὰρ ὁ κα‐ ταβαρούμενος τῷ ἄχθει τῶν πειρασμῶν, καὶ τῶν θλί‐
40ψεων· ὃν δεῖ συνεγείρειν, καὶ διὰ παρακλήσεως καὶ ψυχαγωγίας. Εἰ δὲ [f. d. δεῖ] τὸν βοῦν τοῦ ἐχθροῦ σου καὶ τὸ ὑποζύγιον αὐτοῦ ἐπιμελείας ἀξιοῦν· πολλῷ μᾶλλον αὐτὸν δή που τὸν ἐχθρὸν, τὸν τῆς αὐτῆς κε‐ κοινωνηκότα φύσεως.
45Οὐκ ἐρεῖς κακῶς κωφὸν, καὶ ἀπέναντι τυφλοῦ οὐ προσθήσεις σκάνδαλον. Παραινεῖ μὴ καταλαλεῖν τοῦ ἀπόντος, καὶ διὰ τοῦτο μὴ ἀκούοντος, μηδ’ ἐπιβουλεύειν τῷ ἀγνοοῦντι. Διὰ μὲν γὰρ τῆς κωφότητος τὸ μὴ ἀκούειν, διὰ δὲ τῆς

77

.

1244

(50)

τυφλότητος, τὸ μὴ γινώσκειν ὑποδηλοῦται. Ἐκέλευσεν ὁ νόμος τοῖς μαστιγοῦσι τοὺς ἁμαρτή‐ σαντας, μὴ ὑπερβαίνειν τὸν τεσσαρακοστὸν ἀριθμὸν τῶν πληγῶν· αἰνιττόμενος ὅτι αἱ μάστιγες τῶν ἁμαρτησάντων ἄχρις τῆς ἐνανθρωπήσεως τοῦ Χρι‐
55στοῦ, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, τὸ ἐνερ‐ γὸν εἶχον, περαιτέρω δὲ οὐ προέβησαν· δωρησαμένου
πᾶσι τοῖς θέλουσι πιστεύειν εἰς αὐτὸν διὰ τοῦ ἁγίου

77

.

1245

βαπτίσματος ἐλευθερίαν τῶν ἐπὶ τοῖς πεπλημμελη‐ μένοις κολάσεων. Ἐπεὶ γὰρ ἐνηνθρώπησε μὲν τὸν πέμπτον καιρὸν, ὡς ἐν τῇ περὶ τοῦ Πάσχα λεπτομε‐ ρεῖ θεωρίᾳ, ἐν τῇ βίβλῳ τοῦ Λευϊτικοῦ προδιείλη‐
5πται· ἀνέστη κατὰ τὴν ηʹ ἡμέραν. Μετὰ γὰρ τὴν ζʹ, ἤτοι τὸ σάββατον, ηʹ πάντως ἡ μετ’ ἐκείνην Κυ‐ ριακή· πεντάκις ὀκτὼ μετρήσεις, καὶ εὑρήσεις τὸν τεσσαράκοντα, ὃν οὐχ ὑπερβαίνουσιν αἱ μάστιγες τῶν ἁμαρτημάτων. «Εἰ δ’ ὑπερβήσονται, φησὶν,
10ἀσχημονήσει ὁ μαστιζόμενος.» Ἀσχήμων γὰρ ὄν‐ τως καὶ ἄτιμος ὁ μαστιζόμενος ἔτι· λέγω δὴ μετὰ τὴν χάριν τῆς εἰρημένης ἀφέσεως. Ἢ γὰρ ὡς μὴ πιστεύσας μαστίζεται, ἢ ὡς μετὰ τὴν ἄφεσιν ἁμαρ‐ τήσας.
15Οὐ καταστήσεις ἐπὶ σεαυτῷ ἄρχοντα ἄνθρωπον ἀλλότριον. Διὰ τοῦ ἀλλοτρίου ἀνθρώπου, τὸν διάβολον ὑποδη‐ λοῖ· ὂν παρανόμως καθιστῶσιν ἑαυτοῖς ἄρχοντα, οἱ πειθαρχοῦντες ἀνοήτως ταῖς πονηραῖς αὐτοῦ εἰσηγή‐
20σεσιν· «Ἀλλ’ ἐκ τῶν ἀδελφῶν σου, φησὶν, ἐκλέξῃ σεαυτῷ ἄρχοντα.» Οὗτος δέ ἐστιν ὁ Χριστὸς, ἀδελφὸς ἡμῶν, κατὰ τὴν ἐνανθρώπησιν γενόμενος, καὶ ἄρχων τῶν πειθομένων ταῖς ἐντολαῖς αὐτοῦ. Νόμιμον ἦν τοὺς ἀκουσίως φονεύσαντας εἰς τοὺς
25 τόπους τῶν ὁρισθέντων φυγαδευτηρίων ἀπ‐ άγεσθαι καὶ φυλάττεσθαι, τοῦ ἀρχιερέως δὲ τελευτήσαντος ἀπολύεσθαι. Εἶεν δ’ ἂν τοιοῦτοι φονεῖς αἱ ψυχαὶ τῶν πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ τετελευτηκότων, φο‐
30νεύσασαι μὲν ἑαυτὰς διὰ τὰς ἁμαρτίας· ἀκουσίως δὲ, ὡς παρ’ αὐτῆς ἐκβιασθείσας εἰς τοῦτο. Αἳ τῆς ἰδίας γῆς διωχθεῖσαι, καὶ εἰς τὸν ᾅδην ἀπαχθεῖσαι, καθά‐ περ εἰς φυγαδευτήριον, ἀσφαλῶς κατείχοντο. Τοῦ δὲ μεγάλου ἀρχιερέως Ἰησοῦ Χριστοῦ ἀποθανόντος,
35ἀφείθησαν ἐκ τῆς κατὰ τὸν ᾅδην εἱρκτῆς. Ὅταν εἰσέλθητε εἰς τὴν γῆν ἢν Κύριος ὁ Θεὸς δίδωσιν ὑμῖν, καὶ καταφυτεύσητε πᾶν ξύλον βρώσιμον, περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ, ὁ δὲ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ὑμῖν ἀπερι‐
40κάθαρτος. Οὐ βρωθήσεται, καὶ τῷ ἔτει τῷ τε‐ τάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος τῷ Κυρίῳ. Ἐν δὲ τῷ πέμπτῳ ἔτει, φάγεσθε τὸν καρπὸν αὐτοῦ. Ὁ παράδεισος μὲν ἡ Μωσαϊκὴ συγγραφὴ, καθά‐
45περ τισὶ φυτοῖς πολυειδέσι καὶ ὡραίοις βρύουσα τοῖς καλλίστοις καὶ ποικίλοις νομοθετήμασι. Κελεύει δὲ ὁ Θεὸς περιελεῖν τὴν ἑκάστου φυτοῦ ἀκαθαρσίαν· τοῦτ’ ἔστι, τὸ ἑκάστου νόμου σωματικόν τε καὶ αἰ‐ σθητόν. Ἀκαθαρσία γὰρ τοῦτο τοῖς πνευματικοῖς

77

.

1245

(50)

φυτοκόμοις, ὡς ἄχρηστόν τε καὶ βλαβερόν. Πρὸς τού‐ τους γὰρ ὁ λόγος. Τρία μὲν οὖν ἔτη, καθ’ οὓς ἦν ὁ καρπὸς τῶν φυτῶν ἀπερικάθαρτος, οἱ τρεῖς καιροί· ὁ κατὰ Μωσέα, ὁ κατὰ τὸν Ἰησοῦν τοῦ Ναυῆ, ὁ κατὰ τοὺς κριτὰς, καθ’ οὓς ἦν ὁ καρπὸς τῶν νόμων ἀσυμ‐
55φανής· ἤτοι τὸ κεκρυμμένον αὐτοῦ, καὶ πνευματικῶς νοούμενον, τῷ πάχει τῆς ἱστορίας καὶ τῇ σκιᾷ κα‐
λυπτόμενον. Τέταρτον δὲ ἔτος ὁ καιρὸς τῶν προφη‐

77

.

1248

τῶν, καθ’ ὃν ὁ δηλωθεὶς καρπὸς ἅγιος γέγονε τῷ Κυ‐ ρίῳ, λοιπὸν ἀναφερόμενος εἰς τὸν Χριστὸν, διὰ τῆς μαρτυρίας τῶν προφητικῶν φωνῶν. Πέμπτον δὲ ἕτος, ὁ πέμπτος καιρός· καθ’ ὃν ὁ Χριστὸς ἐνηνθρώπησεν,
5ὡς ἀνωτέρω δεδήλωται. Ἔκτοτε γὰρ περιαιρεθέντος τοῦ καλύμματος, μεταλαμβάνομεν οἱ πιστοὶ χρησίμως τοῦ καρποῦ τῆς Μωσαϊκῆς νομοθεσίας.
8tΕΚ ΤΗΣ ΒΙΒΛΟΥ ΙΗΣΟΥ ΤΟΥ ΝΑΥΗ
9Γαβαὼ μὲν ἔστιν ὁ ὑψηλὸς νοῦς· φάραγξ δὲ, ἡ τῷ
10θανάτῳ ταπεινωθεῖσα σάρξ· καὶ ὁ ἥλιος μὲν, ὁ φωτί‐ ζων τὸν νοῦν λόγος καὶ χορηγῶν αὐτῷ θεωρημάτων δύναμιν, καὶ πάσης ἀγνοίας ἀπαλλάττων· σελήνη δὲ ὁ φυσικὸς νόμος, ἤγουν ἡ φυσικὴ διάκρισις, μετρίως φωτίζουσα καὶ πείθουσα τὴν σάρκα ὑποταγῆναι τῇ
15ψυχῇ. Φύσεως γὰρ σύμβολον ἡ σελήνη, διὰ τὸ τρε‐ πτόν. Ὅστις γοῦν δι’ εὐσεβοῦς πολιτείας παρατάσ‐ σεται πρὸς τοὺς ἀοράτους ἐχθροὺς, Ἰησοῦς ὁ τοῦ Ναυῆ γίνεται· καὶ εὔχεται στῆναι αὐτῷ τὸν μὲν ἥλιον, ὡς εἴρηται, κατὰ Γαβαὼ, τὴν δὲ σελήνην κατὰ φά‐
20ραγγα· τοῦτ’ ἔστι, παραμεῖναι αὐτῷ πρὸς καθαίρε‐ σιν τῶν τῆς κακίας ὀχυρωμάτων, καὶ ἀναίρεσιν τῶν πολεμίων. Ὥσπερ μετὰ τὴν τελευτὴν Μωσέως Ἰησοῦς ὁ τοῦ Ναυῆ τὴν ἡγεμονίαν παρέλαβεν· οὕτω μετὰ τὴν τε‐
25λευτὴν τοῦ νομικοῦ γράμματος, Ἰησοῦς ὁ Χριστὸς τὴν ἡγεμονίαν τοῦ νέου λαοῦ παρέλαβε· καὶ ὥσπερ διὰ τῶν πετρίνων μαχαιρῶν, διὰ τοῦ στεῤῥοῦ λόγου τῶν ἐντολῶν αὐτοῦ περιέτεμε τούτου τὴν πρὸς τὰ αἰσθητὰ σχέσιν, καὶ παρεσκεύασεν αὐτὸν διαπεράσαι
30τὸ ῥέον καὶ ἄστατον τοῦ παρόντος βίου, μὴ βραχέντα, τοῦτ ἔστι, μὴ ἐνσχεθέντα τούτῳ· τοῖς ὤμοις δὲ τῶν ἀρετῶν ἐπικειμένην φέροντα τὴν κιβωτόν· λέγω δὴ τὴν δεκτικὴν τῶν θείων μυστηρίων γνῶσιν.
34tΤΗΣ ΠΡΩΤΗΣ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ.
35Περὶ Σαοὺλ καὶ Δαβίδ. Ὁ παλαιὸς νόμος κατὰ μόνον τὸ γράμμα λαμβα‐ νόμενος, Σαούλ ἐστιν, ἐπίληπτος, ἅτε μυρίαις δονού‐ μενος ἐναντιώσεσι, καὶ μηδεμίαν ἔχων πρὸς ἑαυτὸν συμφωνίαν. Ἡνίκα δὲ ἐπηχήσῃ αὐτῷ ἡ κιθάρα τοῦ
40Δαβὶδ, ἤγουν ἡ σοφία τοῦ ὑποκεκρυμμένου πνεύμα‐ τος· τοῦτ’ ἔστιν, ὁ πνευματικὸς νοῦς· εὐθὺ σωφρο‐ νεῖ, τοῦ πονηροῦ πνεύματος τῆς ἐναντιώσεως ἀπ‐ ελαυνομένου. Καὶ δώσω, φησὶ, τὴν βασιλείαν τῷ πλησίον σου,
45τῷ ἀγαθῷ ὑπὲρ σέ. Καθάπερ γὰρ ὁ Δαβὶδ πλησίον ἦν τοῦ Σαοὺλ, ὡς καὶ αὐτὸς εἰς βασιλέα χρισθείς· οὕτω καὶ τὸ πνεῦμα πλησίον ἦν τοῦ ἐν τῷ νόμῳ γράμματος, ὡς ὑποκε‐ κρυμμένον αὐτῷ. ᾯ καὶ δέδοται λοιπὸν τὸ κράτος,

77

.

1248

(50)

σβεσθέντος μὲν τοῦ κατὰ τὸ γράμμα λαμβανομένου νόμου, λάμψαντος δὲ τοῦ κατὰ τὸ πνεῦμα νοουμένου· ὃς καὶ ἀγαθὸς ἦν ὑπὲρ ἐκεῖνον, ὅσῳ καὶ πολλὰ καλ‐ λιόνα τῶν αἰσθητῶν τὰ νοητὰ, καὶ τῶν κατασπώντων
εἰς γῆν, τὰ εἰς οὐρανὸν ἀνέλκοντα. Ὁ Σαοὺλ, ὁ φυσι‐

77

.

1249

κός ἐστι νόμος, ὁ κατ’ ἀρχὰς κυριεύειν τῆς φύσεως παρὰ τοῦ Κυρίου λαχών. Ἐπεὶ δὲ παρέβη τὴν ἐντο‐ λὴν διὰ παρακοῆς, φεισάμενος τοῦ Ἀγὰγ βασιλέως Ἀμαλὴκ, τοῦτ’ ἔστι τοῦ σώματος, καὶ πρὸς τὰ πάθη
5κατώλισθεν, ἐξωθεῖται τῆς βασιλείας, ἵνα παραλάβῃ τὸν Ἰσραὴλ ὁ Δαβὶδ, τοῦτ’ ἔστιν, ὁ νόμος τοῦ πνεύ‐ ματος ὁ γεννῶν τὴν εἰρήνην τὴν οἰκοδομοῦσαν περι‐ φανῶς τῷ Θεῷ τὸν τῆς θεωρίας ναόν. Σαμουὴλ ὑπακοὴ Θεοῦ ἑρμηνεύεται. Οὐκοῦν ἕως
10ἂν ὁ καθ’ ὑπακοὴν λόγος ἐν ἡμῖν ἱερατεύῃ, κἂν φεί‐ σηται τοῦ Ἀγὰγ ὁ Σαοὺλ, τοῦτ’ ἔστι, τοῦ χοϊκοῦ φρονήματος· ἀλλ’ οὖν ἀποκτενεῖ τοῦτον ζηλώσας ὁ ἱερεὺς λόγος, καὶ πλήξει καταισχύνων τὸν φιλαμαρ‐ τήμονα νοῦν, ὡς παραβάτην τῶν θείων δικαιωμάτων.
15 Ἐπὰν ὁ νοῦς ὑψηλοφρονήσας, τὸν κατὰ τῶν πα‐ θῶν αὐτὸν χρίσαντα τῆς διδασκαλίας λόγον, διὰ τῆς προσηκούσης ἐρεύνης ἐπερωτᾷν περὶ τῶν ποιητέων καὶ οὐ ποιητέων παύσαιτο, τοῖς πάθεσι πάντως ἐξ ἀγνοίας ἁλίσκεται, δι’ ὧν κατὰ μέρος τοῦ Θεοῦ χω‐
20ριζόμενος, ἐν ταῖς ἀκουσίοις περιστάσεσι προσχω‐ ρεῖται τοῖς δαίμοσι, τὴν κοιλίαν θεοποιῶν, κἀκεῖθεν εὑρέσθαι θέλων τῶν πιεζόντων παράκλησιν. Καὶ πει‐ θέτω σε Σαοὺλ ἐν πᾶσι σύμβουλον μὴ λαμβάνων τὸν Σαμουὴλ, καὶ ἐξ ἀνάγκης εἰδωλολατρίαν μεταστρε‐
25φόμενος, καὶ τὴν ἐγγαστρίμυθον, ὡς δή τινα τὸν θεὸν, ἐπερωτᾷν ἀνεχόμενος.
27tΤΗΣ ΔΕΥΤΕΡΑΣ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ.
28Περὶ Δαβὶδ καὶ Ἀβεσσαλώμ. Δαβὶδ μὲν ὁ πρακτικὸς νοῦς, Ἀβεσσαλὼμ δὲ ἡ
30οἴησις, ἣν ἀπεγέννησεν ἐκ τῆς πρὸς τὴν αἴσθησιν συνουσίας. Ἑρμηνεύεται μὲν γὰρ Ἀβεσσαλὼμ πα‐ τρὸς εἰρήνη νομιζομένη· νομίζοντες δὲ εἰρηνεύειν παθῶν, συνιστῶμεν τὴν οἴησιν· ἣν ἐπαναστᾶσαν αὐτῷ γνοὺς ὁ δηλωθεὶς Δαβὶδ, ἅτε μετὰ γνώσεως πράττων,
35ἀφεὶς τὴν ἁγίαν σκηνὴν, καὶ τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν, τοῦτ’ ἔστιν, τὴν μυστικὴν θεολογίαν καὶ τὴν εἰρηνικὴν τῶν θείων θεωρίαν, καὶ τὴν ἐπὶ τοῖς προλαβοῦσι καλοῖς εὐχαριστήριον ἐξομολόγησιν, φεύ‐ γει πρὸς τὴν Γαλαὰδ, ἤτοι μετοικίζεται πρὸς τὸ
40πένθος. Γαλαὰδ γὰρ μετοικεσία μαρτυρίου .... καὶ πρὸς τοῖς εἰρημένοις ἀποκάλυψις· μετοικίζεται καὶ πρὸς τὸν διὰ τοῦ συνειδότος ἔλεγχον, καὶ πρὸς τὴν κατ’ εἶδος τῶν ἁμαρτημάτων φανέρωσιν, καὶ οὕτως ἐν συναισθήσει τῆς ἑαυτοῦ γενόμενος ἀσθενείας, καὶ
45τὴν ταπεινοφροσύνην εἰς βοήθειαν ἐπισπασάμενος, ἀναιρεῖ τὴν τοῦ τυράννου οἴησιν, καὶ πάλιν ἐπανέρ‐ χεται πρὸς τὴν Ἰουδαίαν, καὶ τὴν Ἱερουσαλὴμ, καὶ τὴν ἁγίαν σκηνήν· λέγω δὴ, πρὸς τὴν ἐξομολογητι‐ κὴν εὐχαριστίαν, καὶ εἰρηνικὴν καὶ ἀπαθῆ τῶν ὄντων

77

.

1249

(50)

θεωρίαν, καὶ τὴν ὑψηλὴν θεολογίαν. Ἀβεσσαλώμ ἐστι, πᾶς οἰηματίας καὶ ὑπερήφανος,
ὃς τὴν κόμην τρέφων, ἤτοι τὴν φαινομένην ἀρετὴν

77

.

1252

ἢ γνῶσιν, καὶ ἐπὶ ταύτῃ μέγα φρονῶν, διὰ ταύτης ἁλίσκεται, φυσίωσιν ἐμποιησάσης αὐτῷ, καὶ τὴν ἐκ ταύτης ἀπώλειαν, καὶ κρεμᾶται ἀνάμεσον οὐρανοῦ καὶ γῆς. Οὔτε γὰρ ἔχει γνῶσιν ἀληθινὴν, καθάπερ
5οὐρανὸν ἀνέλκουσαν αὐτὸν, κατασπώσης οἰήσεως· οὔτε μὴν ἀρετὴν ἀληθινὴν, καθάπερ γῆν καθέλκου‐ σαν αὐτὸν, κατασπώσης φυσιώσεως. Τιτρώσκεται δὲ τρισὶ βέλεσι κυρίως, τῇ τε αἰσχύνῃ τῆς ἀνωφελοῦς διὰ τὴν οἴησιν πράξεως, καὶ τῇ ἐκδοχῇ τῆς αἰωνίου
10κολάσεως. Θνήσκει δὲ πρὸ αὐτοῦ δι’ ἀγχόνης ὁ Ἀχι‐ τόφελ, ἑρμηνευόμενος ἀδελφὸς δόλῳ φιλάζων. Τοιοῦτος δὲ ὁ διάβολος· οὐ φέρων γὰρ τὴν ἧτταν ἀπάγχεται «Καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαβὶδ, γʹ ἔτη·
15ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ. Καὶ ἐζήτησε Δαβὶδ τὸ πρόσωπον Κυρίου, καὶ εἶπε Κύριος· Ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἡ ἀδικία, περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας.» Δαβὶδ μὲν ὁ κατὰ τὸ πνεῦμα νόμος, ὁ βασιλεύων
20τῶν πνευματικῶς Θεῷ λατρευόντων Χριστιανῶν. Σαοὺλ δὲ ὁ κατὰ γράμμα νόμος, ὁ βασιλεύων τῶν σωματικῶς Θεῷ λατρευόντων Ἰουδαίων. Ἐπεὶ καὶ Δα‐ βὶδ ἑρμηνεύεται ἐξουδένωσις, καὶ ἱκανὸς ὁράσει. Τοιοῦτος δὲ ὁ εὐαγγελικὸς νόμος· τὸ μὲν παρ’ Ἰου‐
25δαίοις νομιζόμενος, τὸ δὲ παρὰ Χριστιανοῖς. Ὥσπερ καὶ Σαοὺλ ἑρμηνεύεται δεδανεισμένος, ἢ δάνειον. Τοιοῦτος δὲ ὁ Μωσαϊκὸς νόμος, κατὰ τὸ γράμμα λαμβανόμενος. Πρόσκαιρος γὰρ ἐδόθη καὶ μέχρι τῆς ἐπιδημίας τοῦ εὐαγγελικοῦ. Εἰ γὰρ καὶ
30αἰτητὸς ᾅδης καθ’ ἕτερον λόγον ὁ Σαοὺλ ἑρμηνεύεται, ἀλλὰ τὸ δηλωθὲν σημαινόμενον ἐνταῦθα οἰκεῖον. Γα‐ βαωνῖται δὲ, οἱ κατὰ τὴν φυσικὴν θεωρίαν ὑψηλότε‐ ροι λόγοι. Γαβαωνῖται γὰρ ὀρεινοὶμετέωροι ἑρμη‐ νεύονται. Οὓς διέσωσεν Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἀπο‐
35κτείνας τοὺς πολεμοῦντας αὐτοῖς εʹ βασιλεῖς· καὶ κατ‐ έστησεν αὐτοὺς τῇ σκηνῇ ξυλοφόρους καὶ ὑδροφόρους, προτυπῶν τὸν Ἰησοῦν Χριστὸν, ὃς ἀπέκτεινε τοὺς κατὰ τὴν πενταδικὴν αἴσθησιν πολεμοῦντας τοῖς κατὰ τὴν φυσικὴν θεωρίαν ὑψηλοτέροις λόγοις, ἐμπαθεῖς
40λογισμοὺς καὶ τρόπους, καὶ περιποιησάμενος. Τού‐ τους δὲ τοὺς νοητοὺς Γαβαωνίτας κατέστησε τῇ σκηνῇ τῶν θείων μυστηρίων, ξυλοφόρους μὲν, ὡς χορηγοῦν‐ τας ὕλην ἐξαπτικὴν τοῦ φωτὸς τῆς γνώσεως· ὑδρο‐ φόρους δὲ, ὡς κομίζοντας ῥύψιν τῶν παθῶν· ἡ γὰρ
45ἐν πνεύματι φυσικὴ θεωρία μέση τις οὖσα τύπων καὶ ἀληθείας, τῶν μὲν ἀπάγει, πρὸς δὲ τὴν ἐπανάγει. Τούτους τοίνυν ἀναιρεῖ καὶ ἔξω ποιεῖ τῆς τῶν θείων μυσταγωγίας Σαοὺλ, ὁ τοῦ γράμματος νόμος, ὁ τῶν κατὰ μόνην τὴν αἴσθησιν ζώντων βασιλεύων· καὶ εἴ

77

.

1252

(50)

τις μόνου τοῦ γράμματος ἀντεχόμενος, ἀθετεῖ τὸ ὑποκρυπτόμενον τῷ γράμματι πνεῦμα. Τυποῦσι δὲ οἱ Γαβαωνῖται καὶ τὴν ἐθνικὴν μερίδα τῷ κληροδότῃ τῶν θείων ἐπαγγελιῶν Ἰησοῦ, καὶ προσταττομένων ξυλοφορεῖν καὶ ὑδροφορεῖν, τοῦτ’ ἔστι, τὴν περὶ τοῦ
55σωτηρίου σταυροῦ καὶ ζωοποιοῦ βαπτίσματος γνῶσιν
βαστάζειν· καὶ διὰ μὲν τῆς πρακτικῆς· ὡς ξύλα τὴν

77

.

1253

νέκρωσιν τῶν ἐπὶ γῆς μελῶν παραφέρειν· διὰ δὲ τῆς θεωρητικῆς, ὡς ὕδωρ τὴν ἐπιῤῥοὴν τῆς γνώσεως. Ὠργίσθη μὲν οὖν ὁ Θεὸς, διὰ τὴν τῶν Γαβαωνιτῶν ἀναίρεσιν. Ἐπήγαγε δὲ τὸν λιμὸν, οὐκ ἐν ταῖς ἡμέ‐
5ραις τοῦ ἀνελόντος αὐτοὺς Σαοὺλ, ἀλλὰ ἐν ταῖς τοῦ Δαβίδ· ὅτι μηδὲ πέφυκε, ζῶντος τοῦ νομικοῦ γράμ‐ ματος καὶ βασιλεύοντος τῶν σωματικῶν καὶ παχῶν τὴν διάνοιαν Ἰουδαίων, γνωσθῆναι τὸν λιμὸν τῆς πνευ‐ ματικῆς γνώσεως· ἀλλ’ ἀποθανόντος ἐκείνου τῷ πέ‐
10ρατι τοῦ χρόνου τοῦ ὁρισθέντος τῇ σωματικῇ λατρείᾳ τοῦ νόμου, μᾶλλον ἐν ταῖς ἡμέραις Δαβὶδ γενέσθαι, τοῦ νομικοῦ λέγω πνεύματος, τοῦ ὑποκεκρυμμένου τῷ γράμματι, λάμψαντος ἤδη καὶ βασιλεύοντος τῶν πνευματικῶν καὶ λεπτῶν τὴν διάνοιαν Χριστιανῶν.
15Οἱ μὲν γὰρ περὶ τὸν εἰρημένον Σαοὺλ, μηδέποτε πνευματικῶς γνώσεως ἀπολαύσαντες, οὐδὲ τὸν λιμὸν αὐτῆς ἠδύναντο γνῶναι. Λιμὸς γάρ ἐστιν ἔκλειψις τῶν κατὰ πεῖραν ἀγαθῶν ἐγνωσμένων. Ἐνταῦθα δὲ καὶ σπάνις τῶν πνευματικῶν τῆς ψυχῆς βρωμάτων.
20Οἱ δ’ ἀμφὶ τὸν δηλωθέντα Δαβὶδ, οὗτοι μάλιστα λι‐ μώττουσι τοῦτον τὸν λιμὸν, ὅταν περιέπωσι τὸ γένος Σαοὺλ, ἐν τῷ περιέπειν τὸ γράμμα, καὶ σωματικῶς ἐκδέχεσθαι τὰ τῆς θείας Γραφῆς. Περὶ οὗ γένους προϊόντες ἐροῦμεν. Λιμὸς δὲ τριῶν ἐτῶν, ἡ ἔλλειψις
25τῆς κατὰ τοὺς τρεῖς νόμους, τόν τε φυσικὸν καὶ τὸν Μωσαϊκὸν, καὶ τὸν εὐαγγελικὸν, πνευματικῆς γνώ‐ σεως. Ἡ γὰρ ἔνδεια τῆς κατὰ τὸν Μωσαϊκὸν νόμον πνευματικῆς θεωρίας, ἔχει παρεπομένην καὶ τὴν κατὰ τὸν φυσικὸν, καὶ τὴν κατὰ τὸν εὐαγγελικόν· διὸ
30καὶ ἀλλήλων ἔχεσθαι λέγονται. Καὶ ἄλλως γὰρ ὁ τὸν Μωσαϊκὸν νόμον σωματικῶς λαμβάνων, λιμώττει τὰ τρία ταῦτα ἀρετὴν, καὶ θέωσιν. Ὥσπερ δὲ τὸ πρόσωπον χαρακτηριστικόν ἐστι τοῦ καθ’ ἕκα‐ στον, οὕτως καὶ ἡ πνευματικὴ γνῶσις ἐμφατικῶς
35χαρακτηρίζει τὸ Θεῖον· ἣν ὁ ἐκζητῶν, λέγεται ἐκζη‐ τεῖν τὸ πρόσωπον τοῦ Κυρίου, κατὰ τὸν Δαβὶδ, καὶ μανθάνει τὴν αἰτίαν τοῦ τοιούτου λιμοῦ, ὅτι κατὰ τοῦ Σαοὺλ, καὶ κατὰ τοῦ οἴκου αὐτοῦ ἡ ἀδικία αὕτη, ἣν ἠδίκησε τοὺς Γαβαωνίτας. Ἀνθ’ ὅτου γὰρ,
40φησὶν, ἐθανάτωσε τοὺς Γαβαωνίτας, ὡς προτεθεώ‐ ρηται. Οἶκος δὲ Σαοὺλ τὸ γένος αὐτοῦ, τοῦτ’ ἔστιν, οἱ ἀγαπῶντες αὐτόν. Εἶεν δ’ ἂν οὗτοι οἱ μόνοι τοῦ γράμματος ἀντεχόμενοι. «Καὶ ἐκάλεσε, φησὶ, Δαβὶδ τοὺς Γαβαωνίτας καὶ εἶπεν αὐτοῖς· Τί ποιήσω ὑμῖν,
45καὶ ἐν τίνι ἐξιλάσομαι, καὶ εὐλογήσετε τὴν κληρο‐ νομίαν Κυρίου; Καὶ εἶπον πρὸς τὸν βασιλέα· Ὁ ἀνὴρ ὃς συνετέλεσεν ἡμᾶς, καὶ ἐδίωξεν ἡμᾶς, καὶ ἐλογί‐ σατο ἐξολοθρεῦσαι ἡμᾶς, ἀφανίσωμεν αὐτὸν, τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ. Δότε ἡμῖν ζʹ

77

.

1253

(50)

ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσομεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ βουνῷ Σαούλ. Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς βʹ υἱοὺς Ῥεσφᾶς παλλακῆς Σαοὺλ, τὸν Ἑρμονθὶ, καὶ τὸν Μεμφιβοσὲθ, καὶ τοὺς εʹ υἱοὺς Μερὼβ θυγα‐ τρὸς Σαοὺλ, οὓς ἔτεκε τῷ Ἐσριὴλ, καὶ ἔδωκεν αὐ‐
55τοὺς ἐν χειρὶ τῶν Γαβαονιτῶν, καὶ ἐξηλίασαν αὐτοὺς
ἐν τῷ ὄρει ἐναντίον Κυρίου, καὶ ἔπεσον ἐκεῖ οἱ ζʹ

77

.

1256

ἐπὶ τὸ αὐτὸ, καὶ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ, ἐν ἀρχῇ θερισμοῦ κριθῶν.» Πᾶς τοιγαροῦν ὁ μὲν διὰ πράξεως κατανοήσας τὴν ἐπισκήψασαν ὀργὴν τοῦ Θεοῦ, διὰ δὲ θεωρίας ἐκζητήσας τὸν Θεὸν, διδάσκεται
5μὲν τὴν αἰτίαν, ὡς προείρηται· κελεύεται δὲ ἐκδοῦ‐ ναι τοὺς βʹ υἱοὺς, καὶ πέντε υἱωνοὺς τοῦ Σαοὺλ, εἰς θάνατον. Δύο μὲν υἱοὺς, τήν τε κατὰ σῶμα ἁμαρτίαν, καὶ τὴν κατὰ νοῦν αὖθις ἁμαρτίαν, ἤτοι τὴν κατ’ ἐνέργειαν καὶ τὴν καθ’ ἕξιν· φημὶ δὴ τὴν κατὰ πρᾶ‐
10ξιν, καὶ τὴν κατὰ συγκατάθεσιν. Πέντε δὲ υἱωνοὺς, τὰς πέντε χρήσεις τῶν πέντε αἰσθήσεων. Μήτηρ μὲν οὖν τῶν υἱῶν τοῦ Σαοὺλ, Ῥεσφὰ, ἥτις ἑρμηνεύεται δρόμος στόματος. Ἡ δὲ διὰ μόνου στόματος προφορὰ τοῦ νόμου, καὶ μὴ δι’ ὑψηλοτέρου νοὸς ἀνάβασις, εἰ‐
15κότως γεννᾷ τοὺς δηλωθέντας βʹ υἱούς. Μήτηρ δὲ τῶν υἱῶν αὐτοῦ Μερώβ· ἥτις ἑρμηνεύεται πλησμονὴ φάρυγγος, ἤτοι γαστριμαργία. Αὕτη δὲ πάλιν ἀκολού‐ θως γεννᾷ τὰς εἰρημένας παραχρήσεις· καὶ ἡ μὲν Ῥεσφὰ, παλλακὴ, διὰ τὴν ἀπρεπῆ καὶ ἀναξίαν τοῦ
20νόμου μίξιν. Δεῖ γὰρ μὴ διὰ μόνου στόματος προφέ‐ ρεσθαι τὸν νόμον· ἀλλὰ καὶ δι’ ὑψηλοτέρας θεωρίας· ἣ γεννᾷ τὴν γαστριμαργίαν. Ἵνα δὲ καὶ τὰ ὀνόματα τῶν ἐκ Ῥεσφᾶς υἱῶν ἀναπτύξωμεν, Ἑρμοθὶ μὲν ἑρμηνεύεται ἀνάθεμα· τοιοῦτον δὲ ἡ κατὰ σῶμα
25ἁμαρτία, ἀνατιθεῖσα τῷ δαίμονι τὸν ταύτην ἐνεργοῦν‐ τα. Μεμφιβοσθὲ δὲ αἰσχύνη. Τοιοῦτον δὲ πάλιν ἡ κατὰ νοῦν ἁμαρτία, αἰσχύνουσα τὸν νοῦν, ὅς ἐστι δόξα ψυχῆς. Ἐπειδὴ δὲ καὶ Ἐσδριὴλ, τοῦ ἀνδρὸς τῆς Μερὼβ ἐμνημόνευσεν ὁ λόγος, ἑρμηνεύεται δὲ Ἐσ‐
30δριὴλ βλέψις δυνατή· τοιοῦτον δὲ ὁ νοῦς· εἴη ἂν Ἐσδριὴλ, ὁ ἐπικλινόμενος τῇ γαστριμαργίᾳ νοῦς, καὶ συγγινόμενος αὐτῇ. Τοιγαροῦν πᾶς ἐκζητῶν τὸ πρόσωπον Κυρίου κατὰ τὸν Δαβὶδ, ἀναιρεῖ τοὺς εἰ‐ ρημένους υἱοὺς καὶ υἱωνοὺς τοῦ Σαοὺλ, διὰ μέσης
35τῆς φυσικῆς θεωρίας, ἐν τῷ ὕψει τῆς γνώσεως, ὥσπερ ἐκεῖνος ἐκείνους διὰ τῶν Γαβαωνιτῶν ἐν τῷ ὄρει, καὶ ἐξηλιάζει αὐτοὺς ἔναντι Κυρίου· τοῦτ’ ἔστι, δεί‐ κνυσιν αὐτοὺς νεκροὺς ἐνώπιον Κυρίου. Ἐξηλιασμὸν γὰρ ἐνταῦθα νοοῦμεν τὴν φανέρωσιν, ἣν τὰ πάθη
40πάσχουσι, διὰ τῶν ὑψηλῶν τῆς φύσεως λογισμῶν κατὰ τὴν ὑψηλὴν θεωρίαν θριαμβευόμενα. Καὶ οὕτως ἐξιλεοῦται τὸν Θεόν. Ἀρχὴ δὲ θερισμοῦ κριθῶν, ἡ ἀρχὴ τῆς κατὰ φυσικὴν θεωρίαν εὐσεβείας, ὅτε θε‐ ρίζονται τὰ θρεπτικὰ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς
45νοήματα. Ἀλλὰ πῶς οἱ Γαβαωνῖται λέγουσιν ἀφανί‐ σαι τὸν Σαοὺλ ἐκ παντὸς ὁρίου Ἰσραὴλ, καίτοι Μα‐ ριβαὰλ τοῦ υἱοῦ μὲν Ἰωνάθαν, υἱωνοῦ δὲ Σαοὺλ, παρὰ τῷ Θεῷ διασωθέντος, καὶ ἄλλων πολλῶν συγγε‐ νείας Σαοὺλ, ὡς ἡ τῶν Παραλειπομένων διδάσκει βί‐

77

.

1256

(50)

βλος; Ἀλλ’, ὡς ἔοικεν, οἰκονομικῶς παρεμίγη τῇ ἱστο‐ ρίᾳ τὸ παράλογον, ἵνα ζητήσαντες ἐν τῇ ἀναγωγῇ, τὸ εὔλογον εὕρωμεν. Ὅταν γὰρ οἱ κατὰ τὴν φυσικὴν θεωρίαν ὑψηλότεροι λόγοι τὸ ἐνδόσιμον λαβόντες ἀπὸ τοῦ νοητοῦ Δαβὶδ, ἤτοι τοῦ κατὰ τὸ πνεῦμα νόμου,
55τοὺς ἀνωτέρω διαληφθέντας υἱοὺς καὶ υἱωνοὺς τοῦ

77

.

1257

Σαοὺλ ἀποκτείνωσιν· τότε πάντως ἐξαφανίζεται ἐκ παντὸς ὁρίου Ἰσραὴλ, τοῦτ’ ἔστιν, ἐκ παντὸς λόγου τε καὶ τρόπου πνευματικῆς θεωρίας, ὁ σωματικὸς νοῦς τοῦ Μωσαϊκοῦ νόμου, καὶ ἡ κατὰ τὸ γράμμα,
5κατὰ τὴν αἴσθησιν ἐκδοχή. «Καὶ ἔλαβε, φησὶ, Ῥεσφὰ τὸν σάκκον, καὶ διέστρωσεν αὐτὸν ἑαυτῇ ἐπὶ τὴν πέ‐ τραν, ἕως ἔσταξεν ἐπ’ αὐτοὺς ὕδατα Θεοῦ ἐξ οὐρανοῦ.» Ῥεσφὰ μὲν ἔστιν ὡς εἴρηται ἡ διὰ μόνου στόματος προφορὰ τοῦ νόμου, ἥ τις μετὰ τὴν ἀναίρεσιν τῶν
10ἐξ αὐτῆς παθῶν, ὡς προδιείληπται, καθάπερ σάκκον τὴν μετάνοιαν στρώννυσιν ἑαυτῇ, ἐπὶ τὴν πέτραν τῶν στεῤῥῶν δογμάτων τῆς κατὰ Χριστὸν πίστεως, ἕως καταπεμφθῶσιν αἱ τῶν θείων Γραφῶν γνώσεις ἐκ τοῦ ὕψους τῆς πνευματικῆς θεωρίας, αἱ σβεστικαὶ
15μὲν τῶν παθῶν, ἐξαπτικαὶ δὲ τῶν ἀρετῶν. Καὶ ἐπήκουσε, φησὶν, ὁ Θεὸς τῇ γῇ. Μετὰ ταῦτα ἐπ‐ ήκουσεν αὐτῇ, δεομένῃ τῆς ἄνωθεν ῥοπῆς, καὶ τρόπον τινὰ δυσωπούσῃ διὰ τοῦ ἀκόσμου σχήματος. Γῆ μὲν οὖν ἡ καρδία τοῦ μετανοοῦντος, ὄμβροι δὲ, αἱ τῶν
20δακρύων ἐπιῤῥοαί. Εὐθηνία δὲ καρπῶν ἡ χορηγία τῶν πνευματικῶν χαρισμάτων. Καὶ σῖτος μὲν ὁ διὰ πράξεως στηριγμὸς τῆς ψυχῆς. Οἶνος δὲ ἡ διὰ θεω‐ ρίας εὐφροσύνη τοῦ νοῦ. Ἔλαιον δὲ ἡ δι’ ἀμφοτέρων ἱλαρότης καὶ κατάστασις, καὶ ὁ διὰ τοῦ ἁγίου Πνεύ‐
25ματος φωτισμός.
30Καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ πρωῒ ἕως ὥρας ἀρίστου. Ἀπὸ πρωῒ γὰρ, τοῦτ’ ἔστιν, ἐκ τοῦ πρώτου και‐ ροῦ τῆς ἀνθρωπίνης ζωῆς, ὁ θάνατος διὰ τὴν ἁμαρ‐ τίαν κατενεμήθη τοὺς ἀνθρώπους ἕως ὥρας ἀρίστου,
35τοῦτ’ ἔστιν, ἀπὸ Ἀδὰμ ἄχρι τοῦ Χριστοῦ. Οὗτος γάρ ἐστιν ἄριστος ὡς ἄρτος τῆς ζωῆς, καὶ ὡς τρέφων καὶ ποτίζων ἡμᾶς τῷ ἀχράντῳ αὐτοῦ σώματι, καὶ τῷ τιμίῳ αἵματι. Καὶ εἶπε Δαβίδ· «Ἰδοὺ ἐγὼ ἡμάρ‐ τηκα, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα· γενέσθω δὴ
40ἡ χείρ σου ἐν ἐμοὶ, Κύριε.» Χριστὸς γὰρ ὁ νέος Δα‐ βὶδ, ὁ ποιμὴν ὁ καλὸς, εἰς ἑαυτὸν τὰς ἁμαρτίας ἡμῶν ἀναδεξάμενος, ἔθηκε τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων. Καὶ ἐξέτεινεν ὁ ἄγγελος τὴν χεῖρα αὐτοῦ, φησὶν, εἰς Ἱερουσαλὴμ τοῦ διαφθεῖραι ἐν αὐτῇ. «Καὶ παρ‐
45εκλήθη Κύριος καὶ εἶπεν, Ἱκανὸν νῦν, ἄνες τὴν χεῖρά σου.» Ἱερουσαλὴμ γὰρ ἡ Ἐκκλησία τῶν πιστῶν ὑπὲρ ἧς ὁ Χριστὸς ἀποθανὼν, καὶ παράκλητος ὑπὲρ ἡμῶν πρὸς τὸν Πατέρα γενόμενος, ἔστησε τὴν θανα‐ τηφόρον χεῖρα τοῦ ὀλοθρεύοντος. Ἀναστὰς γὰρ ἐκ

77

.

1257

(50)

νεκρῶν κατήργησε τὸν θάνατον, καὶ ἀπαρχὴ ἀθα‐ νασίας τοῖς οἰκήτορσι τῆς Ἐκκλησίας ἐγένετο. Εἶτα κατὰ θείαν ὑπόμνησιν ὁ Δαβὶδ ἔνθα τὸν ὀλοθρευτὴν ἄγγελον εἶδεν, ἑστήκει διαπήξας θυσιαστήριον, ὁλο‐ καυτώματα καὶ εἰρηνικὰ ἀνήνεγκε τῷ Θεῷ. Ἵστατο
55μὲν γὰρ ἐκεῖνος παρὰ τὴν ἅλω τοῦ Ὀρνᾶ. Ἅλως δὲ
ἡ Ἐκκλησία τῶν εὐσεβῶν, εἰς ἣν ἀσταχύων δίκην

77

.

1260

συγκομίζονται οἱ θεριζόμενοι διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, ἀπὸ τῆς πλάνης καὶ ἀπιστίας, Ἣν ἅλωνα ἐπρίατο νʹ σίκλων. Καὶ γὰρ ὁ Χριστὸς ἐπρία‐ το τὴν Ἐκκλησίαν πολλοῦ τιμήματος· τοῦ ἰδίου γὰρ
5αἵματος πηξάμενος θυσιαστήριον, ἐν αὐτῇ, λέγω δὴ τὰ ἐν πάσαις ταῖς κατὰ τόπον ἐκκλησίαις θυσιαστή‐ ρια, ἔθυσε δύο βόας, δι’ ὧν ὅ τε ἐκ περιτομῆς πιστεύων λαὸς καὶ ὁ ἐξ ἀκροβυστίας ὑποσημαίνονται. Βόες μὲν ὡς ὑπὸ ζυγὸν τοῦ Εὐαγγελίου γεγονότες· θυσιαζόμε‐
10νοι ὡς θύοντες ἑαυτοὺς, διὰ τοῦ σφαγιάζειν τὰ πάθη. καὶ ἀναλίσκειν αὐτὰ τῷ πυρὶ τοῦ ἁγίου Πνεύματος. Θυσίαι δὲ καὶ εἰρηνικὰ αὐτὸς πάλιν ὁ Χριστὸς διὸ τῆς μυστικῆς καὶ ἀναιμάκτου θυσίας ἑκάστου θυό‐ μενος, καὶ εἰρήνην τοῖς ἐκπεπολεμωμένοις τῷ Θεῷ
15δωρούμενος, καὶ ἀποκαταλλάττων ἡμᾶς.
16tΤΗΣ ΤΡΙΤΗΣ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ.
17Εἰς τὸν Ἠλίαν, καὶ εἰς τὴν Σαραφθίαν. Πᾶσα ψυχὴ χηρεύουσα ἀρετῆς καὶ γνώσεως, εἴπερ ὑποδέξεται τὸν θεῖον καὶ διαγνωστικὸν λόγον, εἰς
20μνήμην ἄγοντα τῶν προτέρων ἁμαρτημάτων, καὶ προτιμήσει καὶ αὐτῆς τῆς φύσεως τὴν εἰς αὐτὸν θε‐ ραπείαν· ἕξει τὴν σάρκα μὲν ὡς ὑδρίαν, χορηγοῦσαν τὸν ἄρτον τῶν ἀρετῶν, τὸν νοῦν δὲ ὡς καμψάκην, πηγάζοντα τὸ φῶς τῆς γνώσεως· τὸν ἔμφυτον δὲ
25λογισμὸν, ὡς υἱὸν, τὴν ἐμπαθῆ μὲν ζωὴν ἀποτιθέ‐ μενον, τῆς ἀπαθοῦς δὲ καινοπρεπῶς ἀξιούμενον. Ὁ τῆς ἁγίας Γραφῆς λόγος τοῖς ὑψηλοτέροις νοή‐ μασι μικρὸν ἐκδυσάμενος τὴν τῶν ἐπ’ αὐτῷ σωματι‐ κῶς διαπεπλασμένων ῥητῶν σύνθεσιν, ὡς ἐν φωνῇ
30αὔρας λεπτῆς γνωρίζεται τῷ διορατικωτέρῳ νοΐ· αἴ‐ σθησιν μόνον ἰσχύοντι λαβεῖν τῆς μηνυούσης αὐτὸν ἁπλότητος. Ἐπεὶ δὲ τὸ μὲν Χωρὴβ, Νέωμα ἑρμη‐ νεύεται· πὸ δὲ σπήλαιον κρύφιός ἐστι τόπος· πᾶς κατὰ τὸν μέγαν Ἠλίαν ζητῶν ἀληθῶς τὸν Θεὸν, οὐ
35μόνον ἐν τῷ Χωρὴβ γενήσεται νεάζων καὶ ἀκμάζων ἐν τοῖς πόνοις τῶν ἀρετῶν, ἀλλὰ καὶ ἐν τῷ σπηλαίῳ τῷ ἐν Χωρήβ· λέγω δὴ τῇ κρυφιότητι τῆς γνώσεως, τῇ οὔσῃ ἐν τῇ ἕξει τῶν ἀρετῶν.
39tΤΗΣ ΤΕΤΑΡΤΗΣ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ.
40Περὶ Ἑλισσαίου καὶ δίφρου. Τὸ ὑπερῷον καὶ ὁ δίφρος τὴν ὑψηλὴν καὶ πεφω‐ τισμένην Ἑλισσαίου πολιτείαν ἐδήλου. Τὰ μὲν ἀτεκνοῦντα ῥεύματα τύπος ἦν τῆς ἀγόνου πρὸς εὐ‐ σέβειαν ἀνθρωπότητος. Οἱ δ’ ἄλες, τῆς διδασκαλίας
45τοῦ Σωτῆρος. Διὸ καὶ πρὸς τοὺς ἀποστόλους ὕστερον ἔλεγεν, «Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς.» Ὁ δ’ ἰασάμενος αὐτὰ Ἑλισσαῖος, αὐτοῦ Χριστοῦ, διὰ μι‐ μήσεως ἁπτόμενος τῆς μνήμης τῶν ἁγίων· ἥ τις ὡς λείψανα φέρει τὰς πράξεις αὐτῶν καὶ τὰ κατορθώ‐

77

.

1260

(50)

ματα· τὴν μὲν τῶν παθῶν νέκρωσιν ἀποτίθεται, τὴν
δὲ τῶν ἀρετῶν ζωὴν ὑποδέχεται.

77

.

1261

(1t)

ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΤΩΝ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ.
2Περὶ Ὀζίου. «Καὶ ᾠκοδόμησεν Ὀζίας πύργους ἐν Ἱερουσαλὴμ καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας, καὶ ἐπὶ τὴν γωνίαν
5τῆς φάραγγος, καὶ ἐπὶ τῶν γωνιῶν, καὶ ᾠκοδόμησε πύργους ἐν τῇ ἐρήμῳ.» Ὥσπερ Σολομὼν μέχρι τι‐ νὸς ὑπῆρχε Χριστοῦ· οὕτω καὶ Ὀζίας ἕως τινός. Ὀζίας γὰρ ἰσχὺς Θεοῦ ἑρμηνεύεται, ἰσχὺς δὲ καὶ δύναμις ἐνυπόστατος τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Χριστὸς,
10οἰκοδομῶν ἐν μὲν τῇ ὁράσει τῆς εἰρήνης· τοῦτο γὰρ ἑρμηνεύεται Ἱερουσαλὴμ, λέγω δὴ τοῖς τελειοτέροις εἰς θεωρίας κατάστασιν· πύργους τῶν περὶ τῆς θεό‐ τητος αὐτοῦ δογμάτων. Ἐπεὶ δὲ γωνία ἐστὶν ἡ Ἐκ‐ κλησία τῶν πιστῶν, καθάπερ βʹ τοίχους ἑνοῦσα καὶ
15συνέχουσα, τόν τε ἐξ Ἰουδαίων λαὸν, καὶ τὸν ἐξ ἐθνῶν· πύλαι ἂν αὐτῆς νοηθεῖεν, οἱ εἰσαγωγικοὶ καὶ τῶν θεωρητικωτέρων ὑποδεέστεροι· ἐφ’ οὓς αὖθις οἰκοδομεῖ πύργους τῶν περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ δογμάτων. Ἐπεὶ δὲ νοεῖται
20φάραγξ ἡ σὰρξ ἡμῶν, διὰ τὸ εἶναι κάτωθεν, εἴη ἂν γωνία ταύτης, ἡ πρὸς τὴν ψυχὴν ἐν πνεύματι συν‐ άφεια· ἐφ’ ἣν οἰκοδομεῖ πύργους τῶν εὐαγγελικῶν ἐν‐ τολῶν. Πύργοι δὲ τά τε ῥηθέντα δόγματα καὶ εὐαγ‐ γελικαὶ ἐντολαί· ὡς ὑψηλὰ, καὶ φρουροῦντα καὶ φυ‐
25λάττοντα καὶ ἀσφαλιζόμενα. Ἐπεὶ δὲ καὶ ἐπὶ τῶν γωνιῶν ᾠκοδόμησε πύργους, γωνίας νοήσομεν, τὰς διὰ Χριστοῦ γενομένας διαφόρους ἑνώσεις τῶν διῃρη‐ μένων· λέγω δὴ τῆς κτιστῆς καὶ ἀκτίστου φύσεως· ἔτι δὲ τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων καὶ ὅσα τοιαῦ‐
30τα, ἐφ’ ὧν οἰκοδομεῖ πύργους τῶν ἐφ’ ἑκάστῃ ἑνώσει λόγων καὶ τρόπων. Ἔρημος δέ ἐστιν, ἡ τῶν φαινομέ‐ νων φύσις, ἤτοι ὁ κόσμος οὗτος, ἐν ᾧ πύργους ᾠκο‐ δόμησε τοὺς λόγους τῶν ὄντων, τὴν γνῶσιν τῆς φυ‐ σικῆς ἐν πνεύματι θεωρίας.
35Καὶ ἐλατόμησε λάκκους πολλοὺς, ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ, ἐν Σεφιλᾷ ἐν τῇ πεδι‐ νῇ, καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ, καὶ ἐν τῇ Καρμήλῳ, ὅτι γεωργὸς ἦν. Λάκκους λατομεῖ ὁ Κύριος ἐν τῇ ἐρήμῳ· λέγω δὲ
40τῷ κόσμῳ, καὶ τῇ φύσει τῶν ἀνθρώπων, τὰς τῶν ἀξίων καρδίας ἐκχοΐζων καὶ ἀποκαθαίρων τοῦ ὑλικοῦ βάρους τε καὶ φρονήματος, καὶ ποιῶν εὐρυχώρους πρὸς ὑποδοχὴν τῶν θείων τῆς σοφίας καὶ τῆς γνώ‐ σεως ὑετῶν· ἵνα ποτίζωσι τὰ κτήνη τοῦ Χριστοῦ· τοὺς
45δεομένους λέγω, διὰ ψυχῆς νηπιότητα, τῆς ἠθικῆς διδασκαλίας. Λάκκους καλεῖ ἡ Γραφὴ τὰς δεκτικὰς τῶν οὐρα‐ νίων χαρισμάτων τῆς αὐτοῦ γνώσεως καρδίας, λαμ‐ πομένας τῷ στεῤῥῷ λόγῳ τῶν ἐντολῶν, καὶ ἀποβαλ‐

77

.

1261

(50)

λομένας καθάπερ πωρώματα, τήν τε πρὸς τὰ πάθη φιλίαν, καὶ τὴν πρὸς τὰ αἰσθητὰ τῆς φύσεως σχέσιν, καὶ πληρουμένας τῆς ἄνωθεν φερομένης ῥυπτικῆς τῶν ἀρετῶν ἐν πνεύματι γνώσεως. Ἐπεὶ δὲ τὸ Σε‐ φιλὰ στενὴν λεκάνην ἑρμηνεύει· κτήνη τοῦ Σεφιλὰ
55εἶεν ἂν οἱ διὰ τῆς στενοχωρίας τῶν ἀκουσίων πειρα‐
σμῶν ἀποκαθαιρόμενοι τῶν ψυχικῶν κηλίδων, καὶ

77

.

1264

δεόμενοι ποτισθῆναι τὸν περὶ καρτεριᾶς καὶ ὑπομο‐ νῆς λόγον. Ἐν τῇ πεδινῇ δὲ οἱ εὐδρομοῦντες κατ’ ἀρετὴν, ἢ οἱ ἐμπλατυνόμενοι τῇ κατὰ τὸν βίον εὐ‐ πραγίᾳ, δεόμενοι ποτισθῆναι, οἱ μὲν, τὸν περὶ ἐλεη‐
5μοσύνης καὶ μεταδόσεως. Ἀμπελουργοὶ δὲ τῆς εἰρή‐ νης εἰσὶν οἱ ἐν τῷ ὕψει τῆς θεωρίας γεωργοῦντες τὸν θεῖον λόγον τῆς γνώσεως, εὐφραίνοντα ψυχὴν, καὶ ἐξιστῶντα τῆς ὑλικῆς σχέσεως. Ἐπεὶ δὲ καὶ ὁ Κάρμηλος ἐπίγνωσις περιτομῆς ἑρμηνεύεται, ἀμ‐
10πελουργοὺς αὐτοῦ φήσομεν, τοὺς κατ’ ἐπίγνωσιν τῆς περιτομῆς τῶν ὑλικῶν πραγμάτων, γεωργοῦντας τὸν λόγον τὸν περιτέμνοντα τὴν ψυχὴν τῶν περιττῶν καὶ ἀνωφελῶν φροντίδων καὶ τῆς φιληδονίας. Χρήζουσι δὲ καὶ οὗτοι κἀκεῖνοι διδασκαλίας τῶν παλαιοτέρων
15τε καὶ τελεωτέρων. Γεωργὸς δὲ ἀληθινὸς ὁ Χριστὸς, γεωργῶν διὰ τοῦ Εὐαγγελίου τοὺς σωζομένους. Ἀλλὰ πῶς Ὀζίας ἠδύνατο ἀμπελουργοὺς ἔχειν ἐν τῷ Καρ‐ μήλῳ, αὐτὸς μὲν τὴν τοῦ Ἰούδα βασιλείαν διέπων, τοῦ Καρμήλου δὲ κειμένου ὑπὸ τὴν βασιλείαν τοῦ
20Ἰσραήλ; Οὐδαμῶς ἑτέρως ἢ κατὰ λόγον ἀναγωγῆς. Καὶ ἦν Ὀζίας ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέ‐ ραις Ζαχαρίου τοῦ συνιέντος ἐν φόβῳ Κυρίου· καὶ εὐώδωσεν αὐτῷ ὁ Κύριος. Ἐπείπερ Ὀζίας ἰσχὺς Θεοῦ ἑρμηνεύεται, λοιπὸν
25πᾶς νοῦς ἰσχὺν ἐκ Θεοῦ λαβὼν εἰς θεωρίαν ἐκζητεῖ τὸν Θεὸν δι’ αὐτῆς. Ἐκζητεῖ δὲ αὐτὸν οὐχ ἁπλῶς, ἀλλὰ ἐν ταῖς ἡμέραις τῆς μνήμης τοῦ Θεοῦ, ἐν αἷς μνημονεύει Θεοῦ. Ζαχαρίας γὰρ μνήμη Θεοῦ ἑρμη‐ νεύεται· ἥτις μνήμη συνετίζει τοὺς ἔχοντας αὐτήν.
30Συνετίζει δὲ αὐτοὺς ἐν φόβῳ τοῦ Κυρίου, τοῦτ’ ἔστιν, ἐν τῇ πράξει τῶν ἐντολῶν. «Ἀρχὴ γὰρ, φησὶ, σοφίας φόβος Κυρίου.» ᾯ καὶ εὐοδοῖ ὁ Κύριος εἰς εὕρεσιν, τούς τε τῶν ἐντολῶν τρόπους διδάσκων, καὶ τοὺς τῶν ὄντων λόγους ἀποκαλύπτων. Τοιγαροῦν ὁ δίχα
35πράξεως τῶν θείων ἐντολῶν ἐκζητῶν τὸν Θεὸν, οὐχ εὑρίσκει αὐτὸν, μὴ εὐοδούμενος εἰς τοῦτο. Ὁ τοιοῦτος νοῦς ἀποτειχίζει τὴν γινομένην πρὸς τὸν νοῦν διὰ μέσων τῶν αἰσθητῶν εἴσοδον τοῦ δια‐ βόλου, πηξάμενος ἐν τῇ ἐρήμῳ, λέγω δὲ τῇ φυσικῇ
40θεωρίᾳ, καθάπερ πύργους ἀσφαλεῖς τὰ εὐσεβῆ περὶ τῶν ὄντων δόγματα. Εἰς ἃ ὁ καταφεύγων οὐ φοβεῖ‐ ται τοὺς κατὰ τὴν ἔρημον ταύτην, φημὶ δὴ τὴν φύ‐ σιν τῶν ὁρωμένων, λῃστεύοντας δαίμονας καὶ πλα‐ νῶντας τὸν νοῦν διὰ τῆς αἰσθήσεως, καὶ πρὸς ἀπ‐
45ώλειαν κατασύροντας. Ὁ τοιοῦτος νοῦς καὶ ἀληθής ἐστι γεωργὸς, καθαρὰ ζιζανίων, διὰ τῆς οἰκείας σπουδῆς καὶ ἐπιμελείας, τὰ θεῖα τῶν ἀγαθῶν σπέρματα συντηρῶν.
48tΕΚ ΤΗΣ ΑΥΤΗΣ ΒΙΒΛΟΥ.
49Περὶ Ἐζεχίου.

77

.

1264

(50)

Καὶ εἶδεν Ἐζεχίας ὅτι ἥκει Σεναχηρεὶμ τοῦ πο‐ λεμῆσαι ἐν Ἱερουσαλήμ· καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ δυνατῶν, ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω τῆς πόλεως. Καὶ συνεπίσχυσαν αὐτὸν, καὶ συνή‐
55γαγε λαὸν πολὺν, καὶ ἐξέφραξε τὰ ὕδατα τῶν πηγῶν, καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως.
Ἐπεὶ Ἐζεχίας κράτος Θεοῦ ἑρμηνεύεται, πᾶς νοῦς

77

.

1265

διὰ πρακτικῆς φιλοσοφίας κτησάμενος κράτος θεῖον, ἐπειδὰν γνῷ κινούμενον κατ’ αὐτοῦ τὸν νοητὸν Σενα‐ χηρεὶμ, ὃς ἑρμηνεύεται πειρασμὸς ξηραίνων, ἢ ὀδόντες ἠκονημένοι, ὁποῖός ἐστιν ὁ διάβολος, βου‐
5λεύεται μετὰ τῶν πρεσβυτέρων καὶ δυνατῶν τῶν ἀμφ’ αὐτόν. Οὗτοι δέ εἰσιν ἥ τε λογιστικὴ δύναμις, καὶ ἡ θυμικὴ, καὶ ἡ ἐπιθυμητική· ἃς εἴληχεν, ὡς πρεσβυτέρους μὲν, ὅτι πρῶται δυνάμεις αὗται τῆς ψυχῆς, καὶ συμπληρωτικαὶ τῆς οὐσίας αὐτῆς, ὡς
10δυνατοὺς δὲ, ὅτι καὶ αὐτὸ τοῦτο Δυνάμεις ὀνομάζον‐ ται· καὶ ὅτι συνεργοί εἰσι τοῦ νοὸς πρὸς καθαίρεσιν κακίας, καὶ σύστασιν ἀρετῆς, καὶ ὅτι ἄρχουσιν, ἡ μὲν λογικὴ δύναμις, τῶν γνωστικῶν λογισμῶν· ἡ δὲ θυμικὴ, ὁρμῶν· καὶ ἡ ἐπιθυμητικὴ τῶν ἐπιθυμητι‐
15κῶν ὀρέξεων· ἔτι δὲ ἑκάστη, τῶν κατ’ αὐτὴν ἀπο‐ τελεσμάτων. Τούτους οὖν τοὺς πρεσβυτέρους ἔχων ὁ νοῦς ὑγιεῖς τε καὶ ἀνεξαπατήτους, βουλεύεται μετ’ αὐτῶν, ὡς συνεργῶν, ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν τὰ ἔξω τῆς πόλεως. Ταῦτα δέ εἰσιν αἱ κατὰ τὴν
20φυσικὴν θεωρίαν γινόμεναι φαντασίαι, καὶ τὰ νοή‐ ματα τῶν αἰσθητῶν. Ὧν φαντασιῶν καὶ νοημάτων πηγαὶ, αὐτὰ τὰ αἰσθητὰ ἔξω τῆς πόλεως κείμενα· λέγω δὴ τῆς ψυχῆς· καὶ ἔξωθεν τὰς ἐξ αὐτῶν ῥεού‐ σας φαντασίας εἰς αὐτὴν πέμποντα. Καλῶς οὖν ἐμ‐
25φράττει τὰ τοιαῦτα ὕδατα, ἵνα μὴ δι’ αὐτὰ παρα‐ μένων ὁ ἐχθρὸς πολεμῇ τῇ ψυχῇ. Ἐμφράττει δὲ καὶ τὸν ποταμὸν τὸν διερχόμενον διὰ τῆς ψυχῆς· οὖτος δέ ἐστιν ὁ τῆς φυσικῆς θεωρίας ἐπιστημονικὸς λόγος· ἵνα μὴ λάθῃ δι’ αὐτοῦ εἰσελθών. Χρὴ γὰρ τὸν
30μὴ τελέως ἀπαλλαγέντα παθῶν, ἐν τῷ καιρῷ τοῦ πολέμου τῶν παθῶν, μύειν τὰς αἰσθήσεις, καὶ παύειν μὲν καὶ τὰς φαντασίας, καὶ τὰ νοήματα τῶν αἰσθη‐ τῶν, καὶ τὴν φυσικὴν φιλοσοφίαν, κακοπαθείᾳ τοῦ σώματος. Ὧν μὲν τῆς προσευχῆς τύπος, ἡ τοῦ βασι‐
35λέως εἰς τὸν θεῖον ναὸν ἄνοδος· τῆς δὲ σωματικῆς κακοπαθείας, ἡ τοῦ σάκκου παραβολή. Συνεπ‐ ισχύουσι δὲ καὶ συνεργοῦσιν αὐτῷ πρὸς ἔμφραξιν, οἵ τε δηλωθέντες πρεσβύτεροι καὶ ὁ συναχθεὶς λαὸς, ὅσ‐ τις ἐστὶν οἱ εὐσεβεῖς λογισμοὶ ἑκάστης τῶν εἰρημένων
40τριῶν δυνάμεων. Χρὴ δὲ φυλάττειν καὶ τὰ χείλη τῆς ψυχῆς, ἤτοι τὰς φρουρητικὰς αὐτῆς ἀρετὰς, ἢ τὰς τῶν ἀρετῶν φυλακτικὰς μεθόδους, ἐγκράτειαν καὶ ὑπομονὴν, καὶ ταπείνωσιν· καὶ οὕτως ἀποστέλ‐ λεται θεόθεν ἄγγελος, ὁ διαφθείρων τὰ πάθη λόγος
45τῆς γνωστικῆς σοφίας, καὶ ἀναιρεῖ τὰς ρπεʹ χιλιάδας αὐτῶν. Ἓξ γὰρ δεκάκις ξʹ, καὶ τρὶς ξʹ καὶ ρπʹ, οἷς προστεθέντων καὶ εʹ συναπαρτίζεται ὁ τῶν ἀναιρεθει‐ σῶν χιλιάδων ἀριθμός. Ἐπεὶ γὰρ ἡ περὶ φύσιν τῶν προειρημένων τριῶν δυνάμεων, πᾶσαν κακίαν

77

.

1265

(50)

ποιεῖ· τὸν ἓξ μὲν ἀριθμὸν λαμβάνομεν διὰ τὸ ποιη‐ τικὸν τῆς κακίας· ἐν ἓξ γὰρ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν κόσμον. Δεκάκις δὲ διὰ τὴν ἐν κακίᾳ τελείαν κίνησιν ἑκάστης δυνάμεως. Τέλειος γὰρ ὁ δέκα, τε‐ λειῶν καὶ περιορίζων πάντας τοὺς κυρίως ἀριθμούς·
55τρισσοῦμεν τὰ ἀποτελεσθέντα διὰ τὸ τρισσὸν τῶν
δηλωθεισῶν δυνάμεων. Καὶ προστιθέαμεν τὰ πέντε

77

.

1268

διὰ τὴν αἴσθησιν, περὶ ἣν ἡ κακία ἐνεργεῖται· πεν‐ ταδικὴ γὰρ ἡ αἴσθησις. Χιλιάδες δὲ τὰ τῆς κακίας ἀποτελέσματα, διὰ τὸ χεῖσθαι λίαν καθ’ ἡμῶν. Ὅτι δὲ ταῖς φαντασίαις καὶ τοῖς νοήμασι τῶν αἰσθητῶν
5ἀποκέχρηται καθ’ ἡμῶν ὁ νοητὸς Σεναχηρεὶμ, ἐπ‐ ηρεάζων καὶ ξηραίνων τὰς ψυχὰς τῶν ἁλισκομένων, τῷ χωρίζειν αὐτὰς τῆς πηγῆς τῶν ἀγαθῶν, παντί που δῆλον. Διὰ γὰρ τῶν φαντασιῶν τυπούμενα τὰ σχήματα καὶ τὰ εἴδη τῶν αἰσθητῶν, πολλάκις ἐναπο‐
10μένουσι τῇ ψυχῇ, καὶ δεσμοῦσι καὶ κατασύρουσιν εἰς τὴν σύγχυσιν τῶν παθῶν, ἧς ὁ Σεναχηρεὶμ οὗτος βασιλεύει. Ἡ Βαβυλὼν γὰρ σύγχυσις ἑρμηνεύεται. Ὑποστρέφει δὲ μετ’ αἰσχύνης τῇ ὁδῷ ᾗ ἦλθεν ὡς γέ‐ γραπται· πῶς ὁδός ἐστιν αὐτὰ τὰ φυσικὰ πάθη, τὸ
15ἐσθίειν, τὸ πίνειν, τὸ ὑπνοῦν, καὶ ὅσα πρὸς σύστασιν τοῦ σώματος· ἃ τῷ μὲν ὑπὲρ τὴν χρείαν τρόπῳ τῆς χρήσεως ἄγουσιν εἰς ἡμᾶς τὸν διάβολον· τῷ δὲ κατὰ τὴν χρείαν τρόπῳ τῆς χρήσεως, δι’ ἑαυτῶν αὖθις ἀποστρέφουσιν αὐτὸν, φεύγοντα εἰς τὴν γῆν
20αὐτοῦ· ἥτις ἐστὶν ἡ παγία τῆς κακίας ἕξις, ὃν φεύ‐ γοντα ἀναιροῦσιν οἱ υἱοὶ αὐτοῦ, καὶ φεύγουσιν εἰς Ἀρμενίαν. Υἱοὺς δὲ αὐτοῦ νοήσομεν τοὺς ἐξ αὐτοῦ τικτομένους πονηροὺς λογισμοὺς, ὑφ’ ὧν ἀναιρεῖται, ὅτε συγχρησόμεθα τούτοις εἰς ἀγαθόν· καὶ δι’ ὧν
25ἐσπούδασεν ἑλεῖν, διὰ τούτων ἀνέλωμεν αὐτόν. Οἳ καὶ φεύγουσιν εἰς παράθεσιν ἀναπαύσεως. Ἀρμενία γὰρ ἑρμηνεύεται παράθεσις ἀναπαύσεως. Παρατι‐ θέασι γὰρ ἡμᾶς ἀναπαύσει λοιπόν. Ἀλλὰ ταῦτα μὲν οὕτως. Ποταμὸς δὲ διορίζων διὰ τῆς πόλεως, ἡ κατὰ
30τὴν φυσικὴν θεωρίαν γνῶσις τῶν αἰσθητῶν, ἵνα σα‐ φέστερον εἴπωμεν· ἥτις διερχομένη διὰ μέσης τῆς ψυχῆς, μεθόριον τῶν ἄκρων γίνεται, νοῦ καὶ αἰσθή‐ σεως, δι’ ἑαυτῆς συνάπτουσα τὸν νοῦν τῇ αἰσθήσει. Ἡ γὰρ γνῶσις τῶν αἰσθητῶν, καθ’ ὃ μὲν εἰς εἶδος
35τυποῦται τοῖς σχήμασι τῶν αἰσθητῶν, κοινωνεῖ τῷ νῷ. Καὶ ἡ συνθήκη δὲ τῶν λέξεων δηλοῖ τὴν σύνοδον τοῦ νοῦ καὶ τῆς αἰσθήσεως. Γνῶσις γὰρ τῶν αἰσθη‐ τῶν. Καὶ ἡ μὲν γνῶσις οἰκεία τῷ νῷ· τὰ δὲ αἰσθητὰ, οἰκεῖα τῇ αἰσθήσει.
45Καὶ προσηύξατο Ἐζεχίας ὁ βασιλεὺς, καὶ Ἡσαΐας υἱὸς Ἀμμῶς, καὶ ἐβόησαν εἰς τὸν οὐρανὸν, καὶ ἀπέστειλε Κύριος ἄγγελον, καὶ ἐξέτριψε πάντα δυνατὸν καὶ πολεμιστὴν, καὶ ἄρχοντα καὶ στρατηγὸν, ἐν τῇ παρεμβολῇ βασιλέως

77

.

1268

(50)

Ἀσσούρ. Καὶ ἀπέστρεψε μετ’ αἰσχύνης προσ‐ ώπου. Χρὴ τὸν γνωστικῶς θεωροῦντα τὴν θείαν Γραφὴν ἀσκηθῆναι καὶ τὰς τῶν ὀνομάτων ἑρμηνείας, αὐτόθεν δυναμένας πολλάκις ὅλην σαφηνίζειν τῶν γεγραμ‐
55μένων διάνοιαν· εἴπερ μέλλοι μὴ πρὸς σῶμα μόνον καὶ γῆν Ἰουδαϊκῶς κατάγειν τὸ ὕψος τοῦ πνεύματος. Ἄχαζ ἐγέννησε τὸν Ἐζεχίαν. Ἑρμηνεύεται δὲ Ἄχαζ
μὲν ἰσχύς· Ἐζεχίας δὲ κράτος θεῖον. Καὶ λαμβάνε‐

77

.

1269

ται ἡ μὲν ἰσχὺς εἰς τὴν πρᾶξιν τῶν ἁγίων ἐντολῶν· τὸ δὲ θεῖον κράτος εἰς τὴν ἀρετήν. Καὶ ὥσπερ ὁ Ἄχαζ ἐγέννησε τὸν Ἐζεχίαν, οὕτω καὶ ἡ πρᾶξις τὴν ἀρε‐ τήν· ὑφ’ ἧς διαφθείρεται ἡ κακία. Πάλιν οὖν, Ἀμ‐
5μῶς ἐγέννησε τὸν Ἡσαΐαν. Ἑρμηνεύεται δὲ Ἀμμῶς μὲν λαοῦ πόνος· Ἡσαΐας δὲ ὕψος θεῖον, καὶ λαμβά‐ νεται ὁ μὲν πόνος εἰς τοὺς ἐπὶ τῇ πράξει τῶν ἀρετῶν ἱδρῶτας, ἢ τοὺς ἐπὶ τῇ φυσικῇ θεωρίᾳ καμάτους, τὸ δὲ ὕψος εἰς τὴν γνῶσιν τῆς ἀληθείας, ἣν γεννῶσιν οἱ
10ἐπὶ τῇ πράξει τῶν ἀρετῶν ἱδρῶτες, ἢ τῆς τῶν γεγο‐ νότων θεωρίας οἱ πόνοι, διαφθείρουσαν τὴν ἀντικει‐ μένην αὐτῇ δύναμιν τοῦ ψεύδους. Ὥσπερ εὐχή ἐστιν ὑπόσχεσις τῶν ἐξ ἀνθρώπων Θεῷ κατ’ ἐπαγγελίαν προσαγομένων καλῶν· οὕτω προσευχὴ, κατὰ τὸν
15εἰκότα λόγον, ἔσται σαφῶς ἡ τῶν ἐκ Θεοῦ πρὸς σω‐ τηρίαν χορηγουμένων τοῖς ἀνθρώποις ἀγαθῶν ἐξαί‐ τησις, ἀντίδοσιν φέρουσα τῆς τῶν προηγουμένων καλῆς διαθέσεως. Βοὴ δέ ἐστιν ἡ τῶν κατὰ τὴν πρᾶ‐ ξιν ἐναρέτων τρόπων καὶ τῶν κατὰ τὴν θεωρίαν
20γνωστικῶν θεωρημάτων, ἐν τῷ καιρῷ τῆς τῶν πο‐ νηρῶν δαιμόνων ἐπαναστάσεως, ἐπίδοσίς τε καὶ ἐπαύξησις· ἧς πάντων οὐχ ἥκιστα φυσικῶς ἀκούει Θεὸς, ἀντὶ μεγάλης φωνῆς τὴν τῶν ἀρετῆς καὶ τῆς γνώσεως ἐπιμελουμένων λαμβάνων διάθεσιν. Οὐρα‐
25νὸς δὲ πολλάκις κατὰ τὴν Γραφὴν λέγεται αὐτὸς ὁ Θεὸς, ὡς τὸ, «Οὐ δύναται ἄνθρωπος λαμβάνειν ἀφ’ ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐ‐ ρανοῦ,» ἀντὶ τοῦ, ἐκ τοῦ Θεοῦ. Καλεῖ δὲ οὐρανὸν αὕτη καὶ τὰς οὐρανίας δυνάμεις. Ὡς τὸ, «Ὁ οὐρανός μοι
30θρόνος.» Λέγεται δὲ οὐρανὸς καὶ τὸ ὕψος τῆς ἐν ἀνθρώποις ἀληθοῦς γνώσεως. Ὁ γὰρ μετὰ πράξεως γινώσκων, καὶ μετὰ γνώσεως πράττων, θρόνος καὶ ὑποπόδιόν ἐστι τοῦ Θεοῦ. Θρόνος μὲν διὰ τὴν γνῶσιν, ᾗ ὁ Θεὸς ἐνθρονίζεται· ὑποπόδιον δὲ διὰ τὴν πρᾶξιν,
35ἐφ’ ἑαυτῆς δεχομένην τὰς θείας βάσεις. Τούτων οὕτω προθεωρηθέντων, λοιπὸν πᾶς εὐσεβὴς ἀρετῇ καὶ γνώ‐ σει, ἢ πράξει καὶ θεωρίᾳ φρουρούμενος, ἐπειδὰν ἴδῃ διὰ τῶν παθῶν ἐπαναστᾶσαν αὐτῷ τὴν πονηρὰν καὶ ὀλέθριον δύναμιν, καθάπερ καὶ Ἐζεχίας καὶ
40Ἡσαΐας εἶδον ἐπερχόμενον αὐτοῖς τὸν βασιλέα τῶν Ἀσσυρίων, καταφεύγει πρὸς τὸν Θεὸν, καὶ ἀλαλή‐ τως βοᾷ πρὸς αὐτὸν, διὰ τῆς κατ’ ἀρετὴν καὶ γνῶσιν ἐπιδόσεως, καὶ δέχεται σύμμαχον ἄγγελον· δηλονότι μείζονα σοφίας καὶ γνώσεως λόγον ἐκτρίβοντα τοὺς
45πολεμίους. Παρεμβολὴ δὲ βασιλέως Ἀσσούρ ἐστιν ὁ πρὸς ἡδονὴν τὰς φυσικὰς ὀρέξεις κινῶν. Πολεμιστὴς δὲ ὁ τὸ θυμικὸν διεγείρων, εἰς τὴν τῶν ἡδονῶν φυλακήν. Ἄρχων δὲ ὁ ταῖς ἐπιφανείαις τῶν ἀρετῶν τὰς αἰσθήσεις διερεθίζων. Στρατηγὸς δὲ ὁ εἰδοποιὸς

77

.

1269

(50)

τῶν παθῶν, καὶ τῆς ἐνεργείας αὐτῶν ἐπινοητικός. Πρόσωπον δὲ τοῦ διαβόλου, τὸ λεῖον τῆς ἡδονῆς, καὶ τὰ θελκτικὰ τῶν αἰσθήσεων αἰσθητά. Καὶ πολλοὶ ἔφερον δῶρα τῷ Κυρίῳ εἰς Ἱερουσα‐ λὴν, καὶ τὰ δόματα τῷ Ἐζεχίᾳ βασιλεῖ Ἰου‐
55δαίων.
Πᾶς νοῦς ἀρετῇ καὶ γνώσει κατεστεμμένος, καὶ

77

.

1272

βασιλεύων Ἱερουσαλὴμ, ἤτοι τῆς εἰρήνην ὁρώσης ἕξεως· λέγω δὴ τῆς τῶν στασιαζόντων παθῶν ἀπηλ‐ λαγμένης καταστάσεως (ὅρασις γὰρ εἰρήνης Ἱερου‐ σαλὴμ ἑρμηνεύεται)· πάντως ἔχει τὴν φαινομένην
5κτίσιν προσφέρουσαν αὐτῷ μὲν δόματα, τῷ δὲ Θεῷ δῶρα δι’ αὐτοῦ. Κυρίως γὰρ δόματα μὲν τὰ τοῖς ἐν‐ δεέσι διδόμενα· δῶρα δὲ, τὰ τοῖς ἀπροσδεέσιν εἰσκο‐ μιζόμενα. Διὸ τῷ μὲν Κυρίῳ δῶρα ὡς πάντων ἀπροσ‐ δεεῖ τῷ δὲ Ἐζεχίᾳ δόματα, διότι πᾶς ἄνθρωπος ἐπι‐
10δεῖται, καὶ τρόπων εἰς ἀρετὴν, καὶ λόγων εἰς γνῶ‐ σιν. Ἀλλὰ δῶρα μὲν, οἱ ἐνυπάρχοντες ἑκάστῳ εἴδει τῶν συμπληρούντων τὴν κτίσιν πνευματικοὶ λόγοι, δι’ ὧν ὁ τῆς κτίσεως γνωρίζεται ποιητὴς, διδασκόν‐ των, ὅτι ἐστί τις τῶν φαινομένων κτίστης καὶ δεσ‐
15πότης. Δόματα δὲ οἱ ἐνόντες ἑκάστῳ τούτων αὖθις φυσικοὶ νόμοι· τοῦτ’ ἔστι, τὰ φυσικὰ πλεονεκτήματα, δι’ ὧν παιδεύεταί τις πρὸς ἀρετήν· ἐκλεγόμενος τοῦ μὲν τόδε, τοῦ δὲ τόδε· καὶ τοὺς φυσικοὺς αὐτῶν νό‐ μους τοῖς προαιρετικοῖς αὐτοῦ τρόποις ἀπομιμούμε‐
20νος. Ἐγκατέσπειρε γὰρ ὁ Θεὸς τοῖς κατὰ μέρος εἴδεσι τῆς κτίσεως καὶ σοφίας λόγους πνευματι‐ κοὺς, μηνύοντας τὸν ποιητὴν αὐτῶν Θεόν· καὶ φυσι‐ κοὺς νόμους παιδαγωγοῦντας εἰς ἀρετὴν τὸν θεατὴν αὐτῶν ἄνθρωπον. Ἵνα δὲ ἐκ πολλῶν ὀλίγα παραθῶ‐
25μεν, ἀετοῦ φυσικὸς νόμος, τὸ πρὸς τὴν ἡλιακὴν μαρμαρυγὴν ἰθυτενῶς ἀτενίζειν. Ὃ μιμήσεταί τις, ἀπευθύνων τὸν νοῦν εἰς τὸ θεῖον φῶς. Μιμήσεται καὶ τὴν ἔλαφον, τὰ ὕψη τῶν θείων θεωρημάτων, καθάπερ ἐκείνη τὰ ὄρη, μεταδιώκων, καὶ τὰ ἐμφω‐
30λεύοντα τοῖς ὁρωμένοις εἴδεσι πάθη, καθάπερ ὄφεις, τῷ λόγῳ διαφθείρων τῆς διακρίσεως, καὶ τὸν τῇ μνήμῃ ἐναπολαμβανόμενον ἰὸν τῆς κακίας, ταῖς πολ‐ λαῖς καὶ διαφόροις κατασβεννύων πηγαῖς τῆς γνώ‐ σεως. Μιμήσεται καὶ τῆς δορκάδος τὴν ὀξυωπτίαν,
35τοὺς βρόχους τῶν ἐπιβουλευόντων τῇ ἀρετῇ δαιμόνων ὑπερπηδῶν. Ἔτι δὲ καὶ τοῦ ὀρνέου τὴν ἀσφάλειαν, τὰς παγίδας τῶν τῇ γνώσει πολεμούντων πονηρῶν πνευμάτων ὑπεριπτάμενος. Οἱ μὲν θειότεροι τῆς κτίσεως λόγοι φαίνονται
40ἐν τῇ προνοίᾳ καὶ συνοχῇ τῆς τοῦ καθ’ ἕκαστον εἴ‐ δους μονιμότητος, οἱ δὲ φυσικοὶ νόμοι ταύτης, ἐν τῇ ταυτότητι τῆς τοῦ καθ’ ἕκαστον εἴδους φυσικῆς ἐνερ‐ γείας. Δι’ ὧν ὁμοῦ πάντων δοξάζεται μὲν ὁ Θεὸς, παρ’ οὗ γεγόνασι· προκόπτει δὲ ὁ ἄνθρωπος δι’ ὃν
45αὖθις γεγόνασι. Καὶ ὑπερήρθη κατ’ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν. Ὁ διὰ πράξεως καὶ θεωρίας μεγαλυνθεὶς, ὑπερ‐ αίρεται διὰ πράξεως μὲν πάντων τῶν σαρκικῶν

77

.

1272

(50)

καὶ διαβεβλημένων παθῶν, ὑπεράνω τούτων γινόμε‐ νος τῶν δὲ φυσικῶν λεγομένων σωμάτων, ἤτοι τῶν ὑπὸ γένεσιν ὄντων καὶ φθοράν· καὶ ἁπλῶς εἰπεῖν ὅσα ὑπὸ τὴν αἴσθησιν· διὰ θεωρίας τοὺς ἐν αὐτοῖς λόγους γνωστικῶς διαπεράσας, καὶ πρὸς τὰ συγγενῆ
55νοητὰ καὶ θεῖα τὸν νοῦν ἀγαγών. Καὶ γὰρ ἡ πρα‐
κτικὴ μὲν φιλοσοφία τὸν πρακτικὸν ὑπεράνω ποιεῖ

77

.

1273

τῶν παθῶν· ἡ θεωρία δὲ τὸν θεωρητικὸν ὑπεράνω τῶν ὁρωμένων καθίστησι.
5Καὶ οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ ὁ Θεὸς ἀνταπέδωκεν Ἐζεχίας, ἀλλ’ ὑψώθη ἡ καρδία· καὶ ἐγένετο ἐπ’ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ. Πᾶς νοῦς φιλόσοφος ὁμοῦ καὶ φιλόθεος καὶ τὸν
10Ἰούδαν ἔχει καὶ τὴν Ἱερουσαλήμ· τὸν μὲν εἰς τὴν ἕξιν τῆς ἐξομολογήσεως καὶ μετανοίας λαμβανόμενον· ἐξομολόγησις γὰρ ὁ Ἰούδας ἑρμηνεύεται· τὴν δὲ, εἰς τὴν εἰρηνικὴν τῆς ἀπαθείας κατάστασιν, ὡς ἀνωτέρω δεδήλωται. Καὶ τὸν μὲν ὡς πρακτικὴν
15φιλοσοφίαν, τὴν δὲ, ὡς θεωρητικὴν μυσταγωγίαν. Ἡνίκα τοίνυν πᾶσαν ἀντικειμένην ἀρετῇ καὶ γνώσει διακρουσάμενος δύναμιν, καὶ τὸ κατὰ τῶν πνευμά‐ των τῆς πονηρίας ἀναδυσάμενος κράτος, μὴ τὴν δέουσαν εὐχαριστίαν προσαγάγῃ τῷ τῆς νίκης αἰτίῳ
20Θεῷ, ἀλλ’ ὑψωθῇ τὴν καρδίαν, ἑαυτῷ τὸ πᾶν τοῦ κατορθώματος ἐπιγραψάμενος· τηνικαῦτα ὡς μὴ ἀνταποδοὺς τῷ Θεῷ, δέχεται οὐ μόνον αὐτὸς τὴν ὀργὴν τῆς ἐγκαταλείψεως, ἀλλὰ καὶ Ἰούδας καὶ Ἱερουσαλὴμ, τοῦτ’ ἔστιν, ἥ τε τῆς πράξεως ἕξις
25καὶ ἡ τῆς θεωρίας· τῇ πράξει μὲν ἐπανισταμένων παθῶν ἀτιμίας, τῇ θεωρίᾳ δὲ, ψευδῶν ἐννοιῶν συν‐ επιπλεκομένων. Θεῖος γὰρ ὡς ἀληθῶς ὅρος καὶ νόμος, κελεύων παιδεύεσθαι πρὸς εὐγνωμοσύνην διὰ τῶν ἐναντίων, τοὺς ἐπὶ τοῖς κρείττοσι φανέντας εὐγνώ‐
30μονας, καὶ τῇ σπάνει τῶν ἀγαθῶν τοὺς ἐπὶ τῇ ἀφθο‐ νίᾳ τούτων ἐπαιρομένους. Ἡ γὰρ ἐπὶ κατορθώμα‐ σιν οἴησις ἀπαιδαγώγητος μένουσα, τὸ τῆς ἀντιθέου τίκτειν οἶδεν ὑπερηφανίας νόσημα· ἵνα μὴ εὑρεθῶ‐ μεν τῷ καλῷ πρὸς τὴν τοῦ κακοῦ γένεσιν χρώμενοι·
35καὶ δι’ ὧν ἔδει πλέον διασφαχθεῖσαν, ἐν ἡμῖν ἀσά‐ λευτον μένειν τὴν θείαν ἐπίγνωσιν, δι’ ἐκείνων τὴν ἄγνοιαν νοσήσαντες ταύτης. Ὁ μὲν γὰρ οἰόμενος δι’ ἑαυτοῦ κατορθοῦν, οὐκ ἐπιζητήσει λοιπὸν τὴν πη‐ γαίαν τῶν καλῶν αἰτίαν· ὁ δὲ τῆς ἑαυτοῦ συναισθό‐
40μενος περὶ τὰ καλὰ πενίας καὶ ἀσθενείας, τρέχει πρὸς τὸν δοῦναι δυνάμενον τῆς ἐνδείας τὴν πλήρω‐ σιν. Γίνεται τοίνυν ἐπὶ τὸν εἰρημένον νοῦν ἡ σωτή‐ ριος ὀργὴ τῆς ἐγκαταλείψεως, ἵνα ταπεινωθῇ, καὶ ἐπιγνῷ τὸν χορηγὸν τῶν κατορθωμάτων· καὶ μὴ
45ἐπέλθῃ ἐπ’ αὐτὸν ἄλλη ὀργὴ τῆς ἀφαιρέσεως τῶν δοθέντων χαρισμάτων. Γέγραπται γὰρ εὐθὺς, ὅτι «Καὶ ἐταπεινώθη Ἐζεχίας ἀπὸ τοῦ ὕψους τῆς καρ‐ δίας αὐτοῦ, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, καὶ οὐκ ἐπῆλθεν ἐπ’ αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις

77

.

1273

(50)

Ἐζεχίου.» Πᾶς τοιγαροῦν διὰ Θεοῦ τὴν νίκην, ὡς προδεδήλωται, κτησάμενος, καὶ μὴ κατὰ τὸ ἀνταπό‐ δομα, ὃ ἀνταπέδωκεν αὐτῷ ὁ Θεὸς, ἀνταποδοὺς αὐτῷ· τοῦτ’ ἔστι, μὴ τῷ μεγέθει τῆς σωτηρίας ἐξισώσας τὸ πλῆθος τῆς εὐχαριστίας· μηδὲ τῇ εὐεργεσίᾳ τοῦ
55σώσαντος ἀντιμετρήσας τὴν οἰκείαν διάθεσιν· ἀντ‐

77

.

1276

απόδοσις γὰρ τοῦ σωθέντος ἐστὶν, ἡ πρὸς τὸν σώσαντα δι’ ἔργων ἀντιμετρουμένη διάθεσις· ἀλλ’ ὑψώσας ἑαυτοῦ τὴν καρδίαν, ἅτε μέγα φρονήσας ὡς μὴ παρὰ Θεοῦ λαβὼν, ἐνδίκως δέχεται γινομένην ἐπ’ αὐτὸν
5τὴν πρώτην ὀργὴν, συγχωροῦντος τοῦ Θεοῦ τῷ δια‐ βόλῳ νοητῶς αὐτῷ συμπλακῆναι, καὶ τούς τε κατὰ τὴν πρᾶξιν παρασαλεῦσαι τρόπους τῆς ἀρετῆς· τούς τε κατὰ τὴν θεωρίαν διαυγεῖς ἐπιθολῶσαι λόγους τῆς γνώσεως, ἵνα μαθὼν τὴν οἰκείαν ἀσθένειαν,
10ἐπιγνῷ τὴν θείαν δύναμιν, τὴν ἐν ἡμῖν τὰ πάθη κα‐ ταπαλαίουσαν, καὶ ταπεινωθῇ μετανοήσας, καὶ τὸν ὄγκον ἀποβαλὼν τῆς οἰήσεως, καὶ οὕτως ἱλεωσάμε‐ νος τὸν Θεὸν ἀποστρέψῃ τὴν ἐπερχομένην τοῖς μετα‐ νοοῦσιν ὀργὴν, τὴν ἀφαιρουμένην τὴν φρουρητικὴν
15χάριν τῆς ψυχῆς, καὶ ἔρημον καταλιμπάνουσαν τὸν ἀγνώμονα. Ἡμέρας δὲ Ἐζεχίου νοήσεις τοὺς δια‐ φόρους φωτισμοὺς τοῦ δηλωθέντος νοὸς, οὓς δημιουρ‐ γεῖ διὰ τῆς ἰδίας ἀνατολῆς ὁ νοητὸς ἥλιος τῆς δι‐ καιοσύνης.
20 Ὀργὴ Θεοῦ ἐστιν ἡ τῶν παιδαγωγουμένων ἐπί‐ πονος αἴσθησις, ἤτοι ἡ τῶν ἀκουσίων πόνων ἐπ‐ αγωγή· δι’ ἧς τὸν ἐπ’ ἀρετῇ καὶ γνώσει φυσιούμενον νοῦν ὁ Θεὸς πολλάκις ἄγει πρὸς συστολὴν καὶ ταπεί‐ νωσιν, αὐτὸν ἑαυτοῦ γενέσθαι διδοὺς ἐπιγνώμονα,
25καὶ τῆς οἰκείας ἀσθενείας συνίστορα. Ἑτέρα δὲ ὀργὴ Κυρίου ἐστὶν ἡ ἀνακωχὴ τῆς τῶν θείων χαρι‐ σμάτων χορηγίας· ἥτις συμφερόντως ἐπὶ πάντα γίνεται νοῦν ὑψηλὸν καὶ μετέωρον, καὶ τοῖς δοθεῖσιν αὐτῷ θεόθεν καλοῖς, ὡς ἐπὶ ἰδίοις μεγαλαυχούμενον
30κατορθώμασι. Γίνεται κατὰ πρόνοιαν ἐπὶ τὸν ὑψηλόφρονα νοῦν ὀργὴ ἐγκαταλείψεως, ἤτοι συγχώρησις τοῦ διοχληθῆναι αὐτὸν ὑπὸ δαιμόνων, κατά τε τὴν πρᾶξιν, κατά τε τὴν θεωρίαν· ἵνα λάβῃ τῆς μὲν ἑαυτοῦ φυσικῆς ἀσθενείας
35συναίσθησιν, τῆς δὲ σκεπούσης αὐτὸν, καὶ τὸ πάντων ἀγαθῶν κατορθούσης θείας δυνάμεώς τε καὶ χάριτος ἐπίγνωσιν, καὶ ταπεινωθῇ, πόῤῥω παντελῶς ἑαυτοῦ τὸ ἀλλότριον καὶ παρὰ φύσιν ὕψος ποιούμενος· ὥστε μὴ ἐπανελθεῖν ἐπ’ αὐτὸν τὴν ἄλλην ὀργὴν, τὴν τῶν
40δοθέντων χαρισμάτων ἀφαίρεσιν, ταπεινωθέντα καὶ γενόμενον τῆς τοῦ τὰ καλὰ παρέχοντος ἐπιγνώσεως. Ὁ μὴ σωφρονισθεὶς τῷ πρώτῳ τῆς ὀργῆς, ὑπο‐ πίπτει τῷ δευτέρῳ, καὶ ἀφαιρεῖται τὴν τῶν χαρι‐ σμάτων ἐνέργειαν, καὶ γίνεται τῆς φρουρούσης δυνά‐
45μεως ἔρημος. Φησὶ γὰρ ἐν ἄλλοις ὁ Θεὸς, «Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ ἀναβήσεται αὐ‐ τὸν, ὡς εἰς χέρσον ἄκανθα· καὶ ταῖς νεφέλαις ἐντε‐

77

.

1276

(50)

λοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτόν.» Ἀλλὰ πῶς, τοῦ Ἐζεχίου σφαλέντος, ἐγένετο οὐκ ἐπ’ αὐτὸν μόνον ἡ ὀργὴ, ἀλλὰ καὶ ἐπὶ Ἰούδαν, καὶ ἐπὶ Ἱερουσαλὴμ, καίτοι τοῦ Κυρίου σαφῶς ἐν ἄλλοις ἀποφηναμένου μὴ ἀποθανεῖν ἄλλον ὑπὲρ τῆς ἄλλου πλημμελείας,
55ἀλλ’ ἕκαστον ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖσθαι; Ἐπειδὴ τὸν Ἐζεχίαν εἰς τὸν φιλόσοφον καὶ φιλό‐ θεον προδιελάβομεν νοῦν, καὶ τὸν μὲν Ἰούδαν εἰς
πρᾶξιν, τὴν δὲ Ἱερουσαλὴμ εἰς τὴν θεωρίαν· ὅταν

77

.

1277

τι καθ’ οἷον δή ποτε τρόπον πεπονθέναι τὸν νοῦν νοή‐ σωμεν, τότε καὶ τὴν πρακτικὴν αὐτοῦ δύναμιν καὶ τὴν θεωρητικὴν συμπεπονθέναι πιστεύομεν. Τοῦ γὰρ ὑποκειμένου πάσχοντος, καὶ τὰ ἐν ὑποκειμένῳ συμ‐
5πάσχουσιν. Ὑποκείμενον μὲν γὰρ ὁ νοῦς, ὡς ἀρετῆς καὶ γνώσεως δεκτικός. Ἐν ὑποκειμένῳ δὲ πρᾶξις καὶ θεωρία, αἵτινες, πρὸς τὸν νοῦν, συμβεβηκότων λόγον ἐπέχουσι. Διὸ κατὰ πάντα τρόπον καὶ συμ‐ πάσχουσι πάσχοντι, τὴν αὐτοῦ ποιὰν κίνησιν, ἀρχὴν
10τῆς οἰκείας ἀλλοιώσεως ἔχουσαι. Καλῶς οὖν τῷ ῥητῷ τῆς Γραφῆς συμφέρεται τῆς θεωρίας ὁ λόγος, λύων τὸ φαινόμενον ἄπορον. Μόνος γὰρ ὁ νοῦς ὑψοῦται, μεγαλοφρονῶν ἐπὶ κατορθώματι. Ἡ πρᾶξις δὲ καὶ ἡ θεωρία οὐ πεφύκασι τοῦτο πάσχειν, μὴ θεωρού‐
15μεναι καθ’ ἑαυτὰς ὑποστατικῶς· ὅμως μέν τοι τῷ νῷ κατά τι μολυνομένῳ συγχαίρονται. Καὶ ἔθαψε τὸν Ἐζεχίαν ἐν ἀναβάσει τάφων υἱῶν Δαβὶδ, καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς Ἰούδα, καὶ οἱ κατοι‐
20 κοῦντες Ἱερουσαλήμ. Δαβὶδ ἑρμηνεύεται μὲν ἐξουδένωσις, ἑρμηνεύεται δὲ καὶ ἱκανὸς χειρί. Εἴη δ’ ἂν τοιοῦτος ὁ Χριστὸς, ὃν ἀποδοκιμάσαντες ἐξουδένωσαν οἱ τῶν Ἰουδαίων ἱερεῖς τε καὶ ἄρχοντες, γενόμενον δι’ ἡμᾶς ὄνειδος ἀνθρώ‐
25πων ἀπιστούντων τῇ ἀληθείᾳ, καὶ ἐξουδένωμα λαοῦ πλήρους ἁμαρτιῶν. Ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ ἡμῶν τῶν αὐτοῦ προβάτων· ὁ ἀποκτεί‐ νας τὸν λέοντα καὶ τὴν ἄρκτον, τὸν θυμὸν λέγω, καὶ τὴν ἐπιθυμίαν, τὰ σπαράττοντα τῆς ἐν ἡμῖν θείας
30εἰκόνος τὸ κάλλος. Ὁ πυῤῥάκης, διὰ τὸ πάθημα τῆς σφαγῆς. Μετὰ κάλλους ὀφθαλμῶν, τοῦτ’ ἔστι, μετὰ δόξης τῶν κατὰ πρόνοιαν καὶ κρίσιν ὑψηλοτέρων λόγων. Ὀφθαλμοὶ γὰρ εἶεν ἂν τοῦ λόγου ἡ πρόνοια καὶ ἡ κρίσις, δι’ ὧν ποιεῖται τοῦ παντὸς τὴν ἐπισκο‐
35πήν. Ἢ πυῤῥάκης μὲν διὰ τὴν φαιδρότητα τοῦ βίου. Μετὰ κάλλους δὲ ὀφθαλμῶν, διὰ τὸν ἄμεμπτον λόγον τῆς γνώσεως. Ὁ τοῦ νοητοῦ καὶ ὑπερηφάνου, φημὶ δὴ τοῦ διαβόλου σφαγεὺς, τοῦ πεντάπηχυν ἔχοντος τὴν ἡλικίαν, διὰ τὴν περὶ τὰς πέντε τοῦ σώματος
40αἰσθήσεις αὔξησιν τῆς αὐτοῦ κακίας· ὁ βασιλεὺς τοῦ ἀληθινοῦ Ἰσραὴλ, καὶ ὁρῶντος Θεὸν, ὅσον ἐφικτόν· εἰ καὶ Σαοὺλ, ὁ παλαιὸς κατὰ τὸν νόμον λαὸς, μαίνε‐ ται φθόνῳ, διὰ τὴν ἀπιστίαν τηκόμενος, καὶ μὴ φέ‐ ρων τῆς προσκαίρου δόξης τὴν στέρησιν. Οὗ ἀφαιρεῖ‐
45ται τὸ δόρυ καὶ τοῦ ὕδατος τὸν φακόν· τοῦτ’ ἔστιν, τὸ κράτος τῆς πρακτικῆς ἀρετῆς, καὶ τὴν χάριν τῆς γνωστικῆς θεωρίας, εἰ καὶ ταῦτα πάλιν δίδωσι τοῖς πρὸς αὐτὸν κατὰ τὴν πίστιν διαβαίνουσι, διὰ τοὺς ἐξ Ἰου‐ δαίων μέλλοντας κληρονομεῖν σωτηρίαν. Οὗπερ πά‐

77

.

1277

(50)

λιν ἐν τῷ σπηλαίῳ τὸ τῆς διπλοΐδος ἀφαιρεῖται πτε‐ ρύγιον· τοῦτ’ ἔστι, τὸ ἦθος τῆς κατὰ τὴν ἠθικὴν φιλοσοφίαν ἀσχημοσύνης· ἢ τὸ ἐν νοήμασιν ὑψηλὸν
τῆς τῶν νομικῶν συμβόλων καὶ οἰωνισμάτων περι‐

77

.

1280

βολῆς· οὐκ ἄξιον κρίνας ἔχειν αὐτὰ, τὸν ὡς ἐν σπη‐ λαίῳ τῷ σκότει τῶν αἰσθητῶν, καὶ τῇ σκιᾷ τοῦ γράμ‐ ματος ἐγκεκλεισμένον. Διπλοῒς γὰρ, τὸ διπλοῦν τοῦ νόμου, τὸ φαινόμενόν τε καὶ τὸ νοούμενον, τὸ σωμα‐
5τικόν τε καὶ τὸ πνευματικόν· ὁ ἀληθινὸς ποιμὴν, καὶ βασιλεὺς, καὶ τῶν ἀντικειμένων ἀναιρέτης δυ‐ νάμεων. Ποιμὴν μὲν τῶν τὴν πρακτικὴν μετερχομέ‐ νων φιλοσοφίαν, καὶ πόας δίκην νεμομένων φυσικὴν θεωρίαν· βασιλεὺς δὲ τῶν νόμοις καὶ λόγοις πνευ‐
10ματικοῖς ἀγομένων, καὶ διὰ θεωρίας θειοτέρας πρὸς αὐτὸν ἀναγομένων. Τούτου τοῦ Δαβὶδ μὲν υἱοὶ, οἱ ἐξ αὐτοῦ γεννηθέντες ἐν πνεύματι ἅγιοι. Τάφοι δὲ τού‐ των αἱ μνῆμαι τῆς κατὰ Θεὸν αὐτῶν ἐπὶ γῆς πολι‐ τείας. Ἀναβάσεις δὲ τῶν τάφων αὐτῶν, τὰ ὕψη τῶν
15ἐν ταῖς μνήμαις ταύταις κατορθωμάτων, δι’ ὧν ἐκεῖνοι πρὸς Θεὸν ἀνέβησαν· οἷς ἐνθάπτουσιν οἱ ἐνιδρύοντες, οἵ τε κατὰ πρᾶξιν τρόποι, καὶ οἱ κατὰ θεωρίαν λόγοι· εἰς οὓς λαμβάνονται πᾶς Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, τὸν τοῖς οὖσιν ἅπασιν
20ἐπαινετῶς ἀποθανόντα νοῦν· τοῖς μὲν αἰσθητοῖς, τῇ ἀποθέσει τῆς κατ’ αἴσθησιν ἐνεργείας· τοῖς δὲ νοη‐ τοῖς, τῇ ἀποπαύσει τῆς νοερᾶς κινήσεως. Τὸν τοίνυν Ἐζεχίαν κράτος Θεοῦ μνημονευόμενον, ὡς νοῦν κρα‐ ταιὸν περὶ πρᾶξιν καὶ περὶ γνῶσιν λαμπρότατον,
25θάπτουσιν ἀποθανόντα· τοῦτ’ ἔστιν, πάντων τῶν ὄντων κατὰ γνώμην ἀπογενόμενον, καὶ πρὸς τὸν ὑπὲρ τὰ ὄντα γενόμενον. Πᾶς Ἰούδα καὶ οἱ κατοι‐ κοῦντες Ἱερουσαλὴμ, ἡ κατ’ ἀρετὴν πρᾶξις αὐτοῦ δηλονότι, καὶ ἡ κατὰ γνῶσιν ἀληθὴς θεωρία, ἐν ἀνα‐
30βάσει τάφων υἱῶν Δαβὶδ, ἐν τῷ ὕψει, λέγω, τῆς τῶν ἀπ’ αἰῶνος ἁγίων μνήμης, δεδωκότες αὐτῷ δόξαν καὶ τιμήν· δόξαν μὲν διὰ τὸ κατ’ εἰκόνα κάλλος, τιμὴν δὲ διὰ τὸ καθ’ ὁμοίωσιν μίμημα. Τὸ μὲν γὰρ ποιεῖ λόγων πνευματικῶν ἀληθὴς θεωρία· τὸ δὲ πάλιν
35ἀκριβὴς πρᾶξις τῶν θείων ἐντολῶν. Τὸ, ἔθαψαν, δὲ νοήσεις, ἀντὶ τοῦ ἔθηκαν. Παρατηρητέον δὲ ὅτι οὐ‐ δεὶς ἀναγέγραπται ταφεὶς ἐν τάφοις Δαβὶδ, ἢ ἐν ἀναβάσει τάφων Δαβίδ. Τοῦ γὰρ Σωτῆρος ἡμῶν Χριστοῦ ἀσύγκριτος καὶ ἀχώρητος ὁ ἐν σαρκὶ βίος,
40κατὰ τρόπον ὁμοῦ καὶ λόγον. «Ἐκάλυψε γάρ, φησὶν, οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ,» τοῦτ’ ἔστι, καὶ τὰς ἄνω δυνάμεις τῇ ὑπεροχῇ τῆς ὑπερβολῆς.
47tΕΚ ΤΗΣ ΒΙΒΛΟΥ ΕΣΔΡΑ.
48Περὶ Ζοροβάβελ. Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσ‐

77

.

1280

(50)

ωπον εἰς οὐρανὸν, ἐναντίον Ἱερουσαλὴμ, εὐ‐ λόγησε τὸν βασιλέα τοῦ οὐρανοῦ, λέγων· Παρὰ σοῦ ἡ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα, καὶ ἐγὼ σὸς οἰκέτης. Ὁ Ζοροβάβελ σπορὰ συγχύσεως, ἢ ἀνάπαυσις
55ἑρμηνεύεται· ἐσπάρη γὰρ ἐν Βαβυλῶνι, ἢ σημαίνει σύγχυσιν, αἰχμαλώτων ἐκεῖ κατεχομένων τῶν γεν‐
νητόρων αὐτοῦ. Καὶ ἀνέτειλεν ἐκεῖ, νηπιόθεν αὐγά‐

77

.

1281

ζων τὸ κάλλος τῆς ἀρετῆς, καὶ τῆς γνώσεως· καὶ ἀπαλλάξας ὅλον τὸ γένος τῆς ἐκεῖ δουλείας, ἀνά‐ παυσις αὐτοῖς γέγονεν. Λοιπὸν οὖν εἴη ἂν Ζοροβά‐ βελ, νοῦς φιλόσοφος, πρῶτον μὲν διὰ μετανοίας
5σπειρόμενος ἐν τῇ συγχύσει τῶν παθῶν, εἶτα φωτί‐ ζων, καὶ ὑποδεικνύων τὴν αἰσχύνην αὐτῶν. Ἔπειτα ἐλευθερῶν τοὺς λογισμοὺς καὶ τὴν ψυχὴν ἀπὸ τῆς τοιαύτης αἰχμαλωσίας καὶ ἀναπαύων αὐτούς. Οὗτος τοίνυν ὅτε ἐξέλθῃ ἀπὸ τοῦ βασιλέως Δαρείου, λέγω
10δὴ τοῦ φυσικοῦ νόμου, νικήσας παρ’ αὐτοῦ, αἴρει τὸ πρόσωπον εἰς τὸν οὐρανὸν, τοῦτ’ ἔστι, τὴν διάθεσιν τῆς ψυχῆς, ἐν ᾗ οἱ χαρακτῆρες τῶν καλῶν, εἰς τὸ ὕψος τῆς γνώσεως ἐνώπιον τῆς ἀπαθείας. Διὰ γὰρ τῆς ἀπα‐ θείας εἰς τὸ ὕψος τῆς γνώσεως ἀνατείνεται, ζητῶν
15τὸν δοτῆρα τῆς νίκης. Ἱερουσαλὴμ γὰρ ὅρασιν εἰ‐ ρήνης ἑρμηνεύει. Νίκην μὲν οὖν λέγει τὸ κατὰ τῶν παθῶν κράτος τῆς πρακτικῆς· σοφίαν δὲ, τὴν διὰ τῆς θεωρητικῆς γνῶσιν τῆς ἀληθείας. Δόξαν δὲ τὴν ἐξ ἀμφοτέρων ὡραιότητα καὶ λαμπρότητα.
20Ἑνούμεναι γὰρ μίαν ἀναστράπτουσιν αἵγλην. Εἶτα προστήρησον· ὅτι Καὶ ἐγὼ σὸς οἰκέτης. Διὰ γὰρ τοῦ τοιούτου νοὸς, ὡς δι’ ὑπηρετοῦντος ὀργάνου, τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ἐν τῷ ἀνθρώπῳ ἐπιτελεῖ, μηδὲν ἕτερον συνεισφέροντι πλὴν τῆς θελούσης τὰ
25καλὰ διαθέσεως. Ἀλλ’ ὁ μὲν πρῶτος νεανίσκος τῷ οἴνῳ δοὺς τὸ κατὰ πάντων κράτος, τῇ ζέσει τῶν σαρκικῶν ἡδονῶν τὴν νίκην κατεχωρήσατο. Ὁ δεύ‐ τερος δὲ τῷ βασιλεῖ τοῦτο δοὺς, τὴν κοσμικὴν δόξαν ὑπερισχύειν ᾐνίξατο. Ὁ δὲ τρίτος ὁ Ζοροβάβελ διὰ
30μὲν τῶν γυναικῶν ἐνέφηνε τὸ τέλος τῶν ἀρετῶν, τὴν εἰς τὸν Θεὸν καὶ εἰς τὸν πλήσιον ἀγάπην διὰ δὲ τῆς ἀληθείας, τὸ τέλος τῶν γνώσεων, ἤτοι τῶν ὄντων ἀρχήν· λέγω δὴ τὸν Θεόν. Καὶ οἱ μὲν βʹ νεα‐ νίσκοι τοῦ ἐξ ὕλης καὶ εἴδους συνθέτου σώματος
35εἰκόνα φέρουσιν· καὶ ὁ μὲν τῇ ἐπιθυμίᾳ, ὁ δὲ τῷ θυμῷ προσνέμει τὸ κύρος. Ὁ μὲν γὰρ νοῦς ἐπιθυ‐ μίας σύμβολον, ὁ δὲ βασιλεὺς θυμοῦ· τυραννικὸν γὰρ ὁ θυμός. Ὁ δέ γε Ζοροβάβελ τύπον ἐπέχει τῆς ἁπλῆς καὶ ἀσυνθέτου κατ’ οὐσίαν ψυχῆς· διὸ καὶ
40σοφῆς ἀντέθηκε. Ταῖς μὲν γὰρ σαρκικαῖς ἡδοναῖς, τὴν πνευματικὴν τὴν ἐκ τῆς εἰρημένης ἀγάπης γινομένην· τῷ δὲ φθειρομένῳ κράτει, τὸ ἄφθαρτον. Καὶ διαλεχθεὶς οὕτω καὶ νικήσας, ἠλευθέρωσε τὸν λαὸν, ὡς ἀνωτέρω προδιελάβομεν· καὶ ἐπανήγαγεν
45εἰς τὴν Ἰουδαίαν, ἢ εἰς μετάνοιαν καὶ ἐξομολόγησιν, καὶ εἰς Ἱερουσαλὴμ, φημὶ δὴ τὴν εἰρηνικὴν καὶ ἀπαθῆ κατάστασιν· καὶ ᾠκοδόμησε τὸν ναὸν, τὴν δεκτικὴν τῆς ἀνωτάτω σοφίας γνῶσιν. Ἑτέρα θεωρία εἰς τὸν Ζοροβάβελ.

77

.

1281

(50)

Ζοροβάβελ νέος ἐστὶν ὁ διὰ τοῦ παλαιοῦ τυπού‐ μενος Ἰησοῦς Χριστὸς, ὁ ἐν τῇ συγχύσει τῆς φύ‐ σεως ἡμῶν συλληφθεὶς, καὶ γεννηθεὶς τέλειος ἄν‐ θρωπος, ὁ μὴ γενόμενος μὲν σὺν ἡμῖν αἰχμάλωτος, μηδὲ πρὸς τὴν τῶν παθῶν σύγχυσιν κατασυρείς.
55«Ἁμαρτίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν, ἐν ἡμῖν δὲ τοῖς αἰχμαλώτοις τεχθεὶς, καὶ μεθ’ ἡμῶν τῶν ἀνό‐
μων λογισθείς.» Οὗτός ἐστιν ἡ ἀνατολὴ φωτὸς τῆς

77

.

1284

ἀληθείας τοῦ λάμψαντος τοῖς διασπαρεῖσιν ὑπὸ τῆς πλάνης. «Ἀνατελεῖ γὰρ, φησὶν, ἡμῖν ἥλιος δικαιο‐ σύνης, καὶ ἀνατολὴ ὄνομα αὐτοῦ.» Οὗτός ἐστιν ὁ καὶ λόγῳ καὶ ἔργῳ νικήσας ὅλον τὸν κόσμον, καὶ
5ἀληθῶς ἐλευθερῶν τοὺς πειθομένους αὐτῷ, καὶ ἐπαν‐ άγων ἀπὸ σκότους εἰς φῶς, καὶ ἀπὸ κακίας εἰς ἀρε‐ τὴν, καὶ ἀπὸ θανάτου εἰς ζωὴν, καὶ ἀπὸ γῆς εἰς οὐ‐ ρανόν. Οὗτός ἐστιν ὁ σοφὸς οἰκοδόμος τοῦ ἐμπρη‐ σθέντος τῷ πυρὶ τῶν παθῶν ἡμῶν λογικοῦ ναοῦ, ὁ
10κατασκευάσας τὸν ἀχειροποίητον ναὸν τοῦ προσλήμ‐ ματος, ἐν ᾧ καὶ ἐσκήνωσεν. Οὗτός ἐστιν οὗ προεί‐ ρηκε τὸ Πνεῦμα τὸ ἅγιον· «Αἱ χεῖρες Ζοροβάβελ ἐθε‐ μελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν» τήν τε προτέραν δηλοῦν τοῦ
15ἀνθρώπου διάπλασιν, καὶ τὴν τελευταίαν ἐν ἑαυτῷ ἀνάπλασιν. Οὗ χεῖρας εἶπε τὴν δημιουργικὴν δύνα‐ μιν. Οὗτός ἐστιν ὁ Ζοροβάβελ οὗ ἐν τῇ χειρὶ ὁ λίθος ὁ κασσιτέρινος. Ἑπτὰ δὲ τοῦ λίθου τούτου οἱ ὀφθαλ‐ μοί. Ὁ γὰρ παλαιὸς Ζοροβάβελ οὐδαμῶς ἱστόρηται
20λίθον τοιοῦτον κτησάμενος. Χεὶρ μὲν οὖν τοῦ νέου Ζοροβάβελ ἡ πρᾶξις τῶν ἐντολῶν αὐτοῦ. Λίθος δὲ κασσιτέρινος, ἡ εἰς αὐτὸν πίστις. Ἡ γὰρ εἰς αὐτὸν πίστις ἐν τῇ πράξει τῶν ἐντολῶν αὐτοῦ διαφαίνεται. Ἀλλὰ λίθος μὲν αὕτη διὰ τὸ στεῤῥὸν, ὅσον πρὸς τὴν
25ἀλήθειαν, καὶ ἀμετακίνητον. Κασσιτέρινος δὲ διὰ τὸ τὸν κασσίτερον χαρακτηρίζειν αὐτήν. Ὥσπερ γὰρ ὁ κασσίτερος τῆς τοῦ ἀργύρου καὶ τῆς τοῦ μο‐ λίβδου μετέσχηκεν ἰδιότητος. Οὕτω γὰρ αὕτη δοξά‐ ζει μὲν φυλαττομένη, κολάζει δὲ μὴ φυλαττομένη.
30Τιμωρίας μὲν γὰρ σύμβολον ὁ μόλιβδος, λαμπρότη‐ τος δὲ ὁ ἄργυρος. Ἑπτὰ δὲ ὀφθαλμοὶ τῆς ἐμπράκτου ταύτης πίστεως, τὰ ζʹ τοῦ ἁγίου Πνεύματος χαρί‐ σματα ἅπερ Ἡσαΐας ἀπηριθμήσατο· πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα γνώσεως, πνεῦμα ἐπιστή‐
35μης, πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα φόβου τοῦ Θεοῦ. Ἴδιον δὲ φόβου μὲν ἡ ἀποχὴ τῶν κακῶν, ἰσχύος δὲ ἡ πρᾶξις τῶν καλῶν· βουλῆς δὲ ἡ διάκρισις τῶν ἀντικειμένων· ἐπιστήμης δὲ ἡ τῶν κατὰ τὰς ἀρετὰς τρόπων εἴδησις· γνώσεως δὲ ἡ τῶν ἐν ταῖς ἐντολαῖς
40λόγων τῆς θεωρίας· συνέσεως δὲ ἡ πρὸς τοὺς ῥη‐ θέντας τρόπους καὶ λόγους συνδιάθεσις τῆς ψυχῆς. Σοφίας δὲ ἡ τῶν ὑψηλοτέρων ἔτι καὶ θειοτέρων λό‐ γων μυσταγωγία. Ὁ μὲν Ἡσαΐας ἀπὸ τοῦ τῷ Θεῷ μὲν προσεχοῦς, ἡμῖν δὲ τελευταίου ἀρξάμενος,
45κατῆλθεν ἐπὶ τὸ ἡμῖν μὲν προσεχὲς, τῷ δὲ Θεῷ τε‐ λευταῖον, ὅπερ ἐστὶν ὁ φόβος. «Ἀρχὴ γὰρ, φησὶ, σο‐ φίας φόβος Κυρίου.» Ἐγὼ δὲ τοὐναντίον ἀπὸ τοῦ φόβου μᾶλλον ἀρξάμενος ἐπὶ τὴν σοφίαν ἀνῆλθον, ἥτις ἐστὶ τῷ μὲν Θεῷ προσεχὴς, ἡμῖν δὲ ποῤῥω‐

77

.

1284

(50)

τάτω. Ταῦτά εἰσιν οἱ ζʹ ὀφθαλμοὶ τῆς ἐμπράκτου πίστεως, δι’ ὧν φωτιζόμεθά τε καὶ πρὸς τὸν Θεὸν ὁδηγούμεθα, καὶ εἰς τὴν μίαν αἰτίαν τῶν χαρισμάτων τὴν διαιροῦσαν αὐτὰ, συναγόμεθα. Περὶ τῶν ἐλευθερωθέντων τῆς αἰχμαλωσίας καὶ
55δουλείας, συνεξελθόντων τῷ Ζοροβάβελ. Οἱ δὲ πάντες ἦσαν ἐξ Ἰσραὴλ ἀπὸ δωδεκαετοὺς χωρὶς παίδων καὶ γυναικῶν μυριάδες τέσσα‐ ρες τρισχίλιοι τριακόσιοι ἐξήκοντα.
Μόνος ὁ γενόμενος ὑπὲρ τὰ αἰσθητὰ χρονικὰ νοῦς.

77

.

1285

Πενταδικὴ μὲν γὰρ ἡ αἴσθησις· ἑβδοματικὸς δὲ ὁ χρόνος, δι’ ὃν ὁ δώδεκα συμπληροῦται· καὶ τῆς πρὸς ταῦτα ψυχῆς ἐν τούτοις ἀπαλλάττεται δουλείας, ἐπειγόμενος πρὸς τὴν ἄνω Ἱερουσαλὴμ, ἔχων χωρὶς
5παίδων καὶ γυναικῶν μυριάδας δ’ τρισχιλίους τξʹ. Παῖδες μὲν οὖν εἰσιν, οἱ τῶν φυσικῶν καὶ ἀδιαβλή‐ των παθῶν λογισμοί· γυναῖκες δὲ αἱ κατὰ φύσιν ὀρέ‐ ξεις καὶ ἡδοναί· καὶ ἡ τυχοῦσα γὰρ τροφὴ ποιεῖ κατὰ φύσιν ἡδονὴν, προλαβοῦσαν ἔνδειαν παραμυθουμένη,
10καὶ ἡ τυχοῦσα πόσις τὴν ὄχλησιν τοῦ δίψους ἀπο‐ κρουομένη, καὶ τυχὼν ὕπνος τὴν ἐξ ἐγρηγόρσεως κε‐ κμηκυῖαν ἀνακτώμενος δύναμιν. Οὔτε δὲ οἱ δηλω‐ θέντες λογισμοὶ, οὔτε αἱρεθεῖσαι ἡδοναὶ, συναρι‐ θμούμενα τοῖς ἀνδράσιν, ὡς οὐχ ὑφεστῶτα καθ’ ἑαυτὰ,
15ὅμως συνεξέρχονται τούτοις φεύγουσι τὴν ἁμαρτίαν, καὶ πρὸς τὴν δικαιοσύνην ἀπιοῦσιν· ὡς ἀναγκαῖα μὲν εἰς σύστασιν φύσεως, χρήσιμα δὲ πρὸς κτῆσιν ἀρετῆς. Ἢ καὶ ἄλλως· οὐ συναριθμοῦνται, ὡς μὴ συμμεθιστάμενα πρὸς τὴν ἀθάνατον ζωήν· χωρὶς
20γὰρ καὶ λογισμῶν τοιούτων καὶ ἡδονῶν ἐκεῖ μετα‐ βαίνομεν. Δʹ δὲ μυριάδες εἰσὶν, αἱ δ’ γενικαὶ ἀρεταὶ, φρόνησις, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη, μεθ’ ὧν καὶ φύσιν καὶ χρόνον διαβὰς ὁ νοῦς, πρὸς τὴν τῆς ἀπαθείας λῆξιν ἀποκαθίσταται, Ἢ αἱ δ’ γενικαὶ
25ἀπάθειαι, ὧν πρώτη μὲν ἡ παντελὴς ἀποχὴ τῆς κατ’ ἔργον ἁμαρτίας, ἐν τοῖς εἰσαγωγικοῖς θεωρουμένη. Δευτέρα δὲ ἡ παντελὴς ἀποβολὴ τῶν ἐμπαθῶν λογι‐ σμῶν, ἐν τοῖς ὑπὲρ τούτους συνισταμένη. Τρίτη δὲ ἡ περὶ τὰ πάθη παντελὴς ἀκινησία ἐν τοῖς ὑψηλοτέ‐
30ροις γινομένη. Τετάρτη δὲ ἡ καὶ αὐτῆς δὴ τῆς ψι‐ λῆς φαντασίας τῶν παθῶν παντελὴς κάθαρσις ἐν τοῖς τελείοις ὁρωμένη. Ὥσπερ δὲ ὑφ’ ἑκάστην γενικὴν ἀρετὴν ἢ ἀπάθειαν, πολλαί εἰσι μερικαὶ ἀρεταὶ καὶ ἀπάθειαι. Οἱ δὲ τρισχίλιοι τὴν τελείαν θεολογίαν
35ὑποδηλοῦσι. Τρεῖς μὲν διὰ τὰς τρεῖς ὑποστάσεις τῆς Θεότητος. Χίλιοι δὲ διὰ τὴν τελειότητα τῆς περὶ ἑκά‐ στου τούτων θεολογίας. Τελείωσις γὰρ ἑκατοντάδων, ἡ χιλιάς· ὥσπερ ἡ μὲν δεκὰς μονάδων, ἡ δὲ ἑκα‐ τοντὰς δεκάδων, ἡ δὲ μυριὰς χιλιάδων· οἱ δὲ τρια‐
40κόσιοι τοὺς περὶ ἀρετῆς καὶ περὶ φύσεως λόγους ὑποσημαίνουσι. Τῶν τριακοσίων γὰρ ἐπινοίᾳ διαι‐ ρουμένων εἰς ἑκατόν τε καὶ διακόσια· ὁ μὲν ρʹ ἀριθ‐ μὸς μηνύσει τὴν τελείαν ἀρετὴν δεκαπλασιάζουσαν τὴν δεκάδα τῶν θεογράφων ἐντολῶν. Ὁ διακόσια δὲ,
45τὴν φύσιν ἐξ ὕλης καὶ εἴδους συνεστηκυῖαν. Ἐπεὶ γὰρ τετραδικὴ μὴν ἡ ὕλη, διὰ τὴν τετρακτὺν τῶν στοιχείων αὐτῆς, πενταδικὸν δὲ τὸ εἶδος διὰ τὸ πεν‐ ταπλοῦν τῆς αἰσθήσεως, τῆς τὰ ὑλικὰ σχηματιζού‐ σης, τετράκις τὸν νʹ συνθεὶς, ποιήσεις ςʹ ὃν τῷ ρʹ

77

.

1285

(50)

πάλιν συνάψας διὰ τῆς ἀρετῆς τὸ εὖ εἶναι. Οἱ δὲ ἑξήκοντα τὴν ποιητικὴν τῶν θείων ἐντολῶν ὑποφαί‐ νουσι δύναμιν· ἐν ἓξ μὲν γὰρ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν κόσμον τοῦτον. Δέκα δὲ αἱ θεοδώρητοι ἐν‐ τολαί· ἑξάκις δὲ τὰ δέκα ἑξήκοντα, μεθ’ ὧν ὁμοῦ
55πάντων ἐξέρχεται ὁ ἀνωτέρω διερμηνευθεὶς Σῦτ. Ἐπεὶ δὲ συνεξῆλθον αὐτοῖς καὶ παῖδες, καὶ παιδί‐ σκαι, καὶ ψάλται, καὶ ψαλτῳδοὶ, καὶ κάμηλοι, καὶ ἵπποι, καὶ ἡμίονοι, καὶ ὑποζύγια, εἶεν ταῦτα τύποι
τῶν διαφόρων βαθμῶν τῆς Ἐκκλησίας, δι’ ὧν προ‐

77

.

1288

ετυποῦντο αἱ διαθέσεις τῶν πιστευόντων. Παῖδες μὲν γὰρ καὶ παιδίσκαι, οἱ φόβῳ τῶν αἰωνίων κολά‐ σεων ὑπερχόμενοι τὸ βάρος τῆς πρακτικῆς φιλοσο‐ φίας, καὶ τὴν ἐν αὐτῇ σκληραγωγίαν· ὧν παῖδες
5μὲν οἱ ἰσχυρότεροι, παιδίσκαι δὲ οἱ ἀσθενέστεροι. Ψάλται δὲ ὧν ἡ πρᾶξις βοᾷ καὶ κηρύττει τοῦ Θεοῦ τὰ θελήματα τέρποντα τοὺς εὐσεβεῖς. Ψαλτῳδοὶ δὲ, οἱ μὴ μόνον ταῦτα κατωρθωκότες, ἀλλὰ καὶ ἑτέρους εἰς τὴν τούτων πρᾶξιν διὰ τοῦ διδάσκειν καὶ ῥυθμί‐
10ζειν ἐνάγοντες. Κάμηλοι δὲ οἱ πρὸς ὑψηλοτέρας θεωρίας ἀνατεινόμενοι. Ἵπποι δὲ οἱ τὸ στάδιον τοῦ κατὰ Θεὸν βίου τρέχοντες· ἡμίονοι δὲ οἱ μιγάδες τὸ ἦθος, καὶ ἐν τῷ κοινῷ τὸ ἄκοινον ἐπιδεικνύμενοι, ἢ οἱ ἄγονοι κακίας· ὑποζύγια δὲ οἱ τοὺς ἀσθενεῖς
15βαστάζοντες καὶ τὰ βάρη τούτων φέροντες· οἱ δὲ διάφοροι ἀριθμοὶ τῶν τε παίδων καὶ παιδισκῶν, καὶ τῶν ψαλτῶν καὶ ψαλτῳδῶν καὶ τῶν ἄλλων, ἐμφαν‐ τικοί τινές εἰσι τοῦ διάφορα εἶναι καὶ τὰ πλήθη τῶν ταγμάτων τῆς Ἐκκλησίας. Διάφορα μὲν γὰρ τάγμα‐
20τα, διάφορα δὲ καὶ τὰ ὑπὸ τὰ τάγματα πλήθη, καὶ ἄλλα ἄλλων πλείονα ἢ ἐλάττονα.
26Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ἰούδα καὶ Βε‐ νιαμὶν, ἐληλύθασιν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων· καὶ ἐπέγνωσαν ὅτι ἐκ τῆς αἰχμαλω‐ σίας οἰκοδομοῦσι ναὸν Κυρίῳ τῷ Θεῷ Ἰσραήλ.
30 Ἰούδας μὲν ἐξομολόγησις ἐρμηνεύεται. Διττὴ δὲ αὕτη, ἡ μὲν εὐχαριστίαν δεδωρημένων ἀγαθῶν σημαίνουσα, ἡ δὲ ἐξαγορείαν πεπραγμένων κακῶν. Πᾶς τοίνυν ἐξομολογούμενος κατὰ μίαν τούτων, τῆς φυλῆς ἐστι τοῦ Ἰούδα. Ἐπεὶ δὲ καὶ Βενιαμὶν πέν‐
35θος ἑρμηνεύεται, ἢ στεναγμὸς μητρὸς, ἢ οἰκοδομὴ λαοῦ· πᾶς πενθῶν ἐπὶ τοῖς οἰκείοις ἁμαρτήμασιν, ἢ στενάζων ἐπὶ τοῖς ἀλλοτρίοις, τρόπον μητρὸς συμ‐ παθοῦς, ἢ οἰκοδομῶν τινας τέχνῃ διδασκαλίας, τῆς φυλῆς ἐστι τοῦ Βενιαμίν. Οἱ τοιοῦτοι δὲ τῆς τῶν πα‐
40θῶν αἰχμαλωσίας ἐλευθερωθέντες, καὶ κατὰ τὴν ἕξιν τῆς ἀπαθείας γενόμενοι, οἰκοδομοῦσι ναὸν Κυρίῳ. τὸν ἐκ διαφόρων τρόπων ἀρετῆς καὶ λόγων γνώσεως οἰκοδομούμενον. Ἐχθροὶ δὲ τούτων εἰσὶ, τὰ τέσσαρα ἔθνη τὰ μετοικισθέντα εἰς γῆν Ἰσραὴλ ὑπὸ Ἀσβα‐
45καφὰθ βασιλέως Ἀσσοὺρ, λέγω δὴ Βαβυλωνίους καὶ Ἐχουθαίους, καὶ Αἰμαθαίους, καὶ Εὐσεβαίους. Βα‐ βυλώνιοι μὲν οὖν ἡ ὑπερηφανία συγχέουσα τὸν νοῦν. Ἐχουθαῖοι δὲ ἡ κενοδοξία ἐξιστῶσα τὴν διάνοιαν. Ἐχοὺθ γὰρ ἔκστασις ἑρμηνεύεται. Αἰμαθαῖοι δὲ ἡ

77

.

1288

(50)

ἀνθρωπαρεσκία. Αἰμὰθ μὲν γὰρ ὅρασις φαινομένων· ἑρμηνεύεται· τῶν ὁρωμένων δὲ καὶ φαινομένων ἠθῶν ἐπιμελεῖται ὁ ἀνθρωπάρεσκος. Εὐβαῖοι δὲ ἡ ὑπόκρι‐ σις. Εὐβαῖοι γὰρ ὀφιώδεις ἑρμηνεύονται. Ὁ δὲ ὄφις δι’ ὑποκρίσεως ἠπάτησε τὸν πρωτόπλαστον. Ἀσβα‐
55καφὰθ δὲ ὁ διάβολος, Ἀσβακαφὰθ ἑρμηνεύεται αἰχ‐
μαλωτίζων· ὅπισθεν, τοῦτ’ ἔστι. κατὰ τὸ ἀφανὲς, ἢ

77

.

1289

κατὰ τὸ λεληθὸς συναρπάζων. Οὗτος δὲ μετῴκισε τὰ δʹ ταυτὶ πάθη, εἰς τὴν ἕξιν τῆς ἀρετῆς, καὶ τῆς γνώσεως, παρενείρας αὐτὰ τοῖς ἐναρέτοις καὶ γνω‐ στικοῖς, ἵνα διὰ τούτων ἀπὸ τοῦ κατὰ Θεὸν σκοποῦ
5πρὸς ἕτερον ἀπαγάγῃ τοὺς ἐν ἀγαθοῖς πονοῦντας. Τούτων δὴ τῶν δ’ ἀγαθῶν οἱ προεστῶτες δαίμονες ἀκούσαντες τῆς φωνῆς τῶν σαλπίγγων ἐληλύθασιν ἐπιγνῶναι, τίς ἐστιν αὕτη. Σάλπιγγες μὲν οὖν, αἱ θεῖαι ἐντολαὶ, φωνὴ δὲ αὐτῶν αἱ πράξεις αὐτῶν, ἧς
10αἰσθόμενοι οἱ δαίμονες διανίστανται πρὸς κακουρ‐ γίαν. Καὶ προσελθόντες τῷ Ζοροβάβελ, καὶ τῷ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν, λέγουσιν αὐτοῖς· Ἐνοικοδομήσομεν ὑμῖν· ὁμοίως γὰρ ὑμῖν ἀκούο‐
15μεν τοῦ Κυρίου τοῦ Θεοῦ, καὶ αὐτῷ ἐπιθύομεν ἀφ’ ἡμερῶν Ἀσφακαὰθ βασιλέως Ἀσσούρ· ὃς μετ‐ ῴκισεν ἡμᾶς ἐνθάδε. Καὶ εἶπον αὐτοῖς Ζοροβάβελ, καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν· Οὐχ ὑμῖν καὶ ἡμῖν τὸ οἰκοδομῆσαι οἶκον Κυρίῳ τῷ Θεῷ
20ἡμῶν. Ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν. Ζοροβάβελ μὲν ἔστιν ὁ πρακτικὸς νοῦς ὡς πολεμικώτερος. Ἰησοῦς δὲ ὁ θεωρητικὸς, ὡς ἱερώτερος. Ἄρχοντες δὲ τῶν πατριῶν, αἱ τῆς ψυχῆς δυνάμεις, ὑφ’ ἃς οἵ τε τρό‐ ποι τῆς ἀρετῆς, καὶ οἱ λόγοι τῆς γνώσεως. Προσ‐
25έρχονται δὲ τούτοις οἱ τῶν εἰρημένων παθῶν δαί‐ μονες, βουλόμενοι συνοικοδομεῖν τὸν οἶκον Κυρίου. Οὐδεὶς γὰρ τῶν δαιμόνων τούτων κωλύει τῶν κατὰ Θεὸν ἀγωνιζομένων τὸ πρόθυμον· ἀλλὰ καὶ μᾶλλον τὰς ἐλλείψεις τῶν καλῶν δολερῶς περικόψας, τὰς
30ἐπιτάσεις ὑπαγορεύει, καθάπερ συμπροθυμούμενος· ἵνα παραπολέσαντες τὸ ἴσον στάθμιον τῆς μεσότη‐ τος, λάθωμεν πρὸς ἄλλο φερόμενοι καταγώγιον τὸ φίλον αὐτοῖς. Διὸ καὶ λέγουσιν, ὅτι «Ὁμοίως ὑμῖν ἀκούομεν Κυρίου, καὶ αὐτῷ ἐπιθύομεν,» τοῦτ’
35ἔστιν, ἀποδεχόμεθα τὰς ἐντολὰς Κυρίου, καὶ συν‐ εργοῦμεν τοῖς ἐνεργοῦσιν αὐτὰς, καὶ ὄντως οὐκ ἀπο‐ στρέφονται ταύτας, ἕως πρὸς αὐτοὺς νένευκεν ὁ σκο‐ πὸς τῶν ἐνεργούντων παρατραπεὶς τῆς εὐθύτητος. Τοὺς μὲν γὰρ ἄλλους δαίμονας ῥᾳδίως ἄν τις κα‐
40τανοήσειε· τοὺς δὲ δοκοῦντας συνεργεῖν τῷ δρόμῳ τοῦ κατὰ Θεὸν βίου, μόλις ἂν οἱ κατὰ τὸν Ζοροβάβελ καὶ τὸν Ἰησοῦν διαγνοῖεν, καὶ ἀποκρούσαιντο τὴν συν‐ εργίαν αὐτῶν, εὖ εἰδότες, ὡς ἡ ταύτης ἐπιμιξία, τῆς ὅλης οἰκοδομῆς ποιεῖται καθαίρεσιν. Οὐ γὰρ
45πρὸς τοῦ Θεοῦ δόξαν ἀμφορᾷ, πρὸς δὲ τὸ πάθος, εἰς ὃ μεταφέρειν οἱ συνεργοῦντες δαίμονες βούλονται. Οἱ μὲν οὖν κατ’ ἔλλειψιν ἀρετῆς πολεμοῦντες δαίμο‐ νές εἰσιν, οἱ τὰ ἀπὸ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας πάθη τῆς ἀτιμίας ὑποτιθέμενοι· οἱ δὲ καθ’ ὑπερβο‐

77

.

1289

(50)

λὴν, οἱ τῶν τεσσάρων παθῶν προεστηκότες.