TLG 4090 123 :: CYRILLUS :: De sancta trinitate [Sp.] CYRILLUS Theol. De sancta trinitate [Sp.] Citation: Volume — page — (line) | ||
77.1120(2t) | DE SACROSANCTA TRINITATE | |
3t | LIBER | |
---|---|---|
4t | SANCTO CYRILLO ASCRIPTUS | |
5 | ΚΕΦΑΛ. Αʹ. Ἐπειδὴ πρώτιστον ἡμῖν τοῖς Χριστιανοῖς καὶ πάν‐ των ἀναγκαιότατον εἰδέναι τὴν εὐσέβειαν, καὶ ταύ‐ την ἀσπάζεσθαι, καὶ ταύτῃ συζῇν, καὶ ζωῆς τῆς παρούσης συνεκδημεῖν· ἄξιόν ἐστι πιστεύειν καὶ | |
10 | ὁμολογεῖν καὶ κηρύττειν ἡμᾶς, ὅτι Θεὸς εἶς ἐστιν, ἤγουν μία Θεότης, οὐσία ἄναρχος, ἀτελεύτητος, αἰώ‐ νιός τε καὶ προαιώνιος, ἀγέννητος, ἄκτιστος, ἄτρε‐ πτος, ἀναλλοίωτος, ἀκατάληπτος, ἀπερινόητος, ἀπε‐ ρίγραπτος, ἁπλοῦς, ἀσύνθετος, ἀσώματος, ἀναφὴς, | |
15 | ἀόρατος, ἐν τρισὶ τελείαις ταῖς ὑποστάσεσι, τῷ Πα‐ τρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι. Ἄῤῥητον οὖν τὸ Θεῖον καὶ ἀκατάληπτον. «Οὐδεὶς γὰρ ἐπιγινώ‐ σκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός· οὐδὲ τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ.» Καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον οὔτως | |
20 | οἶδε τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα ἀνθρώπου οἶδε τὰ ἐν αὐτῷ. Μετὰ δὲ τὴν πρώτην καὶ μακαρίαν φύσιν οὐδεὶς ἔγνω ποτὲ τὸν Θεὸν, εἰ μὴ ᾧ αὐτὸς ἀπεκάλυ‐ ψεν· οὐκ ἀνθρώπων μόνον, ἀλλ’ οὐδὲ τῶν ὑπερκο‐ σμίων δυνάμεων. Οὐκ ἀφῆκε μέντοι ἡμᾶς ὁ Θεὸς ἐν | |
25 | παντελεῖ ἀγνωσίᾳ. Πᾶσι γὰρ ἡ γνῶσις τοῦ εἶναι Θεὸν ὑπ’ αὐτοῦ φυσικῶς ἐγκατέσπαρται. Καὶ αὐτὴ δὲ ἡ κτίσις, καὶ ἡ ταύτης συνοχή τε καὶ κυβέρνησις, τὸ μεγαλεῖον τῆς θείας ἀνακηρύττει φύσεως. Καὶ διὰ νόμου μὲν καὶ προφητῶν πρότερον· ἔπειτα δὲ | |
30 | καὶ διὰ τοῦ Μονογενοῦς αὐτοῦ Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὸ ἐφικτὸν ἡμῖν, τὴν ἑαυτοῦ ἐφανέρωσε γνῶσιν. Πάντα τοίνυν τὰ παραδεδομένα ἡμῖν διά τε νόμου καὶ προ‐ | |
φητῶν καὶ ἀποστόλων δεχόμεθα καὶ γινώσκομεν καὶ | ||
77.1121 | ὁμολογοῦμεν, οὐδὲν περαιτέρω τούτων ἐπιζητοῦντες. Ἀδύνατον γὰρ παρὰ τὰ θειωδῶς ὑπὸ τῶν θείων λο‐ γίων τῆς τε Παλαιᾶς καὶ Καινῆς Διαθήκης ἡμῖν εἰ‐ ρημένα εἰπεῖν τι περὶ Θεοῦ, ἢ ὅλως ἐννοῆσαι. Ὅτι | |
5 | μὲν οὖν ἔστι Θεὸς, τοῖς μὲν τὰς ἁγίας δεχομένοις Γραφὰς, τήν τε Παλαιὰν καὶ Καινὴν Διαθήκην φημὶ, οὐκ ἀμφιβάλλεται, οὐδὲ τοῖς τῶν Ἑλλήνων πλεί‐ στοις. Ὡς γὰρ ἔφημεν, ἡ γνῶσις τοῦ εἶναι Θεὸν φυ‐ σικῶς ἡμῖν ἐγκατέσπαρται. Ἐπειδὴ δὲ τοσοῦτον | |
10 | ἴσχυσεν ἡ τοῦ Πονηροῦ κακία κατὰ τῆς τῶν ἀνθρώ‐ πων φύσεως, ὥστε καί τινας εἰς τὸ ἀλογώτατον, καὶ πάντων τῶν κακῶν κάκιστον καταγαγεῖν τῆς ἀπ‐ ωλείας βάραθρον, τὸ λέγειν μὴ εἶναι Θεὸν (ὧν τὴν ἀφροσύνην ἐμφαίνων ὁ προφήτης ἔφη Δαβίδ· «Εἶπεν | |
15 | ἄφρων ἐν καρδίᾳ αὑτοῦ, οὐκ ἔστι Θεός.») Οἱ μὲν οὖν τοῦ Κυρίου μαθηταὶ καὶ ἀπόστολοι τῷ παναγίῳ φωτισθέντες Πνεύματι καὶ τῇ αὐτοῦ δυνάμει καὶ χάριτι τὰς θεοσημίας ἐργαζόμενοι, τῇ τῶν θαυμά‐ των σαγήνῃ πρὸς τὸ φῶς τῆς θεογνωσίας, ἐκ τοῦ | |
20 | βυθοῦ τῆς ἀγνωσίας αὐτοὺς ζωγροῦντες ἀνήγαγον. Ὁμοίως καὶ οἱ τούτων τῆς τε χάριτος καὶ τῆς ἀξίας διάδοχοι ποιμένες τε καὶ διδάσκαλοι τὴν φωτιστικὴν τοῦ Πνεύματος χάριν δεξάμενοι, τῇ τε τῶν θαυμάτων δυνάμει, τῷ τε λόγῳ τῆς χάριτος τοὺς ἐσκοτισμέ‐ | |
25 | νους ἐφώτιζον, καὶ τοὺς πεπλανημένους ἐπέστρεφον. Ἡμεῖς δὲ οἱ μήτε τῶν θαυμάτων, μήτε τὸ τῆς δι‐ δασκαλίας δεξάμενοι χάρισμα (ἀναξίους γὰρ ἑαυ‐ τοὺς τῇ πρὸς τὰς ἡδονὰς προσπαθείᾳ πεποιήκαμεν)· φέρε ὀλίγα παρὰ τῶν δεδομένων ἡμῖν ὑπὸ τῶν ὑπο‐ | |
30 | φητῶν τῆς χάριτος περὶ τούτου διαλεξώμεθα, τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐπικα‐ λεσάμενοι. | |
33t | ΚΕΦΑΛ. Βʹ. | |
34 | Πάντα τὰ ὄντα, ἢ κτιστά ἐστιν, ἢ ἄκτιστα. Εἰ | |
35 | μὲν οὖν κτιστὰ, πάντως καὶ τρεπτά. Ὧν γὰρ τὸ εἶναι ἀπὸ τροπῆς ἤρξατο, ταῦτα τῇ τροπῇ ὑποκείσε‐ ται πάντως, ἢ φθειρόμενα, ἢ κατὰ προαίρεσιν ἀλ‐ λοιούμενα. Εἰ δὲ ἄκτιστα, κατὰ τὸν τῆς ἀκολουθίας λόγον πάντως καὶ ἄτρεπτα. Ὧν γὰρ τὸ εἶναι ἐναν‐ | |
40 | τίον, τούτων καὶ ὁ τοῦ πως εἶναι λόγος ἐναντίος, ἤγουν αἱ ἰδιότητες. Τίς οὖν οὐ συνθήσεται, πάντα τὰ ὄντα τρεπτὰ, ὅσα ὑπὸ τὴν ἡμετέραν αἴσθησιν· ἀλλὰ μὴν καὶ ἀγγέλους τρέπεσθαι, καὶ ἀλλοιοῦσθαι, καὶ πολυτρόπως κινεῖσθαι καὶ μεταβάλλεσθαι; τὰ μὲν | |
45 | νοητὰ, ἀγγέλους φημὶ καὶ δαίμονας, καὶ ψυχὰς, κατὰ προαίρεσιν τήν τε ἐν τῷ καλῷ προκοπὴν, καὶ τὴν ἐκ τοῦ καλοῦ ἀποφοίτησιν ἐπιτεινομένην τε καὶ ὑφιεμένην· τὰ δὲ λοιπὰ κατά τε γέννησιν καὶ φθο‐ ρὰν, αὔξησίν τε καὶ μείωσιν, καὶ τὴν κατὰ ποιότητα | |
77.1121(50) | μεταβολὴν, καὶ τὴν τοπικὴν κίνησιν; Τρεπτὰ τοίνυν | |
ὄντα, πάντως καὶ κτιστά. Κτιστὰ δὲ ὄντα, πάντως | ||
77.1124 | ὑπό τινος ἐδημιουργήθησαν. Δεῖ δὲ τὸν Δημιουργὸν ἄκτιστον εἶναι. Εἰ γὰρ κἀκεῖνος ἐκτίσθη, πάντως ὑπό τινος ἐκτίσθη, ἕως ἂν ἔλθωμεν εἴς τι ἄκτιστον. Ἄκτιστος οὖν ὢν ὁ Δημιουργὸς, πάντως καὶ ἄτρε‐ | |
5 | πτός ἐστι. Τοῦτο δὲ τί ἂν ἄλλο εἴη ἢ Θεός; Καὶ αὐτὴ δὲ τῆς κτίσεως συνοχὴ, καὶ συντήρησις, καὶ κυβέρ‐ νησις διδάσκει ἡμᾶς, ὅτι ἔστι Θεὸς, ὁ τόδε τὸ πᾶν συστησάμενος, καὶ συνέχων, καὶ συντηρῶν, καὶ ἀεὶ προνοούμενος. Πῶς γὰρ ἂν αἱ ἐναντίαι φύσεις, πυρὸς, | |
10 | λέγω, καὶ ὕδατος, ἀέρος καὶ γῆς, εἰς ἑνὸς κόσμου συμπλήρωσιν ἀλλήλοις συνεληλύθεισαν, καὶ ἀδιάλυ‐ τοι μένουσιν, εἰ μή τις παντοδύναμος δύναμις ταῦτα καὶ συνεβίβασε καὶ ἀεὶ τηρεῖ ἀδιάλυτα; Τί τὸ τάξαν τὰ οὐράνια καὶ τὰ ἐπίγεια, ὅσα δι’ ἀέρος, καὶ ὅσα | |
15 | καθ’ ὕδατος· μᾶλλον δὲ τὰ πρὸ τούτων, οὐρανὸν καὶ γῆν καὶ ἀέρα, καὶ φύσιν πυρός τε καὶ ὕδατος; Τίς ταῦτα ἔμιξε, καὶ ἐμέρισε; Τί τὸ ταῦτα κινῆσαν, καὶ ἄγον τὴν ἄληκτον φορὰν καὶ ἀκώλυτον; Ἆρ’ οὐχ ὁ τεχνίτης τούτων καὶ ὁ λόγον ἐνθεὶς πᾶσι καθ’ ὃν | |
20 | τὸ πᾶν φέρεταί τε καὶ διεξάγεται; Τίς δὲ ὁ τεχνίτης τούτων; Ἆρ’ οὐχ ὁ πεποιηκὼς ταῦτα, καὶ εἰς τὸ εἶναι παραγαγών; οὐ γὰρ τῷ αὐτομάτῳ δώσομεν τοιαύτην δύναμιν. Ἔστω γὰρ τὸ γενέσθαι τοῦ αὐτομάτου, τίνος τὸ τάξαι; Καὶ τοῦτο, εἰ δοκεῖ, δῶμεν, τίνος τὸ | |
25 | τηρῆσαι καὶ φυλάξαι καθ’ οὓς πρῶτον ὑπέστη λό‐ γους; Ἑτέρου δηλαδὴ παρὰ τὸ αὐτόματον. Τοῦτο ἄλλο τί ἐστιν, εἰ μὴ Θεός; | |
31 | ΚΕΦΑΛ. Γʹ. Ὅτι μὲν οὖν ἔστι Θεὸς, δῆλον. Τί δέ ἐστι κατ’ οὐσίαν καὶ φύσιν, ἀκατάληπτον τοῦτο παντελῶς καὶ ἄγνωστον. Ὅτι μὲν γὰρ ἀσώματον, δῆλον. Πῶς γὰρ | |
35 | σῶμα τὸ ἄπειρον, καὶ ἀόριστον, καὶ ἀσχημάτιστον, καὶ ἀναφὲς, καὶ ἀόρατον, καὶ ἁπλοῦν, καὶ ἀσύνθε‐ τον; Πῶς ἄτρεπτον, εἰ περίγραπτον καὶ παθητόν; Καὶ πῶς ἀπαθὲς τὸ ἐκ στοιχείων συγκείμενον, καὶ εἰς αὐτὰ πάλιν ἀναλυόμενον; Σύνθεσις γὰρ ἀρχὴ μά‐ | |
40 | χης, μάχη δὲ διαστάσεως, διάστασις δὲ λύσεως, λύσις δὲ ἀλλότριον Θεοῦ παντελῶς. Πῶς δὲ καὶ σωθήσεται τὸ διὰ πάντων διήκειν, καὶ πληροῦν τὰ πάντα Θεὸν, ὥς φησιν ἡ Γραφή· «Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος.» Ἀδύνατον γὰρ σῶμα διὰ | |
45 | σωμάτων διήκειν μὴ τέμνον καὶ τεμνόμενον καὶ πλεκόμενον καὶ ἀντιπαρατιθέμενον· ὥσπερ ὅσα τῶν ὑγρῶν μίγνυται καὶ συγκιρνᾶται. Εἰ δὲ καί τινές φα‐ σιν ἄϋλον σῶμα ὡς τὸ παρὰ τοῖς τῶν Ἑλλήνων σοφοῖς πέμπτον σῶμα λεγόμενον, ὅπερ ἀδύνατον· κινούμε‐ | |
77.1124(50) | νον ἔσται πάντως, ὥσπερ ὁ οὐρανός· τοῦτον γὰρ πέμπτον σῶμά φασι. Τίς οὖν ὁ τοῦτον κινῶν; Πᾶν γὰρ κινούμενον, ὑφ’ ἑτέρου κινεῖται· κἀκεῖνο τίς; Καὶ τοῦτο ἐπ’ ἄπειρον, ἕως ἂν καταντήσωμεν εἴς τι ἀκίνητον. Τὸ γὰρ πρῶτον κινοῦν, ἀκίνητον· ὅπερ | |
55 | ἐστὶ τὸ Θεῖον. Πῶς δὲ οὐ καὶ τόπῳ περίγραπτον, τὸ | |
77.1125 | κινούμενον; μόνον οὗν τὸ Θεῖον ἀκίνητον δι’ ἀκινη‐ σίας τὰ πάντα κινοῦν. Ἀσώματον τοίνυν ὑποληπτέον τὸ Θεῖον. Ἀλλ’ οὐδὲ τοῦτο τῆς οὐσίας παραστατικόν ἐστιν, ὥσπερ οὐδὲ τὸ ἀγέννητον, καὶ τὸ ἄναρχον, | |
5 | καὶ τὸ ἀναλλοίωτον, καὶ τὸ ἄφθαρτον, καὶ ὅσα περὶ Θεοῦ, ἢ περὶ Θεὸν εἶναι λέγομεν. Ταῦτα γὰρ αὐτῷ οὐ τὸ τί ἐστι σημαίνει, ἀλλὰ τί οὐκ ἔστι. Χρὴ δὲ τὸν βουλόμενον τήν τινος οὐσίαν εἰπεῖν τί ἐστι φράσαι, οὐ τὸ τί οὐκ ἐστιν. Ὅμως ἐπὶ Θεοῦ τί ἐστιν εἰπεῖν | |
10 | ἀδύνατον κατ’ οὐσίαν. Οἰκειότερον δὲ μᾶλλον ἐκ τῆς πάντων ἀφαιρέσεως ποιεῖσθαι τὸν λόγον. Οὐδὲν γὰρ τῶν ὄντων ἐστὶν, οὐχ ὡς μὴ ὢν, ἀλλ’ ὡς ὑπὲρ πάντα τὰ ὄντα, καὶ ὑπὲρ αὐτὸ δὲ τὸ εἶναι ὤν. Εἰ γὰρ τῶν ὅντων ἡ γνῶσις, τὸ ὑπὲρ γνῶσιν, πάντως καὶ ὑπὲρ | |
15 | οὐσίαν ἔσται· καὶ τὸ ἀνάπαλιν, τὸ ὑπὲρ οὐσίαν, καὶ ὑπὲρ γνῶσιν ἔσται. Ἄπειρον οὖν τὸ Θεῖον, καὶ ἀκα‐ τάληπτον· καὶ τοῦτο μόνον αὐτοῦ καταληπτὸν, ἡ ἀπειρία, καὶ ἡ ἀκαταληψία· ὅσα δὲ λέγομεν ἐπὶ Θεοῦ καταφατικῶς, οὐ τὴν φύσιν, ἀλλὰ τὰ περὶ τὴν φύσιν | |
20 | δηλοῖ· κἂν ἀγαθὸν, κἂν δίκαιον, κἂν σοφὸν, κἂν ὅ τι ἂν ἄλλο εἴπῃς, οὐ φύσιν λέγεις Θεοῦ, ἀλλὰ τὰ περὶ τὴν φύσιν. Εἰσὶ δὲ καί τινα καταφατικῶς ἐπὶ Θεοῦ λεγόμενα, δύναμιν ὑπεροχικῆς ἀποφάσεως ἔχοντα· οἷον σκότος λέγοντες ἐπὶ Θεοῦ, οὐ σκότος νοοῦμεν, | |
25 | ἀλλ’ ὅτι οὐκ ἔστι φῶς, ἀλλ’ ὑπὲρ τὸ φῶς· καὶ φῶς, ὅτι οὐ σκότος ἐστίν. | |
33 | ΚΕΦΑΛ. Δʹ. Ὅτι μὲν οὖν ἔστι Θεὸς, ἱκανῶς ἀποδέδεικται, καὶ | |
35 | ὅτι ἀκατάληπτός ἐστιν ἡ αὐτοῦ οὐσία. Ὅτι δὲ εἷς ἐστι Θεὸς καὶ οὐ πολλοὶ, τοῖς μὲν τῇ θείᾳ πειθομέ‐ νοις Γραφῇ, οὐκ ἀμφιβάλλεται. Φησὶ γὰρ ὁ Κύριος ἐν τῇ τῆς νομοθεσίας ἀρχῇ· «Ἐγὼ Κύριος ὁ Θεός σου ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου· οὐκ ἔσονταί | |
40 | σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.» Καὶ πάλιν· «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι.» Καὶ διὰ Ἡσαΐου τοῦ προφήτου, «Ἐγὼ γὰρ, φησὶ, Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἐστι Θεός· ἔμπροσθέ μου οὐκ ἐγένετο ἄλλος Θεὸς, | |
45 | καὶ μετ’ ἐμὲ οὐκ ἔσται, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι.» Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις οὕτω φησὶ πρὸς τὸν Πατέρα· «Αὕτη ἐστὶν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὂν ἀπ‐ έστειλας Ἰησοῦν Χριστόν.» Τοῖς δὲ τῇ θείᾳ Γραφῇ | |
77.1125(50) | μὴ πειθομένοις, οὕτω διαλεξόμεθα. Τὸ Θεῖον τέλειόν ἐστι, καὶ ἀνελλιπὲς, κατά τε ἀγαθότητα, κατά τε σοφίαν, κατά τε δύναμιν· ἄναρχον, ἀτελεύτητον, ἀΐδιον, ἀπερίγραπτον· καὶ, ἁπλῶς εἰπεῖν, κατὰ | |
πάντα τέλειον. Εἰ οὖν πολλοὺς ἐροῦμεν θεοὺς, ἀνάγκη | ||
77.1128 | διαφορὰν ἐν τοῖς πολλοῖς θεωρεῖσθαι. Εἰ γὰρ οὐδεμία διαφορὰ ἐν αὐτοῖς, εἷς μᾶλλόν ἐστι, καὶ οὐ πολλοί. Εἰ δὲ διαφορὰ ἐν αὐτοῖς, ποῦ ἡ τελειότης; Εἴτε γὰρ κατὰ ἀγαθότητα, εἴτε κατὰ δύναμιν, εἴτε κατὰ σο‐ | |
5 | φίαν, εἴτε κατὰ χρόνον, εἴτε κατὰ τόπον ὑστερήσει τοῦ τελείου· οὐκ ἂν εἴη Θεός. Ἡ δὲ διὰ πάντων ταυ‐ τότης ἕνα μᾶλλον δείκνυσι, καὶ οὐ πολλούς. Πῶς δὲ καὶ πολλοῖς οὖσι τὸ ἀπερίγραπτον φυλαχθήσεται; Ἔνθα γὰρ ἂν εἴη ὁ εἷς, οὐκ ἂν εἴη ἕτερος. Πῶς δὲ | |
10 | καὶ ὑπὸ πολλῶν κυβερνηθήσεται ὁ κόσμος, καὶ οὐ διαλυθήσεται, καὶ φθαρήσεται, μάχης ἐν τοῖς κυ‐ βερνῶσι θεωρουμένης; Ἡ γὰρ διαφορὰ ἐναντίωσιν εἰσάγει. Εἰ δὲ εἴποι τις, ὅτι ἕκαστος μέρους ἄρχει, τί τὸ τάξαν καὶ τὴν διανομὴν αὐτοῖς ποιησάμενον; | |
15 | Ἐκεῖνο γὰρ ἂν εἴη μᾶλλον Θεός. Εἷς τοίνυν ἐστὶ Θεὸς, τέλειος, ἀπερίγραπτος, τοῦ παντὸς ποιητὴς, συνοχεύς τε καὶ κυβερνήτης, καὶ ὑπερτελὴς, καὶ προτέλειος. Πρὸς δὲ καὶ φυσικὴ ἀνάγκη, μονάδα εἶ‐ ναι δυάδος ἀρχήν. | |
22 | ΚΕΦΑΛ. Εʹ. Οὗτος τοίνυν ὁ εἷς καὶ μόνος Θεὸς, οὐκ ἄλογός ἐστι. Λόγον δὲ ἔχων, οὐκ ἀνυπόστατον ἔξει, οὐκ ἀρ‐ | |
25 | ξάμενον τοῦ εἶναι, οὐδὲ παυσόμενον (οὐ γὰρ ἦν ποτε, ὅτε ἦν ὁ Θεὸς ἄλογος)· ἀεὶ δὲ ἔχει τὸν ἑαυτοῦ λόγον ἐξ αὐτοῦ γεννώμενον, οὐ κατὰ τὸν ἡμέτερον λόγον, ἀνυπόστατον καὶ εἰς ἀέρα χεόμενον, ἀλλ’ ἐν‐ υπόστατον, ζῶντα, τέλειον, οὐκ ἔξω αὐτοῦ χωροῦντα, | |
30 | ἀλλ’ ἐν αὐτῷ ἀεὶ ὄντα. Ποῦ γὰρ ἔσται ἔξω αὐτοῦ γι‐ νόμενος; Ἐπειδὴ γὰρ ἡ ἡμετέρα φύσις ἐπίκηρός ἐστι καὶ εὐδιάλυτος· διὰ τοῦτο καὶ ὁ λόγος ἡμῶν ἐστιν ἀνυπόστατος. Ὁ δὲ Θεὸς ἀεὶ ὢν, καὶ τέλειος ὤν, τέλειον καὶ ἐνυπόστατον ἕξει τὸν ἑαυτοῦ λόγον, καὶ | |
35 | ἀεὶ ὄντα, καὶ ζῶντα, καὶ πάντα ἔχοντα ὅσα ὁ γεννή‐ τωρ ἔχει. Ὥσπερ γὰρ καὶ ὁ ἡμέτερος λόγος ἐκ τοῦ νοῦ προερχόμενος, οὔτε διόλου ὁ αὐτός ἐστι τῷ νῷ, οὔτε παντάπασιν ἕτερος (ἐκ τοῦ νοῦ μὲν γὰρ ὢν, ἄλλος ἐστὶ παρ’ αὐτόν· αὐτὸν δὲ τὸν νοῦν εἰς τὸ ἐμ‐ | |
40 | φανὲς ἄγων, οὐκ ἔτι παντάπασιν ἕτερόν ἐστι παρὰ τὸν νοῦν· ἀλλὰ κατὰ τὴν φύσιν ἓν ὢν, ἕτερόν ἐστι τῷ ὑποκειμένῳ)· οὕτω καὶ ὁ τοῦ Θεοῦ Λόγος, τῷ μὲν ὑφεστᾶναι καθ’ ἑαυτὸν διῄρηται πρὸς ἐκεῖνον παρ’ οὗ τὴν ὑπόστασιν ἔχει· τῷ δὲ τὰ αὐτὰ δεικνύειν ἐν | |
45 | ἑαυτῷ, ἃ περὶ τὸν Θεὸν καθορᾶται, ὁ αὐτός ἐστι κατὰ τὴν φύσιν ἐκείνῳ. Ὥσπερ γὰρ τὸ ἐν ἅπασι τέλειον ἐπὶ τοῦ Πατρὸς θεωρεῖται· οὕτω καὶ ἐπὶ τοῦ ἐξ αὐτοῦ γεγεννημένου Λόγου θεωρηθήσεται. | |
51 | ΚΕΦΑΛ. ϛ. Δεῖ δὲ τὸν Λόγον καὶ Πνεῦμα ἔχειν. Καὶ γὰρ ὁ ἡμέτερος λόγος οὐκ ἄμοιρός ἐστι πνεύματος· ἀλλ’ ἐφ’ ἡμῶν μὲν τὸ πνεῦμα ἀλλότριον τῆς ἡμετέρας | |
55 | ἐστὶν οὐσίας (τοῦ ἀέρος γάρ ἐστιν ὁλκὴ καὶ φορὰ | |
77.1129 | εἰσελκομένου καὶ προχεομένου πρὸς τὴν τοῦ σώμα‐ τος σύστασιν· ὅπερ ἐν τῷ καιρῷ τῆς ἐκφωνήσεως φωνὴ τοῦ λόγου γίνεται, τὴν τοῦ λόγου δύναμιν ἐν ἑαυτῇ φέρουσα)· ἐπὶ δὲ τῆς θείας φύσεως τῆς | |
5 | ἁπλῆς καὶ ἀσυνθέτου, τὸ μὲν εἶναι Πνεῦμα Θεοῦ, εὐσεβῶς ὁμολογητέον, διὰ τὸ μὴ εἶναι τὸν τοῦ Θεοῦ Λόγον ἐλλειπέστερον τοῦ ἡμετέρου λόγου· οὐκ ἔστι δὲ εὐσεβὲς, ἀλλότριόν τι ἔξωθεν ἐπεισερ‐ χόμενον τῷ Θεῷ, τὸ πνεῦμα λογίζεσθαι, ὡς καὶ | |
10 | ἐφ’ ἡμῶν τῶν συνθέτων. Ἀλλ’ ὥσπερ Θεοῦ Λόγον ἀκούοντες, οὐκ ἀνυπόστατον, οὐδὲ ἐκ μαθήσεως προσ‐ γινόμενον, οὐδὲ διὰ φωνῆς προφερόμενον, οὐδὲ εἰς ἀέρα χεόμενον καὶ λυόμενον ᾠήθημεν, ἀλλ’ οὐσιω‐ δῶς ὑφεστῶτα, προαιρετικόν τε καὶ ἐνεργὸν, καὶ | |
15 | παντοδύναμον· οὕτω καὶ τὸ Πνεῦμα μεμαθηκότες Θεοῦ, τὸ συμπαρομαρτοῦν τῷ Λόγῳ, καὶ φανεροῦν αὐτοῦ τὴν ἐνέργειαν, οὐ πνοὴν ἀνυπόστατον ἐννοοῦ‐ μεν (οὕτω γὰρ ἂν καθαιρῆται πρὸς ταπεινότητα τὸ μεγαλεῖον τῆς θείας φύσεως, εἰ καθ’ ὁμοιότητα τοῦ | |
20 | ἡμετέρου πνεύματος καὶ τὸ ἐν αὐτῷ Πνεῦμα ὑπο‐ νοοῖτο), ἀλλὰ δύναμιν οὐσιώδη, αὐτὴν ἐφ’ ἑαυτῆς ἐν ἰδιαζούσῃ ὑποστάσει θεωρουμένην, ἐκ τοῦ Πατρὸς προερχομένην, καὶ ἐν τῷ Λόγῳ ἀναπαυομένην, καὶ αὐτοῦ οὖσαν ἐκφαντικήν· οὔτε χωρισθῆναι τοῦ Θεοῦ, | |
25 | ἐν ᾧ ἐστι, καὶ τοῦ Λόγου ᾧ συμπαρομαρτεῖ, δυνα‐ μένην· οὔτε πρὸς τὸ ἀνύπαρκτον ἐλθεῖν ἀνεχομένην· ἀλλὰ καθ’ ὁμοιότητα τοῦ Λόγου καθ’ ὑπόστασιν οὖ‐ σαν, ζῶσαν, προαιρετικὴν, αὐτοκίνητον, ἐνεργὸν, πάντοτε τὸ ἀγαθὸν θέλουσαν, καὶ πρὸς πᾶσαν πρό‐ | |
30 | θεσιν σύνδρομον ἔχουσαν τῇ βουλήσει τὴν δύναμιν· μήτε ἀρχὴν ἔχουσαν, μήτε τέλος. Οὐ γὰρ ἐνέλειψέ ποτε τῷ Πατρὶ Λόγος, οὐδὲ τῷ Λόγῳ Πνεῦμα. Οὕτω διὰ μὲν τῆς κατὰ φύσιν ἑνότητος ἡ πολύθεος τῶν Ἑλλήνων ἐξαφανίζεται πλάνη· διὰ δὲ τῆς τοῦ Λόγου | |
35 | παραδοχῆς καὶ τοῦ Πνεύματος, τῶν Ἰουδαίων καθαι‐ ρεῖται τὰ δόγματα· ἑκατέρας τε αἱρέσεως παραμένει τὸ χρήσιμον, ἐκ μὲν τῆς Ἰουδαϊκῆς ὑπολήψεως, ἡ τῆς φύσεως ἑνότης· ἐκ δὲ τοῦ Ἑλληνισμοῦ ἡ κατὰ τὰς ὑποστάσεις διάκρισις μόνη. Εἰ δὲ ἀντιλέγει ὁ | |
40 | Ἰουδαῖος πρὸς τὴν τοῦ Λόγου παραδοχὴν καὶ τοῦ Πνεύματος, ὑπὸ τῆς θείας Γραφῆς ἐλεγχέσθω τε καὶ ἐπιστομιζέσθω. Περὶ μὲν γὰρ τοῦ Λόγου φησὶν ὁ θεῖος Δαβίδ· «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.» Καὶ πάλιν· «Ἀπέστειλε | |
45 | τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς.» Λόγος δὲ προ‐ φορικὸς οὐκ ἀποστέλλεται, οὐδὲ εἰς τὸν αἰῶνα μένει. Περὶ δὲ τοῦ Πνεύματος ὁ αὐτὸς Δαβίδ φησιν· «Ἐξ‐ αποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται.» Καὶ πάλιν· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, | |
77.1129(50) | καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ, πᾶσα ἡ δύνα‐ μις αὐτῶν.» Καὶ Ἰώβ· «Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με.» Πνεῦμα δὲ ἀποστελλόμενον, καὶ ποιοῦν, καὶ στε‐ ρεοῦν, καὶ συνέχον, οὐκ ἆσθμά ἐστι λυόμενον, ὥσπερ | |
55 | οὐδὲ σωματικὸν μέλος τὸ τοῦ Θεοῦ στόμα· ἀμφότερα γὰρ θεοπρεπῶς νοητέον. | |
57t | ΚΕΦΑΛ. Ζʹ. | |
58 | Πιστεύομεν τοιγαροῦν εἰς ἕνα Θεὸν, μίαν ἀρχὴν | |
77.1132 | ἄναρχον, ἄκτιστον, ἀγένητον, ἀνώλεθρόν τε καὶ ἀθάνατον, αἰώνιον, ἄπειρον, ἀπερίγραπτον, ἀπερι‐ όριστον ἀπειροδύναμον, ἁπλῆν, ἀσύνθετον, ἀσώμα‐ τον, ἄῤῥευστον, ἀπαθῆ, ἄτρεπτον, ἀναλλοίωτον, | |
5 | ἀόρατον, πηγὴν ἀγαθότητος καὶ δικαιοσύνης· φῶς νοερὸν, ἀπρόσιτον· δύναμιν οὐδενὶ μέτρῳ γνωριζο‐ μένην, μόνῳ δὲ τῷ οἰκείῳ βουλήματι μετρουμένην (πάντα γὰρ, ὅσα θέλει, δύναται), πάντων κτισμάτων ὁρατῶν τε καὶ ἀοράτων ποιητικὴν, πάντων συνεκτι‐ | |
10 | κὴν καὶ συντηρητικὴν, πάντων προνοητικὴν, πάντων κρατοῦσαν, καὶ ἄρχουσαν, καὶ βασιλεύουσαν ἀτε‐ λευτήτῳ καὶ ἀθανάτῳ βασιλείᾳ· μηδὲν ἐναντίον ἔχουσαν, πάντα πληροῦσαν, ὑπ’ οὐδενὸς περιεχομέ‐ νην, αὐτὴν δὲ μᾶλλον περιέχουσαν τὰ σύμπαντα, καὶ | |
15 | συνέχουσαν καὶ προέχουσαν, ἀχράντως ταῖς ὅλαις οὐ‐ σίαις ἐπιβατεύουσαν, καὶ πάντων ἐπέκεινα, καὶ πάσης οὐσίας ἐξῃρημένην, ὡς ὑπερούσιον καὶ ὑπὲρ τὰ ὄντα οὖσαν· ὑπέρθεον, ὑπεράγαθον, ὑπερπλήρη· τὰς ὅλας ἀρχὰς καὶ τάξεις ἀφορίζουσαν, καὶ πάσης ἀρχῆς καὶ | |
20 | τάξεως ὑπεριδρυμένην, ὑπὲρ οὐσίαν καὶ ζωὴν, καὶ λόγον καὶ ἔννοιαν, αὐτοφῶς, αὐταγαθότητα, αὐ‐ τοζωὴν, αὐτοουσίαν (ὡς μὴ παρ’ ἑτέρου τὸ εἶναι ἔχουσαν, ἤ τι τῶν ὅσα ἔστι· αὐτὴν δὲ πηγὴν οὖσαν τοῦ εἶναι τοῖς οὖσι, τοῖς ζῶσι τῆς ζωῆς, τοῖς λόγου | |
25 | μετέχουσι τοῦ λόγου, τοῖς πᾶσι πάντων ἀγαθῶν αἰ‐ τίαν), πάντα εἰδυῖαν πρὶν γενέσεως αὐτῶν, μίαν οὐσίαν, μίαν θεότητα, μίαν δύναμιν, μίαν θέλησιν, μίαν ἐνέργειαν, μίαν ἀρχὴν, μίαν ἐξουσίαν, μίαν κυριότητα, μίαν βασιλείαν· ἐν τρισὶ τελείαις ὑποστά‐ | |
30 | σεσι γνωριζομένην τε καὶ προσκυνουμένην μιᾷ προσ‐ κυνήσει, πιστευομένην τε καὶ λατρευομένην ὑπὸ πάσης λογικῆς κτίσεως, ἀσυγχύτως ἡνωμέναις καὶ ἀδιαστάτως διαιρουμέναις (ὃ καὶ παράδοξον) εἰς Πατέρα καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, εἰς ἃ καὶ βεβα‐ | |
35 | πτίσμεθα (οὕτω γὰρ ὁ Κύριος τοῖς ἀποστόλοις βα‐ πτίζειν ἐνετείλατο· «Βαπτίζοντες αὐτοὺς, φάσκων, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος·») εἰς ἕνα Πατέρα τὴν πάντων ἀρχὴν καὶ αἰτίαν· οὐκ ἕκ τινος γεννηθέντα, ἀναίτιον δὲ | |
40 | καὶ ἀγέννητον μόνον ὑπάρχοντα· πάντων μὲν ποιητὴν, ἑνὸς δὲ μόνου Πατέρα φύσει τοῦ μονο‐ γενοῦς Υἱοῦ αὐτοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ προβολέα τοῦ ἁγίου Πνεύ‐ ματος· καὶ εἰς ἕνα Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν | |
45 | Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι’ οὗ τὰ πάντα ἐγένετο. Ὃν πρὸ πάντων τῶν αἰώνων λέγοντες, | |
77.1132(50) | δείκνυμεν ὅτι ἄχρονος καὶ ἄναρχος αὐτοῦ ἡ γέννησις. Οὐ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη ὁ Υἱὸς τοῦ Θεοῦ, τὸ ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς τοῦ Πατρὸς ὑποστάσεως, ἡ ζῶσα σοφία καὶ δύναμις, ὁ Λόγος ὁ ἐνυπόστατος, ἡ οὐσιώδης καὶ τελεία καὶ | |
55 | ζῶσα εἰκὼν τοῦ ἀοράτου Θεοῦ· ἀλλὰ ἀεὶ ἦν σὺν τῷ Πατρὶ καὶ ἐν αὐτῷ ἀϊδίως καὶ ἀνάρχως ἐξ αὐτοῦ | |
γεγεννημένος. Οὐ γὰρ ἦν ποτε ὁ Πατὴρ, ὅτε οὐκ ἦν | ||
77.1133 | ὁ Υἱός· ἀλλ’ ἅμα Πατὴρ, ἅμα Υἱὸς ὁ ἐξ αὐτοῦ γεγεννημένος· Πατὴρ γὰρ ἐκτὸς Υἱοῦ οὐκ ἃν κλη‐ θείη. Εἰ δὲ ἦν μὴ ἔχων Υἱὸν, οὐκ ἦν Πατήρ· καὶ εἰ μετὰ ταῦτα ἔσχεν Υἱὸν, μετὰ ταῦτα ἐγένετο Πατὴρ | |
5 | μὴ ὢν πρὸ τούτου Πατὴρ, καὶ ἐτράπη ἐκ τοῦ μὴ εἶναι Πατὴρ εἰς τὸ γενέσθαι Πατήρ· ὅπερ πάσης βλασφημίας ἐστὶ χαλεπώτερον. Ἀδύνατον γὰρ τὸν Θεὸν εἰπεῖν ἔρημον τῆς φυσικῆς γονιμότητος. Ἡ δὲ γονιμότης, τὸ ἐξ αὑτοῦ, ἤγουν ἐκ τῆς ἰδίας οὐσίας, | |
10 | ὅμοιον κατὰ φύσιν γεννᾷν. Ἐπὶ μὲν οὖν τῆς τοῦ Θεοῦ γεννήσεως ἀσεβὲς λέγειν χρόνον μεσιτεῦσαι, ἢ μετὰ τὸν Πατέρα τὴν τοῦ Υἱοῦ γενέσθαι ὕπαρξιν. Ἐξ αὐτοῦ γὰρ, ἤγουν τῆς τοῦ Πατρὸς φύσεώς φαμεν τὴν τοῦ Υἱοῦ γέννησιν. Καὶ εἰ μὴ ἐξ ἀρχῆς δῶμεν | |
15 | τὸν Υἱὸν συνυπάρχειν τῷ Πατρὶ ἐξ αὐτοῦ γεγεννη‐ μένον, τροπὴν τῆς τοῦ Πατρὸς ὑποστάσεως παρεισ‐ άγομεν· ὅτι μὴ ὢν Πατὴρ, ὕστερον ἐγένετο Πατήρ. Ἡ γὰρ κτίσις, εἰ καὶ μετὰ ταῦτα γέγονεν, ἀλλ’ οὐκ ἐκ τῆς τοῦ Θεοῦ οὐσίας, ἐκ δὲ τοῦ μὴ ὄντος εἰς τὸ | |
20 | εἶναι βουλήσει καὶ δυνάμει αὐτοῦ παρήχθη· καὶ οὐχ ἅπτεται τροπὴ τῆς τοῦ Θεοῦ φύσεως. Γέννησις μὲν γάρ ἐστι, τὸ ἐκ τῆς οὐσίας τοῦ γεννῶντος προ[σ]άγε‐ σθαι τὸ γεννώμενον, ὅμοιον κατ’ οὐσίαν· κτίσις δὲ καὶ ποίησις, τὸ ἔξωθεν, καὶ οὐκ ἐκ τῆς οὐσίας τοῦ | |
25 | κτίζοντος καὶ ποιοῦντος γίνεσθαι τὸ κτιζόμενον καὶ ποιούμενον, ἀνόμοιον παντελῶς κατ’ οὐσίαν. Ἐπὶ μὲν οὖν τοῦ μόνου ἀπαθοῦς καὶ ἀναλλοιώτου καὶ ἀτρέπτου καὶ ἀεὶ ὡσαύτως ἔχοντος Θεοῦ, καὶ τὸ γεννᾷν καὶ τὸ κτίζειν ἀπαθές. Φύσει γὰρ ὢν ἀπαθὴς | |
30 | καὶ ἄῤῥευστος, ὡς ἁπλοῦς καὶ ἀσύνθετος, οὐ πέφυκεν ὑπομένειν πάθος ἢ ῥεῦσιν οὔτε ἐν τῷ γεννᾷν, οὔτε ἐν τῷ κτίζειν· οὐδέ τινος συνεργείας δεῖται. Ἀλλ’ ἡ μὲν γέννησις, ἄναρχος καὶ ἀΐδιος, φύσεως ἔργον οὖσα, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προάγουσα, ἵνα τρο‐ | |
35 | πὴν ὁ γεννῶν μὴ ὑπομείνῃ, καὶ ἵνα μὴ Θεὸς πρῶτος, καὶ Θεὸς ὕστερος εἴη, καὶ προσθήκην δέξηται· ἡ δὲ κτίσις ἐπὶ Θεοῦ θελήσεως ἔργον οὖσα, οὐ συναΐδιός ἐστι τῷ Θεῷ· ἐπεὶ οὐ πέφυκε τὸ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παραγόμενον, συναΐδιον εἶναι τῷ ἀνάρχῳ καὶ ἀεὶ | |
40 | ὄντι. Ὥσπερ τοίνυν οὐχ ὁμοίως ποιεῖ ἄνθρωπος καὶ Θεὸς (ὁ μὲν γὰρ ἄνθρωπος οὐδὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει· ἀλλ’ ὅπερ ποιεῖ, ἐκ προϋπο‐ κειμένης ὕλης ποιεῖ, οὐ θελήσας μόνον, ἀλλὰ καὶ προεπινοήσας, καὶ ἐν τῷ νῷ ἀνατυπώσας τὸ γενη‐ | |
45 | σόμενον, εἶτα καὶ χερσὶν ἐργασάμενος καὶ κόπον ὑπομείνας καὶ κάματον, πολλάκις δὲ καὶ ἀστοχήσας, μὴ ἀποβάντος καθὰ βούλεται τοῦ ἐπιτηδεύματος· ὁ δὲ Θεὸς, θελήσας μόνον, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παρήγαγεν)· οὕτως οὐδὲ ὁμοίως γεννᾷ Θεὸς | |
77.1133(50) | καὶ ἄνθρωπος. Ὁ μὲν γὰρ Θεὸς ἄχρονος ὢν καὶ ἄναρχος καὶ ἀπαθὴς καὶ ἄῤῥευστος καὶ ἀσώματος καὶ μόνος ἀτελεύτητος, ἀχρόνως καὶ ἀνάρχως καὶ ἀπαθῶς καὶ ἀῤῥεύστως γεννᾷ, καὶ ἐκτὸς συνδυασμοῦ. Καὶ οὔτε ἀρχὴν ἔχει ἡ ἀκατάληπτος αὐτοῦ γέννησις, | |
55 | οὔτε τέλος. Καὶ ἀνάρχως μὲν διὰ τὸ ἄτρεπτον· ἀῤ‐ ῥεύστως δὲ, διὰ τὸ ἀπαθὲς καὶ ἀσώματον. Ἑκτὸς δὲ | |
συνδυασμοῦ, διά τε τὸ ἀσώματον πάλιν καὶ ἕνα | ||
77.1136 | μόνον εἶναι Θεὸν ἀπροσδεῆ ἐτέρου· ἀτελευτήτως δὲ καὶ ἀκαταπαύστως, διά τε τὸ ἄναρχον καὶ ἄχρονον, καὶ ἀτελεύτητον, καὶ ἀεὶ ὡσαύτως ἔχον. Τὸ γὰρ ἄναρχον, ἀτελεύτητον· τὸ δὲ χάριτι ἀτελεύτητον, οὐ | |
5 | πάντως ἄναρχον, ὥσπερ οἱ ἄγγελοι. Γεννᾷ τοίνυν ὁ ἀεὶ ὢν Θεὸς τὸν ἑαυτοῦ Λόγον, τέλειον ὄντα ἀνάρχως καὶ ἀτελευτήτως, ἵνα μὴ ἐν χρόνῳ τίκτῃ Θεὸς, ὁ χρόνου ἀνωτέραν ἔχων τὴν φύσιν καὶ τὴν ὕπαρξιν· ὁ δὲ ἄνθρωπος δῆλον ὡς ἐναντίως γεννᾷ, ὑπὸ γένεσιν | |
10 | τελῶν καὶ φθορὰν καὶ ῥεῦσιν καὶ πληθυσμὸν, καὶ σῶμα περικείμενος, καὶ τὸ ἄῤῥεν καὶ τὸ θῆλυ ἐν τῇ φύσει κεκτημένος. Ἐνδεὲς γὰρ τὸ ἄῤῥεν τῆς τοῦ θήλεος βοηθείας. Ἀλλ’ ἵλεως εἴη ὁ πάντων ἐπέ‐ κεινα καὶ πᾶσαν νόησιν καὶ κατάληψιν ὑπερκεί‐ | |
15 | μενος. | |
21 | ΚΕΦΑΛ. Ηʹ. Διδάσκει γοῦν ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, ἅμα Πατέρα καὶ ἅμα τὸν μονογενῆ αὐτοῦ Υἱὸν, ἐξ αὐτοῦ γεγεννημένον ἀχρόνως, καὶ ἀῤῥεύ‐ | |
25 | στως, καὶ ἀπαθῶς, καὶ ἀκαταλήπτως, ὡς μόνος ὁ τῶν ὅλων οἶδε Θεὸς, ὥσπερ ἄμα τὸ πῦρ καὶ ἅμα τὸ ἐξ αὐτοῦ φῶς· καὶ οὐ πρῶτον τὸ πῦρ, καὶ μετὰ ταῦτα τὸ φῶς, ἀλλ’ ἅμα. Καὶ ὥσπερ τὸ φῶς ἐκ τοῦ πυρὸς ἀεὶ γεννώμενον, ἀεὶ ἐν αὐτῷ ἐστι, μηδαμῶς | |
30 | ἐξ αὐτοῦ χωριζόμενον· οὕτω καὶ ὁ Υἱὸς ἐκ τοῦ Πα‐ τρὸς γεννᾶται, μηδόλως αὐτοῦ χωριζόμενος, ἀλλ’ ἀεὶ ἐν αὐτῷ ὤν. Ἀλλὰ τὸ μὲν φῶς ἐκ τοῦ πυρὸς γεννώ‐ μενον ἀχωρίστως, καὶ ἐν αὐτῷ ἀεὶ μένον, οὐκ ἔχει ἰδίαν ὑπόστασιν παρὰ τὸ πῦρ (ποιότης γάρ ἐστι | |
35 | φυσικὴ τοῦ πυρός)· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ ὁ μονογενὴς, ἐκ Πατρὸς γεννηθεὶς ἀχωρίστως καὶ ἀδιαστάτως καὶ ἐν αὐτῷ μένων ἀεὶ, ἔχει ἰδίαν ὑπόστασιν παρὰ τὴν τοῦ Πατρός. Λόγος μὲν οὖν καὶ ἀπαύγασμα λέγεται, διὰ τὸ ἄνευ συνδυασμοῦ καὶ ἀπαθῶς καὶ ἀχρόνως καὶ | |
40 | ἀῤῥεύστως καὶ ἀχωρίστως γεγε[ν]νῆσθαι ἐκ τοῦ Πα‐ τρός· Υἱὸς δὲ καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστά‐ σεως, διὰ τὸ τέλειον καὶ ἐνυπόστατον, καὶ κατὰ πάντα ὅμοιον τῷ Πατρὶ εἶναι, πλὴν τῆς ἀγεννησίας. Μονογενὴς δὲ, ὅτι μόνος ἐκ μόνου τοῦ Πατρὸς μόνως | |
45 | ἐγεννήθη. Οὐδὲ γὰρ ὁμοιοῦται ἑτέρα γέννησις τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ γεννήσει· οὐδὲ γὰρ ἔστιν ἄλλος Υἱὸς τοῦ Θεοῦ. Εἰ γὰρ καὶ τὸ Πνεῦμα τὸ ἄγιον ἐκ τοῦ Πα‐ τρὸς ἐκπορεύεται, ἀλλ’ οὐ γεννητῶς, ἀλλ’ ἐκπορευ‐ τῶς. Ἄλλος τρόπος ὑπάρξεως οὗτος, ἄληπτός τε καὶ | |
77.1136(50) | ἄγνωστος, ὥσπερ καὶ ἡ τοῦ Υἱοῦ γέννησις. Διὸ καὶ πάντα ὅσα ἔχει ὁ Πατὴρ, αὐτοῦ εἰσι, πλὴν τῆς ἀγεν‐ νησίας· ἥτις οὐ σημαίνει οὐσίας διαφορὰν, οὐδὲ ἀξίωμα, ἀλλὰ τρόπον ὑπάρξεως. Ὥσπερ καὶ ὁ Ἀδὰμ ἀγέννητος ὢν (πλάσμα γάρ ἐστι τοῦ Θεοῦ), καὶ | |
55 | ὁ Σὴθ γεννητὸς (υἱὸς γάρ ἐστι τοῦ Ἀδὰμ), καὶ ἡ Εὔα ἐκ τῆς τοῦ Ἀδὰμ πλευρᾶς ἐκπορευθεῖσα (οὐ γὰρ ἐγεννήθη αὕτη), οὐ φύσει διαφέρουσιν ἀλλήλων (ἄνθρωποι γάρ εἰσιν), ἀλλὰ τῷ τῆς ὑπάρξεως τρόπῳ. | |
Χρὴ γὰρ εἰδέναι ὅτι τὸ ἀγένητον δι’ ἑνὸς ν γραφό‐ | ||
77.1137 | μενον, τὸ ἄκτιστον, ἤτοι τὸ μὴ γενόμενον σημαίνει· τὸ δὲ ἀγέννητον, διὰ τῶν δύο νν γραφόμενον, δηλοῖ τὸ μὴ γεννηθέν. Κατὰ μὲν οὗν τὸ πρῶτον σημαινό‐ μενον, διαφέρει οὐσία οὐσίας. Ἄλλη γὰρ οὐσία ἡ | |
5 | ἄκτιστος ἤτοι ἀγένητος διὰ τοῦ ἑνὸς ν, καὶ ἄλλη ἡ γενητὴ, ἤτοι κτιστή. Κατὰ δὲ τὸ δεύτερον σημαινό‐ μενον, οὐ διαφέρει οὐσία οὐσίας. Παντὸς γὰρ εἴδους ζώων ἡ πρώτη ὑπόστασις, ἀγέννητός ἐστιν, ἀλλ’ οὐκ ἀγένητος. Ἐκτίσθησαν μὲν γὰρ ὑπὸ τοῦ Δημιουρ‐ | |
10 | γοῦ, τῷ Λόγῳ αὐτοῦ παραχθέντα εἰς γένεσιν, οὐ μὴν ἐγεννήθησαν, μὴ προϋπάρχοντος ἑτέρου ὁμοειδοῦς ἐξ οὗ γεννηθῶσι. Κατὰ μὲν οὖν τὸ πρῶτον σημαινό‐ μενον, κοινωνοῦσιν αἱ τρεῖς τῆς ἁγίας Θεότητος ὑπέρθεοι ὑποστάσεις, (ὁμοούσιοι γὰρ καὶ ἄκτιστοι | |
15 | ὑπάρχουσι)· κατὰ δὲ τὸ δεύτερον σημαινόμενον, οὐ‐ δαμῶς. Μόνος γὰρ ὁ Πατὴρ ἀγέννητος (οὐ γὰρ ἐξ ἑτέρας ἐστὶν αὐτῷ ὑποστάσεως τὸ εἶναι)· καὶ μόνος ὁ Υἱὸς γεννητὸς (ἐκ τῆς τοῦ Πατρὸς γὰρ οὐσίας ἀνάρχως καὶ ἀχρόνως γεγέννηται)· καὶ μόνον τὸ ἅγιον | |
20 | Πνεῦμα ἐκπορευτὸν ἐκ τῆς οὐσίας τοῦ Πατρός· οὐ γεννώμενον, ἀλλ’ ἐκπορευόμενον· οὕτω μὲν τῆς θείας διδασκούσης Γραφῆς, τοῦ δὲ τρόπου τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως ἀκαταλήπτου ὑπάρχοντος. Καὶ τοῦτο δὲ ἰστέον, ὡς οὐκ ἐξ ἡμῶν μετηνέχθη ἐπὶ τὴν | |
25 | μακαρίαν Θεότητα τὸ τῆς πατρότητος καὶ υἱότητος καὶ ἐκπορεύσεως ὄνομα· τοὐναντίον δ’ ἐκεῖθεν ἡμῖν μεταδέδοται, ὥς φησιν ὁ θεῖος Ἀπόστολος· «Διὰ τοῦτο κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.» Εἰ δὲ λέγομεν | |
30 | τὸν Πατέρα ἀρχὴν εἶναι τοῦ Υἱοῦ καὶ μείζονα, οὐ προτερεύειν αὐτὸν τοῦ Υἱοῦ χρόνῳ ἢ φύσει ὑποφαί‐ νομεν· δι’ αὐτοῦ γὰρ τοὺς αἰῶνας ἐποίησεν· οὐδὲ καθ’ ἕτερόν τι, εἰ μὴ κατὰ τὸ αἴτιον, τουτέστιν, ὅτι ὁ Υἱοῦ· ἐκ τοῦ Πατρὸς ἐγεννήθη, καὶ οὐχ ὁ Πατὴρ ἐκ | |
35 | τοῦ Υἱοῦ· καὶ ὅτι ὁ Πατὴρ αἴτιός ἐστι τοῦ Υἱοῦ φυσι‐ κῶς· ὥσπερ οὐκ ἐκ τοῦ φωτὸς τὸ πῦρ φαμεν προέρ‐ χεσθαι, ἀλλ’ ἐκ τοῦ πυρὸς τὸ φῶς. Ὅτε οὖν ἀκού‐ σομεν ἀρχὴν καὶ μείζονα τοῦ Υἱοῦ τὸν Πατέρα, τῷ αἰτίῳ νοήσομεν. Καὶ ὥσπερ οὐ λέγομεν ἑτέρας | |
40 | οὐσίας τὸ πῦρ, καὶ ἑτέρας τὸ φῶς· οὕτως οὐχ οἷόν τε φάναι ἑτέρας οὐσίας τὸν Πατέρα, καὶ τὸν Υἱὸν ἐτέρας, ἀλλὰ μιᾶς καὶ τῆς αὐτῆς. Καὶ καθάπερ φα‐ μὲν διὰ τοῦ ἐξ αὐτοῦ προερχομένου φωτὸς φαίνειν τὸ πῦρ, καὶ οὐ τιθέμεθα ὄργανον ὑπουργικὸν εἶναι τοῦ | |
45 | πυρὸς τὸ ἐξ αὐτοῦ φῶς, δύναμιν δὲ μᾶλλον φυσικήν· οὕτω λέγομεν τὸν Πατέρα, πάντα ὅσα ποιεῖ, διὰ τοῦ ὁμογενοῦς Υἱοῦ αὐτοῦ ποιεῖν· οὐχ ὡς δι’ ὀργάνου λειτουργικοῦ, ἀλλὰ φυσικῆς καὶ ἐνυποστάτου δυνά‐ μεως. Καὶ ὥσπερ λέγομεν τὸ πῦρ φωτίζειν, καὶ | |
77.1137(50) | πάλιν φαμὲν τὸ φῶς τοῦ πυρὸς φωτίζειν· οὕτω πάντα ὅσα ποιεῖ ὁ Πατὴρ, ὁμοίως καὶ ὁ Υἱὸς ποιεῖ. Ἀλλὰ τὸ μὲν φῶς, οὐκ ἰδίαν ὑπόστασιν παρὰ τὸ πῦρ κέκτηται· ὁ δὲ Υἱὸς, τελεία ὑπόστασίς ἐστι, τῆς πα‐ τρικῆς ἀχώριστος ὑποστάσεως, ὡς ἀνωτέρω παρ‐ | |
55 | εστήσαμεν. Ἀδύνατον γὰρ εὑρεθῆναι ἐν τῆ κτίσει | |
77.1140 | εἰκόνα ἀπαραλλάκτως ἐν ἑαυτῇ τὸν τρόπον τῆς ἁγίας Τριάδος παραδεικνύουσαν. Τὸ γὰρ κτιστὸν, καὶ σύν‐ θετον, καὶ ῥευστὸν, καὶ τρεπτὸν, καὶ περίγραπτον, καὶ σχῆμα ἔχον καὶ φθαρτὸν, πῶς σαφῶς δηλώσει | |
5 | τὴν πάντων τούτων ἀπηλλαγμένην ὑπερούσιον θείαν οὐσίαν; πᾶσα δὲ ἡ κτίσις δῆλον ὡς τοῖς πλείοσι τού‐ των ἐνέχεται, καὶ πᾶσα κατὰ τὴν ἑαυτῆς φύσιν τῇ φθορᾷ ὑπόκειται. | |
12 | ΚΕΦΑΛ. Θʹ. Ὁμοίως πιστεύομεν καὶ εἰς ἒν Πνεῦμα ἅγιον, τὸ κύριον καὶ ζωοποιὸν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευό‐ | |
15 | μενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον, τὸ Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, ὡς ὁμοού‐ σιόν τε καὶ συναΐδιον, τὸ τοῦ Θεοῦ Πνεῦμα, τὸ εὐθὲς, τὸ ἡγεμονικὸν, τὴν πηγὴν τῆς ζωῆς καὶ τοῦ ἁγια‐ σμοῦ, Θεὸν σὺν Πατρὶ καὶ Υἱῷ ὑπάρχον καὶ προσ‐ | |
20 | αγορευόμενον, ἄκτιστον, πλῆρες, δημιουργὸν, παντο‐ κρατορικὸν, παντουργὸν, παντοδύναμον, ἀπειροδύνα‐ μον, δεσπόζον πάσης τῆς κτίσεως, οὐ δεσποζόμενον· θεοῦν, οὐ θεούμενον· πληροῦν, οὐ πληρούμενον· μετ‐ εχόμενον, οὐ μετέχον· ἁγιάζον, οὐχ ἁγιαζόμενον· | |
25 | παράκλητον, ὡς τὰς τῶν ὅλων παρακλήσεις δεχόμενον· κατὰ πάντα ὅμοιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ δι’ Υἱοῦ μεταδιδόμενον καὶ μεταλαμβανόμενον ὑπὸ πάσης τῆς κτίσεως· καὶ δι’ αὐτοῦ κτῖζον καὶ οὐσιοῦν τὰ σύμπαντα, καὶ ἁγιάζον | |
30 | καὶ συνέχον· ἐνυπόστατον, ἤτοι ἐν ἰδίᾳ ὑποστάσει ὑπάρχον, ἀχώριστον καὶ ἀνεκφοίτητον Πατρὸς καὶ Υἱοῦ· καὶ πάντα ἔχον ὅσα ὁ Πατὴρ καὶ ὁ Υἱὸς, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως. Ὁ μὲν γὰρ Πατὴρ ἀναίτιος καὶ ἀγέννητος· οὐ γὰρ ἔκ τινος (ἐξ ἑαυτοῦ | |
35 | γὰρ τὸ εἶναι ἔχει), οὐδέ τι τῶν ὅσαπερ ἔχει, ἐξ ἑτέρου ἔχει· αὐτὸς δὲ μᾶλλόν ἐστιν ἀρχὴ καὶ αἰτία τοῦ εἶναι καὶ τοῦ πως εἶναι φυσικῶς τοῖς πᾶσιν. Ὁ δὲ Υἱὸς ἐκ τοῦ Πατρὸς γεννητῶς. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον, καὶ αὐτὸ μὲν ἐκ τοῦ Πατρὸς, ἀλλ’ οὐ γεννητῶς, ἀλλ’ ἐκπορευ‐ | |
40 | τῶς. Καὶ ὅτι μὲν ἕστι διαφορὰ[ν] γεννήσεως καὶ ἐκπο‐ ρεύσεως, μεμαθήκαμεν· τίς δὲ ὁ τρόπος τῆς διαφο‐ ρᾶς, οὐδαμῶς. Ἅμα δὲ καὶ ἡ Υἱοῦ ἐκ τοῦ Πατρὸς γέννησις, καὶ ἡ τοῦ ἁγίου Πνεύματος ἐκπόρευσις. Πάντα οὖν ὅσα ἔχει ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἐκ τοῦ | |
45 | Πατρὸς ἔχει· καὶ αὐτὸ τὸ εἶναι. Καὶ εἰ μὴ ὁ Πατὴρ ἔστιν, οὐδὲ ὁ Υἱὸς ἔστιν, οὐδὲ τὸ Πνεῦμα. Καὶ εἰ μὴ ὁ Πατὴρ ἔχει τι, οὐδὲ ὁ Υἱὸς ἔχει, οὐδὲ τὸ Πνεῦμα· καὶ διὰ τὸν Πατέρα, τουτέστι, διὰ τὸ εἶναι τὸν Πατέρα, ἔστιν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα· καὶ διὰ τὸν Πατέρα ἔχει ὁ Υἱὸς | |
77.1140(50) | καὶ τὸ Πνεῦμα πάντα ἃ ἔχει, τουτέστι, διὰ τὸ τὸν Πα‐ τέρα ἔχειν αὐτὰ, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννή‐ σεως, καὶ τῆς ἐκπορεύσεως. Ἐν ταύταις γὰρ μόναις ταῖς ὑποστατικαῖς ἰδιότησι διαφέρουσιν ἀλλήλων αἱ ἅγιαι τρεῖς ὑποστάσεις· οὐκ οὐσίᾳ, τῷ δὲ χαρακτηρι‐ | |
55 | στικῷ τῆς ἰδίας ὑποστάσεως ἀδιαιρέτως διαιρούμεναι. Φαμὲν δὲ ἕκαστον τῶν τριῶν τελείαν ἔχειν ὑπόστασιν | |
(ἵνα μὴ ἐκ τριῶν ἀτελῶν μίαν σύνθετον φύσιν τελείαν | ||
77.1141 | γνωρίσωμεν), ἀλλ’ ἐν τρισὶ τελείαις ὑποστάσεσι μίαν οὐσίαν ἁπλῆν ὑπερτελῆ καὶ παντέλειον. Πᾶν γὰρ ἐξ ἀτελῶν συγκείμενον, σύνθετον πάντως ἐστίν. Ἐκ δὲ τελείων ὑποστάσεων, ἀδύνατον σύνθεσιν γενέσθαι. | |
5 | Ὅθεν οὐδὲ λέγομεν τὸ εἶδος ἐξ ὑποστάσεων, ἀλλ’ ἐν ὑποστάσεσιν. Ἀτελῶν δὲ εἴπομεν, τῶν μὴ σωζόντων τὸ εἶδος τοῦ ἐξ αὐτῶν ἀποτελουμένου πράγματος. Λίθος μὲν γὰρ καὶ ξύλον καὶ σίδηρος, ἕκαστον καθ’ ἑαυτὸ τέλειόν ἐστι κατὰ τὴν ἰδίαν φύσιν· πρὸς δὲ τὸ | |
10 | ἐξ αὐτῶν ἀποτελούμενον οἴκημα, ἀτελὲς ἕκαστον αὐτῶν ὑπάρχει. Οὐδὲ γάρ ἐστιν ἕκαστον καθ’ ἑαυτὸ οἶκος. Τελείας μὲν οὖν τὰς ὑποστάσεις φαμὲν, ἵνα μὴ σύνθεσιν ἐπὶ τῆς θείας νοήσωμεν φύσεως (σύνθεσις γὰρ ἀρχὴ διαστάσεως)· καὶ πάλιν ἐν ἀλλήλαις τὰς | |
15 | τρεῖς ὑποστάσεις λέγομεν, ἵνα μὴ πλῆθος καὶ δῆμον θεῶν εἰσαγάγωμεν. Διὰ μὲν τῶν τριῶν ὑποστάσεων, τὸ ἀσύνθετον καὶ ἀσύγχυτον· διὰ δὲ τοῦ ὁμοουσίου καὶ τοῦ ἐν ἀλλήλαις εἶναι τὰς ὑποστάσεις, καὶ τῆς ταυτότητός τε τοῦ θελήματος καὶ τῆς ἐνεργείας καὶ | |
20 | τῆς δυνάμεως, καὶ τῆς ἐξουσίας, καὶ τῆς κινήσεως, ἴν’ οὔτως εἴπω, τὸ ἀδιαίρετον καὶ τὸ εἶναι ἕνα Θεὸν γνωρίζομεν. Εἷς γὰρ ὄντως Θεὸς ὁ Θεὸς, καὶ ὁ Λόγος, καὶ τὸ Πνεῦμα αὐτοῦ. | |
24t | ΚΕΦΑΛ. Ιʹ. | |
25 | Χρὴ δὲ εἰδέναι, ὅτι ἕτερόν ἐστι τὸ πράγματι θεω‐ ρεῖσθαι· καὶ ἄλλο, τὸ λόγῳ καὶ ἐπινοίᾳ. Ἐπὶ μὲν οὖν πάντων τῶν κτισμάτων, ἡ μὲν τῶν ὑποστάσεων διαίρεσις πράγματι θεωρεῖται (πράγμασι γὰρ ὁ Πέ‐ τρος τοῦ Παύλου κεχωρισμένως θεωρῆται)· ἡ δὲ κοι‐ | |
30 | νότης καὶ ἡ συνάφεια καὶ τὸ ἒν, λόγῳ καὶ ἐπινοίᾳ θεωρεῖται. Νοοῦμεν γὰρ τῷ νῷ, ὅτι ὁ Πέτρος καὶ ὁ Παῦλος τῆς αὐτῆς εἰσι φύσεως, καὶ κοινὴν φύσιν ἔχουσι μίαν. Ἕκαστος γὰρ αὐτῶν ζῶόν ἐστι λογικὸν θνητόν· καὶ ἕκαστος σάρξ ἐστιν ἐψυχωμένη ψυχῇ λογικῇ | |
35 | τε καὶ νοερᾷ. Αὕτη οὖν ἡ κοινὴ φύσις τῷ λόγῳ ἐστὶ θεωρητή. Οὐδὲ γὰρ αἱ ὑποστάσεις ἐν ἀλλήλαις εἰσὶν, ἰδίᾳ δὲ ἑκάστη καὶ ἀνὰ μέρος ἤγουν καθ’ ἑαυτὴν κε‐ χώρισται, πλεῖστα τὰ διαιροῦντα αὐτὴν ἐκ τῆς ἑτέρας ἔχουσα. Καὶ γὰρ καὶ τόπῳ διεστήκασι, καὶ χρόνῳ | |
40 | διαφέρουσι, καὶ γνώμῃ μερίζονται, καὶ ἰσχύϊ, καὶ μορφῇ, εἴτουν σχήματι, καὶ ἔξει, καὶ κράσει, καὶ ἀξίᾳ, καὶ ἐπιτηδεύματι, καὶ πᾶσι τοῖς χαρακτηριστι‐ κοῖς ἰδιώμασι. Πλέον δὲ πάντων, τῷ μὴ ἐν ἀλλήλαις, ἀλλὰ κεχωρισμένως εἶναι. Ὅθεν καὶ δύο καὶ τρεῖς | |
45 | ἄνθρωποι λέγονται, καὶ πολλοί. Τοῦτο δὲ καὶ ἐπὶ πάσης ἔστιν ἰδεῖν τῆς κτίσεως. Ἐπὶ δὲ τῆς ἁγίας καὶ ὑπερουσίου καὶ πάντων ἐπέκεινα καὶ ἀλήπτου Τριάδος, τὸ ἀνάπαλιν. Ἐκεῖ γὰρ τὸ μὲν κοινὸν καὶ ἓν, πράγματι θεωρεῖται, διά τε τὸ συναΐδιον, καὶ τὸ | |
77.1141(50) | ταυτὸν τῆς οὐσίας καὶ τῆς ἐνεργείας καὶ τοῦ θελή‐ ματος, καὶ τὴν τῆς γνώμης σύμπνοιαν, τήν τε τῆς ἐξουσίας καὶ τῆς δυνάμεως καὶ τῆς ἀγαθότητος ταυ‐ τότητα (οὐκ εἶπον ὁμοιότητα, ἀλλὰ ταυτότητα), καὶ τὸ ἒν ἔξαλμα τῆς κινήσεως. Μία γὰρ οὐσία, μία | |
55 | ἀγαθότης, μία δύναμις, μία θέλησις, μία ἐνέργεια, | |
77.1144 | μία ἐξουσία, μία καὶ ἡ αὐτή· οὐ τρεῖς ὅμοιαι ἀλλή‐ λαις, ἀλλὰ μία καὶ ἡ αὐτὴ κίνησις τῶν τριῶν ὑπο‐ στάσεων. Ἓν γὰρ ἕκαστον αὐτῶν ἔχει πρὸς τὸ ἕτε‐ ρον, οὐχ ἧττον ἢ πρὸς ἑαυτὸ, τουτέστιν, ὅτι κατὰ | |
5 | πάντα ἕν εἰσιν ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα· πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως. Ἐπινοίᾳ δὲ τὸ διῃρημένον. Ἕνα γὰρ Θεὸν γινώσκομεν, ἐν μόναις δὲ ταῖς ἰδιότησι τῆς τε πατρότητος καὶ τῆς υἱότητος, καὶ τῆς ἐκπορεύ‐ | |
10 | σεως, κατά τε τὸ αἴτιον καὶ τὸ αἰτιατὸν, καὶ τὸ τέ‐ λειον τῆς ὑποστάσεως, ἤτοι τὸν τῆς ὑπάρξεως τρόπον, τὴν διαφορὰν ἐννοοῦμεν. Οὔτε γὰρ τοπικὴν διάστασιν, ὡς ἐφ’ ἡμῶν, δυνάμεθα ἐπὶ τῆς ἀπεριγράπτου λέγειν θεότητος (ἐν ἀλλήλαις γὰρ αἱ ὑποστάσεις εἰσὶν, οὐχ | |
15 | ὥστε συγχεῖσθαι, ἀλλ’ ὥστε ἔχεσθαι κατὰ τὸν τοῦ Κυρίου λόγον, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» φήσαντος)· οὔτε θελήματος διαφορὰν ἢ γνώμης, ἢ ἐνεργείας, ἢ δυνάμεως, ἤ τινος ἑτέρου, ἅτινα τὴν πραγματικὴν καὶ διόλου ἐν ἡμῖν γεννῶσι διαίρεσιν. | |
20 | Διὸ οὐδὲ τρεῖς θεοὺς λέγομεν, τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα· ἕνα δὲ μᾶλλον Θεὸν, τὴν ἁγίαν Τριάδα, εἰς ἓν αἴτιον Υἱοῦ καὶ Πνεύματος ἀνα‐ φερομένων, οὐ συντιθεμένων ἢ συναλοιφομένων κατὰ τὴν Σαβελλίου συναίρεσιν (ἑνοῦνται γὰρ, ὡς ἔφη‐ | |
25 | μεν, οὐχ ὥστε συγχεῖσθαι, ἀλλ’ ὥστε ἔχεσθαι ἀλλή‐ λων· καὶ τὴν ἐν ἀλλήλαις περιχώρησιν ἔχουσι δίχα πάσης συναλοιφῆς καὶ συμφύρσεως)· οὐδὲ ἐξιστα‐ μένων, ἢ κατ’ οὐσίαν τεμνομένων κατὰ τὴν Ἀρείου διαίρεσιν. Ἀμέριστος γὰρ ἐν μεμερισμένοις, εἰς δεῖ | |
30 | συντόμως εἰπεῖν, ἡ Θεότης· καὶ οἷον ἐν ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων καὶ ἀδιαστάτοις οὖσι, μία τοῦ φωτὸς σύγκρασίς τε καὶ συνάφεια. Ὅταν μὲν οὖν πρὸς τὴν Θεότητα βλέψωμεν καὶ τὴν πρώτην αἰτίαν, καὶ τὴν μοναρχίαν, καὶ τὸ ἒν καὶ ταυτὸν τῆς Θεότητος, | |
35 | ἵν’ οὕτως εἴπω, κίνημά τε καὶ βούλημα, καὶ τὴν τῆς οὐσίας καὶ δυνάμεως καὶ ἐνεργείας καὶ κυριότητος ταυτότητα, ἓν ἡμῖν τὸ φανταζόμενον ὅταν δὲ πρὸς τὰ ἐν οἶς ἡ θεότης, ἢ τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ Θεότης· καὶ τὰ ἐκ τῆς πρώτης αἰτίας ἀχρόνως ἐκεῖθεν | |
40 | ὄντα καὶ ὁμοδόξως καὶ ἀδιαστάτως (τουτέστι τὰς ὑποστάσεις τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος)· τρία τὰ προσκυνούμενα· εἷς Πατὴρ, ὁ Πατὴρ καὶ ἄναρχος, τουτέστιν ἀναίτιος (οὐ γὰρ ἔκ τινος)· εἷς Υἱὸς, ὁ Υἱὸς καὶ οὐκ ἄναρχος· τουτέστιν οὐκ ἀναίτιος (ἐκ | |
45 | τοῦ Πατρὸς γάρ)· εἰ δὲ τὴν ἀπὸ χρόνου λάβοις ἀρχὴν, καὶ ἄναρχος (ποιητὴς γὰρ χρόνων, οὐχ ὑπὸ χρόνον)· ἒν Πνεῦμα ἅγιον, τὸ Πνεῦμα προϊὸν μὲν ἐκ τοῦ Πα‐ τρός· οὐχ ὑϊκῶς δὲ, ἀλλ’ ἐκπορευτῶς· οὔτε τοῦ Πατρὸς ἐκστάντος τῆς ἀγεννησίας, διότι γεγέννηκεν· οὔτε τοῦ | |
77.1144(50) | Υἱοῦ τῆς γεννήσεως, ὅτι ἐκ τοῦ ἀγεννήτου· πῶς γάρ; οὔτε τοῦ Πνεύματος ἢ εἰς Πατέρα μεταπίπτοντος, ἢ εἰς Υἱὸν, ὅτι ἐκπεπόρευται, καὶ ὅτι Θεός. Ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης μείνῃ κινουμένη καὶ μεταπίπτουσα; Εἰ γὰρ Υἱὸς ὁ Πατὴρ, οὐ Πατὴρ | |
55 | κυρίως· εἷς γὰρ κυρίως Πατήρ. Καὶ εἰ Πατὴρ, ὁ Υἱὸς, οὐ κυρίως Υἱός· εἷς γὰρ κυρίως Υἱὸς, καὶ ἓν Πνεῦμα | |
ἅγιον. Χρὴ δὲ γινώσκειν, ὅτι τὸν Πατέρα οὐ λέγομεν | ||
77.1145 | ἔκ τινος, λέγομεν δὲ αὐτὸν τοῦ Υἱοῦ Πατέρα. Τὸν δὲ Υἱὸν οὐ λέγομεν ἀναίτιον, οὐδὲ Πατέρα· λέγομεν δὲ αὐτὸν ἐκ τοῦ Πατρὸς, καὶ Υἱὸν τοῦ Πατρός. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον, καὶ ἐκ τοῦ Πατρὸς λέγομεν, καὶ | |
5 | Πνεῦμα Πατρὸς ὀνομάζομεν. Ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν, Πνεῦμα δὲ Υἱοῦ ὀνομάζομεν («Εἴ τις γὰρ Πνεῦμα Χριστοῦ οὐκ ἔχει,» φησὶν ὁ θεῖος Ἀπόστολος)· καὶ δι’ Υἱοῦ πεφανερῶσθαι καὶ μετα‐ δεδόσθαι ἡμῖν ὁμολογοῦμεν. «Ἐνεφύσησε γὰρ, φησὶ, | |
10 | καὶ εἶπε τοῖς μαθηταῖς αὑτοῦ· Λάβετε Πνεῦμα ἅγιον.» Ὥσπερ ἐκ τοῦ ἡλίου μὲν, ἥ τε ἀκτὶς καὶ ἡ ἔλλαμψις (αὐτὸς γάρ ἐστιν ἡ πηγὴ τῆς ἀκτῖνος καὶ τῆς ἐλλάμ‐ ψεως), διὰ δὲ τῆς ἀκτῖνος ἡ ἔλλαμψις ἡμῖν μεταδίδο‐ ται, καὶ αὕτη ἐστὶν ἡ φωτίζουσα ἡμᾶς, καὶ μετεχο‐ | |
15 | μένη ὑφ’ ἡμῶν. Τὸν δὲ Υἱὸν οὔτε τοῦ Πνεύματος λέ‐ γομεν, οὔτε μὴν ἐκ τοῦ Πνεύματος. | |
17t | ΚΕΦΑΛ. ΙΑʹ. | |
18 | Χρὴ τοίνυν ἕκαστον τῶν ἐπὶ Θεοῦ λεγομένων, οὐ τί κατ’ οὐσίαν σημαίνειν οἴεσθαι, ἄλλ’ ἢ τί οὐκ ἔστι | |
20 | δηλοῦν, ἢ σχέσιν τινὰ πρός τι τῶν ἀντιδιαστελλομέ‐ νων, ἤ τι τῶν παρεπομένων τῇ φύσει, ἢ ἐνέργειαν, ἢ αὐτοῦ τοῦ εἶναι παραστατικόν· δοκεῖ μὲν οὖν κυ‐ ριώτερον πάντων τῶν ἐπὶ τοῦ Θεοῦ ὀνομάτων εἶναι, τὸ ὄν [ἴς. ὁ ὤν]. Ὅλον γὰρ ἐν ἑαυτῷ συλλαβὸν ἔχει | |
25 | τὸ εἶναι, οἷόν τι πέλαγος οὐσίας ἅπειρον καὶ ἀόρι‐ στον. Δεύτερον δὲ, τὸ Θεὸς ὄνομα, ὃ σημαίνει μὲν καὶ τὸ ποιητικὸν (θεῖναι γὰρ τὸ ποιῆσαι· καὶ θεὶς, ὁ ποιήσας), ἀριδηλότερον δὲ τῆς θεατικῆς ἐνεργείας ἐστὶ παραστατικόν. Καὶ αὐτῶν γὰρ τῶν μήπω γενο‐ | |
30 | μένων, ὡς ὑπ’ ὄψιν κειμένων θεατής ἐστιν ὁ Θεός. Ἐθεάσατο γὰρ τὰ πάντα πρὶν γενέσεως αὐτῶν ἀχρόνως ἐννοήσας· καὶ ἕκαστον κατὰ τὴν θελητικὴν αὐτοῦ ἔννοιαν, ἄχρονον (ἤτις ἐστὶ προορισμὸς καὶ εἰκὼν καὶ παράδειγμα), καὶ ἐν τῷ προορισθέντι και‐ | |
35 | ρῷ γίνεται. Τὸ μὲν οὖν πρότερον αὐτοῦ τοῦ εἶναι παραστατικόν ἐστι, καὶ οὐ τοῦ τί εἶναι· τὸ δὲ δεύτε‐ ρον, ἐνεργείας. Τὸ δὲ ἄναρχον, καὶ ἄκτιστον, καὶ ἀσώματον, καὶ τὰ τοιαῦτα, τί οὐκ ἔστι, δηλοῖ· τὸ δὲ ἀγαθὸν καὶ δίκαιον καὶ ὅσιον καὶ τὰ τοιαῦτα, τῇ μὲν | |
40 | θείᾳ φύσει παρέπονται, οὐκ αὐτὴν δὲ τὴν οὐσίαν δη‐ λοῦσι. Τὸ δὲ Κύριος, βασιλεὺς, δεσπότης, καὶ τὰ τοιαῦτα, σχέσιν πρὸς τὰ ἀντιδιαστελλόμενα δηλοῦσι· τῶν γὰρ κυριευομένων καὶ βασιλευομένων λέγεται Κύριος καὶ Βασιλεύς. | |
45t | ΚΕΦΑΛ. ΙΒʹ. | |
46 | Ἐπεὶ δὲ πλεῖστα περὶ Θεοῦ σωματικώτερον ἐν τῇ θείᾳ Γραφῇ συμβολικῶς εἰρημένα εὑρίσκομεν, εἰδέ‐ ναι χρὴ, ὡς ἀνθρώπους ὄντας ἡμᾶς, καὶ τὸ παχὺ | |
τοῦτο σαρκίον περικειμένους, τὰς θείας καὶ ὑψηλὰς | ||
77.1148 | καὶ ἀΰλους τῆς Θεότητος ἐνεργείας νοεῖν ἢ λέγειν ἀδύνατον, εἰ μὴ εἰκόσι καὶ τύποις καὶ συμβόλοις τοῖς καθ’ ἡμᾶς χρησαίμεθα. Ὅσα τοίνυν περὶ Θεοῦ σωματικώτερον εἴρηται, συμβολικῶς μὲν λέγονται· | |
5 | ἔχει δέ τινα ὑψηλοτέραν διάνοιαν. Ἁπλοῦν γὰρ τὸ Θεῖον καὶ ἀσχημάτιστον. Ὀφθαλμοὺς μὲν οὖν Θεοῦ καὶ βλέφαρα καὶ ὅρασιν, τὴν τῶν ἁπάντων ἐποπτι‐ κὴν αὐτοῦ δύναμιν, καὶ τὸ ἀλάθητον τῆς αὐτοῦ γνώ‐ σεως ἐννοήσωμεν, ἀπὸ τοῦ παρ’ ἡμῖν διὰ ταύτης | |
10 | τῆς αἰσθήσεως ἐντελεστέραν γνῶσιν καὶ πληροφο‐ ρίαν ἐγγίνεσθαι. Ὦτα δὲ καὶ ἀκοὴν, τὸ ἐξιλεωτικὸν αὐτοῦ καὶ τῆς ἡμετέρας δεκτικὸν δεήσεως. Καὶ γὰρ ἡμεῖς τοῖς τὰς ἱκεσίας ποιουμένοις, διὰ ταύτης τῆς αἰσθήσεως εὐμενεῖς γινόμεθα, γνησιώτερον αὐτοῖς τὸ | |
15 | οὖς ἐπικλίνοντες. Στόμα δὲ καὶ λαλιὰν, τὸ ἐνδεικτι‐ κὸν τῆς βουλήσεως αὐτοῦ, ἐκ τοῦ παρ’ ἡμῖν διὰ στό‐ ματος καὶ λαλιᾶς σημαίνεσθαι τὰ ἐγκάρδια νοήματα. Βρῶσιν δὲ καὶ πόσιν, τὴν ἡμετέραν πρὸς τὸ αὐτοῦ θέλημα συνδρομήν. Καὶ γὰρ ἡμεῖς διὰ τῆς γευστι‐ | |
20 | κῆς αἰσθήσεως, τὴν τῆς φύσεως ἀναπληροῦμεν ἀναγ‐ καίαν ὄρεξιν. Ὄσφρησιν δὲ, τὸ ἀποδεκτικὸν τῆς πρὸς αὐτὸν ἡμῶν ἐννοίας τε καὶ εὐνοίας, ἐκ τοῦ παρ’ ἡμῖν διὰ ταύτης τῆς αἰσθήσεως τὴν τῆς εὐωδίας ἀποδοχὴν ἐγγίνεσθαι. Πρόσωπον δὲ, τὴν δι’ ἔργων | |
25 | αὐτοῦ ἔνδειξίν τε καὶ ἐμφάνειαν, ἐκ τοῦ τὴν ἡμετέ‐ ραν ἐμφάνειαν διὰ προσώπου γίνεσθαι. Χεῖρας δὲ, τὸ ἀνυστικὸν τῆς ἐνεργείας αὐτοῦ. Καὶ γὰρ ἡμεῖς τὰ χρειώδη καὶ μάλιστα τιμιώτερα διὰ τῶν οἰκείων κατ‐ ορθοῦμεν χειρῶν. Δεξιὰν δὲ, τὴν ἐπὶ τοῖς αἰσίοις | |
30 | αὐτοῦ βοήθειαν, ἐκ τοῦ καὶ ἡμᾶς μᾶλλον ἐπὶ τῶν τιμιωτέρων καὶ πλείστης ἰσχύος δεομένων τῇ δεξιᾷ κεχρῆσθαι. Ψηλάφησιν δὲ, τὴν ἀκριβεστέραν αὐτοῦ καὶ τῶν λίαν λεπτῶν τε καὶ κρυπτῶν διάγνωσίν τε καὶ εἴσπραξιν, ἐκ τοῦ παρ’ ἡμῖν μὴ δύνασθαι τοὺς | |
35 | ψηλαφωμένους ἐν ἑαυτοῖς κρύπτειν τι. Πόδας δὲ καὶ βάδισιν, τὴν πρὸς ἐπικουρίαν τῶν δεομένων ἢ ἐχθρῶν ἄμυναν, ἢ ἄλλην τινὰ πρᾶξιν, ἔλευσίν τε καὶ παρουσίαν· ἐκ τοῦ παρ’ ἡμῖν διὰ τῆς τῶν ποδῶν χρήσεως ἀποτελεῖσθαι τὴν ἄφιξιν. Ὅρκον δὲ, τὸ | |
40 | ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐκ τοῦ παρ’ ἡμῖν δι’ ὅρκου τὰς πρὸς ἀλλήλους βεβαιοῦσθαι συνθήκας. Ὀρ‐ γὴν δὲ καὶ θυμὸν, τὴν πρὸς τὴν κακίαν ἀπέχθειάν τε καὶ ἀποστροφήν. Καὶ γὰρ ἡμεῖς τὰ ἐναντία τῆς γνώμης μισοῦντες ὀργιζόμεθα. Λήθην δὲ καὶ ὕπνον | |
45 | καὶ νυσταγμὸν, καὶ ὑπέρθεσιν τῆς κατὰ τῶν ἐχθρῶν ἀμύνης, καὶ τὴν τῆς συνήθους βοηθείας πρὸς τοὺς οἰκείους ἀναβολήν. Καὶ ἁπλῶς εἰπεῖν, πάντα τὰ σω‐ ματικῶς εἰρημένα ἐπὶ Θεοῦ, κεκρυμμένην ἔχει τινὰ ἔννοιαν, ἐκ τῶν καθ’ ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς ἐκδιδά‐ | |
77.1148(50) | σκουσαν. | |
51t | ΚΕΦΑΛ. ΙΓʹ. | |
52 | Τὸ μέντοι ἄκτιστον καὶ ἀπερίγραπτον καὶ ὑπερ‐ ούσιον, καὶ τὰ τοιαῦτα, κοινὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Διὰ τοῦτο καὶ τῆς θείας φύσεως | |
55 | ἰδιώματα λέγονται· τῆς θείας μὲν φύσεως, ὅτι φυσι‐ | |
77.1149 | κὰ, καὶ οὐχ ὑποστατικὰ, ταῖς τρισὶν ὁμοτίμως προσ‐ όντα τῆς Θεότητος ὑποστάσεσιν· ἰδιώματα δὲ, ὡς ἄλλῃ πάσῃ φύσει, πλὴν μόνης τῆς θείας οὐσίας, πάμπαν ἀμέθεκτα, μήτε ἀνθρώποις, μήτε ἀγγέλοις | |
5 | ὅλως ἐνθεωρούμενα. Καλεῖται δὲ καὶ οὐσία, καὶ φύ‐ σις, καὶ μορφὴ, [τὸ ἓν καὶ ταυτόν· καὶ οὐσία μὲν, ὡς τὸ καθ’ αὑτὸ εἶναι ἔχουσα· φύσις δὲ,] ὡς φύουσα τὰς ὑποστάσεις· μορφὴ δὲ, ὡς ὅλων τῶν μορφουμένων τῶν ὑπ’ αὐτὴν, ἤτοι τῶν χαρακτήρων συλληπτική. | |
10 | Τὰ δὲ περιεχόμενα λέγονται καὶ ἄτομα καὶ ὑποστά‐ σεις καὶ πρόσωπα. Καὶ ἄτομα μὲν, διὰ τὸ μηδὲν αὐτῶν τομὴν ἢ διαίρεσιν ὑποδέχεσθαι. Τῆς γὰρ ἀν‐ θρωπίνης οὐσίας, ταυτὸν δ’ εἰπεῖν ἀνθρωπότητος, εἰς τοὺς κατ’ αἴσθησιν ἀνθρώπους διαιρουμένης, οὐ‐ | |
15 | δεὶς αὐτῶν εἰς ἄλλους ἀνθρώπους τέμνεσθαι δύναται, ζῶα λογικὰ καὶ θνητὰ, νοῦ καὶ ἐπιστήμης δεκτικά· καὶ κατὰ τοῦτον τὸν λόγον, οἱ ἐπὶ μέρους ἅπαντες, ἄτομα. Ὑποστάσεις δὲ, ὡς ὑπὸ τὴν φύσιν ἑστῶτα καὶ μένοντα, καθόλου ταύτης οὔσης καὶ θεωρουμένης | |
20 | ἐννοηματικῶς· τῶν δὲ μερικῶν ὄντων καὶ τὸ εἶναι ἐχόντων πραγματικῶς. Πρόσωπα δὲ, διότι ἕκαστον αὐτῶν οἰκεῖον ἔχει χαρακτῆρα τοῖς λοιποῖς ἀκοινώ‐ νητον. Τοιγαροῦν ἐπὶ τῆς Θεότητος μίαν οὐσίαν, μίαν φύσιν, μίαν μορφὴν δογματίζομεν· ἄτομα δὲ τρία, | |
25 | τρεῖς ὑποστάσεις, τρία πρόσωπα, χαρακτῆρσι κατ‐ αλλήλοις, εἴτουν ἰδιώμασι, γνωριζόμενα. Χαρακτὴρ δὲ λέγεται τῆς πατρικῆς ὑποστάσεως ὁ Υἱὸς, οὐχ ὅτι αὐτός ἐστι τὸ ἴδιον τοῦ Πατρὸς (τίς γὰρ τοῦτ’ ἂν ὑπονοήσειε λόγου μετεσχηκώς), ἀλλ’ ὅτι καθὸ | |
30 | Πατὴρ ὁ Πατὴρ, ἐκ τοῦ ἔχειν Υἱὸν χαρακτηρίζεται καὶ γνωρίζεται. Καὶ ὅτι πάντως τὰ τοῦ Πατρὸς ἔχων ὁ Υἱὸς ἐν ἑαυτῷ, μένων Υἱὸς, δείκνυσι τὸν ἐξ οὗ, καθάπερ εἰκὼν αὐτοῦ φυσικὴ ἀπαράλλακτος. Διό φησιν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» | |
35 | Νοῦς δὲ ὢν ὁ ἄναρχος φύσει Θεὸς, ὁμοφυοῦς ὑπάρ‐ χει Λόγου πηγαστικός. Πατὴρ δὲ ὢν, γεννητικός ἐστιν ὁμοουσίου Υἱοῦ. Διὰ τοῦτο καὶ Θεοῦ Λόγος καὶ Υἱὸς τοῦ Πατρὸς ὁ αὐτός. | |
42 | ΚΕΦΑΛ. ΙΔʹ. Οὗτος ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, δι’ οὗ πᾶσαν τὴν κτίσιν, ὡς δι’ οἰκείας σοφίας τε καὶ | |
45 | δυνάμεως, ἐδημιούργησεν ὁ Πατὴρ (αὐτὸς γάρ ἐστιν ἡ τοῦ Πατρὸς σοφία καὶ δύναμις)· οὗτος δι’ ἡμᾶς, εὐδοκίᾳ τοῦ γεγεννηκότος αὐτὸν, ἐνηνθρώπισεν, ἐν τῷ Πατρὶ ὢν, καὶ μεθ’ ἡμῶν γεγονὼς (ἀπερίγρα‐ πτος γάρ)· καὶ σάρκα, ψυχὴν, νοῦν, λόγον, θέλησιν, | |
77.1149(50) | ἐνέργειαν, πάντα τὰ κατὰ φύσιν ἀνθρώπῳ προσ‐ όντα, προσείληφε· μηδ’ αὐτῶν τῶν μετὰ τὴν πρώ‐ την ἁμαρτίαν ἐπεισαχθέντων ἡμῖν παθῶν, ὧν οὐ καθικνεῖται μῶμος, μείνας ἀπείρατος· ἀλλὰ καὶ ταῦτα διὰ πολλὴν συγκατάβασιν προσηκάμενος· ἵνα | |
55 | μετασκευάσῃ πρὸς τὸ κρεῖττον πᾶσαν τὴν ἀνθρω‐ πότητα· καὶ ἁπλῶς εἰπεῖν, τέλειος γέγονεν ἄνθρω‐ | |
πος, οὐ κατὰ φαντασίαν ἢ δόκησιν, ἀλλ’ ὄντως καὶ | ||
77.1152 | ἐναργῶς ὑπάρξας ἄνθρωπος, καθ’ ἡμᾶς ὁμοῦ καὶ ὑπὲρ ἡμᾶς. Καθ’ ἡμᾶς, ὅτι συλληφθεὶς ἐν μήτρᾳ γυναικὸς, ζωοπλασθεὶς ἐν αὐτῇ, κυοφορηθεὶς ἐφ’ ὅσον καὶ καθὼς ὁ τῆς φύσεως ἐδίδου νόμος, ἐτέχθη | |
5 | βρεφοπρεπῶς. Ὑπὲρ ἡμᾶς, ὅτι ἡ σύλληψις ἐξ ἁγίου Πνεύματος ἄτερ συνδυασμοῦ, σαρκικῆς ἐκτὸς ἡδο‐ νῆς, χωρίς τινος ἐμπαθοῦς ἐννοήματος· ἡ τοῦ σώ‐ ματος σύμπηξις ἐκ πανάγνων αἱμάτων παρθενικῶν, ὁ τόκος ἄνευ ὠδίνων τὴν τῆς γειναμένης παρθενίαν | |
10 | οὐκ ἐλυμήνατο. Μεμένηκε γὰρ αὕτη παρθένος καὶ μετὰ τόκον, ὥσπερ ἦν καὶ πρὸ τόκου καὶ πρὸ συλλή‐ ψεως, ἡ καὶ διὰ βίου παντὸς ἀειπάρθενος ἄχραντός τε καὶ ἀκηλίδωτος. Τοιαύτην γὰρ ἔπρεπεν εἶναι τὴν τεκοῦσαν Θεόν. Καθ’ ἡμᾶς, ὅτι σῶμα χοϊκὸν ἀνελά‐ | |
15 | βετο καὶ φθαρτὸν, ἐκ τῶν τεσσάρων συντεθειμένον χυμῶν, ψυχῇ τριμερεῖ ζωοποιούμενον, ἐμφύτῳ θερ‐ μῷ καὶ δυνάμεσι φυσικαῖς διοικούμενον· πείνῃ, καὶ δίψῃ, καὶ τοῖς ἄλλοις ἀνεγκλήτοις τῆς φύσεως ἀσθε‐ νήμασιν ὑποκείμενον. Ὑπὲρ ἡμᾶς, ὅτι οὐ ψιλὸς | |
20 | ἄνθρωπος ἦν, ἀλλ’ ἄνθρωπος ὁμοῦ καὶ Θεός. Οὐ γὰρ τραπεὶς ἐκ τοῦ εἶναι Θεὸς εἰς τὸ γενέσθαι ἄνθρωπος, τὴν οἰκείαν ἐνανθρώπησιν ἐξετέλεσεν, ἀλλὰ μείνας Θεὸς ὅπερ ἦν, γέγονεν ἄνθρωπος, ὅπερ οὐκ ἦν· οὐκ εἰς θείαν φύσιν τὴν ἀνθρωπίνην φύσιν μεταβαλὼν, | |
25 | ἣν προσείληφεν· ἀλλ’ ἐν τοῖς οἰκείοις ὅροις μείνασαν θεώσας αὐτὴν διὰ τῆς ἄκρας ἑνώσεως. Ὥσπερ γὰρ τῷ σιδήρῳ τὸ πῦρ ἑνούμενον ὁλικῶς, ἐκπυροῖ μὲν αὐτὸν, τῆς δὲ τοῦ σιδήρου φύσεως οὐκ ἐξίστησι (μένει γὰρ οὗτος καὶ μετὰ τὴν ἐκπύρωσιν σίδηρος, | |
30 | καὶ πεπυρωμένος σίδηρος ἔστι τε καὶ λέγεται)· τοιουτοτρόπως τῇ βροτείᾳ φύσει ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς ἑνωθεὶς, ἐθέωσε μὲν αὐτὴν, τοῦ δὲ βροτείαν εἶναι φύσιν αὐτὴν οὐκ ἐξέστησε. Μένει γὰρ αὕτη βροτεία φύσις καὶ μετὰ τὴν θέωσιν, καὶ | |
35 | τεθεωμένη φύσις βροτεία καὶ λέγεται καὶ ἔστι· τε‐ θεωμένη σὰρξ μετὰ ψυχῆς νοερᾶς, λογικῆς, θελη‐ τικῆς, ἐνεργητικῆς. | |
38t | ΚΕΦΑΛ. ΙΕʹ. | |
39 | Ἐπεὶ δὲ νόθον ἡ ἁμαρτία καὶ παρὰ φύσιν (ἔξω‐ | |
40 | θεν γὰρ ἡμῖν ὅταν μὴ νήφωμεν ἐπεισέρχεται), ταύ‐ την εἰκότως ὁ Θεὸς Λόγος οὐ προσελάβετο. Πάλιν, ἐπεὶ τὴν προσληφθεῖσαν φύσιν ὅλην ἐθέωσεν, ἀνεπί‐ βατος δικαίως ἡ θεωθεῖσα καὶ ἄψαυστος κατὰ πάντα τρόπον τῇ ἁμαρτίᾳ μεμένηκεν. Ἀλλ’ οὐδὲ προαίρεσις | |
45 | ἡ ἀμφιῤῥεπὴς ἦν ἐν Χριστῷ. Προαιρετικὸς μὲν γὰρ ἦν ὡς αὐτεξούσιος καὶ κατὰ τὸ ἀνθρώπινον ὁ Χρι‐ στὸς, ὅτι καὶ λογικὸς (πᾶν γὰρ λογικὸν, αὐτεξούσιον· πᾶν δ’ αὐτεξούσιον, προαιρετικόν)· βουλῆς δὲ καὶ σκέψεως καὶ γνώμης καὶ προαιρέσεως ὥσπερ ἡμεῖς | |
77.1152(50) | ἔχρῃζεν οὐδαμοῦ· ὥσπερ αὖ οὐδὲ νήψεως. Θεὸς γὰρ ἦν κατ’ ἄμφω· τὸ μὲν φύσει, τὸ δὲ θεώσει. Διὸ δὴ καὶ κατὰ τοῦτον τὸν λόγον, πάσης ἁμαρτίας ἀνώτερος ἦν. Ἢ γὰρ ἐξ ἐπισφαλοῦς προαιρέσεως τὸ ἁμαρτά‐ νειν, ἢ καὶ παρὰ προαίρεσιν ἐξ ἀπροσεξίας ἡμῖν ἐπι‐ | |
55 | γίνεται. Μᾶλλον δὲ καὶ αὐτὸ τὸ ἀπρόσεκτον ἁμαρτία ἐστὶν, ἢ τέως γοῦν ἁμαρτίας ἀρχή. Διά τοι τοῦτο, καὶ τῶν ἀκουσίων ἁμαρτημάτων εἰσπραττόμεθα δί‐ | |
κας. Ὅθεν δ’ ἀπέδρα τὸ αἴτιον, ποίαν ἐκεῖ τὸ αἰτιατὸν | ||
77.1153 | εἶχε παρείσδυσιν; Προαίρεσις μὲν οὖν ἁπλῶς ἐστι, πρόοδος πρὸς τὸ αἱρετὸν, ἤγουν αὐτεξούσιος ἔλλογος ὁρμὴ πρὸς τὸ θελητὸν, ἥτις πρόσεστι κατὰ φύσιν παντὶ λογικῷ. Προαίρεσις λέγεται πάλιν, ἡ πρὸ ἑτέ‐ | |
5 | ρου αἵρεσις, ἥτις γίνεται βουλῆς προηγησαμένης· εἶτα κρίσεως, μεθ’ ἣν ἡ πρὸς τὸ ἐκ βουλῆς κριθὲν διάθεσις ἕπεται, καὶ λέγεται γνώμη· τὴν γνώμην, ἡ νῦν δηλουμένη προαίρεσις, εἴτουν ἡ ἐπιλογὴ τοῦ δό‐ ξαντος καλοῦ, διαδέχεται. Τὴν τοιαύτην προαίρεσιν | |
10 | οὐκ ἂν εἴποι τις εὐφρονῶν ἐπὶ τοῦ Χριστοῦ. Ποίας γὰρ ἦν βουλῆς ἐνδεὴς, ἢ τίνος τῶν ἐκ βουλῆς, ὁ θαυμαστὸς σύμβουλος, ἡ σοφία τοῦ Θεοῦ καὶ Πατρός; ἢ πῶς ἂν προαίρεσις ἡ ἐν ἡμῖν, τῷ προεκλεξαμένῳ τὸ ἀγαθὸν, καθὼς μεμαρτύρηται; Καὶ γὰρ Ἡσαΐας προανακέ‐ | |
15 | κραγεν, ὅτι πρὶν ἢ γνῶναι αὐτὸν, ἢ προελέσθαι πο‐ νηρὰ, ἐκλέξεται τὸ ἀγαθὸν, τουτέστιν, οὔτ’ ἂν γνοίη πονηρὰ συνόλως οὗτος, οὔτ’ ἂν προέλοιτο· τὸ δὲ ἀγα‐ θὸν ἐκ πρώτης ἀρχῆς ἐκλέξεται. Καὶ αὖθις· «Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, | |
20 | τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν.» Ἤγουν πρὸ πάσης γνώ‐ σεως τὸ παιδίον ἐν ἄκρᾳ νηπιότητι πρὸς τὸ πονηρὸν ἀπειθῶς ἔχον καὶ ἀῤῥεπῶς, τὸ ἀγαθὸν οἰκειώσεται· τὸ δὲ, πρὶν ἢ γνῶναι, κατὰ τὸ φαινόμενον εἴρηται. Πότε γὰρ ἦν μὴ γινῶσκον τὸ παιδίον, ἐν ᾧ πάντες | |
25 | οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι καταλλήλοις καιροῖς ἐφ’ ὅσον ἐχρῆν φανερούμενοι; Τοιοῦτόν ἐστι καὶ σοφίᾳ καὶ χάριτι προκόπτειν μετὰ τῆς ἡλικίας τὸν Ἰησοῦν, κατὰ τὸ φαινόμενον δηλαδή. Τῆς μὲν γὰρ ἡλικίας ἐπίδοσις ἦν, αὐξουμένου τοῦ | |
30 | σώματος φυσικῶς· καὶ σοφίας δὲ καὶ χάριτος τῶν πρωτίστων καὶ ἀκροτάτων οὐκ ἐπίδοσις, ἀλλὰ φανέ‐ ρωσις εὔκαιρος. Τοιγαροῦν ὁ Χριστὸς, Θεὸς ὢν ἡνω‐ μένος τῇ ἀνθρωπίνῃ οὐσίᾳ καθ’ ὑπόστασιν, ἦν ἀγαθὸς ὡς Θεός. Εἶχε δὲ καὶ ὡς ἄνθρωπος αὐτεξουσίως τὸ ἀγα‐ | |
35 | θὸν κατὰ φύσιν ὄν. Ὥσπερ γὰρ τὸ κακὸν καὶ ἡ ἁμαρτία παρὰ φύσιν, οὕτω δὴ τὸ ἀγαθὸν καὶ ἡ ἀρετὴ κατὰ φύσιν ἐστί. Διὰ τοῦτο καὶ ἡ ἁμαρτία τὴν τοιαύτην ἔσχε προσηγορίαν, ὡς ἀποτυχία τοῦ κατὰ φύσιν ἀγαθοῦ. | |
40t | ΚΕΦΑΛ. Ιϛʹ. | |
41 | Οἱ μὲν οὖν ἄγγελοι, δυσκίνητοι πρὸς τὸ κακὸν καὶ λέγονται καὶ εἰσὶ, τῇ πρὸς Θεὸν προσεδρείᾳ καὶ τῇ ἐκεῖθεν ἐλλάμψει τῇ συνεχεῖ βοηθούμενοι· ἡ δὲ τοῦ Κυρίου ψυχὴ παντελῶς πρὸς τὸ κακὸν ἀκίνητος ἦν, | |
45 | αὐτὸν ἔχουσα τὸν Θεὸν Λόγον ἐν ἑαυτῇ· οὐ κατὰ σχέ‐ σιν, ἀλλὰ καθ’ ἕνωσιν. Καὶ ἡ μὲν τὴν ἡγεμονίαν ἐνήργει τοῦ σώματος· ὁ δὲ Θεὸς Λόγος ἦν αὐτῆς ἡγεμὼν, αὐτεξουσίως ἑπομένης αὐτῷ καὶ τὴν τοῦ θείου θελήματος αὐτοῦ καὶ λίαν ἐπιποθούσης ἐκπλή‐ | |
77.1153(50) | ρωσιν τῷ τῆς ἁγιότητος ὑπερβάλλοντι. Διὸ καὶ ὁ | |
Κύριος πρὸς τὸν αὑτοῦ Πατέρα προσευχόμενος ἐν τῷ | ||
77.1156 | καιρῷ τοῦ πάθους ὡς ἄνθρωπος ἔλεγεν· «Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ· γενηθήτω τὸ θέλημά σου.» Καὶ γὰρ οὗτος ὁ λόγος τῆς τοῦ Κυρίου ψυχῆς ἒν εἰ‐ δυίας θέλημα τοῦ ἡνωμένου ταύτῃ Θεοῦ Λόγου καὶ | |
5 | τοῦ Πατρός. Εἶχε μὲν οὖν ὁ Δεσπότης τὰ τῶν δούλων, διὰ τοὺς δούλους· ἀλλ’ ὑπὲρ τοὺς δούλους. Δεσπότης γὰρ ἦν, εἰ καὶ δούλου εἴληφε μορφήν. Ἐπείνα κατὰ ἀλήθειαν, ὡς ἡμεῖς, ἐδίψα, νυσταγμὸν ἔφερε, κοπιῶν ἦν, λυπούμενος ἦν, δακρύων, δειλιῶν, ἀγωνιῶν, ἀλλ’ | |
10 | ἑκουσίως, ὅτε θέλων αὐτὸς ἐνεδίδου τῇ αὑτοῦ ἀνθρω‐ πότητι τὸ ἴδιον ἀμέμπτως ποιεῖν. Τοῦτο ὑπὲρ ἡμᾶς. Πάλιν ἤσθιεν, ἔπινεν, ἐκάθευδε, διελέγετο, καθάπερ ἡμεῖς, ἀλλὰ πάντη ἀναμαρτήτως. Τοῦτο ὑπὲρ ἡμᾶς. Τίνι γὰρ ἂν ἡμῶν ἐν τοῖς φυσικοῖς ἀδιαβλήτοις εὑ‐ | |
15 | ρεθείη διόλου τὸ ἄμεμπτον; Ἔπασχεν ὑπὲρ ἡμῶν, ἤλγει τῇ ἐν σταυρῷ προσηλώσει καὶ διατάσει· τέλος, ἀπέθανεν, ἀλλ’ ἐθελούσιον ἦν αὐτῷ καὶ τὸ πάθος, καὶ τὸ ἄλγος, καὶ τὸ θανεῖν. Ἔπασχεν ἡ σὰρξ, ἤλγει φυ‐ σικῶς ἡ ψυχὴ διὰ τὴν συνάφειαν (ἐξ αὐτῆς γὰρ ἡ | |
20 | αἴσθησις τῇ σαρκί)· πλὴν ἡ θεότης ἡ ἐν ἀμφοῖν ἀδιαίρετος ἦν | |
22t | ΚΕΦΑΛ. ΙΖʹ | |
23 | Παθὼν ὁ Κύριος καὶ θάνων καὶ ταφεὶς ἀπετινάξατο τὴν φθορὰν καὶ τὰ τῆς φθορᾶς· καὶ κατασκευάσας | |
25 | αὑτοῦ τὸ σῶμα πρὸς ἀφθαρσίαν, καὶ τὴν οἰκείαν ψυ‐ χὴν κατ’ ἐξουσίαν ὡς Θεὸς προσλαβόμενος, ἀνέστη τριήμερος. «Ἐγὼ γὰρ τίθημι τὴν ψυχήν μου, φησὶν, ἵνα πάλιν λάβω αὐτήν. Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.» Εἰ δὲ καὶ | |
30 | μετὰ τὴν ἀνάστασιν ὁ Κύριος ἔφαγεν, ἀλλὰ κατ’ οἰ‐ κονομίαν τοῦτο πεποίηκε, τοῖς ἰδίοις παριστῶν μα‐ θηταῖς ὡς αὐτὸς ἦν ἀναστὰς, ὁ πρότερον ὢν μετ’ αὐτῶν. Ὅτε δὲ λέγω κατ’ οἰκονομίαν, τὴν φαντασίαν ἐκκρούομαι. Καὶ γὰρ ἔφαγεν ἀληθῶς· τὴν τροφὴν δὲ | |
35 | καινοπρεπῶς, ὡς οἶδεν αὐτὸς, διῳκήσατο. Διὰ τοῦτο καὶ τύπους ἐδείκνυ πληγῶν· τὰ γενόμενα μὲν, μὴ ὄντα δὲ, παρόντα ποιῶν ὁ πάντα δυνάμενος. Ἐπεί τοί γε τὸ σῶμα ἐκεῖνο, πάσης ἐνδείας, πάσης ἀντιτυπείας ὑπέρ‐ τερον γεγονὸς, οὔτε τροφὰς, οὔτε ψηλαφήσεις προσίετο. | |
40 | Διὸ καὶ μὴ κατὰ σάρκα νῦν εἶναι τὸν Κύριον λέγο‐ μεν, ὡς τὰ τῆς σαρκὸς ἀποθέμενον· τροφῆς ἔφεσιν ὕπνον, κόπον, καὶ τὰ τοιαῦτα· πρὸς τούτοις, καὶ τὸ ἀντίτυπον. Τὸ σῶμα γὰρ αὐτοῦ διὰ τῆς ἀπεκδύσεως τῆς φθορᾶς, ἀνενδεὲς ἀπετελέσθη, καὶ ἀπαθὲς, καὶ | |
45 | ἀναφὲς, καὶ ἀθάνατον· οὐ μὴν καὶ ἄκτιστον, οὔτ’ αὖ ἀπερίγραπτον. Ταῦτα γὰρ μόνης Θεότητος· καὶ ἵν’ εἴπω συνελὼν, ὅσον μὲν ἦν δεκτικὸν θείων αὐχημά‐ των τὸ ἀνθρώπινον τοῦ Χριστοῦ, μετέσχεν ὑπ’ αὐτοῦ τοῦ Λόγου διὰ τὴν ἔνωσιν, δι’ ἢν καὶ σεπτόν ἐστι καὶ | |
77.1156(50) | προσκυνητόν. Ὅσον δ’ οὐκ ἦν δεκτικὸν, οὐ μετέσχεν, ἵνα κἀντεῦθεν τό τε διάφορον τῶν φύσεων τοῦ Χριστοῦ, τό τε μοναδικὸν τοῦ προσώπου γινώ‐ | |
σκωμεν. | ||
77.1157 | ΚΕΦΑΛ. ΙΗʹ. Πρεσβεύομεν τοίνυν ἐπὶ Χριστοῦ μίαν ὑπόστασιν σύνθετον, ἐκ δύο συντεθειμένην φύσεων· θεότητος δηλονότι καὶ ἀνθρωπότητος ἀλλήλαις ἡνωμένων κατ’ | |
5 | αὐτὴν τὴν τοῦ Λόγου ὑπόστασιν. Διὰ τοῦτο γὰρ καὶ τὴν τοιαύτην ἔνωσιν, καθ’ ὑπόστασιν λέγομεν· ὅτι μία ὑπόστασις ἐκ τῶν τριῶν τῆς Θεότητος ὑποστά‐ σεων, ἥτις ἐστὶν ἡ τοῦ Υἱοῦ, τὰς δύο φύσεις ἀλλήλαις ἥνωσεν ἀσυγχύτως ἐν ἑαυτῇ τε καὶ καθ’ αὑτήν. Οὐ | |
10 | γὰρ ὑπέστη καθ’ αὑτὸ κἂν ἀκαριαίως τὸ τοῦ Χριστοῦ ἀνθρώπινον, ὡς ἂν ὑπόστασις τοῦτο λέγοιτο (καὶ γὰρ οὐκ ἐχρῆν. Τί γὰρ ἦν τὸ κέρδος ἡμῖν, τὸ θεωρηθῆ‐ ναι μίαν ὑπόστασιν), ἀλλὰ τὴν φύσιν ὁ Θεὸς Λόγος ἐν ἑαυτῷ προσελάβετο πᾶσαν τῆς ἀνθρωπότητος, ἵνα | |
15 | θεωρήσῃ πάντας ἡμᾶς. Ὅθεν μιᾶς ὑποστάσεως κη‐ ρύττομεν τὸν Χριστὸν, ἐκ δύο φύσεων ἡνωμένων ἀλλήλαις ἀσυγχύτως ἔνωσιν ἄκραν, ἀδιαιρέτων με‐ νουσῶν ἔκ τε ἀλλήλων καὶ τῆς ὑποστάσεως καθ’ ἣν ἥνωνται· τῶν δὲ φύσεων ἐχουσῶν τὸ ἀσύγχυτον, καὶ | |
20 | τὰ προσόντα ταύταις ἀσύγχυτα τὰς θελήσεις καὶ τὰς ἐνεργείας φημί. Μένει οὖν ἡ θεϊκὴ θέλησις, θεϊκή· καὶ ἡ ἀνθρωπικὴ πάλιν, ἀνθρωπικὴ, πλὴν τεθεωμένη διὰ τὴν ἕνωσιν. Τοῦτο κἀν ταῖς ἐνεργείαις γινώσκε‐ ται. Δύο τοίνυν θελήσεις ἐν τῷ Χριστῷ· θέλων δὲ καὶ | |
25 | κατ’ ἄμφω τὰς θελήσεις, κατ’ ἄμφω τε τὰς ἐνεργείας ἐνεργῶν, εἶς ὁ αὐτὸς θεάνθρωπος· μὴ διαιρούμενος εἰς Θεὸν ἰδικῶς, καὶ εἰς ἄνθρωπον ἰδικῶς· ἀλλ’ εἷς ἀμερί‐ στως ὑπάρχων, Θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς, ταυτὸν δ’ εἰπεῖν, Θεὸς καὶ ἀνήρ. | |
30t | ΚΕΦΑΛ. ΙΘʹ. | |
31 | Ὅθεν θεανδρικὴν ἐνέργειαν ὁ εἰπὼν, οὐ σύγχυσιν ταῖς φυσικαῖς ἐνεργείαις εἰσήγαγεν· ἀλλὰ τὴν εἰς ἄκρον αὐτῶν παρέστησεν ἕνωσιν, καὶ τὸ τεθεῶσθαι τὴν ἀνθρωπίνην ἐνέργειαν. Ὥσπερ γὰρ ἐν Χριστῷ | |
35 | διὰ τῆς ἑνώσεως ἡ ἀνθρωπίνη τεθέωτο φύσις· οὕτω δὴ καὶ ἡ θέλησις συντεθέωτο, καὶ ἡ ἐνέργεια. Διὸ καὶ τερατουργοῦντος αὐτοῦ, τοῖς θεϊκοῖς ἐνεργήμασι τὰ ἀνθρωπικὰ συνεζεύγνυτο. Κἀκ τῶν ἀνθρωπικῶν ἐνεργημάτων, λόγου δηλονότι καὶ ἁφῆς, καὶ τῶν | |
40 | τοιούτων, αἱ θεοσημεῖαι προέβαινον. Καθάπερ σιδή‐ ρου τμητικοῦ πυρωθέντος, καὶ τέμνοντος καὶ καίοντος ἐν ταυτῷ, καὶ ἡ τομὴ μετὰ τῆς καύσεως γίνεται, καὶ ἡ καῦσις ἀχώριστός ἐστι τῆς τομῆς. Καὶ ἡ τῶν ἐνερ‐ γειῶν συνδρομὴ τὸ ἑνιαῖον εἰσφέρει ταύταις, οὐ κατὰ | |
45 | φύσιν, ἀλλὰ καθ’ ἕνωσιν. Ὁ τοίνυν θεανδρικὴν φήσας ἐνέργειαν, διὰ μὲν τῆς ἑνικῆς προφορᾶς τὸ τὰς δύο ἐνεργείας ἒν εἶναι τῇ συνελεύσει καὶ μὴ διακεκρί‐ σθαι ταύτας πραγματικῶς δεδήλωκεν. Ἐν δὲ τῷ εἰπεῖν θεανδρικὴν, θείαν δηλονότι καὶ ἀνδρικὴν, τὸ | |
77.1157(50) | τῶν ἐνεργειῶν τῇ φύσει διάφορον καὶ μετὰ τὴν ἕνω‐ σιν ἔδειξεν. Ἄλλως δὲ δύο τινὰ δηλοῦντος τοῦ τῆς ἐνεργείας ὀνόματος (ἐνέργεια γὰρ φυσική ἐστιν, ἡ | |
τῆς ἐνοικ[ουρ]ούσης τῇ φύσει δυνάμεως πρόβασις εἰς | ||
77.1160 | ἔργου τινὸς ἐκπλήρωσιν, ἤτις ἐν τῷ ἐνεργεῖν ἔχει τὸ εἶναι, καθὼς ἡ δύναμις ἐν τῷ πεφυκέναι καὶ δύνα‐ σθαι. Λέγεται πάλιν ἐνέργεια, καὶ ἡ τοῦ ἔργου ἐκπλήρωσις, αὐτὸ τὸ ἐνεργητὸν, ὁ τοῦ πράγματος | |
5 | ἀποτελεσμὸς, ἡ πρᾶξις αὐτή)· τοῦτο δὴ τὸ δεύτερον σημαινόμενον τῆς ἐνεργείας προσαρμοστέον τῇ θεαν‐ δρικῇ. Θεανθρώπου γὰρ ὑπάρχοντος τοῦ Χριστοῦ, καὶ πᾶσα πρᾶξις αὐτοῦ θεανθρωπικὴ καὶ θεανδρική. Τὸ δὲ οὕτω λέγειν οὐ φέρει σύγχυσιν ταῖς ἐνεργείαις, | |
10 | ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν εἶναι διασαφεῖ τὸν ἐνεργοῦντα· καὶ θεϊκῶς καὶ ἀνθρωπικῶς· οὔτε τὰ θεῖα κατὰ Θεόν· ἄνθρωπος γάρ· οὔτε κατ’ ἄνθρωπον τὰ ἀν‐ θρώπινα· Θεὸς γάρ. Ὡσαύτως καὶ ὁ μίαν φύσιν εἰρη‐ κὼς τοῦ Θεοῦ Λόγου σεσαρκωμένην, οὐ μιᾶς φύσεως | |
15 | τὸν Κύριον ἐδογμάτισε. Τὸ γὰρ σεσαρκωμένην προσ‐ θεὶς, τὴν τοιαύτην ἀνεῖλεν ὑπόνοιαν. Ἑτέρα γὰρ ἡ τοῦ Λόγου φύσις, ἤγουν ἡ θεία· καὶ ἑτέρα πάλιν ἡ τῆς σαρκὸς, ἤγουν ἡ ἀνθρωπικὴ συνεκδοχικῶς. | |
21 | ΚΕΦΑΛ. Κʹ. Ἕτερον θέλημα τῆς θείας φύσεως, καὶ ἕτερον τῆς ἀνθρωπικῆς. Θέλημα δὲ τὴν θέλησιν λέγομεν, αὐτὴν τὴν δύναμιν τὴν θελητικὴν, ἥτις ἐστὶ θέλημα φυσι‐ | |
25 | κόν. Τὸ τοίνυν τῆς ἀνθρωπίνης θέλημα φύσεως ὁ Κύριος προσλαβόμενος καὶ θεώσας αὐτὸ, διετήρησεν ὅπερ ἦν κατὰ φύσιν ἀνθρώπινον. Καὶ τοῦτο παρα‐ στῆσαι βουλόμενος ἐναργῶς, εἰσελθὼν εἰς οἶκον ἐν τοῖς μέρεσι Τύρου καὶ Σιδῶνος, οὐδένα ἠθέλησε γνῶ‐ | |
30 | ναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν, Οἰκονομικῶς γὰρ θε‐ λήσας λαθεῖν οὐ δεδύνητο· διδάσκων ἡμᾶς διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι τὸ τῆς ἀνθρωπίνης φύσεως θέλημα τὸ ἀσθενὲς ὁ πανσθενὴς οὐκ ἀπεδοκίμασεν, ἀλλ’ οὐσιωδῶς ᾠκειώσατο καὶ αὐτὸ, τὴν ἡμετέραν | |
35 | ὅλην φύσιν μετὰ πάντων τῶν κατὰ φύσιν ἀναλαβών. Λέγεται μὲν οὖν θέλημα προηγουμένως, ἡ θέλησις, ἥτις ἐστὶ θέλημα φυσικὸν, ὡς δεδήλωται. Λέγεται θέλημα καὶ αὐτὸ τὸ θελητόν· ὅπερ ἐν ἀνθρώποις ἐστὶν ὑποστατικὸν, οὐ τὸ αὐτὸ πάσῃ τῇ φύσει προσ‐ | |
40 | όν. Τῷ μὲν γὰρ τῶν ἀνθρώπων, τὸ ἰδιάζειν τυχὸν τεθέληται· τῷ δὲ, τὸ παῤῥησιάζεσθαι· καὶ τῷ μὲν, τὸ γηπονεῖν· τῷ δὲ, τὸ ναυτίλλεσθαι· καὶ ἄλλῳ πά‐ λιν ἄλλο τι κατὰ γνώμην ἐστί. Πολλάκις δὲ τῷ αὐτῷ καὶ ἑνὶ διάφορον καὶ ἄλλοτε ἄλλο τὸ θελητόν. Καλεῖ‐ | |
45 | ται δὲ τὸ τοιοῦτον ὑποστατικὸν, θέλημα γνωμικόν. Τοιγαροῦν ὁ Κύριος ἐπειδὴ δύο φύσεων ὡμολόγηται, δύο κεκτῆσθαι καὶ θελήματα πιστεύεται φυσικὰ, θεῖόν τε καὶ ἀνθρώπινον· ἤγουν δυνάμεις δύο θελη‐ τικὰς ἀλλήλων διαφερούσας τῷ λόγῳ τῆς φύσεως. | |
77.1160(50) | Ἐπεὶ δὲ μιᾶς ὑποστάσεως ἔγνωσται, σφαλερὸν εἰπεῖν ἐπ’ αὐτοῦ διάφορα θελήματα γνωμικά. Τὸ γὰρ θε‐ λητὸν ἓν, ὅτι καὶ ὁ θέλων εἷς, τῆς ἀνθρωπικῆς αὐτοῦ θελήσεως, πρὸς τὸ οἰκεῖον θελητὸν κινουμένης· ὅτε τοῦτο τῇ θεϊκῇ θελήσει αὐτοῦ θελητὸν ἦν, καὶ ἐφ’ | |
55 | ὅσον ἦν θελητόν. | |
56t | ΚΕΦΑΛ. ΚΑʹ. | |
57 | Διχῶς δὲ τῆς γνώμης λεγομένης· λέγεται γὰρ | |
γνώμη καὶ ἡ ἁπλῶς ῥοπὴ πρὸς τὸ θελητὸν, ὡς ἐλλό‐ | ||
77.1161 | γως γινομένη καὶ μετὰ γνώσεως ἐν τοῖς λογικοῖς. Λέγεται γνώμη καὶ ἡ ἐκ προβουλεύσεως καὶ κρίσεως περί τι διάθεσις· οὐκ ἀσφαλὲς ἢ γνώμην ἢ θέλημα γνωμικὸν εἰπεῖν ἐπὶ τοῦ Χριστοῦ κατὰ τὸ τῆς γνώ‐ | |
5 | μης δεύτερον σημαινόμενον· διὰ τὸ συνεισάγεσθαι τούτοις τὴν ἄγνοιαν. Εἰ γὰρ καὶ τὴν ἀγνοοῦσαν ὁ Κύριος φύσιν ἔλαβεν, ἀλλὰ τῶν θείων αὐχημάτων ταύτῃ μετέδωκε. Καὶ ἦν ἡ τοῦ Κυρίου ψυχὴ πᾶσαν ἔχουσα σοφίαν θείαν ἅμα δὴ καὶ ἀνθρωπικήν· πᾶσαν | |
10 | γνῶσιν τῶν γεγονότων, τῶν ὄντων, τῶν ἐσομένων· οὐ φύσει, οὐ χάριτι· διὰ δὲ τὴν πρὸς αὐτὸν τὸν μόνον σοφὸν καὶ πάντα καὶ πρὸ τῆς αὐτῶν γενέσεως εἰδότα προαιωνίως, καθ’ ὑπόστασιν ἕνωσιν. Ποίας οὖν ἔχρῃ‐ ζεν αὕτη βουλῆς; τίνος τῶν μετὰ τὴν βουλὴν, ἡ | |
15 | πάντα γινώσκουσα, καθὼς ἔφημεν. Εἰ δέ ποτε πεινῶντα τὸν Κύριον, ἐλθεῖν γέγραπται πρὸς συκῆν καρπὸν οὐκ ἔχουσαν, εἰ ἄρα εὑρήσει τι ἐν αὐτῇ, καὶ οὐχ εὗρεν εἰ μὴ φύλλα· καθ’ ὑπόνοιαν ὁ τοιοῦτος τοῦ λόγου σχηματισμὸς, καθὼς ἂν ὑπενόησεν ἴσως ὁ τὴν | |
20 | αὐτοῦ πρὸς τὴν συκῆν κατιδὼν ἔλευσιν, μὴ μέντοι τὸν τῆς οἰκονομίας λόγον εἰδώς. Τίνι γὰρ ἂν καὶ τῶν τυχόντων ἠγνοήθη τὸ πρόδηλον, ἐπεὶ καιρὸς σύκων οὐκ ἦν; Ἀλλ’ ὡς ἂν ὁ τὸ πᾶν ἰσχύων ἐνδείξηται κατὰ καιρὸν, ὅτι μὴ μόνον εὐεργετικὴν ἔχει δύναμιν, ἀλλά | |
25 | γε καὶ τιμωρητικήν· καὶ ὡς ὅπερ ἐθέλοι λόγῳ μόνῳ τοὺς σταυρώσοντας ἀποξηρανεῖ· τὴν πεῖναν, καὶ τὴν πρὸς τὴν συκῆν ἔλευσιν προηγούμενα τίθησι τῆς τοιαύτης ἐνδείξεως ὁ σοφὸς καὶ φιλάνθρωπος. Διά τοι τοῦτο καὶ παρὰ τὸ εἰωθὸς ἡ πεῖνα πρωΐας | |
30 | οὔσης, καθὼς τεθέλητο. Τοιγαροῦν ἡ πρὸς τὴν συκῆν ἄφιξις, ὡσαύτως καὶ ἡ περὶ τοῦ Λαζάρου πεῦσις ὅποι τέθοιτο θανὼν ἐκεῖνος, καὶ εἴ τι παραπλήσιον, οὐκ ἀγνοίας, ἀλλ’ οἰκονομίας καὶ προσφόρου συγκα‐ ταβάσεως. Κατὰ μὲν οὖν τὸ δεύτερον τῆς γνώμης | |
35 | καὶ τῆς προαιρέσεως σημαινόμενον, οὔτε γνώμην, οὔτε προαίρεσιν εἴποιμεν ἂν ἐπὶ τοῦ Χριστοῦ. Κατὰ δὲ τὸ πρῶτον, καὶ κατὰ γνώμην Θεοῦ τόδε τι διαπε‐ πράχθαι φαμὲν, τουτέστι θελητὸν τῷ Θεῷ, καὶ ἀπο‐ δεκτὸν τὸ πραχθέν· ὡς εἰ λέγοιμεν τὸν Δαβὶδ βεβα‐ | |
40 | σιλευκέναι κατὰ γνώμην Θεοῦ. Καὶ προαιρετικὸς μὲν ὁ τοῦ Θεοῦ Λόγος· προαιρετικὸν δὲ τὸ Πνεῦμα τὸ ἅγιον εἴρηται. Δέον οὖν ἐρευνᾶσθαι τὴν λέξιν ἐν ἅπασιν, εἰ πλείω δηλοῖ τοῦ ἑνὸς, καὶ μετ’ εὐκρινείας τοὺς λόγους προβαίνειν πρὸς τὰ δηλούμενα. Πολλὴ | |
45 | γὰρ ἡ ἐκ τῆς ὁμωνυμίας ἀπάτη, καὶ πρῶτος αὕτη τρόπος ἐν τοῖς σοφίσμασιν. | |
77.1161(50) | ΚΕΦΑΛ. ΚΒʹ. Οὔτω τοι καὶ τὸ Θεὸς ὄνομα καὶ τὸ ἄνθρωπος, ποτὲ μὲν φύσιν σημαίνει, ποτὲ δ’ ὑπόστασιν. Ἡ δὲ θεότης ὡσαύτως καὶ ἡ ἀνθρωπότης, φύσιν ἀεὶ μόνην, ἀλλ’ οὔποτε καὶ ὑπόστασιν. Τὸ δὲ Χριστὸς ὑπόστα‐ | |
55 | σιν δηλοῖ σύνθετον, ἐκ θεότητός τε καὶ ἀνθρωπότητος. | |
Καὶ τὸ χρίσαν μὲν ἡ θεότης, ἡ ἀνθρωπότης δὲ, τὸ | ||
77.1164 | χρισθέν. Χρίσιν δὲ νοητέον, τὴν ὅλου τοῦ χρίσματος εἰς ὅλον τὸ χρισθὲν περιχώρησιν. Οὔτω γὰρ ἂν εἴη τὸ τὴν χρίσιν δεδεγμένον ταῖς ἀληθείαις ὅλον χριστόν. Τὸ γὰρ ἐπιπολαίως χρισθὲν, ἐκ μέρους χριστὸν, ἀλλ’ | |
5 | οὐχ ὁλικῶς· ὅθεν οὐδὲ κυρίως χριστόν. Διὸ βασιλεῖς τε καὶ ἀρχιερεῖς τῷ ἐλαίῳ χριόμενοι, καὶ τὴν ἐπιπό‐ λαιον δεχόμενοι χρίσιν, οὐ κυρίως χριστοί. Εἰ δὲ ἡ χάρις εἰς βάθος διὰ τοῦ χρίσματος, οὐδὲ πάλιν κυ‐ ρίως χριστοί. Χάριτι γὰρ καὶ ἐπίκηροι. Μόνος τοί‐ | |
10 | νυν ὁ Κύριος κυρίως χριστὸς, ὡς ὅλος διόλου καὶ οὐ χάριτι· τῇ δὲ καθ’ ὑπόστασιν ἑνώσει καὶ ἀϊδίως χριστός. | |
13t | ΚΕΦΑΛ. ΚΓʹ. | |
14 | Εἰδέναι μέντοι χρὴ ὅτι τῶν ἐπὶ Χριστοῦ λεγομέ‐ | |
15 | νων τρόποι γενικοί εἰσι τέσσαρες. Τὰ μὲν γὰρ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ἁρμόσει αὐτῷ· τὰ δὲ, ἐν τῇ ἑνώσει· τὰ δὲ, μετὰ τὴν ἕνωσιν· τὰ δὲ, μετὰ τὴν ἀνάστασιν. Καὶ τῶν πρὸ τῆς ἐνανθρωπήσεως μὲν, τρόποι εἰσὶν ἕξ. Τὰ μὲν γὰρ αὐτῶν τὸ συναφὲς τῆς | |
20 | φύσεως, καὶ τὸ πρὸς τὸν Πατέρα ὁμοούσιον δηλοῖ, ὡς τὸ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·» καὶ τὸ, «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων·» καὶ τὰ τοιαῦτα. Τὰ δὲ τὸ τέλειον τῆς ὑποστάσεως, ὡς τὸ, «Υἱὸς τοῦ Θεοῦ, | |
25 | καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·» καὶ τὸ, «Μεγά‐ λης βουλῆς Ἄγγελος, θαυμαστὸς σύμβουλος·» καὶ τὰ ὅμοια. Τὰ δὲ, τὴν ἐν ἀλλήλαις τῶν ὑποστάσεων πε‐ ριχώρησιν, ὡς τὸ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ τὴν ἀνεκφοίτητον ἵδρυσιν, ὡς, Λόγος, | |
30 | σοφία, καὶ δύναμις, καὶ ἀπαύγασμα. Ὅ τε γὰρ Λό‐ γος ἐν τῷ νῷ (Λόγον δέ φημι τὸν οὐσιώδη), καὶ ἡ σοφία ὁμοίως· καὶ ἐν τῷ δυναμένῳ ἡ δύναμις, καὶ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα ἀνεκφοιτήτως ἵδρυται ἐξ αὐτοῦ πηγαζόμενον. Τὰ δὲ, ὡς ἐξ αἰτίου τοῦ Πατρὸς, | |
35 | ὡς, «Ὁ Πατήρ μου μείζων μού ἐστιν.» Ἐξ αὐτοῦ γὰρ ἔχει τό τε εἶναι καὶ πάντα ὅσα ἔχει· τὸ μὲν εἶναι γεννητῶς, καὶ οὐ δημιουργικῶς, ὡς τὸ, «Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον·» καὶ, «Ἐγὼ ζῶ διὰ τὸν Πατέρα.» Πάντα δὲ ὅσα ἔχει οὐ μεταδοτικῶς, οὔτε διδακτικῶς, | |
40 | ἀλλ’ ὡς ἐξ αἰτίου, ὡς τὸ, «Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν, ἐὰν μήτι βλέπῃ τὸν Πατέρα ποι‐ οῦντα.» Εἰ μὴ γὰρ ὁ Πατήρ ἐστι, οὐδὲ ὁ Υἱός. Ἐκ τοῦ Πατρὸς γὰρ ὁ Υἱὸς, καὶ ἐν τῷ Πατρὶ, καὶ ἅμα τῷ Πατρὶ, καὶ οὐ μετὰ τὸν Πατέρα. Ὁμοίως καὶ ἃ | |
45 | ποιεῖ, ἐξ αὐτοῦ καὶ σὺν αὐτῷ. Μία γὰρ καὶ ἡ αὐτὴ, οὐχ ὁμοία, ἀλλ’ ἡ αὐτὴ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος θέλησις, ἐνέργειά τε καὶ δύναμις. Τὰ δὲ, ὡς τῆς πατρικῆς εὐδοκίας διὰ τῆς αὐτοῦ ἐνεργείας πληρουμένης, οὐχ ὡς δι’ ὀργάνου, | |
77.1164(50) | ἢ δούλου, ἀλλ’ ὡς δι’ οὐσιώδους καὶ ἐνυποστάτου αὐτοῦ Λόγου καὶ σοφίας καὶ δυνάμεως· διὰ τὸ μίαν ἐν Πατρὶ καὶ Υἱῷ θεωρεῖσθαι κίνησιν· ὡς τὸ, «Πάντα δι’ αὐτοῦ ἐγένετο·» καὶ τὸ, «Ἀπέστειλε τὸν Λόγον αὑτοῦ καὶ ἰάσατο αὐτούς·» καὶ τὸ, «Ἵνα | |
55 | γνῶσιν, ὅτι σύ με ἀπέστειλας.» Τὰ δὲ προφητικῶς· | |
καὶ τούτων τὰ μὲν, ὡς μέλλοντα· οἷον, «Ἐμφανῶς | ||
77.1165 | ἤξει·» καὶ τὸ τοῦ Ζαχαρίου, «Ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι·» καὶ τὸ ὑπὸ Μιχαίου εἰρημένον, «Ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου, καὶ κατα‐ βήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς.» Τὰ | |
5 | δὲ μέλλοντα, ὡς παρῳχηκότα· «Οὗτος ὁ Θεὸς ἡμῶν, μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη·» καὶ τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὑτοῦ εἰς ἔργα αὐτοῦ·» καὶ, «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς | |
10 | μετόχους σου·» καὶ τὰ τοιαῦτα. Τὰ μὲν οὖν πρὸ τῆς ἑνώσεως, καὶ μετὰ τὴν ἕνωσιν ἐπ’ αὐτοῦ λεχθή‐ σεται· τὰ δὲ μετὰ τὴν ἕνωσιν, πρὸ τῆς ἑνώσεως οὐδαμῶς, εἰ μήτοιγε προφητικῶς, ὡς ἔφημεν. | |
16 | ΚΕΦΑΛ. ΚΔʹ. Τῶν δὲ ἐν τῇ ἑνώσει, τρόποι εἰσὶ τρεῖς. Ὅτε μὲν γὰρ ἐκ τοῦ κρείττονος τὸν λόγον ποιούμεθα, θέωσιν τῆς σαρκὸς, καὶ λόγωσιν καὶ ὑπερύψωσιν λέγομεν, | |
20 | καὶ τὰ τοιαῦτα· τὸν προσγενόμενον τῇ σαρκὶ πλοῦ‐ τον ἐκ τῆς πρὸς τὸν ὕψιστον Θεὸν Λόγον ἑνώσεώς τε καὶ συμφυΐας ἐμφαίνοντες. Ὅτε δὲ ἀπὸ τοῦ ἐλάττο‐ νος, σάρκωσιν τοῦ Λόγου, ἐνανθρώπησιν, κένωσιν, πτωχείαν, ταπείνωσίν φαμεν. Ταῦτα γὰρ καὶ τὰ | |
25 | τοιαῦτα ἐκ τῆς πρὸς τὸ ἀνθρώπινον κράσεως ἐπιλέ‐ γεται τῷ Λόγῳ τε καὶ Θεῷ. Ὅταν δὲ ἐξ ἀμφοῖν ἅμα, ἕνωσιν, κοινωνίαν, χρίσιν, συμφυΐαν, συμμόρφωσιν, καὶ τὰ τοιαῦτα φάσκομεν. Διὰ τοῦτον οὖν τὸν τρίτον τρόπον οἱ προλελεγμένοι δύο τρόποι λέγονται. Διὰ | |
30 | γὰρ τῆς ἑνώσεως δηλοῦται τί ἔσχεν ἑκάτερον ἐκ τῆς τοῦ συνυφεστῶτος αὐτῷ ἁρμογῆς καὶ περιχωρήσεως. Διὰ γὰρ τὴν καθ’ ὑπόστασιν ἕνωσιν, ἡ σὰρξ τεθεῶ‐ σθαι λέγεται, καὶ Θεὸς γενέσθαι, καὶ ὁμόθεος τῷ Λόγῳ, καὶ ὁ Θεὸς Λόγος σαρκωθῆναι, καὶ ἄνθρωπος | |
35 | γενέσθαι, καὶ κτίσμα λέγεσθαι, καὶ ἔσχατος καλεῖ‐ σθαι, οὐχ ὡς τῶν δύο φύσεων μεταβληθεισῶν εἰς μίαν φύσιν σύνθετον· ἀδύνατον γὰρ ἐν μιᾷ φύσει ἅμα τὰ ἐναντία φυσικὰ γενέσθαι· ἀλλ’ ὡς τῶν δύο φύσεων καθ’ ὑπόστασιν ἑνωθεισῶν, καὶ τὴν εἰς ἀλλήλας πε‐ | |
40 | ριχώρησιν ἀσύγχυτον καὶ ἀμετάβλητον ἐχουσῶν. Ἡ δὲ περιχώρησις οὐκ ἐκ τῆς σαρκὸς, ἀλλ’ ἐκ τῆς θεό‐ τητος γέγονεν. Ἀδύνατον γὰρ τὴν σάρκα περιχωρῆ‐ σαι διὰ τῆς θεότητος· ἀλλ’ ἡ θεία φύσις ἅπαξ περι‐ χωρήσασα διὰ τῆς σαρκὸς ἔδωκε καὶ τῇ σαρκὶ τὴν | |
45 | πρὸς αὐτὴν ἄῤῥητον περιχώρησιν, ἣν δὴ ἕνωσιν λέ‐ γομεν. Ἰστέον δὲ ὡς ἐπὶ τοῦ πρώτου καὶ δευτέρου τρόπου τοῦ ἐν τῇ ἑνώσει, τὸ ἀνάπαλιν θεωρεῖται. Ὅτε γὰρ περὶ τῆς σαρκὸς τὸν λόγον ποιούμεθα, θέωσιν καὶ λόγωσιν, καὶ ὑπερύψωσιν καὶ χρίσιν φα‐ | |
77.1165(50) | μέν. Ἀπὸ μὲν γὰρ τῆς θεότητος ταῦτα, περὶ δὲ τὴν σάρκα θεωρεῖται. Ὅτε δὲ περὶ τοῦ Λόγου, κένωσιν, σάρκωσιν, ἐνανθρώπησιν, ταπείνωσιν, καὶ τὰ τοιαῦ‐ τα, ἅτινά ἐστιν, ὡς ἔφημεν, ἐκ τῆς σαρκὸς, ἐπιλέγεται δὲ τῷ Λόγῳ καὶ Θεῷ. Αὐτὸς γὰρ ταῦτα ὑπέμεινεν | |
55 | ἐκών. | |
77.1168(4) | ΚΕΦΑΛ. ΚΕʹ. | |
5 | Τῶν δὲ μετὰ τὴν ἕνωσιν τρόποι εἰσὶ τρεῖς. Πρῶτος ὁ τῆς θείας φύσεως δηλωτικὸς, ὡς τὸ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ πάντα ὅσα πρὸ τῆς ἐνανθρω‐ πήσεως αὐτῷ ἐπιλέγεται, ταῦτα καὶ μετὰ τὴν ἐναν‐ | |
10 | θρώπησιν αὐτῷ ἐπιλεχθήσεται, πλὴν τοῦ μὴ εἰληφέ‐ ναι σάρκα, καὶ τὰ ταύτης φυσικά. Δεύτερος ὁ τῆς ἀνθρωπίνης, ὡς τὸ, «Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρω‐ πον, ὃς ἀλήθειαν ὑμῖν λελάληκα;» καὶ τὸ, «Οὕτω δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου·» καὶ τὰ τοιαῦ‐ | |
15 | τα. Τρίτος τρόπος, ὁ τῆς μιᾶς ὑποστάσεως δηλωτι‐ κὸς, καὶ τοῦ συναμφοτέρου παραστατικὸς, οἷον τὸ, «Ἐγὼ ζῶ διὰ τὸν Πατέρα,» καὶ, «Ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι’ ἐμέ·» καὶ τὸ, «Ὑπάγω πρὸς τὸν Πατέρα, καὶ οὐκ ἔτι θεωρεῖτέ με·» καὶ τὸ, | |
20 | «Οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν·» καὶ τὸ, «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ·» καὶ τὰ τοιαῦτα. Τούτων δὲ τῶν ἀνθρω‐ ποπρεπῶς ἐπὶ Χριστοῦ λεγομένων, εἴτε ἐν ῥήμασιν, | |
25 | εἴτε ἐν πράγμασι, τρόποι εἰσὶν ἕξ. Τὰ μὲν γὰρ αὐ‐ τῶν κατὰ φύσιν οἰκονομικῶς πέπρακται καὶ λέγεται· οἷον, ὁ ἐκ Παρθένου τόκος, ἡ καθ’ ἡλικίαν αὔξησίς τε καὶ προκοπὴ, ἡ πεῖνα, ἡ δίψα, ὁ κόπος, τὸ δάκρυον, ὁ ὕπνος, ἡ τῶν ἥλων τρῆσις, ὁ θάνατος, καὶ τὰ τοιαῦ‐ | |
30 | τα, καὶ ὅσα φυσικὰ καὶ ἀδιάβλητα πάθη ὑπάρχουσιν. Ἐν τούτοις γὰρ ἅπασιν μίξις μὲν ἔστι τοῦ θείου πρὸς τὸ ἀνθρώπινον, πλὴν τοῦ σώματος εἶναι πι‐ στεύεται, οὐδὲν τούτων τοῦ θείου πάσχοντος, δι’ αὐ‐ τῶν δὲ τὴν ἡμῶν οἰκονομοῦντος σωτηρίαν. Τὰ δὲ | |
35 | κατὰ προσποίησιν· οἷον τὸ ἐρωτᾷν, «Ποῦ τεθείκατε Λάζαρον;» ὁ ὑπὸ τὴν συκῆν δρόμος τὸ ὑποδύεσθαι, ἤγουν ὑπαναχωρεῖν· ἡ προσευχή· τὸ, προσεποιήσατο ποῤῥωτέρω πορεύεσθαι. Τούτων γὰρ καὶ τῶν παρα‐ πλησίων, οὔτε ὡς Θεὸς, οὔτε ὡς ἄνθρωπος ἔχρῃζε. | |
40 | Πλὴν ἀνθρωποπρεπῶς ἐσχηματίζετο, πρὸς ὅπερ ἡ χρεία καὶ τὸ λυσιτελὲς ἀπῄτει· οἷον τὴν προσευχὴν, διὰ τὸ δεῖξαι ὡς οὐκ ἔστιν ἀντίθεος, καὶ ὡς αἰτίαν ἑαυτοῦ τιμῶν τὸν Πατέρα· τὸ ἐρωτᾷν, οὐκ ἀγνοῶν, ἀλλ’ ἵνα δείξῃ, ὡς κατὰ ἀλήθειάν ἐστιν ἄνθρωπος, | |
45 | μετὰ τοῦ εἶναι Θεός· τὸ ὑπαναχωρεῖν, ἵνα διδάξῃ μὴ προπετεύεσθαι, μηδ’ ἑαυτοὺς προδιδόναι. Τὰ δὲ κατ’ οἰκείωσιν καὶ ἀναφοράν· ὡς τὸ, «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» καὶ τὸ, «Μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε·» καὶ τὸ, | |
77.1168(50) | «Γενόμενος ὑπὲρ ἡμῶν κατάρα·» καὶ τὸ, «Αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα.» Οὔτε γὰρ ὡς Θεὸς, οὔτε ὡς ἄνθρωπος ἐγκατελείφθη ποτὲ ὑπὸ τοῦ Πατρὸς, οὔτε ἁμαρτία, οὔτε κατάρα γέγονεν, οὔτε ὑποταγῆναι χρῄζει τῷ Πατρί. Καθὸ | |
55 | μὲν γὰρ Θεὸς, ἴσος ἐστὶ τῷ Πατρὶ, καὶ οὐδὲ ἐναντίος, | |
77.1169 | οὐδὲ ὑποτεταγμένος· καθὸ δὲ ἄνθρωπος, οὐδέ ποτε ἀνήκοος γέγονε τοῦ γεννήτορος ἵνα ὑποταγῆς δεηθῇ. Τὸ ἡμέτερον τοίνυν οἰκειούμενος πρόσωπον, καὶ μεθ’ ἡμῶν τάσσων ἑαυτὸν, ταῦτα ἔλεγεν. Ἡμεῖς γὰρ ἦμεν | |
5 | οἱ ἁμαρτίας καὶ κατάρας ἔνοχοι, ὡς ἀπειθεῖς καὶ παρήκοοι, καὶ διὰ τοῦτο ἐγκαταλελειμμένοι. Τὰ δὲ, διὰ τὴν κατ’ ἐπίνοιαν διαίρεσιν. Ἐὰν γὰρ τῇ ἐπινοίᾳ διέλῃς τὰ τῇ ἀληθείᾳ ἀχώριστα, ἤτοι τὴν σάρκα ἐκ τοῦ Λόγου, λέγεται καὶ δοῦλος καὶ ἀγνοῶν. Καὶ γὰρ | |
10 | τῆς δούλης καὶ ἀγνοούσης φύσεως ἦν· καὶ εἰ μὴ ἥνωτο τῷ Θεῷ Λόγῳ ἡ σὰρξ, δούλη ἦν καὶ ἀγνοοῦσα. Ἀλλὰ διὰ τὴν πρὸς τὸν Θεὸν Λόγον καθ’ ὑπόστασιν ἕνωσιν, οὔτε δούλη ἦν, οὔτε ἠγνόει. Οὕτω καὶ Θεὸν αὑτοῦ τὸν Πατέρα ἐκάλεσε. Τὰ δὲ, διὰ τὴν πρὸς ἡμᾶς φανέρωσίν | |
15 | τε καὶ πίστωσιν, ὡς τὸ, «Πάτερ, δόξασόν με τῇ δό‐ ξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Αὐτὸς γὰρ δεδοξασμένος ἦν τε καὶ ἔστιν· ἀλλ’ ἡμῖν οὐκ ἦν φανερωθεῖσα καὶ πιστωθεῖσα ἡ δόξα αὐτοῦ. Καὶ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· «Τοῦ ὁρισθέν‐ | |
20 | τος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης καὶ ἐξ ἀναστάσεως νεκρῶν.» Διὰ γὰρ τῶν θαυμά‐ των καὶ τῆς ἀναστάσεως, καὶ τῆς ἐπιφοιτήσεως τοῦ ἀγίου Πνεύματος, ἐφανερώθη καὶ ἐπιστώθη τῷ κόσμῳ, ὅτι Υἱός ἐστι τοῦ Θεοῦ. Καὶ τὸ, «Προέκοπτε σοφίᾳ | |
25 | καὶ χάριτι.» Τὰ δὲ κατὰ τὴν τοῦ Ἰουδαϊκοῦ προσ‐ ώπου οἰκείωσιν, μετὰ τῶν Ἰουδαίων ἀριθμῶν ἑαυτὸν, ὡς πρὸς τὴν Σαμαρεῖτίν φησιν· «Ὑμεῖς προσκυ‐ νεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.» | |
32 | ΚΕΦΑΛ. Κϛʹ. Καὶ τῶν μετὰ τὴν ἀνάστασιν τὰ μὲν εἰσὶ θεοπρε‐ πῆ, ὡς τὸ, «Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ | |
35 | Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος,» ὡς Θεοῦ δηλονότι καὶ τοῦ ἁγίου Πνεύματος· καὶ τὸ, «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέ‐ ρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος·» καὶ τὰ τοιαῦ‐ τα. Ὡς γὰρ Θεὸς, ἔστι μεθ’ ἡμῶν. Τὰ δὲ ἀνθρωπο‐ | |
40 | πρεπῆ, ὡς τὸ, «Ἐκράτησαν αὐτοῦ τοὺς πόδας·» καὶ τὸ, «Κἀκεῖ με ὄψονται·» καὶ τὰ τοιαῦτα. Τῶν μετὰ τὴν ἀνάστασιν ἀνθρωποπρεπῶν τρόποι εἰσὶ διάφοροι. Τὰ μὲν γὰρ ἀληθῶς, ἀλλ’ οὐ κατὰ φύσιν, ἀλλὰ κατ’ οἰκονομίαν, πρὸς τὸ πιστώσασθαι ὅτι αὐτὸ | |
45 | τὸ παθὸν σῶμα ἀνέστη, ὡς οἱ μώλωπες, ἡ βρῶσις καὶ ἡ πόσις ἡ μετὰ τὴν ἀνάστασιν. Τὰ δὲ, ἀληθῶς κατὰ φύσιν, ὡς τὸ μεταβαίνειν τόπους ἐκ τόπων ἀμόχθως, καὶ τὸ διὰ τῶν θυρῶν κεκλεισμένων εἰσ‐ ελθεῖν. Τὰ δὲ, κατὰ προσποίησιν, ὡς τὸ, «Προσ‐ | |
77.1169(50) | εποιήσατο ποῤῥωτέρω πορεύεσθαι.» Τὰ δὲ, τοῦ συναμφοτέρου, ὡς τὸ, «Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν·» καὶ τὸ, «Εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης·» καὶ τὸ, «Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγα‐ | |
55 | λωσύνης ἐν τοῖς ὑψηλοῖς.» Τὰ δὲ ὡς μεθ’ ἡμῶν | |
77.1172 | ἑαυτὸν τάττοντος τῷ τρόπῳ τῆς κατὰ ψιλὴν ἐπίνοιαν διαιρέσεως, ὡς τὸ, «Θεόν μου καὶ Θεὸν ὑμῶν.» Δεῖ οὖν τὰ μὲν ὑψηλὰ προσνέμειν τῇ θείᾳ καὶ κρείττονι φύ‐ σει παθῶν καὶ σώματος· τὰ δὲ ταπεινὰ, τῇ ἀνθρωπί‐ | |
5 | νῃ· τὰ δὲ κοινὰ, τῷ συνθέτῳ, ἤγουν τῷ ἑνὶ Χριστῷ, ὅς ἐστι Θεὸς καὶ ἄνθρωπος. | |
7t | ΚΕΦΑΛ. ΚΖʹ. | |
8 | Ἰστέον τοίνυν ὅτι τὸ μὲν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ὄνομα τῶν οὐσιῶν ἤτοι φύσεών ἐστι | |
10 | παραστατικόν· τὸ δὲ Θεὸς καὶ ἄνθρωπος καὶ ἐπὶ τῆς φύσεως τάττεται· ὁπόταν λέγωμεν, Θεός ἐστιν ἀκα‐ τάληπτος οὐσία, καὶ ὅτι εἷς ἐστι Θεός. Λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ὑποστάσεων, ὡς τοῦ μερικωτέρου δεχο‐ μένου τὸ τοῦ καθολικωτέρου ὄνομα. Ὡς ὅταν φησὶν | |
15 | ἡ Γραφή· «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου.» Ἰδοὺ γὰρ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἐδήλωσε. Καὶ ὡς ὅταν λέγῃ. «Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι.» Τὸν γὰρ Ἰὼβ μόνον ἐδήλωσεν. Ἐπὶ οὖν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδὴ δύο μὲν τὰς φύσεις γι‐ | |
20 | νώσκομεν, μίαν δὲ τὴν ὑπόστασιν ἐξ ἀμφοτέρων σύνθετον· ὅταν μὲν τὰς φύσεις ἀναθεωροῦμεν, θεό‐ τητα καὶ ἀνθρωπότητα καλοῦμεν· ὅτε δὲ τὴν ἐκ τῶν φύσεων συντεθεῖσαν ὑπόστασιν, ποτὲ μὲν ἐκ τοῦ συναμφοτέρου Χριστὸν ὀνομάζομεν, καὶ Θεὸν καὶ | |
25 | ἄνθρωπον κατὰ ταυτὸν καὶ Θεὸν σεσαρκωμένον. Ποτὲ δὲ ἐξ ἑνὸς τῶν μερῶν, Θεὸν μόνον καὶ Υἱὸν Θεοῦ, καὶ ἄνθρωπον μόνον καὶ υἱὸν ἀνθρώπου. Καὶ ποτὲ μὲν ἐκ τῶν ὑψηλῶν μόνον, ποτὲ δὲ ἐκ τῶν ταπεινῶν μόνον. Εἷς γάρ ἐστιν ὁ κἀκεῖνο καὶ τοῦτο ὁμοίως ὑπάρχων· | |
30 | τὸ μὲν ὢν ἀεί· τὸ δὲ γενόμενος ὕστερον διὰ φιλαν‐ θρωπίαν. Θεότητα μὲν οὖν λέγοντες, οὐ κατονομάζο‐ μεν αὐτῆς τὰ τῆς ἀνθρωπότητος ἰδιώματα. Οὐ γάρ φαμεν θεότητα παθητὴν ἢ κτιστήν· οὔτε δὲ τῆς σαρ‐ κὸς ἤτοι τῆς ἀνθρωπότητος κατηγοροῦμεν τὰ τῆς | |
35 | θεότητος ἰδιώματα. Οὐ γάρ φαμεν σάρκα ἤτοι ἀν‐ θρωπότητα ἄκτιστον. Ἐπὶ δὲ τῆς ὑποστάσεως, κἂν ἐκ τοῦ συναμφοτέρου, κἂν ἐξ ἑνὸς τῶν μερῶν ταύτην ὀνομάσωμεν, ἀμφοτέρων τῶν φύσεων τὰ ἰδιώματα αὐτῇ ἐπιτίθεμεν. Καὶ γὰρ ὁ Χριστὸς, ὅπερ ἐστὶ τὸ | |
40 | συναμφότερον, καὶ Θεὸς καὶ ἄνθρωπος λέγεται, κτι‐ στὸς καὶ ἄκτιστος, καὶ παθητὸς καὶ ἀπαθής. Καὶ ὅταν ἐξ ἑνὸς τῶν μερῶν καὶ Υἱὸς Θεοῦ καὶ Θεὸς ὀνο‐ μάζηται, δέχεται τὰ τῆς συνυφεστηκυίας φύσεως ἰδιώματα, ἤτοι τῆς σαρκὸς Θεὸς παθητὸς ὀνομαζόμε‐ | |
45 | νος, καὶ Κύριος τῆς δόξης ἐσταυρωμένος· οὐ καθὸ Θεὸς, ἀλλὰ καθὸ καὶ ἄνθρωπος ὁ αὐτός. Καὶ ὅταν ἄν‐ θρωπος καὶ υἱὸς ἀνθρώπου ὀνομάζηται, δέχεται τὰ τῆς θείας οὐσίας ἰδιώματα καὶ αὐχήματα παιδίον προαιώνιον καὶ ἄνθρωπος ἄναρχος, οὐ καθὸ παιδίον | |
77.1172(50) | καὶ ἄνθρωπος, ἀλλὰ καθὸ Θεὸς ὢν προαιώνιος, γέγο‐ νεν ἐπ’ ἐσχάτων παιδίον. Καὶ οὗτός ἐστιν ὁ τρόπος τῆς ἀντιδόσεως, ἑκατέρας φύσεως ἀντιδούσης τῇ ἑτέρᾳ τὰ ἴδια, διὰ τὴν τῆς ὑποστάσεως ταυτότητα, καὶ τὴν εἰς ἄλληλα αὐτῶν περιχώρησιν. Κατὰ τοῦτο | |
55 | δυνάμεθα εἰπεῖν περὶ Χριστοῦ· «Οὗτος ὁ Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστρά‐ φη·» καὶ, Ὁ ἄνθρωπος οὗτος ἄκτιστός ἐστι καὶ | |
ἀπαθὴς καὶ ἀπερίγραπτος. | ||
77.1173 | ΚΕΦΑΛ. ΚΗʹ. Ἐνηνθρώπησε τοίνυν ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἵνα δι’ αὑτοῦ καὶ ἐν αὑτῷ ἀνακαινίσῃ μὲν τὸ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν· διδάξῃ δὲ καὶ ἡμᾶς τὴν | |
5 | ἐνάρετον πολιτείαν, ταύτην δι’ ἑαυτοῦ ποιήσας ἡμῖν εὐεπίβατον· καὶ τῇ τῆς ζωῆς κοινωνίᾳ ἐλευθερώσῃ τῆς φθορᾶς τὴν καταφθαρεῖσαν ἀνθρώπων φύσιν, ἀπαρχὴ γενόμενος τῆς ἡμῶν ἀναστάσεως, καὶ τῆς τυραννίδος τοῦ διαβόλου λυτρώσηται, πρὸς θεογνω‐ | |
10 | σίαν ἡμᾶς καλέσας. Πέπαυται γοῦν ἡ τῶν δαιμόνων θρησκεία, ἡ κτίσις τῷ θείῳ ἡγίασται αἵματι, βωμοὶ καὶ ναοὶ εἰδώλων καθῄρηνται, θεογνωσία πεφύτευται, Τριὰς ἡ ὁμοούσιος, ὁ εἷς Θεὸς ἀληθινὸς πιστεύεται καὶ λατρεύεται, ἀρεταὶ πολιτεύονται, ἀναστάσεως | |
15 | βεβαία ἐλπὶς διὰ τῆς Χριστοῦ δέδοται ἀναστάσεως, φρίττουσι τοὺς πάλαι ὑποχειρίους ἀνθρώπους οἱ δαίμονες· καὶ τό γε θαυμαστὸν, ὅτι ταῦτα πάντα διὰ σταυροῦ, καὶ παθῶν, καὶ θανάτου κατώρθωται· εἰς πᾶσαν τὴν γῆν τὸ Εὐαγγέλιον τῆς θεογνωσίας | |
20 | κεκήρυκται, οὐ πολέμῳ καὶ ὅπλοις καὶ στρατοπέδοις τοὺς ἐναντίους τροπούμενον, ἀλλ’ ὀλίγοι γυμνοὶ, πτωχοὶ καὶ ἀγράμματοι διωκόμενοι, αἰκιζόμενοι, θανατούμενοι, σταυρωθέντα σαρκὶ καὶ θανόντα κη‐ ρύττοντες, τῶν πολλῶν καὶ δυνατῶν καὶ πλουσίων | |
25 | καὶ σοφῶν κατεκράτησαν· ἐνίσχυε γὰρ αὐτοὺς τοῦ σταυρωθέντος ἡ παντοδύναμος δύναμις. Ὁ πάλαι φοβερώτατος θάνατος ἥττηται, καὶ τῆς ἡδίστης ζωῆς νῦν προκρίνεται. Ταῦτα τῆς Χριστοῦ παρουσίας τὰ κατορθώματα, ταῦτα τῆς αὐτοῦ δυνάμεως τὰ | |
30 | γνωρίσματα. Οὐ γὰρ ὡς διὰ Μωσέως ἕνα λαὸν ἐξ Αἰγύπτου καὶ τῆς δουλείας Φαραὼ θάλασσαν διαστή‐ σας διέσωσε· πᾶσαν δὲ μᾶλλον τὴν ἀνθρωπότητα ἐκ φθορᾶς θανάτου καὶ τοῦ πικροῦ τυράννου τῆς ἁμαρ‐ τίας ἐῤῥύσατο· οὐ βίᾳ ἄγων πρὸς ἀρετὴν καὶ εὐσέ‐ | |
35 | βειαν, οὐχὶ γῇ καταχωννὺς, οὐ πυρὶ καταφλέγων, καὶ λιθοβολεῖσθαι προστάσσων τοὺς ἁμαρτάνοντας· ἀλλὰ πραότητι καὶ μακροθυμίᾳ αἱρεῖσθαι ταῦτα πείθων τοὺς ἀνθρώπους. Ἀλλ’, ὦ Θεοῦ Λόγε, καὶ σο‐ φία, καὶ δύναμις, τί σοι ἀντὶ τούτων ἁπάντων οἱ ἄπο‐ | |
40 | ροι καὶ ἀσθενεῖς ἡμεῖς ἀντιδοίημεν; Σὰ γὰρ ἅπαντα καὶ αἰτεῖς παρ’ ἡμῶν οὐδὲν, ἢ τὸ σώζεσθαι. Αὐτὸς γὰρ καὶ τοῦτο διδοὺς, καὶ λαμβάνουσι χάριν εἰδὼς δι’ ἄφατον ἀγαθότητα. Σοὶ χάρις, τῷ τὸ εἶναι δεδω‐ κότι, καὶ τὸ εὖ εἶναι χαρισαμένῳ· κἀκ τούτου πα‐ | |
45 | ραπεσόντας αὖθις ἐπαναγαγόντι πρὸς τοῦτο διὰ τῆς ἀῤῥήτου σου συγκαταβάσεως. Σοὶ τοίνυν πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν | |
77.1173(50) | αἰώνων. Ἀμήν. |