TLG 4090 122 :: CYRILLUS :: Sermo de obitu sanctorum trium puerorum (fragmenta) [Sp.]

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Sermo de obitu sanctorum trium puerorum (fragmenta) [Sp.]

Citation: Volume — page — (line)

77

.

1117

(1t)

ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
2tΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΤΕΛΕΥΤΗΝ ΤΩΝ ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ
3tΚΑΙ ΤΟΥ ΠΑΝΣΟΦΟΥ ΔΑΝΙΗΛ.
6 Πρόφασις καιρῶν παρέστη, ἀγαπητοὶ, μαρτύ‐ ρων ἀγαθῶν ἐνέγκαι μνήμην· αὕτη γὰρ ἡ μνή‐ μη μιμεῖται τὴν πανήγυριν τῶν οὐρανίων τα‐ γμάτων, ἐπὶ πρεσβείαν καὶ σωτηρίαν τῶν ἡμετέρων
10ψυχῶν· ὅσοι οὖν τὸν Θεὸν ἐπιγινώσκετε, σήμερον ἐνταῦθα τὰς ἀκοὰς ὑμῶν προτείνατε, ὅπως ἀξιωθῆτε τοῦ βραβείου τῶν ἀρτίως λεγομένων μαρτύρων· τούτους γὰρ ἐπαινεῖσθαι καὶ θαυμάζειν χρὴ τοὺς μήπω θεασαμένους ἐνανθρώπησιν Χριστοῦ, καὶ θά‐
15νατον ἀθανάτου, καὶ ἀνάστασιν ἐκ νεκρῶν, καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας, ὁμολογητὰς καὶ μάρτυρας αὐτοῦ γεγονότας· περὶ τούτων ἡ πρόνοια τῆς ἀχράν‐ του Τριάδος διὰ τῆς ἀρτίως ἀναγνωσθείσης προ‐ φητείας, ἕνεκεν τῶν βασιλικῶν ὁμοφύλων παίδων,
20Ἀνανίου, Ἀζαρίου, καὶ Μισαήλ· περὶ τούτων βού‐ λομαι τὴν πολιτείαν καὶ συνηγορικὴν ἐπιστήμην καὶ συμμαχίαν καὶ τελείωσιν ἐξηγήσασθαι τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, τὸ πῶς ἀνδραγαθήσαντες ἐτελειώσθη‐ σαν οἱ καλοὶ κλάδοι παῖδες, κ.τ.λ.
27 Ταύτην τὴν κατασκευὴν τῆς διαθήκης τῆς ἀγαθῆς ἐγὼ Κύριλλος ἐλάχιστος ἐπίσκοπος τῆς Ἀλεξαν‐ δρέων πόλεως, ἔτυχον τῇ διαθήκῃ τοῦ Δανιήλ· συν‐
30εγραψάμην δὲ ὁσίων καὶ ἀμωμήτων παίδων σύμβο‐ λον καὶ πολιτείαν, καὶ τὴν εἰς Χριστὸν τελείωσιν. Γένοιτο δὲ τῇ τοῦ Χριστοῦ χάριτι, καὶ πρεσβείᾳ τῶν ἀρτίως μνημονευθέντων καλλινίκων μαρτύρων, θάλ‐ λειν καὶ προκόπτειν τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν
35εὐθηνοῦσαν ἐν καρπῷ δικαιοσύνης· ὅπως οἱ πατέρες καὶ αἱ μητέρες τοιαῦτα βλαστάνοντες φυτεύματα μετὰ σωφροσύνης καὶ εὐσεβείας, οἱ νεανίσκοι καὶ παρθένοι τοιαύτης πολιτείας ἀξιῶνται, τοιαύτης ἀρετῆς συναυξάνωσι. Τελειοῦνται δὲ οἱ ἅγιοι παῖδες
40μηνὶ δεκεμβρίῳ ιζʹ.1117