TLG 4090 121 :: CYRILLUS :: Fragmenta de translatione reliquiarum martyrum Cyri et Joannis (homilia diversa 18) CYRILLUS Theol. Fragmenta de translatione reliquiarum martyrum Cyri et Joannis (homilia diversa 18) Citation: Volume — page — (line) | ||
38t | ORATIUNCULAE TRES IN TRANSLATIONE RELIQUIARUM SS. MARTYRUM CYRI ET JOANNIS. | |
---|---|---|
39 | Αʹ. Ἐπίφη βʹ τοῦ Μακαρίου Κυρίλλου προσφώνησις | |
40 | τοῖς Ταβεννησιώταις μοναχοῖς τοῖς ἐν τῷ Κανώβῳ ἐν τῇ Μετανοίᾳ καλουμένῃ, περὶ τῶν ἁγίων μαρτύρων Κύρου καὶ Ἰωάννου. Ἀνδρεία καὶ ὑπομονὴ, καλὴ καὶ εὐειδεστάτη δυὰς ἀρετῶν, καὶ τοῖς ἁγίοις μάλιστα πρεπωδεστάτη· οἷς ὁ | |
45 | μακάριος προσεφώνει Δαβὶδ, «Ἀνδρίζου, καὶ κρα‐ | |
77.1101 | ταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον·» ὁ δὲ τοῦ Σωτῆρος μαθητής· «Ὑπομονῆς ἔχετε χρείαν, ἵνα, τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομιεῖσθε τὴν ἐπαγγελίαν.» Χρὴ γὰρ ἡμᾶς ὡς ἐν ἀρχῇ γενέσθαι | |
5 | τῶν ἀγαθῶν, καὶ τὸ τέλος ἐπιζητεῖν, ἵνα καὶ βασι‐ λείαν οὐρανῶν κληρονομήσωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. Βʹ. Ἐπίφη ζʹ· Τοῦ αὐτοῦ ἐξήγησις πρώτη εἰς τοὺς | |
10 | ἁγίους μάρτυρας Κῦρον καὶ Ἰωάννην τοὺς κει‐ μένους ἐνταῦθα, δι’ ὧν σημαίνει ὁ Πατὴρ καὶ τὸ τίμιον αὐτῶν πάθος, καὶ τὴν ἐνταῦθα κατά‐ θεσιν τῶν ἁγίων αὐτῶν λειψάνων. Ἐῤῥήθη δὲ ἡ παροῦσα ἐξήγησις πρώτη ἐν τῇ Μετανοίᾳ, ἤτοι | |
15 | ἐν τῇ τῶν Ἁγίων Ἀποστόλων. Οὐκ ὀκνηροὶ γεγόναμεν περὶ τὸν συνήθη λόγον, ἀλλ’ ὡς εἴρηκεν ὁ Σωτὴρ, «τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.» Πιστεύομεν δὲ ὅτι διὰ τὰς ὑμῶν εὐχὰς ἐλέῳ Θεοῦ ῥαΐσει τὸ πάθος. Ὃ δὲ καὶ | |
20 | ἐβουλευσάμεθα καὶ πεπράχαμεν ὑπὲρ τοῦ χρησίμου, πάλιν εἰπεῖν ὑμῖν ἀναγκαῖον συνείδομεν. Ὅτι τὰ μέρη ταῦτα ἔχρῃζεν ἰατρῶν θεραπευόντων διὰ Θεοῦ. Ἵνα τοίνυν πάντας ὠφελήσωμεν τοὺς τόπους, καὶ μάλιστα τοὺς περικειμένους τῇ τῶν Ἁγίων Εὐαγγελιστῶν ἐκ‐ | |
25 | κλησίᾳ, ἀπῄεισαν γὰρ οὐκ ἔχοντες μαρτύριον εἰς ἑτέ‐ ρους τινὰς τόπους, καὶ Χριστιανοὶ ὄντες ἐσφάλλοντο, διὰ τοῦτο ἀναγκαίως ἐζητήσαμεν ἁγίων μαρτύρων λείψανα. Εὕρομεν τοίνυν, καὶ μεμαθήκαμεν ἀκριβῶς, ὅτι κατὰ τὸν καιρὸν καθ’ ὃν μεμαρτυρήκασιν αἱ | |
30 | ἅγιαι παρθένοι, ὧν τὴν θείαν πηγὴν ἔχομεν ἐν τοῖς τοῦ ἁγίου εὐαγγελιστοῦ Μάρκου, δύο τινὲς, ὧν ὁ μὲν εἷς μονάζων ἦν ἀσκητὴς, καὶ ἕτερος στρατιώ‐ της, παρῆσαν αὐτὰς παροτρύνοντες καὶ ἐπαλείφοντες αὐτὰς πρὸς τὸν ἀγῶνα τῆς ἀθλήσεως· ὥστε μετὰ | |
35 | γενναίου φρονήματος ὑπὲρ τοῦ Σωτῆρος ἡμῶν ὑπο‐ στῆναι κίνδυνον· κέκληνται δὲ καὶ αὐτοὶ σὺν ἐκεί‐ ναις εἰς τὸ μαρτύριον· καὶ εἰσῆλθον γενναίως καὶ μεμαρτυρήκασιν ὑπὲρ Χριστοῦ, καὶ τεθείκασιν δι’ αὐτὸν τὰς ἰδίας ψυχάς. Ἦν οὖν ὁμοῦ τὰ λείψανα | |
40 | τῶν ἁγίων μαρτύρων ἐν ἑνὶ τόπῳ κείμενα· ἐπεὶ δὲ ἀδιάκριτα ἦν τὰ λείψανα, οὐ γὰρ ἦν διεγνωσμένα σαφῶς τίς μὲν οὗτος, τίς δὲ ἐκεῖνος, ἀναγκαίως ἀμφότερα συλλαβόντες μετηγάγομεν καὶ τεθείκαμεν ἐν τῇ τῶν Εὐαγγελιστῶν ἐκκλησίᾳ, ποιήσαντες τὸ | |
45 | σύνηθες, ὡς μαρτυροῦσιν, μνημεῖον. Συναγώμεθα | |
77.1104 | τοίνυν, ἐθέλοντος τοῦ Χριστοῦ, αὔριον ὁμοῦ, καὶ τοὺς ἁγίους τιμῶντες εὐαγγελιστὰς καὶ τοὺς μακαρίους μάρτυρας· καλοῦνται δὲ Κῦρος καὶ Ἰωάννης. Γʹ. Ἐπίφη ηʹ, τοῦ αὐτοῦ ἐξήγησις ἑτέρα ἐν τῇ ἐκ‐ | |
5 | κλησίᾳ τῶν εὐαγγελιστῶν, ἔνθα καὶ κατέθηκεν ἐν μνημείῳ τὰ λείψανα τῶν ἁγίων μαρτύρων Κύρου καὶ Ἰωάννου, πρὸ δύο σημείων κατὰ ἀνατολὰς τοῦ Κανώβου, πλησίον τῆς Μενού‐ θεος. | |
10 | Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοὶ, καὶ στραφεὶς εἶπεν αὐτοῖς· «Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἔτι δὲ καὶ τὴν ἑαυ‐ τοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής· ὅστις οὐ | |
15 | βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναταί μου εἶναι μαθητής.» Θερμοὺς ἡμᾶς εἰς εὐλάβειαν οἱ τοῦ Σωτῆρος ἀπαιτοῦσιν λόγοι· καὶ τοὺς ἀγαπᾷν θέλοντας αὐτὸν, οὐδὲν ἡγεῖσθαι ἄμεινον αὐ‐ τοῦ ἀναπείθουσιν, οὐ φιλοστοργίαν σωμάτων, οὐκ | |
20 | ἀγάπησιν εἰς πατέρας, οὐκ αἰδὼ τὴν εἰς μητέρας καὶ ἀδελφούς· οἶδεν γὰρ ὅτι ταῦτα καταπεφρονηκότες μεγάλην εὑρίσκουσιν καὶ λαμπρὰν τὴν ἀντιμισθίαν· ἵνα δὲ καί τι πρὸς τούτοις ἕτερον εἴπω, γνωρίζων ὅσην ἕσχεν εἰς ἡμᾶς ἀγάπησιν, οὐδὲ αὐτὸς τὰ καθ’ ἑαυ‐ | |
25 | τὸν κρείττονα τῶν ἡμετέρων ἐποιήσατο πραγμάτων· οὐ προτετίμηκεν τὰ καθ’ ἑαυτὸν τῆς ἁπάντων σωτη‐ ρίας καὶ ζωῆς. Θεὸς ὢν, δι’ ἡμᾶς γέγονεν ἄνθρωπος καὶ ὑπέμεινεν σταυρὸν, αἰσχύνης καταφρονήσας· ἀλλ’ οἱ συμπάσχοντες καὶ συμβασιλεύσουσιν· οἱ συν‐ | |
30 | ατιμασθέντες, πάντως καὶ συνδοξασθήσονται. Οὕτως εὐδοκιμῆσαι πιστεύομεν καὶ τοὺς ἁγίους μάρτυρας Κῦρον καὶ Ἰωάννην· πρόθυμοι γὰρ εἰσῆλ‐ θον εἰς τοὺς ὑπὲρ τῆς εἰς Χριστὸν εὐσεβείας ἀγῶνας. Καὶ τὸ πάντων αὐτοῖς δεινότατον ἐπιπηδᾷ θηρίον, | |
35 | φημὶ δὲ ὁ θάνατος· ἀλλ’ ἐμέμνηντο τοῦ ἰδίου Δεσπό‐ του λέγοντος· «Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐ δύναταί μου εἶναι μα‐ θητής.» Πεπληρώκασιν τὴν ἐντολὴν, ἔλαβον καὶ αὐτοὶ τὸν σταυρὸν, ἠκολούθησαν τῷ ἰδίῳ Δεσπότῃ. | |
40 | Ἤγοντο δὲ οὐ μόνοι πρὸς τοὺς ἀγῶνας, ἀλλ’ ἦν καὶ χορὸς ἁγίων παρθένων· καὶ γυναῖκες μὲν ἦσαν, | |
ἄθραυστοι δὲ τὴν διάνοιαν· τετελείωται τοίνυν σὺν | ||
77.1105 | αὐταῖς καὶ ἡ καλὴ τούτων τῶν ἀθλητῶν δυάς· καὶ μισθὸν ἔχουσι τῆς εἰς Χριστὸν ἀγάπης, τοῦ πατῆσαι τὸν Σατανᾶν καὶ ἐλαύνειν τὰ πονηρὰ δαιμόνια· ἡκέ‐ τωσαν τοίνυν οἱ πάλαι πλανώμενοι· ἐρχέσθωσαν εἰς | |
5 | ἀληθινὸν καὶ ἀκαπήλευτον ἰατρεῖον· οὐδεὶς γὰρ ἡμῖν ὀνείρατα πλάττεται· οὐδεὶς λέγει τοῖς ἐρχομένοις· Εἴρηκεν ἡ Κυρά· Ποίησον τὸ καὶ τό· ὅλως Κυ‐ ρὰ καὶ Θεὸς εἶναι δυνατὸς, καὶ προσκυνεῖσθαι θέλει; Ἐν τοῖς δαίμοσιν οὐκ ἔστιν οὐδὲν ἄῤῥεν οὐδὲ θῆλυ. | |
10 | Καὶ βλέπετε ποίαν ἔχουσιν προαίρεσιν· ὀνόμασιν γυ‐ ναικῶν καλεῖσθαι βούλονται πατήσαντες τοίνυν τὰ γραώδη μυθάρια καὶ τὰ πάλαι τῶν γοήτων ἐμπαί‐ γματα, ἐρχέσθωσαν ἐπὶ τοὺς ἀληθινοὺς καὶ ἄνωθεν ἰατρούς· οἷς ὁ πάντα ἰσχύων Θεὸς, τοῦ θεραπεύειν | |
15 | δύνασθαι τὴν ἐξουσίαν ἐχαρίσατο λέγων· «Ἀσθενοῦν‐ τας θεραπεύετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.» Πάσης τοίνυν θεραπείας τῆς παρὰ τοῦ Σωτῆρος ἀπο‐ λαύσαντες, ὑμνολογοῦσιν τὸν ἑαυτῶν Δεσπότην, ἵνα καὶ βασιλείας οὐρανῶν καταξιωθῶσιν, ἐν Χριστῷ | |
20 | Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ τῷ Θεῷ καὶ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, νῦν καὶ | |
ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |