TLG 4090 120 :: CYRILLUS :: In parabolam vineae (homilia diversa 17) CYRILLUS Theol. In parabolam vineae (homilia diversa 17) Citation: Volume — page — (line) | ||
77.1096(38t) | ΟΜΙΛΙΑ ΙΖʹ. | |
39t | ΕΙΣ ΤΗΝ ΠΑΡΑΒΟΛΗΝ ΤΟΥ ΑΜΠΕΛΩΝΟΣ. | |
---|---|---|
40 | Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰ‐ κοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσα‐ σθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Ἤκουσας, ἀγαπητὲ, τῆς εὐαγγελικῆς τοῦ Κυρίου παραβολῆς· ἄκουε καὶ τὴν ἑρμηνείαν, ἣν κατὰ δύνα‐ | |
45 | μιν ἐροῦμεν. Οἰκοδεσπότης τοῦ μεγάλου οἴκου, τουτ‐ | 1096 |
77.1097 | έστιν ὁ δεσπότης Θεός· οἶκος γὰρ, ὁ κόσμος· Δεσπότης δὲ αὐτοῦ, ὁ κτίσας αὐτὸν Θεός· ἀμπελὼν αὐτοῦ, ἡ ἀνθρωπεία φύσις· ἐργάται τοῦ ἀμπελῶνος, ὅσοι δια‐ κονούμενοι τῇ σωτηρίᾳ τῶν ἀνθρώπων ἅγιοι· πρώτη | |
5 | ὥρα ὁ καιρὸς τῶν θεοσεβῶν ἐκείνων τῶν περὶ Ἄβελ καὶ Ἐνὼχ καὶ Νῶε· πρῶτοι γὰρ οὗτοι θεοσεβεῖς, πρῶτοι οὗτοι ἐργάται τοῦ ἀμπελῶνος. Νῶε γὰρ ἐφύτευσεν ἀμπελῶνα, νοητῶς νόει· πνευματικοὶ γὰρ οἱ λόγοι· ἕως τρίτης ὥρας οὗτοι εἰργάζοντο· μετὰ | |
10 | τρίτην ὥραν ὁ καιρὸς τῶν περὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· καὶ οὗτοι γὰρ ἐργάται τῆς σωτηρίας ἡμῶν, τρεῖς τὸν ἀριθμόν· διὰ τοῦτο καὶ ἕως ἕκτης ὥρας εἰργάσαντο· ἀπὸ ἕκτης ὥρας τὸ μεσαίτατον τῆς ἡμέρας, ὅτε ὁ ἥλιος σφοδρότερον καταλάμπει τὴν οἰ‐ | |
15 | κουμένην, ὁ χρόνος τοῦ νόμου· ὅτι τῷ ὄντι ἐφώτισεν τὴν ἀνθρωπότητα διὰ τῶν ἐντολῶν τοῦ νόμου τὸ ἀλη‐ θινὸν φῶς ὁ Θεὸς ἡμῶν. «Ἡ ἐντολὴ γὰρ Κυρίου τηλ‐ αυγὴς φωτίζουσα ὀφθαλμούς.» Καὶ πάλιν, ὅτι «Φῶς τὰ προστάγματά σου.» | |
20 | Ἀπὸ ἕκτης ὥρας, τὸ ἥμισυ τῆς ἡμέρας· ὅτε γὰρ ἐμέσασαν οἱ χρόνοι οἱ ἀπ’ ἀρχῆς κτίσεως, καὶ ἕως συντελείας, τότε μεσημβρινὸν ἀπεστάλη Μωϋσῆς καὶ Ἀαρών. Καὶ γὰρ ἡ κατὰ νόμον λατρεία, ἕως ὀγδόης· ἐννάτη δὲ ὥρα, καιρὸς τῶν πνευματοφόρων | |
25 | προφητῶν· καὶ γὰρ αὐτοὶ ὡς καλοὶ ἐργάται ἀπεστά‐ λησαν παρὰ τοῦ οἰκοδεσπότου ἐργάσασθαι τὸν ἀμπε‐ λῶνα τῆς ψυχῆς ἡμῶν ἕως δεκάτης. Ἑνδεκάτη ὥρα, ἐπιδημία τοῦ Μονογενοῦς· ἐπ’ ἐσχάτων γὰρ τῶν χρόνων ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπεδήμησεν ἡμῖν ὁ | |
30 | τοῦ Θεοῦ Υἱὸς, Θεοῦ Λόγος· ὥσπερ γὰρ ἀπὸ ἑνδεκά‐ της εἰς δωδεκάτην ἄλλη μία ὥρα ἐστὶν ἡ ἐσχάτη, οὕτως ἀπὸ τῆς ἐπιδημίας Χριστοῦ ἕως τῆς συντε‐ λείας, ἄλλη μία ὥρα ἐστίν. Ἄκουσον τοῦ Ἰωάννου λέ‐ γοντος· «Τεκνία, ἐσχάτη ὥρα ἐστίν.» | |
35 | Ὁρᾷς ὅτι τῇ ἑνδεκάτῃ ἐξελθὼν ὁ τοῦ ἀμπελῶνος δεσπότης, εὑρὼν ἀργοὺς ἐμισθώσατο. Τίνες οὗτοι οἱ ἀργοί; Ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν· ἀργοὶ γὰρ ἦμεν ἀπὸ θεογνωσίας, ἀργοὶ ἀπὸ ἔργων ἀγαθῶν. Καὶ λέγει αὐτοῖς· «Τί ἑστήκατε ὧδε ὅλην τὴν ἡμέραν ἀργοί·» | |
40 | Ὅλην τὴν ἡμέραν ἀπ’ ἀρχῆς κτίσεως κόσμου, ἕως τῆς ἐπιδημίας αὐτοῦ χρόνον ἐσήμανεν· ἕως γὰρ τότε ἀργὰ ἦν τὰ ἔθνη, Θεὸν μὴ εἰδότα· «Οὐδεὶς γὰρ, φασὶν, ἡμᾶς ἐμισθώσατο.» Εὐγνώμονα τὰ ἔθνη· τῷ γὰρ οὐδεὶς αὐτὰ ἐμισθώσατο, οὐ νόμοι, οὐ προφῆται· | |
45 | τῷ Ἰσραὴλ ἐκεῖνοι ἀπεστάλησαν, οὐ τοῖς ἔθνεσιν· διὸ καλῶς λέγουσιν, ὅτι «Οὐδεὶς ἡμᾶς ἐμισθώ‐ σατο.» Ἀλλὰ ἀγαθὸς ὁ οἰκοδεσπότης, «Ὑπάγετε γὰρ καὶ ὑμεῖς, φησὶν, ἐργάσασθαι ἐν τῷ ἀμπελῶνι, καὶ ὃ | |
77.1097(50) | ἐὰν ᾗ δίκαιον, δώσω ὑμῖν.» Οἱ ἀργοὶ, τότε ἐργάται γεγόνασιν· ἐργάζεται γὰρ νῦν ἥ ποτε ἀργὴ αὔτη Ἐκκλησία· ἐργάζεται ὁ χορὸς τῶν ἀποστόλων, τῶν μαρτύρων, τῶν ἀσκητῶν, τῶν μοναζόντων, τῶν ἁγίων παρθένων, τῶν ἐγκρατῶν, τῶν ἐν γάμῳ σεμνῷ· | |
55 | ἔλαβεν γὰρ αὔτη ἡ Ἐκκλησία τὸ ἒν δηνάριον ἀξίως. Δύναται γάρ τις ὀξέως ἐργαζόμενος, ἐν μιᾷ ὥρᾳ | |
ἐνέγκαι ἔργον ὡς ἀπὸ πρωΐθεν ἐργαζόμενος· ὁ λῃστὴς | 1098 | |
77.1100 | εἰς μίαν ὥραν ἤκουσεν τὸ, «Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Ἀλλ’ ἄκουσον τί φασιν ἐκεῖνοι· «Ἡμεῖς οἱ βα‐ στάσαντες τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας·» | |
5 | Ἀληθεύουσιν· οὐ γὰρ ἐν νόμῳ ἐβάστασαν τὸ βάρος τοῦ ζυγοῦ τοῦ νόμου, ἀλλ’ ἐγένοντο καὶ οὗτοι ἴσοι τούτων διὰ τὸ ἔργον· «Ἑταῖρε, γὰρ, φησὶν, οὐκ ἀδικῶ σε.» Οὐκ ἀδικεῖ ὁ τῆς δικαιοσύνης κριτής· τὸ δὲ «θέλω τούτῳ χαρίσασθαι ὡς καὶ σοὶ,» μὴ νομί‐ | |
10 | σῃς προσωποληψίαν εἶναι, μηδὲ κατὰ χάριν δίδοσθαι τὸν μισθὸν, ἀλλ’ οὕτω νόει· ἐπειδὴ οἵως ἂν ποιήσω‐ μεν, οἵως ἂν ἐργασώμεθα, ἄξιον οὐδὲν ποιοῦμεν· πᾶσα γὰρ δικαιοσύνη ἀνθρώπου ὡς ῥακὸς ἀποκαθημένης· χάριν τὸ ὅλον ὠνόμασεν, ὡς λέγει Παῦλος, «Δικαιού‐ | |
15 | μενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, καὶ οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται·» Θεοῦ τὸ δῶρον, οὐχ ὅτι οὐκ ἐργαζόμεθα, ἀλλ’ ὅτι κατ’ ἀξίαν οὐδὲν ποιοῦμεν· «Ὅτ’ ἂν γὰρ, φησὶ, ποιήσητε ταῦτα πάντα, εἴπατε ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν· ὃ ὠφείλαμεν ποιῆσαι, πε‐ | |
20 | ποιήκαμεν.» Ἀμέλει γοῦν ἄρτον τῷ πένητι παρ‐ έχεις, καὶ βασιλείαν οὐρανῶν κληρονομεῖς, ὁρᾷς τὸ, θέλω χαρίσασθαι. Τὸ δὲ, «Ἢ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι;» Μὴ εἶπεν, ὅτι πονηροὶ οἱ ἅγιοι, ἀλλὰ | |
25 | μή τι πονηροί ἐστε, ὅτι ἐγὼ ἀγαθός εἰμι; Ἀληθῶς γὰρ ἀγαθὸς ἐξ ἀγαθοῦ· οὐ κατὰ τὸ ἔργον καὶ ὁ μισθός· ὀλίγον γὰρ τὸ ἔργον, πολὺς δὲ ὁ μισθός. Ποτήριον ὕδατος ἐπότισας διψῶντα, καὶ ἀπολαμβάνεις «ἃ ὀφ‐ θαλμὸς οὐκ εἶδεν, οὐδὲ οὖς οὐκ ἤκουσεν·» ὁρᾷς ὅτι | |
30 | ἀγαθός ἐστιν· τὸ δὲ ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων, ἐπειδὴ ἔσονται οἱ πρῶτοι ἔσχατοι· καὶ «Καλέσω τὸν λαόν μου, λαόν μου.» Καὶ πάλιν, «Ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ πᾶς Ἰσραὴλ σωθήσεται,» ἐν Χριστῷ Ἰησοῦ τῷ Κυ‐ | |
35 | ρίῳ ἡμῶν, ᾦ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. Ἀμήν. | 1100 |