TLG 4090 119 :: CYRILLUS :: De exitu animi (homilia diversa 14)

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

De exitu animi (homilia diversa 14)

Citation: Volume — page — (line)

77

.

1072

(20t)

ΟΜΙΛΙΑ ΙΔʹ
21Περὶ ἐξόδου ψυχῆς, καὶ περὶ τῆς δευτέρας παρ‐ ουσίας. Φοβοῦμαι τὸν θάνατον, ὅτι πικρός μοί ἐστι. Φο‐ βοῦμαι τὴν γέενναν, ὅτι ἀτελεύτητός ἐστι. Φοβοῦμαι
25τὸν τάρταρον, ὅτι οὐ μετέχει θέρμης. Φοβοῦμαι τὸ σκότος, ὅτι οὐ μετέχει φωτός. Φοβοῦμαι τὸν σκώ‐ ληκα τὸν ἰοβόλον, ὅτι ἀτελεύτητός ἐστι. Φοβοῦμαι τοὺς ἀγγέλους τοὺς ἐπὶ τῆς κρίσεως, ὅτι ἀνελεήμονές εἰσι. Φοβοῦμαι ἐννοῶν τῆς ἡμέρας ἐκείνης τὸ φοβε‐
30ρὸν καὶ ἀδέκαστον δικαστήριον, τὸ βῆμα τὸ φρικῶ‐ δες, τὸν δικαστὴν τὸν ἀδέκαστον. Φοβοῦμαι τὸν πο‐ ταμὸν τοῦ πυρὸς, τὸν πρὸ τοῦ βήματος ἐκείνου συ‐ ρόμενον, καὶ σφοδροτάτῃ κατακλάζοντα τῇ φλογὶ, τὰς ἠκονημένας ῥομφαίας. Φοβοῦμαι τὰς ἀποτόμους
35τιμωρίας. Φοβοῦμαι τὴν κόλασιν τὴν οὐκ ἔχουσαν τέλος. Φοβοῦμαι τὸν ζόφον τὸν ἀφεγγῆ. Φοβοῦμαι τὸ σκότος τὸ ἐξώτερον. Φοβοῦμαι τὰ δεσμὰ τὰ ἄλυτα, τὸν βρυγμὸν τῶν ὀδόντων, τὸν κλαυθμὸν τὸν ἀπαρα‐ μύθητον. Φοβοῦμαι τοὺς ἀφύκτους ἐλέγχους· οὐδὲν
40γὰρ κατηγόρων δεῖται ὁ δικαστὴς ἐκεῖνος, οὔτε μαρ‐ τύρων, οὔτε ἀποδείξεων, οὔτε ἐλέγχων· ἀλλ’ ὅσα ἐπράξαμεν, καὶ ἐλαλήσαμεν, καὶ ἐβουλευσάμεθα, φέρει εἰς μέσον πρὸ τῶν ὀφθαλμῶν τῶν πεπλημμελη‐ κότων. Τότε οὐδεὶς ὁ παριστάμενος, καὶ ἐξαρπάζων
45τῆς τιμωρίας, οὐ πατὴρ, οὐ μήτηρ, οὐχ υἱὸς, οὐχὶ θυγάτηρ, οὐκ ἄλλος τις τῶν συγγενῶν, οὐ γείτων, οὐ φίλος, οὐ συνήγορος, οὐ χρημάτων δόσις, οὐ πλού‐ του περιουσία, οὐ δυναστείας ὄγκος· ἀλλὰ ταῦτα πάντα ὥσπερ κόνις εἰς σποδὸν ἐλήλαται, καὶ μόνος

77

.

1072

(50)

κρινόμενος ἀπὸ τῶν αὐτῷ πεπραγμένων, τὴν ἐλευ‐ θεροῦσαν, ἢ τὴν καταδικάζουσαν ὑπομένει ψῆφον. Οἴμοι! οἴμοι! τῆς συνειδήσεως ἐλεγχούσης με, καὶ τῆς γραφῆς βοώσης, καὶ διδασκούσης με· ὦ ψυχὴ, τῶν μιασμάτων, καὶ παρὰ σοὶ ἐβδελυγμένων ἔργων!
55Οἴμοι, ὅτι τὸν ναὸν τοῦ σώματος ἔφθειρα, καὶ τὸ ἅγιόν σου Πνεῦμα ἐλύπησα! ὦ Θεὲ, ἀληθινά σου τὰ
ἔργα, καὶ δικαία ἡ κρίσις σου, καὶ εὐθεῖαι αἱ ὁδοί

77

.

1073

σου, καὶ ἀνεξιχνίαστα τὰ κρίματά σου. Διὰ πρόσκαι‐ ρον ἁμαρτίας ἀπόλαυσιν, ἀθάνατα βασανίζομαι· δι’ ἡδονὴν σαρκὸς, τῷ πυρὶ παραδίδομαι. Δικαία ἡ κρί‐ σις τοῦ Θεοῦ· ἐκαλούμην, καὶ οὐχ ὑπήκουον· ἐδιδα‐
5σκόμην, καὶ οὐ προσεῖχον· διεμαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων· ἀναγινώσκων καὶ ἐπιγινώσκων, οὐκ ἀπιστεύων, ἀλλ’ ἐν ἀμελείᾳ, καὶ ῥᾳθυμίᾳ, καὶ ἀκη‐ δίᾳ, καὶ ἐν περισπασμοῖς, καὶ ταραχαῖς, καὶ ζάλαις τρυφῶν καὶ σπαταλῶν, καὶ σκιρτῶν ἀγαλλόμενος,
10καὶ εὐφραινόμενος ἐδαπάνησά μου τὰ ἔτη, καὶ τοὺς μῆνας, καὶ τὰς ἡμέρας εἰς τὰ πρόσκαιρα, καὶ φθαρτὰ, καὶ γήϊνα κοπιῶν, καὶ μοχθῶν, καὶ ἀγωνιζόμενος· μὴ εἰς νοῦν λαμβάνων, ἢ λογιζόμενος, οἷον φόβον καὶ τρόμον, καὶ ἀγῶνα, καὶ ἀνάγκην ἔχει ἰδεῖν ἡ ψυχὴ,
15ὅτε τοῦ σώματος χωρίζεται. Παραγίνονται γὰρ ἐφ’ ἡμᾶς στρατιαὶ καὶ δυνάμεις οὐράνιοι· καὶ τῶν ἐναν‐ τίων δυνάμεων, οἱ τοῦ σκότους ἄρχοντες, οἱ κοσμο‐ κράτορες τῆς πονηρίας, οἱ τελωνάρχαι, καὶ λογοθέ‐ ται, καὶ πρακτοψηφισταὶ τοῦ ἀέρος· καὶ σὺν αὐτοῖς
20ὁ ἀνθρωποκτόνος διάβολος, ὁ ἐν κακίᾳ δυνάστης, οὗ ἡ γλῶσσα, ὡσεὶ ξυρὸν ἠκονημένον· περὶ οὗ φησιν ὁ προφήτης· «Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς·» καὶ ἐνεδρεύει ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, ὁ δράκων ὁ μέγας, ὁ
25ἀποστάτης, ὁ ᾅδης, ὁ πλατύνων στόμα αὐτοῦ, ὁ ἄρ‐ χων τῆς ἐξουσίας τοῦ σκότους, ὁ ἔχων τοῦ θανάτου τὸ κράτος καὶ τρόπῳ τινὶ δίκην, κατέχων τὴν ψυ‐ χὴν, ἐπιφέρων καὶ ψηφίζων πάντα τὰ ἐμοὶ πεπρα‐ γμένα ἐν ἔργῳ καὶ λόγῳ, τὰ ἐν γνώσει, καὶ ἐν
30ἀγνοίᾳ, ἀνομήματα καὶ ἁμαρτήματα, ἀπὸ τῆς νεότη‐ τος, ἕως τῆς ἡμέρας τοῦ τέλους, ἧς κατελήφθην, ἐξερευνῶν λοιπόν. Ὁποῖον φόβον καὶ τρόμον δοκεῖς τὴν ψυχὴν ἔχειν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θεωροῦσαν τοὺς φοβεροὺς, καὶ ἀγρίους, καὶ ἀπηνεῖς, καὶ ἀν‐
35ηλεεῖς καὶ ἀτιθάσσους δαίμονας, ὡς Αἰθίοπας ζοφώδεις παρισταμένους, ὧν καὶ αὐτὴ ἡ ἰδέα μόνη χαλεπω‐ τέρα ὑπάρχει πάσης κολάσεως, οὕστινας ὁρῶσα ἡ ψυχὴ θορυβεῖται, θροεῖται, ὀδυνᾶται, ταράσσεται, καὶ συστέλλεται, πρὸς τοὺς τοῦ Θεοῦ ἀγγέλους προσ‐
40φεύγουσα; Κατέχεται οὖν ἡ ψυχὴ ὑπὸ τῶν ἁγίων ἀγγέλων, διὰ τοῦ ἀέρος παρερχομένη, καὶ ὑψουμένη, εὑρίσκει τε τελώνια φυλάττοντα τὴν ἄνοδον, καὶ κρα‐ τοῦντα, καὶ διακωλύοντα τὰς ἀναβαινούσας ψυχάς. Ἕκαστον τὸ τελώνιον τὰς οἰκείας ἁμαρτίας προσφέ‐
45ρει αὐτῶν· τὸ μὲν τῆς καταλαλιᾶς, ὅσα διὰ στόματος καὶ γλώττης ἀπὸ ψεύδους, καὶ ὅρκου, καὶ ἐπιορκίας, ἀργολογίας τε καὶ φλυαρίας, καὶ ματαιολογίας καὶ γαστριμαργικὰς παραχρήσεις, ἀσωτοποσίας τε οἴ‐ νου, καὶ ἀμέτρους γέλωτας, καὶ ἀπρεπεῖς, καὶ φιλημάτων ἀσέμνων καὶ ἀπρεπῶν, καὶ ᾀσμάτων πορνι‐

77

.

1073

(50)

κῶν· οἱ δὲ ἅγιοι ἄγγελοι οἱ τὴν ψυχὴν ὁδηγοῦντες, προσφέρουσι καὶ αὐτοὶ, ὅσα διὰ στόματος καὶ γλώσ‐ σης ἐλαλήσαμεν ἀγαθὰ, προσευχὰς, εὐχαριστίας, ψαλμοὺς, ᾠδὰς, ὕμνους, καὶ ᾄσματα πνευματικὰ, ἀναγνώσεις τῶν Γραφῶν, καὶ ὅσα διὰ στόματος καὶ γλώσσης ἀγαθὰ τῷ Θεῷ προεπέμψαμεν. Δεύτερον τελώνιον, ὅρασις ὀμμάτων, καὶ ὅσα ἀπὸ ἀπρεποῦς θέας, καὶ περιέργου, καὶ ἀχαλινώτου ὁρά‐
55σεως, καὶ νευμάτων δολίων. Τρίτον τελώνιον, τῆς ἀκοῆς, καὶ ὅσα διὰ τῆς τοιαύτης αἰσθήσεως, τὰ ἀκά‐
θαρτα πνεύματα δέχονται. Τέταρτον τελώνιον, ἡ

77

.

1076

ὄσφρησις ὀσμῆς τε εὐώδους ἀλειμμάτων, καὶ ἡδονι‐ κῆς ὀσφρήσεως, ἅπερ γυναιξὶ θυμελικαῖς, καὶ ἑταί‐ ραις πρέπουσι. Πέμπτον τελώνιον, ὅσα δι’ ἁφῆς χειρῶν πονηρὰ καὶ χαλεπὰ ἐπράχθησαν· καὶ τὰ
5λοιπὰ τῆς κακίας τελώνια, φθόνου τε καὶ ζήλου, κενοδοξίας τε καὶ ὑπερηφανίας, πικρίας καὶ ὀργῆς, ὀξυχολίας τε καὶ θυμοῦ, πορνείας, καὶ μοιχείας, καὶ μαλακίας, φόνου τε καὶ φαρμακείας, καὶ τῶν λοιπῶν θεοστυγῶν καὶ μιαρῶν πράξεων· ὧν ἐν τῇ παρούσῃ
10ὥρᾳ οὐκ ἔνι λεπτομερῶς διηγήσασθαι· ἀλλ’ ἐν ἑτέρῳ καιρῷ ταμιευέσθω· καὶ ἁπλῶς οὕτως καθεξῆς ἕκα‐ στον πάθος ψυχῆς, καὶ πᾶν ἁμάρτημα ἰδίους τελώ‐ νας ἔχει, καὶ φορολόγους. Ψυχὴ οὖν ἡ ταῦτα καὶ μείζονα, καὶ πλείονα τούτων θεωροῦσα, ὁποῖον φόβον,
15καὶ τρόμον, καὶ κλόνον δοκεῖς ἔχειν, ἕως ὅτου ἡ ἀπό‐ φασις ἔλθῃ, καὶ ἡ ἐλευθερία αὐτῆς γένηται; Ἐκείνη ἐστὶν ἡ ὥρα ἐπόδυνος, καὶ ἐπικίνδυνος, καὶ πολυ‐ στένακτος, καὶ ἀπαραμύθητος, ἕως ἂν ἴδῃ τί τὸ ἀποβησόμενον. Αἱ γὰρ θεῖαι δυνάμεις ἵστανται, καὶ
20πρόσωπον τῶν ἀκαθάρτων πνευμάτων· καὶ αὗται τὰς καλὰς αὐτῆς ἐπιφέρουσι πράξεις, διά τε λόγων. καὶ ἔργων, καὶ λογισμῶν, καὶ ἐννοιῶν· κατανοεῖ ἡ ψυχὴ μέσον ἱσταμένη ἐν φόβῳ καὶ τρόμῳ, ἕως οὗ ἐκ τῶν πράξεων, καὶ τῶν ἔργων, καὶ λόγων αὐτῆς, ἡ
25κατακριθεῖσα δεσμευθῇ, ἢ δικαιωθεῖσα ἐλευθερωθῇ (τῶν ἰδίων γὰρ ἁμαρτημάτων ἕκαστος ταῖς σειραῖς σφίγγεται)· καὶ ἐὰν ᾖ ἀξία, εὐσεβῶς ζήσασα, καὶ θεαρέστως βιώσασα, παραλαμβάνουσιν αὐτὴν ἄγγε‐ λοι· καὶ λοιπὸν ἀμέριμνος οὖσα, πορεύεται ἔχουσα
30συνοδοιπόρους τὰς ἁγίας δυνάμεις, κατὰ τὸ γεγραμ‐ μένον· «Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.» Τότε πληροῦται τὸ εἰρημένον· «Ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγμός.» Τότε ἀπαλλαγεῖσα τῶν πονηρῶν καὶ σαπρῶν καὶ φοβερῶν πνευμάτων ἐκεί‐
35νων, πορεύεται εἰς ἐκείνην τὴν ἀνεκλάλητον χαράν. Ἐὰν δὲ εὑρεθῇ ἐν ἀμελείᾳ καὶ ἀσωτίᾳ ζήσασα, ἀκούει τὴν δεινοτάτην ἐκείνην φωνήν· «Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.» Τότε αὐτὴν καταλαμβάνουσιν ἡμέραι ὀργῆς, καὶ θλίψεως, καὶ
40ἀνάγκης, καὶ στενοχωρίας, ἡμέρα σκότους καὶ γνό‐ φου· τότε ἀφέντες αὐτὴν οἱ ἅγιοι τοῦ Θεοῦ ἄγγελοι, παραλαμβάνουσιν αὐτὴν οἱ Αἰθίοπες ἐκεῖνοι δαίμονες, καὶ τύπτοντες αὐτὴν ἀνηλεῶς κατάγουσιν εἰς τὴν γῆν· καὶ διχάσαντες αὐτὴν, ῥίπτουσιν αὐτὴν δεδεμένην
45δεσμοῖς ἀλύτοις, εἰς γῆν σκοτεινὴν καὶ ζοφερὰν, εἰς τὰ κατώτερα μέρη, ἐν τοῖς καταχθονίοις δεσμωτη‐ ρίοις, καὶ φυλακαῖς τοῦ ᾅδου· ἔνθα τυγχάνουσιν ἀπο‐ κεκλεισμέναι αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν, τῶν ἀπ’ αἰῶνος κεκοιμημένων, καθώς φησιν ὁ Ἰακώβ· εἰς

77

.

1076

(50)

γῆν σκοτεινὴν καὶ ζοφερὰν, εἰς γῆν σκότους αἰωνίου οὐκ ἐπίφεγγος, οὐδὲ ζωὴ βροτῶν, ἀλλ’ ὀδύνη αἰώνιος, καὶ λύπη ἀτελεύτητος, καὶ κλαυθμὸς ἄπαυστος, καὶ βρυγμὸς ὀδόντων ἀσίγητος, καὶ στεναγμοὶ ἀκοίμητοι· ἐκεῖ οὐαὶ διαπαντὸς, ἐκεῖ οἴμοι, οἴμοι! ἐκεῖ κράζουσι,
55καὶ οὐκ ἔστιν ὁ βοηθῶν· βοῶσι, καὶ οὐδείς ἐστιν ὁ ῥυό‐ μενος· οὐκ ἔστι διηγήσασθαι τὴν ἀνάγκην ἐκείνην·
οὐκ ἔστιν εἰπεῖν διὰ γλώττης τὰς ὀδύνας τῶν ἐκεῖσε

77

.

1077

κατακειμένων καὶ ἀποκεκλεισμένων ψυχῶν ἀδυνατεῖ πᾶν στόμα ἀνθρώπου φανερῶσαι τὸν φόβον καὶ τὸν τρόμον ἐκεῖνον· οὐκ ἕνι χείλη ἀνθρώπου ἰσχύοντα εἰπεῖν τὴν περίστασιν, καὶ τὸν κλαυθμὸν αὐτῶν· στε‐
5νάζουσι διηνεκῶς καὶ ἀπαύστως, ἀλλ’ οὐδεὶς ὁ ἐλεῶν· κράζουσιν ἐκ βάθους, ἀλλ’ οὐδεὶς ὁ εἰσακούων· ἀπ‐ οδύρονται, ἀλλ’ οὐδεὶς ὁ ῥυόμενος· ἀνακαλοῦνται, καὶ κόπτονται, ἀλλ’ οὐδεὶς ὁ σπλαγχνιζόμενος. Τότε ποῦ ἡ καύχησις τοῦ κόσμου τούτου; ποῦ ἡ κενοδοξία; ποῦ
10ἡ τρυφή; ποῦ ἡ ἀπόλαυσις; ποῦ ἡ σπατάλη; ποῦ ἡ φαντασία; ποῦ ἡ ἀνάπαυσις; ποῦ ὁ κόσμος; ποῦ τὰ χρήματα; ποῦ ἡ εὐγένεια; ποῦ τότε ἡ τερπνότης; ποῦ ἡ ἀνδρεία τῆς σαρκός; ποῦ τὸ κάλλος τῶν γυ‐ ναικῶν τὸ ψευδὲς καὶ ἀνωφελές; ποῦ τότε ἡ παῤῥη‐
15σία ἡ ἀναιδὴς καὶ ἀναίσχυντος; ποῦ τότε ὁ καλλω‐ πισμὸς τῶν ἱματίων; ποῦ ἡ ἡδονὴ τῆς ἁμαρτίας ἡ ἀκάθαρτος καὶ σιφνή; ποῦ ὁ τὴν βδελυρὰν τῶν ἀνέ‐ ρων κοίτην, ἡδονὴν ἡγούμενος; ποῦ οἱ τὰ μύρα καὶ τὰ ἀλείμματα ἀλειφόμενοι καὶ καπνιζόμενοι; ποῦ οἱ
20μετὰ τυμπάνων καὶ κιθάρας τὸν οἶνον πίνοντες; ποῦ τότε ἡ καταφρόνησις τῶν ἐν ἀφοβίᾳ ζώντων; ποῦ ἡ φιλαργυρία, καὶ ἡ φιλοχρηματία, καὶ ἡ ἐξ αὐτῶν ἀσπλαγχνία; ποῦ τότε ἡ ἀπάνθρωπος ὑπερ‐ ηφανία ἡ πάντα βδελυσσομένη, καὶ ἑαυτὴν λογιζομέ‐
25νη εἶναί τι; ποῦ τότε ἡ κενὴ καὶ ματαία τῶν ἀν‐ θρώπων δόξα; ποῦ ἡ λαγνεία καὶ ἡ ἀκολασία; ποῦ ἡ δυναστεία, καὶ ἡ τυραννίς; ποῦ τότε βασιλεύς; ποῦ ἄρχων; ποῦ ἡγούμενος; ποῦ οἱ ἐπ’ ἐξουσιῶν; ποῦ οἱ γαυριῶντες ἐπὶ πλήθει πλούτου, καὶ πτωχοὺς
30μὴ ἐλεοῦντες, καὶ τοῦ Θεοῦ καταφρονοῦντες; ποῦ τὰ θέατρα, καὶ τὰ κυνήγια; ποῦ τότε οἱ μετεωριζόμενοι, καὶ μετριάζοντες, καὶ ἀμερίμνως βιοῦντες; ποῦ τὰ μαλακὰ ἐνδύματα, καὶ αἱ στρωμναὶ αἱ μαλακαὶ, καὶ ἁπαλαί; ποῦ αἱ ὑψηλαὶ οἰκοδομαὶ, καὶ τὸ εὗρος τῶν
35στοῶν; ποῦ οἱ ἐν ἀφοβίᾳ ζήσαντες; Τότε ἰδόντες, θαυμάσουσι καὶ φρίξουσι, καὶ καταπλαγέντες ὀλολύ‐ ξουσι, ταραχθέντες σαλευθῶσι· τρόμος αὐτοὺς ἐπιλάβοι, καὶ ὠδῖνες ὡσεὶ τικτούσης, ἐν πνεύματι βιαίῳ συντριβήσονται ἀφανιζόμενοι. Ποῦ τότε ἡ σοφία τῶν σοφῶν; ποῦ τῶν ῥητόρων ἡ εὐγλωττία, καὶ τὰ μάταια αὐτῶν πανουργεύματα; Οὐαὶ, οὐαί! ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ
40σοφία αὐτῶν κατεπόθη. Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Ὦ ἀδελφοὶ, ἀναλογίσασθε ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς διδόντας λόγον καθ’ ἒν ὧν ἐπράξαμεν, εἴτε μεγάλων εἴτε μικρῶν· μέχρι γὰρ τοῦ ἀργοῦ λόγου, ἀπολογίαν δώσομεν τῷ δικαίῳ κριτῇ. Ποταποὺς δεῖ
45ἡμᾶς εἶναι ἐν τῇ ὥρᾳ ἐκείνῃ; Ἐὰν δὲ εὕρωμεν χά‐ ριν ἐνώπιον τοῦ Θεοῦ, οἵα χαρὰ δέχηται ἡμᾶς ἀφ‐ οριζομένους ἐκ δεξιῶν τοῦ Βασιλέως! Ποταποὺς δεῖ εἶναι ἡμᾶς εἰς τὴν χαρὰν ἐκείνην τὴν ἀνεκλάλητον, ὅτ’ ἂν εἴπῃ ὁ Βασιλεὺς τῶν βασιλευόντων, τοῖς ἐκ

77

.

1077

(50)

δεξιῶν αὐτοῦ μετὰ ἱλαρότητος· «Δεῦτε, οἱ εὐλογημέ‐ νοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμέ‐ νην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Τότε κατακληρονομήσομεν ἐκεῖνα τὰ ἀγαθὰ, «Ἃ ὀφθαλ‐ μὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν
55ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγα‐ πῶσιν αὐτόν.» Τότε λοιπὸν ἀμέριμνοί ἐσμεν, μη‐
κέτι πτοούμενοι μηδεμίαν πτόησιν. Ἀναλογισώμεθα

77

.

1080

δὲ ταῦτα, καὶ τὴν τῶν ἁμαρτωλῶν ἀτελεύτητον κό‐ λασιν, ὅταν εἰσάγωνται εἰς τὸ βῆμα τὸ φοβερὸν, οἴα αἰσχύνη αὐτοὺς λήψεται ἐνώπιον τοῦ δικαίου κριτοῦ, μὴ ἔχοντας λόγον ἀπολογίας! Οἵα ἐντροπὴ λήψεται αὐ‐
5τοὺς ἀφοριζομένους ἐξ εὐωνύμων τοῦ βασιλέως! Οἷον σκότος ἐπιπέσει ἐπ’ αὐτοὺς, ὅταν λαλήσῃ πρὸς αὐ‐ τοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξῃ αὐτούς· ὅταν εἴπῃ πρὸς αὐτούς· «Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοι‐
10μασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» Οἴμοι! οἴμοι! οἵαν θλῖψιν, καὶ ὀδύνην, καὶ στενοχω‐ ρίαν, καὶ φόβον, καὶ τρόμον δέξεται τὰ πνεύματα αὐ‐ τῶν, ὅταν γένηται κραυγὴ πασῶν τῶν ἐπουρανίων δυνάμεων, λεγόντων· Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ
15εἰς τὸν ᾅδην! οὐαὶ, οὐαί! οἷον μέλος ἀλαλάξουσι θρη‐ νοῦντες, καὶ πενθοῦντες, καὶ ὀλολύζοντες, κοπτόμενοι, ἀπαγόμενοι κολασθῆναι πικρῶς εἰς ἀτελευτήτους αἰῶνας! Οἴμοι, οἴμοι! οἷός ἐστιν ὁ τόπος, ὅπου ἐστὶν ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὁ καλούμε‐
20νος Τάρταρος, ὃν καὶ αὐτὸς ὁ διάβολος φρίττει! οὐαὶ, οὐαὶ! οἵα ἐστὶν ἡ γέεννα τοῦ πυρὸς τοῦ ἀσβέστου, καίοντος καὶ μὴ φωτίζοντος! οἴμοι, οἴμοι! οἷός ἐστιν ὁ ἀκοίμητος καὶ ἰοβόλος σκώληξ! οὐαὶ, οὐαί! οἷον δεινόν ἐστιν τὸ σκότος ἐκεῖνο τὸ ἐξώτερον, καὶ ἀεὶ μένον!
25οἴμοι, οἴμοι! οἶοί εἰσιν οἱ ἄγγελοι ἐκεῖνοι, οἱ ἐπὶ τῶν κολάσεων ἄσπλαγχνοι καὶ ἀνελεήμονες! ὀνειδίζουσι γὰρ, καὶ ἐπιπλήττουσι δεινῶς. Τότε οἱ κολαζόμενοι κράζουσιν ἐκτενῶς, καὶ ὁ σώζων οὐκ ἔστιν· κεκρά‐ ξονται γὰρ πρὸς Κύριον, καὶ οὐκ εἰσακούσεται αὐ‐
30τούς· τότε γνώσονται, ὅτι μάταια αὐτοῖς ἀπῄει πάν‐ τα τὰ βίου· καὶ ἂ ἐδόκουν ἐνταῦθα χρηστὰ εἶναι, καὶ χαρμονῆς πλήρη, χολῆς καὶ ἰοῦ πικροῦ πικρότερα εὑρεθήσονται. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅταν οἱ δίκαιοι ἐκ δεξιῶν ἵστανται, κἀκεῖνοι θλίβονται· ὅταν οἱ
35ἁμαρτωλοὶ πενθῶσι, καὶ οἱ δίκαιοι χαίρωσιν· ὅταν οἱ δίκαιοι ἑορτάζουσι, καὶ οἱ ἁμαρτωλοὶ ὀδύρονται· ὅταν οἱ δίκαιοι ἐν γαλήνῃ, καὶ οἱ ἁμαρτωλοὶ ἐν χειμῶνι καὶ συμφορᾷ. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅταν οἱ δίκαιοι δοξάζονται, κἀκεῖνοι καταδικάζονται· οὐαὶ τοῖς ἁμαρ‐
40τωλοῖς! ὅταν οἱ δίκαιοι κορέννυνται παντὸς ἀγαθοῦ, καὶ οἱ ἁμαρτωλοὶ ὑστερούμενοι στενάζουσιν. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅταν οἱ δίκαιοι δοξάζονται, κἀκεῖνοι ὀνειδίζονται. Οἱ δίκαιοι ἐν ἁγιασμῷ, οἱ δὲ ἁμαρτωλοὶ ἐν ἐμπρησμῷ· οἱ δίκαιοι ἐγκωμιάζονται, οἱ δὲ ἁμαρ‐
45τωλοὶ ταλανίζονται· οἱ δίκαιοι ἐν μοναῖς ἁγίων, οἱ δὲ ἁμαρτωλοὶ ἐν ἐξορίᾳ αἰωνίᾳ· οἱ δίκαιοι ἀκούσονται τὸ, «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονο‐ μήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ κατα‐ βολῆς κόσμου.» Οἱ δὲ ἁμαρτωλοὶ ἀκούσουσι τὸ,

77

.

1080

(50)

«Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» Οἱ δίκαιοι εἰς παράδεισον, οἱ ἁμαρτωλοὶ εἰς τὸ πῦρ τὸ ἄσβεστον· οἱ δίκαιοι τρυφῶσιν, οἱ ἁμαρτω‐ λοὶ τρύχονται. Οἱ δίκαιοι χορεύουσιν, οἱ δὲ ἁμαρτωλοὶ
55δεσμοῦνται. Οἱ δίκαιοι ᾄδουσιν, οἱ ἁμαρτωλοὶ θρη‐ νοῦσιν. Οἱ δίκαιοι τὸ τρισάγιον, οἱ ἁμαρτωλοὶ τὸ τρισ‐
άθλιον. Οἱ δίκαιοι τὸ ᾆσμα, οἱ ἁμαρτωλοὶ τὸ χάσμα.

77

.

1081

Οἱ δίκαιοι εἰς κόλπους Ἀβραὰμ, οἱ ἁμαρτωλοὶ εἰς βράσματα Βελιάρ. Οἱ δίκαιοι εἰς ἀνάπαυσιν, οἱ ἁμαρ‐ τωλοὶ εἰς κατάκρισιν. Οἱ δίκαιοι δροσίζονται, οἱ ἁμαρτωλοὶ φλογίζονται. Οἱ δίκαιοι εὐφραίνονται, οἱ
5ἁμαρτωλοὶ τῇ λύπῃ ξηραίνονται. Οἱ δίκαιοι μεγα‐ λύνονται, οἱ δὲ ἁμαρτωλοὶ τήκονται. Οἱ δίκαιοι ὑψοῦνται, οἱ δὲ ἁμαρτωλοὶ ταπεινοῦνται. Οἱ δίκαιοι θάλπονται, οἱ δὲ ἁμαρτωλοὶ μελαίνονται. Οἱ δίκαιοι τῶν ἀγαθῶν κορέννυνται, οἱ δὲ ἁμαρτωλοὶ κλονίζον‐
10ται. Τοὺς δικαίους θρέψει θέα Θεοῦ, τοὺς ἁμαρτωλοὺς λυπήσῃ θέα πυρός. Οἱ δίκαιοι σκεῦος ἐκλογῆς, οἱ ἁμαρτωλοὶ σκεῦος γεέννης. Οἱ δίκαιοι χρυσὸς πεπυ‐ ρωμένος, καὶ ἄργυρος δόκιμος καὶ λίθοι τίμιοι· οἱ ἁμαρτωλοὶ ξύλα, καλάμη, χόρτος, πυρὸς ὑπέκκαυ‐
15μα. Οἱ δίκαιοι σῖτος βασιλείας, οἱ ἁμαρτωλοὶ, ἄχυρα ἀπωλείας. Οἱ δίκαιοι σπόρος ἐκλεκτὸς, οἱ ἁμαρτωλοὶ ζιζάνια πυρός. Οἱ δίκαιοι ἅλας θεῖον, οἱ ἁμαρτωλοὶ βρῶμος καὶ δυσωδία. Οἱ δίκαιοι ναοὶ Θεοῦ ἀμίαντοι· οἱ ἁμαρτωλοὶ, ναοὶ δαιμόνων μεμιασμένοι. Οἱ δίκαιοι
20ἐν τῷ νυμφῶνι, οἱ ἁμαρτωλοὶ εἰς χάος ἀπέραντον. Οἱ δίκαιοι ἐν φωτοφανείαις, οἱ ἁμαρτωλοὶ ἐν ζόφῳ θυέλλης. Οἱ δίκαιοι μετὰ ἀγγέλων, οἱ ἁμαρτωλοὶ μετὰ δαιμόνων. Οἱ δίκαιοι σὺν ἀγγέλοις χορεύουσιν, οἱ ἁμαρτωλοὶ μετὰ δαιμόνων θρηνοῦσιν. Οἱ δίκαιοι μέ‐
25σον τοῦ φωτὸς, οἱ ἁμαρτωλοὶ μέσον τοῦ σκότους. Οἱ δίκαιοι ὑπὸ τοῦ Παρακλήτου παρακαλοῦνται, οἱ ἁμαρτωλοὶ σὺν τοῖς δαίμοσι τιμωροῦνται. Οἱ δίκαιοι παρίστανται τῷ θρόνῳ τῷ Δεσποτικῷ, οἱ ἁμαρτωλοὶ παρίστανται τῷ ζόφῳ τῷ τιμωρητικῷ. Οἱ δίκαιοι δια‐
30παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Χριστοῦ, οἱ ἁμαρ‐ τωλοὶ διαπαντὸς ἵστανται κατὰ πρόσωπον τοῦ διαβό‐ λου. Οἱ δίκαιοι μυοῦνται ἀγγέλοις, οἱ ἁμαρτωλοὶ μυοῦνται δαιμονίοις. Οἱ δίκαιοι ἱκεσίαν προσφέρουσιν, οἱ ἁμαρτωλοὶ θρῆνον ἄπαυστον. Οἱ δίκαιοι ἄνω, οἱ
35δὲ ἁμαρτωλοὶ κάτω. Οἱ δίκαιοι ἐν οὐρανῷ, οἱ δὲ ἁμαρτωλοὶ ἐν τῇ ἀβύσσῳ. Οἱ δίκαιοι εἰς ζωὴν αἰώ‐ νιον, οἱ ἁμαρτωλοὶ εἰς θάνατον ἀπωλείας. Οἱ δίκαιοι ἐν χειρὶ Θεοῦ, οἱ ἁμαρτωλοὶ ἐν τόπῳ διαβόλου. Οἱ δίκαιοι μετὰ τοῦ Θεοῦ, οἱ ἁμαρτωλοὶ μετὰ τοῦ Σατανᾶ.
40Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅτε ἀφορίζονται ἀπὸ τῶν δικαίων. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅτε γυμνοῦνται αἱ πράξεις αὐτῶν, καὶ αἱ βουλαὶ τῶν καρδιῶν φανεροῦν‐ ται. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅτε οἱ συδυασμοὶ τοῦ νοὸς ἐλέγχονται, καὶ αἱ συγκαταθέσεις τῶν πονηρῶν
45λογισμῶν ζυγοστατοῦνται, καὶ ταλαντεύεται ἡ διά‐ νοια. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅτε μισοῦνται ὑπὸ τῶν ἁγίων ἀγγέλων, καὶ βδελύσσονται ὑπὸ τῶν ἁγίων μαρτύρων. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅτε ἐκβάλλονται ἐκ τοῦ νυμφῶνος· οὐαὶ τὴν τότε μεταμέλειαν! οὐαὶ

77

.

1081

(50)

τὴν τότε θλίψιν! οὐαὶ τὴν τότε ἀνάγκην! οὐαὶ τὴν τότε καταιγίδα! Δεινὸν, τὸ χωρισθῆναι ἀπὸ τῶν ἁγίων· ἀργαλεώτερον, τὸ χωρισθῆναι ἀπὸ τοῦ Θεοῦ· ἄτιμον, τὸ δεθῆναι χεῖρας καὶ πόδας, καὶ εἰς τὸ πῦρ βληθῆναι· θλιβερὸν, τὸ ἐκπεμφθῆναι εἰς τὸ σκότος τὸ
55ἐξώτερον· γνοφερὸν, τὸ τρύζειν τοὺς ὀδόντας καὶ τή‐ κεσθαι· βαρὺ, τὸ ἀπαύστως κολάζεσθαι. Πονηρὸν, τὸ φλογίζεσθαι τὴν γλῶσσαν· ἀσυμπαθὲς, τὸ αἰτεῖν ῥα‐ νίδα ὕδατος, καὶ μὴ λαμβάνειν. Πικρὸν, τὸ ἐν πυρὶ
εἶναι, καὶ βοᾷν, καὶ μὴ βοηθεῖσθαι. Ἀπαράβατος ὁ

77

.

1084

φάρυγξ, καὶ ἀμέτρητον τὸ χάος, ἄφυκτος ὁ ἀποκλει‐ σθεὶς, ἀναπόδραστος ὁ κατεχόμενος, ἀνυπέρβατον τὸ τεῖχος τῆς φυλακῆς, ἄσπλαγχνοι οἱ τηρηταὶ, σκοτει‐ νὸν τὸ δεσμωτήριον, ἄλυτα τὰ δεσμὰ, ἀνάσπαστοι αἱ
5ἁλύσεις, ἄγριοι, καὶ ἀτίθασσοι οἱ ὑπηρέται τῆς φλο‐ γὸς ἐκείνης, βαρεῖαι αἱ κασίδες αἱ τιμωρητικαὶ ἐκεῖναι, στεῤῥοὶ οἱ ὄνυχες καὶ ἄθραυστοι, σκληρὰ τὰ βούνευρα, θολώδεις καὶ καχλάζουσαι αἱ πίσσαι, δυσ‐ ῶδες τὸ θεάφιον, ἀνθρακώδεις αἱ κλίναι αἱ ἐκεῖναι,
10ἄσβεστος ἡ πυρὰ, κνισσώδης καὶ βρωμώδης ὁ σκώληξ· ἀσυγχώρητον τὸ κριτήριον, ἀπροσωπόληπτος ὁ δι‐ καστὴς, ἀπροφάσιστος ἡ ἀπολογία· κατεστιγμένα τὰ πρόσωπα τὰ τῶν δυναστῶν, πενιχροὶ οἱ δυνάσται, πτωχοὶ οἱ βασιλεῖς· ἰδιῶται οἱ σοφοὶ, μωροὶ καὶ
15ἄδεκτοι οἱ ῥήτορες· ἄφρονες οἱ πλούσιοι, ἀνήκοα τὰ κολακεύματα τῶν πλαστογράφων· φανεραὶ αἱ καμ‐ πύλαι τῶν ῥᾳδιούργων, τηλαυγεῖς αἱ τροχιαὶ τῶν πλεονεκτῶν· βρωμώδης τῶν φιλαργύρων ἡ ὀσμὴ, φανερὰ τῶν ὑποκριτῶν ἡ ὑπουλότης, λινόπληγοι, οἱ
20ἐπιθέται· πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐνώπιον αὐτῶν. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! βέβηλοι, καὶ ἐναγεῖς, καὶ ἀκάθαρτοί εἰσιν ἐνώπιον τοῦ Θεοῦ. Πῶς μεμίαν‐ ται αὐτῶν αἱ ψυχαί! Πῶς βρωμοῦσιν αὐτῶν τὰ σώ‐ ματα ἐκ τῆς λαγνείας καὶ ἀκολασίας! Πῶς ἐμόλυ‐
25ναν τὰ σώματα, καὶ ἐμίαναν τὴν ψυχὴν, μὴ φυλά‐ ξαντες τὴν στολὴν τοῦ ἁγίου βαπτίσματος! Πῶς ἀναισχύντως καὶ ἀνερυθριάστως τῇ κραιπάλῃ καὶ τῇ μέθῃ, τῆς ἀσωτίας τὴν ὀζοθήκην τῆς κοιλίας, τὸν ἀσκὸν τῆς γαστρὸς, τῇ αὐταρκείᾳ καὶ ἐγκρατείᾳ μὴ
30στοιχήσαντες, ἀλλὰ τὸν πλοῦτον αὐτῶν αὐτὴν ἐμπι‐ στεύσαντες, τρυφηλῶς εἰς τὰς ἡδονὰς ὡς χοῖροι τῷ βορβόρῳ ἐγκυλινδούμενοι, τὰς ἡμέρας καὶ τὰ ἔτη αὐτῶν ἐδαπάνησαν· μετεωριζόμενοι ἐν λογισμοῖς ῥυπαροῖς, καὶ φαύλαις ἐννοίαις, καὶ ἀργολογίαις,
35καὶ θυμελικοῖς ᾄσμασι! Πῶς ἠλλοιώθησαν τὴν καρ‐ δίαν αὐτῶν τῇ πωρώσει, εἰς νοῦν μὴ λαβόντες τὴν σύνταξιν τοῦ Χριστοῦ, καὶ τὴν ἀπόταξιν τοῦ διαβό‐ λου! Πῶς ἐξετράπησαν τῆς εὐθείας ὁδοῦ, ἐν τῷ σκότει τῆς ἀγνοίας βαδίσαντες, καὶ τῷ ὕπνῳ τῆς
40ῥᾳθυμίας ἐκδόντες, εἰς πέταυρον τῆς γεέννης ἑαυτοὺς ποντίσαντες! Πῶς ἀπηλλοτριώθησαν τοῦ φωτὸς τῶν ἀρετῶν, ἀγαπήσαντες τὸ σκότος τῆς ἁμαρτίας, διὰ τὸ βαδίσαι αὐτοὺς τῇ πλατείᾳ καὶ εὐρυχώρῳ ὁδῷ τῆς τριβακῆς κακίας! Πῶς ἐπελάθοντο τῆς τοῦ Κυ‐
45ρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημίας, καὶ τῶν πολλῶν καὶ ἀνεξιχνιάστων αὐτοῦ εὐεργεσιῶν, καθαρισθέντες μὲν δι’ ὕδατος τοῦ θείου βαπτίσματος καὶ Πνεύματος ἁγίου, καὶ στολισθέν‐ τες τῷ μύρῳ τῆς ἀγαλλιάσεως! διὰ δὲ μικρὰν ἡδονὴν,

77

.

1084

(50)

μισητὴν καὶ συχαντὴν, ἀθετήσαντες τὰς τοιαύτας καὶ τηλικαύτας δωρεὰς, ἐδουλώθησαν πνεύματι πορ‐ νείας καὶ μοιχείας. Οὐαὶ τοῖς καταλείψασι τὴν υἱοθε‐ σίαν, καὶ ἀκολουθήσασι ταῖς τοῦ κόσμου ἡδοναῖς! Οὐαὶ τοῖς ἑπομένοις ταῖς τοῦ κόσμου συντυχίαις!
55Οὐαὶ τοῖς ἀγαπῶσι τὸ σκότος τῆς ἁμαρτίας! Οὐαὶ τοῖς καταλιποῦσι τὸ φῶς τῆς ἀληθείας! Οὐαὶ τοῖς περιπατοῦσιν ἐν νυκτὶ τῆς ἁμαρτίας! Οὐαὶ τοῖς καταλιμπάνουσι τὴν ἡμέραν τῆς θεογνωσίας! Οὐαὶ
τοῖς ἐμπεπλησμένοις τῇ κακῇ συνηθείᾳ τοῦ γέλωτος!

77

.

1085

Οὐαὶ τοῖς καλλωπιζομένοις πρὸς τὸ τρῶσαι ψυχὰς εἰς συνουσίαν καὶ λαγνείαν ἀκολασίας ἀκαθάρτου! ἀληθῶς ἄγκιστρόν ἐστι τοῦ διαβόλου, οὐ καλλωπισμός· τοῖς οὖν ποθοῦσι, καὶ ζητοῦσι, καὶ θέλουσι σωθῆναι,
5μισητός ἐστιν. Οὐαὶ τοῖς διαβάλλουσιν εἶς τῷ ἑνί! Οὐαὶ τοῖς παρακροαταῖς, καὶ συμβαλλομάχοις, καὶ ταραχοποιοῖς! Οὐαὶ τοῖς ὀμνύουσι διὰ φιληδονίαν. Οὐαὶ τοῖς ἐπιόρκοις! οὐαὶ τοῖς γαστριμάργοις, ὧν θεὸς, ἡ κοιλία! Οὐαὶ τοῖς μεθύουσιν! Μακάριος δὲ
10ὁ ἐνταῦθα ἑαυτὸν εὐτελίζων, καὶ ταπεινῶν διὰ τὸν Θεὸν, καὶ ἐξουθενῶν καὶ κατακρίνων! ὁ τοιοῦτος ὑπὸ Θεοῦ ὑψίστου ὑψοῦται, καὶ ὑπὸ ἀγγέλων ἐπαινεῖ‐ ται, καὶ ἐν τῇ κρίσει ἐξ εὐωνύμων οὐχ ἵσταται. Μακάριος ἄνθρωπος ὁ καρτερῶν ἐν προσευχαῖς,
15καὶ ὑπομένων ἐν νηστείαις, καὶ χαίρων ἐν ἀγρυ‐ πνίαις, καὶ ἀντιπαλαίων, καὶ ἀποσοβῶν τὸν ὕπνον, κάμπτων τε τὰ γόνατα εἰς δοξολογίαν Θεοῦ, κρούων τὸ στῆθος, τύπτων τὸ πρόσωπον, ὑψῶν τὰς χεῖρας εἰς τὸν ἀέρα, αἴρων τὸ ὄμμα εἰς
20οὐρανὸν πρὸς Κύριον, ἐννοῶν τὸν ἐπὶ θρόνου δόξης καθήμενον, καὶ καρδίας ἐτάζοντα, καὶ νεφροὺς ἐμ‐ βατεύοντα! Ὁ γὰρ τοιοῦτος ἀπολαύει τῶν αἰωνίων ἀγαθῶν, υἱὸς, καὶ ἀδελφὸς, καὶ φίλος, καὶ κληρονόμος Θεοῦ γίνεται. Τούτου λάμψει τὸ πρόσωπον ὡς ὁ
25ἥλιος ἐν ἡμέρᾳ κρίσεως, ἐν ᾗ ἡ τῶν οὐρανῶν βασι‐ λεία. Ὁ δὲ ἀγαπῶν τὴν ἀλήθειαν, φίλος Θεοῦ εὑρί‐ σκεται· ὁ δὲ ψεύδη ἐνδελεχίζων, φίλος δαιμόνων γί‐ νεται. Ὁ μισῶν τὸν δόλον, λυτροῦται τῆς ἀρᾶς. Ὁ ὑπομένων τοὺς πειρασμοὺς, ὡς ὁμολογητὴς στε‐
30φανοῦται ἐνώπιον τοῦ βήματος τοῦ Χριστοῦ. Ὁ γογ‐ γύζων, καὶ δυσπετῶν ἐν ταῖς συμπιπτούσαις συμ‐ φοραῖς, καὶ ταῖς συμβαινούσαις θλίψεσιν ἀκηδιῶν τε καὶ βλασφημῶν, οὗτος πεπλάνηται, καὶ φρένας κω‐ φὰς ἔχει. Ὁ πρᾶος, καὶ ἐπιεικὴς, καὶ ταπεινόφρων,
35ὑπὸ Θεοῦ ἐπαινεῖται, μακαρίζεται ὑπὸ τῶν ἀγγέλων, καὶ ἐγκωμιάζεται ὑπὸ τῶν ἀνθρώπων. Ὁ δὲ πικρὸς, καὶ ὀξύθυμος, καὶ ὀξύχολος, κεκατήραται ἀπὸ Θεοῦ· τούτου ἡ βρῶσις, βότρυς πικρίας δαιμόνων· ὁ δὲ οἶνος, θυμὸς δρακόντων, καὶ ἡ πῶσις ἰὸς ἀσπίδος
40ἀνίατος. Οἱ καθαροὶ τῇ καρδίᾳ ὁρῶσι τὴν τοῦ Θεοῦ δόξαν· οἱ δὲ ἐῤῥυπωμένοι τὸν νοῦν, ἐνοπτρίζον‐ ται τὸν διάβολον. Οἱ τὰ φαῦλα πράξαντες, καὶ τὰ ἄτοπα ἐννοοῦντες, καὶ τὰ κακὰ λογιζόμενοι εἰς τὸν πλησίον, κωλύουσιν αὐτοὺς τῆς θείας κοινωνίας. Οἱ
45τὸ πρόσωπον φοινικείοις ὑγραίνοντες, καὶ ψιμμυθίῳ τὰς παρειὰς τρίβοντες, καὶ λευκαίνοντες, καὶ δι’ ἐσόπτρων καὶ κατόπτρων στολιζόμενοι, πρὸς τὸ ζω‐ γρῆσαι καὶ σαγηνεῦσαι ψυχὰς εἰς ἀκολασίαν καὶ ἐπιθυμίας ἀτόπους, καὶ ἔρωτας σατανικοὺς, ἐν ἡμέ‐

77

.

1085

(50)

ρᾳ κρίσεως θεοσεβεῖς οὐχ εὑρίσκονται· ἀλλ’ ὡς καταφρονηταὶ τῶν ἐντολῶν τοῦ Θεοῦ κολάζονται. Οἱ περιεργαζόμενοι κάλλος ἀλλότριον, τῆς καλλονῆς τοῦ παραδείσου στερίσκονται. Οἱ ἐπιχαίροντες ἐπὶ πτώ‐ σει ἑτέρων, ἑαυτοὺς πτωματίζουσιν. Οἱ ἐπιθυμοῦν‐
55τες τὰ ἀλλότρια, τὰ ἴδια προδιδοῦσι καὶ ἀπόλονται. Οἱ κενόδοξοι, καὶ ὑπερήφανοι καὶ ἀνθρωπάρεσκοι,
μετὰ τοῦ διαβόλου καταδικάζονται. Οἱ ὑποκριταὶ,

77

.

1088

μετὰ τοῦ Σατανᾶ τιμωροῦνται. Οἱ τὸ σῶμα παρὰ τὸ δέον τρέφοντες, λιμοκτονοῦσι τὴν ψυχήν· οἱ ἐν γνώσει καὶ ἄνευ ἀνάγκης ἁμαρτάνοντες, καὶ μὴ με‐ τανοοῦντες, μετὰ ἀπίστων κολάζονται· οἱ λέγοντες,
5Ἐν νεότητι ἁμαρτήσωμεν, καὶ ἐν γήρᾳ μετανοήσω‐ μεν, ὑπὸ δαιμόνων ἐμπαίζονται, καὶ χλευάζονται, καὶ ὡς ἑκουσίως ἁμαρτάνοντες, τῆς μετανοίας οὐκ ἀξιοῦνται, ἀλλ’ ἐν νεότητι ὑπὸ τῆς τοῦ θανάτου δρε‐ πάνης θερίζονται· ὡς Ἀμμὼν ὁ τοῦ Ἰσραὴλ βασιλεὺς,
10ὁ καὶ τὸν Θεὸν παροργίσας διὰ τοὺς πονηροὺς αὐτοῦ λογισμοὺς, καὶ τὰς βεβήλους αὐτοῦ ἐννοίας. Οἱ γὰρ λέγοντες, Σήμερον ἁμαρτήσωμεν, καὶ αὔριον μετα‐ νοήσωμεν, οἱ τοιοῦτοι ἐματαιώθησαν ἐν τοῖς διαλο‐ γισμοῖς αὐτῶν· καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν
15καρδία, καὶ τὴν σήμερον ἀπώλεσαν, τὸ σῶμα φθεί‐ ραντες καὶ μιάναντες, καὶ τὴν ψυχὴν μολύναντες, καὶ τὸν νοῦν ζοφώσαντες, καὶ τὴν διάνοιαν θολώ‐ σαντες, καὶ τὴν συνείδησιν βορβορώσαντες· τὴν δὲ αὔριον ἐκλάπησαν· Οἱ γὰρ μὴ κλαίοντες διὰ τὸ πτῶ‐ μα τῆς πορνείας, καὶ μὴ πενθοῦντες διὰ τὸν βόρβορον τῆς μοιχείας, καὶ μὴ θρηνοῦντες διὰ τὸ πέταυ‐
20ρον τῆς ἀῤῥενοκοιτίας, καὶ μὴ ὀλολύζοντες διὰ τὴν μαλακίαν, οὐ δύνανται ὁλοψύχως μετανοῆσαι περὶ τὰ ἀπελθόντα ἁμαρτήματα, οὔτε διορθώσασθαι τὰ μέλλοντα. Οἱ γὰρ μὴ ζητοῦντες ἅπερ ἀπώλεσαν, καὶ τὰ σωζόμενα οὐκ ἐκτήσαντο. Οἱ μὴ ψηφίζοντες τὴν φυρασίαν τῆς ἐνθήκης, καὶ τὰ κεφάλαια ζημιοῦνται. Οἱ μὴ κοπιῶντες νουνεχῶς, καὶ νήφοντες ἐν εὐχαῖς, αἰχμαλωτίζονται ὑπὸ αἰσχρῶν λογισμῶν· οἱ δὲ αἰχμ‐ αλωτισθέντες, δουλεύουσι τῇ κακῇ συνηθείᾳ, ἄκοντες καὶ μὴ βουλόμενοι. Οἱ μὴ ἀγρυπνοῦντες νηφόντως
25ἐν τῇ ψαλμωδ[ε]ίᾳ, κλέπτονται. Οἱ μὴ γρηγοροῦντες ἐν τῇ ἀκροάσει τῶν θείων Γραφῶν, ἀλλ’ ὕπνῳ τῆς ῥᾳθυμίας ἑαυτοὺς ἐκδόντες, μετὰ τῶν πέντε μωρῶν παρθένων ἀποκλεισθήσονται. Οἱ τὰ ὅπλα τῆς νη‐ στείας ῥίπτοντες, ὑπὸ τῆς γαστριμαργίας σκελίζονται, καὶ ὑπὸ τῆς πορνομοιχοῦς ἀναιροῦνται ἁμαρ‐ τίας· οἱ τὰς τοῦ Θεοῦ ἐντολὰς μὴ φυλάξαντες, ὑπὸ δαιμόνων τιτρώσκονται, καὶ ἐν γεέννῃ πυρὸς καταδι‐ κάζονται. Οἱ τῆς Ἐκκλησίας καὶ τῆς κοινωνίας ἑαυτοὺς μακρύνοντες, ἐχθροὶ τοῦ Θεοῦ γίνονται, καὶ
30δαιμόνων φίλοι. Αἰσχυνέσθω πᾶσα αἵρεσις τῶν ἀθέων αἱρετικῶν, καλυπτέσθω τὸ γένος τῶν ἀπίστων, ἀπολέσθω ἡ συναγωγὴ τῶν Ἰουδαίων, ἐμφραττέσθω τὰ ἀκάθαρτα στόματα τῶν ἀρνησιθέων Ἑβραίων, ὅταν ὁ δοκιμάζων τὰς καρδίας, καὶ τοὺς νεφροὺς ἐτάζων, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δί‐ στομον, διικνούμενος μέχρι μερισμοῦ σαρκὸς, καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐν‐ θυμήσεων, καὶ ἐννοιῶν, κάθηται δικάζων. Τότε δὴ, τότε οὐκ ὀλίγους τινὰς ἐκ πολλῶν, ἀλλὰ πάντας ἐκ‐
35καλυπτομένους ὄψει, καὶ οὔτε δορὰ τοῦ προβάτου τὸν λύκον δύναται καλύψαι, οὔτε κονίασις τῶν ἔργων τὸν ἔνδον ἀποκρύψαι λογισμόν· οὐκ ἔστι γὰρ κτίσις ἀφανὴς τῷ κρίνοντι, ἀλλὰ πάντα γυμνὰ, καὶ τετρα‐ χηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. Οὐκ οὖν πρὸς τὰς τοῦ Θεοῦ ἐντολὰς, σαρκικοῖς ἀν‐ τιταξώμεθα πάθεσι· ταπεινώσωμεν λογισμοὺς κενο‐
40δόξους, ἐπαναστῶμεν τῷ διαβόλῳ πρὸς μάχην, ὀμ‐ ματώσωμεν εἰς νῆψιν τὴν διάνοιαν, κοιμήσωμεν λο‐ γισμοὺς ἁμαρτίας· κτησώμεθα προσευχὴν ἀρέμβα‐ στον, νοῦν νήφοντα, διάνοιαν διεγηγερμένην, συνεί‐ δησιν ἀθόλωτον, ἐγκράτειαν ἀτελεύτητον, νηστείαν
45ἀνυπόκριτον, ἀγάπην ἀπροσωπόληπτον, ἁγνείαν ἀνόθευτον, σωφροσύνην ἀμίαντον, ταπείνωσιν ἀν‐ ύπουλον, ψαλμῳδίαν ἄπαυστον, ἀνάγνωσιν ἀκενόδοξον, γουνυκλισίαν ἀνυπερήφανον, δέησιν διηνεκῆ, βίον καθαρὸν, λόγον ἀληθῆ, ξενοδοχίαν ἀγόγγυστον,

77

.

1088

(50)

ὑπομονὴν εὐχάριστον, ἐλεημοσύνην ἀνεξέταστον· τὴν ὀξυχολίαν ἐξοστρακίσωμεν, τὴν ὀργὴν ἐκδιώξωμεν, τὴν ἀκηδίαν ἐξεπώσωμεν, τὸν θυμὸν ἀποκτείνωμεν, τὴν λύπην μαράνωμεν, τὴν φιλαργυρίαν ξηράνωμεν. Μὴ φοβηθῶμεν τὸν κοινὸν θάνατον, τὸν τοῦ γένους
55τῶν ἀνθρώπων θεριστὴν, ἀλλὰ τὸν ὀλοθρευτὴν τῶν ἀνθρώπων· θάνατος γὰρ κυρίως, οὐχὶ ὁ χωρίζων
τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, ἀλλ’ ὁ χωρίζων ψυχὴν

77

.

1089

ἀπὸ τοῦ Θεοῦ. Ὁ Θεὸς ζωή ἐστιν· ὁ δὲ τῆς ζωῆς χωριζόμενος, τέθνηκε, τὴν πρόσθεν παῤῥησίαν ὡς τὴν ζωὴν ἀποβαλών· καὶ ἐπειδὴ θάνατος, ὁ διάβολος ὁ τοῦ θανάτου πατὴρ, ἵσταται ὡς ἀντίπαλος ἰσχυρὸς
5καθοπλιζόμενος, ἵνα ἡμᾶς ἐν ταῖς ἁγίαις ἡμέραις παλαίσῃ καὶ ῥήξῃ, καὶ εἴπῃ· Ἐνίκησα τοὺς Χριστοῦ στρατιώτας, κάλλος δείξας γυναικῶν, καὶ ἀπὸ τῆς ἀκοῆς ἐκρέμασα αὐτούς· κενοδοξίᾳ καὶ γαστριμαρ‐ γίᾳ βοθρίσας, ἐδραξάμην αὐτῶν τῆς κόμης τῶν ἀρε‐
10τῶν, καὶ σκελίσας ταῖς ἐπιθυμίαις, καὶ γαργαλίσας τῇ οἰνοποσίᾳ, ὠθίσας ἔῤῥιψα εἰς βόθρον πορνείας· μὴ οὖν χαροποιήσωμεν τοὺς ἀκαθάρτους δαίμονας, διότι ὁ ἡμέτερος Θεὸς, πάντων ἐστὶ σωτηρία καὶ δαιμόνων ὀλετήρ. Ἐπεὶ τοίνυν καὶ ἡμεῖς σώματα συμπεπλέγμε‐
15θα, καὶ θανάτῳ ὑπεύθυνοί ἐσμεν, ἀγωνισώμεθα γεν‐ ναίως, ἵνα τοὺς ἀκαθάρτους νικήσωμεν δαίμονας· ἐὰν γὰρ τὸν φόβον ἔχωμεν ἐν τῇ καρδίᾳ, καὶ τὴν μνήμην τοῦ θανάτου ἐν τῇ ψυχῇ περιφέρωμεν, πάν‐ τες οἱ δαίμονες καθ’ ἡμῶν ὁπλίζονται· ἀλλ’ ὥσπερ
20κριοκρούοντες, ὡς τεῖχος ἡμᾶς εὑρήσουσι· διὰ τὸ εἶναι τὸν Κύριον ἡμῶν μεθ’ ἡμῶν· ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.