TLG 4090 116 :: CYRILLUS :: Commentarii in Lucam (homilia 51) (= In transfigurationem [homilia diversa 9])

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Commentarii in Lucam (homilia 51) (= In transfigurationem [homilia diversa 9])

Citation: Volume — page — (line)

77

.

1009

(19t)

ΟΜΙΛΙΑ Θʹ.
20Εἰς τὴν μεταμόρφωσιν τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Οἱ μὲν εὖ εἰδότες ἀθλεῖν, τῶν θεωμένων ἐφήδονται κρότοις, καὶ ταῖς τῶν βραβείων ἐλπίσιν ἀκονῶνται πρὸς τὴν αὐτοῖς πρέπουσαν νίκην. Οἱ δέ γε τῶν
25θείων χαρισμάτων ἐπιτυχεῖν γλιχόμενοι, καὶ τῆς τοῖς ἁγίοις ηὐτρεπισμένης ἐλπίδος διψῶντες τὴν μέθ‐ εξιν, τοὺς ὑπὲρ τῆς εἰς Χριστὸν εὐσεβείας ἀγῶνας προσίενται μὲν ἀσμένως. Τὴν εὐδόκιμον δὲ κατορ‐ θοῦσι ζωὴν, οὐ τὸν ἄμισθον προτιμῶντες ὄκνον, οὔτε
30μὴν τὴν ἄνανδρον ἀγαπῶντες δειλίαν· κατανδριζό‐ μενοι δὲ μᾶλλον παντὸς πειρασμοῦ, καὶ τὰς τῶν διωγμῶν ἐφόδους ὀλίγου παντὸς ἀξιοῦντες λόγου, καὶ πλοῦτον ἡγούμενοι τὸ παθεῖν ὑπὲρ αὐτοῦ. Ἀνα‐ μέμνηνται γὰρ τοῦ μακαρίου γράφοντος Παύλου, ὅτι
35οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ἄθρει τοιγαροῦν οἰκονομίᾳ παγκάλῃ κεχρημένον καὶ νῦν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, εἰς ὄνησιν, καὶ οἰκο‐ δομὴν τῶν ἁγίων ἀποστόλων. Ἔφη μὲν γὰρ πρὸς
40αὐτούς· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησά‐ σθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν ἑαυτοῦ, καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ θέλει τὴν ψυχὴν αὑτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δὲ ἀπολέσῃ τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν.» Καὶ σωτήριον
45μὲν τὸ παράγγελμα, καὶ πρέπον ἁγίοις, καὶ τῆς ἀνωτάτω πρόξενον δόξης, καὶ τῆς εἰς λῆξιν θυμ‐ ηδίας ἐμποιητικόν. Τὸ γὰρ παθεῖν ἑλέσθαι διὰ Χρι‐ στὸν, οὐκ ἄμισθον· μᾶλλον δὲ τῆς αἰωνίου ζωῆς, καὶ δόξης περιποιεῖ τὴν μέθεξιν. Πλὴν οὔπω τὴν ἐξ

77

.

1009

(50)

ὕψος δύναμιν ἐσχηκότας τοὺς μαθητὰς, εἰκὸς ἦν τάχα που καὶ ἀνθρωπίναις περιπεσεῖν ἀσθενείαις, καὶ τοιοῦτόν τι καθ’ ἑαυτοὺς ἐννενοηκότας εἰπεῖν· Πῶς ἀρνήσεταί τις ἑαυτόν; Ἢ πῶς ἀπολέσας τὴν ἑαυτοῦ
ψυχὴν, εὑρήσει πάλιν αὐτήν; Τί δὲ τοῖς τοῦτο πα‐1009

77

.

1012

θοῦσι τὸ ἰσοστατοῦν ἔσται γέρας; ἢ καὶ ποίων ἔσται χαρισμάτων μέτοχος; Ἵνα τοίνυν τῶν τοιούτων αὐ‐ τοὺς ἀποστήσῃ καὶ λογισμῶν, καὶ ῥημάτων, καὶ οἷον μεταχαλκεύσῃ πρὸς εὐανδρίαν τῆς δοθησομένης
5αὐτοῖς εὐκλείας ἐπιθυμίαν ἐντεκών· «Λέγω ὑμῖν, φησὶ, εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν του Θεοῦ.» Ἆρά γε εἰς τοσοῦτον αὐτοῖς ἐκταθήσεται, φησὶ, τὸ τῆς ζωῆς μέτρον, ὥστε καὶ εἰς ἐκείνους
10φθάσαι τοὺς χρόνους, μεθ’ οὒς ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐξ οὐρανῶν κατελθὼν ἀποκαταστήσει τοῖς ἁγίοις τὴν ἡτοιμασμένην αὐτοῖς βασιλείαν; Ἀλλ’ ἦν μὲν καὶ τοῦτο ἐφικτὸν αὐτῷ. Πάντα γὰρ δύναται, καὶ οὐδὲν ἀμήχανον, ἢ ἀνήνυτον τοῖς αὐτοῦ πανσθενεστά‐
15τοις νεύμασι. Βασιλείαν δέ φησιν αὐτὴν τὴν θέαν τῆς δόξης, ἐν ᾗ καὶ αὐτὸς ὀφθήσεται κατ’ ἐκεῖνο και‐ ροῦ, καθ’ ὃν ἂν ἐπιλάμψει τοῖς ἐπὶ γῆς. Ἥξει γὰρ ἐν δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐκ ἔν γε μᾶλλον σμικροπρεπείᾳ τῇ καθ’ ἡμᾶς. Πῶς οὖν ἅρα θεωροὺς
20ἐποίει τοῦ θαύματος τοὺς λαβόντας τὴν ὑπόσχεσιν; Ἄνεισιν εἰς τὸ ὄρος, τρεῖς ἀπ’ αὐτῶν τοὺς ἐπιλέκτους ἔχων· εἶτα μεταπλάττεται πρὸς ἐξαίρετόν τινα καὶ θεοπρεπῆ λαμπρότητα, ὥστε καὶ τὸν ἱματισμὸν αὐ‐ τοῦ τῇ τοῦ φωτὸς προσβολῇ διαλάμψαι δοκεῖν. Εἶτα
25Μωσῆς καὶ Ἡλίας περιεστηκότες τὸν Ἰησοῦν προσ‐ ελάλουν ἀλλήλοις τὴν ἔξοδον αὐτοῦ, ἢν ἔμελλε πλη‐ ροῦν ἐν Ἱερουσαλὴμ, τοῦτ’ ἔστι, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, καὶ τὸ σωτήριον πάθος, τὸ ἐπὶ τῷ τιμίῳ, φημὶ, σταυρῷ. Καὶ γάρ ἐστιν ἀληθὲς,
30ὅτι ὁ διὰ Μωσέως νόμος, καὶ ὁ τῶν ἁγίων προφητῶν λόγος τὸ Χριστοῦ μυστήριον προανέδειξαν· ὁ μὲν ἐν τύποις καὶ σκιαῖς μονονουχὶ, καθάπερ ἐν πίνακι. καταγράφων αὐτὸ, οἱ δὲ πολυτρόπως προηγορευκό‐ τες, ὡς καὶ ὀφθήσεται κατὰ καιροὺς ἐν εἴδει τῷ
35καθ’ ἡμᾶς, καὶ ὅτι τῆς ἁπάντων ἕνεκα σωτηρίας, καὶ ζωῆς, οὐ παραιτήσεται τὸ παθεῖν τὸν ἐπὶ ξύλου θά‐ νατον. Οὐκοῦν ἡ Μωσέως καὶ Ἠλία παράστασις, καὶ τὸ προσλαλεῖν ἀλλήλοις αὐτοὺς, οἰκονομία τις ἦν εὖ μάλα καταδεικνύουσα δορυφορούμενον ὑπὸ
40νόμου καὶ προφητῶν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς καὶ νόμου καὶ προφητῶν δεσπότην προ‐ καταδειχθέντα παρ’ αὐτῶν, δι’ ὧν ἀλλήλοις συνῳδὰ προεκήρυξαν. Οὐ γὰρ ἀσύμβατα τοῖς διὰ τοῦ νόμου τὰ τῶν προφητῶν. Καὶ τοῦτο, οἶμαι, ἐστὶ, τὸ ἀλλήλοις
45προσλαλεῖν Μωσέα τὸν ἱερώτατον, καὶ τὸν τῶν προ‐ φητῶν πανάριστον· Ἠλίας δὲ οὗτος ἦν. Ἔστι δὲ καὶ ἄλλο τι ἐννοῆσαι. Ἐπειδὴ οἱ ὄχλοι ἔλεγον, οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, οἱ δὲ ἕνα τῶν προφητῶν, τοὺς κορυφαίους ἄγει, ἵνα κἀντεῦθεν τὸ μέσον ἴδωσι

77

.

1012

(50)

τοῦ δούλου, καὶ τοῦ δεσπότου. Μετὰ ταύτην δὲ καὶ ἑτέραν ἔννοιαν ἔστιν εἰπεῖν. Ἐπειδὴ γὰρ συνεχῶς ἐνεκάλουν αὐτῷ τὸ παραβαίνειν τὸν νόμον, καὶ βλάσ‐ φημον αὐτὸν εἶναι ἐνόμιζον, ὡς σφετεριζόμενον δό‐ ξαν οὐ προσήκουσαν αὐτῷ τὴν τοῦ Πατρὸς, καὶ
55ἔλεγον· «Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ Σάβ‐ βατον οὐ τηρεῖ·» καὶ πάλιν· «Περὶ καλοῦ ἔργου οὐ
λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι, ἄν‐1011

77

.

1013

θρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν·» ἵνα δειχθῇ ὅτι βασκανίας ἀμφότερα τὰ ἐγκλήματα, καὶ ἑκατέρων τούτων ἐστὶν ἀνεύθυνος, καὶ οὔτε νόμου παράβασίς ἐστι τὸ γινόμενον, οὔτε δόξης σφετερισμὸς τῆς οὐ
5προσηκούσης, τὸ λέγειν ἑαυτὸν ἴσον τῷ Πατρὶ, τοὺς ἐν ἑκατέρῳ λάμψαντας τούτων εἰς μέσον ἄγει. Καὶ γὰρ Μωσῆς τὸν νόμον ἔδωκε, καὶ ἠδύναντο λογίσα‐ σθαι οἱ Ἰουδαῖοι, ὅτι οὐκ ἂν περιεῖδε τὸν νόμον πα‐ τούμενον, ὡς ἐνόμιζον· οὐδ’ ἂν τὸν παραβαίνοντα
10αὐτὸν, καὶ τῷ τεθεικότι πολέμιον, ἐθεράπευσεν ἄν. Καὶ Ἠλίας δὲ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ ἐζήλωσε. Καὶ οὐκ ἂν, εἰ ἀντίθεος ἦν, καὶ Θεὸν ἑαυτὸν ἔλεγεν ἴσον τῷ Πατρὶ, μὴ ὢν ὅπερ ἔλεγε, μηδὲ προσηκόντως τοῦτο ποιῶν, παρέστη καὶ αὐτὸς καὶ ὑπήκουσεν.
15Ἔστι δὲ καὶ ἑτέραν αἰτίαν εἰπεῖν μετὰ τῶν εἰρημέ‐ νων. Ποίαν δὴ ταύτην; Ἵνα μάθωσιν ὅτι καὶ ζωῆς, καὶ θανάτου ἐξουσίαν ἔχει, καὶ τῶν ἄνω, καὶ τῶν κάτω κρατεῖ. Διὰ τοῦτο καὶ τὸν ζῶντα, καὶ τὸν τετελευτη‐ κότα, εἰς μέσον ἄγει. Καὶ γὰρ φαινόμενοι οὐκ ἐσί‐
20γων, ἀλλ’ ἐλάλουν τὴν δόξαν, ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ· τοῦτ’ ἔστι, καὶ τὸ πάθος, καὶ τὸν σταυ‐ ρὸν, ἐν τούτοις δὲ καὶ τὴν ἀνάστασιν. Ἀλλ’ οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πως ἀπονυστάζουσιν, ὡς τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ. Ἐπληροῦτο
25γὰρ οἰκονομικῶς τὰ ἀνθρώπινα. Εἶτα διαγρηγορήσαν‐ τες θεωροὶ γίνονται τῆς οὕτω σεπτῆς καὶ παραδόξου μεταβολῆς. Οἰηθεὶς δὲ ἴσως ὁ θεσπέσιος Πέτρος, ὅτι τάχα καὶ ἐνέστηκεν ὁ καιρὸς τῆς βασιλείας τοῦ Θεοῦ, ἀποδέχεται μὲν τὰς ἐν τῷ ὄρει διατριβάς·
30σκηνὰς δὲ τρεῖς γενέσθαι φησὶν, οὐκ εἰδὼς ὃ λέγει. Οὐ γὰρ ἦν καιρὸς τῆς συντελείας τοῦ αἰῶνος, οὔτε μὴν τὸ παρόντος χρόνου τοῦ λαβεῖν τοὺς ἁγίους τῆς ἐπηγ‐ γελμένης αὐτοῖς ἐλπίδος τὴν μέθεξιν. Ὁ γὰρ Παῦλός φησιν, «Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώ‐
35σεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώ‐ ματι τῆς δόξης αὐτοῦ,» Χριστοῦ δηλονότι. Οὔσης οὖν ἐν ἀρχαῖς ἔτι τῆς οἰκονομίας, καὶ οὔ ποτε πεπε‐ ρασμένης, πῶς ἦν εἰκὸς καταλῆξαι Χριστὸν τῆς εἰς τὸν κόσμον ἀγάπης ἕνεκα ἀποφοιτήσαντα τὸ παθεῖν
40ἐθέλειν ὑπὲρ αὐτοῦ; Σέσωκε γὰρ τὴν ὑπουράνιον, καὶ αὐτὸν ὑπομείνας τὸν κατὰ σάρκα θάνατον, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως καταργήσας αὐ‐ τόν. Οὐκ ᾔδει τοιγαροῦν ὁ Πέτρος, ὅπερ ἔφη· πλὴν πρὸς τῇ παραδόξῳ καὶ ἀποῤῥήτῳ θέᾳ τῆς δόξης
45Χριστοῦ πέπρακταί τι καὶ ἕτερον χρήσιμόν τε καὶ ἀναγκαῖον, εἰς βεβαίωσιν τῆς ἐπ’ αὐτῷ πίστεως, καὶ οὐχὶ μόνοις τοῖς μαθηταῖς, ἀλλὰ γὰρ καὶ ἡμῖν αὐτοῖς. Ἐκ νεφέλης γὰρ ἄνωθεν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς κατεδόθη φωνὴ λέγοντος· «Οὗτός ἐστιν ὁ Υἱός μου,

77

.

1013

(50)

ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε.» Καὶ ἐν τῷ γενέσθαι, φησὶ, τὴν φωνὴν, εὑρέθη μόνος ὁ Ἰησοῦς. Τί πρὸς ταῦτά φησι σκληροτράχηλος Ἰου‐ δαῖος, ὁ δυσάγωγος, καὶ ἀπειθὴς, καὶ ἀνουθέτητον ἔχων τὴν καρδίαν; Ἰδοὺ παρόντος Μωσέως ὁ Πατὴρ
55ἐντέλλεται τοῖς ἁγίοις ἀποστόλοις, ἀκούειν αὐτοῦ. Ἀλλ’ εἴπερ θέλῃ ταῖς Μωσέως ἀκολουθεῖν αὐτοὺς
ἐντολαῖς, ἔφη ἂν, ὅτι Πείθεσθε τῷ Μωσῇ, τηρεῖτε τὸν1013

77

.

1016

νόμον. Νυνὶ δὲ οὐδὲ τοῦτό φησιν ὁ Θεὸς, καὶ Πατήρ· ἀλλ’ ἑστῶτος Μωσέως, καὶ τοῦ προφήτου αὐτοῦ Ἠλία, αὐτοῦ μᾶλλον αὐτοὺς ἐπιτάττει ἀκούειν. Ἵνα δὲ μὴ συκοφαντῆται παρά τινων ἡ ἀλήθεια λεγόντων,
5ὅτι Μωσέως μᾶλλον ἀκούειν αὐτοὺς προστέταχεν ὁ Πατὴρ, καὶ οὐ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἀναγκαίως γοῦν ὁ εὐαγγελιστὴς ἐπεσημήνατο λέγων, ὅτι ἐν τῷ γενέσθαι τὴν φωνὴν, εὑρέθη Ἰησοῦς μόνος. Οὐκοῦν ὅτε τοῖς ἁγίοις ἀποστόλοις ὁ Θεὸς καὶ Πατὴρ,
10ὡς ἐκ νεφελῶν ἄνωθεν ἐνετέλλετο λέγων· «Ἀκούετε αὐτοῦ·» Μωσῆς μὲν ἀπῆν, Ἠλίας δὲ οὐ παρῆν, μόνος δὲ ἦν ὁ Χριστός. Αὐτοῦ τοιγαροῦν ἀκούειν προστέταχε. Καὶ γάρ ἐστιν αὐτὸς τέλος νόμου, καὶ προφητῶν. Διὰ τοῦτο καὶ τοῖς τῶν Ἰουδαίων δήμοις
15προσεφώνησε λέγων· «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπι‐ στεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Ἐπειδὴ δὲ τὴν διὰ τοῦ πανσόφου Μωσέως ἀτιμάζον‐ τες ἐντολὴν, καὶ τὸν διὰ τῶν ἁγίων προφητῶν ἀθετοῦντες λόγον μέχρι παντὸς μεμενήκασι, δικαίως
20ἀπηλλοτριώθησαν, καὶ τῶν τοῖς πατράσιν αὐτοῖς ἐπηγγελμένων ἐξώσθησαν ἀγαθῶν. «Ὑπακοὴ γὰρ ὑπὲρ θυσίαν ἀγαθὴ, καὶ ἡ ἐπακρόασις, ὑπὲρ στέαρ ἀρνῶν,» καθὼς γέγραπται. Καὶ τὰ μὲν τῶν Ἰου‐ δαίων ἐν τούτοις· ἡμῖν δὲ τοῖς ἐπεγνωκόσι τὴν ἐπι‐
25φάνειαν αὐτοῦ, πάντα πάντως ὑπάρξει ἀγαθὰ δι’ αὐτοῦ τε καὶ παρ’ αὐτοῦ τοῦ Χριστοῦ· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα καὶ κράτος σὺν
ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.1015