TLG 4090 115 :: CYRILLUS :: Ad Optimum episcopum (epist. 80) CYRILLUS Theol. Ad Optimum episcopum (epist. 80) Dup. partim BASILIUS Theol. (2040 004) (epist. 260) Citation: Volume — page — (line) | ||
77.365(35t) | EPISTOLA LXXX. | |
36t | AD OPTIMUM EPISCOPUM. | |
---|---|---|
37t | In illa verba: «Omnis qui occiderit Cain, septuplum punietur.» | |
38 | Καὶ ἄλλως ἡδέως ὁρῶν τοὺς ἀγαθοὺς παῖδας, διά τε τὸ ὑπὲρ τὴν ἡλικίαν τῶν ἠθῶν εὐσταθὲς, καὶ διὰ | |
40 | τὸ πρὸς τὴν σὴν εὐλάβειαν οἰκεῖον, ἀφ’ οὗ τι καὶ μέγα προσδοκᾷν ἔστιν ἐπ’ αὐτοῖς. Ἐπειδὴ μετὰ γραμμά‐ των σῶν εἶδον αὐτοὺς προσιόντας μοι, ἐδιπλασίασα τὸ ἐπ’ αὐτοῖς φίλτρον. Ὅτε δὲ ἀνέγνων τὴν ἐπιστο‐ λὴν, καὶ ἴδον ἐν αὐτῇ ὁμοῦ μὲν τὸ περὶ τὰς Ἐκκλη‐ | |
45 | σίας προνοητικὸν τῆς διαθέσεως, ὁμοῦ δὲ περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐπιμελὲς, ηὐχαρίστησα τῷ Κυρίῳ, καὶ ἐπηυξάμην τὰ ἀγαθὰ τοῖς τὰ τοιαῦτα ἡμῖν διακομίσασι γράμματα, καὶ πρό γε αὐτῶν τῷ γράψαντι ἡμῖν. Ἐπεζήτησας τὸ πολυθρύλλητον ἐκεῖνο, | |
77.365(50) | καὶ παρὰ πᾶσιν ἄνω καὶ κάτω περιφερόμενον ῥητὸν, τίνα τὴν λύσιν ἔχει τὸ, «Ὁ πᾶς ἀποκτείνας Καΐν, | |
ἑπτὰ ἐκδικούμενα παραλύσει;» Διὰ δὲ τούτου τέως | 365 | |
77.368 | μὲν αὐτὸς ἑαυτὸν συνέστησας, τὸ Τιμοθέου, ὥσπερ ἔδωκεν Παῦλος αὐτῷ, ἀκριβῶς φυλάσσοντα· δῆλος γὰρ εἶ προσέχων τῇ ἀναγνώσει. Ἔπειτα καὶ ἡμᾶς τοὺς γέροντας νεναρκηκότας ἤδη καὶ τῷ χρόνῳ, καὶ | |
5 | τῇ ἀσθενείᾳ τοῦ σώματος, καὶ τῷ πλήθει τῶν θλί‐ ψεων (αἱ πολλαὶ τοίνυν περὶ ἡμᾶς κινηθεῖσαι ἐβά‐ ρησαν ἡμῶν τὴν ζωὴν), ὅμως διανέστησας, καὶ ζέων τῷ πνεύματι κατεψυγμένους ἡμᾶς, ὡς τὰ φωλεύοντα τῶν ζώων εἰς ἐγρήγορσιν μετρίαν καὶ ζωτικὴν ἐνέρ‐ | |
10 | γειαν ἐπανάγεις. Ἔστιν οὖν τὸ ῥητὸν, καὶ ἀπλῶς οὕτω νοηθῆναι δυνάμενον, καὶ ἀποίκιλον ἐπιδέξασθαι λόγον. Ἡ μὲν οὖν ἁπλουστέρα, καὶ παντὶ δυναμένη ἐκ τοῦ προχείρου παραστῆσαι διάνοια, αὕτη ἐστίν· ὅτι δεῖ τὸν Καῒν ἑπταπλασίωνα δοῦναι τὴν τιμωρίαν | |
15 | ὑπὲρ ὧν ἥμαρτεν. Οὐ γάρ ἐστι δικαιοκρίτου ἴσας πρὸς ἴσας ὁρίζειν ἀνταποδόσεις· ἀλλ’ ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθήκης ἀποτῖσαι τὰ ὀφειλόμενα, ἢ μέλλει αὐτὸς βελτίων ταῖς τιμωρίαις γενέσθαι, καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιῆσαι | |
20 | τῷ ὑποδείγματι. Οὐκοῦν ἐπειδὴ τέτακται ἑπτάκις ἀποπληρῶσαι τὴν δίκην τῶν ἡμαρτημένων τὸν Καΐν, παραλύσει, φησὶν, τούτῳ τῷ ὑπὸ τῆς θείας κρίσεως ἐπ’ αὐτῷ δεδογμένον, ὁ ἀποκτείνας αὐτόν. Οὗτός ἐστιν ὁ νοῦς ὁ ἐντεῦθεν ἀπὸ τῆς πρώτης ἀναγνώσεως | |
25 | ὑποπίπτων. Ἐπειδὴ δὲ ἐρευνᾷν πέφυκε τὰ βάθη τῶν φιλοπονωτέρων ἡ διάνοια, ἐπιζητεῖ τὸ δίκαιον, πῶς ἐν τῷ ἑπτάκις πληροῦται καὶ τὰ ἐκδικούμενα; πότε‐ ρον τὰ ἁμαρτηθέντα ἑπτά ἐστιν, ἓν μὲν τὸ ἁμάρτημα, ἑπτὰ δὲ ἐπὶ τῷ ἑνὶ αἱ κολάσεις; Ἀεὶ μὲν οὖν ἡ | |
30 | Γραφὴ τὸν τῆς ἀφέσεως τῶν ἁμαρτιῶν ἀριθμὸν ἐν τοῖς ἑπτὰ περιορίζει. «Ποσάκις, φησὶ, ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ (ὁ Πέτρος ἐστὶ λέγων τῷ Κυρίῳ); ἕως ἑπτάκις;» Εἶτα ἀπό‐ κρισις τοῦ Κυρίου· «Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ’ | |
35 | ἕως ἑβδομηκοντάκις ἑπτά·» οὐ γὰρ ἐπ’ ἄλλον ἀρι‐ θμὸν μετέβη ὁ Κύριος, ἀλλὰ τὸν ἑπτὰ πολυπλασιάσας, ἐν αὐτῷ τὸν ὅρον ἔθετο. Καὶ δι’ ἑπτὰ ἐτῶν ὁ Ἑβραῖος ἀπελύετο τῆς δουλείας. Ἑπτὰ δὲ ἑβδομάδες ἐτῶν τὸ ὀνομαστὸν Ἰωβίλαιον ἐποίουν τοῖς πάλαι, ἐν ᾧ ἐσαβ‐ | |
40 | βάτιζεν ἡ γῆ, χρεῶν δὲ ἦσαν ἀποκοπαὶ, καὶ δουλείας ἀπαλλαγὴ, καὶ οἱονεὶ νέος ἄνωθεν καθίστατο βίος ἐν τῷ ἑβδοματικῷ ἀριθμῷ, τοῦ παλαιοῦ τρόπον τινὰ τὴν συντέλειαν δεχομένου. Ταῦτα δὲ τύποι τοῦ αἰῶνος τούτου, ὃς διὰ τῶν ἑπτὰ ἡμερῶν ἀνακυκλούμενος | |
45 | ἡμᾶς παρατρέχει· ἐν ᾧ γίνονται αἱ τῶν μετριωτέ‐ ρων ἁμαρτημάτων ἐκτίσεις, κατὰ τὴν φιλάνθρωπον ἐπιμέλειαν τοῦ ἀγαθοῦ Δεσπότου, ὡς μὴ τῷ ἀπεράντῳ αἰῶνι παραδοθῆναι ἡμᾶς εἰς κόλασιν. Τὸ μὲν οὖν ἑπτάκις, διὰ τὴν πρὸς τὸν κόσμον τοῦτον συγγένειαν | |
77.368(50) | ὡς τῶν φιλοκόσμων ἀνθρώπων ἀπ’ αὐτῶν ὀφειλόντων μάλιστα ζημιοῦσθαι, ὧν ἕνεκα εἵλοντο πονηρεύε‐ σθαι. Ἐκδικούμενα δὲ εἴ τῳ παρὰ τῷ Καῒν λέγοις, εὑρήσεις ἐπτά· εἰ τὰ παρὰ τοῦ κριτοῦ ἐπ’ αὐτῷ | |
ὁρισθέντα, καὶ οὔτως οὐκ ἀποτεύξῃ τῆς ἐννοίας. | 367 | |
77.369 | Ἐν μὲν οὖν τοῖς παρ’ αὐτοῦ Καῒν τετολμημένοις, πρῶ‐ τον ἁμάρτημα, φθόνος, ἐπὶ τῇ προτιμήσει τοῦ Ἄβελ. Δεύτερον, δόλος μεθ’ οὗ διελέχθη τῷ ἀδελφῷ, εἰπών· «Διέλθωμεν εἰς τὸ πεδίον.» Τρίτον, φόνος. Τέταρτον | |
5 | προσθήκη τοῦ κακοῦ, ὅτι καὶ ἀδελφοῦ φόνος μείζων ἡ ἐπίτασις. Πέμπτον, Ὅτι πρῶτος φονεὺς Καῒν πο‐ νηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών. Ἕκτον ἀδίκημα, ὅτι γονεῦσιν πένθος ἐνεποίησεν. Ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ, ὅτι «Ποῦ Ἄβελ ὁ ἀδελφός | |
10 | σου;» εἶπεν, «Οὐκ οἶδα.» Ἑπτὰ οὖν ἐκδικούμενα παρέλυσεν ἐν τῷ ἀναιρεθῆναι τὸν Καΐν. | |
14 | Ἐπειδὴ γὰρ εἶπεν ὁ Κύριος, ὅτι «Ἐπικατάρατος | |
15 | ἡ γῆ, ἣ ἔχανεν δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου, καὶ στένων, καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς,» ὁ Καΐν φησι· «Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στέ‐ νων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ πᾶς ὁ εὑρίσκων | |
20 | ἀποκτενεῖ με.» Πρὸς δὴ τοῦτο ὁ Κύριός φησιν· «Οὐχ οὕτως· πᾶς ὁ ἀποκτείνας Καῒν ἑπτὰ ἐκδι‐ κούμενα παραλύσει.» Ἐπειδὴ γὰρ ἐνόμισεν εὐάλω‐ τος εἶναι παντὶ Καῒν, διὰ τὸ ἐκ τῆς γῆς τὴν ἀσφά‐ λειαν μὴ ἔχειν· ἐπικατάρατος γὰρ ἡ γῆ ἀπ’ αὐτοῦ, | |
25 | καὶ τῆς ἀπὸ Θεοῦ βοηθείας ἠρημᾶσθαι, ὀργισθέντος αὐτοῦ ἐπὶ τῷ φόνῳ, ὡς οὔτε ἀπὸ γῆς, οὔτε ἀπὸ τοῦ οὐρανοῦ ἀντιλήψεως αὐτῷ λειπομένης, «Ἔσται, φησὶ, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με·» ἐλέγχει αὐτοῦ τὸ σφάλμα ὁ Λόγος, λέγων· «Οὐχ οὕτως,» του‐ | |
30 | τέστιν, οὐκ ἀναιρεθήση. Ὁ δὲ οὐ μόνον κρύπτει τὸ ἕλκος, ἀλλὰ καὶ ἕτερον προσεργάζεται τῷ φόνῳ τὸ ψεῦδος, ἐπισυνάπτων· «Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ εἰμι ἐγώ;» Ἐντεῦθεν λοιπὸν ἀπαριθμεῖται τὰς τιμωρίας. «Ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ.» | |
35 | Μία κόλασις. «Ἔργα τὴν γῆν.» Δευτέρα αὕτη· ἀνάγκη γάρ τις ἄῤῥητος αὐτῷ συνέζευκται πρὸς τὸ ἔργον τῆς γῆς αὐτὸν κατεπείγουσα, ὥστε μηδὲ βου‐ λομένῳ αὐτῷ ἐξεῖναι ἀναπαύεσθαι, ἀλλ’ ἀεὶ αὐτὸν πρὸς τὸ ταλαιπωρεῖσθαι τῇ ἐχθρᾷ αὐτοῦ γῇ, ἣν ἐπι‐ | |
40 | κατάρατον αὐτὴν ἐποίησεν, μιάνας ἀδελφότητος αἵ‐ ματι. Δεινὴ γὰρ τιμωρία ἡ μετὰ τῶν μισούντων δι‐ αγωγὴ, σύνοικον ἔχειν πολέμιον, ἄπαυστον ἔχειν τὸ μῖσος. «Ἔργα τὴν γῆν,» τουτέστιν, κατατεινό‐ μενος τοῖς ἔργοις τοῖς γεωπονικοῖς, οὐδένα χρόνον | |
45 | ἀνήσεις, οὔτε νυκτὸς, οὔτε ἡμέρας ἐκλυόμενος ἐκ τῶν πόνων, Δεσπότου τινὸς χαλεπωτέραν ἔχων τὴν ἀνάγκην ἐπὶ τὰ ἔργα σε διεγείρουσαν, καὶ οὐ προσ‐ θήσει δοῦναι ἰσχὺν αὐτῆς. Καίτοι εἰ καὶ τὸ τῆς ἐρ‐ γασίας ἄπαυστον εἶχέ τινα καρπὸν, αὐτὸς ὁ πόνος οὐ | |
77.369(50) | μετρία βάσανος τῷ ἀεὶ κατατεινομένῳ καὶ κοπιῶντι· ἐπειδὴ δὲ καὶ ἡ ἐργασία ἄπαυστος, καὶ ἄκαρπος ἡ περὶ γῆν ταλαιπωρία, ἡ ἀκαρπία τῶν πόνων. «Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς.» Δύο προσέθηκεν ἄλλας | |
ταῖς τρισὶ, στεναγμὸν διηνεκῆ, καὶ τρόμον τοῦ σώ‐ | 369 | |
77.372 | ματος, τὸν ἐκ τῆς ἰσχύος στηριγμὸν τῶν μελῶν οὐκ ἐχόντων. Ἐπειδὴ γὰρ κακῶς ἐχρήσατο τῇ δυνάμει τοῦ σώματος, ὑφῃρέθη αὐτοῦ ὁ τόνος, ὥστε κλονεῖ‐ σθαι αὐτὸν καὶ κατασείεσθαι, οὔτε ἄρτον δυνάμενον | |
5 | προσφέρειν ἀδεῶς τῷ στόματι, οὔτε ποτὸν προσκο‐ μίζειν τῆς πονηρᾶς χειρὸς μετὰ τὴν ἀνοσίαν πρᾶξιν, οὔτε ταῖς ἰδίαις καὶ ἀναγκαίαις τοῦ σώματος χρείαις λοιπὸν ἐξυπηρετεῖσθαι συγχωρουμένης. Ἄλλη τιμω‐ ρία, ἣν ἀπεκάλυψεν ὁ Καῒν εἰπών· «Εἰ ἐκβάλλεις | |
10 | με νῦν ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι.» Ἡ βαρυτάτη κόλασις τοῖς σωφρονοῦ‐ σιν ὁ ἀπὸ Θεοῦ χωρισμός. «Καὶ ἔσται, φησὶν, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με.» Εἰκάζει ἐκ τοῦ ἀκο‐ λούθου τῶν προαγόντων. Εἰ ἀπὸ τῆς γῆς ἐκβέβληκάς | |
15 | με, εἰ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, λείπεται ἀπὸ παντὸς ἀναιρεῖσθαι. Τί οὖν ὁ Κύριος; «Οὐχ οὕτως.» Ἀλλ’ ἔθετο σημεῖον ἐπ’ αὐτόν· ἑβδόμη αὕτη τιμωρία. Τὸ δὲ μὴ κρύπτεσθαι τὴν τιμωρίαν ἀλλὰ σημείῳ προδήλῳ προκεκηρύχθαι, ὅτι οὗτός ἐστιν | |
20 | ὁ τῶν ἀνοσίων ἔργων δημιουργὸς (καὶ γὰρ τὸ ὀρθῶς λογιζομένων), βαρυτάτη κολάσεων αἰσχύνη, ἣν καὶ περὶ τῆς κρίσεως μεμαθήκαμεν, ὅτε οὗτοι ἀναστή‐ σονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον. Ἀκολουθεῖ τούτῳ ζήτημα συγ‐ | |
25 | γενὲς τὸ παρὰ τοῦ Λάμεχ ταῖς γυναιξὶν εἰρημένον· «Ὅτι ἄνδρα ἀπέκτεινα, καὶ νεανίσκον εἰς μώλωπα» Ἄλλο οὖν τραῦμα, καὶ ἄλλο μώλωψ, καὶ ἄλλο ἀνὴρ, καὶ ἄλλο νεανίσκος. Ὅτι εἰ ἐκ Καῒν ἐκδεδίκηται ἑπ‐ τάκις, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτὰ τετρακοσίας | |
30 | καὶ ἐννενήκοντα τιμωρίας ὑποσχεῖν. Εἰ μὴ δίκαιος, εἴπερ δικαία τοῦ Θεοῦ ἡ κρίσις ἐπὶ τοῦ Καῒν, ὤστε ἑπτὰ αὐτὸν παρέχειν τὰς κολάσεις· ὁ μὲν γὰρ οὐκ ἔμαθεν παρ’ ἄλλου τὸ φονεύειν, οὗτος δὲ εἶδεν τιμω‐ ρίαν ὑπέχοντα φονευτήν. Ἐγὼ δὲ ἐν ὀφθαλμοῖς ἔχων | |
35 | τὸν στένοντα καὶ τρέμοντα, καὶ τὸ μέγεθος τῆς ὀργῆς τοῦ Θεοῦ, οὐκ ἐσωφρονίσθην τῷ ὑποδείγματι, ὅθεν ἄξιός εἰμι τετρακοσίας καὶ ἐννενήκοντα δοῦναι κο‐ λάσεις. Ἔνιοι δὲ πρὸς τοιοῦτον ὥρμησαν λόγον οὐκ ἀπᾴδοντα τοῦ ἐκκλησιαστικοῦ δόγματος, ὅτι ἀπὸ τοῦ | |
40 | Καῒν ἕως τοῦ κατακλυσμοῦ ἑπτὰ παρεληλύθασιν γενεαί. Καὶ εὐθέως ἐπηνέχθη τῇ γῇ ἡ τιμωρία, διὰ τὸ πολλὴν γενέσθαι χύσιν τῆς ἁμαρτίας. Τὸ δὲ ἁμάρ‐ τημα τοῦ Λάμεχ οὐ κατακλυσμοῦ δεῖται πρὸς θερα‐ πείαν, ἀλλ’ αὐτοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ | |
45 | κόσμου. | 371 |