TLG 4090 112 :: CYRILLUS :: De synagogae defectu (fragmentum) [Sp.] CYRILLUS Theol. De synagogae defectu (fragmentum) [Sp.] Citation: Volume — page — (line) | ||
76.1421(3t) | DE SYNAGOGE DEFECTU SEU TRANSNOMINATIONE ABRAMI IN ABRAHAMUM. | |
4 | Τοῦ ἁγίου Κυρίλλου, ἐκ τοῦ λόγου, οὗ ἡ ἐπι‐ | |
---|---|---|
5 | γραφή· «Ἀπόδειξις διὰ τῶν ἀρχῆθεν γεγε‐ νημένων θείων χρησμῶν τοῖς θεσπεσίοις πα‐ τριάρχαις περὶ τῆς ἀμείψεως καὶ μεταθέσεως τῶν Ἰουδαίων καὶ τῶν ἐθνῶν.» Ἡ τοῦ Ἀβραὰμ ἀντωνομασία κατείληπται σημαί‐ | |
10 | νουσα τὸν τριαδικὸν ἀριθμὸν τῶν θεαρχικῶν ὑπο‐ στάσεων· ἐπεὶ γὰρ Ἄβραμ ὠνομάσθη ὁ θεσπέσιος πατριάρχης, Ἀβραὰμ ἀντωνομάσθη θεόθεν. Εἰ μέν τις ἕλοιτο διερμηνεῦσαι τουτὶ, τοῦ ὀνόματος τὸ προ‐ καταρκτικὸν στοιχεῖον τὸ α ἄγων μετὰ τοῦ συνημ‐ | |
15 | μένου καὶ συμπελάζοντος αὐτῷ, τοῦ β φημι, πάντως εὑρήσει καθ’ ὑπερβιβασμὸν τοῦ μετὰ τὸ ρ α, ση‐ μαῖνον Πατήρ· τὸ γὰρ ἀβὰ, πατὴρ ἑρμηνεύεται δήπουθεν. Εἰ δέ γε πάλιν διῃρημένως τὸ δεύτερον τῇ θέσει στοιχεῖον, λέγω δὴ τὸ β, μετὰ τοῦ συνημμέ‐ | |
20 | νου καὶ συμπελάζοντος αὐτῷ ρ, διασαφῆσαι θελήσει, πάλιν εὑρήσει καθ’ ὑπερβιβασμὸν ὡσαύτως τοῦ αὐ‐ τοῦ α, σημαῖνον Υἱός· τὸ γὰρ βὰρ, υἱὸς ἑρμη‐ νεύεται δήπουθεν. Εἰ δὲ τὸ τελικὸν στοιχεῖον, λέγω δὴ τὸ μ, μετὰ τοῦ συνημμένου καὶ συμπελάζοντος | |
25 | αὐτῷ προσαναγνῶναι καὶ διασαφῆσαι βουληθείη, | 1421 |
76.1424 | πάλιν ἀνθυποστρόφως εὑρήσει κατὰ σύλληψιν τοῦ αὐτοῦ ρ, σημαῖνον ὕψιστος· ἑρμηνεύεται γὰρ δη‐ λονότι τὸ μὰρ, ὕψιστος· ὅπερ τοῦ παναγίου Πνεύ‐ ματος αἰνίττεται τὴν ὑπόστασιν· Θεὸν αὐτὸν πεφυ‐ | |
5 | κέναι καὶ εἶναι περιφραστικῶς ἡμᾶς διδασκούσης τῆς λέξεως· οὐδὲν γὰρ ἕτερον ὁ ὕψιστος πέφυκεν, ἀλλ’ ἢ πάντως κατὰ φύσιν Θεός. Ταύτης οὖν ὑπὸ Θεοῦ τῷ πατριάρχῃ δοθείσης ἀντωνομασίας, εὕρηται σαφῶς προγεγραμμένον τε καὶ προδεδηλωμένον καὶ | |
10 | τὸ τῆς ἁγίας Τριάδος ἀποῤῥητότατον καὶ μυστικώ‐ τατον δόγμα, σαφῶς ἐξ ὀνόματος Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ἐμφαινούσης καὶ σημαινούσης καὶ μυσταγωγούσης τῆς τοῦ Ἀβραὰμ προσηγορίας, κατὰ τὴν τοῦ Χριστοῦ καὶ Σωτῆρος ἡμῶν ἐπὶ τῆς θεολο‐ | |
15 | γίας ἀριδηλοτάτην ὀνομασίαν καὶ ἀπαρίθμησιν καὶ | |
παράδοσιν. | 1423 |