TLG 4090 110 :: CYRILLUS :: Dialogus cum Nestorio [Sp.] CYRILLUS Theol. Dialogus cum Nestorio [Sp.] Citation: Volume — page — (line) | ||
76.249(1t) | ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ | |
2t | ΔΙΑΛΕΞΙΣ ΠΡΟΣ ΝΕΣΤΟΡΙΟΝ | |
---|---|---|
3t | ΟΤΙ ΘΕΟΤΟΚΟΣ Η ΑΓΙΑ ΠΑΡΘΕΝΟΣ ΚΑΙ ΟΥ ΧΡΙΣΤΟΤΟΚΟΣ. | |
4 | ΝΕΣΤΟΡΙΟΣ. Ὅταν ἡ θεία Γραφὴ διαλέγηται γέν‐ | |
5 | νησιν Χριστοῦ ἐκ Μαρίας τῆς παρθένου [ἢ] θάνατον, οὐδαμοῦ τεθεῖσα φαίνεται Θεοῦ, ἀλλὰ Χριστοῦ ἢ Κυ‐ ρίου ἢ Ἰησοῦ, ἐπειδὴ τὰ τρία ταῦτα τῶν δύο φύσεων σημαντικὰ, ποτὲ μὲν ταύτης, ποτὲ δὲ ἐκείνης· οἷόν τι λέγω· Ὅταν τὴν ἐκ Παρθένου γέννησιν ἡμῖν τοῦ | |
10 | Χριστοῦ μηνύει [cod. μηνύων] ὁ Ἀπόστολος, λέγει· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν γενόμενον ἐκ γυναικός·» οὐκ εἶπε δὲ, Ἐξαπέστειλε τὸν Θεὸν Λό‐ γον· λαμβάνει δὲ τὸ ὄνομα τὸ μηνύον τὰς δύο γενέσεις, ἤτοι Θεὸν [cod. Θεὸς] καὶ ἄνθρωπον, ἐπειδὴ διπλοῦς | |
15 | ἐστιν ὁ Χριστός· Υἱὸν γὰρ Θεοῦ ἐγέννησεν ἡ Παρ‐ θένος, καθότι ἔφησεν· «Ὑμεῖς δὲ θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες·» ὄθεν Χριστοτόκον, Κυριοτόκον, ἀνθρωποτόκον ἐμάθομεν ἀπὸ τῆς Γραφῆς λέγειν, Θεοτόκον δὲ οὐδαμῶς ἐδιδάχθημεν λέγειν τὴν ἁγίαν | |
20 | Παρθένον. ΚΥΡΙΛΛΟΣ. Ἡσαΐας βοᾷ ἐν Πνεύματι λέγων· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, | |
καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι | 249 | |
76.252 | μεθερμηνευόμενον, Μεθ’ ἡμῶν ὁ Θεός· Θεὸς οὖν ὁ τεχθεὶς, κἂν θέλῃς, κἂν μὴ θέλῃς. ΝΕΣΤ. Ὁ ἄγγελος τῷ Ἰωσὴφ εἶπεν· «Ἀναστὰς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ | |
5 | φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι·» οὐκ εἶπε δὲ, Παράλαβε τὸν Θεὸν καὶ τὴν μητέρα αὐτοῦ. ΚΥΡ. Ἀλλ’ ὁ ἀρχάγγελος Γαβριὴλ πρὸς τὴν Παρ‐ θένον λέγει· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, | |
10 | καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, υἱὸς Ὑψίστου κληθή‐ σεται.» ΝΕΣΤ. Ὁ Ἀπόστολος ἔφη· «Ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών·» ὅπερ ἐστὶ τὸ ἡμέτερον ἐν‐ | |
15 | δυσάμενος σῶμα, ἔνθα προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις, ὡς Κυριακὸς ἄνθρωπος. ΚΥΡ. Πᾶν τὸ γενόμενον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· οὐκ ἀναιρεῖ δὲ τῆς γεννήσεως παράδοξον· ὡς γὰρ ὁ | |
20 | Θεὸς τίκτει θεϊκῶς, οὕτω καὶ ἡ θεοπρεπὴς Παρθένος ἔτεκεν ἐν σαρκὶ τὸν ἐκ Θεοῦ Θεὸν Λόγον. ΝΕΣΤ. Πᾶσα μήτηρ τὸ ὁμοούσιον αὐτῆς τίκτει· οὐκ ἔστιν οὖν αὐτοῦ μήτηρ, εἰ μὴ αὐτὸς ὁμοούσιος αὐτῆς ὑπάρχει· πῶς γὰρ αὐτοῦ μήτηρ τοῦ ἀλλοτρίου | |
25 | τῆς οὐσίας αὐτῆς ὑπάρχοντος [cod. τὸ ἀλλότριον ὑπάρχον]; ΚΥΡ. Ἡμᾶς ἐκ Παρθένου καὶ ἐκ Πνεύματος ἁγίου ἕνα Υἱὸν ἐδιδάχθημεν ὁμολογεῖν, ὁμοούσιον τῇ μητρὶ ὡς τῷ Πατρὶ, καθὼς οἱ Πατέρες εἰρήκασιν. | |
30 | ΝΕΣΤ. Διαιρῶ τὰς φύσεις, ἑνῶ τὴν προσκύνησιν, ἐπειδὴ ἀχώριστος τοῦ φαινομένου Θεός· διὰ τοῦτο οὐ χωρίζω τὴν τιμήν. ΚΥΡ. Ὁ διαιρῶν τὰς φύσεις, δύο υἱοὺς λέγει, μὴ πιστεύων τῇ Γραφῇ λεγούσῃ, ὅτι «Ὁ Λόγος σὰρξ | |
35 | ἐγένετο.» ΝΕΣΤ. Παῦλος λέγει «ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γενέσθαι Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι ἑαυτὸν, θυσίαν ἑαυτὸν προσέφερεν ὑπὲρ ἑαυτοῦ ὡς ὑπὲρ τοῦ λαοῦ· ὅθεν ἀρχιερεὺς καθ‐ | |
40 | ίσταται τὰ πρὸς τὸν Θεόν.» ΚΥΡ. Παῦλος λέγει· «Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χω‐ ρὶς ἁμαρτίας ὀφθήσεται.» Καὶ πάλιν· «Ἁμαρτίαν οὐκ ἐποίησεν, καὶ δόλος οὐχ ὑπῆρχεν ἐν τῷ στόματι | |
45 | αὐτοῦ·» καὶ ἰδοὺ αὐτὸς ἑαυτὸν προσφέρει ὑπὲρ ἡμῶν· ἴδε οὖν οὐχ ὑπὲρ ἑαυτοῦ ἀνήνεγκεν αὑτὸν, ἀλλ’ ὑπὲρ τοῦ λαοῦ. ΝΕΣΤ. Αὐτοῦ λέγοντος· «Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ζήσεται δι’ ἐμοῦ, | |
76.252(50) | καθὼς ἐγὼ ζῶ διὰ τὸν ἀποστείλαντά με Πατέρα.» | 251 |
76.253 | Τίνα οὖν ἐσθίεις, αἱρετικέ; τὴν θεότητα, ἢ τὴν ἀν‐ θρωπότητα; Οὐκ εἶπε γὰρ ὁ Χριστὸς, Ὁ τρώγων μου τὴν θεότητα, ἀλλὰ, Τὴν σάρκα. ΚΥΡ. Ἐγὼ μὲν πίστει μεταλαμβάνω τὴν τοῦ | |
5 | ζωοποιοῦ Λόγου ζωοποιοῦσαν σάρκα· ὅθεν ὁ Σωτὴρ ἔφη· «Οἱ ἐσθίοντες ἐκ τούτου τοῦ ἄρτου, οὐ μὴ γεύσωνται θανάτου εἰς τὸν αἰῶνα·» οἱ δὲ ἀναξίως μεταλαμβάνοντες, διὰ τῆς ἀπειθείας κριθήσονται. ΝΕΣΤ. «Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐ‐ | |
10 | τοῦ· Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με·» καὶ διὰ τοῦτό φησιν· «Ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·» νόει οὖν τὸν χρισθέντα, ὁμολόγει τὸν χρί‐ σαντα, καὶ προσκύνει τὸν ναὸν διὰ τὸν ἐν αὐτῷ κατ‐ | |
15 | οικοῦντα. ΚΥΡ. Ἐγὼ ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου ἕνα Υἱὸν ἐκ δύο ὁμολογῶ· τὸν ἕνα εἰς δύο οὐ διαιρῶ. ΝΕΣΤ. Πῶς ἀγνοεῖν λέγεις τὴν ὥραν, ἣν ὁ Υἱὸς | |
20 | οὐκ οἶδεν, εἰ μὴ μόνος ὁ Πατήρ; Ἢ πῶς εἰδὼς ἀρνεῖται [cod. ἄρχεται]; Ἢ μὴ εἰδὼς, πῶς ἐκλήθη σοφία καὶ δύναμις Θεοῦ ὁ τῆς ἀγνοίας μετέχων (cod. τὸν ἀγνοίας μετέχοντα τόπον); ΚΥΡ. Οὐκ ἀγνοεῖ ὁ Υἱὸς τοῦ Θεοῦ τὴν ὥραν, τὰ | |
25 | πάντα εἰδὼς καὶ ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, καθὼς αὐτὸς εἶπεν· «Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός·» μόνος τὴν φύσιν τοῦ Πατρὸς γινώσκει τὴν πρὸ πάντων, καὶ τὸ τέλος τοῦ αἰῶνος ἀγνοεῖ ὁ Υἱὸς τοῦ Θεοῦ; Μὴ γένοιτο· ἀλλ’ ἀγνοεῖ μὲν ὁ κατὰ χά‐ | |
30 | ριν Υἱὸς, οὐ μέντοι γε ὁ κατὰ φύσιν· κατὰ χάριν ἡμεῖς ἐσμεν ἀγνοοῦντες τὸ πᾶν, καὶ μηδὲν ἐπιστά‐ μενοι περὶ τὰ τέλη τοῦ αἰῶνος. ΝΕΣΤ. Φυσικῶς πεινῶμεν καὶ διψῶμεν καὶ καθεύ‐ δομεν, οὐ γνώμῃ τοῦτο πάσχοντες, ἀλλ’ ἀνάγκῃ φύ‐ | |
35 | σεως ὑποκείμενοι· τί οὖν; εὑρεθήσεται Θεὸς ἀναγ‐ καστικοῖς νόμοις ἐξακολουθῶν; Μὴ γένοιτο. ΚΥΡ. Ἡμεῖς μὲν φυσικῶς πεινῶμεν καὶ διψῶμεν καὶ καθεύδομεν, οὐ γνώμῃ, ἀλλ’ ἀνάγκῃ φύσεως δου‐ λεύοντες· αὐτὸς δὲ οὐκ ἀνάγκῃ, ἀλλὰ γνώμῃ· καὶ | |
40 | γὰρ ἐκ πέντε ἄρτων πεντακισχιλίους ἐχόρτασεν, καὶ ἐξ ἑπτὰ πάλιν τετρακισχιλίους· αὐτὸς εἶπεν· «Οὐ‐ δεὶς λαμβάνει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ὅταν θέλω λαμβάνω αὐτήν·» οὐδεὶς δὲ ἄνθρωπος δύναται τοῦτο ποιῆσαι, εἰ μὴ ὁ μόνος Χριστός. | |
45 | ΝΕΣΤ. Λέγεις ὅτι ἔπαθεν ὁ Υἱός; Ἔπαθεν οὖν καὶ ὁ Πατήρ· εἰ δὲ λέγεις ὅτι ὁ Πατὴρ οὐκ ἔπαθεν, ἑτεροούσιον αὐτοῦ πεποίηκας τὸν Υἱόν. ΚΥΡ. Οὔτε τὸν Πατέρα λέγω παθητὸν, οὔτε τὸν Υἱὸν ἀπαθῆ· ἀλλ’ ἀπαθὲς μὲν τὸ Θεῖον, ὅτι καὶ ἀσώ‐ | |
76.253(50) | ματον· παθητὸς δὲ ὁ Κύριος διὰ τὴν σάρκα. ΝΕΣΤ. Ἐγὼ οὐ λέγω τὸν Λόγον σάρκα γενόμενον, | |
οὐδὲ παθόντα· ἀπαθὲς γὰρ τὸ Θεῖον, καὶ παθῶν ἀνώ‐ | 253 | |
76.256 | τερος ὁ ἀπαθής· παθητὴ δὲ σὰρξ καὶ θνητὴ ἀνθρω‐ πίνη φύσις. ΚΥΡ. Ὁμολογοῦμεν καὶ ἡμεῖς ἀπαθὲς τὸ Θεῖον, διὰ δὲ τῆς σαρκὸς κατεδέξατο πάθος· ὅθεν, «Χρι‐ | |
5 | στοῦ παθόντος σαρκὶ ὑπὲρ ἡμῶν·» τὸ δὲ, Χριστὸς οὐκ ἀλλότριον Θεοῦ ὄνομα· ὁ γὰρ ἀπόστολος Παῦλός φησιν· «Ἐξ ὧν ὁ Χριστὸς, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐ‐ | |
λογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» | 255 |