TLG 4090 109 :: CYRILLUS :: Thesaurus de sancta consubstantiali trinitate

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Thesaurus de sancta consubstantiali trinitate

Cf. et 4090 130

Citation: Volume — page — (line)

75

.

9

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΚΥΡΙΛΛΟΥ
3tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
4tΗ ΒΙΒΛΟΣ
5tΤΩΝ ΘΗΣΑΥΡΩΝ
6tΠΕΡΙ
7tΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΟΜΟΟΥΣΙΟΥ ΤΡΙΑΔΟΣ.
12tΠΡΟΛΟΓΟΣ ἤτοι ΠΡΟΘΕΩΡΙΑ.
13 Οὐκ ἐπὶ μικροὺς ἡμᾶς ἀγῶνας ἐπείγεσθαι δεῖν ὁ σὸς ἀναπείθει λόγος, ὦ φιλοπονώτατε ἀδελφὲ Νεμε‐
15σῖνε. Τί γὰρ ἂν οὕτω γένοιτο δυσέφικτόν τε καὶ χα‐ λεπὸν εἰς κατάληψιν, καὶ οὐ σφόδρα τρανὲς εἰς ἐξ‐ ήγησιν, ὡς ἡ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος ἀπλανὴς θεωρία, καὶ ἡ τὸ ὑπό του διαλοιδορεῖσθαι μηδαμόθεν ἔχουσα διάλεξις; Λεπτὴ μὲν γάρ πως,
20μᾶλλον δὲ ἀσθενεστάτη λίαν ἐστὶν ἡ ἀνθρώπου διά‐ νοια· ἀδρανὴς δὲ ἡ γλῶττα, καὶ μόλις τὰ ἐν χερσὶν ἑρμηνεύειν ἰσχύουσα· δυσεύρετον δὲ τῆς ἀληθείας τὸ κάλλος· καὶ οὐ τοῖς πολλοῖς ἐκκαλύπτεσθαι πε‐ φυκός· ἀλλὰ μόνοις τοῖς ἐκ διανοίας ἀγαθῆς καὶ
25ἀκαπηλεύτου γνώμης ἀνιχνεύουσιν αὐτὸ, καὶ ἀνορύτ‐ τουσιν ὥσπερ τινὰ θησαυρὸν οὐράνιον· ἴνα δὴ καὶ
τυχόντες εἰκότως ἀκούσειαν· «Ὑμῶν δὲ μακάριοι9

75

.

12

οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν.» Οὐκ ὀκνητέον δ’ οὖν ὅμως πρὸς τὴν ἐγχείρησιν· ἀλλ’ ἐπ’ αὐτῷ τὴν ἐλπίδα τιθέμενοι τῷ Χριστῷ, καὶ τῶν ὑπὲρ δύναμιν ἁψόμεθα πόνων, ὅτι
5συμπαρέσται καὶ χειραγωγήσει ταῖς τοῦ πνεύματος δᾳδουχίαις ἐπὶ τὴν τῆς ἀληθείας εὕρεσιν ἀνενδοιά‐ στως πιστεύοντες. Σκοπὸς γὰρ εἰπεῖν ὅτι Κύριος Ἰησοῦς. Ἐροῦμεν δὲ πάντως ὅτι ἐν ἁγίῳ Πνεύματι· οὕτω γὰρ ὁ Παῦλός φησιν· «Οὐδεὶς δύναται εἰπεῖν
10ὅτι Κύριος Ἰησοῦς, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» Ἐπειδὴ γάρ τινες ἐν Βεελζεβοὺλ οὐκ αἰσχύνονται λέγειν ἀνάθεμα Ἰησοῦν, τὰς μὲν θείας, πρὸς ὅπερ ἂν αὐτοῖς δόξειε, παρατρέποντες Γραφὰς, τῶν δὲ τοῦ Πνεύματος λογίων, τὸ ἐξ οἰκείων θελημάτων προτάτ‐
15τοντες κίνημα, καὶ τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι, καθὰ γέγραπται· ἀναγκαῖον ὁμοῦ χρή‐ σιμόν τε καὶ πρέπον ἐλογισάμεθα κατὰ τὴν σὴν ὑπόμνησίν τε καὶ προτροπὴν, ἀδελφὲ, τοῖς τῆς Ἐκ‐ κλησίας τέκνοις, τῆς εἰς τὸ μέλλον ὠφελείας ὑπόθεσιν
20ἐξυφῆναι τὸν λόγον· καὶ εἰς ἕκαστα τῶν παρ’ ἐκεί‐ νοις ζητουμένων τε καὶ κεκινημένων κεφαλαιωδῶς ἐξειπεῖν, ἅπερ οἶμαι πρὸς λυσιτελείας ἔσεσθαι τοῖς ἐντευξομένοις οὐ μικρᾶς. Πολυσχιδὴς μὲν γὰρ καὶ πολυπρόσωπος, ἵν’ οὕτως εἴπωμεν, ἡ τῶν Ἀρείου
25καὶ Εὐνομίου δογμάτων ἐστὶ πλάνη, καὶ ποικίλως τὸ τῆς ἀληθείας πλάττεται σχῆμα. Ὥσπερ γὰρ τὰ ἐν τοῖς γυναίοις ἑταιριζόμενα, τὸ ἐκ τοῦ πράγματος αἶσχος ταῖς ἐξ ἐπινοίας ἀφανίζειν οἰόμενα τέχναις, ὡραΐζεταί τε καὶ χρισιάζεται, καὶ ταῖς ἄλλαις τοῦ
30κόσμου προσθήκαις εὐπρεπεστάτην τοῖς ὁρῶσιν ἐπι‐ δεικνύει τὴν ἀπώλειαν· τὸν αὐτὸν οἶμαι τρόπον καὶ τὰς ὀλεθρίους τῶν ἑτεροδοξούντων φωνὰς τὸ τῆς εὐ‐ σεβείας σχηματίζεσθαι κάλλος, καὶ τοῖς τῆς ἀλη‐ θείας πειρᾶσθαι περιανθίζεσθαι λόγοις· οὐδαμοῦ μὲν
35ὠδῖνον τὴν ἀλήθειαν, ἔσωθεν δὲ κεκρυμμένην ἔχον τὴν ἀπὸ τοῦ ψεύδους θεοστυγεστάτην ἀσέβειαν. Ἀλλ’ οἱ νήψει τῇ κατ’ ἐντρέχειαν λογικὴν τὸν οἰκεῖον ἀνα‐ τειχίζοντες νοῦν, τοῖς μὲν παρ’ ἐκείνων οὐχ ἁλίσκον‐ ται λόγοις, τῆς δὲ ὄντως ὑγιοῦς ἀπρὶξ ἐχόμενοι πί‐
40στεως, ἐφ’ ἑαυτοῖς ἀναμέλπουσι λέγοντες· «Εὐλο‐ γητὸς Κύριος ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.» Ἔδοξε τοίνυν ἡμῖν τὰ ἐκ φιλομα‐ θείας συνενεγκεῖν εὑρήματα, καὶ συγκεχυμένον μὲν οὐδαμῶς συνθεῖναι τὸν λόγον, εὐκρινεστέραν δὲ μᾶλ‐
45λον εἰς ἕκαστον τῶν κεφαλαίων τὴν βάσανον ἔχοντα διεξαγαγεῖν· οὕτω γὰρ ἂν εὐσύνοπτός τε καὶ εἰλικρι‐ νεστέρα τοῖς φιλακροάμοσιν ἡ τῶν ἐγκειμένων γέ‐ νοιτο γνῶσις. Θησαυρὸς δὲ τῷ βιβλίῳ ὄνομα, πολλὴν ἔχοντι τῶν θείων θεωρημάτων τεθησαυρισμένην ἐν

75

.

12

(50)

ἑαυτῷ τὴν πληθύν· εἰ καὶ μέτριοί τινες ἐς λόγους ἡμεῖς, καὶ πρὸς τὸ δύνασθαί τι νοεῖν οὐ σφόδρα γορ‐ γοί. Ἀνακείσθω δὲ χάρις τῷ πάντα πᾶσι πλουσίως χορηγοῦντι Χριστῷ. Εἰδέναι δὲ χρὴ τοὺς ἐντευξομέ‐ νους, ὅτι συντέθειται μὲν, κατὰ τὴν ὑποτεταγμένην
55προγραφὴν, τὰ ἐν τῷ βιβλίῳ κεφάλαια. Περιέχεται δὲ ἑκάστῳ πολλὰ πρὸς τὸν αὐτὸν συντείνοντα τῶν
θεωρημάτων σκοπὸν, καὶ διὰ κύκλου καὶ περιδρομῆς11

75

.

13

εἰς τὸν τοῦ περιέχοντος ἀναβαίνοντα νοῦν. Παραπέπηγε δὲ μόνοις τοῖς τῶν κεφαλαίων περιεκτικοῖς, τῶν ἀρι‐ θμῶν ἡ τάξις· τὰ δὲ παρεπόμενα τούτοις, στοιχηδὸν μὲν ἐντέτακται ταῖς ὑπογραφαῖς, ἀριθμοὺς δὲ οὐκ
5ἔχει, ὡς τῇ τῶν περιεκτικῶν διανοίᾳ χρεωστούμενα, καὶ εἰς τὸν ἐκείνων τρέχοντα σκοπόν.
8tΤΑΔΕ ΕΝΕΣΤΙΝ ΕΝ ΤΩΔΕ ΤΩ ΒΙΒΛΙΩ.
11tΛΟΓΟΣ Αʹ.
12 Περὶ ἀγενήτου καὶ γενητοῦ, ἐν ᾧ, ὅτι κρεῖττόν ἐστι καὶ ἀξιολογώτερον Πατέρα καλεῖσθαι τὸν Θεὸν, ἢ ἀγένητον.
15tΛΟΓ. Βʹ.
16 Ὅτι τὸ ἀγένητον οὐκ οὐσία, ἀλλ’ οὐσίας ση‐ μαντικόν.
18tΛΟΓ. Γʹ.
19Ὅτι μὴ τὸ ἀγένητον οὐσία, μόνον δὲ τοῦ μὴ
20γεγονέναι τὸν Θεὸν σημαντικόν.
21tΛΟΓ. Δʹ.
22 Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι «Ἦν ποτε, ὅτε οὐκ ἦν ὁ Υἱός.» Ἐκλογαὶ συλλογισμῶν καὶ νοημάτων κατασκευαὶ σὺν μαρτυρίαις· τὸ δὲ
25συναγόμενον ἐκ πάντων, ὅτι ἀΐδιος ὁ τοῦ Θεοῦ Λόγος. Εἰς τὸ αὐτὸ κατασκευὴ πιθανὴ, ὅτι τὸ ῥητὸν τὸ λέγον· «Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κό‐ σμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε
30ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης,» τὸν Υἱὸν σημαίνει. Ἕτεραι μαρτυρίαι, ὅτι ἀΐδιος ὁ Υἱός. Ἀποδείξεις διὰ μαρτυριῶν, ὅτι αἱ θεῖαι Γρα‐ φαὶ, τὸ «ἦν,» καὶ τὸ «ὁ ὢν,» καὶ τὸ «ὑπάρχων,»
35καὶ τὸ «ἤμην,» καὶ τὸ «εἰμὶ,» καὶ τὸ «ἔστιν,» ἐπὶ τοῦ Λόγου τιθέασι μόνου, ἐπὶ δὲ τῶν γενη‐ τῶν οὐκέτι, ἀλλὰ μᾶλλον τὸ «ποτὲ,» καὶ τὸ «πρὶν,» καὶ τὸ «πρὸ τοῦ,» καὶ τὸ «γέγονε·» καὶ ὅσα τούτοις ὅμοια.
40 Ἔτι περὶ τοῦ ἀΐδιον εἶναι τὸν Υἱὸν, ὡς ἐξ ἀν‐ τιθέσεως, κατασκευή. Ἔτι περὶ ἀϊδιότητος συλλογισμὸς, μετά τινος ἐπαπορήσεως πεπλεγμένος, καὶ συνάγων εἰς ὁμολογίαν τοῦ δεῖν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς,
45οὐκ ἔξωθεν ἐπιγεγονότα τὸν Υἱὸν ὑπολαμβά‐ νειν· εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ τῷ Πατρὶ συν‐ αΐδιον.
Ἔτι, περὶ ἀϊδιότητος Υἱοῦ.13

75

.

16

Ἐρώτησις Ἀρειανῶν ἀτοπίας μεστή· πρὸς ἢν ἀντεπερώτησις ἀτοπωτέρα, ὅτι χρὴ μὴ ἀπαιδεύ‐ τως ἐρωτᾷν ἐκδιδάσκουσα. Πρὸς τοὺς ἐρωτῶντας, «Εἰ εἶχες Υἱὸν πρὶν τέ‐
5κῃς;» καὶ λέγοντας, «Οὕτω καὶ ὁ Θεὸς οὐκ εἶ‐ χεν Υἱὸν πρὶν γεννήσει.»
7tΛΟΓ. Εʹ.
8 Ὅτι οὐ προϋπάρχει τοῦ Υἱοῦ ὁ Πατὴρ, κἂν ἀγέννητος ᾖ· ἀλλ’ ἦν αὐτῷ συναΐδιος ὁ Υἱὸς
10γεννητός.
11tΛΟΓ. ϛʹ.
12 Ὅτι ὁ Πατὴρ ἀμερίστως καὶ ἀρεύστως ἐγέννη‐ σεν ἐξ αὐτοῦ τὸν Υἱόν.
14tΛΟΓ. Ζʹ.
15 Πρὸς τοὺς προτείνοντας τὸ, «Ἀβουλήτως ἢ κατὰ βούλησιν ἐγέννησε τὸν Υἱὸν ὁ Πατήρ;»
17tΛΟΓ. Ηʹ.
18 Πρὸς τοὺς λέγοντας ὅτι οὐ τῷ Πατρὶ, ἀλλὰ τῇ βουλήσει αὐτοῦ, ὅμοιός ἐστιν ὁ Υἱός.
20tΛΟΓ. Θʹ.
21 Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱὸς, παρατεθέντων καὶ τῶν ῥητῶν, «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός·» καὶ τοῦ, «Πορεύο‐ μαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ
25Θεόν μου, καὶ Θεὸν ὑμῶν·» καὶ ὁμοίως, «Ὁ Πα‐ τὴρ μείζων μού ἐστιν.»
27tΛΟΓ. Ιʹ.
28 Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός· ἐν ᾧ ἀπολο‐ γία πιθανὴ πρὸς τὸν ἐρωτήσαντα, «Τί με λέγεις
30ἀγαθόν;» καὶ ἐξήγησις τοῦ ῥητοῦ.
31tΛΟΓ. ΙΑʹ.
32 Ὅτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου ῥητοῦ, «Ὁ Πατήρ μου μείζων μού ἐστιν.» Ἄλλο, διδάσκον ὅτι προκειμένου τοῦ μείζονος
35καὶ τοῦ ἐλάττονος, ἀπαιδεύτως τὸ ἀνόμοιον εἰσ‐ φέρεται, ἑτερογενὲς ὂν κατὰ τὴν Ἀριστοτέλους τέχνην. Ἄλλο ἀπόδειξιν ἔχον, ὅτι διὰ τοῦ λέγεσθαι μείζονα τὸν Πατέρα, συνεισφέρεται μὲν πάντως
40ὁ Υἱός. Ἔστι δὲ οὐκ ἐλάττων αὐτοῦ. Ἄλλο, ὅτι ἶσος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου ῥητοῦ, «Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεν‐ νητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ,» καὶ τὰ ἑξῆς.
45tΛΟΓ. ΙΒʹ.
46 Εἰς τὸ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» ἐν ᾦ ἀπόδειξις ἐφεξῆς, ὅτι ὁ Θεὸς ἦν ὁ ῥυόμενος ἐκ πάντων κακῶν τὸν πατριάρχην Ἰακώβ.

75

.

16

(50)

Ἄλλο ἀποδεικτικὸν, ὅτι ὁ Λόγος τοῦ Θεοῦ, τὸ εἶδος αὐτοῦ ἐστιν. Ἄλλο, σημαῖνον ὅτι εἶδος Θεοῦ καλεῖται ὁ Λόγος. Ἄλλο μετὰ γοργῆς ἀποδείξεως διδάσκον, ὅτι τὰ ἐξομοιούμενά τισιν, οὐ πάντως καὶ κατὰ φύσιν
55οἷς ἔνεστιν ἐξομοιοῦται· ἀλλ’ ὥσπερ τινὲς εἰκό‐ νες τὰ φύσει προσόντα τισὶ γίνονται τῶν κατὰ
προαίρεσιν ἡμῶν κινημάτων.15

75

.

17

Ἄλλο δεικνύον, ὅτι τὸ ἐν τῷ Θεῷ γίνεσθαί τι, οὐ φύσεως σημαίνει μεταβολὴν, ἀλλ’ ὅτι δι’ αὐ‐ τοῦ, ἢ παρ’ αὐτοῦ. Ἄλλο, δι’ οὗ μανθάνομεν ὅπως προσήκει νοεῖν
5τὸ ῥητὸν, τουτέστιν, «Ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν· ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί· ἵνα ὦσι τετελειωμένοι εἰς ἕν.» Ἄλλο δεικνύον ἀκριβῶς, ὅτιπερ οὐ τὴν ἑαυτῶν
10ἀφέντες φύσιν πρὸς τὴν θείαν μεταποιούμεθα, ὅταν ἓν γίνεσθαι πρὸς Θεὸν λεγώμεθα, ἀλλ’ ὅτι μέτοχοι γεγονότες αὐτοῦ τοῦτο καλούμεθα.
13tΛΟΓ. ΙΓʹ.
14Περὶ ὁμοιότητος τῆς Υἱοῦ πρὸς τὸν Πατέρα,
15καὶ ὅτι οὐκ ἔστι τρεπτῆς φύσεως ὁ Υἱὸς, ἢ ἔξω‐ θεν ὑποστάς· ἀλλ’ ἐκ τῆς οὐσίας αὐτοῦ προελ‐ θὼν ὡς Υἱός. Ἄλλο ὅτι οὐκ ἐξ ἀλλοιώσεως τῆς ἀπὸ τοῦ χεί‐ ρονος ἐπὶ τὸ ἄμεινον ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πα‐
20τρὶ, ἀλλὰ φυσικῶς. Ἄλλο, σημαῖνον ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ οὐκ ἔξωθεν, καθάπερ οἱ Χρι‐ στομάχοι φασίν· ἐπειδὴ δὲ οὐκ ἔξωθεν, ὅμοιος ἄρα.
25 Ἀπόδειξις ἀπὸ τῆς θείας Γραφῆς, ὅτιπερ ἐκ μετοχῆς τῆς πρὸς τὸ Θεῖον κατ’ εἰκόνα τὴν πρὸς αὐτὸ μορφούμεθα. Οὐ γὰρ ἐξήρκεσε τῇ τοῦ ἀν‐ θρώπου κατασκευῇ πρὸς τὸ φαίνεσθαι καὶ εἶναι εἰκόνα τοῦ πεποιηκότος, τὸ ἐν μόναις ἐννοίαις
30τὸν περὶ αὐτοῦ κεῖσθαι λόγον τοιοῦτον.
31tΛΟΓ. ΙΔʹ.
32 Ἔτι, περὶ ὁμοιότητος, προκειμένου ῥητοῦ, «Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ·» τὸ δὲ
35συναγόμενον ἐκ τῶν συλλογισμῶν, ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατήρ.
37tΛΟΓ. ΙΕʹ.
38 Εἰς τὸ ἐν ταῖς Παροιμίαις, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ·» ὅτι τὸ,
40«ἔκτισεν,» οὐ κατὰ τῆς οὐσίας τοῦ Λόγου κεῖ‐ ται, οὐδὲ κτίσμα ἢ ποίημα ὁ Υἱός. Ἀπόδειξις ἐξ ἐπιτηρήσεων Γραφικῶν, ὅτι ὡς Θεὸς οὐδὲν προσκυνεῖται τῶν κτισμάτων· οὔτε μὴν προσκυνούμενα ἀνέχεται προσκυνεῖσθαι ἢ
45δοξολογεῖσθαι. Ἀντίθεσις ἀπὸ τῶν Ἀρείου δογμάτων, αἰτίαν ἔχουσα τοῦ πεποιῆσθαι τὸν Υἱὸν, ὡς αὐτοὶ νομί‐ ζουσιν, ἀληθῆ, καὶ λύσις ἐφεξῆς μετὰ πιθανότη‐ τος συλλογισμῶν.

75

.

17

(50)

Ἔτι εἰς τὸ, «Κύριος ἔκτισέ με.» Ὅτι οὐ κτίσμα ὁ Υἱός. Ἄλλο τῶν ὀρθοδόξων λεγόντων, «Εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, πῶς ἔχει κατὰ φύσιν τὸ εἶναι δη‐ μιουργός; Οὐ γὰρ ἴδιον τῶν κτισμάτων τοῦτό γε.»
55Ἀνθυπήνεγκαν οἱ αἱρετικοὶ τὰ ὑποτεταγμένα, ὧν αἱ λύσεις εἰσὶν ἐφεξῆς. Ἐπιτήρησις ὁμοίως, ἐξ ἧς μανθάνομεν ὅτι καὶ
ἀγγέλοις καὶ ἁγίοις προφήταις ἔθος ἐστὶν ἐπι‐17

75

.

20

ταττομένοις παρὰ Θεοῦ, καὶ ἐρωτήσεις προσάγειν ἀγνοοῦσιν ἔσθ’ ὅτε τὸ ἐπιταττόμενον. Ὁ δὲ τοῦ Θεοῦ Λόγος οὐχ οὕτως ἐδείχθη ποιῶν. Ἄλλο εἰς τὸ, «Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν,
5συμπαρήμην αὐτῷ.»
6tΛΟΓ. Ιϛʹ.
7 Περὶ ἀϊδιότητος Υἱοῦ, καὶ ὅτι ἀμερίστως προ‐ ῆλθεν ἐκ τῆς οὐσίας τοῦ Πατρός.
9tΛΟΓ. ΙΖʹ.
10 Ὅτι τῶν τῇ κτίσει προσόντων οὐδὲν τῷ Υἱῷ πρόσεστι· διόπερ οὐ κτίσμα ὁ Υἱός.
12tΛΟΓ. ΙΗʹ.
13 Ὅτι μὴ ταυτὸν κτίσμα καὶ γέννημα, μηδὲ τὸ κτίζειν καὶ τὸ γεννᾷν ἐπὶ Θεοῦ.
15tΛΟΓ. ΙΘʹ.
16 Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Υἱὸς οὐκ ἔστιν ἀλη‐ θινὸς Λόγος τοῦ Πατρὸς, ἀλλ’ ἕτερός τις παρ’ αὐτὸν τῇ φύσει καὶ ξένος. Τὸ δὲ ἐντεῦθεν συν‐ αγόμενον, ὅτι καὶ ὁμοούσιος τῷ Πατρὶ, καὶ οὐκ
20ἔξωθεν, ἀλλ’ ἐκ τῆς οὐσίας ἐστὶν αὐτοῦ.
21tΛΟΓ. Κʹ.
22 Εἰς τὸ, «Ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρο‐ νήσας· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα·» ἐν
25ᾧ σχόλια περὶ σαρκώσεως, τὸν αὐτὸν ἔχοντα νοῦν. Εἰς τὸ, «Ἐχαρίσατο αὐτῷ,» καὶ «Ὑπερύψω‐ σεν αὐτὸν,» καὶ ὅσα τοιαῦτα λέγεται περὶ Χρι‐ στοῦ.
30 Εἰς τὸ ἀποστολικὸν ῥητὸν τὸ λέγον, «Ἐκάθ‐ ισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσ‐ ούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων.» Παράθεσις ῥητῶν σημαίνουσα, ὅτι τὸ, «κρείτ‐ των,» ἡ θεία Γραφὴ ἐπὶ τῶν πολὺ διεστηκότων
35ἢ κατὰ τὸν τῆς φύσεως λόγον, ἢ κατὰ τὴν ἀξίαν τίθησιν, ἢ κατὰ τὸ μέτρον τῆς χάριτος. Ἄλλο διηγηματικὸν, ὅτι τὸ, «Κρείττων γενό‐ μενος τῶν ἀγγέλων,» οὐκ οὐσιῶν εἰσφέρει σύγ‐ κρισιν, ἀλλὰ μᾶλλον διακονιῶν. Εἴρηται δὲ καὶ
40ἄλλως. Παράθεσις ῥητῶν περὶ ἀνθρωπότητος Χριστοῦ, καὶ λύσις ἐφεξῆς. Ἄλλο ἐκ τῶν αὐτῶν, ὅτι καλὴ καὶ χρησιμωτάτη τῶν διακονιῶν ἡ σύγκρισις, τῆς τε τῶν ἀγγέλων
45καὶ τοῦ Υἱοῦ, τοῦ «κρείττονος» τὴν δύναμιν ἑρ‐ μηνεύουσα· πῶς γὰρ κρείττων ἀγγέλων ἐστὶ, καὶ πόσον, ἐξ αὐτῶν γνωσόμεθα.
48tΛΟΓ. ΚΑʹ.
49Εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, «Κατανοήσατε

75

.

20

(50)

τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.» Τὸ δὲ συναγόμενον, ὅτι οὐ ποίημα οὐδὲ κτίσμα ὁ Υἱός.
54tΛΟΓ. ΚΒʹ.
55 Εἰς τὸ, «Περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρα‐ νῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ μόνος.»
58tΛΟΓ. ΚΓʹ.
59Εἰς τὸ, «Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα19

75

.

21

δέδωκε ἐν τῇ χειρὶ αὐτοῦ·» καὶ εἰς τὸ, «Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου·» καὶ εἰς τὸ, «Οὐ δύναμαι ἐγὼ ἀπ’ ἐμαυτοῦ ποιεῖν οὐδὲν, ἀλλὰ καθὼς ἀκούω, κρίνω·» καὶ ὅσα τούτοις ὅμοιά
5ἐστι ῥητά.
6tΛΟΓ. ΚΔʹ.
7 Εἰς τὰ λεγόμενα περὶ τοῦ Σωτῆρος ἀνθρωπί‐ νως παρὰ τοῖς εὐαγγελισταῖς, εἰς τὸ, «Ἔκλαυ‐ σε,» καὶ εἰς τὸ, «Νῦν ἡ ψυχή μου τετάρακται,»
10καὶ εἰς τὸ, «Εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο,» καὶ εἰς τὸ, «Περίλυπός ἐστιν ἡ ψυχή μου,» καὶ ὅσα τούτοις ὅμοια ῥητά. Παρα‐ θέσεις ἀποδεικτικαὶ ἀπὸ τῆς θείας Γραφῆς, καὶ Χριστομάχων ἀποτρέπουσαι τὴν κακόνοιαν.
15tΛΟΓ. ΚΕʹ.
16 Εἰς τὸ, «Πρωτότοκος πάσης κτίσεως·» ὅτι οὐ κτίσμα ὁ Υἱός.
18tΛΟΓ. Κϛʹ.
19Εἰς τὸ εἰρημένον ἐπὶ τοῖς υἱοῖς Ζεβεδαίου, «Τὸ
20καθίσαι ἐκ δεξιῶν μου, ἢ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι.
22tΛΟΓ. ΚΖʹ.
23 Εἰς τὸ, «Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.»
25tΛΟΓ. ΚΗʹ.
26 Εἰς τὸ παρὰ τῷ Λουκᾷ κείμενον· «Ἰησοῦς δὲ προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.»
29tΛΟΓ. ΚΘʹ.
30 Εἰς τὸ, «Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται [τῷ] ὑποτάξαντι αὐτῷ τὰ πάντα.»
33tΛΟΓ. Λʹ.
34Εἰς τὸ, «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον
35πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.»
36tΛΟΓ. ΛΑʹ.
37 Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Θεὸς περὶ τῆς ἑαυ‐ τοῦ οὐσίας οὐδὲν ἡμῶν πλέον ἐπίσταται, ἀλλ’ ὅπερ ἂν αὐτὸς εἰδείη περὶ ἑαυτοῦ, τοῦτο καὶ ἡμεῖς
40ἀπαραλλάκτως.
41tΛΟΓ. ΛΒʹ.
42 Ἐκλογαὶ ῥητῶν μετὰ συλλογισμῶν ἐκ τῆς Καινῆς Διαθήκης, ὅτι Θεὸς κατὰ φύσιν ὁ Υἱός. Εἰ δὲ τοῦτο, οὐ ποίημα οὐδὲ κτίσμα.
45tΛΟΓ. ΛΓʹ.
46 Ὅτι Θεὸς κατὰ φύσιν τὸ Πνεῦμα, καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, δι’ Υἱοῦ δὲ τῇ κτίσει χορηγού‐ μενον.
49tΛΟΓ. ΛΔʹ.

75

.

21

(50)

Παραθέσεις ῥητῶν ἐφεξῆς, ἐν οἷς ἔστι τὸν ἐπι‐ τηροῦντα θεωρεῖν, ὅτι Θεὸς, τὸ Πνεῦμα, καὶ τὴν αὐτὴν ἐνέργειαν ἔχον τῷ Υἱῷ πανταχοῦ, καὶ οὐκ ἀπεξενωμένον τῆς οὐσίας αὐτοῦ. Ὁμοῦ δὲ διδά‐ σκουσιν, ὅτι Θεοῦ λεγομένου κατοικεῖν ἐν ἡμῖν,
55τὸ Πνεῦμά ἐστι τὸ ἐνοικοῦν.
56tΛΟΓ. ΛΕʹ.
57 Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι’ ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ
οὐχὶ πεποιημένος.21

75

.

24

(1t)

Η ΒΙΒΛΟΣ ΤΩΝ ΘΗΣΑΥΡΩΝ
2tΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΟΜΟΟΥΣΙΟΥ ΤΡΙΑΔΟΣ.
5tΛΟΓΟΣ ΠΡΩΤΟΣ.
6tΠερὶ γενητοῦ καὶ ἀγενήτου.
7 Εἰ διερωτᾷν ἡμᾶς ἐπιχειροῖεν Ἀρειανοὶ, ἓν τὸ ἀγένητον ἢ δύο, ἵνα δῆθεν ἓν εἰπόντες αὐτὸ, καὶ εἰς τὸν Πατέρα φέροντες, ἐν τοῖς γενητοῖς καταριθμήσω‐
10μεν τὸν Υἱὸν, ἀποκρίνασθαι χρὴ τοιῶσδε· πρῶτον μὲν οὖν ἀμαθὴς καὶ ἀπαίδευτος ἡ ἐρώτησις· κατὰ πολλὰ γὰρ σημαινόμενα τὸ ἀγένητον ἐκλαμβάνεται. Ἀγένητόν ἐστι τὸ μήπω μὲν γενόμενον, ἐνδεχόμε‐ νον δὲ γενέσθαι, ὡς ἀπὸ ξύλου σκάφος, ἢ ἐκ χαλκοῦ
15ἀνδριάς. Καὶ πάλιν ἀγένητον λέγεται τὸ μήτε γενό‐ μενον πώποτε, μήτε μὴν γενέσθαι δυνάμενον· φέρε εἰπεῖν, τὸ τρίγωνον σχῆμα οὐ γέγονέ ποτε τετράγω‐ νον, οὔτ’ ἂν γένοιτό ποτε· ἅμα γὰρ ἀφανίζεται τοῦ τριγώνου τὸ σχῆμα, ἕτερόν τι παρ’ ὅπερ ἦν γίνεται.
20Λέγεται πάλιν ἀγένητον, τὸ ὑπάρχον μὲν καὶ ὑφ‐ εστηκὸς, μὴ μὴν γεγενημένον ὑπό τινος. Κατὰ πολλοὺς τοιγαροῦν νοουμένου τρόπους τοῦ ἀγενήτου, τί ἄρα σημαίνειν ἐπὶ Θεοῦ βούλονται τὸ, ἀγένητον; Ἀλλ’ ἴσως τὸ μὴ γεγενῆσθαι φήσουσιν, ὁμολογήσαντες
25πρότερον ἀπαιδεύτως πεποιῆσθαι τὴν ἐπερώτησιν. Λεγέσθω τοίνυν καὶ παρ’ ἡμῶν ὅτι ἓν τὸ ἀγένητον. Εἰ δὲ πρὸς τοῦτο φαῖεν, Οὐκοῦν ἀνάγκη πᾶσα συν‐ ομολογεῖν γεγενῆσθαι τὸν Υἱὸν, ἐπειδὴ τὸ ἀγένητον ἓν, ὅπερ ἐστὶν ὁ Πατὴρ, ἀντακούσονται πάλιν· Εἰ
30σοφία καὶ δύναμις, καὶ λόγος τοῦ Πατρός ἐστιν ὁ Υἱός· ἦν δὲ ἀεὶ ἐν Πατρὶ λόγος, καὶ σοφία, καὶ δύ‐ ναμις, οὐκ ἐπιγέγονεν οὖν ὁ Υἱὸς, ὃς ταῦτά ἐστι καὶ καλεῖται. Ἀλλ’ ὥσπερ ἐκ Θεοῦ Θεὸς, καὶ ἐκ φωτὸς ἐξέλαμψε φῶς, οὕτω καὶ ἐξ ἀγενήτου ἀγένητος. Δεῖ
35γὰρ εἶναι τοιοῦτον τὸν Λόγον, ὁποῖός ἐστι καὶ ὁ γεν‐ νήσας αὐτόν. Οὕτω γὰρ ἂν τὸ τῆς τοῦ Πατρὸς οὐσίας γνήσιον ἐπαληθεύοιτο τῷ ἐξ αὐτοῦ γεννωμένῳ. Κω‐ λύει τοίνυν οὐδὲν ἑνὸς ὄντος τοῦ ἀγενήτου Πατρὸς, ἀγένητον εἶναι καὶ τὸν ἐξ αὐτοῦ Λόγον, ὡς ἕν τι μετὰ
40Πατρὸς καὶ ἐν Πατρὶ νοούμενον διὰ τὸ τῆς φύσεως ἀπαράλλακτον· ὃ δὴ καὶ αὐτὸς περὶ ἑαυτοῦ φησιν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» διὰ μὲν τοῦ, ἓν, τὴν
ταυτότητα τῆς οὐσίας σημαίνων· διὰ δὲ τοῦ, ἐσμὲν,23

75

.

25

εις δυάδα τέμνων τὸ νοούμενον, καὶ πάλιν εἰς μίαν περισφίγγων Θεότητα.
3tΑΛΛΟ.
4Εἰ τοῦ Πατρὸς εἰκὼν ἀπαράλλακτός ἐστιν ὁ Υἱὸς,
5ὡς ἐκεῖνον ἐν αὐτῷ φαίνεσθαι, κατὰ τὸ, «Ὁ ἑωρα‐ κὼς ἐμὲ, ἑώρακε καὶ τὸν Πατέρα,» ἀνάγκη λέγειν, ἀγένητον εἶναι τὸν ἐξ ἀγενήτου προελθόντα Πατρός· ἐπεὶ πῶς ἂν ἐν τῷ γενητῷ ὀφθείη ποτὲ τὸ ἀγένητον; Εἰ γὰρ τὸ ἀρχέτυπον ἐν τῷ μιμήματι φαίνοιτο, ἔσται
10πάντως κατὰ τοῦτο κἀκεῖνο. Ὥρα λέγειν οὖν γενητὸν εἶναι καὶ τὸν Πατέρα, καθ’ ὃν ἡ εἰκὼν ἐμορφώθη. Εἰ δὲ τοῦτο ἄτοπον, ἔσται πάντως ἀγενήτου τὸ ἀγένητον εἰκών.
14tΑΛΛΟ.
15 Ὁ μακάριος Μωσῆς τὴν τοῦ ἀνθρώπου κατασκευὴν ἐξηγούμενος, εἰσφέρει λέγοντα Θεόν· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν·» ἐν δὲ τῷ λέγειν, ἡμετέραν, πάλιν ἡ δυὰς σημαίνε‐ ται· συνόντος δηλονότι καὶ συνθεολογουμένου τοῦ
20ἁγίου Πνεύματος. Εἰ δὲ ἐν ἑνὶ τῷ ἀνθρώπῳ ἡ αὐτὴ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ φαίνεται εἰκὼν, κατ’ οὐδὲν ἄρα τῆς πρὸς ἀλλήλους διαλλάττουσιν ὁμοιότητος. Ἀνόμοιον δὲ γενητῷ τὸ ἀγένητον· οὐκ ἄρα γενητὸς ὁ Υἱὸς, ἵνα μὴ ἀνόμοιος φαίνηται.
25tΑΛΛΟ.
26 Λέγεται παρὰ ταῖς θείαις Γραφαῖς παντοκράτωρ καὶ Κύριος ὁ Πατήρ· ἀλλ’ οὐχ ὡς ἕν τι τῶν κρατου‐ μένων ἢ κυριευομένων νοεῖται καὶ ὁ Υἱὸς, διὰ τὸ πάντων κρατεῖν τε καὶ κυριεύειν ἐκεῖνον· κρατεῖ γὰρ
30πάντων καὶ κυριεύει μετὰ Πατρὸς, παντοκράτωρ καὶ αὐτὸς ὑπάρχων καὶ Κύριος. Ὥσπερ οὖν ἐν τούτοις οὐχ ὡς ἓν τῶν πάντων ἐστὶν ὁ Υἱὸς, ἀλλ’ ἐπὶ τὴν τῶν γενητῶν φύσιν ἡ τῶν λέξεων δύναμις φέρεται, οὕτω καὶ ἐπὶ ἀγενήτου, οὐ πρὸς τὸν Υἱὸν, ἀλλὰ πρὸς
35τὴν κτίσιν ἡ σύγκρισις, κἂν ἓν εἶναι λέγηται τὸ ἀγέ‐ νητον· διὰ τὸ πάντα γεγονέναι παρὲξ Θεοῦ.
37tὍτι κρεῖττόν ἐστι καὶ ἀξιολογώτερον Πατέρα
38tκαλεῖσθαι τὸν Θεὸν, ἢ ἀγένητον.
39Τὸ πατὴρ ὄνομα, τὴν περὶ υἱοῦ πάντως ἔννοιαν ἐν
40ἑαυτῷ συνεισφέρει· τὰ γὰρ τοιαῦτα δι’ ἀλλήλων ση‐ μαίνεται. Τὸ δὲ ἀγένητος ὄνομα, τῷ μὴ γεγενῆσθαι Θεὸν, τὴν τῶν γενητῶν ἀντιπαρατίθησι μνήμην. Ἀναγκαία δὲ τοῖς πιστεύειν ἐθέλουσιν ὀρθῶς, τῆς ἁγίας Τριάδος ἡ γνῶσις. Εἰ τοίνυν ὁ μὲν Πατέρα λέ‐
45γων ὁρᾷ τὸν Υἱὸν δι’ ὅν ἐστι Πατήρ· ὁ δὲ ἀγένητον ὀνομάζων αὐτὸν, ὁρᾷ τὰ γενόμενα, οἷς εὐλόγως ὁ μὴ γεγονὼς ἀντιδιαστέλλεται· πολὺ δὴ κρεῖττον, ἀφ’ ὧν ἡ περὶ τοῦ Υἱοῦ τίκτεται γνῶσις, σημαίνεσθαι τὸν Θεὸν, ἢ ἐξ ὧν ἡ τῶν ποιημάτων ἀναφαίνεται μνήμη,

75

.

25

(50)

συντελοῦσα πρὸς τὴν γνῶσιν τῆς ἁγίας Τριάδος οὐ‐ δέν. Καὶ ὁ μὲν Πατέρα λέγων, ἀφ’ ὧν ἔστι σημαίνει Θεόν· ὁ δὲ ἀγένητον εἰπὼν, ἀφ’ ὧν οὐκ ἔστιν· ἔστι μὲν γὰρ Υἱοῦ Πατὴρ, γενητὸς δὲ οὐκ ἔστι. Ὅτι δὲ μᾶλλον ἐξ ὧν ἔστιν, ἢ ἐξ ὧν οὐκ ἔστιν, οἰκειότερον
55σημαίνεται Θεὸς, ἐκ τοῦδε γένοιτ’ ἂν παντί τῳ σαφές.25

75

.

28

Εἴ τις γὰρ ἐκείνην τὴν ἄφραστον καὶ ἀκατάληπτον φύσιν καλοίη Θεὸν, ἀφ’ ὧν ἔστιν ὀνομάζει καλῶς, καὶ Θεὸν εἰπὼν, πάντως ἐκείνην ἐσήμηνεν· εἰ δέ τις ἀφ’ ὧν οὐκ ἔστιν ἐπιχειροίη σημαίνειν αὐτὴν, ἄκακον
5καὶ ἀπόνηρον λέγων διὰ τὸ μὴ κακίαν ἢ πονηρίαν ἐν αὐτῇ εἶναι, ἀληθεύσει μὲν, ἀλλ’ οὐ πάντως μηνύει τὸν Θεόν· εἰσὶ γὰρ καὶ ἐν ἀνθρώποις ἄκακοι καὶ ἀπό‐ νηροι. Τοιούτους δὲ εἶναι πιστεύομεν καὶ τοὺς ἁγίους ἀγγέλους. Οὐκοῦν ἀφ’ ὧν ἔστιν, ἢ ἀφ’ ὧν οὐκ ἔστιν,
10ἀληθέστερον καὶ οἰκειότερον σημανθήσεται.
11tΑΛΛΟ.
12 Ὁ μακάριος Δαβὶδ ψάλλει, καί φησι πρὸς τὸν Υἱόν. «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Εἰ τοίνυν
15ἕτερόν τί ἐστι τὸ μετέχον παρὰ τὸ μετεχόμενον· ἄλλο γὰρ ἐν ἄλλῳ νοεῖσθαι χρή· μετέχει δὲ ἡ κτίσις τοῦ Υἱοῦ, ἕτερος ἂν εἴη παρὰ τὴν μετέχουσαν αὐτοῦ κτί‐ σιν· οὐκοῦν οὐδὲ γενητός. Εἰ δὲ οὐκ ἔστιν ἕτερος παρ’ ἐκείνην ὁ Υἱὸς, καὶ κατὰ φύσιν αὐτῆς διῃρημέ‐
20νος, τίς ἡ χρεία τῆς μετοχῆς; ἢ πῶς ἄν τις μετά‐ σχοι τοῦ ὅπερ ἐστὶν αὐτός;
22tΛΟΓΟΣ Βʹ.
23tὍτι τὸ ἀγένητον οὐκ οὐσία, ἀλλ’ οὐσίας
24tσημαντικόν.
25 Τὸ ἀγένητον ὡς ἀρχὴ καὶ αἴτιον νοεῖταί τε καὶ ἔστιν. Οὐδεμία δὲ ἀρχὴ, καθὸ ἀρχή ἐστιν, ὅμοιόν τι ἑαυτῇ ἢ ἀνόμοιον σημαίνει. Ἡ δὲ ἀγένητος φωνὴ σημαίνει τὸ γενητὸν ἀνόμοιον ὑπάρχον αὐτῷ· τοῦτο γὰρ τὸ ἀντικείμενον. Οὐκ ἄρα τὸ ἀγένητον οὐσία,
30ἀλλὰ τοῦ μὴ τοιῶσδε εἶναι τὴν οὐσίαν, καθ’ ἧς ἂν τάττοιτο τὸ σημαντικόν.
32tΑΛΛΟ.
33 Ὅτι μὲν οὐκ οὐσία τὸ ἀγένητον, ἤδη δέδεικται. Ἀλλ’ ἐρεῖ τις τυχὸν, οὐσίαν μὲν οὐκ εἶναι, διαφορὰν
35δέ· ἀμαθῶς δὲ καὶ τοῦτο λέγων ἐλεγχθήσεται. Εἰ γὰρ πᾶσα διαφορὰ περὶ τὰς οὐσίας γίνεται, ζητεῖν ἀνάγ‐ κης ἂν εἴη τὴν οὐσίαν, ἧς ἔσται διαφορὰ τὸ ἀγένητον. Οἷον φέρε εἰπεῖν, ὁρίζεται ζῶον τῷ τοιῷδε λόγῳ· Οὐ‐ σία ἔμψυχος αἰσθητική. Περὶ ταύτην τὴν οὐσίαν ἡ
40διαφορὰ γίνεται. Τὸ μὲν γάρ ἐστι ζῶον λογικὸν, θνη‐ τὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, οἷον ὁ ἄνθρωπος· τὸ δὲ ζῶον ἄλογον, οἷον ἵππος. Οὐκοῦν, προϋποκει‐ μένης τῆς οὐσίας, αἱ διαφοραὶ προσεπινοοῦνται. Εἰ τοίνυν διαφορὰ τὸ ἀγένητον, ζητείσθω καὶ ἡ οὐσία.
45τίνος ἔσται διαφορά· ἀμήχανον γὰρ οὐσίας φορέσαι λόγον τὴν διαφοράν.
47tΑΛΛΟ.
48 Εἰ τὸ ἀγένητον οὐσία, καὶ οὐ τοῦ μὴ γενηθῆναι σημαντικόν ἐστι, κατὰ τίνα τρόπον ὁ Υἱὸς ἀνόμοιος

75

.

28

(50)

ἔσται τῷ Πατρὶ, γεννητῶς ὑπάρχων ἐξ αὐτοῦ; Εἰ γὰρ
μή τινα διαφορεῖ τὰ ὀνόματα πρὸς ἄλληλα τὴν ἀντι‐27

75

.

29

διαστολὴν, μηδὲ ἀλλήλοις μάχεται κατὰ τὸ ἐξ ἀμφοῖν σημαινόμενον, οὐδὲν κωλύσει κατ’ οὐσίαν ὅμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱόν· καὶ τοῦ ἀγενήτου εἰς οὐσίαν λαμβανομένου, ὁμοίως δὲ καὶ τοῦ γενητοῦ. Οὐσία
5γὰρ ὡς πρὸς οὐσίαν, οὐκ ἔσται ἐναντία, καθὸ οὐσίαι ἀμφότεραι.
7tΑΛΛΟ.
8 Εἰ πᾶν ἀγένητον παντὶ γενητῷ ἀνόμοιον, ἀληθεύ‐ σει τις λέγων, ὅτι καὶ πᾶν γενητὸν παντὶ γεννητῷ
10ὅμοιον. Γεννητὸς δὲ ὑπάρχων ὁ Υἱὸς, οὐδεμίαν ἔχει τὴν ὁμοιότητα πρὸς τὰ ὄντα γεννητῶς· ἔστι γὰρ ὑπὲρ πᾶσαν τὴν κτίσιν. Οὐκ ἄρα διὰ τὸ ἀγένητον εἶναι τὸν Πατέρα, ἀνόμοιος ἔσται κατὰ φύσιν αὐτῷ, γεννητῶς ὑπάρχων ἐξ αὐτοῦ Υἱός. Ὥσπερ γὰρ τὴν πρὸς τὰ
15γενητὰ γεννητὸς ὑπάρχων ἀναβέβηκεν ὁμοίωσιν· οὕτω τῆς πρὸς τὸ ἀγένητον ἐμφερείας οὐ καταβήσε‐ ται, κἂν ὑπάρχῃ γεννητός.
18tἈνθυποφορὰ ὡς ἐκ τῶν αἱρετικῶν.
19Τὸ ἀγένητον, φασὶν, ἐπὶ Θεοῦ, οὐσίαν εἶναί φαμεν·
20καὶ ἔσται τὸ ὄνομα ὁρικὸν, ὥσπερ ἂν εἴ τις ὁρίσαιτο καὶ τὴν οὐσίαν τοῦ ἀνθρώπου λέγων· Ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν.
23tΠρὸς τοῦτο λύσις.
24Ἀμαθῶς καὶ τοῦτο προτείνοντες ἐλεγχθήσονται·
25εἰ γὰρ ὁρικὸν εἶναι βούλεσθε τὸ ἀγένητος ὄνομα, ἐκ γένους ἔστω καὶ διαφορᾶς, ἤτοι διαφορῶν· χωρὶς γὰρ τούτων ὅρος οὐκ ἂν γένοιτό ποτε. Τὸ δὲ τοιοῦτον ἀγένητον, εἰς οὐδὲν οὐσίας ὑπάρχον γένος, ὅρος οὐκ ἂν εἶναι δύναιτο· πρὸς δέ γε τούτῳ, τὰ γένη φιλοσό‐
30φως ὁριζόμενα παρ’ ἐκείνων ὁρῶμεν, οὐκ ἐν μιᾷ λέξει καὶ μόνῃ, ἀλλ’ ἐν πλείοσιν· ὡς τὸ οὐσία ἔμψυ‐ χος αἰσθητικὴ, ἢ ζῶον λογικὸν θνητόν. Καὶ εἰ ἑνὸς ὀνόματος ἀπόφασις οὐκ ἐξαρκέσει πρὸς οὐσίας δήλω‐ σιν, οὐκ ἄρα ὁρικὸν τὸ ἀγέννητος.
35tΑΛΛΟ.
36 Εἰ πᾶς ὅρος τὸ τί ἐστι κατὰ φύσιν τῶν σημαινομέ‐ νων ἕκαστον εἰσφέρει, καὶ οὐχὶ τί οὐκ ἔστιν· ἡ δὲ ἀγέννητος φωνὴ, οὐ τί ἐστιν ὁ Θεὸς, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ (ὅτι γὰρ οὐκ ἐγενήθη, διὰ τοῦτο ἀγένητος)·
40οὐκ ἂν εἴη ὅρος τὸ ἀγένητος ὄνομα.
41tΑΛΛΟ.
42 Τῶν οὐσιῶν τοὺς ὅρους ἢ φέρε εἰπεῖν τῶν συμβε‐ βηκότων, οἱ περὶ ταῦτα σοφοὶ, οὐκ ἐκ τῶν ἀντικειμέ‐ νων γίνεσθαι βούλονται, ἀλλ’ ἐξ ὧν εἰσιν ὁμολογου‐
45μένως· οἷον ὥσπερ εἴ τις εἰπεῖν ἀπαιτούμενος τί ἐστι λευκὸν, ἀποκρίναιτο τὸ μὴ μέλαν. Τοῦτο γὰρ οὐ τί ἐστι τὸ ὁριζόμενον, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ. Εἰ τοίνυν ἡ ἀγένητος φωνὴ τὸ μὴ γεγενῆσθαι σημαίνει, ἐκ τῶν ἀντικειμένων ἔχει τὴν δήλωσιν, ὑγιὴς δὲ ὅρος

75

.

29

(50)

οὐκ ἂν γένοιτο διὰ τῶν τοιούτων. Οὐκ ἄρα ὅρος τὸ ἀγέννητον.
52tΑΛΛΟ.
53ἀγένητος φωνὴ τῶν πολλαχῶς λεγομένων
νοοῖτο κυρίως, καὶ ἐν τοῖς ὁμωνύμοις εὐλόγως ἂν29

75

.

32

κατατάττοιτο. Εἰ τοίνυν οἱ τῶν οὐσιῶν ὅροι οὐκ ἐκ τῶν ὁμωνύμων, οὐδ’ ἐκ τῶν πολλαχῶς νοουμένων λαμβάνονται (οὐδὲ γὰρ ἔσται σαφὲς τὸ ὁριζόμενον, εἰ ἐκ τούτων λαμβάνοιτο), ἡ δὲ ἀγένητος φωνὴ,
5καθάπερ ἤδη προείπομεν, τῶν ὁμωνύμων ἐστὶν, οὐκ ἂν εἴη ὅρος τὸ ἀγένητον.
7tΑΛΛΟ.
8 Εἰ ὅρος ἐστὶ τὸ ἀγέννητος ὄνομα ἤτοι φωνὴ, δέξε‐ ται δηλονότι κατὰ τὸ τῶν ὅρων σχῆμα τὴν ἀντιστρο‐
10φήν· ὥσπερ εἴ τις τὸν ἄνθρωπον ὁρίζων, ὡς εἴη ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, ἀντιστρέφων πάλιν αὐτὸ λέγοι· Εἴ τις ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, τοῦτο πάντως καὶ ἄνθρωπος. Εἰ τοίνυν τὸ ἀγένητον, καθάπερ ἤδη
15προείπομεν, ὅρος ἐστὶ, μὴ παραιτείσθω τὴν ἀντιστρο‐ φήν· εἰ γὰρ τὸ ἀγένητον οὐσία, καὶ ἡ οὐσία ἀγέ‐ νητον· ἀλλ’ οὐκ ἀντιστρέφει. Οὐ γὰρ πᾶσα οὐσία πάντως ἐστὶ καὶ ἀγένητος· μόνῳ δὲ Θεῷ κατ’ ἐξαί‐ ρετον τοῦτό ἐστιν. Ὅρος οὖν οὐκ ἂν εἴη τὸ ἀγένητον·
20ἀλλ’ ὅτι μὴ γεγένηται μόνον σημαίνει.
21tΛΟΓΟΣ Γʹ.
22tἈπολογία αὐτολεξεὶ, ὅτι μὴ τὸ ἀγένητον οὐσία,
23μόνον δὲ τοῦ μὴ γεγονέναι τὸν Θεὸν, σημαντι‐
24tκόν.
25 Εἰ τὸ ἀγένητον οὐσία, τῇ δὲ οὐσίᾳ οὐδὲν ἐναντίον, οὐδὲν ἄρα ἔσται τῷ ἀγενήτῳ ἐναντίον. Εἰ δέ ἐστιν ἐναντίον τῷ ἀγενήτῳ τὸ γενητὸν, τῇ δὲ οὐσίᾳ οὐδὲν ἐναντίον, τὸ ἀγένητον οὐκ ἔσται οὐσία.
29tΑΛΛΟ.
30 Εἰ τὸ ἀγένητον οὐσία, ἐξ ἀνάγκης ἔσται καὶ τὸ γενητὸν οὐσία· εἰ δὲ οὐσία ἑκάτερα, οὐκ ἔσται ἐναν‐ τίον τῷ ἀγενήτῳ τὸ γενητὸν, ἀλλὰ ταυτόν. Οὐ γὰρ ἐναντίον οὐσία πρὸς οὐσίαν.
34tΑΛΛΟ.
35 Εἰ τὸ ἀγένητον οὐσίαν Θεοῦ σημαίνει, ἀλλ’ οὐ τὸ μὴ γενέσθαι τὴν οὐσίαν, καὶ τὸ γενητὸν εἰκότως οὐ‐ σίαν, ἀλλ’ οὐ τὸ γενέσθαι. Οὐσίαν δὲ σημαινόντων ἑκατέρων, πόθεν γνῷ τις τὴν μὲν ποιοῦσαν, τὴν δὲ γινομένην, ἅπαξ τῶν ὀνομάτων οὐδὲν δηλούντων,
40ἀλλ’ ἢ μόνον οὐσίαν;
41tΑΛΛΟ.
42 Εἰ τὸ ἀγένητον οὐσία· ἡ δὲ οὐσία ἐπὶ πάντων συν‐ ωνύμως λέγεται· τὸ ἀγένητον ἐπὶ πασῶν τῶν οὐ‐ σιῶν λεχθήσεται, ἢ ἐπὶ πάντων τῶν ὑπ’ αὐταῖς. Εἰ
45δὲ τὸ ἀγένητον ἐπὶ πάντων οὐ κατηγορεῖται, ἡ δὲ οὐσία ἐπὶ πάντων, πῶς ταυτὸν οὐσία καὶ ἀγένητον·
47tΑΛΛΟ.
48 Εἰ τὸ ἀγένητον οὐσία, οὐσία δὲ οὐσίας οὐκ ἔστι μᾶλλον καὶ ἧττον, οὐκ ἔσται κατὰ τοῦτο μᾶλλον τὸ

75

.

32

(50)

ἀγένητον, ἀλλ’ οὐδὲ ἧττόν τι αὐτοῦ. Εἰ δὲ πάντων
μὲν ὑπερέχει τὸ ἀγένητον, οὐκέτι δὲ καὶ ἡ οὐσία·31

75

.

33

εἰ δὲ μὴ, πάντα πάντων ὑπερέξει· οὐκ ἄρα ἔσται τὸ ἀγένητον οὐσία.
3tΑΛΛΟ.
4Εἰ τὸ ἀγένητον οὐσίαν Θεοῦ σημαίνει, ἀλλ’ οὐ τὸ
5μὴ γενέσθαι, ὀνομάτων αὐτῷ ἑτέρων χρεία τῶν δυ‐ ναμένων δεῖξαι, τὸ μὴ ἔκ τινος αἰτίου γενέσθαι τὸν Θεόν. Ἅπαξ γὰρ τὸ ἀγένητον τοῦ Θεοῦ οὐδὲν σημαί‐ νει, ἀλλ’ ἢ μόνον οὐσίαν Θεοῦ.
9tΑΛΛΟ.
10 Εἰ ἡ οὐσία τοῦ Θεοῦ ἔν τί ἐστιν, ἀλλ’ οὐ πολλὰ τῷ ἀριθμῷ, τὸ δὲ ἀγένητον, καὶ ἀβασίλευτον, καὶ τὰ λοιπὰ, πολλὰ, ἀλλ’ οὐχ ἓν τῷ ἀριθμῷ· οὐκ ἔσται ἄρα ταυτὸν ἡ οὐσία τῷ ἀγενήτῳ καὶ ἀβασιλεύτῳ, ὡς οὐδὲ τὸ ἓν τοῖς πολλοῖς.
15tΑΛΛΟ.
16 Εἰ τὸ ἀγένητον, καὶ τὸ γενητὸν, καὶ τὰ λοιπὰ, οὐ‐ σία Θεοῦ, ἕτερα δέ εἰσι ταῦτα ταῖς φωναῖς, ἀνάγκη τὴν οὐσίαν ἐκείνην οὕτω συγκεῖσθαι κατὰ τὰς διαφό‐ ρους φωνάς· ἵν’ οἰκείως αἱ φωναὶ κατ’ αὐτῆς λέ‐
20γωνται· ἢ μὴ συγκειμένης αὐτῆς, ἀκόλουθον εἶναι ταῦτα τῶν προσόντων τῇ οὐσίᾳ σημαντικὰ, ἀλλ’ οὐ καθ’ αὑτὰ οὐσίας.
23tΑΛΛΟ.
24Εἰ ἡ οὐσία τοῦ Θεοῦ οὐ διά τι λέγεται (ἔστι γὰρ
25δι’ οὐδὲν), ἡ δὲ ἀγένητος φωνὴ, διὰ τὸ πάντων αὐτὸν εἶναι κρείττω καὶ ὑπερέχειν· οὐκ ἔσται ἄρα ταυτὸν ἡ μὴ διά τι λεγομένη τῷ δι’ αἰτίαν λεγομένῳ.
28tΑΛΛΟ.
29Εἰ τὸ ἀγένητον πρὸς τὴν ἀγενησίαν ἔχει τὴν ἀνα‐
30φορὰν, ἡ δὲ οὐσία τοῦ Θεοῦ πρὸς οὐδὲν ἔχει τὴν σχέ‐ σιν, πῶς ταυτὸν ἔσται τὸ πρός τί πως ἔχον τῇ πρὸς μηδὲν ἐχούσῃ οὐσίᾳ;
33tΑΛΛΟ.
34Εἰ τῇ τοῦ Θεοῦ οὐσίᾳ οὐδὲν ἀντιδιαστέλλεται, τῷ δὲ
35ἀγενήτῳ ἀντιδιαστέλλεται τὸ γενητὸν, πῶς οἷόν τε εἶναι ταυτὸν οὐσίαν καὶ ἀγένητον;
37tΑΛΛΟ.
38 Εἰ πᾶσα οὐσία ῥηθεῖσα θατέρα πρὸς θατέραν, οὐ δηλοῖ τὴν ἑαυτῆς ὑπεροχὴν, μὴ συμπαραληφθέντος
40τοῦ τῆς ὑπεροχῆς ὀνόματος, ῥηθὲν δὲ τὸ ἀγένητον εὐθὺς ἐμφαίνει διαφορὰν, πῶς οὐχὶ οἱ λέγοντες, Ταυ‐ τὸν οὐσία καὶ ἀγένητον, ἀφρονέστατοι;
43tΑΛΛΟ.
44Εἰ τὸ ἀγένητον οὐσία, ἔσται πᾶσα οὐσία ἀγένητον,
45ὅπερ ἀσεβές.
46tΑΛΛΟ.
47 Εἰ τὸ ἀγένητον οὐσία, ἴδιον δὲ οὐσίας τἀναντία δέχεσθαι, τῶν ἐναντίων ἐπιδεκτικὸν ἔσται τὸ ἀγένη‐ τον. Εἰ δὲ ἴδιον μὲν τοῦτο οὐσίας (τῷ γὰρ μὴ δημιουρ‐

75

.

33

(50)

γεῖν τὸ δημιουργεῖν ἀντίκειται, οὐκέτι δὲ καὶ τῷ33

75

.

36

ἀγενήτῳ· οὐ γὰρ συνέβη αὐτῷ τὸ γεγονέναι)· οὐκ ἄρα ἔσται οὐσία τὸ ἀγένητον.
3tΑΛΛΟ.
4Εἰ οὐσίαν λέγοντες ἐπὶ Θεοῦ, τῇ τῶν φιλοσόφων
5ἕπονται δόξῃ, ἴδιον ἔσται Θεοῦ, τἀναντία δέχεσθαι. Εἰ δὲ εἶναι τὸν Θεὸν σημᾶναι βουλόμενοι, τῷ τῆς οὐσίας, καθὰ καὶ ἡμεῖς, χρῶνται ὀνόματι· ἔστι δὲ ταυτὸν τῇ οὐσίᾳ τὸ ἀγένητον· ὄνομα ἔσται τὸ ἀγέ‐ νητον τοῦ εἶναι τὸν Θεὸν σημαντικὸν, ἀλλ’ οὐκ αὐτὸ
10οὐσία.
11tΑΛΛΟ.
12 Εἰ πᾶν τὸ ὑπὸ γένος καὶ εἶδος χωρὶς τῶν συμβε‐ βηκότων, τοῦτο οὐσία κυρίως, ὑπ’ οὐδὲν δὲ τούτων ἐστὶ Θεὸς, οὐκ ἄρα οὐσία κυρίως λέγεται Θεός. Εἰ
15δὲ τὸ ἀγένητον κυρίως λέγεται ἐπ’ αὐτοῦ (οὐ γὰρ γέ‐ γονεν), οὐκέτι δὲ καὶ ἡ οὐσία, πῶς ταυτὸν ἂν εἴη τῷ καταχρηστικῷ τὸ κύριον;
18tΑΛΛΟ.
19Εἰ τὸ κυριώτατον καὶ πρῶτον οὐσία λέλεκται, διὰ
20τὸ πᾶσι τοῖς συμβεβηκόσιν αὐτὸ ὑποκεῖσθαι· οὐκ ἔστι δὲ συμβεβηκὸς, ᾧ καθυποκεῖται Θεός· οὐδὲ οὐσία ἄρα κυρίως λέγεται ἐπὶ Θεοῦ. Ἔστι γὰρ ὑπερ‐ ούσιος. Εἰ δὲ τὸ ἀγένητον κυρίως λέγεται ἐπ’ αὐ‐ τοῦ (ἔστι γὰρ μὴ γενόμενος), οὐκέτι δὲ καὶ ἡ οὐσία·
25οὐ ταυτὸν οὐσία καὶ ἀγένητον.
26tΑΛΛΟ.
27 Εἰ τὸ ἀγένητον, καὶ ἀβασίλευτον, καὶ τὰ λοιπὰ, ἐκ παραλλήλου οὐσίας σημαίνουσιν, οὐκ εἰσὶ δὲ ταυτὰ τοῖς σημαίνουσι τὰ σημαινόμενα· οὐκ ἔσται ἄρα
30ταυτὸν οὐσία καὶ ἀγένητον· ὡς οὐδὲ τῷ σημαίνοντι τὸ σημαινόμενον.
32tΑΛΛΟ.
33 Εἰ τὸ ἀγένητον οὐ διὰ τὸ μὴ γεγονέναι, ἀλλὰ διὰ τὸ εἶναι οὐσίαν τοῦ Θεοῦ, λέλεκται, καὶ τῶν οὐσιῶν
35ἑκάστη ἂν εἴη ἀγένητον. Εἰ δὲ εἰσὶ μὲν οὐσίαι πολ‐ λαὶ, οὐκέτι δὲ καὶ ἀγένητοι· οὐκ οὐσίαν ἄρα ἐμφαίνει τὸ ἀγένητον, ἀλλὰ τῆς οὐσίας τὴν ὑπεροχήν.
38tΑΛΛΟ.
39Εἰ ἐπὶ Θεοῦ μόνον τὸ ἀγένητον, ὥς φασιν, οὐσία
40ἐστὶν, εἴη ἂν αὐτῆς καὶ ὅρος, ἧς μόνον ἴδιον τὸ ἀγέ‐ νητον. Εἰ δὲ μηδείς ἐστιν ὅρος ᾧ ὑποβάλλεται οὐσία Θεοῦ, οὐδ’ ὄνομα ἄρα κύριόν ἐστιν ἐπὶ Θεοῦ τὸ ἀγέ‐ νητον, ὡς μηδὲν ἄλλο αὐτὸ ἐμφαίνειν, ἀλλ’ ἢ μόνον οὐσίαν Θεοῦ.
45tΛΟΓΟΣ Δʹ.
46tΠρὸς τοὺς τολμῶντας λέγειν, ὅτι Ἦν ποτε, ὅτε
47οὐκ ἦν ὁ Υἱός. Ἐκλογαὶ συλλογισμῶν, καὶ νοημάτων κατασκευαὶ, σὺν μαρτυρίαις· τὸ δὲ συναγόμενον ἐκ πάντων, ὅτι ἀΐδιος ὁ τοῦ Θεοῦ
50tΛόγος.
51Ἀνοήτως λέγουσιν οἱ θεομάχοι περὶ τοῦ Υἱοῦ, ὅτι35

75

.

37

Ἦν ὅτε οὐκ ἦν.» Εἰ μὲν γὰρ ἐπ’ αὐτοῦ φέροιτο, φασὶ, τοῦ Λόγου, τὸ Ἦν, οὐδένα τόπον ἕξει τὸ Οὐκ ἦν. Εἰ δέ τις ἐπὶ χρόνου λαμβάνοι τὸ Ἦν, ἵνα λέγῃ σαφῶς, ὅτι ἦν χρόνος ὅτε οὐκ ἦν ὁ Υἱὸς, ἀμαθὴς ὢν καὶ ἀνόητος
5ἐλεγχθήσεται, χρόνον εἶναι λέγων πρὸ τῆς ὑπάρξεως τοῦ Υἱοῦ, δι’ οὗ πεποιῆσθαι τοὺς αἰῶνας Παῦ‐ λός φησιν.
8tὍτι ἀΐδιος ὁ τοῦ Θεοῦ Λόγος, μαρτυρίαι.
9«Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν
10Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Ἐν τῇ Ἀποκαλύψει τῇ Ἰωάννου τάδε λέγει, «Ὁ ὢν, ὁ ἦν, ὁ ἐρχόμενος,» ὅτι ὁ ἐρχόμενος, ὁ Λόγος ἐστὶ, καθ’ οὗ τὸ Ὁ ὢν, καὶ Ὁ ἦν τέτακται. «Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος.» Σαφῶς
15δὲ καὶ ὁ Ἰωάννης ἐπὶ τοῦ Λόγου τίθησι τὸ Ἦν· «Ἦν γὰρ, φησὶν, ὁ Λόγος πρὸς τὸν Θεόν.» Προσεῖναι δὲ πάντως δεῖ τὸ ἀΐδιον τῷ καθ’ οὗ τὸ Ὢν καὶ τὸ Ἦν τέτακται.
19tΜαρτυρίαι.
20 Ὁ Παῦλος περὶ Ἰουδαίων· «Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» Ὁ αὐτὸς περὶ τοῦ Λόγου· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτί‐ σεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται·
25ἥ τε ἀΐδιος αὐτοῦ δύναμις, καὶ θειότης.» Εἰ δὲ ἐπὶ τοῦ Πατρὸς ἐνεχθείη τὸ ῥητὸν, ἑτέρως εἰς τὸν Υἱὸν περιτραπήσεται. Τίς γὰρ ἡ τοῦ Θεοῦ δύναμις, ὁ Παῦλος βοᾷ· «Ὁ Χριστὸς, Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Ὁ Ψαλμῳδὸς τὸ αὐτό· «Ἔντειλαι, ὁ Θεὸς,
30τῇ δυνάμει σου. Δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειρ‐ γάσω ἐν ἡμῖν.» Τίς δὲ ὁ δυναμώσας τοῦτο τὸ κατ‐ αρτισθὲν ἡμῖν, εἰ μὴ ὁ ἐκ τῆς φθορᾶς ἡμᾶς λυτρω‐ σάμενος τοῦ Θεοῦ Λόγος, καὶ ἀναστήσας εἰς ἀφθαρ‐ σίαν;
35tΑΛΛΟ.
36tΕἰς τὸ αὐτὸ κατασκευὴ πιθανὴ, ὅτι τὸ ῥητὸν τὸ
37λέγον, «Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κό‐ σμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις, καὶ θειότης,» τὸν
40Υἱὸν σημαίνει. Ὁ δὲ λόγος τῆς κατασκευῆς
41tοὗτος·
42 Γέγραπται· «Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ.» Εἰ δὲ μόνῳ τῷ Υἱῷ ὁ Πατὴρ γινώσκεται, καὶ δι’ αὐτοῦ μόνου τοῖς
45ἄλλοις ἀποκαλύπτεται, οὐ διὰ κτίσεως ἄρα, οὐδὲ τοῖς ποιήμασι νοούμενος ὁ Πατὴρ καθορᾶται. Ἀλλ’ ἡ μὲν κτίσις τὸν ἑαυτῆς δημιουργὸν τὸν Θεὸν Λόγον· ὁ δὲ Λόγος ἐν ἑαυτῷ δεικνύει τὸν Πατέρα. Καὶ γοῦν τῷ Φιλίππῳ λέγοντι, «Δεῖξον ἡμῖν τὸν Πατέρα,» οὐκ

75

.

37

(50)

ἐκ τῆς τῶν ποιημάτων καλλονῆς ἀναλόγως αὐτὸν θεωρεῖν ἐπιτάττει, ἀλλ’ ἑαυτὸν δεικνύει, λέγων· «Ὁ ἑωρακὼς, ἐμὲ, ἑώρακε καὶ τὸν Πατέρα.»
53tἝτεραι μαρτυρίαι, ὅτι ἀΐδιος ὁ Υἱός.
54Ὁ Ψαλμῳδὸς αὐτὸν καλεῖ, «Ὁ ὑπάρχων πρὸ τῶν37

75

.

40

αἰώνων, οὐχ ὁ γενόμενος· ὁ Ἡσαΐας, «Θεὸς αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς.» Εἰ δὲ ὁ Λόγος ἐστὶν ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, κεῖται δὲ ἐπ’ αὐτοῦ τὸ, αἰώνιος, ἦν ἀεὶ δηλονότι, καὶ οὐκ
5ἐγένετο.
6tΑΛΛΟ.
7 Γράφει Παῦλος περὶ τοῦ Λόγου· «Ὃς ὢν ἀπαύ‐ γασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐ‐ τοῦ.» Ψάλλει καὶ Δαβίδ· «Καὶ ἔστω ἡ λαμπρότης
10Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμῶν.» Καὶ πάλιν· «Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.» Πότε οὖν ἦν ὁ Πατὴρ χωρὶς τοῦ ἰδίου ἀπαυγάσματος; πότε δὲ οὐκ ἦν ἐν Θεῷ ἡ λαμπρότης αὐτοῦ; Καὶ πάλιν· Εἰ φῶς ἐστιν ἐκ φωτὸς τοῦ Πατρὸς ὁ Υἱὸς, πότε οὐκ ἦν ἐν Πατρὶ
15τὸ φῶς αὐτοῦ; Ὡς γὰρ ἀχώριστον τοῦ πυρὸς τὸ φωτίζειν, οὕτω καὶ τοῦ Πατρὸς τὸ ἐξ αὐτοῦ γεννώ‐ μενον φῶς.
18tΑΛΛΟ.
19Ψάλλει Δαβίδ· «Ἡ βασιλεία σου βασιλεία πάν‐
20των τῶν αἰώνων.» Εἰ δὲ ὁ πᾶς χρόνος ἐν τοῖς αἰῶσι μετρεῖται, βασιλεύει δὲ ἐν αὐτοῖς ὁ Λόγος, οὐκ ἦν ἄρα χρόνος ὅτε οὐκ ἦν ὁ Υἱός.
23tΑΛΛΟ.
24tἈπόδειξις διὰ μαρτυριῶν, ὅτι αἱ θεῖαι Γραφαὶ,
25τὸ ἦν, καὶ τὸ ὁ ὢν, καὶ τὸ ὑπάρχων, καὶ τὸ ἤμην, καὶ τὸ εἰμὶ, καὶ τὸ ἔστιν, ἐπὶ τοῦ Λόγου τιθέασι μόνου, ἐπὶ δὲ τῶν γενητῶν οὐκέτι, ἀλλὰ μᾶλλον τὸ ποτὲ, καὶ τὸ πρὶν, καὶ τὸ πρὸ
29tτοῦ, καὶ τὸ γέγονε, καὶ ὅσα τούτοις ὅμοια.
30 Ὁ Σωτὴρ τὸ ἀΐδιον τῆς ἰδίας ὑποστάσεως σημαί‐ νων ἔλεγεν· «Ἐγώ εἰμι ἡ ἀλήθεια· ἐγώ εἰμι τὸ φῶς· ἐγώ εἰμι ὁ ποιμήν.» Καὶ πάλιν πρὸς τοὺς μα‐ θητάς· «Ὑμεῖς καλεῖτέ με, ὁ Κύριος καὶ ὁ Διδά‐ σκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ·» καὶ ὁ Ψαλμ‐
35ῳδὸς περὶ αὐτοῦ·» Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, καὶ πλα‐ σθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην· καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ.» Αὐτὸς περὶ ἑαυ‐ τοῦ· «Ἐγώ εἰμι ἡ ὁδός· καὶ ἐγώ εἰμι ἡ θύρα.» Ὁ Πατὴρ δὲ περὶ αὐτοῦ· «Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπη‐
40τός·» καὶ πάλιν, «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ.» Πανταχοῦ τὸ εἶ, καὶ τὸ ἦν, ἐν τούτοις φέρε‐ ται· οὐδαμοῦ δὲ τὸ γέγονεν. Ἐπὶ δὲ τῶν γενητῶν· «Πνεῦμα θεῖον τὸ ποιῆσάν με·» ὁ Μωσῆς τὰ περὶ γενέσεως κόσμου διηγούμενος· «Καὶ πᾶν χλωρὸν
45ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν.»
49tὍτι τὸ, ὅτε, χρόνον ἀεὶ σημαίνει.

75

.

40

(50)

Ἐν τῷ Δευτερονομίῳ, «Ὅτε διεμέριζεν ὁ Ὕψι‐
στος ἔθνη.»39

75

.

41

Ὅτι τὸ, πρὸ τοῦ, ἐπὶ τῶν γενητῶν. Ἐν τῷ Σολομῶνι ἡ Σοφία περὶ ἑαυτῆς· «Πρὸ τοῦ τὴν γῆν ποιῆσαι· πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι· πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων· πρὸ τοῦ ὄρη
5ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Ὁ Σωτήρ· «Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέ‐ σθαι, ἐγώ εἰμι.» Πρὸς Ἱερεμίαν ὁ Θεός· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε· καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε.» Ἐν τῷ
10Δανιὴλ ἡ Σωσάννα· «Ὁ Θεὸς ὁ μέγας καὶ ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης· ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν.»
13tἜτι περὶ τοῦ ἀΐδιον εἶναι τὸν Υἱὸν, ὡς ἐξ ἀντι‐
14tθέσεως κατασκευή.
15tἈντίθεσις ἑτεροδόξων.
16 Εἰ μὴ ἦν ποτε, ὅτε οὐκ ἦν, φησὶν, ἀλλ’ ἀΐδιός ἐστιν ὁ Υἱὸς, καὶ συνυπάρχει τῷ Πατρὶ, οὐκέτι Υἱὸν, ἀλλ’ ἀδελφὸν εἶναι λέγετε τοῦτον.
19tΠρὸς τοῦτο λύσις.
20 Συναΐδιον εἶναι λέγοντες, καὶ Υἱὸν εἶναί φαμεν. Εἰ μὲν οὖν ἦν ἁπλῶς συναΐδιος καὶ οὐχ Υἱὸς, χώραν εἶχεν ὑμῶν ἡ ὑπόνοια· ἐπεὶ δὲ πρὸς τῷ ἀϊδίῳ καὶ Υἱὸν ὁμολογοῦμεν, πῶς ὁ Υἱὸς ἀδελφός ἐστι τοῦ γεν‐ νήσαντος;
25tΑΛΛΟ.
26 Εἰ ἡ πίστις ἡμῶν εἰς Πατέρα καὶ Υἱόν ἐστι, καὶ οὕτω βαπτιζόμεθα, ποία ἀδελφότης ἐν τούτῳ φαίνε‐ ται; ἢ πῶς ὁ Λόγος ἀδελφὸς εἶναι δύναται οὗ ἐστι Λόγος;
30tΑΛΛΟ.
31 Οὐκ ἔκ τινος ἀρχῆς προϋπαρχούσης ἐγεννήθησαν ὁ Πατὴρ καὶ ὁ Υἱὸς, ἵνα καὶ ἀδελφοὶ νομισθῶσιν. Ἀλλ’ ὁ Πατὴρ ἀρχὴ τοῦ Υἱοῦ, καὶ τίκτει τὸν Υἱὸν, καὶ μένει Πατὴρ, καὶ οὐχ Υἱός τινος λέγεται· καὶ ὁ Υἱὸς
35Υἱός ἐστι, καὶ ὅπερ ἐστὶ μένει· καὶ οὐκ ἀδελφός τινος κατὰ φύσιν λέγεται. Ποῖον οὖν ἕξει τόπον ἀδελ‐ φότης ἐν τούτοις;
38tἜτι περὶ ἀϊδιότητος.
39Εἰ τέλειος ὁ Πατὴρ, τέλειον ἔσται καὶ τὸ ἐξ αὐ‐
40τοῦ. Καὶ εἰ πρὸς τούτῳ τὸ ἀΐδιον ἔχει, ἀΐδιον ἔσται καὶ τὸ ἐξ ἀϊδίου Πατρὸς οὐκ ἐπισυμβεβηκὸς τῇ τοῦ Γεννήσαντος οὐσίᾳ, ἀλλ’ ἀεὶ συνυπάρχον αὐτῇ· καὶ οὐκ ἀτελὲς διὰ τὸ ἐν χρόνῳ γενέσθαι, κατά τινας· ἀλλὰ τέλειον, διὰ τὸ πρὸ παντὸς εἶναι χρόνου.
45tΑΛΛΟ.
46tἘπαπόρησις ἑτέρα διὰ τῆς εἰς ἄτοπον ἀπαγω‐
47tγῆς, οὕτως.
48 Εἰ οὐκ ἔστιν Υἱὸς ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ’ ἐξ οὐκ ὄντων ὡς ποίημα γέγονε, δεικνύτω πρότερον ὁ βου‐

75

.

41

(50)

λόμενος. Εἴθ’ οὕτω φερέτω λοιπὸν κατὰ ποιήματος, τὸ Ἦν ὅτε οὐκ ἦν. Εἰ δὲ Υἱὸν αὐτὸν αἱ θεῖαι κα‐ λοῦσι Γραφαὶ, καὶ οὕτως ὁ Πατὴρ ὀνομάζει, τὸ Υἱὸς ὄνομα τὴν ἐκ Πατρὸς γέννησιν σημαίνει· οὐκ ἄρα
ποίημα καὶ κτίσμα ἐστίν· οὐ γὰρ ταυτὸν τῷ γεννω‐41

75

.

44

μένῳ τὸ κτιζόμενον. Εἰ δὲ τοῦτο ἀληθὲς, οὐχ ἕξει τόπον τὸ, Οὐκ ἦν, ἐφ’ Υἱοῦ, κατὰ μόνων κτισμά‐ των κυρίως τιθέμενον.
4tΑΛΛΟ.
5 Εἰ ἐγεννήθη ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς, τὸ δὲ ἐκ τοῦ Πατρὸς γεννηθὲν ὁ Λόγος ἐστὶν αὐτοῦ, καὶ ἡ σοφία, καὶ τὸ ἀπαύγασμα, οἱ λέγοντες· Ἦν ὅτε οὐκ ἦν ὁ Υἱὸς, ἄντικρυς λέγουσιν, Ἦν ὅτε ἄλογος ἦν καὶ ἄσοφος, καὶ χωρὶς τοῦ ἰδίου ἀπαυγάσματος ὁ Πατήρ.
10Εἰ δὲ τοῦτο ἄτοπον, ἀργήσει πάντως ἐπὶ τοῦ Υἱοῦ τὸ, Οὐκ ἦν. Ἔσται οὖν τῶ Πατρὶ συναΐδιος.
12tΑΛΛΟ.
13tἈντίθεσις οὐκ ἀληθὴς, ἀνατρέπειν δοκοῦσα τοῦ
14tΥἱοῦ τὸ ἀΐδιον.
15 Εἰ τομὴν, φησὶν, ἡ θεία φύσις οὐκ ἐπιδέχεται, διὰ τὸ μὴ εἶναι πάθους δεκτικὴν (οἷς γὰρ τὸ πάσχειν κατὰ φύσιν ὑπάρχει, τούτοις ἐστὶν οἰκεῖον καὶ τὸ τέμνεσθαι), οὐ χρὴ λέγειν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν, ἵνα μή τι πάθος καὶ διαίρεσις περὶ
20τὴν ἁπλῆν φαίνηται φύσιν. Εἰ γὰρ τὸ ἔκ τινος προ‐ ελθὸν, ἕτερόν τι πάντως τῷ ἀριθμῷ παρ’ ἐκεῖνο, ἐξ οὗ καὶ προῆλθε, μερισμός τις καὶ διακοπὴ περὶ τὴν θείαν ὁρᾶται φύσιν, εἰ μὴ ἔξωθεν, ἀλλ’ ὄντως ἐξ αὐ‐ τῆς δοίημεν προελθεῖν τὸν Υἱόν. Εἰ δὲ ἔξωθέν ἐστιν,
25ἐπισυμβέβηκεν ἄρα, καὶ οὐκ ἔστι τῷ Πατρὶ συν‐ αΐδιος.
27tΠρὸς τοῦτο λύσις.
28 Κακῶς καὶ ἀπαιδεύτως τὰ σωμάτων ἴδια τῇ ἀσω‐ μάτῳ τινὲς προσάπτουσιν οὐσίᾳ. Ἐπὶ σωμάτων μὲν
30γὰρ ἁρμόσει λέγειν, πάθος γίνεσθαι καὶ τομὴν καὶ διαίρεσιν· ἐπὶ δὲ τῆς ἀσωμάτου φύσεως οὐδέν ἐστι τῶν τοιούτων. Εἰ δὲ ἀσώματος ὁ Θεὸς, τίκτει μὴ μεριζόμενος, γεννᾷ μὴ τεμνόμενος. Ἐπειδὴ καὶ τὸ πῦρ ἐξ ἑαυτοῦ τίκτει τὸ φῶς, οὐδεμίαν ὑπομένον
35διαίρεσιν, κἂν τῇ ἐπινοίᾳ χωρίζεσθαι δοκῇ πως αὐ‐ τοῦ τὸ ἐξ αὐτοῦ προελθόν. Εἰ δέ τις ταῖς σωματι‐ καῖς ἀνάγκαις ὑποβάλλοι τὸ ἀσώματον, αἰτιάσθω τοῦ οἰκείου νοῦ τὴν ἀσθένειαν, οὐ δυναμένου νοεῖν τὰ τῇ ἀσωμάτῳ πρέποντα φύσει. Καὶ πάλιν· εἰ ἀσθενοῦσί
40τινες περὶ τὸ νοῆσαι τὴν ἐξ ἀϊδίου Πατρὸς ἀΐδιον τοῦ Υἱοῦ γέννησιν, διά τε τοῦτο ταῖς σωματικαῖς ἀκολου‐ θίαις ὑποβάλλουσι τὸ ἀσώματον, ἐπειδὴ καὶ τί ἐστιν, ἢ ποδαπὸς ὁ Πατὴρ κατὰ τὴν φύσιν οὐχ εὑρίσκουσιν, ἀρνείσθωσαν καὶ αὐτόν. Εἰ δὲ πίστει τὰ ὑπὲρ ἡμᾶς
45παραλαμβάνεται, ὑπὲρ ἡμᾶς δὲ καὶ ἡ τοῦ Υἱοῦ γέν‐ νησις· οὐδεὶς γὰρ αὐτοῦ τὴν γενεὰν διηγήσεται, καθά φησιν ὁ προφήτης, πίστει δεχέσθω καὶ τοῦτο, καὶ ἀργείτω τὸ, Οὐκ ἦν, ἐξ ἀνθρωπίνων λογισμῶν ἀσθε‐ νῶς εἰσφερόμενον.
50tΑΛΛΟ. Περὶ ἀϊδιότητος.
51tΣυλλογισμὸς μετά τινος ἐπαπορήσεως πεπλε‐
52γμένος, καὶ συνάγων εἰς ὁμολογίαν τοῦ δεῖν Ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, οὐκ ἔξωθεν ἐπι‐ γεγονότα τὸν Υἱὸν ὑπολαμβάνειν· εἰ δὲ τοῦτο,
55tδῆλον ὅτι καὶ τῷ Πατρὶ συναΐδιον.43

75

.

45

Εἰ κατὰ τὴν ὑμετέραν ὑπόνοιαν, ὦ θεομάχοι, ἐξ οὐκ ὄντων ἐστὶν ὁ Υἱὸς, καὶ οὐκ ἦν πρὶν γεννηθῇ, κατὰ τὸ μετέχειν τοῦ Θεοῦ, δηλονότι καθάπερ τὰ ἄλλα λογικὰ, καὶ αὐτὸς ἐκλήθη Θεὸς, καὶ Υἱὸς, καὶ
5Σοφία. Τοῦτο γὰρ ὑπάρχει τοῖς λογικοῖς κτίσμασιν, οἷς οὐ φύσει τὸ τῆς θεότητος ἐπαληθεύεται κάλλος, ἀλλ’ ἡ τοῦ διδόντος χάρις προξενεῖ· ὡς ὅταν λέγῃ· «Ἐγὼ εἶπον· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Σχέσει γὰρ τῇ πρὸς Θεὸν υἱοποιηθέντες παρ’ αὐτοῦ
10θεοποιούμεθα. Εἰ τοίνυν Θεοῦ μετασχόντες κατὰ χά‐ ριν, υἱοὶ Θεοῦ κεκλήμεθα, τίνος ἂν δοίημεν μετέχειν τὸν Λόγον, ἵνα γένηται Υἱὸς ἢ Θεός; Ἡμεῖς μὲν γὰρ, τοῦ ἁγίου Πνεύματος· ἐπὶ δὲ τοῦ Λόγου τοῦτο νομί‐ ζειν, ἀμαθές. Αὐτὸς γάρ φησι περὶ τοῦ Πνεύματος·
15«Ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει· «Τίνος οὖν ἄρα μετέχει; Λείπεται λέγειν, τοῦ Πατρός. Καὶ τίς ἐστιν ὁ τῆς μετουσίας τρόπος; ἢ τί τὸ ἐκ τοῦ Πατρὸς ἐξιὸν καὶ ἐν τῷ λόγῳ γινόμενον, ἵνα καὶ μετέχηται. Φέρε εἰ‐ πεῖν, ὡς ἀπὸ πυρὸς θερμότης ἐν σώματι, ἢ ἔκ τινος
20ἄνθους εὐωδία· μᾶλλον δὲ ὥσπερ εἰς ἡμῶν τὸ Πνεῦ‐ μα, περὶ οὗ φησιν ἡ Γραφή· «Ὅτι ἐκ τοῦ Πατρὸς ἐκπορεύεται.» Τί οὖν ἐστι τὸ ἐκ τοῦ Πατρὸς ἐξιὸν καὶ ἐν τῷ Λόγῳ γινόμενον; Ἆρ’ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας, ἢ ἔξωθέν ποθεν καὶ τοῦτο τὸ ληφθέν; Εἰ
25μὲν οὖν ἔξωθέν ἐστιν, οὐδὲ τοῦ Πατρὸς μέτοχός ἐστιν ὁ Υἱὸς, ἀλλ’ ἑτέρου τινὸς μετέχων ἁγιάζεται, ὅπερ ἐστὶ καὶ μόνον ἐννοῆσαι δυσσεβές. Εἰ δὲ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς συγχωρεῖτε νοεῖσθαι τὸ τῷ Λόγῳ πρὸς μετοχὴν παρ’ αὐτοῦ χορηγούμενον, ἢ τομήν
30τινα καὶ μερισμὸν καὶ πάθος δύνασθαι συμβαίνειν περὶ τὴν τοῦ Θεοῦ φύσιν δεδώκατε, ἢ λέγοντες ἀπα‐ θῶς καὶ ἀμερίστως ἐν τῷ Θεῷ τὰ τοιαῦτα γίνεσθαι, μάτην ἀνατρέπετε τὴν τοῦ Υἱοῦ γέννησιν, μερισμὸν καὶ πάθος περὶ αὐτὴν εἰσάγοντες. Εἰ δὲ ἀμερίστως
35τίκτει Θεὸς, γεννᾷ τε ἀπαθῶς ἐξ ἑαυτοῦ, οὐδὲν κω‐ λύει τὸ γεννηθὲν ὁμολογεῖσθαι τὸν ζῶντα τοῦ Πατρὸς Λόγον. Ὁ δὲ ἐξ ἀϊδίου Πατρὸς προελθὼν, ἔσται πάντως καὶ ἀΐδιος· οὕτω γὰρ ἂν καὶ τὴν πατρῴαν εὐγένειαν ἔχων καὶ διασώζων ἐν ἑαυτῷ, ἀληθεύει
40λέγων· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.» Οὐ γὰρ ἐν τῷ γενητῷ τὸ ἀΐδιον φαίνεται
44ΑΛΛΟ.
45 Εἰ ὁ μετέχων τοῦ Υἱοῦ θείας γίνεται κοινωνὸς φύ‐ σεως, κατὰ τὴν τοῦ Πέτρου φωνὴν, καὶ εἰ ναοὶ Θεοῦ χρηματίζουσιν οἷς ὁ Λόγος ἐνοικεῖ, ἀνάγκη λέγειν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ τὸν Υἱόν. Καὶ εἰ οὐδὲν ἐπι‐ γενητὸν ἐν Θεῷ (τέλειος γὰρ καὶ ἀπροσδεὴς), οὐκ

75

.

45

(50)

ἐπιγέγονεν ὁ Υἱός; ἀλλ’ ἦν τῷ Πατρὶ συναΐδιος.
51tἜτι, περὶ ἀϊδιότητος τοῦ Υἱοῦ.
52 Πατέρα λέγομεν τὸν Θεὸν, Υἱὸν δὲ τὸν Λόγον καὶ Θεὸν, οὐχ ἵνα τὸν μὲν προϋπάρχοντα, τὸν δὲ μετ’
αὐτὸν γεγονότα νοῶμεν, κατὰ τὴν ἐν ἀνθρώποις45

75

.

48

τάξιν· ἄνω γὰρ παντὸς χρόνου Θεὸς, ἀλλ’ ἵνα τὸν μὲν ὡς Γεννήσαντα, ὅπερ ἐστὶ πατρὸς ἴδιον· τὸν δὲ ὡς γνήσιον Υἱὸν ἄῤῥητον ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ἐσχηκότα τὴν γέννησιν προσκυνῶμεν. Πατὴρ οὖν ὅτι
5γεγέννηκεν· Υἱὸς δὲ, ὅτι ἐγενήθη· καὶ πρὸς μόνον τῶν ὀνομάτων ἡ χρεία καὶ τὸ διὰ τῆς πρὸς ἡμῶν ὁμοιώσεως σημαινόμενον. Εἰ τοίνυν ἐπὶ Θεοῦ τὸ Πατὴρ ὄνομα μόνου τοῦ γεννᾷν ἐστι σημαντικὸν, οὐδεὶς ἀναγκάσει λόγος προϋπάρχειν τοῦ ἰδίου γεν‐
10νήματος τὸν ἀχρόνως γεννῶντα Θεόν. Καὶ εἰ χρόνος ἦν οὐδεὶς μεταξὺ τοῦ γεννήσαντος καὶ γενηθέντος, οὐκ ἐπιγέγονεν, ἀλλ’ ἦν ἀεὶ τῷ Πατρὶ συναΐδιος ὁ Υἱός.
14tΑΛΛΟ.
15 Εἰ ποιητής ἐστι κατὰ φύσιν ὁ Θεὸς, καὶ οὐκ ἐπι‐ γέγονεν αὐτῷ τὸ δύνασθαι παράγειν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ ὄντα· πάντα δὲ δι’ Υἱοῦ ποιεῖ καὶ κατεργάζεται, πῶς οὐκ ἀσεβὲς τὸ λέγειν· Ἦν ὅτε οὐκ ἦν; ἴσον γάρ ἐστιν εἰπεῖν· Ἦν ὅτε οὐκ ἦν ὁ
20Θεὸς, ὕστερον ἐπιγενομένου τοῦ πάντων δημιουργοῦ Λόγου· «Χωρὶς γὰρ αὐτοῦ ἐγένετο οὐδὲ ἓν,» κατὰ τὴν Ἰωάννου φωνήν. Εἰ δὲ ἀεὶ καὶ κατὰ φύσιν ποιη‐ τὴς ὁ Θεὸς καὶ Πατὴρ, ἦν ἄρα σὺν αὐτῷ δι’ οὗ ποιη‐ τὴς ἐφαίνετο, τουτέστιν ὁ Λόγος αὐτοῦ. Ὥσπερ γὰρ
25ἀχώριστον ἀνθρώπου πᾶν τὸ φύσει προσὸν αὐτῷ· οὕτω καὶ Θεοῦ πᾶν τὸ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ. Ἐν Πατρὶ δὲ καὶ ἐκ Πατρὸς ὁ Λόγος· ἀχώριστος ἄρα καὶ συναΐδιος.
29tΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς.
30 Εἰ οὐκ ἔστιν ὁ Υἱὸς τῷ Πατρὶ συναΐδιος, ἀλλ’ Ἦν ὅτε οὐκ ἦν, καθ’ ὑμᾶς, ἀνάγκη συνομολογεῖν ἀτελῆ ποτε ὑπάρχειν τὴν ἁγίαν Τριάδα. Ἦν γὰρ μονὰς, ὡς εἰκὸς, πρὸ Υἱοῦ. Γέγονε δὲ ὕστερον Τριὰς, ἐπι‐ γενομένου τοῦ λείποντος. Ἐπειδὴ δὲ πᾶν ὅπερ ἂν
35συμβῇ, καὶ ἀποσυμβῆναι δύναται, δέος μὴ καί τις ἡμᾶς ἀναγκάσῃ λόγος ὁμολογεῖν δύνασθαι τὴν ἁγίαν Τριάδα πρὸς ἑνάδα παλινδρομεῖν. Εἰ δὲ τοῦτο φρο‐ νεῖν ἢ λέγειν ἁπάσης ἐστὶ δυσσεβείας ἐπέκεινα, ἦν ἀεὶ μετὰ Πατρὸς τῆς ἁγίας Τριάδος τὸ πλήρωμα.
40tΑΛΛΟ, τούτῳ ὅμοιον.
41 Εἰ οὐκ ἔστιν ὁ Υἱὸς ἴδιον γέννημα τῆς οὐσίας τοῦ Πατρὸς, ἀλλ’ ἐξ οὐκ ὄντων ἐγένετο, ἀνόμοιος ἔσται πρὸς ἑαυτὴν ἡ ἁγία Τριὰς ἐξ οὐκ ὄντων ἔχουσα τὴν σύστασιν. Καὶ λοιπὸν τὸ κτίσμα τῷ Κτίστῃ συναρι‐
45θμεῖται, καὶ τὸ ποίημα τῷ ποιητῇ συνδοξάζεται. Εἰ δὲ τοῦτο ἀσεβὲς, μία γὰρ θεότης τῆς ἁγίας Τριάδος, μία δοξολογία, κυριότης ἡ αὐτὴ, οὐκ εὐλόγως εἰς διαφόρους οὐσίας σχίζεται. Πῶς δὲ οὐκ ἄτοπον τοῦ Πατρὸς ὄντος ἀϊδίου, τὸν συγκαθήμενον αὐτῷ καὶ

75

.

48

(50)

συμβασιλεύοντα Λόγον τολμῆσαι λέγειν οὐκ εἶναι μέν ποτε· ἐπιγεγονέναι δὲ ὕστερον, καὶ πρόσφατον
ἡμῖν εἰσφέρεσθαι Θεόν;47

75

.

49

ΑΛΛΟ. Πηγὴ σοφίας καὶ ζωῆς καλεῖται καὶ ἔστιν ὁ Θεός. Διὰ μὲν γὰρ Ἱερεμίου φησίν· «Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος.» Καὶ πάλιν· «Θρόνος δόξης
5ὑψωμένος, ἁγίασμα ἡμῶν, ὑπομονὴ Ἰσραὴλ, Κύριος. Πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν, ἀφ‐ εστηκότες ἐπὶ τῆς γῆς. Γραφήτωσαν ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν Κύριον.» Διὰ δὲ τοῦ Βαρούχ· «Ἐγκατελίπετε τὴν πηγὴν τῆς σοφίας.» Οὕτω τοί‐
10νυν ὄντος τε καὶ καλουμένου τοῦ Θεοῦ, ἀκόλουθόν ἐστι τῇ πηγῇ τῆς σοφίας συνυπάρχειν τὰ ἐξ αὐ‐ τῆς· ἐπεὶ οὐκ ἂν εἴη πηγὴ μηδὲν ἀναβλύζουσα. Οὐ‐ κοῦν ἐν τῷ λέγειν· Ἦν ὅτε οὐκ ἦν Υἱὸς, ὁ λέ‐ γων· Ἐγώ εἰμι ἡ ζωὴ, καὶ ἐγὼ ἡ σοφία, κατεσκή‐
15νωσα βουλὴν, συνομολογεῖν ἔστι σαφῶς ξηράν ποτε καὶ ἄγονον εἶναι τὴν πηγήν. Εἰ δὲ τοῦτο ἀσεβὲς, ἀεὶ γὰρ καρπογόνος ἡ θεία φύσις, καὶ οὐδὲν ἐν αὐτῇ τὸ καινὸν, ἦν ἄρα τῷ Γεννήσαντι συναΐδιος ὁ ἐξ αὐτοῦ γνήσιος Λόγος, ὥσπερ ἀπό τινος πηγῆς τῆς πατρῴας
20ἀναβλύζων οὐσίας.
21tΑΛΛΟ. Εἰς τὸ αὐτὸ πιθανόν.
22 Ἐπαγγέλλεται ποιήσειν ὁ Θεὸς τοὺς δουλεύοντας αὐτῷ, ὡς πηγὴν ἣν μὴ ἐξέλιπεν ὕδωρ. Οὕτω τε διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου· «Καὶ ἐμπλησθήσῃ
25καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιαν‐ θήσεται· καὶ ἔσται ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ ἧς μὴ ἐξέλιπεν ὕδωρ.» Ταῦτα τοῦ Θεοῦ ποιήσειν ἐπ’ ἀνθρώπων ὑπισχνουμένου, πῶς οὐ πάσης ἂν εἶεν ἀσεβείας ὑπεύθυνοι, οἱ τὴν θείαν ἐκείνην καὶ ἀκή‐
30ρατον πηγὴν ξηράν ποτε γεγενῆσθαι λέγοντες· ἵνα καὶ ἀνθρώπων δεύτερος φαίνηται Θεός; Εἰ δὲ τοῦτο ἄτοπον, ἦν ἄρα ἐν τῇ πηγῇ τὸ ὕδωρ τῆς ζωῆς καὶ ἡ ἐξ αὐτῆς σοφία, τουτέστιν ὁ Υἱός.
34tΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς.
35 Γέγραπται· «Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ,» ἀλλ’ εἴ τις τὸν δι’ οὗ τὰ πάντα γέγονεν, ἕνα τῶν πάντων εἶναι λέ‐ γοι, τὸ κωλύον οὐδὲν, καὶ τὸν ἐξ οὗ τὰ πάντα τοῖς
40αὐτοῖς ὑποβάλλειν συλλογισμοῖς. Εἰ δὲ τοῦτο ἀσεβὲς, οὐδὲ ὁ Υἱὸς ἒν ἔσται τῶν πάντων, δι’ οὗ τὰ πάντα γέγονεν, ἀΐδιος οὖν. Ὁ γὰρ ὅλως τὸ εἶναι κτίσμα καὶ ποίημα διαπεφευγὼς, οὐκ ἐν τοῖς πᾶσιν ὢν, ἀλλ’ ὑπὲρ πάντα καὶ ἐπὶ πάντων Θεὸς νοηθήσεται.
45tΑΛΛΑ ἁπλᾶ καὶ ἀπόλυτα.
46 Εἰ φῶς ἐστιν ὁ Θεὸς καὶ Πατὴρ, ἦν ἀεὶ ἐν αὐτῷ τὸ ἀπαύγασμα αὐτοῦ. Εἰ χαρακτήρ ἐστιν ὁ Υἱὸς τῆς τοῦ Πατρὸς ὑποστάσεως, κατὰ τὴν τοῦ Παύλου φω‐ νὴν, λεγέτωσαν οἱ ἐπ’ αὐτοῦ τὸ, Οὐκ ἦν, τολμῶντες

75

.

49

(50)

φέρειν, πότε χαρακτῆρος χωρὶς ἦν ἡ ὑπόστασις τοῦ Πατρός; Ὁμοῦ γὰρ τῇ ὑποστάσει καὶ ὁ ταύτης χα‐
ρακτὴρ συνεισάγεται. Εἰ ἀλήθεια καὶ σοφία ἐστὶν ὁ49

75

.

52

Υἱὸς, πότε οὐκ ἦν ἐν τῷ Πατρί; Ἀεὶ γὰρ ἀλήθεια καὶ σοφία ἐν Θεῷ καὶ Πατρί.
3tΑΛΛΟ.
4Εἰ ἐν Υἱῷ θεωρεῖται ὁ Πατὴρ, καὶ εἰκών ἐστιν
5ἀπαράλλακτος τῆς τοῦ Γεννήσαντος οὐσίας, κατὰ τὸ λεγόμενον παρ’ αὐτοῦ· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε καὶ τὸν Πατέρα,» προσεῖναι πάντως αὐτῷ ἀναγκαῖον κατὰ φύσιν ὅσα καὶ τῷ Πατρί. Ἔσται γὰρ οὕτως ἀκριβὴς ὁ χαρακτήρ. Ἀΐδιος δὲ ὁ Πατὴρ, ἀθάνατος,
10βασιλεὺς, κτίστης, παντοκράτωρ, Θεὸς, ποιητής· ταῦτα καὶ ὁ Υἱός. Ἢ πῶς ἐν τῷ γενητῷ τὸ ἀΐδιον φαίνεται; ἢ ἐν τῷ ποτε μὴ ὄντι τὸ τέλειον, ἢ ἐν τῷ ποιήματι ὁ ποιητής; Αἱ γὰρ εἰκόνες ἀεὶ πρὸς τὰ ἀρχέτυπα τὴν ἐμφέρειαν ἔχουσιν.
15tἘρώτησις αἱρετικῶν ὡς πρὸς ἀνοήτους γυναῖκας
16tαὕτη.
17 Εἰ εἶχες, φασὶν, υἱὸν πρὶν τέκῃς; Ὥσπερ δὲ οὐκ εἶχες, οὕτω καὶ ὁ Θεός. Οὐκοῦν ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱός. Τί οὖν πρὸς τοῦτο; Εἰ ἐπ’ ἀναιρέσει τῆς
20ἀϊδιότητος τοῦ Υἱοῦ τὰ τῆς ἀνθρωπότητος ἴδια τῇ θείᾳ φύσει περιτιθέντες οὐκ αἰσχύνονται, ἐρωτάτωσαν καὶ τῶν ἀρχιτεκτόνων τινὰς, εἰ δύνανται χωρὶς ὕλης οἰκοδομεῖν. Εἰ δὲ ἀνανεύοιεν, ὁμολογοῦντες τὸ ἀλη‐ θὲς, ὡς οὐ δύνανται, λεγέτωσαν ὕλης δεδεῆσθαι καὶ
25Θεὸν εἰς τὴν τῶν ὅλων κατασκευὴν ὡς ἄνθρωπον· ἵνα μηκέτι νοῆται Ποιητὴς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ ὄντα παράγων, ἀλλ’ ἔκ τινος ὑποκειμένης ἀρχῆς τε καὶ ὕλης, ὡς ἄνθρωπος, μετασκευαστὴς μᾶλλον ἢ ποιητὴς εὑρισκόμενος. Εἰ δὲ τοῦτο ἄτοπον
30εἶναί φασι, κἀκεῖνο φευγέτωσαν· ἢ λεγέτωσαν τὴν αἰτίαν, δι’ ἣν ἐπὶ μὲν τοῦ γεννᾷν οὐδὲν ἀνθρώπου πλέον ἔχειν βούλονται τὸν Θεὸν, ἐπὶ δὲ τοῦ κτίζειν οὐκέτι τὰ ἀνθρώπου προσάπτουσιν αὐτῷ. Εἰ δὲ ποιητής ἐστιν, ὡς πρέπει Θεῷ ἔσται καὶ γεννήτωρ κατὰ τὸν
35ἴσον τρόπον.
36tἘρώτησις Ἀρειανῶν ἀτοπίας μεστὴ, πρὸς ἣν
37ἀντεπερώτησις ἀτοπωτέρα, ὅτι χρὴ μὴ ἀπαι‐
38tδεύτως ἐρωτᾷν ἐκδιδάσκουσα.
39Ὁ ὢν, φασὶν, Θεὸς ὄντα τὸν Υἱὸν ἐποίησεν, ἢ
40μὴ ὄντα;
41tΠρὸς τοῦτο λύσις ἤτοι ἀνθυποφορά.
42 Ὁ ὢν Θεὸς, ὢν γέγονεν, ἢ καὶ πρὶν γένηταί ἐστιν ὤν. Καὶ, ἑαυτὸν ἐποίησεν, ἢ ἐξ οὐδενὸς ἔστι; Καὶ μηδενὸς ὄντος πρότερον, ἐξαίφνης αὐτὸς ἐφάνη;
45Ἐν τούτοις πᾶσα ἀπόκρισις τὸ δύσφημον ἔχει· χρὴ τοίνυν τοῖς οὕτως ἐρωτῶσι μὴ ἀποκρίνεσθαι πρὸς τὴν προταθεῖσαν πεῦσιν, ἀλλὰ μᾶλλον εὐσεβῶς λέγω‐ μεν ὡς ἔστιν ἀΐδιος ὁ Πατήρ. Ὄντος οὖν ἀϊδίου τοῦ Πατρὸς, ὤν ἐστιν ἀΐδιος καὶ ὁ Υἱός. Ὡς γὰρ οὐκ

75

.

52

(50)

ἄν ποτε φῶς ὀφθείη τοῦ ἰδίου ἀπαυγάσματος ἔρημον, οὕτως οὐκ ἂν εἴη Πατὴρ μὴ ὄντος Υἱοῦ, δι’ οὗ καὶ Πατὴρ φαίνεται. Ἦν δὲ ἀεὶ Πατὴρ ὁ Θεὸς, ἦν ἄρα
πάντως οὗ καὶ ἔστι Πατήρ.51

75

.

53

ΑΛΛΟ. Εἰ, καθάπερ λέγειν τολμῶσιν Ἀρειανοὶ, ὄργανον ἑαυτῷ ὁ Πατὴρ τὸν Υἱὸν κατεσκεύασε, χρησιμεῦσαι δυνάμενον εἰς τὴν τῶν ὄντων δημιουργίαν, διά τε
5ταύτην τὴν αἰτίαν ἐκ τοῦ μὴ ὄντος αὐτὸν εἰς τὸ εἶναι παρήγαγε, λεγέτωσαν ἡμῖν εἰ ὁ ὢν τοῦ μὴ ὄντος ἔχρῃζε; Τί οὖν ἄρα ἔσται μεῖζον; τὸ ἐν χρείᾳ τινὸς καθεστηκὸς, ἢ τὸ τὴν χρείαν ἀναπληρῶσαι δυνάμε‐ νον; Ἀλλὰ πρόδηλον ὅτι τὸ ἐνδεὲς ἐν ἑκάστῳ δι’ ἀμ‐
10φοτέρων πληροῦται, καὶ ἑκάτερον ἀτελές ἐστι καθ’ ἑαυτό. Εἰ δὲ ἐν χρείᾳ γέγονεν ὁ ἀΐδιος Πατὴρ τοῦ μικρὸν ὕστερον ἐπιγεγονότος Υἱοῦ, κατ’ ἐκείνους, πλήρωμα τῆς ἀϊδιότητος τοῦ Πατρὸς ἡ γενητὴ τοῦ Υἱοῦ γέγονε φύσις· καὶ λοιπὸν ἐμίχθη τὰ ἄμικτα.
15Εἰ δὲ τοῦτο λέγειν ἢ φρονεῖν ἀσεβὲς, οὐκ ἐπιγέγονεν ἄρα τῷ Πατρὶ ὁ Υἱὸς, δι’ οὗ τὰ πάντα ἐποίησεν, οὐ‐ δὲ ὡς ὄργανον κατεσκευάσθη πρὸς τοῦτο· ἀλλ’ ἦν αὐτῷ συναΐδιος, δύναμις αὐτοῦ καὶ σοφία ὑπάρχων.
19tΠρὸς τοὺς ἐρωτῶντας· Εἰ εἶχες υἱὸν πρὶν τέκῃς;
20καὶ λέγοντας· Οὕτω καὶ ὁ Θεὸς οὐκ εἶχεν Υἱὸν
21tπρὶν γεννήσῃ.
22 Οἱ γυναῖκας ἐρωτῶντες· Εἰ εἶχες υἱὸν πρὶν τέκῃς; ἀπό τε τῆς καθ’ ἡμῶν συνηθείας τὰ θειότερα δοκιμά‐ ζοντες, ἐρωτάτωσαν ὁμοίως πατέρας ἢ μητέρας· Ἂν
25τέκῃς υἱὸν, ὅμοιος ἄρα σοὶ κατὰ φύσιν γενήσεται; ἢ τῆς αὐτῆς σοὶ καὶ αὐτὸς οὐσίας μεθέξει; ἣ ἑτεροού‐ σιος ἔσται καὶ ἀπεξενωμένος; Μανθάνοντες δὲ τὸ ἀληθὲς, οὕτω φρονείτωσαν καὶ περὶ Θεοῦ. Καὶ μὴ τὸν χρόνον μὲν εἰς τὴν ἑαυτῶν δυσσέβειαν ὡς χρήσι‐
30μον ἁρπαζέτωσαν· τὸ δὲ ἐκ τῆς κατὰ φύσιν διαδοχῆς γνήσιον παροράτωσαν. Καὶ πάλιν ὅταν μάθωσι παρὰ τῶν ἐρωτωμένων γονέων, ὅτι δὴ τὰ ἐξ αὐτῶν ἐσόμενα τέκνα πάντως ἔσται τοῖς τοκεῦσι παραπλήσια, καὶ κατ’ οὐδὲν αὐτῶν διαλλάττοντα, κατά γε τὸν τῆς οὐ‐
35σίας λόγον, διακείσθωσαν οὕτω καὶ περὶ τοῦ Θεοῦ Λόγου. Καὶ λοιπὸν ὁμολογοῦντες ἐκ τῆς οὐσίας αὐτὸν γεγεννῆσθαι τοῦ Πατρὸς, περὶ μόνου τοῦ χρόνου ζη‐ τείτωσαν, καὶ λεγέτωσαν ἡμῖν τί τὸ κωλύον ἀεὶ Πα‐ τέρα εἶναι τὸν Θεὸν, εἰ μή τις αὐτὸν ταῖς τῆς ἀνθρω‐
40πότητος ἀνάγκαις καὶ τοῖς τῆς φύσεως ἡμῶν ὄροις ὑποκεῖσθαι λέγοι· ὅπερ ἐστὶν ἀσεβέστατον. Περὶ τοῦ χρόνου τοίνυν σκεπτόμενοι, μὴ τὰ ἀνθρώπων ἴδια πολυπραγμονείτωσαν· πολὺ γὰρ ταῦτα τῆς θείας ἀπῴκισται φύσεως. Ἀλλ’ ἐρωτάτωσαν, εἰ βούλονται,
45τὸν ἥλιον, εἰ τὸ ἐξ αὐτοῦ γεννώμενον φῶς ἦν ἀεὶ σὺν αὐτῷ. Μανθανέτωσαν καὶ παρὰ τοῦ πυρὸς, εἰ προσῆν αὐτῷ τὸ θερμαίνειν ἀεί. Εἰ δὲ ἐπὶ τούτων σύνδρομά τε καὶ ἀεὶ συνόντα τὰ ἐξ αὐτῶν φαίνεται, πόσῳ μᾶλλον ἐπὶ τοῦ ἀϊδίου Θεοῦ; Εἰ τοίνυν κατὰ

75

.

53

(50)

φύσιν ἐκ τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ τὸ ἀναγκάζον οὐδὲν ἐν χρόνῳ τίκτειν τὸν Θεὸν, ἦν ἄρα τῷ Πατρὶ συναΐδιος ὁ ἐξ αὐτοῦ προελθὼν Λόγος, δι’ οὗ τοῖς μὴ οὖσι γέγονεν ἡ εἰς τὸ εἶναι πάροδος.
54tΑΛΛΟ.
55 Εἰδέναι χρὴ τοὺς νοεῖν ἐθέλοντας καλῶς, ὅτι οὔτε μεριστῶς ἢ ῥευστῶς ἐγέννησε Θεὸς, ἵνα τι καὶ πάθος
περὶ αὐτὸν γενέσθαι νομίσωμεν· τὸ μὲν γὰρ τέμνε‐53

75

.

56

σθαι καὶ ῥεῖν τῆς σωματικῆς ἂν εἴη φύσεως ἴδιον· ἐπὶ δὲ τῆς ἀσωμάτου καὶ θείας οὐσίας, οὐ πάθος, οὐ μερισμὸς τῶν τοιούτων οὐδὲν συμβήσεται. Οὐκ ἔσται τοίνυν ὥσπερ τι μέρος τοῦ Πατρὸς ὁ Υἱὸς, ἀλλ’ ἐξ
5αὐτοῦ, καὶ ἐν αὐτῷ. Διὰ μὲν τοῦ καλεῖσθαι Υἱὸς τὸ ἐξ αὐτοῦ, διὰ δὲ τοῦ καλεῖσθαι σοφία καὶ Λόγος, τὸ ἐν αὐτῷ γνωρίζων. Οὐκοῦν ἔσται τῷ τεκόντι συναΐ‐ διος. Οὐ γὰρ ἄν τις εἴποι τῶν εὖ φρονεῖν εἰωθότων ἄλογόν τε καὶ ἄσοφον γεγενῆσθαί ποτε τὸν Πα‐
10τέρα.
11tΑΛΛΟ.
12 Εἰ ὁ ἀνθρώπινος νοῦς ἀμερίστως ἐξ ἑαυτοῦ τὸν προφορικὸν ἀπογεννᾷ λόγον, καὶ πάθος οὐδὲν περὶ αὐτὸν ἐκ τούτου γίνεται, ἀλλ’ ἔστιν ἰδεῖν ἐν μὲν τῷ
15νῷ τὸν λόγον, ἐν δὲ τῷ λόγῳ τὸν νοῦν, καὶ ἑκάτερον αὐτῶν ἑκατέρῳ ζωγραφούμενον, καὶ οὐκ ἄν τις εἴ‐ ποι σωφρονῶν ἄλογόν ποτε γεγενῆσθαι τὸν νοῦν· οὐκέτι γὰρ ἔσται νοῦς λόγον οὐκ ἔχων, λόγον δέ φα‐ μεν οὐ πάντως τὸν διὰ γλώττης ἀποκτυπούμενον,
20ἀλλὰ καὶ τὸν ἐν τῷ νῷ νοηματικῶς κινούμενον· οὕ‐ τως οὐκ ἄν τις εἴποι μὴ εἶναι πάντως ἐν Θεῷ τὸν ἴδιον αὐτοῦ Λόγον, ὅλην ἐξ ὅλου τοῦ Πατρὸς ἔχοντα τὴν εἰκόνα, καὶ ἐν Πατρὶ θεωρούμενον διὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον.
25tΑΛΛΟ.
26 Εἰ βουλοίμεθα δοξάζειν ὀρθῶς, ἀνάγκη λέγειν ὡς οὐκ ἐπιγέγονε τῷ Θεῷ τὸ εἶναι Πατέρα, ἀλλ’ ἦν ἀεὶ τοῦτο· ἢ γὰρ ἂν καὶ τρεπτῆς ὢν φαίνοιτο φύσεως ὕστερον γεγονὼς, ὅπερ οὐκ ἦν, κατὰ τὴν τῶν αἱρετι‐
30κῶν μανίαν. Εἰ γὰρ καλόν τι φαίνεται τὸ εἶναι αὐτὸν Πατέρα, τοῦτο δὲ ἦν οὐκ ἀεὶ, ἦν ἄρα χρόνος ὅτε τὸ καλὸν οὐκ ἦν ἐν Θεῷ. Εἰ δὲ τοῦτο δύσφημον, ἦν ἄρα ἀεὶ Πατὴρ, Υἱοῦ δηλονότι συνυπάρχοντος· οὐ γὰρ ἂν εἴη Πατὴρ οὐκ ὄντος Υἱοῦ. Εἰ δέ τις ἀνθυποφέρει
35λέγων· Ἄρ’ οὖν ἐπειδὴ κατὰ φύσιν ἐστὶ καὶ ποιητὴς ὁ Θεὸς, ἦν ἀεὶ τὰ ποιήματα· καὶ τοῦτο λέγειν ἡμᾶς ἀναγκαῖον, ἵνα μὴ ὕστερον ἐπιγεγονὸς τῷ Θεῷ φαί‐ νηται τὸ εἶναι ποιητὴν, καὶ δόξειέ τις τροπὴ περὶ τὴν θείαν γίνεσθαι φύσιν· τοῦτο γὰρ ἐλέγομεν ἐπὶ
40τοῦ Υἱοῦ. Ἢ καὶ καθ’ ἕτερον τρόπον· ἐπειδὴ καλὸν τὸ κτίζειν καὶ ποιεῖν, ἦν ἀεὶ τὰ ποιήματα, ἵνα μὴ φαίνηταί ποτε μὴ ὂν ἐν Θεῷ τὸ καλόν. Πρὸς ταῦτα χρὴ τοῦτον ὑπαντῆσαι τὸν τρόπον· Υἱὸς καὶ ποίημα, πολὺ τῆς πρὸς ἄλληλα κοινωνίας ἀπῴκισται, καὶ οὐ‐
45δὲν ἐν αὐτοῖς τὸ ἴσον· ὁ μὲν γὰρ ἐκ τῆς οὐσίας προελ‐ θὼν, Πατέρα εὐθὺς ἔδειξε τὸν γεννήσαντα. Ἔστω δὲ ὡς ἐπ’ ἀνθρώπων ὁ λόγος· τὸ δὲ ἔξωθεν τῆς οὐσίας ἐστὶν, τότε πάντως ποιητὴν ἀποφαῖνον τὸν ἐργαζό‐ μενον, ὅτε καὶ γίνεται· ἦν γὰρ ἐν αὐτῷ τοῦ ποιεῖν ἡ

75

.

56

(50)

τέχνη, ἣν καὶ προεῖναι πάντως ἀνάγκη τῶν δι’ αὐ‐ τῆς· πρότερον γάρ τις ἔσται τεχνίτης, εἶθ’ οὔτω δη‐ μιουργός. Τοσαύτης τοίνυν μεταξὺ κειμένης διαφο‐ ρᾶς, καὶ τοῦ μὲν Υἱοῦ ἅμα τῇ τοῦ Πατρὸς προσηγο‐ ρίᾳ συνεπινοουμένου, καὶ συνεισβαίνοντος· ἅμα τε
55γὰρ Πατὴρ, εὐθὺς καὶ ὁ Υἱὸς, ἅμα τε Υἱὸς, εὐθὺς καὶ Πατὴρ, καὶ οὐκ ἂν νοηθείη χωρὶς τοῦ ἑτέρου τὸ ἕτερον. Τοῦ δὲ ποιήματος καὶ μετὰ τὴν ὕπαρξιν τοῦ
ποιητοῦ δυναμένου φαίνεσθαι (οὐ γὰρ ἐκ τῆς φύσεώς55

75

.

57

ἐστι τοῦ ποιοῦντος, ἀλλὰ τέχνης εὕρημα· ἡ δὲ τέχνη φύσις οὐκ ἔστιν, ἀλλ’ ἓν τῶν τῇ φύσει προσόντων), πῶς τινες ἐπὶ Θεοῦ ὡς ταυτὸν εἰσφέρουσι ποίημα καὶ γέννημα, Πατέρα δύνασθαι καλεῖν λέγοντες αὐτὸν,
5καὶ οὐκ ὄντος Υἱοῦ; Ἐπειδὴ καὶ δημιουργὸς ὑπῆρχε πρὸ τῶν δημιουργημάτων. Ὅμοιον γάρ ἐστιν ὡς εἴ τις καὶ τὸν ναυπηγικὴν ἔχοντα τέχνην, Πατέρα κα‐ λοίη καὶ μὴ ὄντος Υἱοῦ· ἐπεὶ καὶ ναυπηγός ἐστιν ὅσον εἰς τὴν τέχνην, καὶ τὴν τοῦ δύνασθαι ποιεῖν ἐπι‐
10τηδειότητα ἔχει, καὶ εἰ μή πω τὸ σκάφος κατεσκεύα‐ σεν. Ἀλλ’ ὁ τοιοῦτος ναυπηγὸς μὲν ἔσται, καὶ πρὸ τοῦ σκάφους διὰ τὴν τέχνην. Πατὴρ δὲ οὐκέτι μή πω γεγονότος τοῦ δι’ ὃν ἔσται πατήρ. Καὶ τὰ μὲν ποιήματα καὶ μὴ γεγονότα οὐκ ἀναιρεῖ τὸ δύνασθαί τινα εἶναι
15ποιητήν· ὁ δὲ υἱὸς οὔπω γενόμενος, ἀναιρήσει πάν‐ τως τὸ εἶναι πατέρα τινά. Ὥστε οὐκ ἂν ἴσον εἴη ποίημα καὶ Υἱός· καὶ ποιητὴς μὲν ἔστιν, ὅσον εἰς τὴν οἰκείαν φύσιν, καὶ πρὸ τῶν ποιημάτων ὁ Θεὸς, Πατὴρ δὲ οὐδαμῶς οὐκ ὄντος Υἱοῦ.
23ΛΟΓΟΣ Εʹ.
24tὍτι οὐ προϋπάρχει τοῦ Υἱοῦ ὁ Πατὴρ, κἂν
25ἀγένητος ᾖ, ἀλλ’ ἦν αὐτῷ συναΐδιος γεννητὸς
26tὁ Υἱός.
27tἈντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.
28 Εἰ ἔστιν ἀνάρχως καὶ ἀγενήτως ἀεὶ ὁ Πατὴρ, ὥσπερ οὖν καὶ ἔστιν, ἐγεννήθη δὲ ὁ Υἱὸς, πῶς οὐκ
30ἀνάγκη πᾶσα τὸ γεννηθὲν ἀρχῇ περιγράφεσθαι;
31tΠρὸς τοῦτο λύσις.
32 Οὐδεὶς ἀναγκάσει λόγος ἀνύπαρκτον εἶναι πάντως πρὸ τῆς γενήσεως τὸ γενηθὲν, ἢ καὶ ἀρχῇ περιγρά‐ φεσθαι, κἂν ὁ γεννῶν ἀγένητος ἦν. Οὐ γὰρ περί τινος
35τῶν καθ’ ἡμᾶς ὁ λόγος ἡμῖν, ὦ οὗτος, ἵνα δὴ καὶ ἐν χρόνῳ τὸ γεννώμενον φαίνοιτο καὶ καθάπερ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι βαδίζον, ἀρχῇ περιγράφοιτο· ἀλλὰ περὶ τῆς θείας τε καὶ ἀπερινοήτου φύσεως, ἀῤῥήτως πάντα ποιούσης καὶ θεοπρεπῶς. Οὐκοῦν ὑπερβήσεται
40τὴν καθ’ ἡμᾶς γνῶσιν καὶ ὁ τῆς θείας γεννήσεως τρόπος, καὶ οὐ τοῖς ἀνθρωπίνοις θεσμοῖς ὑπόκειται· ἀλλ’ ὅσον τῆς ἐν ἡμῖν σμικροπρεπείας ἡ θεία φύσις ἀπῴκισται, τοσοῦτον ἐν τοῖς καθ’ ἑαυτὴν ὑπερέχει τὰ ἡμέτερα. Παυέσθωσαν τοίνυν ἀνάγκῃ καὶ ἀρχῇ
45περιγράφοντες τὸν ἀνάγκης κρείττονα, καὶ ἀρχὴν μὲν τὴν ἐν χρόνῳ παραιτούμενον· λέγοντα δὲ πρὸς Μωσέα τὸν σοφώτατον· «Ἐγώ εἰμι ὁ ὤν.» Τῷ δὲ ἀεὶ ὄντι (τοῦτο γὰρ σημαίνει τὸ ὢν), ποίαν τις δοίη τὴν τοῦ εἶναι κατὰ χρόνον ἀρχήν; Ἄλλως τε οὐ

75

.

57

(50)

πάντως ὅπερ ἂν τοῖς τοῦ γεννήσαντος ἰδιώμασιν ἐναντίον εἶναι δοκῇ, τοῦτο τῷ γεννηθέντι φαίνεται προσόν. Ὡς γοῦν ἔστιν ὁ Θεός· τὸ δὲ ἀντιπίπτον τούτῳ καὶ ἀντικείμενον οὐ Θεός. Ἀλλ’ ἔστι Θεὸς καὶ ὁ Υἱὸς, καίτοι τοῦ Πατρὸς ὄντος Θεοῦ, βασιλέως τε
55ὄντος ὁμοίως τοῦ Πατρὸς, βασιλεύς ἐστι καὶ ὁ Υἱός.57

75

.

60

Ὁ δὲ αὐτὸς σώζεται λόγος ἐπί τε τοῦ ἀφθάρτου καὶ ἀοράτου, καὶ ἀσωμάτου, καὶ ὅσα τοιαῦτα πρόσεστι τῇ θείᾳ φύσει. Εἰ τοίνυν οὐ πάντως τὰ ἀντικείμενα τοῖς προσεῖναι λεγομένοις τῷ Πατρὶ, πρόσεστι τῷ
5Υἱῷ, οὐδὲν ἀδικήσει τοῦ Υἱοῦ τὴν οὐσίαν ἡ γέννη‐ σις, κἂν ἀγέννητος ὁ Πατὴρ τυγχάνῃ. Ἔσται δὴ αὐτῷ συναΐδιος οὐ πάντως ἔχων τὰ ἐναντία τῶν φυ‐ σικῶν ἰδιωμάτων αὐτοῦ, καθὰ δέδεικται.
9tἈπόδειξις ἐφεξῆς, Ὅτι τὰ ἀντικείμενά πως
10πρὸς ἄλληλα κατὰ τὴν ὀνομασίαν, κοινὰ πολ‐
11tλάκις ἔχει τινὰ τῶν φυσικῶν.
12 Οὐ πάντως ὅσα κατὰ τὴν πρόχειρον φωνὴν ἤτοι τὸ ἐν λέξει σημαινόμενον ἐναντίως ἔχει πρὸς ἄλληλα, ταῦτα καὶ κατ’ οὐδένα τρόπον τῶν ὅσα ταῖς οὐσίαις
15πρόσεστιν ἀλλήλοις ἐπικοινωνοῦντα φαίνεται. Καὶ γοῦν τὸ ζῶον ἀντίκειται τῷ μὴ ζώῳ· ἀλλ’ αὔξην ἐπιδέχεται τό τε ζῶον καὶ τὸ μὴ ζῶον, οἷον ὁ ἵππος καὶ τὸ φυτόν. Εἰ δὲ τούτοις καίτοι τὴν διαφορὰν ὁμοίαν οὐκ ἔχουσι κοινωνία τις περί τι πρᾶγμα γέ‐
20γονε, τίς ἀναγκάσει λόγος Θεῷ καὶ Πατρὶ μηδένα κοινότητος εἶναι τόπον πρὸς Υἱὸν καὶ Θεὸν, ἐπειδὴ ὁ μὲν ἔστιν ἀγενήτως, ὁ δὲ γεννητῶς, καὶ τοῖς ὀνό‐ μασιν ἀντιδιαστέλλεσθαί πως δοκεῖ; Οὐδὲ γὰρ τὸ εἶναι τοιῶσδε τὸν Υἱὸν, εἰ καὶ ὁ Πατὴρ μὴ οὕτως
25ἔχει, τὸ τῆς οὐσίας αὐτοῦ γνήσιον ἀναιρεῖ. Σημαίνει δὲ μόνον ἡ γέννησις τὸ πῶς ἐστιν, οὐδὲν εἰς ἀϊδιό‐ τητα βλάπτουσα τὸν ἀεὶ ὄντα ἐν τῷ Πατρί.
28tΑΛΛΟ.
29tἘκ τοῦ ἀντικειμένου δεικνύον ὅτι ἄναρχος ἐν
30tχρόνῳ ὁ Υἱός.
31 Εἰ πᾶν ὅπερ ἂν ἐκ θνητοῦ καὶ φθαρτοῦ γεννηθείη, τοῦτο πάντως ἔσται τῷ φύσαντι προσεοικὸς, γενητὸν δηλαδὴ καὶ φθαρτὸν, ἀνάγκη πᾶσα καὶ τὸ ἐναντίον, ὅπερ ἂν ἐξ ἀγενήτου καὶ ἀφθάρτου γεγέννηται, τοῦτο
35πάντως ἄφθαρτον εἶναι καὶ ἀγένητον. Ἕξει τοιγαρ‐ οῦν οὕτω φύσεως ὁ Υἱὸς ὅπως ἂν ἔχοι καὶ ὁ γεννή‐ σας αὐτόν. Οὐ γέγονεν δὲ ὁ Πατήρ· οὐ γέγονεν ἄρα οὐδὲ ὁ Υἱὸς, ὁ δὲ μὴ γεγονὼς, ποίαν ἔχει τοῦ εἶναι τὴν ἀρχήν; Ἦν οὖν ἄρα τῷ Πατρὶ συναΐδιος,
40tΑΛΛΟ, διηγηματικῶς.
41 Οἱ ἀπό τινος ἀρχῆς ἄρχεσθαι τοῦ γεννᾷν οἰόμενοι τὸν Θεὸν, λίαν ἀσεβοῦσιν εἰς τὰς ἑαυτῶν ψυχὰς, οὐ‐ δὲν αὐτῷ διδόντες πλέον ἡμῶν. Ἄνθρωπος μὲν γὰρ ἐπειδὴ τοῦ εἶναι ἤρξατο ἀναγκαίως καὶ τοῦ τίκτειν
45ἄρχεται, καὶ τὸ ἐξ ἑαυτοῦ γενητὸν ἔχει· ὁ δὲ Θεὸς, ἀγένητος ὢν, οὐκ ἐν χρόνῳ γεννᾷ, οὐδὲ γενητὸν ἔχει τὸν ἐξ ἑαυτοῦ· ἀλλ’ ὥσπερ αὐτὸς ἄναρχός ἐστι καὶ ἀγένητος, οὕτω καὶ ὁ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν Λόγος, ἄναρχος, ἄχρονος ἔσται καὶ ἀγένητος ὥσπερ ὁ

75

.

60

(50)

ἀποκυήσας αὐτόν.
51tἘρώτησις ὡς ἐκ τῶν Εὐνομίου.
52 Λεγέτωσαν ἡμῖν, φασὶν, οἱ τῷ Πατρὶ τὸν Υἱὸν συναΐδιον εἶναι φάσκοντες, ἐπαύσατο τοῦ γεννᾷν ὁ Πατήρ; Ἐπαύσατο δέ. Ἀρχὴν οὖν ἔχει τοῦ εἶναι ὁ
55Υἱὸς, τὴν ἐν τῷ γεννᾷν κατάπαυσιν τοῦ Πατρός.
56tΠρὸς τοῦτο λύσις.
57Εἰ παντὸς ἀνωτέρω χρόνου καὶ ἀρχῆς ἢ διαστή‐59

75

.

61

ματος ἡ οὐσία τοῦ Θεοῦ, ἀνωτέρα τούτων ἔσται καὶ ἡ γέννησις, καὶ οὐ πάντως ἀποστερήσει τὴν θείαν φύσιν τοῦ δύνασθαι γεννᾷν, τὸ μὴ ἐν χρόνῳ τοῦτο ποιεῖν. Ἕτερος γὰρ παρὰ τὸν ἀνθρώπινον ὁ τρόπος τῆς θείας
5γεννήσεως. Ὁμοῦ γὰρ τῷ εἶναι τὸν Θεὸν καὶ τὸ γεν‐ νᾷν αὐτῷ συνεπινοεῖται, καὶ ἦν ἐν αὐτῷ γεννητῶς ὁ Υἱὸς, οὐ προτρέχουσαν ἔχων τὴν γέννησιν τῆς ὑπάρ‐ ξεως, ἀλλ’ ἅμα καὶ ὢν ἀεὶ γεννητῶς.
9tΑΛΛΟ.
10 Ὁ τολμήσας εἰπεῖν· Κατέπαυσεν ἄρα τοῦ γεννᾷν ὁ Πατὴρ, ἀφύκτῳ δυσφημίας ἐγκλήματι περιπεσεῖται δικαίως. Τρεῖς γὰρ ἀλλοιώσεις εἰσφέρει περὶ τὴν θείαν φύσιν. Ἀνάγκη γὰρ πᾶσα τῇ διαστηματικῇ γεννήσει τρεῖς δοῦναι χρόνους. Ἕνα μὲν, τὸν πρὸ
15τῆς γεννήσεως· δεύτερον δὲ, τὸν ἐν αὐτῷ τῷ γεννᾷν· τρίτον δὲ, τὸν μετὰ τὴν γέννησιν. Εἰ δὲ ἐν τούτοις γέγονε Θεὸς ἀρχόμενος τοῦ γεννᾷν, καὶ γεννήσας, καὶ καταπαύσας, πῶς οὐκ ἠλλοιώθη· πῶς δὲ αὐτὸς ἔσται τῶν αἰώνων ποιητής; ἢ πῶς ἀληθεύσει λέγων
20ὁ Παῦλος περὶ Χριστοῦ, ὅτι «Δι’ αὐτοῦ γέγονε τὰ πάντα,» καιροῦ μεσολαβοῦντος καὶ ἀνωτέρω κειμένου τῆς γεννήσεως αὐτοῦ, κατὰ τὴν τῶν χριστομάχων μανίαν;
24tΑΛΛΟ.
25 Ἐν χρόνῳ μὲν οὐ τίκτει Θεὸς, ὁ χρόνων ἀνωτέρω κειμένην ἔχων τὴν φύσιν· οὐδὲ ἀνάγκαις ὑποκείσεταί τισιν, ὁ πάντα ὑπεραναβεβηκώς. Οὐ πάντως δὲ τὸ τίκτειν πεφυκὸς, ἐκ τοῦ μὴ τίκτειν εἰς τοῦτο πρόει‐ σιν, οὐδὲ ἐπειδὴ τίκτειν οἶδε, πάντως καὶ καταπαύει.
30Καὶ γοῦν γεννᾷ μὲν ἐξ ἑαυτοῦ τὸ πῦρ τήν τε κατὰ φύσιν αὐτῷ προσοῦσαν θερμότητα καὶ τὸν φωτισμόν· οὔτε δὲ ἐκ τοῦ μὴ εἶναι θερμὸν εἰς τοῦτο προῆλθεν, οὔτε πεπαύσεται γεννῶν τὸ κατὰ φύσιν αὐτῷ προσόν· ἀλλ’ ἅμα γέγονε πῦρ, καὶ ἦν αὐτῷ τὰ αὐτοῦ. Εἰ
35τοίνυν καὶ ἐπὶ τῶν πεποιημένων παρὰ Θεοῦ τοιοῦτος φαίνεται γεννήσεως τρόπος, πῶς οὐκ ἀσεβὲς μὴ τὰ μείζω παραχωρεῖν αὐτῷ, κἂν μὴ φθάνῃ πρὸς κα‐ τάληψιν τῆς μεγάλης αὐτοῦ φύσεως ὁ ἀνθρώπινος νοῦς;
40tΑΛΛΟ.
41 Τὸ γενητὸν πρὸς τὸ ἀγένητον, καὶ τὸ ποιηθὲν πρὸς τὸ μὴ πεποιημένον πολλὴν ἔχει τὴν διάστασιν· ἐναν‐ τία γὰρ ἀλλήλοις τὰ τοιαῦτα φαίνεται. Εἰ τοίνυν πᾶν ὅπερ ἂν ἐκ γενητοῦ γένηται, ἀκολουθεῖ πάντως τῇ
45οἰκείᾳ φύσει, καὶ ἔστι γενητὸν διὰ τὸ ἐκ τοιούτου τὴν ὕπαρξιν ἔχειν, ἀναγκαίως ἔσται καὶ τὸ ἐναντίον, καὶ πᾶν ὅπερ ἂν ἐξ ἀγενήτου γεννηθῇ, τοῦτό ἐστιν ἀγέ‐ νητον. Ἐγενήθη δὲ ὁ Υἱὸς ἐξ ἀγενήτου Πατρός· ἀγένητος ἄρα καὶ αὐτὸς καὶ τῷ τεκόντι συναΐδιος,

75

.

61

(50)

σώζων ἐν ἑαυτῷ τῆς πατρῴας φύσεως τὸ ἀξίωμα.
51tἈντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν.
52 Κατὰ τοῦτό φαμεν καὶ αὐτοὶ συναΐδιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν, οὐ καθὸ ἦν ἀεὶ σὺν αὐτῷ, ἀλλ’ ὅτι
τὸ θέλειν ἀεὶ τὸν Υἱὸν εἶχεν ὁ Πατὴρ ἐν ἑαυτῷ.61

75

.

64

(1t)

Πρὸς τοῦτο λύσις.
2 Ἀλλ’ ἔστι τοῦτο φλυαρία πολλὴ, καὶ ἀνοίας ἀσυγκρίτου σαφὴς ἀπόδειξις. Τίνι γὰρ οὐκ ἔστι δῆ‐ λον ὅτι δὴ καὶ περὶ ἑκάστου τῶν πεποιημένων ἦν ἐν
5τῷ Θεῷ τὸ θέλειν; Θελήσας γὰρ τὰ πάντα πεποίηκεν ὁ δημιουργός· καὶ οὐκ ἀθέλητά ἐστιν αὐτῷ τὰ παρ’ αὐτοῦ πεποιημένα. Τίς οὖν ἡ διαφορὰ Υἱοῦ καὶ ποιήματος, κτίσεως καὶ γενήματος, εἰ τὸ θέλειν ἐν Θεῷ κεῖται περὶ ἀμφοῖν; Οὐκ ἄν τις εὐλόγως τῶν
10τοῦτο φρονούντων καταβοήσειεν, ὅτι τὰ τοσοῦτον ἀλ‐ λήλων διεστηκότα κατὰ τὸν τῆς φύσεως λόγον ἐν ἴσῳ μέτρῳ τιμᾷν ἐπιχειροῦσιν, ἐν μόνῃ προγνώσει τοῦ Θεοῦ κεῖσθαι διδόντες ἀμφότερα, καὶ πλέον οὐδὲν ἔχειν τῶν γενητῶν παραχωροῦντες τῷ ἐκ τῆς τοῦ
15Πατρὸς οὐσίας προελθόντι Λόγῳ;
16tΑΛΛΟ.
17 Εἰ μὴ συνῆν ὁ Υἱὸς ἀεὶ τῷ Πατρὶ ἐξ αὐτοῦ τε ὢν κατὰ φύσιν καὶ συναΐδιος, συμβέβηκε δὲ αὐτῶ τὸ εἶναι, συνέβη δηλονότι καὶ τῷ τεκόντι τὸ γενέσθαι
20Πατέρα. Καὶ μεταβολή τις περὶ αὐτὸν καὶ ἀλλοίωσις γενομένη φαίνεται. Ὃ γὰρ οὐκ ἦν πρότερον, καθ’ ὑμᾶς, τοῦτο γέγονεν ὕστερον. Τροπῆς δὲ ἁπάσης καὶ ἀλλοιώσεως ἀνεπίδεκτος ἡ θεία φύσις. Οὐκ ἄρα συνέβη τῷ Θεῷ τὸ γενέσθαι Πατέρα· ἀλλ’ ἦν αὐτῷ
25συναΐδιος ὁ ἐξ αὐτοῦ προελθὼν Λόγος, καθάπερ ἡ θερμότης ἐν πυρὶ, γεννητῶς ἐξ αὐτοῦ προϊοῦσα καὶ ἀεὶ συνυπάρχουσα, καὶ ἐκ φωτὸς ὁ περὶ τὰ ἔξω φω‐ τισμός.
29tΑΛΛΟ, ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν.
30 Εἰ τέλειος, φησὶν, ἔστιν ὁ Πατὴρ ἐν τῇ οἰκείᾳ με‐ γαλειότητι καὶ οὐδὲν ἐλλείπει πρὸς τοῦτο τῇ αὐτοῦ φύσει, περιττῶς ὡς πλήρωμα τῆς θεότητος αὐτοῦ ὁ Υἱὸς ἐπεισφέρεται.
34tΠρὸς τοῦτο λύσις.
35 Τέλειος μὲν ὁ Πατὴρ ἐν τῇ ἑαυτοῦ μεγαλειότητι· καὶ οὐκ ἄν τις τοῦτο τῶν εὖ φρονούντων ἀρνήσεται τέλειος δὲ, οὐχ ὅτι μόνον ἐστὶ Θεὸς, ἀλλ’ ὅτι καὶ Πα‐ τήρ. Εἰ γὰρ ἀφέλοις τοῦ Θεοῦ τὸ εἶναι Πατέρα, ἀναι‐ ρήσεις τῆς θείας φύσεως τὸ καρπογόνον, ἵνα μηκέτι
40τὸ τέλειον ἔχοι, λείποντος αὐτῇ τοῦ γεννᾷν. Γνώ‐ ρισμα τοίνυν τῆς τελειότητος, ἡ καρπογονία, καὶ σφαγὶς τῷ Πατρὶ τοῦ εἶναι τέλειον, ὁ ἐξ αὐτοῦ προ‐ ελθὼν ἀχρόνως Υἱός.
44tΑΛΛΟ.
45 Εἰ μὴ κατὰ φύσιν πρόσεστι τῇ τοῦ Πατρὸς οὐσίᾳ τὸ καρπογόνον, τέλειος δέ ἐστι καὶ δίχα τοῦ δύνα‐ σθαι γεννᾷν, περιττὸν ἄρα καὶ ἐπείσακτον ἐγγέγονεν αὐτῷ τοῦτο· μᾶλλον δὲ ἐδεήθη τούτου. Καὶ πῶς ἐστι τέλειος ὁ δεηθείς τινος; πῶς δὲ οὐκ ἄτοπον τὸ ἐπεισ‐

75

.

64

(50)

άγεσθαί τι τῇ θείᾳ φύσει, ὡς οὐκ ἐχούσῃ τὸ τέλειον ἐξ ἑαυτῆς; Φυσικὸν οὖν τῷ Πατρὶ τὸ καρπογόνον, καὶ διὰ τοῦτο τέλειος, ὅτι καὶ τέτοκεν οὐδενὸς τῶν ἀγα‐
θῶν λειπόμενος.63

75

.

65

ΑΛΛΟ, διηγηματικώτερον. Εἰ τέλειός ἐστιν ὁ Πατὴρ ἐν τῇ αὐτοῦ μεγαλειότητι κἂν μηδένα καρπὸν ἔχῃ καθ’ ὑμᾶς, ἔξωθεν ἄρα καὶ οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ γέγονεν ὁ Υἱὸς, ὥσπερ καὶ
5τὰ ποιήματα· περιττὴ δὲ ἴσως καὶ οὐδὲ ὅλως ἀναγ‐ καία ἡ εἰς τὸ εἶναι πάροδος αὐτοῦ, καθάπερ ἡ ἀν‐ θρώπων τυχὸν καὶ ἡ τῶν ἄλλων ποιημάτων. Καὶ γὰρ καὶ πρὶν ἡμῶν γενέσθαι, ἦν τοῦτο Θεὸς ὅπερ νῦν ἐστι, καὶ γενομένων ἡμῶν, ἐν ταυτότητι μένει. Οὐδὲν
10γὰρ αὐτῷ προστίθεμεν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι καλούμενοι· οὔτε μὴν ἀφαιρησόμεθά τι τὴν θείαν φύσιν αὐτοῦ, οὔπω τὸ εἶναι λαχόντες. Ὥσπερ οὖν ἡμεῖς, ἐπειδὴ πεποιήμεθα, χάριν ἔχομεν τῷ Δη‐ μιουργῷ, ὁμολογείτω καὶ ὁ Υἱός· καὶ ἔστω πάλιν
15ἡμῖν κἀν τούτῳ παραπλήσιος, ἔξωθεν καὶ αὐτὸς γε‐ γονὼς, καθάπερ ἡμεῖς. Ἀλλ’ ἔστι τοῦτο βυθὸς δυσ‐ φημίας. Φεύγειν οὖν ἀναγκαῖον αὐτὸ, καὶ τῷ γεν‐ νήματι σώζειν τὸ ἐκ τῆς τοῦ γεγεννηκότος οὐσίας ὑπάρχειν· οὕτω γὰρ ἂν εἴη καὶ γέννημα. Ἀγένητος
20δὲ ἡ οὐσία τοῦ Πατρός· ἀγένητον ἄρα καὶ τὸ ἐξ αὐτῆς προελθὸν, τουτέστιν ὁ Υἱός.
22tΑΛΛΟ, ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν.
23 Οὐ πάντως, φησὶ, διὰ τὸ εἶναι καρπογόνον, τέλειός ἐστιν ὁ Θεός. Ἀλλὰ Θεὸς ὢν, καὶ διὰ τοῦτο τέλειος,
25γέγονε καὶ Πατήρ.
26tΠρὸς τοῦτο λύσις.
27 Εἴπατε τοιγαροῦν ἡμῖν οἱ πρὸς τοσαύτην ἀσέβειαν ἐκβαίνειν οὐ παραιτούμενοι, εἰ ἐπισυνέβη τῷ Θεῷ τὸ γενέσθαι Πατέρα, τί ἦν ἄρα πρὶν γένηται Πατήρ;
30Τὸ γὰρ ὅλως ὂν, ἔστι τι πάντως· ἢ γὰρ λέγοντες οὐκ εἶναί ποτε Πατέρα τὸν Θεὸν, μαχόμενοι πάσαις εὑ‐ ρεθήσεσθε ταῖς Γραφαῖς· οὐ γὰρ ἴσασι τὸν Θεὸν οὐκ ὄντα Πατέρα· ἢ καὶ αὐτοὶ συγχωροῦντες ἐνυπάρχειν ἀεὶ τῷ Θεῷ τὴν τοῦ Πατρὸς ἐπωνυμίαν, ἀναγκαίως
35αὐτῷ τὸ ἐξ αὐτοῦ συνεισοίσετε. Οὐ γὰρ ἂν λέγοιτο Πατὴρ οὐκ ὄντος Υἱοῦ.
37tΑΛΛΟ.
38 Εἰ μέγα τι χαρίζεσθαι νομίζουσιν οἱ χριστομάχοι τῷ Θεῷ, Πατέρα μὲν ἐξ ἀρχῆς οὐχ ὁμολογοῦντες
40αὐτὸν, Θεὸν δὲ εἶναι διδόντες, ἀκουέτωσαν ὅτι λίαν ὑβρίζουσι, πράγματος ἀξιολογωτέρου τὴν θείαν ἀπο‐ στεροῦντες φύσιν. Θεὸς μὲν γὰρ ὡς πρὸς τὰ δοῦλα καὶ τὰ γενητὴν ἔχοντα τὴν οὐσίαν ἔχει τὴν σχέσιν· Πατὴρ δὲ ὡς πρὸς Υἱόν. Λέγοντες τοίνυν ὅτι Θεὸς
45μὲν ἦν ἐξαρχῆς, οὔπω δὲ καὶ Πατὴρ, τὴν πρὸς τὰ δοῦλα σχέσιν προσάπτουσι τῷ Θεῷ, τοῦ μείζονος ἀποστεροῦντες αὐτόν· κρεῖττον γὰρ τὸ Πατέρα γεν‐ νήματος εἶναι, καὶ τοσοῦτον, ὅσῳ ποιήματος Υἱὸς διαφέρει. Ἐφ’ ἡμῶν μὲν γὰρ λέγεται· «Ἡμεῖς

75

.

65

(50)

λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ.» Περὶ δὲ Υἱοῦ· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπα‐ γμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·» καὶ πάλιν πρὸς αὐτόν· «Κάθου ἐκ δεξιῶν μου.» Ὅση τίς οὖν ἐστιν ἡ διαφορὰ ποιήματος καὶ Υἱοῦ, καὶ διὰ τούτων εἰ‐
55σόμεθα.65

75

.

68

ΑΛΛΟ. Ὥσπερ τὸ Πατὴρ ὡς πρὸς Υἱὸν λαμβάνεται, οὕτω καὶ Θεὸς ὡς πρὸς τὰ δοῦλα καὶ τὰ μὴ τοιαύτην ἔχοντα τὴν φύσιν ὁποίαν αὐτός. Ἀνάγκη τοιγαροῦν
5ὁμοῦ καὶ Θεὸν καὶ Πατέρα νοεῖσθαι τὸν τοῦ Λόγου γεννήτορα· ἢ εἴπερ ἐν χρόνῳ γέγονε Πατὴρ, ὕστερον τὸν Υἱὸν ἀπογεννήσας, ἐν χρόνῳ γέγονε καὶ Θεὸς, ὅτε διὰ τοῦ Λόγου πρὸς τὸ εἶναι παρήχθη τὰ πάντα ὧν ἐστι καὶ Θεός. Καὶ εἰ φαίνεται πάντα γεγονότα
10μετὰ τὸν Υἱὸν (δι’ αὐτοῦ γὰρ γέγονε), πρὸ τοῦ εἶναι Θεὸς, ἕξει τὸ εἶναι Πατὴρ ὁ γεννήσας αὐτόν. Δέ‐ δεικται γὰρ ὅτι μετὰ τὸν Υἱὸν ἡ κτίσις, ἧς ἐστι Θεὸς, καὶ πρὸς ἢν νοεῖται εἰκότως τὸ τῆς θεότητος ὄνομα.
15tΑΛΛΟ. Ἀποδεικτικῶς.
16tὍτι πρεπωδέστερον τὸ Πατέρα μᾶλλον καλεῖν
17tτὸν Θεὸν, ἢ τοῦτο αὐτὸ μόνον Θεόν.
18 Εἰ μὴ τὸ Πατὴρ ὄνομα κυριώτερόν πώς ἐστι καὶ ἀξιολογώτερον ἐπὶ Θεοῦ ἢ αὐτὸ δὴ τοῦτο τὸ Θεὸς,
20ὅτου δὴ χάριν ἐπὶ τὸ βαπτίζειν ἀποστέλλων. τοὺς ἑαυτοῦ μαθητὰς ὁ Σωτὴρ, οὐκ ἐκέλευσε βαπτίζειν τὰ ἔθνη εἰς ὄνομα Θεοῦ, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, ἀλλὰ τὸ ἀληθέστερον σημαίνων τῆς θείας φύσεως ἀξίωμα· «Εἰς Πατέρα, φησὶ, καὶ εἰς Υἱὸν, καὶ εἰς
25τὸ Πνεῦμα τὸ ἅγιον; Ὁ δέ γε Φίλιππος τὴν θείαν, ἵν’ οὕτως εἴπω, περιεργαζόμενος φύσιν, ἔφασκε πρὸς αὐτόν· «Δεῖξον ἡμῖν τὸν Πατέρα.» Ὁρᾷς ὅπως οὐ Θεὸν ὀνομάζει πάλιν, ἀλλὰ Πατέρα καλεῖ; Καὶ αὐτὸς δὲ πρὸς τοῦτό φησιν ὁ Σωτήρ· «Τοσοῦτον χρόνον μεθ’
30ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με Φίλιππε; Ὁ ἑωρα‐ κὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.» Πάλιν οὐκ εἶπεν, Ἑώρακε τὸν Θεὸν, ἀλλὰ τὸν Πατέρα, τὸ μεῖζον ἀπο‐ νέμων αὐτῷ, καὶ οὐ τὸ ἔλαττον. Ὅτε μὲν γὰρ κα‐ λεῖται Πατὴρ, ἐκ τοῦ μείζονος καὶ ἀξιολογωτέρου
35σημαίνεται, τουτέστιν ἐκ τοῦ Υἱοῦ· ὅτε δὲ Θεὸς, ἐκ τῶν ποιημάτων· ὅπερ ἐστὶν ἔλαττον· καὶ τοσοῦτον ὅσον ἐστὶ τὸ μεταξὺ δούλου καὶ δεσπότου, ποιητοῦ καὶ ποιήματος.
39tΑΛΛΟ.
40tΜετὰ σαφοῦς ἀποδείξεως, ὅτι πρῶτόν ἐστι Πατὴρ,
41tεἶτα Θεὸς, εἰ καὶ ἅμα ἀμφότερα.
42 Ὅτε τὴν καθ’ ἡμῶν ἀποπληρώσας οἰκονομίαν ὁ Σωτὴρ ἠπείγετο μετὰ τὸν σταυρὸν εἰς οὐρανοὺς, λέ‐ γει πρὸς τοὺς ἑαυτοῦ μαθητάς· «Ἀναβαίνω πρὸς
45τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Ὁρᾷς ἐν τούτῳ σαφῆ τὴν τῶν ὀνομάτων διαστολήν; Ὁρᾷς ὅτι ὁ Πατὴρ μὲν ὡς πρὸς Υἱὸν νοεῖται, Θεὸς δὲ, ὡς πρὸς τὰ δοῦλα καὶ πεποιημένα; Οὐκοῦν εἰ δεύτερα τῆς γεννήσεως τοῦ

75

.

68

(50)

Υἱοῦ τὰ ποιήματα, πρῶτον ἔχει τὸ εἶναι Πατὴρ, ἐπακολουθοῦν δὲ ἅμα καὶ τὸ εἶναι Θεός. Δειχθήσεται δὲ ἀκριβέστερον ἐντεῦθεν ἡ τοῦ νοήματος δύναμις. Τὸ γὰρ προσὸν αὐτῷ κατὰ φύσιν ἀξίωμα χαριζόμε‐ νος ἡμῖν διὰ πολλὴν φιλανθρωπίαν, προστέθεικεν
55ὅτι, «καὶ Πατέρα ὑμῶν·» κεκλήμεθα γὰρ εἰς υἱο‐67

75

.

69

θεσίαν δι’ αὐτοῦ, καὶ γέγονεν ἡμῶν κατὰ χάριν Πα‐ τὴρ ὁ αὐτοῦ κατὰ φύσιν. Ἀναλαμβάνων δὲ εἰς ἑαυτὸν τὰ ἡμῶν, καὶ ὡς τὴν τοῦ δούλου φορέσας μορφὴν τὰ τῶν δούλων οἰκειούμενος, λέγει· «Καὶ Θεόν μου,
5καὶ Θεὸν ὑμῶν.» Οὐκοῦν αὐτοῦ μὲν φύσει Πατὴρ, ἡμῶν δὲ Θεός. Καὶ ἐπειδὴ, καθάπερ ἤδη προεῖπον, δι’ Υἱοῦ πεποιήμεθα, πρῶτον ἔσται Πατὴρ, εἶθ’ οὕ‐ τως Θεὸς, εἰ καὶ ἅμα καὶ συνημμένως.
9tΑΛΛΟ, ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου.
10 Συναΐδιον, φησὶ, καὶ αὐτοὶ τῷ Πατρὶ τὸν Υἱὸν ὁμολογοῦμεν εἶναι, καθὸ τὴν τοῦ δύνασθαι τεκεῖν αὐτὸν ἐξουσίαν εἶχεν ἐν ἑαυτῷ καὶ πρὶν αὐτὸν τέκῃ.
14tΠρὸς τοῦτο λύσις.
15 Εἰ τὸ δύνασθαι γεννᾷν τὸν Πατέρα συναΐδιον αὐτῷ τὸν Υἱὸν εἶναι ποιεῖ, καὶ οὐχ ὅτι συνῆν αὐτῷ γεννη‐ τῶς, τί κωλύσει λέγειν ὅτιπερ, ἐπειδὴ τὸ δύνασθαι κτίζειν ἦν ἐν Θεῷ, ἔσται πάντως αὐτῷ καὶ τὰ ποιή‐ ματα συναΐδια; Εἰ γὰρ τὸ δύνασθαι μόνον τὸ ἐν τοῖς
20πράγμασιν ἀποτέλεσμα φορεῖ, ἦν ἄρα καὶ πρὶν γέ‐ νηται τὰ ποιήματα. Ἦν γὰρ ἐν τῷ Ποιητῇ τὸ δύνα‐ σθαι ποιεῖν αὐτά. Εἰ δὲ τοῦτο ἄτοπον, καὶ οὐ τὸ δύ‐ νασθαι κτίζειν τὸν Θεὸν τοῦτό ἐστι καὶ γενέσθαι τὰ ποιήματα· οὐκ ἄρα τὸ δύνασθαι τεκεῖν τὸν Πατέρα,
25τὸ εἶναί ἐστι τοῦ Υἱοῦ, ἀλλ’ ὅτι γεννητῶς καὶ ἐξ αὐ‐ τοῦ κατὰ φύσιν ἐστὶν ἅμα καὶ συναΐδιος· ὡς ἐκ πυ‐ ρὸς θερμότης, ἢ καὶ ἐξ ἄνθους εὐωδία.
28tΑΛΛΟ.
29Τὸ δύνασθαι γεννᾷν οὔπω τὴν ἐπ’ αὐτῷ ἐνέργειαν
30ἔχει. Ὅτε γάρ τις τίκτει, τότε καὶ ἐνεργεῖ. Οὐκοῦν οὐ τὸ δύνασθαι γεννᾷν τὸν Πατέρα τὸ εἶναί ἐστι τοῦ Υἱοῦ, ἀλλ’ ἐκ τοῦ εἶναι Πατέρα τὸν Θεὸν, τὸ ἐξ αὐτοῦ συνεπινοεῖται, διὸ καὶ Πατήρ ἐστιν. Εἰ δὲ ἅμα Πατὴρ καὶ Θεὸς, ἅμα καὶ Υἱὸς, συντρέχων τῇ τοῦ Πατρὸς
35ἀϊδιότητι καὶ συνεκτεινόμενος, ἵνα σώζηται τῷ γεν‐ νήσαντι τὸ εἶναι Πατέρα.
37tΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου.
38 Εἰ καθ’ ὑμᾶς, φησὶ, τοὺς ὀρθὰ φρονεῖν λέγοντας συναΐδιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, οὐδέ ποτε ἄρα γέ‐
40γονεν ἐνεργὸς ὁ Πατὴρ περὶ τὸ τίκτειν αὐτὸν, ἀεὶ δὲ ἀργὸς, πῶς οὖν ἐγεννήθη; Εἰ δὲ γέγονεν ἐνεργὸς καὶ ἔτεκεν, ἀρχὴν ἕξει πάντως τοῦ εἶναι τὸ γεννηθέν.
43tΠρὸς τοῦτο λύσις.
44Εἰ μὲν περί τινος τῶν πεποιημένων ὁ λόγος ἦν, ὦ
45οὗτοι, καλῶς ἐργάτην ἡμῖν εἰσφέρετε τὸν Θεὸν, καὶ οὐχὶ μᾶλλον γεννήτορα. Ἐπειδὴ δὲ οὐκ ἐργασίαν τινὰ γεγενῆσθαι παρὰ τοῦ Πατρὸς ὁμολογοῦμεν εἰς τὸν Υἱὸν (γεγενῆσθαι γὰρ αὐτὸν ἐκ τῆς οὐσίας, οὐκ ἔξωθεν πεποιῆσθαί φαμεν), πῶς οὐ διαῤῥήδην βλασφημεῖτε,

75

.

69

(50)

λέγοντες ἐνεργὸν γεγενῆσθαί ποτε τὸν Πατέρα περὶ τὴν γέννησιν τοῦ Υἱοῦ, τοῦτον οὐκ ἐχούσης τὸν νόμον τῆς γεννήσεως οὐδὲ ἐφ’ ἡμῶν; Τὰ μὲν γὰρ ἔξωθεν,
ἐργαζόμεθα· τίκτομεν δὲ τὰ ἐξ ἑαυτῶν. Οὐκοῦν69

75

.

72

ἐπειδήπερ οὐκ ἔργον ἐστὶν ὁ Υἱὸς, γέννημα δὲ μᾶλλον ἀϊδίου Πατρὸς, ἕξει δηλαδὴ τοῦ τεκόντος τὴν εὐγέ‐ νειαν, ἀΐδιος ὢν ὡς ἐκεῖνος.
4tΑΛΛΟ.
5 Ἵνα μὴ σφόδρα φιλόνεικοί τινες εἶναι δοκῶμεν, συνθησόμεθα τοῖς χριστομάχοις ἐνεργητικὴν εἶναι λέγουσι τὴν γέννησιν τοῦ Υἱοῦ, διὰ τὸ μὴ ἐκ πάθους τετοκέναι τὸν Πατέρα. Ἀλλ’ ὥσπερ ἐστὶν ἐνεργητικὴ, οὕτω δὴ φυσική τε καὶ οὐσιώδης, καὶ τῆς ὑποστάσεως
10ἀχώριστος. Ἀνάγκη τοιγαροῦν, κἂν τέκῃ τὸν Υἱὸν ἐνεργητικῶς ὁ Πατὴρ, εἶναι πάντως αὐτὸν συναΐδιον· προείρηται γὰρ ὅτι τῆς ἰδίας ὑποστάσεως ἀχώριστον ἔχει τὸ τίκτειν. Οὔσης δὲ ἀεὶ τῆς ὑποστάσεως αὐτοῦ, εἶναι δεῖ πάντως καὶ τὸ ἐξ αὐτῆς προελθὸν φύσεως
15ὑπάρχον καρπός. Πῶς οὖν οὐκ ἔσται συναΐδιος ὁ Υἱός;
17tΑΛΛΟ.
18 Ὁρῶμεν ἐν τοῖς πεποιημένοις παρὰ Θεοῦ, ὅτιπερ ὅσα τοῦ γεννᾷν τὴν δύναμιν ἔχει μεμερισμένως (οὗ‐
20τος γὰρ σωμάτων νόμος), καὶ ὅταν εἰς μέτρον ἡλι‐ κίας ἔλθῃ φανερὸν, τότε καὶ ἐνεργὸν ἴσχει τὸ τίκτειν, οἷον ἄνθρωπος, ζῶον ἄλογον, καὶ φυτόν. Ταῦτα γὰρ μικρὰ ὄντα, τίκτειν οὐ δύναται· τελειούμενα δὲ, καὶ τοῦτο ποιεῖ. Τί οὖν ἐκώλυε τελείαν οὖσαν τὴν οὐσίαν
25τοῦ Πατρὸς τίκτειν τὸ ἐξ αὐτῆς ἀχρόνως ὡς συναΐδιον αὐτῇ; Οὐ γὰρ δήπου φήσειεν ἄν τις ὡς ἐν χρόνῳ τὸ τέλειον ἔσχεν ἡ τοῦ Πατρὸς οὐσία, ἀεὶ ὡσαύτως ἔχουσα, καὶ οὔτε προσθήκης τινὸς δεομένη, οὔτε μείωσιν ὑποστῆναι δυναμένη. Ἔδει τοιγαροῦν ἀπο‐
30θαυμάζειν αὐτοὺς, εἰ μὴ συναΐδιον ἦν τῷ Θεῷ τὸ ἐξ αὐτοῦ, οὐκ ἐκ τῶν ἐναντίων ἐπερωτᾷν τὸ, Πότε γε‐ γέννηκε τὸν Υἱόν; Τῷ γὰρ ἀεὶ τελείῳ Πατρὶ τὸ γεν‐ νᾷν ἀχρόνως πρεπωδέστατον.
34tΑΛΛΟ.
35 Τοῖς διερωτῶσι φιλονεικώτερον, πότερόν ποτε γε‐ γέννηκε τὸν Υἱὸν ὁ Πατὴρ, ἀκόλουθον ἀντιθεῖναι καὶ λέγειν· Πότε τὸ πῦρ τοῦ καίειν ἤρξατο; Ἀλλ’ οὐχ εὑρήσουσι δεῖξαι τούτου τὴν ἀρχήν· ἅμα τε γὰρ ἐγένετο πῦρ, καὶ ἦν καυστικόν. Εἰ τοίνυν τοῖς παρὰ
40Θεοῦ πεποιημένοις ὁμοῦ καὶ τὸ εἶναι καὶ τοιῶσδε εἶ‐ ναι ὑπάρχει, τί κωλύσει μείζονα τῶν οἰκείων ἔργων ὁμολογεῖν εἶναι τὸν Πατέρα, ὁμοῦ καὶ τὸ εἶναι, καὶ τὸν Υἱὸν ἔχοντα γεννητῶς ἐξ ἑαυτοῦ;
44tΛΟΓΟΣ ϛʹ.
45tὍτι ὁ Πατὴρ ἀμερίστως καὶ ἀρεύστως ἐγέννησεν
46tἐξ ἑαυτοῦ τὸν Υἱόν.
47tἈντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.
48 Καὶ πῶς, φησὶν, οὐκ ἀναγκαῖον ὁμολογεῖν ἠλατ‐ τῶσθαι τοῦ Πατρὸς τὴν οὐσίαν, εἴπερ ἐξ αὐτῆς προ‐

75

.

72

(50)

ῆλθεν ὁ Υἱὸς μέρος ὥσπερ τι τυγχάνων αὐτῆς; Εἰ δὲ βούλεσθε τὸ ἄτρεπτον τηρεῖν τῷ Πατρὶ καὶ τὸ ἄνω κεῖσθαι τῆς ἐλαττώσεως, οὐ παραιτήσεσθε φρονεῖν
ὡς οὐκ ἂν εἴη μέρος ὁ Υἱὸς τῆς οὐσίας αὐτοῦ, οὐδὲ71

75

.

73

ἐξ αὐτοῦ, ἀλλ’ ἔξωθεν, καὶ κατὰ δύναμιν τὴν ἐν βου‐ λήσει μόνῃ τὴν συνύπαρξιν ἔχει.
3tΠρὸς τοῦτο λύσις.
4Μικρὸν, ὦ βέλτιστε, σαυτὸν ἄνω σωμάτων ἔχε καὶ
5τῶν περὶ τὰ σώματα παθῶν· περὶ Θεοῦ γὰρ ὁ λόγος. Εἰ γὰρ οἴει καθάπερ ἄνθρωπον τίκτοντα τὸν Θεὸν ἐλαττοῦσθαί πως ταῖς ἀποῤῥοίαις, καὶ δίχα τινὸς ζη‐ μίας μὴ δύνασθαι τοῦτο ποιεῖν, μεριζόμενον ὥσπερ εἰς τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον, τί κωλύσαι τὴν
10αὐτὴν ἐπαγαγεῖν βλασφημίαν, καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασι τοῖς προσοῦσιν αὐτῷ; Εἰ γὰρ ὡς ἄνθρωπος τίκτει ῥευστῶς, δημιουργήσει καὶ ὡς ἄνθρωπος μετὰ πόνου. Εἰ δὲ τοῦτο ἄτοπον (οὐ γὰρ ὡς ἄνθρωπος ὁ Θεὸς δημιουργεῖ), οὐδὲ ὡς ἄνθρωπος ἄρα γεννήσει,
15ἀλλὰ τὴν ἀνθρώπου φύσιν κἀν τούτῳ πάλιν ἀναβήσε‐ ται, γεννῶν ἀμερίστως.
17tΑΛΛΟ.
18 Εἰ καθάπερ ἄνθρωπος τίκτει Θεὸς, ἐργάζεται καὶ ὡς ἄνθρωπος. Καὶ ἐπειδήπερ ἡμεῖς ὕλης παρακειμέ‐
20νης τινὸς διὰ κινήσεως χειρῶν ἀποτελοῦμέν τι τῶν ὅσα ποιεῖν βουλόμεθα, οὕτω καὶ Θεός. Εἰ δὲ δίχα χειρῶν καὶ ὕλης ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα λόγῳ παράγει, τὴν ἀνθρώπου φύσιν νικῶν, νικήσει πάντως αὐτὴν καὶ περὶ τὸν τοῦ γεννᾷν τρό‐
25πον.
26tΑΛΛΟ.
27 Τὰ συνέχοντά τινα, οἱονεὶ κύκλῳ περιτετάσθαι πάντως ἀναγκαῖον τῶν ὅσα συνέχει. Τὸ δὲ εἰς κύκλον ἐκτείνεσθαι σωμάτων ἴδιον. Πῶς οὖν τὰ πάντα συν‐
30έχει ὁ Θεὸς ἀσώματος ὢν, καὶ διὰ τοῦτο μηδὲ ἐν τόπῳ νοεῖσθαι δυνάμενος; Ἀλλὰ συνέχει τὴν ἐν τού‐ τοις ἀκολουθίαν, ὡς Θεὸς, ἀναβαίνων. Οὐκ ἄρα τοῖς σωματικῶν ὑποκείσεται νόμοις· οὐκοῦν οὐδὲ ὡς σῶμα γεννήσει.
35tΑΛΛΟ.
36 Τὸ ἐν πᾶσιν ὂν καὶ διὰ πάντων διῆκον, συμπλέκε‐ σθαι τοῖς πᾶσιν ἀναγκαῖον. Οὔτω γὰρ ἂν εἴη καὶ ἐν πᾶσιν. Ἀλλ’ οὐ συμπεπλέχθαι μὲν τὴν οὐσίαν τοῦ Θεοῦ τῇ ποικιλίᾳ τῶν ἐν κόσμῳ σωμάτων ὁμολογήσο‐
40μεν· μένει γὰρ ἐφ’ ἑαυτῆς καθαρά τε καὶ τῆς πρὸς ἔτερον κοινωνίας, ἀσύμπλοκος φυσικῶς· διήκει δὲ ὁ μὲν διὰ πάντων παραδόξως καὶ ἀῤῥήτως. Οὐκ ἄρα ταῖς σωμάτων ἀκολουθίαις ὑποκείσεται. Διόπερ οὐδὲ κατὰ τὴν τῶν σωμάτων φύσιν γεννήσει.
45tΑΛΛΟ.
46 Εἰ ἁπλοῦς καὶ ἀσύνθετός ἐστι καὶ νοεῖται Θεὸς, πῶς διαφόρους καὶ ποικίλας ἔχει τὰς ἐνεργείας, πολλὰ ποιημάτων εἴδη κατὰ καιροὺς ἐργαζόμενος; Εἰ δὲ οὐδὲν εἰς τὸ ἁπλοῦς εἶναι βλαβήσεται διαφόρως

75

.

73

(50)

ἐν ἑκάστῳ τῶν ὄντων ἐνεργῶν, ἐπεὶ μὴ κατὰ σῶμά ἐστιν, ἄνω σωμάτων καὶ ἐν τῷ γεννᾷν κείσεται.
52tἈντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.
53Εἰ βούλεσθε, φησὶ, τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς
οὐσίας προεληλυθότα λέγειν, ἀνάγκη πρότερον ὁμολο‐73

75

.

76

γεῖν προϋποκεῖσθαι τοῦτον ἐν αὐτῷ. Οὕτω γὰρ δὴ καὶ ἐξ αὐτοῦ προελθὼν φαίνοιτο. Καὶ εἰ τὸν Υἱὸν ἐγέν‐ νησεν ὁ Πατὴρ, καὶ ἕτερον ἐπ’ αὐτῷ οὐδένα τέξεται (μονογενὴς γὰρ), ἀφῃρῆσθαι καὶ αὐτὸν ἀνάγκη λέγειν
5τῆς γεννητικῆς δυνάμεως, ἠλαττῶσθαι δὲ καὶ ἐκ μέ‐ ρους, γεννηθέντος ἅπαξ τοῦ Υἱοῦ καὶ μηκέτι ὄντος ἐν αὐτῷ καθάπερ καὶ πρότερον.
8tΠρὸς τοῦτο λύσις.
9Πάλιν τὰ σωμάτων ἴδια τῇ τοῦ Θεοῦ φύσει περιτι‐
10θεὶς οὐκ ἐρυθριᾷς; Οὐ γὰρ καθάπερ σῶμα ἐν σώματι τὸν Υἱὸν ἐν Πατρὶ κεῖσθαι δίκαιον ἐννοεῖν. Οὐδὲ ὥσπερ τὰ ἐξ ἡμῶν γεννώμενα τῇ τῶν γεννώντων ὀσφύϊ περιέχεσθαι πιστεύειν εὐπρεπὲς, οὕτω καὶ ἐπὶ τοῦ θείου γεννήματος φρονητέον. Εἰ γάρ τις εἰς τοῦτο
15προβαίνει τόλμης ὡς εἰς τὴν τῶν σωμάτων ἀθλιότητα τὴν ἄῤῥητον τοῦ Θεοῦ καταφέρειν οὐσίαν, τί κωλύσει λέγειν μηδὲ ὅλως γεγεννηκέναι τὸν Πατέρα; Ἐπεὶ τὸ τίκτειν μητρὶ μᾶλλον ἢ ἀνδρὶ πρεπωδέστερον; Ἐπειδὴ δὲ οὔτε σῶμα Θεὸς, οὔτε μὴν τὴν ἐν τοῖς
20σώμασιν ἔχει διαφορὰν (ἄρσεν γὰρ καὶ θῆλυ μόνον ἐν τοῖς τῶν σωμάτων ζητεῖται σχήμασιν), ἁπλοῦς δὲ καὶ ἀσώματος, καὶ αὐτὸ δὴ τοῦτο νοῦς ὁ πάντων καθαρώτατος, διὰ ταύτην οἶμαι τὴν αἰτίαν χρῆναι δεῖν τοὺς ὅσοι τὴν ἐπ’ αὐτοῦ γέννησιν ἐξετάζειν βού‐
25λονται, τὰς ἐκ νοῦ καρποφορίας ζητεῖν, καὶ ταύταις μᾶλλον ἐξομοιοῦν ἐπείγεσθαι τοῦ Λόγου τὴν γέννησιν, καὶ μὴ λέγειν σωμάτων ἀγονώτερον εἶναι Θεὸν, ἐπεὶ μὴ ὡς σῶμα γεννᾷ. Γεννᾷν μὲν γὰρ καὶ τὸν ἀνθρώ‐ πινον νοῦν πάντως ἂν ὁμολογήσαιμεν διαλογισμοὺς
30ἀγαθούς. Ἀπὸ γὰρ τῆς καρδίας ὁ ἀγαθὸς ἄνθρωπος, καθά φησιν ὁ Σωτὴρ, προφέρει τὰ ἀγαθά. Εἰ τοίνυν ἀσεβὲς εἰπεῖν τὸν ἀνθρώπινον νοῦν καρπὸν οὐκ ἔχειν, καὶ τοῦ Κυρίου φάσκοντος καὶ αὐτοῦ δὲ βοῶντος τοῦ πράγματος, πῶς οὐκ ἄτοπον τὸν ὑπὲρ πάντα νοῦν
35ἄκαρπον εἶναι λέγειν, καὶ τῆς πρεπούσης αὐτῷ καρ‐ ποφορίας ἀποστερεῖν; ἢ εἰ λέγονται γεννᾷν, ὑποκεῖ‐ σθαι ταῖς τῶν σωμάτων ἀνάγκαις ὑπολαμβάνειν, καὶ οὕτως αὐτὸν ὡς σῶμα γεννᾷν, οὐδὲ τοῦ ἐν ἡμῖν ὑπ‐ άρχοντος νοῦ κατὰ τὸν τῶν σωμάτων γεννῶντος νό‐
40μον; Ὁ δὲ ἄνω πάντων ἀναβεβηκὼς καὶ πάντα ὑπερ‐ κείμενος Θεὸς, πῶς οὐ γεννήσει καὶ ὑπὲρ νοῦν, οὐκ ἀποβολὴν ἢ ἀπόῤῥοιαν προϋποκειμένου τινὸς ὑπομέ‐ νων, ἀλλ’ ἐκλάμψας ἀμερίστως ἐξ ἑαυτοῦ τὸν Υἱὸν, κατὰ τὸν ἄῤῥητόν τε καὶ ἄφραστον τῆς θείας γεννή‐
45σεως τρόπον;
46tΑΛΛΟ.
47 Πᾶν ὅπερ ἂν καθ’ ὁμοίωσιν γένοιτό τινος, ἀπολεί‐ πεται πάντως τῆς πρὸς τὸ πρωτότυπον ἰσότητος, καὶ τῆς ἐκείνου δόξης ἐστὶ δεύτερον. Ἄγεται τοίνυν διὰ

75

.

76

(50)

δυνάμεως Θεοῦ πρὸς καρπογονίαν ἡ γενητὴ φύσις, πρὸς ἐκείνην μορφουμένη διὰ χάριτος τὴν ὄντως καὶ ἀληθῶς καρπογόνον. Ἄρ’ οὖν ἀπολειφθήσεται πάντως καὶ τῆς ἐκείνῃ προσούσης ἀληθείας περὶ τὸν τοῦ γεννᾷν τρόπον· καὶ γεννήσει μὲν, οὐχ ὡς ἐκεῖνο δὲ,
55πρὸς ὃ καὶ μεμόρφωται. Εἰ δὲ τοῦτο ἀληθὲς, γεννή‐75

75

.

77

σει μὲν ὁ Θεὸς, οὐχ ὡς ἡ κτίσις δὲ κατὰ χάριν καὶ ταύτην λαβοῦσα τὴν πρὸς αὐτὸν ὁμοίωσιν, ἀλλ’ ὑπὲρ πάντα τὰ γενητά.
4tΑΛΛΟ.
5tἘρώτησις ὡς ἐκ τοῦ Εὐνομίου.
6 Ὁ Πατὴρ ἐγέννησεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν, καθάπερ ὑμεῖς φατε οἱ ἐπὶ πολλῇ λίαν ὀρθότητι δογμάτων ἀποσεμνυνόμενοι· ἀλλ’ ὁρᾶτε καὶ τοῦτο. Τέλειος ἦν ὁ Πατὴρ πρὸ τῆς γεννήσεως τοῦ Υἱοῦ, ἀλλ’ εἰ γεν‐
10νήσας εἰς δυάδα μεμέρισται, πῶς ἔτι τὸ τέλειον ἕξει; εἰ μὴ ἄρα γέγονε περὶ τὴν οὐσίαν αὐτοῦ πληθυσμὸς, οἱονεὶ τὸ κενωθὲν ἀναπληρῶν. Ἀνάγκη γὰρ πᾶσα τὸ ἐξ ἑνάδος εἰς δυάδα τεμνόμενον, ἔλαττον ἑαυτοῦ φαί‐ νεσθαι, εἰ μή τις αὔξη παρεισδραμοῦσα προσθείη τὸ
15ἐκλελοιπός. Εἰ δὲ τοιοῦτον οὐδὲν περὶ τὴν θείαν οὐ‐ σίαν συμβαίνειν δύναται, οὐκ ἐγέννησεν ἄρα ἐξ ἑαυ‐ τοῦ τὸν Υἱὸν ὁ Πατὴρ, ἵνα μὴ φαίνηται μεριζόμενος· ὑπέστησε δὲ αὐτὸν ὅμοιον ἑαυτῷ κατὰ πάντα.
19tΠρὸς τοῦτο λύσις.
20 Ἔστι μὲν καὶ ἐξ ἑτέρων ἰδεῖν ὅτι πολλὴν οἱ χρι‐ στομάχοι νοσοῦσι φρενῶν ἐρημίαν, οὐδὲν δὲ ἧττον καὶ διὰ τούτων. Πλανῶνται γὰρ ὄντως, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Πῶς γὰρ ὅμοιον ἕσται κατὰ πάντα τῷ ἀκτίστῳ καὶ ἀεὶ ὄντι Θεῷ καὶ
25Πατρὶ, τὸ ἐξ οὐκ ὄντων εἰς ὑπόστασιν ἐνεχθέν; Εἰ γὰρ ὅλως ὑπέστη, οὐκ ἦν δηλονότι ποτέ. Πῶς δὲ οὐκ αἰσχύνονται μερισμοὺς καὶ ἀποτομὰς περὶ τὴν θείαν γέννησιν εἰσφέροντες, καὶ τοῖς τῆς γενητῆς φύσεως νόμοις ὑποτιθέντες τὴν ἄῤῥητον οὐσίαν; Οὐ γὰρ δή
30που τοῖς οἰκείοις ποιήμασιν ἴσος ἔσται Θεὸς, οὐδὲ οὕτω γεννήσει καθάπερ ἐκεῖνα· ἀλλ’ ὥσπερ ἐν ἅπα‐ σιν ὑπερέχει αὐτῶν, οὕτως ὑπερέξει κἀν τούτῳ. Καὶ εἰ πάσης ἄνω γενητῆς οὐσίας ἐστὶν ὁ Θεὸς καὶ Πατὴρ, ἄνω πάλιν αὐτῆς ἔσται καὶ κατὰ τὸν ἐν τῷ
35γεννᾷν τρόπον, ἀῤῥήτως τοῦτο ποιῶν καὶ θεοπρε‐ πῶς.
37tΑΛΛΟ.
38 Μερισμοὺς καὶ ἐλαττώσεις ὑπομένειν, αὔξην τε καὶ πληθυσμὸν, καὶ τὰς ἐν τῷ τίκτειν ἀποῤῥοίας σωμά‐
40των, ἴδιον καὶ τῶν ὅσα τῆς γενητῆς οὐσίας ἐστίν. Εἰ τοίνυν οὕτω τίκτει Θεὸς, ὥσπερ καὶ τὰ σώματα, καὶ κρατήσει νόμος ἐπ’ αὐτοῦ τοιοῦτος ὁποῖος ἐν τοῖς πε‐ ποιημένοις, οὕτω καὶ δημιουργήσει καθάπερ καὶ τὰ σώματα, ὀργάνοις δηλαδὴ καὶ χερσὶ κεχρημένος. Εἰ
45δὲ τῆς σωματικῆς καὶ γενητῆς φύσεως οὕτω δυναμέ‐ νης δημιουργεῖν καὶ οὐχ ἑτέρως, λόγῳ τὰ πάντα Θεὸς ἐργάζεται, καὶ ἐν τῇ αὐτοῦ βουλήσει τὰ ὄντα τὴν σύστασιν ἔχει, πῶς οὐ γελοῖον ἐν τοῖς ἀξιολογωτέροις καὶ μείζοσι μὴ ἄνω κεῖσθαι πάθους τὸν Θεὸν, μηδὲ

75

.

77

(50)

ἐξάλλεσθαι τὰ τοῖς σώμασιν εἰωθότα συμβαίνειν περὶ τὸ γεννᾷν, ἀλλ’ ὡς ἐξ ἀνάγκης οὕτως εἶναι περὶ τὸ γεννᾷν, καθάπερ καὶ τὰ σώματα. Ὥσπερ οὖν δημιουρ‐ γεῖ μὲν οὐχ ὡς ἄνθρωπος, οὐδὲ ὡς σῶμα, οὕτω καὶ
γεννᾷ ταῖς τῶν σωμάτων συνηθείαις οὐχ ὑποκείμενος.77

75

.

80

ΑΛΛΟ, διηγηματικῶς. Ὁ Πατὴρ ἐξέλαμψεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ἀμερί‐ στως τε καὶ ἀδιαστάτως, ὥσπερ οὖν καὶ ὁ ἥλιος τὸ ἐξ αὐτοῦ πεμπόμενον ἀπαύγασμα. Ἀλλ’ ἐκεῖνο μὲν
5οὐκ ἰδιοσύστατον οὐδὲ τὴν οὐσίαν ἐντελὲς αὐτὸ καθ’ αὑτό· ἔχει γὰρ ἐν τῷ ἡλίῳ τὸ εἶναι· τὸ δὲ θεῖον γέννημα μόνον ἔχον ἐκ τοῦ παραδείγματος τὸ ἐκ Πατρὸς προελθεῖν ἀμερίστως καὶ ἀδιαστάτως, ἰδίαν ἔχει τὴν ὕπαρξιν οὐ κεχωρισμένην τοῦ Πατρὸς, ἀλλ’
10ἐν Πατρὶ καὶ μετὰ Πατρὸς νοουμένην καὶ ὑπάρχου‐ σαν. Τὸ δὲ λέγειν ὅτι τομὴ καὶ ἀποκοπὴ περὶ τὴν γέννησιν αὐτοῦ γέγονε, μανίας ἀμέτρου σημεῖόν ἐστιν. Ἐπειδὴ γὰρ οὐκ ἐν τόπῳ περιείληπται τὸ θεῖον, οὐδὲ ἐν τόπῳ τοιούτῳ τὸ ἐξ αὐτοῦ. Τὸ δὲ μὴ
15ὂν ἐν τόπῳ, ἢ καὶ μὴ εἶναι δυνάμενον, πῶς ἐπιδέ‐ χεται μερισμόν; Ποῖ γὰρ χωρήσει τὸ τεμνόμενον; ἢ ἐκ τίνος εἰς τί μετοιχήσεται; ταῦτα γὰρ σωμάτων μὲν ἴδια, τῆς δὲ ἀσωμάτου φύσεως παντελῶς ἀλλό‐ τρια. Μὴ τοίνυν δυσσεβῶς ἀναπλάττωσάν τινες περὶ
20τὴν θείαν γέννησιν τάς τε καλουμένας ἀποῤῥοίας, καὶ μερισμοὺς, καὶ ὅσα πρὸς ταῦτα τὴν συγγένειαν ἔχει. Ἄνω γὰρ πάθους καὶ μερισμοῦ καὶ τομῆς, ἡ τῶν πάντων ὑπερκειμένη φύσις, καὶ οὐκ ἐπιδέξεται τὰ σωμάτων ἴδια. Ἀλλ’ ὥσπερ δημιουργεῖ παραδό‐
25ξως, οὐ κατὰ τὸν τῆς κρατούσης παρ’ ἡμῖν συν‐ ηθείας νόμον, οὕτω καὶ γεννήσει τὸ ἐξ αὐτῆς ξένως ἢ καθ’ ἡμῶν.
28tὙποδείγματα μερικῶς σημαίνοντα τὸ, πῶς
29tἀμερίστως ἐκ Πατρὸς προῆλθεν ὁ Υἱός.
30 Ὁ λόγος οὗτος ὁ προφορικὸς ᾧ κεχρήμεθα, εἰς νοῦν καὶ ἐκ νοῦ γεννᾶται, καὶ δοκεῖ μὲν ἕτερος εἶ‐ ναι παρὰ τὸν ἐν καρδίᾳ στρεφόμενον, καθὸ ἔξω στό‐ ματος γίγνεται πεμπόμενος ὥσπερ ἐκ βάθους εἰς φῶς. Ἔστι δὲ πάλιν ἐν αὐτῷ, καὶ ὅμοιος αὐτῷ κατὰ
35πάντα. Ἔστι γὰρ ἰδεῖν ἐν αὐτῷ λόγῳ τὸν ἐν καρδίᾳ κληθέντα λογισμὸν, καὶ πάλιν ἐν τῷ νῷ τὸν λόγον ἔτι σιωπώμενον. Οὕτω καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, ἀμερίστως ἐκ Πατρὸς προελθὼν, χαρακτήρ ἐστι καὶ ὁμοίωμα τῆς ἰδιότητος αὐτοῦ, Λόγος ὢν ἐνυπόστατος καὶ ζῶν ἐκ
40ζῶντος Πατρός.
41tΑΛΛΟ.
42 Οὕτως ἐγέννησεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πατὴρ ἀμερίστως, ὡς ἂν εἰ σοφὸς ἀποτέκοι νόημα σοφὸν, μηχανικὴν τυχὸν, ἢ γεωμετρίαν, ἢ ἕτερόν τι τῶν
45τοιούτων. Δοκεῖ μὲν γάρ πως σοφίας εἶναι καρπὸς τὰ τοιαῦτα, καὶ οὕτως ἔχει τὴν φύσιν· ἀλλ’ οὐ με‐ μέρισται τῆς σοφίας ἡ ἐξ αὐτῆς ἐπινοηθεῖσα τέχνη· ἀλλ’ ἔστιν ἐξ αὐτῆς καὶ ἐν αὐτῇ τὴν τεκοῦσαν ἐξει‐ κονίζουσα, καὶ ἀμερίστως ἕτερόν τι παρ’ αὐτὴν εἶ‐

75

.

80

(50)

ναι δοκοῦσα. Οὕτως ἡ Υἱοῦ γέννησις, ἀμερίστως οὖσα ἐκ Πατρὸς, ἐν ἰδίᾳ ὑποστάσει σώζεται, τὴν τοῦ πα‐ ραδείγματος ὑπεραίρουσα δύναμιν.
53tΑΛΛΟ.
54Οἱ τὴν ἐν τοῖς θείοις δόγμασι ζητοῦντες ἀκρίβειαν,
55οὐ ταῖς ἀνθρωπίναις ἐνατενίζουσιν ἀκολουθίαις. Οὐδὲ
ἐπειδὴ γεγέννηκε τὸν Υἱὸν ὁ Πατὴρ, ἠλαττῶσθαι79

75

.

81

φήσουσιν αὐτὸν, ὡς εἰς δυάδα μεμερισμένον (οὗτος γὰρ τοῖς χριστομάχοις ὁ λόγος), οὔτε μὴν ἀπόῤῥοιάν τινα γίγνεσθαι περὶ τὴν οὐσίαν αὐτοῦ νομιοῦσι. Ταῦτα γὰρ ἐφ’ ἡμῶν μὲν ἀκόλουθον ἐννοεῖν· ἐπὶ δὲ
5Θεοῦ λίαν ἀσεβές. Φευκτέον τοιγαροῦν τὴν ἐν τούτοις ἀτοπίαν, καὶ νοητέον οὕτω γεγεννῆσθαι τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς, ὡς σοφίαν ἐκ νοῦ, ἣ καὶ τοῦ γεννή‐ σαντος ἔξω πως γενέσθαι δοκοῦσα κατὰ τὴν ἔκφανσιν αὐτῆς, πάλιν ἔστιν ἐν αὐτῷ, οὐ μεμερισμένως προελ‐
10θοῦσα. Οὔτε μὴν ἀπόῤῥοιάν τινα γενέσθαι παρα‐ σκευάσασα περὶ τὸν νοῦν τὸν ἀπογεννήσαντα αὐτὴν, ἀλλ’ ἐν ὁλοκλήρῳ καταστάσει τηρήσασα, καὶ ὅλον ἐν ἑαυτῇ ζωγραφοῦσα, καὶ ὁρωμένη πάλιν ἐν αὐτῷ.
14tΑΛΛΟ.
15 Τοιοῦτον ἔσται τὸ γεννητικὸν τοῦ Θεοῦ, ὁποῖον ἄν τις ὑπολάβοι καὶ τὸ δημιουργικόν. Ὅνπερ γὰρ τρόπον πολλὰ καὶ διάφορα δημιουργῶν, οὐκ εἰς ἕκαστα τῶν γινομένων μερίζεται κατὰ τὴν οὐσίαν, καίτοι διαφόρως ἐνεργῶν ἐφ’ ἑκάστῳ, ἀλλὰ διὰ μιᾶς καὶ
20ἀῤῥήτου δυνάμεως τὰ πάντα δημιουργεῖ, οὕτω καὶ γεννᾷ, οὐ μεριζόμενος, ὡς ἐκεῖνοί φασι. Καὶ πάλιν· Ὥσπερ τὸ Πνεῦμα τὸ ἅγιον οὐ μερισμὸν ὑπομένει περὶ τὴν οὐσίαν, διαφόρους ἐκπέμπον τοὺς ἐν τοῖς χαρίσμασι τρόπους καὶ πρὸς τὸ ἑκάστου μέτρον τοῖς
25ἀξίοις χορηγοῦν, ἀλλ’ ἔστιν ἓν καὶ τὸ αὐτὸ ποικίλως καὶ ἀπαθῶς ἐν πᾶσιν ἐνεργοῦν, οὕτω καὶ τὴν γεν‐ νητικὴν οὐσίαν τοῦ Θεοῦ οὐκ ἄν τις τῶν εὖ φρονούν‐ των ἀδικεῖσθαι φήσειεν ἢ μερισμὸν, ἢ ἀπόῤῥοιάν τινα παθεῖν, ἕνα καὶ μόνον ἐξ ἑαυτῆς ἐκλάμψασαν Υἱόν.
30tΑΛΛΟ.
31tἈντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.
32 Εἰ γεγέννηκε, φησὶν, ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πα‐ τὴρ, καὶ ἔστιν ἕτερος παρ’ αὐτὸν ἐν ἰδίᾳ τε ὢν ὑπο‐ στάσει, καὶ Υἱοῦ Πατὴρ νοούμενος, μεμέρισται δη‐
35λαδὴ καὶ πάντα τὰ τοῦ Πατρὸς, καὶ οὐκ ἐν αὐτῷ μείναντα μόνῳ, ἀλλὰ καὶ εἰς τὸν Υἱὸν, διαβεβηκότα φαίνεται. Οὐκοῦν ἢ οὐκέτι τελείαν ἔχει τὴν δόξαν ὁ Πατὴρ, μεμερισμένης καὶ αὐτῆς ἐν τῷ Υἱῷ, ἢ εἰ τελείαν ἔχει τὴν δόξαν, ἀποστερεῖ τὸν Υἱὸν, τὸ δοθὲν
40ὥσπερ εἰς ἑαυτὸν αὖθις ἐπανακλίνων· καὶ ἡ πρό‐ τερον ἐν μονάδι θεότης τελείαν ἔχουσα δόξαν, νῦν ἐν δυάδι γενομένη, τὸ τέλειον οὐκ ἔχει. Μόλις δὲ ἐξ ἑαυτῆς ἐρανίζεται τοῦτο, κιχρῶντος τρόπον τινὰ τοῦ Πατρὸς τῷ Υἱῷ τὴν ἑαυτοῦ, καὶ πάλιν ἀντικιχρω‐
45μένου παρ’ αὐτοῦ τὴν δοθεῖσαν αὐτῷ.
46tΠρὸς τοῦτο λύσις.
47 Πάλιν τὰ σωμάτων ἴδια τῇ ἀσωμάτῳ φύσει περι‐ τιθέντες οὐκ αἰσχύνονται, μερισμοὺς καὶ ἀποτομὰς, διαστάσεις τε καὶ χωρισμοὺς ἐπὶ τῆς θείας εἰσφέ‐

75

.

81

(50)

ροντες οὐσίας ἀμαθῶς· οὐκ εἰδότες ὅτι μερίζεσθαι λέγοντες σχήματι σωματικῷ, εἰς τὴν τοῦ Πατρὸς οὐσίαν δυσσεβοῦσι μεγάλως, ἠλλοιῶσθαι καὶ παρατε‐ τράφθαι λέγοντες αὐτὸν, καὶ ἐκ τελείου καταβεβη‐ κέναι πρὸς τὸ ἀτελές. Οἱ γὰρ ὅλως ἐκβεβηκέναι τοῦ
55Πατρὸς τὴν οὐσίαν οἰόμενοι τὸν Υἱὸν διαστατῶς τε81

75

.

84

καὶ κεχωρισμένως, καὶ διὰ τοῦτο φάσκοντες μεμε‐ ρίσθαι πάντα τὰ αὐτοῦ, καὶ εἰς ἥμισυ δόξης αὐτὸν ἐλθεῖν διὰ τὸ βεβηκέναι τὸ λεῖπον εἰς τὸν Υἱὸν, ἀγνοοῦσιν οἵῳ περιπίπτουσιν ἀτοπήματι. Ἄρα γὰρ
5ἐπειδήπερ, ὡς αὐτοί φασιν, ἐν μονάδι πρότερον ὢν ὁ Πατὴρ, καὶ τὴν δημιουργικὴν δύναμιν ἔχων ἐν ἑαυτῷ, προεβάλετο τὸν Υἱὸν, καὶ δι’ αὐτοῦ πάντα δημιουργεῖ, ἔξω τῆς οὐσίας τῆς ἑαυτοῦ τὴν ἐπὶ τῷ δύνασθαι δημιουργεῖν ἔπεμψε δύναμιν, καὶ ὃ μὴ
10πρότερον ἦν, τοῦτο γέγονεν ὕστερον, ἔρημός τε νῦν ἐστιν ἰσχύος δημιουργικῆς· ἀλλὰ τοῦτο φρονεῖν ἢ λέγειν ἄμετρον ἔχει τὴν δυσσέβειαν· «Ὁ Πατὴρ γὰρ ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι,» φησὶν ὁ Χριστός. Ὥσπερ οὖν οὐ μεμέρισται τοῦ Πατρὸς τὸ
15δημιουργικὸν, οὐδὲ ἀτελής ἐστι νῦν ἐν τῇ οὐσίᾳ αὐτοῦ, ἔχοντος τελείως τοῦτο καὶ τοῦ Υἱοῦ, οὕτω καὶ τελείαν ἔχει τὴν δόξαν, ἔχοντος πάλιν τοῦ Υἱοῦ καὶ ἐν δόξῃ τὸ τέλειον. Ὅμοιος γὰρ ὢν κατὰ πάντα τῷ γεννήσαντι, διὰ τοῦτο τελείαν ἔχει τὴν δόξαν, ἐπειδήπερ ἐκ τε‐
20λείαν ἔχοντος δόξαν ἐγεννήθη Πατρός.
21tΛΟΓΟΣ Ζʹ.
22tΠρὸς τοὺς προτείνοντας τό· Ἀβουλήτως ἢ κατὰ
23tβούλησιν ἐγέννησε τὸν Υἱὸν ὁ Πατήρ;
24tἘρώτησις ὡς ἐκ τῶν αἱρετικῶν.
25 Ἀβουλήτως ἄρα, φασὶ, καὶ ἀσκέπτως ἐγέννησεν ἤτοι πεποίηκε τὸν Υἱὸν ὁ Πατὴρ, ἢ κατὰ βούλησιν οἰκείαν; Εἰ μὲν οὖν ἀβουλήτως ἐγέννησεν αὐτὸν, πέπονθέ τι τῶν παρὰ γνώμην· εἰ δὲ κατὰ βούλησιν, προϋπάρχειν δὲ τῶν γινομένων ἀνάγκη τὴν περὶ αὐ‐
30τῶν σκέψιν, προῆν ἄρα τοῦ Υἱοῦ ὁ Πατὴρ, μεσολα‐ βούσης τὴν γέννησιν τῆς περὶ αὐτοῦ βουλήσεως.
32tἈπολογία πρὸς τοῦτο.
33 Πόθεν ὑμεῖς, ὦ οὗτοι, κατὰ βούλησιν ἢ ἀβουλή‐ τως γεγεννῆσθαι λέγειν τὸν Υἱὸν, ἢ καὶ ὅλως τοιαύ‐
35τας τοῖς ἐντυγχάνουσι τὰς πεύσεις προσάγειν, ἀπὸ ποίας τοῦτο μεμαθήκατε Γραφῆς; Τίς δὲ τῶν ἁγίων ἢ κατὰ βούλησιν ἢ ἀβουλήτως αὐτὸν ἔφησεν ἐκ τοῦ Πατρὸς προελθεῖν; Παρὰ τίνι δὲ ὠνόμασται τὰ τοι‐ αῦτα ῥήματα; Ὅτι μὲν γὰρ ἦν καὶ ἔστιν ὁ τοῦ Θεοῦ
40Λόγος, ἔγνωμεν ἀπὸ τῆς θείας Γραφῆς. Τὸ δὲ, ἀβου‐ λήτως ἢ μὴ, παρὰ μόνων ὑμῶν ἠκούσαμεν. Ἀπο‐ καλύπτει μὲν γὰρ τὸν Υἱὸν ὁ Πατὴρ ἐξ οὐρανοῦ, καί φησιν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός·» καὶ διὰ τοῦ Δαβὶδ λέγει· «Ἐξηρεύξατο ἡ καρδία μου
45Λόγον ἀγαθόν·» καὶ ὁ σοφώτατος Ἰωάννης· «Ἐν ἀρχῇ ἦν, φησὶν, ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος·» ὁ Ψαλμῳδὸς ὡς πρὸς τὸν Πα‐ τέρα πάλιν φησί· «Παρὰ σοὶ πηγὴ ζωῆς, καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.» Ὁ Παῦλος ἀπαύγασμα, καὶ

75

.

84

(50)

μορφὴν, καὶ εἰκόνα τοῦ Θεοῦ ἀοράτου καλεῖ. Καὶ τούτων οὐδεὶς εὑρίσκεται λέγων ἀβουλήτως ἢ κατὰ βούλησιν γεγεννῆσθαι τὸν Υἱόν. Ἀλλὰ τὸ, ἦν, εἰπόν‐ τες, καὶ τὸ, ἔστιν, οὐδεμίαν ἀρχὴν τὴν ἐν χρόνῳ
δεδώκασι τῷ τῶν χρόνων ποιητῇ. Πόθεν οὖν ὑμεῖς τὰ83

75

.

85

τοιαῦτά φατε; Ἀπὸ καρδίας τῆς ἑαυτῶν λαλοῦντες, καθά φησιν ὁ προφήτης, καὶ οὐκ ἀπὸ στόματος Κυ‐ ρίου.
4tΑΛΛΟ.
5 Εἰ βουλήσει γεγεννῆσθαί φατε τὸν Υἱὸν, καὶ βιά‐ ζεσθε τὴν περὶ αὐτοῦ θέλησιν προϋπάρχειν τῆς γεν‐ νήσεως αὐτοῦ, τί μὴ ταῦτά φησιν ἡ Γραφὴ περὶ αὐ‐ τοῦ, ἃ δὴ καὶ περὶ τῶν ἄλλων ποιημάτων λέγουσα φαίνεται; Ἐπὶ μὲν γὰρ τῶν γεγονότων παρὰ Θεοῦ,
10προηγεῖται θέλησις, ὡς ἐν τῷ, «Ποιήσωμεν ἄνθρω‐ πον,» Καὶ ἐν τῷ, «Πάντα ὅσα ἠθέλησεν, ἐποίησεν.» Ἐπὶ δὲ τοῦ Θεοῦ Λόγου οὐδαμοῦ θέλησις ἤτοι βού‐ λησις προηγησαμένη φαίνεται. Ἀλλ’ ὅτι μόνον ἦν καὶ ἔστιν ἀκούομεν. Καὶ, ἵν’ οὕτως εἴπω, τόπος
15αὐτῷ φυσικὸς ὁ Πατήρ. Εἰ τοίνυν ἐπὶ μὲν τῶν κτι‐ σμάτων ἁπάντων ἔφησεν ἡγεῖσθαι θέλησιν ἡ Γραφὴ, ἐπὶ δὲ τοῦ Υἱοῦ οὐδὲν τοιοῦτον εὑρήσομεν παρ’ αὐ‐ τῆς, οὐκ ἄρα εἷς ἐστι τῶν πάντων, οὐδὲ θελήσει γέ‐ γονε, καθάπερ τὰ πάντα, ἐκ Πατρὸς προελθὼν καὶ
20τῆς τοῦ γεννήσαντος οὐσίας, ὑπάρχων τε ἀΐδιος.
21tΑΛΛΟ.
22 Λέγει που Παῦλος περὶ τοῦ Σωτῆρος ἡμῶν Χρι‐ στοῦ, ὅτι τε Θεοῦ δύναμις εἴη καὶ Θεοῦ σοφία. Εἰ τοίνυν σοφία καὶ δύναμίς ἐστι τοῦ Πατρὸς ὁ ἐξ αὐ‐
25τοῦ καὶ ἐν αὐτῷ ὑπάρχων Λόγος, αὐτός ἐστιν ἐν ᾧ βουλεύεται, καὶ δι’ οὗ τὰ πάντα ἐργάζεται. Πῶς οὖν βουλήσει γέγονεν ὁ ἐν ᾧπερ ἡ βούλησίς ἐστι τοῦ Πα‐ τρός; Ἢ γὰρ ἑτέραν ἡμᾶς σοφίαν ἀναπλάττειν ἀνάγκη, ἐν ᾗ βουλευσάμενος πεποίηκε τὸν Υἱὸν, καθ‐
30ὼς ὑμεῖς φατε, ἢ εἰ ἑτέρα οὐκ ἔστιν, ἀλλ’ ἔστι μόνος αὐτὸς ἡ σοφία τοῦ Πατρὸς, αὐτὸς ἄρα ἐστὶ καὶ ἡ βού‐ λησις. Ἐν γὰρ σοφίᾳ πάντως τὸ βούλεσθαι τοῦ Θεοῦ. Καὶ μάταιος ὑμῖν ὁ λόγος, καὶ κενὸν ἐδείχθη τὸ ἐπιχείρημα.
35tΑΛΛΟ, εἰς τὸ αὐτό.
36 Οὐκ ἐν τοῖς γενομένοις ἡ τοῦ Θεοῦ βούλησις οὐσιω‐ μένη φαίνεται, ἀλλ’ ἕτερόν τί ἐστι παρὰ τὰ δι’ αὐ‐ τῆς ποιούμενα. Οἷον, θελήσει φαμὲν γενέσθαι τὸν οὐρανὸν, οὐκ αὐτὸν εἶναι τὴν θέλησιν. Εἰ τοίνυν βου‐
40λεύεται μὲν ἐν σοφίᾳ Θεὸς, καὶ ὅτε τὸν Υἱὸν, ὡς ὑμεῖς φατε, ἀπογεννᾷν ἤθελεν, ἔστι δὲ ἡ σοφία τοῦ Πατρὸς ὁ Υἱὸς, ἑτέραν τῷ Πατρὶ προσεῖναι σοφίαν ἀνάγκη, ἐν ᾗ βουλευσάμενος ἀπέτεκε τὸν Υἱόν. Εἰ δὲ τοῦτο λέγειν ἀσεβὲς (εἷς γὰρ Υἱὸς τοῦ Θεοῦ, καὶ οὐ
45δύο, σοφία τοῦ Πατρὸς ὑπάρχων ὁ τοῦ Θεοῦ Λόγος), αὐτός ἐστιν ὁ δι’ οὗ πάντων ἡ βούλησις γίνεται.
47tΑΛΛΟ.
48 Τῶν ἐν χρόνῳ γεγονότων, προηγεῖται πάντως τὸ βουλεύεσθαί τι περὶ αὐτῶν. Εἰ τοίνυν βουλήσει γε‐

75

.

85

(50)

γένηται, καθ’ ὑμᾶς, ὁ Υἱὸς, προηγουμένην ἔχει καὶ αὐτὸς τὴν περὶ αὐτοῦ βούλησιν, ὥσπερ καὶ τὰ ποιήματα. Καὶ οὐκ ἦν ποτε. Καὶ ψεύδεται λέγων Ἰωάννης περὶ αὐτοῦ· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» Εἰ γὰρ οὐκ ἦν, καθ’ ὑμᾶς, πῶς ὁ εὐαγγελιστὴς ἀληθεύ‐
55σει τὸ, Ἦν, αὐτῷ περιτιθείς; Ἀλλ’ οὐχ ὑμῖν, ἐκείνῳ85

75

.

88

δὲ, οἶμαι, πιστεύειν ἀναγκαῖον. Ἦν ἄρα, κατὰ τὸν ἐκείνου λόγον, ὁ Υἱὸς, καὶ τὸ, οὐκ ἦν, ἐπ’ αὐτῷ μάταιόν τε καὶ διεψευσμένον.
4tΑΛΛΟ.
5 Εἰ τῶν ἐν βουλήσει γενομένων προηγεῖται χρόνος, καθ’ ὃν ἡ περὶ αὐτῶν σκέψις ἐγίνετο, καὶ εἰ μικρόν τινα καὶ ἀκαριαῖον δοίημεν αὐτὸν, πῶς ἔσται χρόνων ποιητὴς ὁ Υἱὸς, εἰ βούλησις προηγεῖται τῆς γεννή‐ σεως αὐτοῦ; Ἀλλ’ ἔστι χρόνων ποιητής. Ἦν ἄρα,
10καὶ οὐδέν ἐστι πρὸ τῆς γεννήσεως αὐτοῦ.
11tΑΛΛΟ.
12 Εἰ σοφία τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, ὥσπερ οὖν καὶ ἔστι, ποῖός ἐστι χρόνος ὅτε οὐκ ἦν ἐν αὐτῷ σοφία; εἰ δέ ἐστιν ἀΐδιος ἐν Πατρὶ (ἀεὶ γὰρ σοφὸς ὁ Πατὴρ),
15πῶς ἡγήσεταί τι τοῦ ἀεὶ ὄντος; Πῶς δὲ ἡ βούλησις χωρήσει μεταξὺ, μὴ ὄντα ποτὲ τὸν Υἱὸν εἰσφέρουσα, τὸν τῷ γεννήσαντι συναΐδιον ὡς σοφίαν αὐτοῦ;
18tΑΛΛΟ.
19Εἰ προηγεῖται βούλησις τοῦ Υἱοῦ, ἐν χρόνῳ δὲ
20ἀνάγκη τὴν περὶ αὐτοῦ γενέσθαι σκέψιν, καὶ εἰ μι‐ κρός τις εἴη καὶ λίαν βραχὺς, πῶς ἔσται πάντων ποιήτης; Ἢ πῶς πιστεύομεν τῇ Γραφῇ, πάντα δι’ αὐτοῦ γενέσθαι λεγούσῃ; Ὅπου πρὸ αὐτοῦ φαίνεται χρόνος, καθ’ ὃν ἡ περὶ αὐτοῦ γέγονε βούλησις, χρό‐
25νων οὐκ ὄντων πρὸ αὐτοῦ;
26tΑΛΛΟ.
27tὩς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν.
28 Εἰ μὴ βουλήσει, φησὶ, γέγονεν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐξ ἀνάγκης ἄρα καὶ μὴ θέλων ἔσχεν Υἱὸν ὁ Πατήρ.
30Καὶ τίς ὁ μείζων αὐτοῦ καὶ τὴν ἀνάγκην ἐπιθεὶς αὐτῷ; Τὰ γὰρ παρὰ γνώμην ἐπισυμβαίνοντα, ἐξ ἀνάγκης γίνεται.
33tΠρὸς ταῦτα λύσις.
34Ἀντερωτητέον τοὺς χριστομάχους, καὶ δι’ ὧν ἡμῖν
35προτείνουσιν ἀμαθῶς, διὰ τούτων αὐτοῖς ὑπαντήσω‐ μεν, τὴν ἴσην ἀντεπάγοντες πρότασιν. Εἴπατε ἡμῖν· Ἀγαθὸς καὶ οἰκτίρμων, ἐλεήμων τε καὶ ἅγιος ἐκ βου‐ λήσεώς ἐστιν ὁ Θεὸς, ἢ παρὰ βούλησιν; Εἰ μὲν οὖν ἐκ βουλήσεως, ἡ δὲ βούλησις προτρέχει πάντως ἐκείνων
40περὶ ὧν καὶ γίνεται, ἦν ἄρα χρόνος ὅτε οὐκ ἦν ταῦτα Θεὸς, ἔτι τὴν περὶ αὐτῶν σκέψιν ποιούμενος. Εἰ δὲ ἀβου‐ λήτως ἀγαθός ἐστι καὶ ἐλεήμων παρὰ γνώμην, ἄρα τοῦτό ἐστι καὶ ἐξ ἀνάγκης. Καὶ τίς ἐστιν ὁ τὴν ἀνάγκην ἐπιθεὶς αὐτῷ, καθ’ ὑμῶν; Δέδεικται τοίνυν
45μωρίας ἀνάμεστος ἡ παρ’ ὑμᾶς πρότασις, καὶ ἀγαθὸν οὐδὲν εἰσφέρουσα νόημα.
47tΑΛΛΟ, διηγηματικῶς.
48 Ἐπὶ τῶν κατὰ φύσιν οὐ προηγεῖται βούλησις, χωρεῖ δὲ μόνον ἐπὶ τῶν ἔξωθεν τῆς οὐσίας ὄντων

75

.

88

(50)

τοῦ βουλευομένου. Οἷον φέρε εἰπεῖν· Ἀμπελῶνά τις φυτεύει, ἢ ναυπηγεῖται σκάφος, βουλευσάμενος πρό‐ τερον περὶ αὐτῶν· τίκτεται δὲ κατὰ φύσιν τὸ ἐξ
ἀνθρώπου παιδίον, οὐδεμιᾶς ἡγησαμένης βουλήσεως.87

75

.

89

Εἴ τις οὖν λέγοι τυχὸν ἐπί τινος τῶν ἀνθρώπων ὅτι παρὰ βούλησιν ἔσχεν υἱὸν, μὴ εὐθὺς ἐπὶ τὸ ἐξ ἀνάγκης τρεχέτω· οὐ γὰρ ἔκ τινος ἀνάγκης ἔσχεν· ἀλλ’ ὁράτω μᾶλλον ὅτι τῶν ἐκ φύσεως οὐ προηγεῖται
5βούλησις. Ἑκὼν γάρ τις γεννᾷ, οὐδεμιᾶς περὶ τού‐ του προηγουμένης βουλήσεως. Θελητῶς οὖν ἄρα καὶ ἀβουλήτως ὑπάρχει καὶ ὁ Λόγος ἐν τῷ Πατρὶ, ὥσπερ ἐστὶν ἐν ἀνθρώπῳ τὸ ἐξ ἑαυτοῦ παιδίον.
9tΑΛΛΟ.
10 Εἰ κατὰ φύσιν ἀγαθός ἐστιν ὁ Θεὸς καὶ Πατὴρ, οὐκ ἐκ βουλήσεως, ἵνα μὴ φαίνηται χρόνος, ὅτε οὐκ ἦν τοῦτο, καθ’ ὃν ἦν βούλησις, οὐ βουλήσει γεννᾷ τὸν Υἱὸν, ἀλλὰ φύσει. Πρέπει γὰρ μᾶλλον τοῦτο αὐτῷ.
15tΑΛΛΟ.
16 Ἐρωτητέον τοὺς χριστομάχους, εἰ αὐτὸς ὁ τοῦ Λόγου Πατὴρ ἐκ βουλήσεως ὑπάρχει, ἢ παρὰ βούλη‐ σιν ἑαυτοῦ. Εἰ μὲν οὖν ἐκ βουλήσεως, προηγεῖσθαι δὲ ἀνάγκη τῆς ὑπάρξεως τὴν βούλησιν, σιωπῶ τὸ
20δύσφημον· εἰ δὲ παρὰ βούλησιν, ἐξ ἀνάγκης ἄρα τοῦτό ἐστιν, ὅπερ ὑπάρχει. Καὶ τίς ὁ τὴν ἀνάγκην ἐπιθεὶς αὐτῷ; Εἰ δὲ ὑπάρχει μὲν ὁ Πατὴρ, οὐκ ἐκ βουλή‐ σεως δὲ, οὔτε μὴν παρὰ βούλησιν, ὁ αὐτὸς κρατείτω λόγος ἀπεριεργάστως καὶ ἐφ’ Υἱοῦ. Ἐξετάζειν γὰρ
25τὰ τοιαῦτα ῥιψοκινδύνως οὐκ ἀκόλουθον. Χρὴ δὲ μᾶλ‐ λον ἀκούοντας περὶ Θεοῦ εἰδέναι, ὅτι αὐτός ἐστιν ὁ ὢν, οὐκ ἀρχήν τινα τοῦ εἶναι λαβὼν, ἀλλ’ αὐτὸς τοῖς ἄλλοις ἀρχὴ τοῦ εἶναι γενόμενος.
29tΑΛΛΟ, διηγηματικῶς.
30 Ἄτοπον σφόδρα καὶ ἐπικίνδυνον ἐφ’ Υἱοῦ λέγειν τὸ, Βουλήσει ἄρα ἢ παρὰ βούλησιν ἐγεννήθη. Ὁ γὰρ οὐκ ἐκ βουλήσεως ὑπάρχων Θεὸς, οὐκ ἐκ βουλήσεως ἔχει τὸν ἐκ τῆς οὐσίας αὐτοῦ προελθόντα Λόγον, ἀλλὰ φυσικῶς. Εἵη γὰρ καὶ οὕτως εἰκὼν αὐτοῦ καὶ
35χαρακτὴρ οὐ διεψευσμένος.
36tΑΛΛΟ.
37 Εἰ βούλησις καὶ σκέψις προηγεῖται τῆς ὑπάρξεως τοῦ Υἱοῦ, ὁ δὲ Υἱὸς σοφία καὶ Λόγος ἐστὶ τοῦ Πα‐ τρὸς, πῶς ἐβούλετο ὁ Θεὸς ἄλογός τε καὶ ἄσοφος ὢν,
40καθ’ ὑμᾶς; Οὔπω γὰρ ἦν ὁ Υἱὸς, ἔτι τῆς περὶ αὐτοῦ γινομένης σκέψεως. Πῶς δὲ οὐκ ἄτοπον εἰσφέρειν περὶ ἑαυτοῦ βουλευόμενον τὸν Πατέρα, πότερόν ποτε χρὴ σοφίαν ἔχειν καὶ Λόγον, ἢ μή; Παραιτεῖσθαι τοιγαροῦν ἀναγκαῖον τὰς ἀπαιδεύτους τῶν χριστομά‐
45χων προτάσεις, οὐ σφόδρα διατείνεσθαι πρὸς τὸ ἀν‐ τιλέγειν αὐταῖς.
47tΑΛΛΟ, διηγηματικῶς.
48 Διὰ πολλῶν ἤδη δέδεικται λόγων ὅτι τῶν ποιημά‐ των ἡγήσατο βούλησις. Ἐξ ἑνὸς δὲ τὸ πᾶν γνωρισθή‐

75

.

89

(50)

σεται. Ἐπὶ γὰρ τῇ τοῦ ἀνθρώπου κατασκευῇ, τὸ, «Ποιήσωμεν ἄνθρωπον,» καὶ τὸ, «Γενηθήτω στε‐
ρέωμα.» καὶ τὸ, Γενηθήτω τόδε καὶ τόδε, βουλῆς89

75

.

92

ἂν εἴη σημαντικὸν τῆς ἐφ’ ἑκάστῳ τῶν πεποιημένων γενομένης παρὰ Θεοῦ, εἰ καὶ παραχρῆμα τὸ ἔργον ἀκολουθοῦν φαίνεται. Εἰ τοίνυν τῶν μὲν κτισμάτων ἡγεῖται βούλησις, γέγονε δὲ πάντα δι’ Υἱοῦ, ἐκτός
5ἐστι τῶν πάντων ὁ δι’ οὗ τὰ πάντα γέγονε. Καὶ εἰ ἕτερός ἐστιν ἐκείνων ὧν ἡγήσατο βούλησις, οὐκ ἂν εἴη κατὰ βούλησιν γεγονὼς ὥσπερ αὐτά. Αὐτὸς γάρ ἐστιν ἡ ζῶσα βουλὴ τοῦ Πατρὸς, ἐν ᾗ τὰ πάντα ἐρ‐ γάζεται. Καλεῖ δὲ αὐτὸν καὶ βουλὴν τοῦ Πατρὸς ὁ
10Ψαλμῳδὸς, λέγων· «Ἐν τῇ βουλῇ σου ὡδήγη‐ σάς με.»
12tΑΛΛΟ.
13 Εἰ βουλὴ καὶ θέλημα τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, ὥσπερ οὖν καὶ ἔστι, πῶς ἡγεῖται θέλησις τῆς ὑπάρ‐
15ξεως αὐτοῦ; Αὐτὸς γὰρ ἑαυτὸν ἔσται πεποιηκώς. Καὶ ὁ μήπω γεγονὼς, κατὰ τοὺς χριστομάχους, περὶ ἑαυτοῦ φανεῖται βουλευόμενος. Εἰ δὲ τοῦτο λέγειν ἄτοπον, οὐκ ἄρα βουλήσει γέγονεν, ὥσπερ τὰ ποιή‐ ματα· ἀλλ’ ἦν ὡς βουλὴ τοῦ Πατρὸς ἐν αὐτῷ, αὐτὸ
20τῆς οὐσίας ὑπάρχων τοῦ γεννήσαντος τὸ ἴδιον.
21tΑΛΛΟ.
22 Λέγει που Χριστός· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» ὥσπερ τινὰ τόπον ἑαυτὸν ἔχοντα μόνον σημαίνων τὸν Πατέρα, καὶ πάλιν ὡς τοῦ Πα‐
25τρὸς ὄντος ἐν αὐτῷ μόνον. Εἰ τοίνυν ἕτερόν τί ἐστιν ἐν τῷ Πατρὶ παρὰ τὸν Υἱὸν ἡ βούλησις αὐτοῦ, πῶς ἀληθεύσει τὰ τοιαῦτα λέγων; Εὑρίσκεται γὰρ, κατὰ τὴν τῶν χριστομάχων μανίαν, πρὸ τῆς ὑπάρξεως τοῦ Υἱοῦ, βούλησις οὖσα ἐν Πατρὶ, καθ’ ἣν γέγονεν,
30ὡς ἐκεῖνοί φασιν. Εἰ δὲ ἀληθεύει, ἑαυτὸν ἐν Πατρὶ μὲν εἶναι φάσκων, καὶ πάλιν, ὡς μόνον ἐν αὐτῷ τὸν Πατέρα, ποῦ ἡ βούλησις κείσεται, οὐδενὸς ὄντος τόπου μεταξύ; Εἰ δὲ τοῦτο, οὐκ ἄρα βουλήσει γέγονεν, ἀλλ’ αὐτός ἐστιν ἡ τοῦ Πατρὸς βούλησις.
35tΑΛΛΟ.
36 Εἰ καθάπερ τῶν ποιημάτων ἡγήσατο βούλησις, οὕτω καὶ τῆς ὑπάρξεως τοῦ Χριστοῦ, ὅτου δὴ χάριν τὰ τὴν αὐτὴν ἔχοντα τῆς γενέσεως ἀρχὴν καὶ διὰ τῆς αὐτῆς γεγονότα βουλῆς, τοσοῦτον ἀλλήλων τὴν
40φύσιν διέστηκεν, ὡς τὸν μὲν Κύριον οὕτως εἶναι καὶ Θεὸν, τὰ δὲ δοῦλά τε καὶ ποιήματα; Ἀλλ’ ἔστι δῆλον ὡς ὁ μὲν Υἱὸς τῇ τοῦ Πατρὸς θεότητι κατὰ φύσιν ἑνούμενος Κύριος εἴρηται καὶ ἔστιν· ἡ δὲ κτίσις, δούλη, διὰ τὸ ἔξω κεῖσθαι τῆς οὐσίας τοῦ πεποιηκό‐
45τος, καὶ τῆς πρὸς τὸν Πατέρα σχέσεως φυσικῆς. Ἀνάγκη τοίνυν τὰ τοσαύτην ἔχοντα πρὸς ἄλληλα τὴν διαφορὰν, μὴ μίαν ἔχειν ἀρχήν. Ἀλλὰ τὰ μὲν, ὡς ποιήματα, ἐκ βουλήσεως γέγονεν. Ὁ δὲ Υἱὸς, ὡς αὐτὸς ὢν ἡ βούλησις, ἦν ἀϊδίως ἐν Πατρί.
50tΑΛΛΟ, διηγηματικῶς.
51 Ἔδει τοὺς χριστομάχους ἀποτολμῶντας ἐρωτᾷν, εἰ βουλήσει τὸν Υἱὸν ἐγέννησεν ὁ Πατὴρ, καὶ τοῦτο λέγειν· Εἰ ἐν φρονήσει τὸν Υἱὸν ἐγέννησεν ὁ Πατήρ. Ταυτὸν γὰρ ὑπάρχειν φαίνεται βουλὴ καὶ φρόνησις.
55Ἐπειδὴ πᾶν ὅπερ ἄν τις βουλεύηται, τοῦτο καὶ91

75

.

93

φρονεῖ· καὶ πάλιν ὥσπερ ἐξ ἀντιστρέφοντος, ὃ φρο‐ νεῖ, καὶ βουλεύεται. Εὑρίσκεται γοῦν ὡς ἰσοδυνα‐ μοῦντα συνάπτων αὐτὰ καὶ ὁ Σωτὴρ ἐφ’ ἑαυτοῦ, καὶ λέγων· Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις,
5ἐμὴ δὲ ἰσχύς. Ὥσπερ γὰρ ἀσφάλεια καὶ ἰσχὺς ταυτόν ἐστιν, οὕτω καὶ βουλὴ καὶ φρόνησις. Εἰ μὲν οὖν ἄφρονά ποτε πιστεύουσι γεγενῆσθαι τὸν Πατέρα, ἐρωτάτωσαν εἰ ἐν φρονήσει γεγέννηκε τὸν Υἱόν. Εἰ δὲ φρίττουσι τοῦτο καὶ μόνον ἀκούοντες, πῶς οὐκ
10ἀσεβὲς τὸ ἐρωτᾷν καὶ λέγειν ἐφ’ Υἱοῦ τό· Βουλήσει γεγένηται, ἢ μή; τοσαύτην τοῦ λόγου τὴν δυσφημίαν εἰσφέροντος.
13tΑΛΛΟ.
14Ὁ μακάριος Παῦλος τὴν ἀπαράλλακτον ὁμοιότητα
15δεικνύων, ἣν ὁ Υἱὸς ἔχει πρὸς τὸν ἑαυτοῦ Πατέρα, γράφει περὶ αὐτοῦ· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.» Εἰ τοίνυν χαρακτήρ ἐστι καὶ εἰκὼν τοῦ γεννήσαντος ὁ Υἱὸς, ἐγεννήθη δὲ, καθ’ ὑμᾶς, προηγησαμένης βουλήσεως,
20ἀνάγκη πᾶσα καὶ τὸν Πατέρα οὕτως εἶναι, ὥσπερ ἡ εἰκὼν αὐτοῦ καὶ τὸ ἀπαύγασμα· ὡς καὶ αὐτὸ ἔχειν προηγουμένην αὐτοῦ τὴν βούλησιν. Εἰ δὲ τοῦτο ἀσε‐ βὲς (οὐ γὰρ ἐκ βουλήσεώς ἐστιν ἡ τοῦ Πατρὸς οὐσία καὶ ὑπόστασις), ἀνάγκη πᾶσα μηδὲ τὸν Υἱὸν ἐκ
25βουλήσεως εἶναι, φρονεῖν ἢ λέγειν.
26tΑΛΛΟ.
27tὩς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν.
28 Καὶ πῶς, φησὶν, οὐκ ἀνάγκη συνομολογεῖν, ὅτιπερ ἀθέλητός ἐστι τῷ Πατρὶ ὁ Υἱὸς, ἤτοι ἀβούλητος, εἰ
30μὴ ἐκ βουλήσεως καὶ θελήσεως γέγονεν;
31tΠρὸς τοῦτο λύσις.
32 Δυσωπείτω τῶν χριστομάχων τὴν πάντολμον γλῶτ‐ ταν ὁ Σωτὴρ περὶ ἑαυτοῦ λέγων· «Ὁ Πατὴρ φιλεῖ τὸν Υἱόν.» Ὥσπερ γὰρ ἤδη προείρηται, τὸ εἶναι
35ἀγαθός τε καὶ ἐλεήμων, ἔχει μὲν, οὐκ ἐκ βουλήσεως δὲ, οὔτε μὴν ἀβουλήτως ταῦτά ἐστι. Θέλει γὰρ εἶναι τοῦτο ὅπερ ἐστὶν ἀεὶ καὶ ἔσται. Οὕτω καὶ εἰ μὴ ἐκ βουλήσεως ἐγέννησε τὸν Υἱὸν, ἀλλ’ οὐκ ἀβουλήτως αὐτὸν ἔχει. Θέλει γὰρ τὸν Υἱὸν καὶ φιλεῖ, καθὼς γέ‐
40γραπται. Καὶ καθάπερ ὁ Πατὴρ τῆς ὑποστάσεως τῆς ἑαυτοῦ θελητής ἐστιν, οὐκ ἐκ βουλήσεώς τινος τοῦτο ὢν ὅπερ ἐστὶν, οὕτω καὶ ὁ Υἱὸς ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προελθὼν, οὐκ ἀθέλητός ἐστιν αὐτῷ, εἰ καὶ βούλησις οὐδαμοῦ τῆς γεννήσεως προδραμοῦσα
45φαίνεται.
46tΑΛΛΟ.
47 Εἰ ἀπαύγασμα καὶ χαρακτήρ ἐστι τοῦ Πατρὸς ὁ Υἱὸς, γέγονε δὲ θελήσει, καθ’ ὑμᾶς, ἦν ἄρα χρόνος ὅτε οὐκ ἦν, καθ’ ὃν ἡ περὶ αὐτοῦ θέλησις ἐκινεῖτο

75

.

93

(50)

παρὰ τῷ Πατρί. Οὐκοῦν ἦν ποτε ὅτε χωρὶς ἀπαυ‐ γάσματος ἦν ὁ Θεὸς καὶ δίχα χαρακτῆρος. Καὶ, εἰ τὸ ἴδιον τῆς οὐσίας τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, οὐκ ἧν δέ ποτε, καθ’ ὑμᾶς, ἴσον ἐστὶ τῷ λέγειν· οὐκ ἦν
ποτε γεννητικὴ τοῦ Πατρὸς ἡ οὐσία· ἀλλ’ ὥσπερ ἔκ93

75

.

96

τινος μεταβολῆς εἰς τοῦτο παρῆλθεν ἀποκυήσασα τὸν Υἱόν. Εἰ δὲ τοῦτο ἀσεβὲς φρονεῖν τε καὶ λέγειν, μὴ προτεινέτωσάν τινες ἐφ’ Υἱοῦ τὸ, Βουλήσει ἢ μή. Ὥσπερ γὰρ ἀγαθὸς κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, οὕτω
5καὶ γεννητικὸς κατὰ φύσιν.
6tΑΛΛΟ, διηγηματικῶς.
7 Εἰ πᾶσα βούλησις ἡ ἔν τισι γινομένη οὐ δίχα λό‐ γου γίνεται (λόγος γάρ ἐστιν ἀφανῶς ἐν καρδίᾳ στρε‐ φόμενος ἡ βούλησις), ἔστι δὲ ὁ Υἱὸς ὁ Λόγος τοῦ
10Πατρὸς, αὐτὸς ἄρα ἐστὶν ἡ βούλησις αὐτοῦ. Εἶτα πῶς ἡ βούλησις ἐν βουλήσει γίνεται; ἢ πῶς ὁ Λό‐ γος ἐν Λόγῳ; Πάντα τοίνυν ἐστὶν ὁ Υἱὸς τῷ Πατρὶ, καὶ βουλὴ καὶ Λόγος, καὶ σοφία· καὶ οὐδέν ἐστιν ἐν Πατρὶ πρὸ αὐτοῦ.
15tΑΛΛΟ ὅμοιον.
16 Ἔχει κατὰ φύσιν ὁ ἄνθρωπος τὸ δύνασθαι τέκνων αὐτὸν γενέσθαι πατέρα· καὶ οὐχ ὥσπερ ἐκ βουλήσεως ἀγαθός ἐστιν ἢ πονηρὸς, οὕτω καὶ πατήρ. Ἀλλὰ τὸ μὲν φύσει, τὸ δὲ βουλήσει ἐστί. Καὶ τοῦ μὲν ἐσμὲν
20κύριοι· τοῦ δὲ ἡ φύσις ἀπαράβατον ἔχει τὸν νόμον. Ὥσπερ οὖν οὐκ ἐκ βουλήσεως ἔχομεν ἡμεῖς τὸ εἶναι πατέρες τῶν ἐξ ἡμῶν, ἀλλὰ φυσικῶς, οὕτω καὶ ὁ Θεὸς καὶ Πατὴρ οὐκ ἐκ βουλήσεως Πατήρ ἐστιν, ἀλλὰ φυσικῶς. Καὶ ὥσπερ οἱ ἐξ ἡμῶν τικτόμενοι
25ὅμοιοι πάντως ἡμῖν κατ’ οὐσίαν εἰσὶν, οὕτω καὶ ὁ Υἱὸς οὐκ ἔξωθεν τῷ Πατρὶ προσγενόμενος, ἀλλ’ ὄντως ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν ὅμοιός ἐστι κατὰ πάντα τῷ γεγεννηκότι. Καὶ ὥσπερ οὐκ ἐκ βουλήσεώς ἐστι Πατὴρ, οὕτω καὶ ὁ Υἱὸς οὐκ ἐκ βουλήσεώς ἐστιν,
30ἀλλὰ κατὰ φύσιν, ἀπαύγασμα καὶ χαρακτὴρ ὑπάρχων τοῦ γεννήσαντος αὐτόν.
32tΑΛΛΟ.
33tἈντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.
34Ἐρωτητέον, φησὶ, τοὺς ὀρθὰ φρονεῖν οἰομένους,
35πότερόν ποτε βουλήσει γεγέννηκε τὸν Υἱὸν ὁ Πατὴρ, ἢ ἀβουλήτως. Εἰ μὲν γὰρ ἐνυπῆρχε τῇ τοῦ Πατρὸς οὐσίᾳ, ἕτερος ὢν παρ’ αὐτὸν ὁ Υἱὸς, οὐ προαιρέσει τέτοκεν. Ἦν γὰρ ἀνάγκη τεκεῖν τὸν ἐν τῇ φύσει κείμενον. Εἰ δὲ οὐκ ἦν ἐν Πατρὶ, ἐγεννήθη δὲ βουλη‐
40θέντος τοῦ Πατρὸς, ἀνάγκη προϋπάρχειν αὐτοῦ τὴν βούλησιν. Οὐκ ἦν οὖν ἄρα τῷ γεννήσαντι συναΐδιος.
42tΠρὸς ταῦτα λύσις.
43 Πρῶτον μὲν ἀποθαυμάζειν ἄξιον τοὺς ἀφυλάκτως εἰς πᾶσαν τρέχοντας δυσφημίαν, πολλήν τε ἀμαθίαν
45αὐτοῖς ἐγκαλεῖν. Οὐ γὰρ αἰσχύνονται καὶ αὐτὸν ἀνάγκαις ὑποτιθέντες τὸν Θεὸν, καὶ καθάπερ ἐπὶ σω‐ μάτων ἀνθρωπίνων ἐμπεριέχεσθαί τι λέγοντες τῇ τοῦ Πατρὸς οὐσίᾳ, ἢ ὥσπερ τι σκεῦος ἐν σκεύει κεῖ‐ σθαι τὸν Υἱὸν ἐν Πατρί. Ἡμεῖς δὲ οἷς ὀρθὰ καὶ

75

.

96

(50)

δίκαια φρονεῖν ἐσπούδασται, ἄνω μὲν πάσης ἀνάγκης εἶναί φαμεν τὴν οὐσίαν τοῦ Θεοῦ· εἶναι δὲ πάλιν τὸν Υἱὸν ἐν Πατρὶ, οὐχ ὡς σῶμα ὑπὸ σώματος περιεχό‐ μενον, ἀλλ’ ὡς ἀχώριστον τῆς οὐσίας αὐτοῦ καὶ ἐξ αὐτῆς προελθόντα κατὰ τὸν τῆς φύσεως νόμον. Εἰ
55δὲ οἴονται σοφόν τι προτείνειν, βουλήσει λέγοντες ἢ95

75

.

97

ἀβουλήτως αὐτὸν γεγενῆσθαι, καὶ παρ’ ἡμῶν ἀκουέ‐ τωσαν· Βουλήσει ἆρα τὸ πῦρ τὴν ἐξ αὐτοῦ θερμότητα γεννᾷ ἢ ἀβουλήτως; Ἀλλ’ οὐδὲν ἕξουσι πρὸς τοῦτο εἰπεῖν. Τὰ γὰρ ἐκ φύσεως προϊόντα, οὔτε βούλησιν,
5οὔτε ἀβουλησίαν ἐπιδέχεται. Ἐπὶ δὲ τῶν ἔξωθεν καὶ ὤν ἐσμεν ἐν ἐξουσίᾳ, βούλησις καὶ ἀβουλησία κρατεῖ. Ὥσπερ οὖν καὶ ἡμᾶς ἐργαζόμεθά τι βουληθέντες, τίκτομεν δὲ ἐξ ἑαυτῶν, οὐδένα τόπον ἐχούσης ἐν τούτῳ βουλήσεως ἢ ἀβουλησίας, οὕτω καὶ Θεὸς ἐρ‐
10γάζεται μὲν βουλήσει τὰ ἐκτὸς, ἐγέννησε δὲ ἀχρόνως τὸν Υἱὸν ἐξ ἑαυτοῦ, οὐδένα τόπον ἐχούσης ἐν τούτῳ βουλήσεως καὶ ἀβουλησίας, εἰ καὶ οὐκ ἀθέλητός ἐστιν. Ὁ γὰρ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, ὡς γέγραπται.
14tΑΛΛΟ.
15tὩς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου.
16 Εἰ μὴ βουλήσει, φησὶν, ἐγέννησε τὸν Υἱὸν ὁ Πα‐ τὴρ, ἔχει δὲ αὐτὸν ἐκ φύσεως, δηλονότι καὶ τὴν περὶ αὐτὸν γνῶσιν οὐκ ἔχων αὐτὸς, ἔχει πάλιν αὐτὴν ἀπὸ τῆς φύσεως. Ἔμαθεν οὖν ὅτι καὶ Υἱὸς αὐτοῦ ἔσται,
20καὶ συνδημιουργήσει τὰ πάντα· καὶ ἐπισυμβέβηκε τῷ Πατρὶ ἡ περὶ Υἱοῦ γνῶσις ἐκ τῆς οἰκείας διδασκο‐ μένη φύσεως. Εἰ δὲ τοῦτο ἄτοπον, βουλήσει ἄρα, εἰδὼς ὅτι ἔσται, προέβαλεν αὐτὸν, καὶ προτρέχει πάντως τῆς γεννήσεως ἡ βούλησις.
25tΠρὸς τοῦτο λύσις.
26 Ὡς ἡμῶν ὁμολογούντων, ὅτι πρῶτον ἐδιδάχθη τίς ἔσται ὁ Υἱὸς, εἶθ’ οὕτως γεγέννηκεν αὐτὸν ὁ Πατὴρ, κατασκευάσει τὴν πρότασιν ὁ περὶ ταῦτα δεινὸς, οὐκ εἰδὼς ὅτι, διαστήματος οὐδενὸς ὄντος μεταξὺ τοῦ
30μεσολαβοῦντος τὸ εἶναι τοῦ Πατρὸς καὶ τὴν γέννησιν τοῦ Υἱοῦ, ἡ περὶ αὐτοῦ πρόγνωσις οὐκ ἔχει τόπον. Εἰ γὰρ προεβουλεύσατο, καὶ προεδιδάχθη, ἐν χρόνῳ δὲ πάντως ταῦτα ἐγίνετο, κάτω χρόνων ὁ Υἱός. Εἰ δὲ αὐτός ἐστιν ὁ τῶν χρόνων ποιητὴς, τί μάτην τῆς
35θείας φύσεως καταφλυαρεῖ, διδασκομένην αὐτὴν εἰσ‐ φέρων ἀπὸ τῆς φύσεως, ὡς αὐτός φησι, τὰ ἐσόμε‐ να, καὶ πλέον οὐδὲν ἀνθρώπῳ διδοὺς ἢ τῷ ὑπὲρ πάντας ὄντι Θεῷ; Ἄνω τοίνυν κειμένης αἰώνων καὶ χρόνων τῆς γεννήσεως τοῦ Υἱοῦ, δύσφημόν τε
40καὶ ἀμαθὲς εἰκότως ἂν εἴη τὸ λέγειν προβουλεύεσθαί τι, ἢ προδιδάσκεσθαι τὸν Πατέρα περὶ αὐτοῦ. Τέλειος γὰρ καὶ ἐν τῷ πάντα εἰδέναι ὁ Πατὴρ, καὶ τόπον οὐδένα πρὸ Υἱοῦ ἡ περὶ αὐτοῦ βούλησις ἔχει.
44tΑΛΛΟ.
45 Εἰ οἶδεν ἑαυτὸν ἀεὶ ὄντα Πατέρα ὁ Πατὴρ, ἔχει πάντως καὶ ἐν ἑαυτῷ τοῦ Υἱοῦ τὴν γνῶσιν. Ἐν γὰρ τῷ εἰδέναι ὅπερ ἐστὶν αὐτὸς, καὶ τῆς υἱότητος τὴν γνῶσιν φορεῖ· Πατὴρ γὰρ ὡς πρὸς Υἱὸν ἔστι τε καὶ ὀνομάζεται. Καὶ πάλιν ἐκ τῶν ἐναντίων· Οἶδεν ὁ

75

.

97

(50)

Υἱὸς τὸν Πατέρα, εἰδὼς ὅπερ ἐστὶν αὐτός. Ἀπὸ γὰρ τῆς υἱότητος ἡ πατρότης νοεῖται· καὶ τὸ ἀντίστρο‐ φον, ἐκ τῆς πατρότητος ἡ υἱότης· ἦν οὖν ἀεὶ Πατὴρ ὁ Θεὸς, ἦν ἄρα καὶ ὁ Υἱός. Δύσφημον δὲ τὸ λέγειν μὴ εἰδέναι τὸν Πατέρα ἐξ ἑαυτοῦ τὸν Υἱὸν, διδά‐
55σκεσθαι δὲ ἀπὸ τῆς φύσεως, ἑκάστου δηλαδὴ ἀφ’ ὧν ἐστιν αὐτὸς τὴν τοῦ ἑτέρου γνῶσιν ἔχοντος. Ἄλλως
τε ἕτερον οὐκ ἂν εἴη φύσις Θεοῦ παρ’ αὐτόν· ἁπλοῦς γὰρ καὶ ἀσύνθετος.97

75

.

100

ΑΛΛΟ.
2tὩς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου.
3 Θελήσει, φησὶν, ἤτοι κρίσει τὸν Υἱὸν γεγέννηκεν ἄρα ὁ Πατὴρ, ἢ κατὰ φύσιν. Εἰ μὲν οὖν κατὰ φύσιν
5μόνον, οὐκ ἔτι δὲ κατὰ θέλησιν ἢ κρίσιν, ἀθελήτως ἐστὶ καὶ ἀκρίτως γεννηθείς. Εἰ δὲ τὸ συναμφότερον, σύνθετον ποιεῖτε τὸν Θεὸν, καὶ κρίσιν αὐτῷ καὶ φύσιν διδόντες. Πῶς γὰρ ὁ ἐκ τούτων συγκείμενος ἁπλοῦς ἔσται;
10tΠρὸς τοῦτο λύσις.
11 Ἄνω μὲν κρίσεως καὶ βουλήσεως ἡ τοῦ Υἱοῦ κεῖ‐ ται γέννησις. Τὸ γὰρ βούλεσθαι καὶ κρίνειν ἐν χρόνῳ πάντως ἐστί· χρόνων δὲ ποιητὴς ὁ Υἱός. Πῶς οὖν ἔσται τὸ ποίημα πρὸ τοῦ ποιητοῦ; Εἰ δὲ σύνθετον
15οἴεσθε γίνεσθαι Θεὸν διὰ τὸ φύσιν ἔχειν καὶ κρίσιν, ἤτοι θέλησιν, ὁρᾶτε καὶ τοῦτο· Ἔχει τὸ γεννᾷν ὁ Πατὴρ φυσικῶς, ἔχει καὶ τὸ κτίζειν δι’ Υἱοῦ δημιουρ‐ γικῶς, καὶ οὐ παρὰ τοῦτο σύνθετός ἐστι· μιᾶς γὰρ φύσεως τὰ τοιαῦτα καρπός. Ὁ δὲ αὐτὸς κρατήσει
20λόγος ἐπί τε τοῦ ἀγαθοῦ καὶ ἀφθάρτου καὶ ἀοράτου, καὶ ὅσα πρόσεστι τῇ θείᾳ φύσει.
22tΑΛΛΟ.
23tὩς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου.
24Εἴπατε, φησὶν, ἡμῖν, οἱ ἀπαύγασμα λέγοντες εἶναι
25τοῦ Πατρὸς τὸν Υἱὸν, τί ποτε ἄρα λογίζεσθε. Ὁ δὲ τῆς ἐρωτήσεως τρόπος, οὗτος· Τὸ φῶς ἤτοι τὸ πῦρ, φέρε εἰπεῖν, ἐν λύχνῳ κείμενον φωτίζει τὰ ἐκτὸς, ἀλλ’ αὐτὸ μὲν οὐ πάντα πληροῖ, κεῖται δὲ ἐν τόπῳ, καὶ περὶ τὰ ἐκτὸς, καθάπερ εἴπομεν, ὁ ἐξ αὐτοῦ φω‐
30τισμὸς γίγνεται. Εἰ τοίνυν φῶς μὲν εἶναί φατε τὸν Πατέρα, ἐκ φωτὸς δὲ ἀπαύγασμα τὸν Υἱὸν, ἀνάγκη λέγειν τοῦ Πατρὸς τὴν οὐσίαν μὴ δύνασθαι τὰ πάντα πληροῦν, ἵνα τόπον ἔχοι καὶ χωρῆσαί ποι δύναιτο τὸ ἐξ αὐτοῦ πεμπόμενον ἀπαύγασμα. Εἰ δὲ πάντα πλη‐
35ροῖ ὁ Πατὴρ, ποῦ χωρήσει τοῦ γεννήματος ἡ οὐσία,
36tΠρὸς ταῦτα λύσις.
37 Εἰ μὲν ἐν τόπῳ τίθησι τὸν Πατέρα, καὶ καθάπερ τι σῶμα χωρεῖσθαι βούλεται, ζητείτω καὶ τῷ γεν‐ νήματι τόπον. Εἰ δὲ οὐκ ἐν τόπῳ τοῦ Πατρὸς ἡ οὐσία
40(οὐ γὰρ τόπῳ περιληπτὸν τὸ θεῖον), τί μάτην περι‐ εργάζεται τὰ μηδεμίαν ἔχοντα ζήτησιν, καὶ τολμᾷ λέγειν· Ποῦ χωρήσει τοῦ γεννήματος ἡ οὐσία, πλη‐ ροῦντος τὰ πάντα τοῦ Πατρός; Φαίνεται μὲν οὖν ὁ Πατὴρ καὶ ἔστιν ἐν Υἱῷ, καὶ Υἱὸς ἐν Πατρί· οὐχ ὡς
45ταυτὸν δὲ ὄντες, οὐδὲ ὡς ἒν ἀριθμῷ. Ἔστι γὰρ ὁ Πατὴρ ἐν τῇ αὐτοῦ ἰδιότητι· καὶ ἔστιν ὁ Υἱὸς ἐν τῇ ἰδίᾳ ἰδιότητι, ταύτην ἔχων μόνην πρὸς τὸν Γεγεννη‐ κότα τὴν διαφοράν· ὁ μὲν γὰρ Πατὴρ, καθ’ ἑαυτόν ἐστι, καὶ οὐκ ἔστιν Υἱός· ὁ δὲ Υἱὸς καθ’ ἑαυτόν ἐστι,

75

.

100

(50)

καὶ οὐκ ἔστι Πατήρ. Ἀλλὰ κατὰ τοῦτο μόνον ὡς πρὸς τὸν Πατέρα τὴν διαστολὴν ἔχων, φέρει μὲν αὐτὸ τῆς πατρικῆς φύσεως τὸ ἰδίωμα, ἔστι δὲ πάλιν ἐν τῷ Πατρὶ, ὥσπερ τὸ ἐκ τοῦ ἡλίου πεμπόμενον ἀπαύγασμα, πρόεισι μὲν ἐξ αὐτοῦ, ἕτερον δέ τι παρ’
55αὐτόν ἐστιν, ἓν κατὰ φύσιν ὑπάρχον. Τὸ μὲν γὰρ,
ἥλιος, τὸ δὲ, ἀπαύγασμα. Ὢν οὖν Πατὴρ, ἀπηύγασε99

75

.

101

τὸν Υἱὸν, σφραγῖδα καὶ εἰκόνα τῆς ἑαυτοῦ φύσεως ἀκριβεστάτην
3tΛΟΓΟΣ Ηʹ.
4tΠρὸς τοὺς λέγοντας, ὅτι οὐ τῷ Πατρὶ, ἀλλὰ τῇ
5tβουλήσει αὐτοῦ ὅμοιός ἐστιν ὁ Υἱός.
6 Πολλὴν ἄν τις εἰκότως ἀβουλίαν τῶν χριστομάχων καταψηφίσαιτο, ἢ λογιεῖται ὀρθῶς μαίνεσθαι, πι‐ στεύων τοῖς τῆς βουλήσεως τοῦ Πατρὸς ὅμοιον εἶναι λέγουσι τὸν Υἱὸν, οὐκ αὐτῷ τῷ Πατρί· καίτοι τῆς
10θείας Γραφῆς οὐ τοῦτον ἐκφερούσης περὶ αὐτοῦ τὸν ὅρον, ἀλλ’ οὐδὲ αὐτοῦ τοῦ Σωτῆρος λέγοντος· Ὁ ἑω‐ ρακὼς ἐμὲ, ἑώρακε τὴν βούλησιν τοῦ Πατρός. Ἐχρῆν δέ γε τὸν εἰπόντα Χριστόν· «Ἐγώ εἰμι ἡ ἀλήθεια,» μὴ τῷ Πατρὶ κατὰ φύσιν ἑαυτὸν ἐξομοιοῦν, τῇ βου‐
15λήσει δὲ μᾶλλον αὐτοῦ, εἴπερ οὕτως ἔχει, καθάπερ ἐκεῖνοί φασιν. Ἀλλ’ οὐδαμοῦ τὴν βούλησιν ὀνομάσας, εἰκόνα δὲ τοῦ Πατρὸς ἑαυτὸν προσειπὼν, δῆλος ἂν εἴη τὴν ἐκείνων ὑπόνοιαν ἀναιρῶν.
19tΑΛΛΟ.
20 Ἐρωτητέον τοὺς χριστομάχους· Ἡ βούλησις αὕτη τοῦ Πατρὸς, ἧς ὅμοιον εἶναί φατε τὸν Υἱὸν, πότερόν ποτε οὐσία τίς ἐστι, καὶ ὑπέστη αὐτὴ καθ’ ἑαυτὴν, ἢ οὐχί; Εἰ μὲν γὰρ οὐσιώδη καὶ ὑποστατικὴν εἶναι δώσετε ταύτην, πῶς ἔτι μονογενὴς ὁ Υἱὸς, τρίτος ὢν
25ἐκ Πατρός; Φαίνεται γὰρ μεσολαβοῦσα τὴν γέννησιν αὐτοῦ βούλησίς τις ἐνυπόστατος καὶ ζῶσα, κατὰ τὴν ὑμετέραν πρότασιν. Εἰ δὲ τοῦτο παραιτούμενοι, οὐ καθ’ ὑπόστασιν τὴν βούλησιν διακεῖσθαι δώσετε, οὐδὲ οὐσίαν εἶναι ζῶσαν καὶ ὑπάρχουσαν, ὥσπερ τὸν Υἱὸν,
30ἀπαιδεύτως σφόδρα καὶ ἀμαθῶς μὴ δύο παραθέντες οὐσίας ὁμοιότητα ζητεῖτε. Πῶς γὰρ ἔσται τὸ ἐνυπό‐ στατον τῷ μὴ τοιούτῳ προσεοικός; ἢ πῶς τὸ μὴ εἰς οὐσίαν ἐνεχθὲν τῷ ὑφεστηκότι κατὰ τὸν τῆς ἐμφε‐ ρείας τρόπον ἀντεξετάζοιτο;
35tΑΛΛΟ.
36 Καὶ τίς οὐκ ἂν ὁμολογήσειε νοῦν ἔχων ὅτι τῷ ζώῳ πρὸς τὸ ζῶον ἡ ὁμοιότης, καὶ τῷ μὴ ζώῳ πρὸς τὸ μὴ ζῶον; Τὰ γὰρ ἑτερογενῆ καὶ πάντη τῆς πρὸς ἄλληλα σχέσεως φυσικῶς διακεκομμένα, οὐκ ἄν τις
40εὖ φρονῶν ἀντεξετάζοι πρὸς ἄλληλα, οὐδὲ τοῦτο ἐκείνῳ προσεοικὸς, οὔτε μὴν ἐκεῖνο τούτῳ φήσειεν ἄν. Οἷον φέρε εἰπεῖν· Ἄνθρωπος προσκείσθω, ἢ ἕτερόν τι τῶν ὄντων ὅσα πίπτει πρὸς τὸν ὅρον τοῦ ζώου, κείσθω καὶ ἐπιστήμη, ἤτοι σοφία, ἤτοι βούλησις,
45ἢ ἕτερόν τι τῶν ὅσα καθ’ ἑαυτὰ οὐκ ἐνυπόστατα μὲν, ἐνυπάρχει δὲ ὅμως τῶν ὄντων τισὶν, ἀνθρώ‐ ποις τυχὸν ἢ ἀγγέλοις. Ἆρ’ οὖν, εἴ τις τὸν ἄν‐ θρωπον ἢ ἕτερόν τι ζῶον τῇ ἐπιστήμῃ ἤτοι τῇ σοφίᾳ ἢ τῇ βουλήσει προσεοικέναι φήσειεν, οὐκ ἂν

75

.

101

(50)

εἰκότως μωρίας ὀφλήσοι γέλωτα, τὰ μηδὲν ἀλλήλοις προσεοικότα δοκιμάζειν τε καὶ ἀντεξετάζειν ἐπιχει‐ ρῶν; Οὐκοῦν ἐνυπόστατος ὢν ὁ Υἱὸς τοῦ Θεοῦ, τῇ ἀνυποστάτῳ βουλήσει κατ’ οὐδὲν ἔσται προσεοικώς.
Ἢ γὰρ ἀποτόμως ἀνόμοιον εἶναι τῷ Πατρὶ λεγέτω‐101

75

.

104

σαν, καὶ φανερῶς δυσφημοῦντες μισείσθωσαν· ἢ εἴπερ ἀνάγκη τὴν ὁμοιότητα δοῦναι τῷ Υἱῷ πρὸς τὸν Πατέρα, ἀνάγκη δὴ πᾶσα ὡς οὐκ ἔσται τῆς βουλή‐ σεως ὅμοιος, ἀλλὰ μᾶλλον τοῦ γεγεννηκότος. Δέ‐
5δεικται γὰρ ὅτι τοῖς ἐν οὐσίᾳ καὶ ὑποστάσει πρὸς τὰ ἐνούσιά τε καὶ ἐνυπόστατα ἡ ὁμοιότης ἡ κατὰ τοῦτο σώζεται, οὐ πρὸς τὰ ἑτερογενῆ, καὶ ἐν ἑτέροις ἔχοντα τὸ εἶναι, ὥσπερ ἡ σοφία τυχὸν ἐν τῷ σοφῷ, καὶ ἡ βούλησις ἐν τῷ βουλευομένῳ.
10tΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς.
11 Εἰ τῆς βουλήσεως τοῦ Πατρὸς ὅμοιος ὢν, καθ’ ὑμᾶς, ὁ Υἱὸς ἀνόμοιός ἐστι τῷ γεγεννηκότι, ἀνάγκη πᾶσα τὴν βούλησιν οὐδὲν προσεοικέναι τῷ Θεῷ καὶ Πατρὶ λέγειν, ἧς χαρακτὴρ ὑπάρχων ὁ Υἱὸς, ἀνόμοιός ἐστι,
15καθ’ ὑμᾶς, τῷ Πατρί. Ἔσται οὖν καὶ τῇ βουλήσει τῇ ἑαυτοῦ ἀνόμοιος ὁ Πατήρ. Τοῦτο γὰρ ἐκ τοῦ λό‐ γου συνάγεται τὸ ἀσέβημα. Καὶ εἰ ἐνυπόστατόν τι τὴν βούλησιν εἶναί φατε, ἔστι τι πάντως ἐν τῇ οὐσίᾳ τοῦ Θεοῦ τὸ ἀνόμοιον αὐτοῦ. Καὶ τοῦτο γὰρ ὁ λόγος
20προσομολογεῖν ὑμᾶς ἀναγκάσει. Ἀλλ’ ἐνθάδε ζητη‐ τέον τῆς ἀνομοιότητος τὸν τρόπον, ἣν ἡ βούλησις ἔχει πρὸς τὸν Πατέρα. Εἰ μὲν γὰρ ὡς ἐλάττων αὐτοῦ κατά τι τυγχάνουσα, τὴν ὁμοιότητα τὴν πρὸς αὐτὸν οὐκ ἔχει, τὸ προεληλυθὸς ἐκ τῆς οὐσίας τοῦ Πατρὸς,
25χεῖρον αὐτοῦ καὶ ἔλαττον· οὐ γὰρ ἔξωθεν, οὐδὲ ἐπείσακτον ἡ βούλησις, ἀλλ’ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ. Τὸ δὲ χείρονα τίκτειν, οὐδὲ τοῖς γενητὴν ἔχουσι τὴν φύσιν οἶδε συμβαίνειν. Οὐδὲ γὰρ ἄνθρωπος ἕτερόν τι γεννήσει παρ’ ὅπερ ἐστὶν αὐτός· ἀλλ’ οὐδὲ ἕτερόν τι
30τῶν ἀλόγων ζώων. Εἰ δὲ, ὅπερ οὐ θεμιτὸν λέγειν, ἐπὶ τὸ μεῖζον ἔχειν τι δραμοῦσα τοῦ Πατρὸς ἡ βού‐ λησις αὐτοῦ τὴν πρὸς αὐτὸν ἀνομοιότητα κατὰ τοῦτο φορεῖ, ὡς πρὸς ἐλάττονα ἢ κατά τι χείρονα, πῶς οὐκ ἀσεβὲς μεῖζόν τι καὶ κρεῖττον τοῦ Πατρὸς εἶναι
35λέγειν; Εἰ δὲ μήτε τοῦτο δώσετε, μήτε ἐκεῖνο, ἀν‐ υπόστατόν τε τὴν βούλησιν εἶναι ὁμολογήσετε καὶ οὕτω νοουμένην ὥσπερ ἐφ’ ἡμῶν, πῶς κἀνταῦθα θήσετε ἀνόμοιον εἶναι τὴν βούλησιν τῷ Πατρί; Ἔσται γὰρ, ἂν οὕτως ἔχῃ, τὰ ἑαυτῷ μὴ πρέποντα βουλη‐
40θείς· ὅπερ ἐστὶ καὶ μόνον ἐννοεῖν ἀτοπώτατον.
41tΑΛΛΟ.
42 Ὁ λόγος ἀναγκάσει καὶ ἄκοντας ὑμᾶς δοῦναι τῷ Υἱῷ τὴν ὁμοιότητα τὴν πρὸς τὸν Πατέρα. Ἐδείχθη γὰρ λίαν ἀτοπώτατον ὂν τὸ πιστεύειν, τὰ μὴ αὐτῷ
45πρέποντα βεβουλῆσθαι Θεὸν, ὡς ἀνάγκην εἶναι πᾶ‐ σαν ἐοικυῖαν αὐτῷ τὴν βούλησιν αὐτοῦ λέγειν. Εἰ τοίνυν ἡ μὲν βούλησις ἔοικε τῷ Πατρὶ, ὁ δὲ Υἱὸς τῇ βουλήσει, ἔσται πάντως ὁ τρίτος τῷ πρώτῳ προσεοι‐ κώς. Ἡ γὰρ ἐν τῷ μέσῳ κειμένη βούλησις, τὴν τοῦ

75

.

104

(50)

τεκόντος αὐτὸν φυσικὴν ἐμφέρειαν ἀναμαξαμένη, δέδωκεν αὐτὴν τῷ Υἱῷ, καθ’ ὑμᾶς· οὕτω μὲν οὖν τῷ Πατρὶ προσεοικὼς, καὶ μὴ βουλομένων ὑμῶν, ὁ Υἱὸς εὑρεθήσεται. Ἐπειδὴ δὲ οὐδέν ἐστι τὸ μεταξὺ Πατρὸς καὶ Υἱοῦ, ἀργήσει μὲν πάντως ὁ περὶ τῆς
55βουλήσεως λόγος, καὶ οὐδενὸς ἔτι μεσολαβοῦντος προσεχῶς ὁ Υἱὸς ἔσται κατὰ φύσιν ὅμοιος τῷ Πατρί.
57tΑΛΛΟ.
58Γέγραπται Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.103

75

.

105

Εἰ τοίνυν ἡ βούλησις τοῦ Πατρὸς χαρακτηρίζει τήν τε δύναμιν καὶ σοφίαν αὐτοῦ, τουτέστι τὸν Υἱὸν, ἀνάγκη πᾶσα μὴ ἀνομοίαν αὐτὴν εἶναι λέγειν τῷ Πατρὶ, ἵνα μὴ φαίνηται δύναμιν καὶ σοφίαν ἔχων ὁ
5Πατὴρ οὐχ ὁμοίαν ἑαυτῷ. Εἰ δὲ τοῦτο, λοιπὸν ἐν‐ νοείτωσαν οἱ χριστομάχοι τῆς ἑαυτῶν ἀβουλίας τὸ μέγεθος. Παραιτούμενοι γὰρ ἕνα ὄντα τὸν Υἱὸν, ὅμοιον εἶναι λέγειν τῷ Πατρὶ, δύο δεδώκασιν, εἴπερ εἶναί τι τὴν βούλησιν ἐροῦσιν ἐνυπόστατον. Εἰ δὲ
10ἀνυπόστατός ἐστιν, οὐκ ἔσται χαρακτὴρ τοῦ ὑφεστῶ‐ τος τὸ μὴ ὑφεστηκὸς, κατ’ αὐτὸ δὴ τοῦτο τὸ μὴ ὑφεστηκέναι.
13tΑΛΛΟ
14Τὰ τὴν αὐτὴν ἐνέργειαν ἔχοντα καὶ ταῖς αὐταῖς
15δυνάμεσι φυσικαῖς ἀποκεχρημένα, τῆς αὐτῆς εἶναι πάντως οὐσίας ἀναγκαῖον. Οὐδὲν γὰρ τῶν ὄντων πρὸς τὸ ἑτερογενὲς καὶ ἑτερούσιον τὰς αὐτὰς ἀπαρ‐ αλλάκτως φορέσει δυνάμεις τε καὶ ἐνεργείας· κε‐ χρήσεται δὲ μόνοις τοῖς ἴσοις ἰδιώμασι τὰ μίαν λά‐
20χοντα τὴν φύσιν· οἷς δὲ ἡ ἐν τῇ οὐσίᾳ κοινότης μία, τούτοις ἀκολουθήσει καὶ τὸ ἀλλήλοις κατὰ πάντα προσεοικέναι. Εἰ τοίνυν μία μὲν ἐνέργεια Πατρὸς καὶ Υἱοῦ, ἡ αὐτὴ δὲ δύναμις ἐν πᾶσιν ὁρᾶται, οὐχ ἑτερούσιος ὡς πρὸς ἑαυτὴν ἡ δυάς. Εἰ δὲ τοῦτο,
25φορέσει πάντως καὶ τὴν ὁμοιότητα τοῦ Πατρὸς ὁ Υἱὸς, ὡς ὁμοούσιος, καὶ οὐκ ἔσται τῆς βουλήσεως εἰκών.
28tΑΛΛΟ.
29Εἰ ὅσα βουλεύεται ὁ Θεὸς καὶ Πατὴρ, ταῦτα βου‐
30λεύεται καὶ ὁ Υἱὸς (οὐδεμία γὰρ στάσις ἢ διχόνοια χωρήσει ποτὲ ἐν τῇ μιᾷ καὶ ἀχράντῳ Τριάδι), ποῖον ἕξει τόπον ἐνυπόστατος βούλησις, τρίτον ἀποφαί‐ νουσα τὸν Υἱὸν τὸν προσεχῆ τῷ Πατρὶ, καθὸ καὶ Υἱὸς οὐδὲν ἔχων μεσολαβοῦν τὴν γέννησιν αὐτοῦ; Διὸ καὶ
35αὐτός ἐστιν ἡ ζῶσα καὶ ἐνούσιος ἡ βούλησις τοῦ γε‐ γεννηκότος.
37tΑΛΛΟ.
38 Τῆς βουλήσεως τοῦ Πατρὸς χαρακτῆρα καὶ ὁμοίω‐ σιν εἶναι τὸν Υἱὸν καταψεύδονται, ἀλλ’ οὐκ αὐτοῦ τοῦ
40Πατρός. Διὸ δὴ πάλιν ἐρωτητέον τοὺς χριστομάχους, Εἰ ὅμοιός ἐστιν ὁ Πατὴρ τῆς ἑαυτοῦ βουλήσεως, ἢ οὐχί; Εἰ μὲν γὰρ ἀνόμοιος, ἀνομοίαν ἑαυτῷ τὴν βούλησιν ἔχει· καὶ σιωπῶ πρὸς τοῦτο τὸ δύσφημον· εἰ δὲ ὁμοίαν ἑαυτῷ τὴν βούλησιν ἔχει, ἧς, ὥς φατε,
45χαρακτήρ ἐστι καὶ εἰκὼν ὁ Υἱὸς, ἔοικεν ἄρα κατὰ τοῦτο τῷ Πατρί. Πῶς οὖν ἀνόμοιος ἔσται κατὰ τὴν οὐσίαν αὐτῷ, ὁ διὰ τὸ τῇ βουλήσει προσεοικέναι χα‐ ρακτὴρ ὢν αὐτοῦ; Συγκείσεται γὰρ, ἂν οὕτως ἔχῃ, καθ’ ὑμᾶς, ἐξ ὁμοίου καὶ ἐξ ἀνομοίου ὁ Υἱὸς, κατά

75

.

105

(50)

τι μὲν ἐοικὼς τῷ Πατρὶ, κατά τι δὲ ἀλλοτριούμενος τῆς πρὸς αὐτὸν ὁμοιότητος. Εἶτα, ποῖος συγχωρήσει λόγος τὸ ἓν κατ’ οὐσίαν ὑπάρχον καὶ ἐν ἀριθμῷ, οἷον Παῦλον τυχὸν ἢ Πέτρον, δύο φέρειν ἐν ταυτῷ κατὰ φύσιν τὰ ἐναντία; Οὐ γὰρ δυνήσεταί τις εἰπεῖν· Λο‐
55γικός τέ εἰμι καὶ ἄλογος· οὐδ’ αὖ τὸ πῦρ ἐρεῖ τις
θερμὸν εἶναί τε καὶ ψυχρόν· δεῖ γὰρ, ἑνὸς ἐνυπάρ‐105

75

.

108

χοντος, ἀναῤῥεῖσθαι τῶν σημαινομένων τὸ ἕτερον. Οὐκοῦν ἀμήχανον ἐν Υἱῷ καὶ τὸ ὅμοιον εἶναι καὶ τὸ ἀνόμοιον. Ἐπιμαρτυρούσης δὲ τῆς θείας αὐτῷ Γρα‐ φῆς τὴν ὁμοιότητα τὴν πρὸς τὸν Πατέρα, καὶ αὐτοῦ
5δὲ φάσκοντος· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πα‐ τέρα,» τὸ ἀνόμοιον οὐ παραδεξόμεθα, ποδηγούμενοι διὰ τούτων ἐπὶ τὸ ἀληθέστερόν τε καὶ πρεπωδέ‐ στερον. Ἐπειδὴ δὲ πάλιν οὐκ εἶπεν· Ὁ ἑωρακὼς ἐμὲ, τὴν βούλησιν ἑώρακε τοῦ Πατρός μου, οὐ τῆς
10βουλήσεως εἰκόνα τὸν Υἱὸν ὁμολογήσομεν, ἀλλ’ αὐτοῦ τοῦ Πατρὸς ὡς Υἱόν.
12tΑΛΛΟ.
13 Τὰ τῆς πρὸς ἄλληλα συναφείας ἢ φυσικῆς ἐμφε‐ ρείας ἀναχωρήσαντα, καὶ κατὰ τὸν τῆς οὐσιώδους
15ποιότητος λόγον ἀπεσχοινισμένα, διίσταται ἢ τόπῳ τεμνόμενα, ἢ μόναις ταῖς ἐπινοίαις. Τόπῳ μὲν οὖν τῆς πρὸς ἄλληλα συναφείας διίσταται τὰ σωματικὴν ἔχοντα σύστασιν, διίσταται δὲ καὶ λόγῳ τινὰ τῶν κατὰ τὴν οὐσιώδη διαφορὰν, ὡς ἄνθρωπος ἵπ‐
20που. Τὰ δὲ ὅσα τὴν δήλωσιν καὶ τὸ ἐξ αὐτῶν ἀπο‐ τελούμενον ἀνόμοιον ἔχει, λόγῳ ψιλῷ καὶ ἐπινοίᾳ μεριζόμενα φαίνεται, οἷον ὑγίεια καὶ νόσος. Ἐν δὲ τούτοις ὅσα λόγῳ μόνῳ καὶ τῷ ἐξ αὐτῶν ἀποτελου‐ μένῳ κατ’ ἐναντιότητα διέστηκε, τὰ μὲν ἄμεσα κα‐
25λοῦσιν οἱ τὰ τῆς φιλοσοφίας ἠσκημένοι μαθήματα, τὰ δὲ ἔμμεσα. Ἄμεσα μὲν οὖν, καθάπερ ἤδη προεῖ‐ πον, ὑγίεια καὶ νόσος· οὐδὲν γὰρ τούτων ἐστὶ με‐ ταξύ. Εἰ γὰρ ἐπ’ ἀνθρώπου τυχὸν φέροιτό τι τούτων, ἓν ἔσται πάντως ἐν αὐτῷ. Ἢ γὰρ ὑγιαίνει, ἢ νοσεῖ,
30καὶ τὸ μέσον τοῦ νοσεῖν ἢ μὴ νοσεῖν, οὐδέν. Ἔμμε‐ σον δὲ τὴν δικαιοσύνην εἶναί φασι καὶ τὴν ἀδικίαν. Ἐπειδήπερ οὐ πᾶς ἄνθρωπος ἢ ὁλοκλήρως δίκαιος, ἢ ἄδικός ἐστι. Δυνατὸν γὰρ μέσον ὥσπερ τινὰ τόπον εὑρέσθαι ἐκ μέρους δικαίου τινὸς ὄντος, καὶ οὐ παν‐
35τελῶς ἀδίκου. Τούτων τοιγαροῦν κατὰ τόνδε τὸν τρό‐ πον ἡμῖν διεσκεμμένων, καὶ τῆς ἀνομοιότητος ἐν τούτοις ἐξεταζομένης ἐπὶ παντὸς πράγματος, ἴδωμεν κατὰ ποῖον τῶν εἰρημένων λόγον ἀφέστηκε τῆς τοῦ Πατρὸς ὁμοιότητος ὁ Υἱός. Τόπῳ μὲν οὖν οὐκ ἄν τις
40αὐτὸν μερίζεσθαι λέγοι, ἐπεὶ μήτε σῶμά ἐστι· σω‐ μάτων γὰρ ἴδιον τοπικαῖς μερίζεσθαι διαστάσεσι· λείπεται τοίνυν τὸ, λόγῳ χωρίζεσθαι· λόγῳ δέ φημι τῷ κατὰ τὴν φύσιν. Ἀλλ’ εἴπερ φύσει Θεὸς ὁ Πα‐ τὴρ, καὶ φύσει Θεὸς ὁ Υἱὸς, ποῖος αὐτὸν ἀποτέμνει
45λόγος; Τίς δὲ οὐ συγχωρήσει τὴν πρὸς ἄλληλα φορεῖν ὁμοιότητα τῆς αὐτοῦ οὐσίας ὑπάρχοντα; Ἔτι τε πρὸς τούτῳ, οὐδὲ ὡς ἐναντίον ἕξει τι πρὸς τὸν Υἱὸν ὁ Πατὴρ, ὡς τὰ ἄμεσα καλούμενα. Οὐ γὰρ ὡς ὑγίεια καὶ νόσος ἀλλήλοις ἀντίκεινται· οὐδὲ ὥσπερ ἕν τι

75

.

108

(50)

πάντων τῶν εἰρημένων ἐν ἀνθρώποις σώζεσθαι ὁ τῶν πραγμάτων ἀναγκάσει λόγος, οὕτω καὶ ἐπὶ Πατρὸς καὶ Υἱοῦ. Ἐνοικεῖ γάρ τισιν ὁ Πατὴρ, ἐνοικεῖ δὲ καὶ ὁ Υἱός. Καὶ οὐ καθάπερ ἐκεῖνα εἰς ταυτὸν ἀσύμβατά τε καὶ ἀσυνύπαρκτά ἐστιν, οὕτω καὶ ὁ Υἱὸς καὶ ὁ
55Πατήρ· «Ἰδοὺ γὰρ, φησὶν ὁ Χριστὸς, εἰσελευσό‐ μεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ’ αὐτῷ ποιή‐
σομεν.» Ἀλλ’ οὐδὲ οὕτως ἔμμεσον ἔσται πρᾶγμα107

75

.

109

Πατὴρ πρὸς Υἱὸν, ὥσπερ ἡ δικαιοσύνη τυχόν. Οὐ γὰρ ἔλαττον ἔσται Πατὴρ ὁ Πατὴρ, οὐδὲ ἔλαττον ἔσται Υἱὸς ὁ Υἱὸς, ἵνα τις μέσος γένηται τόπος χω‐ ρῶν τῆς οὐσίας τὴν ὑπόβασιν, ὥσπερ ἐπὶ τῆς δι‐
5καιοσύνης καὶ ἀδικίας ἐλέγετο. Οὐδενὸς τοιγαροῦν χωρίζοντος τόπου τῆς πρὸς Θεὸν Πατέρα ὁμοιότητος τὸν Υἱὸν, περιττὸν τὸ λέγειν τῇ βουλήσει προσεοικέ‐ ναι μᾶλλον αὐτὸν, καὶ οὐκ αὐτῷ τῷ ἐκλάμψαντι αὐτὸν Πατρί.
10tΑΛΛΟ.
11 Ὧν ὁ λόγος ὁ αὐτὸς, ταῦτα πάντως ὁμοειδῆ τε εἶναι καὶ ἀλλήλοις ἐοικότα φυσικῶς ἀναγκαῖον. Οἷον φέρε εἰπεῖν· Ὁ τοῦ ἀνθρώπου λόγος οὕτως ἔχων, ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν·
15καθ’ ὧν δ’ ἂν φέροιτο, ταῦτα τῆς αὐτῆς οὐσίας ὄντα δεικνύει. Καὶ οἷς ἂν ταῦτα ἐπαληθεύηται, τὰ ἐν τῷ ὅρῳ, φημὶ, ταῦτα πάντως ἀνθρώπους εἶναι δεῖ. Εἰ γὰρ ζῶόν ἐστι λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, τί ἂν ἕτερον εἴη λοιπὸν ἢ ἄνθρωπος τὸ ση‐
20μαινόμενον; Εἰ τοίνυν τὸ Θεὸς ὄνομα καὶ Κύριος, καὶ τὸ ἄφθαρτος, καὶ τὸ βασιλεὺς, καὶ εἴ τι ἕτερον πρὸς τούτοις περὶ τοῦ Πατρὸς λέγεται, καὶ ταῦτα καὶ ἐφ’ Υἱοῦ φερόμενα ἐπαληθεύεται, καὶ οὐ μέχρι μόνων τῶν ὀνομάτων τὴν εὐφημίαν ἔχει, ἀλλ’ ἔστιν ὄντως οὕτω
25καὶ κατὰ φύσιν, ποῖος λόγος τῆς πρὸς τὸν Πατέρα φυσικῆς ὁμοιότητος χωριεῖ τὸν Υἱόν; Ἕνα γὰρ ἔχουσι τῆς οὐσίας τὸν ὅρον, καὶ πάντα ὅσα πρόσεστι τῷ γεγεννηκότι, καὶ ἐπὶ τοῦ γεννηθέντος ἐπαλη‐ θεύεται. Εἰ δέ τις ἀποτολμᾷ ψευδώνυμον Θεὸν εἶναι
30λέγειν τὸν Υἱὸν, καὶ πλέον οὐδὲν ἔχειν τῶν κατὰ χά‐ ριν εἰς θεότητα καὶ εἰς υἱότητα κεκλημένων, εἰς τὸ Παύλου τοῦ Σαμοσατέως ἐμβεβηκὼς δόγμα, δικαίως ἀκούσεται παρ’ ἡμῶν· «Ἐὰν μὴ πιστεύσητε, οὐδὲ οὐ μὴ συνῆτε.» Ἀμήχανον γὰρ τοὺς μὴ φύσει Θεὸν
35ὑπάρχειν πιστεύοντας τὸν Υἱὸν, νοῆσαι τὴν ἐμφέ‐ ρειαν ἣν ἔχει πρὸς τὸν Πατέρα κατὰ φύσιν. Τοιγαροῦν ἐοικὼς τῷ Πατρὶ, οὐκ ἐνυπάρκτου βουλήσεως εἰκόνα φορεῖ, ὑπάρχων πρὸ τῶν αἰώνων Υἱός.
39tΛΟΓΟΣ Θʹ.
40tὍτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱὸς, παρατεθέντων
41καὶ ῥητῶν, τοῦ, «Τί με λέγεις ἀγαθόν; Οὐ‐ δεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς,» καὶ τοῦ, «Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, Θεόν μου καὶ Θεὸν ὑμῶν.» Καὶ
45 ὁμοίως, «Ὁ Πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν.» Εἰ ἤρξατο τοῦ γεννᾷν τὸν Υἱὸν ὁ Πατὴρ, καὶ κατ‐ έπαυσε, καθάπερ οἱ Χριστομάχοι φασὶ, ἐν ὑστέρῳ χρόνῳ προσγέγονεν αὐτῷ. Ἦν οὖν ἄρα πρὶν γεννη‐

75

.

109

(50)

θῆναι, κατ’ ἐκείνους ἐν μονάδι τὸ Θεῖον· γέγονε δὲ ὕστερον ἐν δυάδι γεννηθέντος τοῦ Υἱοῦ, καὶ ὥσπερ τις προσθήκη καὶ αὔξησις θεότητος ἐξ ἀρχαίας μονάδος εἰς τὴν μετὰ ταῦτα δυάδα. Ἀποκαμὼν δὲ ὁ Πατὴρ ὥσπερ ἐν τῷ εἶναι μόνος, ἐπενόησε τὸν Υἱὸν κοινωνὸν
55τῆς θεότητος καὶ τῶν ἔργων. Καὶ πολλὰ πρὸς τούτοις δύσφημά τε καὶ πολλῆς γέμοντα τῆς ἀτοπίας ἐκ
τοῦ φρονεῖν οὕτω παρενεχθήσεται· ἃ καὶ τοσαύτην109

75

.

112

ἔχει τὴν δυσφημίαν, ὡς παντί τῳ γενέσθαι φευκτά. Εἰ τοίνυν τὴν ἐν τοῖς εἰρημένοις ἀτοπίαν παραιτεῖ‐ σθαι καλὸν, πιστεύειν ἀκόλουθον ὡς οὐ προσγέγονεν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλ’ ἦν ἀεὶ συναΐδιος ἐξ αὐτοῦ. Καὶ
5ὥσπερ, εἰ προσγεγονὼς ἐφαίνετο, οὐκ ἂν ἦν ὁμοού‐ σιος, οὕτως, ἐπεὶ μὴ τοῦτό ἐστιν, ἀλλ’ ἦν ἀεὶ σὺν αὐτῷ, πάντως ἔσται καὶ ὁμοούσιος.
8tΑΛΛΟ.
9Κἂν ἔχῃ τινὰ διαφορὰν ὁ Υἱὸς ὡς πρὸς τὸν ἑαυτοῦ
10Πατέρα, καθ’ ἣν ὁ μὲν Πατὴρ ἀρχή ἐστιν, ὁ δὲ Υἱὸς ἐκ τῆς ἀρχῆς, ἀλλ’ οὐ διὰ τοῦτο τῆς ταυτότητος καὶ τῆς πρὸς αὐτὸν ὁμοουσιότητος ἐξωσθήσεται. Οὐ γὰρ ἔσται τι συναΐδιον τῷ Πατρὶ, μὴ ὂν ἐξ αὐτοῦ φυσι‐ κῶς· ἵνα μὴ καὶ τοῖς κτίσμασι τοῦτο προσεῖναι λέ‐
15γωμεν, ὂ μόνῃ πρόσεστι τῇ θείᾳ φύσει. Οὐκοῦν κἂν ἀρχὴν ὁ Υἱὸς ἔχῃ τὸν ἑαυτοῦ Πατέρα, ἀλλὰ καθὸ ἐκ τῆς ἀρχῆς ἐστι, σύνδρομον αὐτῇ τὸ εἶναι ἔχων, ἀν‐ όμοιος οὐκ ἔσται κατὰ τὴν οὐσίαν αὐτῇ. Ἐπειδὴ γὰρ ἐκ τῆς ἀρχῆς ἐστι, διὰ τοῦτο καὶ ὁμοούσιος τῇ ἀρχῇ.
20Τὸ δὲ ὁμοούσιον τῷ Πατρὶ, ἐπιγενητὸν οὐκ ἔστι, ἵνα μὴ τοῦτο ὢν εὑρίσκηται καὶ αὐτός.
22tΑΛΛΟ.
23tὩς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου.
24Οὐκ ἐπιδέχεται, φησὶ, γέννησιν ἡ τοῦ Πατρὸς
25οὐσία· ἐγεννήθη δὲ ὁ Υἱός. Πῶς οὖν ὁ γεγεννημένος ὁμοούσιος ἔσται τῷ Πατρὶ, τῷ μὴ ἐπιδεχομένῳ γέν‐ νησιν;
28tΠρὸς τοῦτο λύσις.
29Λεγέτωσαν ἡμῖν οἱ τὰ τοιαῦτα προτείνοντες ἀμα‐
30θῶς, Εἰ διὰ τῆς γεννήσεως ἀναιρεῖται τὸ ὁμοούσιον, διὰ ποίου σωθήσεται πράγματος; Καὶ πάλιν, εἰ τῷ γεγεννηκότι τὸ γεννηθὲν οὐχ ὁμοούσιον, ποῖον ἔσται τὸ ὁμοούσιον; Ἄρα τὸ μὴ γεννηθὲν καὶ ἀλλότριον τῆς οὐσίας, ἢ τὸ ἀπό τινος ληφθὲν τῶν ὅσα ἐστὶ περὶ
35τὰς οὐσίας· ἀλλὰ τοῦτο ἀδύνατον. Ἐρεῖς οὖν ὅτι τὸ ἀγέννητον τῷ ἀγεννήτῳ πάντως ὁμοούσιον, τὸ δὲ ἀγέννητον τῷ γεννητῷ οὐχ ὅμοιον. Οὐκοῦν ἐπειδήπερ οὐκ ἐγεννήθη μὲν ὁ Ἀδὰμ, ἐγεννήθη δὲ Ἄβελ ἐκ γυναικὸς, οὐκ ἔσται τῷ Ἀδὰμ ὁμοούσιος. Εἰ δὲ ἐγεν‐
40νήθη μὲν, ἔχει δὲ τῆς φύσεως τὴν ταυτότητα πρὸς τὸν Ἀδὰμ, καίτοι μὴ γεγεννημένον, τί κωλύει καὶ τὸν Υἱὸν ἐξ ἀγεννήτου Πατρὸς ὄντα γεννητὸν εἶναι καὶ ὁμοούσιον;
44tΑΛΛΟ, διηγηματικῶς.
45 Γεγεννῆσθαι τὸν Υἱὸν ἐκ Πατρὸς καὶ οἱ χριστομά‐ χοι συνθήσονται· καὶ οὐκ ἄν τις, οἶμαι, πρὸς τοσ‐ αύτην ἐλάσαι κακίαν, ὡς τολμῆσαι καθάπερ καὶ τὰ ποιήματα καὶ αὐτὸν ἔξω κεῖσθαι τῆς θείας οὐσίας κατὰ τὸν τῆς φύσεως λόγον. Εἰ τοίνυν ἐγέννησεν ἐξ

75

.

112

(50)

ἑαυτοῦ τὸν Υἱὸν ὁ Πατὴρ, διατί μὴ ὁμοούσιος; Λεγέτω‐ σαν ἡμῖν οἱ τοῦ Θεοῦ Λόγου κατήγοροι. Ἀδυνατήσας ἆρα τοιοῦτον αὐτὸν γεννᾷ, ἢ μὴ θελήσας; Εἰ μὲν οὖν ἀδυνατήσας λέγουσιν, αἰσχυνέσθωσαν τὴν τοῦ
Πατρὸς οὐσίαν ὑβρίζοντες, δι’ ὧν αὐτῇ προσάπτειν111

75

.

113

τὸ μὴ δύνασθαι τετολμήκασιν. Εἰ δ’ ἐπὶ θάτερον με‐ ταστήσονται, καὶ μὴ ἐθελῆσαι φήσουσιν ὁμοούσιον αὐτῷ γεννῆσαι τὸν Υἱὸν, ἑτέρως ὑβρίζουσι πρᾶγμα χαλεπὸν καὶ τὸ πάντων αἴσχιστον περιτιθέντες αὐτῷ,
5τὸν ἐπὶ τοῖς ἀμείνοσιν ὄκνον. Εἰ γὰρ κρεῖττον ἦν τὸ ὁμοούσιον τοῦ μὴ τοιούτου, πῶς οὐκ ἔσται δυσφημίας ἁπάσης ἐπέκεινα τὸ λέγειν ὀκνῆσαι περὶ τὰ κρείτ‐ τονα καὶ πρεπωδέστερα τὴν θείαν οὐσίαν, καὶ μὴ μᾶλλον ἐθελῆσαι τὸ κάλλιον ἢ τὸ μὴ οὕτως ἔχον;
10Ἀλλὰ πάντα δύναται ποιεῖν ὁ Πατὴρ, καὶ θέλει μᾶλλον τὸ κρεῖττον· οὐδὲν οὖν ἐστι τὸ κωλύον ὁμοού‐ σιον εἶναι τὸν Υἱόν.
13tΑΛΛΟ.
14tἈντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.
15 Τὸ ἐξ αἰτίου τινὸς ὂν, ἢ γεγεννημένον, φησὶν, ἀνάγκη δεύτερον εἶναι τούτου, ὃ δὴ καὶ γέγονεν αὐτῷ τοῦ εἶναι αἴτιον. Οὐκοῦν δεύτερος ἔσται τοῦ Πατρὸς ὁ Υἱὸς αἴτιον αὐτὸν ἔχων· καὶ διὰ τοῦτο οὐχ ὁμοού‐ σιος. Ἢ ἀφιλονεικότερον ἐνστήσεταί τις ὁμοούσιον
20αὐτὸν εἶναι λέγων, ἡ μία θεότης, ἄρα, τομήν τινα χωρήσασα, γέγονεν εἰς δυάδα· οὐ γὰρ ἑτέρως ὁμο‐ ούσιος εἶναι δύναται. Ἀνάγκη οὖν λέγειν οὐχ ὁμοού‐ σιον εἶναι τὸν Υἱόν.
24tΠρὸς ταῦτα λύσις.
25 Οὐκ αἰσθάνεται πάλιν μεθύων ὁ χριστομάχος, καὶ μάτην καταφλυαρῶν τῆς θείας οὐσίας. Τὸ μὲν γὰρ τέμνεσθαι καὶ διάστασίν τινα μεταξὺ τὴν πρὸς ἄλληλα δύνασθαι λαβεῖν, σωμάτων ἴδιον. Ἡ δὲ θεία τοῦ Πατρὸς οὐσία, ἀσώματος οὖσα, τομῆς τε καὶ διαιρέ‐
30σεως ἀνεπίδεκτός ἐστιν· οὔτε δὲ ἐν τόπῳ μένουσα, οὔτε ὑπό τινος οὖσα χωρητὴ, ἀλλ’ ἐν ἀῤῥήτῳ τινὶ καὶ ἀφράστῳ καταστάσει κειμένη, τὸν Υἱὸν ἐξ ἑαυτῆς ἀδιαστάτως ἐξέλαμψεν· οὐκ ἂν ἑτέρως ἔχειν τὸ εἶναι τελεία δυναμένη, εἰ μὴ ἐγέννησε τὸν Υἱὸν, καὶ ἀν‐
35εδείχθη καρπογόνος· καὶ πάλιν οὐκ ἂν ἑτέρως ἐσομένη δημιουργὸς, εἰ μὴ τέτοκεν ἐξ ἑαυτῆς ἀμερίστως τὸν Υἱὸν, δι’ οὗ τὰ πάντα ἐργάζεται. Ἔστιν οὖν ὁ Υἱὸς γεννηθεὶς ἐκ Πατρὸς, οὐ κατά τινα τομὴν, ἢ ἀπόῤ‐ ῥοιαν, καθάπερ ὑμεῖς φαντάζεσθε· ἀλλ’ ὥσπερ ἐκ
40πυρὸς θερμότης, ἀμερίστως ἐκ τῆς τοῦ τεκόντος προελθὼν οὐσίας.
42tΑΛΛΟ.
43tὩς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου.
44Εἰ ὁμοούσιός ἐστι, φησὶν, ὁ Υἱὸς τῷ Πατρὶ, τί μὴ
45καὶ αὐτός ἐστιν ἀγαθὸς οὕτως ὡς ὁ Πατήρ; Λέγει γάρ που πρός τινα ὁ Χριστός· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Ἕνα δὲ εἰπὼν, ἑαυτὸν ἔξω τέθεικεν, ὡς ἀγαθὸν μὲν ὄντα καὶ αὐτὸν, οὐχ οὕτω δὲ ὥσπερ ἂν εἴη καὶ ὁ Πατήρ.
50tΠρὸς ταῦτα λύσις.
51 Κύριον ἀποκαλούσης τὸν Υἱὸν τῆς θείας Γραφῆς, δώσεις ἄρα καὶ αὐτὸν εἶναι Κύριον, καὶ τοῦτο κατὰ ἀλήθειαν, ἢ πρὸς τοῖς ἄλλοις ἀρνήσῃ καὶ τόδε. Εἰ μὲν γὰρ οὐκ εἶναι Κύριον ἐρεῖς, τἀναντία φρονεῖς ταῖς
55θείαις Γραφαῖς καὶ τῷ ταῦτα λαλήσαντι Πνεύματι.113

75

.

116

Συντεθειμένος δὲ καὶ φάσκων αὐτὸν εἶναι Κύριον, ἀσεβῶς ἐλεγχθήσῃ καὶ Κύριον λέγων καὶ προσκυνῶν ὃν οὐ φὴς ὁμοούσιον εἶναι τῷ Θεῷ καὶ Πατρὶ, καὶ κτίσματι μᾶλλον ἢ Θεῷ κατὰ φύσιν λατρεύεις. Τὸ
5γὰρ ἑτέρας ὑπάρχον οὐσίας παρὰ τὸν ὄντα Θεὸν, οὐκ ἂν εἴη φύσει Θεός. Καὶ τούτου μάρτυς ἡ θεία λέγουσα Γραφή· «Κύριος ὁ Θεὸς ἡμῶν, Κύριος εἷς ἐστι·» μία γὰρ θεότητος φύσις. Καὶ ὅτι ταύτῃ μόνῃ δεῖ προσκυνεῖν, ἀκούσῃ πάλιν· «Κύριον τὸν Θεόν σου
10προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Εἰ τοί‐ νυν διὰ τὸ μόνον ἀγαθὸν λέγεσθαι τὸν Θεὸν καὶ Πατέ‐ ρα, ἐκπεσεῖται τοῦ εἶναι ἀγαθὸς ὁ Υἱὸς οὔτως ὡς ὁ Πατὴρ, καὶ διὰ τὸ ἕνα λέγεσθαι Κύριον καὶ Θεὸν τὸν Πατέρα, ἐκπεσεῖται τοῦ εἶναι Κύριος καὶ Θεὸς
15ὁ Υἱὸς, κατὰ τὴν τοῦ νοήματος ἀκολουθίαν· πῶς οὖν προσκυνεῖς τῷ μήτε Κυρίῳ μήτε Θεῷ; Εἰ δὲ Κυ‐ ρίου καὶ Θεοῦ τοῦ Πατρὸς ὄντος, συνεπάγεται καὶ ὁ Υἱὸς τὴν ἐκεῖθεν ἰδιότητα ἔχων ὡς ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχων, καὶ ἔστι μετὰ Πατρὸς Κύριος καὶ
20Θεὸς, ἕξει πάντως καὶ τὸ εἶναι ἀγαθὸς ὡς ὁ Πατὴρ, τῆς πατρικῆς ἰδιότητος κἀν τούτῳ πάλιν ὑπαρχούσης ἐν αὐτῷ, καθάπερ καὶ ἐν ἐκείνῳ.
23tΑΛΛΟ.
24Πολλὰ περί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ λέγουσιν αἱ
25θεῖαι Γραφαὶ, καὶ οὐ τὸ τῶν ὀνομάτων διάφορον δια‐ στέλλει πάντως αὐτοῖς καὶ τῆς οὐσίας τὸν λόγον, ὡς ἀνομοιότητά τινα διὰ τούτων χωρῆσαι μεταξύ. Ἔστι γὰρ μία θεότης Πατρὸς καὶ Υἱοῦ, κἂν ἑκάτερος τῇ τῶν ὀνομάτων ποικιλίᾳ διαφόρως σημαίνηται, οὐχ ὡς
30ἴδιον ἔχων τι καὶ καθ’ ἑαυτὸν, ὃ μὴ τῷ ἑτέρῳ πρόσ‐ εστιν, ἀλλ’ ὡς ἐπ’ ἀμφοῖν χωρεῖν δυναμένου παντὸς ὅπερ ἂν ἐφ’ ἑνὸς λέγοιτο, δίχα μόνης τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ προσηγορίας τε καὶ πράγματος. Ἔστι γὰρ ὁ Πατὴρ ἀεὶ Πατὴρ, καὶ Υἱὸς οὐκ ἂν γένοιτό
35ποτε· καὶ ἔστιν ὁ Υἱὸς ἀεὶ Υἱὸς, καὶ Πατὴρ οὐκ ἂν εἴη ποτέ. Εἰ δέ τις βούλοιτο φάσκειν μὴ δύνασθαι χωρεῖν ἐπ’ ἀμφοῖν ὅπερ ἂν ἐφ’ ἑνὸς φέροιτο πρόσρη‐ μα, μεγάλῳ περιπεσεῖται κακῷ. Τί γὰρ ἂν ποιήσοι, λέγοντος τοῦ Παύλου· «Εἷς ὁ Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ
40πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ τὰ πάντα.» Ἰδοὺ γὰρ τῷ Πατρὶ τὸ εἶναι Θεὸν καὶ ἕνα δέδωκε· τῷ δὲ Υἱῷ τὸ εἶναι Κύριον καὶ ἕνα. Ἆρ’ οὖν διὰ τοῦτο Θεὸς μὲν οὐκ ἔσται ὁ Υἱὸς, ἐπειδὴ Θεὸς καὶ εἷς ὁ Πατὴρ κατωνόμασται; Κύριος δὲ οὐκ ἔσται
45ὁ Πατὴρ, ἐπειδὴ Κύριος καὶ εἷς ὁ Υἱὸς ἐκλήθη; Ἀλλ’ οὐκ ἔστι τοῦτο, μὴ γένοιτο. Θεοῦ γὰρ ὄντος τοῦ Πα‐ τρὸς, Θεός ἐστι καὶ ὁ Υἱός· καὶ Κυρίου πάλιν ὄντος τοῦ Υἱοῦ, Κύριός ἐστιν ὁ Πατήρ. Ἀλλ’ εἴπερ ἦν τις οὐσίας διαφορὰ τὴν δυάδα διατειχίζουσα, καὶ οὐκ

75

.

116

(50)

ἐῶσα μίσγεσθαι φυσικῶς εἰς ταυτότητα, οὐκ ἂν, οἶ‐ μαι, κυρίως τὸ τοῦ ἑτέρου πρόσρημα τῷ ἑτέρῳ προσ‐ ῆν. Ἐπειδὴ δὲ πάντα τὰ τοῦ Πατρὸς ἐν Υἱῷ φαίνε‐ ται, καὶ τὰ τοῦ Υἱοῦ πάλιν ἐν Πατρὶ, ὡς οὐδενὸς ἔτι τὸν τῆς ταυτότητος διείργοντος λόγον, ἔσται καὶ αὐ‐
55τὸς ἀγαθὸς, ὡς ὁ Πατὴρ, καὶ διὰ τοῦτο ὁμοούσιος.115

75

.

117

ΑΛΛΟ. Ὅσα τῆς πρὸς ἄλληλα φυσικῆς κοινωνίας τε καὶ ταυτότητος ἀπεσχοίνισται, ταῦτα δὴ πάντως καὶ ξε‐ νισμός τις ἰδιοτήτων τῆς πρὸς ἄλληλα σχέσεως φυσι‐
5κῆς ἀποτέμνει. Οἷον φέρε εἰπεῖν, ἄνθρωπος ἔστω καὶ ἵππος τὰ σημαινόμενα. Ἀνθρώπῳ μὲν γὰρ ὡς πρὸς τὸν ἵππον ξένα τὰ ἴδια, ἵππῳ δὲ πάλιν ὡς πρὸς ἄν‐ θρωπον, οὐ ταυτὰ τὰ ἰδίως προσόντα. Εἰ τοίνυν φυ‐ σική τις διάστασις εἴργει τὸν Υἱὸν, καὶ ἀλλότριον τῆς
10τοῦ Πατρὸς οὐσίας ὄντα δεικνύει, πῶς τὰ τοῦ Πατρὸς ἴδια φαίνεται φορῶν; πῶς δὲ ὁ Πατὴρ, εἴπερ ἐστὶν ἀλλότριος κατὰ φύσιν τοῦ Υἱοῦ, τὰ αὐτοῦ ἴδια φορεῖ; Ἀληθεύει γὰρ λέγων ὁ Σωτὴρ ὡς πρὸς τὸν Πατέρα, ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι· καὶ πάντα τὰ σὰ ἐμά
15ἐστιν.» Εἰ τοίνυν πάντα, ἓν δὲ τῶν πάντων ἐστὶ καὶ τὸ ἄκρως ἀγαθὸν, ἕξει τοῦτο καὶ ὁ Υἱὸς ἰδίωμα φύ‐ σεως ὑπάρχον πατρικῆς ὡς ἐξ αὐτοῦ προελθών. Ὁ δὲ τῆς πατρικῆς οὐσίας ἔχων τὰ ἴδια, εἴη πάντως ἂν καὶ ὁμοούσιος.
20tὍτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου
21ῥητοῦ· «Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ
22tΠατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν.»
23 Ὅτε τὴν τοῦ ἀνθρώπου μορφὴν ὁ τοῦ Θεοῦ Λόγος περιεβάλετο, καὶ διὰ τὴν ἁπάντων ἡμῶν σωτηρίαν
25ὑπάρχων ἐν μορφῇ Θεοῦ, καθὰ γέγραπται, τεταπεί‐ νωκεν ἑαυτὸν, τότε δὴ καὶ ὡς ἄνθρωπος ἔσθ’ ὄτε δια‐ λέγεται, οὐδὲν ἀδικούμενος εἰς τὴν δόξαν τὴν θεοπρεπῆ διὰ τούτου. Εἰ γὰρ ὄντως ἄνθρωπος γέγονε, καὶ οὐ διὰ τοῦτο ἀπέστη τοῦ εἶναι Θεὸς, κἂν ὡς ἄνθρωπος
30γεγονὼς λέγῃ τὰ ἀνθρώπῳ πρέποντα, οὐ διὰ τοῦτο τὸ θεοπρεπὲς ἀξίωμα ζημιωθήσεται· ἀλλ’ ἔσται πάλιν ὁ αὐτὸς, φερομένης ἐπὶ τὴν οἰκονομίαν τῆς ἐν λόγοις ταπεινότητος. Ὅτι δὲ οἰκονομικῶς ὡς ἄνθρωπος τὰ τοιαῦτά φησι, καλῶς ὅπερ ἀνείληφε σχῆμα λόγῳ τε
35καὶ ἔργῳ φυλάττων, ἐντεῦθεν εἰσόμεθα. Λέγει γάρ που πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα τὸ Ἰουδαϊκὸν ὑποκρινόμενος πρόσωπον· «Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν.» Καίτοι τῶν προσκυνουμένων ὁ Υἱὸς, οὐ τῶν προσκυνούντων,
40ἔστι. «Προσκυνησάτωσαν γὰρ αὐτῷ, φησὶ, πάντες ἄγγελοι Θεοῦ.» Καὶ περὶ μὲν ἀγγέλων ἢ ἑτέρας τι‐ νὸς τῆς κατ’ αὐτοὺς τάξεως οὐδὲν φέρεται τοιοῦτο παρὰ ταῖς θείαις Γραφαῖς. Οὐ γὰρ ἀγγέλοις κελεύε‐ ταί τις προσκυνεῖν, ἀλλὰ μόνῳ Θεῷ. Γέγραπται γάρ·
45«Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Ὥσπερ τοίνυν προσκυνούμενος ὁ Υἱὸς, προσκυνεῖν φησιν οἰκονομικῶς, ὡς ἄνθρωπος, οὕτως ὅταν Θεὸς κατὰ φύσιν ὑπάρχων, Θεὸν ἑαυτοῦ τὸν Πα‐ τέρα καλῇ, πάλιν ὡς ἄνθρωπος οἰκονομικῶς, οὐ διὰ

75

.

117

(50)

τοῦτο τοῦ εἶναι Θεὸς ἐκβληθήσεται· ἀλλ’ ὡς κατὰ φύσιν Υἱὸς, ἔσται δὲ ὁμοούσιος.
52tΑΛΛΟ.
53 Εἰ ἐν μορφῇ Θεοῦ ὑπάρχων ὁ Υἱὸς καὶ ἐν ἰσότητι (τοῦτο γὰρ ὁ Παῦλός φησι), Θεὸν ἔχει κατὰ φύσιν τὸν
55Θεὸν καὶ Πατέρα, δύναται τούτοις ὑποπίπτειν ἡ θεία117

75

.

120

φύσις, ἕξει καὶ ὁ Πατὴρ Θεὸν, καὶ εἰ μή πω γέγονε. Τὸ γὰρ ἐνδεχόμενον γενέσθαι, καὶ εἰ μή πω τετέλε‐ σται, δυνάμει τοῦτό ἐστιν ὅπερ ἐνδέχεται. Εἰ δὲ τοῦτο δύσφημον, οὐ κατὰ φύσιν ὁ Πατὴρ τοῦ Υἱοῦ Θεὸς
5λέγεται, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος οἰκονομικῶς.
6tΑΛΛΟ.
7 Εἰ ἐν μορφῇ Θεοῦ ὑπάρχων ὁ Υἱὸς καὶ ἐν ἰσότητι, καθὰ γέγραπται, ἐταπείνωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἔσται τῆς
10ταπεινώσεως τὰ δουλοπρεπῆ ῥήματα, οὐκ ἀναβαίνοντα μὲν πρὸς τὴν οὐσίαν αὐτοῦ, ἀλλὰ τῷ τῆς ἐνανθρω‐ πήσεως προσώπῳ περικείμενα. Καὶ ὥσπερ ἐκ τοῦ τῆς θεότητος ὕψους τὴν ἐν ἀνθρωπότητι ταπείνωσιν ἐπιγινώσκομεν, οὔτως τὸ ἐναντίον ἐκ τῆς ταπεινώσεως
15τῆς ἐν ἀνθρωπότητι, τὸ ἐν θεότητι μέγα καὶ ὑψηλὸν τῆς οὐσίας τοῦ Υἱοῦ γνωρισθήσεται.
17tΛΟΓΟΣ Θʹ.
18tὍτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός.
19Οὐκ εὐλόγως οἱ χριστομάχοι τὰ περὶ τῆς θεότητος
20τοῦ Υἱοῦ γυμνάζοντες, καὶ σχέσιν ζητοῦντες ἣν ἔχει φυσικῶς πρὸς τὸν ἑαυτοῦ Πατέρα, ταῖς ἀνθρωπίνως εἰρημέναις κέχρηνται φωναῖς, αἷς ὁ Κύριος εἶπεν, ὅτε τὴν ἡμῶν σάρκα περιεβάλετο. Οὐ γὰρ ἐξ ὧν ὡς ἄνθρωπος οἰκονομικῶς διαλέγεται, ἐν τούτῳ ἡ ἀσώ‐
25ματος οὐσία χαρακτηρίζεται, ἀλλ’ εἰδέναι χρὴ καὶ πιστεύειν, ὅτι Θεὸς ὢν ὁ Λόγος καὶ ὁμοούσιος κατὰ πάντα τῷ Πατρὶ, τὴν ἀνθρώπου φύσιν περιεβάλετο, καὶ γέγονεν ἄνθρωπος, ἵνα καὶ ὡς ἄνθρωπος ἔσθ’ ὅτε λαλῇ, διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν. Λαλεῖ δὲ καὶ
30ὡς Θεὸς τὰ ὑπὲρ ἄνθρωπον, ὡς τοῦτο κατὰ φύσιν ὢν, καὶ ὅτε καιρὸς τὴν τούτου χρείαν εἰσφέρει. Ἀλλ’ εἴ τις βούλοιτο τὰ ἀνθρωπινώτερον καὶ οἰκονομικῶς, καθάπερ ἔφην, εἰρημένα φέρειν ἐπὶ τὸν τῆς θεότητος αὐτοῦ λόγον, καὶ πάλιν, τὰ θεϊκῶς εἰρημένα φέρειν
35ἐπ’ ἐκεῖνον τὸν καιρὸν καθ’ ὃν γέγονεν ἄνθρωπος, ἀδικήσει τῶν πραγμάτων τὴν φύσιν, καὶ ἀναιρήσει τὴν οἰκονομίαν. Ποτὲ μὲν γὰρ ὡς Θεὸς λέγει· «Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.» Καὶ πάλιν· «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ.» Εἰ δέ τις
40βούλοιτο μόνον αὐτῷ φυλάττειν τὸ θεοπρεπὲς ἀξίωμα, ἀναιρήσει πάντως τὸ ἐν ὑστέροις καιροῖς ἄνθρωπον γενέσθαι αὐτόν. Οὐ γὰρ ἦν ἐν ἀνθρωπότητι, πρὶν Ἀβραὰμ γενέσθαι, οὐδὲ καθὸ ἄνθρωπος καταβέβη‐ κεν ἐκ τοῦ οὐρανοῦ. Καὶ πάλιν, εἴ τις θελήσει τὰ τῆς
45ἀνθρωπότητος ῥήματά τε καὶ πράγματα γυμνῷ προσ‐ άπτειν τῷ Θεῷ Λόγῳ πρὸ τῆς ἐνανθρωπήσεως, ἀσε‐ βήσει μεγάλως. Τί γὰρ ποιήσει, λέγοντος τοῦ Χρι‐ στοῦ· «Νῦν ἡ ψυχή μου τετάρακται, καὶ περίλυπός ἐστι;» Λύπην ἄρα καὶ θόρυβον δώσει περὶ τὴν τοῦ

75

.

120

(50)

Θεοῦ φύσιν γενέσθαι, καὶ κρατεῖν θανάτου φόβον; Τί δὲ ὅταν σταυρούμενον ἴδῃ, καὶ τοῦτο πάσχειν τοῦ
Υἱοῦ τὴν θεότητα δώσει οὕτως ὡς ἄνθρωπον; Ἢ τὸ119

75

.

121

δύσφημον παραιτήσεται; Οὐκοῦν ἑκατέρῳ καιρῷ τε καὶ πράγματι σωζέσθω τὸ πρέπον, καὶ γυμναζέσθω μὲν τῆς θεολογίας ὁ λόγος, μὴ πάντως ἐξ ὧν ὡς ἄν‐ θρωπος φαίνεται λαλῶν, ἀλλ’ ἐξ ὧν ἐστιν ἐκ Πατρὸς,
5ὡς Υἱὸς καὶ Θεός. Συγχωρείσθω δὲ τῇ οἰκονομίᾳ τῇ μετὰ σαρκὸς, τὸ λέγειν αὐτὸν ἔσθ’ ὅτε καὶ ἃ μὴ πρέ‐ πει γυμνῇ καὶ καθ’ ἑαυτὴν οὔσῃ τῇ θεότητι. Ὅταν οὖν, ὡς ἄνθρωπος, λέγῃ μὴ εἶναι ἀγαθὸς οὕτως ὡς ὁ Πατὴρ, φερέσθω μᾶλλον καὶ τοῦτο ἐπὶ τὴν οἰκονο‐
10μίαν τὴν μετὰ σαρκὸς, καὶ μὴ ἁπτέσθω τῆς οὐσίας τοῦ Υἱοῦ καὶ Θεοῦ.
12tἈπολογία πιθανὴ πρὸς τὸν ἐρωτήσαντα· «Διὰ
13tτί με λέγεις ἀγαθόν; καὶ ἐξήγησις τοῦ ῥητοῦ.
14Ἐξεταστέον ὅλην τοῦ προκειμένου τὴν διάνοιαν·
15καὶ οὕτω γνωσόμεθα σαφῶς, ὅπερ ἐβούλετο διδάσκειν ὁ Χριστὸς, διὰ τοῦ φάναι· «Τί με λέγεις ἀγαθόν;» Νομικὸς προσῆλθεν (οὔτω γὰρ γέγραπται), τὸ ὅπως σωθήσεται μανθάνειν ἐπιζητῶν. Εἶτα προτείνει διδά‐ σκαλον αὐτὸν καὶ ἀγαθὸν προειρηκὼς τὸ, «Τί ποιήσας
20ζωὴν αἰώνιον κληρονομήσω;» Πρὸς ταῦτα Χριστός· «Τί με λέγεις, φησὶν, ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός. Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς.» Ἀλλ’ οὐκ ἐνεγκὼν τῆς ἐντολῆς τὸ βάρος, καὶ ἀτονήσας περὶ
25τὴν ἀρετὴν, ὀκλάζει περὶ τὸ πρόσταγμα. Ἀπῆλθε γὰρ, φησὶ, λυπούμενος. Ποῖος οὖν ἦν ἐνθάδε θεολογίας καιρός; Τῷ δὲ ἐρωτήσαντι, Τί ἄρα ποιήσας ἔσται καὶ αὐτὸς τοῖς σωζομένοις ἐναρίθμιος; ποῖον ἔχει λόγον, μὴ ὅπερ ἐξῄτησε μαθεῖν ἀποκαλύψαι μᾶλλον, ἀλλ’
30ἕτερόν τι παρὰ τὸ ἐκείνῳ ποθούμενον εἰπεῖν; Πῶς δὲ οἷόν τε ἦν τὸ ἐνεγκεῖν οὐκ ἰσχύσαντα μιᾶς ἐντολῆς εὐαγγελικῆς φορτίον, τὸ ὑπὲρ πάντα διδάσκεσθαι μυστήριον, οὕτως ἀτονοῦντα περὶ τὴν τῶν ἀγαθῶν ἔφεσιν, ὡς μηδὲ λόγῳ δύνασθαι ταύτην χωρεῖν; Λελύ‐
35πηται γὰρ, ὡς γέγραπται. Ἐπειδὴ τοίνυν ἄνθρωπον βλέπων ὁ νομικὸς, ὡς ἀνθρώπῳ πρόσεισι, καὶ ὡς ψιλὸν ἄνθρωπον ἐρωτᾷ, ἐξελέγχων ὡς ἀμαθῆ, μά‐ λισθ’ ὅτι σοφίας ὑπόληψιν ἐπραγματεύετο, διὰ τοῦ δοκεῖν εἰδέναι τὸν νόμον, δυσωπεῖ λέγων· Μόνος ἀγα‐
40θὸς κατὰ ἀλήθειαν ὁ Θεός. Τί τοιγαροῦν ὡς ἀνθρώπῳ προσελθὼν, τὸ μόνῳ προσὸν τῷ Θεῷ κατὰ φύσιν, ἐμοὶ περιτίθης, ἀγαθὸν ἀποκαλῶν; Εἷς γάρ ἐστιν ὁ φύσει ἀγαθὸς, Θεὸς δηλαδή. Εἰ μὲν οὖν οἶδάς με, φησὶ, Θεὸν ὄντα, καὶ διὰ τοῦτο ἀγαθὸν, ὅτου δὴ χάριν ὡς
45ἀνθρώπῳ προσέρχῃ ψιλῷ; Εἰ δὲ οὐ πιστεύεις εἶναί με Θεὸν, ἀλλ’ ἄνθρωπον οἴει με ψιλὸν, τί δή ποτε τῷ Θεῷ πρέπον ἀξίωμα μόνῳ προσάπτεις ἀνθρώπῳ; Ἔλεγχος οὖν ἀμαθίας τὸ εἰρημένον ἐστὶν, οὐ θεολο‐ γίας ἀξίωσις.
54ΑΛΛΟ.
55Εἰ διὰ τὸ λέγεσθαι μόνον εἶναι καὶ ἕνα κατὰ φύ‐121

75

.

124

σιν ἀγαθὸν τὸν Θεὸν, ἐκβάλλεται τῆς κατὰ τοῦτο ἐμ‐ φερείας τε καὶ ὁμοιότητος ὁ Υἱὸς τῆς πρὸς τὸν Πα‐ τέρα, φημὶ, καὶ ἔλαττον ἔσται ἀγαθὸς, διά τε τοῦτο οὐχ ὁμοούσιος, φρασάτω τις ἡμῖν τῶν χριστομαχεῖν
5εἰωθότων, τί ἄρα ποιήσαι ὅταν καὶ ἡμεῖς προθῶμεν αὐτοῖς τούτῳ παραπλήσιον; Λέγει μὲν γάρ που περὶ Θεοῦ καὶ Πατρός τις τῶν ἁγίων ὅτι ὁ Θεὸς φῶς ἐστι· λέγει δὲ καὶ περὶ τοῦ Υἱοῦ, ὅτι καὶ ἦν τὸ φῶς τὸ ἀλη‐ θινόν. Ἰδοὺ φῶς ὁ Πατὴρ, φῶς καὶ ὁ Υἱός. Μόνῳ δὲ
10τῷ Υἱῷ πρόσκειται τὸ ἀληθινόν. Ἐκβληθήσεται ἄρα τοῦ εἶναι κατὰ ἀλήθειαν φῶς ὁ Πατὴρ, ἐπειδὴ μόνῳ τοῦτο περιτέθεικε τῷ Υἱῷ ἡ τοῦ Ἰωάννου φωνή. Ἀλλ’ οὐκ ἂν, οἶμαι, τὶς εἰς τοῦτο μανίας ἐλάσαι ποτὲ, ὡς τοῦτο παραδέξασθαι τὸ δυσσέβημα. Εἰ τοίνυν κατὰ
15ἀλήθειαν ὄντος τε καὶ καλουμένου φωτὸς μόνου τοῦ Υἱοῦ, φῶς κατὰ ἀλήθειάν ἐστι καὶ ὁ Πατὴρ, καὶ ἀγα‐ θοῦ κατὰ φύσιν ὄντος τοῦ Πατρὸς καὶ ἐπ’ αὐτοῦ κεῖ‐ ται τὸ μόνος, ἔσται κατὰ φύσιν ἀγαθὸς καὶ ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατήρ. Ὅπου δὲ φύσεως ταυτότης,
20ἐκεῖ πάντως ἔσται καὶ τὸ ὁμοούσιον.
21tΑΛΛΟ.
22 Εἰ τὸ κατά τι διαφέρειν τὸν Υἱὸν ὡς πρὸς τὸν ἑαυ‐ τοῦ Πατέρα, τὴν αὐτὴν οὐκ ἔχειν αὐτῷ δίδωσιν οὐ‐ σίαν, ἀλλ’ ἑτερογενῆ καὶ ἔκφυλον ὥσπερ αὐτὸν ἀπερ‐
25γάζεται, τὸ κατὰ μηδὲν διαφέρειν ὁμοούσιον ἀποδει‐ κνύει. Ὅταν οὖν ἡ θεία λέγῃ Γραφὴ περὶ τοῦ Πατρὸς ὅτι φῶς ἐστιν, ἀποκαλῇ δὲ πάλιν φῶς τὸν υἱὸν, οὐδ‐ ενὸς ὄντος ἐνθάδε τοῦ τὴν ὁμοιότητα διατέμνοντος (κεῖται γὰρ ἐπ’ ἀμφοῖν τὸ φῶς τὸ ἀληθινὸν), τί κω‐
30λύει τὸν Υἱὸν ὁμοούσιον εἶναι τῷ Πατρί;
31tΑΛΛΟ.
32 Εἰ ἑτερούσιός ἐστιν ὁ Υἱὸς ὡς πρὸς τὸν Πατέρα, πῶς ὁ Πατὴρ ἐν αὐτῷ φαίνεται, καὶ αὐτὸς ἐν Πατρί; «Ὁ ἑωρακὼς γὰρ ἐμὲ, φησὶν, ἑώρακε τὸν Πατέρα.»
35Οὐ γὰρ δή που τὴν ἀνθρώπου μορφὴν ἐν ἵππῳ θεω‐ ρήσομεν· οὐδὲ αὖ πάλιν τὴν ἐκείνου κατόψεταί τις ἀνθρωπείᾳ μορφῇ. Τὸ γὰρ ὅμοιον ἐν ὁμοίῳ φαίνεται· τὰ δὲ ἑτεροειδῆ, καὶ τῆς ἀλλήλων φυσικῆς ὁμοιότητος ἀπεσχοινισμένα, οὐκ ἂν ἐν ἀλλήλοις φαίνοιτό ποτε.
40Φαίνεται δὲ Υἱὸς ἐν Πατρὶ, καὶ Πατὴρ ἐν Υἱῷ. Οὐκ ἄρα, καθ’ ὑμᾶς ἑτερούσιος, ἀλλ’ ὁμοούσιος, ὡς χα‐ ρακτὴρ καὶ εἰκὼν τοῦ πατρός.
44Ὅτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου
45ῥητοῦ· «Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.»
47tἈντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.
48 Καὶ πῶς, φησὶν, ὁ Υἱὸς ὁμοούσιος εἶναι δύναται τῷ Πατρὶ, Θεὸν καὶ αὐτὸν ἔχων; Αὐτοῦ γὰρ φαίνε‐

75

.

124

(50)

ται φωνή· «Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν·» καὶ πάλιν· «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» Εἰ δὲ Θεὸς αὐτοῦ ἐστι, πῶς ὁμοούσιος; Τὰ γὰρ τῆς αὐτῆς ὄντα φύσεως οὐκ ἂν εἶεν ἐπ’ ἄλληλα κατὰ
55φύσιν θεοί· ὡς οὐδὲ ψυχὴ Θεὸς ἂν ἑτέρᾳ γένοιτο ψυχῇ,
οὐδὲ ἄγγελος ἀγγέλῳ.123

75

.

125

Πρὸς ταῦτα λύσις. Οὐκ αἰσθάνεται πάλιν ὁ χριστομάχος κτίσμα μὲν, οὐχ Υἱὸν εἰσφέρων τὸν Κύριον, δοῦλον δὲ ἀντὶ Δεσπό‐ του, καὶ λάτριν ἀντὶ Θεοῦ. Εἰ γὰρ κατὰ φύσιν οἴεται
5Θεὸν εἶναι τοῦ Υἱοῦ τὸν Πατέρα, καὶ τὴν ἐν τοῖς ἄλ‐ λοις οἰκονομίαν οὐχ ὁρᾷ, οὔτε ὁμοούσιος ἔσται, οὔτε Δεσπότης, οὔτε Θεός. Καλῶς γὰρ δὴ τῇδε διϊσχυρί‐ ζεται. Ἐκβαλέτω τοιγαροῦν φανερῶς καὶ τῆς θεότη‐ τος καὶ κυριότητος τὸν Υἱὸν, καὶ τοῖς ποιήμασι συν‐
10ταττέτω, ἵνα σαφὴς αὐτῶν ἡ δυσφημία γενομένη, πάντας ἀναπείσῃς λέγειν· Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς. Δέον γὰρ ἐξετάζειν τὴν κεκρυμμένην τοῦ Λόγου δύναμιν, δυσφημοῦσιν ἀφυλάκτως, οὐκέτι Θεὸν, ἀλλὰ ναὸν Θεοῦ, τὸν Υἱὸν εἰσφέροντες, ὥσπερ ἦν τῶν
15ἁγίων ἕκαστος, περὶ ὧν φησιν· «Ἐνοικήσω ἐν αὐ‐ τοῖς, καὶ ἐμπεριπατήσω.» Ἔσται τοιγαροῦν κατὰ τὴν ἐκείνων μανίαν εἷς καὶ αὐτὸς τῶν κατὰ χάριν κεκλημένων υἱῶν καὶ θεῶν, πρὸς οὓς εἴρηκεν· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ Υἱοὶ ὑψίστου πάντες.» Ὧν ὅτι
20παντελῶς ἀφέστηκε, καὶ φύσεως ὑπεροχῇ μεμέρι‐ σται, διδάξει σαφῶς ἐν Εὐαγγελίῳ Χριστὸς, λέγων· «Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί·» κάτω λέγων τὴν βασιλευομένην καὶ ὑποκειμένην τὴν φύσιν· ἄνω δὲ πάλιν τὴν βασιλεύουσαν καὶ τοῖς πᾶ‐
25σιν ἐποχουμένην θεότητα. Ἀληθῶς τοίνυν τοῦ Χρι‐ στοῦ λέγοντος ἄνωθεν εἶναι, οὗτος αὐτὸν ἐκ τῶν κάτω φησὶ, φανερῶς τοῦ Υἱοῦ τὴν οὐσίαν συκοφαντῶν.
28tὍτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός.
29tἈντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.
30 Καὶ πῶς, φησὶν, ἔσται τῷ Πατρὶ ὁμοούσιος ὁ Υἱὸς, αἴτιον αὐτὸν τοῦ εἶναι ἔχων; Ὃ μὴ πρόσεστι τῷ Πα‐ τρί. Οὐ γὰρ ἐξ αἰτίου τινὸς, ὅπερ ἂν, ὡς οἶμαι, πᾶς τις οὖν ἀληθὲς εἶναι φήσειεν.
34tΠρὸς τοῦτο λύσις.
35 Πολλὴν ἄν τις εἰκότως ἀμαθίαν καταψηφίσαιτο τῶν τὰ τοιαῦτα τολμώντων λαλεῖν. Υἱὸν γὰρ λέγοντες. οὐχ ὁμοούσιον εἶναί φασιν, οὐκ αἰσθανόμενοι τάχα πρὸς ἣν ἐμβαίνουσιν ἄνοιαν. Εἰ γὰρ Υἱός ἐστιν, ὥσ‐ περ οὖν καὶ ἔστιν ἀληθῶς, ἔσται πάντως τῷ γεγεν‐
40νηκότι κατὰ τὴν οὐσίαν ὁ αὐτός. Εἰ δὲ οὐκ ἔστιν Υἱὸς, καθ’ ὑμᾶς, δείξατε γυμνὴν ἑαυτῶν τὴν βλασφημίαν, καὶ λέγετε ποίημα εἶναι, ἵνα μηδὲ ὁμοούσιος ᾖ. Καὶ τότε δειχθήσεσθε πάσαις μαχόμενοι ταῖς θείαις Γρα‐ φαῖς. Υἱὸν γὰρ λέγουσι τὸν Υἱὸν, καὶ οὐ ποίημα.
45tΑΛΛΟ
46 Αἴτιον γεγενῆσθαι τοῦ εἶναι τῷ Υἱῷ τὸν Πατέρα φατὲ, κατὰ τίνα τρόπον, ὦ χριστομάχοι; Εἰ μὲν οὖν ὡς δημιουργόν τινα ποίημα φαντάζεσθε, καὶ οὐχ Υἱὸν, καὶ διαῤῥήδην μάχεσθε τῷ Πατρὶ λέγοντι περὶ

75

.

125

(50)

τοῦ ἰδίου γεννήματος· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε.» Εἰ δὲ Υἱὸν ὄντως ὁμολογεῖτε, καὶ
οὕτως εἶναι πιστεύετε, ἀνάγκη πᾶσα μὴ ὡς δημιουρ‐125

75

.

128

γὸν αἴτιον τοῦ εἶναι τῷ Υἱῷ γεγενῆσθαι λέγειν τὸν Πατέρα, ἀλλ’ ὡς γεννήτορα φυσικῶς. Κωλύει δὲ οὐ‐ δὲν, μᾶλλον δὲ ἀνάγκη πᾶσα τὸ ἔκ τινος φυσικῶς προελθὸν, ὅμοιον εἶναι κατ’ οὐσίαν αὐτοῦ, κἂν αἴτιον
5αὐτὸ τοῦ εἶναι ἔχοι.
6tΑΛΛΟ.
7 Εἰ πᾶν ὅπερ ἂν ἐξ αἰτίου τινὸς γένηται, τοῦτο πάν‐ τως ἔσται πρὸς αὐτὸ καὶ ἀνομοιούσιον, πῶς ὁ Ἄβελ ἐξ αἰτίου γεννηθεὶς τοῦ Ἀδὰμ, ὅμοιος ἦν αὐτῷ
10κατ’ οὐσίαν; Οὐκοῦν ἀνάγκη πᾶσαν ἁπλῶς γεννητι‐ κὴν φύσιν, ὅμοια πάντως αὐτῇ τὰ ἐξ αὐτῆς ἔχειν, κἂν τὸ τίκτον αἴτιον ᾖ φυσικῶς τῷ ἐξ αὐτοῦ τικτο‐ μένῳ.
14tΑΛΛΟ.
15 Εἰ διὰ τοῦτο κατ’ οὐσίαν ὁ Υἱὸς οὐκ ἔσται τῷ Πα‐ τρὶ προσεοικὼς οὐδὲ ὁμοούσιος, ἐπειδήπερ ὁ μὲν Πα‐ τὴρ οὐκ ἐξ αἰτίου τινός ἐστιν, ὁ δὲ Υἱὸς αἴτιον αὐτὸν ἔχει, τί κωλύσει λέγειν ὅτι καὶ ὁ Κάϊν οὐκ ἂν εἴη τῷ πατρὶ ὁμοούσιος; Ἐπειδήπερ ὁ μὲν Ἀδὰμ ὑπ’ οὐ‐
20δενὸς ἐγεννήθη· πρῶτος γὰρ ἦν ἄνθρωπος. Ὁ δὲ Κάϊν αἴτιον ἔσχεν αὐτόν· ἐξ αὐτοῦ γὰρ γέγονεν. Εἰ δὲ ψεύ‐ σεται πάντως ὁ τοῦτο λέγων (ὁμοούσιος γὰρ τῷ Ἀδὰμ ὁ Κάϊν), ἔσται τῷ Πατρὶ πάντως ὁμοούσιος ὁ Υἱὸς, κἂν αἴτιον αὐτὸν ἔχῃ τοῦ εἶναι, ἐξ αὐτοῦ προελθὼν
25ἀχρόνως, καὶ ἀϊδίως ὢν σὺν αὐτῷ.
26tΑΛΛΟ.
27tὩς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου.
28 Καὶ πῶς ἔσται, φησὶ, τὸ ἀγέννητον τῷ γεννητῷ ὁμοούσιον; Πολλὴ γὰρ ἐν αὐτοῖς ἡ διαφορά.
30tΠρὸς τοῦτο λύσις.
31 Οὐκ ἀνατρέψει τὸ σοφὸν τῶν χριστομάχων πρόβλη‐ μα τὸ εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρὶ, ἐπειδήπερ ὁ μὲν Πατὴρ ἀγέννητός ἐστιν, Υἱὸς δὲ γεννητός. Εἰ γὰρ τὸ κατά τι διαφέρειν, πάντως καὶ διάφορον ἐν
35τοῖς οὖσι τὴν φύσιν ἀπεργάζεται, καὶ τῆς πρὸς ἄλληλα κοινωνίας τε καὶ φυσικῆς ὁμοιότητος ἀποτέμνει τὰ γένη· διοριζέτωσαν, φέρε εἰπεῖν, καὶ τὸν Παῦλον ἀπὸ τοῦ Πέτρου κατὰ τὸν τῆς οὐσίας λόγον, ἐπειδήπερ τινὰ μερικὴν ἔχουσι καὶ ὡς ἐν ἀτόμῳ πρὸς ἀλλήλους τὴν δια‐
40φορὰν, καθ’ ἢν ὁ μὲν ἔστι Πέτρος, ὁ δὲ Παῦλος. Ὁρῶ‐ μεν δὲ ὅτι πολλάκις καὶ τὰ καθ’ ἕτερόν τινα τρόπον τῆς ἀλλήλων ὁμοιότητος πολὺ διεστηκότα, κοινωνεῖ κατὰ τὸν τῆς οὐσίας λόγον. Ὁ μὲν γὰρ μέλας ἄνθρω‐ πος τυχὸν ὡς πρὸς τὸν λευκὸν πολλὴν ἔχει τὴν δια‐
45φορὰν, ἀλλ’ οὐ τοῦτο τὴν οὐσίαν αὐτοῖς διατέμνει. Εἰ τοίνυν καὶ ἐφ’ ἡμῶν αὐτῶν ἡ κατά τι διαφορὰ τὸ εἶναι τῆς αὐτῆς οὐσίας οὐκ ἀνατρέπει, ἧς ἂν εἶεν κἀκεῖνοι πρὸς οὓς ἂν διακρινοίμεθα· τί κωλύει καὶ τὸν Υἱὸν ὁμοούσιον εἶναι τῷ Πατρὶ, κατὰ τοῦτο διαφέροντα

75

.

128

(50)

καθ’ ὃ μὲν Πατὴρ ἀγέννητός ἐστιν, ὁ δὲ Υἱὸς γεννη‐ τός; Μία γὰρ ἐν αὐτοῖς ἡ θεότης, ἐκ Πατρὸς ἀγεν‐
νήτου τρέχουσα φυσικῶς ἐπὶ τὸ γέννημα.127

75

.

129

ΑΛΛΟ.
2tἈντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.
3 Οὐκ ἂν εἴη τέλειος, φησὶ, μὴ πάντως ἀπό τινος ἐκτρέχων ἀρχῆς. Εἰ τοίνυν κατέπαυσεν ὁ Πατὴρ γεν‐
5νῶν τὸν Υἱὸν, τὸ δὲ καταπαῦσαι τέλος ἐστὶν, ἀρχὴν ἄρα ἔχει τοῦ εἶναι. Πῶς οὖν ὁ τοιοῦτος ὁμοούσιος ἔσται τῷ ἐκ μηδεμιᾶς ἀρχῆς ὄντι Πατρί;
8tΠρὸς τοῦτο λύσις.
9Εἰ κατέπαυσεν ὁ Πατὴρ, καθ’ ὑμᾶς, ὦ χριστομά‐
10χοι, γεννῶν τὸν Υἱὸν, καὶ ἀπό τινος ἀρχῆς ἤρξατο (τοῦτο γὰρ ὑμῶν ἡ πρότασις ἔχει), προσγέγονεν ἄρα τῷ Πατρί. Τὸ δὲ προσγεγονὸς καὶ ἀρχὴν ἔχον τοῦ εἶναι, πρόσφατον ἂν εἴη πάντως καὶ ἀναγκαίως. Πῶς δὴ οὖν ἄρα θήσετε τὸν Υἱὸν Θεὸν εἶναι παρὰ τῆς θείας
15Γραφῆς οὐ συγχωρούμενον, ἂν οὕτως ἔχῃ, καθάπερ ὑμεῖς φατε; «Οὐκ ἔσται γὰρ ἐν σοὶ Θεὸς, φησὶ, πρόσφατος.» Ἀλλ’ οἶδεν αὐτὸν ἡ θεία Γραφὴ καὶ Υἱὸν ὄντα καὶ Θεόν. Οὐκ ἄρα πρόσφατος, οὐδὲ ἀρξάμενος τοῦ γεννᾶσθαι, καθ’ ὑμᾶς· ἀλλὰ γεννητὸς μὲν, συν‐
20αΐδιος δὲ ὅμως ὡς Υἱὸς ὢν ἐν τῷ Πατρί. Εἰ δὲ τὸ εἶναι πρόσφατον οὐ συγχωρήσει τῆς αὐτῆς οὐσίας εἶναι τῷ Πατρὶ τὸν Υἱὸν, τὸ μὴ εἶναι πρόσφατον, ὁμοούσιον ἀποδείξει.
24tΑΛΛΟ.
25 Εἰ μόνῳ Θεῷ τῷ κατὰ φύσιν τὸ προσκυνεῖσθαι παρά τε ἡμῶν καὶ ἀγγέλων ὀφείλεται, ἑτέρῳ δὲ οὐδενὶ, καὶ ἐφ’ ἡμῶν μὲν τέθειται· «Κύριον τὸν Θεόν σου προσ‐ κυνήσεις,» ἀγγέλοις δὲ τὸ Πνεῦμα κελεύει προσκυ‐ νεῖν τὸν Υἱὸν, κατὰ τὸ, «Ὅταν δὲ εἰσαγάγῃ τὸν πρω‐
30τότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνη‐ σάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ,» Θεὸς ἄρα ἐστὶν ὁ προσκυνούμενος Υἱός. Πῶς οὖν ἔσται μία θεότης, εἰ οὐκ ἔστι, καθ’ ὑμᾶς, ὁμοούσιος τῷ Πατρί; Εἰ γὰρ ἔχει τινὰ διάστασιν ἤτοι διαφορὰν κατὰ τὸν τῆς οὐσίας
35λόγον, ἑτεροῖος μὲν ἂν εἴη Θεὸς ὁ Υἱὸς, ἑτεροῖος δὲ ὁ Πατὴρ, καὶ δύο κατὰ τοῦτο Θεοὺς ἀνάγκη λέγειν· ὅπερ ἐστὶν ἀσεβὲς, καὶ οὐδὲ μέχρι μόνον ἀκοῆς πα‐ ραδεκτόν. Ἀλλ’ ἔστι μία θεότης, καὶ οὕτω κηρύττου‐ σιν αἱ θεῖαι Γραφαί· ὁμοούσιος ἄρα τῷ Πατρὶ ὁ Υἱός.
40Οὕτω γὰρ τὸ ἓν Θεότητι σωθήσεται.
41tΑΛΛΟ.
42 Εἰ ἤρξατο τοῦ γεννᾷν τὸν Υἱὸν ὁ Πατὴρ καὶ κατ‐ έπαυσε, κατὰ τὴν τῶν χριστομάχων μανίαν, ἀλλοίω‐ σίς τις καὶ μεταβολὴ περὶ αὐτὸν γέγονεν. Ὃ γὰρ οὐκ
45ἦν πρὶν γεννήσῃ, γέγονε μετὰ τὸ γεννῆσαι. Εἰ δὲ τῶν τοιούτων ἀνωτέρω τὸ θεῖόν ἐστι τροπῆς τε καὶ ἀλ‐ λοιώσεως ἀνεπίδεκτον, οὐκ ἤρξατο τοῦ γεννᾷν, οὐδὲ κατέπαυσε, καθάπερ οὗτοί φασιν· ἀλλ’ ἦν ἀχρόνως ἐν Πατρὶ ὁ τῶν αἰώνων καὶ χρόνων ποιητὴς Υἱός.

75

.

129

(50)

Ἐπειδὴ δὲ συναΐδιος, διὰ τοῦτο καὶ ὁμοούσιος.
51tΑΛΛΟ.
52Εἰ ἤρξατο τοῦ γεννᾷν ὁ Πατὴρ τὸν Υἱὸν, προσγέ‐129

75

.

132

γονεν ἄρα τῇ οὐσίᾳ αὐτοῦ τοῦτο, καὶ ὅπερ οὐκ εἶχεν ἐν ἀρχῇ, προσέλαβεν ὕστερον. Τὸ δὲ προσθήκην ἐπιδε‐ χόμενόν τινα, ἀτελὲς ἂν εἴη, καὶ οὐ τέλειον. Ἀλλὰ τοῦτο ἄτοπον· τελεία γὰρ ἡ τοῦ Πατρὸς οὐσία. Οὐκ
5ἄρα προσγέγονεν αὐτῇ τὸ γεννᾷν, ἀλλ’ ἦν ἐν αὐτῇ τοῦτο οὐκ ἀρξάμενον. Εἰ δὲ οὐκ ἤρξατο γεννᾷν, συν‐ αΐδιος ἄρα ἐστὶ τῷ Πατρὶ ὁ ἐξ αὐτοῦ γεννηθεὶς Υἱός. Καὶ ὥσπερ εἰ ἀρχὴν ἔσχε τοῦ εἶναι, οὐκ ἂν ἦν ὁμοού‐ σιος, οὕτως ἐπεὶ μὴ ἔσχεν ἀρχὴν τὴν ἐν χρόνῳ, ἔσται
10πάντως ὁμοούσιος.
11tΑΛΛΟ, διηγηματικῶς.
12 Ὥσπερ οἱ τῇ ἀληθείᾳ μαχόμενοι, ἀρχὴν καὶ τέλος τῇ τοῦ Υἱοῦ γεννήσει περιτιθέντες, ἐκβάλλουσιν αὐτὸν τῆς ὁμοιότητος τῆς πρὸς τὸν Γεγεννηκότα· οὕτω καὶ
15ἡμεῖς οὔτε ἀρχὴν, οὔτε τέλος περὶ τὴν τοῦ Υἱοῦ γέν‐ νησιν παραδεχόμενοι, εἰσφέρομεν αὐτὸν εἰς ἀπαράλ‐ λακτον ὁμοιότητα τὴν πρὸς τὸν Πατέρα. Τὸ δὲ ὅμοιον κατὰ πάντα, καὶ ὁμοούσιον.
19tὍτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρί.
20tΠρότασις ὡς ἐκ τῶν Ἀετίου.
21 Καὶ πῶς ἂν δύναιτο, φησὶ, ταυτότης οὐσίας ἐπί τε Πατρὸς καὶ Υἱοῦ σώζεσθαι, εἴ γε ὁ μὲν Πατὴρ ἀγέννητός ἐστι, γεννητὸς δὲ ὁ Υἱός; Ἀνάγκη γὰρ πᾶσα λέγειν ἐν οὐδενὶ παραλλάττειν τὸ ἀγέννητον
25πρὸς τὸ γεννητόν. Εἰ δὲ τοῦτο, οὐδὲν κωλύσει καὶ τὸν Πατέρα γεννητὸν εἶναι λέγειν καὶ τὸν Υἱὸν ἀγέννη‐ τον, καὶ συγκέχυται τὸ πᾶν.
28tΠρὸς ταῦτα λύσις.
29Ὁ ταῦτα προτείνων ἀμαθῶς, ἀντακούσεται παρ’
30ἡμῶν· Καὶ πῶς ἂν δύναιτο ταυτότης οὐσίας μὴ σώ‐ ζεσθαι ἐπί τε Πατρὸς καὶ Υἱοῦ, εἴ γε τοῦ Πατρὸς εἰκών ἐστιν ὁ Υἱὸς, καὶ ἐν ἑαυτῷ δείκνυσι τὸν Πατέ‐ ρα; Εὔδηλον γὰρ δή πουθέν ἐστι καὶ πᾶσιν ὁμολο‐ γούμενον, ὡς οὐδεὶς ἐν ἑτέρᾳ φύσει τὴν ἑτέραν ὄψε‐
35ται· οὐδ’ ἄν τις ἔχοι λέγειν ἵππον ἑωρακὼς, ὅτι δή τινα τῶν ἀνθρώπων τεθέαται. Ἐν γὰρ τοῖς ὁμοφυέσιν ἡ τῶν ὁμοίων ἀπόδειξις, οὐκ ἐν τοῖς ἀλλήλων διεστη‐ κόσι, κατὰ τὸν τοῦ πῶς εἶναι λόγον. Εἰ τοίνυν ζητοῦντι τῷ Φιλίππῳ τὸν Πατέρα ἰδεῖν, ἑαυτὸν ἐπιδεικνύει
40Χριστὸς, λέγων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πα‐ τέρα,» ἀνάγκη πᾶσα τῆς αὐτῆς οὐσίας εἶναι λέγειν τὸν Υἱὸν τῷ Πατρὶ, ὡς ἀπαράλλακτον εἰκόνα καὶ χα‐ ρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ.
44tΑΛΛΟ.
45 Ὁμοούσιον ἑαυτὸν ὄντα τῷ Πατρὶ διδάσκων ὁ Κύ‐ ριος ὁρᾶται πανταχοῦ, καίτοι γεννητὸς ὑπάρχων· ἐπεὶ πῶς ἑαυτὸν Υἱὸν εἶναί φησι; Πρὸς ταῦτα τὴν ἀπὸ τῶν οἰκείων λογισμῶν ἀσθένειαν ἀντεπάγοντες οἱ χριστομάχοι, μὴ δύνασθαί φασιν, ἐπειδὴ γεννητός

75

.

132

(50)

ἐστι, τῆς αὐτῆς οὐσίας εἶναι τῷ ἀγεννήτῳ Πατρί, Ἐκεῖνα τοιγαροῦν περὶ ἑαυτοῦ φάσκοντος τοῦ Χρι‐ στοῦ, ταῦτα δὲ τῶν χριστομάχων, τίς εἰς τοῦτο μω‐
ρίας ἐκβήσεται, ὡς οἴεσθαι δεῖν ἀνθρώπῳ μᾶλλον ἢ131

75

.

133

Θεῷ πιστεύειν, καὶ μὴ τὴν καλὴν ἐκείνην τῶν ἀπο‐ στόλων φθέγγεσθαι φωνὴν, λέγειν τε πρὸς τοὺς ἀν‐ οσίους αἱρετικούς· «Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις;» Εἰ γὰρ ἀτονοῦσι περὶ τὴν τῆς ἀληθείας
5κατάληψιν, οὐκ ἀδικήσει τοῦτο προσούσης αὐτοῖς ἀβουλίας.
7tΑΛΛΟ.
8 Γεγεννῆσθαι τὸν Υἱὸν ἐκ Πατρὸς, καὶ αὐτοὶ πάν‐ τως ὁμολογεῖτε· οὐ γὰρ ὡς ἓν τῶν ποιημάτων ἔξω
10τῆς οὐσίας τοῦ τεκόντος κείσεται. Καὶ πῶς οὐκ ἔσται τῷ τεκόντι πάντως ὁμοούσιος, εἴ γε ὄντως ἐστὶ γέν‐ νημα, καρπὸς ὥσπερ τις φυσικὸς τοῦ γεννήσαντος ὑπάρχων; Εἰ μὲν οὖν τοῦτον ἔχειν δώσετε τὸν τρό‐ πον, ἔσται πάντως καὶ ὁμοούσιος· εἰ δὲ μέχρι διακό‐
15νου φωνῆς καὶ προσηγορίας ψιλῆς γέννημα καλεῖται, λεγέσθω ποίημα παρ’ ὑμῶν, ἵνα δὴ καὶ σαφέστερον δυσφημοῦντες φαίνησθε.
18tΑΛΛΟ.
19tὩς ἐξ ἀντιθέσεως τῶν Ἀετίου.
20 Εἰ ἀμέριστός ἐστι, φησὶ, τὴν οὐσίαν ὁ Θεὸς, οὐκ οὐσίας διαστάσει τὸ γεννηθὲν ἐγεννήθη, ἀλλ’ ὑπέστη κατ’ ἐξουσίαν. Καὶ πῶς ἂν εἴη τῆς αὐτῆς οὐσίας ἡ ὑποστᾶσα φύσις πρὸς τὴν ὑποστήσασαν αὐτόν;
24tΠρὸς ταῦτα λύσις.
25 Τὸ μέγα τοῦτο καὶ βαθὺ, καθάπερ οἴονται, σόφι‐ σμα, τὸ μὴ μερίζεσθαι τοῦ Θεοῦ τὴν οὐσίαν, τῆς αὐτῆς οὐσίας εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, πῶς οὐκ ἐπι‐ τρέψει παρὰ τοῖς ὀρθῶς δοκιμάζειν εἰωθόσι τὰ πράγ‐ ματα; Λεγέτωσαν ἡμῖν οἱ δεινοὶ καὶ φιλαίτιοι. Οὐ
30γὰρ ἐπειδήπερ ἀμέριστός ἐστι τὴν οὐσίαν ὁ Θεὸς, διὰ τοῦτο καὶ τῆς γεννητικῆς δυνάμεως ἔρημος ἔσται, καθ’ ὑμᾶς. Καὶ οὐκ ἀπόδειξιν ἔχει τοῦ μὴ δύνασθαι γεννᾷν αὐτὸν, τὸ ἀμέριστον εἶναι κατὰ τὴν οὐσίαν. Εἰ δὲ τιμᾷν οἴονται τὸν Θεὸν, σώζοντες μὲν αὐτῷ τὸ
35μερίζεσθαι μηδαμῶς, ἀποστεροῦντες δὲ τοῦ δύνασθαι γεννᾷν, ὡς διὰ τοῦτο κατ’ ἐξουσίαν ὑποστῆσαι τὸν Υἱὸν, ἀκουέτωσαν ὅτι πολὺ μεῖζον καὶ κάλλιον τῆς κατ’ ἐξουσίαν λαμπρότητος τῆς φυσικῆς ἐνεργείας ἡ χάρις. Ἀξιολογώτερον γὰρ τὸ ἀμερίστως οἴεσθαι τὸν
40Θεὸν γεννᾷν ἐξ αὐτοῦ ἀῤῥήτῳ τινὶ καὶ ἀκαταλήπτῳ τρόπῳ, ἢ διὰ τὸ μὴ μερίζεσθαι, καθ’ ὑμᾶς, μηδὲ γεν‐ νᾷν ἰσχύειν.
43tΑΛΛΟ.
44Εἰ κατ’ ἐξουσίαν, ὥς φατε, τὸν Υἱὸν ὑπέστησεν ὁ
45Πατήρ, περιττῶς καλεῖται καὶ Υἱός. Τὸ γὰρ οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προελθὸν, πῶς ἂν λέγοιτο καὶ ὁ Υἱός; Τὸ δὲ ἔκ τινος κατὰ φύσιν προελθὸν, ἐπαλη‐ θεύουσαν ἔχει καὶ τὴν τοῦ γεννήματος ἐπωνυμίαν. Ἐγεννήθη τοιγαροῦν ὁ Υἱὸς, ὁμοούσιος ἄρα τῷ Πα‐

75

.

133

(50)

τρί. Καὶ μία γὰρ τοῖς γεννωμένοις πρὸς τὰ γεννῶντα φύσις.
52tΑΛΛΟ.
53Εἰ καθάπερ ὑμεῖς οἴεσθε πλανῶντές τε καὶ πλα‐133

75

.

136

νώμενοι, οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προῆλθεν ὁ Υἱὸς, ὑπέστη δὲ ἐξουσιαστικῶς, καὶ ἔστιν αὐτὸς ἡ σοφία καὶ δύναμις τοῦ Πατρὸς, οὔτε σοφὸς κατὰ φύ‐ σιν ἐστὶν ὁ Πατὴρ, οὔτε μὴν δυνατός. Εἰ δὲ, κατὰ
5τὴν ἀμαθεστάτην ὑμῶν πρότασιν, ἔξωθεν ὑπέστησε τὸν Υἱὸν, ὅς ἐστιν αὐτοῦ σοφία καὶ δύναμις, ἀλλ’ ἔστι κατὰ φύσιν σοφός τε καὶ δυνατὸς, ἀνάγκη πᾶσα καὶ τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας εἶναι λέγειν, εἰ δὲ τοῦτο, καὶ ὁμοούσιος.
10tΑΛΛΟ.
11 Ἀναγκαῖον ἐρέσθαι τοὺς ὅσοι τὸν Υἱὸν κατ’ ἐξ‐ ουσίαν ὑποστῆναι τὴν τοῦ Πατρὸς, καὶ οὐκ ἐξ αὐτοῦ γεγεννῆσθαί φασι, τί τὸ πεπεικὸς τὸν Πατέρα τὸν Υἱὸν ὑποστῆσαι κατὰ τὸν ὑμῶν ἀμαθῆ λόγον. Ἀναγ‐
15καίως ἄρα τοῦτο πεποίηκεν, ἢ χαρίσασθαι τῷ Υἱῷ βουληθεὶς, ὅτι δὴ καὶ αὐτὸν εἰς ὑπόστασιν ἄγοι καθά‐ περ καὶ ἡμᾶς. Εἰ μὲν οὖν ἀναγκαίως ἀνάγκῃ δώ‐ σετε τὸν Θεὸν ὑποκεῖσθαι, εἰ δὲ μὴ τοῦτο, χαρίσα‐ σθαι δὲ βουληθέντα τῷ Υἱῷ, ἑαυτῷ χαρισάμενος
20φανεῖται τὸ εἶναι δημιουργὸς καὶ δυνατὸς καὶ σοφὸς, εἴ γε ἐν Υἱῷ ταῦτά ἐστι. «Πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο, φησὶν ἡ Γραφὴ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Καὶ πάλιν, «Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.» Ἀλλὰ μὴν οὐχ ἑαυτῷ ταῦτα χαρίζεσθαί
25φαμεν τὸν Θεὸν καὶ Πατέρα, ἀλλ’ εἶναι φυσικῶς σοφόν τε καὶ δυνατόν. Οὐκ ἐξουσιαστικῶς ἄρα τὸν Υἱὸν ὑπέστησε, καθ’ ὑμᾶς, ἀλλὰ τῆς οἰκείας φύσεως ἔχει καρπόν· ἐπειδὴ δὲ τοῦτο, καὶ ὁμοούσιος. Τὸ γὰρ ἐκ Θεοῦ προελθὸν κατὰ φύσιν, οὐκ ἀλλότριον αὐτοῦ.
30tὍτι τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιος ὁ Υἱός.
31 Εἰ δι’ ἣν ἔλαβε μορφὴν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ὁμοούσιος ἡμῶν ὅτι ἐξ ἡμῶν, ἔστι δὲ μορφὴ Θεοῦ ὁ Υἱὸς, ὁμοούσιος ἄρα ἐκείνῳ, οὗ καὶ ἔστι μορφή;
34tΑΛΛΟ.
35 Εἰ τῷ καθ’ ἡμᾶς φωτὶ τὸ ἀπαύγασμα αὐτοῦ ἐστιν ὁμοούσιον, ὁ δὲ Υἱὸς τοῦ ἀϊδίου φωτός ἐστιν ἀπαύ‐ γασμα, ὁμοούσιος ἄρα καὶ αὐτὸς τῷ φωτὶ, οὗ καὶ ἔστιν ἀπαύγασμα, τῶν ὑποδειγμάτων κατά τι μέρος τῆς οἰκείας φύσεως εἰς τὸ ὅμοιον παραγομένων.
40tΑΛΛΟ.
41 Εἰ τὸ ἴσον ἐν νοητοῖς οὐ ποσότητι μετρητὸν, τὸ δ’ οὕτως ἴσον, καὶ ὁμότιμον ἐξ ἀνάγκης καὶ ὁμοού‐ σιον, ἔστι δὲ ἴσος καὶ ὁμότιμος τῷ Πατρὶ ὁ Υἱὸς, κατὰ τὰ θεῖα Λόγια, ἐξ ἀνάγκης ἔσται καὶ ὁμοούσιος·
45τοῦ ἴσου κατὰ τὸ ποσὸν ἐν ἀσωμάτῳ φύσει μὴ θεω‐ ρουμένου, ἀλλὰ μᾶλλον ἐν οὐσίας ταυτότητι.
47tΑΛΛΟ.
48 Εἰ τὰ κατ’ ἀλήθειαν, ἀλλ’ οὐ θέσει, γεννώμενα, ὁμοούσια τῶν κατ’ ἀλήθειαν γεννώντων ὡμολόγηται,

75

.

136

(50)

ἔστι δὲ τῶν κατ’ ἀλήθειαν γεννηθέντων ὁ Υἱὸς ἤπερ135

75

.

137

τῶν κατὰ θέσιν, ὁμοούσιος ἄρα τῷ κατ’ ἀλήθειαν αὐτὸν, ἀλλ’ οὐ θέσει, γεγεννηκότι Θεῷ.
3tΑΛΛΟ.
4Εἰ τὸ οὐσιωδῶς γεννώμενον κληρονομεῖ τὴν τοῦ
5γεγεννηκότος οὐσίαν, ἔχον ταύτην ἐν ἑαυτῷ, ἔχει δὲ πάντα τὰ τοῦ Πατρὸς ὁ Υἱὸς, οὐσιωδῶς ἄρα γεγέν‐ νηται.
8tΑΛΛΟ.
9Εἰ μηδὲν τῶν μετὰ τὸν Υἱὸν ἐκ μὴ ὄντων οὐσίας
10ὑφίστησιν, ὑφίστησι δὲ ὁ Υἱὸς, οὐκ ἄρα τῶν μετ’ αὐτὸν ἔσται συγγενὴς, ἀλλὰ τῷ ἐκ μὴ ὄντων ὑφ‐ ιστῶντι ὁμοούσιος. Τὰ γὰρ τῆς αὐτῆς ἐνεργείας ὄντα, καὶ τῆς αὐτῆς οὐσίας ὡμολόγηνται.
14tΑΛΛΟ.
15 Εἰ τὰ τῆς αὐτῆς ἐνεργείας ἀπαραλλάκτως ὑπάρ‐ χοντα, καὶ τῆς αὐτῆς οὐσίας ὡμολόγηνται, ἔστι δὲ τῆς αὐτῆς τῷ Πατρὶ ἐνεργείας ὁ Υἱὸς, πάντα ὅσα ποιεῖ καὶ αὐτὸς ὁμοίως ποιῶν, ὁμολογουμένως ἔσται καὶ τῆς αὐτῆς οὐσίας, διὰ τὸ καὶ τῆς αὐτῆς εἶναι
20ἐνεργείας.
21tΑΛΛΟ.
22 Εἰ φύσει Θεός ἐστιν ὁ Πατὴρ, ἀλλ’ οὐ μετοχῇ, ἔστι δὲ φύσει Θεὸς καὶ ὁ Υἱός. Εἴπερ τῶν κατὰ μετοχὴν ὑπερέχει, τῆς αὐτῆς ἄρα φύσεως ἔσται τῷ Πατρὶ,
25ἀλλ’ οὐ τοῖς κατὰ μετοχήν.
26tΑΛΛΟ.
27 Εἰ μετοχῇ, ἀλλ’ οὐ φύσει, Θεὸς ὁ Υἱὸς, πολλοὶ δὲ οἱ κατὰ μετοχὴν θεοὶ, οὐδὲν ἄρα πλεονάζει τῶν πολλῶν εἰς ὑπεροχὴν οὐσίας. Εἰ δὲ μὴ ἔσται μετοχῇ,
30ὅτι τῶν κατὰ μετοχὴν αὐτός ἐστι ποιητὴς, τῆς αὐτῆς ἄρα φύσεως ἔσται τῷ Πατρὶ, ἀλλ’ οὐ τοῖς κατὰ μετοχήν.
33tΑΛΛΟ.
34Εἰ πᾶσα οὐσία λογικὴ, οὐ μόνῳ τῷ θέλειν, ἀλλὰ
35καὶ τῷ ἐνεργεῖν καὶ πάσχειν δημιουργεῖ, μόνη δὲ ἡ ἀγέννητος οὐσία τῷ θέλειν καὶ μὴ πάσχειν, θέλων δὲ καὶ μὴ πάσχων δημιουργεῖ ὁ Υἱὸς, τῆς ἐν θελήσει μόνῃ δημιουργούσης οὐσίας ἐστὶν, ἀλλ’ οὐ τῆς ἐν‐ εργούσης κατὰ πάθος.
40tΑΛΛΟ.
41 Εἰ πᾶν τὸ γεννῆσαν οὐ νόθον, ὁμοούσιον ἑαυτῷ γεγέννηκε, γεγέννηκε δὲ ὁ Θεὸς τὸν Μονογενῆ, οὐκ ὄντα νόθον, ὁμοούσιον ἄρα ἑαυτῷ γεγέννηκεν. Εἰ δὲ γεννᾷ μὲν, νόθον δὲ γεννήσας οὐ γεγέννηκε. Χεῖρον
45γὰρ τὸ παρὰ φύσιν τοῦ μηδόλως γεγεννῆσθαι.
46tΑΛΛΟ.
47 Εἰ τὸν Μονογενῆ γεννήσας ὁ Θεὸς καὶ Πατὴρ κρειττόνως ἡμῶν γεγέννηκε, γεννῶντες δὲ ἡμεῖς προϋπάρχομεν τῶν γεγεννημένων, Θεὸς ἄρα γεννῶν

75

.

137

(50)

οὐ προϋπάρχει. Εἰ δὲ ὡσαύτως ἡμῖν γεγέννηκεν137

75

.

140

(οὐκ ἂν γὰρ εἴποι τις ἡττόνως), γεννῶμεν δ’ ἡμεῖς ἐκ τῆς ἑαυτῶν οὐσίας, καὶ Θεὸς ἄρα ἐκ τῆς ἐαυτοῦ γεγέννηκεν οὐσίας. Διόπερ ὁμοούσιον αὐτῷ τὸ ἐξ αὐτοῦ πάντως που καὶ ἀναγκαίως τίθεσθαι χρή.
5tΑΛΛΟ.
6 Εἰ τῶν γενητῶν ὁ καθόλου κόσμος ὥσπερ τι γένος ἐστὶ, τοῦ δὲ γένους τὸ κατὰ μέρος εἶδος, ἔστι δὲ γε‐ νητὸς ὁ Υἱὸς, εἶδος ἄρα ἐστὶ τοῦ γένους, τουτέστι τοῦ κόσμου. Εἰ δὲ μὴ ἔστιν εἶδος τοῦ κόσμου, διὰ τὸ
10καὶ προϋπάρχειν αὐτοῦ, τῷ μὴ ἐνδέχεσθαι προ‐ ϋπάρχειν τὸ εἶδος τοῦ γένους, οὐδὲ ἐκ τοῦ κόσμου ὅλως ἐστίν. Εἰ δὲ τοῦτο, τοῦ κοσμοποιοῦ, ἀλλ’ οὐ τοῦ κόσμου, ἐξ ἀνάγκης ἔσται ὁμοούσιος.
14tΑΛΛΟ.
15 Εἰ τῶν ὄντων τὸ μὲν ἐστὶ Θεὸς, τὸ δὲ κόσμος, ἐξ ἀνάγκης ὁ Υἱὸς ἢ κόσμου ἴδιός ἐστι κατὰ τὴν γένε‐ σιν, ἢ Θεοῦ κατὰ τὴν οὐσίαν. Ἐπειδὴ δὲ μὴ κόσμου ἴδιος τῷ μὴ ἐνδέχεσθαι τὸ ἴδιον ὑπὸ ἰδίου δημιουρ‐ γεῖσθαί ποτε, τοῦ κοσμοποιοῦ ἄρα Θεοῦ ὁμοούσιός
20ἐστιν.
21tΛΟΓΟΣ ΙΑʹ.
22tὍτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου
23tῥητοῦ· «Ὁ Πατὴρ μείζων μού ἐστιν.»
24tἈντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.
25 Τὰ τὴν αὐτὴν οὐσίαν λαχόντα, φησὶν, ὁμοφυῆ τε ὄντα οὐκ ἔχουσι καθ’ ἑαυτῶν φυσικῶς τὸ μεῖζον, ἀλλ’ οὔτε τὸ ἔλαττον. Οὐ γὰρ μείζων ἄνθρωπος ἀν‐ θρώπου κατὰ τὸν τῆς οὐσίας λόγον, ἀλλ’ οὐδὲ ἵππος ἵππου τυχόν. Εἰ τοίνυν ἑαυτοῦ μείζονά φησιν ὁ
30Υἱὸς εἶναι τὸν Πατέρα, ὁμοούσιον δὲ ὁμοουσίου οὐκ ἂν εἴη μεῖζον κατὰ τὸν τῆς οὐσίας λόγον, οὐκ ἄρα ὁμοούσιος αὐτῷ ἐστιν.
33tΠρὸς τοῦτο λύσις.
34Ἔδει τοὺς χριστομάχους πανταχόθεν τὴν ἐν ταῖς
35θείαις Γραφαῖς ἀλήθειαν θηρᾶσθαι σπουδάζειν, τὰ περὶ Πατρὸς καὶ Υἱοῦ γυμνάζοντας· οὐ πρὸς τὰς οἰ‐ κείας ἡδονὰς ἑαυτοῖς ἀναπλάττειν συλλογισμοὺς, καὶ πλοκὰς ἐπινοεῖν νοημάτων διεστραμμένων. Εἰ γὰρ σκανδαλίζονται λέγοντος τοῦ Υἱοῦ· «Ὁ Πατήρ μου
40μείζων μού ἐστιν,» ὠφελείσθωσαν ἀκούοντες περὶ αὐτοῦ· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.» Ὃ δὴ τρανότατα καὶ Ἰωάννης φησίν· «Ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.» Εἰ τοίνυν, κατὰ τὴν
45τῶν ἁγίων φωνὴν, ἐν ἰσότητι τοῦ Πατρός ἐστι, πῶς ἔσται πρὸς αὐτὸν ἑτεροούσιος; Ἐροῦμεν γὰρ αὐτοῖς καὶ ἡμεῖς ὅτι τὰ ἰσότητι πρὸς ἄλληλα φυσικῶς κεί‐ μενα ἔσται πάντως καὶ ὁμοούσια· ὥσπερ ἄνθρωπος ἀνθρώπῳ, καὶ ἵππος ἵππῳ.
50tΑΛΛΟ.
51Ἐπὶ τῶν ἀσωμάτων τὸ μεῖζον καὶ τὸ ἔλαττον οὐ
μεγέθει κρίνεται, σωμάτων γὰρ ἴδιον τοῦτο, ἀλλὰ139

75

.

141

μόναις ἐννοίαις δοκιμάζεται. Ἔστω δὲ ὑπόδειγμα τῶν λεγομένων τὸ παρὰ τῷ Παύλῳ κείμενον· «Τῷ μὲν γὰρ, φησὶ, δέδοται λόγος σοφίας παρὰ τοῦ Πνεύ‐ ματος ἄλλῳ δὲ χαρίσματα ἰαμάτων,» καὶ πολλὰ
5πρὸς τούτοις ἕτερα θεὶς, ἐπάγει· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα.» Εἶτα πάλιν φη‐ σὶν ὅτι Ζηλοῦτε τὰ χαρίσματα τὰ μείζονα. Ἆρ’ οὖν διαφέρειν ὡς πρὸς ἑαυτὸ τὸ Πνεῦμα ἐροῦσιν, ἢ οὐχ ὅμοιον ἑαυτῷ κατὰ τὴν οὐσίαν εἶναι, ἐπειδὴ μικρὸν
10μὲν ἐν μικροῖς, μεῖζον δὲ ἐν μείζοσι φαίνεται, τὴν τῶν δεχομένων ἕξιν πληροῦν; Ἀλλ’ οἶμαι μὴ τοσοῦ‐ τον ἕξω φρενῶν γενέσθαι τινὰ, ὡς τολμῆσαι καὶ τοῦτο εἰπεῖν. Οὐκοῦν τῆς ἀσωμάτου φύσεως οὐ δε‐ χομένης ἐφ’ ἑαυτῆς δι’ ἑαυτὴν τὸ μεῖζον καὶ ἔλαττον,
15ὅταν λέγῃ Χριστὸς ἑαυτοῦ τὸν Πατέρα μείζονα, ἔσται πάλιν τῇ ἀνθρωπότητι πρέπων ὁ λόγος, οὐ τῆς θείας οὐσίας αὐτοῦ κατηγόρημα, ὡς ἐν ἐλάττοσι κειμένης, ἢ ἐν οἷς ἐστιν ὁ Γεννήσας αὐτόν.
19tΑΛΛΟ, διηγηματικῶς εἰς τὸ ῥητόν.
20 Λέγει που Χριστός· «Ὁ Πατὴρ ὁ πέμψας με, μεί‐ ζων μού ἐστι.» Μαρτυρεῖ δὲ πάλιν ἡ θεία Γραφὴ περὶ αὐτοῦ ὅτι «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.» Πῶς οὖν ἔσται καὶ ἴσος, καὶ μείζονα ἕξει τὸν Πατέρα, ζητητέον ἀκριβῶς· ἐναντία γὰρ ἀλλήλοις
25τὰ τοιαῦτά ἐστιν. Ἐπειδὴ δὲ δοκιμάζειν εὐσεβῶς πρόκειται τὰ ῥητὰ, οὔτε τὸ ἴσον ἐκβαλοῦμεν διὰ τὸ μεῖζον, οὔτε μὴν τὸ μεῖζον διὰ τὸ ἴσον ἀναιρήσομεν· κρατήσει δ’ ἀμφότερα θεωρίας εὐσεβῶς εἰσφερομέ‐ νης ἐπ’ αὐτοῖς. Οὐκοῦν ἁπλῆ τις οὖσα καὶ ἀσύνθετος
30ἡ τῆς θεότητος φύσις, οὐκ ἂν ἐτμήθη ποτὲ ταῖς ἐπινοίαις εἰς δυάδα Πατρὸς καὶ Υἱοῦ, εἰ μή τις εὐ‐ δόκει προκεῖσθαι διαφορὰ, οὐ κατὰ τὴν οὐσίαν φημὶ, ἀλλ’ ἔξωθεν ἐπινοουμένη, δι’ ἧς τὸ ἑκατέρου πρόσ‐ ωπον εἰσφέρεται ἐν ἰδιαζούσῃ μὲν ὑποστάσει κείμε‐
35νον, εἰς ἑνότητα δὲ θεότητος διὰ ταυτότητος φυσικῆς σφιγγόμενον, ἵνα μή τις ἀνάχυσις καὶ οἱονεὶ φυρμὸς γένηται Πατρὸς καὶ Υἱοῦ, εἰς μόνην ἑνάδα τρεχούσης τῆς ὑποστάσεως, τῆς πολλῆς λίαν ὁμοιότητος οὐκ ἐώσης φαίνεσθαι δυάδα· ὡς ἐντεῦθεν ἤδη καὶ τὸν
40αὐτὸν Πατέρα καὶ Υἱὸν ὑπονοεῖσθαι παρά τισιν εἰς δυάδα μηδαμόθεν χωριζομένους. Ἐπειδὴ δὲ ἐχρῆν εἰδέναι καὶ τὴν γεννήσασαν φύσιν καὶ τὴν γεννηθεῖ‐ σαν ἐξ αὐτῆς, τέθεικεν ἡ θεία Γραφὴ τὸ τοῦ Πατρὸς ὄνομα καὶ τὸ τοῦ Υἱοῦ, ἵνα φῶς ἐκ φωτὸς νοῆται,
45καὶ ἑκάτερον ἐν ἰδίᾳ ὑποστάσει σωζομένης ἐπ’ ἀμ‐ φοῖν τῆς ταυτότητος πρὸς τὸν ἕτερον. Ἀκολουθοῦσα δὲ πάλιν τῇ καθ’ ἡμᾶς συνηθείᾳ, τὸ μείζονα ἀπο‐ δίδωσι τῷ Πατρὶ, ἵνα πανταχόθεν ἡ δυὰς καὶ τὸ ἐξ οὗ σημαίνηται· προσμαρτυρεῖ δὲ τὸ ἴσον, ἵνα μή τις

75

.

141

(50)

περὶ τὴν οὐσίαν ἀνομοιότης νοῆται Πατρὸς καὶ Υἱοῦ. Ἴσος τοιγαροῦν κατὰ τὸν τῆς οὐσίας λόγον ὑπάρχων ὁ Υἱὸς τῷ Πατρὶ καὶ ὅμοιος κατὰ πάντα, μείζονα αὐτόν φησιν ὡς ἄναρχον, ἔχων ἀρχὴν κατὰ μόνον
τὸ ἐξ οὗ, εἰ καὶ σύνδρομον αὐτῷ τὴν ὕπαρξιν ἔχει.141

75

.

144

ΑΛΛΟ. Τὰ τῆς αὐτῆς οὐσίας ὄντα καὶ φύσεως καὶ τὴν πρὸς ἄλληλα σύγκρισιν κυριωτέραν ἐπιδέχεται· τὰ δὲ μὴ οὕτως ἔχοντα, ἑτεροφυῆ δὲ ὄντα, καὶ διὰ τοῦτο
5τεμνόμενα πρὸς ἀλλοτριότητα, οὐκ ἂν ἀλλήλοις συγκρίνοιτο· ἀπαιδευσία γὰρ τοῦτό γε. Οὐ γὰρ ἄν τις εἴποι νοῦν ἔχων, μείζονα τοῦ ἀνθρώπου τὸν βοῦν, τὴν ἀνθρώπου φύσιν ἐρευνῶν· οὐδ’ αὖ πάλιν τὴν τοῦ βοὸς ἐκμαθεῖν βούλοιτο, μείζονα τούτου τὸν ἄνθρωπον
10λέγοι. Τὰ γὰρ ὁμοφυῆ τε καὶ ὁμοειδῆ, καθάπερ εἴ‐ ρηται, τὴν πρὸς ἄλληλα σύγκρισιν ἀκόλουθόν τε καὶ πρέπουσαν ἔχει. Εἰ τοίνυν συγκρίνεται, καθ’ ὑμᾶς, ὁ Υἱὸς τῷ Πατρὶ κατὰ τὸ μεῖζον καὶ ἔλαττον, ὁμοού‐ σιος ἄρα καὶ οὐκ ἀλλότριος αὐτοῦ ἐστιν. Ὁμοούσιον
15δὲ ὁμοουσίου οὐκ ἂν γένοιτο μεῖζον καὶ ἔλαττον κατὰ τὸν τῆς οὐσίας λόγον· οὐ γὰρ μείζων ἄνθρωπος ἀν‐ θρώπου, καθὸ ἄνθρωπος. Ἴσος ἄρα τῷ Πατρὶ καὶ ὁ Υἱὸς καὶ ὁμοούσιος· οἰκονομικῶς δὲ εἰρῆσθαι πι‐ στεύομεν ἐπὶ τοῦ Πατρὸς τὸ μεῖζον. Ὅτε γὰρ ἐν‐
20ανθρωπήσας φαίνεται, τότε καὶ τοῦτό φησιν ὡς ἄν‐ θρωπος.
22tΑΛΛΟ.
23 Ὅσα τὴν πρὸς ἄλληλα σύγκρισιν κυρίως ἐπι‐ δέχεται, ταῦτα πάντως ἐστὶ καὶ ὁμοούσια· ἄνθρωπος
25γὰρ ἀνθρώπῳ, καὶ ἵππος ἵππῳ συγκρίνεται. Ἡ δὲ ἐν τοῖς ὁμοειδέσι διαφορὰ περὶ τὰ συμβεβηκότα ἐστί· καὶ ταῦτα, ὡς ἐπὶ πλεῖστον, ἐκ πάθους γίνεται, ἢ ἐξ ἑτέρας τινὸς αἰτίας, οὐκ ἐν τῷ λόγῳ τῆς οὐσίας κεί‐ μενα, καθ’ οὗπερ ἂν κατηγοροῖτό τι τῶν συμβεβη‐
30κότων. Οἷον φέρε εἰπεῖν, ἄνθρωπος ἀνθρώπου μεί‐ ζων, μεγέθει σώματος καὶ ἰσχύϊ, ψυχῆς παραστή‐ ματι, διανοίας ὀξύτητι· ἀλλ’ εἷς μὲν ἅπασιν ὁ τῆς οὐσίας λόγος, καὶ οὐ μεμερισμένως ἐν ἑκάστῳ διά‐ φορος. Τὰ δὲ συμβεβηκότα ῥίζαν ἔχει τὸ πάθος· ἐκ
35πάθους γὰρ ἀσθενὴς ὁ ἀσθενὴς, καὶ ὁ νωθρὸς τὴν διάνοιαν, καὶ ὁ δειλίαν ἔχων ἐν ψυχῇ. Εἰ τοίνυν μία μὲν ἡ φύσις καὶ τῆς οὐσίας ὁ λόγος ὁ αὐτὸς τοῖς τὴν πρὸς ἄλληλα σύγκρισιν κυρίως ἐπιδεχομένοις, τὰ δὲ ὅσα περὶ τὰς οὐσίας εἰσὶν ἐκ πάθους γίνεται ἢ ἐκ
40τοῦ μὴ παθεῖν, συγκρίνεται δὲ ὁ Υἱὸς πρὸς τὸν Πα‐ τέρα κατὰ τὸ μεῖζον καὶ ἔλαττον εἰσφερομένου τοῦ περὶ αὐτὸν λόγου, καὶ ἔστι πάθους ἐκτὸς (ἀπαθὴς γὰρ ὡς Θεὸς), κατ’ οὐδένα τρόπον ὁ Πατὴρ ὑπερέξει τοῦ Υἱοῦ καὶ τὴν αὐτὴν ἔχοντος οὐσίαν καὶ παθεῖν
45οὐδὲν δυναμένου. Λέγεται δὲ μείζων ὡς ἀρχὴ τοῦ συναϊδίου γεννήματος.
47tΕἰς τὸ, «Ὁ Πατὴρ ὁ πέμψας με μείζων μού
48ἐστιν.»
49tἈντίθεσις ἐκ τῶν Εὐνομίου.

75

.

144

(50)

Αὐτὸς ὁ Σωτὴρ οὐκ ἐπικεκαλυμμένως, τρανότατα δὲ μείζονα ἑαυτοῦ τὸν Πατέρα φησὶ, διὰ τοῦ λέγειν· «Ὁ Πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν.» Εἰ τοί‐ νυν ἀληθεύειν δώσετε τὴν ἀλήθειαν, ἀλήθεια δὲ ὁ Χριστὸς, μείζονα ἔχει τὸν Πατέρα. Καὶ εἰ τοῦτο,
55πάντως ἔσται καὶ ἀνόμοιος. Ἐπειδὴ δὲ ἀνόμοιος, οὐδὲ
ὁμοούσιος.143

75

.

145

(1t)

Πρὸς τοῦτο λύσις.
2 Ἀναγκαῖον ὑμᾶς, ὦ χριστομάχοι, καὶ νῦν ἐρέσθαι, πότε τοῦ Υἱοῦ μείζων ὁ Πατὴρ ἢ γέγονεν ἢ εὑρέθη, ἢ ὅπερ ἂν βούλοισθε λέγειν. Χρόνον μὲν οὖν ὁριζόν‐
5των ὑμῶν οὐκ ἄν τις ἀνάσχοιτο· χρόνων γὰρ ποιη‐ τὴς ὁ Υἱὸς, καὶ πρὸ τῶν αἰώνων ἐστὶ, κατὰ τὰς ἀψευ‐ δεῖς τῶν ἁγίων φωνάς. Χρόνου δὲ ἀνῃρημένου, πάν‐ τως λείπεται λέγειν κατὰ τὴν ὑμῶν πρότασιν ἀεὶ καὶ ἀνάρχως τὸν Πατέρα μείζονα τοῦ Υἱοῦ. Ἀλλ’, ὦ βέλ‐
10τιστοι, μικρὸν ἀνανήψαντες ἐκεῖνο καθ’ ἑαυτοὺς ἐν‐ θυμήθητε, ὅτι τὸ διαφέρον τινὸς κατὰ τὸ εἶναι μεῖζον ἢ λέγεσθαι, παρακείμενον ἔχει καὶ συνεισφερόμενον ἑαυτῷ τὸ ἔλαττον, οὗ καὶ ἐστὶ μεῖζον. Ὅταν γὰρ τὸ μεῖζον θελήσωμεν μαθεῖν, ἐπὶ τὴν τοῦ ἐλάττονος δρα‐
15μόντες κατάληψιν, τὴν ἐκείνου βλέπομεν ὑπεροχήν. Εἰ τοίνυν ἀεὶ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, ἦν μὲν αὐ‐ τὸς ἀεί· ἦν δὲ σὺν αὐτῷ καὶ ὁ Υἱὸς, οὗ καὶ μείζων εἶναι λέγεται, καθ’ ὑμᾶς. Τὸ δὲ ἀεὶ ὂν, τῷ ἀεὶ ὄντι πῶς ἀνόμοιον ἔσται; Μεῖζον δὲ πῶς, συντρεχούσης
20τῷ γεγεννηκότι τῆς ὑπάρξεως τοῦ γεννήματος, καὶ πάντα ἔχοντος φυσικῶς ὅσα πρόσεστι τῷ Πατρί;
22tΑΛΛΟ.
23 Ἐκ μαθημάτων ἡμῖν τῶν Ἀριστοτέλους ὁρμώμε‐ νοι, καὶ τῇ δεινότητι τῆς ἐν κόσμῳ σοφίας ἀποκεχρη‐
25μένοι, κτύπους ἐγείρουσι ῥημάτων κενῶν, οὐκ εἰδό‐ τες ὅτι καὶ πρὸς ταύτην ἀμαθῶς ἔχοντες ἐλεγχθήσον‐ ται. Θαυμάσαι γὰρ ὄντως ἀκόλουθον ὅτι δὴ τὸν περὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος ἐξετάζοντες λόγον, ἐπὶ τὸν περὶ τοῦ ὁμοίου καὶ ἀνομοίου μεταπεπτώκα‐
30σιν, οὐκ εἰδότες ὅτι, κατὰ τὴν Ἀριστοτέλους τέχνην ἐφ’ ᾗ μάλιστα μεγαλοφρονεῖν εἰώθασιν αὐτοὶ, οὐκ εἰς ταυτὸν κατατάττεται γένος τό τε ὅμοιον καὶ τὸ ἀν‐ όμοιον, ὡς καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον. Τὸ μὲν γὰρ μεῖζον καὶ τὸ ἔλαττον, τῶν πρός τι ἐχόντων παρ’
35ἐκείνοις λέγεται. Τὸ δὲ ὅμοιον ἢ καὶ τὸ ἀνόμοιον ἑτέρας ἐστὶ κατηγορίας ἤτοι διαιρέσεως. Πόθεν τοί‐ νυν ὑμῖν ἀπὸ τοῦ μείζονος ἐπὶ τὸ ὅμοιον ἡ μετάβασις; καὶ ἐξ ἐλάττονος ἤτοι τοῦ μείζονος τὴν πρότασιν ἐξ‐ υφαίνοντες, ἑτερογενὲς εἰσφέρετε τὸ συμπέρασμα,
40λέγοντες· Εἰ ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀν‐ όμοιος ἄρα· ἐχρῆν γὰρ μᾶλλον εἰπεῖν, οὐκ ἴσος ἄρα, ἢ οὐ τοσοῦτος ἄρα, ἵνα μὴ πάλιν ἀμαθεῖς ὄντες ἐξ‐ ελεγχθήσησθε τῷ τε μείζονι καὶ τῷ ἐλάττονι τὸ ποσὸν ἐπιφέροντες. Οὐ γὰρ τὰ πρός τί πως ἔχοντα, ἀλλὰ τὸ
45μεῖζον ἢ ἔλαττον ὑποκεῖσθαι τῷ ποσῷ νενομοθέτηκεν ἡ Ἀριστοτέλους τέχνη. Εἴδη δὲ αὐτῷ τίθησιν ἑπτὰ, ἀριθμὸν, καὶ λόγον, καὶ γραμμὴν, καὶ ἐπιφάνειαν, καὶ σῶμα, καὶ χρόνον, καὶ τόπον. Μόνων τοιγαροῦν τῶν εἰρημένων δέχεσθαι τὸ ποσὸν πεφυκότων, πόθεν

75

.

145

(50)

ὑμεῖς, ὦ οὗτοι, τῷ μείζονι καὶ τῷ ἐλάττονι τὸ ποσὸν ἐπιφέρετε, ἑτέρῳ γένει ταῦτα τοῦ Ἀριστοτέλους ἀνατεθεικότος; Ἐπειδὴ τοίνυν τὸν περὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος ἐξετάζοντες λόγον, ἀπαιδεύτως ἐπὶ τὴν τοῦ ὁμοίου καὶ ἀνομοίου παράθεσιν ἐξεκλί‐
55νατε, λέγοντες· Εἰ ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Πατρὸς,
ἀνόμοιος ἄρα· χαλεπωτέρω δὲ πάλιν ἀπαιδευσίας145

75

.

148

ἐγκλήματι περιπίπτετε κατὰ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος τὸ ποσὸν τιθέντες, ὅταν λέγητε· Εἰ ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Πατρὸς, οὐκ ἴσος ἄρα, οὐδὲ τοσοῦτος. Οὐδαμόθεν δ’ ὑμῖν ὑγιαίνοντος τοῦ λόγου, ματαία πάντως ἐστὶ καὶ [κούφη] ἡ πρότασις.
4tΑΛΛΟ.
5tΔιδάσκον ὅτι, προκειμένου τοῦ μείζονος καὶ τοῦ
6ἐλάττονος, ἀπαιδεύτως τὸ ἀνόμοιον εἰσφέρε‐ ται, ἑτερογενὲς ὂν κατὰ τὴν Ἀριστοτέλους
8tτέχνην.
9Τὰ πρός τι ἔχοντα τῶν ὀνομάτων οὕτω τε παρ’
10ἐκείνοις καλούμενα, φανερὰ καθιστῶν ὁ τῆς τοιαύτης τέχνης εὑρετὴς Ἀριστοτέλης, τοιοῦτον ἐκφέρει τὸν ὅρον· Πρός τι δὲ τὰ τοιαῦτα λέγεται, ὅσα αὐτὰ ἅπερ ἐστὶν, ἑτέρων εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἔτερον· οἷον τὸ μεῖζον τοῦθ’ ὅπερ ἐστὶν ἑτέρου λέ‐
15γεται. Καὶ τὸ διπλάσιον ἑτέρου λέγεται τοῦθ’ ὅπερ ἐστί· τινὸς γὰρ διπλάσιον λέγεται. Τοῦτον τοιγαροῦν ἐχόντων τῶν πρός τι τὸν ὅρον, δεικνύτωσαν ἡμῖν οἱ τὴν Ἀριστοτέλους ἐρευγόμενοι τέχνην, καὶ τοῖς ἐκεῖ‐ θεν μαθήμασιν, οὐ τοῖς ἀπὸ τῆς θείας Γραφῆς ἑαυ‐
20τοὺς ἀποσεμνύνοντες, εἰ καὶ τὸ ὅμοιον τοῦθ’ ὅπερ ἐστὶν ἑτέρου λέγεται, καθάπερ καὶ τὸ μεῖζον καὶ τὸ διπλάσιον. Ἀντίκειται μὲν γὰρ τῷ ὁμοίῳ τὸ ἀνόμοιον, ὥσπερ καὶ τῷ μείζονι τὸ ἔλαττον, ἀλλ’ οὐχ οὕτως οὐδὲ ὡσαύτως. Τὸ μὲν γὰρ μεῖζον ὡς ἐλάττονος μεῖ‐
25ζον λέγεται. Τὸ δὲ ὅμοιον οὐκ ἂν ὡς ἀνομοίου μεῖζον λεχθείη ποτὲ, οὐδὲ ὥσπερ τὸ μεῖζον διὰ τὸ ὑπερέχειν τοῦ ἀντικειμένου τοῦτό ἐστιν ὅπερ εἶναι λέγεται· οὕτω καὶ τὸ ὅμοιον διὰ τὸ μεῖζον εἶναι τοῦ ἀνομοίου νοηθήσεται τοῦτο. Οὐκοῦν ἑτερογενῆ πάντως ἔσται τὰ
30τὴν αὐτὴν διαίρεσίν τε καὶ ὅρον οὐκ ἐπιδεχόμενα.
31tΑΛΛΟ.
32 Τὰ πρός τι ἔχοντα τῶν ὀνομάτων, ἢ καὶ ὅπως δή ποτ’ οὖν πρὸς ἕτερόν τι λεγόμενα, ἅμα ἐστὶ καὶ τῇ νοήσει καὶ τῇ φύσει· οἷον φέρε εἰπεῖν, τὸ διπλάσιον
35καὶ τὸ μέγα. Τὸ μὲν γὰρ διπλάσιον, συνεισφέρει τι πάντως ἑαυτῷ οὗ καὶ ἐστὶ διπλάσιον, καὶ τὸ μέγα συνεισοίσει πάντως ἑαυτῷ τὸ μικρὸν πρὸς ὃ καὶ λέ‐ γεται μέγα. Οὐ γὰρ ἂν εἴη διπλάσιον, ἡμίσεος οὐκ ὄντος, ἀλλ’ οὐδὲ μέγα, μικροῦ μὴ νοουμένου τινός.
40Τὰ μὲν οὖν πρός τι τοῦτον ἔχει τὸν ὅρον· τὸ δέ γε ὅμοιον οὐκ ἐξ ἀνάγκης ἅμα τῷ ἀνομοίῳ νοεῖται, καθάπερ κἀκεῖνα· ὥσπερ οὐδὲ τὸ δίκαιον ἅμα τῷ ἀδίκῳ, οὐδὲ ἡ ἀρετὴ ἅμα τῇ κακίᾳ. Τὰ μὲν γὰρ τοιαῦτα στερήσεις μᾶλλόν εἰσι καὶ ἐκτροπαὶ τῶν ἐν
45ἕξει κειμένων, οὐ συνεισφέρεσθαι πάντως ὀφείλοντα, καθάπερ καὶ ἐπὶ τῶν πρός τι τὰ ἀντικείμενα. Τοῦ μὲν γὰρ ὁμοίου ἐκτροπή τίς ἐστι τὸ ἀνόμοιον, τῆς δὲ δικαιοσύνης ἡ ἀδικία. Ἐπειδὴ δὲ, κατὰ τὴν ἐκείνων τέχνην, αἱ στερήσεις τῶν ἕξεων δεύτεραι, οὐκ ἂν εἴη

75

.

148

(50)

τῶν ἄμα νοουμένων τὸ ἀνόμοιον, στέρησις καὶ ἐκ‐ τροπὴ τοῦ ὁμοίου τυγχάνον.
52tΑΛΛΟ.
53 Τὰ πρός τι ἔχοντα τῶν ὀνομάτων οἷον ἐν ἀλλήλοις ἔχει τὸ εἶναι, καὶ ἑνὸς ἀναιρεθέντος οὐκ ἔστι τὸ δεύ‐
55τερον. Ὥσπερ οὖν καὶ ἀναιρεθέντος τοῦ μείζονος, συναναιρεῖται πάντως τὸ ἔλαττον· οὐ γὰρ ἂν ἔλαττον εἴη τι, μὴ ὄντος μείζονος, οὗ καὶ ἔστιν ἔλαττον. Εἰ
τοίνυν ὁμογενὲς εἶναί φατε τοῖς πρός τι καὶ τὸ ὅμοιον,147

75

.

149

ἀναιρεθὲν αὐτὸν, συναναιρείτω τὸ ἀνόμοιον, καὶ συν‐ αναιρείσθω πάλιν ἐκείνῳ. Ἀλλ’ οὐ συναναιρεῖται, οὐδὲ μὴν ἀναιρεῖ· ὄντος γάρ τινος ἀνθρώπου, τυχὸν ἔσται τι τὸ ἀνόμοιον αὐτῷ· καὶ ἀναιρεθέντος τοῦ ἀν‐
5ομοίου, οὐ συναναιρεῖται τὸ ὂν, τουτέστιν ὁ ἄνθρω‐ πος, οὗ καὶ γέγονεν ἀνόμοιον τὸ ἀναιρεθέν. Οὐκ ἄρα τῶν πρὸς ἄλληλα λεγομένων τὸ ὅμοιον καὶ τὸ ἀν‐ όμοιον.
9tΑΛΛΟ.
10 Ἐπὶ τοῦ ὁμοίου καὶ τῆς ἀρετῆς καὶ τῶν ἀντικει‐ μένων τούτοις χωρήσει τὸ μᾶλλον καὶ ἧττον. Ἔστι γὰρ εἰπεῖν οὐ ψευδόμενον τόνδε τινὰ τυχὸν ὅμοιον τῷδε, καὶ ἧττον ἢ μᾶλλον ὅμοιον, καὶ μᾶλλον δίκαιον, καὶ δίκαιον ἧττον. Ἐπὶ μέν τοι τοῦ μείζονος ἢ καὶ
15τοῦ ἐλάττονος, διπλασίονός τε καὶ ἡμίσεος, οὐκ ἂν εἴποι τις, μᾶλλον μεῖζον ἢ μᾶλλον ἔλαττον, ἢ μᾶλλον διπλάσιον ἢ μᾶλλον ἥμισυ. Ἀνεπίδεκτα γὰρ τοῦ ποσοῦ τὰ τῆς ποιότητος εἴδη διὰ πολλῶν ἀποδέδεικται. Εἰ τοίνυν τὸ ὅμοιον τοῦ ποσοῦ χωρητικόν ἐστι, καὶ δέχε‐
20ται τὸ μᾶλλον καὶ τὸ ἔλαττον, οὐ δεχομένων αὐτὸ τοῦ ἡμίσεως καὶ διπλασίου, οὐχ ὁμογενὲς ἄρα τοῖς πρός τί ἐστιν.
23tΑΛΛΟ.
24Τὸ μᾶλλον ἤτοι τὸ μεῖζον ἐπίτασίς ἐστι καὶ ὑπερ‐
25βολή τινος πράγματος οἱουδηποτοῦν, οὐκ ἀνομοίου τινὸς καὶ ἀντικειμένου δήλωσιν ἔχει. Τὸ δὲ ὅμοιον οὐχ οὕτως. Εἰσφέρει γὰρ τοῦ ἀνομοίου τὴν ἔμφασιν. Ἄλλως τε τῷ μὲν ἀνομοίῳ στέρησις ἀκολουθεῖ. Ἀπο‐ βολὴ γὰρ τοῦ ὁμοίου τὸ ἀνόμοιον ἐργάζεται. Τὸ δὲ
30μᾶλλον καὶ μεῖζον ἐπίτασίς τινος ὄντα, ποίαν ἔξει τὴν ἀποβολὴν, ἢ πῶς ἐπ’ αὐτοῦ στέρησις ἔσται, ὥσπερ καὶ ἐπὶ τοῦ ἀνομοίου; Ἀλλ’ οὐκ ἂν ἔχοι τις εἰπεῖν. Ἑτερογενὲς ἄρα τῷ ὁμοίῳ τὸ μεῖζον.
34tΑΛΛΟ, ἀπόδειξιν ἔχον ὅτι διὰ τοῦ λέγεσθαι μεί‐
35ζονα τὸν Πατέρα, συνεισφέρεται μὲν πάντως ὁ
36tΥἱὸς, ἔστι δὲ οὐκ ἐλάττων αὐτοῦ.
37 Τὸ μεῖζον εἴ τις ὀνομάσαι, συνεισοίσει πάντως καὶ ἀναγκαίως ἕτερόν τι παρ’ αὐτὸ οὗ καὶ ἔστι μεῖζον. Οὕτω τοιγαροῦν ἔχοντος τοῦ νοήματος, φέρε κατ’
40αὐτὸ τὴν θείαν ἐξετάσωμεν γέννησιν, καὶ τὸν περὶ Πατρὸς καὶ Υἱοῦ γυμνάσωμεν λόγον. Ὅταν τοίνυν λέγηται μείζων ὁ Πατὴρ, συνεισφέρει μὲν πάντως τὸ ἐν σχέσει τῇ πρὸς αὐτὸν, τὴν Υἱοῦ σημασίαν φημὶ, καθ’ ἧς τὸ ἔλαττον νοοῦσιν οἱ χριστομάχοι. Συνεισ‐
45ενεχθέντος τοιγαροῦν ἀναγκαίως τῷ Πατρὶ τοῦ Υἱοῦ, φέρε δοκιμάζωμεν πῶς ἕξει τὸ μεῖζον ὁ Πατήρ. Εἰ γὰρ φύσει Θεὸς ὁ Υἱὸς, καθάπερ καὶ ὁ Πατὴρ, φύσει ἀγαθὸς, φύσει δημιουργὸς, φύσει βασιλεὺς, ποῖον ἔσται τὸ μεῖζον ἐν Πατρὶ, ἔχοντος αὐτὰ τελείως καὶ

75

.

149

(50)

τοῦ Υἱοῦ; Εἰ δὲ μὴ ἔχει τελείως, πῶς Θεός ἐστι τὸ ᾧ τι τῶν ἀγαθῶν ἐνδεεῖ; Τὸ γὰρ οὔπω τῆς ὀφειλούσης προσεῖναι Θεῷ τελειότητος ἐπειλημμένον, οὐκ ἂν εἴη φύσει Θεός· φύσει δὲ Θεὸς ὁ Υἱός· τέλειος ἄρα καθά‐ περ καὶ ὁ Πατήρ. Ἐπειδὴ δὲ τέλειος ὁ Πατὴρ, οὐκ
55ἐλάττων δηλαδή. Οἰκονομικῶς δέ φησιν ἑαυτοῦ μεί‐ ζονα τὸν Πατέρα, ἢ καθὸ γέγονεν ἄνθρωπος, παραχω‐ ρῶν τῇ τῆς θεότητος φύσει τὸ ὑπερέχειν τῶν γενητῶν·
καὶ τῷ κατὰ φύσιν Κυρίῳ τὸ ἄνω κεῖσθαι διδοὺς τῆς149

75

.

152

τοῦ δούλου μορφῆς, εἰ καὶ ὅτι μάλιστα καὶ αὐτὸς κατὰ φύσιν Κύριος, ἢ τὸ μεῖζον παραχωρῶν ὡς Πατρὶ, οὐδὲν μὲν ἧττον ἔχων αὐτοῦ κατὰ τὸν τῆς οὐσίας λό‐ γον. Οὕτω γὰρ ἂν εἴη καὶ γνήσιον γέννημα καὶ εἰκὼν
5ὄντως τοῦ γεγεννηκότος, οὐ κατά τι παρακεχαραγμέ‐ νη, ἀλλ’ ὁλόκληρον πρὸς αὐτὸν σώζουσα τὴν ἐμφέ‐ ρειαν· διὰ δὲ μόνον τὸ πρέπον ὡς Υἱὸς τῷ Πατρὶ τιμὴν ἀπονέμων τὴν μείζονα.
10Πρὸς τοὺς λέγοντας, ὅτι μείζων ὁ Πατὴρ τοῦ
11tΥἱοῦ.
12tἈντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν.
13 Ὁ Πατὴρ, φησὶν, ἦν ἀεὶ, οὐκ ἀεὶ δὲ ὁ Υἱός· πῶς οὖν οὐκ ἔσται μείζων ὁ ἀεὶ ὑπάρχων τοῦ μὴ οὕτως
15ὄντος; Πῶς δὲ οὐκ ἐλάττων τοῦ ἀϊδίως ὑπάρχοντος ὁ μὴ ἀΐδιος ὤν; Εἰ δὲ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, καὶ ἑτεροούσιος ἄρα πρὸς αὐτόν.
18tΠρὸς ταῦτα λύσις.
19Ἐχρῆν, ὦ βέλτιστοι, μὴ λίαν οὕτω κακῶς μηδὲ
20ἀτέχνως προκεῖσθαι τὸ σοφὸν δὴ τοῦτο τῆς ὑμῖν πρε‐ πούσης ἀμαθίας πρόβλημα. Εἰσφέροντες γὰρ ἡμῖν ἐπί τε Πατρὸς καὶ Υἱοῦ τὸ ἑτεροούσιον, ἀπὸ τοῦ μεί‐ ζονος καὶ τοῦ ἐλάττονος τὴν ἀπόδειξιν ἀμαθῶς ποιεῖ‐ σθαι σπουδάζετε, ὥσπερ ἀναγκαίως ἐχόντων πρὸς
25ἄλληλα τὴν ἑτεροουσιότητα, τῶν ὅσα τούτων πέφυκεν εἶναι δεκτικά. Καίτοι ξύλῳ μὲν παντὶ πρὸς ξύλον, καὶ λίθῳ πρὸς λίθον, καὶ ἀνθρώπῳ πρὸς ἄνθρωπον, τῆς μὲν οὐσίας ὁ λόγος ὁ αὐτός. Πρόσεστι δὲ ὅμως καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον· ξύλον γὰρ ξύλου μεῖ‐
30ζον κατά τι, καὶ πάλιν ὁμοίως ἔλαττον φαίνεται. Ἐμβαίνοντος τοίνυν καὶ ἐπὶ τῶν ὁμοουσίων τοῦ τε μείζονος καὶ τοῦ ἐλάττονος, περιττῶς ὑμεῖς ἐπὶ Πα‐ τρὸς καὶ Υἱοῦ ταύτην ἀπόδειξιν ποιεῖσθε τοῦ ἑτερο‐ ουσίου· καὶ διὰ τούτων δὲ οὐδὲν ἧττον ληροῦντες εὑ‐
35ρίσκεσθε. Ἴσος γὰρ ὑπάρχων ὁ Υἱὸς τῷ Πατρὶ, τὸ ἔλαττον ἐφ’ ἑαυτοῦ τίθησιν οἰκονομικῶς, ὡς δέδει‐ κται.
38tΑΛΛΟ.
39Τὰ τῆς πρὸς ἄλληλα φυσικῆς ὁμοιότητος ἐστερη‐
40μένα, καὶ κατὰ τὸν τοῦ πως εἶναι λόγον διεστηκότα, τῷ ὁμοίῳ καὶ τῷ ἀνομοίῳ κρίνεται μᾶλλον, καὶ οὐδέ που τῷ τε μείζονι καὶ τῷ ἐλάττονι. Εἰ μὲν οὖν ἕν ἐστιν ὁ Πατὴρ ὡς πρὸς τὸν Υἱὸν κατὰ τὸν τῆς φύσεως λόγον, λεγέτωσαν ἡμῖν οἱ πικροὶ συζητηταὶ, κατὰ
45τίνα τρόπον χωρήσει ἐπ’ αὐτῶν τὸ μεῖζον καὶ τὸ ἔλαττον; Εἰ δὲ πάντη διεστηκὼς καὶ κεχωρισμένος τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱὸς εἰσφέρεται, ἑτέρας τε φύ‐ σεως ὑπείληπται παρ’ ὑμῖν, πῶς τὰ πάντη διεστηκότα κατὰ τὸν τοῦ πως εἶναι λόγον τὴν πρὸς ἄλληλα σύγ‐

75

.

152

(50)

κρισιν ἐπιδέξεται; Οὐ γὰρ δή τις ἔξω γελοιότητος κείσεται τὰ κατὰ μηδὲν ἀλλήλοις κοινωνοῦντα συγκρί‐ νων, καὶ ἥλιον ξύλου λέγων εἶναι λαμπρότερον. Εἰ τοίνυν τὰ ἑτερογενῆ καὶ τὴν πρὸς ἄλληλα σύγκρισιν παραιτούμενα φαίνεται, ἀπαίδευτος ἡ πρότασις τὸ
55μεῖζον καὶ τὸ ἔλαττον ἐπὶ Υἱοῦ καὶ Πατρὸς εἰσφέ‐
ρουσα, εἴπερ εἰσὶν οὐ τῆς αὐτῆς οὐσίας, καθ’ ὑμᾶς,151

75

.

153

καὶ ταύτην ἀπόδειξιν ποιουμένη τῆς ἑτεροουσιότη‐ τος, ἣν οὐκ οἶδα πόθεν ἐπινοοῦσιν ἐπὶ τῆς τὰ πάντα ὑπερκειμένης οὐσίας, καὶ τὸ ἔλαττον οὐδαμόθεν χω‐ ρεῖν δυναμένης· ἀπαιτούσης δὲ μᾶλλον τὴν αὐτῇ
5πρέπουσαν τελειότητα, ἐπείπερ οὐδὲν ἔλαττον οὐδὲ ἀτελὲς ἐν τῷ κατὰ φύσιν Θεῷ, ὅπερ ἐστὶν ὁ Υἱός.
7tΑΛΛΟ.
8 Μείζονά φασιν οἱ χριστομάχοι τοῦ Υἱοῦ τὸν Πατέρα δυσφημοῦντες ἀφυλάκτως, καὶ μὴ νοοῦντες, καθὰ
10γέγραπται, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβε‐ βαιοῦνται. Διὸ δὴ πάλιν ταῖς ἐκείνων μανίαις τὸν ὀρθὸν ἀντιστρατεύοντες λόγον, ἐρωτήσομεν αὐτούς· Λέγετε πάλιν ἡμῖν, ὦ οὗτοι, πότερόν ποτε, καθάπερ ὑμεῖς φατε, μείζων ἦν ἀεὶ ὁ Πατὴρ τοῦ Υἱοῦ, ἢ γέ‐
15γονεν ὕστερον; Εἰ μὲν οὖν κατά τινα χρόνον μείζων ἐφαίνετο τοῦ Υἱοῦ, προσγέγονέ τι τῷ Θεῷ καὶ Πατρί· καὶ ὃ μὴ πρότερον ὑπῆρχεν αὐτῷ, νῦν ἔχων φαίνεται· πῶς οὖν τέλειος ἦν ὁ τούτου λειπόμενος ἐξ ἀρχῆς; Ἀλλ’ ἦν ἀεὶ τέλειος, οὐκ ἄρα ἐλείπετο τοῦ μείζονος·
20ἦν δὲ ἀεὶ τοῦτο, καθ’ ὑμᾶς. Ἀλλ’, ὦ βέλτιστοι, συν‐ ορᾶτε δή που καὶ ὑμεῖς ὅτι διὰ τὸ ἔλαττον καὶ τὸ μεῖζον ὑμῖν εὐλόγως κινδυνεύσει, καὶ δειχθήσεται λοιπὸν ἕωλος ὑμῶν ἡ πρότασις. Τὸ γὰρ μεῖζόν τινος λεγόμενον, οὐκ ἂν εἴη μεῖζον, μὴ ἑτέρου τινὸς πάν‐
25τως παρακειμένου καὶ ἐλάττονος, πρὸς ὃ δὴ καὶ με‐ τρούμενον, μεῖζον ὡς πρὸς αὐτὸ φαίνεται. Εἰ τοίνυν ἀεὶ μείζων ἦν ὁ Πατὴρ τοῦ Υἱοῦ, ἀνάγκη πᾶσα τὸν Υἱὸν συνεισφέρεσθαι τῷ Πατρὶ, πρὸς ὃν ὡς, καθ’ ὑμᾶς, ἐλάττονα ὄντα συγκρινόμενος, μείζων ἐφαίνετο.
30Εἰ τοίνυν, κατὰ τὴν ὑμετέραν πρότασιν, διὰ τοῦτο μείζων ἐστὶν ὁ Πατὴρ τοῦ Υἱοῦ, ἐπειδήπερ αὐτὸς ἀϊδίως μὲν ἦν, ὁ δὲ Υἱὸς οὐχ οὕτως, ἐπειδὴ δέδεικται συνὼν ἀεὶ καὶ συνυπάρχων τῷ Πατρὶ, οὐκ ἔσται κατά τι γοῦν ἐλάττων, ἢ ἑτεροούσιος αὐτοῦ. ᾯ γὰρ λόγῳ
35μὴ συνὼν ἀπελείπετο τῆς ἰσότητος, τῷ αὐτῷ πάλιν καὶ ἐξ ἀντιστροφῆς λόγῳ, ἐπειδὴ συνυπάρχει, κατ’ οὐδένα τρόπον ἀπολειφθήσεται. Ἐπὶ δὲ τῶν ἀλλήλοις κατὰ πάντα προσεοικότων φυσικῶς, καὶ μεγέθει μὴ μετρουμένων, ποῦ χωρήσει τὸ μεῖζον καὶ τὸ ἔλατ‐
40τον;
41tΑΛΛΟ.
42 Εἰ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, κατὰ τὴν ὑμετέραν πρότασιν, ὦ χριστομάχοι, πῶς αὐτῷ τὴν ἰσότητα Παῦλος ἀποδίδωσι, λέγων· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπ‐
45άρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, καὶ σχή‐ ματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν;» Εἰ τοίνυν ὁ τῆς ἐνανθρωπήσεως τρόπος τὴν ταπείνω‐ σιν ἔχει, καὶ τὴν λεγομένην ἐνθάδε κένωσιν, ἀνάγκη

75

.

153

(50)

πᾶσα σώζεσθαι τὸ τέλειον τῷ Υἱῷ κατ’ ἰσότητα τὴν πρὸς τὸν Θεὸν καὶ Πατέρα πρὸ τῆς ἐνανθρωπήσεως. Ἐντεῦθεν γὰρ ἡμῖν φανεῖται καὶ ἡ ταπείνωσις. Εἰ γὰρ ἦν ἐλάττων ἐξ ἑαυτοῦ καὶ πρὸ τῆς ταπεινώσεως, ποῖ δὴ ἄρα καταβεβηκὼς ὀφθήσεται, καὶ τίς ἡμῖν ὁ
55τῆς ταπεινώσεως τρόπος;153

75

.

156

ΑΛΛΟ. Εἰ διὰ τὸ πάθημα τοῦ θανάτου βλέπομεν ἠλαττω‐ μένον τὸν Ἰησοῦν, κατὰ τὴν τοῦ Παύλου φωνὴν, πρὸ τοῦ πάθους ἄρα τὸ ἔλαττον οὐκ ἦν ἐν αὐτῷ. Εἰπόντος
5δὲ τούτου, τὸ εἶναι τέλειον αὐτὸν εἰσβαίνειν ἀνάγκη. Τέλειος δὲ ὢν ὁ Υἱὸς, καὶ τῇ τοῦ Πατρὸς τελειότητι παρισούμενος, οὐκ ἐπιδέξεται δηλονότι τῶν ἀνομοίων τὸ ἔλαττον.
9tΑΛΛΟ.
10 Τὴν ἰσότητα τῷ Υἱῷ προσμαρτυρῶν ὁ Παῦλος ἣν ἔχει πρὸς τὸν Πατέρα, φησί που σαφῶς· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.» Λέγει δὲ αὐτὸν καὶ ἠλαττῶσθαι διὰ τὸ πάθημα τοῦ θανάτου. Οὐκ ἐνδεχομένου τοιγαροῦν
15ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ σημαίνεσθαι ὁμοῦ τό τε μεῖ‐ ζον καὶ τὸ ἔλαττον φυσικῶς, ζητητέον ὅπως ἐπὶ τοῦ Θεοῦ Λόγου διασώσομεν ἀμφότερα, καὶ περὶ τὸν ἕνα καὶ μόνον τὰ δύο κεῖσθαι δώσομεν. Οὐκοῦν καθὸ φύ‐ σει Θεὸς, ἴσος ἔσται τῷ γεγενηκότι Θεῷ· καθὸ δὲ
20γέγονεν ἄνθρωπος, ἠλαττῶσθαι λέγεται. Εἰ δέ τις ἀφέλοι τῆς φυσικῆς ὑπάρξεως αὐτοῦ τὴν ἰσότητα, καὶ μὴ ἐν τούτῳ ταύτην σώζεσθαι λέγοι, ποῖ δὴ λοιπὸν κείσεται; Ἢ ποῖον ἕξει τὸν τόπον τοῦ Υἱοῦ τὸ ἐξαί‐ ρετον, μόνης τῆς ἐλαττώσεως φαινομένης περὶ τὸν
25τῆς ἐνανθρωπήσεως τρόπον;
26tἜτι εἰς τὸ αὐτό· Ὅτι ἴσος ὁ Υἱὸς κατὰ πάντα τῷ
27Θεῷ καὶ Πατρὶ, προκειμένου καὶ ἐξεταζομένου ῥητοῦ· «Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βα‐
30tπτιστοῦ,» μετὰ τῶν ἐφεξῆς.
31tἈντίθεσις ὡς ἐκ τῶν δι’ ἐναντίας.
32 Καὶ πῶς ἂν εἴη, φησὶν, ἢ ἴσος ἢ ὅμοιος ὁ Χριστὸς, τουτέστιν, ὁ Υἱὸς τῷ παντελείῳ Πατρὶ, ὅς γε σαφῶς πού φησιν ὡς. «Οὐκ ἐγήγερται μὲν ἐν γεννητοῖς γυ‐
35ναικῶν Ἰωάννου μείζων οὐδείς· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ἐστιν.» Αὐτὸς γὰρ ὢν ὁ μικρότερος κατὰ τὸν ἐν τῷ γεγεννῆ‐ σθαι χρόνον διὰ τῆς ἁγίας Παρθένου, τότε μόλις καὶ τὸ τῶν εἰς ἄκρον ἡκόντων ἀρετῆς ὑπεραναβήσεσθαι
40μέτρον ἑαυτὸν ὁμολογεῖ, ὅταν ἡ τῶν οὐρανῶν βασιλεία παραγένηται, μισθὸν ὥσπερ τινὰ τοῦτον τῆς εἰς ἡμᾶς διακονίας ἀντικομιζόμενον. Ὁ δὲ οὕτως ἔχων φύσεως, πῶς ἂν ἦν ὅμοιος, ἢ καὶ ἐν ἰσότητι φαίνοιτο τοῦ Θεοῦ καὶ Πατρός;
45tΠρὸς ταῦτα λύσις ἐφεξῆς.
46 Ἀνοήτως σφόδρα καὶ ἀμαθῶς οἱ τῆσδε διεσκεμμέ‐ νοι τὴν τῶν εἰρημένων παρὰ τοῦ Σωτῆρος ἡμῶν Χρι‐ στοῦ διειλήφασι δύναμιν. Οὐ γὰρ ἵνα τῆς οἰκείας κατ‐ ηγορήσῃ φύσεως, τὰ τοιαῦτά φησιν, οὐδὲ ὡς μέγα τι

75

.

156

(50)

καὶ ἀξιοζήλωτον καύχημα περιτίθησιν ἑαυτῷ τῶν Ἰωάννου μέτρων τὴν ὑπεροχὴν, ὁ τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἐπικομπάζων ἀξιώμασι, καὶ πάντα ἔχων ἐν ἑαυτῷ τὰ ἐκείνου φυσικῶς, διά γε τοῦτο βοῶν· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν.» Ἔχει δὲ ὁ
55Πατὴρ τὸ παντέλειον· ἀπροσδεὴς ἄρα καὶ τέλειος ἐξ155

75

.

157

αὐτοῦ γεγεννημένος ὁ Υἱός. Ὁ δὲ οὕτως ἔχων φύσεως κατὰ τὸν παρ’ ἐκείνων λόγον, πῶς οὐκ ἂν εἴη λοιπὸν ὅμοιός τε καὶ ἴσος κατὰ πάντα τῷ φύσαντι;
4tΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς, ἐνάγον εἰς
5ὁμολογίαν, ὅτι κίβδηλον τῶν δι’ ἐναντίας τὸ
6tθεώρημα· καὶ ὅτι τὸ οὕτω νοεῖν, ἀμαθές.
7 Φησί που Χριστός· «Οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ· ὁ δὲ μι‐ κρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ
10ἐστιν.» Ἀλλ’ εἴπερ ἐνεχθὲν ἐπὶ τοῦ Χριστοῦ τὸ μι‐ κρότερον τὴν ἐν χρόνῳ ποσότητα σημαίνει, καὶ ἐπ’ αὐτοῦ κρατήσει τοῦ ἁγίου Βαπτιστοῦ τὸ ἴσον ἀναλό‐ γως τοῖς θεωρήμασι. Σημαίνει δὲ ὁμοίως τὸν χρόνον τὸ, «Οὐκ ἐγήγερται μείζων.» Ἀλλ’ οὐκ ἀληθὴς ἡμῖν
15ὁ ἐπὶ τούτῳ λεχθήσεται λόγος, ἀντελεγχούσης τρόπον τινὰ τῆς θείας Γραφῆς καὶ βιῶναι λεγούσης τὸν μὲν τοῦ γένους ἡμῶν ἀρχηγέτην Ἀδὰμ ἐφ’ ὅλοις ἔτεσιν ἐννεακοσίοις τὸν ἀριθμὸν καὶ πεντήκοντα· ἑτέρους δὲ πάλιν ἐκείνῳ τιθείσης εἰς ποσότητα τὴν ἐν χρόνῳ
20γείτονας, γεννητοὺς ὄντας ἐκ γυναικῶν, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, καίτοι τοῦ προκηρύττοντος Βαπτι‐ στοῦ κομιδῇ νέον τὸν καθ’ ἡμᾶς ἀναλύσαντος βίου. Οὐκοῦν οὐ τὸν χρόνον ἐπ’ αὐτοῦ τὸ μείζων δηλοῖ, μᾶλλον δὲ τὸν ἐν ἀρετῇ κεκτῆσθαι τὸ ὑψηλὸν, καὶ ἐπ’
25αὐτοὺς ἀναβῆναι λοιπὸν τῆς ἐνούσης ἀνθρώποις δι‐ καιοσύνης τοὺς ὅρους· τούτοις ἀκολούθως καὶ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὸ μικρότερος τῷ μείζονι ἀντιπαρακείμενον οὐ χρόνου δέξεταί τι σημαντικόν. Εἴη γὰρ ἂν οὔτως καὶ γέλωτος ἄξιον τὸ ἐν χρόνῳ
30ποσὸν, τῶν κατὰ ἀρετὴν ὑψωμάτων ἔσεσθαι μεῖζον ἐννοεῖν. Ποῖα γὰρ ὅλως τὰ τοιαῦτα πρὸς ἄλληλα τὴν σύγκρισιν ἐπιδέξεται; δηλώσει δὲ μᾶλλον ὡς ἐξ ἀν‐ αγκαίου λόγου τὸ ἐν ἁγιασμῷ μειονέκτημα· ἵνα λοιπὸν καὶ τῆς Ἰωάννου πολιτείας φαίνηται δεύτερος ὁ Υἱός. Ἐχούσης δὲ οἴκοθεν τῆς δυσφημίας τὸν ἔλεγχον, τὸ οὕτω νοεῖν παραιτούμεθα.
35tὩς ἐκ τῶν δι’ ἐναντίας.
36 Τὴν ἁπλῆν, φασὶ, καὶ ἀπεριεργοτέραν τοῖς παρὰ τοῦ Σωτῆρος εἰρημένοις θεωρίαν ἐπάγοντες, χαριέν‐ τως αὐτὸν εἰρηκέναι πιστεύομεν ὅτιπερ ὁ μικρότερος ὡς ἐν ποσότητι χρόνου τοῦ κατὰ τὴν γέννησιν τὴν
40μετὰ σαρκὸς, ἔσται μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρα‐ νῶν καὶ τοῦ τελείου πρὸς τὴν ἐν ἀνθρώποις ἀρετήν. Οὐκοῦν τὸ μὲν μικρότερος τὸ Κυριακὸν εἰσοίσει πρόσ‐ ωπον ἡμῖν· τὸ δὲ ἐν τελειότητι τῇ κατ’ εὐσέβειαν ἀνθρωποπρεπεῖ κεῖσθαι τὸν ἅγιον Βαπτιστὴν, τὸ,
45Ἐν γεννητοῖς γυναικῶν μὴ ἠγηγέρθαι μείζονα, μαρ‐ τυρεῖ· ἀλλὰ καὶ τὸν οὕτω μέγαν ὑπεραλεῖται Χρι‐ στός. Ποῖον ἐν τούτοις τὸ ἄτοπον;
48tΠρὸς ταῦτα λύσις.
49Εἰ μηδὲν ἐν τούτοις τὸ ἄτοπον, οὐχ ἁπλῶς εἰπεῖν,

75

.

157

(50)

ἀλλὰ ζητεῖν ἀναγκαῖον· χρῆναι γὰρ οἶμαι γοργῶς τοῖς θείοις ἐπαγωνίζεσθαι λόγοις, οὐ πάντως τὴν ἐξ ἁπλουστέρων θεωρημάτων ἐρανίζειν διάγνωσιν, ὅτε δὴ μάλιστα πολλὴν ἡμῖν ἐμποιοῦσα τὴν ζημίαν ὁρᾶ‐ ται. Ἵνα γὰρ καὶ νοήσωμεν οὕτως τὸ εἰρημένον, ὡς
55ὑμεῖς φατε καὶ βουλεύεσθε, σημαινέσθω χαριέντως
διὰ τοῦ Μικρότερος ὁ Σωτήρ. Ὑπερκείσεται τοίνυν157

75

.

160

κατά τινα τρόπον τὸν ἅγιον Βαπτιστὴν ἐν τῇ βασι‐ λείᾳ τῶν οὐρανῶν, ἢ πῶς ἔσται μείζων αὐτοῦ; Κατὰ μὲν οὖν τὸν ἐν ποσότητι τοῦ γεγεννῆσθαι χρόνον, οὐκ ἄν τις, οἶμαι, σωφρονῶν ἐννοήσειε. Πῶς γὰρ ἄν
5τις καὶ φθάσαι τὸ ἀεὶ προβαδίζον αὐτοῦ, καὶ ταῖς τοῦ χρόνου περιόδοις ἀεὶ συντρέχον καὶ συνελκόμενον; Ὅνπερ γὰρ τρόπον τὰ ἐν ταῖς τῶν κύκλων περιστρο‐ φαῖς ἀεὶ πρὸς τὸ πρόσω χωρεῖ τὴν τοῦ διώκοντος καὶ κατόπιν κειμένου παρεκνεύοντα θέσιν, οὔτως οἱ
10τὸ ἐν χρόνῳ τρίβοντες μέτρον, ἀεὶ μεῖζον ἐν αὐτῷ κατὰ τῶν ὕστερον κεκτήμεθα. Οὐκοῦν οὐ κατὰ τοῦτο πλεονεκτήσει Χριστὸς τὸν ἅγιον Βαπτιστὴν, λείπει δὴ λοιπὸν ὡς ἐξ ἀνάγκης εἰπεῖν, ὅτι κατὰ τὸν τῆς ἁγιότητος τρόπον. Πῶς γὰρ ἄν τις ἑτέρως ἐν αὐτοῖς
15ἐπινοήσειε τὸ μεῖζον; Ἀλλ’ εἰ τότε κατὰ τὸν τῆς βασιλείας δηλονότι καιρὸν μείζων ὀφθήσεται, νῦν ἄρα τὸ ἴσον ἢ τὸ ἔλαττον ἔχει. Ἐπειδὴ δὲ, ὡς εἰκὸς, τὸ ἐν ἐλάττοσι τῶν Ἰωάννου κεῖσθαι Χριστὸν λογιοῦνται δυσσεβεῖς, ἀποδώσουσιν ἄρα τὸ ἴσον. Ἀλλ’ ὁράτωσαν
20καὶ τοῦτον αὐτοῖς ἀσθενοῦντα τὸν λογισμόν. Ποία γὰρ ἰσότης αὐτοῖς ἐν ἁγιασμῷ σωθήσεται; Πῶς δὲ οὐ νι‐ κήσει Χριστὸς ἀσυγκρίτοις ὑπεροχαῖς, ὅταν ἴδῃς τὸν μακάριον Ἰωάννην λέγοντα πρὸς αὐτόν· «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι;» Χωρὶς δὲ πάσης ἀντιλο‐
25γίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται καὶ ἁγιάζεται.
27tΑΛΛΟ.
28 Προσεφώνει τοῖς Ἰουδαίοις ὁ μακάριος Βαπτιστής· «Ἐγὼ ὑμᾶς ἐβάπτισα ἐν ὕδατι. Ὀπίσω μου ἔρχεται
30ἀνὴρ, οὗ οὐκ εἰμὶ ἱκανὸς ἴνα κύψας λύσω τὸν ἱμάντα τοῦ ὑποδήματος. Ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ
35ἀσβέστῳ.» Ποῖος οὖν ἄρα πρὸς ταῦτα γενήσεται λόγος τοῖς ἐν ἰσότητι τῶν Ἰωάννου μέτρων τιθεῖσι τὸν Κύριον; Οὔπω γὰρ μείζων, εἴπερ ἔσται ποτὲ, κατὰ τὴν ἐκείνων διάληψιν, ὅτου χάριν ἑαυτὸν μὲν ὕδατι βαπτίζειν, τὸν δὲ τοῦ Πνεύματος ἔσεσθαι χο‐
40ρηγὸν διϊσχυρίζεται; Καὶ αὐτὸς μὲν, ὡς οἰκέτης, οὐδ’ ὅσον ἀποθίγειν τοῦ ἱμάντος ἀποτολμᾷ· τὸν δὲ τῆς ἅλω Δεσπότην εἶναί φησι. Τοῦτο γὰρ σημαίνει τὸ, «Διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ.» Καὶ διανομέα τε καὶ οἱονεὶ σημάντορα τῶν ἑκάστῳ πρεπόντων ὀφθή‐
45σεσθαι λέγει· ὡς τὸν μὲν δίκαιόν τε καὶ ἀγαθὸν σίτου δίκην ταῖς οὐρανίοις εἰσκομίζειν αὐλαῖς, πυρὸς δὲ ποιεῖσθαι τροφὴν ἀχύρου τρόπον ἀποτιναχθέντα τὸν ἄδικον. Ἀλλ’ εἴπερ ἦν ἐν ἴσῳ μέτρῳ τῷ μικρὸν ὕστε‐ ρον ἐσομένῳ μείζονι, τί μὴ καὶ αὐτὸς βαπτίζει μὲν

75

.

160

(50)

ἐν ἁγίῳ Πνεύματι· διακαθαίρει δὲ τὴν ἅλωνα αὐτοῦ, καὶ τὸ Δεσποτικὸν ἀξίωμα περικείμενος κρίνει τὴν οἰκουμένην ἐν δικαιοσύνῃ; Ἐπειδὴ δὲ τούτων οὐδὲν ὁ μακάριος Βαπτιστὴς Ἰωάννης ἐπιτελῶν εὑρίσκεται, πράττει δὲ ὁ Χριστὸς ἐν ἐξουσίᾳ θεοπρεπεῖ, οὐκ ἴσος
55ἄρα ἐκεῖνος τῷ τοσοῦτον ἐξαλλομένῳ καὶ ἀναβαί‐
νοντι.159

75

.

161

ΑΛΛΟ. Τὴν διὰ πίστεως ἄφεσιν ὑπισχνούμενος ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος, διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου· «Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ
5μνησθήσομαι.» Ἐπειδὴ δὲ ᾔδη παρῆν, καὶ διὰ τῆς ἁγίας ἐγεννήθη Παρθένου, ἐπὶ γῆς τε ὤφθη, καθὰ γέγραπται, καὶ τοῖς ἀνθρώποις συνανεστρέφετο, κατασημαίνει τοῖς ὁρῶσιν αὐτὸν ὁ κήρυξ καὶ πρό‐ δρομος, καὶ δὴ καί φησιν ὁ μακάριος Βαπτιστής·
10«Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Εἴπερ οὖν ἔσται, κατά τινας, μείζων Ἰωάννου Χριστὸς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καὶ τοῦτο ἐν ἐλπίσιν ἔχει τὸ γέρας, ἦν ἄρα πάντως οὐκ ἐν ἐλαττώσει, ἐν ἰσότητι δὲ, κατὰ τὸ εἰκός. Εἶτα πῶς
15τὰ ἐν ἴσῳ μέτρῳ τοσοῦτον δι’ ἀλλήλων ἀπολιμπάνε‐ ται, ὡς τὸν μὲν δύνασθαι τοῦ κόσμου τὴν ἁμαρτίαν ἀφαιρεῖν, καὶ τοῦτο ἐνεργεῖν ἐξουσιαστικῶς· τὸν δὲ τοῦ καθαίροντος καὶ ἁγιάζοντος ἐπιδεᾶ καθεστάναι; «Χρείαν γὰρ ἐγὼ, φησὶν, ἔχω ὑπὸ σοῦ βαπτισθῆ‐
20ναι.» Ἐπειδὴ δὲ οὐκ ἐν τοῖς τινος δεομένοις, ἀλλ’ ἐν τοῖς χορηγοῦσι τὸ μεῖζον ὁρᾶται, καὶ ὁ μὲν, ὡς Θεὸς, ἀφίησιν ἁμαρτίας, ὁ δὲ δύναται τοῦτο ποιεῖν οὐδαμῶς, οὐκ ἴσος ἄρα τῷ τοσοῦτον ἐξηλλαγμένῳ.
24tΑΛΛΟ, ὡς ἐν ἐπιτομῇ καὶ ἁπλότητι.
25 Εἰ μείζων ἔσται τοῦ ἁγίου Βαπτιστοῦ, κατά τινας, ὁ Σωτὴρ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἢ ἴσος, ἢ ἐν ἐλαττώσει ἐστὶ κατὰ τὸν τῆς ἐνανθρωπήσεως χρόνον. Ἐν μὲν οὖν ἐλαττώσει, οὐδαμῶς. Ἐν ἰσότητι δέ· τοῦ‐ το γάρ πώς ἐστι τὸ πρεπωδέστερον. Ἀλλ’ εἴπερ ὄντως
30ὁ τῆς ἰσότητος ἐπ’ ἀμφοῖν σώζεται λόγος, καλείσθω καὶ Ἰωάννης σοφία καὶ δύναμις τοῦ Πατρὸς, χρηματιζέτω δὲ «εἰκὼν καὶ χαρακτὴρ, καὶ ἀπαύγασμα τῆς ὑποστά‐ σεως αὐτοῦ. Φερέτω καὶ αὐτὸς τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ·» ἀκουέτω καὶ αὐτὸς παρὰ τοῦ
35Πατρός· «Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε·» καί· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Εἰσαγέσθω καὶ αὐτὸς ὡς πρωτότοκος εἰς τὴν οἰκουμένην, προσ‐ κυνείσθω παρὰ τῶν ἁγίων ἀγγέλων, λεγέτω δὲ
40ἀνεγκλήτως περὶ ἑαυτοῦ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν. Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·» καὶ πάλιν· «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή·» καί· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ κατα‐ βὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.» Εἰ δὲ ταῦτα μὲν
45ἔστι πάντα Χριστὸς, οὐκέτι δὲ καὶ ὁ πρὸς ἰσότητα τὴν πρὸς αὐτὸν καλούμενος ἀμαθῶς, πῶς οὐ λίαν ἀπαίδευτον παντί τῳ φανεῖται λοιπὸν, τὸ μείζονά ποτε γενήσεσθαι νομίζειν αὐτοῦ, τὸν ἀεὶ τοῦτο ὑπάρχοντα φυσικῶς, ὡς Θεόν;
50tΑΛΛΟ.
51 Εἰ ἐν τῷ ποτὲ τὴν Ἰωάννου πλεονεκτήσειν ἀρε‐ τὴν ἀξιάγαστος ὀφθήσεται Χριστὸς, οὐδὲν ἐν αὐτῷ τὸ μέγα· ἐπεὶ καὶ ἄγγελοι κρείττους αὐτοῦ κατά γε τὸν λόγον τῆς οἰκείας φύσεως, καὶ τῆς εἰς Θεὸν εὐσε‐
55βείας τὴν ὑπεροχήν. Εἶτα ποῖ ποτε βαδιεῖται Παῦλος161

75

.

164

Ἡμῖν ὁ σοφώτατος τοσοῦτον ἀγγέλων ὑπερτιθεὶς τὸν Χριστὸν, ὅσον ἡ θεία φύσις τὴν γενητὴν ὑπερτρέχει. «Τίνι γὰρ, εἶπε, ποτὲ τῶν ἀγγέλων, φησί· Κάθου ἐκ δεξιῶν μου; Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα
5εἰς διακονίαν ἀποστελλόμενα;» Πῶς οὖν ὁ τοσοῦτον τοὺς Ἰωάννου μείζονας ἀγγέλους ἀναβαίνων Υἱὸς, ὡς καὶ τοῖς τοῦ Πατρὸς ἐνιδρύσθαι θώκοις, ὡς μέγα τι καὶ ἀξιόπιστον ἐφ’ ἑαυτῷ φησιν, ὡς ἔσται μείζων αὐτοῦ κατὰ τὸν τῆς βασιλείας καιρὸν, καίτοι τὸ μεῖζον
10ἔχων ἀεί; Πῶς γὰρ οὐχ οὕτως ὁ ἐν ἰσότητι τοῦ Θεοῦ καὶ Πατρός;
12tΑΛΛΟ.
13 Εἰ λύχνος ἦν ὁ μακάριος Βαπτιστὴς, φῶς δὲ ὁ Χριστὸς, πῶς ἐν ἰσότητι κείσεται τῇ λύχνῳ τὸ φῶς,
15καὶ τὸ φωτίζειν πεφυκὸς τῷ φωτὸς δεομένῳ; Τὸ δὲ τοσοῦτον ἀεὶ πλεονεκτοῦν, πῶς ἐν ἐλαττώσει ὃν, ἐπὶ τὸ μεῖζον ἀναβήσεται;
18tΑΛΛΟ.
19Εἰ ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστὶ, τουτέστιν ὁ
20Χριστὸς, ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, τουτέστιν ὁ μακάριος Βαπτιστὴς, ἕτερος ἄρα παρ’ αὐτόν ἐστιν οὐ μόνον δηλονότι διαστελλόμενος ἀριθμῷ, ἀλλὰ τὸ ἴσον οὐκ ἔχων ἐν ἀξιώματι καὶ τιμῇ. Εἴπερ ὁ μέν ἐστι πανηγυράρχης ἀληθῶς, ὁ δὲ τῆς
25ἑτέρου πανηγύρεως μέτοχος, καὶ διὰ τοῦτο λαμπρό‐ τερος.
27tΑΛΛΟ.
28 Αὐτός πού φησιν ὁ μακάριος Βαπτιστὴς περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· «Ὁ ἄνωθεν ἐρχόμενος
30ἐπάνω πάντων ἐστίν.» Εἶτα τὸ οἰκεῖον ἐκκαλύπτων μέτρον· «Ὁ ὢν ἐκ τῆς γῆς, φησὶν, τὰ τῆς γῆς λα‐ λεῖ.» Εἴπερ οὖν ἐν ἰσότητι κείσεται τῇ πρὸς αὐτὸν ὁ Σωτὴρ, ὡς οὔπω τὸ μεῖζον ἀπολαβὼν, οὐδὲν, ὡς εἰ‐ κὸς, διακωλύσει καὶ τὸ ἑκατέρῳ κυρίως προσὸν με‐
35ταβαίνειν ἐπὶ τὸν ἕτερον· ὡς νοεῖσθαι μὲν, ἄνωθέν τε καὶ ἐπάνω πάντων τὸν ἄγιον Βαπτιστὴν, ἀπὸ δὲ τῆς γῆς τὸν Κύριον. Ἀλλὰ τοῦτο ἄτοπον. Ὁ μὲν γὰρ, ὡς κατὰ φύσιν ὑπάρχων Θεὸς, ἐπάνω πάντων ἐστίν· ὁ δὲ τῆς κάτω καὶ ὑποκειμένης τῷ Θεῷ κτί‐
40σεως ἐκπεφυκὼς ἐκ τῆς γῆς ἐστιν. Οὐκ ἴσος ἄρα, μᾶλλον δὲ ἀσυγκρίτοις ὑπεροχαῖς παραχωρήσει τὸ νικᾷν τῷ Χριστῷ. Πῶς οὖν ἔσεσθαί ποτε προσδοκη‐ θήσεται μείζων ὁ ἀεὶ τοσοῦτον ὑπερκείμενος;
44tΑΛΛΟ.
45 Μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἀνακαινίζων ἐν ἡμῖν ὁ Σωτὴρ τὴν ἀρχαιοτάτην τοῦ Πνεύματος χάριν, ἐνεφύσησε τοῖς μαθηταῖς λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Καὶ πάλιν αὐτός πού φησι περὶ τοῦ Πνεύ‐ ματος· «Ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει.» Ἀλλὰ καὶ

75

.

164

(50)

Πνεῦμα Χριστοῦ τὸ ἅγιον Πνεῦμα καλεῖται παρὰ ταῖς θείαις Γραφαῖς, κατὰ τὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων κείμενον· «Διελθόντες δὲ Ἀσίαν καὶ τὴν
Γαλατικὴν χώραν, ἐπείραζον εἰς τὴν Βιθυνίαν ἀπελ‐163

75

.

165

θεῖν, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ.» Εἴπερ οὖν ὡς ἐσόμενός ποτε μείζων Ἰωάννου Χρι‐ στὸς, ἐν ἰσότητι τέως τῇ πρὸς αὐτὸν εὑρεθήσεται, ἀνανεούτω κἀκεῖνος ἐν ἡμῖν τὴν τοῦ Πνεύματος χά‐
5ριν, καὶ χορηγείτω καὶ αὐτὸς, ὥσπερ οὖν ἐποίει Χρι‐ στὸς, λεγέσθω δὲ καὶ αὐτοῦ Πνεῦμα τὸ ἐν Θεῷ καὶ Πατρὶ, βοάτω καὶ αὐτὸς περὶ τοῦ Πνεύματος· «Ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει.» Ἀλλὰ τοῦτο καὶ μόνον ἐν‐ νοεῖν, ἀσεβές. Οὐκ ἄρα ἴσος ἐστὶ τῷ Χριστῷ, οὐδὲ
10ὀψὲ παραχωρήσει τὸ μεῖζον, ἀεὶ τὸ ἔλαττον ἔχων, καὶ τοσοῦτον ἡττώμενος, ὅσον ἄνθρωπος Θεοῦ.
12tΑΛΛΟ.
13 Θεὸν ὄντα κατὰ φύσιν ἐπιδεικνύων ἑαυτὸν ὁ Υἱὸς, ἀντιδιαστέλλει τῇ κτίσει, καί φησιν· «Ἐγὼ ἐκ τῶν
15ἄνω εἰμὶ, ὑμεῖς ἐκ τῶν κάτω ἐστέ.» Οὐκοῦν λεγέτω τοῦτο καὶ ὁ μακάριος Βαπτιστὴς, ὡς οὔπω τὸ ἐν μεί‐ ζοσιν εἶναι παραχωρῶν τῷ Χριστῷ, εἴπερ ἔσται τοῦτό ποτε, κατὰ τήν τινων ὑπόνοιαν. Ἀλλὰ μὴν ἐκ τῆς γῆς εἶναί φησιν ἐαυτὸν, καὶ τὸ οἰκεῖον οὐκ ἠγνόησε
20μέτρον. Μείζων ἄρα Χριστὸς, οὐκ ἐσόμενος τοῦτο ποτὲ, ἀλλ’ ἔχων ἀεὶ τὸ πλέον ὡς Θεὸς ἐκ Θεοῦ· τοῦτο γὰρ σημαίνει τὸ, «Ἐκ τῶν ἄνω εἰμί.»
23tΑΛΛΟ.
24Ὁ μακάριος εὐαγγελιστὴς Ἰωάννης τὸ φύσει
25προσὸν ἀξίωμα τῷ Υἱῷ διερμηνεύων ἀκριβῶς, καὶ τὸ Ἰωάννου μέτρον ὡς οἰκέτου γνησίου παρατιθεὶς, οὕτω φησίν· «Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ
30φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχό‐ μενον εἰς τὸν κόσμον.» Ποῖ ποτε οὖν ἄρα προκόψει Χριστὸς τοῖς Ἰωάννου συγκρινόμενος μέτροις; Ἢ πῶς οὐ μεῖζον ἀεὶ τὸ φωτίζειν εἰδὸς καὶ δυνάμενον, τοῦ δεομένου φωτίζεσθαι, καὶ τῆς ἀπὸ τοῦ λαμπρύ‐
35νοντος χρῄζοντος χορηγίας; Πῶς δὲ οὐχὶ πάντως ὁ πρὸς μόνην μαρτυρίαν παραληφθεὶς καὶ τοῦτο ἔχων ἀξίωμα, παραχωρήσει τὸ μεῖζον ἀεὶ τῷ δι’ ὅν ἐστιν ἐξαίρετος;
39tΑΛΛΟ.
40 Ἀναλεγόμενός ποτε τοῖς Ἰουδαίοις ἔφησεν ὁ Χρι‐ στός· «Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ με‐ μαρτύρηκε τῇ ἀληθείᾳ. Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω.» Ἀλλ’ εἴπερ ἐστὶ καὶ τῆς Ἰωάννου μαρτυρίας κρείττων ὁ Σωτὴρ, οὐκ ἄρα
45ἴσος, ἀλλὰ μείζων ἀεὶ καὶ ἀξιολογώτερος. Ὁ δὲ οὕτως ἔχων ποῖ ποτε ἄρα προβήσεται, ἢ πρὸς ποῖον ἔτι μεῖζον ἀναβήσεται;
48tΑΛΛΟ.
49Ὁ μακάριος Ζαχαρίας ὁ τοῦ ἁγίου Βαπτιστοῦ,

75

.

165

(50)

κατὰ σάρκα πατὴρ, ὅτε τὴν ὑπὲρ αὐτοῦ προσῆγεν εὐχαριστίαν ταῖς ἐκ προφητείας ἀναμεμιγμένην φωναῖς, ἀπεφθέγγετο· «Καὶ σὺ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου
Κυρίου ἑτοιμάσαι αὐτῷ λαὸν κατεσκευασμένον.»165

75

.

168

Καὶ αὐτὸς δέ που παρὰ τῶν Ἰουδαίων τὸ τίς ἂν εἴη διερωτώμενος· «Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, φησίν· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου.» Λέγετε τοί‐ νυν ἡμῖν οἱ προβεβλῆσθαί ποτε τὸν Χριστὸν ἐπὶ τὸ
5μεῖζον ἀμαθῶς ὑποπτεύοντες, καὶ τὸ Ἰωάννου μέ‐ τρον ὑπεραλεῖσθαι μόλις ἐν τῇ βασιλείᾳ τῶν οὐρα‐ νῶν, πότε τοῦ Ὑψίστου προφήτης οὐκ ἂν ἐλάττων νοοῖτο δικαίως; Πότε δὲ ὁ κήρυξ καὶ πρόδρομος καὶ τὴν οἰκέτῃ πρέπουσαν διακονίαν ἀποπληρῶν, εἰς τὸ
10ἴσον ἀναβαίνει μέτρον τῷ κατὰ φύσιν Κυρίῳ; Ἀλλ’, οἶμαι, πᾶσίν ἐστιν ὁ λόγος εὐσύνοπτος. Πῶς οὖν ὁ μείζων ἀεὶ, τοῦτο ἔσται κατὰ καιροὺς, εἴπερ ὡς ἐσό‐ μενος μείζων Ἰωάννου Χριστὸς, «Ὁ μικρότερος, φησὶν, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ
15ἐστιν;»
16tἘξήγησις εὐσεβὴς ὅλου τοῦ κεφαλαίου, τὸν ἐν
17tτῷ θεωρήματι σκοπὸν ἀπογυμνοῦσα γοργῶς.
18 Ἐξαρκούντως ἤδη κατά γε τὸν ἡμέτερον νοῦν τὸν ἐν τοῖς προλαβοῦσι βασανίσαντες λόγον, καὶ τῶν θεω‐
20ρημάτων ἕκαστον μετὰ τῆς δεούσης ἀκριβείας διευ‐ κρινησάμενοι τόν τε τῶν δι’ ἐναντίας ὡς οὐκ ἔχοι καλῶς διελέγξαντες σκοπὸν, ἐπ’ αὐτὰ δὴ λοιπὸν ἰέναι προσήκειν ἐνενοήσαμεν τὰ ἐξ ἀληθείας θεωρήματα καὶ τὴν ἐν τῷ παροισθέντι ῥητῷ διαπτύσσειν διά‐
25νοιαν. Οὐ γὰρ οἶμαι δεῖν, ὡς οὐκ ἄριστα νοοῦσι, μό‐ νον ἐπιτιμᾷν τοῖς ὅτι μείζων ἔσται Χριστὸς Ἰωάννου κατά τινα χρόνον διειληφόσιν, ἀλλὰ καὶ αὐτῇ τῇ παρα‐ θέσει τῶν ἀληθεστέρων ἐννοιῶν ἀποκρούεσθαι τῷ μὴ δοκεῖν οὐ δεόντως ἐπισκήπτειν αὐτοῖς. Φέρε δὴ
30οὖν ἐπ’ αὐτὸ λοιπὸν ἴωμεν τὸ ἀνάγνωσμα, καὶ τῶν εἰρημένων παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὴν αἰτίαν ἀνακεφαλαιούμενοι, τοὺς ἀκροωμένους διδά‐ σκωμεν, τίς ἂν εἴη λοιπὸν ὁ τοῦ λόγου σκοπός. Οὐκ‐ οῦν, ἐντεῦθεν γὰρ ἤδη τὴν ἀρχὴν ποιησόμεθα, ὁ
35Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ ἀκούσας τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· «Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;» Πρὸς ταῦτα Χριστὸς ἀπεκρίνατο· «Πορευθέντες εἴ‐ πατε Ἰωάννῃ ἃ ἠκούσατε καὶ βλέπετε,» καὶ τὴν
40τῶν σημείων καταλέγει μεγαλουργίαν. Ἐπειδὴ δὲ πρὸς τὸν μακάριον Βαπτιστὴν πάλιν ἀνεκομίζοντο οἱ μαθηταὶ, λέγει πρὸς τὴν περιεστῶσαν πληθὺν τῶν Ἰουδαίων ὁ Σωτήρ· «Τί ἐξήλθετε εἰς τὴν ἔρημον ἰδεῖν, κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλ’ ἐν
45μαλακοῖς ἱματίοις ἄνθρωπον ἠμφιεσμένον; ἀλλὰ προ‐ φήτην; Ναὶ λέγω ὑμῖν καὶ περισσότερον προφήτου. Οὗτος γάρ ἐστι περὶ οὗ γέγραπται· Ἰδοὺ ἀποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.» Εἶτα πρὸς τούτοις

75

.

168

(50)

φησὶ ζητούμενον· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ἐστι.» Καὶ οὐ μέχρι τούτων ὁ λόγος. Ἐπιφέρει γὰρ εὐθύς· «Ἀπὸ δὲ τῶν ἡμερῶν
55Ἰωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.»
Ὅλον ἐν τούτοις, ὡς ἔπος εἰπεῖν, τὸ κεφάλαιον τὴν167

75

.

169

συμπλήρωσιν ἔχει. Χρῆναι δὲ οἶμαι τῶν νοημάτων ἕκαστον ἐπιδρομάδην διεξιόντας εἰπεῖν, τίς μὲν αἰτία δεσμώτην ἐποίει τὸν ἅγιον Βαπτιστὴν, ὅτου δὲ χάριν ἀνεπυνθάνετο τοῦ Χριστοῦ διὰ τῶν οἰκείων μαθητῶν,
5εἴπερ εἴη σαφῶς αὐτὸς ὁ ἐρχόμενος· καὶ τίς ἢ πόθεν ἡ πρὸς τοὺς ὄχλους ἀπόκρισις γέγονε τοῦ Χριστοῦ. Ἢ τί τὸ πεπεικὸς ὡς Ἐγήγερται μὲν οὐδεὶς ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου λέγειν, εἶναί γε μὴν τοῦ τοσούτου μείζονα τὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μικρότερον; Οὐκοῦν ἐπ’ αὐτὴν ἰτέον τὴν τῶν προτεθέντων ἐξήγησιν.
10 Παράδοξόν τινα καὶ ξένην ἐπιτηδεύσας πολιτείαν ὁ μακάριος Βαπτιστὴς, καὶ βίου τρίβον ἐλάσας ἀσυνήθη τοῖς ἄλλοις καὶ οὐ τοῖς τυχοῦσι βατὴν, ἐθαυμάζετο μὲν, καὶ λίαν εἰκότως, παρὰ τῶν Ἰουδαίων· τὸν δὲ ὅσον οὐδέπω, μᾶλλον δὲ ἤδη παρόντα, κηρύττων Χρι‐
15στὸν, μονονουχὶ καὶ χεῖρα προτείνει λέγων· «Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἐπειδὴ δὲ ὁ παρ’ αὐτοῦ μαρτυρούμενος Κύριος, λιπεῖν ἐδόκει τὴν ἐκ νόμου διὰ Μωσέως λατρείαν, τὴν εὐαγγελικὴν ἀντ’ ἐκείνης πολιτείαν εἰσφέ‐
20ρων, μᾶλλον δὲ τὰ ἐν τύπῳ καὶ σκιᾷ μεταρυθμί‐ ζων εἰς ἀλήθειαν, οὐκ ἔξω μομφῆς ὁ μακάριος ἔκειτο Βαπτιστὴς, ἅτε δὴ συνηγορεῖν ἀναπεπεισμένος τῷ τὴν νομικὴν ἀνατρέποντι παίδευσιν, κατά γε τοὺς τῶν ἀνοήτων λόγους. Εἰ γὰρ ἦν οὗτος παρὰ Θεοῦ,
25ἔφασκον, ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον. Τί οὖν ἄρα μηχανᾶται πρὸς τοῦτο; Τὰς τῶν Ἰουδαίων οὐ πάντως ἀποκρουόμενος, ἀλλ’, ἵν’ οὕτως εἴπω, δια‐ χλευάζων ἐννοίας, συναγορεύειν προσποιεῖται τῷ νόμῳ, καὶ Μωσαϊκῶν ὑπεραγωνίζεσθαι προσταγμά‐
30των. Πολλῶν γὰρ τῷ τηνικάδε κατὰ ποικίλους παρα‐ νομούντων τρόπους, πρόσεισι μόνον τὸν Ἡρώδην διελέγχων, καὶ ῥιψοκινδύνως περὶ τῆς Ἡρωδιάδος βοῶν· «Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν·» οὐδένα γὰρ ὅλως τοῦ παθεῖν ἐποιεῖτο λόγον, ἄχρις ἂν αὐτῷ κατὰ
35τὸν προτεθέντα σκοπὸν διεξίοι τὰ πράγματα. Δεσμώ‐ της τοίνυν ὁ δίκαιος ἐκ τυραννικῶν ἐγίνετο προστα‐ γμάτων, καὶ τὸ πάθος ἐδυσώπει τὸν φιλεγκλήμονα τῶν Ἰουδαίων λαόν. Ὡς γὰρ ὑπὲρ νόμου πάσχοντα λοιπὸν, ἀγαπᾷν ἠναγκάζετο, ἑτοιμότερός τε ἤδη τοῖς
40παρ’ αὐτοῦ κηρυττομένοις πρὸς τὸ πιστεύειν ἐγίνετο. Οὐκοῦν τὰς τῶν Ἰουδαίων εὐνοίας, καὶ τὴν τῶν σκληροτέρων ἀπείθειαν ἀγοράζειν ὥσπερ ὁ Βαπτι‐ στὴς διὰ τοῦ πάσχειν ἠπείγετο. Ἐπειδὴ δὲ Πνεύ‐ ματος ἁγίου μέτοχος ὢν, καὶ προφητικῆς ἀναπε‐
45πλησμένος χάριτος ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, τὸ τυραννικὸν ἐθεώρει ξίφος ἀπογυμνούμενον ἤδη, καὶ τὸν τοῦ σώματος ἀπαστράπτον θάνατον, ἐζήτει τοὺς οἰκείους μαθητὰς βεβαιῶσαι πρὸς τὴν πίστιν τὴν ἐπὶ τῷ Σωτῆρι Χριστῷ· εἰδέναι τε καὶ μάλα σαφῶς

75

.

169

(50)

ἐπεθύμει κατ’ οὐδὲν ἐνδοιάζοντας, ὅτιπερ αὐτός ἐστιν ὁ ἐπὶ σωτηρίᾳ πάντων ἥξειν προσδοκώμενος. Προσ‐ ποιεῖται τοίνυν οἰκονομικῶς ἀγνοεῖν, ἵνα πιστεύσαντι σύνδρομοι πάλιν οἱ μαθηταὶ πρὸς τὸ πιστεύειν εὑ‐ ρίσκοιντο. Ἦν γὰρ δὴ καὶ φρονήματος οὐ μικρὰν ἐν
55ἑαυτῷ τὴν ἀλαζονείαν ὠδίνοντος, μὴ ταῖς τοῦ διδα‐ σκάλου μᾶλλον, ἀλλὰ ταῖς οἰκείαις παιδαγωγεῖσθαι
βουλαῖς Οὐκοῦν οἰκονομικῶς, καὶ ἵν’ οὕτως εἴπω‐169

75

.

172

μεν, ὥσπερ ἐπὶ σκηνῆς τὸ τῶν ἀγνοούντων προσ‐ ωπεῖον ἑαυτῷ περιθεὶς, πέμπει τῶν οἰκείων μαθη‐ τῶν, οἵπερ ἦσαν συνετώτεροι, καὶ δὴ καὶ ἀναπυν‐ θάνεσθαι κελεύει, καὶ διὰ ζώσης τοῦ Σωτῆρος φωνῆς
5ἐκμαθεῖν, εἰ αὐτός ἐστιν προσδοκώμενος. Ἐπειδὴ δὲ ἧκον ἤδη πρὸς τὸν Ἰησοῦν οἱ ἀπεσταλμένοι, τοῦτο συνεὶς, ἅτε δὴ Θεὸς ὑπάρχων ἀληθινὸς, πλουσιω‐ τέραν ἐποιεῖτο τὴν ἐπὶ τοῖς κάμνουσι φιλοτιμίαν, καὶ παραδόξων ηὑρίσκετο ποιητὴς τότε μᾶλλον ἢ πρό‐
10τερον· ἐκεῖνα δὲ οἰκονομικῶς εἰργάζετο κατ’ ἐκεῖνο μάλιστα καιροῦ, ἅπερ αὐτὸν ἐπιτελέσειν, ὅταν ἥκοι πρὸς ἡμᾶς, οἱ προφῆται διήγγελλον. Ἐρωτώμενος τοίνυν, οὐκ εὐθὺς ὑπαντᾷ καί φησι τὸ, Ἐγώ εἰμι, ἀλλὰ τοῖς προφητικοῖς κηρύγμασι τὴν ἐν τοῖς ἀποτε‐
15λεσθεῖσι παραθεὶς μεγαλουργίαν· «Πορευθέντες, φη‐ σὶν, ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε·» ἠκούσατε μὲν γὰρ διὰ τῶν προφητῶν, εἴδετε δὲ πλη‐ ρωθέντα δι’ ἐμοῦ. Ἀλλὰ τούτων πορευομένων, ὡς αὐτός φησιν ὁ εὐαγγελιστὴς, ἤρξατο ὁ Χριστὸς λέγειν
20τοῖς ὄχλοις περὶ Ἰωάννου· «Τί ἐξήλθετε ἰδεῖν;» καὶ τὰ τούτοις ἐφεξῆς κείμενα. Ἀναγκαῖον δὲ πάλιν καὶ τὸν περὶ τούτου λόγον ἐποιήσατο Χριστός. Ἐπειδὴ γὰρ ἐμάνθανεν ἡ περιεστῶσα τῶν ἀκροωμένων πλη‐ θὺς, ὡς ἦσαν μὲν τῶν Ἰωάννου μαθητῶν οἱ τὴν
25πεῦσιν προσάγοντες, ἧκον δὲ οὐκ ἰδίας ὥσπερ ἀγνοίας ζητοῦντες ἀπαλλαγὴν, ἀλλὰ τῆς αὐτοῦ πεπομφότος καὶ διερωτᾷν ἀναπείθοντος, κατενόησεν ἅτε δὴ καὶ καρδίας εἰδὼς, καὶ τὰ ἐν τῷ ἀνθρώπῳ γιγνώσκων, ὅτι πάντως ἐροῦσί τινες καὶ λογιοῦνται καθ’ ἑαυ‐
30τούς· Εἰ μέχρι σήμερον ἀγνοεῖ τὸν Ἰησοῦν ὁ μα‐ κάριος Ἰωάννης, πῶς ἡμῖν αὐτὸν ἐδείκνυε λέγων· «Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου;» Καὶ ἦν οὐ μικρὸν ἐντεῦθεν ὑπολαβεῖν ἔσεσθαι τοῖς ὄχλοις τὸ βλάβος. Οὐκοῦν τὸ συμβεβηκὸς
35αὐτοῖς θεραπεύων πάθος, καὶ τὴν ἀπὸ τοῦ σκανδά‐ λου ζημίαν ἀποῤῥιζῶν, λέγει πρὸς αὐτούς· «Τί ἐξήλθετε εἰς τὴν ἔρημον ἰδεῖν; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;» Ἐθαυμάσατε, φησὶ, τὸν μακάριον Βαπτιστὴν, καὶ δὴ καὶ τὴν πρὸς αὐτὸν ἀποδημίαν
40ἐπονίσασθε πολλάκις, τὰς οὕτω μακρὰς τῆς ἐρήμου κατατρίβοντες ὁδοὺς, καὶ ἱδρῶτι πολλῷ τὴν ἐντεῦθεν ὠφέλειαν ὠνούμενοι. Ἄρ’ οὖν εἰκῆ καὶ προχείρως, φησὶν, ἐθαυμάζετε, εἴπερ οὕτως αὐτὸν ἐλαφρὸν ἔχειν οἴεσθε τὸν νοῦν, ὡς προσεοικέναι καλάμῳ τῷ λίαν
45ἑτοίμως ἐφ’ ὅπερ ἂν συνωθῇ τὸ πνεῦμα συννεύοντι. Πῶς γὰρ οὐχὶ τοιοῦτος ὢν εὑρεθήσεται, εἴπερ ὄντως, ὃν οἶδεν, ἀγνοεῖν ὁμολογεῖ, ἐκ πολλῆς τινος τοῦτο παθὼν ἐλαφρίας; Ἀλλ’ οὐ κάλαμον μέν· «Τί δὲ ὅμως ἰδεῖν ἐξήλθετε; Ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον; Ἰδοὺ

75

.

172

(50)

οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν.» Οἷς δὴ καὶ μᾶλλον ἂν εἴη, φησὶν, ἁρμοδιώ‐ τερον τὸ ἐν φρεσὶν ὑπάρχειν ἐλαφραῖς. Πόθεν γὰρ ὁ σύντονος οὕτω περὶ τὴν ἄσκησιν, βέβαιός τε καὶ πολὺς εἰς τὸ καὶ αὐτῶν τῶν τῆς σαρκὸς καταγωνί‐
55ζεσθαι παθῶν, εἰς τοσαύτην ἀμαθίαν ἐκβήσεται; Τὸ γὰρ ἐν τοιαύτῃ κεῖσθαι διανοίας κουφότητι, ψυχῆς
ἂν εἴη, φησὶν, οὐ σκληραγωγίαις μᾶλλον, ἀλλὰ ταῖς171

75

.

173

ἐν κόσμῳ τρυφαῖς ἡδομένης. Εἰ μὲν οὖν ὡς οὐκ ὄντα ἐν μαλακοῖς θαυμάζετε, δότε τῇ ἀσκήσει τὴν αὐτῇ πρέπουσαν ἀσφάλειαν. Εἰ δὲ ἐν τῷ βιοῦν ἄριστα τὸ πλέον οὐδὲν, ἐν δὲ ἴσῃ τάξει τὸν πονοῦντα
5τῷ τρυφῶντι θήσετε, τί τὸ σεμνύνειν ἀφέντες τοὺς οἵπερ εἰσὶν ἐν μαλακοῖς ἀμφίοις καὶ ἐν αὐλαῖς βα‐ σιλέων, τὰς ἐν ἐρήμῳ διατριβὰς, καὶ περιβόλαιον εὐτελὲς, μᾶλλον δὲ τὰς ἐκ καμήλων τρίχας θαυμά‐ ζετε; Ἀλλ’ οἶμαι δυσωπήσειν ὑμᾶς τὸ ἐν τούτοις
10ἄτοπον, ἀξιοζήλωτον δὲ ὄντως ἐρεῖτε τὸν μακάριον Βαπτιστήν. Ἆρ’ οὖν οἴεσθε προφήτην ὑπάρχειν αὐ‐ τόν; Ναὶ προφήτην, μᾶλλον δὲ καὶ προφήτου πλεον‐ εκτοῦντα τὸ μέτρον. Οἱ μὲν γὰρ ὡς ἥξει προεκήρυτ‐ τον, οὔπω παρόντα θεώμενοι· ὁ δὲ τὸ συναμφότερον.
15Πανταχόθεν τοιγαροῦν ὁ Σωτὴρ ἀξιάγαστον οὖσαν ἐπι‐ δεικνύει τὴν ἐπὶ τῷ προδρόμῳ διάληψιν, ἵνα φαίνηται κηρύξας ἀληθῆ· καὶ μαρτυρεῖ μὲν αὐτὸς εἰς ὑψηλὸν ἀναφέρων ἀξίωμα, καὶ προφητικῶν ἐξάλλεσθαι τό‐ πων τὸν ἄνδρα διαβεβαιούμενος. Παρατίθησι δὲ εὐθὺς
20ὡς τοῖς ἑαυτοῦ λόγοις ἐποιεῖτο γείτονα τοῦ Πατρὸς τὴν φωνὴν, ἵνα τρόπον τινὰ καὶ ἐκ νομικοῦ δικαιώ‐ ματος ἡ ἐπ’ αὐτῷ μαρτυρία σφραγίζηται. «Οὗτος γάρ ἐστι, φησὶ, περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀπο‐ στέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατα‐
25σκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.» Εἶτα τί φησιν ἐπὶ τούτοις περὶ αὐτοῦ; Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ, ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ἐστιν.» Ὅρα δὴ πάλιν ἐν
30τούτοις ὅσην ἐποιήσατο τὴν οἰκονομίαν ὁ Σωτήρ. Πολὺς αὐτῷ καὶ μακρὸς περὶ τοῦ ἁγίου Βαπτιστοῦ κεκίνηται λόγος. Τὴν μὲν γὰρ, ὅθεν ἦν εἰκὸς ἀδικη‐ θήσεσθαί πως αὐτὸν, ἀπεκρούσατο δόξαν. Προφήτου δέ τι πλέον ἔχειν εἰπὼν, ἀξιοθαύμαστον ἤδη καὶ
35ἀξιεραστότατον τοῖς ἀκροωμένοις ἐδείκνυεν. Εἶτα πρὸς τούτοις οὐκ ἐγηγέρθαι φησὶν ἐν γεννητοῖς γυναικῶν μείζονα. Εἰκόνα τοιγαροῦν ὥσπερ αὐτὸν ἀναθεὶς τῆς ἐνούσης ἀρετῆς ἐν γεννητοῖς γυναικῶν ἔχουσαν τὸ ἀκρότατον, ἀντιπαρατίθησιν τὸ μειζόνως ἀγαθὸν,
40τουτέστι, τὸν ἄρτι τῆς βασιλείας ἁψάμενον, καὶ εἰς υἱὸν ἀναγεννηθέντα Θεοῦ διὰ τοῦ Πνεύματος· ἵν’ ἐξ ὦν ἐκεῖνος τὸ ἔλαττον ἔχων θαυμάζεται, ἀξιολογώ‐ τατοι φαίνοιντο τῆς βασιλείας οἱ μέτοχοι, βαδίζοιεν δὲ προθύμως τινὲς ἐπὶ τὸ ἁρπάζειν αὐτὴν, ἐκ τῆς
45Ἰωάννου τιμῆς τὸ ὑπερφέρον αὐτῆς ἀναμετρούμενοι κάλλος. Οὐ γὰρ τὸ μικρῷ τινι φιλονεικοῦν εἰς πο‐ σότητα, τὴν τοῦ μεγάλου δόξαν ἀποίσεται, ἀλλ’ εἴ τι πρὸς μέγα τὴν σύγκρισιν ἔχοι, τῷ πλείονι μέτρῳ νικᾷ καὶ ὑπερτείνεται. Βασιλείαν δὲ οὐρανῶν τὴν τοῦ

75

.

173

(50)

Πνεύματος δόσιν εἶναί φαμεν, κατὰ τὸ εἰρημένον παρὰ Χριστοῦ· «Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι.» Μείζων οὖν ἄρα παντὸς γεννητοῦ γυ‐ ναικὸς ὁ τῇ τοῦ Πνεύματος ἀναγεννήσει τετιμημένος. Οἱ μὲν γὰρ ἔτι τέκνα καλοῦνται σαρκὸς, οἱ δὲ Πα‐
55τέρα τὸν τῶν ὅλων ἐπιγραφόμενοι Θεὸν, ὡς υἱοὶ προσεύχονται, λέγοντες· «Ἀββᾶ, ὁ Πατήρ.» Οὐκοῦν
εἰ καὶ ἐνυπάρχῃ, φησὶ, γεννητῷ γυναικὸς τὸ ἐν ἔρ‐173

75

.

176

γοις ἐξαίρετον, ἀλλ’ ἕξει τὸ μεῖζον ὁ πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν κεκλημένος διὰ τὸ μηκέτι χρη‐ ματίζειν υἱὸν γυναικὸς, ἀλλὰ θείας μὲν φύσεως γενέ‐ σθαι κοινωνὸν, τέκνον δὲ ἤδη καλεῖσθαι Θεοῦ, καὶ
5εἰ μικρότερος εἴη τῶν ἐν ἕξει τελειοτέρων, βρέφος τε ἔτι νοοῖτο βραχὺ καὶ ἀρτιγενές. Ὅτι δὲ τῶν Ἰωάννου μέτρων, ἢ καὶ παντὸς γεννητοῦ γυναικῶν ἡ διὰ τοῦ Πνεύματος ἀναγέννησις οὐκ ὀλίγῳ διοίσει τόπῳ, οὐ θύραθεν ἡμῖν ὁ μάρτυς, ἀλλ’ αὐτὸς ἀσεβή‐
10σεται λέγων πρὸς τὸν Ἰησοῦν· «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι.» Ἰδοὺ γὰρ, ἰδοὺ καίτοι τὸ τέ‐ λειον ἔχων ἐν ἀρετῇ, τῆς διὰ τοῦ Πνεύματος ἀνα‐ γεννήσεως τὴν χάριν αἰτεῖ, ὡς εἰς τὸ μεῖζον ἢ καθ’ ἑαυτὸν δι’ αὐτῆς ἀναβησόμενος, καὶ τὸ μὲν εἶναι
15γεννητὸς γυναικὸς οὐχ ἕξων ἔτι, πρὸς δὲ τὴν θείαν εὐγένειαν ἀναμορφούμενος. Βεβαιοῖ δὲ μάλιστα τὴν ἐπὶ τούτῳ πίστιν ὁ Σωτήρ· Ἔχεις, ὦ οὗτος, τὸ τέ‐ λειον ἐν ἀγαθοῖς, οὐκ εἰπὼν, καὶ δίχα τοῦ διὰ βα‐ πτίσματος ἁγιασμοῦ, ἀλλ’ ὡς ἐν χρείᾳ μὲν αὐτοῦ
20καὶ λίαν ὑπάρχοι συννεύων καὶ συντιθέμενος, οἰκο‐ νομικῶς δὲ τὴν χάριν ἑτέρῳ φυλάττων καιρῷ. Τοῦτο γὰρ δὴ καὶ νομίζω τὸ, «Ἄφες ἄρτι,» δηλοῦν. Ὅτι δὲ πάλιν οὐρανῶν βασιλείαν ἀποκαλεῖ τὴν τοῦ θείου Πνεύματος δόσιν, καὶ τὴν δι’ αὐτοῦ τοῖς πιστεύουσιν
25εἰς Θεὸν ἀναγέννησιν, οὐ μακρῶν ἡμῖν δεήσει πό‐ νων, εἰς ἐναργεστάτην ἀπόδειξιν, ἀλλ’ ἐξ αὐτῶν εἰσό‐ μεθα τῶν τοῦ Σωτῆρος ῥημάτων· «Ἀπὸ γὰρ τῶν ἡμερῶν Ἰωάννου ἕως ἄρτι, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.»
30Ἰωάννου γὰρ δὴ τὸ, «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, βοῶντος, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,» πολλοὶ τῶν ἀκροωμένων, τὸν ἐν ἁμαρτίαις ἔτι καὶ ἀσχήμονα παραιτούμενοι βίον, ἐφέσει τε τῇ πρὸς τὸ ἄμεινον σὺν βίᾳ καὶ τόνῳ τὸν οἰκεῖον εἰς ἀρετὴν ἀναρυθμί‐
35ζοντες τρόπον, γεννητοὶ Θεοῦ διὰ Πνεύματος ἀνεδεί‐ κνυντο, πεφωτισμένοι τὸν νοῦν καὶ κεκαθαρμένοι διὰ τοῦ ἁγίου βαπτίσματος. Ἢ εἴπερ οὐκ ὀρθῶς τε καὶ ἀναγκαίως εἰρῆσθαι τὰ τοιαῦτα δοκεῖ τοῖς τὴν ἑτέ‐ ραν πρεσβεύουσι δόξαν, διδασκέτωσαν ὅτου δὴ χάριν
40ἐκ τῶν Ἰωάννου φησὶν ἡμερῶν τὴν τῶν οὐρανῶν βασιλείαν ἁρπάζεσθαι, ὡς οὐδενὸς ἄρα πρὸ αὐτοῦ τὴν τῶν οὐρανῶν βασιλείαν ἁρπάσαντος. Ποῖ ποτε οὖν ἄρα τῶν προφητῶν ἡ ἐλπὶς οἰχήσεται; Τί δὲ ὁ τοσοῦτος τῶν ἁγίων πράξει χορὸς, εἴπερ ἔξω τῆς
45τῶν οὐρανῶν βασιλείας κείσεται; τότε δὴ πρῶτον τοῦ ἁρπάζεσθαι λαβούσης ἀρχὴν, ὅτε χρόνοις ὑστε‐ ρήσας μακροῖς, ἀνεδείχθη μόλις ὁ Βαπτιστὴς, «Μετανοεῖτε, λέγων· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρα‐ νῶν.» Ἀλλ’ ἔστιν εὐσύνοπτον, ὡς ηὐτρέπιστο μὲν τοῖς ἁγίοις τὸ ἐν βασιλείᾳ γίνεσθαι, καὶ πάλαι, ἄτε δὴ καὶ συμμόρφοις ὑπάρχουσι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, καὶ διὰ τοῦτο προεγνωσμένοις παρὰ τῷ Θεῷ

75

.

176

(50)

καὶ Πατρί. Κατὰ δὲ τὸν Ἰωάννου καιρὸν, καὶ λοιπὸν ἐφεξῆς, ἡ τοῦ Πνεύματος δόσις καὶ ἡ διὰ τοῦ ἁγίου βαπτίσματος εἰς Θεὸν ἀναγέννησις, διὰ πίστεως ἁρπάζεται. Πανταχόθεν τοίνυν ἀποδεδειγμένου σαφῶς τοῦ θεωρήματος, περιττὸν ἤδη φαίνεται τὸ μείζονά ποτε τοῦ Σωτῆρος ἔσεσθαι τὸν Ἰωάννην ὑπολαμβά‐
νειν. Εἰ δὲ τοῦτο ἀληθὲς, λελύσθω πάλιν τῶν δι’ ἐναντίας πρόβλημα.175

75

.

177

ΛΟΓΟΣ ΙΒ.
2tΕἰς τὸ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,»
3καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.»
4tἈντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν.
5 Οὐδὲν, φασὶ, θαυμαστὸν, εἰ ὁ Πατήρ ἐστιν ἐν Υἱῷ, καὶ ὁ Υἱὸς ἐν Πατρὶ, ὅπου καὶ περὶ ἡμῶν αἱ θεῖαι λέγουσι Γραφαὶ ὅτι «Ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα, καὶ ἐσμέν.» Ὥσπερ οὖν καὶ ἡμεῖς ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, καθάπερ εἴρηται, οὕτω
10καὶ ὁ Υἱός ἐστιν ἐν Πατρί. Πῶς γὰρ οἷόν τε μείζονα ὄντα τοῦ Υἱοῦ χωρεῖν ἐν αὐτῷ τὸν Πατέρα; Ἢ πῶς κατὰ πολὺ τοῦ Πατρὸς ἐλαττούμενος ὁ Υἱὸς, ἐν αὐτῷ χωρῆσαι δυνήσεται καὶ πληρῶσαι τὸ μεῖζον;
14tΠρὸς τοῦτο λύσις.
15 Εἰ καθάπερ σῶμα ἐν σώματι χωρεῖν οἴεσθε τὸν Υἱὸν ἐν Πατρὶ, εἰκότως ἂν, οἶμαι, καὶ ζητεῖν ἕλοισθε τὸν εἰς ἀλλήλους ἀντεμβιβασμόν. Ἐπὶ μὲν γὰρ σκεύους ὀστρακίνου τυχὸν ἢ ἐξ ἑτέρας τινὸς ὕλης κατεσκευα‐ σμένου, οὐκ ἄκομψον ἴσως τὸ λέγειν μὴ δύνασθαι τὸ
20μεῖζον τῷ ἐλάττονι γενέσθαι χωρητὸν, μηδ’ αὖ πάλιν τὸ ἔλαττον ἀναπληροῦν τὸ μεῖζον. Ἐπὶ δὲ τῶν ἀσωμάτων, καὶ ὧν ἡ φύσις τὸ ἔκ τινος ὕλης εἶναι διαπέφευγε, ποῖον ἂν ἔχει λόγον ἡ πρότασις; Καὶ ταῦτά φαμεν ὡς πρὸς τὸ παρὸν, τὸ παρ’ ὑμῖν ἀμα‐
25θῶς ὑπονοούμενον συγχωρήσαντες, καὶ καθάπερ αὐ‐ τοὶ πλανώμενοι πεπιστεύκατε, μείζονα τοῦ Υἱοῦ εἶναι λέγειν τὸν Πατέρα· ὁ δὲ τῆς ἀληθείας λόγος οὐχ οὕτως ἔχει. Ἔστι γὰρ ἴσος τῷ Πατρὶ κατὰ πάντα. Οἶμαι δ’ αὖ οὐκ ἂν ὑμᾶς ὅλως τούτοις χρήσασθαι
30τοῖς λόγοις, εἴπερ ᾔδειτε τί ἐστιν ἀληθινὸς ὁ Πατὴρ, καὶ ἀληθινὸς ὁ Υἱὸς, καὶ τί φῶς ἀόρατον καὶ ἀΐδιον, καὶ τὸ ἀπαύγασμα αὐτοῦ, καὶ τί πάλιν ἐστὶν ἀσώ‐ ματος ὑπόστασις καὶ χαρακτὴρ ἀσώματος. Εἰ γὰρ τὰς περὶ τῶν τοιούτων μνήμας κατὰ τὴν ἀκριβῆ κατά‐
35ληψιν εἰς νοῦν ἐμφορεῖτε, πάντως ἂν καὶ τὴν τοῦ Θεοῦ φύσιν ἐννοήσαντες, οὐκ ἂν ὡς περὶ σωμά‐ των ἐφαντάζεσθε, ἀλλ’ ἀκολούθως τοῖς εἰρημένοις ἀκριβῶς ἐζητεῖτε, πῶς μὲν ὁ Υἱὸς ἐν Πατρὶ, πῶς δέ ἐστιν ὁ Πατὴρ ἐν Υἱῷ. Ὡς γὰρ χαρακτὴρ, καὶ εἰ‐
40κὼν, καὶ ἀπαύγασμα καὶ ὁμοιότης, οὗτος ἐν ἐκείνῳ κἀκεῖνος ἐν τούτῳ φαίνεται. Ἐπειδὴ δέ φατε μηδὲν εἶναι θαυμαστὸν, εἰ καὶ ὁ Υἱός ἐστιν ἐν Πατρὶ, διὰ τὸ καὶ ἡμᾶς ἐν αὐτῷ κινεῖσθαι καὶ ζῇν, ἀναγκαῖον ὑμᾶς κἂν τούτῳ πολὺ πλανωμένους ἐπιδεῖξαι καὶ τῆς
45ἀληθείας ἐκβεβηκότας τὸν ὅρον. Οὐ γὰρ καθάπερ ἐν ἑκάστῳ τῶν ἁγίων γινόμενος ὁ Θεὸς ἁγιάζει τού‐ τους, οὕτως ἐστὶ καὶ ἐν τῷ Χριστῷ. Ἀλλ’ αὐτὸς ὁ Υἱὸς δύναμίς ἐστι καὶ σοφία τοῦ Πατρὸς, ἁγιάζων πάντα τὰ μετέχοντα αὐτοῦ ἐν Πατρὶ, αὐτὸς δὲ πάλιν

75

.

177

(50)

οὐ κατά τινα μετουσίαν ἅγιος ὢν ὥσπερ ἡμεῖς, οὐδὲ κατὰ χάριν Υἱὸς κεκλημένος, ἀλλὰ γέννημα τῆς τοῦ Πατρὸς οὐσίας ὑπάρχων ἀΐδιον. Οὐκ ἔστι δὲ πάλιν οὕτως ὁ Υἱὸς ἐν Πατρὶ καθάπερ ἡμεῖς· ἡμεῖς μὲν γὰρ ἐν Θεῷ ζῶμεν καὶ κινούμεθα, καὶ ἐσμέν· ὁ δὲ
55κατὰ φύσιν Υἱὸς, ὥσπερ ἀπό τινος πηγῆς ἀεὶ ζώσης,177

75

.

180

ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προελθὼν, ζωὴ κατὰ φύσιν ἐστὶ, πάντα ζωογονῶν· οὐ κατὰ μετοχὴν ζωῆς ζωογονούμενος ὥσπερ ἡμεῖς. Ἢ γὰρ ἂν οὐκ ἂν εἴη κατὰ φύσιν ζωή. Τὸ γὰρ ἐπείσακτον καὶ ἔξωθεν
5προσπορισθὲν, οὐκ ἂν νοοῖτο κατὰ φύσιν προσὸν τῷ κεκτημένῳ. Λέγει δὲ ὁ Υἱός· «Ἐγώ εἰμι ἡ ζωή.» Οὐκ ἄρα, καθάπερ ἡμεῖς ἐν Θεῷ ζωογονούμεθα, ταυτὸν δὴ καὶ αὐτὸς τὸν τρόπον ζῇ καὶ ἔστιν· ἀλλ’ ὄντως τοῦτο κατὰ φύσιν ὑπάρχων ὅπερ εἶναι φησὶν ἑαυτὸν, τουτέστι, ζωὴν, καὶ ὢν ἐν Πατρὶ φυσικῶς, ἕν τε ὑπάρχων ὡς πρὸς αὐτὸν διὰ τὴν ταυτότητα τῆς
10οὐσίας, ἥτις ἐστὶν ἡ θεότης.
11tΑΛΛΟ.
12tὩς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν.
13 Ἑαυτὸν εἶναί φησιν ἐν Πατρὶ, καὶ ἐν αὑτῷ τὸν Πατέρα, διὰ τὸ μήτε τὸν λόγον, ὃν ἐποιεῖτο πρὸς
15ἅπαντας, μήτε μὴν τὰ ἔργα ἴδια αὐτοῦ εἶναι· ἀλλὰ τοῦ τὰ τοιαῦτα λαλεῖν ἐντειλαμένου Πατρὸς, καὶ τοῦ δεδωκότος τὴν δύναμιν εἰς, τὴν τῶν ἔργων συμπλή‐ ρωσιν.
19tΠρὸς ταῦτα λύσις.
20 Οὐκοῦν ἐξέστω, καθ’ ὑμᾶς, ὦ αἱρετικοὶ, καὶ ἑκάστῳ τῶν ἀγίων τὴν τοιαύτην ἀποφθέγγεσθαι φω‐ νήν· ἐπεὶ καὶ αὐτοὶ θείων γεγόνασι ῥημάτων διά‐ κονοι, καὶ τὸ δύνασθαι λαβόντες ἄνωθεν, ἔργων πα‐ ραδόξων γεγόνασι ποιηταί. Ὁ μὲν γὰρ μακάριος
25Δαβὶδ, «Ἀκούσομαι, φησὶ, τί λαλήσει ἐν ἐμοὶ Κύ‐ ριος ὁ Θεός.» Ὁ δὲ σοφώτατος Σολομὼν· «Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ Θεοῦ.» Καὶ Μωσῆς ὁ μακάριος τῶν τοῦ Θεοῦ ῥημάτων πιστὸς γέγονε διάκονος, καὶ ἀπαξαπλῶς ἕκαστος τῶν προφητῶν οὐ τοῖς ἰδίοις
30ἐκέχρητο λόγοις, ἀλλὰ, «Τάδε λέγει Κύριος,» εἶχεν ἐπὶ γλώττης ἀεί. Ἔστι μὲν οὖν ἐκ τούτων ἰδεῖν, ὅτι καὶ πολλοί τινες ἕτεροι τοὺς παρὰ Θεοῦ διακονησά‐ μενοι φαίνονται λόγους· εἰργάζοντο δὲ παράδοξα καὶ αὐτοὶ, παρὰ Θεοῦ δὲ, καθάπερ εἴρηται, λαβόντες τὸ
35δύνασθαι. Καὶ γοῦν οἱ τοῦ Σωτῆρος μαθηταὶ πρὸς τοὺς ἀποθαυμάζοντας τὰ παρ’ αὐτῶν γινόμενα λέ‐ γουσιν· «Ἄνδρες ἀδελφοὶ, τί ἡμῖν προσέχετε ὡς ἰδίᾳ δυνάμει καὶ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπα‐ τεῖν τὸν χωλόν.» Ἐξέστω τοιγαροῦν καὶ ἑκάστῳ
40τούτων τῇ τοῦ Κυρίου κεχρῆσθαι φωνῇ καὶ λέγειν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» ἐπειδὴ καὶ αὐτῶν, καθάπερ ἤδη προείρηται, ἕκαστος καὶ λόγοις ἐχρήσατο θείοις, καὶ δυνάμεις πεποίηκε παρὰ Θεοῦ τὸ δύνασθαι λαβών. Καὶ οὕτως οὐδὲν ἐξαίρετον
45ἐν Υἱῷ, ἀλλὰ ἔσται καὶ αὐτὸς τῶν πάντων εἷς, μάτην, ὡς ἔοικε χρηματίζων Υἱὸς, εἰ τὸ περιττὸν οὐ‐ δὲν ἐν αὐτῷ. Ἀλλὰ τοῦτο ἄτοπον, κρατήσει πάντως τὸ ἕτερον.
47tΑΛΛΟ.
48 Εἰ πᾶσιν ἐξῆν τοῖς ἁγίοις ἢ καὶ ὅλως ἑτέρῳ τινὶ κτιστὴν ἔχοντι τὴν φύσιν εἰπεῖν, «Ἐγὼ ἐν τῷ

75

.

180

(50)

Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» εἶπεν ἂν ὁ ἐπιστά‐ μενος τοῦτο Σωτὴρ, εἴπερ ἦν ἀληθές· Κἀγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ δὲ ἐν ἐμοί ἐστιν· ἵνα φαίνηται διδάσκων, ὅτι καθάπερ ἐν ἑτέροις ἐστὶν, οὕτω καὶ ἐν ἐμοί· καὶ ὥσπερ ἄλλοι τινὲς ἐν αὐτῷ εἰσιν, οὕτω
55κἀγώ. Νυνὶ δὲ προσλαβὼν οὐδένα τῶν ἄλλων, ἑαυτῷ
δὲ μόνῳ προσὸν ἐπιστάμενος τοῦτο διὰ τὸ ἐκ τῆς179

75

.

181

οὐσίας εἶναι τοῦ Πατρὸς, μετὰ πολλῆς τινος τῆς ἐπι‐ τηρήσεως, «Ἐγὼ, φησὶν, ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Οὐκ ἄρα κοινὸν ἔχει μετὰ πάντων τὸ ἀξίωμα, ἀλλ’ ἰδιάζον καὶ ἐξαίρετον ὡς Υἱὸς, καὶ Λό‐
5γος, καὶ Θεός.
6tΑΛΛΟ, διδάσκον ὅπως χρὴ νοεῖν τὸ προκείμενον
7tῥητόν.
8 Ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ νοηθήσεται κατὰ τοῦτον τὸν τρόπον. Ἐκ τῆς τοῦ
10Πατρὸς οὐσίας προῆλθεν ὁ Υἱὸς, οὐ καθάπερ τὰ κτί‐ σματα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρελθὼν, ἢ ἔξωθέν ποθεν τὴν τοῦ εἶναι σύστασιν ἔχων, ἀλλ’ ἔστι τῆς τοῦ γεννήσαντος οὐσίας τὸ ἴδιον· ὥσπερ οὖν ἐκ φωτὸς ἀπαύγασμα, ἢ καὶ ἀπό τινος πηγῆς ἐκβαίνει ποτα‐
15μός. Ἔστιν οὖν τοῖς ὁρῶσι τὸν Υἱὸν, τὴν τοῦ Πατρὸς οὐσίαν ὁρᾷν, καὶ τὸ τοῦ γεννήσαντος ἴδιον ἀπὸ τούτου νοεῖν. Ὅτιπερ ἐπειδὴ σύμπαν τὸ εἶναι τοῦ Υἱοῦ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας πρόεισιν, οὕτως ἐστὶν ἐν Πατρὶ, καὶ πάλιν ἐκ τῶν ἐναντίων, ὁ Πατήρ ἐστιν ἐν Υἱῷ,
20ἐπειδήπερ ὅπερ ἐστὶν αὐτὸς φύσει, τοῦτο καὶ ὁ ἐξ αὐτοῦ προελθὼν Θεὸς Λόγος. Φαίνεται δὲ καὶ ἔστιν ἐν Υἱῷ, ὥσπερ οὖν καὶ ἐν τῷ παρ’ αὐτοῦ προελθόντι ἀπαυγάσματι ὁ ἥλιος, καὶ ἐν τῷ λόγῳ ὁ νοῦς, καὶ ἐν τῷ ποταμῷ ἡ τοῦτον ἀναβλύζουσα πηγή. Τὸ γὰρ
25ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας ἐν Υἱῷ κείμενον, καὶ τῆς θεότητος, ἵν’ οὕτως εἴπω, τὸ εἶδος δεικνύει πᾶσιν αὐτὸν ἐν αὐτῷ. Ἐπιτηρῆσαι δὲ χρὴ καὶ ἀναγ‐ καίως εἰδέναι ὅτιπερ οὐ τῆς τυχούσης οἰκονομίας ἕνεκα τὴν τοιαύτην ὁ Σωτὴρ εἴρηκε φωνήν. Ἐπειδὴ
30γὰρ τὴν ταυτότητα τῆς φύσεως ἣν ἕχει πρὸς τὸν γεννήσαντα, δεῖξαι βουληθεὶς, εἶπεν, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ἵνα μή τις τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν ὑπολάβῃ, μόνοις ὀνόμασι διαστελλομένους εἰς δυάδα, ὄντας δὲ οὐχ οὕτως ἐν ὑποστάσει, ἀναγ‐
35καίως ἐπεξηγούμενος ὅπερ εἴρηκε, καὶ σαφέστερον τοῖς ἀκροωμένοις αὐτὸ καθιστῶν, ἐπιφέρει τὸ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» ἵνα διὰ μὲν τοῦ, τοῦτον ἐν ἐκείνῳ, κἀκεῖνον ἐν τούτῳ φαίνεσθαι, τὴν ταυτότητα τῆς θεότητος καὶ τῆς οὐσίας τὴν ἑνό‐
40τητα δείξῃ· διὰ δὲ τοῦ ἕτερον ἐν ἑτέρῳ εἶναι, μὴ ἕν τι ὂν ἐν ἀριθμῷ νοηθῇ, ὃ ποτὲ μὲν Πατὴρ, ποτὲ δὲ Υἱὸς λέγεται ἀλλ’ ὄντως ὑφεστῶτα Πατέρα, καὶ ὑφεστῶτα Υἱὸν ἐναργέστερον ἀποδείξῃ.
44tΑΛΛΟ.
45 Ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν μέν εἰσι κατὰ φύσιν, δύο δὲ ἐν ἀριθμῷ, οὐχ ὡς ἑνός τινος εἰς δύο καταδιαιρε‐ θέντος μέρη, ὡς εἶναι λοιπὸν τῆς πρὸς ἄλληλα κοι‐ νωνίας τε καὶ σχέσεως ἀμέτοχα, οὔτε μὴν ὡς τοῦ αὐτοῦ καὶ ἑνὸς διττοῖς ὀνόμασιν ἀποκαλουμένου, ἵνα

75

.

181

(50)

ἐν μόνῃ προσηγορίᾳ φαίνηται τῆς δυάδος ἡ δύναμις· οὐδὲ ὡς τοῦ αὐτοῦ ποτὲ μὲν Πατρὸς, ποτὲ δὲ Υἱοῦ λεγομένου, τοῦτο γὰρ Σαβελλίου τὸ δόγμα, ἀλλ’ εἰσὶ μὲν ἀριθμῷ δύο· ἔστι γὰρ ὁ Πατὴρ ἀεὶ Πατὴρ, οὐδέ ποτε εἰς Υἱὸν μεταποιούμενος· καὶ πάλιν, ὁ Υἱὸς
55οὐδέποτε εἰς Πατέρα μεταβαλλόμενος. Οὕτω δὲ ὄντος τοῦ πράγματος, καὶ ἐν δυάδι κειμένου τοῦ ἀριθμοῦ, μία φύσις ἀμφοτέροις καὶ ἡ αὐτὴ θεότης, ἐοικότος ἀεὶ τοῦ γεννήματος τῷ γεγεννηκότι φυσικῶς. Εἰκὼν
γάρ ἐστι, καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ τῆς ὑποστά‐181

75

.

184

σεως τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱός. Οὕτω γὰρ ἕνα φαμὲν εἶναι Θεὸν διὰ τὴν ταυτότητα τῆς φύσεως Πα‐ τρὸς πρὸς Υἱὸν, καὶ Υἱοῦ πρὸς Πατέρα.
4tΑΛΛΟ.
5 Ὥσπερ τὸ ἐκ τοῦ ἡλίου πεμπόμενον ἀπαύγασμα οὐκ ἄν τις εἴποι κατὰ φύσιν ἕτερον εἶναι φῶς παρ’ ἐκεῖνον, ἢ κατὰ μετουσίαν τινὰ καὶ σχέσιν τὴν ἐξ αὐτοῦ τοιοῦτο γίνεσθαι, ἀλλ’ ὄντως φύσει προϊὸν ἐξ αὐτοῦ, καὶ δύο μὲν ταῦτα φῶτα κατ’ ἐπίνοιαν ὁρᾶται,
10ἓν δέ εἰσι κατὰ φύσιν· οὕτως οὐκ ἄν τις εὐλόγως, εἰ καὶ εἰς δυάδα τέμνοιτο Πατρός τε καὶ Υἱοῦ ὁ ἀρι‐ θμὸς, ἕτερόν τι παρὰ τὸν Πατέρα ἐρεῖ τὸν Υἱὸν, ὅσον εἰς τὴν θεότητα καὶ τὴν ταυτότητα τῆς οὐσίας. Ἀλλ’ ὥσπερ ὁ ἥλιος ἐν τῷ ἀπαυγάσματί ἐστι τῷ ἐξ αὐτοῦ
15προελθόντι, καὶ τὸ ἀπαύγασμα ἐν τῷ ἡλίῳ ἀφ’ οὗ καὶ ἐξῆλθεν, οὕτως ἐστὶ Πατὴρ ἐν Υἱῷ, καὶ Υἱὸς ἐν Πατρὶ, ἀριθμῷ μὲν εἰς δυάδα τεμνόμενοι, καὶ ὄντες οὕτως ἐν ὑποστάσει, τῇ δὲ ταυτότητι τῆς φύσεως εἰς μίαν σφιγγόμενοι θεότητα.
20tΑΛΛΟ.
21 Εἴ τις ἀκριβῶς ἐξετάσαι τὴν θείαν Γραφὴν, εὑ‐ ρήσει τοσούτοις ὀνόμασιν ἀποκαλούμενον τὸν Υἱὸν, ὅσοισπερ ἂν ἴδοι καὶ τὸν Πατέρα, δίχα μόνον τοῦ λέ‐ γεσθαι Πατέρα· καὶ πάλιν ἐπὶ Πατρὸς τὴν ἴσην ἀν‐
25τιστροφὴν, τοσούτοις ὀνόμασιν ἀποκαλούμενον αὐτὸν, ὅσοις καὶ ὁ Υἱὸς, δίχα μόνον τοῦ λέγεσθαι Υἱόν. Ἥξει δὲ ἡμῖν καὶ δι’ ἐναργῶν ἀποδείξεων ὁ λόγος. Παντο‐ κράτωρ ὁ Πατὴρ, φέρεται καὶ ἐφ’ Υἱοῦ· «Τάδε λέγει ὁ ἦν, ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.» Κύριος ὁ Πα‐
30τὴρ, καὶ «Εἷς Κύριος. Ἰησοῦς Χριστός.» Φῶς ὁ Πατὴρ, λέγει καὶ ὁ Υἱός· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Ὁ Πατὴρ ἀφίησιν ἁμαρτίας· ποιεῖ τοῦτο καὶ ὁ Υἱός· «Ἵνα γὰρ, φησὶν, εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρ‐
35τίας.» Ἐπειδὴ τοίνυν πάντα πρόσεστι τῷ Υἱῷ ὅσα καὶ ἐν τῷ Πατρὶ, ἀληθεύων λέγει· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι.» Καὶ πάλιν πρὸς τὸν ἑαυτοῦ Πατέρα τοὺς λόγους ποιούμενος φάσκει· «Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά.» Εἰ τοίνυν ὅσα πρόσ‐
40εστι τῷ Πατρὶ, ταῦτα καὶ τῷ Υἱῷ· καὶ πάλιν, ὅσα πρόσεστι τῷ Υἱῷ, ταῦτα καὶ τῷ Πατρὶ, οὐ ψεύδεται λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» τῆς τῶν προσόντων ταυτότητος ἐν τῇ δυάδι φαινο‐ μένης ἀπαραλλάκτως. Ἐπειδὴ δὲ τοῦτο ἀληθὲς, ἴδιον
45ἂν εἴη γέννημα τοῦ Πατρὸς ὁ Υἱός· οὐ γὰρ ἂν ἐφό‐ ρεσε κατὰ φύσιν τὰ τοῦ γεννήσαντος, οὐκ ὢν ἐξ αὐ‐ τοῦ, οὐδ’ αὖ προσῆν τῷ Πατρὶ τὰ τοῦ γεννήματος, εἰ μὴ τῆς οὐσίας αὐτοῦ ἴδιον ὑπῆρχε τὸ γεννηθέν.
49tἌλλως ὡς ἐξ ὑποδείγματος.

75

.

184

(50)

Ὥσπερ ἂν εἴ τις εἰς εἰκόνα διαγεγραμμένην ἄριστα βλέποι, καὶ ἀποθαυμάζοι μὲν τὸ τοῦ βασιλέως σχῆμα, καὶ ὅσαπερ ἐν ἐκείνῳ φαίνεται, ταῦτα καὶ ἐν τῇ γραφῇ δυνάμενός τε καὶ ἔχων ὁρᾷν, εἰς ἐπιθυμίαν ἔλθοι τοῦ καὶ αὐτὸν ἰδεῖν τὸν βασιλέα· εἴποι δ’ ἂν
55εἰκότως πρὸς αὐτὸν ἡ γραφή· Ὁ ἑωρακὼς ἐμὲ, ἑώ‐
ρακε τὸν βασιλέα, καὶ πάλιν· Ἐγὼ καὶ ὁ βασιλεὺς183

75

.

185

ἕν ἐσμεν, ὅσον εἰς ὁμοιότητα καὶ ἀκριβεστάτην ἐμ‐ φέρειαν, καὶ πάλιν· Ἐγὼ ἐν τῷ βασιλεῖ, καὶ ὁ βα‐ σιλεὺς ἐν ἐμοὶ, κατὰ τὸ τῆς μορφῆς σχῆμα (τὸ γὰρ εἶδος τὸ ἐκείνου πάντως φορεῖ ἡ γραφὴ, καὶ τὸ τῆς
5γραφῆς εἶδος ἐν ἐκείνῳ πάντως σώζεται)· οὕτως ἐστὶ καὶ ὁ Υἱὸς λέγων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Κἀγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Τὸ γὰρ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας ἀπαραλλάκτως ἔχων ὁ Υἱὸς, εἰ‐
10κών ἐστι τοῦ Πατρὸς ἀκριβὴς, καὶ μορφὴ τοῦ γεν‐ νήσαντος, ὅλον ἐν ἑαυτῇ δεικνύουσα τὸν γεγεννη‐ κότα. Οὕτω γὰρ νοήσεις καὶ τὸ παρὰ τῷ Παύλῳ κείμενον· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρ‐ παγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.» Ἴσος γὰρ ἦν τῷ
15Θεῷ ὅλος ὢν Θεὸς, ὥσπερ καὶ ὁ Πατήρ· οὕτως ἦν ἐν Χριστῷ κόσμον ἑαυτῷ καταλλάττων ὁ Θεός· οὕ‐ τως ἅπερ ἐργάζεται ὁ Υἱὸς, τοῦ Πατρός ἐστιν ἔργα. Οὐδεμιᾶς γὰρ ἐν αὐτοῖς οὔσης διαφορᾶς ὅσον εἰς θεό‐ τητα καὶ φύσιν, τὸ κωλύον οὐδὲν ἔργα τοῦ Πατρὸς
20λέγεσθαι τὰ τοῦ Υἱοῦ, καὶ τὸ ἀντικείμενον.
21tΑΛΛΟ.
22 Εἰ πάντα ὅσα πρόσεστιν ἐξαίρετα τῷ Πατρὶ, ταῦτα προσόντα καὶ τῷ Υἱῷ φαίνεται, οὐ κατὰ χάριν ἐπι‐ γεγονότα, οὐδὲ κατά τινα μετοχὴν, ἀλλὰ φυσικῶς,
25ὥσπερ καὶ τῷ γεγεννηκότι, καὶ τὸ μεσολαβοῦν οὐ‐ δὲν, ἢ τὸ μερίζον εἰς ἀνομοιότητα, δῆλον ἂν εἴη καὶ παντί τῳ σαφὲς, ὅτιπερ αὐτὸ τῆς πατρικῆς οὐσίας τὸ ἴδιον ὑπάρχων ὁ Υἱὸς, ὅλον ἐν ἑαυτῷ φορεῖ τὸν Πα‐ τέρα· καὶ ὅλος ἐστὶν ἐν Πατρὶ κατὰ τὴν ταυτότητα
30τῆς οὐσίας· καὶ διά τοι τοῦτο καλῶς τε καὶ ἀκολού‐ θως ἐρεῖ· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Διὰ γὰρ τοῦ μηδὲν αὐτῷ παραλελεῖφθαι τῶν ὅσα πρόσεστι τῷ Πα‐ τρὶ, τοιοῦτος ἔσται πάντως ὁποῖος ἂν εἴη καὶ ὁ γεν‐
35νήσας αὐτόν.
36tΑΛΛΟ.
37 Πατὴρ καλεῖται Θεὸς, συνεισφερομένης αὐτῷ πάν‐ τως τῆς ὑπάρξεως τοῦ Υἱοῦ· οὐ γὰρ ἂν εἴη Πατὴρ, οὐκ ἔχων τὸν ἐξ ἑαυτοῦ προελθόντα Λόγον. Καὶ πάλιν
40ἡ τοῦ Υἱοῦ προσηγορία συνεισάγει πάντως τὴν τοῦ Πατρὸς ὕπαρξιν. Τοῦτο γὰρ ὡς πρὸς ἐκεῖνο σημαί‐ νεται. Εἰ τοίνυν ἀναγκαίως θάτερόν ἐστιν ἐν θατέρῳ, καὶ Πατὴρ μὲν σημαίνεται μετὰ τοῦ ἰδίου γεννήμα‐ τος· Υἱὸς δὲ πάντως μετὰ τοῦ γεννήσαντος αὐτὸν,
45προσαληθεύει, λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.»
47tΑΛΛΟ.
48 Εἰ πᾶς ὁ πιστεύων εἰς τὸν Υἱὸν, εἰς τὸν Πατέρα πιστεύει, καὶ ὁ τιμῶν τὸν Υἱὸν, τιμᾷ τὸν Πατέρα,

75

.

185

(50)

καὶ πάλιν, ὁ προσκυνῶν τῷ Πατρὶ, προσκυνεῖ τῷ Υἱῷ, πῶς οὐχ οὗτος ἐν ἐκείνῳ, κἀκεῖνος ὢν ἐν τούτῳ δειχθήσεται κατὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον; Διὰ γὰρ τοῦτο καὶ μία προσκύνησις ἡ ἐν Υἱῷ καὶ Πατρὶ γινομένη σὺν ἁγίῳ Πνεύματι, καὶ εἷς Θεὸς παρὰ πάν‐
55των ὁμολογεῖται, καὶ ἔστιν, ὡς οὐδεμιᾶς μεταξὺ κει‐
μένης διαφορᾶς Πατρός τε καὶ Υἱοῦ, ἀλλ’ ἐν ταυτό‐185

75

.

188

τητι τῆς οὐσίας ὄντων καὶ οὐδὲν ἐχόντων ὃ τῆς φυ‐ σικῆς ἰδιότητος ἀποτέμνει τὸν ἕτερον.
3tΑΛΛΟ.
4tΔόγμα, ὡς ἐξ ἀντιθέσεως τῶν χριστομάχων.
5 Ὁ Πατὴρ, φασὶν, ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱός ἐστιν ἐν τῷ Πατρὶ, κατὰ τόδε τὸ σχῆμα. Ἐπειδὴ γὰρ κατὰ οὐδένα τρόπον διαφωνοῦσιν ἐν τοῖς κρίμασιν, ἢ ἐν τοῖς νοήμασιν, ἀλλ’ ἅπερ ἂν ὁ Πατὴρ βούληται, καὶ ὁ Υἱὸς ταῦτα, καὶ πάλιν ἅπερ ἂν ὁ Υἱὸς ἐθελήσῃ,
10ταῦτα καὶ ὁ Πατὴρ, καὶ συμφωνία τις καὶ ταυτότης θελημάτων καὶ γνώμης ἐν αὐτοῖς φαίνεται, κατὰ τοῦτο Πατὴρ ἐν Υἱῷ, καὶ Υἱός ἐστιν ἐν Πατρί.
13tΠρὸς τοῦτο λύσις.
14Ἄρ’ οὖν ἐξέσται καὶ ἀγγέλοις ἢ καὶ ἄλλαις λογι‐
15καῖς δυνάμεσι, περὶ ὧν ἐν Ψαλμοῖς εἴρηται· «Εὐλο‐ γεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ,» ταῖς τοῦ Σω‐ τῆρος κεχρῆσθαι φωναῖς, ὡς ἕκαστον εἰπεῖν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» καὶ «Ὁ ἑω‐
20ρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Καίτοι παντί τῳ δῆλον, ὅτι πάντα ὅσα βούλεται Θεὸς, ταῦτα πάντως καὶ Ἄγγελοι βούλονται, καὶ Ἀρχάγγελοι, καὶ Θρόνοι, καὶ Κυριότητες, καὶ Ἐξουσίαι, καὶ τούτων οὐδὲν διαφωνοῦν εὑρίσκεται πρὸς τὴν θείαν βούλησιν. Οὐ
25γὰρ ἂν ἔμεινεν ἐν τῇ οἰκείᾳ τάξει, μὴ τοῦτον ἔχοντα τὸν σκοπόν. Ὁ γὰρ ἕτερόν τι παρὰ τὸ τοῦ Θεοῦ θέ‐ λημα ζητήσας, ἤκουσε· Νῦν δὲ εἰς ᾄδην καταβήσῃ, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Εἰ τοίνυν ἕκαστον τῶν εἰρημένων θέλει μὲν ὅσα βούλεται Θεὸς, ἕστηκε δ’ ἐν
30τούτῳ, καὶ σώζει τὴν οἰκείαν ἀρχὴν, καὶ οὐδαμοῦ φαίνεται ταῖς τοῦ Υἱοῦ κεχρημένον φωναῖς, οὐχὶ συμφωνία τῆς γνώμης, οὐδὲ τὸ βούλεσθαι τὰ αὐτὰ, δεικνύει τὸν Υἱὸν ἐν Πατρὶ καὶ τὸν Πατέρα πάλιν ἐν Υἱῷ, ἀλλ’ ἡ τῆς οὐσίας ἀπαράλλακτος ὁμοιότης, καὶ
35ἡ ταυτότης τῆς κατὰ φύσιν ἰδιότητος.
36tΑΛΛΟ.
37 Ἐπειδὴ μένουσιν ἀκλόνητον ἔχοντες τὴν στάσιν καὶ σώζοντες τὴν οἰκείαν ἀρχὴν Ἄγγελοί τε καὶ Ἀρχάγγελοι, καὶ αἱ τούτων ἀνωτέρω λογικαὶ δυνά‐
40μεις, πρόδηλον δήπουθεν ὡς οὐ στασιάζουσι κατὰ τῶν τοῦ Θεοῦ θελημάτων, ἀλλ’ εἴκουσί τε καὶ ὑπο‐ τάσσονται τοῖς τοῦ πεποιηκότος νόμοις, καὶ σύμφω‐ νον ἔχουσι πρὸς Θεὸν τὴν γνώμην, ὡς πάντα βούλε‐ σθαί τε καὶ ποιεῖν ὅσαπερ αὐτῷ δοκεῖ. Οὕτω τοίνυν
45ἔχοντος τοῦδε, καὶ συνομολογουμένου παρὰ πᾶσιν, ὅτου δὴ χάριν μόνος ὁ Υἱὸς Μονογενὴς, καὶ Λόγος καὶ σοφία ἐστίν; Ἔδει γὰρ, εἴπερ ὄντως τὸ θέλειν ὅσα καὶ ὁ Πατὴρ βούλεται, Μονογενῆ καλεῖσθαι ποιεῖ, καὶ σοφίαν, καὶ Λόγον, καὶ τοῖς ἄλλοις λογι‐

75

.

188

(50)

κοῖς κτίσμασι ταῦτα ὑπάρχειν, καὶ τοσούτοις ὀνόμα‐ σιν ἀποκαλεῖσθαι καὶ αὐτὰ, ὅσοισπερ ἂν καὶ ὁ Υἱός. Εἰ δὲ τούτων οὐδὲν, οὔτε Μονογενής ἐστιν Υἱὸς, οὔτε Λόγος, οὔτε σοφία, οὔτε φῶς, οὔτε ἀπαύγασμα, οὔτε μορφὴ, οὔτε εἰκὼν τοῦ Πατρὸς, ἀναγκαῖον εἰδέναι
55λοιπὸν, ὅτιπερ οὐ τὸ βούλεσθαι τὰ αὐτὰ τῷ Πατρὶ,187

75

.

189

οὐδὲ τὸ μίαν ἔχειν πρὸς αὐτὸν τὴν γνώμην παρα‐ σκευάζει λέγειν τὸν Υἱόν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» καὶ πάλιν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν·» ἀλλ’ ὅτι, τῆς τοῦ Πατρὸς οὐσίας γνήσιον
5ὑπάρχων γέννημα, φέρει μὲν ἐν ἑαυτῷ τὸν Πατέρα, φαίνεται δὲ καὶ αὐτὸς ἐν Πατρί. Κρατοίη δ’ ἂν ὁ αὐτὸς οὗτος λόγος καὶ ἐπ’ ἀνθρώπων ἁγίων, οἷς τὸ ἀκολουθεῖν τοῖς θείοις θελήμασι σκοπὸς, καὶ οὐκ ἔστιν εἰπεῖν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν
10ἐμοί.»
11tΑΛΛΟ.
12tὩς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν.
13 Εἰ τὸ καλεῖσθαι, φασὶν, Υἱὸν καὶ εἰκόνα τοῦ Πα‐ τρὸς, ἕνα αὐτῷ κατὰ φύσιν ἐργάζεται τὸν τοιούτοις
15ὀνόμασιν ἀποσεμνυνόμενον, τί κωλύσει καὶ ἡμᾶς ἀνθρώπους ὄντας, ἐπειδήπερ καὶ υἱοὶ κεκλήμεθα, καὶ κατ’ εἰκόνα γεγόναμεν Θεοῦ, ὁμοίους εἶναι κατ’ οὐσίαν αὐτῷ;
19tΠρὸς τοῦτο λύσις.
20 Ἀλλ’ ἡμῖν μὲν, ὦ βέλτιστοι, κατὰ χάριν· τῷ δὲ Θεοῦ Λόγῳ κατὰ φύσιν τοῦτο ὑπάρχει. Καὶ περὶ μὲν ἐκείνου λέγεται· «Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε;» ὡς οὐκ ἐπείσακτον ἔχοντος, ἀλλὰ φυσικὸν τὸ ἀξίωμα. Περὶ δὲ ἡμῶν· «Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ Υἱοὶ
25Ὑψίστου πάντες.» Ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀπο‐ θνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Ὡς εἰ μὴ πᾶσαν ποιησαίμεθα σπουδὴν εἰς τὸ παραιτεῖσθαι τὸ φαῦλον, ῥᾳδίως ἐξ ὧν εἰλήφαμεν ἀποπεσεῖν δυνά‐ μεθα. Εἰλήφαμεν δὲ κατὰ χάριν τὸ καλεῖσθαι καὶ
30υἱοὶ καὶ θεοὶ, ἃ δὴ φυσικῶς πρόσεστι τῷ Υἱῷ. Εἰκὼν δὲ πάλιν χρηματίζομεν Θεοῦ, ἐπειδήπερ τὴν ἀληθι‐ νὴν εἰκόνα τὸν Λόγον αὐτοῦ ἐδεξάμεθα, καὶ ᾤκησεν ἐν ἡμῖν, ἢ καὶ ἐν τελευταίοις καιροῖς ἐνηνθρώπησε διὰ τὴν ἡμετέραν σωτηρίαν. Πολλή τις οὖν καὶ ἄμε‐
35τρος ἡ διαφορὰ, μεταξύ τε ἡμῶν τῶν κατὰ χάριν κεκλημένων υἱῶν καὶ τοῦ κατὰ φύσιν ὄντος καὶ ἀληθινῶς. Καὶ φλυαρία μᾶλλον ὑμῶν ἡ πρότασις ἢ νόημα χρήσιμον δέδεικται.
39tΑΛΛΟ.
40 Εἰ ταύτης ἕνεκα καὶ μόνης τῆς αἰτίας ὅμοιον εἶναι τῷ Πατρί φατε τὸν Υἱὸν, ὦ χριστομάχοι, ὅτι δὴ πάνθ’ ὅσα βούλεται ὁ Πατὴρ, ταῦτα καὶ αὐτὸς, οὐκ ἔσται τῷ Πατρὶ μᾶλλον προσεοικὼς, ἀλλὰ τοῖς τοῦ Πατρὸς θελήμασι. Καὶ ὁ μὲν Πατὴρ, καθ’ ὑμᾶς,
45ὀνόματι μόνον τοῦτό ἐστιν· ὁ δὲ Υἱὸς, οὔτε υἱὸς, οὔτε ἀπαράλλακτος τοῦ γεννήσαντος εἰκὼν, ἀλλὰ μόνων τῶν θελημάτων αὐτοῦ μιμητής. Ἐπεὶ καὶ ὁ Παῦλος μιμητὴς ὑπάρχων τοῦ Χριστοῦ καὶ προσεοικὼς αὐτῷ κατά τε τὸ βούλεσθαι πάνθ’ ὅσα καὶ αὐτὸς ἐβούλετο,

75

.

189

(50)

καὶ κατὰ τὸν τῆς διδασκαλίας λόγον, ἔχει μὲν εἰκόνα τῶν θελημάτων αὐτοῦ, οὐκ ἔστι δὲ κατὰ φύσιν ὁ αὐτὸς τῷ Υἱῷ τοῦ Θεοῦ. Εἰ δὲ τοῦτο ἄτοπον ὁμοῦ καὶ ἀσεβὲς, ἀνάγκη φέρειν τὴν ὁμοιότητα κατὰ μό‐ νης τῆς οὐσίας καὶ τοὺς τῆς φύσεως χαρακτῆρας.
55Οὔτω γὰρ ὄντως ἀληθέστερον εἰκὼν τοῦ Πατρὸς ὁ189

75

.

192

Υἱὸς ἀναδειχθήσεται, ὡς καὶ δύνασθαι λέγειν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» καὶ πάλιν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.»
4tΑΛΛΟ, τρόπῳ διηγηματικῷ.
5 Οὕτως ἔν εἰσιν ὁ Πατὴρ καὶ ὁ Υἱὸς, καὶ κατὰ τόνδε τὸν τρόπον ἐμφερής ἐστιν αὐτῷ, ὡς ἂν ἐφ’ ἡμῶν νοηθείη υἱὸς πρὸς τὸν ἑαυτοῦ πατέρα κατά γε τὸν τῆς οὐσίας λόγον, καὶ ὡς ἂν ἴδοι τις πρὸς τὸν ἥλιον τὸ ἐξ αὐτοῦ προϊὸν ἀπαύγασμα. Διὰ γὰρ τοῦτο
10καὶ διὰ τὸ οὕτως ἔχειν τὸν Υἱὸν πρὸς τὸν ἑαυτοῦ Πα‐ τέρα, ἐργαζομένου τοῦ Υἱοῦ, ὁ Πατὴρ ἐργάζεται, καὶ πρὸς τοὺς ἁγίους ἐρχομένου πάλιν αὐτοῦ, ὁ Πα‐ τήρ ἐστιν ὁ ἐρχόμενος, ὡς αὐτὸς ἔφησεν· «Ἐλευ‐ σόμεθα, ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ’ αὐτῷ
15ποιήσομεν.» Πάντα γὰρ, καθάπερ ἤδη προείρηται, παρὰ Πατρὸς δι’ Υἱοῦ γίγνεται· καὶ γοῦν εἴ ποτέ τισιν ἁγίοις δέδοται χάρις, ταύτην ὁ Πατὴρ δι’ Υἱοῦ χορηγήσας φαίνεται. Καὶ μάρτυς ὁ Παῦλος γράφων πρός τινας· «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πα‐
20τρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Πάλιν ὁ αὐτὸς ἑτέροις ἐπιστέλλων· «Αὐτὸς δὲ ὁ Πατὴρ καὶ Θεὸς ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύ‐ ναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς.» Ἀλλ’ εἰ μή τις ἦν ἑνότης Πατρὶ πρὸς Υἱὸν, εἶπεν ἂν, Κατευθύνοιεν τὴν
25ὁδὸν ἡμῶν, ἵνα τοὺς δύο σημάνῃ. Νυνὶ δὲ τοῦτο μὲν οὐ ποιεῖ· τὴν δὲ ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τη‐ ρήσας σαφῶς, τὸ κατευθύναι τέθεικεν ἑνικῶς· οὐχ ὡς ἰδίᾳ μὲν τοῦ Πατρὸς, ἰδίᾳ δὲ χορηγοῦντος τοῦ Υἱοῦ, ἀλλ’ ὡς Πατρὸς δι’ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι ἐκ τῆς μιᾶς θεότητος πεμπομένων τῶν χαρισμάτων εἰς τοὺς ἁγίους.
30tΑΛΛΟ.
31 Εἰ κεχώριστο κατὰ φύσιν τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱὸς, καὶ εἰ μή τις ἑνότης ἀδιάστατος ἦν ἐν αὐτοῖς ὁποίαν ἔχει τὸ ἀπαύγασμα πρὸς τὸν ἥλιον, ἐξήρκει καὶ μόνον τὸν Πατέρα τοῖς ἁγίοις ἐπιδιδόναι τὰ χα‐
35ρίσματα, μὴ συμπαραλαμβανομένου πρὸς τοῦτο καὶ τοῦ Υἱοῦ. Εἰ γὰρ κτιστῆς ἐστιν οὐσίας, καὶ ἕτερόν τι παρὰ τὸν Θεὸν, ποῖον ἔχει λόγον οὐδενὸς τῶν ἄλλων κτισμάτων ἐπικοινωνοῦντος Θεῷ πρὸς τὴν δόσιν τῶν θείων χαρισμάτων, μόνον αὐτὸν παραλαμβάνεσθαι;
40Οὐ γὰρ ἀνέξεταί τις λέγοντός τινος· Δοίη σοι τὰ αἰτήματά σου Θεὸς τυχὸν ὁ Πατὴρ καὶ ὁ ἄγγελος· ἀλλ’ οὐδὲ εἴ τι μεῖζον ὀνομάσειεν ἀγγέλου. Μόνῳ γὰρ τὸ διδόναι πρέπει Θεῷ. Εἰ δὲ δίδωσιν, οὐ μετά τινος ἑτέρου τῶν κτισμάτων, ἀλλὰ μόνῳ σὺν Υἱῷ καὶ δι’
45Υἱοῦ ἐν ἁγίῳ Πνεύματι, δῆλον ἐντεῦθεν ἂν εἴη καὶ παντί τῳ γνώριμον, ὅτιπερ τῆς οὐσίας τοῦ Πατρὸς ἴδιόν ἐστι γέννημα, καὶ τὸν Πατέρα ἔχων ἐν ἑαυτῷ, αὐτός τε ὁμοίως ὑπάρχων ἐν τῷ Πατρὶ, πάντα ἐνερ‐ γεῖ καὶ ἐργάζεται καὶ χορηγεῖ τοῖς ἁγίοις τὰς δω‐

75

.

192

(50)

ρεάς. Καὶ μάρτυς ὁ Παῦλος λέγων· «Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ.»
53tΑΛΛΟ.
54tὩς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν.
55Εἰρήκατε, φασὶ, μηδὲν τῶν κτισμάτων συμπαρα‐191

75

.

193

λαμβάνεσθαι τῷ Θεῷ ἐν ταῖς τῶν χαρισμάτων ἐπι‐ δόσεσι. Τί οὖν ἄρα ποιήσετε τὸν πατριάρχην Ἰακὼβ εὑρίσκοντες ἐν ταῖς θείαις Γραφαῖς τοὺς ἐξ Ἰωσὴφ εὐλογοῦντα τόν τε Ἐφραῒμ δηλονότι καὶ τὸν Μα‐
5νασσῆ, καὶ λέγοντα· «Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης, καὶ ὁ ἄγγε‐ λος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου, εὐ‐ λογήσαι τὰ παιδία ταῦτα;» Ἰδοὺ, φησὶν, ὀνομάσας Θεὸν, προστέθεικε καὶ τὸν ἄγγελον, ὡς εὐλογεῖν σὺν
10αὐτῷ δυνάμενον.
11tΠρὸς ταῦτα λύσις.
12 Εἰ προφητικὸν ἐνυπάρχειν πνεῦμα τῷ τὰ τοιαῦτα λέγοντι ἐνομολογοῦσιν οἱ χριστομάχοι, καὶ πιστεύου‐ σιν ὄντως ἄγιον ἄνδρα γεγενῆσθαι τὸν Ἰακὼβ, ὅτου
15δὴ χάριν τοσαύτην αὐτῷ περιτιθέντες πλάνην, οὐκ αἰσχύνονται ὡς ἄγγελον συνάπτειν τῷ πάντων Θεῷ, καὶ δύνασθαι συνευλογεῖν τῷ πεποιηκότι τὸ δι’ αὐτοῦ γενόμενον νομίζειν; Εἰ δὲ τοῦτο ἄτοπον, ἀκουέτω‐ σαν καὶ παρ’ ἡμῶν. Εἰ μὲν ἅγιον ὄντως πιστεύετε
20γεγενῆσθαι τὸν Ἰακὼβ, παύσασθε δυσφημοῦντες αὐτόν· ζητεῖτε δὲ μᾶλλον τῶν εἰρημένων παρ’ αὐτοῦ τὴν ἀληθῆ διάνοιαν. Εἰ δὲ οὐκ ἧν ἅγιος, πρὸς δὲ τοῖς ἄλλοις ἅπασι καὶ τοῦτο λέγειν τολμᾶτε, τί πρὸς ἀνατροπὴν, ὡς οἴεσθε, τῶν τοσούτων καὶ τηλικούτων,
25ἀνδρὸς οὐχ ἁγίου φέρετε φωνήν; Παρελθόντες τοι‐ γαροῦν τὰς ὑμῶν ἀμαθίας, ἑρμηνεύσομεν καθ’ ὃν δεῖ τρόπον τοῦ πατριάρχου τοὺς λόγους. Ὡς γὰρ ἀνὴρ ἅγιος καὶ Πνεύματι θείῳ πρὸς τὴν γνῶσιν τῶν τῆς εὐσεβείας δογμάτων παιδαγωγούμενος, πρῶτον
30μὲν ἔφησεν· Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου, εὐλογήσαι τὰ παιδία ταῦτα. Εἶτά φησι· Καὶ ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου· ἴνα διὰ μὲν τοῦ λέγειν, Ὁ Θεὸς, σημαίνῃ τὸν Πατέρα· διὰ δὲ τοῦ λέγειν, Ὁ ἄγγελος, τὸν ἐξ αὐτοῦ Λόγον.
35ᾜδει γὰρ ὅτι καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος. Ὅτι δὲ τὸν Υἱὸν ἐνθάδε φησὶ, καὶ οὐ τοιοῦτον ἄγγελον, ὁποῖον ἡ συνήθεια δίδωσι νοεῖν, ἐντεῦθεν ἔσται καταφανές. Εἰρηκὼς γὰρ, Ὁ ἄγγελος, οὐχ ἵστησι μέχρι τούτου τὸν λόγον, ἀλλὰ προστέ‐
40θεικεν· «Ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου.» Ἴδωμεν τοίνυν ἐκ τῶν αὐτοῦ ῥημάτων, εἰ μὴ ὁ Θεὸς ἧν ὁ ῥυόμενος αὐτὸν, ἀλλά τις τῶν γενητῶν ἀγγέλων.
44tἈπόδειξις ἐφεξῆς, ὅτι Θεὸς ἦν ὁ ῥυόμενος ἐκ
45tπάντων τῶν κακῶν τὸν πατριάρχην Ἰακώβ.
46 Λέγεται παλαῖσαι πρὸς τὸν πατριάρχην Ἰακὼβ ἄγγελος, καὶ τοῦτο κεῖται παρὰ τῇ θείᾳ Γραφῇ. Ἀλλὰ συσχὼν αὐτὸν ὁ ἅγιος ἔφασκεν· «Οὐ μή σε ἀνῶ, ἐὰν μή με εὐλογήσῃς.» Ἦν δὲ οὗτος ὁ Θεός.

75

.

193

(50)

Αὐτοῦ τε τοῦ πατριάρχου φέρεται φωνή· «Εἶδον Θεὸν πρόσωπον πρὸς πρόσωπον.» Τοῦτον τὸν ὡς ἄγγελον αὐτῷ ὀφθέντα παρεκάλει τοῖς ἐκγόνοις ἐπιπέμψαι τὴν εὐλογίαν.
54tΑΛΛΟ, ἐκ τῶν αὐτῶν.
55Ὤφθη τῷ πατριάρχῃ Κύριος ὁ Θεὸς, ὡς γέγρα‐
πται, καὶ εἶπεν αὐτῷ· «Ἰδοὺ ἐγὼ μετὰ σοῦ, δια‐193

75

.

196

φυλάσσων σε ἐν τῇ ὁδῷ οὗ ἐὰν πορευθῇς.» Οὐκοῦν Θεὸς ἦν ὁ ῥυόμενος, καὶ οὐκ ἄγγελος. Καὶ πάλιν, ὅτε Λάβαν κατεδίωξε τὸν Ἰακὼβ καὶ κατέλαβε, τότε πάλιν Θεὸς κεκώλυκε τὴν ἐπήρειαν, οὐ συγχωρήσας
5λαλῆσαι ῥήματα πρὸς τὸν Ἰακώβ. Ὅτι δὲ Θεὸς αὐτῷ καὶ τοῦτο ἐξήνυσεν, αὐτὸς ἔσται μάρτυς λέγων πρὸς τὰς ἑαυτοῦ γυναῖκας· «Οὐκ ἔδωκεν ὁ Θεὸς τῷ Λά‐ βαν κακοποιῆσαί με.» Καὶ πάλιν ἐπιβουλευόμενος παρὰ τοῦ ἀδελφοῦ Ἡσαῦ, οὐκ ἄγγελον ἐπεκαλεῖτο,
10ἀλλὰ Θεὸν παρεκάλει βοῶν· «Ἐξελοῦ με, Κύριε, ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἡσαῦ, ὅτι φοβοῦμαι αὐτόν.»
13tΑΛΛΟ, ἀποδεικτικῶς, ὅτι ὁ Λόγος τοῦ Θεοῦ, τὸ
14tεἶδος αὐτοῦ ἐστιν.
15 Λέγει που πρὸς Ἰουδαίους λίαν ἀπειθοῦντας ὁ Σωτήρ· «Ὁ πέμψας με Πατὴρ, ἐκεῖνος μεμαρτύρηκε περὶ ἐμοῦ, οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ
20ὑμεῖς οὐ πιστεύετε.» Τοίνυν ὅτι μὴ πεπιστεύκασι τῷ ἐκ τοῦ Πατρὸς ἀποσταλέντι Λόγῳ, οὔτε τῆς φω‐ νῆς ἀκηκοέναι λέγονται τοῦ Θεοῦ, οὔτε μὴν τὸ εἶδος αὐτοῦ τεθεᾶσθαι πώποτε, ἀλλ’ οὔτε ἔχειν ἐν αὐτοῖς ἐνοικοῦντα τὸν λόγον. Ἔστι δὴ λοιπὸν ἅπασι σαφὲς
25καὶ εὐσύνοπτον, ὅτιπερ, εἰ ἐδέξαντο τὸν ἀπεσταλμέ‐ νον, ἤκουσαν ἂν καὶ τῆς φωνῆς τοῦ Θεοῦ, καὶ τὸ εἶ‐ δος ἐθεάσαντο αὐτοῦ, καὶ εἶχον ἐνοικοῦντα τὸν Λόγον. Ταῦτα τοίνυν πάντα ἐστὶν ὁ Υἱὸς, φωνὴ καὶ εἶδος, καὶ Λόγος τοῦ Πατρός. Εἰ δὲ εἶδός ἐστι, δῆλον ὅτι
30καὶ εἰκὼν καὶ χαρακτήρ. Ἔχων οὖν ὡς χαρακτὴρ κατὰ φύσιν ἐν ἑαυτῷ τὸ πρωτότυπον, οὗ καὶ ἔστι χαρακτὴρ, ἀληθεύσει λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.»
35tΑΛΛΟ, σημαῖνον ὅτι εἶδος Θεοῦ καλεῖται ὁ
36tΛόγος.
37 Ὁ πατριάρχης Ἰακὼβ μετωνομάσθη παρὰ τοῦ Θεοῦ καὶ κέκληται κατά τινα χρόνον Ἰσραὴλ, ὅτε, καθά φησιν ἡ θεία Γραφὴ, «Ἀνέτειλεν αὐτῷ ὁ ἥλιος,
40ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ.» Εἶδος δὲ Θεοῦ τί ἂν ἕτερον εἴη, εἰ μὴ πάντως ὁ μετὰ παῤῥησίας βοῶν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν;»
45tἈντίθεσις ὡς ἀπὸ τῶν χριστομάχων, ἀσεβείας
46tμεστή.
47 Εὑρίσκεται, φασὶν, αὐτὸς ὁ Σωτὴρ τὸν ἑαυτοῦ Πατέρα παρακαλῶν ὑπέρ τε τῶν ἑαυτοῦ μαθητῶν, καὶ ὑπὲρ πάντων τῶν εἰς αὐτὸν πεπιστευκότων, καὶ

75

.

196

(50)

οὕτω λέγων· «Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, οὓς δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς καὶ ἡμεῖς.» Καὶ μεθ’ ἕτερα· «Οὐ περὶ τούτων δὲ μόνων ἐρωτῶ, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, καθὼς
55σὺ, Πατὴρ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν195

75

.

197

ἡμῖν ἒν ὦσιν· ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπ‐ έστειλας. Κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν. Ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν· ἵνα γινώσκῃ
5ὁ κόσμος ὅτι σύ με ἀπέσταλκας.» Οὐκοῦν ὥσπερ ἄνθρωποι τὴν φύσιν ὄντες ἡμεῖς ἐν τῷ Πατρὶ γινό‐ μεθα, οὕτω καὶ αὐτὸς ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν Πα‐ τέρα. Καὶ αὐτὸς δὲ πάλιν ὁ Πατὴρ, οὕτως ἕν ἐστι πρὸς τὸν Υἱὸν, καθάπερ καὶ πρὸς ἡμᾶς. Καὶ ὥσπερ
10οὐδεὶς ἀναγκάζει λόγος ὁμοίους ἡμᾶς εἶναι κατὰ φύ‐ σιν τῷ Πατρὶ, ὅτι δὴ καὶ πρὸς αὐτὸν ἓν γίνεσθαι λε‐ γόμεθα, οὕτως οὐκ ἀνάγκη πᾶσα λέγειν ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν, ἐπειδήπερ φησίν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Ὡς γὰρ προ‐
15λαβόντες εἰρήκαμεν, οὕτως ἐστὶν ἐν Πατρὶ, καθὰ καὶ ἡμεῖς. Ἢ τοίνυν καὶ ἡμᾶς ἀκόλουθον ὁμολογεῖν ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρὸς, διὰ τὸ ἓν γίνεσθαι πρὸς Θεὸν, ἢ εἰ μένομεν ἄνθρωποι, κἂν ἓν γενώ‐ μεθα πρὸς τὸν Πατέρα, δίκαιον καὶ ἐφ’ Υἱοῦ τοῦτο
20φρονεῖν. Μένει γὰρ ἐπὶ τῆς ἑαυτοῦ φύσεως, οὐκ ἀναβαίνων εἰς τὴν τοῦ Πατρὸς οὐσίαν, κἂν ὡς ἓν ὑπάρχειν λέγηται πρὸς αὐτόν.
22tΛύσις ἐφεξῆς.
23 Ταῦτα καὶ ὁ τῶν χριστομάχων πατὴρ καὶ τῆς φλυαρίας αὐτῶν χορηγὸς διάβολος εἰρηκὼς ἤκουσε·
25«Νῦν δὲ εἰς ᾅδην καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς.» Ὡς γὰρ τετόλμηκεν εἰπεῖν ἐκεῖνος· «Ἀνα‐ βήσομαι ἐπάνω τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ·» τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι, πολὺ τῆς ἀνθρώπων φύσεως τοὺς ὅρους ὑπερβαινόμενοι καὶ
30τῆς οὐσίας ἀναβάντες τὸ μέτρον, οὐ φοβοῦνται λέ‐ γοντες· Ἐσόμεθα ὅμοιοι τῷ Ὑψίστῳ. Ὥσπερ οὖν ἀληθεύει ὁ τοῦ Θεοῦ Λόγος βοῶν, ὅτι «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» διὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον, οὕτω καὶ οἱ χριστομάχοι εἴποιεν ἂν ἀληθεύοντες·
35Ἡμεῖς καὶ ὁ πατὴρ ἡμῶν ὁ διάβολος ἕν ἐσμεν, διὰ τὸ τῆς γνώμης ἀπαράλλακτον. Εἰς τοῦτο δὲ ἤδη μωρίας ἐλαύνουσιν ὡς οἴεσθαι κατὰ χάριν ἔχοντας τὸ καλεῖ‐ σθαι θεοὺς, ὁμοίους εἶναι δύνασθαι κατὰ τὴν φύσιν τοῦ τὴν χάριν ἐπιδεδωκότος. Καὶ υἱοὶ κεκλημένοι,
40καθ’ ὁμοιότητα τοῦ κατὰ φύσιν Υἱοῦ, ἴσους ἑαυτοὺς εἶναι πιστεύουσι τοῦ πρὸς υἱοθεσίαν ἀναγαγόντος, καὶ τὸ ἴδιον αὐτοῦ κατὰ φύσιν ἀξίωμα, κατὰ χάριν αὐτοῖς ἐπιθέντος διὰ πολλὴν φιλανθρωπίαν.
44tἈντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν.
45 Κἂν λέγῃ, φασὶν, ὁ Υἱὸς, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, οὐ πάντως ἔσται τῆς αὐτῆς οὐσίας τῷ Πατρὶ, ἐπεὶ καὶ ἡμεῖς ἄνθρωποι κατὰ φύσιν ὄντες, ἓν ὡς πρὸς τὸν Θεὸν γινόμεθα· καὶ μάρτυς αὐτὸς λέγων ὁ Υἱός· «Θέλω, Πάτερ, ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν

75

.

197

(50)

ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν.
51tΠρὸς τοῦτο λύσις.
52 Εἰ οὕτως εἰσὶν ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν, ὡς καὶ ἡμεῖς πρὸς τὸν Πατέρα, καὶ ὁ Πατὴρ πρὸς ἡμᾶς, οὐδὲν ἅρα τὸ μεταξὺ τοῦ Θεοῦ Λόγου καὶ ἡμῶν, ἀλλ’
55ἔσται κατὰ φύσιν ἡμῖν ὁ αὐτὸς, διοίσει δὲ μόνον τῷ197

75

.

200

χρόνῳ, ἐπεὶ καὶ αὐτός ἐστι πρὸ πάντων· ἀλλὰ κἂν ἔχῃ τὸ προτερεύειν κατὰ τὸν χρόνον, ἔσται πάλιν ἡμῖν κατ’ οὐσίαν ὁ αὐτός. Τί γὰρ κωλύσει τὸν Ἀδὰμ εἰς τὸ εἶναι κατὰ φύσιν ὅμοιον τῷ Παύλῳ τύχον, ἢ
5ἑτέρῳ τινὶ τῶν μετ’ αὐτὸν γεγονότων, τὸ πρὸ πάντων αὐτὸν πεποιῆσθαι παρὰ Θεοῦ; Εἰ τοίνυν οὐδὲν ἐν τούτοις ὁ χρόνος ὠφελεῖ, τί κωλύει καὶ τὸν Υἱὸν πρὸ ἡμῶν γεγονότα, τῆς αὐτῆς οὐσίας ἡμῖν ὑπάρχειν, εἰ μηδὲν ἔστιν ἕτερον τὸ μεταξὺ ἡμῶν τε καὶ αὐτοῦ;
10Καὶ εἰ τοῦτο καθ’ ὑμᾶς ἐστιν ἀληθὲς, ὅτου δὴ χάριν αὐτὸς μόνος καλεῖται Ποιητὴς, ἡμῶν οὐκ ἐχόντων τοῦτο; Καὶ ἡμεῖς μὲν δι’ αὐτοῦ γεγόναμεν, αὐτὸς δὲ τὴν τοῦ Δημιουργοῦ δόξαν φέρει. Ἦν δὲ ὄντως ἀκό‐ λουθον εἰ ταυτόν ἐσμεν κατὰ φύσιν αὐτῷ, τὴν αὐτὴν
15ἐκείνῳ χώραν ἐπέχειν παρὰ τῷ Πατρὶ καὶ ἡμᾶς, καὶ ἕκαστον ἡμῶν καλεῖσθαι καὶ Μονογενῆ, καὶ Λόγον, καὶ σοφίαν τοῦ Πατρός. Ὧν γὰρ ἡ φύσις μία, τού‐ τοις ἔσται καὶ τὸ ὄνομα κοινόν· καὶ ὅπερ ἑνὶ κατὰ φύσιν ὑπάρχει, τοῦτο πάντως ἐγκείσεται καὶ τοῖς
20τῆς αὐτῆς μετέχουσιν οὐσίας. Εἰ δὲ τοῦτο ἄτοπον, καὶ οὔτε δημιουργοί ἐσμεν ἢ κεκλήμεθα, οὔτε μὴν σοφία, ἢ Λόγος, ἢ ἀπαύγασμα· μόνος δὲ ταῦτά ἐστιν ὁ Υἱὸς, οὐκ ἄρα κατὰ φύσιν ἔσται πρὸς ἡμᾶς ὁ αὐτὸς, ἀλλ’ ἰδιάζουσαν ἐκ τοῦ Πατρὸς ἔχει τὴν γέννησιν,
25καὶ οὕτως ἐστὶν ἓν πρὸς τὸν ἑαυτοῦ Πατέρα, οὐ κα‐ θάπερ ἡμεῖς τῇ πρὸς αὐτὸν σχέσει τὴν ἑνότητα κερ‐ δαίνοντες μετοχικῶς τε καὶ μεταληπτικῶς, ὥσπερ ἂν εἰ καὶ σίδηρος πυρὶ ὁμιλήσας περιθερμαίνοιτο παρ’ αὐτοῦ.
30tΑΛΛΟ, μετὰ γοργῆς ἀποδείξεως διδάσκον ὅτι τὰ
31ἐξομοιούμενά τισιν, οὐ πάντως καὶ κατὰ φύσιν ἔνεισιν οἷς ἐξομοιοῦνται, ἀλλ’ ὥσπερ τινὲς εἰκόνες τὰ φύσει προσόντα τισὶ γίνονται τῶν
34tκατὰ προαίρεσιν ἡμῶν κινημάτων.
35 Λέγει πρός τινας ἡ θεία Γραφή· «Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις.» Καὶ πάλιν περὶ ἑτέρων· «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» Καὶ πάλιν· «Ἵπποι θηλυμανεῖς
40ἐγενήθησαν.» Ὁ δέ γε Σωτὴρ πρὸς τοὺς ἑαυτοῦ μα‐ θητὰς τρανότερον λέγει· «Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» Καὶ πάλιν· «Γίνεσθε οἰκτίρμονες καθὼς ὁ Πατὴρ ὑμῶν ὁ οὐρά‐ νιος οἰκτίρμων ἐστίν.» Εἰ μὲν οὖν τὸ τοῖς ἀλόγοις
45ζώοις ἐξομοιοῦσθαί τινας, ὅτι τὴν αὐτὴν ἐκείνοις ἐνόσησαν ἀβουλίαν, καὶ κατὰ φύσιν εἶναι τοῦτο ποιεῖ ὅπερ ἐστὶν ἐκεῖνα· καὶ πάλιν, εἰ τὸ μιμεῖσθαι τοὺς μαθητὰς τὸ τοῦ ὄφεως φρόνιμον, καὶ τὸ τῆς περι‐ στερᾶς ἀκέραιον, καὶ τὸ τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐ‐

75

.

200

(50)

ρανοῖς πρόχειρον περὶ τὸ πάντας ἑλεῖν, καὶ ὄφεις αὐ‐ τοὺς καὶ περιστερὰς καὶ κατὰ φύσιν ὁμοίους γίνεσθαι παρασκευάζει τῷ Θεῷ· ὅταν λεγώμεθα γίνεσθαι πρὸς Κύριον ἓν, οὐδὲν κωλύει λέγειν, ὅτι δὴ κατὰ τὸν τῆς οὐσίας λόγον ἓν γεγόναμεν πρὸς τὸν Θεὸν, ὥσπερ ἐστὶ
55καὶ ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα. Εἰ δὲ μέχρι μό‐ νης ἐννοίας ἢ πράξεως ἡ ὁμοιότης ἡμῖν πρὸς τὰ
ἀντιπαραβαλλόμενα πέφυκε γίνεσθαι, οὐκ ἐσμὲν ἄρα199

75

.

201

κατ’ οὐσίαν οἱ αὐτοὶ πρὸς τὸν Θεὸν, ὅταν ἓν πρὸς αὐτὸν γίνεσθαι λεγώμεθα. Ἀλλ’ ὥσπερ αὐτὸς ἕν ἐστι ῥύσει πρὸς τὸν ἑαυτοῦ Λόγον, οὕτω καὶ ἡμεῖς ἓν ὡς πρὸς ἀλλήλους γινόμεθα τῇ τε γνώμῃ, καὶ ὁμονοίᾳ,
5καὶ τῷ κατὰ μηδένα τρόπον στασιάζειν πρὸς ἀλλή‐ λους, ἀλλ’ ἑνὶ δεσμῷ τῆς ἁγίας ἀγάπης ὥσπερ εἰς ταυτότητα περισφίγγεσθαι.
8tΑΛΛΟ.
9Ἔθος τῷ Σωτῆρι Χριστῷ τὰ κατὰ φύσιν αὐτῷ
10προσόντα ἀγαθὰ προφέρειν ἀεὶ, καὶ τούτοις ἐξ‐ ομοιοῦσθαι κελεύειν, ὡς πρὸς τὴν θείαν ἡμᾶς ἀνα‐ πλάττων εἰκόνα, καθ’ ἣν καὶ πεποιήμεθα. Ὅτε γοῦν πράους καὶ ἡμᾶς διδάξαι βούλεται, λέγει· «Μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ.»
15Καὶ οὐχ ὅταν ἐξ αὐτοῦ μαθόντες γενώμεθα πρᾶοι, πάντως ἐξομοιούμεθα κατὰ φύσιν αὐτῷ, ἀλλὰ μόνον κατὰ τὸ τῆς πραότητος σχῆμα. Οὐκοῦν ὅταν λέγῃ περὶ ἡμῶν, «Ἵνα ὦσιν ἒν, καθὼς ἡμεῖς ἕν ἐσμεν,» ἐξ ἑαυτοῦ λαβὼν τὸ παράδειγμα, οὐ πάντως ἵνα κατὰ
20φύσιν ἓν ὡς πρὸς τὸν Θεὸν γενώμεθα τοῦτό φησιν, ἀλλ’ ἵνα ὥσπερ φυσικῶς ἕν ἐστιν αὐτὸς πρὸς τὸν Πατέρα, οὕτω καὶ ἡμεῖς τῇ ὁμοψυχίᾳ καὶ τὰ αὐτὰ φρονεῖν εἰς ἀλλήλους ἓν γενώμεθα, τὴν φυσικὴν ταυ‐ τότητα τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν εἰκόνα λαμβάνον‐
25τες τῆς ἀδιαστάτου γνώμης· ὥσπερ ἓν ἡμᾶς σῶμα καὶ μίαν ψυχὴν δυναμένης ἀποτελεῖν. Οὕτω γὰρ περὶ τῶν πιστευσάντων γέγραπται, ὅτι «Τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ψυχὴ μία.»
29tΑΛΛΟ.
30 Τὰ φύσει προσόντα τισὶν ὥσπερ εἰκόνες ἀμετά‐ βλητοι γίνονται τοῖς πρὸς αὐτὰ τὴν οἰκείαν προαί‐ ρεσιν διαπλάττειν βουλομένοις· ὁποῖόν ἐστι τὸ, «Γί‐ νεσθε ὡς οἱ ὄφεις, καὶ ὡς αἱ περιστεραί.» Οὐκοῦν εἰκόνα τινὰ ὑπογραμμὸν τῆς ὀφειλούσης ἐν ἡμῖν ἑνό‐
35τητος γίνεσθαι προαιρετικῶς, προτείνει καὶ νῦν ὁ Υἱὸς, ἣν ἔχει πρὸς τὸν Πατέρα φυσικὴν ταυτότητα. Ὅταν οὖν λέγῃ περὶ ἡμῶν· «Ἵνα καὶ αὐτοὶ ἓν ὦσι, καθὼς καὶ ἡμεῖς ἕν ἐσμεν,» οὐχ ἵνα τὴν φύσιν ἀφέντες τὴν ἑαυτῶν, εἰς τὴν τοῦ Υἱοῦ μεταποιηθῶ‐
40μεν, τοῦτό φησιν (ἀδύνατον γὰρ), ἀλλ’ ἵνα καθάπερ ἤδη προείρηται, τοῦτο κατὰ γνώμην ὡς πρὸς ἀλλή‐ λους γενώμεθα ὅπερ ἐστὶ κατὰ φύσιν αὐτὸς πρὸς τὸν Πατέρα· ἓν δηλαδή. Εἰ δὲ οὐκ ἔστιν εἰκὼν καὶ ὑπό‐ δειγμα τὸ λεγόμενον, ἀλλὰ πάντως φυσικὴν ἔσεσθαί
45τινα μεταβολὴν οἴεταί τις, ἑαυτὸν ἐξαπατᾷ τὸ ἀλη‐ θὲς οὐχ ὁρῶν. Εἰ γὰρ ἐβούλετο γενέσθαι κατὰ φύσιν ἡμᾶς ὁ Υἱὸς ὅπερ ἐστὶν αὐτὸς πρὸς τὸν Πατέρα, ἐχρῆν εἰπεῖν· Ἵνα δὴ, ὥσπερ ἐγὼ πρὸς σὲ, Πάτερ, ἕν εἰμι, οὕτω καὶ αὐτοί. Νυνὶ δὲ τοῦτο μὲν οὐκ εἰ‐

75

.

201

(50)

πὼν, τῷ δὲ πληθυντικῷ χρησάμενος ἀριθμῷ, καὶ λέγων· «Ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι,» διδάσκει σαφῶς ὅτιπερ οὐκ εἰς τὴν τῆς θεότητος φύσιν μεταποιηθῆναι βού‐ λεται τοὺς εἰς αὐτὸν πιστεύοντας (ἀπίθανον γὰρ),
55ἀλλ’ εἰκόνα τῆς κατὰ προαίρεσιν ἑνότητος λαβόντας201

75

.

204

τὸ φύσει προσὸν αὐτῷ, τοῦτο εἶναι κατὰ γνώμην ἐπείγεσθαι, ὅ ἐστιν αὐτὸς φυσικῶς πρὸς τὸν γεννή‐ σαντα.
4tΑΛΛΟ, δεικνύον ὅτι τὸ ἐν Θεῷ γίνεσθαι, οὐ φύ‐
5σεως σημαίνει μεταβολὴν, ἀλλ’ ὅτι δι’ αὐτοῦ ἢ
6tπαρ’ αὐτοῦ.
7 Εὑρίσκεταί που λέγων ὁ Ψαλμῳδός· «Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν.» Καὶ πάλιν· «Ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος.» Ἀλλ’ ἔστι δῆλον
10ὅτιπερ οὐκ ἐν τῷ Θεῷ γενόμενος φυσικῶς καὶ τεῖχος ὑπερβήσεσθαι καὶ κερατιεῖν, ἀλλ’ ὅτι ἐν τῷ ὀνόματι τοῦ Θεοῦ καὶ ἐν τῇ δυνάμει αὐτοῦ τοῦτο ποιήσει. Οὐκοῦν ὅταν ὁ Υἱὸς λέγῃ· «Ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν,» οὐχ ἵνα κατὰ φύσιν ἓν γένωνται πρὸς τὸν
15Θεὸν οἱ πιστεύοντες, τοῦτό φησιν, ἀλλ’ ἵνα ἐν ὀνό‐ ματι Πατρὸς καὶ Υἱοῦ, μίαν ἔχοιεν εἰς ἀλλήλους τὴν γνώμην, καὶ εἰς φιλίας ἐνότητα περισφίγγωνται. Ἐπειδὴ δὲ προστίθησι τὸ, «καθὼς ἡμεῖς ἕν ἐσμεν,» δῆλός ἐστιν οὐ φυσικὴν τοῖς πιστεύουσι χαριζόμενος
20μεταβολὴν, ἀλλ’ ὡς εἰκόνα καὶ ὑπόδειγμα τὸ φύσει προσὸν αὐτῷ τιθεὶς τῆς προαιρετικῆς ἡμῶν ἑνότη‐ τος. Τὸ γὰρ, καθὼς, οὐ πάντως ἀλήθειαν, ἀλλ’ ὁμοίωσίν τινα παραδηλοῖ.
24tΑΛΛΟ, δι’ οὗ μανθάνομεν ὅπως προσήκει νοεῖν
25τὸ ῥητὸν, τουτέστιν, «Ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν· ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετε‐
28tλειωμένοι εἰς ἕν.»
29Μεγάλην τινὰ καὶ ὑπερφυῆ τῷ γένει τῶν ἀνθρώ‐
30πων καταθέσθαι χάριν βουλόμενος ὁ τοῦ Θεοῦ Λόγος, ἕλκει σύμπαντας ὡς πρὸς ἑνότητα τὴν πρὸς ἑαυτόν. Φορέσας μὲν γὰρ τὸ σῶμα τὸ ἀνθρώπινον, γέγονεν ἐν ἡμῖν. Ἔχει δὲ ἐν ἑαυτῷ τὸν Πατέρα, ὡς Λόγος αὐτοῦ καὶ ἀπαύγασμα. Ὥσπερ οὖν, φησὶν, ἐγώ εἰμι ἐν αὐ‐
35τοῖς, διὰ τὸ τὴν αὐτὴν αὐτοῖς φορέσαι σάρκα, καὶ σὺ, Πάτερ, ἐν ἐμοὶ, διὰ τὸ εἶναί με τῆς σῆς οὐσίας τὸ ἴδιον, οὕτω βούλομαι ἵνα καὶ αὐτοὶ εἰς ἑνότητά τινα συ‐ ναφ[θ]έντες ἀλλήλοις ἀνακραθῶσι, καὶ ὥσπερ ἓν σῶμα γενόμενοι ἐν ἐμοὶ πάντες ὦσιν ὡς πάντας φοροῦντι
40διὰ τοῦ ἑνὸς ἀναληφθέντος ναοῦ, οὕτω τε εἶεν καὶ φαίνοιντο τετελειωμένοι. Καὶ γὰρ ἐγὼ τέλειός εἰμι καὶ ἄνθρωπος γεγονώς.
43tΑΛΛΟ, δεικνύον ἀκριβῶς ὅτιπερ οὐ τὴν ἑαυτῶν
44ἀφέντες φύσιν, πρὸς τὴν θείαν μεταποιού‐
45μεθα, ὅταν ἓν γίνεσθαι πρὸς τὸν Θεὸν λεγώ‐ μεθα, ἀλλ’ ὅτι μέτοχοι γεγονότες αὐτοῦ, τοῦτο
47tκαλούμεθα.
48 Ὁ μακάριος Ἰωάννης φησίν· «Ἐν τούτῳ γινώ‐ σκομεν ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι

75

.

204

(50)

ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν.» Εἰ τοίνυν διὰ τὸ μετέχειν τοῦ Πνεύματος ἓν γινόμεθα πρὸς Θεὸν, καὶ ἡμεῖς μὲν ἐν αὐτῷ, αὐτὸς δὲ ἐν ἡμῖν εἶναι λέγεται· ὁ δὲ τοῦ Θεοῦ Λόγος οὐκ ἔστι τῶν μετεχόν‐ των τὸ Πνεῦμα, ἀλλὰ μᾶλλον τοῦ Πνεύματος χορ‐
55ηγὸς, πρόδηλον ἂν εἴη ὅτιπερ οὐχ ὡς αὐτός ἐστιν ἐν Θεῷ καὶ Πατρὶ, οὕτω καὶ ἡμεῖς. Ἀλλ’ αὐτὸς μὲν
ἐν τῇ φύσει τοῦ γεγεννηκότος ἐστὶν, ὡς Λόγος αὐτοῦ203

75

.

205

καὶ ἀπαύγασμα. Ἡμεῖς δὲ δι’ αὐτοῦ τῆς τοῦ Πνεύ‐ ματος μετοχῆς ἀξιούμενοι, ἓν ὡς πρὸς Θεὸν γίνε‐ σθαι λεγόμεθα.
4tΑΛΛΟ, τὴν αὐτὴν ἔχον διάνοιαν.
5 Λέγει που πάλιν ὁ μακάριος Ἰωάννης· «Ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ.» Εἰ τοίνυν ὁμολογοῦντες, ὅτιπερ Υἱός ἐστιν Ἰησοῦς τοῦ Θεοῦ, ἐν Θεῷ γινόμεθα, καὶ αὐτὸς ὁμοίως ἐν ἡμῖν· ὁ δὲ
10Υἱὸς οὐχ οὕτως ἐστὶν ἐν Πατρὶ, οὐ γὰρ δῶρον ὁμο‐ λογίας ἔχει τὸ εἶναι ἐν αὐτῷ, δῆλόν ἐστι καὶ πᾶσιν εὐσύνοπτον ὅτιπερ ἄνθρωποι μὲν καλοῦνται χάριτι πρὸς ἑνότητα τὴν εἰς Θεὸν, καὶ γέρας ὁμολογίας καὶ πίστεως ἔχουσι τοῦτο. Ὁ δὲ τοῦ Θεοῦ λόγος δίχα τι‐
15νὸς τοιούτου φυσικῶς ἐστιν ἐν Πατρὶ, καὶ ἐν ἑαυτῷ τὸν Πατέρα φέρει, καὶ ὄντως ἕν ἐστι πρὸς αὐτόν.
17tΑΛΛΟ.
18 Κατὰ τὴν Ἰωάννου φωνὴν, ὁ ὁμολογήσας ὅτι Ἰη‐ σοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἔχει τὸν Θεὸν ἐν ἑαυτῷ
20μένοντα, καὶ αὐτὸς δὲ ἐν τῷ Θεῷ γίνεται. Ὡμολό‐ γησέ τις, ὑποκείσθω γὰρ τοῦτο τῷ λόγῳ, καὶ λαβὼν Πνεῦμα τῆς ὁμολογίας δῶρον, ἐδέξατο μὲν Θεὸν ἐν ἑαυτῷ, γέγονε δὲ καὶ αὐτὸς ἐν Θεῷ. Ἀλλὰ τὸν οὕτω διατιθέντα, συμβέβηκεν ἔκ τινος διαβολικῆς ἐπηρείας
25μετάγνωσιν τῶν ὀρθῶς βεβουλευμένων ἐλθεῖν, ἀπ‐ έστη τε τῆς ὁμολογίας, καὶ διὰ τοῦτο τὴν χάριν ἀποβέβληκε, καὶ τοῦ θείου Πνεύματος ἔρημος γεγονώς· οὐ γὰρ ἐν τοῖς δυσφημοῦσι τὸν Υἱὸν κατοικεῖ. Ἀπ‐ ώλεσε καὶ τὸ εἶναι ἐν Θεῷ, καὶ τὸ ἔχειν αὐτὸν ἐν ἑαυτῷ.
30Ἄνθρωπος δὲ ἦν καὶ ὁμολογήσας, καὶ ὅτε τῆς ὁμο‐ λογίας ἀπέστη. Οὐκ ἄρα φύσει πρὸς τὴν θείαν οὐσίαν μεταποιούμεθα, ἓν ὡς πρὸς τὸν Θεὸν γίνεσθαι λε‐ γόμενοι, ἀλλὰ χάρις ἡμᾶς, καὶ ἀρετὴ συνάπτει, καὶ κακία πάλιν ἀφίστησι· καὶ εἰ ὁμολογοῦντες ὅτι Ἰη‐
35σοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν Θεῷ γινόμεθα, ἀρ‐ νούμενοι δὲ πάντως ἀλλοτριούμεθα. Φαίνεται δὲ οὐ δῶρον ἀρετῆς τοῦτο ἔχων ὁ Υἱός. Οὐκ ἄρα οὕτως ἐστὶν ἐν Πατρὶ ὥσπερ ἡμεῖς, ἀλλ’ αὐτὸς μὲν φυσικῶς καὶ ἀμεταπτώτως ἐξ αὐτοῦ γεγεννημένος, ἡμεῖς δὲ
40χάριτι καὶ μετοχῇ. Ὥσπερ οὖν αὐτοῦ κατὰ φύσιν ὄντος Υἱοῦ καὶ Θεοῦ, οὕτω καὶ ἡμεῖς καθ’ ὁμοιότητα αὐτοῦ καὶ υἱοὶ καὶ θεοὶ χρηματίζομεν.
43tΛΟΓΟΣ ΙΓʹ.
44tΠερὶ ὁμοιότητος τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα· καὶ,
45ὅτι οὐκ ἔστι τρεπτῆς φύσεως ὁ Υἱὸς, ἢ ἔξωθεν ὑποστὰς, ἀλλ’ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν,
47tὡς Υἱὸς καὶ γέννημα.
48tἈντίθεσις ὡς ἐκ τῶν θεομάχων.
49Εἰ ἀπαράλλακτος, φασὶν, εἰκών ἐστιν ὁ Υἱὸς τοῦ

75

.

205

(50)

Πατρὸς, καὶ ὅμοιός ἐστι κατὰ πάντα τῷ γεγεννηκότι, γεννάτω καὶ αὐτὸς, καὶ Υἱοῦ γενέσθω Πατήρ· οὕτω γὰρ αὐτὸν ἀκριβῶς μιμήσεται. Εἰ δὲ οὐ γεννᾷ, πῶς ἐν τῷ μὴ τίκτοντι τὸ τίκτον φαίνεται; Ἀνόμοιος γὰρ
ἔσται κατὰ τοῦτο τῷ Πατρί.205

75

.

208

(1t)

Πρὸς τοῦτο λύσις.
2 Εἰ τὸ παραλλάττον οὐδὲν ἐν Θεῷ καὶ ἀνθρώποις, ἀπαιτείσθω τὸ γεννᾷν καὶ οὕτως ὡς ἄνθρωπος. Εἰ δὲ ἐξαίρετος ἡ Θεοῦ φύσις, ἔσται πάντως καὶ τῆς καθ’
5ἡμᾶς ἀνάγκης ἐλευθέρα. Οὐ γὰρ ὡς ἄνθρωπος ἐγέν‐ νησε Θεὸς, ἵνα καὶ ὁ τεχθεὶς ταῖς φυσικαῖς ἡμῶν ἑπόμενος ἀκολουθίαις τέκῃ, ἀλλὰ θείαν τινὰ καὶ ἄῤ‐ ῥητον ἐκ Πατρὸς ἔχει τὴν γέννησιν. Εἰ δὲ ἀνάγκη τὸν γεννηθέντα γεννᾷν διὰ τὴν παρ’ ἡμῖν φυσικὴν
10συνήθειαν, καὶ τοῖς τῆς ἀνθρωπότητος νόμοις ὑπο‐ πίπτει τὰ τῆς θεότητος ἴδια· τί τὸ κωλύον πατέρα. δοῦναι τῷ Πατρί; Οὕτω γὰρ οἱ παρ’ ἡμῖν. Εἰ δὲ ἔστιν οὐκ ἔκ τινος ἀρχῆς ὁ Πατὴρ, καὶ τὴν καθ’ ἡμᾶς ἀναβαίνει συνήθειαν ὡς Θεὸς, οὐδεὶς ἀναγκάσει
15λόγος τίκτειν τὸν Υἱόν. Ἔσται γὰρ καὶ οὕτω μᾶλλον τῷ Πατρὶ παραπλήσιος, ἄνω πάσης ἀνάγκης ὑπάρ‐ χων, ὡς Θεός.
18tΑΛΛΟ.
19Οὐκ ἄν τις εἴποι νοῦν ἔχων, ἀνόμοιον φαίνεσθαι
20τῷ Πατρὶ τὸν Υἱὸν, ἐπεὶ μὴ καὶ αὐτὸς ἐγέννησε, μηδὲ υἱοῦ γέγονε πατήρ. Ἀλλὰ μᾶλλον καὶ διὰ τοῦτο θαυμαστήν τινα καὶ ἀκριβεστάτην ὄψεται τοῦ Πατρὸς ἐν Υἱῷ τὴν εἰκόνα. Ὥσπερ γὰρ ὁ Πατὴρ ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὢν, ἀεὶ μένει Πατὴρ, καὶ εἰς Υἱὸν
25οὐ μεταβάλλεται, οὕτως ὁ ἐξ αὐτοῦ Λόγος Υἱὸς προ‐ ελθὼν, μένει τοῦθ’ ὅπερ ἐστὶ, τοῦ Πατρὸς τὸ ἀναλ‐ λοίωτον καὶ διὰ τούτου δεικνύων ἐν ἑαυτῷ. Ὅμοιος οὖν καὶ κατὰ τοῦτο Πατρί.
29tἘρώτησις Ἀρειανῶν, δι’ ἧς, ὡς οἴονται, δεικνύου‐
30tσιν ἀνόμοιον τῷ Πατρὶ τὸν Υἱόν.
31 Αὐτεξούσιος, φασὶν, ἐστὶν ὁ Υἱὸς, ἢ οὐκ ἐστίν. Εἰ μὲν οὖν αὐτεξούσιός ἐστι, προαιρέσει φαίνοιτ’ ἂν εἰ‐ κότως καλός. Τὸ δὲ προαιρέσει καὶ οὐ φύσει περί τι κρατούμενον, δύναιτ’ ἂν ἐφ’ ἕτερα μεταβάλλεσθαι,
35καὶ ἐφ’ ὅπερ ἂν ἡ τῆς προαιρέσεως γένοιτο ῥοπὴ, ἐκεῖ πάντως ἔσται τὸ προαιρέσει διοικούμενον. Τροπὴ δὲ τοῦτο καὶ πάθος. Ὁ δὲ τροπὴν ὑπομένων καὶ πάθος, πῶς ἂν εἴη τοῦ ἀτρέπτου καὶ ἀπαθοῦς εἰκὼν καὶ ὁμοιότης; Εἰ δὲ ἄτρεπτός ἐστιν, εἰς οὐδὲν ἕτερον
40παρενεχθῆναι δυνάμενος, ἀλλ’ ὅπερ ἐστὶ μένων ἀεὶ, ὡς λίθος ἄρα ἢ ξύλον ἕστηκεν ἐφ’ ἑαυτῷ φυσικῷ τινι καὶ ἀῤῥήκτῳ δεσμῷ, εἰς τοῦθ’ ὅπερ ἐστὶ κρατούμε‐ νος, καὶ τὸ αὐτεξούσιον οὐκ ἔχων.
44tΠρὸς ταῦτα λύσις.
45 Ἔδει μὲν ταῖς οὕτως ἀπαιδεύτως προσφερομέναις ἐρωτήσεσι μηδόλως ἀποκρίνεσθαι. Ἔνθα γὰρ ἡ ἀπό‐ κρισις πανταχοῦ τὸ δύσφημον ἔχει, ἐκεῖ κρείττων ἡ σιωπή. Ἂν μὲν γὰρ αὐτεξούσιον εἴπω τὸν Υἱὸν, εὐ‐ θὺς ἡ τῆς αὐτεξουσιότητος συνεισάγεται μεταβολή.

75

.

208

(50)

Ἀκολουθεῖ γὰρ τῷ αὐτεξουσίῳ τὸ ἐπιδέχεσθαι μετα‐ βολὴν, εἰ καὶ μήπω πεπονθὸς εἴη τοῦτο διὰ τὸ μὴ ἐθελῆσαι παθεῖν. Ἐὰν δὲ τοῦτο ἀφεὶς, τὸ ἕτερον εἴ‐ πω, τουτέστιν, Ἄτρεπτος ὁ Λόγος ἐστὶν, εὐθὺς ἡμῖν
τοῦ ξύλου τὴν ἀκινησίαν προτείνοντες, οὐκ αἰσθά‐207

75

.

209

νονται τολμῶντες λέγειν, ἃ καὶ μόνον ἦν ἐνθυμεῖσθαι κινδύνου μεστά. Τί γὰρ ἂν εἴποιεν οἱ πάντα τολ‐ μῶντες ῥᾳδίως, εἴ τις αὐτοῖς περὶ τοῦ Πατρὸς πεῦ‐ σιν προσάγοι τὴν αὐτήν; Ἆρα τὸν ἴσον ἡμῖν φοβη‐
5θήσονται φόβον, καὶ τὴν ἐπὶ τούτοις ἐπαινέσουσι σιωπήν; Ἢ τί ποτε ἄρα πρὸς ταῦτα ἐροῦσιν· Ἐγὼ μὲν οὐκ ἔχω λέγειν, καλὸν δὲ καὶ χρήσιμον εἰ μηδὲ ἐνενόησαν οὗτοι. Ὅτι δὲ ἄτρεπτος ὢν ὁ τοῦ Θεοῦ Λόγος ὥσπερ ὁ γεννήσας αὐτὸν, ὅμοιός ἐστι κατὰ
10πάντα τῷ Πατρὶ, γένοιτ’ ἂν διὰ τούτου σαφές. Εἰ ἀπαράλλακτός ἐστιν εἰκὼν τοῦ Πατρὸς, καὶ ἀληθεύει, λέγων· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα,» καὶ πάλιν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ἔσται πάντως ἄτρεπτος καὶ ἀναλλοίωτος ὡς ὁ Πατήρ. Ἐπεὶ πῶς ἂν
15γένοιτο εἰκὼν τοῦ ἀεὶ καὶ ὡσαύτως ἔχοντος, τὸ τρο‐ πὴν ἐπιδεχόμενον; Ἢ πῶς ἂν εἴποιεν, Ἕν ἐσμεν, τὰ τοσοῦτον ἀλλήλων διεστηκότα, καὶ μακρὰν οὕτω φέ‐ ροντα τὴν ἀνομοιότητα; Ἐπειδὴ δὲ ἀμήχανον ψεύ‐ δεσθαι τὴν ἀλήθειαν, τουτέστι τὸν Υἱὸν, ὅμοιον αὐ‐
20τὸν εἶναι λέγοντα τοῦ Πατρὸς, ἀνάγκη πᾶσα τοῦθ’ ὅπερ ἐστὶν ὁ Πατὴρ εἶναι πιστεύειν κατὰ φύσιν καὶ τὸν Υἱόν. Ἄτρεπτος οὖν, ὡς ἐκεῖνος, καὶ κατὰ πάντα αὐτῷ προσεοικώς.
24tἌλλως τὸ αὐτό.
25 Εἰ τρεπτῆς ὢν φύσεως ὁ Υἱὸς, αὐτοπροαίρετός τε καὶ αὐτεξούσιος, κατ’ ἐκείνους, ὑπάρχων, ἐφέσει τῇ περὶ τὸ ἀγαθὸν εἰς τοῦτο γέγονε καταστάσεως, ὡς μηδεμίαν ἔχειν πρὸς τὸν Πατέρα διαφορὰν, ἀλλὰ λοιπὸν δύνασθαι λέγειν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε
30τὸν Πατέρα,» οὐδὲν ἐν Θεῷ μέγα, εἰ καὶ τοῖς τρε‐ πτὴν ἔχουσι τὴν φύσιν ἔξεστι βουλομένοις εἶναι τοῦτο κατὰ φύσιν, ὅπερ ἐκεῖνός ἐστιν. Εἰ δὲ ἄβατα παντελῶς ἐστιν ἑτέρᾳ φύσει τὰ τῆς θεότητος ἴδια, πάντα δὲ ταῦτα φυσικῶς ἐν Υἱῷ φαίνεται, ὅμοιος
35ἄρα ἐστὶ κατὰ πάντα τοῦ Πατρός· οὐκ ἔκ τινος προ‐ κοπῆς ἢ ἀλλοιώσεως τῆς εἰς τὸ ἀγαθὸν, ἐκ τοῦ μὴ τοιούτου ὅπερ ἐστὶν ὑπάρχων, ἀλλὰ τέλειος ἐκ τε‐ λείου, καὶ ἄτρεπτος ἐξ ἀτρέπτου Πατρὸς προελθών. Πῶς γὰρ οὐ τέλειος ὁ οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ
40εἶναι ἴσα Θεῷ; Πῶς δὲ οὐκ ἄτρεπτος ὁ μετὰ τοῦ Πατρὸς ἓν ὢν, καθά φησιν αὐτός;
42tΑΛΛΟ.
43 Εἰ ἐκ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται, καρπὸς δὲ τῆς τοῦ Πατρὸς οὐσίας ὁ ἐξ αὐτοῦ προελθὼν Λό‐
45γος, τουτέστιν ὁ Υἱός· ἢ ποιείτωσαν καὶ τὸ δένδρον σαπρὸν, τρεπτῆς αὐτὸ φύσεως εἶναι λέγοντες (οὕτω γὰρ βούλονται τὸν καρπὸν), ἢ εἰ καλὸν ποιοῦσι τὸ δένδρον, τοιοῦτον εἶναι πιστευέτωσαν καὶ τὸν ἐξ αὐ‐ τοῦ προελθόντα καρπὸν, οὐ τῆς ἀλλοιουμένης, ἀλλὰ

75

.

209

(50)

τῆς ἀτρέπτου φύσεως εἶναι λογιζόμενοι, καθὰ καὶ τὸ δένδρον.
52tΑΛΛΟ.
53Ἐρωτῶντι Φιλίππῳ καὶ λέγοντι· «Δεῖξον ἡμῖν
τὸν Πατέρα,» Χριστὸς ἀποκρίνεται· «Τοσούτῳ209

75

.

212

χρόνῳ μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.» Εἰ τοίνυν ἡ περὶ τοῦ Υἱοῦ γνῶσις, γνῶσίς ἐστι τοῦ Πατρὸς, ἀνάγκη πᾶσα τοιοῦτον εἶναι πιστεύειν τὸν Υἱὸν,
5ὁποῖός ἐστιν ὁ Πατήρ. Εἰ δὲ τοῦτο, ἄτρεπτος δὲ ὁ Πατὴρ, ἔσται τοῦτο πάντως καὶ ὁ Υἱός. Οὕτω γὰρ ἂν ἐν αὐτῷ γνωσθείη καὶ φαίνοιτο.
8tΜαρτυρίαι ἀπὸ τῆς Γραφῆς, ὅτι ἄτρεπτος ὁ Υἱὸς,
9καὶ ἐξ αὐτῶν συλλογισμὸς εἰς τοῦτο περιτρέ‐
10tπων.
11 Ὁ Παῦλος λέγει· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σή‐ μερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Ὁ Ψαλμῳδός· «Σὺ καταρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπο‐
15λοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται· καὶ ὡσεὶ περιβόλαιον ἐλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» Ὁ Σωτὴρ περὶ ἑαυτοῦ· «Ἴδετέ με, ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι.» Ὁ Ἱε‐
20ρεμίας· «Ὅτι σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.» Ἐνταῦθα γὰρ τὸ ἱδρυμένον καὶ ἀμετάθετον, καὶ ἀεὶ ὡσαύτως ἔχον τῆς θείας φύ‐ σεως ὁ προφήτης σημαίνων φησί· «Σὺ καθήμενος τὸν αἰῶνα·» τὴν δὲ ἐν παντὶ χρόνῳ τῶν γενητῶν
25μεταβολὴν ἐξηγούμενος, ἐπιφέρει· «Καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.» Εἰ τοίνυν ἐπὶ μὲν τῶν γε‐ νητῶν τροπὴν, καὶ ἀλλοίωσιν, καὶ ἀπώλειαν, καὶ ἐξαλλαγὴν ἡ θεία λέγουσα Γραφὴ, τῆς πρὸς ταῦτα κοινωνίας ὑπεξαιρεῖ τὸν Υἱὸν, «Σὺ δὲ ὁ αὐτὸς εἶ,»
30λέγουσα, οὐκ ἄρα τρεπτῆς φύσεώς ἐστιν. Οὐδὲ γὰρ ἂν ὁ αὐτὸς εἴη, ἐφ’ ἕτερόν τι παρ’ ὅπερ ἐστὶ μετα‐ τρέπεσθαι δυνάμενος.
33tΑΛΛΟ.
34Εἰ κατὰ φύσιν οὐκ ἔστιν ἄτρεπτος ὁ Υἱὸς, συνέβη
35δὲ αὐτῷ τὸ εἶναι τοῦτο ὅπερ ἐστὶ, καὶ ἐπίκτητον ἔχει τὴν πρὸς τὸν Πατέρα ὁμοιότητα, ἦν ἄρα χρόνος ὅτε ἧν μὲν ὁ Υἱὸς, ἀνόμοιος δὲ τῷ Πατρί; Καὶ πῶς Υἱὸς ἔτι νοηθήσεται ὁ μὴ ἐκ τῆς κατὰ φύσιν ὁμοιό‐ τητος μαρτυρούμενος; Ἢ πῶς ἐν βεβαίῳ τῆς μακα‐
40ριότητος στήσεται, ὁ ἐπισυμβεβηκὸς τοῦτο ἔχων; Εἰ γὰρ συνέβη, καὶ ἀποσυμβῆναι τοῦτο δυνήσεται. Εἰ δὲ ἐν ταυτότητι μένειν τὸν Υἱὸν ἡ θεία λέγει Γραφὴ, πάντα ἐν αὐτῷ κατὰ φύσιν ἐστὶ τὰ τῆς θεότητος ἴδια, ἀλλότριον δὲ ταύτης ἡ τροπὴ, ἄτρεπτος ἄρα
45ἐστὶ καὶ ἀναλλοίωτος.
46tΑΛΛΟ.
47 Τὸ τρεπόμενον καὶ ἀλλοιωθῆναι δυνάμενον, οὐκ ἂν λέγοι περὶ ἑαυτοῦ· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Εἰ γὰρ ποτὲ μὲν τόδε ἐστὶν, ποτὲ δὲ οὐκ ἔστι, ψεύδεται

75

.

212

(50)

πρὸς ἑαυτόν. Ὁ δὲ Υἱὸς περὶ ἑαυτοῦ λέγει· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Οὐκ ἄρα τῶν ἀλλοιουμένων, ἢ τρε‐ πομένων ἐστὶν, ἀλλ’ ὅμοιος τῷ Πατρὶ, ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὤν.
54tΑΛΛΟ, διηγηματικῶς.
55Ἕνα τῶν ἀλλοιουμένων σπουδάζοντες δεῖξαι τὸν211

75

.

213

Υἱὸν, ἵνα ἐκ τούτου νομίζηται εἶναι καὶ γενητὸς, καὶ λοιπὸν ἀνόμοιος τῷ Πατρὶ, εἰς ἀπόδειξιν τῆς ἑαυτῶν μανίας προφέρουσί τινα τῶν ἐν ταῖς θείαις Γραφαῖς· καί φασι τὸν Ἀπόστολον εἰπεῖν· «Διὸ καὶ ὁ Θεὸς αὐ‐
5τὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ.» Παρὰ δὲ τῷ Ψαλμῳδῷ γέγραπται πάλιν· «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Εἶτα λέγουσι
10τὰ ῥήματα σοφιζόμενοι, ὅτι τὸ, διὸ, καὶ διὰ τοῦτο, αἰτίαν τινὰ σημαίνει, δι’ ἣν ὑπερυψώθη, καὶ ἐχαρί‐ σθη αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ ἐχρίσθη τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως. Εἰ δὲ αἰτία τις τούτων αὐτῷ γέγονε πρόξενος, ἠλλοιώθη δηλονότι καὶ μετα‐
15βέβληται, τοῦτο γεγονὼς ὅπερ οὐκ ἦν πρὸ τούτου· καὶ εἰ δοτὸν ἐν αὐτῷ τὸ ἀξίωμα, ἔσται καὶ ἀφαιρε‐ τόν. Τὸ δὲ ἐν τοιαύτῃ καταστάσει τυγχάνον, πῶς ἂν εἴη κατὰ φύσιν τῷ ἀτρέπτῳ ὅμοιον, καὶ τοῦ ἀεὶ ὡσαύτως ἔχοντος εἰκών;
20tΠρὸς ταῦτα λύσις.
21 Εἰ καθ’ ὑμᾶς γέγονέ τις αἰτία δι’ ἣν ὑπερυψώθη, καὶ τοῦ ὀνόματος ἔτυχεν, ἐχρίσθη τε τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, οὐκ ἂν ἦν τοῦθ’ ὅπερ ἐστὶ νῦν, τῆς αἰ‐ τίας οὐ γενομένης. Οὐκοῦν οὐ φύσει Θεὸς ὁ Υἱὸς, εἰ
25ἐξ αἰτίας κατὰ χάριν Θεός· οὐδὲ φύσει Υἱὸς, εἰ ἐξ αἰτίας κατὰ χάριν Υἱὸς, καὶ μισθὸς ὡς ἔοικεν ἀρετῆς ἡ υἱότης αὐτῷ, καὶ τὸ τῆς θεότητος ὄνομα, ὤσπερ καὶ ἐφ’ ἡμῶν. Οὐδὲν οὖν ἔσται τὸ αὐτοῦ τε καὶ ἡμῶν μεταξύ. Ἔξεστι γὰρ διὰ βίου σεμνότητος τῶν ἴσων τυχεῖν, εἴ γε
30καλούμεθα καὶ θεοὶ καὶ υἱοὶ, καὶ χριόμεθα τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, τούτων ἀξίους ἑαυτοὺς παραστή‐ σαντες. Εἰ δὲ τοῦτο ἄτοπον καὶ νοεῖν καὶ λέγειν, ὑπὲρ ἡμᾶς ἔσται καὶ οὐχ ὡς ἡμεῖς ὁ Υἱός. Ὁ μὲν γὰρ ἐκ τοῦ Πατρὸς κατὰ φύσιν ὑπάρχων, Υἱός ἐστιν
35ἀληθινὸς, ὡς ἄνθρωπος ἐξ ἀνθρώπου, καὶ Θεός ἐστιν ἐκ Θεοῦ γεννηθείς. Ἡμεῖς δὲ οἷς ταῦτα κατὰ φύσιν οὐ πρόσεστι, τὴν ἀπὸ τοῦ λαβεῖν χάριν, ἀντὶ τοῦ κατὰ ἀλήθειαν ἐσχήκαμεν, υἱοὶ καὶ θεοὶ διὰ τὴν τοῦ δεδωκότος φιλανθρωπίαν χρηματίζοντες· μέχρι γὰρ
40μόνου τοῦ ὀνόματος ἐφ’ ἡμῶν ἡ κτῆσις τῶν ὑπὲρ ἡμᾶς, ἔτι δὲ τοῦ Υἱοῦ, φυσική τε καὶ οὐσιώδης.
42tΑΛΛΟ.
43 Ὁ θεῖος Ἀπόστολός πού φησι περὶ τοῦ Υἱοῦ· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ
45εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν,» καὶ τὸ ἑξῆς· «Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερ‐ ύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.» Ὅτε τοίνυν ἐνηνθρώπησε τὴν τοῦ δούλου μορφὴν ἀναλαβὼν, ἐχαρίσθη αὐτῷ τὸ ὄνομα, καὶ

75

.

213

(50)

ὑπερυψώθη. Οὐκοῦν πρὸ τῆς ἐνσάρκου παρουσίας καὶ τῆς τοῦ δούλου μορφῆς, οὔτε εἶχε τὸ ὄνομα, οὔτε ἦν ὑψηλότερος κατὰ τὸν τῶν Ἀρειανῶν λόγον. Εἰ γὰρ ἦν ταῦτα καὶ πρὸ τῆς ἐπιδημίας, περιττός που πάντως ἐστὶν ὁ τοῦ εἰληφέναι τι λόγος. Εἰ δὲ οὐκ
55εἶχεν, ὅπερ οὐκ ἦν ἐγένετο. Τί οὖν ἦν πρὶν ταύτης213

75

.

216

δέξασθαι καθ’ ὑμᾶς; Καὶ πάλιν· Εἰ ὅτε ἐταπείνωσεν ἑαυτὸν εἰληφὼς ταῦτα φαίνεται ἐν οἷς νῦν ἐστιν, ἔστι δὲ Λόγος, σοφία, δύναμις, ἀλήθεια, φῶς, ζωὴ, ἀνάστασις, εἰκὼν τοῦ Πατρὸς, τούτων οὐδὲν ἦν πρὸ
5τῆς ταπεινώσεως. Σκοπείτωσαν τοίνυν εἰς ὅσον αὐτοῖς δυσφημίας βάραθρον ὁ λόγος χωρεῖ· εἰ γὰρ ἆθλον ὥσπερ καὶ μισθὸν τῆς ταπεινώσεως ταῦτ’ ἔχει παρὰ Πατρὸς, φαίνεται δὲ οὐκ ἐν ἄλλῳ χρόνῳ ταπεινώσας ἑαυτὸν, ἀλλ’ ὅτε γέγονεν ἄνθρωπος, ἀνεστραμμένην
10ὁρῶμεν τῶν πραγμάτων τὴν τάξιν. Αἱ μὲν γὰρ θεῖαι Γραφαὶ τὴν ἐπιδημίαν τοῦ Θεοῦ Λόγου γεγενῆσθαι λέγουσιν ἐπὶ βελτιώσει τῆς σαρκὸς, καὶ ὅλης τῆς ἀν‐ θρώπου φύσεως. Εἰ δὲ Θεὸς, καὶ Υἱὸς, καὶ Ὑψηλὸς γέγονεν ἐν τῷ καιρῷ τῆς σαρκὸς, βελτιωθέντα μᾶλ‐
15λον ὁρῶμεν ἢ βελτιώσαντα· ὠφεληθέντα μᾶλλον ἢ ὠφελήσαντα. Οὐκοῦν οὐδὲ δι’ ἡμᾶς ἐπεδήμησεν ὁ τοῦ Θεοῦ Λόγος, ἀλλὰ δι’ ἑαυτόν· οὐδὲ τῆς ἡμετέρας ἕνεκα σωτηρίας τὴν σάρκα περιεβάλετο, ἀλλ’ ἵνα βελτιωθῇ. Πῶς οὖν οἱ προφῆται καὶ ἀπόστολοι Σω‐
20τῆρα καλοῦσιν αὐτόν; Ἔδει γὰρ μᾶλλον βελτιωτὴν ἑαυτοῦ ὀνομάζειν ἢ τοῦτο. Πῶς δὲ ὑπὲρ ἡμῶν ἀπ‐ έθανεν, ὁ τούτου μισθὸν τὸ εἶναι Θεὸς καὶ Υἱὸς εἰλη‐ φέναι λεγόμενος; Εἰ δὲ τοῦτο φρονεῖν δυσσεβέστατον, οὐδὲν ἐξ ἀλλοιώσεως καὶ τροπῆς προσγέγονεν ἄρα
25τῷ Υἱῷ, ἀλλ’ ἔστι τοῦτο φυσικῶς ὡς Υἱὸς, ὅπερ ἂν εἴη καὶ ὁ Πατήρ· διὸ δὴ καὶ ὅμοιος.
27tΑΛΛΟ.
28 Εἰ κατ’ ἐκείνους οὐκ ἦν ὁ Υἱὸς, ἢ ἦν μὲν, ἐβελ‐ τιώθη δὲ ὕστερον τροπὴν ὑπομείνας τὴν εἰς τὸ ἄμει‐
30νον, ὅτε καὶ μορφὴν δούλου λαβὼν ἑαυτὸν ἐταπείνωσε (διὰ τοῦτο γὰρ αὐτὸν ὁ Θεὸς ὑπερύψωσε καὶ ἐχαρί‐ σατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα), γέγονε δὲ τοῦτο ἐν ὑστέροις τοῦ αἰῶνος καιροῖς, ὅτε καὶ ἡ ἐν σαρκὶ παρουσία· πῶς δι’ αὐτοῦ γέγονε τὰ πάντα, πῶς
35δὲ ὁ Πατὴρ ἔχαιρεν ἐπ’ αὐτῷ, οὔπω τὸ τέλειον ἔχοντι; Τὸ γὰρ προσθήκης ἔτι δεόμενον ἀτελές. Πῶς δὲ πάλιν ἐν ὑστέροις καιροῖς ἔλαβε τὸ προσκυνεῖσθαι, καὶ ἐξ ἀρχῆς τοῦτο ἔχων ἐφαίνετο; Προσκυνεῖ γὰρ αὐτὸν Ἀβραὰμ ἐπὶ τῇ δρυῒ τῇ Μαμβρῇ, προσκυνεῖ καὶ
40Μωσῆς ἐν τῇ βάτῳ λέγοντα· «Ἐγώ εἰμι ὁ ὤν.» Πῶς δὲ, καθά φησιν ὁ Δανιὴλ, «Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ;» Πῶς δὲ πάλιν ἐπὶ θρόνου ὑψη‐ λοῦ καὶ ἐπηρμένου καθήμενος φαίνεται, καὶ ὑπὸ τῶν Σεραφὶμ δορυφορούμενος καὶ δοξολογούμενος; Πῶς
45δὲ πάλιν αἱ ἐν τοῖς οὐρανοῖς δυνάμεις διὰ τοῦ Πνεύ‐ ματος ἀκούουσαι· «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν,» καὶ λέγουσαι· «Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;» Ἀντήκουον· «Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.» Οὐχ οὗτος γέγονε

75

.

216

(50)

Κύριος τῶν δυνάμεων, ἀλλ’ οὗτός ἐστιν ὁ πάλαι Κύ‐ ριος τῶν δυνάμεων. Εἰ δὲ τοῦτο ὢν φαίνεται ὃ δὴ καὶ νῦν ἐστι καὶ πρὸ τοῦ τῆς ἐπιδημίας καιροῦ, περιττὸν ἂν εἴη λέγειν, μᾶλλον δὲ κινδύνου μεστὸν, τροπῆς
δεκτικὸν ὑπάρχειν τὸν Υἱόν· ἢ προαιρέσεως ἀγαθῆς215

75

.

217

ἐσχηκένα, μισθὸν τὴν υἱότητα, καὶ τὸ εἶναι σοφίαν, καὶ Λόγον, καὶ Θεόν. Ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος ὢν, ὅμοιός ἐστι κατὰ πάντα τῷ γεγεννηκότι.
4tΑΛΛΟ, ὅτι οὐκ ἐξ ἀλλοιώσεως τῆς ἀπὸ τοῦ χεί‐
5ρονος ἐπὶ τὸ ἄμεινον, ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ
6tΠατρὶ, ἀλλὰ φυσικῶς.
7 Εἰ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, τοσοῦτον ἂν δόξειε τῆς κατὰ φύσιν ἀξίας ὑποβεβηκέναι, ὅπερ ἂν ὀφθείη κεῖσθαι μεταξὺ
10Θεοῦ καὶ ἀνθρώπου. Οὐ γὰρ ἦν μὲν πρότερον ἄνθρω‐ πος, γέγονε δὲ ὕστερον ὁ Θεὸς, ἀλλὰ Θεὸς ὢν γέγο‐ νεν ἄνθρωπος· ἔχει τοίνυν οὐδὲν εἰς βελτίωσιν ἐκ τούτων ὁ τοῦ Θεοῦ Λόγος. Εἰ δὲ ὑψοῦσθαι λέγεται, καὶ ἐν τάξει χαρίσματος τὸ ὑπὲρ πᾶν ὄνομα δέχεσθαι,
15εἰς ἐκεῖνο δηλονότι μετὰ σαρκὸς ἐπανάγεται, εἰς ὅπερ ἦν καὶ δίχα σαρκός. Καὶ αὐτὸς δέ πού φησι· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Ποία δὲ ἦν ἡ πρὸ τοῦ κόσμου δόξα τοῦ Υἱοῦ; Τὸ ἐν μορφῇ τοῦ Πατρὸς ὑπάρχειν. Οὐδὲν ἄρα
20ἐστὶ τὸ ἐξ ἀλλοιώσεως καὶ τροπῆς τῆς ἐπὶ τὸ ἄμεινον προστεθὲν τῷ Υἱῷ, ἀλλ’ ἡ ἐν χαρίσματος τάξει νῦν αὐτῷ διδομένη δόξα καὶ ὕψωσις, λύσις ἐστὶ τῆς μετὰ σαρκὸς ἀδοξίας, τὴν ἀπὸ τῆς τοῦ δούλου μορφῆς ἀτι‐ μίαν ἐξαφανίζουσα. Λέγεται δὲ δίδοσθαι ταῦτα παρὰ
25Πατρός. Θεῷ γὰρ πάντα τὰ ὑπὲρ ἀνθρωπότητα διοι‐ κεῖν οἰκειότερον, οὐκ ἔξω τῆς τούτων οἰκονομίας ὑπάρχοντος τοῦ Υἱοῦ κατὰ τὴν τῆς θεότητος ἑνότητα, εἰ καὶ ἰδιαζόντως Υἱός ἐστιν ὡς πρὸς Πατέρα.
29tΑΛΛΟ, εἰς τὸ αὐτό.
30 Εἰ καθ’ ὑμᾶς, ὅτε ἐταπείνωσεν ἑαυτὸν, ὑπερ‐ υψώθη, διὰ τοῦτο καὶ ἐχαρίσθη αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τουτέστι, κέκληται Θεὸς, καὶ διὰ τοῦτο ἐχρίσθη καὶ Υἱὸς ὠνομάσθη, πρὸ τῆς ταπει‐ νώσεως ἀνάγκη λέγειν οὐκ εἶναι ταῦτα τὸν τοῦ Θεοῦ
35Λόγον· οὐδὲ γὰρ ἂν δέξαιτό τις ὅπερ ἔχει καὶ μὴ λαβών. Καὶ εἰ πρὸ τῶν τῆς ταπεινώσεως χρόνων εὑρίσκεται λέγων πρός τινας Θεός· «Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου,» πολλοὶ πρὸ αὐτοῦ φαίνονται γεγονότες υἱοὶ καὶ θεοί. Πῶς οὖν ἀληθὲς
40ὅτι πάντα δι’ αὐτοῦ ἐγένετο; Πῶς δὲ αὐτός ἐστι πρὸ πάντων πολλοὺς ἔχων πρὸ αὐτοῦ; Πῶς δὲ καὶ πρω‐ τότοκος πάσης κτίσεως; Καὶ εἰ πρὸς μίμησιν τοῦ κατὰ φύσιν Υἱοῦ τίθενται καὶ οἱ κατὰ χάριν, πῶς οὗτοι πρὸ τοῦ κατὰ φύσιν; Καὶ εἰ τοῦ Υἱοῦ μετέχον‐
45τες υἱοποιούμεθα δι’ αὐτοῦ, πῶς τὸ μετέχον πρῶτον ἕσται τοῦ μετεχομένου καὶ δι’ οὗ γίνεται; Πῶς δὲ οὐ κρείττων ὁ πρῶτος τούτου τυχὼν τοῦ πολλαῖς ὕστε‐ ρον γενεαῖς; Ἀλλὰ πολλὴν ἕχει ταῦτα τὴν ἀτοπίαν. Οὐκοῦν ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὁ Υἱὸς, οὐ κατὰ

75

.

217

(50)

χάριν, οὐδὲ ἐκ προσθήκης ἔχων τὴν πρὸς τὸν Πατέρα
ὁμοιότητα, ἀλλ’ οὐσιωδῶς τε καὶ φυσικῶς.217

75

.

220

ΑΛΛΟ, εἰς τὸ αὐτό. Εἰ καθάπερ τινὰ μισθὸν ἀρετῆς ἢ ταπεινώσεως ἢ ὑπακοῆς ἔχει τὸ εἶναι Υἱὸς ὁ τοῦ Θεοῦ Λόγος, κατὰ τίνα τρόπον πρὸ τῶν τῆς ταπεινώσεως χρόνων ἐπ‐
5εγίνωσκόν τινες τὸν Πατέρα; λέγοντος τοῦ Υἱοῦ· «Οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν Υἱὸς ἀποκαλύψῃ.» Μὴ ὄντος γὰρ κατ’ ἐκείνους τοῦ ἀποκαλύπτοντος Υἱοῦ, πῶς ἐπιγνωσθείη παρά τινος ὁ Πατήρ, εἰ δὲ ἀεὶ Πατὴρ γνωρίζεται, ἦν ἄρα καὶ ἀεὶ
10ὁ ἀποκαλύπτων Υἱός. Οὐκοῦν οὐκ ἐκ μεταβολῆς τινος, οὐδὲ ἐν προσθήκης μέρει φαίνεται λαβὼν τοῦθ’ ὅπερ ἐστὶν, ἀλλ’ ἦν ἀεὶ τοῦτο φυσικῶς, ὅμοιος ὢν καὶ κατὰ τὸ ἀπροσδεές τε καὶ τέλειον καὶ ἄτρεπτον τῷ Πατρί.
15tΑΛΛΟ, σημαῖνον ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρός
16ἐστιν ὁ Υἱὸς, καὶ οὐκ ἔξωθεν, καθάπερ οἱ χρι‐ στομάχοι φασίν. Ἐπειδὴ δὲ οὐκ ἔξωθεν, ὅμοιος
18tἄρα. Πρότασις ὡς ἐκ τῶν αἱρετικῶν.
19Καὶ τί τὸ πλέον, φασὶν, ἐν Θεῷ; Πῶς δὲ οὐκ ἔσται
20καθ’ ἡμᾶς, εἰ καὶ αὐτὸς ἐκ τῆς οὐσίας τῆς ἑαυτοῦ τίκτει τὸν Υἱὸν, ὥσπερ καὶ ἡμεῖς; Ἐπειδὴ δὲ ἄνω τῆς ἀνθρωπείας φύσεως τοσοῦτόν ἐστιν, ὅσον τῶν γενητῶν ὑπερέχει, οὐ τὰ ἡμῶν μιμήσεται· οὐδὲ ὥσπερ τις τῶν καθ’ ἡμᾶς ἐκ τῆς οὐσίας τῆς ἑαυτοῦ
25προβαλεῖ τὸν Υἱὸν, ἀλλ’ ἔξωθεν ὑποστήσει. Εἰ δὲ τοῦτο, καὶ ἀνόμοιος ἄρα.
27tΠρὸς ταῦτα λύσις.
28 Ἐροίμην ἂν δικαίως τοὺς χριστομάχους, εἰ παντά‐ πασι τὴν πρὸς ἡμᾶς ὁμοίωσιν παραιτεῖται Θεὸς,
30καὶ κατ’ οὐδένα τρόπον τὰ ἀνθρώπῳ προσήκοντα φορέσει. Εἰ μὲν γὰρ ἐροῦσι μὴ πάντη τῶν ἡμετέρων ἀποφοιτᾷν τὴν θείαν οὐσίαν, ἕωλος αὐτοῖς ἡ πρότα‐ σις εὑρεθήσεται, λύσιν ἔχουσα τὴν αὐτῶν ὁμολογίαν. Εἰ δὲ ἐπιμένουσιν ἀμαθῶς οἷς προτείνουσιν ἐνιστά‐
35μενοι, λεγέτωσαν ἡμῖν, εἰ μὴ ὁ ἄνθρωπος οὐσία ἐστί. Καὶ πάλιν ἐπειδήπερ λογικὸς ὁ ἄνθρωπος, ἔστω Θεὸς κατ’ ἐκείνους ἄλογος, ἵνα παραιτῆται τὰ ἀνθρώπινα. Εἰ δὲ ἐν τούτοις ὄντων ἡμῶν, ἐν αὐτοῖς ἐστι καὶ Θεὸς, οὐ παραιτήσεται γεννᾷν ἐξ ἑαυτοῦ τὸν Υἱὸν, ἐπειδή‐
40περ οὕτω τίκτομεν ἡμεῖς. Ἔδει γὰρ μᾶλλον ἐννοεῖν ὅτι κατὰ μίμησιν τῆς θείας φύσεως οἱ κατ’ εἰκόνα γεγονότες αὐτῆς, καὶ τοῦτο μετὰ τῶν ἄλλων κεκτή‐ μεθα. Ἐπειδὴ δὲ τέτοκεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν, καὶ οὐκ ἔξωθεν ὑπεστήσατο, ἀνάγκη δοῦναι τὸ ὅμοιον αὐτῷ.
46ΑΛΛΟ.
47tὩς ἐξ ἀντιθέσεως τῶν χριστομάχων.
48 Ἡμεῖς, φασὶν, ὥσπερ ὕλῃ τινὶ ταῖς ἐκ τῆς σωμα‐ τικῆς φύσεως χορηγίαις ἀποκεχρημένοι, τίκτομεν ἐξ

75

.

220

(50)

ἑαυτῶν τὰ γεννήματα· κἄν τι τῶν ἔξωθεν κατασκευά‐ ζειν ἐθελήσωμεν, ὕλην λαβόντες τοῦτο ποιοῦμεν. Θεὸς δὲ παντελῶς ἀσώματος ὢν, ὕλης μέν τινος ἐξ ἑαυτοῦ χορηγίαν οὐκ ἔχει, ἵνα τέκῃ τὸν Υἱὸν, δη‐ μιουργεῖ δὲ ἐξ οὐκ ὄντων. Οὐκοῦν πάντα τὰ καθ’
55ἡμᾶς παραιτούμενος, οὔτε ἐξ ἑαυτοῦ προβάλλει τὸν219

75

.

221

Υἱὸν, οὔτε ἐξ ὕλης προϋποκειμένης ἐργάζεταί τι τῶν ὄντων· ἀλλ’ ἔξωθεν τὰ πάντα πρὸς τὸ εἶναι καλεῖ σὺν Υἱῷ. Εἰ δὲ τοῦτο, καὶ ἀνόμοιος ἄρα.
4tΠρὸς τοῦτο λύσις.
5 Καὶ πῶς ἡμῖν, ὦ γενναῖοι, μονογενὴς ὁ Υἱὸς εὑρε‐ θήσεται, εἰ καὶ αὐτὸς ἔξωθεν ὥσπερ τὰ πάντα ἐστί; Πῶς δὲ ὅλως Υἱὸς ὁ μὴ ἐκ τῆς οὐσίας ὑπάρχων τοῦ γεγεννηκότος; Εἰ μὲν οὖν ἐνδέχεται καὶ τὰ ἐξ οὐκ ὄντων ἤτοι ἔξωθεν γεγονότα καλεῖσθαι καὶ εἶναι κατὰ
10φύσιν υἱοὺς, οὐδὲν, ὡς ἔοικε, κωλύσει πάντα τὰ πε‐ ποιημένα καλεῖσθαι γεννήματα. Καὶ οὐκέτι μονογε‐ νὴς ὁ Υἱὸς, πολλοὺς ἔχων τοὺς ἀδελφοὺς κατὰ φύσιν. Εἰ δὲ οὐκ ἐνδέχεται, μόνος δέ ἐστι μονογενὴς, ἐξηλ‐ λαγμένην ἄρα πάντη τὴν ὕπαρξιν ἔχει, οὐχ ὥσπερ
15ἐκεῖνα πρὸς τὸ εἶναι κεκλημένος, ἀλλ’ ὡς Υἱὸς ἐκ Πατρὸς προελθὼν φυσικῶς, καὶ διὰ τοῦτο ὅμοιος.
17tΑΛΛΟ.
18 Εἰ πάντα ἐξ οὐκ ὄντων ἐστὶ, καὶ μετὰ πάντων ὁ Υἱὸς, διὰ ποίαν αἰτίαν ὁ μὲν φύσει Κύριος, τὰ δὲ φύ‐
20σει δοῦλα; Ἢ γὰρ τὰ πάντα κυριότητι τῇ κατὰ φύσιν ἀμᾶσθαι δίκαιον τὴν αὐτὴν ἔχοντα γένεσιν τῷ Υἱῷ, ἢ καὶ αὐτὸν μετὰ πάντων ὡς δοῦλον εἶναί τε καὶ λέ‐ γεσθαι. Νῦν δὲ οὐχ ὁρῶμεν τοῦτο κηρύττουσαν τὴν θείαν Γραφήν. Ἀλλὰ Κύριον μὲν κατὰ φύσιν οἶδε τὸν
25Υἱὸν, δοῦλα δὲ τὰ ποιήματα, λέγουσα, ὅτι «Τὰ σύμ‐ παντα δοῦλα σά.» Καὶ πάλιν, μετὰ Πατρὸς ὑμνούμε‐ νον καὶ σπουδαζόμενον αὐτῷ τὸν Υἱὸν εἰσφέρει, τὴν κτίσιν δὲ δοξολογοῦσαν. Οὐκ ἄρα τοῖς πᾶσιν ἴσος ἐστὶν, οὐδὲ ἔξωθεν, ὥσπερ ἐκεῖνα, ἀλλ’ ὁ μὲν Υἱὸς
30κατὰ φύσιν, τὰ δὲ δοῦλα καὶ ποιήματα. Οὕτω δὲ ἔχοντα τὸν Υἱὸν, τί τὸ κωλύον ὅμοιον εἶναι τῷ Πα‐ τρί;
33tΑΛΛΟ.
34Ἀγνοοῦσιν, ὡς ἔοικεν, αἱ λογισμοῖς ἀσυνέτοις ἐπ‐
35ερειδόμενοι, καὶ ψόφῳ διακένων ῥημάτων ἢ ταῖς ἀκρι‐ βείαις τῶν θεωρημάτων ἐπικομπάζοντες, ὅτι τὸ ὄντως ὂν καὶ κατ’ οὐσίαν τίκτειν δυνάμενον, τὸ θεῖόν ἐστιν. Αὐτὸ γὰρ δὴ περὶ ἑαυτοῦ φησιν· Ἐγώ εἰμι ὁ ὢν, ὡς τῶν ἄλλων ἁπάντων, οὐκ ὄντων μὲν πρὶν γενέ‐
40σθαι, βουλήσει δὲ θείᾳ πρὸς τὸ εἶναι παρενεχθέντων. Οὐκοῦν τὸ ὄντως ὂν, ᾧ καὶ τὸ εἶναι κυριώτατον ὄνομα, αὐτὸ δὴ καὶ μόνον κατ’ οὐσίαν γεννήσει. Τὰ γὰρ ἄλλα ποιήματα, ἄνθρωποι τυχὸν, βουλήσει μᾶλλον Θεοῦ πρὸς τὸ δύνασθαι τίκτειν ἐκλήθησαν, ἢ κατ’ ἰδίαν
45οὐσίαν τοῦτο ποιοῦσι. Θεῖος γάρ τις ἀναγκάζει νόμος τίκτειν καὶ τὸ μὴ τίκτειν πεφυκός. Ἐπειδὴ γὰρ οὕτως ἠθέλησεν ὁ Δημιουργὸς, οὕτω καὶ γέγονεν. Εἰ γὰρ κατ’ οὐσίαν ἰδίως τε καὶ κυρίως ἔχει τὸ τίκτειν τὰ ποιήματα, διατί μὴ πάντα δύναται τίκτειν; Ἐπειδὴ

75

.

221

(50)

δὲ τίκτει τινὰ, δηλονότι τὰ κεκελευσμένα, πρόδηλον
δήπουθεν ὡς οὐ κατὰ φύσιν τοσοῦτον τοῖς ποιήμασιν221

75

.

224

ἐνυπάρχειν τὸ γεννᾷν, ὅσον ἐκ τοῦ κελεύοντος καὶ ἀναγκάζοντος νόμου, ὃν ἑκάστῳ τῶν ὄντων ἐπέθηκεν ὁ Δημιουργός. Οὐκοῦν τὸ κυρίως τίκτον ἐξ ἑαυτοῦ, τὸ Θεῖόν ἐστιν· ἡμεῖς δὲ κατὰ μίμησιν τὴν ἐκείνου.
5Εἶτα πῶς οὐκ ἄτοπον τὸ μὲν κατὰ μίμησιν τίκτειν ἐξ ἑαυτοῦ, τὸ δὲ ἀρχέτυπον πρὸς ὃ καὶ μεμόρφωται, μὴ ἐξ ἑαυτοῦ μᾶλλον, ἀλλ’ ἔξωθεν ἔχειν τὸ γεννᾷν; Φα‐ νερᾶς τοιγαροῦν ἐντεῦθεν τῆς ἀληθείας γεγενημένης, οὐδὲν τὸν Πατέρα κωλύσει γεννᾷν τὸν Υἱὸν ἐξ ἑαυτοῦ.
10Εἰ δὲ τοῦτο, καὶ ὅμοιος ἔσται κατὰ πάντα αὐτῷ, τῆς τοῦ Πατρὸς ἰδιότητος φυσικῶς τρεχούσης ἐπὶ τὸν Υἱόν.
13tΑΛΛΟ, περὶ ὁμοιότητος τῆς τοῦ Υἱοῦ πρὸς τὸν
14tΠατέρα. Ἀντίθεσις ὡς ἐκ τῶν δι’ ἐναντίας.
15 Εἰ οὐδεὶς, φασὶν, ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν, φαίνεται δὲ καὶ τὸ οἰκεῖον πρόσωπον τῆς κατὰ φύσιν ἀγαθότητος ἔξω τιθεὶς, «Τί γάρ με φὴς ἀγαθόν;» πρὸς τὸν Γραμ‐ ματέα λέγει, κατὰ τίνα τρόπον ὅμοιος ἔσται τῷ κατὰ
20φύσιν ἀγαθῷ Πατρὶ ὁ μὴ τοιοῦτος Υἱός;
21tΠρὸς ταῦτα λύσις.
22 Ἀνόμοιον εἶναί φασιν οἱ χριστόμαχοι τὸν Υἱὸν τῷ Πατρὶ, τὸν ἐπηρτημένον τῷ λόγῳ κίνδυνον μηδόλως θεωροῦντες, ἢ θεωροῦντες μὲν, ἐν δὲ τοῖς οὕτω με‐
25γάλοις πράγμασι παίζοντες μᾶλλον ἢ τῆς ἀληθείας ὄντες ἐξετασταί. Εἰ γὰρ ἀνόμοιος, κατ’ ἐκείνους, ἐστὶν ὁ Υἱὸς τῷ Πατρὶ, λεγέτωσαν ἡμῖν τίνα ποτὲ ἐροῦσι τὸν ἀγαθὸν κατὰ φύσιν· τὸν Πατέρα ἢ τὸν Υἱόν; Εἰ μὲν οὖν τῷ Πατρὶ τὴν ἐπὶ τούτῳ ψῆφον
30ἀπονέμουσιν, ἀνάγκη πᾶσα μὴ εἶναι ἀγαθὸν τὸν τῷ Πατρὶ μὴ προσεοικότα. Εἰ δὲ τοῦτο μὲν παραιτήσον‐ ται λέγειν, μεταθήσουσι δὲ ἐπὶ τὸν Υἱὸν τὸ οὐσιωδῶς ἀγαθὸν, ἐξ ἀνάγκης πάλιν συνελαθήσονται πρὸς τὸ χρῆναι λέγειν οὐκ εἶναι τὸν Πατέρα ἀγαθὸν, εἴ γε τῆς
35πρὸς τὸν Υἱὸν ὁμοιότητος ἀποφοιτᾷ. Ἐπειδὴ δὲ λίαν ἐστὶν ἀτοπώτατον ἢ κατὰ τοῦ Πατρὸς ἢ κατὰ τοῦ Υἱοῦ τὴν τοιαύτην φθέγξασθαι δυσφημίαν (ἀγαθοῦ γὰρ ὄντος τοῦ Πατρὸς, ἀγαθὸς ἔσται πάντως καὶ ὁ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν Υἱὸς), οὐκ ἔσται κατά τι
40γοῦν ἀνόμοιος τῷ Πατρὶ, εἴπερ τὸ ἀγαθὸν προσεοικέ‐ ναι πάντως ἀνάγκη τῷ ἀγαθῷ.
42tἈνθυποφορὰ ὡς ἐκ τῶν χριστομάχων.
43 Κατὰ τοῦτο, φασὶν, ὁμολογοῦμεν ὅμοιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, οὐχ ὅτι πάντως τὴν οὐσιώδη καὶ φυ‐
45σικὴν ἔχει πρὸς αὐτὸν ὁμοιότητα, ἀλλ’ ὅτι διὰ τὸ θε‐ λῆσαι μόνον τὸν Πατέρα τοιοῦτον ὑποστῆσαι τὸν Υἱὸν ὁποῖός ἐστιν αὐτὸς, τὴν πρὸς αὐτὸν ὁμοίωσιν ἔχει. Ὥσπερ οὖν ἀμέλει καὶ οἶκος εἰς εἶδός τι καὶ σχῆμα μεταπεποιημένος ὥσπερ εἰκών ἐστι τῆς τοῦ δημιουρ‐

75

.

224

(50)

γήσαντος ἐννοίας· διὰ μὲν τὴν ὕλην ἕτερος ὢν ὡς πρὸς αὐτὸν, διὰ δὲ τὸ οὕτω πεποιῆσθαι ὡς ἐπενόησε προσεοικὼς αὐτοῦ τῇ διανοίᾳ.
53tΠρὸς ταῦτα λύσις.
54Γέλωτος ἀξία, μᾶλλον δὲ ὀδυρμῶν ἡ τοῦ λόγου κα‐223

75

.

225

τασκευή. Τίς γὰρ τῶν εὖ φρονούντων οὐκ ἂν εἰκότως ἐπιστυγνάσαι τοῖς εἰς τοσαύτην ἐμπεπτωκόσιν ἀμα‐ θίαν; Τίς δὲ οὐ θρηνήσαι τοὺς εἰς τοσαύτην ὀλισθή‐ σαντας ἀβουλίαν; Εἰ γὰρ ἀνόμοιός ἐστι κατ’ οὐσίαν ὁ
5Υἱὸς τῷ Πατρὶ, ὅμοιος δὲ κατὰ τὸ εἶδος, πρῶτον μὲν ἀνάγκη λέγειν ἐκ διαφόρων συγκεῖσθαι τὸν Υἱὸν, καὶ τοῦτο, ἀλλήλοις πολὺ μαχομένων καὶ ἐναντίως ἐχόν‐ των, τοῦ ὁμοίου, φημὶ, καὶ τοῦ ἀνομοίου· ἅπερ ἀλ‐ λήλοις καθ’ ἕν τι τὸ ὑποκείμενον ἄμικτά τέ ἐστι καὶ
10ἀσύμβατα. Καὶ εἰ κατά τι προσεοικὼς, οὐχ ὅλος ἐστὶ φῶς, ἀλλ’ οὐδὲ ὅλος ἀλήθεια, οὐδὲ φύσει Θεός. Εἶτα πρὸς τούτῳ καὶ εἰς αὐτὸν διαβήσεται τὸν γεγεννηκότα τῆς δυσφημίας τὸ βάρος. Ἔσται γὰρ ἡμῖν σύνθετος καὶ αὐτὸς ὁ Πατὴρ ἔκ τε οὐσίας καὶ νοήματος, εἴπερ
15κατὰ μὲν τὸν τῆς οὐσίας λόγον ἀνόμοιός ἐστι τῷ Υἱῷ, ὅμοιος δὲ κατὰ τὴν ἔννοιαν. Πῶς οὖν ὁ Πατὴρ εὑρε‐ θήσεται τῶν πάντων ἀρχὴ, σύνθετος ὢν καθ’ ὑμᾶς καὶ οὐχ ἁπλοῦς; Καίτοι τῆς ἀρχῆς οὐδὲν προεπι‐ νοεῖσθαι δύναται. Μηδενὸς δὲ προεπινοουμένου τῆς
20ἀρχῆς, οὐδαμόθεν αὐτῇ τὸ σύνθετον προσγενήσεται. Ἐπείπερ τὰ σύνθετα σύνοδός τις τῶν ἁπλῶν ἐργάζε‐ ται. Πανταχόθεν τοιγαροῦν ὁρωμένης τῆς ἐν τούτοις ἀτοπίας, σαθροτάτη μὲν ἔσται τοῖς χριστομάχοις ἡ πρότασις. Ἀναιρεθείσης δὲ τῆς ἐν τούτοις δυσφημίας,
25ὅμοιος ἔσται κατ’ οὐσίαν ὁ Υἱὸς τῷ Πατρὶ, οὐδαμόθεν τῆς πρὸς αὐτὸν φυσικῆς ὁμοιότητος ἐξωθούμενος.
27tΑΛΛΟ.
28 Εἰ μὴ κατ’ οὐσίαν ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, μόνης δὲ τῆς ἐννοίας αὐτοῦ χαρακτὴρ ὥσπερ τις καὶ
30εἰκὼν, τελείαν ἔχειν πρὸς αὐτὸν ὁμοιότητα οὐ δύνα‐ ται· ἐπειδὴ καὶ ἡμεῖς κατ’ εἰκόνα γεγονότες τοῦ Δη‐ μιουργοῦ, τότε μάλιστα τοῦτο φαινόμεθα σώζοντες, ὅτε τῆς θειότητος αὐτοῦ μέτοχοι γινόμενοι διὰ τοῦ ἐνοικοῦντος ἡμῖν ἁγίου Πνεύματος, πρὸς τὴν θείαν
35μορφούμεθα φύσιν. Καὶ γοῦν οἱ μήπω μετασχόντες αὐτοῦ, οὔπω σύμμορφοι καθεστήκασι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. Εἰ τοίνυν φυσικὴ μὲν ὁμοιότης οὐδεμία τοῦ Πατρὸς ἐν Υἱῷ, μόνοι δὲ τῆς ἐννοίας οἱ χαρακτῆ‐ ρες ἐμφαίνονται, οὐχ ἕξει τὸ τελείως ὅμοιον, ὅπερ
40ἐστὶ καὶ μόνον, ἐννοεῖν ἀπίθανον. Πῶς γάρ ἐστιν ἴσα Θεῷ; Εἰ δὲ τοῦτο ἄτοπον, κρατήσει ἄρα τὸ ἕτερον, ὅπερ ἐστὶ καὶ ἀληθέστερον· ὅτι τῆς τοῦ Πατρὸς οὐ‐ σίας αὐτὸ δὴ τὸ ἴδιον ὑπάρχων ὁ Υἱὸς, ὅμοιος ἔσται καὶ κατ’ οὐσίαν αὐτῷ.
45tἈπόδειξις ἀπὸ τῆς θείας Γραφῆς, ὅτιπερ ἐκ μετ‐
46οχῆς τῆς πρὸς τὸ θεῖον, κατ’ εἰκόνα τὴν πρὸς αὐτὸν μορφούμεθα. Οὐ γὰρ ἐξήρκεσε τῇ αὐτοῦ ἀνθρώπου κατασκευῇ, πρὸς τὸ φαίνεσθαι καὶ γενέσθαι εἰκόνα τοῦ πεποιηκότος, τὸ ἐν μόναις
50tἐννοίαις, τὸν περὶ αὐτοῦ κεῖσθαι λόγον.
51 Λέγει που Παῦλος· Εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Ἀλλ’ εἴπερ ἐξήρκει καὶ
δίχα τῆς τοῦ Πνεύματος μετοχῆς κατ’ εἰκόνα φαίνε‐225

75

.

228

σθαι Θεοῦ τὸν ἄνθρωπον, πάντες ἂν ἦμεν Χριστοῦ, καὶ Πνεύματος ὄντες ἀμέτοχοι. Φησί που πάλιν ὁ μακάριος Ἰωάννης· «Ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ. Καὶ ἐν τούτῳ
5γινώσκομεν ὅτι μένει ἐν ἡμῖν ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν.» Οὐκοῦν εἰ τὸ φυλάττειν τὴν δοθεῖσαν ἐντολὴν πρόξενον ἡμῖν τῆς τοῦ Πνεύματος μετουσίας εὑρίσκεται, μέτοχοι δὲ γεγονότες τοῦ Πνεύματος, πρὸς τὴν τοῦ πεποιηκότος εἰκόνα μορφούμεθα, πρό‐
10δηλον δήπουθεν ὅτι τὴν πρὸς Θεὸν ὁμοίωσιν ἔχειν ἀδύνατον τὸν μὴ μετέχοντά πως τῆς αὐτοῦ φύσεως. Καὶ πάλιν ἀνανεῶν εἰς τὸ κατ’ εἰκόνα τὸν ἄνθρωπον ὁ Σωτὴρ, ἐνεφύσησε τοῖς μαθηταῖς λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ὅπερ οὖν ἡ ἀνακαίνησις ἔχει, τοῦτο
15κεκτῆσθαι πάντως καὶ τὴν ἀρχαιότητα προσήκει νοεῖν. Οὐκοῦν τελείωσιν ἐξεικονισμοῦ πρὸς τὴν θείαν οὐσίαν ἡ τοῦ Πνεύματος μετοχὴ τῷ ἀνθρώπῳ χαρίζε‐ ται, οὐχ ἁπλῶς τὸ ἐν μόναις ἐννοίαις Θεοῦ διαπλα‐ σθῆναι τοιοῦτον ὁποῖός ἐστιν αὐτός. Εἰ δὲ τὸ Πνεῦμα
20τοῦ Υἱοῦ λαμβάνοντες πρὸς Θεὸν μορφούμεθα, πῶς ἀνόμοιος ἔσται τῷ Πατρὶ ὁ Υἱὸς ὁ τὸ μορφοῦσθαι πρὸς ἐκεῖνον καὶ ἡμῖν δι’ ἑαυτοῦ δωρούμενος;
23tΠρότασις ὡς ἐκ τῶν δι’ ἐναντίας.
24Ἀκοινώνητος, φασὶ, καὶ οὐ μεθεκτὸς ἡμῖν ὁ Πατὴρ
25δι’ ἑαυτοῦ, διὰ τὴν ὑπερβολὴν καὶ τὴν ἄκραν ὥσπερ καὶ ἀχώρητον τῇ ἀνθρωπείᾳ φύσει τῆς θεότητος μετάληψιν. Χωρεῖται δὲ καὶ ἐν ἡμῖν γίνεται δι’ Υἱοῦ, ὡς δι’ ἐλάττονος δηλαδή. Πῶς οὖν ὅμοιος ἔσται τῷ Πατρὶ, χωρητὸς ὢν ἐν ἡμῖν τοῖς ἐκεῖνον οὐ δυναμένοις
30χωρεῖν;
31tΠρὸς τοῦτο ἀνθυποφορὰ ἤτοι λύσις.
32 Μεθύουσι πάλιν ταῖς ἀβουλίαις οἱ θεομάχοι, μὴ εἰδότες, ὡς φαίνεται, μήτε ἃ λέγουσι, μήτε περὶ τί‐ νων διαβεβαιοῦνται. Εἰ γὰρ, καθάπερ ὑμεῖς φατε,
35πάντα μεγάλα καὶ ὑπερφυῆ τὰ ἐν τῷ Πατρὶ, ἀνάγκη δοῦναι τοιαύτην καὶ τὴν ἐνυπάρχουσαν αὐτῷ ἀγαθό‐ τητα. Πῶς οὖν ὁ εἰς ἄκρον ἀγαθὸς, ἀχώρητος ἔσται τοῖς ἀγαθότητος δεομένοις; Πῶς δὲ ὅλως ἀγαθὸς ὁ ταῖς ὑπὲρ τὴν κτίσιν ὑπερβολαῖς ἀποκλείων ἅπασι τὸ
40μετασχεῖν αὐτοῦ; Χρὴ γὰρ δήπουθεν, ὃ δὴ καὶ ἀλη‐ θὲς ὂν φαίνεται, τὸν ἅπαξ ἀγαθὸν, ἀναλογοῦσαν αὐτοῦ τοῖς πᾶσι προθεῖναι τὴν ἀγαθότητα, καὶ εἰς ἀπόλαυσιν τοῖς αὐτῆς δεομένοις ἑτοίμην ἐξαπλοῦν. Ἀλλ’ ἤδη καὶ τοῦτο ποιῶν φαίνεται, δι’ ὧν καὶ ἐνοικήσειν ἐν ἡμῖν
45ἐπαγγέλλεται καὶ ἐμπεριπατήσειν, καὶ υἱοὺς ἀπο‐ δεικνύει. Οὐκοῦν ἕωλος τοῖς ἀθέοις ἡ πρότασις. Φαί‐ νεται γὰρ οὐ δι’ ὑπερβολὴν καὶ μεγαλοφυΐαν, εἰς ἀγριότητα Θεὸς ἀποκλίνων· ἀλλὰ μᾶλλον τοσοῦτος ὑπάρχων εἰς ἡμερότητα ὅσῳ μεγάλα τὰ αὐτοῦ. Ὧν ἓν

75

.

228

(50)

δὴ τὸ κάλλιστόν ἐστιν ἡ ἀγαθότης, φθάνουσα δι’ Υἱοῦ, καθά φησιν αὐτὸς, ἐπὶ πονηρούς τε καὶ ἀγαθοὺς, καὶ μηδενὶ τὸ παράπαν ἀποκλείουσα τὸ μετασχεῖν αὐτῆς.
Μετοχὴ δὲ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι κυρίως τε227

75

.

229

καὶ πρεπόντως ἂν γένοιτο. Ὥσπερ οὖν καὶ ἡλίου μετέχομεν διὰ τῆς ἐξ αὐτοῦ τικτομένης αὐγῆς, οὐ δίχα θερμότητος ἢ τῆς τοῦ Πνεύματος ἐνεργείας εἰ‐ κόνα φέρει. Ὥσπερ οὖν τῷ ἡλίῳ οὐκ ἄν τις ἀνόμοιον
5εἶναι λέγοι τὸ ἐξ αὐτοῦ πεμπόμενον φῶς ἤτοι τὴν θερμότητα, διὰ τὸ μετὰ τούτων εἶναι μεθεκτὸν, οὕτως οὐδὲν ἀναγκάσει τὸν Υἱὸν ἀνόμοιον εἶναι τῷ Πατρὶ τὸ δι’ αὐτοῦ μετέχεσθαι τὸν Πατέρα. Μᾶλλον δὲ ὅμοιον ὄντα κατὰ πάντα δεικνύει. Ὅπου γὰρ Υἱοῦ μετέχον‐
10τες, τῆς τοῦ Πατρὸς μετουσίας οὐκ ἐστερήμεθα, πῶς οὐκ ἔσται ταυτότης οὐσίας Πατρὸς καὶ Υἱοῦ; Ὅπου δὲ οὐσίας ταυτότης, ποῖον ἕξει τόπον ἡ ἀνομοιότης; Λεγέτωσαν οἱ χριστομάχοι.
15Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Καὶ πῶς ἂν εἴη, φασὶ, κατὰ τὸν τῆς οὐσίας λόγον ὅμοιος τῷ Πατρὶ ὁ Υἱὸς, ὅς γε τοσοῦτον ἐλάττων φαίνεται, ὡς μηδὲ ὁρᾷν αὐτόν; Καὶ τοῦτο γὰρ αὐτός που διαμαρτύρεται λέγων· «Θεὸν οὐδεὶς ἑώρακε πώ‐
20ποτε· ὁ μονογενὴς Θεὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πα‐ τρὸς, ἐκεῖνος ἐξηγήσατο.» Εἰ τοίνυν ἀθεώρητον τοῖς πᾶσι τὸν Πατέρα φησὶν ὁ Υἱὸς, ἐν δὲ τοῖς πᾶσι καὶ αὐτὸς, πῶς ἂν εἴη κατὰ τὴν οὐσίαν ὅμοιος ὁ τοσοῦτον ἡττώμενος;
25tΠρὸς τοῦτο λύσις.
26 Καὶ πῶς οὐκ ἄντικρυς αὐτῇ μαχόμενοι τῇ ἀληθείᾳ φανεῖσθε, καὶ πάσαις ὁμοῦ ταῖς θείαις Γραφαῖς ἀν‐ τιπίπτοντες, μηδὲ αὐτῷ λέγοντες ὁρᾶσθαι τῷ Υἱῷ τὸν Πατέρα, κεκρύφθαι δὲ τὴν τοῦ Μονογενοῦς αὐτοπρόσ‐
30ωπον θέαν; καίτοι καὶ αὐτοῦ διαῤῥήδην βοῶντος οὐχ ὅτι τὸν Πατέρα ἑώρακέ τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα. Πῶς δὲ εἰ μὴ κατάληπτός ἐστιν ὁ Πατὴρ τῷ Υἱῷ, καὶ ἡμῖν αὐτὸν ἐπιδεικνύει, λέγων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα;»
35Πῶς δὲ τὸ Πνεῦμα αὐτοῦ πάντα ἐπίσταται καὶ τὰ βάθη τοῦ Θεοῦ, καθάπερ καὶ τὸ πνεῦμα τοῦ ἀνθρώ‐ που τὰ ἐν αὐτῷ; Πῶς δὲ πάλιν οἱ κατ’ οὐρανὸν ἄγ‐ γελοι ὡς τὸ τούτου πρόσωπον θεωροῦντες ἀνεγράφη‐ σαν, εἰ μηδὲ τῷ Υἱῷ τοῦτο ὑπάρχει, καθ’ ὑμᾶς; Ἢ
40πῶς οὐκ ἀληθεύσει, λέγων· «Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα;» Καὶ πάλιν· «Οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι;» Ὁ τοίνυν μὴ
45μόνον εἰδὼς, ἀλλὰ καὶ ἀποκαλύπτειν ἑτέροις τὸν Πα‐ τέρα δυνάμενος, πῶς αὐτὸν οὐχ ὁρᾷ; Πῶς δὲ οὐκ οἶ‐ δεν ὁ ἐξ ὧν ἐστιν αὐτὸς εἰδὼς τὸν Πατέρα, καὶ λέγων πρὸς αὐτόν· «Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά;» Ὥσπερ οὖν, εἴπερ ἦν ἀθεώρητος αὐτῷ, καθ’

75

.

229

(50)

ὑμᾶς, ὁ Πατὴρ, οὐκ ἂν ἦν αὐτῷ κατ’ οὐσίαν ὅμοιος, οὔτως ἐπειδήπερ ὁρᾷ καὶ γινώσκει τὸν Πατέρα, ἔσται πάντως αὐτῷ κατὰ πάντα προσεοικὼς, καὶ διαψεύ‐ σεται πάλιν τῆς παρ’ ὑμῶν συκοφαντίας ὁ λόγος.
54tἈνθυποφορὰ ὡς ἐκ τῶν αἱρετικῶν.
55Κατὰ τοῦτο, φασὶ, μόνον ὅμοιον εἶναι δώσομεν τὸν229

75

.

232

Υἱὸν τῷ Πατρὶ, καθὸ πλουσίως αὐτοῦ μετεσχηκὼς, πεποίηται τρόπον τινὰ καὶ μεμόρφωται πρὸς αὐτόν. Ὥσπερ οὖν καὶ ἡμεῖς, κατὰ τὸ ἐφικτὸν ἀνθρώποις, κοινωνοὶ τῆς θείας γενόμενοι φύσεως, καθὼς γέ‐
5γραπται, τὴν εἰκόνα τοῦ ἐπουρανίου λαμβάνομεν, καὶ πρὸς τοὺς θείους ὥσπερ χαρακτῆρας μορφού‐ μεθα.
8tΠρὸς ταῦτα λύσις.
9Καὶ τίς ἂν, εἰπέ μοι, τῶν τὰς θείας ἀνεγνωκότων
10Γραφὰς, τῆς τοσαύτης ὑμῶν φλυαρίας ἀνάσχοιτο; Οἱ μὲν γὰρ θεῖοι κηρύττουσι λόγοι πρόσφατον οὐκ εἶναι Θεὸν ἐν ἡμῖν, ὑμεῖς δὲ τοῖς ἀπὸ τοῦ Πνεύματος λαλουμένοις ῥιψοκινδύνως ἀντιτείνοντες, πρόσφατον ἡμῖν, καὶ ἵν’ οὕτως εἴπωμεν, ἀρτιγενῆ Θεὸν εἰσφέ‐
15ροντες τὸν Υἱὸν οὐκ αἰσχύνεσθε. Τὸ γὰρ ἐκ μετοχῆς καὶ μεταλήψεως τῆς περὶ τὸ θεῖον ὡς πρὸς αὐτὸν πεποιημένον τε καὶ μεμορφωμένον, ἐπίκτητον ἔχει καὶ προσγεγονὸς τοῦθ’ ὅπερ ἂν αὐτῷ διὰ τῆς μετ‐ οχῆς ἐνυπάρξαι. Τὸ δέ τι προσειληφὸς, ἀνάγκη συν‐
20ομολογεῖν, ἐκ τοῦ μὴ οὕτως ἔχοντος ἐξ ἀρχῆς, εἰς ἕτερόν τι μεταχωρεῖν. Τοῦτο δέ ἐστι συμβεβηκός. Καὶ πῶς οὐ ῥᾴδιον ἀποβαλεῖν, ὅπερ ἄν τις προσλά‐ βοι; Τὸ γὰρ ὅλως δοτὸν, καὶ ἀφαιρετόν· καὶ τὸ ἐπίκτητον, ἔσται δηλαδὴ καὶ ἀπόβλητον. Ἢ τοίνυν
25λεγέτωσαν δύνασθαι μεταπίπτειν τὸν Υἱὸν ἔκ τε τοῦ εἶναι Θεὸν, καὶ Κύριον, καὶ Υἱόν· ἢ εἰ τοῦτο ἀπο‐ ναρκήσουσιν εἰπεῖν, συγχωρήσουσι δὲ μᾶλλον ἐν ἀδιαπτώτῳ μακαριότητι τοῦ Υἱοῦ τὴν οὐσίαν ἑστά‐ ναι, παραιτείσθωσαν καὶ τὸ ἐκ μετοχῆς τῆς πρὸς τὸν
30Πατέρα μεμορφῶσθαι νομίζειν αὐτόν· φυσικὴν δὲ μᾶλλον καὶ οὐσιώδη τὴν ὁμοίωσιν ἀποσωζέτωσαν τῷ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προελθόντι Λόγῳ.
33tΑΛΛΟ.
34Τὰ ἐκ μετοχῆς τοῦ ἁγιάζειν πεφυκότος Θεοῦ πρὸς
35ἁγιασμὸν κεκλημένα, σώζει μὲν διὰ νήψεως ἐν ἑαυ‐ τοῖς τὸ δοθὲν, ἕτερον δὲ μεταδοῦναι τῆς ἐντεθείσης αὐτοῖς ἁγιότητος, οὐ δύναται. Οὐδεὶς γὰρ ἀνθρώπων ἐκ μετοχῆς τὸ Πνεῦμα λαβὼν, ἑτέρῳ τοῦτο χορηγή‐ σει πώποτε, ἐπεὶ καὶ αὐτὸς κεκόμισται παρὰ Θεοῦ·
40μόνῃ δὲ ἁρμόσει τῇ τῆς ἁγιότητος πηγῇ, χορηγεῖν ἐξ ἑαυτῆς οἷς ἂν βούληται τὸν ἁγιασμόν. Καὶ γοῦν οἱ κατ’ οὐρανὸν ὄντες ἄγγελοι, ἅγιοι μέν εἰσιν ἐκ μετ‐ οχῆς καὶ μεταλήψεως τῆς τοῦ ἁγίου Θεοῦ· ἁγιότητα δὲ δεδωκότες ἀνθρώποις οὐ φανοῦνται πώποτε.
45Ὁμοίως καὶ ὁ μακάριος Μωσῆς προβληθέντων ἑβδο‐ μήκοντα πρεσβυτέρων διὰ τὰς ἀπαραιτήτους χρείας τῆς συναγωγῆς, οὐκ αὐτὸς ἐδίδου τὸ Πνεῦμα, ἀλλὰ Θεὸς ἀφῃρεῖτο, καθὰ γέγραπται, ἀπὸ τοῦ ὄντος ἐν αὐτῷ, καὶ ἐνετίθει τοῖς προκεχειρισμένοις. Οὐκοῦν

75

.

232

(50)

τοῖς ἐκ μετοχῆς ἁγίοις, φορεῖν μὲν ἔξεστι τὴν δο‐ θεῖσαν ἀπὸ Θεοῦ χάριν· διδόναι δὲ ἑτέροις, οὐδαμῶς. Ὁ δὲ Υἱὸς, οὐχ οὕτως· ὡς γὰρ ἁγιότητος ὑπάρχων πηγὴ τοὺς μαθητὰς ἁγιάζει, λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Τοῦτο δὲ ποιῶν καὶ ὁ Πατὴρ φαίνεται· ὁ
55δὲ τὴν ἴσην ἔχων τῷ Πατρὶ κατὰ τὴν τοῦ ἁγιάζειν231

75

.

233

ἐξουσίαν τε καὶ δύναμιν, πῶς οὐκ ἀληθινὴν ἔχει τὴν πρὸς αὐτὸν ὁμοιότητα;
3tΛΟΓΟΣ ΙΔʹ.
4tἜτι περὶ ὁμοιότητος, προκειμένου ῥητοῦ· «Ὥσπερ
5γὰρ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ.» Τὸ δὲ συναγόμενον ἐκ τῶν συλλογισμῶν, ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατὴρ,
9tκαὶ διὰ τοῦτο ὅμοιος.
10tΠρότασις ὡς ἐκ τῶν Ἀρειανῶν.
11 Καὶ πῶς ἂν δύναιτο, φασὶ, κατ’ οὐσίαν ὅμοιος εἶναι τῷ Πατρὶ ὁ Υἱός; Ἢ πῶς οὐκ ἔσται μετ’ αὐ‐ τὸν ὁ ἐξ αὐτοῦ δεχόμενός τι, καθά φησιν αὐτός· «Ὥσ‐ περ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ
15Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ;»
16tΠρὸς τοῦτο λύσις.
17 Οὐδὲν, ὦ βέλτιστοι, τὴν οὐσίαν ἀδικήσει τοῦ Λό‐ γου, τὸ δέχεσθαί τι παρὰ τοῦ Πατρός. Οὐ γὰρ ἐν τῷ δέχεσθαι τὸ εἶναι ἔχει, ἀλλὰ ὢν καὶ ὑπάρχων πρότε‐
20ρον, δέχεταί τι. Καὶ καθὸ ἐκ Πατρὸς φυσικῶς γε‐ γεννημένος, ἐπάγεται πάντα τὰ ἴδια τοῦ Πατρός. Ὥσπερ ἂν εἰ καὶ τὸ φῶς ἐξ ἡλίου προελθὸν, δέχεσθαί τι λέγοιτο παρ’ αὐτοῦ, ἐπειδήπερ πᾶν ὅπερ ἐστὶν ἐν αὐτῷ, τοῦτο φαίνεται τοῦ τεκόντος ἡλίου, καὶ οὐ
25δή που τὸν ἥλιον πρὸ τοῦ ἀπαυγάσματος εἶναι κατ‐ αναγκάσει, τὸ τὴν ἐξ αὐτοῦ προϊοῦσαν ἔκλαμψιν ἀμε‐ ρίστως ὥσπερ ἐξ αὐτοῦ προελθοῦσαν, τὰ αὐτῷ προσ‐ όντα φορεῖν φυσικῶς. Οὐκοῦν οὐ τὸ λαβεῖν τι παρὰ τοῦ Πατρὸς ἀναγκάσει πάντως δεύτερον εἶναι τῷ
30χρόνῳ τὸν Υἱόν. Τῷ γὰρ ὄντι καὶ ὑφεστῶτι δώσει τι, οὐ τῷ μὴ ὄντι καὶ μή πω γενομένῳ.
32tΑΛΛΟ.
33 Εἰ ἐν τῷ δέχεσθαί τι τὸ εἶναι τοῖς οὖσιν ὁριούμεθα, καὶ ἀρκεῖ τοῦτο πρὸς δήλωσιν οὐσίας κατά τινος κατ‐
35ηγορούμενον, τί κωλύει καὶ δυσφημοῦντας εἰπεῖν, τότε τοῦ εἶναι τὴν ἀρχὴν ἔχειν τὸν Πατέρα, ὅτε δέ‐ χεσθαί τι λέγεται παρ’ ἡμῶν; Ἔξεστι γὰρ ἐπακροᾶ‐ σθαι τοῦ Ψαλμῳδοῦ λέγοντος· «Δότε δόξαν τῷ Θεῷ.» Εἰ τοίνυν οὐκ ἐν τῷ δέχεσθαι παρ’ ἡμᾶς τὴν δόξαν
40ἔχει τὸ εἶναι ὁ Πατὴρ (ὢν γὰρ καὶ ὑπάρχων ὡς παρ’ οἰκετῶν τὴν δοξολογίαν κομίζεται), οὐκ ἔσται τοῦτο τοῦ Υἱοῦ τὸ εἶναι, ἐν τῷ λαβεῖν τι παρὰ τοῦ Πατρός. Ὢν γὰρ καὶ ὑπάρχων ἀνάρχως καὶ ἀϊδίως ἐξ αὐτοῦ προελθὼν, λαμβάνειν λέγεται τἂ προσόντα
45αὐτῷ φυσικῶς· ὥσπερ ἂν εἰ καὶ ἐξ ἀνθρώπου προελ‐ θὼν υἱὸς, πάντα φαίνοιτο φορῶν τὰ τοῦ γεγεννηκότος, μετὰ πάντων τῶν αὐτοῦ, ἐξ αὐτοῦ καὶ τὸ εἶναι ἔχων. Ὑπερκείσθω δὲ πάλιν ἡ θεία καὶ ἄῤῥητος γέννησις, τὴν τοῦ παροισθέντος ἡμῖν ὑποδείγματος δύναμιν,

75

.

233

(50)

καὶ νοείσθω τὸ πρᾶγμα θεοπρεπῶς.
51tἈντίθεσις ὡς ἐκ τῶν χριστομάχων.
52Ὅτι μὲν, φασὶ, τοῖς οὖσιν ἤδη καὶ ὑφεστηκόσιν,233

75

.

236

οὐ τοῖς μὴ οὖσι δέχεσθαί τι πρεπωδέστερον, συνθη‐ σόμεθα καὶ αὐτοί. Ἀλλ’ ἐκεῖνο νῦν ἀναγκαῖον εἰπεῖν, ὅτι τὸ δεχόμενόν τι παρά τινος, ὡς οὐκ ἔχον λαμβά‐ νει. Εἰ τοίνυν ἔχει μὲν ὁ Πατὴρ τὸ εἶναι ζωὴ κατ’
5οὐσίαν, δίδωσι δὲ τοῦτο τῷ Υἱῷ ὡς οὐκ ἔχοντι δηλα‐ δὴ, πῶς οὖν ἔσται κατ’ οὐσίαν ὅμοιος αὐτῷ παρ’ αὐ‐ τοῦ δεχόμενος ὅπερ αὐτὸς οὐκ ἔχει;
8tΠρὸς τοῦτο λύσις.
9Ἐξεταστέον ἀκριβῶς, ὦ βέλτιστοι, τοῦ προτεθέν‐
10τος ῥητοῦ τὴν διάνοιαν, καὶ τότε τοῦ λόγου τὴν δύνα‐ μιν ὀψόμεθα. Ἀντακούσεσθε γὰρ παρ’ ἡμῶν, εἰ οὕ‐ τως ἔχει τὴν ζωὴν ὁ Υἱὸς ὥσπερ καὶ ὁ Πατὴρ, του‐ τέστιν, ἐν ἑαυτῷ, δι’ οὗ τὸ οὐσιωδῶς σημαίνεται, τί κωλύσει τὰ ὁμοίως ἔχοντα, τῆς αὐτῆς εἶναι καὶ οὐ‐
15σίας; Εἰ γὰρ ὁ Πατὴρ ἔχει τὴν ζωὴν ἐν ἑαυτῷ, ἔχει δὲ πάλιν αὐτὴν ὁ Υἱὸς ἐν ἑαυτῷ, οὐκ ἐν προσ‐ θήκης μέρει, καθάπερ ὑμεῖς φατε, ἔσται καὶ τῷ Πα‐ τρὶ κατ’ οὐσίαν ἴσος, ὁ ὡσαύτως ἔχων τὴν ζωὴν ἐκείνῳ, καὶ οὐχ ἑτέρως.
20tΑΛΛΟ.
21 Εἰ μὴ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, πῶς ἐπαλη‐ θεύσει λέγων· «Ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώ‐ νιον;» Καὶ πάλιν· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς ἀκούει φωνῆς.»—«Κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον.»
25Καὶ πάλιν· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα.» Ἔδει γὰρ λέγειν· Ὁ πι‐ στεύων εἰς ἐμὲ λήψεται παρ’ ἐμοῦ ζωὴν, ἣν δέδωκέ μοι ὁ Πατήρ. Καὶ πάλιν· Τὸν εἰς ἐμὲ πιστεύοντα οὐ συγχωρήσει ὁ Πατὴρ γεύσασθαι θανάτου. Εἰ δὲ
30τοῦτο μὲν εἰρηκὼς οὐ φαίνεται, ὡς δὲ φύσει προσοῦ‐ σαν ἑαυτῷ τὴν ζωὴν, καὶ ὡς οὐσιωδῶς ὑπάρχουσαν ἐν ἑαυτῷ, δώσειν τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπαγ‐ γέλλεται, πῶς ἐνδέχεται νοεῖν οὐκ ἔχοντα τὸν Υἱὸν εἰληφέναι ταύτην παρὰ τοῦ Πατρός; Καὶ γὰρ ἂν εἴη
35πάσης ἐπέκεινα δυσφημίας τοῦτό γε. Ἀλλ’, ὥσπερ ἤδη προείρηται, προελθὼν ἐκ Πατρὸς, πάντα τὰ αὐ‐ τοῦ κατὰ φύσιν ἐπάγεται, καὶ ὡς εἰληφὼς, κατὰ τοῦτο νοεῖται, καὶ ἀπαύγασμα καὶ εἰκὼν ὑπάρχων αὐτοῦ. Ἓν δὲ τῶν προσόντων τῶ Πατρὶ καὶ ἡ
40ζωή.
41tΑΛΛΟ.
42 Εἰ μὴ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλλὰ ζωῆς μέτοχος, καθάπερ οἱ χριστομάχοι φασὶν, ἕτε‐ ρόν τί ἐστι κατ’ οὐσίαν αὐτὸς παρὰ τὸ μετεχόμενον
45ὑπ’ αὐτοῦ. Πῶς οὖν ἡμῖν αὐτὸς εἰς μέσον ἔρχεται λέγων· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ κα‐ ταβάς. Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα;» Ἔδει γὰρ οὕτως εἰπεῖν, εἴπερ οὐκ ἦν κατὰ φύσιν αὐτὸς ἡ ζωή· Ἐν ἐμοὶ ὁ ἄρτος ὁ ἐκ

75

.

236

(50)

τοῦ οὐρανοῦ καταβάς. Καὶ, Ἐάν τις φάγῃ ἐκ τοῦ ἄρ‐ του τοῦ ἐν ἐμοὶ, ζήσεται εἰς τὸν αἰῶνα. Νυνὶ δὲ λέ‐ γων τὸ, Ἐγώ εἰμι, ἑαυτὸν ὁρίζει, καὶ οὐχ ἕν τι τῶν
προσγεγονότων ἤτοι προσόντων αὐτῷ Εἰ τοίνυν αὐ‐235

75

.

237

τός ἐστιν ὁ ἄρτος ὁ τοὺς μετέχοντας ἀπαθανατίζειν δυνάμενος, οὐκ ἔξωθεν οὐδὲ ἐπίκτητον ἔχει τὸ ζωο‐ ποιεῖν, ἀλλ’ ὢν κατὰ φύσιν ζωὴ, τοὺς μετέχοντας αὐτοῦ ζωοποιήσειν ἀληθῶς ἐπαγγέλλεται.
5tΑΛΛΟ.
6 Εἰ μὴ κατὰ φύσιν ἔχει τὸ εἶναι ζωὴ ὁ τοῦ Θεοῦ Λόγος, ἐπείσακτον δὲ, ὡς ὑμεῖς φατε, κεκτημένος αὐτὸ, ζωοποιεῖν δύναται, τί κωλύσει λέγειν καὶ ἀγ‐ γέλους τοὺς ἀληθῶς μετόχους γεγονότας ζωῆς δύνα‐
10σθαι ζωοποιεῖν; Ἀλλὰ τοῦτο μὲν οὐκ ἐνδέχεται· μό‐ νος γὰρ ὁ Υἱὸς ζωοποιεῖν δύναται, καθάπερ καὶ ὁ Πατήρ. Οὐκοῦν οὐκ ἐπείσακτος ἐν Υἱῷ ἡ ζωοποιὸς δύναμις, ἀλλὰ κατὰ φύσιν αὐτῷ προσοῦσα καὶ οὐ‐ σιωδῶς ὥσπερ καὶ τῶ Πατρί.
15tΑΛΛΟ.
16 Λέγων ὁ Υἱὸς τὸ, «Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκεν ἔχειν ζωὴν ἐν ἑαυτῷ,» τὴν ἀπαράλλακτον ὁμοιότητα δεικνύει σαφῶς, ἣν ἔχει πρὸς τὸν γεννήσαντα. Ἔχει γὰρ
20οὕτω τὴν ζωὴν, ὥσπερ καὶ ὁ Πατὴρ, φυσικὴν δηλον‐ ότι καὶ οὐσιώδη. Τὸ δὲ, δέδωκε, προσθεὶς, τὴν ἐξ αὐτοῦ φυσικήν τε καὶ οὐσιώδη σημαίνει πρόοδον. Οὐ γὰρ δή που δέδωκεν ὁ Πατὴρ, ὥσπερ τι τῶν αὐτῷ προσόντων ἀφελόμενος, καὶ οὐκ ἔχοντι προστεθει‐
25κὼς τῷ Υἱῷ, κατὰ σωματικὴν ἀποτομὴν ἢ διά‐ στασιν τὴν ἔκ τινος ἑτέρου πρὸς ἕτερον, ἢ τοπικῶς ἢ διαιρετικῶς νοουμένην. Ἀλλ’ ὥσπερ δίδωσι τὸ φυτὸν τῷ ἐξ αὐτοῦ προελθόντι καρπῷ τὴν αὐτῷ κατὰ φύσιν προσοῦσαν ποιότητα φορεῖν, οὕτως ὁ Υἱὸς
30εἰληφέναι παρὰ Πατρὸς τὰ αὐτῷ προσόντα νοεῖται, πάντα ὢν ὅσα καὶ ὁ Πατὴρ, δίχα μόνου τοῦ εἶναι Πατήρ.
33tΑΛΛΟ.
34tἈντίθεσις ὡς ἐκ τῶν χριστομάχων.
35 Εἰ ζωὴ, φασὶ, κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, ὡς ὑμεῖς φιλονεικότερον ἐνιστάμενοι λέγετε, πῶς ἀληθεύσει λέγων ὁ Παῦλος περὶ τοῦ Πατρός· «Ὁ μόνος ἔχων ἀθανασίαν;» Εἰ γὰρ ἔχει καὶ ὁ Υἱὸς, οὐ μόνος ἔχει ὁ Πατήρ· εἰ δὲ μόνος ἔχει, οὐχ ἕξει δηλαδὴ καὶ ὁ
40Υἱός.
41tΠρὸς τοῦτο λύσις.
42 Πολλὰ προσεῖναι λέγεται μόνῳ τῷ Πατρὶ, καὶ εἰ τούτων ἔσται πάντων οὐκ ἔρημος ὁ Υἱός. Ἐπειδὴ γέγραπται, Μόνος ἀληθινὸς Θεὸς ὁ Πατὴρ, ἔστω μὴ
45ἀληθινὸς ὁ Υἱὸς, νόθος δὲ ὥσπερ τις καὶ ψευδώνυμος ἐπίκτητον ἔχων τὸ εἶναι Θεός. Καὶ πῶς ὡς τοῦτο κατὰ φύσιν ὢν προσκυνεῖται παρά τε ἡμῶν καὶ ἀγ‐ γέλων, τοῦ θείου νόμου διαῤῥήδην λέγοντος· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύ‐

75

.

237

(50)

σεις;» Πῶς δὲ φυλάξομεν τὸ, «Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος;» Εἰ γὰρ μόνος κατὰ φύσιν Θεὸς ὁ
Πατὴρ, καὶ διὰ τὸ οὕτω λέγεσθαι τοῦ εἶναι φύσει237

75

.

240

Θεὸν ἐκβάλλει τὸν Υἱὸν, πρόσφατος ἄρα καὶ νέος τις ὥσπερ ἐπεισαχθήσεται παρὰ τὸν ὄντα ἐξ ἀρχῆς καὶ κατὰ φύσιν. Ἀλλὰ τοῦτο ἄτοπον. Οὐκοῦν οὐ διὰ τὸ λέγεσθαι μόνον ἀθανασίαν ἔχειν τὸν Πατέρα, τῶν
5ἐναντίων ἔσται δεκτικὸς ὁ Υἱὸς, ἀλλ’ ὡς τρεχούσης εἰς τὸ γέννημα φυσικῶς τῆς πατρικῆς ἰδιότητος, τοῦτο καὶ αὐτὸς ὑπάρχων κατ’ οὐσίαν νοηθήσεται, ὅπερ ἂν εἴη καὶ ὁ γεννήσας αὐτόν.
9tΑΛΛΟ.
10 Πολλὰ προσεῖναι λέγεται τῷ Πατρὶ πλεονεκτήματα. Ἀλλ’ εἰ τούτων ἔσται γυμνὸς ὁ Υἱὸς, λέγει δέ που Παῦλος, «Ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ,» οὔτ’ ἄφθαρτος, οὔτε ἀόρατος, οὔτε σοφὸς ἔσται, καθ’ ὑμᾶς. Ἀλλ’ ἔχει τὴν ἀσέβειαν ἄμετρόν τινα τὸ οὕτω
15νοεῖν. Πῶς γὰρ ἔσται φθαρτὸς ὁ τῆς ἀφθαρσίας χορη‐ γός; Ἢ πῶς ὁραθήσεται Θεοῦ φύσις; Ἢ πῶς ἄσοφον εἶναι νομιοῦμεν τὸν Υἱὸν, περὶ οὗ γέγραπται ὅτι δὴ «Θεοῦ δύναμις καὶ Θεοῦ σοφία ἐστίν;» Ὥρα γὰρ λέγειν ἄσοφον εἶναι τὴν σοφίαν τοῦ Θεοῦ. Οὐκοῦν οὐκ
20ἀποστερήσει τὸν Υἱὸν τὸ εἶναι ταῦτα φυσικῶς, ἅπερ ἂν λέγοιτο καὶ ὁ Πατὴρ, εἰ καὶ ἐπ’ αὐτοῦ μόνον τάτ‐ τοιτο. Φθάσει γὰρ πάλιν ἐπὶ τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον, πάντα τὰ αὐτῷ προσόντα φυσικῶς τε καὶ ἀναγκαίως.
25tΑΛΛΟ.
26 Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὥσπερ οὖν καὶ ἔστιν, ἔχει πάντως τοῦτο καὶ ὁ Υἱός. Ἀληθεύει γὰρ λέγων· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.»
29tΑΛΛΟ, τὸ αὐτὸ ἐκ τοῦ ἐναντίου.
30 Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὁ δὲ Υἱὸς οὐχ οὕτως, πῶς ἀληθεύσει λέγων· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν;» Ἀλλ’ οὐκ ἂν ψεύσαιτο ἡ ἀλή‐ θεια, ἔσται δηλονότι ζωὴ κατὰ φύσιν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατήρ.
35tἌλλως τὸ αὐτό.
36 Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὁ δὲ Υἱὸς οὐχ οὕτως, ἀλλ’ ἐπείσακτον ἔχει τὸ εἶναι τοῦτο, πῶς ἀληθεύσει λέγων πρὸς τὸν Πατέρα, ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά;» Ἢ γὰρ ἕξει κατὰ φύ‐
40σιν τὸ εἶναι ζωὴ καὶ αὐτὸς, ὅπερ ἐστι τοῦ Πατρός. Ἢ εἰ μὴ τοῦτο, τοῦ δὲ Πατρός ἐστι τὰ αὐτοῦ, ἐπεὶ μὴ κατὰ φύσιν ἐστὶ ζωὴ ὁ Υἱὸς, οὐκ ἔσται τοῦτο καὶ ὁ Πατήρ. Ἀλλὰ τοῦτο ἄτοπον. Φύσει γὰρ ὁ Πατὴρ ζωὴ, ἔσται τοῦτο καὶ ὁ Υἱὸς, ἵνα μὴ ψεύδηται τὴν
45ὁμοίωσιν.
46tΑΛΛΟ.
47 Εἰ χαρακτὴρ ἀπαράλλακτος τῆς τοῦ Πατρὸς ὑπο‐ στάσεώς ἐστιν ὁ Υἱὸς, φορέσει φυσικῶς καὶ τὸ εἶναι ζωὴ, ἵνα μὴ παραχαράττηται τοῦ Πατρὸς ὁ χα‐

75

.

240

(50)

ρακτήρ
51tΑΛΛΟ.
52Φησί που Χριστὸς πρὸς τοὺς ἑαυτοῦ μαθητάς· «Ὁ239

75

.

241

ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Εἰ τοίνυν ὁ Πα‐ τὴρ ἐν Υἱῷ φαίνεται ζωὴ κατὰ φύσιν ὑπάρχων, ἔσται τοῦτο καὶ ὁ Υἱὸς, ἵνα μὴ ψεύδηται τὴν ὁμοίωσιν.
4tΑΛΛΟ, ἐκ τῶν αὐτῶν διὰ τῆς εἰς ἄτοπον ἀπ‐
5tαγωγῆς.
6 Φησί που Χριστός· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Εἰ τοίνυν ἐπείσακτον ἤτοι κατὰ μετοχὴν, καὶ οὐκ οὐσιῶδες ἔχει τὸ εἶναι ζωὴ, ἔσται τοῦτο καὶ ὁ Πατήρ. Φυγὼν δὲ τοῦ λόγου τὴν ἀτοπίαν, ἐξ ἀνάγ‐
10κης ὁμολογήσεις τὸ ἕτερον· ζωὴ γὰρ κατὰ φύσιν ὁ Υἱός.
12tΑΛΛΟ.
13 Εἰ τοῦ Πατρὸς τὴν οὐσίαν ὁ Υἱὸς ἀπαραλλάκτως χαρακτηρίζειν λέγεται, ἔστι δὲ οὐ κατὰ φύσιν ζωὴ,
15ἀλλ’ ἐν προσθήκης μέρει τοῦτο λαμβάνει, τοῦτο καὶ ὁ Πατὴρ νοηθήσεται. Τὸ δὲ ἐν τούτοις ἄτοπον, παρ‐ εισοίσει τὸ ἐναντίον, ὅπερ ἐστὶ καὶ ἀληθές.
18tΑΛΛΟ.
19Τὰ ἑτερογενῆ τε καὶ ἑτεροφυῆ τὴν αὐτὴν ἐνέργειαν
20ἔχειν, οὐκ ἄν τις δῴη σωφρονῶν. Οὐδὲ γὰρ ἂν ὕδατι πῦρ ἕν τι καὶ ταυτὸν ἐνεργήσειεν, ἀλλ’ ὥσπερ ἀπ‐ εσχοινισμένον ἔχουσι τῆς οὐσίας ἤτοι τῆς ποιότητος τὸν λόγον, οὕτω καὶ διάφορον ἀποδώσουσι τὴν ἐνέρ‐ γειαν. Εἰ τοίνυν ζωῆς ὄντος κατὰ φύσιν τοῦ Πατρὸς,
25οὐκ ἔστι τοῦτο κατ’ οὐσίαν ὁ Υἱὸς, ὥσπερ τοῖς χρι‐ στομάχοις δοκεῖ, πῶς τὴν αὐτὴν ἐνέργειαν φορέσει τῷ Πατρί; Φησὶ γάρ που Χριστὸς, ὅτι Ὥσπερ ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωο‐ ποιεῖ. Οὐ γὰρ δή που ζωοποιεῖσθαι μὲν ἑτέρως ἐροῦσι
30τοὺς ὅσοι παρὰ τοῦ Πατρὸς τοῦτο λαμβάνουσι, ζωο‐ ποιεῖσθαι δὲ πάλιν καθ’ ἕτερον τρόπον τοὺς παρὰ τοῦ Υἱοῦ τοῦτο δεχομένους. Οὕτω γὰρ ἔφησε ζωο‐ ποιεῖν τὸν Πατέρα, ὡς ἂν ζωοποιήσειεν ὁ Υἱὸς, παν‐ ταχοῦ τὴν αὐτὴν ἐνέργειαν ἔχοντα τῷ Πατρὶ ἑαυτὸν
35ὁριζόμενος. Οὐκοῦν οὐκ ἀνόμοιος ἔσται πρὸς τὸν γε‐ γεννηκότα· ἀλλ’ ὥσπερ ἐκεῖνος φύσει ζωὴ λέγεται καὶ ἔστιν, οὕτω καὶ ὁ Υἱός.
38tΑΛΛΟ.
39Εἰ τὴν ἀλήθειαν ταῖς Ἰωάννου φωναῖς ἐπιψηφιού‐
40μεθα, πάντα δώσομεν ἐργάζεσθαι δι’ Υἱοῦ τὸν Πα‐ τέρα. Εἰ δὲ τοῦτο, ἓν δὲ τῶν ἔργων τοῦ Πατρὸς καὶ τὸ ζωοποιεῖν τινας, ἔσται ζωὴ κατὰ φύσιν ὁ Υἱὸς, δι’ οὗ τὰ πάντα ζωοποιεῖ, ἵνα μὴ νόθος μεσίτης παρ‐ εισαγόμενος, ἀμέτοχον δείξῃ Θεοῦ τὸ τῇ πρὸς αὐτὸν
45σχέσει ζωοποιούμενον.
46tΑΛΛΟ.
47 Εἰ μεσίτης Θεοῦ καὶ ἀνθρώπων ἐστὶν ὁ Υἱὸς, ὥσ‐ περ εἰς ἑνότητα φυσικὴν συνάπτων τὰ ἄκρα· ἀναγ‐ καῖον εἰπεῖν ὅτι, ὥσπερ ἀνθρώποις συνήφθη φυσι‐

75

.

241

(50)

κῶς ἄνθρωπος γεγονὼς, οὕτω καὶ τῆς θείας φύσεως ἤρτηται Θεὸς κατὰ φύσιν ὑπάρχων. Εἰ δὲ τοῦτο, ἐπεὶ κατ’ οὐσίαν καὶ οὐκ ἔξωθεν ἔχει τὸ εἶναι ζωὴ ὁ Πα‐ τὴρ, ἔσται τοιοῦτος καὶ ὁ προσεχὴς αὐτῷ καὶ ἐξ αὐ‐
τοῦ κατὰ φύσιν Υἱός.241

75

.

244

ΑΛΛΟ. Πανταχοῦ τὸν Υἱὸν αἱ θεῖαι Γραφαὶ καλοῦσιν Ἀλή‐ θειαν, καὶ αὐτὸς δὲ περὶ ἑαυτοῦ τοῦτό φησιν· «Ἐγώ εἰμι, λέγων, ἡ ἀλήθεια.» Εἰ τοίνυν διεψευσμένον ἐν
5αὐτῷ τὸ τῆς ζωῆς πρᾶγμα, καὶ οὐκ οὐσιῶδες, οὐδὲ ἀληθινὸν, πῶς οὐ ψεύσεται λέγων ἑαυτὸν εἶναι τὴν ἀλήθειαν; Ἀλλὰ μὴν οὐ ψεύδεται· τοῦτο γὰρ ἀσε‐ βὲς καὶ μόνον ἐννοεῖν· ἀλήθεια δέ ἐστιν. Οὐκ ἄρα διεψευσμένον ἔχει τὸ εἶναι ζωή.
10tΑΛΛΟ.
11 Εἰ ζωοποιεῖ τοῦ Πατρὸς ἡ γνῶσις τοὺς ἔχοντας αὐ‐ τὴν, ζωοποιεῖ δὲ ὁμοίως καὶ ἡ τοῦ Υἱοῦ, πῶς οὐκ ἔσται κατ’ οὐσίαν ὁ αὐτὸς, ὁ ταῖς τοῦ Πατρὸς ἰδιότη‐ σιν οὕτω διαπρέπων, ὡς ἂν εἰ καὶ αὐτὸς ὁ Πατήρ;
15tΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς.
16 «Ὥσπερ ὁ Πατὴρ, φησὶν, ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ·» Ἐνταῦθα τοῖς οὐκ ἐθέλουσι νοεῖν ὀρθῶς, εἰς πολλὴν ὁ λόγος κινδυνεύσει δυσφημίαν ἐκπεσεῖν. Εἰ γὰρ ἔχειν ἐν
20ἑαυτῷ λέγεται ζωὴν ὁ Πατὴρ, ἕτερόν τί ἐστιν αὐτὸς παρὰ τὴν ἐν αὐτῷ ζωήν. Εἰ δὲ τοῦτο διπλόη τις ὥσπερ καὶ σύνθεσις περὶ αὐτὸν νοηθήσεται, πῶς οὖν ἁπλοῦς καὶ σύνθετος κατ’ οὐσίαν ὁ Θεός; Ἀλλὰ τοῦτο ἄτοπον. Ἡ ζωὴ ἄρα ἣν ἔχει ὁ Πατὴρ ἐν ἑαυτῷ, οὐχ
25ἑτέρα τίς ἐστι παρὰ τὸν Υἱόν· καὶ πάλιν ἡ ἐν Υἱῷ ζωὴ, οὐχ ἑτέρα τίς ἐστι παρὰ τὸν Πατέρα, καὶ ἀλη‐ θεύει λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί.»
29tΑΛΛΟ.
30 Τὰ προσόντα τῷ Θεῷ καὶ Πατρὶ φυσικά τε καὶ οὐ‐ σιώδη λέγων ἰδιώματα, φησί που Παῦλος· «Ὁ μό‐ νος ἔχων ἀθανασίαν.» Εἰ τοίνυν οὐδὲν ἕτερόν τις ὁριεῖται λέγων τὴν ἀθανασίαν παρὰ τὴν ζωὴν, αὔτη δέ ἐστιν ὁ Υἱὸς ὁ λέγων· Ἐγώ εἰμι ἡ ζωὴ, ὁ Πα‐
35τὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, τὸν Υἱὸν δηλονότι, καὶ οὐχ ἕτερόν τι παρ’ αὐτόν. Αὐτός τε ὁμοίως ὑπάρχων ζωὴ, δέδωκεν ἑαυτὸν τῷ Υἱῷ· οὐχ ὡς σῶμα χωρήσας ἐν σώματι, οὐδ’ ὡς τῷ Υἱῷ παραχωρήσας τὴν ἰδίαν ὑπό‐ στασιν, καὶ ἐν αὐτῷ λοιπὸν τὸ εἶναι ἔχων· ἀλλ’ ὑπάρ‐
40χων μὲν τοῦθ’ ὅπερ ἐστὶν ἀεὶ Πατὴρ καὶ Θεός. Τῇ δὲ τῆς οὐσίας ταυτότητι καὶ τῇ τῆς φύσεως ἑνότητι πρὸς τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον ἀποῤῥήτως συν‐ δούμενος.
44tΑΛΛΟ.
45 Ὅσα προσεῖναι λέγεται τῷ Πατρὶ φυσικῶς τε καὶ οὐσιωδῶς, ταῦτα πάντα ἐστὶν ὁ Υἱός. Μόνος ἀληθινὸς λέγεται Θεὸς ὁ Πατὴρ, ἐπειδὴ μόνος ἔχει τὸν Υἱὸν τὸν λέγοντα· Ἐγώ εἰμι ἡ ἀλήθεια. Σοφὸς καὶ δυνατὸς ὁμοίως, ἐπεὶ Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ

75

.

244

(50)

σοφία. Μόνος λέγεται φῶς οἰκεῖν ἀπρόσιτον· ἔχει γὰρ ἐν ἑαυτῷ τὸν λέγοντα· Ἐγώ εἰμι τὸ φῶς. Μόνος ἔχειν ἀθανασίαν λέγεται· ἔχει γὰρ ἐν ἑαυτῷ τὸν λέ‐ γοντα Υἱόν· Ἐγώ εἰμι ἡ ζωή. Εἰ τοίνυν σύμπαν τὸ
τοῦ Πατρὸς ἴδιον, τοῦτό ἐστιν ὁ Υἱὸς, ὅταν λέγηται243

75

.

245

ζωὴν ἔχειν ὁ Πατὴρ ἐν ἑαυτῷ, τὸν Υἱὸν σημαίνει, καὶ οὐχ ἕτερόν τι παρ’ αὐτόν. Ὑπάρχων δὲ καὶ αὐτὸς ἐν Υἱῷ κατὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον, καὶ ζωὴ κατὰ φύσιν ὢν, δέδωκεν ἑαυτὸν αὐτῷ.
5tΑΛΛΟ.
6 Ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, δέχεσθαι παρὰ τοῦ Πατρὸς ταύτην φησὶν, οὐχ ᾗ Λόγος ἐστὶν ἢ ἀπαύγασμα φυσικῶς ἔχει τὰ τοῦ Πατρὸς ἴδια, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος, ᾧ πάντα θεόσδοτα. Κατα‐
10στήσει δὲ τοῦτο σαφὲς ἐν τοῖς ἐφεξῆς, τοῦ δεδόσθαι τὴν αἰτίαν ἐξηγούμενος. Ἐξουσίαν γὰρ, φησὶν, ἔδω‐ κεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. Εἰ δὲ ἐπειδήπερ Υἱὸς ἀνθρώπου ἐστὶ, τὴν ἐπὶ τῷ κρί‐ νειν ἐξουσίαν εἰληφέναι λέγεται, τὸν αὐτὸν ἀνακυ‐
15κλώσαντες λόγον ἐροῦμεν· Ἐπειδὴ Υἱὸς ἀνθρώπου γέγονε, τὴν ὁμοιότητα φορέσας τῶν παρὰ Θεοῦ δέχε‐ σθαι τὰ πάντα πεφυκότων, καὶ ζωὴν εἰληφέναι λέ‐ γεται, μόνῃ καὶ γυμνῇ τῇ θείᾳ φύσει τηρῶν, καὶ τὸ μετοχῆς τινος ἀνεπίδεκτον καὶ τὸ δύνασθαι τοῖς πᾶσι
20τὰ πάντα χορηγεῖν
21tΛΟΓΟΣ ΙΕ.
22tΕἰς τὸ ἐν ταῖς Παροιμίαις, «Κύριος ἔκτισέ με
23ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Ὅτι τὸ, ἔκτισεν, οὐ κατὰ τῆς οὐσίας τοῦ Λόγου κεῖται·
25tοὐδὲ κτίσμα ἢ ποίημα ὁ Υἱός.
26 Οἱ τῆς Ἀρείου μανίας προστάται τὴν ἑαυτῶν ἀσέ‐ βειαν πιθανοῖς, ὡς οἴονται, καλλωπίζοντες ῥήμασι, λέγουσι· Κτίσμα ἐστὶν ὁ Υἱὸς, ἀλλ’ οὐχ ὡς ἒν τῶν κτισμάτων· ποίημά ἐστιν, ἀλλ’ οὐχ ὡς ἓν τῶν ποιη‐
30μάτων· γέννημά ἐστιν, ἀλλ’ οὐχ ὡς ἓν τῶν γεννη‐ μάτων.
32tΠρὸς ταῦτα λύσεις ἐφεξῆς διάφοροι.
33 Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, πῶς οὐχ ἓν τῶν ποιημά‐ των· καὶ εἰ ὅλως κτίσμα, πῶς οὐχ ἓν τῶν κτισμά‐
35των; Ἔστι γὰρ τοῦτο φρονεῖν γελοιότατον. Εἰ γὰρ ὅλως κτίσμασιν ἢ ποιήμασιν οὐκ ἔστιν ἐναρίθμιος ὁ Υἱὸς, οὔτε κτίσμα ἂν εἴη οὔτε ποίημα. Εἰ δὲ ἐκτίσθη καθ’ ὑμᾶς καὶ πεποίηται, πῶς οὐκ ἀναγκαίως ὡς ἓν ἔσται τῶν γενομένων;
40tΑΛΛΟ.
41 Φασὶν ὅτι ποίημά ἐστιν ὁ Υἱὸς, ἀλλ’ οὐχ ὡς ἓν τῶν ποιημάτων. Καὶ νομίζουσι μὲν, ἐξαίρετόν τινα διὰ τούτου προσάγειν αὐτῷ τὴν τιμὴν, ἐπειδήπερ ποίημα μὲν εἶναι, οὐ μὴν ὡς ἕν τι τῶν ποιημάτων ὁμολογοῦ‐
45σιν αὐτόν. Ἀλλ’ οὐδὲν ἐν τούτῳ τὸ ἐξαίρετον· ἀλλ’ ἕν τι καὶ αὐτὸς τῶν ἄλλων φανεῖται. Ἕως γὰρ ἂν ἐπ’ αὐτοῦ τὸ πεποιῆσθαι κρατῇ, καὶ εἶναι κτίσμα πι‐ στεύηται, οὐδέν τι τῶν ἄλλων κατὰ τοῦτο διοίσει, κἂν διαλλάττῃ κατὰ τὴν φύσιν, ἢ κατά τινα τρόπον ἕτε‐

75

.

245

(50)

ρον. Οὕτω γὰρ ἄν τις ἔχοντα βλέποι τὰ πεποιημένα
παρὰ Θεοῦ συγκρίνων πρὸς ἄλληλα. Εὑρήσει γὰρ245

75

.

248

αὐτὰ καὶ ταῖς ὑπεροχαῖς νικῶντα πολλάκις τὰ ἕτερα, καὶ ταῖς φύσεσιν ἐξηλλαγμένα, ὡς δύνασθαί τινα λέ‐ γειν ἐφ’ ἑκάστου τε ἐκείνων, ποίημά ἐστιν, ἀλλ’ οὐχ ὡς ἓν τῶν ποιημάτων. Ὁ ἥλιος τυχὸν ποίημα μὲν,
5οὐχ ὡς ἓν δὲ τῶν ποιημάτων· οὐ γὰρ ἔστιν ἕτερος ἥλιος. Ἡ σελήνη ὁμοίως, ὁ οὐρανὸς, οἱ ἀστέρες, ἡ γῆ· πάντα γὰρ ταῦτα ποιήματα, καὶ ἕκαστον αὐτῶν, οὐχ ὡς ἓν τῶν ποιημάτων. Μόνον γὰρ τὸ γενέσθαι κοινὸν ἔχει τὰ κτίσματα· τὸ δὲ σχῆμα καὶ τὴν φύσιν,
10ἕκαστον ἰδιάζουσαν. Οὐδὲν οὖν τὸ πλέον ἐν Υἱῷ πε‐ ποιῆσθαι λεγομένῳ, κἂν ἕτερόν τι μέγα καὶ ἐξαίρε‐ τον ὑπάρχῃ παρὰ τὰ ἄλλα ποιήματα. Τί γὰρ ὠφελή‐ σει τὸν ἥλιον εἰς τὸ μὴ εἶναι ποίημα, τὸ πολὺ τῶν ἀστέρων ὑπερέχειν; Ὁ δὲ αὐτὸς οὗτος κρατήσει λό‐
15γος καὶ ἐπὶ τῶν ἐν οὐρανῷ λογικῶν δυνάμεων, αἷς πάλιν τὸ μὲν πεποιῆσθαι κοινόν ἐστιν. Ὁ δὲ τοῦ τί ἕκαστον εἴη λόγος, ἐξηλλαγμένος.
18tΑΛΛΟ.
19Εἰ ποίημά ἐστι, καθ’ ὑμᾶς, ὁ Υἱὸς, καὶ τοῦτο ὢν
20ἔχει τὸ δύνασθαι κτίζειν, διὰ τὸ μὴ ὡς ἓν ὑπάρχειν τῶν ἄλλων ποιημάτων, ἔστω ποιητικὰ καὶ τὰ ἕτερα κτίσματα, διὰ τὸ ποικίλην ἐν αὐτοῖς εἶναι τὴν φύσιν· καὶ ἕκαστον αὐτῶν εἶναι ποίημα μὲν, οὐχ ὡς ἓν δὲ τῶν ἄλλων. Εἷς γὰρ ὁ οὐρανὸς, ἥλιος εἷς, μία σε‐
25λήνη, φύσις ἀστέρων μία, μία τε γῆ, εἷς ἄνθρωπος ὅσον εἰς οὐσίαν· καὶ τούτων οὐδὲν ἀλλήλοις ἐπικοι‐ νωνεῖ κατὰ τὸν τῆς φύσεως λόγον, εἰ καὶ πᾶσι τὸ πε‐ ποιῆσθαι κοινόν. Ἀλλ’ οὐδὲν ἐν τοῖς κτίσμασι φαίνε‐ ται δημιουργοῦ, ἀλλὰ μᾶλλον προσκυνεῖ τὸν δημιουρ‐
30γὸν τοῦ Θεοῦ Λόγον, καὶ τοῦ ποιητοῦ τὴν δόξαν ἀνα‐ βοᾷ· «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.» Καὶ καθάπερ ὁ Ἔσδρας φησί· «Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν προσκυνεῖ, καὶ πάντα τὰ ἔργα
35αὐτὴν σείεται καὶ τρέμει.» Ὁ δὲ Υἱὸς περὶ ἑαυτοῦ φησιν· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Οὐκ ἄρα ποίημά ἐστιν, οὐδὲ κτίσμα διὰ τοῦτο κτίζειν δυνάμενος, ὅτι μὴ ὡς ἕν ἐστι τῶν ποιημάτων, ἀλλ’ ὅτι τῆς τοῦ Πα‐ τρὸς οὐσίας ἴδιον ὑπάρχων γέννημα, ὅλον τε ἐν ἑαυτῷ
40δεικνύων αὐτὸν, ἔχει καὶ τὸ δύνασθαι κτίζειν ὡς ὁ Πατήρ.
42tΑΛΛΟ.
43 Εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, προσκυνεῖται δὲ παρὰ τῶν ἄλλων κτισμάτων, διὰ τὸ ἕτερόν τι ὑπάρχειν παρ’
45αὐτὰ, καὶ εἶναι μὴ ὡς ἓν τῶν κτισμάτων, ἔδει κἀ‐ κεῖνα προσκυνεῖσθαι παρ’ ἀλλήλων, διὰ τὸ ἐξηλλα‐ γμένην ἔχειν τὴν φύσιν πρὸς ἄλληλα. Πολλὴ γὰρ ἐν τοῖς ποιήμασιν ἡ διαφορά· καὶ ἔστιν ἕκαστον ἰδεῖν ἐν ἰδιαζούσῃ φύσει ἤτοι ποιότητι, καὶ οὐχ ὅπερ ἐστὶ

75

.

248

(50)

πάντως τὸ ἕτερον. Ἀλλ’ οὐδὲν ἐν αὐτοῖς προσκυνεῖ‐ ται, πάντα δὲ τὸν δημιουργὸν τοῦ Θεοῦ Λόγον προσ‐ κυνεῖ. Οὐκ ἄρα ἓν ἐξ αὐτῶν ὁ Υἱὸς, οὐδὲ κτίσμα,
καθ’ ὑμᾶς. Ἔσται γὰρ κατὰ τίνα τρόπον ἐν τοῖς247

75

.

249

προσκυνοῦσιν ὁ προσκυνούμενος, ἐν τοῖς δοξολογοῦ‐ σιν ὁ δοξολογούμενος; Πολὺ γὰρ ἐν τούτῳ τὸ μεταξὺ καὶ διάφορον, καὶ τὸ ἑκάστῳ πρέπον διορίζον σαφῶς.
5tΑΛΛΟ.
6 Εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, πάντα δὲ ὁ Πατὴρ ἐργάζε‐ ται δι’ αὐτοῦ, αὐτὸς ἑαυτὸν ἄρα ποιεῖ καὶ κτίζει· ἀλλ’ ἔστι τοῦτο νοεῖν τῶν ἀτοπωτάτων. Πῶς γὰρ τὸ μήπω, καθ’ ὑμᾶς, ὂν, ἑαυτὸ ποιήσει; Οὐκοῦν οὐ
10κτίσμα ἐστὶν, οὐδὲ ποίημα, ἀλλὰ μᾶλλον τῆς τοῦ Πα‐ τρὸς οὐσίας καρπὸς, ἔχων ὡς Θεὸς τὸ δύνασθαι κτί‐ ζειν καὶ ποιεῖν.
13tΑΛΛΟ.
14Εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, πῶς ἐν αὐτῷ κείσεται τὸ
15δύνασθαι κτίζειν, καὶ εἰς τὸ εἶναι παράγειν ἐξ οὐκ ὄντων τὰ ποιήματα; Εἰ γὰρ ὅλως ἐνδέχεται φύσιν γενητὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγειν, ἔσται δυνάμει δημιουργὰ καὶ τὰ ἄλλα ποιήματα, καὶ εἰ μήπω τοῦτο διὰ τῆς ἐνεργείας ὁρᾶται· ὥσπερ ἀμέ‐
20λει καὶ ὁ παῖς ὁ βραχεῖαν ἄγων ἔτι τὴν ἡλικίαν, δυ‐ νάμει μὲν σπερματιστὴς, καθὸ καὶ ἀνήρ ἐστιν, οὔπω δὲ τῇ ἐνεργείᾳ. Τὸ δὲ ἔχον τι πεφυκὸς, οὐκ ἂν λέ‐ γοιτο μὴ ἔχειν, εἰ καὶ μήπω τοῦτο φαίνεται κρυπτο‐ μένης ἔτι τῆς φυσικῆς ἐνεργείας, διά τινα πρόφασιν,
25ἢ διὰ τὸν χρόνον. Οὐκοῦν ἔσται δημιουργὰ καὶ τὰ ἄλλα ποιήματα, καὶ τὸ περιττὸν οὐδὲν ἐν Θεῷ. Ἀλλὰ τοῦτο ἄτοπον. Οὐδὲν γὰρ τῶν ποιημάτων δημιουργεῖ. Οὐκ ἄρα κτίσμα ἐστὶν ὁ Υἱὸς, δι’ οὗ τὰ πάντα ἐγέ‐ νετο, ἵνα μὴ τὸ αὐτὸ φαίνηται ποιοῦν καὶ ποιούμε‐
30νον, κτίζον καὶ κτιζόμενον· Θεὸς δὲ μᾶλλον ὡς ἐκ Θεοῦ καὶ Πατρός.
32tΑΛΛΟ, μετὰ συμπλοκῆς ἑτέρου συλλογισμοῦ.
33 Εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, πῶς αὐτὸς μόνος ἀποκα‐ λύπτει τὸν Πατέρα, τῶν ἄλλων κτισμάτων οὐκ ἐχόν‐
35των τοῦτο ποιεῖν; Πῶς δὲ μόνος ὁ Υἱὸς γινώσκει τὸν Πατέρα, τῶν ἄλλων ποιημάτων οὐκ εἰδότων ὅπερ ἐστίν; «Οὐδεὶς γὰρ, φησὶ, γινώσκει τίς ἐστιν ὁ Πα‐ τὴρ εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ.» Πῶς δὲ Θεὸν μηδενὸς ἑωρακότος πώποτε, καθά φησιν
40ὁ εὐαγγελιστὴς, βλέπει μόνος ὁ Υἱός; Γέγραπται γὰρ οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Πατρός; Οὐκοῦν εἰ μόνος ὁ Υἱὸς ὁρᾷ καὶ γινώσκει τὸν Πατέρα, καὶ ἀποκαλύπτει αὐτὸν, οὐκ ἄρα κτίσμα ἐστὶν, ἀλλ’ ἴδιος αὐτοῦ Λόγος, ὅπερ ἐστὶν αὐ‐
45τὸς κατὰ φύσιν· τοῦτο ὑπάρχειν εἰδὼς καὶ τὸν ὅθεν ἐβλάστησε, Πατέρα, καὶ ἐν ἑαυτῷ δεικνύων αὐτὸν, καίτοι τῶν ἄλλων κτισμάτων οὐ δυναμένων τοῦτο ποιεῖν. Οὐ γὰρ ἐν τοῖς ποιήμασιν ἡ τοῦ ποιοῦντος ὁμοιότης σώζεται, οὐδὲ ἐν τοῖς γενητοῖς ὁ ἀγέννητος,

75

.

249

(50)

οὐδὲ ἐν τοῖς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρηγμέ‐ νοις ὁ ἀεὶ καὶ ὡσαύτως ὢν ὁραθήσεται. Φαίνεται δὲ ἐν Υἱῷ· ἔστι γὰρ εἰκὼν ἀπαράλλακτος αὐτοῦ. Ὅμοιος οὖν κατ’ οὐσίαν ἐστὶ τοῦ Πατρὸς, οὐ κτίσμα καὶ ποίημα. Ἐπειδὴ τούτων οὐδέν ἐστιν ὁ Πατὴρ, πρὸς
55ὃν καὶ μεμόρφωται.249

75

.

252

Ἀπόδειξις ἐξ ἐπιτηρήσεων γραφικῶν, ὅτι ὡς Θεὸς οὐδὲν τῶν κτισμάτων προσκυνεῖται· οὔτε μὴν προσκυνούμενα ἀνέχεται προσκυνεῖσθαι ἢ
4tδοξολογεῖσθαι.
5 Ὁ μακάριος Πέτρος προσκυνοῦντα τὸν Κορνήλιον, διακωλύει λέγων· «Μὴ ποίει· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι.» Ἐκώλυσεν ἄγγελος προσκυνοῦντα τὸν Ἰωάννην ἐν τῇ αὐτοῦ Ἀποκαλύψει, λέγων· «Ὅρα μὴ σύνδουλός σου εἰμὶ, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ
10τῶν φυλασσόντων τοὺς λόγους τοῦ βιβλίου τούτου.» Τὸν Μανωὲ τοῦ Σαμψὼν τὸν πατέρα θυσίαν προσ‐ άγοντα, κεκώλυκεν ὁ ἄγγελος λέγων· «Καὶ ἐὰν ποιήσῃς ἔριφον, Κυρίῳ ποιήσεις αὐτόν.» Περὶ δὲ τοῦ Υἱοῦ γέγραπται· «Προσκυνησάτωσαν αὐτῷ πάν‐
15τες ἄγγελοι Θεοῦ.» Ἐν τῷ Ἡσαΐᾳ γέγραπται πάλιν· «Καὶ ἐν σοὶ προσκυνήσουσι, καὶ ἐν σοὶ προσεύξον‐ ται. Σὺ γὰρ εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν· ὁ Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ.» Εἴη δ’ ἂν εἰκότως τῶν ἐξ ἐθνῶν κεκλημένων ἡ τοιαύτη φωνὴ λοιπὸν ἐπεγνωκότων
20Θεόν. Εἰ δὲ τὸν Υἱὸν ἐπιγνόντες, Θεὸν ἐπέγνωσαν, καὶ ὡς Θεῷ προσκυνοῦσιν, οὐκ ἄρα κτίσμα ἐστὶν, ἵνα μὴ πάλιν κτίσματι λατρεύῃ τὰ ἔθνη παρὰ τὸν κτίσαντα.
24tΑΛΛΟ.
25 Λέγει πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ὁ Χριστός· «Ὑμεῖς καλεῖτέ με, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ.» Εἶτα λέγει πρὸς αὐτὸν ὁ Θωμᾶς· «Ὁ Κύριός μου, καὶ ὁ Θεός μου,» καὶ οὐκ ἀπεκώλυσε ταῦτα λέγοντα τὸν μαθητὴν ὡς οἱ ἄγγελοι
30τοὺς ἁγίους. Καὶ ὁ Ψαλμῳδός· «Ὁ θρόνος σου, ὁ Θεὸς, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ἀλλ’ εἴπερ ἦν κτίσμα καὶ αὐτὸς, οὐκ ἂν προσεκυνήθη, οὐκ ἂν ἐκλήθη Κύριος, οὐκ ἂν ἠνέσχετο ἀκούων τινὸς λέ‐ γοντος· Σὺ εἶ ὁ Θεός μου. Ἐπειδὴ δὲ κατὰ φύσιν
35ταῦτά ἐστιν, ἔχων τὰ τοῦ Πατρὸς ὡς Υἱὸς καὶ γνή‐ σιον γέννημα, καὶ ἀποδέχεται τοὺς τὰ τοιαῦτα λέγον‐ τας, ὡς ὁμολογοῦντας τὸ ἀληθές.
38tΑΛΛΟ.
39tἈντίθεσις ἀπὸ τῶν Ἀρείου δογμάτων, αἰτίαν
40ἔχουσα τοῦ πεποιῆσθαι τὸν Υἱὸν, ὡς αὐτοὶ νομίζουσιν ἀληθῆ, καὶ λύσις ἐφεξῆς μετὰ πι‐
42tθανότητος συλλογισμῶν.
43 Βουλόμενος, φασὶν, ὁ τῶν ὅλων Θεὸς τὴν τῶν γε‐ νητῶν ὑποστῆσαι φύσιν, ἐπεὶ μὴ ἠδύνατο χωρεῖν
45αὕτη τὴν ἄκρατον αὐτοῦ δύναμιν, κτίζει πρῶτον τὸν Υἱὸν, ὃν καὶ Λόγον ὠνόμασεν· ἵνα δι’ αὐτοῦ τἄλλα γένηται μέσου γενομένου χωρεῖν ἰσχύοντα τὴν αὐτοῦ μόλις δύναμιν. Ἄλλως τε ἦν ἄτοπον τὴν ἄφατον τοῦ Θεοῦ δύναμιν μέχρι τῶν οὕτως ἐλαχίστων φθάσαι,

75

.

252

(50)

καὶ ἀσχολεῖσθαι καὶ περὶ τὰ οὕτω μικρά.
51tΠρὸς τοῦτο λύσις.
52 Εἰ ἀφόρητος ἦν ἡ τοῦ Θεοῦ δύναμις τῇ τῶν γενη‐ τῶν φύσει, πῶς αὐτὴν ἤνεγκεν ὁ Υἱὸς, γενητὸς ὢν καὶ αὐτὸς καὶ ἐξ οὐκ ὄντων, καθ’ ὑμᾶς; Πῶς δὲ ὑπ‐
55έμεινε τὴν ἄκρατον αὐτουργίαν τοῦ Πατρὸς κτίσμα
ὑπάρχων, ὥς φατε· Ἀνάγκη γὰρ ἢ τούτου δυνηθέν‐251

75

.

253

τος, πᾶσαν δύνασθαι τὴν κτίσιν· ἢ τῆς ἄλλης ἀτο‐ νούσης κτίσεως, συνασθενεῖν καὶ αὐτὸν ὡς κτιστῆς ὄντα φύσεως. Εἰ δὲ ἐχώρησεν ὁ Υἱὸς κτίσμα, καθ’ ὑμᾶς, ὑπάρχων τὴν τοῦ Πατρὸς αὐτουργίαν, χωρήσει
5καὶ τἄλλα κτίσματα, καὶ περιττὴ φανεῖται λοιπὸν ἡ τοῦ Υἱοῦ γένεσις ἤτοι ποίησις, ἵνα τὰ ἄλλα κτισθῇ, ἀτονήσει δὲ καὶ τὸ ὑβρίζον σόφισμα τὸ κρεῖττον ἐν ποιήμασιν ἀπονέμον τῷ Υἱῷ· καὶ δι’ ὧν ὑπονοοῦσι τιμᾷν, ὑβρισταὶ μᾶλλον ἁλώσονται. Τὸ γὰρ ὅλως ἐν
10ποιήμασι καταριθμούμενον, γενητῆς ἂν εἴη φύσεως, κἂν ἀμέτροις ὑπεροχαῖς τῶν ἄλλων φαίνηται κρεῖτ‐ τον. Εἰ δὲ ἄτοπον εἶναί φασι τὸ μέχρι τῶν ἐλαχίστων φθάσαι τὴν ἄφατον τοῦ Θεοῦ δύναμιν, δυσωπείσθωσαν ἀκούοντες λέγοντος τοῦ Χριστοῦ· «Οὐχὶ δύο στρουθία
15ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς;» Καὶ πάλιν· «Ἐκβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσι, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά.» Καὶ πάλιν· «Εἰ δὲ τὸν
20χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλί‐ βανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι, πῶς οὐχὶ μᾶλλον ὑμᾶς;» Τί δ’ ἂν γένοιτο χόρτου καὶ στρου‐ θίων εὐτελέστερον, ὧν ἐξ ἀγαθότητος ὁ Θεὸς προνοεῖ; Εἶτα πῶς τὸ εἶναι ποιητὴς οὐκ ἂν ἀξιώσειεν, ὧν οὐ
25παραιτεῖται τὴν πρόνοιαν; Ἀλλ’ οὗτοι τύφον οὐκ εἰδότες προσάπτουσι τῷ Θεῷ, λέγοντες αὐτὸν οὐκ ἀξιοῦν τῶν ἐλαχίστων εἶναι ποιητήν. Εἰ τοίνυν πάν‐ των ἐστὶ ποιητὴς, φθάνει δὲ καὶ μέχρι τῶν ἐλαχίστων διὰ φιλανθρωπίαν τοῖς πᾶσι χωρούμενος, περιττὴ
30τῶν αἱρετικῶν ἡ πρόφασις διὰ τὰ μικρὰ τῶν κτισμά‐ των προβεβλῆσθαι λεγόντων τὸν Υἱόν.
34Ἔτι εἰς τὸ «Κύριος ἔκτισέ με·» ὅτι οὐ κτίσμα
35tὁ Υἱός.
36 Εἰ καθ’ ὑμᾶς, ὦ θεομάχοι, διὰ τὸ μὴ δύνασθαι τὴν τῶν γενητῶν φύσιν χωρῆσαι τὴν ἄκρατον αὐτουργίαν τοῦ Θεοῦ καὶ Πατρὸς, μεσίτου χρεία γέγονε, καὶ οὕ‐ τως ἔκτισε τὸν Υἱὸν ὁ Πατὴρ, πῶς ὁ Υἱὸς γενητὸς ὢν,
40καθ’ ὑμᾶς, ἐχώρησε τοῦ Πατρὸς τὴν δύναμιν; Ἀν‐ άγκη γὰρ καὶ αὐτῷ δοῦναι τὸν μεσιτεύοντα· ἀλλὰ κἀκεῖνος, εἰ ὑπάρχοι γενητὸς, δεῖται πάλιν τοῦ με‐ σιτεύοντος, καὶ οὕτως εἰς ἄπειρον μεσιτῶν ὄχλον ὁ λόγος ἐκβήσεται. Εἰκαῖον οὖν ἄρα τὸ περὶ τούτου σό‐
45φισμα, πᾶσαν ὁμοῦ τὴν δημιουργίαν ἀνατρέπον. Οὐχ εὑρισκομένου γὰρ, μᾶλλον δὲ μὴ ζητουμένου μεσι‐ τεύοντος, οὐκ ἂν ὑπέστη τὰ γενητά.
48tΑΛΛΟ. Τῶν ὀρθοδόξων λεγόντων· Εἰ κτίσμα ὁ
49Υἱὸς, πῶς ἔχει κατὰ φύσιν τὸ εἶναι δημιουργός;

75

.

253

(50)

Οὐ γὰρ ἴδιον τῶν κτισμάτων τοῦτό γε· ἀνθυπ‐ ήνεγκαν οἱ αἱρετικοὶ τὰ ὑποτεταγμένα, ὧν αἱ
52tλύσεις εἰσὶν ἐφεξῆς.
53tἈνθυποφορὰ ὡς ἐκ τῶν αἱρετικῶν.
54Κτίσμα, φασὶν, ἔστιν ὁ Υἱὸς, καὶ τῶν γενητῶν εἷς
55ὑπάρχει· τὸ δὲ κτίζειν ὡς παρὰ διδασκάλου μαθὼν ἢ τεχνίτου, ὑπηρέτησε πρὸς τὴν τῶν ἔργων χρείαν
τῷ διδάξαντι Θεῷ.253

75

.

256

Λύσις ἐφεξῆς. Εἰ πᾶν ὅπερ ἄν τινι φαίνοιτο συμβεβηκὸς, καὶ οὐκ ἐν τῇ φύσει κείμενον, ἐπικτηθὲν δέ πως κατά τινα τρόπον, τοῦτο καὶ ἀποσυμβῆναι δύναταί ποτε, οὕτω
5φύσεως ἔχοντος ἀεὶ τοῦ συμβεβηκότος, ἀποσυμβήσε‐ ταί ποτε τοῦ Υἱοῦ τὸ εἶναι δημιουργόν. Καὶ ἔσται τοῦ ἀξιώματος ἔρημος, ἀποβαλὼν ὅπερ ἔμαθεν. Ὁ γὰρ ὅλως ἐκ τοῦ μὴ εἰδέναι τι πρὸς τὸ εἰδέναι κεκλημέ‐ νος, δέξεταί ποτε καὶ τῆς λήθης τὸ πάθος.
10tΑΛΛΟ
11 Τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγειν τὰ κτί‐ σματα, οὐ τέχνης ἔργον ἐστὶν, ἀλλὰ δυνάμεως δη‐ μιουργικῆς. Τέχνη μὲν γὰρ τὰ ὄντα πρὸς ἕτερόν τι μετασκευάζει· δημιουργικὴ δὲ δύναμις τὰ μὴ ὅντα
15πρὸς τὸ εἶναι καλεῖ. Εἰ τοίνυν ἀπὸ τέχνης καὶ μα‐ θήσεως εἶναι δύναται δημιουργὸς ὁ Υἱὸς, ὁράτωσαν τί ποτε ἄρα καὶ περὶ τοῦ Πατρὸς ἐροῦσιν, εἴ τις καὶ ἐπ’ αὐτοῦ ταῦτα λέγοι· Ἀλλ’ ἐρεῖς, ὅτι φύσει μὲν ὁ Πατὴρ, διδακτὸς δὲ ὁ Υἱός. Ἔξεστιν οὖν διδακτῶς
20κτήσασθαί τινα τὴν φυσικὴν ἐνέργειαν τοῦ Θεοῦ, καὶ μαθόντα κτίζειν γενέσθαι τοῦτο ὅπερ ἐστὶ κατὰ φύσιν αὐτός. Οὐδὲν οὖν ἄρα τὸ μεταξὺ Θεοῦ καὶ κτισμάτων, εἰ μὴ γνῶσις περιττὴ, καὶ φύσει μὲν πρὸς αὐτὸν οὐ διῃρήμεθα, μόνῃ δὲ τῇ γνώσει λειπόμεθα· ἧς προσ‐
25τεθείσης, ἐσόμεθα πάντες κατὰ φύσιν θεοί. Πῶς οὖν εἷς Θεὸς, εἰ ἐν μόνῳ τῷ μαθεῖν κεῖται τὸ γενέσθαι θεούς; Εἰ δὲ πολλή τίς ἐστιν ἐν τούτοις ἡ τῶν λογι‐ σμῶν ἀτοπία, φυσικῶς ἄρα δημιουργὸς ὁ Υἱὸς, οὐ διδακτῶς, καθ’ ὑμᾶς.
30tΑΛΛΟ.
31 Ἕτερόν τί ἐστι σοφία, καὶ ἕτερον ὁ σοφός· ἡ μὲν γὰρ σοφία αὐτὸ τὸ πρᾶγμα τὸ σοφοῦν ἐστιν, ὁ δὲ σοφὸς ὁ τοῦ σοφοῦντος δεκτικός. Εἰ τοίνυν σοφίαν ἑαυτὸν εἶναί φησιν ὁ Υἱὸς, πῶς ἐσοφοῦτο; Εἰ γὰρ ὅλως
35ἐδεῖτο μαθήσεως, οὐκ ἦν σοφία. Καὶ εἰ συμβέβηκεν αὐτῷ τὸ σοφὸν, ἔσται ποτὲ καὶ οὐ τοιοῦτος, τοῦ συμ‐ βεβηκότος καὶ ἀποσυμβῆναι δυναμένου. Τί οὖν ἦν ἄρα πρὸ τούτου; σοφία γὰρ οὐκ ἦν, λειπόμενος φρονήσεως. Ἀλλ’ ἦν ἀεὶ σοφία ὁ Υἱός. Τοῦτο γὰρ
40κηρύττουσιν αἱ θεῖαι Γραφαί. Διεψευσμένον ἄρα καὶ ἀμαθὲς τὸ ἐκ μαθήσεώς τι προσγεγονέναι λέγειν αὐτῷ.
43tΑΛΛΟ.
44Εἰ διδακτόν ἐστι τὸ δύνασθαι δημιουργεῖν, καὶ οὕτω
45γέγονε δημιουργὸς ὁ Υἱὸς, φθόνου πάθος εἰσάγουσι γεγονὸς πρὸς τὸν Πατέρα, εἴ γε πολλοὺς διδάξαι δυ‐ νάμενος, ἕνα μόνον ἐδίδαξε. Τί γὰρ ἐλύπει πολλοὺς περὶ αὐτὸν εἶναι δημιουργοὺς, ὥσπερ οὖν καὶ πολλοὺς ἀρχαγγέλους καὶ ἀγγέλους ἔχει; Νῦν δὲ μόνος ὁ Υἱὸς

75

.

256

(50)

τὰ τοῦ Πατρὸς ἐργάζεται. Φυσικὸν οὖν ἄρα καὶ οὐ διδακτὸν ἐν αὐτῷ τὸ δημιουργεῖν, ἵνα καὶ φθόνου φαίνηται κρείττων ὁ Πατὴρ, οὐ διδάξας μᾶλλον, ἀλλὰ γεννήσας ἐξ ἑαυτοῦ τὸν ἕνα δημιουργὸν, δι’ οὗ τὰ
πάντα ἐργάζεται.255

75

.

257

ΑΛΛΟ, πιθανὸν ἔχον τὸ σχῆμα. Εἰ διὰ τοῦτο, καθ’ ὑμᾶς, τὸν Υἱὸν ἔκτισεν ὁ Πατὴρ, ἵνα τῆς γενητῆς φύσεως εὑρεθῇ ποιητὴ, ἐχρῆν αὐ‐ τὸν ἀργῆσαι λοιπὸν ἅπαξ τοῦ Υἱοῦ γενομένου. Πῶς
5οὖν ἐργάζεται καὶ μετὰ τὸν Υἱόν; Αὐτὸς γάρ που τοῦτό φησιν ὁ Σωτήρ· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐρ‐ γάζεται, κἀγὼ ἐργάζομαι.» Εἰ τοίνυν ἐργάζεται καὶ μετὰ τὸν Υἱὸν, περιττὸς ἂν εἴη καθ’ ὑμᾶς ὁ Υἱός. Ἀλλὰ τοῦτο ἄτοπον φρονεῖν τε καὶ λέγειν. Οὐκ ἄρα
10παρήχθη πρὸς τὸ εἶναι γενητὸς ὁ Υἱὸς, ἵνα τῶν ἄλλων γένηται ποιητὴς, ἀλλ’ ἐκ τῆς ἀῤῥήτου τοῦ Πατρὸς οὐσίας προελθὼν, ὡς Υἱὸς, πάντα τὰ τοῦ Πατρὸς μετὰ τοῦ Πατρὸς ἐργάζεται, φυσικῶς ὑπάρχων τοῦθ’ ὅπερ ἐστὶ, Θεὸς δηλονότι, καὶ διὰ τοῦτο δημιουρ‐
15γός.
16tΑΛΛΟ.
17 Εἰ τῷ θείῳ βουλήματι, κατὰ τὴν θείαν Γραφὴν, ἀνθέστηκεν οὐδεὶς, ἀλλ’ ἐξαρκεῖ τοῦτο καὶ μόνον, πρὸς τὴν τῶν ὅλων σύστασιν· ἅμα γὰρ ἠθέλησέ τι,
20παραχρῆμα γίνεται, κατὰ τὸν λέγοντα Ψαλμῳδόν· «Πάντα ὅσα ἠθέλησεν ἐποίησε,» τίς ἦν ἡ τοῦ μεσι‐ τεύοντος χρεία; Περιττῶς ἄρα γέγονεν ὁ Υἱός. Ἀλλὰ τοῦτο λέγειν τῶν ἀτοπωτάτων. Αὐτὸς ἄρα ἐστὶν ἡ ἐνούσιος καὶ ζῶσα τοῦ Πατρὸς βούλησις, δι’ ἧς τὰ
25πάντα πρὸς τὸ εἶναι καλεῖ. Εἶτα πῶς αὕτη πεποίη‐ ται; Πῶς δὲ ὅλως οὐκ ἦν ἐκείνων εἰπεῖν;
27tΑΛΛΟ, καὶ δριμύ.
28 Εἰ διὰ τοῦτό φασιν ἐκτίσθαι τὸν Υἱὸν, ἵν’ ἡμᾶς δημιουργήσῃ Θεὸς δι’ αὐτοῦ, ὁράτωσαν εἰς ὅσην ἀσέ‐
30βειαν αὐτοῖς ὁ λόγος ἐκβήσεται. Φαίνεται γὰρ αὐτὸς δι’ ἡμᾶς γεγονὼς, καὶ οὐχ ἡμεῖς δι’ αὐτόν. Καὶ ἡμεῖς μὲν ποίημα, αὐτὸς δὲ ποιήσεως ὄργανον. Οὐκοῦν ὁμολογείτω μὲν αὐτὸς καὶ χάριν ἡμῖν· ὑπέστη γὰρ δι’ ἡμᾶς. Ἔσται δὲ ἡμῶν καὶ δόξα, ὥσπερ καὶ ἡ γυνὴ
35τοῦ ἀνδρός· «Ἡ γὰρ γυνὴ, φησὶ, δόξα ἀνδρός ἐστι·» καὶ γείτονα τίθησι τὴν αἰτίαν, λέγων· «Οὐ γὰρ ἐκτί‐ σθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄν‐ δρα.» Εἰ τοίνυν δι’ ἡμᾶς γέγονεν ὁ Υἱὸς, καὶ οὐχ ἡμεῖς δι’ αὐτὸν, ἐσόμεθα πάντως αὐτοῦ τελειότεροι,
40ὥσπερ οὖν καὶ Ἀδὰμ τῆς γυναικὸς τῆς δι’ αὐτὸν γενομένης. Ἀλλὰ τοῦτο ἄτοπον· οὐκ ἄρα κτίσμα ἐστὶν ὁ Υἱὸς, οὐδὲ γέγονε δι’ ἡμᾶς· ἀλλὰ φύσει Θεὸς ὑπ‐ άρχων, ὡς ὁ Πατὴρ, τῇ οἰκείᾳ δυνάμει καὶ ἡμᾶς εἰς τὸ εἶναι παρήγαγεν.
45tΑΛΛΟ, καὶ δριμύ.
46 Εἰ γέγονεν ὁ Υἱὸς δι’ ἡμᾶς, καθάπερ ἐκεῖνοί φασιν, οὐκ ἔστιν οὐδὲ πρῶτος ἡμῶν παρὰ Θεῷ· οὐ γὰρ ἐκεῖνον ἔχων εἰς νοῦν, ἡμᾶς ὕστερον ἐργάζεται δι’ αὐτὸν, ἀλλὰ τὰ περὶ ἡμῶν ἐννοήσας, ἐκεῖνον ἐργά‐

75

.

257

(50)

ζεται δι’ ἡμᾶς.
51tΑΛΛΟ.
52Εἰ δι’ ἡμᾶς ἔκτισε τὸν Υἱὸν ὁ Πατὴρ, οὐ πάντως
ἐκ προαιρέσεως τοῦτο ποιεῖ, ἀλλ’ ὡς ἐξ ἀνάγκης δι’257

75

.

260

ἡμᾶς. Οὐκ ἂν οὖν ὅλως ὁ Υἱὸς ὑπέστη τῆς καθ’ ἡμᾶς ἀπούσης αἰτίας, καὶ τάχα οὐδὲ κτίζειν ἤθελε τὸν Υἱὸν ὁ Πατὴρ, ἀλλὰ μόλις αὐτὸν εἰς τὸ ἐθελῆσαι προ‐ ήγαγεν ἡ χρεία, καὶ γέγονε, κατ’ ἐκείνους, καὶ ὑπὸ
5ἀνάγκην Θεός. Φεῦγε τοῦ λόγου τὴν ἀτοπίαν.
6tΑΛΛΟ.
7 Εἰ δι’ ἡμᾶς ἔκτισε τὸν Υἱὸν ὁ Πατὴρ, γέγονε δὲ καὶ πεπλήρωται τὸ ἔργον δι’ ὃ καὶ ἐκτίσθη, περιττὸς λοι‐ πὸν ὁ Υἱὸς, ὡς ὄργανον τῆς δι’ ἣν προβέβληται χρείας
10ἀποτελεσθείσης.
11tἌλλα πιθανὰ θεωρήματα.
12 Εἰ δι’ ἡμᾶς ἔκτισε τὸν Υἱὸν ὁ Πατὴρ, περὶ πρώ‐ των ἡμῶν βεβούλευται. Εἰ δὲ περὶ πρώτων ἡμῶν ἡ σκέψις ἐγγέγονε τῷ Πατρὶ, διατί πρὸ ἡμῶν ἐκεῖνος
15κτίζεται ὁ ἐν βουλαῖς τελευταῖος; Διατί δὲ πρῶτον αὐτὸν κτίσας, οὐ περὶ πρώτου καὶ ἐβουλεύετο; διατί δὲ πάλιν πρώτους ἡμᾶς ἔχων ἐν σκέψει, ἐκεῖνον μὲν Υἱὸν καὶ κληρονόμον ἀποκαλεῖ, ἡμᾶς δὲ δούλους καὶ κλῆρον τοῦ δι’ ἡμᾶς γενομένου; Ἔδει γὰρ ἐκ τῶν
20ἐναντίων, ἡμᾶς μὲν Υἱοὺς καὶ κληρονόμους ὑπάρ‐ χειν· τὸ δὲ τῆς ποιήσεως ἡμῶν ὄργανον, ὃ καὶ γέγονε δι’ ἡμᾶς, δοῦλον εἶναι καὶ ὑποκείμενον. Φεῦγε τοῦ λόγου τὴν ἀτοπίαν.
24tἘξήγησις λοιπὸν τῆς ὀρθῆς πίστεως.
25 Οὐ δι’ ἡμᾶς γέγονεν ὁ Υἱὸς, ἀλλ’ οὐδὲ γέγονεν ὅλως. Καὶ γὰρ καὶ εἰ μὴ δόξαν ἦν τῷ Πατρὶ ποιῆσαι τὰ γενητὰ, «ἦν ὁ Λόγος ἐν αὐτῷ, καὶ Θεὸς ἦν ὁ Λόγος,» ὡς γέγραπται. Τὰ μέν τοι κτιζόμενα πάν‐ τως ἔδει γενέσθαι δι’ αὐτοῦ. Ὅνπερ γὰρ τρόπον οὐκ
30ἂν ἑτέρως φωτίσαι τὸ φῶς, εἰ μὴ διὰ τοῦ ἰδίου ἀπαυ‐ γάσματος· οὕτως οὐκ ἄν τι τῶν ὄντων ἐργάσαιτο Πα‐ τὴρ, εἰ μὴ διὰ τοῦ οἰκείου Λόγου. «Πάντα γὰρ, φησὶ, δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Διὰ τοῦτο καὶ «δεξιὰ καὶ βραχίων» ὀνομά‐
35ζεται Θεοῦ. Πάντα γὰρ δι’ αὐτοῦ, ὡς διὰ χειρὸς, ἐρ‐ γάζεται.
37tἘπιτήρησις ἀπὸ τῆς θείας Γραφῆς, καλὴ καὶ
38tἐπωφελής.
39Εἶπε, φησὶν, ὁ Θεός· Γενηθήτω φῶς, γενηθήτω
40στερέωμα, γενηθήτωσαν φωστῆρες· καὶ ἐγένετο οὕτως. Εἶπε· Ποιήσωμεν ἄνθρωπον· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον. Ἀλλ’ ἐν τούτοις ἅπασιν οὐδαμοῦ φαίνεται λόγος ὡς ἐξ Υἱοῦ πρὸς τὸν Πατέρα μανθά‐ νειν ἐθέλοντος ὁποῖά τινα χρὴ γενέσθαι τὰ κτιζόμενα·
45ἀλλ’ ἡ φωνὴ τὸ ἔργον γίνεται. Εἰ δὲ λόγῳ τὰ ἔργα γίνεται κατὰ τὴν βουλὴν τοῦ Πατρὸς, ὁ Λόγος ἄρα ἐστὶν ἡ βουλὴ τοῦ Πατρὸς ἡ ζῶσα καὶ ἐνούσιος, αὐτή τε οὖσα ἐν Πατρὶ, καὶ ἔχουσα αὐτὸν ἐν αὐτῇ
49tἘπιτήρησις ὁμοίως, ἐξ ἧς μανθάνομεν ὅτι καὶ

75

.

260

(50)

ἀγγέλοις καὶ ἁγίοις προφήταις ἔθος ἐστὶν ἐπι‐ ταττομένοις, παρὰ Θεοῦ, καὶ ἐρωτήσεις ἀγνοοῦ‐ σιν ἔσθ’ ὅτε τὸ ἐπιταττόμενον. Ὁ δὲ τοῦ Θεοῦ
53tΛόγος οὐχ οὕτως ἐδείχθη ποιῶν.
54Τῷ Ἀβραὰμ υἱὸν ἐπηγγέλλετο ὁ Θεὸς, καὶ αὐτὸς259

75

.

261

ἔφασκε· «Κατὰ τί γνώσομαι τοῦτο;» Ἀπεστέλλετο Μωσῆς καί φησιν· «Ἐὰν ἐρωτήσωσί με, Τί ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτούς;» Καὶ ὁ ἄγγελος δὲ ὁ ἐν τῷ Ζαχαρίᾳ διηρώτα Θεὸν, λέγων· «Κύριε παντο‐
5κράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλήμ;» Καὶ πάλιν ἐκδέχεται ἄχρις ἂν ἀκούσῃ λόγους καλοὺς καὶ παρακλητικούς. Καὶ ὁ Ἀββακοὺμ δέ φησιν· «Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἐπιβήσομαι ἐπὶ πέτραν, καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει
10ἐν ἐμοὶ ὁ Θεός.» Ταῦτα γὰρ ὡς δοῦλα καὶ ποιήματα, καὶ τῆς τοῦ λόγου μεσιτείας δεόμενα, ἠξίου παρ’ αὐτοῦ διδάσκεσθαι τὴν βουλὴν τοῦ Πατρός. Ὁ δὲ Υἱὸς μανθάνειν οὐκ ἐπιζητεῖ Λόγος ὢν τοῦ Πατρὸς καὶ ἐνούσιος βούλησις. Οὐκ ἄρα ἐκ μαθήσεως ἔχει
15τὸ εἶναι δημιουργὸς, ἀλλ’ οὐσιωδῶς τε καὶ φυσικῶς.
16tἜτι εἰς τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐ‐
17τοῦ.» Ὅτι οὐ κτίσμα ὁ Υἱὸς, ἀλλὰ τῷ Πατρὶ συναΐδιος. Ὅπως δὲ χρὴ νοεῖν τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,» ἐκ τῶν ἐφεξῆς
20tκειμένων εἰσόμεθα.
21 Πρῶτον μὲν ἐκεῖνο χρὴ λέγειν, ὅτι τὰ παροιμιω‐ δῶς λεγόμενα δοκεῖ μέν τι σημαίνειν κατὰ τὸν πρόχειρον νοῦν, ἔχει δὲ οὐχ οὕτως ὡς λέγεται, ἀλλ’ ἑτέραν ὠδίνει διάνοιαν. Καὶ γοῦν ἔφασκεν ὁ Σωτὴρ
25πρὸς τοὺς ἑαυτοῦ μαθητάς· «Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται δὲ ὥρα ὅτε οὐκέτι ἐν παροι‐ μίαις λαλήσω ὑμῖν, ἀλλὰ παῤῥησίᾳ,» ὡς τῆς παροι‐ μίας οὐκ ἐχούσης τὴν παῤῥησίαν. Τὸ τοίνυν «ἔκτισέ με,» ἡ σοφία γυμνότερον λέγουσα, τίθησι πάλιν
30τοιαύτην τινὰ φωνήν· «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον.» Εἰ τοίνυν ἡ σοφία μὲν ἔστιν ὁ τοῦ Θεοῦ Λόγος, ἑαυτῇ δὲ τὸν οἶκον οἰκοδομεῖ, ποῦ τὸ «ἔκτισέ με» χωρήσει, πιθανῶς ζητητέον. Ἔστι τοίνυν ὁ τοῦτο λέγων Χριστὸς, ὡς ἤδη τεχθεὶς καὶ γενόμενος
35ἄνθρωπος· ἐφ’ οὗ τὸ, «ἔκτισέ με,» ἀδυσφημήτως κείσεται, καθὸ ἄνθρωπος. Γέγονε δὲ τῆς σοφίας οἶκος ὑπ’ αὐτῆς κατεσκευασμένος τὸ σῶμα τοῦτο τὸ κοινὸν τὸ ἐκ τῆς ἁγίας Παρθένου τεχθὲν, ἐν ᾧ εὐ‐ δόκησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος
40σωματικῶς, κατὰ τὴν τοῦ Παύλου φωνήν. Οὐκοῦν ἐπειδήπερ ὁ Λόγος σὰρξ ἐγένετο, τίθησι περὶ αὐτοῦ τὸ, «ἔκτισέ με,» ἡ θεία Γραφὴ, καθὸ γέγονε σάρξ· καὶ οὕτως νοεῖσθαι χρὴ τὸ λεγόμενον.
44tΑΛΛΟ, Ὅτι τὸ, «ἔκτισέ με,» μόνον κείμενον,
45οὐ πάντως τὴν αἰτίαν σημαίνει, ἀλλὰ τὴν ἀπό τινος ἤτοι κατασκευῆς ἢ πράγματος εἰς ἕτερόν τι μετάστασιν. Ἔστω δὲ, εἰ βούλει, τὸ, «ἔκτι‐
48tσεν,» ἀδιορίστως ἐπὶ Χριστοῦ.
49«Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ·» εἴ τις

75

.

261

(50)

ἀκριβῶς ἐθέλοι τὸ γεγραμμένον νοεῖν, εὑρήσει τὸ, «ἔκτισεν,» ἐνθάδε οὐ τοῦ Λόγου τὴν οὐσίαν σημαῖ‐ νον ὡς πεποιημένην, ἀλλ’ ἑτέραν τινὰ διάνοιαν ὀρ‐ θήν. Λέγεται γὰρ κτίζεσθαι καὶ τὰ ὄντα τε ἤδη, καὶ τὰ μήπω γενόμενα. Τὸ δὲ ὑπάρχον ἤδη, πῶς
55ἂν λέγοιτο κτίζεσθαι, καὶ ἀρχὴν ἑτέραν λαμβάνειν, ἀκόλουθον ἰδεῖν. Ἐπὶ μὲν γὰρ τῶν οὔπω γεγονότων
εἰ τεθείη τὸ, «ἔκτισεν,» εὐλόγως ἂν τὴν ἐκ τοῦ261

75

.

264

μὴ ὄντος εἰς τὸ εἶναι σημαίνοι παραγωγήν· ἐπὶ δὲ τῶν ὄντων ἤδη καὶ τῶν κτίζεσθαι κατὰ τὸ εἶναι μὴ δεομένων, οὐκέτι τὴν οὐσίαν σημαίνει, ἀλλὰ τὴν ἔκ τινος ἑτέρου πρὸς ἕτερόν τι μετάστασιν. Ὡς ὅταν
5λέγῃ Δαβίδ· «Καὶ λαὸς ὁ κτιζόμενος, αἰνέσει τὸν Κύριον.» Καὶ πάλιν· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.» Ὁ δὲ Παῦλός φησί που περὶ Χρι‐ στοῦ· «Τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργή‐ σας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν
10ἄνθρωπον.» Καὶ πάλιν· «Ἐνδύσασθε τὸν νέον ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.» Καὶ οὐ δή που λαὸν μέν τινα κατ’ οὐσίαν κτιζόμενον ἐσήμαινεν ὁ Δαβίδ· ἀλλὰ τὸν ἐκ πλάνης εἰς ἐπίγνωσιν Θεοῦ μετατιθέ‐
15μενον λέγει. Ἐν ἑαυτῷ δὲ κτίζεσθαι καρδίαν οὐχ ἑτέραν παρ’ ἢν εἶχεν ἠξίου, ἀλλ’ εἰς καθαρότητα αὐτὴν μεταποιεῖσθαι παρεκάλει. Ὁ δέ γε σοφώτα‐ τος Παῦλος, οὐ δύο τινὰς ἀνθρώπους εἰς ἑνότητα φυσικὴν ἀνακτίζεσθαι λέγει διὰ Χριστοῦ, ὡς ἀρχὴν
20τοῦ εἶναι λαμβάνοντας· ἀλλὰ τούς τε ἐξ Ἰσραὴλ καὶ τοὺς ἐξ ἐθνῶν εἰς καινότητα γνώμης μεταποιηθήσε‐ σθαι λέγει· τοὺς μὲν κατὰ νόμον λατρείας, τοὺς δὲ τῆς συντρόφου πλάνης ἐπιλαθομένους. Καὶ πάλιν ἐνδύσασθαι πᾶσιν ἡμῖν ἐπιτάττει τὸν καινὸν ἄνθρω‐
25πον τὸν κατὰ Θεὸν κτισθέντα. Καὶ δῆλόν ἐστιν ὡς οὐκ ἄνθρωπόν τινα κατ’ οὐσίαν γεγονότα σημαίνει, ὃν ἐνδύσασθαι χρὴ, ἀλλὰ τὸν κατ’ ἀρετὴν βίον καὶ τὸν τῆς προαιρέσεως ἀνακαινισμόν. Εἰ τοίνυν τὸ κτίζεσθαι οὐ πάντως τὴν οὐσίαν δηλοῖ, ποῖον ἂν ἔχοι
30λόγον, ἢ πῶς οὐκ ἀνόητον ἐπὶ μὲν τῶν ὄντως κτι‐ σμάτων ὀρθῶς τὸ γεγραμμένον ἐκδέχεσθαι, ἐπὶ δὲ τοῦ Θεοῦ Λόγου, ἐφ’ ᾧ δὴ μάλιστα τοῦτο φυλάττε‐ σθαι χρὴ, σαθρὰ νοοῦντας εὑρίσκεσθαι; «Κύριος γὰρ, φησὶν, ἔκτισέ με·» καὶ οὐ μέχρι τοῦ, «ἔκτισέ με,»
35τοῦ λόγου τὴν δύναμιν ἵστησιν, ἀλλὰ προστίθησιν, ὅτι «ἀρχὴν ὁδῶν αὐτοῦ» εἰς ἔργα αὐτοῦ ἔκτισε, καὶ οὐκ εἰς τὸ εἶναι παραγαγὼν, ἀλλ’ ἔκτισεν ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· ὅπερ οὕτω νοήσεις. Ἡ κατὰ νόμον πολιτεία ἐτετίμητο μὲν παρὰ τοῖς Ἰου‐
40δαίοις, παρὰ δὲ τοῖς ἔθνεσιν οὐδ’ ὅλως ὁ κατὰ δι‐ καιοσύνην βίος ἐγινώσκετο. Γέγονε τοίνυν, ἤτοι ἐκτί‐ σθη, σὰρξ ὁ τοῦ Θεοῦ Λόγος, τουτέστιν ἄνθρωπος, ἵνα καὶ ἀρχὴ τῶν ὁδῶν τοῦ Κυρίου καὶ τῶν ἔργων αὐτοῦ πᾶσιν εὑρεθῇ. Ἐν γὰρ πρώτῳ Χριστῷ ὁ
45εὐαγγελικὸς ἀνέλαμψε βίος. Ὁδοὺς δὲ καὶ ἔργα Κυ‐ ρίου, τί χρὴ νοεῖν ἕτερον, ἢ πάντως τὰς ἐντολὰς αὐ‐ τοῦ; ἅσπερ ἐπιτελοῦντες καὶ ἐργαζόμενοι, ὥσπερ διὰ πολλῶν καὶ ποικίλης ὁδοῦ βαδίζομεν πρὸς αὐτόν. Ὅτι δὲ τὰ ἔργα τὸν ἐξαίρετον σημαίνει βίον, καὶ

75

.

264

(50)

τὰ προστάγματα τοῦ Θεοῦ, ἄκουε τί φησιν ἡ θεία Γραφή· «Οὐαὶ οἱ ποιοῦντες τὰ ἔργα Κυρίου ἀμε‐ λῶς.» Ὁ δὲ μακάριος Δαβὶδ, ὁδοὺς εἶναι λέγων τὰς ἐντολὰς, ἀναφθέγγεται· «Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με.»
54tἌλλως τὸ αὐτό.
55«Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα
αὐτοῦ.» Τὸ, «ἔκτισεν,» οὐ κατὰ τῆς οὐσίας τοῦ263

75

.

265

Λόγου θετέον· δύσφημον γὰρ ὄντως καὶ ἀσεβὲς, τὸν ἀεὶ καὶ ὡσαύτως ὄντα μετὰ Πατρὸς, νῦν ἐκτίσθαι λέγειν Νοήσεις δὲ οὕτω πιθανώτερον· «Ἔκτισέ με, φησὶν, ἀρχὴν ὁδῶν αὐτοῦ.» Ὁδοὺς ἐνθάδε φησὶ,
5τόν τε νομοθέτην Μωσέα καὶ τοὺς προφήτας, ἐφ’ οὓς ἀρχή τις ὥσπερ καὶ ἐξουσία τέτακται Χριστός· με‐ τασκευάζων εἰς τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων καινότητα τὰ παρ’ ἐκείνων εἰρημένα, καὶ τοῦτο ἐξουσιαστικῶς. Ὁ μὲν γὰρ νόμος φησίν· «Οὐ πορ‐
10νεύσεις,» ὁ δὲ Χριστός· «Ἐγὼ δὲ λέγω ὑμῖν· Οὐκ ἐπι‐ θυμήσεις.» Ὁδοὺς δὲ τοὺς ἁγίους ἐκάλεσεν ὡς δυνα‐ μένους ἀποφέρειν διὰ νουθεσίας πρὸς Θεόν. Οὕτω νοήσεις τὸ παρὰ τῷ Ἱερεμίᾳ κείμενον· «Στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἐρωτήσετε τρίβους Κυρίου αἰωνίους,
15καὶ μάθετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν.» Καὶ ἔστι δῆλον ὡς οὐ περὶ τούτων φησὶ τῶν ὁδῶν τῶν κατὰ συνήθειαν νοουμένων. Πῶς γὰρ ἄν τις αὐτὰς ἐρωτήσειε; Πῶς δὲ παρ’ ἐκείνων μαθήσεται;
20Εἰ δέ τις ἐπὶ τοὺς ἁγίους ἀγάγοι τὸν λόγον, εὑρήσει τὸ ἐκ τοῦ νοήματος χρήσιμον. Εἰ γάρ τις ὥσπερ τισὶν ὁδείαις, τοῖς ἁγίοις προφήταις ἐπιστήσαι τὸν νοῦν, μὴ παρατρεχόντως αὐτοῖς ὁμιλῶν, ἀλλ’ ἐξάγων ἀκριβῶς τῶν γεγραμμένων ἐν αὐτοῖς τὴν διάνοιαν,
25μαθήσεται τὴν ὁδὸν τὴν ἀγαθὴν, τουτέστι, τὸν λέ‐ γοντα Χριστόν· «Ἐγώ εἰμι ἡ ὁδός.» Δι’ αὐτῆς ἁγνι‐ σθήσεται τῶν ἁμαρτιῶν τὴν ἄφεσιν κακιζόμενος. Ἔκτισεν οὖν με, φησὶ, τουτέστι, πεποίηκεν ἐπὶ νόμον καὶ προφήτας ἀρχὴν ἤτοι ἐξουσίαν, οὐ τὰ
30ἐκείνων πάντως ἱστῶντα ῥήματα τυπικὰ, ἀλλ’ εἰς ἔργα αὐτοῦ νομοθετοῦντα τὰ βελτίονα. Ὅτι δὲ τὸ, «ἔκτισεν,» οὐ πάντως τὴν οὐσίαν δηλοῖ, ἀρκούντως ἤδη προείρηται.
34tἌλλως τὸ αὐτό.
35 «Κύριος ἔκτισέ με,» ὅμοιον ὥσπερ ἂν εἰ καὶ λέγοι· Ὁ Πατήρ μοι σῶμα κατηρτίσατο, καὶ οἷον ἄνθρωπόν με ἔκτισεν ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας. Ὥσπερ γὰρ Ἰωάννου μὲν λέγοντος· «Ὁ Λόγος σὰρξ ἐγένετο,» Παύλου δὲ γράφοντος περὶ Χριστοῦ·
40«Ὅτι γέγονεν ὑπὲρ ἡμῶν κατάρα,» καὶ πάλιν· «Τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν,» οὔτε τὸν Λόγον εἰς σάρκα μεταπεποιῆ‐ σθαι πιστεύομεν, οὔτε μὴν αὐτὸ κατάραν ἢ ἁμαρ‐ τίαν ὄντως φαμὲν γενέσθαι Χριστὸν, ἀλλ’, οὕτω λε‐
45γούσης τῆς θείας Γραφῆς, νοοῦμεν εὐσεβῶς· τὸν αὐτὸν δὴ τρόπον, εἰ λέγοι περὶ ἑαυτοῦ τὸ, «Ἔκτισέ με,» ὁ τοῦ Θεοῦ Λόγος, ἀντὶ τοῦ, Ἄνθρωπον ἐποίησε, νοητέον, καὶ μὴ κατὰ τῆς οὐσίας αὐτοῦ τὸ εἰρημένον ἐκδεχώμεθα.
50tΑΛΛΟ, ὅτι οὐ κτίσμα ὁ Θεὸς Λόγος.
51 Εἰ γέννημά ἐστι τοῦ Πατρὸς ὁ τοῦ Θεοῦ Λόγος, καὶ οὕτω καλεῖται παρὰ τῇ θείᾳ Γραφῇ, πῶς ἂν εἴη καὶ κτίσμα; Ἀνάγκη γὰρ αὐτὸν δυοῖν εἶναι θάτε‐
ρον· ἢ γὰρ γέννημα ὑπάρχων, τὸ εἶναι κτίσμα δια‐265

75

.

268

φεύξεται, ἢ ποίημα καὶ κτίσμα καθ’ ὑμᾶς ὢν, οὐκ ἂν εἴη γέννημα. Οὐδεὶς γὰρ πώποτε τὸ ἑαυτοῦ ποίημα γέννημα καὶ υἱὸν ἀποκαλεῖ. Ἐπειδὴ δὲ γέν‐ νημά ἐστιν, Υἱὸς ἄρα καὶ οὐ ποίημα νοηθήσεται.
5tΑΛΛΟ, εἰς τὸ αὐτό.
6 Μονογενῆ τὸν τοῦ Θεοῦ Λόγον αἱ θεῖαι καλοῦσι Γραφαί. Εἰ τοίνυν τοῦτό ἐστι, πῶς ἂν νοοῖτο κτίσε‐ σθαι κατ’ οὐσίαν εἰς ἑτέρων ἀρχὴν, ἃς ὀδοὺς ἐκάλε‐ σεν ὁ Παροιμιαστής; Εἰ γὰρ ὅλως ἑτέροις συντέτα‐
10κται καῖ τινών ἐστιν ἀρχὴ, μέρος ἂν εἴη τοῦ παντὸς σώματος, καὶ οὐκ ἔσται μονογενὴς, ὁ πολλοὺς ἔχων τοὺς ἐφεξῆς, ὧν ἑαυτὸν καὶ ἀρχὴν ἐκτίσθαι φησίν. Εἰ γὰρ καὶ πρῶτος ἐκτίσθη τῶν ἄλλων, ἀλλ’ οὐκ ἔσται διὰ τοῦτο μόνος. Ἡ γάρ τινος ἀρχὴ, κἂν προ‐
15τερεύῃ τῶν μεθ’ ἑαυτὴν διὰ τὸν χρόνον, ἔσται πάλιν αὐτοῖς ἐναρίθμιός τε καὶ συγγενής. Γέγονε γοῦν ὁ Ῥουβὶμ ἀρχὴ τέκνων Ἰακὼβ, ἀλλ’ οὐ διὰ τοῦτο μο‐ νογενὴς, οὐδὲ τῆς τῶν μεθ’ ἑαυτὸν οὐσίας ἀλλότριος. Εἰ τοίνυν ἀρχή τινων ὁ Λόγος ἐκτίσθη, οὔτ’ ἂν εἴη
20μονογενὴς, οὔτε μὴν κατὰ τὸν τῆς φύσεως λόγον ἐκείνων ἀπεξενωμένος ὧν ἐστιν ἀρχὴ, οὕτω τε τοῖς κτίσμασι συνταχθήσεται. Καὶ ψεύσεται μὲν ὁ Πατὴρ Υἱὸν αὐτὸν ἀποκαλῶν· ψεύσεται δὲ καὶ ὁ μακάριος Ἰωάννης, λέγων· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» Πῶς
25γὰρ ἦν, εἰ γέγονε; Πῶς δὲ Θεὸς ἦν ὁ Λόγος, εἰ κτί‐ ζεται; Πῶς δ’ ἂν εἴη καὶ Κύριος ὁ μετὰ τῶν ἄλλων ὡς δοῦλος πεποιημένος, καὶ μέρος ὢν τῆς πάσης κτίσεως; Ἀλλὰ τοῦτο ἄτοπον· τὸ «ἔκτισεν» ἄρα κατὰ τῆς οὐσίας οὐ κείσεται
30tΑΛΛΟ.
31 Εἰ κατ’ οὐσίαν ἐκτίσθη, καθ’ ὑμᾶς, ὁ Υἱὸς ἀρχὴ τῶν ἐφεξῆς ὑπάρχων, ὡς γέγραπται, πῶς ἔχει τὸ δύνασθαι δημιουργεῖν, πῶς δὲ τῶν ἄλλων γέγονε ποιητής; Ἀνάγκη γὰρ τήν τινος ὑπάρχουσαν ἀρ‐
35χὴν τῆς αὐτῆς οὐσίας εἶναι τῷ παντὶ, οὗ καὶ ἔστιν ἀρχή. Εἰ τοίνυν κτίσμα ὢν ὁ Υἱὸς ἔχει καὶ δύναμιν δημιουργικὴν, ἕξει τοῦτο καὶ τὰ ἄλλα κτίσματα, εἰ καὶ γέγονε δι’ Υἱοῦ, καὶ αὐτὰ φύσιν ἔχοντα δημιουρ‐ γικήν. Οὐδὲν οὖν ἐν Θεῷ τὸ πλέον παρὰ τὰ κτίσματα.
40Εἰ δὲ οὐκ ἔστιν ἀρχὴ τῶν ἄλλων κτισμάτων ὡς ποίημα καὶ αὐτός· Υἱὸς ἄρα καὶ μονογενής ἐστιν.
42tΑΛΛΟ, τὸ αὐτὸ διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς.
43 «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» Εἴ τις φιλονεικότερον ἐξετάζειν ἐθελήσαι
45τὸ εἰρημένον, κακοτρόπως ἐρεῖ· Εἰ πρῶτος ἐκτίσθη, καὶ ἀρχὴ γέγονε καθ’ ὑμᾶς, πῶς εἰς τὰ ἔργα κτί‐ ζεται; Οὐ γὰρ εἴρηκεν· Ἔκτισέ με Κύριος, ἵνα ποιήσω τὰ ἔργα αὐτοῦ, ἀλλ’ «εἰς ἔργα αὐτοῦ.» Ὡς γὰρ ἤδη συνεστώτων τῶν ἔργων, ἐκτίσθαι φη‐

75

.

268

(50)

σὶν εἰς αὐτά. Εἰ δὲ τοῦτο, πῶς ἔτι πρῶτός ἐστιν ὁ μετ’ ἐκεῖνα δεύτερος; Πῶς δ’ ἂν εἴη τῶν ἄλλων
ἀρχὴ ὁ ἐπ’ αὐτοῖς γεγενημένος; Πῶς δὲ πάντα δι’267

75

.

269

αὐτοῦ ἐγένετο, εἰ αὐτὸς μετ’ ἐκεῖνά ἐστιν; Εἰ δὴ τοῦτο νοεῖν οὐ θέμις, τὸ «ἔκτισεν» οὐ κατὰ τῆς οὐσίας τοῦ Θεοῦ Λόγου τεθήσεται, ἀλλ’ εὐσεβῶς νοη‐ θήσεται παρ’ ἡμῶν, εἰς τὸν περὶ τῆς ἐνανθρωπήσεως
5λόγον ἀνατρέχοντος τοῦ νοήματος.
6tΑΛΛΟ.
7tὩς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν.
8 Κύριον, φασὶ, τὸν Πατέρα καλεῖ· οὕτως οἶδεν ἑαυ‐ τὸν κτιστῆς ὄντα φύσεως. Πάντα γὰρ τὰ γενητὰ,
10δοῦλα τοῦ ποιήσαντος Θεοῦ.
11tΠρὸς τοῦτο λύσις.
12 Ἀλλ’ ὥσπερ Κύριον, οὕτω καὶ Πατέρα καλεῖ. Καὶ εἰ δι’ ἐκεῖνο δοῦλον οἶδεν ἑαυτὸν, οἶδεν ἄρα καὶ διὰ τοῦτο Υἱόν. Εἰ δὲ Υἱὸς, οὐ κτίσμα τοῦ γεννῶντος
15εἰκότως ἂν λέγοιτο, ἀλλ’ ἐκ τῆς οὐσίας αὐτοῦ προ‐ ελθὼν ὁμολογεῖται. Οὐκοῦν ἔστι μὲν Υἱὸς κατὰ φύ‐ σιν· ὅτε δὲ δι’ ἡμᾶς τὴν τοῦ δούλου μορφὴν ὑποδὺς γέγονεν ἄνθρωπος, τότε καὶ Κύριον τὸν Πατέρα κα‐ λεῖ. Ὥσπερ γὰρ Υἱὸς ὢν κατὰ φύσιν ἀληθεύει Πα‐
20τέρα καλῶν τὸν Θεὸν, οὕτως ὅτε τὴν τοῦ δούλου μορφὴν ἀναλαβεῖν οὐ παρῃτήσατο, πρεπόντως καὶ καλῶς ἀποκαλεῖ Κύριον τὸν Πατέρα. Καὶ ταύτην οἶδεν αὐτὸς τὴν διαφορὰν, λέγων· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς.» Ἰδοὺ
25Πατέρα μὲν ἑαυτοῦ φησιν εἶναι τὸν Θεὸν, Κύριον δὲ τῶν τε ἐν τοῖς οὐρανοῖς καὶ τῶν ἐπὶ τῆς γῆς. Ἀλλ’ εἴπερ ἦν καὶ αὐτὸς ὥσπερ ἐκεῖνα γενητὸς, οὐκ ἂν ἑαυτῷ κλῆρον ὥσπερ ἐξαίρετον τὴν τοῦ Υἱοῦ τάξιν ἐτήρησε, πάντα τὰ ἄλλα τῷ ζυγῷ τῆς δουλείας ὑπο‐
30θείς. Ἐν γὰρ τῷ λέγειν· «Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς,» οὐδὲν ἀφῆκεν ἐλεύθερον, εἰ μὴ μόνον ἑαυτὸν ὡς Υἱὸς Πατέρα καλέσας τὸν Θεόν.
33tΑΛΛΟ.
34tὩς ἐξ ἀντιθέσεως τῶν αὐτῶν.
35 Κύριον, φασὶν, ἑαυτοῦ τὸν Πατέρα καλεῖ. Ἀλλ’ εἴπερ ἦν Υἱὸς κατὰ φύσιν, οὐκ ἂν εἶπε Κύριον.
37tΠρὸς τοῦτο λύσις.
38 Πῶς οὖν ἡμεῖς δοῦλοι κατὰ φύσιν ὄντες (ἄνθρωποι γὰρ), Πατέρα καλοῦμεν τὸν Θεόν; Εἰ γὰρ διὰ τὸ
40εἰπεῖν αὐτὸν Κύριον, οὐκ ἔσται γέννημα, καθ’ ὑμᾶς, ὁ Υἱὸς, οὐδὲ ἡμεῖς ἐσόμεθα κατὰ φύσιν ποιήματα, Πατέρα καλοῦντες τὸν ποιητήν. Εἰ δὲ ἡμᾶς οὐκ ἔξω τοῦ πεποιῆσθαι τίθησιν ἡ χάρις ἐπιτρέπουσα Πατέρα καλεῖν τὸν Δεσπότην, οὐδὲ ὁ Υἱὸς ἀποπεσεῖται τοῦ
45εἶναι κατὰ φύσιν Υἱὸς, διὰ τὴν χρείαν καὶ τὸ πρέπον τῇ καθ’ ἡμᾶς οἰκονομίᾳ Κύριον ἀποκαλῶν τὸν γεν‐ νήσαντα. Ἐπεδήμησε γὰρ ὁ τοῦ Θεοῦ Λόγος, ἵνα εἰς ἑαυτὸν ἀναλαβὼν τὰ ἀνθρώπινα, τὰ ἑαυτοῦ τῇ φύσει χαρίσηται. Καὶ τοῦτο δεικνύει λέγων· «Πορεύομαι

75

.

269

(50)

πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Δίδωσι μὲν γὰρ τῇ ἀνθρώπου φύσει τὸ ἑαυτοῦ, Πατέρα καλεῖν ἐπιτρέπων αὐτῇ τὸν Θεόν. Ἀναλαμβάνει δὲ αὐτὸς τὰ τῆς ἀνθρωπότητος
ἴδια, Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν. Ἀλλ’ οὔτε269

75

.

272

ἡμεῖς ἀρνησόμεθα τὴν κατὰ φύσιν δουλείαν Πατέρα καλοῦντες τὸν Θεὸν, οὔτε μὴν ὁ Υἱὸς ἀπολέσει τὸ κατὰ φύσιν ἀξίωμα, ἡμῖν ἑαυτὸν διὰ τὸ χρήσιμον ἐξομοιῶν.
5tΑΛΛΟ.
6 «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» Οὐ διὰ τοῦτο κτιστῆς ἔσται φύσεως ὁ Υἱὸς, οὐδὲ ποίημα κατ’ οὐσίαν νοηθήσεται· οὐ γὰρ ἁπλῶς ἐκτίσθαι φησὶν, ἀλλ’ εἰς ἔργα καὶ εἰς ἀρχὴν ὁδῶν
10αὐτοῦ. Προκειμένης δὲ τῆς αἰτίας, δι’ ἣν ἐκτίσθαι φησὶ, πρόδηλον ἂν εἴη ὡς οὐ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι κίνησιν αὐτοῦ σημαίνει, ἀλλὰ τὴν ἀπό τινος εἰς ἕτερόν τι μετάστασιν. Ἦν μὲν γὰρ ἐν ἀρχῇ ὁ Λόγος, γεγονὼς δὲ σὰρξ, κατὰ τὴν Ἰωάννου φωνὴν, ἀρχὴ
15πάσης ὁδοῦ γέγονεν ἡμῖν ἀγαθῆς. Ὢν οὖν ὁ Λόγος ἀεὶ, καθὸ γέγονεν ἄνθρωπος, ἐκτίσθαι φησὶν ἑαυτὸν εἰς τὰ ἔργα τοῦ Πατρός.
18tἘπιτηρήσεις ἀπὸ τῆς θείας Γραφῆς, ὅτι ὅτε τὴν
19ἐκ Πατρὸς γέννησιν ἑαυτοῦ σημαίνει ὁ Υἱὸς, ἢ
20ἕτερός τις τῶν ἁγίων περὶ αὐτοῦ, οὐ προστί‐ θησιν αἰτίαν. Οὐ γὰρ διατί Θεὸς ὑπάρχει, ἢ ἐκ τοῦ Πατρὸς ἐγεννήθη. Ὅτε δὲ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν αὐτοῦ σημαίνουσιν αἱ Γραφαὶ καὶ τὴν διὰ τῆς Παρθένου γέννησιν, εὐθὺς καὶ τὴν αἰ‐
25τίαν συνάπτουσιν, ἵνα μάθωμεν ὅτιπερ ὁ ὢν ἀεὶ τοῦ Θεοῦ Λόγος, διὰ τίνα χρείαν γέγονεν ἄνθρωπος, οὐκ ἀρχὴν τοῦ εἶναι τότε λαβὼν, ἀλλ’ εἰς τὴν τοῦ δούλου μορφὴν ὅσον εἰς τὸ σχῆμα μεταποιούμενος, καὶ κατὰ τοῦτο πε‐
30tποιῆσθαί τε καὶ ἐκτίσθαι νοούμενος.
31 «Ἐν ἀρχῇ ἦν ὁ Λόγος,» οὐκ ἔχει τὴν αἰτίαν· «καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν,» οὐκ ἔχει τὴν αἰτίαν· «καὶ Θεὸς ἦν ὁ Λόγος,» οὐκ ἔχει τὴν αἰτίαν. «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἐγὼ καὶ ὁ
35Πατὴρ ἕν ἐσμεν. Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πα‐ τέρα. Ἐγώ εἰμι τὸ φῶς. Ἐγώ εἰμι ἀλήθεια. Ὃς ὢν ἀπαύγασμα καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·» ταῦτα πάντα τοῦ Υἱοῦ τὴν οὐσίαν σημαίνοντα, τὴν αἰτίαν οὐκ ἔχει δι’ ἣν ταῦτά ἐστιν. Ἐπὶ δὲ τῆς ἐν‐
40σάρκου γενέσεως, συμπεπλεγμένας ἡ Γραφὴ τὰς αἰ‐ τίας εἰσφέρει. Λέγει γοῦν αὐτὸς ὁ Σωτήρ· «Καταβέ‐ βηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.» Καὶ πάλιν· «Ἐγὼ φῶς, εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα
45πᾶς ὁ πιστεύων εἰς ἐμὲ, ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.» Καὶ πάλιν· «Ἐγὼ εἰς τοῦτο γεγένημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ.» Ὁ δέ γε μακάριος Παῦλος τὴν αἰτίαν τῆς πρὸς ἡμᾶς ἀφίξεως αὐτοῦ σαφέστατα λέγων, ἐπιστέλ‐

75

.

272

(50)

λει· «Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐ‐ τῶν.» Καὶ πάλιν· «Ἐπειδὴ γὰρ δι’ ἀνθρώπου θά‐ νατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν.» Καὶ
πάλιν· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει271

75

.

273

διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατ‐ έκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα
5περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Καὶ πάλιν· «Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κό‐ σμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.» Καὶ πάλιν ὁ Σωτὴρ περὶ ἑαυτοῦ· «Εἰς κρίσιν ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέ‐
10ποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.» Ὅτε τοίνυν γέγονεν ἄνθρωπος ἵνα ταῦτα πληρώσῃ τὰ ἔργα, καὶ ἀρχὴ γένηται τῶν τοιούτων ὁδῶν, εἰ‐ κότως ἂν λέγοι περὶ ἑαυτοῦ· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» Οὐκ ἐκτίσθη
15γὰρ εἰς τὸ εἶναι παρενεχθεὶς, ἀλλ’ ὢν ἀεὶ καὶ ὑπ‐ άρχων, ἐκτίσθη σὰρξ διὰ τὰς προκειμένας αἰτίας.
17tἜτι εἰς τὸ, «Κύριος ἔκτισέ με,» ὅτι οὐ κτίσμα
18tὁ Υἱός.
19Φησί που Παῦλος περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ·
20«Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἅνθρωπον.» Εἰ τοίνυν τὸ καὶ δύο κτίζει Χριστὸς ἐν ἑαυτῷ, καὶ
25εἰς ἕνα καινὸν ἄνθρωπον ἀναμορφοῖ, τουτέστιν, εἰς τὸν κατὰ ἀρετὴν βίον· ἡμεῖς γὰρ ἦμεν οἱ ἐν αὐτῷ κτιζόμενοι, καθὸ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως ἐπελά‐ βετο, καὶ ἐν αὐτῷ πρώτῳ τῆς ἀρεσκούσης Θεῷ πολι‐ τείας ἐσχήκαμεν τὰς ἀρχὰς εἰς ἀμείνονα βίον ἀνακτι‐
30ζόμενοι· εἰκότως ἂν λέγοι καὶ νῦν ὡς ὑπὲρ ἡμῶν εἰς τὸν ἕνα κτιζόμενος ἄνθρωπον· «Κύριος ἔκτισέ με.»
32tΑΛΛΟ.
33 Γέγραπταί που περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ «Ὅτιπερ αὐτὸς τὰς ἀσθενείας ἡμῶν αἴρει.» Καὶ
35πάλιν· «Γέγονεν ὑπὲρ ἡμῶν κατάρα.» Καὶ πάλιν· «Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν.» Ὥσπερ οὖν ἠσθενηκέναι λέγεται, καίτοι μὴ ἀσθενήσας πώποτε (δύναμις γὰρ Θεοῦ ἐστιν), ὅτι τὰς ἡμῶν ἀσθενείας ἐβάστασε· γεγενῆσθαί τε αὐτὸν
40κατάραν ἡ θεία φησὶ Γραφὴ, οὐκ αὐτὸ δὴ τοῦτο εἰς κατάραν μεταπεποιῆσθαι σημαίνουσα, ἀλλ’ ὅτι τὴν ὑπὲρ ἡμῶν κατάραν ὑπήνεγκε· καὶ πάλιν ἁμαρτία γεγενῆσθαι λέγεται, οὐ τῆς οἰκείας φύσεως ἐπιλελη‐ σμένος, οὐδὲ εἰς ἁμαρτίαν μετενεχθεὶς, ὁ ταύτην οὐκ
45εἰδὼς, ἀλλ’ ὅτι τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκε, καθὰ γέγραπται, ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τοῦ ξύλου· οὕτως ὅταν ἡμεῖς ἐν αὐτῷ κτιζώμεθα εἰς ἕνα καινὸν ἄνθρω‐ πον, ὡς καὶ αὐτὸς κτιζόμενος λέγεται. Καὶ διὰ τοῦτό φησι· «Κύριος ἔκτισέ με,» κτίσμα μὲν αὐτὸς οὐκ

75

.

273

(50)

ὢν, τῆς δὲ τοῦ Πατρὸς οὐσίας ἴδιον γέννημα.
51tΑΛΛΟ.
52 Εἰ, καθ’ ὑμᾶς, αὐτὸς καθ’ ἑαυτὸν ὁ τοῦ Θεοῦ Λόγος κτιστῆς οὐσίας ἐστὶ, καὶ περὶ ἑαυτοῦ φησι· «Κύριος
ἔκτισέ με» οὐ γέγονεν ἄρα δι’ ἡμᾶς ἄνθρωπος ὁ273

75

.

276

πολὺ πρὸ ἡμῶν. Εἰ δέ τις τοῦτο δοίη κρατεῖν, οὔτε ἡμεῖς ἐκτίσθημεν ἐν αὐτῷ, οὔτε αὐτὸς εἶχεν ἡμᾶς ἐν ἑαυτῷ, πῶς οὖν εἰς ἕνα καινὸν ἄνθρωπον ἐν Χριστῷ κτιζόμεθα; Δυσωπήσει γὰρ ὑμᾶς, κἂν μὴ βούλησθε,
5λέγων ὁ Παῦλος· «Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτι‐ σθέντες ἐν Χριστῷ Ἰησοῦ.» Εἰ δὲ ἐκτίσθημεν ἐν Χριστῷ, οὐκ ἄρα κτιστῆς οὐσίας ἐστὶν ὁ τοῦ Θεοῦ Λόγος. Ἀλλ’ ὅτε γέγονεν ἄνθρωπος, ἐν αὐτῷ κτιζό‐ μεθα, καὶ αὐτός ἐστι τρόπον τινὰ δι’ ἡμῶν ὁ λέγων·
10«Κύριος ἔκτισέ με.» Οὐ γὰρ ᾗ Λόγος ἐστὶν, ἁρμό‐ σει λέγειν αὐτῷ τὴν τοιαύτην φωνὴν, ἀλλὰ διὰ τὴν ἡμετέραν σωτηρίαν, καίτοι κτίστης ὢν, γέγονεν ἐν σαρκὶ, ἵνα ἡμᾶς ἐν ἑαυτῷ κτιζομένους ἔχων εἴπῃ· «Κύριος ἔκτισέ με.» Καὶ ὥσπερ τὴν ἀΐδιον αὐτοῦ
15καὶ μετὰ Πατρὸς ἐξηγούμενος ὕπαρξιν λέγει· «Ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ’ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ·» καὶ πάλιν· «Πρὸ δὲ πάντων βου‐ νῶν γεννᾷ με·» οὕτως ὅτε διὰ τὴν ἁπάντων ἡμῶν σωτηρίαν τὴν ἀνθρώπου μορφὴν ἐνεδύσατο, εἰκότως
20ὡς ἄνθρωπος λέγει· «Κύριος ἔκτισέ με.»
21tΑΛΛΟ.
22 Εἰ ἄνθρωπος ὄντως γεγενῆσθαι πιστεύεται Χρι‐ στὸς, πῶς οὐκ ἀναγκαῖον τὰ ἀνθρώπῳ πρέποντα λα‐ λεῖν; Ἔδει γὰρ εἰπεῖν· Οὐκ ἐν ἀρχῇ ἤμην ἄνθρωπος,
25ὃ μόνῃ πρέπει τῇ θείᾳ φύσει, ἀλλὰ τηρῆσαι τὸ ἁρ‐ μόζον τῇ τῶν γενητῶν οὐσίᾳ. Γενητὸς δὲ ὁ ἄνθρωπος· διὰ τοῦτό φησι· «Κύριος ἔκτισέ με,» ὅτι γέγονεν ἄνθρωπος, ἵνα τὸ ἀεὶ ἀνάρχως εἶναι μόνῳ σώζηται Θεῷ.
30tΑΛΛΟ.
31 «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ.» Εἰ διὰ ταύτην οἴεσθε τὴν φωνὴν, κτιστὴν εἶναι πάντως τοῦ Υἱοῦ τὴν οὐσίαν, ὅταν ἐφεξῆς φαίνηται λέγων· «Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με,» διαφευγέτω τοῦ κεκτί‐
35σθαι τὸ ἔγκλημα, γεγεννῆσθαι φάσκων ἑαυτόν. Ἕτε‐ ρον γάρ τί ἐστι παρὰ τὸ κτίσμα τὸ γέννημα. Τὸ μὲν γὰρ ἐκ τῆς οὐσίας τοῦ γεννῶντος πρόεισι φυσικῶς· τὸ δὲ ἔξωθέν ἐστιν, ὡς ἀλλότριον. Εἰ τοίνυν Θεὸς ὢν ὁ Λόγος γέγονεν ἄνθρωπος, λεγέτω μὲν ὡς ἄνθρωπος·
40«Κύριος ἔκτισέ με.» Τὴν δὲ προαιώνιον ὕπαρξιν αὐτοῦ σημαινέτω, βοῶν· «Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.»
43tἈντίθεσις ὡς ἐκ τῶν δι’ ἐναντίας.
44Οὐ πάντως, φασὶ, τὸ «ἐγέννησεν» ἐκ τῆς οὐσίας
45τοῦ Πατρὸς ὄντα δεικνύει τὸν Υἱόν. Ἀδιαφορεῖ γὰρ περὶ τὰς λέξεις ἡ θεία Γραφή. Καὶ γὰρ καὶ ἐπὶ τῶν ὄντως κτισμάτων καὶ ἀντιλογίαν οὐκ ἐχόντων εἰς τοῦτο τίθησι τὸ, «ἐγέννησεν,» ὡς ὅταν λέγῃ· «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα.» Καὶ πάλιν· «Θεὸν τὸν γεννή‐

75

.

276

(50)

σαντά σε ἐγκατέλιπες.» Καὶ, «Τίς ἐστιν ὁ τετοκὼς
βώλους δρόσου;» Οὐ γὰρ δή που καὶ δρόσου γενέσθαι275

75

.

277

πατέρα φυσικῶς ἐροῦμεν τὸν Θεὸν διὰ τοῦτο. Ἓν τοιγαροῦν ἔσται καὶ τὸ αὐτὸ τῷ ἔκτισε τὸ ἐγέννησε, καὶ ἐφ’ Υἱοῦ ταττόμενον.
4tΛύσις ἐφεξῆς
5 Τὴν μὲν θείαν Γραφὴν ἀδιαφοροῦσαν περὶ τὰς λέ‐ ξεις πολλάκις εὑρήσομεν, οὐ μὴν ἀγνοοῦσαν τὴν ἑκά‐ στης δύναμιν, καταχρηστικῶς δὲ ἔσθ’ ὅτε δεχομένην αὐτάς. Ἐπὶ μὲν γὰρ τῶν ποιημάτων ὅτε κτιστῆς οὐσίας αὐτὰ δεικνύειν βούλεται, λέγει· «Ἐν ἀρχῇ
10ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. —Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον.» Οὐκ ἐγέννησεν, ἀλλ’ ἐποίησε. Τὴν δὲ τοῦ οἰκείου Λόγου γέννησιν ὁ Θεὸς ἐξηγούμενος· «Ἐξηρεύξατο, φησὶν, ἡ καρδία μου Λόγον ἀγαθόν.» Καὶ τοῖς μὲν κτίσμασιν ὁρίζουσα τοῦ
15εἶναι τὴν ἀρχὴν, λέγει πάλιν ἡ θεία Γραφή· «Ἐν ἀρχῇ ἐποίησεν·» ἐπὶ δὲ τοῦ Θεοῦ Λόγου· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος» Τοῖς μὲν οὖν κτίσμασιν ὁ χρόνος ἐστὶν ἡ ἀρχὴ, ὁ δὲ πρὸ τῶν αἰώνων ὑπάρχων τοῦ Θεοῦ Λόγος, ἀρχὴν ἔχει μόνον τὸν ἄναρχον Πατέρα, ἀϊδίως
20ὢν ἐν αὐτῷ. Ὥσπερ οὖν ἐπὶ τῶν ὄντως κτισμάτων ὅτε τὸ ἐγέννησε κεῖται, καταχρηστικῶς καὶ οὐ φυ‐ σικῶς νοητέον, οὕτως ὅταν ἐπὶ τοῦ ὄντως γεννήματος τὸ, ἔκτισεν, ἢ ἐποίησε φέρεται, καταχρηστικῶς νοητέον, σωζομένης αὐτῷ τῆς φυσικῶς γνησιότητος.
25Τοῖς μὲν γὰρ κτίσμασιν ἡ χάρις τὸ ἐγέννησε προ‐ ξενεῖ· τῷ δὲ ἀγεννήτῳ καὶ ἀκτίστῳ Λόγῳ τοῦ Πατρὸς, ἡ τῆς ἀνθρωπότητος χρεία τὸ λέγειν ἑαυτὸν ἐκτίσθαι δίδωσι. Καὶ τὰ μὲν κτίσματα λόγῳ καὶ βουλήσει Θεοῦ καλεῖται πρὸς υἱοθεσίαν. «Ἐγὼ γὰρ εἶπα, φησὶν,
30Οὐκ ἐγέννησα.» Ὁ δὲ Υἱὸς τὴν ἄῤῥητον ἑαυτοῦ καὶ φυσικὴν ἐκ Πατρὸς γέννησιν καταμηνύων ἔλεγεν· «Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω.» Καὶ πάλιν ἕτερον ἑαυτὸν παρὰ τὴν τῶν γενητῶν φύσιν ὄντα δει‐ κνύων, φησίν· «Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ
35τῶν ἄνω εἰμί.» Οὐ γὰρ δή τις ἐρεῖ σωφρονῶν τοπι‐ κοῖς καὶ διαστηματικοῖς ὑψώμασιν ἀποσεμνύνεσθαι τὸν τοῦ Θεοῦ Λόγον· ἀλλὰ τὸ μὲν ταπεινὸν τῆς κτι‐ στῆς οὐσίας διὰ τοῦ κάτω σημαίνεται, τὸ δὲ ὕψος τῆς θείας καὶ πάντα ὑπεραιρούσης φύσεως διὰ τοῦ
40ἄνω νοεῖται. Τοσαύτης τοιγαροῦν μεταξὺ κειμένης διαφορᾶς κτιζομένου καὶ γεννήματος, ἀδιαφορείτω‐ σαν αἱ λέξεις, ὅτε βλάβος οὐδὲν κατὰ τῶν σημαινομέ‐ νων γίνεται.
44tΑΛΛΟ, διηγηματικῶς, εἰς τὸ, «Κύριος ἔκτισέ με
45ἀρχὴν ὁδῶν αὐτοῦ,» καὶ ἐφεξῆς· «Πρὸ δὲ
46tπάντων βουνῶν γεννᾷ με.»
47 Εἰ πρὸ πάντων ἑαυτὸν γεγεννῆσθαί φησιν, οὐκ ἂν εἴη τῶν πάντων εἷς, ἀλλ’ ἕτερος παρ’ αὐτά. Τὰ μὲν γὰρ πάντα ἐν ἑαυτοῖς ἔχει καὶ τὴν οἰκείαν ἀρχήν·

75

.

277

(50)

οὐκ ἂν γὰρ εἴη πάντα εἴ τι τῶν ἐν αὐτοῖς ἔξω μένον εὑρίσκοιτο. Εἰ οὖν πρὸ πάντων ὁ Υἱὸς ἐγεννήθη, ἐν ἰδίῳ μὲν ἀριθμῷ τὰ πάντα κείσεται· ἔξω δὲ αὐτῶν ἡ τοῦ Υἱοῦ νοηθήσεται γέννησις. Ὁ δὲ τοῖς γενητοῖς ἀσύντακτος, ἑτέρας ἂν εἴη φύσεως παρ’ αὐτά. Ἐγεν‐
55νήθη τοιγαροῦν, καθὸ Λόγος ἐστὶν, ἐκ Πατρός· ἐκτί‐ σθη δὲ, καθὸ ἄνθρωπος, καὶ γέγονεν ἀρχὴ ὁδῶν.
Ὥσπερ οὖν ἡμεῖς, ὅτε τὸν τοῦ Θεοῦ Λόγον ἐν ἑαυτοῖς277

75

.

280

δεχόμεθα, δι’ αὐτὸν υἱοὶ καλούμεθα τοῦ Θεοῦ, κατὰ φύσιν ὄντες ποιήματα, οὕτω καὶ αὐτὸς ὅτε τὴν ἡμῶν σάρκα λαμβάνει, κτίσμα καλεῖται καὶ ποίημα, κατὰ φύσιν ὑπάρχων Υἱός. Καὶ πάλιν, ὥσπερ ἡμῶν ποιη‐
5τὴς ὢν ὁ Θεὸς γίνεται καὶ Πατὴρ, οὕτω καὶ τοῦ Θεοῦ Λόγου Πατὴρ κατὰ φύσιν ὑπάρχων γίνεται καὶ κτί‐ στης, ὅτε δι’ ἡμᾶς ἐξομοιοῦται τοῖς κτίσμασιν. Εἰ μὲν οὖν ἡμεῖς κατὰ φύσιν ἐσμὲν υἱοὶ, ἔσται καὶ αὐ‐ τὸς κατὰ φύσιν κτίσμα καὶ ποίημα. Εἰ δὲ ἡμεῖς θέ‐
10σει καὶ χάριτι πρὸς υἱότητα καλούμεθα, καὶ αὐτὸς θέσει κτίσμα διὰ τὴν καθ’ ὑμᾶς οἰκονομίαν, τὸ ἐκ φύσεως οὐκ ἀπολλύων ἀξίωμα.
13tΑΛΛΟ, διδασκαλία σαφὴς, ὅπως χρὴ νοεῖν εὐσε‐
14βῶς τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐ‐
15tτοῦ.»
16 Γέγονεν ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ, καὶ ὁδὸς αὐτῷ σωτηρίας δέδοται παρὰ Θεοῦ. Ταύτην ἀπώλεσε, τὴν θείαν ἐντολὴν παραβεβηκὼς, πέπτωκεν εἰς φθορὰν, ἠνέχθη πρὸς ἁμαρτίαν, καταβέβηκεν εἰς θάνατον.
20Ἔδει πάλιν ἡμῖν ὁδὸν ἑτέραν ἀναδειχθῆναι, δι’ ἧς τὴν ἀρχαίαν κατάστασιν ἐκείνην ἀναβῆναι δυνησόμεθα. Ἐπειδὴ δὲ ἀνθρώπων οὐδεὶς ἱκανὸς ὢν εἰς τοῦτο κατεφαίνετο, ἀναγκαίως αὐτὸς ὁ φιλάνθρωπος τοῦ Θεοῦ Λόγος, ἄκτιστος ὢν τὴν φύσιν, ἄνθρωπος κτί‐
25ζεται δι’ ἡμᾶς, βουλήσει τοῦ Πατρὸς τὴν ἡμῶν σάρκα περιβαλόμενος· ἵνα, καθάπερ ὁ Παῦλός φησιν, ὁδὸν ἡμῖν ἐγκαινίσῃ πρόσφατον καὶ μένουσαν, καὶ πλη‐ ρώσῃ τὰ ἔργα τοῦ Πατρὸς, ἀνανεῶν μὲν εἰς ἀφθαρ‐ σίαν τὸ σῶμα, τὸν δ’ ἐξ ἁμαρτίας κρατήσαντα θάνα‐
30τον ἀναιρῶν, καὶ αὐτὴν κατακρίνων τὴν ἁμαρτίαν, καὶ τὰ ἄλλα πάντα ποιῶν ὅσα τῇ φύσει γέγονεν ἀγαθὰ δι’ αὐτοῦ. Εἰ τοίνυν γέγονεν ἄνθρωπος, ἵνα καὶ ὁδὸς ἡμῖν γένηται τῶν ἀγαθῶν, καὶ τὰ ἔργα ταῦτα πλη‐ ρώσῃ, ἃ δὴ παρὰ Πατρὸς δι’ αὐτοῦ γίνεται, εἰκότως
35ἂν λέγοι· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» Ἑξῆς δὲ πάλιν τὴν προαιώνιον ὕπαρ‐ ξιν ἑαυτοῦ σημαίνων, φησί· «Πρὸ τοῦ αἰῶνος ἐθεμε‐ λίωσέ με.» Εἰ δὲ καὶ γεννᾶται καὶ κτίζεται, ἀμφο‐ τέροις ἀποδώσει τὸ πρέπον. Γεννᾶται μὲν γὰρ ὡς
40Λόγος παρὰ Πατρὸς πρὸ τῶν αἰώνων, καθάπερ φησὶ, κτίζεται δὲ ὡς ἄνθρωπος, ὅτε δι’ ἡμᾶς γέγονε σάρξ· οὕτως φησὶν ὁ εὐαγγελιστής.
43tΑΛΛΟ.
44Φησί που περὶ τοῦ Θεοῦ Λόγου Δαβίδ· «Ὁ ὑπάρ‐
45χων πρὸ τῶν αἰώνων.» Εἰ τοίνυν ὁ μὲν Υἱὸς πρὸ τῶν αἰώνων ὑπάρχει, κτίζεσθαι δέ φησιν ἑαυτὸν εἰς τὰ ἔργα τοῦ Πατρὸς, ἀνάγκη πᾶσα συνεστώτων ἤδη τῶν ἔργων κτίζεσθαι νοεῖν αὐτόν. Μετὰ γὰρ τὴν τῶν ποιη‐ μάτων εἰς τὸ εἶναι πάροδον, ἐν τελευταίοις τοῦ αἰῶ‐

75

.

280

(50)

νος καιροῖς γέγονεν ἄνθρωπος, ὅτε δὴ πρεπόντως τε καὶ λίαν εὐκαίρως τὸ, «ἔκτισέ με,» φησί. Πῶς οὖν αὐτὸς ἂν ὑπάρχῃ τούτων ὁ ποιητὴς, εἰ μετ’ ἐκεῖνα
κτίζεται; Εἰ δὲ πρὸ τῶν ἔργων ἐστὶν ὁ τούτων ποιη‐279

75

.

281

τὴς τοῦ Θεοῦ Λόγος, κτίζεται δὲ εἰς αὐτὰ, οὐ τῆς οὐσίας αὐτοῦ δηλωτικὸν ἂν εἴη τὸ «ἔκτισε·» σημαί‐ νει δ’ ἂν εἰκότως τὴν ἐνανθρώπησιν ὅτε πρὸς ἐπανόρ‐ θωσιν τῶν ἔργων τοῦ Πατρὸς γέγονε σάρξ. Καὶ διὰ
5τοῦτό φησι· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.
7tΑΛΛΟ, ὡς ἐν ἐπιτομῇ.
8 Ἐκτίσθαι φησὶν ἑαυτὸν εἰς ἀρχὴν ὁδῶν. Καὶ ποίων ἆρα, μαθήσῃ διὰ τῶν ἐφεξῆς. Πρῶτον μὲν τὰς ἀρε‐
10τὰς ἐξαριθμούμενος, ἃς πρῶτος ποιήσας ἐδίδαξε καὶ ἡμᾶς· «Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες·» καὶ, «Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Ἀπὸ τοῦ αἴροντος τὰ σὰ, μὴ ἀπαίτει.» —«Ὁ νόμος φησίν· Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω
15ὑμῖν· Οὐκ ἐπιθυμήσεις,» καὶ ὅσα πρὸς τούτοις ἐν τοῖς εὐαγγελικοῖς κεῖται κηρύγμασι. Ταῦτα γὰρ ἤρ‐ ξατο μὲν ἐν πρώτῳ Χριστῷ, τρέχει δὲ ἐφεξῆς εἰς ἡμᾶς. Διὰ τοῦτό φησιν· «Ἐγώ εἰμι ἡ θύρα, Ἐγώ εἰμι ἡ ὁδός.» Ἀρχὴ τοιγαροῦν τῶν τοιούτων ἡμῖν
20ἔργων γενόμενος, ὅτε διὰ τοῦτο τὴν ἡμῶν σάρκα πε‐ ριεβάλετο, καὶ γέγονεν ἄνθρωπος, εἰκότως ἂν λέγοι· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» Τὸν αὐτὸν δὲ τοῦτον ἐφαρμόσεις λόγον καὶ τῇ ἐκ νε‐ κρῶν ἀναστάσει, καὶ τῇ εἰς ἀφθαρσίαν τῆς σαρκὸς
25μεταβολῇ, καὶ τῇ ἀνόδῳ τῇ εἰς οὐρανούς. Καὶ τούτων γὰρ ἡμῖν γέγονεν ἀρχὴ, καὶ διὰ ταῦτα κτίζεται.
27tΑΛΛΟ.
28 Ἀπέθανε δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὁ Χριστός. Ὥσ‐ περ οὖν τεθνηκότος τοῦ σώματος αὐτὸς τοῦτο λέγεται
30παθεῖν, καίτοι τὴν φύσιν ἀθάνατος ὢν, οὕτω κτιζο‐ μένου τοῦ σώματος, αὐτὸς ἑαυτὸν κτίζεσθαι λέγει, καίτοι τὴν οὐσίαν ἄκτιστος ὤν. Αὐτοῦ γὰρ οὔσης καὶ οὐχ ἑτέρου τινὸς τῆς σαρκὸς, ἰδιοποιεῖται τὰ εἰς αὐ‐ τὴν συμβαίνοντα.
35tΑΛΛΟ.
36 Ἔργον τῶν ἐπὶ τῆς γῆς τὸ κάλλιστον ἄνθρωπος, ὃς δὴ τέλειος γεγονὼς, ἀτελὴς εὑρέθη διὰ τὴν παρά‐ βασιν, πεσὼν μὲν ἐξ ἀθανασίας εἰς θάνατον, ἐξ ἀφθαρ‐ σίας δὲ εἰς φθοράν. Ἐπεὶ τοίνυν ἕν τι τῶν ἀτο‐
40πωτάτων ἐφαίνετο, καὶ ἧν ὄντως αἰσχρὸν μέχρι παντὸς ἀτελὲς διαμεῖναι τὸ ἔργον τοῦ Θεοῦ, ἀναγ‐ καίως ὁ τοῦ Θεοῦ Λόγος, ὁ τέλειος τὸν ἀτελῆ ἄνθρω‐ πον περιεβάλετο· καὶ διὰ τοῦτό φησιν εἰς τὰ ἕργα κτίζεσθαι, ἵνα τελειώσῃ αὐτὰ, ἵνα πάλιν αὐτοῖς τὴν
45τελειότητα περιθήσῃ, τὸ λεῖπον τῷ ἀνθρώπῳ πλη‐ ρώσας δι’ ἑαυτοῦ. Καὶ γοῦν ἐν τοῖς Εὐαγγελίοις φησὶ πρὸς τὸν ἑαυτοῦ Πατέρα· «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω.» Καὶ πάλιν· «Τὰ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ, ἵνα

75

.

281

(50)

τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα μαρτυρεῖ περὶ ἐμοῦ.» Εἰ τοίνυν ὅτε γέγονεν ἄνθρωπος, τότε τὰ ἔργα τε‐ λειοῖ, καὶ εἰς αὐτὰ κτίζεται, πρόδηλον δήπουθεν ὅτι‐
περ οὐ τῆς οὐσίας τοῦ Λόγου σημαντικὸν ἂν εἴη τὸ,281

75

.

284

«ἔκτισε·» δηλοῖ δὲ μᾶλλον τὸν τῆς ἐπιδημίας και‐ ρὸν, καθὸ σὰρξ γεγονὼς, ἐκτίσθαι λέγεται. Τότε γὰρ καὶ ὁλόκληρα ποιήσας τὰ ἔργα τοῦ Πατρὸς, καὶ ἀποκαταστήσας εἰς τὸ ἀρχαῖον τὴν ἀνθρώπου φύσιν,
5παρέστησεν ἑαυτῷ τὴν Ἐκκλησίαν μὴ ἔχουσαν σπῖ‐ λον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ’ ἁγίαν καὶ ἄμωμον· καὶ γεγόναμεν ἐν αὐτῷ καινὴ κτίσις, οὐκέτι φοροῦσα τὸ ἀτελὲς διὰ τὴν παράβασιν καὶ τὴν ἐκ τῆς ἁμαρτίας νέκρωσιν, ἀλλὰ λοιπὸν ἀπολαβοῦσα τὸ τέ‐
10λειον διὰ τὴν ὑπακοὴν τοῦ Χριστοῦ καὶ τὴν ἐκ νε‐ κρῶν ἀνάστασιν. Οὐκοῦν ἄνθρωπος διὰ ταῦτα γενό‐ μενος, εἰκότως ἂν λέγοι τὸ, «Κύριος ἔκτισέ με ἀρ‐ χὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.»
14tΑΛΛΟ, εἰς τὸ, «Κύριος ἔκτισέ με,» ὅτι οὐ κτί‐
15σμα, οὐδὲ ποίημα ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ εἰς τὸ,
16t«Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με.»
17 Εἰ κτίσμα ἐστὶ, καθ’ ὑμᾶς, ὁ τοῦ Θεοῦ Λόγος, ὦ πάσης ἀσεβείας εὑρεταὶ, πῶς Θεῷ κολλώμεθα καὶ θεοποιούμεθα συναφθέντες αὐτῷ; Πῶς δὲ μεσίτης
20ἐστὶ Θεοῦ καὶ ἀνθρώπων ὁ Χριστός; Ἅπτεται μὲν γὰρ ἡμῶν, καθὸ γέγονεν ἄνθρωπος. Εἰ δὲ κτίσμα ἐστὶ καὶ οὐ Θεὸς, πῶς ἅψεται Θεοῦ; Ποῖος αὐτὸν ἐκείνῳ συνάψει τρόπος; Τὰ γὰρ ἀνόμοια κατὰ τὴν οὐ‐ σίαν οὐκ ἂν ἀλλήλοις φυσικῶς συναφθείη ποτέ. Πῶς
25δὲ, εἰ κτίσμα ἐστὶ, δι’ αὐτοῦ σεσώσμεθα, τῆς θείας λεγούσης Γραφῆς· «Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς;» Πῶς δὲ εἰς αὐτὸν πιστεύοντες δικαιούμεθα, εἴπερ κτίσμα ἐστί; Πῶς δὲ τὸ. «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,» λύεται δι’ αὐτοῦ;
30Οὐ γὰρ ἦν ἔργον κτίσματι πρέπον, ἀνατρέπειν τὴν παρὰ Θεοῦ δοθεῖσαν ἀπόφασιν. Πῶς δὲ πάλιν, εἰ κτίσμα ἐστὶν, ἀναιρεῖ τὴν ἁμαρτίαν, λέγοντος τοῦ προφήτου περὶ αὐτοῦ· «Τίς Θεὸς ὥσπερ σὺ, ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας;» Πῶς δὲ, εἰ κτίσμα
35ἐστὶν, ἠδύνατο λέγειν· «Ἐὰν μὴ ὁ Υἱὸς ὑμᾶς ἐλευθε‐ ρώσῃ;» καὶ γοῦν ἠλευθέρωσεν ὡς τοῦ Πατρὸς κληρο‐ νόμος, καὶ οὐ ποίημα ὑπάρχων, κατὰ τὴν τῶν θεο‐ μάχων μανίαν.
39tΑΛΛΟ.
40 Εἰ κατὰ μίμησιν τοῦ κατὰ φύσιν Υἱοῦ καὶ οἱ κατὰ θέσιν υἱοὶ καλοῦνται, ἀνάγκη πᾶσα τὸν κατὰ φύσιν ἕτερον εἶναι παρ’ αὐτοὺς καὶ κατὰ τὴν οὐσίαν ἐξ‐ ηλλαγμένον. Εἰ τοίνυν οἱ κατὰ θέσιν υἱοὶ κτίσματα, ὁ κατὰ φύσιν οὐκ ἔσται κτίσμα ἢ ποίημα, ἵνα μὴ ὁ
45αὐτὸς ὑπάρχῃ τοῖς κατὰ θέσιν.
46tΑΛΛΟ.
47 Εἰ, καθ’ ὑμᾶς, ὦ Ἀρειανοὶ, κτίσμα ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν ποίᾳ γέγονεν ἄρα σοφίᾳ; ποία δὲ χεὶρ ἡ καὶ αὐτὸν μετὰ τῶν ἄλλων δημιουργήσασα; Γέ‐

75

.

284

(50)

γραπται γὰρ, ὅτι «Πάντα ἐν σοφίᾳ ἐποίησας.» Καὶ αὐτὸς δέ πού φησιν ὁ Θεός·» Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα.» Καὶ εἰ πάντα ἐν σοφίᾳ καὶ χειρὶ γέ‐ γονε Θεοῦ, αἱ δὲ θεῖαι. Γραφαὶ περὶ τοῦ Θεοῦ Λόγου
βοῶσιν, ὅτι «Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐ‐283

75

.

285

τοῦ ἐγένετο οὐδὲ ἕν· οὐκ ἂν εἴη τῆς τοῦ Θεοῦ σοφίας ἔργον ὁ Υἱός· ἀλλὰ μᾶλλον αὐτός ἐστιν ἡ σοφία καὶ ἡ χεὶρ, δι’ ἧς τὰ πάντα Θεὸς ἐργάζεται. Οὐκοῦν οὐ κτίσμα, οὐδὲ ποίημά ἐστιν.
5tἘπιτηρήσεις ἀπὸ τῆς θείας Γραφῆς, ὅτι οὐχ εἷς
6τῶν κτισμάτων ὁ Υἱὸς, ἀλλὰ μᾶλλον ποιητὴς
7tαὐτῶν λέγεται καὶ ἔστιν.
8 Οἱ ἐν Βαβυλῶνι νεανίαι πᾶσαν, ὡς ἔπος εἰπεῖν, τὴν κτίσιν ἐξαριθμούμενοι, τά τε ἐν τοῖς οὐρανοῖς καὶ
10τὰ ἐπὶ τῆς γῆς καταλέγοντες, καὶ παρὰ πάντων ὑμνεῖσθαι δεῖν φάσκοντες τὸν Θεὸν, οὐδαμοῦ τὸν Υἱὸν ἐν τοῖς εὐλογεῖν ὀφείλουσι κατατάττουσιν, οὐδὲ εἰρή‐ κασιν· Εὐλογείτω ὁ Λόγος ἢ ἡ σοφία τοῦ Θεοῦ τὸν Κύριον. Ἀλλ’ εἰδότες ὅτι μετὰ Πατρὸς τὴν προσ‐
15κύνησιν ἔχει, πάντων ὁμοῦ τῶν κτισμάτων ποιησά‐ μενοι μνήμην, σιωπῶσιν αὐτὸν ὡς Δεσπότην καὶ ὡς ὑμνούμενον. Οὐδὲν δὲ ἧττον καὶ ὁ μακάριος Ψαλμ‐ ῳδὸς πολλάκις ὑμνεῖσθαι κελεύων τὸν Θεὸν, καὶ πᾶ‐ σαν ὀνομάζων τὴν κτίσιν, λειτουργούς τε καὶ ἀγγέ‐
20λους, καὶ δυνάμεις, καὶ οὐρανοὺς οὐρανῶν, καὶ σελήνην καὶ ἥλιον, ὡς δοῦλα τῇ τοῦ Θεοῦ προσκυνήσει χρῆναι δεῖν ὑποκεῖσθαι λέγων, οὐδαμοῦ μὲν ἐν τούτοις κατα‐ τάττει τὸν Υἱὸν, ἀλλ’ ἐκ τῶν ἐναντίων καὶ προσ‐ κυνεῖσθαι κελεύει βοῶν· «Καὶ προσκυνησάτωσαν
25αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Εἰ δὲ πᾶσα ἡ κτίσις προσκυνεῖ, προσκυνεῖται δὲ ὁ Υἱὸς, οὐκ ἄρα κτίσμα ἐστὶν, ἀλλὰ Υἱὸς ἀληθινὸς μετὰ τοῦ Πατρὸς προσ‐ κυνούμενος.
29tΑΛΛΟ. Ὅτι ἕτερός ἐστι παρὰ τὰ κτίσματα ὁ Υἱὸς,
30tκαὶ οὐχ εἷς τῶν πάντων.
31 Πάντα διὰ τοῦ Θεοῦ Λόγου πεποιῆσθαι σημαίνουσα καὶ ἡ θεία Γραφὴ, οὕτω φησί· «Πάντα δι’ αὐτοῦ ἐγένετο.» Καὶ πάλιν· «Εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα.» Ὁ δέ γε Παῦλος τρανότατα τῶν
35πάντων αὐτὸν διαστέλλων, λέγει· «Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μά‐ χαιραν δίστομον, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.» Εἰ τοίνυν πάντων ἐστὶ ποιητὴς,
40καὶ πάντα ἐνώπιον αὐτοῦ τετραχήλισται, οὐκ ἂν εἴη τῶν πάντων εἷς ὁ τούτων ποιητής. Καὶ ᾧ τὰ πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐστὶν, οὐκ ἂν εὐλόγως ὑπάρχειν νοοῖτο τῶν τετραχηλισμένων. Ἐν τῷ γὰρ λέγειν τὰ πάντα, οὐδὲν ἀφῆκεν ἐκτός· καὶ εἰ ἐν
45μόνοις τοῖς κτίσμασι πληροῦται τὰ πάντα, ἕτερος ἂν εἴη παρ’ αὐτὰ, ὁ μὴ ἐν αὐτοῖς ἀριθμούμενος. Οὕτω καὶ ὁ μακάριος Παῦλος τοῦ πάντα νοεῖ τὴν δύναμιν. Ἑρμηνεύων γὰρ τὸ, «Πάντα ὑπέταξας ὑπὸ τοὺς πόδας αὐτοῦ,» ἐπιφέρει σαφῶς· Ἐν δὲ τῷ λέγειν τὰ

75

.

285

(50)

πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Εἰ τοίνυν τὸ πάντα τῶν ὅλων ἐστὶ περιεκτικὸν, πάντα δὲ ὁ Υἱὸς ποιεῖ, καὶ τὰ πάντα αὐτῷ τετραχήλισται, οὐκ ἂν εἴη τῶν πάντων εἷς, ἀλλ’ ἕτερος παρ’ αὐτά.
54tΑΛΛΟ.
55Γέγραπται, ὅτι «Ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ
κάμψει ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων.»285

75

.

288

Εἰ δὲ τῷ Υἱῷ κάμπτει πᾶν γόνυ, οὐκ ἂν εἴη τῶν καμπτόντων εἷς, ἀλλ’ ἕτερος παρ’ αὐτά. Καὶ πάλιν γέγραπται· «Ὅτι πᾶσα ἡ κτίσις συστενάζει, καὶ συνωδίνει ἄχρι τοῦ νῦν, ἀπεκδεχομένη τὴν ἀπολύ‐
5τρωσιν τῶν υἱῶν τοῦ Θεοῦ.» Εἰ δὲ στενάζει μὲν ἡ κτίσις, καὶ ἀπεκδέχεται τὴν ἀπολύτρωσιν καὶ τὴν ἐλευθερίαν τῶν υἱῶν τοῦ Θεοῦ, οὔτε δὲ στενάζων ὁ Υἱὸς φαίνεται, οὔτε τὴν υἱοποιΐαν ἐκδέχεται ἢ τὴν ἐλευθερίαν, ἀλλ’ αὐτός ἐστιν ὁ τὴν ἐλπίδα τῆς κτί‐
10σεως ἀποπληρῶν, καὶ εἰς υἱοθεσίαν τοὺς στενάζοντας καλῶν, καὶ ὁ τῆς ἐλευθερίας δοτήρ· οὐκ ἄρα ἐν τοῖς πᾶσίν ἐστιν, οὐδὲ ἐν τῇ κτίσει καταριθμηθήσεται· ἀλλ’ ἕτερός ἐστι παρ’ αὐτὴν, καθὰ μὲν ὡς κτί‐ σματα στενάζει τοῦ βοηθοῦντος δεόμενα· ὁ δὲ, ὡς
15Υἱὸς, ἐλευθεροῖ πάντα τῷ τῆς δουλείας δεσμῷ συν‐ εχόμενα.
17tΕἰς τὸ, «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με.»
18 Γέγραπται· «Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν.» Εἰ τοίνυν θεμελιοῖ μὲν ἡ σοφία τὴν γῆν, αὕτη
20δέ ἐστιν ἡ πάντων ἀσφάλεια (μένει γὰρ ἑδραία δι’ αὐτὴν), κατὰ τίνα τρόπον ἡ θεμελιοῦσα θεμελιοῦται, παρὰ Θεοῦ, ζητητέον. Εἴρηται τοίνυν καὶ τοῦτο κατὰ τὸν ταῖς παροιμίαις πρέποντα τύπον, πλαγίως παρα‐ δηλούμενον, καὶ κεκρυμμένην ἔχον ἐν ἑαυτῷ τὴν
25ἀληθεστέραν διάνοιαν· τοιοῦτο γὰρ ἀεὶ τῆς παροιμίας τὸ σχῆμα. Θεμελιοῦται τοίνυν ἡ σοφία, τουτέστιν, ὁ Υἱὸς τοῦ Θεοῦ, οὐ καθὸ Λόγος ἐστὶν ἀρχὴν τοῦ εἶναι δεχόμενος, ἀλλὰ καθὸ γεγονὼς ἄνθρωπος καὶ τὴν πρὸς ἡμᾶς φορέσας ὁμοίωσιν, ἀρχὴ καὶ θεμέλιος
30ἡμῖν γίνεται, οἰκοδομουμένοις εἰς εὐσέβειαν διὰ τῆς εἰς αὐτὸν πίστεως, καὶ εἰς τὴν καινὴν κτίσιν ἀνα‐ μορφουμένοις, καθὼς γέγραπται. Λέγει γοῦν οὐχ ἁπλῶς, Ὁ Θεὸς Λόγον ἢ Υἱόν με πεποίηκεν, ἵνα μή τις τοῖς ἑτεροδοξοῦσιν ὑπάρχοι παρείσδυσις τοῦ κατα‐
35ψεύδεσθαι τῆς οὐσίας αὐτοῦ ὡς πεποιημένης, ἀλλ’ ἀπολελυμένως, «Ἐθεμελίωσέ με.» Ὃ γὰρ ἔφασκεν ἐν τοῖς ἀνωτέρω, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐ‐ τοῦ εἰς ἔργα αὐτοῦ,» τοῦτο καὶ διὰ τοῦτο σημαίνεται. Ἐκεῖ μὲν γὰρ ἀρχὴν ὁδῶν ἑαυτὸν πεποιῆσθαί φησιν,
40ἐνταῦθα δὲ θεμέλιον ἐποικοδομουμένων ἐπ’ αὐτῷ καταβεβλῆσθαι διϊσχυρίζεται, πολυτρόπως τὰ αὐτὰ λέγων, καὶ διὰ τῶν αὐτῶν νοημάτων ἀνακυκλώσας τὸν λόγον. Ἴσον γάρ ἐστιν εἰπεῖν ἀρχὴν καὶ θεμέ‐ λιον. Ὡς γὰρ ἐν ἐκείνοις ἀρχὴ, οὕτω καὶ ἐνταῦθα
45θεμέλιος τῶν ἐποικοδομουμένων ἐπ’ αὑτὸν διὰ τῆς πίστεως γίνεται.
47tΑΛΛΟ.
48 Λέγει που Παῦλος ἐπιστέλλων ὁ σοφώτατος· «Θε‐ μέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμε‐

75

.

288

(50)

νον, ὅς ἐστιν Ἰησοῦς Χριστός.» Εἰ τοίνυν κεῖται μὲν θεμέλιος ὁ Χριστὸς, δεῖ δὲ τὰ ἐποικοδομούμενα πάν‐ τως εἶναι τοιαῦτα, ὁποῖόν περ ἂν ὑπάρχοι τὸ ὑπο‐ κείμενον (οὕτω γὰρ ἂν καὶ ἡ οἰκοδομὴ συναρμολο‐
γουμένη, καθὰ γέγραπται, πληρωθήσεται εἰς ναὸν287

75

.

289

ἄγιον), εὔδηλον δήπουθεν ὅτιπερ οὐ καθὸ Λόγος ἐστὶν, ἑαυτὸν τεθεμελιῶσθαί φησιν· οὐδὲν γάρ ἐστι κατὰ φύσιν τῷ Λόγῳ προσεοικὸς, οὐδ’ ἂν ἁρμοσθείη τι τῶν ὄντων πρὸς ἐκεῖνον φυσικῶς· ὁ μὲν γὰρ
5ποιητὴς, τὰ δὲ κτίσματα· ἀλλὰ καθὸ γέγονεν ἄνθρω‐ πος καὶ ὅμοιος ἡμῶν κατὰ πάντα, χωρὶς ἁμαρτίας, θεμέλιον ἑαυτὸν καταβεβλῆσθαί φησι τῶν ἐποικοδο‐ μουμένων ἐπ’ αὐτῷ, δυναμένων αὐτῷ συναρμολογεῖ‐ σθαι. Καθὸ γὰρ καὶ αὐτὸς γέγονεν ἄνθρωπος, πολλὴν
10ἔχει πρὸς ἡμᾶς τὴν συγγένειαν διὰ τὴν τῆς σαρκὸς φύσιν. Οὐκοῦν ἐπὶ τὴν τοῦ Σωτῆρος ἐνανθρώπησιν καὶ τοῦτο παρενεκτέον, ἵνα τὸ δύσφημον διαφύγωμεν, γεγενῆσθαι φάσκοντες, καὶ ἀρχὴν τοῦ εἶναι λαμβά‐ νειν τὴν σοφίαν τοῦ Θεοῦ. Ὅνπερ γὰρ τρόπον ἑτέ‐
15ροις ἄμπελον μὲν ἑαυτὸν εἶναί φησιν, ἡμᾶς δὲ τὰ κλήματα, οὐ ξένα δεικνύων, οὐδὲ ἑτερογενῆ τῆς ἀμπέλου τὰ κλήματα, ἀλλ’ ἐξ ἐκείνης ὄντα κατὰ φύσιν, οὕτως ἐνταῦθα θεμέλιον ἡμῶν ἑαυτὸν εἶναί φησιν, ἵνα τῶν ἐποικοδομουμένων ἐπ’ αὐτῷ τὴν πρὸς
20αὐτὸν ἐπιδείξῃ συγγένειαν φυσικὴν, ὅτε γέγονεν ἄν‐ θρωπος. Τότε γὰρ καὶ κατὰ φύσιν αὐτῷ συναπτό‐ μεθα, καὶ τῆς πρὸς αὐτὸν ὁμογενείας ἐξηρτημένοι ὥσπερ τῆς ἀμπέλου τὰ κλήματα, καρποφοροῦμεν τὴν εἰς Θεὸν εὐσέβειαν. Κεῖται τοιγαροῦν θεμέλιος
25μὲν ἐνανθρωπήσας ὁ τοῦ Θεοῦ Λόγος· ἡμεῖς δὲ ἐπ’ αὐτῷ καθάπερ τινὲς ἅγιοι λίθοι ἐποικοδομούμεθα, ἵνα καὶ ναὸς τοῦ ἐνοικοῦντος ἐν ἡμῖν ἁγίου Πνεύμα‐ τος χρηματίσωμεν.
29tΑΛΛΟ.
30 «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με.» Εὔλογον οἶμαι καὶ ἀναγκαῖον αὐτῶν φαινομένων παραδειγμάτων τὰς ἀνοήτους τῶν αἱρετικῶν ἀνακόπτειν κακοδοξίας· τάχα κἂν οὕτω δυσωπηθέντες τὴν ἀλήθειαν, πρὸς τὰς δυσφημίας ἀποναρκήσωσι. Τὸ θεμελιούμενον τοίνυν,
35καὶ εἰς τοιαύτην τινὰ λαμβανόμενον χρείαν, οὐ πάν‐ τως τότε τοῦ εἶναι τὴν ἀρχὴν ἔχον φαίνεται, ὅτε καὶ εἰς θεμέλιον πέμπεται. Φέρε γὰρ εἰπεῖν, ἔστω λίθος τὸ καταπεμπόμενον καὶ ἐν τῇ γῇ κρυπτόμενον· δεῖ πρῶτον αὐτὸν ἀπό τινος πέτρας ἢ ἐξ ὄρους ἀποτμη‐
40θέντα, πρὸς τὴν τοιαύτην λαμβάνεσθαι χρείαν· καὶ πρότερόν γε ἔστιν, εἶθ’ οὕτω θεμέλιος γίνεται εἰς βάθος γῆς καταχωννύμενος. Ἀλλ’ εἴπερ τις τῷ κατα‐ βληθέντι λίθῳ δοίη φωνὴν, καὶ τὸν ἀνθρώπῳ πρέ‐ ποντα χορηγήσειε νοῦν, εἴποι ἂν τὰ καθ’ ἑαυτὸν ἐξ‐
45ηγούμενος, ὅτι Λίθος μὲν ἤμην εἰς πέτραν κείμενος ἢ ἐν ὄρει· νυνὶ δὲ γέγονα θεμέλιος, τὴν συνέχουσάν με γῆν περιβεβλημένος. Οὕτω πως νοήσεις εὐσεβῶς καὶ ἐπὶ τῆς τοῦ Θεοῦ σοφίας, τουτέστι, τοῦ Υἱοῦ· ἦν μὲν γὰρ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν, καθὰ

75

.

289

(50)

γέγραπται. Ὅτε δὲ καθάπερ τις λίθος ἄνευ χειρῶν ἐξ ὄρους ἀποτμηθεὶς, τουτέστιν, ἀπὸ τῆς οὐσίας τοῦ Πατρὸς προελθὼν, καθάπερ τινὰ γῆν τὴν ἡμετέραν σάρκα περιεβάλετο, τότε καὶ τεθεμελιῶσθαί φησιν ἑαυτὸν, μονονουχὶ λέγων· Λόγον μὲ ὄντα καὶ Υἱὸν ἀλη‐
55θινὸν ὁ Πατὴρ γηΐνῳ περιβέβληκε σώματι. ἵνα θεμέ‐
λιος γένωμαι καὶ ἀρχὴ τῶν ἐποικοδομουμένων εἰς289

75

.

292

ἐμὲ διὰ τῆς πίστεως· καὶ σύσσωμος τούτοις ἀνα‐ δειχθεὶς, δέξωμαι συναρμολογουμένους φυσικῶς καὶ συνδεσμουμένους πρὸς ἐμὲ διὰ τὴν κατὰ σάρκα συγ‐ γένειαν.
4tΑΛΛΟ.
5tὩς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν.
6 Καὶ πῶς ἂν δύναιτο, φασὶ, τὸ «ἐθεμελίωσέ με» εἰς τὴν μετὰ σαρκὸς ἐκλαμβάνεσθαι τοῦ Λόγου παρ‐ ουσίαν, ὅπου φησὶν αὐτὸς πρὸ τοῦ αἰῶνος ἡδρᾶσθαι, πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ ὄρη ἑδρασθῆναι;
10Εὔδηλον γὰρ ὡς πολλοῖς ὕστερον χρόνοις μετὰ τὸ γε‐ νέσθαι τόδε τὸ σύμπαν καὶ τὰ ἐν αὐτῷ, γέγονεν ἡ ἔν‐ σαρκος οἰκονομία τοῦ Λόγου.
13tΠρὸς τοῦτο λύσις.
14Πρὸς δὴ τὰ τοιαῦτα τῶν αἱρετικῶν προβλήματα,
15δυσχερὲς μὲν οὐδὲν ἀντιλέγειν· χρεία δὲ ὅμως τῆς τῶν ἀκροωμένων εὐλαβείας. Ὅτι μὲν γὰρ ἐπὶ τέλει τοῦ παρόντος αἰῶνος ἡ μετὰ σαρκὸς τοῦ Λόγου γέγονε παρουσία, οὐκ ἂν, οἶμαι, τὶς τῶν εὖ φρονούντων ἀρ‐ νήσαιτο. Φανερὰ γὰρ τὰ ἐν ταῖς θείαις βοώμενα
20Γραφαῖς. Ἀλλ’ ὁ γινώσκων τὰ ἐσόμενα Θεὸς καὶ οὐχ ὅτε γίνεται τὰ πράγματα, καὶ πρὸ τῆς τοῦ κόσμου καταβολῆς ᾔδει τὰ ἐν ἐσχάτοις συμβησόμενα καιροῖς. Διὸ δὴ τὰ ἑαυτῷ πρέποντα πράττων, οὐχ ὅτε γεγόνα‐ μεν, τότε πρῶτον περὶ ἡμῶν βουλεύεται, ἀλλὰ καὶ
25πρὶν γενέσθαι τὴν γῆν καὶ τοὺς αἰῶνας, ἔσχεν ἐν ἑαυτῷ τῶν καθ’ ἡμᾶς τὴν γνῶσιν· καὶ προεθεμε‐ λίωσε τὸν ἑαυτοῦ Υἱὸν ὅσον εἰς τὴν οἰκείαν πρό‐ γνωσιν, ἵνα ἡμεῖς ἐποικοδομηθέντες αὐτῷ, πάλιν ἀναστῶμεν εἰς ἀφθαρσίαν οἱ πεσόντες εἰς φθορὰν διὰ
30τὴν παράβασιν. ᾜδει γὰρ ὅτι νεκροὶ μὲν ἐσόμεθα διὰ τὴν ἁμαρτίαν· κεισόμεθα δὲ ἐν γῆς χώματι, καθὰ γέγραπται, διὰ τὴν ἑαυτῶν ἀπείθειαν, ἀκούον‐ τες· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Ἐπειδὴ δὲ χρηστὰ περὶ ἡμῶν καὶ πάλαι προεβουλεύετο ὁ πάν‐
35των ἡμῶν ποιητής τε καὶ δημιουργὸς, προεθεώρει καὶ προώριζε τὸν δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἐσόμενον ἄνθρωπον, τουτέστι, τὸν ἑαυτοῦ Λόγον, ἵνα καὶ ἀρχὴ ὁδῶν καὶ θεμέλιος εὑρεθῇ, ἀνακαινιζομένης εἰς ἀφθαρσίαν τῆς ἀνθρώπου φύσεως ἐν αὐτῷ, καὶ χρη‐
40ματίσῃ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, καὶ ἀναστῇ τῶν κεκοιμημένων ἀπαρχή. Ὅπερ γὰρ ὁ πάνσοφος Σολομῶν ἐν ταῖς Παροιμίαις φησί· «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με,» καὶ τὰ τούτοις ἐφεξῆς· τοῦτο καὶ ὁ Παῦλος σαφηνίζει πρὸς Τιμόθεον τὸν ἑαυτοῦ μα‐
45θητὴν ἐπιστέλλων ὧδε· «Συγκακοπάθησον τῷ Εὐ‐ αγγελίῳ κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς, καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανε‐

75

.

292

(50)

ρωθεῖσάν τε νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνα‐ τον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν.» Εἰ τοίνυν καὶ πρὸ τοῦ αἰῶνος, οὔπω γεγονότες δηλαδὴ, κλήσει ἁγίᾳ κεκλήμεθα κατὰ χάριν καὶ πρόθεσιν τοῦ πάντα
55προειδότος Θεοῦ, κεκλήμεθα δὲ ἐν Χριστῷ Ἰησοῦ,291

75

.

293

δῆλον ἂν εἴη καὶ παντί τῳ σαφὲς, ὅτιπερ οὐχ ὅτε τεθεμελίωται, τότε καὶ ἀρχὴν τοῦ εἶναι λαμβάνει ὁ τοῦ Θεοῦ Λόγος· ἀλλὰ τὴν ἔνσαρκον ἑαυτοῦ παρου‐ σίαν ἑρμηνεύει διὰ τούτων, καὶ πρὸ τοῦ αἰῶνος
5ἡδρᾶσθαί φησι καὶ πρὸ πάντων τῶν κτισμάτων, ὅσον εἰς τὴν πρόγνωσιν τοῦ Πατρός.
7tΑΛΛΟ. Ἔτι εἰς τὸ, «Κύριος ἔκτισέ με,» καὶ εἰς
8tτὸ, «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με.»
9Λέγει που Παῦλος Ἐφεσίοις ἐπιστέλλων· «Εὐλο‐
10γητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευ‐ ματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ· καθὼς ἐξελέ‐ ξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ,
15προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν.» Εἰ τοίνυν οὔπω γεγονότες, εἰς υἱοθεσίαν προοριζόμεθα διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτὸν, καὶ εὐ‐ λογίαις πνευματικαῖς εὐλογούμεθα ἐν τοῖς ἐπουρα‐ νίοις, πῶς οὐκ ἄν τις ἀκούσας λέγοντος τοῦ Υἱοῦ τοῦ
20Θεοῦ, «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με,» ὅσον εἰς τὴν πρόγνωσιν τοῦ Πατρὸς τὰ τοιαῦτα λέγειν αὐτὸν ὑπολαμβάνοι, καθ’ ἣν προγνωσθέντες ἐν αὐτῇ κεκλή‐ μεθα, καὶ πάσης εὐλογίας ἀπολαύομεν, οὔπω πρὸς ὕπαρξιν ἐνεχθέντες ὅλως, ἀλλὰ πολλοῖς ὕστερον γε‐
25γονότες καιροῖς; Αὐτὸ δὲ δὴ τοῦτο σαφέστατα διδά‐ σκων ἡμᾶς, αὐτὸς ὁ Κύριος λέγει· «Δεῦτε, οἱ εὐλο‐ γημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμα‐ σμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Εἰ δὲ ἡτοίμαστο καὶ ἡ βασιλεία παρὰ τοῦ Πατρὸς τοῖς
30οὔπω γεγονόσι, καὶ πρὸ τῆς τοῦ κόσμου καταβολῆς, ἡτοίμαστο δὲ πάντως ἐν Χριστῷ, εἰκότως ἂν λέγοι περὶ ἑαυτοῦ· «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ τοῦ προελθεῖν τὰς πη‐ γὰς τῶν ὑδάτων.» Ταῦτα γὰρ πάντα τῆς κτίσεως ση‐
35μαίνει τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάροδον.
36tΑΛΛΟ, διηγηματικῶς, δι’ οὗ τὴν αἰτίαν ὥσπερ
37μανθάνομεν τοῦ προωρίσθαι ἐν Χριστῷ, καὶ εἰς υἱοθεσίαν ἡμᾶς κατατετάχθαι ἐξ ἀγάπης Θεοῦ
39tκαὶ Πατρός.
40 Τὰ συμφέροντα τῇ ἀνθρώπου φύσει προνοήσας ὁ Θεὸς καὶ Πατὴρ, καὶ γινώσκων μὲν ὅτι πεσεῖται πάντως εἰς φθορὰν, τρόπον δὲ αὐτῇ ζητήσας ἀνανεώ‐ σεως καὶ τῆς εἰς ἀφθαρσίαν ἐπανόδου, ῥίζας ὥσπερ αὐτῇ τῆς τοιαύτης ἐλπίδος ἐν τῷ ἰδίῳ κατεβάλετο
45γεννήματι, καὶ εἰς υἱοθεσίαν ἡμᾶς προορίζει δι’ αὐ‐ τοῦ, καὶ πάσης εὐλογίας πνευματικῆς ἀξιοῖ, καίτοι οὔπω γενομένους· ἵν’ ὅταν συμβῇ πεσεῖν εἰς θάνα‐ τον διὰ τὴν παράβασιν, ὥσπερ ἐξ ἀρχαίας ῥίζης πάλιν εἰς ζωὴν ἀναβλαστήσῃ, καὶ ὡς ἤδη προευλογηθεῖσα,

75

.

293

(50)

μὴ παντελῶς ὑπὸ τὴν κατάραν γένηται, ὅταν ἀκού‐ σῃ· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Προθεμελιοῦται τοίνυν ἡμῶν ὁ Χριστὸς, καὶ ἐν αὐτῷ πάντες ἡμεῖς ἐποικοδομούμεθα, καὶ τοῦτο πρὸ καταβολῆς κόσμου κατὰ πρόγνωσιν τοῦ πάντα εἰδότος Θεοῦ· ἵνα, καθά‐
55περ ἤδη προείπομεν, ἀρχαιοτέραν ἔχωμεν τῆς κατά‐293

75

.

296

ρας τὴν εὐλογίαν, καὶ τῆς εἰς τὸν θάνατον καταδίκης, τὴν εἰς ζωὴν ὑπόσχεσιν, καὶ τῆς ἐκ τοῦ διαβόλου δουλείας, τῆς υἱοθεσίας τὴν ἐλευθερίαν. Ἀνατρέχει δὲ ἡ φύσις εἰς τὸ ἀρχαῖον, τὰ μεταξὺ συμβεβηκότα νι‐
5κήσασα, διὰ τὴν χάριν τοῦ θεμελιώσαντος αὐτὴν ἐν ἀγαθοῖς ἐν Χριστῷ, καὶ πάλιν ἐκεῖνο γίνεται ὅπερ ἦν ἐν προγνώσει τοῦ Θεοῦ, ἐξ ἀγάπης προοριζομένη πρὸς πάντα τὰ κάλλιστα δι’ Υἱοῦ.
9tΑΛΛΟ, ὡς ἐν ὑποδείγματι.
10 Πῶς ἡμῖν προθεμελιοῦται ἡ τοῦ Θεοῦ σοφία πρὸ τοῦ αἰῶνος, ἀναγκαῖον ἰδεῖν. Ὥσπερ εἴ τις ἀρχιτέκτων σοφὸς οἴκου κατασκευῆς ἀρχόμενος, ἐννοήσας τε, κατὰ τὸ εἰκὸς, μή τι ἄρα καὶ πάθοι, προϊόντος τοῦ χρόνου, τῶν ὅσα πέφυκε γίνεσθαι περὶ τὰς τῶν οἰκοδομημά‐
15των κατασκευὰς, θεμέλιον ἀῤῥαγῆ καταβάλλεται, καὶ ῥίζαν ὥσπερ ἀκλόνητον τοῖς ἔργοις ἐπινοεῖ, ἵν’ εἴ τι καὶ πάθοι σωζομένην ἔχοντα τὴν ἀρχὴν, αὖθις ἐπ’ αὐτῇ καὶ ἀναστῆναι δυνηθῇ· τὸν αὐτὸν δὴ τρόπον ὁ πάντων δημιουργὸς, τῆς ἡμετέρας σωτηρίας προ‐
20εθεμελίωσε τὸν Χριστὸν, καὶ πρὸ τῆς τοῦ κόσμου κα‐ τασκευῆς, ἵν’ ἐπειδήπερ συμβῇ πεσεῖν διὰ τὴν παρά‐ βασιν, αὖθις ἀνακτισθῶμεν ἐπ’ αὐτῷ. Ὅσον μὲν οὖν εἰς βουλήν τε καὶ πρόθεσιν τοῦ Πατρὸς, καὶ πρὸ τοῦ αἰῶνος θεμελιοῦται Χριστός· τὸ δέ γε ἔργον οἰκείῳ
25γέγονε καιρῷ, οὕτως ἀπαιτούσης τῆς χρείας τοῦ πράγματος. Ἀνανεούμεθα γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
29tΛΟΓΟΣ Ιϛʹ.
30tΠερὶ ἀϊδιότητος Υἱοῦ, καὶ ὅτι ἀμερίστως προῆλ‐
31tθεν ἐκ τῆς οὐσίας τοῦ Πατρός.
32tἈντίθεσις Ἀρειανῶν· πρὸς ἢν αἱ λύσεις ἐφεξῆς.
33 Καὶ πῶς ἂν δύναιτο, φασὶν, ἀΐδιος εἶναι ὁ Υἱός; πῶς δὲ προελθὼν ἐκ Πατρὸς, οὐ πάντως αὐτοῦ καὶ
35μεμέρισται; Τὸ γὰρ ἔκ τινος προελθὸν, μέρος ἂν εἴη τῆς οὐσίας, ἀφ’ ἧς καὶ προελήλυθε. Τὸ δὲ ἅπαξ ἀπο‐ μερισθὲν, οὐκ ἂν ὁλόκληρον εἶναι νοοῖτο.
38tἘξ ὑποδείγματος ἡ λύσις.
39Τί οὖν ἄρα φήσουσι συμβαίνειν περὶ τὸν ἥλιον,
40ὅταν ἐκπέμπῃ τὸ ἴδιον ἀπαύγασμα; Τί δὲ περὶ τὸ πῦρ νομίζουσι γίνεσθαι, ὅταν ἐξ ἑαυτοῦ τὴν θερμα‐ σίαν ἐκπέμπῃ; Μερισμοὺς ἆρα καὶ ἀποκοπὰς ἐν ταῖς τοιαύταις οὐσίαις ὑπολαμβάνουσι γίνεσθαι; Καὶ μὴ λάμπει μὲν ὁ ἥλιος κατ’ οὐδένα τρόπον ἐλαττούμενος;
45Διέλοι δ’ ἂν οὐδεὶς τοπικῶς τὸ ἀπαύγασμα ἀπ’ αὐ‐ τοῦ. Ἀπὸ δέ γε τοῦ πυρὸς, οὐ μεμερισμένως ὁρῶμεν τὴν θερμασίαν ἐκτρέχουσαν, ἀλλ’ ἔστι τῆς τοῦ πυρὸς οὐσίας καρπὸς ἀμερίστως ἐξ αὐτῆς προϊὼν, ὥσπερ καὶ τὸ ἀπαύγασμα τοῦ φωτός. Καὶ οὐκ ἂν εἴη τὸ φῶς

75

.

296

(50)

ποτε χωρὶς ἀπαυγάσματος, οὐδὲ τὸ πῦρ χωρὶς τοῦ
θερμαίνειν. Ἀεὶ γὰρ παραπέφυκε ταῖς τοιαύταις οὐ‐295

75

.

297

σίαις τὰ ἐξ αὐτῶν τικτόμενα. Οὕτω μοι νόει τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προερχόμενον, ἀϊδίως τε ὄντα ἐν αὐτῷ, καὶ ἐν ἰδίᾳ νοούμενον ὑποστάσει, καὶ κατ’ οὐδένα τρόπον ἐλαττοῦντα τὴν τοῦ Πατρὸς οὐ‐
5σίαν, ἢ αὐτὸν ταύτης ἀπομεριζόμενον· ἀλλ’ εἶναί τε αὐτὸν ἐν Πατρὶ, καὶ ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, ὡς καὶ ἀληθεύειν λέγοντα· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ διὰ τὸ τῆς οὐσίας ἀπαράλλα‐ κτον, αὐτόν τε ἐν τῷ Πατρὶ, καὶ ἐν αὐτῷ φαίνεσθαι
10τὸν Πατέρα, οὕτω τε δύνασθαι λέγειν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πα‐ τέρα.»
13tΑΛΛΟ.
14Οἱ λέγοντες ἀποκεκόφθαι τῆς τοῦ Πατρὸς οὐσίας
15τὸν Υἱὸν, διὰ τὸ ἐξ αὐτῆς προελθεῖν, καὶ εἶναι μέρος λοιπὸν οὐχ ὁλόκληρον, λεγέτωσαν ἀποκεκόφθαι καὶ τοῦ φωτὸς τὸ ἀπαύγασμα, καὶ τοῦ πυρὸς τὴν ἐξ αὐ‐ τοῦ προϊοῦσαν θερμασίαν, καὶ τοῦ νοῦ τὸν λόγον· καὶ δεικνύτωσαν ὅτι μέρη ταῦτα διῃρημένως ἐστὶ τῶν
20οὐσιῶν, ἐξ ὦν καὶ προέρχονται, ἢ ὅτι χωρὶς μὲν ἀπαυγάσματος ἦν ποτε τὸ φῶς, χωρὶς δὲ θερμασίας τὸ πῦρ, ἄλογος δὲ ὁ νοῦς. Καὶ τότε φανταζέσθωσαν τοιαῦτά τινα καὶ περὶ τὸν τοῦ Θεοῦ Λόγον. Εἰ δὲ ταῦτα σύνεστι μὲν ἀεὶ ταῖς οὐσίαις, ἀφ’ ὧν καὶ προέρχονται,
25ἀμερίστως δὲ τοῦτο ποιοῦσι, καὶ οὐ κεχωρισμένως (οὐ γὰρ πάθη καὶ ἀποκοπὰς ἐμποιοῦσιν αὐταῖς), πῶς οὐ πάσης εἰσὶν ἀσεβείας ἐπέκεινα ταῦτα τῇ θείᾳ φύσει προσάπτοντες, ἃ μηδὲ περὶ τὴν τῶν γενητῶν φύσιν γενέσθαι δοίη τις ἂν, εἴ γε νοῦν ἔχοι καὶ φρονοίη
30καλῶς;
31tΑΛΛΟ.
32tὩς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν.
33 Καὶ πῶς, φασὶ, δύναται ὁ Υἱὸς ἀΐδιος εἶναι μετὰ Πατρός; Καὶ γὰρ οἱ τῶν ἀνθρώπων υἱοὶ τίκτονται
35μετὰ τοὺς πατέρας, καὶ χρόνοις ὕστερον γίνονται πολλοῖς, οὐκ ὄντες πρὶν γεννηθῆναι. Πῶς δὲ πάλιν ὁ Υἱὸς Λόγος εἶναι δύναται, ἢ εἰκὼν τοῦ Θεοῦ; Καὶ γὰρ ὁ τῶν ἀνθρώπων λόγος οὔτε ἐνυπόστατός ἐστιν, οὔτε μετὰ τὸ ῥηθῆναι σώζεται· ἀλλ’ εὐθὺς εἰς τὸ μὴ ὂν
40ἀναλύεται, σημήνας τὸ κατὰ διάνοιαν τῷ λαλοῦντι κείμενον, καὶ τὰ ἐν τῷ βάθει τῆς καρδίας φανερο‐ ποιήσας νοήματα.
43tΠρὸς τοῦτο λύσις.
44Εἰ μὲν ὡς ἄνθρωπος οὕτως ἐστὶ καὶ Θεὸς, καὶ
45πλέον τῶν ἐν ἡμῖν οὐδὲν ἐν αὐτῷ, κρατείτω καὶ ἐπ’ αὐτοῦ τὰ ἀνθρώπινα· καὶ προϋπαρχέτω τοῦ ἰδίου γεννήματος ὥσπερ καὶ ἡμεῖς· καὶ ἐκ τοῦ μὴ ὄντος ἔστω τὸ ἐξ αὐτοῦ προελθόν. Εἰ δὲ πολὺ τῶν ἡμετέ‐ ρων τὸ Θεῖον ἀπῴκισται, καὶ οὐδὲν αὐτῷ κοινὸν πρὸς

75

.

297

(50)

ἡμᾶς, ὅσον εἰς τὸν τῆς οὐσίας λόγον, πῶς αὐτὸ τοῖς ἀνθρωπίνοις καταδεσμοῦσι κακοῖς, καὶ ταῖς ἡμετέ‐ ραις ἀνάγκαις ὑποτιθέντες οὐκ αἰσχύνονται; Ὅσῳ γὰρ ἂν τὴν ἀνθρώπου φύσιν ἐξάλληται, τοσοῦτον, οἶμαι, καὶ τῶν παρ’ ἡμῖν ἐθῶν τε καὶ νόμων φυσικῶν
55ἔσται καὶ ἀμείνων. Οὐκοῦν φθαρτοὶ μὲν ἡμεῖς, ἄφθαρ‐297

75

.

300

τος δὲ ὁ Θεός. Ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη‐ μεν· ἀεὶ δὲ ἦν καὶ ἔσται Θεός. Ὁποῖος δ’ ἂν ὁ τίκτων ὑπάρχῃ, τοιοῦτον εἶναι χρὴ καὶ τὸν ἐξ αὐτοῦ τικτό‐ μενον. Ἀΐδιος δὲ ὁ Θεὸς καὶ Πατὴρ, ἀΐδιον ἄρα καὶ
5τὸ ἐξ αὐτοῦ φῶς ἦν καὶ ἔστι. Συνῆν ἄρα τῷ φωτὶ τὸ ἀπαύγασμα. Καὶ ὁ μὲν ἐξ ἀνθρώπου προερχόμενος λόγος, εἰς τὸ μὴ ὂν ἀναλύεται, καὶ οὔτε ζῶν ἐστιν, οὔτε ἐνεργής. Καὶ γὰρ καὶ ὁ τοῦτον γεννήσας ἄνθρω‐ πος, ἐκ τοῦ μὴ ὄντος ἐστὶ καὶ ὑπόκειται φθορᾷ. Ὁ δὲ
10τοῦ Θεοῦ Λόγος ζῶν ἐστι· καὶ ἐκ ζῶντος προελθὼν, ἦν ἀεὶ καὶ ἔστιν. Οὐ γὰρ ἦν, οὐδὲ ἔσται ποτὲ, χωρὶς Λόγου Θεός. Καὶ γοῦν ὁ Παῦλός φησι περὶ αὐτοῦ, ὅτι «Ζῶν ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργής.» Δημιουργὸς γοῦν ἐστι, καὶ πάντα γέγονε δι’ αὐτοῦ, καὶ χωρὶς αὐ‐
15τοῦ ἐγένετο οὐδὲ ἕν.
16tΑΛΛΟ.
17tὩς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν.
18 Οὐκ ἔστι, φασὶν, ὁ Χριστὸς ἡ ἔμφυτος καὶ ἐνυπ‐ άρχουσα τῷ Θεῷ δύναμις καὶ σοφία, ἀλλ’ ἑτέρα μὲν
20ἐκείνη περὶ ἧς καὶ ὁ Παῦλός φησιν, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης· ἕτερος δὲ παρ’ ἐκείνην ὁ Χρι‐ στὸς, καὶ ἕτεραι πολλαὶ σὺν αὐτῷ δυνάμεις τε καὶ σοφίαι καλούμεναι. Καὶ ἡ μὲν ἔμφυτος ὄντως καὶ ἀληθὴς τοῦ Θεοῦ δύναμις, ποιητικὴ τῶν ὅλων ἐστίν·
25αἱ δὲ γεγόνασι παρ’ αὐτῆς, εἰ καί τις ἐξαίρετος τοῦ Θεοῦ δύναμις παρὰ τὰς ἄλλας ὑπάρχει Χριστὸς, εἰς τοῦτο γενομένη, ἵνα δυναμώσῃ τὰ δυνάμεως χρῄζοντα· ἵνα σοφώσῃ τὰ δεόμενα σοφισμοῦ, ἵνα δικαιώσῃ τὰ δικαιοσύνην οὐκ ἔχοντα. Ἔστιν οὖν, φησὶν, ἡ μὲν
30ἔμφυτος τοῦ Θεοῦ δύναμις ἄναρχός τε καὶ ἀγένητος, ἀϊδίως ἐν Πατρί. Γέγονε δὲ ὁ Χριστὸς ἐπὶ ταῖς εἰρη‐ μέναις αἰτίαις. Εἰ δὲ νομίζουσί τινες αὐτὸν εἶναι τὸν Χριστὸν τὴν ἔμφυτον τοῦ Θεοῦ δύναμιν διὰ τὸ γε‐ γράφθαι παρὰ Παύλῳ· «Χριστὸς Θεοῦ δύναμις καὶ
35Θεοῦ σοφία,» τί ἄρα ἐροῦσιν ἀκούοντες τοῦ Θεοῦ λέγοντος περὶ τῆς κάμπης· «Ἡ δύναμίς μου ἡ με‐ γάλη;» Τί δὲ ποιήσουσι πολλὰς Θεοῦ δυνάμεις ση‐ μαίνοντος τοῦ Ψαλμῳδοῦ, δι’ ὧν φησιν· «Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ;»
40tΠρὸς ταῦτα λύσις.
41 Εἰ διὰ τοῦτο γέγονεν ὁ Χριστὸς, ἵνα δικαιώσῃ τὰ δικαιοσύνης δεόμενα, ἵνα σοφώσῃ τὰ δεόμενα σοφι‐ σμοῦ, ἵνα δυναμώσῃ τὰ δυνάμεως χρῄζοντα, ἡμεῖς ἄρα αὐτῷ γεγόναμεν τοῦ εἶναι αἴτιοι, καὶ οὐδ’ ἂν
45ἐγένετο καθ’ ἡμᾶς, εἰ μὴ Θεὸς ἐβουλεύσατο δημιουρ‐ γῆσαι τὰ γενητά. Καὶ εἰ τῆς ἡμῶν ἕνεκα χρείας ταῦτά ἐστιν, ὄργανον ἄρα τῆς ἡμῶν δημιουργίας ἐστὶν, οὐκ ἐξ ἑαυτοῦ τοιοῦτος ὑπάρχων, ἀλλ’ οὕτω γεγονὼς δι’ ἡμᾶς. Ἆρ’ οὖν ὥσπερ καλεῖται δύναμις

75

.

300

(50)

διὰ τὰ δυναμούμενα, καὶ σοφία διὰ τὰ σοφούμενα, οὕτω καὶ ὁ Υἱὸς διὰ τὰ υἱοποιούμενα, καὶ οὐδέν ἐστι κυρίως δι’ ἑαυτὸν, πάντα δὲ ταῦτα δι’ ἡμᾶς. Πῶς οὖν σωθήσεται τὸ ἐν Ψαλμοῖς ᾀδόμενον· «Αὐτὸς ἐποίησε ἡμᾶς, καὶ οὐχ ἡμεῖς,» εἴπερ ἡμεῖς αὐτῷ δεδώκαμεν
55τοῦ εἶναι τὰς αἰτίας; Εἰ γὰρ καὶ αὐτὸς φαίνοιτο τῆς299

75

.

301

ποιήσεως ἡμῶν αὐτουργὸς, ἀλλ’ ἡμεῖς αὐτῷ γεγόνα‐ μεν τοῦ εἶναι τὰ σπέρματα, καὶ διὰ τὴν ἡμετέραν χρείαν ἐκτίσθη, καθ’ ὑμᾶς. Ὥσπερ ἀμέλει καὶ ὁ οὐ‐ ρανὸς, ἵνα καλύπτῃ τοὺς ἐπὶ γῆς, καὶ ὁ ἥλιος ἵνα
5φαίνῃ τοῖς φωτὸς δεομένοις· καὶ ἡ γῆ δὲ ὁμοίως ἵνα τρέφῃ τὰ τροφῆς δεόμενα. Καὶ τὸ περιττὸν οὐδὲν ἐν Υἱῷ καὶ κτίσμασιν, εἴ γε καὶ αὐτὸς ὡς ἐκεῖνα τάξιν ἔχει τὴν ὑπουργικήν· φεῦγε τοῦ λόγου τὴν ἀτοπίαν.
9tΑΛΛΟ, ἐκ τῶν αὐτῶν.
10 Ὁμολογεῖς καὶ ἄκων, αἱρετικὲ, τὴν ἔμφυτον τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν, ἀγενήτως ἐνυπάρχειν αὐ‐ τῷ· ὅταν οὖν ἀκούσῃς ἀγένητον τὸν Υἱὸν, μὴ πάλιν λέγε· Δύο οὖν ἀγένητα. Αὐτὴν δὲ ταύτην τὴν ἐν Θεῷ σοφίαν καὶ δύναμιν ἀγενήτως τε καὶ ἀχρόνως ὑπάρ‐
15χουσαν πιστεύομεν εἶναι τὸν Υἱὸν, ὃς καὶ πάντα δεδη‐ μιούργηκε, καὶ δι’ ἡμᾶς γέγονε σὰρξ, κατὰ τὴν Ἰωάν‐ νου φωνήν.
18tΑΛΛΟ, ὡς ἐν ἐρωτήσεως σχήματι, ἀποδεικτικὴν
19tἔχον δύναμιν.
20 Διατί τὰ πάντα ὁ Πατὴρ ἐργάζεται δι’ Υἱοῦ; ἢ διατί πάλιν ἐν τῷ ἁγίῳ βαπτίσματι καὶ ὁ Υἱὸς τῷ Πατρὶ συγκατονομάζεται; Διατί δὲ γενητῆς ὑπάρ‐ χων φύσεως, καθ’ ὑμᾶς, συναριθμεῖται τῷ κτίσαντι; Τίς δὲ χρεία τοῦ πεποιημένου εἰς τὴν τῶν πάντων
25τελείωσιν καὶ ἁγιασμόν; Πῶς δὲ βοηθὸν αὐτὸν ἐπι‐ καλούμεθα; Καίτοι πολλὰ μὲν καὶ ἕτερα κτίσματα γεγονότα φαίνεται, ἀλλὰ τούτων οὐδὲν εἰς τὴν τῶν εἰρημένων χρείαν παραλαμβάνεται· μόνος δὲ ὁ Υἱὸς ἀεὶ συνυπάρχων τῷ Πατρί. Ποῖον γὰρ ἔχει λόγον, εἰ
30μὴ Θεὸς ὑπάρχοι καὶ αὐτὸς, εἰς κτίστην καὶ κτίσμα τὴν πίστιν κυρήττεσθαι; Διατί δὲ καὶ δημιουργὸς ὀνομάζεται, εἰ μὴ τοῦτό ἐστι κατὰ φύσιν ὅπερ καὶ ὁ Πατήρ; Καὶ μὴν αὐτὸς ἔφησεν ὁ Υἱός· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι.» Ἔχει δὲ ὁ Πατὴρ τὸ δύνα‐
35σθαι δημιουργεῖν, τοῦτο καὶ ἐν Υἱῷ σώζεται. Ὁμοίως τὸ ἁγιάζειν, τὸ σώζειν, καὶ ὅσα πρέπει Θεῷ, πάντα δι’ Υἱοῦ. Σύνεστι γὰρ ἀεὶ τῷ Πατρὶ, ὡς τῷ φωτὶ τὸ ἀπαύγασμα. Θεὸς ἄρα Υἱὸς, οὐ πεποιημένος, καθά‐ περ ἐκεῖνοι ψευδόμενοι λέγουσιν, ἀλλ’ ἐκ τῆς τοῦ
40Πατρὸς οὐσίας προελθὼν γνήσιον γέννημα.
41tΛΟΓΟΣ ΙΖʹ.
42tὍτι τῶν προσόντων τῷ Υἱῷ, οὐδὲν τῇ κτίσει
43πρόσεστι φυσικῶς· πάντα δὲ ἐκ μετοχῆς ἢ καθ’ ὁμοίωσιν τὴν πρὸς τὸν διδόντα φορεῖ· ὁ
45δὲ Υἱὸς οὐχ οὕτως. Διόπερ ἕτερος παρ’ αὐτήν.
46tΕἰ δὲ τοῦτο, οὐκ ἄρα κτίσμα ἐστίν.
47tἈπολογία αὐτολεξεί.
48 Εἰ πᾶσα ἡ κτίσις ἐν ἀγνοίᾳ καθέστηκε τῇ περὶ τὸν Πατέρα, οὐδεὶς γὰρ οἶδε τίς ἐστιν ὁ Πατὴρ,

75

.

301

(50)

οἶδε δὲ μόνος ὁ Υἱὸς, οὐκ ἄρα κτίσμα τυγχάνει.
51tΑΛΛΟ.
52Εἰ μηδὲν τῶν γεγονότων ἐστὶ φύσει Θεὸς, φύσει
δὲ Θεὸς ὁ Υἱὸς, οὐκ ἄρα τῶν γεγονότων ἐστίν. Ἦν301

75

.

304

δ’ ἡμῶν καταγέλαστος ὁ πρότερος βίος, ὅτι μὴ οὖσι φύσει θεοῖς ἐδουλεύσαμεν, πολλῷ μᾶλλον νῦν ἐσμεν ἀθλιώτεροι, τῷ μὴ φύσει θεῷ προσάγοντες τὴν λα‐ τρείαν· φεῦγε τὸ ἄτοπον.
5tΑΛΛΟ.
6 Εἰ πᾶν τὸ γενητὸν ἕτερόν ἐστι πάντη τοῦ ἀγενήτου κατὰ τὴν φύσιν, οὐ δύναται τῆς ἐκείνου δόξης ἰσομέ‐ τρως κοινωνεῖν. «Τὴν γὰρ δόξαν μου, φησὶν ὁ Θεὸς, ἑτέρῳ οὐ δώσω.» Εἰ δὲ κοινωνεῖ ὁ Υἱὸς ἐρχόμενος
10ἐν τῇ δόξῃ τοῦ Πατρὸς, οὐκ ἄρα κτίσμα ἐστὶν ὁ τὴν τοῦ ἀκτίστου δόξαν ἠμφιεσμένος.
12tΑΛΛΟ.
13 Θεὸν ἀληθινὸν ἀποκαλοῦσιν αἱ θεῖαι Γραφαὶ τὸν Υἱὸν, καὶ οὕτω πιστεύομεν. Εἰ δὲ πᾶν τὸ γενόμενον
15πρόσφατόν ἐστιν ὡς πρὸς τὸ ἀγένητον· οὐχ ὅσιον δὲ εἶναι Θεὸν πρόσφατον ἐν ἡμῖν, οὐκ ἔσται ἄρα Θεὸς πρόσφατος ὁ Υἱὸς, ὅπερ ἐστὶ τὸ ἀγένητον.
18tΑΛΛΟ.
19Εἰ τὸ γενητὸν καθόλου ἕτερόν ἐστι τοῦ ἀγενήτου,
20οὐ δεῖ αὐτῷ προσκυνεῖν. Ἀπηγόρευσε γὰρ τοῦτο τὸ θεῖον λόγιον. Εἰ δὲ τῷ Υἱῷ προστασσόμεθα προσ‐ κυνεῖν, οὐκ ἔτι δὲ καὶ ἑτέρῳ Θεῷ, ὅπερ ἐστὶ τὸ γε‐ νητόν· οὐ γενητὸς ἄρα ὁ Υἱός.
24tΑΛΛΟ.
25 Εἰ πᾶν τὸ γενόμενον δοῦλόν ἐστι τοῦ πεποιηκότος, ἀδυνάτως ἄρα ἔχει ἑτέρῳ τὴν ἐλευθερίαν ὀρέγειν, ἧς αὐτὸ οὐκ ἔτυχεν. Εἰ δὲ παρέχει ὁ Υἱὸς, οὐχ ὡς δοῦλος δηλονότι, Κύριος δὲ μᾶλλον καὶ Θεός.
29tΑΛΛΟ.
30 Εἰ πᾶσα ἡ κτίσις ὑπὸ φύσιν οὖσα τῇ φύσει δου‐ λεύει ὑφ’ ἣν καὶ πεποίηται, ἐλεύθερον δὲ πάντη τὸ θεῖον καὶ κρεῖττον ἀνάγκης φυσικῆς, δῆλον ὡς οὐ δεδούλωται φύσει Θεός. Ἐπεὶ δὲ Θεὸς ὁ Υἱὸς, οὐκ ἔσται ἄρα ὑπὸ φύσιν, ὅπερ τῶν γεγονότων ἐστὶν οἰ‐
35κεῖον. Ὁ δὲ τῆς πρὸς τὴν κτίσιν ὁμογενείας φυσικῶς ἀπῳκισμένος, πῶς οὐκ ἂν εἴη παρ’ αὐτὴν ἑτερο‐ φυής τε καὶ ξένος;
38tΑΛΛΟ.
39Εἰ μηδὲν τῶν ἐν τῇ κτίσει φυσικῶς ἀπηκρίβωται
40πρὸς τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ὁμοιότητα, ὅμοιος δὲ ὁ Υἱὸς, ὡς τὸν ὁρῶντα αὐτὸν, τὸν Πατέρα ὁρᾷν, οὐκ ἄρα κτίσμα ὁ τὴν ἐκείνου ἀπηκριβωμένως φέρων ὁμοιότητα.
44tΑΛΛΟ.
45 Εἰ πάντα τὰ κτίσματα δοῦλα τοῦ Θεοῦ, ἀλλ’ οὐ κύ‐ ρια τῆς δόξης, οὐκέτι δὲ ὁ Υἱός· τῆς γὰρ δόξης Κύ‐ ριος· οὐκ ἄρα κτίσμα τυγχάνει.
48tΑΛΛΟ.
49Εἰ πᾶν τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενεχθὲν,

75

.

304

(50)

αὖθις ἐνδέχεται καὶ εἰς τὸ μὴ ὂν χωρῆσαι, οὐκ ἔστι303

75

.

305

δὲ τοῦτο ἐνδεχόμενον ἐπὶ τοῦ Υἱοῦ, εἴπερ ἀληθῶς ἐστι Θεὸς, οὐκ ἄρα ἐκ τοῦ μὴ ὄντος ὁ Υἱὸς, ἀλλ’ ἐκ τοῦ ὄντως Πατρὸς γενητός.
4tΑΛΛΟ.
5 Εἰ κτισμάτων ἴδιον τὸ δύνασθαι ἁμαρτάνειν, οὐκ ἔτι δὲ καὶ τοῦ Υἱοῦ, οὐκ ἄρα κτίσμα τυγχάνει.
7tΑΛΛΟ.
8 Εἰ μηδὲν τῶν γεγονότων ἀνεδείχθη ποτὲ ἐκ μὴ ὅντων ποιοῦν οὐσίας, ποιεῖ δὲ ὁ Υἱὸς, πῶς τῶν γε‐
10γονότων ἐστίν;
11tΑΛΛΟ.
12 Εἰ πᾶν τὸ γενητὸν ὅμοιον ὡς πρὸς ἑαυτὸ κατὰ τὸν τοῦ πεποιῆσθαι λόγον, καὶ οὐδὲν οὐδενὸς διαφέρει καθὸ γέγονεν ἕκαστον· ἔστι δὲ γενητὸς καὶ ὁ Υἱὸς,
15οὐδενὸς ἄρα ἔσται διαφέρων ᾗ καὶ αὐτὸς γέγονεν. Εἰ δὲ πάντων τῶν γενητῶν κατὰ πάντα διαφέρει, δῆλον ὅτι καὶ κατὰ τὸν τῆς γενέσεως τρόπον, ὅπερ ἐστὶ τὸ μὴ γενέσθαι. Οὕτω γὰρ διοίσει τῶν γεγονότων. Εἰ δὲ τοῦτο, πῶς οὐ Θεός;
20tΑΛΛΟ.
21 Εἰ πᾶσα ἡ κτίσις ἐν διαστήματι ἤτοι χρόνῳ γέγο‐ νεν, οὐδὲν δὲ τούτων προλαμβάνει τὴν Υἱοῦ γέννησιν, οὐκ ἄρα γέγονεν αὐτός. Εἰ δὲ προλαμβάνεται διαστή‐ ματι χρονικῷ τε καὶ γενητῷ, πῶς πάντων ἐστὶ δη‐
25μιουργὸς, διαστήματι προλαμβανόμενος γενητῷ; Εἰ δ’ ἀγένητον εἴη τοῦτο τὸ διάστημα, συνάμιλλον εὑρή‐ σει Θεὸς τῆς ἑαυτοῦ ἀγενησίας τὸ διάστημα. Εἰ δὲ μήτε ῥοπὴ, μήτε διάστημα, μήτε ἄλλο τί ἐστι πρὸ τοῦ Υἱοῦ, πόθεν προϋπάρχειν λέγουσι τὸν Πατέρα,
30τοῦτο προϋπάρχειν σημαίνοντος οὐχ εὑρισκομένου;
31tΑΛΛΟ.
32 Εἰ μηδὲν τῶν γενομένων λέλεκταί τε καὶ ἔστιν ἐπὶ πάντων Θεὸς, ἔστι δὲ ἐπὶ πάντων Θεὸς ὁ Υἱὸς, οὐκ ἄρα τῶν γενομένων ἐστίν. Εἰ δὲ Θεὸς ἐπὶ πάν‐
35των ὑπάρχων ὁ Υἱὸς, καὶ γενητός ἐστιν, ἔστι δὲ ἐπὶ πάντων Θεὸς καὶ ὁ Πατὴρ, γενητὸς ἔσται κατ’ αὐ‐ τοὺς, ὅπερ ἀσεβὲς ἐννοεῖν.
38tΑΛΛΟ.
39Εἰ μηδὲν τῶν γενομένων τὰ αὐτὰ δύναται ποιεῖν
40τῷ Θεῷ, πάντα δὲ ἃ ποιεῖ ὁ Πατὴρ, ὁμοίως καὶ ὁ Υἱὸς, οὐκ ἄρα τῶν γενομένων ἐστίν.
42tΑΛΛΟ.
43 Εἰ πάντα τὰ γενητὰ ἐξ ἑτέρου τὸ εἶναι ἔχει, πολ‐ λῷ μᾶλλον τὸ λέγεσθαι αὐτοὺς θεούς. Εἰ δὲ μετοχῇ
45ἔχουσι τὸ εἶναι θεοὶ (οὐ φύσει δηλονότι θεοὶ τὰ γενη‐ τὰ), τοῖς δ’ οὐ φύσει θεοῖς προσκυνεῖν ἀπαγορευ‐ τέον. Εἰ δὲ τούτοις μὲν ἀπαγορευτέον, οὐκέτι δὲ καὶ τῷ Υἱῷ, οὐχ ὡς μὴ φύσει ἄρα Θεῷ ὅπερ ἐστὶ τὰ γεννητά.
50tΑΛΛΟ.
51Εἰ τὸν ἐκ μὴ ὄντων ὑφιστῶντα οὐσίας ἐνεδέχετο305

75

.

308

ὑφ’ ἑτέρου γενέσθαι, ποιεῖ δὲ ἐκ μὴ ὄντων ὁ Πατὴρ, ἐνδέχεται ἄρα αὐτὸν, κατ’ αὐτοὺς, ἐκ μὴ ὄντων γεγο‐ νέναι. Εἰ δὲ ἀπρεπὲς καὶ ἀδύνατον ἑτέρων φύσεων δημιουργὸν ἐννοεῖν ὑφ’ ἑτέρας ἐκτίσθαι φύσεως,
5ἀτοπώτερον ἄρα, τὸν ἁπάσης φύσεως αὐτουργὸν ὑφ’ ἑτέρας δημιουργεῖσθαι φύσεως ὑπολαμβάνειν. Καὶ γὰρ ἂν τὸ ποιοῦν ἐγίνετο καὶ τὸ γινόμενον ἐποίει, εἴπερ ὁ Υἱὸς γινόμενος ἐποίει, κατ’ ἐκείνους, ὅπερ ἐστὶν ἀτοπώτατον· εἴ γε μόνῃ προσήκει τηρεῖσθαι
10τῇ θείᾳ φύσει τὰ αὐτῆς ἐξαίρετα, ὧν ἓν καὶ πρῶ‐ τον ὑπάρχει τὸ ἐκ μὴ ὄντων δύνασθαι δημιουργεῖν.
12tΛΟΓΟΣ ΙΗʹ.
13tὍτι μὴ ταυτὸν κτίσμα καὶ γέννημα, μηδὲ τῷ
14κτίζειν τὸ γεννᾷν ἐπὶ Θεοῦ· καὶ ἄλλα διὰ τῆς
15εἰς ἄτοπον ἀπαγωγῆς ἔχοντα τὸ συμπέ‐
16tρασμα.
17tἈπολογία αὐτολεξεί.
18 Εἰ τὸ γέννημα τῷ κτίσματι ταυτὸν ἦν παρὰ Θεῷ, οὐκ ἂν ἐπὶ τὸν Μονογενῆ ἐφέρετο φωνή· «Οὗτός ἐστιν
20ὁ Υἱός μου ὁ ἀγαπητός·» ἅτε δὴ καὶ τῶν ἀψύχων κατὰ φύσιν υἱῶν ὄντων Θεοῦ, εἴπερ τὸ κτίσμα ταυ‐ τὸν τῷ γεννήματι τυγχάνει.
23tΑΛΛΟ.
24Εἰ ὥσπερ τὸ κτίσμα κυρίως λέγεται ἐφ’ ἡμῶν,
25οὕτως καὶ τὸ γέννημα, ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ Υἱοῦ, οὐδὲν ἡμῶν ἕξει πλέον εἰς ὑπεροχὴν κτίσμα καὶ γέννημα κυρίως ὤν.
28tΑΛΛΟ.
29Εἰ τὸ γέννημα καὶ τὸ κτίσμα ταυτὸν τυγχάνει,
30ἔστι δὲ κτίσμα καὶ τὸ Πνεῦμα τὸ ἅγιον, κατ’ αὐτοὺς, δῆλον ὅτι καὶ γέννημα. Εἰ δὲ καὶ τὸ Πνεῦμα γέν‐ νημα, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ γέννημα, καὶ τὰ πάντα γεννήματα, πῶς μονογενὴς ὁ Υἱὸς ὁ μετὰ πολλῶν ἀδελφῶν εἰσαγόμενος;
35tΑΛΛΟ.
36 Εἰ, εἴ τι κτίσμα Θεοῦ, τοῦτο καὶ γέννημα, οὐδὲν τῶν γεγονότων λείπεται τῆς υἱοθεσίας. Εἰ δὲ τοῦτο, μάτην ἡμῖν υἱοθεσίαν ἐπηγγείλατο ὁ Θεὸς, ἅτε δὴ καὶ τῶν ἀψύχως ἐχόντων τοῦτο κατὰ φύσιν, εἴπερ,
40εἴ τι κτίσμα, τοῦτο καὶ γέννημα κυρίως ἐστίν.
41tΑΛΛΟ.
42 Εἰ τὸ γέννημα καὶ τὸ κτίσμα ταυτόν ἐστιν, ἔστι δὲ τὸ γενόμενον Θεοῦ κτίσμα φύσει, κτίσμα Θεοῦ δηλον‐ ότι καὶ φύσει γέννημα Θεοῦ τὸ αὐτό. Εἰ δὲ τὸ φύ‐
45σει, ἀλλ’ οὐ θέσει γεννώμενον, ὁμοούσιον τῷ Θεῷ, πᾶν τὸ γενόμενον εὑρεθήσεται φύσει, εἴπερ τὸ κτίσμα φύσει καὶ γέννημα τυγχάνει, καὶ οὐ μετοχῇ.
48tΑΛΛΟ.
49Εἰ τὸ κτίσμα τοῦτο καὶ γέννημα κυρίως ἦν, πολλῷ307

75

.

309

μᾶλλον ὑπὲρ τὰ ἄλλα ἦσαν οἱ ἄγγελοι κυρίως υἱοί. Εἰ δὲ τὰ πολλῷ κρείττονα μέτρῳ κυρίως οὐκ εἰσὶν υἱοὶ (οὐδενὶ γάρ ποτε τῶν ἀγγέλων εἶπεν· Υἱός μου εἶ σὺ), οὐκ ἔσται ἄρα τὸ κτίσμα τοῦτο καὶ γέννημα
5κυρίως.
6tΑΛΛΟ.
7 Εἰ κτίσμα καὶ γέννημα ταυτόν ἐστιν, ὁ κτίζων ἔσται καὶ Πατήρ. Εἰ δὲ κτίζει ὁ Υἱὸς, ἔσται ὁ αὐτὸς καὶ Πατήρ. Εἰ δὲ τοῦτο, ἔσται Πατρὸς Πατὴρ ὁ
10ἀγένητος, οὐδὲν πλέον ἔχων τῆς καθ’ ἡμᾶς πραγμα‐ τείας ἐν τῇ ἑαυτοῦ θεογονίᾳ, εἴπερ τὸ γέννημα τοῦτο ὃ καὶ κτίσμα τυγχάνει.
13tΑΛΛΟ.
14Εἰ τὸ κτίσμα ἐστὶν ἀληθῶς καὶ γέννημα, καθάπερ
15ὁ Υἱὸς, ἔσται τῶν πάντων ἀδελφὸς ὁ Υἱὸς, οὐ μὴν Κύ‐ ριος ὁ Θεός. Εἰ δὲ ἔστι Κύριος καὶ Θεὸς, οὐκ ἄρα ἀδελφός. Εἰ τοίνυν τῷ Υἱῷ ὄντι μονογενεῖ οὐδὲν τῶν ὄντων ἐστὶν ἀδελφὸν, οὐδὲ γεννήματα κυρίως εἰσὶ τὰ λοιπὰ, εἰσὶ δὲ κτίσματα κυρίως· πῶς ἄρα
20ταυτὸν κτίσμα καὶ γέννημα;
21tΑΛΛΟ.
22 Εἰ τὸ ποίημα ἔσται καὶ γέννημα, ὁ ποιῶν ἔσται καὶ γεννήτωρ. Καὶ προάγων μὲν τὸ πᾶν ἐξ ἑαυτοῦ ὡς γεννήτωρ, ἔξωθεν δὲ τὸ αὐτὸ ποιῶν ὡς δημιουργός.
25Εἰ δὲ ἔξωθεν τοῦτο ποιεῖ ὃ καὶ τίκτειν ἐξ ἑαυτοῦ δύ‐ ναται, ἑνὸς ὄντος ἤδη τοῦ ἐπ’ ἀμφοῖν τρόπου, πῶς τὸ ἐν ἑνὶ πράγματι συναχθὲν, δύο πραγμάτων ἂν ἔχοι προσηγορίας, εἰ μὴ ἄρα θατέρα αὐτῶν εἴη δι‐ εψευσμένη;
30tΑΛΛΟ.
31 Εἰ τὸ κτίσμα τοῦτο καὶ γέννημα, κτίσμα δὲ, ὥς φασι, τὸ Πνεῦμα, δῆλον ὅτι καὶ γέννημα. Ἀλλ’ εἰ μὲν Πατρὸς, οὐκέτι μονογενὴς ὁ Υἱός. Εἰ δὲ Υἱοῦ, ἔσται Υἱὸς Υἱοῦ, εἴπερ τὸ κτίσμα τοῦτο καὶ γέννημα
35τυγχάνει.
36tὍτι μὴ τῷ κτίζειν τὸ γεννᾷν ταυτόν ἐστιν ἐπὶ
37tΘεοῦ.
38 Εἰ τὸ γεννᾷν καὶ τὸ ποιεῖν ταυτόν ἐστι παρὰ Θεῷ, γεννᾷ δὲ τὸν Υἱὸν ἀμεσιτεύτως, δῆλον ὅτι καὶ πάντα
40γεννᾷ ἢ ποιεῖ ἀμεσιτεύτως. Εἰ δὲ γεννᾷ μὲν οὐ διά τινος, οὐκέτι δὲ καὶ τὰ πάντα ποιεῖ ἀμεσιτεύτως, πῶς τὸ γεννᾷν ταυτόν ἐστι τῷ ποιεῖν παρὰ Θεῷ; Ποιεῖ δὲ σεισμὸν, λοιμὸν, κατακλυσμὸν, ταῦτα ἔσται γεννῶν ἃ ποιεῖ, εἴπερ τῷ ποιεῖν τὸ γεννᾷν ταυτόν
45ἐστι παρ’ αὐτῷ.
46tΑΛΛΟ.
47 Εἰ ὅθεν γεννᾷ Θεὸς, ἐκεῖθεν καὶ κτίζει, οὐδὲν ἀράχνου διοίσει, κατ’ αὐτοὺς, τοῦ τὸ κτίζειν παρὰ τὸ γεννᾷν οὐκ ἄλλως ἔχοντος. Ἀλλ’ οὗτος μὲν νόμῳ φύ‐

75

.

309

(50)

σεως ἀγόμενος, ὅθεν γεννᾷ, ἐκεῖθεν καὶ κτίζει. Θεὸς δὲ, οὐκ ὢν ὑπὸ φύσιν, ὡς ἀνάγκῃ φύσεως ὑποκείμενος παρ’ αὐτῶν ἀτιμάζεται.
53tΑΛΛΟ.
54Εἰ ἐπεὶ ἀσύνθετον τὸ Θεῖον, ὡσαύτως ἕχει τῷ γεν‐309

75

.

312

νᾷν τὸ ποιεῖν, ὡσαύτως ἕξει καὶ τὸ προγινώσκειν τῷ ποιεῖν, ἵνα καὶ ταύτῃ ᾖ ἀσύνθετον. Εἰ δὲ τοῦτο, ἔσται ποιῶν ἃ προγινώσκει κακὰ, εἴπερ ταυτὸν ταῦτα παρ’ αὐτῷ, ὅτι δὴ καὶ ἀσύνθετον.
5tΑΛΛΟ.
6 Εἰ τὸ γεννᾷν καὶ τὸ κτίζειν ὡσαύτως ἔχει Θεὸς, ἐπειδὴ ἀσύνθετος, καὶ τὸ ὁρᾷν τῷ γεννᾷν ταυτὸν ἂν εἴη παρ’ αὐτῷ, ἵνα πάντη ἐν αὐτῷ τὸ ἀσύνθετον ᾖ. Εἰ δὲ μὴ ὄντα παρ’ αὐτῷ ταῦτα ἀδιάφορα (οὐ γὰρ
10ὅπερ ὁρᾷ, τοῦτο πάντως καὶ τίκτει), τὸ ἁπλοῦν αὐτοῦ οὐ λυμαίνεται, οὐδὲ τὸ γεννᾷν δηλονότι αὐτὸν ἑτέρως καὶ κτίζειν ἄλλως, στέρησιν αὐτῷ τοῦ ἀσυνθέτου ἐργάζεται.
14tΑΛΛΟ.
15 Εἰ παρ’ οἷς τοῦ γεννᾷν τὸ κτίζειν ἕτερον, παρὰ τούτοις τὸ ἐξ ἑαυτῶν γεννᾷν, ἔξωθεν δὲ κτίζειν ὑπάρ‐ χει, παρ’ ᾧ δὲ τὸ γεννᾷν τῷ κτίζειν ταυτὸν, τὸ ἔξω‐ θεν κτίζειν οὐχ ὑπάρχει, ὡς οὐδὲ τὸ οἴκοθεν γεννᾷν. Εἰ δὲ τὸ ἔξωθεν μόνον αὐτῷ συγχωροῦσιν, ὅ ἐστι μὲν
20ποιεῖν, γεννᾷν δὲ οὐ θέλουσι, θέσει ἔσται πατὴρ ὁ κατὰ φύσιν δημιουργός.
22tΑΛΛΟ.
23 Εἰ τὸ γεννᾷν καὶ τὸ κτίζειν παρὰ Θεῷ, ἐπειδὴ ἀσύνθετος, ταυτόν ἐστιν, οὐκέτι δὲ καὶ παρ’ ἡμῖν,
25ἐπεὶ μὴ τοιοῦτοι, ἔσται ταυτὸν παρ’ αὐτῷ τὸ προνοεῖν τῷ γεννᾷν. Οὐ γὰρ ταυτὸ τοῦτο παρ’ ἡμῖν, ὅτι σύνθε‐ τοι· εἰ δὲ τὸ ἁπλοῦν αὐτοῦ καὶ ἀσύνθετον τὴν παρ’ ἡμῖν διαφορὰν οὐκ ἀλλοίαν εἶναι παρ’ αὐτῷ ἐξεβιά‐ σατο; οὐδὲ τὸ γεννᾷν αὐτὸν ἄλλως, καὶ κτίζειν ἑτέρως,
30στέρησιν αὐτῷ τοῦ ἀσυνθέτου ἐργάζεται.
31tΑΛΛΟ.
32 Εἰ τῷ γεννᾷν ταυτόν ἐστι τὸ ποιεῖν, ὁ γεννῶν ἔσται ποιῶν τὸ γεννώμενον, καὶ γεννῶν τὸ ποιούμενον. Ἀλλὰ τὸ μὲν ποιεῖν, ἐνεργείας ἐστὶ, φύσεως δὲ τὸ
35γεννᾷν. Φύσις δὲ καὶ ἐνέργεια οὐ ταυτόν· οὐκ ἄρα τῶ γεννᾷν τὸ ποιεῖν ταυτὸν ἔσται.
37tΑΛΛΟ.
38 Εἰ τῷ ποιεῖν δημιουργός τίς ἐστι, τῷ δὲ γεννᾷν πα‐ τὴρ, οὐκ ἂν εἴη ταυτὸν τὸ ποιεῖν τῷ γεννᾷν, εἴπερ
40ἕτερον μὲν ἔστι πατὴρ, δημιουργὸς δὲ ὁμοίως ἕτερον. Εἰ δὲ τῷ ποιεῖν ταυτόν ἐστι τὸ γεννᾷν, ὁ ποιῶν ἔσται καὶ πατήρ. Εἰ δὲ ἔστι ποιητὴς ὁ υἱὸς ἅμα τῷ πα‐ τρὶ, ὁ δὲ ποιῶν ἔστι καὶ πατὴρ, ἔσται καὶ αὐτὸς πατὴρ, ὅπερ ἄτοπον.
45tΑΛΛΟ.
46 Εἰ ταυτόν ἐστι πατὴρ καὶ δημιουργὸς, ἐπεὶ καὶ τῷ γεννᾷν τὸ ποιεῖν ταυτὸν, ἔστι δὲ ἐνεργείας ὄνομα ὁ δημιουργὸς, καὶ τὸ πατὴρ εἰκότως ἐνεργείας, ἀλλ’ οὐ σχέσεως ἂν εἴη· εἰ δὲ καὶ τοῦτο κἀκεῖνο ἐνεργείας

75

.

312

(50)

ἐστὶ, κατὰ τὸν αὐτὸν χρόνον ἔσται γεννῶν καὶ ποιῶν311

75

.

313

ὁ Θεὸς, τῆς ἐνεργείας καὶ ἐν τῷ γεννᾷν καὶ ἐν τῷ κτίζειν οὐκ ἄλλως ἐχούσης.
3tΛΟΓΟΣ ΙΘ.
4tΠρὸς τοὺς λέγοντας, ὅτι ὁ Υἱὸς οὐκ ἔστιν ἀληθι‐
5νὸς Λόγος τοῦ Πατρὸς, ἀλλ’ ἕτερός ἐστι παρ’ αὐτὸν τῇ φύσει καὶ ξένος, τὸ δὲ ἐντεῦθεν συν‐ αγόμενον, ὅτι καὶ ὁμοούσιος τῷ Πατρὶ, καὶ οὐκ
8tἔξωθεν, ἀλλ’ ἐκ τῆς οὐσίας ἐστὶν αὐτοῦ.
9tἈντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.
10 Εἰ Λόγος, φησὶν, ὁ Υἱός ἐστιν, ὁμοούσιον δὲ εἶναί φατε τῷ Πατρὶ, μὴ διαλλαττέτω κατά τι γοῦν ὡς πρὸς αὐτόν· οὕτω γὰρ ἂν εἴη καὶ ὁμοούσιος. Εἰ δὲ τοῦτο, καλείσθω καὶ ἔστω Λόγος καὶ ὁ Πατήρ. Ἀλλ’ οὐ παραδέξεται τοῦτο τῆς θείας Γραφῆς ὁ σκοπὸς,
15καὶ τῶν ἁγίων ἀποστόλων τὸ κήρυγμα. Πατέρα γὰρ οἶδε τὸν Πατέρα καὶ οὐχ Υἱόν· καὶ πάλιν τὸν Υἱὸν ἐν μόνῃ τῇ τοῦ Υἱοῦ προσηγορίᾳ τηρεῖ, οὐκ ἐῶσα κα‐ λεῖσθαι οὐδὲ εἶναι Πατέρα· ἕτερος ἄρα παρ’ αὐτόν ἐστι καὶ διεστηκὼς κατὰ τὴν οὐσίαν. Οὐκοῦν οὐδὲ
20Λόγος ἀληθινὸς, οὐδὲ ἐξ αὐτοῦ προελθὼν ὁ φύσει με‐ μερισμένος.
22tΠρὸς τοῦτο λύσις.
23 Καὶ ποῦ τὸν Ἰωάννην, ὦ βέλτιστε, θήσεις, Λόγον ἀποκαλοῦντα τὸν Υἱὸν, καὶ ταύτην αὐτῷ κυριωτάτην
25ἀνατιθέντα τὴν ἐπωνυμίαν καὶ τῆς οὐσίας αὐτοῦ μά‐ λιστα σημαντικήν; Φάσκει γάρ· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Ὁρᾷς ὅπως τῆς οὐσίας τοῦ Υἱοῦ παραστα‐ τικόν ἐστι τοὔνομα, καὶ τὸ καλεῖσθαι Λόγον, ὅπερ
30ἐστὶ κατὰ φύσιν σημαίνει. Θεὸς γὰρ ἦν ὁ Λόγος, φη‐ σίν. Εἰ δὲ μὴ φύσεως εἴη καὶ τῆς οὐσίας δηλωτικὸν ἐπὶ τοῦ Υἱοῦ τὸ Λόγος ὄνομα, σημαίνει τι πάντως ἕτερον. Καὶ γὰρ ζητεῖν ἀναγκαῖον, τί κατὰ φύσιν ὢν ὁ Υἱὸς, ἐκλήθη Λόγος, εἰ μὴ τὴν οὐσίαν αὐτοῦ σημαί‐
35νει τοὔνομα. Οἷον τέκτονά τις εἰπὼν, ἢ λιθοξόον, ἢ ταχυγράφον, οὐ τί ἐστι κατὰ φύσιν σημαινόμενον ὁρί‐ ζεται, ἀλλ’ οἷον ἔχει τὸ ἐπιτήδευμα μηνύει. Εἰ τοίνυν οὐ τὴν οὐσίαν τοῦ Υἱοῦ σημαίνει τοὔνομα, καὶ τὸ κα‐ λεῖσθαι Λόγον, οὐ τί ἐστιν κατὰ φύσιν παρίστησιν
40αὐτὸν, ἀλλὰ φέρε εἰπεῖν οἷον ἔχει τὸ ἐπιτήδευμα, τί μάτην τὸν εὐαγγελιστὴν θαυμάζομεν; Πῶς δὲ ὁ υἱὸς ἐκλήθη βροντῆς ὡς μέγα τι λαλήσας καὶ ὑπέρογκον; Καίτοι πολλοῖς ἑτέροις ὀνόμασιν ἀποκαλούσης τὸν Υἱὸν τῆς θείας Γραφῆς, ἀλλὰ Λόγον εἰρηκὼς, παρά‐
45δοξόν τι καὶ ὑπερφυὲς ἐφθέγξατο· καὶ οὐδὲν ἕτερον ἐπ’ αὐτῷ προστέθεικεν, οἷον ἐπὶ τοῦ Παύλου φαίνεται, τὸ, «Παῦλος ἀπόστολος.» Ἠρκέσθη δὲ τῷ εἰπεῖν, Λόγον, εἰς τὸ παραστῆσαι τοῦ Υἱοῦ τὴν οὐσίαν. Αὐ‐ τὸς ἄρα ἐστὶν ὁ ἀληθινὸς Λόγος τοῦ Πατρὸς, καὶ οὐχ

75

.

313

(50)

ἕτερός τις παρ’ ἐκεῖνον.
51tΑΛΛΟ.
52 Εἰ διὰ ταύτην ὑπειλήφασι τὴν αἰτίαν οἱ χριστομά‐ χοι μὴ εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρὶ, ἐπεὶ μήτε ὁ Πατὴρ Λόγος ἐστὶ, μήτε ὁ Λόγος Πατὴρ, καὶ τὴν
55ἑνότητα τῆς φύσεως τῷ διαφόρῳ τῶν ὀνομάτων δια‐313

75

.

316

τέμνειν δύνασθαι πεπιστεύκασι, λεγέτωσαν ἡμῖν πῶς ὁ προπάτωρ Ἀδὰμ ὁμοούσιος ἔσται πρὸς τὸν ἐξ αὐ‐ τοῦ γεγονότα, οὔτε αὐτὸς Ἄβελ εἶναι δυνάμενος, οὔτε μὴν τοῦ Ἄβελ ἐσομένου ποτὲ Ἀδάμ. Ἀλλ’ οὐκ ἐκ‐
5βάλλει τῆς οὐσίας τὴν ταυτότητα, ἡ τῶν ὀνομάτων διαφορά. Καὶ τοῦτο ἐπὶ γενητῆς καὶ κτιστῆς οὐσίας. Πῶς οὖν οὐκ ἀσεβὲς ἐπὶ τῆς ἀγενήτου φύσεως ἐκεῖνο δοξάζειν, πάντα ὑπερκειμένης τὰ γενητά; Ὡς οὖν εἴπερ ἦν ἑτεροούσιος, οὐκ ἂν ἦν Λόγος ἀληθινὸς, οὕ‐
10τως ἐπειδήπερ ὁμοούσιος, ἀληθινὸς ἂν εἴη Λόγος.
11tΑΛΛΟ.
12 Σημαντικὰ μὲν τὰ ὀνόματα τῶν οὐσιῶν ἐστι, τὰ πρῶτα δὴ μάλιστα καὶ τὰ κυριώτατα· ἀλλὰ πολλὴν ἄν τις ἐν τούτοις ἴδοι τὴν διαφοράν. Τὰ μὲν γὰρ κα‐
15θολικώτερον τὰ ὄντα σημαίνει, καὶ γενικὴν ποιεῖται τὴν δήλωσιν· τὰ δὲ εἰς τὸ καθ’ ἓν τὰ καθόλου σημαι‐ νόμενα διατέμνοντα, πολλὰ τὰ ὄντα φαίνεσθαι ποιεῖ. Οἷον φέρε εἰπεῖν, τὸ ἄνθρωπος ὄνομα ἁπλῶς τε καὶ ἀπολελυμένως λεγόμενον, σύμπαν σημαίνει τὸ ἀνθρώ‐
20πειον γένος, ἢ τὴν οὐσίαν αὐτήν· τὸ δὲ Παῦλος τυ‐ χὸν ἢ Πέτρος, Ἰάκωβος ἢ Κηφᾶς, εἰς τὸ καθ’ ἕνα σχίζον τὴν ἀνθρωπότητα, πολλοὺς εἶναι τοὺς ἀνθρώ‐ πους ποιεῖ. Οὐκοῦν ἡ τῶν ὀνομάτων διαφορὰ λαμβά‐ νεται μὲν ἐπὶ τῶν ὁμοουσίων, οὐ μὴν ἐκβάλλει τῆς
25πρὸς ἄλληλα φυσικῆς ἐμφερείας τὰ τοῖς αὐτοῖς εἴδε‐ σιν ὑποπίπτοντα. Ὅταν οὖν ὁ μὲν Πατὴρ λέγηται Πατὴρ, ὁ δὲ Υἱὸς Λόγος, οὐκ ἔσται τὴν φύσιν ἢ οὗτος πρὸς ἐκεῖνον, ἢ ἐκεῖνος ὡς πρὸς τοῦτον ἀνόμοιος, ἐν μόνοις ὀνόμασιν ἔχοντες τὴν διαστολήν. Δέδεικται γὰρ
30ὡς οὐκ ἀνατρέψει τῶν ὁμοφυῶν τὴν πρὸς ἄλληλα φυσικὴν ὁμοιότητα τῶν ὀνομάτων ἡ διαφορά. Οὐδὲν ἄρα κωλύει τὸν Υἱὸν ὁμοούσιον εἶναι τῷ Πατρὶ, κἂν Υἱὸς καλεῖται καὶ μὴ Πατὴρ αὐτός ἐστιν ὁ ἀληθινὸς αὐτοῦ Λόγος. Ἁπλῆ γὰρ οὖσα ἡ τοῦ Πατρὸς οὐσία,
35οὐδὲν ἕτερον ἐπιδέξεται μεσολαβοῦν τὴν γέννησιν τοῦ ἐξ αὐτοῦ φυσικῶς προελθόντος Λόγου, καὶ ὡς ἓν ὄν‐ τως πρὸς αὐτὸν, καθὸ φύσει καὶ αὐτὸς Θεὸς καὶ ζῶν ἐκ ζῶντος ἐξελάμφθη Πατρός.
39tἈντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.
40 Ἐν τοῖς Εὐαγγελίοις, φησὶν, εὑρίσκομεν λέγοντα τὸν Υἱὸν ὡς πρὸς τὸν Πατέρα· «Πάτερ, δόξασόν σου τὸν Υἱὸν,» ἀντακούοντα δὲ παρ’ αὐτοῦ· «Καὶ ἐδό‐ ξασα, καὶ πάλιν δοξάσω.» Καὶ πῶς ἂν εἶναι δύναιτο Λόγος τοῦ Πατρὸς κατὰ ἀλήθειαν ὁ Υἱὸς, ὅπου φαί‐
45νεται πρὸς αὐτὸν διαλεγόμενος ὁ Πατήρ; διάλεξις δὲ λόγου χωρὶς οὐκ ἂν γένοιτό ποτε. Ἢ τοίνυν αὐτὸς ἑαυτῷ ἔσται διαλεγόμενος, ἢ εἴπερ ὄντως λέγει τι πρὸς αὐτὸν ὁ Πατὴρ, ἕτερός ἐστι παρὰ τὸν ἐνδιάθε‐ τον καὶ ἐνυπάρχοντα τῷ Θεῷ κατὰ φύσιν Λόγον, ὃς

75

.

316

(50)

λαλεῖ πρὸς αὐτὸν, κατὰ βούλησιν τοῦ Πατρός.
51tΠρὸς ταῦτα λύσις.
52 Οὐ παύσῃ συκοφαντῶν τὴν ἀσώματον οὐσίαν, λόγον ἐξ αὐτῆς ἀποτελεῖσθαι πιστεύων τοιοῦτον, ὁποῖος ἂν εἴη καὶ ὁ ἀνθρώπινος, διὰ χειλέων καὶ γλώττης ἀπο‐
55κτυπούμενος· καὶ τὴν τοῦ πέλας προσαράσσων ἀκοὴν,
ἵνα δὴ καὶ γένοιτο σαφὴς τοῦ λαλοῦντος ἡ βούλησις.315

75

.

317

Εἰ γὰρ ἐθελήσαις ἀποσώζειν τῇ ἀσωμάτῳ φύσει τὸν αὐτῇ κατάλληλον λόγον, οὐ τοιαύτην εἶναι νομιεῖς τοῦ Πατρὸς τὴν φωνὴν, ὡς εἰς ἀκοὴν φέρεσθαι σωμα‐ τικῶς. Οὐ γὰρ μόνος ὁ Κύριος ἠκροάσατο τοῦ Πατρὸς
5λέγοντος· «Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω·» ἀλλὰ γὰρ καὶ οἱ συνόντες αὐτῷ. Διδάσκων δὲ σαφῶς ὁ Χρι‐ στὸς, ὅτι κυρίως καὶ φυσικῶς οὐκ ἐκείνη τοῦ Πατρὸς ἦν ἡ φωνὴ, ἀλλά τις κτύπος φωνῇ προσεοικὼς ἐξήγ‐ γελλε τοῦ Πατρὸς τὴν ἐφ’ Υἱῷ βούλησιν. Καὶ ὅτιπερ
10εἴη τίμιος παρ’ αὐτῷ, λέγει πρὸς τοὺς ἀκροωμένους· «Οὐ δι’ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι’ ὑμᾶς.» Πρόσχες γὰρ ἀκριβῶς ὡς οὐκ ἔφησεν, Οὐ δι’ ἐμὲ λελά‐ ληκεν ὁ Πατὴρ, ἢ ἐβόησεν, ἢ ἕτερόν τι τοιοῦτον, ἀλλ’ ὅτι «Οὐ δι’ ἐμὲ γέγονεν ἡ φωνὴ, ἀλλὰ δι’ ὑμᾶς.»
15Εἰ τοίνυν διά τινος θείας ἐνεργείας γέγονεν ἡ φωνὴ, οὐ διὰ Χριστὸν, ὡς αὐτός φησιν, ἀλλὰ διὰ τοὺς συν‐ όντας αὐτῷ, ἀμήχανον δὲ ἦν ἀνθρώπους ὄντας ἑτέ‐ ρως δύνασθαι μαθεῖν τοῦ Πατρὸς τὴν βούλησιν, εἰ μὴ ἀνθρωπεία πρὸς αὐτοὺς ἐγένετο φωνή· τί μάτην τὰ
20οἰκονομικῶς γεγονότα καὶ ἀνθρωπίνως διοικούμενα δι’ ἡμᾶς πάλιν ἀναφέρεις ἐπὶ τὴν ἀσώματον οὐσίαν, ῥιψοκινδύνως τὰ τῇ γενητῇ πρέποντα φύσει καὶ ἐπὶ τὴν ἀγένητον ἀνατιθείς;
24tΑΛΛΟ.
25tἈντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.
26 Φαίνεταί που λέγων, φασὶν, ὁ Πατὴρ πρὸς τὸν Υἱόν· «Ποιήσωμεν ἄνθρωπον.» Καὶ αὐτὸς δὴ πάλιν ὁ Σωτὴρ πρὸς Ἰουδαίους διαλεγόμενος λέγει· «Ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ’ ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς,
30ταῦτα ἀπαγγέλλω ὑμῖν.» Ἆρ’ οὖν εἴ τις ὑμᾶς ἔροιτο τοὺς ἐπὶ δογμάτων ὀρθότητι μεγαλαυχουμένους, πό‐ τερόν ποτε ὡς πρὸς εἰδότα τὸν Υἱὸν ὁ Πατὴρ ὅπερ ἔμελλεν ἐρεῖν διαλέγεται, ἢ ὡς πρὸς μὴ εἰδότα, τί ἂν ἀποκρίνοισθε; Εἰ μὲν οὖν οὐκ οἶδε, μανθάνει δὲ
35τότε ὅταν ὁ τοῦ Πατρὸς λόγος πρὸς αὐτὸν γένηται περί τινος, ἕτερός ἐστι παρὰ τὸν ὄντα φύσει· εἰ δὲ οἶδε, πῶς οὐκ ἀμαθὲς καὶ ἀνόητον τὸ πρὸς εἰδότα λέγειν ὥσπερ οὐκ εἰδότα; Καὶ ἐπ’ ἀνθρώπων γὰρ οὐκ ἔξω λόγου τὸ τοιοῦτον κείσεται. Εἰ δὲ ἄτοπον
40τοιούτῳ τινὶ περιπίπτειν φάναι τὸν Θεὸν, δῆλον ὅτι ὡς πρὸς οὐκ εἰδότα λέγει. Οὔτε οὖν αὐτός ἐστιν ὁ ἐνδιάθετος Λόγος, οὔτε μὴν οἶδεν ἅπερ βούλεται ὁ Θεὸς καὶ Πατὴρ, εἰ μὴ γένοιτο πρὸς αὐτὸν ὁ παρ’ αὐτοῦ λόγος.
45tΠρὸς τοῦτο λύσις.
46 Οὐδὲν οὖν διοίσει προφητῶν ὁ ἐν προφήταις λαλῶν τοῦ Θεοῦ Λόγος, καὶ τὰ ἐσόμενα προμηνύων αὐτοῖς· οὐ γὰρ εἶχον ἐξ ἑαυτῶν τὸ εἰδέναι ταῦτα· μόνῳ δὲ ἁρμόζει Θεῷ ἐσομένων ἡ πρόγνωσις. Καὶ τί ποιήσω‐

75

.

317

(50)

μεν, τοῦ Κυρίου σαφῶς ἑαυτὸν τῆς πρὸς ἐκείνους ἰσότητος ἀποδιορίζοντος; δι’ ὧν οὕτω φησίν· «Εἰ
ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγέ‐317

75

.

320

νετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφὴ, ὃν ὁ Θεὸς ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ Θεοῦ εἰμι.» Καὶ γὰρ εἰ τὴν πρὸς τοὺς προφήτας εἶχεν ἰσότητα φυσι‐
5κὴν, οὐκ ἂν ὡς ἐκ τοῦ ἐλάττονος τῶν καθ’ ἑαυτὸν ἐποιεῖτο τὴν σύγκρισιν, τὰ ἐκείνων λαμβάνων εἰς παραδείγματος δύναμιν. Λέγων γὰρ, «Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο,» σα‐ φῶς ἀποδείκνυσιν οὐ λόγον γεγενῆσθαι Θεοῦ πρὸς αὐ‐
10τὸν, ὥσπερ καὶ πρὸς ἐκείνους, ἀλλ’ ὅτιπερ αὐτὸς εἴη τοῦ Πατρὸς ὁ λόγος ὁ πρὸς τοὺς προφήτας λεγόμενος. Πῶς οὖν ὁ τοσοῦτον τῶν προφητῶν ἀπεσχοινισμένος καὶ ἄνω που κείμενος, οὐδὲν ἕξει πλέον αὐτῶν κατὰ τὴν σὴν, ὦ βλάσφημε, τόλμαν;
15tΑΛΛΟ.
16 Εἰ οὐκ οἶδεν ὁ Υἱὸς τὴν τοῦ Πατρὸς βούλησιν, ἐκδέ‐ χεται δὲ, καθάπερ οἱ χριστομάχοι νομίζουσι, τὸν παρ’ αὐτοῦ λόγον, ἵνα δή ποτε καὶ μάθοι, καὶ ὥσπερ πρός τινα τῶν προφητῶν ὁ Πατὴρ διαλέγεται πρὸς αὐτὸν,
20ἴσος ἄρα προφήταις ἐστί. Ποῖ δὴ οὖν ἄρα χωρήσει πάλιν ἡμῖν ὁ ἅγιος Ψαλμῳδὸς ἐν Πνεύματι λέγων, ὅτι «Τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; καὶ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;» Ἰδοὺ γὰρ ἐνθάδε σαφῶς οὐδένα φησὶν οὔτε ἐν προφήταις,
25οὓς καὶ νεφέλας τροπικώτερον λέγει, οὔτε μὴν τοῖς εἰς υἱότητα Θεοῦ καταταττομένοις διὰ τῆς χάριτος, ἴσον ἔσεσθαι τῷ κατὰ φύσιν Υἱῷ. Πῶς οὖν ἀληθεύσει Δαβὶδ ὁ ἐν Πνεύματι τὰ τοιαῦτα λέγων, εἴπερ καὶ λόγος τοῦ Πατρὸς πρὸς αὐτὸν γίνεται, καθάπερ πρὸς τοὺς
30ἁγίους, καὶ οὐκ οἶδε τὴν τοῦ Πατρὸς βούλησιν καθά‐ περ ἐκεῖνοι, ἀλλ’ ἐκδέχεται τὴν ἀποκάλυψιν αὐτῆς διὰ τῆς ἀκροάσεως; Εἰ δὲ δύσφημον τὸ ψεύδεσθαι τὸ Πνεῦμα λέγειν, δύσφημον δὲ πάντως, καὶ οὐχ ἑτέρως ἔχον, ὑπερέξει προφητῶν ὁ Κύριος ἀσυγκρί‐
35τοις ὑπεροχαῖς, αὐτὸς ὢν ὁ ἀληθινὸς λόγος καὶ ἡ τοῦ Πατρὸς βούλησις καὶ σοφία.
37tΑΛΛΟ.
38 Εἰ ἕτερός ἐστιν ὁ ἐνυπάρχων τῷ Πατρὶ κατὰ φύσιν Θεὸς Λόγος παρὰ τὸν ἐν ταῖς θείαις Γραφαῖς σημαι‐
40νόμενον, καὶ κεῖται μέν τις ἐν Πατρὶ κεκρυμμένος καὶ ἐνδιάθετος· ἕτερος δέ τίς ἐστιν ἐξαγγελτικὸς τῶν παρ’ αὐτοῦ λαλουμένων, ὃν καὶ Ἰωάννης Θεὸν Λόγον εἶναί φησι, πῶς ἔτι τῷ Θεῷ καὶ Πατρὶ τὸ ἁπλοῦν καὶ ἀσύνθετον σωθήσεται; Εἴπερ ἀναγκαίως ὁ κεκρυμ‐
45μένον τι καὶ ἐμφανὲς ἔχων, ἁπλοῦς οὐκ ἂν εἴη, σύν‐ θετος δὲ μᾶλλον καὶ ἐκ δύο συγκείμενος. Ἔστι δὲ ἁπλοῦς κατὰ φύσιν ὁ Θεὸς, καὶ οὐδὲν ἐν αὐτῷ σύν‐ θετον. Εἶς ἄρα Λόγος ἐν αὐτῷ φυσικός τε καὶ ἐνδιά‐ θετος ὁ Υἱός.
50tΑΛΛΟ.
51 Εἰ, καθάπερ οἱ χριστομάχοι τολμῶσι λέγειν, ἕτερος ὢν παρὰ τὸν ἐνυπάρχοντα φύσει Θεὸν Λόγος ὁ διὰ τῶν Εὐαγγελίων ἡμῖν κηρυττόμενος, οὐκ οἶδε τὰ κε‐ κρυμμένα τοῦ Πατρὸς, μανθάνει δὲ ὅτε πρὸς αὐτὸν
55διαλέγεται· ἐξ ἀγνωσίας ἄρα εἰς γνῶσιν ἔρχεται,
καὶ ἐξ ἀνοίας εἰς νόησιν. Καὶ πῶς ἀληθεύσει λέγων·319

75

.

321

«Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν.» Πῶς δὲ ἀπαράλλα‐ κτος εἰκὼν ἔσται τοῦ γεγεννηκότος, εἰ καθάπερ ἄν‐ θρωπος ἀγνοίᾳ κρατεῖται; Χρὴ γὰρ πάντως ἢ καὶ τὸν Πατέρα λέγειν τι τῶν ἐσομένων ἀγνοεῖν, ἢ εἰ πάντα
5γινώσκει, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἔχει τὸν Υἱὸν, ἀδύνατον μὴ τοιαύτην ἔχειν αὐτὸν τὴν γνῶσιν, ὁποίαν καὶ ὁ Πατὴρ, οὗ καὶ ἔστι χαρακτὴρ καὶ εἰκὼν ἀπαράλλακτος.
9tἈντίθεσις ὡς ἐκ τοῦ Εὐνομίου.
10 Καὶ τίς οὕτω, φησὶν, ἀμαθὴς ὡς τολμῆσαι λέγειν τὰ ὀνόματα κατὰ πραγμάτων κείμενα, μὴ ἕτερα εἶναι παρ’ αὐτά; Ἰδοὺ γὰρ, ὁ μὲν οὐρανὸς, ἔργον οὕτω μέγα καὶ ἐξαίρετον Θεοῦ· τὸ δὲ ὄνομα, δι’ οὗ σημαίνεται, ἕτερόν ἐστι παρ’ αὐτόν· καὶ γνωσόμεθα
15τοῦτο ἐντεῦθεν. Ὁ μὲν γὰρ οὐρανὸς πρᾶγμά ἐστιν ὁρατὸν, τὸ δὲ ἐπ’ αὐτῷ κείμενον ὄνομα οὐ ταῖς ὄψεσιν ὑποπίπτει, ἀλλ’ ἔστι μόνον ἀκουστόν. Οὐκ οὖν διὰ τὸ λέγεσθαι Λόγος ὁ Υἱὸς, πάντως ἐστὶ τοῦτο ὃ νοοῦσί τινες, ἀλλὰ καλεῖται μὲν Λόγος, ἔστι δὲ ἕτερόν τι
20κατὰ φύσιν.
21tΠρὸς ταῦτα λύσις.
22 Σιωπᾷν ἔδει, καὶ μηδὲν ἀποκρίνεσθαι πρὸς τὴν οὕτως ἀνόητον τοῦ λόγου κατασκευήν. Ὅμως δ’ οὖν ἐρωτητέον τοὺς ὅσοι τὰ τοιαῦτά φασιν, εἰ μὴ τὰ ὀνό‐
25ματα κυρίως κατὰ πραγμάτων κείμενα, τὰς οὐσίας αὐτῶν σημαίνει, κἂν ἕτερα παρὰ ταῦτα τυγχάνῃ. Καὶ γοῦν τὸ ἄνθρωπος ὄνομα, σημαίνει μὲν τοῦ ἀνθρώπου τὴν φύσιν, ἕτερον δέ τί ἐστι παρ’ αὐτόν. Ὁ μὲν γὰρ ἄνθρωπος πρᾶγμα ὁρατὸν, τὸ δὲ ἐπ’ αὐτῷ ὄνομα μό‐
30νον ἀκουστόν. Οὐκοῦν εἴ τις ἄνθρωπον ὀνομάσαι, ἐπειδὴ μὴ τοῦτό ἐστι πάντως ὃ σημαίνει τοὔνομα, κατὰ τὸν ἐκείνων συλλογισμὸν, ἕτερόν τι νοείτω, καὶ μὴ πάντως τοῦτο ὃ σημαίνει τοὔνομα. Εἰ δὲ μανίας ἀνάμεστον τοῦτό γε, οὐκ ἀποβλητέον τὰς τῶν ὀνομά‐
35των κυριολογίας, οὐδὲ ἕτερόν τι παρὰ τὸ σημαινόμε‐ νον δι’ αὐτῶν νοητέον· ἀργήσει γὰρ οὕτω τῶν αἱρε‐ τικῶν ἡ μανία. Δεικνύτω δὲ ἡμῖν ὁ δεινὸς εἰς λογι‐ σμοὺς ὅτι μὴ κύριον ὄνομα τῷ Υἱῷ τοῦ Θεοῦ τὸ Λό‐ γος, καὶ ἀντιταττέσθω ταῖς θείαις Γραφαῖς, καὶ τῷ
40μακαρίῳ εὐαγγελιστῇ Ἰωάννῃ, πρεπωδεστάτην καὶ κυριαιτάτην εἰδότι τοῦ Υἱοῦ τὴν προσηγορίαν διὰ τοῦ καλεῖσθαι Λόγον· «Ἐν ἀρχῇ γὰρ, φησὶν, ἦν ὁ Λόγος.»
44tἈντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.
45 Καὶ πῶς ἂν δύναιτο, φησὶ, λόγος εἶναι τοῦ Πατρὸς καὶ σοφία ὁ Υἱὸς, εἴπερ ἡ μὲν σοφία ἐπιστήμη ἐστὶν, ὁ δὲ λόγος ῥήματος ἀργὴ προφορά; Ἐπιστήμη δὲ οὐκ ἐνυπόστατόν τί ἐστιν, ἀλλ’ οὐδὲ ζῶον καὶ λόγος ὁμοίως. Ὁ δὲ Υἱὸς ζῶόν ἐστιν· οὐκ ἄρα ἐπιστήμη,

75

.

321

(50)

οὐδὲ σοφία, οὐδὲ λόγος. Εἶτα πρὸς τούτῳ, πῶς ἂν γένοιτο λόγος ἐν λόγῳ, ἀδυνάτου παντάπασιν ὄντος τοῦ τὸ ὅμοιον ἐν ὁμοίῳ γίνεσθαι; οὐδὲ γὰρ ἂν γένοιτο
χρῶμα ἐν χρώματι. Εἴπερ οὖν ἦν ὁ λόγος ὄντως ὁ321

75

.

324

φύσει τοῦ Πατρὸς Υἱὸς, πῶς ἂν πρὸς αὐτὸν ἐγένετο λόγος, φέρε εἰπεῖν, ἐν τῷ, «Ποιήσωμεν ἄνθρω‐ πον;»
4tΠρὸς τοῦτο λύσις.
5 Σκανδαλίζῃ πάλιν οὐκ ἀναβαίνων τὰ ἀνθρώπινα· ἀλλ’ ὥσπερ ἐπιλελησμένος ὅτι σοι περὶ τῆς θείας οὐ‐ σίας ὁ λόγος ἐστὶν, ἐκ τῶν καθ’ ἡμᾶς ὁρίζῃ τὰ ἐκείνῃ προσόντα. Ἢ οὐκ οἶσθα ὅτι τοῖς καθ’ ἡμᾶς ὀνόμασι τὸ Θεῖον ἀποκαλεῖται, πάντα δὲ ἑτέρως ἐστὶν ἢ καθά‐
10περ ἡμεῖς; Οὐ γὰρ ἐπειδήπερ ὁ μὲν ἀνθρώπου λόγος ἀνυπόστατος καὶ γλώττης ἐξήχημα πρὸς ἀέρα πεμπό‐ μενον, διὰ τοῦτο καὶ ὁ θεῖος ὡσαύτως ἕξει λόγος, ἀλλὰ ζῶν ἐκ ζῶντος, καὶ ὑφεστηκὼς ἐξ ὑφεστηκότος ἐστί. Καὶ πάλιν, οὐκ ἐπειδήπερ ἡ ἐν ἡμῖν σοφία καὶ
15ἐπιστήμη οὐκ ἐν ὑποστάσει κεῖται καθ’ ἑαυτὴν, διὰ τοῦτο καὶ ἡ ἐνυπάρχουσα τῷ Θεῷ σοφία τὸ ἐνυπό‐ στατος εἶναι καθ’ ἑαυτὴν ζημιωθήσεται. Ἀλλ’ εἴπερ ὁμολογεῖς μὴ καθ’ ἡμᾶς εἶναι τὸν Θεὸν, ὁμολογεῖς δηλονότι καί πως τὰ αὐτοῦ μὴ εἶναι τῶν καθ’ ἡμᾶς,
20ἀλλ’ ὑπὲρ ἡμᾶς τοσοῦτον, ὅσον καὶ κατὰ τὸν τῆς οὐ‐ σίας λόγον διέστηκεν.
22tΑΛΛΟ, πρὸς τὸ αὐτό.
23 Ἠγνόησεν ὁ σοφὸς, ὡς οἴεται, καὶ ὀξὺς εἰς τὸ νοεῖν ἀμέτρῳ περιπεσὼν δυσφημίᾳ· ζῶον γὰρ ὀνομάζει
25τὸν Κύριον, οὐκ εἰδὼς ὅτι τὸ ζῶον ἕτερόν ἐστι παρὰ τὴν ζωὴν, ὥσπερ ἡ ἐπιστήμη παρὰ τὸν ἐπιστήμονα. Ζωὴν μὲν γὰρ εἴ τις λέγοι, αὐτὸ σημαίνει τὸ πρᾶγμα τὸ ἔν τισι γινόμενον καὶ ζωοποιοῦν αὐτά· ζῶον δὲ λέγων, τὸ μετέχον τοῦ ζωοποιοῦντός φησιν. Ἀλλ’ οὐχ
30οὕτως ἑαυτὸν ὁ Κύριος ὀνομάζων φαίνεται, ζωὴν δὲ μᾶλλον ἀποκαλεῖ. Εἰ δὲ ζωὴ ὑπάρχων καὶ ζῶόν ἐστι κατὰ τὴν ἐκείνου φρενοβλάβειαν, λεγέσθω καὶ ὁ Πα‐ τὴρ ζῶον, ἐπειδήπερ φαίνεται λέγων· «Ζῶ ἐγὼ, λέ‐ γει Κύριος.» Ἀλλὰ ταῖς ἐκείνου φλυαρίαις ἐῤῥῶσθαι
35φράσαντες, καὶ τὸ ἀποστολικὸν ἐκεῖνο προσθέντες· «Τὰ νοήματά σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν,» ἐπὶ τὴν ὀρθότητα τῶν δογμάτων δραμούμεθα, καὶ οὐ ζῶον κατ’ ἐκείνους, ἀλλὰ ζωὴν ἐροῦμεν τὸν Κύριον, ζωο‐ γονοῦσαν τὰ πάντα ὡς ἐν αὐτῷ κινεῖσθαι καὶ εἶναι,
40κατὰ τὴν Παύλου φωνήν.
41tΑΛΛΟ, εἰς τὸ αὐτό.
42 Λόγον ἡ θεία Γραφὴ τὸν Υἱὸν ὀνομάζειν, καὶ προ‐ φορὰν ῥημάτων τοιούτων ὁποῖά ἐστι τὰ ἀνθρώπινα, φαντάζεται πάλιν ὁ γοργὸς εἰς ἀβουλίαν καὶ νεανικὸς
45εἰς τὸ μὴ νοεῖν ὀρθῶς τὰ θεῖα μυστήρια· οὐκ εἰδὼς ὅτι κατὰ μὲν τὴν ἡμετέραν συνήθειαν οὔτως αὐτὸν αἱ θεῖαι κηρύττουσι Γραφαί. Διαλέγεται δὲ ἀῤῥήτως Πατὴρ πρὸς Υἱὸν, ἔχοντος αὐτοῦ φυσικῶς τοῦ εἰδέναι τοῦ τεκόντος τὴν βούλησιν, οὐ λόγον ἐκφαίνειν δυνά‐

75

.

324

(50)

μενον τὰ κεκρυμμένα περιμένοντος, ἐπεὶ καὶ αὐτός ἐστιν ὁ Λόγος. Ὅτε τοίνυν ἐπὶ Θεοῦ τι λέγεται τῶν ὅσα μᾶλλον ἀνθρώποις ἐστὶ πρεπωδέστερα, ἀναβαι‐
νέτω τὰ καθ’ ἡμᾶς ὁ ἀκροώμενος, καὶ ἐπὶ τὴν323

75

.

325

πνευματικὴν καὶ τὴν ἐν νοήσει τῇ θείᾳ τρεχέτω κατάληψιν.
3tἈντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.
4Ἀλλ’ οὐκ ἐξαρκεῖ, φησὶν, εἰς Υἱοῦ δήλωσιν τὸ
5Λόγος ὄνομα, οὐδ’ ἂν γένοιτο σαφὴς ἡ οὐσία αὐτοῦ διὰ τῆς τοιᾶσδε προσηγορίας· φέρεται γὰρ καὶ κατὰ πολλῶν ἑτέρων ῥημάτων ἀργῶν τε καὶ ἀνυπο‐ στάτων.
9tΠρὸς ταῦτα λύσις.
10 Οὐκοῦν ἀτονήσει πρὸς τὸ παραστῆσαι τοῦ Θεοῦ τὴν οὐσίαν τὸ Θεὸς ὄνομα. Φέρεται γὰρ καὶ κατὰ τῶν μὴ φύσει θεῶν, κατὰ τὸ, «Ἐγὼ εἶπα· Θεοί ἐστε.» Τί δὲ κωλύσει κἀκεῖνο λέγειν, ὡς ἐπείπερ τὸ δίκαιος ὄνομα, καὶ τὸ ἀγαθὸς, καὶ τὸ ἅγιος, καὶ ἐπ’ ἀνθρώ‐
15πων τάττεται (πολλοὶ γὰρ τοιοῦτοι κατὰ μετοχὴν τοῦ κατ’ ἀλήθειαν καὶ ὄντως ἀγαθοῦ καὶ δικαίου τυγχάνοντος), οὐ κυρίως ἐπὶ Θεοῦ τετάξεται τῶν εἰρημένων ἕκαστον; Εἰ δὲ κοινὰ μὲν ἡμῖν πρὸς αὐτὸν τὰ ὀνόματα, αὐτῷ δὲ μόνῳ κατὰ φύσιν τὸ πρᾶγμα
20ἐπαληθεύεται, οὐδὲν κωλύσει καὶ Λόγον κυρίως κε‐ κλῆσθαι τὸν Υἱὸν, παραστατικήν τε τῆς οὐσίας αὐτοῦ ταύτην ἔχειν τὴν ἐπωνυμίαν, εἰ καὶ ἕτεροι λόγοι πολλοί τινες εἶεν καταχρηστικῶς καὶ πρὸς μίμησιν τοῦ κατ’ ἀλήθειαν κεκλημένου. Διὰ γὰρ ταύτην τὴν
25αἰτίαν περὶ ἑαυτοῦ φησιν ὁ Υἱός· «Ἐγώ εἰμι ἡ ἀλή‐ θεια.» Ὥστε ὅπερ ἄν τις εἴποι περὶ αὐτοῦ θεοπρεπές τε καὶ ἄξιον τῆς θείας γεννήσεως, ἐρεῖ μὲν ἐπ’ αὐτοῦ κυρίως, ἐπὶ δὲ τῶν ἑτέρων οὐκέτι, καταχρηστικῶς δὲ μᾶλλον, καθάπερ εἴρηται.
30tἈντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.
31 Λόγος εἴρηται, φησὶ, παρὰ ταῖς θείαις Γραφαῖς, οὐχ ὡς ἐκ Πατρὸς κατὰ φύσιν ὑπάρχων, ἢ αὐτὸς ὢν ὁ ἐνδιάθετος λόγος, ἀλλ’ ὅτι τὸν Πατρὸς λόγον ἀκούσας καὶ ἡμῖν ἐξαγγέλλει· ὥσπερ οὖν καὶ
35ἁγιασμὸς εἴρηται, ὅτι ἁγιάζει, καὶ δικαιοσύνη, ὅτι δικαιοῖ.
37tΠρὸς τοῦτο λύσις.
38 Εἰ Λόγος ἐκλήθη, κατὰ τὴν σὴν, ὦ βέλτιστε, δυσ‐ φημίαν, οὐχ ὅτι κατὰ φύσιν τοῦτό ἐστιν ἐκ Πατρὸς
40προελθὼν, καὶ τῆς τοῦ τεκόντος οὐσίας ἐκφαντικὸς, ἀλλ’ ὅτι τὸν παρὰ Πατρὸς ἀκούσας λόγον, ἐξαγγέλλει τοῦτον εἰς ἡμᾶς· τήρει καὶ ἐν τοῖς ἄλλοις τὴν ἴσην ἀκολουθίαν, ἵνα καὶ μειζόνως ἀσχημονήσῃς. Εἰ γὰρ Λόγος ἐστὶν, ὅτι λόγον ἀκήκοεν, ἀναγκαῖον εἰπεῖν
45ὅτι καὶ δικαιοσύνη καὶ ἁγιασμός ἐστιν, ὡς δικαιο‐ σύνης καὶ ἁγιασμοῦ μέτοχος, καὶ οὐ κατὰ φύσιν ταῦτα ὑπάρχων. Τὰ δὲ μὴ κατὰ φύσιν προσόντα τι‐ σὶν, ἀλλ’ ἔξωθεν ἐπιγεγονότα, ῥᾳδίως ἀποσυμβήσε‐ ται. Καί ποτε δικαιοσύνης καὶ ἁγιασμοῦ ἔρημος,

75

.

325

(50)

καθ’ ὑμᾶς, ὁ τοῦ Θεοῦ Λόγος φανεῖται, ὁ λέγων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Φθανούσης τοιγαροῦν καὶ εἰς αὐτὸν ἤδη τὸν Πατέρα τῆς δυσφημίας, παραιτητέον τῶν χριστομάχων τὴν κα‐
κόνοιαν.325

75

.

328

ΑΛΛΟ. Οὐκ ἐπινομοθετήσεις, ὦ χριστομάχε, ταῖς θείαις Γραφαῖς· οὐδ’ ἂν γένοιτό τις ἔκφρων τοσοῦτον, ὡς ἕτερα λέγοντος τοῦ θείου Πνεύματος περὶ τοῦ Υἱοῦ,
5τοῖς σοῖς πείθεσθαι νόθοις σοφίσμασι μᾶλλον, καὶ μὴ ἐκείνῳ προσέχειν. Λόγον τοιγαροῦν ὀνομάζει τὸν Υἱὸν τὸ Πνεῦμα τὸ ἅγιον· αὐτὸς δὲ οὐ Λόγον εἰσφέ‐ ρεις, ἀλλὰ Λόγου μέτοχον. Εἰ γὰρ διὰ τοῦτο κεκλῆ‐ σθαι φὴς αὐτὸν Λόγον, ἐπειδήπερ λόγον ἀκούσας
10παρὰ τοῦ Πατρὸς, τοῦτον εἰς ἡμᾶς ἐξήγγειλε, πῶς οὐχ εὑρεθήσῃ ληρῶν; Ὁ γὰρ τοιοῦτος οὐκέτι Λόγος ἐστὶν, ἀλλὰ Λόγου μέτοχος· οὐ γὰρ ἂν εἴη ταυτὸν ὡς πρὸς ἑαυτὸ τὸ μέτοχόν τινος καὶ μετεχόμενον. Οἷον φέρε εἰπεῖν, ἡ σοφία πρὸς τὸν σοφὸν τὸν μετ‐
15έχοντα αὐτῆς, οὐδὲ ἡ γραμματικὴ πρὸς τὸν γραμ‐ ματικὸν τὸν μετέχοντα αὐτῆς. Ἕτερον γάρ τι πρᾶγμα καὶ ἕτερόν ἐστιν. Ἀνάγκη τοίνυν ἢ Λόγον ὁμολογεῖν καὶ οὐ Λόγου μέτοχον· ἢ εἰ μετέχει Λόγου, μηκέτι Λόγον ὀνομάζειν. Ἀναιρεῖ γὰρ τοῦτο ἐκεῖνο. Καὶ
20ἐκείνῳ τοῦτο μάχεται, καὶ δεῖ πάντως ἕν τι τῶν εἰ‐ ρημένων ὑπάρχειν τὸν Υἱόν· ἀμφότερα δὲ οὐδαμῶς. Λόγον δὲ αὐτὸν ὀνομαζούσης τῆς θείας Γραφῆς, ἐῤ‐ ῥῶσθαι φράσωμεν εἰκότως τοῖς εἰσφέρουσιν αὐτὸν οὐ Λόγον, ἀλλὰ Λόγου μέτοχον.
25tΛΟΓΟΣ Κʹ.
26tΕἰς τὸ, «Ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρο‐
27νήσας, διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ
28tἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.»
29tἈντίθεσις ὡς ἐκ τῶν δι’ ἐναντίας.
30 Γέγραπται, φασίν· «Ἕκαστοι τοῦτο φρονεῖτε ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·» ἕως τοῦ, «Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.» Εἰ
35τοίνυν ὑψώθη παρὰ τοῦ Θεοῦ, καὶ ἐδοξάσθη, καὶ ὡς ἐν χαρίσματος μέρει ἔσχε τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ὅτι ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, μι‐ σθὸν ἔχει τῆς ταπεινώσεως τὴν τιμὴν καὶ τὸ ὄνομα τὸ ὑπὲρ πάντα· οὐ φύσει Θεὸς ὢν ἢ Υἱὸς, ἀλλ’ ἐκ
40προσθήκης ταῦτα γενόμενος. Τὸ δὲ προσθήκης δεό‐ μενον, ἀτελὲς ἂν εἴη καὶ ἐλλιπὲς ὅσον εἰς τὴν οἰ‐ κείαν φύσιν. Καὶ τὸ ὑψούμενόν που, κάτωθεν ἀνάγκη πρὸς τοῦτο ἐπαίρεσθαι· καὶ τὸ χάριν δεχόμενον δεῖ‐ σθαι χρὴ πάντως οὗ δέχεται· καὶ τὸ τιμᾶσθαι ζη‐
45τοῦν, οὐκ εἶναι τοιοῦτον ἀνάγκη λέγειν, ὅπερ δὴ καὶ γενέσθαι βούλεται. Εἰ οὖν ἐχαρίσθη αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, φύσει μὲν τοῦτο οὐκ ἦν, γέγονε δὲ ὕστερον κατὰ χάριν· τὸ δὲ οὕτως ἔχον, οὐκ ἂν εἴη Θεὸς, πρόσφατον γάρ.
50tΠρὸς ταῦτα λύσις ἐφεξῆς ὡς ἐν ἐπιτομῇ.
51 Καὶ ποία γέγονε προσθήκη τιμῆς τῷ ἐν μορφῇ μὲν ὑπάρχοντι Θεοῦ, ἐνδυσαμένῳ δὲ τὴν τοῦ δούλου μορ‐ φήν; Πῶς δὲ μᾶλλον οὐκ ἠλαττῶσθαι δόξειεν ἂν, ὁ τὸ
μεῖζον ἀφεὶς καὶ τὸ ἔλαττον ἀναλαβών; Θεὸς ὑπ‐327

75

.

329

άρχων γέγονεν ἄνθρωπος, ἵνα ποῖον εὕρῃ μισθόν; Ἢ πῶς ἐδοξάσθη ὁ ἀπὸ δόξης εἰς ἀτιμίαν καταβεβηκώς; Πῶς δὲ γέγονεν ὑψηλὸς ὁ τῆς θεότητος τὸ ἀξίωμα ὑπεριδὼν, καὶ εἰς ἀνθρωπότητα κατελθών; Πῶς ὁ
5κατελθὼν, γέγονεν ἄνω; Ποίαν ἔχει βελτίωσιν ὁ ἐν ἐλάττοσι γεγονὼς ἐξ ἀμεινόνων; Εἰ Θεὸς ὢν ὕψιστος καὶ ἐν ὑψηλοῖς κατοικῶν ὑψοῦσθαι λέγεται, ποῖ δὲ ἔτι μετὰ τὴν τοῦ Θεοῦ φύσιν ἀναβήσεται τὸ ὑψούμε‐ νον; Πῶς δὲ ἦν ταπεινὸς ὁ ἐν κόλποις ὢν τοῦ ὑψηλο‐
10τάτου Πατρός; Ποίας προσθήκης ἐδεῖτο Θεός; Εἰ διὰ τοῦτο καταβέβηκεν, ἵνα καὶ ὑψωθῇ, τίς ἦν ἡ χρεία τῆς καταβάσεως; Εἰ διὰ τοῦτο ἐταπείνωσεν ἑαυτὸν, ἵνα καὶ δοξασθῇ, τίς ἦν ἡ χρεία τῆς ταπεινώσεως; Πῶς δὲ οὐκ ἄσοφος ὁ μετὰ πόνου ζητῶν, ὃ καὶ δίχα πόνων
15ἔχειν ἐδύνατο; Πῶς ἔλαβε τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα ὁ διαπαντὸς ἐν αὐτῷ προσκυνούμενος;
19Ῥητὰ, ὅτι Θεὸς ὁ Υἱός.
20 «Ὁ Θεὸς ἐν τῷ ὀνόματί σου σῶσόν με·» καὶ, «Προσ‐ κυνησάτωσαν τῷ ὀνόματί σου, Κύριε, τῷ μεγάλῳ. Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. Δότε δόξαν ὀνόματι αὐτοῦ. Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγα‐
25λυνθησόμεθα.» Πῶς οὖν ἔλαβεν, ὅπερ ἔχων ἀεὶ φαίνεται;
27tΛύσις ἑτέρα.
28 Εἰ «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ Θεὸς ἦν ὁ Λόγος, καὶ ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν,» ὕστερον δὲ διὰ τὴν
30ἡμετέραν σωτηρίαν ἐταπείνωσεν ἑαυτὸν, διά τε τοῦτο ὑψοῦσθαι λέγεται, πῶς οὐκ ἔσται παντί τῳ σαφὲς, ὅτιπερ οὐ περὶ τὴν τοῦ Λόγου φύσιν τοῦτο γίνεσθαι συμβαίνει, ἀλλ’ εἰς τὸ τῆς ἀνθρωπότητος μυστήριον; ᾯ γὰρ ἁρμόσει τὸ ταπεινὸν, τούτῳ καὶ τὸ ὑψοῦσθαι
35πρέπειν ἀκολουθεῖ. Ταπεινὸν δὲ χρῆμα ἡ ἀνθρωπό‐ της, περὶ αὐτὴν ἄρα καὶ τὸ ὑψοῦσθαι νοηθήσεται. Οὐ πρότερον δὲ περὶ τοῦ Θεοῦ Λόγου τοιοῦτόν τι λέ‐ γουσαν εὑρήσομεν τὴν Γραφὴν, εἰ μὴ, «Σὰρξ γέγονε, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Εἰ τοίνυν περὶ τὴν πρόσ‐
40ληψιν τῆς σαρκὸς ἡ ταπείνωσις γεγενῆσθαι λέγεται, δι’ αὐτὴν ἔσται καὶ περὶ αὐτὴν ἡ ὕψωσις.
42tΑΛΛΟ, εἰς τὸ αὐτό.
43 Ὁ Παῦλος ἐπιστέλλων φησὶν, ὅτι «Πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, οὐκ εἰς ἀντίτυπα τῶν ἀληθι‐
45νῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν.» Ὥσπερ οὖν ἐν τοῖς οὐρανοῖς καὶ ἐν προσώπῳ τοῦ Πατρὸς ὑπάρχων ἀεὶ, νῦν ὑπὲρ ἡμῶν εἰσέρχεται μὲν εἰς τὸν οὐρανὸν, ἐμφανίζεται δὲ τῷ Πατρί· οὕτω πάλιν καὶ νῦν ὑπὲρ

75

.

329

(50)

ἡμῶν ὑψοῦται καὶ δοξάζεται, καὶ λαμβάνει «τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα·» ἵν’ ὥσπερ ἐν αὐτῷ καὶ εἰς τὸν οὐρανὸν εἰσερχόμεθα καὶ ἐμφανιζόμεθα τῷ Πατρὶ, οὕτω πάλιν ἐν αὐτῷ δοξαζόμενοι, καὶ ὑψούμενοι, καὶ
υἱοὺ Θεοῦ χρηματίζωμεν.329

75

.

332

ΑΛΛΟ. Τοῦ Σωτῆρος ἡμῶν τὴν εἰς οὐρανοὺς ἀνάληψιν ὁ Ψαλμῳδὸς ἐξηγούμενος διὰ τοῦ Πνεύματος λέγει· «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε,
5πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης.» Ἐνταῦθα γὰρ ταῖς ἐν τοῖς οὐρανοῖς ἁγίαις δυνάμεσιν ἐπιτάττει τὸ Πνεῦμα τὰς πύλας ἀνοίγειν εἰσερχομένῳ Χριστῷ. Ἀλλ’ ἦν καὶ πρὸ τῆς ἀναλήψεως εἴσω τε τῶν πυλῶν καὶ ἐν τοῖς οὐρανοῖς ὡς Θεός. Τί οὖν ἔδει τῶν
10τοιούτων τοῦ Πνεύματος προσταγμάτων; Ἢ πῶς ὁ ἔνδον ὢν εἰσέρχεσθαι λέγεται; Ὥσπερ οὖν οὐ καθὸ Θεός ἐστιν, ἀλλὰ καθὸ ἄνθρωπος, δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τὰς τῶν οὐρανῶν εἰσέρχεται πύλας, ἡμᾶς ἐν αὐταῖς εἰσάγων δι’ ἑαυτοῦ, καὶ ταύτην δι’ ἡμᾶς
15ἐνεκαίνισε τὴν ὁδόν· οὕτω καὶ ὕψιστος τυγχάνων, ὑψοῦται δι’ ἡμᾶς, ὡς ἄνθρωπος, ἵν’ ἡμεῖς ὑψωθῶμεν ἐν αὐτῷ φοροῦντι τὴν πρὸς ἡμᾶς ὁμοίωσιν, καὶ οὕτως ἀναμορφώσῃ πρὸς ἑαυτὸν εἰς τὸ κατ’ εἰκόνα τοῦ κτίσαντος, ἀνακαινίζων τὴν φύσιν ὥσπερ ἦν ἐξ
20ἀρχῆς.
21tΣχόλια, περὶ σαρκώσεως τὸν αὐτὸν ἔχοντα νοῦν.
22Εἰς τὸ, «Ἐχαρίσατο αὐτῷ,» καὶ, «Ὑπερ‐ ύψωσεν αὐτόν·» καὶ ὅσα τοιαῦτα λέγεται
24tπερὶ Χριστοῦ.
25 Ὕψιστος ὁ τοῦ Θεοῦ Λόγος ἀεὶ, καθὸ Θεός· ὑψοῦ‐ ται δὲ ὡς ἄνθρωπος· ἀνενδεὴς ὢν ὡς Θεὸς, λαμβά‐ νειν ὡς ἄνθρωπος λέγεται· προσεκυνεῖτο παρὰ πάν‐ των ὡς Θεὸς, δέχεται νῦν τὴν προσκύνησιν ὡς ἄν‐ θρωπος. Εἰ ὡς ἄνθρωπος ἀπέθανε, καὶ ψόγον οὐδένα
30τῷ Θεῷ Λόγῳ τοῦτο προστρίβεται, οὐδὲν ἀδικήσει καὶ τὸ λέγεσθαι λαβεῖν· ὥσπερ γὰρ ἐκεῖνο περὶ τὴν ἀνθρωπότητα γέγονεν, οὕτω καὶ ταῦτα ὁμοίως. Εἰ ἀθάνατος ὢν Θεὸς, λέγεται τεθνάναι ὡς ἄνθρωπος, Ὕψιστος ὢν ὡς Θεὸς, ὑψοῦσθαι λέγεται, ὡς ἄν‐
35θρωπος.
36tΠῶς Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.
37 Ὅτι διὰ τῆς ἐνανθρωπήσεως τὸ ἀπολωλὸς ἀν‐ εσώθη· τὸ συντετριμμένον κατεδεσμεύθη, τὸ πλανώ‐ μενον ἐπεστράφη· συντείνει δὲ ταῦτα εἰς δόξαν τοῦ
40Θεοῦ καὶ Πατρός.
41tΑΛΛΟ.
42 Εἰ Θεὸς ὢν γέγονεν ἄνθρωπος, καὶ ἔργῳ τοῦτο πα‐ θεῖν ὑπέμεινε, σκανδαλιζέσθω μηδεὶς, εἰ τὰ τῇ ἀν‐ θρωπότητι πρέποντα καὶ τῷ σχήματι τῷ οἰκετικῷ
45φέρεται καὶ ἐπ’ αὐτοῦ· ὡς γὰρ ἄνθρωπος καὶ λαμ‐ βάνειν καὶ ὑψοῦσθαι λέγεται. Ὁ δὲ τὴν ἀνθρωπότητα αὐτὴν ὑπομείνας, οὐκ ἂν εὐλόγως ψέγοιτο, καὶ τὰ τῆς ἀνθρωπότητος ἴδια φορέσαι μὴ παραιτούμενος. Ἴδιον δὲ ἀνθρώπου φύσεως τὸ λαμβάνειν παρὰ Θεοῦ,

75

.

332

(50)

κατὰ τὸ ῥητὸν τὸ λέγον· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλα‐ βες;» Εἴληφεν ἄρα ὡς ἄνθρωπος κατὰ χάριν, ἅπερ εἶχεν ὡς Θεὸς φυσικῶς.
53tΑΛΛΟ.
54Εἰ πάντα δι’ Υἱοῦ ὁ Πατὴρ ἐργάζεται, χωρίς τε
55αὐτοῦ γέγονεν οὐδὲν, ἀναγκαῖον εἰπεῖν, ὅτιπερ αὐτὸς
ἦν ἑαυτῷ καὶ τὸ ὑψοῦσθαι διδοὺς, καὶ τὴν παρὰ331

75

.

333

Πατρὸς χάριν διακονούμενος. Ἐδέχετο μὲν γὰρ θεο‐ ποιουμένου τοῦ ἀναληφθέντος ναοῦ, καὶ ἦν φύσει Θεὸς Λόγος ὢν τοῦ Πατρός· ὑψοῦτο δὲ πάλιν καθὸ καὶ ἄνθρωπος γεγονὼς, καὶ ἐν τῇ τοῦ δούλου μορφῇ
5φαινόμενος προσεκυνεῖτο, καὶ πάλαι τοῦτο ἔχων μετὰ Πατρός. Ἔσται τοίνυν περὶ τὴν ἀνθρωπότητα ἡ χάρις καὶ ἡ ὕψωσις, εἰς ἑαυτὸν οἰκειουμένου τοῦ Θεοῦ Λόγου τὰ περὶ τὸν ἴδιον αὐτοῦ ναὸν συμβαί‐ νοντα. Οὐ γὰρ ἑτέρου τινὸς, ἀλλ’ αὐτοῦ τὸ σῶμα, διὸ
10καὶ ὡς αὐτὸς λελόγισται. Εἷς γὰρ ὁ Χριστὸς ἔκ τε ἀνθρωπότητος καὶ Θεοῦ Λόγου κεκερασμένος, οὐκ ἐκ τοῦ τετράφθαι πρὸς ὅπερ οὐκ ἦν, ἀλλ’ ἐκ τοῦ προσλαβεῖν τὸν ἐκ Παρθένου ναόν.
14tΑΛΛΟ.
15 Ψάλλει που Δαβίδ· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Εἶτά φησι· «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως.» Καὶ ἧν ὁ Λόγος καὶ πρὸ τῆς χρίσεως βασιλεύων μετὰ Πατρός. Πῶς οὗν εἰς βασιλέα χρίεται καὶ ἁγιάζεται ὁ
20ἀεὶ βασιλεύων καὶ ἅγιος ὤν; Ὥσπερ τοίνυν ἀεὶ τοῦτο ὢν, ἐν ἐσχάτοις καιροῖς βεβασιλευκέναι λέγεται· οὕτω καὶ ὕψιστος ὢν, ὑψοῦσθαι λέγεται διὰ τὴν ἔνσαρκον οἰκονομίαν. Ὑψοῦται δὲ, καὶ χρίεται καὶ ἁγιάζεται δι’ ἡμᾶς, ἵνα δι’ αὐτοῦ τρέχῃ λοιπὸν εἰς
25πάντας ἡ χάρις, ὡς ἤδη δοθεῖσα τῇ φύσει, καὶ λοιπὸν ὅλῳ σωζομένη τῷ γένει. Οὕτω καὶ ὁ Σωτὴρ ἔλεγεν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· «Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι.» Ὅσα γὰρ ἐν Χριστῷ, ταῦτα καὶ εἰς ἡμᾶς. Οὐχ ἑαυτῷ
30δεχομένου τὸν ἁγιασμὸν (αὐτὸς γὰρ ἦν ὁ ἁγιάζων), ἀλλ’ ἵνα τοῦτον τῇ φύσει δι’ ἑαυτοῦ προξενίσῃ, ὁδὸς ὥσπερ καὶ ἀρχὴ τῶν εἰς ἡμᾶς ἀγαθῶν γινόμενος. Διὸ δὴ καί φησιν· «Ἐγώ εἰμι ἡ ὁδός·» δι’ ἧς ὥσπερ πρὸς ἡμᾶς ἡ θεία καταβέβηκε χάρις, ὑψοῦσα καὶ ἁγιά‐
35ζουσα καὶ δοξάζουσα, καὶ θεοποιοῦσα τὴν φύσιν ἐν πρώτῳ Χριστῷ.
37tΑΛΛΟ.
38 Εἰ Θεὸς ὢν ἄνθρωπος γέγονε, καὶ οὐκ ἄνθρωπος ὢν γέγονε Θεὸς, χρίεται δὲ ὡς ἄνθρωπος, ἵνα
40δοξασθῇ, δῆλον ὅτι περὶ τὴν ἀνθρωπότητα ἡ χάρις.
42tΑΛΛΟ.
43 Εἰ αὐτὸς ὢν τοῦ Πνεύματος χορηγὸς, κατὰ τὸ περὶ αὐτοῦ λεγόμενον· «Λάβετε Πνεῦμα ἅγιον·» τὸ Πνεῦ‐
45μα λαμβάνειν λέγεται περὶ τὴν ἀνθρωπότητα, καὶ ἡ δόσις καὶ τὸ λαμβάνειν ὁμοίως.
47tΑΛΛΟ.
48 Φησί που Χριστὸς ὡς πρὸς τὸν Πατέρα διαλεγό‐ μενος· «Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν.» Ὁ δὲ

75

.

333

(50)

ἑαυτὸν ἁγιάσαι δυνάμενος, καὶ μὴ παρ’ ἑτέρου τοῦτο ζητῶν, κύριος τοῦ ἁγιάζειν ἐστίν. Εἰ δὲ οὐκ ἔστιν ἐν χρείᾳ, περὶ τὸ χρῇζον ὁ ἁγιασμὸς ἀποτελεῖται.
Ἁγιάζεται δὲ ἡ ἀνθρώπου φύσις. Καὶ τοῦτο ἦν ἄρα333

75

.

336

δι’ ἡμᾶς ἐν Χριστῷ πληρούμενον, ἵνα ἡμεῖς ἁγιασθῶ‐ μεν ἐν αὑτῷ.
3tΑΛΛΟ.
4tὩς ἐξ ἀντιθέσεως αἱρετικῶν.
5 Γέγραπται, φασίν· «Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου.» Οὐκ ἂν οὖν ὅλως κεχρίσθαι τὸν Κύριον δώσο‐ μεν, εἰ μὴ δικαιοσύνην ἠγάπησε, καὶ ἐμίσησεν ἀδι‐ κίαν. Ὁ γὰρ σύνδεσμος ὁ αἰτιολογικὸς, τουτέστι, διὰ
10τοῦτο, μεταξὺ κείμενος, μισθὸν ὥσπερ ἀρετῆς τὸ χρίσμα δεικνύει. Εἰ δὲ διὰ τοῦτο χρίεται, ὅτι δι‐ καιοσύνην ἀγαπᾷ, καὶ ἀδικίαν μισεῖ, δῶρον ἔχει τὸν ἁγιασμόν. Ὁ δὲ προσθήκης τινὸς δεηθεὶς, ἀτελὴς ἂν εἴη, καὶ οὐχ ὅμοιος τῷ τελείῳ Πατρί.
15tΠρὸς τοῦτο λύσις.
16 Ἔγειραι ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἀκούσῃ πάλιν, αἱρετικέ. Ἐπειδὴ, φησὶν, «ἐμί‐ σησας ἀδικίαν, καὶ ἠγάπησας δικαιοσύνην, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς,» οὐχ ἵνα μισθὸν ἀρετῆς τὸ χρίσμα
20δεδόσθαι τις ὑπολάβῃ, ἀλλ’ ἵνα τοιῶσδε νοήσωμεν τὸ λεγόμενον. Τρεπτῆς ὑπάρχων φύσεως ὁ προπάτωρ Ἀδὰμ, καὶ πεφυκὼς ἔσθ’ ὅτε ποτὲ μὲν τὴν δικαιοσύ‐ νην ἀγαπᾷν καὶ μισεῖν τὴν ἀδικίαν, ποτὲ δὲ πάλιν εἰς τὴν ἐναντίαν ἕξιν μεταπηδᾷν, καὶ ἀγαπᾷν μὲν τὴν
25ἀδικίαν, μισεῖν δὲ τὴν δικαιοσύνην (τοῦτο γὰρ τῶν τρεπομένην ἐχόντων τὴν φύσιν ἴδιον), παρηνέχθη παρὰ τοῦ διαβόλου. Ἐπειδὴ δὲ πρὸς τὴν τοῦ τοιούτου νοσήματος λύσιν ἔδει τὸν ἄτρεπτον τοῦ Θεοῦ Λόγον ἑαυτὸν ὑπὲρ ἡμῶν ἀντιθεῖναι τῷ πονηρῷ, ἵν’ ὥσπερ
30διὰ τῆς ἐκείνου τροπῆς ἐνικήθημεν, οὕτω διὰ τῆς ἀτρεψίας τοῦ Λόγου κρατήσωμεν· διὰ τοῦτο χρίεται ὡς ἀεὶ καὶ [ἀ]παραλλάκτως δικαιοσύνην ἀγαπῶν, καὶ μισῶν ἀδικίαν, καὶ τραπῆναι μὴ δυνάμενος. Ὅταν οὖν λέγῃ, «Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας
35ἀδικίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς,» τοιαύτην τινὰ δέχου διάνοιαν· Ἐπειδὴ πάντων τῶν γενητῶν τρεπο‐ μένην ἐχόντων τὴν φύσιν οὐδὲν ἠδύνατο μάχεσθαι τῷ διαβόλῳ, σὺ δὲ ἐξ ἀτρέπτου Πατρὸς ἄτρεπτος ὢν, Θεὸς Λόγος, ἀεὶ δικαιοσύνην ἀγαπᾷς, τήν τε ἀδικίαν
40μισεῖς, ἔχρισέ σε ὁ Θεὸς, ἵνα ἐν σοὶ καὶ πρώτῳ τὴν ἀνθρώπου φύσιν παρ’ αὐτὰ νικῶσαν θεάσηται.
42tΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ συναχθὲν συλλογισμοῦ.
43 Εὑρίσκεται παρὰ τῇ θείᾳ Γραφῇ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς κείμενα τοιαῦτα πολλὰ, ὅτι «Δίκαιος Κύ‐
45ριος καὶ δικαιοσύνας ἠγάπησε.» Καὶ πάλιν· «Ἐμί‐ σησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.» Καὶ πάλιν· «Ἐγώ εἰμι Κύριος ὁ ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας.» Ἆρ οὖν εἴ τις καὶ διὰ ταῦτα λέγοι· Μέγας ὁ Κύριος ἡμῶν, ὅτι τὴν

75

.

336

(50)

δικαιοσύνην ἀγαπᾷ, μισεῖ δὲ τὴν ἀδικίαν, μισθὸς ἔσται τῷ Θεῷ καὶ Πατρὶ τὸ μέγας καὶ ἀρετῆς ἀντ‐ απόδοσις, ὅτι τάδε μὲν ἀγαπᾷ, μισεῖ δὲ ἐκεῖνα;
Ἀλλ’ οὐκ ἄν τις οὕτω μανείη ποτέ. Ὥσπερ οὖν ἑπὶ335

75

.

337

τοῦ Πατρὸς εὐσεβῶς νοεῖται τὰ τοιῶσδε λεγόμενα, οὕτως ἂν εὐλόγως ἐκληφθείη καὶ ἐφ’ Υἱοῦ. Πρὸς γὰρ τὸ ἀρχέτυπον ἡ εἰκὼν, καὶ πρὸς τὴν εἰκόνα τὸ ἀρχέ‐ τυπον.
5tΕἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου τὸ λέγον· «Ἐκάθ‐
6ισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,
7tτοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων.»
8 Οἱ τῆς οὐσίας τοῦ Θεοῦ Λόγου τολμῶντες κατηγο‐ ρεῖν, καὶ τὸν Υἱὸν τοῖς γενητοῖς συντάττειν σπουδά‐
10ζοντές φασι, σοφιζόμενοι τὴν ἀλήθειαν· Εἰ κρείττων γέγονε τῶν ἀγγέλων ὁ Υἱὸς, ἀπὸ τροπῆς ἄρα ἔχει τοῦτο τῆς ἐπὶ τὸ ἄμεινον· ὃ γὰρ οὐκ ἦν ἐγένετο. Τὸ ὅλως μεταποιεῖσθαι δυνάμενον, καὶ ἀπό τινος εἰς ἕτερόν τι παραφέρεσθαι, τρεπτῆς ἂν εἴη φύσεως.
15Εἰ δὲ τρεπτῆς, δῆλον ὅτι καὶ γενητῆς, ἧς ἴδιον ἡ τροπή.
17tΠρὸς τοῦτο λύσις.
18 Πρῶτον μὲν οὖν προσήκει τὸν εἰς ἔρευναν τῶν θείων εἰσβαίνοντα Γραφῶν, τὸν καιρὸν ἐπιτηρεῖν
20καθ’ ὃν λέγεται τὸ δηλούμενον, καὶ πρόσωπον παρ’ οὗ, ἢ δι’ οὗ, ἢ περὶ οὗ λέγεται· οὕτω γὰρ ἂν ἀπλα‐ νὴς ἡ διάνοια φυλαχθείη τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν. Γνωσόμεθα μὲν οὖν τὸ ἀπὸ τοῦ καιροῦ χρήσιμον, τῶν ἁγίων ἀποστόλων ἀκούοντες λεγόντων Χριστῷ·
25«Πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρ‐ ουσίας;» Ἐκ δὲ τοῦ μὴ εἰδέναι καιρὸν, ἐζημιώθησαν οἱ περὶ Ὑμέναιον καὶ Ἀλέξανδρον, νομίσαντες ἀνά‐ στασιν ἤδη γεγονέναι, καὶ τοῦτο λέγοντες Ὅτι δὲ τῶν προσώπων ἀναγκαία καὶ ἐπωφελὴς ἡ γνῶσις,
30εἰσόμεθα πάλιν, ὅταν ὁ Εὐνοῦχος λέγῃ πρὸς Φίλιππον· «Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει, περὶ ἑαυ‐ τοῦ ἢ περὶ ἑτέρου τινός;» ἢ ὡς ὅταν ὁ μακάριος Παῦλος, τοῦ Σωτῆρος τὸ πρόσωπον εἰσφέρεσθαι βου‐ λόμενος, λέγῃ· «Ἐφ’ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς
35ἑτέρας μετέσχηκε. Πρόδηλον γὰρ, ὅτι ἐξ Ἰούδα ἀνα‐ τέταλκεν ὁ Κύριος.» Ὅτι δὲ καὶ τὸ πρᾶγμα μὴ ἀγνοεῖν ἀναγκαῖον, ἐντεῦθεν ἔσται καταφανές. Ὅταν γὰρ οἱ προφῆται τὰ περὶ τοῦ Σωτῆρος προκηρύττωσι, καὶ ὁ μὲν λέγῃ· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει·»
40ἑτέρωθι δὲ πάλιν, «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη·» καὶ μὴ κυρίως τὰ τοιαῦτα νοῆται περὶ Χριστοῦ, μα‐ κράν που τῆς ἀληθείας ὁ νοῦς οἰχήσεται, καὶ τῶν εὐσεβῶν ἐκπετασθήσεται νοημάτων. Ἀναγκαία τοίνυν τῶν εἰρημένων ἡ ἐπιτήρησις. Ἐπιτηρηθέντων τοίνυν
45ἀκριβῶς καιροῦ, καὶ προσώπου, καὶ πράγματος, εὑρεθήσεται ταῦτα λέγων ὁ Παῦλος, ὅτι δι’ ἡμᾶς ἐνηνθρώπησεν ὁ τοῦ Θεοῦ Λόγος, ὅτε τῶν ἁμαρτιῶν ἡμῶν καθαρισμὸν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τότε κρείττων γέγονε τῶν

75

.

337

(50)

ἀγγέλων· οὐ τὴν φύσιν εἰς ἕτερόν τι μεταβαλὼν, ἢ ὅπερ οὐκ ὢν φαίνεται πρότερον, ὕστερον γεγονώς· οὐ γὰρ περὶ τῆς φύσεως τοῦ Υἱοῦ νῦν ὁ λόγος ἐστὶ τῷ Παύλῳ, ἀλλὰ περὶ πράγματος γενομένου ἐν καιρῷ τῆς ἐνανθρωπήσεως. Οὐκοῦν οὐ τῇ φύσει τῶν ἀγ‐
55γέλων τὴν τοῦ Υἱοῦ φύσιν συγκρίνεσθαι θέλων, κρείτ‐
τονα τῶν ἀγγέλων αὐτὸν γεγενῆσθαί φησιν, ἀλλὰ337

75

.

340

πραγμάτων ποιεῖται σύγκρισιν· καὶ κατὰ τοῦτο κρείττονα τὸν Υἱὸν γενέσθαι φησίν. Ἔσται δὲ τοῦ λεγομένου τοιοῦτος ὁ νοῦς· Ὁ Παῦλος Ἑβραίοις δια‐ λεγόμενος καὶ μετὰ πολλῆς παῤῥησίας ἀποδεῖξαι
5βουληθεὶς, ὅτι κρείττων ἐστὶν ἡ Χριστοῦ διακονία καὶ τῆς τῶν προφητῶν ἀποστολῆς καὶ τοῦ διακονη‐ θέντος δι’ ἀγγέλων νόμου, ἀπὸ τῆς τῶν προσώπων ἀξίας ποιεῖται τὴν σύγκρισιν, καί φησι· «Πάλαι λα‐ λήσας ὁ Θεὸς τοῖς πατράσιν ἡμῶν ἐν τοῖς προφή‐
10ταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ ἐποίησε τοὺς αἰῶνας. Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθα‐
15ρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς.» Τοσαύτην τοίνυν περιθεὶς τῷ Υἱῷ τὴν δόξαν, καὶ τὰ τῆς φύσεως τοῦ Πατρὸς ἴδια προσάψας αὐτῷ, τότε φησὶ κρείτ‐ τονα γενέσθαι τῶν ἀγγέλων, ὅσῳ καὶ μεῖζον ἔχει παρ’
20ἐκείνους τὸ ὄνομα, ὡς Υἱὸς καὶ κληρονόμος, καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ, καὶ εἰκὼν, καὶ ὁμόθρονος, καὶ ποιητής. Εἰ δὲ πολὺ κρείττων καὶ διαφορώτερος τῶν ἀγγέλων διὰ ταῦτα νοεῖται, κρείττων ἄρα καὶ ἡ αὐτοῦ τῆς ἐκείνων διακονίας. Σημαίνοι δ’ ἂν εἰκότως
25ἐνθάδε τὸ «γέγονεν,» οὐ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν (ἦν γὰρ ὁ Λόγος ἐν ἀρχῇ), οὐδὲ τὴν ἐξ ἐλάττονος εἴς τι μεῖζον μεταβολὴν (τέλειος γὰρ ἐκ τελείου Πατρὸς ὑπῆρχεν ὁ Υἱὸς), ἀλλ’ ὥσπερ ἐν συγκρίσει δόξης καὶ ἀξιώματος τὸ μεῖζον καὶ κρεῖτ‐
30τον ὀφθέν. Ὥσπερ ἂν εἴ τις ἄνθρωπος ἵππῳ συγκρί‐ νοιτο, καὶ λέγοιτο κρείττων αὐτοῦ γεγενῆσθαι παρὰ τοῖς δοκιμάζουσι διὰ τὸ εἶναι λογικόν. Ὅτι γὰρ τὸ γενέσθαι οὐ πάντως φύσεως σημαίνει μεταβολὴν, πρόδηλον ἔσται διὰ τοῦ λέγοντος πρὸς Θεόν, «Γενοῦ
35μοι εἰς Θεὸν ὑπερασπιστήν·» καὶ πάλιν· «Ἐγένετό μοι Κύριος εἰς καταφυγήν·» καὶ, «Ἐγένετό μοι Κύριος εἰς σωτηρίαν.» Διακονίας ἄρα καὶ δόξης, καὶ οὐ φύσεως, τῷ Υἱῷ πρὸς ἀγγέλους ἡ σύγκρισις.
39tΠαράθεσις ῥητῶν σημαίνουσα ὅτι τὸ, «κρείττων,»
40ἡ θεία Γραφὴ καὶ ἐπὶ τῶν πολὺ διεστηκότων, ἢ κατὰ τὸν τῆς φύσεως λόγον, ἢ κατὰ τὴν
42tἀξίαν τίθησιν, ἢ κατὰ τὸ μέτρον τῆς χάριτος.
43 Ὅσον εἰς τὴν χάριν· «Κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας·» τί γὰρ ἴσον ἔσται
45τῶν αὐλῶν τῶν οὐσῶν ἐν τοῖς οὐρανοῖς; Εἰς ἀνομοιό‐ τητα φύσεως· «Λάβετε παιδίαν, καὶ μὴ ἀργύριον· κρείσσων γὰρ σοφία λίθων ἐκλεκτῶν.» Ἡσαΐας περὶ τῶν εὐνούχων εἰσφέρει λέγοντα Θεόν· «Κρεῖσσον υἱῶν καὶ θυγατέρων ὄνομα αἰώνιον δώσω αὐτοῖς.»

75

.

340

(50)

Οὐκοῦν τὸ κρεῖσσον, οὐκ ἐπὶ τῆς τυχούσης διαφο‐ ρᾶς, ἀλλὰ καὶ ἐπὶ μεγάλης καὶ ἀσυγκρίτου πολλάκις ὑπεροχῆς τάττεται.
53tΑΛΛΟ, εἰς τὸ αὐτό.
54Ἐπεξηγούμενος τὴν οἰκείαν φωνὴν ὁ μακάριος
55Παῦλος, καὶ σαφέστατα δεικνύων, τί ἐστι τὸ, «Κρείτ‐
των γενόμενος τῶν ἀγγέλων,» ἐπιφέρει τοῖς εἰρη‐339

75

.

341

μένοις· «Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Κάθου ἐκ δεξιῶν μου;» καὶ ὅτι περὶ τοῦ Υἱοῦ γέγραπται· «Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Εἰ δὲ ὁ τῆς συγκρίσεως λόγος, τὸ μὲν ὡς συγκαθ‐
5εζόμενον τῷ Πατρὶ καὶ προσκυνούμενον εἰσφέρει, τοὺς δὲ ὡς παρεστηκότας τε καὶ προσκυνεῖν ἐπιτεταγμέ‐ νους, οὐκ ἐπὶ τῆς οὐσίας ἔσται πάντως τὸ, «κρείτ‐ των·» ἀλλ’ ἐν τοῖς περὶ τὴν οὐσίαν ἀξιώμασι καὶ ταῖς ἔξωθεν τῆς φύσεως τιμαῖς. Οὐκοῦν οὐχ ἕν τι
10τῶν γενητῶν ὁ Υἱὸς, ἀλλ’ ἕτερόν τι παρὰ ταῦτα, του‐ τέστι, Λόγος ἴδιος τοῦ Πατρός.
12tΑΛΛΟ, εἰς τὸ αὐτό.
13 Τὸ «γέγονεν,» ὅτε μόνον καὶ καθ’ ἑαυτὸ λέγεται, σημαίνει πολλά· καὶ οὐ πάντως ὑποστάσεώς ἐστι δη‐
15λωτικὸν, ἀλλ’ ὅταν αὐτῷ τι συνάπτηται, τότε γνω‐ ριεῖ τὴν καθ’ οὗ κατηγορεῖται δύναμιν· οἷον, φέρε εἰ‐ πεῖν, γέγονέ τις τέκτων ἢ λιθοξόος, οὐ πάντως ἄν‐ θρωπος ἵνα καὶ τέκτων· ἀλλ’ ἐπειδήπερ ἄνθρωπος, γέγονε τέκτων, τῆς τέχνης ὢν δεκτικὸς, καὶ κατὰ
20μόνης ἐνθάδε τῆς ἐπιστήμης χωρήσει τὸ «γέγονεν,» οὐ πάντως κατὰ τῆς ὑποστάσεως ἢ τῆς εἰς τὸ εἶναι παραγωγῆς. Οὐκοῦν εἰ λέγοιτο Χριστὸς κρείττων γεγενῆσθαι τῶν ἀγγέλων, οὐ περὶ τὸν τῆς φύσεως λόγον ἔχει τὴν σύγκρισιν, ἀλλὰ περὶ τιμὴν καὶ
25ἀξίωμα.
26tΑΛΛΟ, εἰς τὸ αὐτό.
27 «Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων.» Τὸ «γέγονεν» εἰ καὶ κατὰ τῆς οὐσίας τάττοιτο τοῦ Υἱοῦ, οὐδὲν αὐτὴν ἀδικήσει τῆς λέξεως ἡ δύναμις,
30ἀδιαφόρως κειμένης πολλάκις κατὰ τῶν γεννωμένων. Ἐπὶ μὲν οὖν τῶν ὄντως γινομένων καὶ ποιουμένων, οὐκ ἄν τις ἐπιδείξαι τὸ γεννᾶσθαι κείμενον κυρίως καὶ κατὰ φύσιν· ὅτι κἂν γεννώμενον φαίνηται, ἔχει πρὸ ἑαυτοῦ τὸ πεποιῆσθαι παρὰ τοῦ κτίσαντος. Οἷον
35ἄνθρωπος γεννᾶται μὲν, πεποίηται δὲ, καὶ κύριον αὐτοῦ τοῦτο μᾶλλον ἢ τὸ δεύτερον. Εἰ δὲ καὶ λέγοιντό τινες διὰ τοῦ Πνεύματος γεγεννῆσθαι, ἀλλὰ καὶ οὗτοι πρὸς μίμησιν τοῦ ἀληθῶς γεννηθέντος ἐκ Πατρὸς Θεοῦ Λόγου, καὶ οὐκ ἔξω τοῦ πεποιῆσθαι τυγχάνου‐
40σιν· ὥστε τὸ τῆς γεννήσεως ὄνομα καταχρηστικῶς ἂν εἴη μᾶλλον ἢ φυσικῶς ἐν τοῖς γενητοῖς. Τὸ δὲ γεννηθὲν, κἂν γενέσθαι λέγηται, οὐδὲν ὑπομένει τὸ βλάβος, ἀδιαφορούσης περὶ τοῦτο τῆς θείας Γραφῆς. Λέγει γὰρ ὅτι ἐγένοντο τῷ Ἰὼβ υἱοὶ ἑπτὰ καὶ θυγα‐
45τέρες τρεῖς. Καὶ πάλιν· «Ἦν Ἀβραὰμ ἑκατὸν ἐτῶν ὅτε ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.» Εἰ δὲ τὸ γεννώμενον γενέσθαι λέγεται καὶ ἐπ’ ἀνθρώπων, ἀδιαφορείτω τις τοῦτο ἀκούων καὶ περὶ τοῦ Υἱοῦ. Ἐπὶ δὲ τῶν γενητῶν οὐκ ἀδιαφορήσει διὰ τὸν προ‐

75

.

341

(50)

αποδεδομένον λόγον.
51tΑΛΛΟ.
52tΕἰς τὸ αὐτὸ, ὡς ἐκ τῶν δι’ ἐναντίας.
53 Γέγραπται, φησὶ, περὶ Υἱοῦ, ὅτι «Τοσούτῳ κρείτ‐ των γενόμενος τῶν ἀγγέλων.» Ἐπειδὴ δὲ φιλοῦσιν
55αἱ συγκρίσεις ἀεὶ γίνεσθαι περὶ τὰ ὁμοειδῆ (οὐδὲ γὰρ341

75

.

344

ἄν τις εὐλόγως ἵππῳ συγκρίναι τὸν ἄνθρωπον ἢ κυνὶ τὸ πρόβατον, ἀλλ’ ἄνθρωπον μὲν ἀνθρώποις, τὸ δὲ πρόβατον τῷ προβάτῳ), ἀνάγκη πᾶσα γενητὸν εἶναι συνομολογεῖν τὸν Υἱὸν, ὃς ἀγγέλοις συγκρίνεται τοῖς
5γενητὴν ἔχουσι τὴν φύσιν.
6tΠρὸς τοῦτο λύσις.
7 Φιλοῦσι μὲν ὁμολογουμένως ἐν τοῖς ὁμοειδέσιν αἱ συγκρίσεις γίνεσθαι. Ἀλλ’ ὅταν τὰ τοιαῦτα πρὸς ἄλληλα κρίνηται, τὸ «κρείττων» λέγεσθαι μισεῖ,
10καὶ οὐκ οἰκείως ἐπιδέξεται τὴν φωνήν· ἁρμόσει δὲ ἐπ’ αὐτῶν τὸ μᾶλλον καὶ τὸ ἧττον, καὶ τὸ διαφερόν‐ τως λέγεσθαι, καὶ τὸ πλέον ἔσθ’ ὅτε· ἃ δὴ καὶ κυ‐ ριωτέραν δεικνύει τὴν σύγκρισιν· οὕτως Ἰωσὴφ ὡραῖος παρὰ τοὺς ἀδελφούς. Ἀστὴρ δὲ πάλιν ἀστέ‐
15ρος οὐ κρείττων, ἀλλὰ διαφέρει ἐν δόξῃ· οὕτως ὁ Σωτὴρ, ὅτε τοῖς ἀνθρώποις ὡς ἄνθρωπος συγκρίνε‐ ται, οὐ κρείττων κάλλει λέγεται, ἀλλ’ ὡραῖος παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ὅτε δὲ τὰ ἑτεροειδῆ πρὸς ἄλληλα τὴν σύγκρισιν ἔχει, τότε λέγεται τὸ κρεῖτ‐
20τον οἰκειότερον. Οὕτω καὶ γέγραπται· «Κρείσσων γὰρ σοφία λίθων πολυτελῶν.» Ποία δὲ κοινωνία φύσεως σοφίᾳ καὶ λίθοις; Εἰ τοίνυν ἕτερον μὲν ἔχει τύπον ἐν τοῖς ὁμοειδέσιν ἡ σύγκρισις, ἐπὶ δὲ τῶν ἀνομοίων κατὰ τὴν φύσιν τὸ κρεῖττον τάττεται, οὐκ ἔσται τοῖς
25ἀγγέλοις ὅμοιος ὁ Υἱὸς, οὐδὲ γενητὸς ὥσπερ ἐκεῖνοι, ἀλλ’ ὑπερβολικὴν ἔχει τὴν σύγκρισιν. Καὶ διὰ τοῦ λέγεσθαι κρείττων, ἑτεροειδὴς ἔσται μᾶλλον ἢ ὁμοειδής.
29tΑΛΛΟ, εἰς τὸ αὐτό.
30 Εἰ διὰ τὸ λέγειν τὴν Γραφὴν, «Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων,» ὁμοειδὴς ἔσται τοῖς ἀγγέ‐ λοις ὁ Υἱὸς ὡς πρὸς αὐτοὺς ἔχων τὴν σύγκρισιν, ὁράτωσαν ποῖ ποτε ὁ λόγος αὐτοῖς κινδυνεύσει. Ὥρα γὰρ ὁμολογεῖν καὶ συγκαθεσθῆναι δύνασθαι τῷ Θεῷ
35τοὺς ἀγγέλους καὶ συμβασιλεύειν αὐτῷ· καὶ τὸ πε‐ ριττὸν οὐδὲν ἐν Υἱῷ παρ’ ἐκείνους. Τὰ γὰρ ἀλλήλοις ὁμοειδῆ, κἂν ἔχῃ τινὰ πρὸς ἄλληλα τὴν διαφορὰν, ἀλλὰ τῆς αὐτῆς ἔχεται φύσεως. Οὕτω γὰρ ἂν εἴη καὶ ὁμοειδῆ. Οὐκοῦν ἐπειδήπερ περὶ μὲν ἀγγέλων λέγε‐
40ται· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,» περὶ δὲ τοῦ Υἱοῦ· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,» ὁμοειδεῖς δὲ ἄγγελοι καὶ ὁ Υἱὸς κατ’ ἐκείνους, διὰ τὸ πρὸς αὐτοὺς ἐν τῷ λέγεσθαι κρείττων ἔχειν τὴν σύγκρισιν· οὐδὲν ἄρα κωλύσει
45καὶ ἀγγέλους δύνασθαι συγκαθεσθῆναι τῷ Θεῷ, εἰ καὶ μή τις αὐτῶν ἠξιώθη τοῦ πράγματος. Καὶ μάτην, ὡς εἰκὸς, ὁ Παῦλος λέγει· «Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Κάθου ἐκ δεξιῶν μου;» Ἢ πῶς τοῦτο δίδω‐ σιν ὡς ἐξαίρετον τῷ Υἱῷ, ἑλκούσης αὐτὸ πρὸς ἑαυτὴν

75

.

344

(50)

καὶ τῆς τῶν ἀγγέλων φύσεως, εἴπερ εἰσὶν ὁμοειδεῖς πρὸς αὐτόν; Κοινὰ γὰρ ἅπασι τοῖς ὁμοειδέσι τὰ ἐν τῇ αὐτῇ φύσει κείμενα. Τὰ δὲ ἐκ προσθήκης ἐπισυμ‐ βαίνοντά τισι πλεονεκτήματα, τῆς οὐσίας οὐχ ἅπτε‐ ται. Οἷον μία μὲν ἀνθρώποις ἡ φύσις, πλουτοῦσι δὲ
55οὐ πάντες, οὔτε μὴν βασιλεύουσι· δεκτικοὶ δὲ ὅμως343

75

.

345

καὶ τούτων εἰσίν. Ἀλλ’ οὐδεὶς ἐπιτρέπει τοῖς ἀγγέλοις τὴν Υἱοῦ δόξαν φορεῖν· ὁ μὲν γὰρ Δεσπότης, τὰ δὲ δοῦλα τυγχάνει. Οὐχ ὁμογενὴς ἄρα τοῖς ἀγγέλοις ἐστὶν, ὁ τῷ Πατρὶ συμβασιλεύων καὶ συγκαθήμε‐
5νος.
6tΑΛΛΟ. Ὅτι οὐχ ὁμοφυὴς τοῖς ἀγγέλοις ὁ Υἱός.
7 Ποίημα καὶ ποιητὴς οὐκ ἄν ποτε τῆς αὐτῆς εἶεν φύσεως. Ἕτερον γάρ τι τὸ ποιοῦν, καὶ ἕτερον τὸ ποιούμενόν ἐστιν. Εἰ γὰρ μὴ οὕτως ἔχει, τί τὸ διαι‐
10ροῦν κατὰ φύσιν τῶν γενητῶν τὸν Θεόν; Ὅτε τοίνυν πάντα δι’ Υἱοῦ ὁ Θεὸς καὶ Πατὴρ ἐργάζεται, ἓν δέ τι τῶν πάντων ἐστὶ καὶ ἡ τῶν ἀγγέλων φύσις, γέγονεν ἄρα δι’ Υἱοῦ καὶ πεποίηται. Οὐχ ὁμογενὴς οὖν τοῖς δι’ αὐτοῦ γενομένοις καὶ διὰ τούτου φανεῖται· ἀλλ’ ὁ
15μὲν φορέσει τοῦ Δημιουργοῦ τὴν ἀξίαν, τὰ δὲ τὴν κατὰ τὸ πεποιῆσθαι δουλείαν. «Τὰ γὰρ σύμπαντα, φησὶ, δοῦλά σου,» ἡ θεία Γραφή.
18tΑΛΛΟ. Ὅτι οὐχ ὁμογενὴς τοῖς ἀγγέλοις ὁ Υἱὸς
19tδιὰ τὸ λέγεσθαι κρείττων αὐτῶν γεγενῆσθαι.
20 Πᾶν ὅπερ ἂν φαίνηται γεγονὸς κατ’ οὐσίαν, καὶ εἰς τὸ μὴ εἶναι καταλήξει ποτὲ θελήσαντος τοῦ Δημιουρ‐ γοῦ· καὶ ὅπερ ἂν ἔχοι φύσιν τοῦ παθεῖν δεκτικὴν, πάθοι, ἂν εἰ καὶ μή πω πέπονθε. Τὸ δὲ πάσχειν οὐ πεφυκὸς, οὐκ ἄν τι πάθοι ποτὲ, καὶ ἕτερόν τι παρ’
25ἐκεῖνό ἐστι· καὶ τὸ ἀεὶ ὡσαύτως ὂν, οὔτε τοῦ εἶναι ἤρξατο, οὔτε μὴν οἶδε τὸν ἐπὶ τέλει δρόμον, ὥσπερ τὰ τοῦ εἶναι ἀρξάμενα. Ἀλλ’ οὐκ ἄν τις εἴποι νοῦν ἔχων, τὰ τοσαύτην ἔχοντα πρὸς ἄλληλα τὴν ἐναντιό‐ τητα, καὶ οὕτω κατὰ φύσιν διεστηκότα, ὁμοφυῆ τε
30εἶναι καὶ τῆς αὐτῆς ὑπάρχειν οὐσίας. Εἰ τοίνυν ἐπὶ μὲν τῶν ποιημάτων ὡς ὑποκειμένων καὶ φθορᾷ λέγε‐ ται. «Αὐτοὶ ἀπολοῦνται·» ἐπὶ δὲ τοῦ Υἱοῦ, Σὺ δὲ διαμένεις· κἀκεῖνα μὲν παλαιωθήσεται, ὡς γενητὴν ἔχοντα τὴν φύσιν· τοῦ δὲ Υἱοῦ «τὰ ἔτη οὐκ ἐκλεί‐
35ψουσι·» πῶς ὁμοφυὴς ἔσται τοῖς ἀγγέλοις ὁ Υἱὸς, τοῖς πεποιημένοις ὁ ποιητὴς, τοῖς γεγενημένοις ὁ ἀγένητος, τοῖς παρελθεῖν δυναμένοις ὁ αἰώνιος; Εἰ γὰρ καὶ ἀθάνατόν τι χρῆμα ὁ ἄγγελός ἐστι διὰ τὴν οὔτω κειμένην ἐπ’ αὐτῷ τοῦ ποιήσαντος βούλησίν τε
40καὶ χάριν, ἀλλ’ ἐπείπερ ἀρχὴν τοῦ εἶναι ἔχει, δύναιτ’ ἂν καὶ εἰς τέλος ἐλθεῖν. Φύσεως δὲ πλεονεκτήματα τοῖς ἔχουσίν ἐστιν ἰσχυρὰ, καὶ οὐχὶ τῷ πεποιηκότι Θεῷ. Ὥσπερ οὖν καὶ τὸ πῦρ καυστικὸν μέν ἐστιν, ἀλλ’ οὐ τῷ Θεῷ· οὕτω καὶ ἄγγελος ἀθάνατος μὲν,
45ἀλλ’ οὐ τῷ Θεῷ. Μόνος γὰρ αὐτὸς κυρίως ἀθάνατος, φυσικῶς ἔχων, οὐκ ἀπὸ χάριτος, τὴν ἀσφάλειαν, ὥσπερ τὰ γενητά.
48tΑΛΛΟ, μετὰ ἀποδείξεως, ὅτι ἄγγελοι μὲν δοῦλοι,
49tΔεσπότης δὲ ὁ Υἱός.

75

.

345

(50)

Εἰ οὐδεὶς δύναται ἀφεῖναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεὸς, ἀφίησι δὲ ὁ Υἱὸς, Θεὸς ἄρα, καὶ οὐ τοῖς ποιή‐
μασιν ἐναρίθμιος. Ἄγγελοι μὲν γὰρ προσεύχονται345

75

.

348

λέγοντες· «Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα;» Ὁ δὲ Υἱὸς ἐξουσιαστικῶς· «Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι.» Οὐχ ὁμογενὲς οὖν ἄρα τῷ δεσπότῃ
5τὸ δοῦλον, οὔτε τῷ χαριζομένῳ τὸ αἰτοῦν ἵνα λάβῃ.
6tΑΛΛΟ τούτῳ ὅμοιον, ὅτι οὐκ ἐν τοῖς δούλοις
7tὁ Υἱός.
8 Ἀποστέλλει τοὺς προφήτας ὁ Θεὸς ἀπαιτῆσαι τοῦ ἀμπελῶνος τοὺς καρποὺς, οἳ πρὸς τῷ μηδὲ δύνασθαι
10λαβεῖν, καὶ ἀπέθανον. Ὁ Σωτὴρ ὡς Δεσπότης καὶ τὰς ὀφειλὰς ἀφίησι, καὶ εἰς ἑτέρους γεωργοὺς μετατίθησι τὸν ἀμπελῶνα ὡς δεσπότης καὶ Κύριος· φαίνονται δὲ καὶ τῇ τοῦ νόμου διακονίᾳ ὑπηρετήσαντες ἄγγε‐ λοι, καὶ ποιήσαντες οὐδὲν ὧν ἐποίησεν ὁ Υἱός. Οὐκ‐
15οῦν οὐχ ὁμογενὴς ἀγγέλοις ἐστὶν, ἀλλὰ Δεσπότης καὶ Κύριος.
17tΑΛΛΟ, διηγηματικῶς ὅτι τὸ «Κρείττων γενόμε‐
18νος τῶν ἀγγέλων,» οὐκ οὐσιῶν εἰσφέρει σύγ‐
19tκρισιν, ἀλλὰ μᾶλλον διακονιῶν.
20 «Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων,» ἐπὶ τοῦ Υἱοῦ φησιν ὁ Παῦλος, οὐ τῇ φύσει τῶν ἀγ‐ γέλων τὴν τοῦ Θεοῦ Λόγου συγκρίνεσθαι θέλων, οὐδὲ τῶν ἀνομοίων οὐσιῶν ἐξίσου ποιούμενος τὴν ἐξέτασιν (ἀσύγκριτον γὰρ πρᾶγμα θεότητος καὶ ἀπαράβλητον),
25ἀλλὰ τὴν ἐπὶ ταῖς διακονίαις εἰσφέρων διαφορὰν, ἵν’ ἀφ’ ὧν ἕκαστος ἐπιστεύθη καὶ ᾠκονόμησεν, ἐκ τού‐ των ὅστις εἴη γινώσκηται. Ὅτι δὲ τὸ «κρείττων» ὡς πρὸς τὴν τῶν ἀγγέλων διακονίαν ἔχει τὴν σύγκρισιν, γένοιτ’ ἂν ἐνθένδε καταφανές· Σκοπὸς ἦν τῷ Παύλῳ
30κρείττονα τῶν νομικῶν ἐνταλμάτων ἐπιδεῖξαι τὰ διὰ Χριστοῦ κηρυττόμενα. Πόθεν οὖν ποιεῖται τὰς ἀπο‐ δείξεις; Ἐπὶ τοὺς διακονοῦντας χωρεῖ, καὶ ταῖς τού‐ των διαφοραῖς ἀναλόγως ὁρίζει τὰ ὑπ’ αὐτῶν διακο‐ νούμενα. Ἄγγελοι μὲν οὖν διακονοῦσι τὸν νόμον, καὶ
35λαλεῖται δι’ αὐτῶν· ὁ δὲ Υἱὸς, τὴν διὰ τῶν Εὐαγγε‐ λίων κηρύττει γνῶσιν. Ἀλλὰ κρείττων, φησὶν, ὁ Υἱὸς τῶν ἀγγέλων· καθὸ τῶν ἀμεινόνων κατέστη διάκο‐ νος, κατὰ τοῦτο κρείττων. Διακονεῖται δὲ τὰ μεγάλα διὰ μεγάλων, καὶ τὰ μικρὰ διὰ τῶν μικρῶν. Μέγας
40δὲ ὁ Υἱὸς, καθὸ ἀπαύγασμα καὶ χαρακτὴρ, καθὸ ἀκούει· «Κάθου ἐκ δεξιῶν μου·» καθὸ πρωτότοκος καὶ ὑπ’ αὐτῶν ἀγγέλων προσκυνούμενος. Οἱ δὲ ἄγ‐ γελοι, τούτων οὐδὲν, ἀλλ’ οἱ μὲν ὡς λειτουργοὶ παρ‐ εστήκασιν, ὡς δοῦλοι προσκυνοῦσιν, ὡς ὑπηρέται
45τρέχουσι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Κρείττων ἄρα τοῦ Σωτῆρος ἡ διακονία τῆς δι’ ἀγγέ‐ λων, ὅσῳπερ ὁ μὲν ἐν τούτοις, οἱ δὲ ἐν ἐκείνοις. Διὰ ταύτην τοιγαροῦν τὴν αἰτίαν ὁ Παῦλος τὰς διακονίας συγκρῖναι θελήσας, λέγει· «Κρείττων γενόμενος τῶν

75

.

348

(50)

ἀγγέλων.» Ὅτε δὲ ἐπὶ τὴν τῶν οὐσιῶν ἔρχεται σύγ‐ κρισιν, λέγει· «Ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κε‐ κληρονόμηκεν ὄνομα.» Οὐκέτι, κρεῖττον, ἀλλὰ, δια‐ φορώτερον, ὃ δὴ καὶ πολλὴν εἰσφέρει τὴν ἐξαλλα‐
γήν.347

75

.

349

Παράθεσις ῥητῶν, περὶ ἀνθρωπότητος Χριστοῦ, καὶ λύσις ἐφεξῆς εἰς τὸ, «Τοσούτῳ κρείττων
3tγενόμενος τῶν ἀγγέλων.»
4Ὅτι τὸ «κρείττων» ἐνθάδε τιθέμενον, τῶν δια‐
5κονικῶν εἰσφέρει τὴν σύγκρισιν, γνωσόμεθα, Παύλου λέγοντος· «Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος, ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τοιαύτης ἀμελήσαντες σωτηρίας, ἥτις ἀρχὴν λαβοῦσα
10λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη;» Καὶ πάλιν· «Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει. Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τι‐ μωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας;» Καίτοι
15εἰ διὰ τὸ κρείττονα λέγεσθαι τῶν ἀγγέλων αὐτὸν, εἶναι δεῖ πάντως αὐτοῖς καὶ ὁμοφυῆ (αἱ γὰρ συγκρί‐ σεις ἐπὶ τῶν ἀλλήλοις προσεοικότων φιλοῦσι γίνεσθαι), τί μᾶλλον ἔδει χείρονος ἀξιοῦσθαι τιμωρίας τὸν κα‐ ταπατοῦντα τὸν Υἱὸν, οὐ τοιαύτης μετέχοντος τοῦ
20καταπατοῦντος τοὺς ἀγγέλους διὰ τῆς παραβάσεως τοῦ λαληθέντος νόμου δι’ αὐτῶν; Ὁ γὰρ εἰς τοὺς ἴσους καὶ ὁμοειδεῖς ἐξυβρίζων, τῆς αὐτῆς ἂν εἰκότως μετ‐ έχοι τιμωρίας, καὶ οὗ τῶν ἀδικουμένων οὐκ ἔστι δια‐ φορὰ, καὶ τῶν κολάσεων ὁμοιότης εὐλόγως ἂν γένοιτο.
25Νυνὶ δὲ ὁ μὲν εἰς τὸν Υἱὸν ἐξαμαρτάνων, χείρονος ἀξιωθήσεται τιμωρίας· ὁ δὲ εἰς τὸν ὑπ’ ἀγγέλων λα‐ ληθέντα νόμον, ἐλάττονος. Οὐχ ὁμογενὴς ἄρα τοῖς ἀγγέλοις ἐκεῖνος, εἰς ὃν καὶ μεῖζόν ἐστι τὸ ἁμαρτά‐ νειν· καὶ τὸ τιμωρίας μέτρον, ἀναλόγως τῇ ὑπεροχῇ
30τοῦ πατηθέντος ἐκτίνεται.
31tΑΛΛΟ.
32tὩς ἐξ ἀντιθέσεως εἰς τὸ αὐτό.
33 Χείρονος, φασὶν, ἀξιοῦται τιμωρίας ὁ ἐξαμαρτά‐ νων εἰς τὸν Υἱὸν, ὡς εἰς μείζονα τῶν ἀγγέλων. Τοῦτο
35δὲ αὐτὸν οὐ πάντως ἔξω τῆς πρὸς ἀγγέλους ὁμογενείας γενέσθαι ποιεῖ. Ἀναλόγως γὰρ τῇ ἑκάστῳ χρεωστου‐ μένῃ τιμῇ καὶ ἡ εἰς αὐτὸν ὕβρις ἐκμετρεῖται. Ἐπειδὴ τοίνυν κρείττων γέγονε τῶν ἀγγέλων ὁ Υἱὸς, ἔχει βαρυτέρως τὴν τιμωρίαν ὁ εἰς αὐτὸν ἐξαμαρτάνων.
40tΠρὸς ταῦτα λύσις ἐκ τοῦ αὐτοῦ.
41 Ἐχρῆν οὖν ἐπὶ τῇ παραβάσει τῶν νομικῶν ἐντο‐ λῶν, μὴ ἀναλόγως τοῖς πλημμελήμασι τὰς τιμωρίας ὁρίζεσθαι, μηδὲ πάντως τῷ μεγέθει τῆς ἁμαρτίας συμμετρεῖσθαι τὴν κόλασιν, ἀλλὰ μᾶλλον ὁρίζεσθαι
45πρὸς τὴν ἀξίαν τοῦ διακονήσαντος αὐτὴν ἀγγέλου. Εἰ δὲ τοῦτο μὲν οὐχ ὁρῶμεν γενόμενον, εἷς δὲ ὁ νόμος, πολλῶν ὄντων ἀγγέλων, καὶ διὰ τῶν αὐτῶν τιμωριῶν τρέχει τὰ ἁμαρτήματα· οὐκ ἄρα ἀληθὲς τὸ λεγόμενον, ὅτι χείρονος ἀξιωθήσεται τιμωρίας ὁ εἰς τὸν Υἱὸν

75

.

349

(50)

ἐξαμαρτάνων, ὡς εἰς κρείττονα τῶν ἀγγέλων, ἀλλ’ ὡς εἰς ἑτεροφυᾶ καὶ πολὺ παρηλλαγμένον. Οἱ μὲν γὰρ γενητοὶ, ὁ δὲ Θεὸς ἀληθινὸς, οὐ τῶν γενητῶν εἷς, οὐδὲ πρὸς αὐτὰ τὴν σύγκρισιν ἔχων· ἀλλ’ ὅσῳπερ ἂν
αὐτὸς ἀξιολογώτερος φαίνεται, τοσούτῳ μείζονι καὶ349

75

.

352

χαλεπωτέρᾳ τιμωρίᾳ ὑπεύθυνον ὄντα δεικνύων τὸν τὰ αὐτοῦ παραβαίνοντα.
3tΑΛΛΟ, ἐκ τῶν αὐτῶν, ὅτι καλὴ καὶ χρησιμωτάτη
4τῶν διακονιῶν ἡ σύγκρισις, τῆς τε τῶν ἀγγέ‐
5λων καὶ τοῦ Υἱοῦ, τοῦ «κρείττων» τὴν δύνα‐ μιν ἑρμηνεύουσα. Πῶς γὰρ κρείττων τῶν ἀγγέ‐
7tλων ἐστὶ καὶ πόσον, ἐξ αὐτῶν γνωσόμεθα.
8 Ἅγγελοι τὸν νόμον ἐλάλησαν, ἀλλ’ οὐδὲν ἐτελείω‐ σεν ὁ νόμος. Ὁ δὲ Υἱὸς ἐτελείωσε τὸ ἔργον τοῦ Πατρός.
10Τέλειος γὰρ εἰς εὐσέβειαν ὁ τοῖς αὐτοῦ νόμοις παιδ‐ αγωγούμενος. Ἐβασίλευσεν ὁ θάνατος καὶ κατὰ τὸν τοῦ νόμου καιρόν· «Ἀπὸ γὰρ Ἀδὰμ, φησὶ, καὶ μέχρι Μωσέως.» Λέλυται δὲ θάνατος διὰ Χριστοῦ· οὐκέτι γὰρ ἐν Ἀδὰμ ἀποθνήσκομεν, ἀλλ’ ἐν Χριστῷ ζωο‐
15ποιούμεθα. Ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ τὰ νομικὰ προστάγματα διηγγέλλετο, καὶ ἦν ἐν μόνῃ τῇ Ἰου‐ δαίᾳ γνωστὸς ὁ Θεός· νυνὶ δὲ εἰς πᾶσαν τὴν γῆν ἐξ‐ ῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ γεγόνασι πάντες διδακτοὶ Θεοῦ, οὐκ ἀγγέλων, ἀλλὰ Θεοῦ. Θεοῦ μὲν γὰρ καὶ ὁ
20νόμος, ἀλλὰ δι’ ἀγγέλων· ὁ δὲ Υἱός φησιν· «Αὐτὸς ὁ λαλῶν πάρειμι.» Οὐκοῦν κατὰ τὴν τοῦ Παύλου φωνὴν, ὅσῳ διαφορωτέρας τετύχηκε λειτουργίας, καὶ ὅσῳ κρείττονος διαθήκης γέγονεν ἔγγυος, τοσοῦτον ὑπερέξει τοὺς ἀγγέλους, οὐχ ὡς πρὸς αὐτοὺς συγκρι‐
25νόμενος κατὰ τὴν φύσιν, ἀλλὰ τοσοῦτον ὑπεραιρόμενος, ὅσον ἀπῴκισται τῶν γενητῶν ὁ Θεὸς κατὰ τὸν τῆς οὐσίας λόγον. Τὸ ἄρα «κρείττων» ἐπὶ τῆς διακονίας φερόμενον, ὅσον αὐτὴν τῆς ἐκείνων δεικνύει μείζονα καὶ ὑψηλοτέραν, τοσοῦτον ἐξαίρει τῆς τῶν γενητῶν
30φύσεως τὸν Υἱόν. Καὶ τοῖς μὲν ἀγγέλοις ὡς δούλοις ἀπονέμει διακονίαν τὴν ἐλάττονα· τῷ δὲ Υἱῷ, τὴν Υἱῷ πρέπουσαν καὶ Δεσπότῃ. Ἐπὶ γὰρ κρείττοσι, φησὶν, ἐπαγγελίαις νενομοθέτηται.
34tΑΛΛΟ, ὅτι κρείττων ἡ τοῦ Θεοῦ Λόγου διακονία
35τῆς τῶν ἀγγέλων, καὶ καθ’ ἑτέρους τρόπους· ὅσῳ δὲ κρείττων αὕτη, τοσούτῳ καὶ ὁ διακο‐
37tνήσας αὐτόν.
38 Ὁ Παῦλός φησιν· «Ὅτι τὸ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν
40πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.» Εἰ δὲ ἠσθένησεν ὁ νόμος κατακρῖναι τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, κατέκρινε δὲ ὁ Χριστὸς, δεκτικὴν αὐτὴν ἀπο‐ δείξας τοῦ ἁγίου Πνεύματος, ὡς δύνασθαι λέγειν
45ἡμᾶς· Οὐκ ἐσμὲν ἐν σαρκὶ, ἀλλ’ ἐν Πνεύματι· γέγονεν ἄρα καὶ κατὰ τοῦτο κρείττων ἀγγέλων, δι’ ὧν ὁ νόμος λελάληται· καὶ πάλιν ὁ κόσμος ὑπὸ μὲν τοῦ νόμου κατεκρίνετο διὰ τὴν ἁμαρτίαν. Ἐπεδήμησε δὲ ὁ Υἱὸς, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σώσῃ τὸν κόσμον,

75

.

352

(50)

οὐδὲ ἀπαιτήσων τινὰ τιμωρίαν, ἀλλ’ ἵνα πᾶσι χαρί‐ σηται. Κρείττων οὖν ὁ δικαιῶν τοῦ κατακρίνοντος, κρείττων τοῦ ἀπαιτοῦντος ὁ χαριζόμενος, κρείττων τοῦ μὴ ἰσχύσαντος κατακρῖναι τὴν ἁμαρτίαν ἐν τῇ
σαρκὶ, ὁ καὶ τοῦτο πληρώσας Υἱός. Κρείττων ἄρα351

75

.

353

κατὰ τοῦτο τῶν ἀγγέλων τῶν τὸν ἀσθενῆ καὶ κατα‐ κρίνοντα λαλησάντων νόμον.
5ΑΛΛΟ, ὅτι τοῖς ποιήμασιν ἢ τοῖς ἀγγέλοις οὐχ
6tὁμοφυὴς ὁ Υἱός.
7 Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, καὶ ὁμοφυὴς τοῖς ἀγγέλοις, καλείσθωσαν καὶ αὐτοὶ παρὰ τοῦ Πατρὸς ὥσπερ ἐκεῖ‐ νος υἱοὶ, ἢ αὐτὸς ὥσπερ ἐκεῖνοι ἄγγελος. Ἀλλ’ οὐδενὶ
10τῶν ἀγγέλων εἶπέ ποτε· «Υἱός μου εἶ σὺ,» κατὰ τὴν τοῦ Παύλου φωνήν· οὔτε μὴν αὐτὸς ἄγγελος κε‐ κλημένος φαίνεται κατὰ ἀλήθειαν. Καθεζέσθωσαν ἐν δεξιᾷ τοῦ Πατρὸς ὥσπερ Υἱός· ἀλλ’ οὐδεὶς τῶν ἀγγέ‐ λων συγκάθηται τῷ Πατρὶ, ἀλλὰ μᾶλλον παρεστήκασι
15λειτουργοῦντες αὐτῷ. Λεγέτωσαν ἄγγελοι διατάττον‐ τες ὥσπερ ὁ Υἱός· «Ἐγὼ δὲ λέγω ὑμῖν·» ἀλλ’ οὐ τοῦτό φασιν, ἀλλὰ μᾶλλον· «Ἀπεστάλην λαλῆσαι πρὸς σέ.» Καὶ οἱ μὲν διακονοῦσιν, ὁ δὲ διακονεῖται· «Ἰδοὺ γὰρ, φησὶν, ἄγγελοι προσελθόντες διηκόνουν
20αὐτῷ.» Καὶ ὁ μὲν ἔστι δημιουργὸς, οἱ δὲ γεγόνασι δι’ αὐτοῦ· καὶ οἱ μὲν προσκυνοῦσιν, ὁ δὲ προσκυνεῖ‐ ται· καὶ οἱ μὲν ἄγγελοι τὰς τῶν οὐρανῶν πύλας αἴ‐ ρειν προστάττονται· ὁ δὲ εἰσέρχεται ὡς Κύριος τῶν δυνάμεων, ὡς βασιλεὺς τῆς δόξης· καὶ οἱ μὲν ζωῆς
25μετέχουσι τῆς παρὰ Θεοῦ· ὁ δὲ τῆς ζωῆς ἐστι χορ‐ ηγὸς, αὐτὸς ζωὴ τοῖς πᾶσιν ὑπάρχων. Καὶ ὁ μέν φη‐ σιν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» καὶ «Ὁ ἑωρα‐ κὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» καὶ, «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι,» καὶ «Ἐγώ εἰμι τὸ φῶς
30τοῦ κόσμου,» καὶ «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή·» ἄγγελοι δὲ τὰς τοιαύτας οὐ τολμῶσι φθέγγε‐ σθαι φωνάς. Κἂν ἐν τῷ ὀνόματι τοῦ Υἱοῦ προσευξώ‐ μεθα, ὅσαπερ ἂν αἰτήσωμεν, ληψόμεθα· ἐν ὀνόματι δὲ τῶν ἀγγέλων οὐκ ἄν τις προσεύξαιτο. Καὶ τῷ μὲν
35Υἱῷ σὺν τῷ Πατρὶ καὶ μετὰ Πατρὸς ἡ δόξα· ἄγγελοι δὲ οὐ δοξάζονται, ἀλλὰ μᾶλλον δοξάζουσι μετὰ τοῦ Πατρὸς τὸν Υἱόν. Πῶς οὖν τοσαύτης κειμένης διαφο‐ ρᾶς μεταξὺ τῶν ἀγγέλων καὶ τοῦ Υἱοῦ, τῆς αὐτῆς οὐσίας εἶναι νομισθήσονται, οὐδενὸς συγχωροῦντος
40λόγου; Ἀναλόγως γὰρ τῇ τῶν προσώπων ἀξίᾳ τὸ τῆς φύσεως διάφορον ὁρισθήσεται.
42tΑΛΛΟ, ὅτι καὶ ἐπὶ τοῦ Πατρὸς εὑρίσκεται τὸ,
43t«ἐγένετο.»
44Ὁ Ψαλμῳδὸς λέγει· «Γενοῦ μοι εἰς Θεὸν ὑπερ‐
45ασπιστήν·» καὶ πάλιν, «Ἐγένετό μοι εἰς σωτη‐ ρίαν.» Εἰ δὲ ἐπὶ τοῦ Υἱοῦ καὶ ταῦτα φήσουσιν εἰρῆ‐ σθαι, καὶ ἄκοντες αὐτῷ μαρτυρήσουσιν ὅτι τοῖς κτίσμασιν οὐκ ἔστιν ὁμοφυὴς, ὁ τοὺς ἁγίους διασώ‐ ζων, καταφυγή τε αὐτοῖς καὶ σκέπη φαινόμενος. Καὶ

75

.

353

(50)

τοῦτο γὰρ ἔσται μόνῳ πρέπον Θεῷ.
51tΑΛΛΟ, εἰς τὸ, «Τοσούτῳ κρείττων γενόμενος τῶν
52ἀγγέλων,» ὅτι τὸ «γενόμενος,» οὐ κατὰ τῆς
53tοὐσίας νοητέον.
54Εἰ τὸ «γενόμενος» πάντως σημαίνει τινὸς τὴν
55ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάροδον, καὶ ἀεὶ κατὰ353

75

.

356

τῆς οὐσίας ἡ λέξις τάττεται, τίσιν ἔλεγεν ὁ Σωτήρ· «Γίνεσθε οἰκτίρμονες. καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν;» Εἰ μὲν οὖν ὑπῆρχον ἤδη πρὸς οὓς ἦν ὁ λόγος, πῶς ἂν σημαίνοι πάντως τὸ γί‐
5νεσθαι τὴν εἰς τὸ εἶναι πάροδον; Οὐ γὰρ ἂν δήπου τὸ ἤδη ὂν εἰς τὸ εἶναι φέροιτο, ἀλλὰ τὸ μὴ ὄν. Εἰ δὲ κατὰ τῶν ὄντων τὸ γίνεσθαι κείμενον, οὐκ ἀρχήν τινα σημαίνει τῆς ὑπάρξεως τούτων, ἀλλὰ τὴν ἀπό τινος εἴς τι μεταβολὴν, οὐδεὶς ἀναγκάσει λόγος ἐπὶ
10τοῦ Υἱοῦ τοῦ Θεοῦ, τὸ «γενόμενος» τῆς ὑπάρξεως εἶναι σημαντικόν.
12tΛΟΓΟΣ ΚΑ.
13tΕἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου· «Κατανοήσατε
14τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας
15ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐ‐ τόν·» τὸ δὲ συναγόμενον, ὅτι οὐ ποίημα οὐδὲ
17tκτίσμα ὁ Υἱός.
18 Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, ἕν τι καὶ αὐτὸν εἶναι τῶν πάντων ἀνάγκη προσομολογεῖν, οὐκ ἔχοντα τῆς θεό‐
20τητος τὸ ἐξαίρετον, τὸ ἀεὶ εἶναι, φημί. Εἰ δὲ τοῦτο ἀληθὲς, πάντα δὲ γέγονε δι’ Υἱοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ἑαυτὸν ὁ Λόγος δημιουργεῖ. Καὶ πῶς ἂν ἐνδέχοιτο μήπω ὂν, ἑαυτὸ παράγειν εἰς τὸ εἶναι; Εἰ δὲ τοῦτο ἀδύνατον, οὐκ ἄρα ἓν τῶν πάντων ἐστὶν
25ὁ Υἱὸς, ἵνα μὴ τοῖς πᾶσι συναριθμούμενος, ἑαυτοῦ φαίνηται ποίημα.
27tΑΛΛΟ.
28 Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, καλεῖται δὲ καὶ ἔστι σοφία τοῦ Πατρὸς, ὃς πάντα ἐν σοφίᾳ ἐποίησεν, ἑαυτὴν ἡ
30σοφία ποιεῖ. Εἰ δὲ τοῦτο ἄτοπον, οὐκ ἔστι ποίημα ὁ Υἱὸς, τουτέστιν, ἡ σοφία τοῦ Πατρὸς, ἵνα μὴ ἑαυτὴν ἐργάζηται.
33tΑΛΛΟ.
34Εἰ γέγονεν ὁ Υἱὸς, καλεῖται δὲ καὶ ἔστι Θεοῦ δύ‐
35ναμις καὶ Θεοῦ σοφία, ἦν ἄρα χρόνος, ἐν ᾧπερ ἦν ἄσοφός τε καὶ ἀδύνατος ὁ Θεὸς, οὐκ ὄντος Υἱοῦ. Τὸ γὰρ ποίημα πάντως ἐκ τοῦ μὴ ὄντος γίνεται. Σοφὸς δὲ ἦν ἀεὶ καὶ δυνατὸς ὁ Πατήρ. Ἦν ἄρα καὶ Υἱὸς ὃς ταῦτά ἐστιν αὐτῷ.
40tΑΛΛΟ.
41 Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, λέγει δὲ ἀληθεύων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·» ἐν τῇ κτίσει φαίνεται τοῦ Πατρὸς ἡ εἰκὼν, ἔχουσα τὴν ὁμοίωσιν πρὸς τὸ ἀρχέτυπον. Εἰ δὲ τοῦτο, οὐδὲν ἐν τῇ κτίσει
45καὶ τῷ Θεῷ τὸ διάφορον· ἔσται δὲ ποίημα καὶ αὐτός. Εἰ δὲ οὐκ ἔστι ποίημα, φαίνεται δὲ ὅλος ἐν Υἱῷ, οὐκ ἄρα ποίημά ἐστιν ὁ Υἱὸς ἡ εἰκὼν τοῦ Πατρός.
48tΑΛΛΟ.
49Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, τοῦ Πατρὸς οὐ ποιηθέν‐

75

.

356

(50)

τος, λέγει δὲ περὶ ἑαυτοῦ· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώ‐ ρακε τὸν Πατέρα·» πῶς ἐν τῷ πεποιημένῳ τὸ μὴ
ποιηθὲν ἀπαραλλάκτως φανεῖται; Καὶ εἰ ποίημα ὢν,355

75

.

357

λέγει· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» τί κωλύσει καὶ ἡμᾶς τῇ αὐτῇ κεχρῆσθαι φωνῇ, εἰ μη‐ δὲν ἕτερον παρ’ ἡμᾶς ὁ Υἱὸς, καθὸ ποίημα καὶ αὐτὸς ὥσπερ ἡμεῖς; Ἀλλὰ τοῦτο ἄτοπον· οὐ γὰρ ἐν ποιή‐
5ματι τοῦ μὴ ποιηθέντος ἡ ὁμοιότης. Οὐκ ἄρα ποίημα ὁ Υἱὸς ἡ τοῦ Πατρὸς ἀπαράλλακτος εἰκών.
7tΑΛΛΟ.
8 Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, λέγει δὲ ἀληθεύων, ὅτι «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν·» οὐδὲν ἄρα
10περιττὸν ἐν Θεῷ καὶ κτίσμασιν, εἰ πάντα πρόσεστιν αὐτοῖς ὅσα καὶ τῷ Πατρί. Εἰ δὲ τοῦτο ἄτοπον (πολὺ γὰρ τὸ Θεῖον τῶν ποιημάτων ἀπῴκισται), οὐκ ἄρα ποίημά ἐστιν ὁ Υἱὸς, ᾧ πάντα πρόσεστι φυσικῶς τὰ τοῦ Πατρὸς ἴδια καὶ ἐξαίρετα.
15tΑΛΛΟ.
16 Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, μὴ καλείσθω Πατὴρ αὐτοῦ ὁ Θεὸς, ἀλλὰ μᾶλλον ποιητὴς ἢ δημιουργός. Υἱὸς γὰρ δεικνύει πατέρα, καὶ ποίημα τὸν δημιουργόν. Εἰ δὲ Πατὴρ καλεῖται καὶ ἔστι Θεὸς, οὐκ ἄρα ποίημα ὁ
20Υἱὸς, ἀλλὰ γέννημα, οὐχ ὡς ποιητὴν τὸν Θεὸν, ἀλλ’ ὡς Πατέρα δηλοῦν.
22tΑΛΛΟ.
23 Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, μὴ καλείσθω Λόγος, μὴ σοφία, μὴ δύναμις, μὴ ἀπαύγασμα, ἢ ταῦτα κοινὰ
25καὶ τοῖς ἄλλοις ἔσται ποιήμασιν, εἴπερ ὅλως κεχώρη‐ κεν αὐτὰ φορεῖν ποίημα ὢν καθ’ ὑμᾶς ὁ Υἱός. Κἂν γάρ τι πλέον τῶν ἄλλων αὐτὸν ἔχειν λέγητε ποιημά‐ των, ἀλλ’ ἔσται πάλιν οὐδὲν ἧττον ποίημα. Εἰ δὲ ἐπὶ μὲν τῶν ἄλλων οὐδενὸς τὰ τοιαῦτα λέγεται, μόνῳ δὲ
30πρέπειν τῷ Υἱῷ ἐπαληθεύεται, οὐκ ἄρα ἓν τῶν ποιημάτων ἐστὶν, ἀλλὰ καρπὸς τῆς οὐσίας τοῦ Πα‐ τρός.
33tΑΛΛΟ.
34Εἰ πάντα δι’ Υἱοῦ γεγενῆσθαί φησιν ἡ θεία Γραφὴ,
35ποίημα δέ τις καὶ οὐχ Υἱὸν ὁμολογεῖ τὸν Λόγον, Υἱὸν οὐκ ἔχει Θεός. Εἰ δὲ τοῦτο ἀληθὲς, πῶς ἔσται ποιη‐ τὴς, οὐκ ἔχων δι’ οὗ τὰ πάντα ἐργάζεται; Ἀλλ’ ἐργάζεται καὶ δημιουργεῖ τὰ πάντα Θεός· ἔστιν ἄρα καὶ ὁ Υἱὸς δι’ οὗ τὰ πάντα, τὸ εἶναι ποίημα διαφεύ‐
40γων ὡς Θεός.
41tΑΛΛΟ.
42tὩς ἐξ ἀντιθέσεως τῶν δι’ ἐναντίας.
43 Βουλήσει, φασὶν, ὁ Πατὴρ τὸν Υἱὸν ὑποστήσας, οὕτως αὐτὸν ἐποίησε καὶ δημιουργόν. Ἀπὸ δὲ τῆς
45οὐσίας τοῦ Πατρὸς οὔ φαμεν ὑπάρχειν αὐτὸν, ἵνα μὴ τομή τις καὶ ἀπόῤῥοια νοῆται περὶ τὴν ἄφραστον ἐκείνην οὐσίαν.
48tΠρὸς τοῦτο λύσις.
49Ἀλλ’ ἔστι ταῦτα λῆρος καὶ φλυαρία πολλή. Ἀπόῤ‐

75

.

357

(50)

ῥοια μὲν γὰρ καὶ τομὴ, καὶ ὅσα τοιαῦτα πάθη, νοείσθω357

75

.

360

περὶ τὰ σώματα, οἷς καὶ τὸ πάσχειν οἰκεῖον· ὁ δὲ τὸ εἶναι σῶμα διαφυγὼν, καὶ τὰ σωμάτων διαφεύξεται πάθη. Τίκτει τοιγαροῦν ἀμερίστως καὶ ἀπαθῶς ὁ ἀσώματος. Ποῖον γὰρ πάθος περὶ τὸν ἥλιον ὁρᾶται
5γινόμενον, ὅτε τίκτει τὸ φῶς; Ποῖος συμβαίνει περὶ τὸ πῦρ μερισμὸς, ὅταν ἐκπέμπῃ τὸν ἐξ ἑαυτοῦ φω‐ τισμόν; Εἰ δὲ ταῦτα γεννᾷ μὲν ἀμερίστως, ἐκπέμπει δὲ τὰ ἐξ ἑαυτῶν ἀπαθῶς, πῶς οὐ πολλῷ μᾶλλον ὁ τούτων ποιητὴς τῆς ἑαυτοῦ φύσεως ἐκπέμψει τὸ
10ἀπαύγασμα; Πότε χαρακτὴρ εἰκόνος χωρίζεται; Ἀεὶ γὰρ αὐτῇ συμπέφυκέ τε καὶ ἐνυπάρχει. Εἰ δὲ κατ’ ἐκείνους ξηρὰ καὶ ἄκαρπός ἐστιν ἡ τοῦ Θεοῦ φύσις, τίς ἡ ἐξ αὐτοῦ προελθοῦσα βούλησις ἐνεργὴς, ἣ καὶ τὸν Υἱὸν κατ’ ἐκείνους ὑπέστησε, δημιουργική τις
15οὖσα καὶ τῶν οὐκ ὄντων ποιητική; Φεύγοντες γὰρ τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γεγεννῆσθαι λέγειν τὸν δημιουργὸν αὐτοῦ Λόγον, ἐκ τῆς ἀληθείας εἰς αὐτὸ συνελαύνονται. Ἔστι γὰρ Υἱὸς ἡ ζῶσα καὶ ἐνούσιος τοῦ Πατρὸς βούλησις, καὶ ὁ Λόγος αὐτοῦ, δι’ οὖ τὰ
20πάντα ἐργάζεται.
21tἘπιτήρησις ἀπὸ τῆς θείας Γραφῆς, ὅτι καὶ ἐπὶ
22τῶν φύσει υἱῶν, τὸ «ἐγένοντο» ἢ καὶ «ἐποιή‐
23tθησαν» κεῖται ἀδιαφόρως.
24Οὐδὲν αἱ λέξεις ἀδικοῦσιν, ὅταν ἑτέρως ἔχῃ τὰ
25πράγματα. Ἐπὶ γὰρ τῶν φύσει υἱῶν, κἂν τὸ τῆς δου‐ λείας ὄνομα τάττηται, οὐ παραιτεῖται τῆς φυσικῆς εὐγενείας τὸ ἀξίωμα. Κἂν ὁ γεννηθεὶς πεποιῆσθαι λέγηται, ἕως ἂν αὐτῷ περισώζηται τὸ ἀληθέστερον, οὐδὲν ἀπὸ τῆς λέξεως ὑπομένει τὸ ἀδίκημα. Ἡ γὰρ
30φύσις, οὐ πάντως ἡ λέξις ἐξετάζεται. Ὅταν τοίνυν ἐπὶ τοῦ γεννηθέντος Θεοῦ Λόγου φέρηται τὸ, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸ, μὴ συκοφαντείσθω τὸ γνή‐ σιον τῆς ὑπάρξεως αὐτοῦ, ἀλλ’ ἢ νοείσθω περὶ τὸν τῆς ἐνανθρωπήσεως λόγον, ἢ μηδὲν ἀδικείτω τὴν
35ἀλήθειαν τὸ τῆς λέξεως ἀδιάφορον. Βηρσαβεὲ τὸν Σο‐ λομῶνα δοῦλον ἐκάλει τοῦ Δαβὶδ, λέγουσα· «Τὸν δοῦ‐ λόν σου Σολομῶνα.» Καὶ πατέρες πολλάκις τοὺς ἐξ ἑαυτῶν γεννηθέντας δούλους ἀποκαλοῦσι, καὶ τοὺς οἰκέτας υἱούς. Ἀλλ’ οὐχ αἱ λέξεις τὴν φύσιν ἀλλάτ‐
40τουσι, μᾶλλον δὲ τὴν ἐξουσίαν τῶν οὕτω βουλομένων ἀποκαλεῖν ἐπιδεικνύουσιν. Ὅτι δὲ καὶ ἐπὶ τῶν γεννω‐ μένων εὑρίσκεται τὸ «ἐποίησε,» δῆλον ἐντεῦθεν. Ὁ μὲν γὰρ Ἐζεχίας φησίν· «Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω.» Περὶ δὲ τοῦ Ἰὼβ γέγραπται, ὅτι
45«Ἐγένοντο αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς.» Εἰ τοίνυν ἐπ’ ἀνθρώπων οὐ ταῖς ἀκριβείαις τῶν λέ‐ ξεων, ἀλλὰ τῇ φύσει τῶν πραγμάτων ἐνορῶντες ἐκ‐ δεχόμεθα τὸ λαλούμενον· πῶς οὐκ ἀναγκαίως τὸν αὐτὸν διακεισόμεθα τρόπον ἐπὶ τοῦ θείου γεννή‐

75

.

360

(50)

ματος;
51tΑΛΛΟ.
52 Τὸ υἱὸς ὄνομα τὴν ἐκ πατρὸς σημαίνει γέννησιν· τὸ δὲ ποίημα, τὸ ἔξωθεν συνιστάμενον. Εἰ τοίνυν
Υἱός ἐστι, μὴ καλείσθω ποίημα· εἰ ποίημά ἐστι, μὴ359

75

.

361

καλείσθω ψευδώνυμος Υἱός. Ἀλλ’ Υἱὸς καλεῖται καὶ ἔστιν· οὐκοῦν οὐ ποίημα.
3tΑΛΛΟ, λόγος πιθανὸς δεικνύων, ὅτι οὐ ποίημά
4tἐστιν ὁ Υἱός.
5 Εἴρηκέ που Σολομῶν ὁ σοφώτατος, ὅτι «Σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν.» Εἰ τοίνυν ἓν τῶν ποιημάτων ἐστὶν ὁ Υἱὸς, ἀχθήσεται καὶ αὐτὸς εἰς κρίσιν. Καὶ πῶς ἀληθεύσει λέγων περὶ ἑαυτοῦ, ὅτι «Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν
10δέδωκε τῷ Υἱῷ;» Ἢ πῶς ὁ Δανιὴλ οὐ ψεύσεται λέ‐ γων ὅτι αὐτῷ ἐδόθη ἡ κρίσις; Ἀληθεύει δέ· αὐτὸς γάρ ἐστιν ὁ ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκρούς. Οὐκοῦν οὐ ποίημα, οὐδὲ τῶν πάντων ἓν, ἵνα μὴ ἄγη‐ ται καὶ αὐτὸς εἰς κρίσιν.
15tΑΛΛΟ, διηγηματικῶς εἰς τὸ, «Κατανοήσατε τὸν
16ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν·» καὶ ἐξῆς
18tἡ διάνοια τοῦ ῥητοῦ.
19Οὐ τὴν τοῦ Λόγου φύσιν ἐξηγούμενος ὁ Ἀπόστολος,
20τοιαῦτά φησιν, ἀλλὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν. Πότε γὰρ γέγονεν ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν; Πότε δὲ ἀπόστολος; Πότε δὲ πιστὸς τῷ ποιήσαντι αὐτόν; Ἦ ὅτε δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γέγονεν ἄν‐ θρωπος, καὶ κατὰ τὴν Ἰωάννου φωνὴν, «Ὁ Λόγος
25σὰρξ ἐγένετο.» Τότε τῷ ποιήσαντι αὐτὸν, ὡς ἄν‐ θρωπος, καὶ πιστὸς ἐγένετο πληρῶν αὐτοῦ τὸ ἔργον, καθάπερ αὐτὸς ἔλεγε· τότε γέγονεν ἀπόστολος ὑπὲρ ἡμῶν καὶ δι’ ἡμᾶς ἀποσταλείς· τότε γέγονε τῆς ὁμολο‐ γίας ἡμῶν ἀρχιερεὺς, προσφέρων τῆς πίστεως ἡμῶν
30τὴν ὁμολογίαν τῷ Πατρὶ, καὶ τὸ ἴδιον σῶμα, καθά‐ περ τι θῦμα προσάγων ἄμωμον, ἵνα πάντας ἡμᾶς δι’ αὐτοῦ καθαρίσῃ. Ἂν τοίνυν λέγηται περὶ Υἱοῦ ὅτι γέγονε πιστὸς, ὅτι γέγονεν ἀπόστολος, γέγονεν ἀρχιερεὺς, μὴ κατὰ τῆς οὐσίας αὐτοῦ φερέσθω τὸ
35ῥῆμα, ἀλλὰ κατὰ τῆς τῶν πραγμάτων ποιότητος. Ἐπειδὴ καὶ Παῦλος, ἄνθρωπος ὢν καὶ ὑπάρχων ἤδη, γέγονεν ἀπόστολος, καὶ Μωσῆς ὡσαύτως γέγονε πι‐ στὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ Ἀαρὼν ὡσαύτως γέγονεν ἀρχιερεὺς ἐν ἑαυτῷ καὶ πάλαι τὸν Σωτῆρα
40μορφῶν. Ὅνπερ γὰρ τρόπον ὁ Ἀαρὼν οὐκ ἐγεννήθη μὲν ἀρχιερεὺς, πολλοῖς δὲ ὕστερον χρόνοις τοῦτο γέ‐ γονε, τὸν ποδήρη περιβαλόμενος, καὶ τὴν ἐπωμίδα, καὶ τὰ ἄλλα τῆς ἱερατικῆς ἐσθῆτος σχήματα, ἅπερ ἦν ἔργα γυναικῶν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ
45Χριστοῦ. Ἦν μὲν γὰρ ὁ Λόγος ἐν ἀρχῇ, πολλῷ δὲ ὕστερον χρόνῳ γέγονεν ὑπὲρ ἡμῶν ἀρχιερεὺς, ὥσπερ τινὰ ποδήρη τὸν ἐκ γυναικὸς ἄνθρωπον ἤτοι ναὸν ἀναλαβών· ἵνα τῷ ἰδίῳ αἵματι καθαρίσῃ τὸν λαὸν, ἑαυτὸν προσενεγκὼν ὡς ἀμνὸν ἄμωμον τῷ Θεῷ·

75

.

361

(50)

«Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.»
52tὍτι οὐδὲν ἕτερον σημαίνειν βούλεται τὸ πιστὸς,
53tἢ ὅτι ἀληθινὸς καὶ ἀναλλοίωτος.
54Πιστὸς ὁ Σωτὴρ καλεῖται δικαίως, μίαν ὑπὲρ πάν‐
55των θυσίαν προσενεγκὼν, τὴν αὐτὴν ἀεὶ καὶ οὐκ361

75

.

364

ἀλλαττομένην. «Ἅπαξ γὰρ ἀποθανὼν ὑπὲρ ἡμῶν· οὐκ ὄψεται θάνατον ἐκ δευτέρου.» Καὶ πάλιν ὁ Ἀπό‐ στολος ἐπιστέλλων τισὶ λέγει· «Πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Πέτρος
5ὁμοίως· «Ὥστε καὶ οἱ πάσχοντες πιστῷ κτίστῃ πα‐ ρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν.» Ὁ Ἀπόστολος Θεσσαλονικεῦσι· «Πιστὸς ὁ καλῶν ἡμᾶς, ὃς καὶ ποιήσει.» Καὶ ὁμοίως πρὸς ἑτέρους· «Εἰ ἀπιστήσο‐ μεν, ἐκεῖνος πιστὸς μένει.» Ἀρνήσασθαι γὰρ ἑαυ‐
10τὸν οὐ δύναται. Πιστὸς οὖν ὁ Χριστὸς, ὅτι καὶ ἄνθρω‐ πος γεγονὼς, ἔμεινεν ὁ αὐτὸς, χθὲς, καὶ σήμερον, καὶ εἰς τοὺς αἰῶνας· καὶ πιστὸς οὕτως, ὡς καὶ ὁ Πατὴρ εἶναι λέγεται πιστὸς παρὰ ταῖς θείαις Γραφαῖς.
14tΕἰς τὸ, «Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος
15Ἰσραὴλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς τοῦτον Ἰησοῦν, ὃν ὑμεῖς
17tἐσταυρώσατε.»
18 Χρὴ πάλιν ἐνθάδε τὸ, «ἐποίησε,» μὴ εἰς τὴν οὐ‐ σίαν ἀναφέρειν τοῦ Λόγου, μηδὲ τῆς ὑπάρξεως τοῦ
20Υἱοῦ διὰ τὴν λέξιν καταθρασύνεσθαι. Ἀλλὰ τὸ, «ἐποίησεν,» εἰ μὲν φυσικῶς ἐθέλοις, ἐκλήψῃ καλῶς ἐπὶ τοῦ ἐκ Μαρίας ποιηθέντος ναοῦ· εἰ δὲ πραγμα‐ τικῶς πάλιν, οὐδὲν πρὸς τὸν Λόγον, οἷον φέρε εἰπεῖν· Πένης τις πάλαι τυγχάνων, χρημάτων γέγονε κύ‐
25ριος· ἢ προφήτης οὐκ ὢν ἐξ ἀρχῆς, εἰς προφήτην προεχειρίσθη παρὰ Θεοῦ. Ἀλλ’ ἐν τοῖς τοιούτοις τὸ «ἐγένετο,» οὐ τὴν ἀρχὴν τοῦ εἶναι σημαίνει, ἀλλ’ εἰς ποῖόν τι πρᾶγμα καὶ ἀπὸ τίνος ἑτέρου μετέστη τὸ σημαινόμενον. Πῶς οὖν Κύριον ἐποίησε τὸν Ἰη‐
30σοῦν ὁ Θεὸς, πῶς δὲ Χριστὸν, ἀναγκαῖον ζητεῖν εὐ‐ σεβῶς. Ἐπειδὴ γὰρ Θεὸς Λόγος ὢν καὶ πάντων ὑπάρχων Δεσπότης, ἐνανθρωπήσας γέγονεν ἐν τῇ τοῦ δούλου μορφῇ, χρίεται μὲν, ἢ κεχρίσθαι λέγεται διὰ τὸ ἀνθρώπῳ πρέπον. Ἀναβαίνει δὲ εἰς τὴν τῆς κυ‐
35ριότητος ἐξουσίαν πάλιν ὡς ἄνθρωπος, καίτοι Κύ‐ ριος ὢν ὡς Θεός. Ἐπεδήμησε γὰρ ὁ τοῦ Θεοῦ Λόγος, οὐχ ἵνα τὴν ἐλευθέραν τοῦ Θεοῦ φύσιν τῇ τοῦ δούλου καταχώσῃ μορφῇ, οὐδὲ ἵνα τὸ οἰκεῖον ἀφεὶς, τοῖς τῆς ἀνθρωπότητος ἰδιώμασι κρατηθῇ· ἀλλ’ ἵνα τὸ
40δοῦλον εἰς τὴν τῆς κυριότητος ἀναρπάσῃ τιμὴν, καὶ εἰς τὴν οἰκείαν εὐγένειαν μετασκευάσῃ τὸ ἠτιμωμέ‐ νον. Ἐπεὶ πῶς ἀδελφοὶ καλούμεθα Χριστοῦ, πῶς δὲ υἱοὶ χρηματίζομεν, εἰ μηδὲν ἡμᾶς ὠφέλησεν ἄνθρω‐ πος γεγονὼς ὁ τοῦ Θεοῦ Λόγος; Ἐὰν δὲ λεγούσης
45ἀκούσῃς τῆς θείας Γραφῆς ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς, καὶ τὴν τοῦ Θεοῦ προσηγο‐ ρίαν εἰς τὸ τοῦ Πατρὸς πρόσωπον ἀναφέρῃς, συνομο‐ λογεῖς μὲν καὶ οὕτως ὅτι τοῖς θελήμασι τοῦ Υἱοῦ συνευδοκεῖ καὶ ὁ Πατήρ. Καὶ Κύριον οἶδεν αὐτὸν καὶ

75

.

364

(50)

ὅτε γέγονεν ἐν τῇ τοῦ δούλου μορφῇ· οὐκ ἔξω δὲ ὅμως οὐδὲ τοῦ ταῦτα ποιεῖν ὁ Υἱὸς εὑρεθήσεται. Ἃ γὰρ ἂν ἐργάζηται ὁ Πατὴρ, ταῦτα πάντως ἐστὶν ἔργα τοῦ Υἱοῦ, καὶ ἅπερ ἂν ὁ Υἱὸς ἐπιτελῇ, ταῦτα πάντως ὁ Πατὴρ ἐργάζεται. Διὰ τοῦτό φησιν ὁ Σωτήρ·
55«Ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν· ὁ δὲ Πατὴρ ἐν ἐμοὶ363

75

.

365

μένων, ποιεῖ τὰ ἔργα αὐτός.» Γίνεται τοίνυν Κύ‐ ριος καὶ Χριστὸς, ὅτε καὶ ἄνθρωπος γεγονὼς, καὶ διὰ τοῦτο χρηματίσας δοῦλος, ἐκλήθη καὶ Ἰησοῦς. Οὐ γὰρ ἀπαρατηρήτως ὁ ἅγιος ἔφη μαθητής· «Κύ‐
5ριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός·» ἀλλὰ προσέθηκεν, ὅτι «Τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυ‐ ρώσατε.» Χρὴ δὲ πάλιν εἰς τὴν τῶν γεγραμμένων ἀκρίβειαν ἐφορᾷν. Οὐ γὰρ εἶπεν ὅτι πεποίηκεν ἑαυτῷ Λόγον ἢ Υἱὸν, ἀλλὰ Κύριον καὶ Χριστὸν, ὅπερ οὐκ
10ἀρχὴν σημαίνει τοῦ εἶναι, ἀλλὰ τὴν ἀπό τινος εἰς ἕτερόν τι μετάστασιν. Ὅπως δὲ γέγονε Κύριος ἢ Χριστὸς, ἐν τοῖς ἀνωτέρω προείρηται.
13tἌλλως τὸ αὐτό.
14Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς, οὐκ
15ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγων· ἦν γὰρ ἀεὶ καὶ πρὸ τῆς σαρκώσεως ὁ τοῦ Θεοῦ Λόγος, καὶ οὐκ ἄν τις εὖ φρονῶν τὸ «ἐποίησεν» ἐνθάδε κατὰ τῆς οὐσίας ἐκλάβοι, ἵνα μὴ ἀσεβεῖν ἀναγκάζηται· τότε πρῶτον διδοὺς ὑπάρξαι τὸν τοῦ Θεοῦ Λόγον, ὅτε
20γέγονεν ἄνθρωπος· ἀλλὰ τὸ «ἐποίησεν,» ἀντὶ τοῦ, ἀπέδειξε, νοητέον. Οὕτω καὶ αὐτὸς ὁ Πέτρος τοῖς Ἰου‐ δαίοις προσδιαλεγόμενος ἔφασκεν· «Ἰησοῦν τὸν Να‐ ζωραῖον ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, καθὼς αὐτοὶ
25οἴδατε.» Οὐκοῦν διὰ τῶν ἔργων δεικνύων ἐνυπάρχον αὐτῷ τοῦ Πατρὸς τὸ ἀξίωμα, Κύριος γίνεται τῶν πιστευσάντων εἰς αὐτόν· ἀναδείκνυται δὲ ὅτι καὶ αὐτός ἐστιν ὁ Χριστός. Διὰ γὰρ τοῦτο τοῖς Ἰουδαίοις ἀπειθοῦσιν ἔλεγε· «Κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς
30ἔργοις μου πιστεύσατε, ἵνα γνῶτε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ πάλιν· «Εἰ οὐ ποιῶ τὰ ἕργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι.» Εἰ δὲ διὰ τοῦ δύνασθαι ποιεῖν τὰ ἔργα τοῦ Πατρὸς καὶ ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, εἶναί τε ὁμοίως ἐν
35Πατρὶ, Θεὸς ὣν ἀληθινὸς ἀναδείκνυται, κατὰ τοῦτο γέγονε τῶν εἰς αὐτὸν πιστευσάντων Κύριος, ἐφάνη δὲ καὶ αὐτὸς ὢν ὁ Χριστός· εἰ δὲ παρὰ Θεοῦ πε‐ ποιῆσθαι Κύριος λέγεται, καὶ τοῦτο ἔχει καλῶς. Ἐπιγινωσκόμενος γὰρ διὰ τῶν ἔργων γνήσιόν τε καὶ
40ἀληθινὸν τοῦ Θεοῦ γέννημα, κυριεύει τῶν ἀπει‐ θούντων πάλαι, τῷ τε οἰκείῳ ἀξιώματι καὶ τῇ ἐκ Πατρὸς εὐγενείᾳ μαρτυρούμενος ὡς Θεός. Ἐπειδὴ γὰρ ὅλως ἐγνώσθη Θεοῦ ὑπάρχων Υἱὸς, γέγονε καὶ Κύριος, οὐ τότε πρῶτον τοῦ εἶναι Κύριος ἀρξάμενος
45(ἦν γὰρ ἀεὶ καὶ Θεὸς καὶ Κύριος), ἀλλ’ ὅτε παρὰ τοῖς πεπιστευκόσιν ἐγνώσθη, τότε γεγονὼς καὶ ἐπ’ αὐτοὺς Κύριος.
48tἈπόδειξις ἀπὸ τῆς θείας Γραφῆς, ὅτι ὁ Λόγος
49tἦν ἀεὶ Κύριος καὶ βασιλεύς.

75

.

365

(50)

Ὁ Ἀβραὰμ αὐτὸν προσεκύνει, Κύριον ἀποκα‐ λῶν. Ὁ Μωσῆς ὁμοίως φησί· «Καὶ Κύριος ἔβρεξε παρὰ Κυρίου πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γό‐ μοῤῥα.» Ὁ Ψαλμῳδὸς πάλιν· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.» Καὶ πάλιν· «Ὁ
55θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Διὰ
τοῦτο ἔχρισέ σε· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς365

75

.

368

βασιλείας σου.» Καὶ πάλιν· «Ἡ βασιλεία σου, βα‐ σιλεία πάντων τῶν αἰώνων.» Εἰ τοίνυν καὶ πρὸ τῆς σαρκώσεως βασιλεύς τε καὶ Κύριος ἦν ὁ τοῦ Θεοῦ Λόγος, πῶς οὐκ ἄν τις ἔνοχος εἴη τοῖς τῆς δυσφη‐
5μίας ἐγκλήμασι, κατὰ τῆς οὐσίας αὐτοῦ φέρων τὸ πεποιῆσθαι; Γέγονε γὰρ ἡμῶν Κύριος τῶν ἐπεγνω‐ κότων τὸν ἑαυτῶν Δεσπότην, ὅτε τῷ οἰκείῳ αἵματι πάντας ἀγοράσας, ἀνεδείχθη Χριστὸς καὶ Κύριος.
9tἌλλως τὸ αὐτὸ, ἐκ τῶν καθ’ ἡμᾶς ἔχον τὸ
10tὑπόδειγμα.
11 Εἰ ἐπ’ ἀνθρώπου λέγοιτο τυχόν· Γέγονεν ὅδε τοῦδε τοῦ κτήματος κύριος, τίς οὕτως ἂν εἴη λη‐ ρῶν, ὡς τότε τὴν οὐσίαν αὐτοῦ πεποιῆσθαι νομίζειν, ὅτε καὶ κύριος ἐδείχθη τινός; Γέγονε γὰρ οὐκ αὐτὸς
15εἰς σύστασιν τοῦ εἶναι τότε προελθὼν, ἀλλ’ ὑφ’ ἑαυτῷ τι ποιησάμενος. Οὕτω μοι νόει καὶ ἐπὶ Χριστοῦ. Ἐδουλεύομεν πάλαι τοῖς μὴ οὖσι θεοῖς· ὑπεκείμεθα τῇ φθορᾷ· ἀλλὰ γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λό‐ γος εὐδοκήσαντος τοῦ Πατρὸς, ἵνα τῆς πλάνης ἡμᾶς
20ἀπαλλάξας γένηται πάντων Κύριος. Ἔχρισε δὲ αὐ‐ τὸν ὁ Πατὴρ, ἵνα δι’ αὐτοῦ φθάσῃ καὶ εἰς ἡμᾶς ἡ τοῦ χρίσαντος δύναμις. Γέγονε γὰρ ἐν πρώτῳ Χριστῷ τὰ τῆς φύσεως ἡμῶν ἀγαθὰ, καὶ ἀπαρχὴ τῶν θείων ἡμῖν χαρισμάτων ἐν αὐτῷ καὶ δι’ αὐτοῦ ὡς ἀνθρώπῳ
25καὶ παρὰ Θεοῦ· Θεὸς γὰρ ἦν ἐν σαρκί.
26tἌλλως τὸ αὐτό.
27 Ψάλλει που καί φησιν ὁ μακάριος Δαβίδ· «Γε‐ νοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν·» καὶ πάλιν· «Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι.» Ἀλλ’ ἐν τού‐
30τοις, οὐκ ἄν τις εἴποι τότε πρὸς οὐσίαν κεκλῆσθαι τὸν Θεὸν, ὅτε τῷ πένητι γέγονε καταφυγή. Ἀεὶ γὰρ ὢν τοῦτο καὶ σώζων τοὺς ἀδικουμένους, γέγονε τῷ μὲν Δαβὶδ εἰς Θεὸν ὑπερασπιστὴν, τῷ δὲ πένητι κα‐ ταφυγή. Ὥσπερ οὖν ὅπερ ἦν ἀεὶ, τοῦτο γίνεται πάλιν
35τῷ αἰτοῦντι καὶ προσευχομένῳ· οὕτω καὶ ὁ Χρι‐ στὸς, Κύριος ὢν ἀεὶ καὶ βασιλεὺς ὡς Θεὸς, γέγονε καὶ ἐν ἡμῖν Κύριος, ὅτε τοῦ συνέχοντος ἡμᾶς δια‐ βόλου τὴν τυραννίδα μισήσαντες, ἐβοήσαμεν πρὸς τὸν Πατέρα· «Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν
40ἀλήθειάν σου.» Θεῷ δὲ τὸ ἔργον ἀνατίθησιν ἡ θεία Γραφή. Πάντα γὰρ ὅσα τὴν ἀνθρώπου φύσιν ἐξάλ‐ λεται, ταῦτα δικαίως ἔργα καλεῖται Θεοῦ.
43tΛΟΓΟΣ ΚΒʹ.
44Εἰς τὸ, «Περὶ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας,
45οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ μόνος.»
47tἈντίθεσις ἐκ τῶν Χριστομάχων.
48 Καὶ πῶς, φασὶν, ἔσται κατ’ οὐσίαν ὅμοιος ὁ Υἱὸς τῷ Πατρὶ, λέγων μὴ εἰδέναι τὴν ἡμέραν τῆς συντε‐

75

.

368

(50)

λείας τοῦ αἰῶνος· καίτοι τοῦ Πατρὸς εἰδότος, ὥς φησιν αὐτός; Πολὺ γὰρ ἐν τούτῳ τὸ ἀνόμοιον φαί‐ νεται, καὶ φυσική τις διάστασις.
53tΠρὸς τοῦτο λύσις.
54Εἰ αὐτός ἐστι ποιητὴς αἰώνων, καὶ χρόνων, καὶ και‐367

75

.

369

ρῶν, ἔστι δὲ οὕτως, πῶς ὡς μίαν ἡμέραν καὶ ὥραν ἀγνοήσας παρ’ ὑμῖν κρίνεται; Πῶς δὲ ἅπερ αὐτὸς ἐποίησε, μὴ εἰδέναι δύναται; Ἔστι τοίνυν ἐξετάσαι τὰ εἰρημένα παρ’ αὐτοῦ πρὸς τοὺς μαθητάς. Καὶ
5σαφῶς ἔστιν ἐντεῦθεν ἰδεῖν, ὅτιπερ οἶδεν καὶ τὴν ἡμέ‐ ραν καὶ τὴν ὥραν ὡς Θεὸς, κἂν ἀποδεικνύων ἐν ἑαυτῷ τὸ ἀνθρώπινον, μὴ εἰδέναι λέγῃ. Εἰ γὰρ τὰ ἐσόμενα πάντα πρὸ τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκεί‐ νης διηγεῖται σαφῶς, καί φησιν· Ἔσται μὲν τόδε,
10συμβήσεται δὲ ἐκεῖνο, εἶτα τὸ τέλος· δῆλον ὅτι τὰ πρὸ αὐτῆς εἰδὼς, καὶ αὐτὴν ἐπίσταται. Μετὰ γὰρ τὰ εἰρημένα παρ’ αὐτοῦ, τίθησιν, ὅτι «Τὸ τέλος ἐστί.» Τέλος δὲ τί ἂν ἕτερον εἴη ἢ πάντως ἡ ἐσχάτη ἡμέρα, ἣν ἀγνοεῖν ἔφησεν οἰκονομικῶς, ἀποσώζων πάλιν τῇ
15ἀνθρωπότητι τὴν αὐτῇ πρέπουσαν τάξιν; Ἀνθρωπό‐ τητος γὰρ ἴδιον τὸ μὴ εἰδέναι τὰ μέλλοντα.
17tΑΛΛΟ, διηγηματικῶς.
18 Ἐν ταῖς τοῦ Σωτῆρος φωναῖς ἀνάγκη τὸν χρόνον ἐξετάζεσθαι, καθ’ ὃν εἴρηται παρ’ αὐτοῦ· οὕτω γὰρ
20τὸ πλανᾶσθαι διαφευξόμεθα. Εἰ μὲν οὖν πρὸ τῆς ἐν‐ ανθρωπήσεως ὁ τοῦ Θεοῦ Λόγος εὑρίσκεταί που τα‐ πεινόν τι περὶ ἑαυτοῦ λαλήσας, ἀπτέσθω τῆς θεότητος αὐτοῦ, καὶ φερέσθω κατ’ ἐκείνης τὰ ῥήματα. Εἰ δὲ ὅτε γέγονε σὰρξ, ἀνθρωπίναις ἐχρήσατο φωναῖς, ἵν’
25ὄντως ἑαυτὸν καὶ ἄνθρωπον ὄντα δείξῃ, πῶς οὐκ ἀκόλουθον εἰς τὴν ἀνθρωπότητα φέρειν τὰ ἀνθρωπί‐ νως εἰρημένα; Τοῦτο γάρ ἐστιν ἀποδέχεσθαι τῆς οἰ‐ κονομίας τὸν τρόπον. Εἰ μὲν γὰρ οὐ γέγονεν ἄνθρω‐ πος, λαλείτω πάντα ὡς Θεός· εἰ δὲ γέγονεν ἄνθρω‐
30πος, συγχωρείσθω λαλεῖν καθὼς ἄνθρωπος, οὐδὲν αὐ‐ τὸν ἀδικούσης εἰς τὸν τῆς θεότητος λόγον τῆς καθ’ ἡμᾶς οἰκονομίας. Τοῦτο γὰρ ἔσται τὸ παρὰ τοῦ Παύ‐ λου εἰρημένον· «Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.» Ἴδιον μὲν οὖν τοῦ Λόγου,
35καθὸ Λόγος ἐστὶ, τὸ εἰδέναι τῶν παρ’ αὐτοῦ πεποιη‐ μένων τὴν ἀρχὴν καὶ τὰ τέλη· ἓν δὲ τῶν ποιημάτων ὁ χρόνος, καὶ ὁ ποιήσας αὐτὸν οἶδέ που πάντως καὶ μέχρι τίνος αὐτῷ τὸ συνεστάναι δεδώρηται.
39tΑΛΛΟ.
40 Λέγει που πρὸς τὸν ἑαυτοῦ Πατέρα διαλεγόμενος «Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν.» Εἰ τοίνυν οἶδεν ἀκριβῶς τὴν ὥραν, ἣν ἐληλυθέναι λέγει, τί τὸ κωλύον εἰδέναι κἀκείνην, ἣν ὡς ἄνθρωπος ἀγνοεῖν μέν φησι διὰ τὸ τῇ ἀνθρωπότητι πρέπον,
45οἶδε δὲ πάντως ὡς Θεός; Χρὴ δὲ οὐ διὰ τὴν τοιαύ‐ την φωνὴν κατηγορεῖν τοῦ Θεοῦ Λόγου, καὶ ῥιψοκιν‐ δύνως ἄγνοιαν αὐτῷ προσάπτειν τινά· ἀλλὰ μᾶλλον θαυμάζειν αὐτοῦ τὴν φιλανθρωπίαν, οὐ παραιτησα‐ μένου διὰ τὴν εἰς ἡμᾶς ἀγάπησιν εἰς τοσαύτην ἑαυ‐

75

.

369

(50)

τὸν ταπείνωσιν καταγαγεῖν, ὡς πάντα φορέσαι τὰ ἡμῶν, ὧν ἓν ὑπάρχει καὶ ἡ ἄγνοια.
52tΑΛΛΟ.
53Ἐρωτητέον τοὺς χριστομάχους, ὅτου δὴ χάριν ὁ
Σωτὴρ ἀγγέλους καὶ Υἱὸν ὀνομάσας, οὐδαμοῦ τοῦ369

75

.

372

Πνεύματος ἐποιήσατο μνήμην; Οὐ γὰρ εἴρηκεν· Οὐκ οἶδε τὸ Πνεῦμα, ἀλλ’ «Οὐκ ἴσασιν οἱ ἄγγελοι, οὐδ’ οἶδεν ὁ Υἱός·» καὶ τοῦτο ἀπολελυμένως· οὐ γὰρ προστέθεικε, τοῦ Θεοῦ. Δῆλον οὖν ὅτι ἀγγέλους μὲν
5ἔφησεν ἀγνοεῖν ὡς κτίσματα. Εἰπεῖν δὲ τοῖς μαθη‐ ταῖς οὐ θελήσας, διά τινα λόγον οἰκονομίας ἀπόῤῥη‐ τον· «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» ἵνα μὴ φαίνηται κρύπτων αὐτοὺς, καὶ διὰ τοῦτο λυπήσῃ, καὶ τὸν Υἱὸν ἔφησε μὴ εἰ‐
10δέναι, ἀνθρωπινώτερον μὲν περὶ ἑαυτοῦ λέγων, ὥσπερ περὶ ἀνθρώπου· φυλάττων δὲ ἑαυτῷ τὸ εἰδέναι πάλιν πάντα ὡς Θεός. Διὰ γὰρ τοῦτο οὐδὲ τὸ Πνεῦμα ἔφησεν ἀγνοεῖν. Εἰ γὰρ τὸ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ, καθὰ γέγραπται, οἶδε δηλονότι πάντα
15τὰ ἐν αὐτῷ. Καὶ εἰ τὸ Πνεῦμα τὸ πάντα εἰδὸς, καὶ τὰ πάντα περιεργάζεσθαι δυνάμενον, παρὰ τοῦ Υἱοῦ λαμβάνει· «Ἐκεῖνο γὰρ, φησὶν, ἐξ ἐμοῦ λήψεται·» πῶς ὁ Λόγος ἀγνοεῖ, ὁ τοῦ πάντα εἰδότος Πνεύματος χορηγός;
20tΑΛΛΟ.
21 Εἰ πάντα δι’ Υἱοῦ ὁ Πατὴρ ἐργάζεται, καθά φησιν ἡ Γραφή· χωρὶς γὰρ αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ἓν δὲ τῶν πάντων ἐστὶ καὶ τὸ ὁρισθῆναι τὴν ἡμέραν καὶ τὴν ὥραν καθ’ ἣν ὁ κόσμος ἕξει τὸ τέλος· ὥρισται δηλον‐
25ότι καὶ τετύπωται καὶ τοῦτο δι’ Υἱοῦ. Τὸ δὲ ὁρισθὲν δι’ αὐτοῦ, πῶς ἀγνοεῖν δύναται; Οὐκοῦν οἶδεν ὡς Θεὸς, κἂν ἀγνοεῖν λέγῃ, καθὸ γέγονε σὰρξ, καὶ τὰ ἀνθρώπῳ πρέποντα φρονῇ.
29tΑΛΛΟ.
30 Εἰ πάντα ὅσα ἔχει ὁ Πατὴρ τοῦ Υἱοῦ ἐστι, καθά φησιν αὐτὸς, ἔχει δὲ ὁ Πατὴρ τὴν γνῶσιν τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης, ἔχει δηλονότι ταύτην καὶ ὁ Υἱός. Οὕτω γὰρ ἀληθεύσει λέγων· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.»
35tΑΛΛΟ.
36 Εἰ ἀληθεύει λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» οἶδε δὲ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν ὁ Πατὴρ, οἶδε δηλονότι καὶ ὁ Υἱὸς, ἐν Πατρί τε ὢν καὶ πάντα γινώσκων τὰ ἐν αὐτῷ, καὶ ἔχων ἐν
40ἑαυτῷ τὸν εἰδότα Πατέρα.
41tΑΛΛΟ.
42 Εἰκὼν ἀπαράλλακτος τοῦ Πατρὸς ὁ Υἱὸς λέγεται καὶ ἔστιν. Εἰ δὲ οἶδεν ὁ Πατὴρ τὴν ἡμέραν καὶ τὴν ὥραν, ἀγνοεῖ δὲ ὁ Υἱὸς, πῶς τὸ ἀγνοοῦν εἰδότος φο‐
45ρέσει τὸν χαρακτῆρα; Ἀλλ’ ἔστιν εἰκὼν τοῦ Πα‐ τρὸς, κἂν οἱ χριστομάχοι μὴ βούλωνται. Ἔοικεν ἄρα καὶ κατὰ τοῦτο τῷ Πατρὶ, καὶ ὥσπερ οἶδεν ἐκεῖνος, οὕτω καὶ αὐτός.
49tΑΛΛΟ.

75

.

372

(50)

Ὁ μὴ εἰδέναι λέγων τὸν Υἱὸν, καθὸ Λόγος ἐστὶ, τὴν ἡμέραν καὶ τὴν ὥραν ἐκείνην, οὐκ ἔξω τῶν ἀπὸ τῆς βλασφημίας ἐγκλημάτων εὑρεθήσεται. Εἰ γὰρ οἶδε τὸν Πατέρα, καθά φησιν αὐτὸς, τί κωλύει καὶ
τὸ τέλος εἰδέναι τῆς κτίσεως; Εἰ μὲν οὖν μεῖζον371

75

.

373

ἐροῦσι του γινώσκειν τὸν Πατέρα τὸ εἰδέναι τὸ τῆς κτίσεως τέλος, ἀποίσονται τῆς βλασφημίας τὴν κό‐ λασιν. Εἰ δὲ πάσης γνώσεως ὑπεραναβέβηκε τὸ γι‐ νώσκειν τὸν Πατέρα, πῶς ὁ τὸ μεῖζον εἰδὼς ἀγνοήσει
5τὸ ἔλαττον;
6tΑΛΛΟ, διηγηματικῶς.
7 Οὐκ ἀγνοῶν ὁ Λόγος, ᾗ Λόγος ἐστὶ καὶ σοφία τοῦ Πατρὸς, τὸ, Οὐκ οἶδα, φησὶν, ἀλλὰ δεικνύων ἐν ἑαυτῷ καὶ τὸ ἀνθρώπινον, ᾧ μάλιστα πρέπει τὸ ἀγνοεῖν·
10ἴδιον γὰρ ἀνθρωπότητος τοῦτό γε. Ἐπειδὴ γὰρ τὴν ἡμῶν περιεβάλετο σάρκα, διὰ τοῦτο καὶ τὴν ἡμῶν ἄγνοιαν ἔχειν ἐσχηματίζετο. Ὅτι γὰρ τῇ ἀνθρωπό‐ τητι καὶ οὐ τῇ οἰκείᾳ φύσει τὸ ἀγνοεῖν περιτίθησιν, ἐντεῦθεν ἔξεστι μαθεῖν. Παραγαγὼν γὰρ εἰς μέσον
15τὴν ἱστορίαν τῶν κατὰ τοὺς χρόνους τοῦ Νῶε γεγο‐ νότων ἀνθρώπων, καὶ εἰρηκώς· «Ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο, ἕως ἦλθεν ὁ κατακλυσμὸς, καὶ ἦρεν ἅπαντας,» ἐπήγαγεν εὐθύς· «Γρηγορεῖτε οὖν καὶ ὑμεῖς, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν
20ἔρχεται·» καὶ πάλιν· «ᾟ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.» Ἐχρῆν, δὲ εἴπερ αὐτὸς ἦν ὁ ἀγνοῶν, καθὸ Λόγος ἐστὶν, ἐκεῖνο μᾶλλον εἰπεῖν· Οὐκ οἶδα ποίᾳ ἡμέρᾳ ἔρχομαι, καὶ ᾗ οὐ δοκῶ ὥρᾳ πεμφθήσομαι. Ἐπειδὴ δὲ τοῖς ἀκροωμένοις, τὸ μὴ
25εἰδέναι τὸν καιρὸν ἢ τὴν ἡμέραν τῆς παρουσίας αὐ‐ τοῦ περιτέθεικε, δῆλός ἐστιν αὐτὸς μὲν εἰδὼς ὡς Λόγος. Ἀγνοεῖν δὲ λέγων, καθὸ τῶν ἀγνοεῖν πεφυ‐ κότων, δηλονότι ἀνθρώπων, τὴν ὁμοίωσιν ἐνεδύ‐ σατο.
30tΑΛΛΟ.
31 Εἰ ἐκ τῆς εἰκόνος τῆς κατὰ τὸν Νῶε σημαίνειν βούλεται τῆς δευτέρας αὐτοῦ παρουσίας τὸν καιρὸν, ὅτε κρίνων ἐλεύσεται τὴν οἰκουμένην, φαίνεται δὲ τοῦ κατακλυσμοῦ τὴν ἡμέραν οὐκ ἀγνοήσας (οὕτω
35γὰρ ἔφησε τῷ Νῶε· «Εἴσελθε, σὺ καὶ οἱ υἱοί σου, εἰς τὴν κιβωτόν· ἔτι γὰρ ἡμερῶν ἑπτὰ, ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν)·» οἶδεν ἄρα τῆς ἑαυτοῦ παρουσίας τήν τε ὥραν καὶ τὴν ἡμέραν, ἵνα σώζηται τῶν πραγ‐ μάτων ἡ ὁμοιότης, καὶ ἡ ἐν ἐκείνοις εἰκὼν, ταύτην
40σημαίνῃ.
41tΑΛΛΟ, ἕτι εἰς τὸ αὐτό· «Περὶ δὲ τῆς ἡμέρας καὶ
42ὥρας ἐκείνης, οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τῶν
43tοὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ μόνος ὁ Πατήρ.»
44Ὅταν ἡ θεία λέγῃ Γραφὴ περὶ τοῦ Σωτῆρος ἡμῶν
45Χριστοῦ, ὅτι καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἐκοπίασεν ἐκ τῆς ὁδοιπορίας, καὶ ἐκάθευδεν εἰσελθὼν εἰς τὸ σκάφος, τί ἄρα ποιήσουσιν οἱ χριστομάχοι; Τολμή‐ σουσιν ἄρα λέγειν καὶ ταῦτα ὑπομεῖναι τὸν τοῦ Θεοῦ Λόγον, ἢ ταῦτα μὲν ὡς τῆς ἀνθρωπότητος ἴδια προσ‐

75

.

373

(50)

άψουσι τῇ σαρκὶ, ἔξω δὲ αὐτῶν ὁμολογήσουσιν εἶναι τὸν τοῦ Θεοῦ Λόγον, ᾗ Λόγος ἐστίν· Ὥσπερ οὖν συγ‐ κεχώρηκεν ἑαυτὸν ὡς ἄνθρωπον γενόμενον μετὰ ἀν‐ θρώπων καὶ πεινῇν καὶ διψῇν, καὶ τὰ ἄλλα πάσχειν, ἅπερ εἴρηται περὶ αὐτοῦ, τὸν αὐτὸν δὴ τρόπον ἀκό‐
55λουθον μὴ σκανδαλίζεσθαι, κἂν ὡς ἄνθρωπος λέγῃ373

75

.

376

μετ’ ἀνθρώπων ἀγνοεῖν, ὅτι τὴν αὐτὴν ἡμῖν ἐφόρεσε σάρκα. Οἶδε μὲν γὰρ ὡς σοφία καὶ Λόγος ὢν ἐν Πα‐ τρί· μὴ εἰδέναι δέ φησι δι’ ἡμᾶς καὶ μεθ’ ἡμῶν ὡς ἄνθρωπος.
5tΑΛΛΟ, δι’ οὗ δείκνυται σαφῶς ὁ Σωτὴρ εἰδὼς
6μέν τινα, οἰκονομίας δὲ χάριν ἀγνοεῖν αὐτὰ
7tσχηματιζόμενος.
8 Λέγει που πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ὁ Σωτήρ· «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται,» καίτοι μηδε‐
10νὸς ἀπαγγείλαντος αὐτῷ περὶ τούτου, ἀλλ’ ὡς Θεὸς τὰ πάντα γινώσκων. Εἶτα μακρὰν ἐλάσας ὁδὸν ἅμα τοῖς μαθηταῖς, ἔρχεται πρὸς τὰς τοῦ μνημονευθέντος ἀδελφὰς, καὶ ἠρώτα· «Ποῦ τεθείκατε αὐτόν;» Ὁ εἰδὼς ὅτι κεκοίμηται, πῶς οὐκ οἶδε τὸν τόπον ὅπου
15ἔκειτο τὸ σῶμα; ἀλλ’ οἶδεν. Ἀπίθανον γὰρ τὸ ἐκεῖνο μὲν εἰδέναι, τοῦτο δὲ ἀγνοεῖν. Ὥσπερ οὖν οἰκονομίας τινὸς ἕνεκεν τὸ μὴ εἰδέναι ποῦ κεῖται Λάζαρος ἔφα‐ σκεν, οὕτω καὶ περὶ τῆς ἡμέρας καὶ τῆς ὥρας, κἂν λέγῃ μὴ εἰδέναι, χρήσιμόν τι καὶ ἀγαθὸν οἰκονομῶν,
20τοῦτο ποιεῖ· οἶδε γὰρ ὡς Θεός.
21tΑΛΛΟ, τὴν αὐτὴν ἔχον διάνοιαν.
22 Περὶ τὰ μέρη Καισαρείας τῆς Φιλίππου γεγονὼς ὁ Σωτὴρ, ἠρώτα τοὺς ἑαυτοῦ μαθητάς· «Τίνα με λέγουσιν οἱ ἄνθρωποι τὸν Υἱὸν τοῦ ἀνθρώπου·»
25Ἀποκριναμένου δὲ Πέτρου καὶ εἰρηκότος, «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος,» ἐπήγαγεν εὐ‐ θὺς, ὅτι «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι ὁ Πα‐ τὴρ ἀπεκάλυψέ σοι ὁ ἐν τοῖς οὐρανοῖς.» Οὐδεὶς γὰρ οἶδε τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, κατὰ τὴν αὐτοῦ τοῦ Σω‐
30τῆρος φωνήν. Εἰ δὲ δι’ Υἱοῦ πάντα Πατὴρ ἐργάζε‐ ται, ἓν δὲ τῶν ἔργων καὶ ἡ ἀποκάλυψις, αὐτὸς ὁ Λό‐ γος ἀποκαλύψας τῷ Πέτρῳ φαίνεται τὰ παρὰ τοῦ Πατρός· πῶς οὖν ὁ ἀποκαλύψας ὡς ἀγνοῶν ἐρωτᾷ, τίνα λέγουσιν οἱ ἄνθρωποι; Οὐκοῦν οἰκονομεῖ τι πολ‐
35λάκις τῆς ἀγνοίας τὸ σχῆμα. Εἰδὼς γὰρ ὅπερ ἔμελ‐ λον ἐρεῖν οἱ μαθηταὶ, προσάγει τὴν πεῦσιν, ἵν’ ἀπο‐ δεξάμενος αὐτῶν τὴν ἀπόκρισιν, βεβαιώσῃ τὴν πίστιν.
39tΑΛΛΟ, διηγηματικῶς.
40 Οὐκ ἀγνοεῖ τὴν ἡμέραν καὶ τὴν ὥραν τῆς ἑαυτοῦ παρουσίας ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶ καὶ σοφία, ἀλλ’ ἵνα μὴ λύπην ἐντέκῃ τοῖς μαθηταῖς, ὡς οὐ θελήσας ἀποκρίνεσθαι τῇ παρ’ αὐτῶν προσενεχθείσῃ πεύσει, τὸ, Οὐκ οἶδα, φησὶν ὡς ἄνθρωπος, ἐξουσίαν ἔχων καὶ
45τοῦ, εἰπεῖν διὰ, τὸ γενέσθαι σὰρξ, καθὸ γέγραπται, καὶ τὰς τῆς σαρκὸς ἀσθενείας ἰδιοποιήσασθαι. Ὅτι γὰρ ταύτης ἕνεκα τῆς αἰτίας τὸ μὴ εἰδέναι φησὶν, ἐν‐ τεῦθεν εἰσόμεθα. Μετὰ γὰρ τὸ ἐκ νεκρῶν ἀναστῆναι, μέλλων τε ἤδη λοιπὸν ἀναβαίνειν εἰς οὐρανοὺς, ἐρω‐

75

.

376

(50)

τησάντων αὐτὸν τῶν μαθητῶν, πότε τὸ τέλος ἔσται, καὶ πότε πάλιν παραγενήσεται, δριμύτερον ἀπεκρί‐ νατο λέγων· «Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ και‐ ροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.» Ἀλλ’ εἴπερ ἠγνόει, σαφῶς αὐτὸν ἐχρῆν λέγειν· Εἶπον ὑμῖν,
55οὐκ οἶδα. Νυνὶ δὲ ὡς οὐκ εὐλόγως ἐρωτῶντας ἐλέγ‐
χει, καὶ ὡς μείζονα ἢ καθ’ ἑαυτοὺς ἐξετάζοντας375

75

.

377

ἀποτρέπει. Δῆλον οὖν ἐστιν ὅτι καὶ τότε, καίτοι πάντα εἰδὼς ὡς Θεὸς, διὰ τὸ εἶναι τὴν γνῶσιν ὑπὲρ τοὺς μαθητὰς, ἀνθρωπίνως ἔφασκε μὴ εἰδέναι τὴν ἡμέραν μηδὲ τὴν ὥραν ἐκείνην.
5tΑΛΛΟ.
6 Ὅταν εὑρίσκηται ὁ Θεὸς ἐν μὲν τῷ παραδείσῳ λέγων πρὸς τὸν Ἀδάμ· «Ποῦ εἶ;» πρὸς δὲ τὸν Κάϊν· «Ποῦ Ἄβελ ὁ ἀδελφός σου;» τί ἄρα καὶ περὶ τού‐ του φατέ; Ἂν μὲν γὰρ ἀγνοοῦντα ποιεῖσθαι τὴν ἐρώ‐
10τησιν λέγητε, φανερῶς δυσφημοῦντες εὑρίσκεσθε. Εἰ δὲ τρόπον οἰκονομίας εἰσάγεσθαί τινα διὰ τοῦτο δώσετε, μὴ ξενίζεσθε, κἂν ὁ τοῦ Θεοῦ Λόγος, δι’ οὗ καὶ τότε τὴν ἐρώτησιν πρός τε Ἀδὰμ καὶ τὸν Κάϊν ἐποιεῖτο Θεὸς, οἰκονομῶν τι χρήσιμον μὴ εἰδέναι
15λέγῃ τὴν ἡμέραν ὡς ἄνθρωπος, καίτοι πάντα εἰδὼς ὡς σοφία τοῦ Πατρός.
17tΑΛΛΟ, δι’ οὗ δείκνυται σαφῶς οἰκονομικῶς ἔσθ’
18tὅτε τὴν ἄγνοιαν σχηματιζόμενος ὁ Σωτήρ.
19Ὅτε κατὰ τὴν ἕρημον ὁ Σωτὴρ ἀποτρέφειν ἐβού‐
20λετο τοὺς ἀκολουθήσαντας αὐτῷ, λέγει πρὸς Φίλιππον· «Πόσους ἄρτους ἔχετε;» καὶ ἔστι μὲν ὡς ἀγνοοῦντος ἡ ἐρώτησις. Διαμαρτύρεται δὲ παραχρῆμα λέγων ὁ εὐαγγελιστής· «Τοῦτο δὲ ἔλεγε πειράζων τὸν Φίλιπ‐ πον· αὐτὸς γὰρ ᾔδει τι ἔμελλε ποιεῖν.» Εἰ τοίνυν
25ὅπερ ἔμελλε ποιεῖν ἐπιστάμενος, ὡς ἀγνοῶν ἐρωτᾷ, τί κωλύει καὶ νῦν χρησίμου τινὸς ἕνεκα συγχωρεῖν αὐτῷ, μὴ εἰδέναι λέγειν τὴν ἡμέραν καὶ τὴν ὥραν; Καὶ οὐ ψευδόμενος τοῦτό φησιν· εἰδὼς γὰρ ὡς Θεὸς Λόγος, δύναται ὡς ἄνθρωπος ἀγνοεῖν, ἵνα κατὰ
30πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῇ, κατὰ τὴν τοῦ Παύλου φωνήν.
32tἜτι εἰς τὸ, «Περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας
33ἐκείνης οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τῶν οὐ‐
34tρανῶν, οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ μόνος.»
35tΠρότασις ὡς ἐκ τῶν αἱρετικῶν.
36 Πάντα, φασὶν, οἶδεν ὁ Πατὴρ, οὐ πάντα δὲ ὁ Υἱὸς, κατὰ τὴν αὐτοῦ φωνήν· ταύτῃ γὰρ μάλιστα πρὸς ἀπόδειξιν χρῆσθαι καλόν. Εἰ τοίνυν οἶδε μὲν ὁ Πα‐ τὴρ τὴν ὥραν ἐκείνην, ἀγνοεῖ δὲ ὁ Υἱὸς, πῶς τῆς
40αὐτῆς ἔσται φύσεως τῷ πάντα εἰδότι ὁ μὴ τοι‐ οῦτος;
42tΠρὸς τοῦτο λύσις.
43 Εἰ μὴ πάντα οἶδεν ὁ Υἱὸς, καθ’ ὑμᾶς, ὦ χριστο‐ μάχοι, ψεύδεσθαι λέγειν ἀνάγκη τὰς θείας Γραφὰς,
45καὶ τῶν ἁγίων καταθρασύνεσθαι λεγόντων περὶ αὐ‐ τοῦ· «Ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν.» Καὶ γὰρ ἐν τοῖς πᾶσιν ἐστὶ καὶ ἡ τῆς συντελείας ἡμέρα· οὐδὲν γὰρ ἔξω κεῖσθαι τὸ πάντα συγχωρεῖ. Εἰ δὲ ταύτην ἀγνοεῖ ὁ Υἱὸς, πῶς οἶδε τὰ πάντα; Ἀλλὰ

75

.

377

(50)

δεῖ πάντως τὰς τῶν ἁγίων ἀληθεῖς εἶναι φωνάς. Καὶ οἶδε τὰ πάντα ὁ Υἱός. Εἰ δ’ ἐν τοῖς πᾶσιν ἀνάγκη καὶ τὸ τέλος νοεῖν, μάταιον ἡμῶν ἀναπέφανται τὸ σό‐ φισμα. Οἰκονομεῖ γάρ τοι Χριστὸς, μὴ εἰδέναι λέγων
τὴν ὥραν ἐκείνην, καὶ οὐκ ἀληθῶς ἀγνοεῖ.377

75

.

380

ΑΛΛΟ. Εἰ ἀληθεύει λέγων ὁ Παῦλος, ὅτι πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐνώπιον αὐτοῦ ἐστι, περὶ δὲ τοῦ Υἱοῦ δηλονότι φησὶν, ἓν δὲ τῶν πάντων καὶ ἡ ὥρα
5ἐκείνη, πῶς ἀγνοεῖ ταύτην ὁ ἐν ὀφθαλμοῖς ἔχων τὰ πάντα τετραχηλισμένα;
7tΑΛΛΟ.
8 Εἰ μὴ δύσφημον εἶναι πιστεύετε τὸ λέγειν ἠγνοη‐ κέναι τι τῶν ὄντων τὸν Υἱὸν, ἐχέτω, καθ’ ὑμᾶς, καὶ
10οὕτως. Ἀλλ’ εἰδῶμεν εἰ μὴ σφάλλεσθε τὰ τοιαῦτα φρονοῦντες περὶ αὐτοῦ· ἐξ αὐτοῦ θεωρήσομεν τοῦ πράγματος, εἰ μὴ σαθροτάταις ἐννοίαις ἐπερείδεσθε, καλαμίνην ὥσπερ ἑαυτοῖς ὑποθέντες τὴν βακτηρίαν. Μόνην ἔφησε τὴν ἡμέραν ἐκείνην ἀγνοεῖν ὁ Υἱός·
15οὐκοῦν εἰ μόνην ἐκείνην ἀγνοεῖ, οἶδε τὰς ἄλλας· ἐν δὲ ταύταις καὶ ἡ πρὸ αὐτῆς κείσεται. Καὶ πῶς ὁ εἰ‐ δὼς τὴν πρὸ αὐτῆς, οὐκ οἶδεν ὅτι μεθ’ ἣν οἶδεν εὐ‐ θὺς ἡ ἀγνοουμένη καθ’ ὑμᾶς εἰσβαίνει; Ὅμοιον γὰρ ὥσπερ εἴ τις λέγοι μὴ εἰδέναι τὸν δέκα ἀριθμὸν,
20ποίαν ἔχει τὴν θέσιν, τοὺς εἰδότας τὸν ἐννέα. Πρόδη‐ λον γὰρ ὅτι μετὰ τὸν ἐννέα ὁ δέκα κείσεται πάντως. Εἰ τοίνυν οἶδε τὴν πρὸ αὐτῆς, πῶς οὐκ εἴσεται καὶ αὐτήν; Πῶς ὁ τοσαῦτα σημεῖα πρὸ τοῦ τέλους ἔσεσθαι λέγων, οὐκ οἶδεν ὅτι μετὰ τὰ σημεῖα τὸ τέλος; Παν‐
25ταχόθεν τοιγαροῦν ἀνόητοι δειχθήσεσθε, τῆς ἀληθείας τολμῶντες καταψεύδεσθαι. Οἶδε γὰρ τὰ πάντα ὁ Υἱὸς, κἂν οἰκονομικῶς ἀγνοεῖν τι λέγῃ.
28tΛΟΓΟΣ ΚΓʹ.
29tΕἰς τὸ, «Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα
30δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.» Καὶ εἰς τὸ, «Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου.» Καὶ εἰς τὸ, «Οὐ δύναμαι ἐγὼ ἀπ’ ἐμαυτοῦ ποιεῖν οὐδέν· ἀλλὰ καθὼς ἀκούω, κρίνω·» καὶ ὅσα
34tτούτοις ὅμοιά ἐστι ῥητά.
35tἈντίθεσις ἐκ τῶν αἱρετικῶν.
36 Καὶ πῶς ἂν δύναιτο, φασὶ, κατ’ οὐσίαν ὅμοιος εἶ‐ ναι τῷ Πατρὶ ὁ Υἱὸς, ὁ λέγων εἰληφέναι πάντα παρὰ τοῦ Πατρός, Ἔχων γὰρ, οὐκ ἂν ἐδέξατο. Ἐπειδὴ δὲ φαίνεται λαβὼν, ὡς αὐτός φησι, δῆλός ἐστιν οὐδὲν
40ἔχων ἐξ ἑαυτοῦ.
41tΠρὸς τοῦτο λύσις.
42 Ὅταν οὖν ἀκούσῃς λέγοντος τοῦ Υἱοῦ, «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι,» καὶ τὰ ἐμὰ πάντα τοῦ Πατρός ἐστι, τί ἄρα ποιήσεις, αἱρετικέ; Εἰ γὰρ οὐ‐
45δὲν ἔχει, καθ’ ὑμᾶς, ὁ Υἱὸς ἐξ ἑαυτοῦ, ἔχει τοῦτο καὶ ὁ Πατήρ· καὶ εἰ πάντα ἔχει φυσικῶς ὁ Πατὴρ, ἔχει τοῦτο καὶ ὁ Υἱός. Ἀνάγκη τοίνυν, ἢ τὸ μηδὲν ἔχειν δύνασθαι λέγοντας τὸν Υἱὸν, περιθεῖναι τοῦτο καὶ τῷ Πατρὶ, ἵν’ ἔχων φαίνηται τὰ τοῦ Υἱοῦ· ἢ εἰ τοῦτο

75

.

380

(50)

φευκτέον, ἀνάγκη συνομολογεῖν κεκτῆσθαι τὸν Υἱὸν ὅσα καὶ ὁ Πατήρ. Τοῦ Πατρὸς γὰρ ἔφησεν εἶναι πάντα τὰ ἑαυτοῦ, καὶ αὐτὸς ἔχειν πάντα τοῦ
Πατρός.379

75

.

381

ΑΛΛΟ, διηγηματικῶς. Οὐ διὰ τὸ μὴ ἔχειν ὁ Υἱὸς, εἰληφέναι λέγεται παρὰ τοῦ Πατρός. Ἔχει γὰρ φυσικῶς, ἴδιος ὢν αὐτοῦ Λόγος καὶ ἀπαύγασμα, πάντα τὰ αὐτοῦ, δίχα μόνου
5τοῦ εἶναι καὶ λέγεσθαι Πατήρ. Λέγει δὲ εἰληφέναι παρὰ τοῦ Πατρὸς, προαναιρῶν ὡς Θεὸς τὰς τῶν αἱ‐ ρετικῶν ὑπονοίας. Ἵνα γὰρ μή τις τὸν Υἱὸν θεωρῶν πάντα τὰ τοῦ Πατρὸς ἔχοντα ἐκ τῆς πολλῆς λίαν ὁμοιότητος καὶ ἀπαραλλάκτου ταυτότητος νομίσῃ τὸν
10αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν, καὶ εἰς τὴν Σαβελλίου πλάνην ἐκπέσῃ, ἀναγκαίως εἰληφέναι φησὶ παρὰ Πατρὸς, φυσικῶς τοῦτο ἔχων· ἵν’ ὁ λόγος εἰσφέρων ἕνα μὲν τὸν διδόντα, δεύτερον δὲ τὸν δεχόμενον, ἐν ἰδιαζούσαις ὑποστάσεσι δυάδα δεικνύῃ οὐ μόνοις ὀνό‐
15μασι διαστελλομένην. Ἴδιος δὲ ὢν τοῦ Πατρὸς ὁ Λό‐ γος, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν, πάντα μὲν τὰ τοῦ Πατρὸς ἀϊδίως ἔχει. Παρ’ αὐτοῦ δέ φησιν εἰ‐ ληφέναι διὰ τὸ ἐξ αὐτοῦ προελθεῖν, φυσικῶς ἔχων τὰ πάντα προσόντα αὐτῷ.
20tΑΛΛΟ.
21 Οὐδὲν εἰς τὸν θεότητος λόγον τὸν Υἱὸν ἀδικήσει τὸ λέγειν· «Πάντα μοι παρεδόθη παρὰ τοῦ Πατρός μου·» ἀλλὰ μᾶλλον ἀποδεικνύει σαφῶς κατὰ φύσιν ὄντα Υἱόν. Εἰ γὰρ πάντα αὐτῷ παρεδόθη, ἐν δὲ τῷ
25πάντα εἰπεῖν οὐδὲν ἀφῆκεν ἐκτός· οὐκ ἄρα εἷς ἐστι τῶν πάντων, ἅπερ καὶ εἰληφέναι φησὶν, ἀλλ’ ἰδιά‐ ζουσαν ἐκ Πατρὸς τὴν γέννησιν ἔχει. Υἱὸς δὲ ὢν κατὰ φύσιν, ἔχει πάντως τὰ τοῦ γεννήσαντος ἴδια. Ἴδιον δὲ τοῦ γεννήσαντος τὸ πάντα ἔχειν· οὐκ ἄρα ἐνδεής
30τινος ὁ Υἱός.
31tΑΛΛΟ.
32 Εἰ πάντα αὐτῷ παρεδόθη, καθά φησιν αὐτὸς, καὶ δέδοται ἐν τῇ χειρὶ αὐτοῦ, οὔτε τῶν πάντων εἷς ἔσται, ἀλλὰ καὶ μόνος φανεῖται κληρονόμος, ὡς Υἱός.
35Εἰ γὰρ εἷς ὢν καὶ αὐτὸς τῶν πάντων ἐτύγχανε, κατ‐ ηριθμεῖτο ἂν ἐν τοῖς πᾶσι, καὶ οὐκ ἂν ἦν κληρονόμος. Ἐπειδὴ δὲ φαίνεται πάντα λαβὼν φυσικῶς τε καὶ οὐσιωδῶς, δηλονότι διατρεχούσης εἰς αὐτὸν τῆς τοῦ γεννήσαντος ἀρχῆς τε καὶ κυριότητος, ἄλλος ἐστὶ
40τῶν πάντων ἐξ ἀνάγκης, καὶ μόνος ἴδιος τοῦ Πα‐ τρὸς Υἱός.
42tΑΛΛΟ, διηγηματικῶς.
43 Εὑρίσκεταί που λέγων ὁ Σωτήρ· «Ὥσπερ ὁ Πα‐ τὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε
45ζωὴν ἔχειν ἐν ἑαυτῷ·» ὅπερ ἀκόλουθον οὕτω νοεῖν. Διὰ μὲν γὰρ τοῦ λέγειν, «Δέδωκε,» τὸ ἐκ Πατρὸς ἔχειν φυσικῶς σημαίνει, καὶ καθ’ ὑπόστασιν ἕτερον ἑαυτὸν πρὸς τὸν δεδωκότα δεικνύει· ἕτερον δὲ λέγω μόνον τῷ ἀριθμῷ. Διὰ δὲ τοῦ λέγειν, «Ὥσπερ ἔχει ὁ

75

.

381

(50)

Πατὴρ, οὕτως ἔχει καὶ ὁ Υἱὸς,» δῆλός ἐστιν ἐκεῖνο διδάσκων, ὅτι ὥσπερ ἀϊδίως ἔχει ὁ Πατὴρ ἐν ἑαυτῷ τὴν ζωὴν, οὕτω καὶ ὁ Υἱὸς ἀϊδίως ἔχει ζωὴν ἐν ἑαυ‐ τῷ. Εἰ μὲν οὖν τολμᾷ τις λέγειν εἶναι χρόνον ὅτε
ζωὴν οὐκ εἶχεν ὁ Πατὴρ ἐν ἑαυτῷ, κρατεῖν ἀνάγκη381

75

.

384

τοῦτο καὶ ἐφ’ Υἱοῦ. Εἰ δὲ τοῦτο ἀσεβὲς, ἔχειν δὲ δώσομεν ἀεὶ τὸν Πατέρα ζωὴν ἐν ἑαυτῷ, ἔσται τοῦτο καὶ ἐφ’ Υἱοῦ· τοῦτο γάρ ἐστι τὸ οὕτως ἔχειν αὐτὸν, ὥσπερ καὶ ὁ Πατήρ. Εἰ δὲ ἀεὶ ἔχων, εἰληφέναι λέ‐
5γει, οἰκονομεῖ τι σοφὸν ἡ φωνὴ, καὶ οὐδὲν εἰς τὸν τῆς φύσεως λόγον ἀδικήσει τὸν Υἱόν.
7tΑΛΛΟ.
8 Εἴ τις τῷ ἐκ τοῦ φωτὸς ἀπαυγάσματι περιθείη φωνὴν, εἶτα τοῦτο λέγοι· Πάντα μοι δέδωκε τὸ φῶς
10τὰ ἑαυτοῦ, φωτίζω γὰρ ὥσπερ ἐκεῖνο· ἆρ’ εὐλόγως ἂν εἴποι μὴ ἐσχηκέναι ποτὲ τὸ ἀπαύγασμα τοῦ φω‐ τίζειν τὴν δύναμιν; καὶ πῶς ἀπαύγασμα ἦν; Εἰ δὲ καὶ φωτίζειν δυνάμενον διὰ τὸ πάντα τὰ τοῦ φωτὸς ἔχειν, καὶ γεννᾶσθαι πάλιν ἐξ ἑαυτοῦ, εἰληφέναι λέ‐
15γει παρ’ αὐτοῦ, πῶς οὐκ ἄτοπον μὴ καὶ πλέον τι τοῦ παραδείγματος νοεῖν ἐπὶ τοῦ Θεοῦ Λόγου; Πάντα γὰρ ἔχων φυσικῶς ἐκ Πατρὸς, εἰληφέναι φησὶν ἐξ αὐτοῦ διὰ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι, μετὰ πάντων ὧν ἔχει.
20tΑΛΛΟ, εἰς τὸ, «Ἐδόθη μοι πᾶσα ἐξουσία·» καὶ,
21«Δόξασόν σου τὸν Υἱὸν,» ἢ καὶ καθολικώτε‐ ρον, περὶ τοῦ δοξάζεσθαι ἢ δέχεσθαί τι τὸν
23tΥἱόν.
24Οὐκ ἐν χρείᾳ δόξης ἢ ἑτέρου τινὸς καθεστηκὼς ὁ
25Υἱὸς, ᾗ Λόγος ἐστὶν, αἰτεῖ παρὰ τοῦ Πατρὸς, ἢ καὶ λαμβάνειν λέγεται, οἰκονομικῶς δὲ τοῦτο ποιεῖ. Δέ‐ χεται μὲν γὰρ ἀνθρωπίνως διὰ τὸ σχῆμα τῆς πρὸς ἡμᾶς ὁμοιώσεως. Ἔστι δὲ πλήρης ὡς Θεός. Ἐπειδὴ γὰρ μόνος καὶ καθ’ ἑαυτὸν ὁ ἄνθρωπος, κἄν τι τῶν
30ἀγαθῶν παρὰ Θεοῦ λάβῃ, τοῦτο ῥᾳδίως ἀπολλύει (ὃ δὴ καὶ πέπονθεν Ἀδὰμ), καὶ γυμνὸς ἐκ παρακοῆς ἐδείχθη τῆς προτεθείσης αὐτῷ χάριτος, ἀναγκαῖον ἦν, ἵνα μὴ πάλιν τοῖς αὐτοῖς περιπέσωμεν, τὸν ἄτρεπτον τοῦ Θεοῦ Λόγον γενόμενον ἄνθρωπον, αἰ‐
35τῆσαι παρὰ τοῦ Πατρὸς τὰ ἐξ αὐτοῦ χαρίσματα· ἵνα δι’ αὐτοῦ βέβαια τῇ ἡμετέρᾳ φύσει φυλάττηται, ἀτρέπτου καὶ ἀναλλοιώτου τυγχάνοντος. Ἀρχὴν γὰρ ἡ χάρις λαβοῦσα, μένει μὲν ἀσφαλῶς ἐν Χριστῷ, παραπέμπει δὲ αὐτὸς καὶ εἰς ἡμᾶς τὴν ὁμοίωσιν· ὅτι
40πάντες ἐσμὲν ἐν αὐτῷ, καθὸ ἄνθρωπος γέγονε, καὶ τὴν αὐτὴν ἡμῖν ἐφόρεσε σάρκα. Οὕτω γὰρ καὶ ἀδελ‐ φοὶ καὶ ἓν ὡς πρὸς Θεὸν γεγεννῆσθαι λεγόμεθα. Αἰ‐ τεῖ τοίνυν καὶ δέχεται παρὰ τοῦ Πατρὸς δι’ ἡμᾶς, ἅπερ ἔχει μὲν φυσικῶς, ὡς Θεός· ἐπειδὴ δὲ σάρκα
45τοῦ δοξάζεσθαι χρῄζουσαν ἔλαβε, καὶ οὐχ ἑτέρου τινὸς, ἀλλ’ αὐτοῦ γέγονεν αὕτη, εἰκότως ἰδιοποιεῖται τὰ εἰς αὐτὴν ἢ περὶ αὐτὴν γινόμενα, καὶ ὡς ἄνθρω‐ πος μὴ ἔχων, δέχεται παρὰ τοῦ Πατρὸς ἅπερ ἔχει φυσικῶς, ὡς Υἱὸς καὶ Θεός.
50tΑΛΛΟ.
51 Εἰ γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος, γέγονε δὲ, καὶ ἀντερεῖν οἶμαι μηδένα, τί τὸ ἀναπεῖθόν τι‐ νας, μὴ ἐπιτρέπειν αὐτῷ ταῖς ἀνθρώπου κεχρῆσθαι
φωναῖς; Ὁ γὰρ αὐτὸ τὸ πρᾶγμα μὴ φυγὼν, ἀλλ’383

75

.

385

εἰς τοσαύτην ἑαυτὸν ταπείνωσιν καταγαγὼν, οὐκ ἂν ἔφυγε τὸ ἐν λόγοις ἑαυτοῦ φαίνεσθαι μετριώτερος. Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος, περιαπτέτωσάν τινες τῷ Λόγῳ τὰ ταπεινὰ ῥήματα, καὶ λεγέτωσαν
5αὐτὸν καὶ ἀγνοεῖν καὶ δόξης χρῄζειν, καὶ δέχεσθαί τι παρὰ τοῦ Πατρός. Εἰ δὲ γέγονεν ἄνθρωπος, ἔστωσαν τῆς ἀνθρωπότητος αἱ φωναὶ, καὶ μηδεὶς συκοφαντείτω τὸν τοῦ Θεοῦ Λόγον, ὡς οὐκ ἔχοντα τὸ τέλειον, ὥσπερ ὁ Πατήρ· μηδὲ ὑβριζέτω τὸ τοῦ
10Θεοῦ γνήσιον γέννημα.
11tΑΛΛΟ.
12 Οὐχ ὁ τοῦ Θεοῦ Λόγος, ᾗ Λόγος ἐστὶ, δοξάζεται καὶ δέχεταί τι παρὰ τοῦ Πατρὸς, ἢ καὶ ἁγιάζεται, ἀλλ’ ἡμεῖς ἐν αὐτῷ· καὶ δι’ ἡμᾶς ταῖς τοιαύταις αὐτός τε
15ἐχρήσατο φωναῖς, καὶ ἡ θεία Γραφὴ τοιαῦτά τινα λέγει περὶ αὐτοῦ. Εἰ γὰρ, καθὼς οἴονταί τινες, εἰς τὸν τοῦ Θεοῦ Λόγον ἀναφέρειν χρὴ τὰ τοιαῦτα, ὁρά‐ τωσαν μὴ καὶ τὸν τῆς ἐπιδημίας τρόπον ποιοῦσιν ἀργὸν, καὶ τῆς παρὰ Θεοῦ χάριτος ἔρημον ἡμῶν τὴν
20φύσιν ἀποδεικνύουσιν. Εἰ γὰρ ὁ Λόγος ἐστὶν ὁ δοξα‐ σθεὶς καὶ ἁγιασθεὶς κατὰ τὴν θεότητα, ποία γέγονε τοῖς ἀνθρώποις ἡ ὄνησις, ἐκ τοῦ γενέσθαι αὐτὸν ἄνθρωπον; Φαίνεται γὰρ αὐτὸς ἀναστὰς ἐκ νεκρῶν, οὐχ ἡμεῖς. Τί δὲ αὐτὸν ἔπεισε γενέσθαι καὶ σάρκα;
25Εἰ μὲν γὰρ, ἵνα τὴν ἀνθρώπου φύσιν ὠφελήσῃ, ἀργὸν κατ’ ἐκείνους τὸ ἐπιχείρημα· οὐδὲν γὰρ ἡ σὰρξ ὠφεληθεῖσα φαίνεται, ἀλλὰ μᾶλλον αὐτός. Καὶ εἰ ὅτε γέγονεν ἄνθρωπος, τότε φαίνεται καὶ δόξαν λαβὼν, καὶ ἁγιασμὸν, καὶ ἐξουσίαν, καὶ ὅσα τοιαῦτα
30φέρεται περὶ αὐτοῦ, πρόδηλόν ἐστιν ὅτι πρὸ τῆς ἐπιδημίας τούτων ἔρημος ὢν, κατ’ ἐκείνους, λαμβάνει ταῦτα κατὰ τὸν τῆς ἐπιδημίας καιρόν. Χάριν οὖν ὁμολογείτω τῇ σαρκὶ, βελτίων ἀναδειχθεὶς, ὅτε πε‐ φόρεκεν αὐτὴν, οὐ βελτιώσας αὐτήν. Ἀλλ’ ἔστι τοῦτο
35καὶ φρονεῖν καὶ λέγειν δυσσεβέστατον. Ἐπεδήμησε γὰρ ἵνα δοξάσῃ τὸν ἄνθρωπον καὶ ἁγιάσῃ. Οὐχ ὁ Λόγος ἄρα ἐστὶν ὁ δεχόμενός τι· τέλειος γὰρ, ὥσπερ καὶ ὁ γεννήσας αὐτόν. Ἀλλ’ ἡμεῖς ἐν αὐτῷ λαμβά‐ νομεν, ὅτε τὴν ἡμετέραν ἐφόρεσε σάρκα· ὡς γὰρ
40ἀναστάντος αὐτοῦ, ἡμεῖς ἀνέστημεν, καὶ ἀναβεβηκότος αὐτοῦ πάλιν, εἰς οὐρανοὺς ἡμῖν ἡ ἄνοδος ἀνεκαινί‐ σθη· οὕτως καὶ δοξάζεσθαι καὶ ἁγιάζεσθαι λεγομέ‐ νου, ἡμεῖς ἐσμεν οἱ τούτων ἀπολαύοντες.
45ΑΛΛΟ, δι’ οὗ δείκνυται σαφῶς, ἅπερ εἶχεν ὡς
46tΘεὸς, δι’ ἡμᾶς αἰτῶν ὡς ἄνθρωπος.
47 Λέγει που Χριστός· «Πάτερ, δόξασόν σου τὸν Υἱόν.» Καὶ πάλιν· «Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός.» Καὶ μετὰ τὴν ἀνάστασιν· «Ἐδόθη μοι,

75

.

385

(50)

φησὶ, πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.» Ἀλλὰ δείκνυται καὶ πρὶν αὐτῷ παραδοθῆναι τὰ πάντα, πάντων ὢν Κύριος. Γέγονε γὰρ τὰ πάντα δι’ αὐτοῦ, καὶ ὁ Ψαλμῳδὸς δὲ δοῦλα τοῦ πεποιηκότος εἰδὼς αὐτὰ λέγει, ὅτι «Τὰ σύμπαντα δοῦλα σά.» Αἰτῶν
55δὲ δόξαν φαίνεται, καίτοι τῆς δόξης ὢν Κύριος. Οὕτω
γὰρ ὁ Παῦλος ἔλεγε περί τινων, ὅτιπερ «Εἰ ἔγνω‐385

75

.

388

σαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Ὅτι δὲ καὶ πρὶν αἰτῆσαι παρὰ Πατρὸς τὴν δόξαν εἶχεν ὡς Υἱὸς, αὐτὸς διδάσκει σαφῶς λέγων· «Πά‐ τερ, δόξασόν σου τὸν Υἱὸν τῇ δόξῃ ᾗ εἶχον, πρὸ
5τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί.» Εἰ δὲ ὁμολογεῖ μὲν ἔχειν καὶ πρὸ τοῦ κόσμου τὴν δόξαν, αἰτεῖ δὲ νῦν αὐτὴν ὡς οὐκ ἔχων, δι’ ἡμᾶς ἄρα τοῦτο ποιεῖ· καὶ ἡμῶν ἐν αὐτῷ γέγονεν ἡ αἴτησις, καλοῦσα τὴν δόξαν εἰς τὴν ἀνθρώπου φύσιν. Λέγων δὲ μετὰ τὴν
10ἀνάστασιν, «Ἐδόθη μοι πᾶσα ἐξουσία,» καὶ πρὸ τῆς ἀναστάσεως ταύτην ἔχων φαίνεται. Εἰ γὰρ μὴ εἶχε, πῶς ἐπετίμα τῷ διαβόλῳ λέγων· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ;» πῶς δὲ τοῖς μαθηταῖς κατὰ δαιμόνων ἐχαρίζετο τὴν ἐξουσίαν; πῶς δὲ τὴν
15Ἀβραὰμ θυγατέρα, καθὰ γέγραπται, δεδεμένην ὑπὸ τοῦ διαβόλου ὡς ἐξουσίαν ἔχων ἔλυσεν αὐτός; ἢ πῶς παραλυτικῷ τὴν ὑγίειαν ἐχαρίσατο; πῶς τῇ γυναικὶ τῇ ἁμαρτωλῷ τὰς ἁμαρτίας ἠφίει; νεκροὺς δὲ πῶς ἤγειρε; τυφλῶν δὲ πῶς ἀνέῳξεν ὀφθαλμούς;
20Δῆλον οὖν ἐντεῦθέν ἐστιν, ὅτι τὰς ἀνθρώπῳ πρε‐ πούσας λέγει φωνὰς, οὐχ ὅτε Λόγος ἦν πρὸ τῆς ἐπιδημίας ἔξω σαρκός· ἀλλ’ ὅτε γέγονεν ἄνθρωπος, εἰς ἡμᾶς καλῶν τὰς παρὰ τοῦ Πατρὸς δωρεάς. Οὕτω γὰρ λεγόμεθα καὶ θείας φύσεως γενέσθαι κοινωνοὶ,
25τοῦ Λόγου φορέσαντος τὴν ἡμῶν ταπείνωσιν, ἵν’ ἡμᾶς ἀναγάγῃ πρὸς τὸ ὕψος τὸ ἑαυτοῦ, οὐχ ἵνα μείνῃ κάτω καθάπερ ἡμεῖς. Διὰ γὰρ τοῦτο καὶ ἄνθρωποι τὴν φύσιν ὄντες, θεοὶ χρηματίζομεν, ὡς ὄντες καὶ τοῦτο ἐν Χριστῷ· Θεὸς γὰρ ὁ Χριστός.
30tΑΛΛΟ.
31 Εἰ τὰ τῆς σαρκὸς ταπεινὰ ῥήματα τῇ θεότητι τοῦ Λόγου προσάπτειν ἐπιχειροῦσί τινες, ὅταν ἴδωσι θαυ‐ ματουργοῦντα Χριστὸν διὰ τῆς σαρκὸς, τί ἐροῦσιν ἄρα; Πτύσας μὲν γὰρ καὶ ποιήσας πηλὸν, ἐθερά‐
35πευσε τὸν τυφλόν· ἐκτείνας δὲ τὴν χεῖρα καὶ ἁψά‐ μενος τῆς σοροῦ, τὸν μονογενῆ τῆς χήρας ἀνέστησεν υἱόν· φωνὴν δὲ ἀφεὶς διὰ τοῦ σώματος, ἔξω τοῦ μνήματος ἐκάλεσε τὸν Λάζαρον. Ταῦτα μὲν γὰρ ἐτελεῖτο διὰ τῆς σαρκὸς, ἀλλ’ οὐκ ἦν ἔργα σαρκός.
40Ὥσπερ οὖν εἰς τὴν φύσιν τοῦ πράγματος βλέποντες, τῇ δυνάμει τῆς θεότητος τὴν τῶν ἀποτελεσμάτων ἔκβα‐ σιν λογιζόμεθα, εἰ καὶ διὰ τῆς σαρκὸς ἐγένετο· οὕτως ὅταν διὰ τὴν σάρκα λέγῃ τι καὶ ἀνθρώπινον, μὴ τῷ Θεῷ Λόγῳ τοῦτο προσάπτωμεν, ἀλλὰ τῆς θεότητος ἀλλό‐
45τριον ὁρῶντες αὐτὸ, φέρωμεν ἐπὶ τὴν σάρκα. Οὕτω γὰρ ἕκαστον τῶν γινομένων ἤτοι λεγομένων παρ’ αὐτοῦ, ὥσπερ ἐν τῷ ἰδίῳ τόπῳ τιθέντες, ἀπλανῆ τὴν περὶ τοῦ Σωτῆρος ἡμῶν γνῶσιν ἔχοντες εὑρι‐ σκόμεθα.
50tΑΛΛΟ, διηγηματικῶς.
51 Ἕνα Χριστὸν κηρύττουσιν αἱ θεῖαι Γραφαί· «Εἷς γὰρ Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός.» Ἀπὸ μὲν γὰρ τῶν ἔργων τῶν, ὅσα πρέπει μόνῳ τῷ Θεῷ, γνωρίζεται Θεός. Ἐπειδὴ δὲ σάρκα γεγονότα
55τὸν Λόγον, καθὰ γέγραπται, δεῖ καὶ ἄνθρωπον φαί‐387

75

.

389

νεσθαι, οὐκ ἧν δὲ ἀλλαχόθεν ὁρᾶσθαι τοιοῦτον, εἰ μὴ ἐκ τῶν τῆς σαρκὸς ἀλοιδορήτων παθῶν τε καὶ λόγων, ἀναγκαίως καὶ τὰ ἀνθρώποις πρέποντα ποιεῖ τε καὶ λαλεῖ, ἵν’ οὕτως δεικνύηται καὶ ἄνθρωπος γεγο‐
5νώς. Ἔστι γοῦν ἰδεῖν κατὰ ταυτὸν ἀμφότερα ἐν αὐτῷ. Ἐπυνθάνετο μὲν γὰρ ποῦ κεῖται Λάζαρος ἀνθρωπο‐ πρεπῶς· ἤγειρε δὲ αὐτὸν, ὡς Θεός. Καὶ τῇ μὲν μητρὶ λεγούσῃ, «Οἶνον οὐκ ἔχουσιν,» ἐπέπληττεν ὡς ἄνθρω‐ πος· τὸ δὲ ὕδωρ εὐθὺς εἰς οἶνον μετεποίει. Θεὸς γὰρ ἦν
10ἀληθινὸς ἐν σαρκὶ, καὶ σὰρξ ἀληθῶς ἐν Θεῷ. Δι’ ὧν οὖν ἔδει γνωρίζεσθαι Θεὸν, ταῦτα θεϊκῶς ἐνεργεῖ· καὶ ἀφ’ ὧν ἦν ἀναγκαίως ἄνθρωπον ὄντως ὁρᾶσθαι, ταῦτα ποιεῖ καὶ λέγει, οἰκονομῶν τῷ μυστηρίῳ τὴν ἀλήθειαν. Ἀποδιδόσθω τοίνυν Θεῷ τὰ Θεῷ χρεωστού‐
15μενα, καὶ τῇ ἀνθρωπότητι τὰ αὐτῇ πρέποντα καὶ ὀφειλόμενα, καὶ οὕτως ἔξω παντὸς σκανδάλου καὶ πλάνης ὁ εἰς αὐτὸν πιστεύων γενήσεται.
18tΑΛΛΟ.
19tὩς ἐξ ἀντιθέσεως.
20 «Πάντα μοι, φασὶ, παρεδόθη ὑπὸ τοῦ Πατρός μου.» Ὁ δὲ πάντα παρ’ ἑτέρου λαβὼν, δῆλός ἐστιν οὐδὲν ἔχων ἐξ ἑαυτοῦ· ὁ δὲ τοιοῦτος, πῶς ἔσται κατ’ οὐσίαν ὅμοιος τῷ πάντα ἔχοντι Θεῷ καὶ Πατρί;
24tΠρὸς τοῦτο λύσις, ὡς διὰ τῆς εἰς ἄτοπον ἀπ‐
25tαγωγῆς.
26 Εἰ πάντα λαβὼν ὁ Υἱὸς, οὐδὲν ἔχων ἐξ ἑαυτοῦ φαίνεται, πάντα δοὺς ὁ Πατὴρ, οὐδὲν ἔχει νῦν ἐν ἑαυτῷ. Ἀλλὰ τοῦτο ἄτοπον· πῶς γὰρ ἔρημος ἔσται τῶν προσόντων αὐτῷ φυσικῶς ὁ Πατήρ; Ἔχει δὲ
30πάντα, καὶ δοὺς αὐτὰ τῷ Υἱῷ δηλονότι· κἂν ὁ Υἱὸς εἰληφέναι λέγῃ, χρόνος ἦν οὐδεὶς ὅτε τούτων ἔρημος ἦν. Λαμβάνει μὲν γὰρ κατὰ τὸ σχῆμα τὸ ἀνθρώπι‐ νον· ἔχει δὲ αὐτὰ φυσικῶς, ὥσπερ καὶ ὁ Πατήρ.
34tΑΛΛΟ.
35 Λέγει που Χριστός· «Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν.» Εἰ τοίνυν ἐξουσίαν τοῦ κρίνειν λαμβάνει, οὐ διά τινα πρόφασιν ἑτέραν, ἀλλ’ ὅτι μόνον Υἱὸς ἀνθρώπου ἐστὶν, οὐχ ᾗ Λόγος ἐστὶ καὶ
40Θεὸς ὁ Υἱὸς λαμβάνει, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος. Λογιστέον οὖν τῇ μὲν ἀνθρωπότητι τὸ λαβεῖν, τῇ δὲ θεότητι τοῦ Υἱοῦ, τὸ πάντα κεκτῆσθαι φυσικῶς τὰ τοῦ γεννήσαντος αὐτόν. Οὕτω γὰρ ἂν εἴη καὶ εἰκὼν ἀπαράλλακτος τοῦ Πατρός.
45tΛΟΓΟΣ ΚΔʹ.
46tΕἰς τὰ λεγόμενα περὶ τοῦ Σωτῆρος ἀνθρωπίνως
47παρὰ τοῖς εὐαγγελισταῖς, εἰς τὸ, «Ἔκλαυσε·» καὶ εἰς τὸ, «Νῦν ἡ ψυχή μου τετάρακται·» καὶ εἰς τὸ, «Εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ

75

.

389

(50)

τὸ ποτήριον τοῦτο·» καὶ εἰς τὸ, «Περίλυπός ἐστιν ἡ ψυχή μου·» καὶ ὅσα τούτοις ὅμοια ῥητὰ, παραθέσεις ἀποδεικτικαὶ καὶ ἀπὸ τῆς θείας Γραφῆς, τῶν χριστομάχων ἀνατρέπου‐
54tσαι τὴν κακόνοιαν.
55Εἰ παρά τινος τῶν τυχόντων ἣ καὶ ἀνθρώπου ψι‐389

75

.

392

λοῦ τὰς τοιαύτας εἰρῆσθαι πιστεύομεν φωνὰς, κλαιέ‐ τω μὲν ὡς ἄνθρωπος, καὶ φοβείσθω πάλιν καὶ δειλιάτω τὸν θάνατον, καὶ γινέσθω περίλυπος, καὶ ταραττέσθω, καὶ ὅσα πέφυκεν ἡ ἀνθρώπου φύσις
5ὑπομένειν, ταῦτα καὶ αὐτός. Εἰ δὲ Θεὸς ἦν ἐν σαρκὶ, ἦν δὲ τοῦτο, καὶ οὐχ ἑτέρως, τίνα φοβεῖται Θεός; Εἰ ἀληθὴς ἦν λέγων, «Ἐγώ εἰμι ἡ ζωὴ,» κατὰ τίνα τρόπον φοβεῖται τὸν θάνατον ἡ ζωή; Εἰ ἄλλους ἐκ θανάτου διέσωσε, πῶς δὲ αὐτὸς ἐφοβεῖτο τὸν θάνατον,
10ὁ τοὺς μαθητὰς ἐπαλείφων εἰς φρόνημα νεανικὸν, καὶ λέγων· «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι;» Πῶς ἂν αὐτὸς ἐφοβεῖτο τοῦτο παθεῖν, εἰ τὸν Ἀβραὰμ παραθαρσύνει, λέγων· «Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ
15εἰμι;» Εἰ Μωσέα γοργότερον ἐποίει κατὰ τοῦ Φα‐ ραὼ, καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ναυῆ λέγει· «Ἴσχυε καὶ ἀνδρίζου,» πῶς αὐτὸς δειλίας ἔσται δεκτικὸς, ἢ πῶς ἀνθρώπους ἐφοβήθη, ὁ ἄλλοις συμβουλεύων εἰς τὸ μὴ φοβεῖσθαι, καὶ πείθων βοᾷν· «Κύριος ἐμοὶ
20βοηθὸς, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος;» Πῶς δὲ ὁ εἰς τοῦτο παρελθὼν, ἵνα τὸν θάνατον ἀπο‐ κτείνῃ, αὐτὸς ἐφοβεῖτο τὸν καθ’ οὗ παραγέγονεν; Ἢ πῶς οὐ πάσης ἐπέκεινα δυσσεβείας ἐστὶ τὸ λέγειν φοβεῖσθαι τὸν ᾅδην, ὃν οἱ τούτου πυλωροὶ καὶ μόνον
25ἰδόντες κατέπτηξαν, καὶ τὰς ἀφύκτους πετάσαντες πύλας, ἀφῆκαν τὰ ἐναποκλεισθέντα πνεύματα, ὡς ἀναστῆναι τῶν ἁγίων πολλοὺς, καὶ εἰσελθεῖν εἰς τὴν πόλιν, καθὰ γέγραπται, καὶ ὀφθῆναί τισι; Πῶς ἐφο‐ βεῖτο τὸν θάνατον ὁ ἐν τῷ ζητεῖσθαι λέγων πρὸς
30τοὺς παραγεγονότας αὐτὸν συλλαβέσθαι· «Ἐγώ εἰμι;» Πῶς ἐφοβεῖτο τὸν θάνατον ὁ λέγων· «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν·» καὶ· «Οὐδεὶς αἴρει αὐτὴν ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυ‐
35τοῦ;» Οὐκ ἦν οὖν ἄρα καθ’ ἑαυτὸν ὁ τοῦ Θεοῦ Λό‐ γος ὁ τὸν θάνατον ὑποπτήξας· ἀλλ’ ἦν ἐν αὐτῷ τὸ ἀνθρώπινον πεφυκὸς τοῦτο πάσχειν ἀεί.
38tΑΛΛΟ, διηγηματικῶς.
39Ἀνάγκη πᾶσα τοὺς ὀρθῶς ἐθέλοντας νοεῖν τὰ
40παρὰ ταῖς θείαις εἰρημένα Γραφαῖς περὶ τοῦ Σωτῆ‐ ρος ἡμῶν Χριστοῦ, τὸν καιρὸν ἐξετάζειν καὶ τοὺς χρόνους καθ’ οὓς ἢ αὐτὸς εἰρηκώς τι περὶ ἑαυτοῦ φαίνεται, ἢ αἱ θεῖαι Γραφαὶ περὶ αὐτοῦ. Εἰ μὲν οὖν πρὶν γένηται σὰρξ ὁ τοῦ Θεοῦ Λόγος, ἢ κλαύσας
45ὁρᾶται πώποτε, ἢ θάνατον φοβηθεὶς, ἢ ἕτερόν τι τῶν ἀνθρωπίνων ὑπομείνας, κρατείτω καὶ νῦν τὰ εἰρη‐ μένα περὶ αὐτοῦ. Εἰ δὲ ὅτε γέγονεν ἄνθρωπος, τότε καὶ τὰς τοιαύτας φωνὰς περὶ αὐτοῦ εἰρήκασιν αἱ θεῖαι Γραφαὶ, τί μὴ μᾶλλον ἀνθρωπίνως εἰρῆσθαι τὰ

75

.

392

(50)

τοιαῦτα φήσομεν, ἵνα τὸ ἐκ τῆς βλασφημίας διαφύ‐ γωμεν κακόν;
52tΑΛΛΟ.
53tὩς ἐξ ἀντιθέσεως τῶν χριστομάχων.
54Ὁ κλαύσας, φασὶ, καὶ φοβηθεὶς, καὶ περίλυπος
55γεγονὼς, πῶς ἔσται φύσει Θεός; Ἀνθρώπων γὰρ
56tἴδια τὰ τοιαῦτα.391

75

.

393

(1t)

Πρὸς τοῦτο λύσις.
2 Ὁ τὸν Λάζαρον ἀναστήσας ἐκ νεκρῶν, καὶ τὸ ὕδωρ εἰς οἶνον μεταποιήσας, καὶ τὸ βλέπειν χαρισά‐ μενος τῷ ἐκ γενετῆς τυφλῷ, εἰρηκώς τε ὅτι «Ἐγὼ
5καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» πῶς οὐκ ἔσται φύσει Θεός; Θεότητος γὰρ ἔργα φαίνεται τὰ γενόμενα. Εἰ δὲ ἐκ τῶν ἀνθρωπίνως εἰρημένων ἢ καὶ γενομένων σκανδα‐ λίζεσθε, διὰ ποίαν αἰτίαν οὐκ ὠφελεῖσθε δι’ ἐκείνων, ὅσα καὶ ποιήσας καὶ λαλήσας θεοπρεπῶς εὑρίσκε‐
10ται; Καὶ πάλιν, εἰ δι’ ἐκείνων εἰς τὸ νοεῖν τι τα‐ πεινὸν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ καταβαίνετε, τί μὴ διὰ τούτων εἰς τὸ μεγάλα καὶ ὑψηλὰ νοεῖν ἀναβαί‐ νετε; Ὁ γὰρ ἐκεῖνα ταπεινῶς εἰρηκώς τε καὶ πα‐ θὼν, καὶ ταῦτα ὑψηλῶς, ὡς Θεὸς, εἶπέ τε καὶ πέ‐
15πραχεν. Οὐκοῦν ἡ τῆς ἐνανθρωπήσεως αἰτία, καὶ ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία, πρόφασις ἦν ἀναγκαία τοῦ γενέσθαι τινὰ καὶ ἀνθρώπινα.
18tΑΛΛΟ.
19Ἐξεταζέσθω τῆς ἐνσάρκου παρουσίας ἡ οἰκονομία,
20καὶ τῆς ἐνανθρωπήσεως ὁ τρόπος, καὶ πόῤῥω παντὸς κείσονται σκανδάλου τινὲς τῶν ἀκροωμένων, ὅσα περὶ τοῦ Σωτῆρος ἀνθρωπινώτερον λέγουσιν αἱ θεῖαι Γραφαί. Σκοπὸς τοίνυν τῷ ἐνανθρωπήσαντι Λόγῳ δεῖξαι σαφῶς, ὅτιπερ ὄντως σάρκα περιεβάλλετο, καὶ
25γέγονεν ἄνθρωπος, οὐκ ἀποβαλὼν τὸ εἶναι Θεὸς Λό‐ γος (οὐ γὰρ ἦν ἑτέρως διασωθῆναι τὸ ἀνθρώπινον γένος)· ἀλλ’ ἵνα μή τις ἀκούων ὅτι γέγονε σὰρξ, μεταπεποιῆσθαι τὸν ἄτρεπτον τοῦ Θεοῦ Λόγον ὑπο‐ λάβῃ, καὶ ἕτερόν τι γενέσθαι παρ’ ὅπερ ἦν ἐξ ἀρχῆς,
30ἀναγκαίως ποτὲ μὲν τὰς ἀνθρώπῳ πρεπούσας ἀφίησι φωνάς· ποτὲ δὲ δεικνύει πράγματα θεότητι μόνῃ χρεωστούμενα, ἵνα νοῆται τὸ συναμφότερον. Ὅθεν οὖν ἔδει φαίνεσθαι σαφῶς, ὅτιπερ ὄντως ἄνθρωπος εἴη, καὶ οὐ φάντασμα, ἐκεῖθεν αὐτὸ δεικνύειν ἐπεί‐
35γεται. Ἁμαρτία μὲν γὰρ, ὡς ἀναμάρτητος, καὶ οὐκ εἰδὼς τοῦτο παθεῖν, παραιτεῖται δικαίως· ἐπιτρέπει δὲ τῷ σώματι καὶ τῇ ἀνθρωπότητι τὰ τῇ φύσει αὐτῇ προσόντα παθεῖν, εἰς ἀπόδειξιν τοῦ ὄντως καὶ κατὰ ἀλήθειαν φορέσαι σάρκα, καὶ ἄνθρωπον γενέσθαι,
40κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ, καθάπερ ἤδη προειρή‐ καμεν, ἐχρῆν αὐτὸν καὶ ἐν σαρκὶ γεγονότα φαίνεσθαι Θεὸν, ἐργάζεται μὲν ἔσθ’ ὅτε τὰ πρέποντα Θεῷ, λέ‐ γει δὲ πρὸς τοὺς ὁρῶντας αὐτόν· «Εἰ ἐμοὶ οὐ πι‐ στεύετε,» διὰ τὸ ἄνθρωπον βλέπειν δηλονότι, ἀλλὰ
45«τοῖς ἔργοις μου πιστεύετε· ἵνα γνῶτε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Οὐκοῦν τὰ θεοπρε‐ πῶς εἰρημένα τε καὶ πεπραγμένα δεικνύει τὸν Σω‐ τῆρα Θεόν. Καὶ πάλιν τὰ ἀνθρωπίνως εἰρημένα τε καὶ γεγονότα δεικνύει κατὰ ἀλήθειαν ἄνθρωπον. Αὕτη

75

.

393

(50)

γάρ ἐστιν ἡ τοῦ μυστηρίου δύναμις.
51tΑΛΛΟ.
52 Πανταχόθεν ἀναισχυντοῦντες οἱ χριστομάχοι φα‐ νοῦνται, καὶ σκοπὸν ἔχοντες ἕνα τὸ μάτην διαλοιδο‐ ρεῖσθαι τῷ Υἱῷ τοῦ Θεοῦ. Ἀκούοντες μὲν γὰρ λέγον‐
55τος αὐτοῦ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ἀπειθοῦ‐393

75

.

396

σιν ἀβούλως, καὶ πειρῶνται τὸ εἰρημένον εἰς ἐτέρας περιέλκειν ἐννοίας, οὐκ ἀποδιδόντες τῷ Υἱῷ τὸ ἓν εἶναι Πατρὸς (πρὸς) τὸν Πατέρα, ἀλλὰ τὸ καλῶς τε καὶ ὀρθῶς εἰρημένον ἐπιχειροῦντες παραλύειν. Εὑ‐
5ρίσκοντες δὲ πάλιν ἐν τοῖς Εὐαγγελίοις τὰ ὅσαπερ ὡς ἄνθρωπος ἢ πέπονθεν ἢ καὶ εἰρηκὼς φαίνεται, οἷον τὸ ἔκλαυσεν ἢ καὶ ἐλυπήθη, καὶ τὰ τούτοις ὅμοια, οὐ φέρουσιν ἐπὶ τὴν ἀνθρωπότητα, ἀλλ’ εὐθὺς τῷ Λόγῳ ταῦτα προσάπτοντες, ἀπόδειξιν ποιοῦνται τοῦ
10μὴ εἶναι Θεὸν τὸν ταῦτα πεπονθότα· ὥστε καὶ αὐτὸν συναριθμεῖσθαι τῇ κτίσει, τὸν ταύτης ὄντα ποιητήν. Ἢ τοίνυν ἀπόδος τῷ Υἱῷ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα, καὶ οὐχ εὑρήσεις τὸν ἐν ἰσότητι τοῦ Πατρὸς ὄντα Λό‐ γον καθ’ ἑαυτὸν, ᾗ Λόγος ἐστὶ, κλαίοντα ἢ λυπούμε‐
15νον, ἢ φόβῳ βαλλόμενον· ἢ εἰ μὴ πιστεύεις λέγοντι αὐτῷ, ὅτιπερ ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα, μηδὲ ὅτι λελύπηται λέγοντι πιστεύσῃς· καὶ οὕτως ἔσῃ μετὰ τῶν ἀπίστων Ἰουδαίων, οὐδὲν ὅλως τῶν παρὰ τοῦ Σωτῆρος εἰρημένων δεχόμενος.
20tΑΛΛΟ.
21 Λέγει που Παῦλος περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.» Γέγονεν
25οὖν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος· οὐκ εἰς ἄνθρωπον ἦλθεν, ὥσπερ ἐν τοῖς προφήταις· ἀλλ’ ὄντως τοῦτο γέγονεν ὅπερ καὶ ἡμεῖς, δίχα μόνης ἁμαρτίας. Ἔστιν οὖν Θεὸς μὲν, ᾗ Λόγος ἐστὶ τοῦ Πατρὸς, καὶ τῆς οὐσίας αὐτοῦ τὸ ἴδιον· ἄνθρωπος δὲ, καθὸ γέγονε
30σὰρξ, ὡς γέγραπται, καὶ τὴν ἡμῶν περιεβάλετο σάρκα. Ὅρον οὖν ἐχούσης τοῦτον τῆς πίστεως τῆς περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, διακρινέσθωσαν αἱ περὶ αὐτοῦ φωναὶ κατὰ τὸν λόγον τὸν πρέποντα. Κἂν ἀκούσῃς· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» μίαν ὅρα
35τὴν θεότητα τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς, καὶ Θεὸν ἐννόει τὸν Υἱὸν ἐκ τῆς οὐσίας ὄντα τοῦ Πατρός. Ἐὰν δὲ πά‐ λιν ἀκούσῃς περὶ αὐτοῦ, ὅτι ἔκλαυσε καὶ ἐλυπήθη, καὶ ἐπτοήθη, καὶ ἀδημονεῖν ἤρξατο, ἐννόει πάλιν ἄνθρωπον ὅντα μετὰ τὸ εἶναι Θεὸν, καὶ ἀνατίθει τῇ
40ἀνθρωπότητι τὰ αὐτῇ χρεωστούμενα. Ἐπειδὴ γὰρ θνητὸν καὶ φθαρτὸν ἀπέλαβε σῶμα, καὶ τοῖς τοιούτοις πάθεσιν ὑποκείμενον, ἀναγκαίως μετὰ τῆς σαρκὸς καὶ τὰ αὐτῆς ἰδιοποιεῖται πάθη καὶ αὐτῆς ὑπομενού‐ σης αὐτὰ, ὡς αὐτὸς ὑπομένων λέγεται. Οὕτως γάρ
45φαμεν ὅτι καὶ ἐσταυρώθη καὶ ἀπέθανε, τοῦτο παθού‐ σης τῆς σαρκὸς, οὐκ ἰδίᾳ καὶ καθ’ ἑαυτὸν τοῦ Λόγου· ἀπαθὴς γάρ ἐστι καὶ ἀθάνατος. Οὐκοῦν ὀρθοδόξως ἐκληψόμεθα τὰ εἰρημένα, τῇ μὲν θεότητι νέμοντες τὰ θεοπρεπῆ, ἀνατιθέντες δὲ τῇ σαρκὶ τὰ δι’ αὐτὴν

75

.

396

(50)

καὶ ὡς ἐξ αὐτῆς εἰρημένα διὰ τῶν ἐν ἡμῖν φυσικῶν κινημάτων· ὧν ὁ νοῦς ἔχων τὴν αἴσθησιν, ἀναβλύζει διὰ γλώττης τὰ ἐν βάθει κατὰ τὸ ἀφανὲς ἀφώνως ψιθυριζόμενα.
54tΑΛΛΟ, διηγηματικῶς.
55Γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος οὐ διά τινα
πρόφασιν ἑτέραν, ἀλλ’ ἵνα πάντα τὰ ἑαυτοῦ ταῖς ἡμῶν395

75

.

397

ἀσθενείαις ἀναμίξας τρόπον τινὰ καὶ συγκεράσας, νευρώσῃ τὴν ἀνθρώπου φύσιν, καὶ πρὸς τὴν ἑαυτοῦ μεταποιήσῃ στεῤῥότητα. Ὅταν οὖν φαίνηται δειλιῶν τὸν θάνατον καὶ λέγων· «Εἰ δυνατὸν, παρελθέτω ἀπ’
5ἐμοῦ τὸ ποτήριον τοῦτο,» ἐννόει πάλιν ὅτι δειλιῶσα τὸν θάνατον ἡ σὰρξ, ἐδιδάσκετο φορουμένη παρὰ τοῦ Λόγου μηκέτι τοῦτο πάσχειν. Ἔλεγε γὰρ πρὸς τὸν Πατέρα· «Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ.» Οὐκ ἐφο‐ βεῖτο μὲν γὰρ, καθὸ Λόγος ἐστὶ καὶ Θεὸς, τὸν θάνα‐
10τον αὐτὸς, ἀλλ’ εἰς τέλος διεξάγειν τὴν οἰκονομίαν ἠπείγετο. Τοῦτο γὰρ ἦν τὸ θέλημα τοῦ Πατρός. Ἔχει δὲ καὶ τὸ μὴ θέλειν ἀποθανεῖν, διὰ τὸ παραιτεῖσθαι τῆς σαρκὸς τὸν θάνατον φυσικῶς. Διδάσκων τοίνυν τὴν ἀνθρωπότητα μηκέτι τὰ αὐτῇ προσόντα φρονεῖν,
15ἀλλὰ τὸ τοῦ Θεοῦ θέλημα ζητεῖν ὡς ἄνθρωπος λέγει· «Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ.» Διὰ τοῦτο γὰρ φαί‐ νεται καὶ προσθείς· «Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.»
19tΑΛΛΟ.
20 Εἰ θανάτου καταφρονοῦντας οὕτως εὑρίσκομεν τοὺς ἁγίους, ὡς οἴεσθαι μᾶλλον εἰς ζωὴν μεταβαίνειν, εἵ τις αὐτοὺς πρὸς τὸ τοῦ παθεῖν καλοίη καιρὸς, ἀνδρεῖοί τε ὄντως εἰσὶ, διὰ τὸ ἔχειν ἐν ἑαυτοῖς, εἰς τὸν ἔσω ἄνθρωπον, καθὰ γέγραπται, κατοικοῦντα τὸν Χριστὸν,
25πῶς δειλιᾷ τὸν θάνατον ὁ τοὺς ἄλλους διδάσκων θα‐ νάτου καταφρονεῖν; Πῶς δὲ οὐκ ἄτοπον θαυμάζειν μὲν τὴν ἀνδρίαν τῶν ἐχόντων ἐν ἑαυτοῖς τὸν Λόγον, αὐτὸν δὲ οἴεσθαι τὸν Λόγον ἀσθενῆ καὶ ἄνανδρον ὑπ‐ άρχειν οὕτως, ὡς καὶ φόβῳ κρατεῖσθαι καὶ τῷ τῆς
30δειλίας νοσήματι;
31tΑΛΛΟ.
32 Τῷ οἰκείῳ θανάτῳ τὸν θάνατον κατήργησεν ὁ Σω‐ τήρ. Ὥσπερ οὖν οὐκ ἂν ὁ θάνατος κατηργήθη μὴ ἀποθανόντος αὐτοῦ, οὕτως ἐφ’ ἑκάστου τῶν τῆς σαρκὸς
35παθῶν. Εἰ μὴ γὰρ ἐδειλίασεν, οὐκ ἂν ἐλευθέρα τοῦ δειλιᾷν ἡ φύσις ἐγένετο, εἰ μὴ ἐλυπήθη, οὐκ ἂν ἀπ‐ ηλλάχθη τοῦ λυπεῖσθαί ποτε, εἰ μὴ ἐταράχθη, οὐκ ἂν ἔξω ποτὲ τούτων ἐγένετο. Καὶ ἐφ’ ἑκάστῳ τῶν ἀνθρωπίνως γεγονότων τὸν αὐτὸν ἐφαρμόζων λόγον,
40εὑρήσεις ἐν Χριστῷ τὰ τῆς σαρκὸς πάθη κεκινημένα, οὐχ ἵνα κρατήσῃ ὥσπερ καὶ ἐν ἡμῖν, ἀλλ’ ἵνα κινη‐ θέντα καταργηθῇ τῇ δυνάμει τοῦ ἐνοικήσαντος τῇ σαρκὶ Λόγου, πρὸς τὸ ἄμεινον μεταποιουμένης τῆς φύσεως.
45tΑΛΛΟ, εἰς τὸ, «Θεέ μου, Θεέ μου.»
46 Ἐπὶ τῷ σταυρῷ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καυ‐ χώμεθα, καὶ πιστεύομεν διὰ τοῦτο σεσῶσθαι, ὅτιπερ ὁ τοῦ Θεοῦ Λόγος ἄνθρωπος γεγονὼς δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἐσταυρώθη, ἵνα τὸν ἐν ἡμῖν καταργήσῃ

75

.

397

(50)

θάνατον, καὶ πάλιν ἡμᾶς ἑαυτῷ συναναστήσῃ, ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν μεταβαλών. Ἔδει τοίνυν καὶ παρ’ αὐτὸν τὸν τοῦ πάθους καιρὸν ἄνθρωπον ὄν‐ τως γεγονότα φαίνεσθαι, καὶ οὐ κατά τινα φαντασίαν ὑπονοεῖσθαι ὡς ἄνθρωπον. Καὶ διὰ ταύτην τὴν αἰτίαν
55ἐλάλει μὲν τὰ ἀνθρώπῳ πρέποντα· «Θεέ μου, Θεέ
μου, ἵνα τί με ἐγκατέλιπες;» καὶ, «Παρελθέτω ἀπ’397

75

.

400

ἐμοῦ τὸ ποτήριον.» Ἐδείκνυ δὲ διὰ τῶν ἔργων ὅτι Θεός ἐστιν, ὁ δι’ ἡμᾶς ἐνανθρωπήσας, καὶ ταῦτα ὑπομένων ἐν τῷ σταυρῷ, διὰ τὴν ἁπάντων ἡμῶν σωτηρίαν· συνέστελλε μὲν γὰρ τὴν ἡλιακὴν ἀκτῖνα,
5καὶ σκότῳ περιέβαλλε τὸν οὐρανὸν, ἔσχιζε δὲ τὰς πέ‐ τρας, καὶ τὴν γῆν καὶ τὸ καταπέτασμα τοῦ ναοῦ· ἕτερά τε πρὸς τούτοις ἐποίει μεγάλα, ἵνα Θεὸς ἐν‐ ανθρωπήσας φαίνηται. Καὶ γοῦν οἱ σταυρώσαντες καὶ πάλαι γελῶντες αὐτὸν, τὰ γενόμενα θεϊκῶς ὁρῶντες
10ἔλεγον· «Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος.»
11tΑΛΛΟ.
12 Ἄνθρωπος γέγονεν ὁ τοῦ Θεοῦ Λόγος, οὐχ ἵνα πά‐ λιν ὡς Θεὸς πρὸ τῆς ἐνανθρωπήσεως πάντα πράττῃ καὶ λαλῇ, ἀλλ’ ἵνα πολλάκις καὶ διὰ τὴν χρείαν τῆς
15μετὰ σαρκὸς οἰκονομίας καὶ ὡς ἄνθρωπος λέγῃ τινά. Ταύτην ἔχοντος τοῦ μυστηρίου τὴν δύναμιν, πῶς οὐκ ἄτοπον σκανδαλίζεσθαι τοὺς ἀκροωμένους ἀνθρωπι‐ νώτερον ἔσθ’ ὅτε λαλοῦντος αὐτοῦ; Λαλεῖ γὰρ ὡς ἄνθρωπος, λαλεῖ δὲ καὶ ὡς Θεὸς, ἔχων ἐν ἀμφοτέροις
20τὴν ἐξουσίαν. Ἀνθρωπίνως μὲν γὰρ ἔλεγε· «Νῦν ἡ ψυχή μου τετάρακται,» θεϊκῶς δὲ πάλιν· «Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.» Τὸ μὲν οὖν ταράττεσθαι, τῆς σαρκὸς ἴδιον πάθος· τὸ δὲ ἐξουσίαν ἔχειν θεῖναί τε καὶ πάλιν λα‐
25βεῖν, τῆς τοῦ Λόγου δυνάμεως ἔργον ἐστίν. Ὥσπερ οὖν ὅταν λέγῃ τι θεϊκῶς, καίτοι φαινόμενος ἄνθρω‐ πος, οὐ σκανδαλιζόμεθα, ἀλλ’ ἐννοοῦμεν τὸν ἐνοι‐ κοῦντα τῇ σαρκὶ Λόγον· οὕτως ὅταν τι λαλῇ καὶ ὡς ἄνθρωπος, μὴ σκανδαλιζώμεθα, ἐννοοῦντες ὅτι δι’
30ἡμᾶς γέγονεν ἄνθρωπος, καὶ τὰ τῇ ἀνθρωπότητι πρέποντα λαλεῖ.
32tΑΛΛΟ.
33 Διὰ πολλὴν καὶ ἄμετρον φιλανθρωπίαν ἑαυτὸν ἡμῖν ἐκέρασεν ὁ τοῦ Θεοῦ Λόγος· οὐχ ἵνα μεταποιηθῇ
35πρὸς τὸ ἡμέτερον αὐτὸς, ἄτρεπτος γάρ ἐστι καὶ ἀλ‐ λοίωσιν οὐκ εἰδὼς, ἀλλ’ ἵν’ ἡμᾶς ἀναμίξας ἑαυτῷ, μεταβάλῃ πρὸς τὸ οἰκεῖον. Ὥσπερ γὰρ ἡμεῖς αὐτὸν δεξάμενοι διὰ τὸ ἐνοικῆσαι σαρκὶ, πάντα λοιπὸν ἔχο‐ μεν τὰ αὐτοῦ· καὶ γὰρ καὶ υἱοὶ κεκλήμεθα καὶ θεοὶ,
40εἰ καὶ μὴ φυσικῶς ὥσπερ αὐτὸς, ἀλλά γε κατὰ χάριν· οὕτω καὶ αὐτὸς, ὅτε πρὸς ἡμᾶς ἀνεμίχθη γενόμενος ἄνθρωπος, ἐφόρεσε τὰς ἀσθενείας ἡμῶν· καὶ ὡς αὐτὸς πεπονθὼς νενόμισται ἰδιοποιούμενος μετὰ τοῦ ἀναληφθέντος ναοῦ καὶ τὰ ἐν αὐτῷ, ἵνα καὶ ἐν ἡμῖν
45νεκρωθῇ τὰ τῆς σαρκὸς πάθη, τρεχόντων εἰς ὁμοιό‐ τητα τοῦ τὰ ἡμῶν δι’ ἡμᾶς εἰς ἑαυτὸν ἀναλαβόντος Χριστοῦ.
48tΑΛΛΟ.
49Φησί που Θεὸς διὰ τῶν ἁγίων προφητῶν, ἐπί τισιν

75

.

400

(50)

ἁμαρτίαις τοὺς ἐξ Ἰσραὴλ καταιτιώμενος, ὅτι «Τὰ τέκνα αὐτῶν διῆγον διὰ πυρὸς, ὃ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ οὐ διενοήθην ἐν τῇ καρδίᾳ μου.» Καὶ πάλιν ὡς πρὸς τὴν Ἱερουσαλήμ· «Καὶ ἐλύπεις με ἐν
πᾶσι τούτοις.» Καὶ πάλιν ἐφ’ ἑτέροις κακοῖς· «Μὴ399

75

.

401

ἐπὶ τούτοις οὐκ ὀργισθήσομαι, λέγει Κύριος, ἢ ἐν λαῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;» Δήλου τοιγαροῦν ὑπάρχοντος ἅπασιν ὡς ὁ τοῦ Θεοῦ Λόγος ἦν ὁ ἐν τοῖς προφήταις τὰ τοιαῦτα λαλῶν, τί ποιή‐
5σουσιν οἱ χριστομάχοι; Ψυχὴν ἆρα καὶ καρδίαν περι‐ θήσουσιν αὐτῷ, ἐροῦσι δὲ τῷ τῆς λύπης κρατεῖσθαι πάθει καὶ τῷ τῆς ὀργῆς, ἵνα μὴ πλέον τι ἔχων ἀν‐ θρώπου φαίνηται, ὁ ὑπὲρ πᾶσαν γενητὴν φύσιν ὑπ‐ άρχων τοῦ Θεοῦ Λόγος, καὶ τοσοῦτος ὅσος καὶ ὁ Πα‐
10τήρ; Ἀλλ’ ἴσως τοῦτο μὲν παραιτήσονται· ἐροῦσι δὲ εἰρῆσθαι τὰ τοιαῦτα παρὰ τοῦ Λόγου τροπικῶς τε καὶ συγκαταβατικῶς. Εἰ τοίνυν πρὸ τῆς ἐπιδημίας τὰ τοιαῦτα λέγοντι τῷ Υἱῷ τοῦ Θεοῦ, τὸ αὐτῷ πρέπον ἀξίωμα σώζομεν, ἄνω καὶ λύπης καὶ ὀργῆς καὶ παντὸς
15πάθους ὑπάρχειν αὐτὸν διαβεβαιούμενοι, κἂν διὰ τὸ χρήσιμον ὑπομένειν αὐτὰ προσποιῆται, πῶς οὐκ ἄτο‐ πον, ὅτε γέγονεν ἄνθρωπος καὶ ἐν τῇ ταῦτα πασχούσῃ σαρκὶ καταβέβηκε, μὴ συγχωρεῖν αὐτῷ τὰ τοιαῦτα λέγοντι μένειν ἐν ἀπαθείᾳ, ἐχούσης αὐτὰ φυσικῶς
20τῆς σαρκὸς, ἣν δι’ ἡμᾶς ἀνέλαβε μετὰ πάντων τῶν αὐτῇ προσόντων φυσικῶς; Ἀνθρωπότητος δὲ ἴδιον, τὸ κλαίειν, καὶ ταράττεσθαι, καὶ ἀδημονεῖν, καὶ παραιτεῖσθαι τὸν θάνατον, καὶ τὰ τούτοις ὅμοια πάσχειν.
25tΛΟΓΟΣ ΚΕʹ.
26tΕἰς τὸ, «Πρωτότοκος πάσης κτίσεως,» ὅτι οὐ
27tκτίσμα ὁ Υἱός.
28tἈντίθεσις ἐκ τῶν χριστομάχων.
29Εἰ μὴ κτίσμα, φασὶν, ὑπάρχει ὁ Υἱὸς, οὐκ ἂν
30ἐκλήθη πρωτότοκος πάσης κτίσεως· ὡς γὰρ πολλὴν ἔχων πρὸς τὰ γεγονότα τὴν εὐγένειαν, εἰ καὶ πρῶτος αὐτῶν εἴη καὶ πρὸ πάντων ἐστὶ, καὶ ταύτῃ κέκληται τῇ ἐπωνυμίᾳ.
34tΠρὸς τοῦτο λύσις.
35 Πρὸς μὲν τὰ τοιαῦτα τῶν αἱρετικῶν προβλήματα οὐ χαλεπὸν ἀντιλέγειν. Ἐκεῖνο δὲ χρὴ πρῶτον εἰπεῖν· Εἰ τὸ πρωτότοκος ὄνομα συγκατατάττει τῇ κτίσει τὸν Υἱὸν, ὑπεξελεῖται πάντως αὐτὸν ἡ τοῦ Μονογενοῦς προσηγορία· ὥσπερ γὰρ οὐκ ἄν τις καλοῖτο πρωτό‐
40τοκος, εἰ μὴ πολλοὺς ἔχοι τοὺς ἀδελφοὺς, ὧν ἐστι καὶ πρωτότοκος, οὕτως οὐκ ἂν εἴη μονογενὴς, εἰ μὴ μόνος ὑπάρχοι, ἑτέροις τισὶν οὐ συναριθμούμενος. Πῶς οὖν ἐστι καὶ πρωτότοκος καὶ μονογενής; Δεῖ γὰρ ἢ ἐκεῖνο κρατεῖν ἢ τοῦτο. Ἐπειδὴ δὲ ἡ θεία Γραφὴ
45ἀμφοτέροις αὐτὸν ἀποκαλεῖ τοῖς ὀνόμασι, ζητεῖν ἀναγ‐ καῖον τοὺς ὅσοι ταῖς θείαις Γραφαῖς προσβάλλουσιν ἀκριβῶς, πῶς μὲν ἔσται πρωτότοκος, κατὰ τίνα δὲ τρόπον καὶ μονογενής. Μονογενὴς μὲν οὖν, καθὸ Λό‐ γος ἐστὶν ἐκ Πατρὸς, ἀδελφοὺς κατὰ φύσιν οὐκ ἔχων,

75

.

401

(50)

οὐδὲ ἑτέρῳ τινὶ συνταττόμενος εἷς γὰρ καὶ μόνος ὁ Υἱὸς τοῦ Θεοῦ· πρωτότοκος δὲ οὐχ ἁπλῶς, οὐδὲ ἀπολελυμένως, ἀλλ’ ἐν πολλοῖς ἀδελφοῖς, καθὰ γέ‐ γραπται. Πότε οὖν ἄρα γέγονεν ἡμῶν ἀδελφὸς, εἰ
μὴ ὅτε τὴν ἡμῶν περιεβάλετο σάρκα; Οὐκοῦν τότε401

75

.

404

πρωτότοκος, ὅτε πολλοὺς κατὰ χάριν υἱοὺς ἀπέδειξε Θεοῦ.
3tΑΛΛΟ.
4Πρωτότοκος πάσης καλεῖται κτίσεως, οὐχ ὡς πρῶ‐
5τος αὐτῆς κατὰ χρόνον ὑπάρχων, οὐδὲ τῆς αὐτῆς τοῖς κτίσμασιν ὑπάρχων οὐσίας, ἀλλὰ καθάπερ ἤδη προ‐ είρηται, διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. Ἐπιτηρῆσαι δὲ ὅμως κἀκεῖνο καλὸν, μονογενὴς καλεῖται καὶ πρωτότοκος.
10Ὅτε μὲν οὖν μονογενὴς ὀνομάζεται, οὐδεμιᾶς αὐτῷ συμπεπλεγμένης αἰτίας, καθ’ ἥν ἐστι μονογενὴς, τοῦτο καλεῖται, ἀλλ’ ἀπολελυμένως, μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Ὅτε δὲ πρωτότοκον αὐτὸν αἱ θεῖαι καλοῦσι Γραφαὶ, εὐθὺς ἐπιφέρουσι
15καὶ ὧν ἐστι πρωτότοκος, καὶ τὴν αἰτίαν δι’ ἣν καὶ ταύτην ἔχει τὴν ἐπωνυμίαν. Φασὶ γὰρ, «Πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς,» καὶ «Πρωτότοκος ἐκ τῶν νε‐ κρῶν.» Ἐπειδὴ γὰρ ἔδει τὸν Υἱὸν τοῦ Θεοῦ κατὰ φύ‐ σιν ἔχοντα τὸ πρωτεύειν, καὶ ὅτε γέγονεν ἄνθρωπος
20τοῦτο μὴ ἀπολέσαι, εἰκότως καὶ τῆς πρὸς ἡμᾶς ὁμοιώ‐ σεως ἐπιλαβόμενος, πάσης προτάττεται κτίσεως. Οὐ γὰρ καθὸ γέγονεν ἄνθρωπος, ἐλάττων ἔσται τινὸς ὅσον εἰς τὸ πρέπον ἀξίωμα τῇ θείᾳ φύσει· ἀλλὰ καὶ οὕτω πρωτεύσει καὶ καθηγήσεται πάσης ὁμοῦ κτί‐
25σεως, ἅτε δὴ ποιητὴς ὑπάρχων αὐτῆς καὶ Κύριος. Οὕτω καὶ ὁ εὐαγγελίστης φησίν· «Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός.»
28tΑΛΛΟ.
29Εἰ, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἐν αὐτῷ ἐκτίσθη
30τὰ πάντα, ἄλλος ἔσται τῶν πάντων. Ἐν γὰρ τῷ εἰ‐ πεῖν πάντα, οὐδὲν ἀφῆκεν ἐκτὸς ὃ μὴ γέγονεν δι’ αὐ‐ τοῦ. Οὐκοῦν κτίσμα μὲν ὁ Υἱὸς οὐκ ἔσται, κτίστης δὲ μᾶλλον τῶν πάντων, καθὰ γέγραπται. Οὐ γὰρ εἴ‐ ρηκεν ἡ θεία Γραφὴ, ὅτιπέρ ἐστι πρωτότοκος τῶν
35ἄλλων κτισμάτων, ἵνα μὴ ὄντως ὡς ἐξ αὐτῶν εἶναι νοοῖτο, ἀλλὰ πάσης κτίσεως πρωτότοκον αὐτὸν εἶναί φησιν, ἵνα διὰ τοῦτο, ὡς εἰπεῖν, ὅλης ὁμοῦ τῆς κτί‐ σεως ἐν μέρει κειμένης, ἕτερος εἶναι παρ’ αὐτὴν πιστεύηται. Ὁ δὲ ἔξω πάσης ὑπάρχων κτίσεως, οὐκ
40ἂν εἴη κτιστῆς οὐσίας, ἀλλ’ ἕτερος παρὰ ταύτην. Καὶ γοῦν ἡ θεία Γραφὴ τὴν τοιαύτην ἐπιτήρησιν εἰδυῖα σαφῶς, οὐκ ἐκάλεσε τὸν Ῥουβὴμ πρωτότοκον πάντων τῶν τέκνων τοῦ Ἰακὼβ, ἵνα μὴ ἕτερος εἶναι παρὰ τούτους νομίζηται· ἀλλὰ μετὰ πολλῆς ἀκριβείας
45πρωτότοκον αὐτὸν εἶναί φησι τοῦ Ἰακὼβ καὶ τῶν ἀδελφῶν αὐτοῦ.
47tΑΛΛΟ.
48 Εἰ διὰ τὸ καλεῖσθαι πρωτότοκον πάσης κτίσεως τὸν Υἱὸν, τῇ κτίσει συγκαταριθμεῖν αὐτὸν ἐπιχει‐

75

.

404

(50)

ροῦσί τινες, ἔσται καὶ αὐτὸς ἐν τοῖς πᾶσιν. Εἰ δέ τις δοίη τοῦτο κρατεῖν, ἑαυτοῦ πρωτότοκος ἔσται, καθὸ πάσης κτίσεως πρωτότοκος ὢν, καὶ αὐτὸς ἐν τοῖς πᾶσίν ἐστιν. Ἔσται οὖν ἑαυτοῦ καὶ πρῶτος καὶ δεύ‐
τερος. Εἰ μὲν γὰρ διὰ τὸ πάσης κτίσεως εἶναι πρω‐403

75

.

405

τότοκος, ἔξω τῶν πάντων αὐτὸν κεῖσθαι νοήσαιμεν, πρῶτος ἔσται τῶν πάντων. Εἰ δὲ τοῖς πᾶσι καὶ αὐτὸς συνταχθήσεται, ἑαυτοῦ κατὰ χρόνον ἔσται δεύτερος· πρῶτος μὲν κατ’ ἐκεῖνον τὸν τρόπον, δεύτερος δὲ
5κατὰ τοῦτον.
6tΑΛΛΟ.
7 Εἰ διὰ τὸ καλεῖσθαι πρωτότοκος πάσης κτίσεως, εἶς ἔσται καὶ αὐτὸς τῶν κτισμάτων, γέγονε δὲ πάντα δι’ αὐτοῦ, ἑαυτοῦ ποιητὴς ἔσται, καθ’ ὑμᾶς, καὶ ὁ
10κτίζων κτίζεται, καὶ τοῦτο δι’ ἑαυτοῦ. Εἰ γὰρ ἐν τοῖς πᾶσίν ἐστι καὶ πάντα δι’ αὐτοῦ, ἀληθὲς ἔσται τὸ εἰ‐ ρημένον. Καὶ εἰ πᾶσα ἡ κτίσις ἐν αὐτῷ συνέστηκε, πῶς εἶς τῶν πάντων εἶναι δύναται, ὁ τοῖς πᾶσι τὸ συνεστάναι διδούς;
15tΑΛΛΟ διηγηματικῶς, κατὰ τὴν εὐσεβῆ νόησιν,
16tκαθ’ ἣν νοεῖται «Πρωτότοκος.»
17 Πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, καθὸ γέγονεν ὅμοιος ἡμῶν κατὰ πάντα χωρὶς ἁμαρτίας, καὶ καθὸ τὴν ἡμετέραν σάρκα φορέσας ἀδελφός τε ἡμῶν χρη‐
20ματίσας, τοῦτο καλεῖται δικαίως. Πρωτότοκος δὲ καὶ ἐκ τῶν νεκρῶν· πρῶτος γὰρ αὐτὸς εἰς ἀφθαρσίαν ἀνέστησεν τὴν ἑαυτοῦ σάρκα, καὶ πρῶτος αὐτὴν εἰς οὐρανοὺς ἀνήγαγε. Διὸ καί φησιν· «Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἐγώ εἰμι ἡ θύρα.» Δι’ αὐτοῦ γὰρ ἡ φύσις
25ἡ ἀνθρωπεία καὶ τὴν καινὴν τῆς ἀναστάσεως βαδί‐ ζειν ὁδὸν ἐκδιδάσκεται, καὶ ὥσπερ διά τινος θύρας εἰς αὐτὸν εἰσέρχεται τὸν οὐρανόν.
28tΑΛΛΟ, πῶς ἂν εὐσεβῶς νοηθείη, «Πρωτότοκος
29tπάσης κτίσεως.»
30 Διὰ τὴν τοῦ Πατρὸς φιλανθρωπίαν ἣν ἔχει περὶ τὰ αὐτοῦ κτίσματα, πρωτότοκον ἑαυτὸν πάσης κτίσεως ἐκάλεσεν ὁ Υἱὸς, καὶ τῇ πρὸς τὰ πεποιημένα συγ‐ καταβᾶσα μονονουχὶ καὶ ἑαυτὸν τούτοις συντάττειν οὐκ ὀκνεῖ· ἵν’ ἐπειδήπερ καλεῖται τούτων πρωτότο‐
35κος, δι’ αὐτὸν σώζηται τὰ μετ’ αὐτόν. Εἰ γὰρ δεῖ πάντως αὐτὸν εἶναι πρωτότοκον, μενοῦσι πάντως καὶ ὦν ἐστι πρωτότοκος. Ἔστι τοίνυν μονογενὴς μὲν κατὰ φύσιν, ἅτε δὴ μόνος ὢν ἐκ Πατρὸς, Θεὸς ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς ἀναλάμψας· πρωτότοκος δὲ δι’
40ἡμᾶς, ἵν’ ὥσπερ ἀθανάτῳ τινὶ ῥίζῃ πᾶσα ἡ κτίσις ἐγκεκεντρισμένη καὶ ἐκ τοῦ ἀεὶ ὄντος ἀναβλαστή‐ σασα ᾖ. Γέγονε γὰρ τὰ πάντα δι’ αὐτοῦ, καὶ συν‐ έστηκεν εἰς ἀεὶ, καὶ αὐτῷ διασώζεται.
44tΑΛΛΟ.
45 Εἰ τὸ καλεῖσθαι πρωτότοκον πάσης κτίσεως ὡς κτίσμα κατὰ φύσιν ὄντα, τῇ κτίσει συντάξομεν τὸν Υἱὸν, ἔσται πρῶτος μὲν ταύτης κατὰ τὸν χρόνον συγγενὴς δὲ ὅμως κατὰ τὴν φύσιν, καὶ διὰ τὸ εἶναι κτίσμα τοῖς ἄλλοις ἅπασι προσεοικώς. Συγγενὴς οὖν

75

.

405

(50)

ἔσται καὶ ἀλόγοις ζώοις, ὀρνέοις τε καὶ νηκτοῖς. Καὶ ταῦτα γὰρ, εἰ καὶ ἐλάχιστα, μέρη γοῦν πάσης τῆς κτίσεώς ἐστιν. Ἀλλὰ τοῦτο ἄτοπον. Οὐκοῦν εὐσεβῶς πρωτότοκος μὲν, ὡς ἐν πολλοῖς ἀδελφοῖς διὰ τοὺς
κατὰ χάριν εἰς υἱοθεσίαν κεκλημένους νοηθήσεται.405

75

.

408

Πάσης δὲ κτίσεως ἀνωτέρω κείσεται, ὡς πρὸ ταύτης ὢν, καὶ εἰς τὸ εἶναι ταύτην παραγαγὼν, κτιστῆς τε αὐτὸς οὐχ ὑπάρχων οὐσίας.
4tΑΛΛΟ.
5 Ὥσπερ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς ἐκλήθη, διὰ τὸ κεκλῆσθαι πρὸς υἱοθεσίαν Θεοῦ κατὰ χάριν τοὺς δι’ αὐτοῦ σεσωσμένους· καὶ πάλιν πρωτότοκος καὶ ἀπαρχὴ τῶν νεκρῶν διὰ τὸ αὐτὸν εἰς ἀφθαρσίαν ἐγηγέρθαι πρὸ πάντων· οὕτως ἀρχὴ ὁδῶν ἐκτίσθαι
10λέγεται, διὰ τὸ πάντας δι’ αὐτοῦ δύνασθαι λοιπὸν τρέχειν εἰς σωτηρίαν.
12tὍτι μὴ δι’ ἄλλην αἰτίαν μονογενὴς κέκληται,
13ἀλλ’ ἢ ὡς μόνος κατ’ ἀλήθειαν γεννηθείς.
14tἈπολογία αὐτολεξεί.
15 Εἰ διὰ τὸ μόνον ἀμεσιτεύτως αὐτὸν γεγονέναι, διὰ τοῦτο μονογενὴς, ἀβουλήτως γέγονεν· εἰ δὲ τῶν γε‐ νομένων οὐδέν ἐστιν, ὃ βουλὴ Θεοῦ οὐκ ἐμεσίτευσεν· οὐκ ἄρα διὰ τὸ ἀμεσιτεύτως γεγονέναι, διὰ τοῦτο μονογενὴς, ἀλλὰ διὰ τὸ μόνον τοῦτον εἶναι καρπὸν
20πατρικόν.
21tΑΛΛΟ.
22 Εἰ διὰ τοῦτο μονογενὴς, ὅτι μόνος ὑπ’ ἐκείνου γέ‐ γονε, καθ’ ὑμᾶς, οὐκ ἂν εἴη τῶν καθόλου δημιουργὸς ὁ τοῦτον μόνον, ἀλλ’ οὐ πάντα, πεποιηκώς. Εἰ δὲ
25ἔστι τῶν καθόλου δημιουργὸς ὁ Πατήρ· τὰ πάντα γὰρ ἐξ αὐτοῦ· οὐχ ὡς μόνος ἄρα ὑπάρξας ὁ Υἱὸς μονο‐ γενὴς, ἀλλ’ ὡς μόνος φυσικῶς γεννηθείς.
28tΑΛΛΟ.
29Εἰ μονογενὴς, ὅτι μόνος ὑπὸ μόνου γέγονε, μόνος
30δὲ ἥλιος ἡμέραν ποιεῖ, μονογενὴς ἡλίου καὶ ἡ ἡμέρα λεχθήσεται. Εἰ δὲ καὶ μόνος τις καὶ μιᾶς ἐπιστήμης γέγονεν εὑρετὴς, ἢ μιᾶς εἰκόνος αὐτουργὸς, μονο‐ γενῆ εἴη ἂν αὐτῷ γεννήματα τὰ μόνα ὑπ’ αὐτοῦ πε‐ ποιημένα. Εἰ δὲ μηδεὶς πώποτε μονογενὲς τὸ μόνον
35ἔργον κέκληκε, πῶς ὁ Υἱὸς ὡς γενόμενος, ἀλλ’ οὐχ ὡς γεννηθεὶς, μονογενὴς νοηθήσεται;
37tΑΛΛΟ.
38 Εἰ μὴ ὡς γεννηθεὶς μόνος, οὐ μὴν καὶ γενόμενος, μονογενὴς κέκληται, κέκληται δὲ καὶ τὸ τοῦ Ἰεφθάε
40θυγάτριον μονογενὲς, εἴη ἂν μόνον ἔργον αὐτοῦ, ἀλλ’ οὐ γέννημα. Ἢ εἴπερ ὡμολόγηται μονογενὲς αὐτὸ εἶναι, διὰ τὸ μόνον ἐκ τοῦ ἰδίου γεγεννῆσθαι πα‐ τρὸς, καὶ ὁ Υἱὸς δῆλον ὅτι μονογενὴς, μόνος τῆς τοῦ Πατρὸς οὐσίας γεννητῶς κληρονόμος.
45tΑΛΛΟ.
46 Εἰ ἐπεὶ μόνος τοιοῦτος γέγονε, διὰ τοῦτο μονογε‐ νὴς, μόνον δὲ ἔργον τοιοῦτον ὁ οὐρανὸς γέγονεν, ὁποῖόν ἐστιν, εἴη ἂν καὶ αὐτὸς μονογενής. Εἰ δὲ καί‐ τοι πολλὰ καὶ μόνα κτίσματα γενόμενα οὐκ ἐῤῥέθη

75

.

408

(50)

μονογενῆ, ὁ Υἱὸς ἄρα μονογενὴς οὐχ ὡς μόνος τοιοῦ‐
τος γενόμενος, ἀλλ’ ὡς μόνος γεννηθείς.407

75

.

409

ΑΛΛΟ. Εἰ διὰ τοῦτο μονογενὴς ὅτι μόνος τῶν πάντων ὑπερέχει, ὑπερέχει δὲ τῶν πάντων καὶ ὁ Πατὴρ, μονογενὴς ἄρα λεχθείη ἂν καὶ αὐτός. Εἰ δὲ μὴ ἔστι
5μονογενὴς, καίτοι τῶν πάντων ὑπερέχων, οὐδὲ ὁ Υἱὸς ἄρα μονογενὴς, διὰ τὴν ὑπεροχὴν τὴν πρὸς τὰ πε‐ ποιημένα, ἀλλὰ διὰ τὴν ἐκ Πατρὸς γέννησιν.
8tΑΛΛΟ.
9Εἰ διὰ τοῦτο μονογενὴς ὅτι μόνος τῶν πατρικῶν
10βουλημάτων ἐστὶν ἄγγελος, μόνος δὲ ὁ καθ’ ἡμᾶς ἤτοι ἐν ἡμῖν ἔμφυτος λόγος τῶν τοῦ νοῦ βουλευμά‐ των ἐστὶν ἀγγελτικός· μονογενὴς ἂν υἱὸς τοῦ νοῦ κληθείη καὶ οὗτος. Εἰ δὲ μηδεὶς τῶν ἀπ’ αἰῶνος τὸν τῶν ἀποῤῥήτων ἐκφαντικὸν λόγον μονογενῆ κέκληκε,
15πῶς ἂν Υἱὸς ὡς ἐξαγγελεὺς, ἀλλ’ οὐχὶ ὡς γεννηθεὶς μᾶλλον μονογενής;
17tΑΛΛΟ.
18 Εἰ διὰ τοῦτο μονογενὴς, ὅτι μόνος τῶν μετ’ αὐτόν ἐστι δημιουργὸς, οὐδένα ἕξει τὸν συνδημιουργή‐
20σαντα, οὐδὲν σὺν αὐτῷ πεποιηκότα τι πλὴν μόνου τοῦ Πατρός. Εἰ δὲ πάντα ἐν αὐτῷ ὡς ἐν σοφίᾳ γε‐ γένηται, καὶ ἐν αὐτῷ οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ Θεοῦ πᾶσα ἡ δύναμις αὐτῶν, περιττὸν τὸ λέγειν αὐτὸν μονογενῆ, ὡς τῶν μετ’
25αὐτὸν ὄντα μόνον δημιουργὸν, ἀλλ’ οὐχ ὡς μόνον δη‐ μιουργὸν ἐκ Θεοῦ γεννηθέντα φυσικῶς.
27tΑΛΛΟ.
28 Εἰ τὸ μόνον γενόμενον, ἀλλ’ οὐχὶ τὸ μόνον γεννη‐ θὲν κατὰ ἀλήθειαν τοῦτο μονογενὲς, οὐκ ἄρα μονο‐
30γενὴς ὁ Σάῤῥας υἱός· οὐ γὰρ γέγονεν ὑπ’ αὐτῆς, ἀλλὰ γεγέννηται.
32tΑΛΛΟ.
33 Εἰ διὰ τοῦτο μονογενὴς ὅτι μόνον αὐτὸν ὁ Πατὴρ ὑπεστήσατο, οὐκέτ’ ἂν εἴη πρωτότοκος οὔτε αὐτὸς
35γεννηθεὶς, καὶ τῶν ἄλλων ἀδελφῶν οὐκ ὄντων ἐκ Πα‐ τρός. Εἰ δὲ ἀληθῶς ἐστι πρωτότοκος ἐν πᾶσι πρω‐ τεύων, οὐχ ὡς μόνον ἄρα ὑποστὰς, μονογενὴς, μόνος δὲ ὡς ἐκ Πατρὸς ἀγαθοῦ καρπὸς ἀποκυηθεὶς ἀγαθός.
40tΑΛΛΟ.
41 Εἰ πρωτότοκος ἐκ Θεοῦ, ὡς τῶν πολλῶν πρῶτος γεννηθεὶς, ἔστι δὲ καὶ ἐκ Παρθένου πρωτότοκος, εἴη ἂν καὶ ἐξ αὐτῆς ὡς πρῶτος ἑτέρων. Εἰ δὲ μόνος, ἀλλ’ οὐ πρὸ ἄλλων γεννηθεὶς ἐκ Μαρίας, πρωτό‐
45τοκος αὐτῆς κέκληται· καὶ ἐκ Θεοῦ ἄρα πρωτό‐ τοκος, οὐχ ὡς πολλῶν πρῶτος, ἀλλ’ ὡς μόνος γεννηθείς.
48tΑΛΛΟ.
49Εἰ διὰ τοῦτο πρωτότοκος, ὅτι τῶν ἄλλων πρῶτος

75

.

409

(50)

γεγέννηται, τὸ δὲ πρῶτον γεννώμενον οὐ διοίσει τῶν ἐκ τοῦ αὐτοῦ μετ’ αὐτὸ γεννηθέντων, οὐδὲ ὁ Υἱὸς ἄγα τῶν μετ’ αὐτὸν εἴη ἂν κρείττων. Εἰ δὲ τὸ ποιοῦν τοῦ ποιουμένου κατὰ πάντα διαφέρει, ποιεῖ δὲ ὁ
Υἱὸς, διαφέροι ἂν τῶν πάντων· καὶ πῶς ἂν τῶν409

75

.

412

ἑαυτοῦ δημιουργημάτων εἴη πρωτότοκος, ὃς πρῶτος τῆς Υἱοῦ προσηγορίας γενόμενος αὐτοῖς αἴτιος;
3tΑΛΛΟ.
4Εἰ τὰ πρῶτα τῶν δευτέρων αἴτια ὡμολόγηται,
5πρῶτον δὲ ἦν Θεὸς καὶ Θεοῦ Υἱὸς, τῶν ἄρα λεγομέ‐ νων καὶ αἴτιος ὁ Υἱὸς, ὡς ἐξ ἐκείνου. Ὁ ἄρα αἴτιος τῶν δευτέρων υἱῶν, εἰ λέγοιτο πρωτότοκος, οὐχ ὡς πρῶτος ἐκείνων ὑπάρξας, ἀλλ’ ὡς πρῶτος τῆς υἱοῦ προσηγορίας γενόμενος αὐτοῖς αἴτιος.
10tΑΛΛΟ.
11 Εἰ διὰ τοῦτο πρωτότοκος ὅτι πρῶτος γέγονε, τῷ δὲ πρῶτον, ἀλλ’ οὐ μόνον τι πεποιηκότι, μετὰ τὸ πρῶτον ἕπεται πεποιηκέναι καὶ ἕτερα· ὁ Υἱὸς ἄρα πεποίηκεν οὐδέν. Ἐπεὶ δὲ πεποίηκεν, οὐχ ὡς κτι‐
15σθεὶς πρωτότοκος, ἀλλ’ ὡς τῶν πάντων ἐν αὐτῷ κτισθέντων τῶν τε ἐν οὐρανῷ καὶ τῶν ἐπὶ γῆς.
17tΑΛΛΟ.
18 Εἰ διὰ τὴν τῶν κτισμάτων πάροδον ὑπέστη, χάριν αὐτοῖς ἕξει, ὅτι τῆς γενέσεως αὐτοῦ γεγόνασιν αἴτια.
20tΑΛΛΟ.
21 Εἰ ἐπεὶ μὴ ἔφερεν ἡ κτίσις αὐτουργοῦντα τὸν ἀγένητον, διὰ τοῦτο δημιουργεῖ ὁ Υἱὸς, μέση τις ἂν εἴη αὐτὸς δύναμις, καὶ οὔτε αὐτὸς ἂν εἴη ἀγένητος· οὐκ ἂν γὰρ ἔφερεν αὐτὸν ἡ κτίσις, οὐδ’ αὖ τῶν γινο‐
25μένων· οὐ γὰρ ἔφερεν αὐτὸς τὸν ἀγένητον. Τούτων δ’ ὁπότερον οὐκ ὄντος αὐτοῦ, λείπεται γέννημα αὐτὸν τῆς ἀγεννήτου φύσεως ὁμολογεῖν.
28tΑΛΛΟ.
29tἈντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.
30 Εἰ Θεὸς ἀληθινὸς, φησὶν, ἔστιν ὁ Υἱὸς, πῶς αὐτὸν τοῖς γενητοῖς συναριθμεῖ καὶ ἡ θεία Γραφὴ λέγουσα, «Πρωτότοκος πάσης κτίσεως;» Ἀνάγκη γὰρ πᾶσα τοιοῦτον εἶναι καὶ αὐτὸν κατὰ φύσιν, ὁποῖά περ ἂν ὑπάρχῃ καὶ τὰ ὧν ἐστι πρῶτος.
35tΠρὸς ταῦτα λύσις.
36 Ἀσεβὴς ὁ λόγος, καὶ πολλὴν ὠδίνων τὴν ἀτοπίαν. Εἰ γὰρ ἔσται τοῖς μετ’ αὐτὸν γεγονόσιν ἀναγκαίως ὁ Υἱὸς παραπλήσιος, ἐπεὶ καὶ πρωτότοκος αὐτῶν κα‐ λεῖται, γέγονε δὲ οὐκ ἄνθρωπος μόνον, ἀλλὰ καὶ ζῶα
40πολλὰ καὶ διάφορα, ὥρα λοιπὸν δυσσεβοῦντας ὑμᾶς ἀδεῶς, ὦ χριστομάχοι, λέγειν ὅτι καὶ τοῖς ἀλόγοις ζώοις ὁ αὐτός ἐστι κατὰ φύσιν ὁ Υἱός. Οὐκοῦν οὐ πάντως ἔσται συγγενὴς ὧν καὶ πρωτότοκος εἶναι λέγεται· καλεῖται δὲ τοῦτο, δεικνυούσης ἡμῖν τῆς
45θείας Γραφῆς, ὅτι πάντες ἐν Υἱῷ καὶ δι’ Υἱοῦ πρὸς τὸ ἴσον αὐτῷ σχῆμα καλούμεθα, υἱοὶ Θεοῦ κατὰ χά‐ ριν ἀναδεικνύμενοι. Καὶ αὐτός ἐστιν ἀρχὴ τῆς δο‐
θείσης ἡμῖν χάριτος, ἐξομοιῶν ἑαυτῷ διὰ φιλανθρω‐411

75

.

413

πίαν τοὺς δι’ αὐτοῦ γενομένους· αὐτὸ δὲ δὴ τοῦτο εἶναι πρῶτον, εἰκόνα δείκνυσιν αὐτὸν τοῦ Πατρὸς ἀληθινήν. Ὥσπερ γὰρ ὁ Πατὴρ πρῶτον αὐτὸν εἶναί φησιν, οὕτω καὶ ὁ Υἱὸς εἰκὼν ἀκριβὴς καὶ ὁμοίωμα
5τοῦ πρώτου Πατρὸς ὑπάρχων, πρῶτος καὶ ἔστι καὶ λέγεται· ἐν αὐτῷ γάρ ἐστιν ὁ πρῶτος Πατὴρ, καὶ αὐτὸς ὁμοίως ἐν τῷ πρώτῳ Πατρὶ, καὶ δι’ αὐτοῦ τὰ πάντα γέγονε, καὶ πρὸς υἱοθεσίαν καλεῖται τὰ λογικά.
10tΑΛΛΟ.
11 Εἰ πάντως τὸ λέγεσθαι πρῶτον τῆς κτίσεως εἶναι τὸν Υἱὸν, ἀναγκάσει συγγενῆ τοῖς μετ’ αὐτὸν γενο‐ μένοις ὑπάρχειν αὐτὸν, καὶ τοιοῦτον εἶναι κατὰ φύ‐ σιν, ὁποῖά περ ἂν εἴη τὰ τῷ χρόνῳ δεύτερα, τί ἄρα
15φατὲ κἂν ὁ Πατὴρ λέγῃ περὶ ἑαυτοῦ, «Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα;» Ἆρα καὶ αὐτῷ τὸ τῷ χρόνῳ προτερεύειν μόνον τῶν κτισμάτων παραχωρήσαντες, γενητὴν περιθήσετε τὴν οὐσίαν, καὶ τοῖς πεποιημέ‐ νοις αὐτὸν συγκαταριθμήσετε; Ἀλλ’ οὐκ ἂν, οἶμαι,
20τὶς εἰς τοσαύτην ἔλθοι μανίαν, ὡς τολμῆσαι τοῦτο κἂν δέχεσθαι κατὰ νοῦν. Ὥσπερ οὖν τὸ λέγεσθαι πρῶτον τὸν Πατέρα, οὐκ ἀναγκάσει πάντων αὐτὸν συγγενῆ τοῖς μετ’ αὐτὸν νοεῖσθαι· οὕτω κἂν πρῶτος λέγηται τῆς κτίσεως ὁ Υἱὸς, οὐ πάντως ἔσται τῶν
25ποιημάτων εἷς. Ἀλλ’ ὥσπερ ὁ Πατὴρ, ἀρχὴν ἑαυτὸν τῶν πάντων ἀποδεικνύων, ἔλεγεν, «Ἐγώ εἰμι πρῶ‐ τος,» οὕτω καὶ ὁ Υἱὸς πρῶτος τῆς πάσης κτίσεως λέγεται. Δι’ αὐτοῦ γὰρ τὰ πάντα γέγονε, καὶ αὐ‐ τός ἐστιν ἡ πάντων κτισμάτων ἀρχὴ, ὡς κτίστης καὶ
30δημιουργός.
31tΛΟΓΟΣ Κϛʹ.
32tΕἰς τὸ εἰρημένον ἐπὶ τοῖς υἱοῖς Ζεβεδαίου, τὸ,
33«Καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων, οὐκ
34tἔστιν ἐμὸν δοῦναι.»
35tἈντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.
36 Καὶ πῶς, εἴπερ ἦν ἐν ἰσότητι τοῦ Πατρὸς, ἔφησεν ἂν ἐπὶ τοῖς Ζεβεδαίου παισίν· «Οὐκ ἔστιν ἐμὸν δοῦ‐ ναι;» Τοῦτο γὰρ διαῤῥήδην οὐκ ἔχοντος ἐξουσίαν ἐστιν, οὐδὲ δυναμένου παρασχεῖν ὅσπερ ἦν ἐκείνοις
40ἐν εὐχῇ. Οὐκοῦν οὐδὲ ἴσος τῷ Πατρὶ τῷ πάντων ἔχοντι τὴν ἐξουσίαν.
42tΠρὸς τοῦτο λύσις.
43 Πολλὴν, ὦ θεομάχοι, κἀν τούτῳ τὴν ἀπαιδευσίαν ἔχοντες εὑρεθήσεσθε. Ἐχρῆν γὰρ δή που πάντως
45ὑμᾶς τὰς τοῦ Σωτῆρος ἀκριβῶς περιεργάζεσθαι φω‐ νὰς, οὐκ ἀπερισκέπτως τὰ καλῶς εἰρημένα κατηγο‐ ρίας ποιεῖσθαι προφάσεις. Προσῆλθον οἱ Ζεβεδαίου παῖδες τὰς ἐν ἄκρῳ κειμένας αἰτοῦντες τιμάς. Ἀλλ’ ἦν ἀπίθανον μὴ τὴν τοῦ χορηγοῦντος περιμένειν φι‐

75

.

413

(50)

λοτιμίαν, ἁρπάζειν δὲ ὥσπερ τὴν ἑτέροις ἔσθ’ ὅτε χρεωστουμένην δωρεάν. Πρὸς οὖν τὴν οὔτως ἄτοπον αἴτησιν εἰκότως φησὶν ὁ Σωτὴρ, «Οὐκ ἔστιν ἐμὸν δοῦναι,» οὐχ ὅτι μὴ ἐδύνατο παρασχεῖν, ἀλλ’ ὅτι
τῶν πονούντων ἐστὶν ἀναλόγως οἷς κάμνουσι κομί‐413

75

.

416

ζεσθαι τὸν μισθόν. Ὥσπερ γὰρ εἴ τις τοῖς εἰς ἀγῶνα κεκλημένοις τὰ γέρα προθεὶς, λέγοι πρὸς αὐτούς· Οὐκ ἐμόν ἐστιν, ὦ οὗτοι, τὸ μεῖζον ἑλεῖν, καὶ ᾦ βού‐ λομαι παρασχεῖν, οὐ γὰρ ἐπὶ τούτοις τέθεικα τῷ
5σταδίῳ τοὺς ὅρους· ἀλλ’ ἐκεῖνος λήψεται τοῦτο, ᾧ τὸ πάντας νικᾷν περιποιήσει δικαίως τὸ τιμᾶσθαι μειζόνως. Οὕτω καὶ ὁ Σωτὴρ οὐκ εὔλογον εἶναί φησι τοῖς αἰτοῦσι τὸ μεῖζον ἐπιδοῦναι προχείρως, τὸν ὀφεί‐ λοντα δικαίως λαβεῖν παρωσάμενον. Ἀλλ’ ἐκείνους
10ἔχειν ἐστὶ πρεπωδέστερον, οἷς ἡ τοῦ Πατρὸς πρό‐ γνωσις διὰ τὴν τῶν ἀνδραγαθημάτων ὑπεροχὴν τοῦτο ηὐτρέπισεν· ἔστιν οὖν ὁ λόγος οὐκ ἀσθενείας ἀπό‐ δειξις, ἀλλ’ οἰκονομικῆς ἀσθενείας.
14tΑΛΛΟ.
15 Εἰ μὴ δύναται, καθ’ ὑμᾶς, ὦ θεομάχοι, τοῖς Ζε‐ βεδαίου παισὶν ἀποπληρῶσαι τὴν αἴτησιν, καὶ διὰ τοῦτό φησιν, «Οὐκ ἔστιν ἐμὸν δοῦναι,» πῶς ἐν ἑτέ‐ ροις εὑρίσκεται πᾶσιν ὁμοῦ τοῖς μαθηταῖς τοῦτο χα‐ ρισάμενος, δι’ ὧν οὔτω φησίν· «Ἀμὴν, ἀμὴν λέγω
20ὑμῖν, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρό‐ νους;» Τοῦτο γὰρ οὐ τὰ ἐσόμενα προφητεύοντός ἐστιν, ἀλλ’ ὀρέγοντος ὡς συγκεκμηκόσι τὴν χάριν. Εἰ μὲν οὖν ἀληθεύει τὰ τοιαῦτα λέγων, πῶς ὁ πᾶσι
25διδοὺς, δύο μόνων αἰτούντων ἀσθενεῖ; Εἰ δὲ τολμᾶτε λέγειν μὴ εἶναι τὴν ὑπόσχεσιν ἀληθῆ, ἀρκέσει τοῦτο πρὸς τὸ πᾶσαν καθ’ ὑμῶν κυροῦσθαι κακίαν. Ψεύδε‐ σθαι γάρ φατε τὴν ἀλήθειαν. Ὥσπερ οὖν εἰ τοῖς Ζεβεδαίου παισὶν οὐκ ἐδύνατο παρασχεῖν, οὐκ ἂν ἦν
30ἴσος τῷ Πατρὶ, οὕτως ἐπειδήπερ πᾶσι φαίνεται δι‐ δοὺς, ἴσος ἔσται τῷ γεγεννηκότι.
32tΑΛΛΟ.
33 Εἰ ἀληθεύει λέγων ὁ Σωτὴρ, «Πάντα μοι παρ‐ εδόθη ὑπὸ τοῦ Πατρός μου,» ἐν δὲ τοῖς πᾶσίν ἐστι
35καὶ τὸ διδόναι χάριν ἣν ἂν βούλοιτό τισιν, οὐκ ἐξ ἀσθενείας ἔφησεν, «Οὐκ ἔστιν ἐμὸν δοῦναι,» ἀλλ’ ἔχει λόγον οἰκονομίας τὸ ῥῆμα.
38tΑΛΛΟ.
39Ὁ προφήτης Ἡσαΐας τοὺς περὶ τοῦ Σωτῆρος
40ποιούμενος λόγους, φησί που σαφῶς· «Διὰ τοῦτο αὐτὸς κυριεύσει πολλῶν, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐ‐ τοῦ.» Εἰ τοίνυν αὐτὸς ἐπιμερίζει τοῖς ἁγίοις τὰς τιμὰς, πῶς αὐτὸν ἐροῦμεν μὴ δύνασθαι παρασχεῖν
45ὅπερ ἂν βούλοιτό τισι; Καὶ εἰ πάντα ὁ Πατὴρ ἐργά‐ ζεται δι’ Υἱοῦ, ἓν δὲ τῶν πάντων ἐστὶ καὶ τὸ διανέμε‐ σθαι τοῖς ἁγίοις τὰ γέρα, αὐτὸς ἔσται πάλιν ὁ δι‐ δοὺς, ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα.
49tΛύσις τοῦ ῥητοῦ, «Οὐκ ἔστιν ἐμὸν δοῦναι,» καὶ
50tὅπως αὐτὸ χρὴ νοεῖν σαφὴς διδασκαλία.
51 Τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ παραινοῦντος τοῖς μαθηταῖς, τὸ μηδὲν ὅλως τῶν ἐν τῷδε τῷ βίῳ κεκτῆ‐
σθαι θέλειν, ἀφιλοχρηματεῖν δὲ μᾶλλον, καὶ ἀπερι‐415

75

.

417

σπάστως προσεδρεύειν Θεῷ, ὅλους τε ἐξ ὅλων ἀνακεῖ‐ σθαι τῇ εἰς αὐτὸν λατρείᾳ, καὶ πλουσίαν ἐπὶ τούτοις ἀποδώσειν ἐπαγγελλομένου τιμὴν τοῖς φυλάττουσι τὴν ἐντολὴν, προσῆλθον λέγοντες· «Ἰδοὺ ἡμεῖς
5ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι, τί ἄρα ἔσται ἡμῖν;» Πρὸς ταύτην αὐτῶν τὴν πεῦσιν ἀπο‐ κρίνεται Χριστός· «Ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ
10δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» Ταύτην οἱ Ζεβεδαίου παῖδες τὴν ἐπαγγε‐ λίαν ἀκούσαντες ἦλθον εἰς ἐπιθυμίαν οὐ πρέπουσαν αὐτοῖς Τὸ γὰρ πᾶσι τοῖς μαθηταῖς προτεθὲν ὡς ἐν ἀμοιβῇ τῆς πρὸς τὸν Χριστὸν εὐνοίας, ἁρπάζειν
15ἤθελον μόνοι· αἰδοῖ δὲ τοῦ μὴ δοκεῖν ἐπιθυμίᾳ δόξης ἡττῆσθαι κενῆς, αὐτοὶ μὲν σιωπῶσι τὸ κατὰ νοῦν οὐκ ἐκφαίνοντες, διακονεῖν δὲ αὐτοῖς τὴν μητέρα πρὸς τοῦτο παρασκευάζουσι. Καὶ δὴ προσελθοῦσά φησιν· «Εἰπὲ ἵνα οἱ δύο υἱοί μου καθίσωσιν εἷς ἐκ
20δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου.» Φαίνεται τοίνυν διὰ τούτων, τὸ πᾶσι χρεωστούμενον, μόνοις ἁρπάζουσα τοῖς ἑαυτῆς παισὶν ἡ γυνή. Εἰ γὰρ μὴ τοῦτό ἐστι, ποῖον ἔχει λόγον, τὸ ἤδη δοθὲν αὖθις προσιοῦσαν αἰτεῖν; Καὶ αὐτοὶ γὰρ ἦσαν ἐν τοῖς
25ἀκούσασιν, «Ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, καθίσε‐ σθε ἐπὶ δώδεκα θρόνους.» Εἰδὼς δὲ ὁ Σωτὴρ ὡς Θεός τι ἦν ἐν τῷ ἀνθρώπῳ, προσκαλεῖται μὲν τοὺς Ζεβε‐ δαίου παῖδας, ἀποτόμως δὲ οὐκ ἐλέγχει φιλάγαθος ὢν, ἵνα μὴ τῷ βάρει τῆς λύπης βαπτίσῃ πρὸς ἀθυ‐
30μίαν· πιθανῶς δέ φησιν, Οὐκ ἔστιν ἐμὸν δοῦναι· καὶ οὐ δή που κατηγορεῖ τῆς ἑαυτοῦ φύσεως, ὡς οὐκ ἐχούσης τὸ δύνασθαι παρασχεῖν (ἄτοπον γὰρ ὄντως καὶ λίαν εὔηθες οὕτω νοεῖν, εἴπερ ἤδη φαίνεται τοῦτο παρεσχηκὼς καὶ ἐπαγγειλάμενος), ἀλλ’ ἐπειδὴ, φησὶν,
35ἄδικον αἴτησιν καὶ χάριν τοιαύτην, ἣν οὐκ ἐμοὶ πρέ‐ πει παρασχεῖν, ἐπιζητεῖτε λαβεῖν, «Οὐκ ἔστιν ἐμὸν δοῦναι.» Εἰμὶ γὰρ δίκαιος κριτὴς, καὶ πρὸς ἀξίαν τοῖς ἑκάστου πόνοις ἀποδιδοὺς, ὡς ἐν ὀφλήματος τά‐ ξει τὰ γέρα. Ἄλλως τε δόξαν ἐνομίσατε κενὴν τὸ
40καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων· ἀλλ’ οὐκ ἔστιν ἐμὸν τοῦτο παρασχεῖν. Ὁ γὰρ διδάσκων μὴ νοσεῖν, οὐκ ἂν αὐτὸς νόσον ἐπιδοίη τινί· ὥσπερ ἂν εἰ τὸ πῦρ τῷ καταψύχεσθαι βουλομένῳ, καὶ τοῦτο αἰ‐ τοῦντι παρ’ αὐτοῦ, λέγοι, Οὐκ ἔστιν ἐμὸν ὂ ζητεῖς
45ἐπιδοῦναί σοι· φύσεως γὰρ ἑτέρας εἰμί. Δίκαιος οὖν ὑπάρχων ἀγωνοθέτης, οὐ τοῖς αἰτοῦσιν ἁπλῶς ὀφείλω παρασχεῖν, οὐδὲ πάντας ἀδικήσας τοὺς ἀγωνιζομέ‐ νους, εἰς δύο μόνους συνενεγκεῖν τὰς τιμάς· ἀλλὰ τοῖς ἑκάστου κατορθώμασιν ἀναλόγως ἀποδοῦναι τὰ

75

.

417

(50)

αὐτῷ χρεωστούμενα. Ἐκείνων οὖν ἐστι λαβεῖν οἷς τοῦτο δικαίως ηὐτρέπισται παρὰ τοῦ Πατρὸς, τοῦ ἐν ἐμοὶ καὶ δι’ ἐμοῦ πάντα ἐργαζομένου. Οἰέσθω δὲ μηδεὶς, διὰ τὸ αὐτὸν μὴ δύνασθαι παρασχεῖν, τὴν τοῦ Πατρὸς ἐπωνυμίαν εἰσφέρεσθαι, καὶ παρ’ αὐτοῦ τοῖς
55ἁγίοις ηὐτρεπίσθαι λέγειν τὰς τιμάς. Ἀλλ’ οἰκονομι‐ κῶς φησι τοῦτο· ἔθος γὰρ αὐτῷ πᾶν ὅπερ ἂν ὑπερέχοι
τὴν ἀνθρώπου φύσιν ἀναβαῖνον, τοῦτο ἀνατιθέναι τῷ417

75

.

420

Πατρὶ ὡς Θεῷ. Θεὸς δὲ ὢν καὶ αὐτὸς κατὰ φύσιν καὶ ἒν ὡς πρὸς τὸν Πατέρα, οὐκ ἀδυνατήσει περὶ τὸ ἀνα‐ τεθὲν τῇ θείᾳ φύσει, ἀλλ’ αὐτὸς ἔσται πάντων ἐργά‐ της. Φιλαρχίαν οὖν τινα καὶ κενὴν ὠδίνοντας δόξαν
5εὑρίσκει τοὺς Ζεβεδαίου παῖδας, καὶ πιθανῶς ἀπο‐ τρέπει μὲν καὶ ἐξίστησι τοῦ κακοῦ, μέτρια δὲ μᾶλλον διδάσκει φρονεῖν· καὶ τοῦτο διὰ τῶν ἐφεξῆς εἰσό‐ μεθα. Ἀγανακτοῦσι μὲν γὰρ οἱ ἕτεροι μαθηταὶ, τὸ πᾶσι προτεθὲν καὶ ὀφειλόμενον ὑπὸ δύο μόνων ἁρ‐
10παζόμενον βλέποντες, ὅσον εἰς τὴν αἴτησιν καὶ τοῦ γυναίου τὴν πρόσοδον. Προσκαλεσάμενος δὲ, ὡς γέ‐ γραπται, πάντας ὁ Σωτὴρ, παιδεύει τοὺς Ζεβεδαίου παῖδας, καί φησιν ἀπολελυμένως, ἵνα μὴ πρὸς μόνους αὐτοὺς ἀποτείνεσθαι· «Οἱ βασιλεῖς τῶν ἐθνῶν κατα‐
15κυριεύουσιν αὐτῶν, καὶ οἱ ἄρχοντες κατεξουσιάζουσιν αὐτῶν. Οὐχ οὕτως δὲ ἔσται ἐν ὑμῖν· ἀλλ’ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται ὑμῶν δοῦλος.» Ἑαυτὸν δὲ τοῦ πράγματος εἰκόνα παράγει προθείς· «Καθὼς καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ
20διακονῆσαι.» Ἐπισφραγίζων δὲ ὥσπερ τὰ εἰρημένα, καὶ τρανότερον ἐκτιθέμενος τὸν ἐν αὐτοῖς σκοπὸν, ἐπισυνάπτει παραβολὴν, δι’ ἧς πάλιν συμβουλεύει τοὺς κεκλημένους εἰς ἄριστον, μὴ δεῖν αὐτομάτως ἐπὶ τὸν πρῶτον ἰέναι τόπον· περιμένειν δὲ τὴν ἀπὸ
25τοῦ δειπνοκλήτορος τιμήν. Κρεῖττον γὰρ, φησὶ, τὸ ἐν τῷ τελευταίῳ κείμενον τόπῳ διὰ τῆς τοῦ ἑστιῶντος φωνῆς ἐπὶ τὸν πρῶτον καλεῖσθαι, ἢ ἐν πρώτῳ τε‐ θέντα θερμῶς πέμπεσθαι πρὸς τὸν ὕστερον, ἑτέρου παρόντος, ᾧ τὸ ἐν πρώτῳ κεῖσθαι παρὰ τοῦ πανηγυ‐
30ριάρχου χρεωστούμενον φαίνεται. Δέδεικται τοίνυν ὅλου τοῦ κεφαλαίου καθεξῆς τὴν πρέπουσαν ἐσχηκό‐ τος βάσανον, οὐκ ἀσθενήσας περὶ τὸ δοῦναι τὴν χάριν ὁ Σωτήρ· ἀλλὰ τῆς προαποδεδομένης οἰκονομίας ἕνεκα, λέγων τὸ, «Οὐκ ἔστιν ἐμὸν δοῦναι·» καὶ περιττὴ λοιπὸν ἡ τῶν φλυαρούντων μανία.
34tΛΟΓΟΣ ΚΖʹ.
35tΕἰς τὸ, «Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν
36tΘεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.»
37tἈντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν.
38 Ἰδοὺ, φασὶν, αὐτὸς ὁ Υἱὸς μόνον εἶναι Θεὸν ἀλη‐ θινὸν ὁμολογεῖ τὸν Πατέρα, καὶ αὐτὸς δὲ ὁ Πατὴρ
40εὑρίσκεται λέγων· «Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα· καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ.» Πῶς οὖν ὑμεῖς συνεισάγετε πρώτῳ καὶ μόνῳ καὶ κατ’ ἀλήθειαν ὄντι Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν, ὡς ὄντα καὶ αὐτὸν κατὰ φύσιν Θεόν;
45tΠρὸς τοῦτο λύσις.
46 Εἰδέναι χρὴ πρῶτον ὡς οὐκ εἰς ἀναίρεσιν τοῦ Υἱοῦ τὰ τοιαῦτά φησιν ὁ Πατήρ. Τί γὰρ ἦν τὸ εἰς ταῦτα παρελθεῖν παροτρύναν αὐτόν; Εἰ μὲν γὰρ ὡς ἄνθρωπος τῷ ἐξ αὐτοῦ γεννηθέντι φιλονεικεῖ· ὥσπερ

75

.

420

(50)

ὁ Δαβὶδ πολεμούμενος ὑπὸ τῶν ἑαυτοῦ παίδων· ἔχει τινὰ λόγον ἴσως ὁ τοιοῦτος μῦθος. Εἰ δὲ στασιάζειν καθ’ ἑαυτῆς ἡ θεία φύσις οὐκ οἶδε, φαίνεται δὲ μᾶλ‐ λον ὁ Υἱὸς ἀεὶ τῷ Πατρὶ τὴν δόξαν ἀποδιδοὺς, ποῖον ἔχει λόγον τὸ εἰς ἀναίρεσιν αὐτοῦ τοιαῦτα φάναι τὸν
55Πατέρα; Οὐκοῦν πρὸς ἀνατροπὴν μᾶλλον τῶν ψευ‐419

75

.

421

δωνύμων θεῶν εἰρῆσθαι τὰ τοιαῦτα δώσομεν. Εἶτα πρὸς τούτοις ὁ Σωτὴρ λέγων, «Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν,» ἑαυτὸν εὐθὺς συνάπτει, «καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν,» ὡς τῆς τοῦ Πατρὸς
5οὐσίας ἀδιαίρετος ὢν ὅσον ἧκεν εἰς θεότητος λόγον, καὶ πάντως μετὰ Πατρὸς νοούμενος.
7tΑΛΛΟ.
8 Εἰ Λόγος ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, ὥσπερ οὖν καὶ ἔστι, καὶ τοῦτο ὢν ὁμολογεῖται, τίς οὕτως φρενῶν
10ἐκβέβηκεν, ὡς νομίσαι πρὸς ἀναίρεσιν τοῦ οἰκείου Λόγου, δι’ οὗ τὰ πάντα ἐργάζεται, μόνον ἑαυτὸν Θεὸν ἀληθινὸν εἰπεῖν τὸν Πατέρα; Ἐπειδὴ δὲ τοῦτο ἄτο‐ πον, ἔρχεται μᾶλλον ἡ τοῦ ῥήματος δύναμις κατὰ τῶν ψευδωνύμων θεῶν, κἂν οἱ χριστομάχοι μὴ βού‐
15λωνται.
16tΑΛΛΟ, ἐξ ὑποθέσεως.
17 Ὑποκείσθω νῦν ἡμῖν ὅτι πλανώμενοί τινες τῶν ὅσοι τῆς ἀληθινῆς ἀμοιροῦσι σοφίας, εἰκόνα στήσαν‐ τες, καί τινα τυχὸν μορφὴν ἀνθρώπου ἢ ἑτέρου ζώου
20καταγράψαντες ἐν αὐτῇ, τοῦτο κεκλήκασι φῶς, ἐκεῖ‐ θεν ὄντως οἰόμενοι γεννᾶσθαι τοῦτο αὐτοῖς· φωνὴν δὲ εἴ τις ἡλίῳ περιθείη, εἶτα λέγοι πρὸς αὐτούς· Ἄν‐ θρωποι, πλανᾶσθε, ἐγὼ μόνος εἰμὶ τὸ φῶς, οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ, ἆρ’ ἐκβάλλει τοῦ εἶναι φῶς τὸ ἴδιον
25ἀπαύγασμα, πρὸς ἀναίρεσιν τοῦ ψευδωνύμου φωτὸς ἐκεῖνο βοῶν; Ἀλλ’ οὐκ ἔχει λόγον τὸ οὕτω νοεῖν. Οὐκοῦν ὅτε φησὶ καὶ ὁ Πατήρ· «Ἐγώ εἰμι Θεὸς μό‐ νος, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν,» οὐκ ἐκβάλλει τῆς θεότητος τὸ ἴδιον τῆς ἑαυτοῦ οὐσίας, τουτέστι, τὸν
30ἐξ αὐτοῦ προελθόντα Λόγον, ἀλλ’ ἐν τῇ ταυτότητι τῆς φύσεως ἔχει παρ’ ἑαυτῷ σωζόμενον καὶ ἐν τῇ μιᾷ θεότητι συνομολογούμενόν τε καὶ συνδοξαζό‐ μενον.
34tΑΛΛΟ. δεικνύον ὅτι κἂν μόνος Θεὸς λέγηται ὁ
35tΠατὴρ, συνεισάγεται πάντως ὁ Υἱός.
36 Λέγει που πρὸς Θεὸν εἷς τῶν προφητῶν· «Ὁ τα‐ νύσας τὸν οὐρανὸν μόνος·» φέρεται δὲ καὶ Θεοῦ φω‐ νή· «Ἐγὼ μόνος ἐξέτεινα τὸν οὐρανόν.» Καὶ πάλιν ἑτέρα σαφῶς περὶ τοῦ Υἱοῦ, ὅτι «Τῷ Λόγῳ Κυρίου
40οἱ οὐρανοὶ ἐστερεώθησαν.» Εἰ τοίνυν τοῦ Θεοῦ καὶ Πατρὸς λέγοντος τὸν οὐρανὸν εἰργάσθαι μόνου, ὁ Υἱὸς εὑρίσκεται τοῦτον πεποιηκὼς, παντί που δῆλον ὅτι‐ περ κἂν ὡς μόνος ὀνομάζηται ὁ Πατὴρ Θεὸς ὢν ἀλη‐ θινὸς, συμπαραλαμβάνεται πάντως καὶ ὁ Υἱὸς, δι’ οὗ
45τὰ πάντα ἐργάζεται καὶ λαλεῖ· καὶ ἔστιν ὄντως ἐν τῷ ἑνὶ καὶ μόνῳ καὶ πρώτῳ καὶ ἀληθινῷ φυσικῶς, ὥσπερ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα αὐτοῦ.
48tΛΟΓΟΣ ΚΗʹ.
49tΕἰς τὸ παρὰ τῷ Λουκᾷ κείμενον, «Ἰησοῦς δὲ

75

.

421

(50)

προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ
51tΘεῷ καὶ ἀνθρώποις.»
52tἈντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.
53Καὶ πῶς δύναιτο, φησὶν, ἴσος εἶναι κατ’ οὐσίαν
τῷ Πατρὶ, ὁ μὴ τέλειος ὤν; Ἰδοὺ γὰρ φαίνεται προ‐421

75

.

424

κόπτων ἐν σοφίᾳ. Ὁ δέ γε Πατὴρ ἀνενδεὴς ὢν, οὐκ ἐπιδέχεται προκοπήν.
3tΠρὸς τοῦτο λύσις.
4Ἐρωτῆσαι προσήκει τοὺς χριστομάχους, περὶ
5τίνος εἰρῆσθαι νομίζουσι τὸ, «Προέκοπτεν ἐν σοφίᾳ καὶ χάριτι.» Ἀλλ’ ἐροῦσι δηλονότι περὶ τοῦ Ἰησοῦ Χριστοῦ. Εἶτα, ὧ πάντων ἀνοητότατοι, τίνα οἴεσθε ἢ ποδαπὸν εἶναι τὸν Χριστὸν περὶ οὗ νῦν ὁ λόγος ἐστὶ τῷ Λουκᾷ; Εἰ μὲν οὖν κοινὸν ἄνθρωπον εἶναι
10πιστεύετε, καὶ πλέον οὐδὲν ἔχειν τῶν ἄλλων ὑπο‐ λαμβάνετε, προκοπτέτω καὶ αὐτὸς, ὡς ἄνθρωπος. Εἰ δὲ Θεός ἐστιν ἐνανθρωπήσας, καὶ Λόγος, καθὰ γέγραπται, γενόμενος σὰρξ, ποίαν ἐπιδέξεται προ‐ κοπήν; ἢ πῶς ἀτελής ἐστιν ὁ ὑπάρχων ἴσα Θεῷ;
15Ἀνάγκη γὰρ ἀτελῆ κἀκεῖνον ὑπάρχειν, ᾧ ἐστιν ἴσος, ἂν οὕτως ἔχει καθ’ ὑμᾶς. Εἰ δὲ τοῦτο φρονεῖν τε καὶ λέγειν δυσσεβὲς, καὶ παρ’ ὑμῖν αὐτοῖς ἤδη φαίνεται (τέλειον γὰρ εἶναι δεδώκατε τὸν Πατέρα), ἀνάγκη τέλειον εἶναι πιστεύειν καὶ τὸν ἴσον αὐτῷ Υἱόν. Οὐκ‐
20οῦν οὐ καθὸ Λόγος ἐστὶ, προκόπτειν λέγεται, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος· καὶ φύσιν πεφόρηκε τὴν τούτου δεκτικήν.
23tΑΛΛΟ.
24Λέγει που Παῦλος περὶ τοῦ Θεοῦ Λόγου, ὅτι καὶ
25ἐν μορφῇ Θεοῦ ὑπάρχει, καὶ ἔστιν ἴσα Θεῷ. Εἰ τοί‐ νυν ἐν ἰσότητι τοῦ Πατρὸς ὑπάρχων προκοπὴν ἐπι‐ δέχεται, καὶ προέκοψεν ὄντως, ἔστι τι μείζων τοῦ Πατρὸς, καὶ ὑπερήλατο τὸν γεννήσαντα ὁ προκόψας Λόγος, ἂν οὔτως ἔχῃ καθ’ ὑμᾶς. Ἀλλὰ τοῦτο τῶν
30ἀτοπωτάτων. Οὐκ ἄρα προέκοψεν, ᾗ Λόγος ἐστίν· ἔστι γὰρ τέλειος ὡς ὁ Πατὴρ, ἀλλ’ εἴρηται καὶ τοῦτο διὰ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν.
33tΑΛΛΟ.
34Εἰ προέκοψεν ὁ Λόγος ὅτε γέγονεν ἄνθρωπος, καὶ
35τὴν ἡμῶν ἐφόρεσε σάρκα, οὐκ αὐτὸς ὠφέλησεν ἡμᾶς ἐνανθρωπήσας, ἀλλὰ μᾶλλον ἡ σὰρξ αὐτῷ γέγονε τῆς τελειώσεως πρόξενος. Εἰ γὰρ ὄντως προέκοψεν, ὅτε γέγονε σὰρξ, ἀτελὴς ἦν ἄρα πρὸ τῆς ἐπιδημίας· καὶ νῦν τετελείωται καθ’ ὑμᾶς. Πῶς οὖν εὐχαριστοῦ‐
40μεν ὡς δι’ ἡμᾶς ἐνανθρωπήσαντι, δέον αὐτὸν καὶ χάριν ὁμολογεῖν τῷ πράγματι; Ἀλλὰ τοῦτο ἄτοπον. Οὐκ ἄρα προέκοψεν ᾗ Λόγος ἐστὶν, ἀλλ’ εἴρηται τοῦτο διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν.
44tΑΛΛΟ.
45 Πολλοῖς ὀνόμασιν ὁ Λόγος τοῦ Θεοῦ καλεῖται παρὰ τῇ θείᾳ Γραφῇ. Εἴρηται γὰρ καὶ ἔστιν Υἱός· ἐκλήθη καὶ σοφία, ὠνόμασται καὶ Θεὸς, καὶ δύναμις, καὶ μορφὴ, καὶ εἰκὼν τοῦ Πατρός. Εἰ δὲ ταῦτα ὢν σύμ‐ παντα προκόπτει, τί ἄρα μεῖζον ἔχουσιν εἰπεῖν Υἱοῦ

75

.

424

(50)

καὶ σοφίας, καὶ δυνάμεως, καὶ Θεοῦ, καὶ τῶν ἄλλων
ἁπάντων, ἵνα μή τις τὰ καθ’ ἕκαστον λέγοι; Ἀλλ’ ἔστι423

75

.

425

τοῦτο φρονεῖν δυσσεβές. Θεοῦ γὰρ μεῖζον οὐδέν. Οὐκ ἄρα, ᾗ Λόγος ἐστὶ προκόπτειν λέγεται.
3tΑΛΛΟ.
4Ἀρχαὶ, καὶ Θρόνοι, καὶ Κυριότητες, Ἄγγελοί τε
5καὶ Ἀρχάγγελοι, καὶ πᾶσα δύναμις λογικὴ, ἔτι τε πρὸς τούτοις ἄνθρωποι τῇ τοῦ Λόγου μετοχῇ, τέλειοι πρὸς πᾶσαν εὐσέβειαν εἰσί τε καὶ γίνονται. Πῶς οὖν ὁ τοῖς ἄλλοις τὴν τελειότητα διδοὺς, ἀτελὴς εἶναι δύναται, ὡς καὶ προκόψαι ζητεῖν, καὶ εἰς αὔξην ἐπι‐
10δοῦναί τινα; πῶς δὲ εἴπερ ὄντως σοφία ἐστὶ, προ‐ κόπτειν ἐν σοφίᾳ δύναται; ἢ πῶς ὁ ἄλλοις τὴν χάριν διδοὺς, αὐτὸς ἐν χάριτι προκόπτει ὡς οὐκ ἔχων αὐ‐ τήν; εἰ μὴ ἄρα ψεύδεσθαι τὸν Παῦλον ἐροῦσι, καὶ σοφίαν καλοῦντα τὸν Υἱὸν, καὶ χάριτος χορηγόν;
15Ἀλλ’ οὐ ψεύδεται τῆς ἀληθείας ὁ ὑπηρέτης. Οὐκ ἄρα προέκοψεν, ᾗ Λόγος ἐστὶν, ἀλλ’ ὡς περὶ ἀνθρώπου λέγεται, πάντα τὰ ἡμῶν ἀναλαβόντος δι’ ἡμᾶς.
18tΑΛΛΟ.
19Τὸ ἀτελὲς ἀεὶ πρὸς τὸ τέλειον ἐπείγεται, τὸν μὲν
20πρῶτον ἐν ᾧπέρ ἐστιν ἀτιμάζον τόπον, ζητοῦν δὲ ὥσπερ ἀεὶ τὸν ἐν μείζοσι καὶ ἀμείνονα. Οἷον φέρε εἰπεῖν, ἄνθρωποι προκόπτομεν ἐν σοφίᾳ· ὄντες ταῖς ἄλλαις ἀρεταῖς καὶ βραχὺ βελτιούμενοι, οὕτω τε πρὸς τελειότητα βίου φερόμεθα. Ὁ δὲ τοῦ Θεοῦ Λόγος
25ὅλως ὢν ἐν Πατρὶ, ποῖ ποτε ἀναδραμεῖται; ποίαν δὲ αὔξην ἐπιδέξεται οὕτω τέλειος ὢν, ὡς ὅλον ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, καὶ ὅλος εἶναι πάλιν ἐν Πατρί; Εἰ γὰρ τὸν Πατέρα πληρῶν (εἰρήσθω γὰρ καὶ σω‐ ματικώτερον ὡς ἐν ὑποδείγματι), προκοπὴν ἢ αὔξην
30ἐπεδέξατό τινα, ἔξω γέγονε τοῦ Πατρὸς, μείζων τοῦ ἐν ᾧπέρ ἐστι γεγονώς. Ἀλλ’ οὐκ ἐκβέβηκε τὸν Πατέρα. Ἔστι δὲ ἀεὶ ἐν αὐτῷ, τέλειος ἐν τελείῳ μένων, καὶ τὸν τέλειον ἔχων ἐν ἑαυτῷ. Οὐκ ἄρα προέκοψεν, ᾗ Λόγος ἐστὶν, ἀλλ’ ἔστι τέλειος, μένων ὁ αὐτὸς, καὶ
35οὐκ ἀλλοιούμενος.
36tΑΛΛΟ.
37 Λέγει που Παῦλος περὶ τοῦ Υἱοῦ, ὅτιπερ ἐτα‐ πείνωσεν ἑαυτὸν μορφὴν δούλου λαβών. Εἰ τοίνυν οὐδεὶς ἐπὶ τούτῳ σκανδαλίζεται, οὐδὲ ἀκούων, Ἐτα‐
40πείνωσεν ἑαυτὸν, μικρόν τι περὶ τοῦ Θεοῦ Λόγου φρονεῖ, ἀλλὰ μᾶλλον αὐτοῦ θαυμάζει τὴν φιλανθρω‐ πίαν. Πῶς οὐ περιττὸν ἀκροωμένους ὅτι προέκοπτε, σκανδαλίζεσθαι; Εἰ γὰρ οὐδὲν ἐκ τοῦ ταπεινωθῆναι πέπονθεν εἰς τὴν θεότητα, οὐδὲ ἐκ τούτου πείσεται.
45Καὶ ὥσπερ δι’ ἡμᾶς ἐταπείνωσεν ἑαυτὸν, οὕτω καὶ δι’ ἡμᾶς ἐπιδέχεται τὸ προκόπτειν, ἵνα πάλιν ἡμεῖς ἐν αὐτῷ προκόπτωμεν ἐν σοφίᾳ, οἱ πάλαι διὰ τὴν ἁμαρτίαν ἀποκτηνωθέντες· προκόψωμεν δὲ καὶ ἐν χάριτι οἱ πάλαι μεμισημένοι διὰ τὴν ἐν Ἀδὰμ πα‐

75

.

425

(50)

ράβασιν. Πάντα γὰρ τὰ ἡμῶν δι’ ἡμᾶς εἰς ἑαυτὸν ἀνεδέξατο Χριστὸς, ἵνα πάντα μεταποιήσῃ πρὸς τὸ ἄμεινον, καὶ ἀρχὴ γένηται τῶν γενητῶν ἀνθρώπων
παντὸς ἀγαθοῦ.425

75

.

428

ΑΛΛΟ, ἐξήγησις πιθανὴ τοῦ αὐτοῦ ῥητοῦ. Φυσικός τις νόμος οὐκ ἐπιτρέπει τὸν ἄνθρωπον τῆς τοῦ σώματος ἡλικίας ὥσπερ μείζονα πολὺ τὴν φρό‐ νησιν ἔχειν· ἀλλὰ συντρέχει πως καὶ ἡ ἐν ἡμῖν σύν‐
5εσις, καὶ συμβαδίζει τρόπον τινὰ ταῖς τοῦ σώματος προκοπαῖς. Ἦν οὖν ὁ Λόγος ἐν σαρκὶ γενόμενος ἄν‐ θρωπος, καθὰ γέγραπται· καὶ ἦν τέλειος, σοφία τοῦ Πατρὸς καὶ δύναμις ὤν. Ἐπειδὴ δὲ τῷ τῆς φύσεως ἡμῶν ἔθει παραχωρεῖν πως ἐχρῆν, ἵνα μή τι ξένον
10παρὰ τοῖς ὁρῶσι νομισθῇ, ὡς ἄνθρωπος, κατὰ βραχὺ πρὸς αὔξην ἰόντος τοῦ σώματος, ἀπεκάλυπτεν ἑαυτὸν καὶ ὁσημέραι σοφώτερος παρὰ τοῖς ὁρῶσιν ἢ καὶ ἀκούουσιν ἐφαίνετο. Τέλειος μὲν ὢν ἐν ἅπασι, καθὰ προείρηται, ἀκολουθῶν δὲ τῷ κοινῷ τῆς φύσεως ἔθει.
15Ὅταν οὖν ἀκούσῃς, Προέκοπτεν ἐν σοφίᾳ καὶ χά‐ ριτι, μὴ αὐτῷ τινα προσθήκην σοφίας ἐγγενέσθαι νομίσῃς, ἀνενδεὴς γὰρ ὁ τοῦ Θεοῦ Λόγος· ἀλλ’ ὅτι παρὰ τοῖς ὁρῶσι σοφώτερος ἀεὶ καὶ χαριέστερος ἦν, προκόπτειν εἴρηται, ὡς ἐντεῦθεν ἤδη τὴν τῶν θαυ‐
20μαζόντων προκόπτειν ἕξιν, ἢ τὴν αὐτοῦ.
21tΑΛΛΟ.
22 Τὸ ἔν τινι προκόπτον, ἕτερόν ἐστι παρ’ ἐκεῖνο ἐν ᾧ προκόπτειν λέγεται. Εἰ τοίνυν ἐν σοφίᾳ προκό‐ πτειν εἴρηται, οὐχ ἡ σοφία προέκοπτεν, ἀλλ’ ἐν αὐτῇ
25τὸ ἀνθρώπινον, Ἀποκαλυπτομένης γὰρ καὶ φανερου‐ μένης ὁσημέραι τῆς θεότητος ἐν αὐτῷ, ἀεὶ θαυμα‐ στότερος παρὰ τοῖς ὁρῶσιν ἐγίνετο. Καὶ τοῦτό ἐστι τὸ, «Προέκοπτεν ἐν σοφίᾳ.»
29tΑΛΛΟ.
30 Ἐν σοφίᾳ προέκοπτε τὸ ἀνθρώπινον, κατὰ τόνδε τὸν τρόπον· ἡ τὴν ἀνθρώπου φύσιν ἐνδυσαμένη σο‐ φία, τουτέστιν, ὁ τοῦ Θεοῦ Λόγος, κατὰ βραχὺ διὰ τῶν ἔργων καὶ τῶν παραδόξων ἀποτελεσμάτων, θεο‐ ποιοῦσα παρὰ τοῖς ὁρῶσι τὸν ἀναληφθέντα ναὸν,
35προκόπτειν αὐτὸν ἐποίει κατὰ τοῦτο. Οὕτως ἐν σοφίᾳ προέκοπτεν ἡ ἀνθρωπότης, θεοποιουμένη δι’ αὐτῆς. Διὸ καὶ ἡμεῖς καθ’ ὁμοιότητα τοῦ δι’ ἡμᾶς ἐνανθρω‐ πήσαντος Λόγου, καὶ υἱοὶ Θεοῦ κεκλήμεθα καὶ θεοί. Προέκοπτεν οὖν ἡ φύσις ἡμῶν ἐν τῇ σοφίᾳ, τρέχουσα
40μὲν ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν, ἀπὸ δὲ ἀνθρωπότητος εἰς τὸ τῆς θεότητος ἀξίωμα ἐν Χριστῷ.
42tἈντίθεσις ὡς ἐκ τῶν δι’ ἐναντίας.
43 Ἤκουσα, φησὶν, ἀπὸ τῆς θείας Γραφῆς, ὅτιπερ ὁ τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος, Ἰησοῦς ἐκλήθη.
45Αὐτὸς οὖν ἐστιν ὁ προκόπτων. Μὴ γάρ μοι διέλῃς, ἕνα Χριστὸν τοῦ Παύλου κηρύττοντος. Καὶ εἰ προ‐ κοπὴν ἐπιδεχόμενος φαίνεται, ἀτελὴς ἄρα. Καὶ πῶς ὁ τοιοῦτος ἴσος ἔσται τῷ τελείῳ Πατρί·
49tΠρὸς τοῦτο λύσις.

75

.

428

(50)

Οὐδὲν ἀδικήσεις εἰς θεότητα τὸν Υἱὸν, οὔτε κολο‐ βῶσαι δυνήσῃ τὸ φυσικὸν ἀξίωμα, κἂν τοῦτο λέγων
ἐμμένῃς, ἁλώσῃ δὲ μᾶλλον ἐξ ὧν οἴει νικᾷν. Εἰ γὰρ427

75

.

429

ὅλως οἶσθα σάρκα γεγονότα τὸν Λόγον, καὶ ἄνθρωπον γεννηθέντα, καθά φησιν ἡ θεία Γραφὴ, τί μὴ δίδως αὐτῷ καὶ τὰ ἀνθρώπῳ πρέποντα πάσχειν χωρὶς ἁμαρτίας; Ἐπειδὴ γὰρ τῇ σαρκὶ τὸ προκόπτειν
5ὀφείλεται, λεγέσθω προκόπτειν, ὡς ἐν αὐτῇ γενόμε‐ νος, καὶ τὰ αὐτῆς οἰκειούμενος ἀκατηγόρητα πάθη. Οὐ γὰρ ἑτέρου τινὸς ἦν ἡ σὰρξ, ἀλλ’ αὐτοῦ τοῦ Λό‐ γου. Καὶ ὥσπερ λέγομεν αὐτὸν πεπονθέναι σαρκὶ, καίτοι μόνης παθούσης τῆς σάρκος, ἐπειδήπερ καὶ
10εἰ μὴ πέπονθεν, ὡς Θεὸς, ἀλλ’ ἴδιον ἦν αὐτοῦ τὸ πάσχον σῶμα, οὕτω κἂν προκόπτειν λέγηται, προ‐ κοπὴν οὐδεμίαν ἐπιδεχόμενος ὡς Θεὸς, διὰ τὸ προ‐ κόπτειν ἐν αὐτῶ τὴν ἰδίαν ἑαυτοῦ σάρκα τοῦτο λέ‐ γεται.
15tΑΛΛΟ.
16 Καὶ αὐτὸς ὁμολογεῖς, ὦ χριστομάχε, τὸν τοῦ Θεοῦ Λόγον γεγενῆσθαι σαρκὶ, ὅπερ οὐδὲν ἕτερόν ἐστι λέ‐ γειν, ἢ ὅτι σάρκα περιεβάλετο, καὶ ὄντως γέγονεν ἄνθρωπος. Ὥσπερ οὖν, ὅταν ἀκούσῃς μέγα τι περὶ
20τοῦ Λόγου, καὶ ὅπερ αὐτῷ πρέπει γυμνῷ καὶ οὔπω τὴν σάρκα περιβεβλημένῳ, ὡς ὅταν λέγηται φῶς καὶ ἀπαύγασμα ἡ σοφία τοῦ Πατρὸς, οὐ τὴν σάρκα νοεῖς, ἀλλὰ τὸν ἐν τῇ σαρκὶ κατοικήσαντα Λόγον, οὕτως ὅταν λέγηταί τι παρὰ ταῖς θείαις Γραφαῖς, ὃ μόνῃ
25πρέπει τῇ σαρκὶ, ἢ καὶ τῷ ἀνθρωπίνῳ σχήματι, μὴ ἐπὶ τὸν Λόγον ἀγάγῃς, ἀλλὰ δίδου τῇ φύσει τῆς σαρ‐ κὸς τὰ αὐτῇ χρεωστούμενα. Οὐκοῦν ὅταν προκόπτειν λέγηται, οὐχ ἡ σοφία καθ’ ἑαυτὴν προέκοπτεν ᾗ σοφία ἐστὶν, ἀλλ’ ἐν σοφίᾳ τὸ ἀνθρώπινον, κατὰ
30βραχὺ διαλάμπον καὶ φαινόμενον δι’ αὐτῆς. Ὅτιπερ καὶ ὄργανον εἵη τῆς ἐν αὐτῇ θεότητος, κατὰ βραχὺ πρὸς τὴν ἔκφασιν αὐτῆς διὰ τῶν ἔργων ὑπηρετοῦν. Ἐπιτήρει δὲ ὅμως, ὅτι οὐκ εἶπεν, Ὁ Λόγος δὲ προ‐ έκοπτεν, ἀλλ’ Ἰησοῦς, ἵνα μὴ γυμνὸν νοήσῃς τὸν
35Λόγον· ἀλλ’ ὅτε γέγονε σάρξ. Καὶ εἰ προκόπτειν λέ‐ γεται, ὅτι τὸ προκόπτειν πεφυκὸς ἀνεδέξατο, τουτ‐ έστι, τὸ ἀνθρώπινον, τῆς ἀνθρωπότητος ἂν εἴη· καὶ κατ’ αὐτῆς εὐλόγως ἂν φέροιτο τὸ προκόπτειν. Οὕτω γὰρ ἕκαστον τῶν λεγομένων ἐν τῇ οἰκείᾳ τάξει κεί‐
40σεται, οὔτε τῶν ὅσα πρέπει γυμνῷ τῷ Λόγῳ κατα‐ φερομένων εἰς τὸ ἀνθρώπινον, οὔτε μὴν τῶν ἀνθρω‐ πίνων ἀναβαινόντων εἰς τὸν τῆς θεότητος λόγον.
43tΛΟΓΟΣ ΚΘʹ.
44tΕἰς τὸ, «Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε
45καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι
46tαὐτῷ τὰ πάντα.»
47tἈντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν.
48 Καὶ πῶς ἴσος ἔσται, φασὶ, κατὰ φύσιν τῷ Πατρὶ ὁ Υἱὸς, εἴ γε ἀληθεύειν λέγει ὁ Παῦλος, ὅτι καὶ αὐ‐

75

.

429

(50)

τὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ Πατρί; Ἀνάγκη γὰρ πᾶσα συνομολογεῖν ὅτι τὸ ὑποτασσόμενον τοῦ ὑποτάσ‐ σοντος ἔλαττον· ὥσπερ οὖν ἀμέλει καὶ τοῦ νικῶντος
τὸ νικώμενον.429

75

.

432

(1t)

Πρὸς τοῦτο λύσις.
2 Οὐ νοοῦσιν οἱ χριστομάχοι καὶ ταῖς ἑαυτῶν ἀσε‐ βείαις διὰ τούτων μαχόμενοι. Εἰ γὰρ δίδως εἶναι τὸν Υἱὸν ἐλάττονα τοῦ Πατρὸς, καὶ τοῦτο κρατύνειν
5ἐπείγῃ, διατί μὴ νῦν ὑποτέτακται; Λέγων γὰρ ὁ Παῦ‐ λος ὅτι Τότε ὑποταγήσεται, τόνδε τὸν τοῦ πράγματος καιρὸν ὡς ἐσόμενον ὁρίζων, οὔπω δείκνυσιν ὑπο‐ τεταγμένον αὐτόν. Εἶτα πῶς οὐ πάσης ἐπέκεινα δυσφημίας ἐστὶ τὸ λέγειν οὐχ ὑποτετάχθαι νῦν τῷ
10Πατρὶ τὸν Υἱὸν, μάχεσθαι δὲ ὥσπερ καὶ στασιάζειν πρὸς τὸν γεννήσαντα; Τὸ γὰρ ἀνυπότακτον ὡς ἐν λογικοῖς, ἐν ἰδίοις ἐστὶ θελήμασι. Τί οὖν ἐροῦμεν, ὅταν λέγῃ Χριστός· «Οὐκ ἦλθον ἵνα ποιήσω τὸ θέ‐ λημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με;»
15Λεγέτωσαν ἡμῖν οἱ δεινοὶ περὶ τὸ δύνασθαι νοεῖν τὰς θείας Γραφὰς, εἰ μὴ ὑποταγῆς ἔχει δύναμιν τὸ ἐξ‐ ανύειν τὸ θέλημα τοῦ Πατρός; Πῶς οὖν ὁ νῦν ὑπο‐ τασσόμενος ὡς τότε ὑποταχθησόμενος λέγεται; Οὐκοῦν ἀκουέτωσαν εὐλόγως· «Πλανᾶσθε μὴ εἰδότες τὰς
20Γραφάς.»
21tΑΛΛΟ.
22 Εἰ ποίημα καὶ κτίσμα δίδως εἶναι τὸν Υἱὸν, καὶ τοῖς γεγονόσιν αὐτὸν εἰ καταριθμεῖς, πῶς, εἰπέ μοι, κατὰ τὴν σὴν, ὦ οὗτος, ἀβουλίαν δουλικῆς ὑπάρχων
25οὐσίας, οὐχ ὑποτάσσεται νῦν τῷ πάντων Πατρὶ, τοῦ Ψαλμῳδοῦ περὶ τῶν πεποιημένων λέγοντος ὅτι «Τὰ σύμπαντα δοῦλα σά;» Ἢ γὰρ ἀνάγκη μὴ δύνασθαι λέγειν τὸν Πατέρα καὶ ἄκοντα τὸν Υἱὸν ὑποθεῖναι, καὶ γέγονε κρείττων ὁ καθ’ ὑμᾶς ἐλάττων, ἢ εἴπερ ἐστὶ
30τὸ ὑποτάσσεσθαι καλὸν, οὐχ ὑποτάσσεται δὲ νῦν ὁ Υἱὸς, ὡς γὰρ εἰς ὕστερον ὑποταχθησόμενος λέγεται, ἁμαρτίαν αὐτοῦ καταψηφιεῖσθε. Καὶ ποῦ σωθήσεται τὸ Πατρὶ αὐτοῦ λεγόμενον, «Ὃς ἁμαρτίαν οὐκ ἐποίη‐ σεν;» Φεῦγε τὴν ἀτοπίαν τοῦ λόγου.
35tΑΛΛΟ.
36tἈντίθεσις ὡς ἐκ τῶν αὐτῶν·
37 Καὶ πῶς οὐ πᾶσιν εὐσύνοπτον ἔσται, φασὶν, ὅτι τοῦ Πατρὸς ἐλάττων ἐστὶν ὁ Υἱὸς, ὑποταττόμενος αὐτῷ;
40tΠρὸς ταῦτα λύσις.
41 Καὶ πῶς οὐ πᾶσιν εὐσύνοπτόν ἐστι (κεχρῆσθαι γὰρ ἀκόλουθον ταῖς ὑμῶν ἤδη φωναῖς), ὅτι τὸ ἴσον ἴσῳ πολλάκις οἰκονομικῶς ὑποτάσσεται; Ἦ γὰρ οὐχ ἓν καὶ τὸ αὐτὸ δώσομεν ἐν τοῖς προφήταις εἶναι τὸ
45Πνεῦμα; Καὶ πῶς ὁ Παῦλός φησιν, ὅτι καὶ Πνεύματα προφητῶν προφήταις ὑποτάσσεται; Πῶς δὲ τῆς ὑπο‐ ταγῆς ὄνομα τῆς πρὸς τὸν Πατέρα ἰσότητος ἐκβάλ‐ λει τὸν Υἱόν; Ἦ γὰρ οὐχὶ καὶ ἐν ἡμῖν εἴκουσι μὲν πατράσιν οἱ υἱοὶ καὶ ὑποτάττονται, μίαν ἔχοντες ὡς

75

.

432

(50)

πρὸς αὐτοὺς τὴν οὐσίαν, καὶ τῆς αὐτῆς ὄντες φύσεως μέτοχοι; Οὔτε γὰρ ἐν τοῖς ὑποτεταγμένοις ἐλάττων ὁ τῆς φύσεως λόγος, οὔτε ἐν τοῖς ὑποτάττουσι μείζων ἢ ὑπερβεβηκὼς εὑρίσκεται. Ἑνὸς γὰρ ὄντος καὶ τοῦ αὐτοῦ κατὰ πάντων ἀνθρώπων τοῦ λόγου τῆς οὐσίας,
55μυρία διὰ τῆς τινων ὑποταγῆς οἰκονομεῖται τὰ χρή‐431

75

.

433

σιμα. Εἰ δὲ καλὸν τοῦτο τέτακται καὶ ἐφ’ ἡμῶν, καὶ κατ’ οὐδένα τρόπον τοῦ κοινοῦ τῆς φύσεως ἐξίστησιν ὅρου, τί μὴ τὸ ἴσον φυλάττοντες ἐπὶ τοῦ Θεοῦ Λό‐ γου, τὴν ἄτοπον ταύτην παραιτεῖσθε δυσφημίαν;
5tΑΛΛΟ.
6 Πόθεν ὑμῖν, ὦ οὗτοι, παρέστη λέγειν ἐλάττονα τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν διὰ τὴν καλουμένην ὑποταγήν; Οὐ γὰρ ἐν τῷ ὑποτάσσεσθαι τῆς οὐσίας αὐτοῦ τὸν λόγον ὁριζόμεθα· οὔτε μὴν ἐν τῇ ὑποταγῇ ἐστι τὸ εἶ‐
10ναι τοῦ Υἱοῦ· ἀλλ’ ὢν καὶ ὑπάρχων ἰδιαζόντως, ὑπο‐ τάσσεσθαι λέγεται. Οὐκοῦν εἰ τῆς οὐσίας αὐτοῦ τὸν ὅρον οὐκ ἔχει τὸ τῆς ὑποταγῆς ὄνομα, οὐ δι’ αὐτὴν ἐλάττων ἔσται τοῦ Πατρός. Εἰ δὲ οἴεσθε τὴν ὑποτα‐ γὴν ὅρον εἶναι τῆς οὐσίας τοῦ Υἱοῦ, σκοπεῖτε λοιπὸν
15εἰς ὅσον ἀσεβείας καταφέρεσθε βόθρον. Ἀνάγκη γὰρ εἰπεῖν τότε εἰς ὕπαρξιν καλεῖσθαι τὸν Υἱὸν, ὅταν καὶ ὁ τῆς ὑποταγῆς γένηται καιρός. Ὡς γὰρ ὑποταχθή‐ σεσθαι μέλλοντα, καὶ οὔπω ὑποτεταγμένον ὁ Παῦλος εἰσφέρει.
20tΑΛΛΟ, ἐξήγησιν ἔχον πιθανὴν τοῦ ῥητοῦ.
21 Πάντα ὁ Πατὴρ ἐργάζεται δι’ Υἱοῦ, καὶ τοῦτό ἐστι τὸ τῆς ὑποταγῆς σχῆμα, τὸ δοκεῖν ὥσπερ τοῖς τοῦ Πατρὸς ὑποκεῖσθαι θελήμασιν. Ὥσπερ ἀμέλει καὶ τοῦ Πατρὸς λέγοντος· «Ποιήσωμεν ἄνθρωπον,»
25χοῦν ἀπὸ τῆς γῆς ὁ Λόγος λαμβάνει θεοπρεπῶς, καὶ τὸ δόξαν ἐργάζεται. «Πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο.» Διδάσκων τοιγαροῦν ὁ Παῦλος, ὅτι καὶ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα τὰ πάντα ὁ Πατὴρ ἐν ἡμῖν γενήσεται πάλιν δι’ Υἱοῦ, σοφῶς δὴ λίαν φησίν· «Ὅταν δὲ ὑπο‐
30ταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποτα‐ γήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ὁ Θεὸς ᾖ τὰ πάντα ἐν πᾶσιν.» Ὅμοιον γὰρ ὡς εἰ ἔλεγεν· Μηδεὶς οἰέσθω κατὰ τὸν αἰῶνα τὸν μέλλοντα, ἑτέρως ἡμᾶς μετόχους ἔσεσθαι τοῦ Πατρὸς, εἰ μὴ πάλιν δι’
35Υἱοῦ. Τὸ δὲ, δι’ Υἱοῦ, τὴν ὑποταγὴν σημαίνει, οὐδὲν μὲν εἰς τὸν τῆς οὐσίας λόγον ἀδικοῦσαν τὸν Υἱὸν, τὴν δὲ τῆς ἁγίας Τριάδος ἑνότητα καὶ συνήθη στά‐ σιν ἀπαράλλακτον εἰσφέρουσαν. Οὐ γὰρ στασιάσει τότε πρὸς ἑαυτὴν, οὐδὲ ἀτάκτοις μεταβολαῖς θορυ‐
40βηθήσεται τὸ ἀεὶ ὡσαύτως ἔχον, ἀλλ’ ἔσται πάλιν καὶ κατ’ ἐκεῖνο καιροῦ Πατὴρ δι’ Υἱοῦ τὰ πάντα ἐν πᾶσι, καὶ ζωὴ, καὶ ἀφθαρσία, καὶ χαρὰ, καὶ ἁγιότης, καὶ δύναμις, καὶ ὅπερ ἂν ὑπάρχοι τοῖς ἁγίοις ἐν ὑποσχέσει κείμενον. Ὅρα γὰρ ὅσην οἰκονομίαν ὁ Λό‐
45γος φέρει. Ἐπειδὴ γὰρ ἔφησεν ὑποταχθήσεσθαι τῷ Υἱῷ διὰ τοῦ Πατρὸς τὰ πάντα, ἵνα μὴ τῆς ἁπάντων, κυριότητος ἔξω γεγονὼς ὁ Πατὴρ ὑποπτεύηται ὡς κρατήσαντος αὐτῶν τοῦ Υἱοῦ, ἀναγκαίως τὸν πάν‐ των κρατήσαντα, οὐκ ἀνυπότακτον εἰσφέρει πρὸς

75

.

433

(50)

τὸν Πατέρα, ἵνα τῆς πάντων κυριότητος τὸ πᾶν ἔχοι κράτος ὁ Πατὴρ, συμμετέχοντος αὐτῷ φυσικῶς τοῦ Υἱοῦ, καθὸ μία θεότης ἡ βασιλεύουσα, Πατὴρ δι’ Υἱοῦ σὺν ἁγίῳ Πνεύματι.
54tΑΛΛΟ.
55Εἰ τὸ τῆς ὑποταγῆς ὄνομα τῆς πρὸς τὸν Πατέρα433

75

.

436

ἰσότητος ἐκβάλλει τὸν Υἱὸν, ὥρα λέγειν ὑμᾶς, οἷς οὐδὲν ἀτόλμητον εἰπεῖν, ὅτιπερ ἐλάττων ἐστὶ κατὰ τὸν παρόντα καιρὸν ὁ Πατὴρ τοῦ Υἱοῦ τῷ τῆς ὑποταγῆς διακονούμενος τρόπῳ, καὶ λέγων πρὸς αὐτόν· «Κά‐
5θου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑπο‐ πόδιον τῶν ποδῶν σου.» Εἰ δὲ τῇ πρὸς τὸν Υἱὸν τῶν πάντων ὑποταγῇ διακονούμενος ὁ Πατὴρ, οὐ διὰ τοῦτο ἐλάττων ἐστὶν, οὐδὲ ὁ Υἱὸς ἐλάττων ἔσται τοῦ Πατρὸς, διὰ τὴν ὑποταγήν. Ὅπερ γὰρ ἤδη φθάσας
10πεποίηκεν ὁ Πατὴρ, τοῦτο παρὰ τοῦ Υἱοῦ τρόπον τινὰ καὶ αὐτὸς ἀντικομίζεται.
12tΑΛΛΟ.
13 Ὁ καὶ νῦν ὑποτεταγμένος τῷ Πατρὶ, πῶς ἐν ὑστέ‐ ροις καιροῖς, μᾶλλον δὲ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα
15ὑποταχθήσεσθαι λέγεται; Ἢ γὰρ οὐχ ὑποτέτακται καὶ νῦν τοῦ Πατρὸς ἐξανύων τὸ θέλημα καὶ ταπεινώ‐ σας ἑαυτὸν, καθὰ γέγραπται, δουλικὸν δὲ σχῆμα καὶ μορφὴν ἀναλαβὼν, ἵνα πληρώσῃ τὸ ἔργον αὐτοῦ, καθά φησιν αὐτός; Ἀλλ’ οἶμαι τοῦτο πᾶσιν ὑπάρχειν
20καταφανὲς, ἀληθές τε ὂν διὰ τῆς τῶν πραγμάτων ἐρεύνης εὑρίσκεται. Πῶς οὖν τὸν ὑποτεταγμένον ἤδη ὡς ἐς ὕστερον ὑποταχθησόμενον ὁ θεσπέσιος ἡμῖν εἰσφέρει Παῦλος; Οὐκοῦν ἐξεταζέτωσαν τὸ ῥητὸν ἀκριβῶς. «Ὅταν, φησὶν, ὑποταγῇ αὐτῷ τὰ πάντα,
25τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν τοῖς πᾶσι.» Τί οὖν ἐστιν ὃ βούλεται λέγειν; ὑποτέτακται καὶ νῦν ὁ Χριστὸς τῷ Πατρὶ, οὐχ ὑπὲρ πάντων, ἀλλ’ ὑπὲρ μόνων τῶν πεπιστευκότων εἰς αὐτόν· καὶ ὑπὲρ αὐ‐
30τῶν ὡς ἀμνὸν ἄμωμον ἑαυτὸν προσήνεγκε τῷ Πα‐ τρὶ, σταυροῦ καὶ αἰσχύνης καταφρονήσας, ἵνα πάσης ἁμαρτίας ἐλευθερώσας, καθαροὺς καὶ ἀσπίλους προσ‐ αγάγῃ τῷ πεποιηκότι. Ὅταν οὖν πάσης ἐκποδὼν γενομένης πλάνης οἱ κατὰ πᾶσαν τὴν ὑφ’ ἡλίῳ τὸν
35ἀληθινὸν ἐπιγνοῖεν Θεὸν, καὶ βασιλέα καὶ Κύριον ὁμολογήσωσι τὸν Χριστὸν τοῖς σωτηρίοις αὐτοῦ ἐπι‐ τάγμασιν ὑποτασσόμενοι, τότε δὴ, τότε ὡς πάντων ὑποτεταγμένων, ὑπὲρ πάντων ὑποταχθήσεται, Θεὸς καὶ Κύριος καὶ ἀρχιερεὺς πάντων εὑρισκόμενος, καὶ
40δι’ ἑαυτοῦ τοῖς πᾶσι διδοὺς τὸ μετέχειν δύνασθαι τοῦ ἐν αὐτῷ Πατρός. Οὕτω γὰρ ἐν πᾶσιν ἔσται τὰ πάντα Θεὸς, δι’ Υἱοῦ μεσίτου τοῖς πᾶσιν ἐνοικιζόμενος, καὶ χωρῶν εἰς ἕκαστον τῶν κεκλημένων εἰς σω‐ τηρίαν.
45tΑΛΛΟ.
46 Σκοπείτω πᾶς εὐσεβὴς τῶν εἰρημένων τὴν δύνα‐ μιν, καὶ περιεργαζέσθω σαφῶς τὴν ἀκριβεστάτην του ῥητοῦ διάνοιαν· τρόπον γάρ τινα τὸ ἐξ ἀμαθίας δια‐ βήσεται κακόν. Φησὶ τοιγαροῦν ὁ Παῦλος ὅτι, «Ὅταν

75

.

436

(50)

δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι.» Πρῶτον μὲν ἄξιον ἐπι‐ τηρεῖν εἰς ποίαν κατέληξε διάνοιαν ἡ τοῦ Παύλου φωνή. Οὐ γὰρ εἶπεν ὑποταγήσεσθαι τῷ Πατρὶ τὸν
55Υἱὸν, ἵνα ἐλάττων αὐτοῦ κατ’ οὐσίαν γένηται, ἀλλ’
ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Ὁρᾷς ὅτι τὴν με‐435

75

.

437

σιτείαν εἰσφέρει τοῦ Λόγου τὴν πρὸς ἡμᾶς ὡς πρὸς τὸν Πατέρα; Συνέσται γὰρ πάλιν τοῖς ἁγίοις, ἀνα‐ λόγως τῇ ἑκάστου χάριτι χορηγῶν ἑαυτὸν, ἵνα δι’ αὐτοῦ μέτοχοι γένοιντο τοῦ Πατρός. Καὶ οὗτός ἐστι
5τῆς ὑποταγῆς ὁ τρόπος· διακονεῖ γὰρ ὥσπερ τὴν παρὰ Πατρὸς εὐλογίαν, φυσικῶς δι’ ἑαυτοῦ μεταδι‐ δοὺς τοῖς εἰς αἰώνιον κεκλημένοις ζωήν. Οὐκ ἀναγ‐ κάσει δὲ τοῦτο τῆς φυσικῆς ἀξίας ἔξω γενέσθαι τὸν Υἱόν· ἀλλ’ ὢν καὶ ὑπάρχων ὅπερ ἐστὶν, τῇ πρὸς ἡμᾶς
10συγκαταβάσει, διακονήσει καὶ τότε τῷ Πατρὶ, χορ‐ ηγῶν ἡμῖν τὴν περὶ θεότητος γνῶσιν ὡς μανθάνειν δυνάμεθα. Εἶτα κἀκεῖνο πρὸς τούτοις ἀκόλουθον νοεῖν, ὥσπερ ἡμᾶς ὑποτάττων ὁ Πατὴρ τῷ Υἱῷ, οὐκ ἄλλο τι κατὰ τὴν οὐσίαν ἐργάζεται, οὐδὲ ἕτεροί τινες
15κατὰ τὴν φύσιν διὰ τὴν ὑποταγὴν εὑρισκόμεθα, παρ’ ὅπερ γεγόναμεν ἐξ ἀρχῆς, γνώμης δὲ μεταβολῇ καὶ τρόπου καὶ γνώσεως τὴν ὑποταγὴν ἐργάζεται, οὕτω καὶ ὁ Υἱὸς, οὐ τῆς οἰκείας φύσεως τοὺς ὅρους ἐκβαί‐ νων (οὐ γὰρ οἶδε μεταποιεῖσθαι Θεὸς), ὑποτάσσεται
20τῷ Πατρὶ, ἀλλά τις ἔσται τρόπος πράγματος καὶ κατ’ ἐκεῖνο καιροῦ ὑποταττόμενον αὐτὸν δεικνύων, καὶ ἐν θελήματι μόνῳ, οὐ πάντως ἐν οὐσίας μεταβολῇ τὸ τῆς ὑποταγῆς εὑρεθήσεται πρᾶγμα.
24tΑΛΛΟ.
25 Εἰ ἐλάττων ἔσται τοῦ Πατρὸς καὶ κατὰ φύσιν ἕτερος ὁ Υἱὸς ὑποταττόμενος αὐτῷ κατὰ τὸν ὁρισθέντα καιρὸν διὰ τῆς τοῦ Παύλου φωνῆς, οὔπω δὲ ὑποτέ‐ τακται, ἔχει νῦν ἄρα πρὸς αὐτὸν τὴν ἰσότητα. Καὶ πῶς τὸ νῦν κατὰ φύσιν ἴσον τῷ γεγεννηκότι, ἕλαττόν
30ἐστι κατ’ ἐκεῖνο καιροῦ; Ἢ γὰρ φθορά τις ἔσται περὶ αὐτὸν καὶ ἐλάττωσις, καὶ λοιπὸν τοιούτοις ὑποπεσεῖ‐ ται τὸ Θεῖον, ἢ ἐπείπερ τοῦτο ἀσεβὲς καὶ ἀλόγιστον εἰπεῖν, αὐτοὶ τῆς ἐλαττώσεως εἰσηγείσθωσαν τὸν τρόπον. Οὐδὲν γὰρ εἰς οὐσίαν ἀδικουμένου τοῦ Υἱοῦ,
35οὐδὲν ἀδικήσει τῆς ὑποταγῆς ὁ τρόπος.
36tΛΟΓΟΣ Λ.
37tΕἰς τὸ, «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον
38tπρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.»
39tἈντίθεσις ὡς ἐκ τῶν χριστομάχων.
40 Καὶ πῶς, φασὶν, οὐκ ἄτοπον ὅμοιον εἶναι λέγειν κατ’ οὐσίαν τὸν Υἱὸν τῷ Πατρὶ, ὅς γε δόξαν αἰτῶν εὑρίσκεται παρ’ αὐτοῦ; Λέγει γάρ· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Εἰ μὲν γὰρ ἔχων αἰτεῖ, περιττῶς τοῦτο
45φανεῖται ποιῶν· εἰ δὲ μὴ ἔχων, δῆλος ἐντεῦθέν ἐστιν, οὐκ ὢν τοσοῦτος ὅσος ὁ χορηγὸς ὢν ἐξῄτει λαβεῖν.
48tΠρὸς τοῦτο λύσις.
49Καὶ πῶς ἂν δέοιτο δόξης ὁ τῆς δόξης Κύριος; τί δὲ ἐλ‐

75

.

437

(50)

λεῖπον, εἰπέ μοι, τῷ τελείῳ φανεῖται; Οὐ γὰρ ἀνέξεταί τις λεγόντων ὑμῶν ἀτελῆ κατά τι γοῦν ὑπάρχειν τὸν Υἱὸν τοῦ Θεοῦ. Ἄλλως τε κἀκεῖνο λίαν ἀτοπώτατον ἐννοεῖν, ὅτι καθάπερ τις ἄνθρωπος ἐπὶ δόξαις ἡδό‐
μενος καὶ ἐκ πάθους τοῦτο ποιῶν, οὕτως ἐστὶ καὶ ὁ437

75

.

440

Υἱὸς δόξαν αἰτῶν παρὰ τοῦ Πατρός. Ἀλλ’ ἔστι τις ἐν τούτῳ βαθὺς οἰκονομίας λογισμὸς καὶ τρόπος.
3tΑΛΛΟ.
4Συνθησόμεθα καὶ αὐτοὶ τῷ παροισθέντι ῥητῷ παρ’
5ὑμῶν, ὦ χριστομάχοι. Ἔφησε μὲν γὰρ ὁ Σωτὴρ ὁμολογουμένως· «Πάτερ, δόξασόν σου τὸν Υἱόν.» Ἀλλὰ πρὸς ταύτην αὐτοῦ τὴν φωνὴν ἀπεκρίνατο καὶ ὁ Πατὴρ, λέγων· «Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω.» Εἰ τοίνυν δόξαν ὡς οἴεσθε τοιαύτην ὡς δόξης λειπό‐
10μενος ᾔτησεν ὁ Υἱὸς, ὑπέσχετο δὲ δοξάσειν αὐτὸν ὁ Πατὴρ, ὅτου δὴ χάριν ὕβρεις ἀκολουθοῦσι μετὰ τὴν αἴτησιν, καὶ τὰ παρὰ τῶν Ἰουδαίων ῥαπίσματα, καὶ στέφανος ἐξ ἀκανθῶν, καὶ ἐμπτύσματα; Ἐνταῦθα γὰρ οὐ δοξάσας αὐτὸν ὁ Πατὴρ φαίνεται, ἀλλὰ πᾶν
15τοὐναντίον ἐκβεβηκὼς οἷς ἤθελε καὶ ἐβούλετο λαβεῖν, κατὰ τὸν ὑμέτερον λόγον. Οὐκοῦν οὐχ ἑαυτῷ δόξαν ᾔτει παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς (ἀνενδεὴς γὰρ δόξης, καθὰ φύσει Θεὸς), ἀλλ’ ἕλκει δι’ ἑαυτοῦ τὴν παρὰ Πατρὸς δόξαν εἰς τὸ γένος τὸ ἀνθρώπινον. Πάντα
20γὰρ ἐν αὐτῷ καὶ δι’ αὐτοῦ πεπλουτήκαμεν τὰ ἀγαθά.
22tΑΛΛΟ, ἑρμηνείαν ἔχον τοῦ ῥητοῦ.
23 Οἱ τῶν ὀνομάτων ἀκριβεῖς ἐξετασταὶ, καὶ τὸ ἐξ ἑκάστου σημαινόμενον σαφῶς δοκιμάζοντες, τὸ τῆς
25δόξης ὄνομα νοοῦσι διχῶς. Πῆ μὲν γὰρ ἐπὶ τιμῆς αὐτὸ λαμβάνειν ὑπειλήφασι δεῖν, πῆ δὲ πάλιν ἐπὶ τῆς γνώσεως τάττουσιν· ὥσπερ ἂν εἴ τις λέγοι, τί ἄν τις δοξάσαι περὶ τοῦ ἡλίου τυχὸν, ἢ περί τινος ἑτέρου στοιχείου, πότερον γενητὰ ταῦτα ἢ ἀγένητα; ἐρεῖ
30γοῦν πάντως ὁ δοξάζων ὀρθῶς, ὡς εἴη γενητά. Οὐκ‐ οῦν καὶ ἡ περί τι τῶν ὄντων γνῶσις, δόξα καλεῖται παρὰ τοῖς ταῦτα σοφοῖς. Ὅταν οὖν εὑρίσκηται λέγων ὁ Υἱός· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοὶ,» νοεῖν ἀκόλουθον τοιῶσδε
35τὸ λεγόμενον· ἐπειδήπερ, φησὶν, ὦ Πάτερ, ἄνθρωπος δι’ οἰκονομίαν γεγονὼς, αὐτὸ δὴ τοῦτο νομίζομαι μόνον ὅπερ ὁρῶμαι, καὶ οὐ πολλοῖς προαιώνιος ὢν Υἱὸς γινώσκομαι, δόξασόν με, ἀντὶ τοῦ, Φανέρωσόν με, τοιαύτην ἐνθεὶς περὶ ἐμοῦ γνῶσιν τοῖς ἀνθρώποις,
40ὁποίαν ἂν δέχοιντο περὶ ἐμοῦ, καὶ πρὶν γενέσθαι τὸν κόσμον ὑπάρχειν ἀκούοντες, Θεὸν δηλαδὴ κατὰ φύσιν, φῶς ἐκ φωτὸς, ἀλήθειαν ἐξ ἀληθινοῦ προελθόντα Πα‐ τρός. Γνωσόμεθα δὲ τοῦτο μάλιστα διὰ τῆς ἐπαγωγῆς. «Δόξασόν με» γὰρ, φησὶν, ἀντὶ τοῦ, Φανερόν με κα‐
45τάστησον, ἐπειδή σου κἀγὼ τὸ ὄνομα πεφανέρωκα τοῖς ἀνθρώποις. Εἰ τοίνυν ὅπερ πεποίηκε γενέσθαι βούλεται, ἐδόξασε δὲ τὸν Πατέρα φανερώσας αὐτὸν τοῖς ἀνθρώποις, δοξάζεσθαι βούλεται καὶ αὐτὸς, φα‐ νερὸς ὑπὸ τοῦ Πατρὸς τοῖς ἀνθρώποις γινόμενος. Καὶ

75

.

440

(50)

περιττὸς τῶν χριστομάχων ὁ λόγος, τιμῆς ἤτοι δόξης ἐνδεᾶ τὸν Υἱὸν εἰσφέρων.
52tΑΛΛΟ.
53Εἰ δόξης εἶναι καὶ τιμῆς ἐνδεᾶ φατε τὸν Υἱὸν, διά
τε τοῦτο παρὰ τοῦ Πατρὸς δοξάζεσθαι ζητεῖν, καὶ ἐν‐439

75

.

441

τεῦθεν ὑμῖν τὸ τῆς ἀνομοιότητος ἔγκλημα πλέκεται, λέγετε δὴ πάλιν, πῶς ὁ Πατὴρ ἐν Υἱῷ θεωρεῖται; Εἰ γὰρ χρῄζει δόξης ὁ Υἱὸς, οὐκ ὄντος τοῦ Πατρὸς, πῶς τὸ δόξης μὴ δεόμενον, ἐν δεομένῳ καθ’ ὑμᾶς ὀφθήσε‐
5ται·
6tΑΛΛΟ.
7 Εἰ ἀληθεύει λέγων ὁ Σωτήρ· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» τελείαν ἔχει τὴν δόξαν, ὥσπερ καὶ ὁ Πατὴρ, ἵνα φαίνηται καὶ ἐν αὐτῷ. Οὐ γὰρ ἂν
10ἀπαραλλάκτως ἐν ἑαυτῷ δείξειε τὸν Πατέρα, μὴ τοῦτο ὢν καὶ κατὰ τὴν δόξαν, ὅπερ ἐκεῖνός ἐστιν.
12tΑΛΛΟ.
13 Εἰ δόξης ἐστὶν ἐνδεὴς ὁ Υἱὸς, ἕτερόν τι παρὰ τὸν Πατέρα φανεῖται. Οὐ γὰρ ἂν εἴη τὸ ἐνδεές τινος τῷ
15παντελείῳ ταυτόν. Εἰ δὲ ἀληθεύει λέγων ὁ Σωτήρ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ἔσται τέλειος ὥσπερ καὶ ὁ Πατὴρ, πρὸς ὅν ἐστιν ἕν. Εἰ δὲ τοῦτο, τελείαν ἔχει τὴν δόξαν, ὥσπερ καὶ ὁ γεννήσας αὐτόν.
19tΛΟΓΟΣ ΛΑʹ.
20tΠρὸς τοὺς λέγοντας, ὅτι ὁ Θεὸς περὶ τῆς ἑαυτοῦ
21οὐσίας οὐδὲν πλέον ἡμῶν ἐπίσταται· ἀλλ’ ὅπερ ἂν αὐτὸς εἰδείη περὶ ἑαυτοῦ, τοῦτο καὶ ἡμεῖς
23tἀπαραλλάκτως.
24tἈντίθεσις ὡς ἐκ τῶν δι’ ἐναντίας.
25 Ἀγένητός ἐστιν, φασὶν, ἡ τοῦ Θεοῦ σοφία, καὶ τοῦτό ἐστι τὸ εἶναι αὐτῇ. Οὐκοῦν ὁ γινώσκων ὅτιπερ τοῦτο εἴη Θεὸς, εἴσεται πάντως αὐτόν. Οἶδε δὲ καὶ αὐτὸς ἑαυτὸν ἀγένητον. Οὐδὲν οὖν τὸ παραλλάττον, αὐτοῦ μὲν περὶ ἑαυτοῦ τοῦτο δοξάζοντος, ἡμῶν δὲ αὖ πάλιν οὕτως
30ἔχειν αὐτὸν πιστευόντων.
31tΠρὸς τοῦτο λύσις.
32 Γέλως μὲν ὄντως τὰ τοιαῦτα καὶ μωρία πολλὴ, μᾶλλον δὲ μανίας ἁπάσης ἐπέκεινα χωρεῖ τοῖς οὕτω διακειμένοις ὁ νοῦς. Ἄνθρωποι γὰρ ὄντες, καὶ τοσοῦ‐
35τον καταβεβηκότες τὴν θείαν οὐσίαν, ὅσον αὐτῶν ὑπερέχει, τὸν αὐτὸν ἔχειν ἐκείνῃ φαντάζονται νοῦν, εἴ γε δεῖ καὶ τοῦτο λέγειν ἐπὶ Θεοῦ· οὐ γὰρ ἤκουσαν, ὡς εἰκὸς, Ἡσαΐου λέγοντος· «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ; Τίς ἔγνω νοῦν
40Κυρίου;» Λεγόντων τοιγαροῦν ἡμῖν οἱ τὴν ἀμέτρη‐ τον καὶ ἀκατάληπτον τοῦ Θεοῦ φύσιν ἀνθρωπίνοις μετρεῖν ἐπιχειροῦντες λογισμοῖς, ὥσπερ οἱ τὸν οὐρα‐ νὸν σπιθαμῇ· τί ποτε ἄρα φήσουσιν ἀντερωτώμενοι παρ’ ἡμῶν, πότερόν ποτε κατὰ τὴν ἑαυτῶν ἐπιχεί‐
45ρησιν, ἐν τῷ ἀγενήτῳ εἶναι τὸν Θεόν· καὶ αὐτὸ δὴ τοῦτο τὴν ἄῤῥητον οὐσίαν δηλοῦν, ἢ οὐχί; Εἰ μὲν γὰρ ἀρνήσονται, οἴχεται σύμπαν αὐτοῖς τὸ κατασκεύασμα, καὶ ἡ σοφὴ πρότασις ὡς ἕωλος εὑρεθήσεται, αὐτῶν ὅπερ ἔθεντο παραιτουμένων εἰπεῖν. Εἰ δὲ κρατύνειν

75

.

441

(50)

οἴονται δεῖν τὸ κατασκεύασμα, καὶ οὕτω ληροῦντες ἐλεγχθήσονται. Οὐ γὰρ ἐπειδήπερ ἀγενήτως εἶναι δεῖ τὸν Θεὸν, διὰ τοῦτο πάντως καὶ ἐν τῷ ἀγενήτῳ τὸ
εἶναι ἔχει. Ὅμοιον γὰρ, ὡς εἴ τις λέγοι· Ἐπειδὴ πᾶς441

75

.

444

ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττὸς, ἐν τούτοις τὸ εἶναι ἔχει. Καὶ πάλιν· Ἐπειδὴ πᾶς ἀριθμὸς ἀναγκαίως ἐκ μονάδος σύγκειται, ἐν τῇ μονάδι τὸ εἶναι ἔχει. Καὶ πάλιν· Ἐπειδὴ πᾶς ἄνθρωπος ἐν τῷ εἶναι ζῶον λογι‐
5κὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, οὐκ αὐτὸς ὑπάρξει καθ’ ἑαυτὸν ὁ ἄνθρωπος, ἀλλ’ ἐν τούτοις τὸ εἶναι ἕξει. Καὶ πάλιν· Ἐπειδήπερ πᾶς ἄνθρωπος ἄπτε‐ ρός ἐστιν, ἐν τῷ ἄπτερος εἶναι τὸ εἶναι ἔχει. Ἀλλ’ ἔστι γελοῖον τὰ τοιαῦτα καὶ μόνον ἐννοεῖν. Ἐπειδὴ
10γὰρ ἄνθρωπος, διὰ τοῦτο καὶ ζῶον λογικὸν, θνητόν· καὶ ἐπειδὴ ἄνθρωπος, διὰ τοῦτο ἄπτερος· καὶ ἐπειδή‐ περ ἀριθμὸς, διὰ τοῦτο ἐν τῷ περιττῷ καὶ ἀρτίῳ γίνεται. Οὐκοῦν ὑποκειμένης τῆς οὐσίας, πάντα λέ‐ γεται τὰ ἐπ’ αὐτῇ κατηγορούμενα, οὐκ ἀναιρεθείσης
15τῆς οὐσίας, ὡς ὅροι τὰ ἐπισυμβεβηκότα αὐταῖς λαμ‐ βάνονται. Εἰ τοίνυν καὶ ἡ ἀγένητος φωνὴ κατηγο‐ ρεῖται τῆς τοῦ Θεοῦ οὐσίας, ὡς ἕν τι τῶν περὶ αὐτὸν, οὐκ αὐτὴ τυγχάνον τὸ γὰρ μὴ γενέσθαι δηλοῖ, οὐ μὲν τῷ ἀγενήτῳ τὸ ὑπάρχειν ἕξει Θεός· ἀλλ’ ὢν καὶ
20ὑπάρχων, ἀγένητός ἐστιν.
21tΑΛΛΟ.
22 Εἰ ὅπερ ἂν ὑπάρχοι μόνῳ τῷ Θεῷ, τοῦτο πάντως καὶ οὐσία ἔσται αὐτοῦ, ἐκ πολλῶν ἡμῖν οὐσιῶν συγ‐ κείσεται. Πολλὰ γάρ ἐστιν, ἃ μόνῳ μὲν αὐτῷ κατὰ
25φύσιν ὑπάρχει. Ἑτέρῳ δὲ τῶν ὄντων οὐδενὶ, καὶ βα‐ σιλεὺς, καὶ κύριος, καὶ ἄφθαρτος, καὶ ἀόρατος, καὶ πρὸς τούτοις ἕτερα μυρία περὶ αὐτοῦ λέγουσιν αἱ θεῖαι Γραφαί. Εἰ τοίνυν ἕκαστον τῶν αὐτῷ προσόν‐ των, ἐν οὐσίας τάξει κείσεται, πῶς οὐκ ἔσται σύν‐
30θετος ὁ ἁπλοῦς; Ὅπερ ἐστὶν ἐννοεῖν ἀτοπώτατον. Οὐκοῦν ἡ ἀγένητος φωνὴ, ἕν τι τῶν αὐτῷ προσόντων γνωρίζουσα, οὐκ ἔσται οὐσία, καὶ περιττὸν τὸ λέγειν ἐν τῷ ἀγενήτῳ τὸ εἶναι ἔχειν τὸν Θεόν.
34tΑΛΛΟ.
35 Εἰ πᾶσα οὐσία τὸ τί ἐστι σημαίνει τὸ ὁριζόμενον οὐχὶ τί οὐκ ἔστιν (οὐ γὰρ ἄν τις εὐφρονῶν τὴν ἀν‐ θρώπου φύσιν ὁριζόμενος λέγοι, ἄπτερος, οὐχὶ τε‐ τράπους, ἀλλὰ μᾶλλον ἐξ ὧν σημαίνεται κυριώτερον, καὶ ἐξ ὧν ἐστι, τουτέστι, ζῶον λογικὸν θνητὸν), ἡ δὲ
40ἀγένητος φωνὴ, οὐ τί ἐστι κατὰ φύσιν Θεὸς, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ (ὅτι γὰρ μὴ γενητός ἐστι, σημαίνει), οὐκ ἃν εἴη οὐσία, οὐδὲ ἐν αὐτῷ τὸ εἶναι ἕξει Θεός.
43tΑΛΛΟ.
44Πᾶν ὅπερ ἂν κατηγοροῖτο κατά τινος, ὡς τὸ τί
45ἐστιν εὖ μάλα σημαῖνον· ἢ ὡς γένος, ἢ ὡς εἶδος, ἢ ὡς διαφορὰ, ἢ ὡς ὅρος ἔσται. Δεῖ γὰρ πάντως ἓν εἶναι τῶν εἰρημένων. Ἡ τοίνυν ἀγένητος φωνὴ πῶς ἡμῖν τὴν θείαν οὐσίαν σημανεῖ; Λεγέτωσαν οἱ τὰς ἀμαθεῖς προτάσεις εἰσφέροντες· γένος μὲν γὰρ ἢ

75

.

444

(50)

εἶδος οὐκ ἂν εἴη, κατὰ τὴν Ἀριστοτέλους τέχνην. Κατὰ πλειόνων γὰρ κατηγορεῖται τὰ γένη καὶ τὰ εἴδη· διαφερόντων δὲ, ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. Τὸ δὲ ἀγένητος ὄνομα, οὐκ ἂν φέροιτο κατά τινος ἑτέ‐
ρου, μόνῳ δὲ ὑπάρχει Θεῷ· διὸ δὴ κατ’ αὐτοῦ κατ‐443

75

.

445

ηγορεῖται μόνον. Οὐκοῦν οὐκ ἂν εἴη γένος τὸ εἰς εἴδη, καὶ διαφορὰς, καὶ ἀριθμὸν τέμνεσθαι μὴ δυνάμενον. Ἀλλ’ ἐρεῖ τις τυχὸν, ὅρον εἶναι τὸ ἀγένητον· ἐντεῦ‐ θεν ἡμῖν καὶ τοῦτο ψεῦδος ὂν ἐλεγχθήσεται. Πᾶς μὲν
5γὰρ ὅρος λόγος ἐστὶ, τὸ τί ἐστι κατ’ οὐσίαν τὸ ση‐ μαινόμενον ἀποδιδούς· τὸ δὲ ἀγένητος, οὐ λόγος ὂν, ἀλλ’ ὄνομα φαίνεται. Διαφορὰ τοιγαροῦν ἔσται τὸ ἀγένητον, καὶ διαφορὰ οὐσιώδης· τοῦτο γὰρ τὸ λει‐ πόμενον. Ἀλλ’ ἴδωμεν εἴ τις ἡμῖν ἐπιτρέπει λόγος,
10οὕτω νοοῦντας μὴ σφάλλεσθαι. Ὁρῶμεν τοίνυν ὅτι πᾶν ὅπερ ἂν δέχοιτο τὴν διαφορὰν, σύνθετον ἔσται, καὶ οὐχ ἁπλοῦν. Ἐπειδὴ δὲ ἁπλοῦς τε ὢν καὶ ἀσύν‐ θετος παρὰ παντὸς ἂν δήπουθεν ἀνθρώπου Θεὸς ὁμο‐ λογηθήσεται, οὐκ ἂν εἴη διαφορὰ τὸ ἀγένητον. Εἰ δὲ
15τῶν εἰρημένων οὐδέν ἐστιν, οὐκ ἐν τῷ ἀγενήτῳ τὸ εἶναί ἐστι τοῦ Θεοῦ. Οὐ γὰρ οὐσίαν σημαίνει τοῦτο, ἀλλὰ τοῦ εἶναι τοιῶσδε αὐτὴν παραστατικὸν φαίνε‐ ται.
19tΑΛΛΟ.
20 Εἰ τὸ ἀγένητος ὄνομα, τὸ μὴ γεγενῆσθαι σημαῖνον, τῆς οὐσίας ἐστὶ δηλωτικὸν τῆς τοῦ Θεοῦ, τί κωλύσει καὶ τὸ γελαστικὸν τῇ τοῦ ἀνθρώπου φύσει προσὸν, οὐσίαν αὐτοῦ εἶναι· καὶ πάνθ’ ὅσαπερ ἂν τοῖς οὖσιν ἰδίως προσῇ, ταῦτα λέγειν αὐτοῖς εἶναι οὐσίας; Εἰ
25δὲ τὸ ἑκάστου ἴδιον, οὐκ αὐτό ἐστιν οὐσία, ἀλλὰ τῇ οὐσίᾳ προσὸν, οἷον ἀνθρώπῳ τὸ γελαστικὸν, καὶ ἵππῳ τὸ χρεμετιστικὸν, οὐκ ἂν εἴη τὸ ἀγένητον οὐσία, οὐ τί ἐστι σημαῖνον κατὰ φύσιν Θεὸς, ἀλλ’ ὅτι τοιῶσδέ ἐστι, καὶ ὥσπερ ἐπὶ τῶν ἄλλων ἴδιον αὐτοῦ τυγχά‐
30νει.
31tΑΛΛΟ.
32 Τῆς οὐσίας τοῦ Θεοῦ τὸ ἀγένητον ὡς ἀχώριστον κατηγορηθήσεται, ὥσπερ ἂν εἰ καὶ κατὰ παντὸς σώ‐ ματος χρῶμα. Ἀλλ’ οὐκ ἐκ τῶν ἀχωρίστως προσόν‐
35των αἱ οὐσίαι νοηθήσονται, ἀλλ’ ἐξ ὧν εἰσιν αὗται. Ὥσπερ οὐκ ἄν τις εἰδείη τὸν κύκνον, ἤτοι τὴν χιόνα τί κατὰ φύσιν εἰσὶν, εἰ μάθοι μόνον ὅτι λευκὰ ταῦτά ἐστιν. Οὐ γὰρ ἡ λευκότης εἰς οὐσίαν νοηθήσεται, ἀλλά τι τῶν τῇ οὐσίᾳ προσόντων. Ἡ τοίνυν ἀγένητος
40φωνὴ, ἕν τι τῶν προσόντων ἀχωρίστως τῇ οὐσίᾳ τοῦ Θεοῦ σημαίνουσα, οὐκ ἂν εἴη καθ’ ὑμᾶς οὐσία. Εἰ δὲ τοῦτο, ὁ εἰδὼς ὅτιπερ ἀγένητός ἐστιν ὁ Θεὸς, οὔπω τί ἐστὶ κατὰ φύσιν ἐπίσταται, ἀλλ’ ὅτι τὸ μὴ γενέσθαι πρόσεστι τῇ οὐσίᾳ αὐτού.
45tἈντίθεσις ἐκ τῶν λεγόντων εἰδέναι τὸν Θεὸν,
46tὡς αὐτὸς ἑαυτόν.
47 Τὸ ἀγένητος ὄνομα, φασὶν, ἤ τι παραστατικὸν τῆς οὐσίας τοῦ Θεοῦ νοηθήσεται, ἢ σημαίνει τι τῶν συμ‐ βεβηκότων αὐτῇ. Ἀλλὰ μὴν οὐδὲν τῇ θείᾳ συμβέβηκεν

75

.

445

(50)

οὐσίᾳ· τελεία γὰρ ἐξ ἑαυτῆς. Τὸ ἀγένητον ἄρα τῆς οὐσίας ἔσται δηλωτικόν. Εἰ δὲ τοῦτο, οἶδε Θεὸς ἑαυτὸν ἀγένητον. Καὶ εἴ τις ἕτερος τοῦτο εἰδείη, εἴσεται πάντως Θεὸν, ὡς αὐτὸς ἑαυτόν.
54tΠρὸς τοῦτο λύσις.
55Σοφὸν μὲν τὸ λέγειν μηδὲν ἐπισυμβαίνειν τῇ οὐσίᾳ
τοῦ Θεοῦ. διὰ τὸ ἔχειν αὐτὴν ἐξ ἑαυτῆς τὸ εἶναι τε‐445

75

.

448

λείαν. Ὁρῶμεν δὲ ὅτι πολὺς ἡμᾶς ἀναγκάζει λόγος, ὡς συμβεβηκότα τὰ τοιαῦτα νοεῖν ἐπὶ Θεοῦ, καὶ εἰ μὴ πάντως συνέβη. Τί γὰρ ἐροῦμεν ἐννοοῦντες ὅτι πρὸ μὲν τῆς διακοσμήσεως τοῦδε τοῦ παντὸς, ἦν μὲν κατ’
5οὐσίαν δημιουργὸς, οὔπω δὲ τοῦτο τῇ ἐνεργείᾳ, διὰ τὸ μήπω τῶν ὄντων τι παρῆχθαι πρὸς γένεσιν; Ἐπειδὴ δὲ ἐποίησε τὸ πᾶν, γέγονεν ὥσπερ καὶ δη‐ μιουργὸς, καὶ τρόπον τινὰ συμβέβηκε τοῦτο αὐτῷ, διὰ τοῦ καὶ ἐξ ἐνεργείας ὀφθῆναι τοιοῦτον. Εἰ τοίνυν
10νοεῖταί τινα τῶν πραγμάτων ὡς ἐπισυμβεβηκότα Θεῷ, τί μάτην περὶ τοῦ μὴ δεῖν ἐπισυμβεβηκέναι λέγειν τῷ Θεῷ τὸ ἀγένητον διατείνεσθε, ἐν τῷ τοιῷδε σχήματι φαινομένων τινῶν τῶν ὅσαπέρ ἐστι κατ’ οὐσίαν αὐτῷ;
15tΑΛΛΟ.
16 Ἀποκρινάσθωσαν ἡμῖν οἱ σπιθαμῇ μετρεῖν ἐπι‐ χειροῦντες τὸν οὐρανὸν, καὶ τὴν θείαν οὐσίαν ὅπως ἔχει φύσεως νοεῖν ὑπισχνούμενοι, τί ποτε ἄρα ἐροῦσι τὸ πατὴρ ὄνομα ταττόμενον ἐπὶ Θεοῦ; Τῆς οὐσίας
20αὐτοῦ παραστατικὸν ἢ συμβεβηκότος αὐτῇ τινος; Ἀλλ’ οὐδὲν ἐπισυμβαίνειν τῇ οὐσίᾳ τοῦ Θεοῦ φάσκον‐ τες, οὐκ εἶναι δώσουσι συμβεβηκός. Λείπεται τοίνυν εἰπεῖν ὅτι τῆς οὐσίας δηλωτικόν ἐστι. Ταυτὸν οὖν τὸ πατὴρ τῷ ἀγενήτῳ, ἵνα μὴ σύνθετος καὶ ἐκ δύο συγ‐
25κείμενος οὐσιῶν νοῆται Θεός. Εἰ δὲ τοῦτο, ἐπειδὴ ταυτὸν ἀγένητος καὶ πατὴρ καθ’ ὑμᾶς, ὥσπερ τοῦ εἶναι οὐκ ἤρξατο, οὕτως οὐδὲ τοῦ εἶναι πατήρ· ἀλλ’ ἦν ἀεὶ τοῦτο, συνεισφερομένου δηλαδὴ καὶ τοῦ γεννή‐ ματος· οὕτω γὰρ ἂν εἴη Πατήρ. Ἔτι τε πρὸς τούτῳ,
30εἰ τὸ ἀγένητον καὶ πατὴρ ἐπὶ Θεοῦ τὴν οὐσίαν ση‐ μαίνει, τί κωλύσει λέγειν ὅτι πάντως ἀντιστρέψει πρὸς ἑαυτὰ τὰ ὀνόματα, ὡς εἴ τίς ἐστι πατὴρ, τοῦτ’ εἶναι καὶ ἀγένητον· καὶ εἴ τι ἀγένητον, τοῦτο καὶ πατήρ; Οἰχήσεται δὴ οὖν καὶ χωρήσει λοιπὸν ἐπὶ
35πάντας τὸ μόνῳ προσὸν τῷ Θεῷ ὡς ἴδιον αὐτοῦ καὶ ἐξαίρετον τὸ ἀγένητον εἶναί φημι. Ὁρᾶτε τοίνυν εἰς ὅσην ἀτοπίαν ὑμῖν καταστρέφουσιν οἱ λόγοι.
38tΑΛΛΟ.
39Μηδὲν κατ’ ἐπίνοιαν συμβεβηκὸς νοοῦντες ἐπὶ
40Θεοῦ, μήτε μὴν οὕτω τισὶν νοεῖν ἐπιτρέποντες, πολλῇ δυσχερείᾳ περιπεσεῖσθε πάντως, καὶ μυρίος ἡμᾶς νοημάτων ἀθέσμων περιεστήξει θόρυβος. Ἆρα γὰρ εἴ τις ὑμᾶς ἐρωτῴη, τὸ πατὴρ καὶ τὸ ἀγένητος, ἄφθαρ‐ τός τε καὶ ἀθάνατος, καὶ ἀόρατος, καὶ ὅσα ἕτερά ἐστι
45τοιαῦτα, κατὰ φύσιν ἐνυπάρχοντα τῷ Θεῷ, καὶ κατὰ μόνης τῆς οὐσίας αὐτοῦ κατηγορούμενα, πότερον οὐσίας εἶναι δώσετε, μᾶλλον δὲ ἕκαστον αὐτῶν οὐσίαν σημαίνει, ἢ οὐχί; Ποῖον ἀποδώσετε λόγον; Εἰ μὲν οὖν ἕκαστον οὐσίαν σημαίνει, ἐκ τοσούτων ὑμῖν οὐ‐

75

.

448

(50)

σιῶν, ὁ ἁπλοῦς συγκείσεται Θεὸς, ὅσαπερ ἂν αὐτῷ φυσικῶς προσόντα φαίνηται. Πρὸς δέ γε τούτῳ κἀκεῖνο πάντως ἀναγκαῖον ὑπάρχειν ἀληθὲς, ὅτι καὶ τὰ ἀντικείμενα τοῖς εἰρημένοις τὸ γενητὸν δηλαδὴ, τὸ φθαρτὸν, τὸ ὁρατὸν ἔσται πάντα τῆς αὐτῆς οὐσίας·
55μᾶλλον δὲ μίαν οὐσίαν σημαίνει. Εἰ δὲ τοῦτο, οὐδὲν κωλύσει λέγειν ταυτὸν εἶναι ξύλον καὶ υἱὸν, λίθον καὶ γέννημα. Γενητὰ γὰρ καὶ φθαρτὰ καὶ ὁρατὰ ταῦτά
ἐστι καὶ συγκέχυται λοιπὸν τῶν πραγμάτων ἡ τάξις.447

75

.

449

Εἰ τοίνυν οὐχ ὅσα προσεῖναι λέγεται κατὰ φύσιν τῷ Θεῷ, ταῦτα πάντως ἔσται αὐτοῦ καὶ οὐσία, λείπεται λέγειν αὐτὰ τῇ οὐσίᾳ συμβεβηκότα, μέχρι μόνης φω‐ νῆς οὕτω νοούμενα. Οὐκ ἔχει γὰρ ἡ ἀνθρώπου φύσις
5μεῖζόν τι τῶν καθ’ ἑαυτὴν λέγειν ἐπὶ Θεοῦ. Διὸ δὴ τοῖς ἰδίοις ἔθεσιν ἐπ’ αὐτοῦ κεχρήμεθα, τὰ καθ’ ἑαυτοὺς μειζόνων ὑπόδειγμα ποιούμενοι, ὥσπερ οἱ ἐν μικρῷ πίνακι τὸν οὐράνιον καταγράφοντες κύ‐ κλον.
10tἈντίθεσις ἐκ τῶν αὐτῶν διὰ τῆς εἰς ἄτοπον
11tἀπαγωγῆς.
12 Ὁ Θεὸς, φασὶ, τὴν ἑαυτοῦ φύσιν οἶδεν ἀκριβῶς καὶ ἀληθῶς, καὶ ὅπερ ἐστὶ κατ’ οὐσίαν ἐπίσταται σαφῶς. Εἰ δὲ οὐκ ἴσμεν ἡμεῖς οὕτως ὡς αὐτὸς οἶδεν,
15ἐσφαλμένως ἄρα καὶ διεστραμμένως τὰ περὶ αὐτὸν δοξάζοντες ἁλισκόμεθα. Ὁ γὰρ μὴ ὁμοίως τῷ ἀλη‐ θῶς εἰδότι γινώσκων, οὐκ ἀληθῶς εἴσεται, πλανᾶται δὲ πάντως ὁ τοιοῦτος.
19tΠρὸς τοῦτο λύσις.
20 Οὐχ ὁρῶσι πάλιν οἱ δεινοὶ πρὸς τόλμας, εἰς ὅσον ἀσεβείας καταφέρονται βάραθρον. Δεδοίκασι γὰρ, ὡς εἰκὸς, ἐλάττους φαίνεσθαι κατὰ τὸ νοεῖν τοῦ Θεοῦ· φρίττουσι δὲ ὡς εὐτελὲς τὸ μὴ οὕτως εἶναι νομίζε‐ σθαι λεπτοὺς εἰς γνῶσιν, ὡς ἂν εἶναί τις δῴη καὶ
25τὴν θείαν οὐσίαν, οὐκ εἰδότες ὅτι τοσοῦτον ὑπερέξει καὶ κατὰ τοῦτο τῶν γενητῶν, ὅσον αὐτῶν καὶ κατὰ φύσιν διέστηκεν. Εἶτα πρὸς τούτῳ πῶς οὐ λίαν ἐστὶν ἀτοπώτατον, οὐκ ἀληθῶς εἰδέναι λέγειν τὸν μὴ παρα‐ πλησίως εἰδότα τι τῷ τελείαν ἔχοντι τὴν γνῶσιν
30πράγματός τινος τυχὸν, ἐφ’ οὗπερ ἂν τυχὸν καὶ οἱ λόγοι γίνονται; Ἔστι μὲν γὰρ ἧττον εἰδέναι καὶ κατὰ τοῦτο τοῦ τελείως εἰδότος ἀπολιμπάνεσθαι, οὐ μὴν παντελῶς καὶ διεστραμμένως. Οἷον φέρε εἰπεῖν, ἐπίσταταί τις ὅτι περὶ τὴν σελήνην ἔκλειψις γίνεσθαι
35συμβαίνει, ἀγνοεῖ δὲ ὅπως καὶ τίνα τρόπον· ἀλλ’ ἔστω τις ἕτερος τυχὸν ὁ καὶ τοῦτο εἰδώς. Ἆρ’ οὖν ἐπειδήπερ ὁ μέν τις σοφώτερος ὢν οἶδε τὸ συναμφό‐ τερον, ὁ δὲ κατὰ τὸ δύνασθαι νοεῖν ἐλάττων ἐκείνου τυγχάνων, οἶδε τὸ ἕτερον, ψευδῶς δοξάσει περὶ τὴν
40σελήνην τὰς ἐκλείψεις γίνεσθαι λέγων; Ἀλλ’ οὐκ ἔστι τοῦτο. Εἰ τοίνυν ἐνδέχεται περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος, μείζονα μὲν ἔν τισι κεῖσθαι τὴν γνῶσιν, ἐλάττοντα δὲ ἐν ἑτέροις, καὶ ἀληθεῖς εἶναι τὰς δόξας ἐν ἀμφοτέροις, τί κωλύσει καὶ ἡμᾶς ἀν‐
45θρώπους ὄντας, ἔλαττον μὲν εἰδέναι Θεοῦ, ἢ ὡς αὐτὸς ἑαυτὸν οἶδε, τί ποτέ ἐστι κατ’ οὐσίαν, μὴ μὴν ψευδῶς τε καὶ διεστραμμένως;
47tΑΛΛΟ.
48 Ἐπὶ τὴν τῶν ὄντων σημασίαν ἤτοι κατάληψιν, πολλαῖς καὶ διαφόροις ἐννοίαις ἐρχόμεθα. Καὶ οὐ

75

.

449

(50)

πάντως ψευδῶς τε καὶ διεστραμμένως δοξάσει τις πρὸς ἕτερον, ὅτι μὴ ταῖς αὐταῖς ἐννοίαις, ἀλλ’ ἑτέ‐ ραις τισὶν ἐπί τι τῶν ζητουμένων βαδίζει. Οἷον φέρε εἰπεῖν, ἔστωσαν δύο τινὲς ἐρωτώμενοι, εἰ ταυτόν ἐστι τῷ ἀνθρώπῳ ὁ ἵππος, καὶ ὁ μὲν ἀποκρινέσθω μὴ
55εἶναι ταυτὸν, ἐπεὶ πᾶς ἄνθρωπος γελαστικὸν, ὁ δὲ ἵππος οὐ τοῦτο· ὁ δὲ ἕτερος λεγέτω, Οὐ ταυτὸν ἵππῳ ὁ ἄνθρωπος, ἐπειδήπερ τὸ χρεμετιστικὸν τῆς οὐσίας
αὐτοῦ οὐ κατηγορεῖται. Ἆρ’ οὖν οὐκ ἀληθεύσουσιν449

75

.

452

ἀμφότεροι, καὶ λόγον ἀποδώσουσιν ὀρθὸν, εἰ καὶ μὴ ταῖς αὐταῖς ἐννοίαις ἐχρήσαντο; Δυνατοῦ τοιγαροῦν ὄντος διαφόρως μὲν δοξάζειν περί τι τῶν ὄντων, μὴ ψευδῶς δὲ μηδὲ διεστραμμένως, τί κωλύσει Θεὸν μὲν
5ἑαυτὸν εἰδέναι τελείως ὅπερ ἐστὶν κατ’ οὐσίαν· ἡμᾶς δὲ ἀνθρώπους ὄντας ἔλαττόν τε νοοῦντας αὐτοῦ, μὴ πάντως καὶ διεψευσμένας ἔχειν τὰς δόξας;
9tΑΛΛΟ.
10 Εἰ παντὶ λογικῷ τὴν ἐνυπάρχουσαν αὐτῷ γνῶσιν ὁρῶμεν τῇ τοῦ γένους διαφορᾷ συμμεμετρημένην, ὡς ἑτέραν μὲν εἶναι πιστεύειν ἐν ἀγγέλοις, μείζονα δὲ ἐν ἀρχαγγέλοις, καὶ ἔτι ταύτης ὑπερέχουσαν ἐν ταῖς ἀνωτέρω δυνάμεσι· συμμεμέτρηται τοίνυν καὶ
15ἀνθρώπου γνῶσις ἐλάττων οὖσα τῆς τῶν εἰρημένων. Πῶς οὖν ὁμοίως δοξάσει Θεῷ ὁ μὴ τοσοῦτος εἰς νοῦν, ὅσον ἂν εἶναί τις δοίη τὸν ἄγγελον, ὁμολογου‐ μένου δήπουθεν ὅτιπερ ἡ Θεοῦ γνῶσις ὑπερέχει πάντα νοῦν, καὶ πᾶσαν κατάληψιν ἀναβήσεται;
20tΑΛΛΟ
21 Πολλὰ τῶν ὀνομάτων ὁρῶμεν ἐπὶ Θεοῦ ταττόμενα, ἀλλ’ ἕκαστον αὐτῶν οὐ τί κατ’ οὐσίαν ἐστὶν ὁ Θεὸς, σημαῖνον φαίνεται, ἀλλ’ ἢ τί οὐκ ἔστι δηλοῖ, ἢ σχέσιν τινὰ σημαίνει πρός τι τῶν διαστελλομένων. Οἷον φέρε
25εἰπεῖν, τὸ ἄφθαρτον καὶ τὸ ἀθάνατον τί οὐκ ἔστι δη‐ λοῖ· τὸ δὲ πατὴρ ἢ ἀγένητος, ὅτι γεννήτωρ ἐστὶ πρὸς υἱὸν ἀντιδιαστελλόμενον, καὶ ὅτι οὐ γέγονεν· ἀλλὰ τούτων ἕκαστον οὐ τῆς οὐσίας ἐστὶ σημαντικὸν, καθάπερ ἤδη προείπομεν, ἀλλά τι τῶν περὶ τὴν οὐ‐
30σίαν σημαίνει. Εἰ τοίνυν ἐκ τῶν τοιούτων ὀνομάτων ἤτοι σημασιῶν ἡμεῖς ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν χειρ‐ αγωγούμεθα, πῶς εἰσόμεθα τὴν οὐσίαν αὐτοῦ μόνα τὰ περὶ αὐτὴν μανθάνοντες, οὐ τί ἔστι κατὰ φύσιν παιδευόμενοι; Ὅμοιον γὰρ ὡς εἴ τις λέγοι τὴν ἀν‐
35θρώπου ψυχὴν τί κατ’ οὐσίαν ἐστὶν ἐπίστασθαι σα‐ φῶς, εἴπερ εἰδείη ὅτιπερ ἄποιος, ἄποσός τέ ἐστι καὶ ἀσχημάτιστος· ἢ εἴπερ λέγοι τὸ σῶμα τυχὸν τὸ ἀν‐ θρώπινον τί κατὰ φύσιν ἐστὶν εἰδέναι, ἢ λευκὸν ἢ μέλαν εἶναι λέγοι. Οὐκοῦν οὐκ ἐκ τῶν περὶ τὰς οὐ‐
40σίας αἱ οὐσίαι γνωσθήσονται, ἀλλ’ ἐξ ὧν εἰσιν αὐταὶ καθ’ ἑαυτάς.
42tΑΛΛΟ.
43 Ἁπλοῦς καὶ ἀσύνθετος ὢν ὁ Θεὸς πρὸς ἁπάντων ὁμολογηθήσεται. Οὐκοῦν ἄτοπον τὸ λέγειν τοιαύτην
45ἔχειν αὐτὸν περὶ ἑαυτοῦ τὴν γνῶσιν, ὁποίαν ἂν καὶ ἡμεῖς. Εἰ γὰρ αὐτὸς ἕτερόν τί ἐστιν, ἑτέρα δέ τις παρ’ αὐτὸν ἡ ἐν αὐτῷ γνῶσις, σύνθετος ἔσται, καὶ οὐχ ἁπλοῦς. Ἐπειδὴ δὲ ἁπλοῦς ὁμολογουμένως, οὐχ ἕτερόν τι παρ’ αὐτὸν ἡ ἐν αὐτῷ γνῶσις· ἡμεῖς δὲ οὐχ

75

.

452

(50)

οὕτως. Ἐσμὲν γὰρ κατ’ οὐσίαν ἰδίως· ἐν δὲ τῇ οὐ‐ σίᾳ κειμένην ἔχομεν τὴν γνῶσιν, ὥσπερ χρῶμα ἐν σώματι. Οὐκ ἄρα παραπλήσιον εἰσόμεθά τι τῷ Θεῷ οἱ μὴ οὕτως ὄντες ὡς αὐτός. Ἀλλ’ αὐτὸς μὲν ὡς αὐτὸ δὴ τοῦτο νοῦς ὁ πάντων ἀνωτάτω, θεωρήσει
55θεοπρεπῶς τά τε ὄντα καὶ ἑαυτόν. Ἡμεῖς δὲ τὸ
δοθὲν ἡμῖν μέτρον ὑπερβαίνειν οὐ δυνάμενοι ὡς ἐν451

75

.

453

ἐσόπτρῳ καὶ αἰνίγματι τὸν ἀκατάληπτον ὁρῶμεν Θεόν.
3tΛΟΓΟΣ ΛΒʹ.
4tἘκλογαὶ ῥητῶν μετὰ συλλογισμῶν ἐκ τῆς
5Καινῆς Διαθήκης ὅτι Θεὸς κατὰ φύσιν ὁ Υἱὸς,
6tεἰ δὲ τοῦτο, οὐ ποίημα, οὐδὲ κτίσμα.
7tἘκ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς.
8 Ῥωμαίοις ἐπιστέλλων Παῦλος, «Δοῦλος, φησὶν, Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς
10Εὐαγγέλιον Θεοῦ.» Καὶ πάλιν ἐν τῇ αὐτῇ Ἐπιστολῇ περὶ τοῦ Σωτῆρος λέγει· «Δι’ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ.» Ὁ λέγων εἰς Εὐαγγέλιον ἀφωρίσθαι Θεοῦ, παραχρῆμά φησιν,
15ἀπεστάλθαι κηρύξων ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὡς ὁμο‐ λογεῖν ἐντεῦθεν δηλονότι Θεὸν ὄντα τὸν Χριστόν. Πῶς οὖν ἔτι κτίσμα ἢ ποίημα οὐκ ἐνδεχομένου κτιστὴν εἶναι τὴν οὐσίαν τοῦ κατὰ φύσιν ὄντος Θεοῦ;
20tΑΛΛΟ.
21 Χάρις ὑμῖν καὶ εἰρήνη, φησὶν, ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἰ συμπαραλαμ‐ βάνεται Χριστὸς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς τὴν τῶν θείων χαρισμάτων ἐπίδοσιν, καὶ συγχορηγεῖ
25τοῖς ἁγίοις τὰ δῶρα, πῶς οὐ Θεὸς ὁ ἐν Θεοῦ τάξει τεθεὶς, καὶ πάντα ῥᾳδίως ἐνεργεῖν δυνάμενος ἅπερ ἂν καὶ ὁ γεννήσας αὐτόν; Οὐ γὰρ δή που μίαν εἶναι φυσικὴν τὴν ἐνέργειαν δώσομεν Θεοῦ καὶ ποιήματος· ἵνα μήτε τὸ ποιηθὲν εἰς τὴν θείαν ἀνάγωμεν οὐσίαν,
30μήτε μὴν τῆς θείας φύσεως τὸ ἐξαίρετον εἰς τὸν τοῖς γενητοῖς πρέποντα κατάγωμεν τόπον. Οἷς γὰρ ἡ ἐν‐ έργεια καὶ ἡ δύναμις ἀπαραλλάκτως μία, τούτοις ἀνάγκη καὶ τὴν τοῦ εἴδους ἑνότητα σώζεσθαι. Ἄλλως τε καὶ τοῦ προφήτου λέγοντος Ἡσαΐου· «Κύριε, ὁ
35Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν,» ταύτην ὁ Υἱὸς μετὰ Πατρὸς χορηγῶν φαίνεται. Θεὸς οὖν ἄρα καὶ Θεὸς ἀληθινὸς ὁ ἐν Θεῷ Πατρὶ καὶ μετὰ Πατρὸς πάντα ἐνεργῶν.
39tΑΛΛΟ, εἰς τὸ αὐτό.
40 Συνταττόμενος τοῖς ἑαυτοῦ μαθηταῖς ὁ Χριστὸς, καὶ ὅσον οὐδέπω μέλλων ἤδη πρὸς τὸ σωτήριον ἀνα‐ βήσεσθαι πάθος, «Εἰρήνην, φησὶ, τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Εἰ τοίνυν ἑαυτοῦ τὴν εἰρήνην εἶναί φησιν, ὡς ἴδιον ἀγαθὸν καὶ
45φυσικῶς ἐνυπάρχον αὐτῷ, πῶς οὐκ ἔσται παντί τῳ σαφὲς, ὅτιπερ οὐ μετοχικῶς ἐπὶ τὸν Υἱὸν τὰ Πατρὸς ἐξαίρετα διαβαίνῃ, καθάπερ καὶ ἐν τοῖς λογικοῖς κτίσμασιν, ἀλλ’ οὐσιώδης ἕλκει λόγος ἐπὶ τὸν γε‐ γεννημένον τὰ τοῦ γεννήσαντος ἴδια; Διὸ δὴ καὶ

75

.

453

(50)

συνδοτὴρ καὶ συγχορηγὸς φυσικῶς τε καὶ ἀδιαστά‐ τως παραλαμβάνεται, καὶ διανέμει σὺν Πατρὶ τοῖς ἁγίοις τὰς δωρεάς. Ὁ δὲ οὕτως ἔχων οὐσίας, πῶς οὐκ ἂν εἴη φύσει Θεός; Εἰ δὲ φύσει Θεὸς, οὐ
ποίημα.453

75

.

456

ΑΛΛΟ. «Ἀποκαλύπτεται γὰρ, φησὶν, ὀργὴ Θεοῦ ἀπὸ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι τὸ
5γνωστὸν τοῦ Θεοῦ, φανερόν ἐστιν ἐν αὐτοῖς. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Εἰ τοίνυν ἀπὸ τῆς ἐν τοῖς ποιήμασι μεγα‐ λουργίας ἀναλόγως ἡ τοῦ μεγαλουργήσαντος ὁρᾶται
10θειότης, ἔξω μὲν πάντων τῶν γενητῶν ὁ Υἱὸς κείσε‐ ται. Ἐπειδὴ δὲ πάλιν αὐτός ἐστιν ὁ πάντων ποιητὴς, αὐτοῦ δηλονότι καὶ ἡ θειότης διὰ τῶν πεποιημένων ὁρᾶται· πῶς οὖν ποίημα ἢ κτίσμα ὂν ἡ τῶν γενη‐ τῶν φύσις δι’ αὐτοῦ τοῦ πεποιῆσθαι δεικνύει Θεοῦ
15ὄντα κατὰ φύσιν;
16tΑΛΛΟ.
17 Τοὺς ἐκ τῶν ποιημάτων ἀναλόγως τοῦ δημιουρ‐ γοῦ τὴν θειότητα δυναμένους ὁρᾷν, ἀναπολογήτους ἔσεσθαί φησιν ὁ μακάριος Παῦλος, διότι γνόντες τὸν
20Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν. Οὐκοῦν εἰ Θεὸν ἐπιγινώσκουσιν οἱ τὸν τῆς κτίσεως ὁρῶντες δημιουργὸν, τῷ δὲ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθη‐ σαν, Θεὸς ἄρα, καὶ οὐ ποίημα ὁ Υἱὸς, ὁ πάντα πρὸς τὸ εἶναι καλέσας· ὃν καὶ δοξάσαι παραιτησάμενοι
25μένουσιν ἀναπολόγητοι, περὶ ὧν ἡμῖν ὁ λόγος. Δοξο‐ λογία δὲ πάλιν χρεωστεῖται καὶ πρέπει μόνῳ Θεῷ, γενητῆς δὲ φύσεως ἀλλότριον· ὃ καὶ διδάσκων ἡμᾶς ὁ Σωτὴρ, πρὸς τοὺς οἰκείους φησὶ μαθητάς· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι
30τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Οὐ γὰρ τοῖς μαθηταῖς τὴν ἐφ’ οἷς εὐδοκιμοῦσι δόξαν, ἀνακεῖσθαι δεῖν ἐδοκίμασε· Θεῷ δὲ μᾶλλον ὡς αὐτῷ χρεωστουμένην. Εἰ δὲ χρῆ‐ ναι δοξάζεσθαι τὸν Χριστὸν, ὡς ἀποδέδεικται, καὶ ὁ
35τῆς ἀληθείας μάρτυς φησὶ, πῶς οὐκ ἔστι Θεὸς ὁ τὴν Θεῷ πρέπουσαν δόξαν περικείμενος;
37tΑΛΛΟ.
38 Παραδεδόσθαι φησὶν ὁ μακάριος Παῦλος εἰς ἀδόκι‐ μον νοῦν, καὶ εἰς πάθη ἀτιμίας τοὺς ἀλλάξαντας
40τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει· οἳ καὶ ἐσεβά‐ σθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα· ὃς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Εἰ τοίνυν ἀλλάττει τὴν ἀλήθειαν ἐν τῷ ψεύδει ὁ τῇ κτίσει λα‐ τρεύων παρὰ τὸν κτίσαντα, φυλάττει δηλαδὴ τὴν
45ἀλήθειαν ὁ μὴ τοῦτο ποιῶν, ἀλλ’ ἐξ ἀντιστρόφου τοῖς πλανωμένοις τῷ κτίστῃ λατρεύων καὶ ποιητῇ. Κτίστης δὲ καὶ ποιητὴς ὁ Υἱὸς, καὶ αὐτῷ λατρεύομεν ὡς Θεῷ πάντων. Οὐ γὰρ ἔτι πλανώμεθα τὴν ἀλήθειαν οὐκ ἀλλάξαντες. Οὐκοῦν οὐ ποίημα ὁ ἐξ ἀντιστρόφου τοῖς

75

.

456

(50)

ποιήμασιν, ὡς κτίστης μετὰ Πατρὸς νοούμενος, καὶ ὑπάρχων εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.
52tΑΛΛΟ.
53 Πρὸς τοὺς ἐπὶ τοῖς οἰκείοις πταίσμασιν οὐκ εἰδότας μετανοεῖν, ἄῤῥηκτον δὲ ὥσπερ ἐπιθέντας ἑαυτοῖς
55τῆς φαυλότητος τὸν δεσμὸν, ὁ Παῦλός φησι· «Κατὰ455

75

.

457

δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θη‐ σαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀπο‐ καλύψεως δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκά‐ στῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Εἶτα πάλιν ἑτέροις·
5«Τοὺς γὰρ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἐνώπιον τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώ‐ ματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον.» Οὐκοῦν εἰ παραστησόμεθα πάντες τῷ βήματι τοῦ Χριστοῦ («Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ
10τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ),» καὶ αὐτὸς ἀποδώ‐ σει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· πῶς οὐκ ἔσται φύσει Θεὸς, τοῦ Παύλου λέγοντος ἀποκάλυψιν ἔσεσθαι δικαιοκρισίας Θεοῦ, τὴν ἐφ’ ἑκάστῳ τῶν κρινομένων παρ’ αὐτοῦ τιθεμένην ψῆφον δηλαδὴ, ὡς τοῖς μὲν
15φαύλοις εἰπεῖν· «Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηρα‐ μένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον·» τοῖς δὲ τῆς εἰς αὐ‐ τὸν εὐσεβείας ἐργάταις· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου,» καὶ τὰ ἑξῆς.
19tΑΛΛΟ.
20 Γέγραπται πάλιν· «Διότι ἐξ ἔργων νόμου οὐ δι‐ καιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ. Διὰ γὰρ νό‐ μου ἐπίγνωσις ἁμαρτίας, νυνὶ δὲ χωρὶς νόμου δικαιο‐ σύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Δικαιοσύνη δὲ Θεοῦ διὰ
25πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας τοὺς πιστεύον‐ τας.» Ὅτε τοίνυν πιστεύοντες εἰς Χριστὸν δικαιού‐ μεθα, ὡς τὸν ὄντα φύσει καὶ κατὰ ἀλήθειαν ἐπι‐ γνόντες Θεὸν (τοῦτο γὰρ ἐπισφραγίζει καὶ αὐτὸς ὁ Παῦλος τοῖς ἐξ ἐθνῶν ἐπιστέλλων· «Νυνὶ δὲ γνόντες
30Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ»)· πῶς ἔσται ποίημα ἢ κτίσμα ὁ Υἱὸς, καὶ οὐχὶ μᾶλλον Θεὸς, κατὰ τὰς τῶν ἁγίων φωνάς;
33tΑΛΛΟ.
34Τοῖς δικαιουμένοις διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν
35συναγορεύων Παῦλός φησι· «Λογιζόμεθα γὰρ δικαιοῦ‐ σθαι ἄνθρωπον χωρὶς ἔργων νόμου· ἢ Ἰουδαίων ὁ Θεὸς μόνων, οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν. Εἴπερ εἷς Θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.» Τοῦτο ποιοῦντα Χρι‐
40στὸν εὑρίσκομεν. Δικαιοῦν γὰρ ὑπισχνούμενος τοὺς πιστεύοντας εἰς αὐτὸν, «Ἀμὴν, φησὶ, λέγω ὑμῖν· ὁ πιστεύων εἰς ἐμὲ, οὐ κρίνεται, ἀλλ’ ἔχει ζωὴν αἰώ‐ νιον.» Εἰ δὲ πρέπει μόνῳ τὸ δικαιοῦν τῷ Θεῷ, δι‐ καιοῖ δὲ Χριστὸς, πῶς οὐκ ἔστι φύσει Θεός; Εἰ δὲ
45τοῦτο, οὐ ποίημα.
46tΑΛΛΟ.
47 Φησί που πάλιν ὁ Παῦλος περὶ τοῦ προπάτορος ἡμῶν Ἀβραάμ· «Ὅς ἐστι πατὴρ πάντων ἡμῶν, κα‐ θὼς γέγραπται· Ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά

75

.

457

(50)

σε κατέναντι Θεοῦ τοῦ ζωοποιοῦντος τοὺς νεκρούς.» Θεοῦ τοιγαροῦν ζωογονεῖν τοὺς νεκροὺς λεγομένου, εἶτα τοῦ Υἱοῦ φάσκοντος· «Ἐγώ εἰμι ἡ ζωή·» πά‐
λιν, «Ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον, κἀγὼ457

75

.

460

ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ·» καὶ πάλιν, «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή·» τίς οὐκ ἂν ὁμολογήσειεν, εἴ γε νοῦν ἔχοι, τῆς οὐσίας αὐτὸν ὑπάρχειν τῆς τοῦ Πατρὸς γνήσιόν τε καὶ ἀληθέστα‐
5τον γέννημα, πάντα φέρον ἐν ἑαυτῷ φυσικῶς τὰ τοῦ γεννήσαντος ἴδια; Εἰ δὲ τοῦτο, Θεὸς ἄρα τὸ ἐκ Θεοῦ, καὶ οὐ κτίσμα ἢ ποίημα.
8tΑΛΛΟ.
9Τοῖς ἐξ ἐθνῶν ἐπιστέλλων ὁ Παῦλός φησι· «Μνη‐
10μονεύετε γὰρ ὑμεῖς τὰ ἔθνη οἱ καλούμενοι ἀκροβυ‐ στία, ὅτι ἦτέ ποτε ἀπεξενωμένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, καὶ κεχωρισμένοι τῆς εὐλογίας τοῦ Ἰσ‐ ραὴλ, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ, νυνὶ δὲ ἐπιγνόντες Θεόν.» Εἶτα τὸν τρόπον τῆς ἐπι‐
15γνώσεως αὐτοῖς ἐξηγούμενος λέγει· «Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου, τουτέστι, τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. Ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου, ὅτι Κύριος Ἰη‐ σοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς
20αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.» Ὅτε τοίνυν ὁ πιστεύων εἰς Χριστὸν Ἰησοῦν, καὶ ὁμολογῶν ὅτι Κύ‐ ριός ἐστιν, ὡς Θεὸν ἐπιγνοὺς τὸν ἀληθινὸν, δικαιοῦ‐ ται, πῶς οὐκ ἔστι κατὰ φύσιν Θεὸς ὁ Υἱός; Ὁ δὲ τοῦτο ὑπάρχων, πῶς ἂν εἴη καὶ ποίημα;
25tΑΛΛΟ.
26 Τῶν θείων μυστηρίων οἰκονόμον καὶ λειτουργὸν ἑαυτὸν ἀναδεικνύων ὁ Παῦλος, «Τολμηρότερον δὲ, φησὶν, ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ,
30εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ, εἰς τὰ ἔθνη ἱερουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ.» Ἰδοὺ πάλιν ἐνθάδε σαφῶς εἰληφέναι μὲν ἐν χάριτος μέρει παρὰ τοῦ Θεοῦ διϊσχυρίζεται
35τὸ εἶναι λειτουργὸς Ἰησοῦ Χριστοῦ. Εἶτα τῆς ἱερουρ‐ γίας τὸν τρόπον ἐξηγούμενος, «εἰς τὸ Εὐαγγέλιον, φησὶ, τοῦ Θεοῦ.» Καίτοι Χριστὸν Ἰησοῦν κηρύσσων καὶ εὐαγγελιζόμενος, οὕτως οἶδε φύσει Θεὸν ὄντα τὸν Υἱόν. Οὐ γὰρ ἂν ὠνόμασε Θεὸν μὴ τοῦτο κατὰ φύσιν
40ὑπάρχοντα· οὐδ’ ἂν ἐφ’ ἑαυτῷ πολὺ λίαν ἐκαυχήσατο λέγων, «Εὐδόκησεν ὁ Θεὸς ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ δι’ ἐμοῦ,» εἴπερ ἦν κτίσμα καὶ ποίημα.
43tἘκ τῆς πρὸς Κορινθίους αʹ.
44Περὶ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου καὶ τῆς ἐν
45αὐτοῖς μωρίας τοὺς λόγους ποιούμενος, «Εἰ γὰρ ἔγνωσαν, φησὶν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύ‐ ρωσαν.» Οὐκοῦν εἰ τῆς δόξης Κύριός ἐστιν ὁ τὸν σταυρὸν ὑπομείνας Υἱὸς, πῶς οὐκ ἔστι φύσει Θεός; πῶς δὲ κτίσμα ἢ ποίημα, ὁ καὶ ὑπὸ τῶν Σεραφὶμ

75

.

460

(50)

ὑμνούμενος; Πλήρη γὰρ εἶναί φασι τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ· καὶ Κύριον Σαβαὼθ ὀνομάζουσι. Δῆλον γὰρ ὅτι περὶ αὐτοῦ τὰ τοιαῦτά φασιν, εἴπερ ἐστὶ τῆς δόξης Κύριος, κατὰ τὴν τοῦ
Παύλου φωνήν.459

75

.

461

ΑΛΛΟ. «Οὕτω, φησὶν, ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ.» Εἰ τοίνυν τὸ περὶ τοῦ Υἱοῦ μυστήριον, Θεοῦ μυστή‐
5ριον ὁ Παῦλος ἀποκαλεῖ, πῶς οὐκ ἔσται φύσει Θεὸς, ἢ πῶς ἐν ποιήμασι τετάξεται ὁ διὰ τῶν ἀποστόλων ὑπηρετούμενος; Πῶς δὲ οὐκ ἀληθεύσει, Θεοῦ μυ‐ στήριον ὀνομάζων τὸ Εὐαγγέλιον Χριστοῦ, ὁ μετὰ πολλῆς παῤῥησίας εἰπών· «Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀν‐
10θρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην, ἀλλ’ ὑπὸ τοῦ Θεοῦ δηλαδή;» Ὅτε τοίνυν θεοδίδακτος ὢν Θεὸν ὄντα τὸν Υἱὸν ἐπιγινώσκει, τίς τῶν ἕτερα διδασκόν‐ των ἀνέξεται;
14tΑΛΛΟ.
15 «Ὥστε, φησὶ, μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκό‐ τους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.» Ἐν δὲ τοῖς Εὐαγγελίοις, στήσειν μὲν ἐκ δεξιῶν τὰ
20πρόβατα, ἐξ εὐωνύμων δὲ τὰ ἐρίφια Χριστὸς ἐπαγ‐ γέλλεται, κατὰ τὸν καιρὸν τῆς δευτέρας αὐτοῦ παρου‐ σίας· καὶ τοὺς μὲν τῆς ἀνομίας ἐργάτας ἐκπέμψειν εἰς τὸ πῦρ τὸ αἰώνιον, τοῖς δέ γε τὸν δεξιὸν ἐπέχουσι τόπον τοὺς ἐπαίνους ὁμοῦ τοῖς μισθοῖς ἀποδώσειν,
25λέγων τὸ, «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Οὐκοῦν εἰ τὸν τῆς ἀρετῆς ἐργάτην καὶ ἐπιστήμονα ἐπαινέσειν μέλλοντος τοῦ Θεοῦ, Χριστός ἐστιν ὁ ἐπαινῶν, πῶς ἔσται ποίημα,
30καὶ οὐχὶ μᾶλλον Θεὸς ἐκ Θεοῦ, τῆς πατρῴας οὐσίας ὅλον ἔχων τὸ ἴδιον, καὶ ὢν διὰ τοῦτο φύσει Θεὸς, ὥσπερ καὶ ὁ γεννήσας αὐτόν;
33tΑΛΛΟ.
34«Δοκῶ γὰρ, φησὶν, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους
35ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους.» Ἰδοὺ πάλιν τοὺς ἁγίους ἀποστόλους ἀποδεῖξαι λεγομένου τοῦ Θεοῦ, Χριστός ἐστιν ὁ ἀναδείξας. Πῶς οὖν [οὐ] φύσει Θεὸς, ὁ τοῦτο ὢν καὶ καλούμενος; Ὁ δὲ οὕτως ἔχων, πῶς ἔσται ποιητός;
40tΑΛΛΟ.
41 «Ἐγενόμην, φησὶ, τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεοῦ, ἀλλ’ ἔννομος Χριστοῦ, ἵνα κερ‐ δάνω τοὺς ἀνόμους.» Θεὸς οὖν ἄρα ὁ Χριστὸς, οὗ τὸν νόμον ἔχοντες, οὐκ ἐσμὲν ἄνομοι Θεοῦ. Ὅτι δὲ
45πάλιν μόνῳ Θεῷ τὸ νομοθετεῖν οἰκεῖον, οὐκ ἀμ‐ φίβολον.
47tἘκ τῆς πρὸς Κορινθίους βʹ.
48 «Οὐ γὰρ θέλομεν ὑμᾶς, φησὶν, ἀγνοεῖν, ἀδελφοὶ, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ,

75

.

461

(50)

ὅτι καθ’ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν· ἀλλ’ αὐτοὶ ἐν αὐ‐ τοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ
πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ Θεῷ τῷ461

75

.

464

ἐγείροντι τοὺς νεκρούς.» Ἰδοὺ πάλιν ἐνθάδε σαφῶς Θεὸν εἶναί φησι τὸν ἐγείροντα τοὺς νεκρούς. Τοῦτο δὲ Χριστὸς ἐργάζεται, λέγων, ποτὲ μέν· «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή·» ποτὲ δὲ πάλιν· «Ὁ
5πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.» Θεὸς οὖν ἄρα κατὰ φύσιν ὁ Υἱὸς, ἐνεργεῖν δυνάμενος, ἃ μόνῳ πρέπει Θεῷ. Οὐκοῦν οὐ ποίημα, οὐδὲ γενητός.
9tΑΛΛΟ.
10 «Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἔστι, ναὶ καὶ οὔ. Ὁ τοῦ Θεοῦ γὰρ Υἱὸς Χριστὸς Ἰησοῦς, ὁ ἐν ὑμῖν δι’ ἡμῶν κηρυχθεὶς, δι’ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο, ναὶ καὶ οὔ· ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν.» Ὅταν οὖν κηρύττηται
15μὲν ὡς Υἱὸς, τοῦ Πατρὸς λέγοντος περὶ αὐτοῦ· «Οὗ‐ τός ἐστιν ὁ Υἱός μου·» καὶ πάλιν· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε·» ποίημα δὲ καὶ κτίσμα παρά τινων ὀνομάζεται· πῶς οὐκ ἔστι, ναὶ καὶ οὔ; Οὐ γὰρ ἂν εἴη κτίσμα τὸ φύσει γεννώμενον· οὐδ’ ἂν
20γένοιτο φύσει τέκνον τὸ πεποιημένον. Ἐπειδὴ δὲ ἀλήθειά ἐστιν ὁ Χριστὸς, καὶ γέγονεν ἐν αὐτῷ τὸ ναὶ, καθά φησιν ὁ Παῦλος, Υἱὸς ὑπάρχων, καὶ οὕτω κηρυττόμενος, οὐκ ἂν εἴη κτίσμα ἢ ποίημα.
24tΑΛΛΟ.
25 «Τῷ δὲ Θεῷ χάρις, φησὶ, τῷ πάντως τε θριαμ‐ βεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώ‐ σεως αὐτοῦ φανεροῦντι, δι’ ἡμῶν ἐν παντὶ τόπῳ, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις.» Οὐκοῦν εἰ διὰ τῶν ἁγίων
30ἀποστόλων φανερὰν τῷ κόσμῳ καθίστησιν ὁ Θεὸς καὶ Πατὴρ τὴν ὀσμὴν τῆς γνώσεως τοῦ Χριστοῦ, τουτέστι, τὸν περὶ τῆς ἐπιγνώσεως αὐτοῦ λόγον· οἱ δὲ τοῦτον λαβόντες οὐκ ἔτι πλανῶνται, οὔτε μὴν ἐν τοῖς ἀθέοις καὶ ἐλπίδα μὴ ἔχουσι καταταχθήσονται,
35ἀλλ’ ἔγνωσαν μὲν τὸν Θεὸν, ᾗ φησιν ὁ Παῦλος, μᾶλ‐ λον δὲ ἐγνώσθησαν ὑπὸ Θεοῦ· Θεὸς ἄρα κατὰ ἀλήθειαν ὁ Χριστὸς, ὁ τῶν ψευδωνύμων θεῶν ἀποστήσας τὰ ἔθνη, καὶ γνωσθεὶς μὲν αὐτοῖς κατὰ τοῦτο, ἐπιγνοὺς δὲ πάλιν αὐτὰ διὰ τῆς εἰς ἑαυτὸν πίστεως. Ὁ δὲ
40ἀληθῶς ὑπάρχων Θεὸς, πῶς ἂν εἴη κτίσμα ἢ ποίημα;
42tΑΛΛΟ.
43 «Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ.» Οὐκοῦν εἰ τῶν ἁγίων ἀποστόλων ὁ
45λόγος τὸ περὶ τοῦ Σωτῆρός ἐστι κήρυγμα, Θεὸς ἄρα ἐστὶν ὁ Υἱὸς, οὗ τὸν λόγον οὐ καπηλεύουσιν οἱ οὕτω κηρύττοντες, καὶ ποίημα λέγειν αὐτὸν ἢ κτίσμα παραιτούμενοι. Ἄκρατος οὖν ὥσπερ ἐστὶν ὁ περὶ τῆς ἀληθείας λόγος, τὰς ὑδαρεστέρας τῶν αἱρετικῶν

75

.

464

(50)

ψευδοδοξίας οὐκ ἔχων.
51tΑΛΛΟ, εἰς τὸ, «Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε
52θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν
53tτῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν.»
54Ὁ φανερούμενος διά τε τῶν ἀποστολικῶν καὶ εὐαγ‐
55γελικῶν κηρυγμάτων, τίς ἂν ἕτερος εἴη παρὰ Χρι‐463

75

.

465

στόν, Αὐτὸς τοιγαροῦν ἐστιν ἡ ὀσμὴ τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρὸς, κατὰ τὸ εἰρημένον παρ’ αὐ‐ τοῦ· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.» Καὶ πάλιν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν
5Πατέρα.» Ὀσμὴ τοιγαροῦν ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς, οὐκ ἂν εἴη πρὸς αὐτὸν ἑτεροούσιος· ἀλλ’ ὥσπερ ἡ ἐξ ἀνθέων εὐωδία φυσικῶς τε καὶ οὐσιωδῶς προεκκύπτουσα, τοῦ γεννήσαντος αὐτὴν εἴδους ἐστὶν ἐκφαντικὴ, οὕτω καὶ ὁ Υἱὸς ὀσμή τις ὥσπερ ὑπάρ‐
10χων τῆς πατρῴας οὐσίας, ἀφ’ ἧς ἐστιν αὐτὸς, τὸν γεννήσαντα δηλοῖ. Οὐκοῦν οὐ ποίημα, ἐπεὶ μὴ τοῦτό ἐστιν ὁ Πατήρ.
13tΑΛΛΟ.
14«Οὐ γὰρ ἑαυτοὺς, φησὶ, κηρύττομεν, ἀλλὰ Χρι‐
15στὸν Ἰησοῦν Κύριον· ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Χριστοῦ. Ὅτι ὁ Θεὸς ὁ εἰπὼν, «Ἐκ σκότους φῶς λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης αὐτοῦ.» Ἰδοὺ δόξαν τοῦ Πατρὸς ὀνομάζει τὸν Υἱόν. Ἐλλάμψαντος γὰρ ἐν
20ταῖς καρδίαις ἡμῶν τοῦ Θεοῦ καὶ Πατρὸς, φωτιζό‐ μεθα πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, καθὰ καὶ αὐτός πού φησιν· «Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ, ὁ πέμψας με, ἑλκύσῃ αὐτόν.» Ἕλκει δὲ πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ τὴν ἑκάστου φωτίζων καρδίαν.
25Δόξα τοιγαροῦν ὑπάρχων τοῦ Πατρὸς, πῶς ἔσται ποίημα, καὶ οὐχὶ μᾶλλον Υἱὸς, καὶ Θεὸς ἐκ Θεοῦ, διὰ τῆς ἐνούσης αὐτῷ μεγαλειότητος φυσικῆς παρα‐ σκευάζων δοξάζεσθαι τὸν γεννήσαντα αὐτὸν, ὡς ἐν εἰκόνι τῷ Υἱῷ φαινόμενος, κατὰ τὸ παρ’ αὐτοῦ
30λεγόμενον· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πα‐ τέρα;»
32tΑΛΛΟ, εἰς τὸ αὐτό.
33 Εἰ δόξα τοῦ Πατρὸς ὑπάρχων ὁ Υἱὸς, ποίημα καὶ κτίσμα ἐστὶ, λεγέσθω καὶ ἕκαστον τῶν πεποιημένων
35δόξα τοῦ Θεοῦ καὶ Πατρός. Εἰ γὰρ ὅλως ἐνδέχεται κτιστὴν καὶ πεποιημένην οὐσίαν ἀναβῆναι πρὸς τοῦτο, τὸ κωλύον οὐδὲν ἐπὶ πᾶσαν τὴν κτίσιν ἄγεσθαι τὸ ἀξίωμα. Τὸ γὰρ δυνάμει πεφυκός τι γενέσθαι, γένοιτ’ ἂν ἔσθ’ ὅτε, καὶ εἰ μή πω γέγονεν. Εἰ δὲ
40ἐπὶ τῶν ἄλλων οὐδὲν τὸ τοιοῦτον εἴρηται, μόνῳ δὲ πρόσεστι τῷ Υἱῷ, οὐκ ἄρα εἷς τῶν πάντων ἐστίν. Εἰ δὲ τοῦτο, οὐ ποίημα· τὸ γὰρ ἔξω πάντων ὂν, οὐκ ἐν τοῖς πᾶσιν ἔσται, ἀλλ’ ἕτερόν τι παρὰ πάντα, ὅπερ ἐστὶ Θεός.
45tΑΛΛΟ.
46 «Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ, φησὶν, ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· ἵνα δὴ κομί‐ σηται ἕκαστος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον.» Οὐκοῦν εἰ Χριστῷ παραστησόμεθα, καὶ

75

.

465

(50)

αὐτός ἐστιν ὁ κρίνων τὴν γῆν, καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, καθά φησιν ὁ Ψαλμῳδός· Θεὸς ἄρα ἐστὶ καὶ Υἱὸς, οὐ ποίημα. Ἐπεὶ καὶ ὁ πάνσοφος Σολομὼν ἐν Ἐκκλησιαστῇ τοιοῦτόν τί φησιν· «Ὅτι σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν
55ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν, ἐὰν πονη‐
ρόν.»465

75

.

468

ΑΛΛΟ. «Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους, καὶ μὴ ἐν καρ‐
5δίᾳ. Εἴτε γὰρ ἐξέστημεν Θεῷ, εἴτε σωφρονοῦμεν ὑμῖν.» Ἰδοὺ πάλιν ὁ Παῦλος Θεὸν ὀνομάζει Χρι‐ στὸν, ᾧ καὶ ἐκστῆναί φησιν. Καὶ ὅπως ἐξέστη, δι‐ δάξει λέγων αὐτός· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ τοῦ Χριστοῦ σταυρῷ, δι’ οὗ ἐμοὶ κόσμος
10ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ·» καὶ πάλιν ἐν ἑτέροις· «Ἑβραῖοί εἰσι, κἀγώ· Ἰσραηλῖταί εἰσι, κἀγώ.»— «Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. Ἀλλ’ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν
15Χριστὸν ζημίαν, καὶ ἡγοῦμαι σκύβαλον εἶναι, ἵνα Χριστὸν κερδάνω, καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐν νόμῳ, ἀλλὰ δικαιοσύνην τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ.» Ὁρᾷς ὅπως ἁπάντων τῶν κατὰ νόμον ἐξέστη καυχημάτων, ἵνα κερδάνῃ
20Χριστόν; Ὅπερ καὶ αὐτὸς ἡμῖν ὁ Σωτὴρ, ὡς ἐν πα‐ ραβολῆς εἰσηγεῖται σχήματι, λέγων· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· εὑρὼν δὲ ἕνα πολύτιμον μαρ‐ γαρίτην, ἀπελθὼν πέπρακεν ὅσα εἶχε, καὶ ἠγόρασεν
25αὐτόν.» Οὐκοῦν εἰ ἐξέστη Χριστῷ, Θεῷ δὲ τοῦτο πεποιηκέναι φησὶ, πῶς οὐ Θεὸς κατὰ φύσιν ὁ Υἱός; Εἰ δὲ τοῦτο, οὐ ποίημα.
28tΑΛΛΟ.
29«Τὰ ἀρχαῖα, φησὶ, παρῆλθεν, ἰδοὺ γέγονε τὰ
30πάντα καινά. Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ, τοῦ καταλ‐ λάξαντος ἡμᾶς ἑαυτῷ διὰ Χριστοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν.» Ζητητέον ἐν τού‐
35τοις τῆς πρὸς Θεὸν ἡμῶν καταλλαγῆς τὸν τρόπον. Ἀλλ’ ἔστι δῆλον ὅτι πιστεύσαντες εἰς Χριστὸν, ὡς Υἱός τε εἴη τοῦ Θεοῦ, καὶ Θεὸν αὐτὸν ἀληθινὸν παρα‐ δεξάμενοι, δι’ αὐτοῦ προσίεμεν τῷ Πατρὶ, καθὰ καὶ αὐτός φησιν· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ
40μὴ δι’ ἐμοῦ.» Ἄλλως τε καὶ αὐτὸς ὁ Σωτὴρ τοὺς διὰ τὴν ἁμαρτίαν ἀποστήσαντας ἐκ φιλανθρωπίας καλεῖ πρὸς ἑαυτὸν, καὶ ἑαυτῷ καταλλάσσων ἔλεγε· «Δεῦτε πάντες πρός με, οἱ κοπιῶντες καὶ πεφορ‐ τισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Οὐκοῦν εἰ προσ‐
45ιόντες καὶ καταλλασσόμενοι τῷ Χριστῷ, Θεῷ καταλ‐ λασσόμεθα, καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν κομιζό‐ μεθα· πῶς οὐκ ἔσται Θεὸς ἐκ Θεοῦ, ὁ ἐν Πατρὶ καὶ μετὰ Πατρὸς, δικαιῶν μὲν τὸν προσερχόμενον κό‐ σμον δὲ καταλλάσσων ἑαυτῷ; Εἰ δὲ τοῦτο ἀληθὲς,

75

.

468

(50)

οὐκ ἔσται γενητός.
51tΑΛΛΟ.
52 «Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν,
55ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα467

75

.

469

δικαιοσύνη Θεοῦ ἐν αὐτῷ.» Οὐκοῦν ὥσπερ ὁ μονο‐ γενὴς Υἱὸς τοῦ Θεοῦ, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας γενόμενος, αὐτὸς κεχρημάτικεν ἁμαρτία· οὕτως καὶ ἡμεῖς, ἀναμορφωθέντες εἰς αὐτὸν διὰ τῆς πίστεως,
5δικαιοσύνη Θεοῦ γεγενῆσθαι λεγόμεθα, ὅπερ ἐστὶ κυρίως ὁ Υἱός. Ἡμεῖς μὲν γὰρ τῶν αὐτῷ φύσει προσόντων ἀγαθῶν ἠξιώμεθα, μέτοχοι γεγονότες αὐτοῦ διὰ τοῦ Πνεύματος· αὐτὸς δὲ πάλιν εἰς ἑαυτὸν ἀναδέχεται τὰ ἀνθρώπινα, πρὸς τὸ θεῖον κάλλος ἐν
10ἑαυτῷ τὴν φύσιν ἀναζωγραφῶν. Ὅτε τοίνυν ἐστὶν ὁ Χριστὸς ἡ δικαιοσύνη τοῦ Πατρὸς, πῶς ἂν εἴη γενη‐ τὸς, καὶ οὐχὶ μᾶλλον τῷ γεννήσαντι συναΐδιος, εἴπερ ἀεὶ ἦν δίκαιος ὁ Θεὸς καὶ Πατὴρ, συνούσης αὐτῷ δηλονότι τῆς δικαιοσύνης αὐτοῦ, τουτέστι τοῦ Υἱοῦ;
15tἘκ τῆς πρὸς Γαλάτας.
16 «Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; Ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ ἔτι ἀνθρώ‐ ποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.» Ὁ
20πείθων Θεὸν, τουτέστιν, ἐπὶ τοῖς οἰκείοις τρόποις, ὡς ἐπ’ ἀγαθοῖς πληροφορεῖν ἐπαγόμενος, οὐκ ἀν‐ θρώποις ἀρέσαι ζητεῖ, ἀλλ’ ἵνα μᾶλλον δουλεύσῃ Χριστῷ. Θεὸς ἄρα κατὰ φύσιν ὁ Υἱὸς, ᾧ τὴν ἐξ ἔργων ἀγαθῶν δουλείαν προσάγοντες ὡς Θεῷ καὶ
25Δεσπότῃ πάντες ἀπολογούμεθα· τοῦτο γάρ ἐστι τὸ πείθειν αὐτόν. Ὁ δὲ φύσει Θεὸς, οὐκ ἂν εἴη γενητός.
27tΑΛΛΟ.
28 «Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης
30δὲ τῆς πίστεως, οὐκ ἔτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ Υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Εἰ δὲ Χριστὸν ἐνδυσάμενοι διὰ τῆς πίστεως, ἀνεμορφώθημεν εἰς αὐτόν· καὶ
35διὰ τοῦτο χρηματίζομεν υἱοὶ Θεοῦ, κατὰ θέσιν δηλον‐ ότι, τὰ δὲ κατὰ θέσιν ἀεὶ πρὸς μίμησιν τοῦ κατὰ φύσιν γίνεται· φύσει ἄρα καὶ οὐ θετῶς Υἱὸς ὁ Χρι‐ στός. Τὸ δὲ φύσει γεννηθὲν ἀπὸ Θεοῦ, πῶς ἂν εἴη κτίσμα ἢ ποίημα, πάντας ἡμᾶς ἐπαναγκάζοντος λό‐
40γου τῷ γεννήσαντι τὴν αὐτὴν ἔχειν οὐσίαν ὁμολογεῖν τὸ ἐξ αὐτοῦ γεννώμενον;
42tΑΛΛΟ.
43 «Λέγω δὲ ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, Κύριος πάντων ὢν,
45ἀλλὰ ὑπὸ ἐπιτρόπων ἐστὶ καὶ οἰκονόμων, ἄχρι τῆς προθεσμίας τοῦ Πατρός. Οὕτως καὶ ἡμεῖς ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλω‐ μένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπ‐ έστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναι‐

75

.

469

(50)

κὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξ‐ αγοράσῃ, «ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.» Εἰ τοῖς τοῦ κόσμου στοιχείοις, ὡς ποιήμασι δουλεύοντες, νήπιοί τε ἦμεν καὶ παράφρονες, ποίημα δὲ καὶ κτίσμα κατ’ ἐκείνους ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ· ἔτι
55τοῖς ἀρχαίοις ἐγκλήμασιν ἐνεχόμεθα, νήπιοι δὲ οὐδὲν469

75

.

472

ἧττον καὶ νῦν ἐσμεν δουλεύοντες κτίσματι πάλιν παρὰ τὸν κτίσαντα. Εἰ δὲ ἐπεγνωκότες ὡς ἀληθινὸν Θεὸν καὶ Δεσπότην τὸν δι’ ἡμᾶς γενόμενον ἐκ γυναι‐ κὸς, καὶ γενόμενον ὑπὸ νόμον, ἐξέβημεν τοῦ λα‐
5τρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα· Θεὸς ἄρα καὶ Υἱὸς ἀληθινὸς ὁ Χριστὸς, οὗ καὶ ἡμεῖς ἀναδεικνύμε‐ νοι μέτοχοι, τὴν υἱοθεσίαν ἀπολαμβάνομεν, ἐλεύθεροί τε ἤδη χρηματίζομεν, ὡς αὐτὸν ἐνδυσάμενοι τὸν ἐλεύθερον Υἱὸν, ἵνα τὸ τῆς δουλείας ἡμῶν ἀφανίζηται
10σχῆμα.
11tΑΛΛΟ.
12 «Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ’ ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρω‐ πον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ,
15οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χρι‐ στοῦ.» Ἴδωμεν τοίνυν τί περὶ τοῦ Υἱοῦ φησιν ὁ παρ’ αὐτοῦ τὸ περὶ αὐτοῦ μεμαθηκὼς μυστήριον· «Ἰησοῦς Χριστὸς, φησὶ, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Ἰδοὺ σαφῶς τὸ ἐν ἀτρέπτῳ
20καὶ ἀμεταποιήτῳ φύσει κεῖσθαι τὸν Υἱὸν ὁμολογεῖ· ὅπερ ἴδιον μόνου Θεοῦ καὶ Πατρὸς, ἑτέρῳ δὲ πρόσ‐ εστι τῶν γενητῶν οὐδενί. Οὐκοῦν εἰ μόνος ἄτρε‐ πτος ὁ Θεὸς καὶ Πατὴρ, ἐν ταυτότητι δὲ φύσεως καὶ ὁ Υἱὸς, ἀεὶ τοῦτο ὢν ὅπερ ἐστὶν ὁ γεννήσας αὐ‐
25τὸν, πῶς ἂν εἴη τῶν γενητῶν εἷς, ὁ μόνος τῷ φύ‐ σαντι κατὰ τὸν ἄφραστον τῆς οὐσίας λόγον ἁμιλλώ‐ μενος, καὶ τοῦτο ὢν κατὰ φύσιν, ὅπερ ἐστὶν ὁ Πατὴρ δίχα μόνου τοῦ εἶναι Πατήρ;
29tΑΛΛΟ.
30 «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω· Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Εἰ τοῦ Σωτῆρος τὸν νέον παρα‐ δεξάμενοι νόμον, ζῶμεν μὲν τῷ Θεῷ, νόμῳ δὲ τῷ διὰ Μωσέως ἀποθνήσκομεν (οὐ γὰρ ἔτι κατ’ ἐκεῖνον
35βιοῦμεν ἢ πολιτευόμεθα)· Θεὸς ἄρα Χριστὸς καὶ Θεὸς ἀληθινός. Εἰ δὲ τοῦτο, οὐ ποίημα. Ὅτι δὲ ζῶ‐ μεν αὐτῷ τῷ Χριστῷ, μαρτυρήσει λέγων αὐτὸς τῆς ἀληθείας ὁ κήρυξ· «Εἰ γὰρ εἷς ὑπὲρ πάντων ἀπέθα‐ νεν, ἄρα οἱ πάντες ἀπέθανον, ἵνα οἱ ζῶντες μηκέτι
40ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Εἰ δὲ ζῶντες τῷ Χριστῷ, Θεῷ ζῇν λε‐ γόμεθα, πῶς οὐκ ἔστι Θεός; Πῶς δέ ἐστι κτίσμα ἢ ποίημα;
44tΑΛΛΟ.
45 «Προϊδοῦσα δὲ ἡ Γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.» Εἰ Θεὸς τὰ ἔθνη λέγεται δικαιοῦν, Χριστὸς δέ ἐστιν ὁ τοῦτο ποιῶν, καὶ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, κατὰ

75

.

472

(50)

τὴν Ἰωάννου φωνήν· Θεὸς ἄρα ἐστὶν ὁ Υἱὸς, καὶ Θεὸς ἀληθινός. Πονηροὶ γὰρ ὄντες Ἰουδαῖοι, μόνον ἐκεῖνο λέγουσιν ἀληθὲς, ὡς οὐδεὶς ἁμαρτίας ἀφεῖναι δύναται, εἰ μὴ μόνος ὁ Θεὸς, ὡς τοῦ νόμου Κύριος.
54tΑΛΛΟ.
55«Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε471

75

.

473

τοῖς φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεὸν, μᾶλ‐ λον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς πάλιν ἐπιστρέφετε ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα τοῦ κόσμου, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;» Εἰ τοῖς τοῦ κόσμου
5στοιχείοις, γεννητὴν ἔχουσι τὴν φύσιν, ἀντιπαρα‐ βάλλεται Χριστὸς, ὡς μὴ τοῦτο ὢν, ὅπερ ἐκεῖνα· οὐκ ἄρα τῶν γενητῶν εἷς καὶ αὐτὸς εὑρίσκεται, ὁ τοσοῦ‐ τον διεστηκὼς, ὡς τὰ μὲν μὴ εἶναι φύσει θεοὺς, τὸν δὲ τοῦτο ὑπάρχειν ἀληθινῶς. Ταύτην γὰρ ὁ Παῦλος
10εἰσφέρει τὴν διαφορὰν διὰ τοῦ προτεθέντος κεφα‐ λαίου. Ὅτι δὲ τὸν Χριστὸν ὡς Θεὸν ἐπέγνωκε τὰ ἔθνη, πᾶσίν ἐστιν, ὡς οἶμαι, καταφανές. Εἰς αὐτὸν γὰρ πιστεύοντα, τῆς πολυθέου πλάνης ἀπαλλάττεται. Ὅτι δὲ πάλιν αὐτὸν ἐπέγνωκε τὰ ἔθνη, καὶ ἐπεγνώ‐
15σθη παρ’ αὐτοῦ, ἄκουε λέγοντος· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκουσί με τὰ ἐμά.»
18tΑΛΛΟ.
19«Ἀδελφοὶ, δέομαι ὑμῶν, οὐδέν με ἠδικήσατε,
20οἴδατε δὲ ὅτι δι’ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισά‐ μην ὑμῖν τὸ πρότερον, καὶ τὸν πειρασμὸν ὑμῶν τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε, οὐδὲ ἐξεπτύσατε, ἀλλ’ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με ὡς Χριστὸν Ἰη‐ σοῦν.» Ὑποδεξάμενος καὶ λίαν θαυμάσας τῶν ἐν
25Γαλατίᾳ τήν τε εἰς Θεὸν εὐλάβειαν, καὶ τὴν εἰς αὐ‐ τὸν ἀγάπησιν, εἰρηκώς τε, ὅτι «Ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με,» καὶ ἐπὶ πολὺ μεῖζον ἀναβαίνει, προσ‐ θεὶς, «ὡς Χριστὸν Ἰησοῦν.» Τίς οὖν ὑπεροχὴ Χριστοῦ πρὸς ἀγγέλους, αὐτὸς διδασκέτω, λέγων·
30«Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκου‐ μένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Καὶ πάλιν· «Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέν‐ νηκά σε· καὶ, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ
35τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;» Γέ‐ γραπται δὲ πάλιν περὶ αὐτῶν· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐ‐ τοῦ πυρὸς φλόγα.» Τοσαύτης τοιγαροῦν μεταξὺ κειμένης διαφορᾶς, ὡς τὸν μὲν Υἱὸν προσκυνεῖσθαι,
40λειτουργεῖν δὲ αὐτῷ τοὺς ἀγγέλους· καὶ τὸν μὲν ἐν τάξει βασιλέως καὶ Υἱοῦ καὶ Δεσπότου καθέζεσθαι, τοὺς δὲ ἀποστέλλεσθαι εἰς διακονίαν· πῶς οὐκ ἔσται Θεὸς ὁ καὶ ὑπὸ τῶν ἀγγέλων ὡς τοῦτο ὢν κατὰ φύ‐ σιν γινωσκόμενος; Εἰ γὰρ ποίημά ἐστι, κατὰ τὴν
45τῶν ἑτεροδοξούντων ἀβουλίαν, ὥρα λέγειν οὐ μόνον ἡμᾶς, ἀλλὰ καὶ αὐτὰς τὰς ἐν οὐρανοῖς πεπλανῆσθαι δυνάμεις, ὡς λατρεύειν τῇ κτίσει παρὰ τὸν κτί‐ σαντα. Εἰ δὲ τοῦτο ἄτοπον (οὐ γὰρ ἄν τις πλανᾶσθαι φήσειε τοὺς ἁγίους ἀγγέλους, ἀληθὴς δὲ μᾶλλον ἐν

75

.

473

(50)

αὐτοῖς ἡ περὶ τοῦ Θεοῦ γνῶσις, καὶ προσκυνοῦσιν ὡς τοῦτο κατὰ φύσιν ὅντα τὸν Υἱὸν), οὐκ ἄρα κτίσμα ἐστὶν, οὐδὲ ποίημα. Τὸ γὰρ ὅλως ποιηθὲν, οὐκ ἂν εἴη φύσει Θεός.
54tΑΛΛΟ.
55«Διὸ, ἀδελφοὶ, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ
τῆς ἐλευθέρας, τῇ ἐλευθερίᾳ ᾗ Χριστὸς ἡμᾶς ἠλευθέ‐473

75

.

476

ρωσεν.» Εἰ Δεσπότου τὸ ἐλευθεροῦν, ἐλευθεροῖ δὲ ἡμᾶς ὁ Χριστὸς, καὶ τὸν ζυγὸν τῆς δουλείας ἀνίησιν εἰς υἱότητα καλῶν· οὐκ ἄρα δοῦλος, ἀλλὰ Υἱὸς καὶ Δεσπότης, ὅπερ ἐστὶ κατὰ φύσιν, τοῦτο τοῖς ἀξίοις
5κατὰ χάριν περιτιθείς.
6tἘκ τῆς πρὸς Ἐφεσίους.
7 «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, διὰ θελήμα‐ τος Θεοῦ, τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ.» Ὁ διὰ θελήματος τοῦ
10Θεοῦ καὶ Πατρὸς προκεχειρισμένος εἰς ἀποστολὴν, ὡς αὐτὸς ἐνθάδε διϊσχυρίζεται, ἀπαύγασμα τοῦ Πατρὸς καὶ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ τὸν Υἱὸν ἀποκαλεῖ. Εἶτα πῶς τῆς ἀκτίστου καὶ ἀγενήτου τοῦ Πατρὸς οὐσίας τε καὶ ὑποστάσεως ἔσται χαρα‐
15κτὴρ ὁ Υἱὸς, εἴπερ ἐξ οὐκ ὄντων ὑπέστη, κατά τινας; Ἀνάγκη γὰρ πᾶσα τήν τινος εἰκόνα ἀκριβῆ τὴν ὁμοίωσιν ἔχειν ὡς πρὸς ἐκεῖνον, οὗ καὶ ἔστιν εἰκών. Εἰ δὲ χαρακτήρ ἐστιν ὁ Υἱὸς τοῦ ἀγενήτου Πατρὸς, ἔσται καὶ αὐτὸς κατ’ ἐκεῖνον ἀγένητος, ἄκτιστός τε
20καὶ τὸ πᾶν ἤδη Θεὸς ἀληθινός. Εἰ δὲ τοῦτο, οὐ κοίημα.
22tΑΛΛΟ.
23 «Διὸ μνημονεύετε, ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκὶ, οἱ λεγόμενοι ἀκροβυστία, ὑπὸ τῆς λεγομένης
25περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κό‐ σμῳ. Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς, οἵ ποτε ὄντες
30μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χρι‐ στοῦ.» Εἰ καθ’ ὃν ἐπλανᾶτο τὰ ἔθνη καιρὸν, κεχώ‐ ριστο τοῦ Χριστοῦ, καὶ ἦν διὰ τοῦτο καὶ ἐλπίδος ἔρημα χρηστῆς, καὶ ἄθεα ἐν τῷ κόσμῳ· Χριστὸς ἄρα ἐστὶν ἡ πάντων ἐλπὶς καὶ Θεὸς, ὃν εἴπερ ἐπι‐
35γνοίη τὰ ἔθνη, τὸ εἶναι λοιπὸν ἐν ἀθεότητι διαφεύ‐ ξεται, ὡς μεμαθηκότα τὸν ὄντως Κύριον. Πῶς οὖν ἂν εἴη κτίσμα ἢ ποίημα ὁ παρὰ τῶν πλανωμένων ὡς Θεὸς ἐπιγινωσκόμενος, καὶ διασώζων τοὺς εὑρί‐ σκοντας αὐτὸν, εἴσω τε πάσης ἀγαθῆς ἐλπίδος εἰσ‐
40φέρων, κατὰ τὸ, «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.»
43tΑΛΛΟ.
44«Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν ὁ ποιήσας τὰ
45ἀμφότερα ἒν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντο‐ λῶν ἐν δόγμασι καταργήσας.» Γέγραπταί που περὶ τῶν τοῦ Θεοῦ νόμων, ὡς ἐπ’ αὐτοῖς οὐκ ἔστι προσ‐ θῆναι, καὶ ἀπ’ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. Ἀποφήσαν‐

75

.

476

(50)

τος τοίνυν τὸ τοιοῦτον παντελῶς τοῦ Θεοῦ, καὶ μη‐ δενὶ λέγοντος ἐξεῖναι προσθῆναί τι τοῖς παρ’ αὐτοῦ διατεταγμένοις, ἢ καὶ ἀφελεῖν, τοῦτο μόνος πεποιη‐ κὼς εὑρίσκεται Χριστός. Ἀφεῖλε μὲν γὰρ καταργή‐ σας τῶν ἐντολῶν τὸν νόμον· προστέθηκε δὲ τὰ περὶ
55τῆς εἰς αὐτὸν πίστεώς τε καὶ εὐσεβείας δόγματα. Καὶ475

75

.

477

πῶς ἡμῖν ἐν τοῖς γενητοῖς ἀριθμηθήσεται, ὁ τὴν τῷ Θεῷ πρέπουσαν ἐξουσίαν περικείμενος, καὶ μόνος ἐργασάμενος, ἃ μόνῳ προσήκει Θεῷ;
4tΑΛΛΟ.
5 «Ἄρα οὖν οὐκ ἔτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ. Εἶτα πῶς οὐκ ἔσται Θεὸς ὁ Υἱὸς, εἴπερ αὐτῷ διὰ τῆς πί‐ στεως συναπτόμενοι, οἰκεῖοι Θεοῦ διὰ τοῦτο χρημα‐ τίζουσιν; Καὶ αὐτὸς δέ που τῆς κατὰ πνεῦμα συγ‐
10γενείας ἐπιδεικνύων τὸν τρόπον, λέγει περὶ τῶν ἑαυ‐ τοῦ μαθητῶν· «Ὅστις γὰρ ἂν ποιῇ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ ἐστίν.»
14tΑΛΛΟ.
15 Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται.» Τὰ κατὰ θέσιν ἀεὶ γινόμενα τοῖς κατὰ φύσιν ἀπεικάζεται. Πάλιν τε αὖ καὶ τὰ κατὰ μίμη‐ σιν τήν τινος ἀνατυπούμενα, τῆς τῶν πρωτοτύπων
20ἀληθείας ἀπολιμπάνεται. Εἰ τοίνυν ἐκ τῆς τοῦ Θεοῦ πατρότητος, τὸ τῆς πατριᾶς ὄνομα διαβαίνει καὶ εἰς ἡμᾶς· πῶς οὐ λίαν ἀσεβοῦσιν οἱ λέγοντες, δεῖν ἡμᾶς μὲν εἶναι φύσει τῶν ἐξ ἡμῶν πατέρας, τοὺς κατὰ μίμησιν τοῦ ἀληθινοῦ τοῦτο γεγονότας καὶ κεκλη‐
25μένους· τὸν δὲ ἀρχέτυπον καὶ πρῶτον Πατέρα Θεὸν, τῆς ἐν τῷ γεννᾷν ἀληθείας ἀποστερεῖσθαι, καὶ μὴ ἐξ αὐτοῦ μηδὲ οὐσιωδῶς προελθόντα τὸν Υἱὸν ὁμολο‐ γεῖν, ἀλλ’ ἔκφυλόν τινα τῆς πατρῴας οὐσίας καὶ ἐπείσακτον φαντάζεσθαι; Πῶς δ’ ἂν ὅλως εἴη καὶ
30Πατὴρ ὁ μηδὲν γεννήσας, εἴ γε τὸ πατὴρ ὄνομα, τῆς ἐν τῷ δύνασθαι γεννᾷν ἐπιτηδειότητός ἐστι σημαντι‐ κὸν, καὶ τὸν γεννήσαντα τῷ γεγεννημένῳ διὰ γεννή‐ σεως ὥσπερ ὠδῖνος εἰς ἑνότητα τῆς οὐσίας συνδεῖ; Ἐπεὶ οὖν ἀληθεύει λέγων ὁ Πατὴρ πρὸς τὸν ἴδιον
35Υἱόν· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε·» καὶ γεγέννηκεν ὄντως αὐτὸν ἐξ ἑαυτοῦ (τοῦτο γὰρ σημαίνει τὸ, «ἐκ γαστρός»)· οὐκ ἂν εἴη ποίημα, Θεὸς δὲ μᾶλλον ὡς ἐκ Θεοῦ, καὶ Υἱὸς ὡς ἐκ Πατρὸς φυσικῶς.
40tΑΛΛΟ.
41 «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν.» Ἑνὸς ὄντος Κυρίου τοῦ Θεοῦ καὶ Πα‐ τρὸς, πῶς ἔσται Κύριος ὁ Υἱὸς, εἴ γε ποίημα ἢ κτίσμα
45ἐστί; Πρόδηλον γὰρ ὅτι τὰ πεποιημένα δούλην ἔχει τὴν φύσιν. Πῶς δὲ καὶ πίστεως οὔσης μιᾶς ὁ πιστεύων εἰς τὸν Υἱὸν, εἰς τὸν Πατέρα πιστεύει, εἴ γε κατὰ τήν τινων ἀβουλίαν διακέκοπται τῆς πρὸς τὸν Πα‐ τέρα κοινωνίας φυσικῆς; Ἀλλ’ ὄντος Κυρίου τοῦ

75

.

477

(50)

Θεοῦ καὶ Πατρὸς, Κύριός ἐστι καὶ ὁ Υἱὸς, καὶ ὁ πι‐ στεύων εἰς αὐτὸν, εἰς τὸν Πατέρα πιστεύει. Ἐκ Πα‐ τρὸς γὰρ δηλονότι καὶ ἐν Πατρὶ φυσικῶς ὑπάρχων Υἱὸς, ἔχων τε αὖ πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα, συν‐ θεολογεῖται καὶ συνδοξάζεται. Καὶ οὕτως εἰς μίαν
55ἀναβαίνει θεότητα τῶν προσιόντων ἡ πίστις. Πῶς477

75

.

480

οὖν ἐν ποιήμασιν, ὁ πάντα ἔχων κοινὰ πρὸς τὸν Πα‐ τέρα, ὡς ἀληθὴς αὐτοῦ τῆς οὐσίας καρπὸς, καὶ οὐ καθάπερ ἡμεῖς θετοὶ πρὸς υἱότητα καὶ ἐγκεκεντρι‐ σμένα βλαστήματα;
5tΑΛΛΟ.
6 «Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγα‐ πητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χρι‐ στὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν.» Ὅρα δὴ πάλιν ὅπως Θεὸν οἶδέ τε καὶ ὀνο‐
10μάζει Χριστόν. Εἰρηκὼς γὰρ δεῖν ἡμᾶς μιμητὰς γε‐ νέσθαι Θεοῦ, εὐθὺς παρατίθησιν αὐτὸν, καὶ ὅπως μιμεῖσθαι προσήκει, διδάσκει λέγων· «Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ ἑαυτὸν ἔδωκεν ὑπὲρ ἡμῶν.» Θεοῦ τοιγαροῦν ὄντος τε φύσει καὶ ὀνομαζο‐
15μένου Χριστοῦ, καὶ τοῦτο παρὰ τοῦ πεπιστευμένου τὸ Εὐαγγέλιον παρὰ Θεοῦ καὶ Πατρὸς, τίς τῶν ἕτερα λεγόντων ἀνέξεται; Ὁ δὲ φύσει Θεὸς, πῶς ἂν εἴη κτίσμα ἢ ποίημα;
19tΑΛΛΟ.
20 «Τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.» Ἰδοὺ πάλιν Χριστὸν ὀνομάσας, εὐθὺς αὐτὸν εἰσφέρει καὶ Θεὸν, ὡς τοῦ Θεοῦ καὶ Πατρὸς ἐν
25αὐτῷ βασιλεύοντος, αὐτοῦ τε αὖ πάλιν ἐν τῷ Πατρὶ, κατὰ τὸ παρ’ αὐτοῦ λεγόμενον ὡς πρὸς τὸν Πατέρα, ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά.» Ἓν δὲ τῶν πάντων ἡ βασιλεία, κοινὴ μὲν Υἱῷ πρὸς Πατέρα, κοινὴ δὲ Πατρὶ πρὸς Υἱὸν, συμ‐
30βασιλεύοντος δηλαδὴ τοῦ ἁγίου Πνεύματος· οὕτω γὰρ ἡ ἁγία καὶ προσκυνουμένη Τριὰς, εἰς τὴν μίαν τῆς θεότητος ἀναφέρεται φύσιν. Πῶς οὖν ποίημα ὁ βασι‐ λεύων ἐν Πατρὶ καὶ μετὰ Πατρὸς Θεὸς Λόγος;
34tΑΛΛΟ.
35 «Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις. Διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπει‐ θείας.» Καὶ τίνες ἂν εἶεν οἱ τῆς ἀπειθείας υἱοὶ, εἰ μὴ πάντως οἱ διὰ τοῦ πλημμελεῖν τῶν τοῦ Σωτῆρος ἀποσκιρτήσαντες νόμων; Εἰ δὲ τούτοις ἐπάγων τὴν
40ὀργὴν, αὐτός ἐστιν ὁ Σωτὴρ διὰ τοῦ λέγειν· «Πο‐ ρεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον·» καὶ Θεὸν αὐτὸν ὁ μακάριος Παῦλος οἶδέ τε ὄντα, καὶ εἰσφέρει διὰ τούτων· τίς τῶν ποίημα λεγόν‐ των ἀνέξεται;
45tΑΛΛΟ.
46 «Διὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» Εἰ Κυ‐ ρίου τὸ δύνασθαι φωτίζειν, ἔργον ἐστὶ φωτός· φωτί‐ ζει δὲ ὁ Χριστός· φῶς ἄρα ἐστὶ, καὶ φῶς ἀληθινόν.

75

.

480

(50)

«Ἡ γὰρ σκοτεία αὐτὸν οὐ κατέλαβε.» Φῶς δὲ καὶ ὁ Πατὴρ ἀληθινὸν, φῶς ἄρα ἐκ τοῦ φωτὸς ὁ Υἱὸς, καὶ Θεὸς ἐκ Θεοῦ. Εἰ δὲ τοῦτο, οὐ ποίημα.
53tΑΛΛΟ, εἰς τὸ αὐτό.
54Τὸ ἐκ μετοχῆς ἑτέρου τὸ δύνασθαι φωτίζειν ἐσχη‐479

75

.

481

κὸς, ἐπίκτητον ἔχει τὴν χάριν, καὶ οὐκ ἂν αὐτὸ κυ‐ ρίως ὀνομάζοιτο φῶς. Ὁ δὲ Υἱὸς οὐχ οὕτως· «Ἐγὼ γάρ εἰμι, φησὶ, τὸ φῶς.» Ἀληθινὸν ἄρα φῶς ὥσπερ καὶ ὁ Πατήρ. Τὸ δὲ τῷ Θεῷ καὶ Πατρὶ κατὰ φύσιν
5ἀπαραλλάκτως ἔχον, πῶς ἂν εἴη κτίσμα ἢ ποίημα; Ὥρα γὰρ ἤδη καὶ αὐτὸν τὸν Πατέρα τοῦτο καλεῖν, ὅπερ ἐστὶν ἀτοπώτατον, καὶ ἄμετρον ἔχον τὴν δυσ‐ φημίαν.
9tΑΛΛΟ.
10 «Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν παρ‐ έδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι.» Εἰ μηδὲν τῶν προσ‐ όντων τῇ θείᾳ φύσει πλεονεκτημάτων ἐν οὐδενὶ τῶν
15γενητῶν εὑρίσκεται φυσικῶς τε καὶ κυρίως ὑπάρχον, ἐνεσπαρμένον δὲ μᾶλλον καὶ ἐντεθειμένον παρὰ τοῦ πεποιηκότος αὐτὰ, ὥσπερ οὖν ἀμέλει καὶ ὁ Παῦλος τοιοῦτόν τινα κατὰ πάντων ὅρον τιθεὶς ἀληθέστατον· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» λέγει· πρόδηλον ὅτι
20καὶ ἡ ἁγιότης ἐν μόνῳ κεῖται Θεῷ, ἐν δὲ τοῖς ἄλλοις οὐκ ἔτι. Ἁγιάζεται γὰρ μᾶλλον παρὰ τοῦ ἁγίου Θεοῦ, καθάπερ ἀπὸ πηγῆς δεχόμενα τὸν ἁγιασμόν. Αὐτὰ δὲ ἁγιάζειν οὐ δύναται. Οὐκοῦν εἰ μηδενὸς τῶν πεποιημένων ἁγιάζειν ἰσχύοντος, τοῦτο ποιῶν εὑ‐
25ρίσκεται Χριστὸς, ἕτερος ἔσται κατὰ φύσιν ὡς πρὸς αὐτά. Ὁ δὲ τὸ εἶναι ποίημα διαφυγὼν, καὶ τὰ τῆς θείας φύσεως ἔχων ἀγαθὰ, πῶς οὐκ ἂν εἴη φύσει Θεός;
29tἘκ τῆς πρὸς Φιλιππησίους.
30 «Πάντα ποιεῖτε, φησὶ, χωρὶς γογγυσμῶν καὶ διαλο‐ γισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἄμωμα.» Εἰ, καθάπερ αὐτός πού φησιν ὁ μα‐ κάριος Παῦλος, Χριστός ἐστιν ὁ λέγων περὶ ἡμῶν· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός·»
35αὐτοῦ δηλονότι τέκνα ἐσμὲν διὰ προσοχῆς ἀμώ‐ μητα.» Θεὸς οὖν ἄρα ὁ Χριστός. Εἰ δὲ τοῦτο, πῶς ἔσται ποίημα;
38tΑΛΛΟ.
39«Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει,
40ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χρι‐ στὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐ‐ τῷ τὰ πάντα.»—«Κάθου ἐκ δεξιῶν μου,» φησί που
45πρὸς τὸν Υἱὸν ὁ Πατὴρ, «ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Ἀλλ’ ἰδοὺ καὶ Παῦλος ἐπιμαρτυρεῖ τὸ δύνασθαι τῷ Υἱῷ καὶ ὑποτάττειν ἑαυ‐ τῷ τὰ πάντα, καὶ τοῦτο ῥᾳδίως ἐπιτελέσειν, ὅπερ ἐν μόνῃ κεῖται τῇ τοῦ Πατρὸς ἰσχύϊ. Ἐπειδὴ δὲ ἁπλοῦς

75

.

481

(50)

ὁ Θεὸς, οὐχ ἕτερόν τι παρ’ αὐτὸν ἡ ἰσχὺς ἡ ἐν αὐτῷ, ἀλλ’ αὐτὸς δηλονότι ὁ Υἱὸς, μίαν ἔχων ὡς πρὸς αὐτὸν τὴν οὐσίαν, καὶ τῇ ταυτότητι τῆς φύσεως ὥσπερ ἐν‐ υπάρχων πρὸς τὸν γεννήσαντα, εἰ καὶ Θεὸς ἐκ Θεοῦ, καὶ φῶς ἐξέλαμψεν ἐκ φωτὸς, Υἱὸς καὶ οὐ Πατὴρ
55νοούμενος. Εἰ τοίνυν πᾶσα ἐνέργεια καὶ δύναμις τοῦ481

75

.

484

Πατρὸς δι’ ἧς τὰ πάντα ἐργάζεται, πῶς ἂν εἴη φύ‐ σεως τῆς γενητῆς; Οὐκοῦν οὐ ποίημα ὁ Υἱὸς κατά τινων ἀβουλίαν.
4tΑΛΛΟ, τοῦ αὐτοῦ συλλογιστικῶς.
5 Εἰ πᾶν τὸ ὡς ἐν ὑποστάσει πεποιημένον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη, Χριστὸς δὲ σοφία καὶ δύναμις ὢν τοῦ Θεοῦ καὶ Πατρὸς τῆς τῶν γενη‐ τῶν ἐστι φύσεως κατά τινας, ἀνάγκη συνομολογεῖν ἄσοφον μέν ποτε καὶ ἀδύνατον εἶναι τὸν Θεὸν, ὕστε‐
10ρον δέ πως γενέσθαι τοῦτο, πρὸς τὸ εἶναί ποτε κλη‐ θέντος τοῦ Υἱοῦ. Τοιαύτη γὰρ τῶν γενητῶν ἡ φύσις. Ἀλλ’ ὁμοῦ δύσφημον τε καὶ ἀμαθὲς, τὸ τοιαύτην ἔχειν περὶ Θεοῦ τὴν δόξαν. Δύσφημον μὲν, οὐ γὰρ ἦν ἄσοφός ποτε καὶ ἰσχύος ἔρημος ὁ Πατήρ· ἀμαθὲς
15δὲ πάλιν διὰ τοῦτο. Εἰ γὰρ καὶ πεποίηται κατ’ ἐκεί‐ νους ὁ Υἱὸς, πεποίηται δηλονότι παρὰ Πατρός. Ἀλλ’ οὐκ ἂν ἰσχύος τε ὁμοῦ καὶ σοφίας ἔρημος ὢν ὁ Πα‐ τὴρ, πρὸς τὸ εἶναι παρήγαγεν τὸν τοσοῦτον Υἱὸν, ὡς καὶ εἰκόνα καὶ χαρακτῆρα καλεῖσθαι τῆς ὑποστά‐
20σεως αὐτοῦ. Πῶς γὰρ ἂν γένοιτο μὴ ἐν ἰσχύει καὶ σοφίᾳ ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν Υἱὸς, ὅπου καὶ τὴν τοσοῦτον αὐτοῦ μείονα κτίσιν ἐν σοφίᾳ πεποιῆσθαί φησιν ἡ θεία Γραφὴ, καὶ ἐν δυνάμει Θεοῦ; Καὶ εἰ τῷ μικρῷ σοφίαν ἐδέησε τῆς τοῦ ποιοῦντος πρὸς τὸ
25γενέσθαι καλῶς, πῶς οὐ πολλῷ μᾶλλον τῷ μείζονι; Ἀλλὰ πολὺ μᾶλλον ἐν τούτοις ἡ τῶν λογισμῶν ἀτο‐ πία. Ἦν δὲ ἀεὶ σοφός τε καὶ δυνατὸς ὁ Πατὴρ, οὐκ ἄρα τῶν γενητῶν ἐστιν ὁ Υἱὸς, ὁ τῷ Πατρὶ συναΐδιος, ὡς σοφία καὶ δύναμις ὑπάρχων αὐτοῦ.
30tΑΛΛΟ.
31 «Ὁ Κύριος, φησὶν, ἐγγὺς, μηδὲν μεριμνᾶτε.» Ὅρα δὴ πάλιν, ὅπως ἡμῖν καὶ διὰ τούτου Θεὸς ὑπάρ‐ χων ἀληθινὸς ὁ Υἱὸς ἀναδείκνυται. Παύλου γὰρ ἡμῖν ἐγγὺς εἶναι φάσκοντος τὸν Χριστὸν ὡς Κύριον,
35αὐτὸς δι’ ἑνός φησι τῶν προφητῶν· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν.» Αὐτοῦ τοιγαροῦν τοῦ Υἱοῦ Θεὸν ἑαυτὸν εἰδότος τε καὶ ἀποκαλοῦντος, ὡς ἠκούσαμεν, πῶς ἄν τις εἴ τῳ ποίημα δοκείη λέγειν αὐτὸν, οὕτως ἔχων ὀφθήσεται, καὶ οὐχ
40ἁμαρτήσει;
41tΑΛΛΟ.
42 «Ἀλλ’ ἐν παντὶ, τῇ προσευχῇ καὶ τῇ δεήσει, μετ’ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν· καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα
45νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.» Διαλεγόμενός πού φησιν ὁ Σωτὴρ πρὸς τοὺς οἰκείους μαθητάς· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Ὅτε τοίνυν ἑαυτοῦ μὲν εἶναί φησιν τὴν εἰρήνην,

75

.

484

(50)

Παῦλος δὲ αὐτὴν τοῦ Θεοῦ λέγει, Θεὸν ὄντα τὸν Υἱὸν δηλονότι ἐπίσταται, τὸν τῆς εἰρήνης τοῖς ἁγίοις χορ‐ ηγόν· πρὸς ὃν καὶ ὁ μακάριος Ἡσαΐας προφητικῷ κινούμενος πνεύματι, ὡς ἐκ προσώπου τῶν εἰς αὐτὸν
πεπιστευκότων φησί· «Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην483

75

.

485

δὸς ἡμῖν· Πάντα γὰρ ἀπέδωκας ἡμῖν.» Οὐκοῦν εἰ Θεὸν ὁ Παῦλος οἶδέ τε ὄντα καὶ ὁμολογεῖ τὸν Υἱὸν, οἰχέσθω μακρὰν τῶν ἕτερα δοξαζόντων ὁ λῆρος.
4tΑΛΛΟ.
5 «Τὸ λοιπὸν ἀδελφοὶ, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ, εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ἃ καὶ ἐμάθετε καὶ παρελάβετε, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν.» Ἰδοὺ πάλιν Θεὸν ἐνθάδε καλεῖ
10τὸν λέγοντα Χριστόν· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.» Ἐφαρμόσεις τοίνυν καὶ τούτοις τὸν ἐν τοῖς ὀπίσω προαποδοθέντα λόγον.
13tἘκ τῆς πρὸς Κολοσσαεῖς.
14«Ἐν παντὶ, φησὶν, ἔργῳ ἀγαθῷ καρποφοροῦντες
15καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει τοῦ Θεοῦ.» Εἰ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ἐπιγινώσκοντες διὰ τῶν ἀποστολικῶν τε καὶ εὐαγγελικῶν κηρυγμάτων, οὐχ ἕν τι τῶν ποιημάτων, ἀλλ’ αὐτὸν ἤδη τὸν ἐπὶ πάντων Θεὸν ἐπιγινώσκομεν, πῶς οὐκ ἔστι κατὰ
20ἀλήθειαν Θεὸς ὁ Υἱὸς, συνεισάγων μὲν ἑαυτῷ τὴν περὶ τοῦ Πατρὸς γνῶσιν, ἀντεισφερόμενος δὲ αὖ‐ θις διὰ τῆς τοῦ Πατρὸς ἐπωνυμίας ὡς Υἱός; Ἀνάγκη γὰρ θάτερον ἐν θατέρῳ· ἐπείπερ οὗτος τῶν ὡς πρός τι ἐχόντων ὀνομάτων ὁ τύπος. Καὶ αὐτὸς δέ πού φη‐
25σιν ὁ Σωτὴρ ὡς πρὸς τὸν ἴδιον Πατέρα· «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις,» γνωστὸν ἐμαυτὸν δη‐ λονότι καταστήσας αὐτοῖς. Ἅμα γὰρ ἔγνω τις τί ἐστιν Υἱὸς, ἔγνω καὶ τοῦ γεγεννηκότος τὸν ὅρον, ἤτοι τὸ τί ἐστι Πατήρ. Ὅτε τοίνυν Υἱός ἐστι καὶ Θεὸς, πῶς
30ἂν εἴη πεποιημένος ὑπ’ αὐτοῦ, καὶ οὐχὶ μᾶλλον γε‐ γεννημένος, ὡς ἐκ Πατρός; Ὅπερ ἐστὶ καὶ ἀληθές.
32tΑΛΛΟ.
33 Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ τῷ ἱκανώ‐ σαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν
35τῷ φωτὶ, ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν.» Πᾶσαν τῶν γενητῶν τὴν φύσιν τῷ κανόνι τῆς πρὸς Θεὸν δουλείας, ὑποτί‐
40θησιν ἡ θεία Γραφὴ λέγουσα, ὅτι «Τὰ σύμπαντα δοῦλα σά.» Μόνῳ δὲ τῷ Θεῷ τὸ βασιλικὸν ἀξίωμα τετήρηκεν ὡς ἐξαίρετον συνημμένως βοῶσα· «Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου,» ὡς ἑπομένου πάντως τῷ κατὰ φύσιν βασιλεῖ τοῦ εἶναι καὶ Θεόν.
45Οὐκοῦν εἰ μηδενὸς ἑτέρου τῶν γενητῶν εἰς τὴν βα‐ σιλίδα παραλαμβανομένου τιμὴν, κατὰ φύσιν καὶ κατὰ ἀλήθειαν βασιλεύει μετὰ Πατρὸς ὁ Υἱὸς, πῶς ἂν εἴη τῶν γενητῶν ὁ τῆς θείας τε καὶ πατρῴας οὐσίας ἔχων ἐν ἑαυτῷ φυσικῶς τὰ ἴδια καὶ ἐξαίρετα;
50tΑΛΛΟ.
51«Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς485

75

.

488

καὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ, εἴτε ἀόρατα.» Εἰ ἐν αὐτῷ τὰ πάντα ἐκτίσθη, οὐκ ἂν τοῖς πᾶσι συναρι‐ θμοῖτο δικαίως, πάντων δὲ μᾶλλον αὐτὸς ἔξω κείσε‐ ται. Ἐν γὰρ τῷ «τὰ πάντα» εἰπεῖν, οὐδὲν ἀφῆκεν
5ἐκτὸς τῶν ὅσα πρὸς γένεσιν ἐξ οὐκ ὄντων ἐνεχθέντα φαίνεται. Εἰ δὲ πάντα δι’ αὐτοῦ, καὶ αὐτὸς τῶν πάν‐ των ἕτερος, πῶς ἂν εἴη κτίσμα, ὁ τὸ ἐν τοῖς πᾶσιν εἶναι διαφυγὼν διὰ τὸ τῆς φύσεως ἐξηλλαγμένον;
9tΑΛΛΟ.
10 «Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχων ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ πάντων ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκὶ, ἵνα παρακλη‐ θῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντες ἐν ἀγάπῃ, εἰς πᾶν τὸ πλῆθος τῆς πληροφορίας τῆς συνέσεως εἰς
15ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ Χριστοῦ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι.» Εἰ πάσης γνώσεως μέτρον ὑπεραίρει τὸ περὶ Θεοῦ μυστήριον, καὶ πάσης σοφίας τε καὶ συνέσεως τὸ ἀκρότατον ἐν τοῖς περὶ αὐτοῦ λόγοις
20ὁρᾶται, καὶ ἐν τῷ μυστηρίῳ τῷ περὶ Χριστοῦ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας, καὶ τῆς γνώσεως ἀπό‐ κρυφοι, πῶς οὐκ ἔσται Θεὸς, ὁ πάσης μὲν γλώττης ἀναβαίνων τὸ μέτρον, πάντα δὲ νοῦν καὶ σοφίαν ἐξ‐ αλλόμενος, οὗ πρὸς κατάληψιν οὐδὲν ἐξαρκεῖν τῶν
25πεποιημένων φαίνεται; «Τὴν γενεὰν γὰρ αὐτοῦ τίς διηγήσεται;» καθά φησιν ὁ προφήτης.
27tΑΛΛΟ.
28 «Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.»
30Εἰ τῶν πεποιημένων οὐδὲν τῷ βασιλεῖ τῶν ὅλων ὁμόθρονόν τέ ἐστι καὶ σύνεδρον («Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Κάθου ἐκ δεξιῶν μου;»), πάντες δὲ μᾶλλόν εἰσι λειτουργικὰ πνεύματα, εἶτα μόνος ἔχων ὁ Υἱὸς τὸ ἀξίωμα φαίνεται, καὶ συνεδρεύει καὶ συμ‐
35βασιλεύει τῷ Πατρί· πῶς ἂν εἴη τῶν πεποιημένων εἷς, ὁ τὸ ὑπὲρ πᾶσαν τὴν κτίσιν ἀξίωμα φέρων, ὡς Θεὸς, καὶ τῶν βασιλικῶν θρόνων τῷ γεννήσαντι κοι‐ νωνός;
39tΑΛΛΟ.
40 «Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ὑμῖν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Εἰ ἐν Θεῷ πάντες καὶ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, πῶς οὐκ ἔσται Θεὸς
45ὁ Υἱὸς ἡ πάντων ζωή; Εἰ γὰρ μόνῳ τὸ δύνασθαι ζωογονεῖν πρόσεστι κατὰ φύσιν Θεῷ, τῶν πεποιημέ‐ νων οὐδὲν ζωὴ κυρίως τε καὶ ἀληθῶς κληθήσεται, ζωῆς δὲ μᾶλλον τῆς τοῦ χορηγοῦντος μέτοχον. Εἰ δὲ ἐν Χριστῷ τὸ ἐψευσμένον οὐδὲν (ἀλήθεια γὰρ), ζωὴ

75

.

488

(50)

κατὰ φύσιν ἄρα ἐστίν· εἰ δὲ τοῦτο, καὶ Θεός.
51tΑΛΛΟ.
52«Μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν487

75

.

489

παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐν‐ δυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν.» Εἰς Χριστὸν ἀνα‐ μορφούμεθα διὰ τῆς πίστεως. Τοῦτο γὰρ ἡμᾶς ὁ
5Παῦλος διδάσκει λέγων· «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Καὶ πάλιν· «Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ· οὕτω φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρα‐ νίου.» Ὅτε τοίνυν τὴν αὐτοῦ λαβόντες ὁμοίωσιν,
10κατ’ εἰκόνα τοῦ κτίσαντος ἀναδεικνύμεθα· κτίζει δὲ τὸν ἄνθρωπον ὁ Θεὸς, κατὰ τὸ, «Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον·» Θεὸς ἄρα ὁ Χριστὸς, καὶ κτίστης μᾶλλον, οὐ κτίσμα, ποιητὴς καὶ οὐχὶ ποίημα.
14tἘκ τῆς πρὸς Θεσσαλονικεῖς αʹ.
15 «Ἀφ’ ὑμῶν γὰρ, φησὶ, ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξ‐ ελήλυθεν.» Εἰ οἱ Χριστῷ πιστεύοντες, οὐχ ἑτέρῳ τινὶ τῶν ὄντων, ἀλλ’ αὐτῷ πιστεύουσι τῷ Θεῷ, πῶς
20οὐκ ἔσται Θεὸς ὁ Χριστός; Ἐπειδὴ δὲ τοῦτο, οὐκ ἔσται ποίημα.
22tΑΛΛΟ.
23 Ὥσπερ τινῶν διαλεγόμενος, «Αὐτοὶ, φησὶ, περὶ ἡμῶν ἐπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς
25ὑμᾶς, καὶ πῶς ἀπεστρέψατε ἀπὸ τῶν εἰδώλων, δου‐ λεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ.» Εἰ τὴν ἀρχαίαν διαφυγόντες πλάνην οἱ ἐξ ἐθνῶν διὰ τοῦ πιστεύειν εἰς Χριστὸν, ἐπιστρέφουσι πρὸς Θεὸν, καὶ εἰ Χριστῷ δουλεύοντα διὰ τῆς τῶν εὐαγγελικῶν κηρυγμάτων
30φυλακῆς δουλεύειν Θεῷ τῷ ἀληθινῷ, πῶς οὐκ ἔστι κατὰ φύσιν Θεὸς ὁ Υἱός; Τοῦτο γάρ ἐστι τὸ ἀληθινόν. Ὁ δὲ φύσει Θεὸς, πῶς ἔσται καὶ ποίημα;
33tΑΛΛΟ.
34«Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡμῶν τὴν
35πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονεν· ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤ‐ ῥησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι.» Ἰδοὺ πάλιν, ἀναφανδὸν Θεὸν ὀνομάζει Χριστόν· αὐτοῦ γὰρ τὸ
40Εὐαγγέλιον.
41tΑΛΛΟ, τούτῳ ὅμοιον.
42 «Ἀλλ’ ἐγενήθημεν νήπιοι ἐν μέσῳ ὑμῶν· ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν, οὐ μόνον τὸ Εὐαγ‐
45γέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς.» Καὶ πάλιν εὐθὺς ἐφεξῆς· «Μνημονεύετε γὰρ, ἀδελφοὶ, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ.»
50tΑΛΛΟ.
51 «Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδια‐ λείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ’ ἡμῶν τοῦ Θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ, καθώς
ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν489

75

.

492

τοῖς πιστεύουσιν.» Εἰ τοῖς μακαρίοις ἀποστόλοις ὁ λόγος περὶ τῆς εἰς Χριστὸν γέγονε πίστεως, κατὰ τὸ εἰρημένον παρὰ τοῦ Παύλου· «Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον
5ἐσταυρωμένον,» εἶτα λόγον Θεοῦ τὸ περὶ αὐτοῦ κα‐ λοῦσι κήρυγμα· τίς ἄρα οὕτως θρασὺς ὡς τολμῆσαι ποίημα λέγειν τὸν διὰ γλώττης ἀποστολικῆς Θεὸν ὀνομαζόμενον, καὶ ῥιψοκινδύνως τοῖς διὰ Πνεύματος λαλοῦσιν ἀντιφωνεῖν;
10tἘκ τῆς πρὸς Θεσσαλονικεῖς βʹ.
11 «Πιστὸς δέ ἐστιν ὁ Κύριος ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.» Εἰ πιστός ἐστιν ὁ Σω‐ τὴρ ὅτι πιστοὺς ἀπεργάζεται τοὺς προσιόντας αὐτῷ, στηρίζων διὰ τῆς πίστεως, ἔσται δηλονότι καὶ φύσει
15Θεὸς, ὅτι θεοὺς ἀποτελεῖ τοὺς ἐλπίζοντας ἐπ’ αὐτόν. Πιστοῦ μὲν γὰρ τὸ πιστοποιεῖν, Θεοῦ δὲ πάλιν τὸ θεοποιεῖν· ὥσπερ ἀμέλει καὶ τοῦ φωτὸς τὸ φωτίζειν ἔργον ἐστίν.
19tἘκ τῆς πρὸς Ἑβραίους.
20 «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλή‐ σας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησε ἡμῖν ἐν Υἱῷ, ὃν ἔθετο κληρονόμον πάντων, δι’ οὗ καὶ ἐποίησε τοὺς αἰῶνας.» Κρείττονα τῆς διὰ Μωσέως Διαθήκης καὶ τῶν προ‐
25φητικῶν κηρυγμάτων τὴν εὐαγγελικὴν ἀποδεικνύων παίδευσιν, ἀπὸ τῆς τῶν προσώπων διαφορᾶς ποιεῖται τὴν διάκρισιν. Κατὰ μὲν οὖν τὸ ἀρχαῖον διὰ τῶν προφητῶν τοῖς πατράσιν ἀνακεκηρύχθαι τὸν λόγον διισχυρίσατο· ἐπ’ ἐσχάτων δὲ τῶν καιρῶν δι’ Υἱοῦ,
30τοῦ τοσαύτην ἔχοντος πρὸς ἐκείνους τὴν ὑπεροχὴν, ὡς τοὺς μὲν τὸ οἰκετικὸν οὐχ ὑπερβαίνοντας μέτρον, τὸ, «Τάδε λέγει Κύριος,» ἀναφωνεῖν, τὸν δὲ τὸ δε‐ σποτικὸν ἀξίωμα φοροῦντα λέγειν ὡς Υἱόν· «Ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν,»
35καὶ ἑξῆς. Πῶς οὖν ἐν κτίσμασιν ὁ κατὰ φύσιν Θεὸς, ἣ πῶς ἐν δούλοις ὁ πάντων Δεσπότης τετάξεται; Καὶ εἰ πάντων ἐστὶ κληρονόμος, ἕτερός ἐστι παρὰ πάντα, ὧν καὶ ἔστι κληρονόμος. Καὶ εἰ δι’ αὐτοῦ πεποίηκε τοὺς αἰῶνας, οὐκ ἂν εἴη τῶν γενητῶν ὁ ὑπάρχων πρὸ
40τῶν αἰώνων, ἐπείπερ οὐδὲν τῶν κτισμάτων προγενε‐ στέραν τοῦ αἰῶνος ἔχει τὴν γένεσιν, ἀλλ’ ἐν χρόνῳ πεποίηται. Μόνῳ δὲ πρόσεστι τῷ Υἱῷ, τὸ ἀχρόνως εἶναι μετὰ Πατρός.
44tΑΛΛΟ.
45 «Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλι‐ καύτης ἀμελήσαντες σωτηρίας, ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς

75

.

492

(50)

ἡμᾶς ἐβεβαιώθη;» Ἐνταῦθα σαφῶς ἐκ τῆς τῶν προσώπων διαφορᾶς, ὅσην ἔχει τὴν ὑπεροχὴν τὰ εὐαγγελικὰ κηρύγματα ὡς πρὸς τὰς διὰ τοῦ νόμου σκιὰς, ἀποδεικνύειν πειρᾶται. Εἰ γὰρ τοῖς δι’ ἀγγέ‐ λων, φησὶ, διατεταγμένοις προσῆν οὕτως τὸ ἀξιόπι‐
55στον ὡς τοῖς παραβαίνειν ἐπιχειροῦσι τὴν χαλεπω‐491

75

.

493

τάτην ἐπηρτῆσθαι κόλασιν, πῶς οὐ μᾶλλον τοσοῦτον μειζόνως εἰς τὸ κολάζεσθαι δικαιότερος ὁ τὰ δι’ Υἱοῦ παραβαίνων φανεῖται, ὅσον περ ἂν εἴη τῆς εἰς ἀγγέ‐ λους τιμῆς ἀξιολογώτερος ὁ Υἱός; Εἰ δὲ χρὴ καὶ τὸ
5ἑκάστου μέτρον συνιδεῖν, οἱ μὲν παρεστῶτες ὑμνοῦσι, λειτουργικά τε εἰσὶ πνεύματα εἰς διακονίαν ἀποστελ‐ λόμενα· ὁ δὲ ὑμνολογεῖται μετὰ Πατρὸς, σύνθρονός τε ὢν καὶ συμβασιλεύων αὐτῷ, καὶ ὑπὸ τῶν ἀγγέλων διακονούμενος, κατὰ τὸ ἐν τοῖς Εὐαγγελίοις· «Καὶ
10ἰδοὺ ἄγγελοι προσῆλθον, καὶ διηκόνουν αὐτῷ·» πῶς οὖν ὁ τοσοῦτον ὑπερέχων, ἐν τοῖς τοσοῦτον ὑποβεβη‐ κόσιν, ὡς ὁ Μονογενὴς εὑρεθήσεται; Πῶς δὲ ὁ Πατρὶ συγκαθήμενος, ἐν τοῖς παρεστηκόσι, καὶ ἐν τοῖς δια‐ κονοῦσιν ὁ διακονούμενος, ἢ ἐν τοῖς βασιλευομένοις
15ὁ βασιλικὸν ἀξίωμα περικείμενος;
16tΑΛΛΟ.
17 Εἰς Χριστὸν ἀναφέρων ὁ μακάριος Παῦλος τὸ ἐν ὀγδόῳ ψαλμῷ, λέγει· «Τί ἐστιν ἄνθρωπος ὅτι μι‐ μνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν;
20Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.» Εἶτα τούτοις συνάπτει· «Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀν‐
25υπότακτον.» Ἆρ’ οὖν οὐχὶ βασιλέα καὶ Κύριον, καὶ τὴν θεοπρεπῆ περικεῖσθαι δόξαν ὁμολογήσαιμεν ᾧ τὰ πάντα ὑποτέτακται; Πῶς οὖν οὐ Θεός; Πῶς δὲ ἐν τοῖς πᾶσιν ὁ ὑπὲρ πάντα, καὶ τοσοῦτον τῶν γενητῶν τὴν φύσιν ὑπερκείμενος, ὡς τὰ μὲν ὑποτετάχθαι, καὶ
30τῷ τῆς δουλείας ἐνέχεσθαι ζυγῷ, τὸν δὲ αὖ πάλιν περικεῖσθαι μὲν τῆς κυριότητος τὸ ἐλεύθερον ἀξίωμα, πάντα δὲ ἔχειν ὑπὸ τοὺς πόδας; ὡς καὶ αὐτός πού φησι δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.»
35tΑΛΛΟ.
36 «Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτ‐ οχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ὑμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Πλείονος
40γὰρ οὗτος δόξης παρὰ Μωσῆν ἠξίωται, καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν, Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ πάντα κατασκευάσας, Θεός.» Οὐκ ἐν ἴσῳ μέτρῳ τὸν ποιη‐ θέντα τῷ πεποιηκότι τιμᾶσθαι δεῖν ἐκδιδάσκων, δῆλος
45ἂν εἴη δήπουθεν οὐκ ἐπιτρέπων ἐν ποιήμασι κατα‐ τάττεσθαι τὸν Υἱόν· «Πλείονα γὰρ, φησὶ, τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.» Καὶ τίς ὁ τότε τὸ σύμπαν τεχνησάμενος, λεγέτω πάλιν αὐτὸς περὶ τοῦ Υἱοῦ, ὅτι «Δι’ αὐτοῦ ἐκτίσθη τὰ ὁρατὰ, καὶ τὰ ἀόρατα,

75

.

493

(50)

εἴτε Θρόνοι, εἴτε Ἀρχαὶ, εἴτε Κυριότητες, τὰ πάντα ἐν αὐτῷ καὶ δι’ αὐτοῦ ἐκτίσθη, καὶ αὐτός ἐστι πρὸ πάντων.» Πῶς οὖν ἐν ποιήμασιν ὁ ποιητής; Καὶ εἰ ἐν τοῖς πᾶσι καὶ αὐτὸς ὁ χρόνος ἐστὶν, ὡς ἓν τῶν πάντων, ἔστι δὲ πρὸ πάντων αὐτὸς, δῆλον ὅτι καὶ τοῦ
55χρόνου πρεσβύτερος ὁ Υἱός. «Δι’ αὐτοῦ γὰρ, φησὶ,493

75

.

496

τοὺς αἰῶνας ἐποίησε. «Πῶς οὖν ὁ πρὸ αἰώνων ἐν τοῖς ἐν χρόνῳ γενομένοις ἀριθμηθήσεται; Ἐπεὶ καὶ πᾶν ὅπερ ἂν εἴη ποιηθὲν ὡς ἐν γενέσει, τοῦτο πάντως ἔσται καὶ ἐν χρόνῳ τοῦ εἶναι ἀρξάμενον, εἴπερ μόνῃ
5σώζεται τὸ ἀΐδιον, ὡς ἐξαίρετον, τῇ θείᾳ καὶ ἀκηράτῳ φύσει.
7tΑΛΛΟ.
8 «Καὶ Μωσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων.
10Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς.» Ἀπὸ τῶν ὀνομάτων καὶ τῶν ἀποτελε‐ σμάτων τῆς ὑπεροχῆς ποιεῖται τὴν σύγκρισιν, καὶ τῆς οὐσιώδους, ἵν’ οὕτως εἴπω, ποιότητος τὴν δια‐ φορὰν δεικνύει, ἣν ἔχει Χριστὸς πρὸς Μωσέα, καὶ δι’
15αὐτοῦ πρὸς πάντα τὰ πεποιημένα. Τρέχει γὰρ ὁ λόγος εἰς τουτὶ τὸ συμπέρασμα. Εἰ τοίνυν ὁ μὲν ὡς θερά‐ πων, ὁ δὲ ὡς Υἱός· καὶ ὁ μὲν ὡς οἰκέτης ἐν τῷ οἴκῳ πιστὸς, ὁ δὲ ὡς κληρονόμος, οὐκ ἐν τῷ οἴκῳ, ἀλλ’ ἐπὶ τὸν οἶκον αὐτοῦ· πῶς ἔσται λοιπὸν ὁμογενὴς, ὁ
20τοσοῦτον αὐτοῦ διενεγκών; Ὁ δὲ Μωσῇ μήτε ὁμογε‐ νὴς ὑπάρχων γενητῆς ὄντι φύσεως, μήτε μὴν ἄλλως ὁμόδουλος, οὐκ ἂν ἑτέρῳ τινὶ κατὰ τὸν τῆς φύσεως λόγον ὁμοφυὴς συντάττοιτο. Πρὸς γὰρ τὰ πεποιημένα, καὶ οὐ πρὸς Μωσέα πάντως ἡ σύγκρισις, εἰ καὶ τὸ
25Μωσέως πρόσωπον ἐπὶ τοῦ παρόντος ἐξετάζεται.
26tΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ σχήματος.
27 Εἰ πᾶν τὸ εἰς γένεσιν ἐναχθὲν, δοῦλόν ἐστι τοῦ πε‐ ποιηκότος Θεοῦ, κατὰ τὸ ἐν Ψαλμοῖς μελῳδούμενον, ὅτι «Τὰ σύμπαντα δοῦλα σὰ,» ἐλεύθεροι δέ εἰσιν οἱ
30υἱοὶ, κατὰ τὴν ἀψευδῆ τοῦ Σωτῆρος φωνὴν, πῶς ἂν ἐνδέχοιτο τῆς αὐτῆς εἶναι φύσεως τοῖς διὰ τὸ πεποιῆ‐ σθαι δουλεύουσι τὸν διὰ τὴν ἐκ Πατρὸς ἄῤῥητον γέν‐ νησιν ἐλεύθερον Υἱόν;
34tΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ, εἰς τὸ, «Οὗ οἶκός ἐσμεν
35tἡμεῖς.»
36 Εἰ ὁ Θεός ἐστιν ὁ ἐν προφήταις εἰπὼν, ὅτι «Ἐν‐ οικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός·» πῶς νῦν ἡμεῖς οἶκός ἐσμεν τοῦ Υἱοῦ, εἴπερ μὴ ἔστι φύσει
40Θεός; «Ἀλλ’ εὐχόμεθα, καθά φησιν ὁ Παῦλος, κατ‐ οικῆσαι τὸν Χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον, καὶ οἶκος τοῦ Υἱοῦ ἐσμέν τε καὶ χρηματίζομεν.» Θεὸς ἄρα ὁ Χριστός. Εἰ δὲ τοῦτο, οὐ ποίημα.
44tΑΛΛΟ.
45 «Βλέπετε, ἀδελφοὶ, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος.» Εἰς Χριστὸν ἡ πίστις, καὶ ἐπ’ αὐτῇ τοῖς ἁγίοις τὰ γέρα, καὶ ἡ ἀπέραντος χρεωστεῖται ζωή. Τοῦτο γὰρ ἐκδιδάσκων ἡμᾶς αὐτός πού φησιν·

75

.

496

(50)

«Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον.» Εἴπερ οὖν ὁ τὴν πίστιν εἰς αὐτὸν ἀρνούμενος, καὶ καρδίαν ἀναλαβὼν πονηρὰν, Θεοῦ
ζῶντος ἀποστατεῖ, πῶς οὐ κατὰ φύσιν Θεὸς ὁ Υἱός;495

75

.

497

Πῶς δὲ κτίσμα ἢ ποίημα, τοῦτο ὑπάρχων, ὅπερ ἂν εἴη καὶ ὁ Πατὴρ οὗ καὶ ἔστιν Υἱὸς, πάντα φέρων τὰ τοῦ γεννήσαντος ἴδια καὶ ἐξαίρετα; Ζῶν γοῦν Θεὸς ὁ Πατὴρ, ζῶν ὁμοίως καὶ ὁ Υἱός.
5tΑΛΛΟ.
6 «Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ το‐ μώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνού‐ μενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμοῦ τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν
10καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.» Ταῦτα δὴ πάλιν ἔξεστιν ὁρᾷν τὰ τοῦ Πατρὸς ἴδια φέροντα τὸν Υἱὸν, καὶ τοιούτοις ἐπαγλαϊζόμενον ἀγαθοῖς, οἷσπερ ἂν φαίνοιτο καὶ ὁ γεννήσας αὐτόν.
15Τοῦ Θεοῦ καὶ Πατρὸς τοιγαροῦν φέροντος ἑτοίμως πάντα, καὶ πᾶσιν ἀκωλύτως ἐνατενίζοντος, εἰδότος ἔτι καρδίας καὶ νεφροὺς, καὶ διὰ τοῦτο λέγοντος, ποτὲ μέν· «Τίς οὗτος ὁ κρύπτων με βουλήν;» ποτὲ δέ· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς
20πόῤῥωθεν. Μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τι;» ταῦτα προσεῖναι καὶ τῷ Υἱῷ, δι’ ὧν ἔφησεν ὁ Παῦλος ἐπι‐ μαρτυρεῖ· εἶτα ζῶντος καὶ τοῦ Πατρὸς διὰ τὸ εἶναι ζωὴν, ζῶντα καὶ τὸν Λόγον ἀποκαλεῖ, διὰ τὸ εἶναι καὶ αὐτὸν κατὰ φύσιν ζωήν. Πάντων οὖν ὅσα δίκαια
25πρόσεστι τῷ Πατρὶ κατὰ φύσιν καὶ ἐν Υἱῷ κειμένων φυσικῶς τε καὶ οὐσιωδῶς, τίς οὐκ ἔσται, ποίημα λέ‐ γων αὐτὸν, τοῖς ἀφύκτοις τῆς δυσφημίας ἐγκλήμασιν ἔνοχος; Πῶς γὰρ οὐκ εἶεν ἀλλήλοις ὁμοφυῆ τὰ τῆς αὐτῆς ὄντα φύσεώς τε καὶ οὐσιώδους ἐνεργείας;
30tΑΛΛΟ.
31 «Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήμα‐ τι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γε‐ γονέναι.» Εἰ τῶν ποιημάτων οὐδὲν προαιώνιον ἔχει τὴν ὕπαρξιν, τῷ δὲ θείῳ ῥήματι, τουτέστι, τῷ Θεῷ
35Λόγῳ καὶ Υἱῷ καὶ αὐτοὺς κατηρτίσθαι τοὺς αἰῶνας πιστεύομεν, ἀνάγκη προϋπάρχειν αὐτὸν καὶ τῶν αἰώ‐ νων ὁμολογεῖν. Ὢν γὰρ καὶ ὑπάρχων πρότερον αὐ‐ τὸς, τοὺς οὐκ ὄντας αἰῶνάς ποτε πρὸς τὸ εἶναι παρ‐ άγει. Πῶς οὖν ἐν ποιήμασιν ὁ ποιητής; Πῶς δὲ
40πάλιν ἐν τοῖς ὑπὸ χρόνον ὁ χρόνων ἐργάτης, καὶ τὴν μόνην πρέπουσαν τῷ Θεῷ καὶ Πατρὶ φέρων ἀϊδιότητα;
42tΑΛΛΟ.
43 «Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.» Ὅρα
45πάλιν ὅπως ἐνθάδε Θεὸν ὁ Παῦλος τὸν Υἱὸν ἀποκα‐ λεῖ. Εἰ γὰρ αὐτός ἐστιν ὁ σύμπαν ἄγων εἰς κρίσιν τὸ ποίημα, καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ ἔργα αὐτοῦ. διά τοι τοῦτο καὶ τοὺς εὐποιοῦντας τὸν πλησίον ἀπο‐ δεχόμενος, καὶ λέγων· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ

75

.

497

(50)

Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με·» πῶς οὐκ ἔσται Θεὸς, οὕτως ἀποκεκλημένος διὰ
τῆς ἀψευδοῦς τῶν ἁγίων φωνῆς, καὶ τὰς τῶν εὖ497

75

.

500

ποιούντων θυσίας ἀποδεχόμενος, ἀποδιδούς τε ἑκάστῳ τὴν αὐτῷ πρέπουσαν ἀμοιβὴν, καὶ εἰς τὴν τῶν οὐ‐ ρανῶν βασιλείαν εἰσπέμπων τὸν τῶν ἁγίων χορόν·
4tἘκ τῆς πρὸς Τιμόθεον αʹ.
5 «Παῦλος ἀπόστολος Ἰησοῦ κατ’ ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν, καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει.» Ἰδοὺ κατ’ ἐπιταγὴν Θεοῦ τοῦ Σωτῆρος ἡμῶν ἀναδεδέχθαι τὴν τῆς ἀποστολῆς λειτουργίαν ὁ Παῦλος διισχυρίσατο.
10Ἀλλ’ ἴδωμεν ἐξετάζοντες ἀπὸ τῆς θείας Γραφῆς, εἰ μὴ Χριστός ἐστιν ὁ ἐπιτάξας αὐτῷ. Ὅτε τοίνυν πορθήσων, ὡς γέγραπται, τοὺς μαθητὰς ἐκ τῶν Ἱεροσολύμων εἰς Δαμασκὸν ἠπείγετο, κατὰ μέσην ὄντι τὴν ὁδὸν, ἐπιφαίνεται Χριστὸς λέγων· «Σαοὺλ,
15Σαοὺλ, τί με διώκεις;» Παύλου δὲ ἀναπυνθανομένου καὶ λέγοντος· «Τίς εἶ, Κύριε; Ἐγὼ, φησὶν, εἰμὶ Ἰησοῦς, ὃν σὺ διώκεις. Ἀλλὰ ἀνάστηθι, καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν.» Τί οὖν ἄρα πρὸς αὐτὸν ἐλαλήθη πάλιν, ἐν
20ταῖς Πράξεσιν τῶν ἀποστόλων εὑρίσκομεν, ὅτι «Νη‐ στευόντων δὲ αὐτῶν καὶ λειτουργούντων τῷ Κυρίῳ, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλη‐ μαι αὐτούς.» Εἶτα πάλιν γέγραπται περὶ αὐτῶν,
25ὅτι «Οἱ μὲν οὖν πεμφθέντες διὰ τοῦ Πνεύματος τοῦ ἁγίου, ἀπῆλθον εἰς Σελεύκειαν, ἐκεῖθεν δὲ ἀπέπλευ‐ σαν εἰς Κύπρον. Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατ‐ ήγγειλαν τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων.» Ὁρᾷς ὅπως κατ’ ἐπιταγὴν τοῦ Σωτῆρος
30ἡμῶν διὰ τοῦ ἁγίου Πνεύματος κηρύξων ἀποστέλλε‐ ται; Ὅτε τοίνυν καὶ Θεὸν αὐτὸν, καὶ Σωτῆρα, καὶ ἐλπίδα ἡμῶν ἀποκαλεῖ, πῶς οὐ λίαν ἀσεβὲς τὸ ποίημα λέγειν τὸν Υἱόν; Εὑρεθησόμεθα γὰρ, ἂν οὕ‐ τως ἔχῃ, καὶ ποιήματι λατρεύοντες, καὶ διὰ ποιήμα‐
35τος ἀνασεσωσμένοι, καὶ εἰς ποίημα τὴν ἐλπίδα ἔχον‐ τες, καὶ τὸ πλέον οὐδὲν ἡμῖν παρὰ τοὺς τῇ κτίσει λατρεύοντας.
38tΑΛΛΟ.
39«Δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυπο‐
40τάκτοις.» Εἶτα τούτοις ἕτερα προσαριθμήσας κακὰ, τελευταῖον ἐνάγει· «Καὶ εἴ τι ἕτερον τῇ ὑγιαι‐ νούσῃ διδασκαλίᾳ ἀντίκειται, κατὰ τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.» Τίνος οὖν ὁ Παῦλος ἐπιστεύθη τὸ Εὐαγγέλιον; Τίνος
45δὲ κήρυξ ἐστὶ καὶ ἀπόστολος, εἰ μὴ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ; ὃν δὴ μακάριον ὀνομάζων Θεὸν, ποιη‐ τὸν εἶναι λέγειν οὐκ ἐπιτρέπει τισί. Πῶς γὰρ ἔτι Θεὸς τὸ πεποιημένον καὶ πρόσφατον; Εἰ γὰρ πᾶν τὸ κτιζόμενον καὶ γενητὴν ἔχον τὴν οὐσίαν, ἐκ τοῦ

75

.

500

(50)

μὴ ὄντος εἰς τὸ εἶναι καλεῖται, πῶς οὐ πρόσφατον; Τὸ δὲ τοιοῦτον, οὐ Θεός· «Οὐ γὰρ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος,» φησὶν ἡ θεία Γραφή. Ἐπειδὴ Θεὸς ὁ Υἱὸς, οὐ πρόσφατος ἄρα. Εἰ δὲ τοῦτο, οὐ ποίημα. Ὅτι δὲ τὸ Εὐαγγέλιον τοῦ Σωτῆρος ἡμῶν ὁ μακάριος
55Παῦλος ἐπιστεύθη παρ’ αὐτοῦ, δηλοῖ πάλιν αὐτὸς ἐν499

75

.

501

τοῖς ἐφεξῆς ἐπιλέγων· «Χάριν ἔχω τῷ ἐνδυναμώ‐ σαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸ πρότερον ὄντα βλάσφημον, καὶ διώ‐ κτην καὶ ὑβριστήν. Ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν
5ἐποίησα ἐν ἀπιστίᾳ.»
6tΑΛΛΟ.
7 «Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἀλλὰ διὰ τοῦτο ἠλεή‐
10θην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, εἰς ὑποτύπωσιν τῶν μελλόν‐ των πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον.» Εἰ διὰ πίστεως τῆς εἰς Χριστὸν σωζόμεθα, καὶ τῆς αἰωνίου μετίσχομεν ζωῆς, τὸν τοῦ θανάτου ζυγὸν ἀποσειό‐
15μενοι, πῶς οὐ Θεὸς κατὰ φύσιν ὁ Υἱὸς, ὁ καὶ ζωῆς παρεκτικὸς, ὡς αὐτὸς κατὰ φύσιν ὑπάρχων ζωὴ, καὶ διασώζων ὡς ὁ Θεὸς, ὁ μόνος τοῦτο ποιεῖν δυνά‐ μενος, καὶ διὰ τοῦτο λέγων· «Ἐγώ εἰμι ὁ Θεὸς ὁ σώζων σε, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ;» Καὶ γὰρ
20ὄντως τε καὶ ἀληθῶς οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς, ὁ πάλαι μὲν σώζειν διὰ τῶν ἁγίων προφητῶν ὑπισχνούμενος, κατὰ δὲ τὸν τῆς ἐπιδημίας καιρὸν ἑαυτὸν ἤδη παρόντα δεικνύων, καὶ διὰ τοῦτο βοῶν· «Αὐτὸς ὁ λαλῶν πάρειμι. Ὡς ὡραῖοι
25ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένων ἀκοὴν εἰρή‐ νης!» Ἐλθὼν γὰρ εὐηγγελίσατο εἰρήνην ἡμῖν τοῖς μα‐ κρὰν, καὶ εἰρήνην τοῖς ἐγγὺς, κατὰ τὴν τοῦ Παύλου φωνήν.
29tΑΛΛΟ.
30 «Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.» Εἰ βασιλεὺς τῶν αἰώνων ἐστὶν ὁ Υἱὸς, ὡς ἀεί τε καὶ ἀτελευτήτως κρατῶν, αὐτοὺς δὲ τοὺς αἰῶνας πε‐ ποιηκὼς, αὐτὸν ἄρα καὶ Θεὸν ἄφθαρτόν τε καὶ ἀόρα‐
35τον ἀποκαλεῖ. Ὁ δὲ τῆς τοῦ Πατρὸς οὐσίας ἔχων ἐν ἑαυτῷ φυσικῶς τε καὶ οὐσιωδῶς τὰ ἐξαίρετα, πῶς ἂν εἴη πρὸς αὐτὸν ἑτεροούσιος, καὶ οὐχὶ μᾶλλον ὁμοφυής τε καὶ ἐξ αὐτοῦ, οὐδενὸς ἐπιτρέποντος λόγου προσ‐ εῖναι τοῖς κτίσμασιν φυσικῶς τὰ τῆς θεότητος ἴδια;
40Ὅτι δὲ βασιλεὺς τῶν αἰώνων ἐστὶν ὁ Υἱὸς, καὶ αὐτὸς ἡμῖν ὁ ἀρχάγγελος Γαβριὴλ ἐπιμαρτυρήσει λέγων περὶ αὐτοῦ πρὸς τὴν ἁγίαν Παρθένον· «Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται. Καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς
45αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.»
47tΑΛΛΟ.
48 Τὰς ὑπὲρ ἁπάντων ποιεῖσθαι προσευχὰς, ὑπέρ τε βασιλέων ὄντων ἐν ὑπεροχῇ ἐπιτάξας, ὁ Παῦλος τῷ

75

.

501

(50)

οἰκείῳ μαθητῇ χρησίμως ἐπάγει· «Τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.» Οὐκοῦν εἴπερ ἐστὶν ἁπάντων Σω‐
τὴρ ὁ Θεὸς, σωζόμεθα δὲ τὴν ἀλήθειαν ἐπιγινώσκον‐501

75

.

504

τες, ἀλήθεια δὲ ὁ Χριστὸς, αὐτὸς ἄρα ἐστὶν ὁ Θεὸς καὶ Σωτήρ. Εἰ δὲ τοῦτο, πῶς οὐ φύσει Θεὸς ὁ Υἱός; Πῶς δὲ καὶ ὁ φύσει Υἱὸς ἐν ποιήμασι ἐξαριθμοῖτο; Ἄτο‐ πον γὰρ ὁμοῦ τε καὶ δύσφημον. Οὐκοῦν οὐ ποίημα
5ὁ Υἱὸς, Θεὸς δὲ μᾶλλον καὶ Σωτὴρ, ἐκ Σωτῆρος καὶ Θεοῦ Πατρός.
7tΑΛΛΟ.
8 «Εἷς γὰρ Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώ‐ πων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντί‐
10λυτρον ὑπὲρ πάντων.» Εἰ μεσίτης ἐστὶ Θεοῦ καὶ ἀν‐ θρώπων Ἰησοῦς ὁ Χριστὸς, οὐ φύσει καὶ οὐσιωδῶς Θεῷ τε καὶ ἀνθρώποις συναπτόμενος, διαλλάττων δὲ μόνον, καὶ εἰς φιλίαν εἰσάγων τὰ τῆς πρὸς ἄλληλα κοινωνίας ἀποστατήσαντα, τουτέστιν ἄνθρωπον καὶ
15Θεὸν, πῶς ἕνα φησὶν ὁ Παῦλος αὐτόν; ἐπεὶ καὶ ἕτεροι τῶν ἁγίων πολλοὶ τῆς τοιαύτης ἠξίωνται λειτουργίας, καὶ αὐτὸς δὴ πρῶτος, ἀναβοῶν· «Δεόμεθα ὑπὲρ Χρι‐ στοῦ, καταλλάγητε τῷ Θεῷ» Γέγονε μεσίτης καὶ ὁ μακάριος Μωσῆς διακονήσας τοῖς υἱοῖς Ἰσραὴλ τὸν
20παρὰ Θεοῦ νόμον. Μεσίτης ὑπῆρχε καὶ ὁ πάνσοφος Ἱερεμίας λέγων πρὸς Θεὸν ὡς περὶ τῶν ἐκ γένους Ἰσραήλ· «Μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου, τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν.» Ἀλλὰ καὶ ἕκαστος τῶν ἁγίων προφητῶν τοῦτο πεποιηκὼς εὑρίσκεται.
25Πῶς οὖν μεσίτης εἷς ὁ Χριστὸς, εἰ μή τι ξένον τὸ ἐπ’ αὐτοῦ; Ἀλλ’ ἔστιν εἷς, ὡς ὁ Παῦλος ἀληθεύων φησί. Ξένως ἄρα καὶ οὐχ ὁμοίως τοῖς ἄλλοις, καὶ ὅπως εἰπεῖν ἀναγκαῖον. Οὐκοῦν ἐπειδήπερ τὸ δύο τινῶν κατὰ μέσου κείμενον, ἀμφοτέρων δηλαδὴ τοῖς
30ἰδίοις ἄκροις ἐφάπτεται, συνέχων εἰς ἑνότητα τὰ δι‐ ῃρημένα, μεσίτης δὲ Θεοῦ καὶ ἀνθρώπων ἐστὶν ὁ Χριστὸς, πρόδηλον ὅτι Θεοῦ μὲν ὡς Θεὸς, ἀνθρώπων δὲ ὡς ἄνθρωπος ἅπτεται φυσικῶς. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, διὰ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως εἰς
35ἑνότητα καὶ κοινωνίαν τῆς θείας οὐσίας τὴν ἀνθρώ‐ που φύσιν ἀναδεσμῶν. Ἐπεὶ πῶς ἂν ἑτέρως εὑρι‐ σκοίμεθα θείας φύσεως κοινωνοί; Οὐκοῦν εἴπερ ἐστὶ φύσει Θεὸς, τῷ κατὰ φύσιν Θεῷ καὶ Πατρὶ συμφυής τε καὶ ὁμοούσιος, πῶς ἂν εἴη κτίσμα ἢ ποίημα, πολ‐
40λὴν ἔχοντος τοῦ λόγου τὴν ἀτοπίαν;
41tΑΛΛΟ.
42 «Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος· εἰς τοῦτο γὰρ κοπιῶμεν, καὶ ἀγωνιζόμεθα, ὅτι ἠλπίκα‐ μεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι Σωτὴρ πάντων ἀνθρώπων,
45μάλιστα πιστῶν.» Ὁ μακάριος Ψαλμῳδὸς διὰ Πνεύ‐ ματος ἁγίου τὰ ἐσόμενα ὁρῶν, καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὴν χάριν ἐκδιδασκόμενος, ἀνεφώνει βοῶν ὡς πρὸς αὐτόν· «Ἡ ἐλπὶς πάντων τῶν περά‐ των τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν.» Ὅτι

75

.

504

(50)

τοίνυν ἡ πάντων ἐλπίς ἐστιν ὁ Χριστὸς, καὶ ἐπ’ αὐτῷ πάντες ἠλπίκαμεν οἱ πιστεύοντες, Θεὸν δὲ ζῶντα ὁ Παῦλος αὐτὸν ἀποκαλεῖ, τοῦτο κατὰ φύσιν ὄντα γι‐
νώσκων, πῶς ἔσται τῶν γενητῶν εἷς τις καὶ αὐτὸς,503

75

.

505

καὶ οὐχὶ μᾶλλον Υἱὸς ζῶν ἐκ ζῶντος Πατρὸς, διαβαι‐ νούσης εἰς αὐτὸν φυσικῶς τῆς τοῦ γεννήσαντος ἰδιό‐ τητος.
4tΑΛΛΟ.
5 «Παραγγέλλω σοι, ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογο‐ νοῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρή‐ σαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
10ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνά‐ στης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.» Αὐτὸς ἄρα τὴν ἑαυτοῦ παρουσίαν και‐ ροῖς ἰδίοις δείξει Χριστὸς, ἢ μᾶλλον ὁ τούτου Πατήρ.
15Εἰ μὲν οὖν αὐτὸν εἶναί φαμεν τὸν ἐπιδεικνύντα Χρι‐ στὸν, πῶς ὁ τοσούτοις ἀξιώμασι φυσικοῖς εἰς ἀκρό‐ τητα δόξης μαρτυρούμενος γενητὸς εἶναι νομισθήσε‐ ται; Φθάσει γὰρ οὕτω δυνάμει καὶ ἐφ’ ἕκαστον τῶν γενητῶν, ἃ μόνον πρέπει τῇ θείᾳ φύσει. Καὶ οὐδὲν
20ἔσται λοιπὸν ἐν αὐτῇ τὸ παράδοξον, εἴπερ ὅλως καὶ τοῖς γενητοῖς προσεῖναι ταῦτα δύναται φυσικῶς, ἅπερ ἂν αὐτῆς ὑπάρχει καὶ μόνης ἴδια. Ἀλλ’ οὐδὲν κοινὸν, εἰς θεότητος λόγον, τοῖς πεποιημένοις πρὸς τὸν ποιητὴν, πάντα δὲ πρόσεστι τῷ Κυρίῳ τὰ τοῦ Πατρὸς
25ἴδια, καὶ ἡ τῆς θεότητος φύσις ἐν αὐτῷ διαγράφεται, οὐκ ἄρα τῶν ποιημάτων εἷς ἔσται. Εἰ δὲ ὁ Πατὴρ ἐπιδείξει τοῦ Υἱοῦ τὴν παρουσίαν, καὶ αὐτῷ μᾶλλον τῶν θεοπρεπῶν ἀξιωμάτων τὸν κατάλογον περιτίθησι τῆς ἀληθείας ὁ κήρυξ, πῶς μόνου τοῦ Πατρὸς ἀθα‐
30νασίαν ἔχοντος, ἔχει ταύτην ὁ Υἱός; «Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ζωή.» Ἀλλ’ ἔστι δηλονότι τῆς τοῦ Πατρὸς οὐσίας οὐκ ἀλλότριος ὢν, οὐδὲ εἰς ἔκφυλόν τινα καὶ ξένην ἐκβεβηκὼς ἰδιότητα, καθάπερ τὰ πεποιημένα. Μένει δὲ καὶ σώζεται καὶ ἔστιν εἰκὼν τοῦ γεννήσαν‐
35τος ἀπαράλλακτος, καὶ διὰ τοῦτο διαφεύγων τὸ εἶναι γενητὸς, Θεὸς δὲ μᾶλλον ὡς ἐκ Θεοῦ, καὶ φῶς ἐκ φωτὸς, καὶ ζωὴ πάλιν ἐκ ζωῆς. Οὐκ ἄρα ποίημα ἢ κτίσμα ἐστὶ κατὰ τάς τινων ἀθυρογλωσσίας.
39tἘκ τῆς πρὸς Τιμόθεον βʹ.
40 «Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακο‐ πάθησον τῷ Εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ τοῦ σώ‐ σαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ.» Ἰδοὺ πάλιν ἀναφανδὸν καὶ Θεὸν καὶ Σωτῆρα τὸν Υἱὸν ὀνο‐
45μάζει. Αὐτὸς γάρ ἐστιν ὁ καλῶν ἡμᾶς, διὰ τοῦ λέ‐ γειν· «Δεῦτε πάντες πρός με, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Πῶς οὖν ἔσται γενητὸς, εἴπερ ὄντως ἐστὶ καὶ Θεὸς καὶ Σω‐ τήρ; Οὐ γὰρ ἂν διὰ κτίσματος, ἀλλὰ διὰ μόνου Θεοῦ

75

.

505

(50)

σεσώσμεθα.
51tἘκ τῆς πρὸς Τῖτον.
52 «Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶ‐ σιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως,
55καὶ δικαίως, καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι,505

75

.

508

προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Εἰ πάντων ἐλπίς ἐστιν ὁ Χριστὸς, ἔστι δὲ καὶ Θεὸς μέγας καὶ Σωτὴρ, πῶς οὐ λίαν εἰσὶ
5δυσσεβεῖς καὶ παράφρονες οἱ ποίημα λέγοντες τὸν Υἱὸν, καὶ ἐν δούλοις κατατάττειν τολμῶντες τὸν ᾧ πάντα πρόσεστιν, ὅσα μόνῃ πρέπει τῇ θείᾳ φύσει, καὶ δι’ ὧν ὄντως τοῦτο οὖσα γινώσκεται;
9tΑΛΛΟ.
10 Εἰ, κατὰ τὴν τοῦ Προφήτου φωνὴν, εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ, καὶ ἔστι Κύριος ἐλπὶς αὐτοῦ, κρατήσει πάντως καὶ ἐναντίον· ἔξω γὰρ ἁπάσης εὐλογίας κείσεταί τις οὐκ ἔχων ἐπὶ Θεὸν τὴν ἐλπίδα. Εἴπερ οὖν κτίσμα καὶ ποίημά
15ἐστιν ὁ Υἱὸς, δοῦλος ἄρα ἐστὶ, καὶ οὐ φύσει Κύριος. Πῶς οὖν, κατὰ τὸν ἅγιον Ψαλμῳδὸν, «Εὐλογημένοι ἡμεῖς τῷ Κυρίῳ, οἱ τὴν ἐλπίδα ἔχοντες εἰς αὐτόν;» Πῶς δὲ καὶ αὐτὸς ἀληθεύσει λέγων ὁ Παῦλος· «Εὐ‐ λογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
20Χριστοῦ ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευμα‐ τικῇ;» Κύριος ἄρα κατὰ φύσιν ἐστὶν ὁ Υἱός. Εἰ δὲ τοῦτο, οὐ ποίημα. Κατὰ γὰρ τῶν ποιημάτων λέγε‐ ται· «Ὅτι τὰ σύμπαντα δοῦλα σά.»
24tἘκ τῶν Πράξεων.
25 «Διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώ‐ ραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ. Ἐλθόντες δὲ κατὰ τὴν Μυ‐ σίαν, πειράζοντες εἰς τὴν Βιθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ.» Ἰδοὺ πάλιν
30ἐνθάδε σαφῶς τὸ Πνεῦμα τὸ ἅγιον, Πνεῦμα κέκληκεν Ἰησοῦ. Ὅτε τοίνυν τὸ τοῦ Πατρὸς Πνεῦμα, καὶ Υἱοῦ Πνεῦμά ἐστι, πῶς οὐκ ἔσται κατὰ φύσιν Θεὸς ὁ τοῦ κατὰ φύσιν ὄντος Θεοῦ καὶ Πατρὸς ἔχων οὐσιωδῶς τὰ ἴδια καὶ ἐξαίρετα; Ἄλλως τε κἀκεῖνο πρὸς τῷδε
35θεωρητέον. Εἰ μὲν γὰρ ἀγγέλου τυχὸν ἢ ἑτέρας τινὸς λογικῆς δυνάμεως εἴρηταί ποτε Πνεῦμα τὸ ἐν Θεῷ φυσικῶς ἅγιον Πνεῦμα, τετάχθω μετὰ τῶν ποιημά‐ των καὶ ὁ Υἱὸς, οὐδὲν ἔχων ὡς πρὸς ταῦτα τὸ πλέον αὐτοῦ, κἂν Πνεῦμα αὐτοῦ λέγηται τὸ ἅγιον Πνεῦμα.
40Εἰ δὲ ἐπὶ μόνου φέρεται τοῦ κατὰ φύσιν ὄντος Υἱοῦ τὸ τοιοῦτον, πῶς ἂν εἴη τοῖς ἄλλοις ὁμογενὴς, ὁ τοσοῦ‐ τον αὐτῶν ὑπερκείμενος, ὡς μόνον ἔχειν αὐτὸν τῆς πατρῴας φύσεως τὸ θεοπρεπὲς ἀξίωμα, καὶ κοινο‐ ποιεῖσθαι τὰ τῆς οὐσίας τῷ ἰδίῳ γεννήτορι;
45tΑΛΛΟ.
46 «Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλός τε καὶ Σύλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐ‐ τῶν οἱ δέσμιοι. Ἄφνω δὲ σεισμὸς μέγας ἐγένετο, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἀν‐

75

.

508

(50)

εῴχθησαν δὲ αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.» Εἶτα διὰ μέσον θεὶς τὸν ἐπὶ τούτῳ τοῦ δε‐ σμοφύλακος θόρυβον, καὶ τὰς τοῦ Παύλου φωνὰς, πάλιν ἐπιφέρει· «Ἔντρομος δὲ γενόμενος (ὁ δεσμο‐ φύλαξ δηλονότι), προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σύλᾳ.
55Καὶ προαγαγὼν αὐτοὺς εἰς τὸ ἔξω, ἔφη· Κύριοι, τί507

75

.

509

με δεῖ ποιεῖν, ἵνα σωθῶ; Οἱ δὲ εἶπον· Πίστευσον εἰς τὸν Κύριον Ἰησοῦν, καὶ σωθήσῃ σὺ, καὶ ὁ οἶκός σου. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου, σὺν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ παραλαβὼν αὐτοὺς ἐν
5ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς, ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παρα‐ χρῆμα. Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ, παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικεὶ πε‐ πιστευκὼς τῷ Θεῷ.» Ὁ πιστεύσας εἰς τὸν Κύριον
10Ἰησοῦν, κατὰ τὴν τῶν ἀποστόλων παραίνεσιν, ὡς Θεῷ πιστεύσας ἠγαλλιάσατο πανοικεὶ πεπιστευκώς. Ἀλλ’ εἴπερ ἦν ποίημα καὶ κτίσμα ὁ Υἱὸς, κατὰ τὸν δυσ‐ σεβῆ τῶν αἱρετικῶν λόγον, διατί μὴ πρὸς γνῶσιν ἀληθῆ χειραγωγεῖται παρὰ τῶν ἀποστόλων ὁ δεσμο‐
15φύλαξ, ἀκούων· Οὐκ εἰς Θεὸν, ὦ οὗτος, ἐπίστευσας, ἀλλ’ εἰς ἕν τι τῶν ποιημάτων καὶ γενητῶν; Νυνὶ δὲ, τοῦτο μὲν εἰπόντες οὐ φαίνονται, ἦν δὲ μᾶλλον αὐτοῖς καὶ λίαν ἀποδεκτὸς ὡς ἄριστα διατιθέμενος, καὶ ἀληθῆ περὶ τῆς πίστεως τὴν διάληψιν ἔχων. Καὶ πῶς
20οὐκ ἤδη παντί τῳ σαφὲς, ὅτι Θεὸς κατὰ φύσιν ὁ Υἱός; Ὁ δὲ τοῦτο ὑπάρχων, πῶς ἂν εἴη κτίσμα καὶ ποίημα;
22tἘκ τῆς Ἰακώβου Ἐπιστολῆς.
23 «Ἰάκωβος, Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦ‐ λος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ, χαί‐
25ρειν.» Θεὸν ἐνθάδε καὶ Κύριον ἀποκαλεῖ τὸν Ἰησοῦν Χριστὸν, τοῦτο κατὰ φύσιν ὄντα γινώσκων τῆς ἀλη‐ θείας ὁ κήρυξ. Καὶ πῶς εἰς τοσοῦτον ἀποθρασύνεται τῶν ἑτεροδοξούντων ὁ νοῦς, ὡς τὸν οὕτως ἔχοντα φύσεως Υἱὸν, γενητὸν ἢ ποιητὸν ὑπολαμβάνειν; Οὐ
30γὰρ ἔξω θήσουσι ψόγου τὸν Πατέρα καὶ Θεὸν ὄντα φύσει καὶ Κύριον, ὥσπερ οὖν καὶ ἔστιν ὁ Υἱὸς, εἴπερ ὅλως ἐνδέχεται γενητῆς εἶναι φύσεως τὸν ὄν‐ τως Θεόν. Ἀλλὰ τοῦτο ἄτοπον, καὶ γυμνὴν ἔχων φαί‐ νεται τὴν εὐσέβειαν. Οὐκοῦν οὐ κτίσμα ὁ Υἱὸς, Θεὸς
35δὲ μᾶλλον οὐσιωδῶς καὶ Κύριος, ὥσπερ ὁ ἐξ οὗπερ ἐτέχθη Πατήρ.
37tΑΛΛΟ.
38 «Ἀδελφοὶ, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πί‐ στιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.»
40Ἐν τοῖς ἁγίοις προφήταις ὁ Θεός πού φησι· «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.» Πῶς οὖν ἔσται τῆς δόξης Κύριος ὁ Υἱὸς, εἴπερ ὄντως ἀλλογενής τέ ἐστι, καὶ τῆς τοῦ Πατρὸς οὐσίας ἀλλότριος; Οὐδὲν γὰρ φορέσει τὴν μόνῳ πρέπουσαν τῷ Θεῷ δόξαν, εἴπερ ὅλως εἴη
45πεποιημένον. Ἀλλ’ ἔστι Κύριος τῆς δόξης ὁ Υἱός· οὐ γὰρ ψεύδεται τῆς ἀληθείας τὸ Πνεῦμα τὸ ἐν τοῖς ἁγίοις τὰ τοιαῦτα λαλοῦν. Οὐκοῦν οὐ γενητὸς, εἰκὼν δὲ μᾶλλον καὶ χαρακτὴρ τοῦ Πατρὸς, ὅς ἐστι τῆς δόξης Κύριος. ᾯ δὲ πάντα πρόσεστι φυσικῶς τὰ τοῦ

75

.

509

(50)

Πατρὸς ἴδια, ἕποιτο ἂν εἰκότως μετὰ τῶν ἄλλων καὶ τὸ εἶναι τῆς δόξης Κύριον.
52tἘκ τῆς Πέτρου Ἐπιστολῆς.
53 «Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ, ὁ συμ‐ πρεσβύτερος, καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημά‐
55των, ὁ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινω‐509

75

.

512

νός· ποιμαίνετε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ.» Σο‐ φῶς πάλιν ἐνθάδε Θεὸν ὁ Πέτρος ἀποκαλεῖ τὸν Υἱὸν, τοῦτο κατὰ φύσιν ὄντα γινώσκων· οὐ γὰρ ψεύδεται. Ἀκηκοὼς γὰρ αὐτὸς παρὰ τοῦ Σωτῆρος ἡμῶν τοῦ
5Χριστοῦ· «Σίμων Ἰωνᾶ, φιλεῖς με; Βόσκε τὰ ἀρνία μου·» καὶ πάλιν, «Ποίμαινε τὰ πρόβατά μου,» τὴν ὁμοίαν δίδωσιν ἐντολὴν, Θεοῦ ποίμνιον τὰ τοῦ Σωτῆρος ὀνομάζων, ὡς ἄνωθεν ἐκ Πατρὸς, καὶ οὐ διὰ σαρκὸς καὶ αἵματος, τοῦ θείου μυστηρίου τὴν γνῶσιν
10παραλαβών. Εἰ δὲ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, πῶς ἔσται κτίσμα ἢ ποίημα;
12tΑΛΛΟ.
13 Ποιητοῦ καὶ ποιήματος ἄμετρόν τινα καὶ ἀσύγ‐ κριτον οὖσαν τὴν διαφορὰν ἐπιδεικνύων ὁ Ψαλμ‐
15ῳδὸς, ἀναφθέγγεται· «Αὐτὸς ἐποίησε ἡμᾶς, καὶ οὐχ ἡμεῖς· ἡμεῖς δὲ λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χει‐ ρὸς αὐτοῦ.» Ἐν μὲν οὖν τῷ δύνασθαι ποιεῖν τε καὶ κτίζειν, ἡ θεία καὶ δεσπόζουσα φύσις διαγινώσκε‐ ται· ἐν δὲ τῷ πεποιῆσθαι καὶ παρῆχθαι πρὸς γένε‐
20σιν, ἡ δούλη καὶ γενητή. Ἐπειδὴ δὲ πάντων δημιουρ‐ γός ἐστιν ὁ Υἱὸς, οὔτε εἷς ἔσται τῶν πάντων, οὔτε ἐν τοῖς πεποιημένοις τετάξεται, ὁ διὰ τοῦ δύνασθαι κτίζειν ἑτεροφυὴς ὡς πρὸς τὴν κτίσιν ἀναδεικνύμε‐ νος, καὶ τὸ δουλικὸν ἀναβεβηκὼς μέτρον, ὥστε καὶ
25ἐντὸς ὅρων τῆς δεσποζούσης οὐσίας ὑπάρχειν.
26tἘκ τῆς Ἰωάννου Ἐπιστολῆς.
27 «Γράφω ὑμῖν, φησὶ, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς.» Εἰ τῶν ποιημάτων οὐδὲν ἀπ’ ἀρχῆς ἢ ἐν ἀρχῇ, διὰ τὸ πάντα ἐν χρόνῳ κεκλῆσθαι πρὸς γένεσιν, ἦν
30δὲ ἀπ’ ἀρχῆς ὁ Υἱὸς, ὃν καὶ ἐγνώκασι πρὸς οὓς ὁ λόγος, πῶς ἔσται τῶν ποιημάτων ὁ μὴ οὔτως ἔχων καθάπερ ἐκεῖνα;
33tΑΛΛΟ.
34«Ὁ ἀρνούμενος τὸν Πατέρα, καὶ τὸν Υἱὸν ἀρνεῖ‐
35ται, καὶ ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει.» Ἀρνήσεταί τις τὸν Υἱὸν οὐχ ἑτέρως, εἰ μὴ διὰ τοῦ ποίημα λέγειν αὐτὸν, καὶ τῆς τοῦ Πατρὸς ἐκπέμπειν ὁμοουσιότητος, ὁμολογήσει δὲ πάλιν ἀπο‐ σώζων αὐτῷ γνήσιόν τε καὶ ἀληθὲς τὸ τῆς υἱότητος
40ἀξίωμα, καὶ τῆς πρὸς Πατέρα ὁμοιώσεως φυσικῆς οὐκ ἀποστερίσκων αὐτόν. Οὐκοῦν ὅπερ ἂν ὑπό του περὶ τοῦ Πατρὸς λέγηται, τοῦτο πάντως καὶ περὶ τοῦ Υἱοῦ, δίχα μόνου τοῦ ὅτι Πατήρ ἐστι. Καὶ ὅπερ ἂν ἐφ’ Υἱοῦ τάττοιτο, τοῦτο κρατήσει καὶ περὶ τοῦ Πατρὸς, δίχα
45μόνου πάλιν τοῦ ὅτι Υἱός ἐστιν. Οἷον ὁ Πατὴρ Θεὸς κατὰ φύσιν, παντοκράτωρ, δημιουργὸς, Κύριος, βα‐ σιλεὺς, ἄφθαρτος, ἀθάνατος, ζωὴ, ἀρχὴν τοῦ εἶναι μὴ ἔχων, ἀλλ’ οὐδὲ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παρενε‐ χθείς· ταῦτα καὶ ὁ Υἱὸς ἀπαραλλάκτως. Εἰ δὲ δίδως

75

.

512

(50)

μὲν ταῦτα προσεῖναι τῷ Πατρὶ, καὶ οὕτως ἔχειν αὐ‐ τὸν ὁμολογεῖς, ἐκβάλλεις δὲ αὐτὸν τὸν Υἱὸν, ποίημα λέγων, καὶ τὸν δημιουργὸν ἐν τῇ τῶν κτισμάτων τάξει καταφέρων, ἐξωθήσεις αὐτῶν καὶ τὸν Πατέρα, κατα‐ δικάζων ἀμαθῶς τοῦ Υἱοῦ, καὶ τοῦ θεοπρεποῦς ἀξιώ‐
55ματος ἀλλότριον εἶναι φάσκων τὸν τοῦ γεννήσαντος511

75

.

513

χαρακτῆρα, εἰς ὂν ἐνορῶντες τὴν τοῦ Πατρὸς φύσιν καταθεώμεθα κατὰ τὸ παρ’ αὐτοῦ τοῖς μαθηταῖς εἰ‐ ρημένον· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Οὐκοῦν ἀγενήτου τυγχάνοντος τοῦ Πατρὸς, ἀγένητον
5εἶναι χρὴ καὶ τὸν Υἱόν· ἀγένητον δέ φημι τὸ μὴ πεποιημένον.
7tΑΛΛΟ.
8 «Καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν, καὶ ἀπαγ‐ γέλλομεν ὑμῖν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν
10Πατέρα, καὶ ἐφανερώθη ὑμῖν.» Τὸ αἰῶνος ὄνομα, πολλάκις ἐπὶ Θεοῦ τέθειται παρὰ τῇ ἁγίᾳ Γραφῇ, ὡς τὴν ἐν τῷ χρόνῳ γένεσιν ἀναιροῦν ἐπὶ τῆς θείας καὶ ἀκηράτου φύσεως, ᾗ καὶ μόνῃ τὸ μὴ πεποιῆσθαι πρόσεστιν οὐσιωδῶς. Εἰ τοίνυν αἰώνιος ἦν ἡ ζωὴ
15παρὰ τῷ Θεῷ καὶ Πατρὶ, τουτέστιν ὁ Υἱὸς, πῶς ἂν εἴη γενητὸς, κατὰ τήν τινων ἀβουλίαν; Τὸ γὰρ ὅλως γενηθὲν, οὐκ αἰώνιον.
18tΑΛΛΟ.
19«Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδω‐
20κεν ἡμῖν διάνοιαν, ἵνα γινώσκομεν* τὸν ἀληθινὸν Θεὸν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ ἡ αἰώνιος.» Τί πάλιν ἐροῦσιν οἱ φιλεγκλήμονες αἱρετικοὶ καὶ πρὸς ταύτας τοῦ ἁγίου τὰς ἀψευδεῖς τε καὶ ἠκριβω‐
25μένας φωνάς; Εἰ Θεὸς ἀληθινὸς ὁ Υἱὸς, οὐσιωδῶς ἄρα τοῦτό ἐστι καὶ οὐ χάριτι, καθάπερ καὶ τὰ ποιή‐ ματα. Ὁ δὲ φύσει Θεὸς, εἰ πεποίηται, κατ’ αὐτοὺς, οὐδὲν ὅλως οὐδὲ ἐν τῷ Πατρὶ τὸ ἐξαίρετον, καὶ εἰ λέγοιτο φύσει Θεός. Τὸ γὰρ ἅπαξ ποιητὸν ἢ κτιστὸν
30τοῦ πεποιῆσθαι τὴν αἰτίαν, κἂν ποιηθὲν οὔπω φαίνη‐ ται, οὐδαμῶς διαφεύξεται, ποιεῖσθαι πεφυκός· ὥρα τοίνυν καὶ εἰς αὐτὸν εὐσεβεῖν* τὸν Πατέρα. Ἀλλ’ οὐ παραδέχεται τὸν τοῦ πεποιῆσθαι λόγον ἡ θεία καὶ ἀκή‐ ρατος φύσις· τοῦτο δέ ἐστιν ὁ Υἱός· οὐκ ἄρα ποιητὸς,
35ἀγένητος δὲ μᾶλλον, ὡς φύσει Θεὸς καὶ ἀληθινὸς καὶ ζωὴ αἰώνιος.
37tἘκ τῆς Ἰούδα Ἐπιστολῆς.
38 «Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ἅπαξ πάντα, ὅτι Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ
40δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν.» Εἰ κατὰ τὴν προκειμένην τοῦ ἁγίου φωνὴν διέσωσεν ὁ Ἰησοῦς ἐξ Αἰγύπτου τὸν λαὸν, αὐτὸς ἄρα ἐστὶν ὁ λέγων πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ἐγώ εἰμι ὁ ὤν· ἀκούων ἤκουσα τοῦ στεναγμοῦ τῶν υἱῶν Ἰσραὴλ, καὶ κατ‐
45έβην τοῦ ἐξελέσθαι αὐτούς.» Εἴπερ οὖν ὄντως αὐτός ἐστιν ὁ ὢν, πῶς ἂν εἴη καὶ γενητός; Οὐκ ἔτι γὰρ ὢν, ἀλλὰ πεποιημένος. Ἀλλ’ οὐ ψεύδεται Χριστός. Ὢν γάρ ἐστι καὶ ὑπάρχων ἀεὶ, οὐκ ἄρα πεποιημένος εὑ‐ ρίσκεται, οὐδὲ ἀρχὴν τοῦ εἶναι λαχὼν τὴν ἐν χρόνῳ,

75

.

513

(50)

καθάπερ τὰ ποιήματα.
51tἘκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου.
52 «Ἰωσὴφ, υἱὸς Δαβὶδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Τέξεται δὲ Υἱὸν, καὶ
55καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει513

75

.

516

τὸν λαὸν αὐτοῦ ἁπὸ τῶν ἁμαρτιῶν αὐτοῦ.» Εἰ δια‐ σώζει τὸν οἰκεῖον λαὸν ὁ Υἱὸς, καὶ ἀφίησιν ἁμαρ‐ τίας, ὡς τοῦ νόμου Κύριος καὶ Θεὸς, τίς τοῖς ποιή‐ μασι συντάξει τὸν εἴσω βεβηκότα τῶν τῆς θεότητος
5ὅρων, καὶ αὐτὸν κατὰ φύσιν ὄντα Θεόν; Οἶμαι δὲ ὅτι πᾶς ὅστις οὖν ἐρεῖ καὶ συνθήσεται μόνῳ χρεωστεῖ‐ σθαι Θεῷ τὸ κεκτῆσθαι λαὸν, ὡς Δεσπότῃ καὶ βασιλεῖ.
8tΑΛΛΟ.
9«Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ
10Ἡσαΐου τοῦ προφήτου, λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ’ ἡμῶν ὁ Θεός.» Εἰ μὴ Θεὸς κατὰ φύσιν ὑπῆρχεν ὁ Υἱὸς, οὐκ ἂν ἐκλήθη Μεθ’ ἡμῶν ὁ Θεὸς, ὃ δὴ καὶ
15γέγονεν ὅτε διὰ γυναικὸς ἐγεννήθη τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀναλαβών. Οὐκ ἀγγέλου δὲ ὅλως, ἀλλ’ οὐδὲ ἑτέρου τινὸς εὕρημα τῶν γενητῶν τὸ Ἐμμανουὴλ, ἀλλ’ ὁ Πατὴρ οὕτως ὠνόμασε τὸν Υἱὸν, καὶ μαρτυ‐ ρήσει λέγων ὁ ἅγιος προφήτης περὶ τοῦ θείου γεν‐
20νήματος· «Καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ τὸ καινὸν, ὃ Κύριος ὀνομάσει αὐτό.» Καινὸν γὰρ ὄντως ὄνομα τῷ Υἱῷ τὸ Ἐμμανουὴλ, τουτέστι, Μεθ’ ἡμῶν ὁ Θεός. Πρὸ μὲν γὰρ τῆς μετὰ σαρκὸς ἐν τῷ κόσμῳ παρου‐ σίας, αὐτὸ δὴ τοῦτο γυμνῶς ἦν τε καὶ ἐκαλεῖτο Θεός·
25μετὰ δὲ τὴν ἐκ Παρθένου γέννησιν, οὐκέτι μόνον Θεὸς, ἀλλὰ μεθ’ ἡμῶν, τουτέστιν, ἐνανθρωπήσας Θεός. Θεὸν τοιγαροῦν ὀνομάζοντος τοῦ Πατρὸς τὸν ἴδιον Υἱὸν, ἐρυθριάτωσαν οἱ πεποιῆσθαι λέγοντες αὐτὸν δυσσεβῶς τε καὶ ἀμαθῶς. Ὁ γὰρ φύσει Θεὸς, οὐκ
30ἔστι ποίημα.
31tΑΛΛΟ.
32 «Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, ὅτι Οὐ φο‐ νεύσεις· ὃς δ’ ἂν φονεύσει, ἔνοχος ἔσται τῇ κρίσει. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ
35αὐτοῦ, ἔνοχος ἔσται τῇ κρίσει.» Δέχου μοι πάλιν ἐνθάδε τοιόνδε τινὰ λογισμὸν, καὶ περιάθρει σαφῶς εἰ μή σοι φανοῦμαι λέγων ὀρθῶς· Ἐπειδὴ μόνῳ τὸ νομοθετεῖν βασιλεῖ πρεπωδέστατον, οὐδενὶ τῶν ὄντων ἐφίησι Θεὸς προσθεῖναί τι τοῖς παρ’ αὐτοῦ διὰ Μω‐
40σέως τετυπωμένοις. Λέγει γάρ· Ἐπ’ αὐτοῖς οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ’ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. Εἰ δὲ ἀφεῖλε τὸ ἔλαττον ὁ Σωτὴρ, προσέθηκε δὲ τὸ μεῖζον καὶ τελεώτερον, ὡς Θεὸς ἄρα καὶ τοῦ νόμου Κύριος τοῦτο ἐργάζεται, ἢ πάντως, εἰ μὴ τοῦτό ἐστιν, οὐκ
45ἂν εἴη παρανομίας ἐλεύθερος, παραλύσας τὴν ἐντο‐ λήν. Ἀλλ’ ἔστιν ἀληθὲς τὸ γεγραμμένον, «Ὅτι ἁμαρ‐ τίαν οὐκ ἐποίησεν.» Ὡς Θεὸς ἄρα τὴν μὲν πρώτην ἀπεσκεύασεν ἐντολὴν, ἀντεισφέρει δὲ τὴν δευτέραν ἐξουσιαστικῶς. Τοῦτο γὰρ σημαίνειν ἔοικε τὸ, «Ἐγὼ

75

.

516

(50)

δὲ λέγω ὑμῖν.» Πῶς οὖν ἔσται γενητὸς ἢ κτιστὸς, ὁ νομοθετῶν ὡς φύσει Θεὸς, διά τε τοῦτο πρόσφατος εἶναι μὴ δυνάμενος;
53tΑΛΛΟ.
54«Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώ‐
55ματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐ‐515

75

.

517

ράνιος. Ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις, οὐδὲ ὁ Πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.» Τοῦ Θεοῦ καὶ Πατρὸς ἀφιέντος ἁμαρτίας καὶ τὸν ταῖς παρανομίαις ἔνοχον ἀπολύοντος, ἐξουσίαν ἔχει τοῦτο
5χαρίζεσθαι καὶ ποιεῖν καὶ ὁ Υἱός. Καὶ γοῦν ὁ Σωτήρ που πρός τινά φησι· «Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.» Ὅτε τοίνυν τοσαύτης ἐξουσίας ἐπει‐ λημμένον ὁρῶμεν τὸν Υἱὸν, ἧς ἂν ἔχῃ καὶ ὁ Πατὴρ, πῶς αὐτὸν ἑτεροφυῆ τε καὶ ἔκφυλον λεγόντων ἀνεξό‐
10μεθα τῶν ἀνοσίων αἱρετικῶν, ἐν οὐδενὶ τῶν πεποιη‐ μένων ἐπιδεῖξαι δυναμένων κειμένην οὕτω τὴν μόνῳ Θεῷ πρέπουσαν ἐξουσίαν;
13tΑΛΛΟ.
14«Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς
15ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.» Ὅρος οὗτος ἐξ ἑνὸς κατὰ πάντων τοῦ Σωτῆρος ἡμῶν ἀληθέστατος. Ἴδωμεν τοίνυν ἀκριβῶς τῶν εἰρημέ‐ νων τὴν δύναμιν, καὶ ἐπ’ αὐτῆς ἤδη τῆς θείας οὐ‐ σίας ἐξεταζέσθω τὸ πρᾶγμα. Οὐκοῦν τό τινος κατά
20τι γένος τῶν ἀγαθῶν ἐλαττούμενον, ὡς πρὸς ἐκεῖνο τὸ νικῶν, οὐ καλόν· οὐ γὰρ ὅμοιον οὐδὲ ἴσον ἀπαραλ‐ λάκτως αὐτῷ. Καλοῦ δὲ ὄντος τοῦ ἀγενήτου λίαν, ἐν ἐλάττονι μοίρᾳ τὸ γενητὸν εὑρίσκεται, καὶ ὡς πρὸς ἐκεῖνο, οὐ καλόν. Πῶς ἔσται καρπὸς γενητὸς ἐξ ἀγε‐
25νήτου φυτοῦ, εἴπερ ὢν ἀγένητος ὁ Πατὴρ πιστεύε‐ ται; Εἰ γὰρ οὐ δύναται δένδρον καλὸν καρποὺς πο‐ νηροὺς ποιεῖν, δένδρον τε καλὸν ὁ Θεὸς καὶ Πατὴρ καὶ διὰ τὸ εἶναι ἀγένητος, πῶς δὴ καὶ πόθεν ὁ ἐξ αὐτοῦ καρπὸς ἔσται γενητὸς, ὡς ἐντεῦθεν ὁρᾶσθαι
30πονηρὸν, διὰ τὸ ψεύδεσθαι τοῦ γεννήσαντος αὐτὸν τὴν εὐγένειαν; Ἀλλὰ μὴν ἀγαθὸν ὁ καρπὸς, ὥσπερ οὖν ἀμέλει καὶ τὸ φυτόν. Οὐκ ἄρα διαψεύσεται τοῦ Πατρὸς τὴν εὐγένειαν ὁ Υἱὸς, ἐξ ἀγενήτου γενητὸς ἀναδεικνύμενος. Ἔσται δὲ καὶ αὐτὸς ἀγένητος ὥσπερ
35καὶ ὁ Πατήρ. Εἰ δὲ τοῦτο, πῶς ἔσται ποίημα ἢ κτίσμα, κατὰ τὴν τῶν αἱρετικῶν ἀβουλίαν;
37tΑΛΛΟ.
38 «Καὶ ἰδοὺ προσελθὼν προσεκύνει αὐτῷ λεπρὸς, λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. Καὶ
40ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ, λέγων· Θέλω, κα‐ θαρίσθητι. Καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.» Ἐξ αὐθεντίας ἡ χάρις· δεσποτικὸν τὸ ἐπίταγμα. Πῶς οὖν ἐν δούλοις ὡς γενητὸς ὁ Υἱὸς, ὁ καὶ ἐν τῷ ἐθε‐ λῆσαι μόνον πάντα ποιεῖν δυνάμενος, καὶ τὸ θεϊκὸν
45ἀξίωμα καὶ τοῦ τεκόντος ἴδιον καὶ κατὰ τοῦτο φέρων; Γέγραπται γὰρ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτι «Πάντα ὅσα ἠθέλησεν ἐποίησεν,» ὡς ἐν τῇ θείᾳ θελήσει τῶν ἔργων εὐθὺς ὑφισταμένων, καὶ νεύματι μόνῳ πρὸς τὸ εἶναι καλουμένων. Ὁ δὲ τοῦ ἰδίου Πα‐

75

.

517

(50)

τρὸς τήν τε δύναμιν ἔχων καὶ τὴν ἐξουσίαν, πῶς ἂν εἴη πρὸς αὐτὸν ἑτεροφυὴς διὰ τὸ εἶναι γενητὸς, οὐχ οὕτω φύσεως ἐχούσης ἐκείνου; Φιλεῖ γὰρ ἀεὶ τὰ τὴν αὐτὴν ἐνέργειαν ἔχοντα, τῆς αὐτῆς ὑπάρχειν καὶ οὐσίας, καὶ τὸ ἑτεροφυὲς ἐν τούτοις ἀπίθανον. Οὐκ‐
55οῦν ὁμοφυὴς ὁ Υἱὸς τῷ Πατρὶ, καὶ ἐξ ἀγενήτου ἀγέ‐
νητος, ὡς τὴν αὐτὴν ἔχων ἐξουσίαν καὶ δύναμιν,517

75

.

520

μᾶλλον αὐτὸς ὢν ἡ ζῶσα καὶ οὐσιώδης ἐνέργεια καὶ δύναμις καὶ σοφία τοῦ Πατρός.
3tΑΛΛΟ.
4«Τότε ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῇ θα‐
5λάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν, λέγοντες· Ποδαπός ἐστιν οὗτος, ὅτι καὶ ἡ θάλασσα καὶ οἱ ἄνεμοι ὑπακούουσιν αὐτῷ;» Εἰς ἀπόδειξιν τῆς ἐνούσης αὐτῷ μεγαλειότητος, φησί που Θεὸς δι’ ἑνὸς τῶν προφητῶν πρὸς τοὺς ἀναίδην
10ἐξαμαρτάνοντας· «Μὴ ἐμὲ οὐ φοβεῖσθε; λέγει Κύ‐ ριος. Ἦ ἀπὸ τοῦ προσώπου μου οὐκ εὐλαβηθήσεσθε, τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό;» Καὶ πάλιν αὐτὸ δὴ τοῦτο σημαίνων ἐν Ἰὼβ περὶ τῆς θαλάσσης
15φησίν· «Ἐθέμην δὲ αὐτῇ ὅρια ἐπιθεὶς κλεῖθρα καὶ πύλας· εἶπα δὲ αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ· ἀλλ’ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.» Ὁ δέ γε μακάριος Ψαλμῳδὸς τὴν πνευ‐ ματικὴν ἀνακρουόμενος λύραν εἰς δοξολογίας* φησὶ
20πρὸς Θεόν· «Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσ‐ σης, καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς σὺ κατα‐ πραΰνεις.» Ὅτε τοίνυν τὴν θείαν χαρακτηρίζει φύ‐ σιν, καὶ τὸ δύνασθαι τῆς θαλάσσης κρατεῖν, καὶ νόμους ἐπιθεῖναι τοῖς ὕδασιν, ἄγειν τε ὑπὸ τὸν τῆς
25δεσποτείας ζυγὸν τῶν ἐν κόσμῳ στοιχείων τὰ και‐ ριώτατα, τοῦτο δὲ ποιῶν μετὰ πολλῆς τινος τῆς ἐξ‐ ουσίας ὁ Υἱὸς φαίνεται, κατὰ τίνα τρόπον οὐκ ἔσται φύσει Θεός; Πῶς δ’ ἂν εἴη γενητὸς ὁ καὶ μάλα ῥᾳ‐ δίως ἐξανύειν δυνάμενος ὅσα μόνῳ πρέπει τῷ Θεῷ
30καὶ Πατρί; Εἰ μὲν γὰρ οὐδὲν ὅλως εἶναί φαμεν τὸ δύνασθαι τῆς θαλάσσης κρατεῖν, κλεῖθρά τε αὐτῇ καὶ πύλας ἐπιτιθέναι, τί μάτην ἐπικομπάζει τούτοις, ὡς πολὺ τὸ ἀξιόπιστον ἔχουσιν, ὁ Θεὸς καὶ Πατήρ; Εἰ δὲ μόνης τῆς θεοπρεποῦς δυνάμεώς τε καὶ δόξης
35ἐξήρτηται τὸ δύνασθαι ταῦτα ποιεῖν, οὐδεὶς ἐπι‐ τρέψει λόγος τῇ τῶν γενητῶν οὐσίᾳ χαρίζεσθαι τὰ μόνῃ τῇ θείᾳ φύσει χρεωστούμενα. Οὐκοῦν οὐκ ἂν εἴη γενητὸς ὁ Υἱὸς ὁ τῶν τῆς θεότητος ὅρων εἴσω βεβηκὼς διὰ τοῦ ταῦτα δύνασθαι φυσικῶς ἐνεργεῖν, ἅπερ ἐκείνης ἴδιά τε καὶ ἐξαίρετα φαίνεται.
39tΑΛΛΟ.
40 «Οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν, λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων. Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Ὑπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους, καὶ ἰδοὺ ὥρμησεν ἡ ἀγέλη πᾶσα κατὰ τοῦ κρημνοῦ εἰς τὴν
45θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.» Ἔτι καὶ τοῦτό ἐστι τῆς θείας οὐσίας τὸ ἐξαίρετον, τὸ δύνα‐ σθαι πάντα συνέχειν δηλαδὴ, καὶ μέχρι τῶν εὐτελε‐ στάτων τῆς ἐφ’ ἑκάστῳ προνοίας λόγους ἐξαπλοῦν. Καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ Σωτήρ· «Οὐχὶ δύο

75

.

520

(50)

στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πε‐ σεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς;» Εἰ τοίνυν μέγα καὶ τοῦτο καὶ θεοπρεπὲς ἐν τῷ Πατρὶ τὸ ἀξίωμα, φέρει δὲ τοῦτο καὶ ὁ Υἱὸς,
τοῖς πονηροῖς δαιμονίοις οὐδὲ χοίρων ἔχειν ἐπιτρέ‐519

75

.

521

πων τὴν ἐξουσίαν (ἀξιοῦσι γὰρ λαβεῖν, ὡς οὐκ ἔχον‐ τας δηλαδὴ), ποῖον ἔχει λόγον ἑτεροφυῆ καὶ ποιητὸν ὑπολαμβάνειν τὸν ἐκ Θεοῦ πεφυκότα Θεὸν Λόγον, καὶ πάντα ἔχοντα φυσικῶς τὰ τοῦ γεννήσαντος ἴδια;
5tΑΛΛΟ.
6 «Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.» Ὅρα μοι πάλιν
10ἐνθάδε θεϊκὴν τοῦ Υἱοῦ τὴν ἐξουσίαν, καὶ οὐ γενητῇ πρέπουσαν φύσει. Τὸ μὲν γὰρ δύνασθαι δρᾷν τι τῶν ὅσα δικαίως θαυμάζεται, καὶ τοῖς ἁγίοις προσῆν οὐ φυσικῶς, ἀλλ’ ἐκ μετοχῆς τοῦ ἁγίου Πνεύματος καὶ παρὰ Θεοῦ. Τὸ δὲ καὶ ἑτέροις διδόναι τὴν ἐπὶ τού‐
15τοις χάριν, παντελῶς τῆς ἐκείνων δυνάμεώς τε καὶ ἐξουσίας ἀλλότριον. Πῶς γὰρ ἂν δύναιτο γενητὴ δε‐ σπόζειν φύσις τῶν τοῦ Πνεύματος χαρισμάτων; Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἅτε Θεός τε ὑπ‐ άρχων φύσει καὶ Υἱὸς, θεραπεύει μὲν ἐξουσιαστικῶς,
20οὐκ εὐχῆς ἔργον ἐπιδεικνύων, καθάπερ ἐκεῖνοι, ἀλλ’ οἰκείας καὶ οὐσιώδους ἐνεργείας ἀποτελέσματα. Χορηγεῖ δὲ ὁμοίως οἷσπερ ἂν βούλοιτο τὴν ἐπὶ τούτῳ χάριν, οὐκ ἀλλοτρίαν ἐπ’ αὐτοὺς δύναμιν καλῶν, ἀλλ’ οἴκοθεν ἐντιθείς· ὥσπερ ἂν εἰ καὶ τὸ πῦρ τοῖς
25αὐτῷ πλησιάζουσιν, ἐμβάλλοι τῆς ἑαυτοῦ φύσεως τὴν ἐνέργειαν. Πῶς οὖν ὁ μετόχους τῆς θείας οὐσίας ἀποτελῶν τοὺς ἐν οἷς ἂν γένοιτο τῇ δυνάμει τοῦ Πνεύματος, γενητός τε εἴη καὶ πεποιημένος, καὶ οὐχὶ μᾶλλον φύσει Θεός;
30tΑΛΛΟ.
31 «Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός.» Οὐ δυ‐ ναμένης τῆς τῶν γενητῶν διανοίας περιδράττεσθαι
35τρόπον τινὰ τῆς θείας οὐσίας, διὰ τὸ πάντα ὑπερ‐ κεῖσθαι νοῦν, καὶ πάσης διανοίας ἐξάλλεσθαι τὸ ὑπερ‐ φυὲς αὐτῆς καὶ ἀκήρατον κάλλος, ὑπὸ μόνης ἑαυτῆς ὅπερ ἐστὶ κατὰ φύσιν γινώσκεται. Οὐκοῦν ἀφ’ ὧν ἐστιν ὁ Πατὴρ, οἶδε τὸν ἴδιον Υἱὸν, καὶ πάλιν ἀφ’ ὧν
40ἐστιν ὁ Υἱὸς, οἶδε τὸν ἑαυτοῦ Πατέρα. Καὶ οὕτω γὰρ καὶ ἂν ἀληθεύοι λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Οὐδεμιᾶς τοιγαροῦν ἐξαλλαγῆς μεταξὺ κειμένης, ὅσον εἰς θεότητος φύσιν, πῶς ἂν εἴη γενη‐
45τὸς ὁ Υἱὸς, οὐκ ὄντος τοῦτο τοῦ Πατρὸς, οὗ καὶ ἐστὶν εἰκὼν καὶ χαρακτὴρ ἀπαράλλακτος;
47tΑΛΛΟ.
48 «Δεῦτε πρός με, φησὶ, πάντες οἱ κοπιῶντες καὶ πε‐ φορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν

75

.

521

(50)

μου ἐφ’ ὑμᾶς.» Εἰ πᾶσα τῶν γενητῶν ἡ φύσις ὑπὸ τὸν θεῖόν ἐστι ζυγὸν, καὶ μόνῳ δουλεύει τῷ κτίσαντι, κλίνασα τὸν αὐχένα, κατὰ τὸν λέγοντα πρὸς Θεὸν, «Ὅτι τὰ σύμπαντα δοῦλά σου·» ὑπάγει δὲ ἡμᾶς ὁ
Σωτὴρ καὶ ὑποτίθησι τῷ οἰκείῳ ζυγῷ· Δεσπότης ἄρα521

75

.

524

ἐστὶ καὶ Κύριος καὶ κτίστης ὡς Θεός. Πῶς ἐν ποιή‐ μασιν ὁ τοιοῦτος; Πῶς δὲ ὑπὸ ζυγοῦ καὶ δουλείας ὁ πάντα ἡνιοχῶν καὶ διιθύνων ὡς Κύριος; Εἰ γὰρ μὴ τοῦτό ἐστι, προσκυνοῦντες ἁλωσόμεθα ποίημα, καὶ
5κτίσματι παρὰ τὸν κτίστην δουλεύοντες. Ἔχει δὲ οὐχ οὕτω τὰ καθ’ ἡμᾶς· ἀληθινὸς γὰρ Θεὸς ὁ Υἱός. Οὐκ ἄρα ἐστὶ κτίσμα ἢ ποίημα.
8tΑΛΛΟ.
9«Ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ, ὅτι τοῖς Σάββασιν
10οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ Σάββατον βεβηλοῦσι καὶ ἀν‐ αίτιοί εἰσι; Λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μείζων ἐστί.» Καὶ πλέον ἔχει τὸ σέβας τοῦ ἐκ λίθων διηρτισμένου ναοῦ, Θεὸς ὁ κατοικῶν ἐν αὐτῷ καὶ ἁγιάζων αὐτὸν, οὗ καὶ εἰς δόξαν ἡ τοῦ ἱεροῦ γέγονε κατασκευή.
15Πλείονα πῶς οὖν τοῦ ἱεροῦ τὴν τιμὴν ἔχει Χριστὸς, εἴπερ οὐκ ἔστι Θεὸς ὁ ἐν αὐτῷ τῷ ἱερῷ προσκυνού‐ μενος; Ἀλλ’ ἔχει τὸ πλέον καὶ ἀληθεύει· πῶς γὰρ οὔ; Θεὸς ἄρα ἐστὶν ὡς Υἱὸς ἐκ Θεοῦ Πατρὸς πεφη‐ νώς. Εἰ δὲ τοῦτο, οὐ ποίημα οὐδὲ κτίσμα ἐστίν. Οὐ
20γὰρ ἐπλανᾶτο λατρεύων αὐτῷ καὶ προσκυνῶν ὁ Ἰσραὴλ ἐν τῷ ἱερῷ, πρὸς ὂν εἴρηταί που· «Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύ‐ σεις.»
24tΑΛΛΟ.
25 «Ἢ ποιήσατε τὸ δένδρον καλὸν, καὶ τὸν καρπὸν αὐτοῦ καλὸν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἀπὸ γὰρ τοῦ καρποῦ τὸ δέν‐ δρον γινώσκεται.» Καρπὸς δὲ τοῦ Πατρός ἐστιν ὁ Υἱός· τοιοῦτος ἂν εἴη πάντως αὐτὸς, ὁποῖόν περ ἂν
30ὑπάρχοι τὸ ἐξ αὐτοῦ γεννηθέν. Οὐκοῦν εἰ κτίσμα καὶ ποίημά ἐστιν ὁ Υἱὸς, ἔσται τοῦτο καὶ ὁ Πατήρ. Εἰ δὲ ἀγένητος ὁ Πατὴρ, ἀγένητος ἔσται καὶ ὁ Υἱὸς, ἐπεὶ κατά τινα τρόπον ἐκ τοῦ καρποῦ τὸ δένδρον ἐπιγνωσθήσεται.
35tΑΛΛΟ.
36 Ἐβασανίζετό ποτε τῶν ἀποστόλων τὸ σκάφος, χει‐ μῶνος ὄντος κατὰ τὴν λίμνην σφοδροῦ, καὶ πνευμά‐ των ἀφορήτου βίας τῶν ὑδάτων καταῤῥηγνυμένων. Τετάρτῃ δὲ φυλακῇ, ὡς ἐπὶ ξηρᾶς βαδίζων ἐπὶ τοῦ
40κύματος ὁ Σωτὴρ, κατὰ μέσην τὴν λίμνην τοῖς μα‐ θηταῖς ἐπιφαίνεται. Οἱ δὲ φάντασμα βλέπειν οἰη‐ θέντες, ὑπὸ τοῦ δέους ἔκραζον. Ὡς δὲ παρεθάρ‐ συνεν αὐτοὺς ὁ Σωτὴρ λέγων, «Ἐγώ εἰμι, μὴ φο‐ βεῖσθε,» μόγις μὲν τὸν φόβον ἐξέπτυσαν, εἰσδέχονται
45δὲ αὐτὸν εἰς τὸ σκάφος, καὶ παραχρῆμα, φησὶν, ἐκόπασεν ὁ ἄνεμος. Οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες· «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.» Τί οὖν πάλιν ἐροῦσιν οἱ τῇ ἀληθείᾳ μαχόμενοι, καὶ μόνοις τοῖς ἰδίοις ἀκολουθοῦντες θελήμασιν, ὅταν ἴδωσιν ὅλον

75

.

524

(50)

ὁμοῦ τὸν τῶν ἀποστόλων χορὸν ὡς Θεῷ προσκυνοῦντα τῷ Υἱῷ, καὶ μεθ’ ὅρκου λέγοντα, ὅτιπερ ἀληθῶς Υἱὸς εἴη Θεοῦ; Δῆλον δὲ ὅτι καὶ Θεός. Εἰ γὰρ ἓν τῶν κτισμάτων ἐστὶ κατὰ τὴν αὐτῶν ἀμαθίαν, πῶς ἀλη‐ θῶς Υἱός ἐστι τοῦ Θεοῦ; Ἀμήχανον γὰρ τὸν μὴ ἔκ
55τινος κατὰ φύσιν προεληλυθότα καὶ τὸ ἴδιον τῆς τοῦ523

75

.

525

γεννήσαντος οὐσίας ἐπαγόμενον, ἀληθῶς εἶναι υἱόν. Πῶς δὲ, εἴπερ ἐσφάλ[λ]οντο τοῦτο λέγοντες οἱ μαθη‐ ταὶ, σεσιώπηκε ὁ Σωτὴρ, καίτοι σφαλλομένους οὐ δυσωπούμενος; Καὶ γοῦν τῷ Πέτρῳ φησὶ οὐκ ὀρθῶς
5ἀποκριναμένῳ· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάν‐ δαλόν μοι εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.» Ἐπειδὴ σεσιώπηκε, ἀληθῶς Υἱὸς εἶναι Θεοῦ λεγόμενος, δι’ ὧν ὡς σφαλέντας οὐκ ἤλεγξεν, δῆλός ἐστιν ὡς ὀρθῶς λέγοντας ἀποδεχόμενος. Υἱὸν
10οὖν αὐτὸν καὶ ἀληθῶς εἶναι φασκόντων τῶν ἁγίων ἀποστόλων, καὶ αὐτοῦ δὲ τούτῳ συνεπινεύοντος τοῦ Χριστοῦ, τίς τῶν ἕτερα θρυλλούντων ἀνέξεται;
13tΑΛΛΟ, ὡς ἐκ τοῦ αὐτοῦ.
14Καὶ πῶς οὐ πάσης ἔξω κείσονται φρενὸς ἀγαθῆς
15οἱ τολμῶντες ποίημα λέγειν τὸν Υἱὸν τοῦ Θεοῦ; Εἰ γὰρ ἀληθῶς Υἱός ἐστι, πῶς ἂν εἴη γενητὸς, ὁ ἐκ τῆς πατρῴας προελθὼν οὐσίας; Τοῦτο γὰρ σημαίνει τὸ τῆς υἱότητος ὄνομα, φυσικῶς κατά τινος τεταγμένον. Ἕτερον δὲ τὸ σχῆμα τῶν κατὰ θέσιν υἱῶν. Ἐπειδὴ
20οὐκ ἐν τούτῳ Χριστὸς, ἀληθῶς ἄρα Υἱός ἐστιν, ὡς διὰ τοῦτο τοῖς κατὰ θέσιν ἡμῖν ἀντιδιαστέλλεσθαι· οὐκ ἂν γὰρ εἴη τὸ κατὰ θέσιν καὶ ὁμοίωσιν, μὴ προ‐ ϋποκειμένου πρότερον τοῦ ἀληθοῦς, πρὸς ὃ καὶ μορ‐ φοῦται τὸ εἰς ὁμοίωσιν αὐτοῦ διά τινος τέχνης καὶ
25χάριτος καλούμενον.
26tΑΛΛΟ.
27 «Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου, ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώ‐
30που; Οἱ δὲ εἶπον· Οἱ μὲν Ἰωάννην τὸν Βαπτιστὴν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν προ‐ φητῶν. Λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶ‐ ναι; Ἀποκριθεὶς δὲ ὁ Πέτρος, εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ·
35Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐ‐ ρανοῖς.» Ἐκ τῶν προκειμένων ἔξεστιν ὁρᾷν, καὶ αὐτῆς δὲ μάλιστα τῆς τοῦ Κυρίου φωνῆς, ὡς ὁ Πα‐ τὴρ ἀπεκάλυψε τῷ Πέτρῳ, καὶ οὐκ ἀνθρωποδίδακτος
40ἦν, Υἱὸν ὁμολογῶν τὸν τοῦ Θεοῦ Λόγον. Καίτοι μετὰ σαρκὸς ὁρῶν ἐπὶ γῆς ἀνθρώποις συνδιαιτώμενον, καὶ τό γε παραδοξώτερον, Υἱὸν ὁμολογῶν, οὐκ ἐν τοῖς κατὰ χάριν εἰς τοῦτο τεθειμένοις ὁρίζεται. Οὐ γὰρ εἶπεν· Εἷς ὑπάρχει τῶν υἱῶν τοῦ Θεοῦ· ἀλλ’ ἕνα καὶ
45μονοειδῶς, ὡς δὴ καὶ κυρίως κατὰ φύσιν ἐστὶν Υἱὸς τῆς τοῦ Πατρὸς οὐσίας ἐξαστραφεὶς, αὐτὸν εἶναί φησι τὸν Χριστόν. Μακαρίζεται δὲ ὡς ἀληθεύων, καὶ τὰ ὑπὲρ ἀνθρώπου διάνοιαν θεόθεν ἐκδιδαγμένος. Πῶς οὖν ποίημα ἢ κτίσμα τολμῶσι λέγειν ὃν οἶδεν

75

.

525

(50)

Υἱὸν ὁ Πατὴρ, καὶ οὗτος αὐτὸν τοῖς ἀξίοις ἀπο‐ καλύπτει;
52tΑΛΛΟ.
53 «Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ,
55καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.»525

75

.

528

Εἰ ἀληθεύει λέγων ὁ Θεὸς καὶ Πατήρ· «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω·» πῶς αὐτὴν δίδωσι τῷ Υἱῷ, εἴπερ ὄντως διὰ τὸ εἶναι γενητὸς, ἑτεροφυής τέ ἐστι καὶ τῆς πρὸς αὐτὸν φυσικῆς κοινωνίας διωρισμένος,
5Ἀλλὰ μὴν καὶ ἀληθεύειν ἀνάγκη συνομολογεῖν τὸν Πατέρα. Καὶ δέδωκε τὴν ἑαυτοῦ δόξαν τῷ Υἱῷ, οὐκ ἔξω τῆς μιᾶς θεότητος ταύτην τιθείς. Οὕτω γὰρ ἀληθεύσει· φύσεως ἄρα κοινωνὸν, καὶ τῆς αὐτῆς οὐ‐ σίας οἶδεν ὄντα τὸν Υἱόν. Οὕτω γὰρ εἰς μίαν θεότητα
10σύμπαν ὁρᾷ διὰ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος ἀποπληρωμένην. Πῶς οὖν ποίημα ἢ κτίσμα ὁ Υἱὸς ὁ τῷ Πατρὶ κατ’ οὐσίαν ὁ αὐτὸς ὡς Υἱὸς ἐκ Πα‐ τρὸς ἀληθινός;
14tΑΛΛΟ.
15 «Καὶ ἰδοὺ, νεφέλη φωτεινὴ ἐπεσκίασε αὐτούς· καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.» Εἰ μὴ πολύ τι τὸ μεταξὺ φαίνεται ποιήματος καὶ Υἱοῦ, ταυτὸν δὲ εἶναι δοκεῖ παρά τισιν, πᾶν ὅπερ ἐστὶ ποίημα,
20τοῦτο πάντως ἔσται καὶ Υἱός. Καὶ εἴ τί ἐστιν Υἱὸς, τοῦτο καὶ ποίημα. Εἰ δὲ τίκτομεν μὲν ἐξ αὐτῶν τὰ γεννώμενα, ποιοῦμεν δέ τι τῶν ἔξωθεν, ἀλλοτρίαν τῆς ἑαυτῶν φύσεως ὕλην λαμβάνοντες, πῶς οὐ πολὺ τὸ διάφορον Υἱοῦ καὶ ποιήματος; Ὅπερ οὖν ἐστιν ἐφ’
25ἡμῶν ἀληθὲς, σωζέσθω τοῦτο καὶ ἐπὶ Θεοῦ. Εἶτα πῶς ἐνδέχεται τὸν ὄντως Υἱὸν ποιητὸν ἢ κτιστὸν ὑπολαμβάνειν, καὶ ταῦτα τοῦ Θεοῦ καὶ Πατρὸς ἄνω‐ θεν ἐπιβοῶντος· «Οὗτός ἐστιν ὁ Υἱός μου;» Οὐχ εἷς τῶν υἱῶν, ἀλλ’ ὁ κυρίως καὶ κατὰ φύσιν Υἱὸς,
30οὗ κατὰ μίμησιν οἱ κατὰ θέσιν υἱοὶ, διὰ τὸ δύνασθαι βοᾷν ἐν τῷ Πνεύματι τοῦ Υἱοῦ· «Ἀββᾶ, ὁ Πατήρ.»
32tΑΛΛΟ.
33 «Διδάσκαλε, τί ἀγαθὸν ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ εἶπεν αὐτῷ· Τί με ἐρωτᾷς περὶ
35τοῦ ἀγαθοῦ; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Τὸ κυρίως ἀγαθὸν, οὐ κατὰ μετοχὴν τὴν ἐξ ἑτέρου τοῦτό ἐστιν, ἀλλ’ ἐν τῇ οἰκείᾳ φύσει κειμένην ἔχει τὴν ἀρετὴν, καὶ ὥσπερ ἐξ ἑαυτοῦ πηγάζουσαν· μᾶλλον δὲ αὐτὸ δὴ τοῦτο κατὰ φύσιν ὑπάρχει ὅπερ εἶναί
40φαμεν τὸ ἀγαθόν. Ὄντος οὖν ἐν ἰδίᾳ μὲν ὑπάρξει τοῦ Πατρὸς, ὄντος δὲ πάλιν ἐν ἰδίᾳ ὑπάρξει τοῦ Υἱοῦ, τίνι καὶ μόνῳ τὸ ἀγαθὸν περιθήσομεν; Ἢ ποῖον ὄν‐ τως ἔσται τὸ ἀγαθόν; Ἀλλ’ ἴσως φήσειεν ἄν τις πρέπειν αὐτὸ τῷ Πατρί. Καλῶς ἐχέτω καὶ τῇδε·
45συνθησόμεθα γὰρ, ὡς ἔτι γυμνάζοντες τὸ θεώρημα. Εἶτα τίς ἀποτολμήσει λέγειν οὐκ εἶναι φύσει τὸν Υἱὸν ἀγαθὸν, ὅταν ἀκούσῃ λέγοντος· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν;» «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα;» Εἰ γὰρ μὴ ἀγαθὸς κατὰ φύσιν ὁ Υἱὸς, πῶς ἡμῖν ἐν

75

.

528

(50)

ἑαυτῷ δεικνύει τὸν κατὰ φύσιν ἀγαθὸν ὄντα Πατέρα; Ἀλλ’ ἔστιν εἰκὼν καὶ κατὰ τοῦτο τοῦ Πατρός. Ἀγα‐ θὸς ἄρα καὶ αὐτὸς, ὥσπερ οὖν καὶ ὁ Πατήρ. Πῶς οὖν εἷς ἐστιν ἀγαθὸς κατὰ τὴν αὐτοῦ φωνήν; Δῆλον ὅτι τῆς ἁγίας Τριάδος διὰ τὴν ταυτότητα τῆς οὐσίας εἰς
55μίαν θεότητα δι’ ἑαυτῆς ἀναπλεκομένης, ὡς εἶναι527

75

.

529

μόνην τὴν θείαν οὐσίαν τὸ κυρίως ἀγαθόν. Ὁ δὲ εἰς τοσαύτην ἑνότητα τῷ Πατρὶ περισφιγγόμενος φυσι‐ κῶς Θεὸς Λόγος, πῶς ἂν εἴη γενητὸς ἢ πεποιημένος;
4tΑΛΛΟ.
5 Ἐρωτώμενος ὑπὸ τῶν ἀρχιερέων ἐπὶ Ποντίου Πιλάτου Χριστὸς, εἰ αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, «Σὺ εἶπας,» φησὶν, οὐκ ἀρνούμενος. Εἶτα προστι‐ θεὶς λέγει· «Πλὴν λέγω ὑμῖν, ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνά‐
10μεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.» Τί οὖν ἡμῖν τὸ ἐντεῦθεν συναγόμενον; Ὅτι [ὅταν] ἐπὶ Θεοῦ λέγηται τὸ καθέζεσθαι καὶ θρόνος, τό τε ἀρχι‐ κόν τε καὶ δεσποτικὸν, βασιλικόν τε ὁμοῦ καὶ πάντων κρατοῦν ἀξίωμα σημαίνεται. Οὐ γὰρ δήπου φήσειεν
15ἄν τις τῶν σοφῶν κατὰ τὰς ἐν τοῖς πίναξιν ὁρωμένων γραφὰς χρῆναι νοεῖσθαι περὶ Θεοῦ· οὐδὲ θρόνον μέν τινα λογιούμεθα κεῖσθαι, τῶν δὲ ἁπάντων Κύ‐ ριον ἀνακεκλίσθαι πιστεύομεν ἐπ’ αὐτῷ, ἀλλ’ οὐδὲ ὄλως εἶναι δεξιόν τε καὶ ἀριστερὸν ἐπὶ τῆς θείας καὶ
20ἀπερινοήτου φύσεως. Σωμάτων γὰρ οἰκεῖον καὶ σχῆμα καὶ τόπος, ἵδρυσίς τε καὶ ἔγερσις. Ταύτην οὖν ἐχόντων τὴν δύναμιν ἐπὶ Θεοῦ, τῶν τε ὀνομάτων καὶ τῶν λέξεων, ὅσαι δηποτοῦν τὰ τοιαῦτα σημαί‐ νουσι· κατὰ τίνα τρόπον ὁ Υἱὸς ἐκ δεξιῶν τῆς δυνά‐
25μεως καθεζόμενον ἑαυτὸν ὀφθήσεσθαι λέγει, ἢ ὡς ὁμόθρονον δηλαδὴ καὶ οὐ δεύτερον εἰς τιμὴν, ὥσπερ ἂν εἴ τις οἰηθείη, τοῦ Πατρός; Τοῦτο γὰρ τὸ «ἐκ δεξιῶν» ἔοικε δηλοῦν, ἀπὸ τῆς παρ’ ἡμῖν συνηθείας τὸ ὑπὲρ ἡμᾶς ἀνατυποῦν. Πῶς οὖν ὁμότιμός τε καὶ
30ἐν τοῖς αὐτοῖς τῷ Πατρὶ θρόνοις ὁ Υἱὸς ὢν εὑρεθήσε‐ ται, εἴπερ οὐκ ἔστι κατὰ φύσιν Υἱὸς τὴν τοῦ Πατρὸς ἰδιότητα φυσικῶς ἔχων ἐν ἑαυτῷ, ποίημα δὲ μᾶλλον, ὡς ἐκεῖνοι ληροῦντες φασίν; Ἢ γὰρ ἀνάγκη συν‐ ομολογεῖν μὴ ὑπὸ μόνου τοῦ κατὰ ἀλήθειαν ὄντος
35Θεοῦ βασιλεύεσθαι τὴν κτίσιν, ἐπιστατεῖν δὲ αὐτῇ καὶ ἕτερόν τινα γενητὸν καὶ ἐπείσακτον Θεὸν, καὶ οὐκ ἔτι Θεὸς εἷς ἐφ’ ἡμᾶς, κατὰ τὴν Γραφήν· ἢ εἴπερ εἷς ἐστιν ὁ Θεὸς, συμβασιλεύει δὲ αὐτῷ Θεὸς ὢν ὁ Υἱὸς, τῆς αὐτῆς ἂν εἴη φύσεως εἰκότως, ἧσπερ ἂν
40ὢν ὑπάρχει καὶ ὁ Πατήρ. Οὕτω γὰρ εἷς ἔσται Θεὸς, τῇ τῆς φύσεως ταυτότητι πρὸς θεότητα μίαν τρε‐ χούσης τῆς ἁγίας Τριάδος, εἰ καὶ ἐν τῇ καθ’ ἕκαστον τῶν ὀνομάτων θέσει καὶ ἰδιαζόντως ἐν ὑπάρξει μο‐ ναδικῇ νοουμένη, τὸν τριττὸν εὐρύθμως ἀριθμὸν ἐπι‐
45δέχοιτο. Ὅτε τοίνυν τῆς αὐτῆς οὐσίας ἐστὶν ὁ Υἱὸς τῷ ἀκτίστῳ Πατρὶ, πῶς ἂν αὐτὸς ὡς κτίσμα νοοῖτο, κατὰ τὴν τῶν αἱρετικῶν ἀβουλίαν, καὶ οὐχὶ μᾶλλον ὡς γνήσιον γέννημα, ὅπερ ἐστὶ καὶ ἀληθές;
48tἘκ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου.
49«Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» Εἰ ἦν ἐν ἀρχῇ τῇ κατ’

75

.

529

(50)

ἐπίνοιαν χρονικῇ (οὕτω γὰρ ἡμῖν ἐσχηματίσθω πρὸς τὸ παρὸν οἰκονομικῶς ὁ λόγος), πῶς ἂν ἐγένετο μετ’ αὐτήν; Τὸ γὰρ ὅλως διὰ τοῦ πεποιῆσθαι πρὸς τὸ εἶ‐ ναι κεκλημένον, οὐκ ἂν ὑπάρχειν ἐν ἀρχῇ νοοῖτό ποτε, ἀλλ’ οὐδ’ ἂν ὅλως ἀρχὴ καλοῖτο, χρόνου μὲν
55αὐτῆς προβαδίζοντος, φαίνεσθαι δέ τι πρὸ αὐτῆς529

75

.

532

ἐπιτρέποντος. Ἢ τοίνυν οὐδὲν ὅλως εἶναι πρὸ αὐτῆς λεγέτωσαν, καὶ λελύσθω διὰ τούτου τὸ ζητούμενον· ἢ εἴπερ ἀρχήν τινα τῆς ἀρχῆς ἑτέραν εἶναί φασιν, ἴστωσαν μὲν τοῦτο λέγοντες ἀμαθῶς, πλὴν καὶ παρ’
5ἡμῶν ἀκουέτωσαν, ὡς ἤνπερ ἂν ἀνωτάτω δοῖεν ἀρχὴν, ταύτην εἶναί φαμεν καθ’ ἢν ἦν ὁ Λόγος. Πῶς δὲ ἡμῖν οὐκ ἀρκέσει τὸ, ἦν, πρὸς ἀνατροπὴν τῶν πε‐ ποιῆσθαι λεγόντων αὐτόν; Εἰ γὰρ ἦν, οὐκ ἐγένετο· εἰ ἐγένετο, οὐκ ἦν. Ἐπειδὴ δὲ ἦν, οὐκ ἐγένετο· τὸ
10γὰρ ὂν καὶ ὑπάρχον ἤδη, καὶ τοῦτο ἐν ἀρχῇ, οὐκ ἂν λέγοιτο πεποιῆσθαί ποτε.
12tΑΛΛΟ.
13 «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.» Φαίνεται λοιπὸν ὁ μακάριος εὐαγγελιστὴς σαφέστερον ἡμῖν ἑρμη‐
15νεύων τὸ τῆς ἀρχῆς ὄνομα. Οὐδὲν γὰρ ἕτερον, ὡς εἰκὸς, τὴν ἀρχὴν εἶναί φησιν, ἢ αὐτὸν τὸν Πατέρα, ἀφ’ οὗπερ ὁ ζῶν ἐξέλαμψε Λόγος, καθάπερ ἐξ ἡλίου τὸ φῶς. Ἕτερον μέντοι παρ’ αὐτὸν εἶναι νοούμενον, οὐκ ἔξω δὲ ὅμως τῆς τοῦ ἐκπέμποντος οὐσίας κείμε‐
20νον. Οὐκοῦν ἀρχὴ τῷ Υἱῷ ὁ Πατήρ. Ἀρχὴν δὲ οὐ τὴν ἐν διαστήμασι χρονικοῖς μετρουμένην φαμὲν, ἀλλὰ μᾶλλον τὴν τοιαύτην, ἐφ’ ἧς τό τε ἅμα καὶ τὸ ἐξ αὐ‐ τῆς νοεῖται. Οἷον ἡ ἐκ πυρὸς θερμότης, ἀρχὴν ἔχει τὸ πῦρ· ἀλλ’ ἅμα καὶ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ νοεῖται
25καὶ ἀχωρίστως· ἡ ψύξις ἡ ἐξ ὕδατος, ἀρχὴν ἔχει τὸ ὕδωρ· ἀλλ’ ἅμα καὶ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ πάλιν ἀχωρίστως. Ἀμήχανον γάρ τι τῶν εἰρημένων δίχα τῶν προσόντων αὐτῷ φυσικῶν, ἢ εἶναι, ἢ φαίνεσθαι· εἴ γε μὴ διά τινος μηχανῆς ἑτέρας ἐκβιασθὲν, τῆς ἐξ
30ἔθους αὐτῷ καὶ φίλης ἐνεργείας παρασαλεύοιτο· ὥσπερ ἀμέλει τὸ ὕδωρ ἐκ πυρὸς εἰς θερμότητα συνωθούμενον. Ἡ θεία καὶ ἀκήρατος φύσις πολὺ τῶν παρενεχθέντων ὑποδειγμάτων τὴν δύναμιν ἀναβαί‐ νουσα, πάντως που στήσεται μὲν ἐφ’ ἑαυτῇ, ἕξει δὲ
35ἀεὶ ὡσαύτως, ἐπεὶ καὶ παντὸς ἐλευθέρα πάθους ἐστίν. Οὐκοῦν ὡς ἐν ἀρχῇ τῷ Πατρὶ ἦν ὁ Λόγος, ἵνα νοῇς ἅμα τε ὄντα τὸν Πατέρα, καὶ τὸν ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ Λόγον, οὐδενὸς μεσολαβοῦντος χρόνου τὴν ὕπαρξιν αὐτοῦ. Τὸ γὰρ, ἦν, οὕτω νοεῖν ἡμᾶς
40ἀναγκάζει.
41tΑΛΛΟ.
42 «Καὶ Θεὸς ἧν ὁ Λόγος.» Ἐνταῦθα σαφῶς ἀναι‐ ρεῖται τὸ πρόσφατον εἶναι Θεὸν τὸν Υἱόν. Ἦν γὰρ Θεὸς ὢν, φησὶν ὁ ἅγιος εὐαγγελιστής. Ὁ δὲ τοῦτο
45ὢν ἐν ἀρχῇ, πῶς ἂν εἴη πεποιημένος; Ἄλλως τε κἀκεῖνο πρὸς τούτοις εἰδέναι καλὸν, τὸ ἐν χάριτος μέρει θεοποιούμενον, καὶ Θεὸς κατὰ φύσιν οὐκ ὂν, ἀνάγκη καθ’ ἑαυτὸ καὶ ἰδιαζόντως ὑπάρχειν τι καὶ ὑφεστάναι, εἶθ’ οὕτω προσθήκην ὥσπερ τινὰ τὴν τοῦ

75

.

532

(50)

ἀξιώματος δέχεσθαι περιβολήν· ὥσπερ οὖν καὶ ἡμεῖς ἄνθρωποι κατὰ φύσιν ὑπάρχοντες, χάριτι πλουτοῦ‐ μεν τὸ καλεῖσθαι θεοί. Ἢ τοίνυν λεγέτωσαν τί μὲν
πρότερον ἦν ὁ ἐκ Πατρὸς Θεὸς προελθὼν Λόγος, πῶς531

75

.

533

δὲ καὶ ὕστερον ἐκλήθη Θεός· ἢ εἴπερ αἰσθάνονται δυσσεβοῦντες ἀμέτρως, τῆς κατὰ φύσιν θεότητος ἀπογυμνοῦντες τὸν Υἱὸν, παυέσθωσαν ἀμαθῶς πε‐ ποιῆσθαι λέγοντες τὸν κατὰ φύσιν ὄντα Θεὸν, οὐδενὸς
5αὐτοῖς τοῦτο φρονεῖν ἐπιτρέποντος λόγου.
6tΑΛΛΟ.
7 «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.» Οὐκ ἔξωθεν ὄντα τῆς τοῦ Πατρὸς οὐσίας ἐπιδεικνύει τὸν Υἱὸν, ἀλλ’ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχοντα.
10Καὶ τοῦτο πάλιν, οὐκ ἐν χρόνῳ φησὶ λαβεῖν τὸ ἀξίωμα, ἀλλ’ οὕτως εἶναι ἐν ἀρχῇ. Ὁ δὲ τῆς τοῦ γεννήσαν‐ τος οὐσίας καρπὸς ἀληθὴς, κατὰ τίνα τρόπον ἑτε‐ ροφυὴς εὑρεθήσεται; Ὥσπερ γὰρ ἐξ ἀκανθῶν οὐκ ἄν τις τρυγήσαι σταφυλὰς, οὕτως ἀδύνατον ἐξ ἀμ‐
15πέλου τεχθῆναι τὴν ἄκανθαν. Οὐκοῦν ἐπειδήπερ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, οὕτως ἡμῖν ἕξει καὶ ὁ Υἱὸς, ἵνα μὴ φαίνηται τῶν ἑαυτοῦ ποιημάτων ἐλάττων ὁ Θεὸς καὶ Πατήρ· εἴ γε τὰ μὲν οὐκ ἔκφυ‐ λον τὸν ἐξ ἑαυτῶν ἀποτίκτει καρπὸν, ὁ δὲ τοῦτο
20φαίνοιτο παθὼν διὰ τὸ γεννᾷν τὸν μὴ φύσει Θεόν. Τοῦτο γὰρ τὸ πεποιῆσθαι δίδωσι νοεῖν καθ’ οὗπερ ἂν φέροιτο. Οὐ γὰρ ἂν εἴη φύσει Θεὸς ὁ πεποιη‐ μένος.
24tΑΛΛΟ.
25 «Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγέ‐ νετο οὐδὲ ἕν.» Εἰ ἐν τῷ πάντα εἰπεῖν, οὐδὲν ὅλως καταλελοιπὼς εὑρίσκεται, ὃ μὴ τῷ τῶν γεγονότων ἀριθμῷ συγγράφεται, ἕτερος ἄρα ἐστὶ παρὰ πάντα λοιπὸν, ὁ πάντα πρὸς τὸ εἶναι κεκληκὼς Θεὸς Λόγος.
30Πῶς οὖν ἕτερος, εἴπερ ἐστὶν ὁμογενής τε αὐτοῖς καὶ συμπεποιημένος; Ἐπειδὴ δὲ ἕτερος, οὐκ ἄρα ὁμογε‐ νής. Οὐκοῦν οὐδὲ ποίημα, ποιητὴς δὲ μᾶλλον καὶ κτίστης, ὡς Θεός.
34tΑΛΛΟ.
35 Γέγραπται· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Πῶς οὖν, εἴπερ ἐστὶ ποίημα, κατ’ ἐκείνους, ὁ Υἱὸς, προσκυνεῖται παρ’ ἡμῶν τε καὶ τῶν ἁγίων ἀγγέλων; Καὶ μάρτυς ὁ Παῦ‐ λος παρέσται λέγων· «Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρω‐
40τότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνη‐ σάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Πῶς δὲ, εἰπέ μοι, κατὰ τῶν λελατρευκότων τῇ κτίσει παρὰ τὸν κτίσαντα, βαρύ τι τὸ ἔγκλημα φέρεται, εἴπερ ὧδε φύσεως ἔχοντα τὸν Υἱὸν καὶ κτίσμα τυγχάνοντα,
45κατ’ αὐτοὺς, θεραπεύουσιν ὡς Θεὸν καὶ αἱ καθαρώ‐ ταται τῶν οὐρανῶν δυνάμεις; αἷς δὴ καὶ μάλιστα τὸ μηδαμοῦ πλανᾶσθαι δοίη τις ἂν προσεῖναι δικαίως, ὅσῳ δὴ καὶ μᾶλλόν εἰσι τῶν παρ’ ἡμῖν συνετῶν νουνεχέστεραι. Ἀλλ’ οὐδεὶς ὁ ἔλεγχος τοῖς λατρεύουσι

75

.

533

(50)

Χριστῷ, ἐκ δὲ τῶν ἐναντίων πολὺς ὁ μισθός. Οὐκ ἄρα ἐστὶ ποίημα, Θεὸς δὲ μᾶλλον, ἀκατηγορήτως τε καὶ ἀνεγκλήτως παρὰ πάσης ὁμοῦ τῆς κτίσεως προσ‐ κυνούμενος.
54tΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ.
55Εἰ ποίημα καὶ κτίσμα, κατ’ ἐκείνους, ἐστὶν ὁ Υἱὸς,533

75

.

536

πάντα δὲ δι’ αὐτοῦ γεγονότα φαίνεται, ἐαυτὴν ἡ κτί‐ σις δημιουργεῖ, καὶ μάτην ὡς ποιητὴς ἐπικομπάζει, λέγων· «Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα.» Ἀλλ’ οὐδὲ[ν] τῶν πεποιημένων φαίνεται δημιουργοῦν, Θεὸν
5δὲ ἡ κτίσις ἀνακηρύττει τὸν ποιητήν. Οὐκ ἄρα κτίσμα ἐστὶν ὁ Υἱὸς, οὐδὲ τῶν ποιημάτων ἓν, κατὰ τὴν τῶν πλανωμένων ἀβουλίαν τε ὁμοῦ καὶ ἀσέβειαν.
8tΑΛΛΟ.
9«Ἦν τὸ φῶς τὸ ἀληθινόν.» Εἰ φωτὸς ὄντος ἀλη‐
10θινοῦ τοῦ Πατρὸς, φῶς ἀληθινόν ἐστι καὶ ὁ Υἱὸς, ποίαν ἕξει τὴν διαφορὰν, κατά γε τὸν τῆς φύσεως λό‐ γον, ὡς πρὸς αὐτὸν ὁ ἐν ἴσῃ τάξει καὶ κατὰ τοῦτο τιθέμενος αὐτῷ; Εἰ δὲ ὑπάρχων ἑτεροφυὴς, κατὰ τὴν τῶν ἀνοσίων αἱρετικῶν ἀβουλίαν, ἀληθινὸν εἶναι δύ‐
15ναται φῶς, τίς ἡ ἐπιτήρησις τοῖς ἁγίοις εὐαγγελι‐ σταῖς; Τί δὲ ὡς μέγα καὶ ἐξαίρετον τῷ Θεῷ καὶ Πατρὶ τὸ εἶναι φῶς ἀληθινὸν ἀπονέμουσι; Φαίνεται γὰρ, καίτοι κατ’ ἐκείνους γενητὸς ὢν ὁ Υἱὸς, φῶς ὑπάρχων ἀληθινόν. Εἴπερ οὖν ἄβατα τοῖς γενητοῖς
20ἐστι τὰ θεῖα πλεονεκτήματα, καὶ οὐκ ἄν τι τῶν πε‐ ποιημένων οὐσιωδῶς, ἤτοι κυρίως, τοῦτο ὑπάρχει ποτὲ, ὅπερ ἂν εἴη φυσικῶς κατά τι γοῦν ὁ ἐπὶ πάν‐ των Θεός· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» εἰρήσθω τῇ κτίσει. Εὑρίσκεται δὲ φυσικῶς ἐνυπάρχοντα τῷ Υἱῷ
25τὰ τοῦ Πατρὸς ἴδια. Ὁμοούσιος ἄρα ἐστὶν ὡς πρὸς αὐτὸν, καὶ τοσοῦτον τῆς τῶν γενητῶν ὁμογενείας ἀπῳκισμένος, ὅσον ἄν τις ἴδοι καὶ τὸν γεννήσαντα αὐτόν. Διὰ τοῦτο καὶ ἄβατον ἔχει τὸ θεοπρεπὲς ἀξίωμα, καὶ τοῦτο οὐ μερικῶς, ἀλλ’ ὁλοκλήρως.
30tΑΛΛΟ.
31 «Ἧν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄν‐ θρωπον ἐρχόμενον εἰς τὸν κόσμον.» Εἰ τὸ ἀποστελ‐ λόμενον τῷ κόσμῳ φῶς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Λόγος ἐστὶν ὁ ἒξ αὐτοῦ προελθὼν, κατὰ τὸ εἰρημέ‐
35νον παρ’ αὐτοῦ· «Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω·» καὶ πάλιν· «Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλή‐ λυθα·» πρὸς αὐτὸν ἄρα φησὶ καὶ ὁ μακάριος Ψαλμ‐ ῳδὸς, τὴν πνευματικὴν ἀνακρουόμενος λύραν· «Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε ὁ Θεὸς, φῶς εἰς τὸ
40σκότος μου.» Ὅτε τοίνυν κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆ‐ ρος φωνὴν ὁ μακάριος Δαβὶδ ἐν Πνεύματι Κύριον αὐ‐ τὸν ὁμολογεῖ καὶ Θεὸν, πῶς ἔσται ποίημα, κατὰ τίνα δὲ τρόπον γενητὸς ὅλως ὁ φύσει Θεός;
44tΑΛΛΟ.
45 «Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Περιαθρείτω μοι πάλιν καὶ τοῦτο τοιῶσδε, καὶ ἀκουέτω καὶ νῦν ὁ φιλεγκλήμων αἱρετικός. Τόπος ὥσπερ οἰκεῖός ἐστιν ἑκάστῳ τῶν ὄντων, ὁ ἴδιος τῆς φύσεως λόγος, ἢ καὶ τὸ τοῦ προσ‐

75

.

536

(50)

όντος ἀξιώματος μέτρον. Οἷον ἐπὶ μὲν τοῦ λόγου τοῦ κατὰ τὴν φύσιν, ἐγὼ μὲν ἄνθρωπος, ἄγγελος δὲ ἕτερος. Τὸ δὲ ὅσον εἰς ἀξίωμα, τὸ μέν τοι δοῦλόν ἐστι, τὸ δὲ οὐ τοῦτο τυχὸν, ἀλλ’ ἐλεύθερον. Ἀλλ’ ὅταν
τι τούτων τῷ βελτιοῦν εἰδότι συμπλακὲν, ἕτερόν τι535

75

.

537

φαίνηται γεγονὸς παρ’ ὅπερ ἦν ἐξ ἀρχῆς, ἐξηλκύσθη τρόπον τινὰ τοῦ οἰκείου τόπου, καὶ πρὸς τὴν τοῦ βελτιοῦντος μετακεχώρηκε θέσιν. Τοῦτο καὶ ἡμεῖς ὑπομείναντες, εἰς υἱότητα τὴν Θεοῦ καὶ Πατρὸς μετ‐
5έστημεν ἐκ δουλείας, τὸ μὲν οἰκεῖον ἐκβεβηκότες μέτρον, εἰς δὲ τὸ τοῦ χαριζομένου καὶ τοῦτο ἡμῖν μεταπηδήσαντες, εἰ καὶ μὴ τῇ φύσει κατὰ γοῦν τὸ κεκλῆσθαι τέκνα Θεοῦ. Ἆρ’ οὖν οὐκ ὠφελῆσθαι τὴν ἀνθρώπου φύσιν κατὰ τοῦτο φήσομεν; Ἀλλ’ ἔστιν
10ὁμολογούμενον. Εἶτα τίς ἔσται τῆς ὠφελείας ὁ τρό‐ πος, εἰ μηδὲν ὅλως τὸ μεταξὺ ποιήματος καὶ Υἱοῦ; Ποία δὲ ὅλως ἐν ἡμῖν φαίνεται μετάστασις ἡ ἐπὶ τὸ ἄμεινον, εἰ μηδὲν ἐν υἱότητι τὸ πλέον παρὰ τὸ πε‐ ποιῆσθαι κείσεται; Ἢ πῶς ἂν αὐτοὶ χρηματίσαιμεν
15υἱοὶ, ὡς λαβόντες ἐν αὐτοῖς τὸν τοῦ Θεοῦ Λόγον, εἰ μὴ κατὰ φύσιν Υἱὸς ὑπάρχει τοῦ Πατρός; Εἰ δὲ Υἱὸς κατὰ φύσιν ἐστὶ, πῶς ἂν εἴη καὶ ποίημα, οὐκ ἐνδεχομένου μὴ πάντως ἐκ τῆς τοῦ γεννήσαντος εἶ‐ ναι φύσεως, ὅπερ ἂν εἴη γεννηθὲν ὑπό τινος;
20tΑΛΛΟ.
21 «Ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.» Εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, θετὸς ἄρα καὶ διεψευσμένος. Ἀλλ’ εἴπερ ἀλήθεια καὶ τῆς ἀληθείας ἐργάτης ἐστὶ,
25πῶς ἂν εἴη καὶ ἐψευσμένος; Οὐκοῦν κατὰ φύσιν Θεός. Ὁ δὲ τοῦτο ὑπάρχων, πῶς ἂν εἴη γενητός;
27tΑΛΛΟ.
28 «Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Φησί που πρὸς τὸν τῶν ὅλων Δεσπότην
30ὁ μακάριος προφήτης Ἡσαΐας· «Τίς Θεὸς ὥσπερ σὺ, ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀδικίαν;» Ὅτε τοίνυν Θεοῦ ταῦτα ποιεῖν λεγομένου, Χριστός ἐστιν ἀφαιρῶν τὴν ἁμαρτίαν τοῦ κόσμου, πῶς οὐκ ἔστι Θεός; Εἰ δὲ τοῦτο, οὐ ποίημα.
35tΑΛΛΟ.
36 «Τῇ ἐπαύριον, φησὶν, ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι.» Ἀναδείκνυσιν ἐν τούτοις μαθη‐ τὴν τὸν Φίλιππον ὁ Σωτήρ. Σκόπει δὴ οὖν εἰ μὴ σο‐
40φός τις καὶ ἐπ’ αὐτῷ διήρτισται λόγος, συναινεῖν ἀναπείθων, ὅτι δὴ καὶ ὑπάρχοι Θεὸς κατὰ φύσιν ὁ Υἱός. Πολλῶν ἀεὶ τῷ Σωτῆρι προσεδρευόντων, καὶ μυριάνδρου τοὺς μαθητὰς περιθέοντος πλήθους, ἐπ‐ άρας τοὺς ὀφθαλμοὺς, ἔφησεν αὐτοῖς ὁ Σωτήρ· «Ὁ
45μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ·» θερισμὸν οὐδὲν ἕτερον εἶ‐ ναι λέγων, ἢ τοὺς διὰ τῆς πίστεως τῆς εἰς ἑαυτὸν ἀσταχύων δίκην ἀναβλαστῶντας εἰς εὐλάβειαν. Τούτων

75

.

537

(50)

δὲ τίς ἂν εἴη Κύριος, εἰ μὴ πάντων Θεός; ᾯ δὴ καὶ ὁ Παῦλος διὰ μετανοίας συνάπτεσθαι τοὺς ἔτι κληρο‐ νόμους παρακαλεῖ βοῶν· «Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.» Ὄτι τοίνυν μόνος ἐστὶ τοῦ
θερισμοῦ Κύριος ὁ Θεὸς, ἅτε δὴ πάντων ὑπάρχων537

75

.

540

Δεσπότης καὶ ποιητὴς, αὐτῷ δὲ προσήκειν μόνῳ καὶ τὴν τῶν ἐργατῶν ἀνάδειξιν ἔφησεν ὁ Σωτήρ· εἶτα τοῦτο ποιήσας αὐτὸς ἐξ οἰκείας αὐθεντίας ὁρᾶται· ἀκολουθεῖν γὰρ αὐτῷ κελεύει τὸν Φίλιππον. Θεὸς
5ἄρα ἐστὶν ἀληθινὸς, ἅτε δὴ καὶ τοῦ θερισμοῦ Κύριος δι’ αὐτοῦ καταληφθεὶς τοῦ πράγματος.
7tΑΛΛΟ.
8 «Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρὸς, οἶκον ἐμπορίου.» Εἰ ποίημά ἐστιν ὁ
10Υἱὸς, κατὰ χάριν ἔχει δηλονότι καὶ τὸ κεκλῆσθαι Θεὸς, καὶ θετὸν αὐτῷ τὸ τῆς υἱότητος ὄνομα, καθά‐ περ οὖν καὶ τοῖς ἄλλοις λογικοῖς κτίσμασιν, οἷς οὐχ ἡ φύσις τὸ ἀξίωμα προξενοῦσα φαίνεται, ἀλλ’ ἡ τοῦ λέγοντος χάρις· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ
15Ὑψίστου πάντες.» Εἰ τοίνυν οὐκ οὐσιωδῶς Υἱός ἐστιν, ἀδελφὸς ἄρα τῶν κεκλημένων εἰς υἱότητα Θεοῦ. Πῶς οὖν, εἴπῃ τις ἂν εἰκότως, οὐδὲν ἔχων, ὡς πρὸς ἡμᾶς τὸ πλέον εἰς τὸ τῆς υἱότητος ἀξίωμα, τὸν κοι‐ νὸν δὴ καὶ πάντων μόνος ἰδιοποιεῖται Πατέρα, λέ‐
20γων· «Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου;» Ἐχρῆν γὰρ δὴ τὸν ὄντα δίκαιόν τε καὶ ἀγαθὸν τοῖς ἐμπορευομένοις εἰπεῖν· Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρὸς ὑμῶν, οἶκον ἐμπορίου. Ἀλλὰ μὴν τοῦτο εἰ‐ πὼν οὐ φαίνεται, ἑαυτῷ δὲ μόνῳ τὸ τοῦ Πατρὸς
25ὄνομα μετὰ πολλῆς τινος ἐπιγράφει τῆς ἐξουσίας. Οἶδεν ἄρα κυρίως ὄντα ἑαυτὸν καὶ κατὰ φύσιν Υἱὸν, οὗ κατὰ μίμησιν ἡμεῖς εἰς τοῦτο παρὰ Θεοῦ κε‐ κλήμεθα. Ὁ δὲ οὕτως ἕχων φύσεως Υἱὸς, πῶς ἂν εἴη γενητός;
30tΑΛΛΟ.
31 «Τί σημεῖον δεικνύεις ἡμῖν ὄτι ταῦτα ποιεῖς; Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Ὅτι ναὸν τὸ ἴδιον ἀποκαλεῖ σῶμα Χριστὸς, καὶ αὐτὸς
35ἡμῖν ὁ εὐαγγελιστὴς καταστήσει φανερὸν εὐθὺς ἐπ‐ άγων· «Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.» Ὅτε οὖν ἠγέρθη ἐκ τῶν νεκρῶν, ἐμνήσθη‐ σαν οἱ μαθηταὶ, ὅτι τοῦτο ἦν ὃ ἔλεγεν αὐτοῖς. Ναὸς τοιγαροῦν οὐκ ἂν λέγοιτό τι κυρίως καὶ ἀληθῶς μὴ
40ἐνοικοῦντος ἐν αὐτῷ τοῦ Θεοῦ. Ὥσπερ οὖν καὶ ἐφ’ ἡμῶν οὐκ ἄν τις ὀνομάσαι τὸ σῶμα ναὸν τῆς ἐνοι‐ κούσης ἐν αὐτῷ ψυχῆς· ναοὶ δὲ τότε χρηματίζομεν, ὅτε διὰ τῆς εἰς Χριστὸν πίστεως τὸ Πνεῦμα ἡμῖν τὸ ἅγιον ἐνοικίζεται. Ναὸς δὲ τὸ σῶμα τοῦ Χριστοῦ δι‐
45καίως τε καὶ ἀληθῶς· ἐν αὐτῷ γὰρ εὐδόκησεν ἐγκα‐ τοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, ὡς ὁ Παῦλός φησιν· ἀλλ’ ἔστι δῆλον ὡς ὁ Θεὸς Λόγος ὁ ἐνοικήσας ἐστί. Πῶς ἂν οὖν ὑπάρχοι γενητὸς, ὁ ναὸν ἀποδείξας ὡς φύσει Θεὸς τὸ ἐν ᾧπερ ἦν ἄγιον

75

.

540

(50)

σῶμα;
51tΑΛΛΟ.
52 «Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει. Αὐτὸς δὲ Ἰη‐
55σοῦς οὐκ ἐπίστευσε αὐτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώ‐
σκειν πάντας, καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρ‐539

75

.

541

τυρήσῃ ἐν τῷ ἀνθρώπῳ· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ.» Τὴν θείαν ὑπερθαυμάζων φύσιν ὁ Ψαλμῳδὸς, ὡσανεὶ μέγα τι καὶ ἀξιολογώτατον πλεονέκτημα, καὶ αὐτῇ μόνῃ κυρίως προσὸν, προ‐
5ΐσχεται λέγων ὡς πρὸς τὸν τῶν ὅλων Δεσπότην· «Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν.» Ἔστι δὲ, ὡς οἶμαι, δῆλον ὅτι περὶ ἀνθρώπων τὰ τοιαῦτά φησιν. Ὅτε τοίνυν μόνου τοῦ κατὰ τὴν ἀλήθειαν ὄντος Θεοῦ τὸ εἰδέναι
10ἐστὶ καρδίαν, καὶ πάντα συνιέναι τὰ ἐν ἀνθρώπῳ κρυπτά· συνίησι καὶ οἶδεν ὁ Υἱὸς, πῶς οὐκ ἂν εἴη φύσει τε καὶ ἀληθῶς Θεός; Εἰ δὲ τοῦτο, πῶς ἂν εἴη γενητός;
14tΑΛΛΟ.
15 Τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ πρὸς Ναθαναὴλ εἰ‐ πόντος· «Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε·» πάλιν αὐτός φησιν, ὁ Να‐ θαναὴλ, ὡς Θεὸν ἀποθαυμάζων ἐξ ἑνὸς δὴ τούτου καὶ μόνου σημείου· «Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ·
20σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.» Εἴπερ οὖν, κατὰ τὴν ἐπ’ αὐτῷ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίαν, ἀληθῶς Ἰσραηλίτης ὑπῆρχεν ὁ Ναθαναὴλ, ἐν ᾧ δόλος οὐκ ἦν, πῶς ἂν αὐτὸν ἐνδέχοιτο ψεύδεσθαι περὶ τοῦ Χριστοῦ λέγοντα, ὅτι «Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ καὶ ὁ
25βασιλεὺς τοῦ Ἰσραήλ;» Εἰ γὰρ οἶδεν ὅλως τὸ ψεύ‐ δεσθαι, δόλον ἐπὶ γλώττης φορεῖ. Εἰ δὲ ἀληθὴς ἡ τοῦ Σωτῆρος φωνὴ, δόλον οὐκ εἶχε, ψεύδους καὶ ἀπάτης ἐλεύθερος ὤν. Οὐκοῦν ἀληθὴς, Υἱὸν ἀποκαλῶν τὸν τοῦ Θεοῦ Λόγον καὶ μετὰ σαρκὸς, καὶ τὸ τῷ κατὰ
30φύσιν Υἱῷ πρέπον ἀξίωμα συνάψας· βασιλέα γὰρ Ἰσραὴλ ὀνομάζει. Ὁ δὲ ὑπάρχων Υἱὸς καὶ βασιλεὺς διὰ τοῦτο, πῶς ἂν εἴη δοῦλός τε ὁμοῦ καὶ πεποιη‐ μένος;
33tΑΛΛΟ.
34Εὑρίσκεταί που Χριστὸς ἀπαιδεύτως ἐρωτᾷν ἐπι‐
35χειροῦσι τοῖς Φαρισαίοις εἰπών· «Πλανᾶσθε μὴ εἰ‐ δότες τὰς Γραφάς·» ἦν γὰρ δὴ καὶ ὄντως διδασκάλῳ σοφῷ πρεπωδέστατον σπούδασμα, καὶ τοὺς οἵπερ ἦσαν ἐπερωτῶντες ἐπανορθοῦν, καὶ τοῖς οὐκ εἰδόσιν ἡγεῖσθαι τὰ κάλλιστα. Οὐκοῦν εἴπερ ὄντως τῆς ἀλη‐
40θείας ὁ Ναθαναὴλ ἀπεσφάλ[λ]ετο, καὶ Υἱὸν τοῦ Θεοῦ καὶ βασιλέα τοῦ Ἰσραὴλ τὸν Χριστὸν ἀποκαλῶν, τί μὴ παραχρῆμα πρὸς τὴν εὐθεῖαν ἤγετο γνῶσιν, Ἐπλανήθης, ὦ οὗτος, ἀκούων; Ἔχει γὰρ οὐχ οὕτως, καθάπερ αὐτὸς ὑπετόπησας. Εἰ μὴ γὰρ οὐχ Υἱὸς τοῦ
45Θεοῦ, ποίημα δὲ μᾶλλον· καὶ βασιλεὺς μὲν οὐδαμῶς, δοῦλος δὲ ὡς πεποιημένος. Τοῦτο γὰρ ἦν οὔτως ὠφε‐ λῆσαι μάλιστα πρὸς τὰ καιριώτατα τὸν εἰς μαθη‐ τείαν ἄρτι κεκλημένον, καὶ πρὸς τοῦτο βαδίζοντα. Ἄλλως τε καὶ τὴν αὐτῷ πρέπουσαν ἐπιστήμην ὁ

75

.

541

(50)

διδάσκαλος ἀλοιδόρητον ἂν διεσώσατο, πρῶτον αὐτῷ καὶ σωτήριον ὥσπερ μάθημα παραθεὶς, τῆς οὐκ ἀληθοῦς διαλήψεως τὴν ἀπαλλαγήν. Ἐπεὶ δὲ τοῦτο ποιεῖν εἰθισμένος ἐπὶ τῶν ἄλλων, ἐπὶ ταῖς τοῦ Να‐ θαναὴλ ὁμολογίαις μονονουχὶ καὶ ἐκπλήττεται, δῆλος
55ἂν εἴη δήπουθεν ὡς σοφῶς τε καὶ εὐπαιδεύτως νε‐
νηκότα τιμῶν. Εἰ δὲ τὸ εἶναι Υἱὸς Θεοῦ καὶ βασι‐541

75

.

544

λεὺς τοῦ Ἰσραὴλ καταδέχεται, πῶς ἂν εἴη γενητὸς ἢ πεποιημένος ᾗ Λόγος ἐστίν; Οὔτε γὰρ εἰς υἱότητα τὸ ποιηθὲν, οὔτε μὴν εἰς βασιλείαν τὴν κατὰ φύσιν κεκλήσεται. Δοῦλα γὰρ τοῦ πεποιηκότος τὰ σύμ‐
5παντα, καὶ τὸ ποιηθὲν ὅλως, οὐκ ἂν εἴη γεγεννη‐ μένον.
7tΑΛΛΟ.
8 «Οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἔδωκεν, ἵνα πᾶς ὁ πι‐
10στεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώ‐ νιον.» Εἰ τὸ μέγα καὶ ὑπερφυὲς τῆς ἀγάπης τοῦ Θεοῦ καὶ Πατρὸς Κύριος ἔχει περὶ τὸν κόσμον, ἐν τούτῳ διαγινώσκεται, ἐν τῷ εἶναι Υἱὸν τὸν ὑπὲρ αὐτοῦ καὶ δι’ αὐτὸν σαρκὶ κινδυνεύσαντα, σμικρὸν
15ἄρα φαίνεται τὸ πρᾶγμα, καὶ τοῦ μηδενὸς ἄξιον, εἰ μὴ Υἱός ἐστιν, ἀλλὰ ποίημα τὸ δοθὲν ὑπὲρ αὐτοῦ. Εἴη δ’ ἂν καὶ ἑτέρως τὸ τοῦ Μονογενοῦς ὄνομα πε‐ πλασμένον τε καὶ οὐκ ἀληθές. Εἰ γάρ ἐστι τῶν ποιη‐ θέντων ὁ Υἱὸς, πῶς ἂν νοοῖτο μονογενής; Ἐπειδὴ
20δὲ μεγάλη τε καὶ ἐξαίρετος ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, Υἱὸς ἄρα ἐστὶν ὁ ὑπὲρ τῆς τοῦ κόσμου δοθεὶς σωτηρίας. Ἐν τούτῳ γὰρ ὄντως ἐστὶ τοῦ πράγματος τὸ ἀξίωμα. Ἔστι δὲ καὶ μονογενής· οὐκ ἄρα τῶν ποιημάτων εἷς, ἀλλ’ ὡς μόνος ἐκ Πατρὸς γεννηθείς. Τοῦτο γάρ
25τε καὶ πρᾶγμα.
26tΑΛΛΟ.
27 «Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος.» Τὸ μέγα τοῦ πάντων Δεσπότου πρόσωπον,
30ἡμῖν εἰσφέρων ὁ προφήτης Ἡσαΐας, φησίν· «Ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σώζων δίκαιος καὶ Σωτήρ.» Εἰ δὲ ταῦτα πάντα ἐστὶν ὁ Υἱὸς καὶ διασώζει τὸν κόσμον, διά τε τοῦτο παρὰ τοῦ Πατρὸς ἀπεστάλθαι λέγεται· αὐτὸς ἄρα ἐστὶν ὁ διὰ τοῦ προ‐
35φήτου λέγων· «Ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ.» Εἶτα πῶς ἂν ὁ τοῦτο ὑπάρχων νοοῖτο καὶ γε‐ νητός;
38tΑΛΛΟ.
39Ἰωάννης φησὶν ὁ μακάριος Βαπτιστὴς περὶ τοῦ
40Σωτῆρος ἡμῶν Χριστοῦ, ὅτι «Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.» Ἄρ’ οὖν εἴποι τις ἂν, ὅτῳ δὴ τὸ νοεῖν ἄριστα περισπούδαστον, τήν τε αὔξησιν ἐν‐ θάδε καὶ τὴν ἐλάττωσιν περὶ τὰς τῶν σωμάτων ἡλι‐ κίας σημαίνεσθαι· καὶ πῶς οὐκ ἂν φαίνοιτο ληρῶν
45εἴ γέ τοι τοιοῦτον ἐκλάβοι κατὰ διάνοιαν; Αὔξην μὲν γὰρ ἐπιδέχεται τυχὸν τῶν ἀνθρωπίνων σωμάτων ἡ φύσις· τὸ δὲ κάτω πίπτον καὶ τὸ ἅπαξ ἐξυφανθὲν παρὰ τῆς φύσεως μέτρον, ἀδύνατον ὑφιζάνειν αὐτο‐ μάτως καὶ ἀπλεονέκτως· πολλὰ γὰρ τὰ τοῖς ἡμετέ‐

75

.

544

(50)

ροις σώμασιν ἐπισυμβαίνοντα πάθη. Οὐκοῦν ἀπίθα‐ νον κομιδῇ περὶ σωμάτων εἰρῆσθαι τὸ, «Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.» Ἀξιόπιστον δέ τι καὶ τῆς Ἰωάννου διανοίας οὐ ξένον ἀκόλουθον ἐν‐ νοεῖν. Αὔξει τοιγαροῦν Χριστὸς ἀεὶ τὸν Ἰωάννην
55ἐλάττονα δεικνύς· οὐκ ἐν τῷ προφέρειν ὡς ἄνθρω‐543

75

.

545

πον ἀνθρώπου, ἢ ὡς ποίημα ποιήματος (μικρὰ γὰρ καὶ οὐ λίαν ἀξιόχρεως ἡ διαφορὰ), ἀλλ’ ἐν τῷ διὰ τῶν ἔργων αὐτὸν μὲν ὁρᾶσθαι Θεὸν, καὶ πρὸς τὸ ἐν‐ τεῦθεν ἀναβαίνειν ὕψος ἀεὶ, τὸν δὲ ὡς ἄνθρωπον
5ὑποπίπτειν τοσοῦτον ὅσον τῆς θείας οὐσίας τὸ ἀν‐ θρώπινον ἐλαττοῦται γένος. Εἶτα πῶς οὐ λίαν ἔσται δυσσεβὴς ὁ τὸν εἰς τοῦτο τρέχοντα τὸ ἀξίωμα τῇ τοῦ πεποιῆσθαι σμικροπρεπείᾳ περιβάλλειν ἀποτολμῶν;
9tΑΛΛΟ.
10 «Ὁ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστί.» Τὸ ἄνωθεν ἐν τούτοις οὐδὲν ἕτερον οἶμαι σημαίνειν, ἢ τὸ ἐκ τῆς ἀνωτάτω πασῶν οὐσίας. Οὐ γὰρ δήπου σωματικοῖς, ἵν’ οὕτως εἴπωμεν, καὶ τοπικοῖς ὑψώμα‐ σιν ἐναμβρύνεσθαι τὸν Υἱὸν ἐροῦμέν τε ἡμεῖς, ἢ καὶ
15τὸν ἅγιον Βαπτιστὴν διισχυρίζεσθαι δώσομεν. Ὅπου τοίνυν τὸ ἄνωθεν οὐκ ἐκ τόπου νοεῖται σωματικοῦ, ἀλλ’ οὐδὲ τὴν ἀπό τινος εἰς ἕτερόν τι κίνησιν ἔχει πραγματικῶς, τί ἂν ἕτερον εἴη λοιπὸν, ἢ ὅπερ εἴ‐ πομεν φθάσαντες, αὐτῆς ἄνωθεν οὐσίας, τῆς ἐν τῷ
20εἶναι, θεοπρεπῶς τὸ τοῦ ἀξιώματος ὕψος ἐχούσης; Πῶς οὖν ὁ ἐντεῦθεν προεληλυθὼς Θεὸς Λόγος τὴν μὲν ἀπογεννήσασαν αὐτὸν διαψεύσεται φύσιν, ἀνατελεῖ δὲ ἡμῖν ἑτερογενής τε καὶ ἔκφυλος, ποίημα μᾶλλον καὶ οὐχ Υἱὸς, δοῦλος καὶ οὐ Δεσπότης; Πῶς δ’ ἂν καὶ
25ἐπάνω πάντων νοηθείη λοιπὸν, ὁ διὰ τὸ εἶναι τοῖς πᾶσιν ὁμογενὴς, μετὰ πάντων ὑποκεῖσθαι παρ’ ἐκεί‐ νων ἀναγκαζόμενος, εἴπερ ὄντως ἐστὶ πεποιημένος; Καὶ γὰρ ἀληθεύει λέγων ὁ Ψαλμῳδὸς, ὡς πρὸς Θεὸν καὶ Πατέρα· «Ὅτι τὰ σύμπαντα δοῦλά σου.» Τοῦτο
30γὰρ τὸ πρέπον τῇ κτίσει μέτρον· ὁ δὲ Υἱὸς ἐπάνω πάντων ἐστίν. Οὐκ ἄρα τῶν ὑποκειμένων δουλικῶς εἶς ὑπάρχει καὶ αὐτὸς, μᾶλλον δὲ τὸ ἐναντίως ἔχον τῷ τοιῷδε σχήματί τε καὶ πράγματι.
34tΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ.
35 Εἰ ἐπάνω πάντων ἐστὶν ὁ Υἱὸς, οὐκ ἐν τοῖς πᾶσι τετάξεται, ἀλλ’ ἕτερος ἔσται παρὰ πάντα καὶ ἐπάνω, τουτέστιν, ἐν ὑψηλοτέρᾳ τινὶ καὶ ἀῤῥήτῳ φύσει τὴν ὁμοίωσιν ὑπερκειμένῃ τὴν πρὸς τὰ γενητά. Τοῦτο γὰρ πάλιν ἡμῖν τὸ ἐπάνω σημαίνει, τὴν ὡς ἐν τόπῳ
40σωματικῶς παραιτούμενον θέσιν ἐπὶ Θεοῦ. Εἰ δὲ οὕτως ἔχει φύσεώς τε καὶ λόγων τῶν καθ’ ἑαυτὸν ὁ Υἱὸς, πῶς ἂν νοοῖτο καὶ πεποιημένος;
43tΑΛΛΟ.
44Περὶ τοῦ Σωτῆρός φησιν ὁ μακάριος Βαπτιστὴς, ὅτι
45«Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισε ὅτι Θεὸς ἀληθής ἐστιν.» Εἰ ὁ πιστεύων οἷς ἂν λέγοι καὶ διαβεβαιοῖτο Χριστὸς, ἐσφράγισε ὅτι ὁ Θεὸς ἀληθής ἐστι· Χριστὸς ἄρα ἐστὶν ὁ Θεὸς ὁ ὢν ἀληθὴς παρὰ τῶν ἀκροωμένων πιστευόμενος· Θεοῦ δὲ οὐκ ὄντος ἐν

75

.

545

(50)

ἡμῖν προσφάτου, πῶς ἂν εἴη γενητός;
51tΑΛΛΟ.
52 Φησί που πάλιν ὁ Σωτήρ· «Ἐγώ εἰμι ἡ ζωή.» Καὶ οὕτως ἔχειν περὶ αὐτοῦ πιστευτέον, εἴ γε Θεὸς οὐ ψεύδεται. Ἀλλὰ μὴν οὐ ψεύδεται· ἀληθὴς γάρ
55ἐστι. Ζωὴ δὲ κατὰ φύσιν ὁ Υἱὸς, οὐκ ἄρα γενητὸς,545

75

.

548

οὐδὲ πεποιημένος, ζωὴ δὲ μᾶλλον ὡς ἐκ ζωῆς, οὐσιω‐ δῶς ἔχουσα τὸ εἶναι διὰ παντός. Ὅπερ ἐστὶ τῷ γε‐ νέσθαι πολεμιώτατον. Τὸ γὰρ ὅλως γεγονὸς ἀνάγκη λέγειν οὐκ εἶναι μὲν διὰ παντὸς, ἦχθαι δὲ χρόνῳ
5μᾶλλον εἰς γένεσιν.
6tΑΛΛΟ.
7 «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργά‐ ζομαι.» Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν οἱ Ἰουδαῖοι ἀποκτεῖναι τὸν Ἰησοῦν, ὅτι οὐ μόνον ἔλυε τὸ Σάββα‐
10τον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ἀγανακτοῦσιν οἱ Ἰουδαῖοι κατὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὅτι φαινόμενος ἄνθρωπος, μὴ μᾶλλον Πατέρα κοινὸν, ἀλλ’ ἴδιον ἀπο‐ καλεῖ τὸν Θεὸν, λέγων· «Ὁ Πατήρ μου ἕως ἄρτι
15ἐργάζεται.» Ἀπὸ δὲ τοῦ λέγειν αὐτὸν ἴδιον Πατέρα τὸν Θεὸν, πρὸς φυσικήν τινα καὶ ἀληθῆ θεωρίαν κα‐ λούμενοι, καὶ τὴν πρὸς Θεὸν ἁρπάζειν ἰσότητά φασιν αὐτὸν, ἐπείπερ τὸ ἔκ τινος φυσικῶς προελθὸν, ἴσον ἐστὶ κατὰ τὸν τοῦ πῶς εἶναι λόγον τῷ ἐξ οὗπερ ἐστί.
20Ταύτας οὖν ἐχόντων τῶν Ἰουδαίων τὰς ὑπονοίας περὶ Χριστοῦ, τίς δὴ ὁ σφάλ[λ]εσθαι τῆς ὀρθότητος καὶ, τῆς ἀληθείας εἰπὼν τοὺς τῇδε διακειμένους, ὅτι Πατέρα ἴδιον τὸν Θεὸν, ἴσον ἑαυτὸν ἐποίει τῷ γεγεννηκότι; Ἀλλ’ οὐδὲ αὐτὸς ὁ Σωτὴρ, καίτοι τῆς ἀληθείας
25προστάτης ὑπάρχων ἀεὶ, καὶ διὰ ταύτης τοὺς προσιόν‐ τας αὐτῷ χειραγωγῶν εἰς ἀπλανῆ καὶ καθαρωτάτην διάληψιν, τῆς τῶν Ἰουδαίων ὑπονοίας ἐπιλαμβάνε‐ ται. Ἐκ δὲ τῶν ἐναντίων φαίνεται καὶ ὅπερ ὑπετό‐ πησαν βεβαιῶν διὰ τοῦ λέγειν ἐφεξῆς· «Ἃ γὰρ
30ἐὰν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.» Ἴδιον ἄρα Πατέρα τὸν Θεὸν ἐπίσταται, καὶ ἴσος ἐστὶν αὐτῷ, φυσικὴν ἔχων εἰς πάντα τὴν ὁμοίωσιν. Ὁ δὲ τοιοῦτος Υἱὸς, πῶς ἂν εἴη καὶ ποίημα;
34tΑΛΛΟ.
35 «Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» Ποῖ ποτε ἄρα δραμεῖται καὶ νῦν τοῖς Χριστομάχοις ὁ λόγος; Ἢ τί καὶ πρὸς ταύτην ἐροῦσι τοῦ Υἱοῦ τὴν φωνήν; Πῶς ἀνίστησι τοὺς νεκροὺς ὁ Πατήρ; Ἆρα
40ζωῆς τῆς ἐξ ἑτέρου μετέχων, ἢ αὐτὸς ὑπάρχων ἡ ζωὴ κατὰ φύσιν; Ἀλλ’, οἶμαι, πάντως αὐτὸν εἶναι δώσουσι τὴν ζωὴν, οὕτω τε δύνασθαι ζωογονεῖν τοὺς ἐν οἶς ἂν γένοιτο μεθεκτός. Οὐκοῦν ἐπειδήπερ οὕτω καὶ ὁ Υἱὸς ζωογονεῖ τοὺς νεκροὺς, ζωὴ πάντως ἐκ
45ζωῆς κατὰ φύσιν ἐστίν. Ὁ δὲ οὕτως ἔχων ἀπαραλ‐ λάκτως πρὸς τὸν Πατέρα, πῶς ἂν εἴη γενητὸς, εἴπερ οὐ τοῦτό ἐστιν ὁ Πατήρ; Ἀλλὰ μὴν οὐ τοῦτο. Ἦν γὰρ ἀεὶ καὶ ἔστιν ὡς ζωή. Οὐκ ἄρα ποίημα ὁ Υἱὸς, ἀεὶ ζῶν καὶ ὑπάρχων, ὡς ὁ Πατήρ.
50tΑΛΛΟ.
51 «Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Θεὸς κατὰ φύσιν
ἐστὶν ὁ Πατὴρ ὁμολογουμένως. Ὁ δὲ Υἱὸς κατὰ τὴν547

75

.

549

τῶν ἑτεροδοξούντων μανίαν, κτίσμα τε ὑπάρχων καὶ ποίημα, Θεὸς εἶναι κατὰ φύσιν οὐ δύναται. Πῶς οὖν, εἴποι τις ἂν, ἰσοστάθμῳ καὶ ἰσοῤῥόπῳ τιμῇ καὶ τὸν Θεὸν καὶ τὸ ποιηθὲν θεραπεύσομεν, καὶ οὐχ ἁμαρτή‐
5σομεν; Ἢ πῶς αὐτὸς ἡμᾶς ὁ Πατὴρ δρᾷν ἐπιτάτ‐ τει, κελεύει δὲ ὥσπερ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καίτοι διὰ Μωσέως εἰπών· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις;» Ἀλλ’ ἔστιν, ὡς φαίνεται, τῶν λίαν ἀτοπωτάτων τῇ
10κτίσει λατρεύειν ἡμᾶς ἐθέλειν οἴεσθαι τὸν Θεὸν καὶ Πατέρα. Ἐπιτάττει δὲ οὕτω τιμᾶσθαι τὸν Υἱὸν ὥσπερ οὖν καὶ ἑαυτόν. Οἶδεν ἄρα κατὰ φύσιν ὄντα Θεὸν, καὶ τῆς οὐσίας τῆς ἑαυτοῦ καρπὸν ἀληθῆ τε καὶ γνή‐ σιον. Εἶτα πῶς ἂν λέγοιτο γενητὸς ὁ οὕτως ἔχων φύ‐
15σεως Υἱὸς, εἰ τοῦ πεποιῆσθαι μακρὰν τὸν ἐξ οὗπέρ ἐστιν ὁμολογοῦμεν Πατέρα;
17tΑΛΛΟ.
18 «Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ.» Εἰ οὕτως
20ἔχει τὴν ζωὴν ὁ Υἱὸς ἐν ἑαυτῷ, ὥσπερ ἔχει καὶ ὁ Πατὴρ, οὐσιωδῶς ἄρα, καὶ οὐ μεθεκτῶς. Οὐσιώδης γὰρ ἡ ζωὴ ἐν Πατρὶ, μᾶλλον δὲ αὐτοζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατήρ. Μὴ γὰρ δὴ θορυβείτω τοὺς ἀκροωμένους ὁ Υἱὸς δεδόσθαι λέγων ἑαυτῷ παρὰ Πατρὸς τὴν ζωήν.
25Ὅμοιον γὰρ ὡς ἂν εἰ καὶ ἡ ἐκ τοῦ πυρὸς προϊοῦσα λέγοι θερμότης· Ὥσπερ τὸ πῦρ ἔχει τὸ θερμὸν ἐν ἑαυτῷ, οὕτω κἀμοὶ δέδωκεν ἔχειν ἐν ἐμαυτῇ. Καὶ οὐ δήπου κατὰ μετοχὴν τοῦ λαμβάνοντος, ἢ κατὰ ἀπο‐ μερισμόν τινα καὶ ἀποκοπὴν τὴν ὡς ἐκ τοῦ διδόντος
30ἐν τοῖς τοιούτοις ἡ λῆξις νοεῖται· ἀλλ’ ὡς ἐξ ἑνότητος τῆς πρὸς τὸ ἐκπέμπον οὐσιώδους ἀποτελεῖται τοῦ πεμπομένου φορά. Ἔχων οὖν ὁ Υἱὸς οὕτω ἐν ἑαυτῷ τὴν ζωὴν ὥσπερ ἔχει καὶ ὁ Πατὴρ, καὶ τοῦτο ὑπάρ‐ χων ἀπαραλλάκτως ὅπερ ἐκεῖνός ἐστι, πῶς ἃν εἴη
35γενητὸς, οὐκ ἔχοντος οὕτως τοῦ γεννήσαντος αὐ‐ τόν;
37tΑΛΛΟ.
38 «Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ
40ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθινὴ αὐτοῦ ἡ μαρτυρία ἣν μαρ‐ τυρεῖ περὶ ἐμοῦ. Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ. Ἐγὼ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω.» Μεμαρτύρηκε μὲν τῇ ἀλη‐ θείᾳ καὶ ὁ μακάριος Βαπτιστὴς περὶ τοῦ Σωτῆρος
45εἰπών· «Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἐπειδὴ δὲ ἅπαξ φησὶν ὁ Σωτὴρ, οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν βούλεσθαι λαβεῖν, ἄλλον δὲ εἶναι τὸν ἀληθῆ μαρτυροῦντα περὶ αὐτοῦ, τίς ἄρα οὗτός ἐστιν, ὁ καὶ τῆς Ἰωάννου φωνῆς ἀξιο‐

75

.

549

(50)

λογώτερος; Ἦ δηλονότι πάντως πού φησι τὸν Πατέρα, τὸν Ἰωάννῃ λέγοντα· «Ἐφ’ ὃν ἂν εἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτὸν, οὗτος ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ·» ὅτε καὶ ἄνωθεν ἡ τοῦ Πατρὸς ἠνέχθη φωνὴ λέγοντος· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς,
55ἐν ᾧ εὐδόκησα.» Τοῦ Θεοῦ τοιγαροῦν καὶ Πατρὸς
Υἱὸν ἀποκαλοῦντος αὐτὸν, καὶ ἀληθῆ ποιουμένου τὴν549

75

.

552

τοιαύτην ἐπ’ αὐτῷ μαρτυρίαν, τίς ὁ ποίημα λέγων αὐτὸν, καὶ οὐ διαῤῥήδην τῇ τοῦ πάντων κρατοῦντος ἀπομαχόμενος γνώσει, ἣν ἔχει περὶ τοῦ ἰδίου γεννή‐ ματος; Ὁ δὲ τοιοῦτος πῶς ἂν ὅλως φαίνοιτο σωφρο‐
5νῶν;
6tΑΛΛΟ.
7 «Ἐγὼ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου. Τὰ γὰρ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ὁ Πα‐
10τήρ με ἀπέσταλκεν.» Εἰ [fort. εἰς] τὸ δύνασθαι μαρ‐ τυρεῖν περὶ αὐτοῦ, μικρὰν μὲν εἶναι τυχὸν τὴν Ἰωάν‐ νου φωνὴν διαβεβαιοῦται Χριστὸς, οὐχ ὡς Ἰωάννου τὸ ἀξιόχρεων ἐν τῷ μαρτυρεῖν οὐκ ἔχοντος ἀληθῶς (ἐπεί πως ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ
15τοῦ φωτὸς, καὶ τοῦτο ἀπεσταλμένος παρὰ τοῦ Θεοῦ), ἀλλ’ ὅτι παρὰ τοῖς ἀνοσίοις Ἰουδαίοις ἐν τῷ μηδενὶ λελόγισται καὶ αὐτὸς, καίτοι τοσοῦτος ὑπάρχων εἰς ἀρετήν. Ἀξιολογωτάτην δ’ οὖν ὅμως τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν ἔσεσθαί φησιν, ὅτιπερ εἴη Θεὸς ἐκ
20Θεοῦ Πατρὸς προελθών. Ἀπὸ γὰρ τῆς ἐν τοῖς ἔργοις μεγαλειότητος ἀξιοῖ γνωρίζεσθαι, καθά φησιν αὐτὸς, ὅτιπερ αὐτοῦ Πατρὸς ἐξῆλθε καὶ ἥκει, ὡς οὐκ ἂν ἰσχύσας ἐργάσασθαί τι τῶν ὅσα μόνῳ πρέπει Θεῷ, εἴπερ ἦν ὄντως ἑτεροφυὴς ὡς πρὸς τὸν γεννήσαντα
25αὐτόν. Ὅταν οὖν φαίνηται τοσαῦτα ἰσχύων ὅσα καὶ ὁ Πατὴρ, πῶς οὐκ ἀναγκαῖον Θεὸν ἐκ Θεοῦ κατὰ φύσιν ὄντα πιστεύειν, καὶ μὴ ποίημα λέγοντας βλασφημεῖν ἀσεβῶς τε καὶ ἀμαθῶς;
29tΑΛΛΟ.
30 «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου καὶ οὐ λαμβάνετέ με. Ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.» Πῶς ἐλήλυθεν ἐν τῷ ὀνό‐ ματι τοῦ Πατρὸς ὁ Υἱός; ὡς Θεὸς δηλονότι, ὡς Κύ‐ ριος, ὡς ζωὴ, ὡς παντοκράτωρ, ὡς φῶς, ὡς ζωογο‐
35νεῖν τοὺς νεκροὺς δυνάμενος. Ταῦτα γάρ ἐστιν ὁ Πα‐ τήρ. Ἀλλ’ εἴπερ ἐστὶν ἀλήθεια κατὰ φύσιν ὁ Υἱὸς, ἔστι δὲ πάντως, οὐδὲν τῶν εἰρημένων ἐν αὐτῷ δι‐ εψευσμένον εὑρεθήσεται· ὁ δὲ τοῦτο ὢν κατὰ φύσιν, ὅπερ ἂν εἴη καὶ ὁ Πατὴρ δίχα μόνου τοῦ εἶναι Πατὴρ,
40πῶς ἂν εἴη γενητὸς, οὐκ ἔχοντος οὕτως τοῦ γεννή‐ σαντος αὐτόν·
42tΑΛΛΟ.
43 «Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμέ.»
45Ἀπεστάλθαι φησὶ παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς, κατὰ τὸν τῆς ὑπακοῆς τε καὶ ἐνανθρωπήσεως τρόπον. Ἑαυτὸν γὰρ ἐκένωσε μορφὴν δούλου λαβὼν, καὶ γέγονεν ὑπ‐ ήκοος μέχρι θανάτου· ἢ καθάπερ ἐξ ἡλίου τὸ ἐξ αὐτοῦ τικτόμενόν τε καὶ ἐκπεμπόμενον φῶς, ἢ καὶ ἐκ πυρὸς

75

.

552

(50)

θερμότης, ἀμερίστως τε καὶ ἀδιαστάτως ἐπὶ τὸν μετ‐ έχοντα διατρέχουσα, ζῇν δὲ πάλιν διὰ τὸν Πατέρα φησὶν, οὐ ζωῆς μέτοχος, καθάπερ ἡμεῖς, γινόμενος, ἀλλ’ ὡς τῆς Πατρὸς ἰδιότητος φυσικῶς διαβαινούσης εἰς αὐτὸν, ἅτε δὴ καὶ Υἱὸν ὄντα, καὶ οὐσιωδῶς ἐξ
55αὐτοῦ προεληλυθότα. Ἰδιότητος δὲ τοῦ Πατρὸς τὸ ζῇν.
Τοῦτο δὴ οὖν ὑπάρχει καὶ ὁ Υἱὸς διὰ τὸν Πατέρα. Ἦν551

75

.

553

γὰρ δὴ καὶ ἀμήχανον μὴ οὐχὶ πάντως ζῇν τὸν ἐκ ζῶντος Πατρὸς, εἴπερ ἐστὶν ἀπαράλλακτος εἰκὼν τοῦ γεννήσαντος αὐτὸν ὁ Υἱός. Ὥσπερ οὖν ἐκ ζῶντός ἐστι Πατρὸς, ζῶν ἐστι καὶ αὐτὸς, οὕτω τῆς φυσικῆς
5ὁμοιότητος ἀνασώζων τὸν χαρακτῆρα πανταχοῦ, ἐπείπερ ἐστὶν ἐξ ἀγενήτου Πατρὸς, ἀγένητος ἔσται καὶ αὐτός. Καὶ ἐπείπερ ἐκ Θεοῦ τοῦ κατὰ ἀλήθειαν, ἀληθινὸς ἔσται Θεὸς, καὶ οὐ ποιητὸς ἢ κτιστὸς ἢ πρόσφατος.
10tΑΛΛΟ.
11 «Ἀπεκρίθη ὁ Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε.» Ὅρα μοι πάλιν ἐντεῦθεν ἀκριβεστάτην ὄντα τοῦ Πατρὸς εἰκόνα τὸν Υἱόν. Εἰ γὰρ, εἴ τις αὐτὸν εἰ‐
15δείη, γινώσκει πάντως καὶ τὸν Πατέρα, πῶς οὐ πρό‐ δηλον ὡς ἀνάγκη πᾶσα τοιοῦτον εἶναι πιστεύειν, ὁποῖός περ ἂν ὑπάρχοι κατὰ φύσιν ἐκεῖνος; οὐδεμιᾶς τοιγαροῦν μεσολαβούσης παραλλαγῆς, σωζομένης τε τῆς ὁμοιότητος ἀπαραλλάκτου, πῶς ἂν εἴη γενητὸς ὁ
20Υἱὸς, οὐκ ἔχοντος οὕτω τοῦ Πατρός;
21tΑΛΛΟ.
22 Τὰ πρός τί πως ἔχοντα τῶν ὀνομάτων οὐ μόνα νοεῖται καὶ ἰδιαζόντως καθ’ ἑαυτὰ, ὥσπερ οὖν καὶ τὰ λοιπὰ, ἀλλ’ εἰσφέρει πάντως καὶ τοῦ ἑτέρου τὴν δή‐
25λωσιν, καὶ κατασημαίνει κἀκεῖνο πρὸς ὅπερ ἔχει τὴν σχέσιν. Οἷον, ἡμέραν εἰπών τις, οὐδὲ νυκτὸς ἀμνη‐ μονεῖ· δεξιὸν ὡσαύτως ὡς πρὸς ἀριστερόν· οὕτω καὶ υἱὸν ὡς πρὸς πατέρα. Οὐκοῦν οὐ ποίημα λέγων τὸν Υἱὸν, οὐκ εὐλόγως αὐτὸν ἀντιδιαστέλλει τῷ Πατρί. Ὁ
30δὲ Υἱὸν ὁμολογῶν, οἶδεν ὅτι καὶ Πατέρα ἔχει. Ποιή‐ ματος γὰρ ὁ ποιητὴς οὐκ ἂν νοοῖτο πατήρ· κτίστης γὰρ μᾶλλον καὶ δημιουργός. Ἐπεὶ οὖν εἰδέναι βουλό‐ μεθα τὸν Θεὸν ὄντα Πατέρα, Υἱὸν κατὰ φύσιν ὁμο‐ λογῶμεν τὸν ἐξ αὐτοῦ, ἢ πάντη τε καὶ πάντως
35μετὰ τῶν ἀπαιδεύτων Ἰουδαίων ἀκουσόμεθα παρ’ αὐτοῦ· «Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε.»
38tΑΛΛΟ.
39«Ἀπεκρίθησαν, φησὶν, οἱ Ἰουδαῖοι· Ἡμεῖς ἐκ
40πορνείας οὐ γεγεννήμεθα, ἕνα πατέρα ἔχομεν τὸν Θεόν. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ. Ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξ‐ ῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ’ ἐκεῖνός με ἀπέστειλεν.» Οἱ τὸν ἐκ Θεοῦ Πατρὸς πε‐
45φυκότα Υἱὸν οὐκ ἀγαπήσαντες, πῶς ἂν ἀληθεύσειαν λέγοντες ἠγαπηκέναι τὸν ἐξ οὗπέρ ἐστι; Καὶ οἱ τὸν καρπὸν ἀτιμάσαντες, ποίαν καὶ προσοίσουσι τῷ δέν‐ δρῳ τιμήν; Εἰ δὲ καρπός ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός· τοῦτο γὰρ σημαίνει τὸ, «Ἐκ τοῦ Πατρὸς ἐξ‐

75

.

553

(50)

ῆλθον καὶ ἥκω,» πῶς ἂν εἴη γενητός; Πῶς δὲ ὅλως ἡ τῆς θεότητος ἄῤῥητος φύσις ἔκφυλόν τι καὶ ἀλλο‐ γενὲς ὡς πρὸς ἑαυτὴν ἀποτέξεται, οὐδὲ τῆς γενητῆς οὐσίας ἀνεχομένης τοῦτο παθεῖν; Ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου, καὶ βοῦς ἐκ βοός. Οὐκοῦν ἀνάγκη Θεὸν
55ἐκ Θεοῦ πεφυκέναι τὸν Υἱὸν ὁμολογεῖν, ἵνα μὴ φαί‐553

75

.

556

νηται τῶν ἑαυτοῦ κτισμάτων ἐλάττων ὁ Πατήρ. Ἀπεστάλθαι δὲ παρ’ αὐτοῦ φησιν ὁ Υἱὸς, οὐ τόπον ἐκ τόπου μεταμείβων (σωμάτων γὰρ τοῦτό γε), ἀλλ’ ὡς ἐκ πυρὸς ἡ αὐτοῦ θερμότης, ἢ καθάπερ ἐκ φωτὸς ὁ
5ἐξ αὐτοῦ φωτισμός.
6tΑΛΛΟ.
7 «Ὁ Πατήρ μου, ὃς δέδωκέ μοι, πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ Πατρός. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Εἰ πάντων
10μείζων ἐστὶν ὁ Πατὴρ, θεοπρεπῆ δηλονότι τὴν ὑπερ‐ οχὴν ἔχων ὡς πρὸς τὰ ποιήματα, καὶ ἔξω πάντων καὶ ἐπὶ πάντων ἐστίν. Ὁ δὲ οὕτως ἔχων φύσεώς τε καὶ ἀξιώματος, ἕν ἐστι πρὸς τὸν Υἱόν. Εἶτα πῶς ἔσται γενητὸς, ὁ τῷ ἀγενήτῳ Πατρὶ κατ’ οὐσίαν ὁ
15αὐτός; Ἢ πῶς ἐν τοῖς πᾶσιν ὡς ποίημα λογισθήσε‐ ται, ὁ μείζων πάντων μετὰ Πατρὸς, μείζων δὲ ὡσεὶ Θεὸς πρὸς ποιήματα;
18tΑΛΛΟ.
19«Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ Πατρός μου.
20Διὰ ποῖον ἔργον αὐτῶν ἐμὲ λιθάζετε; Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Τοῦ Σωτῆρος ἡμῶν διαλεγο‐ μένου καὶ φάσκοντος· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,»
25ἀγανακτοῦσιν οἱ Ἰουδαῖοι, μὴ νοοῦντες τίς ὁ ταῦτα λέγων ἐστὶ, μόνην δὲ εἰς τὴν σάρκα βλέποντες, εἶτα καταλεύειν αὐτὸν ἐβούλοντό τε καὶ ἐπεχείρουν, ἤδη βλασφημίας ἐγκλήματι περιβάλλοντες. Διὰ γὰρ τοῦ φάναι, φασὶν, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» Θεὸν
30σεαυτὸν κατὰ φύσιν ποιεῖς, τοῦτο μόνον νοοῦντες ὀρ‐ θῶς. Κρείττους οὖν ἄρα τῶν ἀνοσίων Ἀρειανῶν Ἰου‐ δαῖοι, τὸν ὅλως εἰπεῖν θαῤῥήσαντα· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ὥσπερ ἐξ ἀναγκαίου λόγου λοιπὸν πρὸς τὸ τῆς θεότητος ἀναβαίνειν ἀξίωμα διαβεβαιού‐
35μενοι. Πῶς γὰρ ἂν ἓν ὑπάρχοι πρὸς τὸν φύσει Θεὸν, ὁ μὴ τοῦτο ὑπάρχων; Ἐπειδὴ δὲ οὐ ψεύδεται, κατὰ φύ‐ σιν ἄρα καὶ αὐτὸς ὑπάρχων Θεὸς, ἕν ἐστι πρὸς τὸν Πατέρα. Ὁ δὲ τοιοῦτος, πῶς ἂν εἴη γενητὸς ἢ πεποιη‐ μένος;
40tΑΛΛΟ.
41 «Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστι γεγραμμέ‐ νον ἐν τῷ νόμῳ ὑμῶν· Ἐγὼ εἶπα· Θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένε‐ το, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφὴ, ὂν ὁ Πατὴρ
45ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ εἰμι;» Ὁρᾷς ὅπως ἑαυτὸν ἀντιδιαστέλλει σαφῶς τοῖς κατὰ θέσιν θεοῖς, ὡς αὐτὸς δηλονότι κατὰ φύσιν ὑπάρχων, ὅπερ ἐκείνοις ἐν χάριτος μέρει προστίθεται; Πῶς οὖν ἐν‐

75

.

556

(50)

δέχεται τὸν οὐσιωδῶς ὄντα Θεὸν μὴ οὐχὶ καὶ πάντως τὸ εἶναι ποίημα διαφεύγειν, εἴπερ ἄνω τοῦ κτίζε‐ σθαι θήσομεν τὴν θείαν τε καὶ ἀπερινόητον φύσιν;
53tΑΛΛΟ.
54«Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρὸς, μὴ πιστεύετέ
55μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις555

75

.

557

πιστεύετε, ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ, κἀγὼ ἐν τῷ Πατρί.» Ὅτι τὰ κατὰ φύσιν τῆς ἀλλήλων ὁμογενείας διεστη‐ κότα, διάφορον ἔχει καὶ τὴν ἐνέργειαν, σαφέστατα δὲ δεικνύει δι’ ὧν ἔφησεν ὁ Σωτήρ. Εἰ γὰρ εἰς τὴν τῆς
5σαρκὸς εὐτέλειαν ἀποβλέποντες, οὐ πιστεύετε, φησὶν, εἰς ἐμὲ, ἀλλά γε τῶν ἔργων ἡ μεγαλειότης ἀξιόχρεώς τε καὶ ἀξιολογωτάτη πρὸς τὸ δύνασθαι πείθειν ὑμᾶς ὅτιπέρ εἰμι Θεὸς ἐκ Θεοῦ προεληλυθώς. Ὁ γὰρ ἐν ἔργοις ἴσος ὢν τῷ Πατρὶ, πῶς ἂν εἴη δευτερεύων
10κατὰ τὴν φύσιν αὐτοῦ; Καὶ ὁ τὴν αὐτὴν ἐνέργειάν τε καὶ δύναμιν ἐκείνῳ περικείμενος, πῶς ἂν γένοιτο πρὸς αὐτὸν ἑτεροφυής; Μᾶλλον δὲ πῶς οὐχὶ κατὰ πάντα προσεοικὼς, καὶ οὕτω πρὸς ἐμφέρειαν οὐσιώδη καλῶς ἀπηκριβωμένος, ἔχων τε ὅλον τοῦ γεννήσαντος
15ἐν ἑαυτῷ τὸ ἰδίωμα φυσικῶς, ὡς εἶναι μὲν αὐτὸν ἐν Πατρὶ, ἔχειν τε ὁμοίως ἐν ἑαυτῷ τὸν Πατέρα; εἶτα τίς ὁ τολμῶν ποίημα λέγειν τοῦ Πατρὸς τὴν εἰκόνα, καὶ οὐχὶ πάντως εἰς αὐτὸν ἀσεβῶν τὸν Πατέρα;
19tΑΛΛΟ.
20 «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.» Εἰ ποίημα καὶ κτίσμα, κατά τινας, ὑπάρχων ὁ Υἱὸς, ἀνάστασίς ἐστι καὶ ζωὴ, μὴ θαυμαζέσθω ταῦτα ὢν ὁ Πατήρ. Τί γὰρ τὸ πλέον ἐν αὐτῷ παρὰ τὰ ποιήματα; Εἰ δὲ τῶν ποιημάτων τοσοῦτον, ὅσον ἴσμεν, ἀπῴκισται
25κατὰ τὸν τῆς φύσεως λόγον καὶ διὰ τὸ εἶναι ζωὴ, πῶς ἂν εἴη ποίημα ὁ Υἱὸς, ζωὴ καὶ αὐτὸς κατὰ φύσιν ὑπ‐ άρχων, ὥσπερ οὖν ἀμέλει καὶ ὁ γεννήσας αὐτόν; Ζωὴ δὲ ὅλως τῶν ποιημάτων οὐδέν ἐστι, ζωῆς δὲ μᾶλλον τῆς ἀπὸ τοῦ ζῶντος Θεοῦ μέτοχα. Ἐπεὶ καὶ ἐν Θεῷ
30κινούμεθα καὶ ἐσμὲν, ὡς ὁ Παῦλός φησιν.
31tΑΛΛΟ
32 «Ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ’ εἰς τὸν πέμψαντά με.» Εἰ τοσαύτην ἔχει τὴν ὁμοίω‐ σιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα, ὡς ἀνακεκρά‐
35σθαι τρόπον τινὰ κατ’ οὐσίαν αὐτῷ καὶ τὴν ἐκείνου φύσιν καθάπερ ἐν εἰκόνι δεικνύειν, πῶς οὐ λίαν ἐστὶ δυσσεβὴς ὁ ποίημα λέγειν αὐτὸν ἀποτολμῶν, εἰ μὴ καὶ αὐτῷ τὸ πεποιῆσθαι δίδωσι τῷ Πατρί; Εἶναι γὰρ ἀνάγκη τοιοῦτον τὸν Υἱὸν ὁποῖός περ ἂν ὑπάρχοι
40κατὰ φύσιν ὁ Πατήρ. Ἐπειδὴ δὲ οὐ ποίημα ὁ Πατὴρ, οὐκ ἄρα ἔσται ποίημα ὁ Υἱὸς, ἄκτιστος δὲ μᾶλλον, ὥσπερ ὁ γεννήσας αὐτόν. Οὕτως γὰρ ἕξει καὶ τὸ εἶ‐ ναι κατὰ ἀλήθειαν ὁ Υἱὸς, καὶ ἐν αὐτῷ τὸν Πατέρα θεωρήσομεν.
45tΑΛΛΟ.
46 «Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν.» Εἰ πάντα ὅσα ἔχει ὁ Πατὴρ, ταῦτά ἐστι καὶ τοῦ Υἱοῦ (πρόδη‐ λον δὲ ὅτι τοῖς φυσικοῖς ἀξιώμασι τοῦ γεννήσαντος ἐναμβρύνεται), πρόσεστι δὲ τῷ Πατρὶ μετὰ τῶν ἄλ‐

75

.

557

(50)

λων θεοπρεπῶν ἀγαθῶν καὶ τὸ εἶναι ἀγενήτως, ἕξει τοῦτο καὶ ὁ Υἱός. Ἔστι γὰρ οὐ πεποιημένος, ἀλλ’ ἦν ἐν ἀρχῇ μετὰ Πατρὸς καὶ ἐν Πατρὶ, Θεός τε ὢν Λόγος, ἄῤῥητον δὲ καὶ ἄφραστον ἔχων τὸν τῆς γεννήσεως
τρόπον.557

75

.

560

ΑΛΛΟ. «Ἐξῆλθον ἐκ τοῦ Πατρὸς, καὶ ἐλήλυθα εἰς τὸν κόσμον, καὶ πάλιν ἀφίημι τὸν κόσμον, καὶ πορεύο‐ μαι πρὸς τὸν Πατέρα. Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐ‐
5τοῦ, Ἴδε νῦν παῤῥησίᾳ λαλεῖς καὶ παροιμίαν οὐδε‐ μίαν λέγεις. Νῦν οἴδαμεν ὅτι οἶδας πάντα, καὶ οὐ χρείαν ἔχεις, ἵνα τίς σε ἐρωτᾷ. Ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες.» Ἀξιολογωτάτη λίαν ἡ τῶν ἁγίων ἀποστόλων σφραγίς τε καὶ μαρτυρία διατεθεῖ‐
10σθαι φασκόντων πεπιστευκέναι τε ἤδη καὶ μάλα γορ‐ γῶς, ὅτι περ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἐξέλαμψεν ὁ Υἱός. Τοῦτο γὰρ οἶμαι σημαίνειν, καὶ οὐχ ἕτερόν τι, τὸ ἐξελθεῖν ἐκ Πατρός. Ζητητέον δὲ ὅμως πόθεν αὐτοῖς τὸ πιστεῦσαι συμβέβηκε, καὶ ἐπὶ
15τίσιν ἢ ποίαις ἀφορμαῖς ἡ τῆς συνέσεως δέδοται ψῆ‐ φος. «Νῦν, φασὶν, οἴδαμεν ὅτι οἶδας πάντα, καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ. Ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες.» Ἐν τῷ εἰδέναι τὰ πάντα τὸν Υἱὸν, διετέθησαν οἱ μαθηταὶ ὅτιπερ ὄντως εἴη παρὰ
20Θεοῦ καὶ Πατρὸς ἐκφανείς. Θεότητος γὰρ ὄντως ἴδιον τὸ μηδὲν ἀγνοεῖν, ὅπερ ἦν ἐν Υἱῷ. Διὸ δὴ καὶ Θεὸν εἶναι πιστεύουσιν αὐτὸν, ἀναπεφάνθαι τε γεννητῶς ἐκ Πατρὸς, ἔχοντα τὰ ἐκείνου φυσικῶς ἐν ἑαυτῷ. Εἶτα πῶς ἔσται γενητὸς ὁ τοῖς τῆς θεότητος ἰδιώμα‐
25σιν ἐκλάμπων, καὶ οὐ μόνον ἔχων τὸ πάντα εἰδέναι, ἀλλὰ γὰρ καὶ μεγάλῃ λέγων τῇ φωνῇ, «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι.»
28tΑΛΛΟ.
29«Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε
30τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Εἰ τοῖς ψευδωνύμοις θεοῖς τῶν ἐθνῶν ἀντιδιαστελλόμενος, μόνος ἐστὶν ἀληθινὸς ὁ Πατὴρ, συνημμένος δηλαδὴ κατὰ τὴν ταυτότητα τῆς φύσεως τῷ Υἱῷ, ὁράτωσαν οἱ ποίημα λέγοντες αὐτὸν, εἰ μὴ
35πάσης ἀσεβείας ἐπέκεινα βαδιοῦνται, γενητὸν εἶναι φάσκοντες τὸν ᾧ πρόσεστι κατὰ ἀλήθειαν τὸ εἶναι Θεὸν μετὰ τοῦ γεννήσαντος αὐτόν.
38tΑΛΛΟ.
39«Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις.»
40Ἄρα ποῖον ὄνομα τοῦ Πατρὸς φησὶν ὁ Σωτὴρ, ὃ δὴ καὶ φανερὸν τοῖς ἀνθρώποις καταστῆσαι διϊσχυρίζε‐ ται; Ἀλλ’ ἔστιν εἰπεῖν ὅτι, Θεόν σε παρὰ ἀνθρώποις ἐκήρυξα; Τί δὲ ἄρα τῶν προφητῶν οἱ λόγοι; Θεὸν ἢ οὐχ οὕτω καλοῦσι τὸν ἁπάντων Δεσπότην τοσούτοις
45ἄνωθεν τῆς ἐνανθρωπήσεως χρόνοις; Τί οὖν τὸ πλέον διὰ Χριστοῦ; ἀλλ’ ἴσως, Δημιουργὸν, φησὶ, καὶ τοῦ παντὸς κόσμου ποιητήν τε καὶ φιλοτεχνήμονα καταγ‐ γέλλων διατετέλεκα. Καίτοι πρῶτος ὁ μακάριος Μω‐ σῆς, τὸ περὶ τῆς κοσμοποιΐας συντιθεὶς βιβλίον, ὁμοῦ

75

.

560

(50)

καὶ Θεὸν καὶ ποιητὴν αὐτὸν εἰσφέρει, λέγων, «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ποῖον οὖν ὄνομα πεφανερῶσθαί φησιν; Ἦ δῆλον ὅτι τοῦ Πατρός; Ἐπειδὴ γὰρ πεπιστεύκασιν ὡς Υἱὸν, συνωμολόγησαν δηλονότι τὸ εἶναι Πατέρα, καὶ ἔγνω‐
55σαν τίς ἐστιν καὶ ὁποῖος ὁ Πατὴρ, ἀπὸ τῆς κατὰ φύ‐
σιν ὡραιότητος τοῦ Υἱοῦ πρὸς τὸ τοῦ γεννήσαντος559

75

.

561

κάλλος χειραγωγούμενοι, καὶ ἀπὸ τῆς ἀκριβοῦς εἰκό‐ νος τὸ ἀρχέτυπον βλέποντες. Τί οὖν ἄρα ἐστὶν τὸ διὰ τούτων κατασκευαζόμενον; Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, οὐκ ἂν ἐξ αὐτοῦ νοοῖτο Πατὴρ ὢν ὁ Θεός· ποίημα
5γὰρ ὡς πρὸς ποιητὴν, υἱὸς δὲ πρὸς πατέρα νοεῖται· τοιαύτη γὰρ ἡ θέσις ἀεὶ τῶν πρός τί πως ἐχόντων ἐστίν. Εἰ δὲ χρὴ κατὰ ἀλήθειαν ἐνεργείᾳ καὶ πρά‐ γματι Πατέρα νοεῖσθαι Θεὸν, Υἱὸν ὁμολογητέον τὸν ἐξ αὐτοῦ· ὁ δὲ αὐτὸς καὶ ἐφ’ Υἱοῦ κρατήσει λόγος.
10Γέννημα γὰρ εἶναι καὶ οὐ ποίημα πιστευόμενος, συν‐ εισοίσει πάντως ἑαυτῷ τὴν τοῦ γεννήσαντος γνῶσιν· καὶ οὕτως ἀληθεύει λέγων, «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις.»
14tΑΛΛΟ.
15 Ὁ Σωτήρ που φησὶ πρὸς τὴν Μαριὰμ, μετὰ τὸ ἐκ νεκρῶν ἀναστῆναι· «Μή μου ἅπτου, οὔπω γὰρ ἀνα‐ βέβηκα πρὸς τὸν Πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς, ὅτι ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου
20καὶ Θεὸν ὑμῶν.» Θέα δὴ πάλιν μικρὸν ἐπιστήσας τοῖς λεγομένοις τὸν νοῦν, ὅτι πάρεστι κατὰ ἀλήθειαν ὁ Υἱὸς ὁ ἐκ Θεοῦ καὶ Πατρὸς ἀναλάμψας Λόγος, καὶ οὐχὶ κτίσμα, κατὰ τὴν τῶν αἱρετικῶν ἀπόνοιάν τε ὁμοῦ καὶ ἀπαιδευσίαν. Διασκευάσθω δὴ πάλιν ὁμοῦ
25κατὰ τόνδε τὸν τρόπον ἡ τοῦ θεωρήματος δύναμις· Εἰς τὸ τῆς ἀνθρωπότητος σχῆμά τε καὶ πρᾶγμα καταβεβηκὼς ὁ Θεὸς Λόγος, ἵνα διασώσῃ τὸν ἄνθρω‐ πον, ἅτε δὴ λοιπὸν τοῦτο γεγονὼς ὅπερ ἡμεῖς κατὰ φύσιν ἐσμὲν, λαμβάνει μὲν εἰς ἑαυτὸν τὰ τῆς ἀνθρω‐
30πότητος ἴδια· τὰ δὲ οἰκεῖα πάλιν αὐτὸς ἀντιδίδωσιν ἡμῖν, καὶ οὕτως εἰς τὴν αὐτῷ φύσει πρέπουσαν τι‐ μὴν ἀναφέρει τὸν ἄνθρωπον, αὐτῆς ἀρχαίας κατολι‐ σθήσαντα δόξης διὰ τὴν ἐν Ἀδὰμ παράβασιν. Ἀνα‐ μίξας τοίνυν τρόπον τινὰ καὶ ἀνακεράσας ἡμᾶς ἐν
35ἑαυτῷ, καὶ πάλιν ἡμῖν ἑαυτὸν, κάτεισι μὲν εἰς τὰ ἡμέτερα αὐτὸς, ἀναρπάζει δὲ ἡμᾶς εἰς τὰ ἑαυτοῦ· οἷον ἄνθρωποι μὲν κατὰ φύσιν ἡμεῖς, αὐτὸς δὲ εἰς τὸ παρὰ φύσιν διὰ φιλανθρωπίαν καταδραμὼν, γέγονεν ἄνθρωπος. Δοῦλοι Θεοῦ κατὰ φύσιν ἡμεῖς ὡς ποιή‐
40ματα· δοῦλος ἐχρημάτισε καὶ αὐτὸς εἰς τὸ παρὰ φύ‐ σιν ἐνεχθεὶς, ὅτε γέγονεν ἄνθρωπος. Ἀλλὰ καὶ τὸ ἐναντίον, Θεὸς κατ’ οὐσίαν αὐτός· θεοὶ καὶ ἡμεῖς εἰς τὸ παρὰ φύσιν ἀναβαίνοντες διὰ τὴν χάριν· ἄνθρωποι γάρ· Υἱὸς κατὰ φύσιν αὐτός· υἱοὶ καὶ ἡμεῖς κατὰ
45θέσιν, ὡς εἰς ἀδελφότητα τὴν πρὸς αὐτὸν κεκλημένοι. Οὐκοῦν εἴπερ ἡμεῖς κατὰ θέσιν υἱοὶ καὶ θεοὶ, τοῦτο πάλιν αὐτὸς ἔσται κατὰ ἀλήθειαν ὡς τοῖς κατὰ θέσιν ἀντινοούμενος. Ὁ δὲ ἀληθινὸς Υἱός τε ὑπάρχων καὶ Θεὸς, πῶς ἂν εἴη γενητὸς, οὐδαμόθεν παραδεχομένης τὸ κτίζεσθαι τῆς θείας οὐσίας;
50tΑΛΛΟ.
51 Ὁ Σωτὴρ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς φησί που πά‐ λιν· «Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέ με ὁ Πατὴρ, κἀγὼ ἀποστέλλω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν, ἐνεφύσησε, καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον.» Δημιουρ‐
55γικὸν κατὰ φύσιν τὸ Πνεῦμα εἰδὼς καὶ ὁ Ψαλμῳδός,
φησὶ πρὸς τὸν ὅλων Δεσπότην Θεὸν καὶ Πατέρα·561

75

.

564

«Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Ὅτε τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον καὶ δημιουργεῖ καὶ ἀνακαινίζει τὰ πάντα, τοιαύτην ἔχον τὴν φύσιν, πῶς ἂν εἴη γενη‐
5τὸς, ἢ πῶς ἂν κτίσμα νοοῖτο κατὰ φύσιν ὁ Υἱὸς, ὁ τοῦ κτίζειν ἰσχύοντος Πνεύματος χορηγός;
7tΑΛΛΟ.
8 Θωμᾶς ὁ μακάριος μαθητὴς ἀπαγγελλόντων αὐτῷ τῶν συναποστόλων, ὅτι δὴ Τεθεάμεθα τὸν Κύριον ἐκ
10νεκρῶν ἐγηγερμένον, ὀλίγον ἀπιστήσας φησίν· «Ἐὰν μὴ βάλω τὰς χεῖράς μου εἰς τοὺς τύπους τῶν ἥλων, οὐ μὴ πιστεύσω.» Ἐπειδὴ δὲ παρῆν ὁ Σωτὴρ καὶ αὐτὸν ἀποπείσων, καὶ δὴ καὶ τὰς χεῖρας τοῖς τύποις τῶν ἥλων ἐντιθέναι προσέταττεν, ἀνακεκλημένος εἰς
15πίστιν ὁ μαθητὴς λέγει πρὸς αὐτόν· «Ὁ Κύριός μου καὶ ὁ Θεός μου.» Καὶ τοῦτο εἰπὼν, οὐ μόνον παρὰ τοῖς τὸ τηνικάδε συμβιοτεύουσιν αὐτῷ, ἀλλὰ μέχρι νῦν καὶ παρ’ ἡμῖν θαυμάζεται, ὡς ὀρθῶς δηλονότι καὶ ἀληθῶς περὶ τοῦ Σωτῆρος διαλαβών. Εἰ τοίνυν
20καὶ Κύριός ἐστι καὶ Θεὸς, πῶς ἔσται τῶν ποιηθέντων εἷς; πᾶν γὰρ τὸ πεποιημένον, καὶ δοῦλον τῇ φύσει, καὶ οὐ Θεὸς κατὰ φύσιν· ὁ δὲ Σωτὴρ φύσει Κύριος καὶ Θεὸς, οὐκ ἄρα γενητὸς, ᾧ τὰ τῆς θείας οὐσίας ἐφήρμοσται κάλλη.
25tΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ.
26 Εἰ κτίσμα κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, οὕτω δὲ ἔχοντι κατ’ ἐκείνους φησὶν ὁ Θωμᾶς, «Ὁ Κύριός μου καὶ ὁ Θεός μου,» καὶ τὸ ἐκ τῆς δυσφημίας ἔγκλημα δια‐ πέφευγε, ὡς ἐξὸν καὶ κτίσματι ταῦτα καλεῖσθαι, τί
30κωλύσει καὶ ἀγγέλοις καὶ ἑκάστῳ τῶν ἁγίων τυχὸν τοῦτο λέγειν ἡμῶν, ὅταν αὐτοὺς ἐπί τισι παραδό‐ ξοις θαυμάζωμεν; Ἀλλ’ οὐκ ἄν τις εἴποι νοῦν ἔχων ἑνὶ τῶν κατειλεγμένων τὴν τοιαύτην φωνὴν, ὡς μόνῳ πρέπουσαν Θεῷ, μακράν τε εἶναί φαμεν τοῦ δι‐
35εσφάλθαι τὸν μαθητήν. Οὐκοῦν ἀληθεύει Θεὸν αὐτὸν ἀποκαλῶν καὶ Κύριον· ὁ δὲ τοῦτο ὑπάρχων φυσικῶς, καὶ οὕτω κεκλημένος, κατὰ τίνα τρόπον ἔσται γενητός;
39tΑΛΛΟ.
40 «Πολλὰ μὲν, φησὶ, οὖν καὶ ἄλλα ἐποίησε σημεῖα ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γε‐ γραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. Ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς Υἱὸς τοῦ Θεοῦ.» Λεγέτωσαν ἡμῖν οἱ θεομαχεῖν ἀνοήτως ἀπο‐
45τολμῶντες Ἀρειανοὶ, εἰ ποίημα λέγοντες τὸν Χρι‐ στὸν, καθὸ Λόγος ἐστὶν, Υἱὸν αὐτὸν ὁμολογοῦμεν τοῦ Θεοῦ καὶ Πατρός. Ἀλλ’ οἶμαί γε σφόδρα κατηγο‐ ρήσειν αὐτοὺς τῆς ἑαυτῶν ἀβουλίας, εἰς τὸν ἐπὶ τούτοις ἀναβλέποντας λογισμὸν, καὶ τί μὲν ἔστι τὸ

75

.

564

(50)

ποιηθὲν, τί δὲ τὸ γενηθὲν ὑπό του θεωρήσαντας ἀκριβῶς. Τὸ μὲν γὰρ ποιηθὲν οὐκ ἐκ τῆς οὐσίας τοῦ
ποιοῦντος λαμβάνεται· τὸ δὲ γεννώμενον, τὴν τοῦ563

75

.

565

γεννῶντος φύσιν ἀποσυλᾷ. Τοῦτο δὲ φαμὲν ὡς ἐπὶ σωμάτων, ἕτερον ἔχοντος τοῦ πράγματος τύπον ἐπὶ Θεοῦ, ὅμως δ’ οὖν ἐκ τῶν καθ’ ἡμᾶς ἀληθεστάτην εἰσφέροντος τὴν εἰκόνα. Τοσαύτης τοίνυν μεταξὺ
5κειμένης διαφορᾶς, καὶ οὕτω μακροῦ διορίζοντος λό‐ γου ποίημα καὶ Υἱὸν, ὅτου δὴ χάριν ὁ μακάριος εὐ‐ αγγελιστὴς τὰς ἐκ τοῦ Πνεύματος ἡμῖν διακονῶν ἀληθείας, πολλὰ καὶ ἀξιοθαύμαστα γενέσθαι σημεῖά φησιν, ἵνα πιστεύσωμεν ὅτι Ἰησοῦς Χριστὸς αὐτός
10ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ οὐχὶ μᾶλλον εἷς τῶν ποιηθέντων παρὰ Θεοῦ, εἴπερ ἐστὶ γενητὸς, ὡς ἐκεῖνοι ληροῦντες φασίν. Ἀλλὰ τοῦτο μὲν οὐ φησὶν, εἰς δὲ τὴν τῆς υἱότητος ἔννοιαν ἀναφέρει τῶν ἀκροωμένων τὸν νοῦν. Οὐκ ἄρα γενητὸν νοεῖσθαι βούλεται τὸν Υἱὸν, καθὸ Λόγος
15tΛΟΓΟΣ ΛΓʹ
16tὍτι Θεὸς κατὰ φύσιν τὸ Πνεῦμα, καὶ ἐκ τῆς
17οὐσίας τοῦ Πατρός· δι’ Υἱοῦ δὲ τῇ κτίσει χο‐
18tρηγούμενον.
19tΠρότασις ὡς ἐκ τῶν δι’ ἐναντίας.
20 Εἰ διὰ τὸ λέγεσθαι, φασὶ, παρὰ ταῖς θείαις Γρα‐ φαῖς ἐκ Θεοῦ τὸ Πνεῦμα, τῆς οὐσίας αὐτὸ δώσομεν τοῦ Πατρὸς, καὶ ὁμοούσιον ὁμολογήσομεν τῇ τὰ πάντα ὑπερκειμένῃ φύσει, ἔστω καὶ πάντα τὰ ἄλλα κατὰ τόνδε τὸν τρόπον· ἐπειδήπερ τὰ πάντα ἐκ Θεοῦ
25τῆς ἀληθείας ὁ κήρυξ ὁμολογεῖ. Τί δὴ λοιπὸν τὸ ἐν‐ τεῦθεν; Πλῆθος ἄπειρον ἡμῖν εἰσῆκται θεῶν, εἴπερ τὸ ἐξ οὗ τοῖς πᾶσι προσκείμενον, πάντα δείκνυσιν ὁμοούσια τῷ Πατρί.
29tΠρὸς τοῦτο λύσις.
30 Τοῖς μὲν συνιέναι τὰς θείας ἐπιθυμοῦσι Γραφὰς, χρεία τις εἰς τὸ πιστεύειν ἑτοιμότητος. «Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε,» φησί που λόγος προφητικός. Ἐπειδὴ δὲ ἀμαθῶς καὶ ταῦτα προτεί‐ νουσιν οἱ δι’ ἐναντίας, ἀνάγκη δὴ λοιπὸν ἐπ’ ἐκεῖνα
35χωρεῖν, δι’ ὧν τὸ ἐξ ὧν δυσφημοῦσιν ἀμαθῶς ἀπο‐ κρουσθήσεται βλάβος. Οὐχ οὕτως, ὦ βέλτιστοι, τὰ πάντα φαμὲν ἐκ Θεοῦ, καθάπερ καὶ τὸ Πνεῦμα. Τὸ μὲν γάρ ἐστι φυσικῶς ἐνυπάρχον αὐτῷ, καὶ οὐσιω‐ δῶς ἐμπεπηγὸς, ἵν’ οὕτως εἴπωμεν, καὶ ἀμερίστως
40ἐξ αὐτοῦ προϊόν. Τὰ δὲ τῆς ἐνεργείας ἔργα καὶ ποιήματα, δι’ Υἱοῦ ἐν Πνεύματι γεγονότα καὶ οὕτως ἐκ Θεοῦ νοούμενα. Εἰ δὲ τούτοις ἡμῶν οὐ πείθεσθε τοῖς λόγοις, ἐν ἴσῃ δὲ τάξει τοῖς πεποιημένοις καὶ τὸ Πνεῦμα θήσετε, διὰ τὸ ἐκ Θεοῦ καὶ αὐτὸ λέγεσθαι,
45καθάπερ ἐκεῖνοι, τί τὸ κωλύον καὶ ἡμᾶς ἀνθυπ‐ ενεγκόντας εἰπεῖν· Εἰ ἐκ Θεοῦ τὰ πάντα ἐστὶν, ὥσπερ καὶ τὸ Πνεῦμα, καὶ τὸ ἐξαίρετον οὐδὲν ἐν αὐτῷ παρὰ τὰ ποιήματα, διατί μὴ καὶ ἕκαστον τῶν γεγονότων, ἐπειδήπερ ἐκ Θεοῦ εἶναι λέγεται, οἶδε τὰ τοῦ Θεοῦ,

75

.

565

(50)

καὶ ἐρευνᾷ τὰ βάθη τοῦ Θεοῦ; Διατί μὴ διὰ πάντων ἀποκαλύπτει Θεὸς, ἀλλὰ διὰ μόνου τοῦ Πνεύματος; Ὅτε τοίνυν τὰ μὲν ἄλλα ποιήματα, διὰ τοῦ Πνεύμα‐ τος τὴν ἀποκάλυψιν ἔχει· αὐτὸ δὲ τὸ Πνεῦμα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ φυ‐
55σικῶς ὑπάρχον, ὥσπερ καὶ ἐν τῷ ἀνθρώπῳ τὸ ἀν‐565

75

.

568

θρώπινον, πρόδηλον δήποθεν ὡς Θεὸς μὲν, τὸ Πνεῦμα τὸ ἐξ οὗ κυρίως ἔχον καὶ φυσικῶς ἐν Θεῷ. Τὰ δ’ ἄλλα ποιήματα καταχρηστικώτερον, ὡς ἐκ ποιητοῦ καὶ δημιουργοῦ πεφηνότα, τὸ ἐξ οὗ λεγόμενα.
5tΜαρτυρίαι τοῦ ῥητοῦ.
6 Ὁ Παῦλος· «Ἡμεῖς δὲ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐλά‐ βομεν, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν.» Καὶ πάλιν· «Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν
10αὐτῷ· Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐν αὐτῷ.»
12tΑΛΛΟ.
13 «Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ. Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη
15τοῦ Θεοῦ.
16tΑΛΛΟ.
17 Εἰ τὸ πνεῦμα τὸ ἀνθρώπινον οὐκ ἐξ ἀποκαλύψεως ἑτέρου τινὸς οἷδε τὰ ἐν αὐτῷ, ἀλλ’ ὡς φυσικῶς καὶ κυρίως ὑπάρχον αὐτοῦ, τὰ τῆς καρδίας βάθη γινώ‐
20σκει καὶ ἐρευνᾷ, οὕτω δὲ [f. δὴ] ἐν Θεῷ καὶ Πατρὶ τὸ Πνεῦμα τὸ ἅγιον. Τῆς φύσεως ἄρα τῆς θείας ἔσται, καθάπερ καὶ τοῦ ἀνθρώπου τὸ ἀνθρώπινον.
23tΑΛΛΟ.
24Ἐπιστέλλει δὲ τισὶν ὁ Παῦλος· «Ὑμεῖς οὐκ ἐστὲ
25ἐν σαρκὶ, ἀλλ’ ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰ‐ κεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗ‐ τος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι’ ἁμαρτίαν, τὸ δὲ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην.» Δέχου μοι πάλιν ἐντεῦθεν ὀρθὰς περὶ
30τοῦ ἁγίου Πνεύματος τὰς ἐννοίας, ἵνα δὴ καὶ ἐκμά‐ θῃς ἀπὸ τῆς τοῦ Σωτῆρος ὑπάρχον οὐσίας, καὶ τῆς μιᾶς θεότητος οὐκ ἀλλότριον. Πνεῦμα γὰρ ἀποκαλέ‐ σας αὐτοῦ Θεοῦ, εὐθὺς αὐτὸ καὶ Πνεῦμα λέγει Χρι‐ στοῦ. Δεικνύων μὲν ὅτι πάντα τὰ τοῦ Πατρὸς ἴδια,
35διαβαίνει ἐπὶ τὸν ἐξ αὐτοῦ φυσικῶς γεννηθέντα Υἱόν. Χριστὸν δὲ πάλιν εὐθὺς τὸ Πνεῦμα καλεῖ, λέ‐ γων· «Εἰ δὲ Χριστὸς ἐν ὑμῖν,» οὐκ ἀλλότριον αὐτὸ δεικνύων τῆς τοῦ Λόγου φύσεως. Ἀλλ’ οὕτως ἡνωμένον, εἰ καὶ ἔστιν ἰδιοσύστατον, ὡς αὐτό τε ὑπ‐
40άρχειν ἐν Υἱῷ, καὶ Υἱὸν ἐν αὐτῷ διὰ τὴν τῆς οὐσίας ταυτότητα.
42tΑΛΛΟ.
43 Ἐκ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον εἶναί φαμεν, καὶ οὕτω πιστεύομεν. Ἀλλ’ οἱ πρὸς μόνον τὸ δυσφημεῖν
45ἑτοιμότατοι, καὶ τὰ ἄλλα πάντα ἐκ Θεοῦ γενέσθαι φασὶ, τοῦ Παύλου γράφοντος· «Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα.» Εἶτα νομίζουσιν δύνασθαι ἀνατρέπειν τὸ ἐκ τῆς οὐσίας εἶναί τε τοῦ Πατρὸς τὸ Πνεῦμα, διὰ τὸ φέρεσθαι καὶ κατὰ τῶν ποιημάτων, τὸ, ἐξ οὗ,

75

.

568

(50)

ὅπερ ἐπὶ τοῦ Πνεύματος κείμενον, ἐκ τῆς οὐσίας αὐτὸ φυσικῶς ὑπάρχον ἀποδεικνύον· ἀλλ’ ἔστι πρὸς τοῦτο λέγειν, ὅτι καὶ ἐφ’ Υἱοῦ κυρίως μὲν κεῖται τὸ υἱὸς ὄνομα, κεῖται δὲ καὶ ἐπ’ ἀνθρώπων καταχρη‐
στικῶς. Καὶ οὐ δή που τὸ θέσει τισὶ καὶ κατὰ χάριν567

75

.

569

προσκείμενον, ἀνατρέψει τὸν ἔχοντα φυσικῶς· οὕτω καὶ τὸ, ἐξ οὗ, τῶν ποιημάτων κατηγορούμενον, οὐ κατοίσει πρὸς τὴν οἰκείαν ταπείνωσίν τε καὶ ὁμοιό‐ τητα τὸ τοῦ Πνεύματος ὑψηλόν τε καὶ θεϊκόν· ἀλλὰ
5μενεῖ μὲν αὐτῷ κυρίως τὸ, ἐξ οὗ, διὰ τὸ ἐκ τῆς οὐ‐ σίας εἶναι τοῦ Πατρός. Χωρήσει δὲ καὶ ἐπ’ ἐκεῖνα, διὰ τὸ ἐκ Θεοῦ πρὸς τὸ εἶναι τὰ οὐκ ὄντα δραμεῖν, δι’ Υἱοῦ δηλαδή. Εἰ δὲ τὸ πλέον οὐδὲν ἐν Πνεύματι καὶ ποιήμασι διὰ τὸ κατηγορεῖσθαι τὸ ἐξ οὗ κατ’
10ἀμφοῖν, λεγέτωσαν ἡμῖν ὅτου δὴ χάριν, τοῦ μὲν Πατρὸς οἰκοῦντος ἐν ἡμῖν, Χριστὸς ἐν ἡμῖν ἐστιν· ἑτέρου δέ τινος τῶν ποιημάτων ἀγγέλου τυχὸν ἢ ἀρχαγγέλου ἢ λαλοῦντος ἢ ἐνεργοῦντος ἐν ἡμῖν, οὐκ ἔτι Χριστὸς καὶ Θεὸς λέγεται κατοικεῖν· Ὅπου δὲ
15ταύτῃ διαφορὰ φαίνεται, πῶς οὐχὶ καὶ πάντα τὴν φύσιν αὐτῆς ὑπάρχειν ἐξηλλαγμένην ὁμολογεῖν ἀναγκαῖον, ὡς τὰ μὲν εἶναι ποιήματα, τὸ δὲ ποιη‐ τικὸν, φυσικῶς μὲν ἐνυπάρχον τῷ Ποιητῇ, φοροῦν δὲ πάλιν ἐν ἑαυτῷ τὸν ποιητὴν διὰ τῆς φύσεως
20ταυτότητα, καὶ τὸ τῆς οὐσιώδους ποιότητος ἀπαρ‐ άλλακτον;
22tΑΛΛΟ.
23 Ἐπιστέλλει τισὶν ὁ Παῦλος, καὶ μάλα δὴ φρονῶν τε καὶ λέγων ὀρθῶς· «Ὅσοι γὰρ Πνεύματι Θεοῦ
25ἄγονται, οὗτοι Θεοῦ υἱοί εἰσιν. Οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον· ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ, ὁ Πα‐ τήρ.» Οὐκοῦν εἰ τὸ Πνεῦμα τὸ ἅγιον υἱοὺς ἀποδει‐ κνύει Θεοῦ τοὺς ἐν οἷς κατοικεῖ, καὶ θείας ἐργάζεται
30φύσεως κοινωνοὺς, ὡς ἐντεῦθεν ἡμᾶς ἡνωμένους ὄν‐ τας τῷ ὑπὲρ πάντα ὄντι Θεῷ, μετὰ παῤῥησίας ἀνα‐ βοᾷν· «Ἀββᾶ, ὁ Πατὴρ,» οὐκ ἐν δούλοις οὐδὲ ἐν τοῖς ποιήμασι τετάξεται· φορέσει δὲ μᾶλλον φυσικῶς τὸ τῆς θείας οὐσίας ἀξίωμα, ἐξ αὐτῆς τε ὑπάρχον
35καὶ παρ’ αὐτῆς, τοῖς ἁγίοις δι’ Υἱοῦ χορηγούμενον, διά τε τοῦτο θεοποιοῦν, καὶ εἰς υἱότητα καλοῦν τοὺς ἐν οἷς ἂν γένοιτο.
38tΑΛΛΟ.
39Γέγραπται πάλιν· «Αὐτὸ γὰρ τὸ Πνεῦμα συμμαρ‐
40τυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ.» Ὡς γὰρ ἐκ τῆς οὐσίας ὑπάρχον τῆς τοῦ χορηγοῦντος αὐτὸ τοῖς ἁγίοις, Χριστοῦ δηλαδὴ, καὶ ὡς τοῦ Θεοῦ Λόγου διὰ Πνεύματος ἡμῖν ἐνοικιζομένου καὶ ἐν ἡμῖν γινομένου, πρὸς τὸ τῆς υἱοθεσίας ἀναβαίνομεν ἀξίω‐
45μα, αὐτὸν ἔχοντες ἐν αὐτοῖς τὸν Υἱὸν, πρὸς ὃν καὶ ἀναμορφούμεθα τῇ τοῦ Πνεύματος αὐτοῦ μετοχῇ, καὶ εἰς τὸ ἴσον τῆς παῤῥησίας ἀναβαίνοντες σχῆμα, τολμῶμεν λέγειν· «Ἀββᾶ, ὁ Πατήρ.» Οὐκοῦν τὸ Πνεῦμα Θεὸς, εἴπερ ἐργάζεται θεοὺς τοὺς δεχομένους

75

.

569

(50)

αὐτό.
51tΑΛΛΟ.
52 Ἐπιστέλλει πάλιν ὁ Παῦλός τισιν· «Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου·» χοϊκὸν εἶναι λέγων τοῦ ἀν‐
55θρωπίνου γένους τὸν ἀρχηγέτην Ἀδὰμ, οὗ τὴν εἰκόνα
πεφορέκαμεν ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως569

75

.

572

Ἀδὰμ καταβεβηκότες εἰς θάνατον καὶ φθοράν. Ἐπ‐ ουράνιον δὲ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, οὗ τὴν εἰκόνα λαβόντες, τὸ ἐνοικῆσαν ἐν ἡμῖν ζωοποιόν τε καὶ ἅγιον Πνεῦμα, πρὸς αὐτὸν ἀναμορφούμεθα
5τὸν ζῶντα τοῦ Θεοῦ Λόγον, πάλιν εἰς ἀφθαρσίαν ἀναβαίνοντες, καὶ εἰς αἰώνιον ἀνακαινιζόμενοι ζωήν. «Τὸ γὰρ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν,» κατὰ τὴν αὐ‐ τοῦ τοῦ Σωτῆρος φωνήν. Ὥσπερ οὖν ἐπειδήπερ εἰκών ἐστιν ἀκριβεστάτη τοῦ Πατρὸς ὁ Υἱὸς, ὁ δεξάμενος
10αὐτὸν καὶ τὸν Πατέρα ἔχει· οὕτως ἐπὶ τὸ ἴσον σχῆμα τῆς ἀναλογίας τρεχούσης, ὁ δεξάμενος τοῦ Υἱοῦ τὴν εἰκόνα, τουτέστι τὸ Πνεῦμα, ἔχει πάντως δι’ αὐτοῦ τὸν Υἱὸν, καὶ τὸν ἐν αὐτῷ Πατέρα. Πῶς οὖν ἐν ποιή‐ μασι τὸ Πνεῦμα τὸ ἅγιον καταριθμηθήσεται, εἴπερ
15ἐστὶν εἰκὼν ἀπαράλλακτος τοῦ Υἱοῦ τοῦ Θεοῦ; Οὐ γὰρ δή που καὶ εἰς τοῦτο παρανοίας βαδιοῦνταί τινες, ὡς τολμῆσαι λέγειν ἐν τοῖς πεποιημένοις τοῦ ποιοῦντος εἰκόνα δύνασθαι διαπρέπειν ἀπαραλλάκτως, καὶ πάν‐ τα φέρειν ἐν ἑαυτῇ φυσικῶς ὅσαπερ ἐκείνῳ πρόσ‐
20εστιν, οὗ καὶ ἔστιν εἰκών. Εἰ δὲ εἰκὼν τοῦ Υἱοῦ τὸ Πνεῦμα καλεῖται, Θεὸς ἄρα καὶ οὐχ ἑτέρως
22tΑΛΛΟ.
23 Γέγραπται πάλιν· «Προφῆται δύο ἢ τρεῖς λαλείτωσαν.» Εἶτά φησιν· «Ἐὰν δὲ πάντες
25προφητεύουσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώ‐ της, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάν‐ των. Τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὄντως ὁ Θεὸς ἐν ἡμῖν ἐστιν.»
30Ὅτε τοίνυν οἱ τὸ Πνεῦμα λαμβάνοντες τὸ ἅγιον, Θεὸν ἔχοντες ἐν ἑαυτοῖς προφητεύουσι, καὶ διὰ τοῦτο θαυ‐ μάζονται, πῶς ἔσται ποίημα, καὶ οὐχὶ μᾶλλον τῆς ἀνωτάτω πασῶν οὐσίας μετάληψις σχετικὴ, φυσικῶς διαβαίνουσα παρὰ Πατρὸς δι’ Υἱοῦ πρὸς τοὺς ἐπιτη‐
35δείους εἰς τὸ λαβεῖν, ὥσπερ ἂν γένοιτο καὶ ἐκ πυρὸς θερμότης ἐν σώματι;
37tΑΛΛΟ.
38 Γέγραπται πάλιν· «Ὁ γὰρ λαλῶν γλώσσαις, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ. Οὐδεὶς γὰρ ἀκούει,
40Πνεύματι δὲ λαλεῖ μυστήρια.» Ἰδοὺ τὸν γλώσσαις λαλοῦντα, Θεῷ διαλέγεσθαι σαφῶς ὁ Παῦλός φησιν. Εἶτα Θεὸν δεικνύων τὸ Πνεῦμα, συνάψας ἐπάγει· «Πνεύματι δὲ λαλεῖται μυστήρια.» Πῶς οὖν οὐκ ἔσονται τοῖς τῆς δυσφημίας ἐγκλήμασιν ἔνοχοι, οἱ
45τὸ Πνεῦμα τολμῶντες καταριθμεῖν ἐν ποιήμασιν;
46tΑΛΛΟ.
47 Ἐπιστέλλει πάλιν Κορινθίοις ὁ Παῦλος· «Ἡμεῖς γὰρ ναοί ἐσμεν Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεός· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσονταί

75

.

572

(50)

μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν.» Καὶ πάλιν ἐπὶ τούτοις· «Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ τὸ ἐνοικοῦν ἐν ἡμῖν.» Καὶ πάλιν· «Εἴ τις οὖν τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε
55ὑμεῖς.» Οὐκοῦν εἰ τὸ Πνεῦμα λαβόντες, καὶ ναὸς571

75

.

573

καὶ οἶκος Θεοῦ χρηματίζομεν, ὡς Θεὸν ἔχοντες ἐν ἑαυτοῖς οἰκοῦντα καὶ ἐμπεριπατοῦντα, καθὼς γέ‐ γραπται, πῶς οὐ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, κἂν μὴ βούλωνταί τινες τῶν δι’ ἐναντίας, οἷς τὸ μὴ πείθε‐
5σθαι τῇ θείᾳ Γραφῇ σύνηθές τε καὶ φίλον;
6tΑΛΛΟ.
7 Ὁ μακάριος Παῦλος δοῦλον ἑαυτὸν Ἰησοῦ Χριστοῦ καὶ κλητὸν ἀπόστολον ἀποκαλῶν, ἀφωρίσθαι φησὶν εἰς Εὐαγγέλιον Θεοῦ. Εἶτα πάλιν ἑτεροτρόπως τὸ αὐτὸ
10σημαίνων, ἐπιστέλλει πρός τινας ὡς περὶ Θεοῦ· «Ὃς ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος.» Εἰ τοίνυν διαθήκην Πνεύματος οἶδεν τὸ Εὐαγγέλιον τοῦ Θεοῦ εἰς ὃ καὶ ἀφωρίσθαι φησὶ, πῶς οὐ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον;
15tΑΛΛΟ.
16 Γέγραπται πάλιν· «Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγεί‐ ραντος Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ
20Πνεύματος ἐν ὑμῖν.» Ἀλλ’ εἴπερ ἦν ὄντως ποίημα καὶ κτίσμα κατὰ τὴν τῶν ἑτεροδόξων μανίαν τὸ Πνεῦμα τὸ ἅγιον, πῶς ὅλην ἔχει τοῦ Θεοῦ τὴν ἐνέρ‐ γειαν; Οὐ γὰρ δή τις τοσοῦτον, οἶμαι, τοῦ φρονεῖν ὀρθῶς ἐκβήσεται, ὡς τολμήσαι καὶ μόνον εἰπεῖν τὴν
25θείαν οὐσίαν δι’ ὀργάνων τινῶν ἔξωθεν εἰς τὸ εἶναι παρενεχθέντων διακονεῖσθαι πρὸς ἐνέργειαν τὴν ἐξ αὐτῆς φυσικῶς διαβαίνουσαν πρός τινας τῶν ἐπιτη‐ δείων πρὸς τὸ λαβεῖν. Ἐπειδὴ δὲ ζωὴ μὲν ἔστι κατὰ φύσιν ὁ Υἱὸς, ζωοποιεῖ δὲ τὸ Πνεῦμα τὸ παρ’ αὐτοῦ χω‐
30ρηγούμενον, ἀνάγκη λοιπὸν ἐκ τῆς οὐσίας ὑπάρχειν ὁμολογεῖν αὐτὸ τῆς τοῦ Υἱοῦ καὶ Θεοῦ, καὶ πᾶσαν αὐτοῦ τήν τε δύναμιν καὶ τὴν ἐνέργειαν ἔχον, ὥσπερ ἂν εἰ καὶ ὕδατος ἀτμὶς ἀναβαίνοι, καὶ δι’ ὧν ἐνεργεῖ τοὺς παρ’ οἷς ἂν γένοιτο ψύχουσα, τοῦ ἐκπέμποντος αὐ‐
35τὴν τὴν φύσιν σημαίνουσα.
36tΛΟΓΟΣ ΛΔʹ.
37tΠαράθεσις ῥητῶν ἐφεξῆς, ἐν οἷς ἔστι τὸν ἐπι‐
38τηροῦντα θεωρεῖν, ὅτι Θεὸς τὸ Πνεῦμα, καὶ τὴν αὐτοῦ ἐνέργειαν ἔχον τῷ Υἱῷ πανταχοῦ, καὶ
40οὐκ ἀπεξενωμένον τῆς οὐσίας αὐτοῦ· ὁμοῦ δὲ διδάσκουσιν ὅτι Θεοῦ λεγομένου κατοικεῖν ἐν
42tἡμῖν, τὸ Πνεῦμά ἐστι τὸ ἐνοικοῦν.
43 Πρὸς Τιμόθεον ὁ Παῦλος· «Τὴν καλὴν παραθήκην φύλαξον, διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν
45ἡμῖν.» Πρὸς Ῥωμαίους· «Οὐ τολμῶ μὲν λαλεῖν τι, ὧν οὐ κατειργάσατο Χριστὸς δι’ ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τερά‐ των, ἐν δυνάμει Πνεύματος Θεοῦ.» Καὶ πάλιν· «Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου

75

.

573

(50)

ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύ‐ ματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς.» Πρὸς Κορινθίους· «Ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν
ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε573

75

.

576

ἀπὸ τοῦ Θεοῦ;» Καὶ πάλιν· «Ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν Πνεῦμά ἐστιν.» Ἰδοὺ σαφῶς ἐνθάδε Πνεῦ‐ μα λέγει Κύριον· σαφέστερον δὲ τοῦτο ποιῶν, ἐπι‐ στέλλει πάλιν περὶ τῶν Ἰουδαίων· «Ἄχρι γὰρ τῆς
5σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἀλλ’ ἕως σήμερον ἡνίκα ἀναγινώσκη‐ ται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δ’ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται
10τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Καὶ πάλιν· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ
15Κυρίου Πνεύματος.» Ὅτε τοίνυν εἷς ἐστι Κύριος Ἰησοῦς Χριστὸς, κατὰ τὴν τοῦ Παύλου φωνὴν, Κύ‐ ριον δὲ τὸ Πνεῦμα καλεῖ, οὐδεμίαν ἄρα φύσεως οἶδε διαφορὰν τοῦ Υἱοῦ καὶ Πνεύματος, ἀλλ’ ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ φυσικῶς ὑπάρχον τῷ τῆς κυριότητος
20ὀνόματι καλεῖ.
21tΑΛΛΟ.
22 Γράφει πάλιν· «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν·» τὸ Πνεῦμα λέγων τὸ ἐνοικοῦν ἐν ἡμῖν. Ὅτε τοίνυν νοῦς
25ἀπεκλήθη Χριστοῦ· πῶς ἂν εἴη τῶν πεποιημένων, οὐκ ἐνδεχομένου τὴν θείαν καὶ ἀκήρατον φύσιν ἔχειν τι τῶν ἔξωθεν οὐσιωδῶς ἐν αὐτῇ;
28tΑΛΛΟ.
29Εὑρίσκεταί που γεγραμμένον, μᾶλλον δέ φησιν ὁ
30μακάριος εὐαγγελιστὴς Ἰωάννης· «Ἐν τούτῳ γι‐ νώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν ὁ Θεὸς, ἐκ τοῦ Πνεύμα‐ τος οὗ ἔδωκεν ἡμῖν.» Εἰ τοίνυν ἐνοικισθέντος ἡμῖν διὰ μετοχῆς τοῦ Πνεύματος, Θεός ἐστιν ὁ ἐνοικῶν, καὶ ἡμεῖς μὲν ἐν αὐτῷ γινόμεθα, αὐτὸς δὲ πάλιν ἐν
35ἡμῖν, διὰ τὸ Πνεῦμα φορεῖν, πῶς οὐκ ἔσται τὸ Πνεῦ‐ μα Θεὸς, ὅλην ἔχων οὐσιωδῶς ἐν ἑαυτῷ τὴν ἰδιότητα τοῦ Πατρὸς καὶ Θεοῦ, οὗ καὶ Πνεῦμά ἐστι δι’ Υἱοῦ τῇ κτίσει χορηγούμενον;
39tΑΛΛΟ.
40 Φησί που Χριστὸς Ἰουδαίοις προσδιαλεγόμενος· «Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ;» Καὶ δάκτυλόν φησιν ἐνθάδε τὸ Πνεῦμα τὸ ἅγιον, τρόπον τινὰ τῆς θείας οὐσίας ἐκπεφυκὸς καὶ φυσικῶς αὐτῆς
45ἐκκρεμάμενον, ὥσπερ καὶ ὁ δάκτυλος ἐκ τῆς ἀνθρω‐ πείας χειρός. Βραχίονα μὲν γὰρ καὶ δεξιὰν Θεοῦ τὸν Υἱὸν ἀποκαλοῦσιν αἱ θεῖαι Γραφαὶ, κατὰ τό· «Ἔσω‐ σεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐ‐ τοῦ.» Καὶ πάλιν· «Κύριε, ὑψηλός σου ὁ βραχίων,

75

.

576

(50)

καὶ οὐκ ᾔδεισαν· γνόντες δὲ αἰσχυνθήσονται.» Ὥσ‐ περ οὖν ὁ βραχίων φυσικῶς ἐνήρμοσται τῷ ὅλῳ σώ‐ ματι, πάντα ἐνεργῶν ὅσαπερ ἂν δόξῃ τῇ διανοίᾳ, κα‐ ταχρίει δὲ συνήθως, τῷ δακτύλῳ πρὸς τοῦτο κεχρη‐
μένος· οὕτω τὸν μὲν τοῦ Θεοῦ Λόγον ἐξ αὐτοῦ καὶ575

75

.

577

ἐν αὐτῷ φυσικῶς ἡρμοσμένον, ἵν’ οὕτως εἴπω, καὶ ἐμπεφυκότα λογιζώμεθα, ἐν δὲ τῷ Υἱῷ φυσικῶς τε καὶ οὐσιωδῶς διῆκον παρὰ Πατρὸς τὸ Πνεῦμα, δι’ οὗ τὰ πάντα χρίων ἁγιάζει. Οὐκοῦν οὐκ ἀλλότριον οὐδὲ
5ἀπεξενωμένον τὸ Πνεῦμα τὸ ἅγιον τῆς θείας φύσεως φαίνεται, ἀλλ’ ἐξ αὐτῆς καὶ ἐν αὐτῇ φυσικῶς. Ὥσπερ οὖν καὶ ὁ τοῦ σώματος δάκτυλος ἐν τῇ χειρὶ, ὁμοφυὴς ὢν αὐτῇ, καὶ ἡ χεὶρ αὖ πάλιν ἐν τῷ σώματι οὐχ ἑτεροούσιος ὡς πρὸς αὐτὸ τυγχάνουσα. Τούτων δὲ
10ἡμῖν ἐχόντων τῇδε, Θεὸς ἄρα τὸ Πνεῦμά ἐστι, καὶ οὐχ ἑτέρως.
12tΑΛΛΟ.
13 Λέγει που Ψάλλων ὁ μακάριος Δαβὶδ, καὶ τοὺς λό‐ γους ἀνατείνων πρὸς τὸν Θεόν· «Ποῦ πορευθῶ ἀπὸ
15τοῦ Πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ’ ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδη‐
20γήσει με, καὶ καθέξει με ἡ δεξιά σου.» Ὅτε τοίνυν τὸ Πνεῦμα καὶ πρόσωπον ἀποκαλεῖ τοῦ Πατρὸς ὡς ἐξεικονίζον διὰ τῆς θεοπρεποῦς ἐνεργείας τὴν ἐξ ἧς ἐστιν οὐσίαν· ἀποκαλεῖ δὲ καὶ χεῖρα διὰ τὴν ἐνυπάρ‐ χουσαν αὐτῷ παντουργὸν δύναμιν, πῶς οὐκ ἂν εἴη
25Θεὸς κατ’ οὐσίαν τῷ Πατρὶ συνημμένον, ἐξ αὐτοῦ τε ὂν καὶ ἐν αὐτῷ, ὥσπερ οὖν καὶ ἡ χεὶρ τοῦ ἀνθρω‐ πείου σώματος οὐ κεχώρισται, δέδεται δὲ μᾶλλον ἐν αὐτῷ καὶ ἐῤῥιζώθη φυσικῶς.
29tΑΛΛΟ.
30 Ὅτι Θεὸς τὸ Πνεῦμα, καὶ ἐντεῦθεν εἰσόμεθα· Ὁ τῶν ἀποστόλων πρόκριτος, ᾧ τὸ θεῖον μυστήριον σὰρξ καὶ αἷμα, καθά φησιν ὁ Σωτὴρ, οὐκ ἀπεκάλυ‐ ψεν, ἀλλ’ ὁ Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς λέγει που πρὸς Ἀνανίαν, προσάγοντα μὲν τὴν τοῦ χωρίου τιμὴν,
35ἀπονοσφισάμενον δέ τι μέρος ἀπ’ αὐτῆς· «Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύ‐ σασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;» Εἶτα συνάπτει πρὸς τούτοις τό· «Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.» Οὐκοῦν εἰ
40ὁ τῷ Πνεύματι τῷ ἁγίῳ ψευδόμενος, τῷ Θεῷ ψεύ‐ δεται, Θεὸς ἄρα τὸ Πνεῦμα καὶ ἐν Θεῷ φυσικῶς.
42tΑΛΛΟ.
43 Γαλάταις ἐπιστέλλων ὁ Παῦλός φησι· «Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν
45ὑμῖν.» Εἰ δὲ μορφοῦται Χριστὸς ἐν ἡμῖν διὰ τῆς Πνεύματος ἐνεργείας, διὰ πάσης ἀρετῆς ἀναπλάττων ἡμᾶς εἰς οἰκείαν ἐμφέρειαν, καὶ πνευματικοὺς ἐπερ‐ γαζόμενος, Θεὸς ἄρα τὸ Πνεῦμα Χριστοῦ τὸ ὡς αὐτὸς ἐν ἡμῖν μορφούμενον.
50tΑΛΛΟ.
51 Τὰ ἐκ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας εὐαγ‐ γελιζόμενος ἀγαθὰ, φησί που Θεὸς περὶ τῶν ἑαυτοῦ ποιμνίων, ὅτι «Ἀναστήσω αὐτοῖς ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν αὐτὰ ποιμαίνοντες μετ’
55ἐπιστήμης.» Παῦλος δὲ τῆς ἀληθείας ὁ κήρυξ τοῖς577

75

.

580

Ἐφεσίων πρεσβυτέροις προσομιλῶν· «Προσέχετε, φησὶν, ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους.» Ὅτε τοίνυν ἅπερ ὑπέσχετο δρᾷν ὁ Θεὸς μετ’ ἐξουσίας τὸ Πνεῦμα
5πληροῖ, καὶ ποιμένας ἐγείρει κατὰ τὴν ἐν προφήταις ἐπαγγελίαν, οὐκ ἀλλότριον ἄρα τῆς θείας οὐσίας ἐστὶν, ἀλλ’ ὡς ἐνέργεια φυσική τε καὶ οὐσιώδης καὶ ἐνυπόστατος, ἐξ αὐτῆς προϊοῦσα καὶ ἐν αὐτῇ μένου‐ σα πάντα ἐργάζεται τὰ τοῦ Θεοῦ.
10tΑΛΛΟ.
11 Λέγει που Χριστὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα περὶ ἡμῶν· «Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου.» Αὐ‐ τός τε πάλιν φησὶν ὁ Θεὸς διὰ τοῦ προφήτου Ἰεζε‐ κιήλ· «Καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοὶ ἔσονταί
15μοι λαός. Καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγὼ Κύριος, ὁ ἁγιάζων αὐτούς.» Εἰ τοίνυν Θεοῦ λέγοντος ἁγιάζειν τοὺς αὐτῷ προσεδρεύοντας, τὸ Πνεῦμά ἐστι τὸ τὴν ὑπόσχεσιν ἀποπληροῦν καὶ ἁγιάζον, Θεὸς ἄρα τὸ Πνεῦμα, καὶ οὐκ ἀλλότριον τῆς ἀνωτάτω πασῶν οὐ‐
20σίας.
21tΑΛΛΟ.
22 Ἐνανθρωπῆσαι τὸν τοῦ Θεοῦ Λόγον, πᾶσα μὲν ἡ θεία διϊσχυρίζεται Γραφὴ, καὶ αὐτοὶ δὲ πάντως ὁμο‐ λογήσουσιν οἱ δι’ ἐναντίας. Ἐπειδὴ δὲ γέγραπται
25περὶ αὐτοῦ, ὅτι ποτὲ μὲν ἤγετο τῷ Πνεύματι εἰς τὴν ἔρημον, ποτὲ δὲ καὶ ἤγετο ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν, λεγέτωσαν ἡμῖν οἱ τῆς θείας οὐσίας τὸ Πνεῦμα διορίζοντες καὶ τολμῶν‐ τες αὐτὸ τοῖς κτίσμασιν ἐγκαταριθμεῖν, τίνα τρόπον
30ὁ Υἱὸς ἡ σοφία καὶ δύναμις τοῦ Πατρὸς, τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν ἀνήγετο, καὶ τὸν διάβολον ἐν τῇ ἐρήμῳ διὰ τοῦ Πνεύματος ἐνίκα καὶ κατηγωνίζετο. Ἆρα καὶ ἰσχύος αὐτὸν ἐνδεᾶ τολμή‐ σουσι λέγειν, μᾶλλον δὲ εἰς τοσαύτην δώσουσιν ἀσθέ‐
35νειαν ἐλθεῖν, ὡς ἐν χρείᾳ καθεστηκέναι τῆς ἀπὸ τοῦ Πνεύματος βοηθείας τοῦ πεποιημένου καὶ ἐκτισμέ‐ νου, κατὰ τὸν τῶν ἑτεροδόξων λόγον; Καὶ πῶς ἔτι τῶν δυνάμεων Κύριος ὁ διὰ κτίσματος βοηθούμενος; Ἀλλὰ τοῦτο καὶ μόνον ἐννοεῖν ἀτοπώτατον. Θεὸς ἄρα
40τὸ Πνεῦμά ἐστι τὸ ἐν Υἱῷ παρὰ Πατρὸς φυσικῶς ὑπάρχον, καὶ ὅλην αὐτοῦ τὴν ἐνέργειαν ἔχον. Ἐνερ‐ γὸς δὲ ὁ Λόγος εἰς τὴν ἐπ’ ἐκείνῳ νίκην διὰ Πνεύ‐ ματος ἦν, ὡς ταύτῃ κεχρημένος ἰσχύϊ, ἔχων τὸ οὐσιωδῶς ἐν ἑαυτῷ, τῷ διαβόλῳ μὲν κατὰ τὴν ἔρη‐
45μον ἀντιστατοῦν, ἐν δὲ τῇ Γαλιλαίᾳ τὰς διὰ τῶν σημείων δυνάμεις ἐπιτελοῦν. Τὰ γὰρ πάντα παρὰ Πα‐ τρὸς δι’ Υἱοῦ ἐν Πνεύματι.
47tΑΛΛΟ.
48 Φησί που Θεός· «Ἦ οὐχὶ καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος;» Καὶ πληροῖ δηλον‐

75

.

580

(50)

ότι, πανταχόθεν διὰ Πνεύματος παρών. Ὅπερ εἰδὼς ὁ Ψαλμῳδὸς ἔλεγε· «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύ‐ ματός σου; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ. Ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει.» Εἰ τοίνυν διὰ τοῦ Πνεύματος πληροῖ μὲν τὰ πάντα Θεὸς, πάρεστι
55δὲ πανταχοῦ, Θεὸς ἄρα τὸ Πνεῦμα, τὸ τὰ πάντα πλη‐
ροῦν ὡς Θεός.579

75

.

581

ΑΛΛΟ. Ἀθηναίοις ὁ Παῦλος τὰ πρὸς εὐσέβειαν διαλεγό‐ μενος, καὶ τὸν ἀληθῆ καταγγέλλων Θεὸν, ἔφασκεν, ὡς «Ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν.»
5Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν τοιαύτην ἐνέργειαν τὴν ἐν ἡμῖν γινομένην παρὰ Θεοῦ, τῷ ἁγίῳ Πνεύματι περιτίθησι λέγων· «Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν.» Θεὸς οὖν ἄρα τὸ Πνεῦμα τὸ ἐν ᾧ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμὲν, κατὰ τὴν τοῦ Παύλου
10φωνὴν, καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν μαρτυρίαν.
11tΑΛΛΟ.
12 Λέγει που Χριστὸς περὶ τῶν ἀξίων, εἰς τὸ καὶ θεότητος μετασχεῖν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα.» Ἀλλ’ ἔστι δῆλον
15ὅτι τοῖς ἁγίοις ἐνοικεῖ διὰ Πνεύματος. Ὅτε τοίνυν τὴν τοῦ Πατρὸς παρουσίαν, ὁμοίως δὲ καὶ τὴν τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἀναπληροῖ, πῶς οὐκ ἔσται δῆλον, ὡς οὐ διώρισται τῆς οὐσίας τῆς θείας, ἀλλ’ ἐξ αὐτῆς φυσικῶς ἐκπεμπόμενον, ὅλην ἔχει τοῦ Πατρὸς καὶ
20τοῦ Υἱοῦ τὴν ἐνέργειαν; Καὶ ὅτι τὸ Πνεῦμά ἐστι τὸ τοῖς ἁγίοις παρὰ Πατρὸς δι’ Υἱοῦ πεμπόμενον, αὐτὸς μαρτυρήσει λέγων ὁ Σωτήρ· «Ὅταν δὲ ἔλθῃ ὁ Πα‐ ράκλητος ὃν ἐγὼ πέμψω παρὰ τοῦ Πατρὸς, τὸ Πνεῦ‐ μα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται,
25ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ» Καὶ πάλιν· «Ὁ δὲ Παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος διδάξει ὑμᾶς, καὶ ὑπο‐ μνήσει ὑμᾶς πάντα ὅσα εἶπον ὑμῖν.»
29tΑΛΛΟ.
30 Κορινθίοις ὁ Ἀπόστολος ἐπιστέλλων, περὶ ἑαυτοῦ φησιν ἐν ἀρχῇ τῆς ἐπιστολῆς· «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ.» Ἰδοὺ σαφῶς ἐνθάδε τὸ τῆς ἀπο‐ στολῆς ὄνομα καὶ πρᾶγμα παρὰ Χριστοῦ καὶ Ἰη‐ σοῦ διισχυρίζεται λαμβάνειν. Ἐν δὲ ταῖς Πράξεσι
35τῶν ἀποστόλων γέγραπταί τι τοιοῦτον· «Λειτουρ‐ γούντων δὲ αὐτῶν τῷ Κυρίῳ, καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνά‐ βαν, καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτοὺς,» Εἰ τοίνυν κεκληκότος αὐτὸν εἰς ἀποστολὴν
40τοῦ Πνεύματος, παρὰ Χριστοῦ Ἰησοῦ κεκλῆσθαί φησι, δείκνυται σαφῶς οὐκ ἀλλότριον τῆς οὐσίας τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλ’ ἐν αὐτῷ καὶ ἐξ αὐ‐ τοῦ, καὶ ὥσπερ ἐνέργειά τις φυσικὴ πάντα δυναμέ‐ νη πληροῦν ὅσα καὶ βούλεται.
45tΑΛΛΟ, ὅτι τέλειον τὸ Πνεῦμα τὸ ἅγιον καὶ οὐδὲν
46ἀτελὲς ἐν αὐτῷ· κἂν γὰρ φέρηταί τινα περὶ αὐ‐ τοῦ παρὰ ταῖς θείαις Γραφαῖς, ὑπεμφαίνοντά τι τοιοῦτον, τῆς οἰκονομίας ἕνεκα τῆς δι’ ἡμᾶς
49tεἰρῆσθαι δώσομεν.
50tΠρότασις ὡς ἐκ τῶν δι’ ἐναντίας.
51 Καὶ πῶς οὐκ ἄτοπον καὶ σφόδρα, φασὶ, δυσμαθὲς, τὸ ἐκ τῆς οὐσίας τῆς τοῦ Θεοῦ λέγειν τὸ Πνεῦμα, τὸ οὕτως ἀτελὲς, καὶ οὐδὲν ἔχον ἐξ αὐτοῦ· ἀλλ’ ἐκ μετοχῆς ἐκείνου ὑπάρχον ὅπερ ἐστί; Σαφέστατα
55γοῦν ἐν τοῖς Εὐαγγελίοις, τοῦτο περὶ αὐτοῦ φησιν ὁ581

75

.

584

Σωτήρ· «Οὐ γὰρ λαλήσει λέγων ἀφ’ ἑαυτοῦ οὐδὲν, ἀλλ’ ὅσα ἀκούσει, λαλήσει.» Εἴπερ οὖν ἦν ἐξ ἑαυτοῦ, τὸ τέλειον ἔχειν δυνάμενον, ἐλάλησεν ἂν καὶ ἐφ’ ἑαυτοῦ, μηδὲν τῆς παρ’ ἑτέρου δεηθὲν ὑπομνή‐
5σεως.
6tΠρὸς τοῦτο λύσις.
7 Θαυμάσειεν ἄν τις, καὶ μάλα εἰκότως, ἐννοή‐ σας τὴν τῶν δι’ ἐναντίας ἀπόνοιάν τε καὶ ἀβουλίαν· δι’ ὧν γὰρ ἐχρῆν ἐκπαιδεύεσθαι μᾶλλον τὸ περὶ
10τοῦ ἁγίου Πνεύματος μυστήριον, καὶ νοεῖν ὅτι δὴ καρπός τις ὥσπερ ἐστὶ τῆς θείας οὐσίας, ἐν αὐτῇ τε ὂν καὶ ἐξ αὐτῆς ἀμερίστως τε καὶ ἀχωρίστως προσερ‐ χόμενον, καὶ ἡνωμένον κατὰ τὴν ταυτότητα τῆς φύσεως. «Διὰ τούτων αὐτῶν σκανδαλίζονται, σει‐
15ραῖς τῶν οἰκείων ἁμαρτημάτων σφιγγόμενοι,» κατὰ τὸ γεγραμμένον, καὶ τὴν εὐθεῖαν τῶν μαθημάτων ὁδὸν διὰ τοῦτο βαδίζειν οὐκ ἰσχύοντες. Οὐ γὰρ ἀτε‐ λὲς τὸ Πνεῦμα δεικνύων ταῦτα περὶ αὐτοῦ φησιν ὁ Σωτὴρ, ἀλλ’ ἵνα μᾶλλον πληροφορήσῃ τοὺς ἀκροω‐
20μένους, ὡς τῆς οὐσίας ὑπάρχον αὐτοῦ, οὐχ ἕτερόν τι λαλήσει παρ’ ὅπερ αὐτὸς βούλεται. Καὶ γὰρ νοῦς ὑπάρχων αὐτοῦ, κατὰ τὸν μακάριον Παῦλον· «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν,» λέγοντα περὶ τοῦ Πνεύματος, ἐκεῖνα πάντως λογιεῖται καὶ διατά‐
25ξει, ἅπερ ἂν καὶ αὐτὸς, οὗ καὶ ἔστι νοῦς. Διὰ τοῦτο μηδὲν ἐξ αὐτοῦ λαλήσει τὸ Πνεῦμα· διϊσχυρίσατο, μονονουχὶ λέγων· Ἐγώ εἰμι πάλιν ὁ λαλῶν, ὥσπερ ἂν εἰ καὶ ὁ ἐν ἀνθρώπῳ νοῦς λέγοι περὶ τοῦ προ‐ κύπτοντος ἐξ αὐτοῦ λόγου. Οὐ λαλήσει ἀφ’ ἑαυτοῦ οὐ‐
30δέν· ἀλλ’ ὅσα ἂν ἀκούσῃ λαλήσει. Καὶ οὐ δή που τὸν κοινὸν τουτονὶ καὶ προφορικὸν τοῦ ἀνθρώπου λόγον, ἀτελῆ τις ἐρεῖ, διὰ τὸ ἐν νῷ μορφοῦσθαι πρότερον, καὶ τὰ ἐξ αὐτοῦ λαβόντα προέρχεσθαι. Φυσικὴ γὰρ ἕνωσις ὀξέως τὰ ἐντεῦθεν ἐν ἐκείνῳ τίθησι. Τοιαύτην
35τινὰ διάνοιαν δέχεσθαι χρὴ καὶ περὶ τοῦ ἁγίου Πνεύ‐ ματος. Νοῦς γὰρ ὑπάρχων Χριστοῦ, πάντα τὰ ἐν αὐτῷ διαλέγεται τοῖς μαθηταῖς, οὐκ ἐν ἰδίᾳ τινὶ θε‐ λήσει, οὐδὲ μὴν ἐν ἀλλοτρίᾳ βουλήσει τοῦ ἐν ᾧ καὶ ἐξ οὗ ἐστιν ὁμιλοῦν, ἀλλ’ ὡς ἐκ τῆς οὐσίας αὐτοῦ
40φυσικῶς προϊὸν, καὶ ὅλην αὐτοῦ τὴν βούλησιν ἔχον ὥσπερ καὶ τὴν ἐνέργειαν.
42tὍτι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ
43tΠνεῦμα τὸ ἅγιον.
44Τὴν ἀνθρώπου ποίησιν καὶ τὴν εἰς τὸ εἶναι πά‐
45ροδον ἐξηγούμενος ὁ μακάριος Μωσῆς, εἰληφέναι τὸν Θεὸν χοῦν ἀπὸ τῆς γῆς διισχυρίζεται, καὶ πλά‐ σαι μὲν τῇ παντουργῷ δυνάμει τὸ ὁρώμενον δὴ τοῦτο τοῦ σώματος σχῆμα, ἐμφυσῆσαι δὲ εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς· ὡς γενέσθαι τὸν ἄνθρω‐

75

.

584

(50)

πον εἰς ψυχὴν ζῶσαν. Τὸ δοθὲν τοιγαροῦν ἐμφύσημα θεῖον τῷ πεπλασμένῳ, οὐκ αὐτὴν εἶναί φαμεν τὴν ψυχὴν (ἦ γὰρ ἂν ἄτρεπτος ἦν, ὡς ἐκ τοιαύτης προελθοῦσα φύσεως), ἀλλὰ τὴν τοῦ ἁγίου Πνεύματος μετουσίαν ἐντεθεῖσαν ἐξ ἀρχῆς τῇ ἀνθρωπείᾳ ψυχῇ.
55Πᾶσα γὰρ ἡ τελειότης τοῖς πεποιημένοις διὰ τοῦ Πνεύματος, ὅθεν καὶ κατ’ εἰκόνα Θεοῦ τὸ τεχνηθὲν
ἐποιήθη ζῶον, ὡς διὰ τῆς μετουσίας τοῦ Πνεύματος,583

75

.

585

πρὸς αὐτὸν μεμορφωμένον. Ἀλλ’ ὅπερ ὁ μακάριος Μωσῆς ἐμπεφυσῆσθαι παρὰ Θεοῦ τῷ ἀνθρώπῳ διϊσχυρίσατο, τοῦτο Χριστὸς ἀνανεῶν ἐν ἡμῖν μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἐνεφύσησε τοῖς ἑαυτοῦ μα‐
5θηταῖς λέγων· «Λάβετε Πνεῦμα ἅγιον,» ἵνα πάλιν ἀναμορφωθέντες εἰς τὴν ἐξ ἀρχῆς εἰκόνα, σύμ‐ μορφοι φαινώμεθα τῷ πεποιηκότι διὰ τῆς τοῦ Πνεύματος μετοχῆς. Ὅτε τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἡμῖν γενόμενον, συμμόρφους ἀποδεικνύει Θεοῦ,
10πρόεισι δὲ καὶ ἐκ Πατρὸς καὶ Υἱοῦ, πρόδηλον ὅτι τῆς θείας ἐστὶν οὐσίας, οὐσιωδῶς ἐν αὐτῇ καὶ ἐξ αὐτῆς προϊόν. Ὥσπερ οὖν ἀμέλει καὶ τὸ ἐξ ἀνθρω‐ πείου στόματος ἐκτρέχον ἐμφύσημα, εἰ καὶ μικρὸν καὶ οὐκ ἄξιον τοῦ λόγου τὸ ὑπόδειγμα· πάντα γὰρ ὑπερέχει Θεός.
15tΑΛΛΟ.
16 Ὅρους ἐπωφελεστάτους ταῖς Ἐκκλησίαις ὁ Παῦ‐ λος τιθεὶς, καὶ ὅπως ἡμᾶς ἐν αὐταῖς εἶναι χρὴ δια‐ τάσσων, καὶ τῷ ἐπὶ πάντων φαίνεσθαι Θεῷ· «Ἀνὴρ μὲν, φησὶ, οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφα‐
20λὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων.» Εἶτα τὴν γυ‐ ναῖκα δόξαν ἀνδρὸς εἶναι διϊσχυρίσατο. Καὶ κατὰ ποῖον λόγον, ἀναγκαῖον ἐξετάζειν ἀμφότερα. Προ‐ κείσθω δὴ οὖν ἐν πρώτοις τὸ περὶ ἀνδρὸς εἰρημένον, καὶ ζητῶμεν ὅπως εἰκὼν ὑπάρχει καὶ δόξα Θεοῦ.
25Ἀλλ’ οἶμαι πρόδηλον εἶναι πᾶσι οὕτω προαγορεύε‐ σθαι τὸν ἄνδρα, διὰ τὸ μετεσχηκέναι θείου Πνεύμα‐ τος, καὶ δι’ αὐτοῦ τῆς θείας γενέσθαι φύσεως κοι‐ νωνὸν, ὡς ἐντεῦθεν καὶ τῆς παρὰ Θεοῦ πληρωθῆναι δόξης. Ὡς ἔχων τοιγαροῦν ἐν ἑαυτῷ τὸ Πνεῦμα τὸ
30ἐκ τῆς οὐσίας τοῦ Θεοῦ, καὶ διὰ τῆς πρὸς αὐτὸ κοινω‐ νίας μεμορφωμένος εἰς ὁμοιότητα τοῦ πεποιηκότος, εἰκὼν ἐκλήθη καὶ δόξα Θεοῦ. Μάθοιμεν δ’ ἂν οὐδὲν ἧττον, διὰ τοῦ καὶ τὴν γυναῖκα κεκλῆσθαι τοιῶσδε, τοῦ λεγομένου τὴν δύναμιν. Δόξαν αὐτὴν εἶναι τοῦ
35ἀνδρὸς ὁ Παῦλός φησι, διὰ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ γενέσθαι ταύτην. «Ἔλαβε γὰρ, φησὶν, ὁ Θεὸς μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ τὴν γυναῖκα εἰργάσατο.» Ὥσπερ οὖν ἡ γυνὴ δόξα κέκληται τοῦ ἀνδρὸς διὰ τὸ μέρος εἰληφέναι τῶν αὐτοῦ μελῶν εἰς τὴν οἰκείαν
40κατασκευήν· οὕτω καὶ ὁ ἀνὴρ δόξα κέκληται Θεοῦ, διὰ τὸ γενέσθαι μετέχων τῆς οὐσίας αὐτοῦ, διὰ τοῦ ἐνοικήσαντος ἐν αὐτῷ Πνεύματος ἁγίου. Τούτων τοιγαροῦν ἐχόντων τῇδε, ἀνάγκη πᾶσα τὸ Πνεῦμα λέγειν μὴ εἶναι γενητὸν ἢ κτιστὸν, ἀλλ’ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ, Θεὸν δηλαδὴ μετὰ Πατρὸς καὶ Υἱοῦ κατὰ
45τὴν ταυτότητα τῆς φύσεως προσκυνούμενον.
46tΑΛΛΟ.
47 Προσέρχεταί τις ἐν τοῖς Εὐαγγελίοις, καί φησι πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· «Διδάσκα‐ λε ἀγαθέ.» Πρὸς τοῦτον Χριστὸς ἀπεκρίνατο· «Τί με

75

.

585

(50)

λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός.» Χριστοῦ τοίνυν ἕνα τὸν ὄντως καὶ οὐσιωδῶς ἀγαθὸν εἶναι φάσκοντος, ὁ Ψαλμῳδός πού φησι· «Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.» Εἰ τοί‐ νυν ἑνὸς ὄντος ἀγαθοῦ, τὸ Πνεῦμά ἐστι ἀγαθὸν,
55πρόδηλον ὅτι τῆς θείας ἐστὶ φύσεως, ἐφ’ ἧς ἐπ‐
αληθεύεται τὸ κυρίως καὶ μοναδικῶς ἀγαθόν.585

75

.

588

ΑΛΛΟ. Ἐπιστέλλει τισὶν ὁ Παῦλος τοιῶσδε· «Γνωρίζω δὲ ὑμῖν, ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνά‐ θεμα Ἰησοῦ· καὶ οὐδεὶς δύναται εἰπεῖν· Κύριος Ἰη‐
5σοῦς, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» Πρόδηλον οὖν ὅτι ὁ μετέχων τοῦ ἁγίου Πνεύματος, οἶδεν ὄντα Κύριον Ἰησοῦν· ὁ δὲ μὴ μετέχων ἀγνοεῖ. Πῶς οὖν ὁ τοῦ Πνεύματος μετασχὼν, οἶδεν ὅτι Κύριος Ἰησοῦς; Ὥσπερ οἱ μέλιτος γευσάμενοι, διὰ τῆς ἐξ αὐτοῦ
10ποιότητος ἴσασιν ὅτι γλυκὺ τὸ μέλι, οὔτω καὶ ὁ τοῦ Πνεύματος μέτοχος. Οὐκοῦν ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ τὸ Πνεῦμα, ποιότης τις, ἵν’ οὕτως εἴπωμεν, ὑπάρχων τοῦ κυριεύοντος ἁπάντων Θεοῦ. Εἰ δὲ τοῦτο, Θεὸς ἄρα, καὶ οὐ γενητὸν ἢ κτιστὸν, ὥσπερ τοῖς ἑτεροδό‐
15ξοις δοκεῖ.
16tΑΛΛΟ.
17 Τὰς τῶν θείων χαρισμάτων διανομὰς ὁ μακάριος Παῦλος τῇ τοῦ ἁγίου Πνεύματος ἀναθεὶς ἐνεργείᾳ, γράφει πάλιν· «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δί‐
20δοται λόγος σοφίας, ἄλλῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύ‐ ματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύ‐ ματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προ‐ φητεία, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἄλλῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Ταῦτα δὲ
25πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Ἀλλ’ εἰδὼς ὅτι τὸ Πνεῦμα Θεός ἐστιν, ἐν τῇ αὐτῇ Ἐπιστολῇ πάλιν φησί· «Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους,
30ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντι‐ λήψεις, κυβερνήσεις, γένη γλωσσῶν.» Τί τοίνυν ἀμφιβάλλουσιν, εἰ Θεὸς τὸ Πνεῦμα ὑπάρχει κατ’ οὐ‐ σίαν, οἱ πρὸς μόνον τὸ δυσφημεῖν ἑτοιμότατοι, Παύ‐ λου σαφέστατα διειπόντος μὲν, ὡς τὸ Πνεῦμά ἐστι τὸ
35διαιροῦν μὲν καθὼς ἂν αὐτὸ βούληται τὰ τῶν θείων χαρισμάτων εἴδη; εἶτα πάλιν φάσκοντος, Θεὸν εἶναι τὸν ἐν ταῖς Ἐκκλησίαις τὰ τοιαῦτα χορηγοῦντα τοῖς ἀξίοις; Πῶς δὲ οὐκ ἄτοπον τοὺς ὀρθῶς ἐθέλοντας φρονεῖν, μὴ ταῖς τοῦ Παύλου φωναῖς, ἀλλὰ ταῖς ἄλλων
40προσέχειν ἀβουλίαις; Θεὸς οὖν τὸ Πνεῦμα, κἂν οἱ ἀμαθεῖς μὴ βούλωνται.
42tΑΛΛΟ.
43 Τοὺς ἐπὶ ταῖς γυναιξὶν ὁρίζων νόμους ὁ Παῦλός φησι· «Γυνὴ δέδεται ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ
45αὐτῆς. Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. Μακαριωτέρα δέ ἐστιν, ἂν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην. Δοκῶ γὰρ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.» Τί οὖν τὸ ἐντεῦθεν ἡμῖν συναγόμενον; Εἰ μόνῳ πρέπει τὸ νομοθετεῖν

75

.

588

(50)

Θεῷ, νομοθετεῖ δὲ Παῦλος, ὡς ἔχων Πνεῦμα Θεοῦ, Θεὸς ἄρα Πνεῦμα τὸ ἐν αὐτῷ, τὸ καὶ νόμους αὐτὸν ἀναπεῖθον ὁρίζειν.
53tΑΛΛΟ.
54Ἐπιστέλλει πάλιν ὁ Παῦλός τισιν· «Εἰ ἡμεῖς
55ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν
τὰ σαρκικὰ θερίσομεν;» Ἀλλ’ ἔστι δῆλον ὅτι τὰ587

75

.

589

πνευματικὰ τὰ θεῖα πάντως εἶναί φησιν, ὥσπερ οὖν καὶ σαρκικὰ τὰ τῆς σαρκός. Εἰ τοίνυν τὰ θεῖα, τουτ‐ έστι, τὰ περὶ Θεοῦ μυστήρια, καλῶς δὴ μάλα ποιῶν ἀποκέκληκε πνευματικά.
5tΑΛΛΟ.
6 Ἐν τοῖς Εὐαγγελίοις ὁ Σωτήρ πού φησι περὶ ἑαυτοῦ· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Ὁ δὲ μακάριος Ἰωάννης ἔκ τε τῆς τοῦ Πατρὸς οὐσίας καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα δεικνύων, ἐν μὲν τοῖς Εὐαγγελίοις φησί·
10«Τὸ Πνεῦμα τῆς ἀληθείας παρὰ τοῦ Πατρὸς ἐκπο‐ ρεύεται.» Ἐν δὲ τῇ Ἐπιστολῇ· «Τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια.» Πῶς οὖν τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευό‐ μενον, καὶ Πνεῦμα τῆς ἀληθείας ὑπάρχον, τοσαύτην τε πρὸς τὸν Υἱὸν ἔχον τὴν ἐμφέρειαν διὰ τὴν τῆς
15οὐσίας ταυτότητα, ὡς ἀλήθειαν καλεῖσθαι καὶ αὐτὸ, πῶς γενητὸν ἂν εἴη καὶ πεποιημένον; Ἀλλὰ τοῦτο ἄτοπον. Οὐκοῦν τὸ Πνεῦμα Θεὸς, εἴπερ ὄντως ἀλή‐ θεια, καὶ ἐκ Πατρὸς πορεύεται.
19tΑΛΛΟ.
20 Ὁ μακάριος Ἰωάννης περὶ τοῦ Θεοῦ Λόγου δια‐ λαμβάνων, αὐτὸν εἶναί φησι τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ὁ δὲ σοφώτατος Παῦλος ἐλλάμπειν τὸ Πνεῦμα τὸ ἅγιον ταῖς καρδίαις ἡμῶν διϊσχυρίσατο πρὸς φω‐
25τισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Χριστοῦ. Ὅτε τοίνυν ὁ Λόγος μέν ἐστι τὸ φῶς τὸ ἀληθινὸν, ἐλλάμπει δὲ τὸ Πνεῦμα τὸ ἅγιον, ἀνάγκη πᾶσα τῆς οὐσίας τοῦ Λόγου καὶ τὸ Πνεῦμα συνομο‐ λογεῖν, δι’ οὗ φωτίζει πάντα ἄνθρωπον, ὥσπερ τινὰ
30τῆς οἰκείας φύσεως ἀκτῖνα, προτείνων τὴν τοῦ Πνεύματος ἔλλαμψιν.
32tἈντίθεσις ὡς ἐκ τῶν δι’ ἐναντίας.
33 Εἰ τὰς τῶν ἁγίων, φασὶ, ψυχὰς καταχρίεσθαί φατε παρὰ Θεοῦ τῷ ἁγίῳ Πνεύματι, ἐν τάξει μύρου τὸ
35Πνεῦμα κείσεται. Καὶ πῶς ἂν εἴη τῆς αὐτῆς οὐσίας τῷ χρίοντι τὸ μύρον, μηδὲ τῆς καθ’ ἡμᾶς συνηθείας τὸ τοιοῦτον ἐπιδεχόμενον;
38tΠρὸς τοῦτο λύσις.
39Ὢ πάσῃ μεθύοντες ἀνοίᾳ, καὶ τῆς ἁπασῶν αἰσχί‐
40στης ἀβουλίας ἀνάπλεοι· οὐ γὰρ βραχὺ διανήψαν‐ τες, καὶ τὰς περὶ σωμάτων ἀφέντες ἐννοίας, ἀνελεύ‐ σεσθε πρὸς τὰ μεγάλα τῆς θεολογίας ὑψώματα, καὶ θεοπρεπῶς τὰ περὶ τῆς θείας φύσεως λαλούμενα διαλήψεσθε, κἂν ἀνθρωπίνοις προσφέρηται ῥήμασι,
45καὶ τῆς καθ’ ἡμᾶς συνηθείας οὐκ ἀναβαίνει τὸ σχῆμα, διὰ τὸ μόλις οὕτω δύνασθαι νοεῖν τοὺς ἀκροωμένους. Ἵνα δέ τι ταῖς ὑμῶν ἀμαθίαις εἴπω‐ μεν συγγενὲς, εἰ ἐν τάξει μύρου τὸ Πνεῦμα κείσε‐ ται, καθ’ ὑμᾶς, καὶ ἐπειδὴ τὸ χρίσμα τοῦ χρίοντος

75

.

589

(50)

εἶναι δεῖ πάντως ἑτεροούσιον, ἀνάγκη λέγειν καὶ τὸ Πνεῦμα τοῦ Πατρὸς ἑτεροούσιον. Ἐπειδὴ δὲ τὸ μύ‐ ρον ἐκ πολλῶν συντέθειται, παρὰ τῶν εἰς τοῦτο σοφῶν, ἀνάγκη καὶ τὸ Πνεῦμα τὸ ἅγιον διὰ πολλῶν καὶ ποικίλων ἡμῖν συγκεῖσθαι μερῶν. Καὶ πάλιν,
55ἐπειδὴ τὸ μύρον ἄλογον, ἔστω καὶ τὸ Πνεῦμα τὸ589

75

.

592

ἅγιον. Ἡ μὲν οὖν ἐπὶ τούτῳ δυσφημία δραμεῖται πάντως εἰς τὰς ἐκείνων κεφαλάς. Ἡμεῖς δὲ αὐτοῖς ἀντεπάγομεν· Εἰ ἑτεροούσιον τὸ Πνεῦμα τὸ ἅγιον τοῦ ἐν αὐτῷ χρίοντος τοὺς ἁγίους Θεοῦ, πῶς τοῦ
5Πνεύματος οἰκοῦντος ἐν ἡμῖν, Χριστὸς οἰκῶν ἀπο‐ δείκνυται, ὁ τῷ Πατρὶ κατ’ οὐσίαν οὐχ ἕτερος ὤν· Ὅπερ εἰδὼς καὶ ὁ Παῦλος ἐπιστέλλει· «Ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω
10ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν.» Ὅτε τοίνυν διὰ τοῦ Πνεύ‐ ματος εἰς τὸν ἔσω ἄνθρωπον ὁ Χριστὸς κατοικεῖ, πρόδηλον δήπουθεν ὡς οὐκ ἀλλότριόν ἐστι τῆς οὐσίας αὐτοῦ τὸ δι’ οὗ τοῖς ἁγίοις ἐνοικεῖν φαίνεται.
15tΑΛΛΟ.
16 Ἄφυκτον ἐπάγει τὴν τιμωρίαν τοῖς εἰς τὸν ἁπάν‐ των βλασφημοῦσι Θεὸν καὶ ὁ διὰ Μωσέως νόμος. Καὶ γοῦν τὸν τῆς Αἰγυπτίας υἱὸν κατὰ τὴν ἔρημον λιθόλευστον παρὰ πάσης τῆς συναγωγῆς προστάττει
20γενέσθαι Θεὸς, μνημονεύσαντα τοῦ ὀνόματος, καθὰ γέγραπται, καὶ εἰπεῖν τι τῶν ἀπηγορευμένων τολ‐ μήσαντα. Οὐδὲν δὲ ἧττον καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, τὴν αὐτὴν ἀποσώζων τιμὴν τῇ θείᾳ φύσει, ἀφεθήσεσθαι μὲν διϊσχυρίζεται τῷ λέ‐
25γοντι λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου· τῷ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον δυσφημήσαντι οὐκ ἀφεθήσε‐ σθαι, οὔτε ἐν τῷ νῦν αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλ‐ λοντι. Ἀλλ’ εἴπερ ἦν ποίημα τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μὴ τῆς θείας οὐσίας ὑπῆρχε Πατρὶ καὶ Υἱῷ
30συνθεολογούμενον, πῶς ἡ εἰς αὐτὸ δυσφημία τοσαύ‐ την ἔχει τὴν κόλασιν, ὅση κατὰ τῶν εἰς Θεὸν δυσ‐ φημούντων ὁρίζεται; Ἀλλ’ ἔστι δῆλον ὅτι Θεὸς ἐκ Θεοῦ καὶ ἐν Θεῷ τὸ Πνεῦμα, τὸ ὡς Θεὸς τιμώμενον παρὰ ταῖς θείαις Γραφαῖς, καὶ οὕτως ὑπάρχον τῇ
35φύσει.
36tΑΛΛΟ.
37 Εἰ, καθάπερ φησὶν ὁ Σωτὴρ, ὁ γεννώμενος ἐκ τοῦ Πνεύματος Πνεῦμά ἐστιν· ὁ δὲ τοιοῦτος, οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἢ γυναικὸς,
40ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθη· Θεὸς ἄρα τὸ Πνεῦμά ἐστι κατὰ φύσιν τὸ τοὺς ἁγίους ἀναγεννῶν εἰς ἑνότητα τὴν πρὸς Θεὸν, διὰ τοῦ κατοικεῖν ἐν αὐτοῖς, καὶ τῆς οἰκείας φύσεως ἐργάζεσθαι κοινωνούς.
44tΑΛΛΟ
45 Εἰ θεοποιεῖ τὸ Πνεῦμα τοὺς ἐν οἷς ἂν γένοιτο, καὶ μετόχους θείας ἐργάζεται φύσεως, Θεὸς ἄρα ἐστὶ, καὶ ἐκ τῆς θείας οὐσίας φυσικῶς δι’ Υἱοῦ τῇ κτίσει χορηγούμενον, καὶ ἀναμορφοῦν αὐτὴν ὡς πρὸς ἑαυτό. Ὥσπερ γὰρ φωτὸς ἔργον οἰκεῖον τὸ φωτίζειν

75

.

592

(50)

ἐστὶ, καὶ οὐκ ἄν τι δύναιτο φωτίζειν ὅλως, εἰ μὴ ὑπάρχοι φῶς· οὕτω καὶ θείου Πνεύματος ἔργον, τὸ θεοὺς ἐργάζεσθαι τοὺς δεξαμένους αὐτό. Καὶ οὐδ’ ἂν φύσεως θείας ἐδείκνυε κοινωνοὺς τοὺς ἔχοντας αὐτὸ,
εἰ μὴ τῆς θείας οὐσίας ὑπῆρχεν αὐτό.591

75

.

593

Ὅτι οὐκ ἐκ μετοχῆς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἅγιόν ἐστι τὸ Πνεῦμα, ἀλλὰ φύσει καὶ οὐσιω‐
3tδῶς ἐξ αὐτοῦ.
4tἈντίθεσις ὡς ἐκ τῶν δι’ ἐναντίας.
5 Ἁγιαστικὸν εἶναι, φασὶ, τὸ Πνεῦμα, καὶ αὐτοὶ συνομολογήσομεν, οὐκ αὐτὸ καθ’ ἑαυτὸ φύσει τοιοῦ‐ τον ὑπάρχον, ἀλλ’ ὥσπερ τι σκεῦος ἐκ σιδήρου τυχὸν ἢ καὶ ἑτέρας τινὸς ὕλης, τῆς ἐκ πυρὸς μετίσχον θερ‐ μότητος τὰ πυρὸς ἐργάζεται· οὕτω καὶ αὐτὸ τῆς
10παρὰ τοῦ Θεοῦ πληρούμενον ἁγιότητος μεταδίδωσι τῇ κτίσει τοῦ ἁγιασμοῦ. Καὶ ἐπὶ τούτοις μάρτυς ἡμῖν ἀψευδὴς αὐτὸς ὁ Σωτὴρ γενήσεται λέγων περὶ αὐτοῦ· «Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται.»
14tΠρὸς τοῦτο λύσις.
15 Πανταχόθεν αὐτοῖς ἡ πρότασις ἀτοπωτάτη πάλιν ἀποδειχθήσεται, καὶ δυσφημίαν μᾶλλον ἤπερ ἀλη‐ θείας εὕρεσιν ἔχουσα. Οὐ γὰρ νοεῖν, ὡς ἔοικε, τὰς θείας Γραφὰς, παρατρέπειν δὲ μᾶλλον ἐπείγονται πρὸς τὸ ἑκάστῳ δοκοῦν. Ἰδοὺ γὰρ πάλιν καὶ τὴν
20τοῦ Σωτῆρος φωνὴν εἰς ὀχύρωσιν τῆς οἰκείας ψευδο‐ λογίας ἁρπάζουσιν, οὐ τὴν διάνοιαν τοῦ ῥητοῦ σαφῶς ἐκκαλύπτοντες τοῖς ἀκροωμένοις, οὔτε μὴν τὰ ἐφεξῆς τῷ λόγῳ συνείροντες· παρατομὰς δὲ τῶν στίχων δυστρόπως ἐργαζόμενοι, καὶ τὸ δοκοῦν εἶναι
25χρήσιμον πρὸς τὸν ἀτόπως αὐτοῖς προτεθέντα σκο‐ πὸν, αὐτὸ δὴ καὶ μόνον πανούργως ἁρπάζοντες. Οὐ γὰρ, Ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἁγιάσει ὑμᾶς, φησὶν ὁ Σωτήρ· εἰ καὶ ὅτι μάλιστα καὶ εἰ κατὰ τοῦτον εἴρητο τὸν τρόπον, οὐδεμίαν τοῖς ὀρθῶς ἀκροωμέ‐
30νοις ἐνεποίησεν ἂν τὴν ζημίαν· πλὴν, «Ἐκ τοῦ ἐμοῦ λήψεται, φησὶ, καὶ ἀναγγελεῖ ὑμῖν. Οὐ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἂν ἀκούσῃ, λαλήσει.» Ἐπειδὴ γὰρ ἔμελλε τὴν μετὰ σαρκὸς ἀποπληρώσας οἰκονο‐ μίαν ἀναβαίνειν πρὸς τὸν Πατέρα, πέμψειν δὲ ὑπ‐
35έσχετο τὸν Παράκλητον τοῖς ἑαυτοῦ μαθηταῖς, ἵνα μή τις ὑπολάβῃ τὰ μὴ κατὰ γνώμην αὐτοῦ δια‐ τάξειν ποτὲ τὸ Πνεῦμα τὸ ἅγιον, δεικνύς τε σαφῶς ὅτι Πνεῦμα αὐτοῦ ὑπάρχον τὰ ἐξ αὐτοῦ πάλιν δια‐ κονήσει ῥήματα· «Οὐ λαλήσει, φησὶν, ἀφ’ ἑαυτοῦ,
40ἀλλ’ ὅσα ἂν ἀκούσῃ λαλήσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψε‐ ται.» Ὅμοιον γὰρ ὡς εἰ καὶ τὸ μέλι περὶ τῆς ἐνού‐ σης αὐτῷ φυσικῆς ποιότητος λέγοι, Οὐκ ἐνθήσει τι ἀφ’ ἑαυτῆς τοῖς ἀπογευομένοις, ἀλλ’ ἐκ τοῦ ἐμοῦ λήψεται, φυσικῶς διαβαινούσης τῆς ἐκ τῶν οὐσιῶν,
45ἵν’ οὕτως εἴπω, ποιότητος ἐπὶ τὰ ἐξ αὐτῶν ἀμερί‐ στως προερχόμενα, οἷον, καθάπερ ἤδη προείπομεν, ἐκ μέλιτος ἡ γλυκύτης, ἐκ πυρὸς ἡ θερμότης, ἐξ ὕδατος ἡ ψύξις. Οὐκ οὖν μετοικικῶς ἅγιον τὸ Πνεῦμα, κατὰ τὸν ἐκείνων λόγον· φυσικῶς δὲ μᾶλλον καὶ οὐ‐ σιωδῶς.
50tΑΛΛΟ.
51 Τὸ ἐκ μετοχῆς ἅγιον, δοχεῖον ὥσπερ ὑπάρχον τοῦ προσγεγονότος ἁγιασμοῦ, αὐτὸ καθ’ ἑαυτὸ πρότερον ἐν ἰδίᾳ φύσει κείσεται, ὥσπερ οὖν καὶ ὁ ἄνθρωπος καὶ ὁ ἄγγελος τυχὸν, ἢ καί τις ἑτέρα φύσις λογική.
55Λεγέτωσαν τοίνυν ἡμῖν οἱ ἐκ μετοχῆς τῆς τοῦ Θεοῦ
καὶ Πατρὸς τὸ Πνεῦμα τολμῶντες λέγειν ἅγιον εἶναι593

75

.

596

καὶ οὐ φυσικῶς· Τί ποτ’ ἄρα αὐτὸ καθ’ ἑαυτὸ καὶ ἰδιαζόντως ἐστίν; Ἀλλ’ οὐδὲν ἕτερον ἢ ἅγιον ἠκού‐ σαμεν παρὰ ταῖς θείαις Γραφαῖς. Οὐκ ἄρα ἐκ μετ‐ οχῆς, οὐδὲ ἐκ συνθέσεως ἅγιον, ἀλλ’ οὐσία καὶ φύσις
5ἁγιαστικὴ, καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς θεότητος, ἵν’ οὕτως εἴπω, ποιότης, ὥσπερ οὖν καὶ ὁ γλυκα‐ σμὸς τοῦ μέλιτος, ἢ καὶ ἐξ ἄνθους εὐωδία.
8tΑΛΛΟ.
9Τὸ ἐκ μετοχῆς προσγενόμενόν τισιν, ὡς δοτὸν ἔσται
10καὶ ἀφαιρετόν. Μόνα γὰρ τὰ οὐσιωδῶς προσόντα τοῖς ἔχουσιν, ἀχωρίστως συμπεφυκότα φαίνεται. Εἰ τοίνυν ἐν προσθήκης τάξει καὶ συμβεβηκότος κεῖσθαί φασιν ἐν τῷ Πνεύματι τὸν ἁγιασμὸν, ὁμολογήσουσι πάντως ὅτι καὶ ἀποσυμβῆναι δυνήσεται. Ὥρα δὴ οὖν
15καὶ ἁγιότητος δίχα τὸ Πνεῦμα λέγειν εἶναι δύνασθαι, κατὰ τὸ ἐκείνων ἐπιχείρημα. Ἀλλὰ τοῦτο δυσσεβές. Οὐκ ἄρα ἐκ μετοχῆς ἅγιον τὸ Πνεῦμα, ἀλλ’ ὡς ἐκ Θεοῦ φυσικῶς.
19tΑΛΛΟ.
20 Πνεῦμα ἄγιον ἡ θεία Γραφὴ τὸ ἐκ Θεοῦ Πνεῦμα διηνεκῶς ἀποκαλοῦσα φαίνεται, οὐχ ἕν τι τῶν συμ‐ βεβηκότων αὐτῷ δηλοῦσα, κατὰ τὴν ἐκείνων ἀβου‐ λίαν, ἀλλ’ ὅπερ ἐστὶ κατὰ φύσιν τοῦτο σημαίνουσα, ὥσπερ οὖν εἴ τις καὶ ἄνθρωπον ὁριζόμενος τὸ τί
25ἐστι κατ’ οὐσίαν σημαίνων, λέγοι, ὅτι ζῶον λογικὸν, θνητόν. Εἶτα πῶς οὐ σφόδρα ἐστὶν ἀτοπώτατον, τὸν μὲν ἄνθρωπον διὰ τὸ οὕτως ὁρίζεσθαι, εἶναι πάντως ὃ καὶ εἶναι πέφυκε, τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἕτερόν τι παρ’ ὅπερ ἐστὶ φαντάζεσθαί τινας, τοῦθ’ ὅπερ ἐστὶ κατ’
30οὐσίαν τῆς προσκειμένης αὐτῷ σημαινούσης ἐπωνυ‐ μίας; ἅγιον γὰρ ὀνομάζεται. Οὐκοῦν εἴπερ ἐστὶ κατὰ φύσιν ἅγιον, οὐκ ἔξωθεν ἔχει τὸ εἶναι τοιοῦτο, μᾶλλον δὲ αὐτὸ, τῆς θείας ὑπάρχον οὐσίας ἐνέργεια φυσική τε καὶ ζῶσα καὶ ἐνυπόστατος, προστίθησιν
35ἀεὶ τῇ κτίσει τὸ τέλειον δι’ ἁγιασμοῦ καὶ τῆς πρὸς ἑαυτὸ μετοχῆς.
37tΑΛΛΟ.
38 Τὰ ἐφ’ ἑκάστῳ τῶν ὄντων κείμενα ὀνόματα, ἢ τῶν οὐσιῶν εἰσι παραστατικὰ, ὅρον ἔχοντα τοῦ ὑπο‐
40κειμένου τέλειον, ἢ λειτουργίαν τινὰ καὶ ἐπιτηδεύ‐ ματος εἶδος σημαίνει, ὡς ἐν τῷ ἄνθρωπος καὶ προ‐ φήτης. Ἂν μὲν γὰρ ἄνθρωπος εἴπω, παρέστησα τοῦ κατηγορημένου, ἢ ὑποκειμένου τὴν οὐσίαν. Προφή‐ την δὲ λέγων, διακονίαν ἤτοι ἐπιτήδευμα δοθὲν ἀν‐
45θρώπῳ δηλῶ. Οὐκοῦν εἴπερ ἅγιον ἐκ μετοχῆς τὸ Πνεῦμα τὸ ἅγιον, λειτουργίας μᾶλλον ἤπερ οὐσίας ἔσται σημαντικὸν τοὔνομα αὐτῷ, καὶ οὐ τί ἐστι κατὰ φύσιν ἐκ τούτου μανθάνομεν, ἀλλ’ ὅ τι τέτακται ποιεῖν. Οὐκοῦν ἕτερόν τι κατ’ οὐσίαν ἐστὶ, καὶ ἑτέραν ἔχει

75

.

596

(50)

τινὰ ἰδίαν ἐνέργειαν παρὰ τὴν ἁγιαστικὴν, ἢν ἔξω‐ θεν, ὡς αὐτοὶ δυσφημοῦντές φασι, προστιθεμένην αὐτῷ καὶ ἐπισυμβᾶσαν ἔχει παρὰ Θεοῦ. Ἀτελὲς οὖν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, τὸ δεηθὲν πληρώσεως δι’ ἁγιασμοῦ. Εἶτα πῶς τὸ οὕτως ἔχον, ὡς ἐκεῖνοί φασι,
55τὸ ἐν τελειότητι γίνεσθαι τοῖς μετόχοις αὐτοῦ γινο‐595

75

.

597

μένοις παρέχει; Τὸ ἀτελὲς ὅσον εἰς τὴν οἰκείαν φύ‐ σιν, πῶς ἁγιάζει μὲν Ἀρχὰς, Θρόνους, Κυριότητας, Δυνάμεις, Ἐξουσίας, Ἀγγέλους, ἀνθρώπους; Πῶς δὲ ἄρα φασὶν ἁγιασμοῦ πληροῦσθαι τὸ Πνεῦμα παρὰ
5τοῦ Πατρὸς, ἁγιαστικῆς δηλονότι δυνάμεώς τε καὶ ἐνεργείας ἐρχομένης ἐπ’ αὐτό; Τοῦτο γὰρ, ὡς εἰ‐ κὸς, δυσφημοῦντες ἐροῦσι. Τίς οὖν ἡ χρεία περιόδου μακρᾶς καὶ πολυπλόκων νοημάτων; Αὐτὴν γὰρ ἐκεί‐ νην τὴν ἐκ Πατρὸς φυσικῶς προϊοῦσαν δύναμιν
10ἁγιαστικὴν τὴν τοῖς ἀτελέσι τὸ τέλειον παρεχομένην, φαμὲν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ περιττὸν, ὡς φαί‐ νεται, τὸ διὰ μέσου τινὸς ἁγιάζεσθαι τὴν κτίσιν, οὐκ ἀπαξιούσης τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ μέχρι τῶν ἐλαχίστων διϊκνεῖσθαι, καὶ ἁγιάζειν αὐτὰ διὰ τοῦ
15ἁγίου Πνεύματος, ἐπείπερ αὐτοῦ τὰ πάντα ποιήματα.
18ΑΛΛΟ. «Ὁ νόμος διὰ Μωσέως ἐδόθη,» φησὶν ἡ θεία Γραφὴ,
20«ἡ χάρις δὲ καὶ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.» Οὐκοῦν εἴπερ πολύ τι φαίνεται, τὸ μεταξὺ τῆς τε Μωσέως διακονίας, καὶ τοῦ μεσιτεύσαντος Θεοῦ τε καὶ ἀνθρώπου Ἰησοῦ Χριστοῦ, ἀνάγκη τὸν μὲν διὰ Μωσέως νόμον ἀτελῆ συνομολογεῖν· οὐδὲν γὰρ ἐτε‐
25λείωσε, φησὶν ὁ Παῦλος· τὴν δὲ διὰ τοῦ Σωτῆρος ἡμῶν χάριν ἀληθῆ καὶ τελείαν εἶναι πιστεύομεν. Τίς οὖν ἄρα ἡ χάρις, ἢ πάντως ἡ τοῦ ἁγίου Πνεύμα‐ τος χύσις ἡ ἐν ταῖς καρδίαις ἡμῶν γινομένη, κατὰ τὴν τοῦ Παύλου φωνήν; Πῶς οὖν ἀληθινὴ φανεῖται
30λοιπὸν ἡ ἐν ἡμῖν χάρις, εἴπερ διηκονήθη διὰ κτίσμα‐ τος εἰς ἡμᾶς ὁ ἁγιασμὸς, ὥσπερ οὖν καὶ ὁ νόμος δι’ ἀγγέλων; Εἰ γὰρ οὐκ αὐτουργεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἡμῖν, οὐδὲ τοῦτό ἐστι κατὰ φύσιν ὅπερ ἀκούομεν, μετοχικῶς δὲ καὶ μεταληπτικῶς ἁγια‐
35σμοῦ πληρούμενον, παρὰ τῆς θείας οὐσίας, εἰς ἡμᾶς ἐκπέμπει τὴν δοθεῖσαν αὐτῷ χάριν, πρόδηλον ὅτι διὰ κτίσματος ἡμῖν ἡ τοῦ ἁγίου Πνεύματος διηκονήθη χάρις. Ἀλλὰ τοῦτο μὲν οὐκ ἀληθές. Διὰ Μωσέως μὲν γὰρ ὁ νόμος, ἤτοι δι’ ἀγγέλων· διὰ δὲ τοῦ Σω‐
40τῆρος ἡμῶν ἡ χάρις καὶ ἡ ἀλήθεια. Αὐτουργὸν ἄρα τὸ Πνεῦμα ἐν ἡμῖν, ἀληθῶς ἁγιάζον καὶ ἑνοῦν ἡμᾶς ἑαυτῷ διὰ τῆς πρὸς αὐτὸ συναφείας, θείας τε φύσεως ἀποτελοῦν κοινωνούς.
44tὍτι Θεὸς κατὰ φύσιν ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον,
45tκαὶ οὐ κτίσμα οὐδὲ ποίημα.
46tἘκ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς.
47 Ἐπιστέλλει Ῥωμαίοις ὁ Παῦλος περὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· «Τοῦ ὁρισθέντος, φησὶν, Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ τὸ Πνεῦμα ἁγιωσύνης ἐξ

75

.

597

(50)

ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Εἰ τοίνυν διὰ τὸ ἐκ νεκρῶν ἀναστῆναι, καὶ τῇ ζωοποιῷ δυνάμει τοῦ ἁγίου Πνεύματος λῦσαι τὰ δεσμὰ τοῦ θανάτου, ὁ Χριστὸς εἰς Υἱὸν ἀληθινὸν ὁρίζεται τοῦ Θεοῦ, καὶ τοῦτο ὑπάρχων νοεῖται, οὐκ
55ἂν εἴη κτίσμα ἢ ποίημα τὸ δι’ οὗ τῆς θείας δυνάμεως
ἡ ἐπίδειξις γίνεται, τουτέστι τὸ Πνεῦμα, ἵνα μὴ διὰ597

75

.

600

κτίσματος φαίνηται Χριστὸς τρόπον τινὰ βοηθούμε‐ νος, οἰκείᾳ δὲ μᾶλλον ἀποκεχρημένος ἰσχύϊ τῇ διὰ Πνεύματος.
4tΑΛΛΟ.
5 Ὁ Παῦλος πάλιν· «Ἐπιποθῶ γὰρ, φησὶν, ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς.» Εἰ στηρίζει τὸ Πνεῦμα διὰ τῶν οἰκείων χαρισμάτων τοὺς ἐν οἷς ἂν γένοιτο, δῆ‐ λον ἂν εἴη τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν, ὡς οὔτ’ ἐν
10ποιήμασιν, οὔτε μὲν ἐν δούλοις τετάξεται. Γέγραπται· «Ὑποστηρίξει δὲ τοὺς δικαίους ὁ Κύριος.» Τὸ δὲ ἐν κυριότητος τόπῳ φυσικῆς τεθειμένον, καὶ διὰ τοῦ στηρίζειν δύνασθαι, φέρει πάντως καὶ τὸ κυρίῳ πρέπον ἀξίωμα. Δοῦλον δὲ τὸ ποιηθὲν ὅσον εἰς γένε‐
15σιν. Οὐκ ἄρα ποίημά ἐστι τὸ Πνεῦμα· κύριον γὰρ ἀποδέδεικται καὶ οὐ δοῦλον.
17tΑΛΛΟ.
18 Ὅσην ἡμῖν τὴν φιλανθρωπίαν ὁ πάντων ἐποιή‐ σατο Δεσπότης, διδάσκων ὁ Παῦλος, φησὶν, ὅτι «Ἡ
20ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν, διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν.» Εἰ τοίνυν ὁ Θεὸς ἀγάπη ἐστὶ, κατὰ τὴν Ἰωάννου φωνὴν, καὶ οὐχ ἕτερον μέν τι αὐτὸς, ἕτερον δέ τι τὸ ἐν αὐτῷ, ἁπλοῦς γὰρ καὶ ἀσύνθετος, ἐκκέχυται δὲ ἐν ταῖς
25καρδίαις ἡμῶν διὰ τοῦ ἐνοικοῦντος ἐν ἡμῖν ἁγίου Πνεύματος· Θεὸς ἄρα τὸ Πνεῦμά ἐστιν, ὡς ἐν τάξει Θεοῦ, κατοικοῦν ἐν ἡμῖν, καὶ, ἵν’ οὕτως εἴπω, τῆς ἀνωτάτω πασῶν ἐξέρπον οὐσίας ἐν ἰδίᾳ τε ὑπάρξει καὶ ἐκ Πατρὸς νοούμενον, δι’ Υἱοῦ τῇ κτίσει χορ‐
30ηγούμενον.
31tΑΛΛΟ, δηλοῦν ὅτι ὁ νόμος παρὰ τοῦ Πνεύματος
32tἐτέθη ὡς παρὰ Θεοῦ.
33 «Οἶδα μὲν, φησὶν, ὅτι ὁ νόμος πνευματικός ἐστι.» Εἶτα βραχὺ προελθὼν ἐπιλέγει· «Συνήδομαι γὰρ τῷ
35νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον.» Καὶ πά‐ λιν· «Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.» Ἰδοὺ τὸν νόμον ὀνομά‐ σας πνευματικὸν, τουτέστι τὸν διὰ Πνεύματος, εὐ‐
40θὺς αὐτὸν καὶ Θεοῦ νόμον ἀποκαλεῖ. Γυμνότερον δὲ διὰ τῶν ἐφεξῆς ὅτι Θεὸς εἴη τὸ Πνεῦμα, δεικνύει βοῶν· «Ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς,» ἵνα μὴ μόνον νομοθετοῦν εὑρίσκηται τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ’ ἤδη καὶ Πνεῦμα ὑπάρχον ζωῆς. Καὶ τίς ἡ ζωὴ,
45ἢ πάντως ὁ λέγων Χριστός· «Ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή;» Νομοθετοῦντος τοιγαροῦν τοῦ Χριστοῦ, ὡς ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ φυσικῶς ὑπάρχον τὸ Πνεῦμα αὐτὸ νομοθετεῖ.
49tΑΛΛΟ.

75

.

600

(50)

Τοῦ σαρκικοῦ κινήματος ὁ Παῦλος κατηγορῶν, καὶ δεικνὺς ὅσην ἔχει πρὸς τὴν τοῦ Πνεύματος βού‐ λησιν τὴν ἀνάστασιν, «Ἡ σὰρξ, φησὶ, κατὰ τοῦ
Πνεύματος, τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα599

75

.

601

γὰρ ἀλλήλοις ἀντίκειται.» Εἶτα βραχὺ προελθὼν ἐπι‐ λέγει· «Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας·» νόμον μὲν ἁμαρτίας τὰ ἐν τῇ σαρκὶ πρὸς τὰς ἐκτόπους
5ἡδονὰς κινήματα λέγων· Θεοῦ δὲ νόμον, τὴν τοῦ Πνεύματος βούλησιν ἀποκαλῶν. Πρόδηλον οὖν ὅτι Θεὸς τὸ ἅγιον Πνεῦμα, τὸ καὶ νόμους ὁρίζον ἐν ἡμῖν τὸ οἰκεῖον θέλημα. Πρέπει δὲ οὐχ ἑτέρῳ νομοθετεῖν, ἀλλὰ μόνῳ Θεῷ.
10tΑΛΛΟ.
11 «Τῇ γὰρ ματαιότητι, φησὶν, ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ’ ἐλπίδι.» Οὐκοῦν εἴπερ εἶναί φασι κτιστόν τε καὶ ποιητὸν τὸ Πνεῦμα τὸ ἅγιον, ἀνάγκη συνομολογεῖν ὑποτετάχθαι
15καὶ αὐτὸ τῇ ματαιότητι, καὶ συστενάζειν μὲν καὶ συνωδίνειν, εἶναί τε νῦν ὥσπερ ἐν δουλίᾳ, ἐλευθερω‐ θήσεσθαί τε μόλις εἰς τὴν ἀπολύτρωσιν τῆς δόξης τῶν τέκνων Θεοῦ. Εἶτα ποῖ ποτε ἡμῖν ὁ Παῦλος οἰ‐ χήσεται λέγων· «Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας
20πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ, ὁ Πατήρ.» Ἀλλὰ τῆς μὲν δου‐ λείας ἀπαλλάττει τοὺς ἐν οἷς ἂν γένοιτο, ἀναμορφοῖ δὲ μᾶλλον εἰς τὴν ἐλευθερίαν καὶ υἱότητα, μετόχους ἀποδεικνύων τῆς οἰκείας φύσεως. Οὐκ ἄρα δοῦλόν
25ἐστιν, εἰ δὲ τοῦτο, οὐ κτίσμα. Τὸ δὲ καὶ τὸ εἶναι κτίσμα καὶ τὸ ἓν δούλων τετάχθαι διαφυγὸν, τῆς θείας ἂν εἴη λοιπὸν οὐσίας δηλαδή.
28tΑΛΛΟ.
29Συστενάζειν ὁ Παῦλος τὴν κτίσιν εἰπὼν, ἐπιφέρει·
30«Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ οἱ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες ἡμεῖς.» Καὶ τί τὸ ἐν τούτοις ζη‐ τούμενον; Ἡ ἀπαρχὴ, τινός ἐστιν ἀπαρχὴ, καὶ ὁμοειδὴς ἐκείνῳ πάντως, οὗ καὶ ἔστιν ἀπαρχή· οἷον οἴνου μὲν οἶνος, σίτου δὲ ὁμοίως σῖτος. Εἰ τοίνυν ὡς
35ἐν τῷ αἰῶνι τῷ μέλλοντι τελειοτάτην ἔχειν μέλλουσι τῆς θεότητος τὴν μετουσίαν, ἐν ἀπαρχῆς ἡμῖν τάξει τὸ Πνεῦμα τὸ ἅγιον ἐχορηγήθη, ἀνάγκη δὴ πᾶσα τῆς θείας φύσεως εἶναι λέγειν αὐτὸ, ἧς καὶ ἔστιν ἀπαρχή. Εἰ δὲ τοῦτο, οὐ κτίσμα, οὐδὲ ποίημά ἐστι,
40Θεὸς δὲ μᾶλλον ὡς ἐκ Θεοῦ καὶ ἐν Θεῷ φυσικῶς.
41tΑΛΛΟ.
42 Ῥωμαίοις ἐπιστέλλει πάλιν ὁ Παῦλος· «Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρο‐
45νεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ὥρισε μέ‐ τρον πίστεως.» Εἶτα πάλιν τῇ τοῦ Πνεύματος ἐξ‐ ουσίᾳ τὴν τῶν θείων χαρισμάτων διανομὴν ἀναθείς· «ᾯ μὲν γὰρ ὁ Θεὸς, φησὶ, δίδωσι Πνεῦμα σοφίας·» εἶτα τούτῳ προσθεὶς δωρεῶν εἴδη πολλὰ, «ἑτέρῳ δὲ

75

.

601

(50)

πίστιν,» ἐπιλέγει· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλε‐ ται.» Οὐκοῦν εἰ πρὸς τοῖς ἄλλοις ἀγαθοῖς καὶ πί‐
στεως φαίνεται τὸ Πνεῦμα παρεκτικὸν, καὶ τὸ ἀρ‐601

75

.

604

κοῦν ἑκάστῳ μέτρον ὁρίζον ὡς Θεὸς, πῶς οὐ λίαν ἀσεβὲς ἐπαριθμεῖν αὐτὸν τοῖς κτίσμασι, καὶ μὴ μᾶλλον ἐκ Θεοῦ πεφηνέναι λέγειν;
4tΑΛΛΟ.
5 Ἐπὶ τοῖς δι’ αὐτοῦ γενομένοις παρὰ τοῦ Σωτῆρος κατορθώμασιν ἐπ’ ὠφελείᾳ τῶν ἐθνῶν, καυχᾶται λέ‐ γων ὁ Παῦλος· «Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰη‐ σοῦ τὰ πρὸς τὸν Θεόν. Οὐ γὰρ τολμήσω τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς δι’ ἐμοῦ εἰς ὑπακοὴν
10ἐθνῶν, λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τε‐ ράτων, ἐν δυνάμει Πνεύματος ἁγίου.» Οὐκοῦν εἰ σημεῖα καὶ τέρατα διὰ τοῦ Παύλου Χριστὸς ἐργάζε‐ ται ἐν δυνάμει Πνεύματος ἁγίου, ἐνέργειά τις φυ‐ σικὴ καὶ ζῶσα, καὶ, ἵν’ οὕτως εἴπωμεν, ποιότης τῆς
15θεότητος τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιόν ἐστιν. Εἰ δὲ τοῦτο, πῶς ἔσται ποίημα τὸ ἐν Θεῷ καὶ ἐκ Θεοῦ φυσικῶς; Πῶς δὲ ἐν ποιήματι πᾶσα ἡ δύναμις τοῦ Υἱοῦ; ὅπερ ἐστὶ καὶ μόνον εἰπεῖν ἀσεβέστατον.
19tἘκ τῆς πρὸς Κορινθίους αʹ.
20 Οὐ τῆς ἐκ λόγων δεινότητος τὸ σωτήριον δεῖσθαι κήρυγμα διδάσκων ὁ Παῦλος, ἐπιστέλλει Κορινθίοις· «Κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς, καὶ ὁ λόγος μου, καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει Πνεύμα‐
25τος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ’ ἐν δυνάμει Θεοῦ.» Ἰδοὺ τὴν τοῦ Πνεύματος ἀπόδειξιν, τουτέστι τὰ διὰ τοῦ Πνεύμα‐ τος ἐνεργήματα, δύναμιν εἶναί φησι τοῦ Θεοῦ. Ἐξ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ φυσικῶς τὸ Πνεῦμα αὐτοῦ τὸ
30πάντα ἐνεργοῦν. Πῶς οὖν κτίσμα ἢ ποίημα, τὸ ἐν ᾧ Θεὸς ὅπερ ἐστὶ κατὰ φύσιν γνωρίζεται, καθόσον ἡμῖν ἐφικτὸν, ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι;
33tΑΛΛΟ.
34Οὐδένα τῶν ἀσχήμονα μετιόντων βίον, κληρονόμον
35ἔσεσθαι τῆς τῶν οὐρανῶν βασιλείας εἰπὼν, πόρνους τε ἀπαριθμήσας καὶ πλεονέκτας καὶ ἅρπαγας, ἐπ‐ άγει παραχρῆμα· «Καὶ ταῦτά τινες ἦτε, ἀλλ’ ἀπε‐ λούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ
40Πνεύματι τοῦ Θεοῦ ἡμῶν.» Οὐκοῦν εἰ μόνῳ Θεῷ τὸ ἐξεῖναι συγχωρεῖν ἁμαρτίας δώσομεν, ἀφίησι δὲ καὶ δικαιοῖ τὸ Πνεῦμα, ἁγίους ἀποδεικνύον τοὺς ἐν οἷς ἂν γένοιτο, Θεὸς ἄρα τὸ τὴν θείαν ἐνέργειαν ἔχων ἐν ἑαυτῷ φυσικῶς.
45tΑΛΛΟ.
46 «Ἢ οὐκ οἴδατε, φησὶν, ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν, ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν Πνεῦμά ἐστιν;» Ὥσπερ οὖν ὁ τῇ πόρνῃ κολλώμενος, ἓν ὡς πρὸς αὐτὴν γίνεται, οὕτως ὁ τοῦ ἁγίου Πνεύματος

75

.

604

(50)

μέτοχος γεγονὼς, ἓν ὡς πρὸς τὸν Κύριον γίνεται. Θεὸς οὖν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, δι’ οὗ τῷ Θεῷ κολλώμεθα, καὶ ἓν ὡς πρὸς αὐτὸν ἀποτελούμεθα, τῆς
τε θείας αὑτοῦ φύσεως γινόμεθα κοινωνοὶ, διὰ τῆς603

75

.

605

πρὸς τὸ Πνεῦμα συναφείας τε καὶ ἑνότητος. Εἰ δὲ τὸ Πνεῦμα Θεὸς, πῶς ἔσται καὶ ποίημα;
3tΑΛΛΟ.
4«Ἢ οὐκ οἴδατε, φησὶν, ὅτι τὰ σώματα ὑμῶν ναὸς
5τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ;» Ὅτε τοίνυν ἐν ἡμῖν τοῦ ἁγίου Πνεύματος οἰκοῦντος, οἶκος Θεοῦ καὶ ναὸς χρηματίζομεν, πῶς οὐκ ἔσται τῆς θείας φύσεως, ἀλλ’ ἐν τοῖς γενητοῖς ἀριθμηθήσεται, ὅτε κἀκεῖνο πρόδηλόν ἐστιν, ὡς οὐ‐
10δὲν τῶν γενητῶν ἢ πεποιημένων ὡς Θεὸς ἐν ναῷ λέγεται κατοικεῖν; Μόνης δὲ τῆς θείας φύσεως καὶ τοῦτό ἐστι μετὰ τῶν ἄλλων ἐξαίρετον.
13tΑΛΛΟ.
14«Ὁ γὰρ λαλῶν, φησὶ, γλώσσῃ, οὐκ ἀνθρώποις
15λαλεῖ, ἀλλὰ τῷ Θεῷ.» Οὐδεὶς γὰρ ἀκούει, Πνεύματι δὲ λαλεῖ μυστήρια. Θεὸς οὖν ἄρα, καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα, εἴπερ ὁ αὐτῷ λαλῶν, Θεῷ διαλέγεται.
18tἘκ τῆς πρὸς Κορινθίους βʹ.
19Τὸν περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν λόγον εἰσ‐
20φέρων ὁ Παῦλος, φησί· «Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει, στενάζομεν βαρούμενοι, ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ’ ἐπενδύσασθαι, ἵνα τὸ θνητὸν κατα‐ ποθῇ ὑπὸ τῆς ζωῆς. Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεὸς, ὁ καὶ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ
25Πνεύματος.» Ἀῤῥαβῶνα ζωῆς τὸ Πνεῦμα διδόσθαι φησὶν, ὡς τοῦτο κατὰ φύσιν ὑπάρχον· τὸ γὰρ Πνεῦμα ζωοποιεῖ. Ἀλλ’ εὑρίσκομεν ὅτι τὸ εἶναι κατὰ φύσιν ζωὴ, μόνῳ πρόσεστι τῷ Θεῷ καὶ Πατρὶ, καὶ τῷ ἐξ αὐτοῦ προελθόντι Λόγῳ. «Ὥσπερ γὰρ, φησὶν, ὁ Πα‐
30τὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκεν ἔχειν ζωὴν ἐν ἑαυτῷ.» Καὶ πάλιν· «Ὥσπερ γὰρ ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» Οὐκοῦν εἰ ζωοποιοῦντος τοῦ Πατρὸς, ζωοποιοῦντος δὲ ὁμοίως καὶ τοῦ Υἱοῦ, ζωοποιεῖ καὶ
35τὸ Πνεῦμα, πῶς ἔσται κτίσμα ἢ ποίημα, τὸ Πατρὶ καὶ Υἱῷ προσεοικὸς, καὶ τῆς οὐσίας ἔχον τὴν ταυτό‐ τητα;
38tΑΛΛΟ, εἰς τὸ αὐτὸ συλλογιστικῶς.
39Εἰ ποίημα καὶ κτίσμα τὸ Πνεῦμα ὑπάρχον, κατὰ
40τοὺς ἀνοήτους αἱρετικοὺς, ζωοποιεῖν δύναται τοὺς ἐν οἷς ἂν γένοιτο, οὐδὲν ἐν Θεῷ τὸ ἐξαίρετον ζωοποιοῦντι καὶ αὐτῷ, ἐνέργειαν δὲ πάντως τὴν αὐτὴν εἶναι δώ‐ σομεν ποιητοῦ καὶ ποιήματος. Εἶτα πῶς ἐκ διαφόρου καὶ παρηλλαγμένης οὐσιώδους ποιότητος, ἴση καὶ
45ἀπαράλλακτος ἂν δοθήσεται δύναμις; Τὰ γὰρ μίαν ἔχοντα τὴν ἐνέργειαν, ἕνα καὶ τὸν τοῦ πῶς ἐστι φο‐ ρέσει λόγον. Ὥρα τοίνυν ἢ τὸ Θεὸν εἰς τὸν τῶν ποιη‐ μάτων καταφέρειν ὅρον, ἢ τῷ ποιήματι τὸν τῇ Θεότητι πρέποντα λόγον ἀπονέμειν, εἴπερ, κατ’ ἐκείνους,

75

.

605

(50)

ποίημα καὶ κτίσμα τὸ Πνεῦμα ὑπάρχον, ἴσην τῷ Θεῷ τὴν ἐνέργειαν ἔχει. Καὶ συγκέχυται λοιπὸν τὰ πάντη
κατὰ φύσιν ἄμικτα. Ἀλλὰ τοῦτο ἄτοπον, καὶ οὐδὲν605

75

.

608

τῶν οὐσιωδῶς προσόντων τῷ Θεῷ, πρόσεστι ποιήματι, ὥσπερ καὶ αὐτῷ. Ζωοποιεῖ δὲ τὸ Πνεῦμα, ζωοποιοῦν‐ τος τοῦ Θεοῦ καὶ Πατρός. Καὶ πῶς ἔσται ποίημα τὸ ἔχον ἐν ἑαυτῷ φυσικῶς τῆς θείας οὐσίας τὸ ἴδιον καὶ
5ἐξαίρετον; Οὐκοῦν ἐκ Θεοῦ καὶ Θεὸς τὸ Πνεῦμα· καὶ οὐ κτίσμα, κατά τινα τῶν ἀνοήτων, οἷς ἀεὶ γλυκὺς ὁ πρὸς τὴν ἀλήθειαν πόλεμος.
8tΑΛΛΟ.
9«Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα
10παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινὰ, τὰ δὲ πάντα ἐκ Θεοῦ.» Οὐκοῦν ἐπειδήπερ ἀνακαινίζοντος ἡμᾶς τοῦ Χριστοῦ, καὶ εἰς νέαν μετατιθέντος ζωὴν, τὸ Πνεῦμα ἀνακαινίζον λέγεται, κατὰ τὸ ἐν Ψαλμοῖς ᾀδόμενον· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθή‐
15σονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς,» ἀνάγκη τὸ Πνεῦμα τῆς οὐσίας ὁμολογεῖν τοῦ Υἱοῦ. Ὡς γὰρ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχον καὶ ἐπὶ τὴν κτίσιν παρ’ αὐτοῦ πεμπόμενον τὸν ἀνακαινισμὸν ἐργάζεται, συμπλήρωμα τῆς ἁγίας ὑπάρχον Τριάδος.
20Εἰ δὲ τοῦτο, Θεὸς ἄρα καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα, καὶ οὐ ποίημα.
22tΑΛΛΟ.
23 «Ἥδιστα οὖν μᾶλλον καυχήσομαι, φησὶν, ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις
25τοῦ Χριστοῦ.» Εἰ δὲ τὸ Πνεῦμά ἐστι τὸ ἐπισκηνοῦν καὶ κατοικοῦν ἐν ἡμῖν, καὶ δι’ αὐτοῦ Χριστὸς, δύναμις ἄρα αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ δὲ τοῦτο, πῶς ἔσται ποίημα τὸ φύσει προσὸν τῷ Υἱῷ; Ὥρα γὰρ λέγειν σύνθετον εἶναι τὸν οὐδεμίαν ἔχοντα διπλόην
30Θεὸν Λόγον, ἔκ τε γενητῆς καὶ ἐκ τῆς οἰκείας συγ‐ κείμενον φύσεως. Εἰ δὲ τοῦτο ἄτοπον, οὐ κτιστὸν τὸ Πνεῦμα ἢ ποιητὸν, ἀλλ’ ἐκ τῆς ἀπερινοήτου καὶ θείας οὐσίας, ὡς δύναμις αὐτῆς καὶ ἐνέργεια φυσική.
34tΑΛΛΟ.
35 «Ἑαυτοὺς πειράζετε, εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι Χρι‐ στὸς Ἰησοῦς ἐν ὑμῖν ἐστιν, εἰ μή τι ἀδόκιμοί ἐστε; Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδό‐ κιμοι.» Οὐκοῦν ἐπειδήπερ ἐν τοῖς δοκίμοις κατοι‐
40κοῦντος τοῦ Πνεύματος, Χριστός ἐστιν ὁ κατοικῶν, ἀνάγκη λέγειν αὐτὸ τῆς θείας ὑπάρχειν οὐσίας, ἧς καὶ ἐργάζεται κοινωνοὺς τοὺς μετασχόντας αὐτοῦ. Οὐ γὰρ δή που φήσειεν ἄν τις, εἴ γε νοῦν ἔχοι, διὰ κτί‐ σματος τὴν τοῦ Θεοῦ μετοχὴν ἐν ἡμῖν ἀποτελεῖσθαι,
45εἴπερ ἔκφυλα παντελῶς καὶ ἀλλήλοις ἀνόμοια, καὶ πολὺ τὸ διεῖργον μεταξὺ γενητῆς τε καὶ ἀγενήτου οὐσίας.
48tΑΛΛΟ.
49«Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, καὶ ἡ ἀγάπη

75

.

608

(50)

τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, μετὰ πάντων ὑμῶν. Ἀμήν.» Ἰδοὺ πάλιν ἐνθάδε συμπληρω‐ τικὸν τῆς ἁγίας Τριάδος τὸ Πνεῦμα φαίνεται. Πῶς οὖν εἷς, πῶς δὲ ἁπλοῦς ὁ Θεὸς, εἴπερ τὸ ἐν αὐτῷ
Πνεῦμα κτιστὸν ὑπάρχον ἢ ποιητὸν, ἕτερόν τι παρ’607

75

.

609

αὐτὸν εὑρίσκεται; Ἀλλ’ εἷς ὄντως ἐστὶν ὁ Θεὸς, ἁπλοῦς καὶ ἀσύνθετος, καὶ πάσης ἑτεροειδοῦς φύσεως ἀμιγής. Ἐξ αὐτοῦ δηλονότι καὶ ἐν αὐτῷ τὸ Πνεῦμα φυσικῶς καρπὸς ὑπάρχον αὐτοῦ, καὶ οὐκ ἔξωθεν εἰς
5ὑπόστασιν ἐνεχθὲν, οὐδὲ ἐπίκτητον ἔχον τοῦθ’ ὅπερ ἐστὶ, κατὰ τὴν τῶν ἑτεροδόξων ἀβουλίαν.
7tἘκ τῆς πρὸς Γαλάτας.
8 «Τεκνία, φησὶ, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Εἰ διὰ μόνου τοῦ Πνεύματος μορ‐
10φοῦται Χριστὸς ἐν ἡμῖν, καὶ τοὺς ἰδίους ὥσπερ ἐντί‐ θησι χαρακτῆρας, ἀναζωγραφῶν εἰς τὸ τῆς θεότητος κάλλος τὴν ἀνθρώπου φύσιν, Θεὸς ἄρα τὸ Πνεῦμα Χριστοῦ, τὸ ὡς αὐτὸς ἐν ἡμῖν μορφούμενον, ἴδιον δὲ πάντων τῆς οὐσίας αὐτοῦ, καὶ οὐκ ἔξωθεν ὑποστα‐
15τόν.
16tΑΛΛΟ.
17 «Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύ‐ ματος, τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ
20ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἐὰν θέλητε, ταῦτα ποιῆτε. Εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἔτι ἐστὲ ὑπὸ νόμον.» Εἰ διὰ τῶν θελημάτων τοῦ Πνεύματος εἰς εὐλάβειαν καὶ ὀρθότητα βίου παιδαγωγούμενοι πρὸς ἐλευθερίαν καλούμεθα, τὴν ἐν νόμῳ δουλίαν ἐκβαίνοντες, Θεὸς
25ἄρα τὸ Πνεῦμά ἐστι τὸ ἐλευθεροῦν δυνάμενον, καὶ δεσποτικὸν ἔχει τὸ ἀξίωμα. Ὅτι γὰρ μόνῳ τῷ Θεῷ τὸ ἐλευθεροῦν ἐφεῖται, πρόδηλον μὲν ἐκ τοῦ μηδένα δύνασθαι ἀφαιρεῖν ἁμαρτίας πλὴν αὐτοῦ. Οὐδὲν ἧττον καὶ αὐτὸς ἡμᾶς ὁ Σωτὴρ πιστώσεται λέγων· «Ἀμὴν,
30ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, δοῦλοί ἐστε.» Ποιήματι μὲν γὰρ τὸ δύνασθαι τοῦτο ποιεῖν οὐ πρόσεστι, μόνῳ δὲ ὡς Υἱῷ καὶ κληρονόμῳ, τῷ ἐκ Θεοῦ καὶ Πατρὸς προελθόντι Λόγῳ. Εἰ τοίνυν μόνου πρὸς ἐλευθερίαν καλοῦντος ἡμᾶς τοῦ Υἱοῦ,
35φαίνεται τὸ Πνεῦμα τοῦτο ποιοῦν, πῶς οὐκ ἔσται τῆς οὐσίας αὐτοῦ τὸ ὡς αὐτὸς πάντα πράττον, μετ’ ἐξ‐ ουσίας καὶ δυνάμεως θεοπρεποῦς; Εἰ δὲ τοῦτο, οὐ κτίσμα ἐστὶν, οὐδὲ ποίημα τὸ Πνεῦμα Χριστοῦ. Πολ‐ λὴν γὰρ ὁ λόγος ἔχει τὴν ἀσέβειαν.
40tἘκ τῆς πρὸς Ἐφεσίους.
41 Περὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὸν λόγον ποιούμενος, «Ἐν ᾧ καὶ ὑμεῖς, ἀκούσαντες, φησὶ, τὸν λόγον τῆς ἀληθείας, τὸ Εὐαγγέλιον τοῦ Σωτῆρος ἡμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ
45Πνεύματι τῆς ἐπαγγελίας ἁγίῳ, ὅς ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν.» Εἰ τῷ ἁγίῳ Πνεύματι σφραγιζόμενοι πρὸς Θεὸν ἀναμορφούμεθα· πῶς ἔσται γενητὸν τὸ δι’ οὗ τῆς θείας οὐσίας ἡμῖν ἡ εἰκὼν ἐγ‐ χαράττεται, καὶ τῆς ἀγενήτου φύσεως ἐναπομένει τὰ

75

.

609

(50)

σήμαντρα; Οὐ γὰρ δήπου τὸ Πνεῦμα ἐν ἡμῖν σκια‐ γράφου δίκην τὴν θείαν οὐσίαν ζωγραφεῖ, ἕτερον αὐτὸ παρ’ ἐκείνην ὑπάρχον· οὐδὲ τοῦτον ἡμᾶς τὸν τρόπον εἰς ὁμοίωσιν ἄγει Θεοῦ, ἀλλ’ αὐτὸ Θεός τε
ὑπάρχον καὶ ἐκ Θεοῦ προελθὸν, ὥσπερ ἔν τινι κηρῷ609

75

.

612

ταῖς τῶν δεχομένων αὐτὸ καρδίαις ἀοράτως δίκην σφραγῖδος ἐνθλίβεται, διὰ τῆς πρὸς ἑαυτὸ κοινωνίας τε καὶ ὁμοιώσεως, εἰς τὸ ἀρχέτυπον κάλλος τὴν φύ‐ σιν ἀναζωγραφοῦν, καὶ κατ’ εἰκόνα Θεοῦ δεικνύον
5αὖθις τὸν ἄνθρωπον. Πῶς οὖν ἔσται ποίημα, τὸ δι’ οὗ πρὸς Θεὸν ἡ φύσις ἀνασχηματίζεται, ὡς Θεοῦ γενομένη μέτοχος;
8tΑΛΛΟ.
9Περὶ δὲ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας διαλε‐
10γόμενος, «Καὶ ἐλθὼν, φησὶν, εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγύς· ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα.» Εἰ τὸ Πνεῦμα λαβόντες Χριστοῦ προσαγόμεθα δι’ αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ,
15ὡς τῆς θείας αὐτοῦ φύσεως ἀναδεδειγμένοι κοινωνοὶ, πῶς ἂν εἴη ποίημα, τὸ δι’ οὗ τῷ Θεῷ ὡς γένος ἤδη συναπτόμεθα;
18tΑΛΛΟ.
19«Ἄρα οὖν, φησὶ, οὐκ ἔτι ἐστὲ ξένοι καὶ πάροικοι,
20ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Χριστοῦ. Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη, αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε
25εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύ‐ ματι.» Εἰ ναὸς ἅγιος χρηματίζομεν διὰ τοῦ ἁγίου Πνεύματος, κατοικοῦντος ἐν ἡμῖν τοῦ Θεοῦ, πῶς οὐ πάσης ἀσεβείας ἐπέκεινα βαδιοῦνταί τινες τοῖς πε‐ ποιημένοις τὸ Πνεῦμα συντάττοντες, καὶ οὐχὶ μᾶλλον
30ἐκ τῆς θείας φύσεως ὁμολογοῦντες ὑπάρχειν, τὸ ἐξ αὐτῆς οὐσιωδῶς προερχόμενον, καὶ ἐν Θεοῦ τάξει κατοικοῦν ἐν ἡμῖν;
33tΑΛΛΟ.
34«Ἐμοὶ, φησὶ, τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων
35ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι τίς ἡ οἰκονομία τοῦ μυστηρίου, τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι.» Εἶτα πάλιν ἐν τοῖς ὀλίγον ὀπίσω φησί· «Καθὼς προ‐
40έγραψα ὑμῖν ἐν ὀλίγῳ πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀν‐ θρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι.» Εἴπερ οὖν ἐστιν
45ἀληθὴς ὁ προφήτης βοῶν· «Τίς ἔγνω νοῦν Κυρίου;» πρόδηλον ὅτι τῶν πεποιημένων οὐδὲν τὴν θείαν οἶδε βουλήν· ἐπὶ μὲν οὖν ἀνθρώπων ὅταν λέγηται, τοῦτο παῖς τις, οἶμαι, συνθήσεται. Ἀλλ’ ἴδωμεν, εἴ τῳ δοκεῖ, καὶ τὰς ἐν τοῖς οὐρανοῖς ἁγίας δυνάμεις, εἰ μὴ τῆς

75

.

612

(50)

τοιαύτης λείπονται τιμῆς. Δέχου μοι τοίνυν τὸν ἐν τῷ Ζαχαρίᾳ προσευχόμενον ἄγγελον καὶ λέγοντα· «Κύ‐ ριε παντοκράτορ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱε‐ ρουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;» Πῶς οὖν εἴπερ ᾔδει,
55προσῄει μανθάνειν ἀξιῶν; Ἀλλ’ ἔστι δῆλον ὡς
ἀγνοεῖ. Οὐκοῦν εἰ τῶν ἄλλων οὐδενὸς τὴν θείαν εἰ‐611

75

.

613

δότος βουλὴν, τὸ Πνεῦμα ταύτην ἐρευνᾷ καὶ περιερ‐ γάζεται, καὶ οἶδε τὰ βάθη τοῦ Θεοῦ, καὶ τὰ κεκρυμ‐ μένα ἐν αὐτῷ τοῖς ἁγίοις ἀποκαλύπτει καὶ καθίστησι φανερά· πῶς ἂν εὐλόγως ἀποτέμνοιτο τῆς πρὸς Θεὸν
5ὁμοουσιότητος; Πῶς δὲ οὐχὶ πάντως ἐξ αὐτοῦ τὸ ἐν αὐτῷ φυσικῶς ὑπάρχον ὡς Πνεῦμα αὐτοῦ, καὶ εἰδὸς πάντα τὰ ἐν αὐτῷ; Εἰ δὲ τοῦτο, οὐ κτίσμα, οὐδὲ ποίημά ἐστιν.
9tἘκ τῆς Ἰακώβου Ἐπιστολῆς.
10 «Μὴ πλανᾶσθε, φησὶ, ἀδελφοί μου ἀγαπητοί. Πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φωτῶν.» Εἰ ἐκ τοῦ Πατρὸς τῶν φωτῶν ἡ ποικίλη τῶν θείων χαρισμάτων καταπέμπεται δόσις, φησὶ δὲ ὁ Παῦλος ταῦτα πάντα
15ἐνεργεῖν τὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βού‐ λεται, πῶς οὐ Θεὸς ἐκ Θεοῦ καὶ ἐν τῷ Θεῷ Πνεῦμα, τὸ πάντα ἐνεργοῦν τὰ τῷ Θεῷ πρέποντα, καὶ τοῦτο ἐξουσιαστικῶς; Οὐκοῦν οὐ κτίσμα, καθάπερ ἐκεῖνοι ληροῦντές φασι.
20tἘκ τῆς Πέτρου Ἐπιστολῆς.
21 «Σωφρονήσατε οὖν, φησὶ, καὶ νήψατε εἰς προσευχὰς, πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ. Ἕκαστος καθὼς ἔλαβε
25χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ.» Ὄρα δή μοι πά‐ λιν, ὅτι τοῦ ἁγίου Πνεύματος ἐξουσιαστικῶς, καὶ καθὼς ἂν βούληται τὰ θεῖα χαρίσματα διανέμοντός τε καὶ ἑκάστῳ τῶν ἁγίων ἐπιμερίζοντος, ὁ θαυμάσιος Πέ‐
30τρος ἐκ Θεοῦ τῆς τοιαύτης χάριτος τὴν ποικιλίαν τε καὶ δόσιν εἶναι διϊσχυρίζεται, οὐκ ἀλλότριον τῆς θείας φύσεως τὸ Πνεῦμα εἰδώς. Θεὸν οὖν τὸ Πνεῦμα κα‐ λοῦντος τοῦ Πέτρου, πῶς οὐ δυσσεβὴς ὁμοῦ καὶ πα‐ ράφρων ὁ τοῖς ποιήμασιν ἐναρίθμιον τοῦτο τιθεὶς,
35καὶ τοῖς τῶν ἁγίων ἀποστόλων κηρύγμασιν ἀντι‐ φθέγγεσθαι ῥιψοκινδύνως κατατολμῶν;
37tἘκ τῆς Ἰωάννου Ἐπιστολῆς.
38 «Ταῦτα, φησὶ, ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. Καὶ ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε παρ’ αὐτοῦ,
40μενεῖ τε ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ’ ὡς τὸ αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστι, καὶ οὐκ ἔστι ψεῦδος. Καὶ κα‐ θὼς ἐδίδαξεν ὑμᾶς, μένετε ἐν αὐτῷ.» Φαίνεταί τις ἐν προφήταις τοιοῦτος λόγος· «Καὶ ἔσονται πάντων
45διδακτοὶ Θεοῦ.» Ὅτε τοίνυν οἱ πιστεύσαντες εἰς Χρι‐ στὸν, καὶ τῷ ἁγίῳ κατακεχρισμένοι Πνεύματι πάντα δι’ αὐτοῦ μανθάνοντες, τῆς μὲν ἐξ ἀνθρώπων διδα‐ χῆς οὐκ ἐν χρείᾳ καθιστᾶσι, διδακτοὶ δὲ μᾶλλον εὑ‐ ρίσκονται Θεοῦ, κατὰ τὸν ἐν τοῖς προφήταις λόγον,

75

.

613

(50)

Θεὸς ἄρα τὸ Πνεῦμα σαφῶς. Τὸ δὲ οὔτως ἔχον φύσει, πῶς ἂν εἴη ποίημα;
52tΑΛΛΟ.
53 «Καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ, καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐν
55ἡμῖν μένει, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν.» Εἰ613

75

.

616

τοῦ Πνεύματος τοῦ ἁγίου ἐν ἡμῖν οἰκοῦντος, Θεός ἐστιν ὁ κατοικῶν, πῶς οὐ Θεὸς καὶ ἐκ Θεοῦ τὸ Πνεῦ‐ μα, ὅπερ εἴ τις ἔχοι, Θεὸν ἐνοικοῦντα φορεῖ; Ὃς καὶ διὰ τοῦ προφήτου φησὶν, ὅτι «Ἐνοικήσω ἐν αὐτοῖς,
5καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός.» Καὶ εἰ Θεὸς καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα, τίς αὐτὸ ῥιψοκινδύνως ὅτι γενητὸν εἴη λέγων τὴν αἰώνιον ἐκβήσεται κόλα‐ σιν;
9tΑΛΛΟ.
10 «Τίς ἐστιν, φησὶ, ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πι‐ στεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ; Οὗτός ἐστιν ὁ ἐλθὼν δι’ ὕδατος καὶ αἵματος καὶ Πνεύματος, Ἰησοῦς Χριστὸς, οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλὰ καὶ ἐν τῷ Πνεύματι καὶ ἐν τῷ αἵματι· καὶ τὸ Πνεῦμά ἐστι τὸ
15μαρτυροῦν, ὅτι τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια. Ὅτι οἱ τρεῖς εἰσιν οἱ μαρτυροῦντες, τὸ Πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν. Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρ‐ τυρία τοῦ Θεοῦ μείζων ἐστί.» Θέα δὴ πάλιν ὅτι τῆς
20ἀληθείας ὁ κήρυξ Θεόν τε καὶ ἐκ Θεοῦ φυσικῶς τὸ Πνεῦμα καλεῖ. Εἰρηκὼς γὰρ ὅτι τὸ Πνεῦμά ἐστι τὸ μαρτυροῦν, προελθὼν βραχὺ ἐπιφέρει· «Ἡ μαρ‐ τυρία τοῦ Θεοῦ μείζων ἐστί.» Πῶς οὖν ἔσται ποίημα τὸ τῷ Πατρὶ τῶν ὅλων συνθεολογούμενον, καὶ τῆς
25ἁγίας Τριάδος συμπληρωτικόν;
26tἘκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου.
27 «Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν· Μνη‐ στευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα
30ἐκ Πνεύματος ἁγίου.» Εἰ μόνῃ τὸ δύνασθαι κτίζειν τῇ θείᾳ πρόσεστι φύσει, καὶ τοῦτο αὐτῇ μετὰ τῶν ἄλλων θεοπρεπῶν ἀξιωμάτων τὸ ἐξαίρετον· κτίζει δὲ τὸ Πνεῦμα τὸ θεῖον ἐν τῇ Παρθένῳ ναὸν, τίς αὐτὸ πεποιῆσθαι λέγων, οὐχὶ δυσσεβής τε ὁμοῦ καὶ πα‐
35ράφρων εὑρεθήσεται; τῆς γὰρ ἀνωτάτω πάντων οὐ‐ σίας κατηγορεῖ, καθέλκων ὥσπερ αὐτὴν βιαζόμενος εἰς τὸν τῶν ποιημάτων ὅρον, εἰς τὸ εἶναι πρόσφατον καὶ οὐκ ἐν ἀρχῇ. Ἐν ἡμῖν δὲ πρόσφατος οὐκ ἔσται Θεὸς, κατὰ τὸ ἐν Ψαλμοῖς γεγραμμένον. Οὐκ ἄρα γέ‐
40γονεν ἢ πεποίηται, μᾶλλον δὲ ἦν ἐν ἀρχῇ ἡ θεία καὶ ἀκήρατος φύσις. Εἰ δὲ τοῦτο, πῶς ἂν γεγενῆσθαι νοοῖτο τὸ ἐν Θεῷ καὶ Πατρὶ θεῖόν τε καὶ ἅγιον Πνεῦμα;
44tΑΛΛΟ.
45 «Εἰ ἐγὼ, φησὶ, ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Διὰ τοῦτο αὐτοὶ κριταὶ ὑμῶν ἔσονται. Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Εἰ διὰ τῆς ἐνεργείας τοῦ Πνεύματος Θεὸς

75

.

616

(50)

ἐξελαύνων τὰ δαιμόνια δοξάζεται, κτιστὸν δέ ἐστι καὶ γενητὸν, κατά τινας τῶν ἀπαιδεύτων τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ποιήματι ἄρα ἐστὶ τὸ δύνασθαι τῷ Θεῷ. Καὶ πῶς οὐ μείζων ἐστὶν αὐτοῦ τὸ ἐν ᾧ δοξάζεται; Ἀλλὰ
τοῦτο δυσσεβὲς νοῆσαί τε καὶ ὅλως εἰπεῖν. Οὐκ ἄρα615

75

.

617

γενητὸν Πνεῦμα τὸ ἐν ᾧ Θεὸς δι’ Υἱοῦ τὰ πάντα ἐρ‐ γάζεται, καὶ διὰ τοῦτο δοξάζεται.
3tἘκ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου.
4«Ὅσοι δὲ, φησὶν, ἔλαβον αὐτὸν ἔδωκεν αὐτοῖς ἐξ‐
5ουσίαν τέκνα Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν.» Εἰ τὸ Πνεῦμά ἐστι τὸ διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν ἀναγεννῶν ἡμᾶς εἰς σωτηρίαν, ὡς αὐτοῦ δὴ τούτου χάριν γεννητοὺς ἡμᾶς
10χρηματίζειν Θεοῦ, πῶς οὐκ ἂν εἴη τὸ Πνεῦμα Θεός; Ὅτι δὲ γεννητοὶ Πνεύματος ἡμεῖς οἱ πιστεύσαντες, μαρτυρήσει λέγων ὁ Σωτὴρ πρὸς Νικόδημον· «Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπ‐
15άγει. Οὕτως πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύμα‐ τος.»
17tΑΛΛΟ.
18 «Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ
20παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ.» Εἰ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπο‐ ρεύεται τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ὥσπερ τις καρπὸς ἢ ποιότης ἐστὶ τῆς οὐσίας αὐτοῦ, ἀγένητος δὲ καὶ ἄκτιστος ὁ Πατὴρ, πῶς ἂν εἴη γενητὸν τὸ ἐξ αὐτοῦ
25προχεόμενον Πνεῦμα; Πῶς δὲ ναοὶ Θεοῦ χρηματίζο‐ μεν ἡμεῖς τὸ Πνεῦμα λαβόντες, εἴπερ οὐκ ἔστι Θεὸς, κατὰ τήν τινων ἀβουλίαν;
28tΛΟΓΟΣ ΛΕʹ.
29tΜαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι’ ὧν ἔστιν
30ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ
31tοὐχὶ πεποιημένος.
32 Ἡ Σοφία φησί· «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ ἐλθεῖν τὰς πηγὰς τῶν
35ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Ὁ Ψαλμῳδός. «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.» Ὁ αὐτός· «Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν
40τῇ λαμπρότητι τῶν ἁγίων, ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε.»
42tὍτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Θεὸς Υἱὸς,
43tἄῤῥητον ἔχων ἐκ Πατρὸς τὴν γέννησιν.
44Ἰωάννης εὐαγγελιστής. Ἐν ἀρχῇ ἦν ὁ Λόγος,
45καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ, ἐγένετο οὐδὲ ἓν ὃ γέ‐ γονεν. Ἐκ τῆς Ἰωάννου Ἐπιστολῆς. Ὃ ἦν ἀπαρχῆς,

75

.

617

(50)

ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ
τοῦ Λόγου τῆς ζωῆς. Καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ617

75

.

620

ἑωράκαμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν.
4tὉ Σωτὴρ ἐν Εὐαγγελίῳ.
5 Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐ‐ δεὶς ἐπιγινώσκει τίς ἐστι ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει τίς ἐστιν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Ἰωάννης εὐαγγελιστής. «Θεὸν οὐδεὶς ἑώρακε
10πώποτε· ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.» Ἦν γὰρ ὁ Λόγος ἐν κόλπῳ, τουτέστιν, ἐν τῇ φύσει τοῦ Πατρός. Ἡσαΐας. «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὗτος
15οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.» Ἐν τῇ ταπεινώσει, ἡ κρίσις αὐτοῦ ἤρθη. Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγή‐ σεται;» Ἀῤῥήτως γὰρ ἐκ Πατρὸς ἐξέλαμψεν ὁ Υἱός. Μιχαίας. «Καὶ σὺ, Βηθλεὲμ, οἶκος τοῦ Ἐφρατᾶ, ὀλίγος εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα, ἐξ οὗ μοι ἐξ‐
20ελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.» Ἐξῆλθε γὰρ ὥσπερ καὶ ἐξήλατο τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱὸς, οὐ κατά τινα μερισμὸν ἢ ἀποκοπὴν, ἀλλ’ ὡς ἐκ φωτὸς ἀπαύγασμα. Πλὴν «ἀπαρ‐
25χῆς,» καὶ ἵν’ οὕτως εἴπωμεν, ἔξω τῶν ἡμερῶν τοῦ αἰῶνος. Οὐκοῦν ἐκ Πατρὸς, καὶ ἀΐδιος. Παῦλος. «Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς,
30εἴτε ὁρατὰ, εἴτε ἀόρατα, εἴτε Θρόνοι, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι, εἴτε Κυριότητες, τὰ πάντα δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων.» Ἐν δὲ τοῖς πᾶσιν, αἰῶνές εἰσι καὶ χρόνοι καὶ καιροί· ἀΐδιος οὖν ὁ καὶ πρὸ τούτων Υἱός.
35 Ὁ αὐτός. «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι’ οὗ καὶ ἐποίησε τοὺς αἰῶνας.» Εἰ δὲ καὶ αὐτοὶ γεγόνασιν οἱ
40αἰῶνες δι’ Υἱοῦ, πῶς οὐκ ἀΐδιος ὁ πρὸ αἰώνων ἐστί; Ὁ Ψαλμῳδός. «Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ. Πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα σὺ εἶ.» Ἰδοὺ τὸ εἶναι πρὸ πάσης κτί‐
45σεως δίδωσι τῷ Υἱῷ. Πάντως δὲ δή που καὶ τοὺς αἰῶνας ἐν τῇ κτίσει θήσομεν. Εἶτα πῶς οὐκ ἀΐδιος ὁ πρὸ πάντων Υἱός; Ὁ Σωτήρ. «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπ‐

75

.

620

(50)

έστειλας Ἰησοῦν Χριστόν. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω αὐτό. Καὶ νῦν δόξασόν με, σὺ Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί.» Εἰ δὲ ἦν ἐν Πατρὶ, καὶ πρὸ τῆς τοῦ κόσμου συστά‐
55σεως ὁ Υἱὸς, πῶς ὁ πρὸ πάντων οὐκ ἀΐδιος;619

75

.

621

Ὅτι Λόγος ἐστὶν ὁ τοῦ Θεοῦ Υἱός. Ἱερεμίας. «Οὕτως λέγει Κύριος· Εἰ προφῆται εἰσὶ, καὶ ἔστι Λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτω‐ σάν μοι.» Οὐ γὰρ ἦν ἐν τοῖς ψευδοπροφήταις ὁ τοῦ
5Θεοῦ Λόγος, τουτέστιν ὁ Υἱός. Ὁ αὐτός. «ᾘσχύνθησαν σοφοί· ἐπτοήθησαν καὶ ἑάλωσαν. Σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν Λόγον Κύριον ἀπεδοκίμασαν;» Ἀπεδοκίμασαν γὰρ τὸν Υἱὸν τοῦ Θεοῦ, λέγοντες οἱ δοκησίσοφοι Γραμματεῖς τε
10καὶ Φαρισαῖοι· «Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρω‐ πος, οὐκ ἂν ἔλυε τὸ Σάββατον.» Διὸ δὴ δικαίως κατῃσχύνθησαν. Ἡσαΐου. «Καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ’ αὐτοὺς κακὰ, καὶ ὁ Λόγος αὐτοῦ οὐ μὴ ἠθετήθη.» Σοφὸς γὰρ
15ὄντως ὁ τοῦ Θεοῦ Λόγου Πατὴρ τοῖς τὸν Υἱὸν ἀθετή‐ σασιν ἐπισωρεύει κακά. Ὁ Ψαλμῳδός. Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν. —Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου δια‐ μένει ἐν τῷ οὐρανῷ.
20 ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, καλῶς ψάλλετε αὐτῷ ἐν ἀλαλαγμῷ. Ὅτι εὐθὺς ὁ Λόγος τοῦ Κυρίου, καὶ πάντα ἔργα αὐτοῦ ἐν πίστει. Ἐξαπέστειλε τὸν Λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.
25 Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. Τῷ Λόγῳ Κυ‐ ρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σύ· καὶ εἰς τὸν Λόγον σου ἐπήλπισα. Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, καὶ εἰς
30τὸν Λόγον σου ἐπήλπισα. Ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα. Καὶ ὁ Λόγος σου ἀλήθεια. Ὁ Παῦλος. Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δί‐
35στομον. Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλη‐ τον· ἁγιάζεται γὰρ διὰ Λόγου Θεοῦ καὶ ἐντεύ‐ ξεως. Ἰωάννης ὁ εὐαγγελιστής. Ἐν ἀρχῇ ἦν ὁ Λόγος,
40καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ὁ Σωτήρ. Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου, καὶ ὁ Λόγος δὲ ὁ σὸς, ἀλήθειά ἐστιν. Ὁ Παῦλος πρός τινας. Καὶ τανῦν παρατί‐
45θεμαι ὑμᾶς τῷ Θεῷ, καὶ τῷ Λόγῳ τῆς χάριτος αὐτοῦ. Ἰάκωβος. Βουληθεὶς ἀπεκύησεν ἡμᾶς Λόγῳ ἀλη‐ θείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχὴν τῶν αὐτοῦ κτισμάτων. Πέτρος. Ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, ἀναγεγεν‐

75

.

621

(50)

νημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ διὰ Λόγου ζῶντος Θεοῦ καὶ μένοντος. Ἰωάννης. Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς.
55Ὁ αὐτός. Ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν,621

75

.

624

ψεύστην ποιοῦμεν αὐτὸν, καὶ οὐκ ἔστιν ἐν ἠμῖν ὁ Λόγος αὐτοῦ. Ὁ αὐτός. Ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ ὁ Λόγος ἐν ὑμῖν μένει, καὶ νενικήκατε τὸν
5πονηρόν.
6tὍτι φῶς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.
7 Ἡσαΐας. Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς. Ὁ αὐτός. Χώρα Ζαβουλὼν, ἡ γῆ Νεφθαλεὶμ,
10πρὸς ὁδὸν θαλάσσης, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες, καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, τὰ μέρη τῆς Ἰουδαίας. ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα. Ὁ αὐτός. Καὶ νῦν, οἶκος τοῦ Ἰακὼβ, δεῦτε πο‐
15ρευθῶμεν τῷ φωτὶ Κυρίου. Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ἰσραήλ. Ὁ αὐτός. Ἰδοὺ δέδωκά σε εἰς φῶς ἐθνῶν, ἀνοῖ‐ ξαι ὀφθαλμοὺς τυφλῶν. Ὁ Ψαλμῳδός. Φῶς ἀνέτειλε τῷ δικαίῳ.
20 Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμὸν, Κύριε, ἐν τῷ φωτί σου προσώπου σου πορεύσονται. Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτοὺς, ἀλλ’ ἡ δεξιά
25σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσ‐ ώπου σου. Δανιήλ. Ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστι· καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, καθιστᾷ βα‐ σιλεῖς καὶ μεθιστᾷ, διδοὺς σοφίαν τοῖς σοφοῖς, καὶ
30φρόνησιν τοῖς εἰδόσι σύνεσιν. Αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν τῷ σκότει, καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστιν. Ὁ Παῦλος περὶ τοῦ Θεοῦ καὶ Πατρὸς λέγων· «Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.»
35 Ὁ αὐτός. Ὡς τέκνα φωτὸς περιπατεῖτε· ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθοσύνῃ καὶ ἀληθείᾳ. Ὁ αὐτός. Εὐχαριστοῦμεν, φησὶ, τῷ Πατρὶ, τῷ ἱκανώσαντι ἡμᾶς ἐν τῷ κλήρῳ ἐν τῷ φωτί.
40 Ὁ Πέτρος. Ὅπως, φησὶ, τὰς ἀρετὰς ἐπαγγεί‐ λητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος, εἰς τὸ θαυ‐ μαστὸν αὐτοῦ φῶς. Ὁ αὐτός. Ἕως οὗ, φησὶν, ἡμέρα διαυγάσῃ, καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν.
45 Ἰωάννης ἐν Ἐπιστολῇ. «Ἐὰν ἐν τῷ φωτὶ πε‐ ριπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτὶ, κοινωνίαν ἔχομεν μετ’ ἀλλήλων.» Ὁ γὰρ ἐν τῷ φωτὶ περιπα‐ τῶν ἐν Χριστῷ πολιτεύεται. Ὁ αὐτός. «Ὅτι ἡ σκοτεία παράγεται, καὶ τὸ

75

.

624

(50)

φῶς τὸ ἀληθινὸν ἤδη φαίνει,» τουτέστιν, ὁ Χρι‐ στός. Ὁ αὐτός. «Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ φωτὶ μένει· καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν.» Οὐ γὰρ ἔξω τῆς ἐν Χριστῷ πολιτείας κείσεται ὁ τὴν
55αὐτῷ φίλην ἀγάπην ἐν αὐτῷ κεκτημένος.623

75

.

625

Ὁ Σωτήρ. Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἴνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ, ἐν τῇ σκοτείᾳ μὴ μείνῃ. Ὁμοίως. Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ὁ ἀκο‐ λουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτείᾳ, ἀλλ’
5ἕξει τὸ φῶς τῆς ζωῆς. Ὁμοίως. Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλή‐ λυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς. Ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα.
10 Ὁμοίως. Πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἕργα αὐτοῦ. Ἰωάννης εὐαγγελιστής. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης.
15Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν. Ὁ αὐτός. Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων, καὶ τὸ φῶς ἐν τῇ σκοτείᾳ φαίνει, καὶ ἡ σκοτεία αὐτὸ οὐ κατέλαβεν.
20 Ὁ Σωτὴρ πρὸς Ἰουδαίους. Ἕως τὸ φῶς ἔχετε, πιστεύσατε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ὁ αὐτὸς πρὸς αὐτούς. Ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστιν. Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτεία ὑμᾶς καταλάβῃ.
25tὍτι ἀλήθειά ἐστιν ὁ τοῦ Θεοῦ Υἱός.
26 Ὁ Παῦλος. Καὶ τῇ φανερώσει τῆς ἀληθείας συν‐ ιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀν‐ θρώπων. Ὁ αὐτός. Ἐτρέχετε καλῶς, τίς ὑμᾶς ἐνέκοψε τῇ
30ἀληθείᾳ μὴ πείθεσθαι; Ὁ Πέτρος. Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας. Ὁ Παῦλος. Ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν Λό‐ γον τῆς ἀληθείας, τὸ Εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν,
35ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. Ὁ αὐτός. Ὁ Θεὸς γὰρ, φησὶ, θέλει πάντας ἀν‐ θρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλ‐ θεῖν.
40 Εἵλετο γὰρ, φησὶν, ἡμᾶς ὁ Θεὸς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος, καὶ πίστει ἀλη‐ θείας. Ὁ αὐτός. Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκ ἔτι
45περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία. Ὁ Σωτήρ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς. Ὁμοίως. Κἀγὼ, φησὶ, παρακαλέσω τὸν Πατέρα, ἵνα μείνῃ μεθ’ ὑμῶν τὸ Πνεῦμα τῆς ἀληθείας, ὃν ὁ

75

.

625

(50)

κόσμος οὐ δύναται λαβεῖν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος τὸ Πνεῦμα τῆς ἀλη‐ θείας, ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ. Καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ.
55 Καὶ ἔλεγεν, φησὶν, ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, τοῖς Ἰου‐
δαίοις δηλαδή· Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου625

75

.

628

ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ.
5 Ἔσδρας. Καὶ εἶπε, φησὶ, Ζοροβάβελ· Ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυροτέρα παρὰ πάντα. Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ. Καὶ ὁ οὐρανὸς αὐτὴν καλεῖ, καὶ προσκυνεῖ, καὶ πάντα τὰ ἔργα αὐτὴν σείεται καὶ τρέμει.
10 Ὁ αὐτός. Καὶ ἡ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ οὐκ ἔστι παρ’ αὐτῇ λαμ‐ βάνειν πρόσωπα. Ἐν Ψαλμοῖς. «Ἀρχὴ τῶν λόγων σου ἀλήθεια.» Ὁ γὰρ πρῶτος καὶ ἔμφυτος καὶ οὐσιώδης ἐν Θεῷ
15καὶ Πατρὶ Λόγος, ἡ ἀλήθειά ἐστιν, ὁ Υἱὸς δηλαδή. Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. «Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου,» καὶ τὰ ἑξῆς, ἕως τοῦ, «Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια
20αὐτοῦ.» Περὶ τοῦ δικαίου λέγων· «Καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι, ὅτι τὸ ἔλεός μου καὶ ἀλήθειά μου μετ’ αὐτοῦ.» «Ὁδὸν ἀληθείας ᾑρετισάμην.» Ἀγαπᾷ γὰρ σο‐
25φὸς ἐν Θεῷ τὴν εὐαγγελικὴν πολιτείαν, ὡς πολὺ τῆς νομικῆς βελτίονα. Ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα καὶ ὁ Λόγος σου, Κύριε, ἀλήθεια. Ὁ Σωτήρ. Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ
30σου. Ὁ Λόγος ὁ σὸς ἀλήθειά ἐστιν. Ἰωάννης ἐν Ἐπιστολῇ. Ὁ λέγων· Ἔγνωκα αὐ‐ τὸν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστὶ, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν. Ὁμοίως. Οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν
35ἀλήθειαν, ἀλλ’ ὅτι οἴδατε αὐτὴν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν. Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν, καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν. Ὁ Παῦλος περὶ τῶν ἀπειθούντων τῷ Χριστῷ· «Ἀνθ’
40ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης,» τουτέστι, τὸν Ἀντίχριστον ὃν αὐτὸς ἐσήμαινε λέγων ὁ Σωτήρ· «Ἐγὼ ἦλθον ἐπὶ τῷ ὀνόματι τοῦ Πατρὸς, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν
45ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λή‐ ψεσθε.»
47tὍτι εἰκών ἐστι καὶ ὁμοίωσις τοῦ Θεοῦ καὶ Πα‐
48tτρὸς ὁ Υἱὸς καὶ πρόσωπον αὐτοῦ.
49Ἐν τῷ Ψαλτηρίῳ. Μακάριος ὁ λαὸς ὁ γινώσκων

75

.

628

(50)

ἀλαλαγμὸν, Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ὅλην τὴν ἡμέ‐ ραν ἀγαλλιάσονται. Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς· ἀλλ’ ἡ
55δεξιά σου καὶ ὁ βραχίων σου, καὶ ὁ φωτισμὸς τοῦ
προσώπου σου.627

75

.

629

Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. Ἐν τῇ πρὸς Ἑβραίους. Πολυμερῶς καὶ πολυ‐ τρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς
5προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλη‐ σεν ἡμῖν ἐν Υἱῷ ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ ἐποίησε τοὺς αἰῶνας, ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Ἐν τῇ πρὸς Κολοσσαεῖς. Εὐχαριστοῦμεν τῷ
10Θεῷ καὶ Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτὶ, ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ Υἱοῦ αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὅς
15ἐστιν εἰκὼν τοῦ Θεοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως. Ἐν τῇ πρὸς Φιλιππησίους. Ἕκαστοι τοῦτο φρο‐ νεῖτε ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα
20Θεῷ. Ἰωάννης ὁ εὐαγγελιστής. Καὶ ἀποκριθεὶς Φί‐ λιππος εἶπε τῷ Ἰησοῦ· Δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ
25ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Ὁ Σολομῶν. Ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀϊδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. Ἐν τῇ Γενέσει. Καὶ εὐλόγησε τὸν Ἰακὼβ ὁ πά‐
30λαι μετ’ αὐτοῦ ἐκεῖ, καὶ ἐκάλεσεν ὁ Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου [εἶδος Θεοῦ]. Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Ἀνέτειλε δὲ αὐτῷ ὁ ἤλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ.
35tἘν τῷ αὐτῷ, ὅτι δικαιοσύνη ἐστὶν ὁ τοῦ Θεοῦ
36tΥἱός.
37 Ἐν τῇ Γενέσει. Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. Ὁ Παῦλος. Καὶ οὐ θαυμαστόν· αὐτὸς γὰρ ὁ Σα‐
40τανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης. Ὁ αὐτός. Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, καὶ δικαιοσύνη,
45καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις. Ὁ αὐτός. Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν. Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.

75

.

629

(50)

Ὁ αὐτός. Ἐλευθερωθέντες οὖν ἀπὸ τῆς ἁμαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ. Ὁ Ἀπόστολος. Δικαιοσύνη Θεοῦ πεφανέρωται μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ.
55 Ἐν ταῖς Πράξεσιν. Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τὰ νῦν παραγγέλλει τοῖς
ἀνθρώποις, πάντας πανταχοῦ μετανοεῖν, ὅτι ἔστησεν629

75

.

632

ἡμέραν ἐν ᾗ κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Ἐν τῷ Εὐαγγελίῳ. Ἦλθεν Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ. Οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ.
5 Ἐν τῷ κατὰ Ματθαῖον. Ζητεῖτε πρῶτον τὴν δικαιοσύνην αὐτοῦ καὶ τὴν βασιλείαν, καὶ ταῦτα. πάντα προστεθήσεται ὑμῖν. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
10 Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιο‐ σύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Ἐν τῷ Μαλαχίᾳ. Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβου‐ μένοις τὸ ὄνομα αὐτοῦ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.
15 Ἐν τῷ Ἀμῶς. Κύριος ὁ ποιῶν εἰς ὕψος κρῖμα, καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν. Ὁ ποιῶν πάντα καὶ μετασκευάζων, Κύριος ὄνομα αὐτῷ. Ἐν τῷ Δανιήλ. Καὶ εἶπε Γαβριὴλ πρὸς Δανιήλ· Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν
20σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας, καὶ ἀπαλεῖ‐ ψαι ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι Ἅγιον ἁγίων.
25Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀπο‐ κριθῆναι. Ἐν τῷ Ἡσαΐᾳ. Καὶ κληθήσονται γενεαὶ δικαιο‐ σύνης, φύτευμα Κυρίου εἰς δόξαν. Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται
30ὡς φῶς τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν. Ἐν τῷ Ψαλτηρίῳ. Ἀρχὴ τῶν λόγων σου ἀλή‐ θεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δι‐ καιοσύνης σου.
35 Δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος σου, Κύριε, ἀλήθεια. Ἐν τῷ μεμαθηκέναι τὰ κρίματα τῆς δικαιοσύνης σου, τὰ δικαιώματά σου φυλάξω. Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον
40τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει. Ἕως οὗ δικαιοσύνη ἐπιστρέψει εἰς κρίσιν, καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.
45 Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν. Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς

75

.

632

(50)

τὸν αἰῶνα. Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξ‐ ελοῦ με. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐ‐ τοῦ, ὅτι ὁ Θεὸς κριτής ἐστιν. Εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ,
55ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω. Κύριε, σὺ ἔγνως
τὴν δικαιοσύνην μου.631

75

.

633

Γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου. Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τεχθησο‐
5μένῳ, ὃν ἐποίησεν ὁ Κύριος. Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ, καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ.
8tὍτι δόξα τοῦ Πατρὸς καλεῖται καὶ ἔστιν ὁ
9tΥἱός.
10 Ἐν τῷ Ψαλτηρίῳ. Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθή‐ σομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆ‐ ναί μοι τὴν δόξαν σου. Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ.
15 Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου. Ἐν γῇ ἐρή‐ μῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν
20πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. Ἡσαΐου. Ὃν τρόπον ἐάν τις καλαμᾶται ἐλαίαν, οὕτως καλαμήσονται αὐτοὺς, καὶ ἐὰν παύσηται ὁ
25τρυγητὸς, οὗτοι βοῇ φωνήσουσιν, οἱ δὲ καταλειφθέντες ἐπὶ γῆς, εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου. Ἐν τῷ Ψαλτηρίῳ. Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου.
30 Ἐν τῷ Ἰεζεχιήλ. Καὶ ἀνέλαβέ με Πνεῦμα τοῦ Κυρίου, καὶ ἤκουσα κατόπισθέ μου φωνῆς σεισμοῦ μεγάλου λεγούσης· Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτῆς. Ἐν τῷ Ἡσαΐᾳ. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά
35μου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου, ἐπὶ τῆς γῆς· δικαιοσύνην μάθετε ποιεῖν, οἱ ἐν‐ οικοῦντες ἐπὶ τῆς γῆς. Πέπαυται γὰρ ὁ ἀσεβὴς, οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς· ἀλήθειαν οὐ μὴ ποιήσῃ· ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν
40Κυρίου. Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν, ἐπὶ δὲ σὲ φανήσε‐ ται Κύριος, καὶ ἡ δόξα αὐτοῦ, ἐπὶ σὲ ὀφθήσεται.
45Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητί σου. Τοῦ αὐτοῦ. Εὐφράνθητι, ἔρημος ἡ διψῶσα, ἀγαλ‐ λιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου, καὶ ἡ δόξα

75

.

633

(50)

τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἐν τῷ Ἐζεχιήλ. Καὶ τὰ Χερουβὶμ εἱστήκει ἐκ δεξιῶν τοῦ οἴκου, ἐν τῷ εἰσπορεύεσθαι τὸν ἄνδρα τὸν
55ἐνδεδυμένον τὴν στολὴν, καὶ ἡ νεφέλη ἐπλήρωσε τὴν
αὐλὴν τὴν ἐσωτέραν. Καὶ ἀπῆρεν ἡ δόξα Κυρίου ἀπὸ633

75

.

636

τοῦ Χερουβεὶμ εἰς τὸ αἴθριον τοῦ οἴκου, καὶ ἐνέπλησε τὸν οἶκον ἡ νεφέλη, καὶ ἡ αὐλὴ ἐπλήσθη τοῦ φέγγους τῆς δόξης Κυρίου. Ἐν τῷ Εὐαγγελίῳ. Πῶς δύνασθε πιστεύειν, δό‐
5ξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Πέτρος. Πρεσβυτέρους οὖν τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ πα‐ θημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δό‐
10ξης κοινωνός. Ἐν τῷ Ἰακώβῳ. Ἀδελφοὶ, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης. Ἐν τῷ Πέτρῳ. Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Κυρίου
15Ἰησοῦ Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ’ ὑμᾶς ἀναπέπαυται. Ὡς τὰ πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένου διὰ τῆς ἐπι‐ γνώσεως τοῦ καλέσαντος ὑμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ.
20 Ἐν τῷ Ἀποστόλῳ. Ὁ δὲ Θεός μου πληρώσαι πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης δῷ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀπο‐
25καλύψεως ἐν ἐπιγνώσει, πεφωτισμένους τοὺς ὀφθαλ‐ μοὺς τῆς καρδίας ὑμῶν. Ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ. Κατὰ τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου
30Θεοῦ.
31tὍτι δεξιὰ καὶ βραχίων ἐστὶ τοῦ Πατρὸς ὁ
32tΥἱός.
33 Ἐν τῷ Ἡσαΐᾳ. Ἐπέβλεψα, καὶ οὐκ ἦν βοηθὸς, προσενόησα καὶ οὐδεὶς ἀντελάβετο, καὶ ἐῤῥύσατο
35αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη, καὶ κατεπάτησα αὐτοὺς ἐν τῇ ὀργῇ μου. Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ἐνώπιον αὐ‐ τοῦ.
40 Ἀκούσατέ μου, ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν ἐγγίζει. Ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦ‐
45σιν· ἐμὲ νῆσοι ὑπομένουσι, καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν. Ἐν τῇ Ἐξόδῳ. Τότε ἔσπευσαν ἡγεμόνες Ἐδὼμ, καὶ ἄρχοντας Μωαβιτῶν ἔλαβεν αὐτοὺς τρόμος, ἐτά‐ κησαν πάντες οἱ κατοικοῦντες Χαναάν. Ἐπιπέσοι

75

.

636

(50)

ἐπ’ αὐτοὺς φόβος καὶ τρόμος, μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν, ἕως ἂν παρέλθῃ ὁ λαός σου, Κύριε. Ἐν τῷ Ἡσαΐᾳ. Ἵνα ἴδωσι καὶ ἐπιγνῶσι, καὶ ἐννοηθῶσι, καὶ ἐπιστῶνται ἅμα, ὅτι χεὶρ Κυρίου
55ἐποίησε ταῦτα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν
αὐτό.635

75

.

637

Ἐν τῷ Ἰεζεχιήλ. Καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ Κυ‐ ρίου, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου. Ἐν τῇ Ἐξόδῳ. Καὶ εἶδεν Ἰσραὴλ τοὺς Αἰγυ‐ πτίους τεθνηκότας παρὰ τὸ χεῖλος τῆς θαλάσσης,
5καὶ εἶδεν Ἰσραὴλ τὴν χεῖρα τὴν μεγάλην, ἃ ἐποίησε Κύριος τοῖς Αἰγυπτίοις. Καὶ ἐφοβήθη ὁ λαὸς τὸν Κύριον, καὶ ἐπίστευσαν τῷ Θεῷ καὶ Μωσῇ τῷ θερά‐ ποντι αὐτοῦ. Ἐν τῷ Ψαλτηρίῳ. Καὶ ἔθου τόξον χαλκοῦν τοὺς
10βραχίονάς μου, καὶ ἔδωκάς μοι ὑπασπισμὸν σωτηρίας μου, καὶ ἡ δεξιά σου ἀντελάβετό μου. Ἐν τῇ Ἐξόδῳ. Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ, ἡ δεξιά σου χεὶρ, Κύριε, ἔθραυσεν ἐχθρούς. Ἐν τῷ Ψαλτηρίῳ. Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς
15ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦν‐ τάς σε. Καὶ εἶπα· Νῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν,
20καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς· ἀλλ’ ἡ δεξιά σου καὶ ὁ βραχίων σου, καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δὴ καὶ ἐπί‐ βλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμ‐
25πελον ταύτην, καὶ κατάρτισαι αὐτὴν ἣν ἐφύτευσεν ἡ δεξιά σου. Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς. Δικαιοσύνης πλήρης ἡ δεξιά σου.
30 Ἐν τῇ Ἐξόδῳ. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Εἴσελθε πρὸς Φαραὼ, καὶ ἐρεῖς αὐτῷ· Τάδε λέγει ὁ Θεὸς τῶν Ἑβραίων· Ἐξαπόστειλον τὸν λαόν μου. Καὶ εἰ ἔτι ἐγκρατεῖς αὐτοῦ, ἰδοὺ χεὶρ Κυρίου ἔσται ἐν τοῖς κτήνεσί σου τοῖς ἐν τοῖς πεδίοις.
35 Ἐν Ψαλτηρίῳ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος. Ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. Δεξιὰ Κυρίου ἐποίησεν δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με.
40 Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐνώπιον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐ‐ τοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. Ἐν τῷ Ἀριθμῷ. Ἑξακόσιαι χιλιάδες πεζῶν ὁ
45λαὸς, ἐν οἷς εἰμι ἐν αὐτοῖς. Καὶ σὺ εἶπας, Κύριε· Κρέα δώσω αὐτοῖς, καὶ φάγονται μῆνα ἡμερῶν. Μὴ πρόβατα καὶ βόες σφαγίσονται αὐτοῖς καὶ ἀρκέσει αὐτοῖς; Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Μὴ ἡ χεὶρ Κυρίου οὐκ ἐξαρκεῖ; Ἤδη γνώσῃ εἰ ἐπικαταλήψεταί

75

.

637

(50)

σε ὁ λόγος μου.
51tὍτι δύναμίς ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός.
52 Ἐν τῷ Ἀποστόλῳ. Κατὰ τὴν ἐνέργειαν τῆς δυ‐ νάμεως αὐτοῦ, ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη.
55 Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου, οὐκ ἐν πει‐ θοῖς σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει Πνεύματος καὶ
δυνάμεως.637

75

.

640

Αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν. Ἐν τῷ Εὐαγγελίῳ. Καὶ δύναμις Θεοῦ ἦν ἐν τῷ ἰᾶσθαι αὐτούς.
5 Ἐν τῷ Ψαλτηρίῳ. Καὶ γὰρ εὐλογίαν δώσει ὁ νο‐ μοθετῶν, πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν· ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. Ἐν τῷ Εὐαγγελίῳ. Ὑμεῖς δὲ καθίσεσθε ἐν τῇ πόλει Ἱερουσαλὴμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ
10ὕψους. Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύ‐ ναμιν τοῦ Θεοῦ. Ἐν τῷ Ψαλτηρίῳ. Ἔντειλαι, ὁ Θεὸς, τῇ δυνάμει σου.
15 Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. Σὺ εἶ ὁ Θεὸς ποιῶν θαυμάσια μόνος. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου. Ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου τοὺς υἱοὺς Ἰακὼβ καὶ
20Ἰωσήφ. Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρή‐ μῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.
25 Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασι‐ λεὺς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφό‐ δρα.
30 Ἐν τῷ Ἱερεμίᾳ. Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ. Ἐν τῷ Δευτερονομίῳ. Οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους, καὶ οὐ προσκυνήσετε αὐτοῖς, καὶ οὐ θυσιά‐
35σετε αὐτοῖς, καὶ οὐ λατρεύσετε αὐτοῖς ἔτι, ἀλλ’ ἣ Κυρίῳ ὃς ἀνήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ἐν τῇ ἰσχύϊ αὐτοῦ τῇ μεγάλῃ, καὶ ἐν βραχίονι ὑψηλῷ.
38tὍτι Θεὸς καλεῖται καὶ ἔστιν ὁ Υἱός.
39Ἐν τῇ Γενέσει. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρω‐
40πον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Ἐν τῷ Ἀποστόλῳ. Τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώ‐ πους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
45 Πρὸς δὲ τὸν Υἱόν· «Ὁ θρόνος ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασι‐ λείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνο‐ μίαν. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.»

75

.

640

(50)

Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Ἐν τῷ Εὐαγγελίῳ. Καὶ εἶπε τῷ Θωμᾷ ὁ Ἰησοῦς· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου,
55καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Καὶ ἀπ‐ εκρίθη Θωμᾶς, καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ
Θεός μου.639

75

.

641

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Ἡσαΐας. Οὕτως λέγει Κύριος Σαβαώθ· Ἐκοπίασεν
5Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄν‐ δρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦ‐ λοι. Καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειρο‐ πέδαις, καὶ διαβήσονται πρὸς σὲ, καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται. Ὅτι Θεός ἐστιν ἐν σοὶ,
10καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. Ἐν τῷ αὐτῷ. Τάδε λέγει Κύριος Σαβαώθ· Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· Ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος
15Ἱερουσαλὴμ, ὑψώσατε, μὴ φοβεῖσθε. Εἶπον ταῖς πό‐ λεσιν Ἰούδα· Ἰδοὺ ὁ Θεὸς ὑμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρείας. Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ. Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ
20τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχού‐ σας παρακαλέσει. Ἐν τῷ αὐτῷ. Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ὑψώσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς
25ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει, αὐτὸς ἤξει καὶ σώσει ἡμᾶς. Καὶ ἐροῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἐφ’ ᾧ ἠλπίζομεν, καὶ ἠγαλλιώμεθα ἐπὶ τῷ σωτηρίῳ ἡμῶν, ὅτι ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ
30ὄρος τοῦτο. Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται Υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέ‐ σθαι πονηρὸν ἐκλέξεται τὸ ἀγαθὸν, διότι πρὶν ἢ
35γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονη‐ ρίᾳ. Ἐν τῷ Ψαλτηρίῳ. Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο· ὑψώθητι, ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδωσιν τοῖς ὑπερηφάνοις.
40 Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν. Πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν· ὀφθήσεται ὁ Θεὸς τῶν Θεῶν ἐν Σιών. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκου‐ σον τῆς προσευχῆς μου. Ἄλλο. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν
45φωνῇ σάλπιγγος. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶ‐ νος. Ἐν τῇ Γενέσει. Ἐπηρώτησε δὲ αὐτὸν Ἰακὼβ καὶ εἶπεν· Ἀνάγγειλόν μοι τὸ ὅνομά σου. Καὶ εἶπεν·

75

.

641

(50)

Ἵνα τί ἐρωτᾷς τὸ ὄνομά μου, καὶ αὐτό ἐστι θαυμα‐ στόν; Εὐλόγησε δὲ αὐτὸν ἐκεῖ, καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦτό που ἐκείνου Εἶδος Θεοῦ· εἶδον γὰρ Θεοῦ πρόσωπον καὶ ἐσώθη μου ἡ ψυχή. Ἀνέτειλεν δὲ ὁ ἥλιος ἡνίκα παρῆλθεν τὸ εἶδος τοῦ Θεοῦ.
55 Ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρω‐
πον.641

75

.

644

Ὅτι Κύριός ἐστιν ὁ τοῦ Θεοῦ Υἱός. Ἐν τῷ Μαλαχίᾳ. Διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποιῶ, λέγει Κύριος παντοκράτωρ. Ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν
5Ἠλίαν τὸν Θεσβίτην πρινὴ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Ὃς ἀποκαταστήσει καρ‐ δίαν πατρὸς πρὸς υἱὸν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρ‐ δην.
10 Ἐν τῷ Ζαχαρίᾳ. Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου,
15καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέστειλέ με πρὸς σέ. Σοφωνίας. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐρεῖ Κύριος πρὸς τὴν Ἱερουσαλήμ· Θάρσει, Σιὼν, μὴ παρείσθω‐ σαν αἱ χεῖρές σου, Κύριος ὁ Θεός σου ἐν σοὶ δυνατὸς
20σῶσαί σε. Ἐπάξει ἐπὶ σὲ εὐφροσύνην, καὶ καινιεῖ σε τῇ ἀγαπήσει αὐτοῦ. Ἐν τῷ Μιχαίᾳ. Ἀκούσατε λόγον, καὶ προσχέτω ἡ γῆ, καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται Κύριος ὁ Θεὸς ἐν ὑμῖν εἰς μαρτύριον. Κύριος ἐξ οἴκου ἁγίου
25αὐτοῦ. Διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἐπιβήσεται ἐπὶ τὸ ὕψος τῆς γῆς. Ἐν τῷ Ἡσαΐᾳ. Ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας, καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα. Ἐγὼ Κύριος κατὰ καιρὸν συνάξω αὐτούς.
30 Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμ‐ αλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίῳ δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως τῷ
35Θεῷ ἡμῶν. Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ὅτι ἰδοὺ σκότος καλύψει τὴν γῆν, καὶ γνόφος ἐπὶ ἔθνη. Ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ
40σὲ ὀφθήσεται. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται πάντα τὰ σκο‐
45λιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς πεδία. Καὶ ὀφθή‐ σεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτή‐ ριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησεν. Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἐξανθήσει καὶ ἀγαλλιά‐

75

.

644

(50)

σεται, καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυ‐ ρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἐν τῷ Ψαλτηρίῳ. Ὦ Κύριε, σῶσον δὴ, ὦ Κύριε, εὐόδωσον δή. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι
55Κυρίου. Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ πρὸ
προσώπου Κυρίου, ὅτι ἔρχεται κρῖναι τὴν γῆν.643

75

.

645

Εἴπατε τοῖς ἔθνεσιν ὅτι Κύριος ἐβασίλευσεν. Καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσε‐ ται. Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος
5ὄνομα αὐτῷ. Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλή‐ πτωρ τῆς ψυχῆς μου. Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ, καὶ τὰ ἑξῆς.
10 Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημο‐ σύνην παρὰ Θεοῦ Σωτῆρος αὐτοῦ. Ἐν τῇ Γενέσει. Καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγὼρ, καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέστρε‐
15ψεν τὰς πόλεις αὐτῶν.
16tὍτι βασιλεύς ἐστιν ὁ τοῦ Θεοῦ Υἱός.
17 Ἐν τῷ Ἀποστόλῳ. Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρῖναι ζῶν‐ τας καὶ νεκροὺς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὴν
20βασιλείαν αὐτοῦ. Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζή‐ σομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Πρὸς δὲ τὸν Υἱόν· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς
25βασιλείας σου.» Ὃς ἐῤῥύσατο ὑμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ Υἱοῦ αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφ‐ εσιν τῶν ἁμαρτιῶν, ὅς ἐστιν εἰκὼν τοῦ ἀοράτου
30Θεοῦ. Τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.
35 Ἐν τῷ Εὐαγγελίῳ. Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπε τῷ Πιλάτῳ· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Εἰ ἦν ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία ἡ ἐμὴ, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἂν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις.
40 Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον, ἐκάθισεν ἐπ’ αὐτὸ, καθώς ἐστι γεγραμμένον· Μὴ φοβοῦ, θύγατερ Σιὼν, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται πρᾶος, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἀπεκρίθη αὐτῷ Ναθαναήλ· Ῥαββὶ, σὺ εἶ
45ἀληθῶς ὁ Υἱὸς τοῦ Θεοῦ· σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσ‐ ραήλ. Καὶ ὁ συσταυρωθεὶς αὐτῷ λῃστὴς ἔλεγε· Κύριε Ἰησοῦ, Κύριε Ἰησοῦ, μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ.

75

.

645

(50)

Καὶ εἶπεν ὁ ἄγγελος πρὸς αὐτήν· Μὴ φοβοῦ, Μα‐ ριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ, καὶ ἰδοὺ συλ‐ λήψῃ ἐν γαστρὶ, καὶ τέξεις υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος
55ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ Πατρὸς αὐτοῦ. Καὶ βα‐ σιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ
τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.645

75

.

648

Τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθή‐ σονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα
5ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐ‐ λογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κό‐ σμου.
10 Καὶ προσῆλθεν ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ’ αὐτοῦ. Ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; Λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δε‐ ξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ
15σου. Ἐν τῷ Ἔσδρᾳ. Καὶ ἡ ἀλήθεια ζῇ, καὶ μένει, καὶ ἰσχύει καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ οὐκ ἔστι παρ’ αὐτῇ λαμβάνειν πρόσωπον, οὐδὲ διαφορὰ, ἀλλὰ τὰ δίκαια ποιεῖ, ἀπὸ πάντων τῶν ἀδίκων καὶ
20πονηρῶν, καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις τοῖς αὐ‐ τῆς, καὶ οὐκ ἔστιν ἐν κρίσει αὐτῆς οὐδὲν ἄδικον. Καὶ αὕτη ἰσχύει, καὶ τὸ βασίλειον καὶ ἐξουσία, καὶ ἡ με‐ γαλωσύνη πάντων τῶν αἰώνων ἐδόθη αὐτῇ, καὶ εὐλο‐ γητὸς ὁ Θεὸς τῆς ἀληθείας.
25 Ἐν τῷ Δανιήλ. Ἐθεώρουν ἐν ὁράματι τῆς νυ‐ κτὸς, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη. Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία,
30καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύσου‐ σιν. Ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρ‐ ελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. Ἐν τῷ Ἱερεμίᾳ. Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν,
35καὶ βασιλεύσει βασιλεύς· καὶ συνήσει, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν τῷ Ἡσαΐᾳ. Ὁ γὰρ Θεός μου μέγας ἐστὶν, οὐ παρελεύσεταί με, Κύριος κριτὴς ἡμῶν, Κύριος ἄρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος αὐτὸς ἡμᾶς
40σώσει. Βασιλέα μετὰ δόξης ὄψεσθε, καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν πόῤῥωθεν, ἡ ψυχὴ ὑμῶν μελετήσει φό‐ βον. Μακάριος ὃς ἔχει ἐν τῇ Σιὼν σπέρμα, καὶ οἰκείους
45ἐν Ἱερουσαλήμ. Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν. Διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν, καὶ τα‐ κήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος, ὅτι βασι‐ λεύσει Κύριος ἐν Σιὼν καὶ ἐν Ἱερουσαλὴμ, καὶ ἐν‐

75

.

648

(50)

ώπιον τῶν πρεσβυτέρων δοξασθήσεται. Ἐν τῷ Σοφονίᾳ. Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλὴμ, εὐφραίνου καὶ κατα‐ τέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσα‐ λήμ. Περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί
55σε ἐκ χειρὸς ἐχθρῶν σου. Βασιλεὺς Ἰσραὴλ ὁ Κύριος ἐν μέσῳ σου, οὐκ ὄψει κακὰ οὐκέτι.
Ἐν τῷ Ζαχαρίᾳ. Χαῖρε σφόδρα, θύγατερ Σιών·647

75

.

649

κήρυσσε, θύγατερ Ἱερουσαλὴμ, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Ἐν τῷ Ὠσηέ. Διότι ἡμέρας πολλὰς καθίσονται οἱ
5υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὐδὲ ἱερατείας, οὐδὲ δήλων. Καὶ μετὰ ταῦτα ἐπιστρέψου‐ σιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσον‐
10ται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ’ ἐσχάτου τῶν ἡμερῶν. Ἐν τῷ Ψαλτηρίῳ. Ὁ Κύριος ἐβασίλευσεν, ὀργι‐ ζέσθωσαν λαοὶ, ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἡ γῆ.
15 Κύριε, ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται, ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ· καὶ ἐν τῇ εὐ‐ δοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν, ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις, καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν. Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δι‐
20καιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλ‐ πιγγος· ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε· ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός· ψάλατε συνετῶς, ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ
25πάντα τὰ ἔθνη. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ, περιβεβλημένη, πεποικιλμένη. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλά‐ θου τοῦ λαοῦ σου, καὶ τοῦ πατρός σου, ὅτι ἐπεθύμη‐
30σεν ὁ βασιλεὺς τοῦ κάλλους σου. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δό‐
35ξης. Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ, μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως, καὶ ποιῶν ἔλεος τῷ Χριστῷ αὐ‐ τοῦ.
40tὍτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ.
41 Ἐν τῷ Εὐαγγελίῳ. Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλή‐ θεια, καὶ ἡ ζωή. Καὶ πάλιν. Ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτείᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.
45 Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦμα καὶ ζωή ἐστιν. Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται. Καὶ πᾶς ὁ ζῶν καὶ πι‐

75

.

649

(50)

στεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν
55αἰῶνα.
Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.649

75

.

652

Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς, καὶ ζωοποιεῖ· οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀν‐ θρώπων.
5 Ἐν τῷ Ἀποστόλῳ. Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ, εἰς Πνεῦμα ζωοποιοῦν. Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέ‐ ρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θα‐
10νάτου. Ἄρα οὖν ὡς δι’ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι’ ἑνὸς δικαιώ‐ ματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς. Ἐν τῷ Ἰωάννῃ. Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν,
15ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη
20ἡμῖν. Καὶ οἴδαμεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ ἡ
25αἰώνιος. Ὁ ἔχων τὸν Υἱὸν, τὴν ζωὴν ἔχει, ὁ μὴ ἔχων τὸν Υἱὸν τοῦ Θεοῦ, τὴν ζωὴν οὐκ ἔχει. Ἐν ταῖς Πράξεσιν. Ἐξαγαγὼν δὲ αὐτοὺς ὁ ἄγγελος, εἶπε· Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε
30ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. Ἐν ταῖς Παροιμίαις. Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς καὶ τοῖς ἐπερειδομένοις ἐπ’ αὐ‐ τὴν ὡς ἐπὶ Κύριον ἀσφαλής.
35 Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Ἐν τῷ Βαρούχ. Ἄκουε, Ἰσραὴλ ἐντολὰς ζωῆς, ἐνωτίζεσθε γνῶναι φρόνησιν.
39tὍτι βουλή ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός.
40 Ἐν τῷ Ψαλτηρίῳ. Ἐν τῇ βουλῇ σου ὡδήγησάς με, καὶ μετὰ δόξης προσέλαβές με. Ἐν τῷ Ἡσαΐᾳ. «Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς.» Ἐπέλαμψε γὰρ ἐν Υἱῷ τῆς μεγάλης βουλῆς.
45 Ἐν τοῖς Ψαλμοῖς. Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει. «Καὶ βουλὴ ἁγίων σύνεσις.» Σύνεσις γὰρ ἁγίων ἡ βουλὴ τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστιν ὁ Υἱός.

75

.

652

(50)

Ἐν τῷ Ψαλτηρίῳ. «Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.» Δοξάζεται γὰρ ἐν Χριστῷ ὁ Πατὴρ κατὰ τὴν αὐτοῦ φωνήν· «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς.»
54tὍτι κατὰ φύσιν καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα τὸ
55tἅγιον.
56Ἐν τῷ Εὐαγγελίῳ. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς651

75

.

653

προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὅνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.
5 Ἐν ταῖς Πράξεσιν. Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα τὸ ἅγιον; οὐκ ἐψεύσασθε ἀν‐ θρώποις, ἀλλὰ τῷ Θεῷ. Ὁ Παῦλος. Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα, καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ
10αὐτὸς Κύριος. Καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος.
15Τὸ γὰρ Πνεῦμα ἅπαντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτως καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.
20 Ὁ Ματθαῖος. Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφ‐ εθήσεται ὑμῖν τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται. Ὁ Ἰώβ. Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με.
25 Ἐν τῷ Ψαλτηρίῳ. Ἐξαποστελεῖς τὸ Πνεῦμα καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ
30στόματος αὐτοῦ, πᾶσα ἡ δύναμις αὐτῶν. Ὁ Παῦλος. Καὶ οὐ καθάπερ Μωσῆς ἐτίθει κά‐ λυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου· ἀλλ’ ἐπωρώθη τὰ νοήματα αὐτῶν· ἄχρι γὰρ τῆς σή‐
35μερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῷ καταργεῖται· ἀλλ’ ἕως σήμερον ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δ’ ἂν ἐπιστρέψῃ πρὸς Κύριον
40περιαιρεῖται τὸ κάλυμμα, ὁ δὲ Κύριος τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ἡμῖν, οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐλευ‐ θερία. Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ὑμῖν οἰκεῖ;
45 Ἐν τῷ Εὐαγγελίῳ. Τὸ Πνεῦμα τῆς ἀληθείας ὁ κόσμος λαβεῖν οὐ δύναται, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό. Ὑμεῖς δὲ γινώσκετε αὐτὸ ὅτι παρ’ ὑμῖν μένει. Ἐκ τούτου ἔγνωμεν ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ

75

.

653

(50)

Πνεύματος οὗ ἡμῖν ἔδωκεν. Ὁ Παῦλος. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς τὸ λαλοῦν ἐν ὑμῖν. Οὐ γὰρ τὸ Πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ.
55 Ἐν τῷ Ἰωήλ. Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῖν, καὶ αἱ θυγατέρες ὑμῖν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις
ὄψονται.653

75

.

656

Ὁ Ἀπόστολος. Ἃ δὲ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς Πνεύ‐ ματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. Ψυ‐ χικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ [Πνεύματος τοῦ
5Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι, ὅτι] πνευματικῶς ἀνακρίνεται. Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν τὰ πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνα‐ κρίνεται. Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.
10 Καὶ ταῦτά τινες ἦτε, ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Ἐν ταῖς Πράξεσι. Διελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου
15Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, ἐλθόντες δὲ εἰς τὴν Μυσίαν, ἐπείραζον εἰς τὴν Βιθυνίαν πο‐ ρευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ. Ὁ Παῦλος. Ὑμεῖς δὲ, οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ
20δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι’ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος τὸν Χριστὸν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει
25καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν. Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν
30ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; Ἠγοράσθητε γὰρ τιμῆς. Ἐν ταῖς Πράξεσι. Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ ἀγροῦ;
35Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Ἐν τῷ Εὐαγγελίῳ. Εἰ δὲ ἐγὼ ἐν Πνεύματι ἐκ‐ βάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Ἐν Γενέσει. Οὐ μὴ μείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς
40ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ὁ Παῦλος. Ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ὑμῶν διὰ Πνεύματος ἁγίου τοῦ δο‐ θέντος ὑμῖν. Ἐποιήσατε βουλὴν καὶ οὐ δι’ ἐμοῦ, καὶ συνθήκας,
45οὐ διὰ τοῦ Πνεύματός μου. Ἐν τῷ Ἀγγαίῳ. Διότι ἐγὼ μεθ’ ὑμᾶς εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν. Ἐν τῷ Εὐαγγελίῳ. Εἰ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ

75

.

656

(50)

θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ’
ἐκ Θεοῦ ἐγεννήθησαν.655