TLG 4090 108 :: CYRILLUS :: Commentarii in Lucam (in catenis) CYRILLUS Theol. Commentarii in Lucam (in catenis) Citation: Volume — page — (line) | ||
72.476(1t) | ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ | |
2t | ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ | |
---|---|---|
3t | ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. | |
8t | ΚΕΦΑΛΑΙΟΝ Αʹ. | |
9 | Οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι | |
10 | τοῦ Λόγου. (Cod. A f. 2 b, E f. 5) Τοῦ Λόγου δὲ τοῦ ἐνυπο‐ στάτου καὶ ζῶντος αὐτόπτας εἰπὼν τοὺς ἀποστόλους, συμπεφώνηκε τῷ Ἰωάννῃ λέγοντι τὸν Λόγον σάρκα γεγονέναι, καὶ ἐσκηνωκέναι ἐν ἡμῖν, καὶ τεθεωρῆσθαι | |
15 | τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός. Διὰ γὰρ τῆς σαρκὸς, θεωρητὸς ὁ Λόγος κατέστη, ὁρατῆς οὔσης καὶ ψηλαφητῆς καὶ ἀντιτύπου, ἀθεώ‐ ρητος ὢν τὸ καθ’ ἑαυτόν· καὶ πάλιν ὁ Ἰωάννης ἐν τῇ Ἐπιστολῇ· «Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ | |
20 | ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου ζωῆς, καὶ ἡ ζωὴ ἐφα‐ νερώθη.» Οὐκ ἀκούεις ὅτι ψηλαφητὴν ὀνομάζει τὴν ζωήν; ἵνα ἐνανθρωπήσαντα νοῇς τὸν Υἱὸν, καὶ ὁρατὸν μὲν κατὰ σάρκα, ἀόρατον δὲ κατὰ τὴν | |
25 | θεότητα. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθή‐ σεται. (A f. 17) Ἰσοκλεὴς γὰρ τῷ φύσαντι, κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχων ὁ ἐξ αὐτοῦ πεφηνὼς Υἱὸς | |
30 | νοοῖτ’ ἂν εἰκότως. Οὐ γὰρ ὅτι γέγονεν ἄνθρωπος οἰκονομικῶς, μειονεκτεῖτο κατά τι γοῦν ὅλως αὐτοῦ· οὐδὲν γὰρ εἰς ἰδίαν ἠδικήθη φύσιν, ἀπό γε τῶν καθ’ ἡμᾶς γενέσθαι δι’ ἡμᾶς· ἐπειδὴ ἄτρεπτος κατὰ φύσιν ὁ τοῦ Θεοῦ Λόγος· διὰ τοῦτο καὶ Θεὸς καὶ | |
35 | Ὕψιστος καὶ Κύριος ὀνομάζεται καὶ διὰ τῆς ἀγγέ‐ λων φωνῆς. Ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. | |
(E f. 50 b, F f. 734) Ἀποροῦσι δὲ πάλιν τινὲς, | ||
72.477 | εἰ ὁ τῶν ὅλων Θεὸς τὰ γενόμενα ἤδη καὶ πραχθέντα, δύναται ποιῆσαι μὴ γεγενῆσθαί ποτε· κατὰ τὸ, «Οὐκ ἀδυνατήσει αὐτῷ πᾶν ῥῆμα.» Οὐ γὰρ λέγο‐ μεν ὡς μὴ γενόμενα, ἀλλὰ μὴ γεγενῆσθαι τὴν | |
5 | ἀρχήν· οἷον εἰ τὴν πόρνην δύναται ποιῆσαι παρθένον ἐκ κοιλίας μητρὸς, ἵνα μήτε εἴη ποτὲ πόρνη, μήτε λέγοιτο, ὅτι παρὰ ἀνθρώποις ἀδύνατα, δυνατὰ παρὰ τῷ Θεῷ. Πρὸς οὓς ἐροῦμεν, ὅτι ζητεῖσθαι χρὴ παρ’ ἡμῶν τὴν τοῦ Θεοῦ δύναμιν Εἰ μεγάλη καὶ ἀξιά‐ | |
10 | γαστος, ὅτε τὸ δρώμενον ἐστιν οὐκ ἀπεικὸς τῇ θείᾳ δόξῃ· οὐ γὰρ ὅτι πάντα δύναται, διὰ τοῦτο καὶ τῶν ἀτόπων αὐτὸν ἐργάτην ὁρᾶσθαι προσήκει· νοοῦμεν γὰρ ὅτι ἄτοπόν ἐστι τὸ λέγειν, Εἰ δύναται ὁ Θεὸς ἑαυτὸν ποιῆσαι μὴ εἶναι Θεὸν, ἢ ἁμαρτίας δεκτικὸν, | |
15 | ἢ μὴ εἶναι ἀγαθὸν, ἢ ζωὴν, ἢ δίκαιον. Δεῖ τοίνυν παραιτεῖσθαι παντὶ σθένει τὰς ἀτόπους οὕτω τῶν ἐρωτήσεων. Διὰ τί δὲ Θεὸς οὐ δύναται τὴν πορνεύ‐ σασαν μὴ ποιῆσαι μὴ γεγενῆσθαί ποτε πόρνην; Ὅτι οὐ δύναται τὸ ψεῦδος ἀλήθειαν ποιῆσαι· καὶ οὐκ | |
20 | ἀσθενείας ἔγκλημα τοῦτο, ἀλλὰ φύσεως ἀπόδειξις οὐκ ἀνεχομένης τι παθεῖν, ὃ μὴ αὐτῇ πρέπει· ἀλλό‐ τριον δὲ Θεοῦ τὸ ψεῦδος παντελῶς. Ψεῦσμα γάρ ἐστι τὸ τὴν πορνεύσασαν ποιῆσαι μὴ πορνεῦσαί ποτε. Δεῖ δὲ, ὡς ἔφην, τὰς οὕτως εὐήθεις τῶν ἐρωτήσεων | |
25 | καὶ πολὺ ἄτοπον ἐχούσας μηδὲ προσίεσθαι τὴν ἀρχὴν, μηδὲ τὴν θείαν ἀγνοεῖν φύσιν, μᾶλλον δὲ τῆς φύσεως ἐκείνης ἐξαίρετα. Εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. (E f. 56, F f. 740) Οὐκ ἀκούεις καὶ τοῦ Δαβὶδ | |
30 | ψάλλοντος· «Ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοὶ ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός;» Κληρονομία γὰρ Κυρίου οἱ διὰ πίστεως αὐτῷ υἱοθετηθέντες, οἳ καὶ μισθός εἰσι Χριστοῦ, τοῦ γεγονότος καρποῦ τῆς παρθενικῆς γαστρός· κατὰ τὸ, «Αἴτησαι παρ’ | |
35 | ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.» Ἐποίησε κράτος ἐν βραχίονι αὑτοῦ· διεσκόρ‐ πισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν, κ.τ.λ. (B f. 16, H f. 44 b.) Αἰνίττεται ὁ βραχίων τὸν | |
40 | ἐξ αὐτῆς φύντα Λόγον. Ὑπερηφάνους δὲ λέγει τοὺς πονηροὺς δαίμονας μετὰ τοῦ ἄρχοντος αὐτῶν πεσόν‐ τας δι’ ἔπαρσιν, καὶ τοὺς Ἑλλήνων σοφοὺς τὴν δοκοῦ‐ σαν τοῦ κηρύγματος μωρίαν μὴ προσδεξαμένους, καὶ Ἰουδαίους πιστεῦσαι μὴ βουληθέντας, οἵτινες διεσκορ‐ | |
45 | πίσθησαν, ἀνάξια διανοηθέντες περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· δυνάστας δὲ τοὺς Γραμματεῖς, καὶ Φαρισαίους φησὶ τοὺς τὰς πρωτοκαθεδρίας μεταδιώκοντας.— (A f. 9 b, E f. 59, H f. 48.) Οἰκειότερον δὲ ταῦτα περὶ τῶν ἀλιτηρίων δαιμόνων νοεῖν· τούτους γὰρ | |
72.477(50) | καταθρασυνομένους τῆς ὑπ’ οὐρανὸν διεσκόρπισεν ἐπιδημήσας ὁ Κύριος, καὶ τοὺς αἰχμαλωτισθέντας ὑπ’ αὐτῶν, πρὸς τὴν ὑπακοὴν ἑαυτοῦ ἀντιμετέστησε. Ταῦτα γὰρ πάντα ἀκολούθησε τῇ προφητείᾳ· Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε τα‐ | |
55 | πεινούς. | |
(A f. 9 b, H f. 48) Μεγάλα ἐφρόνουν οἱ σκορπι‐ | ||
72.480 | σθέντες δαίμονές τε καὶ διάβολος, Ἑλλήνων τὲ σοφοὶ (ὡς ἔφην) καὶ Φαρισαῖοι καὶ Γραμματεῖς· ἀλλὰ τούτους καθεῖλε, καὶ ὕψωσε τοὺς ταπεινώσαντας ἑαυτοὺς ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖρα, δεδωκὼς | |
5 | αὐτοῖς ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· ἀπρακτῆσαι δὲ τὰς καθ’ ἡμῶν ποιήσας βουλὰς τῶν τῇ διανοίᾳ ὑπερηφάνων· ἦσάν ποτε καὶ Ἰουδαῖοι τῇ δυναστείᾳ γαυρούμενοι· ἀλλὰ καθῃρέθησαν δι’ ἀπιστίαν· οἱ δὲ | |
10 | ἐξ ἐθνῶν ἄσημοι ὄντες καὶ εὐτελεῖς, διὰ πίστιν ὑψώ‐ θησαν. Πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦν‐ τας ἐξαπέστειλε κενούς. (B f. 16, H f. 44 b, E f. 59 b) Πεινῶντας μὲν | |
15 | τὸ γένος τῶν ἀνθρώπων λέγει· ἐλίμωττον γὰρ πλὴν Ἰουδαίων μόνων· οὗτοι δὲ ἐπλούτουν τῇ νομοθεσίᾳ, τῇ διδασκαλίᾳ τῶν ἁγίων προφητῶν· αὐτῶν γὰρ νομοθεσία ἡ υἱοθεσία, ἡ λατρεία, αἱ ἐπαγγελίαι· ἀλλ’ οὗτοι μὲν ὑπερμαζήσαντες, καὶ λίαν τῷ ἀξιώ‐ | |
20 | ματι ἐπαρθέντες, διὰ τὸ μὴ ταπεινῶς προσελθεῖν τῷ ἐνανθρωπήσαντι, ἐξαπεστάλησαν κενοὶ, μηδὲν ἐπι‐ φερόμενοι, μήτε πίστιν, μήτε γνῶσιν, μήτε ἐλπίδα ἀγαθῶν· ἐκπεπτώκασι γὰρ καὶ τῆς ἐπιγείου Ἱερου‐ σαλὴμ, καὶ τῆς μελλούσης ἠλλοτριώθησαν ζωῆς τε | |
25 | καὶ δόξης, ἐπειδὴ οὐκ ἐδέξαντο τὸν ἀρχηγὸν τῆς ζωῆς, ἀλλὰ καὶ ἐσταύρωσαν τὸν Κύριον τῆς δόξης, καὶ ἐγκατέλιπον τὴν πηγὴν τοῦ ζῶντος ὕδατος, καὶ ἐξουθένησαν τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ κατελ‐ θόντα· διὰ τοῦτο καὶ ἦλθεν ἐπ’ αὐτοὺς λιμὸς ὁ πάν‐ | |
30 | των χαλεπώτατος, καὶ δίψα δίψης ἁπάσης πικρο‐ τέρα· οὐ γὰρ ἦν λιμὸς ἄρτου αἰσθητοῦ, οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου· οἱ δὲ ἀπὸ τῶν ἐθνῶν πεινῶντες καὶ διψῶντες καὶ ἐν κακοῖς τὴν ψυχὴν τηκόμενοι, ἐπειδὴ τὸν Κύριον προσ‐ | |
35 | ήκαντο, ἐνεπλήσθησαν τῶν πνευματικῶν ἀγαθῶν· μετέβη γὰρ εἰς αὐτοὺς τὰ τῶν Ἰουδαίων καλά. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους. (E f. 59 b, F f. 744) Ἀντελάβετο Ἰσραὴλ, οὐ | |
40 | τοῦ κατὰ σάρκα, τοῦ τῷ ὀνόματι ψιλῷ σεμνυνομένου, ἀλλὰ τοῦ κατὰ πνεῦμα, τοῦ τὴν δύναμιν τῆς προσ‐ ηγορίας τετηρηκότος, τουτέστιν τῶν εἰς αὐτὸν ὁρώντων καὶ πιστευόντων καὶ δι’ αὐτοῦ τοῦ Υἱοῦ υἱοθετουμένων, καθὼς καὶ τοῖς πάλαι προφήταις καὶ | |
45 | πατριάρχαις ὁ λόγος καὶ ἡ ὑπόσχεσις· δύναται δὲ καὶ πρὸς τὸν κατὰ σάρκα Ἰσραὴλ τοῦτο ἁρμόσαι· πολ‐ λαὶ γὰρ ἐξ αὐτῶν μυριάδες ἐπίστευσαν. «Ἐμνήσθη δὲ τοῦ ἐλέους αὐτοῦ, καθὼς ἐπηγγείλατο τῷ Ἀβραάμ.» Καὶ εἰς πέρας ἤγαγεν ὅπερ ἦν εἰπὼν | |
72.480(50) | πρὸς αὐτὸν, ὅτι «Εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς·» ἐπληροῦτο δὲ αὕτη ἡ ἐπαγγελία, ἐξ αὐτῆς μέλλοντος γεννᾶσθαι τοῦ κοι‐ νοῦ Σωτῆρος Χριστοῦ, ὅς ἐστι τὸ σπέρμα τοῦ Ἀβραὰμ, ἐν ᾧ τὰ ἔθνη εὐλογοῦνται· «Σπέρματος γὰρ | |
55 | Ἀβραὰμ ἐπελάβετο,» καθώς φησιν ὁ Ἀπόστολος, καὶ οὕτω τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν | |
ἐπλήρωσε. | ||
72.481 | Ἤγειρε κέρας σωτηρίας ἡμῖν. (E f. 26, H f. 54 b) Λαμβάνεται δὲ τὸ κέρας οὐ μόνον ἀντὶ δυνάμεως, ἀλλὰ καὶ ἀντὶ βασιλείας· ἀμφότερα δὲ ὁ Χριστός ἐστιν, ὁ ἐκ τῆς πατριᾶς καὶ | |
5 | τοῦ γένους Δαβὶδ ἀνατείλας ἡμῖν Σωτήρ· αὐτὸς γάρ ἐστιν ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ ἡ ἀκαταμά‐ χητος δύναμις τοῦ Πατρός. Ποιῆσαι ἔλεος. (I f. 133) Ἔλεος καὶ δικαιοσύνη Χριστός· ἠλεή‐ | |
10 | θημεν γὰρ δι’ αὐτοῦ, καὶ δεδικαιώμεθα τοὺς τῆς φαυ‐ λότητος ῥύπους ἀπονιψάμενοι, διὰ πίστεως δηλονότι τῆς εἰς αὐτόν. | |
19 | Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ. | |
20 | (A f. 12 b, E. f. 30, H f. 58) Ἀλλὰ γὰρ καὶ τοῦτο σκόπει, ὅτι Ὕψιστός ἐστιν ὁ Χριστὸς, οὗ προ‐ έδραμεν Ἰωάννης καὶ τῇ γεννήσει καὶ τῷ κηρύγματι· καὶ τί λοιπὸν φήσουσιν οἱ ἐλαττοῦντες αὐτοῦ τὴν θεότητα; Πῶς δὲ οὐ βούλονται συνιέναι, ὅτι τὸ, | |
25 | «Καὶ σὺ προφήτης Ὑψίστου κληθήσῃ,» παρὰ Ζα‐ χαρίου εἴρηται, ὡς καὶ τῶν ἄλλων προφητῶν αὐτοῦ γεγονότων, ὡς Θεοῦ δηλαδή; Ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. | |
30 | (E f. 29 b) Τοῖς οὖν ἐν νόμῳ καὶ κατὰ τὴν Ἰου‐ δαίαν λύχνος ἦν οἷα τις Χριστοῦ προβαδίζων ὁ Βα‐ πτιστὴς, καὶ περὶ αὐτοῦ προανεφώνηκεν ὁ Θεός· «Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.» Προετύπου δὲ αὐτὸν καὶ ὁ νόμος, κελεύων ἄσβεστον διατηρεῖσθαι | |
35 | τὸν λύχνον ἐν τῇ πρώτῃ σκηνῇ· ἀλλ’ οἱ Ἰουδαῖοι χρόνον βραχὺν ἐπ’ αὐτῷ ἡσθέντες διά γε τὸ προσ‐ δραμεῖν αὐτοῦ τῷ βαπτίσματι, καὶ θαυμάσαι τὸν βίον, εὐθὺς κατεκοίμησαν αὐτὸν τῷ θανάτῳ, μονον‐ ουχὶ τὸν ἀειφανῆ λύχνον κατασβεννύοντες· διὰ | |
40 | τοῦτο καὶ ὁ Σωτὴρ ἔλεγε περὶ αὐτοῦ· «Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· ὑμεῖς δὲ ἠθε‐ λήσατε μικρὸν ἀγαλλιασθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.» Τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὀδὸν | |
45 | εἰρήνης. (I f. 132) Ἐπλανᾶτο μὲν γὰρ ἡ ὑπ’ οὐρανὸν τῇ κτίσει παρὰ τὸν Κτίστην λατρεύουσα, καὶ τῷ τῆς ἀμαθείας κατεμελαίνετο σκότῳ, καὶ νὺξ οἷά τις ταῖς ἁπάντων διανοίαις ἐμπίπτουσα, τὸν φύσει τε καὶ | |
72.481(50) | ἀληθῶς ὄντα Θεὸν ὁρᾷν οὐκ ἀφίει· ἀνέτειλεν δὲ τοῖς· ἐξ Ἰσραὴλ φωτὸς καὶ ἡλίου δίκην ὁ τῶν ὅλων | |
Κύριος. | ||
72.484 | ΚΕΦ. Β. Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, κ.τ.λ. (A f. 14 b, E f. 63 b, F f. 750, H f. 63 b) Χρησί‐ μως δὲ καὶ ἀναγκαίως ἐπεσημήνατο ὁ εὐαγγελιστὴς | |
5 | τῆς τοῦ Σωτῆρος ἡμῶν γεννήσεως καιρόν. Ἵνα γὰρ μάθωμεν, ὡς βασιλεὺς τῶν ἐκ φυλῆς Δαβὶδ, οὐκ ἦν παρὰ τῶν ἐξ Ἰσραὴλ, ἀλλ’ οἱ παρ’ αὐτοῖς ἄρχοντες ἐκλελοίπασιν, εἰκότως διαμέμνηται τῶν τοῦ Καί‐ σαρος θεσπισμάτων, ὡς ὑπὸ σκῆπτρα λοιπὸν ἔχοντος | |
10 | μετὰ τῶν ἄλλων τὴν Ἰουδαίαν· οὕτω γὰρ κεκέλευκε γενέσθαι τὴν ἀπογραφήν. Διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ. (E f. 63 b, F f. 748 b) Ἡ μὲν οὖν τῶν ἱερῶν Εὐαγγελίων βίβλος εἰς τὸν Ἰωσὴφ τὴν γενεαλογίαν | |
15 | κατάγουσα, ἐκ τοῦ Δαυιδικοῦ ἔχοντα οἴκου τὸ γένος, ἔδειξε δι’ αὐτοῦ καὶ τὴν Παρθένον τοῦ Δαβὶδ συμ‐ φυλέτιν, τοῦ θείου νόμου τὰς συζυγίας ἀπὸ φυλῆς θεσπίζοντος γίνεσθαι τῆς αὐτῆς. Ὁ δὲ τῶν οὐρανίων ὑποφήτης δογμάτων, ὁ μέγας ἀπόστολος Παῦλος, | |
20 | ἀναφανδὸν διασαφεῖ τὴν ἀλήθειαν, ἐξ Ἰούδα μαρτυ‐ ρῶν ἀνατεῖλαι τὸν Κύριον.—(E f. 70, F f. 754 b) Ἀλλὰ διάφοροι μὲν αἱ πρὸς ἑνότητα συνενεχθεῖσαι φύσεις τὴν ἀληθινὴν, εἷς δ’ ἐξ ἀμφοῖν Θεὸς καὶ Υἱὸς, οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ | |
25 | τὴν ἕνωσιν· δύο γὰρ φύσεων ἕνωσις γέγονε· διὸ ἕνα Χριστὸν, ἕνα Υἱὸν, ἕνα Κύριον ὁμολογοῦμεν. Κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν, Θεοτό‐ κον τὴν ἁγίαν Παρθένον κηρύττομεν, διὰ τὸ τὸν Θεὸν Λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι, καὶ ἐξ αὐτῆς | |
30 | τῆς συλλήψεως ἑνῶσαι ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Ὁρῶμεν γὰρ ὅτι δύο φύσεις συνῆλθον ἀλ‐ λήλαις καθ’ ἕνωσιν ἀδιάσπαστον, ἀσυγχύτως καὶ ἀδιαιρέτως· ἡ γὰρ σὰρξ σάρξ ἐστι, καὶ οὐ θεότης, εἰ καὶ γέγονε Θεοῦ σάρξ· ὁμοίως δὲ καὶ ὁ Λόγος | |
35 | Θεός ἐστι καὶ οὐ σὰρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο τὴν σάρκα οἰκονομικῶς. Εἰ δὲ καὶ διάφοροι καὶ ἀλλήλαις ἄνισοι τῶν εἰς ἑνότητα συνδεδραμηκότων αἱ φύσεις, ἀλλ’ οὖν εἷς ὁ ἐξ ἀμφοῖν γε μόνος· καὶ οὐ διαιρετέον τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν εἰς ἄνθρωπον ἰδι‐ | |
40 | κῶς, καὶ εἰς Θεὸν ἰδικῶς, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν εἶναί φαμεν Χριστὸν Ἰησοῦν, τὴν τῶν φύσεων εἰδότα διαφορὰν, καὶ ἀσυγχύτους ἀλλήλαις αὐτὰς διατη‐ ροῦντα. Σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ, | |
45 | οὔσῃ ἐγκύῳ. (A f. 14, E f. 64, F f. 748 b, H f. 62) Ὁ δέ γε ἱερὸς εὐαγγελιστὴς, μεμνηστεῦσθαί φησι τῷ Ἰωσὴφ τὴν Μαριὰμ, δεικνὺς ὡς ἐπὶ μόνοις τοῖς μνήστροις ἡ σύλληψις, καὶ παράδοξος ἡ γέννησις τοῦ Ἐμμα‐ | |
72.484(50) | νουὴλ, καὶ τοῖς τῆς ἀνθρωπίνης φύσεως οὐκ ἀκολου‐ | |
θοῦσα νόμοις· οὐ γὰρ τέτοκεν ἡ ἁγία Παρθένος, ἀν‐ | ||
72.485 | θρωπίνου σπέρματος λαβοῦσα καταβολήν. Καὶ τίς ὁ τοῦδε λόγος; Ἡ πάντων ἀπαρχὴ Χριστὸς, ὁ δεύ‐ τερος Ἀδὰμ, κατὰ τὰς Γραφὰς, γεννητὸς γέγονε Πνεύματος, ἵνα καὶ εἰς ἡμᾶς παραπέμψῃ τὴν χάριν· | |
5 | ἐμέλλομεν γὰρ καὶ ἡμεῖς, οὐκ ἀνθρώπων ἔτι χρη‐ ματίζειν τέκνα, Θεοῦ δὲ μᾶλλον, τὴν διὰ τοῦ Πνεύ‐ ματος ἀναγέννησιν ἐν πρώτῳ λαχόντες Χριστῷ· ἵνα γένηται αὐτὸς πρωτεύων ἐν πᾶσι, καθά φησιν ὁ πάνσοφος Παῦλος. Οἰκονομικώτατα δὲ τῆς ἀπογρα‐ | |
10 | φῆς ὁ καιρὸς πέπομφεν εἰς Βηθλεὲμ τὴν ἁγίαν Παρ‐ θένον, ἵνα ἑτέραν ἴδωμεν προφητείαν ἐκτετελεσμένην· γέγραπται γὰρ ὡς ἔφημεν· «Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα | |
15 | ἐν τῷ Ἰσραήλ.»—(B f. 22) Πρὸς δὲ τοὺς λέγοντας, ὅτι εἰ σαρκὶ γεγέννηται ἡ Παρθένος, διέφθαρται· εἰ δὲ οὐ διέφθαρται, κατὰ φαντασίαν γεγέννηται, φαμέν· Ὁ προφήτης λέγει, ὅτι [Κύριος ὁ Θεὸς Ἰσραὴλ] εἰσ‐ ῆλθε καὶ ἐξῆλθε καὶ μένει ἡ πύλη κεκλεισμένη. Καὶ | |
20 | εἰ ἀσυγχύτως ὁ Λόγος σὰρξ ἐγένετο, ἀσπόρως πάντως συλληφθεὶς, ἀφθόρως γεγέννηται. Καὶ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον. (A f. 25, B f. 22 b, E f. 71, F f. 755 b, H f. 71) Ποῖον ἄρα πρωτότοκον; Πρωτότοκον λέγει νῦν, οὐ τὸν | |
25 | πρῶτον ἐν ἀδελφοῖς, ἀλλὰ τὸν καὶ πρῶτον καὶ μόνον· ἔστι γάρ τι καὶ τοιοῦτον εἶδος ἐν ταῖς σημασίαις τοῦ πρωτοτόκου· καὶ γὰρ καὶ πρῶτόν ἐστιν ὅτε τὸν μόνον ἡ Γραφὴ καλεῖ· ὡς τό· «Ἐγώ εἰμι Θεὸς πρῶτος, καὶ μετ’ ἐμοῦ οὐκ ἔστιν ἕτερος.» Ἵνα οὖν δείξῃ, ὅτι οὐ | |
30 | ψιλὸν ἄνθρωπον ἐγέννησεν ἡ Παρθένος, ἐπήγαγεν τὸν πρωτότοκον· ἕτερον γὰρ οὐκ ἔσχεν υἱὸν, μείνασα παρθένος, ἀλλὰ τὸν τοῦ Πατρός· περὶ οὗ καὶ Θεὸς καὶ Πατὴρ διὰ φωνῆς τοῦ Δαβὶδ βοᾷ· «Κἀγὼ πρω‐ τότοκον θήσομαι αὐτὸν ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι | |
35 | τῆς γῆς.» Τούτου καὶ ὁ πάνσοφος Παῦλος διαμνη‐ μονεύει λέγων· «Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότο‐ κον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτω‐ σαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ·» Εἶτα πῶς εἰσβέ‐ βηκεν εἰς τὴν οἰκουμένην; Ἔξω γὰρ ὑπάρχει αὐτῆς, | |
40 | οὐ τοπικῶς μᾶλλον, ἀλλὰ φυσικῶς· ἕτερος γὰρ κατὰ φύσιν ἐστὶ παρά γε τοὺς κατὰ πᾶσαν τὴν οἰκουμέ‐ νην. Εἰσβέβηκε δὲ εἰς αὐτὴν γενόμενος ἄνθρωπος, καὶ μέρος αὐτῆς χρηματίσας διὰ τὴν σάρκωσιν· καί‐ τοι γὰρ μονογενὴς ὑπάρχων θεϊκῶς, ἐπειδὴ γέγονεν | |
45 | ἡμῶν ἀδελφὸς, ταύτῃ τοι καὶ ὠνομάσθη πρωτότοκος, ἵνα ὡς ἀπαρχὴ τῆς τῶν ἀνθρώπων υἱοθεσίας γεγο‐ νὼς, καὶ ἡμᾶς υἱοὺς Θεοῦ γενέσθαι παρασκευάσῃ. (E f 73, F f. 758) Ὥστε τὸ πρωτότοκον, περὶ τῆς οἰκονομίας εἰρῆσθαι νόμιζε· κατὰ γὰρ τὴν θεότητα | |
72.485(50) | μονογενής· πάλιν μονογενὴς μὲν καθ’ ὃ Λόγος ἐστὶν ἐκ Πατρός· ἀδελφοὺς κατὰ φύσιν οὐκ ἔχων, οὐδὲ ἑτέρῳ τινὶ συνταττόμενος· εἷς γὰρ καὶ μόνος ὁ | |
ὁμοούσιος τῷ Πατρὶ Υἱὸς τοῦ Θεοῦ· πρωτότοκον δὲ | ||
72.488 | διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν. Ὅτε μὲν οὖν μονογενὴς ὀνομάζεται, οὐδεμιᾶς αὐτῷ προσπε‐ πλεγμένης αἰτίας, καθ’ ἥν ἐστιν μονογενὴς, τοῦτο καλεῖται, ἀλλ’ ἀπολελυμένως, Μονογενὴς Θεὸς ὢν | |
5 | εἰς τὸν κόλπον τοῦ Πατρός. Ὅτε δὲ πρωτότοκον αὐτὸν αἱ θεῖαι καλοῦσι Γραφαὶ, εὐθὺς ἐπιφέρουσι καὶ ὦν ἐστι πρωτότοκος, καὶ τὴν αἰτίαν δι’ ἣν καὶ ταύτην ἔχει τὴν ἐπωνυμίαν. Φασὶ γὰρ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν· τὸ μὲν, | |
10 | καθ’ ὃ γέγονεν ὅμοιος ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρ‐ τίας· τὸ δὲ, καθ’ ὃ πρῶτος αὐτὸς εἰς ἀφθαρσίαν τὴν ἑαυτοῦ σάρκα ἀνέστησε· καὶ ἔστη μονογενὴς μὲν κατὰ φύσιν, ἅτε δὴ μόνος ὢν ἐκ Πατρὸς Θεὸς ἐκ Θεοῦ, καὶ μόνος ἐκ μόνου, Θεὸς ἐκ Θεοῦ ἀναλάμψας, | |
15 | καὶ φῶς ἐκ φωτός· πρωτότοκος δὲ δι’ ἡμᾶς ἵν’ ἐπειδὴ καλεῖται τῶν πεποιημένων πρωτότοκος, δι’ αὐτὸν σώζηται τὰ κατ’ αὐτόν· εἰ γὰρ δεῖ πάντως αὐτὸν εἶναι πρωτότοκον, μενοῦσι πάντως καὶ ὧν ἐστι πρωτότοκος· εἰ δὲ, κατ’ Εὐνόμιον, πρωτότοκος | |
20 | ἐκ Θεοῦ λέγεται ὡς τῶν πολλῶν πρῶτος γεννηθεὶς, ἔστι δὲ καὶ ἐκ Παρθένου πρωτότοκος, εἴη ἂν καὶ ἐξ αὐτῆς ὡς πρῶτος ἑτέρου· εἰ δὲ μόνος, ἀλλ’ οὐ πρὸ ἄλλων γεννηθεὶς, ἐκ Μαρίας πρωτότοκος κέκληται, καὶ ἐκ Θεοῦ ἄρα πρωτότοκος, οὐχ ὡς πολλῶν πρῶτος, | |
25 | ἀλλ’ ὡς μόνος γεννηθείς. Ἔτι εἰ τὰ πρῶτα τῶν δευτέρων αἴτια ὡμολόγηται, πρῶτον δὴ ἦν Θεὸς καὶ Θεοῦ Υἱὸς, τῶν ἄρα υἱῶν λεγομένων αἴτιος ὁ Υἱὸς, ὡς ἐξ ἐκείνου λαχόντων τὴν κλῆσιν. Ὁ ἄρα αἴτιος τῶν δευτέρων υἱῶν, λέγοιτ’ ἂν πρωτότοκος δικαίως, | |
30 | οὐχ ὡς πρῶτος ἐκείνων ὑπάρξας, ἀλλ’ ὡς πρῶτος τῆς υἱοῦ προσηγορίας γενόμενος αὐτοῖς αἴτιος· καὶ ὥσπερ τὸ λέγεσθαι πρῶτον τὸν Πατέρα· «Ἐγὼ γὰρ, φησὶν, εἰμὶ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα,» οὐκ ἀναγκάσει πάντως αὐτὸν συγγενῆ τοῖς μετ’ αὐτὸν νοεῖσθαι, | |
35 | οὕτω κἂν πρῶτος λέγηται τῆς κτίσεως ὁ Υἱὸς, εἴτ’ οὖν πρωτότοκος πρὸ πάσης κτίσεως, οὐ πάντως ἔσται τῶν ποιημάτων εἷς· ἀλλ’ ὥσπερ ὁ Πατὴρ ἀρ‐ χὴν ἑαυτὸν τῶν πάντων ἀποδεικνύων ἔλεγεν, «Ἐγώ εἰμι πρῶτος,» οὕτω καὶ ὁ Υἱὸς πρῶτος τῆς κτίσεως | |
40 | λέγεται· δι’ αὐτοῦ γὰρ τὰ πάντα γέγονεν, καὶ αὐτός ἐστιν ἡ πάντων κτισμάτων ἀρχὴ, ὡς Κτίστης καὶ Δημιουργός. | |
45 | Καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ. (A f. 29, E f. 78 b, F f. 763, H f. 81 b) Εὗρεν ἀποκτηνωθέντα τὸν ἄνθρωπον· διὰ τοῦτο ἐν φάτνῃ ὡς ἐν τάξει τροφῆς τέθειται, ἵνα τὸν κτηνοπρεπῆ μεταμείψαντες βίον, εἰς τὴν ἀνθρώπῳ πρέπουσαν | |
72.488(50) | ἀνακομισθῶμεν σύνεσιν· καὶ οἱ κτηνώδεις τῇ ψυχῇ, προσελθόντες τῇ οἰκείᾳ τραπέζῃ τῇ φάτνῃ, εὕρωμεν μηκέτι χόρτον, ἀλλ’ ἄρτον τὸν ἐξ οὐρανοῦ, τὸ τῆς | |
ζωῆς σῶμα. | ||
72.489 | Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυ‐ λοῦντες. (B f. 23 b.) Ποιμέσι δὲ πρῶτον ἀποκαλύπτεται τὸ ὑπὸ τῶν ἀγγέλων ὑμνούμενον μυστήριον, οἵτινες | |
5 | τύπον ἐπεῖχον τῶν τὰς Ἐκκλησίας μελλόντων ποι‐ μαίνειν· αὐτοὺς γὰρ ἔδει καὶ πρώτους ἀκούειν τὸ, Ἐπὶ γῆν εἰρήνη, διότι καὶ οἱ πνευματικοὶ ποιμένες ἔμελλον τὴν εἰρήνην ἐπιφωνεῖν παντὶ τῷ τῆς Ἐκ‐ κλησίας πληρώματι· ἔτι δὲ τὸ τῶν ποιμένων πρόσ‐ | |
10 | ωπον, καὶ ἡ γενομένη διὰ τῆς ἀποκαλύψεως αὐτοῖς χαρὰ σημαίνει σαφῶς, ὡς ἐπὶ τὸ πλανώμενον ἦλθε πρόβατον ὁ ποιμὴν ὁ καλός· ποιμένας γὰρ οὐδὲν οὕ‐ τως εὐφραίνειν οἶδεν, ὡς ἡ τοῦ ἀπολωλότος βοσκή‐ ματος εὕρεσις· ὅπερ οὐκ ἦν ἑτέρου τινὸς εὑρεῖν, ἢ | |
15 | τοῦ ἀρχιποίμενος Χριστοῦ. Εἶτα ἐπειδὴ Βηθλεὲμ οἶκος ἄρτου ἑρμηνεύεται, ποῦ ἔμελλον οἱ ποιμένες μετὰ τὸ κήρυγμα τῆς εἰρήνης ἐπείγεσθαι, ἢ ἐπὶ τὸν πνευματικὸν οἶκον τοῦ οὐρανίου ἄρτου, τοὐτέστι τὴν Ἐκκλησίαν, ἐν ᾗ μυστικῶς καθ’ ἑκάστην ἱερουρ‐ | |
20 | γεῖται ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ἄρτος, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ; (A f. 29 b. B f. 23 b, E f. 79 b, F f. 764, H f. 83 b, K f. 3) Ποιμένες γεγόνασι τῶν μυσταγωγουμένων ἀπαρχή· βλέπει δὲ πάλιν ὁ τύπος εἰς ἀλήθειαν· ποι‐ | |
25 | μέσι γὰρ τοῖς πνευματικοῖς ἐμφανῆ καθίστησιν ἐαυτὸν ὁ Χριστὸς, ἵν’ αὐτὸν τοῖς ἄλλοις εὐαγγελί‐ ζωνται· καθάπερ ἀμέλει καὶ οἱ τότε ποιμένες ἐδι‐ δάσκοντο μὲν παρὰ τῶν ἁγίων ἀγγέλων, δραμόντες δὲ, τοῖς ἑτέροις ἀπήγγελλον. Ἄγγελοι δὴ οὖν τῶν | |
30 | περὶ αὐτοῦ κηρυγμάτων ἀπάρχονται· καὶ δοξολο‐ γοῦσιν ὡς Θεὸν τὸν κατὰ σάρκα ἐκ γυναικὸς παρα‐ δόξως γεγεννημένον· Θεὸς γὰρ ἦν ἐν εἴδει τῷ καθ’ ἡμᾶς ὁ τῶν ὅλων Κύριος, ἵνα λύσῃ τὴν ἀρὰν τὴν ἐπὶ τῇ πρώτῃ γυναικί· εἴρηται γὰρ πρὸς αὐτήν· | |
35 | «Ἐν λύπαις τέξῃ τέκνα.» Ὡς γὰρ εἰς θάνατον τί‐ κτουσαι, τὸ τῆς ἀνίας ἐσχήκασι κέντρον· ἐπειδὴ δὲ γυνὴ τέτοκε κατὰ σάρκα τὸν Ἐμμανουὴλ, ὅς ἐστι ζωὴ, λέλυται τῆς ἀρᾶς ἡ δύναμις, συναπέσβη τῷ θανάτῳ καὶ τὸ ἐν λύπαις γεννᾷν τὰς ἐπὶ γῆς μητέ‐ | |
40 | ρας. Βούλει καὶ ἑτέραν αἰτίαν τοῦ πράγματος ἐκμαθεῖν; Μέμνησο τοῦ σοφωτάτου Παύλου γεγρα‐ φότος περὶ Χριστοῦ· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ | |
45 | περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦ‐ μα.» Τί οὖν ἐστι τὸ, ἐν ὁμοιώματι σαρκὸς ἁμαρ‐ τίας ἀπεστάλθαι λέγειν τὸν Υἱόν; Ἐμφωλεύει μὲν | |
72.489(50) | τοῖς μέλεσι τῆς σαρκὸς ἡμῶν, τῆς ἁμαρτίας ὁ νό‐ μος, καὶ τῶν ἐμφύτων ἐπιθυμιῶν τὸ ἔκτοπον κί‐ νημα· ὁ δέ γε τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος, | |
ἁγίαν εἶχε τὴν σάρκα καὶ πάναγνον ἀληθῶς· καὶ ἐν | ||
72.492 | ὁμοιώσει μὲν τῆς ἡμετέρας σαρκὸς, οὐ μὴν ἔτι καὶ κατ’ αὐτήν· ἀπήλλακτο γὰρ εἰς ἄπαν τῶν ἐμπεφυκότων τοῖς ἡμετέροις σώμασι μολυσμῶν, κινήματος καὶ ῥοπῆς τῆς ἡμᾶς ἀποφερούσης ἐφ’ ἃ μὴ θέμις. Ἀλλ’ αὕτη μὲν ἡ αἰτία τῆς τοῦ Σωτῆρος σαρκώ‐ σεως. | |
5t | Καὶ ἐσπαργάνωσεν αὐτόν. | |
6 | (A f. 30 b, C f. 108 b, E f. 81, F f. 766, H f. 86, I f. 75) Ὅταν ἴδῃς βρέφος ἐσπαργανωμένον, μὴ μέχρι μόνης τῆς κατὰ σάρκα γεννήσεως αὐτοῦ τὴν σεαυτοῦ διάνοιαν στήσῃς, ἀλλ’ ἀναπήδησον εἰς θεω‐ | |
10 | ρίαν τῆς θεοπρεποῦς δόξης αὐτοῦ· ἀνάβηθι τὸν οὐ‐ ρανόν· οὕτως αὐτὸν ἐν τοῖς ἀνωτάτω θεωρήσεις ὑψώμασι, τὴν ὑπερτάτην ἔχοντα δόξαν, ὄψει καθ‐ ήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· ἀκούσῃ τῶν Σεραφὶμ ὑμνολογούντων αὐτὸν, πλήρη τε εἶναι | |
15 | λεγόντων τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. Γέγονε δὲ τοῦτο καὶ ἐπὶ τῆς γῆς· δόξα γὰρ Θεοῦ περιήστραψε τοὺς ποιμένας· καὶ πλῆθος ἦν στρατιᾶς οὐρανίου δοξολογούντων Χριστόν. Πλεῖστοι μὲν γὰρ ἐγεννήθησαν κατὰ καιροὺς ἅγιοι προφῆται, ἀλλ’ | |
20 | οὐδεὶς ἐκείνων ἐδοξολογήθη πώποτε διὰ φωνῆς ἀγ‐ γέλων· ἄνθρωποι γὰρ ἦσαν καὶ ἐν μέτροις τοῖς καθ’ ἡμᾶς οἰκέται Θεοῦ γνήσιοι. Χριστὸς δὲ οὐχ οὕτως· Θεὸς γάρ ἐστι καὶ Κύριος καὶ προφητῶν ἁγίων ἀποστολεὺς, καὶ ὡς ὁ Ψάλλων φησὶ, «Τίς ἐν νεφέ‐ | |
25 | λαις ἰσωθήσεται τῷ Κυρίῳ, καὶ τίς ὁμοιωθήσεται ἐν υἱοῖς Θεοῦ;» Ἡμῖν μὲν γὰρ τοῖς ὑπὸ ζυγὰ καὶ φυσικὴν δουλείαν, ἐν χάριτος τάξει προσνενέμηται παρ’ αὐτοῦ τὸ τῆς υἱότητος ὄνομα· Χριστὸς δ’ ἐστὶν ἡ ἀλήθεια, τουτέστιν ὁ τοῦ Θεοῦ καὶ Πατρὸς κατὰ | |
30 | φύσιν Υἱὸς, καὶ ὅτε γέγονε σάρξ· μεμένηκε γὰρ ὂ ἦν, καίτοι προσλαβὼν ὃ οὐκ ἦν· ὅτι ἐστὶν ἀληθὲς ὅ φημι, πιστώσεται πάλιν ὁ προφήτης Ἡσαΐας λέγων· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυ‐ | |
35 | ρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν προ‐ ελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πο‐ νηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν;» Καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς, ὅτι παιδίον νεογνὸν καὶ ἀρτιθαλὲς, | |
40 | καὶ οὐκ ἔχον ἀπὸ τοῦ χρόνου καὶ τῆς ἡλικίας τὸ δύ‐ νασθαί τι νοεῖν, ἀνικάνως ἔχει πρὸς διάκρισιν πο‐ νηροῦ τε καὶ ἀγαθοῦ πράγματος; Οἶδε γὰρ ὅλως οὐδέν· ἀλλ’ ἕν γε τῷ πάντων Σωτῆρι Χριστῷ θαῦμα μέγα καὶ ἐξαίσιον ἦν· ἤσθιε μὲν γὰρ, ὡς βρέφος ὢν | |
45 | ἔτι, βούτυρόν τε καὶ μέλι· βούτυρον δὲ καλεῖ τὸ γάλα τῆς Παρθένου ὁ προφήτης, διὰ τὸ μὴ ἐκ θηλύτητος καὶ ἡδονῆς καὶ ἐκλύσεως γεγενῆσθαι αὐτὸ, πεπηγὸς δὲ εἶναι καὶ στερεὸν, μηδὲ πικρίαν ἔχειν τῆς ἁμαρ‐ τίας, ἀλλὰ τοῦ μέλιτος τὴν γλυκύτητα· εἴ γε πάντα | |
72.492(50) | τὰ Θεοῦ, γλυκύτερά ἐστιν ὑπὲρ μέλι καὶ κηρίον. (I f. 76) Ἅμα μὲν ἐγεννήθη Χριστὸς, καὶ ἡ τοῦ διαβόλου δύναμις ἐσκυλεύετο· ἐθρησκεύετο μὲν ἐν Δαμασκῷ, καὶ πλείστους εἶχεν ἐκεῖ τοὺς προσκυ‐ νοῦντας αὐτόν· ἀλλ’ ἐν καιρῷ τοῦ τόκου τῆς ἁγίας | |
55 | Παρθένου καὶ ἡ τῆς ἐκείνου τυραννίδος ἰσχὺς | |
συνεθραύετο· ἐσαγηνεύοντο οὖν πρὸς ἐπίγνωσιν | ||
72.493 | ἀληθείας οἱ ἐξ ἐθνῶν.—(I f. 76) Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ διαφόροις ὀνόμασιν τὸν τῶν ὅλων Θεὸν ἀποκαλεῖν, καὶ ὡς ἀπό γε τῶν κατὰ και‐ ροὺς δρωμένων ἔσθ’ ὅτε προσεπινοεῖν τὰς κλήσεις· | |
5 | τοῦτο τετήρηται ἐπ’ αὐτοῦ τοῦ Χριστοῦ· Θεὸς γάρ ἐστιν ἀληθινός· ἐπιδείξειεν ἂν τό· «Ταχέως σκύ‐ λευσον, ὀξέως προνόμευσον.»—(I f. 78 b) Ἀρχὴ γὰρ αὐτοῦ γέγονεν ὁ σταυρὸς, δι’ οὗ βεβασίλευκεν τῆς ὑπ’ οὐρανόν· εἴπερ ἐστὶν ἀληθὲς ὅτι γέγονεν ὑπ‐ | |
10 | ήκοος τῷ Πατρὶ μέχρι θανάτου σταυροῦ.—(I f. 82) Ἐπιτήρησον, ἀγαπητὲ, καὶ σύνες, ὅτι οὐκ εἰς τὰς τῶν ἐθνῶν συνηθείας ἐξέβησαν οἱ ἡγιασμένοι διὰ τῆς πίστεως, ἀλλ’ εἰς τὰς αὐτῶν μᾶλλον εἰσῆλθον οἱ κεκλημένοι· κρεοφαγοῦσιν μὲν οἱ θῆρες, λύκος τε | |
15 | καὶ λέων, ἄρκος τε καὶ πάρδαλις· ποαφάγα δέ εἰσι τὰ τῶν ζώων ἥμερα, ἔριφοί τε καὶ ἄρνες καὶ μό‐ σχοι. Ἀλλ’ οἱ θῆρες δὲ, φησὶν, τοῖς ἡμέροις συν‐ βοσκήσονται, καὶ τὰς αὐτῶν ἔδονται τροφάς. Οὐκοῦν οὐ τὰ ἥμερα πρὸς τὰς τῶν ἀγρίων ἐκβέβηκε συν‐ | |
20 | ηθείας, ἐκεῖνα δὲ μᾶλλον εἰς τὰς τούτων, ὡς ἔφην, μεταπεφοίτηκε. Μετέστησαν γοῦν ἐξ ἀγρίου φρονή‐ ματος εἰς τὴν ἁγίοις πρέπουσαν ἡμερότητα· μετα‐ βέβληνται διὰ Χριστοῦ, καὶ γεγόνασιν ἄρνες, οἱ λύ‐ κοι· αὐτὸς γὰρ ἦν ὁ ἐξημερῶν αὐτοὺς, καὶ συνείρων, | |
25 | ὡς ἔφην, τοὺς δύο λαοὺς εἰς φρόνημα τὸ θεοφιλές. Τοῦτο πάλαι καὶ ὁ ἱεροφάντης Μωϋσῆς ἀναπεφώνηκε λέγων. «Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ, δότε μεγαλωσύνην Κυρίῳ καὶ Θεῷ ἡμῶν. (A f. 30 b, E f. 82, F f. 766 b, H f. 86 b) Ἐπειδὴ | |
30 | γὰρ Θεὸς ἦν ἀποῤῥήτως σεσαρκωμένος, μόνος ᾔδει τὸ ἀγαθὸν, καὶ πονηρίας τῆς ἐν ἀνθρώποις ἐλεύθε‐ ρος ἦν· ἴδιον δὲ τοῦτο τῆς ἀνωτάτω πασῶν οὐσίας· τὸ γὰρ φύσει καὶ ἀραρότως καὶ ἀμεταπτώτως ἀγα‐ θὸν, πρέποι ἂν αὐτῇ τε καὶ μόνῃ ἰδικῶς· «Οὐδεὶς | |
35 | γὰρ ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς,» κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Οὐκοῦν, μὴ ὡς βρέφος ἴδῃς ἁπλῶς τὸν ἐν φάτνῃ κείμενον, ἀλλ’ ἐν πτωχείᾳ τῇ καθ’ ἡμᾶς τὸν πλούσιον ὡς Θεὸν, καὶ διὰ τοῦτο δοξολο‐ γούμενον καὶ παρ’ αὐτῶν τῶν ἁγίων ἀγγέλων· ὁποῖος | |
40 | καὶ ὁ ὕμνος ἦν· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Ἄγγελοι μὲν γὰρ καὶ πᾶσαι αἱ ἀνωτάτω δυνάμεις τὴν ἐκνεμη‐ θεῖσαν αὐτοῖς σώζοντες τάξιν, καὶ εἰρηνεύουσι πρὸς Θεόν· κατ’ οὐδένα γὰρ τρόπον τὸ αὐτῷ δοκοῦν παρα‐ | |
45 | τρέχουσιν, ἀλλ’ εἰσὶν ἐν ἑδραιότητι τῇ κατὰ δικαιο‐ σύνην καὶ ἁγιασμόν· ἡμεῖς δὲ οἱ τάλανες, τοῖς τοῦ Δεσπότου θελήμασι τὰς ἑαυτῶν ἐπιθυμίας ἀντανα‐ στήσαντες, πολεμίων ἐν τάξει γεγόναμεν αὐτῷ. Λέ‐ λυται δὲ τοῦτο διὰ Χριστοῦ· καὶ γάρ ἐστιν αὐτὸς ἡ | |
72.493(50) | εἰρήνη ἡμῶν, καὶ συνῆψε ἡμᾶς δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ, τὴν ἐχθροποιὸν ἁμαρτίαν ἐκ μέσου τι‐ θεὶς, καὶ δικαιῶν ἐν πίστει, καὶ καλῶν ἐγγὺς τοὺς ὄντας μακράν· καὶ καθ’ ἕτερον δὲ τρόπον, κτίσας | |
τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰ‐ | ||
72.496 | ρήνην, καὶ ἀποκαταλλάττων ἀμφοτέρους ἐν ἐνὶ σώ‐ ματι πρὸς τὸν Πατέρα· εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, συν‐ εῖραί τε τοῖς ἄνω τὰ κάτω, καὶ ἀγέλην ἀποφῆναι | |
5 | μίαν, τούς τε ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· γέγονεν οὖν ἡμῖν εἰρήνη τε καὶ εὐδοκία Χριστός. Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, κ.τ.λ. (B f. 24 b) Ἔστι νοεῖν ὡς ἀρχάγγελος ἦν, ὁ τοῖς ποιμέσι τὴν χαρὰν εὐαγγελισάμενος, ἅμα τῇ ὑπ’ | |
10 | αὐτὸν στρατιᾷ κατιὼν ἐπὶ τὰ τῆς σωτηρίας τῶν ἀν‐ θρώπων εὐαγγέλια· κἂν τέως μονώτατος αὐτοῖς διελέγετο, μὴ ὑποπιπτούσης ταῖς αὐτῶν ὄψεσι τῆς ὑπ’ αὐτὸν στρατιᾶς, διὰ τὸ τῆς φύσεως ἀόρατον. Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ | |
15 | αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως. (A f. 33 b, E f. 89, H f. 96) Τέως οὖν ἴδομεν αὐ‐ τὸν, διὰ τῶν ἀρτίως ἀνεγνωσμένων, τοῖς διὰ Μωϋ‐ σέως εἴκοντα νόμοις· μᾶλλον δὲ τὸν νομοθέτην αὐ‐ τὸν καὶ Θεὸν, ὡς ἄνθρωπον τοῖς ἑαυτοῦ θεσπίσμα‐ | |
20 | σιν ὑποκείμενον· καὶ διὰ ποίαν αἰτίαν, διδάξει λέ‐ γων ὁ σοφώτατος Παῦλος· «Ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμε‐ | |
25 | νον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ.» Οὐκοῦν τῆς τοῦ νόμου κατάρας ἐξεπρίατο Χριστὸς τοὺς ὄντας μὲν ὑπὸ νόμον, οὐ μὴν ἔτι [E sine ἔτι] καὶ τετηρηκότας αὐτόν. Ἐξεπρίατο δὲ πῶς; Πληρώ‐ σας αὐτόν. Καὶ καθ’ ἕτερον δὲ τρόπον· Ἵνα λύσῃ τῆς | |
30 | ἐν Ἀδὰμ παραβάσεως τὰ ἐγκλήματα, εὐπειθῆ καὶ εὐήνιον πρὸς πᾶν ὁτιοῦν ἑαυτὸν παρέστησεν ὑπὲρ ἡμῶν τῷ Θεῷ καὶ Πατρί· γέγραπται γὰρ, ὅτι «Ὥσ‐ περ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτω‐ λοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπ‐ | |
35 | ακοῆς τοῦ ἑνὸς, δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Ὑφῆκε τοίνυν τῷ νόμῳ μεθ’ ἡμῶν τὸν αὐχένα, οἰ‐ κονομικῶς καὶ τοῦτο πράττων· ἔπρεπε γὰρ αὐτῷ πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἐνστάσης δὴ οὖν τῆς ὀγδόης, ἐν ᾗ σύνηθες ἦν τὴν ἐν σαρκὶ τελεῖσθαι περι‐ | |
40 | τομὴν, κατά γε τὸ δοκοῦν τῷ νόμῳ, περιτέμνεται καὶ αὐτὸς ὁ τὸν νόμον δοὺς τῷ Μωϋσῇ, καὶ πρὸ τούτου τῷ Ἀβραάμ. Δέχεται καὶ τὸ ὄνομα, τουτέστι τὸ, Ἰησοῦς· ἑρμηνεύεται δὲ τοῦτο, Σωτηρία λαοῦ· οὕτω γὰρ ἠθέλησεν ὁ Θεὸς καὶ Πατὴρ ὀνομάζεσθαι τὸν | |
45 | ἴδιον Υἱὸν γεννηθέντα κατὰ σάρκα ἐκ γυναικός· | |
γέγονε γὰρ τότε σωτηρία λαοῦ, καὶ οὐχ ἑνὸς, μᾶλλον | ||
72.497 | δὲ παντὸς ἔθνους, καὶ πάσης τῆς ὑπ’ οὐρανόν· ἐν ταὐτῷ τοιγαροῦν τὸ τῆς περιτομῆς ἐτελεῖτο χρῆμα, καὶ τὴν κλῆσιν ἐδέχετο. Καὶ τί τὸ αἴνιγμα, φέρε δὴ πάλιν ἴδωμεν. Ὁ μα‐ κάριος ἔφη Παῦλος· «Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ | |
5 | ἡ ἀκροβυστία οὐδέν ἐστιν.» Ἆρ’ οὖν τὸ μηδὲν τη‐ ρεῖσθαι προστέταχε διὰ τοῦ πανσόφου Μωϋσέως ὁ τῶν ὅλων Θεὸς, καὶ κόλασιν ἐπαρτήσας τοῖς παραβαίνου‐ σιν αὐτήν; Ναὶ, φαίην ἄν· ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν τοῦ πράγματος φύσιν, οὐδέν ἐστιν παντελῶς· | |
10 | ὠδίνει δὲ μυστηρίου τύπον· κατὰ γὰρ τὴν ὀγδόην ἡμέραν ἀνεβίω Χριστὸς ἐκ νεκρῶν, καὶ δέδωκεν ἡμῖν τὴν ἐν πνεύματι περιτομήν. Προστέταχε γὰρ τοῖς ἁγίοις ἀποστόλοις, «Πορευθέντες μαθητεύ‐ σατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ | |
15 | ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύ‐ ματος.» Τελεῖσθαι δέ φαμεν τὴν ἐν πνεύματι περι‐ τομὴν ἐν καιρῷ μάλιστα τοῦ ἁγίου βαπτίσματος, ὅτε καὶ μετόχους ἡμᾶς ἀποφαίνει Χριστὸς τοῦ ἁγίου Πνεύματος.—(E f. 89 b) Καὶ τούτου πάλιν εἰς τύπον | |
20 | ἦν ὁ ἀρχαῖος ἐκεῖνος Ἰησοῦς, ὁ μετὰ Μωϋσέα στρατηγήσας· διεβίβασε γὰρ πρότερον τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραήλ· εἶτα καθίσας εὐθὺς μαχαίραις περιέτεμε πετρίναις. Οὐκοῦν ὅτε διαβῶμεν τὸν Ἰορ‐ δάνην, τότε Χριστὸς ἡμᾶς περιτέμνει τῇ δυνάμει τοῦ | |
25 | ἁγίου Πνεύματος· οὐ σάρκα καθαίρων, ἀποκείρων δὲ μᾶλλον τὸν ἐν ψυχαῖς μολυσμόν. Ἐν ὀγδόῃ τοιγαροῦν περιτέμνεται Χριστὸς, καὶ τὴν κλῆσιν, ὡς ἔφην, λαμβάνει. Τότε γὰρ, τότε σεσώσμεθα παρ’ αὐ‐ τοῦ καὶ δι’ αὐτοῦ· «Ἐν ᾧ γὰρ, φησὶ, περιετμήθητε | |
30 | περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώμα‐ τος τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συντα‐ φέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρ‐ θητε.» Οὐκοῦν ὁ θάνατος αὐτοῦ ὑπὲρ ἡμῶν γέγονε, καὶ ἡ ἀνάστασις καὶ ἡ περιτομή· ἀπέθανε γὰρ, ἵνα | |
35 | ἡμεῖς οἱ συναποθανόντες αὐτῷ, αὐτοῦ ἀποθανόντος τῇ ἁμαρτίᾳ, μηκέτι ζήσωμεν τῇ ἁμαρτίᾳ. Διὸ εἴρη‐ ται· «Εἰ συναπεθάνομεν, καὶ συζήσομεν» Ἀποθανεῖν δὲ λέγεται τῇ ἁμαρτίᾳ, οὐχ ὅτι ἥμαρτεν («Οὐδὲ γὰρ ἁμαρτίαν ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν | |
40 | τῷ στόματι αὐτοῦ»), ἀλλὰ διὰ τὴν ἐμὴν ἁμαρτίαν. Ὥσπερ οὖν συναπεθάνομεν αὐτῷ ἀποθνήσκοντι, καὶ συναναστῶμεν αὐτῷ. Πάλιν ἐπειδὴ γέγονεν μεθ’ ἡμῶν ὁ Υἱὸς, καίτοι Θεὸς ὢν φύσει καὶ τῶν ὅλων Κύριος, ταύτῃ τοι καὶ | |
45 | τὸ καθ’ ἡμᾶς οὐκ ἀτιμάζει μέτρον, ἀλλὰ μεθ’ ἡμῶν ὑπὸ τὸν αὐτὸν νόμον γέγονε, καίτοι νομοθέτης ὢν αὐτὸς ὡς Θεός· περιτέμνεται ὀκταήμερος μετὰ Ἰου‐ δαίων, ἵνα τὴν συγγένειαν βεβαιώσῃ, ὅπως μὴ ἀρ‐ νήσωνται αὐτόν· ἐκ σπέρματος γὰρ Δαβὶδ προσεδο‐ | |
72.497(50) | κᾶτο ὁ Χριστός· καὶ ἔδειξε τὸ τεκμήριον τῆς συγγε‐ νείας. Εἰ γὰρ καὶ περιτμηθέντος αὐτοῦ ἔλεγον, Τοῦτον οὐκ οἴδαμεν πόθεν ἐστίν· εἰ μὴ περιετμήθη | |
κατὰ σάρκα, καὶ τὸν νόμον ἐφύλαξεν, ἔσχεν ἂν πρό‐ | ||
72.500 | φασιν εὔλογον αὐτῶν ἡ ἄρνησις· μετὰ μέντοι τὸ περι‐ τμηθῆναι αὐτὸν, πέπαυται ἡ περιτομὴ, εἰσαχθέντος ἡμῖν τοῦ σημαινομένου δι’ αὐτῆς, ἤτοι τοῦ βαπτίσμα‐ τος· διὰ τοῦτο ἡμεῖς οὐκέτι περιτεμνόμεθα. Δοκεῖ γάρ | |
5 | μοι ἡ περιτομὴ τρία τινὰ πραγματεύεσθαι· ἐν μὲν, οἱονεὶ σημείῳ τινὶ καὶ σφραγίσει τοὺς ἐγγόνους Ἀβραὰμ ἀφορίζουσα, καὶ τῶν λοιπῶν ἐθνῶν δια‐ στέλλουσα· δεύτερον, ἐν ἑαυτῇ τὴν τοῦ θείου βα‐ πτίσματος προτυποῦσα χάριν καὶ δύναμιν· ὥσπερ | |
10 | γὰρ ὁ περιτεμνόμενος, εἰς λαὸν Θεοῦ διὰ τῆς σφρα‐ γῖδος πάλαι ἐχρημάτιζεν· οὕτως ὁ βαπτιζόμενος σφραγῖδα τὸν Χριστὸν ἐν ἑαυτῷ τυπωσάμενος, εἰς υἱοθεσίαν Θεοῦ ἀναγράφεται. Καὶ τρίτον, σύμβολον τῶν ἐν χάριτι καθισταμένων πιστῶν, οἳ τῶν σαρκι‐ | |
15 | κῶν ἡδονῶν καὶ παθῶν τὰς ἐπαναστάσεις τῷ τμη‐ τικῷ τῆς πίστεως λόγῳ, καὶ πόνοις ἀσκητικοῖς ἐκ‐ τέμνουσι καὶ ἀπονεκροῦσιν, οὐ σῶμα τέμνοντες, ἀλλὰ τὴν καρδίαν καθαίροντες, καὶ πνεύματι οὐ γράμματι περιτεμνόμενοι· ὧν καὶ τὸν ἔπαινον (E f. | |
20 | 90) οὐκ ἀνθρωπίνης ἐπικρίσεως δεῖσθαι, ἀλλὰ τῆς ἄνωθεν ἠρτῆσθαι ψήφου, Παῦλος ὁ θεῖος διαμαρ‐ τύρεται. (E f. 120 b, K f. 4 b) Ἰόντος τοίνυν τοῦ νόμου κατὰ γυναικὸς ἁπάσης τικτούσης ἄρσεν ἢ θῆλυ, καὶ | |
25 | γενικωτάτην ἡμῖν ποιουμένου τὴν κατάῤῥησιν, ὑπ‐ εξαίρεται τῆς δυσφημίας ἡ ἁγία Παρθένος, ἧς ἐκ‐ φῦναί φαμεν τὸ κατὰ σάρκα Χριστόν. Θέα γὰρ, εἴ σοι δοκεῖ, τοῦ νόμου τὸ ἀκριβές· «Γυνὴ» γὰρ, φησὶ, καὶ οὐ πᾶσα τυχὸν ἀδιακρίτως, ἀλλ’ «ἥτις ἂν σπερ‐ | |
30 | ματισθῇ καὶ τέκῃ ἄρσεν, ἀκάθαρτος ἔστω.» Ἐνταῦθα δὲ ἐκ Πνεύματος ἁγίου τὸ θεῖον συνέστη σῶμα, πλαστουργούμενον ἀῤῥήτως ἐν τῇ ἁγίᾳ Παρθένῳ, καὶ τῶν τῆς φύσεως νόμων ὀλίγα πεφροντικός· ἥκιστα γὰρ σπερματικῆς ἐδεῖτο καταβολῆς ὁ τῶν | |
35 | ἁγίων πρωτότοκος, ἡ ἀπαρχὴ λαχόντων τὴν ἐκ Θεοῦ διὰ Πνεύματος ἀναγέννησιν· περὶ ὧν εἴρηται σαφῶς· «Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς ἢ ἀν‐ δρὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν.» Διέδρα δὴ οὖν τὴν ἐκ νόμου καταβοὴν ἡ ἁγία Παρθένος, σπερματισθεῖσα | |
40 | μὲν οὐδαμῶς, ἐνεργείᾳ δὲ τῇ διὰ Πνεύματος τὸ θεῖον ἡμῖν ἀποκυήσασα βρέφος. (E f. 120, H f. 103 b) Μετὰ τὸ περιτμηθῆναι, τὸν τοῦ καθαρισμοῦ πάλιν ἀναμένει καιρόν· καὶ ὅτε ἐπληρώθησαν αἱ ἡμέραι (πλήρωσις δὲ ἡμερῶν ἡ | |
45 | τεσσαρακοστὴ ἦν), τότε ἀνάγεται εἰς Ἱεροσόλυμα, καὶ εἰς ὄψιν ἄγεται τοῦ Πατρὸς, ὡς ἄνθρωπος καθ’ ἡμᾶς, ὁ συνεδριάζων αὐτῷ Θεὸς Λόγος, ὁ καὶ διὰ τῆς τοῦ νόμου σκιᾶς ἐν τοῖς πρωτοτόκοις γραφόμενος. Ἅγια γὰρ καὶ ἱερὰ τῷ Θεῷ καὶ τὰ πρὸ τῆς ἐναν‐ | |
72.500(50) | θρωπήσεως πρωτότοκα, ἅπερ ἔθυον αὐτῷ κατὰ νό‐ μον. Ὢ μεγάλης οἰκονομίας! ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Ὁ ἐν κόλποις ὢν τοῦ Πα‐ τρὸς, ᾧ τὰ πάντα προσάγεται δουλοπρεπῶς, ὁ ταῖς | |
παρὰ πάντων λατρείαις δοξαζόμενος, ὅτε γέγονεν ἐν | ||
72.501 | τοῖς τῆς ἀνθρωπότητος μέτροις, τῷ ἰδίῳ Γεννήτορι προσφέρει θυσίαν. ᾯ τοῦ παραδόξου πράγματος! Τοὺς τοῦ νόμου τύπους τετήρηκεν ἡ ἀλήθεια. Διὰ ποίαν αἰτίαν; Ὅτι καὶ νομοθέτης ἦν ὡς Θεὸς, καὶ | |
5 | ὑπὸ νόμον ὡς ἄνθρωπος. Τί δὲ δὴ προσκεκόμικεν; Ὡς πρωτότοκος καὶ ἄρσην, ζεῦγος τρυγόνων καὶ δύο νεοσσοὺς περιστερῶν, κατὰ τὸ τῷ νόμῳ διηγο‐ ρευμένον. Ἀλλὰ τί βούλεται ταῦτα δηλοῦν; Ἡ μὲν τρυγὼν, ἔστι λαλίστατον ἐν στρουθίοις· ἡ δὲ περι‐ | |
10 | στερὰ, ζῶον ἤπιον καὶ πρᾶον. Γέγονε δὲ τοιοῦτος εἰς ἡμᾶς ὁ τῶν ὅλων Ποιητὴς καὶ Κύριος, πραότητα μὲν τὴν εἰς ἄκρον ἔχων, τρυγόνος δὲ δίκην κατα‐ κηλήσας τὴν ὑπ’ οὐρανὸν καὶ τῆς ἑαυτοῦ καλλιφω‐ νίας τὸν ἴδιον ἀμπελῶνα πληρῶν, τουτέστιν ἡμᾶς | |
15 | τοὺς πιστεύσαντας εἰς αὐτόν. Γέγραπται γοῦν ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων, ὅτι «Φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν· αἱ ἄμπελοι κυπρίζουσι·» λελάληκε γὰρ πρὸς ἡμᾶς τὸ θεῖόν τε καὶ εὐαγγελικὸν κήρυγμα, τὸ παντὸς τοῦ κόσμου σωτήριον, ὁ Χριστός. | |
20 | Ἐσφάζετο μὲν οὖν τρυγὼν καὶ περιστερὰ, ἵνα πάλιν αὐτὸς ὡς διὰ τύπων ἡμῖν σημαίνηται, τὸν ὑπὲρ τῆς κόσμου ζωῆς ὑπομένων θάνατον κατὰ σάρκα. Αὐτὸς γάρ ἐστιν ἡ εὐφωνοτάτη τρυγὼν, αὐτὸς ἡ ἀκέραιος περιστερά. Ἑαυτὸν οὖν ἄρα προσκεκόμικεν ὁ Χρι‐ | |
25 | στὸς καθ’ ἕνα καιρὸν ὁμοῦ τοῖς τύποις τὴν ἀλήθειαν εἰς ὀσμὴν εὐωδίας, ἵν’ ἡμᾶς δι’ ἑαυτοῦ προσαγάγῃ τῷ Θεῷ καὶ Πατρὶ, λύσῃ τε οὔτω τὴν ἐφ’ ἡμᾶς γενο‐ μένην ἀποστροφὴν, διά τε τὴν ἐν Ἀδὰμ παράβα‐ σιν, καὶ τὴν κατὰ πάντων ἡμῶν τυραννήσασαν | |
30 | ἁμαρτίαν, καὶ οὕτως ἐπισκοπῆς ἀξιώσῃ τῆς πατρι‐ κῆς. Ἡμεῖς γὰρ ἧμεν οἱ πάλαι βοῶντες· «Ἐπιβλέ‐ ψον ἐπ’ ἐμὲ, καὶ ἐλέησόν με,» ὡς ὁ Ψάλλων φησίν. «Ὀφθαλμοὶ γὰρ, φησὶ, Κυρίου ἐπὶ δικαίους.» Οὐ γὰρ ἐπιβλέπει Κύριος τοὺς ταῖς ἁμαρτίαις ἐνεχομέ‐ | |
35 | νους, ἀλλ’ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντα αὐτοῦ τοὺς θείους λόγους· ἔδει οὖν καθαρθῆναι πρό‐ τερον ἡμᾶς, καὶ οὕτως ἀξιωθῆναι Θεοῦ ἐποψίας· κεκερδάκαμεν δὲ τοῦτο διὰ τοῦ πάντων Σωτῆρος Χριστοῦ γεννωμένου ἐκ γυναικὸς, καὶ γενομένου ὑπὸ νόμον. | |
40 | Ἀλλὰ ζητητέον πρῶτον μὲν, περὶ τίνος γέγραπται τὸ περὶ τοῦ καθαρισμοῦ αὐτῶν· δεύτερον δὲ, περὶ τοῦ παραστῆσαι αὐτὸν τῷ Κυρίῳ· καὶ τρίτον, τί σημαί‐ νει τὸ ζεῦγος τῶν τρυγόνων, καὶ οἱ δύο νεοσσοὶ τῶν περιστερῶν. Εἰ γὰρ τὸ περὶ τοῦ καθαρισμοῦ αὐτῶν, | |
45 | περὶ τῆς ἁγίας Θεοτόκου, ἢ περὶ τοῦ μακαρίου Ἰω‐ σὴφ, ἢ περὶ τοῦ Κυρίου νομίσει τις λέγεσθαι, ἀσε‐ βήσει. Οὔτε γὰρ ὁ Ἰωσὴφ ἔγνω τὴν ἁγίαν Παρθένον, οὔτε αὐτὴ ἐν ἀνομίαις συνέλαβε, καθὼς αἱ ἄλλαι γυναῖκες, ἵνα περὶ τοῦ καθαρισμοῦ ἑαυτῶν προσεν‐ | |
72.501(50) | έγκωσιν· ἀλλ’ ἀσπόρως συνέλαβε, καὶ ἀφθόρως ἔτε‐ | |
κεν. Ὅπου δὲ οὐ γυναικὸς καὶ ἀνδρὸς σύνοδος, οὐχ | ||
72.504 | ὕπνος καὶ ἡδονὴ, οὐ συνδυασμὸς καὶ μίξις, τίς χρεία καθαρισμοῦ; Ἀλλ’ οὐδὲ περὶ τοῦ Κυρίου τοῦτο εἴρη‐ ται, τοῦ ἀκηράτου καὶ ὑπὲρ πᾶσαν καθαρότητα. Καὶ τοῦ δοῦναι θυσίαν, κ.τ.λ. | |
5 | (A f. 36 b, E f. 121, H f. 105 b) Πάλιν συνετέ‐ λεσε τοῖς δασμολογοῦσι τὸ δίδραχμον, καίτοι συντε‐ λέσαι μὴ ὀφείλων διά γε τὸ εἶναι κατὰ ἀλήθειαν Υἱός· συντετέλεκε δὲ, ὅτε γέγονεν ὑπὸ νόμον. Ἔδει γὰρ, ἔδει πληροῦν τὴν οἰκονομίαν, ἣν κατεδέξατο δι’ ἡμᾶς. | |
10 | Αὐτὸν δὲ δὴ καὶ ἐν τῇ τοῦ διδράχμου καταβολῇ γρα‐ φόμενον ὡς Σωτῆρα καὶ Λυτὴν εὑρήσομεν. Ἦν μὲν γὰρ τὸ δίδραχμον, νομίσματος εἶδος, βασιλικὴν ἔχον‐ τος εἰκόνα, συνετελεῖτο δὲ κατὰ τὸν νόμον ὑπὲρ δύο κεφαλῶν. Ὅρα τοίνυν ἐν τῷ διδράχμῳ πάλιν τὸν Χρι‐ | |
15 | στὸν ἀνατυπούμενον. Αὐτὸς γὰρ ὑπάρχων ἡ εἰκὼν τοῦ Πατρὸς, ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, τὸ νόμισμα τὸ ἐξ οὐρανοῦ, προσεκόμισεν ἑαυτὸν τῶν δύο λαῶν τὸ ἀντίλυτρον, τοῦ τε ἐξ Ἰουδαίων, φημὶ, καὶ τοῦ ἐξ ἐθνῶν. | |
20 | Καὶ αὐτὸς ἐδέξατο αὐτὸν ἐν ἀγκάλαις αὑτοῦ. (A f. 38, C f. 109, E f. 125, M f. 258 b) Εἰσ‐ εφέρετο μὲν ἐν τῷ ἱερῷ ὁ Χριστὸς βρέφος ὢν ἔτι βραχύ τε καὶ ὑπομάζιον, καὶ τὰ ὡρισμένα τῷ νόμῳ προσῆγε, ζεῦγος τρυγόνων καὶ δύο νεοσσοὺς | |
25 | περιστερῶν· σωφροσύνης τε καὶ πραότητος ὁ τύπος, οὐ μὴν δὲ ἀλλὰ καὶ βίου διαφορᾶς, ὧν [cod. ὡς] ἀμφοτέρων νομοθέτης, γάμου τε καὶ ἀγαμίας. Εἴποις γὰρ ἂν τοὺς μὲν εὐζώνους καὶ πνευματικωτέρους καὶ τὸν μονήρη βίον ἐπανῃρημένους, εἶναι τὰς περι‐ | |
30 | στεράς· τοὺς δὲ παιδοποιίας καὶ τῆς ἄλλης οἰκονο‐ μίας πεποιημένους πρόνοιαν, τρυγόνας. Ὁ δέ γε μα‐ κάριος Συμεὼν, προφητικῇ χάριτι τετιμημένος, δέ‐ χεται μὲν εἰς ἀγκάλας αὐτὸν, θυμηδίας τε τῆς ἀνω‐ τάτω πιμπλάμενος, εὐλογεῖ τὸν Θεὸν, λέγων· «Νῦν | |
35 | ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα. Πόθεν ἀπολύεις; Ἐκ τοῦ βιωτικοῦ σκάμματος· λύτρα γὰρ καὶ δεσμω‐ τήριον ὁ βίος. Ὁ γὰρ μέλλων εἰρήνην ποιεῖν τῷ κόσμῳ παρεγένετο, ὁ συνάπτων τὸν οὐρανὸν τῇ γῇ, ὁ κατασκευάζων τὴν γῆν οὐρανὸν διὰ τῆς εὐαγγελικῆς | |
40 | διδασκαλίας. «Ὅτι εἶδον τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν.» Προητοίμαστο γὰρ τὸ Χριστοῦ μυστήριον καὶ πρὸ αὐτῆς τοῦ κόσμου καταβολῆς· πεφανέρωται δὲ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς· γέγονε δὲ φῶς ἐν σκότει καὶ πεπλανημένοις | |
45 | καὶ ὑπὸ χεῖρα πεσοῦσι διαβολικήν· κέκληνται γὰρ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ, ὅς ἐστι φῶς τὸ ἀληθινόν· ἀλλὰ καὶ εἰς δόξαν τοῦ Ἰσραήλ. Εἰ γὰρ καὶ γεγόνασί τινες ἐξ αὐτῶν ὑβρι‐ σταὶ καὶ ἀπειθεῖς καὶ ἀσυνεσίας ἔμπλεῳ τὴν διάνοιαν | |
72.504(50) | ἔχοντες, ἀλλ’ οὖν σέσωσται τὸ κατάλειμμα, καὶ δεδό‐ ξασται διὰ Χριστοῦ. Ἀπαρχὴ δὲ τούτων οἱ θεσπέσιοι γεγόνασι μαθηταὶ, ὧν ἡ τῆς εὐκλείας φαιδρότης, | |
ὅλην περιαστράπτει τὴν ὑπ’ οὐρανόν· δόξα δὲ καὶ | ||
72.505 | ἑτέρως τοῦ Ἰσραὴλ ὁ Χριστὸς, ὅτι προῆλθεν ἐξ αὐ‐ τῶν κατὰ σάρκα, καίτοι Θεὸς ὢν ἐπὶ πάντας καὶ προαιώνιος. Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν | |
5 | πολλῶν ἐν τῷ Ἰσραήλ. (A f. 39, E f. 128 b) Τέθειται μὲν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Ἐμμανουὴλ εἰς τὰ θεμέλια Σιὼν, λίθος ὢν ἐκλεκτὸς ἀκρογωνιαῖος, ἔντιμος. Ἀλλ’ οἱ μὲν ἐπ’ αὐτῷ πιστεύσαντες, οὐ κατῃσχύνθησαν· οἱ δὲ ἄπιστοι, | |
10 | καὶ τὸ ἐπ’ αὐτῷ μυστήριον οὐκ ἰσχύσαντες ἰδεῖν, πεσόντες συνετρίβησαν. Ἔφη γάρ που πάλιν ὁ Θεὸς καὶ Πατήρ· «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμμα‐ τος, καὶ πέτραν σκανδάλου· καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ μὴ καταισχυνθῇ· ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει | |
15 | αὐτόν.» Ἀλλ’ ἠσφαλίσατο τοὺς ἐξ Ἰσραὴλ ὁ προφή‐ της, λέγων· «Κύριον αὐτὸν ἁγιάσετε, καὶ αὐτὸς ἔσται σου φόβος· καὶ ἐὰν ἐπ’ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγιασμὸν, καὶ οὐχ ὡς λίθου προσκόμ‐ ματι συναντήσεσθε αὐτῷ, οὐδὲ ὡς πέτρᾳ πτώματος.» | |
20 | —(A f. 39, E f. 129) Οὐκοῦν ἐπειδήπερ Κύριον καὶ Θεὸν ὄντα τὸν Ἐμμανουὴλ οὐχ ἡγίασεν ὁ Ἰσραὴλ, οὔτε μὴν ἠθέλησεν ἐπ’ αὐτῷ πεποιθέναι, περιπταί‐ σας ὡς λίθῳ διὰ τὴν ἀπιστίαν, συνετρίβη καὶ πέπτω‐ κεν· ἀνέστησαν δὲ πολλοὶ, τουτέστιν οἱ τὴν εἰς αὐτὸν | |
25 | πίστιν παραδεξάμενοι.—(A f. 39 b, E f. 130, H f. 116) Ἢ καὶ ὡς ὁ σοφώτατος γράφει Παῦλος, «Ἰουδαίοις μέν ἐστι σκάνδαλον ὁ σταυρὸς, ἔθνεσι δὲ μωρία.» Καὶ πάλιν· «Ὁ λόγος ὁ τοῦ σταυροῦ, τοῖς μὲν ἀπολλυμένοις, μωρία ἐστί· τοῖς δὲ σωζομένοις | |
30 | ἡμῖν, δύναμις Θεοῦ εἰς σωτηρίαν.» Διὰ τοῦτο εἰς σημεῖον ἀντιλεγόμενον ὁ Κύριός ἐστι. Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομ‐ φαία. (A f. 40, B f. 31, E f. 131, H f. 117) Συντομώτε‐ | |
35 | ρον δὲ εἰπεῖν, ῥομφαίαν ἐν τούτοις καταδηλοῦσθαί φαμεν, ὡς ἐν εἴδει μαχαίρας τὸν πειρασμὸν, ἢ καὶ αὐτὸ τὸ πάθος τὸ ἐκ τῆς τῶν Ἰουδαίων ἀπονοίας ἐπενηνεγμένον τῷ Ἐμμανουήλ. Καὶ ἔοικέ γε συνιέναι οὕτως, καὶ μὴν καὶ εἰπεῖν ὁ δίκαιος Συμεών· μόνον | |
40 | γὰρ οὐχὶ ῥομφαίᾳ κατεσφάζετο ἡ ἁγία Παρθένος, σταυρούμενον ὁρῶσα τὸν ἐξ αὐτῆς γεννηθέντα κατά γε τὴν σάρκα. Τοιοῦτον καὶ τὸ παρὰ τῷ Ζαχαρίᾳ· «Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου·» τουτ‐ έστιν, Ἐνεργείσθω λοιπὸν τὸ σωτήριον πάθος, καὶ ὁ | |
45 | τῆς τῶν ἀγαθῶν ἀναδείξεως ἡκέτω καιρός. Τὸ δὲ παιδίον ηὔξανε, κ.τ.λ. (A f. 42, B f. 32, C f. 109 b., E f. 135 b., H. f. 124) Τὸ δὲ λέγειν, ὅτι «Τὸ παιδίον ηὔξανε καὶ ἐκρα‐ ταιοῦτο πνεύματι, πληρούμενον σοφίας, καὶ χάρις | |
72.505(50) | Θεοῦ ἦν ἐπ’ αὐτῷ,» ταῦτα κατὰ τὸ ἀνθρώπινον εἰρῆ‐ | |
σθαι δεκτέον. Ἄθρει δέ μοι τῆς οἰκονομίας τὸ βάθος· | ||
72.508 | Ἀνθρώπινον ὑπομένει τόκον, καίτοι τὸ ἄναρχον καὶ ἄχρονον θεϊκῶς ἔχων ὁ Λόγος· ἐν αὐξήσει σώματος ὁ παντέλειος ὡς Θεὸς, ἐν ἁδρότητι μελῶν ὁ ἀσώμα‐ τος· πληροῦται σοφίας, αὐτὸς ὢν ἡ πᾶσα σοφία. Καὶ | |
5 | τί πρὸς τοῦτό φαμεν; Ὅρα διὰ τούτων τὸν ἐν μορφῇ τοῦ Πατρὸς ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς, τὸν πλούσιον ἐν πτωχείᾳ, ἐν ταπεινώσει τὸν ὑψηλὸν, τὸν τὸ πλῆρες ἔχοντα θεϊκῶς, ἐν τῷ λέγεσθαι λαβεῖν· οὕτω κεκέ‐ νωκεν ἑαυτὸν Θεὸς ὢν ὁ Λόγος. Τὰ γὰρ ἀνθρωπίνως | |
10 | περὶ αὐτοῦ γεγραμμένα, τὸν τῆς κενώσεως διαδεί‐ κνυσι τρόπον. Οὐ γάρ ἐστι τῶν ἐνδεχομένων εἰς ἰδίαν φύσιν ὑποστῆναί τι τοιοῦτον, τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον· ἀλλ’ ὅτε γέγονε σὰρξ, ἤγουν ἄνθρωπος καθ’ ἡμᾶς, τότε τίκτεται μὲν ἐκ γυναικὸς κατὰ | |
15 | σάρκα, λέγεται δὲ καὶ ὑπομεῖναι τὰ ἀνθρώπινα. Ἦν μὲν γὰρ ἱκανὸς Θεὸς ὢν ὁ Λόγος, εἰς μέτρον ἀνδρὸς τελείου, καὶ ἐκ μήτρας εὐθὺς τὴν ἰδίαν ἀναβιβάσαι σάρκα· ἀλλ’ ἦν οὐ μακρὰν τερατοποιίας τὸ δρώμε‐ νον. Διὰ τοῦτο τοῖς τῆς ἀνθρωπότητος ἔθεσί τε καὶ | |
20 | νόμοις, τὸ κρατεῖν ἐδίδου καὶ ἐπὶ τῆς ἑαυτοῦ σαρκός. Οὕτω καὶ ἐν σοφίᾳ προκόπτειν ἂν λέγοιτο, οὐ προσ‐ θήκην σοφίας δεχόμενος, καθ’ ὃ νοεῖται Θεὸς ὁ ἐν πᾶσι παντέλειος, καὶ ἀπροσδεὴς εἰσάπαν τῶν θεο‐ πρεπῶν ἀξιωμάτων, ἀλλὰ τοῦ Θεοῦ Λόγου τῇ τοῦ | |
25 | σώματος ἡλικίᾳ συνεκτείνοντος κατὰ βραχὺ τῆς σοφίας τὴν ἔκφανσιν. (A f. 42 b., H f. 124 b) Προκόπτει δὲ ἡλικίᾳ μὲν σῶμα, σοφίᾳ δὲ ψυχή. Θεότης γὰρ οὐδετέραν ἐπί‐ δοσιν ἐπιδέχεται· παντέλειος γὰρ ὁ τοῦ Θεοῦ Λόγος. | |
30 | Εἰκότως δὲ συνέζευξε τῇ τῆς ἡλικίας αὐξήσει, τὴν τῆς σοφίας ἐπίδοσιν· πρὸς γὰρ τὸ μέτρον τῆς τοῦ σώματος ἡλικίας, ἀπεκάλυπτεν ἡ θεία φύσις τὴν οἱ κείαν σοφίαν. Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐ‐ | |
35 | τῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς. (A f. 45, B f. 32, C f. 110, E f. 109, H f. 132 b) Εἰπὼν ὁ εὐαγγελιστὴς, ὅτι προέκοπτεν ὁ Ἰησοῦς ἐν σοφίᾳ καὶ χάριτι παρά τε Θεῷ καὶ ἀνθρώποις, δεί‐ κνυσι τὸν ἑαυτοῦ λόγον ἀληθῆ. Ἀποφέρει γὰρ αὐτὸν | |
40 | εἰς Ἱερουσαλὴμ, ἅμα τῇ ἁγίᾳ Παρθένῳ, ἑορτῆς κα‐ λούσης εἰς τοῦτο· εἶτά φησιν ἀπομεῖναι μὲν αὐτὸν, εὑρεθῆναι δὲ μετὰ ταῦτα ἐν τῷ ἱερῷ μεταξὺ τῶν διδασκάλων καθήμενον, ἐρωτῶντά τε καὶ ἀποκρινό‐ μενον, δῆλον δὲ ὅτι τὰ πάλαι τῷ νόμῳ διηγορευμέ‐ | |
45 | να· εἶτα θαυμαζόμενον ἐπὶ ταῖς ἐρωτήσεσιν ὑπὸ πάντων καὶ ταῖς ἀπολογίαις. Ὁρᾷς ἐν σοφίᾳ καὶ χά‐ ριτι προκόπτοντα διὰ τοῦ γινώσκεσθαι πολλοῖς ὅτι τοιοῦτός ἐστιν. Ὁ Πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν | |
72.508(50) | σε. (B f. 33) ᾝδει μὲν γὰρ ἡ μήτηρ αὐτοῦ μὴ τέκνον εἶναι αὐτὸν τοῦ Ἰωσήφ· ἀλλὰ διὰ τὴν ὑποψίαν τῶν | |
Ἰουδαίων τοῦτό φησι· καὶ ἐπειδὴ εἶπεν, ὅτι «Ὁ | ||
72.509 | πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε,» ὁ Σω‐ τὴρ πρὸς τοῦτο λέγει· Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶ‐ ναί με; | |
5 | (A f. 45 b, E f. 110 b, H f, 134) Ἐνταῦθα οὖν πρώτως τοῦ ἀληθῶς Πατρὸς φανερώτερον μνημο‐ νεύει, καὶ παραγυμνοῖ τὴν ἑαυτοῦ θεότητα. Ἐπειδὴ γὰρ ἔφασκεν ἡ ἁγία Παρθένος· «Τέκνον, τί ἐποίη‐ σας ἡμῖν οὕτως;» τότε δὴ, τότε τῶν ἀνθρωπίνων ἐπ‐ | |
10 | έκεινα μέτρων ἑαυτὸν ὄντα δεικνὺς, καὶ διδάσκων ὅτι γέγονε μὲν ὑπουργὸς τῆς οἰκονομίας αὐτὴ τεκοῦσα τὴν σάρκα, φύσει δὲ καὶ ἀληθείᾳ Θεὸς ἦν, καὶ Υἱὸς τοῦ ἐν οὐρανοῖς ὄντος Πατρὸς, φησίν· «Οὐκ ᾔδειτε,» κ.τ.λ.—(A f. 45 b., E f. 110 b., H f. 134) Ἐν‐ | |
15 | ταῦθα οἱ ἀπὸ Οὐαλεντίνου ἀκούοντες, ὅτι Θεοῦ ἦν ὁ ναὸς, καὶ νῦν ἐν ἰδίοις ὁ Χριστὸς, ὁ καὶ πάλαι διὰ τοῦ νόμου γραφόμενος, καὶ ὡς ἐν σκιαῖς καὶ τύποις μορφούμενος, αἰδείσθωσαν λέγοντες, ὅτι οὐχ ὁ Δη‐ μιουργὸς, οὐδὲ ὁ Θεὸς τοῦ νόμου, οὐδὲ ὁ Θεὸς τοῦ | |
20 | ναοῦ, οὗτός ἐστιν ὁ Πατὴρ τοῦ Χριστοῦ. Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις. (A f. 46, B f. 33 b., E f. 112, H f. 136 b) Φησὶν ὁ εὐαγγελιστὴς Ἰωάννης· «Καὶ ἐθεασάμεθα τὴν | |
25 | δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας.» Ποῖ ποτε προκόψει τὸ πλῆρες; ἢ ποίαν ὅλως ἐπιδέξεται προσθήκην, οὗ ἐπέκεινα μηδέν; Οὐκοῦν οὐ καθ’ ὃ Λόγος ἐστὶ καὶ Θεὸς προκόπτειν εἴρηται, ἀλλ’ ὅτι μειζόνως ἀεὶ θαυ‐ | |
30 | μαζόμενος, χαριέστερος παρὰ τοῖς ὁρῶσι διὰ τῶν ἀποτελεσμάτων ἀπεδείκνυτο, προκοπτούσης, ὡς ἔστι μᾶλλον εἰπεῖν ἀληθέστερον, τῆς τῶν θαυμάτων ἕξεως ἐν ταῖς τῶν ὁρώντων διανοίαις, ἤπερ αὐτοῦ τοῦ τε‐ λείου πρὸς χάριν ὡς Θεοῦ. Σκόπει δὲ ὡς τὸ ἔν τινι | |
35 | προκόπτον, ἕτερόν ἐστι παρ’ ἐκεῖνο ἐν ᾧ προκόπτειν λέγεται. Εἰ τοίνυν ἐν σοφίᾳ προκόπτειν εἴρηται, οὐχ ἡ σοφία προέκοπτεν, ἀλλ’ ἐν αὐτῇ τὸ ἀνθρώπινον. Ἀποκαλυπτομένης γὰρ καὶ φανερουμένης ὁσημέραι τῆς θεότητος ἐν αὐτῷ, ἀεὶ θαυμαστότερος παρὰ τοῖς | |
40 | ὁρῶσιν ἐγίνετο. Καὶ ἐπιτήρει ὡς οὐκ εἶπεν, Ὁ Λόγος δὲ προέκοπτεν, ἀλλ’ «Ὁ Ἰησοῦς,» ἵνα μὴ γυμνὸν νοήσῃς τὸν Λόγον· ἀλλ’ ὅτι γέγονε σὰρξ, καὶ προ‐ κόπτειν λέγεται, ὅτε τὸ προκόπτειν πεφυκὸς ἀνεδέ‐ ξατο, τουτέστι τὸ ἀνθρώπινον. Τῆς οὖν ἀνθρωπότη‐ | |
45 | τος ἂν εἴη, καὶ κατὰ ταύτης ἂν φέροιτο εὐλόγως τὸ, προέκοπτεν. Οὕτω γὰρ ἕκαστον τῶν λεγομένων ἐν τῇ οἰκείᾳ τάξει κείσεται, οὔτε τῶν ὅσα πρέπει γυμνῷ τῷ Λόγῳ καταφερομένων εἰς τὸ ἀνθρώπινον, οὔτε μὴν τῶν ἀνθρωπίνων ἀναβαινόντων εἰς τὸν τῆς θεό‐ | |
72.509(50) | τητος λόγον. | |
72.512 | ΚΕΦΑΛ. Γʹ. Ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου. (A. f. 49, H f. 145 b) Οὐκ ἠγνόησεν ὁ μακάριος | |
5 | Ἡσαΐας τῶν Ἰωάννου κηρυγμάτων τὸν σκοπὸν, ἀλλ’ ἄνωθεν καὶ πρὸ πολλοῦ τοῦ χρόνου μαρτυρῶν, τὸν μὲν Χριστὸν, Κύριον ἐκάλεσε καὶ Θεόν· τὸν δὲ Ἰωάννην, διάκονον αὐτοῦ καὶ ὑπηρέτην ὠνόμαζε· καὶ ὅτι λύχνος ἦν, τοῦ φωτὸς τοῦ ἀληθινοῦ προεισ‐ | |
10 | βεβηκὼς, ἑωσφόρος ἡλίου προάγγελος, τῆς μελλού‐ σης ἐφ’ ἡμᾶς διαυγάζειν ἡμέρας κατασημαίνων τὴν ἄφιξιν· καὶ ὅτι φωνὴ ἦν, οὐ λόγος προτρέχων τοῦ Ἰησοῦ, ὡς φωνὴ τοῦ λόγου. Ἑτοιμάσατε τὰς ὁδοὺς Κυρίου, εὐθείας ποιεῖτε | |
15 | τὰς ὁδοὺς αὐτοῦ. (A f. 49, E f 143 b, F f 776, H f. 145 b) Ἀπό‐ λεκτος εἰς ἀποστολὴν καὶ τέλος ἦν προφητῶν ἁγίων ὁ Ἰωάννης. Ὅθεν ὡς μὲν οὔπω παρόντος Κυρίου, τὸ, «Ἑτοιμάσατε, φησὶ, τὴν ὁδὸν Κυρίου·» τουτ‐ | |
20 | έστιν, Εὐτρεπίσθητε πρὸς παραδοχὴν ὧν ἂν βούλοιτο νομοθετεῖν ὁ Χριστός· ἀποστήσατε τὰς καρδίας τῆς τοῦ νόμου σκιᾶς· καταλήξατε τῶν τύπων· παύσασθε τοῦ φρονεῖν τὰ διεστραμμένα. Κατέδειξε δὲ καὶ παρόντα, λέγων· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων | |
25 | τὴν ἁμαρτίαν τοῦ κόσμου.»—(A f. 49, E f. 143 b, F f. 776, H f. 145 b.) Τί δὲ βούλεται τὸ, «Εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν;» Εὐθεῖα μὲν πᾶσα λεία τε καὶ εὐχερὴς ἡ πρὸς τὸ ἀγαθὸν ἀποφέρουσα τρίβος· διεστραμμένη γε μὴν ἡ ἑτέρα, τουτέστιν ἡ εἰς | |
30 | φαυλότητα κατασύρουσα τοὺς δι’ αὐτῆς ἐρχομένους. Γέγραπται γὰρ περὶ τῶν τοιούτων· «Ὧν αἱ τρίβοι σκολιαὶ, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν.» Οὐκοῦν ἡ τῆς διανοίας εὐθύτης, ὀρθή τις ὥσπερ ἐστὶν ὁδὸς, οὐκ ἔχουσα τὸ διεστραμμένον. Τοιοῦτος ἦν ὁ θεσπέ‐ | |
35 | σιος Ψαλμῳδὸς, ψάλλων τε καὶ λέγων· «Οὐκ ἐκολ‐ λήθη μοι καρδία σκαμβή.» Καὶ ὁ μὲν τοῦ Ναυῆ Ἰησοῦς παραγγέλλων ἔλεγε τῷ λαῷ· «Εὐθύνατε τὰς καρδίας ὑμῶν πρὸς τὸν Θεὸν Ἰσραήλ· ὁ δὲ Ἰωάν‐ νης, «Εὐθείας ποιεῖτε τὰς τρίβους ὑμῶν.» Τοῦτο | |
40 | δέ ἐστι, τὸ εὐθεῖαν εἶναι τὴν ψυχὴν, τὸ κατὰ φύσιν νοερὸν αὐτῆς ὡς ἐκτίσθη δεικνύειν. Ἐκτίσθη δὲ καλὴ καὶ λίαν εὐθής· ὅταν δὲ ἐκκλίνῃ καὶ ἐν δια‐ στροφῇ τοῦ κατὰ φύσιν γένηται, τοῦτο κακία καὶ διαστροφὴ ψυχῆς λέγεται. Οὐκοῦν οὐκ ἔστιν δυσχερὲς τὸ πρᾶγμα· ἐὰν γὰρ μείνωμεν ὡς γεγόναμεν, | |
45 | ἐν τῇ ἀρετῇ ἐσμεν. (A f. 49, E f. 144. E f. 776 b, H f. 146) Ἀλλ’ ὥσπερ τινὸς ἀνταναφωνοῦντος καὶ λέγοντος, Πῶς ἑτοιμάσομεν τὴν ὁδὸν Κυρίου, ἢ πῶς εὐθείας αὐτοῦ τὰς τρίβους ποιήσομεν; πολλὰ γάρ ἐστι τὰ μεταξὺ | |
72.512(50) | παρεμποδὼν τοῖς εὖ βιοῦν ἐθέλουσιν, ὁ μισόκαλος Σατανᾶς, τῶν πονηρῶν πνευμάτων ἡ ἀνοσία πληθὺς, αὐτὸς τῆς ἁμαρτίας ὁ νόμος ὁ ἐν τοῖς μέλεσι τῆς | |
σαρκὸς ἀνθοπλιζόμενος ταῖς εἰς τὸ ἀγαθὸν τοῦ νοῦ | ||
72.513 | ῥοπαῖς· πολλὰ δὲ πρὸς τούτοις ἕτερα πάθη, τῆς τοῦ ἀνθρώπου διανοίας κατακρατεῖ· τί οὖν ἄρα δράσο‐ μεν, τοσαύτης δυσχερείας κειμένης; πρὸς ταῦτα τῆς προφητείας ὁ λόγος ὑπαντᾷ λέγων· «Πᾶσα | |
5 | φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται ἡ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.» Εἰσὶ μὲν γὰρ λεωφόροι τινὲς ἢ καὶ τρίβοι, βάσιμοι μὲν ἥκιστά γε, τραχεῖαι δὲ | |
10 | οὕτως, ὡς πῆ μὲν ἀνίστασθαι πρὸς ὄρη τε καὶ βου‐ νοὺς, πῆ δὲ καταφέρεσθαι, καὶ εἰς κρημνοὺς ἀπο‐ φέρεσθαι· αἱ δὲ τοιαῦται τῶν ὁδῶν ὡς ἐν ὕψει τε καὶ βάθει, δυσπόρευτοι λίαν εἰσίν. Εἰ δὲ δὴ γένοιτό πως ὑφιζῆσαι μὲν τὰ ὑψοῦ καὶ ἀνάντη, ἀνεμπίμ‐ | |
15 | πλασθαι δὲ τὰ ἐν κοίλῳ καὶ βάθει, τότε δὴ εἰς εὐ‐ θεῖαν ἔσται τὰ σκολιὰ, καὶ εἰς ψιλὰ πεδία καὶ οἷον ὑπτίαν ἔχοντα τὴν ὁδὸν τὰ τραχέα τε καὶ φαραγ‐ γώδη ποτέ. Τοῦτο γέγονε νοητῶς διὰ τῆς τοῦ Σω‐ τῆρος ἡμῶν ἰσχύος. Πάλαι μὲν γὰρ δυσπόρευτα ἦν | |
20 | τῆς εὐαγγελικῆς ζωῆς τε καὶ πολιτείας τὰ βάσιμα, διὰ τὸ κρατεῖσθαι τὸν ἁπάντων νοῦν κοσμικαῖς ἐπι‐ θυμίαις· ἐπειδὴ δὲ ὁ πάντων Θεὸς γεγονὼς ἄνθρωπος κατήργηκεν ἐν τῇ σαρκὶ τὴν ἁμαρτίαν, λεῖα πάντα γέγονε καὶ εὐήλατα· οὐχ ὕψος, οὐ βάθος | |
25 | τοῖς εὐδοκιμεῖν ἐθέλουσιν ἀπαντᾷ, ἀλλὰ πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν μετεποιήθη τρίβον. Αὐτὸς γὰρ λείαν ἡμῖν καὶ εὐδρομωτάτην ἀπέφηνε τὴν εἰς εὐσέβειαν ὁδὸν, οὐδὲν ἔχουσαν τὸ ἄναντες ἢ τὸ κοῖλον καὶ κάτω, δι’ ἃ τραχεῖά ποτε καὶ δυσπόρευτος ἦν. Πάντα γὰρ τὰ | |
30 | σκολιὰ γέγονεν εὐθέα, ὡς αὐτός που πάλιν ὁ προ‐ φήτης φησὶν Ἡσαΐας· «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν δικαίων.» Ἐκ μέσου μὲν γὰρ ἡ τῶν δαιμόνων ἀπηλάθη πληθύς· καὶ αὐτὸς δὲ ὁ διάβολος κατηργήθη σὺν ἐκεί‐ νοις· νενέκρωται δὲ καὶ τῆς ἁμαρτίας ὁ νόμος, καὶ πάσας ἡμῶν ὁ Σωτὴρ ἰᾶται τὰς νόσους. | |
35 | Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. (A f. 49 b. E f. 145 b, F f. 777 b, H f. 147 b) Τεθέαται δὲ πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ, δη‐ λονότι τοῦ Πατρός· Σωτῆρα γὰρ ἡμῖν πέπομφε τὸν Υἱόν. Σάρκα δὲ ἐν τούτοις ὁλοκλήρως τὸν ἄνθρωπον | |
40 | νοητέον, καὶ πᾶν τὸ ἀνθρώπειον γένος ὑποληπτέον. —(A f. 50, E f. 146, F 779, H f. 149) Οὕτω γὰρ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ· οὐκέτι μόνος ὁ Ἰσραὴλ, ἀλλὰ πᾶσα σάρξ. Ὁ γὰρ τῶν ὅλων Σωτὴρ καὶ Κύριος, οὐ συνεσταλμένην ἔχει τὴν ἡμε‐ | |
45 | ρότητα, οὔτε μὴν ἓν διέσωσεν ἔθνος· σεσαγήνευκε δὲ μᾶλλον τὴν ὑπ’ οὐρανὸν, ἐφώτισε τοὺς ἐσκοτισμέ‐ νους· καὶ τοῦτο ἦν ἄρα τὸ διὰ τῆς τοῦ Ψάλλοντος λύρας ὑμνούμενον· «Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε. «Σέ‐ | |
72.513(50) | σωσται δὲ ὁμοῦ τὸ κατάλειμμα τῶν ἐξ Ἰσραὴλ, ὡς καὶ τοῦτο πάλαι προανεφώνηκεν (sic) ὁ μέγας Μωϋσῆς, οὕτω λέγων· «Εὐφράνθητε μετὰ τοῦ λαοῦ αὐτοῦ.» Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις ὁ Βα‐ πτιστὴς, κ.τ.λ. | |
55 | (A f. 51, E f. 148 b, F f. 780 b, H f. 151) Καὶ | |
72.516 | νῦν δὲ Πνεύματος ἁγίου μεμεστωμένος ὁ μακάριος Βαπτιστὴς, οὐκ ἠγνόησε τῆς Ἰουδαίων δυστροπίας τὰ κατὰ Χριστοῦ τολμήματα. Προέγνω γὰρ, ὅτι καὶ ἀπιστήσουσιν αὐτῷ, καὶ τὴν ἰοβόλον αὐτῶν κινήσαν‐ | |
5 | τες γλῶτταν, λοιδορίας βαλοῦσι. Πρὸς ἐκεῖνα τοίνυν βλέπων, ἐλέγχει αὐτοὺς, ὅτι καίτοι νόμον ἔχοντες λα‐ λοῦντα τὸ Χριστοῦ μυστήριον, καὶ προαγορεύσεις προφητῶν ἀποφερούσας εἰς τοῦτο, νωθροὶ γεγόνασι ταῖς ἀκοαῖς, καὶ ὀκνηροὶ πρὸς πίστιν τὴν ἐπί γε τῷ | |
10 | πάντων Σωτῆρι Χριστῷ· «Τίς γὰρ ὑμῖν ὑπέδειξε φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;» Ἆρ’ οὐχ ἡ θεό‐ πνευστος Γραφὴ, τοὺς μὲν εἰς Χριστὸν πιστεύσαντας, μακαρίους εἶναι λέγουσα, τούς γε μὴν ἀπίστους καὶ ἀμαθεῖς, σκληραῖς καὶ ἀφύκτων ὑποπεσεῖσθαι δίκαις | |
15 | προαγγέλλουσα; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας. (A f. 51 b, E f. 150, F f. 781, H f. 153) Ἔ[σ]τι καρπὸς μετανοίας, προηγουμένως μὲν, ἡ εἰς Χριστὸν πίστις· πρὸς δὲ τούτῳ, καὶ ἡ εὐαγγελικὴ πολιτεία· | |
20 | καὶ ἁπλῶς τὰ ἀντικείμενα τῇ ἁμαρτίᾳ ἔργα τῆς δικαιοσύνης, ἅπερ ὁ μετανοῶν καρποφορεῖν ὀφείλει ἄξια τῆς μετανοίας. Ἐπήγαγε δέ· «Μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων | |
25 | ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.»—(E f. 150 b, F f. 781 b.) Ὁρᾷς ὅπως εὐτεχνέστατα λίαν τὴν ἀσύνετον αὐ‐ τῶν ὀφρὺν καταφέρει, καὶ ἀσυντελὲς εἰς ὄνησιν αὐτοῖς φαίνει τὸ ἐξ Ἀβραὰμ γενέσθαι κατὰ τὴν σάρκα; Τί γὰρ ἡ σαρκὸς εὐγένεια τοὺς ἔχοντας | |
30 | ὠφελεῖ, εἰ μὴ διὰ τῶν ὁμοίων ἔρχοιντο σπουδασμά‐ των, καὶ τῆς τῶν τεκόντων ἀρετῆς κατόπιν; «Εἰ γὰρ τέκνα τοῦ Ἀβραὰμ ἦτε, φησὶ πρὸς αὐτοὺς ὁ Σωτὴρ, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν.» Τὴν ἐν ἤθει καὶ τρόποις συγγένειαν ζητεῖ ὁ Θεός. Μάταιον οὖν | |
35 | τὸ προγόνοις ἐπαυχεῖν ἁγίοις καὶ ἀγαθοῖς, ἀπολιμ‐ πάνεσθαι δὲ μακρὰν τῆς ἐκείνων ἀρετῆς.—(A f. 52, E f. 151 b, F f. 783, H f. 155) Ἀλλ’ εἰ ταῦτα οὕτως ἔχει, φησὶν ὁ Ἰουδαῖος, πῶς ἔτι τὸ σπέρμα Ἀβραὰμ πληθύνεται, καὶ ἡ πρὸς αὐτὸν τοῦ Θεοῦ | |
40 | ἐπαγγελία σωθήσεται, ἡ φάσκουσα πληθύνειν αὐτοῦ τὸ σπέρμα ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ; Διὰ τῆς τῶν ἐθνῶν κλήσεως, ὦ Ἰουδαῖε· εἴρηται γὰρ πρὸς αὐτὸν τὸν Ἀβραὰμ, ὅτι «Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρ‐ μα·» καὶ, ὅτι «Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε·» | |
45 | δηλοῖ δὲ τὸ, «ἐν Ἰσαὰκ,» τὸ κατ’ ἐπαγγελίαν. Οὐκοῦν πατὴρ τέθειται πολλῶν ἐθνῶν, τῶν διὰ πί‐ στεως δηλονότι τῆς ἐν Χριστῷ· καὶ περὶ αὐτῶν ἔφη που Θεὸς, καὶ διὰ φωνῆς τοῦ Ἰεζεκιήλ· «Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, | |
72.516(50) | τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος.»—(A f. 52 b, H f. 156) Ἵνα δὲ καὶ ἔτι μειζόνως ὠφελῇ τοὺς ἀκροωμένους ὁ μακάριος Βαπτιστὴς, προσεπάγει τι καὶ ἕτερον· Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δέν‐ δρων κεῖται. (A f. 52 b, H f. 156) Ἢ ἀξίνην ἐν τούτοις ὀνομά‐ | |
55 | ζει τὴν τομωτάτην ὀργὴν, ἣν τοῖς Ἰουδαίοις ἐπ‐ ήνεγκεν ὁ Θεὸς καὶ Πατὴρ, τῆς εἰς Χριστὸν δυσσε‐ | |
βείας ἕνεκα· ἐπενήνεκται γὰρ αὐτοῖς ὡς πέλεκυς, | ||
72.517 | ἡ ὀργή. Καὶ τοῦτο ἡμῖν ὁ προφήτης Ζαχαρίας φα‐ νερὸν ἐποίει, λέγων· «Ἔσται ὁ κοπετὸς τῆς Ἱε‐ ρουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομέ‐ νου.» Ἔφη δὲ καὶ Ἱερεμίας, ὡς πρὸς αὐτήν· | |
5 | «Ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσε Κύριος τὸ ὄνομά σου· εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ’ αὐτήν· μεγάλη ἡ θλῖψις ἐπ’ αὐτὴν, ἠχρειώ‐ θησαν οἱ κλάδοι αὐτῆς, καὶ Κύριος τῶν δυνάμεων ὁ καταφυτεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακά.» Εἰς | |
10 | τοῦτο λήψῃ καὶ τὴν ἐν τοῖς Εὐαγγελίοις περὶ τῆς συκῆς παραβολήν. Οὐκοῦν ὡς ἄκαρπον καὶ οὐκ εὐ‐ γενὲς ἔτι φυτὸν ἐξεκόπη παρὰ Θεοῦ· πλὴν οὐκ εἰς τὴν ῥίζαν τὴν ἀξίνην τεθεῖσθαί φησιν, ἀλλὰ πρὸς τὴν ῥίζαν, τουτέστιν ἐγγὺς τῆς ῥίζης. Ἐξεκόπησαν | |
15 | γὰρ οἱ κλάδοι, καὶ οὐκ ἐκ ῥίζης αὐτῆς ἀνεβοθρεύθη τὸ φυτόν· σέσωσται γὰρ τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, καὶ οὐχ ὁλόῤῥιζος ἀπόλωλεν. Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι. (A f. 53, H f. 157 b) Τρία τάγματα εἰσήγαγε | |
20 | Λουκᾶς ὁ μακάριος, πυνθανόμενα τοῦ Ἰωάννου, ὄχλους, τελώνας, στρατιώτας τὸ τρίτον· καθάπερ δέ τις ἐπιστήμων ἰατρὸς ἑκάστῳ τῶν παθῶν τὸ πρόσφο‐ ρόν τε καὶ εἰκὸς ἐπιφέρει βοήθημα, οὕτως καὶ ὁ Βαπτιστὴς ἑκάστῳ τῶν ἐπιτηδευμάτων τὸν ἐπωφελῆ | |
25 | καὶ πρέποντα λόγον ἐδίδου· τοῖς μὲν ὄχλοις βαδίζου‐ σιν εἰς μετάνοιαν, φιλαλλήλῳ φρονήματι κεχρῆσθαι κελεύων· τελώναις δὲ, τὴν εἰς ἀκαθέκτους πλεονεξίας ἀποκλείων ὁδόν· τοῖς γε μὴν στρατιώταις τὸ μηδένα διασείειν, πανσόφως ἐπιφωνῶν, ἀρκεῖσθαι δὲ τοῖς | |
30 | ὀψωνίοις. Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομέ‐ νων πάντων ἐν καρδίαις αὑτῶν περὶ τοῦ Ἰωάν‐ νου, κ.τ.λ. (A f. 53 b, E f. 155, F f. 786, H f. 159) Οὕτως | |
35 | ἦν ἀξιάγαστος καὶ μέγας ὁ Ζαχαρίου παῖς, ὡς εἰς τοῦτο ὑπονοίας ἐλθεῖν τοὺς τῶν Ἰουδαίων δήμους, μὴ ἄρα πως αὐτὸς εἴη ὁ Χριστὸς, ὁ καὶ διὰ τῆς τοῦ νόμου σκιᾶς γραφόμενος, καὶ διὰ προφητῶν ἁγίων προκεκηρυγμένος. Ἐπειδὴ δὲ ἅπαξ εἰς τοῦτο ὑπο‐ | |
40 | νοίας προῆλθόν τινες, ἀποκείρει ὑποψίαν, Δεσποτι‐ κοῖς ἀξιώμασι ὡς οἰκέτης παραχωρῶν· ἀμέτρητον γὰρ τὸ μεταξὺ Θεοῦ καὶ ἀνθρώπων. Καί που ταῦτα λέγοντα τὸν ἱερὸν εὑρήσομεν Βαπτιστὴν ἐν τῇ κατὰ τὸν Ἰωάννην εὐαγγελικῇ συγγραφῇ· ἔφη γὰρ οὕτως· | |
45 | «Αὐτοὶ ὑμεῖς μαρτυρεῖτε, ὅτι εἶπον ὡς οὐκ εἰμὶ ὁ Χριστὸς, ἀλλ’ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.» Ἀπεκρίνατο ὁ Ἰωάννης ἅπασι λέγων· Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς, κ.τ.λ. (A f. 53 b, E f. 155, F f. 786, H f. 159 b) Ἀπο‐ | |
72.517(50) | φήνας τοίνυν ἑαυτὸν οὐκ ὄντα Χριστὸν, ἐπιφέρει λοιπὸν ἀποδείξεις, δι’ ὧν ἔστι μαθεῖν, ὡς ἀμέτρητόν τι μεταξὺ διαφαίνεται Θεοῦ καὶ ἀνθρώπων, δούλου καὶ Δεσπότου, τοῦ προβαδίζοντος οἰκετικῶς, καὶ τοῦ θεοπρεπῶς ἀναλάμποντος· εἴπερ ὑπάρχων τοσοῦτος | |
55 | εἰς ἀρετὴν ὁ μακάριος Βαπτιστὴς, οὐκ ἄξιον ἑαυτὸν εἶναί φησιν, οὐδ’ ὅσον εἰπεῖν τοῦ ἀποθίγειν τῶν | |
ὑποδημάτων αὐτοῦ. Εἶτα τούτοις ἑτέραν ἀπόδειξιν | ||
72.520 | εὐθὺς ἐπιφέρει· «Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ὕδατι, ἐκεῖνος δὲ ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Μόνης γὰρ καὶ ἰδικῶς ἔργον ἐστὶ τῆς πάντα ὑπερ‐ κειμένης οὐσίας, τὸ ἐνιέναι δύνασθαί τισι τὸ Πνεῦμα | |
5 | τὸ ἅγιον, καὶ θείας φύσεως κοινωνοὺς ἀποφαίνειν τοὺς προσιόντας αὐτῇ· ἐνυπάρχει δὲ τοῦτο, οὐ κατὰ λῆψιν καὶ μέθεξιν τὴν παρ’ ἑτέρου τινὸς, ἀλλ’ οἴκοθεν καὶ οὐσιωδῶς τῷ Χριστῷ· βαπτίζει γὰρ ἐν ἁγίῳ Πνεύματι. Θεὸς οὖν ἄρα ἐστὶ, καὶ καρπὸς τῆς | |
10 | οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ ἐνανθρωπήσας Λόγος· ἀλλ’ ἔδρα τοῦτο καὶ ὅτε γέγονεν ἄνθρωπος, εἶς ὢν Υἱὸς μετὰ τῆς ἀῤῥήτως τε καὶ ἀπερινοήτως ἑνωθεί‐ σης αὐτῷ σαρκός. Καὶ γοῦν ὁ μακάριος Βαπτιστὴς προειπὼν, «Οὐκ εἰμὶ ἄξιος, ἵνα λύσω τὸν σφαιρω‐ | |
15 | τῆρα τῶν ὑποδημάτων (οὕτω δὲ εἰώθασι λέγειν τὸ ἄκρον τοῦ ὑποδήματος, τὸ εἰς ὀξὺ λῆγον· τοιούτοις γὰρ χρῶνται οἱ βάρβαροι), προσεπήνεγκεν εὐθύς· «Οὗτος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί·» καὶ πόδας δηλονότι καὶ ὑποδήματα ἔχων. Οὐ γάρ | |
20 | τοι φαίη τις ἂν, εἴγε νοῦν ἔχοι, ὡς ἄσαρκος ὢν ὁ Λόγος, καὶ οὔπω γενόμενος καθ’ ἡμᾶς, πόδας εἶχε καὶ ὑποδήματα· ἀλλ’ ὅτε γέγονεν ἄνθρωπος, ἐπειδὴ τὸ εἶναι Θεὸς οὐκ ἀπώλεσεν, ἐνήργηκε πάλιν καὶ οὕτω θεοπρεπῶς, τὸ Πνεῦμα διδοὺς τοῖς πιστεύουσιν | |
25 | εἰς αὐτόν· ἦν γὰρ ἐν ταὐτῷ Θεός τε ὁμοῦ καὶ ἄν‐ θρωπος ὁ αὐτός. Ἀλλὰ, Ναὶ, φησὶν, ἐνήργηκεν ὁ Λόγος τὰ θεοπρεπῆ διὰ τοῦ ἐκ σπέρματος Δαβίδ. Οὐκοῦν ἀντεροῦμέν σοι ταῦτα λέγοντι, τοῦ Ἰωάννου τὰ ῥήματα· ἔφη | |
30 | γάρ που πρὸς Ἰουδαίους· «Ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου, κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, αὐτός μοι εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς καταβαῖ‐ νον τὸ Πνεῦμα, καὶ μένον ἐπ’ αὐτὸν, οὗτός ἐστιν ὁ | |
35 | βαπτίζων ἐν Πνεύματι ἁγίῳ· κἀγὼ ἑώρακα καὶ με‐ μαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.» Ἰδοὺ δὲ, σαφῶς ἄνδρα λέγων, πρὸ αὐτοῦ γενέσθαι φησὶ, καὶ εἶναι πρῶτον αὐτοῦ, προϋπάρχοντα δηλονότι θει‐ κῶς, κατά γε τὸ παρ’ αὐτοῦ σαφῶς εἰρημένον τοῖς | |
40 | Ἰουδαίων δήμοις· «Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι·» εἶτα πρὸς τούτῳ καὶ κατα‐ βῆναί φησιν ἐπ’ αὐτὸν τὸ Πνεῦμα ἐξ οὐρανοῦ. Ἆρ’ ἐπὶ γυμνὸν καὶ ἄσαρκον ἔτι τὸν τοῦ Θεοῦ Λόγον κα‐ ταβῆναί φασι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὸν τοῦ Πνεύ‐ | |
45 | ματος χορηγὸν, τοῦ ἰδίου Πνεύματος μέτοχον ἀπο‐ φαίνουσιν; Ἢ μᾶλλον ἐκεῖνό φασιν, ὅτι τὸ Πνεῦμα λαβὼν ἀνθρωπίνως, βαπτίζει θεϊκῶς ἐν ἁγίῳ Πνεύ‐ ματι, καὶ ἔστιν αὐτὸς ὁ εἷς τε καὶ μόνος, καὶ ἀλη‐ θῶς Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς αὐτὸς μεμαρτύ‐ | |
72.520(50) | ρηκεν ὁ μακάριος Βαπτιστής; (A f. 54 b, E f. 157, F f. 788, H f. 162) Ῥητέον καὶ οὕτως· Τάχα δὲ τῇ τοῦ Πνεύματος σημασίᾳ, τὴν τοῦ πυρὸς συνέδησεν ὁ μακάριος Βαπτιστὴς, οὐκ ἐν πυρὶ πάντας βαπτι‐ σθήσεσθαι λέγων ἡμᾶς διὰ Χριστοῦ, ἀλλὰ τὴν τοῦ | |
55 | Πνεύματος ἐνέργειαν τὴν ζωοποιὸν διὰ τῆς τοῦ πυρὸς σημασίας σημαίνων· ἐκ γὰρ τῆς διαφόρου περὶ τὸ | |
ὑποκείμενον ἐνεργείας, διαφόρους λαμβάνει τὸ ἓν Πνεῦμα τὰς προσηγορίας. | ||
72.521 | Διακαθαριεῖ τὴν ἅλωνα αὑτοῦ. (A f. 56, E f. 158 b, F f. 789, H f. 168) Ἰδοὺ δέ φησιν ὁ μακάριος Βαπτιστὴς, Χριστῷ διαφέρειν ὡς Δεσπότῃ τὴν ἅλωνα· τοῦτο γὰρ σημαίνει τὸ αὐ‐ | |
5 | τοῦ. Οὕτω γὰρ αὐτὴν καθαίρει, διιστὰς καὶ δια‐ κρίνων ἀπὸ τοῦ σίτου τὸ ἄχυρον. Διανομέα τε καὶ οἱονεὶ σημάντορα τῶν ἑκάστῳ πρεπόντων, ὀφθήσε‐ σθαι λέγει, ὡς τὸν μὲν δίκαιόν τε καὶ ἀγαθὸν, σί‐ του δίκην ταῖς οὐρανίαις εἰσκομίζειν αὐλαῖς, πυρὸς | |
10 | δὲ ποιεῖσθαι τροφὴν, ἀχύρου τρόπον ἀποτιναχθέντα τὸν ἄδικον. Ὁ μὲν γὰρ σῖτος, φησὶ, εἰς ἀποθήκην εἰσκομίζεται, τουτέστιν ἀσφαλείας ἀξιοῦται τῆς παρὰ Θεοῦ, φειδοῦς τε καὶ φυλακῆς καὶ ἀγάπης· τό γε μὴν ἄχυρον ὡς ἄχρηστος ὕλη, πυρὶ δαπανᾶται.— | |
15 | (A f. 56 b, E f. 158 b, F f. 789 b, H f. 168 b) Ἄκουε δὲ τί καὶ διὰ Ἱερεμίου φησὶν ὁ Θεὸς, σύγκρισιν προφητῶν καὶ ψευδοπροφητῶν ποιούμενος· «Τί τὸ ἄχυρον πρὸς τὸν σῖτον;» ἤγουν ἡ κουφολογία πρὸς τὴν ἀλήθειαν. Ὁ μὲν γὰρ παρὰ Θεοῦ λόγος τροφι‐ | |
20 | μωτάτην ἔχει τὴν δύναμιν· ὁ δὲ τῶν ἀνοσίων ψευδοδιδασκάλων, εὐδιαθρυπτότατός τε καὶ ἀχυρώδης ὑπάρχων, οὐδεμίαν τοῖς ἀκροωμένοις ἐμποιεῖ τὴν ὄνησιν. Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν, καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχο‐ μένου, ἀνεῳχθῆναι τὸν οὐρανόν. | |
25 | (E f. 163, F f. 793) Βαπτίζεται δὲ ὁ Ἰησοῦς εὐ‐ λογῶν τὰ ὕδατα καὶ καθαίρων αὐτὰ ὑπὲρ ἡμῶν. Ἅγιος γάρ ἐστιν ἁγίων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· καὶ οὐκ ἂν αὐτὸς ἐδεήθη τοῦ ἁγίου βαπτίσματος, οὐδὲ ἀφέσεως ἁμαρτιῶν τυχεῖν, ὥσπερ ἡμεῖς κερδαί‐ | |
30 | νομεν δι’ αὐτοῦ· ἐκ τοῦ πληρώματος γὰρ αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. Ἐκπορεύεται μὲν γὰρ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον· ἔστι δὲ καὶ ἴδιον τοῦ Υἱοῦ. Καὶ γοῦν εἴρηται πλεισταχοῦ Πνεῦμα Χριστοῦ, τὸ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορευόμενον | |
35 | Πνεῦμα· καὶ μαρτυρήσει λέγων ὁ Παῦλος, ποτὲ μέν· «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν πνεύματι, εἴπερ Πνεῦμα Χριστοῦ οἰκεῖ ἐν ὑμῖν· εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Καὶ πά‐ λιν· «Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦ‐ | |
40 | μα τοῦ Υἱοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· Ἀββᾶ ὁ Πατήρ.» Οὐκοῦν ἐκπορεύεται μὲν, ὡς ἔφην, ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον, χορηγεῖ δὲ αὐτὸ τῇ κτίσει καὶ δίδωσι τοῖς ἀξίοις ὡς φύσει τε καὶ ἀληθῶς Υἱὸς, ὁ μονογενὴς αὐτοῦ Λόγος, καὶ τοῖς | |
45 | τοῦ Πατρὸς ἀξιώμασι διαπρέπων. Καὶ γοῦν ἔφασκεν· | |
72.524 | «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι.» Πῶς οὖν ἐβα‐ πτίζετο, φησὶν, ἐδέχετο δὲ καὶ τὸ Πνεῦμα; Καί φα‐ μεν, ὅτι οὐκ ἦν ἐν χρείᾳ τοῦ ἁγίου βαπτίσματος ὁ Κύριος, ὁδὸν δὲ ἡμῖν ἐπενόησε σωτηρίας ὁ φιλάνθρω‐ | |
5 | πος. Πιστεύοντες γὰρ εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ τὴν ἐξαίρετον ταύτην ὁμολογίαν ποιού‐ μενοι ἐνώπιον πολλῶν μαρτύρων, πάντα μὲν ῥύπον τὸν ἐξ ἁμαρτίας ἀπονιπτόμεθα, καταπλουτοῦμεν δὲ καὶ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν, καὶ θείας φύ‐ | |
10 | σεως ἀποτελούμεθα κοινωνοὶ, καὶ τὴν τῆς υἱοθεσίας κερδαίνομεν χάριν. Ἦν οὖν ἀναγκαῖον, καθέντα πρὸς κένωσιν ἑαυτὸν τὸν τοῦ Πατρὸς Λόγον, καὶ τὴν καθ’ ἡμᾶς ὁμοίωσιν ὑπελθεῖν οὐκ ἀπαξιώσαντα, παντὸς ἀγαθοῦ πράγματος ὑποτύπωσιν γενέσθαι καὶ ὁδόν. | |
15 | Ἵνα τοίνυν μάθωμεν καὶ αὐτὴν τὴν δύναμιν τοῦ ἁγίου βαπτίσματος, καὶ ὅσα κερδαίνομεν τῇ τοιᾷδε προσιόν‐ τες χάριτι, ἄρχεται τοῦ πράγματος αὐτὸς, καὶ βα‐ πτισθεὶς προσεύχεται, ἵνα σὺ μάθῃς, ἀγαπητὲ, ὅτι τοῖς ἅπαξ καταξιωθεῖσι τοῦ ἁγίου βαπτίσματος | |
20 | πρᾶγμα πρεπωδέστατον ἡ ἀδιάλειπτος προσευχή. Ἀνεῳχθῆναι δέ φησι τὸν οὐρανὸν ὁ εὐαγγελιστὴς, ὡς πάλαι κεκλεισμένον. Ἔφη γὰρ ὁ Χριστός· «Ἀπάρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας | |
25 | ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου.» Ὡς γὰρ μιᾶς ἤδη ποί‐ μνης ἀποδεδειγμένης τῆς τε ἄνω καὶ τῆς κάτω, καὶ ἑνὸς ἅπασιν ἀναδειχθέντος ἀρχιποιμένος, ἀνεῴχθη μὲν ὁ οὐρανὸς, συνήφθη δὲ τοῖς ἁγίοις ἀγγέλοις ὁ ἐπὶ γῆς ἄνθρωπος· καταπεφοίτηκε δὲ καὶ τὸ Πνεῦμα | |
30 | πάλιν, ὡς ἐν ἀπαρχῇ τοῦ γένους ἡμῶν δευτέρᾳ· καὶ ὡς ἐν πρώτῳ Χριστῷ, οἰκονομικῶς οὐχ ἑαυτῷ μᾶλ‐ λον, ἀλλ’ ἡμῖν γε αὐτὸ δεχομένῳ· πάντα γὰρ ἐν αὐτῷ τε καὶ δι’ αὐτοῦ πεπλουτήκαμεν. Οἰκονομικώτατα τοίνυν ὑπομένει μεθ’ ἡμῶν τὰ ἀνθρώπινα. Ἐπεὶ, | |
35 | ποῦ κεκενωμένον ὀψόμεθα, καίτοι τὸ πλῆρες ἔχοντα θεϊκῶς; ποῦ συνεπτώχευσεν ἡμῖν, εἰ μὴ τῇ καθ’ ἡμᾶς πτωχείᾳ συμπλάττεται; Ἔφη δὲ ἡ τοῦ Θεοῦ καὶ Πα‐ τρὸς φωνὴ ἐπὶ Χριστῷ κατὰ τὸν καιρὸν τοῦ ἁγίου βαπτίσματος, ὡς δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν ἐπὶ | |
40 | γῆς ἄνθρωπον λαβών· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός.» Ὁ γὰρ φύσει καὶ ἀληθῶς καὶ μονογενὴς Υἱὸς, ὅτε γέγονε καθ’ ἡμᾶς, εἰς Υἱὸν ὁρίζεται Θεοῦ, οὐχ ἑαυτῷ τοῦτο δεχόμενος (ἦν γὰρ καὶ ἔστιν, ὡς ἔφην, Θεὸς ἀληθινὸς), ἀλλ’ ἵνα εἰς ἡμᾶς παραπέμψῃ | |
45 | τὴν δόξαν. Γέγονε γὰρ ἡμῶν ἀπαρχὴ, καὶ πρωτότο‐ κος, καὶ δεύτερος Ἀδάμ· διὰ τοῦτο ἐν αὐτῷ πάντα καινὰ γεγενῆσθαι λέγεται. Ἀποδυσάμενοι δὲ τὴν ἐν Ἀδὰμ παλαίωσιν, τὴν ἐν Χριστῷ καινότητα πεπλου‐ τήκαμεν. | |
72.524(50) | Καταβῆναι τὸ Πνεῦμα τὸ ἅγιον. (B f. 40 b) Εἰ ἐν καιρῷ τοῦ βαπτίσματος τὸ Πνεῦ‐ μα τὸ ἅγιον δέχεται, τῶν τῆς ἀνθρωπότητος μέτρων εἴη ἂν καὶ τοῦτο μετὰ τῶν ἄλλων. Οὐ γάρ τοι καθ’ ὃ Θεός ἐστιν ἁγιάζεται, τὸ Πνεῦμα λαβὼν (αὐτὸς γὰρ | |
55 | ὁ ἁγιάζων ἐστὶν), ἀλλὰ καθ’ ὃ πέφυκεν ἄνθρωπος. Καὶ αὐτὸς ἦν ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος. | |
(E f. 167, F f. 797) Τοῦτο τοῦ Σαμοσατέως τὸ | ||
72.525 | παραλήρημα, κακὼς ἐκδεχομένου τὸ εὐαγγελικὸν ῥητὸν, ὅτι «Ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχό‐ μενος·» καὶ οὐ συνιέντος ὅτι αὐτὸς ἦν, καὶ ἤρξατο, ἀλλ’ οὐ κατὰ τὸ αὐτό. Ἦν μὲν γὰρ ἀεὶ ὡς Θεὸς, ἤρ‐ | |
5 | ξατο δὲ ὡς ἄνθρωπος, ὅτε τὸ ἡμέτερον ἐπτώχευσεν· ἄρχεται δὲ, ἵνα σὺ καταργήσῃς τὴν προτέραν γέννη‐ σιν, καὶ ἀναλάβῃς δευτέραν διὰ τῆς παλιγγενεσίας. —(A f. 62 b, E f. 167 b, F f. 797, H f. 187 b) Οὕτω πολύ τι τὸ βλάβος καὶ ἀδόκητον συμβαίνει ἐκ τοῦ | |
10 | φυλάττεσθαι τὴν διὰ τοῦ βαπτίσματος χάριν εἰς μα‐ κρὰν καὶ ὑπέρωρον ἀναβολήν. Μάλιστα μὲν γὰρ οὐκ ἀσφαλὴς ἡ ἐλπὶς, εἰ καὶ τῶν οἰκείων τις ἐπιτεύ‐ ξεται βουλευμάτων· ἐκβεβηκότος δὲ πάλιν εἰς τέλος αὐτῷ τοῦ σκοποῦ, ἁγιάζεται μὲν, πλὴν μόνην ἔχει | |
15 | τῶν πλημμελημάτων τὴν ἄφεσιν, καὶ τὸ τάλαντον ἀποκομίζει τῷ Δεσπότῃ ξηρὸν, οὐδὲν ἐπεργάσασθαι σχολάσας αὐτῷ. | |
18t | ΚΕΦΑΛ. Δʹ. | |
19 | Ἰησοῦς δὲ Πνεύματος ἁγίου πλήρης ὑπέστρε‐ | |
20 | ψεν ἀπὸ τοῦ Ἰορδάνου. (A f. 72, C f. 112 b, H f. 218) Ἐνταῦθά μοι βλέπε τὴν τοῦ ἀνθρώπου φύσιν, ὡς ἐν ἀπαρχῇ τῷ Χριστῷ τῇ τοῦ ἁγίου Πνεύματος χάριτι κατακεχρισμένην, καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐστεφανωμένην. Πάλαι μὲν γὰρ | |
25 | ὑπισχνεῖτο λέγων ὁ τῶν ὅλων Θεὸς, ὅτι «Ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός [cod, C mendose Πατρός] μου ἐπὶ πᾶσαν σάρκα.» Πεπλήρωται δὲ εἰς ἡμᾶς ὡς ἐν πρώτῳ Χριστῷ τὸ ἐπηγγελμένον· καὶ περὶ μὲν τῶν ἀρχαιοτέρων, ἀκαθ‐ | |
30 | έκτως ἐκκεκλικότων εἰς φιλοσαρκίαν, ἔφη που Θεός· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκα·» ἐπειδὴ δὲ πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ τὴν διὰ Πνεύ‐ ματός τε καὶ ὕδατος ἀναγέννησιν πεπλουτήκαμεν, | |
35 | χρηματίζομεν δὲ οὐκέτι σαρκὸς καὶ αἵματος τέκνα, Πατέρα δὲ μᾶλλον καλοῦμεν τὸν Θεὸν, ταύτῃτοι καὶ μάλα εἰκότως ὡς τετιμημένοι λοιπὸν, καὶ τὸ λαμπρὸν ἔχοντες τῆς υἱοθεσίας καύχημα, θείας φύσεως γεγό‐ ναμεν κοινωνοὶ διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος. | |
40 | Ὁ δὲ ἐν ἡμῖν πρωτότοκος, ὅτε γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, καθεὶς ἑαυτὸν εἰς κένωσιν, δέχεται πρῶτος τὸ Πνεῦμα, καίτοι τοῦ Πνεύματος δοτὴρ ὑπάρχων αὐτὸς, ἵνα καὶ εἰς ἡμᾶς ἔρχηται δι’ αὐτοῦ τὸ ἀξίωμα, καὶ τῆς πρὸς τὸ ἅγιον Πνεῦμα κοινωνίας ἡ χάρις. | |
45 | Τοιοῦτόν τι καὶ ὁ Παῦλος διδάσκει ἡμᾶς, λέγων περί τε αὐτοῦ καὶ ἡμῶν· «Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες· δι’ ἣν αἰτίαν οὐκ ἐπαι‐ σχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Ἐπειδὴ γὰρ ὅλως | |
72.525(50) | οὐκ ἐπαισχύνεται καλεῖν ἡμᾶς ἀδελφοὺς, διά τοι τὸ | |
72.528 | ὑπελθεῖν τὴν πρὸς ἡμᾶς ὁμοίωσιν, διὰ τοῦτο τὴν ἡμῶν πτωχείαν εἰς ἑαυτὸν μεταθεὶς, ἁγιάζεται μεθ’ ἡμῶν, καίτοι τὴν κτίσιν ἅπασαν ἁγιάζων αὐτὸς, ἵνα μὴ φαίνηται τὸ τῆς ἀνθρωπότητος παραιτούμενος | |
5 | μέτρον, ὁ τῆς ἁπάντων σωτηρίας ἕνεκα καὶ ζωῆς ἄνθρωπος γενέσθαι μὴ φυγὼν, καὶ ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς γενόμενος κατὰ πᾶν ὁτιοῦν, δίχα μόνης ἁμαρτίας. Καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον. (A f. 72 b, B f. 44, H f. 220) Τὸ γὰρ, «ἤγετο,» | |
10 | οὐ τὸ, ἀπεφέρετο, μᾶλλόν ἐστιν, ἀλλ’ ὅτι διῆγε καὶ ἐπολιτεύετο. Κατειθίσμεθα γάρ που καὶ ἡμεῖς αὐ‐ τοὶ περὶ παντὸς ζῶντος ἐν ἐπιεικείᾳ, λέγειν· Ὁ δεῖνα τυχὸν καλῶς ἑαυτὸν ἄγει. Ἐπολιτεύετο τοίνυν ὁ Κύ‐ ριος ἐν τῇ ἐρήμῳ, ἐν τῷ Πνεύματι, τουτέστι πνευ‐ | |
15 | ματικῶς. Καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις. (A f. 73, B f. 44, H f. 221) Νενήστευκε τοίνυν ὁ Κύριος, οὐδὲν παντελῶς τῇ τοῦ σώματος χρείᾳ δι‐ δοὺς εἰς τροφήν· οὐκ αὐτὸς νηστείας προσδεόμενος, | |
20 | ἀλλὰ τύπον ἡμῖν τὰ καθ’ ἑαυτὸν εἰς ὑπογραμμὸν ἀνατιθεὶς, καὶ εἰκόνα ποιούμενος τῆς παρ’ ἡμῖν ἐξαι‐ ρέτου καὶ τεθαυμασμένης ζωῆς. Πόθεν γὰρ ἦν εἰδέ‐ ναι τοὺς ἐπὶ τῆς γῆς, ὅτι τὸ ταῖς ἐρήμοις ἐνδιαιτᾶ‐ σθαι χρήσιμον αὐτοῖς καὶ ἀναγκαῖον εἰς σωτηρίαν; | |
25 | Ἀποφοιτῶσι γὰρ ὥσπερ κυμάτων ζάλης, καὶ τῶν εἰ‐ καίων τοῦ παρόντος βίου περισπασμῶν, καὶ μονον‐ ουχὶ, κατὰ τὸν μακάριον Ἰωσὴφ, ἀποδύονται τῷ κό‐ σμῳ πάντα τὰ αὐτοῦ. Δείκνυσι τοίνυν τοῖς οὕτω ζῇν ἑλομένοις, ἀναγκαίαν οὖσαν τὴν ἐγκράτειαν, ἧς νη‐ | |
30 | στεία καρπός· ἡττηθήσεται γὰρ οὕτω πειράζων ὁ Σατανᾶς. Καὶ σὲ τοίνυν δεῖ πρότερον ἐνδύσασθαι τὴν ἐξ ὕψους δυνάμιν, τουτέστι μέτοχον ἀποφανθῆναι τοῦ ἁγίου Πνεύματος, καὶ τότε τὴν ἀξιέραστον καὶ τετι‐ μημένην παρὰ Θεῷ κατορθοῦν ἑλέσθαι ζωήν. Τότε | |
35 | τὰς ἐρήμους καταλήψῃ σὺν ἀνδρείᾳ πνευματικῇ· τότε νηστεύσεις ἁγίως, καὶ κατανεκρώσεις τὰς ἡδο‐ νὰς, καὶ κρείττων ἔσῃ τοῦ πειράζοντος Σατανᾶ.— (A f. 73, B f. 44 b, H f. 221 b) Ἰδοὺ γέγονεν ἐν τοῖς ἀθλοῦσιν ὁ ἀθλοθέτης ὡς Θεός· ἐν τοῖς στεφανουμέ‐ | |
40 | νοις, ὁ τὰς τῶν ἁγίων στεφανῶν κεφαλάς. Ἴδωμεν τοίνυν τῶν παλαισμάτων τὸ εὐτεχνὲς, τῆς τοῦ δια‐ βόλου σκαιότητος τὴν ἀνατροπήν. Τεσσαρακοστῆς εἰς νηστείαν δαπανηθείσης ἡμέρας, ὕστερον ἐπείνασε· καίτοι δίδωσιν αὐτὸς τοῖς πεινῶσι τροφήν· καὶ αὐτός | |
45 | ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, ἡ τῶν ὅλων σύστασις· ἐπειδὴ δὲ πάλιν ἐχρῆν τὴν καθ’ ἡμᾶς πτωχείαν οὐκ ἀτιμάσαντα, τῶν τῆς ἀνθρωπότητος μέτρων μὴ εἰσάπαν ἀποφοιτᾷν, συγκεχώρηκε τῇ τῆς σαρκὸς φύσει ζητῆσαι τὰ ἑαυ‐ | |
72.528(50) | τῆς· οὕτως αὐτὸν πεινάσαι φαμέν.—Νηστεύσας γε μὴν ἀποχρώντως, καὶ δυνάμει θεοπρεπεῖ, ποτοῦ καὶ σιτίων δίχα τὴν σάρκα τηρήσας ἀδιάφθορον, ἐφίησι μόλις τὰ οἰκεῖα παθεῖν αὐτήν· πεινῆσαι γὰρ λέγει· καὶ διὰ ποίαν αἰτίαν; Ἵνα δι’ ἀμφοῖν εὐτέχνως Θεός | |
55 | τε ὁμοῦ καὶ ἄνθρωπος ὑπάρχων, ἐπιγινώσκηται εἷς | |
καὶ ὁ αὐτὸς δηλονότι, καὶ θεϊκῶς ὑπὲρ ἡμᾶς, καὶ καθ’ ἡμᾶς ἀνθρωπίνως. | ||
72.529 | Καὶ εἶπεν αὐτῷ ὁ διάβολος, κ.τ.λ. (A f. 73 b, B f. 45, H f. 224 b) Εἶτα προσέρχεται πειράζων ὁ Σατανᾶς, συνεργὸν ὥσπερ τῆς ἐνούσης αὐτῷ δυστροπίας, τὸ τοῦ λιμοῦ πάθος ἔσεσθαι προσ‐ | |
5 | δοκῶν· κατισχύει γὰρ ἡμῶν πολλάκις, τὰς ἐν ἡμῖν ἀσθενείας εἰς ἐπικουρίαν δεχόμενος τῶν ἑαυτοῦ σκεμμάτων ἤτοι ἐπιχειρημάτων· ἐνόμισεν αὐτὸν ἑτοίμως ἐπιπηδᾷν τῷ βούλεσθαι παρακειμένους ἰδεῖν ἄρτους. Ἔφη γοῦν· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα | |
10 | ὁ λίθος οὗτος ἄρτος γένηται.» Προσέρχεται μὲν, ὡς ἀνθρώπῳ κοινῷ, καὶ ὡς ἑνὶ τῶν ἁγίων· πλὴν ὕπ‐ οπτος ἦν, μὴ ἄρα πως αὐτὸς εἴη ὁ Χριστός· πῶς οὖν ἠθέλησε τοῦτο μαθεῖν; Ἐνενόησεν ὡς θεοπρεποῦς ἰσχύος ἀποτέλεσμα καὶ ἔργον ἐστὶ, τὸ μεταστῆσαι | |
15 | φύσιν εἰς ὅπερ οὐκ ἦν· Θεὸς γάρ ἐστιν ὁ ποιῶν ταῦτα καὶ μετασκευάζων. Οὐκοῦν ἂν τοῦτο, φησὶ, γένη‐ ται, αὐτός που πάντως ἐκεῖνός ἐστιν, ὁ κατὰ τῆς ἐμῆς δυναστείας ἥξειν προσδοκώμενος· ἐὰν δὲ μὴ μεταβάλῃ, πρὸς ἄνθρωπον ἔχω, καὶ ἀποβέβληκα τὸν | |
20 | φόβον, καὶ τῶν κινδύνων ἀπήλλαγμαι. Διὰ τοῦτο Χριστὸς, ἅτε δὴ εἰδὼς τοῦ θηρίου τὴν σκέπην, οὔτε μεταβέβληκεν, οὔτε μὴν ἔφη μὴ δύνασθαι τοῦτο δρᾷν, ἤγουν μὴ ἐθέλειν· ἀποσείεται δὲ μᾶλλον ὡς ὀχληρὸν καὶ περιττὸν λέγων· «Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται | |
25 | ἄνθρωπος,» τουτέστιν, ἐὰν ὁ Θεὸς δύναμιν δῷ τῷ ἀνθρώπῳ, δύναται μὴ φαγεῖν, καὶ ζῇν ὡς Μωϋσῆς καὶ Ἠλίας, οἳ ῥήματι Θεοῦ ἔζησαν ἄσιτοι τεσσαρά‐ κοντα ἡμέρας. Εἰ οὖν δυνατὸν δίχα ἄρτου ζῇν, ἵνα τί ποιῶ τὸν λίθον ἄρτον; Οὔτε οὖν λέγει, Οὐ δύναμαι, | |
30 | ἵνα μὴ ἀρνήσῃ τε τὴν ἑαυτοῦ δύναμιν· οὔτε, ὅτι Δύ‐ ναμαι, ἵνα μὴ γνοὺς ἐκεῖνος ὅτι Θεός ἐστιν, ᾧ μόνῳ τὰ τοιαῦτα δυνατὰ, ἀποστῇ ἀπ’ αὐτοῦ.—(A f. 74, H f. 225) Καί μοι ὅρα τὴν ἀνθρώπου φύσιν ἐν Χρι‐ στῷ, τὰ τῆς ἐν Ἀδὰμ ἀκρασίας ἀποβάλλουσαν αἰτιά‐ | |
35 | ματα. Διὰ βρώσεως ἐν Ἀδὰμ νενικήμεθα· δι’ ἐγκρά‐ τειαν ἐν Χριστῷ νενικήκαμεν.—(A f. 74 b, H f. 226) Τοῖς μὲν ἀπὸ γῆς σιτίοις τὸ γήϊνον ἡμῶν τρέφε‐ ται σῶμα, καὶ ζητεῖ πρὸς ἐπικουρίαν τὸ συγγενές· ψυχὴ δὲ ἡ λογικὴ λόγῳ τῷ θείῳ πρὸς εὐεξίαν ἁδρύ‐ | |
40 | νεται τὴν πνευματικήν· αἱ μὲν γὰρ ἀπὸ γῆς τροφαὶ τὸ συγγενὲς τρέφουσι σῶμα· αἱ δὲ ἄνωθεν καὶ ἐξ οὐρανοῦ νευροῦσι τὸ πνεῦμα. Τροφὴ νοῦ, ὁ λόγος ὁ παρὰ Θεοῦ, καὶ ἄρτος πνευματικὸς, στηρίζων ἀνθρώ‐ που καρδίαν, κατὰ τὸ ἐν βίβλῳ Ψαλμῶν ὑμνούμενον· | |
45 | τοιαύτας δὲ εἶναί φαμεν καὶ αὐτῶν τῶν ἁγίων ἀγγέ‐ λων τὰς τροφάς. Ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκου‐ μένης. (A f. 74 b, H f. 227) Ἀλλ’, ὦ κακοῦργε, καὶ πο‐ | |
72.529(50) | νηρὲ, καὶ ἀλιτήριε, πῶς ἐτόλμησας τῷ Κυρίῳ πάσης τῆς κτίσεως δεῖξαι πάσας βασιλείας, καὶ εἰπεῖν, ὡς Ταῦτα πάντα ἐμά ἐστι· νῦν οὖν εἰ πεσὼν προσκυνή‐ σεις μοι, σοὶ δώσω; Πῶς ἐπαγγέλλῃ τὰ μὴ σά; Τίς | |
σε κατέστησε κληρονόμον τῆς τοῦ Θεοῦ βασιλείας; | ||
72.532 | Τίς ὑπέταξέ σοι τὴν ὑπ’ οὐρανόν; Ἐξ ἀπάτης ἥρπα‐ σας· οὐκοῦν ἀπόδος ἐνανθρωπήσαντι τῷ Υἱῷ τῷ πάντων Δεσπότῃ· ἄκουε τί φησιν ὁ προφήτης Ἡσαΐας περὶ σοῦ «Μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν; φά‐ | |
5 | ραγγα βαθεῖαν, πῦρ καὶ θεῖον καὶ ξύλα κείμενα· ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη.» Ὁ δὲ κλῆρον ἔχων τὴν ἄσβεστον φλόγα, πῶς τῷ βασιλεῖ τῶν ὅλων ἐπαγγέλλεις τὰ αὐτοῦ; Προσεδόκησας ἔχειν προσκυνητὴν ὃν τρέμει τὰ σύμπαντα, καὶ δοξολογοῦσι | |
10 | τὰ Σεραφὶμ καὶ πᾶσαι αἱ ἀγγελικαὶ δυνάμεις; Γέγρα‐ πται· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.»—(B f. 47 b) Ἁπτόμενος ὥσπερ τῶν σπλάγχνων αὐτοῦ, ταύτην παρεκόμισεν εὐκαίρως τὴν ἐντολήν· πρὸ μὲν γὰρ τῆς ἐπιδημίας | |
15 | αὐτοῦ, πᾶσαν ἐπλάνησε τὴν ὑπ’ οὐρανόν· αὐτὸς ἦν ὁ πανταχοῦ προσκυνούμενος· ὁ δέ γε τοῦ Θεοῦ νόμος ἔξω τιθεὶς αὐτὸν τῆς ἐξ ἀπάτης αὐτῷ πεπορισμένης ἀρχῆς, ἑνὶ τῷ κατὰ φύσιν καὶ ἀληθῶς ὄντι Θεῷ προσέταξε προσκυνεῖν, καὶ αὐτῷ μόνῳ τὰς λατρείας | |
20 | ἐπιτελεῖν. Εἰ ὁ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω. (A f. 75 b, B f. 47 b, H f. 230) Τρίτην πεῖραν ὁ διάβολος προσάγει τὴν τῆς κενοδοξίας· «Βάλε σεαυ‐ | |
25 | τὸν κάτω,» λέγων, εἰς ἐπίδειξιν τῆς θεότητος· ἀλλ’ οὐ κατήνεγκε διὰ τῆς ἐπάρσεως, ἀλλ’ ἔξω βέβληκε καὶ εἰς τοῦτο σκοποῦ· «Εἴρηται γὰρ, φησὶ, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.» Οὐ γὰρ τοῖς πειράζουσι χαρίζεται ὁ Θεὸς τὰς ἐπικουρίας, ἀλλὰ | |
30 | τοῖς πιστεύουσιν εἰς αὐτόν· οὐ γὰρ ὅτι φειδοῦς ἡμᾶς ἀξιοῖ, διὰ τοῦτο ἡμεῖς ἐπιδεικτιᾷν ὀφείλομεν. Πρὸς τούτοις οὐδέποτε Χριστὸς τοῖς πειράζουσιν αὐτὸν ἐδίδου σημεῖον· «Γενεὰ γὰρ, φησὶ, πονηρὰ σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ.» Τοῦτο | |
35 | καὶ νῦν ἀκουέτω πειράζων ὁ Σατανᾶς. Οὐκοῦν νενι‐ κήκαμεν ἐν Χριστῷ· καὶ ὅ ποτε κρατήσας ἐν Ἀδὰμ, ἀπῆλθε κατῃσχυμμένος, ἵν’ ἡμεῖς ὑπὸ πόδας ἔχω‐ μεν αὐτόν. Ὅτε γὰρ νενίκηκεν ὁ Χριστὸς, τότε καὶ εἰς ἡμᾶς παραπέμπων τὸ δύνασθαι νικᾷν, «Ἰδοὺ | |
40 | δέδωκα, φησὶν, ὑμῖν πατεῖν ἐπάνω ὄφεων, καὶ σκορ‐ πίων, καὶ δὲ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Γέγραπται γὰρ, ὅτι Τοῖς ἀγγέλοις αὑτοῦ ἐντε‐ λεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε. (B f. 47 b) Ὅρα δὲ πῶς κακούργως πειρᾶται διὰ | |
45 | τῆς χρήσεως τῶν Γραφῶν καθελεῖν τὴν δόξαν τοῦ Κυρίου, ὡς δεομένου ἀγγελικῆς βοηθείας· ὡς μέλ‐ λοντος προσκόπτειν, εἰ μὴ ἄγγελοι αὐτῷ βοηθεῖεν. Οὐ γὰρ περὶ τοῦ Χριστοῦ εἴρηται ἡ χρῆσις τοῦ ψαλμοῦ· οὐδὲ γὰρ δεῖται ἀγγέλων Δεσπότης. Τὸ δὲ | |
72.532(50) | πτερύγιον, οἰκοδόμημα ἦν ὑψηλὸν ἄγαν, παρῳκοδο‐ μημένον τῇ πλευρᾷ τοῦ ἱεροῦ.—(A f. 75 b, H f. | |
230 b) Ἀναφέρουσι μέντοι κακῶς τινες τὸν ψαλ‐ | ||
72.533 | μὸν εἰς τὸ τοῦ Κυρίου πρόσωπον· καὶ τοὺς στί‐ χους συνάπτοντες, οὕτως ἀναγινώσκουσι· «Ὅτι σὺ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου.» Φασὶ γοῦν ὅτι ὁ Κύριος καταφυγὴν ἔχει τὸν | |
5 | Ὕψιστον, δηλονότι τὸν ἐν οὐρανοῖς Πατέρα. Γέγονε δὲ πρόφασις αὐτῶν τῆς τοιαύτης ἐννοίας ὁ Σατανᾶς· αὐτὸς γὰρ οὕτω νενόηκε τοὺς στίχους, εἰπών· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. Γέγραπται γὰρ, ὡς Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ.» | |
10 | Συκοφάντης γὰρ ὑπάρχων καὶ πλάνος ὁ Σατανᾶς, καὶ τὰ περὶ ἡμῶν εἰρημένα αὐτῷ προσάπτει τῷ προσώπῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἀλλ’ ἡμεῖς οὐχ οὕτως νοοῦμεν, ὡς νοεῖν ἔθος τῷ Σατανᾷ· εἰ δὲ οὔτω νενοήκασιν Ἀρειανοὶ, θαυμαστὸν οὐδέν· | |
15 | ἀκολοθοῦσι γὰρ τῷ ἰδίῳ πατρὶ, ὃς ψεύστης ἐστὶ, καὶ ἀλήθεια ἐν αὐτῷ οὐκ ἔστι, κατὰ τὴν τοῦ Σω‐ τῆρος φωνήν· εἰ γάρ ἐστι κατ’ αὐτοὺς ἀληθὲς τὸ τοιοῦτον, ἐλπίδα μὲν ἡμεῖς τὸν Χριστὸν πεποιήμεθα, αὐτὸς δὲ καταφυγὴν ἔχει τὸν Πατέρα· οὐκοῦν βοη‐ | |
20 | θουμένῳ προσπεφεύγαμεν, Σωτῆρα καλοῦμεν τὸν παρ’ ἑτέρου σωζόμενον. Οὐκ ἔστι ταῦτα, μὴ γένοιτο. Λέγομεν τοίνυν τοῖς οὕτω φρονεῖν εἰωθόσιν Ἑτέραν ἡμῖν ἀναγγέλλετε πλάνησιν· ἔξω τῆς βασιλικῆς καὶ εὐθείας ἔρχεσθε τρίβου· εἰς ἀκάνθας καὶ βόθρους | |
25 | πίπτετε· τῆς ἀληθείας ἐκπεπτώκατε· ἴσος ἐστὶ κατὰ πάντα τοῦ Πατρὸς ὁ Υἱός· χαρακτὴρ τῆς ὑποστά‐ σεως αὐτοῦ· Ὕψιστος καθὰ καὶ ὁ Πατήρ. Ὁ μὲν οὖν Σατανᾶς τούτοις ἐχρήσατο τοῖς στίχοις ὡς ἐπ’ ἀνθρώπου κοινοῦ τοῦ Σωτῆρος· ἐπειδὴ γάρ ἐστιν | |
30 | ὅλος σκότος, καὶ κατεσκοτισμένην ἔχει τὴν διάνοιαν, οὐ συνῆκε τῶν εἰρημένων τὴν δύναμιν, ὅτι ὁ ψαλμὸς ἐκ προσώπου παντὸς δικαίου εἴρηται βοηθουμένου ὑπὸ τοῦ Ὑψίστου, ὄντος Θεοῦ τοῦ οὐρανοῦ· ἠγνόησέ τε πρὸς τούτῳ, ὅτι Θεὸς ὢν ὁ Λόγος γέγονεν ἄν‐ | |
35 | θρωπος, καὶ αὐτὸς ἦν ὁ οἰκονομικῶς πειραζόμενος. Ὁ μὲν οὖν, ὡς ἔφην, ὡς ἐπ’ ἀνθρώπου κοινοῦ, ἢ καὶ ὡς ἐφ’ ἐνὸς τῶν ἁγίων προφητῶν εἰρῆσθαι τοὺς λόγους ὑπελάμβανεν· ἄτοπον ἡμᾶς τοὺς εἰδότας ἀκρι‐ βῶς τὸ μυστήριον, καὶ πεπιστευκότας ὅτι Θεός ἐστι | |
40 | καὶ Υἱὸς Θεοῦ, καὶ ὅτι δι’ ἡμᾶς καθ’ ἡμᾶς γέγονεν ἄνθρωπος, ὑπονοεῖν περὶ αὐτοῦ τοὺς στίχους εἰρῆ‐ σθαι. Οὐχ ἁρμόζει τοίνυν τῷ προσώπῳ τοῦ Σωτῆρος τὸ λέγεσθαι· «Τὸν Ὕψιστον ἔθου καταφυγήν σου.» Αὐτὸς γάρ ἐστιν Ὕψιστος, ἡ πάντων καταφυγὴ, ἡ | |
45 | πάντων ἐλπὶς, ἡ πάντα ἰσχύουσα τοῦ Πατρὸς δεξιά· κἄν τις αὐτὸν καταφυγὴν θεῖτο, οὐ προσελεύσεται πρὸς αὐτὸν κακά· αὐτὸς γὰρ ἐντελεῖται τοῖς ἀγγέ‐ λοις, λειτουργικοῖς οὖσι πνεύμασιν, ὅπως φρουρῶσι τὸν δίκαιον. Ὥσπερ γὰρ οἱ κατὰ σάρκα πατέρες, | |
72.533(50) | ὅταν ἴδωσιν ὁδὸν τραχεῖαν καὶ δύσβατον, ἁρπάζου‐ σιν εἰς χεῖρας τὰ βρέφη, μή πως ἀδικηθῇ τρυφε‐ ρὸν ἔχοντα τὸν πόδα, καὶ οὔπω διὰ σκληρᾶς ὁδοῦ βῆναι δυνάμενα, οὕτω καὶ αἱ λογικαὶ δυνάμεις | |
τοὺς οὔπω πονεῖν ἰσχύοντας, νηπιοπρεπῆ δέ πως | ||
72.536 | δύναμιν, ἀλλὰ παντὸς ἐξέλκουσι πειρασμοῦ. Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν. (A f. 77, H f. 234 b) Ἀφεὶς τὰς ἐν ταῖς πόλεσι | |
5 | διατριβὰς, ταῖς ἐρήμοις ἐνηυλίζετο· ἐκεῖ νενήστευκε πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, ἐκεῖ νενίκηκεν ὑπὲρ ἡμῶν, ἐκεῖ συνέτριψε τὰς κεφαλὰς τῶν δρακόντων, ἐκεῖ, καθά φησιν ὁ μακάριος Δαβὶδ, τοῦ ἐχθροῦ ἐξ‐ έλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθῄρηνται, | |
10 | τουτέστιν ὡς πύργοι καὶ πόλεις ὄντες· κατευμεγε‐ θήσας τοίνυν τοῦ Σατανᾶ, καὶ στεφανώσας ἐν ἑαυτῷ τὴν τοῦ ἀνθρώπου φύσιν τοῖς κατ’ ἐκείνου βραβείοις, ὑπέστρεψεν εἰς τὴν Γαλιλαίαν, ἐν τῇ δυνάμει τοῦ Πνεύματος, ἐνεργείᾳ τε καὶ δυνάμει χρώμενος, | |
15 | πλείστας τε θεοσημείας ἀποτελῶν, καὶ πολὺ τὸ θαῦμα παρεχόμενος. Εἰργάζετο δὲ τὰς θεοσημείας, οὐκ ἔξωθεν καὶ πεπορισμένην τὴν τοῦ Πνεύματος χάριν λαβὼν, καθὰ καὶ ὁ τῶν ἁγίων χορὸς, ὑπάρχων δὲ μᾶλλον φύσει τε καὶ ἀληθῶς Υἱὸς τοῦ Θεοῦ καὶ Πα‐ | |
20 | τρὸς, καὶ κλῆρον ἴδιον ἔχων τὰ αὐτοῦ· καὶ γὰρ ἔφη πρὸς αὐτὸν, ὅτι «Πάντα τὰ ἐμὰ, σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Δεδόξασται τοίνυν ὡς ἰδίᾳ δυνάμει καὶ ἐνεργείᾳ χρώμενος τῇ τοῦ ὁμοου‐ σίου Πνεύματος. | |
25 | Καὶ ἦλθεν εἰς τὴν Ναζαρέτ· καὶ εἰσῆλθεν εἰς τὴν συναγωγήν. (A f. 77, H f. 235) Ἐπειδὴ ἐχρῆν λοιπὸν ἐμφανῆ ἑαυτὸν καταστῆσαι τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ τὸ τῆς ἐνανθρωπήσεως ἐκλάμψαι μυστήριον τοῖς οὐκ | |
30 | εἰδόσιν αὐτὸ, καὶ ὅτι κέχρισται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς σωτηρίαν τῆς ὑπὸ οὐρανὸν, πανσόφως καὶ τοῦτο οἰκονομεῖ· χαρίζεται δὲ τοῦτο πρό γε τῶν ἄλλων τοῖς ἐν Ναζαρὲτ, οἷς καὶ συνετράφη, κατά γέ φημι τὴν σάρκα. Εἰσελθὼν τοίνυν ἐν τῇ συναγωγῇ, | |
35 | δέχεται βιβλίον εἰς ἀνάγνωσιν· καὶ ἀνοίξας, προφη‐ τικὴν ἐπελέξατο ῥῆσιν, τὸ περὶ αὐτοῦ λαλοῦσαν μυ‐ στήριον.—Ἐναργέστατα δὲ διὰ τούτων αὐτὸς ἦν ὁ λέγων διὰ τῆς τοῦ προφήτου φωνῆς, ὡς καὶ ἐναν‐ θρωπήσει καὶ ἀφίξεται διασώσων τὴν ὑπ’ οὐρανόν· | |
40 | κεχρίσθαι γὰρ οὐχ ἑτέρως φαμὲν τὸν Υἱὸν, πλὴν ὅτι κατὰ τὴν σάρκα γενόμενον δηλονότι καθ’ ἡμᾶς καὶ ἐνανθρωπήσαντα· Θεὸς γὰρ ὑπάρχων ὁμοῦ καὶ ἄνθρωπος, ὁ αὐτὸς δίδωσι μὲν θεϊκῶς τὸ Πνεῦμα τῇ κτίσει, δέχεται δὲ αὐτὸ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς | |
45 | κατὰ τὸ ἀνθρώπινον, ὁ πᾶσαν ἁγιάζων τὴν κτίσιν, ἅτε καὶ ἐξ ἁγίου Πατρὸς πεφηνὼς, καὶ τὸ ἐξ αὐτοῦ προχεόμενον Πνεῦμα καὶ ταῖς ἄνω δυνάμεσιν ἐνιεὶς ὡς ἑαυτοῦ, καὶ προσέτι τοῖς ἐπεγνωκόσιν αὐτοῦ τὴν ἐπιφάνειαν. | |
72.536(50) | Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίζεσθαι πτωχοῖς ἀπέσταλκέ με, κ.τ.λ. (B f. 50) Σαφῶς διὰ τούτων δηλοῖ, ὡς τὸ τῆς κε‐ νώσεως ὑφειμένον, καὶ ὑποβεβηκὸς, καὶ αὐτὸ τὸ Χριστὸς ὄνομά τε καὶ πρᾶγμα δι’ ἡμᾶς κατεδέξατο. | |
55 | Τὸ γὰρ Πνεῦμα, φησὶν, ὅπερ ἐστὶ φυσικῶς ἐν ἐμοὶ | |
72.537 | διὰ τὸ ταῦτον τῆς οὐσίας καὶ τῆς θεότητος, τοῦτο ἐπ’ ἐμὲ παραγέγονεν καὶ ἔξωθεν· ὥσπερ καὶ ἐν Ἰορδάνῃ ἐν εἴδει περιστερᾶς ἐπεφοίτησεν, οὐχ ὡς μὴ ὑπάρχον ἐν ἐμοὶ, ἀλλ’ οὗ εἵνεκεν ἔχρισέ με. Τίνος δὲ εἵνεκεν | |
5 | χρισθῆναι προείλετο; Ἡμῶν τῶν ἐρήμων γενομένων τοῦ Πνεύματος διὰ τὴν ἀρχαίαν ἐκείνην ἀπόφασιν, τό· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀν‐ θρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκα.»— Ταῦτα ὁ ἐνανθρωπήσας τοῦ Θεοῦ Λόγος φησί· Θεὸς | |
10 | γὰρ ὢν ἀληθινὸς ἐξ ἀληθινοῦ Θεοῦ τοῦ Πατρὸς, καὶ δι’ ἡμᾶς ἄνθρωπος ἀτρέπτως γεγονὼς, μεθ’ ἡμῶν κέχρισται τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, τοῦ Πνεύματος αὐτῷ παρὰ τὸν Ἰορδάνην ἐπιφοιτήσαντος ἐν εἴδει περιστερᾶς. Πάλαι μὲν γὰρ συμβολικῶς ἐχρίοντο | |
15 | βασιλεῖς τε καὶ ἱερεῖς, ἁγιασμοῦ τινα μετοχὴν ἐκ τούτου κερδαίνοντες· ὁ δὲ δι’ ἡμᾶς ἐνανθρωπήσας, τῷ νοητῷ τῆς ἀγαλλιάσεως ἐλαίῳ, καὶ αὐτῇ τῇ τοῦ Πνεύματος ἐπιφοιτήσει ἐχρίσθη· τοῦτο ἡμῖν λαμ‐ βάνων, οὐχ ἑαυτῷ· καὶ γὰρ ἀποπτάντος τοῦ Πνεύ‐ | |
20 | ματος, καὶ μὴ καταμείναντος ἐν ἡμῖν διὰ τὸ εἶναι ἡμᾶς σάρκα, πένθους ἦν πλήρης ἡ γῆ, ἅτε μετουσίας ἐστερημένη Θεοῦ.—(B f. 50 b) Ἐκήρυξε δὲ καὶ αἰχμαλώτοις ἄφεσιν, ἣν καὶ ἐνήργησε, δήσας τὸν ἰσχυρὸν τὸν τυραννικῶς καταδυναστεύσαντα τοῦ γένους ἡμῶν Σατανᾶν, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσας | |
25 | ἡμᾶς. (A f. 77, H f. 235 b) Ὥσπερ μέντοι τὸ, ἔχρισέ με, τῇ ἀνθρωπότητι πρέπει· χρίεται γὰρ οὐχ ἡ θεία φύσις, ἀλλὰ τὸ ἡμῖν ὁμογενές· οὕτω καὶ τὸ, ἀπ‐ έσταλκέ με, τῷ ἀνθρωπίνῳ λογιστέον.—(A f. 77 b, | |
30 | H f. 236) Καὶ τοὺς πάλαι τὴν ἐκ τοῦ διαβόλου ἀχλὺν ἔχοντας εἰς καρδίαν, λαμπροὺς ἀπέφηνεν, οἷά τις δικαιοσύνης ἥλιος ἀνίσχων, καὶ υἱοὺς ἀποφήνας οὐκ‐ έτι νυκτὸς καὶ σκότους, ἀλλὰ φωτὸς καὶ ἡμέρας, κατὰ τὴν Παύλου φωνήν· καὶ οἱ τυφλοὶ ὄντες· ἐτύ‐ | |
35 | φλωσε γὰρ τὰς καρδίας αὐτῶν ὁ ἀποστάτης· ἀνέβλε‐ ψαν, καὶ ἐπέγνωσαν τὴν ἀλήθειαν, καὶ καθώς φησιν Ἡσαΐας, γέγονεν αὐτοῖς τὸ σκότος εἰς φῶς· τουτ‐ έστιν, οἱ ἀμαθεῖς γεγόνασι σοφοί· οἵ ποτε πλανώ‐ μενοι τὰς τῆς δικαιοσύνης ἐγνώκασιν ὁδούς. Φησὶ | |
40 | δέ που καὶ πρὸς αὐτὸν τὸν Υἱὸν ὁ Πατήρ· «Δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλ‐ μοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» Ἀφίκετο γὰρ ὁ Μονογενὴς εἰς τόνδε τὸν κόσμον, καὶ τοῖς ἐκ | |
45 | γένους, τουτέστι τοῖς ἐξ αἵματος Ἰσραήλ· ἐξ αὐ‐ τῶν γὰρ πέφηνε τὸ κατὰ σάρκα· τὴν καινὴν δέδωκε διαθήκην, τὴν πάλαι προηγγελμένην διὰ φωνῆς προ‐ φητῶν· ἐνήστραψε δὲ καὶ τοῖς ἔθνεσι τὸ θεῖόν τε καὶ οὐράνιον φῶς· καὶ τοῖς ἐν ᾄδου πνεύμασι πορευθεὶς | |
72.537(50) | ἐκήρυξε, καὶ τοῖς καθειργμένοις ἐν οἴκῳ φυλακῆς ἐπεφάνη, καὶ πάντας ἀνῆκε δεσμῶν καὶ ἀνάγκης. Ταῦτα δὲ πῶς οὐκ ἂν ἔχοι σαφῆ τὴν ἀπόδειξιν τοῦ. ὅτι καὶ Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ἐστὶν ὁ Χρι‐ στός; | |
55 | Τί δὲ τὸ ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει; Τὸ ἐλευθέρους ἐκπέμψαι, οὓς συνέθραυσε νοητῶς ῥαβδί‐ | |
ζων ὁ Σατανᾶς. Τί δὲ τὸ κηρύξαι ἐνιαυτὸν Κυρίου | ||
72.540 | δεκτόν; Τὸ τὴν ἑαυτοῦ εὐαγγελίσασθαι παρουσίαν, τὸ τὸν καιρὸν ἐνστῆναι τοῦ Κυρίου, τουτέστι τοῦ Υἱοῦ· δεκτὸς γὰρ ἐνιαυτὸς, καθ’ ὃν ἐσταυρώθη Χρι‐ στὸς ὑπὲρ ἡμῶν· δεκτοὶ γὰρ τότε γεγόναμεν τῷ | |
5 | Θεῷ καὶ Πατρὶ καρποφορηθέντες δι’ αὐτοῦ. Διὸ ἔλεγεν· «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ γοῦν ἀνεβίω τριήμερος, πατήσας τοῦ θανάτου τὸ κράτος. Εἶτα τοῖς μαθηταῖς προσ‐ εφώνει· «Ἐδόθη μοι πᾶσα ἐξουσία,» καὶ τὰ ἐξῆς. | |
10 | Δεκτὸς οὖν ἐνιαυτὸς ἐκεῖνός που πάντως, καθ’ ὃν εἰσεδέχθημεν τὴν πρὸς αὐτὸν λαχόντες οἰκείωσιν, ἀπονιψάμενοι τὴν ἁμαρτίαν, διὰ τοῦ ἁγίου βαπτί‐ σματος· καὶ τῆς θείας αὐτοῦ φύσεως γενόμενοι κοινωνοὶ, διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος· ἤγουν | |
15 | δεκτὸς ἐνιαυτὸς, καθ’ ὃν πεφανέρωκε τὴν δόξαν αὐ‐ τοῦ, διὰ τὰς (Codd. TĤS, sed malui τὰς) ὑπὲρ λόγον θεοσημείας. Ἐδεξάμεθα γὰρ ἀσμένως τὸν τῆς παρ’ αὐτοῦ σωτηρίας καιρὸν, ὃν δὴ καὶ ὁ πάνσοφος Παῦλος καταμεμήνυκεν λέγων· «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδε‐ | |
20 | κτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας·» ὅτε οἱ πτωχοὶ, οἱ παντὸς ἀγαθοῦ νενοσηκότες τὴν ἔνδειάν ποτε, ἐλπίδα τε μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ· οὗτοι δ’ ἂν εἶεν οἱ ἐξ ἐθνῶν· τὴν εἰς αὐτὸν πίστιν ἐπλούτησαν, τὸν θεῖόν τε καὶ οὐράνιον κεκερδάκασι θησαυρὸν, τὸ | |
25 | εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, δι’ οὗ γεγόνασι καὶ τῆς τῶν οὐρανῶν βασιλείας μέτοχοι, καὶ συμμερισταὶ τῶν ἁγίων, καὶ κληρονόμοι τῶν ὑπὲρ νοῦν καὶ λόγον. «Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, φησὶ, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου | |
30 | οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐ‐ τόν.» Ἢ τάχα που καὶ τοῖς πτωχοῖς τῷ πνεύματι, δεδωρῆσθαί φησιν ὁ λόγος ἐν τούτοις τῶν διὰ Χρι‐ στοῦ χαρισμάτων τὴν ἄφθονον χορηγίαν. Συντετριμμένους δέ φησι τὴν καρδίαν, τοὺς ἀσθε‐ | |
35 | νεῖς καὶ εὐδιάθρυπτον ἔχοντας νοῦν, καὶ ταῖς τῶν παθῶν προσβολαῖς ἀντιφέρεσθαι μὴ δυναμένους, ὑπενηνεγμένους δὲ οὕτως αὐταῖς, ὡς αἰχμαλώτους εἶναι δοκεῖν. Τούτοις ἴασίν τε καὶ ἄφεσιν ἐπαγγέλ‐ λεται· τυφλοῖς δὲ οὖσιν αὐτοῖς δίδωσι καὶ ἀνάβλεψιν· | |
40 | οἱ γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες, «καὶ τῷ ξύλῳ λέγοντες, Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με,» εἶτα τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν οὐκ ἐπεγνωκότες, πῶς οὐκ ἂν εἶεν τυφλοὶ, καὶ φωτὸς τοῦ θείου καὶ νοητοῦ γυμνὴν ἔχοντες τὴν καρ‐ | |
45 | δίαν; Τούτοις ἐνίησιν ὁ Πατὴρ τῆς ἀληθοῦς θεο‐ γνωσίας τὸ φῶς. (H f. 237) Κέκληνται γὰρ διὰ πί‐ στεως, καὶ ἔγνωσαν αὐτὸν, μᾶλλον δὲ ἐγνώσθησαν ὑπ’ αὐτοῦ· καὶ υἱοὶ νυκτὸς ὄντες καὶ σκότους, φωτὸς γεγόνασι τέκνα· διηύγασε γὰρ αὐτῶν ἡ ἡμέρα, καὶ | |
72.540(50) | ὁ τῆς δικαιοσύνης ἀνίσχεν ἥλιος, καὶ λαμπρὸς ἀνέτει‐ λεν ἑωσφόρος. Λυπεῖ δὲ οὐδὲν καὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ἐφαρμόσαι πάντα τὰ εἰρημένα· καὶ γὰρ ἦσαν πτωχοὶ καὶ συντετριμμένοι τὴν καρδίαν, καὶ | |
οἷον αἰχμάλωτοι καὶ ἐσκοτισμένοι· οὐ γὰρ ἦν ἐπὶ | ||
72.541 | γῆς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός. Ἀλλὰ «πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν·» ἀφῖκται δὲ ὁ Χριστὸς, καὶ πρό γε τῶν ἄλλων εὐαγγελιζόμενος τοῖς ἐξ Ἰσραὴλ τῆς ἑαυτοῦ παρουσίας τὰ κατορθώματα | |
5 | (τοιαῦτα δὲ ἦν καὶ τὰ τῶν ἐθνῶν ἀῤῥωστήματα), λε‐ λύτρωνται δὲ δι’ αὐτοῦ· πεπλουτήκασι γὰρ τὴν παρ’ αὐτοῦ σοφίαν, καὶ συνετοὶ γεγόνασι, καὶ ἀσθενῆ καὶ συντεθραυσμένην οὐκέτι τὴν διάνοιαν ἀνέχουσιν, ὑγιᾶ δὲ καὶ ἐῤῥωμένην, καὶ ἐπιτηδείως ἔχουσαν πρὸς | |
10 | παραδοχὴν καὶ κατόρθωσιν παντὸς ἀγαθοῦ καὶ σωτη‐ ρίου πράγματος. Ἔδει γὰρ σοφίας καὶ συνέσεως τοῖς πεπλανημένοις, οἳ διὰ πολλὴν ἀβελτηρίαν προσεκύνη‐ σαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ξύλα καὶ λίθους ἐπεγράφοντο θεούς. Ἀλλ’ οἱ πάλαι Χριστὸν | |
15 | οὐκ εἰδότες, διὰ τὸ ἐν ἀχλύϊ καὶ σκότῳ τελεῖν, Θεὸν αὐτὸν ἐπεγράψαντο. Τούτων ὑπαναγνωσθέντων τοῖς συνειλεγμένοις, ὁ μὲν πάντων τοὺς ὀφθαλμοὺς πρὸς ἑαυτὸν ἐπέστρεψε, θαυμαζόντων τάχα πῶς οἶδε γράμματα, μὴ μεμα‐ | |
20 | θηκώς. Ἐπειδὴ δὲ ἕθος ἦν τοῖς ἐξ Ἰσραὴλ, τὰς περὶ αὐτοῦ προφητείας ἐκπεπεράνθαι λέγειν, ἢ ἐπί τισι τῶν παρ’ αὐτοῖς ἐνδόξως βεβασιλευκότων, ἢ γοῦν ἐπὶ προφήταις ἁγίοις· (B f. 51) συνιέντες γὰρ οὐδὲν τῶν περὶ αὐτοῦ γεγραμμένων ὀρθῶς, ἑτέραν ᾤχοντο | |
25 | τρίβον, ἔξω πίπτοντες σκοποῦ· ἵνα δὲ μὴ πάλιν λέ‐ γωσί τι τοιοῦτον περὶ τῆς εἰρημένης προφητείας, ἀναγκαίως προασφαλίζεται, καί φησιν, ὅτι «Σήμερον αὕτη ἡ γραφὴ πεπλήρωται ἐν τοῖς ὠσὶν ὑμῶν,» ἑαυτὸν ἐναργῶς παριστὰς ἐν τούτοις τὸν διὰ τῆς προ‐ | |
30 | φητείας προηγορευμένον.—(A f. 78, H f. 237 b) Αὐτὸς γὰρ εὐηγγελίσατο τὴν τῶν οὐρανῶν βασιλείαν τοῖς ἀπὸ τῶν ἐθνῶν· αὐτοὶ γὰρ ἦσαν πτωχοὶ, μηδὲν ἔχοντες, μὴ Θεὸν, μὴ νόμον, μὴ προφήτας· ἢ καὶ ἅπασιν ἁπλῶς τὸν πλοῦτον οὐκ ἔχουσι πνευματικόν. | |
35 | Αὐτὸς αἰχμαλώτους ὄντας ἐῤῥύσατο, τὸν ἀποστάτην τύραννον καθελὼν, τουτέστι τὸν Σατανᾶν. Αὐτὸς τὸ θεῖον καὶ νοητὸν φῶς ἐνήστραψε τοῖς ἐσκοτισμένην ἔχουσι τὴν καρδίαν. Ἔφη γοῦν· «Ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλήλυθα.» Αὐτὸς ἀπέλυσε τῶν τῆς | |
40 | ἁμαρτίας δεσμῶν, δηλονότι τοὺς συντεθραυσμένην ἔχοντας τὴν καρδίαν· (B f. 51) ἀλλὰ τὴν μέλλουσαν αὐτὸς ὑπέδειξε ζωὴν, καὶ τὴν δικαίαν ἠπείλησε κρίσιν. Αὐτὸς ἐκήρυξεν ἐνιαυτὸν Κυρίου δεκτὸν, καθ’ ὃν τὸ κήρυγμα τοῦ Σωτῆρος ἐγένετο· ἐνιαυτὸν γὰρ δεκτὸν, | |
45 | τὴν προτέραν αὐτοῦ οἶμαι λέγεσθαι παρουσίαν· ἡμέραν δὲ ἀνταποδόσεως, τὴν τῆς κρίσεως ἡμέραν Καὶ πάντες ἐμαρτύρουν αὐτῷ, καὶ ἐθαύμαζον, κ.τ.λ. (A f. 78, H f. 237 b, C f. 113 b) Μὴ γὰρ | |
72.541(50) | συνιέντες τὸν κεχρισμένον καὶ ἀπεσταλμένον, καὶ τῶν οὕτω τεθαυμασμένων πραγμάτων ἀποτε‐ λεστὴν, εἰς τὰ συνήθη κατεκομίζοντο, καὶ ψυχρο‐ λογοῦσιν ἀβούλως· καίτοι γὰρ τεθαυμακότες ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ | |
55 | τοῦ στόματος αὐτοῦ, κατευτελίζειν ἤθελον· ἔφασκον γάρ· «Οὐχ υἱός ἐστιν Ἰωσὴφ οὗτος;» Καὶ τί τοῦτο | |
παραλύει τοῦ θαυματουργοῦ τὴν δόξαν; Τί τὸ κωλύον | ||
72.544 | αὐτὸν εἶναι σεπτόν τε καὶ ἀξιάγαστον, εἰ καὶ υἱὸς ἦν, ὡς ἐνομίζετο, τοῦ Ἰωσήφ; Οὐχ ὁρᾷς τὰς θεοσημείας, πεσόντα τὸν Σατανᾶν, νενικημένας τὰς τῶν δαιμο‐ νίων ἀγέλας, διαφόρων νοσημάτων ἐλευθέρους γε‐ | |
5 | γονότας πολλούς; Ἐπαινεῖς τὴν χάριν τὴν ἐνοῦσαν αὐτοῦ ταῖς διδασκαλίαις, εἶτα σμικρολογεῖς Ἰουδαϊ‐ κῶς ὅτι πατέρα τὸν Ἰωσὴφ ἐπεγράφετο; Ὢ πολλῆς ἀβουλίας! Ἀληθὲς ἐπ’ αὐτοῖς εἰπεῖν· «Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος· ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέ‐ | |
10 | πουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσιν.» Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην, κ.τ.λ. (A f. 78, B f. 51 b, C f. 113 b, H f. 238) Κοινὸς λόγος παρὰ Ἰουδαίων ἦν, ἀστεϊσμοῦ χάριν ἐξευρη‐ | |
15 | μένος· τοῖς γὰρ ἀῤῥωστοῦσι τῶν ἰατρῶν ἐπεφώνουν τινές· «Ἰατρὲ, θεράπευσον σεαυτόν.» Ὡσανεὶ οὖν τοῦτο προτείνας αὐτοῖς τὸ ῥητὸν ὁ Χριστὸς ἔλεγεν, ὅτι Πολλὰ βούλεσθε παρ’ ἐμοῦ γενέσθαι σημεῖα, παρ’ ὑμῖν μάλιστα παρ’ οἷς καὶ ἐτράφην· ἀλλ’ οἶδα τὸ | |
20 | κοινὸν δήπου καὶ ἅπασι συμβαῖνον πάθος· κατα‐ φρονεῖται γάρ πως ἀεὶ καὶ τὰ ἐξαίρετα τῶν πραγ‐ μάτων, ὅταν μὴ σπανίζῃ παρά τισιν, ἀλλ’ ἔχωσιν ἐπ’ ἀδείας αὐτά. Οὕτω καὶ ἐπ’ ἀνθρώπων· ὁ γὰρ συνήθης καὶ παρὼν ἀεὶ, καὶ τῆς ὀφειλομένης αὐτῷ | |
25 | τιμῆς ἀποστερεῖται πολλάκις παρὰ τῶν εἰδότων αὐ‐ τόν.—Ἤλεγξε μὲν οὖν αὐτοὺς ἀσυνέτως τὰ τοιάδε λέγοντας· «Οὐχ ὁ υἱός ἐστι τοῦ Ἰωσὴφ οὗτος;» Πλὴν ἔχεται τοῦ σκοποῦ τῆς μυσταγωγίας, καί φησιν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι οὐδεὶς προ‐ φήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.» | |
30 | Πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου, κ.τ.λ. (A f. 78 b, C f. 113 b, H f. 239) Ἐπειδὴ γὰρ, ὡς ἔφην, τὰς περὶ αὐτοῦ προφητείας εἰς τέλος ἦχθαι διεβεβαιοῦντό τινες τῶν Ἰουδαίων, ἢ ἐπὶ προφήταις | |
35 | ἁγίοις, ἢ ἐπί τισι τῶν ἐνδόξων παρ’ αὐτοῖς γεγονό‐ των, ἀποφέρει χρησίμως αὐτοὺς τῆς τοιαύτης ὑπο‐ νοίας, πρὸς μίαν χήραν ἀπεστάλθαι Ἠλίαν εἰπὼν, ἕνα δὲ θεραπεῦσαι λεπρὸν τὸν προφήτην Ἐλισσαῖον, Νεεμὰν τὸν Σύρον· διὰ τούτων τὴν ἐξ ἐθνῶν ση‐ | |
40 | μαίνων Ἐκκλησίαν, τὴν μέλλουσαν αὐτὸν ὑποδέχεσθαι, καὶ τῆς λέπρας ἐλευθεροῦσθαι, διὰ τὴν ἀναισθησίαν τοῦ Ἰσραήλ. Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συν‐ αγωγῇ, κ.τ.λ. | |
45 | (A f. 80, H f. 245 b) Ἐπειδὴ τὴν πονηρὰν αὐτῶν γνώμην ἔστιξε, διὰ τοῦτο πρὸς ὀργὰς ἀνεκαίοντο· καὶ διὰ τὸ εἰπεῖν· «Σήμερον ἡ γραφὴ αὕτη πε‐ πλήρωται,» ἡ λέγουσα, «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ,» καὶ τὰ ἑξῆς. Ἐνόμισαν γὰρ αὐτὸν ἐξισοῦν ἑαυτὸν | |
72.544(50) | τοῖς προφήταις, καὶ τῆς πόλεως αὐτὸν ἐκβάλλουσι· καθ’ ἑαυτῶν μᾶλλον τὴν δίκην ὁρίζοντες, καὶ βε‐ βαιοῦντες τὸ ὑπὸ τοῦ Σωτῆρος εἰρημένον· ἐκπεπτώ‐ κασι γὰρ αὐτοὶ τῆς ἄνω πόλεως, τὸν Χριστὸν μὴ προσδεξάμενοι. Ἵνα δὲ μὴ μόνον ἐλέγξῃ δυσσεβή‐ | |
55 | σαντας μέχρις ἐπιχειρημάτων, συγκεχώρηκε προελ‐ θεῖν τὰ καθ’ ἑαυτοῦ τολμήματα· τῶν μὲν γὰρ ἄκρι‐ | |
τος ἦν ἡ ὁρμὴ, καὶ ὁ φθόνος ἀτίθασσος· μέχρι γοῦν | ||
72.545 | ὀφρύος τοῦ ὄρους ἀποκομίζοντες, κρημνῶν ἐνιέναι ἐπεχείρουν. «Ὁ δὲ διεξῄει διὰ μέσου αὐτῶν,» οὐδ’ ὅσον εἰπεῖν λόγον τινὰ θέμενος τῆς ἐπιβουλῆς αὐτῶν· οὐ τὸ παθεῖν φεύγων, διὰ τοῦτο γὰρ καὶ ἐλήλυθεν, | |
5 | ἀλλὰ καιρὸν ἀναμένων ἐπιτήδειον· ἀρχὴ γὰρ νῦν τοῦ κηρύγματος, καὶ ἄκαιρον ἦν τὸ παθεῖν, πρὶν ἢ κηρύξαι τὸν λόγον τῆς ἀληθείας. Ἦν γὰρ ἐπ’ αὐτῷ τὸ παθεῖν καὶ τὸ μὴ παθεῖν, καὶ Κύριος ἦν τῶν καιρῶν καὶ τῶν πραγμάτων· τοῦτο τεκμήριον τοῦ, | |
10 | καὶ ὅτε ἔπαθεν, ἑκόντα πεπονθέναι, καὶ ὡς οὐκ ἂν ἔπαθεν, εἰ μὴ ἑαυτὸν ἐπέδωκεν. Καὶ κατῆλθεν εἰς Καπερναοὺμ, πόλιν τῆς Γα‐ λιλαίας. (A f. 80 b, C f. 114, H f. 246) Οὓς οὐ μεθίστησι | |
15 | λόγος πρὸς τὸ εἰδέναι σαφῶς τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεὸς καὶ Κύριος, τούτους σαγηνεύει πρὸς τὸ εὐήνιον ἡ τῶν σημείων ἐπίδειξις. Χρησίμως οὖν καὶ ἀναγκαίως προσεπάγει πολλάκις ταῖς μυσταγωγίαις τὰς μεγαλουργίας· ἄπιστοι μὲν γὰρ οἱ τῆς Ἰουδαίας | |
20 | οἰκήτορες, καὶ τοὺς τῶν καλούντων εἰς σωτηρίαν ἀτιμάζοντες λόγους, μάλιστα δὲ πάντων οἱ ἀπὸ τῆς Καπερναούμ· ᾐτιᾶτο γοῦν αὐτὴν ὁ Κύριος λέγων· «Καὶ σὺ, Καπερναοὺμ, ἡ ἕως οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ.» Ἀλλὰ καίτοι γινώσκων, | |
25 | ὡς ἀπειθεῖς τε καὶ σκληροκάρδιοι, προσέβαλε μὲν αὐτοῖς ὥσπερ ἰατρὸς ἄριστος τοῖς εἰς ἐσχάτην πε‐ σοῦσι νόσον, πειρᾶται δὲ ἀπαλλάττειν τοῦ κακοῦ· φησὶ γὰρ αὐτὸς, ὅτι «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαί‐ νοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες.» Ἐδίδασκε | |
30 | τοίνυν ἐν συναγωγαῖς ἐν πολλῇ παῤῥησίᾳ· τοῦτο γὰρ καὶ διὰ φωνῆς Ἡσαΐου προηγόρευσεν λέγων· «Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδ’ ἐν τόπῳ γῆς σκο‐ τεινῷ.» Ἀλλὰ καὶ τοῖς ἁγίοις ἀποστόλοις ἐν παῤ‐ ῥησίᾳ πολλῇ τοὺς περὶ αὐτοῦ ποιεῖσθαι λόγους προσ‐ | |
35 | έταττε, λέγων· «Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτὶ, καὶ ὃ εἰς τὸ οὗς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων.» Καὶ ἐν Σαββάτῳ ὅτε ἤργουν, διελέ‐ γετο αὐτοῖς. Τεθαυμάκασι τοίνυν τῆς μυσταγωγίας τὴν δύναμιν, καὶ τὸ τῆς ἐξουσίας μέγεθος· ἦν γὰρ | |
40 | ἐν ἐξουσίᾳ, φησὶν, ὁ λόγος, οὐ κολακευτικὸς, ἀλλὰ προτρεπτικὸς εἰς σωτηρίαν. Ἰουδαῖοι μὲν γὰρ οὐδὲν ἕτερον ἐνόμιζον εἶναι Χριστὸν, πλὴν ὅτι καθ’ ἕνα τῶν ἁγίων, καὶ ἐν τάξει προφήτου παρελθεῖν εἰς μέσον. Ἵνα δὲ μείζονα τὴν περὶ αὐτοῦ δόξαν τε καὶ | |
45 | ὑπόνοιαν ἔχωσι, τὸ προφητικὸν ἐκβαίνει μέτρον· οὐ γὰρ εἴρηκέ ποτε· Τάδε λέγει Κύριος, καθάπερ ἀμέλει κἀκείνοις ἦν ἔθος, ἀλλ’ ὡς τοῦ νόμου Κύριος, τὰ ὑπὲρ νόμον ἐλάλει. Ἔλεγε γοῦν ὁ Θεὸς διὰ Ἡσαΐου· «Καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαβὶδ τὰ πιστά. | |
72.545(50) | Ἰδοὺ μαρτύριον ἐν ἔθνεσι δέδωκα αὐτὸν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν.» Ἔδει γὰρ οἰκέτην μὲν ὄντα Μωϋσέα, τῆς μὴ μενούσης σκιᾶς γενέσθαι διάκονον· ἐξαγγελέα δὲ τῆς διηνεκοῦς καὶ μενούσης λατρείας τὸν αἰώνιον, φημὶ δὴ τὸν Χριστόν. Τίς δὲ ἡ αἰώ‐ | |
55 | νιος διαθήκη; Τὰ ἱερὰ θεσπίσματα τοῦ ἐκ σπέρ‐ ματος Δαβὶδ κατὰ σάρκα Χριστοῦ· τὰ ὁσιουργὰ καὶ | |
πιστοποιά· καθάπερ καὶ ὁ τοῦ Θεοῦ φόβος, ἁγνὸς ὡς | ||
72.548 | ἁγνοποιός· καὶ τὸ εὐαγγελικὸν ῥῆμα, ζωὴ, ὡς ζωο‐ ποιόν. «Τὰ ῥήματα γὰρ, φησὶ, ἃ ἐγὼ ἐλάλησα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωὴ,» τουτέστι πνευματικὰ καὶ ζωοποιά. Πλὴν ἄθρει τῆς προφητείας τὸ ἀκριβές· | |
5 | εἰπὼν Ἡσαΐας ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πα‐ τρὸς περὶ τοῦ Χριστοῦ, ὅτι «Ἰδοὺ μαρτύριον τοῖς ἔθνεσι δέδωκα αὐτὸν,» διαμαρτυρούμενον ὥσπερ ὡς δεκτὰ καὶ ταῦτα γεγόνασι, ἵνα μή τις ἕνα τῶν ἁγίων προφητῶν ὑπάρχειν αὐτὸν ὑποτοπήσειεν, εἰδείη δὲ | |
10 | μᾶλλον πᾶς ὁστισοῦν, ὡς τῇ τῆς κυριότητος διαπρέπει δόξῃ· Θεὸς γὰρ ὢν ἐπέφανεν ἡμῖν· οὐ μόνον αὐτὸν μαρτύριον δεδόσθαι φησὶν, ἀλλὰ γὰρ καὶ ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. Οἱ μὲν μακάριοι προφῆται, καὶ πρὸ αὐτῶν ἔτι Μωϋσῆς, μέτρον ἔχοντες τὸ οἰκε‐ | |
15 | τικὸν, τὸ «Τάδε λέγει Κύριος» ἐπεφώνουν ἀεὶ τοῖς ἀκροωμένοις, οὐχ ὡς προστάσσοντες μᾶλλον, ἀλλ’ ὡς θείαις διακονοῦντες φωναῖς. Ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς θεοπρεπεστάτους ἐποιεῖτο λόγους· ἐθαυμάζετο γοῦν καὶ παρ’ αὐτοῖς τοῖς Ἰουδαίοις, | |
20 | ὡς ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ, καὶ ὡς ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ Γραμμα‐ τεῖς αὐτῶν· οὐ γὰρ ἦν ὁ λόγος αὐτῷ τῆς τοῦ νόμου σκιᾶς, ἀλλ’ ὡς αὐτὸς ὢν ὁ νομοθέτης, μετετίθη τὸ γράμμα πρὸς ἀλήθειαν, καὶ τοὺς τύπους εἰς ἐμφά‐ | |
25 | νειαν τὴν πνευματικήν· ἄρχων γὰρ ἦν, καὶ τοῦ προστάττειν ταύτην ἔχων τὴν ἐξουσίαν. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, κ.τ.λ. (A f. 80 b, H f. 247) Καὶ μετ’ ἐξουσίας τῆς θεο‐ πρεποῦς τοῖς ἀκαθάρτοις ἐπετίμα πνεύμασιν. Ἵνα | |
30 | γοῦν μὴ ἀπιστῶμεν, γείτονα τοῖς λόγοις ἐποιεῖτο τὴν θεοσημείαν.—Εἴδομεν ἐν τῇ ἐρήμῳ νενικη‐ μένον παρ’ αὐτοῦ τὸν ἀλιτήριον Σατανᾶν, καὶ τρισὶ καταῤῥαγέντα πτώμασιν· εἴδομεν αὐτοῦ πάλιν κα‐ τασειομένην τὴν δύναμιν, καὶ πίπτουσαν τὴν καθ’ | |
35 | ἡμῶν ἐξουσίαν· εἴδομεν ἑαυτοὺς ὡς ἐν ἀπαρχῇ τῷ Χριστῷ τοῖς πονηροῖς ἐπιπλήττοντας πνεύμασιν. Ὡς γὰρ καὶ τοῦτο πρὸς καύχημα βλέπει τῆς ἀνθρωπείας φύσεως, ἐξ αὐτῶν μαθήσῃ τῶν τοῦ Σωτῆρος ῥημά‐ των· κατεψεύδοντο μὲν γὰρ Ἰουδαῖοι τῆς δόξης αὐ‐ | |
40 | τοῦ, καὶ δὴ καὶ ἔφασκον· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμο‐ νίων.» Εἶτα πρὸς αὐτοὺς πλεῖστά τε ὅσα καὶ ἀναγ‐ καῖα προειρηκὼς, ὕστερον ἔφη· «Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν | |
45 | ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Εἰ γὰρ ἄνθρωπος γεγονὼς καθ’ ὑμᾶς, φησὶ, ἐν ἐξουσίᾳ καὶ βασιλείᾳ τῇ θεοπρεπεῖ τοῖς ἀκαθάρτοις ἐπιπλήττω πνεύμασιν, ἡ ὑμετέρα φύσις ἐστὶ τῇ τοιᾷδε δόξῃ στεφανουμένη· ὑμεῖς γὰρ ὁρᾶσθε δι’ ἐμοῦ τε καὶ ἐν ἐμοὶ τὴν τοῦ Θεοῦ βασιλείαν καταπλουτήσαντες. | |
72.548(50) | (B f. 53) Ἠλαύνοντο τοίνυν τὰ πονηρὰ δαιμόνια, καὶ δὴ καὶ πρὸς αἴσθησιν ἐνηνεγμένα τῆς ἀνικήτου δυνάμεως αὐτοῦ, καὶ μὴ φέροντες τὰς προσβολὰς τῆς θεότητος, τυραννικὸν καὶ πανοῦργον ἀνεφθέγγοντο· «Ἔα, λέγοντα· τί ἡμῖν καὶ σοί;» τουτέστι· Τί οὐκ | |
55 | ἐᾷς ἡμᾶς χώραν ἔχειν, περιαιρῶν τῆς ἀσεβείας τὴν | |
πλάνην; Εἶτα εὐφημεῖν ὑποκρίνονται, καὶ ἅγιον τοῦ | ||
72.549 | Θεοῦ καλοῦσιν αὐτόν· ᾠήθησαν γὰρ ὅτι διὰ τῆς τοι‐ αύτης εὐφημίας, κενῆς δόξης ἀποτελοῦσιν αὐτὸν ἐραστὴν, καὶ ἀποσχέσθαι παρασκευάζουσι τοῦ ἐπι‐ πλήττειν αὐτοῖς, οἷον ἀντὶ χάριτος διδόντα χάριν· | |
5 | ἀλλ’ οὐκ ἐπιτεύξεται δόλιος θήρας. Θεὸς γὰρ οὐ μυ‐ κτηρίζεται, ἀποφράττει δὲ αὐτῶν τὰς ἀκαθάρτους γλώσσας ὁ Κύριος. Εἶτα προστάττει τῶν ἐχόντων ἀποφοιτᾷν. Οἱ δὲ τῶν οὕτω μεγάλων θεωροὶ γεγο‐ νότες, καταπλήττονται τοῦ λόγου τὴν ἐξουσίαν· οὐ | |
10 | γὰρ εὐχὴν ἀνατείνων, ἢ γοῦν παρ’ ἑτέρου τὸ δύνα‐ σθαι κατορθοῦν αἰτήσας πώποτε, τὰς θεοσημείας ἐπλήρου, ἀλλ’ αὐτὸς ὢν ὁ Λόγος τοῦ Θεοῦ καὶ Πα‐ τρὸς, ὁ ζῶν τε καὶ ἐνεργὴς, καὶ δι’ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, ἐκεῖνος ἦν ὁ συντρίβων τὸν Σατανᾶν, | |
15 | καὶ τῶν ἀκαθάρτων δαιμόνων ἀποφράττων τὸ βέ‐ βηλον στόμα. Εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. (A f. 81, B f. 53 b, C f. 114 b, D f. 17, H f. 249) Θέασαι τοίνυν, πῶς κατέλυσε παρ’ ἑνὶ τῶν μαθητῶν, | |
20 | ἀνθρώπῳ πένητι καὶ ἀσήμῳ κατὰ τὸν βίον, ὁ τὴν ἑκού‐ σιον δι’ ἡμᾶς ὑπομείνας πτωχείαν, ἵν’ ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν, καὶ μάθωμεν τοῖς ταπεινοῖς συναπάγεσθαι, καὶ μὴ κατεπαίρεσθαι τῶν ἐν ἐνδείᾳ καὶ θλίψει.—Ἐφίστησι τῇ τοῦ Σίμωνος οἰκίᾳ ὁ Ἰη‐ | |
25 | σοῦς, καὶ εὑρίσκει πυρέττουσαν τὴν αὐτοῦ πενθεράν· καὶ ἐπιστὰς ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν. Μήποτε οὖν ἐν μὲν τῷ, «Ἀφῆκεν αὐτὴν ὁ πυρετὸς,» εἰρημένῳ ὑπὸ Ματθαίου καὶ Μάρκου, οὐδενὸς περὶ ζώου ἐμφαίνηται τοῦτον πυρετὸν ἐνεργοῦντος· ἐν δὲ | |
30 | τῷ, «Ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτὴν,» εἰρημένῳ ὑπὸ Λουκᾶ, οὐκ οἶδα εἰ μὴ ἀναγκασθησόμεθα τὸ ἐπιτιμώμενον ζῶον εἰπεῖν μὴ χωροῦν τὴν τοῦ ἐπιτιμῶντος ἐνέργειαν· ἄψυχον γὰρ καὶ μὴ αἰσθανόμενον ἐπιτιμίας, ἐπιτιμᾶσθαι οὐκ εὔ‐ | |
35 | λογον λέγειν. Οὐδὲν δὲ θαυμαστὸν εἶναί τινας κακω‐ τικὰς τοῦ ἀνθρωπίνου σώματος δυνάμεις, καὶ οὐ πάν‐ τως κατηγορήσωμεν τῆς ψυχῆς τῶν πασχόντων ὡς ἐκ τούτων βλαπτομένης. Οὐδὲ γὰρ ἐπεὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ, λαβὼν ὁ διάβολος τὴν ἐξουσίαν εἰς | |
40 | τὸ διὰ τοῦ σώματος πειράσαι αὐτὸν, περὶ τοῦτο κατ‐ ηγορητέος ὁ Ἰὼβ, ἀθλήσας καὶ γενναίως ὑπομείνας τὴν πληγήν. Μόνον εἴη λέγεσθαι, εἴ ποτε κατὰ σω‐ ματικοὺς πειραζόμεθα πόνους, τὸ, Ἀλλὰ τῆς ψυ‐ χῆς αὐτοῦ μὴ ἅψητε· ὡς καὶ ὁ Κύριος ἐπιτιμῶν | |
45 | ἰᾶται τοὺς ἔχοντας. Ἐπιτίθησι δὲ καὶ τὰς χεῖρας ἑνὶ ἑκάστῳ τῶν νο‐ σούντων, καὶ ἀπήλλαττεν αὐτοὺς τοῦ νοσήματος, δεικνὺς ὅτι τῆς τοῦ Λόγου δυνάμεως τὴν ἐνέργειαν πεφόρηκεν ἡ ἁγία σὰρξ, ἣν ἰδίαν ἐποιήσατο, θεοπρεπῆ | |
72.549(50) | δύναμιν ἐμφυτεύσας αὐτῇ.—(A f. 81 b, B f. 53 b, H f. 249 b) ἵνα μάθωμεν ὡς καίτοι καθ’ ἡμᾶς γε‐ γονὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οὐδὲν ἧττόν ἐστι καὶ οὕτω Θεὸς, πάντα πληρῶν εὐκόλως καὶ διὰ τῆς οἰκείας σαρκός· εἰργάζετο γὰρ καὶ δι’ αὐτῆς τὰ πα‐ | |
55 | ράδοξα· καὶ μὴ σφόδρα θαυμάσῃς, διαλογίζου δὲ μᾶλλον ὡς καὶ ἐν σκεύει χαλκῷ γεγονὸς τὸ πῦρ, τῆς | |
ἰδίας αὐτῷ θερμότητος ἐντίθησι τὴν ἐνέργειαν. Οὕτω | ||
72.552 | τοίνυν καὶ ὁ παναλκὴς τοῦ Θεοῦ Λόγος, ἑνώσας ἑαυτῷ κατὰ ἀλήθειαν ἔμψυχόν τε καὶ ἔννουν τὸν ἐκ τῆς ἁγίας Παρθένου ναὸν, τῆς ἰδίας αὐτῷ καὶ θεο‐ πρεποῦς ἰσχύος ἐνεφύτευσε τὴν ἐνέργειαν· καὶ γοῦν | |
5 | Ἰουδαίους ἐκδυσωπῶν· «Εἰ οὐ ποιῶ, φησὶ, τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Ἔστι τοίνυν ἰδεῖν μαρτυρούσης ἀληθείας αὐτῆς, ὡς οὐχ ὡς ἀνθρώπῳ παρ’ ἑαυτὸν ἀνὰ μέρος ὄντι καὶ | |
10 | νοουμένῳ τῷ ἐκ γυναικὸς, τὴν ἰδίαν ἔδωκε δόξαν ὁ Μονογενὴς, ἀλλ’ ὡς εἷς ὑπάρχων Υἱὸς, μετὰ τοῦ ἑνωθέντος αὐτῷ ἁγίου σώματος, εἰργάζετο τὰς θεο‐ σημείας· προσκυνεῖται δὲ καὶ παρὰ τῆς κτίσεως ὡς Θεός. Καὶ γοῦν εἰσῆλθε μὲν εἰς τὴν οἰκίαν Πέτρου, | |
15 | ἐπειδὴ γύναιον ἐπὶ κλίνης ἔῤῥιπτο, λάβρῳ πυρετῷ δαπανώμενον· καίτοι δυνάμενος εἰπεῖν ὡς Θεός· Ἀπόθου τὴν νόσον, ἀνάστηθι, τοῦτο μὲν οὐ πεποίη‐ κεν· ἐνεργὸν δὲ πρὸς θεραπείαν ἀποφαίνων τὴν ἑαυ‐ τοῦ σάρκα, Θεοῦ γὰρ ἦν σὰρξ, ἥψατο τῆς χειρὸς | |
20 | αὐτῆς, καὶ παραχρῆμα, φησὶ ἡ Γραφὴ, ἀφῆκεν αὐ‐ τὴν ὁ πυρετός.—Ἀλλ’ ὑποδεξώμεθα καὶ ἡμεῖς τὸν Ἰησοῦν· ὅταν γὰρ εἰσβάλῃ καὶ ἐν ἡμῖν, καὶ ἔχωμεν αὐτὸν εἰς νοῦν καὶ καρδίαν, τότε τῶν ἐκτόπων ἡδο‐ νῶν τὴν πύρωσιν ἀποσβέσει, ἐγερεῖ δὲ καὶ εὐρώστους ἀποφανεῖ, πνευματικῶς δηλονότι, ὥστε καὶ | |
25 | ὑπηρετεῖν αὐτῷ, τουτέστι τὰ δοκοῦντα αὐτῷ πληροῦν. (A f. 81 b, C f. 114 b, H f. 251) Ἄθρει δέ μοι πάλιν ὅσην ἔχει τὴν ὠφέλειαν τῆς ἁγίας αὐτοῦ σαρ‐ κὸς ἐπαφή· ἐλαύνει γὰρ καὶ ποικίλας νόσους, καὶ δαιμονίων ὄχλον, καὶ τὴν τοῦ διαβόλου δύναμιν | |
30 | καταστρέφει, καὶ τοσοῦτον δῆμον θεραπεύει ἐν μιᾷ καιροῦ ῥοπῇ. Καίτοι γὰρ λόγῳ καὶ νεύματι πλη‐ ροῦν δυνάμενος τὰς τερατουργίας, ἵνα τι τῶν ἀναγ‐ καίων διδάξῃ, καὶ τὰς χεῖρας ἐπιφέρει τοῖς οὖσιν ἐν ἀῤῥωστίαις. Ἔδει γὰρ, ἔδει μαθεῖν ἡμᾶς, ὅτι τῆς τοῦ | |
35 | Λόγου δυνάμεως τὴν ἐνέργειαν πεφόρηκεν ἡ ἁγία σὰρξ, ἣν αὐτὸς ἰδίαν ἐποιήσατο, θεοπρεπῆ τὴν δύνα‐ μιν ἐμφυτεύσας αὐτῇ. Οὐκοῦν ἁπτέσθω καὶ ἡμῶν, μᾶλλον δὲ ἡμεῖς αὐτοῦ διὰ τῆς μυστικῆς εὐλογίας, ἵνα καὶ ἡμᾶς ἐλευθερώσῃ ψυχικῶν ἀῤῥωστημάτων, | |
40 | καὶ τῆς τῶν δαιμονίων ἐφόδου καὶ πλεονεξίας. Καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν. (A f. 81 b, H f. 251) Οὐκ ἠφίει τοὺς ἀκαθάρτους δαίμονας ὁμολογεῖν αὐτόν· οὐ γὰρ ἔδει τῆς ἀποστο‐ λικῆς λειτουργίας τὴν δόξαν ἁρπάζειν αὐτοὺς, ἀλλ’ | |
45 | οὔτε ἔδει ἐξ ἀκαθάρτου γλώττης λαλεῖσθαι τοῦ Χρι‐ στοῦ μυστήριον· ὥστε κἂν λέγωσί τι τῶν ἀληθῶν, πιστευέτω μηδείς· οὐ γὰρ διὰ σκότους τὸ φῶς γι‐ νώσκεται· καὶ τοῦτο διδάξει λέγων ὁ Χριστοῦ μα‐ θητής· «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; ἢ τίς | |
72.552(50) | συμφώνησις Χριστῷ πρὸς Βελίαρ;» | |
51t | ΚΕΦ. Εʹ. | |
52 | Καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ’ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. | |
55 | (A f. 82 b, B f. 54 b, C f. 114 b, H f. 253 b) | |
Θαυμάσωμεν τῆς οἰκονομίας τὸ εὐτεχνὲς, τὸ ἐπί γε | ||
72.553 | τῇ θήρᾳ τῶν τεθηρευκότων τὴν ὑπ’ οὐρανὸν, φημὶ δὴ τῶν ἁγίων ἀποστόλων, οἱ καὶ ἁλιεύειν εἰδότες, ὑπὸ τοῦ Χριστοῦ γεγόνασι λῖνον· ἵνα καὶ αὐτοὶ τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων σαγήνην χαλάσαντες, | |
5 | προσκομίσωσιν αὐτῷ τοὺς κατὰ πᾶσαν τὴν γῆν. Καὶ γοῦν ἔφη που δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἐγὼ ἀποστέλλω ἁλιεῖς πολλοὺς, λέγει Κύριος, καὶ ἁλιεύσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστελῶ πολλοὺς θηρευτὰς, καὶ θηρεύσουσιν αὐτούς.» | |
10 | Καὶ τοὺς μὲν ἁλιεῖς, τοὺς ἁγίους ἀποστόλους φησὶ, θηρευτὰς δὲ τοὺς κατὰ καιροὺς τῶν ἁγίων Ἐκκλη‐ σιῶν ἡγουμένους τε καὶ μυσταγωγούς. Σὺ δέ μοι σκόπει, ὡς οὐ κηρύττει μόνον, ἀλλὰ καὶ σημεῖα ἐπι‐ δείκνυται, ἐνέχυρα τῆς αὐτοῦ παρέχων δυνάμεως, | |
15 | καὶ τῇ τῶν θαυμάτων ἐπιδείξει βεβαιῶν τὰ λεγόμενα. Ἐπειδὴ γὰρ ἀρκούντως τοῖς ὄχλοις διείλεκται, τρέ‐ πεται πάλιν πρὸς τὴν συνήθη μεγαλουργίαν, καὶ διὰ τῶν ἁλιευτικῶν ἐπιτηδευμάτων ἁλιεύει τοὺς μαθη‐ τάς· ἵν’ εἰδεῖεν ὡς πανσθενὲς ἔχει τὸ θέλημα, καὶ τοῖς | |
20 | θεοπρεπεστάτοις αὐτοῦ νεύμασιν ἡ κτίσις ὑπηρετεῖ. Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σί‐ μωνα· Ἐπανάγαγε εἰς τὸ βάθος, κ.τ.λ. (A f. 82 b, C f. 115, H f. 254) Καὶ γοῦν μετὰ τὴν αὐτάρκη διδασκαλίαν, ἐπειδὴ καὶ ἔργον ἔδει θεῖον | |
25 | προσθεῖναι τοῖς λόγοις ἐπ’ ὠφελείᾳ τῶν θεωμένων, προσέταξε τοῖς περὶ τὸν Σίμωνα, βραχὺ τῆς γῆς ἀποφέρεσθαι, καὶ καθεῖναι πρὸς ἄγραν τὸ δίκτυον. Οἱ δὲ δι’ ὅλης μὲν ἔφασκον κοπιάσαι νυκτὸς, λαβεῖν δὲ μηδέν· πλὴν ἐν ὀνόματι τοῦ Χριστοῦ καθῆκαν τὸ | |
30 | λῖνον, καὶ μεστὸν εἶχον εὐθὺς τῶν τεθηρευμένων· ἵνα διὰ πράγματος ἐναργοῦς, καὶ ὡς ἐκ τύπου καὶ εἰκόνος, τοῦ παραδόξως τετελεσμένου πληροφορηθῶ‐ σιν, ὅτι οὐκ ἄμισθος ὁ πόνος αὐτῶν, οὔτε ἄκαρπος ἡ σπουδὴ ἣν ἂν ποιήσαιντο, τῆς εὐαγγελικῆς μυ‐ | |
35 | σταγωγίας τὸ λῖνον ἁπλώσαντες, ἀλλ’ ἐν αὐτῷ πάντη τε καὶ πάντως τὰς τῶν ἐθνῶν ἀγέλας συλλέξουσι. Πλὴν ἐκεῖνο ἄθρει· οὐ γὰρ ἰσχύσαντες ἀνελκύσαι τὸ λῖνον Σίμων τε καὶ οἱ σὺν αὐτῷ, καὶ διὰ τοῦτο ἀπὸ τοῦ φόβου καὶ τῆς ἐκπλήξεως μὴ τολμῶντες λαλῆ‐ | |
40 | σαι, ἀπὸ γὰρ τοῦ θαυμάζειν εἰς ἀφωνίαν περιέστη‐ σαν, κατένευσαν, φησὶ, τοῖς μετόχοις, δῆλον δὲ ὅτι τῶν ἁλιευτικῶν ἐπιτηδευμάτων, ὥστε συλλαβέσθαι αὐτοῖς, καὶ συνδιασῶσαι τὴν ἄγραν. Πολλοὶ γὰρ τοῖς τῶν ἁγίων ἀποστόλων συνήραντο καὶ συναίρονται | |
45 | πόνοις, καὶ πρό γε τῶν ἄλλων, οἱ τὰς ἱερὰς ἡμῖν τῶν ἁγίων Εὐαγγελίων ἀνερευνῶντες Γραφὰς, καὶ μετ’ ἐκείνους ἕτεροι ποιμένες τε καὶ διδάσκαλοι, καὶ λαῶν ἡγούμενοι, καὶ τῶν τῆς ἀληθείας δογμάτων ἐπιστήμονες· ἀναφέρεται γὰρ ἔτι τὸ λίνον, πληροῦν‐ | |
72.553(50) | τος αὐτὸ Χριστοῦ, καὶ καλοῦντος εἰς ἐπιστροφὴν | |
τοὺς ἐν βυθοῖς θαλάσσης, κατὰ τὸ γεγραμμένον. τουτέστι τοὺς ἐν ζάλῃ καὶ κύμασιν ὄντας κοσμικοῖς. | ||
72.556 | Ἰδὼν δὲ Σίμων Πέτρος, κ.τ.λ. (A f. 83, H f. 255) Διὰ ταῦτα καὶ Πέτρος, ἐπειδὴ τῇ μνήμῃ τῶν προτέρων ἁμαρτημάτων προσέπεσε, τρέμει καὶ δέδοικε, καὶ ὡς ἄναγνος, τὸν καθαρὸν οὐ | |
5 | θαῤῥεῖ ὑποδέξασθαι, διὰ δειλίαν ἐπαινουμένην· ἔμαθε γὰρ, κατὰ τὸν νόμον, ἀνὰ μέσον ἁγίου καὶ βεβήλου διαστέλλειν. Καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας, κ.τ.λ. (A f. 84, C f. 115 b, D f. 18 b, H f. 259 b) Πλὴν ἐπ‐ | |
10 | αίνου παντὸς ἀξία τοῦ προσελθόντος ἡ πίστις· με‐ μαρτύρηκε γὰρ τὸ πάντα δύνασθαι κατορθοῦν τὸν Ἐμμανουὴλ, καὶ διὰ νευμάτων θεοπρεπῶν ἐλευθε‐ ροῦσθαι ζητεῖ, καίτοι τὸ πάθος οὐκ ἰάσιμον· οὐ γὰρ οἶδεν ἡ λέπρα ταῖς τῶν ἰατρῶν ἐμπειρίαις πα‐ | |
15 | ραχωρεῖν· ἀλλὰ τεθέαμαι, φησὶν, ἐλαυνομένους ἐν ἐξουσίᾳ θεοπρεπεῖ τοὺς ἀκαθάρτους δαίμονας, νοση‐ μάτων πολλῶν ἀπαλλαττομένους ἑτέρους. Συνῆκα ὡς θείᾳ τινὶ καὶ ἀμάχῳ χειρὶ τὰ τοιαῦτα γίνεται· ὁρῶ δὲ, πρὸς τούτῳ, χρηστὸν ὄντα καὶ ἑτοιμότατον, | |
20 | κατοικτείροντα τοὺς προσιόντας αὐτῷ. Τί τοίνυν τὸ κωλύον ἐλεεῖσθαι κἀμέ; Καὶ τί πρὸς ταῦτα Χριστός; Βεβαιοῖ ἐν αὐτῷ τὴν πίστιν, καὶ τὴν ἐπ’ αὐτῷ δὲ τούτῳ πληροφορίαν ἐργάζεται· δέχεται γὰρ τὴν αἴ‐ τησιν, καὶ ὁμολογεῖ τὸ δύνασθαι, καί φησι· «Θέλω, | |
25 | καθαρίσθητι.» Χαρίζεται δὲ αὐτῷ καὶ ἁφὴν τῆς ἁγίας αὐτοῦ καὶ πανσθενεστάτης χειρὸς, καὶ εὐθέως ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ τὸ πάθος ἦν ἐκπο‐ δών.—(A f. 84 b, H f. 260 b) Σὺ δέ μοι θαύμασον ἐν τούτοις, θεϊκῶς τε ἅμα καὶ σωματικῶς ἐνεργοῦντα | |
30 | Χριστόν· θεϊκὸν μὲν γὰρ τὸ θέλειν οὕτως, ὡς παρ‐ ίστασθαι αὐτῷ πάντα ὅσα ἠθέλησεν· ἀνθρώπινον δὲ τὸ ἐκτεῖναι τὴν χεῖρα. Εἷς οὖν ἐξ ἀμφοῖν νοεῖται Χριστὸς, εἰ καὶ γέγονε σὰρξ ὁ Λόγος. Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν. (A f. 84 b, B f. 58, C f. 115 b, D f. 18 b, H f. 261) | |
35 | Ἤρκει μὲν γὰρ καὶ σιωπῶντος αὐτὴ τοῦ πράγματος ἡ φύσις ἀπαγγεῖλαι πᾶσι τοῖς εἰδόσιν αὐτὸν τὴν τοῦ θεραπεύσαντος δύναμιν· αὐτὸς δὲ παραγγέλλει μη‐ δενὶ εἰπεῖν· τί δήποτε; Ἵνα μάθωσιν ἐντεῦθεν οἱ τὴν τῶν ἰαμάτων χάριν παρὰ Θεοῦ δεχόμενοι, μὴ τὰς | |
40 | παρὰ τῶν θεραπευομένων εὐφημίας αἰτεῖν, μήτε μὴν τοὺς παρά τινων ἐπαίνους, ἵνα μὴ εἰς ὑπεροψίαν ἐκπέσοιεν, τὸ πάντων τῶν κακῶν αἴσχιστον (al. cod. ἔσχατον) πάθος. Οἰκονομικῶς δέ φησι προσάγειν τὸ δῶρον τῷ λεπρῷ κατὰ τὸν Μωϋσέως νόμον τοῖς ἱε‐ | |
45 | ρεῦσιν· ἤθελε μὲν γὰρ ὁμολογουμένως μεταστῆσαι τὴν σκιὰν, καὶ μεταπλάσαι τοὺς τύπους εἰς πνευμα‐ τικὴν λατρείαν· ἀλλ’ ἐπειδὴ μήπω πιστεύσαντες εἰς αὐτὸν Ἰουδαῖοι προσέκειντο ταῖς Μωϋσέως ἐντολαῖς, | |
ὡς ἔτι τῶν ἀρχαίων ἐθῶν ἰσχυόντων, ἐπιτρέπει τῷ | ||
72.557 | λεπρῷ τοῦτο ποιεῖν εἰς μαρτυρίαν αὐτοῖς. Καὶ τί δὴ τοῦτό ἐστι; Πρόφασιν ἀεὶ ποιούμενοι τὴν εἰς τὸν νόμον αἰδῶ, καὶ διάκονον τῆς ἄνωθεν ἐντολῆς γεγενῆσθαι λέγοντες τὸν ἱεροφάντην Μωϋσέα, μικρὰ φρονεῖν | |
5 | ἐσπούδαζον περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χρι‐ στοῦ· καὶ γοῦν ἔφασκον ἐναργῶς· «Ἡμεῖς οἴδαμεν ὡς Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ, οὐκ οἴδα‐ μεν πόθεν ἐστίν.» Ἔδει τοίνυν αὐτοὺς ἐξ αὐτῶν ἀναπείθεσθαι τῶν πραγμάτων, ὅτι τὸ Μωϋσέως μέ‐ | |
10 | τρον κατόπιν ἔρχεται τῆς δόξης τοῦ Χριστοῦ· ὁ μὲν γὰρ ἦν ὡς θεράπων πιστὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· ὁ δὲ ὡς Υἱὸς, ἐπὶ τὸν οἶκον τοῦ Πατρός· καὶ ἐξ αὐ‐ τοῦ καὶ τοῦ θεραπεῦσαι τὸν λεπρὸν ἔξεστιν ἰδεῖν, καὶ μάλα σαφῶς ἐν ἀπαραβλήτοις ὑπεροχαῖς τῶν Μωϋ‐ | |
15 | σέως νόμων ὄντα Χριστόν. Ἐλεπρώθη μὲν γὰρ ἡ Μαριὰμ, ἀδελφὴ δὲ Μωϋσέως αὕτη, κατελάλησε γὰρ αὐτοῦ· καὶ κατεδάκνετο μὲν λίαν ἐπὶ τούτῳ Μωϋ‐ σῆς· ἐπειδὴ δὲ οὐκ ἦν ἱκανὸς ἀποστῆσαι τοῦ γυναίου τὴν νόσον, προσέπιπτε τῷ Θεῷ λέγων· «Ὁ Θεὸς, | |
20 | δέομαί σου, ἴασαι ταύτην.» Πρόσχες τοίνυν ἀκρι‐ βῶς· αἴτησις ἦν ἐκεῖ, διὰ προσευχῆς τῆς ἄνωθεν ἡμερότητος ἠξίου τυχεῖν· ὁ δέ γε τῶν ὅλων Σωτὴρ μετ’ ἐξουσίας ἔφη τῆς θεοπρεποῦς· «Θέλω, καθα‐ ρίσθητι.» Οὐκοῦν μαρτύριον τοῖς ἱερεῦσιν ἦν ἡ τῆς | |
25 | λέπρας ἀποβολὴ, καὶ ἦν ἐντεῦθεν εἰδέναι τοὺς τὴν κρείττονα ψῆφον ἀπονέμοντας τῷ Μωϋσεῖ, ὅτι τῆς ἀληθείας ἔξω βαδίζουσιν· ἔδει γὰρ, ἔδει Μωϋσέα μὲν θαυμάζειν ὡς νόμου διάκονον, καὶ χάριτος ὑπ‐ ουργὸν λαληθείσης δι’ ἀγγέλων, ὑπερθαυμάζειν δὲ τὸν Ἐμμανουὴλ, καὶ δοξολογεῖν αὐτὸν ὡς Υἱὸν ἀλη‐ θινὸν τοῦ Θεοῦ καὶ Πατρός. | |
30 | (A f. 85, H f. 262) Ἴδοι δ’ ἄν τις τὸ κατὰ Χρι‐ στὸν βαθὺ καὶ μέγα μυστήριον, ἐν τῷ Λευϊτικῷ ἡμῖν γραφόμενον· μεμολυσμένον μὲν γὰρ ἀποφαίνει τὸν λεπρὸν ὁ διὰ Μωϋσέως νόμος· ἐκπέμπεσθαι δὲ προσ‐ τέταχε τῆς παρεμβολῆς, ὡς ἀκάθαρτον· ὅτε δὲ συμ‐ | |
35 | βαίνοι καταλωφῆσαι τὸ πάθος, τότε δὴ, τότε παρα‐ δεκτὸν γενέσθαι κελεύει. Εἶτα καὶ τίνα τρόπον ἔσται καθαρὸς, διασαφεῖ λέγων· «Οὗτος ὁ νόμος τοῦ λεπροῦ, ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ, καὶ προσαχθήσεται πρὸς τὸν ἱερέα· καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τῆς | |
40 | παρεμβολῆς, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἰᾶται ἡ ἁφὴ τῆς λέπρας ἀπὸ τοῦ λεπροῦ· καὶ προστάξει ὁ ἱερεὺς, καὶ λήψονται τῷ κεκαθαρμένῳ δύο ὀρνίθια ζῶντα καθαρά· καὶ προστάξει ὁ ἱερεὺς, καὶ σφά‐ ξουσι τὸ ἓν εἰς ἀγγεῖον ὀστράκινον ἐφ’ ὕδατι ζῶντι· | |
45 | καὶ τὸ ὀρνίθιον τὸ ζῶν λήψεται αὐτὸ, καὶ βάψει εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ σφαγέντος ἐφ’ ὕδατι ζῶντι, καὶ περιῤῥανεῖ ἐπὶ τὸν καθαρισθέντα ἀπὸ τῆς λέπρας ἑπτάκις, καὶ καθαρισθήσεται· καὶ ἐξ‐ αποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ πεδίον.» Δύο | |
72.557(50) | μὲν οὖν τὰ πτηνὰ καὶ ἀκίβδηλα, τουτέστι καθαρὰ, καὶ μηδὲ μίαν ἔχοντα διαβολὴν τὴν ἀπὸ τοῦ νόμου· καὶ τὸ μὲν ἓν ἐσφάζετο ἐφ’ ὕδατι ζῶντι· τό γε μὴν ἕτερον μένον ἔξω σφαγῆς, εἶτα βαπτισθὲν ἐν τῷ αἵματι τοῦ τετελευκότος, ἐξεπέμπετο. Ὑπεμφαίνει δ’ ἂν ὁ τύπος ἡμῖν τὸ μέγα καὶ σε‐ πτὸν τοῦ Σωτῆρος ἡμῶν μυστήριον· ἦν μὲν γὰρ | |
55 | ἄνωθεν, τουτέστιν ἐκ τοῦ Πατρὸς καὶ ἐξ οὐρανῶν, ὁ Λόγος· ταύτῃτοι καὶ μάλα εἰκότως πτηνῷ παρεικά‐ | |
ζεται. Καταπεφοίτηκε δὲ οἰκονομικῶς, εἰς ὁμοίωσιν | ||
72.560 | τὴν πρὸς ἡμᾶς, καὶ ἔλαβε δούλου μορφήν· πλὴν καὶ οὕτως ἄνωθεν ἦν· καὶ δ’ οὖν ἔφασκεν Ἰουδαίοις ἐναργῶς προσλαλῶν. «Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου | |
5 | τούτου.» Καὶ πάλιν· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Ὡς γὰρ ἔφην ἀρτίως, καὶ σὰρξ γεγονὼς, ἤγουν τέλειος ἄνθρωπος, οὐ γήϊνος ἦν, οὐ χοϊκὸς καθ’ ἡμᾶς, ἀλλ’ οὐράνιος καὶ ὑπερκόσμιος | |
10 | καθ’ ὃ νοεῖται Θεός. Πλὴν ἔστιν ἰδεῖν ἐν τοῖς ὀρνι‐ θίοις, σαρκὶ μὲν παθόντα κατὰ τὰς Γραφὰς, μείναντα δὲ καὶ ἐπέκεινα τοῦ παθεῖν· καὶ ἀποθνήσκοντα μὲν ἀνθρωπίνως, ζῶντα δὲ θεϊκῶς· ζωὴ γὰρ ὁ Λόγος. Καὶ γοῦν ὁ πάνσοφος μαθητὴς, θανατωθῆναι μὲν | |
15 | αὐτὸν ἔφη σαρκὶ, ζωοποιηθῆναι δὲ πνεύματι. Πλὴν εἰ καὶ τοῦ παθεῖν τὸν θάνατον εἰς ἰδίαν φύσιν ἄμοι‐ ρος ἦν ὁ Λόγος, ἀλλ’ οὖν οἰκειοῦται τὸ πάθος τῆς ἑαυτοῦ σαρκός. Ἐβαπτίζετο γὰρ τὸ ὀρνίθιον τὸ ζῶν ἐν τῷ αἵματι τοῦ τετελευτηκότος· πεφυρμένον δὲ τῷ | |
20 | αἵματι, μόνον δὲ οὐχὶ καὶ κοινωνῆσαν τοῦ πάθους, εἰς τὴν ἔρημον ἐξεπέμπετο· ἀναπεφοίτηκε γὰρ ἐν τοῖς οὐρανοῖς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκός· καὶ ξένον ἦν ἐν οὐρανοῖς τὸ θέαμα. Κατεπλήττετο γοῦν ἡ τῶν ἀγγέλων πληθὺς, | |
25 | ἐν εἴδει βλέπουσα τῷ καθ’ ἡμᾶς, τὸν βασιλέα τῆς γῆς, καὶ τῶν δυνάμεων Κύριον· καὶ δὴ καὶ ἔφασκον· «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;» τουτέστιν ἐκ γῆς· «ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ·» διερμηνεύε‐ ται δὲ σὰρξ, ἤτοι συνοχὴ καὶ θλίψις. Εἶτα τούτοις | |
30 | προσεπυνθάνοντο· «Τοιαῦται αἱ πληγαὶ αἱ ἀνὰ μέ‐ σον τῶν χειρῶν σου;» Ὁ δὲ πρὸς αὐτούς· «Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου.» Ὥσπερ γὰρ ἀπιστήσαντι τῷ Θωμᾷ οἰκονομικώτατα λίαν καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐπιδεικνὺς τὰς χεῖρας, | |
35 | καὶ τοὺς ἐν αὐταῖς τῶν ἥλων τύπους ἐκέλευε ψηλα‐ φᾷν καὶ τὰς ἐν τῇ πλευρᾷ διατρήσεις, οὕτω καὶ ἐν τῷ οὐρανῷ γεγονὼς, πεπληροφόρηκε τοὺς ἁγίους ἀγγέλους ὅτι δικαίως τῆς πρὸς αὐτὸν οἰκειότητος ἐκ‐ βέβληται καὶ ἀπώλισθεν ὁ Ἰσραήλ· διὰ τοῦτο πε‐ | |
40 | φυρμένον ἐν αἵματι τὸ ἄμφιον, καὶ τὰς ἐν χερσὶν ἐπεδείκνυτο πληγὰς, οὐκ ἀναποβλήτους ἔχων αὐτάς· ἐγηγερμένος γὰρ ἐκ νεκρῶν, ἀπεδύσατο τὴν φθορὰν, καὶ σὺν αὐτῇ πάντα τὰ ἐξ αὐτῆς· ἀλλ’ ἵνα οἰκονομικῶς νῦν γνωρισθῇ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, ἣν ἐποίησεν ἐν τῷ Χριστῷ. | |
45 | Ἀλλ’ ἵσως ἐρεῖ τις· Πῶς οὖν ἕνα καὶ τὸν αὐτὸν φὴς Υἱὸν καὶ Κύριον Ἰησοῦν Χριστὸν, καίτοι δύο παρενηνεγμένων ὀρνιθίων; Ἢ τάχα που καταδείξειεν ἂν οὐκ ἀσυμφανῶς ὁ νόμος, ὡς δύο πάντως εἰσὶν υἱοὶ καὶ Χριστοί; Καὶ δυσσεβείας μὲν εἰς τοῦτο κατ‐ | |
72.560(50) | εβιβάσθησαν ἤδη τινὲς, ὡς οἴεσθαί τε καὶ λέγειν, ἕτερον μὲν εἶναι Χριστὸν ἰδικῶς τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἕτερον δ’ αὖ τὸν ἐκ σπέρματος Δαβίδ· ἡμεῖς δέ φαμεν τοῖς ὧδε ταῦτ’ ἔχειν ἐξ ἀμαθίας | |
ὑπειληφόσιν· Ὁ θεσπέσιος γράφει Παῦλος· «Εἷς Κύ‐ | ||
72.561 | ριος, μία πίστις, ἒν βάπτισμα.» Οὐκοῦν εἰ δύο φα‐ σὶν υἱοὺς, δύο δὴ πάντως ἂν εἶεν οἱ κύριοι, δύο δὲ πίστεις, τοσαῦτα δὲ βαπτίσματα. Ψευδομαθήσει οὖν ὁ Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, καθά φησιν αὐ‐ | |
5 | τός· ἀλλ’ οὐκ ἔστι ταῦτα, μὴ γένοιτο. Οὐκοῦν ἕνα Κύριον ἴσμεν, τουτέστι μονογενῆ τοῦ Θεοῦ Λόγον σεσαρκωμένον· οὐκ ἀνὰ μέρος τιθέντες ἄνθρωπον καὶ Θεὸν, ἀλλ’ αὐτὸν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἄνθρω‐ πον γενέσθαι διαβεβαιούμενοι, μετὰ τοῦ μεῖναι Θεόν. | |
10 | Ἐπειδὴ λεγέτωσαν οἱ δι’ ἐναντίας· Εἰ δύο φασὶν υἱοὺς, ἕνα μὲν ἰδικῶς τὸν ἐκ σπέρματος Δαβὶδ, ἕτε‐ ρον δ’ αὖ ἀνὰ μέρος τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἆρ’ οὐκ ἀμείνων κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος τοῦ ἐκ σπέρματος Δαβίδ; Εἶτα τί δράσομεν τὰ δύο | |
15 | ὁρῶντες πτηνὰ, οὐχ ἑτεροφυῆ ὄντα ἀλλήλων, ὁμοειδῆ δὲ μᾶλλον, καὶ κατ’ οὐδὲν ἀλλήλων διαφέροντα, κατά γε τοῦ εἶναι τοῦθ’ ὅπερ ἐστίν· Οὐκοῦν συγχωρείτω‐ σαν διὰ τὸ τῶν πτηνῶν ὁμοειδὲς, μηδὲν ἀνθρώπου διαφέρειν τὸν τοῦ Θεοῦ Λόγον· ἀλλ’ οὐκ αὔξον‐ | |
20 | ται· πολὺ γὰρ τὸ μεταξὺ θεότητος καὶ ἀνθρωπότητος· πλὴν χρὴ τὰ παραδείγματα κατὰ τὸν αὐτοῖς πρέ‐ ποντα νοεῖσθαι λόγον· ἡττᾶται γὰρ τῶν ἀληθῶν, καὶ μερικὴν ἔσθ’ ὅτε ποιεῖται τῶν σημαινομένων τὴν ἔνδειξιν. Φαμὲν δὲ, ὡς σκιὰ καὶ τύπος ὁ νόμος ἦν, | |
25 | καὶ οἶόν τις γραφὴ παρατιθεῖσα πρὸς θέαν τοῖς ὁρῶσι τὰ πράγματα. Αἱ δὲ σκιαὶ τῆς τῶν γραφόντων ἐν πίνακι τέχνης, τὰ πρῶτα τῶν χρωμάτων εἰσίν· αἷς εἴπερ ἐπενεχθεῖεν τῶν χρωμάτων τὰ ἄνθη, τότε δὴ, τότε τῆς γραφῆς ἀπαστράψει τὸ κάλλος. Ἐπειδὴ οὖν | |
30 | ἔδει τὸν διὰ Μωϋσέως νόμον καταγράψαι σαφῶς τὸ Χριστοῦ μυστήριον, οὐκ ἐν ἐνὶ τῶν ὀρνιθίων ἀπο‐ θνήσκοντά τε ὁμοῦ καὶ ζῶντα καταδείκνυσιν αὐτὸν, ἵνα μὴ τερατοποιΐα σκηνικὴ δόξῃ εἶναι τὸ δρώμενον· ἀλλ’ ἐδέχετο μὲν ὡς ἐν ἑνὶ παθόντα τὴν σφαγήν· | |
35 | κατεδείκνυ δὲ τὸν αὐτὸν ἐν ἑτέρῳ ζῶντά τε καὶ ἀφει‐ μένον. Ἀποφῆναι δὲ τὸν ἐπὶ τῷδε λόγον οὐκ ἔξω βαίνοντα τοῦ εἰκότος, δι’ ἑτέρας ἱστορίας πειράσομαι. Εἰ γάρ τις τῶν καθ’ ἡμᾶς ἐπεθύμησεν ἰδεῖν καταγεγραμμέ‐ | |
40 | νην ὡς ἐν πίνακι τὴν ἐπὶ τῷ Ἀβραὰμ ἱστορίαν, πῶς ἂν αὐτὸν ἐχάραξε ζωγράφος; Ἆρ’ ἐν ἑνὶ πάντα δρῶντα; ἢ ἀνὰ μέρος καὶ ἑτεροίως, ἤγουν ἑτεροειδῶς πλεισταχοῦ τὸν αὐτόν; Οἷον, φημὶ, ποτὲ μὲν ἐφιζή‐ σαντα τῇ ὄνῳ συμπαραληφθέντος τοῦ παιδὸς καὶ | |
45 | ἑπομένων τῶν οἰκετῶν· ποτὲ δὲ αὖ πάλιν ἀπομεινάσης τῆς ὄνου κάτω τοῖς οἰκέταις ὁμοῦ, καταφορτίσαντα μὲν τοῖς ξύλοις τὸν Ἰσαὰκ, ἔχοντα δὲ μετὰ χεῖρας τὴν μάχαιραν καὶ τὸ πῦρ· καὶ μὴν καὶ ἑτέρωθι, τὸν αὐτὸν ἐν εἴδει πάλιν ἑτέρῳ, συμποδίσαντα μὲν τὸ | |
72.561(50) | μειράκιον ἐπὶ τὰ ξύλα, ὁπλίσαντα δὲ τῇ μαχαίρᾳ τὴν δεξιὰν, ἵν’ ἐπαγάγοι τὴν σφαγήν. Ἀλλ’ ἦν οὐχ ἕτερος καὶ ἕτερος Ἀβραὰμ, πλεισταχοῦ τῆς γραφῆς ὁρωμένης ἑτέρως, ἀλλ’ ὁ αὐτὸς πανταχοῦ, ταῖς τῶν πραγμάτων χρείαις συγκαθισταμένης ἀεὶ τῆς τοῦ | |
55 | γράφοντος τέχνης· οὐ γὰρ ἦν ἐνδεχόμενον ἐν ἐνὶ | |
72.564 | κατιδεῖν αὐτὸν πάντα δρῶντα τὰ εἰρημένα. Γραφὴ τοιγαροῦν καὶ τύπος ἦν ὁ νόμος, πραγμάτων ὠδινόν‐ των ἀλήθειαν· ὥστε κἂν δυὰς ὀρνέων ἦν, ἀλλ’ εἷς ἦν ὁ ἐν ἀμφοῖν, καὶ ὡς ἐν πάθει καὶ ἔξω πάθους, καὶ | |
5 | ἐν θανάτῳ, καὶ ὑπὲρ θάνατον, καὶ ἀναβαίνων εἰς οὐρανοὺς ἀπαρχή τις ὥσπερ δευτέρα τῆς ἀνθρωπό‐ τητος ἀνανεωθείσης εἰς ἀφθαρσίαν· αὐτὸς γὰρ ἡμῖν ἐνεκαίνισε τὴν εἰς τὸ ἄνω τρίβον, καὶ ἑψόμεθα κατὰ καιροὺς αὐτῷ· τό γε μὴν τὸ ἓν τῶν ὀρνιθίων σφά‐ | |
10 | ζεσθαι, ἐν δὲ τῷ τοῦ σφαγέντος αἵματι τὸ ἕτερον βαπτίζεσθαι μὲν, ἀποπέμπεσθαι δὲ τῆς σφαγῆς, ἀν‐ τίτυπον δ’ ἂν εἴη τῶν ἀληθινῶν· ἀπέθανε γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστὸς, καὶ ἡμεῖς εἰς τὸν αὐτοῦ θάνατον βεβαπτίσμεθα, καὶ σέσωκεν ἡμᾶς αἵματι τῷ ἰδίῳ. | |
15 | Αὐτὸς δὲ ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι, κ.τ.λ. (A f. 87, H f. 269) Περὶ αὐτὸν μὲν ἦν τῶν βασκά‐ νων τὸ θέατρον· Γραμματεῖς δὲ οὗτοι καὶ Φαρι‐ σαῖοι, καὶ τῶν παραδόξως ἐπιτελουμένων ἐγίνοντο | |
20 | θεωροὶ, καὶ κατηκροῶντο διδάσκοντος· καὶ ἦν, φησὶ, δύναμις Θεοῦ εἰς τὸ ἰᾶσθαι αὐτόν· [ita cod. αὐτόν] ἆρα ὡς τοῦ Θεοῦ διδόντος αὐτῷ τὸ δύνασθαι κατορ‐ θοῦν τὰς θεοσημείας; ἆρα τὴν παρ’ ἑτέρου δύναμιν ἐδανείζετο; Καὶ τίς ὁ φάναι ταῦτα τολμῶν; Αὐτὸς | |
25 | γὰρ μᾶλλον ἦν ἐξ ἰδίας ἰσχύος ἐνεργῶν ὡς Θεὸς καὶ Κύριος, καὶ οὐχ ὡς θείας χάριτος μέτοχος. Ἄνθρω‐ ποι μὲν γὰρ ἀξιοῦνται πολλάκις χαρισμάτων πνευ‐ ματικῶν· ἀλλ’ ἔστιν ἰδεῖν ἐνιαχοῦ καὶ ἀσθενοῦν‐ τας ἔσθ’ ὅτε, καθ’ ὃν οἶδε λόγον αὐτὸς ὁ τῶν θείων | |
30 | χαρισμάτων διανομεύς· ἐπὶ δέ γε τοῦ πάντων ἡμῶν Σωτῆρος τοιοῦτον οὐδὲν, ἀλλ’ ἦν εἰς τὸ ἰᾶσθαι αὐτὸν, οὐκ ἀνθρωπίνη μᾶλλον, ἀλλὰ καὶ θεία καὶ ἄμαχος ἰσχύς· Θεὸς γὰρ ἦν, καὶ Υἱὸς Θεοῦ.—(D f. 19) Μό‐ νος ὁ Χριστὸς ὡς διδάσκαλος καὶ σοφία ὢν τοῦ Πα‐ | |
35 | τρὸς διδάσκει· οἱ γὰρ ἄλλοι πάντες ἐξ αὐτοῦ δεχό‐ μενοι διδάσκουσιν· ἦν δὲ, φησὶν, καὶ δυνάμις Κυρίου ἐπ’ αὐτὸν εἰς τὸ ἰᾶσθαι πάντας, τουτέστιν, οὐκ ἀν‐ θρωπίνην εἶχεν ἰσχὺν εἰς τὸ ἰᾶσθαι, ἀλλὰ θείαν τινὰ καὶ ἄμαχον. Οἱ μὲν ἄλλοι ἅγιοι, ποτὲ μὲν λαμβάνουσι | |
40 | τὸ δύνασθαι ποιεῖν ἰάσεις, ποτὲ δὲ οὔ. Ἰησοῦς δὲ, ὡς Θεὸς, καὶ δύναμις ὢν τοῦ Πατρὸς, ἀεὶ πάντας ἐθεράπευσεν. Καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρω‐ πον ὃς ἦν παραλελυμένος, κ.τ.λ. | |
45 | (D f. 19) Εἶτα οὐκ εὐαριθμήτου πλήθους τῶν Γραμματέων, φησὶν, καὶ Φαρισαίων συνειλεγμένου, ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον, ὃς ἦν παράλυτος· καὶ μὴ δυνηθέντες διὰ τῆς θύρας εἰσελ‐ θεῖν, ἀνεκόμισαν ἐπὶ τὸ δῶμα, ὡς ξένῳ καὶ καινῷ | |
72.564(50) | ἐπιχειρῆσαι πράγματι· ἀνασπάσαντες γὰρ τὸν κέρα‐ μον, μετεκίνησαν τὴν ἀποκειμένην ὕλην· καὶ ὅμως τούτων γινομένων, καὶ ὁ Ἰησοῦς ἐμακροθύμει, καὶ οἱ παρόντες ἐσιώπων, τὴν ἔκβασιν βουλόμενοι θεω‐ ρῆσαι, καὶ ἰδεῖν τί λαλεῖ καὶ τί ποιεῖ. Ἀναστομώ‐ | |
55 | σαντες τοίνυν τὸ δωμάτιον, χαλῶσι τὸν κράβαττον, | |
72.565 | καὶ φέρουσι μέσον τὸν παραλελυμένον. Τί οὖν ὁ Κύριος; Ἰδὼν τὴν πίστιν αὐτῶν, οὐ τὴν παραλελυ‐ μένου, ἀλλὰ τῶν κομισάντων· ἔνεστι γὰρ καὶ ἄλλον δι’ ἄλλων πίστιν θεραπεύεσθαι· ἢ καὶ αὐτὸν τὸν | |
5 | παράλυτον πιστεύσαντα ἰάσατο. Εἴποι δ’ ἄν τις ὕπ‐ αιθρον εἶναι τὸν τόπον, εἰς ὃν διὰ τῶν κεράμων κατ‐ εβίβασαν τὴν κλίνην τοῦ παραλύτου, μηδὲν παντελῶς τῆς στέγης ἀνατρέψαντες. Εἰπὼν δὲ πρὸς αὐτὸν ὁ Σωτήρ· «Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου,» | |
10 | κοινῶς τῇ ἀνθρωπότητι τοῦτο λέγει· ἔμελλον γὰρ οἱ πιστεύοντες εἰς αὐτὸν, ἰαθέντες τῶν ψυχικῶν παθη‐ μάτων τὰς ἁμαρτίας ἃς πρῶτον ἐπλημμέλουν ἀφίε‐ σθαι. Ἢ τοῦτό φησιν· Ἔδει με πρὸ τοῦ σώματος ἰάσασθαί σου τὴν ψυχήν. Ἐπεὶ ἐὰν μὴ τοῦτο γένη‐ | |
15 | ται, ἐπὶ πλεῖον ἁμαρτάνεις λαβὼν ἰσχὺν εἰς τὸ περι‐ πατεῖν. Εἰ γὰρ καὶ μὴ ἐζήτησας τοῦτο, ἀλλ’ ἐγὼ ὡς Θεὸς ὁρῶ τὰ τῆς ψυχῆς πάθη ἐξ ὧν καὶ ἡ νόσος σοι συμβέβηκε. (A f. 87, B f. 58 b, C f. 116, H f. 269 b) Καλῶς | |
20 | οὖν ὁ Σωτὴρ, ἐπειδὴ ἀναγκαῖον ἦν, οὐκ εὐαριθμήτου πληθύος τῶν Γραμματέων καὶ Φαρισαίων συνει‐ λεγμένης, γένεσθαί τι τῶν ὅτι μάλιστα θεοπρεπε‐ στάτων εἰς ὄνησιν αὐτῶν, μικρὰ γὰρ ἐφρόνουν περὶ αὐτοῦ, ᾠκονομήθη τι πάλιν τῶν τεθαυμασμένων· | |
25 | ἔῤῥιπτο μὲν γὰρ ἐπὶ κλίνης παράλυτος ἀνὴρ, ἀνιάτῳ νόσῳ κεκρατημένος· ἐπειδὴ ἀσθενοῦσα πρὸς τὸ συμβὰν ἡ τῶν ἰατρῶν ἠλέγχετο τέχνη, πρὸς τὸν ἄνωθεν καὶ ἐξ οὐρανῶν ἰατρὸν παρὰ τῶν οἰκείων ἀπεκομίζετο. Ὡς δὲ ἦν ἐν ὄψει λοιπὸν τοῦ θεραπεύειν | |
30 | ἰσχύοντος, δεκτὴ μὲν αὐτοῦ γέγονεν ἡ πίστις· ὅτι δέ ἐστιν ἁμαρτίας ἀναιρετικὴ, δείκνυσιν εὐθὺς ὁ Χρι‐ στός· ἐπεφώνει γὰρ τῷ κειμένῳ· «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.» Ἀλλ’ ὥς γε οἶμαι, πρὸς τοῦτο ἐρεῖ τις· Ἀπαλλαγῆναι τῆς νόσου ἐβούλετο, καὶ πῶς | |
35 | ἄφεσιν αὐτῷ τῆς ἁμαρτίας Χριστὸς ἐπηγγέλλετο· Ἵνα μάθῃς ὅτι σεσιγημένως καὶ ἀψοφητὶ Θεὸς κατα‐ σκέπτεται τὰ ἀνθρώπινα, καὶ ἐφορᾷ τῆς ἑκάστου ζωῆς τὴν ὁδόν· οὕτω καὶ γέγραπται· «Ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ | |
40 | πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει.» Ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, καὶ πάντας ἀνθρώπους θέλει σωθῆναι, διασμήχει πολλάκις ἐξ ἁμαρτιῶν τοὺς ἐνειλημμένους, ἀῤῥωστίαν ἐμβάλλων τῷ σώματι· οὕτω γάρ πού φησι διὰ φωνῆς Ἱερεμίου· «Πόνῳ καὶ μάστιγι | |
45 | παιδευθήσῃ, Ἱερουσαλήμ.» Ἔφη δέ που καὶ ὁ Παρ‐ οιμιαστής· «Υἱὲ, μὴ ὀλιγώρει παιδείαν Κυρίου, μὴ δὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παρα‐ δέχεται.» Καλῶς οὖν ἄρα Χριστὸς τὰς τοῦ νοσεῖν | |
72.565(50) | ἀφορμὰς, καὶ οἷον τοῦ πάθους τὴν ῥίζαν, τουτέστιν τὴν ἁμαρτίαν, προαποκείρειν ἐπαγγέλλεται· ἐξαιρεθείσης γὰρ ταύτης, δι’ ἣν καὶ τὸ πάθος, ἕδει πάντως συναναιρεθῆναι τὴν νόσον. Καὶ ἤρξαντο διαλογίζεσθαι οἱ Γραμματεῖς καὶ Φαρισαῖοι λέγοντες, κ.τ.λ. | |
55 | (A f. 87 b, C f. 116 b, H f. 271) Ὁ μὲν οὖν, | |
72.568 | ὅπερ εἴρηται, θεοπρεπεστάτην ἔχων τὴν ἐξουσίαν, τὴν τῶν ἁμαρτιῶν ἄφεσιν ἐπηγγέλλετο· θορυβεῖ δὲ πάλιν ὁ λόγος τὸ δυσμαθὲς καὶ βάσκανον τῶν Φαρι‐ σαίων ἐργαστήριον· προσελάλουν γὰρ ἀλλήλοις· Τίς | |
5 | οὗτός ἐστιν ὃς λαλεῖ βλασφημίας; Ἀλλ’ οὐκ ἂν ἔφης ταῦτα, ὦ Φαρισαῖε, περὶ αὐτοῦ, εἰ τὰς θείας ἠπί‐ στασο Γραφὰς, εἰ τῶν προφητικῶν ἐμέμνησο λόγων, εἰ τὸ σεπτὸν καὶ μέγα τῆς ἐνανθρωπήσεως συνῆκας μυστήριον. Βλασφημίας δὲ ἐγκλήματι περιβάλλουσι, | |
10 | τὴν ἐσχάτην αὐτοῦ καθορίζοντες δίκην, καὶ θάνατον καταψηφιζόμενοι· τὸν γὰρ εἰπόντα δυσφημίας κατὰ τοῦ Θεοῦ θάνατον ὑπομένειν ὁ διὰ τοῦ Μωϋσέως προσέταττε νόμος. Ἐπειδὴ δὲ ἅπαξ τοῦτο τετολμή‐ κασι, δείκνυσιν εὐθὺς ὅτι Θεός ἐστιν, ἵνα πάλιν οὐ | |
15 | φορητῶς δυσσεβοῦντας ἐλέγξῃ. Τί γὰρ, φησὶ, διαλο‐ γίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Οὐκοῦν, ὅταν λέγεις, ὦ Φαρισαῖε, Τίς δύναται ἁμαρτίας ἀφιέναι, εἰ μὴ εἷς ὁ Θεός; ἐρῷ σοι κἀγώ· Τίς δύναται καρδίας εἰδέναι καὶ τοὺς ἐν τῷ βάθει τῆς διανοίας λογισμοὺς | |
20 | καθορᾷν, εἰ μὴ μόνος ὁ Θεός; Αὐτὸς γάρ πού φησι διὰ φωνῆς τῶν προφητῶν, ὅτι «Ἐγὼ Κύριος ἐτάζων καρδίας, καὶ δοκιμάζων νεφρούς.» Ἔφη δέ που καὶ ὁ Δαβὶδ περί τε αὐτοῦ καὶ ἡμῶν· «Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν.» Οὐκοῦν ὁ εἰδὼς καρδίας | |
25 | τε καὶ νεφροὺς ὡς Θεὸς, οὗτος ἀφίησι καὶ ἁμαρτίας ὡς Θεός. Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου, κ.τ.λ. (A f. 88, H f. 272) Εἶτα ἐπειδὴ ἐν μὲν γὰρ τῷ | |
30 | εἰπεῖν, «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου,» τόπος ἐστὶ πολλάκις ἀπιστίας εὐάφορμος· ἀφιεμένας γὰρ ἁμαρτίας ἄνθρωπος οὐχ ὁρᾷ τοῖς τοῦ σώματος ὀφθαλμοῖς· τὸ δὲ ἀποβαλεῖν τὴν νόσον, καὶ ἀνα‐ στάντα περιπατεῖν τὸν παράλυτον, ἀπόδειξιν ἔχει | |
35 | σαφῆ τῆς θεοπρεποῦς ἰσχύος, ἐπάγει· «Ἐγερθεὶς ἆρον τὸ κλινίδιόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.» (A f. 88, H f. 273) Ὃ δὴ καὶ πέπρακται· ὑπενόστησε γὰρ εἰς τὴν οἰκίαν, τῆς οὕτω μακρᾶς ἀῤῥωστίας ἀπηλλαγμένος. Δέδεικται τοίνυν δι’ αὐτοῦ | |
40 | τοῦ πράγματος, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώ‐ που ἐπὶ γῆς ἀφιέναι ἁμαρτίας. Καὶ περὶ τίνος ἆρα τοῦτό φησιν; ἆρα περὶ αὑτοῦ ἢ καὶ περὶ ἡμῶν, Ἀληθὲς τοῦτό τε κἀκεῖνο· αὐτὸς μὲν γὰρ ὡς ἐναν‐ θρωπήσας Θεὸς, ὡς τοῦ νόμου Κύριος, ἀφίησιν | |
45 | ἁμαρτίας· ἐλάβομεν δὲ καὶ ἡμεῖς παρ’ αὐτοῦ τὴν οὕτω λαμπρὰν καὶ ἀξιοθαύμαστον χάριν· ἐστεφάνωσε γὰρ τὴν ἀνθρώπου φύσιν καὶ τῇ τοιᾷδε τιμῇ· καὶ γοῦν ἔφη τοῖς ἁγίοις ἀποστόλοις· «Ἀμὴν λέγω ὑμῖν, ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν | |
72.568(50) | τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς.» Καὶ πάλιν· «Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.» Πότε δὲ ταῦτα πρὸς αὐτοὺς εὑρίσκεται λέγων; Ὅτε πατήσας τοῦ θανάτου τὸ | |
55 | κράτος καὶ ἐγηγερμένος ἐκ νεκρῶν, ἐνεφύσησεν αὐτοῖς λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ἀποδείξας | |
γὰρ αὐτοὺς τῆς αὐτοῦ φύσεως κοινωνοὺς, καὶ ἐνοι‐ | ||
72.569 | κίσας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, τότε καὶ τῆς ἑαυ‐ τοῦ δόξης ἀπέφηνε κοινωνοὺς, δοὺς ἐξουσίαν ἀφιέναι τε καὶ κρατεῖν ἁμαρτίας. Ὅτι τοίνυν ἡμεῖς αὐτὸ δὴ τοῦτο πληροῦν προστετάγμεθα, πῶς οὐ πολὺ μᾶλλον | |
5 | αὐτὸς ἀφίησιν ἁμαρτίας, ὁ δοὺς ἑτέροις τὴν ἐξουσίαν τοῦ δύνασθαι τοῦτο δρᾷν; Καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευΐν. (A f. 88 b, B f. 60, C f. 116 b, H f. 275) Τε‐ λώνης γὰρ ἦν ὁ Λευῒς, ἀνὴρ ἄπληστος εἰς φιλοκερ‐ | |
10 | δείας, ἀχάλινος εἰς πλεονεξίαν, τῶν οὐδὲν αὐτῷ προσηκόντων ἄδικος ἐραστής· τοῦτο γὰρ τοῖς τελώ‐ ναις τὸ ἐπιτήδευμα. Ἀλλ’ ἐξ αὐτῶν ἡρπάζετο τῶν τῆς ἀδικίας ἐργαστηρίων, καὶ σέσωσται παραδόξως, κεκληκότος αὐτὸν τοῦ πάντων ἡμῶν Σωτῆρος Χρι‐ | |
15 | στοῦ· ἔφη γὰρ αὐτῷ· «Ἀκολούθει μοι· ὁ δὲ πάντα ἀφεὶς, ἠκολούθησεν αὐτῷ.»—(A f. 89, H f. 276 b) Ὁρᾷς ὡς ἀληθεύει λέγων ὁ σοφώτατος Παῦλος, ὡς Χριστὸς ἦλθεν ἁμαρτωλοὺς σῶσαι; Ὁρᾷς ὡς σαρ‐ κωθεὶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος τὰ σκεύη τοῦ | |
20 | διαβόλου μετέστησεν εἰς ἑαυτόν; Καὶ σέσωσται μὲν ὁ Λευῒς, ἡμῖν δὲ τὸ πρᾶγμα χρηστὰς ἐνεποίησε τὰς ἐλπίδας. Ὡς γὰρ σώσει τὸ μετανοεῖν, ἐξ αὐτοῦ τοῦ γεγονότος δεδιδάγμεθα. Πιστώσεται δὲ καὶ αὐτὸς ὁ τῶν ὅλων Δεσπότης Θεὸς διὰ φωνῆς προφήτου λέγων· | |
25 | «Ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε, οἱ ἀπ’ ἐσχάτου τῆς γῆς.» Ἀλλ’ οὐδὲν τούτων τοὺς Φαρι‐ σαίους ἐνέτρεψεν· ἀλλ’ ἐγκαλοῦσι τοῖς μαθηταῖς· ἄκουε γάρ· Καὶ ἐγόγγυζον οἱ Γραμματεῖς αὐτῶν καὶ οἱ | |
30 | Φαρισαῖοι, πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγον‐ τες, κ.τ.λ. (A f. 89, C f. 117, G f. 11 b, H f. 277 b) Ἀλλ’ εἰσί τινες οἱ τῆς θείας γαληνότητος ἐπιχειροῦντες ἀποστερεῖν τοὺς ταῖς ἁμαρτίαις ἐνειλημμένους· οὐ | |
35 | γὰρ παραδέχονται τὴν μετάνοιαν, ἀλλ’ οἷον ἐπιτιμῶσι τῷ σώζοντι, ζητοῦντι τὰ ἑαυτοῦ, καὶ πανταχόθεν συλλέγοντι τὸ ἐσκορπισμένον. Πρὸς οὓς ἐροῦμεν· Ἐγόγγυζον πρὸ ὑμῶν οἱ Φαρισαῖοι, κεκλημένον ὁρῶντες τὸν Λευῒν, καὶ τελωνῶν ὄχλον συναγηγερ‐ | |
40 | μένων καὶ συνεστιωμένων τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Εἶτα προσιόντες τοῖς ἁγίοις ἀποστόλοις, κατῃτιῶντο λέγοντες· Διὰ τί μετὰ τῶν τελωνῶν ἐσθίετε καὶ πίνετε; Ἀλλ’ ἤκουον· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ. Ὁ γὰρ τῶν ὅλων Σωτὴρ, ἅτε | |
45 | δὴ ἰατρὸς ὑπάρχων πνευμάτων, οὐκ ἀποφοιτᾷ τῶν δεομένων αὐτοῦ, καὶ ὡς διασμῆξαι δυνάμενος, τοῖς οὕπω κεκαθαρμένοις οἰκονομικῶς συνηυλίζετο. Ἴδω‐ μεν δὲ, Φαρισαῖε, τοῦ σοῦ φρονήματος τὴν ἀγερωχίαν· ὁποίων σοι γεγονέναι αἰτιαμάτων πρόξενος ἡ κατὰ | |
72.569(50) | τῶν ἐν ἁμαρτίαις ὀφρὺς, αὐτὸν λάβωμεν ἐξηγητὴν, | |
72.572 | τὸν πάντα εἰδότα Χριστόν· ἔφη γὰρ περὶ Φαρισαίου μεγαλαυχοῦντος ἐν τῷ προσεύχεσθαι, καὶ τελώνου τινὸς ἑαυτοῦ κατηγοροῦντος· «Ἀμὴν λέγω ὑμῖν, ὅτι κατέβη δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, παρ’ | |
5 | ἐκεῖνον τὸν Φαρισαῖον.» Ἄρ’ οὖν δεδικαίωται ὁ τελώνης, ὁμολογήσας τὴν ἁμαρτίαν ὑπὲρ τὸν ὑπερόπ‐ την Φαρισαῖον.—(B.f.60) Δι’ ἣν δὲ αἰτίαν ἐπιλαμβά‐ νονται οἱ Φαρισαῖοι τοῦ Σωτῆρος ἁμαρτωλοῖς συνεσθί‐ οντος; Ὅτι νόμος ἦν διαστέλλειν ἀνὰ μέσον ἁγίου καὶ | |
10 | βεβήλου, τουτέστιν ἡγιασμένον μὴ συναναμίγνυσθαι βεβήλοις· τοῦτον ἐκδικοῦντες δῆθεν τὸν νόμον ἐνεκά‐ λουν· τὸ δὲ ἦν φθόνος κατὰ τοῦ Κυρίου, καὶ φιλο‐ σκωμμοσύνη. Δείκνυσιν οὖν αὐτοῖς, ὅτι οὐχ ὡς κριτὴς πάρεστι νῦν, ἀλλ’ ὡς ἰατρός· καὶ ποιεῖ τὸ ἐπιβάλλον | |
15 | τῇ ἰατρικῇ, συνὼν τοῖς ἰάσεως δεομένοις. Ἐπειδὴ δὲ τοῦ πρώτου τὸν λόγον ἐδέξαντο, καὶ ἕτερον προστι‐ θέασιν αἰτιώμενοι τὸ μὴ νηστεύειν τοὺς μαθητὰς, ἐντεῦθεν βουλόμενοι πορίσασθαι λαβὴν κατ’ αὐτοῦ. (A f. 89 b, B f. 60, H f. 278 b) Ὅρα δὲ τὴν ἐπι‐ | |
20 | μονὴν τῆς κακουργίας αὐτῶν. Ἐπειδὴ τοῦ πρώτου τὸν λόγον ἐδέξαντο, ἀπ’ ἄλλων εἰς ἄλλα μεταβαίνουσι, βουλόμενοι λαβὴν ποιήσασθαι καὶ ἀποφῆναι τοὺς ἁγίους μαθητὰς, καὶ αὐτὸν δὲ σὺν αὐτοῖς τὸν Ἰησοῦν, ὀλίγα τοῦ νόμου πεφροντικότας· ἀλλ’ ἀκούουσι πάλιν· | |
25 | Νυμφών ἐστι νῦν, καιρὸς κλήσεως, καιρὸς διδασκαλίας· ἀνατρέφονται οἱ παῖδες, γαλουχοῦνται οἱ κεκλημένοι, οὐκ ἔχει καιρὸν ἡ νηστεία. Ναὶ γὰρ, φασὶ, συνεστιᾶ‐ σθε τελώναις καὶ ἁμαρτωλοῖς, καίτοι τοῦ νόμου προστάττοντος μὴ συναναμίγνυσθαι τοῖς ἀκαθάρτοις | |
30 | τὸν καθαρόν· καὶ πρόφασις ὑμῖν τοῦ παραβαίνειν τὸν νόμον, ἡ φιλανθρωπία γέγονε. Διὰ τί μὴ νη‐ στεύετε κατά γε τὸ εἰωθὸς τοῖς ἐπιεικέσι καὶ ζῇν ἐθέλουσι νομικῶς; Πρὸς δὲ τὰ τοιαῦτα φαίη τις ἄν· Ὅλως γὰρ οἶδας, ὦ Ἰουδαῖε, τοῦ νηστεύειν τὴν ὁδόν; | |
35 | Νενήστευκάς ποτε κατὰ τὸ θέλημα τοῦ Θεοῦ; Ὡς γάρ φησιν ὁ προφήτης Ἡσαΐας· «Ἐν ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῖν ὑπονύσσετε. Εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς | |
40 | ταπεινὸν, ἵνα τί μοι νηστεύετε; Οὐ ταύτην τὴν νη‐ στείαν ἐξελεξάμην, λέγει Κύριος.» Εἶτα, πῶς ὁ νη‐ στεῦσαι μὴ εἰδὼς, αἰτιᾷ τοὺς ἁγίους ἀποστόλους ὅτι μὴ νηστεύουσι κατὰ σέ; Καὶ καθ’ ἕτερον δὲ τρό‐ πον οἱ διὰ τῆς νέας καὶ ἐν Χριστῷ διαθήκης σεσο‐ | |
45 | φωμένοι, νηστεύουσι λογικῶς· τοῦτο μὲν, ταπει‐ νοῦντες ἑαυτοὺς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ, καὶ αὐτό‐ βλητον ὥσπερ ἐφ’ ἑαυτοῖς ἄγοντες δίκην, τὴν ἀπό γε τοῦ πόνου καὶ τῆς ἀσιτίας, ἵνα πλημμελημάτων ἀμνηστίαν κομίσωνται, ἢ γοῦν ἕτερον χάρισμα κερ‐ | |
72.572(50) | δάνωσι πνευματικὸν, ἢ καὶ τὸν τῆς ἁμαρτίας κατα‐ νεκροῦντες νόμον τὸν ἐν τοῖς μέλεσι τῆς σαρκός· ταύτην δὲ οὐκ οἶσθα τὴν ὁδὸν, ὦ Φαρισαῖε· οὐ γὰρ παρεδέξω τὸν ἐξ οὐρανοῦ νυμφίον, τὸν ἁπάσης ἀρε‐ τῆς σπορέα καὶ διδάσκαλον, δηλονότι Χριστόν. Ἔτι | |
55 | οἱ μὲν ἅγιοι διὰ τοῦτο νηστεύουσιν, ἵνα κατατῆκον | |
τες τὸ σῶμα, κατευνάσωσι τὰ ἐν αὐτῷ πάθη· ὁ δὲ | ||
72.573 | Χριστὸς οὐ χρείαν εἶχε νηστείας πρὸς κατόρθωσιν ἀρετῆς, παντὸς ὢν πάθους, ὡς Θεὸς, ἐλεύθερος· πλὴν οὔτε οἱ συνόντες αὐτῷ, μεταλαμβάνοντες τῆς δι’ αὐ‐ τοῦ χάριτος, καὶ ἰσχυροποιούμενοι, καὶ τὴν ἀρετὴν | |
5 | ἐργαζόμενοι καὶ δίχα νηστείας· εἰ δὲ καὶ ἐνήστευσε τὰς τεσσαράκοντα ἡμέρας, οὐχ ἵνα νεκρώσῃ ἐν ἑαυτῷ τὰ πάθη, ἀλλ’ ἵνα τοῖς ἀνθρώποις τὸν τῆς ἐγκρατείας ἐν ἑαυτῷ διαγράψῃ νόμον. Εἰκότως τοίνυν ἀπολογεῖται λέγων ταῦτα ἅπερ ἐπάγει ὁ εὐ‐ | |
10 | αγγελιστής. Ὁ δὲ εἶπε πρὸς αὐτούς· Μὴ δύνασθε τοὺς υἱ‐ οὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστι, ποιῆσαι νηστεύειν; (A f. 90, H f. 279 b) Ἄθρει δή μοι πάλιν, πῶς | |
15 | αὐτοὺς ἀποφαίνει Χριστὸς οὐ μετεσχηκότας τῆς ἑορτῆς, ἀλλ’ ἠμοιρηκότας εἰσάπαν τῆς ἐπ’ αὐτῷ θυμηδίας, ἔξω τε κειμένους πανηγύρεως οἰκουμενι‐ κῆς· πανήγυρις γὰρ, καὶ ἕτερον οὐδὲν, ἡ τοῦ Σωτῆ‐ ρος ἡμῶν εἰς τόνδε τὸν κοσμὸν ἀνάδειξις, καθάπερ | |
20 | τινὰ νύμφην συνάπτουσα νοητῶς αὐτῷ τὴν ἀνθρώπου φύσιν· ἵν, ἡ πάλαι στείρα, εὔκαρπος γένηται καὶ γονιμωτάτη. Οὐκοῦν τοῦ μὲν νυμφῶνος υἱοὶ πάντες, ὅσοι κέκληνται παρ’ αὐτοῦ διὰ τοῦ νέου τε καὶ εὐ‐ αγγελικοῦ κηρύγματος· οὐκέτι δὲ καὶ οἱ Γραμματεῖς | |
25 | καὶ Φαρισαῖοι, μόνῃ προσέχοντες τῇ τοῦ νόμου σκιᾷ. —(A f. 90, H f. 180 b) Ἐπειδὴ δὲ ἅπαξ τοῖς τοῦ νυμφῶνος υἱοῖς συγκεχώρηκε τὸ ὡς ἐν καιρῷ καὶ χρείᾳ μὴ χρῆναι πονεῖν, ὡς ἑορτὴν τελοῦντας πνευ‐ ματικὴν, ἵνα μὴ ἀπόβλητος ἡ νηστεία γένηται παρ’ | |
30 | ἡμῖν εἰς ἅπαν, οἰκονομικώτατα λίαν ἐπιφέρει λέγων· Ἐλεύσονται δὲ ἡμέραι καὶ ὅτε ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος· τότε νηστεύσουσιν ἐν ἐκεί‐ ναις ταῖς ἡμέραις. (A f. 90, H f. 280 b) Πάντα γὰρ καλὰ ἐν καιρῷ | |
35 | αὐτῶν. Τί δέ ἐστι τὸ ἀρθῆναι ἀπ’ αὐτῶν τὸν νυμ‐ φίον; Τὸ ἀναληφθῆναι δηλονότι. Ἔλεγε δὲ καὶ παραβολὴν πρὸς αὐτούς, κ.τ.λ. (A f. 90 b, B f. 60 b, G f. 12, H f. 281) Ὅτι δὲ ἀπαράδεκτα τοῖς τὴν νομικὴν ἔχουσιν ἀγωγὴν τὰ διὰ | |
40 | Χριστοῦ θεσπίσματα, καὶ ἀχώρητά πώς εἰσιν ἀν‐ θρώπων καρδίαις οὔπω λαχούσαις τὸν διὰ τοῦ ἁγίου Πνεύματος ἀνακαινισμὸν, διαδείκνυσι λέγων ὁ Κύ‐ ριος, μὴ δύνασθαι ῥάκος ἱματίου καινῷ προσβάλλε‐ σθαι· μήτε μὴν ἀσκοὺς παλαιοὺς οἶνον νέον δύνασθαι | |
45 | χωρεῖν. Πεπαλαίωται μὲν γὰρ ἡ πρώτη διαθήκη, καὶ οὐκ ἦν ἄμεμπτος· οὐκοῦν οἱ ταύτῃ προσκαθήμε‐ νοι, καὶ τὴν γηράσασαν ἐντολὴν εἰς νοῦν ἔχοντες, ἀμέτοχοι μέν εἰσι τῆς ἐν Χριστῷ καινότητος· «Πάντα γὰρ γέγονεν ἐν αὐτῷ καινά·» σεσαθρωμένην δὲ τὴν | |
72.573(50) | διάνοιαν ἔχοντες, ἀσύμβατοί τε καὶ ἀσυναφεῖς εἰσι τοῖς τῆς νέας διαθήκης ἱερουργοῖς. Καὶ γοῦν δι’ ἑνὸς τῶν ἁγίων προφητῶν ἔφη που περὶ αὐτῶν ὁ τῶν ὅλων Θεὸς, ὅτι «Καρδίαν καινὴν καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς.» Ψάλλει δὲ καὶ Δαβίδ· «Καρδίαν καθα‐ | |
55 | ρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὺ ἐγκαί‐ νισον ἐν τοῖς ἐγκάτοις μου.» Προστετάγμεθα δὲ καὶ | |
ἀποδύσασθαι μὲν τὸν παλαιὸν ἄνθρωπον, ἐνδύσασθαι | ||
72.576 | δὲ τὸν νέον, τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Συμβουλεύει δὲ καὶ Παῦλος λέγων· «Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μετα‐ μορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ | |
5 | δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον καὶ τέλειον.» Οὐκοῦν οἱ μήπω τὸν ἐν πνεύματι λαχόντες ἀνακαινισμὸν, οὐδὲ δοκιμάζειν ἴσασι τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον καὶ τέλειον· ἀσκὸς τοιγαροῦν παλαιὸς, ἡ τῶν Ἰου‐ | |
10 | δαίων καρδία· καὶ οὐ κεχώρηκε διὰ τοῦτο τὸν οἶνον τὸν νέον, τουτέστι τὸ εὐαγγελικὸν καὶ σωτήριον θέσπισμα, τὸ καρδίαν εὐφραῖνον ἀνθρώπου. Ἡμᾶς δὲ μεστοὺς τῶν τοιούτων ἀγαθῶν ἀπέφηνεν ὁ Χριστός. | |
13t | ΚΕΦΑΛ. ϛʹ. | |
14 | Τί ποιεῖτε ὃ οὐκ ἔξεστι ποιεῖν ἐν τοῖς Σάβ‐ | |
15 | βασι, (A f. 91 b, B f. 61 b, H f. 284 b) Ἔτι καινὴν δια‐ θήκην ἡμῖν ὑπισχνεῖται Θεὸς, ὡς παλαιωθείσης τῆς πρώτης, καὶ ἐγγὺς γενομένης ἀφανισμοῦ, κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνήν. Καί γέ φησι δι’ ἑνὸς | |
20 | τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα, διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν | |
25 | αὐτοὺς ἐκ γῆς Αἰγύπτου.» Οὐκοῦν εἰ ἑτέρα παρὰ τὴν πρώτην ἐστὶ καὶ δευτέρα ἡ καινὴ, πᾶσά πως ἀνάγκη τοὺς ἀποπεραίνειν αὐτὴν ἐθέλοντας οὐχὶ τοῖς ἀρ‐ χαίοις κεχρῆσθαι νόμοις, ἀλλὰ τοῖς εἰς καινότητα πολιτείας εὐαγγελικῆς ἀποφέρειν εἰδόσιν. Ἀλλ’ οὐδὲν | |
30 | τῶν τοιούτων εἰς νοῦν ἐσχηκότας ἔνεστιν ἰδεῖν τοὺς Γραμματέας τε καὶ Φαρισαίους· ἀνεπιστήμονες γὰρ παντελῶς τῶν ἱερῶν εἰσι Γραμμάτων· εἶς δὲ γέγονεν αὐτοῖς ὁ σκοπὸς, τὸ διασύρειν ἀεὶ τὸ θεῖόν τε καὶ οὐράνιον κήρυγμα. Ἐφεδρεύουσι γοῦν τοῖς ἁγίοις | |
35 | ἀποστόλοις, ἑπομένοις ἀπερισπάστως τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, καί φασιν αὐτῷ περὶ αὐτῶν· Ἰδοὺ τοῖς νομικοῖς ἐντάλμασιν ἐναντιουμένους ὁρῶ‐ μεν τοὺς ὑπὸ σοῦ παιδαγωγουμένους· δρῶσι γὰρ ὃ οὐκ ἔξεστι ποιεῖν τοῖς Σάββασι· τοῦ γὰρ νόμου | |
40 | κελεύοντος ἀργεῖν ἐν Σαββάτῳ, καὶ μηδενὸς παντά‐ πασιν ἅπτεσθαι πόνου, περιτρίβουσι ταῖς χερσὶν ἀστάχυας οἱ μαθηταί. Σὺ δὲ αὐτὸς εἰπέ μοι, τὴν σαββατικὴν σαυτῷ τράπεζαν παραθεὶς, οὐ συνθραύεις τὸν ἄρτον; Τί οὖν ἑτέρους αἰτιᾷ; Ἵνα δέ σοι καὶ αὐτοὺς ἐπιτειχίσωμεν τοῦ Σωτῆρος τοὺς λόγους, ἄκουε· | |
45 | Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς; Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησε Δαβίδ; κ.τ.λ. (A f. 91 b, B f. 61 b, H f. 284 b) Ἀλλὰ καίτοι ταῦτα πεπραχὼς ὁ Δαβὶδ, παρά γε τὸ τῷ νόμῳ δο‐ κοῦν, τοῦ παντὸς παρ’ ἡμῖν ἀξιοῦται θαύματος, | |
72.576(50) | ὀρθῶς καὶ δικαίως· καὶ γὰρ ἦν ἀληθῶς ἅγιος καὶ προφήτης. Οὐκοῦν τοῦ διὰ Μωϋσέως νόμου φάσκον‐ τος ἐναργῶς, «Κρῖμα δίκαιον κρίνατε, καὶ οὐ λήψῃ πρόσωπον ἐν κρίσει,» πῶς τοὺς ἐμοὺς, φησὶ, κατ‐ | |
εκρίνατε μαθητὰς, καὶ εἰς δεῦρο θαυμάζοντες ὡς | ||
72.577 | ἅγιον καὶ προφήτην τὸν μακάριον Δαβὶδ, καίτοι τὴν Μωϋσέως ἐντολὴν οὐ τετηρηκότα;—(A f 92, B f. 287) Διὰ μὲν οὖν τῶν ἄρτων, σαφῶς ὁ ἄρτος ἡμῖν ὁ ἐξ οὐρανοῦ δείκνυται προκεισόμενος ἐν ἁγίαις τρα‐ | |
5 | πέζαις ἐκκλησιῶν. Ὅσα δὲ σκεύη τῆς τραπέζης, δι’ ὧν ἡ μυστικὴ χρεία πληροῦται, τῶν θείων κει‐ μηλίων τύπος ἂν εἴη σαφής.—Πνευματικῶς δὲ τοὺς δώδεκα ἀποστόλους· περὶ ὧν ἑξῆς δὲ εἰρήσεται, ὅτε εἰς αὐτοὺς δὴ τοὺς μαθητὰς ἡμῖν ὁ λόγος περι‐ | |
10 | ελεύσεται. Καὶ ἐδίδασκεν. Καὶ ἦν ἐκεῖ ἄνθρωπος, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά. (A f. 92 b, B f. 61 b, G f. 12 b, H f. 288 b) Ἐδίδασκε δὲ πάντως που τὰ ὑπὲρ νοῦν, καὶ ὅσα τῆς | |
15 | δι’ αὐτοῦ σωτηρίας ἐμφανῆ καθίστη τὴν ὁδὸν τοῖς ἀκροωμένοις· εἶτα ταῖς μυσταγωγίαις ἑπομένην εὐθὺς τῆς θεοπρεποῦς ἰσχύος ἐποιεῖτο τὴν ἐπίδειξιν, μονονουχὶ καταλεαίνων τῷ λόγῳ τὴν εἰς τὸ πιστεύ‐ εσθαι τρίβον· μεθίστησι γὰρ ἔσθ’ ὅτε τὸ θαῦμα πρὸς | |
20 | πίστιν, κἂν ἀπιστῆται λόγος. Φαρισαῖοι δὲ παρετη‐ ροῦντο αὐτὸν, εἰ ἐν Σαββάτῳ θεραπεύσει. Τοιοῦτος γάρ ἐστι βάσκανος ἀνήρ· τὰς ἑτέρων εὐφημίας τρο‐ φὴν ποιεῖται τῇ νόσῳ, καὶ ταῖς ἑτέρων εὐκλείαις ἀδίκως ἐπιμαίνεται. Καὶ τί πρὸς τοῦτο πάλιν ὁ πάντα | |
25 | εἰδὼς, ὁ τὰς καρδίας ἐτάζων καὶ γινώσκων τὰ ἐν αὐταῖς; «Τὸ γὰρ φῶς μετ’ αὐτοῦ ἐστι,» κατὰ τὸ γεγραμμένον. Εἶπε τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· «Στῆθι εἰς τὸ μέσον.» Καὶ τίς ὁ λόγος τοῦ πράγμα‐ τος; Τάχα ὅπως καλέσῃ πρὸς ἔλεον τὸν ἀπηνῆ καὶ | |
30 | ἀφιλοικτείρμονα Φαρισαῖον· τάχα δυσωπήσει τὸ πά‐ θος αὐτοὺς, καὶ τὰς τοῦ φθόνου φλόγας ἠρεμεῖν ἀνα‐ πείσει. Ἐπερωτήσω ὑμᾶς τι· ἔξεστι τοῖς Σάββασιν ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι; κ.τ.λ. | |
35 | (A f. 92 b, H f. 289) Σοφωτάτη δὲ λίαν ἡ πεῦσις, πρέπουσα ταῖς ἐκείνων ἀβελτηρίαις ἡ πρότασις. Εἰ μὲν γὰρ ἔξεστιν ἀγαθοποιεῖν ἐν Σαββάτῳ, καὶ τὸ κωλύον οὐδὲν ἐλεεῖσθαι παρὰ Θεοῦ τοὺς κάμνοντας, παῦσαι συλλέγων τῆς κατὰ Χριστοῦ συκοφαντίας τὰς | |
40 | ἀφορμὰς, καὶ τῆς σαυτοῦ κεφαλῆς καταχέων τὴν δίκην, ἣν ἐπήρτησεν ὁ Πατὴρ τοῖς ἀτιμάζουσι τὸν Υἱόν. Ἤκουσας λέγοντος περὶ αὐτοῦ διὰ φωνῆς τοῦ Δαβίδ· «Καὶ συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώ‐ | |
45 | σομαι.» Εἰ δὲ οὐκ ἔξεστιν εὖ ποιεῖν ἐν Σαββάτῳ, καὶ κεκώλυκεν ὁ νόμος σώζεσθαι ψυχὴν, γέγονας τοῦ νομοθέτου κατήγορος· διαβέβληκας ἐντολὴν, ἐφ’ ᾗ καὶ τεθαύμασται ἡ διὰ Μωϋσέως διακονία. Ἀλλ’ οὐχ ἑαυτῷ, φησὶν, ὁ τῶν ὅλων Θεὸς τὸν ἐπὶ τῷ | |
72.577(50) | Σαββάτῳ τέθεικε νόμον, ἡμῖν δὲ μᾶλλον τοῖς ὑπέχου‐ σιν αὐτῷ τὸν αὐχένα. Καλῶς ἔφης· ἐπαινῶ τοὺς λό‐ γους· οὐκοῦν ἀνάγκης καὶ νόμου τὸ Θεῖον ἐλεύθερον. Πῶς οὖν αἰτιᾷ καὶ ἐν Σαββάτῳ Χριστὸν ἐλεεῖν ἐθέ‐ λοντα καὶ εὐεργετοῦντα ψυχήν; Ὅταν δὲ καὶ ἐπὶ τῷ | |
55 | Σαββάτῳ τεθέντα νόμον πολυπραγμονεῖν ἐθέλωμεν, | |
72.580 | ἐλεημοσύνης ἕνεκα τῆς παρὰ Θεοῦ διωρισμένον εὑ‐ ρήσομεν· ἐκέλευσε γὰρ ἀργεῖν ἐν Σαββάτῳ, καὶ μηδενὸς τὸ σύμπαν ἅπτεσθαι πόνου, ἀνίεσθαι δὲ μᾶλ‐ λον καὶ αὐτοῖς ὁμοῦ τοῖς ἀλόγοις τῶν ζώων· ἔφη | |
5 | γὰρ, ὅτι «Ἵνα ἀναπαύσηται ὁ παῖς σου καὶ ἡ παι‐ δίσκη σου, ὁ βοῦς σου, καὶ τὸ ὑποζύγιόν σου, καὶ πᾶν κτῆνός σου.» Ὁ δὲ καὶ βοῦν ἐλεῶν, καὶ τὰ ἕτερα τῶν κτηνῶν, πῶς οὐκ ἂν ἠλέησεν ἄνθρωπον ἐν Σαββάτῳ δεινῇ καὶ ἀφύκτῳ περιπεσόντα νόσῳ; | |
10 | Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας. (A f. 93, G f. 13, H f. 280 b) Οὐκ ἀρκεῖ σοι τὸ παράδοξον εἰς πίστιν; Ὁρᾷς ἐνεργοῦντα θεοπρεπῶς, καὶ μετ’ ἐξουσίας τῆς ἀνωτάτω θεραπεύοντα τοὺς ἐν ἀῤῥωστίαις, καὶ τὸν ἐκ φθόνου καὶ βασκανίας ὠδίνεις | |
15 | φόνον; Ἐξῆλθεν εἰς τὸ ὄρος προσεύχεσθαι. (A f. 93 a b, B f. 62, G f. 13 b, H f. 290 b sq.) Πάντα πρὸς οἰκοδομὴν ἡμετέραν, καὶ εἰς ὄνησιν τῶν πιστευόντων εἰς αὐτὸν εἰργάζετο Χριστὸς, καὶ πνευ‐ | |
20 | ματικῆς πολιτείας εἰκόνα τρόπον τινὰ τὰ καθ’ ἑαυτὸν ἀναθεὶς, ἀληθινοὺς ἤθελεν ἀποφαίνειν προσκυνητάς. Ἴδωμεν τοίνυν ὡς ἐν εἰκόνι καὶ τύπῳ πραγμάτων τῶν γεγενημένων διὰ Χριστοῦ, τίνα τρόπον ἡμᾶς ποιεῖσθαι προσήκει τὰς πρὸς Θεὸν ἱκετείας. Λάθρα, | |
25 | καὶ κεκρυμμένως, καὶ οὐδενὸς ὁρῶντος, προσεύχε‐ σθαι χρή· τοῦτο γὰρ ὑποδηλοῖ τὸ εἰς ὄρος κατὰ μό‐ νας καὶ ὡς ἐν σχολῇ προσεύχεσθαι τὸν Ἰησοῦν καὶ τοῦτο αὐτὸς ἡμᾶς ἐδίδαξεν εἰπών· «Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου.» Ἀφιλοδόξως | |
30 | γὰρ καὶ ὁσίους ἐπαίροντας χεῖρας προσεύχεσθαι δεῖ, καὶ ὥσπερ εἰς ὕψος εἰς τὸ τῆς θεοπτίας ὕψος ἀναπη‐ δῶντος τοῦ νοῦ, καὶ ἀποφοιτῶντος μὲν θορύβου παν‐ τὸς, ἀποτρέχοντος δὲ καὶ μερίμνης κοσμικῆς· δεῖ δὲ τοῦτο δρᾷν, οὔτε ἁψικόρως, οὔτε ἀδρανῆ ἔχοντας | |
35 | ὀλιγοψυχίαν· ἐντόνως δὲ μᾶλλον, καὶ ἐν σπουδῇ, καὶ οὐκ ἀθαύμαστον ἔχοντας τὴν ὑπομονήν. Ἀκήκοας γὰρ ὅτι οὐχ ἁπλῶς ηὔξατο Χριστὸς, ἀλλ’ ὅτι καὶ διενυκτέρευσε τοῦτο δρῶν. Οὐκ ἀνέξεται δὲ ἴσως ὁ τῆς ἀληθείας ἐχθρὸς ταῦτα | |
40 | λεγόντων ἡμῶν· φησὶ γάρ· Προσεύχεται καὶ ζητεῖ παρὰ τοῦ Πατρὸς, ἅπερ οὐκ ἔχει. Πῶς οὖν ἔτι φατὲ καὶ ὁμοούσιον αὐτῷ ἴσον τε κατὰ πάντα, καὶ κατ’ οὐδένα τρόπον ἀπεοικότα; Χωρὶς γὰρ πάσης ἀντι‐ λογίας τὸ ἔλαττον ὑπὸ τοῦ χρείττονος εὐλογεῖται· | |
45 | μείζων δὲ πάντως ὁ διδοὺς τοῦ παρακαλοῦντος τι λαβεῖν. Οὐκοῦν ἐκεῖνο καὶ πρό γε τῶν ἄλλων δι‐ δασκέτωσαν ἡμᾶς οἱ τὰ ὀρθὰ διαστρέφοντες, τίνος εἶναι νομίζουσιν ἐπιδεᾶ τὸν Υἱόν; Τί δὲ ὡς οὐκ ἔχων ἐζήτει λαβεῖν; Φῶς ἐστι τὸ ἀληθινὸν, ζωὴ κατὰ | |
72.580(50) | φύσιν, καὶ ζωοποιὸς, καὶ τῶν δυνάμεων Κύριος, σοφία καὶ δικαιοσύνη, κτίστης καὶ δημιουργὸς τῶν ὅλων, παντὸς ἐπέκεινα γενητοῦ, βασιλεὺς τῶν ὅλων, ταμίας οὐρανοῦ καὶ γῆς, δοτὴρ ἀγαθοῦ παντὸς ὁμοῦ τῷ Θεῷ καὶ Πατρί. Καὶ τοῦτο μαθήσῃ γεγραφότος | |
55 | τισὶ τοῦ μακαρίου Παύλου·» Χάρις ὑμῖν καὶ εἰρήνη | |
ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» | ||
72.581 | Τοῖς ἀνωτάτω θρόνοις ἐμπρέπει, δοξολογεῖται παρὰ πάσης κτίσεως λογικῆς· οὐκοῦν ἁπάντων ἐστὶ τῶν τοῦ Θεοῦ καὶ Πατρὸς θεοπρεπῶν ἀξιωμάτων οὐσιω‐ δῶς κληρονόμος. Καὶ γοῦν ἔφη πρὸς αὐτὸν, ὡς | |
5 | «Πάντα τὰ ἐμὰ, σά ἐστι· καὶ τὰ σὰ, ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Ὁ δὲ πάντα ἔχων ἴδια τὰ τοῦ Θεοῦ καὶ Πατρὸς, τίνος ἔτι λείπεται; Εἰ δὲ ὅλως λείπεταί τινος, καὶ τοῦτο εἶναί φασιν ἀληθὲς, οὐδέν ἐστι τὸ κωλύον εἰπεῖν, ὅτι καὶ αὐτὸς ὁ Πατὴρ ἐν | |
10 | χρείᾳ καθέστηκέ τινων. Εἰ γὰρ πάντα τὰ τοῦ Υἱοῦ, τοῦ Πατρός ἐστι, λείπεται δέ τινος ὁ Υἱὸς, τοιοῦτος ἄρα ἐστὶ καὶ ὁ Πατήρ· αὐτοῦ γάρ ἐστι πάντα τὰ τοῦ Υἱοῦ. Ἀλλ’ ἔστι παντέλειος ὁ Πατὴρ, δεῖται δὲ ὅλως οὐδενὸς τῶν θεοπρεπῶν ἀγαθῶν· οὐκοῦν παν‐ | |
15 | τέλειος ὁ Υἱὸς, ὡς πάντα ἔχων τὰ τοῦ Πατρὸς, εἰκών ἐστι καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· ἐν δὲ τῷ χαρακτῆρι φαίνεται πάντως τὸ πρωτότυπον, καὶ ἐν τῷ πρωτοτύπῳ πάντως ὁ χαρακτήρ. Καὶ ταῦτα μὲν πρὸς ἐκείνους. | |
20 | Φασὶ δὲ καὶ οἱ ταῖς Νεστορίου κενοφωνίαις συνηρ‐ πασμένοι, ὡς ἀνάρμοστον δὲ παντελῶς Θεῷ κατὰ φύσιν ὄντι τῷ Υἱῷ, προσεύχεσθαι· πρέπει δὲ μᾶλλον ἀνθρώπῳ τῷ κατὰ συνάφειαν αὐτῷ συναφθέντι, τουτέστι τῷ ἐκ σπέρματος Δαβίδ. Αὐτὸς οὖν ἄρα | |
25 | ἦν ὁ τὴν εὐχὴν ἀνατείνων. Τί οὖν πρὸς τοῦτο ἐροῦ‐ μεν; Ἠγνοήσατε παντελῶς τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸ μυστήριον· μνημονεύσατε λέγοντος τοῦ μακαρίου εὐαγγελιστοῦ Ἰωάννου· «Καὶ ὁ Λό‐ γος σὰρξ ἐγένετο.» Καὶ τοῦτο ἡμῖν ὁ πάνσοφος | |
30 | Παῦλος ἐμφανὲς κατέστησε, λέγων περὶ αὐτοῦ· «Οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρμα‐ τος Ἀβραὰμ ἐπιλαμβάνεται· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένη‐ ται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ | |
35 | ἱλάσκεσθαι ταῖς ἁμαρτίαις τοῦ λαοῦ.» Ἀνθ’ ὅτου δὴ οὖν τὸν γεννηθέντα μὲν θεϊκῶς, ὡς Λόγον ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς, ἑαυτὸν δὲ καθέντα πρὸς κένωσιν, καὶ πρὸς ἀδελφότητα τὴν πρὸς ἡμᾶς, διὰ τοῦ γε‐ νέσθαι καθ’ ἡμᾶς, ὁμοιωθῆναί τε κατὰ πάντα τοῖς | |
40 | ἐπὶ τῆς γῆς, δίχα μόνης ἁμαρτίας, τῶν τῆς ἀν‐ θρωπότητος ἐκπέμπεται μέτρων. Ἐπειδὴ γὰρ γέγονε καθ’ ἡμᾶς, ἐκ πολλῆς ἄγαν ἡμερότητος καὶ φιλαν‐ θρωπίας, οὐκ ἀπαξιοῖ τὰ ἀνθρώπινα· τύπους ἡμεῖς τῆς εἰς λῆξιν ἐπιεικείας ποιούμενος τὰ καθ’ ἑαυτόν· ἵν’, ὡς ἔφην, τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθεῖν | |
45 | σπουδάσωμεν. Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μα‐ θητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ’ αὐτῶν δώ‐ δεκα, κ.τ.λ. (A f. 93 b, B f. 63, G f. 13 b) Διανυκτερεύσας εἰς | |
72.581(50) | προσευχὴν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ἀῤ‐ ῥήτως τε καὶ ἀπερινοήτως, καὶ ὡς μόνος οἶδεν αὐ‐ | |
τὸς, τὰς πρός γε τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν | ||
72.584 | διαλέξεις ποιησάμενος, καὶ τύπον ἡμῖν σωτηριώδους πράγματος ἑαυτὸν παραθείς· ἐδίδαξε γὰρ τίνα τρό‐ πον ὀρθῶς τε καὶ ἀμωμήτως χρὴ ποιεῖσθαι τὰς προσευχὰς, κάτεισιν ἐκ τοῦ ὄρους, καὶ τοὺς τῆς | |
5 | οἰκουμένης μυσταγωγοὺς ἀναδείκνυσιν.—(A f. 94) Ἔφη γὰρ πρὸς αὐτούς· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Ταύτης δὲ τῆς τῶν ἁγίων ἀποστόλων προβολῆς μνημονεύει λέγων καὶ ὁ μακάριος Δαβὶδ, ὡς πρὸς Χριστόν· «Καταστήσεις αὐτοὺς ἄρχοντας | |
10 | ἐπὶ πᾶσαν τὴν γῆν, μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.» Καὶ μὲν γὰρ ὄντες ἐν σώματι, ἐμνημόνευον τῆς δόξης Χριστοῦ, πόλεσί τε καὶ χώραις τὸ αὐτοῦ λαλοῦντες μυστήριον. Ἐπειδὴ δὲ πρὸς τὰς ἄνω κέκληνται μονὰς, οὐδὲν ἧττον ἡμῖν | |
15 | καὶ οὕτω διαλέγονται περὶ αὐτοῦ, διὰ τῆς πανσόφου συγγραφῆς ἧς πεποίηνται περὶ αὐτοῦ· καὶ οἱ μὲν κατὰ Μωϋσέως νόμον χειροτονηθέντες ἱερουργοὶ, Ἀαρὼν δηλονότι καὶ οἱ σὺν αὐτῷ, ἱεροπρεπέσιν ἐσθήμασιν αἰσθητῶς κατεκαλλύνοντο· οἱ δέ γε θε‐ | |
20 | σπέσιοι μαθηταὶ, χαρίσμασι τοῖς πνευματικοῖς δια‐ πρέποντες, τῶν εὐαγγελικῶν θεσπισμάτων τὴν δια‐ κονίαν ἐνεχειρίζοντο· εἴρηται γὰρ πρὸς αὐτούς· «Ἀσθενοῦντας θεραπεύετε. δαιμόνια ἐκβάλλετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε.» Καὶ γοῦν, | |
25 | τὴν Χριστοῦ φοροῦντες δύναμιν, κατέπληττον πᾶσαν τὴν οἰκουμένην. Πλὴν ὅρα τὴν εἰς ἄκρον νῆψιν τοῦ εὐαγγελιστοῦ· οὐ γὰρ ἁπλῶς ἀναδειχθῆναι τοὺς ἁγίους ἀποστόλους φησὶν, ὀνομαστὶ δὲ μᾶλλον ἐπ‐ ενηνεγμένης αὐτοῖς καὶ τῆς τῶν προτέρων μνήμης, | |
30 | ἵνα μή τις ἑαυτὸν ἐγγράψαι τολμήσῃ τῷ χορῷ τῶν ἐξειλεγμένων. Ὡς γὰρ ὁ Παῦλός φησιν· «Οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλ’ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ.» Καὶ γοῦν ὀνομαστὶ τῶν ἁγίων ἀπο‐ στόλων κεκλημένων εἰς τὸ μέγα τοῦτο καὶ λαμπρὸν | |
35 | ἀξίωμα, πρὸς τοῦτό τινες καθίκοντο κατὰ καιροὺς ἀπονοίας καὶ θράσους, ὡς ἀποστόλους ἑαυτοὺς ὀνο‐ μάσαι Χριστοῦ, καὶ τιμὴν ἁρπάσαι τὴν οὐκ ἐκνεμη‐ θεῖσαν αὐτοῖς. Τούτων οἱ θεσπέσιοι μαθηταὶ πεποίην‐ | |
ται μνήμην· φασὶ γάρ· «Οἱ τοιοῦτοι ψευδαπόστο‐ | ||
72.585 | λοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀγγέλους δικαιοσύνης.» Καὶ οὐ θαῦμα· αὐτὸς γὰρ ὁ Σατανᾶς, μετασχηματίζεται εἰς ἄγγελον φωτός. Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχημα‐ | |
5 | τίζονται εἰς ἀγγέλους δικαιοσύνης. Οὐδένα τοίνυν ἴσμεν ἡμεῖς ἢ παραδεξόμεθα, πλὴν ὅτι μόνους τοὺς διὰ τῶν εὐαγγελικῶν γραμμάτων ὠνομασμένους, καὶ τὸν μετ’ ἐκείνους ἀναδεδειγμένον, τὸν σοφώτατον Παῦλον· ᾧ καὶ αὐτὸς ὁ Σωτὴρ μεμαρτύρηκε λέγων· «Ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον πάντων τῶν ἐθνῶν.» | |
10 | (A f. 94, H f. 293) Τούτους προᾳνετύπου μὲν ὁ νόμος, προεκήρυξαν δὲ καὶ προφῆται. Γέγραπται γοῦν ἐν Μωσαϊκῷ βιβλίῳ· «Καὶ λήψεσθε σεμίδαλιν, καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους· καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα, ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν, | |
15 | ἔναντι Κυρίου· καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καὶ ἅλας· καὶ ἔσονται εἰς ἄρτους, εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ.» Ἄρτος μὲν γὰρ ὁ ἐξ οὐ‐ ρανοῦ κατελθὼν, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, τίς ἂν ἕτερος εἴη παρὰ τὸν τῶν ὅλων Σωτῆρα Χριστόν; | |
20 | Κατὰ μίμησιν δὲ τὴν πρὸς αὐτὸν, ἄρτοι κέκληνται καὶ οἱ μακάριοι μαθηταί· μέτοχοι γὰρ γεγονότες τοῦ τρέφοντος ἡμᾶς εἰς ζωὴν αἰώνιον, τρέφουσι καὶ αὐ‐ τοὶ διὰ τῶν ἰδίων συγγραμμάτων τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην. Ὥσπερ δὲ φῶς ὑπ‐ | |
25 | άρχων τὸ ἀληθινὸν ὁ Σωτὴρ, φῶς ὠνόμασε καὶ τοὺς μαθητάς· «Ὑμεῖς γάρ ἐστε τὸ φῶς τοῦ κόσμου·» οὕτως καὶ αὐτὸς ὢν ὁ ἄρτος τῆς ζωῆς, ἐχαρίσατο τοῖς ἑαυτοῦ μαθηταῖς τὸ ἐν τάξει νοεῖσθαι τῶν ἄρ‐ των. Καί μοι βλέπε τοῦ νόμου τὸ εὐτεχνές. Ἐπι‐ | |
30 | θήσετε γὰρ, φησὶν, ἐπὶ τοὺς ἄρτους λίβανον καὶ ἅλας. Καὶ ὁ μὲν λίβανος εὐωδίας ἐστὶ σύμβολον· οἱ δὲ ἅλες, συνέσεως καὶ φρενῶν· ἐνυπῆρχον δὲ ἄκρως ἀμφότερα τοῖς ἁγίοις ἀποστόλοις· εὐώδης γὰρ ἦν ὁ βίος αὐτοῖς· καὶ γοῦν ἔφασκον, ὅτι «Χριστοῦ | |
35 | εὐωδία ἐσμὲν τῷ Θεῷ.» Ἦσαν δὲ, πρὸς τούτῳ, καὶ πανσύνετοι. Ἀκούω δὲ καὶ τοῦ προφήτου Δαβὶδ ψάλλοντός τε καὶ λέγοντος περὶ αὐτῶν· «Ἐκεῖ Βεν‐ ιαμὶν ἐν ἐκστάσει· ἄρχοντες Ἰούδα ἡγεμόνες αὐ‐ τῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλίμ.» | |
40 | Σχεδὸν γὰρ ἐξ ἁπάσης φυλῆς τῆς ἐξ Ἰσραὴλ ἀπό‐ λεκτοι γεγόνασιν οἱ μακάριοι μαθηταί· καὶ φωστῆ‐ ρες ἦσαν οἰκουμενικοὶ, λόγον ζωῆς ἐπίσχοντες· καὶ τό γε παράδοξον· εὐγλωττίαν μὲν γὰρ ἔχουσι λαμ‐ πρὰν οἱ τῶν Ἑλλήνων σοφοὶ, καὶ εὐστομοῦσιν ἄγαν· | |
45 | οἱ δέ γε τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, ἄνθρωποι γε‐ γόνασι χειροτέχναι, καὶ θαλασσουργοὶ, καὶ ἰχθυοθῆ‐ ραι, οὐ κόμπον ἔχοντες λόγων, οὐ λέξεων εὐπορίαν δεδοκιμασμένων· ἀλλ’ ἰδιῶται μὲν τῷ λόγῳ, πλού‐ σιοι δὲ τῇ γνώσει· καὶ σεσίγηται μὲν τὰ Ἑλλήνων | |
72.585(50) | γράμματα, καὶ ἡ τῶν λέξεων εὐκομπία· κατακρατεῖ | |
72.588 | δὲ τῆς ὑπ’ οὐρανὸν τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις. Τούτων διαμέμνηται Θεὸς καὶ διὰ φωνῆς Ἱερεμίου, λέγων περὶ τοῦ πάντων ἐχθροῦ, φημὶ δὴ τοῦ Σατανᾶ· «Οὐαὶ, ὁ πληθύνων αὐτῷ τὰ οὐκ | |
5 | ὄντα αὐτοῦ, καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς·» ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπα‐ γὴν αὐτοῖς. Ἅπαντας μὲν τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ ὄντας αὐτοῦ, συνήγαγεν ὁ Σατανᾶς, καὶ ἰδίους | |
10 | ἀπέφηνε προσκυνητὰς, καταβαρύνων αὐτοῦ τὸν κλοιόν· ἀλλ’ ἐξένηψαν οἱ διαρπάζοντες αὐτοῦ τὰ σκεύη· ἐθήρευσε γὰρ τῆς ἀποστολικῆς μυσταγωγίας τὸ δίκτυον ἅπαντας τοὺς πεπλανημένους, καὶ προσ‐ εκόμισαν τῷ Θεῷ τὴν ὑπ’ οὐρανόν. Ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ. | |
15 | (A f. 94 b) Ἄθρει δή μοι τῆς χειροτονίας τὸν τρόπον· οὐ γὰρ ἐν παραβύστῳ καὶ λεληθότως πε‐ πράχθαι φησὶν αὐτὸς ὁ σοφώτατος εὐαγγελιστὴς, συναγηγερμένων δὲ μᾶλλον πολλῶν μαθητῶν ὄχλου τε πολλοῦ ἐξ ἁπάσης τῆς Ἰουδαίων χώρας, καὶ ἐκ | |
20 | τῆς παραλίου Τύρου καὶ Σιδῶνος. Οὗτοι δὲ ἦσαν εἰδωλολάτραι, ἤγουν ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις χωλεύοντες, καὶ τιμῶντες μὲν ἐκ μέρους τὰ τῶν Ἰουδαίων ἔθη, τῶν γε μὴν τῆς εἰδωλολατρίας αἰτια‐ μάτων οὐκ εἰσάπαν ἀποφοιτήσαντες. Πέπρακται | |
25 | τοίνυν ἡ χειροτονία, τούτων πάντων παρόντων, καὶ ἐφ’ ἅπασαν τὴν ὑπ’ οὐρανὸν τέθεινται μυσταγωγοί· ὃ δὴ καὶ πεπράχασι, καλοῦντες μὲν Ἰουδαίους ἐκ νομικῆς λατρείας, τοὺς δέ γε τῶν δαιμονίων θερα‐ πευτὰς ἐκ πλάνης Ἑλληνικῆς, εἰς τὴν τῆς ἀληθείας | |
30 | ἐπίγνωσιν. Ἀναδείξας δὲ τοὺς ἁγίους ἀποστόλους, πλείστων ὄσων καὶ ἀξιαγάστων σημείων γέγονεν ἀποτελεστὴς, δαιμονίοις ἐπιπλήττων, ἀνιάτων ἀῤῥω‐ στημάτων ἐλευθερῶν τοὺς προσιόντας αὐτῷ, καὶ θεοπρεπεστάτην ἀποφαίνων τὴν ἑαυτοῦ δύναμιν· ἵν’ | |
35 | εἰδεῖεν οἱ ἐπ’ αὐτῷ συνδεδραμηκότες Ἰουδαῖοί τε καὶ οἱ ἐκ τῆς Ἑλλήνων χώρας, ὅτι τετίμηνται τῷ τῆς ἀποστολῆς ἀξιώματι παρὰ Χριστοῦ, καὶ οὐχ ἑνὸς ὄντος τῶν καθ’ ἡμᾶς ἀνθρώπου κοινοῦ, Θεοῦ δὲ μᾶλλον ὡς ἐνανθρωπήσαντος Λόγου, καὶ τὴν ἰδίαν | |
40 | σώζοντος δόξαν· «Δύναμις γὰρ παρ’ αὐτοῦ ἐξ‐ ήρχετο, καὶ ἰᾶτο πάντας.»—(C f. 118) Οὐ γὰρ ἰσχὺν ἐδανείζετο τὴν παρ’ ἑτέρου Χριστὸς, ἀλλ’ αὐτὸς ὢν φύσει Θεὸς, εἰ καὶ γέγονε σὰρξ, τὴν ἐπὶ τοῖς κάμνουσιν ἐκπέμπων δύναμιν, ἰᾶτο πάντας. Εἰ | |
45 | δὲ βούλει καὶ τὴν ἑρμηνείαν τῶν ἀποστολικῶν μα‐ θεῖν ὀνομάτων, ἴσθι ὅτι Πέτρος μὲν ἑρμηνεύεται, ἐπιλύων, ἢ ἐπιγνούς· Ἀνδρέας δὲ, δύναμις εὐ‐ πρεπὴς, ἢ ἀποκρινόμενος· Ἰάκωβος, πτερνιστὴς πόνου· Ἰωάννης, Κυρίου χάρις· Ματθαῖος, δεδωρημένος· Φίλιππος, στόμα χειρῶν, ἢ στόμα λαμ‐ | |
72.588(50) | πάδος· Βαρθολομαῖος, υἱὸς κρεμάσας ὕδατα· Θωμᾶς, ἄβυσσος, ἢ δίδυμος· Ἰάκωβος Ἀλφαίου, | |
πτερνισμὸς βαδίσεως ζωῆς· Ἰούδας, ἐξομολόγησις· καὶ Σίμων, ὑπακοή. | ||
72.589 | Μακάριοι οἱ πτωχοί. (A f. 95 b, B f. 63 b, C f. 118) Εἰς καινότητα μὲν οὖν ζωῆς εὐαγγελικῆς μετὰ τὴν χειροτονίαν καταῤῥυθμίζων τοὺς ἑαυτοῦ μαθητὰς ὁ Σωτὴρ, ταῦτά | |
5 | φησι. Περὶ ποίων δὲ ἄρα πτωχῶν ταῦτα ἔλεγεν, ἀναγκαῖον ἰδεῖν. Ἐν μὲν γὰρ τῷ κατὰ Ματθαῖον, μακαρίους ἔσεσθαί φησι τοὺς πτωχοὺς τῷ πνεύματι, καὶ αὐτῶν εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν· ἵνα νοῶμεν πτωχὸν τῷ πνεύματι, τὸν μετριόφρονα καὶ | |
10 | συνεσταλμένον ὥσπερ ἔχοντα νοῦν· ἀξιοζήλωτος δὲ ὁ τοιοῦτος καὶ Θεῷ γνώριμος. Καὶ γοῦν ἔφη δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» Ἔφη δὲ καὶ ὁ προφήτης Δαβὶδ, ὅτι | |
15 | «Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Ναὶ μὲν καὶ αὐτὸς ὁ Σωτήρ· «Μάθετε ἀπ’ ἐμοῦ, φησὶν, ὅτι πρᾶός εἰμι καὶ τα‐ πεινὸς τῇ καρδίᾳ.» Ἐν δέ γε τοῖς προκειμένοις ἡμῖν ἀναγνώσμασι, μακαρίους ἔσεσθαί φησι τοὺς πτω‐ | |
20 | χοὺς, οὐ προσκειμένου τοῦ, πνεύματι. Οὕτω δέ φα‐ σιν οἱ εὐαγγελισταὶ, οὐκ ἀλλήλοις ἐναντιούμενοι, ἀλλὰ μεριζόμενοι πολλάκις τὰ διηγήματα· καὶ ποτὲ μὲν διὰ τῶν αὐτῶν βαδίζουσι κεφαλαίων, ποτὲ δὲ τὸ τῷ ἑνὶ παραλειφθὲν, ἕτερος ταῖς ἰδίαις ἐντίθησι | |
25 | συγγραφαῖς· ἵνα μηδὲν τῶν ἀναγκαίων εἰς ὄνησιν λαθεῖν δυνηθῇ τοὺς πιστεύοντας εἰς Χριστόν. Ἔοικε τοίνυν πτωχοὺς ὀνομάζειν ἐν τούτοις, τοὺς φιλο‐ κερδείας κρείττονας, καὶ τὸν τρόπον ἔχοντας ἀφιλ‐ άργυρον. Καὶ γοῦν ὁ σοφώτατος Παῦλος ἀρίστων | |
30 | ἡμῖν μαθημάτων εἰσηγητὴς ἀναδείκνυται, λέγων· «Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενος τοῖς παροῦσι.» Προσετίθει δὲ τούτοις, ὡς «Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.» Ἔδει γὰρ, ἔδει τὸ σωτήριον καὶ εὐαγγελικὸν μέλλοντας | |
35 | αὐτοὺς διαγγέλλειν κήρυγμα, ἀφιλόπλουτον ἔχειν τὸ φρόνημα, καὶ εὔσχολον ἐπὶ τὰ κρείττω τὴν ἐπιθυ‐ μίαν. Οὐ πάντων δὲ τῶν ἐν εὐπορίᾳ ὄντων ὁ λόγος καθάπτεται, μόνων δὲ ἐκείνων τῶν περὶ τὰ χρήματα τὸν πόθον κεκτημένων. Τίνες δέ εἰσιν οὗτοι; Οἱ μὲν τῆς τοῦ Κυρίου φωνῆς ἀκούοντες λέγοντος· «Μὴ | |
40 | θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς,» κ.τ.λ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθή‐ σεσθε. (A f. 97 b, B f. 64 b, G f. 14 b) Καί τοι πάλιν ἐν τῷ Ματθαίῳ φησί· «Μακάριοι οἱ πεινῶντες καὶ | |
45 | διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσον‐ ται·» ἐνταῦθα δὲ τοὺς πεινῶντας ἁπλῶς, μακα‐ ρίους ἔσεσθαί φησι. Φαμὲν οὖν ὅτι μέγα μὲν καὶ ἐξαίρετον τὸ πεινῇν καὶ διψῇν τὴν δικαιοσύνην, τουτέστι, καθάπερ τινὸς τροφῆς καὶ ποτοῦ μετα‐ | |
72.589(50) | ποιεῖσθαι φιλεῖν τῶν εἰς εὐσέβειαν σπουδασμάτων· τοῦτο γὰρ ἡ δικαιοσύνη δηλοῖ. Ἐπειδὴ δὲ χρὴ ταῖς ἀρτίως ἡμῖν εἰρημέναις ἐκδόσεσιν ἑπομένην ἀπο‐ φῆναι καὶ τὴν ἐν τούτοις διάνοιαν, πάλιν ἐκεῖνό φα‐ μεν· ἐμακάρισεν ὁ Σωτὴρ τοὺς τὴν ἐθελούσιον ἀγα‐ | |
55 | πῶντας πτωχείαν, ὑπέρ γε τοῦ καλῶς καὶ ἀπερι‐ | |
σπάστως τὸν ἀποστολικὸν διανῦσαι δρόμον. Τῷ γὰρ | ||
72.592 | μὴ ἔχειν χρυσίον ἢ ἀργύριον ἐν ταῖς ζώναις, ἢ δύο χιτῶνας, ἕπεται πάντως πλείστης ὅσης αὐτοὺς ἀνα‐ σχέσθαι σκληραγωγίας, καὶ μόλις αὐτοὺς εὐπορῆσαι τροφῆς· φορτικὸν δὲ τοῦτο τοῖς ἐν πενίᾳ καὶ διωγ‐ | |
5 | μοῖς· ταύτῃτοι καὶ μάλα εἰκότως ὁ καρδίας εἰδὼς, μικροψυχεῖν οὐκ ἐᾷ πρὸς τὰ ἐκ τῆς πτωχείας συμ‐ βαίνοντα. Τοὺς γὰρ νῦν πεινῶντας τῆς εἰς αὐτὸν εὐσεβείας ἕνεκα, χορταθήσεσθαί φησι· τουτέστι τοῖς δοθησομένοις ἐντρυφήσουσιν ἀγαθοῖς, νοητοῖς δὲ δηλονότι καὶ πνευματικοῖς. | |
10 | Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. (A f. 98 b) Μακαρίζει τοὺς κλαίοντας, καί φησιν ὅτι γελάσουσι· κλαίειν δέ φαμεν, οὐ τοὺς ἁπλῶς τὸ ἐξ ὀμμάτων καθιέντας δάκρυον· κοινὸν γὰρ τοῦτο καὶ πᾶσι συμβαῖνον πιστοῖς καὶ ἀπίστοις, εἴπερ τι | |
15 | γένοιτο τῶν εἰωθότων καταλυπεῖν· ἐκείνους δὲ μᾶλλον τοὺς τὸν ἱλαρὸν καὶ ἐξίτηλον, καὶ ἐν τρυφαῖς ὄντα ταῖς σαρκικαῖς φεύγοντας βίον· ἐκείνους μὲν γὰρ ἐν τῷ τέρπεσθαι καὶ γελᾷν εἶναί φαμεν. Τοὺς δέ γε τὸ τρυφᾷν καὶ ἀνίεσθαι σαρκικῶν παραιτουμένους, καὶ | |
20 | μονονουχὶ κλαίοντας διὰ τοῦ μισεῖν τὰ ἐν κόσμῳ, μακαρίους εἶναί φησιν ὁ Σωτήρ· οὐκοῦν πτωχεῦσαι κελεύσας, καὶ τὰ ἑπόμενα τῇ πτωχείᾳ τιμαῖς στε‐ φανοῖ ταῦτα δέ ἐστι, τῶν εἰς τρυφὰς ἐπιτηδείων ἡ σπάνις, καὶ τὸ κατηφὲς διὰ τὴν θλῖψιν. Γέγραπται | |
25 | γὰρ ὡς πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πα‐ σῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄν‐ θρωποι, κ.τ.λ. (A f. 99 b, B f. 64 b) Ἤδη μέντοι ὁ Κύριος τὸν | |
30 | διωγμὸν ἀπήγγειλε, πρὶν ἀποσταλῆναι τοὺς ἀποστό‐ λους. Προέλαβε τὸ εὐαγγέλιον τὴν ἔκβασιν· ἐχρῆν γὰρ πάντως αὐτοὺς τὸ εὐαγγελικὸν διαγγέλλοντας κήρυγμα, καὶ Ἰουδαίους μὲν ἀφιστῶντας τῆς κατὰ νόμον λατρείας, ἵνα τῆς εὐαγγελικῆς εὐζωΐας εἰδεῖεν | |
35 | τὴν ὁδὸν, τοὺς δέ γε εἰδωλολάτρας εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν σαγηνεύοντας, προσκροῦσαι πολλοῖς ἀφι‐ λοθέοις τε καὶ ἀνοσίοις ἀνδράσιν· οὗτοι γὰρ πολέ‐ μους καὶ διωγμοὺς τοῖς τὸν Ἰησοῦν καταγγέλλουσιν ἐπεγείρουσι, διώκοντες τὴν εὐσέβειαν. Ἵνα τοίνυν | |
40 | ἐνστάντος τοῦ καιροῦ, καθ’ ὃν ἔμελλεν ἔσεσθαι ταῦτα παρά τινων, μὴ εἰς ἀνοήτους ἐμπίπτωσιν ἀκηδίας, προαπαγγέλλει χρησίμως, ὡς καὶ τῶν σκυθρωπῶν ἡ ἔφοδος, ἔμμισθος ἔσται καὶ ἐπωφελὴς αὐτοῖς. Ὀνει‐ δίσουσι γὰρ, φησὶν, ὑμᾶς ὡς πλάνους καὶ ἀπαταιῶ‐ | |
45 | νας· ἀφορίσουσιν ἑαυτῶν, τουτέστι τῆς πρὸς ἑαυτοὺς φιλίας καὶ κοινωνίας· ἀλλὰ μηδεὶς ἔστω παρ’ ὑμῖν, φησὶ, τῶν τοιούτων ὁ λόγος· τί γὰρ ἀδικήσει τῆς ἐκείνων γλώττης τὸ ἄτακτον τὸν εὖ βεβηκότα νοῦν; Τοῖς γὰρ εὐσεβῶς εἰδόσι φιλοσοφεῖν, οὐκ ἄκαρπον | |
72.592(50) | ἔσεσθαί φησι τὴν ἐπὶ τούτων ὑπομονὴν, ἀλλ’ εὐθυ‐ μίας τῆς ἀνωτάτω πρόξενον. Διαδείκνυσι δὲ πρὸς τούτῳ χρησίμως, ὡς ξένον αὐτοῖς οὐδὲν συμβήσεται καὶ ταῦτα παθοῦσιν· ἔσονται δὲ μᾶλλον κατ’ ἐκεί‐ | |
νους, οἳ καὶ πρὸ αὐτῶν τοὺς θείους καὶ ἄνωθεν τοῖς ἐξ | ||
72.593 | Ἰσραὴλ διαπορθμεύοντες λόγους, ἐδιώχθησαν, ἐπρίσθη‐ σαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, λοιδοριῶν ἠνέσχοντο ἀδίκως αὐτοῖς ἐπενηνεγμένων. Οὐκοῦν δίδωσιν ἐκεῖνο νοεῖν, ὡς ὧν ἂν γένοιτο μιμηταὶ, τούτων ἔσονται | |
5 | καὶ κοινωνοί· καὶ προφητικῶν στεφάνων οὐκ ἀμοι‐ ρήσουσι, τὴν ἐκείνοις ἐντριβῆ βαδίσαντες ὁδόν. Οὐαὶ ὑμῖν, τοῖς πλουσίοις. (A f. 100 b) Προαναφωνήσας αἰτίαν παντὸς ἀγα‐ θοῦ τὴν διὰ Θεὸν πτωχείαν, καὶ τὸ πεινῇν καὶ | |
10 | κλαίειν οὐκ ἄμισθον ἔσεσθαι τοῖς ἁγίοις εἰπὼν, μεθ‐ ίστησι τὸν λόγον ἐπὶ τὰ ἐναντίως ἔχοντα τούτων, καὶ διαδείκνυσιν αὐτὰ κολάσεως ὄντα καὶ δίκης ἐμποιητικὰ, ἵνα τῇ μὲν τῶν στεφάνων ἐπιθυμίᾳ, καὶ τῇ τοῦ μακαρισμοῦ ἐφέσει, σαγηνεύωνται πρὸς τοὺς | |
15 | πόνους, καὶ τὴν διὰ Θεὸν αἱρεῖσθαι πτωχείαν πεί‐ θωνται· τῷ δὲ φόβῳ τῆς ἐπηρτημένης κολάσεως, φεύγωσι τὸ πλουτεῖν, καὶ τὸ ἐν τρυφαῖς εἶναι καὶ γέλωτι, τουτέστιν ἐν τέρψεσι κοσμικαῖς. Καὶ τοὺς μὲν κληρονόμους ἔσεσθαι τῆς τῶν οὐρανῶν βασι‐ | |
20 | λείας φησὶ, τοὺς δὲ ἐσχάταις περιπεσεῖσθαι συμ‐ φοραῖς· «Ἀπέχετε γὰρ, φησὶ, τὴν παράκλησιν ὑμῶν.» Ἔξεστι δὲ τοῦτο ἰδεῖν, ὡς ἐν πίνακι καλῶς γεγραμμένον, ἐν τῇ περὶ τοῦ πλουσίου καὶ Λαζάρου παραβολῇ· «Ἀπέλαβες γὰρ, φησὶ πρὸς τὸν πλού‐ | |
25 | σιον, τὰ ἀγαθά σου ἐπὶ ζωῇ σου, καὶ Λάζαρος τὰ κακά· νῦν δὲ αὐτὸς ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυ‐ νᾶσαι.» Ἀλλὰ φέρε, καθ’ ἑαυτοὺς ἐκεῖνο γυμνάσω‐ μεν. Ἆρα, εἴ τίς ἐστι πλούσιος ἐν κόσμῳ, οὗτος ἀπώλισθε πάντως τοῦ προσδοκᾷν ἐλεεῖσθαι παρὰ | |
30 | Θεοῦ; Οὐ τοῦτό φαμεν, ἐκεῖνο δὲ μᾶλλον· ἐξῆν τῷ πλουσίῳ κατελεῆσαι τὸν Λάζαρον, ὡς καὶ τῆς αὐτοῦ παρακλήσεως γένηται κοινωνός. Καὶ γοῦν ὁ Σωτὴρ τοῖς τὸν ἐπίγειον ἔχουσι πλοῦτον, ὁδὸν ὑπέδειξε σωτηρίας, εἰπών· «Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ, ἵνα ὑποδέξωνται ὑμᾶς εἰς τὰς ἑαυτῶν σκηνάς.» | |
35 | Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν. (A f 101 b, B f. 66, C f. 118 b) Ἀληθεύει λέγων ὁ μακάριος Παῦλος, ὅτι «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· πάντα γὰρ γέγονεν ἐν αὐτῷ τε καὶ δι’ αὐτοῦ καινὰ, καὶ διαθήκη, καὶ νόμος, καὶ πολιτεία.» Ἄθρει | |
40 | δὲ ὅπως πρεπωδεστάτη λίαν ἐστὶ τοῖς ἁγίοις μυστ‐ αγωγοῖς ἡ τοιάδε πολιτεία τε καὶ ζωὴ, οἳ ἔμελλον τοῖς ἁπανταχόσε γῆς τὸ σωτήριον ἐξαγγέλλειν κή‐ ρυγμα. Καὶ ἦν ἐντεῦθεν προσδοκᾷν, οὐκ εὐαριθμή‐ τους ἔσεσθαι τοὺς διώκοντας αὐτοὺς καὶ πολυτρόπως | |
45 | ἐπιβουλεύοντας· ἀλλ’ εἰ συνέβη ταῖς τοιαύταις λύ‐ παις ἀχθεσθῆναι τοὺς μαθητὰς, εἶτα θέλειν ἀμύνε‐ σθαι τοὺς λελυπηκότας, ἐσίγησαν ἂν καὶ παρέδραμον αὐτοὺς, οὐκέτι τὸ θεῖον αὐτοῖς παρατιθέντες κή‐ ρυγμα, οὐ καλοῦντες εἰς ἐπίγνωσιν ἀληθείας. Ἔδει | |
72.593(50) | τοίνυν ταῖς οὕτω σεπταῖς ἀνεξικακίαις, τὸν τῶν ἁγίων μυσταγωγῶν ἀναχαιτίσαι νοῦν, ἵνα πάντα | |
γενναίως φέρωσι τὰ συμβαίνοντα, κἂν ὑβρίζωσί | ||
72.596 | τινες, κἂν ἀνοσίως ἐπιβουλεύωσι. Πέπραχε δὲ τοῦτο καὶ πρό γε τῶν ἄλλων αὐτὸς εἰς ὑποτύπωσιν ἡμε‐ τέραν· ἔτι γὰρ ἀπηρτημένος τοῦ τιμίου σταυροῦ, καίτοι τῆς Ἰουδαίων πληθύος ἐπιγελώσης αὐτῷ, | |
5 | τὰς πρὸς τὸν Θεὸν καὶ Πατέρα λιτὰς ὑπὲρ αὐτῶν ἐποιεῖτο, λέγων· «Ἄφες αὐτοῖς, ὅτι οὐκ οἴδασι τί ποιοῦσι.» Ναὶ μὲν καὶ ὁ μακάριος Στέφανος, καίτοι βαλλόμενος λίθοις, θεὶς τὰ γόνατα, προσηύξατο λέγων· «Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.» | |
10 | Καὶ ὁ θεῖος δὲ Παῦλός φησι· «Λοιδορούμενοι, εὐλο‐ γοῦμεν· δυσφημούμενοι, παρακαλοῦμεν.» Οὐκοῦν ἀναγκαία μὲν ἡ τοιάδε παραίνεσις τῶν ἁγίων ἀπο‐ στόλων· χρησιμωτάτη δὲ καὶ ἡμῖν αὐτοῖς, εἴς γε τὸ χρῆναι βιοῦν ὀρθῶς καὶ τεθαυμασμένως· μεστὴ γάρ | |
15 | ἐστι πάσης φιλοσοφίας· δυσκατόρθωτον δὲ ἀποτε‐ λοῦσιν αὐτὴν ταῖς ἡμετέραις διανοίαις προλήψεις οὐκ ἀγαθαὶ, καὶ τῶν ἐν ἡμῖν ὄντων παθῶν ἡ δυσ‐ καταγώνιστος τυραννίς· διόπερ εἰδὼς ὡς ψυχικὸς ἄνθρωπος ταῦτα οὐ δέχεται, μωρίαν ἡγούμενος τὰ | |
20 | τοῦ Πνεύματος λόγια καὶ ἀδύνατα εἰς κατόρθωσιν, διαιρῶν τοὺς τοιούτους ἀπὸ τῶν ἀκούειν δυναμένων· Ὑμῖν λέγω, φησὶ, τοῖς ἀκούουσιν, καὶ ποιεῖν ἑτοί‐ μως τὰ λεγόμενα προαιρουμένοις. Τὸ γὰρ εὐδόκιμον εἰς ἀνδρείαν τὴν πνευματικὴν, ἐν τοῖς πειρασμοῖς | |
25 | καὶ πόνοις διαφαίνεται. Μίμησαι οὖν ἐν τούτοις Χριστόν· «Ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πά‐ σχων οὐκ ἠπείλει· παρεδίδου δὲ τῷ κρίνοντι δι‐ καίως.» Ἀλλ’ ἴσως κατὰ σαυτὸν, ἐκεῖνο ἐρεῖς· Θεὸς ἦν ὁ Χριστὸς, ἐγὼ δὲ ἄνθρωπος ἀσθενὴς, ἔχων | |
30 | τὴν διάνοιαν ἀσθενῆ, καὶ ἀνικάνως ἔχουσαν πρὸς τὸ δύνασθαι καὶ πλεονεξίας καὶ λύπης κατευμεγεθῆσαι. Ὀρθῶς ἐρεῖς· εὐόλισθος γὰρ ὁ ἀνθρώπινος νοῦς εἰς τὸ πλημμελεῖν. Πλὴν ἐκεῖνό φημι· Οὐκ ἀφῆκέ σε γυμνὸν τῆς παρ’ αὐτοῦ φειδοῦς καὶ ἀγάπης ὁ Κύ‐ | |
35 | ριος· ἔχεις αὐτὸν ἐν σεαυτῷ, ἤτοι ἐντὸς, διὰ τοῦ ἁγίου Πνεύματος· οἶκος γάρ ἐσμεν αὐτοῦ, καὶ ταῖς τῶν ἀγαπώντων αὐτὸν ψυχαῖς ἐναυλίζεται. Αὐτός σε νευροῖ πρὸς τὸ φέρειν γενναίως τὰ παρεμπίπτοντα, καὶ ταῖς τῶν πειρασμῶν ἐμβολαῖς ἀντανίστασθαι νεανικῶς· «Μὴ νικῶ τοίνυν ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.» | |
40 | Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην. (A f. 103, B f. 65 b) Τέλος νόμου καὶ προφητῶν γενέσθαι Χριστὸν, ὁ σοφώτατος ἔφη Παῦλος· παιδ‐ αγωγεῖ γὰρ ὁ νόμος ἐπὶ τὸ αὐτοῦ μυστήριον. Ἀλλ’ | |
45 | ὡς αὐτὸς ἔφη πάλιν ὁ μακάριος Παῦλος, ἐλθούσης τῆς πίστεως, οὐκέτι ὑπὸ διαγωγόν ἐσμεν· οὐ γὰρ ἔτι τὰς φρένας νηπιάζομεν, ηὐξήθημεν δὲ μᾶλλον εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώμα‐ τος τοῦ Χριστοῦ. Ἔδει τοίνυν ἡμῖν οὑ γάλακτος, | |
72.596(50) | τροφῆς δὲ μᾶλλον τῆς στερεωτέρας· τοῦτο ἡμῖν χαρί‐ ζεται Χριστὸς, τῆς ὑπὲρ νόμον δικαιοσύνης ἐμφα‐ νίζων τὴν ὁδόν· ἔφη γὰρ αὐτὸς τοῖς ἁγίοις ἀποστό‐ λοις· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσῃ ἡ δι‐ | |
καιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρι‐ | ||
72.597 | σαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρα‐ νῶν.» Εἶτα, τί τὸ περιττὸν ἐν δικαιοσύνῃ τῇ κατά ἑ, φημὶ, τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, δι‐ ειπεῖν ἀναγκαῖον. Ὁ νόμος ὁ διὰ Μωϋσέως, τοῖς | |
5 | ἀρχαιοτέροις τεθεσπισμένος, διὰ τῶν ἴσων ἔρχεσθαι πραγμάτων ἐκέλευε· κεκώλυκε δὲ τὸ ἀδικεῖν, καὶ οὐχὶ δὴ μᾶλλον προηδικημένους ἀνεξικακεῖν, ὅπερ ὁ τοῦ Εὐαγγελίου βούλεται νόμος· «Οὐ γὰρ φονεύσεις, φησὶν, οὐ κλέψεις, οὐκ ἐπιορκήσεις.» Ἔτι τε πρὸς | |
10 | τούτοις· «Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, χεῖρα ἀντὶ χειρὸς, πόδα ἀντὶ ποδὸς, τραῦμα ἀντὶ τραύματος, μώλωπα ἀντὶ μώλωπος.» Ταυτὶ δὲ κελεύοντος ἦν, μὴ ἀδικεῖν ἑτέρους· ἢ γοῦν προηδικημένους, μὴ πέρα τῶν ἴσων τὰς κατὰ τὸν ἀδικήσαντα ἐκτείνειν ὀργάς. | |
15 | Ἀλλ’ ἦν οὐ πάντως ἀρέσκουσα τῷ Θεῷ τῆς κατὰ νόμον πολιτείας ἡ δύναμις· γέγονε δὲ τοῖς ἀρχαιοτέροις ἐν τάξει παιδαγωγοῦ κατὰ βραχὺ προσεθίζοντος εἰς δι‐ καιοσύνην σύμμετρον, καὶ ἀναβιβάζοντος εὐφυῶς ἐπὶ τὸ τελέως ἔχειν ἀγαθόν· γέγραπται γάρ· «Ἀρχὴ | |
20 | ὁδοῦ ἀγαθῆς, τὸ ποιεῖν τὰ δίκαια.» Πᾶσα δὲ λοιπὸν τελειότης ἐν Χριστῷ καὶ τοῖς αὐτοῦ θεσπίσμασι· «Τῷ γὰρ τύπτοντί σε, φησὶν, ἐπὶ τὴν σιαγόνα, πάρ‐ εχε καὶ τὴν ἄλλην.» Τῆς εἰς λῆξιν ἀνεξικακίας ἐν τούτοις ὁδὸς ἡμῖν ὑποδείκνυται. Βούλεται δὲ, πρὸς | |
25 | τούτῳ, καὶ χρημάτων εἶναι καταφρονητὴν, ὥστε, κἂν εἰ μόνον ἱμάτιον ἔχοι, μὴ ἀφόρητον ἡγεῖσθαι τὸ συναποβαλεῖν αὐτῷ καὶ τὸν χιτῶνα τυχόν. Ἀρετὴ δὲ αὕτη ψυχῆς ὁλοτρόπως ἀπεστραμμένης τὸ φιλόπλου‐ τον πάθος· «Μὴ γὰρ ἀπαίτει, φησὶ, τὸν αἴροντά τι | |
30 | τῶν σῶν· ἀλλὰ καὶ παντὶ τῷ αἰτοῦντί σε, δίδου·» ὅπερ ἀγάπης καὶ φιλοπτωχίας τεκμήριον. Τὸν δὲ φιλοικτίρμονα χρὴ πάντως εἶναι καὶ ἀμνησίκακον· ὥστε καὶ τὰ φίλων εἰς ἐχθροὺς ἐργάζεσθαι. Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, | |
35 | καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. (A f. 106, B f. 66, C f. 119, G f. 15 b) Ἀλλ’ ἦν εἰκὸς οἰηθῆναι τοὺς ἁγίους ἀποστόλους τάχα που δυσκατόρθωτα εἶναι ταυτί. Ὁ τοίνυν πάντα εἰδὼς, τὸν τῆς ἐν ἡμῖν φιλαυτίας δέχεται νόμον βραβευτὴν | |
40 | ὧν ἂν βούλοιτό τις παρ’ ἑτέρου τυχεῖν. Γενοῦ τοι‐ οῦτος, φησὶν, εἰς ἑτέρους αὐτὸς, ὁποίους περ ἂν εἶναι θέλῃς περὶ σέ· εἰ μὲν σκληροὺς καὶ ἀσυμπαθεῖς, θρασεῖς καὶ ὀργίλους, μνησικάκους καὶ πονηροὺς, ἔσο καὶ αὐτὸς τοιοῦτος· εἰ δὲ τοὐναντίον, χρηστοὺς | |
45 | καὶ ἀμνησικάκους, μὴ ἀφόρητον ἡγοῦ τὸ εἶναι τοιοῦτος· καὶ τάχα που τοῖς οὕτω διακειμένοις πε‐ ριττὸς ὁ νόμος, ἐγγράφοντος Θεοῦ ταῖς καρδίαις ἡμῶν τὴν τοῦ ἰδίου θελήματος γνῶσιν· «Ἐν γὰρ ταῖς ἡμέραις ἐκείναις, φησὶ Κύριος, διδοὺς δώσω | |
72.597(50) | νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὴν καρ‐ δίαν αὐτῶν ἐπιγράψω αὐτούς.» Γίνεσθε οὖν οἰκτίρμονες. (A f. 109 b) Μέγα τῆς ἐλεημοσύνης τὸ καύχημα. Καὶ γοῦν γέγραπται, ὡς «Μέγα ἄνθρωπος, καὶ τί‐ | |
55 | μιον ἀνὴρ ἐλεήμων.» Μορφοῖ γὰρ ἡμᾶς πρὸς Θεὸν ἡ ἀρετὴ, καὶ τῆς ἀνωτάτω φύσεως οἱονεί τινας χαρα‐ | |
κτῆρας ταῖς ἡμετέραις ψυχαῖς ἐνεργάζεται. | ||
72.600 | Μὴ κρίνετε, καὶ οὐ μὲ κριθῆτε. (A f. 110, C f. 119) Παγχάλεπον ἀποκείρει πάθος τῶν ἡμετέρων διανοιῶν, ὑπεροψίας ἀρχὴν καὶ γένε‐ σιν. Καίτοι γὰρ δέον τινὰς ἑαυτοὺς κατασκέπτεσθαι | |
5 | καὶ κατὰ Θεὸν πολιτεύεσθαι, τοῦτο μὲν οὐ δρῶσιν, πολυπραγμονοῦσι δὲ τὰ ἑτέρων· κἂν ἀσθενοῦντας ἴδωσί τινας, ὥσπερ εἰς λήθην ἐρχόμενοι τῶν ἰδίων ἀῤῥωστημάτων, φιλοψογίας ὑπόθεσιν ποιοῦνται τὸ χρῆμα, καὶ καταλαλιᾶς ἀφορμήν· καταψηφίζονται | |
10 | γὰρ αὐτῶν, οὐκ εἰδότες ὅτι νοσοῦντες τὰ ἴσα τοῖς παρ’ αὐτῶν διαβεβλημένοις, ἑαυτοὺς κατακρίνουσι. Οὕτω που καὶ ὁ σοφώτατος γράφει Παῦλος· «Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων.» Καίτοι μᾶλλον | |
15 | ἐχρῆν ἀσθενοῦντας ἐλεεῖν, ὡς ταῖς τῶν παθῶν ἐφ‐ όδοις ὑπεστρωμένους, καὶ τοῖς ἁμαρτίας βρόχοις ἀφύκτως ἐνειλημμένους, καὶ ὑπερεύχεσθαι τῶν τού‐ των, καὶ παρακαλεῖν αὐτοὺς, καὶ διεγείρειν εἰς νῆ‐ ψιν, καὶ πειρᾶσθαι μὴ τοῖς ἴσοις περιπεσεῖν αἰτιά‐ | |
20 | μασιν. Ὁ γὰρ κρίνων τὸν ἀδελφὸν, καθά φησιν ὁ τοῦ Χριστοῦ μαθητὴς, καταλαλεῖ νόμου, καὶ κρίνει νό‐ μον· εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής.» Ἄνω γὰρ δεῖ τῆς ἁμαρτανούσης ψυχῆς εἶναι τὸν ταύτης κρι‐ τήν· σὺ δὲ μὴ τοιοῦτος ὢν, τί κρίνεις τὸν πλησίον; | |
25 | Ἀπολογήσεται τῷ κριτῇ ὁ ἁμαρτάνων· εἰ δὲ τολ‐ μᾷς κατακρίνειν, καίτοι τούτου μὴ ἔχων τὴν ἐξου‐ σίαν, κατακριθήσῃ μᾶλλον αὐτὸς, ὡς οὐκ ἐῶντος τοῦ νόμου τὸ κρίνειν ἑτέρους· ὅ γε μὴν συνέσει κυ‐ βερνώμενος, οὐκ εἰς τὰς ἑτέρων ἁμαρτίας ὁρᾷ, οὐδὲ | |
30 | τί ἐστι τὸ φαῦλον ἐν τῷ πέλας περιεργάζεται, ἀλλ’ ἐν τοῖς ἰδίοις ἐνατενίζει κακοῖς· τοιοῦτος ἦν ὁ μα‐ κάριος Ψαλμῳδὸς, προσπίπτων Θεῷ καὶ λέγων ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων· «Ἐὰν ἀνομίας παρατη‐ ρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται;» Ποτὲ δὲ | |
35 | πάλιν τῆς ἀνθρωπείας φύσεως τὴν ἀσθένειαν προ‐ ϊσχόμενος, εὔλογον ἀπῄτει συγγνώμην, λέγων· «Μνή‐ σθητι ὡς χοῦς ἐσμεν. Δίδοτε, καὶ δοθήσεται ὑμῖν. (A f. 111, C f. 119) Γείτονα ὥσπερ ταῖς εἰρημέ‐ | |
40 | ναις ἐπιεικείαις τὸν περὶ τῆς ἐλεημοσύνης ποιεῖται λόγον· ἄριστον γὰρ τὸ χρῆμα, καὶ Θεῷ θυμηρέστα‐ τον, καὶ ὁσίαις ψυχαῖς ὅτι μάλιστα πρέπον· «Γί‐ νεσθε γὰρ, φησὶν, οἰκτίρμονες, καθὼς ὁ Πατὴρ ὑμῶν.» Ὅτι δὲ πλουσιωτέρᾳ χειρὶ ληψόμεθα τὴν ἀνταπόδο‐ | |
45 | σιν παρὰ τοῦ πάντα πλουσίως νέμοντος Θεοῦ τοῖς ἀγαπῶσιν αὐτὸν, αὐτὸς πεπληροφόρηκεν εἰπών· «Μέτρον καλὸν, πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν.» Καὶ δοκεῖ μέν πως εἰσφέρεσθαι τῷ πρώτῳ τὸ δεύ‐ | |
72.600(50) | τερον· εἰ γὰρ μέτρον ὑπερεκχυνόμενον ληψόμεθα, πῶς ᾧ μέτρῳ μετροῦμεν ἀντιμετρηθήσεται ἡμῖν; Ἔοικε γὰρ ἐν τούτοις ἰσότης μᾶλλον οὐ πλεονασμὸς εἶναί τις τῆς δοθησομένης ἡμῖν ἀμοιβῆς. Τί οὖν ἄρα φαμέν; Ἀπαλλάξει πραγμάτων ἡμᾶς ὁ σοφώτατος | |
55 | Παῦλος, τῶν ζητουμένων τὴν λύσιν ἐπενεγκών· ἔφη γὰρ, ὅτι «Ὁ σπείρων φειδομένως, ἀντὶ τοῦ, συμ‐ | |
μέτρως καὶ συνεσταλμένῃ χειρὶ, φειδομένως καὶ θε‐ | ||
72.601 | ρίσει· καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίσει·» τουτέστι, εἰ δέ τις μὴ ἔχοι, οὐχ ἥμαρτε τοῦτο μὴ δρῶν· καθ’ ὃ γὰρ ἂν ἔχοι, εὐπρόσδεκτος, οὐ καθ’ ὃ οὐκ ἔχει. Τοῦτο καὶ ὁ διὰ Μωϋσέως ὑπ‐ | |
5 | ετύπου νόμος· προσεκόμιζον γὰρ εἰς θυσίαν τῷ Θεῷ, τὸ κατὰ χεῖρά τε καὶ ἰσχὺν, ἕκαστος τῶν ὑπὸ τὸν νό‐ μον· οἱ μὲν μόσχους, οἱ δὲ κριοὺς, ἢ ἀμνοὺς, ἢ τρυ‐ γόνας, ἢ περιστερὰς, ἢ σεμίδαλιν ἐλαιοβρεχῆ. Πλὴν ὁ καὶ τοῦτο προσάγων τὸ οὕτω μικρὸν καὶ εὐπόρι‐ | |
10 | στον, διὰ τὸ μόσχον μὴ ἔχειν, ἴσος ἦν ἐκείνῳ κατὰ πρόθεσιν. Εἶπε δὲ παραβολὴν αὐτοῖς. (A f. 111, B f. 67 b) Ἀναγκαιοτάτην ταύτην τῶν εἰρημένων προσέθηκε τὴν παραβολήν. Ἔμελλον ἔσε‐ | |
15 | σθαι μυσταγωγοὶ καὶ διδάσκαλοι τῆς ὑπ’ οὐρανὸν οἱ μακάριοι μαθηταί· ἔδει τοίνυν αὐτοὺς ἀρτίως ἔχον‐ τας εἰς εὐσέβειαν ἀναφαίνεσθαι τῶν ἁπάντων, ἐχρῆν εἰδέναι τῆς εὐαγγελικῆς πολιτείας τὴν ὁδὸν, καὶ τεχνίτας εἶναι πρὸς πᾶν ἔργον ἀγαθὸν, καὶ τὸν ἀκριβῆ | |
20 | καὶ σωτήριον καὶ ἀποξεσμένον εἰς ἀλήθειαν ἐνιέναι λόγον τοῖς πεπαιδευμένοις· ὡς ἤδη προαναβλέψαν‐ τας, καὶ τῷ θείῳ φωτὶ καταλαμπομένην τὴν διάνοιαν ἔχοντας· ἵνα μὴ τυφλοὶ τυφλῶν εἶεν ὁδηγοί· οὐ γὰρ οἱ ἐν σκότῳ τῆς ἀγνωσίας ἐνισχημένοι, τοὺς τὰ ὅμοια | |
25 | νοσοῦντας, εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν ὁδηγή‐ σειεν· εἰ γὰρ τοῦτο βουληθεῖεν, εἰς τὸν βόθρον τῶν παθῶν ἀμφότεροι ἐγκυλισθήσονται. Εἶτα τὸ φιλό‐ κομπον πάθος τῆς ἀλαζονείας τῶν πολλῶν ἀναιρῶν, ἵνα μὴ τῶν διδασκόντων φιλονικοῖεν ὑπερβαίνειν τι‐ | |
30 | μὴν, ἐπήγαγεν· «Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδά‐ σκαλον αὐτοῦ.» Κἂν εἰ γένοιτο προελθεῖν εἰς τοῦτό τινας ὥστε καὶ ἰσάμιλλον τοῖς παιδεύουσι κατακτή‐ σασθαι τὴν ἀρετὴν, εἰς τῶν διδασκόντων στήσονται μέτρον, κἀκείνων ἔσονται μιμηταί· καὶ πιστώσει | |
35 | πάλιν ὁ Παῦλος, λέγων· «Μιμηταί μου γίνεσθε, κα‐ θὼς κἀγὼ Χριστοῦ.» Τοῦ τοίνυν διδασκάλου μήπω κρίνοντος, τί κρίνεις αὐτός; Οὐ γὰρ ἦλθε κρῖναι τὸν κόσμον, ἀλλ’ ἐλεῆσαι.—(A f. 111) Κατὰ δέ γε τὴν προτέραν διάνοιαν, Εἰ ἐγὼ, φησὶν, οὐ κρίνω, μηδὲ | |
40 | σὺ ὁ μαθητής· εἰ δὲ καὶ μείζοσιν ἐνέχῃ ἐφ’ οἷς ἕτε‐ ρον κρίνεις, πῶς οὐκ ἂν αἰσχυνθείης εἰς αἴσθησιν ἐλθών; Τοῦτο διὰ παραβολῆς ἑτέρας ὁ Κύριος παρίστη λέγων· Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν ὀφθαλμῷ τοῦ | |
45 | ἀδελφοῦ σου; (A f. 111, B f. 68, C f 119) Ἐξ ἀναγκαίων ἡμᾶς ἀναπείθει συλλογισμῶν, ἀποσχέσθαι μὲν τοῦ βούλε‐ σθαι κρίνειν ἑτέρους, τὰς ἑαυτῶν δὲ μᾶλλον καρδίας περιεργάζεσθαι καὶ τῶν ἐνόντων αὐταῖς παθῶν ἀπαλ‐ | |
72.601(50) | λάττεσθαι ζητεῖν, αἰτοῦντας τοῦτο παρὰ Θεοῦ· αὐ‐ τὸς γάρ ἐστιν ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ ψυχικῶν ἡμᾶς νοσημάτων ἐλευθερῶν. Τί γὰρ εἰ νοσῶν αὐτὸς τὰ ἔτι μείζω καὶ χαλεπώτερα τῶν ὄντων ἐν ἑτέροις, ἀφεὶς τὰ κατὰ σαυτὸν, ἐκείνοις | |
55 | ἐπιτιμᾷς; Οὐκοῦν ἅπασι μὲν τοῖς ἐθέλουσιν εὐσε‐ βεῖν, ἀναγκαία εἰς ὄνησιν ἡ ἐντολὴ, μάλιστα δὲ τοῖς | |
τὸ διδάσκειν ἑτέρους ἐγκεχειρισμένοις. Εἰ μὲν εἶεν | ||
72.604 | ἀγαθοὶ καὶ νηφάλιοι, καθάπερ εἰκόνα ζωῆς εὐαγγε‐ λικῆς τὰ καθ’ ἑαυτοὺς ἐνστήσαντες, τοῖς μὴ τὰ ἴσα δρᾷν ἑλομένοις εὐπροσώπως ἐπιτιμήσουσι, ὡς μὴ τοὺς ἐνούσης αὐτοῖς ἐπιεικείας ἀναμάξαντας τρό‐ | |
5 | πους· εἰ δὲ ῥᾴθυμοί τινες εἶεν, καὶ ταῖς εἰς τὸ φαῦ‐ λον ἡδοναῖς εὐάλωτοι, πῶς ἂν ἑτέροις τὰ ἴσα νοσοῦ‐ σιν ἐπιτιμήσειαν; Διὰ τοῦτο σοφῶς οἱ μακάριοι μα‐ θηταὶ γεγράφασί τε καὶ λέγουσι· «Μὴ πολλοὶ διδά‐ σκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὡς μεῖζον κρῖμα | |
10 | ληψόμεθα,» ὡς ἔφη Χριστὸς, ὁ τῶν στεφάνων διανο‐ μεὺς καὶ τοῖς πλημμελοῦσι τὰς δίκας ἐπάγων· «Ὃς ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·» ὁ δὲ μὴ ποιήσας καὶ δι‐ δάξας, ἐλάχιστος· ἐπεὶ πῶς ὁ πολλαῖς καὶ μεγάλαις | |
15 | ἔσθ’ ὅτε καταπνιγόμενος ἁμαρτίαις κατακρίνεις τὸν ὀλίγοις ἔνοχον πταίσμασι; Πῶς ἐρεῖς τῷ ἀδελφῷ σου· «Ἄφες ἀναβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου, αὐτὸς τὴν δοκὸν ἔχων ἐν σεαυτῷ,» ὁ μεγάλαις ἁμαρτίαις ἔνοχος; τοῦτο γὰρ ἡ δοκὸς σημαίνει. Πῶς | |
20 | κατακρίνεις τὸν ὀλίγα παντελῶς ἢ καὶ ἔσθ’ ὅτε μηδὲν ἡμαρτηκότα; Ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου. (A f. 111) Τουτέστι, σαυτὸν ἐπίδειξον καθαρὸν τῶν | |
25 | μεγάλων ἁμαρτημάτων, καὶ τότε σύμβουλος ἔσῃ τῷ πταίοντι μικρά. Οὐκοῦν ἑαυτῷ μὲν ἔσται διδάσκαλος ὁ σοφὸς, ἕτερον δὲ οὐ κατακρινεῖ. Τοῦτο γὰρ καὶ ὁ νόμος ὁ διὰ Μωϋσέως παραγγέλλει, λέγων· «Πρόσ‐ εχε, φησὶ, σεαυτῷ, οὐχ ἑτέρῳ·» τὸ δὲ, «Πρόσεχε,» | |
30 | ἀντὶ τοῦ, Περιβλέπου τὰ κατὰ σαυτόν.—(A f. 111 b) Ἀλλ’, ὦ Δέσποτα, φαίη ἂν, οἶμαι, τὶς, πῶς ἄρα δια‐ γνωσόμεθα τὸν ἔχοντα μὲν ἐν ὀφθαλμῷ τὴν δοκὸν, ἐπι‐ πλήττοντα δὲ τοῖς κάρφον ἔχουσι καὶ ἀσθενοῦσιν ἐκ μέρους; Χαλεπὸν οὐδὲν ἐν τούτῳ, φησί· πρόκειται | |
35 | γὰρ τοῖς ἐθέλουσιν εὐκόλως ἰδεῖν.—(B f. 68) Οὐκ‐ οῦν ὁ ἑκάστου βίος τῶν αὐτοῦ τρόπων ἔσται παρα‐ δεικτικός· οὐ γὰρ τοῖς ἔξωθεν ὡραϊσμοῖς, καὶ πε‐ πλασμέναις ἐπιεικείαις τὸ τῆς ἀληθοῦς εὐζωΐας χαρακτηρίζεται κάλλος, ἀλλ’ ἐξ ὧν ἂν ἐργάσαιτό τις. | |
40 | Τοῦτο πάλιν ἔφη που ὁ Χριστός· «Προσέχετε ἀπὸ τῶν ἐρχομένων πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες.» Ἰδοὺ δὴ πάλιν οὐκ ἐκ τῶν ἐνδυμάτων, ἀλλ’ ἐξ ὧν εἰσι κατὰ ἀλήθειαν οἱ πρὸς ἡμᾶς ἐρχόμενοι, διαγινώσκεσθαι δεῖν αὐτοὺς | |
45 | ἐπιτάττει Χριστός· «Ἀπὸ γὰρ τοῦ καρποῦ, φησὶ, τὸ δένδρον γινώσκεται.» Ὥσπερ ἐστὶν ἀμαθὲς τὸ ἐν ἀκάνθαις ζητεῖν τὰ τῶν ὡρίμων ἐξαίρετα. σταφυλήν τέ φημι καὶ σύκον [alins cod. σύκα], οὕτω κατα‐ γέλαστον ἐννοεῖν ἐν ὑποκριταῖς καὶ βεβήλοις εὑρεῖν | |
72.604(50) | δύνασθαί τι τῶν τεθαυμασμένων, ἤγουν ἀρετῆς εὐ‐ γένειαν· τούτους καὶ τριβόλους καὶ βάτους φαίη τις ἄν. Παρὰ τοῖς τοιούτοις γλυκὺ μὲν οὐδὲν, πικρὰ δὲ πάντα καὶ δυσγενῆ· οὐ γὰρ ἐν ἀκάνθαις φύεται σύ‐ κον, οὐδὲ ἐν βάτῳ τίκτεται σταφυλή· οὐκοῦν οὐκ ἀπό | |
55 | γε τῶν σχημάτων, ἀλλ’ ἐξ αὐτῶν τῶν ἑκάστῳ βε‐ | |
βιωμένων, διαγνωστέον τὸν διδάσκαλον. Εἵρηται ταῦτα | ||
72.605 | καὶ ἐν τῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον· πλὴν ἐκεῖ μὲν περὶ τῶν πλάνων, ἐνταῦθα δὲ περὶ τῶν κεκαθαρμένων καὶ καθαιρόντων ἑτέρους, καὶ περὶ τῶν ἀκαθάρτων καὶ καθαίρειν ἅλλους πειρωμέ‐ | |
5 | νων. Παραβολικῶς δὲ τούτους μὲν ὠνόμασε δένδρα, καρποὺς δὲ τὰς πράξεις αὐτῶν· καὶ παραινεῖ προσέχειν ταῖς πράξεσι τούτων, αἱ εἰσι καρπὸς, καὶ μὴ τοῖς λόγοις, οἵ εἰσι φύλλα. Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν. | |
10 | (A f. 112) Ἀποδείξας ἐν τοῖς προλαβοῦσι, πόθεν ἂν διαγνωσθείη ὁ ἀγαθὸς καὶ ὁ πονηρὸς, ὅτι ἐπὶ τῶν ἔργων, ὡς τὸ δένδρον ἐκ τοῦ καρποῦ, νῦν καὶ δι’ ἑτέρου σημείου τοῦτο κατασκευάζει. Ὁ μὲν γὰρ ἀγαθὸς, φησὶν, ὡς ἐξ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας, | |
15 | πηγάζει τὰ ἀγαθά· ὁ δὲ μὴ οὕτως ἔχων, φαυλότητι δὲ καὶ πονηρίᾳ κεκρατημένον ἔχων τὸν νοῦν, ἐνδώ‐ σει πάντως τὰ ἐν τῷ βάθει κεκρυμμένα· τὰ γὰρ εἰς νοῦν καὶ καρδίαν ἐπιπηδᾷ διὰ τοῦ πρὸς τὰ ἄνω τρέ‐ χοντος λόγου. Οὐκοῦν ὁ χρηστὸς τοὺς τρόπους τὰ | |
20 | αὐτῷ πρέποντα λαλεῖ· ὁ δὲ φαῦλός τε καὶ πονηρὸς τὴν ἐν τῷ βάθει κειμένην ἀκαθαρσίαν ἐρεύξεται. Τί δέ με καλεῖτε, Κύριε, Κύριε; Μόνῃ μέντοι πρέπει τῇ πάντων ἐπέκεινα καὶ ἀνωτάτω φύσει τὸ τῆς κυριότητος ὄνομά τε καὶ | |
25 | πράγματα· κρατεῖ γὰρ καὶ κατεξουσιάζει τῶν ὅλων· «Εἶς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα.» Καὶ αὗθις· «Εἴπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς, ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ | |
30 | οὗ τὰ πάντα.» Μόνον οὖν εἰδότες τὸν φύσει τε καὶ ἀληθῶς Κύριον, τὸν συμβασιλεύοντα τῷ Θεῷ καὶ Πα‐ τρὶ Θεὸν Λόγον, οὕτως αὐτὸν ὀνομάζομεν· ἀλλὰ, «Τί δῆτα, φησὶ, καλεῖτε Κύριον,» οὐ ποιεῖτε δὲ ἂ λέγω; ἀληθὲς γὰρ τὸ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν | |
35 | εἰρημένον· «Εἰ Πατήρ εἰμι ἐγὼ, ποῦ ἦν ἡ δόξα μου; Καὶ εἰ Κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φόβος; Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ, λέγει Κύριος παντοκράτωρ.» Ἐπισφαλὲς οὖν ἄρα καὶ τῆς ἐσχάτης ἄξιον δίκης, τὸ μὴ ὑποκεῖσθαι θέλειν | |
40 | τῷ τῶν ὅλων κρατοῦντι Χριστῷ. Κατίδῃ δ’ ἄν τις ἐκ πολλῶν μὲν καὶ ἄλλων, κἀκ τῶνδε μέντοι· τὸν μὲν γὰρ γνήσιον οἰκέτην, ἐξαιρέτοις τιμαῖς στεφανούμε‐ νον, τὸν δὲ ἀπειθῆ καὶ ῥᾴθυμον, εἰς τὸ σκότος δρα‐ μόντα τὸ ἐξώτερον. Οἱ γὰρ λαβόντες τὰ τάλαντα, καὶ | |
45 | διπλασιάσαντες τῷ δεσπότῃ τὸ δοθὲν, ἐπαίνοις τετί‐ μηνται· τόν γε μὴν εἰς γῆν καταχώσαντα τὸ δοθὲν ὡς ῥᾴθυμον, σκληρᾷ καὶ ἀφύκτῳ περιβέβληκε δίκῃ. Κἀκεῖνο δὲ, οἶμαι, τοῖς εἰρημένοις προσεπενεχθῆναι δεῖ. Ἐν γὰρ τῷ βούλεσθαι τοῖς τοῦ Σωτῆρος ἡμῶν | |
72.605(50) | ὑποκεῖσθαι λόγοις, καὶ δουλεύειν αὐτῷ, τὸ τῆς ἐλευ‐ θερίας ἀξίωμα διὰ τῶν αὐτοῦ πάλιν νευμάτων κατα‐ πλουτήσομεν. Ἔφη γοῦν τοῖς πιστεύσασιν εἰς αὐτόν· «Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς | |
μαθηταί μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν· καὶ ἡ | ||
72.608 | ἀλήθεια ἐλευθεροῖ ὑμᾶς.» Οὐκοῦν τῆς ἐλευθερίας τὴν δόσιν διὰ τῆς ὑπακοῆς κερδαίνομεν· τοῦτο δέ ἐστιν ἡ ὑπ’ αὐτῷ δουλεία· τοῦτο καὶ υἱοὺς ἡμᾶς ἀποτελεῖ καὶ κληρονόμους Θεοῦ, καὶ συγκληρονόμους αὐτοῦ | |
5 | τοῦ Χριστοῦ. Καὶ αὐτός σε πάλιν πιστώσεται λέγων· «Πᾶς ὁ ποιῶν ἁμαρτίαν, δοῦλός ἐστιν τῆς ἁμαρ‐ τίας·» ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. «Ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροί ἐστε.» Οὐκοῦν εἰ Δε‐ | |
10 | σπότην ὀνομάζομεν τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, ποιῶμεν ἃ λέγει· «Οὐ πᾶς γὰρ, φησὶν, ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Ὁποία γε μὴν ἡ ὄνησις | |
15 | ἐν τῷ βούλεσθαι τηρεῖν τὰ προστεταγμένα, τί δ’ ἂν γένοιτο βλάβος ἐν τῷ μὴ ὑποτάττεσθαι θέλειν, αὐτὸς ἐδίδαξεν ὁ Σωτὴρ εἰπών· Πᾶς ὁ ἐρχόμενος πρός με, ὅμοιός ἐστιν ἀνθρώ‐ πῳ οἰκοδομοῦντι οἰκίαν, κ.τ.λ. | |
20 | (Af. 112 b, Ef. 68 b) Ὁ γὰρ εὐπειθὴς καὶ εὐάγωγος, οὐκ ἀκροατὴς νόμου γενόμενος μᾶλλον, ἀλλὰ ποιη‐ τὴς ἔργων, ἑδραιοτάτην ἕξει τὴν στάσιν, τὴν ἐν παντὶ πράγματι καλῷ τε καὶ ἀγαθῷ· ἔσται δὲ οἰκίᾳ παρα‐ πλήσιος ἱδρυμένῃ καλῶς, καὶ ἀκατάσειστον ἐχούσῃ | |
25 | τὸν θεμέλιον· ὥστε κἂν χειμάῤῥου δίκην ἤτοι πλημ‐ μύρας ὑδάτων προσβάλωσιν οἱ πειρασμοὶ, καὶ ἡ τῶν ἐν ἡμῖν παθῶν ἀγριότης, πείσεται τῶν ἀπευκτῶν οὐ‐ δέν. Ὁ δὲ μόνην ὑπέχων τὴν ἀκοὴν οἷς ἂν λέγοι Χρι‐ στὸς, ἀπόθετον δὲ εἰς νοῦν ἔχων οὐδὲν, οὔτε μὴν κατ‐ | |
30 | ορθώσας τι τῶν κεκελευσμένων, ἔσται πάλιν οἰκίᾳ προσεοικὼς ἑτοιμοτάτῃ πρὸς πτῶσιν· κατενεχθήσε‐ ται γὰρ ἐφ’ ἃ μὴ θέμις, κατερεθιζούσης ἡδονῆς, καὶ εἰς τοὺς τῆς ἁμαρτίας ἐκφερούσης βόθρους.—(B f. 68 b) Δεῖ γὰρ διὰ τῆς καθ’ ἡμέραν ἀσκήσεως βε‐ | |
35 | βαιοῦν ἑαυτοὺς τοῖς τοῦ Κυρίου παραγγέλμασιν, ἵνα μὴ καθάπερ βιαίων ὑδάτων προσβαλοῦσα ἡδονὴ, σαθρὰ τὰ ἐν ἡμῖν δόγματα διασκεδάσῃ· ἀλλ’ ἐνευδο‐ κιμήσῃ τοῖς ἐναντίοις πράγμασιν, ἀκατάλυτος οὖσα ἡ ἀρετή· καὶ μὴ τῷ πτώματι περιφανεῖς, ἀλλὰ τῇ | |
40 | νίκῃ γενώμεθα. Περιφανὲς γὰρ καὶ τὸ πτῶμα τῶν μεγάλα δεδιδαγμένων, ὅταν μεγάλων ἀποπίπτωσιν. Ἀθλίους δὲ ποιεῖ τοὺς ἀνθρώπους ἡ περὶ τοὺς πόνους ὀλιγωρία, καὶ τὸ τῆς κρίσεως σαθρὸν καὶ ἀβέβαιον· οὗτοί εἰσιν οἱ τοῖς μωροῖς ὁμοιωθέντες, οἱ ἐπὶ τῆς | |
45 | ψάμμου τῆς κατὰ τὴν γνώμην ἀβεβαιότητος, τὸν θε‐ μέλιον τῆς πνευματικῆς τιθέντες οἰκοδομῆς, ὃν ὀλίγαι ψεκάδες πειρασμῶν, καὶ βραχὺς χειμάῤῥους τῶν τοῦ πονηροῦ προσπαιγμάτων ὑφελκύσας, τὴν ὑποβάθραν διέλυσέ τε καὶ διεσκόρπισε, μηδὲ ὀλίγον ἐπισχόντα | |
72.608(50) | πρὸς τὴν βροχὴν καὶ τὰ πνεύματα. | |
51t | ΚΕΦ. Ζʹ. | |
52 | Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. | |
(A f. 114) Ὁσίᾳ δὴ οὖν ψήφῳ Θεοῦ τῆς μὲν πρὸς | ||
72.609 | αὐτὸν οἰκειότητος ἀπώλισθεν ὁ Ἰσραήλ· ἀντεισκέ‐ κληται δὲ καὶ προσελήφθη τὰ ἔθνη, ἑτοιμοτέραν ἔχοντα τὴν καρδίαν εἰς τὸ πιστεύειν εἰς αὐτόν. Καὶ πιστώσεται πάλιν ἡμᾶς τοῦτο λέγων ὁ θεσπέσιος | |
5 | Μελῳδὸς περὶ αὐτῶν· ποτὲ μέν· «ὅτι Τὴν ἑτοι‐ μασίαν τῆς καρδίας αὐτῶν, προσέσχε τὸ οὖς σου·» ποτὲ δέ· «Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν.» Εἰ γὰρ καὶ πολλαῖς ἁμαρτίαις ἦσαν βεβαρημένοι, ἀλλ’ ὅμως ἐτάχυναν πρὸς παρα‐ | |
10 | δοχὴν τῶν Χριστοῦ παιδευμάτων. Περὶ δέ γε τοῦ Ἰσραὴλ προφητικός φησι λόγος· «Ἀπώσεται αὐτοὺς ὁ Θεὸς ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλα‐ νῆται ἐν τοῖς ἔθνεσιν. Ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν. | |
15 | (A f. 115 b) Ὅρα δὲ πῶς παραδόξοις συνείρει πα‐ ράδοξα. Καὶ ἐκεῖ μὲν καλούμενος ἀπαντᾷ· ἐνταῦθα μὴ καλούμενος παραγίνεται· οὐδεὶς γὰρ αὐτὸν ἐκάλει ἐπὶ νεκροῦ ἀνάστασιν, ἀλλ’ αὐτόκλητος ἐπὶ ταύτην ἀφικνεῖται. Οἰκονομικώτατα δέ μοι δοκεῖ, τῷ πρώτῳ | |
20 | συνάψαι καὶ τοῦτο· οὐδὲν γὰρ ἦν τὸ ἀπεικὸς ἐν‐ νοεῖν, ὡς ἐνστήσεταί τις ἔσθ’ ὅτε τῇ τοῦ Σωτῆρος δόξῃ μαχόμενος, εἶτα λέγων· Τί τὸ θαῦμα ἐπί γε τῷ παιδὶ τοῦ ἑκατοντάρχου τετελεσμένον; Ἄῤῥωστος ἦν, οὐ πάντως ἔμελλε τελευτᾷν· καὶ τοῦτο γέγραφεν | |
25 | ὁ εὐαγγελιστὴς, τὰ πρὸς χάριν μᾶλλον ἢ τὰ πρὸς ἀλήθειαν ἀφηγούμενος· ἵνα τοίνυν τὴν ἀκόλαστον τῶν τοιούτων ἀποφράξῃ γλῶσσαν, τεθνεῶτι τῷ νεα‐ νίσκῳ Χριστὸν ὑπαντῆσαί φησι, μονογενεῖ υἱῷ χή‐ ρας· ἐλεεινὸν τὸ πάθος καὶ θρῆνον κινῆσαι δυνάμε‐ | |
30 | νον, καὶ δακρύων ἀφορμάς· εἵπετο δὲ τῷ πάθει με‐ θύουσα καὶ παρειμένη λοιπὸν ἡ γυνὴ, καὶ πολλοὶ σὺν αὐτῇ. Προσελθὼν ἤψατο τῆς σοροῦ. (A f. 115 b) Διὰ τί δὲ οὐ λόγῳ μόνον ἐπλήρου τὸ | |
35 | θαῦμα, ἀλλὰ καὶ ἥψατο τῆς σοροῦ; Ἵνα γνοίης ὡς ἔστιν ἐνεργὲς πρὸς σωτηρίαν ἀνθρώπου τὸ ἅγιον σῶμα Χριστοῦ· σῶμα γάρ ἐστι ζωῆς, καὶ σὰρξ τοῦ πάντα ἰσχύοντος Λόγου καὶ τὴν αὐτοῦ πεφόρηκε δύ‐ ναμιν. Ὥσπερ γὰρ σίδηρος ὁμιλήσας πυρὶ, τὰ πυρὸς | |
40 | ἐνεργεῖ, καὶ τὴν αὐτοῦ χρείαν πληροῖ, οὕτως, ἐπει‐ δήπερ ἰδία γέγονε τοῦ Λόγου ἡ σὰρξ τοῦ τὰ πάντα ζωογονοῦντος, ταύτῃ τοι ζωοποιός τι καὶ αὐτὴ, καὶ θανάτου καὶ φθορᾶς ἀναιρετική· ζωοποιὸν γὰρ τὸ σῶμα Χριστοῦ εἶναι πιστεύομεν, ἐπείπερ ἐστὶ τοῦ | |
45 | ζῶντος Λόγου ναός τε καὶ ἐνδιαίτημα, πᾶσαν ἔχον αὐτοῦ τὴν ἐνέργειαν. Οὐκ ἠρκέσθη τοίνυν μόνῳ τῷ προστάξαι, καίτοι λόγῳ κατορθοῦν εἰθισμένος ὅσαπερ ἂν βούλοιτο, ἀλλ’ ἐπετίθει τῇ σορῷ καὶ τὰς χεῖρας, δεικνὺς ὡς καὶ τὸ σῶμα αὐτοῦ τὴν ζωοποιὸν ἐνέρ‐ | |
72.609(50) | γειαν ἔχει. Ἔλαβε δὲ φόβος ἅπαντας, καὶ ἐδόξαζον τὸν Θεὸν, κ.τ.λ. (A f. 115 b, C f. 120 b) Μέγα καὶ τοῦτο παρά γε ἀναισθήτῳ καὶ ἀχαρίστῳ λαῷ· μικρὸν γὰρ ὕστερον | |
55 | οὐδὲ προφήτην οὐδὲ εἰς ἀγαθὸν τοῦ λαοῦ πεφηνότα νομίζουσιν αὐτόν· ἀλλὰ τὸν θανάτου καταλυτὴν θα‐ νάτῳ παραδίδωσιν· οὐκ εἰδότες ὅτι τότε δὴ, τότε | |
κατέλυε θάνατον, ἡνίκα ἐφ’ ἑαυτοῦ τὴν ἀνάστασιν ἐποιήσατο. | ||
72.612 | Ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ. (A f. 116, B f. 70 b, C f. 120 b) Ἔλαθε τὸ παρά‐ δοξον τοῦ θαύματος οὐδένα τῶν ἐν ὅλῃ τῇ Ἰουδαίᾳ· | |
5 | ἀπαγγέλλουσι δὲ τοῦτο καὶ αὐτῷ τῷ ἁγίῳ Βαπτιστῇ τῶν ἐπιτηδείων τινὲς ἤτοι τῶν μαθητῶν αὐτοῦ· ὁ δὲ δύο τινὰς ἀπολέγδην ἀποκρίνας τῶν ἄλλων, πέμπει πρὸς τὸν Ἰησοῦν, ἐρομένους αὐτὸν, εἰ αὐτός ἐστιν ὁ ἐρχόμενος, ἢ γοῦν ἕτερον προσδοκᾶσθαι χρή. Οὐκ | |
10 | ἠγνόησέ γε μὴν ὁ μακάριος Βαπτιστὴς τὸν ἐνανθρω‐ πήσαντα τοῦ Πατρὸς Λόγον· μὴ τοῦτο ὑπολάβῃς· ᾔδει γὰρ καὶ μάλα σαφῶς, ὅτι αὐτός ἐστιν ὁ ἐρχόμε‐ νος· εἰργάζετο δέ τι σοφὸν καὶ εὐμήχανον, καὶ ὅπερ ἦν εἰκὸς οὐ μετρίως ὀνήσειν τοὺς ὑπ’ αὐτοῦ μαθη‐ | |
15 | τευομένους· οἱ μὲν γὰρ οὔπω Χριστὸν ἰδόντες, ἤτοι τὴν δύναμιν αὐτοῦ καὶ τὴν κατὰ πάντων ὑπεροχὴν, ἠρέμα πως καὶ ὑπεδάκνοντο, θαυματουργοῦντος αὐ‐ τοῦ καὶ ταῖς τῶν δρωμένων ὑπερβολαῖς νικῶντος τὸν Βαπτιστήν. Καὶ δὲ προσῄεσάν ποτε, φθόνῳ τε καὶ | |
20 | λύπῃ κατατετηγμένοι, καὶ νοσημάτων Ἰουδαϊκῶν οὐκ ἀμοιροῦσαν ἔχοντες τὴν καρδίαν· ἔφασκόν τε τῷ μακαρίῳ Βαπτιστῇ· Ῥαββὶ, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτί‐ ζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν· οὐ γὰρ ἤθελον | |
25 | ἕτερόν τινα βαπτίζειν ὅλως, καὶ τῆς Ἰωάννου κατ‐ επαίρεσθαι τιμῆς· ἐδιδάσκοντο δὲ παρ’ αὐτοῦ τῆς Χριστοῦ δόξης τὸ ὑπερκείμενον, καὶ τὴν ἀπαράβλη‐ τον ὑπερβολήν. Ἤκουον γὰρ λέγοντος αὐτοῦ· «Αὐτοὶ ὑμεῖς μαρτυρεῖτε ὡς εἶπον· Ἐγὼ οὐκ εἰμὶ ὁ Χρι‐ | |
30 | στὸς, ἀλλ’ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκεί‐ νου. Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἐστηκὼς καὶ ἀκούων αὐτοῦ τῆς φω‐ νῆς, χαρᾷ χαίρει διὰ τὴν χαρὰν τοῦ νυμφίου· αὕτη οὖν ἡ ἐμὴ χαρὰ πεπλήρωται· ἐκεῖνον δεῖ αὐξάνειν, | |
35 | ἐμὲ δὲ ἐλαττοῦσθαι.» Καὶ οὐ δήπου φαμὲν ὡς ἐλάτ‐ των ἑαυτοῦ γέγονε· κατά τι γοῦν ὅλως ὁ μακάριος Βαπτιστὴς, προσθήκην ἀεὶ δεχομένης τῆς δόξης τοῦ Χριστοῦ, παρά γε τοῖς πιστεύουσιν εἰς αὐτὸν, ἐπειδὴ δὲ ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις μεμένηκεν ὁ | |
40 | μακάριος Ἰωάννης. Οὐ γὰρ ἦν ἑτέρωσέ ποι προελ‐ θεῖν αὐτὸν δύνασθαί ποτε· Θεὸς δὲ ὢν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως γεγεννημένος ὁ ἐνανθρω‐ πήσας Λόγος, εἰς δύναμιν ἀεὶ τὴν αὐτῷ πρέπουσαν ἀναφοιτῶν, παρὰ πάντων ἐθαυμάζετο· ταύτῃ τοι φησί· | |
45 | «Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.» Τοῦ γὰρ ἀεὶ προκόπτοντος, ὁ ἐν ταυτότητι μένων, ἐλαττοῦσθαι δοκεῖ. Ἵνα τοίνυν βεβαίαν ἐργάσηται πίστιν, εἰς αὐτὸν δηλονότι, τοῖς ἔτι ὀκλάζουσι καὶ οὔπω πεπληροφο‐ ρημένοις ὡς αὐτὸς εἴη Χριστὸς, προσποιεῖται τὴν | |
72.612(50) | ἄγνοιαν· εἶτα πέμπει πρὸς αὐτὸν ἐρομένους καὶ λέγοντας· «Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶ‐ μεν;» Ἐρχόμενος δὲ ποῦ; φαῖεν ἂν ἴσως τινές. Καὶ δοκεῖ μέν τισι τοιοῦτόν τι νοεῖν. Ἐπειδὴ γὰρ ἔμελλε, φησὶ, πρὸ τοῦ τιμίου σταυροῦ τὸν ἐκ τῆς | |
55 | Ἡρώδου σκαιότητος θάνατον ὑπομένειν ὁ Βαπτιστὴς, προαποδημεῖν δὲ ὥσπερ Χριστοῦ, καὶ τῆς εἰς τὸν | |
ᾅδην ἀφίξεως προβαδίζειν ὡς πρόδρομος, ἐρωτᾷ, | ||
72.613 | φησὶ, εἰ αὐτὸς ἥξει κἀκεῖσε, λυτρωσάμενος τοὺς ἐν σκότῳ καὶ σκιᾷ θανάτου. Ἔκβλητος δὲ παντελῶς ἡ τοιάδε δόξα· οὐδαμοῦ γὰρ εὑρήσομεν τὴν θεό‐ πνευστον Γραφὴν ἀπαγγείλασαν, ὅτι καὶ τοῖς ἐν ᾅδῃ | |
5 | πνεύμασι προκατήγγειλε τοῦ Σωτῆρος τὴν ἄφιξιν ὁ μακάριος Βαπτιστής. Ἀληθὲς δὲ κἀκεῖνο εἰπεῖν· ὅλην γὰρ ἅπαξ οὐκ ἠγνοηκὼς τῆς μετὰ σαρκὸς οἰ‐ κονομίας τοῦ Μονογενοῦς τὴν δύναμιν, ᾔδει πάντως που ὑπὲρ τῶν ἄλλων, ὅτι καὶ τοὺς ἐν ᾅδῃ λυτρώσε‐ | |
10 | ται, καὶ αὐτοῖς ἐπιλάμψει χάριτι Θεοῦ ὑπὲρ παντὸς γενόμενος θανάτου, ἵνα, ὡς Παῦλός φησι, καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Τί οὖν ἄρα βούλεται νοεῖν, ἐρωτῶν καὶ λέγων· «Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;» Ἔφην, ὅτι πλάττεται τὴν ἄγνοιαν | |
15 | οἰκονομικῶς, οὐχ ἵνα μάθοι μᾶλλον αὐτός· ᾔδει γὰρ ὡς πρόδρομος τὸ μυστήριον· ἀλλ’ ἵνα πληροφορη‐ θεῖεν οἱ αὐτοῦ μαθηταὶ, ὅση τις ἐστὶν ἡ τοῦ Σωτῆρος ὑπεροχή· καὶ ὅτι τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος τὸν μὲν ὡς Θεὸν καὶ Κύριον ἥξοντα προμεμήνυκεν· | |
20 | οἱ δὲ ἄλλοι πάντες ἦσαν οἰκέται, προαπεσταλμένοι Δεσπότου, ἑτοιμάζοντες τὴν ὁδὸν Κυρίου, καθὰ γέ‐ γραπται. Ἐκλήθη τοίνυν διὰ τῶν προφητῶν ὁ ἐρχό‐ μενος, ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. Ψάλλει γοῦν ὁ προφήτης Δαβὶδ, καί φησιν· «Εὐλογημένος ὁ ἐρχό‐ | |
25 | μενος ἐν ὀνόματι Κυρίου, τουτέστιν ἐν δόξῃ θεοπρε‐ πεῖ, καὶ ἐν κυριότητι καὶ ὑπεροχῇ τῇ πάντων ἐπ‐ έκεινα. Καὶ τοῦτο πάλιν αὐτὸς καταμεμήνυκεν ἐφεξῆς, εἰπών· «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.» Ἦλθε μὲν γὰρ Μωϋσῆς, καὶ μετ’ αὐτὸν ἐστρατήγησε τῶν ἐξ Ἰσ‐ | |
30 | ραὴλ Ἰησοῦς ὁ τοῦ Ναυῆ· καὶ καθεξῆς, οἱ μακά‐ ριοι προφῆται, καὶ οὐδεὶς ἐκείνων ἐν ὀνόματι Κυ‐ ρίου τοῖς ἐπὶ γῆς ἐπιλάμψαι λέγεται. Θεὸς δὲ Κύ‐ ριος ὢν φύσει καὶ ἀληθῶς ὁ μονογενὴς τοῦ Θεοῦ Λό‐ γος, ἐπέφανεν ἡμῖν· οὕτως αὐτὸν ὁ Θεὸς καὶ Πατὴρ | |
35 | ὠνόμαζε, λέγων Ἀββακοὺμ τῷ προφήτῃ· «Ἔτι μι‐ κρὸν ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ.» Ναὶ μὴν καὶ δι’ ἐτέρου προφήτου πάλιν ὧδέ φησιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· «Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιὼν, ὅτι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν | |
40 | μέσῳ σου, λέγει Κύριος· καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.» Ὃ δὴ καὶ εἰς πέρας ἐκβεβηκὸς, δι’ αὐτῶν ἔστιν ἰδεῖν τῶν πραγμάτων· οὐκοῦν ὡς ἔκ γε τῆς θεοπνεύστου | |
45 | Γραφῆς τὸ ὄνομα λαβὼν ὁ θεσπέσιος Βαπτιστὴς, ἐρομένους ἀπέστειλεν τῶν αὐτοῦ γνωρίμων τινὰς, εἰ αὐτός ἐστιν ὁ ἐρχόμενος. Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλούς. (A f. 116 b) Εἰδὼς τοίνυν ἅτε Θεὸς ὢν τὴν διά‐ | |
72.613(50) | νοιαν, μεθ’ ἧς αὐτοὺς ἔπεμψεν ὁ Ἰωάννης, καὶ τὴν οἰκονομίαν τοῦ πράγματος, καὶ τὴν αἰτίαν τῆς ἐκεί‐ νων ἀφίξεως, κατ’ ἐκεῖνο δὴ μάλιστα τοῦ καιροῦ, | |
πολλαπλασίως τῶν ἤδη γεγενημένων εἰργάζετο τὰς | ||
72.616 | θεοσημείας, καὶ πολλοὺς ἐθεράπευσεν· οὐκ ἐκεῖνον διδάσκων, πῶς γὰρ τὸν πεπεισμένον; ἀλλὰ τούτους τοὺς ἀμφιβάλλοντας. Γεγονότες οὖν ἄρα τῆς ἐνούσης μεγαλοπρεπείας ἐπόπται καὶ θεωροὶ, καὶ πολὺ τὸ | |
5 | θαῦμα τῆς ἐνούσης αὐτῷ δυνάμεώς τε καὶ ἐνεργείας ἐν ἑαυτοῖς συλλέξαντες, προσάγουσι τὴν ἐρώτησιν, ὡς ἐξ Ἰωάννου λέγοντες, Εἰ αὐτός ἐστιν ὁ ἐρχόμε‐ νος; Ἐνταῦθά μοι βλέπε τῆς τοῦ Σωτῆρος οἰκονο‐ μίας τὸ εὐτεχνές· οὐ γὰρ ἁπλῶς ἔφη τὸ, Ἐγώ εἰμι, | |
10 | ἀλλ’ ἀποφέρει μᾶλλον αὐτοὺς εἰς τὴν δι’ αὐτῶν τῶν πραγμάτων πληροφορίαν, ἵνα εὐαφόρμως τὴν εἰς αὐτὸν πίστιν παραδεξάμενοι, ὑπονοστήσωσι πρὸς τὸν ἀποστείλαντα αὐτούς· ὅθεν οὐδὲ πρὸς τὰ ῥήματα, ἀλλὰ πρὸς τὴν γνώμην τοῦ πέμψαντος ἀπεκρίνατο. | |
15 | Πορευθέντες γὰρ, φησὶ, ἀπαγγείλατε Ἰωάννῃ ἅπερ ἠκούσατε μὲν διὰ τῶν προφητῶν, εἴδετε δὲ πληρω‐ θέντα δι’ ἐμοῦ. Ἐκεῖνα γὰρ οἰκονομικῶς εἰργάζετο κατ’ ἐκεῖνο μάλιστα καιροῦ, ἅπερ αὐτὸν ἐπιτελέσειν, ὅταν ἥκοι πρὸς ἡμᾶς, οἱ προφῆται διήγγειλον. Τίνα | |
20 | δὲ ταῦτα; Τυφλῶν διόρθωσις, λεπρῶν κάθαρσις, κωφῶν ἀκοὴ, νεκρῶν ἔγερσις, καὶ τὰ ἑξῆς· ἐφ’ οἷς ἐπάγει θεοπρεπῶς· «Καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.» Τί τοῦτο λέγων, ἢ δεῖξαι βουλόμενος, ὡς καὶ αὐτοῦ τὰ βλέφαρα, ᾗ φησιν ὁ θεῖος | |
25 | Δαβὶδ, ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ τὰ ἐν καρδίᾳ αὐτοῖς στρεφόμενα τοὺς ὀφθαλμοὺς ἐκείνου διέφυγεν οὐδαμῶς; αὐτοὶ γὰρ ἄντικρυς οἱ σκανδαλιζόμενοι. Ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου. (A. f. 118) Ὅρα δὲ πάλιν ἐν τούτοις ὅσην ἐποιή‐ | |
30 | σατο τὴν οἰκονομίαν ὁ Σωτήρ. Πολὺς αὐτῷ καὶ μα‐ κρὸς περὶ τοῦ ἁγίου Βαπτιστοῦ κεκίνηται λόγος· τὴν μὲν γὰρ, ὅθεν ἦν εἰκὸς ἀδικηθήσεσθαί πως αὐτὸν, ἀπεκρούσατο δόξαν· προφήτου δέ τι πλέον ἔχειν εἰπὼν, ἀξιοθαύμαστον ἤδη καὶ ἀξιέραστον τοῖς | |
35 | ἀκροωμένοις ἐδείκνυεν. Εἶτα εἰκόνα ὥσπερ αὐτὸν ἀναθεὶς τῆς ἐνούσης ἀρετῆς, ἐν γεννητοῖς γυναι‐ κῶν ἔχουσαν τὸ ἀκρότατον, ἀντιπαρατίθησι τὸ μει‐ ζόνως ἀγαθὸν, τὸν ἄρτι τῆς βασιλείας ἁψάμενον, καὶ εἰς Υἱὸν ἀναγεννηθέντα Θεοῦ διὰ τοῦ Πνεύμα‐ | |
40 | τος· βασιλείαν γὰρ οὐρανῶν τὴν τοῦ Πνεύματος δόσιν εἶναί φαμεν, κατὰ τό· «Ἡ βασιλεία τῶν οὐ‐ ρανῶν ἐντὸς ὑμῶν ἐστι.» Μείζων οὖν ἄρα παν‐ τὸς γεννητοῦ γυναικὸς, ὁ τῇ τοῦ Πνεύματος ἀναγεν‐ νήσει τετιμημένος· οἱ γὰρ ἔτι τέκνα καλοῦνται | |
45 | σαρκὸς, οἱ δὲ πατέρα τὸν τῶν ὅλων Θεὸν ἐπιγράφον‐ ται, οὐκέτι χρηματίζοντες γεννητοὶ γυναικῶν, ὡς | |
Ἰωάννης καὶ οἱ πρὸ αὐτοῦ, ἀλλ’ ἐκ Θεοῦ γεννη‐ | ||
72.617 | θέντες, καὶ θείας κοινωνοὶ γενόμενοι φύσεως. Οὐκ‐ οῦν κἂν ἐλάττονες ὦμεν τῶν τὴν ἐν νόμῳ δικαιοσύνην κατωρθωκότων, κατά γε τὴν τῆς ζωῆς ἁγιότητά φημι, ἀλλ’ ἐν μείζοσι γεγόναμεν διὰ Χριστόν. Με‐ | |
5 | μνῆσθαι δὲ ἀναγκαῖον, ὅτι καίτοι τοιοῦτος ὑπάρχων εἰς ἀρετὴν ὁ Βαπτιστὴς, ὁμολογεῖ σαφῶς ἐν χρείᾳ καθεστηκέναι τοῦ ἁγίου βαπτίσματος· «Ἐγὼ γὰρ, φησὶ, χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι.» Οὐκ ἂν δὲ ἐδεήθη, εἰ μή τι πλέον ἦν ἐν αὐτῷ, καὶ τῆς ἐν νόμῳ | |
10 | δικαιοσύνης ὑπερκείμενον. Κἀκεῖνο δὲ τὸ, ἐκ τῶν Ἰωάννου ἡμερῶν τὴν τῶν οὐρανῶν βασιλείαν ἁρ‐ πάζεσθαι, οὐκ εἴρηται ὡς οὐδενὸς πρὸ αὐτοῦ ταύτην ἁρπάσαντος. Ποῖ γάρ ποτε τῶν προφητῶν ἡ ἐλπὶς οἰχήσεται; τί δὲ ὁ τοσοῦτος τῶν ἁγίων πράξει χορὸς, | |
15 | εἴπερ ἔξω τῆς τῶν οὐρανῶν βασιλείας κείσεται; Ἀλλ’ ὅτι κατὰ τὸν Ἰωάννου καιρὸν, καὶ λοιπὸν ἐφεξῆς, ἡ τοῦ Πνεύματος δόσις, καὶ ἡ διὰ τοῦ ἁγίου βαπτί‐ σματος εἰς Θεὸν ἀναγέννησις, διὰ πίστεως ἁρπά‐ ζεται. | |
20 | Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; κ.τ.λ. (B f. 71 b). Μὴ σχῆμα ἔχει περίβλεπτον; μὴ βα‐ σιλικὸν ἀξίωμα; μὴ βασιλικὰς εἶχεν ἐντολάς; καὶ γράμματα, καὶ δόγματα, καὶ νόμους ἐπεφέρετο βα‐ σιλικούς; μὴ λαμπρὸς ἦν κατὰ τὸ φαινόμενον; Οὐχὶ | |
25 | τρίχινον ἱμάτιον ἐφόρει; οὐκ αὐτοσχέδιον εἶχε τρο‐ φήν; Μή τι τοιοῦτον προετρέψατο ὑμᾶς ἐκεῖ ἀπελ‐ θεῖν; Εἰ δὲ ὡς εἰς προφήτην χρησίμως ἐξήλθετε, ναὶ λέγω ὑμῖν καὶ περισσότερον προφήτου. Ὁ μὲν γὰρ προφήτης προλέγει μόνον, οὗτος δὲ οὐ μόνον ἥξοντα | |
30 | προμεμήνυκεν, ἀλλὰ καὶ ὑπέδειξεν, εἰπών· «Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κό‐ σμου.» Ἄγγελον δὲ τὸν Ἰωάννην καλεῖ, οὐχ ὅτι ἦν ἄγγελος, ἄνθρωπος γὰρ ἦν τὴν φύσιν, ἀλλ’ ὅτι ἀγγέλου ἔργον ἐποίησεν, ἀγγέλλων τοῦ Χριστοῦ τὴν | |
35 | παρουσίαν. Εἶτα τὸ, «περισσότερον προφήτου,» παρατιθέμενος, τὸ, «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγε‐ λόν μου ἔμπροσθέν σου,» διηγεῖται. Μείζων γὰρ προφήτου ὁ μαρτυρούμενος ὑπὸ Θεοῦ, ὅτι ἄγγελος αὐτοῦ ὢν, ἀποστέλλεται πρὸ προσώπου τοῦ Χριστοῦ, | |
40 | κατασκευάσων τὴν ὁδὸν αὐτοῦ. Μαρτυρία γὰρ με‐ γάλη περὶ Ἰωάννου, «καὶ περισσότερον προφήτου.» Ὅτι προφητευομένου τοῦ Χριστοῦ ἐλεύσεσθαι, καὶ οὗτος συμπροεφητεύθη αὐτῷ, ὡς προελευσόμενος αὐ‐ τοῦ ὁ ἄγγελος. | |
45 | Μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης Ἰωάν‐ νου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν. (B f. 72). Ὁ μὲν γὰρ μακάριος Ἰωάννης, ὁμοῦ τοῖς ἄλλοις ὅσοι πρὸ αὐτοῦ γεγόνασιν, γεννητός ἐστι γυναικός· οἱ δὲ τὴν πίστιν προσηκάμενοι, οὐκέτι | |
72.617(50) | γεννητοὶ γυναικῶν, ἀλλ’ υἱοὶ Θεοῦ χρηματίζουσι· «Ὅσοι γὰρ, φησὶν, ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξου‐ σίαν τέκνα Θεοῦ γενέσθαι· οἳ οὐκ ἐξ αἱμάτων, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν.» καὶ ὁ Παῦλος· «Ὅτι δέ ἐστε | |
υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ | ||
72.620 | ἐν ταῖς καρδίαις αὐτῶν κράζον, Ἀββᾶ, ὁ Πατήρ.» Ὅτε γὰρ ἀνεβίω Χριστὸς σκυλεύσας τὸν ᾅδην, τότε τοῖς πιστεύσασιν εἰς αὐτὸν τὸ τῆς υἱοθεσίας δέδωκε Πνεῦμα, καὶ πρό γε τῶν ἄλλων τοῖς οἰκείοις μαθη‐ | |
5 | ταῖς· «Ἐνεφύσησε γὰρ αὐτοῖς, λέγων· Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐ‐ τοῖς,» καὶ τὰ ἑξῆς. Ἐπειδὴ γὰρ ὅλως γεγόνασι θείας κοινωνοὶ φύσεως, τὸ Δεσποτικὸν καὶ κατεξουσιάζον τῶν ὅλων πλουτήσαντες Πνεῦμα, ταύτῃ τοι καὶ θεο‐ | |
10 | πρεπὲς ἀξίωμα περιτέθεικεν αὐτοῖς, τὸ ἀφιέναι φημὶ τὰς ἁμαρτίας ὧν ἂν βούλωνται, κρατεῖν δὲ καὶ τὰς ἑτέρων. Ὅτι δὲ πρὸ τῆς ἀναφοιτήσεως οὐκ ἦν ἐν ἀνθρώποις τῆς υἱοθεσίας τὸ Πνεῦμα, ὁ πάνσοφος εὐαγγελιστὴς Ἰωάννης δηλοῖ, λέγων· «Οὐδέπω γὰρ | |
15 | ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη·» δόξαν, τὴν ἐκ νεκρῶν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανὸν ἄνοδον λέγων. Ἐκεῖ γὰρ ἀναφοιτήσας ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἔπεμψεν ἡμῖν ἀνθ’ ἑαυτοῦ τὸν Παρά‐ κλητον, καὶ ἐν ἡμῖν ἐστι δι’ αὐτοῦ· καὶ τοῦτο ἡμᾶς | |
20 | ἐδίδαξεν, εἰπών· «Ἐὰν μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς.» Λοιπὸν οὖν κἂν ἐλάττους ὦμεν τῶν τὴν ἐν νόμῳ δικαιοσύνην ἐχόντων, κατά γε τὴν τῆς ζωῆς ἀστειότητά φημι, ἀλλ’ ἐν μείζοσι γεν‐ νητῶν γυναικὸς διὰ Χριστόν. | |
25 | Ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημέ‐ νοις. (A f. 118 b, B f. 73, C f. 121 b). Ἦν τάχα που παιγνίου τις τρόπος παρὰ τῶν Ἰουδαίων παισὶν οὕ‐ τως ἔχων· Εἰς μέρη δύο πληθὺς παιδίων ἐτέμνετο, ἃ | |
30 | καὶ τὴν τοῦ βίου γελῶντα τύρβην καὶ τῶν ἐν αὐτῷ πραγμάτων τὸ ἀνώμαλον, καὶ τῶν ἑτέρων τὴν εἰς ἕτερα δεινὴν καὶ ἀθρόαν μεταβολὴν, τὰ μὲν ηὔλουν, τὰ δὲ ἐθρήνουν· ἀλλ’ οὔτε τοῖς αὐλοῦσι καὶ χαίρουσιν οἱ θρηνοῦντες συνήδοντο, οὔτε μὴν τοῖς κλαίουσιν οἱ | |
35 | τὸν αὐλὸν ἔχοντες, συνεπλάττοντο. Εἶτα ἀλλήλοις ἐν‐ εκάλουν τρόπον τινὰ τὸ ἀσυμπαθὲς ἤγουν ἀδιάθετον. Τοιοῦτόν τι πεπονθέναι τοὺς τῶν Ἰουδαίων δήμους ὁμοῦ τοῖς προεστηκόσιν, ἰσχυρίζετο Χριστός. (B f. 73) Ἦλθον γὰρ οἱ προφῆται τὰ ἐσόμενα προαναφω‐ | |
40 | νοῦντες σκυθρωπὰ, καὶ πρὸς θρῆνον διεγερτικά· εἶτα μετ’ ἐκείνους ἐλήλυθεν ὁ Χριστὸς, καὶ οἱ ἀπό‐ στολοι αὐλοῦ δίκην ἐξηχοῦντες τὸ τῆς βασιλείας κή‐ ρυγμα, καὶ τὴν χάριν τῆς μετανοίας. Ἀλλ’ οἱ σκλη‐ ροκάρδιοι Ἰουδαῖοι οὐ μόνον οὐκ ἐκόψαντο ἐπὶ τοῖς | |
45 | προτέροις, ἀλλ’ οὐδὲ ὠρχήσαντο ἐπὶ τοῖς δευτέροις, μηδὲν ἔργον ἀρετῆς διαπραξάμενοι. Ἐλήλυθε γὰρ Ἰωάννης ὁ Βαπτιστὴς, μήτε ἄρ‐ τον ἐσθίων μήτε οἶνον πίνων. (A f. 118 b, B f. 73). Διὰ ποίου πράγματος σα‐ | |
72.620(50) | γηνευθήσῃ πρὸς πίστιν, ἀσύνετε Φαρισαῖε, πάντα διασύρων ἀδιακρίτως, καὶ οὐδὲν ἀξιῶν ἐπαινεῖν; Προεβάδισε τοῦ Σωτῆρος ὁ μακάριος Βαπτιστὴς, «Μετανοεῖτε,» λέγων, «ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Ἀξιόχρεως ἦν εἰς τὸ δύνασθαι πείθειν, | |
55 | καὶ ἐξ αὐτῆς τῆς οὕτω λαμπρᾶς καὶ ἀξιαγάστου | |
72.621 | ζωῆς μαρτυρούμενος· εἶτα κακίζειν τὸν τοιοῦτον ἀποτολμᾷς, ὃς ἔδει μᾶλλον τοῦ παντὸς ἀξιοῦσθαι θαύματος; Δαιμονᾷν ἔφης τὸν κατανεκροῦντα ταῖς ἀσιτίαις τῆς ἁμαρτίας τὸν νόμον, τὸν φωλεύοντα τοῖς | |
5 | μέλεσι τῆς σαρκὸς, καὶ ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς ἡμῶν; Ὁδὸς ἦν ὁ μακάριος Βαπτιστὴς τῆς εἰς Χριστὸν εὐσεβείας. Ἴδωμεν δὲ καὶ τὸν ἕτερον, ὃς δοκεῖ πως τὴν ἐναντίαν ἰέναι τρίβον τῆς τοῦ ἁγίου Βαπτιστοῦ πολιτείας. Οὐκ ἦν ἐν ἐρήμῳ Χριστὸς, ἐν | |
10 | ἄστει δὲ μᾶλλον ἐποιεῖτο τὴν διατριβὴν ὁμοῦ τοῖς ἁγίοις ἀποστόλοις· καὶ ἡ δίαιτα δὲ οὐ σκληραγωγίαν εἶχε τοιαύτην, ὁποία τις ἦν ἡ τοῦ ἁγίου Βαπτιστοῦ. Ἆρ’ οὖν ἐπαινεῖς κἂν τοῦτον; Οὐδαμῶς· γέγονας δὲ φιλαίτιος καὶ ἐπ’ αὐτῷ τῷ Χριστῷ. Ἔφης γάρ· «Ἰδοὺ | |
15 | ἄνθρωπος φάγος καὶ οἰνοπότης.» Ποῦ δὲ τοῦτο δει‐ κνύειν ἔχεις; Καί τοι Μαρίας καὶ Μάρθας ὑποδεξαμέ‐ νων ἐν Βηθανίᾳ ποτὲ, εἶτα μιᾶς τῶν ὠνομασμένων περὶ πολλὴν διακονίαν περισπωμένης, ἀνακόπτων ὁρᾶται Χριστὸς τὸ πέρα μέτρου, καὶ καταῤῥυθμίζων | |
20 | ἡμᾶς εἰς αὐτάρκειαν· ἔφη γάρ· «Μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά·» ὀλίγων δέ ἐστι χρεία, ἢ ἐνός. Ἦν δὲ τοιοῦτος ἀεί τε καὶ πανταχοῦ. Τελώναις δὲ συνηυλίζετο, ἀνάλωτος ὢν αὐτὸς ἁμαρτίας παντελῶς· ἔφη γάρ· «Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;» | |
25 | Οὐκοῦν οὐδὲν ἂν ἠδικήθη καὶ συνὼν ἁμαρτωλοῖς, τοὐναντίον δὲ πάσης αὐτοῖς ὠφελείας καὶ σωτηρίας ἐγίνετο πρόξενος· ἔλεγε γάρ· «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες.» Ὑμᾶς μὲν γὰρ ὁ διὰ Μωϋσέως νόμος μὴ συνδιαιτᾶσθαι πο‐ | |
30 | νηροῖς ἐκέλευσεν, ἵνα μὴ ὡς ἀσθενεῖς καὶ πρὸς ἁμαρ‐ τίαν εὔκολοι, ῥᾳδίως εἰς τὸν αὐτὸν τῆς ἀσεβείας ἐμ‐ πέσητε βυθόν. Εἰ γὰρ ἑδραῖοι ἦτε πρὸς ἀρετὴν, καὶ πρὸς εὐσέβειαν εἴχετε βεβηκότα τὸν νοῦν, οὐκ ἂν κεκώλυκε. Χριστὸς δὲ τί ἂν πάθοι τῶν ἀδικεῖν πε‐ | |
35 | φυκότων; Ἀλλ’ ἠγνόησας παντελῶς τὸ περὶ αὐτοῦ μυστήριον. Θεὸς γὰρ ὢν Λόγος, γέγονε μεθ’ ἡμῶν, τουτέστιν ἐσαρκώθη δι’ ἡμᾶς, οὐχ ἵνα κρίνῃ τὸν κό‐ σμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ· τοῦ δὲ κα‐ τακρίνοντος ἦν, τὸ μὴ συνεῖναι θέλειν τοῖς οὖσιν ἐν | |
40 | ἁμαρτίαις· τοῦ δὲ σώζειν ἐθέλοντος, τὸ καὶ συνιέναι καὶ νουθετεῖν, καὶ τῶν αἰσχιόνων ἀναπείθειν ἀπο‐ φοιτᾷν· καὶ τῆς εἰς τὸ φαῦλον ὁδοῦ, τὴν τῆς εἰς αἰῶνα ζωῆς ἀνθελέσθαι τρίβον· οὐκ ἦλθε καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Οὐ μολύνεται ἥλιος | |
45 | πᾶσαν φωτίζων τὴν ὑπ’ οὐρανὸν, καὶ ἀκαθάρτοις πολλοῖς σώμασιν ὁμιλῶν· οὐδὲ ὁ τῆς δικαιοσύνης ἥλιος ἀδικηθείη ἂν κατ’ οὐδένα τρόπον, πονηροῖς ἀνθρώποις συναναστρεφόμενος. Μηδεὶς δὲ τὸ ἑαυτοῦ μέτρον Δεσποτικοῖς ἀξιώμασιν ἁμιλλᾶσθαι ζητείτω· | |
72.621(50) | ἀλλὰ τὴν ἑαυτοῦ ἀσθένειαν ἕκαστος λογιζόμενος, τὴν τῶν τοιούτων φευγέτω συνήθειαν· «Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί.» Νουθετεῖν δὲ τοὺς τοι‐ ούτους, τὸ κωλύον οὐδέν. Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ | |
55 | μετ’ αὐτοῦ. (A f. 119 b). Κέκληται μὲν οὖν παρ’ ἑνὸς τῶν | |
Φαρισαίων ὁ Κύριος· ἐπειδὴ δὲ χρηστός ἐστι καὶ φιλ‐ | ||
72.624 | άνθρωπος, καὶ πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, κατένευσεν αἰτοῦντι τὴν χάριν, καὶ εἰσελθὼν κατεκλίθη. Εἶτα γύναιον ἐπεισ‐ τρέχει, ἀκόλαστον μὲν ἐν τῷ βίῳ γενόμενον, πιστὴν | |
5 | δὲ προαίρεσιν ἐπιδεικνύμενον, καὶ τὸν ἐπὶ τοῖς φθά‐ σασι μῶμον οὐκ ἀγνοήσασα, παρεκάλει Χριστὸν ὡς ἀποσμῆξαι δυνάμενον καὶ ἀπαλλάξαι παντὸς αἰτιά‐ ματος, καὶ τῶν ἡμαρτημένων δωρήσασθαι ἄφεσιν. Ἔδρα δὲ τοῦτο στᾶσα ὀπίσω· ἔμπροσθεν γὰρ ἑστά‐ | |
10 | ναι οὔπω ἠδύνατο πρὸ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν. | |
11t | ΚΕΦΑΛ. Ηʹ. | |
12 | Εἶπε διὰ παραβολῆς. (A f. 121, B f. 76 b, C f. 122 b). Οἱ μακάριοι προφῆται πολυτρόπως τοὺς περὶ Χριστοῦ πεποίηνται | |
15 | λόγους. Οἱ μὲν γὰρ ὡς φῶς ἥξοντα προαπήγγελλον· οἱ δὲ καὶ ἐν τάξει καὶ ὑπεροχῇ τῇ βασιλικῇ· καὶ γοῦν ἔφη τις αὐτῶν· «Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ! Ἰδοὺ καὶ βασιλεὺς δί‐ καιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρ‐ | |
20 | ξουσι. Καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ, καὶ κρυβήσεται ὡς ἀφ’ ὕδατος φερομένου.» Ὅτι δὲ κεκρυμμένος ἀεί πως τοῦ Σωτῆρος ὁ λόγος, δῆλον. Οὕτως ἡμῖν αὐτὸν καὶ ὁ μακάριος Ψαλμῳδὸς εἰσκεκόμικε λέγοντα· «Ἀνοίξω ἐν παραβολαῖς τὸ | |
25 | στόμα μου.» Ἄθρει δὲ οὖν εἰς πέρας ἐκβεβηκὸς τὸ παρ’ αὐτοῦ διηγορευμένον. Πλείστη μὲν γὰρ πληθὺς συναγήγερτο περὶ αὐτὸν ἐξ ἁπάσης τῆς Ἰου‐ δαίας· προσελάλει δὲ αὐτοῖς ἐν παραβολαῖς· ἀλλ’ ἐκείνοις μὲν οὐκ οὖσιν ἀξίοις μαθεῖν τὰ μυστήρια | |
30 | τῆς τῶν οὐρανῶν βασιλείας, ἀσυμφανὴς ἦν ὁ λόγος· λόγου γὰρ ἠξίουν οὐδενὸς, τὸ τὴν εἰς αὐτὸν πίστιν προσήκασθαι· ἀντέπραττον δὲ ἀνοσίως καὶ τοῖς δι’ αὐτοῦ κηρύγμασι. Καὶ γοῦν ἐπετίμων τοῖς ἐθέλουσι προσεδρεύειν αὐτῷ, καὶ τὴν παρ’ αὐτοῖς διφῶσι μυ‐ | |
35 | σταγωγίαν, δυσσεβοῦντές τε καὶ λέγοντες· «Δαιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ;» Οὐκοῦν οὐκ ἐκείνοις δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἡμῖν δὲ μᾶλλον τοῖς ἑτοιμοτέροις εἰς πίστιν· δέδωκε γὰρ ἡμῖν αὐτὸς τὸ δύνασθαι νοεῖν παραβολὴν | |
40 | καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. —(A f. 122). Ῥητέον δὲ καὶ ἔτι, ὅτι εἰκόνες εἰσὶν ὥσπερ αἱ παραβολαὶ πραγμάτων οὐχ ὁρατῶν, νοητῶν δὲ μᾶλλον καὶ πνευματικῶν· ὃ γὰρ ἰδεῖν οὐκ ἔνεστι τοῖς τοῦ σώματος ὀφθαλμοῖς, τοῦτο δείκνυσιν ἡ πα‐ | |
45 | ραβολὴ τοῖς τῆς διανοίας ὄμμασι, διὰ τῶν ἐν αἰσθή‐ σει καὶ οἷον ἁπτῶν πραγμάτων διαμορφοῦσα καλῶς τὴν τῶν νοητῶν ἰσχνότητα. Ἴδωμεν τοίνυν ὁποίαν | |
ἡμῖν ἐξυφαίνει τὴν νόησιν, τοῦ Σωτῆρος ὁ λόγος. | ||
72.625 | Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ λέγοντες, τίς εἴη ἡ παραβολὴ αὕτη. (A f. 122 b, B f. 68). Τίς δὲ ἄρα ἐστὶ τῆς παρα‐ βολῆς ὁ σκοπὸς, καὶ ὅποι ποτὲ βλέπει τῆς παραβο‐ | |
5 | λῆς τὸ βάθος, παρ’ αὐτοῦ μάθωμεν τοῦ συνθέντος αὐτήν. Ἠγνόησαν ταῦτα πρὸ ἡμῶν οἱ μακάριοι μα‐ θηταὶ, καὶ προσῄεσαν τῷ Σωτῆρι, παρακαλοῦντες καὶ λέγοντες· «Τί ἐστιν αὕτη ἡ παραβολή;»—(A f. 123, C f. 123). Ἀλλ’ ἴδωμεν ποία τίς ἐστιν ἡ πρόφασις, | |
10 | δι’ ἣν ἁρπάζεται τὰ ἐν ταῖς ὁδοῖς. Σκληρὰ καὶ ἀνή‐ ροτός ἐστι πᾶσά πως ὁδὸς, διὰ τὸ τοῖς ἁπάντων ὑποκεῖσθαι ποσὶ, καὶ οὐδὲν αὐταῖς ἐγχώννυται τῶν σπερμάτων. Οὐκοῦν ὅσοι τὸν νοῦν ἔχουσι σκληρὸν, οὐκ εἰσδύεται ἐν αὐτοῖς θεῖόν τι καὶ ἱερὸν νουθέτημα, | |
15 | δι’ οὗ δύναται καρποφορεῖν τὰ εἰς ἀρετὴν αὐχήματα. Οὗτοι τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ αὐτῷ δὴ τῷ Σατανᾷ, πεπατημένη γεγόνασιν ὁδὸς, οὓς οὐκ ἔστι ποτὲ καρπῶν ἁγίων γενέσθαι τροφοὺς, στεῖραν καὶ ἄγονον ἔχοντας τὴν καρδίαν. Πάλιν εἰσί τινες ἀπερι‐ | |
20 | εργάστως ἔχοντες τὴν πίστιν ἐν ἑαυτοῖς, ὡς ἐν ἁπλό‐ τητι λόγων. Οὗτοι ἄῤῥιζον ἔχουσι τὴν εὐσέβειαν· εἰσ‐ ιόντες γὰρ ἐν ἐκκλησίαις, ἐπιγάννυνται μὲν τῷ πλή‐ θει τῶν συναγηγερμένων, καὶ ἀσμένως προσίενται τὰς μυσταγωγίας· πλὴν οὐ κεκριμένως, ἀλλ’ ἐξ | |
25 | ἐλαφρῶν θελημάτων. Ἀποφοιτήσαντες δὲ τῶν ἐκκλη‐ σιῶν, εἰς λήθην εὐθὺς ἀποφέρονται τῶν ἱερῶν μαθη‐ μάτων. Κἂν μὲν μὴ χειμάζηται τὰ Χριστιανῶν, σώ‐ ζουσιν ἐκεῖνοι τὴν πίστιν· διωγμοῦ δὲ θορυβήσαντος, φυγάδα τὸν νοῦν ἔχουσι. Πρὸς οὓς ὁ προφήτης Ἱε‐ | |
30 | ρεμίας φησίν· «Ἀναλάβετε ὅπλα καὶ ἀσπίδας.» Μάλιστα μὲν γὰρ ἄμαχον ἔχει τὴν χεῖρα ὁ διασώζων Θεὸς, καὶ καθά φησιν ὁ πάνσοφος Παῦλος· «Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνά‐ μεθα, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβα‐ | |
35 | σιν τοῦ δύνασθαι ὑπενεγκεῖν.» Πλὴν εἰ γένοιτό πως καὶ τῆς εἰς Χριστὸν εὐσε‐ βείας ὑπεραθλοῦντας παθεῖν, τότε πάντη τε καὶ πάντως ἐσόμεθα ζηλωτοί. Καὶ γοῦν, τοῖς ἁγίοις ἀποστόλοις ἔφασκεν ὁ Σωτήρ· «Μὴ φοβηθῆτε ἀπὸ | |
40 | τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι,» καὶ τὰ ἑξῆς. Οὐ μόνοις δὲ λόγοις ταῦτα ἡμᾶς ἐξεπαίδευεν, ἀλλὰ καὶ ἔργοις. Τέθεικε γὰρ ὑπὲρ ἡμῶν τὴν ἑαυτοῦ ψυχὴν, καὶ αἵματι τῷ ἰδίῳ κατεκτήσατο τὴν ὑπ’ οὐρανόν. Ἐσμὲν | |
45 | τοιγαροῦν οὐχ ἑαυτῶν, τοῦ πριαμένου δὲ μᾶλλον καὶ διασώσαντος, καὶ αὐτῷ τὴν ἑαυτῶν ὀφείλομεν ζωήν. Ὡς γάρ φησιν ὁ θεσπέσιος Παῦλος, διὰ τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Ἴδωμεν δὲ καὶ τὰς ἀκάνθας αἷς ὁ θεῖος | |
72.625(50) | ἀποπνίγεται σπόρος. Τί πάλιν φησὶν ὁ Σωτήρ; Ἐνίησι μὲν οὖν αὐτὸς τὸν σπόρον, ὁ δὲ καί τοι ταῖς τῶν δεξαμένων ἐναπομείνας ψυχαῖς, καὶ οἷον ἀνασχὼν ἤδη καὶ ἐν ἀργαῖς τοῦ φαίνεσθαι διελάσας, ὑπὸ | |
μεριμνῶν συμπνίγεται κοσμικῶν, καὶ καθά φησιν | ||
72.628 | Ἱερεμίας, γίνεται δράγμα μὴ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον. «Νεώσατε τοίνυν ἑαυτοῖς νεώματα, ἕτερος προφήτης φησὶ, καὶ μὴ σπείρητε ἐν ἀκάν‐ θαις.» Οὐκοῦν ἵνα ὁ θεῖος ἡμῖν ἐξανθήσῃ σπόρος | |
5 | προαποβάλωμεν τῆς ἑαυτῶν διανοίας μερίμνας κοσμικάς.—(A f. 123 b, B f. 78 b) Εἴη δ’ ἂν γῆ πίων καὶ εὔτοκος, ποιοῦσα καρπὸν ἑκατονταπλα‐ σίονα, ψυχαὶ καλαί τε καὶ ἀγαθαὶ, εἰς βάθος δεχό‐ μεναι τὰ τοῦ λόγου σπέρματα, καὶ κατέχουσαι, καὶ | |
10 | γενναίως τρέφουσαι. Περὶ τῶν τοιούτων ἂν λέγοιτο καὶ μάλα δικαίως, τὸ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον παρὰ Θεοῦ· «Καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, διότι ἐγένεσθε ὑμεῖς γῆ θελητή.» «Ὅταν γὰρ εἰς νοῦν καθαρὸν τῶν παρενοχλεῖν | |
15 | εἰωθότων θεῖος ποτὲ λόγος κατενεχθῇ, τότε δίδωσι ῥίζαν εἰς βάθος, καὶ ἀστάχυος δίκην ἐπιπηδᾷ, καὶ τελεσφορεῖται καλῶς. Πλὴν ἐκεῖνο χρήσιμον οἶμαι χρηστομαθεῖν ἑλομέ‐ νοις εἰπεῖν. Ὁ γάρ τοι Ματθαῖος αὐτὸ δὲ τουτὶ τὸ κεφάλαιον ἡμῖν ἐξηγούμενος, τὴν ἀγαθὴν ἔφη γῆν | |
20 | ἐκδοῦναι καρποὺς ἐν τρισὶ διαφοραῖς. Ἡ μὲν γὰρ, φησὶν, ἐποίησεν ἑκατὸν, ἡ δὲ ἐξήκοντα, ἡ δὲ τριά‐ κοντα. Ἄθρει δὴ οὖν ὅπως τρεῖς ἔφη Χριστὸς εἶναι τὰς βλάβας, καὶ ὁμοίως ἰσαρίθμους αὐταῖς τὰς εὐδο‐ κιμήσεις. Τὰ μὲν γὰρ εἰς τὴν ὁδὸν πίπτοντα τῶν | |
25 | σπερμάτων, ὑπὸ πτηνῶν διαρπάζεται· τὰ δὲ ἐν τοῖς πετρώδεσιν ἐξανθήσαντα μόνον, οὐκ εἰς μακρὰν ξηραίνεται. Τὰ δὲ ταῖς ἀκάνθαις, ἐναποπνίγεται. Γῆ δὲ ἡ θελητὴ καρποὺς ἀποτίκτει, τοὺς ἐν τρισὶν, ὡς ἔφην, διαφοραῖς, ἑκατὸν καὶ ἑξήκοντα, καὶ τριάκοντα· | |
30 | ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος, «ἕκαστος ἡμῶν ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.» Οὐ γὰρ ἐν ἴσῳ μέτρῳ πάντη τε καὶ πάντως τὰς τῶν ἁγίων εὐδοκιμήσεις γεγενημένας εὑρίσκομεν. Πλὴν ζηλοῦν ἀναγκαῖον τὰ μείζονά τε καὶ ὑπερκείμενα | |
35 | τῶν χθαμαλωτέρων. Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν. (B f. 79 b) Ὁ διὰ τῆς Μωϋσέως νομοθεσίας εἰπὼν, «Τίμα τὴν πατέρα σου καὶ τὴν μητέρα σου, | |
40 | ἵνα εὖ σοι γένηται·» ἡμῖν δὲ ἐπιτάξας καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν, ἆρα αὐτὸς ὠλιγώρει τῆς εἰς τὴν μητέρα τιμῆς, καὶ ἀπωθεῖται τὴν εἰς τοὺς ἀδελφοὺς ἀγάπην; Οὐδαμῶς. Τί οὖν ἄρα διδάξαι βούλεται; Εἰς ὕψος αἴρει μέγα τὴν εἰς ἀνθρώπους ἀγάπην, | |
45 | οἵπερ ἂν ἐθέλοιεν τοῖς αὐτοῦ πείθεσθαι νόμοις· καὶ τὰς ἀνωτάτω τιμὰς ὀφείλειν ἡμῖν βούλεται, ὡς μητράσι καὶ ἀδελφοῖς. Εἰ γὰρ μητέρα καὶ ἀδελφοὺς αὐτοῦ εἶναί φησι τοὺς ἀκούοντας τὸν λόγον αὐτοῦ, καὶ ποιοῦντας αὐτὸν, πῶς οὐχ ἅπασιν ἐναργὲς, ὡς | |
72.628(50) | ἐκκεκριμένην καὶ ἀξιόληπτον χαρίζεται τὴν ἀγάπην τοῖς ἑπομένοις αὐτῷ; Οὕτω γὰρ ἦν πεῖσαι πάντας ἥκειν ἐπὶ τὸ βούλεσθαι τοῖς αὐτοῦ καταπείθεσθαι λόγοις. | |
Αὐτὸς ἀνέβη εἰς πλοῖον, καὶ οἱ μαθηταὶ αὐτοῦ. | ||
72.629 | (A f. 125 b, B f. 80, C f. 123 b) Διέπλει μὲν ὁμοῦ τοῖς ἀγίοις ἀποστόλοις Χριστὸς τὴν Τιβεριάδα θάλασσαν ἤτοι λίμνην. Ἐγήγερται δὲ κατὰ τοῦ σκάφους ἀδόκητός τε καὶ ἀπηνὴς χειμὼν, καὶ ταῖς | |
5 | τῶν ἀνέμων ἐμβολαῖς ὑψοῦ τὸ κῦμα κυρτούμενον, τὸ τοῦ θανάτου δέος ἐνετίθει τοῖς μαθηταῖς· τεθορύ‐ βηνται γὰρ οὐ μετρίως, καί τοι τὸ θαλασσουργεῖν εἰδότες, καὶ κλύδωνος οὐκ ὄντες ἀπείρατοι. Ἐπειδὴ δὲ λοιπὸν τοῦ κινδύνου τὸ μέγεθος πρὸς ἀφόρητον | |
10 | αὐτοὺς ἐκάλει δειλίαν, ὡς ἑτέραν οὐκ ἔχοντες τοῦ σώζεσθαι τὴν ἐλπίδα, πλὴν ὅτι μόνον αὐτὸν τὸν τῶν δυνάμεων Κύριον, δῆλον δὲ ὅτι Χριστὸν, διανιστῶσι λέγοντες· «Ἐπιστάτα, σῶσον, ἀπολλύμεθα.» Καθευ‐ δῆσαι γὰρ αὐτὸν ὁ εὐαγγελιστὴς φησί· ὁ δὲ Μάρκος | |
15 | προστίθησιν ὅτι καὶ ἐν προσκεφαλαίῳ, δεικνύς τε τὸ ἄτυφον, καὶ πολλὴν ἐντεῦθεν ἡμᾶς παιδεύων φιλοσοφίαν. Οἰκονομικώτατα δέ μοι καὶ τοῦτο λίαν πεπρᾶχθαι δοκεῖ, ἵνα μὴ εὐθὺς ἀρξαμένου τοῦ κλύ‐ δωνος ἐπιπηδᾷν τῷ σκάφει, τὴν παρ’ αὐτοῦ ζητῶσιν | |
20 | ἐπικουρίαν· ἀλλ’ οἶον ἀκμάσαντος ἤδη τοῦ κακοῦ, ἐμφανεστέρα γένηται τῆς θεοπρεποῦς ἐξουσίας ἡ δύναμις, μαινομένην καθιστῶσα θάλασσαν, καὶ μεθ‐ ιστῶσα πρὸς γαλήνην μεγάλην, ὡς μηδὲ ἴχνος ἐπι‐ μεῖναι τῆς ταραχῆς. Εἰ γὰρ ἐγρηγορότος ἐγένετο, ἢ | |
25 | οὐκ ἂν ἐφοβήθησαν, ἢ οὐκ ἂν παρεκάλεσαν, ἢ οὐδ’ ἂν ἐνόμισαν αὐτὸν δύνασθαί τι τοιοῦτον εἰπεῖν. Διὰ τοῦτο καθεύδει, διδοὺς καιρὸν τῇ δειλίᾳ, τρανοτέραν αὐτοῖς ποιῶν τῶν γινομένων τὴν αἴσθησιν. Οὐ γὰρ ὁμοίως τις ὁρᾷ τὰ ἐν τοῖς ἀλλοτρίοις σώμασι γινό‐ | |
30 | μενα, καὶ τὰ ἐν ἑαυτῷ. Ἐπεὶ οὖν πάντας εὐεργετη‐ θέντας εἶδον, ἑαυτοὺς δὲ οὐδενὸς ἀπολελαυκότας, ὕπτιοί τε ἦσαν, ἔδει δὲ αὐτοὺς διὰ τῆς οἰκείας αἰσθήσεως ἀπολαῦσαι τῶν εὐεργεσιῶν, συγχωρεῖ τὸν χειμῶνα γυμνασίας ἕνεκεν, καὶ τὸ θορυβηθῆναι συμ‐ | |
35 | φερόντως ἐγίνετο, ὥστε μεῖζον φανῆναι τὸ θαῦμα, καὶ διηνεκῆ γενέσθαι τοῦ συμβάντος τὴν μνήμην. Προσδοκησάντων γὰρ ἀπόλλυσθαι πρότερον, τότε ἐσώθησαν, ἵνα ὁμολογήσαντες τὸν κίνδυνον, μάθωσι τοῦ θαύματος τὸ μέγεθος. Πλὴν, ὡς ἔφην, διανιστῶσι | |
40 | λέγοντες· «Σῶσον, ἀπολλύμεθα.» Ἐνταῦθα μοι βλέπε μετὰ πίστεως ὀλιγοπιστίαν· πιστεύουσι μὲν γὰρ ὅτι σῶσαι δύναται, ὡς δὲ ὀλιγόπιστοι, λέγουσιν ὅτι «Ἀπολλύμεθα.» Οὐ γὰρ ἦν ἐφικτὸν ἀπολέσθαι ποτὲ, συνόντος αὐτοῖς τοῦ πάντα ἰσχύοντος.—(A f. 126) | |
45 | Ἀλλ’ ἐγήγερται παραχρῆμα Χριστὸς, ὁ πάντων ἔχων τὴν ἐξουσίαν, καὶ καθίστησι μὲν εὐθὺς τὸν κλύδωνα, συνέστειλε δὲ τὰς τῶν πνευμάτων ὁρμὰς, καὶ τὸν θόρυβον ἔπαυσε, καὶ δι’ αὐτῶν ἔδειξε τῶν πραγμάτων ὅτι Θεός ἐστι. Λεγέσθω τοίνυν παρ’ ἡμῶν τὸ ἐν βίβλῳ Ψαλμῶν· «Σὺ δεσπόζεις τοῦ | |
72.629(50) | κράτους τῆς θαλάσσης, καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις.» Καταστήσας δὲ τὸν κλύδωνα τῆς θαλάσσης, καὶ χειμαζομένην ἅμα τῷ σκάφει τῶν ἁγίων μαθητῶν τὴν πίστιν μεθίστησι πρὸς τὸ ἀραρὸς, καὶ οἱονεὶ γαλήνην αὐτοῖς ἐνεργάζεται, τὰ τῆς ὀλιγοπιστίας | |
55 | περιστείλας κύματα. Καὶ μετὰ τοῦ χειμῶνος τῶν ὑδάτων, τὸν χειμῶνα τῆς ψυχῆς αὐτῶν λύει, ἐπιτι‐ | |
μῶν καὶ παιδεύων ὁμοῦ, ὡς τὸν φόβον οὐχ ἡ τῶν | ||
72.632 | πειρασμῶν ἐργάζεται ἐπαγωγὴ, ἀλλὰ τὸ τῆς δια‐ νοίας ἀσθενές. Ἔφη γοῦν· «Ποῦ ἡ πίστις ὑμῶν;» Ὅ γε μὴν ἕτερος τῶν εὐαγγελιστῶν εἰπεῖν αὐτὸν διατείνεται· «Τί δειλοί ἐστε, ὀλιγόπιστοι;» Θορυβεῖ | |
5 | γὰρ ἔσθ’ ὅτε καὶ τὸν εὖ βεβηκότα νοῦν, ἐπισκήψας ἀδοκήτως φόβος θανάτου. Διὰ τοῦτο προσῄεσάν ποτε λέγοντες τῷ Χριστῷ· «Πρόσθες ἡμῖν πίστιν.» Λείπεται τοῦ τελείου πρὸς πίστιν, ὁ τοῖς τῆς ὀλιγο‐ πιστίας ἐγκλήμασιν ὑπενηνεγμένος. Ὥσπερ γὰρ ὁ | |
10 | χρυσὸς ἐν πυρὶ δοκιμάζεται, οὕτως καὶ πίστις ἐν πειρασμοῖς. Πλὴν ἀσθενὴς ὁ ἀνθρώπου νοῦς· δεῖται δὲ πάντως τῆς ἄνωθεν χειρὸς, εἰς τὸ δύνασθαι διεν‐ εγκεῖν ἀνδρείως τὰ παρεμπίπτοντα. Καὶ τοῦτο ἡμᾶς ὁ Σωτὴρ ἐδίδασκεν, εἰπών· «Χωρὶς ἐμοῦ οὐ δύνασθε | |
15 | ποιεῖν οὐδὲν.» Ὁμολογεῖ δὲ τοῦτο καὶ ὁ σοφώτατος Παῦλος, γράφων· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυνα‐ μοῦντί με Χριστῷ.» Παυσαμένου δὲ τοῦ χειμῶνος. καὶ εἰς γαλήνην καὶ εὐδίαν, νεύματι Χριστοῦ, τῆς θαλάσσης μεταβληθείσης, καταπεπληγμένοι τὴν | |
20 | θεοσημείαν οἱ μαθηταὶ, παρεψιθύριζον ἀλλήλοις λέγοντες· «Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει, καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;» Ἆρ’ οὖν ὡς οὐκ εἰδότες αὐτὸν, τὸ, «Τίς οὗτός ἐστι;» παρηγόρευον ἀλλήλων; Εἶτα, πῶς οὐκ ἀπίθανον | |
25 | παντελῶς τὸ χρῆμά ἐστιν; ᾜδεσαν γὰρ ὄντα Θεὸν καὶ Υἱὸν Θεοῦ τὸν Ἰησοῦν, καταπληττόμενοι δὲ τῆς ἐνούσης αὐτῷ δυνάμεως τὴν ὑπερβολὴν, καὶ τὴν τῆς θεότητος δόξαν· καίτοι καθ’ ἡμᾶς ὄντι τε καὶ ὁρω‐ μένῳ κατὰ τὴν σάρκα, λέγουσι τό· «Τίς οὗτός ἐστιν·» | |
30 | ἀντὶ τοῦ, Πόσος καὶ οἷος, καὶ ἐν ὅσῃ δυνάμει καὶ ἐξουσίᾳ, ὅτι καὶ αὐτοῖς ἐπιτάσσει τοῖς ὕδασι καὶ τῷ ἀνέμῳ, καὶ ὑπακούουσιν αὐτῷ; Ἐπιτακτικὸν γάρ ἐστι τὸ ἔργον, Δεσποτικὴ πρόσταξις, καὶ οὐκ ἀξίωσις οἰκετική. Μέγα καὶ τοῦτο πρὸς θαῦμα καὶ ὄνησιν | |
35 | τοῖς ἀκροωμένοις· ὑπακούει γὰρ ἡ κτίσις οἷς ἂν ἐπιτάττειν βούλεται Χριστός. Ἀμέλει καὶ τὸν τῆς ἐπιτιμήσεως τρόπον ἐν ἐξουσίᾳ θεοπρεπεῖ γενέσθαι φησὶν ὁ Μάρκος. Ἔφη γὰρ εἰπεῖν τῇ θαλάσσῃ τὸν Κύριον· «Σιώπα, πεφίμωσο·» Καὶ ἅμα τῷ λόγῳ, | |
40 | ἠκολούθησε τὸ πρόσταγμα· καὶ ἡ θάλασσα ἐπαφρί‐ ζουσα τοῖς κύμασι, ἤκουσε τοῦ σαρκωθέντος Λόγου, καὶ πέπαυται τοῦ χειμῶνος, καὶ γινώσκει τὸν ἀπ’ ἀρχῆς αὐτὴν συναγαγόντα προστάγματι, τὸν θέμενον ἄμμον ὅριον αὐτῇ, ὃ οὐχ ὑπερβήσεται. (A f. 126) Καὶ τύπος τοῦ περὶ τοὺς μαθητὰς συμβάντος ὕστερον. Λίμνη γὰρ ἡ Ἰουδαία, περὶ ἣν | |
45 | κατέβη λαίλαψ πολλὴ τῆς κατὰ τοῦ Χριστοῦ μανίας τῶν Ἰουδαίων· ἐταράχθησαν δὲ οἱ μαθηταὶ, ὥστε καὶ φυγεῖν. Ἀλλ’ ὥσπερ ἐξ ὕπνου ἀνέστη ὁ Σωτὴρ, καὶ πάλιν οἱ μαθηταὶ ἐν γαλήνῃ. Ἐπιστὰς γὰρ αὐ‐ τοῖς, εἶπεν· «Εἰρήνη ὑμῖν.» Ἑτέρως δὲ, ἐν σχή‐ | |
72.632(50) | ματι θαλάσσης τοῦδε τοῦ καθ’ ἡμᾶς νοουμένου κόσ‐ μου, σκάφος ἡ Ἐκκλησία νοηθήσεται, πλωτῆρας ἔχουσα τοὺς ἡγιασμένους, οἳ καὶ διὰ τοῦ καταδέξα‐ σθαι τὴν πίστιν, συνόντα διὰ παντὸς ἔχουσι τὸν Χριστόν. Ἀλλὰ καὶ δεινὸς ἔσθ’ ὅτε χειμὼν καταῤῥή‐ | |
55 | γνυται, καὶ μυρία περιστάσεων τοῦ ἁγίου σκάφους | |
κατεξανίσταται κύματα, ἀναρίθμητοι δὲ ὥσπερ πα‐ | ||
72.633 | φλάζουσι πειρασμοὶ, καὶ μὴν καὶ πνευμάτων πονη‐ ρῶν ἀγριότης ἐγκατασκήψασα, πρὸς αὐτὸ καταφέρει τοῦ θανάτου τὸ δεῖμα. Καὶ σύνεστι μὲν τοῖς ἑαυτοῦ γνωρίμοις Χριστός· διὰ δὲ τὸ πολλάκις ἐφεῖναι παθεῖν | |
5 | οἰκονομικῶς, ἀπομιμεῖσθαί πως δοκεῖ τὸν νυστά‐ ζοντα. Ὅταν τοίνυν ὑπέρμετρος ἀληθῶς, καὶ οὐκέτι τοῖς πλωτῆρσι φορητὸς ὁ θόρυβος ᾖ, καὶ πρὸς ἄκρον ἤδη τοῦ κακοῦ τὰ πρόβατα βλέπῃ, τότε προσήκει βοᾷν μονονουχὶ λέγοντας· «Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, | |
10 | Κύριε;» Ἀμελητὶ γὰρ διαναστήσεται, καὶ πάντα μὲν ἐκποδὼν ποιήσει φόβον· ἐπιτιμήσει δὲ τοῖς πειρά‐ ζουσι, καὶ μεταστήσει τὸ πένθος εἰς εὐθυμίαν, εὐ‐ δίαν ἁπλώσας τὴν ἁπαλὴν καὶ ἀκύμονα· περιόψεται γὰρ οὐδαμῶς τοὺς ἐπ’ αὐτῷ πεποιθότας. | |
15 | Κατέπλευσαν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, κ.τ.λ. (A f. 127, B f. 80 b, C f. 124) Προσωρμίσθη ὁ Σωτὴρ τῇ Γεργεσηνῶν, ὁμοῦ τοῖς ἁγίοις μαθηταῖς· Εἶτά τις ὑπήντησεν ἀνὴρ, ὃς ἦν ἐνδιαίτημα πολλῶν | |
20 | καὶ ἀκαθάρτων πνευμάτων, ἔξω καὶ νοῦ καὶ φρενὸς ὑπάρχων, καὶ οὐδὲν ἀπεοικὼς τῶν τεθνεώτων ἤδη καὶ ἐν γῇ κειμένων· μᾶλλον δὲ τάχα που καὶ ἐν τοῖς ἔτι χείροσι· γυμνὸς γὰρ τὰ τῶν τεθνεώτων μνήματα περιφοιτῶν, τῆς τῶν δαιμονίων ἀπανθρωπίας ἀπό‐ | |
25 | δειξις ἦν. Ἐφίησι γάρ τινας οἰκονομικῶς ὁ τῶν ὅλων Θεὸς ὑπ’ αὐτοῖς γίνεσθαι, οὐχ ἵνα πάθωσι μᾶλλον, ἀλλ’ ἵν’ ἡμεῖς δι’ αὐτῶν μάθωμεν ὁποῖοί τινές εἰσιν ἐκεῖνοι περὶ ἡμᾶς, οὕτω τε παραιτώμεθα τὸ ὑποκεῖ‐ σθαι θέλειν αὐτοῖς· ἑνὸς γοῦν πεπονθότος, οἰκοδο‐ | |
30 | μοῦνται πολλοί.—Ὁ Γεργεσηνὸς, ἤγουν ἡ ἐν αὐτῷ λανθάνουσα τῶν δαιμονίων ἀγέλη, προσέπιπτε τῷ Χριστῷ, καὶ ταῦτα ἐβόα· «Τί ἐμοὶ καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ·» κ.τ.λ. Καί μοι ἐνταῦθα βλέπε, θάρσει πολλῷ καὶ ἀπονοίᾳ συμπεπλεγμένην δειλίαν· | |
35 | δεῖγμα μὲν γὰρ ἀπονοίας διαβολικῆς, τὸ τολμῆσαι λέγειν· «Τί ἐμοὶ καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ;» Δειλίας δὲ, τὸ δέεσθαι ἵνα μὴ βασανισθῇ. Ἀλλὰ γὰρ εἰ οἶ‐ δας ὅλως αὐτὸν Υἱὸν ὄντα τοῦ ὑψίστου Θεοῦ, ὁμολο‐ γεῖς ὅτι Θεός ἐστιν οὐρανοῦ τε καὶ γῆς καὶ τῶν ἐν | |
40 | αὐτοῖς. Εἶτα πῶς τὰ μὴ σὰ, μᾶλλον δὲ τὰ αὐτοῦ, διαρπάζεις; Εἶτα λέγεις· «Τί ἐμοὶ καὶ σοί;» Καὶ τίς ἀνέξεται τῶν ἐπὶ γῆς βασιλέων μέχρι παντὸς ἀνεῖναι Βαρβάροις τοὺς ὑπὸ σκῆπτρα κειμένους; Τὰς σαυτῷ πρεπούσας ἐρεύγου φωνάς· αὗται δέ εἰσιν ἐν τῷ, | |
45 | Δέομαί σου, μή με βασανίσῃς. Καὶ ἄθρει δή μοι πά‐ λιν τὴν ἀπαράβλητον δόξαν τοῦ πάντων ἐπέκεινα, φημὶ δὴ Χριστοῦ τὴν ἀκαταγώνιστον ἰσχύν. Συντρίβει τὸν Σατανᾶν, ἐθελήσας μόνον τοῦτο παθεῖν αὐτόν. Πῦρ αὐτῷ καὶ φλόγες εἰσὶ τὰ Χριστοῦ ῥήματα. | |
72.633(50) | Ἀληθὲς οὖν ὅτι, καθά φησιν ὁ μακάριος Ψαλμῳδὸς, «Τὰ ὄρη ἐτάκησαν ἀπὸ προσώπου τοῦ Θεοῦ.» Ὄρεσι γὰρ τὰς ὑψηλὰς καὶ ὑπερηφάνους παρεικάζει δυνάμεις πονηρὰς δηλονότι. Πλὴν ὡς πυρὶ προσβαλοῦσαι τῇ τοῦ Σωτῆρος ἡμῶν δυνάμει τε καὶ ἐξου‐ σία κατατήκονται κηροῦ δίκην. | |
55 | (A f. 127) Ἠρώτα Χριστὸς, καὶ προστέταχεν εἰ‐ | |
72.636 | πεῖν τί τὸ ὅνομα αὐτῷ. Ἆρ’ οὖν οὐκ εἰδὼς ἤρετο, καὶ ὡς εἷς τῶν καθ’ ἡμᾶς ἐζήτει μαθεῖν; Καίτοι πῶς οὐκ ἀσύνετον παντελῶς τὸ φράσαι τι τοιοῦτον ἢ νοεῖν; Πάντα γὰρ οἶδεν ὡς Θεὸς, καὶ καρδίαν | |
5 | ἐξετάζει καὶ νεφρούς. Ἤρετο οἰκονομικῶς, ἵνα μά‐ θωμεν ὅτι πολλὴ δαιμονίων πληθὺς μίαν ἀνθρώπου ψυχὴν κατενείματο. Ἐπειδὴ γὰρ ὁ Κύριος ᾔδει τὸ πλῆθος τῶν ἐνοικούντων δαιμόνων, οἱ δὲ ὁρῶντες, ἕνα μὲν ἄνδρα ἔβλεπον, μιᾶς δὲ προφερομένης φωνῆς | |
10 | ἤκουον, λέγει· «Εἰπὲ, τί ὄνομά σοι·» ἵνα μὴ αὐτὸς εἰπὼν ὅτι Πολλοί εἰσιν, ἀπιστηθῇ, ἀλλ’ αὐτοὶ ὁμο‐ λογήσωσιν ὅτι πολλοὶ τυγχάνουσι. Καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ, κ.τ.λ. (B f. 82 b) Ὡς γὰρ ἑτέρων ἤδη προαπεσταλμέ‐ | |
15 | νων, οἱ καταλειφθέντες τὸ χρῆμα ἐπεφρίκεσαν. Παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν. (A f. 127 b) ᾜτησέ γε μὴν ἡ τῶν ἀκαθάρτων πνευμάτων ἀγέλη τὴν ἴσην τε καὶ ὁμοίαν ἑαυτῇ τῶν | |
20 | χοίρων ἀγέλην. Κατένευσε δὲ Χριστὸς οἰκονομικῶς, καίτοι τὸ παρ’ αὐτῶν ἐσόμενον οὐκ ἠγνοηκώς. Δέδωκε γὰρ τὴν ἐξουσίαν αὐτοῖς, ἵνα ἡμῖν γένηται καὶ τοῦτο μετὰ τῶν ἄλλων, ὠφελείας πρόφασις καὶ ἀσφαλείας ἐλπίς. Αἰτοῦσι γὰρ χοίρων τὴν ἐξουσίαν, ὡς οὐκ | |
25 | ἔχοντες δηλονότι· οἱ δὲ τῶν οὕτω μικρῶν καὶ εὐτε‐ λεστάτων οὐκ ἔχοντες ἐξουσίαν, πῶς ἂν ἀδικήσειάν τινα τῶν ἐσφραγισμένων παρὰ Χριστοῦ, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος ἀνηρτημένων; Καὶ μὴν καὶ τοῦτο πρὸς τούτοις ἔξεστι μαθεῖν, ὡς ἀπό γε τοῦ συμβε‐ | |
30 | βηκότος τῇ τῶν χοίρων ἀγέλῃ, ὅτι εἰσὶν οἱ ἀλιτήριοι δαίμονες κακοὶ, καὶ τῶν ὑπ’ αὐτοῖς γενομένων ἐπί‐ βουλοι. Τοῦτο γὰρ ἐκδείξειεν ἂν καὶ μάλα σαφῶς τὸ κατακρημνίσαι τοὺς χοίρους, ἐναποπνίξαι τε τοῖς ὕδασι. Καὶ διὰ τοῦτο κατένευσεν αἰτοῦσιν αὐτοῖς ὁ | |
35 | Χριστὸς, ἵνα ἐκ τοῦ συμβεβηκότος μάθωμεν ἡμεῖς ὁποῖοί τινές εἰσιν, ὡς ἀπηνεῖς τε καὶ θηριώδεις. Εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; (A f. 130) Οὐκ ἠγνοήθη δὲ τὸ παράδοξον, καίτοι γὰρ πάντα εἰδὼς ὁ Σωτὴρ, ὡς μὴ εἰδὼς ἐρωτᾷ, καί | |
40 | φησι· «Τίς ὁ ἁψάμενος μου;» Οὐκ ἀπιθάνως δὲ τῶν ἁγίων ἀποστόλων εἰπόντων, ὅτι «Οἱ ὄχλοι συν‐ έχουσί σε καὶ ἀποθλίβουσιν,» ὃ μέγιστον ἦν σημεῖον τοῦ καὶ σάρκα αὐτὸν ἀληθῆ περικεῖσθαι, καὶ πάντα τῦφον καταπατεῖν, οὐδὲ γὰρ πόῤῥωθεν εἵποντο, ἀλλὰ | |
45 | συνεῖχον αὐτὸν πάντοθεν· αὐτὸς τὸ πραχθὲν εἰς μέ‐ σον συνάγει, καὶ ἐπέμενε λέγων, ὅτι «Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ·» πρὸς τὴν ὑπόνοιαν τῶν ἀκουόντων παχύτερον ἀπο‐ κρινόμενος. Ἆρ’ οὖν φιλοδόξως ὁ Κύριος οὐκ ἀφῆκε | |
72.636(50) | λαθεῖν τῆς θεοπρεποῦς ἐνεργείας τὴν ἔνδειξιν, ἤ τοι τὸ συμβαῖνον ἐπὶ τῷ γυναίῳ παράδοξον; Οὐ τοῦτό φαμεν· πῶς γὰρ, ὁ κελεύων σιγᾷν πολλαχοῦ; | |
Ἐκεῖνο δὲ μᾶλλον· βλέπει γὰρ εἰς ὄνησιν πανταχοῦ | ||
72.637 | τῶν καλουμένων εἰς τὴν διὰ πίστεως χάριν· οὐκοῦν πολλοὺς μὲν ἠδίκησεν ἀγνοηθὲν τὸ σημεῖον· γεγο‐ νὸς δὲ γνώριμον, ὠφέλησεν οὐ μετρίως, καὶ πρό γε τῶν ἄλλων τὸν ἄρχοντα τῆς συναγωγῆς. Ἀσφαλε‐ | |
5 | στέραν γὰρ ἐτίθει τὴν τοῦ προσδοκηθέντος ἐλπίδα· καὶ ἀραρότως ἐδίδου θαῤῥεῖν, ὅτι καὶ τῶν τοῦ θανά‐ του βρόχων ἐξαρπάσει Χριστὸς τὸ θυγάτριον αὐτοῦ. —(A f. 150 b) Οὐ γὰρ ἐξῆν τοῖς μὴ καθαροῖς, ἢ ἅψασθαί τινος τῶν ἁγίων, ἢ ἐγγὺς γενέσθαι ἀνδρὸς | |
10 | ἱεροῦ. Πεπληροφορήμεθα τοίνυν ὡς Θεὸς ἀληθινός ἐστιν ὁ Ἐμμανουὴλ, καὶ ἀπό γε τοῦ παραδόξως ἐν‐ ηργημένου, καὶ ἐξ ὧν ἔφη θεοπρεπῶς· «Ἐγὼ γὰρ καὶ ἔγνων, φησὶ, δύναμιν ἐξεληλυθυῖαν ἀπ’ ἐμοῦ.» Ἔστι δὲ μέτρων ἐπέκεινα τῶν καθ’ ἡμᾶς, ἢ τάχα | |
15 | που καὶ ἀγγελικῶν, τὸ δύνασθαι δύναμιν ἐκπέμψαι τινὰ, καὶ ὡς ἀπό γε τῆς ἰδίας φύσεως, τουτέστιν ἀφ’ ἑαυτῶν. Πρέπει δὲ μόνῃ τὸ χρῆμα τῇ πάντων ἐπέκεινα καὶ ἀνωτάτω φύσει· οὐδὲν γὰρ τῶν ἐν τοῖς κτίσμασι φέρει τινὰ δύναμιν ἰατρικὴν, ἢ γοῦν ἑτέραν | |
20 | τινὰ ἰδίαν, ἀλλὰ θεόσδοτον. Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα. (H f. 30) Πλὴν ἀλλὰ τοιαύτη μὲν ἡ τοῦ θαύ‐ ματος ἱστορία· χρὴ δὲ ἴσως καὶ ἰσχνότερον αὐτὴν | |
25 | θεωρῆσαι καὶ ὑψηλότερον. Οἱ μὲν οὖν ἁπλούστεροι θαυμαζέτωσαν τὰ μεγαλεῖα τοῦ Θεοῦ κατὰ ταῦτα· οἰκοδομεῖ γὰρ καὶ σωματικῶς νοούμενα· οἱ δὲ δυνάμε‐ νοι διαβαίνειν ἐπὶ τὸ βλέπειν ὅτι καὶ ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ δι’ ἡμᾶς, εὐξάμενοι τῷ | |
30 | Θεῷ, αἰτήσωμεν λόγον ἐλθεῖν τὸν σαφηνίζοντα καὶ ταῦτα· πῶς ὁ Ἰησοῦς πρὸς ἀρχισυναγώγου θυγατέρα προηγουμένως ἀπῄει, οὐ πρὸς τὴν αἱμοῤῥοοῦσαν, καὶ ἐν τῇ ὁδῷ αὐτῷ ἀπαντῶσαν· καὶ ὅτι προηγουμένως ἀπιόντος αὐτοῦ πρὸς ἐκείνην, πρώτη αὐτὴ θερα‐ | |
35 | πεύεται. Ἦλθε γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ προηγουμένως εἰς τὴν Ἰουδαίων Συναγωγὴν, καὶ εὗρεν αὐτὴν νο‐ σοῦσαν καὶ ἀποθανοῦσαν. Τὰ γὰρ παραπτώματα τοῦ Ἰσραὴλ πεποίηκεν αὐτὴν ἀποθανεῖν· ἡ δὲ αἱμοῤ‐ ῥοοῦσα ἡ ἐν τῇ ὁδῷ, ἡ ἀκαθαρσίας πεπληρωμένη, | |
40 | ἡ ῥέουσα οὐκ ἐν καιρῷ ἀφέδρου, ἀλλ’ ἀεὶ αἱμοῤ‐ ῥοοῦσα, αὐτὴ πρὸ ἐκείνης πιστεύει τῷ Υἱῷ τοῦ Θεοῦ. Καὶ ἐκεῖ μὲν οὗτος ἀπέρχεται, αὐτὴ δὲ κἂν τοῦ κρασπέδου τοῦ ἱματίου ἅψασθαι θέλει. Ὁ δὲ Λουκᾶς, ὃ μὴ εἶπε Ματθαῖος, προσέθηκεν ὅτι δωδε‐ | |
45 | καετὴς ἦν ἡ τοῦ ἀρχισυναγώγου θυγάτηρ. Καὶ ἡ αἱμοῤῥοοῦσα δώδεκα ἔτη εἶχεν αἱμοῤῥοοῦσα· οὐκοῦν ἅμα τῇ γενέσει ἐκείνης, αὕτη αἱμοῤῥοεῖ. Ἐν ἀπαθείᾳ γάρ ἐστιν ἐκείνη ὅσον χρόνον ζῇ ἡ Συναγωγὴ, καὶ ὁ αὐτὸς ὅρος τοῦ χρόνου τοῦ τέλους ἐκείνης, καὶ | |
72.637(50) | τῆς ἀρχῆς τῆς σωτηρίας ταύτης ἐστί. Δώδεκα ἐτῶν ἐκείνη ἀποθνήσκει, καὶ δώδεκα ἐτῶν τοῦ πάθους αὕτη πιστεύσασα θεραπεύεται, ἥτις οὐκ | |
ἵσχυσεν ὑπ’ οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι. | ||
72.640 | Πολλοὶ γὰρ ἰατροὶ τοὺς ἀπὸ τῶν ἐθνῶν ὑπέσχοντο θεραπεῦσαι. Ἐὰν ἴδῃς τοὺς φιλοσοφοῦντας ἐπαγγελ‐ λομένους ἀλήθειαν, ἰατροί εἰσι θεραπεῦσαι πειρώ‐ μενοι. Ἀλλ’ αὐτὴ δαπανήσασα τὰ παρ’ ἑαυτῆς πάντα, | |
5 | οὐκ ἴσχυσεν ὑπ’ οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι· ἥψατο δὲ τοῦ κρασπέδου τοῦ Ἰησοῦ διὰ πίστεως, καὶ ἰάθη. Ἐὰν ἴδωμεν τὴν πίστιν ἡμῶν τὴν εἰς Χριστὸν Ἰησοῦν, καὶ νοήσωμεν πηλίκος ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ τίνος ἡψάμεθα αὐτοῦ, ὀψόμεθα ὅτι | |
10 | πρὸς σύγκρισιν τῶν ἐν αὐτῷ κρασπέδων, κρασπέδου ἡψάμεθα· ἀλλ’ ὅμως τὸ κράσπεδον θεραπεύει ἡμᾶς, καὶ ποιεῖ ἀκούειν ἀπὸ τοῦ Ἰησοῦ· «Θύγατερ, ἡ πίστις σου σέσωκέ σε.» Καὶ ἐὰν θεραπευθῶμεν, καὶ ἡ θυγάτηρ ἀναστήσεται τοῦ ἀρχισυναγώγου. «Ὅταν | |
15 | γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.» | |
17t | ΚΕΦΑΛ. Θʹ. | |
18 | Ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν. | |
20 | (A f. 132, B f. 88, C f. 125 b, D f. 34 b) Ἀληθὲς εἰπεῖν, ὅτι πόνων ἀγαθῶν ὁ καρπὸς εὐκλεής. Τοὺς γάρ τοι τὴν πάναγνον καὶ ἀβέβηλον, κατά γε τὸ ἀνθρώποις ἐγχωροῦν κατορθοῦν ἐθέλοντας ζωὴν, τοῖς παρ’ ἑαυτοῦ χαρίσμασι καταφαιδρύνει Χριστὸς, καὶ | |
25 | πλουσίαν αὐτοῖς τῶν κατωρθωμένων ἁγιοπρεπῶς χα‐ ρίζεται τὴν ἀντέκτισιν, καὶ δόξης αὐτοὺς τῆς ἰδίας καθίστησι κοινωνούς. Δέχου τοῦ πράγματος ἀπό‐ δειξιν σαφῆ τε καὶ ἐναργῆ, τοὺς ἁγίους ἀποστόλους. Ὅρα γεγονότας ἐκπρεπεστάτους, καὶ τῇ ὑπὲρ ἄνθρω‐ | |
30 | πον δόξῃ κατεστεμμένους, νέμοντος αὐτοῖς μετὰ τῶν ἄλλων καὶ τοῦτο Χριστοῦ· «Δέδωκε γὰρ αὐτοῖς, φησὶ, δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν.» Ἀλλ’ ὅρα πάλιν τὸν ἐναν‐ θρωπήσαντα τοῦ Θεοῦ Λόγον, τὸ τῆς ἀνθρωπότητος | |
35 | ὑπερτρέχοντα μέτρον, καὶ τοῖς τῆς θεότητος ἀξιώμασι διαπρέποντα· ἐπέκεινα γὰρ τῶν τῆς ἀνθρωπότητος μέτρων, τὸ διδόναι κατὰ πνευμάτων ἀκαθάρτων οἷς ἂν βούληται τὴν ἐξουσίαν, καὶ μὴν καὶ τὸ δύνασθαι νοσημάτων ἐλευθεροῦν τοὺς ἐνειλημμένους, καὶ μόνου | |
40 | Θεοῦ· ἡ γὰρ τῆς ἀνωτάτω φύσεως ὑπεροχή τε καὶ δόξα οὐδενὶ τῶν ὄντων ἔνεστι φυσικῶς, πλὴν ὅτι αὐτῷ τε καὶ μόνῳ. Ἀξία τοίνυν θαύματος ἡ τοῖς ἁγίοις ἀποστόλοις ἐκνεμηθεῖσα χάρις· ἐπέκεινα δὲ παντὸς ἐπαίνου καὶ θαύματος, ἡ τοῦ νέμοντος ἀφθο‐ | |
45 | νία· τὴν ἑαυτοῦ γὰρ αὐτοῖς, ὡς ἔφην, χαρίζεται δόξαν. Ἄνθρωπος ἐξουσίαν κατὰ πνευμάτων δέχεται πονηρῶν, καὶ τὴν οὕτως ὑπέροπτον ὀφρὺν, τὴν τοῦ διαβόλου φημὶ, καταστρέφει. Καί τοι λέγοντός ποτε· «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς | |
72.640(50) | νοσσίαν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεται ἢ ἀντείπῃ μοι.» Ἐσφάλλετο δὲ τῆς ἀληθείας, καὶ διημάρτηκε τῆς ἐλπίδος, ὁ σοβα‐ ρὸς καὶ θρασὺς, καὶ τῆς ἁπάντων ἀσθενείας κατα‐ καυχώμενος. Ἀντέταξε γὰρ αὐτῷ τοὺς τῶν ἱερῶν | |
55 | κηρυγμάτων ἱερουργοὺς, ὁ τῶν δυνάμεων Κύριος. | |
Καὶ τοῦτο ἦν ἄρα τὸ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν | ||
72.641 | προκεκηρύγμενον, περί τε τοῦ Σατανᾶ καὶ τῶν ἁγίων μυσταγωγῶν, ὡς «ἐξαίφνης ἀναστήσονται οἳ δάκνονται αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς.» Μόνον γὰρ οὐχὶ κατεδηδόκασι τὸν Σατανᾶν, ἐπιβουλεύοντες αὐτοῦ τῇ | |
5 | δόξῃ, καὶ διαρπάζοντες αὐτοῦ τὰ σκεύη, καὶ προσκομίζοντες Χριστῷ διὰ πίστεως τῆς εἰς αὐτόν. Εἶτα πόθεν εἰς ἀνθρώπους ἡ λαμπρὰ καὶ διαβόη‐ τος οὕτω κατενήνεκται χάρις, πολυπραγμονῶμεν, εἰ δοκεῖ. Οὐκοῦν ἐστεφάνωσε τῇ τοιᾷδε τιμῇ τὴν ἀν‐ θρώπου φύσιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, γενόμε‐ | |
10 | νος ἄνθρωπος, καὶ τῆς ἰδίας ὑπεροχῆς κατ’ οὐδένα τρόπον ἐκβεβηκὼς, ἐνήργηκε τὰ θεοπρεπῆ, συν‐ έτριψε τὸν Σατανᾶν ῥήματι τῷ πανσθενεστάτῳ, ἐπ‐ ετίμησε πνεύμασι πονηροῖς. Αὕτη γέγονεν ὁδὸς τοῦ δύνασθαι πονηροῖς ἐπιπλήττειν πνεύμασι, τοὺς ἐπὶ | |
15 | τῆς γῆς.—(A f. 132 b) Τί δὲ ἆρά γε εἰκῆ τοιούτους ἀπέφηνε τοὺς ἀποστόλους, καὶ ἐπ’ οὐδενὶ τῶν ἀναγ‐ καίων ἐκπρεπεστάτους; Καί τοι πῶς τοῦτό ἐστιν ἀληθές; Ἔδει γὰρ, ἔδει τῶν ἱερῶν κηρυγμάτων διακόνους ἐπιδεδειγμένους κατορθοῦν δύνασθαι τὰ | |
20 | παράδοξα, καὶ δι’ αὐτῶν πιστεύεσθαι τῶν ἐκτελεσ‐ μάτων ὅτι τέ εἰσι Θεοῦ διάκονοι, καὶ μεσῖται τῆς ὑπ’ οὐρανὸν, καλοῦντες ἅπαντας εἰς διαλλαγὴν καὶ εἰς τὴν ἐν πίστει δικαίωσιν. Τοῖς μὲν γὰρ νουνεχε‐ στέροις, ἀπόχρη καὶ λόγος ἔσθ’ ὅτε πρὸς τὴν τῆς | |
25 | ἀληθείας ἐπίγνωσιν· τοῖς γε μὴν οὐχ ἑτοίμως ἔχουσιν εἰς παραδοχὴν ὧν ἄν τις λέγοι, δεῖ δὴ θαυ‐ μάτων καὶ τερατουργίας. Καλοῦνται γὰρ οὕτω μόλις πρὸς τὴν ἀλήθειαν. Εἶπε πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν. | |
30 | (A f. 133, D f. 34 b) Οὕτω δὴ τοὺς ἁγίους ἀπο‐ στόλους κατακοσμήσας, ἰέναι προστέταχεν ἐπὶ τὸ χρῆναι λαλεῖν τοῖς ἁπανταχόσε γῆς τὸ αὐτοῦ μυστή‐ ριον. Ταύτῃ τοι καὶ εὐζωνοτάτους εἶναι κελεύει, καὶ μερίμνης ἁπάσης κοσμικῆς ἀπαλλάττεσθαι βούλε‐ | |
35 | ται, ὡς μηδὲ αὐτῆς τῆς ἀναγκαίας τροφῆς καὶ ἀπαραιτήτου ποιεῖσθαί τινα λόγον. Κόσμον γὰρ αὐ‐ τοῖς, καὶ οἷόν τινα στέφανον ἔσεσθαί φησι, τὸ κεκτῆ‐ σθαι μηδέν· μήτε μὴν ἐπικομίζεσθαί τι παράπαν, μὴ ῥάβδον, μὴ πήραν, μὴ ἄρτον, μὴ ἀργύριον, μὴ | |
40 | χιτῶνας δύο· μονονουχὶ τὸ ἐν Ψαλμοῖς ἐκεῖνο λέγων· «Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει.» Καὶ γάρ ἐστιν ἀληθὲς ὅπερ αὐτὸς ἔφη Χριστός· «Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.» Ἵνα τοίνυν μονοειδῆ καὶ μονότροπον | |
45 | ἔχωσι τὴν ζωὴν, εἰς μόνον ὁρῶντες τὸ χρῆναι μυ‐ σταγωγεῖν, μηδένα προστέταχε ποιεῖσθαι λόγον ἢ ἀμφίων ἢ τροφῆς. Ἀλλὰ φαίη τις ἄν· Καὶ πόθεν αὐτοῖς προσγένοιτο τῶν ἀπαραιτήτως ζητουμένων ὁ πόρος; Διαδείκνυσι καὶ τοῦτο εὐθὺς λέγων· | |
72.641(50) | Καὶ εἰς ἣν οἰκίαν εἰσέλθητε, κ.τ.λ. (A f. 133, B f. 88 b, D f. 34 b) Ἀρκέσει, φησὶν, ὁ παρὰ τῶν μυσταγωγουμένων καρπός· ἐκεῖνοι παρ’ ὑμῶν τὰ πνευματικὰ λαμβάνοντες, τῶν σωματικῶν ποιήσονται πρόνοιαν. Ἐν οἰκίᾳ δὲ μιᾷ μένειν τε αὐ‐ | |
55 | τοὺς προστέταχε καὶ [μὴ] ἀπ’ αὐτῆς ἐξέρχεσθαι· ὥστε μήτε τὸν δεχόμενον λυπεῖν, μήτε αὐτοὺς δόξαν | |
λαβεῖν γαστριμαργίας καὶ εὐκολίας. Ἔδει γὰρ μήτε | ||
72.644 | τοὺς ἅπαξ λαβόντας ἀποστερεῖσθαι τῆς δωρεᾶς, μήτε μὴν αὐτοὺς τοὺς ἁγίους ἀποστόλους ἐγκοπήν τινα δοῦναι ταῖς εἰς τὸ θεῖον κήρυγμα σπουδαῖς τε καὶ προθυμίαις, ἑλκομένους παρὰ πολλῶν, οὐχ ἵνα | |
5 | τι τῶν ἀναγκαίων ἔσθ’ ὅτε μανθάνωσιν, ἀλλ’ ἵνα τράπεζαν αὐτοῖς παραθεῖεν ἁβρὰν, καὶ πέρα τῆς χρείας. Ὅτι δὲ οὐκ ἄμισθον τὸ τιμᾷν ἁγίους, ἐκ τῶν τοῦ Σωτῆρος εἰσόμεθα λόγων. Ἔφη γὰρ πρὸς τοὺς μαθητάς· «Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται καὶ | |
10 | τὸν ἀποστείλαντά με.» Οἰκονομικῶς, καὶ εἰς ἴδιον πρόσωπον τὰς εἰς τοὺς ἁγίους ἀναφέρει τιμὰς, ἵνα πανταχόθεν αὐτοῖς ὑπάρχῃ τὸ ἀσφαλές. Καὶ εἴπερ ἐστὶν ἐν παντὶ καλῷ καὶ ἐν ἐλπίσι λαμπραῖς ὁ δε‐ χόμενος αὐτοὺς, πῶς οὐ πάντη τε καὶ πάντως, καὶ | |
15 | ἔμπαλιν, ἀληθές; Ἀθλιότητος γὰρ τῆς ἐσχάτης ἐπί‐ μεστος ἂν γένοιτό τις, τὸ χρῆναι τιμᾷν τοὺς ἁγίους, οὐδενὸς ἀξιώσας λόγου. Διὰ τοῦτό φησιν· «Καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης, καὶ τὸν κονιορτὸν τῶν ποδῶν ἐκτινάξατε ἐπ’ | |
20 | αὐτούς.» Δεῖ γὰρ παρὰ τῶν μὴ δεξαμένων αὐτοὺς, μήτε μὴν ἀνασχομένων τῶν ἱερῶν κηρυγμάτων, μηδὲν τὸ παράπαν ἐθελῆσαι λαβεῖν. Ἀπίθανον γὰρ κομιδῆ τοὺς ἀτιμάζοντας τὸ σωτήριον κήρυγμα καὶ τὸν οἰκοδεσπότην, περὶ τοὺς οἰκέτας ὁρᾶσθαι χρη‐ | |
25 | στοὺς, ἢ τὰς παρ’ αὐτῶν εὐλογίας ζητεῖν Οἱ δὲ ὄχλοι γνόντες, ἠκολούθησαν αὐτῷ. (A f. 134 b) Οἱ μὲν δαιμονίων ζητοῦντες ἀπ‐ αλλαγὴν, οἱ δὲ καὶ ἀῤῥωστημάτων ἀπόθεσιν ἦσαν, οἱ καὶ τῆς παρ’ αὐτοῦ μυσταγωγίας γλιχόμενοι, | |
30 | προσεδρεύοντές τε καὶ μάλα εὐτόνως. Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν, κ.τ.λ. (A f. 134 b, C. f. 126) Κλινούσης τῆς ἡμέρας, καὶ ὅσον οὐδέπω προσδοκωμένης ἔσεσθαι τῆς ἑσπέ‐ ρας, προενόουν τῶν ὄχλων οἱ μαθηταὶ, καὶ δὴ καὶ | |
35 | προσῄεσαν, τὰς ὑπὲρ αὐτῶν παρακλήσεις προσάγον‐ τες. Καὶ τί, τὸ Ἀπόλυσον ἐστιν, ἐξετάσωμεν ἀκριβῶς· οἱ μὲν ὡς ἔφην τῶν ἑπομένων αὐτῷ, πονηρῶν πνευ‐ μάτων συνεχόντων αὐτοὺς, ἀπαλλάττεσθαι παρεκά‐ λουν· οἱ δὲ καὶ ἑτέρων ἀῤῥωστημάτων ἐζήτουν ἔκ‐ | |
40 | θεσιν. Ὡς οὖν εἰδότες μαθηταὶ ὅτι κατανεύσας μόνον, ἀποπεραίνει τοῖς κάμνουσι τὸ ποθούμενον, τὸ Ἀπόλυσον αὐτοὺς, φασί· καὶ οὐκ αὐτοὶ μᾶλλον ἀκη‐ διῶντες ὡς παρακμάσαντος τοῦ καιροῦ, ἀλλὰ τῆς εἰς τοὺς ὄχλους ἀγάπης ἐχόμενοι, καὶ οἷον μελετῶντες | |
45 | ἤδη τὴν ποιμενικὴν ἐπιστήμην, καὶ τοῦ κήδεσθαι λαῶν ἀρχόμενοι. Πλὴν ὅρα τὴν ἀπαράβλητον ἡμε‐ ρότητα τοῦ παρακαλουμένου. Οὐ γὰρ μόνον ἐκεῖνα δίδωσιν, ἅπερ ἂν αἰτῶσιν ὑπάρξαι παρ’ αὐτοῦ τοῖς ἀκολουθοῦσιν αὐτῷ, ἀλλὰ γὰρ προστίθησιν αὐτοῖς τὰ | |
72.644(50) | ἐκ τῆς φιλοτίμου δεξιᾶς, τοὺς ἀγαπῶντας αὐτὸν διὰ τρόπου παντὸς ἀνακτώμενος καὶ τρέφων εἰς εὐαν‐ δρίαν δηλονότι πνευματικήν· ἐκέλευε γὰρ καὶ δια‐ νέμειν αὐτοῖς τροφάς. Ἀλλ’ ἦν ἄπορον τὸ χρῆμα τοῖς μαθηταῖς· ἐπεκομίζοντο γὰρ οὐδὲν, πλὴν ἄρτων | |
55 | πέντε καὶ ἰχθύων δύο· καὶ ἀπήγγελλον τοῦτο προσ‐ | |
ιόντες αὐτῷ.—(B f. 90) Ἴνα δὲ καὶ ἔτι μεῖζον εἰς | ||
72.645 | ὕψος τὸ θαῦμα τρέχῃ, καὶ Θεὸς ὢν φύσει, διὰ τρό‐ που παντὸς ἐπιγινώσκηται, πολυπλασιάζει τὸ βρα‐ χύ· βλέπει τε εἰς οὐρανὸν, οἷον τὴν ἄνωθεν εὐλογίαν αἰτῶν. Ἕδρα δὲ καὶ τοῦτο δι’ ἡμᾶς, οἰκονομικῶς· | |
5 | ἔστι μὲν γὰρ αὐτὸς ὁ πάντα πληρῶν, ἡ ἄνωθεν καὶ παρὰ Πατρὸς εὐδοκία. Ἵνα δὲ μάθωμεν ὅτι τραπέ‐ ζης ἀρχόμενοι, καὶ μέλλοντες ἄρτον διακλᾷν, Θεῷ προσάγειν ὀφείλομεν, ὑπτίαις ὥσπερ ἐνθέντες χερσὶ, καὶ τὴν ἄνωθεν εὐλογίαν ἐπ’ αὐτὸν καταφέρειν, | |
10 | ἀρχὴ καὶ τύπος καὶ ὁδὸς τοῦ πράγματος γέγονεν ἡμῖν οἰκονομικῶς.—(B f. 90 b) Εἶτα ὅποι ποτὲ προ‐ έβη τὸ θαῦμα; Κατεκορέσθη πληθὺς ἀνδρῶν οὐκ ὀλίγων, εἰς πέντε γὰρ ἐξετείνετο χιλιάδας, χωρὶς γυναικῶν καὶ παιδίων. Τοῦτο γὰρ ἕτερός τις τῶν | |
15 | ἁγίων εὐαγγελιστῶν τοῖς ἑαυτοῦ προσεπήνεγκε λό‐ γοις. Καὶ οὐ μέχρι τούτου τὸ παράδοξον· ἀλλὰ γὰρ καὶ κόφινοι συνελέγησαν κλασμάτων δώδεκα. Καὶ τί τὸ ἐντεῦθεν; Πληροφορία σαφὴς, ὅτι τῆς φιλοξενίας τὸ χρῆμα, πλουσίαν ἔχει παρὰ Θεοῦ τὴν ἀντέκτισιν. | |
20 | Ἔξεστι δὲ καὶ ἰδεῖν τοῖς ἀρχαιοτέροις θαύμασι τὰ νέα συμβαίνοντα, καὶ μιᾶς ὄντα καὶ τῆς αὐτῆς δυ‐ νάμεως ἐνεργήματα. Ἔβρεξεν ἐν ἐρήμῳ τὸ μάννα τοῖς ἐξ Ἰσραήλ· «Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς· ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος,» κατὰ τὸ ἐν | |
25 | Ψαλμοῖς ὑμνούμενον. Ἀλλ’ ἰδοὺ πάλιν ἐν ἐρήμῳ τοῖς ἐν ἐνδείᾳ τροφῆς κεχορήγηκεν ἀφθόνως, οἷον ἐξ οὐ‐ ρανοῦ καθιεὶς αὐτήν. Τὸ γὰρ πολυπλασιάσαι τὸ βραχὺ, καὶ οἷον ἐκ τοῦ μηδενὸς τὴν οὕτω πολλὴν ἀποθρέψαι πληθὺν, οὐκ ἀπεοικὸς ἂν εἴη τῷ πρώτῳ σημείῳ. Ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα με λέγου‐ | |
30 | σιν οἱ ὄχλοι εἶναι; (A f. 135 b) Πρῶτον ἐκεῖνο καὶ πρό γε τῶν ἄλλων ἄξιον ἰδεῖν, τί τὸ κεκληκὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐπὶ τοῦτο δραμεῖν, καὶ προτεῖναι τοῖς ἁγίοις ἀποστόλοις τὴν πεῦσιν, ἤγουν τὴν ἐρώτησιν. Οὐδὲν | |
35 | γὰρ ἔξω τοῦ καιροῦ καὶ τοῦ καθήκοντος λόγου, καὶ λαλεῖ καὶ ἐργάζεται. Τί οὖν ἆρα φαμέν; Ἔθρεψεν ἐν ἐρήμῳ τοὺς ὄχλους οὐκ εὐαριθμήτους ὄντας ἄρτοις πέντε, συνδιαθρύψας ἰχθύδια δύο· πεπλεόνακε δὲ οὔτως τὰ ἐκ μηδενὸς, ὥστε καὶ κλασμάτων ληφθῆναι | |
40 | κοφίνους δώδεκα. Κατεπλήττοντο τοίνυν ὁμοῦ τοῖς ὄχλοις οἱ μακάριοι μαθηταὶ καὶ Θεὸν ὄντα καὶ Θεοῦ Υἱὸν κατὰ ἀλήθειαν, δι’ αὐτῶν τεθέανται τῶν κατ‐ ωρθωμένων. Εἶτα τῶν ὄχλων ἀποφοιτήσας, καὶ γε‐ γονὼς καταμόνας, εἰς προσευχὰς συνετείνετο, τύπον | |
45 | ἡμῖν ἑαυτὸν καὶ κατὰ τοῦτο τιθεὶς, μᾶλλον δὲ δι‐ δασκαλικῶν μαθημάτων εὐτεχνίαν διδάσκων τοὺς μαθητάς. Δεῖ γὰρ, οἶμαι, τοὺς λαῶν προεστηκότας, καὶ καθηγεῖσθαι λαχόντας τῶν αὐτοῦ θρεμμάτων, ἐν πράγμασιν ἀναγκαίοις εἶναι διὰ παντὸς, κἀκεῖνα | |
72.645(50) | δρῶντας ὁρᾶσθαι, τὰ ἐφ’ οἷς ἥδηται Θεός. Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Παῦλος· «Ἀδιαλείπτως προσ‐ εύχεσθε,» φησίν. Οὐκοῦν ὁ μὲν τῶν ὅλων Σωτὴρ καὶ Κύριος, τύπον ἑαυτὸν, ὡς ἔφην, πολιτείας ἁγιο‐ πρεποῦς ἐποιεῖτο τοῖς μαθηταῖς, καταμόνας προσ‐ | |
55 | ευχόμενος μετὰ μόνων αὐτῶν. Ἀλλ’ ἦν εἰκὸς θορυ‐ βεῖν τὸ πρᾶγμα τοὺς μαθητάς· ἑώρων γὰρ ἀνθρω‐ | |
πίνως εὐχόμενον, ὃν χθὲς τεθέανται θαυματουρ‐ | ||
72.648 | γοῦντα θεοπρεπῶς· οὐδὲν οὖν ἄρα τὸ ἀπεικὸς, ἐκεῖνό που τάχα πρὸς ἑαυτοὺς εἰπεῖν, τίνα τοῦτον εἶναι νομίσομεν; ἆρα Θεὸν, ἢ ἄνθρωπον, καὶ ὡς ἕνα τῶν καθ’ ἡμᾶς ἤγουν τῶν ἁγίων προφητῶν; Θαυ‐ | |
5 | ματουργεῖ μὲν γὰρ, ὡς Θεὸς, ἔστι δὲ ἀνάρμοστον αὐτῷ κατὰ φύσιν Θεῷ τὸ προσεύχεσθαι. Τίνος γὰρ ὅλως δεῖται Θεός; Ἵνα τοίνυν τὸν τῶν τοιούτων ἐν‐ νοιῶν ἀποσοβήσῃ θόρυβον, ποιεῖται τὴν πεῦσιν· οὐδὲν μὲν ἠγνοηκὼς τῶν περὶ αὐτοῦ θρυλλουμένων παρά γε | |
10 | τοῖς ἔξω· ἀποφέρων δὲ μᾶλλον τῆς τῶν πολλῶν ὑπο‐ νοίας, καὶ ὀρθὴν αὐτοῖς τὴν πίστιν ἐμφυτεῦσαι θέλων. «Τίνα δὴ οὖν, φησὶν, οἱ ὄχλοι με λέγουσιν εἶναι;»— (B f. 91, C f. 126 b) Ὁρᾷς τὸ τῆς πεύσεως εὐτεχνές; Οὐκ εὐθὺς εἶπεν· «Ὑμεῖς τίνα με λέγετε εἶναι;» | |
15 | Ἀποφέρει δὲ μᾶλλον, ἐπὶ τὸν τῶν ἔξω θρύλλον· ἵν’ ἐκβαλὼν αὐτὸν καὶ ἀδόκιμον ἀποφήνας, μετασοβήσῃ λοιπὸν εἰς δόξαν ἀληθινὴν, ὃ δὴ καὶ πέπρακται. Εἰ‐ πόντων γὰρ τῶν μαθητῶν τὴν τοῦ ὄχλου δόξαν, ἔφη αὐτοῖς· «Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ὢ πῶς | |
20 | ἐξαίρετον τὸ, ὑμεῖς! Ἔξω τίθησιν αὐτοὺς τῶν ἄλ‐ λων, ἵνα καὶ τὰς ἐκείνων φύγωσιν ὑπονοίας, καὶ μὴ μικρὰν ἔχωσι περὶ αὐτοῦ τὴν δόξαν. Ὑμεῖς, φησὶν, οἱ ἐξειλεγμένοι, οἱ ψήφῳ τῇ παρ’ ἐμοῦ κεκλημένοι πρὸς ἀποστολὴν, οἱ τῶν ἐμῶν τερατουργημάτων μάρτυρες, «τίνα με εἶναί φατε;» | |
25 | Προπηδᾷ δὲ πάλιν τῶν ἄλλων ὁ Πέτρος, καὶ παντὸς τοῦ χοροῦ γίνεται στόμα, καὶ τὰς φιλοθέους ἐρεύ‐ γεται φωνάς· ἀκριβῆ δὲ τῆς εἰς αὐτὸν πίστεως ὁμο‐ λογίαν ἐκφέρει, λέγων, Τὸν Χριστὸν τοῦ Θεοῦ. Ἀσφα‐ λὴς ὁ μαθητής· οὐ γάρ τοι φησὶν ἁπλῶς Χριστὸν | |
30 | αὐτὸν εἶναι, τοῦ Θεοῦ τὸν Χριστὸν δὲ μᾶλλον. Πλεῖστοι μὲν γὰρ οἱ, ὡς ἀπό γε τοῦ κεχρῖσθαι παρὰ Θεοῦ, κατὰ διαφόρους τρόπους ὠνομασμένοι χριστοί· οἱ μὲν γὰρ ἐχρίσθησαν εἰς βασιλέας, οἱ δὲ εἰς προφή‐ τας, οἱ δὲ καὶ τὴν δι’ αὐτοῦ τοῦ πάντων ἡμῶν Σω‐ | |
35 | τῆρος Χριστοῦ λαβόντες λύτρωσιν, τουτέστιν ἡμεῖς, καὶ τῷ ἁγίῳ Πνεύματι κατακεχρισμένοι, τὴν τοῦ χριστοῦ κλῆσιν ἐσχήκαμεν. Εἴρηται γοῦν διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς περὶ τῶν ἀρχαιοτέρων· «Μὴ ἅπτε‐ σθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου | |
40 | μὴ πονηρεύεσθε.» Ἡμῶν δὲ πέρι διὰ φωνῆς Ἀβ‐ βακούμ· «Ἐξῆλθες εἰς σωτήριαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου.» Οὐκοῦν πλεῖστοι μὲν οἱ χριστοὶ, κέκληνται δὲ οὕτως ἐπὶ τοῦ πράγματος· εἷς δὲ καὶ μόνος ὁ τοῦ Θεοῦ καὶ Πατρός· οὐχ ὡς | |
45 | ἡμῶν μὲν ὄντων χριστῶν, καὶ οὐ Θεοῦ μᾶλλον, ἀλλ’ ἑτέρου τινός· ἀλλ’ ὡς αὐτοῦ καὶ μόνου, ἴδιον ἔχον‐ τος Πατέρα, τὸν ἐν τοῖς οὐρανοῖς. Δῆλον οὖν ἐστιν ὅτι τῆς ἑτέρων πληθύος ὑπεξαίρων αὐτὸν, προσ‐ νενέμηκε τῷ Πατρὶ, ὡς ὄντα μόνον αὐτοῦ. Θεὸς | |
72.648(50) | γὰρ ὢν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἐλλάμψας ἐξαιρέ‐ τως ὁ μονογενὴς αὐτοῦ Λόγος, γέγονε σὰρξ, κατὰ τὸ γεγραμμένον· ἐκεῖνό γε μὴν ἀναγκαῖον εἰδέναι· ἐν γὰρ τῇ τοῦ Ματθαίου συγγραφῇ, τὸν μακάριον μαθητὴν εὑρήσομεν εἰπόντα· «Σὺ εἶ ὁ Χριστὸς, ὁ | |
55 | Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Ἐπιτεμὼν δὲ ὥσπερ | |
72.649 | τὴν οἰκονομίαν ὁ σοφώτατος Λουκᾶς, συμφέρεται μὲν κατὰ τὰς ἐννοίας, βραχυλογήσας δέ φησι, εἰπεῖν αὐτὸν τὸν Χριστὸν τοῦ Θεοῦ· ἀλλ’ ἐνταῦθα μὲν ὁ παρὰ τοῦ Σωτῆρος γεγονὼς πρὸς αὐτὸν, σεσίγηται | |
5 | λόγος. Ἐν δὲ τῷ Ματθαίῳ πάλιν εἰπόντα σαφῶς εὑρήσομεν· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.» Ἐστὶν οὖν ὁμολογουμένως θεο‐ δίδακτος ὁ μαθητὴς, εἰς ἐπίγνωσιν αὐτὸν τοῦ κατὰ | |
10 | Χριστὸν μυστηρίου ποδηγήσαντος αὐτοῦ τοῦ Πατρός. Σημειωτέον δὲ ὡς ἕνα τὸν Χριστὸν ὡμολόγει ὁ σο‐ φώτατος Πέτρος, διὰ τοὺς εἰς δύο τέμνειν τολμῶντας Χριστοὺς τὸν Ἐμμανουήλ. Οὐ γὰρ ἤρετο αὐτοὺς λέγων· Τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν τοῦ | |
15 | Θεοῦ Λόγον, ἀλλὰ «Τὸν Υἱὸν τοῦ ἀνθρώπου·» καὶ τοῦ‐ τον ὁ Πέτρος ὡμολόγει εἶναι τὸν Χριστὸν τοῦ Θεοῦ. Πῶς δὲ ἀξιοθαύμαστος ἡ ὁμολογία Πέτρου, εἰ μηδὲν ἔχοι τὸ βαθὺ καὶ κεκρυμμένον, καὶ οἷον ἄποπτον τοῖς πολλοῖς; Τί γὰρ ὅλως ἀπεκάλυψεν αὐτῷ ὁ Θεὸς | |
20 | καὶ Πατήρ; Ὅτι ἄνθρωπός ἐστι; Τοῦτο θεοδίδακτόν ἐστιν μυστήριον; Ἐπὶ τούτῳ τεθαύμασται, καὶ τῶν οὕτως ἐξαιρέτων ἠξιώθη γερῶν; Ἤκουσε γάρ· «Μα‐ κάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ.» Ἀλλὰ τεθαύμασται, καὶ σφόδρα δικαίως. Διὰ ποίαν αἰτίαν; Ὃν γὰρ τε‐ | |
25 | θέαται ἐν εἴδει τῷ καθ’ ἡμᾶς, τοῦτον πεπίστευκεν εἶναι τὸν Χριστὸν τοῦ Πατρὸς, τουτέστι σαρκωθέντα καὶ ἐνανθρωπήσαντα τὸν ἐκ τῆς οὐσίας αὐτοῦ προ‐ ελθόντα Λόγον. Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς, παρήγγειλε μηδενὶ | |
30 | εἰπεῖν τοῦτο. (A f. 136 b) Ὁμολογήσαντος τὴν πίστιν τοῦ μα‐ θητοῦ, ἐπετίμησεν αὐτοῖς ὁ Κύριος, ἵνα μηδενὶ εἴ‐ πωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός. Καί τοι πῶς μᾶλλον ἔδει τοὺς μαθητὰς τοῖς ἁπανταχόσε κηρύττειν αὐτόν· | |
35 | Τοῦτο γὰρ ἦν ἔργον τῶν παρ’ αὐτοῦ προκεχειρισμέ‐ νων εἰς ἀποστολήν· ἀλλ’ ὥς φησι τὸ Γράμμα τὸ ἱερὸν, καιρὸς παντὶ πράγματι· ἔδει τοῖς παρ’ ἑαυτοῦ κηρύγμασι ἀκολουθῆσαι τὰ λείποντα τοῖς ἤδη προτε‐ τελεσμένοις· τοῦτο δὲ ἦν ὁ σταυρὸς, τὸ πάθος, ὁ | |
40 | κατὰ σάρκα θάνατος, ἡ ἐκ νεκρῶν ἀνάστασις· τὸ μέγα καὶ ἐξαίσιον ἀληθῶς σημεῖον, δι’ οὗ μεμαρτύ‐ ρηται Θεὸς ὢν ἀληθινὸς, καὶ Υἱὸς κατὰ φύσιν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Ἐμμανουήλ. Τὸ γὰρ ὅλως κατ‐ αργῆσαι θάνατον, καὶ ἀνατρέψαι τὴν φθορὰν καὶ | |
45 | σκυλεῦσαι τὸν ᾅδην, καὶ καταλῦσαι τοῦ διαβόλου τὴν τυραννίδα, καὶ ἐκ μέσου ποιῆσαι τὴν ἁμαρτίαν, καὶ ἀνοῖξαι τοῖς ἐπὶ γῆς τὰς ἄνω πύλας, καὶ συν‐ άψαι τὴν γῆν οὐρανῷ, Θεὸν ὄντα κατὰ ἀλήθειαν ἀπέφηνεν αὐτόν. Οὐκοῦν ἐν καιρῷ κελεύει σιγῆσαι | |
72.649(50) | τὸ μυστήριον, ἄχρις ἂν ὁ σύμπας τῆς οἰκονομίας λό‐ γος, εἰς τὸ αὐτῷ πρέπον ἐξέλθῃ πέρας· τότε γὰρ ἐγηγερμένος ἐκ νεκρῶν, ἀπογυμνοῦσθαι τοῖς ἁπαν‐ ταχόσε γῆς προστέταχε τὸ μυστήριον, προθεὶς ἅπασι τὴν ἐν πίστει δικαίωσιν, τὴν διὰ τοῦ ἁγίου βαπτί‐ | |
55 | σματος κάθαρσιν· ἔφη γάρ· «Ἐδόθη μοι πᾶσα ἐξ‐ | |
72.652 | ουσία, ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύ‐ ματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐν‐ | |
5 | ετειλάμην ὑμῖν. Καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας.» Μεθ’ ἡμῶν γάρ ἐστιν καὶ ἐν ἡμῖν διὰ τοῦ ἁγίου Πνεύματος, καὶ ταῖς ἁπάντων ψυχαῖς ἐναυλίζεται Κύριος. Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με, κ.τ.λ. | |
10 | (B f. 92) Πολλὰ κατὰ ταὐτὸν ἐργάζεται χρήσιμά τε καὶ ἀναγκαῖα διὰ τούτων τῶν λόγων. Πρῶτον μὲν δείκνυσιν ὅτι πάντη τε καὶ πάντως ἕψεται τοῖς αἰ‐ σχυνομένοις αὐτὸν καὶ τοὺς αὐτοῦ λόγους τὸ τῶν ἴσων τυχεῖν. Τί δ’ ἂν γένοιτο ἴσον εἰς εὐθυμίας δύ‐ | |
15 | ναμιν; Εἰ γὰρ ἐπαισχύνεταί τινας ὁ κριτὴς, ὡς ἐποφείλων αὐτοῖς τὸν τῆς εὐπειθείας μισθὸν, καὶ τῆς εἰς αὐτὸν ἀγάπης τὰ γέρα, καὶ τὸν τῆς εὐνοίας στέφανον, πῶς οὐκ ἔστιν ἀναμφιλόγως εἰπεῖν, ὅτι πάντη τε καὶ πάντως ἐν ἀτελευτήτοις ἔσονται τιμαῖς | |
20 | τε καὶ δόξαις οἱ τῶν οὕτω λαμπρῶν τετυχηκότες ἀγαθῶν; Εἶτα πρὸς τούτοις φόβον αὐτοῖς ἐντίκτει, καταβήσεσθαι λέγων ἐξ οὐρανοῦ, οὐκ ἐν σμικροπρε‐ πείᾳ τῇ πρώτῃ καὶ ὑφέσει τῇ καθ’ ἡμᾶς, ἀλλ’ ἐν δόξῃ τῇ τοῦ Πατρὸς, δορυφορούντων ἀγγέλων. Οὐκ‐ | |
25 | οῦν παγχάλεπον καὶ ὀλέθρου μεστὸν τὸ καταγνω‐ σθῆναι μὲν ἐπὶ δειλίᾳ τε καὶ ἀφιλεργίᾳ, καταφοι‐ τήσαντος ἄνωθεν τοῦ κριτοῦ, καὶ ἀγγελικῶν ταγμά‐ των περιεστηκότων. Μέγα δὲ καὶ παντὸς θαύματος ἄξιον, καὶ τῆς εἰς λῆξιν εὐημερίας πρόξενον, τὸ ἐπὶ | |
30 | τοῖς ἤδη προπεπονημένοις χαίρειν αὐτοὺς, καὶ τὸ προσδοκᾷν τῶν ἱδρώτων τὰς ἀμοιβάς. Ἐπαινεθή‐ σονται γὰρ οἱ τοιοῦτοι, Χριστοῦ λέγοντος· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κό‐ σμου. | |
35 | Λέγω δὲ ὑμῖν· εἰσί τινες τῶν ὦδε ἑστηκότων, κ.τ.λ. (B f. 92, C f. 127, F f. 811 b) Οὔπω τὴν ἐξ ὕψους δύναμιν ἐσχηκότας τοὺς μαθητὰς, εἰκὸς ἦν ἀνθρω‐ πίναις ἀσθενείαις περιπεσεῖν, καί τι τοιοῦτον περὶ | |
40 | αὐτοῦ ἐννενοηκότας εἰπεῖν· Πῶς ἀρνήσεταί τις ἑαυ‐ τόν; ἢ πῶς ἀπολέσας τὴν ἑαυτοῦ ψυχὴν εὐρήσει πάλιν αὐτήν· τί δὲ τοῖς τοῦτο παθοῦσι τὸ ἰσοστα‐ τοῦν ἔσται γέρας; Ἵνα τοίνυν τῶν τοιούτων αὐτοὺς ἀποστήσῃ λογισμῶν, καὶ οἷον μεταχαλκεύσῃ πρὸς | |
45 | εὐανδρίαν, τῆς ἐσομένης αὐτῆς εὐκλείας ἐπιθυμίαν ἐντεκών φησι· «Λέγω δὲ ὑμῖν, εἰσί τινες τῶν ὧδε ἑστηκότων,» καὶ τὰ ἑξῆς. Βασιλείαν δὲ Θεοῦ αὐτὴν | |
τὴν θέαν λέγει τῆς δόξης, ἐν ᾗ καὶ αὐτὸς ὀφθήσεται, | ||
72.653 | καθ’ ὃν καιρὸν ἐπιλάμψει τοῖς ἐπὶ γῆς. Ἥξει γὰρ ἐν δόξῃ, καὶ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐκ ἐν σμικρο‐ πρεπείᾳ τῇ καθ’ ἡμᾶς· ταῦτα ὑποσχόμενος ἄνεισιν εἰς τὸ ὄρος, τρεῖς αὐτῶν τοὺς ἀπολέκτους ἔχων.— | |
5 | (E f. 344) Δεικνὺς ὅτι χθαμαλὸς νοῦς οὐκ ἂν γένοιτο πρὸς θεωρίαν ἐπιτήδειος, ἀλλ’ ὁ τῶν γηΐνων κατ‐ επαρθεὶς καὶ ὑπεράνω πάντων τῶν κατὰ σῶμα γε‐ νόμενος, καὶ ἔξω φροντίδων βιωτικῶν κατ’ ἰδίαν ἐν ἡσυχίᾳ καταστὰς, καὶ τῆς τῶν παθῶν ὑψηλότερος | |
10 | καταδυναστείας χρηματίσας. Εἶτα μεταπλάττεται πρὸς ἐξαίρετόν τινα καὶ θεοπρεπῆ λαμπρότητα, ὥστε καὶ ἱματισμὸν αὐτοῦ τῇ τοῦ φωτὸς προσβολῇ δια‐ λάμψαι, καὶ ὅσον ἀπαστράψαι δοκεῖν. Εἶτα Μωϋσῆς καὶ Ἠλίας περιεστηκότες τὸν Ἰησοῦν προσελάλουν | |
15 | ἀλλήλοις τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν, φη‐ σὶν, ἐν Ἱερουσαλὴμ, τουτέστι τῆς μετὰ σαρκὸς οἰκο‐ νομίας τὸ μυστήριον, καὶ τὸ ἐπὶ τοῦ σταυροῦ σωτή‐ ριον πάθος. Καὶ γάρ ἐστιν ἀληθὲς, ὅτι ὁ διὰ Μωϋ‐ σέως νόμος καὶ τῶν ἁγίων προφητῶν ὁ λόγος, τὸ | |
20 | Χριστοῦ μυστήριον προανέδειξαν, ὁ μὲν ἐν τύποις καὶ σκιαῖς, μονονουχὶ καθάπερ ἐν πίνακι καταγρά‐ φων αὐτό· οἱ δὲ πολυτρόπως προηγορευκότες, ὡς καὶ ὀφθήσεται κατὰ καιροὺς ἐν εἴδει τῷ καθ’ ἡμᾶς, καὶ τῆς πάντων ἕνεκεν σωτηρίας οὐ παραιτήσεται | |
25 | τὸν ἐπὶ ξύλου θάνατον. Οὐκοῦν ἡ Μωϋσέως καὶ Ἠλιοῦ παράστασις, καὶ τὸ προσλαλεῖν ἀλλήλοις αὐτοὺς, οἰκονομία τις ἦν, εὖ μάλα δεικνῦσα, δορυ‐ φορούμενον μὲν ὑπὸ νόμου καὶ προφητῶν τὸν Κύ‐ ριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς καὶ νόμου καὶ προ‐ | |
30 | φητῶν Δεσπότην, προδειχθέντα δὲ παρ’ αὐτῶν, δι’ ὧν ἀλλήλοις συνῳδὰ προεκήρυττον. Οὐ γὰρ ἀσύμ‐ βατα τοῖς διὰ τοῦ νόμου καὶ τῶν προφητῶν· καὶ τοῦτο, οἶμαι, ἔστι τὸ ἀλλήλοις προσλαλεῖν Μωϋσέα τὸν ἱερωτατον, καὶ τὸν τῶν προφητῶν πανάριστον Ἠλίαν. | |
35 | Ἀλλ’ οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πως ἀπο‐ νυστάζουσι, τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ· εἶτα διαγρηγορήσαντες, θεωροὶ γεγόνασι τῆς οὕτω σεπτῆς καὶ παραδόξου μεταβολῆς· ἤγουν ἀνενεγκόν‐ τες τοῦ κάρου, ἐγίνωσκον ἀκριβῶς τὴν ἀλήθειαν· | |
40 | καὶ οἰηθεὶς λοιπὸν ἴσως ὁ θεσπέσιος Πέτρος, ὅτι τάχα ἔνεστιν ὁ καιρὸς τῆς βασιλείας τοῦ Θεοῦ, ἀπο‐ δέχεται μὲν τὰς ἐν τῷ ὄρει διατριβὰς, σκηνὰς δὲ τρεῖς δεῖν γενέσθαι φησίν. Ἀλλ’ οὐκ ᾔδει, φησὶν, ὃ λέγει· οὐ γὰρ ἦν καιρὸς τῆς συντελείας τοῦ αἰῶνος, | |
45 | καὶ τοῦ λαβεῖν τοὺς ἁγίους τῆς ἐπηγγελμένης ἐλπί‐ δος τὴν μέθεξιν. Οὔσης οὖν ἐν ἀρχαῖς ἔτι τῆς οἰκο‐ νομίας, πῶς ἦν εἰκὸς καταλῆξαι τὸν Χριστὸν τῆς εἰς τὸν κόσμον ἀγάπης, ἀποφοιτήσαντα τοῦ παθεῖν ὑπὲρ αὐτοῦ; Σέσωκε γὰρ τὴν ὑπ’ οὐρανὸν, καὶ αὐτὸν ὑπο‐ | |
72.653(50) | μείνας τὸν κατὰ σάρκα θάνατον, καὶ διὰ τῆς ἐκ νε‐ κρῶν ἀναστάσεως καταργήσας αὐτόν. Οὐκ ᾔδει τοι‐ γαροῦν ὁ Πέτρος, ὅπερ ἔφη. Ἐγένετο τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτε‐ ρον. | |
55 | (B f. 93 b) Ἐπειδὴ ἤκουον, ὅτι δεῖ ἀναστῆναι τὴν ἡμετέραν σάρκα, ποίῳ δὲ σχήματι ἄδηλον ἦν, ἵνα δῷ δεῖγμα τῆς μεταβολῆς, αὑτοῦ τὴν σάρκα μετέβαλεν, ἵνα ἡμῖν τὴν ἐλπίδα βεβαιώσῃ· μεταμορφοῦται τοι‐ | |
γαροῦν ἔμπροσθεν αὐτῶν. Πεπρᾶχθαι δέ φαμεν τὴν | ||
72.656 | μεταμόρφωσιν αὐτοῦ, οὐχὶ δή που τὸ σχῆμα τὸ ἀν‐ θρώπινον ἀποβαλόντος τοῦ σώματος, ἀλλὰ δόξης τινὸς φωτοειδοῦς περιστελλούσης αὐτὸ, καὶ τὸν ἀτιμότατον τῆς σαρκὸς χαρακτῆρα μεταχρωννύσης ὥσπερ εἰς | |
5 | ὄψιν εὐκλεεστέραν· κατὰ τὸ, «Σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ,» παρὰ τοῦ θείου Παύλου καλῶς εἰρημένον. Νῦν μὲν γὰρ αὐτὸ τοῦτο σάρξ ἐστι γυμνὴ, οὐ δόξῃ τινὶ κατακεχρωσμένη, οὐ λαμπρό‐ τητι φυσικῇ κατηγλαϊσμένη, ψιλὴν δὲ καὶ μόνην τὴν | |
10 | ἐκ φύσεως ἀδοξίαν τε ὁμοῦ καὶ ἀσθένειαν ἔχουσα. Κατὰ δὲ τὸν τῆς ἀναστάσεως καιρὸν ἐξαλλαγή τις ἔσται θεοπρεπὴς, καὶ δόξης οὐ σχήματος μεταβολή. Θείας γὰρ δόξης ἐπιβλήμασι περιαστράψει λοιπόν· ἐκλάμψουσι γὰρ οἱ δίκαιοι καθάπερ ὁ ἥλιος ἐν τῇ | |
15 | βασιλείᾳ τοῦ Πατρὸς αὐτοῦ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Ἐκείνης οὖν τῆς μελλούσης δόξης ὑπόδειγμα παρεδήλου ἡ παραδειχθεῖσα τοῖς μαθηταῖς μεταμόρ‐ φωσις· καὶ σωματικῶς ἐπεδείκνυτο πρὸς τὸ καὶ τοῖς θνητοῖς αὐτῶν εἰς θέαν ὑποπεσεῖν ὀφθαλμοῖς, εἰ καὶ | |
20 | τὴν ὑπερβολὴν οὐκ ἤνεγκαν τῆς λαμπρότητος. Φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης. (B f. 95, F f. 817) Πέπρακταί τι καὶ ἕτερον χρήσι‐ μον εἰς βεβαίωσιν τῆς ἐπ’ αὐτῷ πίστεως τοῖς τε μαθηταῖς καὶ πᾶσιν ἡμῖν. Ἐκ νεφέλης γὰρ ἄνωθεν ὡς | |
25 | ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς κατεπέμφθη φωνὴ λέ‐ γουσα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, αὐτοῦ ἀκούετε·» καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν, εὑρέθη φησὶν, ὁ Ἰησοῦς ἑστὼς μόνος. Μωϋσέως δὲ καὶ προ‐ φητῶν μᾶλλον, αὐτοῦ ἀκούειν ἐπιτάττει. Ἵνα δὲ μὴ | |
30 | συκοφαντῆται παρά τινων ἡ ἀλήθεια λεγόντων, ὅτι Μωϋσέως μᾶλλον ἀκούειν αὐτοὺς προστέταχεν, ἐπ‐ εσημήνατο ὁ εὐαγγελιστὴς λέγων, ὅτι ἐν τῷ γενέσθαι τὴν φωνὴν, εὑρέθη ὁ Ἰησοῦς μόνος. Αὐτοῦ τοιγαρ‐ οῦν προστέταχεν ἀκούειν· καὶ γάρ ἐστιν αὐτὸς τέλος | |
35 | νόμου καὶ προφητῶν· διὸ καὶ πρὸς Ἰουδαίους ἔλεγεν· «Εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Ἡ μὲν τοῦ Θεοῦ καὶ Πατρὸς φωνὴ καλή τε καὶ ἀξιάγαστος· ἀκράτῳ δὲ ἤδη κατεχόμενοι οἱ μαθηταὶ δείματι, πίπτουσιν ἐπὶ | |
40 | πρόσωπον, ἵνα πάλιν καὶ διὰ τούτου μάθωμεν, ὡς ἀναγκαιοτάτη τοῖς ἐπὶ γῆς ἡ τοῦ Σωτῆρος γέγονε παρουσία καὶ μεσιτεία γενομένη δηλαδὴ κατὰ τὸν τῆς ἐνανθρωπήσεως τρόπον. Εἰ μὴ γὰρ γέγονε καθ’ ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τίς ἂν ἡμῶν | |
45 | ἤνεγκεν ἄνωθεν προσβάλλοντα Θεόν; τίς δ’ ἂν ὑπέστη τὴν ἄφραστον αὐτοῦ δόξαν, τὴν οὐδενὶ τάχα τῶν γε‐ νητῶν φορητήν; Φῶς γὰρ αὐτὸν οἰκεῖν ἀπρόσιτον, καὶ ὁ θεσπέσιός φησι Παῦλος. Καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησε, | |
72.656(50) | κ.τ.λ. (B f. 95 b, C f. 127 b) Οὐκ ἀμώμητον οὖτος τὴν πρόσοδον ἐποιήσατο, κατεβόησε γὰρ τοῦ χοροῦ τῶν ἁγίων μαθητῶν, ὡς μὴ ἰσχυσάντων ἐπιτιμῆσαι τῷ δαιμονίῳ. Ἔδει γὰρ τιμῶντα μᾶλλον τὸν Ἰησοῦν | |
55 | τὴν παρ’ αὐτοῦ αἰτεῖν ἐπικουρίαν. Διό φησιν ὁ Χρι‐ στός· «Ὦ γενεὰ ἄπιστος!» Διὰ τὴν σὴν, λέγων, ἀπι‐ | |
στίαν οὐκ ἐνήργηκεν ἡ χάρις. Ὅτι γὰρ χρὴ μετὰ | ||
72.657 | πίστεως καὶ Χριστῷ προσιέναι, καὶ τοῖς παρ’ αὐτοῦ τὴν τοῦ δύνασθαι θαυματουργεῖν χάριν λαβοῦσιν, αὐτὸς ἡμᾶς ἐδίδαξε, πανταχοῦ τὴν πίστιν αἰτῶν παρὰ τῶν προσιόντων αὐτῷ. Ταύτης ἕνεκα τῆς αἰτίας | |
5 | αὐτοῦ καταβοᾷ ὁ Χριστὸς, γενεὰν ἄπιστον καὶ δι‐ εστραμμένην αὐτόν τε, καὶ τοὺς ὁμογνώμονας αὐτοῦ ἀποκαλῶν· ὁ γὰρ ἄπιστος, καὶ διεστραμμένος πάν‐ τως, κατ’ οὐδένα τρόπον ὀρθοποδεῖν εἰδώς· τοῖς οὕτω γνώμης ἔχουσιν ἀνοσιώτατα, οὐκ ἀξιοῖ συνεῖναι Χρι‐ | |
10 | στός. Καὶ εἰ χρή τι τῶν ἀνθρωπίνων εἰπεῖν, ὀλιγωρεῖ καὶ ἀκηδιᾷ· «Ἕως τίνος, λέγων, ἔσομαι πρὸς ὑμᾶς, καὶ ἀνέξομαι ὑμῶν;» Ὁ γὰρ λέγων ἀσθενῆ πρὸς τὴν κατὰ τῶν πνευμάτων ἐνέργειαν τοὺς παρ’ αὐτοῦ λαβόντας τὴν χάριν, αὐτῆς μᾶλλον κατηγορεῖ τῆς | |
15 | χάριτος, οὐ τῶν λαβόντων αὐτήν. Αὐτοῦ γοῦν ἀν‐ οσίως κατηγόρησεν ὁ εἰπὼν περὶ τῶν μαθητῶν, ὅτι οὐκ ἠδυνήθησαν αὐτὸ ἐκβαλεῖν. Ἐπετίμησε δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ. | |
20 | (B f. 96) Ἔδει μὲν οὖν τὸν τοῦ δαιμονῶντος πατέρα λυπούμενον ἀπελθεῖν, οὐ τετυχηκότα τῆς φιλοτιμίας. Ἵνα δὲ μή τις οἴηται καὶ αὐτὸν τὸν Χριστὸν ἀτονῆ‐ σαι πρὸς τὴν θαυματουργίαν, ἐπετίμησε τῷ ἀκαθάρ‐ τῳ πνεύματι, καὶ παραχρῆμα ἐφυγαδεύετο, «Καὶ ἀπ‐ | |
25 | έδωκεν αὐτὸν, φησὶ, τῷ πατρὶ αὐτοῦ·» οὐ γὰρ ἦν ἔτι τοῦ πατρὸς, ἀλλὰ τοῦ κρατοῦντος πνεύματος. Ἐπειδὴ δὲ ἀπεσείσατο τὴν πλεονεξίαν, γέγονε πάλιν τοῦ ἰδίου πατρὸς τῇ Χριστοῦ δυνάμει, ὃς καὶ τοῖς ἰδίοις ἀποστόλοις δέδωκεν ἐξουσίαν τὰς θεοσημείας κατ‐ | |
30 | ορθοῦν, καὶ τοῖς ἀκαθάρτοις ἐπιτιμᾷν πνεύμασι. Θέσθε ὑμεῖς εἰς τὰς καρδίας ὑμῶν τοὺς λόγους τούτους. (B f. 96) Ποία τις ἡ παρασκευάσασα πρόφασις τὸν Χριστὸν ταῦτα νῦν εἰπεῖν πρὸς τοὺς μαθητάς; | |
35 | Ἀνήνεγκε μὲν τοὺς κορυφαίους αὐτῶν εἰς τὸ ὄρος, καὶ μεταμορφωθεὶς ἔδειξεν αὐτοῖς τὴν δόξαν, μεθ’ ἧς κατὰ καιροὺς ἐπιλάμψει· κατελθὼν δὲ ἐκ τοῦ ὄρους, πονηροῦ καὶ ἀπηνοῦς πνεύματος ἠλευθέρωσέ τινα. Ἀλλ’ ἔδει πάντως αὐτὸν τὸ σωτήριον ὑπὲρ ἡμῶν | |
40 | ὑπομεῖναι πάθος, καὶ τῆς Ἰουδαίων ἀνασχέσθαι σκαιότητος· οὗ γεγονότος, οὐδὲν ἀπεικὸς ἐννοεῖν ἐν θορύβοις ἔσεσθαι τοὺς μαθητὰς, καὶ τοιαῦτά που καθ’ ἑαυτοὺς ἐννοεῖν τε καὶ λέγειν· Ὁ τοσοῦτος, ὁ νε‐ κροὺς ἀναστήσας ἐν ἐξουσίᾳ θεοπρεπεῖ, ὁ θαλάσσαις | |
45 | ἐπιτιμῶν καὶ πνεύμασιν, ὁ λόγῳ συντρίβων τὸν Σα‐ τανᾶν, πῶς ἥλω νυνὶ, καὶ τοῖς τῶν φονώντων ἐμπέ‐ πτωκε βρόχοις; Ἆρ’ οὖν ἠπατήμεθα, Θεὸν εἶναι νο‐ μίζοντες αὐτόν; Ἵν’ οὖν εἰδεῖεν τὸ πάντως ἐσόμενον, ἀπόθετον ὥσπερ εἰς νοῦν ποιεῖσθαι κελεύει τὸ μυ‐ | |
72.657(50) | στήριον· «Θέσθε γὰρ ὑμεῖς, φησὶν, εἰς τὰς καρδίας ὑμῶν.» Τὸ δὲ ὑμεῖς ἐν τούτοις, διαστέλλοντός ἐστιν ἀπὸ τῶν ἄλλων αὐτούς. Ἤθελε γὰρ εἰδέναι αὐτοὺς τὸ συμβησόμενον, οὐ μὴν καὶ λαλεῖν ἑτέροις· τούς τε | |
γὰρ ἀγελαίους λαθεῖν ἔδει, ὅτι πείσεται· καὶ αὐτοὺς | ||
72.660 | πεπληροφορημένους, ὅτι ἀναβιῴη πατήσας τὸν θάνα‐ τον, διαφυγεῖν ἑτοίμως τὰ ἐκ τοῦ σκανδαλίζεσθαι βλάβη. Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο. | |
5 | (B f. 96 b) Πῶς ἠγνόουν οἱ μαθηταὶ τὸ Χριστοῦ μυστήριον, πλεισταχοῦ διὰ τῆς τοῦ νόμου σκιᾶς προγραφόμενον; Ἦσαν μὲν γὰρ ἐκ τῆς τῶν Ἰου‐ δαίων ἀγέλης, οὐ ῥᾴθυμοι δὲ οὐδὲ τῶν Μωϋσέως γραμμάτων ἀνεπιστήμονες· καὶ γοῦν διὰ τοῦτο ἀπό‐ | |
10 | λεκτοι γεγόνασι παρὰ Χριστοῦ. Ἀλλ’ ὡς ὁ μακάριός φησι Παῦλος· «Πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, καὶ ἄχρι τῆς σήμερον, ἡνίκα ἀναγινώσκε‐ ται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται.» | |
15 | Χρὴ τοιγαροῦν προσιόντας τῷ Χριστῷ λέγειν· «Ἀπο‐ κάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυ‐ μάσια ἐκ τοῦ νόμου σου.» Εἰσῆλθε δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. | |
20 | (B f. 96 b) Οὐ πάντας οἶμαι τοὺς μακαρίους μα‐ θητὰς τὴν τοιαύτην ἐσχηκέναι νόσον· ἀπίθανον γὰρ ἅπαντας κοινὴν καὶ μίαν εὐθὺς εἰσδέξασθαι νόσον· ἑνὸς δὲ, ὡς οἶμαι, παθόντος αὐτὴν, ἵνα μή τινα δια‐ βολὴν κατά τινος τῶν συμμαθητῶν ὁ σοφώτατος εὐ‐ | |
25 | αγγελιστὴς ἐξυφαίνων εὑρεθῇ, ἀδιορίστως ἀποφαίνε‐ ται λέγων, ὅτι «Εἰσῆλθε διαλογισμὸς ἐν αὐτοῖς, τὸ, τίς ἂν εἴη μείζων αὐτῶν.»—(C f. 127 b) Πάθος δὴ οὖν διακένου δόξης εἰσδεδράμηκέ τινα τῶν ἁγίων ἀπο‐ στόλων· τὸ γὰρ ὅλως διαλογίζεσθαι τὸ, τίς ἂν εἴη | |
30 | μείζων αὐτῶν, φιλονεικοῦντός ἐστι καὶ τὸ προεστά‐ ναι τῶν ἄλλων ἐπιθυμήσαντος. Ἀλλ’ ὁ τὰ πάντα εἰ‐ δὼς Χριστὸς ὁ Θεὸς ἡμῶν ἐν τῇ τοῦ μαθητοῦ διανοίᾳ διαλογισμὸν ὥσπερ τινὰ πικρίαν ἄνω φύουσαν, κατὰ τὸ γεγραμμένον, πρὶν εἰς ὕψος ἀρθῆναι, πρὶν ἁδρυν‐ | |
35 | θῆναι, ἐκ ῥίζης αὐτῆς ἀναβαθρεύει τὸ κακόν. Ἀρχό‐ μενα γὰρ ἐν ἡμῖν τὰ πάθη, νικᾶται (cod. νικᾷ) ῥᾳ‐ δίως, ἁδρυνθέντα δὲ δυσαπόβλητά ἐστι. Πῶς οὖν ἆρα τὸ φιλόδοξον πάθος ἀποκείρει ὁ πνευμάτων ἰατρός; Ἐπελάβετο τὸ παιδίον, καὶ ἔστησεν αὐτὸ παρ’ ἑαυ‐ | |
40 | τῷ. Ὠφελείας δὲ χάριν ἐποιεῖτο τὸ χρῆμα καὶ αὐτοῖς τοῖς ἁγίοις ἀποστόλοις, καὶ ἡμῖν δὲ τοῖς μετ’ ἐκεί‐ νους. Περιβόσκεται γὰρ ἡ τοιάδε νόσος ὡς ἐπίπαν τοὺς ἀνθρώπους, εἴπερ ἂν εἶεν ἐν ὑπεροχῇ τῇ κατά τινων [cod. καταπίνων]. Τίνος οὖν ἆρα τύπον καὶ | |
45 | εἰκόνα τὸ παρενεχθὲν ἐποιεῖτο παιδίον; Ἀπονήρου καὶ ἀφιλοδόξου ζωῆς· ἀκαπάλευτον γὰρ ἔχει τὴν γνώμην, ἀνώθευτον τὴν καρδίαν, καὶ ἔστιν ἐν ἁπλό‐ τητι διαλογισμῶν· οὐ φιλοδοξίας ἐρᾷ, οὐκ οἶδεν ὑπεροχῆς τρόπον. Εἶτά φησιν, ὅτι· «Ὃς ἂν δέξηται | |
72.660(50) | τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου,» καὶ τὰ ἑξῆς· | |
72.661 | τουτέστιν, «Ὁ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτος ἔσται μέγας,» τὸν μετριόφρονα λέγων, καὶ οὐδὲν ὑψηλὸν περὶ ἑαυτοῦ λογιζόμενον δι’ εὐλά‐ βειαν. | |
5 | Ὃς ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνό‐ ματί μου, κ.τ.λ. (B f. 98 b) Ὅτε τοίνυν τοῖς τιμῶσιν ἁγίους εἷς τε καὶ ὅμοιος ὁ μισθὸς, κἂν μικρὸν εἴη τις τυχὸν, κἂν τῶν ἐν προὔχοντι μέτρῳ τε καὶ δόξῃ («Ὁ δεχόμενος | |
10 | γὰρ, φησὶ, τὸ παιδίον τοῦτο, ἐμὲ δέχεται, καὶ τὸν Πα‐ τέρα μου»), πῶς οὐχ ἕωλον παντελῶς τὸ ἀλλήλοις φιλονεικεῖν, καὶ πρωτείων ἐρᾷν; Διατρανοῖ δὲ ἐπὶ πλέον τὸν ἐπὶ τούτῳ τῷ λόγῳ σκοπὸν, καί φησιν, τὸν μικρότερον ἐν πᾶσι διὰ ταπεινοφροσύνην, τοῦτον εἶ‐ | |
15 | ναι μέγαν. Διότι γέγραπται, ὅτι «Πᾶς ὁ ὑψῶν ἑαυ‐ τὸν, ταπεινωθήσεται· ὁ δὲ ταπεινῶν ἑαυτὸν, ὑψωθή‐ σεται.» Εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, κ.τ.λ. | |
20 | (B f. 98 b) Δικαίως τοῦτον ἀπεπέμψατο· ἐχρῆν γὰρ αὐτὸν λαβεῖν τὸν ἑαυτοῦ σταυρὸν, ἤγουν ἀποτά‐ ξασθαι τοῖς ματαίοις τοῦ βίου τούτου περισπασμοῖς. «Ἡ γὰρ φιλία τοῦ κόσμου ἐχθρὰ τοῦ Θεοῦ ἐστι.» Τοιοῦτον ὄντα τὸν ἄνθρωπον ἐλέγχει πλαγίως, οὐκ | |
25 | ὀνειδίζων μᾶλλον, ἀλλ’ ἐπανορθῶν· διὰ τοῦτό φησιν· | |
72.664 | «Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.» Καὶ ἡ μὲν ἁπλουστέ‐ ρα διάνοια αὕτη. Ἔοικε δὲ κατὰ τὴν βαθυτέραν ἔν‐ | |
5 | νοιαν ἀλώπεκας καὶ πετεινὰ τοῦ οὐρανοῦ τὰς παν‐ ούργους καὶ δολερὰς τῶν δαιμόνων ἀγέλας ἀποκαλεῖν· οὕτω γὰρ πολλαχοῦ τῆς θείας Γραφῆς κέκληνται· «Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμ‐ πελῶνας.» Καὶ αὐτὸς δὲ ὁ Κύριος τὸν Ἡρώδην | |
10 | ἀλώπεκα προσεῖπε. Καὶ περὶ τῶν ἐν τῇ γῇ καταβλη‐ θέντων σπερμάτων φησὶ, ὅτι τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτὰ, περὶ τῶν πονηρῶν πνευμάτων λέ‐ γων. Ὅτε τοίνυν αἱ τοιαῦται ἀλώπεκες καὶ τὰ πετει‐ νὰ φωλεοὺς καὶ καταδύσεις ἔχουσιν ἐν ἡμῖν, πῶς ἔλ‐ | |
15 | θῃ Χριστός; Ποῦ δὲ ἀναπαύσεται; Τίς κοινωνία φωτὶ πρὸς σκότος; Ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. (B f. 99 b) Ἀξιοζήλωτον μὲν οὗτος τὴν ὑπόσχε‐ | |
20 | σιν ἐνεδείξατο καὶ ἐπαινουμένην· τὸ δὲ ζητεῖν ἀπο‐ τάξασθαι τοῖς οἰκείοις, μεμερισμένην ἔχειν ἐνδείκνυ‐ ται τὴν διάνοιαν· τὸ γὰρ ἐθέλειν ὅλως προανακοινοῦ‐ σθαι τοῖς μὴ ἀποδεξομένοις, οὐ βεβηκότος ἐστὶ λογισμοῦ. Διὸ καί φησι πρὸς αὐτόν· «Οὐδεὶς ἐπιβα‐ | |
25 | λὼν τὴν χεῖρα αὐτοῦ,» καὶ τὰ ἑξῆς. Ὥσπερ γὰρ ὁ ἀροτριῶν, ὅταν ὀκνήσῃ πρὸς τὸ λεῖπον, οὐκ ὄψεται τοὺς καρποὺς πληθύνοντας, οὕτως καὶ ὁ ἑλόμενος μὲν ἀκολουθεῖν τῷ Χριστῷ, οὐκ ἀποτασσόμενος δὲ τοῖς κοσμικοῖς πράγμασι, καὶ τοῖς κατὰ σάρκα οἰ‐ | |
30 | κείοις, μάλιστα τοῖς μὴ τὸν σκοπὸν ἀποδεχομένοις αὐ‐ τοῦ, οὐδαμῶς οὗτος κατορθώσει τὴν ἀγαθὴν εὐτολ‐ μίαν, οὐδὲ εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐ‐ ρανῶν. Ὁ γὰρ τοιοῦτος ἐπιβάλλει μὲν ἀρότρῳ τὴν χεῖρα, διὸ πρόθυμός ἐστιν ἀκολουθεῖν· ὁπίσω δὲ βλέ‐ | |
35 | πει, διότι ἀναβολῆς πρόφασιν ποιεῖται τὴν πρὸς τοὺς οἰκείους διάλεξιν καὶ συμβουλήν. Ἀλλ’ οὐδαμῶς τοιούτους εὑρήσομεν ὄντας τοὺς ἁγίους ἀποστόλους· ἅμα γὰρ τῷ ἀκοῦσαι τοῦ Χριστοῦ λέγοντος· «Δεῦτε ὀπίσω μου,» ἀφέντες τὸ πλοῖον, καὶ τὸν πατέρα αὐ‐ | |
40 | τῶν, ἠκολούθησαν αὐτῷ. Οὓς μιμεῖσθαι χρὴ τοὺς | |
ἀκολουθοῦντας Χριστῷ. | ||
72.665 | ΚΕΦ. Ιʹ. Ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἐβδομή‐ κοντα. Καὶ ἐπειδὴ πολλή τις ἔμελλεν ἔσεσθαι τῶν εἰς αὐ‐ | |
5 | τὸν πιστευόντων ἡ πληθὺς, ἐσαγηνεύετο γὰρ οὐ μό‐ νον ὁ Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ αἱ τῶν ἐθνῶν ἀγέλαι· διὰ τοῦτο ἀνεδείχθησαν παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πρὸς τοῖς δύο καὶ δέκα καὶ ἕτεροι ἐβδομήκοντα. (Τὰ ἀκόλουθα τούτων, οἷον· «Ὁ μὲν θερισμὸς πο‐ | |
10 | λὺς,» καὶ τὰ ἑξῆς· καὶ, «Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν,» ὅπερ ῥεμβασμὸν δηλοῖ, καὶ μι‐ σθὸν αἰτούντων, καὶ διαβολῆς ἐστι τεκμήριον· προ‐ εγράφετο εἰς τὸ κατὰ Ματθαῖον. Ἔτι δὲ καὶ τὰ τούτων ἀκόλουθα ἕως ὧδε· «Ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθε‐ | |
15 | τεῖ τὸν ἀποστείλαντά με.»—(B f. 100 b) Τούτου ὁ τύπος καὶ ἐν τοῖς Μωϋσέως προεγράφετο λόγοις· ἑβδομήκοντα μὲν γὰρ ἐπελέξατο, καὶ αὐτὸς θεοῦ προστάττοντος· ἐπηφίει δὲ τοῖς ἐξειλεγμένοις τὸ Πνεῦμα θεός· καὶ καθ’ ἕτερον δὲ τρόπον τούς τε | |
20 | δώδεκα μαθητὰς, καὶ αὐτοὺς τοὺς ἑβδομήκοντα, διὰ τῆς τοῦ νόμου σκιᾶς σημαινομένους εὑρήσομεν· γέ‐ γραπται γὰρ ἐν τῇ ἐξόδῳ περὶ τῶν υἱῶν Ἰσραήλ· «Ἦλθον, φησὶν, Ἐλὴμ (ἑρμηνεύεται δὲ ἀνάβασις, ἤτοι αὔξησις), καὶ ἦσαν ἐκεῖ δώδεκα ὑδάτων πηγαὶ, | |
25 | καὶ ἑβδομήκοντα στελέχη φοινίκων.» Ἀναβαίνοντες γὰρ εἰς τελεωτέραν σύνεσιν καὶ αὔξησιν πνευματι‐ κὴν, εὑρίσκομεν τοὺς δώδεκα ἁγίους ἀποστόλους, καὶ τοὺς ἀναδειχθέντας ὑπὸ Χριστοῦ ἑβδομήκοντα. Ἀῤῥυόμεθα γὰρ ὡς ἐκ πηγῶν ἁγίων τῶν τοῦ Σωτῆ‐ | |
30 | ρος μαθητῶν παντὸς ἀγαθοῦ εἴδησιν. Θαυμάζο‐ μεν δὲ καὶ τοὺς ἑβδομήκοντα, καὶ οἱονεὶ φοίνι‐ κας εἶναί φαμεν· εὐκάρδιον γὰρ τὸ φυτὸν, εὔ‐ καρπόν τε καὶ εὔριζον, καὶ ἀεὶ τοῖς ὕδασιν ἐντεθη‐ λός. | |
35 | Ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσω λύ‐ κων.—Μὴ βαστάζετε βαλάντιον, κ.τ.λ. (B f. 101) Προλέγει τοὺς διωγμοὺς, ἵνα ἐνέγκωσι τὴν πεῖραν. Καὶ πῶς ἂν περιγένοιτο πρόβατον λύ‐ κου; Ἐγὼ, φησὶ, συνέσομαι, καὶ συνασπιῶ, μετα‐ | |
40 | βάλλων τοὺς λύκους εἰς πρόβατα· οὐδὲν γάρ μου τῷ θελήματι ἀνθέστηκεν· καὶ τοῦτο ἡ πεῖρα ἔδειξεν ἐπὶ Παύλου· τὸν γὰρ παντὸς λύκου ἀπηνέστερον τοῖς πιστεύουσιν εἰς αὐτὸν, προβάτου πεποίηκεν ἡμερώ‐ τερον. (B f. 101) Οὐδὲ τὴν περὶ τοῦ σώματος ἔχειν | |
45 | φροντίδα ἐπιτρέπει, μὴ ὅτι περὶ τὰ ἔξω τοῦ σώμα‐ τος ἀσχολεῖσθαι, ὅπου μὴ δὲ ἐφοδίων φροντίσαι, μηδὲ ἐπικομίσασθαί τι τῶν οὐκ ἤδη περικειμένων τῷ σώ‐ | |
ματι, οἷον ὑποδήματα· ἀλλ’ ἐπ’ αὐτῷ πᾶσαν τίθεσθαι | ||
72.668 | τὴν φροντίδα. Ἀλλ’ οὐδὲ τῆς σπουδῆς παρελκυσμόν τινα παρῆκε προσδέξασθαι, μηδὲ ἄχρι τοῦ τῶν συν‐ τυγχανόντων ἀσπασμοῦ συγχωρήσας ἀφέλκεσθαι· ὃ καὶ πάλαι ὑπὸ Ἐλισσαίου ἐλέγετο τῷ ἀποσταλέντι, | |
5 | εὐθείᾳ ὁρμῇ ἐπὶ τὸ ἔργον χωρεῖν, καὶ μηδὲ εὐλο‐ γοῦντα ἀντευλογεῖν. Ζημία γὰρ τῆς σπουδῆς ἡ πρὸς ἑτέρους ἀπόνευσις· μηδὲ τοῦτο, φησὶν, ἐμπόδιον τοῦ κηρύγματος γένηται, ὁμιλίας ἐν μέσῳ παρεμπιπτού‐ σης, καὶ βραδύτητος προφάσει φιλίας. Μηδεμία οὖν | |
10 | διαβολικὴ κακουργία ὑμᾶς ἀποσπάσῃ. Ὑπέστρεψαν μετὰ χαρᾶς, κ.τ.λ. Ἐθεώρουν τὸν Σατανᾶν, κ.τ.λ. (B f. 102 b) Ἵνα γὰρ μὴ νομίζοιντο οἴκοθεν ἥκειν πρὸς τὸ κήρυγμα, ἐμαρτύρει ἡ δοθεῖσα αὐτοῖς τοῦ | |
15 | Πνεύματος χάρις· ἐπαγομένης γὰρ τῷ λόγῳ τῆς θεοσημείας, οὐδεὶς ἂν ἴσχυσεν κατ’ αὐτῶν συκοφαν‐ τίας τρόπος. Ἔχαιρον ὡς ἀξιωθέντες θαυματουργεῖν, καὶ ὑποτάσσειν τὰ δαιμόνια.—(B f. 103) Τὸ ὡς ἀστραπὴν πεσεῖν, δηλοῖ τὸ ἐξ ὕψους αὐτὸν κατ‐ | |
20 | ενεχθῆναι πρὸς γῆν, ἐκ δόξης εἰς ἀτιμίαν, ἐξ ἰσχύος εἰς ἀσθένειαν. Πρὸ μὲν γὰρ τῆς οἰκονομίας τοῦ Σω‐ τῆρος κατεκράτησε τῆς ὑπ’ οὐρανὸν, προσκυνηθεὶς σχεδὸν παρὰ πάντων· τότε δὲ πέπτωκεν ὡς ἀστραπὴ, ὁ πάντας ἔχων προσκυνητὰς τοὺς πεπλανημένους, | |
25 | καὶ ὑπὸ πόδας τέθειται τῶν προσκυνούντων· αὐτόν· τοῦτο γὰρ μηνύει τό· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων·» τοὺς δαί‐ μονας, ὄφεις καὶ σκορπίους καλῶν. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ Πνεύματι | |
30 | ὁ Ἰησοῦς, καὶ εἶπεν, κ.τ.λ. (A f. 137) Ἴδωμεν δὲ καὶ τοὺς λόγους, οὓς δι’ ἡμᾶς ὑπὲρ ἡμῶν Χριστὸς ἐποιήσατο πρὸς τὸν ἑαυτοῦ Πα‐ τέρα· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρα‐ νοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν | |
35 | καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις.» (B f. 103 b) Ἰδοὺ, φασὶν οἱ διεστραμμένοι τὸν νοῦν, χάριν ὁμολογεῖ τῷ Πατρί· πῶς οὖν οὐκ ἐλάττων αὐ‐ τοῦ; Καὶ τί τὸ κωλύον, ὦ βέλτιστοι, φαίη τις ἂν, τὸ ὁμοούσιον Υἱὸν ἀποδέχεσθαι, καὶ ἐπαινεῖν τὸν ἑαυ‐ | |
40 | τοῦ Πατέρα, σώζοντα δι’ αὐτοῦ τὴν ὑπ’ οὐρανόν; Εἰ δὲ νομίζεις διὰ τὴν ἐξομολόγησιν ἐλάττονα εἶναι, ἄκουσον τῶν ἑξῆς. Κύριον οὐρανοῦ καὶ γῆς τὸν ἑαυ‐ τοῦ καλεῖ Πατέρα· ὁ Υἱὸς δὲ τοῦ τῶν ὅλων κρατοῦν‐ τος Θεοῦ, πάντως που σὺν αὐτῷ δεσπόζει τῶν ὅλων, | |
45 | καὶ ἐπάνω πάντων ἐστὶν ὡς Θεὸς ἐκ Θεοῦ, καὶ τὴν | |
κατὰ πᾶν ὁτιοῦν ἰσότητα πρὸς αὐτὸν ἔχων οὐσιωδῶς. | ||
72.669 | (A f. 137 b. B f. 104) Ἡμῖν ἀπεκάλυψεν ὁ Θεὸς καὶ Πατὴρ τὸ πρὸ τῆς τοῦ κόσμου καταβολῆς κε‐ κρυμμένον καὶ σεσιγημένον παρ’ αὐτῷ μυστήριον· δῆλον δὲ, ὅτι τὸ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Μονο‐ | |
5 | γενοῦς, ὃ προεγνώσθη μὲν πρὸ καταβολῆς κόσμου, πεφανέρωται δὲ τοῖς ἐπὶ γῆς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Γράφει γοῦν ὁ μακάριος Παῦλος, ὅτι «Ἐμοὶ, τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων, ἐδόθη ἡ χάρις αὕτη, τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον | |
10 | τοῦ Χριστοῦ, καὶ φωτίσαι πάντας, τίς ἡ. οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι.» Οὐκοῦν ἐν τῇ τοῦ Πατρὸς γνώσει ἐκέκρυπτο καὶ πρὸ τῆς τοῦ κόσμου καταβο‐ λῆς, τὸ σεπτὸν καὶ μέγα τοῦ Σωτῆρος ἡμῶν μυστή‐ | |
15 | ριον· οὕτω καὶ ἡμεῖς προεγνώσθημεν καὶ προωρίσθη‐ μεν εἰς υἱοθεσίαν. Καὶ τοῦτο πάλιν ἡμᾶς ὁ σοφώτατος Παῦλος διδάξει γράφων· «Εὐλογητὸς ὁ Θεὸς καὶ Πα‐ τὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν ἐπουρανίοις | |
20 | ἐν Χριστῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐν ἀγάπῃ προορί‐ σας ἡμᾶς εἰς υἱοθεσίαν, διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐ‐ τόν.» Ἡμῖν οὖν ἄρα τοῖς νηπίοις τὸ κεκρυμμένον καὶ σεσιγημένον ἐκ τῶν αἰώνων μυστήριον ἀπεκά‐ | |
25 | λυψεν ὁ Πατήρ. Καί τοι πρὸ ἡμῶν πλεῖστοί τε ὅσοι καὶ ἀριθμοῦ κρείττονες ἦσαν κατὰ τόνδε τὸν βίον ἄνδρες τό γε ἧκον ἐν λόγοις σοφοί· ἀλλ’ ὡς ὁ Παῦλός φησιν, «Ἐματαιώθησαν ἐν διαλογισμοῖς αὐτῶν, καὶ ἐσκο‐ | |
30 | τίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀν‐ θρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπε‐ τῶν· ταύτης ἕνεκα τῆς αἰτίας, παρεδόθησαν εἰς | |
35 | ἀδόκιμον νοῦν, καὶ οὐκ ἐγνώρισεν αὐτοῖς τὸ μυστή‐ ριον.» Γέγραπται δὲ καὶ ἡμῖν· «Εἴ τις δοκεῖ ἐν τῷ κόσμῳ σοφὸς εἶναι, μωρὸς γενέσθω, ἵνα γένηται σο‐ φός· ἡ γὰρ τοῦ κόσμου τούτου σοφία, μωρία παρὰ τῷ Θεῷ ἐστιν.» Οὐκοῦν ἀληθὲς εἰπεῖν, ὅτι ὁ ψιλὴν | |
40 | καὶ μόνην ἔχων τὴν τοῦ κόσμου σοφίαν, μωρός ἐστι καὶ ἀσύνετος παρὰ Θεῷ· ὁ δὲ μωρὸς εἶναι δοκῶν παρὰ τοῖς τοῦ κόσμου σοφοῖς, ἔχων δὲ εἰς νοῦν καὶ καρδίαν τῆς ἀληθοῦς θεοπτίας τὸ φῶς, οὗτος σοφός ἐστιν παρὰ τῷ Θεῷ. Οὐκοῦν τοῖς δοκοῦσιν εἶναι μω‐ | |
45 | ροῖς, ἤγουν ἄκακον καὶ νηπιάζουσαν ἐπὶ κακίᾳ τὴν διά‐ νοιαν ἔχουσιν, ἀπεκάλυψεν ὁ Πατὴρ τὸν Υἱὸν, ἅτε δὴ καὶ προεγνωσμένοις καὶ προωρισμένοις εἰς υἱοθεσίαν. Οὐκ ἀπίθανον δὲ, ὥς γε οἶμαι, κἀκεῖνο τούτοις | |
ἐπενεγκεῖν. Οἱ Γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, καὶ | ||
72.672 | οἱ τῶν Ἰουδαϊκῶν κρατοῦντες ταγμάτων, νομομα‐ θείας δόκησιν ἔχοντες, ἐνομίζοντό τινες εἶναι σοφοί· ἀλλ’ οὐκ ὄντες τοιοῦτοι κατὰ τὸ ἀληθὲς, δι’ αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων. Καὶ γοῦν ὁ προφήτης | |
5 | Ἱερεμίας οὕτω πού φησι πρὸς αὐτούς· «Πῶς ἐρεῖτε ὡς Σοφοί ἐσμεν ἡμεῖς, καὶ λόγος Κυρίου μεθ’ ἡμῶν ἐστιν; Εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμμα‐ τεῦσιν· ᾐσχύνθησαν σοφοὶ, ἐπτοήθησαν, καὶ ἑάλω‐ σαν· σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν λόγον Κυρίου | |
10 | ἀπεδοκίμασαν;» Ἐπειδὴ δὲ ἀπεδοκίμασαν αὐτοὶ τοῦ Σωτῆρος τὸν λόγον, τουτέστι τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, ἤγουν τὸν τοῦ Θεοῦ καὶ Πατρὸς Λόγον, τὸν δι’ ἡμᾶς γενόμενον ἄνθρωπον, αὐτοὶ γε‐ γόνασιν ἀδόκιμοι· ἔφη οὖν Ἱερεμίας περὶ αὐτῶν· | |
15 | «Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος·» Κέκρυπται καὶ ἀπὸ τούτων τὸ Χριστοῦ μυστήριον· καὶ γοῦν ἔφη που τοῖς ἑαυτοῦ μαθηταῖς ὁ Κύριος περὶ αὐτῶν· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας | |
20 | τῶν οὐρανῶν· ἐκείνοις δὲ οὐ δέδοται.» Ὑμῖν δὲ τίσι; Τοῖς πιστεύσασι δηλονότι, τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ, τοῖς τὸν νόμον νοοῦσι πνευματικῶς, τούτοις εὐδόκησεν ὁ Πατὴρ ἀποκαλύψαι τὸν ἴδιον Υἱόν. Πάντα παρεδόθη μοι ὑπὸ τοῦ Πατρός μου. | |
25 | (A f. 139, B f. 104) Ἐμφανίζει γοῦν πάλιν ἡμῖν τὴν ἑαυτοῦ δόξαν, καὶ τῆς θεοπρεποῦς ὑπεροχῆς τὸ ἀξίωμα, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ εὐτεχ‐ νὲς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· ὅση τε γέγο‐ νεν ἐντεῦθεν ἡ ὄνησις, τοῖς ἐπὶ τῆς γῆς καθίστησιν | |
30 | ἐναργές· «Πάντα μοι, φησὶ, παρεδόθη ὑπὸ τοῦ Πατρός μου.» Ἦν μὲν γὰρ καὶ ἔστιν οὐρανοῦ τε καὶ γῆς Κύριος, καὶ σύνθρονος τῷ Πατρὶ, καὶ συγ‐ κατάρχων αὐτῷ τῶν ὅλων. Ἐπειδὴ καὶ καθεὶς ἑαυ‐ τὸν ἐν τοῖς καθ’ ἡμᾶς κεχρημάτικεν ἄνθρωπος, δια‐ | |
35 | λέγεται πάλιν οὐκ ἀπεικότως τῇ μετὰ σαρκὸς οἰκο‐ νομίᾳ, καὶ τὰς πρεπούσας τοῖς τῆς κενώσεως μέτροις οὐ παραιτεῖται φωνὰς, ἵνα πιστεύηται γεγονὼς καθ’ ἡμᾶς, καὶ τὴν ἡμῶν φορέσας πτωχείαν. Ὁ τοίνυν οὐρανοῦ τε καὶ γῆς, καὶ συλλήβδην τῶν ὅλων Κύριος, | |
40 | ἑαυτῷ πάντα παραδεδόσθαι φησὶν ὑπὸ τοῦ Πατρός· κεκυρίευκε γὰρ τῆς ὑπ’ οὐρανόν. Ἀλλὰ τοῦτο εἰπὼν, ἄνεισιν εὐθὺς εἰς τὴν ἑαυτοῦ δόξαν καὶ ὑπεροχήν· καὶ διαδείκνυσι κατ’ οὐδένα τρόπον, τοῦ ἰδίου Πα‐ τρὸς ἑαυτὸν ἡττώμενον· τί γὰρ ἔφη πρὸς ἐκεῖνον; | |
45 | Καὶ οὐδεὶς γινώσκει τὴν τοῦ Πατρὸς φύσιν ἀδι‐ δάκτως, φησὶν, εἰ μὴ ὁ Υἱός· οὐδὲ τὸν ὁμοούσιον αὐτῷ Υἱὸν εἶδέ τις, εἰ μὴ ὁ Πατήρ· ὅσοι δι’ ἀποκα‐ λύψεως ἔγνωσαν τὸν Θεὸν, οὗτοι οὐ τί ἐστιν ἔγνωσαν, ἀλλ’ ὅτι ἔστιν.—(A f. 139 b, B f. 104 b) Οἱ τοί‐ | |
72.672(50) | νυν τὰς πρώτας λέξεις, τὰς λεγούσας, «Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρὸς, εἰς ὕφεσιν ἐκλαμβάνοντες τοῦ Υἱοῦ, μανθανέτωσαν διὰ τῶν ἐφεξῆς τὴν κατὰ πᾶν ὁτιοῦν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἀπαραλλα‐ ξίαν. Πῶς γὰρ οὐδενὸς εἰδότος, καθά φησι, τὸν Υἱὸν, | |
55 | εἰ μὴ μόνου τοῦ Πατρὸς, αὐτοὶ τετολμήκατε φρονεῖν καὶ λέγειν, ὅτι ἐλάττων ἐστὶν αὐτοῦ, ὡς ἀκριβῶς εἰ‐ | |
δότες αὐτόν; Ὃν γὰρ μόνος εἶδεν ὁ Πατὴρ, ὑπὲρ | ||
72.673 | πάντα νοῦν ἐστι καὶ λόγον, καθὰ καὶ αὐτὸς ὁ Πατὴρ ὑπὸ μόνου γινωσκόμενος τοῦ ἰδίου γεννήματος· μόνη γὰρ οἶδεν ἑαυτὴν ἡ ἁγία καὶ ὁμοούσιος Τριὰς, ἡ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ λόγου· ἀποκαλύπτει δὲ | |
5 | ἡμῖν ὁ Υἱὸς διὰ τοῦ ἁγίου Πνεύματος, ὥς φησι Παῦλος· «Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύ‐ ματος αὐτοῦ.» Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς, κατ’ ἰδίαν εἶπε· Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέ‐ πετε. | |
10 | (A f. 140) Τὰ τῶν πραγμάτων ἀποῤῥητότερα, τοῖς ἀναγκαίοις μάλιστα τῶν ἐπιτηδείων, ἀνακοινοῦσθαι χρὴ, καὶ οὐχὶ τοῖς τυχοῦσιν ἁπλῶς. Φίλοι δὲ αὐτοῦ μαθητείας ἠξιωμένοι, καὶ πεφωτισμένον ἔχοντες τῆς καρδίας τὸν ὀφθαλμὸν, καὶ τὸ οὖς ἕτοιμον εἰς ὑπ‐ | |
15 | ακοήν. Καὶ γοῦν ἔφη ποτὲ πρὸς τοὺς ἁγίους ἀποστό‐ λους· «Οὐκέτι λέγω ὑμᾶς δούλους, ὑμεῖς φίλοι μού ἐστε· ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ Κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν.» Τούτοις καὶ τὰ | |
20 | προγεγραμμένα φησὶν οἰκονομικώτατα στραφεὶς πρὸς αὐτοὺς, τουτέστιν ἐν ἀποστροφῇ ποιησάμενος τοὺς μήτε ὁρᾷν μήτε ἀκούειν ἐθέλοντας, ἀνηκόους δὲ ὄντας, καὶ τυφλὸν ἔχοντας ἐν ἑαυτοῖς τὸν νοῦν, ὅλον ἑαυτὸν ἐχαρίζετο τοῖς ἀγαπῶσιν αὐτόν· καὶ εἰς | |
25 | αὐτοὺς ἀφορῶν, μακαρίους ἔφη τοὺς ὀφθαλμοὺς τοὺς ὁρῶντας ἤγουν ὀψομένους ἃ πρὸ τῶν ἄλλων αὐτοὶ καὶ πρῶτοι τεθέανται. Πεποίηται μὲν οὖν ὁ ἐπὶ τού‐ τοις λόγος, ὡς ἀπό γε τῆς παρὰ πᾶσι καὶ κοινῆς συν‐ ηθείας· πλὴν ἐκεῖνο ἡμᾶς ἐξεπίστασθαι χρή· τὸ γὰρ | |
30 | βλέπειν ἐν τούτοις, οὐκ ἐνεργείας τῆς δι’ ὀμμάτων σωματικῶν εἰσκομίζει δήλωσιν, ἀπολαύσεως δὲ μᾶλ‐ λον τῶν δι’ αὐτοῦ τοῖς εὐσεβέσι δεδωρημένων· οἷον, ὡς εἴ τις λέγοι· Ὁ δεῖνα τυχὸν καιροὺς εἶδε καλοὺς, ἀντὶ τοῦ, Ἐν ἀπολαύσει γέγονε καιρῶν ἀγαθῶν. Καὶ | |
35 | τό· «Ἴδοις δὲ τὰ ἀγαθὰ Ἱερουσαλὴμ,» ἐν ψαλμοῖς εἰρημένον, οὕτω νοήσεις, ἀντὶ τοῦ, Γένοιτό σοι με‐ τασχεῖν τῶν ἀγαθῶν τῆς Ἱερουσαλὴμ, τῆς ἄνω δη‐ λονότι καὶ ἐν οὐρανοῖς. Ὅτι γὰρ οὐχ’ οἱ γεγονότες θεωροὶ τῆς διὰ Χριστοῦ θεοσημείας, εἶεν ἂν μακά‐ | |
40 | ριοι πάντη τε καὶ πάντως, πῶς ἔστιν ἀμφιβάλλειν; Πλεῖστοι μὲν γὰρ Ἰουδαῖοι τεθέανται θεοπρεπῶς ἐνεργοῦντα Χριστόν· ἀλλ’ οὐχ ἅπασιν ἂν πρέποι τὸ μακαρίζεσθαι· πεπιστεύκασι γὰρ οὐδαμῶς, ἀλλ’ οὐδὲ τεθέανται τὴν δόξαν αὐτοῦ τοῖς τῆς διανοίας ὄμμα‐ σιν. | |
45 | Ἀλλὰ γὰρ τίνα τρόπον ἐμακαρίσθησαν ἡμῶν οἱ ὀφθαλμοί; Τί δὲ ἄρα τεθεαμένοι; Εἴδομεν τὸν ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸν Λόγον, δι’ ἡμᾶς γενόμενον ἄνθρωπον· τὸν ὁμόθρονον τῷ Πατρὶ, μεθ’ ἡμῶν, ἤγουν ἐν εἴδει τῷ καθ’ ἡμᾶς, ἵν’ ἡμᾶς ἑαυτῷ | |
72.673(50) | συμμόρφους ἀποτελέσῃ, δι’ ἁγιασμοῦ καὶ δικαιοσύ‐ νης, ἐγχαράττων ἡμῖν τὸ τῆς ἑαυτοῦ θεότητος κάλ‐ λος, νοητῶς δηλονότι καὶ πνευματικῶς. Καὶ τούτου μάρτυς ὁ Παῦλος, οὕτω γεγραφώς· «Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτω φορέσομεν | |
55 | καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου·» χοϊκὸν κενὸν ἄν‐ θρωπον εἶναι λέγων, τὸν πρωτόπλαστον Ἀδάμ· ἐπου‐ | |
ράνιον δὲ, τὸν ἄνωθεν καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς | ||
72.676 | ἐλλάμψαντα Λόγον. Εἶτα γενόμενος ὡς ἔφην, ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς ὁ κατὰ φύσιν Υἱὸς ἔλαβε δούλου μορφὴν, ἵν’ ἡμᾶς τοὺς ἐν ζυγῷ δουλείας κα‐ τεσφιγμένους, φύσει γὰρ δοῦλόν ἐστι τὸ ποιηθὲν, | |
5 | ἐλευθέρους ἀποφήνῃ, τὰ αὐτοῦ κερδαίνοντας· ὠνο‐ μάσμεθα γὰρ υἱοὶ δι’ αὐτόν τε καὶ σὺν αὐτῷ· συν‐ επτώχευσεν ἡμῖν πλούσιος ὢν, ἵνα τὴν ἀνθρώπου φύσιν εἰς τὸν ἴδιον ἀγάγῃ πλοῦτον· ἐγεύσατο θανάτου διὰ ξύλου καὶ σταυροῦ, ἵν’ ἐκ μέσου ποιήσῃ τὴν διὰ | |
10 | ξύλου παράβασιν, καὶ τὰ ἐπ’ αὐτοῖς δὴ τούτοις αἰτιά‐ ματα καταλύσῃ, καὶ τῆς καθ’ ἡμῶν τυραννίδος ἀπο‐ στήσῃ τὸν θάνατον· εἴδομεν πεσόντα τὸν Σατανᾶν· ἐν ταπεινώσει, τὸν ἀλαζόνα· ἄτιμον, τὸν ποτὲ προσκυ‐ νούμενον· τὸν ἐν ὑπολήψει θεότητος, ὑπὸ πόδας | |
15 | ἁγίων· ἔλαβον γὰρ ἐξουσίαν πνεύμασιν ἀκαθάρτοις ἐπιτιμᾷν. Ἀξίωμα δὲ τοῦτο πάμμεγα καὶ ὑπὲρ ἀνθρώπου φύσιν καὶ μόνῳ πρέπον τῷ πάντων ἐπέκεινα Θεῷ· ἀρχὴ δὲ τούτου γέγονεν ἡμῖν, ἐν ἀνθρωπείᾳ μορφῇ | |
20 | πεφηνὼς ὁ Λόγος· καὶ γοῦν ἐπέπληττε μὲν τοῖς ἀκα‐ θάρτοις πνεύμασιν. Ἔφασκον δὲ οἱ τάλανες Ἰου‐ δαῖοι, ὅτι «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.» Πρὸς ταύ‐ τας αὐτῶν τὰς ἀνοσίους φωνὰς ὑπήντα λέγων ὁ | |
25 | Κύριος· «Εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαι‐ μόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; Εἰ δ’ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Εἰ γὰρ ἐγὼ, φησὶν, ἄνθρωπος καθ’ ὑμᾶς γεγονὼς, ἔχω οὕτως τῆς θεο‐ | |
30 | πρεποῦς ἐξουσίας τὴν ἐνέργειαν, ἐφ’ ὑμᾶς κατέβη τὸ οὕτω μέγα καὶ ἐξαίρετον ἀγαθόν· εὐδοκιμεῖ γὰρ, φησὶ, ἡ ἀνθρώπου φύσις ἐν ἐμοὶ πατοῦσα τὸν Σα‐ τανᾶν· οὐκοῦν ἐφ’ ἡμᾶς ἔφθασεν ἡ βασιλεία τοῦ Θεοῦ, τοῦ καθ’ ἡμᾶς γεγονότος Λόγου καὶ μετὰ | |
35 | σαρκὸς ἐνεργοῦντος τὰ θεοπρεπῆ· ἐν τούτοις ὄντας ἑαυτοὺς τεθεάμεθα· καὶ μακάριοι γεγόνασιν ἡμῶν οἱ ὀφθαλμοί· ἠκούσαμεν αὐτοῦ τῆς ἀῤῥήτου μυσταγω‐ γίας· ἐδίδαξεν ἡμᾶς τὰ περὶ τοῦ Θεοῦ καὶ Πατρός· ἔδειξεν ἡμῖν αὐτὸν ἐν ἰδίᾳ φύσει· ἐμφανῆ κατέστησε | |
40 | τῶν διὰ Μωϋσέως τύπων τὴν ἀλήθειαν. Ταῦτα πολλοὶ τῶν προφητῶν ἐπεθύμησαν ἰδεῖν, πλεῖστοι δὲ καὶ βασιλεῖς· καὶ γοῦν εὑρήσομεν ποτὲ μὲν λέγοντας· «Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτή‐ ριόν σου δῴης ἡμῖν·» ἔλεος γὰρ σωτήριον ὀνομά‐ | |
45 | ζουσι τὸν Υἱόν· ποτὲ δὲ πάλιν· «Μνήσθητι ἡμῶν. Κύριε, ἐπὶ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου· τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν εὐφροσύνῃ, μετὰ τοῦ ἔθνους σου.» Ἔθνος δὲ ποῖόν ἐστι τὸ ἐξειλεγμέ‐ | |
72.676(50) | νον ἐν Χριστῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐξηγή‐ σεται λέγων ὁ σοφώτατος Πέτρος πρὸς τοὺς διὰ πίστεως εὐδοκιμηκότας· «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περι‐ | |
ποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς.» | ||
72.677 | Ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν, κ.τ.λ. (E f. 170) Καιρὸν μὲν ἐκεῖνόν φησι καθ’ ὃν ὁ Σω‐ τὴρ τὰς διατριβὰς ἐπὶ τῆς γῆς ἐποιεῖτο, ὁ πανταχοῦ | |
5 | παρὼν, καὶ τῶν πατρικῶν μὴ ἐξιστάμενος.—(A f. 141) Νομικὸν δὲ ἐν τούτοις φησὶν ὁ εὐαγγελιστὴς, τὸν νομοΐστορα, κατά γε τὴν παρὰ Ἰουδαίων συν‐ ήθειαν, ἤγουν τὸν οἰόμενον εἰδέναι τὸν νόμον, οὐ μὴν ἔτι καὶ εἰδότα κατὰ ἀλήθειαν. Οὗτος ἐνόμισε συναρ‐ | |
10 | πάσαι Χριστόν· καὶ ἐπί τισιν, ἐρῶ. Λογοποιοί τινες ἀθυροστομεῖν εἰωθότες, ἅπασαν περιεφοίτων τὴν τῶν Ἰουδαίων χώραν, καὶ αὐτὴν δὲ τὴν Ἱερουσα‐ λὴμ, κατηγοροῦντες Χριστοῦ, καὶ φάσκοντες, ὅτι τὴν μὲν διὰ τοῦ Μωϋσέως ἐντολὴν ἀνόνητον εἶναί | |
15 | φησι, καινὰ δὲ αὐτὸς εἰσφέρει διδάγματα· ἦσαν δὲ τῶν πιστευσάντων ἤδη τινὲς, οἳ τοῖς παρ’ ἐκείνων ἀντέπραττον λόγοις, ἀποδεχόμενοι πανταχοῦ τὸ εὐαγ‐ γελικὸν σωτήριον κήρυγμα. Ἐθελήσας τοίνυν ὁ νομι‐ κὸς, ἤγουν οἰηθεὶς δύνασθαι παγιδεῦσαι Χριστὸν εἰς τὸ | |
20 | λαλῆσαί τι κατὰ Μωϋσέως, ἤγουν τῆς δι’ αὐτοῦ λαλη‐ θείσης ἐντολῆς, κρείττονα τὴν παρ’ ἑαυτοῦ διδασκα‐ λίαν εἰπεῖν, πρόσεισι πειράζων αὐτὸν καὶ λέγων· «Τί ποιήσας, ζωὴν αἰώνιον κληρονομήσω.» Μεθ’ ὑποκρί‐ σεως πρόεισι, καὶ γνώμης ἐπιπλάστου καὶ τιμᾷν ὑπο‐ | |
25 | κρινόμενος, διδάσκαλον ὀνομάζει, ὡς ἂν διὰ τῆς χρηστο‐ λογίας ἡ ἐν αὐτῷ κεκρυμμένη διαλάθῃ πεῖρα· ἀλλ’ εἶ‐ πεν ἄν τις αὐτῷ τῶν εὖ εἰδότων τῆς μετὰ σαρκὸς οἰκο‐ νομίας τὸ μυστήριον· Εἰ νόμον ἠπίστασο, καὶ τῆς ἐν αὐτῷ κεκρυμμένης θεωρίας τὴν δύναμιν, οὐκ ἂν ἠγνό‐ | |
30 | ησας ὃν πειράζειν ἐπεχείρεις, εἰδότα τὰ κεκρυμμένα, καὶ καθορᾷν ἰσχύοντα τὰς τῶν προσιόντων αὐτῷ καρ‐ δίας. Διδάσκαλον ἀποκαλεῖς, μανθάνειν οὐκ ἀνεχό‐ μενος· ὑποκρίνῃ τιμᾷν, συναρπάσαι προσδοκῶν. Ἄθρει δέ μοι πάλιν τὸ κακόηθες εἰς λόγους τοῦ νο‐ | |
35 | μικοῦ· ἐξῆν μὲν γὰρ εἰπεῖν· Τί ποιήσας, σωθή‐ σομαι, ἤγουν ἀρέσω Θεῷ, καὶ τὸν παρ’ αὐτοῦ λήψο‐ μαι μισθόν; Ἀλλ’ ἐκεῖνα μὲν ἀφίησι· κέχρηται δὲ μᾶλλον ταῖς τοῦ Σωτῆρος φωναῖς, τῆς ἑαυτοῦ κεφα‐ λῆς καταχέων τὸν γέλωτα. Ἐπειδὴ γὰρ ἔθος ἦν | |
40 | τῷ πάντων Σωτῆρι Χριστῷ περὶ ζωῆς αἰωνίου δια‐ λέγεσθαι συχνῶς τοῖς προσιοῦσιν αὐτῷ, διαλεγόμενος ὡς ἔφην ὁ περίαυτος νομικὸς, ταῖς αὐτοῦ κέχρησαι φωναῖς. Ἀλλ’ εἴπερ ἦσθα φιλομαθὴς ἀληθῶς, ὦ νο‐ μικὲ, ἤκουσας ἂν παρ’ αὐτοῦ τὰ εἰς ζωὴν ἀποφέ‐ | |
45 | ροντα τὴν αἰώνιον· ἐπεὶ δὲ πειράζεις κακούργως, οὐδὲν ἕτερον ἀκούσῃ, πλὴν ὅτι μόνον τὰ διὰ Μωϋσέως τοῖς πάλαι τεθεσπισμένα· ἅπερ προδήλως οὐδὲ τὴν αἰώνιον εἶχε ζωὴν ἀντιμισθίαν, ἀλλὰ τὴν ἐνταῦθα δεδομένην, τῶν τε κακῶν ἀπαλλαγὴν, καὶ τῶν χρη‐ | |
72.677(50) | στοτέρων ἀντίδοσιν. «Ἐὰν γὰρ θέλητε καὶ εἰσακούσητέ μου, φησὶ, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται.» Εἶπε δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης, κ.τ.λ. (A f. 143, B f. 106, E f. 177) Πλὴν ἀπαγγείλαντος | |
τοῦ νομικοῦ τὰ ἐγκείμενα τῷ νόμῳ, κολάζων αὐτοῦ | ||
72.680 | τὴν πονηρίαν, καὶ τὸ δύστροπον ἐλέγχων φρόνημα Χριστὸς ὁ πάντα εἰδώς· «Ὀρθῶς ἀπεκρίθης, φησί· τοῦτο ποίει καὶ ζήσῃ.» Ἐκπέπτωκε τῆς θήρας ὁ νομικὸς, ἐῤῥάγη τῆς ἀπάτης τὸ λῖνον· οὐκοῦν ἐπι‐ | |
5 | φωνῶμεν αὐτῷ τὸ διὰ τῆς Ἱερεμίου φωνῆς· «Ἠγρεύ‐ θης καὶ ἐλήφθης.»—(A f. 143 b, E f. 178) Ἀπο‐ τυχὼν τῆς θήρας, ἐκκεκύλισται πρὸς φιλοδοξίαν· ἐξ ἀπάτης εἰς ὑπεροψίαν· ἀλλήλαις ὥσπερ αὐτὸν αἱ κακίαι κιχρῶσιν. Ἠρώτησε γὰρ οὐ μαθεῖν θέλων, | |
10 | ἀλλ’ ᾗ, φησὶν ὁ εὐαγγελιστὴς, θέλων ἑαυτὸν δικαιῶ‐ σαι. Ἄθρει δὲ ὅπως ἐκ φιλαυτίας τε ὁμοῦ καὶ ὑπερ‐ οψίας, ἀναίδην ἀνεφώνει· «Καὶ τίς ἐστί μου πλη‐ σίον;» Τίς ἐστιν οὗτος, φησὶν, ἵνα τοῦτον ὡς ἐμαυτὸν ἀγαπήσω; Ὑπερέχω πάντων· εἰμὶ νομικός· κρίνω | |
15 | πάντας, οὐ κρίνομαι παρά τινος· δικάζω, καὶ οὐ δικάζομαι· πάντων διαφέρω· πάντων κρείττων τυγχάνω· πᾶσιν ἐπιτάττω· πάντες μου χρῄζουσιν, ἐγὼ δὲ χρῄζω οὐδενός· τίς μου ἄρα ἐστὶ πλησίον, ἵνα τοῦτον ὡς ἐμαυτὸν ἀγαπήσω; Οὐδεὶς αὖ, νομικὲ, | |
20 | κατὰ σέ; Πάντων ἐπέκεινα σαυτὸν ἀποφέρεις; Κατ‐ ένεγκε τὴν ὀφρύν· μέμνησο τοῦ λέγοντος παροιμια‐ στοῦ· «Οἱ δὲ ἑαυτοῖς ἐπιγνώμονες, σοφοί.» Ὄντως ἐν τούτοις ἡ τῆς ζωῆς δύναμις ἐν τῷ ἀγαπᾷν τὸν Θεὸν καὶ πλησίον, οὐκ ἀλλαττομένοις ὑφ’ ἡμῶν, ἀλλ’ | |
25 | ἐπιτεινομένοις ὑπὲρ τὰ μέτρα τὰ Ἰουδαϊκὰ, καὶ τῆς ἐπιτάσεως ἐμπεριεχομένης δυνάμει τοῖς εἰρημένοις ἐπιτάγμασι. Τὸ γὰρ ἐξ ὅλης καρδίας, καὶ ψυχῆς, καὶ ἰσχύος τὸν Θεὸν ἀγαπᾶν, ὑπεξαίρει τὴν πρὸς χρήματα, τὴν πρὸς ἡδονὴν, τὴν πρὸς κενὴν δόξαν | |
30 | ἀγάπην· ἐξάγει κοσμικῆς διαθέσεως, ἐκλεκτὸν ἀπὸ κόσμου καθίστησι, συνάπτει Χριστῷ, καὶ τὸ ὅλον εἴπειν, Χριστιανὸν ἐξ Ἰουδαίου ποιεῖ. Ἥ τε πρὸς τὸν πλησίον ἀγάπη καλῶς νοουμένη, ὅταν μὴ πρὸς τὸ ὁμοεθνὲς ᾖ μόνον, ἀλλὰ πρὸς πᾶν τὸ ὁμογενὲς, | |
35 | ἀκόλουθος τῇ πρὸς Θεὸν ἀγάπῃ καθίσταται· προσ‐ λαμβάνουσα καὶ τὸ κατὰ μίμησιν Χριστοῦ, τὸ μὴ μόνον ὡς ἑαυτὸν, ἀλλὰ καὶ ὑπὲρ ἑαυτόν· ὥστε θεῖναι τὴν ψυχὴν ὑπὲρ τῶν φίλων· ὅπερ ὁ Κύριος πεποίη‐ κεν. Ἐπαινεθεὶς μέν τοι ὑπὸ τοῦ Σωτῆρος ὁ νομικὸς, | |
40 | ὡς καλὴν τὴν ἀπόκρισιν ἐποιήσατο, τὴν ἀλαζονείαν ἐξέῤῥηξεν· οὐδένα εἶναι πλησίον ἑαυτοῦ τιθέμενος, ὡς οὐδενὸς ὄντος αὐτῷ κατὰ τὴν δικαιοσύνην ἐφα‐ μίλλου. Τοιαῦτα δὲ φρονῶν οἷα ἐκεῖνος ὁ Φαρισαῖος, ὁ λέγων· «Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων·» | |
45 | οὐκ εἰδὼς ὡς τοῦτο διαφθείρει τὴν δικαιοσύνην, τὸ μὴ ἐξ ἀγάπης ὃ πράττει ποιεῖν. Ἐνδεὴς οὖν καὶ οὗ‐ τος τῆς ἀγάπης ἁλίσκεται· πάντως μὲν καὶ τῆς πρὸς Θεὸν, οὐ μὴν ἀλλὰ καὶ τῆς γε πρὸς τὸν πλησίον, ἐμφανῶς, ὅπου οὐδὲ εἶναί τινα πλησίον ἑαυτοῦ λογί‐ | |
72.680(50) | ζεται· δῆλον δὲ ὅτι τὸν ἀδελφὸν οὐκ ἀγαπῶν ὃν ἑώ‐ ρακεν, οὐ δύναται Θεὸν ἀγαπᾷν ὃν οὐχ ἑώρακεν. Ἄνθρωπός τις κατέβαινεν, κ.τ.λ. (E f. 179) Ὅρα δὲ πῶς δείκνυσιν τὸν πλησίον ὁ | |
Σωτὴρ τίς ἐστιν, οὐ γένει διορίζων, οὐκ ἀρετῇ δο‐ | ||
72.681 | κιμάζων ἀλλὰ τῇ φύσει συνάπτων, διηγούμενος περὶ τοῦ δεινὰ πεπονθότος ὑπὸ λῃστῶν, ᾧ φιλανθρωπία παρὰ παντὸς ἀνθρώπου προσήκει, τοῦτο τῆς φύσεως αὐτῆς ἀπαιτούσης. Συνεπιδείκνυται δὲ ἐν τῇ πα‐ | |
5 | ραβολῇ καὶ τοῦτο, ὅτι μᾶλλον εὑρίσκει τὸν κατὰ φύσιν πλησίον ὁ μὴ τετυφωμένος, ἤπερ ὁ τετυφω‐ μένος· Σαμαρείτης γὰρ ὑπὲρ ἱερέα καὶ Λευίτην· ὅτι οἱ μὲν κείμενον ἡμιθνῆτα καὶ ἐν ἐσχάτοις ὄντα κακοῖς, ἀντιπαρῆλθον, οὐδὲν ἐπ’ αὐτῷ πεπονθότες | |
10 | ἀνθρώπινον, οὐ τὸ ἐξ ἀγάπης ἔλαιον ἐπιστάξαντες, ἀσυμπαθὲς δὲ μᾶλλον καὶ ἀπηνὲς ἐσχηκότες τὸ φρόνημα. Ὅ γε μὴν ἀλλογενὴς καὶ τελῶν ἐν Σαμα‐ ρείταις πεπλήρωκε τῆς ἀγάπης τὸν νόμον. Ἄκουε γοῦν καὶ τῆς παραβολῆς. Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς, | |
15 | κ.τ.λ. Ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, κ.τ.λ. (A f. 144, B f. 106 b, E f. 180 b) Ἄλλως δὲ, ἐπειδὴ, κατὰ τὸ γεγραμμένον, «Ἄνθρωπος ἐν τιμῇ ὢν | |
20 | οὐ συνῆκεν, ἀλλὰ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς,» καὶ πᾶσαν μὲν ἐπιθυ‐ μίαν βοσκηματώδη καὶ ἀκόλαστον κατηῤῥώστησεν· ἀπαρχὴ γενόμενος τοῦ γένους ἡμῶν ὁ Χριστὸς, ὁ μὴ εἰδὼς ἁμαρτίαν, ἐν ἑαυτῷ πρῶτον ἔδειξε τούτων τῶν | |
25 | κτηνωδῶν παθῶν ὑπεραναβάντας ἡμᾶς· αὐτὸς γὰρ τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβά‐ στασε. Διὰ τοῦτο εἶπεν, ὅτι τὸν τυχόντα τῆς θερα‐ πείας ἐπὶ τὸ ἴδιον ὑποζύγιον ἀνεβίβασεν· ἐν ἑαυτῷ γὰρ ἡμᾶς ἔφερεν, ὅτι ἐσμὲν μέλη τοῦ σώματος | |
30 | αὐτοῦ. Ἀλλὰ μὴν καὶ εἰς πανδοχεῖον ἀπήγαγε· πανδοχεῖον δὲ τὴν Ἐκκλησίαν καλεῖ, τὴν πάντων γενομένην δεκτικὴν καὶ χωρητικήν. Οὐκέτι γὰρ κατὰ τὸ στενὸν τῆς νομικῆς σκιᾶς καὶ τῆς ἐν τύποις λα‐ τρείας ἀκούσομεν· «Οὐκ εἰσελεύσεται Ἀμμανίτης | |
35 | καὶ Μωαβίτης εἰς ἐκκλησίαν Θεοῦ·» ἀλλά· «Πο‐ ρευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.» Καί· «Ἐν παντὶ ἔθνει ὁ φοβούμενος τὸν Κύριον καὶ ἐργαζό‐ μενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι.» Καὶ ἀπαγα‐ γὼν, μείζονος ἐπιμελείας ἠξίωσε. Καὶ γὰρ τῆς Ἐκ‐ | |
40 | κλησίας συλλεγείσης ἐκ τῶν τῇ πολυθεΐᾳ νενεκρω‐ μένων ἐθνῶν, αὐτὸς ἦν ὁ Χριστὸς ἐν αὐτῇ, κατὰ τὸ γεγραμμένον, οἰκῶν καὶ ἐμπεριπατῶν, καὶ πᾶσαν πνευματικὴν δωρούμενος χάριν. Ὅθεν καὶ τῷ προ‐ εστῶτι τοῦ πανδοχείου (νοηθείη δ’ ἂν οὗτος τύπον | |
45 | ἐπέχειν τῶν ἀποστόλων καὶ τῶν μετ’ αὐτοὺς ποιμέ‐ νων καὶ διδασκάλων) εἰς οὐρανοὺς ἀνιὼν ἔδωκε δύο δηνάρια, προνοεῖν ἐπιμελῶς τοῦ ἠῤῥωστηκότος. Καὶ προσθεὶς, ὡς Ἐάν τι προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Δύο δηνάρια, τὰς δύο | |
72.681(50) | Διαθήκας φησὶ, τήν τε διὰ τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν, τήν τε διὰ τῶν Εὐαγγελίων δοθεῖσαν καὶ τῶν ἀποστολικῶν διατάξεων· καὶ ἀμφοτέρας ἑνὸς οὔσας Θεοῦ, καὶ μίαν εἰκόνα τοῦ ἄνω καὶ ἑνὸς βασιλέως φερούσας, ὡς τὰ δηνάρια, καὶ τὸν αὐτὸν | |
55 | μὲν χαρακτῆρα ταῖς καρδίαις ἡμῶν διὰ τῶν ἱερῶν λογίων ἐνσφραγιζομένας καὶ ἐντυπούσας, ἐπείπερ | |
καὶ ἓν αὐτὰς καὶ τὸ αὐτὸ Πνεῦμα λελάληκεν. Ἐῤ‐ | ||
72.684 | ῥέτω γὰρ Μάνης, καὶ πρὸ αὐτοῦ Μαρκίων, οἱ ἀθεώ‐ τατοι, διαφόροις θεοῖς ταύτας μερίζοντες· ἑνὸς γὰρ βασιλέως ἐστὶ τὰ δύο δηνάρια, καὶ κατὰ ταὐτὸν καὶ ὁμοτίμως δοθέντα τῷ προεστῶτι τοῦ πανδοχείου | |
5 | παρὰ Χριστοῦ· ἃ δὴ καὶ λαβόντες οἱ τῶν ἁγιωτά‐ των ἐκκλησιῶν ποιμένες, καὶ μετὰ πόνων καὶ ἱδρώ‐ των ταῖς διδασκαλίαις πλατύναντες, καὶ οἴκοθεν προσδαπανήσαντες, καὶ διὰ τῆς δαπάνης μᾶλλον αὐξήσαντες (τοιοῦτον γὰρ τὸ νοητὸν ἀργύριον ἐξ ὧν | |
10 | δαπανᾶται, μὴ μειούμενον ἀλλ’ αὐξόμενον, ὅπερ ὁ τῆς διδασκαλίας λόγος ἐστὶν), ἐπανερχομένῳ τῷ Δε‐ σπότῃ κατὰ τὴν τελευταίαν ἡμέραν, ἐροῦσιν ἕκα‐ στος· Κύριε, δύο δηνάρια δέδωκάς μοι· ἰδοὺ προσ‐ δαπανήσας οἴκοθεν, ἕτερα δύο κεκέρδηκα, δι’ ὧν τὸ ποίμνιον ηὔξησα. Καὶ ἀποκριθεὶς ἐρεῖ· «Εὖ, δοῦλε | |
15 | ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Τίς οὖν τούτων τῶν τριῶν δοκεῖ σοι πλησίον γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; (A f. 146, E f 189 b) Εἰκότως ὁ Κύριος ἤρετο, | |
20 | τίνα τῶν τριῶν πλησίον γενέσθαι νενόμικε τοῦ πε‐ πονθότος; Ὁ δέ· Ὁ ποιήσας, φησὶ, τὸ ἔλεος μετ’ αὐτοῦ. Οὔτε γὰρ ὁ ἱερεὺς, οὔτε ὁ Λευΐτης πλησίον γέγονε τοῦ πεπονθότος, ἀλλ’ ὁ οἰκτισάμενος. Καὶ πρὸς ταῦτα Χριστός· «Πορεύου, καὶ σὺ ποίει ὁμοίως.» | |
25 | Ἀνόνητον γὰρ τὸ τῆς ἱερωσύνης ἀξίωμα, τοῖς λαχοῦ‐ σιν αὐτὸ, καὶ τοῖς δοκοῦσιν εἶναι νομομαθέσι, τὸ ὠνομάσθαι νομομαθεῖς, εἰ μὴ δι’ αὐτῶν εὐδοκιμοῦσι τῶν ἔργων. Ἰδοὺ γὰρ πέπλεκται τῆς ἀγάπης ὁ στέ‐ φανος τῷ τὸν πλησίον ἠγαπηκότι· Σαμαρείτης οὗτος | |
30 | ἦν, ἀλλ’ οὐκ ἀπόβλητος. Διὰ τοῦτο μεμαρτύρηκεν ὁ πρῶτος ἐν μαθηταῖς, τουτέστιν ὁ μακάριος Πέτρος, ὧδέ πως φήσας· «Ἐπ’ ἀληθείας καταλαμβάνομεν ὅτι οὐκέτι προσωπολήπτης ὁ Θεὸς, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ποιῶν δικαιοσύνην, | |
35 | δεκτὸς αὐτῷ ἐστι.» Προσίεται γὰρ ἅπαντας τοὺς τῶν ἀγαθῶν ἐπιτηδευμάτων ἐραστὰς ὁ φιλάρετος Κύριος, καὶ ἀσπάζεται, καὶ γνησίους τίθησι, καὶ τῶν μελ‐ λόντων ἀξιοῖ ἀγαθῶν. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν | |
40 | εἰς τὸν οἶκον αὑτῆς. (A f. 146 b) Πλὴν, κατὰ τὴν ἱστορίαν, μέγα τι χρῆμα καὶ ἀξιόκτητον ὁ τῆς φιλοξενίας τρόπος· καὶ μαρτυρήσει λέγων ὁ σοφώτατος Παῦλος· «Τῆς φιλο‐ ξενίας μὴ ἐπιλανθάνεσθε.» Τοιαύτη τις ἡ Μάρθα | |
45 | ὑποδεχομένη τὸν Κύριον, ἣν καλὸν καὶ μιμήσασθαι· ὥσπερ καὶ τὴν φιλομαθεστάτην αὐτῆς ἀδελφὴν Μα‐ ρίαν, ἣ τοῖς τοῦ Σωτῆρος ποσὶ προσιζήσασα, τῶν παρ’ αὐτοῦ διδαγμάτων τὴν ἑαυτῆς ἐμπίπλησι φρέ‐ να. Ὀνίνησι δὲ πάλιν καὶ διὰ τούτων ὁ Σωτὴρ τοὺς | |
72.684(50) | ἑαυτοῦ μαθητὰς, ἵν’ εἰδεῖεν, ὅπως τε καὶ τίνα τρό‐ πον ταῖς τῶν ἐπιδεχομένων αὐτοὺς οἰκίαις ἐνδιαιτᾶ‐ σθαι χρή. Δεῖ γὰρ εἰσβάλλοντας οὐχ ὑπτιοῦσθαι μᾶλλον εἰς ἀνέσεις, οὔτε μὴν ὅλως δοκεῖν ταύτης | |
ἕνεκα τῆς αἰτίας καταλύειν παρά τισιν, ἀλλ’ ἵνα | ||
72.685 | μᾶλλον αὐτοὺς ἐπιμεστώσειαν μαθημάτων θείων καὶ ἱερῶν. Οἱ δὲ τὴν ἑστίαν αὐτοῖς ἀνευρύνοντες, ὑπαν‐ τάτωσαν ἱλαροὶ καὶ πρόθυμοι· οὐχ ὡς διδόντες τι μᾶλλον, ἀλλ’ ὡς αὐτοὶ ληψόμενοι, κατὰ διττὸν τρό‐ | |
5 | πον· πρῶτον μὲν γὰρ ταῖς παρὰ τῶν ξενιζομένων ἐντρυφήσουσι μυσταγωγίαις· εἶτα πρὸς τούτῳ καὶ τὸν τῆς φιλοξενίας κερδανοῦσι μισθόν. Ἐπιδεχόμενοι δὲ εἰς ἑστίαν τοὺς ἀδελφοὺς, μὴ περισπάσθωσαν περὶ πολλὴν διακονίαν, μὴ ζητείτωσαν τὰ ὑπὲρ χεῖρα καὶ | |
10 | χρείαν· λυπεῖ γὰρ πανταχοῦ ἐν παντὶ πράγματι τὸ περιττόν· ἐνεργάζεται μὲν γὰρ τοῖς φιλοξενεῖν ἐθέ‐ λουσιν ὄκνον· καμάτου δὲ τοῖς ἑστιωμένοις εὑρίσκε‐ ται πρόξενον. | |
14t | ΚΕΦΑΛ. ΙΑʹ. | |
15 | Ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμε‐ νον. (A f. 147) Καί τοι Θεός ἐστιν ἀληθινὸς, καὶ Υἱὸς τοῦ ἐπὶ πάντας Θεοῦ, καὶ διανέμει μὲν αὐτὸς τῇ κτί‐ σει τὰ πάντα, δι’ ὧν ἂν εὖ ἔχοι καὶ σώζηται· δεῖται | |
20 | δὲ ὅλως αὐτὸς οὐδενός· πλήρης γάρ ἐστι, φησὶν, αὐ‐ τός· τίνος οὖν ἐν χρείᾳ καθεστάναι φαίη τις ἂν αὐ‐ τὸν, πάντα ἔχοντα φυσικῶς τὰ τοῦ Πατρός; Ἔφη γὰρ ἐναργῶς, ὅτι «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.» Ἔχει δὲ ὁ Πατὴρ τὸ εἶναι πλήρης ἀγαθοῦ | |
25 | παντὸς καὶ θεοπρεπῶν ἀξιωμάτων. Ἔστι δὲ τοῦτο καὶ τοῦ Υἱοῦ· καὶ τοῦτο εἰδότες οἱ ἅγιοι λέγουσιν, ὅτι «Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν.» Τί δῆτα οὖν προσεύχεται, φησὶν, εἰ πλήρης ἐστὶ, καὶ οὐδενὸς ὅλως δεῖται τῶν τοῦ Πατρός; Πρὸς τοῦτό φα‐ | |
30 | μεν ὅτι δίδωσι μὲν αὐτῷ τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ τρόπος τὸ εἴπερ ἕλοιτο πληροῦν τὰ ἀνθρώπινα, καιροῦ καλοῦντος εἰς τοῦτο. Εἰ γὰρ ἔφαγε καὶ πέ‐ πωκεν, ὕπνου τε μετεσχηκὼς εὑρίσκεται, τί τὸ ἄτο‐ πον κἂν εἰ τοῖς καθ’ ἡμᾶς συγκαθιστάμενος μέτροις, | |
35 | καὶ ἀνθρωπίνην δικαιοσύνην ἀποπληρῶν, οὐκ ἀνεπι‐ τήδευτον ἐποιεῖτο τὴν προσευχήν; ἵνα ἡμᾶς διδάξῃ μὴ ῥᾳθύμους εἶναι πρὸς τοῦτο· συντείνεσθαι δὲ μᾶλ‐ λον λιτὰς, οὐκ ἐν πλατείαις ἑστῶτας μέσαις (ἔδρων γὰρ τοῦτο τῶν Ἰουδαίων τινὲς, Γραμματεῖς δέ εἰσιν | |
40 | οὗτοι καὶ Φαρισαῖοι, φιλοδοξίας ἀφορμὴν τὸ χρῆμα ποιούμενοι), καταμόνας δὲ μᾶλλον, ἡσυχῇ τε καὶ ἀνα‐ κεχωρημένως, καὶ οἷον μόνους μόνῳ λαλοῦντας Θεῷ, καθαρῷ καὶ ἀπερισπάστῳ νῷ. Ἔδει γὰρ ἀγαθοῦ παν‐ τὸς καὶ ἐπωφελεστάτου πράγματος ἀρχὴν καὶ διδά‐ | |
45 | σκαλον οὐχ ἕτερόν τινα ἡμῖν γενέσθαι μᾶλλον, ἀλλ’ αὐτὸν τὸν ἐν πᾶσι πρωτεύοντα καὶ τὰς παρὰ πάντων δεχόμενον λιτάς. Εἶπε δὲ αὐτοῖς· Ὅταν προσεύχησθε, λέγετε· Πάτερ ἡμῶν, κ.τ.λ. | |
72.685(50) | (A f. 149) Ὢ πολλῆς ἀφθονίας! ὢ γαληνότητος ἀσυγκρίτου καὶ μόνῳ πρεπούσης αὐτῷ! Τὴν ἰδίαν ἡμῖν χαρίζεται δόξαν, ἀναβιβάζει τὸ δοῦλον εἰς ἐλεύ‐ θερον ἀξίωμα, Πατέρα καλεῖν ἐφίησι τὸν Θεὸν, ὡς ἐν υἱῶν τάξει γεγενημένους. Παρ’ αὐτοῦ δὲ καὶ τοῦτο | |
55 | μετὰ τῶν ἄλλων ἐσχήκαμεν· καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης περὶ αὐτοῦ· «Ὅσοι δὲ ἔλαβον αὐ‐ | |
τὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» | ||
72.688 | Μεμορφώμεθα γὰρ εἰς υἱότητα, διὰ γεννήσεως τῆς πνευματικῆς, τελουμένης ἐν ἡμῖν οὐκ ἐκ σπορᾶς φθαρτῆς μᾶλλον, ἀλλὰ διὰ λόγον ζῶντος Θεοῦ καὶ μένοντος, καθὰ γέγραπται· «Βουληθεὶς γὰρ ἀπεκύη‐ | |
5 | σεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν ἑαυτοῦ κτισμάτων.» Ἔφη γὰρ οὕτω τις τῶν ἁγίων ἀποστόλων. Καὶ αὐτὸς δέ που Χριστὸς, τὴν τοῦ πράγματος ὁδὸν ἐναργῆ καθίστη, λέγων· «Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται | |
10 | εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Μᾶλλον δὲ, δεῖ γὰρ πρὸς ὑμᾶς καί τι τῶν ἀποῤῥήτων εἰπεῖν, αὐτὸς ἡμῖν γέγονε τῆς οὕτω λαμπρᾶς καὶ ἀξιοκτή‐ του χάριτος ὁδὸς, καὶ θύρα, καὶ ἀφορμὴ, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθών· ἔλαβε γὰρ δούλου μορφὴν, | |
15 | καίτοι καθ’ ὃ νοεῖται καὶ ἔστιν Θεὸς, ἐλεύθερος ὢν, ἵν’ ἡμῖν τὰ ἑαυτοῦ χαρίσηται. Μόνος γὰρ κατὰ φύσιν ἐλεύθερος αὐτὸς, ὅτι καὶ μόνος ἐστὶν Υἱὸς τοῦ τὰ πάντα ὑπερκειμένου καὶ κατεξουσιάζοντος τῶν ὅλων, φύσει τε καὶ ἀληθῶς ἐλευθέρου Πατρός· πᾶν γὰρ τὸ | |
20 | παρενεχθὲν εἰς γένεσιν, δοῦλον ὑπέχει τῷ κτίσαντι τὸν αὐχένα. Ψάλλει γοῦν ὁ Μελῳδὸς, καί φησι πρὸς αὐτόν· «Ὅτι τὰ σύμπαντα δοῦλά σου.» Ὅτι δὲ τὰ ἡμῶν εἰς ἑαυτὸν μεταθεὶς, οἰκονομικῶς δέδωκεν ἡμῖν τὰ ἑαυτοῦ, πιστώσεται γράφων ὁ τῶν αὐτοῦ μυστη‐ | |
25 | ρίων ἱερουργὸς, ὁ πάνσοφος Παῦλος· «Ὅτι πλούσιος ὢν, ἐπτώχευσεν, ἵν’ ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλου‐ τήσωμεν.» Πτωχεία μὲν γὰρ τῷ Θεῷ Λόγῳ, τὰ καθ’ ἡμᾶς, ἤτοι τὰ ἀνθρώπινα· πλοῦτος δὲ τῇ ἀνθρώπου φύσει, τὸ λαβεῖν τὰ αὐτοῦ· ὧν ἕν ἐστι τὸ ἐλεύθερον | |
30 | ἀξίωμα, πρέπον ὡς μάλιστα τοῖς εἰς υἱότητα κεκλη‐ μένοις. Αὐτοῦ δὲ καὶ τοῦτο, ὡς ἔφην, τὸ δῶρον· ἔφη γὰρ πρὸς ἡμᾶς· «Καὶ πατέρα μὴ καλέσητε ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν, ὁ οὐράνιος· πάν‐ τες δὲ ὑμεῖς ἀδελφοί ἐστε.» Ἐπειδὴ γὰρ γέγονε | |
35 | καθ’ ἡμᾶς, διὰ τοῦτο πεπλουτήκαμεν ἡμεῖς τὴν πρὸς αὐτὸν ἀδελφότητα. Κελεύει τοίνυν παῤῥησιάζεσθαί τε καὶ λέγειν ἐν προσευχαῖς Πατέρα. Οἰκονομικώτατα δὲ λίαν δίδωσι κἀκεῖνο τοῖς προσευχομένοις ἐννοεῖν· εἰ γὰρ Πατέρα καλοῦμεν τὸν Θεὸν, καὶ τῆς οὕτω λαμ‐ | |
40 | πρᾶς ἠξιώθημεν τιμῆς, πῶς οὐκ ἀξίως τοῦ τετιμη‐ κότος πολιτευσόμεθα· Τοῦτό τις ἔφη τῶν ἁγίων ἀπο‐ στόλων· «Εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολή‐ πτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε.» | |
45 | Ἁγιασθήτω τὸ ὄνομά σου. (A f. 149 b) Ἆρα ἁγιασμοῦ προσθήκην ἐγγενέσθαι παρακαλοῦμεν τῷ παναγίῳ Θεῷ; Καὶ μὴν τοῦτο ἐστιν οὐκ ἄμεμπτον παντελῶς. Πλήρης γάρ ἐστι, καθά φησιν αὐτὸς, ἐξ ἑαυτοῦ τε καὶ ἐν ἑαυτῷ παν‐ | |
72.688(50) | τέλειος, καὶ αὐτός ἐστιν ὁ χορηγῶν τῇ κτίσει τὸν ἁγιασμὸν ἐξ ἰδίου πληρώματος. Πρὸς δὲ αὖ τούτοις, | |
εὔηθες καὶ καταγέλαστον τὸ νομίζεσθαι τοὺς | ||
72.689 | προσευχομένους οὐχ ὑπέρ γε μᾶλλον ἑαυτῶν, ἀλλ’ ὑπὲρ αὐτοῦ ποιεῖσθαι τὰς λιτάς. Τί οὖν ἄρα ἐστὶ τὸ, «Ἁγιασθήτω τὸ ὄνομά σου;» Φαμὲν, ὅτι οὐχ ἁγια‐ σμοῦ προσθήκην ἐνυπάρξαι παρακαλοῦσι τῷ ἐπὶ | |
5 | πάντας Θεῷ. Τίς γάρ ἐστιν ὁ μείζων αὐτοῦ, καὶ προσδοῦναί τι δυνάμενος; Χωρὶς γὰρ πάσης ἀντιλο‐ γίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται· ἐκεῖνο δὲ μᾶλλον ἑαυτοῖς τε καὶ πᾶσιν ὑπάρξαι πα‐ ρακαλοῦσιν. Ὅτε διακείμεθα καὶ πιστεύομεν ὅτι Θεὸς | |
10 | ὁ φύσει καὶ ἐπὶ πάντας, ἅγιος ἁγίων ἐστὶ, τότε τὸν φόβον αὐτοῦ λαβόντες εἰς νοῦν, ὀρθήν τε καὶ ἀνεπί‐ ληπτον ἐπιτηδεύομεν ζωήν· ἵνα οὕτως ἅγιοι γεγο‐ νότες, ἐγγὺς εἶναι δυνηθῶμεν τοῦ ἁγίου Θεοῦ. Γέ‐ γραπται γὰρ, ὅτι «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι.» | |
15 | Ἔφη δή που καὶ πρὸς τὸν ἱεροφάντην Μωϋσέα· «Ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι.» Οὐκοῦν ἐν ἡμῖν, φησὶν, ἅγιον ἔστω τὸ ὄνομά σου· τοῦτο γὰρ δὴ τὸ ἁγιασθήτω δηλοῖ. Καὶ οὐχ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ παντὸς τοῦ κόσμου, τοῦτο παρακαλοῦσιν. | |
20 | Ἐννόησον γὰρ ὅτι παρὰ τοῖς οὔπω τὸ τῆς ἀληθείας πλουτήσασι φῶς, μήτε μὴν τὴν πίστιν παραδεξαμέ‐ νοις, ἔτι καταπεφρόνηται τὸ ὄνομα τοῦ Θεοῦ. Οὔπω γὰρ αὐτοῖς ἅγιον εἶναι δοκεῖ, καὶ σεπτὸν καὶ προσ‐ κυνητόν. Ἐπὰν δὲ τὸ τῆς ἀληθείας αὐτοῖς ἐλλάμψῃ | |
25 | φῶς, καὶ ὡς ἐκ νυκτὸς καὶ σκότους διαγρηγορήσωσι, μόλις τότε μαθόντες τίς τε καὶ ὅσος ἐστὶν, ἅγιον ἁγίων ὁμολογοῦσιν αὐτόν. Ὅτι δὲ τοῦθ’ οὕτως ἔχει, συνήσεις ἐντεῦθεν. Ἔφη τις τῶν ἁγίων προφητῶν· «Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σοι φόβος· | |
30 | καὶ ἐὰν ἐπ’ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγια‐ σμόν.» Ἆρα οὖν ἡμεῖς ἅγιον ἀποτελοῦμεν τὸν Θεὸν, τὸν ἐξ ἰδίου πληρώματος διανέμοντα πλουσίως τῇ κτίσει τὰ παρ’ ἑαυτοῦ; Ἀλλὰ δῆλον ὡς ἐκεῖνο διδά‐ σκειν φαμὲν αὐτὸν, ὅτι Ἅγιον εἶναι αὐτὸν πιστεύετε· | |
35 | τότε γὰρ αὐτὸν φοβηθήσεσθε, ἔσται δὲ οὗτος ὑμῖν καὶ εἰς ἁγιασμόν. Γέγραπται δὲ πάλιν περὶ Χριστοῦ· «Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχήν·» τουτέστι, παρ’ οὐδὲν αὐτὴν ἡγήσατο· τέθεικε γὰρ αὐτὴν ὑπὲρ ἡμῶν. Πλὴν ἁγιαζέσθω, φησὶ, παρ’ ὑμῶν, τουτέστιν | |
40 | ὁμολογείσθω ἅγιος. Καὶ γάρ ἐστι τοῦτο κατὰ φύσιν, Θεὸς ὢν ἀληθινὸς, καὶ Υἱὸς Θεοῦ. Τὸ γὰρ ἅγιον οὐ‐ σιωδῶς πρέποι ἂν οὐδενὶ μὲν τῶν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρενηνεγμένων, μόνῃ δὲ τῇ ἀνωτάτῳ καὶ ὑπὲρ πάντα φύσει. Ὅταν οὖν πιστεύωμεν ὅτι κατὰ | |
45 | φύσιν ἅγιος ἐστι, τοῦτο γάρ ἐστι τὸ «ἁγιάζειν αὐτὸν,» τότε προσομολογοῦμεν ὅτι καὶ Θεός ἐστιν ἀληθινὸς, ἕτι δὲ κεχωρισμένος ἀπὸ τῶν λοιπῶν, καὶ ἐν ὑπεροχῇ μεγίστῃ. Ἐλθέτω ἡ βασιλεία σου. | |
72.689(50) | (A f. 150) Ἀεί γε μὴν βασιλεύοντος τοῦ Θεοῦ, καὶ κατακρατοῦντος ὅλων, τί δὴ βούλεται τὸ, «Ἐλθέτω ἡ βασιλεία σου;» Ἐοίκασι τοίνυν ἐπιθυμεῖν οἱ τοῦτο λέγοντες ἐν προσευχαῖς, ἐπιλάμψαντα πάλιν ἰδεῖν ἐν κόσμῳ τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. Ἥξει γὰρ, | |
55 | ἥξει, καὶ καταβήσεται κριτὴς, καὶ οὐκ ἐν ὑφέσει τότε | |
τῇ καθ’ ἡμᾶς, ἀλλ’ ἐν δόξῃ θεοπρεπεῖ δορυφορούντων | ||
72.692 | ἀγγέλων, ἵνα κρίνῃ τὸν κόσμον. Ἀπολογίας τοίνυν ὁ τότε καιρὸς, μᾶλλον δὲ δοκιμασίας καὶ ἀνταποδό‐ σεως· πῦρ ηὐτρέπισται τοῖς ἀνόμοις, καὶ δίκη μα‐ κρὰ, διηνεκῆ κολαστήρια. Εἶτα πῶς ἰδεῖν ἐκεῖνον | |
5 | εὔχονται τὸν καιρόν; Ἄθρει δή μοι πάλιν τοῦ Σω‐ τῆρος τὸ εὐτεχνὲς, καὶ τὴν ἐφ’ ἑκάστῳ τῶν πραγμά‐ των ἀξιοθαύμαστον οἰκονομίαν. Ἐκέλευσε γὰρ διὰ προσευχῆς αἰτεῖν αὐτὸν ἐκεῖνον τὸν ὄντως φρικτὸν ἐπιστῆναι καιρὸν, ἵνα εἰδεῖεν ὅτι διαβιοῦν αὐτοὺς | |
10 | ἀναγκαῖον, οὐ ῥᾳθύμως ἢ παρειμένως, ἁγιοπρεπῶς δὲ μᾶλλον, καὶ κατά γε τὸ αὐτῷ δοκοῦν· ἵνα στεφά‐ νων αὐτοῖς εὑρεθῇ πρόξενος ὁ καιρὸς, καὶ μὴ πυρὸς καὶ δίκης. Τοῖς γὰρ ἀνόμοις καὶ βεβήλοις πρέποι ἂν κατ’ οὐδένα τρόπον τὸ λέγειν ἐν προσευχαῖς, «Ἐλ‐ | |
15 | θέτω ἡ βασιλεία σου.» Ἤγουν ἴστωσαν ὡς τοῦτο λέ‐ γοντες, μονονουχὶ καταιτιῶνται Θεὸν, ὅτι μὴ θᾶττον αὐτοῖς ὁ τοῦ κολάζεσθαι καιρὸς ἀνίσχει καὶ φαίνεται· τούτοις ἐπιφθέγγεταί τις τῶν ἁγίων προφητῶν· «Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου! Ἵνα τίς | |
20 | ὑμῖν αὕτη ἡ ἡμέρα τοῦ Κυρίου, καὶ αὕτη ἐστὶ σκό‐ τος καὶ οὐ φῶς, καὶ γνόφος οὐκ ἔχων φέγγος.» Οὐκ‐ οῦν αἰτοῦσιν οἱ ἅγιοι τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ὁλο‐ τελοῦς βασιλείας ἐπιστῆναι καιρὸν, ἅτε δὴ πεπονη‐ κότων ἃ δεῖ, καὶ τῶν ἤδη προειργασμένων αὐτοῖς | |
25 | ζητοῦντες τὰς ἀμοιβάς. Τεθαῤῥήκασι γὰρ ὅτι λαμ‐ προὶ παραστήσονται τῷ κριτῇ. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. (A f. 150 b) Ἁγιοπρεπὲς δὲ καὶ τοῦτο, καὶ παντὸς | |
30 | ἐπαίνου μεστόν. Τὸ γὰρ ἐν γῇ βούλεσθαι κρατεῖν τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ, τί ἂν ἕτερον εἴη, πλὴν ὅτι τὸ πάντας ἐθέλειν ἁπάσης ἀρετῆς ἀποτελεστὰς εἶναι καὶ ἐπιστήμονας; Οὕτω καὶ διαπρέπειν ἐν οὐρανοῖς τοὺς ἁγίους ἀγγέλους φαμέν. Γέγραπται γὰρ περὶ | |
35 | αὐτῶν· «Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, ποιοῦντες τὰ θελήματα αὐ‐ τοῦ.» Ἰσχὺν τοίνυν παρακαλοῦσι δοθῆναι τοῖς ἐπὶ γῆς οἱ τοῦτο λέγοντες, ἵνα ποιῶσι τὸ θέλημα τοῦ Θεοῦ, καὶ τὴν ἄνω καὶ ἐν οὐρανοῖς ἀπομιμῶνται πο‐ | |
40 | λιτείαν, τὴν παρά γέ φημι τοῖς ἁγίοις ἀγγέλοις· ἵνα, ὡς ὁ Παῦλός φησιν, ἐπὶ γῆς περιπατοῦντες, ἔχωσιν ἐν οὐρανῷ τὸ πολίτευμα. Πρὸς δ’ αὖ τούτοις φαμὲν, ὅτι τῆς ἁμαρτίας τὴν ἀναίρεσιν αἰτοῦσιν ἰδεῖν οἱ λέ‐ γοντες· «Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ | |
45 | καὶ ἐπὶ τῆς γῆς.» Θέλημα γὰρ, ὡς ἔφην, τοῦ ἐπὶ πάντας Θεοῦ, τὸ ἁγίως πολιτεύεσθαι τοὺς ἐπὶ τῆς γῆς· ἵνα τῆς τῶν πρωτοτόκων Ἐκκλησίας, τῆς ἄνω φημὶ, μίμημα καὶ εἰκὼν ὥσπερ τις, ἡ ἐπὶ γῆς ὁρωμένη, κατευφραίνῃ Χριστόν. | |
72.692(50) | Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ’ ἡμέραν. (A f. 150 b) Οἴονται δὲ ἴσως τινὲς, ἀνάρμοστον εἶναι καὶ ἀπεοικὸς ἁγίοις τὸ αἰτεῖν παρὰ Θεοῦ τὰ σωματικὰ, καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀποφέρουσι | |
55 | τὸ εἰρημένον εἰς πνευματικὴν θεωρίαν· καὶ δὴ καὶ | |
72.693 | ἄρτον φασὶν αὐτοὺς αἰτεῖν, οὐκ ἐπίγειον, οὐ σωμα‐ τικὸν, ἐκεῖνον δὲ μᾶλλον, τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβαίνοντα, καὶ ζωὴν τῷ κόσμῳ παρέχοντα, ἢ, ὥς φασιν, ἀληθεῖ οὐσίᾳ καὶ ἀσωμάτῳ, τουτέστι τῇ | |
5 | ψυχῇ· αὕτη γὰρ, διὰ τὸ μὴ ῥευστὸν, κυρίως οὐσία ἐστίν. Ἐγὼ δὲ ὅτι μὲν ἁγίοις πρέποι ἂν ὅτι μάλιστα τὸ πνευματικῶν χαρισμάτων ἐπείγεσθαι μεταλαχεῖν, φαίην ἂν ἐνδοιάσας οὐδέν· πλὴν ἐκεῖνο ἄξιον ἰδεῖν, ὅτι κἂν ἄρτον αἰτῶσι κοινὸν, καὶ τοῦτο δρᾷν αὐτοῖς | |
10 | προστέταχεν ὁ Σωτὴρ, μώμου παντὸς ἐλευθέραν ποιοῦνται τὴν πρόσοδον. Ἄθρει γὰρ ὁποῖος τοῖς εἰρημένοις ἐγκέκρυπται νοῦς. Δι’ ὧν γὰρ προστέταχεν ἄρτον αἰτεῖν, ἤτοι τροφὴν τὴν ἐφήμερον, δῆλος ἂν εἴη δήπουθεν, μηδὲν ἔχειν αὐτοῖς ἐφιεὶς, ἁγιοπρεπῆ | |
15 | δὲ μᾶλλον ἐπιτηδεύειν πτωχείαν. Οὐ γὰρ τῶν ἐχόν‐ των τὸ αἰτεῖν, ἀλλὰ τῶν ἐν σπάνει καθεστηκότων. Ἐπ’ ἂν δέ τις οὐδενὸς ἐν χρείᾳ καθεστηκὼς, Θεῷ τῷ πάντα εἰδότι λέγει· Δὸς ἄρτον ἡμῖν τὸν ἐφήμε‐ ρον, δόξειεν ἂν εἰρωνεύεσθαι μᾶλλον, ἢ γοῦν ἀληθῶς | |
20 | βούλεσθαι λαβεῖν. Ἄρτον δὲ τὸν ἐπιούσιον οἱ μὲν εἶναί φασι τὸν ἥξοντά τε καὶ δοθησόμενον κατὰ τὸν αἰῶνα τὸν μέλλοντα, ἵνα νοῆται πάλιν πνευματικῶς· οἱ δὲ καὶ εἰς ἑτέρας ἐννοίας ἀποφέρουσι τὴν φωνήν. Ἀλλ’ εἴπερ ἦν ἀληθὲς ὡς ἄρτου τοῦ δοθησομένου | |
25 | κατὰ τὸν αἰῶνα τὸν μέλλοντα μνήμην ποιοῦνται προσευχόμενοι, διὰ τί προσεπάγουσι τὸ, «Δίδου ἡμῖν τὸ καθ’ ἡμέραν;» Ἔστι γὰρ ἔτι διὰ τούτων ἰδεῖν, ὅτι τῆς ἐφημέρου τροφῆς ποιοῦνται τὴν αἴτησιν ὡς ἀκτήμονες δηλονότι. Ἐπιούσιον δὲ τὸν αὐτάρκη | |
30 | νοεῖσθαι χρή· τέθεικέ που τὴν λέξιν καὶ ὁ μακάριος Ἀπόστολος, βραχὺ παραλλάξας, ἐπὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἔφη γὰρ αὐτὸν ἑαυτῷ κατασκευάσαι λαὸν περιούσιον, ἀντὶ τοῦ ἐπιου‐ σίου τὸν περιούσιον εἰπὼν, τουτέστι, τὸν ἀρ‐ | |
35 | κοῦντα, καὶ τοῦ τελείως ἔχειν οὐχ ἡττώμενον. Καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, κ.τ.λ. (A f. 151) Βούλεται χρηστοὺς καὶ ἀμνησικάκους εἶναι τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος· ὡς ἀνεπι‐ πλήκτως δύνασθαι λέγειν ἐν προσευχαῖς· Ἄφες | |
40 | ἡμῖν, ὅτι ἀφήκαμεν. «Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως!» Πρῶτον αἰτεῖν ἐπιτάττει τῶν αὐτοῖς ἡμαρτημένων τὴν ἄφεσιν, εἶθ’ οὕτως ὁμολογεῖν ὅτι πάντη τε καὶ πάντως ἀφήσουσι καὶ αὐτοί· καὶ ἵνα οὕτως εἴπω, τῆς ἐνούσης αὐτοῖς ἀνεξικακίας μιμη‐ | |
45 | τὴν [cod. μιμητὰς] ἐθέλουσι γενέσθαι τὸν Θεὸν, καὶ ἣν ἂν αὐτοὶ παράσχωνται τοῖς ὁμοδούλοις χρηστό‐ τητα, ταύτην ἐν ἴσῳ μέτρῳ ζητοῦσι λαβεῖν παρὰ τοῦ τὰ δίκαια νέμοντος, καὶ κατοικτείρειν ἅπαντας εἰδότος Θεοῦ. Καὶ μή τις οἰέσθω τοῖς τυχοῦσιν ἁπλῶς ἐξεῖναι | |
72.693(50) | λέγειν· «Ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν.» Οὐ γὰρ τοῖς οὖσιν ἐν τῷ πλημμελεῖν ἔτι πρέποι ἂν λέγειν τὸ, «Ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν·» ἐκείνοις μᾶλλον οἵπερ ἂν εἶεν ἀποφοιτήσαντες μὲν τῶν ἤδη προεπταισμένων, ἀντεχόμενοι δὲ τοῦ διαζῇν λοιπὸν | |
55 | ἐθέλειν ἁγιοπρεπῶς. Δεῖ τοίνυν αἰτεῖν παρὰ Θεοῦ τῶν ἡμαρτημένων τὴν ἄφεσιν, προαφέντας ἡμᾶς | |
τοῖς κατά τι γοῦν προσκεκρουκόσιν, ὅταν εἰς ἡμᾶς | ||
72.696 | καὶ μὴ εἰς αὐτὴν τὴν θείαν καὶ ὑπερτάτην ἁμαρτά‐ νωσι δόξαν· οὐ γὰρ ἐκείνων ἡμεῖς ἐσμεν κύριοι, μόνον δὲ τῶν εἰς ἡμᾶς γεγονότων. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν. | |
5 | (A f. 152) Μέχρι μὲν τούτου τὴν προσευχὴν ἵστη‐ σιν ὁ Λουκᾶς· ὁ δέ γε Ματθαῖος εὑρίσκεται προσ‐ επενεγκών· «Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.» Ἔνεστι δὲ τοῖς λόγοις πλείστη τις ἀκολουθία· ἕψεται γὰρ πάντως τῷ μὴ εἰσελθεῖν εἰς πειρασμὸν, τὸ ἐκ | |
10 | τοῦ πονηροῦ ῥυσθῆναι ἡμᾶς. Ἢ τάχα που, ταὐτὸν εἶναί τις εἰπὼν τὸ ῥυσθῆναι τῷ μὴ εἰσελθεῖν εἰς πειρασμὸν, οὐκ ἂν ἁμάρτοι τἀληθοῦς. Οὐκ ἀνάνδρους δὲ ἡμᾶς οὔτε δειλοὺς εἶναι βούλεται, ταῦτα διδάσκων λέγειν, νεανικοὺς δὲ μᾶλλον, καὶ ἐφ’ ἅπασιν εὐτόλ‐ | |
15 | μους τοῖς ἐπαινουμένοις· πρὸς δὲ αὖ τούτοις καὶ μετριόφρονας καὶ πτωχοὺς τῷ πνεύματι, καὶ μὴ νομίζειν ὅτι πάντη τε καὶ πάντως παντὸς περιεσό‐ μεθα πειρασμοῦ. Ἀφόρητον γὰρ ἔσθ’ ὅτε κατεμ‐ πίπτει δέος τῆς ἀνθρώπου ψυχῆς, καὶ εὐτολμότατον | |
20 | συνθραύει φρόνημα τοῦ πειρασμοῦ τὸ βάρος. Χρὴ τοίνυν μὴ καταθρασύνεσθαι πειρασμῶν, διαλογίζε‐ σθαι δὲ μᾶλλον τῆς ἐν ἡμῖν διανοίας τὸ ἀσθενές. Οὐκοῦν παραιτώμεθα μὲν τὸ πειράζεσθαι· καιροῦ δὲ καλοῦντος ὡς ἐξ ἀνάγκης εἰς τοῦτο, τότε δὴ, τότε | |
25 | παντὶ σθένει χρωμένους ἀγωνίζεσθαι χρή. Διττὸν δὲ τὸ εἶδος τῶν πειρασμῶν· ἢ γάρ τις ὑπὸ τῶν ἑτερο‐ φρόνων πειράζεται, ἢ ὑπὸ τῶν τῆς ἀτιμίας παθῶν. Δεῖ δὴ οὖν ἄρα τοῖς οὕτω δεινοῖς ἐνομιλοῦντας κακοῖς, ἤγουν οὔπω γεγονότας ἐν αὐτοῖς, προσεύχεσθαί τε | |
30 | καὶ λέγειν· «Μὴ εἰσαγάγῃς ἡμᾶς εἰς πειρασμόν.» Ἐπιπηδήσαντος δὲ πειρασμοῦ, τότε γενναίως ἵστασο, ἐπιτίμησον τῇ σαρκὶ, χαλινὸν ἐπίθες τῷ νῷ, αἴτησον ἐπικουρίαν τὴν παρὰ Θεοῦ. Ἐπικουρήσει γὰρ τότε καὶ παρέξει τὸ νικᾶν ὁ τῶν ὅλων Σωτὴρ καὶ | |
35 | Κύριος. Καὶ εἶπε πρὸς αὐτούς· Τίς ἐξ ὑμῶν ἕξει φίλον; κ.τ.λ. (A f. 153, B f. 112) Θαυμαστὴ τῶν ἐννοιῶν ἡ τάξις. Ἐδίδαξε μὲν γὰρ ὁ Σωτὴρ, τίνα δεῖ προσεύ‐ | |
40 | χεσθαι τρόπον, αἰτησάντων τοῦτο τῶν ἁγίων ἀποστό‐ λων. Ἀλλ’ εἰκὸς τοὺς τὸ σεπτὸν δὴ τοῦτο καὶ σωτή‐ ριον ἐσχηκότας μάθημα παρ’ αὐτοῦ, ποιεῖσθαι μὲν τὰς λιτὰς κατὰ τὸν δοθέντα τύπον, μὴ ἁψικόρως δὲ τοῦτο δρᾷν μηδὲ ῥᾳθύμως· εἶτα μὴ ἀκουσθέντας ἐκ | |
45 | πρώτης εὐχῆς, ἤγουν καὶ δευτέρας, ἀνακόψαι τὰς ἱκετείας, ὡς οὐδὲν ἐχούσας τὸ τελοῦν εἰς ὄνησιν. Ἴνα τοίνυν μὴ τοῦτο πάθοιμεν, μήτε μὴν ἐκ τῆς τοιαύτης μικροψυχίας ὑποστῶμεν ζημίαν, ἐν τρόπῳ παραβο‐ λῆς διαδείκνυσιν ἐναργῶς, ὡς τὸ ῥᾴθυμον μὲν εἰς | |
72.696(50) | προσευχὰς ἐπιζήμιον, ἐπωφελεστάτη δὲ λίαν ἡ ἔν γε τούτοις ὑπομονή. Φέρε δὴ, μεταστήσωμεν τὸ ὡς ἐν τύπῳ παραβολῆς δεικνύμενον εἰς ἀλήθειαν. Ὄχλη‐ σον διὰ προσευχῆς, πρόσιθι τῷ φιλαγάθῳ Θεῷ, καὶ | |
μάλα συχνῶς· κἂν ἴδῃς μέλλουσαν τῆς χάριτος τὴν | ||
72.697 | ἐπίδοσιν, μὴ ἀπογνῷς τῶν προσδοκωμένων, μήτε ἀπολισθήσῃς τῆς προκειμένης ἐλπίδος, ἐκεῖνο ἴσως λέγων καθ’ ἑαυτὸν ἀσυνέτως· Προσῆλθον πολλάκις, δεδάκρυκα, ἐδεήθην, καὶ οὐ προσεδέχθην· οὐ γὰρ | |
5 | ἐκβέβηκέ τι πρὸς πέρας, τῶν αἰτηθέντων παρ’ ἐμοῦ. Ἐκεῖνο δὲ μᾶλλον ἐννοήσεις κατὰ σαυτόν· Ὑπὲρ ἡμᾶς οἶδε τὰ καθ’ ἡμᾶς ὁ τῶν ὅλων ταμίας· αἰτεῖς ἔσθ’ ὅτε τὰ τῶν σῶν ἐπέκεινα μέτρων· οἶδεν αὐτὸς ὁ διδοὺς τὸν ταῖς φιλοτιμίαις πρέποντα και‐ | |
10 | ρόν. Χρὴ τοιγαροῦν ἡμᾶς ἐμφρόνως τε ὁμοῦ καὶ ἐντόνως τὰς πρὸς Θεὸν ποιεῖσθαι λιτὰς, κἂν εἰ γένοιτό τις τῶν αἰτημάτων ἀνάκλησις. Τὸ γὰρ ἀνιδρωτὶ πορισθὲν καὶ ἐξ ἑτοίμου ληφθὲν, καταφρο‐ νεῖσθαι φιλεῖ. Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς, | |
15 | κ.τ.λ. (A f. 154, B f. 112) Ἐνταῦθα τὸ, λέγω ὑμῖν, ὅρκου δύναμιν ἀποπληροῖ. Οὐ ψεύδεται δὲ Θεὸς, κἂν ὅρκου δίχα γένηται τὸ ἐπηγγελμένον· ἀπροφάσιστον δὲ ἀποφαίνων τὴν ἡμῶν ὀλιγοπιστίαν, ἔσθ’ ὅτε ὅρκῳ | |
20 | βεβαιοῖ τοὺς ἀκροωμένους. Τὸ δὲ ζητεῖτε λέγων, τὸ πονεῖν ἐπιτάττει· πόνῳ γὰρ ἀεί πως εὑρίσκεται τὸ ζητούμενον. Ὁ κρούων τῇ χειρὶ προσαράττει τὴν θύραν, ἵνα τὴν τῶν κρουσμάτων ὄχλησιν οὐκ ἐνεγκὼν ὁ τῆς ἑστίας δεσπότης ἀνοίξῃ, καὶ οὐχ ἑκών. Μάθε | |
25 | τοίνυν ἐκ τῶν καθ’ ἡμᾶς πραγμάτων τοῦ χρησίμου τὴν θήραν· κροῦσον, ὄχλησον, αἴτησον· τοιούτους εἶναι χρὴ τοὺς αἰτοῦντάς τι παρὰ Θεοῦ. Ἐμφρόνως οὗν καὶ εὐτόνως εὔχεσθαι χρή. Κἂν ἀναβολή τις τῶν αἰτημάτων γένηται, μὴ ναρκᾷν μηδὲ ἀφίστασθαι. | |
30 | Γράφει γοῦν ὁ σοφώτατος Παῦλος· «Ἀδιαλείπτως προσεύχεσθε.» Θορυβεῖ μὲν γὰρ ὁ διάβολος οὐ με‐ τρίως, ἀδοκήτοις ἔσθ’ ὅτε περιστάσεσιν ἐνιεὶς, καὶ καταφέρων εἰς πολύτροπον ἁμαρτίαν. Εἶτα πρὸς τούτῳ, τῆς ἐμφύτου φιληδονίας ὁ νόμος, ἐμφωλεύει | |
35 | τοῖς μέλεσι τῆς σαρκὸς, ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοὸς ἡμῶν, κατὰ τὸ γεγραμμένον. Ναὶ μὴν, καὶ οἱ τοῖς τῆς ἀληθείας πολεμοῦντες δόγμασιν αἱρετικοί. Χρεία τοίνυν συχνῆς καὶ ἀλλεπαλλήλου προσευχῆς. Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, κατὰ τὸ γεγραμμέ‐ | |
40 | νον, ἀλλὰ δυνατὰ τῷ Θεῷ. Τίνα δὲ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; (A f. 155) Διδάσκει πάλιν ἡμᾶς ὁ Σωτὴρ ἕτερόν τι τῶν ἀναγκαίων εἰς ὄνησιν. Πρόσιμεν γὰρ ἔσθ’ ὅτε τῷ | |
45 | φιλαγάθῳ Θεῷ, τὰς λιτὰς ποιούμενοι, τὰς ἐφ’ ἑκάστῳ πράγματι κατὰ τὸ ἑκάστῳ δοκοῦν· ἀλλ’ οὐ διακρίνον‐ τες ἔσθ’ ὅτε, ἢ βασανίζοντες, τί μέν ἐστι τὸ ἀληθῶς συμφέρον, καὶ ὅπερ ὀνίνησι δοθὲν παρὰ Θεοῦ· τί δὲ καὶ τὸ ἀδικοῦν, εἰ λάβοιμεν· ἀκατασκέπτοις δὲ μᾶλλον | |
72.697(50) | θελημάτων ὁρμαῖς, ἐμπίπτομεν εἰς ἐπιθυμίας ὀλέθρου μεστάς. Ὅταν οὖν τι τοιοῦτον αἰτῶμεν παρὰ Θεοῦ, λη‐ ψόμεθα μὲν οὐδαμῶς, γέλωτος δὲ μᾶλλον ἀξίαν ποιού‐ μεθα τὴν λιτήν· καὶ ποία τίς ἐστιν ἡ τούτου πρόφασις, παρ’ αὐτοῦ μάθωμεν. Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος, | |
55 | ὃν αἰτήσει ὁ υἱὸς αὐτοῦ ἄρτον μὴ λίθον ἐπιδώσει αὐτῷ; Ὡς ἐξ εἰκόνος, φησὶ, ἤτοι παραδείγματος | |
ἐναργοῦς, ἐκ τῶν καθ’ ὑμᾶς αὐτοὺς, τὴν τῶν παρ’ | ||
72.700 | ἐμοῦ λεγομένων δύναμιν ἐννοήσατε. Πατὴρ γέγονας τέκνων, διὰ τρόπου παντὸς ἐκ πολλῆς ἄγαν φιλο‐ στοργίας ὠφελεῖν ἐθέλεις αὐτά. Ὅταν τοίνυν ἄρτον αἰτήσῃ, ἀμελητὶ καὶ χαίρων προσάγεις, εὖ εἰδὼς ὅτι | |
5 | τροφῆς μεταποιεῖται τῆς ἐπωφελοῦς. Ὅταν δὲ διὰ φρενῶν ἔνδειαν τὸ βραχὺ παιδίον, οὔπω διακρίνειν εἰδὸς τὰ ὁρώμενα, αἰτήσῃ λίθον ἵνα φάγῃ, δίδως ἆρα, φησὶν, ἢ μᾶλλον ἀποφέρεις αὐτὸ τῆς εἰς τοῦτο βλαβερᾶς ἐπιθυμίας; Ὁ δὲ αὐτὸς ἔστω λόγος ἐπί τε | |
10 | ὄφεως καὶ ἰχθύος, ὠοῦ καὶ σκορπίου. Ὅτε τοίνυν, φησὶν, ὑμεῖς ὄντες πονηροὶ, τουτέστι, κακίας δεκτι‐ κὴν ἔχοντες τὴν διάνοιαν, καὶ οὐ μονότροπον εἰς τὸ ἀγαθὸν, καθὰ καὶ ὁ τῶν ὅλων Θεὸς, οἴδατε διδόναι δόματα ἀγαθὰ τοῖς τέκνοις, πόσῳ μᾶλλον ὁ Πατὴρ | |
15 | ὑμῶν ὁ οὐράνιος δώσει πνεῦμα ἀγαθὸν τοῖς αἰτοῦσιν αὐτόν; τουτέστι χάριν πνευματικὴν, ἀγαθὴν δὲ πάν‐ τως· ἣν εἴπερ τις λάβοι, τρισμακάριος ἔσται. Οὐκοῦν εἴ τι τῶν τοιούτων ἐθέλοις λαβεῖν, πρόσιθι χαίρων· κατανεύσει γὰρ ἑτοίμως, φιλάρετος ὢν ὁ ἐν οὐρανοῖς | |
20 | Πατήρ. Καὶ ἦν ἐκβάλλων δαιμόνιον, καὶ αὐτὸ ἦν κωφόν. (A f. 155, C f. 131 b) Κωφὸν ἐν τούτοις τὸν ἄφωνον ὠνομάσθαι φαμέν· οὐ τῆς φύσεως δὲ ἦν τὸ | |
25 | πάθος, ἀλλὰ τοῦ δαίμονος ἐπιβουλὴ δήσαντος τὴν γλῶσσαν. Διὸ καὶ ἑτέρων δεῖται τῶν προσαγόντων· οὐδὲ γὰρ δι’ ἑαυτοῦ παρακαλέσαι ἠδύνατο, ἄφωνος ὤν. Ὅθεν οὐδὲ ἀπαιτεῖ πίστιν αὐτὸν ὁ Κύριος, ἀλλ’ εὐθέως διορθοῦται τὸ νόσημα. «Καὶ ἐθαύμασαν οἱ | |
30 | ὄχλοι.» Τούτου καθαρισθέντος καὶ τελεσθέντος τοῦ θαύματος, κατεκρότει μὲν ἡ πληθὺς ταῖς εὐφημίαις αὐτὸν, καὶ δόξῃ θεοπρεπεῖ στεφανοῦν ἠπείγετο τὸν θαυματουργόν. Τινὲς δὲ, φησὶν, ἐξ αὐτῶν, οὗτοι δὲ ἦσαν Γραμματεῖς τε καὶ Φαρισαῖοι, ἀπονοίᾳ καὶ | |
35 | φθόνῳ μεθύουσαν ἔχοντες τὴν καρδίαν, προσθήκην τῇ νόσῳ τὸ θαῦμα πεποίηνται. Ἀφιστάντες γὰρ αὐ‐ τοῦ τὰ θεοπρεπῶς εἰργασμένα, τῷ διαβόλῳ προσ‐ νενεμήκασι τὸ πάντα δύνασθαι κατορθοῦν· δι’ αὐτοῦ γὰρ αὐτὸν ἐκβάλλειν ἔφασαν τὰ δαιμόνια.—(A f. | |
40 | 155 b) Καταχωννύων γοῦν ὥσπερ εἰς ἄβυσσον ὁ Χριστὸς τὰ πονηρὰ δαιμόνια, καὶ οὐχ ἑκόντα μεθ‐ ιστὰς, διὰ τοῦ τῶν ἐχόντων ἐκπέμπειν αὐτὰ, καίτοι δέον ἐπὶ τούτῳ θαυμάζεσθαι, τοὺς τῶν εἰωθότων φιλοψογεῖν οὐ διέδρα λόγους. Τετολμήκασι γὰρ εἰ‐ | |
45 | πεῖν, ἔγκλημα ποιούμενοι τὴν τερατουργίαν· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβούλ.—Ἕτε‐ ροι δὲ πειράζοντες,» κ.τ.λ. Ἕτεροι δὲ τοῖς ἴσοις τοῦ φθόνου διανυττόμενοι κέντροις, ἐζήτουν ἐξ οὐρανοῦ σημεῖον ἰδεῖν παρ’ αὐτοῦ· μονονουχὶ βοῶντες· Κἂν | |
72.700(50) | ἐξ ἀνθρώπου κακόηθες ἐλάσῃς δαιμόνιον, ἀλλ’ οὔπω μέγα τὸ χρῆμά ἐστιν, οὐδὲ θείας ἐνεργείας ἀπόδειξιν ἔχει τὸ δρώμενον. Οὔπω τι τεθεάμεθα τοῖς ἀρχαίοις θαύμασιν ὅμοιον. Δεῖξόν τι τῶν ἄνωθεν ἀνενδοιάστως ἐνεργουμένων. Διεβίβασε Μωϋσῆς τὸν λαὸν, βάσιμον | |
55 | αὐτοῖς ἀποφήνας τὴν διὰ μέσου θάλατταν· ἐτύπτησε τῇ ῥάβδῳ τὴν πέτραν, καὶ ποταμῶν αὐτὴν ἔδειξε | |
μητέρα· ἐξεδόθησαν ἐκ τῆς ἀκροτόμου πηγαί. | ||
72.701 | Ὁμοίως ὁ μετ’ αὐτὸν Ἰησοῦς ἔστησε τὸν ἥλιον κατὰ Γαβαὼ, καὶ τὴν σελήνην κατὰ φάραγγα Ἀρνών. Ἔστησε τὸν Ἰορδάνην, καὶ τοῖς ἐκείνου νάμασιν ἐνῆκε δεσμόν. Σὺ δὲ τούτων ἔδειξας οὐδέν. Τὸ γὰρ | |
5 | ἐξ οὐρανοῦ βούλεσθαι σημεῖον αἰτεῖν, οὐδὲν ἕτερον ὑπεμφήνειεν ἂν, πλὴν ὅτι τοιούτους ἐσχήκασιν ἐπ’ αὐτῷ τότε διαλογισμούς. Καὶ τί πρὸς ταῦτα Χρι‐ στός; Αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα, κ.τ.λ. | |
10 | (A f. 155 b) Πρῶτον μὲν ὄντα Θεὸν ἑαυτὸν ἀπο‐ φαίνει, διὰ τοῦ καὶ τὸ λάθρα ψιθυρισθὲν παρ’ αὐ‐ τοῖς εἰδέναι· ἔγνω γὰρ τοὺς διαλογισμοὺς αὐτῶν. Ἔπειτα τῆς οὕτω δεινῆς ἀφιστὰς αὐτοὺς ἀσε‐ βείας, οὐδὲν ἀπὸ τῶν Γραφῶν φησιν, οὐδὲ γὰρ προσ‐ | |
15 | εῖχον, ἀλλὰ καὶ παρερμηνεύειν ἔμελλον, ἀλλ’ ἀπὸ τῶν κοινῇ συμβαινόντων. Καὶ πόλις γὰρ, φησὶν, καὶ οἰ‐ κία, ἂν σχισθῇ, ταχέως διαλύεται· καὶ βασιλεία, ἧς οὐδὲν δυνατώτερον Εἰ οὖν καὶ ἐγὼ δαίμονα ἔχων, δι’ ἐκείνου ἐκβάλλω τοὺς δαίμονας, στάσις μεταξὺ δαι‐ | |
20 | μόνων ἐστί· καὶ εἰ κατ’ ἀλλήλων ἵστανται, ἀπόλωλεν αὐτῶν ἡ ἰσχύς. Ἵστησι μὲν γὰρ βασιλείας τῶν ὑπὸ χεῖρα τὸ γνήσιον. Ἵστησι δὲ οἴκους τὸ κατὰ μηδένα τρόπον ἀντιφέρεσθαί τινας ἀλλήλοις τῶν ἐν αὐτοῖς. Ἔστησε δ’ ἂν καὶ τὴν τοῦ Βεελζεβοὺλ βασιλείαν, τὸ | |
25 | μὴ αὐτὸν ἑαυτῷ δρᾷν ἐθέλειν τὰ ἐναντία. Πῶς οὖν ἐκβάλλει Σατανᾶς τὸν Σατανᾶν; Οὐκοῦν οὐχ ἑκόντα τῶν ἀνθρώπων ἐκπέμπεται τὰ δαιμόνια. Οὐ γὰρ μάχεται, φησὶν, ὁ Σατανᾶς ἑαυτῷ· οὐκ ἐπιπλήττει τοῖς ἑαυτοῦ δορυφόροις, συγκροτεῖ δὲ μᾶλλον τὴν | |
30 | ἑαυτοῦ βασιλείαν. Λείπεται τοίνυν ἐννοεῖν ὅτι δυ‐ νάμει θείᾳ συντρίβω τὸν Σατανᾶν.—(A f. 156) Τῶν ἀνοσίων Φαρισαίων ἡ δυστροπωτάτη πληθὺς διαβε‐ βλήκασι τὸν Ἐμμανουὴλ, καὶ συκοφαντεῖν ἀπετόλ‐ μων τὴν δόξαν αὐτοῦ, ταῖς τοῦ Βεελζεβοὺλ συνερ‐ | |
35 | γίαις ἐπικουρούμενον, εἰς τὸ δύνασθαι τὰ πονηρὰ τῶν ἠῤῥωστηκότων ἐξελαύνειν πνεύματα, δυσσεβῶς ὀνομάζοντες. Τοιγάρτοι καὶ διὰ Ὠσηὲ προφήτου τῆς τῶν Ἰουδαίων ἀθυροστομίας κατεκεκράγει λέγων αὐτὸς ὁ Ἐμμανουήλ· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν | |
40 | ἀπ’ ἐμοῦ! δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ’ ἐμοῦ ψευδῆ.» Οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι, (A f. 156) Ἰουδαῖοι γὰρ καὶ ἐξ Ἰουδαίων κατὰ | |
45 | σάρκα γεγόνασιν οἱ μακάριοι μαθηταί. Οὗτοι τὴν κατὰ πνευμάτων ἀκαθάρτων ἐξουσίαν ἐσχήκασι παρὰ Θεοῦ, καὶ δὴ καὶ ἀπήλλαττον τοὺς ἐνισχημένους, ἐπιφωνοῦντες αὐτοῖς τὸ, «ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ.» Ὅτε τοίνυν, φησὶν, οἱ ἐξ ὑμῶν γεγονότες υἱοὶ, ἐν | |
72.701(50) | ὀνόματί μου τὸν Βεελζεβοὺλ συντρίβουσιν, ἐπιπλήτ‐ τοντες αὐτοῦ τοῖς δορυφόροις, καὶ ἀμελητὶ τῶν ἐχόν‐ των αὐτοὺς ἐκπέμποντες, πῶς οὐκ ἐναργὴς δυσφη‐ | |
μία, πολὺ τὸ ἀμαθὲς δὲ ἔχουσα συμπεπλεγμένον, τὸ | ||
72.704 | λέγειν ἐμὲ δύναμιν δανεῖσθαι τὴν παρὰ τοῦ Βεελζε‐ βούλ; Κατακριθήσεσθε τοίνυν ὑπὸ τῆς πίστεως ἐξ ὑμῶν γεγονότων υἱῶν, εἴπερ αὐτοὶ μὲν τὴν παρ’ ἐμοῦ λαβόντες ἐξουσίαν καὶ δύναμιν παραλύουσι τὸν | |
5 | Σατανᾶν, καὶ οὐχ ἑκόντα τῶν ἐχόντων αὐτὸν ἐκ‐ πέμποντες· ὑμεῖς δὲ λέγετε ταῖς ἐκείνου δυνάμεσι κεχρημένον ἐνεργεῖν ἐμὲ τὰς θεοσημείας. Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμό‐ νια, κ.τ.λ. | |
10 | (A f. 156, B f. 115 b) Ἐπειδὴ, φησὶ, τὸ παρ’ ὑμῶν λεγόμενον οὐκ ἀληθὲς, ἕωλον δὲ μᾶλλόν ἐστι καὶ κατεψευσμένον, καὶ συκοφαντίας ἔχον γραφὴν, πρό‐ δηλον ὅτι ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια. Δάκτυλον δὲ Θεοῦ τὸ ἅγιον Πνεῦμά φησι. Χεὶρ μὲν | |
15 | γὰρ αὐτὸς καὶ βραχίων ὠνόμασται τοῦ Θεοῦ καὶ Πατρὸς, ἐνεργεῖ γὰρ τὰ πάντα δι’ αὐτοῦ. Ἐνεργεῖ δὲ ὁμοίως καὶ Υἱὸς ἐν Πνεύματι. Ὥσπερ οὖν ὁ δάκτυλος ἀπήρτηται τῆς χειρὸς, οὐκ ἀλλότριος ὢν αὐτῆς, ἀλλ’ ἐν αὐτῇ φυσικῶς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῷ | |
20 | τῆς ὁμοουσιότητος λόγῳ συνῆπται πρὸς ἕνωσιν τῷ Υἱῷ, κἂν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορεύηται. Πάντα γὰρ, ὡς ἔφην, ὁ Υἱὸς ἐργάζεται, διὰ τοῦ ὁμοουσίου Πνεύματος. Πλὴν ἐν δακτύλῳ Θεοῦ, φησὶ, ἐκβάλλω τὰ δαιμόνια, καὶ νῦν οἰκονομικῶς ὡς ἄνθρω‐ | |
25 | πος. Οὐ γὰρ ἂν ἤνεγκαν Ἰουδαῖοι, σαθρὸν καὶ ἀσύν‐ ετον ἔχοντες νοῦν, λέγοντος αὐτοῦ, ὅτι Ἐν Πνεύματί μου ἐκβάλλω τὰ δαιμόνια.—(A f. 156) Καί μοι πρόσχες ἀκριβῶς, ὅτι ἐνεργοῦντος τοῦ Πατρὸς δι’ Υἱοῦ τὰ παράδοξα, τὸ Πνεῦμά ἐστι τὸ ἐνεργοῦν | |
30 | αὐτά. Καὶ γὰρ αὐτὸ ἐνήργει ἐν ἐκείνῳ τῷ ναῷ· ὧν δὲ μία ἐνέργεια, τούτων καὶ φύσις ἡ αὐτή. Παντα‐ χοῦ τοίνυν συνελαυνόμενοι πρὸς τὸ ἀληθὲς οἱ πνευ‐ ματομάχοι, μισείτωσαν τοὺς τῶν πλάνων ἐμέτους, ἀνανηφέτωσαν πρὸς Θεὸν, αἰτείτωσαν παρ’ αὐτοῦ | |
35 | τῆς ἀληθείας τὸ φῶς· χαρίσεται γὰρ, φιλάνθρωπος ὢν, ὁ Σωτήρ.—(A f. 156 b) Εἰ τοίνυν, φησὶν, ἐγὼ, ἄνθρωπος ὢν καὶ γενόμενος καθ’ ὑμᾶς, ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, πεπλούτηκεν ἡ ἀνθρώ‐ που φύσις ἐν ἐμοὶ καὶ πρώτῳ τὴν θεοπρεπῆ βασι‐ | |
40 | λείαν· δεδόξασται γὰρ συντρίβουσα τὸν Σατανᾶν, καὶ ἀκαθάρτοις ἐπιτιμῶσα πνεύμασι. Τοῦτό ἐστι τό· «Ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλὴν, κ.τ.λ. (A f. 156 b) Ἐπειδὴ διὰ πολλῶν ἐννοιῶν τὸν ἐπὶ | |
45 | τούτοις ἰέναι λόγον ἀναγκαῖον ἦν, κέχρηται παρα‐ δείγματι σαφεῖ καὶ ἐναργεστάτῳ, δι’ οὗ πάρεστι τοῖς ἐθέλουσιν ἰδεῖν, ὅτι νενίκηκε τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ οἷον ἀπονευρώσας αὐτὸν, καὶ γυμνὸν ἀποφήνας τῆς ἐνούσης ἰσχύος αὐτῷ, δέδωκεν εἰς | |
72.704(50) | διαρπαγὴν τοῖς ἑαυτοῦ γνωρίμοις. Ἕως μὲν γὰρ, φησὶν, ὁ ἰσχυρὸς ἔχει τὸ δύνασθαι, καὶ φυλάττει τὰ ἑαυτοῦ, οὐδεμίαν ὑφορᾶται πλεονεξίαν. Ἐπ’ ἂν δέ τις ἰσχυρότερος αὐτοῦ ἐπελθὼν χειρώσηται αὐτὸν, τότε | |
διαρπάζεται. Τοῦτο ὡς ἐπ’ ἀνθρώπων εἴρηται τὸ | ||
72.705 | παράδειγμα· πέπονθε δὲ αὐτὸ καὶ ὁ μισόκαλος διά‐ βολος· ἦν μὲν γὰρ πρὸ τῆς Σωτῆρος ἐπιδημίας ἐν ἰσχύϊ πολλῇ, τὰς ἀλλοτρίας ἀγέλας, δῆλον δὲ ὅτι τὰς τοῦ ἐπὶ πάντων Θεοῦ, συνελάσας ὥσπερ καὶ συν‐ | |
5 | έχων εἰς ἰδίαν αὐλήν. Ἐπειδὴ δὲ ὁ πάντων ἐπέκεινα τοῦ Θεοῦ Λόγος, ὁ πάσης ἰσχύος δοτὴρ, καὶ τῶν δυνάμεων Κύριος, ἐπεπήδησεν αὐτῷ γενόμενος ἄν‐ θρωπος, διηρπάσθη πάντα αὐτοῦ τὰ σκεύη, καὶ δι‐ εδόθη τὰ σκῦλα. Οἱ γὰρ πάλαι παρ’ αὐτοῦ συνεχό‐ | |
10 | μενοι πρὸς ἀθεΐαν καὶ πλάνην, κέκληνται διὰ τῶν ἁγίων ἀποστόλων εἰς ἐπίγνωσιν ἀληθείας, καὶ προσ‐ εκομίσθησαν τῷ Θεῷ καὶ Πατρὶ διὰ τῆς πίστεως τῆς εἰς τὸν Υἱόν. Ὁ μὴ ὢν μετ’ ἐμοῦ, κατ’ ἐμοῦ ἐστι. | |
15 | (A f. 157, C f. 132) Ἐγὼ μὲν γὰρ ἐπεδήμησα, φησὶν, ἵνα πάντας ἐξέλωμαι τῶν τοῦ διαβόλου χει‐ ρῶν, ἵνα αἰχμαλώτους ὄντας ἐλευθερώσω, καὶ φω‐ τίσω ἐσκοτισμένους, καὶ πεσόντας ἀναστήσω, καὶ συντεθραυσμένους ἰάσωμαι, ἵνα τὰ τέκνα τοῦ Θεοῦ, | |
20 | τὰ διεσκορπισμένα παρ’ ἐκείνου δηλονότι, συναγάγω εἰς ἕν. Ὁ δέ γε Σατανᾶς μὴ ὢν μετ’ ἐμοῦ, ἐπιχειρεῖ σκορπίζειν ἃ συνῆξα καὶ ἔσωσα. Πῶς οὖν ὁ μαχό‐ μενος ταῖς ἐμαῖς οἰκονομίαις δίδωσί μοι δύναμιν καθ’ ἑαυτοῦ; Ἆρ’ οὐκ εὔηθες τὸ οἴεσθαι τοιοῦτόν τι γεγε‐ | |
25 | νῆσθαι; Πόθεν οὖν ἄρα συμβέβηκε τοῖς Ἰουδαίων δήμοις, τὸ κατολισθεῖν εἰς τοιαύτας ἐννοίας περὶ Χριστοῦ, αὐτὸς διεσάφησεν εἰπών· Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι’ ἀνύδρων τόπων, κ.τ.λ. (A f. 157 b) Ὅτι δὲ εἰς Ἰουδαίους ἐστὶ τὸ σύμπαν | |
30 | τοῦτο παράδειγμα, δεδήλωκεν ὁ Ματθαῖος, ἐπιφω‐ νήσας· «Οὕτως ἔσται καὶ τῇ γενεᾷ τῇ πονηρᾷ ταύτῃ.» Ἕως μὲν γὰρ ἦσαν ἐν Αἰγύπτῳ θητεύον‐ τες, καὶ τοῖς Αἰγυπτίων διαζῶντες ἔθεσί τε καὶ νό‐ μοις, μεστοὶ πάσης ὑπῆρχον ἀκαθαρσίας, ἔνοικον ἦν | |
35 | αὐτοῖς τὸ πνεῦμα τὸ πονηρόν. Ἐπειδὴ δὲ λελύτρων‐ ται διὰ Μωϋσέως, κατοικτείροντος Θεοῦ, καὶ νόμον ἐσχήκασι παιδαγωγὸν, πρὸς τὸ τῆς ἀληθοῦς θεογνω‐ σίας καλοῦντα φῶς, ἀπελήλατο τὸ βέβηλον καὶ ἀκά‐ θαρτον πνεῦμα· ὅτε δὴ καὶ τεθύκασι τὸν ἀμνὸν εἰς | |
40 | τύπον Χριστοῦ, κατεχρίσθησάν τε τῷ αἵματι, καὶ διέδρασαν τὸν ὀλοθρευτήν. Ἐπειδὴ δὲ οὐ πεπιστεύ‐ κασιν εἰς Χριστὸν, ἀλλὰ παρώσαντο τὸν Λυτρωτὴν, ἰδοὺ δὴ πάλιν εἰσπέπτωκε τὸ ἀκάθαρτον πνεῦμα, καὶ πολὺ χειρόνως ἢ πάλαι· εὗρε γὰρ αὐτῶν τὴν καρ‐ | |
45 | δίαν γυμνὴν, καὶ σχολάζουσαν ἀπὸ πάσης εὐσεβείας, καὶ οἷον σεσαρωμένην, καὶ κατῴκησεν ἐν αὐτοῖς. Ὥσ‐ περ γὰρ τὸ Πνεῦμα τὸ ἅγιον, ὅταν ἴδῃ καρδίαν ἀνθρώ‐ που σχολάζουσαν ἀπὸ πάσης ἀκαθαρσίας, ἐναυλίζεται καὶ κατοικεῖ καὶ ἐπαναπαύεται αὐτῇ οὕτω καὶ τὸ | |
72.705(50) | πνεῦμα τὸ ἀκάθαρτον ψυχαῖς ἀνόμων ἐνδιαιτᾶσθαι φιλεῖ. Σχολάζουσι γὰρ, ὡς ἔφην, ἀπὸ πάσης ἀρετῆς. Γέγονε τοίνυν τὰ ἔσχατα τῶν ἐξ Ἰσραὴλ χείρονα τῶν πρώτων. Ὡς γὰρ ὁ τοῦ Σωτῆρος ἔφη μαθητής· «Κρεῖττον ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς | |
55 | ἀληθείας, ἢ ἐπιγνοῦσιν, εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Συμβέβηκε | |
γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπι‐ | ||
72.708 | στρέψας ἐπὶ τὸ ἴδιον ἐξέρασμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» Ἐξ αὐτῶν δὲ τῶν τετολμη‐ μένων καταθρήσαιτό τις ἂν, ὅτι τῶν ἰδίων ἐμέτων ἥπτοντο πάλιν, καὶ τοῖς ἄνωθεν ἐγκαλινδεῖσθαι βορ‐ | |
5 | βόροις ἐξ ὑποστροφῆς ἐμελέτων, καὶ πεπτώκασιν εἰς τὴν ἐν Αἰγύπτῳ πλάνησιν. Εἰσέφρησε γὰρ πάλιν τὸ ἀκάθαρτον πνεῦμα, καὶ γέγονεν αὐτοῖς, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, χείρονα τῶν πρώτων τὰ ἔσχατα. Σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται | |
10 | αὐτῇ. (B f. 116 b) Ἐκ πονηρίας ἡ αἴτησις· διὸ οὐδὲ ἐπιτυγχάνουσι, κατὰ τό· «Ζητήσουσί με κακοὶ, καὶ οὐχ εὑρήσουσιν.» Εἴπερ δὲ ἦν ἐφικτὸν μὴ ἂν ἐθε‐ λῆσαι τὸν Ἰησοῦν παθεῖν κατὰ σάρκα τὸν ἐπὶ σταυ‐ | |
15 | ροῦ θάνατον, οὐδ’ ἂν τοῦτο τοῖς Ἰουδαίοις τὸ σημεῖον ἐδόθη. Ἐπεὶ δὲ ἀπαραίτητον ἦν τὸ ἐπὶ σωτηρίᾳ τὸ ὑπ’ οὐρανὸν πάθος, δέδοται αὐτοῖς εἰς κατάκριμα. Ὅτι δὲ πάμμεγα σημεῖόν ἐστι τῆς θεοπρεποῦς δυνά‐ μεώς τε καὶ ἐξουσίας τοῦ ἐνανθρωπήσαντος Λόγου | |
20 | τὸ καταργῆσαι τὸν θάνατον διὰ τῆς ἐκ νεκρῶν αὐ‐ τοῦ ἀναστάσεως, ἀρκέσει, οἶμαι, τοῖς ἐπιεικέσιν εἰς πληροφορίαν τὸ πολλοῖς ἀναπεισθῆναι χρήμασιν τοὺς Πιλάτου στρατιώτας, οἳ τὸν Δεσποτικὸν τάφον ἐτή‐ ρουν, ἵν’ εἴπωσιν, ὅτι Ἡμῶν κοιμωμένων ἐκλάπη | |
25 | νυκτός. Οὐδὲ τούτῳ οὖν τῷ σημείῳ πεπιστεύκασιν Ἰουδαῖοι. Διὸ καὶ μάλα εἰκότως ἔφη περὶ αὐτῶν, ὅτι «Βασίλισσα νότου ἐγερθήσεται,» κ.τ.λ. Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει, κ.τ.λ. | |
30 | (A f. 159) Ἐσπούδασε περὶ τὴν Σολομῶντος ἀκρόα‐ σιν βάρβαρος γυνὴ, καὶ τοσαύτην ὁδὸν διὰ τοῦτο ἐστείλατο, σοφίαν τὴν περὶ τῶν ὁρατῶν καὶ ζώων καὶ βοτανῶν φύσεως ἀκουσομένη. Ὑμεῖς δὲ παρόντες καὶ ἀκούοντες, περὶ ἀοράτων καὶ οὐρανίων πραγμά‐ | |
35 | των, αὐτῆς τῆς σοφίας ἡκούσης πρὸς ὑμᾶς, καὶ τὸν λόγον ἔργοις καὶ τεραστίοις βεβαιούσης, ἀλλοτριοῦσθε πρὸς τὸν λόγον, καὶ τὸ θαῦμα τῶν λογίων ἀναισθήτως παραπέμπεσθε; Πῶς οὖν οὐ πλεῖον Σολομῶντος ὧδε, τουτέστι παρ’ ἐμοί; Καὶ ὅρα μοι πάλιν τοῦ λόγου | |
40 | τὸ εὐτεχνές· διὰ τί γὰρ τὸ ὧδέ φησι, καὶ οὐχὶ δὴ μᾶλλον παρ’ ἐμοί; Ἵν’ ἡμᾶς ἀναπείσῃ ταπεινοφρο‐ νεῖν, κἂν χαρισμάτων ὦμεν ἀνάμεστοι πνευματι‐ κῶν. Ἄλλως τε δὲ τὸ ἀπεικὸς ἦν οὐδὲν, Ἰουδαίους ἀκούσαντας ὅτι «Πλεῖον Σολομῶντός ἐστι παρ’ ἐμοὶ,» | |
45 | τὰ συνήθη πάλιν περὶ αὐτοῦ πειραθῆναι λαλεῖν· Ἰδοὺ καὶ τῶν παρ’ ἡμῖν ἐπισήμως βεβασιλευκότων ἑαυτὸν εἶναί φησι ἐν ἀμείνοσι. Μετριάζει τοίνυν οἰ‐ κονομικῶς ὁ Σωτὴρ, τὸ ὧδε λέγων, ἀντὶ τοῦ παρ’ ἐμοί.—(A f. 159) Καὶ Νινευΐτας δὲ εἰς κατάκρισιν | |
72.708(50) | αὐτῶν ἔσεσθαί φησιν ἐν τῷ τῆς κρίσεως καιρῷ. Ἄν‐ | |
72.709 | δρες γὰρ ἦσαν ὠμοί τε καὶ βάρβαροι, Θεὸν οὐκ εἰ‐ δότες τὸν φύσει καὶ ἀληθῶς, τῶν διὰ Μωϋσέως τε‐ θεσπισμένων ἀνήκοοι παντελῶς, προφητικῆς εὐστο‐ μίας ἀνεπιστήμονες. Ἀλλὰ καὶ οὕτω γνώμης ἔχον‐ | |
5 | τες, μετενόησαν, φησὶν, εἰς τὸ κήρυγμα Ἰωνᾶ· μα‐ κρῷ τοιγαροῦν ἀμείνους τῶν ἐξ Ἰσραὴλ, καὶ κατα‐ κρινοῦσιν αὐτούς. Ἀλλ’ ἄκουε καὶ τῶν ῥημάτων· «Ἄνδρες Νινευῒ ἀναστήσονται ἐν τῇ κρίσει κατὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετ‐ | |
10 | ενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδοὺ πλέον Ἰωνᾶ ὧδε.» Οὐδεὶς δὲ λύχνον ἅψας, εἰς κρυπτὴν τίθησι, κ.τ.λ. (A f. 161, B f. 116 b) Καὶ ποία τις ἦν τῶν τοιού‐ | |
15 | των λόγων ἡ χρεία; Ἀντιθέσει μάχεται τοῖς Ἰου‐ δαίοις ἐξευρημένῃ διὰ τῆς ἐνούσης αὐτοῖς σκαιότη‐ τός τε καὶ ἀμαθίας. Ἔφασκον γὰρ θαυματουργεῖν αὐτὸν, οὐχ ἵνα πιστεύηται μᾶλλον, ἀλλ’ ἵνα πολλοὺς ἔχῃ τοὺς ἑπομένους αὐτῷ, καὶ τοὺς παρὰ τῶν ὁρών‐ | |
20 | των τὰς θεοσημείας ἁρπάζῃ κρότους. Ἀποκρούεται τοίνυν τὴν ἐπὶ τούτῳ συκοφαντίαν, καὶ δέχεται πρὸς παράδειγμα τὴν τοῦ λύχνου χρείαν· κεῖται γὰρ ὁ λύ‐ χνος ὑψοῦ καὶ ἐπὶ λυχνίαν ἀεὶ, ἵν’ εἴη τοῖς ὁρῶσι χρήσιμος. Καὶ τί τὸ ἐντεῦθεν, περινοήσωμεν. Πρὸ | |
25 | μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας κατ‐ εσκότισε τὴν ὑπ’ οὐρανὸν ὁ τοῦ σκότους πατὴρ, τουτ‐ έστιν ὁ Σατανᾶς, ἀχλύϊ τε νοητῇ τὰ πάντα κατεμε‐ λαίνετο. Ἐπειδὴ δὲ ἦμεν ἐν τούτοις, λύχνον ὥσπερ τινὰ τῇ ὑπ’ οὐρανὸν δέδωκεν ὁ Πατὴρ τὸν Υἱὸν, ἵνα | |
30 | τὸ θεῖον ἡμῖν ἐναστράψῃ φῶς, καὶ ἀχλύος ἡμᾶς ἐξ‐ έληται διαβολικῆς. Ἀλλ’, ὦ Ἰουδαῖε, εἰ μὲν αἰτιᾷ τὸν λύχνον ὅτι μὴ κρύπτεται μᾶλλον, ἀλλ’ ὑψοῦ καὶ ἐπὶ λυχνίᾳ κείμενος ἐνίησι τοῖς ὁρῶσι τὸ φῶς, ἐγκάλει Χριστῷ μὴ λαθεῖν ἐθέλοντι μᾶλλον, ἀλλ’ ὁρᾶσθαι | |
35 | παρὰ πάντων, καὶ φωτίζοντι τοὺς ἐσκοτισμένους, καὶ τὸ τῆς ἀληθοῦς θεογνωσίας ἐνιέντι φῶς. Οὐκοῦν οὐχ ἵνα θαυμάζηται μᾶλλον ἐπλήρου τὰς θεοση‐ μείας, καὶ δι’ αὐτῶν ἠξίου γνωρίζεσθαι, ἀλλ’ ἵνα πιστεύηται μᾶλλον ὅτι Θεὸς ὢν φύσει, γέγονεν ἄν‐ | |
40 | θρωπος δι’ ἡμᾶς, καὶ οὐκ ἀπέστη τοῦ εἶναι ὁ ἦν. Ὡς ἐπὶ λυχνίας δὲ τῆς ἁγίας Ἐκκλησίας τῷ κηρύ‐ γματι λάμπων, καταφωτίζει τὰς πάντων διανοίας, θείας πληρῶν ἐπιγνώσεως. Ἠρώτα αὐτὸν Φαρισαῖός τις ὅπως ἀριστήσῃ | |
45 | παρ’ αὐτῷ. (A f. 162) Ἀληθεύει λέγων ὁ σοφώτατος Παῦλος, ὅτι Χριστὸς εἰσῆλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας, καθεὶς ἑαυτὸν εἰς κένωσιν, ἐπὶ γῆς ὤφθη μετὰ σαρκὸς, καὶ τοῖς | |
72.709(50) | ἀνθρώποις συνανεστράφη. Τοῦτο γεγονὸς ἔστιν ἰδεῖν καὶ διά γε τῶν προκειμένων ῥητῶν. Πῶς γὰρ οὐχ ἅπασιν ἐναργὲς, ὅτι πονηρὸν καὶ βέβηλον ἀεὶ τὸ τῶν Φαρισαίων γέγονεν ἐργαστήριον, βάσκανον καὶ ἀλα‐ ζονείᾳ σύντροφον, καὶ καταθρασυνόμενον τοῦ πάν‐ | |
55 | των ἡμῶν Σωτῆρος Χριστοῦ; Πῶς οὖν ἄρα κατέλυσε παρ’ αὐτοῖς; Ἆρα ἠγνόησε τὴν ἐνοῦσαν αὐτοῖς | |
σκαιότητα; Καὶ πῶς τοῦτο λέγειν ἀσφαλές; Πάντα | ||
72.712 | γὰρ οἶδεν ὡς Θεός. Τί οὖν ἐστιν; Αὐτοὺς μάλιστα νουθετεῖν ἠπείγετο, τοὺς ἀρίστους τῶν ἰατρῶν ἀπο‐ μιμούμενος, οἳ τοῖς ἀῤῥωστοῦσι φορτικώτερον τὰς ἐκ τῶν οἰκείων ἐπιτηδευμάτων προσάγουσιν ἐπικου‐ | |
5 | ρίας. Ὡς γὰρ αὐτός πού φησιν, «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες.» Οὐκ‐ οῦν ὁ μὲν Φαρισαῖος, τό γε ἧκον εἰς τὸν ἐνόντα αὐ‐ τῷ σκοπὸν, ἐπὶ ἑστίαν καλεῖ· ὁ δέ γε τῶν ὅλων Σω‐ τὴρ καθίησι μὲν ἑαυτὸν εἰς τοῦτο, καθάπερ ἔφην, | |
10 | οἰκονομικῶς· μυσταγωγίας δὲ πρόφασιν ἐποιεῖτο τὸ χρῆμα. Ἐδίδου δὲ τῷ λόγῳ τὰς ἀφορμὰς ὁ δυσμαθὴς Φαρισαῖος. Ἐθαύμασε γὰρ, φησὶν, ὡς οὐκ ἐβαπτίσθη πρὸ ἀρίστου. Ἐσκανδαλίσθη, φησὶν, ὅτι δικαίου καὶ προφήτου δόξαν ἔχων παρ’ αὐτοῖς, ταῖς ἀλογωτάταις | |
15 | αὐτῶν οὐ συνεπλάττετο συνηθείαις. Ἐβαπτίζοντο γὰρ πρὸ τροφῆς, οἷον ῥύπου παντὸς ἑαυτοὺς ἀπαλλάτ‐ τοντες· ἀσυνέτως δὲ σφόδρα καὶ τοῦτο. Ἡ μὲν γὰρ διὰ τῶν ὑδάτων ἀπόνιψις χρειωδεστάτη λίαν ἐστὶ τοῖς ῥυπῶσι σωματικῶς· ἀκαθαρσίας γε μὴν τῆς εἰς | |
20 | νοῦν καὶ καρδίαν, πῶς ἂν ἀπαλλάξειέ τινας; Πλὴν ἐκεῖνό φαμεν· Ἀσύνετε Φαρισαῖε, μέγα πεφρόνηκας ἐπὶ τῇ τῶν ἱερῶν εἰδήσει Γραμμάτων, τὸν Μωϋσέως νόμον γινώσκεις. Εἰπὲ τοιγαροῦν, ποῦ σοι τοῦτο προσ‐ τέταχε Μωϋσῆς; ποίαν ἔχεις εἰπεῖν ἐντολὴν ὁρι‐ | |
25 | σθεῖσαν παρὰ Θεοῦ, τὴν ἐπί γε τῷ δεῖν βαπτίζεσθαι πρὸ τροφῆς; Δέδοται μὲν γὰρ διὰ τῆς Μωϋσέως ἐν‐ τολῆς εἰς ἀποκάθαρσιν ῥύπου σωματικοῦ, τὸ ὕδωρ τοῦ ἁγνισμοῦ, τύπον ἐπέχον τοῦ ἀληθῶς ἁγίου καὶ διασμηκτικοῦ βαπτίσματος, φημὶ δὴ τοῦ ἐν Χριστῷ. | |
30 | Ἀπελούοντο δὲ ὕδατι καὶ οἱ καλούμενοι πρὸς ἱερουρ‐ γίαν. Καὶ γοῦν ὁ θεσπέσιος Μωϋσῆς ἔλουσεν ὕδατι τὸν Ἀαρὼν, καὶ σὺν αὐτῷ τοὺς Λευΐτας· καταδη‐ λοῦντος τοῦ νόμου διὰ τοῦ τυπικοῦ καὶ ὡς ἐν σκιαῖς βαπτίσματος, ὅτι καὶ ἡ κατ’ αὐτῶν ἱερουργία τὸ τέ‐ | |
35 | λειον εἰς ἁγιασμὸν οὐκ ἔχει, δεῖται δὲ μᾶλλον τοῦ θείου τε καὶ ἱεροῦ βαπτίσματος, εἰς ἀποκάθαρσιν ἀληθῆ· καὶ καθ’ ἕτερον δὲ τρόπον ἡμῖν ὑποφαίνον‐ τος, ὅτι τὸ ἱερὸν καὶ ἀπόλεκτον παρὰ Θεῷ γένος, τουτέστιν ἡμᾶς, τελειοῖ πρὸς ἁγιασμὸν, καὶ εἰς ἀπό‐ | |
40 | θεσιν ῥύπου παντὸς ὁ τῶν ὅλων Σωτὴρ, διὰ τοῦ ἁγίου καὶ σεπτοῦ βαπτίσματος. Ὁρᾶταί γε μὴν οὐ‐ δαμοῦ προστεταχὼς βαπτίζεσθαι πρὸ τροφῆς· τί οὗν τεθαύμακας, ἢ διὰ ποίαν αἰτίαν ἐσκανδαλίσθης, ὦ Φαρισαῖε; Τί οὖν ὁ Σωτήρ; Εὐάφορμον ποιεῖται τὴν ἐπίπληξιν. Ἄκουε γάρ· | |
45 | Νῦν ὑμεῖς, οἱ Φαρισαῖοι, τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, κ.τ.λ. (A f. 162 b, C f. 132 b) Ἐνῆν [al. E)CĤN] MÈN KAÌ ἑτέροις λόγοις χρήσασθαι τὸν Κύριον, νουθετεῖν ἐθέ‐ λοντα τὸν ἀσύνετον Φαρισαῖον· ἐπιδράττεται δὲ τοῦ | |
72.712(50) | καιροῦ, καὶ οἷον ἐκ τῶν ὄντων ἐν χερσὶν ἐξυφαίνει τὴν μυσταγωγίαν. Ὡς γὰρ, ἐν καιρῷ τροφῆς καὶ τραπέζης, ἐναργὲς ὑπόδειγμα δέχεται τὸ ποτήριον καὶ τὸν πίνακα· καὶ διαδείκνυσιν, ὡς καθαροὺς καὶ ἐκνενιμμένους εἶναι χρὴ τοὺς εἰλικρινῶς λατρεύοντας | |
55 | τῷ Θεῷ, καὶ οὐ δή που μόνης ἐξ ἀκαθαρσίας σωματι‐ κῆς, ἀλλὰ γὰρ καὶ εἰς νοῦν ἔσω κεκρυμμένης, καθά‐ | |
περ ἀμέλει καὶ τὰ ταῖς τραπέζαις ὑπηρετοῦντα τῶν | ||
72.713 | σκευῶν, καὶ τῶν ἔξωθεν ἐλευθεροῦσθαι ῥύπων, εὖ ἂν ἔχοι, καὶ προσέτι τουτῳ τῶν ἔσω. Ὁ γὰρ ποιήσας, φησὶ, τὸ ἔξωθεν, καὶ τὸ ἔσωθεν ἐποίησεν· τουτέστιν, ὁ τὸ σῶμα κτίσας, καὶ ψυχὴν εἰργάσατο. Χρὴ τοι‐ | |
5 | γαροῦν ἑνὸς ὄντα ποιήματα τοῦ φιλαρέτου Θεοῦ, σύνδρομον ἔχειν τὴν ἀποκάθαρσιν. Ἀλλ’ ἦν ἄηθες τοῦτο τοῖς Γραμματεῦσί τε καὶ Φαρισαίοις· μέχρι γὰρ μόνου τοῦ δοκεῖν εἶναι καθαροὺς αὐτοὺς, πάντα δρᾷν ἐσπούδαζον· τάφοις κεκονιαμένοις προσεοικό‐ | |
10 | τες, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν, ἔξωθεν μὲν ὡραῖοι, ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν, καὶ πά‐ σης ἀκαθαρσίας. Ἀλλ’ οὐ τοιούτους ἡμᾶς εἶναι βούλεται Χριστὸς, ἁγίους δὲ καὶ ἀμώμους ψυχῇ τε καὶ σώματι. Καὶ γοῦν ἔφη τις τῶν παρ’ ἡμῖν· «Καθα‐ | |
15 | ρίσατε χεῖρας, ἁμαρτωλοὶ, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.» Καὶ μὴν καὶ Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ· «Λούσασθε, φησὶ, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου.» Ἐπιτήρησον δὲ τοῦ λόγου τὸ ἀκρι‐ | |
20 | βές· πονηροὶ γὰρ ὄντες ἔσθ’ ὅτε λάθοιεν ἄν τινες τοὺς ἀνθρώπων ὀφθαλμοὺς, τοὺς δέ γε θείους οὐκ ἔνεστι λαθεῖν. Ποῖον οὖν φάρμακον αὐτοῖς μετὰ τοὺς ἐλέγχους δέδωκεν ὁ Σωτήρ; Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ | |
25 | πάντα καθαρὰ ὑμῖν ἐστιν. (A f. 162 b) Καίτοι πλείστας εἶναί φαμεν τῆς εὐ‐ δοκιμήσεως τὰς ὁδοὺς, οἷον πραότητα, ταπεινοφρο‐ σύνην, καὶ τὰ τούτοις ἀδελφά· ἀνθότου δὴ οὖν, τῶν τοιούτων ἀφέμενος, φιλοικτείρμονας αὐτοὺς γενέσθαι | |
30 | κελεύει; Φιλάργυροι λίαν ἦσαν οἱ Φαρισαῖοι, καὶ χρημάτων πορισμοὺς ἀκορέστῳ χειρὶ συλλέγοντες. Καὶ γοῦν ἔφη που περὶ αὐτῶν ὁ τῶν ὅλων Θεός· «Πῶς ἐγένετο πόρνη, πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως; Ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν | |
35 | δὲ φονευταί· τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπη‐ λοί σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες.» Κεχώρηκε τοίνυν | |
40 | οἰκονομικῶς κατὰ τοῦ κρατοῦντος αὐτῶν ἀῤῥωστή‐ ματος. Ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, κ.τ.λ. (A f. 163, C f. 133) Ἃ γὰρ ἔδει μάλιστα κατορ‐ | |
45 | θοῦν, ταῦτα παρέντες ὡς ἕωλα, τουτέστι τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ, μόνας ἐκείνας ἀκριβῶς ἐτήρουν τὰς ἐντολὰς, ἤγουν τηρεῖσθαι προσέταττον παρὰ τῶν ὑπὸ χεῖρα λαῶν, αἳ πλείστων αὐτοῖς λημ‐ μάτων ὁδὸς ἦσαν καὶ ἀφορμή· ὥστε μηδὲ τὰ τῶν | |
72.713(50) | λαχάνων λεπτὰ καὶ οὐδενὸς ἄξια λόγου παρατρέχειν | |
72.716 | αὐτούς· ἔργον δὲ ἀγάπης τῆς εἰς Θεὸν, τὸ κατὰ μη‐ δένα τρόπον προσκρούειν αὐτῷ, δεδιέναι δὲ τοῦ παντὸς νόμου τὴν παράβασιν, κρίσεως δὲ ἡ δικαιο‐ κρισία, καὶ τὸ φροντίδος ἴσως ἀξιοῦν τὰ τεθεσπισμέ‐ | |
5 | να, καὶ μὴ καταῤῥᾳθυμεῖν μὲν τῶν ἀναγκαίων, μόνοις δὲ τοῖς ἐπικερδέσιν ἀκριβῶς ἐνορᾷν, ἀλλ’ ἀπροσκλινῆ ποιεῖσθαι τὴν ψῆφον, τὴν ἐφ’ ἑκάστῳ πράγματι· τὸ γὰρ ἄδικα κρίνειν, οὐκ ἀγάπην τὴν εἰς τοὺς ἀδελφοὺς τηρούντων ἐστί. Τὰ τοίνυν | |
10 | ἀναγκαῖα καὶ συνεκτικὰ μὴ τηροῦντες τοῦ νόμου, τὰς δεκάτας λαμβάνειν ἐσπούδαζον καὶ τῶν εὐτελε‐ στάτων. Ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συν‐ αγωγαῖς, κ.τ.λ. | |
15 | (A f. 163) Δι’ ὧν ἐκείνοις ἐπιτιμᾷ, διὰ τούτων αὐτῶν ἡμᾶς ἀμείνους ἀποτελεῖ· ἀφιλοδόξους γὰρ ἡμᾶς εἶναι βούλεται, καὶ μὴ τὸ δοκεῖν πρὸ τοῦ ἀληθῶς εἶναι μεταδιώκειν· ὅπερ ἐποίουν οἱ Φαρι‐ σαῖοι· ἀσπασμὸς γὰρ ὁ παρά τινων, καὶ τὸ προ‐ | |
20 | εδρεῦσαι φιλεῖν, οὐ πάντως ἡμᾶς εὐδοκίμους ὄντας ἀποφαίνει· ὑπάρχει γὰρ τοῦτο πολλοῖς καὶ οὐκ ἀγα‐ θοῖς οὖσι. Διαδείκνυσι δὲ τοῦτο λέγων εὐθὺς ὁ Σωτήρ· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι | |
25 | οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.»—(A f. 163 b, C f. 133) Τὸ γὰρ ἀσπασμοὺς ζητεῖν παρὰ πάντων τῶν ἐν ἀγορᾷ, καὶ τὸ προεδρεύειν συλλόγοις περὶ πολλοῦ ποιεῖσθαι σπουδάζοντες, μνημάτων ἀδήλων οὐδὲν διαφέρουσιν, ἃ διαπρέπει μὲν τοῖς ἔξωθεν | |
30 | κόσμοις, μεστὰ δέ εἰσι πάσης ἀκαθαρσίας. Ἐνταῦθά μοι βλέπε διαβεβλημένην ἐσχάτως τὴν ὑπόκρισιν, καὶ πρὸς ἀρέσκειαν ἀνθρώπων ἅπαντα διαπράττε‐ σθαι. Διὰ τοῦτό φησιν ὁ μακάριος Παῦλος· «Εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. | |
35 | Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις. (A f. 163 b, B f. 119, Cf. 133) Δυσφόρητον μὲν ἀεί πώς ἐστι παντὶ ἀνθρώπῳ, τὸ ἐλέγχεσθαι· πλὴν οὐκ ἀνόνητον τοῖς ἐπιεικέσι· μεθίστησι γὰρ αὐτοὺς ἐπὶ τὸ ἄμεινον. Ἄθρει τοῦτο πεπονθότας τοὺς παρά γε | |
40 | τοῖς Ἰουδαίοις ὠνομασμένους νομικούς. Ὁ μὲν γὰρ Σωτὴρ τῶν ὅλων, ἐπετίμα τοῖς Φαρισαίοις ὡς ἔξω τρέχουσι τῆς εὐθείας ὁδοῦ· πρὸς τοῦτο δὲ τὸ τῶν ἀνοσίων νομικῶν ἐχαλέπαινε στίφος· ἑαυτοὺς γὰρ ὑποφέρουσι τοῖς ἐγκλήμασι, καὶ καθ’ ἑαυτῶν εἰρῆ‐ | |
45 | σθαι νομίζουσιν, ἃ πρὸς ἐκείνους ἔφη Χριστός· ἀλλ’ ἦν δή που κρεῖττον ἀγαπῆσαι μὲν τὸν ἔλεγχον, αἰ‐ τῆσαι δὲ τῶν ἀῤῥωστημάτων τὴν λύσιν, καὶ μὴ ὕβριν ἀμαθῶς τὸν ἔλεγχον ὀνομάζειν, ἐπωφελῆ ὄντα [καὶ] χρήσιμον. Τί οὖν πρὸς ταῦτα Χριστός; Ἐπιτείνει τὸν | |
72.716(50) | ἔλεγχον, καὶ τὴν εἰκαίαν αὐτῶν ὀφρὺν καταφέρει, λέγων· Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία, κ.τ.λ. (A f. 163 b, B f. 119) Ὡς ἐκ παραδείγματος ἐν‐ | |
55 | αργοῦς, τὸν πρὸς αὐτοὺς ἐξυφαίνει λόγον· φορτικὸς | |
μὲν γὰρ ὁμολογουμένως ὁ νόμος ἦν τοῖς ἐξ Ἰσραήλ· | ||
72.717 | ὡμολόγουν δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταὶ, λέ‐ γοντες ἐν ταῖς Πράξεσι· «Καὶ νῦν τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθη‐ τῶν, ὃν οὔτε οἱ πατέρες ὑμῶν ἴσχυσαν βαστάσαι;» | |
5 | Καὶ αὐτὸς δὲ τοῦτο ἡμᾶς ἐδίδαξεν ὁ Χριστὸς, προσ‐ φωνῶν καὶ λέγων· «Δεῦτε πρός με, πάντες οἱ κο‐ πιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε | |
10 | ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Κοπιῶντας δὲ καὶ πεφορτισμένους, τοὺς ὑπὸ νόμον εἶναί φησι, ἑαυτὸν δὲ πρᾶον ὠνόμαζεν, ὡς οὐκ ἔχοντος τοῦτο τοῦ νόμου. Ὡς γὰρ Παῦλός φησιν, «Ἀθετήσας τις νόμον Μωϋ‐ σέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν | |
15 | ἀποθνήσκει.» Οὐαὶ τοίνυν ὑμῖν, ὦ νομικοί· δυσβά‐ στακτα γὰρ φορτία καταδεσμεύοντες, εἶτα τοῖς ὑπὸ τὸν νόμον ἐπιτιθέντες αὐτὰ, αὐτοὶ τούτοις οὐ προσ‐ ψαύετε· ἀπαράβατον γὰρ προστάττοντες τηρεῖσθαι τὴν Μωϋσέως ἐντολὴν, καὶ δίκην τοῖς ἀθετοῦσιν ἐπ‐ | |
20 | άγοντες, αὐτοὶ λόγου τοῦ μηδενὸς ἠξίουν τὸ ἐργάσα‐ σθαί τι τῶν διατεταγμένων. Τοῖς ταῦτα δρᾷν εἰωθόσι καὶ ὁ σοφώτατος Παῦλος ἐπιπλήττει, λέγων· «Ὁ δι‐ δάσκων ἔτερον, σεαυτὸν οὐ διδάσκεις; Ὁ λέγων μὴ κλέ‐ πτειν, κλέπτεις; Ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις; | |
25 | Ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς; Ὃς ἐν νόμῳ καυχᾷ, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις;» Ἀδόκιμος [cod. εὐδ.] γὰρ ὁ διδάσκων ἐστὶν, ὅταν ἀσύμβατον ἔχῃ τῷ λόγῳ τὸν τρόπον· τούτῳ καὶ αὐτὸς ὁ Σωτὴρ πικρὰν ἐπήρτηκε δίκην, λέ‐ | |
30 | γων, ὡς «Ὁ μὲν διδάξας καὶ ποιήσας, μέγας κληθή‐ σεται· ὃς δ’ ἂν διδάξῃ μὲν, μὴ ποιήσῃ δὲ, οὗτος ἐλά‐ χιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προ‐ φητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. | |
35 | (A f. 164, B f. 120, D f. 47 b) Ἀδόκιμον ἀπο‐ φήνας καὶ αὐτὸ τῶν νομικῶν τὸ παμμόχθηρον ἐργα‐ στήριον, κοινὸν ἅπασι τοῖς Ἰουδαίων καθηγηταῖς ἐξ‐ υφαίνει τὸν ἔλεγχον· τί δὲ ἄρα φησὶν, ἐρευνήσωμεν ἀκριβῶς. Οἱ μὲν τῶν Ἰουδαίων πατέρες ἀπέκτειναν | |
40 | κατὰ καιροὺς τοὺς ἁγίους προφήτας, τὸν θεῖον αὐτοῖς διαπορθμεύοντας λόγον· οἵ γε μὴν ἐξ αὐτῶν γεγονό‐ τες, ὁμολογοῦντες ὅτι οἱ προφῆται γεγόνασι σεπτοὶ καὶ τίμιοι, περιήρμοσαν αὐτοῖς τοὺς τάφους, ἤτοι τὰ μνημεῖα, τιμὴν ἀπονέμοντες τὴν τοῖς ἁγίοις πρεπω‐ | |
45 | δεστάτην. Οὐκοῦν ἀπεκτόνασι μὲν οἱ πατέρες αὐτῶν, αὐτοὶ δὲ προφήτας εἶναι πιστεύσαντες καὶ ἄνδρας ἁγίους, κριταὶ γεγόνασι τῶν ἀποκτεινάντων αὐτούς· δι’ ὧν γὰρ τιμᾷν ἐγνώκασι τοὺς ἀνῃρημένους, διὰ τούτων αὐτῶν κατηγοροῦσι ὡς ἠσεβηκότων. Ἀλλ’ οἱ | |
72.717(50) | τῶν ἰδίων πατέρων ἐπὶ ταῖς οὕτω δειναῖς μιαιφονίαις καταψηφισάμενοι, τοῖς ἴσοις ἔμελλον ἁλῶναι κακοῖς, καὶ διὰ τῶν αὐτῶν ἰέναι πλημμελημάτων, μᾶλλον δὲ διὰ τῶν ἔτι χειρόνων. Ἕως μὲν γάρ τις τὰς ἑτέρων ἀδικίας ἐξετάζει, φυσικῷ λογισμῷ κρίνων, ὁρᾷ τὸ | |
55 | φαῦλον καὶ μέμφεται· αὐτὸς δὲ εἰς τὰ ἴσα πάθη ψυ‐ | |
72.720 | χῆς προαγόμενος, οἱονεὶ τυφλὸς ἐπὶ ταῦτα φέρεται. Ἀπεκτόνασι μὲν γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς· προσ‐ τεθείκασι δὲ ταῖς κατ’ αὐτοῦ δυσσεβείαις, καὶ τὰς κατὰ τῶν θείων αὐτοῦ μαθητῶν μιαιφονίας. Φησὶ | |
5 | γὰρ πρὸς αὐτοὺς ὁ Σωτὴρ ἡ τοῦ Θεοῦ σοφία· «Ἀπο‐ στελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ ἐκδιώξουσι,» καὶ τὰ ἑξῆς. Καὶ προφήτας μὲν ὧδε τοὺς ἀποστόλους καλεῖ, καὶ τοὺς τῶν ἀποστόλων διαδόχους, τοὺς τῶν Ἐκκλησιῶν | |
10 | ποιμένας καὶ διδασκάλους, τοὺς ἐν προφητείαις καὶ διδασκαλίαις, ταῖς διὰ τοῦ Πνεύματος δωρεαῖς κεκο‐ σμημένους. Προλέγει τοίνυν τὰ μέλλοντα καταλαβέ‐ σθαι τὴν τῶν Ἰουδαίων γενεὰν κακὰ, διὰ τὴν ἀκόρε‐ στον αὐτῶν μιαιφονίαν· μέλλει γὰρ ἐκζητεῖσθαι τὸ | |
15 | αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυθὲν ἀπὸ κατα‐ βολῆς κόσμου ἕως τῆς γενεᾶς ταύτης. Ζαχαρίαν δὲ ὧδε ἀκόλουθόν ἐστι ἐννοεῖν τὸν τοῦ Προδρόμου πα‐ τέρα, ὃν ἐξ ἀγράφου παραδόσεως ἱστόρηται τοὺς Ἰουδαίους ἀνελεῖν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσια‐ | |
20 | στηρίου, διὰ τὸ προφητεύειν αὐτὸν, μᾶλλον δὲ ἀπο‐ δεικνύναι τὴν Θεοτόκον, καὶ τὸν ἐξ αὐτῆς τεχθησό‐ μενον Θεὸν καὶ Σωτῆρα Ἰησοῦν Χριστὸν, οἷα δή τινα βασιλέα καὶ Κύριον ἐπὶ τὸ ἔθνος ἀποσταλήσεσθαι αὐτῶν· καὶ αὐτὴν τὴν ἁγίαν Παρθένον κατὰ τὴν ἐκ | |
25 | Πνεύματος ἁγίου σύλληψιν, τοῦ τόπου τῶν παρθένων, τοῦ ἐν τῷ ἱερῷ ὅντος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυ‐ σιαστηρίου, μὴ ἀποστῆσαι, καθὰ δὴ γεγαμημένην, ἀλλ’ ἔτι παρθένον γινώσκειν αὐτὴν, καὶ συγχωρεῖν κατὰ τὸν συνήθη τόπον ἑστᾶναι. Διὰ γοῦν ταῦτα τοὺς | |
30 | ἀκούοντας εἰς ὀργὴν ἐμπεσεῖν, καὶ ἐπ’ αὐτὸν ὁπλί‐ | |
72.721 | σαι τὰς χεῖρας, δεδιότας τὸν ἐκ τῆς αὐτοῦ προφη‐ τείας προσδοκώμενον βασιλέα, φόβῳ τοῦ μὴ γενέσθαι βασιλεῖ ὑποχειρίους μέλλοντι καταδυναστεύειν αὐτῶν. Τὸν οὖν ταῦτα μαρτυροῦντα περὶ τοῦ τόκου διαχειρίζονται, πρὸς αὐτῷ τῷ θυσιαστηρίῳ τὸν ἱερέα ἱερουργήσαντα[al. codd. ἱερουργήσαντες.] | |
5 | Ναὶ λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ γενεᾶς ταύ‐ της. (A f. 164 b) Εἰ καὶ δεικτικῶς δὲ λέγει, «ἀπὸ τῆς γενεᾶς ταύτης,» οὐχὶ μόνον τάχα που κατασημῆναί φαμεν τοὺς τότε παρόντας καὶ ἀκροωμένους, ἀλλὰ | |
10 | πάντα τὸν φονευτὴν καὶ ὑπὸ τὴν μιαιφονίαν πίπτον‐ τα· συντετάξεται γὰρ τῷ ὁμοίῳ τὸ ὅμοιον, ὡς ἀδελ‐ φὸν καὶ ὁμογενές· κατὰ τό· «Αὕτη ἡ γενεὰ ζητούν‐ των τὸν Κύριον.»—«Καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης.» | |
15 | Ἤρατε τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσήλθετε, κ.τ.λ. (A f. 165, B f. 120, C f. 133 b, D f. 48) Κλεῖδα γνώσεως αὐτὸν εἶναί φαμεν τὸν νόμον, καὶ τὴν ἐν Χριστῷ δικαίωσιν, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς | |
20 | αὐτόν. Ἦν μὲν γὰρ ὁ νόμος ἐν σκιᾷ καὶ τύπῳ, πλὴν οἱ τύποι διαμορφοῦσι τὴν ἀλήθειαν, καὶ γράφουσιν αἱ σκιαὶ πολυτρόπως ἡμῖν τὸ Χριστοῦ μυστήριον. Ἀμνὸς ἐσφάζετο κατὰ τὸν Μωϋσέως νόμον· ἤσθιον τῶν κρεῶν αὐτοῦ, καὶ ἔχριον τῷ αἵματι τὰς φλιάς· | |
25 | καὶ νενικήκασι τὸν ὀλοθρευτήν. Ἀλλ’ αἷμα προβάτου κοινοῦ οὐκ ἂν ἴσχυσεν ἀνατρέψαι θάνατον· ἐμορφοῦτο δὴ οὖν ὡς ἐν ἀμνῷ Χριστὸς, τὴν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς ὑπομένων σφαγὴν, καὶ σώζων αἵματι τῷ ἰδίῳ τοὺς μετέχοντας αὐτοῦ· πλεῖστα δ’ ἄν τις πρὸς τοῦτο | |
30 | λέγοι, δι’ ὧν ἔνεστιν ἰδεῖν τὸ Χριστοῦ μυστήριον, διὰ τῆς τοῦ νόμου σκιᾶς γραφόμενον. Ἔφη δέ που καὶ αὐτὸς τοῖς Ἰουδαίοις προσλαλῶν· «Ἔστιν ὁ κατηγο‐ ρῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ | |
35 | ἐμοῦ ἐκεῖνος ἔγραψε.» Καὶ πάλιν· «Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν, καὶ αὗταί εἰσιν αἱ περὶ ἐμοῦ μαρτυροῦσαι· καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε.» Ἅπας γὰρ λόγος τῆς θεοπνεύστου Γραφῆς εἰς αὐτὸν ὁρᾷ, καὶ | |
40 | ἐπ’ αὐτῷ συντείνεται. Ἔδει δὴ οὖν τοὺς καλουμένους νομικοὺς, ἅτε δὴ τὸν Μωϋσέως πολυπραγμονοῦντας νόμον, καὶ τὰς τῶν ἁγίων προφητῶν οὐκ ἠγνοηκότας φωνὰς, ἀνοίγειν τρόπον τινὰ τοῖς Ἰουδαίων δήμοις τὰς τῆς γνώσεως θύρας. Παιδαγωγεῖ γὰρ ὁ νόμος ἐπὶ | |
45 | Χριστὸν, ἀποφέρει δὲ εἰς ἐπίγνωσιν αὐτοῦ καὶ τὰ τῶν ἁγίων προφητῶν εὐσεβῆ κηρύγματα. Ἀλλὰ τοῦτο μὲν οὐ πεπράχασιν οἱ καλούμενοι νομικοί· ἐκ δὲ τῶν ἐναντίων, ἦραν τὴν κλεῖδα τῆς γνώσεως· ἵνα τὴν διὰ νόμου χειραγωγίαν ἐννοῇς, ἤτοι τὴν πίστιν, δῆλον δὲ | |
72.721(50) | ὅτι τὴν εἰς Χριστόν· προσγίνεται γὰρ διὰ τῆς πί‐ στεως, τῆς ἀληθείας ἡ γνῶσις. Καὶ γοῦν ὁ προφήτης Ἡσαΐας οὕτω πού φησι· «Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε.»—«Χωρὶς γὰρ πίστεως, ἀδύνατον εὐαρεστῆσαί ποτε.» Ἦραν τοίνυν οἱ νομικοὶ τὴν κλεῖδα | |
55 | τῆς γνώσεως· οὐ γὰρ εἴων πιστεῦσαί τινας εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. Τεθαυματούργηκε πολυ‐ | |
τρόπως· οἱ δὲ, καίτοι θαυμάσαι δέον ἐπὶ τούτοις αὐ‐ | ||
72.724 | τὸν, διέσυρον τὰς θεοσημείας, καὶ τοὺς ὑπὸ χεῖρα λαοὺς σκανδαλίζοντες, ἔφασκον· «Οὗτος οὐκ ἐκβάλ‐ λει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.» Ὁρᾷς ἐν τούτοις τὴν κλεῖδα τῆς γνώ‐ | |
5 | σεως αἴροντας; Ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς, φα‐ νερὸν καθίστη τοῖς ἀκροωμένοις τὸ θέλημα τοῦ Πα‐ τρὸς τὸ ἀγαθὸν καὶ τέλειον καὶ εὐάρεστον· οἱ δὲ καὶ ταύτας αὐτοῦ τὰς μυσταγωγίας οὐκ ἀμωμήτους ἀφέντες εὑρίσκονται· προσεφώνουν γὰρ τοῖς ὄχλοις· | |
10 | «Δαιμόνιον ἔχει καὶ μαίνεται· τί ἀκούετε αὐτοῦ;» Ἦραν οὖν, κατὰ τὸ ἀληθὲς, τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσῆλθον, κεκωλύκασι καὶ ἑτέ‐ ρους. Ἤρξαντο οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι δει‐ νῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειό‐ | |
15 | νων. (A f. 165 b). Ἀσχάλλοντες πρὸς τοὺς ἐλέγχους, ἤρξαντο, φησὶ, δεινῶς ἐνέχειν αὐτῷ. Τὸ δὲ ἐνέχειν, ἀντὶ τοῦ ἐγκεῖσθαι καὶ ἐγκοτεῖν ἤτοι δυσμ[ε]αίνειν ἐστίν. Ἐπεχείρουν δὲ αὐτὸν, φησὶ, καὶ ἀποστοματί‐ | |
20 | ζειν περὶ πολλῶν. Καὶ τί πάλιν τὸ ἀποστοματίζειν ἐστίν; Ἀπῄτουν ἐκ τοῦ παραχρῆμα καὶ οἱονεὶ ἀσκε‐ πτὶ πρὸς τὰς πανούργους αὐτῶν ἀποκρίνεσθαι πεύ‐ σεις, οἰηθέντες ὅτι διαπεσεῖται πάντως, καὶ λαλήσει τι τῶν ὅσα ἐστὶν οὐκ ἔξω διαβολῆς· ἀλλ’ οὐκ ᾔδεσαν | |
25 | ὄντα Θεὸν, μᾶλλον δὲ καταφρονηταὶ γεγόνασιν, ἀλα‐ ζόνες καὶ ὑβρισταί· ταύτῃτοι Χριστὸς τοῖς ἑαυτοῦ γνωρίμοις, ἤγουν μαθηταῖς, φυλάττεσθαι ἀπ’ αὐτῶν παρηγγύα· ἄκουε γοῦν· | |
29t | ΚΕΦΑΛ. ΙΒʹ. | |
30 | Πρῶτον προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων. (A f. 165 b) Ἀφ’ ἧς καὶ προσέχειν τοὺς μαθητὰς ὁ Κύριος βούλεται· ζύμην ἐν τούτοις, τὴν ὑπόκρι‐ σιν λέγων· θεοστυγὲς γὰρ τὸ χρῆμα· καὶ λαν‐ | |
35 | θάνει μὲν ἔσθ’ ὅτε βραχὺ, πλὴν διαπίπτει, καὶ οὐκ εἰς μακράν. Ὡς γὰρ οὐκ ἔνεστι λαθεῖν τὸν τῆς Θεό‐ τητος ὀφθαλμὸν τὰ παρ’ ἡμῶν δρώμενα, διέδειξεν εἰπών· «Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν, ὃ οὐκ ἀποκαλυφθήσεται.»—(A f. 165 b, C f. 133 b) Ἅπας | |
40 | γὰρ ἡμῶν λόγος καὶ πᾶν ἔργον ἐν ἡμέρᾳ κρίσεως ἔσται φανερόν· περιττὴ τοιγαροῦν ἡ ὑπόκρισις· δεῖ δὲ ἡμᾶς ἀληθινοὺς ὁρᾶσθαι προσκυνητάς.—(A f. 165 b) Ἴσως δὲ καὶ κατὰ τὴν προτέραν ἐπιβολὴν διδάσκει, ὅτι τὰ κρυφῆ παρ’ ἡμῶν καὶ λεγόμενα καὶ | |
45 | πραττόμενα, δῆλα ἔσται τῷ πάντα ὁρῶντι ὀφθαλμῷ, καὶ τοῖς ἄλλοις ἐκκαλυφθήσεται. Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα. (A f. 165 b, B f. 120 b, C f. 134) Εἰς πνευμα‐ | |
72.724(50) | τικὴν εὐανδρίαν ἀλείφει τοὺς ἀγαπῶντας αὐτόν. | |
72.725 | «Λέγω γὰρ ὑμῖν, φησὶ, τοῖς φίλοις μου.» Οὐχ ἅπασιν οὖν ἁπλῶς πρέποι ἂν, ὡς ἔοικεν, ὁ περὶ τούτων λό‐ γος· ἐκείνοις δὲ μᾶλλον, οἷς ἂν ἐνυπάρχον ὁρῷτο τὸ ἐξ ὅλης καρδίας ἀγαπᾷν αὐτόν· οἷς καὶ ἁρμόζει λέ‐ | |
5 | γειν· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χρι‐ στοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ μάχαιρα;» Οἱ γὰρ μὴ τοιοῦτοι, εὐπαρακόμιστοι λίαν εἰσὶν, καὶ πρὸς ἀποστασίαν ἑτοιμότεροι· οἱ δὲ τὰ αὐτὰ φρονοῦντες αὐτῷ, καὶ τοῖς ἴχνεσιν αὐτοῦ | |
10 | κατακολουθεῖν σπουδάζοντες, φαῖεν ἂν μετὰ τοῦ θε‐ σπεσίου Πέτρου· «Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς ὑπὲρ αὐτοῦ τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε.» Ἐθελοντὴς γὰρ ὑπὲρ ἡμῶν ὑπέμεινε θάνατον, ὡς ἀπαράβλητον ἔχων τὴν εἰς ἡμᾶς ἀγά‐ | |
15 | πην. Ἀκηκόαμεν γοῦν λέγοντος αὐτοῦ ἐναργῶς· «Μείζονα ταύτης τῆς ἀγάπης οὐδεὶς ἔχει, ἵνα τις θῇ τὴν ψυχὴν αὑτοῦ ὑπὲρ τῶν φίλων αὑτοῦ.» Εἶτα πῶς οὐκ ἂν εἵη τῶν ἀτοπωτάτων, μὴ ὥσπερ τι τῶν ἀνα‐ γκαιοτάτων ὀφλημάτων ἐκτῖσαι Χριστῷ ὅπερ ἐλάβο‐ | |
20 | μεν παρ’ αὐτοῦ; Χρὴ δὲ καὶ ἑτέρως ζωῆς ἡμᾶς ὄντας ὑπασπιστὰς, μὴ δεδιέναι τὸν θάνατον, ἀπομιμεῖσθαι δὲ μᾶλλον τῶν ἁγίων Πατέρων τὴν πίστιν. Προσκε‐ κόμικεν ὁ πατριάρχης Ἀβραὰμ τὸν μονογενῆ πειρα‐ ζόμενος, φημὶ δὲ τὸν Ἰσαὰκ, λογισάμενος ὅτι καὶ | |
25 | ἐκ νεκρῶν ἐγείρειν δύναται ὁ Θεός. Ποῖον οὖν ἔσται καθ’ ἡμῶν τοῦ θανάτου τὸ δεῖμα, καταργούσης αὐτὸν τῆς ζωῆς; Προσενθυμεῖσθαι δὲ τούτοις κἀκεῖνο προσήκει· εὑρίσκονται γὰρ διὰ πόνων οἱ στέφανοι· καὶ ἄνθρω‐ | |
30 | ποι μὲν μέχρι σώματος ἐκτείνουσι τὰς ὀργὰς, καὶ πέρας αὐτοῖς τῆς καθ’ ἡμῶν ἐπιβουλῆς, ὁ τῆς σαρκὸς θάνατος· Θεοῦ δὲ κολάζοντος, οὐ μέχρι μόνης σαρκὸς ἡ ζημία στήσεται, ἀλλὰ καὶ αὐτὴ συνυποφέρεται ταῖς αἰκίαις ἡ ἀθάνατος [al. codd. ἀθλία] ψυχή. | |
35 | Οὐκοῦν εἰσίτω μᾶλλον ὁ μετ’ εὐκλείας θάνατος, εἰς ἀρχὰς ἡμᾶς ἀναφέρων ἀτελευτήτου ζωῆς, ἡτοιμα‐ σμένων πάντως που καὶ τῶν ἐκ θείας φιλοτιμίας ἀγαθῶν.—(A f. 165 b, A f. 166) Ἵνα δέ τι καὶ ἕτε‐ ρον ἐπικούρημα ταῖς ἡμετέραις χαρίσηται διανοίαις, | |
40 | προστέθεικεν ἀναγκαίως· «Οὐχὶ πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο; καὶ ἓν [δ’] ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ.»—(A f. 166, B f. 121, C f. 134) Προσεπήγαγε δὲ ὅτι καὶ «Αἱ τρί‐ χες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται.» Ὁρᾷς | |
45 | ὅσην ποιεῖται πρόνοιαν τῶν ἀγαπώντων αὐτόν; Εἰ γὰρ μέχρι τῶν οὕτως εὐτελεστάτων ἐκτείνεται, καὶ οἷον κάτεισιν ἐπὶ τὰ πάντων σμικρότατα τῶν ζώων, πῶς ἂν ἐπιλάθοιτο τῶν ἀγαπώντων αὐτὸν, ἢ ἀγνοή‐ σειέ τι τῶν συμβαινόντων αὐτοῖς, ὅς γε τοσαύτην | |
72.725(50) | αὐτῶν ποιεῖται πρόνοιαν, ὡς ἕκαστα τῶν κατ’ αὐ‐ | |
τοὺς εἰδέναι λεπτῶς, καὶ οἷον ἠριθμημένας ἔχειν | ||
72.728 | αὐτῶν τὰς τρίχας; Ἢ γὰρ οὐκ ἐάσει πεσεῖν εἰς πειρασμὸν, ἢ γοῦν οἰκονομικῶς, ἵνα παθόντες εὐδο‐ κιμήσωμεν· ὁ γὰρ εἰς παγῖδα πεσεῖν ἐπιτρέψας, χορηγήσει πάντως τὸ δύνασθαι διενεγκεῖν. Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν | |
5 | ἀνθρώπων, κ.τ.λ. (A f. 166, B f. 121) Ἀλλὰ τίς ἂν εἴη λοιπὸν ὁ Χριστὸν ὁμολογῶν, ἢ καὶ ὅπως ἄν τις αὐτὸν ὁμολο‐ γήσειεν ὀρθῶς, πρό γε τῶν ἄλλων ἄξιον ἰδεῖν. Γρά‐ φει τοίνυν ἡμῖν ὁ πάνσοφος Παῦλος· «Μὴ εἴπῃς ἐν | |
10 | τῇ καρδίᾳ σου· Τίς ἐπιβήσεται εἰς τὸν οὐρανόν· τουτέστι Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἐπ‐ αγαγεῖν. Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τουτέστι | |
15 | τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· ὅτι ἐὰν ὁμολο‐ γήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πι‐ στεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δι‐ καιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.» | |
20 | Ὅλον ἐν τούτοις τὸ Χριστοῦ μυστήριον εὖ μάλα δι‐ ερμηνεύεται. Χρὴ γὰρ πρότερον τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Υἱὸν, τὸν ἐκ τῆς οὐσίας αὐτοῦ μονογενῆ Θεὸν Λόγον, Κύριον τῶν ὅλων ὁμολογεῖν· οὐχ ὡς ἔξωθεν καὶ εἰσκεκριμένην λαχόντα τὴν κυριότητα, | |
25 | ἀλλ’ ὄντα τοῦτο κατὰ φύσιν καὶ ἀληθῶς, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ· εἶθ’ οὕτω πιστεύειν, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, ἐνανθρωπήσαντα δηλονότι καὶ σαρκὶ παθόντα δι’ ἡμᾶς· ἐγήγερται γὰρ οὕτως ἐκ νεκρῶν. Κύριος οὖν, ὡς ἔφην, ὁ Υἱὸς, ἀσύντακτος | |
30 | τοῖς ἄλλοις, οἷς τὸ τῆς κυριότητος ὄνομα δοτὸν καὶ εἰσκεκριμένον· μόνος γὰρ Κύριος κατὰ φύσιν, ὁ παντὸς ἐπέκεινα γενητοῦ Θεὸς Λόγος· «Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα.» Ἀλλ’ οὔτε τοῦ εἶναι Κύριος ὁ Πατὴρ ἔξω κείσεται, Θεὸς | |
35 | ὢν φύσει· οὔτε μὴν ὁ Υἱὸς ἀπολισθήσειεν ἂν τοῦ εἶναι Θεός· Κύριος γάρ ἐστι κατὰ φύσιν· ἔνεστι δὲ μόνῃ τῇ θείᾳ τε καὶ ἀνωτάτω πασῶν οὐσίᾳ, τὸ εἰσ‐ άπαν ἐλεύθερον, καὶ τὸ ἔξω κεῖσθαι ζυγοῦ καὶ δου‐ λείας, ἔχειν δὲ μᾶλλον ὑπὸ πόδας δουλοπρεπῶς τὴν | |
40 | κτίσιν ὑποκειμένην· διὰ τοῦτο, καίτοι γενόμενος καθ’ ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τό γε ἧκον εἰς ἀνθρωπότητος μέτρον, ὑπὸ ζυγὰ καὶ δου‐ λείαν ἐνηνεγμένος, συνετέλεσε μὲν τοῖς Ἰουδαίων δασμολόγοις κατὰ τὸν Μωϋσέως νόμον τὸ δίδραγμον | |
45 | οἰκονομικῶς, οὐκ ἔκρυψε δὲ τῆς ἐνούσης δόξης αὐτῷ τὸ περιφανές. Ἤρετο γὰρ τὸν μακάριον Πέτρον· «Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνος λαμβάνουσι κῆνσον ἢ τέλη; ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων; Εἰπόντος δὲ ὅτι ἐκ τῶν ἀλλοτρίων· Ἄρα γε, φησὶν, | |
72.728(50) | ἐλεύθεροί εἰσιν οἱ υἱοί.» Κύριος οὖν κατὰ φύσιν ὁ Υἱὸς, ὡς ἐλεύθερος. Καὶ τοῦτο πάλιν ὁ σοφὸς ἡμᾶς ἐδίδαξε Παῦλος ὡδὶ γεγραφώς· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατ‐ οπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, | |
55 | ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύμα‐ | |
72.729 | τος.» Καὶ μικρὸν ἄνωθεν· «Ὁ δὲ Κύριος, τὸ Πνεῦμά ἐστιν. Οὗ δὲ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Ἄθρει δὴ ὅπως τὸν Κύριον τὸ Πνεῦμα εἶναί φησιν· οὐχ ὡς ἐν υἱότητι (Πνεῦμα γάρ ἐστι, καὶ οὐχ Υἱὸς), ἀλλ’ ὡς | |
5 | ὁμοούσιον τῷ Υἱῷ, Κυρίῳ τε ὄντι καὶ ἐλευθέρῳ, καὶ τῇ πρὸς αὐτὸν ταυτότητι φυσικῇ πρὸς ἐλευθερίαν τὴν θεοπρεπῆ μαρτυρούμενον. Ὃς ἂν οὖν ὁμολο‐ γήσῃ Χριστὸν ἔμπροσθεν τῶν ἀνθρώπων, ὡς Θεὸν δηλονότι καὶ Κύριον, ὁμολογηθήσεται παρ’ αὐτοῦ | |
10 | ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ. Ποῦ δὲ καὶ ὅπως; Ἦ πάντως κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν ἐξ οὐρανοῦ καταβήσεται μετὰ τῶν ἀγγέλων ἐν τῇ δόξῃ τοῦ Πα‐ τρὸς αὐτοῦ, ἐπὶ συντελείᾳ τοῦ παρόντος αἰῶνος· ἐκεῖ στεφανοῖ τὸν γνήσιον ὁμολογητήν· οἵ γε μὴν ἕτεροι, | |
15 | τουτέστιν οἱ ἀρνησάμενοί τε καὶ ἀτιμάσαντες, ἀρνη‐ θήσονται· μονονουχὶ λέγοντος τοῦ Κριτοῦ αὐτοῖς τὸ διὰ προφητῶν ἁγίων ἐπί τισιν εἰρημένον· Καθὼς ἐποίησας, οὕτως ἔσται σοι· «Τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.» Ἀρνήσεται δὲ | |
20 | αὐτοὺς, ἐκεῖνο λέγων· «Ἀπόστητε ἀπ’ ἐμοῦ, ἐργάται τῆς ἀνομίας· οὐκ οἶδα ὑμᾶς.» Καὶ τίνες ἂν εἶεν οὗ‐ τοι; Πρῶτον μὲν οἱ, διωγμοῦ καταλαβόντος, τὴν πί‐ στιν ἀποβαλόντες· ἀρνοῦνται δὲ αὐτὸν ὁμοίως αἱρε‐ τικῶν παῖδες καὶ διδάσκαλοι, Ἀρειανοί τε καὶ τῆς | |
25 | Νεστορίου κενοφωνίας οἱ μαθηταί. Πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώ‐ που, κ.τ.λ. (A f. 167, B f. 121 b) Πῶς δὴ ἄρα καὶ τοῦτο νοεῖ‐ σθαι προσήκει; Εἰ μὲν γὰρ τοῦτο βούλεται δηλοῦν ὁ | |
30 | Σωτὴρ, ὅτι εἰ λέγοιτό τις λόγος ὑβριστικὸς κατὰ ἀν‐ θρώπου κοινοῦ πρὸς ἡμῶν, ἄφεσιν ἕξει μετανοήσας, δυσχερείας ἡμῖν ἁπάσης ὁ λόγος ἀπήλλακται· ἀγα‐ θὸς γὰρ ὢν φύσει Θεὸς, αἰτιαμάτων ἐλευθεροῖ τοὺς μετανοεῖν ἑλομένους· εἰ δὲ ἐπ’ αὐτὸν ὁ λόγος ἔρχεται | |
35 | τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, πῶς ἀνεύθυνος ἢ καὶ ἔξω δίκης, ὁ λόγον εἰς ἑ[ε]αὐτὸν εἰπών; Φαμὲν οὖν, ὅτι, ὅταν τις οὔπω τοῦ κατ’ αὐτὸν μυστηρίου τὴν δύνα‐ μιν ἐκμεμαθηκὼς, οὔτε μὴν ἐγνωκὼς, ὅτι Θεὸς ὢν φύσει, καθῆκεν ἑαυτὸν ἐν τοῖς καθ’ ἡμᾶς, καὶ κε‐ | |
40 | χρημάτικεν ἄνθρωπος, εἴπῃ τι περὶ αὐτοῦ τῶν με‐ τρίων, καὶ ὅσα συγγνώμης ἐστὶν ἄξια, ταῦτα ὁ Θεὸς ἀφίησι τοῖς ἐξ ἀγνοίας ἡμαρτηκόσιν. Οἷόν τί φημι· Ἔφη που Χριστός· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ·» | |
45 | ἀγνοήσαντες δέ τινες τὴν δόξαν αὐτοῦ, καὶ ἄνθρωπον εἶναι κοινὸν οἰηθέντες αὐτὸν, ἔφασκον· «Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει, ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;» Καὶ πάλιν· Εἰστήκει ποτὲ | |
72.729(50) | μυσταγωγῶν ἐν Συναγωγῇ, καὶ τεθαύμασται μὲν παρὰ πάντων, τινὲς δὲ, φησὶν, ἔλεγον· «Πῶς οὗτος γράμματα οἶδε, μὴ μεμαθηκώς;» Ἠγνόησαν γὰρ ὅτι πάντες ἔκειντο ἐν αὐτῷ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ταῦτα συγγνώμης | |
55 | ἄξια, ὡς ἐξ ἀγνοίας ἀτημελῶς εἰρημένα. Τοῖς γε | |
μὴν εἰς αὐτὸ τὸ Θεῖον βλασφημήσασιν, ἀδιάφυκτος | ||
72.732 | ἡ δίκη, καὶ διηνεκὴς ἡ κόλασις καὶ ἐν τῷδε τῷ κό‐ σμῳ, καὶ ἐν τῷ μέλλοντι. Πνεῦμα δέ φησιν ἐν τού‐ τοις, οὐχὶ μόνον τὸ ἅγιον, ἀλλὰ γὰρ τὴν ὅλην τῆς Θεότητος φύσιν. Ἔφη δέ που καὶ αὐτὸς ὁ Σωτὴρ, | |
5 | ὅτι πνεῦμα ὁ Θεός· οὐκοῦν ἡ κατὰ τοῦ Πνεύματος βλασφημία, καθ’ ὅλης ἂν γένοιτο τῆς ἀνωτάτω πα‐ σῶν οὐσίας· μία γὰρ ἡ τῆς Θεότητος φύσις ἐν ἁγίᾳ καὶ προσκυνητῇ νοεῖται Τριάδι. Μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσεσθε. | |
10 | (A f. 170) Τοσοῦτον ἐπαρτήσας τὸν φόβον ὁ Κύ‐ ριος, καὶ παρασκευάσας εἰς τὸ γεννικῶς ἀνθίστασθαι τοῖς ἀφιστᾶσι τῆς ὀρθῆς ὁμολογίας, περὶ τῶν ἄλλων κελεύει μὴ μεριμνᾷν, τουτέστι περὶ ἀπολογίας· διότι τοῖς πιστῶς καὶ ἀγαπητικῶς διακειμένοις ἐνεργεῖ τὸ | |
15 | Πνεῦμα τοὺς προσήκοντας λόγους, ὡσπερεὶ διδάσκα‐ λος ἔνδον ἐνοικῶν. Τίς με κατέστησε δικαστὴν ἢ μεριστὴν ἐφ’ ὑμᾶς; (A f. 171, E f. 190) Κεχειροτόνηται μὲν παρὰ τοῦ | |
20 | Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ὅτε πέφηνε καθ’ ἡμᾶς, ἄρχων τε καὶ βασιλεὺς ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐ‐ τοῦ, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Καὶ τί κατορ‐ θώσων, διατρανοῖ πάλιν αὐτός. Ἀφῖγμαι γὰρ δὴ, φησὶ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Καὶ ποῖον | |
25 | τοῦτό ἐστι; βούλεται γὰρ ἡμᾶς ὁ φιλάρετος ἡμῶν Δεσπότης, παντὸς ἀποφοιτᾷν γηΐνου τε καὶ προσ‐ καίρου πράγματος, μὴ φιλονεικοῦντας ἀδελφοῖς, εἴ‐ κοντας δὲ μᾶλλον αὐτοῖς, κἂν βούλωνται πλεον‐ εκτεῖν. «Ἀπὸ γὰρ τοῦ αἴροντος, φησὶ, τὰ σὰ, μὴ | |
30 | ἀπαίτει·» ζητοῦντας δὲ μᾶλλον τὰ ὅσαπέρ ἐστι χρήσιμα καὶ ἀναγκαῖα πρὸς σωτηρίαν ψυχῆς. Τοῖς οὕτω ζῇν εἰωθόσι, νόμους ὁρίζει Χριστὸς, καθ’ οὓς ἂν γένοιντο λαμπροὶ καὶ ἀπόβλεπτοι· ἔφη γοῦν· «Μὴ κτήσησθε ἀργύριον, μήτε χρυσίον, μήτε δύο | |
35 | χιτῶνας, μήτε πήραν, μήτε χαλκὸν εἰς τὰς ζώνας ὑμῶν.» Καὶ πάλιν· «Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρα‐ νοῖς.» Καὶ αὖ, ἐπειδή τις προσελθὼν νεανίας ἤρετο, «Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὕπαγε, | |
40 | φησὶ, πώλησον τὰ ὑπάρχοντά σου, καὶ δὸς πτωχοῖς.» Οὐκοῦν τοῖς μὲν ὑποφέρουσιν εὐήνιον αὐτῷ τὸν τῆς διανοίας αὐχένα, καὶ διατάττει, καὶ νομοθετεῖ, καὶ μερίζει τὸν οὐράνιον κλῆρον, καὶ διανέμει τὰς πνευ‐ ματικὰς εὐλογίας· τοῖς γε μὴν μόνα φρονοῦσι τὰ | |
45 | ἐπὶ τῆς γῆς, εἰκότως ἐρεῖ· «Τίς με κατέστησεν ἄρχοντα ἢ μεριστὴν ἐφ’ ὑμᾶς;» Ἀποσείεται μὲν οὖν ἐκεῖνον, ὡς ὀχληρὸν, καὶ οὐδὲν ἐθέλοντα μαθεῖν ὧν εἰδέναι ἐχρῆν. Ἀφίησί γε μὴν οὐκ ἀνουθετήτους ἡμᾶς, εὐκαίρου δὲ ὥσπερ λαβόμενος ἀφορμῆς, ἐξ‐ | |
72.732(50) | υφαίνει λόγον, μόνον δὲ οὐχὶ καὶ διαμαρτύρεται· Εἶπε δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε | |
ἀπὸ πάσης πλεονεξίας, κ.τ.λ. | ||
72.733 | (A f. 171, E f. 190) Βόθρον γὰρ ἡμῖν ὑπέδειξε διαβολικὸν, τὴν πλεονεξίαν, ἢν δὴ καὶ εἰδωλολατρείαν, ὡς ἔφημεν, ὁ σοφὸς ὀνομάζει Παῦλος, ὡς μόνοις τάχα που πρέπουσαν τοῖς οὐκ εἰδόσι Θεὸν, ἢ καὶ ἰσοστά‐ | |
5 | θμως ἔχουσαν εἰς βεβήλωσιν τοῦ λατρεύειν τινὰς ξύλοις τε καὶ λίθοις. Διὰ τοῦτό φησιν· «Ὁρᾶτε καὶ φυλάξασθε ἀπὸ πάσης πλεονεξίας,» τουτέστι μικρᾶς τε καὶ μεγάλης· ἀσθενὴς γὰρ πάντως που ὁ πλεον‐ εκτούμενος, καὶ εἰς μόνον ἀνατείνων τοὺς ὀφθαλμοὺς | |
10 | τὸν ἐφ’ οἷς πέπονθεν ἀγανακτῆσαι δυνάμενον. Ὁ δὲ, ἐπείπερ ἐστὶ δίκαιός τε καὶ ἀγαθὸς, προσίεται μὲν τὴν ἱκετηρίαν, ἐπάγει δὲ τοῖς ἠδικηκόσι τὰς δίκας. Καὶ τοῦτο μαθήσῃ, λέγοντος αὐτοῦ διὰ φωνῆς ἁγίων προφητῶν· «Διὰ τοῦτο ἀνθ’ ὧν κατεκονδυλίζετε εἰς | |
15 | κεφαλὰς πτωχῶν, καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ’ αὐτῶν, οἴκους ξυστοὺς οἰκοδομήσετε, καὶ οὐ μὴ κατ‐ οικήσητε ἐν αὐτοῖς· καὶ ἀμπελῶνας ἐπιθυμητοὺς φυ‐ τεύσετε, καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν· ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι | |
20 | ὑμῶν.» Καὶ πάλιν· «Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα. Ἐὰν γὰρ γένωνται αἱ οἰκίαι ὑμῶν πολλαὶ, εἰς | |
25 | ἔρημον ἔσονται· μεγάλαι καὶ καλαὶ, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν· καὶ ὁ σπείρων ἀρτάβας ἓξ, ποιήσει μέτρα τρία.» Οὐκοῦν κατὰ πάντα τρόπον ἀνόνητος ἡ πλεονεξία· καὶ καθ’ ἕτερον δὲ τρόπον, | |
30 | ἀνωφελής. Οὐ γὰρ ἐν τῷ περισσεύειν τινὶ, φησὶν, ἐστὶν ἡ ζωὴ αὐτοῦ, τουτέστιν, οὐ συνεκτείνεται τῷ πλούτῳ τὸ τῆς ζωῆς μέτρον. Καὶ τοῦτο ἡμῖν σαφῶς τε καὶ ἐναργῶς ὑπέδειξεν ὁ Σωτὴρ, τὴν τοῖς εἰρημέ‐ νοις συνεζευγμένην παραβολὴν εὖ μάλα συντεθει‐ | |
35 | κώς· διδάσκει μὲν οὖν τὰ πάντων ἐξαίρετα Χρι‐ στὸς, καὶ πρὸ πάντων τῶν ἀρετῶν ἁπασῶν τὸ κεφά‐ λαιον τὴν ἀγάπην, ἧς τὸ κάλλιστον ἡ ἐλεημοσύνη καθέστηκεν. Ἀλλ’ ὁ μισόκαλος Σατὰν, ὁ φαυλότητος ἁπάσης εὑρετὴς, ὁ τῶν ζιζανίων σπορεὺς, ὁ πάσης | |
40 | ἐχθρὸς ἀρετῆς, ὁ τοῖς εὐδοκιμοῦσι μαχόμενος, τοῖς εὖ ποιεῖν δυναμένοις ὄκνον ἔσθ’ ὅτε τὸν ἐπιζήμιον ἐργάζεται. Καὶ ὁ μὲν τοῦ Θεοῦ νόμος ἐγείρει πρὸς ἔλεον λέγων· «Ἀνοίγων ἀνοίξῃς τὰ σπλάγχνα σου τῷ ἐπιδεομένῳ ἐν σοί·» ὁ δὲ, ἀντανίστασθαι καὶ συλλέ‐ | |
45 | γειν ἀναπείθει τὴν χεῖρα, καὶ σωρεύειν ἐν γῇ, καὶ τρυφὰς ὑποτίθεσθαι σαρκικάς· ἀποφέρει δὲ καὶ εἰς λήθην θανάτου, καὶ οὐκ ἐᾷ τὸ μέλλον ὁρᾷν, οὐδὲ ἀν‐ θρώπινόν τι λογίζεσθαι. Καὶ ὅρα ὡς ἐν εἰκόνι τὸ πρᾶ‐ γμα γραφόμενον. | |
72.733(50) | Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα. Καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· Τί ποιήσω; ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου. (A f. 172, B f. 122 b, E f. 192) Σὺ δέ μοι πρόσχῃς | |
ἀκριβῶς, ἵνα θαυμάσῃς τοῦ λόγου τὸ εὐτεχνές. Οὐ | ||
72.736 | γὰρ ἓν ἡμῖν εὐφορῆσαν ἔδειξε χωρίον, ἀλλ’ ὅλην ἔφη χώραν εὔκαρπον γενέσθαι τῷ κεκτημένῳ, ἵνα μάθῃς τοῦ πλούτου τὸ βάθος. Τί οὖν; ὁ πλούσιος, ὁ τοῖς οὔτω πολλοῖς καὶ ἀμέτροις περιεχόμενος ἀγαθοῖς, | |
5 | στενοχωρεῖται πεφροντικὼς, τὰς τοῦ πένητος λέγει φωνάς. Τί γὰρ ποιήσω, φησὶν ἐκεῖνος, ἐν σπάνει τῶν ἀναγκαίων ὑπάρχων; Ἀεὶ τὴν οὕτως ἀθλίαν ἐ[κ]πτύει φωνήν. Ἀλλ’ ἰδοὺ ταῖς αὐταῖς κέχρηται φωναῖς ὁ πλούσιος σφόδρα ὀδυνώμενος καὶ πάσχων· «Καὶ εἶπε· | |
10 | Καθελῶ μου τὰς ἀποθήκας, καὶ συνάξω ἐκεῖ πάντα τὰ γεννήματά μου καὶ τὰ ἀγαθά μου.» Θησαυροὺς οἰκοδομεῖν πλατυτέρους ἐσκέπτετο, μόνος ἀπολαύειν ἤθελε τῶν προσόντων αὐτῷ· οὐκ ἐρᾷ φιλοπτωχίας, τῶν ἐντεῦθεν αὐχημάτων οὐκ ἐφίεται· ἀλλά φησι· | |
15 | «Καθελῶ μου τὰς ἀποθήκας.» Ἄθρει δὴ καὶ ἕτε‐ ρον ἀνόητον αὐτοῦ λόγον· «Συνάξω γὰρ, φησὶ, τὰ γεν[ν]ήματά μου.» Οὐκ ἐνόμιζε ταῦτα ἐκ Θεοῦ ἔχειν ὡς ὁ Ἰώβ· ἦ γὰρ ἂν ὡς Θεοῦ οἰκονόμος περὶ ταῦτα διέκειτο· ἀλλ’ οἰκείων πόνων γεν[ν]ήματα ᾤετο. Ὅτι | |
20 | δὲ οὐκ ἐκ Θεοῦ τὸ εὖ πράττειν ἑαυτῷ εἶναι νομίζει, δηλοῖ σαφῶς ἐξ ὧν λέγει. Συνάξω γὰρ, φησὶ, τὰ γεν[ν]ήματά μου, καὶ τὰ ἀγαθά μου οὐδενὶ μεταδώσω, ἀλλ’ ἐμαυτῷ καὶ τῇ ἐμῇ γαστρὶ πάντα ταμιεύσομαι. Τίς γὰρ ἂν οὕτω διανοηθείη περὶ τῶν δεομένων, Θεὸν | |
25 | εἰδὼς χορηγὸν ὧν κέκτηται; Τῶν γὰρ αὐτῶν ἐστιν ἔχειν τέ τι παρὰ Θεοῦ, καὶ κεχρῆσθαι κατὰ Θεὸν οἷσπερ ἔχουσιν. (A f. 173 b, E f. 196) Ἀλλ’ ὁ πλούσιος οὗτος, οὐ τὰς μενούσας ἀποθήκας οἰκοδομεῖ, ἀλλὰ τὰς κατα‐ | |
30 | λυομένας· καὶ τὸ ἔτι τούτου παραλογώτερον, ἑαυτῷ μῆκος ὁρίζει ζωῆς, ὥσπερ ἐκ γῆς καὶ τοῦτο θερίσας· φησὶ γάρ· «Καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχὴ, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά.»—(A f. 175 b) Ἀλλ’, ὦ πλούσιε, φαίη τις ἂν, τοὺς μὲν καρποὺς | |
35 | ἔχεις ἐν ἀποθήκαις, ἔτη δὲ πολλὰ πόθεν ἂν λάβῃς; —(A f. 174 b, E f. 198) Τοιοῦτος καὶ ὁ νῦν πλού‐ σιος, τῇ γαστρὶ ἑαυτοῦ ἐπικεκυφὼς, λαιμὸν ἀντὶ λο‐ γισμοῦ κεκτημένος, ἀλλ’ οὐ κατ’ εἰκόνα τοῦ μόνου ἀγαθοῦ ζῶν· διὸ τὴν ἑαυτοῦ ψυχὴν τοῖς τῆς σαρκὸς | |
40 | δεξιοῦται βρώμασι, καὶ τὴν ἐπακολουθοῦσαν αὐτοῖς μυσαρὰν ἡδονὴν ἐπιτάττει τῇ ψυχῇ· εὐφήμως γὰρ ὁ Κύριος διὰ τοῦ εὐφραίνου τὰ ὑπογάστρια πάθη ἐδή‐ λωσε, τὰ τῇ πλησμονῇ παρεπόμενα· ἀκολουθεῖ γὰρ τῷ κόρῳ τὰ ἀφροδίσια. Καὶ μὴν ἔδει ἐσθίειν, ὥστε | |
45 | ζῇν· οὐ μὴν ζῇν, ὥστε ἐσθίειν· κατὰ τοὺς θεοποιοῦν‐ τας τὴν γαστέρα καὶ λέγοντας· «Φάγωμεν καὶ πίω‐ μεν· αὔριον γὰρ ἀποθνήσκομεν·» δέον τοὐναντίον λέγειν· Ἐπεὶ αὔριον ἀποθνήσκομεν, μὴ φάγωμεν μηδὲ πίωμεν.—(A f. 174 b) Τί ὠφέλησε τοῦτον | |
72.736(50) | τὸν πλούσιον ἡ πολλὴ μέριμνα; Ὅλος ἐστὶ τῆς σαρ‐ κός. Ἀλλ’ ὁρᾷς ὅσην ὑπέμεινε ζημίαν, ὁ μηδενὶ μὲν τῶν ἄλλων ἀγαθὸς, ἑαυτῷ δὲ μόνῳ πλούσιος; πεφρόν‐ τικεν, ἵνα πλουτήσῃ· ἠγρύπνησεν, ἵνα συναγάγῃ | |
πολλά· συγχαίρει τῇ ἑαυτοῦ γαστρὶ ὡς ἐχούσῃ πολλὰ | ||
72.737 | τῶν ἐπιτηδείων· ὅλος ἐστὶ τῶν ἐπὶ γῆς πραγμάτων· οὐκ ἀναβλέπει πρὸς Θεόν· οὐχ ὁρᾷ τὰ ἐσόμενα· οὐ λογίζεται τὸν ἐπὶ τοῦ θείου βήματος δικάζοντα Θεόν· οὐχ ὁρᾷ τὸν γείτονα θάνατον· κατεδικάσθη γὰρ τε‐ | |
5 | λευτὴν ἀπροσδόκητον ὁ μισόπτωχος πλούσιος· ἐν τῇ ἑσπέρᾳ τὴν ἑωθινὴν τροφὴν βουλευόμενος, καὶ τοῦ ὄρθρου μὴ καταλαβὼν τὴν ἀκτῖνα. Ἄκουε γὰρ ὅτι κεκολόβωται αὐτῷ ἡ ζωὴ ψήφῳ Θεοῦ. Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαι‐ | |
10 | τοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; (I f. 101 b) Τουτέστιν ἐν στιγμῇ καὶ ἐν ὀλίγῳ παντελῶς καὶ συνεσταλμένῳ καιρῷ τὴν ἀπόλαυσιν ἔχων· κονιορτοῦ γὰρ δίκην οἰχήσεται, πεμπόμενος εἰς ἑτέρους, καὶ εἰς οὓς οὐκ ἴσμεν ἔσθ’ ὅτε ἢ καὶ τάχα | |
15 | που καὶ εἰς ἐχθρούς.—A f. 175 b, E f. 200 b) Ἀλη‐ θὲς οὖν ἄρα ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἔσται ἡ ζωὴ αὐτοῦ ἐκ τῶν ὑπαρχόντων αὐτῷ. Τρισμακάριος δὲ καὶ ἐν ἐλπίσι λαμπραῖς, ὁ κατὰ Θεὸν πλουτῶν. Ὁ μὲν γὰρ ταῖς κατὰ γῆν φροντίσι δαπανώμενος, ἐπι‐ | |
20 | ζήμιον ἔχει τὸ τέλος, καὶ πένης ἀπελεύσεται πρὸς Θεόν· ὁ δὲ μεριμνῶν τὰ τοῦ Κυρίου, πλουτήσει μὲν ἐν ἔργοις ἀγαθοῖς, ἕξει δὲ θησαυρὸν ἄσυλον ἐν τοῖς οὐρανοῖς. Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, κ.τ.λ. | |
25 | (A f. 176, B f. 123 b) Τέθειται μὲν δὴ τοῖς ἐξ Ἰσ‐ ραὴλ ὁ διὰ Μωϋσέως νόμος, ἀποφέρων εἰς ἕκαστα τῶν πρακτέων, καὶ τὸ τελοῦν εἰς ὄνησιν αὐτοῖς καθ‐ ιστὰς ἐναργές. Οἱ δὲ θυμηδίας τῆς ἀνωτάτω πρόφα‐ σιν ἐποιοῦντο τὸ χρῆμα, λέγοντες· «Μακάριοί ἐσμεν | |
30 | Ἰσραὴλ, ὅτῳ τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστιν.» Ἐγὼ δὲ φαίην ἄν· Τρισμακάριοί ἐσμεν ἡμεῖς, παρ’ αὐτοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος διδασκόμενοι τὸ ἀγαθὸν αὐτοῦ τὸ σωτήριον θέλημα, ἵνα τὴν εὐαγγε‐ λικὴν ζωὴν πολιτευσάμενοι, συμβασιλεύσωμεν αὐτῷ. | |
35 | Ὅρα γὰρ, ὅπως ἡμᾶς μερίμνης ἐξίστησι περιττῆς, οὐχ ἁπλῶς, «μὴ μεριμνᾶτε,» λέγων, προσεπάγων δὲ ὅτι «τῇ ψυχῇ ὑμῶν·» ἀντὶ τοῦ, Μὴ ἐσπουδασμέ‐ νην ἐν τούτοις δαπανᾶτε φροντίδα, ἀλλὰ τοῖς ὑπερ‐ κειμένοις χαρίζεσθε τὰς σπουδάς. Ὑπέρκειται δὲ | |
40 | τροφῆς μὲν ψυχὴ, περιβλημάτων δὲ σῶμα. Καὶ ἄθρει πῶς οὐχ ἁπλῶς τὸ, «μὴ μεριμνᾶτε» τίθησιν, ἀλλὰ καὶ ἐνταῦθα λογισμοὺς ἀνακινεῖ ἐκ τῶν ὑπηργμένων ἡμῖν ἤδη. Ὁ γὰρ τὸ μεῖζον, φησὶ, δοὺς, πῶς τὸ ἔλατ‐ τον οὐ δώσει; ὁ τὴν τρεφομένην σάρκα διαπλάσας, | |
45 | πῶς τὴν τροφὴν οὐ παρέξει; Ἀγῶνος τοίνυν προκει‐ μένου τοῦ περὶ ψυχῆς καὶ σώματος, κολάσεώς τε καὶ δίκης ἐπηρτημένης τοῖς οὐκ ἐθέλουσι ζῇν ὀρθῶς, ἐῤῥίφθω φροντὶς ἡ ἐπ’ ἀμφίοις καὶ τροφῇ. Ἄλλως τε τοὺς τῆς ἀρετῆς ἐραστὰς, πῶς οὐκ αἰσχρὸν μειρα‐ | |
72.737(50) | κιωδῶς ἱματίοις ἐφήδεσθαι, καὶ τραπέζαις πολυτελέ‐ σιν; Ἕψεται γὰρ τούτοις εὐθὺς καὶ ἡ τῶν ἑτέρων ἐπιθυμιῶν ἀγρία πληθύς· τοῦτο δέ ἐστιν ὄλισθος ἀπὸ | |
Θεοῦ. Χρὴ τοίνυν ἡμᾶς ἐφίεσθαι μᾶλλον τῶν ἀρεσκόν‐ | ||
72.740 | των Θεῷ· χορηγήσει γὰρ αὐτὸς τὰ δέοντα καὶ τὰ αὐτάρκη· ἀξιόχρεως δὲ ὁ Δεσπότης, τοῦτό σοι σαφῶς ὑπισχνούμενος, καὶ ὡς ἀπό γε τῶν ἐλαττόνων, περὶ τῶν μειζόνων ἡμᾶς πληροφορῶν. | |
5 | Κατανοήσατε τὰ πετεινὰ τοῦ οὐρανοῦ, κ.τ.λ. (A f. 176 b, C f. 134 b). Ὥσπερ εἰς εὐανδρίαν ἡμᾶς ἀναβιβάζων πνευματικὴν, ὡς ἀπό γε τῶν ἐν οὐδενὶ λόγῳ κειμένων πτηνῶν ἐποιεῖτο τὴν πληροφο‐ ρίαν, λέγων· «Πολλῶν στρουθίων διαφέρετε ὑμεῖς·» | |
10 | οὕτω καὶ νῦν, ὡς ἀπό γε τῶν πτηνῶν, ἢ τῶν ἐν ἀγροῖς ἀνθῶν, ἱδρυμένην καὶ ἀκατάσειστον ἐνεργά‐ ζεταί σοι τὴν πίστιν. Ἐνδοιάζειν δὲ ὅλως οὐκ ἐφίησιν ἡμᾶς, ὅτι πάντη τε καὶ πάντως τὴν παρ’ αὐτοῦ χα‐ ρίζεται φειδὼ, τὸ ἀνενδεὲς ἐφ’ ἅπασι διδούς.—(A | |
15 | f. 178, B f. 124, C f. 134 b) Ἀληθὲς δὲ τὸ καὶ τὸν Σολομῶντα ἡττῆσθαι τῆς τῶν κρίνων περιβολῆς· τὰ γὰρ τῶν χρωμάτων ἄνθη, ποικίλα τε ὄντα καὶ πολυ‐ ειδῆ, ἐν κρίνοις μὲν, καὶ ἐν ἑτέροις τισὶ τῶν φυομέ‐ νων ἐν ἀγροῖς, ἀξιοθαύμαστον ἔχει τὴν ὥραν· τὸ δὲ | |
20 | πρὸς μίμησιν τὴν αὐτῶν ὑπό του τεχνουργούμενον, λείπεται πάντως ἐκείνων, καὶ μόλις ἔρχεταί πως τῆς ἀληθείας ἐγγύς. Εἰ τοίνυν τοῦθ’ οὕτως ἔχει, πῶς οὐκ ἀληθὲς ὅτι οὐδὲ Σολομῶν, καίτοι φιλότιμος οὕτω γεγονὼς, ἐν ὅλῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἒν | |
25 | τούτων Ἀπόχρη τοιγαροῦν τοῖς σοφοῖς τὸ χρείας ἕνεκα καὶ μόνης εὐσχήμονα καὶ εὐπόριστον ἔχειν τὴν στολὴν, καὶ σιτίων λιτότητα μὴ ὑπεραίρουσαν τὸ ἀρκοῦν· ἀρκέσει δὲ τοῖς ἁγίοις ἡ ἐν Χριστῷ τροφὴ, ἡ πνευματικὴ δηλονότι καὶ θεία καὶ νοητὴ, καὶ ἡ | |
30 | μετὰ ταῦτα δόξα. Ἦν δὲ καὶ ἑτέρως ἀνάρμοστον, τοὺς ἑτέροις μέλλοντας ἔσεσθαι πολιτείας εὐαγοῦς ὑπο‐ τύπωσιν καὶ ὑπογραμμὸν, εἰς ἐκεῖνα πίπτειν ἀτη‐ μελῶς, ὧν αὐτοὺς ἀποφοιτᾷν συμβουλεύειν ἔδει, παιδαγωγοὺς ὄντας οἰκουμενικούς. Ἐπεβούλευσε δ’ | |
35 | ἂν οὐ μετρίως καὶ τῇ τῶν ἱερῶν κηρυγμάτων σπουδῇ τε καὶ χρείᾳ, τὸ φροντίδος κοσμικῆς μεταποιεῖσθαι τοὺς μαθητάς. (A f. 178 b). Ἐπιῤῥίψωμεν τοίνυν ἐπὶ Κύριον τὴν φροντίδα· μὴ μεριμνήσωμεν τί φάγωμεν ἢ τί πίω‐ | |
40 | μεν, ἢ τί περιβαλώμεθα· μὴ ἐν μικροῖς καὶ εὐτελέσι πράγμασιν ὁ μέγας ἡμῶν δαπανάσθω λογισμός· μὴ δοῦλον ἱματίου καὶ τροφῆς ἀπεργασώμεθα τὸν ἐλεύ‐ θερον νοῦν· μεριμνάτω δὲ μᾶλλον ὅσα διασώζει ψυ‐ χὴν, ὅσα πρὸς τὴν τῶν οὐρανῶν ἀναφέρει βασιλείαν | |
45 | ὅσα τοὺς στεφάνους ἡμῖν προξενεῖ· ἔργον τοῦτο τῇ ἀνθρώπου διανοίᾳ πρεπωδέστατον. Ἆρα γὰρ εἴ τις ἡμᾶς ἐρωτήσειε, τί μεῖζόν ἐστιν ἐν ἡμῖν, τί δὲ εἶναι τὸ κάλλιον ὑπειλήφαμεν, τροφὴν ἢ σῶμα, ἢ ψυχὴν, τίς οὕτως ἐστὶν ἠλίθιος, τίς δὲ οὕτως βραδὺς εἰς τὸ | |
72.740(50) | νοῆσαι τὰ χρήσιμα, ὡς μὴ εὐθὺς ἀποκρίνασθαι, τὴν ψυχήν; Ὅτε τοίνυν μείζων καὶ τροφῆς καὶ ἱματίου ψυχὴ, διὰ τί μὴ μᾶλλον ἐν τοῖς μείζοσιν ἀναλίσκο‐ μεν τὴν φροντίδα, τιμῶμεν δὲ οὕτως τὸ ἔλαττον, καὶ | |
πᾶσαν αὐτῷ χαριζόμεθα τὴν διάνοιαν; Μεριμνᾷς | ||
72.741 | ἱματίου καὶ τροφῆς; διὰ τί μὴ μᾶλλον μεριμνᾷς ὅπως διασωθῇς; Μεριμνᾷς τοῦ σώματος; διὰ τί μὴ μερι‐ μνᾷς τῆς ψυχῆς;—(A f. 178 b, B f. 124) Ὁ οὕτως ἀγαθὸς Κύριος, ὁ τὸ εὐτελέστατον ἀποτρέφων πετει‐ | |
5 | νὸν, οὐ διαθρέψει τὸν κατ’ εἰκόνα οἰκείαν γενόμενον; Ταύτῃτοι καὶ μάλα εἰκότως τὴν περὶ τὰ προκείμενα φροντίδα κατακιβδηλεύει σοφῶς ὁ Χριστὸς, τὰ ἔθνη τοῦ κόσμου ταῦτα λέγων ἐπιζητεῖν. Ἀναβιβάζει δὲ καὶ εἰς ἄμαχον πίστιν, τοῦ ὅτι πάντη τε καὶ πάντως | |
10 | ἔξουσι τὸ ἀνενδεὲς, εὖ εἰδότος ὧν εἰσιν ἐν χρείᾳ τοῦ Πατρὸς αὐτῶν, δῆλον δὲ ὅτι τοῦ ἐν οὐρανοῖς· φησὶ γάρ· «Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγετε, κ.τ.λ., ὑμῶν δὲ ὁ Πατὴρ οἶδεν,» κ.τ.λ. Ἐπὶ καιροῦ δὲ σφόδρα Πατέρα φησὶ τὸν Θεὸν, ἵνα εἰδεῖεν, ὅτι τῶν | |
15 | ἰδίων οὐκ ἂν ἐπιλάθοιτο τέκνων, ἀλλ’ ἔσται χρηστὸς καὶ φιλόπαις περὶ αὐτούς. Ζητῶμεν τοίνυν μὴ τρο‐ φὰς τὰς ἔξω λόγου καὶ περιττὰς, ἀλλ’ ὅσα βλέπει πρὸς σωτηρίαν ψυχῆς· μὴ πολυτελὲς ἄμφιον, ἀλλ’ ὅπως ἂν ἐξελώμεθα καὶ πυρὸς καὶ δίκης τὸ ἴδιον | |
20 | σῶμα, ζητοῦντες αὐτοῦ τὴν βασιλείαν. Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, κ.τ.λ. (A f. 180, D f. 51 b) Μικρὸν ποίμνιον τοὺς ἁγίους ὀνομάζει· ἐπειδὴ παράκειται μικρότης ἐν κόσμῳ τοῖς ἑκουσίως ἀκτήμοσι καὶ ἀχρημάτοις· τούτοις γὰρ | |
25 | εὐδόκησεν ὁ Πατὴρ δοῦναι τὴν βασιλείαν. Ὅθεν εὐθὺς ἐπειπὼν ἐδίδαξεν· «Πωλήσατε τὰ ὑπάρχοντα, καὶ δότε ἐλεημοσύνην,» καὶ τὰ ἑξῆς. Ἢ μικρὸν ποίμνιον πρὸς τὸ μέγεθος τοῦ πλήθους τῶν ἀπίστων, ἢ καὶ διὰ τὴν ἑκούσιον ταπείνωσιν τοῦ τοιούτου ποιμνίου· | |
30 | ὃ κελεύει μὴ φοβεῖσθαι τὴν ἔνδειαν τῆς σωματικῆς χρείας. Εἰ γὰρ τὴν οὕτω μεγάλην καὶ ἐξαίρετον δί‐ δωσιν ἀπόλαυσιν, ἤτοι τὴν βασιλείαν τῶν οὐρανῶν, δώσει πάντως καὶ τὰ τῇ σαρκὶ ἀναγκαῖα καὶ ζωαρκῆ. —(A f. 180, B f. 124) Ἀντὶ τοῦ, Μὴ ἀπιστήσῃς, | |
35 | ὅτι πάντη τε καὶ πάντως χορηγήσει τὰ ζωαρκῆ τοῖς ἀγαπῶσιν αὐτὸν, ὁ ἐν οὐρανοῖς Πατήρ. Οὐ γὰρ περι‐ όψεται τοὺς ἰδίους· ἀνοίξει δὲ μᾶλλον αὐτοῖς τὴν χεῖρα, τὴν ἀεὶ πληροῦσαν τὰ πάντα χρηστότητος. Καὶ ποία τούτων ἡ πίστις; «Εὐδόκησε, φησὶν, ὁ Πα‐ | |
40 | τὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.» Ὁ δὲ τὰ οὕτω μεγάλα καὶ ἐξαίρετα διδοὺς, πῶς ὀκνήσει περὶ τὸ εἶναι χρηστὸς περὶ ἡμᾶς καὶ πλουσίως τὰ ἐπὶ γῆς παρέχειν ἡμῖν ἀγαθά; Ἵνα οὖν, φησὶ, τὴν βασι‐ λείαν τῶν οὐρανῶν κατακτήσησθε, τῶν ἐπὶ γῆς | |
45 | χρημάτων καταφρονήσατε. Μικρὸν δὲ ποίμνιον ὀνο‐ μάζει τοὺς ἐπὶ τῆς γῆς· ἡττώμεθα γὰρ τῆς τῶν ἀγγέλων πληθύος ἀμετρήτου οὔσης, καὶ ἀσυγκρίτως πλεονεκτούσης τὰ καθ’ ἡμᾶς. Καὶ τοῦτο πάλιν αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ Σωτὴρ, τὴν ἐν τοῖς Εὐαγγελίοις πα‐ | |
72.741(50) | ραβολὴν ἄριστα συντεθεικώς· ἔφη γὰρ, ὅτι «Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἔξει ἑκατὸν πρόβατα, καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐκ ἀφήσει τὰ ἐνενηκον‐ ταεννέα ἐπὶ τὰ ὄρη, καὶ πορευθεὶς ζητεῖ τὸ πλανώ‐ | |
μενον; Καὶ ἐὰν γένηται εὑρεῖν αὐτὸ, ἀμὴν λέγω | ||
72.744 | ὑμῖν. ὅτι χαίρει ἐπ’ αὐτῷ μᾶλλον, ἢ ἐπὶ τοῖς ἐνενη‐ κονταεννέα τοῖς μὴ πεπλανημένοις.» Ἄθρει δὴ οὖν ὅπως, ὅταν εἰς δεκάδας δέκα τῶν λογικῶν κτισμά‐ των ὁ ἀριθμὸς ἐκτείνηται, ὡς ἒν ἐν τοῖς ἑκατὸν τὸ | |
5 | ἐπὶ γῆς ἐστι ποίμνιον· ἀλλ’ εἰ καὶ μικρὸν τοῦτο, καὶ φύσει, καὶ ἀριθμῷ, καὶ δόξῃ πρὸς τὰς ἀμετρή‐ τους τῶν ἄνω πνευμάτων ἀγέλας, ἀλλ’ ἡ τοῦ Πατρὸς ἀγαθότης, πάντα λόγον ὑπερεκτείνουσα, δέδωκε καὶ αὐτῷ τῶν ὑπερκειμένων πνευμάτων τὸν κλῆρον, | |
10 | τουτέστι τὴν τῶν οὐρανῶν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεη‐ μοσύνην. (A f. 180, E f. 201 b) Φορτικὴ μὲν ἴσως τοῖς ἐν πλούτῳ ἡ ἐντολή· ὡς γὰρ αὐτός που πάλιν φησὶ, | |
15 | δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Πλὴν τοῖς ἀρτίφροσιν οὐκ ἀνόνητος ἡ ἐντολή· θησαυρίζουσιν ἑαυτοῖς τὴν εἰς τὸ μέλλον ἐλπίδα· πρόσκαιρος γὰρ ὁ παρὼν βίος καὶ βραχὺς καὶ συνεσταλμένος, ἄπειρος δὲ καὶ μακρὸς ὁ | |
20 | μετὰ ταῦτα. Ὁ ἐν οὐρανοῖς θησαυρίζων, ἔξει τὴν ἐν οὐρανῷ βασιλείαν, μὴ χερσὶ λῃστῶν ἁλισκομένην, μὴ ὑπὸ σητὸς διαφθειρομένην· ἐπειδὴ ἄσυλος ὁ οὐ‐ ράνιος πλοῦτος, καὶ ἀπαθὴς διαμένει. Πρόσιθι τοίνυν μὴ ὀκνηρῶς· κτῆσαι τοῖς προσκαίροις τὰ αἰώνια· | |
25 | δὸς τὰ μὴ μένοντα, καὶ πλούτησον τὰ σωζόμενα· δὸς τὰ ἐπίγεια, καὶ κέρδανον τὰ ἐν οὐρανοῖς· παράθου Θεῷ τὸν σεαυτοῦ πλοῦτον. καὶ εὑρήσεις πολύχουν ταμιευόμενον· αὐτός σε τοῦτο διδάξει καὶ ὁ μακά‐ ριος Δαβὶδ ψάλλων τε καὶ λέγων ἐν πνεύματι περὶ | |
30 | παντὸς ἀγαθοῦ καὶ φιλοικτίρμονος· «Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. | |
35 | (A f. 181) Ἀληθὲς καὶ τοῦτο· οἱ γὰρ φρονοῦντες τὰ πρόσκαιρα, ὅλην ἔχουσιν ἐπ’ αὐτοῖς τὴν ἐλπίδα· καὶ οἱ ζητοῦντες τὰ ἐν οὐρανοῖς, ἐκεῖ τὸν τῆς δια‐ νοίας πέμπουσιν ὀφθαλμόν. Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ | |
40 | οἱ λύχνοι καιόμενοι. (A f. 181, B f. 125, D f. 51) Διαλέγεται μὲν ὡς πνευματικοῖς, γράφει δὲ πάλιν διὰ τῶν ἐμφανῶν τε καὶ ὁρατῶν πραγμάτων τὰ νοητά· οὐ γάρ που φαίη τις ἂν, ὅτι τὴν τοῦ σώματος ὀσφὺν διεζωσμένην ἡμᾶς | |
45 | ἔχειν βούλεται, καὶ καιομένους ἐν χερσὶ τοὺς λύχνους· ἀλλὰ τὸ τῆς διανοίας ἔτοιμον εἰς φιλεργίαν τὴν ἐφ’ ἅπασι δηλονότι τοῖς ἐπαινουμένοις, ὑπεμφήνειεν ἂν τὸ διεζῶσθαι τὴν ὀσφύν· ὅ γε μὴν λύχνος, τὴν τοῦ νοῦ γρηγόρησιν καὶ φαιδρότητα νοητὴν ἔοικε παρα‐ | |
72.744(50) | δηλοῦν, καὶ ὅτι δεῖ παρεσκευασμένους ἐφ’ ἡμέραν εἶναι πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν ἡμᾶς, καὶ τὸ τοῦ Δεσπότου νεῦμα περιμένειν ἑστῶσι τοῖς ὀφθαλμοῖς. Ἐγρηγορέναι δέ φαμεν τὸν ἀνθρώπινον νοῦν, ὅταν ἀποσείηται τὸ ν[ε]υστάζειν ἐπὶ τὸ ῥᾴθυμον, δι’ οὗ πρὸς | |
55 | πᾶν εἶδος φαυλότητος καθικνεῖσθαι φιλεῖ, μονονουχὶ σβεννύμενος. Ἐγρηγορέναι δὴ οὖν ἡμᾶς κελεύει | |
Χριστός· καὶ πρός γε τοῦτο ἡμᾶς καταθήγει λέγων | ||
72.745 | ὁ αὐτοῦ μαθητής· «Νήφετε, γρηγορεῖτε.» Ναὶ μὴν καὶ ὁ πάνσοφος Παῦλος· «Ἔγειραι, ὁ καθεύδων.» Νηφάλεον γὰρ ἔχειν χρὴ καὶ ἐγρηγορότα τὸν νοῦν καὶ τῇ τῆς ἀληθείας γνώσει καταλαμπόμενον· ὡς | |
5 | ἐπ’ αὐτῷ δὴ τούτῳ χαίροντα, λέγειν, ὅτι «Σὺ φωτιεῖς λύχνον μου, Κύριε, ὁ Θεός μου, φωτιεῖς τὸ σκότος μου.»—(A f. 181 b) Ἰστέον δὲ ὅτι καὶ διὰ τοῦ παν‐ σόφου Μωϋσέως, τοιοῦτόν τι προστεταχὼς εὑρίσκεται τοῖς ἐξ Ἰσραὴλ, ὅτε εἰς τύπον Χριστοῦ διακελεύεται | |
10 | σφάττεσθαι τὸν ἀμνὸν, καθὰ μεμαρτύρηκεν ὁ ἱερώ‐ τατος Παῦλος, λέγων· «Τὸ γὰρ πάσχα ἡμῶν ἐτύθη Χριστός.» Τοῖς γε μὴν ἐσθίουσι τῶν κρεῶν αὐτοῦ, προσπεφώνηκε λέγων ὁ ἱεροφάντης Μωϋσῆς, μᾶλλον δὲ δι’ αὐτοῦ ὁ Θεός· «Ἔστωσαν ὑμῶν αἱ ὀσφύες | |
15 | περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν.» Χρῆναι γὰρ ἔγωγέ φημι τοὺς ἐν μεθέξει γεγονότας Χριστοῦ, ἑτοίμως ἔχειν εἰς ἔργα χωρεῖν ἅπερ ἂν ἁγίοις πρέπῃ, καὶ ἐν προθυμίᾳ βαδίζειν οἷπερ ἂν | |
20 | ἡμᾶς ὁ θεῖος βούληται νόμος. Ταύτῃ τοι μάλα εἰκότως ὁδοιπορικὸν αὐτοῖς περιτέθεικε σχῆμα. (B f. 125 b) Ὁδοιπορικὸν γὰρ σχῆμα ὅτι μάλιστα πρεπωδέστατον τοῖς τὸ θεῖον κηρύττουσιν Εὐαγγέλιον. Οὕτω καὶ δι’ ἑνὸς τῶν προφητῶν φησι πρὸς τοὺς ἐν Βαβυλῶνι | |
25 | αἰχμαλώτους ὁ Θεὸς τὴν ἐπάνοδον προαναφωνῶν, καὶ πρὸς ταύτην εὐτρεπίζεσθαι προτρέπων· «Σκόπευ‐ σον ὁδὸν, κράτησον ὀσφύος, ἄνδρισαι τῇ ἰσχύϊ σου σφόδρα.» Ὡς γὰρ αὐτίκα μάλα πρὸς Ἰουδαίαν βα‐ διουμένους, κρατεῖν ὀσφύος κελεύει· τουτέστιν ἑτοίμως καὶ ἐπιτηδείως ἔχειν πρὸς τοὺς τῆς ὁδοιπορίας | |
30 | πόνους, καὶ παντὸς πόνου κατανδρίζεσθαι ἀμάχῳ τῇ προθυμίᾳ χρωμένους. (A f. 181 b) Ὅτι δὲ χρὴ παλινδρομήσοντα Χριστὸν ἐξ οὐρανοῦ προσδοκᾷν (καταβήσεται γὰρ ἐν δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων), ἐδίδαξεν, εἰπών· «Καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν | |
35 | Κύριον ἑαυτῶν,» κ.τ.λ. Καί μοι πάλιν ἐκεῖνο δια‐ νοοῦ· ἀναλύσει γὰρ ὡς ἐκ πανηγύρεως ὁ Χριστός· δι’ οὗ διαδείκνυται σαφῶς, ὡς ἔστιν ἀεὶ τὸ Θεῖον ἐν ταῖς αὐτῷ πρεπούσαις ἑορταῖς· ἐκεῖ γὰρ ὅλως τὸ κατηφὲς οὐδαμοῦ· λυπεῖ γὰρ οὐδὲν τὴν ἀκήρατον | |
40 | φύσιν.—(A f. 182) «Ὅταν, φησὶν, ἐλθὼν εὐζώνους εὕρῃ καὶ ἐγρηγορότας, καὶ πεφωτισμένην ἔχοντας τὴν καρδίαν, τότε δὴ, τότε μακαρίους ἀποφανεῖ.» Περιζώσεται γὰρ καὶ διακονήσει αὐτοῖς. Δι’ οὗπερ ἔνεστι μαθεῖν, ὅτι τοῖς ἴσοις ἡμᾶς ἀνταμείψεται, καὶ | |
45 | οἷον καμόντας ἀνακτήσεται, τρυφὰς ἡμῖν παραθεὶς τὰς πνευματικὰς, καὶ ἀμφιλαφῆ τῶν παρ’ ἑαυτοῦ χαρισμάτων ἁπλώσας τράπεζαν. Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, κ.τ.λ. (A f. 182) Ἐνταῦθά μοι βλέπε τὸ τῆς θείας ἡμερό‐ | |
72.745(50) | τητος πλάτος, καὶ τῆς εἰς ἡμᾶς γαληνότητος τὴν ὑπερβολήν. Οἶδε γὰρ, οἶδε τὸ πλάσμα ἡμῶν, καὶ εὐ‐ όλισθον τῆς ἀνθρώπου διανοίας εἰς ἁμαρτίαν. Οἶδεν ὅτι τετυράννευκε καθ’ ἡμῶν τῆς φιλοσαρκίας ἡ δύ‐ ναμις, καὶ ὁ τοῦ παρόντος βίου περισπασμὸς μονον‐ | |
55 | ουχὶ καὶ οὐχ ἑκόντας καταβιάζεται, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀποφέρων τὸν νοῦν. Ἐπειδὴ δέ ἐστιν | |
ἀγαθὸς, ἀπογινώσκειν οὐκ ἐᾷ, κατοικτείρει δὲ μᾶλ‐ | ||
72.748 | λον, καὶ σωτηρίας φάρμακον ἔδωκεν ἡμῖν τὴν μετά‐ γνωσιν. Διὰ τουτό φησι· «Κἂν ἐν τῇ δευτέρᾳ, κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτως ποιοῦντας, μακάριοί εἰσιν ἐκεῖνοι.» Ἐθελήσεις δὲ πάντως εἰ‐ | |
5 | δέναι σαφῶς, τί δὴ τοῦτό ἐστι. Μερίζουσι τοίνυν τὴν νύκτα τινὲς εἰς τρεῖς ἢ εἰς (D f. 51) τέσσαρας φυ‐ λακάς· οἱ γὰρ τοῖς τείχεσι τῶν πόλεων ἐγκαθήμενοι, καὶ τὰς τῶν πολεμίων τηροῦντες ἐφόδους, τρεῖς ἢ τέσσαρας ὥρας διαγρηγορήσαντες, παραπέμπουσιν | |
10 | εἰς ἑτέρους τὴν φυλακὴν καὶ ἐγρήγορσιν. Τρεῖς τοίνυν εἰσὶ καὶ παρ’ ἡμῖν ἡλικίαι· πρώτη μὲν καθ’ ἥν ἐσμεν ἔτι παῖδες ἄνηβοι, δευτέρα δὲ καθ’ ἣν νεα‐ νίαι, καὶ τρίτη καθ’ ἣν πρεσβύται. Ἀλλ’ ἡ μὲν πρώτη, καθ’ ἣν ἔτι παῖδές ἐσμεν, οὐκ εὐθύνεται | |
15 | παρὰ Θεοῦ, ἀξιοῦται δὲ συγγνώμης· ἥ γε μὴν δευτέρα καὶ ἡ τρίτη ὀφείλει τῷ Θεῷ τὴν ὑπακοὴν, καὶ τὸ διαζῇν ὁσίως, κατὰ τὸ αὐτῷ δοκοῦν· οὐκοῦν κἂν εἴ τις καταληφθείη τυχὼν ἐν ἐγρηγόρσει, καὶ οἷον ἐν εὐζωνότητι νέος ὢν ἔτι, κἂν εἴτουν τὴν πρε‐ | |
20 | σβυτικὴν ἔχων ἡλικίαν, μακάριος ἔσται· τεύξεται γὰρ τῶν ἐπηγγελμένων παρὰ Χριστοῦ.—(A f. 182 b) Ὅτι δὲ τὸ μὴ ἐγρηγορέναι ἐπιζήμιον, εὖ μάλα παραδείκνυσι διὰ τοῦδε τοῦ παραδείγματος· ὡς γὰρ ὁ αὐτοῦ φησι μαθητής· «Ἥξει ἡ ἡμέρα Κυρίου, ὡς | |
25 | κλέπτης· ἐν ᾗ οὐρανοὶ μὲν ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσόμενα λυθήσεται· γῆ δὲ καὶ τὰ ἐν αὐτῇ κατακαήσεται πάντα· καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν, κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ προσ‐ δοκῶμεν.» Προσεπάγει δὲ τούτοις· «Τούτων δὲ πάντων λυομένων, ποταποὺς δεῖ εὑρεθῆναι ἡμᾶς [ita cod. | |
30 | νον ὑμᾶς] ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ;» Οἶδε γὰρ ὅλως οὐδεὶς τὸν τῆς συντελείας καιρόν. Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέ‐ γεις, ἢ καὶ πρὸς πάντας; (A f. 183) Ἐρωτᾷ Πέτρος εἰ πρὸς πάντας εἶπεν ὁ Κύριος τὴν περὶ τῶν λύχνων παραβολήν. Ἆρα, | |
35 | φησὶ, γενικὸς ὁ νόμος, καὶ ἐν ἴσῳ μέτρῳ κατὰ πάντων ἔρχεται, ἢ μόνοις ἂν πρέποι τοῖς τῶν ἄλλων ἐξῃρημένοις; Εἶτα, τί τὸ θορυβῆσάν ἐστι τὸν σοφώ‐ τατον μαθητήν; ἢ τί παρεκίνησαν εἰς τὸ θελῆσαι μαθεῖν τὰ τοιάδε παρὰ Χριστοῦ; Οὐκοῦν ἐκεῖνο καὶ | |
40 | πρό γε τῶν ἄλλων ἐροῦμεν· τῶν ἐντολῶν αἱ μὲν ἀποστολικοῖς πρέπουσιν ἀξιώμασιν· αἱ δὲ τοῖς τὴν μείω [cod. μείζω] τάξιν ἐπέχουσι. Καὶ τοῦτο ἔστιν ἰδεῖν ἀληθὲς ὂν καὶ οὕτως ἔχον, ὡς ἔφην, γεγρα‐ φότος τισὶ τοῦ μακαρίου Παύλου· «Γάλα ὑμᾶς ἐπό‐ | |
45 | τισα, οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε, ἀλλ’ οὐδὲ νῦν ἔτι δύνασθε.» Τελείων γάρ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν ἐχόντων τὰ αἰσθητήρια γεγυμνα‐ σμένα πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ· τοῖς γὰρ τὴν διάνοιαν ἔχουσιν εὐσθενῆ, πρέποι ἂν εἰκότως τὰ | |
72.748(50) | μεγάλα καὶ ἐξαίρετα τῶν ἁγιοπρεπῶν ἐνταλμάτων· τοῖς δὲ οὔπω πρὸς τοῦτο ἐληλακόσιν ἰσχύος πνευμα‐ τικῆς, τὰ δυσχερείας ἁπάσης ἀπηλλαγμένα. Ἐν‐ νοήσας τοίνυν ὁ μακάριος Πέτρος τῶν εἰρημένων παρὰ Χριστοῦ τὴν δύναμιν, εἰκότως διαπυνθάνεται. | |
55 | (A f. 183, D f. 51 b) Τί οὖν πρὸς ταῦτα Χριστός; | |
72.749 | Σαφεῖ καὶ ἐναργεστάτῳ παραδείγματι κέχρηται, πρέπουσαν ἀποφαίνων τὴν ἐντολὴν τοῖς ὅτι μάλιστα διαφανεστέροις, καὶ μυσταγωγῶν ἐν τάξει παρειλημ‐ μένοις. Ὑποκείσθω, φησὶν, ἄνθρωπος οἰκοδεσπότης, | |
5 | ὃς στείλασθαι μέλλων ἀποδημίαν, ἑνὶ τῶν γνησίων οἰκετῶν ἐνεχείρισε τοῦ παντὸς οἴκου τὴν οἰκονομίαν, ὥστε διδόναι τῇ θεραπείᾳ αὐτοῦ, τουτέστι τοῖς θε‐ ράπουσιν, ἐν καιρῷ τὸ σιτομέτριον. Ὅταν τοίνυν, φησὶν, ὑπονοστήσας ἐκεῖνος, καὶ οἴκοι πάλιν ἐλθὼν, | |
10 | οὕτως εὕροι ποιοῦντα, καθὼς καὶ διέταξεν, ὁ δοῦλος ἐκεῖνος ἔσται τρισμακάριος· καταστήσει γὰρ αὐτὸν ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ.—(A f. 183, D f. 51 b) Ὁ μὲν οὖν πιστὸς δοῦλος καὶ φρόνιμος, ἐν καιρῷ καὶ χρείᾳ διανέμων ἐπιστημόνως τοῖς δούλοις | |
15 | τὸ σιτομέτριον, ἤτοι τε πνευματικὰς τροφὰς, μακά‐ ριος ἔσται κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· τεύξεται γὰρ τῶν ἔτι μειζόνων, καὶ τὰς τοῖς γνησίοις πρεπού‐ σας ἀμοιβὰς ἀπολήψεται· εἰ δὲ δὴ γένοιτό τις κατα‐ φρονητὴς καὶ ῥᾴθυμος, ταῖς κατὰ τῶν ὁμοδούλων | |
20 | πλεονεξίαις ἐντρυφῶν, ἐσθίων τε καὶ πίνων, καὶ εἰς ἐκλύτους ἐξιτηλίας ἀπενηνεγμένος, διχοτομηθήσεται· τουτέστι τὴν ἐσχάτην ὑποστήσεται δίκην, ἐπιφοιτή‐ σαντος αὐτῷ τοῦ Δεσπότου ἀδοκήτως. (A f. 185 b) Ἡ μὲν οὖν ἁπλῆ καὶ πρόχειρος τῶν εἰρημένων δύναμις, τοιαύτη τίς ἐστι. Μάθωμεν δὲ | |
25 | ἀκριβῶς, τί τὸ ἐντεῦθεν ὑποδηλούμενόν ἐστι. Κεχει‐ ροτόνηκεν ὁ Σωτὴρ οἰκονόμους, ὥσπερ τῶν ἰδίων οἰ‐ κετῶν, τουτέστι τῶν διὰ πίστεως κεκλημένων εἰς ἐπίγνωσιν τῆς δόξης αὐτοῦ, πιστοὺς ἄνδρας καὶ συν‐ ετωτάτους, καὶ τῶν ἱερῶν δογμάτων ἐπιστήμονας, | |
30 | ἐπὶ τῷ διδόναι τοῖς συνδούλοις αὐτῶν τὸ σιτομέτριον· καὶ οὐχ ἁπλῶς καὶ ἀκατασκέπτως, ἐν καιρῷ δὲ μᾶλλον τῷ δέοντι, τουτέστι τὴν ἀρκοῦσάν τε καὶ πρέπουσαν ἑκάστῳ τροφὴν, δῆλον ὅτι πνευματικήν. Ἁρμόσειε γὰρ ἂν οὐχ ἅπασιν ἁπλῶς τοῖς εἰς Χριστὸν | |
35 | πιστεύσασιν, ὁ περὶ τούτων λόγος. Γέγραπται γοῦν· «Γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου.» Ἑτέρως μὲν γὰρ τὸν ἔτι κατηχούμενον ταῖς τῆς ἀληθείας ἐμβιβάζομεν τρίβοις, ἁπλῷ καὶ οὐδὲν ἔχοντι βαθὺ χρώμενοι λόγῳ· ἑτέρως δὲ πάλιν τοὺς ἁδροτέρους | |
40 | τὸν νοῦν, καὶ συνιέναι δυναμένους τῆς θεολογίας τὸ ὕψος. Ὁ τοίνυν εἰς δέον οἷς ἔλαβε χρησάμενος, ἐπὶ πᾶσι τοῖς ὑπάρχουσι τοῦ Δεσπότου καταστήσεται. Καὶ τοῦτο ἡμᾶς αὐτὸς ὁ Σωτὴρ ἐδίδαξεν, ἑτέρωθί που τὸν σπουδαῖον καὶ γνήσιον οἰκέτην ἐπαινῶν τε | |
45 | καὶ λέγων· «Ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Ἐὰν δὲ, φησὶ, τὸ σπουδαῖος καὶ γνήσιος εἶναι με‐ θεὶς, μερίμναις κοσμικαῖς τὸν οἰκεῖον μεθύσκηται νοῦν, καὶ ἀποφέρηται πρὸς ἃ μὴ θέμις, βιαζόμενος | |
72.749(50) | καὶ πλεονεκτῶν τοὺς ὑπεζευγμένους, καὶ μὴ διδοὺς αὐτοῖς τὸ σιτομέτριον, ἐν παντὶ γενήσεται κακῷ· ἔσται δὲ, φησὶ, καὶ ὁ κλῆρος αὐτοῦ μετὰ τῶν ἀπί‐ στων. Ὁ γὰρ ὅλως ἐπιβουλεύσας τῇ δόξῃ Χριστοῦ, καὶ τῶν ἐγκεχειρισμένων αὐτῷ ποιμνίων ἀλογῆσαι | |
55 | τολμήσας, κατ’ οὐδένα τρόπον διοίσει τῶν οὐκ εἰδό‐ των αὐτόν. Καὶ γοῦν ἔφη ποτὲ Χριστὸς πρὸς τὸν | |
μακάριον Πέτρον· «Σίμων Ἰωνᾶ, φιλεῖς με; ποί‐ | ||
72.752 | μαινε τὰ πρόβατά μου, βόσκε τὰ ἀρνία μου.» Εἰ δὲ ὁ ποιμαίνων φιλεῖ, μισεῖ που πάντως ὁ τούτου καταφρονῶν. Εἰ δὲ μισεῖ, καὶ κολάζεται, καὶ τῇ τῶν ἀπίστων ὑποφέρεται δίκῃ· ὁποῖός τις ἦν ὁ τὸ τά‐ | |
5 | λαντον λαβὼν, ἵνα ἐμπορεύσηται νοητῶς, εἶτα τοῦτο μὲν οὐ πεπραχὼς, προκομίσας δὲ μᾶλλον ἀπολυπλα‐ σίαστον τὸ δοθέν. Ἀλλ’ οἵ γε τὰ πέντε λαβόντες ἢ καὶ ἔτι πλείονα, καμόντες τε καὶ φιλεργήσαντες, ἀξιώμασι τετίμηνται τοῖς περιφανεστάτοις. Ἤκουσε | |
10 | γὰρ ὁ μέν τις· Ἔσο ἐπάνω δέκα πόλεων· ὁ δὲ πέντε. Ὁ δὲ ὑβριστής τε καὶ ὀκνηρὸς οἰκέτης, τὴν ἐσχάτην ὑπέμεινε δίκην· ἐπισφαλὲς οὖν παντα‐ χοῦ τὸ ῥᾴθυμον, εἰς μυσταγωγίαν· ὅθεν γράφει μέν τισιν ὁ μακάριος Πέτρος· ὅτι «Ποιμαίνετε τὸ ἐν ὑμῖν | |
15 | ποίμνιον τοῦ Θεοῦ, ἵν’ ὀφθέντος τοῦ πάντων ἀρχι‐ ποίμενος, κομίσησθε τὸν μισθόν.» Εἰδὼς δὲ τὸ ῥᾴθυ‐ μον ὀλέθρου πύλην, ἔφη Παῦλος· «Οὐαί μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι.» (A f. 184) Ὅτι δὲ τοῖς ὀκνοῦσιν εἰς μυσταγωγίαν | |
20 | πικρά τε καὶ ὀδυνηρὰ καὶ δυσδιάφευκτος ἐπικρέμα‐ ται κόλασις, διαδείκνυσιν εὐθὺς ὁ Σωτὴρ, τοῖς πρώ‐ τοις ἐπενεγκὼν δύο ἐφεξῆς παραδείγματα. Ἔφη γάρ· «Ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ, καὶ μὴ ἑτοιμάσας, μηδὲ ποιήσας πρὸς τὸ | |
25 | θέλημα αὐτοῦ, δαρήσεται πολλάς· ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας.»—(A f. 184 b) Διὰ ποίαν αἰτίαν· καίτοι φαίη τίς ἄν; Πῶς ὁ μὴ γνοὺς, ὑπέχει λόγον; Ὅτι μὴ ἠθέλησεν εἰδέναι. καίτοι μαθεῖν ἐξόν. Εἰ δὲ ὁ μὴ γνοὺς, ὅλως οὐκ | |
30 | ἄμοιρος ὀργῆς, ὅτι δέον εἰδέναι, κατημέλησε τοῦ μα‐ θεῖν, ποῖος ἀπαλλάξει λόγος, τοῦ χρῆναι πολλὰς ὑπομεῖναι πληγὰς τὸν εἰδότα καὶ ῥᾳθυμήσαντα;— Φορτικώτερον οὖν ἄρα τῶν διδασκόντων τὸ κρῖμα· καὶ τοῦτο διδάσκει λέγων ὁ Χριστοῦ μαθητής· «Μὴ | |
35 | πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα.» Πλουσία γὰρ τῶν πνευ‐ ματικῶν χαρισμάτων ἡ δόσις, παρά γε τοῖς τῶν λαῶν ἡγουμένοις· οὕτω γάρ που καὶ ὁ σοφώτατος Παῦλος Τιμοθέῳ γράφει· «Δώσει σοι ὁ Κύριος σύνεσιν ἐν | |
40 | πᾶσι.» Καί· «Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι δι’ ἐπιθέσεως τῶν χειρῶν μου.» Τοῖς δὲ τοιού‐ τοις ὡς πολλὰ διδοὺς ὁ Σωτὴρ, πολλὰ ζητεῖ παρ’ αὐτῶν. Καὶ ποῖα ταῦτά ἐστι; Τὸ ἀραρὸς ἐν πίστει, τὸ ἀπλανὲς εἰς μυσταγωγίαν, τὸ βεβηκὸς ἐν ἐλπίδι. | |
45 | τὸ ἀκατάσειστον ἐν ὑπομονῇ, τὸ ἄθραυστον ἐν ἰσχύϊ τῇ πνευματικῇ, τὸ εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πρόθυμόν τε καὶ εὐσθενὲς, ὡς καὶ ἑτέροις ὑποτύπωσιν εἶναι πολιτείας ἀγγελικῆς. Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί θέλω εἰ | |
72.752(50) | ἤδη ἀνήφθη; | |
(A f. 185 b) Τοῦτο τὸ πῦρ ἔχοντες οἱ περὶ Κλεό‐ | ||
72.753 | παν ἔλεγον· «Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς;» Πῦρ τοῦτο σωτήριον καὶ ἐπωφελὲς, δι’ οὗ πάντες οἱ ἐπὶ τῆς γῆς ἀπεψυγμένοι τρόπον τινὰ καὶ νενεκρω‐ | |
5 | μένοι διά τε τὴν ἁμαρτίαν, καὶ τὸ μὴ εἰδέναι τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, ἀναζωπυρούμεθα πρὸς τὴν κατ’ εὐσέβειαν ζωὴν, καὶ τῷ πνεύματι ζέοντες ἀποτελούμεθα κατὰ τὴν τοῦ μακαρίου Παύλου φω‐ νήν. Κερδαίνομεν δὲ πρὸς τούτῳ, καὶ τὴν τοῦ ἁγίου | |
10 | Πνεύματος μέθεξιν, πυρὸς δίκην ὄντος ἐν ἡμῖν· βεβαπτίσμεθα γὰρ ἐν πυρὶ ἁγίῳ Πνεύματι. Ἔθος δὲ τῇ θείᾳ Γραφῇ πῦρ ὀνομάζειν ἔσθ’ ὅτε τοὺς θείους τε καὶ ἱεροὺς λόγους, καὶ τὴν διὰ τοῦ ἁγίου Πνεύ‐ ματος ἐνέργειάν τε καὶ δύναμιν. Ἔφη μὲν γάρ τις | |
15 | τῶν ἁγίων προφητῶν, ὡς ἐκ προσώπου τοῦ Θεοῦ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Ὅτι ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἅγγελος τῆς Διαθήκης, ὃν ὑμεῖς θέ‐ λετε. Ἰδοὺ ἔρχεται, λέγει Κύριος, καὶ τίς ὑπομενεῖ | |
20 | ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ὀπτασίαν αὐτοῦ; Ἰδοὺ αὐτὸς ἐκπορεύεται, ὡς πῦρ χωνευτη‐ ρίου, καὶ ὡς πόα πλυνόντων· καὶ καθεδεῖται χω‐ νεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον.» Καὶ ναὸν μέν φησιν ἐνθάδε, τὸ ἄχραντον | |
25 | ἀληθῶς καὶ ἅγιον σῶμα, τὸ διὰ τῆς ἁγίας Παρθένου ταχθὲν διὰ τοῦ ἁγίου Πνεύματος ἐν δυνάμει τοῦ Πατρός. Εἴρηται γάρ που πρὸς τὴν ἁγίαν Παρθένον· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» Ἄγγελον δὲ Διαθήκης | |
30 | αὐτὸν ὀνομάζει τὸν Μονογενῆ, παρὰ τὸ ἀγγέλλειν καὶ διακονεῖν τῇ Πατρὸς εὐδοκίᾳ τῇ εἰς ἡμᾶς γενομένῃ. Καὶ γοῦν ἔφη πρὸς ἡμᾶς, ὅτι «Πάντα ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ἀπήγγειλα ὑμῖν.» Γράφει δὲ περὶ αὐτοῦ καὶ ὁ προφήτης Ἡσαΐας, ὅτι «Παιδίον | |
35 | ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, με‐ γάλης βουλῆς Ἄγγελος.» Ὥσπερ οὖν οἱ τὸν χρυσόν τε καὶ ἄργυρον ἐκκαθαίρειν εἰδότες, πυρὶ τὸν ἐν αὐτοῖς ἐκτήκουσι ῥύπον, οὕτω καὶ ὁ Σωτὴρ διὰ τῶν | |
40 | εὐαγγελικῶν μαθημάτων, ἐν δυνάμει Πνεύματος, τὸν ἑκάστου σμήχει νοῦν τῶν πιστευσάντων εἰς αὐ‐ τόν. Ἔφη δέ που καὶ ὁ τῶν ὅλων Θεὸς, πρὸς τὸν προφήτην Ἱερεμίαν· «Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον, ξύλα.» | |
45 | Καὶ πάλιν «Οὐχ οἱ λόγοι μου ὥσπερ πῦρ, λέγει Κύριος;» Τίς δ’ ἂν νοηθείη πρὸς ἡμῶν καὶ ὁ ἄν‐ θραξ ὁ τῶν τοῦ προφήτου Ἡσαΐου χειλέων ἁψάμενος, καὶ καθαρίσας αὐτὸν ἀπὸ πάσης ἁμαρτίας; Τὸ σω‐ τήριον δηλονότι κήρυγμα, καὶ ἡ τῆς εἰς Χριστὸν | |
72.753(50) | πίστεως ὁμολογία, ἣν εἴπερ τις ἐν στόματι λάβοι, πάντη τε καὶ πάντως διακαθαίρεται. Καὶ πιστώσε‐ ται λέγων ὁ Παῦλος, ὅτι «Ἐὰν εἴπῃς ἐν τῷ στόματί σου, Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὡς ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.» Πλὴν | |
55 | ἄνθρακι καὶ πυρὶ τὴν τοῦ θείου κηρύγματος δύνα‐ | |
μιν ἐοικέναι φαμὲν, οὗ τὴν ἄναψιν ἐπισπεύδει ὁ Κύ‐ | ||
72.756 | ριος· ἐπίστευον γὰρ ἤδη τινὲς τῶν ἐξ Ἰσραὴλ, ὦν ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί. Ἐξαφθὲν δὲ ἅπαξ τὸ πῦρ, ἁπάσης ἔμελλε καταδράττεσθαι τῆς ὑπ’ οὐρανὸν, ἐξενεχθείσης εἰς πέρας τῆς πάσης οἰκονομίας· καὶ τοῦτο διδάσκει λέγων· «Βάπτισμα δὲ | |
5 | ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως οὗ τελεσθῇ;» Δοκεῖτε ὄτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; (A f. 186, B f. 129, C f. 136) Καίτοι Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν κατὰ τὰς Γραφάς· «Αὐτὸς συν‐ | |
10 | ῆψε τοὺς δύο λαοὺς, εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξας ἀμφοτέρους ἐν ἑνὶ σώ‐ ματι πρὸς τὸν Πατέρα·» αὐτὸς συνῆψε τοῖς ἄνω τὰ κάτω. Πῶς οὖν ἔφη· «Οὐκ ἦλθον εἰρήνην δοῦναι;» Τί φὴς, ὦ Δέσποτα; Οὐκ ἦλθες βαλεῖν εἰρήνην; | |
15 | Καίτοι γέγονας ἡμῖν εἰρήνη, κατέλυσας τὸ μεσό‐ τοιχον τοῦ φραγμοῦ, ἠφάνισας τὴν διϊστῶσαν ἡμᾶς ἁμαρτίαν· εὐηγγελίσω τοῖς μακρὰν καὶ τοῖς ἐγγύς· συνῆψας ἀγέλαις ἀγέλας, ταῖς Ἰουδαίων τὰς ἐξ ἐθνῶν· κατειρήνευσας διὰ τοῦ σταυροῦ τά τε ἐν τοῖς | |
20 | οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, καθὰ γέγραπται· γέ‐ γονας ἡμῖν διαλλακτὴς καὶ μεσίτης, καὶ τὴν διὰ μέ‐ σου κειμένην ἁμαρτίαν περιελὼν συνῆψας δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. Καὶ τὴν εἰρήνην, ἰδίαν εἶναι ἔφης, εἰπών· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.» | |
25 | Πῶς οὖν οὐκ ἦλθες βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; πρὸς τίνας ἡμῖν ἡ μάχη; καὶ ὁ τοῦ πολέμου τρόπος, πῶς ἂν γένοιτο παρ’ ἡμῶν, ἵνα τὸ ἀνεπίπληκτον [cod. ἐπίπληκτον] ἔχοι, καὶ ἀρέσῃ σοι τῷ τὴν εἰρή‐ νην ἰδίαν εἶναι λέγοντι, καὶ ταύτην ἡμῖν δεδωκότι· | |
30 | Οὐκοῦν λυέτω τὸ ζητούμενον Παῦλος, φήσας· «Εἴ τις ἀδελφὸς πόρνος, «καὶ τὰ ἑξῆς,» τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» Δεῖ γὰρ, οἶμαι, παραιτεῖσθαι πόρνους, καὶ τὴν πρὸς τούτους εἰρήνην ζημίας ἡγεῖσθαι πρό‐ ξενον· «Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί.» | |
35 | Καὶ καθά φησι Δαβίδ· «Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ, διαστρέψεις. Βούλει καὶ ἑτέρους ἰδεῖν πρὸς οὓς τὸ ἀσπάζεσθαι τὴν εἰρήνην ἐπιζήμιον; Ἄκουε γράφοντος ἑνὸς τῶν ἁγίων μαθητῶν· «Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ | |
40 | ταύτην τὴν διδαχὴν οὐ φέρει, τούτῳ μηδὲ χαίρειν λέγετε.» Διδαχὴν δὲ ποίαν, ἢ πάντως ἐκείνην ἣν παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται; Λύκοις ἐοίκασι τῶν αἱρέσεων οἱ προεστηκότες· εἶτα πῶς εἰρηνεύσει πρὸς λύκον τὸ πρόβατον; Καὶ σκοτεινοὶ | |
45 | μὲν ἐκεῖνοι· «Ὁ Θεὸς γὰρ, φησὶ, τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων.» Ἡμεῖς δὲ υἱοὶ φωτός· διηύγασε γὰρ ἡμῖν ἡ διὰ τοῦ Πνεύματος χάρις. «Τίς οὖν κοινωνία φωτὶ πρὸς σκότος;» Οὐ‐ κοῦν ἀγαπήσωμεν τὴν πρὸς ἀδελφοὺς καὶ ὁμοπίστους | |
72.756(50) | εἰρήνην, παραιτώμεθα δὲ τὴν πρὸς ἐκείνους· δῆλον γὰρ, ὅτι χρῆμα μὲν ἡ εἰρήνη καλόν. Ἀλλ’ οὐ πᾶσα πάντως εἰρήνη τὸ ἀκατάψεκτον ἔχει, ἀλλ’ ἔστιν ἐπι‐ | |
σφαλὴς πολλάκις, καὶ τῆς εἰς Θεὸν ἀγάπης ἀποκο‐ | ||
72.757 | μίζουσα· ἀλυσιτελὴς γὰρ ἡ πρὸς τοὺς ἑτερόφρονας εἰρήνη, κατά γε τὸ τὰ ἴσα ἐκείνοις φρονεῖν. Διὰ τοῦτο γὰρ καὶ τῶν ἐπὶ γῆς φίλτρων οἱ πιστοὶ ἀφ‐ ίστανται, καὶ συγγενεῖς ἀγνοοῦσι, καὶ πατὴρ υἱοῦ | |
5 | φιλίαν ἀπαναίνεται, καὶ υἱὸς πατρὸς τιμὴν ἀγνοεῖ, καὶ μήτηρ θυγατρὸς φίλτρον ἀπώσατο. Δεῖ γὰρ τοῖς ὑγιαίνουσι τὸν νοῦν, ἕπεσθαι τοὺς πεπλανημένους, καὶ οὐκ αὐτοῖς μᾶλλον τοὺς ὀρθὰ φρονεῖν αἱρουμέ‐ νους. Τοῦτο καὶ ἑτέρως ἡμῖν ἔφη ὁ Χριστός· «Ὁ | |
10 | φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» Οὐκοῦν, ὅταν, εὐσεβείας ἕνεκα τῆς εἰς Χριστὸν, ἐπίγειον ἀρνήσῃ πατέρα, τότε πλουτή‐ σεις Πατέρα τὸν ἐν οὐρανοῖς. Κἂν ἀφῇς ἀδελφὸν | |
15 | ἀτιμάζοντα Θεὸν, διὰ τὸ βούλεσθαι λατρεύειν αὐτῷ, παραδέξεταί σε Χριστὸς εἰς ἀδελφόν. Δέδωκε γὰρ ἡμῖν μετὰ τῶν ἄλλων καὶ τοῦτο· «Ἀπαγγελῶ γὰρ, φησὶ, τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Γένος εὑρή‐ σεις λαμπρὸν καὶ μέγα, τὴν τῶν ἁγίων πληθύν· | |
20 | ἔσῃ σὺν αὐτοῖς κληρονόμος τῶν παρ’ αὐτοῦ χαρι‐ σμάτων. Ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, κ.τ.λ. (A f. 187, B f. 129 b, D f. 52 b) Ἐπισημαίνονται | |
25 | τὰ τοιάδε τινὲς, καὶ ὡς ἐκ πολλῆς ἄγαν ἐπιτηρή‐ σεως, προαπαγγέλλουσιν ὑετῶν καταδύσεις, ἢ σκλη‐ ρῶν ἀνέμων ἐφόδους. Πῶς οὖν, φησὶ, τὰ ἐν οὐρανῷ δοκιμάζοντες, τὰ ἐν γῇ γινόμενα σημεῖα οὐ βλέπετε, οὐδὲ δοκιμάζετε τὸν καιρὸν ἐὰν ἦλθεν ὁ προσδοκώ‐ | |
30 | μενος;—(A f. 187) Ἔδει τοίνυν τοὺς τὰ τῶν καιρῶν σημεῖα τεκμαιρομένους, καὶ τοὺς ἐσομένους ἔσθ’ ὅτε χειμῶνας προαπαγγέλλοντες, καὶ τοῖς ἀναγκαίοις πράγμασιν ἰσχνὸν ἐπαφεῖναι τῆς διανοίας τὸν ὀφθαλ‐ μόν. Καὶ ποῖα ταῦτά ἐστι; Προκατέδειξεν ὁ νόμος | |
35 | τὸ Χριστοῦ μυστήριον, καὶ ὅτι πάντη τε καὶ πάντως ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐπιλάμψειν ἔμελλε τοῖς ἐπὶ γῆς, καὶ τὴν ὑπὲρ τῆς ἁπάντων σωτηρίας ὑπομεῖναι σφαγήν. Καὶ γοῦν προστέταχε θύεσθαι τὸν ἀμνὸν εἰς τύπον αὐτοῦ, πρὸς ἑσπέραν καὶ ὑπὸ | |
40 | λύχνοις. Ἔμελλε δὲ πάντως τοῖς μὲν εἰς αὐτὸν πι‐ στεύσασιν, ἡ τῆς σωτηρίας ἀνευρύνεσθαι πύλη, καὶ πολλὴ πραγμάτων ὑπάρξειν εὐδία. Καὶ γοῦν ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων τὴν γραφομένην νύμφην, ἥτις καὶ τὸ τῆς Ἐκκλησίας ἐπέχει πρόσωπον, καλῶν | |
45 | εὑρίσκεται Χριστὸς, καὶ λέγων· «Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου περιστερὰ, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ, τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασεν.» Οὐκοῦν, ὡς ἔφην, ἐαρινή τις ὥσπερ εὐδία τοῖς πι‐ | |
72.757(50) | στεύουσιν εἰς αὐτὸν ἀνίσχειν ἔμελλεν. Ὅτι δὲ καὶ οἱ μακάριοι προφῆται πολυτρόπως διηγγέλκασι τὸ Χριστοῦ μυστήριον, οὐκ ἃν ἐνδοιάσει τις. Ἔδει δὴ οὖν, ἔδει συνετοὺς ὄντας, φησὶ, καὶ τὸ | |
πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς εἰδότας κατα‐ | ||
72.760 | νοεῖν, καὶ πρὸς τὰ ἐσόμενα βλέπειν, καὶ τοὺς μετὰ τόνδε τὸν βίον χειμῶνας μὴ ἀγνοεῖν. Νότος γὰρ ἔσται καὶ ὄμβρος· τουτέστιν ἡ διὰ πυρὸς κόλασις θερμὸς γὰρ ὁ νότος, καὶ δεινὴ, καὶ ἄφυκτος τιμωριῶν κατα‐ | |
5 | φορὰ, ὑετοῦ δίκην κατεμπίπτουσα τῶν ἑαλωκότων. Ἔδει τὸν τῆς σωτηρίας μὴ ἀγνοῆσαι καιρόν. Οὗτος δὲ ἦν, ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, καθ’ ἣν ἡ τελειοτάτη γνῶσις τῆς εὐσεβείας εἰσβέβηκε· καθ’ ἣν ἀνέλαμψεν ἡ χάρις δικαιοῦσα τὸν ἀσεβῆ. Καὶ οὐ διά | |
10 | γε τοῦ νόμου, τετελείωκε γὰρ οὐδένα, τύπους ἔχων καὶ σκιὰς, διὰ πίστεως δὲ μᾶλλον τῆς ἐν Χριστῷ, οὐκ ἐκβαλλούσης τὸν νόμον, ἀποπεραινούσης δὲ αὐ‐ τὸν διὰ λατρείας πνευματικῆς. Οὐ δοκιμάζετε τὸν καιρόν; οὐκ ἐκ τῶν λόγων τὰ πράγματα, [cod. | |
15 | σπέρματα], οὐκ ἐκ τῶν πραγμάτων τοὺς λόγους; Βλέπετε θαύματα, καὶ ὁρᾶτε σημεῖα βεβαιοῦντα τοὺς λόγους· εἰ μὴ πείθει ὑμᾶς ταῦτα, πειθέτωσαν οἱ μέλλοντες ὑμᾶς καταλήψεσθαι πειρασμοὶ, τοῦ ναοῦ ἡ καθαίρεσις, τῆς μητροπόλεως ἡ ἅλωσις, ἡ δια‐ | |
20 | φθορὰ τοῦ ἔθνους· οὐδὲ ταῦτα ὑμᾶς εἰς συναίσθησιν ἄγει; Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ’ ἄρχοντα, κ.τ.λ. (A f. 187 b, B f. 130, D f. 52 b) Πάνυ χρήσιμον | |
25 | τὸ παράδειγμα πρὸς ὃ λαμβάνεται. Οἱ γὰρ πρὸ δί‐ κης διαλυόμενοι, φρονιμώτεροί εἰσιν, ἀφ’ ἑαυτῶν τὸ δίκαιον ὁρῶντες. Ὅπερ δὲ καλὸν ἐνταῦθα ποιεῖν, τοῦτο καλόν ἐστι κἀκεῖ ποιῆσαι. Ὑποκείσθω τις, φησὶ, ἐφ’ ἑνὸς τῶν τεταγμένων εἰς ἀρχὴν, αἰτίασίν τινα | |
30 | ποιησάμενος κατὰ σοῦ, εἶτα τοῖς ἀπάγουσιν ἐπὶ τὸ δικαστήριον ὑποδείξας, ἀποφέρεσθαι ποιεῖ. Ἕως τοί‐ νυν μετ’ αὐτοῦ εἶ ἐν τῇ ὁδῷ, τουτέστι πρὶν ἀφικέ‐ σθαι πρὸς τὸν κριτὴν, δὸς ἐργασίαν, ἀντὶ τοῦ πᾶσαν θέσθαι μὴ ὀκνήσῃς σπουδὴν, ἵνα ἀπαλλαγῇς αὐτοῦ· | |
35 | εἰ δὲ μὴ τοῦτο γένοιτο, παραδώσει σε τῷ κριτῇ. Εἶτα, ὅταν ἔνοχος τοῖς ὀφλήμασιν εὑρεθῇς, παρα‐ δοθήσῃ τῷ πράκτορι, τουτέστι τοῖς ἀπαιτηταῖς· κἀκεῖνοί σε κατακλείσαντες, ἀπαιτήσουσι καὶ τὸ ἔσχατον λεπτόν. Οὐκοῦν ἔνοχοι μὲν πλημμελήμασί | |
40 | ἐσμεν ἅπαντες οἱ ὄντες ἐπὶ τῆς γῆς. Ἑκάστου γε μὴν ἀντίδικος καὶ κατήγορος, ὁ Σατανᾶς· ἐχθρὸς γάρ ἐστι καὶ ἐκδικητής. Ἕως τοίνυν ἐσμὲν ἐν τῇ ὁδῷ, τουτέστιν ἕως οὔπω πρὸς τὸ τῆς ἐνθάδε ζωῆς κατ‐ ηντήσαμεν τέλος, ἀπαλλαγῶμεν αὐτοῦ· λύσωμεν τὰς | |
45 | καθ’ ἑαυτῶν αἰτίας· τὴν διὰ Χριστοῦ χάριν ἁρπά‐ σωμεν, ἐλευθεροῦσαν ἡμᾶς παντὸς ὀφλήματος, καὶ δίκης ἔξω τιθεῖσαν, κολάσεώς τε καὶ φόβου. Μὴ ἄρα πως ἀναπόνιπτον ἐσχηκότες τὸν μολυσμὸν, ἀπενε‐ χθῶμεν πρὸς τὸν κριτὴν, καὶ παραδοθῶμεν τοῖς | |
72.760(50) | πράκτορσιν, ἤτοι τοῖς κολασταῖς, ὧν οὐκ ἄν τις δια‐ φύγοι τὸ ἀπηνὲς, ἀπαιτηθήσεται δὲ μᾶλλον τὰς ἐπὶ παντὶ πλημμελήματι δίκας μικρῷ καὶ μεγάλῳ. Τού‐ των ἔσονται μακρὰν οἱ τὸν τῆς Χριστοῦ παρουσίας καιρὸν δοκιμάζοντες, καὶ τὸ ἐπ’ αὐτῷ μυστήριον οὐκ | |
55 | ἠγνοηκότες. | |
56t | ΚΕΦΑΛ. ΙΓʹ. | |
57 | Ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, κ.τ.λ. | |
(A f. 188, C f. 156, D f. 53) Ἐοίκασιν οἱ Γαλι‐ | ||
72.761 | λαῖοι κατὰ τοὺς χρόνους Πιλάτου ἐστασιακέναι, δό‐ γμασιν ἑπόμενοι Ἰούδα τοῦ Γαλιλαίου, οὗ καὶ ὁ Λου‐ κᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἐμνήσθη. Ἦν δὲ τὸ δόγμα τοῦ Ἰούδα, ὡς καὶ Ἰώσηπος ἐν τοῖς τελευ‐ | |
5 | ταίοις τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας ἔδειξε, φαντα‐ σίαν ἐξαποστέλλον πολλὴν δι’ εὐσέβειαν εὐτονίας. Κύριον γὰρ μηδὲ μέχρι στόματος ἔφασκε δεῖν τινα λέγειν, μηδὲ κατά τινα τιμὴν καὶ φιλοφροσύνην· οὕτω δὲ μηδὲ τὸν βασιλεύοντα· καὶ πολλοί γε αὐτῶν | |
10 | περὶ τοῦ μὴ εἰπεῖν Καίσαρα κύριον, χαλεπωτάτας αἰκίας ὑπέμειναν. Οἳ καὶ ἐδίδασκον μὴ δεῖν παρὰ τὰς διατεταγμένας ἐν τῷ Μωϋσέως νόμῳ θυσίας, ἑτέρας ἀναφέρεσθαι τῷ Θεῷ· διόπερ ἐκώλυον τὰς ὑπὸ τῆς γερουσίας τοῦ λαοῦ παραδεδομένας γίνεσθαι | |
15 | περὶ τῆς σωτηρίας τοῦ βασιλέως καὶ τοῦ Ῥωμαίων ἔθνους. Εἰκὸς οὖν ἐπὶ τούτοις ἀγανακτοῦντα πρὸς Γαλιλαίους τὸν Πιλάτον, κελεῦσαι παρ’ αὐταῖς αἷς ἐδόκουν κατὰ τὸν νόμον προσφέρειν θυσίαις, αὐτοὺς ἀναιρεθῆναι. Ὡς τότε ἀναμιχθῆναι ταῖς προσφερο‐ | |
20 | μέναις θυσίαις τὸ αἷμα τῶν προσαγόντων. Ταῦτα οὖν ἐπείπερ ἐδόκει ὑπὲρ εὐσεβείας γίνεσθαι, ἀπήγ‐ γελλον τῷ Σωτῆρι, βουλόμενοι τὸ ἐπὶ τούτοις ἀρέ‐ σκον αὐτῷ μαθεῖν. Ὁ δὲ, οἰομένων τῶν ἐκ τοῦ λαοῦ δικαιότατα κατὰ τὰς ἁμαρτίας αὐτῶν πεπονθέναι | |
25 | ταῦτα, ἀναιρεθέντας, ἅτε στάσιν κινήσαντας τῷ λαῷ, καὶ ἐπὶ τὸ μισεῖν ἐρεθίσαντας ἄρχοντας κατὰ τῶν ὑπηκόων, τὸ μὲν εἶναι αὐτοὺς ἁμαρτωλοὺς, τίθησιν· οὐ μήν φησι ταῦτα αὐτοὺς πεπονθέναι, ὡς τῶν μὴ πεπονθότων χείρονας. Εἶτ’ ἐπὶ τούτοις φησὶν, ὅσον | |
30 | ἐπὶ τῷ ῥητῷ ἀποτρέπων τῆς ἐμφυλίου στάσεως, προφάσει εὐσεβείας ἀναπτομένης, τοὺς ὑπὲρ τοῦ λαοῦ, τὸ, Ἐὰν μὴ μετανοήσετε, τουτέστιν, Ἐὰν μὴ μεταβάλησθε τοῦ στασιάζειν καὶ ἀνθίστασθαι τοῖς ἄρχουσιν, ὅπερ οὐ κατὰ βούλημα ποιεῖτε Θεοῦ, πάν‐ | |
35 | τες ὁμοίως ἀπολεῖσθε, καὶ τὸ ὑμέτερον αἷμα ταῖς ὑμετέραις θυσίαις ἀναμιχθήσεται. Εἶτα τὸ τοῦ πύρ‐ γου ὑπόδειγμα τοῦ ἐν τῷ Σιλουὰμ ἐπάγει, διὰ τού‐ του πάσης τῆς πόλεως τὴν πτῶσιν δηλῶν. Ὡς ἐκ τῆς προφάσεως γὰρ τῶν δεκαοκτὼ, ἐφ’ οὓς ὁ πύργος | |
40 | ἔπεσεν, αἰνίττεται ὅτι τὸ μέρος προοίμιόν ἐστι πά‐ σης τῆς πόλεως· οὐ γὰρ δὴ, φησὶν, οἱ ιηʹ ὡς ὑπαίτιοι ὄντες ἀπώλοντο μόνοι, ἀλλὰ καὶ πᾶσα ἡ πόλις τὰ αὐτὰ πείσεται μικρὸν ὕστερον. Εἶπε δὲ πρὸς τὸν ἀμπελουργὸν, κ.τ.λ. Καὶ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν, | |
45 | κ.τ.λ. (A f. 189 b) Εἰ μὲν οὖν τις βούλοιτο λέγειν, ἄγ‐ γελον εἶναι τὸν παρὰ Θεοῦ ταχθέντα προεστάναι τῆς Ἰουδαίων Συναγωγῆς, οὐκ ἂν ἁμάρτοι τοῦ πρέπον‐ τος. Μεμνήμεθα γὰρ τοῦ προφήτου Ζαχαρίου γε‐ | |
72.761(50) | γραφότος, ὅτι εἱστήκει τις τῶν ἁγίων ἀγγέλων, τὰς ὑπὲρ τῆς Ἱερουσαλὴμ ἀναφέρων λιτὰς, καὶ λέγων· «Κύριε παντόκρατορ, ἕως τίνος οὐ μὴ ἐλεήσεις τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;» Γέγραπται δὲ καὶ ἐν | |
55 | τῇ Ἐξόδῳ, ὡς καταδιώκοντος τοὺς ἐξ Ἰσραὴλ | |
ὁμοίως τοῖς ἰδίοις ὑπασπισταῖς τοῦ τῆς Αἰγυπτίων | ||
72.764 | ἐξάρχοντος γῆς, εἶτα μέλλοντος συμπλέκεσθαι πρὸς μάχην αὐτοῖς, ἔστη ἄγγελος Θεοῦ ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνὰ μέσον τῶν Αἰγυπτίων, καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν | |
5 | νύκτα. Ἔστι τοίνυν τὸ ἀπεικὸς οὐδὲν, κἀνθάδε νοεῖν τὸν προεστηκότα τῆς Συναγωγῆς ἄγγελον, ἀνατεῖναι ὑπὲρ αὐτῆς τὰς ἱκετηρίας. Εἰ δὲ δή τις λέγοι τὸν Υἱὸν εἶναι τὸν γηπόνον, ἔχοι ἂν καὶ τοῦτο τοῖς καθ‐ ήκουσι λογισμοῖς οὐκ ἀπεοικότα λόγον. Παράκλη‐ | |
10 | τος γὰρ ἡμῶν ἐστι πρὸς τὸν Πατέρα, ἱλαστήριόν τε καὶ γεωργὸς τῶν ἡμετέρων ψυχῶν. Καὶ γοῦν αὐτὸς ἔφη περὶ ἑαυτοῦ· «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ.» Ἀδικήσει δὲ τοῦτο εἰς δόξαν οὐδὲν τὸν Υἱὸν, τὸ περικεῖσθαι, φημὶ, τοῦ γηπόνου τὸ | |
15 | πρόσωπον. Εὑρίσκεται γὰρ καὶ αὐτὸς ὁ Πατὴρ τοῦτο λαβὼν, μῶμον οὐδένα ταύτης ἕνεκα τῆς αἰτίας ὑπομείνας πώποτε. Ἔφη γὰρ ὁ Υἱὸς τοῖς ἁγίοις ἀποστόλοις· «Ἐγώ εἰμι ἡ ἄμπελος· ὑμεῖς τὰ κλή‐ ματα· ὁ Πατήρ μου ὁ γεωργός ἐστι.» Πρὸς ἕκαστα γὰρ τῶν προκειμένων θεωρημάτων ἔσθ’ ὅτε καὶ | |
20 | ἡ τοῦ λόγου γίνεται διεκβολή. (A f. 189 b) Ὅτι δὲ ἔμελλε τὴν ἐκβολὴν ὑπομέ‐ νειν ὁ Ἰσραὴλ διὰ πολλὴν ἀκαρπίαν, ὑπεσήμαινέ πως καὶ ὁ μακάριος Βαπτιστὴς, λέγων· «Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται,» καὶ | |
25 | τὰ ἑξῆς. Ἔοικε τοίνυν συκῇ παραβάλλειν τὴν τῶν Ἰουδαίων Συναγωγὴν, ὅτι καὶ ἑτέροις αὐτὴν παρα‐ βάλλει φυτοῖς τὸ Γράμμα τὸ ἱερὸν, ἀμπέλῳ, φημὶ, καὶ ἐλαίᾳ, καὶ δρυμοῖς. Καὶ γοῦν ὁ προφήτης Ἱε‐ ρεμίας ποτὲ μὲν περὶ αὐτῆς φησιν, ἤτοι τῶν ἐν | |
30 | αὐτῇ· «Ἄμπελος εὐκληματοῦσα Ἰσραήλ.» Ποτὲ δὲ πάλιν ὡς πρὸς αὐτήν· «Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει, ἐκάλεσε Κύριος τὸ ὄνομά σου· εἰς καιρὸν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ’ αὐτήν· μεγάλη ἡ θλῖψις ἐπ’ αὐτὴν, ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς.» | |
35 | Ἕτερος δὲ τῶν προφητῶν, Λιβάνῳ τῷ ὄρει παρει‐ κάζων αὐτὴν, οὕτω φησί· «Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.» Δεδαπάνηται γὰρ ὡς ὑπὸ πυρὸς, ὁ ἐν τοῖς Ἱεροσολύμοις δρυμὸς, τουτέστιν ὁ ἐν αὐτῇ | |
40 | δῆμος. Οὐκοῦν εἰς εἰκόνα δέχεται τῆς Ἰουδαίων Συναγωγῆς, ὡς ἔφην, ἤγουν τῶν ἐξ Ἰσραὴλ, τὴν ἐν τῇ παραβολῇ λεγομένην συκῆν. Ἦλθε δὲ, φησὶ, ζη‐ τῶν καρπὸν, καὶ οὐχ εὗρε. Τοῦτο τρίτον ἦλθε· τὸ πρῶτον, διὰ Μωϋσέως καὶ Ἀαρών· δεύτερον, καθ’ | |
45 | ὃν ἦν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ μετ’ αὐτὸν οἱ κριταί· τρίτον δὲ μετὰ τούτους, καθ’ ὃν γεγόνασιν οἱ μακά‐ ριοι προφῆται μέχρις Ἰωάννου τοῦ Βαπτιστοῦ. Ἐν τούτοις γέγονε τοῖς καιροῖς ἄκαρπος ὁ Ἰσραήλ. Ὅσον γὰρ ἧκεν εἰς τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ καὶ Πα‐ | |
72.764(50) | τρὸς, δῆλον δὲ ὅτι καὶ τοῦ Υἱοῦ, ἀπαράδεκτος ἦν ὡς ἐν σκιαῖς καὶ τύποις λατρεία, ἄκαρπος παντελῶς τό γε ἧκον εἰς πνευματικὴν εὐοσμίαν. Γέγονεν οὖν καὶ ἀπόβλητος. Καὶ τοῦτο διδάξει λέγων αὐτὸς ὁ Σωτὴρ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· «Θυ‐ | |
55 | σίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα | |
72.765 | καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας.» Καὶ διὰ Ἡσαΐου· «Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν· Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε· ἐὰν φέρητε σεμίδαλιν, μάταιον θυμίαμα, βδέλυγμά μοί ἐστιν.» | |
5 | Ὃ δὴ μισεῖ καὶ βδελύττεται Θεὸς, πῶς ἂν νοηθείη καρπὸς εἶναι ψυχῆς νοητὸς, καὶ πνευματικὸς, καὶ εὐπαράδεκτος αὐτῷ; Ἰδοὺ γυνὴ ἦν, πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ. | |
10 | (A f. 190, B f. 133) Ἦν δὲ ἐν τῇ Συναγωγῇ γυνὴ ὀκτωκαίδεκα ἔτη ἐξ ἀσθενείας συγκύπτουσα. Ὀνί‐ νησιν οὐ μετρίως τοὺς εὖ φρονοῦντας καὶ τοῦτο· δεῖ γὰρ ἡμᾶς πανταχόθεν τὸ χρήσιμον ἐρανίζεσθαι. Ἔξεστι δὴ οὖν ἐντεῦθεν ἰδεῖν, ὅτι δέχεται πολλάκις | |
15 | τὴν κατά τινων ἐξουσίαν ὁ Σατανᾶς, πλημμελούντων δηλονότι, καὶ τῶν εἰς εὐσέβειαν σπουδασμάτων ἀνθ‐ ῃρημένων τὸ ῥᾴθυμον· οὓς δ’ ἂν λάβοι, τοιούτους ἐνίησιν ἀῤῥωστήμασιν ἔσθ’ ὅτε σωματικοῖς, κολαστὴς ὑπάρχων καὶ ἀπηνής. Δίδωσι δὲ χώραν αὐτῷ πρὸς | |
20 | τοῦτο οἰκονομικώτατα λίαν ὁ παντεπόπτης Θεὸς, ἵνα τῷ τῆς δυσπραγίας βάρει κατηχθισμένοι, μεταφοι‐ τᾷν ἕλοιντο πρὸς τὰ βελτίω. Καὶ γοῦν ὁ σοφώτατος Παῦλος, ἐν Κορίνθῳ τινὰ διαβεβλημένον ἐπὶ πορνείᾳ, παραδέδωκε τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα | |
25 | τὸ πνεῦμα σωθῇ. Οὐκοῦν ἡ συγκεκυφυῖα γυνὴ τοῦτο λέγεται παθεῖν ἐξ ἀγριότητος διαβολικῆς· ἤτοι, κα‐ θάπερ ἔφην, παρεωραμένη παρὰ Θεοῦ δι’ οἰκεῖα πταίσματα, ἤγουν τῷ καθ’ ὅλου λόγῳ καὶ γενικῷ· παραίτιος γὰρ τοῖς ἀνθρωπίνοις σώμασι τοῦ νοσεῖν | |
30 | ὁ ἀλιτήριος γέγονε Σατανᾶς, ὅτι καὶ δι’ αὐτοῦ τὴν παράβασιν τὴν ἐν Ἀδὰμ ἠρτύσθαι φαμὲν, δι’ ἧς εἰς ἀσθένειαν καὶ φθορὰν, τὰ τῶν ἀνθρώπων κατεκομί‐ σθη σώματα. Πλὴν ὄντων τῶν ἀνθρώπων ἐν τούτοις, οὐ παρεῖδεν ἡμᾶς ἀγαθὸς ὢν φύσει Θεὸς, μακρᾷ δὴ | |
35 | καὶ ἀφύκτῳ κεκολασμένους νόσῳ τοὺς κάμνοντας, καὶ ἀπήλλαττε τῶν δεσμῶν, λυτικὴν τῶν ἀνθρωπίνων παθῶν ἀποφαίνων εὖ μάλα τὴν ἐν τῷδε τῷ κόσμῳ παρουσίαν τε καὶ ἀνάδειξιν αὐτοῦ· ἀφίκετο γὰρ ἐκ‐ μορφώσων τὰ καθ’ ἡμᾶς πρὸς τὸ ἐν ἀρχαῖς. «Ὁ γὰρ | |
40 | Θεὸς θάνατον οὐκ ἐποίησε, κατὰ τὸ γεγραμμένον, οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα· καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς φάρμακον ὀλέθρου· φθόνῳ δὲ διαβόλου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.» | |
45 | —(A f. 190 b) Ἐπ’ ἀνατροπῇ θανάτου καὶ φθορᾶς καὶ φθόνου τοῦ καθ’ ἡμῶν γεγονότος παρὰ τοῦ πο‐ νηροῦ καὶ ἀρχεκάκου δράκοντος, ἡ τοῦ Λόγου γέ‐ γονε σάρκωσις, ἤγουν ἐνανθρώπησις· καὶ τοῦτο σα‐ φῶς ἡμῖν, δι’ αὐτῶν ἐκφαίνεται τῶν πραγμάτων. | |
72.765(50) | Ἠλευθέρου τοίνυν τὴν Ἀβραὰμ θυγατέρα τῆς οὕτω μακρᾶς ἀῤῥωστίας, ἐπιφωνῶν τε καὶ λέγων· «Γύ‐ ναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου.» Θεοπρεπεστάτη λίαν ἡ φωνὴ, ἐξουσίας γέμουσα τῆς ἀνωτάτω! νεύ‐ | |
ματι γὰρ βασιλικῷ τὴν νόσον ἐλαύνει. Προσεπιτίθησι | ||
72.768 | δὲ καὶ χεῖρας αὐτῇ· καὶ ἀνωρθώθη, φησι, παρα‐ χρῆμα. Ἔξεστι δὴ οὖν κἀντεῦθεν ἰδεῖν, ὅτι τὴν τοῦ Θεοῦ δύναμίν τε καὶ ἐνέργειαν ἡ ἁγία πεφόρηκε σάρξ· ἰδία γὰρ ἦν αὐτοῦ, καὶ οὐχ ἑτέρου τινὸς παρ’ | |
5 | αὐτὸν ὄντος Υἱοῦ καταμόνας καὶ ἰδικῶς, κατά γε τό τισιν ἀνοσιώτατα δοκοῦν. Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ Σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, κ.τ.λ. (A f. 190 b) Καίτοι πῶς οὐκ ἔδει μᾶλλον θαυμάσαι Χριστὸν ἀπολύσαντα τῶν δεσμῶν τὴν Ἀβραὰμ θυ‐ | |
10 | γατέρα; Εἶδες αὐτὴν παραδόξως τοῦ πάθους ἀπηλ‐ λαγμένην. Οὐκ εἶδες εὐχόμενον τὸν ἰατρὸν, οὐχ ὡς αἴτημα παρ’ ἑτέρου λαβόντα τῆς καμνούσης τὴν ἴασιν, ἀλλ’ ἐξουσίας ἔργον ἀποτελέσαντα. Ἀρχι‐ συνάγωγος ὢν, τὰ Μωϋσέως οἶσθά που γράμματα· | |
15 | εἶδες αὐτὸν εὐχόμενον πλεισταχοῦ, καὶ ἐξ ἰδίας δυ‐ νάμεως οὐδὲν ἐνεργήσαντα παντελῶς. Καὶ γοῦν λε‐ πρωθείσης τῆς Μαριὰμ διὰ τὸ εἰπεῖν τι μόνον κατ’ αὐτοῦ ἐν καταγνώσεως μέρει, καὶ τοῦτο ἀληθές· Γυναῖκα γὰρ, φησὶν, Αἰθιόπισσαν ἔλαβεν ἑαυτῷ· οὐ | |
20 | γέγονε κρείττων τοῦ κακοῦ, προσέπιπτε δὲ μᾶλλον τῷ Θεῷ, λέγων· «Ὁ Θεὸς, δέομαί σου, ἴασαι αὐτήν.» Καὶ ὅμως οὐδὲ ἱκετεύοντος συνεχωρήθη αὐτῇ τῆς ἁμαρτίας τὸ ἐπιτίμιον. Καὶ ἕκαστος δὲ τῶν ἁγίων προφητῶν, εἴ πού τι καὶ ἐνήργηκεν ὅλως, ἐν δυνάμει | |
25 | Θεοῦ τοῦτο ποιήσας ὁρᾶται. Ἐνταῦθα δέ μοι βλέπε τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν οὐκ εὐχὴν ἀνατείνε‐ σθαι, ἀλλὰ τῇ ἑαυτοῦ δυνάμει ἀνατεθεικότα τοῦ πράγματος τὴν κατόρθωσιν, φωνῇ θεραπεύοντα, καὶ χειρὸς ἁφῇ. Κύριος γὰρ ὢν καὶ Θεὸς, ἰσοδυναμοῦσαν | |
30 | ἑαυτῷ, πρός γε τὸ δύνασθαι, φημὶ, νοσημάτων ἐλευ‐ θεροῦν, τὴν ἰδίαν ἀπέφηνε σάρκα. Ἔδει δὲ οὖν ἐν‐ τεῦθεν συνεῖναι λοιπὸν τοῦ κατ’ αὐτὸν μυστηρίου τὴν δύναμιν.—(B f. 154) Οὐκοῦν εἴπερ τις ἦν ἀγχίνους ὁ ἀρχισυνάγωγος, ἐνενόησεν ἂν τίς τε καὶ ὅσος ἐστὶν | |
35 | ὁ Σωτὴρ, ἐκ τῆς οὕτω παραδόξου θεοσημείας, καὶ μὴ ταὐτὰ λέγειν τοῖς ὄχλοις, μηδὲ τοῖς θεραπευομέ‐ νοις ἐγκαλεῖν τοῦ νόμου τὴν λύσιν, τῆς κατὰ τὸ Σάββατον ἀργίας τὴν παράδοσιν. Ἐργάσασθαι γὰρ ὅλως ἐστὶ τὸ θεραπεύεσθαι· ἀδικεῖται δὲ νόμος, Θεοῦ | |
40 | κατοικτείροντος καὶ ἐν ἡμέρᾳ Σαββάτου; Τίνι προσ‐ τέταχεν ἀργεῖν ἐν Σαββάτῳ; Ἑαυτῷ μᾶλλον, ἢ σοί; Εἰ μὲν οὖν ἑαυτῷ, μὴ διοικείτω τὰ καθ’ ἡμᾶς ἐν Σαββάτῳ· ἀργείτω καὶ ὁ τοῦ ἡλίου δρόμος, μὴ πι‐ πτέτωσαν ὑετοὶ, στήτωσαν αἱ τῶν ὑδάτων πηγαὶ, | |
45 | καὶ ποταμῶν ἀεννάων φοραὶ, καὶ ἀνέμων χρεῖαι. Εἰ δέ σοι προστέταχεν ἀργεῖν, μὴ ἐγκάλει Θεῷ, τὸ καὶ ἐν Σαββάτῳ διδόναι τισὶ μετ’ ἐξουσίας τὸν ἔλεον. Διὰ τί δὲ ὅλως καὶ ἀργεῖν ἐκέλευσεν ἐν Σαββάτῳ; Ἵνα, φησὶ, ἀναπαύσηται ὁ παῖς σου, καὶ ὁ βοῦς σου, | |
72.768(50) | καὶ τὸ ὑποζύγιόν σου, καὶ πᾶν κτῆνός σου. Ὅταν οὗν ἀναπαύσῃ τινὰς, νοσημάτων αὐτοὺς ἀνιεὶς, εἶτα τοῦτο κωλύῃς αὐτὸς, ἔλυσας ἐναργῶς τὸν ἐπὶ τῷ Σαββάτῳ νόμον, οὐκ ἐῶν ἀναπαύεσθαι τοὺς ἐν ἀλγήμασιν ὄν‐ τας καὶ νόσοις, οὓς ἔδησεν ὁ Σατανᾶς. | |
55 | (A f. 191 b) Ἀλλ’ ὁ τῆς ἀχαρίστου Συναγωγῆς | |
ἀρχισυνάγωγος, ἐπειδὴ εἶδε τὴν τὰ μέλη δεδεμένην | ||
72.769 | γυναῖκα, καὶ ὀρθοποδεῖν μὴ δυναμένην, ἀλλ’ εἰς γῆν καὶ ἐπὶ γαστέρα συννεύουσαν, ὑπὸ Χρι‐ στοῦ ἠλεημένην, καὶ ἁφῇ μόνῃ τέλεον ἀνορθωθεῖσαν, καὶ τὴν τοῖς ἀνθρώποις οἰκείαν πορείαν ἐν ὀρθίῳ τῷ | |
5 | σχήματι ὁδεύουσαν, καὶ ὑπὲρ τούτου τὸν Θεὸν μεγα‐ λύνουσαν, ἄχθεται τῇ ταύτης λύσει, καὶ ἐπὶ τῇ δόξῃ τοῦ Κυρίου πυρπολούμενος, δεσμεῖται τῷ φθόνῳ· καὶ ἐπηρεάζει τῷ θαύματι, καὶ τὸν Κύριον ἀφεὶς τὸν ἐλέγ‐ ξαντα τὴν τούτου ὑπόκρισιν, τοῖς ὄχλοις ἐπιτιμᾷ· | |
10 | ὥστε δόξαι ὅτι διὰ τὸ Σάββατον ἀγανακτεῖ· ἵνα πείσῃ τοὺς ἐν ταῖς ἄλλαις ἡμέραις διεσκορπισμένους, καὶ ταῖς ἐργασίαις σχολάζοντας, μηδὲ ἐν Σαββάτῳ θεα‐ τὰς εἶναι καὶ θαυμαστὰς τῶν τοῦ Κυρίου τερατουρ‐ γημάτων, μή ποτε καὶ πιστεύσωσιν. Ἀλλ’ εἰπὲ | |
15 | ἡμῖν, ὦ βασκανίας ἀνδράποδον, ὁποῖον ἔργον ὁ νόμος ἐκώλυσεν, ὁ εἰπών σοι· «Ἀπὸ παντὸς ἔργου χει‐ ροκμήτου ἀποστήσῃ τῇ ἡμέρᾳ τοῦ Σαββάτου;» Ἆρα τὸ διὰ στόματος καὶ διὰ λόγου; Παῦσαι γοῦν ἐσθίων, καὶ πίνων, καὶ ὁμιλῶν, καὶ ψάλλων ἐν Σαββάτῳ. | |
20 | Καὶ εἰ μὴ ταῦτα πράττεις, μηδὲ τὸν νόμον ἀναγινώ‐ σκεις, ἵνα τί σοι καὶ τὸ Σάββατον; Ἀλλὰ τὸ διὰ χει‐ ρῶν. Καὶ ποῖον διὰ χειρῶν ἔργον, τὸ φωνῇ γυναῖκα ἀνορθῶσαι; Εἰ δ’ ὅτι ἔργῳ ἡ γυνὴ τεθεράπευται τοῦτο ἐργασίαν καλεῖς, ἔργον ἐργάζῃ καὶ σὺ τὴν | |
25 | θεραπείαν μεμφόμενος. Ἀλλ’ εἶπε, φησί· Ἀπολέλυ‐ σαι τῆς ἀσθενείας· καὶ ἀπολέλυται. Τί δέ; οὐ καὶ σὺ λύεις τὴν ζώνην ἐν Σαββάτῳ; οὐ τῶν ποδῶν ἐκλύεις τὸ ὑπόδημα; οὐ τὴν στρωμνὴν στρωννύεις; οὐ τὴν χεῖρα ἀποσμήχεις ῥυπῶσαν ἐν ἐδέσμασι; Πῶς | |
30 | οὖν ἐφ’ ἑνὶ μόνῳ λόγῳ τῷ «Ἀπολέλυσαι» ἀγανα‐ κτεῖς; Ὁποῖον δὲ καὶ ἔργον ἡ γυνὴ μετὰ τὸν λόγον εἰργάσατο; Ἆρά γε χαλκευτικῆς, ἢ τεκτονικῆς, ἢ οἰκοδομικῆς ἐφήψατο; Ἆρα ἐν αὐτῇ τῇ ἡμέρᾳ ὑφαντικῆς ἢ ἱστουργικῆς ἔργον μετεχειρίσατο; Ἀλλ’ | |
35 | ἀνωρθώθη, φησί· ἔργον γὰρ ὅλως ἐστὶ τὸ θεραπεύε‐ σθαι. Ἀλλὰ γὰρ οὐ διὰ τὸ Σάββατον ἀληθῶς ἀγανα‐ κτεῖς, ἀλλὰ τὸν Χριστὸν βλέπων τιμώμενον καὶ ὡς Θεὸν προσκυνούμενον, μαίνῃ καὶ ἀποπνίγῃ, καὶ τῇ βασκανίᾳ κατατήκῃ· καὶ ἕτερα μὲν ἐν τῇ καρδίᾳ | |
40 | ἐνδομυχᾷς, ἄλλον δὲ σκήπτῃ καὶ προφασίζῃ. Ὅθεν καὶ χαριέστατα ὑπὸ τοῦ Κυρίου τοῦ εἰδότος τοὺς ματαίους σου διαλογισμοὺς ἐλέγχη· καὶ τὴν ἁρμό‐ ζουσάν σοι δέχῃ προσηγορίαν, ὑποκριτὴς ἀκούσας καὶ εἴρων καὶ ὕπουλος. | |
45 | Ὑποκριτὰ, ἕκαστος ὑμῶν τῷ Σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ; κ.τ.λ. Ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, κ.τ.λ. (A f. 192) Σὺ [cod. οὐ pro σὺ] θαυμάζεις γὰρ, φησὶ, τὸν λύσαντα τὴν τοῦ Ἀβραὰμ θυγατέρα· | |
72.769(50) | ἀλλὰ βοῦν μὲν καὶ ὄνον ἀναπαύεις, καμάτων αὐτοὺς ἀνιεὶς καὶ ἀποφέρων ἐφ’ ὕδωρ· σωζομένου δὲ πα‐ ραδόξως ἀνθρώπου νενοσηκότος, καὶ Θεοῦ κατοι‐ κτείραντος, ἀμφοτέροις ἐπιτιμᾷς ὡς παρανομή‐ σασι, τῷ μὲν ὅτι τεθεράπευκε, τῷ δὲ ὅτι τοῦ | |
55 | νοσεῖν ἀπηλλάττετο.—(A f. 192) Θέα μοι τὸν ἀρχι‐ | |
συνάγωγον, ὅπως ἀτιμότερος αὐτῷ τοῦ κτήνους | ||
72.772 | ἐστὶν ὁ ἄνθρωπος, εἴ γε βοῦν καὶ ὄνον ἐν Σαββάτῳ προνοίας ἀξιοῖ· τὴν δὲ συγκεκυφυῖαν γυναῖκα οὐ βούλεται βασκαίνων Χριστῷ ἀπαλλαγῆναι τῆς ἀσθε‐ νείας, οὐδὲ τὸ κατάλληλον ἀπολαβεῖν σχῆμα.—(A | |
5 | f, 192) Ἀλλ’ ὁ τῆς Συναγωγῆς ἄρχων ὁ βάσκανος ἐβούλετο τὴν ἀνορθωθεῖσαν γυναῖκα, κατὰ τὰ τετρά‐ ποδα μᾶλλον κάτω κεκυφέναι, ἢ τὸ οἰκεῖον ἀνθρώ‐ ποις ἀπολαβεῖν σχῆμα· μόνον ἵνα μὴ Χριστὸς μεγα‐ λύνηται, μηδὲ Θεὸς εἶναι ὑπὸ τῶν πραγμάτων κη‐ | |
10 | ρύττηται. Ἐλέγχεται μέν τοι ὁ ἀρχισυνάγωγος ὑπο‐ κριτὴς ὢν, εἴ γε τὰ μὲν ἄλογα ζῶα ἐν Σαββάτῳ ἐπὶ τὸ ὕδωρ ἀπάγοι, τὴν δὲ γυναῖκα, τὴν οὐ μᾶλλον διὰ τὸ γένος ὅσον διὰ τὴν πίστιν Ἀβραὰμ οὖσαν θυγατέρα, οὐκ ἀξιοῖ λυθῆναι τοῦ δεσμοῦ τῆς ἀσθενείας· ἀλλὰ τὴν ἐλευθερίαν τῆς νόσου, παράβασιν κρίνει τοῦ Σαββάτου. | |
15 | Κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ. (A f. 192) Κατῃσχύνοντο μὲν οἱ διεφθαρμένας τὰς κρίσεις ἐκφέροντες· οἱ τῷ ἀκρογωνιαίῳ προσκόπτον‐ τες, καὶ διὰ τοῦτο συνθλώμενοι· οἱ τῷ ἰατρῷ ἀνθ‐ εστηκότες· οἱ τῷ σοφῷ κεραμεῖ τὴν τῶν διαστραφέν‐ | |
20 | των σκευῶν ἐπανόρθωσιν ποιουμένῳ ἀντιπίπτοντες· καὶ οὐδὲ μία αὐτοῖς ἀπόκρισις ὑπελείπετο· ἀλλ’ ἦσαν αὐτοὶ ἑαυτοῖς ἔλεγχος ἀναντίῤῥητος, ἐπιστομιζόμενοι καὶ ἀποροῦντες ὅ τι ἄρα καὶ φθέγξονται. Οὕτως αὐ‐ τῶν ἀπέῤῥαψε τὸ θρασὺ στόμα ὁ Κύριος! οἱ δὲ ὄχλοι, | |
25 | οἷα ὠφελούμενοι ἐκ τῶν σημείων, ἔχαιρον· τὸ γὰρ ἔνδοξον τῶν ἔργων καὶ περιφανὲς ἔλυε πᾶσαν ζήτη‐ σιν καὶ ἀμφιβολίαν τοῖς μὴ κακοήθως ζητοῦσιν. Ὁμοία ἐστὶ κόκκῳ σινάπεως. (A f. 193) Εὐφυὲς τὸ παράδειγμα, καὶ οὐκ ἀν‐ | |
30 | ικάνως ἔχον εἰς παράστασιν τῶν συμβεβηκότων, ἤγουν γενομένων ἐπὶ τῷ θείῳ τε καὶ ἱερῷ κηρύ‐ γματι, φημὶ δὴ τῷ εὐαγγελικῷ, ὃ δὴ καὶ βασιλείαν ὀνομάζει τοῦ Θεοῦ· δι’ αὐτοῦ γὰρ κερδαίνομεν τὸ συμβασιλεῦσαι Χριστῷ. Καὶ ἦν μὲν ἐν ἀρχαῖς παρ’ | |
35 | ὀλίγοις καὶ συνεσταλμένον, ἐπλατύνθη δὲ καὶ δι‐ έδραμε μετὰ ταῦτα εἰς πάντα τὰ ἔθνη. Ἐλαλήθη μὲν γὰρ κατὰ μόνην τὴν Ἰουδαίαν, ἐν ᾗ καὶ εὐαρίθμητοι παντελῶς γεγόνασιν οἱ μακάριοι μαθηταί· ἀπειθή‐ σαντος δὲ τοῦ Ἰσραὴλ, τοῖς ἁγίοις ἀποστόλοις ἐν‐ | |
40 | ετέλλετο λέγων· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη,» καὶ τὰ ἑξῆς. Ὥσπερ οὖν τὸ σπέρμα τοῦ σινάπεως, τοῦ μὲν ἑτέρων λαχανικῶν σπερμάτων ἡττᾶται λίαν εἰς τὸ ἐν μεγέθει ποσὸν, ἀνίσχει γε μὴν εἰς ὕψος, λαχανοπρεποῦς ἐπέκεινα μέτρου, ὥστε καὶ | |
45 | στρουθίων ἐναύλισμα γενέσθαι πολλῶν· οὕτω καὶ ἡ βασιλεία τῶν οὐρανῶν, τουτέστι τὸ νέον τε καὶ ἱερὸν καὶ σωτήριον κήρυγμα, δι’ οὗ πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πεποδηγήμεθα, καὶ φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν ἐγνώκαμεν, ὡς παρ’ ὀλίγοις | |
72.772(50) | μὲν ἦν ἀρχαῖς, καὶ οἷον βραχὺ καὶ συνεσταλμένον, προβέβηκε δὲ μετὰ τοῦτο πρὸς αὔξησιν· ὥστε καὶ εἰς σκέπην γενέσθαι τοῖς προσιοῦσιν αὐτῷ, οὓς δὴ καὶ στρουθίοις παρεικαστέον, Θεῷ γὰρ τὰ καθ’ ἡμᾶς ἐν ὀλίγοις κομιδῇ μέτροις εἰσίν. Ἐδόθη μὲν γὰρ τοῖς | |
55 | ἐξ Ἰσραὴλ ὁ διὰ Μωϋσέως νόμος· ἐπειδὴ δὲ ἦν ἀν‐ έφικτον διὰ τῆς ἐν αὐτῷ σκιᾶς, καὶ σωματικῆς λα‐ τρείας, διασωθῆναι δύνασθαι τοὺς ἐπὶ τῆς γῆς, λοι‐ | |
πὸν ἀναγκαίως τὸ εὐαγγελικὸν καὶ σωτήριον ἀνέφυ κήρυγμα, καὶ εἰς ὅλην ἐκτέταται τὴν ὑπ’ οὐρανόν. | ||
72.773 | (A f. 193 b) Τοῦτο ἡμῖν αἰνιγματωδῶς τὸ Μω‐ σαϊκὸν ἐσήμαινε γράμμα· ἔχει δὲ οὕτως· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Ποίησον σεαυ‐ τῷ δύο σάλπιγγας ἐλατὰς, ἀργυρᾶς ποιήσεις αὐτὰς, | |
5 | καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν, καὶ ἐξαί‐ ρειν τὰς παρεμβολάς.» Καὶ μεθ’ ἕτερα· «Καὶ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς σαλπιοῦσι ταῖς σάλπιγξι· καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.» Ἵν’ ἐντεῦθεν ἐννοῇς καὶ τὴν τοῦ νόμου παιδαγωγίαν, | |
10 | καὶ τελείωσιν τὴν διὰ Χριστοῦ διὰ πολιτείας εὐαγγε‐ λικῆς καὶ μυσταγωγίας τῆς ὑπὲρ σκιὰν καὶ τύπους. Σάλπιγξ δὲ οὗν ὁ νόμος· ὁμοίως δὲ καὶ τὸ εὐαγγε‐ λικὸν καὶ σωτήριον κήρυγμα· οὕτω γὰρ αὐτοῦ δια‐ μνημονεύει καὶ ὁ προφήτης Ἡσαΐας, λέγων· «Καὶ | |
15 | ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, σαλπιοῦσι τῇ σάλπιγγι τῇ μεγάλῃ.» Μεγάλη γὰρ ὄντως ἀνεφώνησε σάλπιγξ, ἡ διά γε τῶν ἁγίων ἀποστόλων, οὐκ ἀθετοῦσα τὴν πρώτην, συνεισδεχομένη δὲ καὶ αὐτήν· διὰ γὰρ νό‐ μου καὶ προφητῶν, ἐμπεδοῦσιν ἀεὶ τὸν ἐπὶ Χριστῷ | |
20 | λόγον, μαρτυρίαις χρώμενοι ταῖς ἀρχαιοτέραις. Οὐκ‐ οῦν δύο μὲν αἱ σάλπιγγες, ἀργυραῖ δὲ καὶ ἐλαταί· τοῦ μὲν ἀργύρου κατασημαίνοντος τὴν φαιδρότητα, λαμπρὸς γάρ ἐστιν ὁ παρὰ Θεοῦ λόγος· τοῦ γε μὴν ἐλάσματος ὑποφαίνοντος, ὅτι προβήσονται καὶ προ‐ | |
25 | κόψουσιν αἱ ἱεραί τε καὶ θεῖαι σάλπιγγες, ἤγουν τὸ νέον τε καὶ ἀρχαῖον κήρυγμα· προκόπτει γὰρ ἀεί πως τὸ ἐλαυνόμενον, καὶ εἰς εὖρός τε καὶ μῆκος ἐκτείνεται· ἔμελλον δὲ προκόπτειν, ἐπιλάμψαντος τοῦ Χριστοῦ· ὁ μὲν παλαιὸς νόμος, εἰς θεωρίαν | |
30 | πνευματικήν· τὸ δὲ κήρυγμα τὸ εὐαγγελικὸν, εἰς τὸ πάσης κατευρυνθήσεσθαι τῆς ὑπ’ οὐρανόν. Πλὴν τοῖς ἱερεῦσιν ὁ νόμος ἐδίδου τὸ χρῆναι ταῖς σάλπιγξι δια‐ τάττειν τοὺς λαούς· δέδοται γὰρ παρὰ Χριστοῦ τὸ δια‐ κηρύττειν αὐτὸν καὶ τὰ αὐτοῦ θεσπίσματα, τοῖς τῶν | |
35 | νέων κηρυγμάτων ἱερουργοῖς, δῆλον δὲ ὅτι τοῖς ἁγίοις ἀποστόλοις. Ὅτι δὲ ἔμελλεν εἰς αὔξησιν ὥσπερ ἀνα‐ πηδᾷν, βραχὺς ὢν ἐν ἀρχαῖς τῶν εὐαγγελικῶν κηρυ‐ γμάτων ὁ λόγος, ἀταλαίπωρον ἰδεῖν, προηγορευκότος Θεοῦ διὰ φωνῆς Ἡσαΐου περὶ αὐτοῦ, ὅτι «Ἐνεπλή‐ | |
40 | σθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσης.» Θαλάσσης γὰρ δίκην ἐκκέχυται πανταχοῦ τὸ σωτήριον κήρυγμα, καὶ παν‐ σθενεστάτην ἔχει τὴν ἐμβολήν· καὶ τοῦτο πάλιν ἡμῖν διασαφεῖ λέγων ὁ τῶν ὅλων Θεὸς, διὰ προφήτου | |
45 | φωνῆς· «Καὶ κυλισθήσεται ὡς ὕδωρ, κρῖμα· καὶ δικαιοσύνη, ὡς χείμαῤῥος ἄβατος.» Κρῖμα μὲν γὰρ καὶ δικαιοσύνην, τὸ εὐαγγελικὸν ὀνομάζει κήρυ‐ γμα· οὕτω γε μὴν αὐτὸ κατακυλισθήσεσθαι διεβεβαιοῦτο τῆς ὑπ’ οὐρανὸν, ὡς ὕδωρ καὶ χειμάῤῥουν, οὗ τὰς ὁρμὰς ἐγκόψειεν ἂν οὐδεὶς καταχεομένου λαύρως. | |
72.773(50) | Ὁμοία ἐστὶ ζύμῃ, κ.τ.λ. (A f. 194 b, B f. 135) Ὁ αὐτὸς δ’ ἂν γένοιτο λό‐ γος, καὶ περὶ τοῦ ζύμῃ παραβεβλῆσθαι τὴν βασι‐ λείαν τοῦ Θεοῦ· μικρὰ μὲν γὰρ ἡ ζύμη, πλὴν τοῦ παντὸς φυράματος ἀμελητὶ καταδράττεται, καὶ τὴν | |
55 | ἰδίαν αὐτῷ ποιότητα καταμίσγει γοργῶς. Τοιοῦτόν | |
τι καὶ ἐν ἡμῖν ὁ θεῖος ἐργάζεται λόγος· γεγονὼς | ||
72.776 | γὰρ ἐν ἡμῖν, ἁγίους καὶ ἀμώμους ἀποτελεῖ· καὶ εἰς νοῦν καὶ καρδίαν εἰσδεδυκὼς, πνευματικοὺς ἀπο‐ φαίνει· ἵν’ ὡς ὁ Παῦλός φησι, ὁλόκληρον ἡμῶν τὸ πνεῦμα, καὶ τὸ σῶμα, καὶ ψυχὴ ἀμέμπτως τηρη‐ | |
5 | θείη ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Ὅτι γὰρ ἐν τῷ βάθει τῆς διανοίας ἡμῶν ὁ θεῖος εἰσχεῖται λόγος, σαφηνιεῖ λέγων ὁ τῶν ὅλων Θεὸς δι’ ἑνὸς τῶν προφητῶν· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον | |
10 | Ἰούδα διαθήκην καινὴν, διδοὺς νόμους μου· εἰς τὰς διανοίας αὐτῶν ἐπιγράψω αὐτούς.» Οὐκοῦν εἰς νοῦν καὶ καρδίαν, τὴν νοητὴν καὶ θείαν δεχώμεθα ζύμην, ἵνα διὰ τῆς οὕτω σεπτῆς καὶ ἁγίας ζύμης ἄζυμοι νοητῶς εὑρισκώμεθα. Εἰσδύνουσα γὰρ εἰς νοῦν τῆς | |
15 | εὐαγγελικῆς παιδεύσεως ἡ ζωοποιὸς ἐνέργεια, ψυχήν τε, καὶ σῶμα, καὶ πνεῦμα πρὸς τὴν ἰδίαν ὥσπερ ποιότητα μεταστοιχειοῖ. Εἶπε δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σωζόμε‐ νοι; Ὁ δὲ εἶπε πρὸς αὐτούς· Ἀγωνίζεσθε εἰσελ‐ | |
20 | θεῖν διὰ τῆς στενῆς πύλης, κ.τ.λ. (A f. 195 b, B f. 135, D f. 55) Δοκεῖ πως ἡ ἀπό‐ κρισις ἔξω φέρεσθαι σκοποῦ τοῦ ἐρωτήσαντος. Ὁ μὲν γὰρ ἠξίου μαθεῖν, εἰ ὀλίγοι οἱ σωζόμενοι· ὁ δὲ τὴν τοῦ δύνασθαι δικαιωθῆναι τρίβον ἐξηγεῖτο, λέγων· | |
25 | «Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης.» Τί οὖν ἄρα πρὸς τοῦτό φαμεν; Ἔθος ἦν τῷ πάντων Σωτῆρι Χριστῷ, τοῖς ἐρωτῶσιν αὐτὸν ὑπαντᾷν, οὐχὶ πάντως κατὰ τὸ αὐτοῖς δοκοῦν, ἀλλ’ εἰς τὸ χρήσιμόν τε καὶ ἀναγκαῖον τοῖς ἀκροωμένοις ὁρᾷν. Ἔδρα δὲ | |
30 | τοῦτο μάλιστα, ὅτε τις ἠξίου μαθεῖν τι τῶν ὅσα πε‐ ριττά ἐστι καὶ ἀνόνητα. Τί γὰρ ἔδει φιλοπευστεῖν, πότερόν ποτε πολλοί τινες εἶεν ἢ ὀλίγοι οἱ σωζόμε‐ νοι; Τί τὸ ἐντεῦθεν ὄφελος ἐκβέβηκεν ἂν τοῖς ἀκροω‐ μένοις; Ἦν δὲ ἀναγκαῖον καὶ λυσιτελὲς τὸ εἰδέναι | |
35 | μᾶλλον τὸν τρόπον δι’ οὗπερ ἄν τις ἴοι πρὸς σωτη‐ ρίαν· οὐκοῦν οἰκονομικῶς πρὸς μὲν τὸ τῆς ἐρωτή‐ σεως εἰκαῖον, ἀποσιγᾷ· μεθίστησι δὲ τοὺς λόγους ἐφ’ ὅπερ ἦν ἀναγκαῖον· τοῦτο δὲ ἦν τὸ εἰδέναι δρᾷν ἐκεῖνα δι’ ὧν ἦν δύνασθαι τὴν στενὴν καὶ τεθλιμμέ‐ | |
40 | νην εἰσελάσαι πύλην. Τοῦτο γάρ που καὶ ἑτέρωθι διδάσκων φησίν· «Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγου‐ σα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμε‐ νοι δι’ αὐτῆς· στενὴ δὲ ἡ πύλη καὶ τεθλιμμένη ἡ | |
45 | ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, ὀλίγοι δέ εἰσιν οἱ εὑ‐ ρίσκοντες αὐτήν.» Τοῖς γὰρ ἐθέλουσιν ἐλθεῖν, δεῖ δὴ πάντως πίστεως μὲν, καὶ πρό γε τῶν ἄλλων, ὀρθῆς· εἶτα, βίου ἀλήπτου κατά γε τὸ μέτρον τῆς ἀνθρω‐ πίνης δικαιοσύνης. Οὕτω γάρ που καὶ ὁ προφήτης Δα‐ | |
72.776(50) | βὶδ τὰς πρὸς Θεὸν ἱκεσίας ἐποιεῖτο λέγων· «Κρῖνον με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου.» Πλὴν οὐκ ἔνεστι τοῖς ἐθέλουσι βιοῦν ἁγίως, ἀκλητὶ δύνασθαι | |
τοῦτο δρᾷν· ἀεὶ γάρ πώς ἐστι σκληρὰ καὶ ἀνάν‐ | ||
72.777 | της, καὶ οὐ βάσιμος τοῖς πολλοῖς, ἡ εἰς ἀρετὴν ἀπο‐ φέρουσα τρίβος· εἰσελάσει δὲ ῥᾳδίως διὰ τῆς στενῆς πύλης, καὶ δραμεῖται τὴν τεθλιμμένην ὁ ἀγωνιζόμε‐ νος καὶ τοὺς τοιούτους πόνους αἱρούμενος. Γέγραπται | |
5 | γοῦν, ὅτι «Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ, καὶ ἐκβιά‐ ζεται ἑαυτοῦ τὴν ἀπώλειαν·» ὡς γὰρ αὐτὸς πάλιν ἔφη ὁ Κύριος· «Βιαστή ἐστιν ἡ βασιλεία τῶν οὐρα‐ νῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.» Πλατεῖα δὲ ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς, ἡ πολλοὺς εἰς ὄλεθρον | |
10 | καταφέρουσα. Καὶ ὁποῖον ἂν νοηθείη τὸ πλάτος αὐ‐ τῆς; Αἰσχρὰ καὶ φιλήδονος ζωὴ, τρυφαὶ, καὶ κῶμοι, καὶ μέθαι, καὶ πάντα τὰ τῆς κακίας ἐπιτηδεύματα, ἡ φιλαργυρία, καὶ τῶν προσκαίρων δοξαρίων φαντα‐ σία κενὴ, τὸ ἀμνημονεῖν τῶν θείων ἐνταλμάτων, τὸ | |
15 | μὴ ἔχειν τὸν τοῦ Θεοῦ φόβον πρὸ ὀφθαλμῶν. Οὐκοῦν τῶν μὲν τοιούτων ἀποφοιτᾷν ἀναγκαῖον τοὺς εἰσβάλ‐ λειν ἐθέλοντας διὰ τῆς στενῆς πύλης, συνεῖναι δὲ καὶ συνεορτάζειν Χριστῷ· ὅτι γὰρ οἱ μὴ τοιοῦτοι ἀπόβλητοι, δι’ ἐναργοῦς παραδείγματος διέδειξεν ὁ Σω‐ τὴρ εἰπών· | |
20 | Ἀφ’ οὗ ἂν εἰσέλθῃ ὁ οἰκοδεσπότης καὶ ἀπο‐ κλείσῃ τὴν θύραν, κ.τ.λ. (A f. 197, B f. 135 b, C f. 137 b) Ὡς ἐπί τινος οἰκοδεσπότου πολλοὺς τῶν ἐπιτηδείων συναγηγερκό‐ τος εἰς ἑστίαν καὶ τράπεζαν, εἶτα προεισβεβηκότος | |
25 | μεθ’ ὧν ἔδει τοῦτο δρᾷν, ἀποκλείσαντός τε τὴν θύραν, τοὺς μετὰ τοῦτο κρούοντας ἀκούσεσθαί φησιν· «Οὐκ οἶδα ὑμᾶς.» Γνῶσιν δὲ ἐνταῦθα οὐχ ἁπλῶς τὴν εἴδησιν λέγει, ἀλλὰ τὴν οἰκειότητα τὴν ἐν μεθέξει, τὴν ὡς ἐν χάριτι καὶ τιμῇ. Εἴπερ γὰρ ἡ γνῶσις μόνον ἡμῖν κα‐ | |
30 | τασημαίνεται εἴδησιν, πῶς ἠγνόησε τῶν ὄντων τινὰς, ὁ πάντα ἔχων γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, ὁ καὶ πρὶν γενέσεως πάντα εἰδώς; Οὐκοῦν οὐ μόνον ἀνόητον, ἀλλὰ καὶ δυσσεβὲς, τὸ ἀγνοῆσαί τινας ὑποτοπῆσαι τὸν Κύριον· οἰησόμεθα δὲ μᾶλλον | |
35 | εἰπεῖν αὐτὸν, ὡς οὐδαμόθεν τὴν οἰκειότητα τὴν πρὸς αὐτὸν καὶ σχέσιν ἐπάγονται. Οὐκ οἶδα γὰρ, φησὶ, γεγονότας ἀρετῆς ἐραστάς· οὐ τὸν ἐμὸν τιμήσαντας λόγον, ἀλλ’ οὐδὲ συναφθέντας ἐμοὶ διὰ πράξεων ἀγα‐ θῶν. Ἀκολούθως καὶ πρὸς Μωϋσέα εἴρηται· «Οἶδά | |
40 | σε παρὰ πάντας, καὶ χάριν εὗρες παρ’ ἐμοί·» ἀντὶ τοῦ· Ἐν οἰκειότητι τῇ ὑπὲρ πάντας ἐτέθης παρ’ ἐμοὶ, καὶ πολλὴν ἐπορίσω τὴν χάριν. Οὐκοῦν καὶ περὶ τῶν οὐδαμόθεν οἰκειωθέντων αὐτῷ, λέγει· «Οὐκ οἶδα ὑμᾶς· ἀπόστητε ἀπ’ ἐμοῦ, ἐργάται τῆς ἀδικίας.» | |
45 | —«Οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος.» Τίνες δ’ ἂν νοηθεῖεν οἱ λέγοντες τῷ Χριστῷ τό· Ἐφάγομεν καὶ ἐπίομεν ἐνώπιόν σου; Ἁρμόσειεν ἂν ὁ τοιόσδε λόγος μάλιστα τοῖς ἐξ Ἰσραὴλ, οἷς δὴ καὶ ἔφη Χριστὸς, ὅτι «Ὄψεσθε τοὺς περὶ τὸν Ἀβραὰμ | |
72.777(50) | καὶ τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ἑαυτοὺς | |
δὲ ἐκβαλλομένους ἔξω.» Πῶς οὖν ἤσθιον καὶ ἔπινον | ||
72.780 | ἐνώπιον τοῦ Θεοῦ; τὴν νομικὴν τελοῦντες λατρείαν· προσκομίζοντες γὰρ τῷ Θεῷ τὰς δι’ αἵματος θυσίας, ἤσθιον καὶ ηὐφραίνοντο· ἠκροῶντο δὲ καὶ ἐν ταῖς συναγωγαῖς τῶν Μωϋσέως βιβλίων, οὐ τὰ ἑαυτοῦ | |
5 | γεγραφότος μᾶλλον, ἑρμηνεύοντος δὲ τὰ παρὰ τοῦ Θεοῦ· προανετίθει γὰρ ἀεὶ τῆς ἑαυτοῦ φωνῆς τό· «Τάδε λέγει Κύριος.» Ἀλλ’ οὐκ ἀρκεῖ πρὸς δικαίωσιν ἡ δι’ αἱμάτων λατρεία· οὐδ’ ἂν ἀπονίψαιτό τις μολυ‐ σμοὺς, ἀκροατὴς μὲν τῶν θείων γενόμενος νόμων, | |
10 | πεπραχὼς δὲ οὐδὲν τῶν κεκελευσμένων· καὶ ἑτέρως δὲ τὴν πίστιν οὐ προσηκάμενοι τὴν δικαιοῦσαν τὸν ἀσεβῆ, οὐδὲ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ἀκολου‐ θήσαντες, δι’ ὧν ἦν δύνασθαι τὴν εὐφυᾶ καὶ ἐξειλεγ‐ μένην ἐξασκῆσαι ζωὴν, πῶς ἂν εἰσελάσειαν εἰς τὴν | |
15 | βασιλείαν τοῦ Θεοῦ; Ἐπαριθμήσεις τοῖς ὠνομασμέ‐ νοις καὶ ἑτέρους τινὰς δυναμένους εἰπεῖν ἔσθ’ ὅτε τῷ πάντων Κριτῇ· Ἐφάγομεν ἐνώπιόν σου, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας. Καὶ τίνες ἂν εἶεν οὗτοι πάλιν; Πολλοὶ πεπιστεύκασιν εἰς Χριστὸν, καὶ τὰς | |
20 | ἁγίας ἐπ’ αὐτῷ τελοῦσιν ἑορτὰς, φοιτῶντες δὲ καὶ ἐν ἐκκλησίαις, τῶν εὐαγγελικῶν ἀκροῶνται παιδευμά‐ των· ἀποτίθενται δὲ εἰς νοῦν τῶν γεγραμμένων οὐ‐ δέν· ἀλλὰ καὶ πνευματικῆς εὐκαρπίας γυμνὴν ἔχουσι τὴν καρδίαν· κλαύσονται οὖν καὶ οὗτοι πικρῶς, καὶ | |
25 | βρύξουσι τοὺς ὀδόντας; ἀρνήσεται γὰρ καὶ αὐτοὺς ὁ Κύριος. Ἔφη γοῦν· «Οὐ πᾶς ὁ λέγων μοι, Κύριε Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρα‐ νοῖς.» Ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, κ.τ.λ. | |
30 | (A f. 198, B f. 136) Πολλοὶ συνελεύσονται τοῖς ἁγίοις, αὐτοὶ δὲ ἐξωσθήσονται· καὶ τὴν πρώτην ἐσχη‐ κότες τάξιν, τὴν δευτέραν ἕξουσι τότε, προτεταγμέ‐ νων ἑτέρων· ὃ καὶ γέγονε· προτετίμηνται γὰρ τὰ ἔθνη τῆς Ἰουδαίων ἀγέλης· εἰ καὶ περὶ πολλῶν ἑτέ‐ | |
35 | ρων καὶ ἀδιορίστως τοῦτο εἴρηται. Ἔσονται οἱ ἐξ ἐθνῶν πιστοὶ πρῶτοι, οἱ δοκοῦντες ἔσχατοι νῦν, ὡς ἔσχατοι τὸν Θεὸν ἐπιγνόντες· ἔσονται δὲ τότε πρῶτοι διὰ τὴν εἰλικρινῆ πίστιν αὐτῶν· οἱ δὲ ἄπιστοι Ἰου‐ δαῖοι, οἳ δοκοῦσι μὲν πρῶτοι νῦν, ὡς πρῶτοι τὸν Θεὸν | |
40 | ἐπιγνόντες (υἱὸς γὰρ, φησὶ, πρωτότοκός μου Ἰσ‐ ραὴλ), ἔσονται τότε ἔσχατοι διὰ τὴν ἀπιστίαν αὐτῶν. Νοεῖται δὲ ὁ λόγος καὶ περὶ τῶν πιστῶν τῶν δοκούν‐ των μὲν εἶναι ἐσχάτων ἐν τῷ παρόντι βίῳ, ἐσομένων δὲ πρώτων ἐν τῷ μέλλοντι αἰῶνι, καὶ αὖθις ἐναλλάξ. | |
45 | —(A f. 198) Ὅτι δὲ ἔμελλον Ἰουδαῖοι τῆς πρὸς αὐτὸν οἰκειότητος, δῆλον δὲ ὅτι πνευματικῆς, ὁλοτρό‐ πως ἀπολισθεῖν, ἀντεισενεχθήσεσθαι δὲ τῶν ἐθνῶν ἡ πληθὺς, διέδειξεν εἰπών· «Ὅτι ἐξ ἠοῦς καὶ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ νότου κεκλημένοι πολλοὶ συναναπαύ‐ | |
72.780(50) | σονται τοῖς ἁγίοις.» Αὐτοί γε μὴν ἐξωσθήσονται· [οὗτοι δὲ] ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.— (A f. 198 b) Καὶ πρῶτον μὲν καιρὸν λογιούμεθα, ὡς | |
εἴρηται, καθ’ ὃν ἦν ἐν παραδείσῳ Ἀδάμ. Δεύτε‐ | ||
72.781 | ρον, ὡς ἐν ὥρᾳ τρίτῃ δηλούμενον, καθ’ ὃν ἦν Νῶε. Τρίτον, ὡς ἐν ἕκτῃ, καθ’ ὃν ἦν Ἀβραάμ. Τέταρτον, ὡς ἐν ἐννάτῃ, καθ’ ὃν ἦν Μωϋσῆς καὶ οἱ προφῆται. Περὶ δὲ τὴν ἑνδεκάτην, τουτέστιν ἐν τῷ πέμπτῳ και‐ | |
5 | ρῷ, συστελλομένης ἤδη τῆς ἡμέρας, ἤγουν τοῦ παρ‐ όντος αἰῶνος, ἐμισθώσατο τὰ ἔθνη ὁ Χριστὸς, κεκλη‐ μένα πρὸς ἐπίγνωσιν, παρ’ οὐδενὸς ἑτέρου. Προσῆλθόν τινες Φαρισαῖοι λέγοντες· Ἔξελθε, καὶ πορεύου ἐντεῦθεν. | |
10 | (B f. 136 b, D f. 55 b) Οὐκ ἤθελον ὑπὸ βασκανίας οἱ Φαρισαῖοι τὸν Χριστὸν ἐνδημεῖν τοῖς Ἱεροσολύ‐ μοις, ἵνα μὴ ταῖς θεοσημείαις καὶ ταῖς ὑπὲρ νόμον μυσταγωγίαις πρὸς τὴν αὐτοῦ πίστιν σαγηνεύσῃ πολλούς. Ἐπειδὴ δὲ Θεὸς ὢν οὐκ ἠγνόει τοὺς αὐτῶν | |
15 | διαλογισμοὺς, ὑπαπαντᾷ πράως τε καὶ ἐπεσκιασμέ‐ νως, ὡς ἔθος αὐτῷ. «Εἴπατε γὰρ, φησὶ, τῇ ἀλώπεκι ταύτῃ.»—(A f. 198 b) Πρόσχες ἀκριβῶς τῇ τοῦ λό‐ γου δυνάμει. Δοκεῖ μὲν γάρ πως τετράφθαι καὶ βλέπειν εἰς τὸ Ἡρώδου πρόσωπον τὸ εἰρημένον, ὥς | |
20 | τινες ἐνόμισαν· ἔρχεται δὲ μᾶλλον κατὰ τῆς τοῦ Φαρισαίου σκαιότητος. Καίτοι γὰρ δυνάμενος εἰ‐ πεῖν· Εἰπὲ τυχὸν τῇ ἀλώπεκι ἐκείνῃ, τοῦτο μὲν παρ‐ ίησιν· εὐφυέστατα δὲ μέσῃ τινὸς χρώμενος φωνῇ, μονονουχὶ κατέδειξεν ἐγγὺς ὄντα Φαρισαῖον, εἰπὼν, | |
25 | «τῇ ἀλώπεκι ταύτῃ.» Τῇ ἀλώπεκι δὲ παρεικάζει τὸν ἄνθρωπον· πανοῦργον γὰρ ἀεί πώς ἐστι καὶ δύστροπον τὸ θηρίον· τοιοῦτοι καὶ οἱ Φαρισαῖοι. Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἐπιτελῶ σήμερον καὶ αὔριον· καὶ τῇ τρίτῃ τελειοῦμαι. | |
30 | (A f. 198 b, B f. 156, D f. 55 b, E f. 204 b) Ὁρᾷς ὅτι τοῦθ’ ὅπερ ᾔδει λυπεῖν τὸ τῶν Φαρισαίων στίφος, ἀποπληροῦν ἐπαγγέλλεται, φάσκων ὅτι καὶ ἀκαθάρ‐ τοις ἐπιτιμήσει πνεύμασι, καὶ ἀπαλλάξει παθῶν τοὺς ἐν ἀῤῥωστίαις, καὶ τελειωθήσεται, τουτέστιν, | |
35 | ἑκὼν ὑπομενεῖ τὸ ἐπὶ τῷ σταυρῷ πάθος, ὑπέρ γε τοῦ σῶσαι τὴν ὑπ’ οὐρανόν; Ἤδει δὴ οὖν ἄρα καὶ πῶς καὶ πότε τὸν κατὰ σάρκα θάνατον ὑποστήσεται· πλὴν ᾠήθησαν οἱ Φαρισαῖοι κατοῤῥωδήσειν αὐτὸν τὴν Ἡρώδου χεῖρα, καίτοι τῶν δυνάμεων ὄντα Κύριον. | |
40 | Ὅτι δὲ τῆς ἐξ ἀνθρώπων πλεονεξίας οὐδένα ποιεῖται λόγον, διέδειξεν εἰπών· «Πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι· ὅτι οὐκ ἐνδέ‐ χεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.» Τὸ δὲ «δεῖ με» λέγων, οὐκ ἀνάγκην ἀδιάφυκτον ἐπηρτη‐ | |
45 | μένην ὥσπερ ἑαυτῷ ἐδήλωσεν· ἀλλ’ ὅτι μᾶλλον ἐξου‐ σίᾳ τῶν ἑαυτοῦ θελημάτων ἀνυπόπτως ὅπουπερ ἃν ἐθέλῃ βαδιεῖται καὶ περινοστήσει τὴν Ἰουδαίαν, οὐ‐ δενὸς ἐπιόντος ἢ ἐπιβουλεύοντος, ἄχρις ἂν αὐτὸς ἑκὼν καταδέξηται τὴν τελείωσιν, τὴν διά γε, φημὶ, τοῦ τι‐ | |
72.781(50) | μίου σταυροῦ. Τέως μέντοι ἐνεργῶ δυνάμεις· καὶ τούτου νῦν ὁ καιρός· καὶ οὔ τί γε ἐπὶ πλείονα χρόνον· τοῦτο γὰρ τὸ σήμερον καὶ τὸ αὔριον. Καὶ τοῦτο δὲ, | |
φησὶν, ἀποκείσεται Ἱερουσαλὴμ, καὶ οὐχ ἑτέρως | ||
72.784 | οἷόν τε γενέσθαι· ἀλλ’ ἡ τοὺς προφήτας ἀεὶ μελετη‐ κυῖα φονεύειν, ἤξει καὶ ἐπὶ τὸν τῶν προφητῶν Κύ‐ ριον. Πολλοῖς δὲ ἁγίων αἵμασι ποιεῖται ἔνοχον τὴν Ἱερουσαλήμ· καὶ τί τὸ ἐντεῦθεν; Ἀπολισθεῖν τῆς | |
5 | πρὸς Θεὸν οἰκειότητος, δῆλον δὲ ὅτι πνευματικῆς, ἔμελλον ἀποπέμπεσθαι τῆς τῶν ἁγίων ἐλπίδος. Τοῦτο λέγων, τὸν τόπον ἐδήλου ἐφ’ οὗ τὸ πάθος ἔμελλεν ὑπομένειν.—(A f. 199) Ὅτι δὲ ἦσαν ἀμνήμονες τῶν παρὰ Θεοῦ χαρισμάτων, δυσάγωγοί τε καὶ ὀκνηροὶ | |
10 | πρὸς πᾶν ὁτιοῦν τῶν ὠφελούντων αὐτοὺς, διέδειξεν εἰπών· «Ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα,» κ.τ.λ. Πεπαιδαγώγηκε γὰρ διὰ τοῦ πανσόφου Μωϋ‐ σέως, νενουθέτηκε διὰ προφητῶν ἁγίων· ἠθέλησεν ὑπὸ πτέρυγας, τουτέστι ὑπὸ σκέπην τῆς ἑαυτοῦ δυνάμεως ἔχειν αὐτοὺς, οἱ δέ γε τῶν οὕτως εὐκταιο‐ | |
15 | τάτων διημαρτήκασιν ἀγαθῶν, ἀμνήμονες καὶ ἀχάριστοι ὄντες. Οὐ μὴ ἴδητε, ἕως ἂν ἥξει ὅτε εἴπητε· Εὐλο‐ γημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. (A f. 199 b, B f. 137 b) Ἀποπεφοίτηκε γὰρ τῶν Ἱεροσολύμων ὁ Κύριος, ὡς ἀναξίους ὄντας τῆς ἑαυ‐ | |
20 | τοῦ παρουσίας ἀφεὶς τοὺς εἰπόντας· «Ἔξελθε, καὶ πο‐ ρεύου ἐντεῦθεν.» Εἶτα περινοστήσας τὴν Ἰουδαίαν, καὶ διασώσας πολλοὺς, καὶ σημείων ἀποτελεστὴς τῶν ὑπὲρ λόγον γεγενημένος, ὑπενόστησε πάλιν ἐν τοῖς Ἱεροσολύμοις, τότε δὴ, τότε κεκάθικεν ἐπὶ τὸν πῶλον | |
25 | τῆς ὄνου, ὄχλοι δὲ πολλοὶ καὶ παῖδες ἄνηβοι, τὰ κά‐ λυντρα τῶν φοινίκων ἀνατείνοντες, προεβάδιζον, εὐφημοῦντές τε καὶ λέγοντες, «Ὡσαννὰ τῷ υἱῷ Δα‐ βίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» Οὐκοῦν ἀναξίους ὄντας ἀφεὶς, τότε πάλιν αὐτοῖς | |
30 | ὀφθήσεσθαί φησιν, ὅταν ὁ τοῦ πάθους ἐνστῇ καιρός· τότε γὰρ ἀνέβη πάλιν εἰς Ἱεροσόλυμα, καὶ εἰσήλασεν εὐφημούμενος· καὶ κατ’ ἐκεῖνο τοῦ καιροῦ τὸ σωτή‐ ριον ὑπὲρ ἡμῶν ὑπέστη πάθος. | |
34t | ΚΕΦΑΛ. ΙΔʹ. | |
35 | Εἰ ἔξεστι τῷ Σαββάτῳ θεραπεύειν; (A f. 200) Ἤρετο τοὺς νομικοὺς καὶ τοὺς Φαρι‐ σαίους ὁ Κύριος, πότερόν ποτε ἔξεστι τῷ Σαββάτῳ θεραπεύειν, ἢ οὔ; οἱ δὲ, φησὶν, ἐσίγησαν. Ἀνθ’ ὅτου σεσίγηκας, ὦ νομικέ; Εἰπέ τι τῶν γεγραμμένων· | |
40 | ἐπίδειξον τὸν διὰ Μωϋσέως νόμον διαβεβληκότα ποτὲ τὸ εὖ ποιεῖν ἐν Σαββάτῳ, εἰ σκληροὺς ἡμᾶς καὶ ἀφιλοικτείρμονας εἶναι βούλεται διὰ τὴν τῶν Σαβ‐ βάτων ἀργίαν. Ἀλλ’ οὐκ ἂν ἔχοις ἐπιδεῖξαι τοῦτό πο‐ θεν. Ἐπειδὴ δὲ δυστρόπως σεσιγήκασι, παραλύει | |
45 | Χριστὸς τὴν ἄθραυστον αὐτῶν ἀναισχυντίαν, λο‐ γισμοῖς ἀναγκαίοις εἰς τοῦτο χρώμενος. Εἰ κεκώ‐ λυκε, φησὶν, ὁ νόμος ἐλεεῖν ἐν Σαββάτῳ, πῶς ἐποι‐ κτείρεις αὐτὸς ὄνον [cod. τὸν] εἰς φρέαρ καταπε‐ σόντα; Μὴ φροντίσῃς υἱοῦ κινδυνεύοντος ἐν Σαβ‐ | |
72.784(50) | βάτῳ; Ἐπιτίμησον τῷ τῆς διαθέσεως κέντρῳ, εἴπερ | |
72.785 | οἶσθα σκληρὸν ὄντα τὸν νομοθέτην καὶ ἀφιλο[ι]κτείρ‐ μονα· μηδὲ νέμε χεῖρα τῷ κάμνοντι, προτιθεὶς αὐτοῦ τὴν εἰς τὸν νόμον αἰδὼ, μᾶλλον δὲ τὴν ἀργίαν τὴν ἀλογωτάτην, εἰ μή σοι δοκεῖ πνευματικὸν εἰδέναι | |
5 | Σαββατισμόν. Οὐ καταλήγει τοῦ εἶναι χρηστὸς ὁ τῶν ὅλων Θεὸς, ἀγαθός ἐστι καὶ φιλάνθρωπος· οὐκ ἀπαν‐ θρωπίας τὸν Μωϋσέως νόμον ἐτίθει διδάσκαλον, ἀγάπης δὲ μᾶλλον τῆς εἰς τὸν πέλας εἰσηγητήν. Εἶτα, πῶς ἦν εἰκὸς τὴν οὕτω σεπτὴν καὶ ἀξιάγαστον | |
10 | ἐντολὴν ἀτονεῖν ἐν Σαββάτῳ, κατὰ βούλησιν Θεοῦ; Τί οὖν σεσίγηκας, νομικέ; Ἠπόρησας ὁμολογουμέ‐ νως. Μακρὰ τοιγαροῦν χαίρειν εἰπὼν ταῖς βασκα‐ νίαις τῶν Ἰουδαίων, ἀπαλλάττει τοῦ νοσεῖν τὸν ὑδέρῳ κεκρατημένον· ὃς δεδιὼς τοὺς Φαρισαίους, οὐ προσ‐ | |
15 | ῆλθεν αἰτῶν θεραπευθῆναι διὰ τὸ Σάββατον, ἀλλὰ μόνον ἔστη ἐνώπιον αὐτοῦ, ἵνα ἐκ τῆς θέας ἐλεήσας αὐτὸν, θεραπεύσῃ. Ὅνπερ εἰδὼς ὁ Κύριος, ὡς ἐμβα‐ τεύων αὐτοῦ τὴν ψυχὴν ὡς Θεὸς, οὐκ ἐρωτᾷ αὐτὸν εἰ θέλει ὑγιὴς γενέσθαι, ἀλλ’ εὐθέως ἐθεράπευσεν αὐτόν· | |
20 | ᾔδει γὰρ ὅτι ἤθελε· καὶ γὰρ ἵνα τύχῃ τῆς θεραπείας, ἵστατο ἔμπροσθεν αὐτοῦ καὶ ἐσιώπα. Ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο. (A f. 200, B f. 138 b, C f. 138 b, D f. 56 b) Ἐπειδὴ τῶν κεκλημένων ἐθεᾶτό τινας, ὡς μέγα τι χρῆμα | |
25 | καὶ ἀξιόληπτον, τὰς πρωτοκλισίας ἀσυνέτως ἁρπά‐ ζοντας, ἀναγκαίως ἵν’ αὐτούς τε καὶ ἡμᾶς ὠφελῇ, ματαίας δόξης καταφρονεῖν παρεγγυᾷ. Καὶ δοκεῖ μὲν ἵσως τισὶ, μικρά πως εἶναι ταυτὶ, καὶ οὐ πολλῆς ἄξια φροντίδος· ὅταν δέ τις αὐτοῖς τὸν τῆς διανοίας | |
30 | ὀφθαλμὸν ἐνερείσῃ, τὸ τηνικάδε μαθήσεται ὁποίου μὲν ἀπαλλάττει μώμου τὸν ἄνθρωπον, ὅσον δὲ τὸ κόσμιον αὐτῷ ἐνεργάζεται. Τὸ μὲν γὰρ τιμαῖς ἡμᾶς ταῖς ἀναρμόστοις, ἤγουν οὐ πάντη τε καὶ πάντως ὀφειλομέναις ἡμῖν προχείρως ἐπιπηδᾷν. ἀσυνέτους | |
35 | ἡμᾶς ἀποφαίνει. Ὅταν γὰρ, φησὶ, ἔλθῃ ὁ ἐντιμό‐ τερός σου, «ἐρεῖ σοι ὁ σὲ καὶ αὐτὸν καλέσας· Δὸς τούτῳ τόπον·» ὢ πόσης αἰσχύνης τὸ πρᾶγμα με‐ μέστωται! Σώφρων δὲ καὶ ἀξιοθαύμαστος, ὁ μετὸν αὐτῷ ἀνεπιπλήκτως τοῖς πρώτοις κατασεμνύνεσθαι, | |
40 | τούτου μὲν οὐκ ἐφιέμενος, μόνον δὲ οὐχὶ τὰ ἑαυτοῦ παραχωρῶν ἑτέροις, ὑπέρ γε τοῦ μὴ δοκεῖν ἡττᾶ‐ σθαι φιλοδοξίας, ὁ τοιοῦτος ὡς ὄφλημα λήψεται τι‐ μήν· ἀκούσεται γὰρ παρὰ τοῦ κεκληκότος· Προσ‐ ανάβηθι ὧδε. Μέγα δὴ οὖν καὶ ἐξαίρετον ἀγαθὸν, τὸ | |
45 | μέτριον φρόνημα. Εἰ γάρ τις ἑτέρων προτάττεσθαι ζητεῖ, κερδαινέτω τοῦτο διὰ τῆς ἄνωθεν ψήφου, καὶ στεφανούσθω τιμαῖς ταῖς παρὰ Θεοῦ, νικάτω πολ‐ λοὺς τῇ τῶν ἀρετῶν λαμπρότητι, τῇ ταπεινοφροσύνῃ· ὑψηλὸν γὰρ παρὰ Θεῷ τὸ συνεσταλμένον φρόνημα· | |
72.785(50) | μιμητὴς γίνεται Χριστοῦ τοῦ εἰπόντος· «Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Ταῦτα δὲ λέγων, οὐκέτι ἐπιπλήττει βαρέως, ἀλλὰ παραινεῖ χρηστῶς· ταὐτὸ ποιούσης καὶ τῆς παραι‐ νέσεως, μᾶλλον δὲ καὶ πλέον ἐπὶ τῶν εὐαισθήτων. | |
55 | Ὅτι καὶ προαγωγότερον ἀφίστησιν ἀπὸ τῆς φιλοτι‐ | |
μίας ἡ πρὸς τὰ τῆς φιλοτιμίας ἀποτροπή· μικρῶ δὲ | ||
72.788 | οὕτω τῷ παραδείγματι τῷ κατὰ τὰ δεῖπνα, τὴν τῶν φιλοτίμων καθαίρεσιν ὑποδεικνὺς, καὶ τὴν τῶν ἀφι‐ λοτίμων ὕψωσιν, μέγα τῷ μικρῷ προστίθησι, καθ‐ ολικὸν ἐπιφέρων τὸ, ὅτι «Πᾶς ὁ ὑψῶν ἑαυτὸν, ταπει‐ | |
5 | νωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται.» Ὅπερ τῆς θείας ἤρτηται κρίσεως, καὶ οὐ πάντως κατὰ τὴν τῶν ἀνθρώπων ἐπιτελεῖται συνήθειαν. Ἐπεὶ πολλοὶ καὶ τιμῆς ὀρεχθέντες, ἐπέτυχον τῆς εὐ‐ τελοῦς ταύτης τιμῆς· καὶ ἄλλοι ἑαυτοὺς ταπεινώσαντες, ἔμειναν ἀγέραστοι. Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει | |
10 | τοὺς φίλους σου, κ.τ.λ. (A f. 200 b, B f. 139, D f. 56 b) Ἀλλὰ τοῦτο μὲν περὶ τῆς ταπεινοφροσύνης τὸ παράγγελμα· καλὸν δὲ καὶ πρὸς τοὺς καλοῦντας ἐπιφέρει τὸ δίδαγμα, μέγαν εἰσάγων τῆς παρὰ ἀνθρώποις δεξιώσεως τὸν σκοπὸν, | |
15 | καὶ τὸν καρπὸν ἀξιοσπούδαστον, εἰ καὶ μακρὰν οὗ‐ τος καὶ οὐκ ἔχων παραχρῆμα τὴν ἀνταπόδοσιν, ὅπερ οἱ μικρόψυχοι ποιοῦσι· φίλους καλοῦντες, ἀδελφοὺς, συγγενεῖς, γείτονας, ἵν’ εὐθὺς ἀντικληθέντες, κομί‐ σαιντο τοῦτο· οὗ πολλῷ κάλλιον καὶ μεγαλοπρεπέ‐ | |
20 | στερον εἰσήγαγεν ὁ Κύριος, τὸ τοὺς δεομένους κα‐ λεῖν, τὸ πρὸς τοὺς ἀσθενεῖς καὶ λελωβημένους φιλ‐ ανθρωπεύεσθαι, παρ’ ὧν οὐκ ἔστιν ἀνταπόδοσις, ἀλλὰ Θεὸς ὁ ἀνταποδιδοὺς τῆς φιλανθρωπίας τὴν τι‐ μὴν ἐπὶ τῆς μελλούσης ζωῆς. Τοῦτο δέ φησιν, οὐχ | |
25 | ἵνα τῆς πρὸς τοὺς ἰδίους ἀπείρξῃ τιμῆς, ἀλλ’ ἵνα δι‐ δάξῃ μὴ πιπράσκειν τὰς φιλοφροσύνας τῶν ἴσων ἀνταποδόσεων, ἀλλ’ ὠφελίμους ποιεῖσθαι ταύτας, ἐπὶ μεγάλαις ἀντιδόσεσι ταῖς παρὰ Θεοῦ. Ἐρεῖ γάρ· «Δεῦτε, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βα‐ | |
30 | σιλείαν· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν,» καὶ τὰ ἑξῆς. «Ἐφ’ ὅσον γὰρ ἐποιήσατε ἑνὶ τούτων, ἐμοὶ ἐποιήσατε.» Μακάριος ὂς φάγεται ἄριστον ἐν τῇ βασι‐ λείᾳ τοῦ Θεοῦ. | |
35 | (A f. 201) Εἰκὸς δή που τὸν ἄνθρωπον οὔπω μὲν εἶναι πνευματικὸν, ψυχικὸν δὲ μᾶλλον, καὶ ἀν‐ επιτηδείως ἔχοντα πρὸς σύνεσιν ἀκριβῆ τῶν λαλου‐ μένων παρὰ Χριστοῦ· ἦν γὰρ τῶν ἀπίστων ἔτι καὶ οὔπω πεφωτισμένων· ᾠήθη δὲ τὰς σωματικὰς ἔσε‐ | |
40 | σθαι τῶν ἁγίων τὰς ἀμοιβὰς ὧν ἂν δράσειαν, εἰς ἑτέρους ἀγαθουργεῖν ᾑρημένοι. Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα. (A f. 201 b, D f. 57, E f. 204) Πολυπραγμονή‐ σωμεν πρό γε τῶν ἄλλων, ὁποία τις ἦν ἡ πρόφασις | |
45 | τῷ μὴ ἐπ’ ἀρίστῳ μᾶλλον, ἀλλ’ ὡς ἐπὶ δείπνῳ κε‐ κλῆσθαι πολλούς· μᾶλλον δὲ πρὸ τούτων, τίς ἂν νοη‐ θείη πρὸς ἡμῶν ὁ ἄνθρωπος ὁ τὸν δειπνοκλήτορα πεπομφώς· τίς δὲ καὶ ὁ δειπνοκλήτωρ, καὶ τίνες ὅλως οἱ κεκλημένοι μὲν, ἀτιμάσαντες δὲ τὴν κλῆσιν. | |
72.788(50) | Οὐκοῦν ὁ μὲν ἄνθρωπος νοηθείη ἂν ὁ Θεὸς καὶ Πα‐ τήρ· αἱ γὰρ εἰκόνες πλάττονται πρὸς τὸ ἀληθὲς, οὐκ | |
αὐταὶ πάντως εἰσὶν ἡ ἀλήθεια. Οὗτος δὴ οὖν ὁ τῶν | ||
72.789 | ὅλων Δημιουργὸς καὶ Πατὴρ τῆς δόξης μέγα πε‐ ποίηκε δεῖπνον, τουτέστιν οἰκουμενικὴν εἰργάσατο πανήγυριν, δῆλον δὲ ὅτι τὴν ἐπὶ Χριστῷ· ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς, καὶ οἷον ἐπὶ δυσμαῖς αἰῶνος | |
5 | τοῦ καθ’ ἡμᾶς, ἐπέφανεν ἡμῖν ὁ Υἱὸς, ὅτε καὶ τὸν δι’ ἡμᾶς ὑπέστη θάνατον, καὶ δέδωκεν ἡμῖν τὴν ἑαυ‐ τοῦ σάρκα φαγεῖν, ἄρτος ὢν ἐξ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· πρὸς ἑσπέραν δὲ καὶ ὑπὸ λύχνοις καὶ ἀμνὸς ἐσφάζετο κατὰ τὸν Μωϋσέως νόμον. | |
10 | Δεῖπνον οὖν εἰκότως ἡ ἐν Χριστῷ κλῆσις ὠνόμασται· εἶτα, τίς ἐστιν ὁ ἀπεσταλμένος, ὃν δὴ καὶ δοῦλον εἶ‐ ναί φησιν; Αὐτός που τάχα Χριστός· Θεὸς γὰρ ὢν φύσει, καὶ Υἱὸς ἀληθινὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἑαυ‐ τὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Ἔστι τοίνυν | |
15 | Κύριος μὲν τῶν ὅλων, ὡς Θεὸς ἐκ Θεοῦ· τήν γε μὴν τοῦ δούλου κλῆσιν ἐφαρμόσειέ τις ἂν εἰκότως τοῖς τῆς ἀνθρωπότητος αὐτοῦ μέτροις. Πότε δὲ ἀπεστάλη; Τῇ ὥρᾳ τοῦ δείπνου, φησί· οὐ γὰρ ἐν ἀρχαῖς τοῦ αἰῶνος τούτου καταπεφοίτηκεν ἐξ οὐρανῶν ὁ μονογε‐ | |
20 | νὴς τοῦ Πατρὸς Λόγος, καὶ γέγονεν ἐν εἴδει τῷ καθ’ ἡμᾶς, ἐν καιροῖς δὲ μᾶλλον καθ’ οὓς αὐτὸς ἠθέλησεν ὁ δυνάστης, δῆλον δὲ ὅτι τοῖς τελευταίοις, καθὰ φθά‐ σαντες εἴπομεν. Ὁποῖος δὲ γέγονεν ὁ τοῦ κεκληκότος λόγος; «Ἔρχεσθε, ὡς ἤδη ἕτοιμά ἐστι πάντα.» Ἡτοί‐ | |
25 | μασε γὰρ τοῖς ἐπὶ γῆς ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ τὰ δι’ αὐτοῦ τῷ κόσμῳ δεδωρημένα ἀγαθὰ, ἁμαρτιῶν ἀπόθεσιν, Πνεύματος ἁγίου μέθεξιν, υἱοθεσίας λαμ‐ πρότητα, βασιλείαν οὐρανῶν. Ἐπὶ ταῦτα κέκληκεν ὁ Χριστὸς, διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων, καὶ πρό | |
30 | γε τῶν ἄλλων, τὸν Ἰσραήλ. Ἆρ’ οὖν ἐβουλεύσαντό τι χρηστὸν ἐν ἑαυτοῖς; Ἆρα τεθαυμάκασι τοῦ κεκλη‐ κότος τὴν ἡμερότητα, τοῦ διακονοῦντος τῇ κλήσει τὴν οἰκονομίαν; Οὐ μὲν οὖν· ἀλλ’ ἠτίμασαν καὶ τὸν κα‐ λοῦντα καὶ τὸν ἀπεσταλμένον· καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες, τουτέστιν ἐξ ἑνὸς συνθήμα‐ | |
35 | τος. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. (E f. 20 b) Ὁρᾷς ὅτι τοῖς γεωδεστέροις ἀσυν‐ έτως προσνενευκότες οὐχ ὁρῶσι τὰ νοητὰ, καὶ τῶν ἐν ἐλπίσι ταῖς παρὰ Θεῷ οὐδένα ποιοῦνται λόγον. | |
40 | Εἶτα τίνες νοηθεῖεν ἂν οἱ παραιτησάμενοι ἀγρῶν τε καὶ γεωργίας ἔνεκα, καὶ παιδοποιΐας σαρκικῆς, ἢ τάχα που τῆς Ἰουδαίων συναγωγῆς οἱ προεστηκότες; Ἄνδρες ἁδροὶ τὰ βαλάντια, καὶ φιλοκερδείας ἡττώμε‐ νοι, καὶ πᾶσαν εἰς τοῦτο δαπανῶντες σπουδήν. Διὰ | |
45 | πάσης γὰρ, ὡς ἔπος εἰπεῖν, τῆς θεοπνεύστου Γρα‐ φῆς, ἐπ’ αὐτοῖς δὲ τούτοις διαβεβλημένους ἔνεστιν ἰδεῖν.—(A f. 202 b) Καὶ ὅταν ἀκούσῃς, ὅτι ἀπ‐ έστειλεν ὁ ἑστιάτωρ τὸν δοῦλον αὐτοῦ τῇ μετὰ σαρ‐ κὸς οἰκονομίᾳ, καὶ τὴν δουλείαν λογίζῃ καὶ τὴν ἀπο‐ | |
72.789(50) | στολήν. Τί ποτε δὲ εἰπεῖν ἀπεστάλη τοῖς διὰ νόμου κεκλημένοις Ἰουδαίοις; «Ἔρχεσθε, ἤδη ἕτοιμά ἐστι πάντα.» Πλὴν τῶν Ἰουδαϊκῶν ἀρχόντων τὴν κλῆσιν παραιτησαμένων, καθὼς αὐτοὶ ἔλεγον· «Μή τις τῶν ἀρχόντων ἢ τῶν Φαρισαίων ἐπίστευσεν εἰς αὐτόν;» | |
55 | ὠργίσθη ὁ οἰκοδεσπότης, ὡς ἀξίων ὄντων παθεῖν τὰ | |
ἀπὸ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς. | ||
72.792 | Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ, κ.τ.λ. (A f. 208, E f. 208 b) Καὶ νῦν οὖν ὠργίσθαι λέ‐ γεται ὁ οἰκοδεσπότης κατὰ τῶν Ἰουδαϊκῶν ἀρχόντων, | |
5 | ὡς τὸ μέγα δεῖπνον ὑβρισάντων. Καὶ δὴ κέκληνται ἀντ’ ἐκείνων οἱ εἰς τὰς πλατείας καὶ τὰς ῥύμας, οἱ ἐκ τῆς Ἰουδαϊκῆς πληθύος, ἀσθενῆ τε καὶ ἀγεννῆ τὴν διάνοιαν ἔχοντες, ἀφεγγῆ τε καὶ χωλεύουσαν· τυφλοὶ γὰρ οὗτοι καὶ χωλοὶ νοηθεῖεν ἂν, ἀλλ’ εὔῤῥωστοι καὶ | |
10 | ὑγιεῖς γεγόνασιν ἐν Χριστῷ· ἐδιδάχθησαν ὀρθοπο‐ δεῖν, τὸ θεῖον εἰς νοῦν ἐδέξαντο φῶς· ὅτι δὲ πεπι‐ στεύκασι τῶν Ἰουδαίων οὐκ εὐαρίθμητοι, μάθοι τις ἂν ταῖς τῶν ἁγίων ἀποστόλων Πράξεσιν ἐντυχών. Ἐκεῖ γὰρ Πέτρου δημηγορήσαντος, πρῶτον τρισχί‐ | |
15 | λιοι ἐπίστευσαν, καὶ πάλιν πολὺς ὄχλος. Ἀλλὰ ταῦτα μὲν διδάσκων, τοῦτο δὲ θαυματουργῶν, τὸ ἄδολον πλῆθος ὑπήγετο, καὶ πολλοὶ τῶν Ἰουδαίων ἐπίστευον εἰς αὐτόν· οὓς καὶ ἐπαράτους οἱ Φαρισαῖοι ὠνόμα‐ ζον, ὡς εἰς Χριστὸν πιστεύοντας· ἔλεγον γάρ· «Μή | |
20 | τις ἐκ τῶν Φαρισαίων ἐπίστευσεν εἰς αὐτόν; ἀλλ’ ὁ λαὸς οὗτος, ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοί εἰσιν.» Ἐνταῦθα ἑκάτερον δείκνυται, καὶ ὅτι οἱ ἄρ‐ χοντες οὐκ ἐπίστευον, καὶ ὅτι πολλοὶ ἐκ τοῦ πλήθους ἐπίστευον· ἅπερ ἀμφότερα καὶ ἡ παραβολὴ ᾐνίξατο, | |
25 | τοὺς μὲν εἰσάγουσα παραιτουμένους, τοὺς δὲ καλου‐ μένους καὶ ὑπακούοντας. Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς, καὶ ἀνάγκασον εἰσελθεῖν. (B f. 142 b, D f. 57 b, E f. 209) Ἐνταῦθά μοι | |
30 | βλέπε τὴν τῶν ἐθνῶν κλῆσιν, μετά γε τοὺς ἐξ αἵμα‐ τος Ἰσραὴλ εἰσενηνεγμένων διὰ τῆς πίστεως. Πάλαι μὲν γὰρ ἦσαν οἱ ἐξ ἐθνῶν ἄγροικοι τὰς φρένας, ἀπηγριωμένοι τὸν νοῦν καὶ οἷον ἔξω πόλεως, διὰ τὸ μὴ ζῇν ἐν εὐνομίᾳ, κτηνοπρεπῶς δὲ μᾶλλον, καὶ σὺν | |
35 | ἀλογίᾳ πολλῇ· ταύτῃτοι καὶ εἰς τὰς ἔξω πόλεως ὁδοὺς, καὶ τοὺς ἐν ἀγροῖς ὄντας φραγμοὺς, ὁ δειπνο‐ κλήτωρ ἀπεστάλη. Πλὴν προστέτακται παρὰ τοῦ πεπομφότος, οὐχ ἁπλῶς καλέσαι, καὶ μόνην αὐτοῖς προτεῖναι τὴν προτροπὴν, ἀλλὰ γὰρ καὶ ἀναγκάσαι. | |
40 | Καίτοι προαιρετικὸν ἄπασι τὸ πιστεύειν ἐστὶ, καὶ δεκτὸν τοῦτο παρὰ Θεῷ, εἶτα πῶς ἀναγκάζονταί τι‐ νες; Καὶ τοῦτο ναὶ γέγονεν οἰκονομικῶς· ἔδει γὰρ, ἔδει τοῖς ἔθνεσιν, ὡς ἀφορήτῳ πλεονεξίᾳ κατεζευγμέ‐ νοις, καὶ ὑπὸ ζυγὰ πεσοῦσι διαβολικὰ, καὶ οἱονεὶ σει‐ | |
45 | ραῖς ἀῤῥήκτοις τῶν οἰκείων πλημμελημάτων ἐνισχη‐ μένοις, καὶ οὐκ εἰδόσιν ὅλων τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, συντονωτέρας κλήσεως, μιμουμένης ἀνάγκης χρείαν, ἵν’ ἰσχύσειαν ἀναβλέψαι πρὸς Θεὸν, καὶ τῶν ἱερῶν γεύσασθαι μαθημάτων, καὶ ἀποφοιτῆ‐ | |
72.792(50) | σαι μὲν τῆς ἀρχαίας ἀπάτης, ἀποπηδῆσαι δὲ τρόπον τινὰ τῆς τοῦ διαβόλου χειρός. Καὶ γοῦν ἔφη Χριστός· «Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσαι αὐτόν.» Ἡ δὲ λέξις ὅλως ἰσχύος ἔργον τῆς θεοπρεποῦς ἀποφαίνει τὴν κλῆσιν. Τοιοῦ‐ | |
55 | τόν τι καὶ ὁ προφήτης Δαβὶδ εὑρίσκεται λέγων πρὸς Θεὸν περὶ αὐτῶν· «Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγό‐ | |
νας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ.» | ||
72.793 | Ὁρᾷς ὅπως τινὶ χαλινῷ περιτρέπει πρὸς ἑαυτὸν ὁ τῶν ὅλων Θεὸς τοὺς ἀγρίως ἀποσκιρτήσαντας; Ἀγα‐ θὸς γάρ ἐστι καὶ φιλάνθρωπος, καὶ πάντας τοὺς ἀν‐ θρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας | |
5 | ἐλθεῖν. Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέ‐ ρα ἑαυτοῦ, κ.τ.λ. (A f. 204, B f. 145) Οὐκοῦν λέγων τὸ, Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τοὺς καθ’ αἷμα καὶ | |
10 | αὐτὴν τὴν ψυχὴν, οὐ τοὺς τῆς ἐμφύτου φιλοστορ‐ γίας ἀτιμάζει νόμους, οὐδὲ τῆς φυσικῆς διαθέσεως, τῆς ὀφειλομένης γονεῦσι μὲν παρὰ τέκνων, γυναιξὶ δὲ παρὰ τῶν συνηρμοσμένων, ἀδελφοῖς δὲ πρὸς ἀδελ‐ φοὺς, καταφρονητὰς εἶναι διδάσκει, ἐχθροὺς ποιησα‐ | |
15 | μένους τοὺς οἰκειοτάτους, ἵνα συνῶμεν αὐτῷ καὶ ἀκολουθεῖν ἰσχύσωμεν· ὁ γὰρ κελεύων ἀγαπᾷν τοὺς ἐχθροὺς, πῶς ἂν ἠθέλησε μισεῖν τοὺς κατὰ φύσιν οἰκείους; Οὔτε οὖν ἀγνοῆσαι τὴν φύσιν, οὔτε δουλεῦ‐ σαι προστάττει Χριστὸς, ἀλλὰ χρῆσθαι τῇ φύσει | |
20 | πρὸς τὸ ἄμεινον καὶ σωτήριον· συνεπάγεσθαι γὰρ τὸ οἰκεῖον θέλει εἰς τὴν αὐτοῦ Χριστοῦ φιλίαν, ἀλλὰ μὴ ἀφέλκεσθαι διὰ τοῦ οἰκείου τῆς θείας ἀγάπης· ἐπεὶ τό γε τιμᾷν γονέας καὶ αὐτῷ τῷ Κυρίῳ δοκεῖ. Καὶ τὸ ἐκτρέφειν τὰ τέκνα Παῦλος εἰσηγεῖται· ἀλλὰ | |
25 | καὶ γονεῦσιν ὑπακούειν δεῖ, φησὶν, ἐν Κυρίῳ· καὶ νουθεσίᾳ Κυρίου καὶ τὰς ἑαυτῶν γυναῖκας ἀγαπᾷν τοῖς ἀνδράσιν εἰσηγήσατο, ἀλλ’ ἐν μιμήσει Χριστοῦ τοῦ τὴν Ἐκκλησίαν ἀγαπήσαντος. Καὶ ταῖς γυναιξὶ δὲ τοὺς ἄνδρας φοβεῖσθαι, ἀλλ’ Ἐκκλησίας τύπῳ | |
30 | τῆς φοβουμένης Χριστόν· οὐ γὰρ οἰκείους γε ὄντας τῇ πίστει τοὺς οἰκείους μισητέον. «Εἰ γάρ τις τῶν ἰδίων, φησὶ, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται.» Ἑνὶ δὲ λόγῳ, προκειμένου σκοποῦ τοῦ Χριστῷ ἀκολουθεῖν, εἴ τι τούτῳ σύμφω‐ | |
35 | νον, αἱρετέον· τὸ δὲ μὴ σύμφωνον, παραιτητέον. Καὶ γὰρ εἰ ζῶντας τὴν ἐν σαρκὶ ζωὴν ἔνεστι τὸ Χριστοῦ σέβας διαφυλάττειν, οὐ φευκτέον τὴν ἐν σώματι ζωὴν, ἀλλὰ συντηρητέον ταύτην, ὡς ὁ Παῦλος, ἡνίκα διὰ θυρίδος ἐν σαργάνῃ χαλασθεὶς, ἐκφεύγει τὰς | |
40 | Ἀρέτα χεῖρας, ἵνα ζῶν ἔτι κηρύττῃ Χριστὸν, καὶ μὴ θᾶττον ἀναιρεθεὶς, ἐμποδίσῃ τὸ κήρυγμα· ὅπου δὲ ἔδει καὶ τῆς ζωῆς καταφρονεῖν ὑπὲρ τοῦ τελειῶ‐ σαι τὸν δρόμον, οὐδὲ τὴν ψυχὴν ἔφη ποιεῖσθαι τιμίαν ἑαυτῷ· καὶ Χριστὸν ἐφ’ ἑκάτερα προὐτίθετο σκοπὸν, | |
45 | ἐπί τε τὸ ζῇν καὶ τὸ τεθνάναι. «Ἐμοὶ γὰρ, φησὶ, τὸ ζῇν, Χριστός· καὶ τὸ ἀποθανεῖν, κέρδος.» Τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι, κ.τ.λ. (A f. 205, B f. 143) Ὁποία τις ἡ πρόφασις, ἡ | |
72.793(50) | πρός γε τούτους παρενεγκοῦσα τοὺς λόγους, εἰπεῖν ἀναγκαῖον. Τὸ εὐαγγελικὸν δεῖπνον ἐν τοῖς προλα‐ βοῦσιν ἔφη τελεῖσθαι μέγα, εἰς ὃ κέκληνται πολλοὶ παρὰ τοῦ προσθέντος αὐτοῖς τὴν πανήγυριν. Ἀλλ’ ἦσαν πρὸς τοῦτο ῥᾴθυμοί τινες· παρῃτοῦντο γὰρ, | |
55 | φησὶν, ἀπὸ μιᾶς, λέγοντες, ὁ μὲν ὅτι Ἀγρὸν ἠγόρασα, | |
72.796 | ὁ δὲ ὅτι Ζεύγη βοῶν ἐπριάμην, ὁ δὲ ὅτι Γυναῖκα ἔγημα, καὶ οὐ δύναμαι ἐλθεῖν· καὶ τοιαύταις τισὶν εὑρεσιλογίαις χρώμενοι, λελυπήκασι τὸν κεκληκότα. Ἔδει τοίνυν ἡμᾶς εἰδέναι καὶ μάλα σαφῶς, ὅτι Θεοῦ | |
5 | καλοῦντος εἰς ἑαυτὸν, τῶν εἰς σάρκα καὶ περὶ αὐτὴν ἐπιθυμιῶν καταφρονητὰς εἶναι προσήκει. Εἶτα δυσὶ κέχρηται παραδείγμασιν, ἀκονῶν εἰς ἄμαχον εὐαν‐ δρίαν τοὺς ἑαυτοῦ γνωρίμους. Εἰ γὰρ δή τις βούλοιτο, φησὶν, οἰκοδομῆσαι πύργον, τὰ πρὸς ἀπαρτισμὸν | |
10 | ἑτοιμασάμενος πρότερον, οὕτως τῇ οἰκοδομῇ ἐπιβάλ‐ λεται· [καὶ εἴ τις βασιλεὺς πορεύῃ συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, πρῶτον βουλεύεται] εἰ εὐσθενὴς ᾖ πρὸς ἀντίστασιν, ἢ μή· ἵν’ ἢ θαῤῥήσῃ τὸν πόλε‐ μον, ἢ τὴν εἰρήνην ἕλοιτο. Ταὐτὸ δὴ τοῦτο καὶ τοὺς | |
15 | πιστεύοντας ἀπαιτεῖ· δεῖ γὰρ τοὺς τὴν εὐκλεᾶ καὶ ἀμώμητον ζωὴν κατορθοῦν ἑλομένους, τὴν ἀρκοῦσαν εἰς τοῦτο προθυμίαν ἐγκαταθέσθαι τῷ νῷ, μεμνῆσθαί τε τοῦ λέγοντος· «Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· | |
20 | εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον.» Οἶς δὲ οὐκ ἔνεστι προθυμία τοιαύτη, οὗτοι πῶς ἂν ἰσχύσειαν τὸν προτεθέντα αὐτοῖς ἀποπεράναι σκοπόν;—(A f. 205) Τί τὸ ἐντεῦθεν ὑποδηλούμενον; «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ | |
25 | πνευματικὰ τῆς πονηρίας, ἐν τοῖς ἐπουρανίοις.» Ἔστι δέ τις καὶ ἑτέρων ἡμῖν πολεμίων ἑσμὸς, τὸ φρόνημα τῆς σαρκὸς, ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαί‐ νων νόμος τὰ πολύτροπα πάθη· πρὸς ταῦτα ἡμῖν ἡ πάλη, αὕτη τῶν ἐχθρῶν ἡ ἀγρία πληθύς. Πῶς οὖν | |
30 | ἄρα περιεσόμεθα; Ὅταν πιστεύωμεν, ὅτι «ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, κατὰ τὸ γεγραμμένον, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Οὕτως αὐτὸς ἑαυτὸν διαθεὶς, ἔφη τις τῶν ἁγίων προφήτων· «Ἰδοὺ Κύριος βοηθεῖ μοι, τίς κακώσει με;» Ψάλλει | |
35 | δέ που καὶ ὁ θεσπέσιος Δαβίδ· «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;» καὶ τὰ λοιπά. Αὐτὸς γάρ ἐστιν ἡμῶν ἡ ἰσχύς. Καλὸν τὸ ἅλας. (A f. 206, C f. 139 b) Ὥσπερ δὲ ἄνευ ἁλὸς, οὔτε | |
40 | ἄρτος, οὔτε ὄψον ἐδώδιμον, οὕτως ἄνευ τῆς ἀποστο‐ λικῆς συνέσεως καὶ διδασκαλίας, πᾶσα ψυχὴ μωρὰ καὶ ἄνοστος [dic ἄνοσμος], καὶ οὐχ ἡδεῖα παρὰ Θεῷ. Ἔστωσαν οὖν ἐν ἡμῖν οἱ ἅλες, τουτέστιν οἱ θεῖοί τε καὶ σωτήριοι λόγοι, ὧν ἐὰν καταφρονήσωμεν, ἐσό‐ | |
45 | μεθα μωροὶ καὶ ἀσύνετοι καὶ ἀχρεῖοι παντελῶς. | |
46t | ΚΕΦΑΛ. ΙΕʹ. | |
47 | Ἦσαν δὲ ἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. (A f. 206) «Πέπομφεν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ Θεὸς | |
72.796(50) | καὶ Πατὴρ, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, καθά φησιν | |
αὐτὸς, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.» Εἶτα πῶς | ||
72.797 | ἔδει σωθῆναι τὸν κόσμον, τοῖς τῆς ἁμαρτίας ἁλόντα βρόχοις· Ἆρα δίκας ἀπαιτούμενον, ἢ μᾶλλον εὐερ‐ γετούμενον, ἀνεξικακοῦντος Θεοῦ, καὶ οἷον λήθῃ παραδιδόντος τὰ παρῳχηκότα, καὶ εἰς ἁγίαν ζωὴν | |
5 | ἀναπλάττοντος τοὺς εὖ βιοῦν οὐκ εἰδότας; Τί οὖν, εἰπέ μοι, διαγογγύζεις, ὦ Φαρισαῖε, τελώναις καὶ ἁμαρτωλοῖς οὐκ ἀπαξιώσαντος συνεῖναι Χριστοῦ, καὶ ταύτην αὐτοῖς τῆς σωτηρίας ὁδὸν οἰκονομικῶς κατασκευάζοντος; Ταύτης ἕνεκα τῆς αἰτίας καθῆκεν | |
10 | ἑαυτὸν εἰς κένωσιν, καὶ ἐν ὁμοιώσει γέγονε τῇ πρὸς ἡμᾶς. Ἆρ’ οὖν ἐπιπλήττεις τῇ μετὰ σαρκὸς οἰκονο‐ μίᾳ τοῦ Μονογενοῦς; Καίτοι τεθαυμάκασιν οἱ μα‐ κάριοι προφῆται τοῦ μυστηρίου τὸ εὐτεχνές. Ψάλλει γὰρ ὁ προφήτης Δαβὶδ καί φησι· «Ψάλατε συνετῶς, | |
15 | ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη.» Ὁ δέ γε Ἀμβα‐ κοὺμ ἀκηκοέναι φησὶ τὴν ἀκοὴν, κατανοῆσαι δὲ καὶ τὰ ἔργα, καὶ εἰς ἔκστασιν ἐλθεῖν· πῶς οὖν ἃ θαυ‐ μάζειν ἐχρῆν, ταῦτα καταψέγων οὐκ ἐρυθριᾷς; Πε‐ πλάνηται τὸ ἐπὶ γῆς γένος, ἀπώλισθε τῆς χειρὸς τοῦ | |
20 | ἀρχιποίμενος· γέγονε διὰ τοῦτο καθ’ ἡμᾶς, ὁ τὰς ἄνω καὶ ἐν οὐρανῷ ποιμαίνων ἀγέλας, ἵνα καὶ ἡμᾶς τοῖς ἰδίοις ἐναυλίσῃ σηκοῖς· ἵνα συνάψῃ τοῖς μὴ πε‐ πλανημένοις, καὶ ἀποσοβήσῃ τὸν θῆρα τὸν ἀλιτήριον, ἀποστήσῃ δὲ καὶ ὥσπερ τι λῃστρικὸν καὶ ἀνόσιον στί‐ | |
25 | φος τοὺς ἀκαθάρτους δαίμονας, οἳ πεπλανήκασι τὴν ὑπ’ οὐρανόν· ἐζήτησε τοίνυν τὸ ἀπολωλὸς, καὶ τὰς τῶν Ἰουδαίων ἐπ’ αὐτῷ δὴ τούτῳ φιλοψογίας εἰ‐ καίας καὶ κενὰς ἀπέδειξεν. Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, | |
30 | κ.τ.λ. (A f. 207) Ἀλλά μοι σύνες ἐνταῦθα ἀγαπητὲ, τῆς τοῦ Σωτῆρος ἡμῶν βασιλείας τὸ πλάτος, καὶ τῆς ἐφ’ ἡμῖν οἰκονομίας τὸ εὐτεχνές. Ἑκατὸν μὲν γὰρ εἶναί φησι τὰ πρόβατα, εἰς πληθὺν ἀναφέρων τὴν | |
35 | ἀρτίως ἔχουσαν καὶ τελειοτάτην, τῶν ὑποζευγμένων αὐτῷ λογικῶν τὸν ἀριθμόν· ἀεὶ γάρ πώς ἐστι τέλειος ὁ ἑκατὸν ἀριθμὸς, ἐκ δέκα δεκάδων συγκείμενος· μεμαθήκαμεν δὲ καὶ ἐκ τῆς θεοπνεύστου Γραφῆς, ὅτι χίλιαι χιλιάδες λειτουργοῦσι Θεῷ, καὶ μύριαι | |
40 | μυριάδες τὸν ὑπέρτατον αὐτοῦ περιεστήκασι θρόνον. Ἑκατὸν οὖν ἄρα τὰ πρόβατα· πεπλάνηται δὲ ἓν ἐξ αὐτῶν, τουτέστι τὸ ἐπὶ γῆς γένος, ὃ δὴ καὶ ἐζήτησεν ὁ πάντων ἀρχιποίμην, ἀφεὶς ἐν τῇ ἐρήμῳ, τῷ ἄνω τόπῳ καὶ οὐρανίῳ τῷ πλήρει γαλήνης, τὰ ἐνενηκον‐ | |
45 | ταεννέα. Ἆρ’ οὖν ἀφειδήσας τῶν πολλῶν, τῆς ἐφ’ ἑνὶ μόνῳ γέγονε φειδοῦς; Οὐκ ἀφειδήσας. Πόθεν; Εἰσὶ γὰρ, εἰσὶν ἐν ἀσφαλείᾳ, περιφραττούσης αὐτὰ τῆς πανσθενεστάτης χειρός. Κατοικτείρεσθαι δὲ μᾶλλον ἐχρῆν τὸ ἀπολωλὸς, ἵνα μηδὲν ὁρῷτο τὸ ἐλ‐ | |
72.797(50) | λελοιπὸς τῇ ἑτέρᾳ πληθύϊ· προσεπενηνεγμένου δὲ τοῦ ἑνὸς, ἔχῃ τὸ ἴδιον κάλλος ἡ ἑκατοντάς. Καὶ φέρε τὸ χρῆμα καὶ δι’ ἑτέρου παραστήσωμεν παραδείγματος, συναγορεύοντες πανταχοῦ τῇ ἀπαρα‐ | |
βλήτῳ γαληνότητι τοῦ πάντων ἡμῶν Σωτῆρος Χρι‐ | ||
72.800 | στοῦ. Ὑποκείσθω γὰρ ἐν ἑνὶ μὲν οἴκῳ διαιτᾶσθαι πολλοὺς, ἑνὶ δὲ συμβῆναι τὸ ἀῤῥωστίᾳ περιπεσεῖν· ἄρ’ οὖν ἐπὶ τίνι κληθεῖεν ἂν οἱ θεραπεύειν εἰδότες; οὐκ ἐπὶ μόνῳ πεσόντι εἰς ἀῤῥωστίαν; Ἀλλ’ οὐκ | |
5 | ἀφειδήσαντες τῶν πολλῶν, δρῷεν ἂν τοῦτο οἱ κεκλη‐ μένοι πρὸς θεραπείαν, ἑνὶ δὲ τῷ κάμνοντι τὰς ἐκ τῆς τέχνης ἐπικουρίας δωρούμενοι, καὶ καιροῦ καὶ χρείας καλούσης εἰς τοῦτο. Ἔδει δὴ οὖν, ἔδει τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν τῷ πεπλανημένῳ | |
10 | χεῖρα νεῖμαι τὴν σώζουσαν· σέσωκεν ὁ ἀρχιποίμην· ἐζήτησε γὰρ τὸ πεπλανημένον, ἔστησεν αὐλὴν ἡμῖν ἄσυλον καὶ ἀνάλωτον καὶ θηρσὶ καὶ λῃσταῖς, φημὶ δὲ τὴν Ἐκκλησίαν· ἣν δὴ καὶ θαυμάζοντες, ἐκεῖνό φαμεν τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς· «Ἰδοὺ πό‐ | |
15 | λις ὀχυρὰ καὶ σωτήριος ἡμῖν, θήσει τεῖχος καὶ περί‐ τειχος.» Ὁ αὐτὸς δ’ ἂν εἴη νοῦς τῆς εὐθὺς καὶ ἐφεξῆς κειμένης παραβολῆς, ἐν ᾗ γυναῖκά φησι δραχμὰς ἔχουσαν δέκα, μίαν ἐξ αὐτῶν ἀπολέσαι· εἶτα λύχνον ἅψασαν καὶ εὑροῦσαν, ἡσθῆναι λίαν ἐπ’ αὐτῷ | |
20 | δὴ τούτῳ, καὶ θυμηδίας τῆς ἀνωτάτω πρόφασιν τὸ χρῆμα ποιήσασθαι. Ἔχει δὲ οὕτως ἡ παραβολή· Γυνὴ δραχμὰς ἔχουσα δέκα, κ.τ.λ. (A f. 207, B f. 146) Διὰ μὲν τῆς προτέρας παρα‐ βολῆς, ἐν ᾗ πρόβατον πεπλανημένον τῆς γῆς ἀπ‐ | |
25 | εδείκνυτο γένος, ἐμανθάνομεν ὅτι κτίσις ἐσμὲν τοῦ ἐπὶ πάντας Θεοῦ, ὡς παρενεγκόντος εἰς ὕπαρξιν οὐκ ὄντα ποτέ· «Αὐτὸς γὰρ ἐποίησεν ἡμᾶς, καὶ οὐκ ἡμεῖς,» κατὰ τὸ γεγραμμένον. «Καὶ αὐτὸς μέν ἐστι ὁ Θεὸς ἡμῶν, ἡμεῖς δὲ λαὸς νομῆς αὐτοῦ, καὶ | |
30 | πρόβατα τῆς χειρὸς αὐτοῦ.» Διὰ δὲ τῆς δευτέρας ταύτης, ἐν ᾗ δραχμῇ παρεικάζεται τὸ ἀπολωλὸς, ὡς ἐκ δέκα πάλιν, τουτέστιν ἐκ τελειότητος, ἤτοι πλη‐ θύος τῆς ἀρτίως ἐχούσης εἰς ἀριθμὸν (τέλειος γὰρ καὶ ὁ δέκα, τὴν ἐκ μονάδος ἀναφοίτησιν ἔχων εἰς τὸν | |
35 | ἐπέκεινα δρόμον), διαδείκνυται σαφῶς ὅτι καθ’ ὁμοίωσιν καὶ κατ’ εἰκόνα γεγόναμεν τὴν βασιλικὴν, τουτέστι τὴν τοῦ ἐπὶ πάντας Θεοῦ. Ἡ γάρτοι δραχ‐ μὴ νόμισμά που πάντως ἐστὶ, χαρακτῆρας ἔχον βασιλικούς. Ὅτι δὲ πεσόντες τρόπον τινὰ καὶ ἀπ‐ | |
40 | ολωλότες εὑρήμεθα παρὰ Χριστοῦ, καὶ πρὸς αὐτὸν μεμορφώμεθα δι’ ἁγιασμοῦ καὶ δικαιοσύνης, πῶς ἂν ἐνδοιάσειέ τις; γεγραφότος ὡδὶ τοῦ μακαρίου Παύλου· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσ‐ ώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν | |
45 | εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθά‐ περ ἀπὸ Κυρίου Πνεύματος.» Ἐπιστέλλει δὲ καὶ Γαλάταις ὡδί· «Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Γέγονε δὲ τοῦ πεσόντος ἡ ζήτησις, λύχνον ἁψάσης τῆς γυναικός· εὑρήμεθα | |
72.800(50) | γὰρ παρὰ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς σοφίας, ἥτις ἐστὶν ὁ Υἱὸς, φωτὸς ἐν ἡμῖν ἀναλάμψαντος τοῦ θείου καὶ νοητοῦ ἑωσφόρου, καὶ τοῦ ἡλίου τῆς δικαιοσύνης ἀνατείλαντος, καὶ διαυγαζούσης ἡμέρας, κατὰ τὸ γεγραμμένον. Καὶ γοῦν δι’ ἑνὸς τῶν ἁγίων προφη‐ | |
55 | τῶν ἔφη που Θεὸς περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος | |
Χριστοῦ· «Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου ἀποκα‐ | ||
72.801 | λυφθῆναι, καὶ τὸ σωτήριόν μου ὡς λαμπὰς καυθήσε‐ ται.» Καὶ αὐτὸς δέ φησι περὶ ἑαυτοῦ, ποτὲ μὲν, ὅτι «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου·» ποτὲ δὲ πάλιν, ὅτι «Ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλήλυθα· ὁ | |
5 | ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.» Οὐκοῦν ἐν φωτὶ σέσω‐ σται τὸ ἀπολωλὸς, καὶ γέγονε ταῖς ἄνω δυνάμεσι θυμηδία τὸ χρῆμα· χαίρουσι γὰρ καὶ αὐταὶ καὶ ἐφ’ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· καὶ τοῦτο αὐτὸς ἡμᾶς | |
10 | ἐδίδαξεν ὁ πάντα εἰδώς. Εἰ δὲ ἐφ’ ἑνὶ τῶν σωζομένων ἑορτάζουσι, τὸν θεῖόν που πάντων ἰχνηλατοῦντες σκοπὸν, καὶ ἀκαταλήκτοις εὐφημίαις τὴν τοῦ σώ‐ ζοντος ἡμερότητα κατακρατεῖν εἰθισμένοι, ὁποίας ἄν τις αὐτοὺς εὐφροσύνης ἀναπίμπλασθαι φαίη ἂν, ὅλης ἀνασεσωσμένης τῆς ὑπ’ οὐρανὸν, καὶ διὰ τῆς | |
15 | ἐν Χριστῷ πίστεως κεκλημένης εἰς ἐπίγνωσιν ἀληθείας; Ἄνθρωπός τις εἶχε δύο υἱούς. (E f. 227) ᾜτησεν ἄσωτος τὸ ἐπιβάλλον· ἔλα‐ βεν, ἀπεδήμησεν, ἐδαπάνησεν· εἶτα ἐν ἐνδείᾳ γέγονε παντὸς ἀγαθοῦ, καὶ τῶν θεοσδότων χαρισμάτων ἐν | |
20 | σπάνει, καὶ οἷον λιμῷ κατεφθείρετο, τὸν ἄρτον οὐκ ἔχων τὸν ἐξ οὐρανοῦ· «Οὐ γὰρ ἐπ’ ἄρτῳ μόνῳ ζήσε‐ ται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.» Ἐφαρμόσειε δ’ ἄν τις τὴν πα‐ ραβολὴν καὶ τοῖς ἐξ ἐθνῶν. Ἔφη γὰρ, ἀνθρώπῳ | |
25 | τινὶ δύο μὲν υἱοὺς γενέσθαι· εἶναι δὲ ἕνα μὲν αὐτῶν ἐπιεικῆ, τὸν δὲ ἕτερον ἄσωτον, ὃς δὴ καὶ κατεδηδο‐ κὼς τὸ ἐκνεμηθὲν αὐτῷ τῆς οὐσίας μέρος, εἶτα λιμῷ πιεσθεὶς, τοῖς κερατίοις προσέβαλεν ἅπερ ἤσθιον οἱ χοῖροι. Τοιοῦτόν τι πεπονθότας τοὺς ἀποπεπλανημέ‐ | |
30 | νους εὑρήσομεν. Ἐν ἴσῳ μὲν γὰρ ἅπασι δέδωκεν ὁ Δημιουργὸς, ὥσπερ τινὰ κλῆρον, τὴν τῆς φύσεως ἐπι‐ τηδειότητα πρὸς τὸ ἀγαθόν· ἀλλ’ οἱ μὲν διέσωσαν τὸ δοθὲν, τοῖς θείοις ἀκολουθήσαντες νόμοις, καὶ φυσι‐ καῖς ἐννοίαις χειραγωγούμενοι πρὸς πᾶν ὁτιοῦν τῶν | |
35 | οὐκ ἐκτόπων· οἱ δὲ ἠμοιρηκότες εἰς ἅπαν τῆς ἄνωθεν ἡμερότητος καὶ φειδοῦς καὶ ἀγάπης, ἐν σπάνει γε‐ γόνασι τῶν τῆς ἀρίστης ζωῆς αὐχημάτων, καὶ τροφὴν ἐσχήκασι τὰς Ἑλλήνων ψευδομυθίας, ἐν τάξει κερα‐ τίων νοουμένας, οἷς ἔνεστι μὲν βραχὺ τὸ γλυκὺ, | |
40 | ἀτροφία δὲ πολλὴ καὶ ξηρότης· καί γε κατέβοσκεν αὐτοὺς ὁ Σατανᾶς ταῖς Ἑλλήνων ψευδηγορίαις, καὶ ταῖς τῶν παρ’ αὐτοῖς λογάδων ἀνοήτοις εὐστομίαις· μῦθοι γὰρ καὶ ἕτερον οὐδὲν καὶ γραοπρεπῆ τερετί‐ σματα τὰ παρ’ ἐκείνοις εἰσὶ δικαιώματα. Καὶ ἔστιν | |
45 | ἡ τοῦ κόσμου σοφία διὰ τὸ τῆς λέξεως εὔηχες χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Οὐκοῦν ἐτρέφοντο μὲν πάλαι τοῖς Ἑλληνικοῖς συγγράμμασιν, οὐδεμίαν ὄνη‐ σιν εἰς κατόρθωσιν τῆς ἀρετῆς ἐργάσασθαι δυναμέ‐ νοις. Ἐπειδὴ δὲ ἐξεζήτησαν τὸν Θεὸν, καὶ ἀπὸ τῆς | |
72.801(50) | μακρᾶς πλάνης ἐπανῆλθον, ὡς νεκροὶ μὲν ἀνέζησαν, ὡς δὲ ἀπολωλότες εὑρέθησαν. Τῶν μὲν γὰρ ἔτι πλα‐ νωμένων, καὶ τὸν φύσει Θεὸν οὐκ εἰδότων, νεκρός τέ ἐστι καὶ οἱονεὶ ἀπεψυγμένος ὁ νοῦς, καὶ νεκρῶν ἔργων | |
ἐπιμελητής· ταῦτα δέ ἐστι τὰ θελήματα τῆς σαρκός· | ||
72.804 | τῶν γε μὴν ἐπιστρεψάντων πρὸς Θεὸν, καὶ ἐπεγνω‐ κότων τὴν ἀλήθειαν, οὐκ ἔστι νεκρὸς ὁ νοῦς· τὴν παρὰ Χριστοῦ δὲ ζωοποίησιν πεπλουτηκὼς, ζῇ μᾶλ‐ λον, καὶ τῶν εἰς ζωὴν σπουδασμάτων ποιεῖται φρον‐ | |
5 | τίδα· καὶ νεκρῶν μὲν ἔργων ἀποφοιτᾷ, ἐπιθυμεῖ δὲ τῆς εἰς αἰῶνα ζωῆς, τῆς ἔν γε, φημὶ, τῷ αἰῶνι τῷ μέλλοντι δοθησομένης παρὰ Χριστοῦ τοῖς πιστεύσα‐ σιν εἰς αὐτόν. (A f. 208, E f. 218 b) Δοκεῖ μέν τισι διὰ τῆς τῶν υἱῶν δυάδος, τοὺς ἁγίους ἀγγέλους κατασημαίνεσθαι, | |
10 | καὶ ἡμᾶς δὲ τοὺς ὄντας ἐπὶ τῆς γῆς· τὸ μὲν τοῦ πρεσβυτέρου πρόσωπον, ἅτε δὲ καὶ ζῶντος ἐπιεικῶς, τὸ τῶν ἁγίων ἀγγέλων τάγμα δηλοῦν· τὸ δέ γε τοῦ νεωτέρου τε καὶ ἀσώτου, τὸ γένος τὸ ἀνθρώπινον. Εἰσὶ δὲ τῶν ἐν ἡμῖν τινες, οἳ δὴ καὶ ἑτέραν ἰόντες | |
15 | τρίβον, διὰ μὲν τοῦ πρεσβυτέρου καὶ εὖ βεβιωκότος υἱοῦ, καταδηλοῦσθαί φασι τὸν κατὰ σάρκα Ἰσραὴλ, διὰ δέ γε τοῦ ἑτέρου, ὃς καὶ ζῇν εἴλετο φιληδόνως, καὶ ἀπεφοίτησε τοῦ πατρὸς, τὴν τῶν ἐθνῶν γράφε‐ σθαι πληθύν. Ἀπόψηφος δὲ ταῖς περὶ τούτων δό‐ | |
20 | ξαις εἰμὶ μὲν ἐγώ· δοκιμαζέτω δὲ τὸ ἀληθὲς ὁ φιλο‐ μαθής. Ὅταν μὲν γὰρ εἰς τὸ τῶν ἀγγέλων πρόσωπον ἀναγάγωμεν τὸν γνήσιον υἱὸν, οὐχ εὑρήσομεν αὐτὸν τὰς τοῖς ἁγίοις ἀγγέλοις πρεπούσας εἰπόντα φωνὰς, οὔτε μὴν οὕτω διακείμενον καθάπερ ἐκεῖνοι περὶ | |
25 | τοὺς ἐπιστρέφοντας ἐξ ἁμαρτιῶν εἰς μετάνοιαν. Ὁ μὲν γὰρ τῶν ὅλων Σωτὴρ καὶ Κύριος χαρὰν εἶναί φησιν ἐν οὐρανοῖς ἐνώπιον τῶν ἁγίων ἀγγέλων, ἐφ’ ἑνὶ ἀνθρώπῳ ἁμαρτωλῷ μετανοοῦντι· ὅ γε μὴν ἐν τῇ προκειμένῃ παραβολῇ γραφόμενος υἱὸς ὡς εὐπαρά‐ | |
30 | δεκτος τῷ πατρὶ, καὶ ἀδιάβλητον ἐσχηκὼς τὸν βίον, ὀργισθῆναι λέγεται, καὶ ἀφιλαλλήλου γνώμης εἰς τοῦτο ἐλθεῖν, ὥστε καὶ ἐγκαλέσαι τῷ πατρὶ τὴν ἐπὶ τῷ σεσωσμένῳ φιλοστοργίαν· οὐ γὰρ ἠθέλησε, φησὶν, εἰς τὴν ἑστίαν εἰσελθεῖν, ἀσχάλλων ὅτι καὶ εἰσεδέχθη | |
35 | μετανοῶν ὁ ἀνανήψας μόλις, τέθυται δὲ καὶ ὁ μόσχος ὑπὲρ αὐτοῦ, καὶ ὅτι τετέλεκεν ἐπ’ αὐτῷ πανήγυριν ὁ πατήρ. Μάχεται δὲ τοῦτο, ὡς ἔφην, τῷ σκοπῷ τῶν ἁγίων ἀγγέλων· χαίρουσι γὰρ καὶ δοξολογοῦσι Θεὸν, σωζομένους ὁρῶντες τοὺς ἐπὶ τῆς γῆς· καὶ γοῦν, ὅτε | |
40 | τὴν ἐν Βηθλεὲμ ἀπότεξιν κατὰ σάρκα ἐκ γυναικὸς ὑπέμεινεν ὁ Υἱὸς, τοῖς μὲν ποιμέσιν εὐηγγελίζοντο λέ‐ γοντες· «Μὴ φοβεῖσθε ὑμεῖς· ἰδοὺ γὰρ εὐαγγελιζό‐ μεθα ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ· ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ, ὅς ἐστι Χριστὸς | |
45 | Κύριος ἐν πόλει Δαβίδ.» Ὑμνῳδίαις δὲ καὶ δοξολο‐ γίαις στεφανοῦντες τὸν γεγεννημένον, ἔφασκον· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀν‐ θρώποις εὐδοκία.» Εἰ δὲ δή τις λέγοι, τὸν κατὰ σάρκα Ἰσραὴλ σημαί‐ νεσθαι διὰ τοῦ γνησίου καὶ ἐπιεικοῦς υἱοῦ, ἀφίστησι | |
72.804(50) | πάλιν ἡμᾶς τοῦ χρῆναι συναινεῖν τῇ τοιᾷδε δόξῃ, τὸ κατ’ οὐδένα τρόπον ἁρμόσαι τῷ Ἰσραὴλ τὸ ἀκαταψέ‐ κτως ἑλέσθαι βιοῦν· διὰ πάσης γὰρ, ὡς ἔπος εἰπεῖν, τῆς θεοπνεύστου Γραφῆς διαβεβλημένους ἔστιν ἰδεῖν· | |
ὡς γὰρ ἀποστάτας καὶ ἀπειθεῖς, εἴρηται γοῦν πρὸς | ||
72.805 | αὐτοὺς διὰ φωνῆς Ἱερεμίου· «Τί εὕροσαν οἱ πα‐ τέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ’ ἐμοῦ, καὶ ἐπορεύθησαν ὀπίσω τῶν μα‐ ταίων, καὶ ἐματαιώθησαν;» Συνῳδὰ δὲ τούτοις καὶ | |
5 | διὰ φωνῆς Ἡσαΐου περὶ αὐτῶν ἔφη που Θεός· «Ἐγ‐ γίζει μοι ὁ λαὸς οὗτος τοῖς χείλεσιν· ἡ δὲ καρδία αὐ‐ τοῦ πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ· μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας [καὶ] ἐντάλματα ἀνθρώπων.» Εἶτα πῶς τούτοις οὕτω καταγνωσμένοις περιθείη τις | |
10 | ἂν τὰς ἐν τῇ παραβολῇ φωνὰς, ὡς παρὰ τοῦ γνησίου καὶ ἐπιεικοῦς υἱοῦ προενηνεγμένας; Ἔφη γὰρ, ὅτι «Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι, καὶ οὐδέποτε ἐντο‐ λήν σου παρῆλθον.» Ἀλλ’ οὐκ ἂν ἐσχήκασι διαβε‐ βλημένην τὴν ζωὴν, εἰ μὴ τὰς θείας παρατρέχοντες ἐντολὰς πρὸς ἐξίτηλον ἐτράποντο. | |
15 | Ἄλλως τε, χρῆναι γὰρ οἶμαι κἀκεῖνο εἰπεῖν, βού‐ λονταί τινες εἰς τὸ τοῦ Σωτῆρος ἡμῶν πρόσωπον ἀναφέρειν τὸν μόσχον τὸν σιτευτὸν, ὃν τέθυκεν ὁ πα‐ τὴρ, κεκλιμένου πρὸς ἐπιστροφὴν τοῦ υἱοῦ. Εἶτα πῶς ὁ γνήσιος υἱὸς, ὁ σοφὸς καὶ ἐπιστήμων καὶ γεγονὼς | |
20 | εὐπάρεδρος, ὃν δὴ καὶ εἰς πρόσωπον τῶν ἁγίων ἀγ‐ γέλων εἰσκομίζουσί τινες, ὀργῆς καὶ λύπης ἐποιεῖτο πρόφασιν τὸ σφαγῆναι τὸν μόσχον; Οὐ γάρ τι λε‐ λυπημένας κατίδοι τις ἂν τὰς ἄνω δυνάμεις τὸν κατὰ σάρκα θάνατον ὑπομείναντος τοῦ Χριστοῦ, καὶ οἷον | |
25 | σφαγέντος ὑπὲρ ἡμῶν· ἔχαιρον γὰρ μᾶλλον, ὡς ἔφην, αἵματι τῷ ἁγίῳ σωζομένην ὁρῶντες τὴν ὑπ’ οὐρανόν· ἀνθ’ ὅτου δὴ οὖν καί φησιν ὁ γνήσιος υἱὸς τὸ, «Ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον.» Τίνος γὰρ τῶν ἀγαθῶν ἐνδεῖ τοῖς ἁγίοις ἀγγέλοις; καίτοι πλουσίᾳ χειρὶ τῶν | |
30 | πνευματικῶν χαρισμάτων τὴν χορηγίαν ἐκνενέμηκεν αὐτοῖς ὁ τῶν ὅλων Δεσπότης. Ἢ καὶ ποίας ἂν ἐδεή‐ θησαν θυσίας ἔν γε τοῖς καθ’ ἑαυτούς; Οὐ γάρ που καὶ ὑπὲρ αὐτῶν ἔδει παθεῖν τὸν Ἐμμανουήλ. Εἰ δὲ δή τις οἴοιτο, καθάπερ ἤδη προεῖπον, τὸν κατὰ σάρκα | |
35 | Ἰσραὴλ σημαίνεσθαι διὰ τοῦ γνησίου καὶ ἐπιεικοῦς γεγονότος υἱοῦ, πῶς ἀληθεύσει λέγων, ὅτι «Ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον;» Εἴτε γὰρ μόσχος εἴτε ἔριφος ὑπὲρ ἁμαρτίας θῦμα νοοῖτο Χριστὸς, ἀλλ’ οὐχ ὑπέρ γε μόνων τέθυται τῶν ἐθνῶν, ἀλλ’ ἵνα καὶ αὐ‐ | |
40 | τὸν ἐξελεῖται τὸν Ἰσραὴλ, ἐπὶ τῇ τοῦ νόμου παραβά‐ σει πολλὴν ὑπομείναντα τὴν κατάῤῥησιν. Καὶ μαρ‐ τυρήσει γράφων ὁ σοφώτατος Παῦλος· «Διὸ καὶ ὁ Υἱὸς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθε.» | |
45 | Τίς οὖν ἄρα ἐστὶ τῆς παραβολῆς ὁ σκοπός; πολυ‐ πραγμονήσωμεν τὴν αἰτίαν, ἐφ’ ᾗ καὶ γέγονεν, εἰσό‐ μεθα γὰρ οὕτω τὸ ἀληθές. Ἔφη τοίνυν ὁ μακάριος οὗτος Λουκᾶς ἐν τοῖς ὀπίσω βραχὺ περὶ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Ἦσαν δὲ πάντες αὐτῷ ἐγ‐ | |
72.805(50) | γίζοντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ· καὶ ἐγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ Γραμματεῖς, λέγοντες, ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται, καὶ συνεσθίει αὐτοῖς.» Κατακεκραγότων τοίνυν τῶν Γραμματέων καὶ Φαρισαίων τῆς ἐνούσης αὐτῷ γαλη‐ | |
55 | νότητος καὶ φιλανθρωπίας, καὶ ἐγκαλούντων αὐτῷ τὸ | |
72.808 | προσδέχεσθαί τινας τῶν ἐν βεβηλώσει ζωῆς, καὶ δι‐ δάσκειν αὐτοὺς, ἀναγκαιοτάτην αὐτοῖς ἐποιήσατο Χριστὸς τῆς προκειμένης παραβολῆς τὴν παράθεσιν, δι’ ἧς ἔξεστιν ἰδεῖν ἐκεῖνο καλῶς· βούλεται γὰρ οἷα | |
5 | τῶν ὅλων Θεὸς, καὶ τὸν εὐπάρεδρόν τε καὶ γνήσιον ἀληθῶς, καὶ βιοῦν εἰδότα σεπτῶς, καὶ τῆς εἰς ἄκρον ἐπιεικείας λαχόντα τὴν δόξαν, ἀκολουθεῖν ἐπείγεσθαι τοῖς θελήμασιν αὐτοῦ· καὶ τοῖς καλουμένοις εἰς μετά‐ γνωσιν, κἂν εἴ τινες εἶεν τῶν σφόδρα κατεγνωσμέ‐ | |
10 | νων, ἐφήδεσθαι μᾶλλον, ἢ γοῦν ἀφιλάλληλον ἐπ’ αὐ‐ τοῖς εἰσδέχεσθαι λύπην. Πάσχομεν γὰρ ἔσθ’ ὅτε τι τοιοῦτον καὶ ἡμεῖς αὐ‐ τοί· ζῶσι μὲν γάρ τινες τὴν παγκάλην τε καὶ παν‐ αρίστην ζωήν· ἕτερος δέ τις ἀσθενεῖ καὶ ἥττηται, πρὸς | |
15 | πᾶν εἶδος φαυλότητος κατενηνεγμένος· οὗτος πρὸς αὐτῷ τῷ γήρᾳ πολλάκις ἐπιστρέφει πρὸς Θεὸν, καὶ τὴν ἐπὶ τοῖς προημαρτημένοις συγγνώμην αἰτεῖ, τῶν ἀμεινόνων γενόμενος ἐραστής· ἢ τάχα που καὶ μέλ‐ λων τὸν ἀνθρώπινον καταλύειν βίον, ἀξιοῦται τοῦ | |
20 | θείου βαπτίσματος, καὶ ἀποσκευάζεται τὰ ἐγκλήματα τοῦ Θεοῦ κατοικτείροντος. Εἶτα χαλεπαίνουσιν ἔσθ’ ὅτε τινὲς ἐπ’ αὐτῷ δὴ τούτῳ, καί φασιν· Οὗτος ὁ τό‐ δε τι πράξας, κἀκεῖνο εἰπὼν, οὐκ ἐκτέτικε τῷ κριτῇ τῶν βεβιωμένων τὰς δίκας, καὶ ἠξιώθη τῆς οὕτω | |
25 | λαμπρᾶς καὶ ἀξιαγάστου χάριτος, ἐν υἱοῖς ἐγράφη Θεοῦ, καὶ τῇ τῶν ἁγίων τετίμηται δόξῃ· ταῦτα γὰρ ἔσθ’ ὅτε παραπτύουσί τινες ἐξ ἀκαίρου μικροψυχίας, οὐχ ἑπόμενοι τῷ σκοπῷ τοῦ πάντων Πατρός· χαίρει γὰρ λίαν, σωζομένους ὁρῶν τοὺς ἀπολωλότας, καὶ | |
30 | ἀνακομίζει πρὸς τὸ ἐν ἀρχαῖς σχῆμα, διδοὺς αὐτοῖς τὸ ἐλεύθερον, καὶ στολῇ τῇ πρώτῃ κατακαλλύνων αὐ‐ τοὺς, καὶ δακτύλιον διδοὺς εἰς τὴν χεῖρα· τοῦτο δέ ἐστιν ἐλευθέροις πρέπουσα θεοφιλὴς εὐκοσμία.— (I f. 134) Ἄθρει γὰρ ὅπως διὰ τρόπου παντὸς | |
35 | ἐξαίρετον αὐτῇ τὸ κάλλος ἐνσημαίνεται, καὶ τῆς ἀμωμήτου ζωῆς ἐνεργάζεται τὴν φαιδρότητα. Κατα‐ καλλύνει γὰρ κόσμῳ παντὶ, νοητῷ δηλονότι καὶ πνευ‐ ματικῷ, τὰς τῶν σεβομένων αὐτὸν ψυχὰς, ἵνα καὶ πρὸς ἑκάστην λέγηται τὸ διὰ τῆς τοῦ Ψάλλοντος λύ‐ | |
40 | ρας· «Ἄκουσον, θύγατερ, καὶ ἴδε,» καὶ τὰ λοιπά. Ἔσθημα δὲ οὖν τὸ εἰς τιμὴν καὶ δόξαν ἀληθῆ τῷ ἱερῷ καὶ ἁγίῳ γένει Χριστὸς, κόσμημά τε λαμπρὸν καὶ ὑπερκόσμιον ταῖς τῶν ἁγίων ψυχαῖς. «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε,» φησί· καὶ ἀληθὴς ὁ λόγος. | |
45 | Ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὑτοῦ ἀπὸ τῶν κερατίων. (A f. 210 b, E f. 230) Τοιοῦτόν τι παθόντα κατ‐ αθρήσαιμεν ἂν καὶ τὸν ὡς ἐν τύπῳ παραβολῆς γραφό‐ μενον ἄσωτον, ὃς τὴν πατρῴαν οὐσίαν ἐν ἀλλοδαπῇ | |
72.808(50) | κατεδήδοκεν· ἐνδείᾳ τε τῶν ἄνωθεν ἀγαθῶν ἐφθείρε‐ το, καὶ λιμὸς οἷά τις τῶν οὐρανίων αὐτὸν κατεβό‐ σκετο μαθημάτων, ἐπεθύμει τε χορτασθῆναι ἀπὸ | |
τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι· ἀλλὰ διαῤῥέουσα | ||
72.809 | ἡ διάκενος ἡδονὴ κενὸν αὐτὸν κατελίμπανε, καὶ ἦν ἐν ἐνδείᾳ παντάπασιν. Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου. (E f. 238) Καὶ ὁ Κύριος γὰρ κελεύων παῤῥησιά‐ | |
5 | ζεσθαι, καὶ λέγειν ἐν ταῖς προσευχαῖς, Πάτερ, ἐκεῖνο τοῖς προσευχομένοις νοεῖν δίδωσιν, ὅτι εἰ Πατέρα καλοῦμεν Θεὸν, καὶ τῆς οὕτω λαμπρᾶς ἠξιώθημεν τιμῆς, δεῖ καὶ ἀξίως τοῦ τετιμηκότος πολιτεύεσθαι. Τοῦτο γὰρ καὶ Πέτρος ὁ μέγας φησίν· «Εἰ Πατέρα | |
10 | ἐπικαλεῖσθε, λέγων, τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε.»—(A f. 212 b, E f. 242) Ἴσως ἐρεῖς κατὰ σαυτόν· Κεκηλίδωμαι διὰ πολλῆς ἁμαρτίας· εἶτα, πῶς ἂν γενοίμην καθαρὸς ὁ οὕτω | |
15 | μεμολυσμένος; Ἄκουε τοιγαροῦν καὶ τὰ παρ’ ἡμῶν. Οἶδας ὅτι πεπλημμέληκας ὅλως; ὁμολογεῖς τὴν ἀσθέ‐ νειαν; διαμέμνησαι τῶν ὀλισθημάτων; ἐγγὺς εἶ τοῦ σώζεσθαι· καθάρσεως γὰρ ἀρχὴ τὸ ὁμολογεῖν ἁμαρ‐ τίας. Οὕτω καὶ γέγραπται· «Λέγε σὺ τὰς ἀνομίας | |
20 | σου πρῶτος, ἵνα δικαιωθῇς·» οὐ γάρ ἐστι σκληρὸς ὁ πάντων Δεσπότης· οὐκ ἀμείλικτος, χρηστὸς δὲ μᾶλλον καὶ φιλοικτείρμων καὶ ἀγαθὸς καὶ εἰδὼς τὸ πλάσμα. Καὶ γὰρ μέγα καὶ ὁμολογία καὶ φυγὴ τοῦ κακοῦ· οὕτως ἐδέχθη ὁ ἄσωτος.—(E f. 244) Ἀλλὰ | |
25 | τίς ὁ μόσχος ὁ σιτευτὸς, ἢ πάντως Χριστὸς, τὸ ἄμωμον ἱερεῖον, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ θυόμενος καὶ ἐσθιόμενος; Καθ’ ὃ γὰρ τὴν ἄλογον φύσει καὶ κτηνώδη σάρκα περιεβάλετο, κἂν αὐτὴν τῶν οἰκείων αὐχημάτων πεπλήρωκε, μόσχος νοεῖται, | |
30 | ἀπειρόζυγος μὲν τοῦ νόμου τῆς ἁμαρτίας, σιτευτὸς δὲ καθ’ ὃ πρὸ καταβολῆς κόσμου προώριστο τὸ κατὰ Χριστὸν μυστήριον, ἡ φρικώδης καὶ μεγάλη θυσία, ἧς μετασχεῖν ἐφεῖται τοῖς ἐπανιοῦσιν ἐξ ἁμαρτίας. | |
35t | ΚΕΦ. Ιϛʹ. | |
36 | Ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκο‐ νόμον. (A f. 215, B f. 152) Πλὴν κἀκεῖνό φαμεν τοῖς φιλομαθέσιν, ὅτι πλαγίως καὶ ἀσυμφανῶς ἡμῖν αἱ | |
40 | παραβολαὶ πραγμάτων ὀνησιφόρων δήλωσιν εἰσκομί‐ ζουσιν, ὅταν αὐτῶν ἐν βραχεῖ καὶ συνεσταλμένως τὸν νοῦν καταθρήσωμεν. Οὐ γὰρ ἅπαντα τῆς παραβολῆς τὰ μέρη πολυπραγμονεῖσθαι χρὴ λεπτῶς καὶ ἐξ‐ ητασμένως, ἵνα μήτε πρὸς τὸ πέρα μέτρου βαδίζων | |
45 | ὁ λόγος καταλυπήσῃ τῷ περιττῷ τοὺς φιλακροάμο‐ νας, μήτε μὴν ἀδολεσχίας ὄχλον ἐνεργάσηταί τισιν· οἷον καὶ ἐπὶ τῆς προκειμένης παραβολῆς. Εἰ γὰρ βούλοιτό τις διατρανοῦν, τίς μὲν ἂν νοηθείη πρὸς ἡμῶν ὁ ἄνθρωπος, ὁ τὸν διαβεβλημένον ἔχων οἰκο‐ | |
72.809(50) | νόμον, ἢ καὶ τίς ἂν εἴη τυχὸν ὁ διαβεβληκὼς αὐτὸν, τίνες δὲ καὶ οἱ τοῖς ὀφλήμασιν ἔνοχοι, καὶ τὰς τῶν ὀφλημάτων ποιοῦντες ἀποκοπὰς, καὶ διὰ ποίαν αἰ‐ | |
τίαν ὁ μὲν ἔλαιον, ὁ δὲ σῖτον ἐποφλῆσαι λέγεται, | ||
72.812 | σκοτεινὸν ἅμα καὶ περιττὸν ἀποτελέσει τὸν λόγον. Οὐκοῦν οὐ πάντη τε καὶ πάντως ἅπαντα τῆς παρα‐ βολῆς τὰ μέρη τῇ τῶν δηλουμένων εἰσὶ θεωρίᾳ χρήσιμα, εἰς εἰκόνα δὲ ληφθεῖεν ἂν ἀναγκαίου πρά‐ | |
5 | γματος ἀμυδρῶς ὑποφαίνουσαν τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἀκροωμένοις. Ἔστι τοίνυν τῆς παραβολῆς τοιοῦ‐ τος ὁ νοῦς· «Ὁ τῶν ὅλων Θεὸς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν» Ταύτῃ τοι καὶ νόμον εἰς βοήθειαν ἔδωκε, κατὰ τὴν | |
10 | τοῦ προφήτου φωνήν. Νόμον δέ φαμεν ἐν τούτοις, οὐχὶ δή που πάντως τὸν διακονηθέντα διὰ Μωϋσέως, ἅπασαν δὲ μᾶλλον τὴν θεόπνευστον Γραφὴν, δι’ ἧς ἔνεστι μαθεῖν τὴν εὐθὺ παντὸς ἀγαθοῦ καὶ σωτηριώ‐ δους πράγματος ἀποκομίζουσαν τρίβον. Βούλεται | |
15 | τοίνυν ὁ τῶν ὅλων Δεσπότης, ὁλοτρόπως ἡμᾶς τοῖς εἰς ἀρετὴν ἀνακεῖσθαι σπουδάσμασι, καὶ διαβιοῦν ἑλέσθαι σπουδαίως καὶ ἁγίως, ἀπαλλάττοντας ἑαυ‐ τοὺς τῶν τοῦ παρόντος βίου περισπασμῶν, ἵνα εὐ‐ παρέδρως καὶ ἀπερισπάστως ὑπηρετῶμεν αὐτῷ. | |
20 | Καὶ γοῦν διὰ μὲν τῆς τοῦ Ψάλλοντος λύρας· «Σχο‐ λάσατε, φησὶ, καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός.» Δι’ ἑαυτοῦ δὲ πάλιν ὁ τῶν ὅλων Σωτὴρ τοῖς τὸν πλοῦ‐ τον ἔχουσι τὸν ἐπὶ τῆς γῆς· «Πωλήσατε, φησὶ, τὰ ὑπάρχοντα, καὶ δότε ἐλεημοσύνην, ποιήσατε ἑαυτοῖς | |
25 | βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς.» Καὶ ἡ μὲν ἐντολὴ σωτήριος, ἀσθενὴς δὲ λίαν ὁ ἀνθρώπινος νοῦς, καὶ ἀεί πως προσπέπηγε τοῖς γεωδεστέροις· καὶ τοῦτο εἰδὼς αὐτὸς ὁ Σωτὴρ ἔφησέ που περὶ αὐτῶν· «Πῶς δυσκόλως οἱ τὰ χρή‐ | |
30 | ματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ!» Καὶ πάλιν· «Εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Ἕως γὰρ ἔστι τις ἐν τῷ πλουτεῖν καὶ τρυφᾷν, ἀνεπιτήδευτον ἔχει τὴν εἰς Θεὸν εὐσέβειαν. (A f. 215 b) Ἆρ’ οὖν οὐδὲ μία τοῖς πλουτοῦσι σω‐ | |
35 | τηρίας ὁδὸς, ἀλλὰ πῦρ αὐτοῖς ηὐτρέπισται, τὸ τῷ διαβόλῳ πρέπον καὶ τοῖς ἀγγέλοις αὐτοῦ; Οὐμεν‐ οῦν· ἰδοὺ γὰρ, ἰδοὺ πρόφασιν αὐτοῖς σωτηρίας ἀν‐ έδειξεν ὁ Σωτὴρ διὰ ταύτης τῆς παραβολῆς· ἐθαῤῥή‐ θησαν, τὸν ἐπὶ τῆς γῆς πλοῦτον ἀφέντος αὐτοῖς ἀν‐ | |
40 | εξικάκως τοῦ ἐπὶ πάντων Θεοῦ· πλὴν κατά γε τὸν ἐνόντα σκοπὸν αὐτῷ οἰκονόμοι τινὲς τίθενται τῶν πτωχευομένων· οἰκονόμοι δὲ λέγονται παρὰ τῷ τὰ οἰκεῖα ἑκάστῳ νέμειν· ἀλλ’ οἰκονομοῦσιν οὐκ ὀρθῶς, οἱονεὶ σκορπίζοντες τὰ δοθέντα αὐτοῖς παρὰ | |
45 | τοῦ Δεσπότου· μόναις γὰρ ταῖς ἑαυτῶν δαπανῶσι τρυφαῖς, καὶ προσκαίρους ὠνοῦνται τιμὰς, ἀμνημο‐ νοῦντες Θεοῦ λέγοντος· «Ἀνοίγων ἀνοίξεις τὰ σπλάγχνα τῷ ἀδελφῷ σου, τῷ ἐπιδεομένῳ ἐν σοί.» Ναὶ μὴν καὶ αὐτοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· | |
72.812(50) | «Γένεσθε οἰκτείρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτείρμων ἐστίν.» Ἀλλ’ οὐδεὶς αὐτοῖς, ὡς ἔφην, τοῦ κατοικτείρειν ἀδελφοὺς ὁ λόγος, μόνης δὲ ποιοῦνται φροντίδα τῆς ἑαυτῶν ἀγερωχίας· τοῦτο | |
διαβέβληκεν αὐτοὺς παρὰ τῷ πάντων Δεσπότῃ. Δεῖ | ||
72.813 | δὲ πάντως αὐτοὺς ἀποπεσεῖν τῆς οἰκονομίας ἐπι‐ πηδῶντος θανάτου, καὶ τῶν καθ’ ἡμᾶς πραγμάτων ἐξέλκοντος· ἀδιάφυκτον γὰρ ἀνθρώπῳ παντὶ τοῦ θα‐ νάτου τὸ λῖνον. Τί οὖν ἄρα δρᾷν αὐτοὺς βούλεται | |
5 | Χριστός; Ἕως εἰσὶν ἐν τῷδε τῷ κόσμῳ, κἂν εἰ μὴ πάντα βούλοιντο τὸν ἑαυτῶν πλοῦτον διανεῖμαι πτω‐ χοῖς, κἂν γοῦν ἐκ μέρους κατακτήσασθαι φίλους, καὶ πολλοὺς τῆς εὐσπλαγχνίας μάρτυρας, τοὺς εὖ πεπονθότας δηλονότι· ἵνα ὅταν αὐτοὺς ὁ ἐπίγειος | |
10 | ἐκλείπῃ πλοῦτος, ἔχωσί τινα τόπον ἐν ταῖς ἐκείνων σκηναῖς. Καὶ γάρ ἐστι τῶν ἀμηχάνων ἄμισθον γενέ‐ σθαι ποτὲ τὸν φιλόπτωχον, ἀλλ’ εἴτε ἅπαντά τις τὸν ἑαυτοῦ πλοῦτον διαδοίη τισὶν, εἴτ’ οὖν ἐκ μέρους, ὀνήσει πάντως τὴν ἑαυτοῦ ψυχήν. | |
15 | Ὁ πιστὸς ἐν ἐλαχίστῳ, καὶ ἐν πολλῷ πιστός ἐστι. (A f. 217, B f. 154) Συχνῶς ἔσθ’ ὅτε ὁ τῶν ὅλων Σωτὴρ τοὺς αὐτοὺς ποιεῖται λόγους, καὶ διαφόροις περὶ τοῦ αὐτοῦ θεωρήματος κέχρηται παραδείγμασιν, | |
20 | ἵνα πρὸς σύνεσιν ἀκριβῆ τῶν παρ’ αὐτοῦ λεγομένων, ὁ τῶν ἀκροωμένων ἐμβιβάζηται νοῦς. Ἄθρει δέ μοι πάλιν τῶν προκειμένων ἀναγνωσμάτων τὴν δύναμιν. Δοκεῖ δέ μοι καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο χρησίμως κατιδεῖν, τίνας ὅλως ὁ τοιόσδε λόγος ἔχει τὰς ἀφορ‐ | |
25 | μάς· ἔσται γὰρ οὕτως εὐσύνοπτος τῶν προκειμένων ὁ νοῦς. Ἐδίδασκε τοίνυν τοὺς ἐν πλούτῳ Χριστὸς ἀγαπᾷν ὅτι μάλιστα τὴν φιλοπτωχίαν, καὶ θησαυρί‐ ζειν ἐν οὐρανῷ, καὶ τῆς εἰς τὸ μέλλον εὐημερίας ποιεῖσθαι πρόνοιαν. Ἀλλ’ εὖ ἠπίστατο, Θεὸς ὢν φύ‐ | |
30 | σει, τῆς ἀνθρώπου διανοίας τὸν ὄκνον, τὸν ἐπὶ παντὶ σπουδαίῳ τε καὶ ἀγαθῷ πράγματι, καὶ ὡς φιλό‐ πλουτοι λίαν ὄντες, καὶ τῷ τοιῷδε πάθει τυραννού‐ μενοι παντελῶς, οὐδένα τοῖς πτωχευομένοις νέμουσιν ἔλεον. Ὅτι τοίνυν τοῖς οὕτως ἔχουσι γνώμης, οὐδὲν | |
35 | ὑπάρξει τῶν παρὰ Θεοῦ χαρισμάτων, δῆλον δὲ ὅτι πνευματικῶν, ἐξ ἐναργεστάτων παραδειγμάτων δια‐ δείκνυσι λέγων· «Ὁ πιστὸς ἐν ἐλαχίστῳ, καὶ ἐν πολλῷ πιστός ἐστι,» καὶ τὰ ἑξῆς. Λῦσον ἡμῖν, Δέσ‐ ποτα, τὸ ζητούμενον, ἄνοιξον ἡμῶν τῆς καρδίας τὸν | |
40 | ὀφθαλμόν. Ἄκουε τοίνυν σαφῶς τε καὶ ἀκριβῶς, ὅπερ ἔφη· Εἰ ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγέ‐ νεσθε, φησὶ, τὸ ἀληθινὸν τίς δώσει ὑμῖν; Ἔστι δὴ οὖν τὸ ἐλάχιστον, ὁ ἄδικος μαμωνᾶς, τουτέστιν ὁ ἐπίγειος πλοῦτος, ἐξ ἁρπαγῆς ἔσθ’ ὅτε καὶ πλεονε‐ | |
45 | ξίας συνειλεγμένος· τοῖς γε μὴν εὖ εἰδόσι βιοῦν, καὶ ἀποφέρουσι μὲν τῶν ἐπιγείων τὸν νοῦν, φρονοῦσι δὲ μᾶλλον τὰ ἄνω, καταλογισθείη ἂν παντελῶς οὐ‐ δὲν ὁ ἐπίγειος πλοῦτος, ἀλλ’ εἰς τοὺς ἐνδεεῖς ὅλον δαπανήσουσι, καλῶς αὐτὸν οἰκονομοῦντες. Τοῦτο, | |
72.813(50) | οἶμαι, ἐστὶ τὸ ἐν ὀλίγῳ γενέσθαι τινὰ πιστὸν, τὸ τοῖς ἐν ἐσχάτῃ ταλαιπωρίᾳ τὴν ἀπό γε τῶν ὄντων δια‐ νέμειν ἐπικουρίαν. Εἰ οὖν ἐν ὀλίγῳ γεγόναμεν ἄ‐ πιστοι, πῶς ἂν λάβοιμεν παρ’ αὐτοῦ τὸ ἀληθινὸν, τουτέστι τῶν θείων χαρισμάτων ἀμφιλαφῆ χορη‐ | |
55 | γίαν, ψυχὴν ἀνθρώπου κατακαλλύνουσαν, καὶ τὸ θεῖον αὐτῇ κάλλος ἐγγράφουσαν; (A f. 154 b) Ὅτι δὲ εἰς τοῦτο βλέπει καὶ τέτρα‐ πται τῶν τοῦ Σωτῆρος ῥημάτων ὁ σκοπὸς, καὶ διὰ | |
τῶν ἐφεξῆς εἰδείη τις ἂν εὖ μάλα. Ἔφη γάρ· «Εἰ | ||
72.816 | ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς δώσει ὑμῖν;» Ἀλλότριον δὲ εἶναί φαμεν, τὴν τῶν χρημάτων περιουσίαν· οὐ γὰρ γεγεννήμεθα μετὰ πλούτου, γυμνοὶ δὲ μᾶλλον· καὶ ἀληθὲς εἰπεῖν | |
5 | ὅτι, κατὰ τὸ γεγραμμένον, «Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.» Γενώμεθα οὖν πιστοὶ ἐν τῷ μικρῷ τούτῳ καὶ γηΐνῳ πλούτῳ, ὃς ἐλάχιστός ἐστι καὶ οὐδὲν, ὅτι ῥευστός· καὶ μὴ σφε‐ τεριζώμεθα τὰ εἰς κοινὴν τῶν ἀδελφῶν χρείαν δο‐ | |
10 | θέντα ἡμῖν, ὥστε ἄδικον τὸν πλοῦτον ποιεῖν, διὰ τοῦ κατέχειν αὐτὸν, καὶ ταῦτα, ἀλλότριον ὄντα· τὸ μὲν, ὅτι οὐδὲν εἰσηνέγκαμεν· τὸ δὲ, ὅτι τῶν πτωχῶν ἐστιν· ἵνα τὸν ἡμέτερον θεῖον καὶ οὐράνιον πλοῦτον πιστευθῶμεν, τὸν ἀληθινὸν καὶ μένοντα. Ἀλλότριον | |
15 | μὲν γὰρ ἀνθρώπου παντὸς φυσικῶς, τὸ πλουτεῖν· ἔξωθεν γὰρ προσγίνεται καὶ ἐπισυμβαίνει τισί· κἂν ἀποσυμβῇ καὶ ἀπόλοιτο, παραβλάψοι ἂν οὐδὲν παν‐ τελῶς τοὺς τῆς ἀνθρώπου φύσεως λόγους. Οὐ γὰρ ἔν γε τῷ εἶναι πλούσιοι, λογικοί τέ ἐσμεν, καὶ ἁπά‐ | |
20 | σης ἀγαθοεργίας ἐπιστήμονες, ἀλλ’ ἡ τῆς φύσεως ἐπιτηδειότης δεκτικὴ τῶν τοιούτων ἐστὶν, ὅπερ ἐστιν ἡμέτερον. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, ἐκτίσθημεν ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Ὅταν τοίνυν ἐν | |
25 | τῷ ἀλλοτρίῳ, τουτέστιν ἐν τοῖς ἔξωθεν προσγενομέ‐ νοις, ἄπιστοί τινες εἶεν, πῶς ἂν λάβοιεν τὰ ἑαυτῶν; τουτέστι, πῶς ἂν ἐν μεθέξει γένοιντο τῶν θεοσδότων ἀγαθῶν; ἢ πῶς κομισόμεθα τὸ ἱερόν τε καὶ ἀξιάγα‐ στον κάλλος, ὃ ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐγγράφει | |
30 | Θεὸς, διαμορφῶν αὐτὰς πρὸς ἑαυτόν; Γεγόναμεν γὰρ οὕτως ἐν ἀρχαῖς. Ὅτι δ’ ἐστὶ τῶν ἀμηχάνων, ἕνα καὶ τὸν αὐτὸν μερίζεσθαι πρὸς τὰ ἐναντία, καὶ ἀκαταψέκτως δύνασθαι βιοῦν, διαδείκνυσι λέγων· Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δου‐ | |
35 | λεύειν. (A f. 217, B f. 154 b) Παράδειγμα τοῦτο σαφές τε καὶ ἐναργὲς, καὶ τῇ τῶν προκειμένων θεωρίᾳ πρεπωδέστατον· συμπέρασμα δὲ ὥσπερ τοῦ παντὸς λόγου, τὸ ἐφεξῆς· «Οὐ δύνασθε γὰρ Θεῷ δουλεύειν | |
40 | καὶ μαμωνᾷ.» Εἰ γὰρ δή τις γένοιτο, φησὶ, δύο κυρίων οἰκέτης, μεμερισμένων τοῖς θελήμασιν εἰς τὸ ἐναντίον, καὶ ἀσύμβατον ἀλλήλοις ἐχόντων τὴν γνώ‐ μην, πῶς ἂν δύναιτο ἀμφοτέροις ἀρέσαι; Μεριζόμε‐ νος γὰρ εἰς τὸ ἑκατέρῳ δοκοῦν, τοῖς ἀμφοῖν θελήμα‐ | |
45 | σιν ἀντανίσταται. Πᾶσα γὰρ ἀνάγκη, τὸν αὐτὸν ὁρᾶσθαι πονηρόν τε καὶ ἀγαθόν. Οὐκοῦν εἴπερ ἕλοιτο γνήσιος ἑνὶ γενέσθαι, φησὶ, μισήσει τὸν ἕτερον. Ἀμήχανον δὴ οὖν Θεῷ δουλεῦσαι καὶ μαμωνᾷ· ἐπὶ θάτερον τοίνυν μεταθῶμεν τὴν πᾶσαν σπουδὴν, πολλὰ | |
72.816(50) | χαίρειν εἰπόντες τῷ μαμωνᾷ. Ταῦτα γὰρ ἡμῖν ὁ μέ‐ γας εἰσηγεῖται Διδάσκαλος. Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες ἐξεμυκτή‐ ριζον αὐτόν. | |
(A f. 217 b). Ὥσπερ τὰ τῶν ἐν τοῖς σώμασι πα‐ | ||
72.817 | θῶν ἀγριώτερα, τὰς ἐκ τῶν φαρμάκων ἐπικουρίας οὐ προσίεται, φεύγει δὲ ὥσπερ τὴν ἴασιν· κἂν εἴ τις προσάγοι τὸ πεφυκὸς ὠφελεῖν, ἐξαγριοῦται μειζό‐ νως, καὶ οἷον ἀγανακτεῖ, καίτοι τῇ τέχνῃ κολακευό‐ | |
5 | μενα, οὕτω τὰ ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐπι‐ συμβαίνοντα πάθη σκληρὰ καὶ ἀνουθέτητά πώς εἰσιν ἔσθ’ ὅτε, καὶ οὐδενὸς ἀνέχεται λόγου καλοῦντος εἰς ἀπόστασιν τοῦ κακοῦ, καὶ τοῖς ἀμείνοσιν ἐμβιβά‐ ζοντος. Τοῦτο πεπονθότας εὑρήσομεν τοὺς Φαρισαίους, | |
10 | οἳ διὰ φιλαργυρίαν ἐξηυτέλιζον τὰς ἀρίστας παραι‐ νέσεις· καὶ δέον σεβασθῆναι, ἐμυκτήριζον ταῦτα εἰσηγούμενον Δεσπότην. Ἀλλ’ ἡμεῖς ἐξέλωμεν τὸ τῆς φιλαργυρίας κέντρον, ὃ καὶ εἰς ἀσέβειαν ἐγείρειν δύναται, καθάπερ ἐκείνους. Μακρὸν τοιγαροῦν ἐπ’ | |
15 | αὐτοῖς δαπανήσας λόγον ὁ τῶν ὅλων Σωτὴρ, εἶτα τῶν ἰδίων σκεμμάτων καὶ παθῶν οὐκ ἀποφοιτῶντας ὁρῶν, ἐμφιλοχωροῦντας δὲ μᾶλλον τῇ συντρόφῳ σκαιότητι, τρέπεται λοιπὸν ἐπὶ τὸ δριμὺ τῶν ἐλέγ‐ χων, καιροῦ καλοῦντος εἰς τοῦτο, καὶ ἀποφαίνει | |
20 | ὑποκριτὰς ὄντας καὶ βωμολόχους, καὶ δόξης μὲν ἐραστὰς, ἥπερ ἂν πρέποι δικαίοις τε καὶ ἀγαθοῖς ἀνδράσιν, οὐ μὴν ὄντας τοῦτο κατὰ ἀλήθειαν. Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων. | |
25 | (A f. 218) Τοῦτο καὶ ἑτέρωθί που πρὸς αὐτοὺς εὑρίσκεται λέγων· «Πῶς δύνασθε πιστεῦσαι, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, τὴν δὲ δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;» Τοὺς μὲν γὰρ ἀληθῶς ὄντας ἀγαθοὺς, τοῖς εἰς δικαιοσύνην ἐπαίνοις | |
30 | ὁ Θεὸς στεφανοῖ· οἵ γε μὴν ἀφιλάρετοι καὶ ὑποκρι‐ ταὶ, τάχα ταῖς ἑαυτῶν ψήφοις, τὸ δοκεῖν εἶναι σεπτοὶ παρακλέπτουσιν. Ἀλλ’ οὐδεὶς, ὦ βέλτιστοι, φαίη τις ἂν αὐτοῖς, ἑαυτὸν στεφανοῖ. Γέγραπται γάρ· «Ἐγ‐ κωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα· ἀλλό‐ | |
35 | τριος, καὶ μὴ τὰ σὰ χείλη.» Πλὴν κἂν εἰ δύναιντό πως λαθεῖν οἱ ὑποκριταὶ, καὶ τὰς ἐξ ἀνθρώπων ἁρ‐ πάσαι τιμὰς, ἀλλ’ οὖν ὁ Θεὸς, φησὶ, γινώσκει τὰς καρδίας ὑμῶν, καὶ τιμᾷ μὲν δίκαιον τὸν ἀληθινὸν, σκορπίζει δὲ τὰ τῶν ἀνθρωπαρέσκων ὀστᾶ· ἀνθρω‐ | |
40 | παρεσκία γὰρ ῥίζα καὶ ἀρχὴ καὶ γένεσις τῆς μεμι‐ σημένης παρά τε Θεῷ καὶ ἀνθρώποις ὑπεροψίας. Καταστίξας τοίνυν τοῖς ἐλέγχοις αὐτοὺς, ἕτερόν τι τούτοις προσεπάγει Χριστὸς, ὅπερ ἔμελλον πείσεσθαι, διά γε τὴν ἐνοῦσαν αὐτοῖς ἀνοσιότητά τε καὶ ἀπει‐ | |
45 | θίαν. Φησὶ γάρ· Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου, κ.τ.λ. (A f. 218). Ἐπικρύπτει πάλιν ἀσαφείᾳ τὸ λυποῦν, καὶ κατεσκιασμένην ὥσπερ ποιεῖται τὴν προαγόρευ‐ | |
72.817(50) | σιν τῶν συμβησομένων τοῖς ἀπειθεῖν ἑλομένοις αὐτῷ. Μωϋσῆς γὰρ, φησὶ, καὶ σὺν αὐτῷ τῶν ἁγίων προφη‐ τῶν ὁ χορὸς, τοῦ κατ’ ἐμὲ μυστηρίου τὴν δύναμιν προκατηγγέλκασι τοῖς ἐπὶ τῆς γῆς. Καὶ ὁ νόμος ἐδή‐ λου διὰ σκιᾶς καὶ τύπων, ὅτι καὶ τὸν τῆς σαρκὸς | |
55 | ὑπομενῶ θάνατον, ἵνα σώσω τὴν ὑπ’ οὐρανὸν, καὶ | |
72.820 | καταργήσω τὴν φθορὰν, ἐγηγερμένος ἐκ νεκρῶν. Συμβαίνοντα δὲ τοῖς Μωϋσέως νόμοις, ἐλάλησαν οἱ προφῆται. Ξένον τοίνυν, φησὶν, οὐδὲν, ἤγουν προ‐ εγνωσμένον, ὅταν τοῖς ἐμοῖς ἀπειθήσητε λόγοις· μέ‐ | |
5 | χρι γὰρ Ἰωάννου τοῦ Βαπτιστοῦ, ὁ τῆς προφητείας τῆς ἐπ’ ἐμοὶ καὶ ὑμῖν ἐκτείνεται λόγος. Ἀπὸ δέ γε τῶν ἡμερῶν Ἰωάννου, ἡ βασιλεία τῶν οὐρανῶν εὐ‐ αγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν βιάζεται. Βασιλείαν δὲ οὐρανῶν φησιν ἐν τούτοις, τὴν ἐν πίστει δικαίω‐ | |
10 | σιν, τὴν τῆς ἁμαρτίας ἀπόνιψιν, τὴν διά γέ φημι τοῦ ἁγίου βαπτίσματος, τὸν διὰ τοῦ Πνεύματος ἁγια‐ σμὸν, τὴν ἐν Πνεύματι προσκύνησιν, τῆς υἱοθεσίας τὸ καύχημα, τῆς μελλούσης δοθήσεσθαι τοῖς ἁγίοις δόξης τὴν ἐλπίδα. Εὐαγγελίζεται τοίνυν ἡ τῶν οὐρα‐ | |
15 | νῶν βασιλεία, παρελθόντος εἰς μέσον τοῦ Βαπτιστοῦ, καὶ λέγοντος· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·» καὶ καταδεικνύντος ἤδη παρόντα τὸν Ἀμνὸν τοῦ Θεοῦ, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου. Πᾶς δὲ εἴ τις γέγονε τῶν ἱερῶν κηρυγμάτων κατήκοος καὶ ἐρα‐ | |
20 | στὴς, εἰσβιάζεται· τουτέστιν ἁπάσῃ προθυμίᾳ καὶ παντὶ σθένει χρώμενος, εἴσω παρελθεῖν τῆς ἐλπίδος ἐπιθυμεῖ. Ὡς γὰρ ἑτέρωθί πού φησιν, «Ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.» Εὐκοπώτερον δέ ἐστι, κ.τ.λ. (A f. 218 b) Εὐκοπώτερον εἶναί φησι τὸν οὐρανὸν | |
25 | καὶ τὴν γῆν παρελθεῖν, οὔπω τοῦτο γίνεσθαι Θεοῦ προστάττοντος, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. Νόμον δέ φησιν ἔσθ’ ὅτε συλλήβδην ἅπασαν τὴν θεό‐ πνευστον Γραφὴν, τουτέστι, τὰ Μωϋσέως καὶ προφη‐ τῶν. Τίνα τοίνυν προαπηγγέλκασιν, ἃ καὶ δεῖ πάν‐ | |
30 | τως ἐκβῆναι πρὸς πέρας; Προηγόρευσαν ὅτι διὰ πολλὴν ἀπιστίαν καὶ τρόπων ἀνοσιότητα, τῆς πρὸς Θεὸν οἰκειότητος ἀπολισθήσει, καίτοι πρωτότοκος ὢν ἐν τέκνοις ὁ Ἰσραήλ· καὶ ὅτι τῆς παρ’ αὐτοῦ ἀγάπης ἐξωσθήσεται ἡ Ἱερουσαλήμ. Καὶ γοῦν ἔφη | |
35 | περὶ αὐτῆς διὰ φωνῆς Ὠσηέ· «Ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψι, καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτῆς· καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ.» Ὁδὸς μὲν γὰρ εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ οὐδὲν ἅπαντες ἐν αὐτῇ, λεῖα δὲ πάντα καὶ ἱππήλατα. | |
40 | Φράσσεται δὲ ἡ ὁδὸς τῆς Ἰουδαίων μητρὸς, τουτέστιν ἀδιόδευτος αὐτοῖς ἡ τῆς εὐσεβείας ἀπετελέσθη τρίβος· ὅτι δὲ γεγόνασι σκοτεινοὶ τὸν νοῦν, καὶ οὐ προσ‐ ήκαντο τῆς τοῦ Σωτῆρος δόξης τὸ φῶς, οὐ γὰρ ἐγνώ‐ κασιν αὐτὸν, προαναπεφώνηκε, λέγων, ὡς πρὸς | |
45 | Ἰουδαίων τὸν δῆμον· «Νυκτὶ ὡμοίωσα τὴν μητέρα σου· ὡμοιώθη ὁ λαός μου, ὡς οὐκ ἔχων γνῶσιν· ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κἀγὼ ἀπώσομαί σε τοῦ μὴ ἱερατεύειν μοι· καὶ ἐπελάθου νόμου Θεοῦ σου, κἀγὼ ἐπιλάθωμαι τέκνων σου.» Ἀκούεις ὅτι σκότῳ καὶ | |
72.820(50) | νυκτὶ παρεικάζεται, καὶ σφόδρα εἰκότως, ἡ τῶν ἀπειθούντων πληθύς; Ἀνίσχει μὲν γὰρ τοῖς πιστεύου‐ σιν εἰς νοῦν καὶ καρδίαν ὁ νοητὸς ἑωσφόρος, καὶ ὁ τῆς δικαιοσύνης ἥλιος· σκότῳ δὲ καὶ ἀχλύϊ νοητῇ καταμελαίνεται τῶν ὑβριζόντων τὴν οὕτω λαμπρὰν | |
55 | καὶ ἀξιόκτητον χάριν ὁ νοῦς. Καὶ ταῦτα μὲν περὶ τῶν ἐξ Ἰσραήλ. Περὶ δὲ τῶν ἐπεγνωκότων τὴν ἐπι‐ | |
φάνειαν τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Χρι‐ | ||
72.821 | στοὶ, δι’ ἑνὸς τῶν ἁγίων προφητῶν ὁ Θεὸς καὶ Πατὴρ ὑπισχνεῖτο, λέγων· «Καὶ κατισχύσω αὐτοὺς ἐν Κυ‐ ρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτῶν ὑπάρξουσι.» Συνῳδὰ δὲ τούτοις καὶ ὁ | |
5 | Ψαλμῳδὸς ἐν Πνεύματί φησι πρὸς Χριστόν· «Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν· ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ· καὶ ἐν τῇ δι‐ καιοσύνῃ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν.» | |
10 | Καυχώμεθα γὰρ ἐν Χριστῷ, δικαιωθέντες ἐν αὐτῷ· γεγόναμεν ὑψηλοὶ, τὴν ἐκ τῆς ἁμαρτίας ταπείνωσιν ἐκβεβληκότες, καὶ τῶν τῆς ἀληθείας δογμάτων τὴν ἀκριβῆ καταπλουτήσαντες γνῶσιν· τοῦτο γὰρ ἡμῖν ἐπηγγέλλετο Θεὸς λέγων διὰ φωνῆς Ἡσαΐου· «Καὶ | |
15 | ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν πατῆσαι ποιήσω αὐτούς· ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν.» Ἡμεῖς μὲν γὰρ ὄντες τυφλοὶ, πεφωτίσμεθα, καὶ τὴν ἀσυνήθη τῆς δικαιοσύνης ἐρχόμεθα τρίβον· οἱ | |
20 | δὲ νόμον αὐχοῦντες παιδαγωγὸν, ἐν σκότῳ γεγόνασιν. Ὡς γὰρ αὐτὸς ἔφη Χριστὸς, ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούον‐ τες μὴ ἀκούωσι· πεπαρῳνήκασι γὰρ εἰς τοὺς ἁγίους | |
25 | προφήτας, τετολμήκασι δὲ καὶ αὐτῷ τὰς χεῖρας ἐπ‐ ενεγκεῖν τῷ καλοῦντι πρὸς σωτηρίαν καὶ ζωήν. Οὐκ‐ οῦν ἂν ἀπειθῆτε, φησὶ, κἂν τοὺς ἐμοὺς ἀσυνέτως διαμυκτηρίζητε λόγους, ἐπὶ τὴν τοῦ χρησίμου καὶ πρέποντος ἀποκομίζοντας θήραν, ἀλλ’ οὐκ ἠγνοήθη | |
30 | ταῦτα, φησὶ, ἀλλ’ ἤδη προείρηται διά τε νόμου καὶ προφητῶν. Ἔστι δὲ τῶν ἀμηχάνων, εἰς ἀπραξίαν διαπεσεῖν τὰς Θεοῦ φωνάς· ὃ γὰρ ᾔδει πάντη τε καὶ πάντως ἐσόμενον, τοῦτο προκαταμεμήνυκε. Κατὰ μὲν οὖν τὸ ῥητὸν, δηλοῖ ὅτι ἀφῖκται, καταλύσων μὲν | |
35 | ἥκιστα ἢ ἀνατρέψων τὰ προφητῶν, ἀποπερανῶν δὲ μᾶλλον καὶ προφήτας καὶ νόμον. Ἐπειδὴ γὰρ εἶπεν ὅτι ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου, ἵνα μή τις ὑπολάβοι, ὅτι ἐκβέβληνται καὶ ἠθέτηνται, διὰ τοῦτο ἐπήγαγεν, ὅτι «Οὐ πεσεῖται ἀπὸ τοῦ νόμου ἰῶτα ἓν, ἢ μία κεραία,» κατὰ τὸν Ματθαῖον. Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύ‐ | |
40 | σκετο πορφύραν καὶ βύσσον. (A f. 220, E f. 252 b) Πύθοιτο δ’ ἄν τις· Ἆρά γε κατὰ τὴν εὐαγγελικὴν ἱστορίαν, τὴν λέγουσαν τὸν μὲν πτωχὸν εἰς τὴν ἀνάπαυσιν ἀπελθεῖν, τὸν δὲ πλούσιον εἰς τὴν κόλασιν, γέγονεν ἤδη ταῦτα, καὶ | |
45 | ἀνταπόδοσις ἀξία ἐκληρώθη ἑκάστῳ, ἢ τῆς μελλούσης κρίσεως ἀνατυποῖ τὴν εἰκόνα ἐν τούτοις; Ἀλλὰ μὴν, φησὶν, ὁπότε ὀνομάζει Λαζάρου προσηγορίαν, ἀληθῶς γέγονε καὶ ἐπράχθη. Διὰ τί γὰρ μὴ εἶπε, Πτωχὸς δέ τις ἄνθρωπος, ἀλλὰ, Λάζαρος; Ἵνα τῇ προσηγορίᾳ | |
72.821(50) | δείξῃ, πείρᾳ καὶ ἀληθείᾳ ταῦτα πεπρᾶχθαι. Πρὸς ὃν ἐροῦμεν· Τὴν κρίσιν ἔσεσθαι μετὰ τὴν ἀνάστασιν τῶν νεκρῶν, ἡ θεία πανταχοῦ λέγει Γραφή· ἀνάστα‐ σις δὲ οὐκ ἔσται, μὴ αὖθις ἡμῖν ἐπιφοιτήσαντος τοῦ | |
Χριστοῦ ἐξ οὐρανῶν ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν | ||
72.824 | ἁγίων ἀγγέλων. Οὕτω καὶ ὁ πάνσοφος Παῦλός φησιν ὅτι «Αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχ‐ αγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐ‐ ρανοῦ. Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἐν | |
5 | Χριστῷ ἄφθαρτοι.» Οὔπω τοίνυν ἐξ οὐρανῶν κατα‐ βεβηκότος τοῦ πάντων Κριτοῦ, οὐδὲ ἡ τῶν νεκρῶν γέγονεν ἀνάστασις· εἶτα, πῶς οὐκ ἀπίθανον ἐννοεῖν, ὅτι γέγονεν ἤδη τισὶν ἀνταπόδοσις, ἢ πονηρῶν ἔργων ἢ ἀγαθῶν; Ἔστι τοίνυν παραβολῆς τρόπος ἐσχη‐ | |
10 | ματισμένος ἀστείως, τά τε ἐπὶ τῷ πλουσίῳ καὶ τῷ Λαζάρῳ εἰρημένα παρὰ Χριστοῦ. Ἔχει δὲ ὁ λόγος, ὡς ἡ Ἑβραίων παράδοσις ἔχει, Λάζαρον εἶναί τινα κατ’ ἐκεῖνο καιροῦ ἐν τοῖς Ἱεροσολύμοις, ἐσχάτῃ συνόντα πτωχείᾳ καὶ ἀῤῥωστίᾳ, οὗ καὶ μνημονεῦσαι | |
15 | τὸν Κύριον, ὡς εἰς παράδειγμα λαμβάνοντα τοῦτον εἰς ἐμφανεστέραν τοῦ λόγου δήλωσιν. Οὔπω τοίνυν ἐξ οὐρανῶν καταφοιτήσαντος τοῦ Χριστοῦ, οὔτε ἀνά‐ στασις γέγονεν, οὔτε πράξεων ἀνταπόδοσις ἠκολού‐ θησέ τισιν. Ἀλλ’ ὡς ἐν εἰκόνι, τῇ παραβολῇ γέγρα‐ | |
20 | πται πλούσιος τρυφῶν καὶ ἀφιλοικτίρμων, καὶ πένης ἐν ἀῤῥωστίᾳ· ἵν’ εἰδεῖεν ὡς οἱ τὸν ἐπὶ γῆς ἔχοντες | |
πλοῦτον, ὡς εἰ μὴ βουληθεῖεν εἶναι χρηστοὶ, καὶ | ||
72.825 | εὐμετάδοτοι, καὶ κοινωνικοὶ, καὶ ταῖς τῶν πενήτων ἀνάγκαις ἐπικουρεῖν ἕλοιντο, δεινῇ καὶ ἀφύκτῳ περι‐ πεσοῦνται δίκῃ. Ἀναγκαῖον δὲ οἶμαι πρότερον εἰπεῖν, ποία γέγο‐ | |
5 | νεν ἡ τοῦ λόγου πρόφασις, ἢ ποίου πράγματος εἰς παράδειξιν, τὴν προκειμένην παραβολὴν ἄριστα διαμορφοῖ καὶ διαπλάττει Χριστός. Ἀπετέλει τοίνυν ἡμᾶς ὁ Σωτὴρ τεχνίτας εἰς ἀγαθοεργίαν, καὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασιν ἐβούλετο διαπρέπειν. Ἤθελε | |
10 | γὰρ εἶναι φιλαλλήλους, καὶ φιλοπτωχίας ἐπιμελητὰς, καὶ τῶν εἰς τοῦτο σπουδασμάτων ἔχεσθαι νεανικῶς· μάλιστα δὲ τοῖς ἐν τῷδε τῷ κόσμῳ πλουσίοις τὰς ἐπ’ αὐτῷ δὴ τούτῳ παραινέσεις συντιθεὶς, καὶ εἰς ὁδὸν αὐτοὺς ἀποφέρων τὴν τοῖς ἁγίοις πρεπωδεστά‐ | |
15 | την, ἔφασκε· «Πωλήσατε τὰ ὑπάρχοντα, καὶ δότε ἐλεημοσύνην.» Καὶ ἡ μὲν ἐντολὴ καλή τε καὶ ἀγαθὴ καὶ σωτήριος. Οὐκ ἠγνόησε δὲ Χριστὸς, ὅτι τὸ δύνα‐ σθαι κατορθοῦν τὸ κεκελευσμένον, οὐκ ἔνεστι τοῖς πολλοῖς· ἀσθενεῖ γὰρ ἀεὶ πρὸς τὰ δυσχερῆ καὶ | |
20 | δυσήνυτα τῶν κατορθωμάτων ὁ ἀνθρώπινος νοῦς· ἐπειδὴ δέ ἐστιν ἀγαθὸς καὶ φιλάνθρωπος, ἐπενόησέ τινα τρόπον ἐπικουρίας αὐτοῖς· ἵνα μὴ τὸν ἐνταῦθα πλοῦτον διηνεκής τε καὶ ἀναπόβλητος διαδέξηται πτωχεία, καὶ τὰς προσκαίρους τρυφὰς αἰωνία κό‐ | |
25 | λασις. Εἰ γὰρ μὴ ἀνέχεσθε, φησὶ, τὸν φιλήδονον ἀφεῖναι πλοῦτον, καὶ ἀπεμπολῆσαι ὁλοκλήρους τὰς οὐσίας, καὶ διαδοῦναι τοῖς δεομένοις, κἀν γοῦν τοῖς ἐλάττοσιν ἐνευδοκιμεῖν σπουδάσατε· ποιήσατε ἑαυ‐ τοῖς φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ, τουτέστι μὴ | |
30 | μόνον ἑαυτῶν ποιήσησθε τὸν πλοῦτον, ἀλλὰ καὶ τοῖς δεομένοις χεῖρα ἁπλώσατε· συναλγήσατε τοῖς κά‐ μνουσι, παραμυθήσασθε ἁγίους τὴν οὐκ ἀβούλητον ἀγαπῶντας πτωχείαν, ἵν’ ἀπερισπάστως τῷ Θεῷ λατρεύωσιν. Ἔσται δὲ τοῦτο ὑμῖν οὐκ ἄμισθον· ὅταν | |
35 | γὰρ ὑμῖν ὁ ἐπίγειος ἐπιλείψῃ πλοῦτος, τῷ τέλει τοῦ βίου κατειλημμένοις, τότε κοινωνοὺς ὑμᾶς ποιή‐ σονται τῆς ἑαυτῶν ἐλπίδος, καὶ τῆς δοθησομένης αὐτοῖς ἐκ Θεοῦ παρακλήσεως· τοὺς γὰρ καμόντας ἐν τῷδε τῷ βίῳ, καὶ ἐπιεικῶς τὸ δυσαχθὲς τῆς πενίας | |
40 | διενεγκόντας φορτίον, ὡς ἀγαθὸς ἀνακτήσεται. Τοιοῦτόν τι καὶ ὁ σοφώτατος Παῦλος τοῖς οὖσιν ἐν πλούτῳ συμβουλεύει, λέγων περὶ τῶν ταλαιπωρου‐ μένων· «Τὸ ὑμῶν περίσσευμα, εἰς τὸ ἐκείνων ὑστέ‐ ρημα.» Τοῦτο δέ ἐστιν οὐδὲν ἕτερον ἐπιτάττοντος, | |
45 | πλὴν ὅπερ ἔφη Χριστὸς, «Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ.» Ὅτι δὲ τὸ μὴ ἀνέχεσθαι τοῦτο δρᾷν, ὀλέθρου πρόξενον καὶ πυρὸς ἀσβέστου, διαδείκνυσι, τὴν προκειμένην ἡμῖν ἐκφήνας παραβολήν· «Ἄνθρωπος γάρ τις ἦν πλούσιος σφόδρα,» φησίν. Ἐνταῦθά μοι βλέπε καὶ ἐπιτήρησον ἀκριβῶς τοῦ | |
72.825(50) | Σωτῆρος τοὺς λόγους, πολύ τι τὸ σοφὸν ἐμφαίνοντας. Καίτοι γὰρ ἐξὸν εἰπεῖν· Ὁ δεῖνα τυχὸν πλούσιος ἦν ἄνθρωπος, ὡς ἐπὶ τοῦ Ἰὼβ, τοῦτο μὲν οὐκ ἔφη· ἄνθρωπον δὲ ἁπλῶς πλούσιον ὀνομάζει, μνημονεύει δὲ τοῦ πένητος ὀνομαστί. Ποία τοίνυν ἡ ἐπιτήρησις; | |
55 | Ἀνώνυμος ὁ πλούσιος, ὡς ἀφιλοικτείρμων, παρὰ Θεῷ· ἔφη γάρ που διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς | |
περὶ τῶν μὴ φοβουμένων αὐτὸν, ὅτι «Οὐ μὴ μνησθῶ | ||
72.828 | τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.» Ὀνομαστὶ δὲ, ὡς ἔφην, ὁ πένης ἐν γλώσσῃ Θεοῦ. Πλὴν ἴδωμεν τοῦ πλουσίου ἐπ’ οὐδενὶ τῶν ἀναγκαίων ἠρμένην ὀφρύν. Τί οὖν φησι περὶ αὐτοῦ ὁ Χριστός; «Καὶ | |
5 | ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον,» τουτέστιν, εὐειματεῖν ἐσπούδαζε ἐν ἐσθῆτι πολυτελεστάτῃ.— (A f. 220 b, E f. 255) Ὁ δὲ πένης ἔῤῥιπτο παρὰ τὸν πυλῶνα, νόσῳ καὶ πενίᾳ πεπεδημένος, καὶ οὐ‐ δενὸς ἠξιοῦτο λόγου· φειδοῦς καὶ φροντίδος ἄμοιρος | |
10 | ἦν, ἐζήτει πρὸς κόρον τῆς τοῦ πλουσίου τραπέζης τὰ παρολισθαίνοντά τε καὶ ἀχρηστότερα· ἐκολάζετο δὲ καὶ ἑτέρως νόσῳ χαλεπωτάτῃ· ἀλλὰ καὶ «οἱ κύνες, φησὶν, ἔλειχον τὰ ἕλκη αὐτοῦ,» καὶ οὐκ ἀδικοῦντες μᾶλλον, κατά γε τὸ εἰκὸς, ἀλλ’ οἷον συναλγοῦντες καὶ | |
15 | θεραπεύοντες· γλώττῃ γὰρ ἰδίᾳ καὶ τὰς ἑαυτῶν καθιστῶσι νόσους, οἷον ἀποξύοντες τὸ λυποῦν, καὶ φιλοφρόνως περιαλείφοντες. Ὁ δὲ πλούσιος ὢν καὶ θηρῶν ἀπηνέστερος, ἀσυναλγὴς καὶ ἀφιλοικτείρμων καὶ μεστὸς ἁπάσης ἀπανθρωπίας ἠλέγχετο. | |
20 | Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν, κ.τ.λ. Ἀπέθανε δὲ καὶ ὁ πλούσιος, καὶ ἐτάφη, κ.τ.λ. (A f. 223 b, E f. 263 b) Ἀλλ’ οὐχ ὁ Λάζαρος οὗτος, ἀλλὰ μετὰ πάσης ἀπῄει δορυφορίας, καὶ τῶν χρηστοτέρων ἐλπίδων· τοῖς γὰρ ἐλπίδας ἔχουσι τὰς | |
25 | παρὰ Θεῷ, μετάστασις ἂν εἴη ἐξ ἀνίας [cod. A. ἀκακίας] καὶ πόνων, ἡ ἐκ τῶν καθ’ ἡμᾶς ἀποδη‐ μία· καί τι τοιοῦτον ὁ Σολομῶν ἐδίδαξεν εἰπών· «Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν | |
30 | πορεία, σύντριμμα· οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ, καὶ ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης.» Δίδοται γὰρ αὐτοῖς ἰσοπαλὲς τοῖς πόνοις, τὸ τῆς παρακλήσεως μέτρον· ἢ τάχα που καὶ πλείους τῶν πόνων αἱ ἀμοιβαί· ἔφη γὰρ Χριστὸς, ὅτι «Μέτρον καλὸν πεπιεσμένον, | |
35 | σεσαλευμένον, ὑπερεκχυνόμενον, δώσουσιν εἰς τὸν κόλπον ὑμῶν.» Οὐκοῦν «ὁ μὲν Λάζαρος διὰ τῶν ἁγίων ἀγγέλων ἀπενήνεκται, φησὶν, εἰς κόλπους Ἀ‐ βραάμ· ὁ δὲ πλούσιος ἀπέθανε,» φησὶ, «καὶ ἐτάφη·» θάνατος γὰρ αὐτῷ σκληρῷ γεγονότι καὶ ἀφιλοικτείρ‐ | |
40 | μονι, τὸ ἀπαλλαγῆναι σώματος· ἄπεισι γὰρ ἐκ τρυφῆς εἰς κόλασιν· ἐκ δόξης εἰς ἀτιμίαν· ἐκ φωτὸς εἰς σκότος. | |
42t | ΚΕΦΑΛ. ΙΖʹ. | |
43 | Ἀνένδεκτόν ἐστι μὴ ἐλθεῖν τὰ σκάνδαλα. (A f. 230 b, B f. 161) Ποίων ἄρα σκανδάλων | |
45 | μνημονεύει Χριστὸς, ἃ δὴ πάντη τε καὶ πάντως συμβήσεσθαί φησι; Διττὰ μὲν οὖν τὰ σκάνδαλα· καὶ τὰ μὲν αὐτῶν, τῇ ὑπερτάτῃ μάχεται δόξῃ, καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας ἅπτεται, τό γε ἧκον εἰς τὸ ἐγχείρημα τῶν ἐξευρηκότων. Τὰ δὲ πρὸς ἡμῶν ἔσθ’ | |
72.828(50) | ὅτε γίνεται· διήκει δὲ μέχρι μόνου τοῦ λυπῆσαι τῶν ἀδελφῶν καὶ ὁμοπίστων τινάς· αἱ μὲν γὰρ τῶν αἱρέ‐ σεων παρευρέσεις, καὶ ὃς ἂν γένοιτο μετὰ τῆς ἀλη‐ θείας λόγος, αὐτῇ θείᾳ καὶ ὑπερτάτῃ μάχεται δόξῃ· ἀποφέρει γὰρ τοὺς ἁλισκομένους τῆς τῶν ἱερῶν | |
55 | δογμάτων ὀρθότητός τε καὶ ἀκριβείας. Περὶ τῶν | |
72.829 | τοιούτων σκανδάλων ἔφη που πάλιν αὐτὸς ὁ Σωτήρ· «Οὐαὶ τῷ κόσμῳ ἐκ τῶν σκανδάλων· ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ δι’ οὗ τὸ σκάνδαλον ἔρχεται.» Τὰ γὰρ τοιαῦτα σκάνδαλα, | |
5 | διά γε, φημὶ, τῶν ἀνοσίων αἱρετικῶν, οὐ καθ’ ἑνὸς ἰδικῶς ἔρχεταί τινος, ἐπιβουλεύει δὲ μᾶλλον τῷ κόσμῳ, τουτέστι, τοῖς ἐν ἁπάσῃ τῇ γῇ. Τοῖς τῶν τοιούτων σκανδάλων εὑρεταῖς ἐπιπλήττει λέγων ὁ μακάριος Παῦλος· «Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς | |
10 | ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, εἰς Χριστὸν ἁμαρτάνετε.» Ἵνα δὲ τὰ τοιαῦτα σκάνδαλα μὴ κατισχύσωσι τῶν πεπιστευ‐ κότων, ἔφη που Θεὸς τοῖς τὸν ὀρθὸν τῆς ἀληθείας πρεσβεύουσι λόγον, καὶ εὖ εἰδόσι μυσταγωγεῖν· | |
15 | «Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε.» Πικρὰν δὲ τὴν δίκην ἐπήρτησεν ὁ Σωτὴρ τοῖς τὰ τοιάδε τιθεῖσι σκάνδαλα. Ἔοικε δέ πως, οὐ τῶν τοιούτων σκανδάλων διαμεμ‐ | |
20 | νῆσθαι νῦν, ἐκείνων δὲ μᾶλλον, ἅπερ δὴ συμβαίνει πλειστάκις ἐξ ἀνθρωπίνης μικροψυχίας μεταξὺ φίλων τε καὶ ἀδελφῶν. Ἀποφέρει δὲ ἡμᾶς εἰς τὰς ἐπὶ τοῖς τοιούτοις ὑποψίας, ὁ γείτων εὐθὺς καὶ ἐπενηνεγμένος τοῖς πρώτοις λόγος, ὁ περί γε, φημὶ, τοῦ συγγινώσκειν | |
25 | ἀδελφοῖς, εἰ γένοιτό πως αὐτοὺς εἰς ἡμᾶς πλημμε‐ λεῖν. Ποῖα τοίνυν τὰ τοιάδε σκάνδαλα; Μικροψυχίαι τάχα που καὶ λύπαι, δίκαιοί τε καὶ ἄδικοι παρορ‐ γισμοὶ, λοιδορίαι, καταλαλιαὶ πολλάκις, καὶ τὰ τού‐ τοις ἀδελφὰ καὶ ὁμοειδῆ τῶν πταισμάτων. Ταῦτα, | |
30 | φημὶ, οὐκ ἐνδέχεται μὴ ἐλθεῖν· ἆρ’ ὡς ἀναγκαίως ἐπιφέροντος αὐτά τισι τοῦ ἐπὶ πάντας Θεοῦ; Μὴ γένοιτο· φαῦλον γὰρ οὐδὲν παρ’ αὐτοῦ, πηγὴ δὲ μᾶλ‐ λόν ἐστι πάσης ἀρετῆς. Πῶς οὖν οὐκ ἐνδέχεται μὴ συμβαίνειν αὐτά; Διὰ τὴν ἡμῶν που πάντως ἀσθέ‐ | |
35 | νειαν. «Πολλὰ γὰρ πταίομεν ἅπαντες,» κατὰ τὸ γεγραμμένον. Πλὴν οὐαὶ μὲν ἔσεσθαί φησι τῷ τιθέντι τὰ σκάνδαλα· οὐ γὰρ ἀνεπίπληκτον ἐᾷ, συστέλλει δὲ μᾶλλον τῷ φόβῳ τῆς δίκης τὸ ῥᾴθυμον ἐν τούτοις. Ἐπιτάττει γε μὴν ἀνεξικακεῖν τοῖς | |
40 | τιθεῖσιν αὐτά. Ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σὲ, κ.τ.λ. (A f. 230 b, B f. 161 b) Ἐὰν γὰρ ἐπιστρέφῃ, φησὶν, ὁ ἁμαρτὼν εἰς σὲ, καὶ καταγινώσκῃ ἑαυτοῦ, | |
45 | ἀφήσεις αὐτῷ· καὶ οὐχ ἅπαξ, ἀλλὰ πλειστάκις. Οὐ γὰρ εἴ τις ἀσθενεῖ καὶ τοῦτο συχνῶς, διὰ τοῦτο ἀφιλαλλήλους ἡμᾶς ὁρᾶσθαι, καὶ ὀλιγώρως ἔχειν εἰς μακροθυμίαν· δεῖ δὲ μᾶλλον ἀπομιμεῖσθαι φιλεῖν τοὺς τῶν ἐν σώματι παθῶν ἰατροὺς, οἳ οὐχ ἅπαξ ἢ | |
72.829(50) | δὶς τὸν ἄῤῥωστον θεραπεύουσι, τοσαυτάκις δὲ μᾶλ‐ λον, ὁσάκις ἂν αὐτὸν ἀῤῥωστῆσαι συμβῇ. Ἐννοῶμεν γὰρ ὡς καὶ ἡμεῖς ἐσμεν ἐν ἀσθενείαις, καὶ ἡττώ‐ μεθα παθῶν· πάσχοντες δὲ τοῦτο, χρηστοὺς καὶ | |
ἀμνησικάκους εἶναι πρὸς ἡμᾶς εὐχόμεθα τοὺς ἐπι‐ | ||
72.832 | πλήττειν ὀφείλοντας, καὶ τὴν τοῦ χρῆναι κολάζειν ἔχοντας ἐξουσίαν. Δεῖ δὴ οὖν ἄρα τῶν ἀλλήλων ἀσθενείαις συγκαθισταμένους, «ἀλλήλων τὰ βάρη βαστάζειν· ἀναπληρώσομεν γὰρ οὕτω τὸν νόμον τοῦ | |
5 | Χριστοῦ.» Ἐπιτήρησον δὲ ὡς ἐν τῷ κατὰ Ματθαῖον πυνθάνεται ὁ Πέτρος καί φησι· «Ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ;» Ἐνταῦθα δὲ ὁ Κύριος πρὸς τοὺς ἀποστόλους, ὅτι «Κἂν ἑπτά‐ κις τῆς ἡμέρας ἁμάρτῃ,» τουτέστι πολλάκις, καὶ | |
10 | τοσαυτάκις καταγνῷ ἑαυτοῦ, «ἀφήσεις αὐτῷ.» Εἶπον οἱ ἀπόστολοι τῷ Κυρίῳ· Πρόσθες ἡμῖν πίστιν. (A f. 231) Εὐφραίνει πάντων ἁγίων ψυχὴν, οὐ τῶν προσκαίρων καὶ ἐπιγείων ἡ κτῆσις, φθαρτὰ γὰρ | |
15 | ταῦτα καὶ εὐαπόβλητα, ἐκεῖνα δὲ μᾶλλον ἃ τοὺς λαβόντας, σεπτοὺς ἀποφαίνει καὶ μακαρίους. Ταῦτα δέ εἰσι τὰ θεόσδοτα καὶ πνευματικὰ χαρίσματα δη‐ λονότι· ὧν ἕν ἐστι καὶ ἐξαίρετον, ἡ πίστις, ἤτοι τὸ βεβηκὸς εἰς πίστιν τὴν ἐπί γε τῷ πάντων ἡμῶν Σω‐ | |
20 | τῆρι Χριστῷ· ἣν δὴ καὶ ὁ Παῦλος οἶδεν οὖσαν κεφά‐ λαιον τῶν ἐν ἡμῖν ἀγαθῶν· ἔφη γοῦν, ὅτι «Χωρὶς πίστεως, ἀδύνατον εὐαρεστῆσαί ποτε.» Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. Ἄθρει δὴ οὗν τοὺς ἁγίους ἀποστόλους, τῶν ἀρχαιοτέρων ἁγίων | |
25 | ζηλωτὰς γεγονότας· τί γὰρ αἰτοῦσι παρὰ Χριστοῦ; «Πρόσθες ἡμῖν πίστιν.» Οὐκ αἰτοῦσι πίστιν ἁπλῶς, ἵνα μὴ ἀπίστους νομίσῃς αὐτοὺς, προσθήκην δὲ μᾶλλον πίστεως αἰτοῦσι παρὰ Χριστοῦ, τουτέστι τὴν εἰς τοῦτο βεβαίωσιν· τῆς γὰρ πίστεως, ἡ μέν ἐστιν | |
30 | ἐφ’ ἡμῖν, ἡ δὲ κατὰ τὴν θείαν δίδοται χάριν. Ἐφ’ ἡμῖν μὲν γάρ ἐστι, τὸ προκατάρξεσθαι, καὶ τὴν εἰς αὐτὸν ὅλῃ δυνάμει ἔχειν πεποίθησίν τε καὶ πί‐ στιν· θείας δὲ χάριτος, ἡ εἰς τοῦτο βεβαίωσις καὶ ἰσχύς. Διὸ καὶ ἐπείπερ πάντα Θεῷ δυνατὰ, πάντα | |
35 | φησὶν ὁ Κύριος δύναται τῷ πιστεύοντι· Θεοῦ γὰρ ἡ δύναμις, ἡ διὰ τῆς πίστεως ἡμῖν παραγινομένη. Τοῦτο εἰδὼς καὶ ὁ μακάριος Παῦλος, ἐν τῇ πρὸς Κορινθίους πρώτῃ φησίν· «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας· ἄλλῳ δὲ λόγος | |
40 | γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι.» Ὁρᾷς ὡς ἐν τῷ καταλόγῳ τῶν πνευματικῶν χαρισμάτων ἔθηκε καὶ τὴν πί‐ στιν; Ταύτην παρεκάλουν λαβεῖν παρὰ τοῦ Σωτῆρος οἱ μαθηταὶ, τὴν παρ’ ἑαυτῶν εἰσαγαγόντες, ἣν καὶ | |
45 | δέδωκεν αὐτοῖς μετὰ τὴν τῆς οἰκονομίας ἐκπλήρω‐ σιν, διὰ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος· πρὸ γὰρ τῆς ἀναστάσεως οὕτω ἦν ἑδραία ἡ παρ’ αὐτοῖς πίστις, ὡς καὶ ὀλιγοπιστίας αὐτοὺς ἐγκλήμασιν ὑποφέρεσθαι. Ἀμέλει συνέπλει ποτὲ τοῖς ἁγίοις ἀποστόλοις ὁ | |
72.832(50) | τῶν ὅλων Σωτὴρ τὴν Τιβεριάδα λίμνην ἤτοι θάλασ‐ | |
σαν, καὶ εἰσεδέχετο μὲν αὐτὸς οἰκονομικῶς τὸν | ||
72.833 | ὕπνον· πνεύματος δὲ λαύρου διακυκῶντος τὸ ῥόθιον, καὶ σκληρὸν κατὰ τοῦ σκάφους ἐγείροντος κῦμα, τεθορύβηνται λίαν· ὥστε καὶ ἀφυπνίσαι τὸν Κύριον, λέγοντες· «Ἐπιστάτα, σῶσον ἡμᾶς, ἀπολλύμεθα.» | |
5 | Ὁ διεγερθεὶς, φησὶν, ἐπετίμησε τῷ κλύδωνι, καὶ τὴν τοῦ χειμῶνος ἀγριότητα μετέστησεν εἰς εὐδίαν. Ἐπῃτιᾶτο δὲ λίαν τοὺς ἁγίους ἀποστόλους, λέγων· «Ποῦ ἡ πίστις ὑμῶν;» Οὐ γὰρ ἔδει θορυβεῖσθαι κατά τι γοῦν ὅλως, συνόντος αὐτοῖς τοῦ πάντων Δεσπότου, | |
10 | ὃν πάντα τὰ ἔργα τρέμει καὶ σείεται· εἰ δὲ χρή τι καὶ ἕτερον παρενεγκεῖν τῷ πρώτῳ προσεοικὸς, ἐρῶ δὴ πάλιν. Ἐκέλευσε τοῖς ἁγίοις ἀποστόλοις εἰσβῆναι μὲν εἰς τὸ σκάφος, προάγειν δὲ αὐτὸν εἰς τὸ πέραν τῆς λίμνης· οἱ δὲ ἀμελητὶ τοῦτο δεδράκασι. Ἐληλα‐ | |
15 | κότες δὲ σταδίους ὡσεὶ τριάκοντα, φησὶν, ὁρῶσι τὸν Ἰησοῦν περιπατοῦντα ἐν τῇ θαλάσσῃ, καὶ γεγόνασι περιδεεῖς, φάσμα τι νομίσαντες εἶναι τὸ ὁρώμενον. Εἶτα προσπεφώνηκεν αὐτοῖς λέγων· «Ἐγώ εἰμι, μὴ φοβεῖσθε.» Ἔφη δὲ ὁ Πέτρος· «Εἰ σὺ εἶ, κέλευσόν | |
20 | με εἰσελθεῖν πρὸς σὲ ἐπὶ τοῦ ὕδατος.» Ὁ δὲ εἶπεν· «Ἐλθέ.» Καὶ καταπηδήσας τοῦ σκάφους, ἤρξατο τοῦ βαδίζειν· ὡς δὲ εἶδε, φησὶ, τὸν ἄνεμον καὶ τὸ κῦμα, ἐφοβήθη· ἀρξάμενος δὲ βαπτίζεσθαι, ἐφώ‐ νησε· «Κύριε, βοήθει μοι.» Ὁ δὲ σέσωκε μὲν κιν‐ | |
25 | δυνεύοντα, ᾐτιᾶτο δὲ πάλιν λέγων· «Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;» Ὅτι δὲ κατὰ τὸν τοῦ πάθους καιρὸν, τῆς τῶν στρατιωτῶν σπείρας, καὶ τῶν ἀν‐ οσίων ὑπηρετῶν ἐλθόντων συλλαβέσθαι τὸν Ἰησοῦν, πάντες ἀφέντες αὐτὸν ἔφυγον, ἠρνήσατο δὲ καὶ ὁ | |
30 | Πέτρος παιδίσκης μιᾶς θορυβούσης αὐτὸν, οὐκ ἀσυμ‐ φανές. Εἶδες ὀλιγοπίστους ἔτι τοὺς μαθητάς· θαύμασον αὐτοὺς προσθήκην λαβόντας πίστεως παρὰ τοῦ πάν‐ των ἡμῶν Σωτῆρος Χριστοῦ. «Παρήγγειλεν αὐτοῖς | |
35 | ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, περιμένειν δὲ τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἄχρις ἂν ἐνδύσωνται δύνα‐ μιν ἐξ ὕψους.» Ἐπειδὴ δὲ γλωσσῶν ἐν εἴδει πυρίνων καταπεφοίτηκεν ἐπ’ αὐτοὺς ἡ ἐξ ὕψους δύναμις, τουτέστιν ἡ διὰ τοῦ ἁγίου Πνεύματος χάρις, τότε δὴ, | |
40 | τότε γεγόνασιν εὔτολμοι καὶ νεανικοὶ καὶ τῷ πνεύ‐ ματι ζέοντες· ὥστε καὶ θανάτου καταφρονεῖν, καὶ μηδὲν ἡγεῖσθαι τὰ ἐπιόντα δεινὰ παρὰ τῶν ἀπί‐ στων, καὶ σημείων δὲ τηνικαῦτα γεγόνασιν ἀποτελε‐ σταί. Ὅτι δὲ μέγα καὶ ἐξαίρετον τὸ ἀραρὸς ἐν πί‐ | |
45 | στει, διαδείκνυσι λέγων ὁ Κύριος· «Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως,» τουτέστι θερμήν τε καὶ ζέου‐ σαν (C f. 143 b), «ἐλέγετε ἂν τῇ συκαμίνῳ, Ἐκρι‐ ζώθητι ἐν τῇ θαλάσσῃ, καὶ ὑπήκουσεν ἂν ὑμῖν·» ὁ γὰρ ἐπὶ Χριστῷ πεποιθὼς, οὐκ ἰδίᾳ δυνάμει θαῤῥεῖ, | |
72.833(50) | ἀπονέμει δὲ μᾶλλον τὸ πάντα δύνασθαι κατορθοῦν αὐτῷ. Ἔστιν οὖν ὁμολογουμένως παρ’ αὐτοῦ τελείω‐ σις ἁπάντων ἐν ψυχαῖς ἀγαθῶν· δεῖ δὲ ὅμως ἑαυ‐ τοὺς παρασκευάσαι, δεκτικοὺς γίνεσθαι τῆς τοιαύτης χάριτος· εἰ γὰρ τὸ πεπηγὸς αὐτῷ, καὶ κατὰ γῆς | |
55 | ἐῤῥιζωμένον μετακινεῖ ἡ τῆς πίστεως δύναμις, καθ’ ὅλου φαίη τις ἂν, μηδὲν ἀκίνητον εἶναι οὕτως ὃ μὴ | |
σαλεύσειεν ἡ πίστις, εἰ μετακινήσεως αὐτοῦ δεηθείη. | ||
72.836 | Ἐσείετο οὖν ἡ γῆ τῶν ἀποστόλων εὐχομένων, ὡς αἱ τῶν ἀποστόλων Πράξεις ἱστορήκασι. Δῆλον ὡς καὶ τοὐναντίον ἵστησι πίστις τὰ σαλευόμενα, οἷον καὶ ποταμίου ῥεύματος ὀξυτάτην φορὰν, καὶ δρόμον | |
5 | ἄπαυστον τῶν ἐν οὐρανῷ κινουμένων φωστήρων.— (B f. 162 b) Ἐκείνῳ μέντοι προσεκτέον ἀσφαλῶς, ὡς οὐ κενὴν ἔκπληξιν, οὐδὲ μάταιον θαῦμα κινεῖ ὁ Θεὸς, ἀλλὰ πόῤῥω ταῦτα τῆς θείας οὐσίας, τῆς ἀτύ‐ φου καὶ ἀκομπάστου καὶ πάντως ἀληθινῆς, πρὸς | |
10 | ὠφέλειαν δὲ πάντως καὶ σωτηρίαν τῶν ἀνθρώπων. Ταῦτα δὲ λέγω πρὸς τὸ μηδένα ζητεῖν περὶ τῆς θείας δυνάμεως ἀνωφελεῖς εἰ τύχῃ κινήσεις στοι‐ χείων, ἢ μεταθέσεις ὀρῶν ἢ φυτῶν· μηδὲ ἀσεβεῖν, ὡς τοῦ λόγου ψευδοῦς ὄντος εἰ μὴ ταῦτα οὕτως γέ‐ | |
15 | νοιτο· μηδ’ αὖ περὶ τὴν πίστιν ἀσθένειαν νομίζειν εἰ μὴ ταῦτα ἰσχύει· ἀλλ’ ἔστω τὸ χρήσιμον τὸ πρὸς ὠφέλειαν ἀληθινὴν, καὶ ἡ δύναμις οὐκ ἀπολεί‐ ψεται. Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ | |
20 | ποιμαίνοντα; (A f. 231 b, C f. 143 b) Ἐν τοῖς ἤδη παρῳχηκόσι πολὺς αὐτῷ καὶ μακρὸς συμπεπέρασται λόγος, τὰς τῆς εὐδοκιμήσεως καταδεικνύντι τρίβους, καὶ τῆς ἀνεπιπλήκτου ζωῆς ἐμφανίζοντι τὰ αὐχήματα· ἵνα | |
25 | δι’ αὐτῶν ἐρχόμενοι, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυ‐ μασμένων ἐπὶ πολλῇ προθυμίᾳ βαδίζοντες, εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως καταντήσωμεν. Ἀλλ’ ἐπειδὴ πέφυκέ πως ἀεὶ ὁ ἀνθρώπινος νοῦς καταφέ‐ ρεσθαι εἰς φιλοδοξίαν, καὶ τὴν εἰς τοῦτο ῥοπὴν ἑτοι‐ | |
30 | μότατα νοσεῖν· ἀφορμὴ δὲ τοῦ πάθους αὐτῷ γίνεται πολλάκις τὸ ἐπί τισι τῶν ἀρίστων ἀνδραγαθημάτων εὐδοκιμῆσαι παρὰ Θεῷ· παγχάλεπον δὲ τοῦτο καὶ Θεῷ κατεστυγημένον· καταφέρει γὰρ εἰς τοῦτο γνώμης ἔσθ’ ὅτε τινὰς ὁ ἀρχέκακος δράκων, ὡς | |
35 | οἴεσθαι τάχα που, καὶ ὀφείλειν αὐτοῖς τὸν Θεὸν τὰς ἀνωτάτω τιμὰς, ὅταν εὐκλεᾶ καὶ εὐδόκιμον ἔχωσι τὴν ζωήν· ἵνα τῶν τοιούτων ἡμᾶς ἀπαλλάξῃ παθῶν, ὡς ἐν τάξει παραδείγματος τῶν προκειμένων ἀνα‐ γνωσμάτων τὴν δύναμιν ποιεῖται. Διδάσκει γὰρ διὰ | |
40 | τούτων, ὅτι τῆς δεσποτικῆς ἐξουσίας ἡ δύναμις, ὡς ὄφλημα πανταχοῦ παρὰ τῶν οἰκετῶν ζητεῖ τὴν ὑπο‐ ταγήν. Οὐ γὰρ χάριν, φησὶν, ὁμολογήσει ὁ δεσπότης τῷ οἰκέτῃ, κἂν εἰ γένοιτο παρ’ αὐτοῦ πᾶν ὅπερ ἔδει γενέσθαι, κατά γε τὸ τῆς δουλείας πρέπον. | |
45 | Ἐνταῦθά μοι βλέπε καὶ εἰς φιλεργίαν ἀκονωμέ‐ νους τοὺς μαθητὰς, ἤγουν ἅπαντας τοὺς ὑπὸ σκῆπτρα κειμένους τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ οὐχ ὡς χάριν νέμοντας αὐτῷ τὴν δουλείαν, ἀλλ’ ὡς ὄφλημα κατατιθέντας τὸ πρέπον οἰκέταις, τὴν ὑπο‐ | |
72.836(50) | ταγήν· ἀναιρεῖται δὲ διὰ τούτου, καὶ τῆς ἐπαράτου φιλοδοξίας ἡ νόσος· εἰ γὰρ ὀφειλόμενα ποιεῖς, τί μέγα φρονεῖς; οὐχ ὁρῶν ὡς μὴ πληρώσαντι μὲν τὸ ὀφειλόμενον, κίνδυνος· πληροῦντι δὲ, χάρις οὐδεμία. Ὅπερ καλῶς συνεὶς καὶ μεμαθηκὼς ὁ θαυμάσιος | |
55 | οἰκέτης Παῦλος· «Ἐὰν εὐαγγελίζωμαι, φησὶν, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται. Οὐαὶ | |
δέ μοι, ἐὰν μὴ εὐαγγελίζωμαι.» Καὶ πάλιν· «Ὀφει‐ | ||
72.837 | λέτης εἰμὶ, φησὶ, τοῦ κηρύγματος τῆς διδασκαλίας, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις.» Εἰ γέγονας τοίνυν εὐδόκιμος, καὶ τὰς θείας τετήρη‐ κας ἐντολὰς, καὶ ὑπήκουσας τοῦ Δεσπότου, μὴ ἀπαί‐ | |
5 | τει Θεὸν ὡς ὄφλημα τὰς τιμὰς, πρόσιθι δὲ μᾶλλον τὰ ἐκ φιλοτιμίας αἰτῶν· ἐννόησον ὅτι οἱ καθ’ ἡμᾶς δεσπόται οὐχ ὁμολογοῦσι χάριν, ὅταν τινὲς τῶν οἰ‐ κετῶν τὴν τεταγμένην αὐτοῖς ἀποπεραίνωσι θερα‐ πείαν, ἐκ φιλοτιμίας δὲ πολλάκις τὰς τῶν γνησίων | |
10 | εὐνοίας ἀνακτώμενοι, ἁδροτέραν αὐτοῖς τὴν προθυ‐ μίαν τίκτουσιν. Οὕτω καὶ ὁ Θεὸς ἀπαιτεῖ μὲν ἡμᾶς τὴν δουλείαν, λόγῳ τῆς δεσποτείας χρώμενος· ἐπει‐ δὴ δέ ἐστιν ἀγαθὸς καὶ φιλότιμος, καὶ γέρα τοῖς κά‐ μνουσιν ἐπαγγέλλεται· ὑπερνήχεται δὲ τοὺς ἱδρῶτας | |
15 | τῶν ὑποζευγμένων, τῆς φιλοτιμίας τὸ μέγεθος. Καὶ πιστώσεται γράφων Παῦλος· «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκα‐ λυφθῆναι εἰς ἡμᾶς.» Καὶ οἰκέτας ὄντας, υἱοὺς ὀνο‐ μάζει, καὶ τῇ πρεπούσῃ τέκνοις τιμῇ στεφανοῖ. Ὅρα | |
20 | δὲ ὅτι πρῶτον τὴν ἑαυτοῦ σάρκα ἀρόσαντα, οὕτω χρὴ ἀλλήλους ποιμαίνειν. «Ὃς γὰρ οἰκίας καλῶς οὐκ οἶδε προστῆναι, πῶς Ἐκκλησίας ἐπιμεληθήσεται;» Ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες. (A f. 232, C f. 143 b) Πάλιν ἡμῖν τὴν ἑαυτοῦ δόξαν | |
25 | ἐμφανῆ καθίστησιν ὁ Σωτὴρ, καὶ διὰ τῆς θεοπρεποῦς μεγαλουργίας ἔρχεται σαγηνεύων εἰς πίστιν τὸν ἀκάρδιον Ἰσραήλ. Ἀλλ’ ἦν καὶ οὗτος σκληρός τε καὶ ἀπειθής. Εἶτα, ποῖος αὐτοῖς ἐπικουρήσει λόγος ἐν ἡμέρᾳ τῆς κρίσεως, τὴν διὰ Χριστοῦ σωτηρίαν | |
30 | οὐκ ἀνασχομένοις λαβεῖν; καὶ μάλιστα, ὅτι αὐτήκοοι γεγόνασι τῶν παρ’ αὐτοῦ λόγων, καὶ θεωροὶ τῶν πα‐ ραδόξων καὶ ὑπὲρ λόγων ἐνεργημάτων. Καὶ γοῦν ἔφη περὶ αὐτῶν· «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον.» Καὶ πάλιν· «Εἰ μὴ τὰ ἔργα | |
35 | ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἶχον, νῦν δὲ καὶ ἑωράκασι καὶ ἐμὲ καὶ τὸν Πα‐ τέρα μου.» Ἀπόδειξις ἔσται σαφὴς ὧν ἔφην ἀρτίως, ἡ τῶν λεπρῶν διακάθαρσις. Οὗτοι γὰρ πόλεών τε καὶ κωμῶν ἀπελαυνόμενοι ὡς ἀκάθαρτοι, κατὰ τὸν Μωϋ‐ | |
40 | σέως νόμον.—(A f. 232 b) Ταῦτα μὲν οὖν ἰκανῶς, ὡς οἶμαι, προείρηται· οἵ γε μὴν λεπροὶ ὑπαντή‐ σαντες τῷ Σωτῆρι, ἐλιπάρουν ἀπαλλάττεσθαι τοῦ κακοῦ, ἐπιστάτην ὠνόμαζον, τουτέστι διδάσκα‐ λον.—(A f. 232 b) Οὐκ ἠλέει τις αὐτοὺς παθόντας | |
45 | τὴν νόσον· ὁ δὲ ταύτης ἕνεκα τῆς αἰτίας ὀφθεὶς ἐπὶ γῆς, καὶ γενόμενος ἅνθρωπος ἵνα πάντας ἐλεήσῃ, αὐτὸς ἐσπλαγχνίσθη καὶ ᾤκτειρεν. Εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. | |
72.837(50) | (A f. 232 b, C f. 143 b) Καὶ διὰ τί μὴ μᾶλλον ἔφη· Θέλω, καθαρίσθητε, καθὰ καὶ ἐφ’ ἑτέρου λεπροῦ, προστέταχε δὲ μᾶλλον ἑαυτοὺς ἐπιδεῖξαι τοῖς ἱερεῦσι; | |
Νόμος ἐκάλει πρὸς τοῦτο πάλιν τοὺς τῆς λέπρας | ||
72.840 | ἀπηλλαγμένους· ἐκέλευε γὰρ ἑαυτοὺς ἐπιδεικνύειν τοῖς ἱερεῦσιν, καὶ θυσίαν προσάγειν ὑπὲρ τοῦ καθα‐ ρισμοῦ. Ὡς οὖν ἤδη τεθεραπευμένους βαδίζειν ἐκέ‐ λευσε, καὶ τρόπον τινὰ διαμαρτύρασθαι τοὺς ἱερέας, | |
5 | ἤτοι τοὺς Ἰουδαίων καθηγητὰς, τοὺς ἀεὶ βασκαίνον‐ τας αὐτοῦ τῇ δόξῃ, ὅτι παρ’ ἐλπίδα καὶ παραδόξως ἀπηλλάγησαν τοῦ κακοῦ, κατανεύσαντος αὐτοῖς τὴν ἴασιν τοῦ Χριστοῦ. Οὐκ ἐθεράπευσε πρῶτον, ἀλλ’ ἔπεμψε πρὸς τοὺς ἱερέας, ἐπειδὴ οἱ ἱερεῖς τὰ τεκμή‐ | |
10 | ρια ᾔδεισαν τῆς λέπρας, καὶ τοῦ πότε θεραπεύεται· ἔπεμψε πρὸς τοὺς ἱερέας, συνέπεμψε αὐτοῖς καὶ τὴν θεραπείαν. Περὶ τούτων μέντοι καὶ τίς ὁ νόμος τῆς λέ‐ πρας, καὶ τίνα τὰ ὑπὲρ τοῦ καθαρισμοῦ, καὶ τί ἕκα‐ στον τῶν νενομοθετημένων ἐβούλετο, ἐντελέστερον ἐν | |
15 | ἀρχῇ τῶν παρὰ τῷ Λουκᾷ θαυμάτων τοῦ Σωτῆρος, ἔνθα ὁ λεπρὸς τεθεράπευται, διεξήλθομεν. Κἀ‐ κεῖσε παραπέμψαντες τοὺς φιλομαθεῖς, ἐπὶ τὰ ἑξῆς ἴωμεν. Καὶ οἱ μὲν ἐννέα, ἅτε Ἰουδαῖοι ὄντες, εἰς ἀχάριστον λήθην ἐμπεσόντες, οὐχ ὑπέστρεψαν δοῦναι | |
20 | δόξαν τῷ Θεῷ· ὅθεν σκληροκάρδιον καὶ ἀμνήμονα παντελῶς δεικνύει τὸν Ἰσραήλ. Ὁ δὲ ἀλλογενὴς, τουτέστιν, ὁ Σαμαρείτης, διὰ τὸ ἐξ Ἀσσυρίας κατ‐ άγειν τὸ γένος ἀλλογενὴς (οὐ γὰρ μάτην λέγει, ἐν μέσῳ τῆς Σαμαρείας καὶ Γαλιλαίας), ὑπέστρεψε μετὰ | |
25 | φωνῆς μεγάλης δοξάζειν τὸν Θεόν· δεικνύει οὖν ὅτι Σαμαρεῖται εὐγνώμονες, Ἰουδαῖοι δὲ καὶ εὐεργη‐ τούμενοι ἀχαριστοῦσιν. Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων, πότε ἔρ‐ χεται ἡ βασιλεία τοῦ Θεοῦ. | |
30 | (A f. 232 b, B f. 164, C f. 144) Ὅτι ἥξει κατὰ καιροὺς ἐν εἴδει τῷ καθ’ ἡμᾶς ὁ Κύριος, προεκήρυτ‐ τον οἱ προφῆται, καὶ τετέλεσται· ἐπέφανε γὰρ τοῖς ἐπὶ γῆς, μορφὴν δούλου λαβὼν, ὢν δὲ καὶ οὕτως ἐν κυριότητι φυσικῇ, καὶ ἐν ἐξουσίᾳ καὶ δόξῃ τῇ θεο‐ | |
35 | πρεπεῖ. Τοιοῦτον γὰρ ἡμῖν αὐτὸν ἡ τῶν ἀποτελεσμά‐ των ἔδειξε λαμπρότης. Ἀλλ’ οὐ πεπίστευκας εἰς αὐ‐ τὸν, ἀσύνετε Φαρισαῖε, οὐ παραδέξω τὴν παρ’ αὐτοῦ δικαίωσιν. Εἶτα πῶς ἐρωτᾷς πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ; Διαγελᾷ τοιγαροῦν τὸ σεπτὸν οὕτω καὶ | |
40 | ἀξιάγαστον ἀληθῶς μυστήριον. Ἐπειδὴ γὰρ ὁ τῶν ὅλων Σωτὴρ ἐν τοῖς πρὸς ἅπαντας λόγοις, διεμέμνητο πανταχοῦ τῆς βασιλείας τοῦ Θεοῦ, διὰ τοῦτο κατα‐ μειδιῶνται οἱ τάλανες· ἢ τάχα που καὶ εἰς νοῦν ἔχον‐ τες ὅτι τὸν ἐπὶ ξύλου θάνατον ὑπομενεῖ, ταῖς αὐτῶν | |
45 | δυστροπίαις σεσαγηνευμένος εἰς τοῦτο, κατειρωνεύ‐ ονται καί φασι· «Πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ;» ἀντὶ τοῦ, Πρὸ τῆς παρὰ σοῦ λαλουμένης βασιλείας, σταυρός σε καὶ θάνατος λήψεται. Τί οὖν πρὸς ταῦτα Χριστός; Δείκνυσι πάλιν τὸ ἀνεξίκακον καὶ τὸ ἀπα‐ | |
72.840(50) | ράβλητον εἰς φιλανθρωπίαν· λοιδορούμενος γὰρ, οὐκ ἀντελοιδόρει· πάσχων, οὐκ ἠπείλει. Οὐκοῦν ἐντόμως | |
μὲν οὐκ ἐλέγχει, πονηροὺς δὲ ὄντας, ἀποκρίσεως τοῖς | ||
72.841 | ἐπερωτηθεῖσιν οἰκείας οὐκ ἀξιοῖ· πλὴν ἐκεῖνο μόνον, φησὶν, εἰς ὄνησιν ἀνθρώπου παντός· «Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν·» οὐκ ἔρχεται μετὰ παρατηρή‐ σεως. Μὴ γὰρ δὴ χρόνους ἐρωτᾶτε, φησὶ, καθ’ οὓς | |
5 | ἐπιλάμψει πάλιν, ἤγουν ὁ καιρὸς ἐνστήσεται τῆς τῶν οὐρανῶν βασιλείας, σπουδάσατε δὲ μᾶλλον τυχεῖν αὐ‐ τῆς· ἐντὸς γὰρ ὑμῶν ἐστι· τουτέστιν ἐν ταῖς ὑμετέ‐ ραις προαιρέσεσι καὶ ἐν ἐξουσίᾳ κεῖται τὸ λαβεῖν αὐ‐ τήν· ἔξεστι γὰρ ἀνθρώπῳ παντὶ, τὴν εἰς τὸν Χριστὸν | |
10 | δικαίωσιν τὴν διὰ πίστεως δηλονότι καταπλουτήσαν‐ τι, καὶ διὰ πάσης ἀρετῆς ἐκλελαμπρυσμένῳ, τῆς τῶν οὐρανῶν βασιλείας τυχεῖν. Ἐνεργείᾳ μὲν γὰρ ἐκτός ἐστιν, ἀφ’ ὧν ἐξίασιν ἐκ τῆς καρδίας διαλογι‐ σμοὶ πονηροί· δυνάμει δὲ ἐντὸς πάντων. Ὅτι γὰρ καὶ | |
15 | τῶν Φαρισαίων ἐντὸς ἦν ἡ βασιλεία τοῦ Θεοῦ, ἀγνοούντων καὶ οἰομένων χρόνῳ τινὶ αὐτὴν εἰς τόπον ἔξωθεν ἔρχεσθαι, Ἰωάννης δείκνυσι λέγων· «Μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε,» περὶ Χριστοῦ λέγων. | |
20 | Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε. (A f. 233, C f. 141) Ταῦτα λέγων, ἑτοίμους εἶναι αὐτοὺς βούλεται πρὸς πᾶν ὁτιοῦν τῶν ἀνιᾷν πεφυ‐ | |
25 | κότων, καὶ προευτρεπίζεσθαι πρὸς ὑπομονήν· ἵνα εὐδόκιμοι γεγονότες, εἰσελάσαι δυνηθῶσιν εἰς τὴν τοῦ Θεοῦ βασιλείαν. Προαπαγγέλλει τοίνυν, ὅτι πρὸ τῆς ἐξ οὐρανῶν ἀφίξεως τῆς ἐσομένης ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, θλῖψις προσελάσει καὶ διωγμὸς, ὥστε μίαν | |
30 | ἡμέραν αὐτοῦ ἰδεῖν ἐπιθυμῆσαι, τουτέστι τὴν ἐν τῷ καιρῷ τοῦ συνδιατρίβειν ἔτι καὶ συνδιαιτᾶσθαι Χρι‐ στῷ· καί τοι πλείστη τις ἦν ἡ κατ’ αὐτοῦ γενομένη τῶν Ἰουδαίων ἐξιτηλία· λίθοις γὰρ ἔβαλλον αὐτὸν, ἐδίωξαν οὐχ ἅπαξ ἀλλὰ πλειστάκις· ἦγον ἕως ὀφρύος | |
35 | τοῦ ὄρους, ἵνα κατακρημνίσωσιν αὐτόν· λοιδορίαις λελυπήκασι καὶ συκοφαντίαις, καὶ οὐδεὶς ἦν τρόπος σκαιότητος τοῖς Ἰουδαίοις ἀνεπιτήδευτος· πῶς οὖν ἐπιθυμήσειν εἶπε τοὺς μαθητὰς μίαν ἡμέραν ἰδεῖν αὐτοῦ; Ἀντιπαραθέσει γὰρ τῶν ὑπερκειμένων κα‐ | |
40 | κῶν, αἱρετά πώς εἰσι τὰ ἐλάττονα· μειζόνων γὰρ μετὰ τὴν αὐτοῦ ἀνάληψιν θλίψεων ἐπειράθησαν. Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἡ ἀστράπτουσα ἐκ τῆς ὑπ’ οὐρανόν, κ.τ.λ. (A f. 233 b, B f. 264 b, C f. 144) Πλὴν ὅτι κα‐ | |
45 | ταβήσεται μὲν ἐξ οὐρανοῦ, οὐκ ἀσήμως δὲ ἢ ἀσυμ‐ φανῶς, ἀλλ’ ἐν δόξῃ τῇ θεοπρεπεῖ, καὶ φῶς ἀπρόσ‐ ιτον οἰκῶν, διαμεμήνυκε λέγων, ὡς ἀστραπὴν ἔσεσθαι τὴν ἑαυτοῦ παρουσίαν. Ἐγεννήθη μὲν γὰρ κατὰ σάρκα καὶ ἐκ γυναικὸς, τὴν ἐφ’ ἡμῖν ἀποπληρώσων | |
72.841(50) | οἰκονομίαν· καὶ κεκένωκε διὰ τοῦτο, καὶ τεταπεί‐ νωκεν ἑαυτὸν, καὶ ἦν οὐκ ἐν δόξῃ θεότητος ἐμφανῶς· ἐκάλει γὰρ εἰς τοῦτο καιρὸς, καὶ τῆς οἰκονομίας ἡ χρεία. Μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἀναπτὰς εἰς οὐρανὸν, καὶ συνεδρεύσας τῷ Θεῷ καὶ Πατρὶ, | |
55 | καταβήσεται πάλιν οὐκ ἐν ὑφέσει δόξης, οὔτε μὴν | |
72.844 | ἐν ἀνθρωπίνῃ μικροπρεπείᾳ, ἀλλ’ ἐν τῇ τοῦ Πατρὸς ὑπεροχῇ, πληθύος ἀγγέλων δορυφορούσης αὐτὸν, καὶ παρισταμένης ὡς Θεῷ καὶ Κυρίῳ τῶν ὅλων. Ἥξει τοίνυν ὡς ἀστραπὴ, καὶ οὐ λεληθότως. Καὶ οὐδενὶ πι‐ | |
5 | στευτέον λέγοντι· «Ἰδοὺ ὧδε, ἰδοὺ ἐκεῖ.» Ὑποψίαν ἑτέραν τῆς τῶν μαθητῶν ὑποκείρει καρδίας· ᾤοντο γὰρ ὅτι περινοστήσας τὴν Ἰουδαίαν, εἶτα γεγονὼς ἐν τοῖς Ἱεροσολύμοις, εὐθὺς ἀναδείξει τὴν τοῦ Θεοῦ βα‐ σιλείαν· καὶ γοῦν προσιόντες, ἔφασκον· «Εἰ ἐν τῷ | |
10 | χρόνῳ τούτῳ, Κύριε, ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;» Ἀλλὰ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου τοῦτο γενέσθαι προσδοκήσασα, προσῄει περὶ καθ‐ έδρας ἀξιοῦσα. Οὐκοῦν ἵν’ εἰδεῖεν ὅτι δεῖ πρῶτον αὐ‐ τὸν τὸ σωτήριον ὑποστῆναι πάθος, καὶ καταργῆσαι | |
15 | θάνατον τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς, καὶ ἀποστῆσαι τοῦ κόσμου τὴν ἁμαρτίαν, καταργῆσαι δὲ καὶ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, εἶθ’ οὕτως ἀναβῆναι πρὸς τὸν Πατέρα, ἐπιλάμψαι τε κατὰ καιροὺς, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, φησὶν ὅτι πρῶτον δεῖ | |
20 | αὐτὸν πολλὰ παθεῖν. Ὅτι δὴ ἀδοκήτως, καὶ οἷον εἰ‐ δότος οὐδενὸς, ἐπιλάμψει, καὶ τὸ τοῦ παρόντος αἰῶνος ἀφίξεται πέρας, οὕτω φησὶν ἔσεσθαι τὴν συντέλειαν, ὡς γέγονεν ἐν ἡμέραις Νῶε καὶ Λώτ.—(B f. 165) Ἐτρύφων γὰρ, φησὶν, ἀμερίμνως, ἤσθιον, ἔπινον, | |
25 | ἐπώλουν, ἠγόραζον, ᾠκοδόμουν. Ἀλλὰ τοὺς μὲν ὑδά‐ των ἀπώλεσε φορὰ, οἱ δὲ γεγόνασι θείου πυρὸς ἔργον καὶ τροφή. Τί οὖν ἐντεῦθεν τὸ δηλούμενον; Βούλεται ἠμᾶς ἐγρηγορέναι διὰ παντὸς, καὶ ἑτοίμους εἶναι πρὸς ἀπολογίαν τὴν ἐπὶ τοῦ θείου βήματος. | |
30 | Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, κ.τ.λ. (A f. 235) Ἀλογῆσαι προστάττει παντὸς ἐπιγείου καὶ προσκαίρου πράγματος, καὶ εἰς ἕνα βλέψαι σκοπὸν τὸν ἐπί γε τῷ δεῖν ἕκαστον διασῶσαι τὴν | |
35 | ἑαυτοῦ ψυχήν. Ὃς ἂν τοίνυν ᾖ, φησὶν, ἐπὶ τοῦ δώ‐ ματος, μὴ καταβήτω ἐν τῇ οἰκίᾳ ἆραι τὰ σκεύη αὐτοῦ. Ἔοικε δὲ διὰ τούτων, τὸν ἐν ἀναπαύσει, καὶ πλούτῳ, καὶ περιφανείαις κοσμικαῖς βούλεσθαι δη‐ λοῦν· ἀεὶ γάρ πως οἱ ἐν δώμασιν ἑστηκότες, ἀπό‐ | |
40 | βλεπτοι γίνονται τοῖς τὴν οἰκίαν περιεστηκόσιν. Εἴ τις τοίνυν τοιοῦτός ἐστι, φησὶ, μηδένα ποιείσθω λό‐ γον, κατ’ ἐκεῖνο καιροῦ, τῶν ἐναποκειμένων τῇ οἰκίᾳ σκευῶν· ἄχρηστα γὰρ ταῦτα καὶ ἀσυντελῆ πρὸς ὄνησιν αὐτῷ. «Οὐ γὰρ ὠφελοῦσι θησαυροὶ ἀνόμους,» | |
45 | κατὰ τὸ γεγραμμένον, «δικαιοσύνη δὲ ῥύεται ἐκ θα‐ νάτου.» Ἀλλὰ κἂν εἴ τις ᾖ, φησὶν, ἐν ἀγρῷ, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω· τουτέστιν, εἰ εὑρίσκοιτό τις ἐν φιλεργίαις ὑπάρχων καὶ πόνοις, καὶ πνευμα‐ τικῆς εὐκαρπίας ἐπιμελητὴς, καὶ τοὺς ἐξ ἱδρώτων | |
72.844(50) | ἀγαθῶν συλλέγων μισθοὺς, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω· ὡς γὰρ αὐτός που πάλιν ἔφη Χριστὸς, «Οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρα‐ νῶν.» Χρὴ γὰρ ἔχεσθαι τῶν ἱερῶν σπουδασμάτων | |
55 | ἀμεταστρέπτοις ὁρμαῖς, ἵνα μὴ τοῦτο πάθωμεν ὃ δὴ | |
καὶ συνέβη παθεῖν τὴν ἐν Σοδόμοις γυναῖκα, ἣν δὲ | ||
72.845 | καὶ λαβὼν εἰς παράδειγμα, φησί· «Μνημονεύετε τῆς γυναικὸς Λώτ·» ἐξελθοῦσα γὰρ ἀπὸ Σοδόμων, εἶθ’ ὑπονοστήσασα, στήλη [cod. ὑπονοστήλη] γέγονεν ἁλὸς, τουτέστιν ἀπεμωράνθη καὶ ἀπελιθώθη. Δεῖ δὴ οὖν ἀντέχεσθαι νεανικῶς τοῦ προτεθέντος σκοποῦ. | |
5 | Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπο‐ λέσει αὐτήν. (A f. 235, C f. 144 b, D f. 58 b) Πῶς ἀπόλλυσί τις ἑαυτοῦ ψυχὴν, ἵνα αὐτὴν διασώσῃ, ἢ κατὰ τίνα τρό‐ πον ὁ διασῶσαι νομίσας, ἀπόλλυσιν αὐτὴν, σαφηνιεῖ | |
10 | λέγων ὁ Παῦλος, περὶ μὲν τῶν ἁγίων· «Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Οἱ γὰρ ὄντως γε‐ γονότες γνήσιοι τῷ ἡμῶν Σωτῆρι Χριστῷ, τὴν ἑαυ‐ τῶν σταυροῦσι σάρκα, τουτέστι θανατοῦσι· πόνοις | |
15 | δηλονότι καὶ τοῖς εἰς εὐσέβειαν ὁμιλοῦντες ἀγῶσι, καὶ κατανεκροῦντες αὐτῆς τὸ φρόνημα. Γέγραπται γάρ· «Νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορ‐ νείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν.» Ὅσοι οὖν τούτων ἕνεκα νεκροῦνται, | |
20 | οὗτοι σεσώκασι τὴν ἑαυτῶν ψυχήν· οἵ γε μὴν τὸν φιλήδονον ἀγαπῶντες βίον, τάχα που τὴν ἑαυτῶν οἴονται κτᾶσθαι ψυχήν· ἀπολλύουσι δὲ πάντως αὐ‐ τήν. «Ὁ γὰρ σπείρων, φησὶν, εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν.» Ἀπολέσας δέ τις καὶ | |
25 | ἑτέρως τὴν ἑαυτοῦ ψυχὴν, διασώσει πάντως αὐτήν· τοῦτο πεπράχασιν οἱ μακάριοι μάρτυρες, τοὺς μέχρι ψυχῆς καὶ αἵματος διενεγκόντες ἀγῶνας, καὶ τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον, οἷά τινα στέφανον, ταῖς ἑαυτῶν ἀνάψαντες κεφαλαῖς. Οἵ γε μὴν ἐξ ἀνάνδρου | |
30 | ψυχῆς καὶ γνώμης ἀρνησάμενοι τὴν πίστιν, καὶ τὸν παραυτίκα τῆς σαρκὸς διαφυγόντες θάνατον, οὗτοι φονευταὶ τῆς ἑαυτῶν γεγόνασι ψυχῆς· κατοιχήσονται γὰρ εἰς ᾅδου, τῆς κακανδρίας ὑφέξονται δίκας. Ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς· | |
35 | ὁ εἷς παραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσε‐ ται. (A f. 235 b, B f. 166 b, C f. 144 b, D f. 58 b) Νύκτα γε μὴν ὀνομάζει τὸν τῆς κρίσεως καιρὸν, διά τοι, καθάπερ ἡγοῦμαι, τὸ ἀσυμφανὲς καὶ ἀπροσδό‐ | |
40 | κητον τῆς αὐτοῦ παρουσίας. Διὰ δὲ τῶν δύο τῶν ἐπὶ κλίνης ὄντων μιᾶς, ἔοικεν ὑπαινίττεσθαι τοὺς ἐν ἀναπαύσει καὶ πλούτῳ, καὶ ἰσομοιροῦντας ἀλλήλοις, κατά γε, φημὶ, τὸ ἐν εὐπαθείαις εἶναι κοσμικαῖς· κλίνη γὰρ, ἀναπαύσεως σύμβολον. Ἀλλ’ εἶς ἐξ αὐτῶν, | |
45 | φησὶ, παραληφθήσεται, καὶ εἷς ἀφίεται· πῶς ἢ τίνα τρόπον; οὐ γὰρ πάντες οἱ ἐν πλούτῳ καὶ ἀναπαύσει γεγονότες τῇ κατὰ τόνδε τὸν βίον, πονηροὶ γεγόνασι καὶ ἀμείλικτοι. Τί γάρ; Εἰ πλούσιος μὲν ἔστι τις, χρηστὸς δὲ καὶ φιλοικτείρμων καὶ τὴν πίστιν ὀρθὸς, | |
72.845(50) | οὗτος παραλαμβάνεται· ὅ γε μὴν ἕτερος, ὡς μὴ γε‐ γονὼς τοιοῦτος, ἀφεθήσεται. Διὰ δὲ τῶν ἀληθουσῶν, ἔοικε τοὺς ἐν πτωχείᾳ καὶ πόνοις ὄντας ὑποδηλοῦν· ἀλλὰ καὶ ἐπ’ αὐτῶν δὴ τούτων, φησὶ, πολλή τίς ἐστι διαφορά· οἱ μὲν γὰρ τὸ τῆς πτωχείας φορτίον γεν‐ | |
55 | ναίως φέροντες, σωφρόνως τε καὶ ἐπιεικῶς βιοῦν‐ τες, οὗτοι παραληφθήσονται, δίκαιοι δηλονότι τυγχά‐ | |
νοντες· οἱ δὲ μὴ τοιοῦτοι, δεινοὶ δὲ μᾶλλον πρὸς | ||
72.848 | κακουργίας, καὶ ἀπάσης φαυλότητος ἐπιτηδευταὶ, ἀφεθήσονται, τῇ διὰ πυρὸς ὑποκεισόμενοι δίκῃ Ἔσται τοίνυν καὶ ἐπ’ αὐτοῖς πλείστη τις καὶ ἀκρι‐ βὴς τῶν τρόπων ἡ δοκιμασία· καὶ ὁ μὲν χρηστὸς | |
5 | παραληφθήσεται· ὅ γε μὲν οὐ τοιοῦτος ἀφεθήσε‐ ται.—(A f. 235 b) Εἰπόντος γε μὴν τὸ παρα‐ ληφθήσεται, χρησίμως καὶ ἀναγκαίως διερωτῶσιν οἱ μαθηταί· «Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.»—(B f. | |
10 | 167, D f. 58 b) Καὶ τί δὲ τοῦτό ἐστιν; Ἀπὸ κοινοῦ καὶ ἐμφανεστάτου πράγματος, μέγα καὶ βαθὺ μυ‐ στήριον ὑπαινίττεται. Καὶ ποῖον τοῦτό ἐστι; Κατα‐ βήσεται μὲν γὰρ ἐξ οὐρανῶν, ἵνα κρίνῃ τὴν οἰκου‐ μένην ἐν δικαιοσύνῃ· ἀλλ’ αὐτὸς, φησὶν, ἀποστελεῖ | |
15 | τοὺς ἀγγέλους αὐτοῦ, καὶ ἐκλέξουσιν ἐκ τῶν ἁμαρ‐ τωλῶν τοὺς δικαίους καὶ ἁγίους, καὶ προσοίσουσιν αὐτῷ· τούς γε μὴν ἑτέρους ἀφιᾶσιν ἐν γῇ, κολα‐ σθησομένους δηλονότι. Τοιοῦτόν τι καὶ ὁ πάνσοφος Παῦλος ὑποδηλοῖ γράφων· «Λέγω γὰρ ὑμῖν, ὅτι | |
20 | ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, οὐ μὴ φθάσω‐ μεν τοὺς κοιμηθέντας, ἀλλ’ αὐτὸς σαλπίσει, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται ἄφθαρτοι, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ· καὶ ἡμεῖς οἱ ζῶντες, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ | |
25 | Κυρίου, εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.» Ὥσπερ οὖν σώματος κειμένου νεκροῦ, τὰ σαρκοβόρα τῶν πτηνῶν ἐπ’ αὐτὸ συντρέχει, οὕτως ὅταν ὁ Υἱὸς τοῦ ἀνθρώπου παραγένηται, τότε δὴ πάντες οἱ ἀετοὶ, τουτέστιν οἱ τὰ ὑψηλὰ πετόμενοι, καὶ τῶν ἐπιγείων καὶ κοσμικῶν ἀνενηγμένοι πραγμάτων, ἐπ’ αὐτὸν συνδραμοῦνται. | |
29t | ΚΕΦΑΛ. ΙΗʹ. | |
30 | Πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν. (A f. 236, C f. 144 b, D f 59) Ἀδιαλείπτως οὖν χρὴ προσεύχεσθαι, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, εὖ εἰδότας καὶ ἀραρότως πιστεύοντας, ὅτι πάντα δύνα‐ | |
35 | ται κατορθοῦν ὁ παρακαλούμενος. «Αἰτείτω γάρ τις, φησὶ, πίστει μηδὲν διακρινόμενος. Ὁ γὰρ διακρινόμε‐ νος, ἔοικε κλύδωνι θαλάσσης, ἀνεμιζομένῳ καὶ ῥιπι‐ ζομένῳ.» Μὴ γὰρ οἰέσθω, φησὶν, ὁ ἄνθρωπος ἐκεῖ‐ νος, ὡς λήψεταί τι παρὰ τοῦ Κυρίου· ὑβριστὴς γὰρ | |
40 | ὁμολογουμένως ὁ διακρινόμενος. Εἰ γὰρ μὴ πεπί‐ στευκας ὅτι τὴν σὴν αἴτησιν ἀποπερανεῖ, μηδὲ προσ‐ | |
έλθῃς ὅλως· ἵνα μὴ κατήγορος εὑρεθῇς τοῦς πάντα | ||
72.849 | ἰσχύοντος, διψυχήσας ἀβούλως. Χρὴ τοιγαροῦν τὴν οὕτως αἰσχρὰν παραιτεῖσθαι νόσον· ὅτι δὲ τοῖς οὐ περιέργως ἢ ἀτημελῶς, ἀλλ’ ἐν σπουδῇ καὶ ἀδιαλεί‐ πτως ποιουμένοις τὰς λιτὰς κατανεύσει ὁ Θεὸς, ἡ | |
5 | προκειμένη παραβολὴ πιστώσεται. Εἰ γὰρ τὸν ἄδικον κριτὴν, τὸν μήτε Θεὸν φοβούμενον, μήτε μὲν ἄνθρω‐ πον ἐντρεπόμενον, δεδυσώπηκε τῆς χήρας ἡ συνεχὴς πρόσοδος, ὥστε καὶ ἄκοντα ποιῆσαι τὴν ἐκδίκησιν αὐτῆς, πῶς ὁ φιλοικτείρμων καὶ μισοπόνηρος, ὁ | |
10 | τοῖς ἀγαπῶσιν αὐτὸν χεῖρα νέμων ἀεὶ τὴν σώζουσαν, οὐ προσδέξεται μὲν προσιόντας αὐτῷ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ, ποιήσει δὲ τὴν ἐκδίκησιν αὐτῶν ὡς ἐξειλεγμένων; (A f. 236) Ἀλλὰ γὰρ τίνες ὅλως οἱ ἀδικοῦντες | |
15 | αὐτοὺς, φέρε δὴ, φέρε καταθρήσωμεν [cod. κατα‐ θρηνήσωμεν]. Ἀδικοῦσιν ἁγίους πλεῖστοί τε ὅσοι καὶ ἐπὶ πολλοῖς, τὸν τῆς ἀληθείας ὀρθοτομοῦντας λόγον, οἱ τῶν ἱερῶν δογμάτων ἀνεπιστήμονες, καὶ πάσης ὀρθότητος ἀπενηνεγμένοι. Οὗτοι δέ εἰσι, τὰ μιαρὰ | |
20 | καὶ βέβηλα τῶν αἱρετικῶν ἐργαστήρια, ἅπερ ἂν εἴποι τις θανάτου πύλας· οὗτοι διωγμοὺς καὶ θλίψεις ἐπάγουσι τοῖς ὀρθοποδοῦσι περὶ τὴν πίστιν· κατὰ τούτων οἱ Θεῷ γνώριμοι ποιοῦνται τὰς λιτὰς, τοὺς ἁγίους ἀποστόλους ἀπομιμούμενοι, οἳ τῆς Ἰουδαίων | |
25 | σκαιότητος κατακεκραγότες, ἔφασκον· «Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου.» Ἀλλὰ γὰρ ἴσως ἐρεῖ τις· Τοῖς ἁγίοις ἀποστόλοις ἔφη που Χριστός· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, | |
30 | προσεύχεσθε ἐπὶ τῶν ἐπηρεαζόντων.» Πῶς οὖν ἄρα προσευξόμεθα κατ’ αὐτῶν, εἶτα τῆς θείας οὐκ ἀλο‐ γήσομεν ἐντολῆς; Πρὸς τοῦτό φαμεν· Ἆρ’ οὖν εὐξό‐ μεθα παῤῥησίαν αὐτοῖς καὶ ἰσχὺν δοθῆναι παρὰ Θεοῦ, ἵνα τοὺς τὰ αὐτὰ πρεσβεύοντας μὴ ἐῶσι μυσταγω‐ | |
35 | γεῖν; Καὶ πῶς οὐκ εὔηθες παντελῶς τὸ χρῆμά ἐστιν; Οὐκοῦν ὅταν μὲν εἰς ἡμᾶς αὐτοὺς τὰ παρά τινων ἔρχηται πλημμελήματα, τότε δὴ, τότε καύχημα ποιησόμεθα τὸ ἐπ’ αὐτοῖς ἀμνησίκακον καὶ φιλάλ‐ ληλον· τότε τοὺς ἁγίους Πατέρας ἀπομιμούμενοι, | |
40 | κἂν παίωσι, κἂν ὑβρίζωσι, κἂν ἑτέρους ἡμῖν πλεον‐ εξίας ἐπιφέρωσι τρόπους, ἀπαλλάξομεν πάσης αἰτίας αὐτοὺς, κρείττους ἐσόμεθα καὶ ὀργῆς καὶ λύπης. Ὅταν δέ τινες εἰς αὐτὴν ἁμαρτάνωσι τὴν τοῦ Θεοῦ δόξαν, τῶν τὸ θεῖον ἱερουργούντων κήρυγμα, πολέ‐ | |
45 | μους καὶ θλίψεις κατασωρεύοντες, τότε πρόσιμεν Θεῷ, τὴν παρ’ αὐτοῦ ζητοῦντες ἐπικουρίαν, καὶ τῶν μαχομένων αὐτοῦ τῇ δόξῃ κατακεκραγότες· καθά‐ περ ἀμέλει καὶ ὁ μέγας Μωϋσῆς· ἔφη γάρ· «Ἐξ‐ εγέρθητι, Κύριε· διασκορπισθήτωσαν οἱ ἐχθροί σου· | |
72.849(50) | φυγέτωσαν πάντες οἱ μισοῦντες τὸ ὄνομά σου.» Καὶ αὐτὸ δὲ τὸ εἰρημένον παρὰ ἁγίων ἀποστόλων, ἐκ‐ δείξειεν ἂν οὐκ ἀσυντελοῦν πρὸς ὄνησιν τῷ θείῳ κη‐ ρύγματι, τὸ ἀσθενῆσαί πως τῶν διωκόντων τὴν χεῖρα· «Ἔπιδε γὰρ, φησὶν, ἐπὶ τὰς ἀπειλὰς αὐτῶν,» τουτέστι | |
55 | ματαίωσον αὐτῶν τὰς ἐπαναστάσεις· «καὶ δὸς τοῖς δούλοις σου, μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου.» Ὅτι γὰρ ἤμελλον τοὺς τῆς ὀρθότητος λόγους ἐκκαπηλεύειν | |
τινὲς, καὶ τῆς ὑγιαινούσης πίστεως ἀποφέρειν πολλοὺς, προαναπεφώνηκε λέγων | ||
72.852 | Πλὴν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν, ἆρα εὑρή‐ σει τὴν πίστιν ἐπὶ τῆς γῆς; (A f. 256, B f. 168, C f. 145, D f. 59) Οὐκ ἠγνόη‐ σε τοῦτο. Πόθεν; Θεὸς γάρ ἐστιν ὁ πάντα εἰδώς. | |
5 | Ὑπεμφαίνει δὲ ὅτι ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, καὶ ἀποδραμοῦνταί τινες ἐν ἐσχάτοις καιροῖς τῆς ὀρθῆς καὶ ἀδιαβλήτου πίστεως, προσέχοντες πνεύ‐ μασι πλάνοις καὶ ψευδηγορίαις ἀνθρώπων κεκαυτη‐ ριασμένων νοῦν· καθ’ ὧν ὡς οἰκέται γνήσιοι τῷ Θεῷ | |
10 | πρόσιμεν, ἀπράκτους αὐτῶν παρακαλοῦντες ἀποφαν‐ θῆναι τὰς πονηρίας, καὶ τὰ κατὰ τῆς αὐτοῦ δόξης ἐπιχειρήματα. Ἀδικοῦσι δὲ τοὺς Θεῷ δουλεύοντας καὶ ἕτεροί τινες, καθ’ ὧν ἀνέγκλητος ἡ παρ’ ἡμῶν ἔσται πρόσοδος, ἡ διά γε τῆς προσευχῆς. Τίνες δὲ | |
15 | οὗτοι πάλιν; Αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις, καὶ ὁ πάντων ἀντίδικος Σατανᾶς, ὁ τοῖς εὖ βιοῦν ἐθέλουσιν, ἀγρίως ἀντανιστάμενος, ὁ τοῖς φαυλότη‐ τος βόθροις ἐνιεὶς τοὺς νυστάζοντας, ὁ πάσης ἡμῖν ἁμαρτίας ἐμφυτεύων σπέρματα· ἔγκειται γὰρ οὐ | |
20 | φορητῶς μετὰ τῶν ἰδίων ὑπασπιστῶν· καὶ ἐπ’ αὐτῷ δὴ τούτῳ καταβεβόηκεν αὐτοῦ ὁ Ψαλμῳδὸς, λέγων· «Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον; φονεύετε πάντες ὑμεῖς, ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ; Ὥσπερ γὰρ τοῖχος ἤδη τὸ κλίνεσθαι παθὼν, | |
25 | καὶ φραγμὸς ὠσθεὶς, ἤγουν ἀνατραπεὶς, πίπτουσιν ἑτοίμως ὠθοῦντός τινος· οὕτως ὁ ἀνθρώπινος νοῦς, πλείστην ἐξ ἑαυτοῦ ἔχων τὴν ῥοπὴν εἰς φιληδονίας κοσμικὰς, πίπτει πρὸς αὐτὰς ἑτοίμως, ἕλκοντός τινος καὶ κατερεθίζοντος· ἔργον δὲ τοῦτο τῷ Σατανᾷ. | |
30 | Οὐκοῦν περὶ τούτων ἐροῦμεν ἐν προσευχαῖς πρὸς τὸν διασῶσαι δυνάμενον· «Ἐκδίκησόν μου ἐκ τοῦ ἀντιδίκου μου.» Ὃ δὴ καὶ πέπραχεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος· ἐκβέβληκε γὰρ τῆς καθ’ ἡμῶν τυραννίδος τὸν ἄρχοντα τοῦ αἰῶνος | |
35 | τούτου, ἐξείλετο δὲ καὶ σέσωκε, καὶ τοῖς τῆς ἑαυτοῦ βασιλείας ὑπήγαγε ζυγοῖς. Καὶ γὰρ ἐξ ὑμῶν τινες ὡς οἰκέται γνήσιοι ἐν ἑδραιότητι πίστεως διατηρη‐ θήσονται παρὰ Θεοῦ ἐπὶ γῆς ὄντες· καλὴ τοίνυν ἡ ἔντευξις ἡ διὰ συχνῆς προσευχῆς· προσδέξεται γὰρ | |
40 | ἡμῶν τὰς λιτὰς, πληρώσει τε τὰ αἰτήματα Χριστός. Εἰ γὰρ τὸν κριτὴν τῆς ἀδικίας, τὸν καὶ πρὸς Θεὸν καὶ πρὸς ἀνθρώπους ἀπαναιδευσάμενον, καὶ πάσης κακίας πεπληρωμένον, ἡ τῆς χήρας προσεδρεία καὶ καρτερία ἐμάλαξε, πόσῳ μᾶλλον ἡμεῖς τὸν Πατέρα τοῦ ἐλέους εἰς οἶκτον ἑλκύσομεν, κἂν μακροθυμῇ πρὸς | |
45 | τὸ παρόν; Ἐπειράθησαν δέ τινες περιεργότερον τὴν παρα‐ βολὴν ταύτην ἑρμηνεῦσαι, χήραν μὲν τὴν ἀποβα‐ λοῦσαν τὸν διάβολον, ψυχὴν λέγοντες· ἀντίδικον δὲ αὐτῆς, αὐτὸν καθ’ οὗ καὶ πρόσεισι τῷ Θεῷ τῷ κριτῇ | |
72.852(50) | τῆς ἀδικίας, τουτέστι, τῷ κατακρίνοντι τὴν ἀδικίαν, ὃς οὐκ ἔχει Θεὸν ὃν φοβηθήσεται, οὐδὲ πρόσωπον ἀνθρώπου λαμβάνει, ὃς καὶ τὴν προσεδρεύουσαν αὐτῷ ψυχὴν οἰκτείρει· ἀλλὰ ταῦτα μὲν τολμηρῶς καὶ φαύλως τινὲς ἐξελάβοντο· ὁ μέν τοι Κύριος, ὅτι | |
55 | ἐν τῷ καιρῷ τῆς συντελείας πρὸς τοὺς τότε κινδύ‐ νους τῇ προσευχῇ συντόνως χρηστέον, ἐπιφέρει, ὅτι | |
«Ἆρα ἐλθὼν εὑρήσει τὴν πίστιν;» ἐν σχήματι | ||
72.853 | ἐρωτήσεως τὸ σπάνιον παριστῶν. Εἴωθε γὰρ ἐπὶ τοῦ σπανίου, τῷ ἐρωτηματικῷ τρόπῳ χρᾶσθαι· ὡς κἀν‐ ταῦθα δηλῶν, ὅτι βραχεῖς ἔσονται οἱ τὴν πίστιν φυ‐ λάττοντες· καὶ ἐν ὀλίγοις αὐτὴν εὑρήσει ἐπὶ τῆς γῆς, | |
5 | ἐν νεφέλαις ἐλθών. (A f. 236 b) Ἵνα δὲ μάθῃς ὅσην ἔχει ζημίαν τὸ κατακρίνειν ἑτέρους, καὶ μὴ ἐπὶ τοῖς οἰκείοις πταί‐ σμασι μετανοεῖν, ἐξ αὐτῶν σε τῶν Εὐαγγελίων πι‐ στώσομεν. Λέγει τοιγαροῦν οὗτος ὁ μακάριος Λουκᾶς | |
10 | περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· «Εἶπε δὲ αὐτοῖς καὶ παραβολὴν περὶ τῶν δικαιούντων ἑαυτοὺς, ἐξου‐ θενούντων δὲ τοὺς ἑτέρους.» Καὶ τίς ἡ παραβολή; Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύ‐ ξασθαι, κ.τ.λ. | |
15 | (A f. 236 b, C f. 145, E f. 298) Ἐνταῦθα γὰρ διδάσκει ἡμᾶς, τίνα χρὴ τρόπον τὰς πρὸς αὐτὸν ποιεῖσθαι λιτὰς, ἵνα μὴ ἄμισθον εὑρεθῇ τοῖς χρωμέ‐ νοις τὸ χρῆμα· μηδὲ δι’ ὧν ἄν τις ὠφελεῖσθαι νο‐ μίζοι, διὰ τούτων αὐτῶν παροτρύνῃ καθ’ ἑαυτοῦ τὸν | |
20 | τῶν ἄνωθεν χαρισμάτων δοτῆρα Θεόν· γέγραπται γὰρ, ὅτι «Ἔστι δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐ‐ τοῦ.» Ἰδοὺ γὰρ ἐνταῦθα ὁ Φαρισαῖος κατακέκριται, ὅτι μὴ ἐπιστημόνως ἐποιεῖτο τὴν προσευχήν. Πολλὰ γὰρ κατ’ αὐτὸν αὐτοῦ τὰ ἐγκλήματα· πρῶτον μὲν | |
25 | φορτικός ἐστι καὶ ἄνους· τεθαύμακε γὰρ αὐτὸς ἑαυ‐ τὸν, καίτοι βοῶντος τοῦ ἱεροῦ Γράμματος· «Ἐγ‐ κωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα· ἀλλό‐ τριος, καὶ μὴ τὰ σὰ χείλη.» Εἶτα, ἠγνόησεν ὅτι τὸ κακῶν εἶναι κρείττονα, οὐχὶ πάντη τε καὶ πάντως | |
30 | ἀξιοθαύμαστον ἀποφαίνει τινά· τὸ δὲ ἁμιλλᾶσθαι φιλεῖν τοῖς εἰωθόσιν εὐδοκιμεῖν, λαμπρὸν καὶ δια‐ πρεπῆ, καὶ τοῖς δικαίως τεθαυμασμένοις ἐναρίθμιον ἀπεργάζεται.—(A f. 239, E f. 298) Ὁ γοῦν τελώ‐ νης εἱστήκει μακρόθεν· οὐδ’ ὅσον εἰπεῖν ἀνατεῖναι | |
35 | τολμῶν εἰς ὕψος τοὺς ὀφθαλμοὺς, ἀλλὰ τῷ ἐρυθριῶντι βλέμματι, τὸ τῆς ψυχῆς μηνύων ἀπαῤῥησίαστον. Ὁρᾷς ὅτι περιστείλας τὴν παῤῥησίαν, ὡς οὐκ ἔχων αὐτὴν, τοῖς ὑπὸ τοῦ συνειδότος ἐλέγχοις πλήττεται; Δέδιε γὰρ καὶ μόνον ὀφθῆναι Θεῷ, ὡς ὀλίγως φρον‐ | |
40 | τίσας τῶν αὐτοῦ νόμων· καὶ δι’ αὐτοῦ τοῦ φαινομένου σχήματος, τῆς ἑαυτοῦ φαυλότητος κατηγορεῖ· τύπτει τὸ στῆθος, ὁμολογεῖ τὰ ἐγκλήματα, δείκνυσιν ὡς ἰατρῷ τὴν νόσον, καὶ κατοικτείρεσθαι παρακαλεῖ.— (A f. 241 b, E f. 305) Ὥσπερ οὖν οὐδὲ ὁ τελώνης | |
45 | [ἐξουδενώθη]· τί γάρ φησι περὶ αὐτοῦ, τοῦ τὰς οἰκείας ἁμαρτίας ὁμολογοῦντος, ὁ πάντων Κριτὴς, ὁ τὰς καρ‐ δίας ἐπιγινώσκων, ὁ τὰς πάντων δεχόμενος προσευ‐ χάς; «Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, ἢ ἐκεῖνος.» Κἂν εἴ τις γὰρ γέ‐ | |
72.853(50) | νοιτο χρηστὸς καὶ ἐπιεικὴς, μὴ ταύτης ἕνεκα τῆς αἰτίας ὑπεροψίαν νοσείτω· μεμνήσθω δὲ μᾶλλον Χριστοῦ λέγοντος τοῖς ἁγίοις ἀποστόλοις· «Ὅταν ταῦτα ποιήσητε, δῆλον δὲ ὅτι τὰ διατεταγμένα, λέγετε ὡς Δοῦλοι ἀχρεῖοί ἐσμεν· ὃ ὠφείλομεν ποιῆσαι, πε‐ | |
55 | ποιήκαμεν.» Ὀφείλομεν δὲ ὡς ἐξ ἀναγκαίου ζυγοῦ | |
72.856 | τῷ ἐπὶ πάντας Θεῷ τὴν δουλείαν, τὴν ὑποταγὴν τὴν εἰς πᾶν ὁτιοῦν· ὁρᾷς ὅπως ὁ τελώνης τὰ ἁμαρτήματα ἀπεδύσατο, τὴν τοῦ Φαρισαίου κατηγορίαν πράως ἐνεγκών; Καὶ ὁ μὲν ἀπὸ δόξης, εἰς τὸ τῆς ἀτιμίας | |
5 | κατέπεσε βάραθρον· ὁ δὲ ἀπὸ τῆς ἐπονειδίστου ζωῆς, εἰς μακαρίαν ἐπανῆλθε κατάστασιν· καὶ ὁ μὲν πολλῷ τῷ μέσῳ τῆς πρὸς Θεὸν ἐγγύτητος ἐκεχώριστο· ὁ δὲ πρὸς τὴν τῆς παῤῥησίας χώραν ἀνείλκυτο· καὶ ὁ μὲν ἐξ ὄγκου τεταπείνωτο, ὁ δὲ ἐκ ταπεινώσεως ὕψωτο. Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν | |
10 | ἅπτηται. (A f. 243 b, B f. 169, D f. 60) Προσέθει ποτε γύναια, καὶ δὴ καὶ βρέφη προσεκόμιζον αἱ μητέρες, ἵνα ἐπιθῇ αὐτοῖς τὰς χεῖρας· ὄχλον δὲ τὸ χρῆμα νο‐ μίσαντες εἶναι, ἀπεῖργον οἱ μαθηταί· αὐτὸς δὲ καὶ | |
15 | λίαν ἀσμένως προσίετο, λέγων· «Ἄφετε· τῶν γὰρ τοιούτων ἡ βασιλεία.» Ἐντεῦθεν ἀταλαίπωρον ἰδεῖν, ὡς ἀκακίας σύμβολον τὸ ἀρτιγενές ἐστι παιδίον· νέα γὰρ ὥσπερ κτίσις, τὸ βρέφος. Οὐ βασκαίνοντες μέν τοι τοῖς βρέφεσιν ἐπετίμων οἱ μαθηταὶ, ἀπονέμοντες | |
20 | δὲ μᾶλλον ὡς διδασκάλῳ τὸ χρεὼν, καὶ οἱονεὶ τὰς περιττὰς ὀχλήσεις ἀπείργοντες· οὐκ ἀσυνέτους δὲ ἡμᾶς εἶναι βούλεται Χριστὸς, φάσκων· «Τῶν γὰρ τοι‐ ούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν·» ἀλλὰ τῇ κακίᾳ νηπιάζειν, ταῖς δὲ φρεσὶ τελείους ὑπάρχειν· τὸ γὰρ | |
25 | βρέφος, ἢ ὀλίγα παντελῶς, ἢ οὐδὲν ὅλως εἰδὸς, ἀπ‐ αλλάττοιτο ἂν εἰκότως τῆς ἐπὶ φαυλότητι καὶ πονηρίᾳ διαβολῆς· οἷς καὶ ἡμᾶς ἐξομοιοῦσθαι προσήκει, ἁπλοῦν καὶ ἀπόνηρον διαζῶντας βίον· τελείους δὲ εἶναι χρὴ ταῖς φρεσὶν, ἑδραῖον ἔχοντας τὸν νοῦν, εἰς | |
30 | τὸ εἰδέναι σαφῶς τίς ὁ τῶν ὅλων Θεὸς, καὶ διαβολι‐ κῶν σκανδάλων ἀποφοιτᾷν· οὗτος γὰρ ὅρος φιλοσο‐ φίας, τὸ μετὰ συνέσεως ἄπλαστον εἶναι. Ἐπηρώτησέ τις αὐτὸν ἄρχων, κ.τ.λ. (A f. 244, D f. 60) Ὁ ἐνθάδε λεγόμενος ἄρχων, | |
35 | ἀκριβὴς εἶναί τις ὑπονοούμενος, ᾠήθη δύνασθαι ἐλέγξαι Χριστὸν, ἀτιμάζοντα μὲν τὴν διὰ Μωϋσέως ἐντολὴν, ἰδίους δὲ νόμους εἰσκεκομικότα. Προσέρχε‐ ται τοίνυν, καὶ χρηστολογεῖν ὑποπλάττεται· διδάσκα‐ λον γὰρ ὑποκαλεῖ, καὶ ἀγαθὸν ὀνομάζει, καὶ μαθη‐ | |
40 | τιᾷν ἐπαγγέλλεται. Εἰ δὲ πειράζων ἐπύθετο, εἰκότως ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, φησὶ πρὸς αὐτόν· Εἰ μὴ πεπίστευκας ὅτι Θεός εἰμι, πῶς τὰ μόνῃ πρέποντα τῇ ἀνωτάτῳ φύσει περιτέ‐ θεικάς μοι, καὶ ἀγαθὸν ἀποκαλεῖς, ὃν δὴ καὶ νενό‐ | |
45 | μικας ἄνθρωπον εἶναι κατὰ σέ; Φύσει γὰρ ἀγαθὸς ὁ Θεὸς, καὶ ἴδιον αὐτοῦ καὶ οὐσιωδῶς ἐμπεφυκὸς καὶ ἐξαίρετον ἀξίωμα, τὸ εἶναι ἀγαθὸν, κατὰ μέθεξιν δὲ, ἄγγελοι καὶ ἡμεῖς. Καὶ οὗτος μὲν ὁ τοῦ λόγου σκοπὸς γέγονε τῷ Χριστῷ. Οὐκ ἀνέξεται δὲ ἴσως τῆς τῶν | |
72.856(50) | ἐννοιῶν ὀρθότητος, ὁ τῆς Ἀρείου δυσσεβείας μέτοχος, φάσκων· Ἰδοὺ σαφῶς ἠρνήσατο εἶναι ἀγαθὸς, ἀνατί‐ θησι δὲ ὡς μόνῳ πρέπον τῷ Θεῷ καὶ Πατρί. Ἀλλ’ | |
εἴπερ ἦν, φησὶν, ὁμοούσιος αὐτῷ καὶ ἐξ αὐτοῦ κατὰ | ||
72.857 | φύσιν, οὐκ ἂν ὑπῆρχε καὶ αὐτὸς ὡς Θεὸς ἀγαθός; Ἀλλὰ λεκτέον πρὸς αὐτούς· Ἐπειδὴ πᾶς λόγος ὀρ‐ θός τε καὶ ἀκριβὴς, ὁμοούσιον οἶδεν ὄντα τῷ Πατρὶ τὸν Υἱὸν, πῶς οὐκ ἔστιν ἀγαθὸς, Θεὸς ὤν; Οὐ γὰρ | |
5 | δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ ἐκ γλυκείας πηγῆς ποταμὸς πρόεισιν οὐ γλυκύς· Θεοῦ τοιγαροῦν ἀγαθοῦ καρπὸς ἀγαθὸς ὁ Υἱός· καὶ ὡς εἰκὼν, τοῦ γεννήσαντος τὸ κάλλος ἐν ἰδίᾳ φύσει δεικνύς.—(A f. 245) Ἀλλὰ ταῦτα μὲν ἀπόχρη πρός | |
10 | γε τὰ παρόντα. Εἴρηται δὲ καὶ ἐν τῷ Ματθαίῳ. Προσδοκῶντος δὲ τοῦ ἄρχοντος, ἀκούσεσθαι λέγοντος τοῦ Χριστοῦ· Ἀποπήδησον τῶν Μωϋσέως γραμμά‐ των, καὶ πρόσιθι τοῖς δι’ ἐμοῦ θεσπίσμασι· τοῦτο μὲν οὐκ ἔφη, τὸν ἐνόντα σκοπὸν τῷ πειράζοντι θεο‐ | |
15 | πρεπέστατα βλέπων· ὥσπερ δὲ οὐκ οὐσῶν ἑτέρων ἐντολῶν, πλὴν ὅτι μόνων τῶν διὰ Μωϋσέως, πέμπει τὸν ἄνθρωπον πρὸς αὐτὰς, καί φησι· Τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, μὴ φονεύ‐ σῃς, κ.τ.λ. | |
20 | (A f. 246 b) Ὁ μέν τοι νόμος πᾶν εἶδος ἀποφά‐ σκει φαυλότητος, καὶ τοὺς τῆς ἀνοσιότητος κατακι‐ βδηλεύει τρόπους· «Οὐ γὰρ μοιχεύσεις, φησὶν, οὐ φονεύσεις,» καὶ τὰ λοιπὰ ἐναργῶς ἀποφάσκων, τὸ μήτε χρῆναι φονεῖν, μήτε μὴν ἀλλοτρίοις γάμοις | |
25 | ἐπιμαίνεσθαι· καταδικάζων δὲ καὶ κλοπῆς, καὶ ἐπι‐ ορκίας, καὶ τοῦ ψευδομαρτυρεῖν, καὶ ποινὰς τοῖς πλημμελοῦσιν ὁρίζων. Εἶτα τῆς εἰς γονέας αἰδοῦς ἐπιμελητὰς γενέσθαι προστέταχεν, ἀξιόκτητα τοῖς εὐδοκιμεῖν ἐθέλουσι τὰ γέρα προθείς· «Τίμα γὰρ, | |
30 | φησὶ, τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.»— (A f. 247, D f. 59 b) Ἐνόμισεν ὁ δύστροπος καὶ δεινὸς εἰς κακουργίας, καίτοι Θεὸν ὄντα τὸν ἐρωτώ‐ μενον συναρπάσειν ἀκονιτὶ πρὸς τὸ αὐτῷ δοκοῦν | |
35 | ἀποκρινόμενον· ὁ δὲ Χριστὸς, καίτοι πονηρὸν ὄντα, οὐκ ἀπεσόβησεν. «Ὁ δὲ ἀκούσας ταῦτα, περίλυπος ἐγένετο.»—(A f. 247 b) Ὁ τῆς Ἰουδαίων Συν‐ αγωγῆς ἄρχων, τὸν νέον οὐκ ἐχώρησεν οἶνον, ἀσκὸς παλαιὸς ὑπάρχων, ἀλλ’ ἐῤῥάγη, καὶ ἀχρεῖος ἦν· λε‐ | |
40 | λύπηται γὰρ, καίτοι μάθημα λαβὼν ζωῆς τῆς εἰς αἰῶνα πρόξενον.—(B f. 171, C f. 146) Κάμηλον, οὐ τὸ ζῶον, ἀλλὰ τὸ ἐν τοῖς πλοίοις παχὺ σχοινίον. Ἔξεστι γὰρ αὐτοῖς, εἰ μὴ εἰσάπαν ἕλοιντο τὸ τῶν ὅλων ὄντων ἀπολισθεῖν, ἑτέρως εὐδοκιμεῖν, ποιῆσαι | |
45 | φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ, ἵνα ὅταν ἐπιλίπωσι, δέξωνται αὐτοὺς εἰς τὰς αἰωνίους σκηνάς. Ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι. (A f. 250, C f. 146) Προσεπάγει δὲ τούτοις ὁ Ματθαῖος τό· «Τί ἄρα ἔσται ἡμῖν;» Πρὸς τοῦτο | |
72.857(50) | ἐρεῖ τις· Τί γὰρ ὅλως ἀφῆκαν οἱ μαθηταὶ, ἢ τίνων | |
72.860 | ἀντέκτισιν αἰτοῦσι παρὰ Χριστοῦ; Τί οὖν πρὸς ταῦτά φαμεν; Μάλιστα μὲν ταύτης ἕνεκα τῆς αἰτίας, ἀναγκαιοτάτην ἐποιοῦντο τὴν πεῦσιν. Ὡς γὰρ οὐδὲν κεκτημένοι, πλὴν ὅτι μικρὰ καὶ εὐτελῆ, βούλονται | |
5 | μαθεῖν τίνα τρόπον ἀμείψεται Θεὸς καὶ τοὺς ὀλίγιστα καταλελοιπότας διὰ τὴν βασιλείαν τοῦ Θεοῦ, τουτέστι διὰ τὸ ἐφίεσθαι τυχεῖν τῆς τῶν οὐρανῶν βασιλείας, διὰ τῆς εἰς αὐτὸν ἀγάπης. Ἀραρότως μὲν γὰρ ὁ πλούσιος καταφρονήσας πολλῶν, προσδοκήσει τὰς | |
10 | ἀμοιβάς· ὁ δέ γε μικρὰ κεκτημένος, εἶτα τούτων ἀποστὰς, ἐν ποίαις ἐλπίσιν ἔσται, πῶς οὐκ ἔδει μα‐ θεῖν; Εἶτα πρὸς τούτοις κἀκεῖνο εἰπεῖν ἀνάγκη· τὸ γάρ τοι πολλῶν ἢ ὀλίγων ἀπολισθεῖν, ἴσον τοῖς πα‐ θοῦσιν εἴη ἂν κατὰ τὸν τῆς ὀρθότητος λόγον· οὐκοῦν | |
15 | τό γε ἧκον εἰς ὑπακοὴν καὶ πρόθεσιν, ἐν ἴσῃ τάξει καταλογισθεῖεν ἂν τοῖς πολλὰ κεκτημένοις οἱ μὴ κατ’ αὐτοὺς μὲν ὄντες, εἶτα ταῖς ἴσαις προθυμίαις χρώ‐ μενοι, καὶ τῶν ἐνόντων τὴν ἀπεμπολὴν ἑκούσιον ὑπομένοντες. Εἶτα τί πρὸς αὐτοὺς ὁ Χριστός; | |
20 | Ἀμὴν λέγω ὑμῖν, ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ γονεῖς, κ.τ.λ. (A f. 250, B f. 172, D f. 60 b) Θεοπρεπὴς ἡ φωνὴ, καὶ ἡ ψῆφος ὁσία· εἰς ἐλπίδα γὰρ βεβαίαν ἀνακομί‐ ζει ἅπαντας τοὺς ἀκροωμένους· καὶ ἐνώμοτον ποιεῖ‐ | |
25 | ται τὴν ὑπόσχεσιν, προτιθεὶς τοῦ λόγου τὸ ἀμὴν, οἷον ὅρκου χρείαν ἀποπληροῦν. Ζητῆσαι δὲ πρέπει, τίνες ἂν εἶεν οἱ ἀφιέντες πατέρα ἢ μητέρα, γυναῖκά τε καὶ ἀδελφοὺς καὶ οἰκίας· εἶθ’ οὕτως πολυπρα‐ γμονῆσαι λεπτῶς, πῶς ἂν οἱ τοιοῦτοι πολλαπλασίονα | |
30 | λάβοιεν ἐν τῷ παρόντι καιρῷ. Οὐκοῦν καταλιμπά‐ νουσί τινες πατέρα, καὶ τῆς εἰς ἅπαν τὸ γένος φιλο‐ στοργίας ὀλιγωροῦσι ἔσθ’ ὅτε, διά γε τὴν εἰς Χρι‐ στὸν ἀγάπην· καὶ τίνα τρόπον, αὐτὸς ἡμᾶς διδάξει λέγων· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ | |
35 | ἔστι μου ἄξιος.» Καί· «Ἦλθον μερίσαι ἄνθρωπον ἀπὸ τοῦ πατρὸς αὐτοῦ,» καὶ τὰ ἑξῆς. Σαγηνεύοντος γὰρ εἰς τὴν ὑπ’ αὐτῷ πίστιν τοῦ θείου κηρύγματος τὴν ὑπ’ οὐρανὸν, βούλονται μὲν πρὸς τοῦτο ἰέναι τι‐ νὲς, ὑφορῶνται δὲ ἴσως πατέρας ἢ μητέρας ἀπίστους | |
40 | ὄντας καὶ πονηρούς· καὶ υἱοὺς δὲ πολλάκις οὐκ ἠνέσχοντο λυπῆσαι πατέρες, διὰ τοῦ προσδραμεῖν τῇ πίστει. Ὁ αὐτὸς δ’ ἂν γένοιτο λόγος καὶ περὶ ἀδελ‐ φῶν πρὸς ἀδελφοὺς, καὶ νύμφης πρὸς πενθερὰν, κἀκείνης πρὸς ταύτην· ἀλλ’ οἵ γε τῇ πίστει ἑδραῖοι | |
45 | προτάττουσιν οὐδὲν τῆς εἰς Χριστὸν ἀγάπης, τὸ κατὰ σάρκα γένος ἐν οὐδενὶ ποιούμενοι λόγῳ. Σκοπῆσαι δὲ λοιπὸν χρὴ πῶς ἄν τις τούτους ἀφεὶς, πολλαπλασίονα λήψεται ἐν τῷ νῦν αἰῶνι. Ἆρα γὰρ πολλῶν γυναικῶν ἔσται ἀνὴρ, ἢ πολλοὺς ἀνθ’ ἑνὸς | |
72.860(50) | πατέρας εὑρήσει ἐπὶ τῆς γῆς, καὶ πολυπλασιασθὲν οὕτω τὸ κατὰ σάρκα γένος; Οὐ τοῦτό φαμεν· ἀλλ’ ὅτι τὰ σαρκικὰ καὶ πρόσκαιρα καταλελοιπὼς, τὰ πολλῷ κρείττονα λήψεται, καὶ οἷον πολλαπλασίονα | |
τῶν καταφρονουμένων. Καὶ οἱ ἀπόστολοι γὰρ | ||
72.861 | ἀφέντες ὀλίγα, ἁγίου μεμέστωνται Πνεύματος, καὶ παντοδαπῶν ἔτυχον χαρισμάτων, ἀπόλεκτοί τε καὶ ἀοίδιμοι γεγόνασι τοῖς ἁπανταχοῦ. Ἅπαντες οὗν ἐσόμεθα κατ’ ἐκείνους οἱ πιστεύσαντες εἰς Χριστὸν, | |
5 | καὶ ἠγαπηκότες αὐτοῦ τὸ ὄνομα. Κἂν οἶκον ἀφῇ τις, τὰς ἄνω λήψεται μονάς· κἂν ἀπολισθήσῃ πατρὸς, τὸν ἐν οὐρανοῖς ἔχει Πατέρα· κἂν ἀδελφῶν γένηται μα‐ κρὰν, ἀλλ’ εἰς ἀδελφότητα αὐτὸν παραλήψεται Χρι‐ στός· ὅταν ἀφῇ γυναῖκα σύνοικον, εὑρήσει τὴν | |
10 | ἄνωθεν καὶ παρὰ Θεοῦ σοφίαν, ἐξ ἧς τεκνογο‐ νήσει εὐκαρπίας· κἂν ἀφήσῃ μητέρα, εὑρήσει «τὴν ἄνω Ἱερουσαλὴμ, ἥτις ἐστὶν ἐλευθέρα καὶ μήτηρ ἡμῶν.» Τελεσθήσονται πάντα τὰ γεγραμμένα διὰ τῶν | |
15 | προφητῶν τῷ Υἱῷ τοῦ ἀνθρώπου. (A f. 250, B f. 172 b, D f. 61) Προαποκείρει διὰ τοῦ λέγειν τὰ συμβησόμενα, καὶ λογισμῶν ἀτοπίαν, καὶ παντὸς σκανδάλου πρόφασιν· οἱ γὰρ τὰς παρ’ αὐτοῦ θεοσημείας τεθεαμένοι, καὶ τοῖς παρ’ αὐτοῦ λόγοις | |
20 | πρὸς εὐανδρίαν διανευρούμενοι, ἔμελλον ὁρᾷν αὐτὸν τῶν Ἰουδαίων ὑπομένοντα γέλωτα, σταυρούμενον, καὶ ἀτιμαζόμενον. Ἦν οὖν εἰκὸς ἐπ’ αὐτοῖς δὴ τού‐ τοις σκανδαλιζομένους, ἐκεῖνα καθ’ ἑαυτοὺς διενθυ‐ μεῖσθαί τε καὶ λέγειν· Ὁ τοσοῦτος ἐν ἰσχύϊ, καὶ | |
25 | νεύματι μόνῳ θαυματουργῶν, ὁ τὴν τοῦ Πατρὸς πρόνοιαν καὶ μέχρι στρουθίων καθικνεῖσθαι λέγων, ὁ Μονογενὴς καὶ Πρωτότοκος, πῶς ἠγνόησε τὰ ἐσό‐ μενα, καὶ τεθήρευται παρ’ ἐχθρῶν ὁ καὶ ἡμᾶς αὐ‐ τοὺς διασώσειν ὑπισχνούμενος; Ἵνα τοίνυν εἰδεῖεν, | |
30 | ὡς καὶ προέγνω τὸ πάθος, καὶ διαφυγεῖν εὐκόλως ἐξὸν, ἑκὼν εἰς τοῦτο παρῆλθε, προκαταμηνύει τὰ συμβησόμενα. Προσετίθει δὲ ἀναγκαίως, ὡς πάντα προείρηται διὰ προφητῶν ἁγίων, προοικονομοῦντος Θεοῦ καὶ τοῦτο χρησίμως, ἵν’ ὅταν γενέσθαι συμβῇ, | |
35 | σκανδαλισθείη μηδείς. Ἐξῆν γὰρ ὅλως μηδὲ παθεῖν τῷ προεγνωκότι τὸ συμβησόμενον· ἀλλ’ οὐ βεβίασται πρός τινος, εἵλετο δὲ τὸ παθεῖν ἑκὼν, εὖ εἰδὼς ὅτι σωτηρία ἔσται τῷ κόσμῳ παντὶ, τὸ παθεῖν αὐτόν. Ὑπέστη μὲν γὰρ τὸν κατὰ σάρκα θάνατον, ἐγήγερ‐ | |
40 | ται δὲ πατήσας τὴν φθορὰν, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἐνεφύτευσε τοῖς ἀνθρωπίνοις σώμασι τὴν παρ’ ἑαυτοῦ ζωήν· ὅλη γὰρ ἦν ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ παλινδρομοῦσα πρὸς ἀφθαρσίαν. Αὐτοὶ οὐδὲν τούτων συνῆκαν. | |
45 | (A f. 250 b) Ὁ μὲν τῶν ὅλων Σωτὴρ προαπήγ‐ γειλε ταῦτα τοῖς ἁγίοις ἀποστόλοις, οἱ δὲ οὐ συν‐ ῆκαν, φησὶ, τὰ λεγόμενα· οὔπω γὰρ ᾔδεισαν ἀκρι‐ βῶς τὰ παρὰ τῶν ἁγίων προφητῶν προκεκηρυγμένα. Καὶ γοῦν ὁ προὔχων ἐν μαθηταῖς, συνεὶς οὔπω τοῦ | |
72.861(50) | μυστηρίου τὸ βάθος, ἀντανίστατο λέγων· «Ἵλεώς | |
σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο.» Ἐπετιμήθη δὲ | ||
72.864 | τοῦτο λέγων. Ἐπεὶ δὲ ἀνεβίω Χριστὸς ἐκ νεκρῶν, διήνοιξεν αὐτῶν τοὺς ὀφθαλμοὺς καθ’ ὃ γέγραφέ τις τῶν ἁγίων εὐαγγελιστῶν· κατεφωτίσθησαν γὰρ, τὴν τοῦ Πνεύματος μέθεξιν ἀμφιλαφῆ πλουτήσαντες· ὡς | |
5 | λέγειν· «Καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες, ὡς λύχνῳ φαί‐ νοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν.» Ἰησοῦ, υἱὲ Δαβὶδ, ἐλέησόν με. | |
10 | (A f. 251 b, C f. 146 b) Προσῆλθε μὲν οὗτος ὡς Θεῷ τῷ πάντα ἰσχύοντι· ὀνομάζει δὲ αὐτὸν υἱὸν Δαβίδ· τεθραμμένος γὰρ ἐν Ἰουδαϊσμῷ, καὶ αὐθι‐ γενὴς ὑπάρχων, οὐκ ἠγνόησε τὰ διά γε τοῦ νόμου καὶ τῶν ἁγίων προφητῶν περὶ αὐτοῦ προηγορευ‐ | |
15 | μένα, καὶ ὡς ἐκ γένους ὑπῆρχε τοῦ Δαβὶδ τὸ κατὰ σάρκα. Οὐκοῦν ὡς ἤδη πεπιστευκὼς ὅτι Θεὸς ὢν ὁ Λόγος, ὑπέμεινεν ἑκὼν τὴν κατὰ σάρκα γέννησιν, τὴν ἀπό γε, φημὶ, τῆς ἁγίας Παρθένου, πρόσεισιν ὡς Θεῷ, λέγων· «Ἐλέησόν μου, υἱὲ Δαβίδ·» Ὅτι γὰρ | |
20 | οὕτω διατεθεὶς προσεκόμισε τὴν ἱκετηρίαν, ἐπιμαρ‐ τυρήσει λέγων αὐτῷ ὁ Χριστός· «Ἡ πίστις σου σέ‐ σωκέ σε.» Μιμησάσθωσαν αὐτὸν τὸν τὰς ὄψεις ἠῤ‐ ῥωστηκότα, οἱ διαιροῦντες εἰς δύο τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν, ὃς ὡς Θεῷ πρόσεισι τῷ πάν‐ | |
25 | των Σωτῆρι Χριστῷ, καὶ Κύριον αὐτὸν, καὶ υἱὸν ὀνομάζει Δαβίδ. Μαρτυρεῖ δὲ αὐτοῦ τῇ δόξῃ, διὰ τοῦ θεοπρεπεστάτην ἐνέργειαν παρ’ αὐτοῦ ζητεῖν. Θαυ‐ μαζέτωσαν αὐτοῦ τὴν ἔνστασιν τῆς ὁμολογίας· τινὲς μὲν γὰρ ἐπετίμων ὁμολογοῦντι τὴν πίστιν· ὁ δὲ οὐκ | |
30 | ἀνίει, οὐδ’ ἐνεποδίζετο ἡ παῤῥησία διὰ τῶν κωλυόν‐ των. Οἶδεν ἡ πίστις πρὸς πάντα μάχεσθαι καὶ πάντα νικᾷν· διὸ ἐπετίμων, ὁ δὲ πιστὸς οὐχ ὑπεστέλλετο, ἀλλ’ ἠκολούθει τῷ Δεσπότῃ, εἰδὼς ὅτι καλὴ ἡ ὑπὲρ εὐσεβείας ἀναίδεια· εἰ γὰρ ὑπὲρ χρημάτων ἀναιδεῖς | |
35 | πολλοὶ, ὑπὲρ σωτηρίας ψυχῆς οὐ χρὴ τὴν καλὴν ἀν‐ αίδειαν ἐνδύσασθαι;—(A f. 251 b, D f. 61 b) Ἵστησι τὸν Κύριον ἡ φωνὴ τοῦ μετὰ πίστεως ἐπικαλουμέ‐ νου· καὶ τετίμηται εἰκότως παρὰ Χριστοῦ ὁ τυφλός· κέκληται γὰρ παρ’ αὐτοῦ, καὶ ἐγγὺς γενέσθαι προσ‐ | |
40 | τέτακται, ἵν’ ὁ ἐγγίσας αὐτῷ τῇ πίστει πρότερον, πλησιάσῃ καὶ τῷ σώματι· καὶ ἡμᾶς οὖν ἡ πίστις παρίστησι καὶ ἐγγὺς ἀποφέρει Χριστοῦ, ὥστε καὶ λόγων ἀξιωθῆναι τῶν παρ’ αὐτοῦ. Ἐγγὺς γὰρ ἐν‐ εχθέντα τὸν τυφλὸν, ἤρετο λέγων· «Τί σοι θέλεις | |
45 | ἵνα ποιήσω;» Ἆρ’ οὖν ἠγνόει τὴν αἴτησιν; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Ἠρώτα τοίνυν οἰκονομικῶς, | |
ἵνα δὴ μάθοιεν οἱ περιεστηκότες, ἤγουν συμβαδίζον‐ | ||
72.865 | τες, ὡς οὐ χρήματα μᾶλλον αἰτεῖ αὐτὸν, ἀλλ’ ἐνέρ‐ γειαν θεϊκὴν ὡς παρὰ Θεοῦ.—(A f. 255, D f. 61 b) Ἆρ’ οὖν ἀπηλλάττετο μὲν τοῦ νοσεῖν ὁ τυφλὸς, κατ‐ ημέλει δὲ τοῦ εἶναι φιλόχριστος; Οὐδαμῶς· ἀλλὰ | |
5 | τοῖς ἔργοις τὴν εὐγνωμοσύνην ἐπεδείκνυτο. Καὶ διτ‐ τῆς ἠλευθέρωτο τυφλότητος, τῆς τε σωματικῆς, καὶ τῆς εἰς νοῦν καὶ καρδίαν· οὐ γὰρ ἂν ἐδόξασεν αὐτὸν ὡς Θεὸν, εἰ μὴ ἀνέβλεψεν ὄντως. Γέγονε δὲ καὶ ἑτέροις πρόφασις τοῦ δοξάζειν αὐτόν. | |
10t | ΚΕΦΑΛ. ΙΘʹ. | |
11 | Ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος. (A f. 252, B f. 173, C f. 146 b, D f. 62) Ἀρχιτε‐ λώνης ἦν ὁ Ζακχαῖος, ἐν ἐπιτάσει τε πολλῇ παρ’ αὐ‐ τῷ φιλάργυρον, καὶ τῆς πλεονεξίας ὁ σκοπός· τοῦτο | |
15 | γὰρ τοῖς τελώναις τὸ ἐπιτήδευμα· ταύτην δὲ καὶ εἰδωλολατρείαν ὀνομάζει ὁ Παῦλος, ὡς τάχα πρέπου‐ σαν μόνοις τοῖς οὐκ εἰδόσι Θεόν. Ταύτῃτοι καὶ μάλα εἰκότως παῤῥησίαν ἀναιδῆ τοῖς προσώποις ἐνδύσαν‐ τας τοὺς τελώνας, πόρναις συντέταχεν ὁ Κύριος, | |
20 | οὕτω λέγων τοῖς Ἰουδαίων καθηγηταῖς· «Αἱ πόρναι καὶ οἱ τελῶναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Ἀλλ’ οὐ μεμένηκεν ἐν τούτοις ὁ Ζακ‐ χαῖος, ἠξιώθη δὲ φειδοῦς τῆς παρὰ Χριστοῦ· αὐτὸς γάρ ἐστιν ὁ καλῶν ἐγγὺς τοὺς μακρὰν, καὶ φωτίζων | |
25 | τοὺς ἐσκοτισμένους. Ὁποία δὲ γέγονε τῷ Ζακχαίῳ τῆς ἐπιστροφῆς ἡ ὁδὸς, φέρε ἴδωμεν.—(B f. 173 b) Ἐπεθύμησεν ἰδεῖν τὸν Ἰησοῦν· ἐβλάστησε γὰρ ἐν αὐτῷ σπέρμα σωτηρίας. Τεθέαται τοῦτο Χριστὸς τοῖς τῆς θεότητος ὀφθαλμοῖς· ἀναβλέψας οὖν εἶδεν | |
30 | αὐτὸν καὶ τοῖς τῆς ἀνθρωπότητος· καὶ ἐπειδὴ σκο‐ πὸς ἦν αὐτῷ πάντας ἀνθρώπους σωθῆναι, προτείνει τὴν ἡμερότητα· καὶ παραθαῤῥύνων αὐτὸν λέγει· «Σπεύσας κατάβηθι·» ἐζήτει γὰρ αὐτὸν θεάσασθαι, καὶ ἐκώλυεν αὐτὸν ὁ ὄχλος, οὐ τοσοῦτον ὁ τῶν ἀν‐ | |
35 | θρώπων, ὅσον ὁ τῶν ἁμαρτημάτων. Ἦν δὲ καὶ μι‐ κρὸς τὴν ἡλικίαν οὐ μόνον τὴν σωματικὴν, ἀλλὰ καὶ τὴν πνευματικήν· καὶ οὐκ ἄλλως ἠδυνήθη ἰδεῖν αὐ‐ τὸν, εἰ μὴ ὑψώθη ἀπὸ τῆς γῆς, καὶ ἀνέβη ἐπὶ τὴν συκομωραίαν, δι’ ἧς ἔμελλε διελθεῖν ὁ Χριστός. | |
40 | Ἔχει δὲ αἴνιγμα ὁ λόγος. Οὐκ ἄλλως γὰρ δύναταί τις ἰδεῖν τὸν Χριστὸν, καὶ πιστεῦσαι εἰς αὐτὸν, εἰ μὴ ἐπὶ τὴν συκομωραίαν ἀρθῇ, μωράνας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, καὶ τὰ ἑξῆς. Ἔμελλε δὲ, φησὶν, ὁ Χριστὸς διὰ τῆς συκομωραίας | |
45 | διέρχεσθαι· τὴν γὰρ νομικὴν ὁδεύσας πολιτείαν, ὅ ἐστι συκῆν, τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο, ὅ ἐστι τὸν σταυρὸν καὶ τὸν θάνατον. Καὶ πᾶς ὃς αἴρει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ τῇ τοῦ Χριστοῦ πολι‐ τείᾳ, σώζεται, συνετῶς τὸν νόμον ἐργαζόμενος, ὅς | |
72.865(50) | ἐστι συκῆ μὴ ποιοῦσα σῦκα ἀλλὰ μῶρα· μωρία γὰρ | |
τοῖς Ἰουδαίοις φαίνεται ἡ κεκρυμμένη τοῖς πιστοῖς | ||
72.868 | ἐργασία, ἐν περιτομῇ κακίας, καὶ ἀργίᾳ φαύλης πράξεως· μὴ μέντοι αἰσθητῶς ἀκροβυστίαν περι‐ τεμόντων, καὶ τηρούντων τὸ Σάββατον. Ἔγνω τοί‐ νυν αὐτὸν ἕτοιμον εἰς ὑπακοὴν, καὶ θερμὸν εἰς | |
5 | πίστιν, καὶ εὐμετάβλητον ἀπὸ κακίας εἰς ἀρετήν· διὸ καὶ καλεῖ, καὶ ἄπεισι κερδήσων αὐτόν· ὁ δὲ «σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων,» οὐ μόνον ὅτι εἶδεν αὐτὸν ὡς ἐζήτει, ἀλλ’ ὅτι καὶ ἐκλήθη παρ’ αὐτοῦ, καὶ ὅτι ὑπεδέξατο αὐτὸν, ὡς οὐκ ἄν ποτε | |
10 | προσεδόκησεν. Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. (A f. 252 b, B f. 174) Πρόγνωσις αὕτη θεία, εὖ γὰρ ἠπίστατο τὸ ἐσόμενον· εἶδεν ἀνθρώπου ψυχὴν | |
15 | ἑτοιμότατα διανεύουσαν εἴς γε τὸ βιοῦν ἑλέσθαι ἁγίως· καὶ μετέθηκεν εἰς εὐσέβειαν· ὑπεδέξατο γὰρ, φησὶ, τὸν Ἰησοῦν χαίρων· ἔτυχε γὰρ ὧν μὴ προσ‐ εδόκα· ἀλλ’ ἴσως ἐκεῖνο φαίη τις ἂν τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ· Αὐλίζῃ παρὰ Ζακχαίῳ καὶ | |
20 | παρὰ τῷ τελωνῶν ἡγουμένῳ, ὃς οὔπω τοὺς τῆς φι‐ λοκερδείας ἀπενίψατο τρόπους; Ναὶ, φησίν· οἶδα τοῦτο, Θεὸς ὢν φύσει, καὶ τὰς ἑκάστου τῶν ἐπὶ τῆς γῆς ἐποπτεύων ὁδοὺς, καὶ πρὸς τούτοις ἔχων τῶν ἐσομένων τὴν γνῶσιν· κέκληκα πρὸς μετάγνωσιν, | |
25 | πρόθυμον ὄντα πρὸς τοῦτο. Τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς. (A f. 252 b) Ὁρᾷς πῶς ὁ τελωνῶν ἡγούμενος, ὁ φιλάργυρος, εὐθὺς ἐλεήμων καὶ φιλοπτωχίας γέγονε | |
30 | ἐραστὴς, διανέμειν ἐπαγγελλόμενος τοῖς ἐνδεέσι τὸν πλοῦτον, καὶ τοῖς ἠδικημένοις ἀπολογούμενος, κατὰ τὸν νόμον τὸν τέσσαρα πρόβατα ἀνθ’ ἑνὸς ἐκτίσειν κελεύοντα, κατὰ τὴν τοῦ Δαβὶδ κρίσιν περὶ τοῦ τὴν ἀμνάδα λεχθέντος ἀπεστερηκέναι τοῦ πτωχοῦ. «Καὶ | |
35 | τὴν ἀμνάδα γὰρ, φησὶ, ἀποτίσει τετραπλασίονα.» Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο. (A f. 254) Ἔνθα γὰρ ἂν εἰσβάλῃ Χριστὸς, ἐκεῖ πάντως ἐστὶ καὶ σωτηρία· οὐκ εἰς ἀναβολὰς δὲ οὐδὲ ἐπαγγελίας, ἀλλὰ σήμερον τῷ Ζακχαίῳ τὴν σωτηρίαν | |
40 | ὁ Χριστὸς εὐαγγελίζεται· ἐπειδὴ καὶ αὐτὸς αὐτίκα πεποίηκεν ἃ ἐπηγγείλατο. Οὐ γὰρ εἶπεν· Δώσω τὰ ἡμίση, καὶ τοῖς ἀδικηθεῖσιν ἀποδώσω τετραπλοῦν· ἤκουσε γὰρ τοῦ Σολομῶντος· «Μὴ εἴπῃς· Ἐπάνηκε, καὶ αὔριον δώσω·» ἀλλ’, «Ἰδοὺ, φησὶ, δίδωμι καὶ ἀπο‐ | |
45 | δίδωμι.» Διὸ καὶ ὁ Χριστός· Σήμερον, φησὶ, δίδως, σήμερόν σοι καὶ ἡ σωτηρία. Ἔδει τοίνυν τοὺς Ἰου‐ δαίους χαίρειν ἐπὶ Ζακχαίῳ σεσωσμένῳ παραδόξως· ὅτι καὶ αὐτὸς εἰς υἱοὺς ἐτέλει τῷ Ἀβραὰμ, οἷς τὴν διὰ Χριστοῦ λύτρωσιν διὰ προφητῶν ἁγίων ἐπηγγεί‐ | |
72.868(50) | λατο ὁ Θεός. Προσθεὶς εἶπε παραβολήν· Ἄνθρωπός τις εὐ‐ γενὴς, κ.τ.λ. (B f. 255) Διὰ τῆς ἐν χερσὶ δὲ παραβολῆς, ὁμοῦ | |
καὶ τὴν προτέραν εἰς ἀνθρώπους ἄφιξιν ἑαυτοῦ, καὶ | ||
72.869 | τὴν ἐνθένδε ἀποδημίαν, τήν τε μετὰ ταῦτα τῆς βα‐ σιλείας ὑποδοχὴν, καὶ τὴν ἐπὶ τούτοις ἐπ’ ἀγαθαῖς ἐλπίσι προσδοκωμένην ἡμῖν δευτέραν αὐτοῦ θεοφά‐ νειαν, αἰνίττεται καὶ ὡς κατ’ ἐκεῖνο καιροῦ, τῶν μὲν | |
5 | ἀξίων αὐτοῦ βασιλεύσει, κοινωνοὺς αὐτοὺς τῶν ἀγα‐ θῶν καὶ δὴ καὶ τῆς βασιλείας ποιησάμενος· τῶν δὲ ἐπὶ τοῦ παρόντος βίου τὸ κήρυγμα παραιτησαμένων, ἐν ἐχθρῶν τε χώρᾳ καὶ πολεμίων ἑαυτοὺς καταλεξάν‐ των κριτὴς ἔσται ἀπαραίτητος. Ταῦτα δ’ ἐν παρα‐ | |
10 | βολῆς ἐθέσπιζε τρόπῳ, σαφῶς διδάσκων, ὅτι μήπω τότε ταῦτ’ ἐξέφαινεν ἀνθρώποις συνὼν, ὁ τῆς αὐτοῦ βασιλείας ἐνειστήκει καιρός. Ἔλεγε δ’ οὖν ταῦτα καὶ παρεδίδου, ἐν Ἱεριχοῖ μὲν ποιούμενος τὰς διατρι‐ βὰς, ὁρμῶν δὲ λοιπὸν ἐπὶ τὰ Ἱεροσόλυμα· καὶ ἔλεγεν | |
15 | ἀναγκαίως· ἐπειδὴ πολὺς ἦν ὁ περὶ αὐτοῦ παρὰ τοῖς πᾶσι λόγος, ὡς αὐτίκα τότε μέλλοντος ἐν τοῖς Ἱερο‐ σολύμοις τὴν διὰ τῶν προφητῶν ἀνακεκηρυγμένην αὐτοῦ βασιλείαν παραλήψεσθαι· ἧς ὑπονοίας μυρία τοῖς πολλοῖς ἐγίνετο αἴτια, τὰ πρὸς αὐτοῦ δρώμενα | |
20 | θαύματα, αἵ τε παράδοξοι δυνάμεις, δι’ ὧν τοὺς θεωμένους ἔπειθεν ἀραρότως, αὐτὸν εἶναι ἡγεῖσθαι τὸν ἐκ πατέρων αὐτοῖς κατηγγελμένον καὶ προσδο‐ κώμενον Χριστόν. Ἐπειδὴ τοίνυν ἤδη παρεῖναι τῆς αὐτοῦ βασιλείας τὸν καιρὸν ὑπελάμβανον, ἀναγ‐ | |
25 | καίως τοὺς τοῦτο νομίζοντας διωρθοῦτο τῆς ψευδοῦς δόξης. (A f. 255 b, B f. 175 b) Ὅπερ οὖν ἔφημεν, κατα‐ γράφει τῆς παραβολῆς ὁ σκοπὸς ὅλην ὡς ἐν βρα‐ χέσι τῆς ἐφ’ ἡμῖν γενομένης οἰκονομίας τὴν δύνα‐ | |
30 | μιν, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους. Γέγονε μὲν γὰρ ἄνθρωπος Θεὸς ὢν ὁ Λόγος· κεχρημάτικε δὲ διὰ τοῦτο δοῦλος· ἀλλ’ ἦν καὶ ἔστιν εὐγενὴς, κατά γε τὴν ἐκ Πατρὸς ἄῤῥητον γέννησιν· ἀποπεράνας δὲ τῆς μετὰ σαρκὸς οἰκονο‐ | |
35 | μίας τὸ μυστήριον, εἰς τὴν ἐνοῦσαν αὐτῷ κατὰ φύ‐ σιν ἀναπεφοίτηκε δόξαν, καὶ οἷον ἀποδεδήμηκεν εἰς χώραν μακράν· χώρα γὰρ ἑτέρα παρὰ τὴν γῆν, ὁ οὐρανός· ἀνέβη δὲ λαβεῖν ἑαυτῷ βασιλείαν. Πῶς δὲ ὁ τῶν ὅλων βασιλεύων μετὰ τοῦ Πατρὸς, ἄνεισι πρὸς | |
40 | αὐτὸν ληψόμενος βασιλείαν; Δηλονότι ἐνανθρωπή‐ σαντι τῷ Υἱῷ καὶ τοῦτο δίδωσιν ὁ Πατήρ· ἀναφοι‐ τήσας γὰρ εἰς οὐρανὸν, κεκάθικεν ἐν δεξιᾷ τῆς με‐ γαλωσύνης ἐν τοῖς ὑψηλοῖς, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως οὗ τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας | |
45 | αὐτοῦ. Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς. (A f. 255 b, B f. 275 b, C f. 147) Διανέμει γὰρ ὁ Σωτὴρ τοῖς πιστεύσασιν εἰς αὐτὸν, τὴν τῶν | |
72.869(50) | θείων χαρισμάτων διαφοράν· τοῦτο γὰρ εἶναί φαμεν τὰς δέκα μνᾶς. Πλὴν πολλὴ τούτων ἡ διαφορὰ πρὸς ἐκείνους, οἳ καὶ ὅλως ἠρνήσαντο τὴν βασιλείαν αὐ‐ | |
τοῦ· οἱ μὲν γὰρ ἀνταίρουσιν, οἱ δὲ τῆς ἐπ’ αὐτῷ | ||
72.872 | δουλείας φέρουσι τὸ καύχημα. Οὐκοῦν ὡς οἰκέται γνήσιοι τὸν Δεσποτικὸν ἐθαῤῥήθησαν πλοῦτον, ἵνα τι προσεργασάμενοι, τοὺς τῇ γνησιότητι πρέποντας ἐπαίνους κερδάνωσι. Ἀλλ’ οἱ πολῖται αὐτοῦ, φησὶν, | |
5 | ἐμίσουν αὐτόν· τοῦτο τοῖς Ἰουδαίοις ὠνείδισεν ὁ Χριστός· «Εἰ μὴ τὰ ἔργα ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πα‐ τέρα μου.» Αὐτοὶ οὐκ ἠθέλησαν αὐτὸν ἐπ’ αὐτοὺς | |
10 | βασιλεῦσαι· καίτοι Ζαχαρίου τοῦ προφήτου βοῶν‐ τος· «Χαῖρε σφόδρα, θύγατερ Σιών· ὅτι ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων.» Καὶ Ἡσαΐας δὲ ὁμοίως. «Ἰδοὺ δὴ, φησὶ, βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι.» | |
15 | Ναὶ μὴν καὶ αὐτὸς ἔφη που Χριστὸς διὰ τῆς τοῦ Ψάλ‐ λοντος λύρας· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ, ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ.» Ἠρνήσαντο τοίνυν τὴν βασιλείαν αὐτοῦ, φάσκοντες Πιλάτῳ· «Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα.» Ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασι‐ | |
20 | λείαν. (A f. 256) Ὑποστρέψαντος τοίνυν μετὰ τὸ λαβεῖν τὴν βασιλείαν τοῦ ἀνθρώπου τοῦ εὐγενοῦς, δῆλον δὲ ὅτι τοῦ Χριστοῦ, ἐπαίνων τεύξονται, καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐντρυφήσουσιν οἱ τοῦ λόγου διάκο‐ | |
25 | νοι. Δεκαπλασιάσαντες γὰρ, ἤγουν πενταπλασιά‐ σαντες τὸ τάλαντον διὰ τοῦ κερδᾶναι πολλοὺς, ἐπάνω δέκα πόλεων ἢ πέντε γενήσονται· τουτέστιν ἄρξουσι πάλιν, οὐχ ὧν ἦρξαν πρὸ τούτου μόνον, ἀλλὰ καὶ ἑτέρων ἔτι πολλῶν. [A f. 257, B f. 175 b] Δια‐ | |
30 | νέμει καὶ νῦν ὁ Σωτὴρ τάλαντα τοῖς ἰδίοις οἰκέταις, κατά γε τὴν ἐν Εὐαγγελίοις παραβολήν. Οὐκοῦν ἁπλώσατε τὰς καρδίας, καὶ ὑποδέξασθε χαίροντες· δόκιμοι γένεσθε τραπεζῖται· ἐμπορεύσασθε τὸ δοθὲν, ἐπιστημόνως· πολυπλασιάσατε ταῖς ἐπιεικείαις. | |
35 | Μέγα καὶ ἁγιοπρεπὲς τὸ καύχημα, καὶ τοὺς τῆς γνησιότητος ἐπαίνους προξενεῖ. Καὶ τί τοῦτο λέγω, τὸ ἔτι μεῖζον ἀφείς; Οὐρανοῦ πολίτην ἐργάζεται, εἰς βασιλείαν ἀναφέρει, αὐτῷ συνδοξάζεσθαι ποιεῖ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Ἴδωμεν δὲ τοῦτο, | |
40 | καὶ ἐξ αὐτῶν τῶν εὐαγγελικῶν γραμμάτων. Ὁ τὰ πέντε τάλαντα λαβὼν παρὰ τοῦ οἰκοδεσπότου, προσ‐ εργασάμενος δὲ καὶ ἕτερα πέντε, τί προσέρχεται λέγων; «Κύριε, πέντε τάλαντά μοι ἔδωκας, ἴδε ἐποίησα ἄλλα πέντε.» Ὁρᾷς ὅσον ἐστὶ τῆς φιλοπο‐ | |
45 | νίας τὸ καύχημα; Καὶ τί πρὸς αὐτὸν ἔφη Χριστός; «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Τί τούτου τὸ μεῖζον εἰς δύναμιν; τί τὸ αἱρετώτερον εἰς εὐημερίαν; Ἔπαινοι παρὰ | |
72.872(50) | Χριστοῦ, καὶ ψῆφος Δεσποτικὴ στεφανοῦσα τὸν φιλερ‐ γήσαντα, πιστὸν ὀνομάζει τὸν καρποφορήσαντα νοη‐ | |
τῶς. Μὴ γὰρ τῷ Δεσπότῃ τὸ κέρδος προσήνεγκε; Μὴ | ||
72.873 | γὰρ χρῄζει τινὸς ἐν τοῖς καθ’ ἑαυτόν; Αὐτός ἐστι τὸ πάντων πλήρωμα, καὶ ὡς ὁ πάνσοφος Ἰωάννης φησὶν, «Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν.» Ἀλλ’ ὅταν ἡμεῖς ἑαυτοὺς κερδάνωμεν, | |
5 | προσωφελῶμεν δὲ καὶ ἑτέρους, τότε χαίρει Χριστός· πλοῦτον ἡγεῖται τὴν ἡμῶν εὐδοκίμησιν. Καὶ τὸ ἔτι μεῖζον ἐρῶ· τροφὴν ὥσπερ ποιεῖται τὸ πρᾶγμα· ὅτι δέ ἐστιν ἀληθὲς ὅ φημι, πάλιν ἐκ τῶν εὐαγγελι‐ κῶν μαθήσῃ γραμμάτων· νενουθέτηκε μὲν γὰρ τὴν | |
10 | ἐκ Σαμαρείας γυναῖκα· εἶτα λεγούσης ἐκείνης, Ὅτε ἔλθῃ Μεσσίας, ἀπαγγελεῖ ἡμῖν πάντα, ἑαυτὸν ἐμφανῆ κατέστησε, λέγων· «Ἐγώ εἰμι ὁ λαλῶν σοι.» Καὶ τὸ μὲν γύναιον, δρόμῳ συντείνεται, καὶ τὴν Σαμα‐ ρειτῶν μεμυσταγώγηκε πόλιν. Εἰδὼς δὲ Χριστὸς ὅτι | |
15 | πολλοὶ πιστεύσουσιν ἐπ’ αὐτὸν, τοῖς ἁγίοις ἔφασκε μαθηταῖς· «Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.» Τρέφει γὰρ ὥσπερ τὴν ἡμερωτάτην φύσιν, τῶν ἀπολωλότων ἡ σωτηρία. Ὁ μὲν οὖν γνήσιος οἰκέτης, (ἀναβήσομαι γὰρ αὖθις ἐπὶ τὸν τοῦ λόγου σκοπὸν), τὸν τῆς ἐπιεικείας ἀνεδή‐ σατο στέφανον· εἰσκεκόμισται γὰρ εἰς τὴν χαρὰν | |
20 | τοῦ ἰδίου δεσπότου. Ὁ δέ γε λαβὼν τὸ [ἓν] τάλαντον, εἶτα γεγονὼς ὀκνηρὸς, προσεργασάμενος δὲ παντελῶς οὐδὲν, κατακρύψας δὲ μᾶλλον εἰς γῆν αὐτὸ, ταῖς ἐσχάταις περιπέπτωκε δίκαις. Φύγωμεν τοίνυν τὴν μίμησιν, ἀποπεμψώμεθα τῆς ἑαυτῶν διανοίας τὸν | |
25 | ἀκερδῆ καὶ ἐπάρατον ὄκνον, τὸν ἐπ’ ἀγαθοῖς δηλον‐ ότι σπουδάσμασι· μὴ εἰς ἀργίαν, τὴν δοθεῖσαν ἡμῖν παρὰ Χριστοῦ καταχώσωμεν χάριν. Φησί που διὰ φωνῆς Ἡσαΐου ὁ τῶν ὅλων Θεός· «Ἱερεὺς λαλησάτω εἰς τὴν καρδίαν Ἱερουσαλήμ.» Τί δὲ, εἰ ὁ μὲν | |
30 | διδάσκων, τοὺς ὠφελεῖν εἰωθότας ἐξυφαίνοι λόγους τοῖς ἀκροωμένοις, οἱ δὲ οὐκ εἰς νοῦν καὶ καρδίαν ἀποτίθενται τὴν μυσταγωγίαν, ἀλλ’ ἐπικροτήσαντες μόνον, καὶ γυμνοῖς ἐπαίνοις ἀμειψάμενοι τὸν μυστ‐ αγωγὸν, ἄγευστοι τῶν ἱερῶν ἀπομένουσι διδαγμάτων; | |
35 | Ἆρα ὀκνῆσαι προσήκει τὸν μυσταγωγόν; Εἶτα, ποίους εὑρήσει λόγους ἐπὶ τοῦ θείου βήματος τοὺς ἐπικουροῦντας αὐτῷ, ὅταν αἰτιάσηται τῶν ἀκροω‐ μένων τὸ ῥᾴθυμον, καὶ εὐάφορμον εἴπῃ διὰ τοῦτο τὸν ὄκνον; Κατακριθήσεται γὰρ μᾶλλον, ὡς ἔστιν | |
40 | ἰδεῖν ἐκ τῆς εὐαγγελικῆς παραβολῆς. Ὁ γάρ τοι τὸ τάλαντον λαβὼν παρὰ τοῦ οἰκοδεσπότου, κατέχωσε μὲν εἰς γῆν αὐτὸ, καὶ ἀπολυπλασίαστον ἔχων, προσ‐ εκόμιζε λέγων· «Κύριε, ἴδε ἔχεις τὸ σόν.» Ἆρ’ οὖν ἐπῄνεται καὶ γερῶν ἠξίωται, ἢ κατεδικάσθη μᾶλλον | |
45 | ὡς ὀκνηρός; «Ἔδει σε γὰρ, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις· κἀγὼ ἐλθὼν ἐκομι‐ σάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.» Οὐκοῦν ὡς τραπεζί‐ ταις ὑμῖν ἐπιστήμοσι τὸ δεσποτικὸν ἀργύριον ἐξ‐ οδιάζω ἐγώ· ὑμεῖς δὲ λαβόντες, ἀπόθεσθε εἰς νοῦν τὸ | |
72.873(50) | δοθὲν, καὶ εἰς τὸ βάθος τῆς ἑαυτῶν καρδίας κρύψατε· εὖ εἰδότες, ὅτι τὰ εἰς γῆν πεμπόμενα τῶν σπερμάτων, ἐγχωννύμενα μὲν ταῖς βώλοις, καρποφορεῖ· τὰ δὲ ἀκατάχωστα διαρπάζεται. (A f. 257 b) Ἐρεῖ καὶ ὑμῖν ὁ χρήσας τὰ τάλαντα· Εἰ γὰρ αὐστηρός εἰμι, φησὶ, θερίζων ὅπου οὐκ ἔσπειρα, | |
55 | διὰ τί μὴ τὴν δοθεῖσάν σοι χάριν, (τοῦτο γάρ ἐστιν ἡ μνᾶ) δέδωκας τοῖς τραπεζίταις, τουτέστι, προὔθηκας | |
εἰς ἀπόλαυσιν τοῖς εὖ εἰδόσι δοκιμάζειν τὰ παρὰ | ||
72.876 | σοῦ; Ἐγὼ γὰρ ἐλθὼν, ἔπραξα ἂν, τουτέστιν ἀπ‐ ῄτησα, τὸ ἐμὸν σὺν τόκῳ Τῶν μὲν γὰρ διδασκάλων ἐστὶ τὸ κατασπείρειν τοῖς ἀκροωμένοις τὸν ἐπωφελῆ καὶ σωτήριον λόγον· ἔργον δὲ ἰσχύος τῆς παρὰ Θεοῦ, | |
5 | τὸ καλεῖν εἰς εὐπείθειαν τοὺς ἀκροωμένους καὶ εὔκαρπον αὐτῶν ἀποφαίνειν τὸν νοῦν.—(A f. 258 b) Ὁ μὲν ὀκνηρὸς οἰκέτης νεκρὸν θεὶς τὸ χά‐ ρισμα καὶ μὴ ἐπεργασάμενος, γυμνὸς καὶ τοῦ δοθέν‐ τος ἔσται χαρίσματος· οἱ δὲ τὴν ἀμείνω βαδίσαντες | |
10 | ὁδὸν, ἐν προσθήκαις ἔσονται τῶν ἄνωθεν ἀγαθῶν. —(B. f. 175 b) Σημειωτέον δὲ ὅτι ὁ ἕτερος τῶν εὐαγγελιστῶν οἶδε καὶ ποσότητος διαφορὰς τῆς γενο‐ μένης τῶν ταλάντων διανομῆς. «ᾯ μὲν γὰρ, φησὶ, δέδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἒν, τοῖς | |
15 | ἑκάστου μέτροις ἀναλόγως τὴν διανέμησιν ποιού‐ μενος.» Τίνες δ’ ἂν εἶεν οἱ θαρσούμενοι, φέρε λέγωμεν. Οἱ τέλειοι τὴν ἕξιν, οἶς ἂν πρέποι καὶ ἡ στερεὰ τροφὴ, μυσταγωγεῖν εἰδότες ὀρθῶς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπιτηδευμάτων ἑαυτούς τε καὶ ἑτέ‐ | |
20 | ρους ἀπευθύνοντες, ὁποῖοι γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, καὶ οἱ μετ’ ἐκείνους τὴν αὐτὴν διακονίαν διαδεξάμενοι· τούτοις ὁ σωτὴρ τὴν τῶν θείων χαρι‐ σμάτων δίδωσι διαφοράν· ἵνα ὦσι φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες· οὗτοι νουθετοῦντες | |
25 | τοὺς ὑπὸ χεῖρα λαοὺς, προσεργάζονται τῷ ταλάντῳ, καὶ τὸν τοῖς ἁγίοις πρέποντα κερδανοῦσι κλῆρον. —(A f. 259) Οἱ μὴ θελήσαντες ἐπ’ αὐτοὺς βασι‐ λεῦσαι τὸν ἄνθρωπον τὸν εὐγενῆ, κατεσφάγησαν ἔμπροσθεν αὐτοῦ. Τοῦτο πεπόνθασιν οἱ ἐξ αἵματος | |
30 | Ἰσραήλ· ἀρνησάμενοι γὰρ τὴν Χριστοῦ βασιλείαν, ταῖς ἐσχάταις περιπεπτώκασι συμφοραῖς, καὶ κακοὶ κακῶς ἀπολώλασιν. Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν. (B f. 178 b, C f. 148) Ἄγεται ὁ πῶλος, δύο μαθη‐ | |
35 | τῶν ἀπεσταλμένων παρὰ Χριστοῦ· ὑπηρετοῦσι γὰρ πρὸς τοῦτο αὐτῷ δύο τάγματα, προφῆται καὶ ἀπό‐ στολοι δι’ ὦν σαγηνεύεται εἰς πίστιν τὰ ἔθνη, ὧν ἐστι τύπος ὁ πῶλος· ἄγεται δὲ ἀπό τινος κώμης, ἵνα καὶ διὰ τούτων τὴν ἄδικον τῶν ἐθνῶν καταδείξῃ | |
40 | φρένα, οὐκ ἐννόμως, ἀλλ’ ἀγρίως καὶ ἀτημελῶς ζησάντων. Πλὴν μετέστη ἐπὶ τὸ ἥμερον· γέγονε γὰρ ὑπὸ Χριστῷ τῷ πάντα διδάσκοντι. Ἕτερος δὲ εὐαγ‐ γελιστὴς, καὶ παῖδας ἔφη βαΐα φοινίκων ἀνατείνον‐ τας προτρέχειν αὐτοῦ, καὶ ὁμοῦ τοῖς μαθηταῖς | |
45 | δοξολογεῖν· ἵνα καὶ δι’ αὐτῶν τὸν νέον καὶ ἐξ ἐθνῶν λαὸν, ὥσπερ ἐν πίνακι γεγραμμένον ἴδωμεν· γέγρα‐ πται γάρ· «Καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύ‐ ριον.»—(I f. 106 b) Τὸν τῆς κολάσεως δηλονότι, τὸν ἐξώτερον σκότον, τὸν ἡτοιμασμένον τῷ διαβόλῳ | |
72.876(50) | καὶ τοῖς ἀγγέλοις αὐτοῦ· οὖτος τῶν ἀφιλοικτιρμόνων | |
ὁ κλῆρος. | ||
72.877 | Πορευομένου δὲ αὐτοῦ, κ.τ.λ. (A f. 260) Ἀνῄει μὲν εἰς Ἱεροσόλυμα Χριστὸς, τὸν ὑπὲρ τῆς ἁπάντων σωτηρίας καὶ ζωῆς ἀνατλῆναι σταυρόν· ἐπεκάθισέ τε τῷ πώλῳ· προσυπήντων δὲ | |
5 | τῶν Ἰουδαίων οἱ δῆμοι, καὶ παῖδες ἄνηβοι σὺν αὐ‐ τοῖς, καὶ πολλαῖς αὐτὸν εὐφημίαις καὶ κρότοις ἠπεί‐ γοντο στεφανοῦν· οἱ μὲν γὰρ ἐστρώννυον ἐν τῇ ὀδῷ τὰ ἱμάτια ἑαυτῶν, οἱ δὲ βραχεῖαν ἔτι κομιδῇ τὴν ἡλι‐ κίαν ἔχοντες, τὰ κάλυντρα τῶν φοινίκων ἀνατεί‐ | |
10 | νοντες ὑψοῦ, ᾠδὴν ἐποιοῦντο Χριστὸν, λέγοντες· Εἰ‐ ρήνη ἐν οὐρανῷ· οὐκέτι τοῦ Θεοῦ ἡμῖν ἐκπεπολεμω‐ μένου, ἀλλ’ ἐν τῇ χώρᾳ ἡμῶν τῶν ἐχθρῶν αὐτοῦ περιπατοῦντος, καὶ διὰ τοῦτο ὑπὸ τῶν ἀγγέλων δο‐ ξαζομένου· ὁ γὰρ ἄνω βασιλεὺς κατέβη κάτω, καὶ | |
15 | μίαν ὑπακοὴν πεποίηκεν. Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον, κ.τ.λ. (A f. 260 b) Ἀλλ’ οὐκ ἐδόκει συμφέρεσθαι ταῖς τοῦ πλήθους σπουδαῖς τοῖς καθηγεῖσθαι λαχοῦσιν· | |
20 | ὑπέτριζον γὰρ τοὺς ὀδόντας αὐτῶν, καὶ πρὸς τὴν τῶν παίδων ταύτην φωνὴν ἠγανάκτουν οἱ βάσκανοι Φαρισαῖοι, ἐπειδὴ ὁρώμενος ἄνθρωπος τὴν Θεῷ πρέ‐ πουσαν ὑμνολογίαν ἐδέχετο· καὶ δὴ καὶ προσῄεσαν οἱ θρασεῖς, μονονουχὶ διαμαρτυρόμενοί τε καὶ λέγον‐ | |
25 | τες· «Οὐκ ἀκούεις τί οὗτοι λέγουσι;» ἀντὶ τοῦ, Ἄνθρωπος ὢν ἀνέχῃ δοξολογούμενος καὶ ὡς Θεὸς ὑμνούμενος, καὶ τὰς Θεῷ πρεπούσας εὐφημίας δέχῃ παρὰ τῶν παίδων; Καὶ τί πρὸς ταῦτα Χριστός; Ἠγα‐ νάκτησεν ἆρα κατὰ τῶν παίδων; ἀπεσείσατο τὴν δο‐ | |
30 | ξολογίαν; ἐπετίμησε τοῖς εὐφημοῦσιν αὐτὸν ὡς Θεόν; Οὐδαμῶς· ἔφη γὰρ μᾶλλον πρὸς τοὺς φιλεγκλήμονας, ἐπιστομίζων αὐτοὺς, ὅτι «Ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται.» Ὁρᾷς, ὅπως προσμεμαρτύρη‐ κεν ἑαυτῷ τὴν τῆς θεότητος δόξαν, ὁ ἐποχούμενος τῷ | |
35 | πώλῳ καὶ κατὰ σάρκα υἱὸς Δαβίδ; Ἀλλ’ οὐκ ἦν δό‐ ξης ἀλλοτρίας κοινωνὸς, ὡς οἱ χριστομάχοι φασὶν, ἀλλ’ οὐδὲ ὕστερος παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ὡς Υἱὸς κατὰ μόνας· διὰ τοῦτο καὶ Θεὸς, καὶ Κύριος, καὶ Ὕψιστος ὀνομάζεται. | |
40 | Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ’ αὐτῇ, λέγων, κ.τ.λ. (A f. 260 b) Ἔφη που διὰ φωνῆς Ἱερεμίου ὁ τῶν ὅλων Θεὸς περὶ τῶν Ἰουδαίων· «Ἀργύριον ἀποδε‐ δοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν | |
45 | αὐτοὺς ὁ Κύριος.» Καὶ πάλιν· «Ἄκουε, γῆ, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῷ λόγῳ μου οὐ προσέσχον, καὶ τὸν νόμον μου ἀπώσαντο.» Καρποὶ τοίνυν γεγό‐ νασι τῆς αὐτῶν ἀποστροφῆς, τὰ συμβεβηκότα αὐτοῖς | |
72.877(50) | σκυθρωπὰ δηλονότι· πλὴν καὶ οὕτως ἔχοντας γνώ‐ | |
μης, κατηλέει Χριστὸς, «Ὃς πάντας ἀνθρώπους θέ‐ | ||
72.880 | λει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.» Καὶ γοῦν, ἰδὼν, φησὶ, τὴν πόλιν, ἔκλαυσεν, ἵνα διὰ τούτου μάθωμεν ὅτι λελύπηται· εἴπερ ὅλως χρή τι τοιοῦτον εἰπεῖν περὶ τοῦ πάντων ἐπέκεινα Θεοῦ. | |
5 | Ἀλλ’ οὐκ ἂν ἔγνωμεν ἡμεῖς ὅτι κακοὺς ὄντας ἠλέει, εἰ μὴ διὰ πράγματος ἀνθρωπίνου κατέστησεν ἐναρ‐ γὲς, ὅπερ οὐκ ἦν ἰδεῖν πεπονθότα· δάκρυον γὰρ κατ‐ ενεχθὲν, λύπης ἐστὶ σημεῖον. Οὕτω δεδάκρυκε καὶ ἐπὶ Λαζάρῳ, ἵνα συνῶμεν ὅτι λελύπηκεν αὐτὸν ἡ | |
10 | ἀνθρώπου φύσις πεσοῦσα πρὸς θάνατον· «Ἔκτισε γὰρ αὐτὸς ἐπὶ ἀφθαρσίᾳ τὰ πάντα· φθόνῳ δὲ διαβό‐ λου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.» Ἀλλ’ οὐ γέ‐ γονε κρείττων τῶν τοῦ κτίσαντος θελημάτων ὁ τοῦ διαβόλου φθόνος· ἦν δὲ ἀναγκαῖον τῇ παραβάσει τῆς | |
15 | ἐντολῆς ἀκολουθῆσαι δίκην καταφέρουσαν εἰς φθορὰν τὸν ἀτιμάσαντα νόμους ζωῆς. Οὕτω τοιγαροῦν δακρύ‐ σαι φαμὲν αὐτὸν καὶ ἐπί γε τῇ Ἱερουσαλήμ· ἤθελε γὰρ, ὡς ἔφην, εὐδοκιμοῦσαν ὁρᾷν, διὰ τοῦ τὴν πρὸς αὐτὸν προσήκασθαι πίστιν, καὶ τὴν πρὸς Θεὸν εἰρή‐ | |
20 | νην ἀσπάσασθαι. Αἰτιᾶται τοίνυν ἐπ’ αὐτῷ δὴ τούτῳ Χριστὸς, καί φησιν· «Εἰ ἔγνως τὰ πρὸς εἰρήνην σου καὶ σύ·» τουτέστι, Τὰ χρήσιμά σοι καὶ ἀναγκαῖα πρὸς τὸ εἰρηνεῦσαι πρὸς Θεόν. Ταῦτα δὲ ἦν, ἡ πίστις, ἡ ὑπακοὴ, τὸ ἀπέχεσθαι τῶν τύπων καὶ τῆς ἐν νόμῳ | |
25 | λατρείας· ἀνθελέσθαι δὲ μᾶλλον τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ, δῆλον δὲ ὅτι τὴν διὰ Χριστοῦ. Νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. (A f. 260 b) Οὐ γὰρ ἦσαν ἄξιοι τοῦ εἰδέναι, ἤγουν συνιέναι, τὰς θεοπνεύστους Γραφὰς, αἳ τὸ Χριστοῦ | |
30 | λαλοῦσι μυστήριον· «Ἄχρι γὰρ σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει· ἡνίκα γὰρ ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται μὴ ἀνακαλυπτόμενον.» ὅτι ἐν Χριστῷ καταργεῖται· αὐτὸς γὰρ ὢν ἡ ἀλή‐ | |
35 | θεια, παύει τὴν σκιάν· ἐπειδὴ δὲ τοῖς τοῦ νόμου τύ‐ ποις οὐ προσεσχήκασιν, οὐ τεθέανται τὴν ἀλήθειαν· ἀναξίους ἀπέφηναν ἑαυτοὺς τῆς ἐν Χριστῷ σωτη‐ ρίας οἱ ἐξ Ἰσραήλ. Ταύτῃ τοι καὶ ὁσίᾳ ψήφῳ Θεοῦ κατεκρύπτοντο· κέκρυπται τοίνυν ἀπὸ τῆς Ἱερουσα‐ | |
40 | λὴμ τὰ τῆς πρὸς Θεὸν εἰρήνης ἐμποιητικὰ, ὧν ἔν ἐστι καὶ πρῶτον ἡ πίστις, δικαιοῦσα τὸν ἀσεβῆ καὶ συνάπτουσα δι’ ἁγιασμοῦ καὶ δικαιοσύνης τῷ παν‐ άγνῳ Θεῷ τοὺς ἔχοντας αὐτήν. Ἀνθ’ ὧν οὐκ ἔγνως καιρὸν τῆς ἐπισκοπῆς σου. | |
45 | (A f. 261) Ποίας ἐπισκοπῆς; Τῆς διά γε, φημὶ, τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· καὶ φανερὰ ἡ ἔκβασις. Καὶ γὰρ οἱ πιστεύσαντες, τῆς ἁλώσεως ὑπέρτεροι γεγόνασι, γνόντες τὸν ἐλθόντα αὐτοὺς ἐπι‐ σκέψασθαι καὶ σῶσαι, καὶ ἀπὸ τῶν Ῥωμαίων εἰρή‐ | |
72.880(50) | νην σχόντες· ὥστε εἰ καὶ πᾶσα ἡ πόλις ἔγνω τὰ πρὸς εἰρήνην αὐτῇ συντελοῦντα, οὐδεὶς ἂν ἑάλω. Εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας. (A f. 261 a b) Ἦν μὲν ἐν τῷ ἱερῷ πληθὺς, ἀργυρ‐ | |
55 | αμοιβοὶ, καὶ οἱ τὰ θυόμενα κατὰ νόμον ζῶα πω‐ | |
72.881 | λοῦντες. Ἀλλ’ ἦν ἤδη καιρὸς τοῦ καταλῆξαι τὴν σκιὰν, ἀναλάμψαι δὲ τὴν ἐν Χριστῷ ἀλήθειαν. Διὰ τοῦτο Χριστὸς, ἅτε δὴ μετὰ τοῦ ἰδίου Πατρὸς ἐν τῷ παρ’ αὐτοῖς νεῷ τιμώμενος, συστέλλεσθαι τὰ ἐν | |
5 | νόμῳ προστέταχεν, οἶκον δὲ προσευχῆς ἀναδείκνυσθαι τὸν ναόν. Τὸ γὰρ ἐπιπλήττειν καὶ ἀποσοβεῖν τῶν ἱερῶν περιβόλων τοὺς τὰ εἰς θυσίαν χρήσιμα διαπι‐ πράσκοντας, τοῦτο πάντως ἐστὶ, καὶ ἕτερον οὐδέν. —(A f. 261 b, B f. 180 b) Ὁ μὲν τῶν ὅλων Σωτὴρ | |
10 | καὶ Κύριος χρησίμως τοῦτο ποιεῖ, ἐμφανῆ καθιστὰς τοῖς Ἰουδαίοις τὴν ἑαυτοῦ δόξαν, ἵνα πιστεύσωσιν, ὅτι Υἱός ἐστι τοῦ Θεοῦ· ὡς γὰρ ἐξουσίαν ἔχων τοῦ ναοῦ, ἐπεμελεῖτο αὐτοῦ· καὶ δὴ καὶ ὠνόμαζε Πατέρα ἴδιον τὸν Θεόν· ὡς γὰρ ἄλλος φησὶν εὐαγγελιστὴς, | |
15 | τοῖς ἐμπόροις ἔφη· «Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πα‐ τρός μου οἶκον ἐμπορίου.» Καὶ πάλιν· «Γέγραπται· Ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν.» Διὰ δὲ τοῦ ἐκ‐ βάλλειν τὰ πρὸς τὴν θυσίαν ἐπιτήδεια ζῶα, δείκνυσιν | |
20 | ὅτι καιρὸς λοιπὸν παύσασθαι τὴν νομικὴν λατρείαν, καὶ τὴν σκιὰν καταλῆξαι τῇ τῆς ἀληθείας παρουσίᾳ. Τὸ δὲ καὶ φραγέλλιον ἐκ σχοινίων ποιῆσαι, καὶ ἀπει‐ λῆσαι πληγὰς ἐπανατείνειν αὐτοῖς, δηλοῖ ὅτι οἱ τὴν νομικὴν τιμῶντες λατρείαν, μετὰ τὴν τῆς ἀληθείας | |
25 | ἀνάδειξιν, ἅτε πνεῦμα δουλείας ἔχοντες, καὶ τὸ ἐλευ‐ θεροῦσθαι παραιτούμενοι, ὑπὸ μάστιγας ἔσονται δου‐ λοπρεπεῖς. Ὅρα τὴν καταφρόνησιν αὐτῶν· ἐν τῷ ναῷ γὰρ ἐκαπήλευον, καὶ οἱ μὲν ἐπώλουν τὰ πρὸς θυσίαν ἐπιτήδεια τοῖς χρῄζουσι, πρόβατα λέγω, καὶ | |
30 | βόας, καὶ περιστερὰς, ὡς ὁ Ἰωάννης ἐδήλωσε, καὶ εἴ τι τοιοῦτον· οἱ δὲ ἠγόραζον. Κολλυβισταὶ δέ εἰσιν οἱ τραπεζῖται· κόλλυβος γὰρ ὁ ὀβολὸς, καὶ κολ‐ λυβίζω λέγεται τὸ καταλλάσσω (ὡς ἡ συνήθεια κατ‐ αλλάσσει τὰ ὀνόματα) [baec sunt in marg. cod. B]. | |
35 | Εἰσῆλθεν οὖν ὁ Χριστὸς εἰς τὸ ἱερὸν μετὰ παῤῥησίας ὡς Δεσπότης, καὶ τὴν ἐκβολὴν τῶν ῥηθέντων ἐποιή‐ σατο, τήν τε κατὰ πάντων ἐξουσίαν ὡς Θεὸς, ἣν εἶχε, παραγυμνῶν, καὶ τῇ ἀναμαρτησίᾳ τεθαῤῥηκὼς, καὶ τοῦτο δὲ προδηλῶν τὴν ἐκβολὴν τῶν δι’ αἵματος θυ‐ | |
40 | σιῶν, ἅμα δὲ καὶ παιδεύων ἡμᾶς ὑπὲρ τῆς Ἐκκλη‐ σίας παῤῥησιάζεσθαι.—(A f. 261 b) Ἔδει δὴ οὖν προσκυνῆσαι μᾶλλον αὐτῷ ὡς Θεῷ· οἱ δὲ τοῦτο μὲν οὐ πεπράχασιν· ἐζήτουν δὲ αὐτὸν ἀπολέσαι, ἀλλ’ οὐχ εὕρισκον· ὁ γὰρ λαὸς ἐξεκρέματο αὐτοῦ ἀκούων, | |
45 | φορτικωτέραν τοῖς Γραμματεῦσι καὶ Φαρισαίοις καὶ ἅπασι τοῖς ἡγουμένοις τῶν Ἰουδαίων ἀποφαίνων τὴν κόλασιν, μήτε προσιεμένοις τὴν πίστιν, ἀλλὰ καὶ τοῖς ἑτέροις ἐπισκήπτουσιν. | |
49t | ΚΕΦΑΛ. Κʹ. | |
72.881(50) | Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, | |
(A f. 261 b, C f. 148 b, D f. 65 b) Ὁ νόμος, φη‐ | ||
72.884 | σὶν, ὁ διὰ Μωϋσέως μόνους ἐκέλευσε τῶν ἱερῶν ἅπτε‐ σθαι σπουδασμάτων, τοὺς ἐξ αἵματος Λευΐ· αὐτοὶ διατάττουσι τὰ ἐν τῷ θείῳ ναῷ, αὐτοῖς δέδοται τὸ μυσταγωγεῖν, καὶ ἡ τῶν ἱερῶν περιβόλων ἐξουσία. | |
5 | Σὺ δὲ πῶς ἐξ ἑτέρας ὑπάρχων φυλῆς, (γέγονας γὰρ ἐξ Ἰούδα.) τὰς ἡμῖν ἐκνεμηθείσας ἁρπάζεις τιμάς, —(A f. 262) Τίς σοι δέδωκε τὴν ἐξουσίαν ταύτην; Ἀλλ’ εἰ τὰς θεοπνεύστους ᾔδεις Γραφὰς, ὦ ἀσύνετε Φαρισαῖε, ἐμνήσθης ἂν λέγοντος τοῦ μακαρίου προ‐ | |
10 | φήτου Δαβὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· «Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν τοῦ Μελχισεδέκ.» Φράζε δὴ οὖν, τίς ἐκ τῶν Γραμματέων ἢ Φαρισαίων λελει‐ τούργηκε τῷ Θεῷ κατὰ τὴν τάξιν Μελχισεδὲκ, ὃς | |
15 | ηὐλόγηκέ τε καὶ δεδεκάτωκε τὸν Ἀβραάμ; Ὡς δὲ ὁ πάνσοφος γράφει Παῦλος, «Χωρὶς πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.» Οὐκοῦν ἡ ῥίζα καὶ ἡ ἀπαρχὴ τῆς γενέσεως τῶν ἐξ Ἰσραὴλ, τουτέστιν, ὁ προπάτωρ Ἀβραὰμ, ὑπὸ τῆς τοῦ Μελχι‐ | |
20 | σεδὲκ ἱερωσύνης ηὐλόγηται. Τύπος δὲ ἦν ὁ Μελχισε‐ δὲκ, καὶ ἡ κατ’ αὐτὸν ἱερωσύνη, τοῦ πάντων Σωτῆ‐ ρος Χριστοῦ, ὃς γέγονεν ἡμῖν ἀρχιερεὺς καὶ ἀπόστο‐ λος, προσάγων τῷ Θεῷ καὶ Πατρὶ τοὺς πεπιστευκό‐ τας εἰς αὐτὸν, διὰ [τὴς] ὑπὲρ νόμον λατρείας τελειῶν | |
25 | εἰς ἁγιασμόν. Τί τοίνυν ἀσχάλλεις, Φαρισαῖε, τῶν ἱερῶν περιβόλων ἐκπεμπομένων, ὅσα ταῖς κατὰ νόμον θυσίαις ἦν χρήσιμα, καλοῦντος εἰς τὴν ἐπέκεινα τύπων ζωὴν, καὶ εἰς ἀληθῆ δικαίωσιν, τὴν διὰ πί‐ στεως δηλονότι τῆς εἰς Χριστὸν, καὶ παρατιθέντος | |
30 | τῆς εὐαγγελικῆς πολιτείας τὴν ὁδόν; Ἐγκαλεῖς, εἰπέ μοι, τῷ νομοθέτῃ τοῦ νόμου τὴν λύσιν, καὶ ὅτι μὴ ταῖς ἰδίαις ἠκολούθησεν ἐντολαῖς; Ἀλλὰ νόμου παν‐ τὸς ἐπέκεινα Θεός· ὁ γὰρ τοὺς νόμους οὐχ ἑαυτῷ μᾶλλον ἀλλ’ ἡμῖν ὁρισάμενος, μεθίστησι κατὰ και‐ | |
35 | ροὺς ἐφ’ ὅπερ ἂν βούλοιτο τὰ διατεταγμένα, ἀναφέ‐ ρων εἰς βελτίονα. Ἦν οὖν καιρὸς τοῦ παύσασθαι τὰ ἐν τύποις, ἀναδειχθῆναι δὲ τὰ κρείττονα. Καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς. Ἡσαΐου· «Καὶ ἀφανισθήσε‐ ται νόμιμα λαοῦ μου·» Ἤργησε γὰρ τῆς νέας ἐν‐ | |
40 | τολῆς ἀναδεδειγμένης, ἣν δι’ ἑαυτοῦ λελάληκεν ἡμῖν ὁ Υἱός.—(A f. 262, B f. 181 b) Κατὰ ταῦτα καὶ τούτοις ἐρωτῶσιν, «Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;» ἀνθυπήνεγκεν ὁ Σωτὴρ τὰ περὶ τοῦ βαπτίσματος Ἰωάννου. Οἱ δὲ φεύγουσι τὴν ἀλήθειαν, καὶ δυσσε‐ | |
45 | βοῦντες οὐ καταπεφρίκασιν. Ὁ μὲν γὰρ Θεὸς καὶ Πατὴρ προαπέστειλε τὸν μακάριον Βαπτιστὴν δια‐ κεκραγότα· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν.» Περὶ οὗ φησι καὶ ὁ σοφώτατος εὐαγγελιστής· «Οὗτος ἦλθεν εἰς | |
72.884(50) | μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.» Με‐ μαρτύρηκε δὲ λέγων, ὅτι «Οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ·» καὶ ὅτι «Αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.» Ἀξιόχρεως μὲν οὖν εἰς μαρτυρίαν τὴν ἐπὶ | |
Χριστῷ, μέγας ὢν, ὁ μακάριος Βαπτιστής. Ἐπειδὴ | ||
72.885 | δὲ ἔθος ἦν τοῖς Ἰουδαίοις διαβάλλειν τοὺς προφήτας, ὡς οὐκ ἀπεσταλμένους παρὰ Θεοῦ, ἤρετο Χριστὸς, ὁποίαν περὶ τοῦ Βαπτιστοῦ τὴν δόξαν ἐσχήκασιν. Οἱ δὲ δεδίασι μὲν εἰπεῖν τὸ ἀληθὲς, ἵνα μὴ ἀκούσωσι· | |
5 | Διὰ τί μὴ ἐπιστεύσατε αὐτῷ; Φεύγουσι δὲ τὸ κατηγορεῖν τοῦ Προδρόμου, δεδιότες οὐ Θεὸν, ἀλλὰ τοὺς ὄχλους. Ἐπεὶ δὲ μὴ εἰδέναι ὁπόθεν εἴη τὸ βάπτισμα Ἰωάννου προσεποιοῦντο, καὶ ἐκακούργουν, εἰκότως οὐδὲν αὐτοῖς ἀποκρίνεται. Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, κ.τ.λ. (A f. 262, B f. 182, C f. 149, D f. 66) Ὅλην εὑ‐ | |
10 | ρήσει τις τὴν ἐπί γε τοῖς υἱοῖς Ἰσραὴλ ἱστορίαν ἐν τούτοις, ὡς ἐν βραχέσι συνενηγμένην. Ἀμπελὼν γὰρ, ὁ Ἰσραὴλ, ὡς ὁ Ψαλμῳδός φησιν· «Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευ‐ σας αὐτήν.» Καὶ ὁ Ἡσαΐας· «Ἀμπελὼν ἐγενήθη, | |
15 | φησὶ, τῷ ἠγαπημένῳ.» Τοῦτον τὸν ἀμπελῶνα φυ‐ τεύσας ἐν τῇ γῇ τῆς ἐπαγγελίας ὁ Θεὸς καὶ Πατὴρ (τοῦτον γὰρ ἄνθρωπον νῦν λέγει διὰ τὸ φιλάνθρωπον καὶ τὸ τῆς παραβολῆς ἔθος), ἀπεδήμησε χρόνους ἱκανούς· καίτοι πληροῖ τὰ πάντα, ἀπολιμπάνεται δὲ | |
20 | τῶν ὄντων οὐδενός· πῶς οὖν ἀπεδήμησε; Μετὰ τὸ ὀφθῆναι ἐν εἴδει πυρὸς καταβεβηκὼς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, καὶ τὴν ἄῤῥητον μορφὴν ἐμφανῆ δεῖξαι αὐτοῖς, οὐκέτι τὴν αὐτοῦ παρουσίαν ὀφθαλμοφανῆ δέδωκεν αὐτοῖς, ἀλλ’ ὡς κατά γε τὸν τύπον τῶν ἀνθρωπίνων | |
25 | πραγμάτων, ἔοικέ πως ἀποδημίᾳ μακρᾷ τὸ γεγενη‐ μένον. Πλὴν ὁρᾶται πεφροντικὼς τοῦ χωρίου, καὶ εἰς νοῦν ἔχειν αὐτό· οὐδεὶς γὰρ γέγονε διὰ μέσου καιρὸς, καθ’ ὃν οὐκ ἀπεστέλλοντο παρὰ τοῦ Θεοῦ προφῆται καὶ δίκαιοι νουθετοῦντες· ἀλλ’ ᾗ φησιν | |
30 | Ἱερεμίας· «Ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγενήθη αὐτοῖς εἰς ὀνειδισμόν· οὐ μὴ βουληθῶσιν αὐτοῦ ἀκοῦσαι.» Γεγόνασιν ἀπειθεῖς, καὶ ἀτιμάσαντες τοὺς ἀπεσταλ‐ μένους, ἐξαπέστειλαν κενούς. Διαλογίζεται δὲ καθ’ ἑαυτὸν ὁ τοῦ ἀμπελῶνος δεσπότης, λέγων· «Τί | |
35 | ποιήσω;» Οὐχ ὡς ἑτέρων ἀπορήσας οἰκετῶν, τὸ, «Τί ποιήσω;» φησίν· οὐ γὰρ ἂν ἐπέλειψαν αὐτῷ τῶν ἁγίων αὐτοῦ θελημάτων οἱ ὑπουργοί· ἀλλ’ ὡς πάσης ἰατρικῆς μεθόδου γεγενημένης, ὠφεληθέντος γε μὴν ἐκείνου μηδέν. Εἶτά φησι τὸ ἐντεῦθεν· | |
40 | «Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἐντραπήσονται.» Οἱ δὲ ἐπαγωνίζονται τοῖς μιάσμα‐ σιν, ἀεὶ τὰ πρότερα τοῖς δευτέροις ἀποκρύπτοντες· ὃ καὶ αὐτὸς δηλῶν ἔλεγε· «Πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.» Ἄνωθεν γὰρ αὐτοῖς ταῦτα | |
45 | ἐνεκάλουν οἱ προφῆται, λέγοντες· «Αἱ χεῖρες ὑμῶν, αἵματος πλήρεις.» Καί· «Αἵματα ἐφ’ αἵμασι μί‐ σγουσι.» Καί· «Οἰκοδομοῦντες Σιὼν ἐν αἵμασιν.» Ἀλλ’ οὐκ ἐσωφρονίζοντο, καίτοι ταύτην πρώτην λα‐ βόντες τὴν ἐντολὴν, τὸ, «Οὐ φονεύσεις·» καὶ διὰ | |
72.885(50) | πολλῶν καὶ παντοδαπῶν, εἰς τὴν φυλακὴν τῆς ἐν‐ τολῆς ταύτης ἐναγόμενοι. Ἀλλ’ ὅμως τὴν πονηρὰν ἐκείνην οὐκ ἀπέθεντο συνήθειαν· ἀλλὰ μετὰ τοὺς προφήτας, καὶ τὸν φύσει Υἱὸν ἀπεκτόνασιν.—(A f. 262 b) Ἐκβέβληνται τοίνυν οἱ τῶν Ἰουδαίων ἡγού‐ | |
55 | μενοι, ὡς καὶ Δεσποτικοῖς θελήμασιν ἀντενηγμένοι, | |
καὶ ἄκαρπον ἀποφήναντες τὸν ἐγχειρισθέντα αὐτοῖς | ||
72.888 | ἀμπελῶνα. Ἐκδέδοται δὲ τὸ χωρίον τοῖς τῆς καινῆς διαθήκης ἱερουργοῖς. Οἱ δὲ Γραμματεῖς καὶ Φαρι‐ σαῖοι ἀκούσαντες, ἔφησαν· Μὴ γένοιτο. Ἐντεῦθεν ἔστιν ἰδεῖν, ὅτι συνιέντες τῶν αἰνιγμάτων τὸ βάθος, | |
5 | ἀποσείονται τὸ παθεῖν, καὶ δεδοίκασι τὸ ἐσόμενον· ἀλλ’ οὐκ ἔξω γεγόνασι αὐτοῦ, διὰ τὸ ἀκάθεκτον εἰς παρακοὴν, καὶ τὸ μὴ ἀνέχεσθαι πιστεῦσαι Χριστῷ. Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, κ. τ.λ. | |
10 | (A f. 264, B f. 183 b, C f. 149 b) Λίθον ἑαυτὸν καλεῖ καὶ οἰκοδόμους τοὺς τῶν Ἰουδαίων διδασκά‐ λους. Καὶ Ἰεζεκιήλ φησιν. «Οἰκοδομοῦντες τὸν τοῖ‐ χον, καὶ ἀλείφοντες ἀναρτύτως.» Ἀπεδοκιμάσθη δὲ καίτοι λίθος ὢν ἐκλεκτὸς ὁ Σωτὴρ παρὰ τῶν ὀφει‐ | |
15 | λόντων ὠφελεῖν διὰ πάσης ὠφελείας, δηλονότι τῆς τῶν Ἰουδαίων συναγωγῆς· ἀλλὰ γέγονεν εἰς ὁμο‐ ψυχίαν τε καὶ ὁμοπιστίαν τῶν δύο λαῶν, φημὶ δὲ τοῦ Ἰσραήλ τε καὶ τοῦ ἐξ ἐθνῶν· ἔκτισε γὰρ ὁ Σωτὴρ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰ‐ | |
20 | ρήνην, καὶ ἀποκαταλλάσσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Ἔοικε τοίνυν τὸ χρῆμα γωνίᾳ δύο τοίχους συναπτούσῃ. Ταύτην τεθαύμακε τὴν γωνίαν, ἤτοι τῶν δύο λαῶν τὴν εἰς ταυτότητα σύνοδον, ὁ μακάριος Δαβὶδ λέγων· «Λίθον ὃν ἀπ‐ | |
25 | εδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κε‐ φαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη,» ἡ γωνία δηλονότι, «καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.» Οὐκοῦν σωτήριος μὲν ὁ λίθος τῇ γωνίᾳ τῇ παρ’ αὐτοῦ γεγενημένῃ, συντριβὴ δὲ καὶ ὄλεθρος τοῖς ἔξωθεν | |
30 | μεμενηκόσι τῆς νοητῆς ταύτης καὶ πνευματικῆς συνδρομῆς· σκανδαλισθέντες γὰρ ἐπὶ Χριστῷ, καὶ προ‐ σπταίσαντες αὐτῷ τῶν Ἰουδαίων οἱ δῆμοι συνετρίβη‐ σαν. Οὐ γὰρ ἤθελον ἀκοῦσαι τῆς Ἡσαΐου φωνῆς λεγού‐ σης· «Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σοι φό‐ | |
35 | βος, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσετε αὐτῷ, οὐδὲ πέτρας πτώματι.» Λίθος μὲν οὖν προσκόμματος τοῖς ἀπίστοις ἐθνικοῖς ὁ Χριστὸς, πέτρα δὲ σκανδάλου τοῖς Ἰουδαίοις, τοῖς δὲ πιστοῖς ἡμῖν λίθος τοῦ θεμε‐ λίου, τῆς Ἐκκλησίας πᾶσαν τὴν κρηπῖδα συνέχων· | |
40 | καὶ πέτρα διὰ τὸ στεῤῥὸν καὶ ἄπτωτον τῆς ὁμολο‐ γίας, ᾗ προσαραττόμεναι αἱ τρικυμίαι τῶν αἱρέσεων εἰς ἀφρὸν διαλύονται. Ὁ μέντοι Ματθαῖος καὶ τὸ λειπόμενον τῆς προφητείας εἰπὼν, τὸ, «Παρὰ Κυ‐ ρίου ἐγένετο αὕτη,» καὶ τὰ ἑξῆς· εἶτα εἰπών· «Διὰ | |
45 | τοῦτο λέγω ὑμῖν, ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς·» τότε ἐπήγαγεν· «Καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται,» καὶ τὰ ἑξῆς. Ἔστι τοίνυν τὰ μὲν τοῦ Ματθαίου, ἀκρίβεια ἀπαγγελίας· | |
72.888(50) | τὰ δὲ τοῦ Λουκᾶ, συντομία· καὶ παρὰ πᾶσι δὲ τοῖς εὐαγγελισταῖς εὑρίσκομεν τὴν τοιαύτην οἰκονομίαν, ἑκάστου αὐτῶν ποτὲ μὲν ἀκριβῶς, ποτὲ δὲ συντόμως ἀπαγγέλλοντος. Ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς ἐπι‐ | |
55 | βαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας. | |
(A f. 264, C f. 149 b) Ἐξεκαύθη πάλιν εἰς ἀχα‐ | ||
72.889 | λίνους ὀργὰς τὸ τῶν Φαρισαίων ἐργαστήριον, καὶ ἀποκτεῖναι βούλονται τὸν ἐπὶ λύσει θανάτου γενόμε‐ νον ἄνθρωπον· ἀλλὰ διέκοψεν αὐτῶν τὸ ἀνόσιον ἐγχείρημα ὁ τοῦ λαοῦ φόβος· οὐ γὰρ τῆς εἰς Θεὸν | |
5 | εὐσεβείας ἦν αὐτοῖς ὁ λόγος· οὐδὲ γέγονεν αὐτοῖς χαλινὸς ἡ διὰ Μωϋσέως ἐντολὴ λέγουσα· «Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς·» προτιμῶσι δὲ μᾶλλον τῆς εἰς Θεὸν αἰδοῦς τὸν ἀνθρώπινον φόβον. Ποία δὲ αὐτοῖς ἐστιν ἡ αἰτία καὶ τῆς μανίας ἡ πρόφασις; | |
10 | Ἔγνωσαν, φησὶν, ὅτι πρὸς αὐτοὺς εἶπε τὴν παραβο‐ λὴν ταύτην. Καίτοι πῶς οὐ μᾶλλον ἐχρῆν μεμαθη‐ κότας τὸ ἐσόμενον, ἔξω φέρεσθαι τοῦ κακοῦ, καὶ τῇ πίστει τιμῆσαι τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ ἀμνη‐ σικάκῳ χάριτι διασώζοντα τοὺς ταῖς ἁμαρτίαις | |
15 | ἐνισχημένους; Ἀλλ’ οὐδὲν τῶν τοιούτων ὑπολογισά‐ μενοι, συκοφαντίας τῆς κατ’ αὐτοῦ συλλέγουσιν ἀφορμάς. Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους, κ.τ.λ. | |
20 | (A f. 264, C f. 149 b, D f. 67) Καθῆκάν τινας ἐπιεικείας δόκησιν ἔχοντας, πονηροὺς δὲ ὄντας τὸν τρόπον· ἐπιλαθόμενοι τοῦ εἰπόντος Θεοῦ· «Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχων δὲ ῥήματα ἐν καρ‐ δίᾳ, ἐμὲ οἴεται κρύπτειν;» ὡς ἀνθρώπῳ προσιόν‐ | |
25 | τες κοινῷ τῷ πάντων Σωτῆρι Χριστῷ· ἀλλ’ ἦν ἄμει‐ νον ἐννοεῖν, ὅτι γέγονε μὲν ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς Θεὸς ὢν ὁ Λόγος· ἀπὸ δέ γε τῆς ὑπὲρ λόγον θεοσημείας καὶ ἀπὸ δόξης τῆς θεοπρεποῦς, οὐκ ἄν‐ θρωπος ὢν μόνον διεδείκνυτο, ἀλλὰ καὶ Θεός. Τί δὲ | |
30 | δή φασιν; Καὶ ἐπηρώτησαν αὐτὸν, λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, κ.τ.λ. (A f. 264 b, C f. 149 b) Ἤθελε μὲν γὰρ ὁ Θεὸς, ἀνθρωπίνης δυναστείας ἐλεύθερον εἶναι τὸν Ἰσραήλ· | |
35 | ἐπειδὴ δὲ τοὺς θείους πεπατήκασι νόμους, γεγόνασιν ὑπὸ χεῖρα Ῥωμαίων, οἳ καὶ δασμοὺς ἐπέθηκαν αὐ‐ τοῖς. Ἐζήτουν τοίνυν παραδοῦναι αὐτὸν τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος· προσεδόκησαν γὰρ ὅτι πάντη καὶ πάντως ἀκούσονται λέγοντος· Οὐκ ἔξεστι φόρους | |
40 | δοῦναι Καίσαρι. Τί οὖν φησιν πρὸς αὐτοὺς ὁ τὰς καρδίας εἰδὼς τῶν ἀνθρώπων; Κατανοήσας αὐτῶν τὴν πανουργίαν, «Ἐπιδείξατέ μοι δηνάριον,» ἔφη. Ἐπιδειχθέντος δὲ, πάλιν ἤρετο· «Τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν;» Οἱ δὲ, «Καίσαρος,» φασίν. Καὶ | |
45 | τί πρὸς ταῦτα Χριστός; «Ἀπόδοτε τὰ Καίσαρος, Καίσαρι· καὶ τὰ τοῦ Θεοῦ, τῷ Θεῷ.» Χρημάτων μὲν γὰρ δασμοὺς ὑποῤῥίπτουσι τοῖς ὑπεζευγμένοις οἱ τὴν κατ’ αὐτῶν λαχόντες ἀρχήν· οὐκ ἀπαιτεῖ δὲ παρ’ ἡμῶν ὁ Θεὸς δηνάριον, ἀλλὰ πίστιν καὶ ἀγά‐ | |
72.889(50) | πην, καὶ τὴν ἐξ ἔργων ἀγαθῶν εὐοσμίαν. Οὐκοῦν τεθαυμάκασι μὲν τὴν ἀπολογίαν, καὶ τοῦτο ἐπὶ παν‐ τὸς τοῦ λαοῦ, ἐφ’ οὗ καὶ ἠρώτων· ὡς μείζονα γε‐ νέσθαι τὴν ἁμαρτίαν. Οἱ δὲ καὶ τούτων εἰς λήθην ἐνηνεγμένοι, Πιλάτῳ προσῆγον τὸν Ἰησοῦν φάσκον‐ | |
55 | τες· «Τοῦτον εὕρομεν διαστρέφοντα τὸν λαὸν, καὶ | |
κωλύοντα φόρους διδόναι Καίσαρι.» Καὶ ὅμως θαυμάσαντες τὴν ἀπολογίαν, ἀπῆλθον κατῃσχυμμένοι. | ||
72.892 | Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, κ.τ.λ. (A f. 265, C f. 130) Ὁποία τις ἡ τῶν Σαδδουκαίων αἵρεσις, διεσάφησεν ἐν ταῖς Πράξεσιν, ὡδὶ γεγραφώς· «Σαδδουκαῖοι μὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν, | |
5 | μήτε ἄγγελον, μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολο‐ γοῦσι καὶ ἀμφότερα.» Προσίασι τοίνυν τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, ὅς ἐστι ζωὴ καὶ ἀνάστασις, καὶ ἀναιρεῖν πειρῶνται τὴν ἀνάστασιν· ὑβρισταὶ δὲ ὄντες καὶ ἄπιστοι, πλάττουσί τι μεστὸν ἀμαθίας. | |
10 | Ἴδωμεν δὲ ἅπερ ἔφη Χριστὸς, διελέγχων αὐτοὺς, διαγελᾶν τὴν ἀνάστασιν πειρωμένους τῷ πλάσματι τῶν ἐπτὰ ἀδελφῶν ἐπὶ μιᾶς γαμετῆς τεθνεώτων. Οἱ μὲν γὰρ υἱοὶ, φησὶ, τοῦ αἰῶνος τούτου, του‐ τέστιν, οἱ τὸν κοσμικὸν καὶ ἐνσώματον διαζῶν‐ | |
15 | τες βίον, τεκνογονίας ἕνεκα γαμοῦσιν· οἵ γε μὴν τὴν εὐκλεᾶ καὶ ἀγαθῶν μεστὴν κατορθώσαντες ζωὴν, εἶτα καταξιωθέντες τυχεῖν τῆς ἐντίμου ἀνα‐ στάσεως, ἄνω που πάντως ἔσονται τῆς ἐν τῷδε τῷ κόσμῳ ζωῆς· διαβιώσονται γὰρ ὡς ἂν ἁγίοις πρέποι, | |
20 | καὶ ἐγγὺς ἤδη γεγόνασι Θεοῦ· ἰσάγγελοι γάρ εἰσι καὶ υἱοὶ Θεοῦ, τὴν ἁγίοις πρέπουσαν πνεύμασι τε‐ λοῦντες λατρείαν· καὶ ὥσπερ τὸ ἀγγελικὸν πλῆθος πολὺ μέν ἐστιν, οὐ μὴν ἐκ γενέσεως αὐξηθὲν, ἀλλ’ ἐκ δημιουργίας ὑπάρχον, οὕτω καὶ οἱ ἀνιστάμενοι· | |
25 | καὶ οὐ χρεία ἔτι γάμου· ἐπεὶ κἀνταῦθα μετὰ τὸ ἀποβαλεῖν τὸν Ἀδὰμ διὰ τὴν ἁμαρτίαν τῆς ἀθανα‐ σίας τὴν χάριν, διὰ τῆς παιδοποιίας φυλάττεται τῷ γένει τὸ διάδοχον, ἥτις βοήθεια παρὰ τοῦ πάντα προεγνωκότος Θεοῦ προκαταβέβλητο ἤδη καὶ ἀπ’ | |
30 | ἀρχῆς. Ποιήσας γὰρ ἄνθρωπον, ἄρσεν καὶ θῆλυ ἐποίησεν. Οὐκοῦν ἐσόμεθα μὲν ἑαυτῶν ἀμείνους, ἀποβαλόμενοι τὴν φθορὰν, καὶ πνευματικὸν ἔχοντες τὸ σῶμα, τουτέστιν εἰς μόνα βλέπον τὰ τοῦ πνεύμα‐ τος· καὶ νοῦς δὲ ὁ καταβιβάζων εἰς φαυλότητα | |
35 | οὐδεὶς ἔσται τηνικαῦτα· συνέχοντος ἡμᾶς εἰς τὸ ἑαυ‐ τοῦ θέλημα τοῦ Δημιουργοῦ, διὰ τοῦ ἁγίου Πνεύμα‐ τος. καθάπερ ἀμέλει καὶ τοὺς ἁγίους ἀγγέλους. Ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ, καὶ Μωϋσῆς ἐμή‐ νυσεν, κ.τ.λ. | |
40 | (A f. 265, C f. 150) Παρήγαγε γὰρ αὐτοῖς καὶ Μωϋσέα εὖ εἰδότα τῶν νεκρῶν τὴν ἀνάστασιν· ἐν γὰρ τῇ βάτῳ, φησὶν, εἰσκεκόμικε λέγοντα Θεόν· «Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, Ἰσαὰκ καὶ Ἰακώβ.» Τίνων δὲ Θεὸς, εἰ μὴ ζήσονται κατ’ ἐκείνους; Ἀλλ’ | |
45 | ἔστι ζώντων Θεός· οὐκοῦν πάντη τε καὶ πάντως ἀνα‐ βιώσονται, τῆς πανσθενεστάτης δεξιᾶς ἀποφερούσης εἰς τοῦτο ἅπαντας τοὺς ἐπὶ τῆς γῆς. Οὐκέτι δὲ ἐτόλμησαν ἐπερωτᾷν αὐτὸν οὐδέν. (A f. 266) Ἀρχὴ συνέσεως ἡ πίστις· «Ἐὰν γὰρ | |
72.892(50) | μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε.» Σωτήριος δὲ τῶν ἀναγκαίων ἡ ζήτησις· ἔστι μὲν ὁμολογουμένως καὶ υἱὸς καὶ Κύριος τοῦ Δαβὶδ ὁ Ἐμμανουήλ· τίνα | |
δὲ τρόπον αὐτὸ δὴ τοῦτο προσήκει νοεῖν, εἴπερ ἕλοιτό | ||
72.893 | τις ἀναμαθεῖν, βαδιεῖται πάντως εἰς ἀκριβῆ θεω‐ ρίαν μυστηρίου τοῦ κατ’ αὐτὸν, ὃ σεσίγηται μὲν ἀπὸ καταβολῆς κόσμου, πεφανέρωται δὲ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Οἱ μὲν οὖν Φαρισαῖοι σεσιγήκασιν | |
5 | ἐρομένου Χριστοῦ· ἔδρων δὲ τοῦτο δυστρόπως, μᾶλ‐ λον δὲ καθ’ ἑαυτῶν, ἵνα μὴ ξεομένης τῆς ἐρωτήσεως, ὁ σωτήριος ἐν αὐτοῖς ἀναλάμψῃ λόγος· οὐ γὰρ ἤθε‐ λον εἰδέναι τὴν ἀλήθειαν. Καὶ ἡμεῖς δὲ τοῖς νέοις Φαρισαίοις τὴν τοιάνδε πεῦσιν προσοίσομεν, τοῖς | |
10 | μήτε Υἱὸν ἀληθινὸν τοῦ Θεοῦ καὶ Πατρὸς, μήτε Θεὸν εἶναι λέγουσι τὸν ἐκ τῆς ἁγίας Παρθένου γεγενημέ‐ νον· μερίζουσι δὲ τὸν ἕνα Υἱὸν εἰς υἱοὺς δύο. Τίνα δὴ τρόπον ὁ υἱὸς τοῦ Δαβὶδ Κύριος αὐτοῦ ἐστι, καὶ οὐκ ἀνθρωπίνῃ κυριότητι μᾶλλον, ἀλλὰ θεικῇ; | |
15 | Τὸ γὰρ ὅλως ἐκ δεξιῶν αὐτὸν καθίσαι τοῦ Πατρὸς, τὴν ἄνω δόξαν αὐτῷ προσμαρτυρεῖ· τὰ γὰρ ὁμόθρονα καὶ ἰσότιμα, καὶ ἐν ταυτότητι νοεῖται φυσικῇ· ἡ δὲ κάθισις ἐπὶ Θεοῦ σημήνειεν ἂν οὐχ ἕτερον, πλὴν ὅτι τὴν βασιλείαν, καὶ τὴν τῶν πάντων ἐξουσίαν | |
20 | κάθηται δὲ ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς πάντως, κατά γε τὸν ἀπλανῆ τοῦ Σωτῆρος λόγον, ὅτι Θεὸς ὢν ὁ Λόγος, καὶ ἐξ αὐτῆς ἀναφὺς τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἐν μορφῇ καὶ ἰσότητι πρὸς αὐτὸν ὑπάρχων, γέγονε σὰρξ, τουτέστι τέλειος ἄνθρωπος, | |
25 | οὐκ ἐκβεβηκὼς τῶν θείων ἀξιωμάτων, μεμενηκὼς δὲ μᾶλλον, ἐν οἷς ἦν ἀεὶ, καὶ Θεὸς ὑπάρχων, κἂν εἰ γέγονε σὰρξ ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς. Κύριος τοί‐ νυν ἐστὶ τοῦ Δαβὶδ κατά γε τὸ πρέπον τῇ θεϊκῇ φύ‐ σει τε καὶ δόξῃ καὶ ἐξουσίᾳ, υἱὸς δὲ αὐτοῦ κατὰ | |
30 | σάρκα. Ἔδει τοὺς τῶν Ἰουδαίων καθηγητὰς, καί‐ τοι μεγάλην αἴροντας τὴν ὀφρὺν ἐπὶ τῇ τῶν θείων εἰδήσει νόμων, τὰς τῶν ἁγίων προφητῶν μὴ ἀγνοῆ‐ σαι φωνάς. Ἡσαΐας γάρ φησιν· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ | |
35 | ὄνομα αὐτοῦ, Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ’ ἡμῶν ὁ Θεός.» Μεθ’ ἡμῶν δὲ γέγονε Θεὸς ὢν ὁ Λόγος, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, ἵνα σώσῃ τὴν ὑπ’ οὐρανόν· ἀλλ’ οὐδεὶς ἦν, ὡς ἔφην, τοῖς Ἰου‐ δαίων καθηγηταῖς, ἀληθείας ὁ λόγος· ὁποία δέ τις | |
40 | γέγονεν αὐτοῖς ἡ πρόφασις εἴπερ τις ἕλοιτο μαθεῖν, ἀκούσεται πρὸς ἡμῶν· ὅτι τὸ μὴ ἐθέλειν ἀποφοιτᾷν τῆς συντρόφου φιλοδοξίας, μήτε μὴν τῆς ἐπαράτου φιλοκερδείας. Προσέχετε ἀπὸ τῶν Γραμματέων τῶν θελόντων | |
45 | περιπατεῖν ἐν στολαῖς, κ.τ.λ. (A f. 266 b) Τῶν Γραμματέων ἀῤῥωστήματα ἦσαν τὸ φιλόκομπον καὶ τὸ φιλοκερδές. Ἵνα τοίνυν τῶν οὕτως αἰσχρῶν αἰτιαμάτων ἔξω που γένηται τῶν ἁγίων μαθητῶν ὁ χορὸς, παρεγγυᾷ χρησίμως, λέ‐ | |
72.893(50) | γων· Μὴ ἀνάσχησθε τοῖς ἴσοις ἁλῶναι κακοῖς, μηδὲ τῆς ἐκείνων ἀφιλοθεΐας γένησθε κοινωνοί. Ποῖον γὰρ ἦν τὸ ἔθος αὐτοῖς; Τὸ βαδίζειν ἐν ἀγοραῖς εὖ μὲν περιεσταλμένους, κατασύροντας δὲ βαθεῖαν ὀφρὺν, τὸ τοὺς παρὰ τῶν ὁρώντων ἐπαίνους ζητεῖν, τὸ ἐπί‐ | |
55 | πλαστον ἔχειν τὸ ἦθος, τὸ βαττολογεῖν ἐν προσευχαῖς. | |
72.896 | ΚΕΦΑΛ. ΚΑʹ. Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους. (B f. 187 b, C f. 150 b) Ἔφη που ὁ Σωτήρ· «Μα‐ | |
5 | κάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.» Τού‐ τους ἐποπτεύει προσφέροντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον· ἀλλ’ ὡς ἐκ πλούτου πολλοῦ, πολλὰ μὲν ἦσαν, ὡς εἰκὸς, τὰ παρ’ ἑκάστου καρποφορούμενα· ὀλίγα δὲ πάλιν καὶ τῆς τῶν προκομιζόντων ἀνάξια | |
10 | χειρός. Εἶτα μετ’ ἐκείνους γύναιον πτωχείᾳ δεινῇ κατηχθισμένον εἰσέθει, ἐξ ἐράνου μόλις καὶ δὴ σὺν ἱδρῶτι συλλέγον εὐτελεστάτην καὶ ἀποχρῶσαν ἡμέ‐ ρᾳ διατροφήν· εἶτα δύο προσῆγεν ὀβολοὺς, ὥσπερ ἀποκτωμένη τὸν βίον. Ὢ παραδόξου θαύματος! ἡ τὸν | |
15 | παρ’ ἑτέρου ἔλεον ζητοῦσα διηνεκῶς, αὐτὴ δανείζει Θεῷ, καρποφόρον αὐτῷ καὶ αὐτὴν ἀποφαίνουσα τὴν πτωχείαν. Νικᾷ τοιγαροῦν τοὺς ἄλλους, καὶ δικαίᾳ ψήφῳ στεφανοῦται παρὰ Θεοῦ. Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις | |
20 | καλοῖς καὶ ἀναθήμασι κεκόσμηται, κ.τ.λ. (C f. 151, D f. 69) Ἐπεδείκνυον τινες τῷ Χριστῷ τὰς ἐν τῷ ναῷ μεγαλουργίας, καὶ τὸν τῶν ἀναθη‐ μάτων κόσμον· ὠήθησαν γὰρ ὅτι θαυμάσει σὺν αὐ‐ τοῖς τὰ ὁρώμενα, καίτοι Θεὸς ὢν καὶ θρόνον ἔχων | |
25 | τὸν οὐρανόν. Ὁ δὲ ἀφίησι μὲν τὸν περὶ αὐτῶν λόγον, προμεμήνυκε δὲ ὅτι ἐκ βάθρων πεσεῖται κατὰ και‐ ροὺς, κατακομιζούσης εἰς τοῦτο αὐτὸν τῆς Ῥωμαίων στρατιᾶς, καὶ ἅπασαν Ἱερουσαλὴμ τὰς τῆς κυριο‐ κτονίας δίκας ἐξαιτούσης τὸν Ἰσραήλ· μετὰ γάρ τοι | |
30 | τὸν τοῦ Σωτῆρος σταυρὸν, ταῦτα συνέβη παθεῖν αὐτούς.—(A f. 268 b) Οὐ συνίεσαν δὲ οἱ μαθηταὶ τῶν εἰρημένων τὴν δύναμιν, ἀλλὰ περὶ συντελείας τοῦ αἰῶνος εἰρῆσθαι νομίσαντες, ἤροντο πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ γίνεσθαι. Τί | |
35 | οὖν ὁ Χριστός; Ἔπεται τῷ σκοπῷ τῶν προσαγόντων τὴν πεῦσιν, καὶ ἀφίησι μὲν τέως τοὺς περὶ τῆς ἁλώσεως τῶν Ἰεροσολύμων λόγους· τοὺς δὲ περὶ συντελείας τοῦ παρόντος αἰῶνος ὑφαίνει, καί φησιν ὅτι πρὸ τῆς ἐξ οὐρανῶν αὐτοῦ καθόδου, προδραμοῦν‐ | |
40 | ταί τινες ψευδόχριστοι καὶ ψευδοπροφῆται, τὸ αὐτοῦ πρόσωπον ἑαυτοῖς περιπλάττοντες, οἷς οὐ χρὴ πεί‐ θεσθαι. Ἠθέλησε μὲν γὰρ ὁ μονογενὴς τοῦ· Θεοῦ Λόγος, ἵνα σώσῃ τὴν ὑπ’ οὐρανὸν, καὶ γέννησιν ὑπο‐ μεῖναι τὴν κατὰ σάρκα ἐκ γυναικός· ἦν δὲ τὸ χρῆμα | |
45 | αὐτῷ κένωσις καὶ ταπείνωσις· ὡς οὖν ἑαυτὸν καθεὶς εἰς κένωσιν λανθάνειν ἠξίου· καὶ γοῦν ἐπετίμα τοῖς ἀποστόλοις πρὸ τοῦ τιμίου σταυροῦ, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν· ἐδεῖτο γὰρ τοῦ λαθεῖν τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ τρόπος, ἵνα καὶ τὸν τίμιον | |
72.896(50) | ὑπὲρ ἡμῶν ὑπομείνας σταυρὸν ὡς ἄνθρωπος, κατ‐ αργήσῃ τὸν θάνατον, καὶ τῆς κατὰ πάντων τυραν‐ νίδος ἀποσοβήσῃ τὸν Σατανᾶν. Ἡ δὲ δευτέρα καὶ ἐξ οὐρανοῦ καταφοίτησις, οὐ λεληθότως ἔσται καθὰ καὶ πρὸ τούτου, ἀλλ’ ἐπίσημός τε καὶ φόβου μεστή· | |
55 | καταβήσεται γὰρ δορυφορούντων αὐτὸν τῶν ἁγίων ἀγγέλων, καὶ ἐν τῇ δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα | |
κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Οὐκοῦν ὅταν | ||
72.897 | τινὲς ἐγερθῶσι ψευδόχριστοι καὶ ψευδοπροφῆται, μὴ πορευθῆτε ὀπίσω αὐτῶν.—(A f. 269, C f. 151) Ἢ καὶ τέλος τὸ κοινόν φησι; καὶ τὴν παγκόσμιον συντέλειαν. Δίδωσι σημεῖα σαφῆ τε καὶ ἐναργῆ τῆς συντελείας | |
5 | τοῦ κόσμου. Πόλεμοι γὰρ ἔσονται, φησὶν, καὶ κατα‐ στασίαι, καὶ λιμοὶ καὶ φόβητρα ἀπ’ οὐρανοῦ. Ὡς γὰρ ἕτερός φησι τῶν εὐαγγελιστῶν, πάντα τὰ ἄστρα πεσεῖται, εἰλιχθήσεται ὁ οὐρανὸς ὡς βιβλίον, αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Διὰ μέσου μέντοι τίθησιν ὁ Σωτὴρ τὰ περὶ τῆς ἁλώσεως τῶν Ἱερο‐ | |
10 | σολύμων, καὶ τὸν λόγον κεράννυσι λέγων· Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, κ.τ.λ. (C f. 151, D f. 69 b) Πρὸ γὰρ τῶν τῆς συντελείας καιρῶν, ἥλω μὲν ἡ τῶν Ἰουδαίων χώρα, καταδρα‐ | |
15 | μούσης αὐτὴν τῆς Ῥωμαίων στρατιᾶς, ἐμπέπρησται δὲ ὁ ναὸς, κατεσείσθη τὰ παρ’ αὐτοῖς βασίλεια, πέ‐ παυται τῆς κατὰ νόμον λατρείας ἡ δύναμις. Πρὶν δὲ ταῦτα συμβῆναι, ἐδιώχθησαν παρ’ αὐτῶν οἱ μακά‐ ριοι μαθηταὶ, δεσμῶται γεγόνασι, ἤχθησαν ἐπ’ ἄρ‐ | |
20 | χοντας, ἐπέμφθησαν ἐπὶ βασιλέας· ἀπεστάλη γοῦν ὁ Παῦλος εἰς Ῥώμην πρὸς Καίσαρα, καὶ Φήστῳ παρέστη καὶ Ἀγρίππᾳ· πλὴν γέγονεν αὐτοῖς εἰς μαρτύριον, τουτέστιν, εἰς μαρτυρίου δόξαν, τὰ ἐπενη‐ νεγμένα. | |
25 | Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾷν ἀπολογηθῆναι. (C f. 151, D f. 69 b) Παρεγγυᾷ, ὅτι Μὴ προμελε‐ τᾶτε μέλλοντες ἀπολογεῖσθαι. «Λήψεσθε γὰρ, φησὶ, παρ’ ἐμοῦ σοφίαν καὶ γλῶσσαν ἄμαχον καὶ ἀκατα‐ | |
30 | γώνιστον τοῖς ἀντικειμένοις ὑμῖν.» Ἀποκείρων δὲ καὶ τῆς ἀνθρωπίνης μικροψυχίας τὰς ἀφορμὰς, παραδοθήσεσθαί φησιν αὐτοὺς παρὰ τῶν οἰκειοτά‐ των, πλὴν ὅτι πάντη τε καὶ πάντως σωθήσονται παρ’ αὐτοῦ· ἐπάγει γοῦν· «Παραδοθήσεσθε δὲ καὶ | |
35 | ὑπὸ γονέων, καὶ ἀδελφῶν, καὶ φίλων, καὶ τῶν ἐκ γένους.»—(A f. 270, C f. 151) Πλὴν ὅτι πάντη τε καὶ πάντως σωθήσονται παρ’ αὐτοῦ. «Θρὶξ γὰρ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐκ ἀπολεῖται,» φησί. Σαφε‐ στέραν δὲ ποιῶν τὴν προαγόρευσιν τῆς ἁλώσεως, | |
40 | ἐπάγει·» Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατο‐ πέδων τὴν Ἱερουσαλὴμ, τότε γνῶτε ὅτι ἤγγικε ἡ ἐρήμωσις αὐτῆς.» Εἶτα μεθίστησι πάλιν τοὺς λό‐ γους ἐπὶ τὸν τῆς συντελείας καιρόν. Γέγραπται ἐν ταῖς πράξεσιν, ὅτι μετὰ τὴν ἀνάστασιν ἐγένετο λιμὸς | |
45 | μέγας ἐπὶ Κλαυδίου Καίσαρος, καὶ σεισμοὶ πολλοὶ ἐγένοντο. Ἃ γὰρ ἑωράκατε ἐπ’ ἐμοὶ γινόμενα, προσ‐ δοκήσατε καὶ ἐφ’ ὑμῖν. Ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν. (B f. 191 b) Ἀρχομένης γὰρ ὥσπερ τῆς κτίσεως | |
72.897(50) | ἐναλλάττεσθαι, συνοχή τις ἔσται δεινὴ καὶ ἀπόψυξις εἰς θάνατον· τὸ γὰρ ἐπερχόμενον ἀφόρητον δεῖμα, πολλοῖς ἀρκέσει πρὸς ὄλεθρον. Τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχό‐ μενον ἐν νεφέλη. | |
55 | (A f. 272, C f. 151 b, E f. 315) Πῶς δὲ ἐλεύσεται; πῶς ἥξει; Ὡς αὐτὸς ἐδήλωσεν [καὶ] ἀλλαχοῦ λέγων· | |
«Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμε‐ | ||
72.900 | νον ἐν νεφέλαις, μετὰ δυνάμεως καὶ δόξης πολλῆς.» Ἐλεύσεται γὰρ οὐκέτι ἐν ὑφέσει, οὐδὲ ἐν μικροπρε‐ πείᾳ τῇ καθ’ ἡμᾶς, ἀλλ’ ἐν δόξῃ καὶ δυνάμει θεό‐ τητος. Κατ’ ἀμφοτέρων δὲ ἀκούσῃ τὸ πολλῆς· μετὰ | |
5 | δυνάμεως γὰρ πολλῆς καὶ δόξης πολλῆς τὴν δευτέ‐ ραν αὑτοῦ ποιήσεται θεοφάνειαν, ἐπεὶ τὴν προτέραν μετὰ ἀσθενείας καὶ ἀτιμίας ἐποιήσατο, ὅσον κατὰ τὸ τοῖς πολλοῖς ὁρώμενον. Διὰ τί δὲ ἐν νεφέλῃ; Ὅτι οὔτως ἀεὶ φαίνεται ὁ Θεός· «Νεφέλη γὰρ καὶ γνόφος | |
10 | κύκλῳ αὐτοῦ.» Καί· «Κύριος κάθηται ἐπὶ νεφέλης κούφης.» Καὶ πάλιν· «Ὁ τιθεὶς νέφος τὴν ἐπίβασιν αὐτοῦ.» Καὶ, «Νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.» Καὶ, «Ὡς Υἱὸς ἀνθρώπου ἐρχό‐ μενος ἐπὶ τῶν νεφελῶν.» Οὕτω γοῦν αὐτὸν καὶ Δα‐ | |
15 | νιὴλ θεωρεῖ· οὕτω καὶ τότε ἐλεύσεται οὐ λεληθότως, ἀλλ’ ὡς Θεὸς καὶ Κύριος ἐν δόξῃ θεοπρεπεῖ, καὶ πάντα μεταστήσει πρὸς τὸ ἄμεινον· ἀναβιώσονται γὰρ οἱ νεκροὶ, καὶ ἀποδύσεται τὴν φθορὰν τὸ ἐκ γῆς τοῦτο εὐάλωτον τοῖς πάθεσι σῶμα· ἐνδύσεται | |
20 | δὲ τὴν ἀφθαρσίαν, Χριστοῦ νέμοντος αὐτὴν, καὶ συμμόρφους τῷ σώματι τῆς δόξης αὐτοῦ τοὺς εἰς αὐτὸν πιστεύοντας ἀποφαίνοντος. Διὸ καὶ ἀπολύτρω‐ σιν ἡμῶν αὐτὸς τὸ πρᾶγμα καλεῖ, λέγων· «Ἀρχο‐ μένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε | |
25 | τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.» Ὥσπερ γὰρ εἰ λέγοι τις περὶ ἀνθρώπου, ὅτι παρὰ τοῦ Πατρὸς ἔλαβε τὸ λογικὸς εἶναι, ἐκ λογι‐ κοῦ σημαίνει καὶ αὐτὸν λογικὸν γεννηθῆναι· οὕτω καὶ ὁ μονογενὴς ἐκ Θεοῦ Θεὸς, καὶ ἐκ τοῦ κρίνοντος | |
30 | πᾶσαν τὴν γῆν προῆλθε κριτής. Καὶ οὐκ ἐπειδὴ πᾶ‐ σαν τὴν κρίσιν δέδωκεν τῷ Υἱῷ ὁ Πατὴρ, αὐτὸς τῆς δεσποτείας ἐψίλωται· ἀχώριστος γὰρ ὁ Μονογενὴς τοῦ Θεοῦ, ὡς τὸ φῶς τοῦ ἡλίου· ἔστι γὰρ ἐν αὐτῷ φυσικῶς· καὶ πάντα ὅσα ἔχει ὁ Πατὴρ, τοῦ Υἱοῦ | |
35 | ἐστι, καὶ ἀνάπαλιν. Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα. (D. f. 71) Εἰπὼν τὴν παραβολὴν τῆς συκῆς, εὐ‐ θέως ἐπάγει· «Γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασι‐ λεία τοῦ Θεοῦ.» Τὸ δὲ τοιοῦτο διδάσκει, ὅτι οὔπω πρὸς | |
40 | τὸ ἔσχατον τέλος ἥκει τὰ πράγματα, τούτων γινομέ‐ νων, ἀλλ’ ὁδεύει πρὸς τὸ τέλος ἤδη, καθάπερ ἐπὶ τὸν καρπὸν ὁδεύει ἡ συκῆ τοὺς κλάδους ἁπαλυνομένη, καὶ τὰ φύλλα ἐκφύουσα· οὕτω γὰρ δὴ καὶ ἡ τοῦ Κυρίου παρουσία καταργοῦσα πᾶσαν ἀρχὴν καὶ ἐξ‐ | |
45 | ουσίαν, παρασκευάζει τῇ βασιλείᾳ τοῦ Θεοῦ. Εἶτά φησιν· «Ἀμὴν λέγω ὑμῖν, ὅτι οὐ μὴ παρέλθῃ γε‐ νεὰ αὕτη, ἕως ἂν πάντα γένηται.» Γενεὰν δέ φησι, οὐ τοὺς τότε ἀνθρώπους, ἀλλὰ τοὺς ὁμοίους τῷ τρό‐ πῳ. Ἐν δὲ τῷ λέγειν, ὅτι ἀδύνατον τοὺς λόγους παρ‐ | |
72.900(50) | ελθεῖν, καὶ τὴν τῶν στοιχείων συντέλειαν προαγο‐ ρεύει ἤδη. Ἀδύνατον γὰρ, φησὶν, τοὺς λόγους μου παρελθεῖν, καίτοι καὶ τῶν στοιχείων παρερχομένων· ἐγὼ μὲν γὰρ ἀληθεύων, ὅτι ἥξει ἡμέρα, καὶ ταῦτα γενήσεται, καὶ οὐκ ἐγχωρεῖ μὴ γενέσθαι ἃ λέγω· | |
55 | «Προσέχετε δὲ, φησὶν, μὴ βαρηθῶσιν ὑμῶν οἱ τῆς | |
72.901 | διανοίας ὀφθαλμοί·» μέριμνα γὰρ βιωτικὴ καὶ κραι‐ πάλη καὶ μέθη ἐξορίζει τὴν σύνεσιν, καὶ τὴν εἰς Θεὸν πίστιν καὶ φόβον ἀμαυροῖ. Χρεία οὖν ἀγρυ‐ πνίας τοιαύτης καὶ προσοχῆς, ἵνα μὴ αἰφνίδιος ἐπ‐ | |
5 | έλθῃ ἡ ἡμέρα ἐκείνη ὥσπερ παγὶς πρὸς ὑμᾶς μηδὲν ὠφεληθέντας ἐκ τοῦ προακηκοέναι. Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων. (A f. 275) Τίνα δὲ ἦν ἃ ἐδίδασκεν, ἢ πάντως που τὰ ὑπὲρ τὴν νομικὴν λατρείαν; Ἐνειστήκει γὰρ | |
10 | καιρὸς τοῦ τὴν σκιὰν μεταπλάττεσθαι εἰς ἀλήθειαν· ὁ δὲ ὄχλος ἥδιστα ἠκροᾶτο· τεθαυμάκασι γὰρ αὐτὸν πλειστάκις, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ· ὡς αὐ‐ τὸς γὰρ ὑπάρχων ὁ πάλαι λαλῶν διά τε Μωϋσέως, καὶ τῶν προφητῶν, καὶ τῶν ὅλων Κύριος, μεθίστη | |
15 | μετ’ ἐξουσίας πρὸς τὴν πνευματικὴν λατρείαν τὰ ἐν τύποις κεχρησμῳδημένα. Ηὐλίζετό γε μὴν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, τοὺς ἐν τῇ πόλει θορύβους παρ‐ αιτούμενος, ἵνα ἡμῖν κἀν τούτῳ γένηται τύπος· τῷ γε μὴν ὄχλῳ ὀρθρίζοντι πρὸς αὐτὸν, προσῆκε λέγειν | |
20 | τὸ τοῦ Δαβίδ· «Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρ‐ θρίζω· ἐδίψησέ σε ἡ ψυχή μου.» Περὶ τῆς ἑορτῆς τῶν ἀζύμων ὅτι ἤγγιζε, καὶ ὅτι ἐζήτουν οἱ ἀρχιερεῖς ἀνελεῖν αὐτὸν, καὶ ὅτι εἰσῆλθεν ὁ Σατανᾶς εἰς τὸν Ἰούδαν, καὶ ὅτι συνεφώνησε τοῦ παραδοῦναι αὐτὸν, | |
25 | καὶ ὅτι ἐζήτει ἐπὶ τοῦτο εὐκαιρίαν, ἕως, «Καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ,» προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. | |
28t | ΚΕΦΑΛ. ΚΒʹ. | |
29 | Ἤγγιζε δὲ ἡ ἑορτὴ τῶν ἀζύμων, ἡ λεγομένη | |
30 | Πάσχα. (A f. 278) Θέα δὲ ὅτι ἄνωθεν ἡμῖν ὁ Σωτὴρ ἐνο‐ μοθέτει τὰ κάλλιστα καὶ τὰ συμφέροντα, καὶ διὰ νόμου καὶ προφητῶν σύμβουλος ἡμῖν ἀγαθὸς εἰς σωτηρίαν ἐγίνετο· ἀλλὰ τότε μὲν δι’ αἰνίγματος καὶ | |
35 | σκιᾶς διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν· νυνὶ δὲ γυ‐ μνὴν ἡμῖν παρατιθεὶς τὴν ἀλήθειαν, καὶ αὐτὴν τῶν πραγμάτων εἰς μέσον ἄγει τὴν εἰκόνα· ἔδει γὰρ ὄν‐ τως διὰ μὲν τῶν θεραπόντων διακονεῖσθαι τοὺς τύ‐ πους διὰ δὲ τοῦ πάντων Δεσπότου τὴν ἀλήθειαν· | |
40 | ἐπεὶ καὶ αὐτὸς ἦν ὁ λέγων περὶ ἑαυτοῦ· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Ἀποκεκινημένης τοιγαροῦν τῆς σκιᾶς, εἰσίτω λοιπὸν ἡμῖν τῆς ἀληθείας ἡ δύναμις· φαινέ‐ σθω τῶν δι’ αἰνίγματος εἰρημένων ὁ τύπος ἐναργέ‐ στερος. Ἰουδαῖοι μὲν οὖν σφάλλονται καὶ πλανῶνται, | |
45 | καὶ τῶν δεόντων ἐκπίπτουσι λογισμῶν, ἀζύμους ἄρ‐ τους παρατιθέμενοι· οὐκ ἀκούουσι δὲ, ὡς εἰκὸς, τοῦ Παύλου λέγοντος· «Βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ,» καὶ τὰ ἑξῆς· οὐδὲ τοῦ Σωτῆρος· «Οὐκ οἴδατε ὅτι πᾶν τὸ εἰσερχόμενον εἰς τὸ στόμα, εἰς τὴν κοι‐ | |
72.901(50) | λίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;» Ἡμεῖς δὲ πνευματικοῖς τὰ πνευματικὰ συγκρίνομεν· ὡς ζύμην, τὴν κακίαν ἀποφεύγοντες, καὶ πράξεις ἀγα‐ | |
θὰς ἐπιτηδεύοντες, ἵνα σὺν Χριστῷ ὡς ἐν ἀνωγαίῳ | ||
72.904 | εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνακλιθησόμεθα· ἢν Ἡσαΐας ἀποθαυμάζων ἔλεγεν, ὡς πρὸς ἡμᾶς τοὺς μέλλοντας εἰς ἐκείνην ἔσεσθαι τὴν πόλιν· «Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλήμ· πόλις πλουσία, σκηναὶ αἲ οὐ | |
5 | μὴ σεισθῶσιν, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥα‐ γῶσιν.» Ἡ μὲν γὰρ παρὰ ἀνθρώποις εὐθυμία, εἰς ὀλίγον ἀντέχει, ἀποῤῥήγνυται δὲ ὀλίγης τινὸς μεταξὺ γενομένης μεταβολῆς· αἱ δὲ ἐν τοῖς οὐρανοῖς μοναὶ καὶ τὸ παρ’ αὐταῖς ἀγαθὸν, γενναῖον ἔχει τὸν τόνον, | |
10 | τῇ τοῦ Θεοῦ βουλήσει διακρατούμενον. Ἵνα τοίνυν ἐν ταῖς οὕτω ἀξιαγάστοις καταλύσωμεν μοναῖς, καὶ συν‐ εορτάσωμεν τῷ Χριστῷ, καθαρὰν ἐπιτελέσωμεν τὴν νηστείαν, μὴ βρωμάτων [ἀποχῇ] συμμετροῦντες αὐ‐ τῆς τὴν δύναμιν, ἀλλ’ ὥσπερ ἀναχωροῦμεν περιέργου τραπέζης, καὶ τῆς ἄλλης τρυφῆς ἀναχωρήσωμεν | |
15 | καὶ ποικιλίας κακῶν. Ἀπέστειλε Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευ‐ θέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα, ἵνα φάγωμεν. (A f. 278 b) Φασὲκ ὁ τῆς ἑορτῆς ὠνομάζετο και‐ ρὸς, δηλοῖ δὲ διάβασιν. Ὥσπερ οὖν τῆς Αἰγυπτίων | |
20 | δουλείας ὁ Ἰσραὴλ ἀπηλλάττετο, εἰς τὴν τῆς ἐπαγγε‐ λίας ἐρχόμενος γῆν, διὰ θαλάσσης μέσης βαδίζων ἀβρόχῳ ποδί· οὕτω καὶ ἡμᾶς δεῖ καθάπερ τινὰ θά‐ λατταν διαπεραιοῦσθαι νεανικῶς, τὸν εἰκαῖον τοῦ παρόντος βίου περισπασμόν. Διαβαίνομέν γε μὴν ἐκ | |
25 | φιλοσαρκίας εἰς ἐγκράτειαν, ἐξ ἀγνωσίας τῆς πάλαι εἰς θεογνωσίαν τὴν ἀληθῆ, ἐκ θανάτου εἰς ἀφθαρ‐ σίαν.—(A f. 279, D f. 72) Ἴδωμεν τοὺς τύπους τι‐ μῶσαν ἔτι τὴν ἀλήθειαν. Ἐλθούσης γὰρ, φησὶ, τῆς ἡμέρας, καθ’ ἣν ἔδει θύεσθαι τὸ πάσχα, δύο | |
30 | τινὰς ἀπολέγδην τῶν ἁγίων ἀποστόλων (ἦσαν δὲ Πέ‐ τρος καὶ Ἰωάννης) πέπομφεν ἐν τῇ πόλει, εἰπὼν αὐ‐ τοῖς τὰ προγεγραμμένα· καίτοι τί δή ποτε οὐ τὸν ἄνθρωπον ἐναργῶς καταμεμήνυκε τοῖς ἀπεσταλ‐ μένοις; Οὐ γὰρ ἔφη πρὸς τὸν δεῖνα τυχὸν, ἀλλὰ | |
35 | σημεῖον δέδωκεν, ἄνθρωπον ἁπλῶς κεράμιον σκεῦος πεφορτισμένον. Τί οὖν πρὸς τοῦτό φαμεν; Ἤδη τοῖς Ἰουδαίοις ὑποσχόμενος ἦν ὁ προδότης παραδώσειν αὐτόν. Ἵνα τοίνυν μὴ μάθῃ τὸν ἄνθρωπον, καὶ δραμὼν ἀπαγγείλῃ τοῖς μισθωσαμένοις, δίδωσι ση‐ | |
40 | μεῖον· ἔτι γὰρ ἐπλάττετο τὴν μαθητοῦ εὔνοιαν ἔχειν, μιαιφονίαν ὠδίνων. «Ὑπαντήσει γὰρ, φησὶν, ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων.» Ἢ τάχα που καὶ μυστικόν τι καὶ ἀναγκαῖον διὰ τούτου δηλῶν· ἔνθα γὰρ ἂν εἰσέλθοι τὸ ὕδωρ | |
45 | (δῆλον δὲ ὅτι τὸ τοῦ ἁγίου βαπτίσματος), ἐκεῖ κατα‐ λύσει Χριστός· παντὸς γὰρ ἡμᾶς ἀπαλλάττει ῥύπου, ὥστε καὶ ναὸν ἡμᾶς ἅγιον γενέσθαι Θεοῦ, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνοὺς διὰ μετοχῆς τοῦ | |
ἁγίου Πνεύματος· οὐκ ἂν δὲ ἁμάρτοι τις τοῦ | ||
72.905 | ἀληθοῦς, καὶ ἀγγεῖον [cod. ἀνάγειον] εἶναι λέγων τοῦ ἁγίου Πνεύματος, παντὸς ἁγίου ψυχήν. «Καυ‐ χάσθω γὰρ, φησὶν, ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ.» | |
5 | Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ. (A f. 279) Ἑτοιμάσασι τὸ Πάσχα τοῖς μαθηταῖς συνειστιᾶτο Χριστός· ἀνεξικακῶν δὲ τῷ προδότῃ φη‐ σίν· «Ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ’ | |
10 | ὑμῶν.» Τί δὲ τοῦτο δηλοῖ; Καιρὸν ἐζήτει τῆς προ‐ δοσίας ὁ φιλάργυρος μαθητής· ἵνα δὴ μὴ πρὸ τῆς ἑορτῆς τοῦ Πάσχα τοῖς φονῶσιν αὐτῶν παραδῷ, οὐ διαμεμήνυκεν ὁ Σωτὴρ ἢ τὸν οἶκον, ἢ τὸν ἄνθρωπον, παρ’ ᾧ τὸ Πάσχα πεπλήρωκεν. Ἀποδιδοὺς τοιγαροῦν | |
15 | τὴν αἰτίαν τοῦ μὴ θελῆσαι σαφῶς εἰπεῖν τὸν παρ’ ᾧ κατέλυσεν· «Ἐπιθυμίᾳ, φησὶν, ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ’ ὑμῶν.» Ὅμοιον ὡς εἰ λέγοι· Πᾶσαν ἐθέμην σπουδὴν, ὅπως ἂν ἰσχύσω λαθεῖν τὴν τοῦ προδόντος ἀνοσιότητα, ἵνα μὴ πρόωρον ὑπομείνω | |
20 | τὸ πάθος. Πλὴν, οὐ μὴ φάγω τὸ Πάσχα τοῦτο, ἕως οὗ πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Ἔθος δὲ αὐτῷ βασιλείαν Θεοῦ ὀνομάζειν τὴν ἐν πίστει δικαίωσιν, τὴν διὰ τοῦ βαπτίσματος κάθαρσιν, καὶ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν, καὶ τῆς ἐν πνεύματι λατρείας | |
25 | τὴν δύναμιν. Οὐκοῦν οὐ γεύσομαι, φησὶ, τοιούτου Πάσχα, τοῦ διὰ βρώσεως δηλονότι δηλουμένου τυπι‐ κῶς, ἕως οὗ πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· τουτ‐ έστιν, ἀναδειχθέντος τοῦ καιροῦ, καθ’ ὃν ἡ βασιλεία τῶν οὐρανῶν εὐαγγελίζηται. Πληροῦται γὰρ ἐν ἡμῖν | |
30 | τοῖς τὴν ὑπὲρ νόμον τιμῶσι λατρείαν, Πάσχα τὸ ἀλη‐ θινόν. Καὶ οὐκ ἐξ ἀγέλης ἀμνὸς ἁγιάζει τοὺς ἐν Χριστῷ, αὐτὸς δὲ μᾶλλον ἁγίως ἱερουργούμενος διὰ τῆς μυστικῆς εὐλογίας, καθ’ ἣν εὐλογούμεθα καὶ ζωοποιούμεθα. Γέγονε γὰρ ἡμῖν ἄρτος ζῶν, ὁ | |
35 | ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.— (C f. 153) Ἐν τῷ εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγελίῳ οὕτω κεῖται· «Οὐ μὴ πίω ἀπάρτι ἐκ τούτου γενή‐ ματος τοῦ ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός | |
40 | μου.» (A f. 280) Ἀσταχύων γὰρ οἷά τις ἀπαρχὴ, καὶ νέος ὥσπερ καρπὸς ἐν εἴδει δράγματος, νοεῖται Χρι‐ στὸς, ὁ πρωτότοκος ἐκ νεκρῶν, ἡ τῆς ἀναστά‐ σεως καὶ ἡμῖν ὁδὸς, ὁ πάντα πρὸς καινότητα μετα‐ | |
45 | στοιχειῶν, καὶ παλαιότητος ἀπαλλάττων. Ἀνεκομί‐ ζετο δὲ τὸ δράγμα ἔναντι Κυρίου. Ἐγηγερμένος γὰρ ἐκ νεκρῶν ὁ Ἐμμανουὴλ, ὁ νέος τῆς ἀνθρωπότητος καὶ ὡς ἐν ἀφθαρσίᾳ καρπὸς, ἀναβέβηκεν εἰς τὸν οὐ‐ ρανὸν, ἵνα ἐμφανισθῇ νῦν ὑπὲρ ἡμῶν τῷ προσώπῳ | |
72.905(50) | τοῦ Θεοῦ καὶ Πατρός. Καὶ οὐχὶ δὴ πάντως ἑαυτὸν εἰς ὄψιν ἄγων αὐτοῦ· σύνεστι γὰρ ἀϊδίως καὶ οὐκ ἂν | |
ἀπολιμπάνοιτο τοῦ Πατρὸς, ὡς Θεός· ὡς ἐν ἑαυτῷ | ||
72.908 | δὲ μᾶλλον εἰς ὄψιν ἄγων ἡμᾶς τοὺς ἔξω προσώπου καὶ ἐν ὀργῇ, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν καθ’ ἡμῶν τυραννήσασαν ἁμαρτίαν. Ὅρα δὲ ὅπως ἡμῖν ὁ νόμος καὶ τὸν τῇ ἀναστάσει πρέποντα | |
5 | προανετύπου καιρὸν, τουτέστι τὴν τρίτην ἡμέραν· «Τῇ γὰρ ἐπαύριον τῆς πρώτης, φησὶν, ἀνοίσει τὸ δράγμα ὁ ἱερεὺς ἔναντι Κυρίου.» Εἰσκεκόμικε δὲ παραχρῆμα τῆς ἁγίας ἡμῖν Πεντηκοστῆς προανατύ‐ πωσιν ἐναργῆ, ἑπτὰ χρῆναι λέγων ἐπαριθμεῖν ἑβδο‐ | |
10 | μάδας, τῇ τοῦ δράγματος ἀνακομιδῇ. Μετὰ γάρ τοι τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν, ἑπτὰ συνεί‐ ροντες ἑβδομάδας, τὴν ἐπαύριον Πεντηκοστὴν ἑορτά‐ ζομεν οἱ πεπιστευκότες. Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας ἔκλασε· καὶ ἔδω‐ | |
15 | κεν αὐτοῖς, λέγων· Τοῦτό ἐστι τὸ σῶμά μου, κ.τ.λ. (A f. 281, D f. 73) Εὐχαριστεῖ μὲν, τουτέστιν, ἐν σχήματι προσευχῆς διαλέγεται τῷ Θεῷ Πατρὶ, κοι‐ νωνὸν ὥσπερ αὐτὸν καὶ συνευδοκητὴν ἀποφαίνων τῆς δοθησομένης ἡμῖν εὐλογίας ζωοποιοῦ. Πᾶσα γὰρ | |
20 | χάρις καὶ πᾶν δώρημα τέλειον ἐφ’ ἡμᾶς ἔρχεται παρὰ Πατρὸς δι’ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι. Τύπος δὲ ἦν ἄρα τὸ δρώμενον εἰς ἡμᾶς αὐτοὺς, τῆς ὀφειλού‐ σης προσανατείνεσθαι λιτῆς, εἰ μέλλοι προτίθεσθαι παρ’ ἡμῶν τῆς μυστικῆς καὶ ζωοποιοῦ δωροφορίας | |
25 | ἡ χάρις, ὃ δὴ καὶ δρᾷν εἰθίσμεθα. Προσαναπέμποντες γὰρ τὰς εὐχαριστίας, καὶ ὁμοῦ τῷ Θεῷ καὶ Πατρὶ δοξολογοῦντες τὸν Υἱὸν σὺν τῷ ἁγίῳ Πνεύματι, πρόσ‐ ιμεν οὕτω ταῖς ἁγίαις τραπέζαις· πιστεύοντές τε ὅτι ζωοποιούμεθα καὶ εὐλογούμεθα καὶ σωματικῶς | |
30 | καὶ πνευματικῶς. Δεχόμεθα γὰρ ἐν αὑτοῖς τὸν ἐνανθρωπήσαντα δι’ ἡμᾶς τοῦ Θεοῦ Πατρὸς Λό‐ γον, ὅς ἐστι ζωὴ καὶ ζωοποιός. Εἶτα τίς ἐστιν ὁ τοῦ καθ’ ἡμᾶς μυστηρίου λόγος, ὡς ἔνι ζητήσωμεν. Ἔκτισε τοίνυν ὁ τῶν ὅλων Θεὸς | |
35 | ἐπὶ ἀφθαρσίᾳ τὰ πάντα· καί εἰσιν αἱ γενέσεις τοῦ κόσμου σωτήριοι· φθόνῳ δὲ διαβόλου θάνατος εἰσ‐ ῆλθεν εἰς τὸν κόσμον· παρεκόμισε γὰρ εἰς παρά‐ βασιν καὶ παρακοὴν τὸν πρῶτον ἄνθρωπον, καὶ ταύ‐ της ἕνεκα τῆς αἰτίας ὑπὸ θείαν ἀράν. Εἴρηται γὰρ | |
40 | πρὸς αὐτόν· «Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.» Ἀλλ’ ὑπερήλατο τῆς ἐκείνου δυστροπίας τὸ βλάβος ἡ τοῦ κτίσαντος ἡμερότης· βεβοήθηκε τοῖς ἐπὶ τῆς γῆς· ζωὴ μὲν γάρ ἐστι κατὰ φύσιν ὁ Θεὸς καὶ Πατήρ· μόνος δὲ τοῦτο ὑπάρχων, ἐξέλαμψε τὸν Χριστὸν, | |
45 | ζωὴν ὄντα καὶ αὐτόν· οὐ γὰρ ἦν ἑτέρως δύνασθαι τὸν οὐσιωδῶς ἐκ ζωῆς προελθόντα λόγον. Πάντα τοί‐ νυν ὁ Θεὸς καὶ Πατὴρ ζωογονεῖ δι’ Υἱοῦ, ἐν ἁγίῳ Πνεύματι. Πῶς οὖν ἔδει τὸν ἐπὶ γῆς ἄνθρωπον κε‐ κρατημένον θανάτῳ πρὸς ἀφθαρσίαν ἀναδραμεῖν· | |
72.908(50) | Ἔδει τὴν ἀποθνήσκουσαν σάρκα τῆς παρὰ Θεοῦ ζωοποιοῦ δυνάμεως γενέσθαι μέτοχον. Δύναμις δὲ τοῦ Θεοῦ καὶ Πατρὸς ἡ ζωοποιὸς ὁ μονογενής ἐστι | |
Λόγος. Τοῦτον ἡμῖν ἔπεμψε σωτῆρα καὶ λυτρωτὴν, | ||
72.909 | καὶ γέγονε σάρξ· οὐ τροπὴν ἢ ἀλλοίωσιν ὑπομείνας εἰς ὅπερ οὐκ ἦν· οὔτε μὴν ἀποφοιτήσας τοῦ εἶναι Λόγος· γεννηθεὶς δὲ μᾶλλον κατὰ σάρκα ἐκ γυναι‐ κὸς, καὶ ἰδιοποιησάμενος σῶμα τὸ ἐξ αὐτῆς, ἵν’ ἡμῖν | |
5 | ἑαυτὸν ἐμφυτεύσῃ καθ’ ἕνωσιν ἀδιάσπαστον, καὶ θα‐ νάτου καὶ φθορᾶς ἀποφήνῃ κρείττονας. Τὴν γὰρ ἡμῶν ἠμπέσχετο σάρκα, ἵν’ ἐκ νεκρῶν ἀναστήσας αὐτὴν, ὁδοποιήσῃ λοιπὸν τῇ πρὸς θάνατον κατενηνεγ‐ μένῃ σαρκὶ, τὴν εἰς ἀφθαρσίαν ἀναδρομὴν, καθά | |
10 | φησιν ὁ Παῦλος· «Ἐπειδὴ γὰρ δι’ ἀνθρώπου θά‐ νατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Ἑνώσας τοίνυν ἑαυτῷ τὴν τῷ θανάτῳ κάτοχον σάρκα, Θεὸς | |
15 | ὢν ὁ Λόγος καὶ ζωὴ, ἀπεσόβησε μὲν αὐτῆς τὴν φθο‐ ρὰν, ἀπέφηνε δὲ αὐτὴν καὶ ζωοποιόν. Καὶ μὴ ἀπιστήσῃς οἷς εἶπον· δέχου δὲ μᾶλλον ἐν πίστει τὸ ῥῆμα, ἐκ μικρῶν παραδειγμάτων τὰς ἐπ’ αὐτῷ δὴ τούτῳ πληροφορίας συλλέγων. Ὅταν εἰς | |
20 | οἶνον ἢ γοῦν εἰς ἔλαιον ἢ εἴς τι τῶν ὑγρῶν μικρὸν ἄρτον ἐμβάλῃς, εὑρήσεις αὐτὸν γεγονότα μεστὸν τῆς ἐκεῖ ποιότητος. Ὅταν σίδηρος ὁμιλήσῃ πυρὶ, τότε ἐμπίπλαται τῆς ἐνεργείας αὐτοῦ, καὶ σίδηρος ὢν κατὰ φύσιν ἰδίαν, τὴν τοῦ πυρὸς ὠδίνει δύναμιν. | |
25 | Οὐκοῦν ὁ ζωοποιὸς τοῦ Θεοῦ Λόγος, ἑνώσας ἑαυ‐ τὸν τῇ ἰδίᾳ σαρκὶ, καθ’ ὃν οἶδε τρόπον αὐτὸς, ζωοποιὸν ἀπέφηνεν αὐτήν. Ἔφη γὰρ αὐτός· «Ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.» Καὶ πάλιν· «Ἐγώ | |
30 | εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν. Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν | |
35 | ἐν ἑαυτοῖς.» Οὐκοῦν ἐσθίοντες τὴν σάρκα τοῦ πάν‐ των ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ πίνοντες αὐτοῦ τὸ τίμιον αἷμα, ζωὴν ἔχομεν ἐν ἑαυτοῖς, ἓν ὡς πρὸς αὐτὸν ἀποτελούμενοι, καὶ ἐν αὐτῷ μένοντες, ἔχοντες δὲ αὐτὸν καὶ ἐν ἑαυτοῖς. | |
40 | Καὶ μή τις λεγέτω τῶν ἀπιστεῖν εἰωθότων· Ἆρα οὖν ἐπειδὴ καὶ ἐν ἡμῖν ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ τοῦ Θεοῦ Λόγος αὐλίζεται, ζωοποιόν ἐστι καὶ τὸ ἑκά‐ στου σῶμα; Ἴστω δὲ μᾶλλον ὡς ἕτερόν ἐστι τὸ κατὰ μέθεξιν σχετικὴν ἡμᾶς ἔχειν ἐν ἑαυτοῖς τὸν Υἱὸν, | |
45 | ἔτερον δὲ ὁλοτρόπως τὸ αὐτὸν γενέσθαι σάρκα, τουτ‐ έστιν, ἴδιον ποιήσασθαι σῶμα τὸ ἐκ τῆς ἁγίας Παρ‐ θένου ληφθέν. Οὐ γὰρ ἐν ἡμῖν γενόμενος, ἐνανθρω‐ πῆσαι λέγεται καὶ γενέσθαι σάρξ· τοῦτο γὰρ γέγονεν ἅπαξ, ὅτε προῆλθεν ἄνθρωπος, οὐκ ἀποβαλὼν τὸ εἶ‐ | |
72.909(50) | ναι Θεός· ἴδιον οὖν γέγονε σῶμα τοῦ Λόγου, τὸ ἐκ | |
τῆς ἁγίας Παρθένου ληφθὲν καὶ ἑνωθὲν αὐτῷ. Πῶς | ||
72.912 | δὲ ἢ τίνα τρόπον, εἰπεῖν οὐκ ἔνεστιν. Ἄφραστος γὰρ καὶ ἀπερινόητος παντελῶς, καὶ αὐτῷ μόνῳ γνώριμος ὁ τῆς ἑνώσεως τρόπος. Ἔδει τοίνυν αὐτὸν διὰ τοῦ ἁγίου Πνεύματος ἐν ἡμῖν γενέσθαι θεοπρεπῶς· συν‐ | |
5 | ανακιρνᾶσθαι δὲ ὥσπερ τοῖς ἡμετέροις σώμασι, διὰ τῆς ἁγίας αὐτοῦ σαρκὸς καὶ τοῦ τιμίου αἵματος· ἃ δὴ καὶ ἐσχήκαμεν εἰς εὐλογίαν ζωοποιὸν, ὡς ἐν ἄρτῳ τε καὶ οἴνῳ. Ἵνα γὰρ μὴ ἀποναρκήσωμεν, σάρκα τε καὶ αἷμα προκείμενα βλέποντες ἐν ἁγίαις τραπέζαις | |
10 | ἐκκλησιῶν, συγκαθιστάμενος ὁ Θεὸς ταῖς ἡμετέραις ἀσθενείαις, ἐνίησι τοῖς προκειμένοις δύναμιν ζωῆς, καὶ μεθίστησιν αὐτὰ πρὸς ἐνέργειαν τῆς ἑαυτοῦ σαρ‐ κός· ἵνα εἰς μέθεξιν ζωοποιὸν ἔχωμεν αὐτὰ, καὶ οἷον σπέρμα ζωοποιὸν ἐν ἡμῖν εὑρεθῇ τὸ σῶμα τῆς ζωῆς. | |
15 | Καὶ μὴ ἀμφιβάλῃς, ὅτι τοῦτό ἐστιν ἀληθὲς, αὐτοῦ λέγοντος ἐναργῶς. «Τοῦτό μού ἐστι τὸ σῶμα,» καὶ «Τουτό μού ἐστι τὸ αἷμα.» Δέχου δὲ μᾶλλον τοῦ Σωτῆρος ἐν πίστει τὸν λόγον· ἀλήθεια γὰρ ὢν, οὐ ψεύδεται. | |
20 | Ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης. (A f. 282 b, C f. 153) ᾬετο μὲν ἴσως διαβολικῆς ἀπονοίας ἐπίμεστος ὢν ὁ προδότης, δύνασθαι λαθεῖν Θεὸν ὄντα Χριστὸν, ἀλλ’ ἠλέγχετο παρὰ Χριστοῦ, | |
25 | παμπόνηρος ὢν, καίτοι τραπέζης ἀξιούμενος καὶ συνέστιος ὢν, καὶ τῆς θείας ἡμερότητος μέχρι παν‐ τὸς ἀπολαύσας, ὃ δὴ μάλιστα φορτικωτέραν αὐτῷ τὴν κόλασιν ἀπεργάζεται. Πλὴν οὐαὶ τῷ Ἰούδᾳ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν! Ὁ μὲν γὰρ κατ’ εὐδοκίαν | |
30 | τοῦ Θεοῦ Πατρὸς δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα παντὸς ἡμᾶς ἐξέληται κακοῦ· ὁ δὲ τὸν τῶν ὅλων σωτῆρα Χριστὸν καὶ λυτρωτὴν ταῖς τῶν φονώντων χερσὶ παραδοὺς, τὴν τῷ διαβόλῳ πρεπωδεστάτην κληρονομήσει δίκην. | |
35 | Ἐγένετο δὲ καὶ φιλονεικεία ἐν αὐτοῖς, τὸ, τίς αὐτῶν δοκεῖ εἶναι μείζων. (A f. 283, B f. 198, D f. 73 b) Οἱ μέντοι μαθηταὶ ἀνθρώπινόν τι παθόντες, πεφιλονεικήκασι πρὸς ἀλλή‐ λους, τίς ἄρα μείζων ἔσται ἐν αὐτοῖς, οὐκ ἀνεχομέ‐ | |
40 | νων τάχα που τῶν τὴν δευτέραν ἐχόντων τάξιν τοῖς πρωτεύουσι παραχωρεῖν. Κεκίνηται δὲ τοῦτο καὶ γέγραπται πρὸς ὄνησιν ἡμετέραν· ἐπετίμα γὰρ παραχρῆμα Χριστὸς τῇ τοιᾷδε νόσῳ· τοῦτο δὲ ἦν ἡ ἀνόητος φιλοδοξία, ῥίζαν ἔχουσα τὴν ὑπεροψίαν. Τὸ | |
45 | μὲν γὰρ ᾖρθαι κατ’ ἀρετὴν, τοῦ παντὸς ἄξιον λόγου· δεῖ δὲ τοὺς οὕτω διακειμένους μετρίῳ κεχρῆσθαι φρονήματι, καὶ παραχωρεῖν ἐξ ἀγάπης ἀδελφοῖς τὸ ἐν μείζοσιν εἶναι δοκεῖν. Τὸ γὰρ πεφυσημένον ἔχειν τὸ φρόνημα, παραπλησίους ὁρᾶσθαι ποιεῖ τοῖς τῶν | |
72.912(50) | ἐθνῶν ἡγουμένοις, οἷς τὸ ὑπέρογκον φρόνημα φίλον ἀεί πώς ἐστιν· εὐεργέται γὰρ, φησὶ, καλοῦνται, τουτέστι, κολακεύονται παρὰ τῶν ὑποβεβηκότων. Ἀλλ’ ἐκεῖνοι μὲν ὡς ἔξω νόμων ἱερῶν ἐν τοιαύταις | |
ἔστωσαν ἀῤῥωστίαις· παρ’ ὑμῖν δὲ οὐχ οὕτως, ἀλλ’ ἔστω τὸ ὕψος ἐν ταπεινότητι. | ||
72.913 | Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς διακονῶν. (A f. 283 b) Ταῦτα λέγοντος τοῦ Χριστοῦ, τίς ἐστιν οὕτως ἀπηνὴς, ὡς μὴ πᾶσαν ἀποπτύσαι φιλοδοξίαν, Ὁ γὰρ ὑπὸ πάσης κτίσεως λογικῆς καὶ ἁγίας δια‐ | |
5 | κονούμενος, ὁ σύνθρονος καὶ συμβασιλεύων τῷ Θεῷ καὶ Πατρὶ, διακόνου τάξιν ἐπέχων, ἔνιψε τοὺς πόδας τῶν μαθητῶν. Καθ’ ἕτερον δὲ τρόπον διακονίας ἔχει τάξιν τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ τρόπος. Ἔφη γὰρ ὁ Παῦλος· «Λέγω γὰρ Χριστὸν διάκονον γεγε‐ | |
10 | νῆσθαι περιτομῆς εἰς τὸ πληρῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων,» καὶ τὰ ἑξῆς. Οὐκοῦν διηκόνησεν ὁ διακονούμενος· καὶ ὁ τῆς δόξης Κύριος τεταπείνωκεν ἑαυτὸν, ἡμῖν καταλιμπάνων ὑπογραμμόν. Ἀλλ’ εἰκὸς ἐκεῖνο τάχα που καθ’ ἑαυτοὺς διενθυμεῖσθαί τε καὶ | |
15 | λέγειν τοὺς μαθητάς· Ποῖος οὖν ἔσται τῆς γνησιό‐ τητος ὁ μισθός; ἢ τί τὸ ἐντεῦθεν ἔσται χρήσιμον, συμβησομένων ἔσθ’ ὅτε καὶ πειρασμῶν; Ἵνα τοίνυν τῇ τῶν ἐσομένων ἀγαθῶν ἐλπίδι διανευρούμενοι, πάντα ὄκνον ἐπ’ ἀγαθοῖς σπουδάσμασιν ἐκπέμψωσι | |
20 | τῆς ἑαυτῶν διανοίας, ἀναγκαίως φησίν· «Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου,» κ.τ.λ.—(B f. 197 b, D f. 73 b) Σύνες ὅπως τῶν τῆς ἐνανθρωπήσεως μέτρων ἀποφοιτᾷ, οὔπω τὸν τίμιον ὑπομείνας σταυρόν· διαλέγεται γὰρ ὡς εἷς ἐξ | |
25 | ἡμῶν· μετὰ δέ γε τὴν ἐκ νεκρῶν ἀναβίωσιν πεφα‐ νέρωκεν ἑαυτοῦ τὴν δόξαν, καιροῦ καλοῦντος εἰς τοῦτο· ἔφη γὰρ, ὅτι «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.» Διαλέγεται τοίνυν ἀνθρωπί‐ νως, ὡς ἔφην. Διὰ τοῦτό φησι· «Κἀγὼ διατίθεμαι | |
30 | ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν, ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου.» Ἆρα οὖν καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἐνστάντος τοῦ καιροῦ, καθ’ ὃν συνεσόμεθα τῷ Χριστῷ, συμ‐ μόρφους ἡμᾶς ἀποφαίνοντι τοῦ σώματος τῆς δόξης | |
35 | αὐτοῦ, μετὰ τὸ ἐνδύσεσθαι τὴν ἀφθαρσίαν, ἐδεσμά‐ των πάλιν ἐν χρείᾳ ἐσόμεθα καὶ τραπέζης; Οὐδαμῶς· ἀλλ’ ἐκ τῶν καθ’ ἡμᾶς πραγμάτων ὑποφαίνει τὰ πνευματικά. Οἱ μὲν γὰρ τὰς παρὰ τῶν ἐπιγείων βασιλέων πρώτας ἔχοντες τιμὰς, συνέστιοί τέ εἰσιν | |
40 | αὐτοῖς καὶ ὁμόσιτοι. Εἰσὶ δὲ καὶ ἕτεροί τινες τιμῆς μὲν τῆς παρὰ τῶν κρατούντων ἀξιούμενοι, οὐ μὴν ὅτι καὶ κοινῆς τραπέζης ἁπτόμενοι. Ὅτι τοίνυν ἐν ταῖς πρωτευούσαις τιμαῖς ἔσονται παρ’ αὐτῷ, ὡς ἐκ παραδείγματος τοῦ καθ’ ἡμᾶς διαδείκνυσιν. | |
45 | Εἶπε δὲ Κύριος· Σίμων, Σίμων, ἰδοὺ ὁ Σατα‐ νᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον. (A f. 284, B f. 198) Ἀναγκαῖον οἶμαι καὶ ἐπωφε‐ λὲς, μαθεῖν τίς ἦν ἡ πρόφασις, ἡ παρενεγκοῦσα εἰς | |
72.913(50) | τοῦτο τοῦ Σωτῆρος τοὺς λόγους. Διορθωσάμενος δὲ αὐτοὺς ὁ Χριστὸς δι’ ὧν ἐπετίμησε τῷ τῆς φιλο‐ δοξίας πάθει, καὶ ἑαυτὸν εἰς ὑπόδειγμα δέδωκε, | |
τρίτον τοῖς μαθηταῖς ἐπικούρημα προσκεκόμικε, διὰ | ||
72.916 | τῶν προκειμένων ἀναγνωσμάτων· διδάσκει γὰρ ὅτι μέτρια φρονεῖν ἡμᾶς ἀναγκαῖον, οὐδὲν μὲν ὄντας τό γε ἦκον εἰς τὴν ἀνθρώπου φύσιν, καὶ εἰς τὸ τῆς ἡμετέρας διανοίας εὐόλισθον, στηριζομένους δὲ καὶ | |
5 | ὄντας ὅπερ ἐσμὲν, δι’ αὐτόν τε καὶ παρ’ αὐτοῦ. Οὔκ‐ ουν ἐφ’ ἑαυτοῖς μᾶλλον, ἀλλ’ ἐπὶ τοῖς παρ’ αὐτοῦ χαρίσμασι σεμνύνεσθαι δεῖ. Κἂν εἴ τις οὕτως δια‐ τεθῇ, ποῖον εὑρήσει τόπον ἐν αὐτῷ τὸ ὑπερκεῖσθαί τινων ἐθέλειν; Ταύτῃτοι τοὺς μὲν ἑτέρους ἀφίησι | |
10 | μαθητὰς, ἐπ’ αὐτὸν δὲ τὸν κορυφαῖον ἔρχεται· καί φησιν ὅτι «Πολλάκις ἠθέλησεν ὁ Σατανᾶς σινιάσαι καὶ ὑμᾶς ὡς τὸν σῖτον,» ἀντὶ τοῦ δοκιμάσαι καὶ πειράσαι· ἔθος γὰρ τῷ Σατανᾷ, τοῖς εὐδοκιμοῦσιν ἐπιπηδᾷν· οὕτως ἐζήτησε τὸν Ἰὼβ, ἀλλ’ ἡττᾶτο τῆς ἐκείνου | |
15 | τληπαθείας. Πλὴν πλεονεκτεῖ τὴν ἀνθρώπου φύσιν, ἀσθενὴς γὰρ αὕτη, δεινὸς δὲ καὶ ἀπηνὴς ἐκεῖνος· ὡς γάρ φησι περὶ αὐτοῦ τὸ Γράμμα τὸ ἱερὸν, ἡ καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκε δὲ ὥσπερ ἄκμων ἀνήλατος. Πλὴν τοῖς τῶν ἁγίων ὑπ‐ | |
20 | ενήνεκται ποσὶ, Χριστοῦ καὶ τοῦτο κατωρθωκότος. Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ. (A f. 284, D f. 74) Ἰδοὺ δὴ πάλιν ἡμῖν συμπλάτ‐ τεται, καὶ ἐκ τῶν τῆς ἀνθρωπότητος διαλέγεται μέ‐ τρων, καίτοι Θεὸς ὢν φύσει, καὶ εἰ γέγονε σάρξ· | |
25 | δεηθῆναι γάρ φησιν ὡς ἄνθρωπος. Ἐμφαίνει δὲ διὰ τούτων, ὡς εἴπερ ἐξεδόθη πρὸς πεῖραν τῷ Σατανᾷ, ἄπιστος ἂν ἐγένετο παντελῶς· ὅπου γε καὶ μὴ ἐκ‐ δοθεὶς, ἠσθένησεν· ἠρνήσατο γὰρ παιδίσκης μιᾶς θορυβούσης αὐτὸν ἐν τῇ αὐλῇ τοῦ ἀρχιερέως. Ὁ μέν‐ | |
30 | τοι Κύριος, τὴν τοῦ μαθητοῦ ἄρνησιν αἰνιξάμενος ἐν οἷς ἔφη, «Ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πί‐ στις σου,» εἰσφέρει παραχρῆμα τὸν τῆς παρακλή‐ σεως λόγον, καί φησι· «Καὶ σύ ποτε ἐπιστρέψας, στήριξον τοὺς ἀδελφούς σου·» τουτέστι, γενοῦ στή‐ | |
35 | ριγμα καὶ διδάσκαλος τῶν διὰ πίστεως προσιόν‐ των ἐμοί. Καὶ θαύμασον πάλιν τοῦ λόγου τὸ εὐ‐ τεχνὲς, καὶ τὸ ὑπερβάλλον τῆς θείας γαληνότητος· ἵνα γὰρ μὴ εἰς ἀπόγνωσιν ἀγάγῃ τὸν μαθητὴν, ὅτι τῶν τῆς ἀποστολῆς αὐχημάτων ἀποπεμφθήσεται ἀρ‐ | |
40 | νησάμενος αὐτὸν, ἀναπίμπλησιν ἀγαθῆς ἐλπίδος, καὶ ὅτι τεύξεται τῶν ἐπηγγελμένων ἀγαθῶν. Ἔφη γὰρ, ὅτι «Καὶ σὺ ἐπιστρέψας, στήριξον τοὺς ἀδελ‐ φούς σου.» Ὢ τῆς ἀφάτου φιλανθρωπίας! Οὔπω γέγονεν ἡ ἁμαρτία, καὶ τὴν ἄφεσιν ἐκομίσατο, καὶ | |
45 | πάλιν αὐτὸν ἐν τοῖς ἀποστολικοῖς κατέταξεν ἀξιώ‐ μασιν. Πρὶν ἢ τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με. (A f. 285 b). Ἐκδέξῃ δὲ τὰ προκείμενα καὶ ὧδε· προκαταμεμήνυκε τῷ θαυμασίῳ Πέτρῳ, ὅτι τρὶς | |
72.916(50) | αὐτὸν ἀρνήσεται, κατὰ τὸν τῆς συλλήψεως δηλονότι καιρόν. Ἐπειδὴ δὲ ἅπαξ μνήμη γέγονε τῆς συλλή‐ ψεως αὐτοῦ, ἀκολουθεῖ δὲ πάντως τῇ τοιᾷδε μνήμῃ καὶ τὰ ἐφεξῆς γεγονότα, τὰ ἐπὶ τῷ σταυρῷ φημι πάθη. Λοιπὸν τὸν ἐπισκήψαντα τοῖς Ἰουδαίοις προ‐ | |
55 | απαγγέλλει πόλεμον. Διὰ τοῦτό φησιν· «Ὅτε ἀπ‐ | |
72.917 | έστειλα ὑμᾶς χωρὶς βαλαντίου, καὶ πήρας, καὶ ὑπο‐ δημάτων, μή τινος ὑστερήσατε; Οἱ δὲ εἶπον· Οὔ.» Πέπομφε μὲν γὰρ ὁ Σωτὴρ τοὺς ἁγίους ἀποστόλους, κηρύσσειν αὐτοῖς ἐπιτάξας τοῖς ἀνὰ πᾶσαν κώμην | |
5 | τε καὶ πόλιν τὸ Εὐαγγέλιον τῆς βασιλείας τῶν οὐρα‐ νῶν, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλα‐ κίαν ἐν τῷ λαῷ· ἐκέλευσε δὲ βαδίζοντας μηδενὸς τῶν σωματικῶν ποιεῖσθαι φροντίδα· ἐπ’ αὐτῷ δὲ πᾶσαν ἔχοντας τοῦ ζῇν τὴν ἐλπίδα περινοστεῖν· ὃ δὴ καὶ | |
10 | πεπράχασιν. Ἀλλὰ νῦν, φησὶν, «Ὁ ἔχων βαλάντιον, ἀράτω καὶ πήραν ὁμοίως.» Καὶ τί δὴ τοῦτό ἐστιν, ἐροῦμεν· ἐσχηματίσθη μὲν ὁ λόγος ὡς πρὸς αὐτοὺς, βλέπει δὲ κατὰ τὸ ἀληθὲς εἰς τὸ παντὸς Ἰουδαίου πρόσωπον. Αὐτοῖς γὰρ μᾶλλον διαλέγεται Χριστός. | |
15 | Εἴ τις γὰρ, φησὶν, εὐπορεῖ χρημάτων κατὰ τὴν τῶν Ἰουδαίων χώραν, ἅπαντα συνενεγκὼν, φευγέτω· εἰ δέ τις τούτων μὲν οὐκ εὐπορεῖ, πενίᾳ δὲ συζῶν ἐσχάτῃ τὴν χώραν οἰκεῖ, καὶ οὗτος ὅπερ ἔχει, φησὶ, πωλησάτω ἄμφιον, καὶ ἀγορασάτω μάχαιραν. Ἔστι | |
20 | γὰρ λοιπὸν ἅπασι τοῖς τὴν χώραν οἰκοῦσιν ὁ λόγος οὐ περί γε τοῦ ἔχειν τι ἢ μὴ, ἀλλὰ περὶ αὐτοῦ τοῦ εἶναι καὶ ζῇν. Κατασκήψει γὰρ εἰς αὐτοὺς ὁ πόλεμος ἀφορήτοις ὁρμαῖς, ὡς οὐδὲν ἀρκέσαι πρὸς ἀντίστα‐ σιν. Εἶτα τὴν αἰτίαν τῶν τοιούτων κακῶν ἀπαγγέλ‐ | |
25 | λει, λέγων, ὅτι δεῖ μὲν αὐτὸν, κατὰ τὰς Γραφὰς, μετὰ τῶν ἀνόμων λογισθῆναι, συγκρεμάμενον δηλον‐ ότι τοῖς συσταυρωθεῖσιν αὐτῷ λῃσταῖς, καὶ τὴν τοῖς ἀνόμοις πρέπουσαν ὑπομείναντα δίκην· τέλος δὲ λοι‐ πὸν τῷ μέχρι τούτων ἐλθεῖν ὁ τῆς οἰκονομίας λήψε‐ | |
30 | ται λόγος. «Τέλος γὰρ, φησὶν, ἔχει τὰ περὶ ἐμοῦ,» ἤτοι γεγραμμένα ἐν νόμῳ καὶ προφήταις, μέχρι δηλονότι τοῦ παθεῖν τὸν κατὰ σάρκα θάνατον· συμβήσεται δὲ τοῖς ἀπεκτονόσιν, ἃ καὶ πάλαι προείρηται διὰ τῶν ἁγίων προφητῶν. Οἱ δὲ εἶπον· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. | |
35 | (A f. 286, B f. 200 b) Ταυτὶ μὲν ὁ Κύριος περὶ τῶν συμβησομένων τῇ Ἰουδαίων χώρᾳ προκαταμεμή‐ νυκεν. Οἱ δέ γε μαθηταὶ οὐ συνῆκαν τῶν εἰρημένων τὸ βάθος· ᾠήθησαν δὲ μᾶλλον, ὅτι διὰ τὴν συμβησο‐ μένην ἔφοδον αὐτῷ παρὰ τοῦ προδότου καὶ τῶν συλ‐ | |
40 | ληψομένων αὐτὸν, μαχαιρῶν εἶναι χρείαν διεβεβαιώ‐ σατο· ταύτῃτοί φασιν· «Ἰδοὺ μάχαιραι ὧδε δύο.» Καὶ τί πρὸς αὐτοὺς ὁ Σωτήρ; «Ἱκανόν ἐστι·» μο‐ νονουχὶ διαγελᾷ τὴν φωνήν· εὖ εἰδὼς ὅτι τῶν εἰρη‐ μένων τὴν δύναμιν οὐ συνιέντες οἱ μαθηταὶ ᾠήθησαν, | |
45 | ὡς ἔφην, μαχαιρῶν εἶναι χρείαν εἰς τὴν ἐσομένην ἔφοδον κατ’ αὐτοῦ. Πρὸς ἐκεῖνα τοίνυν ὁρῶν ὁ Σωτὴρ, ἃ συμβήσεσθαι ἔμελλον τοῖς Ἰουδαίοις, τῆς εἰς αὐτὸν ἕνεκα δυσσεβείας, διαγελᾷ τὸ ὑπὸ τῶν μαθητῶν εἰ‐ ρημένον, ὅτι «Ἰδοὺ ὧδέ εἰσι μάχαιραι δύο·» καί | |
72.917(50) | φησιν· «Ἱκανόν ἐστι.» Ναὶ, φησὶν, ἀρκέσουσι δύο ξίφη πρὸς ἀντίστασιν τοῦ πολέμου τοῦ μέλλοντος ἥξειν κατ’ αὐτῶν, πρὸς ὃν οὐδὲν ἃν ὠφέλησαν οὐδὲ πολλαὶ ξιφῶν χιλιάδες! Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὅρος | |
55 | τῶν Ἐλαιῶν. (A f. 287 b) Ἐν ἡμέρᾳ μὲν ὁ Σωτὴρ τὰς ἐν Ἱερο‐ σολύμοις ἐποιεῖτο διατριβὰς, ἐπιλαβούσης δὲ τῆς ἑσπέρας, ἐν τῷ ὄρει τῶν Ἐλαιῶν, ὁμοῦ τοῖς ἁγίοις | |
ηὐλίζετο μαθηταῖς, εἰς χωρίον λεγόμενον Γεθσημανῆ. | ||
72.920 | Ματθαῖος γὰρ οὕτω φησὶν ὁ σοφώτατος εὐαγγελιστής. Ἀφιγμένος δὴ οὖν ἐνταῦθα Χριστὸς, ὡς αὐτός που πάλιν ὁ Ματθαῖός φησι, παραλαβὼν τοὺς τρεῖς, τὸν Πέτρον, φημὶ, καὶ τοὺς τοῦ Ζεβεδαίου, ἤρξατο λυ‐ | |
5 | πεῖσθαι καὶ ἀδημονεῖν. Ἐνταῦθά μοι βλέπε τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ βάθος, καὶ τῆς ἀποῤῥήτου σο‐ φίας τὸ ὕψος. Διὰ ποίαν αἰτίαν, ὦ Δέσποτα, ἀδημο‐ νεῖς; Ἆρα δέδιας καὶ αὐτὸς τὸν θάνατον, καὶ δειλίᾳ κεκρατημένος παραιτῇ τὸ παθεῖν, καίτοι τοῖς μα‐ | |
10 | θηταῖς εἰπών· «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι;» Ἀλλὰ κἂν εἴ τις λέγοι τῆς πνευματικῆς εὐανδρίας παρὰ σοῦ τοῖς ἐξειλεγμένοις δίδοσθαι τὴν χάριν, οὐκ ἂν ἁμάρτοι τοῦ ἀληθοῦς. Ἰσχὺς γὰρ πᾶσα παρὰ σοῦ, | |
15 | καὶ ζωὴ κατὰ φύσιν ὑπάρχεις καὶ ζωοποιός. Πῶς οὖν λελύπησαι καὶ ἀδημονεῖς ἕως θανάτου; Καίτοι σαφῶς ἠπίστασο, Θεὸς ὢν φύσει, ὅτι τὸν κατὰ σάρκα θάνατον ὑπομείνας, ἀπαλλάξεις θανάτου τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, καὶ τὸ τῆς νίκης τρόπαιον ἐγερεῖς κατὰ πάσης | |
20 | πονηρᾶς καὶ ἀντικειμένης δυνάμεως, καὶ ὡς Θεὸς προσκυνηθήσῃ καὶ τῶν ὅλων Δημιουργός. Ἐπὶ τίσιν οὖν ἄρα λελύπησαι καὶ ἀδημονεῖς; Ναὶ, φησὶ, τὰ μὲν ἐκ τοῦ πάθους τῷ κόσμῳ ἀγαθὰ συμβησόμενα ἐπί‐ σταμαι· λυπεῖ δέ με ὁ πρωτότοκος Ἰσραὴλ, ὅτι οὐδ’ | |
25 | ἐν δούλοις ἐστί· καὶ ὅτι ἡ τοῦ Κυρίου μερὶς, τὸ σχοίνισμα τῆς κληρονομίας, μερὶς ἀλωπέκων ἔσται, κατὰ τὸ γεγραμμένον. Ὅτι δὲ, καίτοι τὸ ἐσόμενον εἰδὼς, κατηλέει τὴν Ἱερουσαλὴμ, ὡς τῆς εἰς αὐτὸν ἕνεκα δυσσεβείας ἐσο‐ | |
30 | μένην ἐν παντὶ κακῷ, κἀντεῦθεν ἂν μάθοις. Ἀνῄει μὲν γὰρ ἐκ τῆς Ἰουδαίας εἰς Ἱεροσόλυμα· ὡς δέ φη‐ σιν ὁ εὐαγγελιστὴς, «Ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ’ αὐτῇ,» ὡς ὅσον οὐδέπω ταῖς ἐσχάταις ταλαιπωρίαις καὶ ἀνηκέστοις συμφοραῖς ὁμιλήσουσαν βλέπων τὴν | |
35 | Ἱερουσαλήμ. Ἵνα δὲ μάθωμεν ταύτην ἐσχηκότα τὴν διάθεσιν ἐπ’ αὐτῇ, διαμεμήνυκε τοῖς μαθηταῖς ὅτι καὶ ἀκηδιᾷ καὶ λελύπηται. Οὐ γὰρ ἦν δυνατὸν μαθεῖν τὰ ἐν αὐτῷ κεκρυμμένα, μὴ διὰ λόγων ἐκφήναντος τὰ ἐν οἷς ἐστι. Κἀκεῖνο δὲ οἶμαι τοῖς εἰρημένοις | |
40 | προσεπενεγκεῖν ἀναγκαῖον. Τὸ γάρτοι τῆς λύπης πάθος ἤτοι τῆς ἀδημονίας οὐ περὶ αὐτὴν ἂν γένοιτο τὴν θείαν καὶ ἀκήρατον τοῦ Λόγου φύσιν· ἀμήχανον γὰρ, ὅτι παντὸς ἐπέκεινα πάθους ἐστίν· ἐθελῆσαι δέ φαμεν τὸν σαρκωθέντα Λόγον, καὶ ἐν τοῖς ἀνθρωπό‐ | |
45 | τητος καθικέσθαι μέτροις, διὰ τοῦ δοκεῖν ὑπομεῖναι τὰ αὐτῆς. Ὥσπερ οὖν πεινῆσαι λέγεται, καίτοι ζωὴ καὶ ζωοποιὸς, καὶ ἄρτος ὁ ζῶν ὑπάρχων αὐτὸς, κο‐ πιάσαι τε ἐκ μακρᾶς ὁδοῦ, καίτοι τῶν δυνάμεων ὑπάρχων Κύριος, οὔτω καὶ ἀκηδιάσαι καὶ δοκεῖν | |
72.920(50) | εἰσδέξασθαι λύπην. Οὐ γὰρ ἔδει τὸν καθιγμένον εἰς κένωσιν, καὶ τοῖς τῆς ἀνθρωπότητος ἐμβεβηκότα μέτροις, παραιτεῖσθαι δοκεῖν τὰ ἀνθρώπινα. Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. (A f. 287 b, B f. 201, D f. 75) Συνεβούλευσε | |
55 | μαθηταῖς τὰ τῷ καιρῷ πρέποντα, εἰπών· «Προσ‐ | |
εύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.» Ἀλλ’ ἵνα | ||
72.921 | μὴ λόγοις αὐτοὺς ὠφελήσῃ μόνοις, παράδειξις δὲ καὶ αὐτοῦ τοῦ πράγματος εὑρεθῇ, βραχὺ προσελθὼν, πεσὼν ἐπὶ γόνυ, προσηύχετο. Καὶ τί δή ποτε τοῖς ἁγίοις οὐ συνηύχετο μαθηταῖς, ἀλλὰ καταμόνας; | |
5 | Ἵνα μάθωμεν ἡμεῖς τῆς ἀρεσκούσης Θεῷ προσευχῆς τὸν τύπον. Ἔφη γὰρ ἑτέρωθι· «Σὺ δὲ, ὅταν προσ‐ εύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, ἀπόκλεισον τὴν θύραν, πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυφαίῳ· καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυφαίῳ, ἀποδώσει | |
10 | σοι ἐν τῷ φανερῷ.» Πανταχοῦ γὰρ εὑρήσομεν κατα‐ μόνας εὐχόμενον, ἵνα καὶ σὺ μάθῃς, ὅτι σχολάζοντι νῷ καὶ γαληνιώσῃ καρδίᾳ διαλέγεσθαι χρὴ τῷ ἐπὶ πάντας Θεῷ. Καὶ οὐ δή που φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι, ὅτι τῆς παρ’ ἑτέρου χειρὸς ἢ ἐπικουρίας ἐν | |
15 | χρείᾳ καθεστηκὼς, ἐποιεῖτο τὰς λιτάς. Αὐτὸς γάρ ἐστιν ἡ πανσθενεστάτη χεὶρ καὶ δύναμις τοῦ Πα‐ τρός· ἀλλ’ ἵνα ἡμεῖς διὰ τούτων μάθωμεν, μὴ νυ‐ στάζειν ἐν πειρασμοῖς, συντείνεσθαι δὲ μᾶλλον εἰς προσευχάς. Ἀμαθὲς δὲ λίαν, καὶ τὸ τῶν ἀγώνων καταθρασύνεσθαι· τῷ μετρίῳ δὲ φρονήματι χρῆναί | |
20 | φημι τὸ εὔτολμον καὶ τληπαθὲς ἀναπλέκειν. Ἴδωμεν δὲ καὶ προσευχῆς τὸν τρόπον. Πάτερ, εἰ βούλει, παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γενέσθω. (A f. 288, B f. 201 b, D f. 75) Ὁρᾷς ὅπως μετ’ | |
25 | εὐλαβείας ἀνθρωποπρεποῦς ἐποιεῖτο Χριστὸς τοῦ πειρασμοῦ τὴν παραίτησιν; Εἰ γὰρ βούλει, φησὶ, παρένεγκε. Ὡς γὰρ εἷς ὑπάρχων τῶν καθ’ ἡμᾶς, τοῖς τοῦ Πατρὸς θελήμασιν ἀπονέμει τῶν ἐκβησομέ‐ νων τὸ πέρας· ἵνα καὶ ἡμεῖς αἰτῶμεν ἐκεῖνα κρα‐ | |
30 | τεῖν, ἅπερ ἂν αὐτὸς εἰδείη συμφέροντα ταῖς ἡμετέ‐ ραις ψυχαῖς. Πρὸς δ’ αὖ τούτοις, καὶ τῆς Ἰουδαίων ἀνοσιότητος τὸ χρῆμα κατηγορεῖ· ἦν μὲν γὰρ οὐκ ἀβούλητον αὐτῷ τὸ παθεῖν, φορτικόν γε μὲν ἑτέρως, διά τε τὴν ἀδοξίαν καὶ τῆς Ἰουδαίων Συναγωγῆς τὸν | |
35 | ὄλεθρον· οὐ γὰρ ἂν ἠθέλησε κυριοκτόνον γενέσθαι τὸν Ἰσραὴλ, ἵνα μὴ ταύτης ἕνεκα τῆς αἰτίας ταῖς ἐσχάταις δίκαις ὑπενεχθῇ. Ἐπειδὴ δὲ οὐκ ἦν μὴ ὑπο‐ στῆναι τὸ πάθος, εἵλετο αὐτὸ, συνευδοκοῦντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρός· ὡς εἶναι τῆς μὲν ἀνθρωπείας | |
40 | φύσεως τὸ εἰς θορύβους εὔκολον· τῆς δὲ θείας, τὸ ἐφ’ ἅπασιν ἄθραυστον. Ἡ μὲν γὰρ τοῦ θανάτου παρ‐ εισδῦσα μνήμη ταράττει τὸν Ἰησοῦν· ἡ δὲ τῆς θεό‐ τητος δύναμις κεκινημένον εὐθὺς χειροῦται τὸ πάθος, καὶ μεταμορφοῖ πρὸς εὐτολμίαν. Κεκίνηται γὰρ καὶ | |
45 | ἐν Χριστῷ τὰ ἀνθρώπινα, διὰ δύο τρόπους· ἔδει γὰρ καὶ διὰ τούτων αὐτὸν, οὐ δοκήσει καὶ ὑπονοίᾳ, φυσι‐ κῶς δὲ μᾶλλον καὶ ἀληθῶς ἄνθρωπον ἐκ γυναικὸς γεγονότα, φαίνεσθαι πάντα φέροντα τὰ ἀνθρώπινα, δίχα μόνης τῆς ἁμαρτίας. Φόβος δὲ καὶ δειλία, πάθη | |
72.921(50) | μὲν ἐν ἡμῖν φυσικὰ, τό γε μὴν ἐν ἁμαρτίαις τετάχθαι διαπεφευγότα. Ἔτι ἐκινεῖτο ἐν Χριστῷ τὰ ἀνθρώπι‐ να, οὐχ ἵνα κινηθέντα κρατύνηται, ἀλλ’ ἵνα τῇ δυνά‐ μει τοῦ Λόγου διακόπτηται, πρὸς ἀμείνω τινὰ καὶ θειοτέραν κατάστασιν μεταστοιχειουμένης τῆς φύσεως | |
55 | ἐν πρώτῳ Χριστῷ· ἦν γὰρ οὕτω καὶ οὐχ ἑτέρως, καὶ εἰς ἡμᾶς αὐτοὺς τὸν τῆς ἰάσεως διαβῆναι τρό‐ | |
πον. Εἰ γὰρ καὶ ὅτι μάλιστα τὸ συμβὰν οὐχὶ πάντη | ||
72.924 | τε καὶ πάντως θελητὸν ἦν αὐτῷ, ἀλλ’ οὖν τῆς πάντων ἕνεκα σωτηρίας καὶ ζωῆς ἑκούσιον ἐποιήσατο τὸ ἐπὶ τῷ σταυρῷ πάθος· ᾔδει γὰρ τὰ ἐντεῦθεν ἐσόμενα κατορθώματα, καὶ ὅτι τὴν ἀνθρώπου φύσιν ἀνακαι‐ | |
5 | νιεῖ, καὶ αἵματι τῷ οἰκείῳ κατακτήσεται. Εἰ γὰρ μὴ ἐποιήσατο θελητὸν, καίτοι λίαν ἀβούλητον ὂν τὸ παθεῖν, τίς ἂν νοοῖτο λοιπὸν τοῦ προσεύχεσθαι ἡ πρόφασις, καὶ λέγειν· «Πάτερ, εἰ βούλει, παρένεγκε τὸ ποτήριον τοῦτο;» Γέγονε μέντοι ἄνθρωπος ὁ τοῦ | |
10 | Θεοῦ Λόγος, οὐ διά τινα πρόφασιν ἑτέραν, ἀλλ’ ἵνα πάντα τὰ αὐτοῦ ταῖς ἡμῶν ἀσθενείαις ἀναμίξας τρόπον τινὰ καὶ συγκεράσας, νευρώσῃ τὴν ἀνθρώπου φύσιν, καὶ πρὸς τὴν αὐτοῦ μεταποιήσῃ στεῤῥότητα. Ὅταν οὖν φαίνηται δειλιῶν τὸν λόγον τὸν θάνατον, | |
15 | καὶ λέγων· «Παρένεγκε τὸ ποτήριον,» ἐννόει πάλιν, ὅτι δειλιῶσα τὸν θάνατον ἡ σὰρξ ἐδιδάσκετο, φορου‐ μένη παρὰ τοῦ Θεοῦ Λόγου, μηκέτι τοῦτο πάσχειν· ἔλεγε δὲ πρὸς τὸν Πατέρα· «Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ.» Οὐκ ἐφοβεῖτο μὲν γὰρ, καθ’ ὃ Λόγος ἐστὶ | |
20 | καὶ Θεὸς, τὸν θάνατον αὐτὸς, ἀλλ’ εἰς τέλος τὴν οἰκο‐ νομίαν διεξάγειν ἠπείγετο· τοῦτο γὰρ ἦν τὸ θέλημα τοῦ Πατρός. Ἔχει δὲ καὶ τὸ μὴ θέλειν ἀποθανεῖν, διὰ τὸ παραιτεῖσθαι τὴν σάρκα τὸν θάνατον φυσικῶς. Διδάσκων τοίνυν τὴν ἀνθρωπότητα μηκέτι τὰ αὐτῇ | |
25 | προσόντα φρονεῖν, ἀλλὰ τὸ τοῦ Θεοῦ θέλημα ζητεῖν, ὡς ἄνθρωπος λέγει· «Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ.» Διὰ τοῦτο γὰρ φαίνεται καὶ προσθεὶς ἐν τῷ Ματθαίῳ· «Τὸ μὲν πνεῦμα πρόθυμον· ἡ δὲ σὰρξ ἀσθενής.» Ἀτονοῦσα μὲν γὰρ ἡ ἀνθρώπου φύσις, καὶ | |
30 | ἐν αὐτῷ τῷ Χριστῷ, τὸ ὅσον εἰς αὐτὴν, εὑρίσκεται· ἀνακομίζεται δὲ διὰ τοῦ ἑνωθέντος αὐτῇ Λόγου εἰς εὐτολμίαν θεοπρεπῆ. Ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα. | |
35 | (A f. 292 b, B f. 203) Διὰ τί δέ φησιν, «Ὁ λεγό‐ μενος Ἰούδας;» Μὴ γὰρ οὐκ ᾔδει τὸν ἄνδρα τοῖς ἐξειλεγμένοις ἐναριθμούμενον; Ἀλλ’ ὡς ἤδη μεμιση‐ κὼς αὐτοῦ καὶ τὸ ὄνομα, φησὶν,» Ὁ λεγόμενος Ἰού‐ δας.» Προσεπάγει δὲ τούτῳ τὸ, «Εἷς τῶν δώδεκα,» | |
40 | πρὸς ἔνδειξιν καὶ διαβολὴν τῆς τοῦ προδότου φαυλό‐ τητος. Ὁ γὰρ ἐν ἴσῳ τοῖς ἀποστόλοις τετιμημένος, τοῖς φονῶσι κατὰ Χριστοῦ γέγονε πρόφασις· δέδωκε γὰρ αὐτοῖς σημεῖον· «Ὃν ἂν φιλήσω, αὐτός ἐστιν.» Ἐπελάθετο παντελῶς τῆς δόξης τοῦ Χριστοῦ· ᾠήθη | |
45 | τάχα που δύνασθαι λαθεῖν· φίλημα μὲν προτείνων εἰς τύπον ἀγάπης, ἀνοσίων δὲ σκεμμάτων μεστὴν ἔχων τὴν καρδίαν. Οὐκοῦν ὡς ἐκ μέθης προσέρχεται τῷ Χριστῷ· δόλου καὶ ἀπάτης ὄργανον τὴν ἐξαί‐ ρετον ἀγάπην ἀποφῆναι προσδοκῶν. Ταύτῃτοι καὶ | |
72.924(50) | μάλα εἰκότως φορτικώτερον αὐτῷ τὸ κρῖμα ἐποίει, ὅτι οὐδὲ τὸ σχῆμα καὶ σύμβολον ᾐσχύνθη τῆς προ‐ δοσίας τὸ φίλημα. Ἐπάγει γοῦν ὁ εὐαγγελιστής· «Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως;» Εἰδέναι γὰρ ἀναγ‐ | |
55 | καῖον καὶ τὰ τῷ Ἰωάννῃ περὶ τούτου εἰρημένα· ἔφη γοῦν, ὅτι οἱ μὲν τῶν Ἰουδαίων ὑπηρέται προῄεσαν | |
συλληψόμενοι τὸν Ἰησοῦν· ὁ δὲ ὑπήντα αὐτοῖς, λέ‐ | ||
72.925 | γων· «Τίνα ζητεῖτε;» Λεγόντων δὲ τῶν ὑπηρετῶν, «Ἰησοῦν τὸν Ναζωραῖον,» αὐτὸς ἑαυτὸν ταῖς τῶν φονώντων χερσὶ προσεκόμιζε, λέγων· «Ἐγώ εἰμι.» Οἱ δὲ ἀπῆλθον, φησὶν, εἰς τὰ ὀπίσω· καὶ τοῦτο γέ‐ | |
5 | γονε τρίς. Τίς οὖν ἡ οἰκονομία, καὶ τίνος ἕνεκεν προσ‐ κεκόμικεν ἑαυτὸν ὁ Σωτὴρ, οἱ δὲ κατέπιπτον ἀκούον‐ τες τὸ, «Ἐγώ εἰμι;» Ἵνα δὴ μάθοιεν ὡς οὐκ ἀβούλητον αὐτῷ τὸ παθεῖν· οὐ γὰρ τῆς ἐκείνων ἰσχύος γέγονεν ἀποτέλεσμα, τὸ συλλαβέσθαι Χριστὸν, καὶ προσαγαγεῖν τοῖς ἀνοσίοις καθηγηταῖς, | |
10 | ἀλλ’ αὐτὸς ἑαυτὸν δέδωκεν. (A f. 293 b) Φέρε δὲ κἀκεῖνο ζητήσωμεν. Ἆρα ψῆ‐ φος τοῦ Θεοῦ καὶ Πατρὸς, θέλημα δὲ καὶ αὐτοῦ τοῦ Υἱοῦ κέκληκεν αὐτὸν ὡς ἐξ ἀνάγκης εἰς τὸ πάθος; Εἶτα πῶς, εἴπερ ἐστὶν ἀληθὲς, οὐκ ἔδει πάντως καὶ | |
15 | προδότην γενέσθαι τινὰ, παρενεχθῆναι δὲ καὶ εἰς τοῦτο θράσους τὸν Ἰσραὴλ, ὡς καὶ ἀπειθῆσαι Χρι‐ στῷ καὶ ἀτιμάσαι πολυτρόπως, ἐξαρτίσαι δὲ καὶ τὸν ἐπὶ τοῦ ξύλου θάνατον αὐτῷ; Εἶτα, πῶς εὑρίσκεται λέγων· «Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι’ οὗ ὁ Υἱὸς τοῦ | |
20 | ἀνθρώπου παραδίδοται;» καὶ τὰ ἑξῆς. Διὰ τί δὲ καὶ ἀπόλωλεν ὁ Ἰσραήλ; Ἀλλ’ οὐκ ἀδίκως ὁ Θεὸς, αἰσίᾳ δὲ κρίσει ταλαντεύει τὰ καθ’ ἡμᾶς. Πῶς οὖν τὸ ἀβούλητον ἐποιήσατο θελητόν; Ἠλέησε μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἐπὶ τῆς γῆς πεπραχότας | |
25 | ἀθλίως, καὶ ἔπεμψεν ἐξ οὐρανοῦ τὸν Υἱὸν Σωτῆρα καὶ Λυτρωτὴν, ὃς καὶ γέγονεν ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς· ἀλλὰ καί τοι προεγνωκὼς ἃ πείσεται, εἴλετο παθεῖν διὰ τὸ σῶσαι τὴν γῆν, συνευδοκοῦντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρὸς διὰ πολλὴν ἡμερότητα καὶ φιλ‐ | |
30 | ανθρωπίαν. Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς τὴν ἐκ τοῦ παθεῖν ἀδοξίαν, οὐκ ἂν ἠθέλησε παθεῖν· ἐπειδὴ δὲ οὐκ ἐνεδέχετο μὴ παθεῖν, διὰ τὴν Ἰουδαίων ἐπ’ αὐτῷ γενομένην ὠμότητα καὶ ἀπείθειαν, ὑπέμεινε σταυ‐ ρὸν, αἰσχύνης καταφρονήσας. | |
35 | Ἁψάμενος τοῦ ὠτίου αὐτοῦ ἰάσατο αὐτόν. (A f. 294) Ἰάσατο γὰρ θεοπρεπῶς τὸν ὑπομείναν‐ τα τὴν πληγὴν, τοῖς ἀφιγμένοις εἰς τὸ συλλαβεῖν αὐτὸν θεοπρεπὲς καὶ τοῦτο διδοὺς σημεῖον. Καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ, | |
40 | οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ. (A f 294 b, B f. 204) Ἆρά γε αἰτιᾶται Χριστὸς τοὺς τῶν Ἰουδαίων καθηγητὰς, ὅτι μὴ πρόωρον αὐτῷ τὴν τοῦ θανάτου πάγην ἐσκεύαζον; Οὐ τοῦτο βούλεται δηλοῦν· ἀλλ’ ὅτι Ἐξὸν ὑμῖν καθημέραν ἐν | |
45 | τῷ ἱερῷ διδάσκοντα κατασχεῖν, οὐκ ἐκρατήσατε. Ἐταμιευόμην γὰρ μᾶλλον τὸ παθεῖν ἐν καιρῷ τῷ καθήκοντι· καὶ οὗτός ἐστιν ὁ παρών. Μὴ γὰρ ἀγνοή‐ σητε, φησὶν, ὅτι αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους· τουτέστιν, ὀλιγοστὸς ἐδόθη ὑμῖν | |
72.925(50) | καιρὸς τῆς κατ’ ἐμοῦ πλεονεξίας, συνευδοκήσαντος τοῖς ἐμοῖς θελήμασι τοῦ Πατρός. Οὐκοῦν μίαν ὥραν ἔχετε κατ’ ἐμοῦ, τουτέστιν ὀλίγον παντελῶς καὶ συν‐ | |
εσταλμένον καιρὸν, τὸν μεταξὺ δηλονότι τοῦ τιμίου | ||
72.928 | σταυροῦ, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως· αὔτη δέ ἐστι καὶ ἡ δοθεῖσα ἐξουσία τῷ σκότει. Σκότος δὲ ὀνο‐ μάζει τὸν Σατανᾶν τοῖς Ἰουδαίοις ὁμοῦ κατεξανα‐ στῆναι Χριστοῦ· ἵν’ ὁ μὲν σώσῃ διὰ τοῦ παθεῖν τὴν | |
5 | ὑπ’ οὐρανὸν, καὶ ἀναβιῴη τριήμερος, τὸ τοῦ θανάτου πατήσας κράτος, οἱ δὲ δίκην αἰώνιον τίσωσιν ὁμοῦ τῷ προδότῃ.—(A f. 294 b) Οὐ τὸ βράδος οὖν αἰ‐ τιᾶται τὸ πρὸς μιαιφονίαν, ἀλλὰ δείκνυσιν ὅτι οὐ τῆς αὐτῶν ἰσχύος ἔργον ἡ σύλληψις, ἀλλὰ τῆς αὐτοῦ | |
10 | βουλήσεως, τὸ ἀβούλητον πάθος οἰκονομικῶς ποιη‐ σαμένου θελητὸν, καὶ τοῦτο καιρῷ τῷ προσήκοντι παραδεξαμένου. Οὐ γὰρ δὴ αἰτιᾶται αὐτοὺς, ὅτι μὴ πρόωρον αὐτῷ τὸ πάθος ἐπήγαγον, ἀλλὰ μᾶλλον ἐλέγχει αὐτοὺς ὡς οἰηθέντας ἀσυνέτως, ἄκοντος αὐ‐ | |
15 | τοῦ περιέσθαι. Τότε μὲν οὖν οὐκ ἐκρατήσατέ μου, φησὶν, οὐ γὰρ ἐβουλόμην· οὐκ ἃν δὲ οὐδὲ εἰς τὸ παρὸν ἰσχύσατε, εἰ μὴ ταῖς ὑμετέραις χερσὶν ἐθελον‐ τὴς ὑπενήνεγμαι. Ὥστε οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ θανάτῳ περιβαλεῖν τὸν Κύριον· ἀλλὰ | |
20 | τοῖς μὲν ἐκείνων ἀνοσίοις τολμήμασιν ἐπιγράψοι τις ἂν τὸ ἐγχείρημα· τῷ δὲ Σωτῆρι Χριστῷ, τὸ ὑπὲρ πάντων ἐθελῆσαι παθεῖν· ἵνα πάντας ἐξέληται, καὶ ἀγοράσας αἵματι τῷ ἰδίῳ, παραστήσει τῷ Θεῷ καὶ Πατρί. | |
25 | Ὁ δὲ ἠρνήσατο αὐτὸν, λέγων· Γύναι, οὐκ οἶδα αὐτόν. (A f. 295, C f. 155) Ἠσθένησε κατὰ τὴν πρόῤ‐ ῥησιν τοῦ Χριστοῦ ὁ μακάριος Πέτρος, καὶ ἠρνή‐ σατο τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, καὶ οὐχ ἅπαξ, | |
30 | ἀλλὰ τρὶς, καὶ ἐνώμοτον ἐποιήσατο τὴν ἄρνησιν· ἔφη γὰρ ὁ Ματθαῖος, ὅτι «Ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον.» Τινὲς μὲν οὖν φασιν ὀμωμοκέναι τὸν μαθητὴν, Οὐκ οἶδα ἄνθρωπον γεγονότα τὸν Ἰησοῦν· τοῦτο δὲ ἄπιστον. Πῶς γὰρ | |
35 | αὐτὸν οὐκ ἠρνήσατο, τῆς μετὰ σαρκὸς οἰκονομίας ἀνατρέπων τὸ μυστήριον; ᾔδει γὰρ καθ’ ἡμᾶς γεγο‐ νότα, τουτέστιν ἄνθρωπον, τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον· καὶ γοῦν ὡμολόγησεν ἐναργῶς, ὅτι «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Καὶ οὐχ ὡς | |
40 | ἕνα τῶν καθ’ ἡμᾶς υἱὸν αὐτὸν εἶναι Θεοῦ διαβεβαιού‐ μενος τὰ τοιάδε φησὶν, ἀλλὰ καίτοι τοῖς τῆς ἀνθρω‐ πότητος μέτροις ἐμβεβηκότα θεωρῶν τὸν ἐπέκεινα παντὸς γενητοῦ, καὶ ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀναλάμψαντα Λόγον, οὐκ ἀπέσται τοῦ εἰδέναι | |
45 | καὶ ὁμολογεῖν ὡς ἔστιν αὐτὸς Υἱὸς Θεοῦ τοῦ ζῶντος. Καὶ οὐ δήπου φαμὲν ὅτι γέγονεν ἄρνησις, ἵνα μὴ ψεύ‐ σηται Χριστὸς, ἀλλ’ ὅτι τὸ ἐσόμενον οὐκ ἠγνοηκὼς, ἀπήγγειλε τῷ μαθητῇ, Ὅτι γὰρ ἀνθρωπίνης μικρο‐ ψυχίας, ὡς ἔφην, γέγονε τὸ κακὸν, καὶ τοῖς τοῦ | |
72.928(50) | συνειδότος ἐλέγχοις ὁ μαθητὴς κατεκρίνετο, διδάξει ἂν εὐθὺς καὶ αὐτὸς ὁ θρῆνος, καὶ τὸ ἐπὶ τῇ μεταγνώ‐ σει δάκρυον· «Ἐξελθὼν γὰρ ἔξω, φησὶν, ἔκλαυσε πικρῶς,» προσεσχηκότος αὐτῷ τοῦ Χριστοῦ, καὶ τοῦ πρὸς αὐτὸν γεγονότος λόγου καλέσαντος εἰς ἀνάμνη‐ | |
55 | σιν. Ἐπιστρέψας δὲ οὐ διήμαρτε τοῦ σκοποῦ· μεμέ‐ νηκε γὰρ ὅπερ ἦν, γνήσιος μαθητὴς, πεπλουτηκὼς | |
τῆς ἀφέσεως τοῦ πλημμελήματος. | ||
72.929 | Ἐνέπαιζον αὐτῷ, δέροντες. (B f. 206, C f. 155) Πρέποι ἂν εἰπεῖν τὸ προφητι‐ κὸν ἐκεῖνο· «Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφρι‐ ξεν ἐπὶ πλέον σφόδρα, λέγει Κύριος.» Ὁ γῆς τε καὶ | |
5 | οὐρανοῦ Κύριος, ὁ τῶν ὅλων Δημιουργὸς καὶ Τεχνί‐ της, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, ὡς εἷς ἐξ ἡμῶν ἀτιμάζεται.—(A f. 295 b, C f. 155) Βαβαί! Ὁ γῆς καὶ οὐρανοῦ Κύριος ὡς εἷς ἐξ ἡμῶν διακαρτερεῖ τυπτόμενος, καὶ τὸν ἐκ | |
10 | τῶν ἀσεβῶν ὑπομένει γέλωτα, τύπον ἡμῖν τῆς εἰς ἄκρον ἀνεξικακίας παρατιθείς· ὁ γὰρ ἐτάζων καρ‐ δίας, πῶς ἂν ἠγνόησε τίς ἐστιν ὁ παίσας αὐτόν; Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέ‐ ριον τοῦ λαοῦ, κ.τ.λ. | |
15 | (A f. 295 b, B f. 206, C f. 155, D f. 76 b) Ἐπειδὴ ἀνισχούσης ἡμέρας, τὸ δυσσεβὲς αὐτῶν συναγήγερτο βουλευτήριον, παρεκομίζετο μὲν εἰς μέσον ἀθέσμως ἐξυβριζόμενος ὁ Μωϋσέως καὶ προφητῶν Δεσπότης· διεπυνθάνετο δὲ ὁ ὑβριστὴς Ἰουδαῖος, εἰ αὐτός ἐστιν | |
20 | ὁ Χριστός; Ἀλλ’ εἴποι τις ἂν πρὸς αὐτούς· Εἰ μὲν ἀγνοῶν ἐρωτᾷς, πῶς οὐκ ἔδει πρὶν ἂν μάθῃς τὸ ἀλη‐ θὲς, κατὰ μηδένα λυπῆσαι τρόπον, μὴ ἄρα πως Θεῷ προσκρούσειας; Εἰ δὲ ὑποπλάττῃ τὴν ἄγνοιαν, εὖ εἰδὼς αὐτὸν ὄντα Χριστὸν, ἀκούσῃ λέγοντος ἱεροῦ | |
25 | Γράμματος· «Θεὸς οὐ μυκτηρίζεται.» Διὸ καὶ ὁ Χριστὸς πρὸς αὐτούς· «Ἐὰν ὑμῖν εἴπω,» καὶ τὰ ἑξῆς· ποῦ γὰρ ἀκούσαντες ἐπιστεύσατε; ποῦ δὲ ἐρω‐ τώμενοι σεσιγήκατε; Τί δὲ, εἰπέ μοι, πολυπραγμο‐ νεῖς, καὶ παρ’ αὐτοῦ μανθάνειν ἀξιοῖς, εἰ αὐτός ἐστιν | |
30 | ὁ Χριστὸς, καίτοι μετὸν εὐκόλως ἀπό τε νόμου καὶ προφητῶν τὴν ἐπ’ αὐτῷ γνῶσιν ἑλεῖν; Ἀλλ’ ἄπιστοι ὁμολογουμένως καὶ ἀσύνετοι παντελῶς, ὁμοῦ τοῖς ὑπὸ χεῖρα λαοῖς, οἱ τῶν Ἰουδαίων καθηγηταί. Ἐρο‐ μένοις τοίνυν εἴπερ ἐστὶν ἀληθῶς αὐτὸς ὁ Χριστὸς, | |
35 | καὶ αὐτὸ δὴ τοῦτο μαθεῖν ἐθέλουσιν· «Ἐὰν εἴπω, φησὶν, οὐ μὴ πιστεύσητε· καὶ ἐὰν ἐρωτήσω ὑμᾶς, οὐ μὴ ἀποκριθῆτε.» Ποῦ τοιγαροῦν ἀκούοντες οὐ πεπιστεύκασι; Ποῦ δὲ σεσιγήκασιν ἐρωτώμενοι; Ἀνελθὼν Χριστὸς εἰς Ἱεροσόλυμα, εὗρεν ἐν τῷ ἱερῷ | |
40 | τοὺς πωλοῦντας πρόβατα, καὶ βόας, καὶ περιστερὰς, καὶ τοὺς κερματιστὰς καθημένους· καὶ ποιήσας, φησὶν, ὡς φραγέλλιον ἐκ σχοινίων, ἐξέβαλε πάντας ἐκ τοῦ ἱεροῦ, λέγων· «Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου.» Ἐπειδὴ τοίνυν ὠνό‐ | |
45 | μαζε Πατέρα τὸν Θεὸν, πρὸς τοῦτο ἀσχάλλοντες οἱ τὰς ἐν τῷ ναῷ τελοῦντες θυσίας, ἐπεπήδων λέγοντες· «Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;» Καὶ πρός γε ταῦτα Χριστός· «Τὸ βάπτισμα Ἰωάννου, πόθεν ἧν;» Οἱ δὲ εἶπον· «Οὐκ οἴδαμεν.» Ἤρετο δὲ καὶ ἑτέρωθί που, | |
72.929(50) | λέγων· «Τί δοκεῖ ὑμῖν περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστιν· Οἱ δὲ εἶπον· Τοῦ Δαβίδ. Εἶτα πρὸς αὐ‐ τοὺς ὁ Κύριος ἔφη· Πῶς οὖν Δαβὶδ ἐν πνεύματι Κύ‐ ριον αὐτὸν καλεῖ;» Καὶ πρὸς τοῦτο πάλιν σεσιγή‐ κασι. Καὶ ἑτέρωθι πάλιν εὑρήσεις πολυπραγμονῶν | |
55 | τὰ παραπλήσια ἐν τοῖς θείοις Εὐαγγελίοις. Διὰ τοῦτο | |
οὐδὲν αὐτοῖς ὑποκρίνεται, ἐλέγχει δὲ ἀπίστους ὄντας | ||
72.932 | καὶ ἀνηκόους· ἐχρῆν γὰρ, εἴπερ ἐβούλοντο, συνιέναι ὅτι καὶ Κύριός ἐστι τοῦ Δαβὶδ ὡς Θεὸς, καὶ τοῦ Κυ‐ ρίου καὶ Θεοῦ καὶ Πατρὸς Υἱὸς ὁμοούσιος, καὶ τοῦ Δαβὶδ υἱὸς κατὰ σάρκα, ἐπεὶ Θεὸς ὢν καὶ Κύριος | |
5 | ἐπέφανεν ἡμῖν καὶ γέγονε καθ’ ἡμᾶς ἄνθρωπος, ἐκ σπέρματος ὢν Δαβὶδ, ἐκ φυλῆς Ἰούδα, κατὰ τὰς Γραφάς. Ἀπὸ τοῦ νῦν ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου καθ‐ ήμενος ἐκ δεξιῶν δυνάμεως τοῦ Θεοῦ. (A f. 295 b) Ἵνα δὲ φορτικωτέραν Ἰουδαίοις ἐργά‐ | |
10 | σηται τὴν ἐπὶ τῷ μὴ θέλειν πιστεῦσαι δίκην, ἐναργῆ τὴν αὑτοῦ καθίστησι δόξαν εἰπών· «Ἀπὸ τοῦ νῦν ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ.» Ἐμὲ, φησὶ, τὸν ἐν εἴδει τῷ καθ’ ὑμᾶς γεγονότα, Υἱὸν φύσει τοῦ Θεοῦ ὄντα, ἐν | |
15 | οὐδενὶ λόγῳ πεποίησθε. Ἐπεὶ οὖν εἰς τοῦτο ἀμαθίας καταβεβηκότες, τὸ αὐτοῦ τε καὶ τὸ ἐμὸν οὐκ ἴστε μυστήριον, καίτοι νομομαθεῖς ὄντες, ἀναγκαίως ἐκεῖ‐ νό φημι, ὅτι τῆς κατ’ ἐμοῦ δυσσεβείας βραχὺς ὑμῖν ἐδόθη καιρὸς ὁ μέχρι τοῦ σταυροῦ· μετὰ γὰρ τοῦτο | |
20 | εὐθὺς εἰς τὴν ἐμαυτοῦ παλινδρομήσω τιμὴν, καὶ σύνεδρος ἔσομαι τῷ Θεῷ καὶ Πατρὶ μετὰ σαρκός. Ταῦτα λέγοντος τοῦ Χριστοῦ, τὸ τῶν Φαρισαίων ἀν‐ εκαύθη στίφος εἰς ἀκαθέκτους ὀργάς· ἁρπάζουσι τὴν φωνὴν εἰς πρόφασιν δυσφημίας, οὐδὲ μιᾶς μαρτυρίας | |
25 | ἔτι δεῖσθαί φασιν, ὡς αὐτήκοοι γεγονότες τῶν λόγων αὐτοῦ. Ἀλλ’, ὦ πονηροὶ καὶ ἀνόητοι! Ἠξιοῦτε μαθεῖν εἴπερ ἐστὶν αὐτὸς ὁ Χριστός; Ἐδίδαξεν, ὡς φύσει καὶ ἀληθῶς ἐστιν Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ σὺν αὐτῷ τοὺς τῆς Θεότητος ἔχει θρόνους. Ἐντεῦθεν ἦν | |
30 | μάλιστα μαθεῖν ὅτι αὐτός ἐστιν ὁ Χριστός. Τί δήποτε τὴν τῆς σωτηρίας ὁδὸν ὀλέθρου πρόφασιν ἑαυτοῖς ἀπεφήνατε; | |
33t | ΚΕΦΑΛ. ΚΓʹ. | |
34 | Ἤγαγον αὐτὸν ἐπὶ Πιλάτον. | |
35 | (C f. 155 b) Ἐπήγαγον Πιλάτῳ τὸν Ἰησοῦν, παρ‐ εδόθησαν καὶ αὐτοὶ ταῖς Ῥωμαίων στρατιαῖς. Καὶ πεπλήρωται τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπ’ αὐτοῖς προεπηγγελμένα· «Οὐαὶ τῷ ἀνόμῳ! πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.» Ὁ δὲ, «Κα‐ | |
40 | θὼς ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεταί σοι εἰς κεφαλήν σου.» Τί δὲ δὴ καὶ Πιλάτῳ φασί; Τὰς κατὰ τοῦ πάντων Σωτῆρος ἡμῶν Χριστοῦ συντιθέντες συκοφαντίας. Τοῦτον εὕρομεν κωλύοντα Καίσαρι φόρους δι‐ | |
45 | δόναι. (A f. 296, C f. 155 b, D f. 77) Καὶ ποῦ κεκώλυκε φόρους διδόναι Καίσαρι; Καίτοι πεπόμφατε πρὸς αὐτὸν ἐξ ἑαυτῶν τινας, μετὰ τῶν καλουμένων Ἡρω‐ διανῶν, πειράζοντάς τε καὶ λέγοντας· «Διδάσκαλε, | |
72.932(50) | ἔξεστι φόρους διδόναι Καίσαρι, ἢ οὔ;» Εἶτα πρὸς τοῦτο Χριστός· «Ἐπιδείξατέ μοι, φησὶ, νόμισμα τοῦ | |
κήνσου·» ἤρετό τε τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφὴν | ||
72.933 | τὸ προσοισθὲν δηνάριον; Ὡς δὲ Καίσαρος ἔφασκον· «Ἀπόδοτε, φησὶ, τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» Ποῦ τοιγαροῦν κεκώλυκε φόρους δι‐ δόναι Καίσαρι; Ἀλλ’ εἷς ἦν αὐτοῖς ὁ σκοπὸς, τὸ κατ‐ | |
5 | αγαγεῖν εἰς θάνατον τὸν ἀναφέροντα πρὸς ζωήν. Πλὴν ἠλέγχοντο καὶ ἀνδρὸς εἰδωλολάτρου γεγονότες δυσσεβέστεροι. Ὁ μὲν γὰρ Πιλάτος παντὸς αἰτιάμα‐ τος ἀπήλλαττε τὸν Ἰησοῦν· καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ τρίς. Οἱ δὲ ἐπίσχυον λέγοντες· «Ἀνασείει τὸν | |
10 | λαὸν,» συκοφαντιῶν ἑτέρας συλλέγοντες ἀφορμάς· καὶ ὅτι μὲν ἐδίδασκε, φασὶ, σεσιγήκασι δὲ τῆς διδα‐ σκαλίας τὸν τρόπον, δεδιότες μὴ ἄρα πως καὶ αὐτὸς ὁ Πιλάτος εὑρεθῇ τοῖς πιστεύουσιν ἐναρίθμιος. Πλὴν ταῦτα λέγουσιν ἐπετίμα Πιλάτος, ἀπολογούμενός τε | |
15 | καὶ λέγων· «Οὐδεμίαν αἰτίαν εὕρηκα ἐν αὐτῷ,» καὶ τὰ ἑξῆς. Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν. (C f. 156) Τοῦ κρίνειν λαχόντος ἐλευθεροῦντος αὐτὸν θανάτου, ψῆφον ὑποστῆναι παρακαλοῦσι τὸν | |
20 | πάσης εὐσεβείας καθηγητὴν καὶ διδάσκαλον, ἵνα ἔτι φορτικωτέραν ὑπομείνωσι κόλασιν. Ἀνέκραγον γὰρ παμπληθεὶ λέγοντες· «Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν.» Ἰδοὺ δὴ σαφῶς τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο, καθά φησιν ὁ μακάριος Πέτρος, | |
25 | καὶ ᾐτήσαντο ἄνδρα φονέα χαρισθῆναι αὑτοῖς, ἵνα τῆς ἐκείνου μερίδος ἔσωνται κοινωνοί· ὃ δὴ καὶ συνέβη παθεῖν αὐτούς· δέδονται γὰρ εἰς ὄλεθρον καὶ σφαγήν. Ἐπεφώνησαν γὰρ, φησὶ, λέγοντες· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν.» Ταύτην τὴν ἀνοσίαν καταβοὴν | |
30 | αἰτιᾶτο λέγων ὁ Κύριος διὰ φωνῆς Ἱερεμίου· «Ἐγ‐ κατέλιπον τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, δέδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς· ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς· | |
35 | διὰ τοῦτο ἐμίσησα.»—(C f. 156 b) Ἔφη που περὶ τῆς τῶν Ἰουδαίων ἀνοσιότητος ὁ προφήτης Ὀσηέ [cod. Ἡσαΐας]· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ! Δείλαιοί εἰσιν ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ’ | |
40 | ἐμοῦ ψευδῆ.» Καὶ πάλιν· «Πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν διὰ ἀπαιδευσίαν γλώσσης αὐτῶν.» Ὁ δὲ Πιλάτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν. (A f. 298, B f. 209 b, C f. 156 b). Ἐπέκρινε τοί‐ | |
45 | νυν, φησὶν, ὁ Πιλάτος γενέσθαι τὸ αἴτημα αὐτῶν, καὶ νίκην νενικήκασιν ὀλέθρου μητέρα. Ἤνεγκε μὲν τὸν σταυρὸν ὁ Σωτὴρ ἐκ τοῦ πραιτωρίου, ὅτι καὶ Ἀβραὰμ ἀνιὼν ἐπὶ τὸ παραδειχθὲν αὐτῷ ὄρος, ἵνα θύσῃ τὸν Ἰσαὰκ, Θεοῦ γενέσθαι τὸ χρῆμα προστάτ‐ | |
72.933(50) | τοντος, ἐπετίθει τῷ παιδίῳ τὰ ξύλα· καὶ ἦν εἰς τύπον Χριστοῦ, τὸν ἑαυτοῦ σταυρὸν εἰς ὤμους ἔχοντος.— (B f. 209 b) Καὶ ἄγεται μὲν ὁ Σωτὴρ ἐπὶ τὸ πάθος· Σίμωνι δὲ, φησὶ, Κυρηναίῳ ἐπέθεσαν τὸν σταυρὸν αὐτοῦ. Ἕτερος δὲ τῶν ἁγίων εὐαγγελιστῶν καὶ αὐτὸν | |
55 | ἔφη τὸν Ἰησοῦν βαστάσαι τὸ ξύλον. Ἀληθὲς δὲ πάν‐ | |
τως καὶ τοῦτο κἀκεῖνο· ἤνεγκε μὲν γὰρ σταυρὸν ὁ | ||
72.936 | Σωτὴρ, κατὰ μέσην δὲ ἴσως τὴν ὁδὸν ὑπαντήσαντες τὸν Κυρηναῖον κατεσχήκασιν, καὶ μετέθηκαν ἐπ’ αὐτῷ τὸ ξύλον. Ἀναγκαίως δέ πως ἔχει λόγον τὸ καὶ αὐτὸν τὸν Σωτῆρα ἐπικομίσασθαι τὸν σταυρόν. Εἴρη‐ | |
5 | ται γὰρ περὶ αὐτοῦ διὰ φωνῆς Ἡσαΐου· «Τὸ παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ.» Ἀρχὴ γὰρ αὐτοῦ γέγονεν ὁ σταυ‐ ρὸς, δι’ οὗ βεβασίλευκε τῆς ὑπ’ οὐρανόν, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι «Γέγονεν ὑπήκοος μέχρι θανάτου, | |
10 | θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπ‐ ουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς | |
15 | εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.» Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λάου καὶ γυναικῶν. (A f. 298, D f. 79). Ἐβάδιζε μὲν οὖν ὁ Σωτὴρ ἐπὶ τὸν τοῦ σταυροῦ τόπον· εἵποντο δὲ κλαίουσαι αἱ | |
20 | γυναῖκες, σὺν ἑτέροις πολλοῖς. Φιλόδακρυ γάρ πως ἀεὶ τὸ θῆλυ γένος, καὶ τὸν νοῦν εἰς ἔλεον εὐδιάθρυ‐ πτον ἔχον. Ἀλλ’, ὦ θυγατέρες, φησὶν, Ἱερουσαλὴμ, τὸ μὲν ἐπ’ ἐμοὶ δάκρυον στήσατε· κλαύσατε δὲ μᾶλλον ἐφ’ ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. Ἔρχονται γὰρ | |
25 | ἡμέραι, φησὶν, ἐν αἷς ἔσται γυναιξὶν ἀμείνων ἡ ἀπαιδία· ἐπισκήψαντος γὰρ τοῦ πολέμου τῇ Ἰουδαίων χώρᾳ, ἅπαντες ἄρδην ὀλώλασι μικροὶ καὶ μεγάλοι. Τότε, φησὶ, τὸ ὑπὸ βουνοῖς καὶ ὄρεσι γενέσθαι, τοῦ παντὸς ἄξιον· «Εἰ γὰρ ἐν τῷ ὑγρῷ ξύλῳ, φησὶ, | |
30 | ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;» Καὶ πέ‐ πλασται μὲν ὡς ἐν τάξει παραβολῆς ὁ λόγος, ἤγουν παραδείγματος, ὠδίνει δὲ νοητοῦ πράγματος δύναμιν· βούλεται γὰρ δηλοῦν ἐκεῖνο, οἶμαί που. Ὑγρὸν μὲν ξύλον ἑαυτὸν ὀνομάζει, τουτέστι χλωρὸν καὶ ἔγκαρπον | |
35 | καὶ εὐανθές· καρποὶ δὲ ἦσαν αὐτοῦ μυσταγωγίαι, καὶ παραινέσεις, καὶ θεοπρεποῦς ἐξουσίας ἐπιδείξεις, διὰ τῆς ὑπὲρ λόγον θεοσημείας. Ἀλλ’ ἐν τούτοις ὄντα ταῖς οὕτω δειναῖς περιβεβλήκασιν ἀτιμίαις οἱ Ῥω‐ μαίων στρατηγοὶ, ἤγουν ὁ κατακρίνας αὐτὸν Πιλάτος. | |
40 | Ὅτε τοίνυν, φησὶ, τοιαῦτα πεπράχασιν εἰς ἐμὲ, τί δράσουσιν ὡς ξηρῷ καὶ ἀκάρπῳ προσπεπολεμηκότες τῷ Ἰσραήλ; Ὄψονται γὰρ ἐπ’ αὐτῷ οὐδὲν τῶν τε‐ θαυμασμένων, ἐφ’ οἷς ἦν εἰκὸς τιμῆς καὶ φειδοῦς ἀξιωθῆναι τῆς παρ’ αὐτῶν· κατεμπρήσουσι γὰρ | |
45 | αὐτὸν, δηλονότι τῆς εἰς Χριστὸν δυσσεβείας εἰσπρατ‐ τόμενοι δίκας. Ἐκεῖ ἐσταύρωσαν αὐτόν. (A f. 299 b) Πλὴν ἐσπούδασεν ὁ Κύριος, μήτε δι’ ὅλου φανερῶσαι τὴν ἑαυτοῦ θεότητα, μήτε εἰς τὸ | |
72.936(50) | παντελὲς ἀποκρύψαι· τὸ μὲν διὰ τοὺς τότε, τὸ δὲ διὰ τοὺς μετὰ ταῦτα· ὥστε δεῖξαι καὶ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος τρανὰς τὰς ἐνεργείας· ἵνα μήτε ἡ θεία δύναμις ἀμβλυνθῇ, μήτε | |
ἡ ἀνθρωπίνη φύσις ἀπιστηθῇ. Ἐπειδὴ γὰρ ἔμελλεν | ||
72.937 | αἵρεσις ἀνακύπτειν, ἡ λέγουσα ὅτι φάντασμα ἦν τὸ σῶμα, καὶ ἐξ οὐρανοῦ κατῆλθεν, οὐ γὰρ ἂν ἔλαβε τοῦ φθαρτοῦ σώματος σάρκα ἡ ἄφθαρτος φύσις, οὐδ’ ἂν κατεδέξατο ῥύπον, ἢ μολυσμὸν, ἢ σπῖλον, ἵνα | |
5 | πιστώσηται ὁ Θεὸς τῶν ἀνθρώπων τὸ γένος, ὅτι τοῦτο ἐγένετο ὅ ἐσμεν, μένων ὃ ἦν, διὰ τοῦτο συνεχώρησε τῇ σαρκὶ πάσχειν τὰ ἴδια. Καὶ ἔδειξε διπλῆν τὴν ἐνέργειαν, πάσχων μὲν ὡς ἄνθρωπος, ἐνεργῶν δὲ ὡς Θεὸς ὁ αὐτός· οὐ γὰρ ἄλλος καὶ ἄλλος, εἰ καὶ ἄλλως | |
10 | καὶ ἄλλως. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες. (A f. 303 b) Μάτην μέν τοι αὐτοῦ κατειρωνεύον‐ ται οἱ τῆς Συναγωγῆς ἡγούμενοι, κατασείοντες τὰς κεφαλὰς, καὶ πικρὸν αὐτῷ μειδίαμα καταχέοντες· | |
15 | «Ἄλλους ἔσωσεν, ἑαυτὸν σωσάτω,» φασίν. Εἰ ἄλλους ἔσωσε (καὶ οἶσθα τοῦτο κατὰ ἀλήθειαν γεγονὸς), πῶς οὐκ ἂν ἴσχυσε τῶν σῶν ἑαυτὸν ἐξελέσθαι χει‐ ρῶν; Ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ’ αὐτῷ, | |
20 | κ.τ.λ. (D f. 79 b) Ἡ ἐν τῷ τίτλῳ προγραφὴ τῆς τοῦ Κυρίου αἰτίας, πρακτικῆς, καὶ φυσικῆς, καὶ θεολο‐ γικῆς φιλοσοφίας ὄντα βασιλέα τὸν σταυρωθέντα σαφῶς καὶ Κύριον ἔδειξεν· Ῥωμαϊστὶ γὰρ, καὶ Ἑλ‐ | |
25 | ληνιστὶ, καὶ Ἑβραϊστὶ φησὶν ἀναγεγράφθαι τῷ λόγῳ. Νοῶ δὲ διὰ μὲν τοῦ Ῥωμαϊστὶ τὴν πρακτικὴν, ὡς τῆς Ῥωμαίων βασιλείας κατὰ τὸν Δανιὴλ ὁρι‐ σθείσης ἀνδρικωτέρας τῶν ἐπὶ γῆς βασιλειῶν· πρα‐ κτικῆς δὲ ἴδιον, εἴπερ τι ἄλλο, ἡ ἀνδρεία. Διὰ δὲ τοῦ | |
30 | Ἑλληνιστὶ, τὴν φυσικὴν θεωρίαν, ὡς μᾶλλον τοῦ Ἑλλήνων ἔθνους, παρὰ τοὺς ἄλλους ἀνθρώπους τῇ φυσικῇ σχολάσαντος φιλοσοφίᾳ. Διὰ δὲ τοῦ Ἑβραϊστὶ τὴν θεολογικὴν μυσταγωγίαν, ὡς τοῦ ἔθνους τούτου προδήλως ἀνέκαθεν τῷ Θεῷ διὰ τοὺς πατέρας ἀνατε‐ | |
35 | θέντος. (A f. 304) Ὁ μὲν εἷς, φησὶ, τῶν λῃστῶν τὰ αὐτὰ τοῖς Ἰουδαίοις ἠρεύγετο· ὅ γε μὴν ἕτερος, ταῖς τοῦ συγκρεμαμένου φωναῖς ἐπετίμα· ὡμολόγησε τὴν ἁμαρτίαν, μεμαρτύρηκε Χριστῷ τὸ ἀνυπαίτιον, πε‐ | |
40 | πίστευκεν εἰς αὐτὸν, βασιλέα ἐκάλει καί τοι σταυ‐ ρούμενον. Ταύτῃτοι τὸν τῶν ἁγίων ἥρπασε κλῆρον. Σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν. (A f. 306) Ὁ παντὸς ἐπέκεινα γενητοῦ, ὁ σύνεδρος τῷ Πατρὶ, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, καὶ ἔλαβε | |
45 | δούλου μορφὴν, καὶ τῶν τῆς ἀνθρωπότητος ἠνέσχετο μέτρων, ἵνα πληρώσῃ τὴν ἐπαγγελίαν τὴν τοῖς πα‐ τράσι τῶν Ἑβραίων ἐπηγγελμένην παρὰ Θεοῦ. Οἱ δὲ γεγόνασιν οὕτω σκληροί τε καὶ ἀπειθεῖς ὥστε καὶ ἀντανίστασθαι Δεσπότῃ. Τὸν γὰρ ἀρχηγὸν τῆς ζωῆς | |
72.937(50) | θανάτῳ περιβαλεῖν ἐσπούδασαν, καὶ τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· ἐπειδὴ δὲ σταυρῷ παρέδοσαν τὸν | |
τῶν ὅλων Δεσπότην, ἔδυνεν ὁ ἥλιος ἐπ’ αὐτοῖς· συν‐ | ||
72.940 | εσκότασε δὲ ἐν ἡμέρᾳ τὸ φῶς, κατὰ τὸν θεῖον Ἀμώς. Γέγονε γὰρ σκότος ἀπὸ ὥρας ἕκτης, ἕως ὥρας ἐνάτης· καὶ τοῦτο τοῖς Ἰουδαίοις σημεῖον ἦν ἐναργὲς τοῦ κατασκοτισθῆναι νοητῶς τὰς τῶν σταυρωσάντων | |
5 | ψυχάς. Πώρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραήλ. Ἐπαρᾶται δὲ αὐτοῖς καὶ Δαβὶδ ἐκ φιλοθεΐας, λέγων· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν.» Καὶ αὐτὴ δὲ ἡ κτίσις, τὸν ἑαυτῆς ἐπένθει Δεσπότην· ὁ μὲν γὰρ ἥλιος ἐσκοτίζετο, διεῤῥήγνυντο δὲ πέτραι, καὶ | |
10 | αὐτὸς δὲ ὁ ναὸς τὸ τῶν πενθούντων ἐπλήρωσε σχῆμα, περιεῤῥηγνυμένου καταπετάσματος ἀπὸ ἄνωθεν ἕως κάτω. Καί τι τοιοῦτον ὑπεσήμαινεν ἡμῖν ὁ Θεὸς διὰ φωνῆς Ἡσαΐου, λέγων· «Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω σάκκον τὸ περιβόλαιον αὐτοῦ.» | |
15 | Ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον, ἐδόξασε τὸν Θεὸν, κ.τ.λ. (A f. 309 b) Ἄθρει δή μοι πάλιν, ὅτι πεπονθὼς ὑπὲρ ἡμῶν τὸ ἐπὶ τοῦ σταυροῦ πάθος, ἤρξατο τοῦ σαγηνεύειν πολλοὺς εἰς ἐπίγνωσιν ἀληθείας. Ὁ γὰρ | |
20 | ἑκατόνταρχος, φησὶν, ἰδὼν τὰ γεγενημένα, ἐδόξαζε τὸν Θεὸν, λέγων, ὅτι «Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.» Ἔτυπτον δὲ καὶ τὰ στήθη τῶν Ἰου‐ δαίων τινὲς, κατανυττόμενοί που πάντως, καὶ τοῖς τῆς διανοίας ὄμμασιν ἀναβλέποντες πρὸς Κύριον, | |
25 | καὶ τάχα που τῆς κατὰ Χριστὸν δυσσεβείας ἀπαλ‐ λάττοντες ἑαυτοὺς, διὰ τοῦ τῶν σταυρωσάντων κατα‐ βοᾷν, εἰ καὶ μὴ ἐμφανῶς διὰ τὴν τῶν ἡγουμένων ἀνοσιότητα. Οὐκοῦν ἀληθὴς ἦν λέγων ὁ Κύριος· «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς | |
30 | ἐμαυτόν.» Κατηκολούθησαν δὲ καὶ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, κ.τ.λ. (A f. 310 b) Ἠκολούθουν σοφαὶ γυναῖκες τῷ | |
35 | πάντων ἡμῶν Σωτῆρι Χριστῷ, τὰ εἰς πίστιν τὴν ἐπ’ αὐτῷ χρήσιμά τε καὶ ἀναγκαῖα συλλέγουσαι. Ἐπειδὴ δὲ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυ‐ τοῦ ἔδωκε σάρκα, ἔδραμον αἱ σοφαὶ πρὸς τὴν τοῦ σώματος θεραπείαν· ᾠήθησαν γὰρ ὅτι ἀπομενεῖ | |
40 | νεκρὸς ἐν μνημείῳ. | |
41t | ΚΕΦΑΛ. ΚΔʹ. | |
42 | Ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τού‐ του, κ.τ.λ. (A f. 311) Ἀφίκοντο μὲν αἱ γυναῖκες ἐπὶ τὸ μνῆ‐ | |
45 | μα· οὐχ εὑροῦσαί γε μὴν τὸ σῶμα τοῦ Χριστοῦ. | |
ἐγήγερτο γὰρ, εἰς πολλὴν πεπτώκασιν ἀπορίαν. Καὶ | ||
72.941 | τί τὸ ἐντεῦθεν; τῆς εἰς Χριστὸν ἀγάπης ἕνεκα, καὶ τῆς εἰς τοῦτο γενομένης σπουδῆς ἠξιώθησαν ἰδεῖν ἁγίους ἀγγέλους· καὶ δὴ καὶ γεγόνασιν αὐταῖς εὐαγγελισταὶ, καὶ τῆς ἀναστάσεως κήρυκες, «Τί | |
5 | ζητεῖτε, φάσκοντες, τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Οὐκ ἔστιν ὧδε, ἀλλ’ ἠγέρθη.» Ζῇ μὲν γὰρ ἀεὶ, καὶ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ τοῦ Θεοῦ Λόγος· καθεὶς δὲ ἑαυτὸν εἰς κένωσιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, ἐγεύσατο θανάτου. Ἀλλ’ ἦν τοῦτο τοῦ | |
10 | θανάτου θάνατος. Ἐγήγερται τοίνυν ἐκ νεκρῶν, ὁδὸς τῆς εἰς ἀφθαρσίαν ἀναδρομῆς, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ’ ἡμῖν, γενόμενος· καὶ μηδεὶς ζητείτω τὸν ἀεὶ ζῶντα μετὰ νεκρῶν· οὐκ ἔστι γὰρ ὧδε, τουτέστιν ἐν θανάτῳ καὶ μνήματι. Ποῦ δὲ μᾶλλον; Ἐν οὐρανῷ | |
15 | δηλονότι καὶ ἐν δόξῃ θεοπρεπεῖ. Ἵνα δὲ βεβαιοτέραν αὐταῖς τὴν ἐπὶ τούτοις ἐνιδρύσειαν πίστιν, εἰς μνή‐ μην ἀναφέρουσιν, ὡς ἔφη Χριστὸς, ὅτι χρὴ πάντως αὐτὸν εἰς χεῖρας ἁμαρτωλῶν δοθῆναι καὶ παθεῖν, καὶ ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ.—(A f. 312) Ἄγγε‐ | |
20 | λοι μέν τοι καὶ τοῖς ποιμέσιν ἐν Βηθλεὲμ τὸν τόκον εὐηγγελίζοντο, καὶ νῦν τὴν ἀνάστασιν. Καὶ λελει‐ τούργηκεν οὐρανὸς τοῖς περὶ αὐτοῦ κηρύγμασι, καὶ περιέπουσι τὸν Υἱὸν ὡς Θεὸν, καὶ ὅτε γέγονε σὰρξ, αἱ τῶν ἄνω πνευμάτων στρατιαί. | |
25 | Καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγ‐ γειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. (A f. 312) Μυσταγωγηθεῖσαι διὰ φωνῆς ἀγγέλων αἱ γυναῖκες, ἀπαγγέλλουσι ταῦτα δρόμῳ τοῖς μαθη‐ | |
30 | ταῖς. Ἔδει γὰρ γυναιξὶ τὴν οὕτω λαμπρὰν δοθῆναι χάριν· ἡ γὰρ πάλαι γεγενημένη τοῦ θανάτου διάκο‐ νος, ἀπαλλάττεται τῆς αἰτίας, διακονοῦσα φωναῖς ἁγίων ἀγγέλων, καὶ τὸ σεπτὸν τῆς ἀναστάσεως μυ‐ στήριον καὶ πρώτη μαθοῦσα καὶ ἀπαγγέλλουσα. | |
35 | Κεκέρδαγκε [ita cod.] τοίνυν τὸ θῆλυ γένος, καὶ λύσιν ὀνειδισμοῦ καὶ κατάρας ἀνατροπήν. Ὁ γὰρ εἰπὼν πάλαι πρὸς αὐτάς· «Ἐν λύπαις τέξῃ τέκνα,» παῦλαν αὐταῖς δέδωκε τοῦ κακοῦ, συναντήσας αὐταῖς ἐν τῷ κήπῳ, ὥς φησιν ἕτερος εὐαγγελιστὴς, καὶ | |
40 | εἰπών· «Χαίρετε.» Πλὴν τοῖς ἁγίοις ἀποστόλοις ὁ περὶ τῆς ἀναστάσεως λόγος ἔδοξεν εἶναι λῆρός τις. ἁπλῶς καὶ πρᾶγμα κατεψευσμένον, διά τοι τὸ μηδὲ αὐτοὺς εἰδέναι τὴν θεόπνευστον Γραφήν. Ἠπίστησαν γοῦν, καὶ τὸ ἀπαγγελθὲν ἔσκωψαν καὶ διέπτυσαν. | |
45 | (D f. 81 b) Πῶς παρὰ μὲν τῷ Ἰωάννῃ τῆς Μα‐ ρίας ἀκούσαντες οἱ μαθηταὶ δρομαῖοι ἐλθόντες ἐπὶ τὸ μνημεῖον ἐπίστευσαν; καὶ τοῦτο αὐτοῖς μαρτυρεῖ ἡ Γραφὴ λέγουσα· «Ὅτε οὖν εἰσῆλθον, ὁ ἄλλος μαθη‐ τὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ | |
72.941(50) | ἐπίστευσε.» Παρὰ δὲ τῷ Λουκᾷ εἴρηται· «Καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς (ἦν δὲ ἡ Μαγδαληνὴ Μαρία, καὶ Ἰωάννα, καὶ Μαρία Ἰακώ‐ βου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς | |
55 | ἀποστόλους ταῦτα), καὶ ἠπίστουν αὐταῖς. Ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην. | |
(D f. 82) Δύο τῶν μαθητῶν βαδίζοντες εἰς κώ‐ | ||
72.944 | μην Ἐμμαοῦν λεγομένην, πρὸς ἀλλήλους ὡς οὐ ζῶντα προσδοκῶντες ἔτι τὸν Χριστὸν, ἀλλ’ ὡς ἀν‐ ῃρημένου ἀνιώμενοι, ὡμίλουν λέγοντες τὰ περὶ αὐ‐ τοῦ. «Ἐν δὲ τῷ ὁμιλεῖν αὐτοὺς, καὶ αὐτὸς ὁ Ἰησοῦς | |
5 | προσελθὼν συνεπορεύετο αὐτοῖς, μὴ γινωσκόμενος ὑπ’ αὐτῶν· ἐκρατοῦντο γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Καί φησιν πρὸς αὐτούς· Τί ποτέ ἐστι ὃ διαλέγεσθε πρὸς ἀλλήλους περιπατοῦν‐ τες σκυθρωποί; Ἀποκριθεὶς δὲ εἷς ἐξ αὐτῶν ᾧ ὄνομα | |
10 | Κλεόπας, εἶπε· Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ;» καὶ ἑξῆς. Ἔπειτα τὴν φήμην τῆς ἀναστάσεως τὴν διὰ τῶν γυναικῶν, καὶ τὴν διὰ Πέτρου λέγουσι μὲν, οὐ πιστεύουσι δέ. Λέγοντες γάρ· «Καὶ γυναῖκες ἐξέστησαν ἡμᾶς τὸ σῶμα μὴ εὑροῦσαι,» οὐχ ἡγοῦντο | |
15 | πρὸς τὸ λεγόμενον ἀληθεύειν, οὐδὲ εὐαγγελισμὸν ἀληθείας, ἀλλ’ ὡς ταραχῆς τινος καὶ ἐκστάσεως αἴτιον ὑπέλαβον εἶναι. Καὶ τὴν τοῦ Πέτρου μαρτυρίαν τὰ ὀθόνια μόνον ἐπὶ τοῦ μνήματος ἑωρακότος, οὐ πιστὴν εἶναι περὶ τὴν ἀνάστασιν ἐνόμιζον, ὅτι μὴ αὐτὸν εἶδον, | |
20 | ἔλεγεν, ἀλλ’ ἐκ τοῦ μὴ κεῖσθαι τὸ ἀνεστηκέναι αὐτὸν ἐτεκμαίρετο. Ἰστέον δὲ ὅτι οὗτοι τῶν ἑβδομήκοντα ὑπῆρχον, καὶ ὁ μετὰ Κλέοπα ὁ Σίμων ἦν, οὐχ ὁ Πέτρος οὐδὲ ὁ ἀπὸ Κανᾶ, ἀλλ’ ἕτερος τῶν ἑβδομή‐ κοντα. | |
25 | Ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, κ.τ.λ. (B f. 222) Ἀναγκαίαν ἐν τούτοις δείκνυσιν ὁ Κύριος τὴν τοῦ νόμου πρόοδον, καὶ τὴν τῶν προφη‐ τῶν λειτουργίαν, πίστιν ἐπὶ τῷ παραδόξῳ πράγματι | |
30 | προεισαγόντων, ἵν’ ἐπιστάσης τῆς ἀναστάσεως οἱ θορυβούμενοι τῷ μεγέθει τοῦ πράγματος ἀναμνη‐ σθῶσι τῆς πάλαι προῤῥήσεως, καὶ εἰς τὸ πιστεύειν ἐπιστρέφοιντο. Διὸ παράγει μάρτυρα Μωϋσέα καὶ τοὺς προφήτας, τὸ ἐπικεκρυμμένον ἑρμηνεύων, καὶ | |
35 | τὰ τοῖς ἀναξίοις ἀσαφῆ σαφηνίζων τοῖς ἀξίοις, ἀρχαίαν τε καὶ πάτριον τὴν πίστιν αὐτοῖς ἐντιθεὶς ἐξ ὧν κατεῖχον Γραμμάτων ἱερῶν. Οὐδὲν γὰρ τῶν παρὰ Θεοῦ μάταιον, ἀλλὰ τάξις ἁπάντων καὶ χρεία τῶν καθέκαστον· ἐν τάξει προαπεστέλλοντο δοῦλοι, | |
40 | καὶ προῳκονόμουν τῇ τοῦ Δεσπότου παρουσίᾳ, ἀναγ‐ καίαν τὴν προφητείαν εἰς τὴν πίστιν ἀνθρώποις προεισάγοντες· ἵν’ ὥσπερ θησαυρὸς βασιλέως ἐν καιρῷ προβληθείη τὰ προειρημένα ἐξ ἀποκρύφου τῆς πρότερον ἀσαφείας, εἰς τοὐμφανὲς διὰ τῆς σαφη‐ | |
45 | νείας, ἀποκαλυπτόμενα. Οὕτω δὴ προϋποκινήσας αὐτοὺς διὰ τῶν νομικῶν καὶ προφητικῶν Γραμμά‐ των, μετὰ ταῦτα ἐμφανέστερον ἤδη καθίστησιν ἑαυτὸν, ἀξιώσασιν οὖν ἐλθεῖν εἰς τὴν κώμην, ὅτε λαβὼν τὸν ἄρτον εὐλογήσας, καὶ κλάσας ἐπεδίδου· | |
72.944(50) | «Ἐκρατοῦντο γὰρ, φησὶν, οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ γνῶναι αὐτὸν,» ἕως οὗ δηλονότι ὁ λόγος εἰσέλθῃ κινῶν τὴν καρδίαν εἰς τὴν πίστιν, ἔπειτα οὕτω και‐ ρίαν τὴν ὄψιν ἐπὶ τῇ ἀκοῇ παραστήσῃ, τὸ προ‐ ακουσθὲν καὶ πιστωθὲν ἐμφανὲς καθιστάς. Οὐ μὲν | |
55 | συμπαραμένει γε αὐτοῖς· «Καὶ αὐτὸς γὰρ, φησὶν, ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν.» Οὐκ ἔστι γὰρ μετὰ τὴν ἀνάστασιν τὰ τοῦ Κυρίου τοιαῦτα πρὸς τοὺς ἀνθρώπους οἷα τὰ πρότερον, ὅτι καὶ αὐτοῖς ἀνακαι‐ | |
νώσεως ἔδει, καὶ δευτέρας ζωῆς τῆς κατὰ Χριστὸν, | ||
72.945 | ἵνα καινοὶ καινῷ συνῶσιν, καὶ ἄφθαρτοι πλησιάζωσιν ἀφθάρτῳ. Διὸ καὶ τὴν Μαρίαν ἐκώλυσεν ἐφάψασθαι αὐτοῦ, καθά φησιν Ἰωάννης, ἕως ἂν ἀπελθὼν ἀφ‐ ίκηται. | |
5 | Ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, κ.τ.λ. (D f. 83) Ἀναστάντες, φησὶν, οἱ περὶ Κλεόπαν αὐτῇ τῇ ὥρᾳ, τουτέστιν, ἐν ᾗ ἄφαντος ἀπ’ αὐτῶν ἐγένετο ὁ Ἰησοῦς, ἐπέστρεψαν εἰς Ἱερουσαλήμ. Οὐκ ἐν αὐτῇ δὲ τῇ ὥρᾳ, φησὶν, εὗρον τοὺς ἕνδεκα | |
10 | συνηθροισμένους, καὶ ἀπήγγειλαν τὰ κατὰ τὸν Ἰησοῦν, ἀλλὰ τῇ τεσσαρακοστῇ ἡμέρᾳ τῆς αὐτοῦ ἀναστάσεως, ὅτε καὶ ἀνελήφθη. Τὰ τοίνυν ἐν ταῖς μεταξὺ τῶν ἡμερῶν τούτων γενόμενα, παρῆκεν ὁ οὗτος ἄπερ οἱ περὶ Κλεόπαν διηγουμένους εὗρον | |
15 | τοὺς ἕνδεκα καταμόνας λέγοντας, ὅτι ἠγέρθη ὁ Κύ‐ ριος καὶ ὤφθη Σίμωνι· περὶ οὗ οὐκ ἐμνήσθη ποῦ ἢ πότε ἢ πῶς ὤφθη. Ἐν ταύταις οὖν ταῖς ἡμέραις καὶ τὰ κατὰ τὴν Γαλιλαίαν πέπρακται, περὶ ὧν ἐμνήσθη ὁ Ματθαῖος. | |
20 | Αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν. (A f. 317, D f. 83 b) Νῦν δὲ τῆς ἀκολουθίας ἐχό‐ μενοι, φαμὲν, ὅτι ἤδη πολλαχόθεν τοῦ λόγου τῆς ἀναστάσεως περιθέοντος τοὺς ἀποστόλους, καὶ τοῦ πόθου πρὸς τὴν ὄψιν ἐγηγερμένου, ποθούμενος ἔρχε‐ | |
25 | ται, καὶ ζητοῦσι καὶ προσδοκῶσιν ἐμφανίζεται καὶ ἀποκαλύπτεται· πλὴν οὐκέτι κρατουμένοις ὀφθαλμοῖς ἐπιφαίνεται, οὐκέτι ὡς περὶ ἑτέρου διαλέγεται, ἀλλ’ ἐμφανῆ ἑαυτὸν δίδωσι καὶ θαῤῥεῖν παρακελεύε‐ ται. Οἱ δὲ καὶ οὕτως εἰσὶν ἀμφίβολοι καὶ δεδίασιν· | |
30 | ᾤοντο γὰρ οὐκ αὐτὸν βλέπειν, φάσμα δέ τι καὶ σκιάν. Εἶτα, καὶ τὸν ἐκ τῶν τοιούτων λογισμῶν κατευνάζει θόρυβον, τὸ ἐντριβὲς αὐτοῖς καὶ οὐκ ἄηθες ἐπι‐ φθεγξάμενος ῥῆμα. Ἔφη γάρ· «Εἰρήνη ὑμῖν.» Εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστὲ, καὶ διὰ | |
35 | τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; (A f. 317 b, C f. 159, D f. 83 b) Ἵνα βεβαίως καὶ ἐνδοιασμοῦ δίχα πιστεύσειαν αὐτὸν ἐκεῖνον ὄντα τὸν πεπονθότα, διαδείκνυσιν εὐθὺς, ὅτι Θεὸς ὢν φύσει, | |
40 | γινώσκει τὸ κεκρυμμένον, καὶ τὸν ἐν αὐτοῖς τῶν ἐν‐ νοιῶν οὐκ ἠγνόησε θόρυβον. Ἔφη γάρ· «Τί τετα‐ ραγμένοι ἐστέ;» Ἀπόδειξις αὕτη καὶ μάλα σαφὴς τοῦ μὴ ἕτερον εἶναί τινα τὸν ὁρώμενον, ἀλλ’ ἐκεῖνον | |
αὐτὸν, ὃν καὶ τεθέανται τὸν ἐπὶ ξύλου παθόντα θά‐ | ||
72.948 | νατον καὶ τεθειμένον ἐν μνημείῳ, ὃς καὶ νεφροὺς ὁρᾷ καὶ καρδίαν, καὶ οὐκ ἂν αὐτὸν λάθοι τῶν ἐν ἡμῖν οὐδέν. Σημεῖον οὖν ἄρα ποιεῖται τὸ χρῆμα, τὸ εἰδέ‐ ναι φημὶ τὸν τῶν ἐν αὐτοῖς ἐννοιῶν θόρυβον. Πιστού‐ | |
5 | μενος δὲ καὶ ἑτέρως, ὅτι καὶ νενίκηται θάνατος, καὶ ἀπεδύσατο τὴν φθορὰν ἡ ἀνθρώπου φύσις ὡς ἐν αὐ‐ τῷ καὶ πρώτῳ, δείκνυσι τὰς χεῖράς τε καὶ τοὺς πό‐ δας, καὶ τὰς διατρήσεις τῶν ἥλων, καὶ ψηλαφᾷν ἐπιτρέπει καὶ πληροφορεῖσθαι διὰ τρόπου παντὸς, | |
10 | ὅτι τὸ πεπονθὸς, ὡς ἔφην, ἐγήγερται σῶμα. Οὐκοῦν συκοφαντείτω μηδεὶς τὴν ἀνάστασιν. Κἂν ἀκούσῃς τοῦ ἱεροῦ Γράμματος λέγοντος περὶ τοῦ ἀνθρωπίνου σώματος· «Σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικὸν,» μὴ ἀνέλῃς τῶν ἀνθρωπίνων | |
15 | σωμάτων τὴν εἰς ἀφθαρσίαν ἀναδρομήν. Ὥσπερ γὰρ ψυχικόν ἐστι τὸ ταῖς ψυχικαῖς ἤγουν σαρκικαῖς ἐπι‐ θυμίαις ἀκολουθοῦν καὶ ὑπεζευγμένον, οὕτω καὶ πνευματικὸν τὸ τοῖς τοῦ ἁγίου Πνεύματος θελήμα‐ σιν ὑποκείμενον. Μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἀνάστα‐ | |
20 | σιν, οὐκ ἔστιν ἔτι φιλοσαρκίας καιρὸς, ἀλλ’ ἀπρα‐ κτήσει παντελῶς τῆς ἁμαρτίας τὸ κέντρον. Αὐτὸ μέν τοι τὸ κατενεχθὲν εἰς τὴν γῆν, τὴν ἀφθαρσίαν ἐνδύσεται. (A f. 318, B f. 224, G f. 117 b) Ἵνα τοίνυν αὐτὸ τοῦτο εἰδεῖεν σαφῶς οἱ μαθηταὶ, ὅτι αὐτὸς ἐκεῖνός | |
25 | ἐστιν ὁ παθὼν καὶ ταφεὶς καὶ ἀναστὰς, δείκνυσιν, ὡς ἔφην, πόδας τε καὶ χεῖρας. Καὶ ὅτι μὴ καθάπερ ᾤοντο πνεῦμα μᾶλλόν ἐστιν, ἀλλὰ σῶμα κατὰ τὸ ἀληθὲς, πληροφορεῖσθαι προστάττει λέγων· «Καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ | |
30 | θεωρεῖτε ἔχοντα.» Σκιὰ γὰρ καὶ πνεῦμα καὶ δόκη‐ σις ἁπλῶς, οὐκ ἂν ὑπομείνῃ τὴν χειρὸς ἀφήν.— (A f. 319, B f. 224, G f. 117 b) Ἀλλ’ ὅπερ ἐλέγο‐ μεν, δείξας τὰς χεῖρας καὶ τοὺς πόδας τοῖς μαθηταῖς ὁ Κύριος, ἐπληροφόρησεν αὐτοὺς, ὅτι τὸ παθὸν ἀν‐ | |
35 | έστη σῶμα· ἵνα δὲ πρὸς τούτοις καὶ ἔτι μειζόνως ἱδρυμένην αὐτοῖς ἐργάσηται τὴν ἐπὶ τούτῳ πίστιν, ᾔτησέ τι τῶν ἐδωδίμων· ὀπτοῦ δὲ ἰχθύος μέρος ἦν. Καὶ λαβὼν, κατεδήδοκεν ὁρώντων αὐτῶν· τοῦτο γὰρ δι’ οὐδὲν ἕτερον ἔπραξεν, ἢ ἵνα δείξῃ σαφῶς ὡς αὐ‐ | |
40 | τός ἐστιν ἀναστὰς ἐκ νεκρῶν, ὁ καὶ πρὸ τούτου καὶ παρὰ πάντα τὸν καιρὸν τῆς οἰκονομίας συνεσθίων καὶ συμπίνων αὐτοῖς καὶ συναναστρεφόμενος ἀν‐ θρωπίνως κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἵν’ οὖν εἰδεῖεν ὅτι σῶμα μὲν τὸ ἀνθρώπινον, δέοιτο ἂν τῆς | |
45 | τοιᾶσδε τροφῆς, πνεῦμα δὲ οὐκέτι. Τίς οὖν ἀξιῶν πι‐ στὸς εἶναι, καὶ τῶν ἁγίων εὐαγγελιστῶν τὴν μαρτυ‐ ρίαν ἀναμφιβόλως δεχόμενος, ἔτι πλασμάτων ἀκού‐ σειεν αἱρετικῶν, ἔτι δοκησισόφων ἀνάσχοιτο; Νικᾷ γὰρ ἀνθρωπίνην ἐξέτασιν, καὶ τὴν ἐκ τῶν συνήθων | |
72.948(50) | πραγμάτων ἔννοιαν, ἡ τοῦ Χριστοῦ δύναμις. Ἔφα‐ γεν ἰχθύος μέρος, διὰ τὴν ἀνάστασιν· καὶ τὸ τῇ βρώ‐ σει ἀκολουθοῦν, οὐκέτι ἐπὶ Χριστοῦ ἠκολούθησεν, ὅπερ ἄπιστος ἄν τις ἐπιζητοίη, εἰδὼς ὅτι τὰ εἰσιόντα εἰς τὸ στόμα, πάντως ἐκχωροῦσι καὶ εἰς ἀφεδρῶνα | |
55 | βάλλονται. Ἀλλ’ οὐχ ὅ γε πιστὸς, εἰς ἔννοιαν τοιοῦ‐ | |
τόν τι λήψεται, ἀλλὰ δυνάμει Θεοῦ δώσει τὸ πρᾶγμα. | ||
72.949 | Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφὰς, κ.τ.λ. (A f. 319 b) Ὅτε τὸν λογισμὸν αὐτῶν, δι’ ὧν εἶπε, δι’ ὧν ἐψηλαφήθη, δι’ ὧν ἔφαγεν, εἰρήνευσε, τότε | |
5 | διήνοιξε τὸν νοῦν τοῦ συνιέναι ὅτι οὕτως ἔδει παθεῖν αὐτὸν, δῆλον δὲ ὅτι διὰ ξύλου σταυροῦ. Ἀποφέρει τοίνυν τοὺς μαθητὰς ὁ Κύριος, εἰς ἀνάμνησιν ὧν ἔφη. Προαπήγγειλε γὰρ αὐτοῖς τὰ ἐπὶ τῷ σταυρῷ πάθη, καθ’ ἃ φθάσαντες ἔφασαν οἱ προφῆται. Ἀνοί‐ | |
10 | γνυσι δὲ καὶ τοὺς τῆς καρδίας αὐτῶν ὀφθαλμοὺς, ὥστε συνιέναι τὰ πάλαι προειρημένα.—(A f. 320) Πνεύματος ἁγίου κάθοδον, ὃ διὰ Ἰωὴλ ὁ Θεὸς προ‐ επηγγείλατο, τοῖς μαθηταῖς ὁ Σωτὴρ ἐπαγγέλλεται καὶ τὴν ἐξ ὕψους δύναμιν, ἵν’ εἶεν εὐσθενεῖς καὶ ἀκα‐ | |
15 | ταγώνιστοι, καὶ δίχα παντὸς δέους διακηρύξειαν τοῖς ἁπανταχοῦ τὸ θεῖον μυστήριον.—(D f. 83) Λαβοῦσι Πνεῦμα, λέγει· «Λάβετε Πνεῦμα ἅγιον,» μετὰ τὴν ἀνάστασιν· καί φησιν· «Ὑμεῖς δὲ καθίσατε εἰς Ἱεροσόλυμα, καὶ παραμείνατε τὴν ἐπαγγελίαν τοῦ | |
20 | Πατρὸς, ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτι‐ σεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ·» οὐκέτι ὕδατι, ἔλαβον γὰρ, ἀλλὰ Πνεύματι ἁγίῳ· οὐκ ἐπεισάγει ὕδωρ τῷ ὕδατι, ἀλλὰ ἀναπληροῖ τὸ λεῖπον τῷ λειπομένῳ.—(B f. 226, C f. 159 b, G | |
25 | f. 119 b) Εὐλογήσας αὐτοὺς καὶ βραχὺ προελθὼν, ἀνεφέρετο εἰς τὸν οὐρανὸν, ἵνα σύνεδρος ᾖ τῷ Πατρὶ καὶ μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκός. Καὶ ταύτην ἡμῖν ἐνεκαίνισε τὴν ὁδὸν ἐν ἀνθρωπείᾳ μορφῇ γεγο‐ νὼς ὁ Λόγος. Ἥξει δὲ πάλιν κατὰ καιροὺς ἐν τῇ δόξῃ | |
30 | τοῦ Πατρὸς αὐτοῦ, μετὰ τῶν ἀγγέλων, καὶ παρα‐ λήψεται ἡμᾶς μεθ’ ἑαυτοῦ. Δοξολογήσωμεν τοίνυν αὐτὸν τὸν ἐνανθρωπήσαντα δι’ ἡμᾶς Θεὸν Λόγον, τὸν ἑκουσίως παθόντα σαρκὶ, καὶ ἀναστάντα ἐκ νεκρῶν, καὶ λύσαντα τὴν φθοράν. Τὸν ἀναληφθέντα, καὶ μετὰ | |
35 | τοῦτο ἥξοντα μετὰ δόξης πολλῆς ἐπὶ τὸ κρῖναι ζῶν‐ τας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ καὶ Θεῷ ἡ δόξα καὶ τὸ κράτος σὺν Πνεύματι εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. Ἀμήν. |