TLG 4090 107 :: CYRILLUS :: Fragmenta in Danielem (in catenis) CYRILLUS Theol. Fragmenta in Danielem (in catenis) Citation: Volume — page — (line) | ||
70.1461(4t) | IN DANIELEM PROPHETAM. | |
6 | Τοῦτο δ’ ἦν ἕτερον οὐδὲν πλὴν ὅτι μεγαλαυχεῖν κατὰ τῆς δόξης τοῦ Θεοῦ, κατεπαίρεσθαί τε τοῦ προεστηκότος τῶν ἐξ Ἰσραὴλ, ὡς κατὰ μηδένα τρό‐ πον ὀνῆσαι δεδυνημένον τὸν ἴδιον λαόν. | |
---|---|---|
10 | Βίβλοι ἠνεῴχθησαν. Ὅτε γὰρ ἐν εἴδει γέγονε τῷ καθ’ ἡμᾶς ὁ Μονο‐ γενὴς, τότε καὶ βίβλους ἀνέῳξεν ὁ Πατήρ· καὶ ἀνῆκε μὲν τοῦ κρίνεσθαι τοὺς ἐνόχους ἁμαρτίαις, ἐφῆκε δὲ τοῖς ἀνδριζομένοις τὸ ἐγγράφεσθαί τε καὶ ἐνα‐ | |
15 | ριθμεῖσθαι λοιπὸν τοῖς ἄνω χοροῖς καὶ ἐν μνήμῃ κεῖσθαι. Καὶ τί ἐστιν, Ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν; Ἆρα τοπικῶς; Εἶτα πῶς τοῦτο οὐκ ἀμαθές; ὅτι | |
20 | μὴ ἐν τόπῳ τὸ Θεῖον· πληροῖ γὰρ τὰ πάντα. Τί οὖν ἐστι τὸ, Ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν; Εἰς τὴν δόξαν τοῦ Πατρὸς δηλονότι ἔφθασεν ὁ Υἱός. Καὶ πόθεν τοῦτο ἔστιν ἰδεῖν, ἔφη πάλιν αὐτὸς ἐφεξῆς· Αὐτῷ ἐδόθη ἡ τιμὴ καὶ βασιλεία. Ἤκουσε γὰρ τοῦ | |
25 | Πατρὸς λέγοντος· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ | |
τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. | 1461 |