TLG 4090 106 :: CYRILLUS :: Fragmenta in Ezechielem (in catenis)

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Fragmenta in Ezechielem (in catenis)

Citation: Volume — page — (line)

24tIN EZECHIELEM.
26Καὶ τέσσαρες πτέρυγες τῷ ἑνί. (Cat. Ezech. f. 192. b.) Ἑστήκασι γὰρ ἀεί πως αἱ νοεραὶ καὶ ἄνω δυνάμεις, οὐκ ὀκλάζουσαι πρὸς τὰ αἰσχίω, ἀλλὰ τὴν ὀρθὴν καὶ ἀμώμητον τῆς αὐταῖς
30πρεπούσης ζωῆς διᾴττουσιν τρίβον. Καὶ ἔσονται ἐπὶ τῶν ὀρέων ὡς περιστεραί. (Cat. f. 198. b.) Οἱ μακάριοι μαθηταί· περιῆλθον γὰρ πᾶσαν ὑπ’ οὐρανὸν, τὸ Χριστοῦ λαλοῦντες μυστήριον, καὶ ᾠδὴν καὶ λύραν ἔχοντες αὐτό.
35 Καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νῶε, καὶ Δανιὴλ, καὶ Ἰώβ. (Cat. f. 203. b.) Ἐπειδὴ οἶμαι δεῖν οὐκ ἀβασανί‐ στους ἐᾷν τὰς τοῦ προφήτου φωνὰς, φέρε λέγωμεν
τί δήποτε, Νῶε καὶ Ἰὼβ καὶ Δανιὴλ τεθνεώτων ἤδη,1457

70

.

1460

τάχα δέ που καὶ αὐτοῦ τοῦ Δανιὴλ, σωθήσεσθαί φησιν αὐτοὺς ἐν τῇ ἰδίᾳ δικαιοσύνῃ, καί τοι τῆς ἄλλης ἁπάσης γῆς, καθ’ ἧς ἂν ἡ τοῦ θανάτου ψῆφος ἐκ‐ φέροιτο, καταφθειρομένης. Ἔοικε τοίνυν τῷ μὲν Νῶε
5παρεικάζειν τοὺς διὰ πίστεως τῆς εἰς Θεὸν εὐεργε‐ τοῦντας αὐτῷ· τῷ γε μὴν Δανιὴλ τοὺς σοφούς τε καὶ διορατικούς· Ἰὼβ δὲ πάλιν τοὺς διά γε τῆς ὑπο‐ μονῆς, δῆλον δὲ ὅτι τῆς εἰς πᾶν ὁτιοῦν τῶν ἐπαινου‐ μένων, εὐαρεστοῦντας αὐτῷ.
10 Καὶ λήψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέ‐ δρου ἐκ κορυφῆς. (Cat. f. 208.) Κέδροις μὲν ἀπεικάζει ταῖς ὑψηλαῖς καὶ εὐκοσμοτάταις τοὺς ἐξ Ἰσραὴλ, ἐν οἷς τὸ ἐπί‐ λεκτον, καὶ οἱονεί τις καρδία γέγονεν ὁ μακάριος
15Δαβὶδ, ἐξ οὗ λαβὼν ὁ Θεὸς καὶ Πατὴρ κατεφύτευσε τὸν Ἐμμανουὴλ, ὃς καὶ εἰς κέδρον ἀνέστη μεγάλην, καὶ εἰσεδέξατο πάντας εἰς ἰδίαν σκιάν· ἔγνω τε λοι‐ πὸν ἡ ὑφήλιος σύμπασα τὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ δύναμίν τε καὶ ἐξουσίαν. Τεταπείνωκε γὰρ τὸ
20ξύλον τὸ ὑγρὸν, φῦναι δὲ καὶ ἀναβλαστῆναι παρ‐ εσκεύασε τὸ ξύλον τὸ ξηρὸν, τουτέστιν ἐξ ἐθνῶν Ἐκκλησίαν, ταῖς τοῦ διαβόλου πλεονεξίαις κατευαν‐ θέν (ita cod.). Καὶ ἐγὼ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλά.
25 (Cat. 210. b.) Ὅσον μὲν γὰρ ἧκεν εἰς θεωρίαν πνευματικὴν, ὁ νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. Ὅσον γε μὲν εἰς τὴν τοῦ πρά‐ γματος εἰκαιότητα, καὶ μόνην τὴν ἐν σκιαῖς λα‐ τρείαν, οὐ καλὰ τὰ προστάγματα, ἀλλ’ οὐδὲ ζωῆς
30τῆς αἰωνίου πρόξενα. Δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ, κατὰ τὸ γεγραμμένον. Ἰδοὺ τὸ γάλα κατεσθίετε. (Cat. f. 224.) Ἐξαιτοῦντες γὰρ κατὰ τὸν νόμον δεκάτας, ἀπαρχὰς, εὐχαριστήρια, καὶ ταῖς ἐκ λαῶν
35δωροφορίαις ἐντρυφῶντες ἀσώτως, οὐδένα τῆς σωτη‐ ρίας αὐτῶν ἐποιοῦντο λόγον. Καὶ οὐχ ἱκανὸν ὑμῖν ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε; (Cat. f. 224. b.) Νομομαθεῖς γὰρ ὄντες οἱ ἐξ αἵ‐
40ματος Λευὶ, καὶ καλλίστην ὥσπερ νομὴν, λεπτὸν δὲ καὶ διειδὲς ἔχοντες ὕδωρ τὴν διὰ Μωϋσέως παίδευ‐ σιν οὐκ ἀνικάνως ἔχουσαν ποδηγεῖν εἰς ἀλήθειαν, κατεπάτουν τρόπον τινὰ τὴν νομήν· συνετάραττον δὲ καὶ τὸ ὕδωρ, παχεῖάν τινα καὶ ὑλώδη καὶ γαιώ‐
45δους ἀκαθαρσίας ἀνάπλεων παρατιθέντες διδασκα‐ λίαν τοῖς ἐν τάξει προβάτων ἀκολουθοῦσιν αὐτοῖς ὡς κριοῖς. Καὶ ἀναστήσω ἐπ’ αὐτοὺς ποιμένα ἕνα ... τὸν δοῦλόν μου Δαβίδ.

70

.

1460

(50)

(Cat. f. 225.) Ὅτι δὲ περὶ Χριστοῦ τὰ τοιαῦτά φησιν, ἀταλαίπωρον ἰδεῖν· προτετελευτηκότος γὰρ ἤδη τοῦ μακαρίου Δαβὶδ καὶ ἐν τάφοις ἤδη κειμένου, προεφήτευσε μὲν ὁ μακάριος Ἰεζεκιήλ. Ἐποιεῖτο δὲ τὴν ὑπόσχεσιν ὁ Θεὸς καὶ Πατὴρ ὡς ἐσομένην κατὰ
55καιροὺς, καὶ οὐχ ὡς ἤδη τετελεσμένην· ἐπὶ γὰρ τοῖς ἐσομένοις αἱ ὑποσχέσεις, οὐκέτι τοῖς ἤδη πε‐
πραγμένοις.1459