TLG 4090 105 :: CYRILLUS :: Fragmentum in librum Baruch (in catenis) CYRILLUS Theol. Fragmentum in librum Baruch (in catenis) Citation: Volume — page — (line) | ||
8t | IN LIBRUM BARUCH. | |
---|---|---|
10 | Ὅτι σὺ καθήμενος εἰς τὸν αἰῶνα. Ἀεὶ γὰρ καὶ ἐν παντὶ χρόνῳ φθαρτή ἐστιν ἡ πε‐ ποιημένη φύσις, καὶ τῶν γεννητῶν ἐν τούτοις τὸ μέτρον. Κάθηται δὲ ἡ πάντων τεχνῖτις καὶ δημιουρ‐ γὸς σοφία, τουτέστιν ἀκλόνητον ἔχει τὴν ἐν ταυτό‐ | |
15 | τητι διαμονήν. Καὶ πάλιν· Ἡμῶν γὰρ κάθισις ἐν τούτοις τὸ ἀκράδαντόν τε καὶ ἱδρυμένον τῆς ὑπ‐ άρξεως, καὶ διαμονῆς τῆς ἀνωτάτω πασῶν οὐσίας ὑποδηλοῖ· τὸ δὲ, ἡμᾶς ἀπόλλυσθαι τὸν αἰῶνα, τὸ εἶναι φθαρτοὺς κατὰ πάντα καιρὸν, τό γε ἧκον εἰς | |
20 | τὸν τοῦ πεποιῆσθαι λόγον· εἴπερ ἐστὶν ἀληθὲς ὅτι πᾶν τὸ ἐν γενέσει, καὶ παρενεχθὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι, πάντη τε καὶ πάντως ὑπόκειται τῇ | |
φθορᾷ. | 1457 |