TLG 4090 103 :: CYRILLUS :: Commentarius in Isaiam prophetam CYRILLUS Theol. Commentarius in Isaiam prophetam Citation: Volume — page — (line) | ||
70.9(1t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
2t | ΚΥΡΙΛΛΟΥ | |
---|---|---|
3t | ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ | |
4t | ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ | |
5t | ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΗΣΑΙΑΝ. | |
6t | ΒΙΒΛΙΟΝ Αʹ. ΛΟΓΟΙ ΕΞʹ. | |
11t | [ΠΡΟΟΙΜΙΟΝ.] | |
12 | Ἀσυμφανὴς μὲν ἀεὶ τῶν ἁγίων προφητῶν ὁ λόγος, μεμέστωται δὲ τῶν κεκρυμμένων ἐννοιῶν, καὶ μυ‐ στηρίων ἡμῖν τῶν θείων ὠδίνει προαγόρευσιν. Τέ‐ | |
15 | λος γὰρ νόμου, καὶ προφητῶν ὁ Χριστὸς, καθὼς γέ‐ γραπται. Χρῆναι δὲ φημὶ, τοὺς ἐθέλοντας διατρανοῦν τὰ οὕτως ἰσχνὰ, καὶ αἰνιγματώδη τῶν θεωρημάτων πλάτη διανοίας ὄμματι περιαθρεῖν ἐπείγεσθαι, καὶ μάλα εὐφρόνως τοῦτο μὲν, τῆς ἱστορίας τὸ ἀκριβὲς, | |
20 | τοῦτο δὲ, τῆς πνευματικῆς θεωρίας τὴν ἀπόδοσιν, ἵνα πανταχόθεν τοῖς ἐντευξομένοις ἐκβαίη τὸ ὠφε‐ λοῦν, καὶ ἡ τῆς τῶν προκειμένων ἐννοίας διασάφησις οὐδὲν ἔχουσα τὸ ἐνδεὲς διαφαίνοιτο. Οἶδα μὲν οὖν ὅτι φθάσαντές τινες προγεγράφασιν εἰς ταῦτα, καὶ μα‐ | |
25 | κροὺς ἡμῖν περὶ αὐτῶν ἐποιήσαντο λόγους· ἀπόχρη δὲ οἶμαι τουτὶ, καὶ πρός γε τὸ δεῖν ἑτέροις ὄκνου πρόφασιν οὐκ ἀγεννῆ παρασχεῖν, ἀναπεῖσαί τε σιω‐ πῆσαι ἑλέσθαι μᾶλλον, οἷς ἕτεροι προειρήκασιν ἐπει‐ πεῖν καινὸν μὲν οὐδὲν, ταυτοεπεῖν δὲ μᾶλλον, καὶ διὰ | |
30 | τῶν αὐτῶν ἰέναι θεωρημάτων. Ἐπειδὴ δὲ κἂν τοῦτο συμβαίνῃ παθεῖν, τὸ λυποῦν ἂν εἴη παντελῶς οὐδὲν, καὶ διὰ τῆς τῶν πλειόνων συμφωνίας ἐμπεδοῦσθαι πρὸς ἀλήθειαν τοὺς ἀκροωμένους, ὄκνου κρείττονα | |
γενέσθαι καὶ νῦν ἐμαυτὸν ἀναπείθω, τὸν ἐπ’ ἀγαθοῖς | 9 | |
70.12 | σπουδάσμασιν ἱδρῶτα καὶ πόνον τῆς ἐν τῷ ῥέγχειν ἀργείας ἀμείνω τε εἶναι πεπιστευκὼς, καὶ οὐκ εἰσ‐ άπαν ἀπειρηκὼς τὴν ἐλπίδα, τοῦ καὶ ἔσθ’ ὅτε καινὸν καὶ ἐξηλλαγμένον προσευρεῖν τι δύνασθαι, κατευρύ‐ | |
5 | νοντος Θεοῦ τὴν ἔν γε τοῖς θεωρήμασι τρίβον. Γέ‐ γραπται γὰρ, ὅτι «Πλατεῖα ἡ ἐντολή σου σφόδρα.» Προφητεύει τοίνυν ὁ μακάριος Ἡσαΐας ἐν καιροῖς βασιλείας Ὀχοζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου. Καὶ φέρε τῶν ἑκάστου καιρῶν διαμνημο‐ | |
10 | νεύσωμεν, διεβίω τε ὅπως ἐπιδρομάδην λέγωμεν. Εἰσόμεθα γὰρ ἐντεῦθεν, ὅτι τοῖς δρωμένοις κατὰ και‐ ροὺς πρέπων τέ ἐστι καὶ ἁρμοδιώτατος τῆς προφη‐ τείας ὁ λόγος. Γέγονε τοίνυν εὐσεβὴς ἀνὴρ ὁ Ὀζίας, ὁ καὶ Ὀχοζίας, προβέβηκε δὴ ὁμοῦ δόξης τε καὶ | |
15 | ἰσχύος εἰς τοῦτο, ὡς κατακρατῆσαι τῶν ἐθνῶν τῶν προσηκόντων τὴν Ἰουδαίαν, καὶ μὴν καὶ δασμοὺς ἐπιθεῖναι πολλοῖς, καὶ σκήπτροις ἰδίοις ὡς ἐξ ἀνάγκης ὑπενεγκεῖν, ἀναδείμασθαί τε πόλεις, καὶ προσλαβεῖν ἑτέρας, καὶ συνάψαι τοῖς ὁρίοις τῆς Ἰουδαίων γῆς. | |
20 | Εἶτά τι πέπονθε τῶν ἀνθρωπίνων. Ἀπὸ γάρ τοι τῆς ἄγαν τρυφῆς, καὶ τῇ τῆς εὐκλείας ὑπεροχῇ νενικη‐ μένος, τρόπον τινὰ πεφρόνηκεν ὑψηλὰ, καὶ τῇ τῆς ὑπεροψίας νόσῳ κεκρατημένος, καὶ αὐτοῦ τοῦ θείου κατεξανέστη νόμου. ᾨήθη γὰρ δεῖν καὶ τοῖς τῆς | |
25 | θείας ἱερωσύνης αὐχήμασιν ἑαυτὸν στεφανοῦν. Ἐπ‐ εχείρησε γὰρ εἰς τὸν θεῖον εἰσελάσαι ναὸν, αὐτὸς δὲ δι’ ἑαυτοῦ θυμιᾷν τῷ Θεῷ καὶ πληροῦν ἐκνόμως τὰ νενομισμένα. Ταύτης ἕνεκα τῆς αἰτίας λελέπρωται παραχρῆμα, καὶ ἦν ἀτιμότατος· μιαρὸς γὰρ κατὰ | |
30 | νόμον ὁ τῷ τῆς λέπρας πάθει κατισχυμένος. Εἶτα διαδέχεται τὴν τοῦ Ὀζίου βασιλείαν ὁ ἐξ αὐτοῦ γε‐ γονὼς Ἰωάθαμ, φιλόθεος μὲν ἀνὴρ, πλὴν οὐκ ἐξῇρε, φησὶ, τὰ ὑψηλὰ, ἀλλ’ ἔθυον ἔτι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν οἱ ἐξ Ἰσραὴλ, ὄρη τε καὶ βουνοὺς καταλαμ‐ | |
35 | βάνοντες, ὑποκάτω δρυὸς, καὶ λεύκης, καὶ δένδρου σκιάζοντος, καθά φησιν Ὠσηὲ, ὅτι καλὸν σκέπη. Τελευτήσαντος δὲ Ἰωάθαμ διαδέχεται τὸ σκῆπτρον ὁ Ἄχαζ ἀνὴρ βδελυρώτατος, καὶ θεομισὴς, καὶ τῆς εἰς ἄκρον φαυλότητος ἡκούσης ἔμπλεως. Οὗτος καὶ αὐ‐ | |
40 | τὸν τὸν θεῖον ἔκλεισε ναὸν, καὶ ταῖς κατὰ νόμον θυ‐ σίαις οὐκ ἠφίει καταγεραίρεσθαι τὸν τῶν ὅλων Θεὸν, κεκώλυκε δὲ καὶ τὰς ἐξ ἔθους τῶν Ἰουδαίων ἑορτὰς, καὶ ἐν παντὶ τόπῳ τῆς Ἱερουσαλὴμ βωμοὺς ἀναστή‐ σας προσκυνεῖν ἐκέλευε τὰ χειρόκμητα, καὶ λατρεύειν | |
45 | τὴν στρατιὰν τοῦ οὐρανοῦ· καὶ μὴν καὶ τὰ ἴδια τέκνα διήγαγεν ἐν πυρὶ, τουτέστι, κατέκαυσεν εἰς θυσίαν τοῖς ἀκαθάρτοις δαίμοσι, καὶ ἁπαξαπλῶς εἰπεῖν, τρόπος αὐτῷ δυσσεβείας ἀνεπιτήδευτος ἦν οὐδείς. Εἶτα μετὰ τοῦτον βεβασίλευκεν Ἐζεχίας ἀνὴρ εὐσε‐ | |
70.12(50) | βὴς καὶ φιλόθεος, καὶ δικαιοσύνης πρύτανις, καὶ παν‐ τὸς ἀγαθοῦ ζηλωτὴς, καὶ τῶν θείων θελημάτων ἐργάτης. Οὗτος τοῦ Ἄχαζ παρανομήμασιν πᾶν πράτ‐ τεσθαί τε καὶ ἰσχύειν ἐκέλευεν· ἀνῆκε μὲν γὰρ τὰς τοῦ ναοῦ θύρας, εἶτα θυσίας, καὶ σπονδὰς διετύπου | |
55 | προσάγεσθαι τῷ Θεῷ, καὶ ταῖς κατὰ νόμον ἱερουρ‐ | |
γίαις γεραίρεσθαι· καὶ μὴν καὶ δίχα χρόνων μακρῶν | 11 | |
70.13 | τὸν ἐπὶ τῷ Πάσχα νόμον ἀνανεώσασθαι ὁρᾶται. Κα‐ θεῖλε τεμένη, καὶ βωμοὺς, καὶ χειρόκμητα, γνώστας τε καὶ ψευδομάντεις, καὶ τὰς τῶν ἐπῳδῶν ἀγέλας ἠρεμεῖν ἐκέλευσε, καὶ ἦν ἀνὴρ ἀγαθὸς ἐν ὀφθαλμοῖς | |
5 | τοῦ Θεοῦ. Οὐκοῦν ἐπειδήπερ ἐν καιροῖς βασιλείας τῶν ἀρτίως ἡμῖν εἰρημένων, ποτὲ μὲν ὠξύνετο πρὸς ὀργὰς ὁ τῶν ὅλων Θεὸς, εἰδωλολατροῦντος τοῦ Ἰσραήλ· ποτὲ δὲ καὶ ἐμαλάσσετο πρὸς τὸ ἥμερον, μεταπλατ‐ τομένου πρὸς εὐσέβειαν διὰ τῆς τοῦ κρατοῦντος ἐπιει‐ | |
10 | κείας· ταύτῃ τοι μέμικται τῆς προφητείας ὁ λόγος, καὶ πλείστην μὲν ὅσην ἔσθ’ ὅτε ποιεῖται τὴν ἀπειλὴν, ὡς δυσσεβοῦντος τοῦ Ἰσραὴλ, ὑποσχέσεως δὲ τῆς ἐπ’ ἀγαθοῖς εἰσκομίζει λόγον. Διαμέμνηται δὲ παν‐ ταχοῦ τῆς διὰ τοῦ Χριστοῦ λυτρώσεως, καὶ φησὶν | |
15 | ὅτι κατὰ καιροὺς μὲν ἔσται τῆς πρὸς Θεὸν οἰκειότη‐ τος ἀπόπεμπτος ὁ Ἰσραὴλ, εἰσδεχθήσεται δὲ τῶν ἐθνῶν ἡ πληθὺς δικαιουμένη διὰ τῆς πίστεως τῆς ἐν Χριστῷ. Ὥστε μοι δοκεῖ στεφανοῦν εὖ μάλα τὸν μα‐ κάριον προφήτην Ἡσαΐαν, οὐχὶ τῇ τῆς προφητείας | |
20 | χάριτι μόνῃ, ἀλλὰ γὰρ καὶ τοῖς ἀποστολικοῖς αὐχή‐ μασιν. Ἐν ταὐτῷ γὰρ ἔστιν προφήτης τε ἅμα, καὶ ἀπόστολος, καὶ τῆς τῶν εὐαγγελικῶν κηρυγμάτων φαιδρότητος οὐκ ἠμοιρηκότας τοὺς τῆς ἑαυτοῦ συγγραφῆς ποιήσεται λόγους. | |
23t | ΛΟΓΟΣ Αʹ. | |
24 | Ὅρασις ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, ἣν εἶδε | |
25 | κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλὴμ ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας. Οὐκ ἂν οἶμαι διαψεύσαιτό τις ἐκεῖνο εἰπὼν περὶ τῶν ἁγίων προφητῶν, ὡς οὐ μόνην ἐδέχοντο τῶν | |
30 | ἐσομένων τὴν γνῶσιν, καταλαμπρύνοντος τὸ χρῆμα αὐτοῖς τοῦ ἁγίου Πνεύματος, καὶ ἐνηχοῦντος εἰς νοῦν, ἀλλὰ γὰρ καὶ αὐτῶν ἔσθ’ ὅτε τῶν πραγμάτων εἰπὼν ὅτι ἐγίνοντο θεωροί. Ἔοικε τοίνυν ὁ μακάριος προφή‐ της Ἡσαΐας τοῖς τῆς διανοίας ὄμμασι τὰ κατὰ και‐ | |
35 | ροὺς ἐσόμενα κατὰ τῆς Ἰουδαίας τεθεᾶσθαι πάθη, τοῦτο μὲν τὰς τῶν πολεμίων φάλαγγας καταδῃούσας τὴν γῆν, τοῦτο δὲ τὰς πόλεις ἠρημωμένας, καὶ οἴ‐ κους ἐμπιπραμένους, καὶ ὅσα τοῖς τοῦ πολέμου νόμοις πράττεται παρ’ ἐχθρῶν ταύτῃ τοι προγέγραπται τῆς | |
40 | προφητείας· «Ὅρασις ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ.» Ἐπι‐ σημαίνεται δὲ χρησίμως τοὺς τῶν βασιλέων καιροὺς, ἵνα φαίνηται Θεὸς προσφόρως τοῖς ἑκάστου τρόποις τὰ ἐν τῷ προφήτῃ λαλῶν. | |
45 | Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν, Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. | |
70.13(50) | Τί τὸ χρῆμα, τίς ὁ λόγος, καὶ τί ἂν βούλοιτο δη‐ λοῦν περιαθρεῖν ἀναγκαῖον. Διαμαρτύρεται γὰρ ὥσ‐ περ οὐρανόν τε καὶ γῆν ὁ μακάριος προφήτης, καὶ τοῦτο πράττων οὐκ ἀθεεὶ, πλὴν, οὐκ ἰδίους, Θεοῦ δὲ μᾶλλον εἶναι τοὺς λόγους φησίν. Ὅτι πάντη τε καὶ | |
55 | πάντως πρὸς πέρας ἐκβήσονται διὰ τούτου σημαί‐ νων, καὶ τοῖς τοῦ παθεῖν δείμασι καταπτοῶν τοὺς ἀκροωμένους. Ἀμήχανον γὰρ ψευδοεπῆσαι Θεόν· ὁμοῦ δὲ κἀκεῖνο, καθάπερ ἐγᾦμαι, κατασκευάζων. | |
Ἐπειδὴ γὰρ ἔμελλεν τὰς κατὰ τῆς Ἰουδαίας καὶ | 13 | |
70.16 | Ἱερουσαλὴμ προαγορεύσεις ποιεῖσθαι, καὶ τὰ λόγου παντὸς ἐπέκεινα προκαταμηνύσειν πάθη, καὶ τὰς ἀνηκέστους συμφορὰς, οὐκ ἠγνόησεν ὅτι πάντη τε καὶ πάντως ἀκονηθήσονται πρὸς ὀργὰς οἱ πρὸς οὓς ὁ | |
5 | λόγος. Κύριον τοίνυν τὰ τοιάδε πρὸς αὐτοὺς λαλῆσαί φησιν, τὸν τῶν ἀνοσίων θυμὸν εὐτεχνέστατα δι‐ ωθούμενος, καὶ οἷον ἐκδυσωπῶν τὰς ἀδίκους ὀργάς. Εἰ γὰρ παρελήφθη μεσίτης καὶ διάκονος, καὶ τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ διαπορθμεύοι λόγους, πῶς ἂν | |
10 | ἐπ’ αὐτῷ δικαίως ὀργίζοιτό τις; μᾶλλον δὲ, πῶς οὐχὶ κατὰ Θεοῦ τοῦ λελαληκότος τὰ ἐξ ὀργῆς γένοιτ’ ἂν δυσσεβῆ τολμήματα. Διαμαρτύρεται τοίνυν σφό‐ δρα εἰκότως οὐρανόν τε καὶ γῆν; Ἐπειδὴ γὰρ ἔμελλε τὰς κατὰ τοῦ Ἰσραὴλ ποιεῖσθαι μομφὰς, καὶ ἀγγέ‐ | |
15 | λους εἰδέναι βούλεται τοὺς κατ’ οὐρανὸν, καὶ αὐτὴν δὲ τὴν σύμπασαν γῆν, τῆς ἐκείνου δυσσεβείας τοὺς τρόπους, ἵνα μή τις οἴηται κεκινῆσθαι μάτην ἢ καὶ προαλῶσι ἐπὶ μικροῖς τε καὶ εὐτελεστάτοις πταίσμα‐ σιν, ἀπόβλητον ποιεῖσθαι τὸν ἠγαπημένον, καὶ εἰς | |
20 | κλῆρον αὐτῷ τεθέντα λαὸν, καὶ τὸ πάλαι διὰ πολλῆς ἄγαν ἰσχύος, τῆς τῶν Αἰγυπτίων πλεονεξίας ἐξῃρη‐ μένον. Ἠλέησε μὲν γὰρ ὡς ἀδικούμενον παρά τε τὸ εἰκὸς, καὶ τὴν τοῖς πατράσι πρέπουσάν τε καὶ ἐνοῦ‐ σαν εὐγένειαν, ἀβουλήτῳ θητείᾳ κατηχθισμένους. | |
25 | Ἐπειδὴ δὲ ἀντέπραττον οἱ πλεονεκτήσαντες, ἐκολά‐ ζοντο πικρῶς, πάντα τρόπον αὐτοῖς αἰκίας ἐπιῤῥι‐ πτοῦντος Θεοῦ. Ὥσπερ τοίνυν ἐπισημοτάτη γέγονεν ἡ πρόσληψις τοῖς ἐξ Ἰσραὴλ, οὕτω βούλεται καὶ τὸν τῆς ἀποβολῆς μὴ ἀγνοεῖσθαι τρόπον. Εἰ δὲ δὴ βού‐ | |
30 | λοιντό τινες καὶ αὐτὰ καλεῖσθαι τὰ στοιχεῖα διὰ τῆς τοῦ προφήτου φωνῆς, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος λόγου τῶν ἐννοιῶν ἡ δύναμις, ἐκεῖνο διεσκεμμένοις. Ἐλυτροῦτο μὲν γὰρ, ὡς ἔφην, τῆς Αἰγυπτίων ἀνο‐ σιότητος διὰ Μωσέως ὁ Ἰσραήλ. Ἐπειδὴ δὲ τοῖς τοῦ | |
35 | Θεοῦ νεύμασιν ἀνοσίως ἀντανιστάμενος ἔφασκεν ὁ Φαραὼ, Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἀποστελῶ, συνωπλίζετο τῷ ἰδίῳ δεσπότῃ κατὰ τῶν ἀπεχθούντων ἡ κτίσις. Ἄνωθεν μὲν γὰρ καὶ ἐξ οὐ‐ ρανοῦ πλεῖστά τε ὅσα καὶ περιφανῆ γεγόνασι σημεῖα, | |
40 | πλεῖστα δὲ ὁμοίως καὶ οὐκ ἀθαύμαστα ἐν αὐτῇ τῇ γῇ. Ὁ μὲν γὰρ οὐρανὸς καθίει τὴν χάλαζαν, ἡ δὲ γῆ βατράχους ἐξέῤῥιψε, καθὰ γέγραπται· καὶ τὸ μὲν ὕδωρ εἰς αἷμα μετεσκευάζετο, αἰθάλης δὲ καμιναίας κατασκιδναμένης, καὶ τὸν ἀέρα θολούσης, ἕλκη καὶ | |
45 | φλυκτίδες ἀναζέουσαι τοῖς ἐν πάντων συνέβαινε σώ‐ μασιν. Ὡς οὖν καὶ αὐτῶν τῶν στοιχείων μονονουχὶ μάτην ἐπὶ τοῖς λελυτρωμένοις πεπονηκότων, «Ἄκουε, οὐρανὲ, φησὶν, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλη‐ σεν.» Προσβαλοῦμεν δὲ καὶ ἑτέρως ταῖς τῶν προ‐ | |
70.16(50) | κειμένων ἐννοίαις. Ἀτιμήσαντες μὲν γὰρ τὴν διὰ νόμου παίδευσιν οἱ ἐξ Ἰσραὴλ, καὶ τῶν σωτηρίων μαθημάτων ὀλιγωρήσαντες τὸν ἕνα τε καὶ φύσει καταλελοιπότες Θεὸν τοῖς ἀκαθάρτοις δαίμοσιν τὰς θεραπείας προσῆγον ἐν ὄρεσι καὶ βουνοῖς, καὶ ἐν ταῖς | |
55 | εὐδενδροτάταις φάραγξιν τεθυμιάκασί τε καὶ προσ‐ κεκυνήκασι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. Καὶ ἠγα‐ νάκτει μὲν ἐπὶ τούτοις, καὶ μάλα εἰκότως, ὁ τῶν | |
ὅλων Θεὸς, ἔφη δὲ πρὸς ἕνα τῶν ἁγίων προφητῶν· | 15 | |
70.17 | «Ἀνάστηθι καὶ κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτω‐ σαν οἱ βουνοὶ τὴν φωνήν σου. Ἀκούσατε, βουνοὶ, τὴν κρίσιν τοῦ Κυρίου, καὶ αἱ φάραγγες, θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ | |
5 | μετὰ τοῦ Ἰσραὴλ διελεγχθήσεται.» Καὶ οὔτι που φα‐ μὲν ὅτι πρός γε τὰ ὄρη καὶ τοὺς βουνοὺς γέγονεν ἡ κρίσις τῷ Κυρίῳ διὰ τῆς τοῦ προφήτου φωνῆς, ἐδι‐ κάζετο δὲ μᾶλλον τῷ πρὸς αὐτὴν τὴν ἀσέβειαν τοῦ Ἰσραὴλ τοῖς ἐν τοῖς ὄρεσι καὶ βουνοῖς καὶ νάπαις. | |
10 | Ἠλέγχετο γὰρ ἀμετρίως δεδυσσεβηκὼς, καὶ βωμοὺς καὶ τεμένη κατασκευάσας ἐκεῖ τοῖς ἀκαθάρτοις δαί‐ μοσιν. Οὐκοῦν ἐπειδήπερ οἱ ἐξ Ἰσραὴλ τῆς εἰς Θεὸν αἰδοῦς ἀλογήσαντες προσεκύνησαν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, ἡλίῳ τε φημὶ καὶ σελήνῃ, δεχόμενοι δὲ καὶ | |
15 | τὴν ἐκ γῆς ὕλην, ξύλα τέ φημι καὶ λίθους, ἐποίησαν ἑαυτοῖς εἴδωλα κατὰ τὸ ἑκάστῳ δοκοῦν, οἰκονομώτατα λίαν τὴν ἐν τούτοις αὐτῶν ἀσέβειαν ὑπαινίττεται, καὶ οἷον εἰς ἔλεγχον καὶ ἀπόδειξιν οὐρανόν τε καὶ γῆν εἰς μέσον ὥσπερ παρακομίζει λέγων, «Ἄκουε, οὐρανὲ, | |
20 | καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν,» Καὶ καθ’ ἕτερον δὲ τρόπον, πολλοὺς εἶναι φαμὲν τοὺς πατέρας ἐν οὐρανῷ, τοὺς πνευματικοὺς δῆλον ὅτι· πολλοὺς δὲ ὁμοίως καὶ ἐπὶ τῆς γῆς, τοῦτο μὲν σαρκικοὺς, τοῦτο δὲ πνευματικούς. Ἀλλὰ τούτοις μὲν ἅπασι τοῖς πα‐ | |
25 | τράσι τοῖς ἄνω τε καὶ κάτω παρὰ τῶν ὑπὸ χεῖρα τέ‐ κνων προσάγονται τιμαί. Χαίρουσι δὲ λίαν οἱ τετιμη‐ μένοι, καὶ οὐδείς ἐστιν ἐν αὐτοῖς, ὃς οὐ πάντῃ τε καὶ πάντως ποιεῖται δυσφόρητον τὸ ἀχαριστεῖσθαι παρὰ τῶν τέκνων. Ὃ δὴ πεπονθὼς ὁ τῶν ὅλων Θεὸς, τούς | |
30 | τε ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς πατέρας διαμαρτύρε‐ ται λέγων· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Εἰσδεχθεὶς γὰρ ὁ Ἰσραὴλ διὰ τῆς χάριτος, καὶ τῆς τοῖς τέκνοις πρεπούσης | |
35 | ἠξιωμένος φειδοῦς, γεγεννῆσθαι λέγεται παρὰ Θεοῦ, τῆς ἀληθοῦς καὶ πνευματικῆς ἀναγεννήσεως ἐφ’ ἡμῖν ἐκπεπερασμένης. Διὰ πίστεως δὲ δῆλον ὅτι τῆς ἐν Χριστῷ· γεγεννήμεθα γὰρ ἐξ ὕδατος καὶ πνεύ‐ ματος, καὶ δέδοται μὲν τοῖς ἀρχαιοτέροις πνεῦμα | |
40 | δουλείας, εἰ καὶ πρωτότοκος ἦν καὶ ὠνόμασται λαός. Ἡμῖν δὲ, τῆς υἱοθεσίας ὄνομά τε καὶ πνεῦμα, κε‐ χάρισται ὁ Θεός. «Ὅτι γάρ ἐστε,» φησὶν, «υἱοὶ, ἐξαπ‐ έστειλεν ὁ Θεὸς τὸ πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὰς καρδίας ὑμῶν, κράζον Ἀββὰ ὁ πατήρ.» Γεγέννηκα | |
45 | γὰρ, φησὶν, υἱοὺς, καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ γὰρ καὶ ὕψωσα, τοῦτ’ ἔστιν, ἀνέθρεψα. Τοῦτο γὰρ ἡ τῶν ἑτέρων μηνυτῶν ἐπίδοσις ἔχει. Λελυτρωμένος γὰρ ὁ Ἰσραὴλ, οὐκ ἀνεπικούρητος ἦν μετὰ τοῦτο, καὶ ἀγάπης ἔρημος τῆς παρὰ Θεοῦ. Τέθραπτο γὰρ κα‐ | |
70.17(50) | θάπερ τις υἱὸς ἐκ φιλόπαιδος ἀληθῶς καὶ φιλοστορ‐ γωτάτου πατρός. «Ἄρτον γὰρ οὐρανοῦ,» φησὶν, «ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος.» Ἐτρέφετο δὲ ἑτέρως καὶ εἰς εὐεξίαν πνευματικὴν διὰ τῆς ἐννόμως σοφίας καὶ προφητικῶν παιδευμά‐ | |
55 | των, ἀποκομιζόντων ἀστείως εἰς ἐπίγνωσιν ἀλη‐ θείας, τοῦτ’ ἔστι Χριστοῦ. Γράφει γοῦν ὁ Παῦλος, | |
«Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν.» | 17 | |
70.20 | Ἀλλ’ ἠθέτησε τὸν γεννήσαντα. Καὶ τίς ὁ τῆς ἀθε‐ τήσεως τρόπος εἴη ἄν; ἐτράπετο γὰρ εἴς γε τὸ θέ‐ λειν τοῖς μὴ φύσει λατρεύειν θεοῖς, νενόσηκε δὲ καὶ ἑτέρως, πολὺ τὸ ἐξήνιον, καὶ τὸ ἔτι τούτων εἰς ἀτο‐ | |
5 | πίαν ἐπέκεινα, οὔτε αὐτὴν μεμίμηται τῶν ἀλόγων ζώων τὴν εὔνοιαν, ἣν ἂν ἔχοιεν ἐκεῖνα πρὸς τοὺς δεσπότας. Ταύτῃ τοι φησίν· «Ἔγνω βοῦς τὸν κτη‐ σάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν.» | |
10 | Ἄνθρωπος μὲν γὰρ εἰ ἐκπρίαιτο βοῦν, ἕξει δὴ πάν‐ τως αὐτὸν εἰς τὰ τῆς γεωπονίας ἔργα χρησιμώτα‐ τον, τοῦτο μὲν ἀροῦν, εἰ ἕλοιτο, τὴν γῆν, τοῦτο δὲ εἰς τὴν ἅλω καταλεπτύνειν, καὶ ἀποκρίνειν τοῦ σί‐ του τὸ ἄχυρον. Εἰ δὲ δή τις πρίαιτο καὶ ὄνον, φυσι‐ | |
15 | κοῖς καὶ αὐτὸς κινήμασιν καλεῖται πρὸς εὐπείθειαν, καὶ οἷόν τινα τῶν ἐν φάτναις αὐτῷ κειμένων ἀντί‐ δοσιν ποιεῖται τὴν ὑπόταξιν. Ἀχθοφορεῖ γὰρ ἑκὼν, καὶ τὸν τοῦ δεσπότου μερίζεται πόνον. Ἀλλὰ ταυτὶ μὲν ἐν τούτοις. Ὁ δὲ σοφὸς Ἰσραὴλ ἐν νόμῳ παιδα‐ | |
20 | γωγούμενος, ἐπὶ τὸ δεῖν εἰδέναι τὸ ὠφελοῦν ὁ τὴν τοῦ Θεοῦ δόξαν διὰ πολλῶν καὶ ἀξιαγάστων σημείων ἐκμεμαθηκὼς, ὄνου καὶ βοὸς κατόπιν ἔρχεται, καὶ τῆς τῶν ἀλόγων ἐπιεικείας ἡττώμενος ἠγνόηκε τὸν δεσπότην. Εὖ δὲ δὴ σφόδρα τὸ, οὐκ ἔγνω, φησὶν, οὐ | |
25 | συνῆκεν. Καίτοι γὰρ μεμαθηκὼς, ὡς ἔφην, τὴν τοῦ Θεοῦ δόξαν, καὶ διὰ τὸ ἀπονεῦσαι λίαν εἰς ἀχάλινον ἐκτροπὴν, ἐν ἴσῳ γέγονεν τῷ ἠγνοηκότι. Εἰ γὰρ μὴ τοῦτό ἐστιν ἀληθῶς, οὐκ ἂν ἔφη τῷ ξύλῳ, «Θεός μου εἶ σύ·» καὶ τῷ λίθῳ, «Σὺ ἐγέννησάς με.» | |
30 | Ὅθεν «ἐξέστη,» φησὶν, «ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος. Ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου, ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν αὐτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.» | |
35 | Πρέποι δ’ ἂν καὶ αὐτῷ τῷ Χριστῷ τὸ φάναι περὶ αὐτῶν, τὸ, Ἰσραὴλ δὲ οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. Γέγονε μὲν γὰρ καὶ ἡ πάλαι λύτρωσις δι’ αὐτοῦ. Τέθειται δὲ καὶ ὁ νόμος μέχρι καιροῦ διορθώ‐ σεως, καθὰ γέγραπται. Ἐπειδὴ δὲ ... ἀνέφικτον | |
40 | δικαιοῦν ἡμᾶς δύνασθαι τὴν σκιὰν, ἐπέφανεν ἡμῖν μετὰ σαρκὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα δι‐ καιώσῃ τῇ πίστει τοὺς προσιόντας αὐτῷ, καὶ ἀπαλ‐ λάξῃ θανάτου καὶ ἁμαρτίας. Ἀλλ’ οὐ συνῆκεν αὐ‐ τὸν ὁ Ἰσραὴλ, καίτοι λέγοντος σαφῶς· «Ἀμὴν, ἀμὴν | |
45 | λέγω ὑμῖν, ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.» Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι· ἐγκατελείπετε τὸν | |
70.20(50) | Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. Τὸν τῆς ἀθετήσεως τρόπον εὖ μάλα διηγγελκὼς, καὶ τῆς ἐνούσης αὐτοῖς ἀλογίας παραδείξας τὸ μέ‐ γεθος, μεθίστησι παραχρῆμα τὸν λόγον, τοῦτο μὲν εἰς ταλανισμὸν ἐπ’ αὐτοῖς δηλονότι, τοῦτο δ’ αὖ | |
55 | πάλιν πρὸς ἐπίπληξιν. Πρέποι δ’ ἂν, οἶμαι, τῷ προ‐ φητικῷ προσώπῳ μάλιστα τὸν μονονουχὶ κατοι‐ | |
μώζειν αὐτοὺς, καὶ ἐκ πολλῆς ἄγαν φιλοθείας κατ‐ | 19 | |
70.21 | εξανίστασθαί τε καὶ λέγειν· Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνο‐ μοι. Ἕπεται γοῦν πάντως τοῖς ἀθετεῖν με θέλουσιν, τὸν ἁπάντων ἡμῖν ἀγαθῶν δωτῆρα Θεὸν, τὸ ἀναπό‐ | |
5 | νιπτον ἔχειν τὴν ἁμαρτίαν, καὶ πεφορτῖσθαι δεινοῖς ἀφύκτοις ἐγκλήμασιν. Νοσεῖ γάρ πως ἀεὶ ἡ ἀθέτησις τὴν ἀπόστασιν, τῆς εἰς πᾶν ὁτιοῦν τῶν ἐκ τόπων με‐ ταβολήν. Ταύτῃ τοι καὶ ἐπήγαγεν εὐθὺς τὸ, ἐγκατ‐ ελείπετε τὸν Κύριον. Σπέρμα δὲ ὀνομάζει πονηρὸν, | |
10 | οὐχ ὡς ὄντας, ἢ πεποιημένους κατὰ φύσιν τοιού‐ τους, ἀλλ’ ὅτι γεγόνασιν ἐκ πονηρῶν πατέρων υἱοὶ πονηροὶ, κατά γε τὴν Ἰωάννου φωνήν· ἔφη γὰρ καὶ αὐτοῖς τοῖς γραμματεῦσι καὶ Φαρισαίοις ἐρχομένοις ἐπὶ τὸ τῆς μετανοίας βάπτισμα, «γεννήματα ἐχιδ‐ | |
15 | νῶν.» Ἅγιοι μὲν γὰρ ὁμολογουμένως οἱ πρῶτοί τε καὶ ἐξ ἀρχῆς πατέρες, βδελυροὶ δὲ λίαν οἱ μετ’ ἐκεί‐ νους. Ἐντεθραμμένοις δὴ οὖν τοῖς τῶν πατέρων ἔθεσι, καὶ προγονικὴν ζηλοῦντας ἀνοσιότητα, σπέρμα πονηρὸν ὠνόμασεν εἰκότως. Ἐγκαταλελοίπασι γὰρ | |
20 | τὸν Κύριον, καὶ παροτρύνοντες οὐκ ἐπαύσαντο τὸν ἄγιον τοῦ Ἰσραὴλ, τουτέστι Χριστόν. Οὐ γὰρ συν‐ ῆκαν τὸ ἐπ’ αὐτῷ μυστήριον. Τοιγάρτοι καὶ μεμενή‐ κασιν ἐν πληρώματι τῶν ἰδίων ἁμαρτιῶν. Καὶ τοῦτο αὐτοῖς ἔφασκεν ὁ Χριστός· «Ἀμὴν, ἀμὴν λέγω | |
25 | ὑμῖν, ἐὰν μὴ πιστεύσητε, ὅτι ἐγὼ εἰμὶ, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Πλήρης τοίνυν ἁμαρτιῶν ὁ Ἰσραὴλ, καὶ εἰς τοῦτο λοιπὸν ἀφιγμένος φαυλότητος, ὡς πρέπειν αὐτῷ τὸ κολάζεσθαι δεῖν. Πεπληρώκασι γὰρ καὶ αὐτοὶ τὸ μέτρον τῶν ἰδίων | |
30 | πατέρων, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Μέχρι μὲν γάρ τινος καιροῦ καὶ μέτρου φορητὴν ποιεῖται ὁ Θεὸς τῶν πλημμελούντων τὴν καταφρόνησιν· ἀφ‐ ιγμένης δὲ ἤδη πρὸς πλήρωσιν τὴν ἐγνωσμένην αὐτῷ τῆς ἁμαρτίας, ἐπιφέρει τὰς δίκας, καὶ ἀναλόγως | |
35 | τοῖς πλημμελήμασι κολάζει τὸν ἀπειθῆ. Καὶ γοῦν ὁ προφήτης Ζαχαρίας μέτρον τεθεαμένος, ἤρετο μὲν τὸν μακάριον ἄγγελον, ὅ τι δὴ τοῦτό ἐστι τὸ μέτρον τὸ ἐκπορευόμενον. Ὁ δὲ πρὸς αὐτὸν, Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ. Μεμένηκε τοίνυν ἀναπότρι‐ | |
40 | πτον ἔχων τὴν ἁμαρτίαν ὁ Ἰσραὴλ, καὶ τὴν διὰ Χριστοῦ κάθαρσιν οὐκ ἠθέλησε λαβεῖν, ἀλλὰ γὰρ πρὸς τούτῳ καταλελοιπὼς αὐτὸν, διὰ τοῦ μήτε τὴν εἰς αὐτὸν προσήκασθαι πίστιν, εἰπεῖν τε πρὸς τούτῳ τὸ, Αἶρε, αἶρε, σταύρου αὐτὸν, καὶ, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; πᾶσα | |
45 | κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην· Ἀπὸ ποδῶν ἕως κεφαλῆς, οὐκ ἔστιν ἐπ’ αὐτοῖς ὁλοκληρία, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα; οὐκ ἔστιν μάλαγμα ἐπι‐ θεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. | |
70.21(50) | Ὡς ἐφ’ ἑνὸς σώματος τῶν Ἰουδαϊκῶν συστημά‐ των, μικρῶν τέ φημι καὶ μεγάλων, καὶ τῶν ἐν μεσότητι νοουμένων ποιεῖται τοὺς λόγους. Ἔοικε δὲ κεφαλὴν μὲν ὀνομάζειν, τὸν τοῖς βασιλείας αὐχή‐ μασιν εὐπρεπῆ. Καρδίαν δὲ, τὴν ἱερὰν καὶ ἀπό‐ | |
55 | λεκτον φυλὴν, τουτέστι τὴν Λευϊτικὴν, ὡς τῷ νόμῳ σεσοφισμένην, καὶ τοῦ παντὸς σώματος ἔχουσαν τὴν | |
φροντίδα. «Χείλη γὰρ ἱερέως,» φησὶν, «φυλάξεται | 21 | |
70.24 | κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐ‐ τοῦ.» Πόδας δὲ εἶναί φησι τοὺς ἐν ἐσχάτοις, καὶ οἷον κατωτάτω λαχόντας τάξιν ἐν τοῖς λαοῖς. Οὐκοῦν ἐπειδήπερ δύσοιστον μὲν ἤδη ταλαιπωρίαν ἡ τῶν | |
5 | Ἰουδαίων ὑπομεμένηκε γῆ, καταδῃούντων αὐτὴν, ὅτε μὲν Βαβυλωνίων, ὅτε δὲ τῶν προσοίκων ἐθνῶν, ἔμελλε καταπίμπρασθαι ταῖς Ῥωμαίων χερσὶν διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, καὶ ἀνατραπήσεσθαι μὲν ἡ παρ’ αὐτοῖς βασιλεία, κεκρατήκασι γὰρ αὐτῶν | |
10 | ἀλλογενεῖς, ἀπρακτήσειν δὲ παρ’ αὐτοῖς, καὶ τὰ τῆς ἱερωσύνης ἔργα, θυσιῶν ἀνατετραμμένων, καθ‐ ῃρημένου τοῦ ναοῦ, θυσιαστηρίων οὐκ ὄντων, οὔτε ἱερατείας, οὔτε δήλων, κατὰ τὴν τοῦ προφήτου φω‐ νὴν, ταύτῃ τοί φησι, Τί ἔτι πληγῆτε προστιθέντες | |
15 | ἀνομίαν; ἐπενήνεκται, φησὶν, ὑμῖν πᾶν εἶδος ὀργῆς, καὶ αἰκία παρὰ Θεοῦ, σκληρὰς καὶ ἀλλεπαλλήλους ἐξῄτησθε δίκας, ἀλλ’ οὐδὲν ἧττον ἐστὲ καταφρονη‐ ταὶ καὶ ἀνομίας σύντροφοι. Τί οὖν ἔτι πληγῆτε; ποῖον ὑμῖν αἰκίας ἀρκέσει μέτρον εἰς ἐπανόρθωσιν; | |
20 | τί δὲ ὅλως ἐπενεχθήσεται τῶν δεινῶν, ὃ μή πως συμβέβηκεν; πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην ἀπὸ ποδῶν ἕως κεφαλῆς. Οἱ μὲν γὰρ τὴν βασιλίδα τιμὴν λαχόντες πεπονήκασιν οὐ μετρίως, ἀντισχεῖν οὐκ ἔχοντες ταῖς τῶν πολεμίων | |
25 | ἐμβολαῖς. Λελύπηνται καὶ οἱ ἱερεῖς ἀργούσης ὡς ἔφην θυσίας. Ἐπλήττοντο δὲ καὶ οἱ πόδες, τουτέστιν οἱ τελευταῖοι καὶ κατώτατοι. Τοῦτο μὲν τοῖς τῶν πολεμίων ξίφεσι δαπανώμενοι, τοῦτο δὲ καὶ λιμοῖς τε καὶ ἀκαρπίαις κατατρυχόμενοι, καὶ τῆς ἀκράτου | |
30 | ταλαιπωρίας εἰς πεῖραν ἐνηνεγμένοι. Τοιγάρτοι φη‐ σὶν, Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτ’ ἔλαιον, οὔτε καταδέσμους. Ὅτ’ ἂν μὲν γὰρ σύμμετροί τινες τῷ ἀνθρωπίνῳ σώματι συμβαίνωσι πληγαὶ, καὶ καθ’ ἑνὸς ἴοι μέλους ἡ βλάβη, τοτηνικάδε χρήσιμα τῆς | |
35 | τῶν θεραπεύσειν εἰδότων ἐπιεικείας τὰ εὑρήματα, οἷον μάλαγμα, καὶ κατάδεσμοι, καὶ ἐλαίου χρίσις χολῶσα τὰ συντεινόμενα. Ὅταν δὲ δι’ ὅλον τὸ σῶμα νοσῇ, καὶ ἐφ’ ἑαυτῷ καταφθείρηται, ποῖος αὐτῷ θε‐ ραπείας ὀνίνησι τρόπος; νικᾷ γὰρ πάντως τῶν ἐκ | |
40 | τέχνης ἐπικουρημάτων τὴν δύναμιν, τῆς νόσου τὸ μέγεθος. Ἀνίατος τοιγαροῦν ἡ τῶν Ἰουδαίων πλη‐ θὺς περιπεσοῦσα τραύμασιν, καὶ ἀφορήτως νοσοῦσα τὰ ἐξ ὀργῆς, ἀπόλωλεν ὁλοτρόπως, μηδενὸς αὐτοῖς βοηθήσαντος τρόπου. Τοιγάρτοι ἔφασκον καὶ οἱ θε‐ | |
45 | σπέσιοι προφῆται· «Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη, ἐγκατελείπομεν αὐτήν.» Βαβυλῶνι γὰρ τῇ τῶν ἐθνῶν παρεικάζεται, καίτοι πόλις ἁγία κατωνομασμένη, διά τοι μάλιστα τὴν εἰς Χριστὸν ἀσέβειαν, ἢ καὶ ὅτι τῶν χειροποιήτων ἐνεπίμπλασαν | |
70.24(50) | αὐτὴν, ὡς κατ’ οὐδένα τρόπον τῇ Βαβυλωνίων παρα‐ χωρήσειν, ἣ καὶ ὠνόμασται γῆ τῶν γλυπτῶν. Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυ‐ στοι, τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλό‐ τριοι κατεσθίουσιν αὐτήν. Καὶ ἠρήμωται κατ‐ | |
55 | εστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. Τὸ ἀσαφέστερόν πως ἢ χρῆν εἰρῆσθαι δοκοῦν καθίστησιν ἐναργές. Τί γὰρ ἂν βούλοιτο δηλοῦν τὸ | |
οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε κατα‐ | 23 | |
70.25 | δέσμους· διερμηνεύει λευκῶς, ἠρημῶσθαι τὴν γῆν λέγων αὐτῶν, ἐμπρισθῆναι δὲ καὶ τὰς πόλεις καὶ ὑπόχειρα γενέσθαι τῶν ἐχθρῶν, καὶ τοῦτο ἀλλογε‐ νῶν, ὡς μονονουχὶ καὶ ἅπασαν ἐκ βάθρων αὐτῶν | |
5 | ἀνατετράφθαι. Πλειστάκις μὲν οὖν συμβέβηκεν ἁλῶ‐ ναι τὴν Ἰουδαίαν, ὑπό τε Ἀσσυρίων καὶ Αἰγυπτίων, Σύρων τε καὶ Μωαβιτῶν, Ἰδουμαίων τε καὶ τῶν καλουμένων Φιλιστιεὶμ, ἤτοι Παλαιστινῶν. Ἀλλὰ ὀλίγα παθοῦσα, καὶ συμμέτροις ἐσθ’ ὅτε περιπε‐ | |
10 | σοῦσα συμφοραῖς πάλιν ἀνήνεγκεν ἐπαμύνοντος Θεοῦ, καὶ αὐτοῦ μοτοῦντος τοῦ πλήξαντος. Ἀπόλωλεν δὲ ὁλοτρόπως μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, κατα‐ δῃούντων αὐτὴν Οὐεσπασιανοῦ τε καὶ Τίτου. Τότε γὰρ δὴ συμβέβηκεν κατεμπρισθῆναι μὲν πόλεις, | |
15 | ἅπασαν δὲ τῶν ἐνοικούντων κενὴν γενέσθαι τὴν χώραν, καὶ ὑπὸ χεῖρα πεσεῖν τῶν κεκρατηκότων, παμμοχθηρὸν δὲ τὸ ἐνώπιον αὐτῶν ἤγουν ὁρώντων καὶ ἀλγυνομένων, ὑφ’ ἑτέροις εἶναι τὴν γῆν κατ‐ εσθιομένην τρόπον τινὰ καὶ δαπανωμένην. Τὸ μὲν γὰρ | |
20 | ἀπόντας ἀκοῦσαι μόνον τάχα που φορητὴν αὐτοῖς ἂν ἐνεποίησε τὴν λύπην. Τὸ δὲ καὶ παρόντας ὁρᾷν, εἶτα μηδὲν ἐπαμύνειν δύνασθαι κατηχθῆσθαι δὲ ὥσπερ ταῖς ἐξ ἀνάγκης συμφοραῖς δύσοιστον ἔχει καὶ παμ‐ πολὺ τὸ λυποῦν. Δεῖ δὴ οὖν ἡμᾶς μὴ παροργίζειν | |
25 | τὸν ἅγιον τοῦ Ἰσραὴλ, ἵνα μὴ ὁρατοῖς τε καὶ ἀορά‐ τοις περιπίπτωμεν ἐχθροῖς εἰς τὰ τῆς ἀτιμίας καταβιβάζουσι πάθη, καὶ πᾶν ὀχύρωμα τοῦ ἐν ἡμῖν ὄντος νοῦ καταστρέφουσιν, ὡς κατανέμεσθαι τρόπον τινὰ τὴν ἀθλίαν ψυχὴν, καὶ πάντας αὐτῆς δαπανᾷν | |
30 | τοὺς καρποὺς, ἵνα οἷον ξηρά τε καὶ ἄτιμος ᾖ, καὶ ἀκανθοτόκος εὑρίσκηται γῆ, ἧς τὸ τέλος εἰς καῦσιν, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, | |
35 | ὡς πόλις πολιορκουμένη. Ἐλεεινὸν τὸ χρῆμα· πῶς γὰρ οὐ θρήνου τε καὶ οἰμωγῆς ἄξιον; ἡ γὰρ πάλαι θυγάτηρ, καὶ τῇ κλή‐ σει τοιᾷδε τετιμημένη, καὶ οἷον ὑπὸ πατρὶ φιλοστορ‐ γοτάτῳ πράττουσα τῷ Θεῷ, ἡ φειδοῖ καὶ ἀγάπῃ τῇ | |
40 | παρ’ αὐτοῦ μεθύουσα, καὶ ταῖς εἰς λῆξιν εὐκλείαις παρ’ αὐτοῦ στεφανουμένη, καὶ κατακρατοῦσα τῶν ἀνθειστηκότων, καὶ ἀμετρήτῳ πληθυῒ τῶν ἐνοικούν‐ των αὐτὴν περιεχομένη, ἡ παμμακαρία καὶ δια‐ βόητος Σιὼν, ἤγουν Ἱερουσαλὴμ, ἐγκαταλειφθήσεται, | |
45 | φησίν. Τοῦτ’ ἔστιν, ἔρημος ἔσται. Γυμνή τε ἀπομε‐ νεῖ καὶ τῆς τοῦ σώζοντος εὐσθενείας, καὶ τῶν ἐνοι‐ κούντων αὐτήν. Ἐγκαταλειφθήσεται δὲ οὕτως, ὡσεὶ σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σι‐ κυηλάτῳ καὶ ὡς πόλις πολιορκουμένη. Οἱ μὲν γὰρ τῶν | |
70.25(50) | ἀμπελώνων τεταγμένοι φύλακες, ἐντεθηλότων αὐτοῖς τῶν βοτρύων ἔτι, πλείστην τε ὅσην ποιοῦνται τὴν ἀσφάλειαν, καὶ τοὺς ἀποκείρειν ἐθέλοντας κατα‐ πτοοῦσι λῃστάς. Καὶ τὰ τῶν θηρίων ἐλαύνουσι γένη. Ἔθος δὲ τοῦτο δρᾷν καὶ τοῖς τῶν σικυηλάτων ἐπι‐ | |
55 | τηρηταῖς ἤτοι δεσπόταις. Συγκεκομισμένων δὲ τῶν βοτρύων, καὶ πεπατημένων, καὶ τῶν ἐν σικυηλάτοις | |
ἐξῃρημένων, τὸ τῶν φυλαττόντων ἐπιεικὲς ἀνεῖται | 25 | |
70.28 | λοιπόν· οἳ καὶ αὐτὰς ἀφέντες τὰς ἐαυτῶν σκηνὰς, ἐλευθέραν τοῖς ἐθέλουσι περιεργάζεσθαι τὰ λοιπὰ ποιοῦνται τὴν εἰσβολήν. Πεπράχθαι τι τοιοῦτον καὶ ἐπὶ τῇ ταλαιπώρῳ Σιὼν ὁ προφητικὸς ἡμᾶς διδάσκει | |
5 | λόγος. Ἔτι μὲν γὰρ τοὺς τῆς δικαιοσύνης ἔχουσαν καρποὺς, ἀσφαλείας τε καὶ παραφυλακῆς καὶ φει‐ δοῦς ἁπάσης ἠξίου Θεός. Ἔφη γὰρ ὅτι «Ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κύκλωθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.» Ψάλλει γὰρ καὶ ὁ | |
10 | μακάριος Δαβίδ· «Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ.» Ἐπειδὴ δὲ καίτοι γεγο‐ νὼς ὁ Ἰσραὴλ ἀμπελὼν Κυρίου Σαβαὼθ, κεχαρά‐ κωται μὲν καὶ ἠξιώθη φραγμοῦ. Τέτοκε δὲ ἀκάνθας, καὶ δέδοται παρὰ Θεοῦ τοῖς ἀδικεῖν εἰωθόσιν, «Καθ‐ | |
15 | ελῶ γὰρ, φησὶ, τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ.» Τοιγάρτοι καὶ ἐλυμήνατο αὐτὴν κάπρος ἐκ δρυμοῦ, καὶ ὄνος | |
20 | ἄγριος κατενεμήσατο αὐτὴν, ὅτι δὲ ἀνῆκε τὸν ἀμπε‐ λῶνα Θεὸς, καὶ ἐγκαταλέλειπται παρ’ αὐτοῦ διδάσκει λέγων ὁ Σωτήρ· «Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτενοῦσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα ἐπι‐ | |
25 | συναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελή‐ σατε· ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» Προανακεκράγει δὲ τοῦτο καὶ διὰ φωνῆς προφήτου λέγων· «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν | |
30 | κληρονομίαν μου. Δέδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ἐγενήθη ἡ κληρονο‐ μία μου ἐμοὶ, ὡς λέων ἐν δρυμῷ, δέδωκεν ἐπ’ ἐμὲ φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν.» Διαμέ‐ μνηται δέ που Ἰώσηπος, ὁ τὰ τῆς Ἰουδαίων γῆς | |
35 | ἐκτραγῳδήσας πάθη, ὅτι μελλούσης ἁλῶναι τῆς Ἱερουσαλὴμ, ἤκουον οἱ ἱερεῖς ἐν τῷ ναῷ φωνῆς, ὡς τῶν ἐν αὐτῷ βοώντων ἀγγέλων, Μεταβαίνωμεν ἐν‐ τεῦθεν. Ὅτι δὲ πόλεως πολιορκουμένης, φυγῆς παρὰ πάντων ζητεῖται τρόπος τῶν ἐν αὐτῇ, πῶς | |
40 | ἔστιν ἀμφιβαλεῖν; ἐντεῦθέν ἐστι τὰ τῆς Ἰουδαίων χώρας διατεκμαίρεσθαι πάθη. Τριπόθητον γὰρ τοῖς πολιορκουμένοις κατεφαίνετο καὶ τὸ μόνην δύνασθαι διασῶσαι ψυχήν. Οἴκου δὲ καὶ περιουσίας ἢ καὶ τῆς πόλεως αὐτῆς οὐδεὶς ἦν αὐτοῖς παντελῶς λόγος. | |
45 | Ἰστέον δὲ ὅτι καὶ τὴν τοῦ ἀνθρώπου ψυχὴν ἐγκατα‐ λείπεσθαι παρὰ Θεοῦ συμβαίνει πολλάκις, εἰ μὴ ἕλοιτο διορθοῦν τὰ διατεταγμένα, καὶ δεσποτικοῖς θεσπίσμασιν ὑποφέρουσα τὸν αὐχένα, τοὺς τῆς εἰς αὐτὸν εὐσεβείας ἀποτίκτει καρπούς. Εἰ καὶ κεχρη‐ | |
70.28(50) | μάτικεν υἱὸς ἢ θυγάτηρ Θεοῦ, εἰ καὶ γέγονε Σιὼν, ὅ ἐστι σκοπευτήριον, τοῦτ’ ἔστιν ἐν ὑψηλῇ διανοίᾳ καὶ νῷ καθαρωτάτῳ καὶ ὁρᾷν εἰδότι μυστήρια· εἶτα δρῶν, ἃ μὴ θέμις, παροτρύνων ὁρῷτο τὸν ἅγιον τοῦ Ἰσραὴλ, ἐγκαταλειφθήσεται παρ’ αὐτοῦ, καὶ οἷά τις ἀφρούρητος ἀμπελὼν ἐκδοθήσεται τῷ Σατανᾷ, καὶ τοῖς πάθεσι τῆς σαρκὸς, ἔρημός τε ἁπάσης ἀρετῆς | |
55 | ἀναδειχθήσεται, καὶ γυμνὸς αὐχημάτων τῶν ἐκ πολιτείας ἀγαθῆς, καὶ παντὸς ἀνάπλεως κακοῦ. | |
Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλειπεν ἡμῖν | 27 | |
70.29 | σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γο‐ μόῤῥα ἂν ὡμοιώθημεν. Καταπρησθείσης τῆς χώρας διάτοι τὴν εἰς Χρι‐ στὸν ἀσέβειαν, σέσωσται καὶ οὕτω τὸ κατάλειμμα | |
5 | τοῦ Ἰσραὴλ, Θεοῦ κατοικτείροντος, καὶ ταῖς τῶν πατέρων μνήμαις δῶρον καθάπερ τι καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐξαίρετον ἀπονέμοντος. Οὐ γὰρ ἀπόλωλεν ὁλοτρόπως, οὔτε μὴν ἐξ αὐτῶν κατεσείσθη βάθρων, ἀλλὰ μεμένηκεν ἐν λειψάνοις. Ἦσαν γὰρ ἐξ αὐτῶν | |
10 | καὶ οἱ θεσπέσιοι μαθηταὶ, καὶ μὴν καὶ ὅσοι πεπι‐ στεύκασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Κληθήσονται δὲ καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καὶ οἱ μήπω πιστεύσαντες. Καὶ πρός γε τοῦτο ἡμᾶς πιστώσεται λόγος προφητικός. Λέγει δὲ οὕτως· | |
15 | «Ἔτι πολλὰς ἡμέρας καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας οὔτε δήλων. Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν | |
20 | αὐτῶν καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν. Καὶ ἐκ‐ στήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ’ ἐσχάτου τῶν ἡμερῶν.» Καὶ μὴν καὶ ἑτέ‐ ρωθι ὁ τῶν ὅλων Θεός· «Τί σε διαθῶ Ἐφραΐμ; Ὑπερασπιῶ σου, Ἰσραήλ; Τί σε διαθῶ; Ὡσεὶ Ἀδάμα | |
25 | θήσομαί σε, καὶ ὡς Σεβωείμ· μετεστράφη ἡ καρδία μου, ἐν τῷ αὐτῷ. Συνεταράχθη ἡ μεταμέλειά μου· οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου. Οὐ μὴ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραΐμ, διότι ἐγὼ Θεός εἰμι, καὶ οὐκ ἄνθρωπος ἔν σοι ἅγιος.» | |
30 | Ἀκούεις ὅπως οὐ κατὰ τὸ μέγεθος τῆς ὀργῆς ποιή‐ σειν κατ’ αὐτῶν ἐπηγγείλατο, προὐπισχνεῖτο δὲ μᾶλλον πλημμε............ ......... ἠπείθησαν μὲν γὰρ καὶ κατὰ τὴν ἔρημον οἱ ἐξ Ἰσραὴλ πρὸς αὐτοῖς γεγονό‐ | |
35 | τες τοῖς τοῦ Ἰορδάνου νάμασι, καὶ κληρονομεῖν μέλ‐ λοντες τῆς ἐπαγγελίας τὴν γῆν. Ὅθεν ἔφη Θεός· «Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.» Πέπτωκε γὰρ τὰ κῶλα αὐτῶν ἐν τῇ ἐρήμῳ, καὶ ἅπαντες δεδαπάνηνται, πλὴν Χα‐ | |
40 | λὲβ υἱὸς Ἰεφονῆ, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ. Συνεισ‐ έβησαν τῷ νέῳ λαῷ, καὶ διῆλθον τὸν Ἰορδάνην, καὶ κλῆρον ἐσχήκασι τὸν παρὰ Θεοῦ. Τύπος δ’ ἂν εἶεν οὗτοι τοῦ καταλείμματος τοῦ Ἰσραὴλ, σεσωσμένου μὲν δι’ ὑπακοῆς πίστεως τῆς εἰς Χριστὸν, διαβιβα‐ | |
45 | σθέντος δὲ μεθ’ ἡμῶν τὸν ἅγιον Ἰορδάνην, καὶ κλη‐ ρονομήσειν μέλλοντος τὴν τῶν οὐρανῶν βασιλείαν. Εὐχαριστεῖ τοιγαροῦν ὁ προφήτης, λέγων· «Εἰ μὴ Κύριος Σαβαώθε ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γομόῤῥα ἂν | |
70.29(50) | ὡμοιώθημεν. Λελατρευκότος γὰρ εἰδώλοις τοῦ Ἰσ‐ ραὴλ, ἀνελόντος δὲ καὶ προφήτας, ἀρνησαμένου τε Χριστὸν, μᾶλλον δὲ καὶ ἀπεκτονότος τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν εἰσάπαν ὄλεθρον καταψηφίσασθαι παντὸς γένους ἐχρῆν τὸν τῶν ὅλων Θεόν. Ἐπειδὴ δέ | |
55 | ἐστιν ἀγαθὸς ὑπὲρ λόγον, τετήρηκε τὸ κατάλειμμα, καὶ οὐ γεγόνασιν ἐν ἴσῳ τοῖς Σοδόμοις, οἱ παγγενεί | |
τε καὶ πανοικεὶ καὶ αὐταῖς ............ | 29 | |
70.32 | καὶ δυσαπόνιπτον ἔχειν τὴν ἁμαρτίαν. Καὶ μάλα ὀρθῶς εἰρήσεται πρὸς ἡμῶν·» Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μα‐ κροθυμίας καταφρονεῖς; ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ | |
5 | Θεοῦ εἰς μετάνοιάν σε ἄγει. Κατὰ δὲ τὴν σκληρό‐ τητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ. Τοὺς γὰρ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ Χριστοῦ, ἵνα κομί‐ σηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον.» | |
10 | Ἀκούσατε λόγον Κυρίου ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ λαὸς Γομόῤῥας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος; πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι. Οὐδ’ ἂν | |
15 | ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε. Ἐὰν φέρητε σεμίδαλιν, μάταιον θυμίαμα, βδέλυγμά μοι ἐστὶν, τὰς Νουμηνίας ὑμῶν, καὶ τὰ σάββατα, καὶ ἡμέραν μεγάλην οὐκ | |
20 | ἀνέχομαι, νηστείαν καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Καταπτοήσας ἀρκούντως ταῖς τῶν ἐσομένων ἀπει‐ λαῖς, καὶ προσαγορεύσας αὐτοῖς τὰ πάντη τε καὶ πάντως ἐσόμενα κατὰ καιροὺς, εἰ μὴ ἕλοιντο φρο‐ | |
25 | νεῖν τε ὁμοῦ τὰ ἀμείνω καὶ δρᾷν, καὶ τοῖς θείοις νόμοις, μεθίστησι τὸν λόγον ἐπὶ καιροῦ, καὶ εἰσ‐ ηγεῖται τὸ χρήσιμον, ἵνα τὰ βελτίω φρονεῖν ᾑρημέ‐ νοι, τῆς ἐπηρτημένης αὐτοῖς ἀπαλλάττοιντο δίκης. Ἐμπαροινήσαντες γὰρ ἐν Χριστῷ, διολώλασιν οἱ ἐξ | |
30 | Ἰσραὴλ, πεσεῖν τε πρὸς τοῦτο φαμὲν αὐτοὺς, διὰ τὴν τῶν καθηγεῖσθαι λαχόντων ἀνοσιότητα. Καίτοι γὰρ ἐπεγνωκότες, ὅτι αὐτός ἐστιν ὁ κληρονόμος, ἀπεκτό‐ νασιν αὐτόν. Ἤθελον γὰρ ἴδιον ποιεῖσθαι κλῆρον τὸν ἀμπελῶνα αὐτοῦ. Ὅτι δὲ ταῖς τῶν ἡγουμένων δυστρο‐ | |
35 | πίαις ἀκολουθῶν, τῆς εἰς Χριστὸν ἐλπίδος διημάρτηκεν ὁ ἀπόπληκτος Ἰσραὴλ πιστώσεται λέγων ὁ τῶν ὅλων Θεὸς, διὰ φωνῆς προφητῶν. «Ποιμένες πολλοὶ διέφθει‐ ραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν κληρονομίαν μου, ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον. | |
40 | Ἐγενήθη εἰς ἀφανισμὸν ἀπωλείας.» Καὶ πάλιν· «Ὅτι ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐζήτησαν, διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθη‐ σαν.» Ἠφρονεύσαντο γὰρ οἱ ποιμένες ἀληθῶς, καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς ὀλέθρου γεγόνασιν ἀφορμή. | |
45 | Καίτοι πῶς οὐκ ἔδει μᾶλλον αὐτοὺς ὡς διὰ νόμου καὶ προφητῶν τὸ Χριστοῦ μυστήριον μάλα πεπαι‐ δευμένους, ὁδὸν γενέσθαι τοῖς ἄλλοις ἐπὶ τὸ χρῆναι πιστεύειν αὐτῷ; Ἀλλ’ ἢ φησὶν ὁ Σωτὴρ, δόξαν παρὰ ἀνθρώπου ἐλάμβανον, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ | |
70.32(50) | μόνου τοῦ Θεοῦ οὐκ ἐζήτουν. Εἰ γὰρ ἐπίστευον Μωσῇ, ἐπίστευον ἂν αὐτῷ, περὶ γὰρ αὐτοῦ ἐκεῖνος ἔγραψεν. Γεγόνασι τοίνυν τυφλοὶ καὶ τυφλῶν ὁδηγοί. Ταύτῃ τοι καὶ διωλισθήκασι, καὶ εἰς τοὺς τῆς ἀπω‐ λείας πεπτώκασι βόθρους. Τί οὖν ὁ προφήτης ἀγα‐ | |
55 | θαῖς αὐτοὺς νουθεσίαις μετασκευάζειν πειρᾶται· πρὸς τὸ δεῖν ἑλέσθαι τὰ ἀμείνω φρονεῖν, καὶ τοῖς | |
τοῦ Σωτῆρος πειρᾶσθαι λόγοις. Ἀναμίσγει δὲ χρη‐ | 31 | |
70.33 | σίμως ταῖς εἰς τοῦτο νουθεσίαις τὴν ἐπίπληξιν, μονονουχὶ ποικίλως ἐσκευασμένῳ φαρμάκῳ, τὰ τῆς ἐν αὐτοῖς δυσβουλίας θεραπεύων τραύματα. Ταύτῃ τοι, φησὶν, ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων, | |
5 | προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας. Ἀκούεις ὅπως δήμοις καὶ ἄρχουσι τὴν ἐξ ἀγάπης ὁμοῦ καὶ θεοφι‐ λοῦς φρονήματος ἐπιφέρει ῥάβδον, καὶ πλήττει πολὺ νοσοῦντας τὸ ἀπειθές. Πόλεσι δὲ ταῖς δυσσεβεστάταις παρεικάζει τὴν Ἱερουσαλὴμ, ὡς πλείστης μὲν ὅσης | |
10 | ἀνάμεστον ἁμαρτίας, καὶ ὡς οὐδένα παντελῶς ἔχου‐ σαν ἐν ἑαυτῇ ............. ............ ἐβουλεύετο μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς τὰς τῶν Σοδομιτῶν κατεμπρῆ‐ σαι πόλεις, καὶ ἀνεκοινώσατο τὸ χρῆμα τῷ Ἀβραάμ; | |
15 | ὁ δὲ πρὸς αὐτόν. «Μὴ ἀπολέσῃς δίκαιον μετ’ ἀσε‐ βοῦς; καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής;» Ἐπηγγέλ‐ λετο δὲ Θεὸς, εἰ εὑρεθεῖεν ἐν Σοδόμοις δέκα δίκαιοι, τῆς ἐπ’ αὐτοῖς καταπλήξειν ὀργῆς. Ἀλλ’ οὐκ ηὕρην‐ ται. Τοιγάρτοι καὶ ἐκτετίκασι, τὰς τοῖς ἑαυτῶν δυσ‐ | |
20 | σεβήμασιν ἰσομέτρους δίκας. Τοιαύτη τις ἦν ἡ κυριο‐ κτόνος Ἱερουσαλὴμ πολλὴν ἔχουσα τῶν δικαίων τὴν σπάνιν. Καὶ γοῦν ἐλιπάρει μὲν ὁ προφήτης Ἱερεμίας περὶ αὐτῆς. Ἔφη δὲ Θεός· «Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ γνῶτε, καὶ ζητή‐ | |
25 | σατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσο‐ μαι αὐτῇ, λέγει Κύριος.» Ὅτι τοίνυν, ῥυπῶσά τε, καὶ τοῖς ἐν φαυλότητος μολυσμοῖς πολυτρόπως κεκη‐ λιδωμένη, καὶ πολλὴν ἔχουσα τῶν ἁγίων τὴν σπάνιν, | |
30 | Σόδομά τε αὐτὴν καὶ Γομόῤῥα καλεῖ, λαοῖς τε καὶ ἡγουμένοις, τῆς Σοδομιτῶν ἀκαθαρσίας ἐπιφέρει τὸν μῶμον. Τί δὲ δὴ καί φησιν; ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ λαὸς Γο‐ μόῤῥας. Ἀνανήψατε, φησὶν, βραχύ. Καὶ ταῖς τοῦ | |
35 | πανσόφου Μωσέως φωναῖς, τῆς ἑαυτῶν διανοίας τὸν ὀφθαλμὸν ἐνιδόντες, τὸ Χριστοῦ νοεῖτε μυστήριον. Ἔφη γὰρ ὁ Μωσῆς· «Ὅτι προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς | |
40 | ὑμᾶς.» Ἀκούσατε τοίνυν λόγον Κυρίου, προσέχετε τὸν τοῦ Θεοῦ νόμον· τοῦτ’ ἔστι, νοήσατε καὶ αὐτοὶ τῶν εὐαγγελικῶν θεσπισμάτων τὴν δύναμιν. Τοῦτο προστέταχεν ὁ Μωσῆς; παιδαγωγεῖ γὰρ ἐπὶ Χριστὸν, καὶ τῶν νομικῶν θεσπισμάτων τὸ πέρας εἰς τὸ ἐπ’ | |
45 | αὐτῷ βλέπει μυστήριον. Ἀλλ’ οἴεσθε, φησὶν, εὐαρε‐ στεῖν τῷ Θεῷ, διὰ τοῦ πληροῦν ἐθέλειν τὰ ἐν τύποις καὶ σκιαῖς. Ἀκούσατε λέγοντος τοῦ καὶ αὐτὸν ὑμῖν τὸν πάλαι λαλήσαντος νόμον. Τί μοι πλῆθος τῶν θυ‐ σιῶν ὑμῶν, λέγει Κύριος. Πλήρης εἰμί. Εἰ μὲν γὰρ | |
70.33(50) | ὡς δεομένῳ προσάγετε, πεπλάνησθε τοῦ εἰκότος, σο‐ φοῦ τε καὶ ἀληθοῦς διημαρτήκατε λογισμοῦ. Ἐνδεῖ γὰρ ὅλως οὐδὲν τῇ τὰ πάντα πληρούσῃ φύσει, ὅτι αὐτῆς τὰ πάντα, καὶ παρ’ αὐτῆς τοῖς ἄλλοις. «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες.» Πρέποι ἂν λέγεσθαι τῇ φύσει | |
55 | κτίσει. Ἀπέχω γὰρ νῦν, φησὶν, καὶ πεπλήρωμαι, | |
καὶ οὐκ ἂν ἑλοίμην ἔτι τὰς παρ’ αὐτῶν θυσίας. Ὀνή‐ | 33 | |
70.36 | σει γὰρ ὅπως, εἰπέ μοι, τὸν τῶν ὅλων Θεὸν κριὸς ὡλοκαυτωμένος; τί δὲ τὸ τῶν ἀρνῶν ἥσει στέαρ; εἰ δὲ δὴ καὶ τράγων καὶ ταύρων αἷμα προσφέροιτο, πῶς ἡσθείη διὰ τοῦτο Θεός; τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ | |
5 | τῶν χειρῶν ὑμῶν; εἰ γὰρ καὶ λελάληκεν ὁ Μωσῆς περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἀλλ’ ἦν καὶ πάλαι τῆς τοιᾶσδε λατρείας ὁ τρόπος ἀβούλητος τῷ Θεῷ. Ἐπειδὴ δὲ διὰ τύπου καὶ σκιᾶς παιδαγωγεῖν ἔδει πρὸς ἀλήθειαν, μέχρι καιροῦ διορθώσεως τέθειται τὰ | |
10 | ἐν νόμῳ, οὐκοῦν ὅσον ἧκεν εἴς γε τὸ ἀληθὲς ἀρέσκειν τῷ Θεῷ· οὐδ’ ἂν ὅλως ἐλάλησε περὶ θυσιῶν τῶν κατὰ νόμον. Ἐπειδὴ δὲ τῶν τὸ τηνικάδε παιδαγωγουμένων ἀσθενὴς ἦν ὁ νοῦς, κεχειραγώγηντο διὰ τύπου καὶ τῆς κατὰ τὸ γράμμα σκιᾶς εἰς ἀλήθειαν. Ἐνεστηκό‐ | |
15 | τος δὲ τοῦ καιροῦ, καθ’ ὃν ἔδει τὸ λοιπὸν τὸ τῆς ἀλη‐ θείας ἐκφαίνεσθαι κάλλος, περιττὸς ὁ τύπος, ἀνόνη‐ τος ἡ σκιά. Ταύτῃ τοι φησὶν, ὅτι Πατεῖν τὴν αὐλῶνά μου οὐ προσθήσεσθε. Ἐὰν φέρησθε σεμίδαλιν, μά‐ ταιον θυμίαμα, βδέλυγμά μοί ἐστιν. Ἡμεῖς μὲν γὰρ | |
20 | οἱ πίστει τῇ εἰς Χριστὸν ἐκλελαμπρυσμένοι, τὰς πνευματικὰς θυσίας προσκομιοῦντες τῷ Θεῷ, τὰς ἁγίας αὐτοῦ πληροῦμεν αὐλὰς, τοῦτ’ ἔστιν ἐκκλη‐ σίας. Ἀπαράδεκτος δὲ παρὰ Χριστοῦ παντελῶς ἐν ἐκκλησίαις τῆς Ἰουδαϊκῆς λατρείας ὁ τρόπος. Εἰσδε‐ | |
25 | χθεῖεν γὰρ ἂν ἥκιστά γε σεμίδαλιν ἐλαιόδευτον, καὶ τὸ αἰσθητὸν θυμίαμα προσάγειν ἐθέλοντες. Μεμνή‐ μεθα γὰρ Θεοῦ λέγοντος περὶ αὐτοῦ· Βδέλυγμά μοί ἐστιν. Καὶ ἡμεῖς μὲν τὰς ἁγίας ἐπὶ Χριστῷ τελοῦμεν ἑορτάς. Ἰουδαῖοί γε μὴν τῶν ἐν τύποις οὐκ ἐξιστά‐ | |
30 | μενοι, σαλπίζουσιν ἐν Νεομηνίας ἡμέρᾳ, ἀργὸν ἡγοῦνται τὸ Σάββατον, καὶ τὴν καλουμένην μεγάλην τιμῶσιν ἡμέραν. Ἔστι δὲ αὕτη τῆς ἑορτῆς τῆς κα‐ λουμένης σκηνοπηγίας ἡ τελευταία, κἂν εἰ νηστεύ‐ σειαν τῷ Θεῷ, τύπτουσι πυγμαῖς ταπεινόν. Οὐκοῦν | |
35 | ἀκουέτωσαν λέγοντος αὐτοῦ· Τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Ταῦτα δέ φησι μεθιστὰς ἐκ τύπων ἐπὶ τὸ ἀληθὲς, καὶ τοῖς διὰ Χριστοῦ θεσπίσμασιν ὑποφέ‐ ρειν ἀναπείθων τὸν τῆς διανοίας αὐχένα, ἵνα πολι‐ τεύοιντο μεθ’ ἡμῶν εὐαγγελικῶς. Ταῖς νοηταῖς εὐ‐ | |
40 | οσμίαις κατευφραίνοντες Θεόν. Καὶ ὥσπερ τι θυμίαμα πνευματικὸν ἀνατιθέντες αὐτῷ τὸ ἐπιεικὲς εἰς τρόπους, τὴν ἀγάπην, τὴν φιλαλληλίαν, τὴν ὑπομονὴν, τὴν ἐγκράτειαν, καὶ πρό γε τῶν ἄλλων τὴν πίστιν. Τοιαύταις θυσίαις εὐαρεστεῖται Θεὸς, καὶ τῶν εὐαγ‐ γελικῶν θεσπισμάτων ἡ δύναμις τοῖς τοιούτοις αὐχήμασιν τοὺς πιστεύοντας στεφανοῖ. Ἐγενήθητέ μοι εἰς πλησμονὴν, οὐκ ἔτι ἀνήσω | |
45 | τὰς ἁμαρτίας ὑμῶν. Ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν. Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ ἀκούσομαι ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. | |
70.36(50) | Τὰ εἰς πλησμονὴν ἤτοι κόρον ἥκοντα τῶν πραγμά‐ των καταφρονεῖσθαι φιλεῖ, καὶ ὀλίγου παντελῶς ἀξιοῦται λόγου, μᾶλλον δὲ ἤδη καὶ διὰ μίσους ἔρχε‐ ται. Καὶ γοῦν ὁ σοφώτατος Σολομὼν, «Βραδέως εἴσαγε, φησὶ, σὸν πόδα πρὸς τὸν φίλον, ἵνα μὴ πλησθείς | |
55 | σου μισήσῃ σε.» Ἔφη τοίνυν Ἰουδαίοις ὁ τῶν ὅλων Θεὸς, Κατακεκόρεσμαι τῆς ἑώλου σκιᾶς, ἡγοῦμαι δὲ | |
ἤδη φορτικοὺς, κἂν εἰσέρχησθε ὀφθῆναί μοι. Παρ‐ | 35 | |
70.37 | αιτοῦμαι δὲ καὶ μόνην ὑμῶν τὴν θέαν· οὐκ ἔτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Πάλαι μὲν γὰρ οἱ ἐξ Ἰσραὴλ ἀνοσίως ἀπονενευκότες ἐπὶ τὸ ἑλέσθαι δεῖν τὸν τῶν ὅλων Θεὸν παροτρύνειν ἐφ’ ἑαυτοὺς, διὰ τοῦ λατρεύειν | |
5 | τῇ κτίσει, προσκυνεῖν δὲ καὶ αὐτοῖς τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, δέδονται τοῖς Βαβυλωνίοις καὶ ἀπεκο‐ μίσθησαν τῆς Ἰουδαίας αἰχμάλωτοι, καὶ κατῳκήκα‐ σιν ἐν τοῖς ὄρεσιν Περσῶν καὶ Μήδων, πικρὰν καὶ δύσοιστον ἀνατλάντες δουλείαν. Ἐπειδὴ δὲ αὐτοῖς | |
10 | ἑβδομηκοστὸν ἔτος τετέλεσται, κατηλέει πάλιν ὁ φιλ‐ οικτείρμων Θεός. Καὶ γοῦν ὡς ἐν τῷ Ζαχαρίᾳ γέ‐ γραπται, τὰς ὑπὲρ αὐτῶν ἐποιεῖτο λιτὰς ὁ μακάριος ἄγγελος, λέγων· «Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσεις τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, | |
15 | ἃς ὑπέριδες; τοῦτο ἑβδομηκοστὸν ἔτος·» καὶ πρός γε ταῦτα Θεός «Ἐζήλωσα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ’ ὧν ἐγὼ μὲν ὀρ‐ γίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά» Οὐκοῦν | |
20 | ἀνῄρηκε μὲν τότε τὰς ἁμαρτίας αὐτῶν, λελύτρωται γὰρ, καὶ ἀνεκομίσθη πάλιν εἰς τὴν ἑαυτῶν. Μετὰ δέ γε τὸν τοῦ Σωτῆρος σταυρὸν, οὐκέτι τὰς ἁμαρτίας αὐτοῖς ἀνήσειν ἐπαγγέλλεται, διά τοι τὸ μακροὺς ἐφ’ ἑαυτοῖς διαγενέσθαι καιροὺς, καθὼς μεμενήκασι τοῖς | |
25 | ἐξ ὀργῆς κινήμασιν ὑπενηνεγμένοι. Ὅτι μὲν γὰρ ἐν ἐσχάτοις ἐλεηθήσονται καιροῖς, τῇ εἰς Χριστὸν χάριτι μεθ’ ἡμῶν δικαιούμενοι, διεκήρυξε τὸ γράμμα τὸ ἱερὸν, ἐπειδὴ δὲ, ὡς ἔφην, πολὺ τῶν πάλαι μακρότε‐ ροι γεγόνασιν ἐπ’ αὐτοὺς οἱ τῆς ὀργῆς χρόνοι. Ταύτῃ | |
30 | τοί φησιν· Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν· καὶ καθ’ ἕτερον δὲ, εἰ βούλει, τρόπον, τῇ τῶν προκειμέ‐ νων ἐννοίᾳ προσβαλεῖς. Προσεκόμιζον θυσίας κατὰ τὸν πάλαι νόμον οἱ ἐξ Ἰσραὴλ, τὰς ὑπέρ γε τῶν ἰδίων πλημμελημάτων. Ἔριφος δὲ καὶ ἀμνὸς ἐσφάζετο, καὶ | |
35 | συνεχώρει Θεός. Οὐκ ἀνικάνως ἔχοντος καὶ πάλαι τοῦ νόμου βοηθεῖν ἀρχαιοτέροις, ἐμορφοῦτο γὰρ ἐν αὐτῷ τὸ Χριστοῦ μυστήριον. Ἐπειδὴ δὲ ἐπέφανεν ὁ Χρι‐ στὸς, ἀπρακτεῖν ἔδει λοιπὸν τὴν ἐν τύπῳ κάθαρσιν, ὡς τῆς ἀληθείας ἤδη παρούσης. Ὅτι τοίνυν οὐκ ἀρ‐ | |
40 | κέσει πρὸς ἄφεσιν αὐτοῖς ἡ νόμου σκιὰ τὴν διὰ Χρι‐ στοῦ λύτρωσιν, οὐ προσιεμένοις, διδάσκει, λέγων· Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Οὔπω μὲν γὰρ παρούσης τῆς ἀληθείας, φησὶν, συγκεχώρηκα τοῖς τύποις ὠφελεῖν δύνασθαι τοὺς ἐνόχους ἁμαρτίαις, | |
45 | αἰδοιτῇ πρὸς τὴν ἀλήθειαν καὶ τοῦτο ποιῶν, παρού‐ σης δὲ ἤδη καὶ ἀναδεδειγμένης, ἀδρανὴς ὁ τύπος, ἀνόνητος ἡ σκιά. Καὶ ἀνήσω μὲν οὐκέτι τὰς ἁμαρ‐ τίας ὑμῶν, ἐπαιρόντων δὲ τὰς χεῖρας, ἀποστρέψω τοὺς ὀφθαλμούς μου, κἂν εἰ πλείστας ὅσας ποιεῖν | |
70.37(50) | ἕλοισθε τὰς λιτὰς, οὐκ εἰσδέξομαι. Ἆρ’ οὖν ἀπέστη τοῦ εἶναι χρηστὸς ὁ τῶν ὅλων δημιουργός; ἤγουν ἐπελάθετο τοῦ οἰκτειρῆσαι Θεός; Οὐδαμῶς, φησὶν, εἰμὶ γὰρ, εἰμὶ χρηστός τε καὶ ἀγαθὸς καὶ φιλοικτίρ‐ μων, μόνον δὲ οὐχὶ ἄκων ἀποστρέφω τοὺς ὀφθαλ‐ | |
55 | μούς. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀκούεις ὅπως τὸ τῆς μιαιφονίας αὐτοῖς εἰσκεκόμικεν ἔγκλημα, | |
σιωπήσας τὰ ἕτερα τῶν πταισμάτων; καίτοι πολλοῖς | 37 | |
70.40 | αἰτιάμασιν ἐνόχους ὄντας εὑρήσομεν. Ἤκουον γὰρ, Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι. Ἐπειδὴ δὲ ἀπεκτόνασι τοὺς προφήτας, καὶ αὐτῷ τὰς ἀνοσίους ἐπήγαγον | |
5 | χεῖρας τῷ πάντων ἡμῶν σωτῆρι Χριστῷ, ταύτῃ τοι καὶ μάλα εἰκότως τὸ παγχάλεπον ἔγκλημα, καὶ τὸ εἰς πᾶσαν κατάκρισιν ἀρκοῦν αὐτοῖς ἐπιφέρει, λέγων· Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀποστρέφει δὲ τὸ πρόσωπον ὁ Θεὸς καὶ Πατὴρ, ὡς ὁρᾷν οὐκ ἀνεχόμενος τῷ αἵματι τοῦ Υἱοῦ πεφοινιγμένας ἔτι τῶν μιαιφό‐ | |
10 | νων τὰς χεῖρας. Λούσασθε, καθαροὶ γίνεσθε. Πάλιν αὐτοὺς εἰς ἀνάμνησιν τῶν ἠσεβημένων αὐ‐ τοῖς ἐνεγκὼν ἀπογινώσκειν οὐκ ἐᾷ. Ἐπιφέρει δὲ χρησίμως τὴν ἐξ ἡμερότητος χάριν. Καὶ οὐκ ἐξείργει | |
15 | τῆς δωρεᾶς τῆς προτεθείσης διὰ Χριστοῦ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανόν. «Πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν.» Καὶ ὑπόδικος γέγονεν ὁ κόσμος τῷ Θεῷ, τῶν μὲν ἐθνῶν τῇ κτίσει λελατρευκότων, τῶν γε μὴν ἐξ Ἰσραὴλ τὸν διὰ Μωσέως αὐτοῖς δοθέντα | |
20 | παραβεβηκότων νόμον. Ἀλλ’ ἐπέλαμψεν ὁ Χριστὸς τοῖς ἔθνεσι, καὶ κέκληται πρὸς τὸ θαυμαστὸν αὐτοῦ φῶς· καὶ ὁ ποτὲ οὐ λαὸς, γεγόνασι λαός. Ἰουδαῖοί γε μὴν οἱ τάλανες πεπαροινήκασιν εἰς Χριστὸν, καὶ ἀρχηγὸν ὄντα τῆς ζωῆς ἀπεκτόνασιν ἀνοσίως, εἰ καὶ | |
25 | ἀνεβίω πάλιν ὡς Θεός. Ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, καὶ πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἀνευρύνει καὶ αὐτὸς τὴν τῆς σωτη‐ ρίας ὁδὸν καὶ ἀποκρούεσθαι κελεύει τὰ ἐγκλήματα, δικαιουμένου δωρεὰν καὶ οὐκ ἐξ ἔργων νόμου. Μᾶλ‐ | |
30 | λον δὲ διὰ τῆς πίστεως, καὶ τοῦ ἁγίου βαπτίσματος, ταύτῃ τοι φησί· «Λούσασθε, καθαροὶ γένεσθε.» Τοῦτο καὶ ὁ πάλαι νόμος αὐτοῖς ὡς ἐν σκιαῖς διετύπου, καὶ προανεκήρυττε τὴν χάριν τὴν διὰ τοῦ ἁγίου βαπτί‐ σματος. Ἔφη γάρ που Θεὸς πρὸς τὸν ἱεροφάντην | |
35 | Μωσέα· «Λάβε τοὺς Λευΐτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ, καὶ ἁγνιεῖ αὐτοὺς, καὶ οὕτως ποιήσεις αὐ‐ τοῖς τὸν ἁγνισμὸν αὐτῶν. Περιῤῥανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ, καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν. Καὶ πλυνοῦσι τὰ ἱμάτια αὐτῶν, καὶ καθαροὶ | |
40 | ἔσονται.» Εἶτα ποῖον ἐστὶ τὸ ὕδωρ τοῦ ἁγνισμοῦ δι‐ δάξει λέγων ὁ σοφώτατος Παῦλος· «Εἰ γὰρ τὸ αἷμα τράγων καὶ μόσχων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα Χριστοῦ;» Οὐκ‐ | |
45 | οῦν σαρκικὴν μὲν ὁ νόμος ἐποιεῖτο τὴν κάθαρσιν διὰ τοῦ ὕδατος τοῦ ἁγνισμοῦ. Διασμήχει δὲ ὁ Χριστὸς διὰ τοῦ ἁγίου βαπτίσματος πάντα ῥύπον ἡμῶν ψυχικόν. Βεβαπτίσμεθα γὰρ ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, πᾶν εἶδος τῆς ἐν ἡμῖν φαυλότητος μονονουχὶ συντήκοντος, | |
70.40(50) | καὶ ὡς ἄχρηστον δαπανῶντός τινα συρφετὸν ὕλην· ἔργον γὰρ τοῦτο πυρός. Τοῦτό τοι καὶ ὁ μακάριος Παῦλος διασαφεῖ, λέγων· «Πίστει χρηματισθεὶς Νῶε κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐ‐ τοῦ,» εἰς ἢν ὀλίγαι, τοῦτ’ ἔστιν, ὀκτὼ ψυχαὶ διεσώ‐ | |
55 | θησαν δι’ ὕδατος. «Ὃ καὶ ἡμᾶς ἀντίτυπον νῦν σώζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδή‐ | |
σεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν.» Ὃ δὴ καὶ αὐτοῖς | 39 | |
70.41 | ἑλέσθαι δρᾷν τοῖς Ἰουδαίων δήμοις συμβουλεύει, λέ‐ γων· «Λούσασθε, καθαροὶ γένεσθε·» τοῦτ’ ἔστιν, ἀπονίψασθε τὴν κηλῖδα, δικαιοῦντος ἡμᾶς ἐξ ἡμερό‐ τητος καὶ φιλανθρωπίας τοῦ παρ’ ὑμῶν ὑβρισμένου. | |
5 | Εὑρίσκομεν δὲ καὶ τὸν θεσπέσιον Πέτρον ἐπιπλήττον‐ τα μὲν αὐτοῖς ὡς ἀπεκτονόσι τὸν τῆς ζωῆς ἀρχηγὸν, καὶ αἰτήσασιν ἄνδρα φονέα χαρισθῆναι αὐτοῖς, τοῦτ’ ἔστι τὸν Βαραβάμ. Πλὴν διανίστανται πρὸς μετάγνω‐ σιν· ἔφη γάρ· «Καὶ νῦν, ἀδελφοὶ, οἶδα ὅτι κατὰ | |
10 | ἄγνοιαν ἐπράξατε ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. Μετανοήσατε οὖν καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι καὶ τοῖς τέκνοις ὑμῶν.» Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν | |
15 | ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. Ἀπόχρη μὲν πρὸς ἀπόνιψιν ἁμαρτίας τὸ σωτήριον καὶ ἅγιον βάπτισμα, καὶ τὴν τῶν ἤδη προεπταισμέ‐ νων διασμήχει κηλῖδα. Χρῆναι δέ φημι τοὺς ἅπαξ | |
20 | ἡγιασμένους, καθαρὰς καὶ ἀμώμους, ὡς ἂν οἷοί τε εἶεν, τὰς ἑαυτῶν φυλάττειν ψυχὰς καὶ διαμεμνῆσθαι μὲν τοῦ λέγοντος· «Πάσῃ φυλακῇ τήρει σὴν καρ‐ δίαν.» Καὶ πάλιν· «Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα κατα‐ | |
25 | παύσει ἁμαρτίας μεγάλας.» Πλεῖσται μὲν ὅσαι πρὸς τὰ αἰσχίω βλέπουσαι τὴν τοῦ ἀνθρώπου ψυχὴν κατα‐ σείουσιν ἡδοναὶ, καὶ πρό γε τῶν ἄλλων, ὁ ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἔμφυτός τε καὶ ἀγριαίνων νόμος· εἶτα πρὸς τούτοις διαλογισμοὶ πονηροὶ, πρὸς πᾶν εἶ‐ | |
30 | δος φαυλότητος οὐκ ἀγεννῶς καταβροχιζόμενοι τὸν ἐν ἡμῖν ὄντα νοῦν. Δεῖ δὴ οὖν τῶν τοιούτων ἁπάντων ἀπ‐ έχεσθαι κακῶν τοὺς βεβαπτισμένους, καὶ τὰς πονηρίας ἀφελεῖν ἀπὸ τῆς ἰδίας ψυχῆς· καὶ οὔτι μόνον ἐν ὀφθαλ‐ μοῖς ἀνθρώπων, ἀλλὰ καὶ ἐν ὀφθαλμοῖς μάλιστα τοῦ | |
35 | πάντα εἰδότος τε καὶ ἐφορῶντος Θεοῦ. Ὑποπλάττονται μὲν γὰρ ἔσθ’ ὅτε τὸ εἶναι χρηστοὶ, καὶ τὴν τῆς ἐπιεικείας δόκησιν παρακλέπτοντες, ἔσωθεν δέ εἰσιν λύκοι ἅρπα‐ γες, κατὰ τὸ γεγραμμένον. Καὶ περὶ παντὸς, οἶμαι, τοιούτου τὸν τῶν ὅλων Θεὸν, διὰ φωνῆς Ἱερεμίου προ‐ | |
40 | φήτου λέγειν· «Τῷ στόματι αὐτοῦ λαλεῖ εἰρηνικὰ, καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν.» Καὶ μὴν καὶ φωνῆς τοῦ Δαβίδ· «Ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες.» Ἀλλ’ εἰ καὶ πᾶσαν ποιοῖντο σπουδὴν εἴς γε τὸ δεῖν δύνασθαι λαθεῖν, ὁ κατοικῶν | |
45 | ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκ‐ μυκτηριεῖ αὐτούς. Οἶδεν γὰρ, οἶδεν καρδίαν καὶ νε‐ φρούς. Ὁ δὲ ἀληθῶς ἀγαθὸς τοιοῦτος ἔσται μετὰ Θεοῦ καὶ ἀνθρώπων, ὡς γὰρ ὁ Παῦλος φησίν· «Προνοούμε‐ νοι καλὰ ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώ‐ | |
70.41(50) | πων.» Μέγα τοίνυν τὸ ἐξᾶραι τὰς πονηρίας ἀπέναντι τῶν ὀφθαλμῶν τοῦ Θεοῦ. Καὶ τάχα που τοιοῦτός τις ἦν ὁ Ναθαναὴλ, περὶ οὗ φησιν ὁ Χριστός· «Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν.» Παύσασθε, φησὶν, ἀπὸ τῶν πονηριῶν ὑμῶν, τοῦτ’ ἔστι, κατα‐ | |
55 | λείπετε τῆς συντρόφου τε ὑμῖν καὶ ἐντριβοῦς δυστρο‐ | |
πίας, μεταστήσατε πρὸς τὰ ἀμείνω τὴν ἑαυτῶν δυσ‐ | 41 | |
70.44 | τροπίαν. Εἰ δὲ δὴ ταῦτα λέγοι Χριστὸς, καὶ καται‐ τιῷτο τοὺς Ἰουδαίους, ἐννοήσεις ὅσα πεπράχασιν ἐμπαροινοῦντες αὐτῷ, καὶ παγίδα ἱστάντες, καὶ διορύττοντες βόθρους. Καὶ τό γε ἧκον εἰς αὐτοὺς, | |
5 | καὶ εἰς δύναμιν ἐπιχειρημάτων πᾶν εἶδος σκαιότητος ἀρτύοντες ἐπ’ αὐτῷ. Ποτὲ μὲν γὰρ ἀπεστάλκασί τι‐ νας τῶν ἰδίων μαθητῶν, μετὰ τῶν καλουμένων Ἡρω‐ διανῶν, ἐρομένους τε καὶ λέγοντας· «Ἔξεστι δοῦναι φόρους Καίσαρι, ἢ οὔ;» Ποτὲ δὲ πάλιν προσίεσαν | |
10 | λέγοντες, «Εἰ ἔξεστι τῷ Σαββάτῳ θεραπεῦσαι; Ἵνα κατηγορήσωσιν αὐτοῦ.» Ἀκουέτωσαν τοίνυν λέγοντος, «Ἀφέλεσθε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν.» Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύ‐ σασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώ‐ | |
15 | σατε χήραν, καὶ δεῦτε, καὶ διελεγχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινι‐ κοῦν, ὡς χιόνα λευκανῶ. Ἐὰν δὲ ὦσιν ὡς κόκ‐ κινον, ὡσεὶ ἔριον λευκανῶ. Τῆς ἐν νόμῳ λατρείας τὸ ἀδρανὲς καθορίσας, διά τε | |
20 | τοῦ φάναι, «Τί μοὶ πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος; Πλήρης εἰμί.» Καὶ τούτοις ἐπενεγκὼν, «Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» Ἐπὶ καιροῦ πάλιν τῆς εὐαγγελικῆς πολιτείας ἐξηγεῖται τὴν ἀστειότητα, καὶ τῆς ἀληθῶς ἁγίας ζωῆς κατα‐ | |
25 | δείκνυσι τὴν ὁδὸν, οὐκ ἐν τύποις ἔτι καὶ σκιαῖς, ἀλλ’ ἐν αὐτοῖς πράγμασι, καὶ τοῖς κατ’ ἀρετὴν νοουμένοις αὐχήμασιν ἔχουσι τὸ εὐδόκιμον. Τί γάρ φησι, «Μά‐ θετε καλὸν ποιεῖν;» Ἆρ’ οὖν, εἰπέ μοι, φαίη τις ἂν, ἐξίστησι παντελῶς τῆς νομικῆς ἐντολῆς; οὐκ ἐᾷ τοῖς | |
30 | διὰ Μωσέως τεθεσπισμένοις ἐνατενίζειν ὅλως; Εἶτα πῶς ἔφασκε Χριστός· «Μὴ νομίσητε ὅτι ἦλθον κατα‐ λῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦ‐ σαι, ἀλλὰ πληρῶσαι.» Πῶς δὲ καὶ ὁ Παῦλος ἔφασκεν· «Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ | |
35 | δικαία, καὶ ἀγαθή;» Πρὸς δὴ τὰ τοιάδε πάλιν ἐροῦμεν, ὅτι καλὸς ὁ νόμος, εἰ δὴ νοοῖτο πνευματικῶς, οὐκ ἐξίστησιν ἡμᾶς ὁλοτρόπως τοῦ νόμου Χριστός; ἀνα‐ βιβάζει δὲ μᾶλλον ἐπὶ τὸ προῦχον καὶ ἄμεινον, ὑπο‐ βάθραν ὥσπερ τινὰ προκαταθεὶς ἐν ἡμῖν τὴν διὰ | |
40 | νόμου παιδαγωγίαν, καὶ τῆς ἀληθοῦς λατρείας οἱονεὶ προγύμνασμα προαναδείξας τοῖς ἀρχαιοτέροις τὰ ὡς ἐν σκιαῖς καὶ τύποις. Ἄλλως τε κἀκεῖνο τούτοις ἀναγκαίως ἔστ’ εἰπεῖν· Ὁ μὲν νόμος ὁ διὰ Μωσέως, φαυλότητός τε καὶ ἁμαρτίας ἀποσχέσθαι διδάσκει, | |
45 | καὶ τῶν αἰσχιόνων ἐστὶ παραδεικτικός. Καὶ γοῦν ὁ Παῦλός φησι· «Τὴν δὲ ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ τοῦ νόμου.» Τὸ δὲ κήρυγμα τὸ εὐαγγελικὸν ἀρε‐ τῆς ἁπάσης ἡμᾶς ἐπιμελητὰς ἀποφαίνει. Ταύτῃ τοι καὶ ὀνομάζοιτο ἂν εἰκότως, κυρίως τε καὶ ἀληθῶς | |
70.44(50) | αὐτὸ χρῆμα τὸ καλόν. Τὸ γὰρ, «Οὐ φονεύσεις, οὐ μοιχεύσεις,» ἐξιστᾷν ἦν ἁμαρτίας τοὺς παιδευομέ‐ νους, οὔπω γε μὴν ὅ τί ποτέ ἐστι τὸ καλὸν τελείως ἐκ‐ φαίνοντος. Τὸ δὲ δεῖν ὅλως μήτε ὀργίζεσθαι τῷ ἀδελ‐ φῷ, μήτε μὴν ἐπιθυμεῖν, τοῖς τῆς ἀρετῆς αὐχήμασιν | |
55 | ἐμβιβάζοντος. Ἐξαίρετον γὰρ τὸ καταθλεῖν ὀργῆς, ἀξιάγαστον δὲ πρὸς τοῦτο τὸ ἀνασειράζειν δύνασθαι | |
τὰς εἰς τὸ φαῦλον ἐπιθυμίας, καὶ μὴ ἐπιτρέπειν | 43 | |
70.45 | τὸν νοῦν, κἂν γοῦν εἰς ἀρχὰς ἰέναι τῆς ἐκτόπου καὶ βδελυρωτάτης ἐπιθυμίας. Οὐκοῦν τὸ καλὸν ἀληθῶς εἴη ἂν τὸ μάθημα τὸ εὐαγγελικὸν, καὶ τῆς ἐν Χριστῷ πολιτείας ἡ δύναμις. Ἐπιφωνητέον δὴ οὖν τοῖς τοῦ | |
5 | γράμματος φίλοις, «Μάθετε καλὸν ποιεῖν, ἐκζητή‐ σατε κρίσιν,» τοῦτ’ ἔστι, τὸ κρίνειν ὀρθῶς. Πρὸς γὰρ τοῖς ἄλλοις ἀτοπήμασιν ἅπασιν, νενοσήκασι καὶ τοῦτο τῆς Ἰουδαίων συναγωγῆς οἱ καθηγεῖσθαι λα‐ χόντες, τὸ μὴ ὀρθὰς, φημὶ, ποιεῖσθαι τὰς ἐφ’ ἑκά‐ | |
10 | στῳ πράγματι κρίσεις· ψηφοφορεῖν δὲ μᾶλλον ἀδί‐ κως, καὶ δώρων ἡττᾶσθαι καὶ χρημάτων ἡδονῆς, καὶ τοῖς ἀδικεῖν ἐθέλουσι καταπωλεῖν τῆς ἑαυτῶν ἀνοσίου βουλῆς τὴν σύνεσιν. Ὡς γάρ φησιν ὁ προφήτης, «Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον.» Ἀναγ‐ | |
15 | καία τοιγαροῦν ἡ ἐντολὴ, καὶ τοῖς εὐαγγελικῶς ἐθέλουσι ζῇν οὐκ ἀσυντελὴς εἰς δικαιοσύνην τὸ κρί‐ νειν ὀρθῶς, οὐκ ἔν γε μόνον τοῖς ἔξω πράγμασιν, ἀλλὰ καὶ τοῖς εἰς νοῦν καὶ καρδίαν. Οἷον δή τί φημι· Θεοῦ τὴν φαυλότητα καταψέγοντος, ἐπαινεῖ ταύτην ὁ | |
20 | Σατανᾶς. Καὶ ὁ μὲν τοῦ Σωτῆρος ἡμᾶς ἀναπείθει νόμος, ἀξιέραστον ποιεῖσθαι τὸ ἀγαθόν· ἀνθέλκει πρὸς τὸ ἐναντίον ἐκεῖνος. Τότε δὴ τότε κριτὴς ὥσπερ τίς ἐστι καὶ δικαστὴς ἐν ἡμῖν ὁ νοῦς· καὶ ἐπαινέσας μὲν τὸ ἀγαθὸν, καὶ αὐτὸ τὸ χρῆναι κρατεῖν ἀπονέμων, | |
25 | ἐξεζήτησε κρίσιν. Ἐπιδούς γε μὴν φαυλότητι τὸ νι‐ κᾷν, ἔξω γέγονε τοῦ κρίνειν ὀρθῶς, καὶ ἀκούσεται δικαίως· «Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρόν· οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν· οἱ τιθέντες τὸ σκότος εἰς φῶς, | |
30 | καὶ τὸ φῶς εἰς σκότος.» Αὔχημα τοίνυν εὐαγγελικὸν τὸ κρίνειν ὀρθῶς, καὶ ἐπαμύνειν ἀδικουμένοις. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ, τὸ, «Ῥύσασθε ἀδικούμενον.» Ἐπιτη‐ δεύειν δὲ χρὴ πρὸς τούτῳ τὸ συμπαθὲς, καὶ τὸ ἀπροσ‐ ωπόληπτον. «Κρίνατε ὀρφανῷ,» φησὶ, «καὶ δικαιώσατε | |
35 | χήραν· καὶ δεῦτε, καὶ διελεγχθῶμεν, λέγει Κύριος·» οὐχ ὡς κρινόμενοι τῷ Δεσπότῃ; «Δικαιωθήσεται γὰρ, φησὶ, πάντως ἐν τοῖς λόγοις αὐτοῦ, καὶ νικήσει κρι‐ νόμενος.» Ἔσται γὰρ οὐδεὶς ἀπὸ ῥύπου καθαρὸς, ἀλλ’ οὐδὲ καυχήσεταί τις ἁγνὴν ἔχειν τὴν καρδίαν, | |
40 | διελεγχόμενοι δὲ μᾶλλον, καὶ οἱονεὶ καθ’ ἑαυτοὺς δοκιμάζοντες, εἰ μὴ τῆς θείας φιλοτιμίας μέγεθος πολύ τέ ἐστι καὶ ἀξιόληπτον. Ὥς γε ὁ σοφὸς ἡμῖν γράφει Παῦλος· «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς | |
45 | ἡμᾶς. «Ὑπισχνεῖται τοιγαροῦν τοῖς ἐκ νομικῆς ἀγωγῆς μεθορμιζομένοις τρόπον τινὰ διὰ τῆς πί‐ στεως εἰς ἀστειότητα βίου τοῦ κατὰ Χριστὸν, ἄφεσιν τῶν ἤδη προεπταισμένων. Αὕτη γὰρ ἡμῶν ἡ τῆς ἐλπίδος εἰσβολὴ, καὶ τῆς θείας εἰς ἡμᾶς ἡμερότητος | |
70.45(50) | ἀπαρχὴ, θύρα τε ὥσπερ καὶ ὁδός. Ὅτι δὲ καὶ τοῖς εἰσάγαν μεμολυσμένοις, καίτοι ἐπ’ ἔλαττον τοῦτο νενοσηκόσιν, ἀρκέσει πρὸς ἀποκάθαρσιν ἡ διὰ πί‐ στεως χάρις, ἀναπείθει λέγων· «Ἐὰν ὦσιν αἱ ἁμαρ‐ τίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ | |
55 | ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ.» Δυσέκπλυτον γὰρ οὐδὲν Θεοῦ διασμήχοντος. Ὡς γὰρ ὁ Παῦλος φησὶν, «Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσ‐ | |
σευσεν ἡ χάρις. Καὶ πάλιν· «Τίς ἐγκαλέσει μετὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων;» | 45 | |
70.48 | Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσ‐ ακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. | |
5 | Προσπεφώνηκέ που τοῖς ἐξ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ πανσόφου Μωσέως· «Ἰδοὺ δέδωκα πρὸ προσώπου σου τὴν ὁδὸν τῆς ζωῆς, καὶ τὴν ὁδὸν τοῦ θανάτου.» Τέθειται γὰρ ἐν ἡμῖν ἡ ἐπ’ ἄμφω τρίβος, καὶ τῶν ἑκάστου διανευμάτων, ἤγουν θελημάτων | |
10 | καρπὸς ἂν γένοιτο τὸ διαβιῶναι λαμπρῶς καὶ ἐννό‐ μως, ἤγουν ἑτεροίως κατεψεγμένως. Ἀλλ’ οὐκ ἂν ἐνδοιάσειέ τις, ὡς οἱ μὲν τὸν ἀγαθὸν καὶ ἀπόλεκτον καὶ Θεῷ φιλαίτατον βιοῦντες βίον, πάντη τε καὶ πάν‐ τως καταίρουσιν εἰς ζωήν. Οἵγε μὴν ταῖς εἰς τὸ φαῦ‐ | |
15 | λον ἡδοναῖς ἡττώμενοι, τὸ τέλος ἔχουσιν εἰς ὄλεθρον καὶ ἀπώλειαν. Εὐπειθείας οὖν ἄρα καρπὸς τὸ φαγεῖν ἔσται τὰ ἀγαθὰ τῆς γῆς τῆς τοῖς ἁγίοις ηὐτρεπι‐ σμένης, ἧς καὶ αὐτὸς διαμέμνηται λέγων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐ‐ | |
20 | τοὶ κληρονομήσουσι τὴν γῆν.» Σκαιότητος δὲ καὶ βίου φιλαμαρτήμονος ἡ ἀνόνητος ὑστεροβουλία, καὶ τὰ ἐκ θείας ὀργῆς, μάχαιρά τε καὶ ὄλεθρος, ὡς ἔφην, καὶ τί γὰρ οὐχὶ τοιούτων κακῶν; Ἀξιόπιστον δὲ τὸν ἑαυτοῦ λόγον ὁ προφήτης ἀποφαίνει, προσεπάγων | |
25 | εὐθὺς, ὅτι «Τὸ στόμα Κυρίου ἐλάλησε ταῦτα.» Ἐπειδὴ δὲ ἀμήχανον τὸ ψεύσασθαι τὸν Θεὸν (μένει γὰρ ἀεὶ τοῦθ’ ὅπερ ἐστὶν, ἁλήθεια δὲ δηλονότι), πῶς οὐκ ἀνάγκη νοεῖν ὅτι πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσεται τὰ προηγγελμένα; Πλὴν ἐκεῖνο περιαθρεῖν | |
30 | ἀναγκαῖον, ὡς ὀνίνησι πλουσίως ὁ προφητικὸς λόγος, τάς τε τῶν ἀκεραιοτέρων ἔτι ψυχὰς, καὶ μὴν καὶ τὰς τῶν ἤδη γνησίων καὶ ἱδρυμένων ἐν πίστει. Ἐπειδὴ γὰρ τέθεικεν ὁ τῶν ὅλων Θεὸς ἐν ταῖς τῶν παιδαγω‐ γουμένων ῥοπαῖς τὸ ἑλέσθαι μὲν τὸ ἀγαθὸν, ἀποφοι‐ | |
35 | τᾷν δὲ τῶν φαύλων, πεπληροφόρηκεν ὅτι τὰς τῶν πρακτέων ἢ μὴ δέδωκεν ἑκάστῳ τῶν ἐπὶ γῆς ἡνίας, καὶ ἐφ’ ὅπερ ἂν ἕλοιτό τις, ἐλάσει μετ’ ἐξουσίας. Ἐπειδὴ δὲ τοῦτό ἐστιν ἀληθὲς, εἰκαῖον ἤδη καὶ ψυ‐ χρὸν, καὶ ῥαψῴδημα τὸ διατείνεσθαί τε καὶ λέγειν, | |
40 | ὅτι φυσικὸν ἐν ἀνθρώπῳ τὸ κακόν· ἤγουν ὅτι τύχη τε καὶ εἱμαρμένη, καὶ γένεσις πηδαλιουχοῦσι τὰ ἀν‐ θρώπινα, καὶ πρός γε τὸ ἑκάστῃ δοκοῦν, οὓς ἂν ἕλοιντο κατασφίγγουσαι φαυλότητός τε καὶ ἀρετῆς ἀποτελοῦσιν ἐργάτας, οὐκ ἐθελουσίοις ῥοπαῖς ἰόντας | |
45 | εἰς τοῦτο, κατεζευγμένους δὲ ὥσπερ ἀφύκτοις νεύ‐ μασι, καὶ δυσφορήτως ἔχοντας τῇ τῶν κρατούντων ἀνάγκῃ. Εἰ γὰρ φύσει τὸ κακὸν, καὶ ἐνυπόστατόν ἐστιν, ὡς γοῦν ἐκεῖνοι ληροῦντές φασι· πῶς τοῖς ἑκάστου θελήμασι κρατύνεταί τε καὶ ἀσθενεῖ; εἰ γὰρ | |
70.48(50) | ἑλοίμην εἶναι χρηστὸς, τὸ κωλύον οὐδὲν ὁρᾶσθαι τοιοῦτον. Εἰ δὲ δὴ καὶ πονηρὸς, ἀπείρξειεν ἂν οὐδὲν καὶ πρός γε τοῦτο κατολισθεῖν. Ποῦ δὲ δὴ τύχης καὶ εἱμαρμένης ἡ δύναμις; ἢ ποία τις γένεσις ἐπιφέρει τισὶ τὸν ἐξ ἀνάγκης ζυγὸν, εἰ τοῖς ἑκάστου θελήμασιν | |
55 | ἀκολουθεῖ, καὶ τὸ φαγεῖν τὰ ἀγαθὰ τῆς γῆς πληροῦν | |
ἑλομένους τὴν ὑπακοὴν, καὶ μὴν καὶ τὸ ἔργον γενέ‐ | 47 | |
70.49 | σθαι τῆς μαχαίρας, εἰ τοῖς θείοις ἀντεξάγοιεν νόμοις τὸ ἀπειθὲς καὶ δυσήκοον; Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως; πρὶν ἡ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, | |
5 | νῦν δὲ φονευταί. Καταθαυμάζει τρόπον τινὰ τῆς Ἰουδαίων συν‐ αγωγῆς τὴν οὕτω σαθρὰν, καὶ οὐκ εὐάφορμον μετα‐ βολὴν, τῆς εἴς γε τὰ χείρω, φημὶ, καὶ τὴν ἐκ τῶν ἀμεινόνων εἰς τὰ αἰσχίω μετάστασιν. Νόμῳ μὲν γὰρ | |
10 | τῷ διὰ Μωσέως τὴν τοῦ συμφέροντος γνῶσιν ἐπαι‐ δεύετο, καὶ εἰς ἕκαστα τῶν πρακτέων διακομιστὴν ἔχουσαν τὸν τοῦ Θεοῦ λόγον, λαμπρὰ καὶ εὐδοκιμω‐ τάτη, καὶ ἀξιάγαστος ἦν, πλείστοις ὅσοις ἀνδράσι διαπρεπὴς, οἷς ὁ τῆς δικαιοσύνης καρπὸς ἐπήνθησε | |
15 | πλουσίως, καὶ ἀξιόληπτος ἦν τῷ Θεῷ. Ἦσαν μὲν γὰρ ἐν αὐτῇ προφῆταί τε καὶ ἱερεῖς, καὶ τῶν τῆς δικαιοσύνης ἔργων μελεδωνοὶ, καὶ λαῶν ἡγούμενοι φυλάττοντες κρίσιν, καὶ νόμον ἔχοντες ἐπὶ γλώττης, καὶ τρόπῳ παντὶ χρηστῷ τε καὶ ἀγαθῷ κατηγλαϊ‐ | |
20 | σμένοι. Εἶτα τῶν τοιούτων ἁπάντων ἐστερημένη, μᾶλλον τῆς ἀρχαίας ἐκείνης ἐπιεικείας ἀλογεῖν ἑλο‐ μένη, καὶ θεμένη παρ’ οὐδὲν τὴν εἰς Θεὸν αἰδῶ, καὶ ἀγάπησιν πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας προσκεκύνηκε τοῖς μὴ φύσει θεοῖς, τὸν ἕνα τε καὶ | |
25 | ἀληθῶς Δεσπότην ταῖς εἰς τοῦτο πορνείαις ἐκτόπως περιυβρίζουσα. Καὶ οἷά τις πολύκοινος καὶ σεσοβη‐ μένη γυνὴ κατὰ πολλοὺς ἠσέβησε τρόπους. Ἄλλοτε ἄλλοις προσκειμένη καθηγηταῖς, πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχθημένων παρὰ Θεοῦ διακομίζειν εἰδόσιν. | |
30 | Αἰτιᾶται γοῦν αὐτὴν διὰ φωνῆς Ἱερεμίου λέγων ὁ τῶν ὅλων Θεός· «Ἴδε ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραὴλ, ἐπεπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ.» Καὶ πάλιν ὡς πρὸς αὐτήν· «Ἐὰν ἐξαπο‐ | |
35 | στέλλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπελθοῦσα ἀπ’ αὐτοῦ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακαλύπτουσα ἀνα‐ καλύψει πρὸς αὐτὸν ἔτι; οὐ μαινομένη μιανθήσεται γυνὴ ἐκείνη; καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολ‐ λοῖς, καὶ ἀνεκάλυπτες πρός με, λέγει Κύριος. Ἆρον | |
40 | τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν, καὶ ἴδε, ποῦ οὐκ ἐξεφύρθης, ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς, ὡσεὶ κο‐ ρώνη ἐν ἐρήμῳ μόνῃ. Καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου, καὶ ἐν ταῖς κακίαις σου, καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ. Ὄψις πόρ‐ | |
45 | νης ἐγένετό σοι, ἀπηνῃσχύν[τ]ησας πρὸς πάντας.» Καταφρονήσασα γὰρ, ὡς ἔφην, τῆς ὑπὸ Θεῷ δου‐ λείας, ἐτράπετο πρὸς ἀπόστασιν καὶ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ τοῖς τῶν εἰδώλων θεραπευταῖς, ἐχρῆτο ποιμέσι καὶ διδασκάλοις. Καὶ ταυτὶ μὲν, ὡς ἔφην, | |
70.49(50) | πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τῆς τῶν Ἰουδαίων Συναγωγῆς τὰ ἐγκλήματα. Ἐπειδὴ δὲ τοῖς ἐπὶ τῆς γῆς ἐπέλαμψεν ὁ Χριστὸς (ἐπέφανε γὰρ ἡμῖν, κατὰ τὸ γεγραμμένον, Θεὸς Κύριος), οὐκ αὐτῷ μᾶλλον ἐχρῆτο παιδευτῇ· τετίμηκε δὲ διδασκαλίας, | |
55 | ἐντάλματα ἀνθρώπων· καὶ τὸν καλὸν ἀφεῖσα ποι‐ | 49 |
70.52 | μένα, τὸν εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀποκομίζειν εἰδότα, προσεκολλήθη τοῖς ἀρχιερεῦσι καὶ Γραμμα‐ ταίοις, καὶ μὴν δὲ καὶ Φαρισαίοις. Ἐκπεπόρνευκε δὲ κατὰ τοῦτον τὸν τρόπον. Καίτοι καὶ νόμον καὶ προ‐ | |
5 | φητῶν προανακεκραγότων αὐτῇ τὸ Χριστοῦ μυστή‐ ριον, καὶ ὅτι παρέσται κατὰ καιροὺς προαπηγγελ‐ κότων. «Πῶς οὖν ἐγένετο, φησὶ, πόρνη πόλις πιστὴ Σιὼν πλήρης κρίσεως;» Ὅμοιον ὡσεὶ λέγοι· Ποίας λαβοῦσα τὰς τοῦ νοσεῖν ἀφορμὰς, μᾶλλον δὲ πῶς | |
10 | ἀνάμεστος οὖσα πνευματικῶν ἐπικουρημάτων κατ‐ ώλισθεν εἰς ἀπόστασιν ἡ πάλαι πιστὴ καὶ δικαιοσύ‐ νης ἐργάτις, ἐν ᾗ κατέλυσεν ἡ δικαιοσύνη, τοῦτ’ ἔστιν, ἀνεπαύσατο νόμος; οἶκος γὰρ ὥσπερ τις αὐ‐ τοῦ γέγονεν ἡ τῶν παιδαγωγουμένων πληθὺς, νῦν | |
15 | δὲ καταλελύκασι φονευταί. Ἀκούεις ὅτι πάντα παρ‐ εὶς τὰ ἕτερα τὴν μιαιφονίαν αὐτοῖς ἐγκαλεῖ; Κατην‐ τλήκασι γὰρ τῆς ἑαυτῶν κεφαλῆς τὸ τίμιον αἷμα Χριστοῦ, Πιλάτῳ λέγοντες· «Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.» Ἀνῃρήκασι δὲ καὶ | |
20 | προφήτας ἁγίους· καὶ τοῦτο αὐτοῖς ὁ μακάριος Στέ‐ φανος ὠνείδισε, λέγων· «Σκληροτράχηλοι καὶ ἀπει‐ θεὶς τῇ καρδίᾳ, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε. Τίνα τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν; Ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.» | |
25 | Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον. Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες. | |
30 | Τῆς ἐπὶ τὰ χείρω μεταβολῆς τὰς αἰτίας ἀπαρι‐ θμεῖται σαφῶς. Καὶ ὥσπερ τις τῶν εὐτεχνεστάτων ἰατρῶν τοῖς ἠῤῥωστηκόσι λέγει τὰς τοῦ νοσεῖν ἀφορμὰς, οὕτω καὶ αὐτὸς ὁ πάντας ἀνθρώπους θέ‐ λων σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, | |
35 | τοῖς ἐξ ἀμαθίας ἠῤῥωστηκόσι τοῦ πρέποντος δια‐ τρανοῖ τὰς αἰτίας τῶν ἐν αὐτοῖς παθῶν καὶ πλημ‐ μελημάτων. «Ἀδόκιμον γὰρ τὸ ἀργύριον ὑμῶν,» φησί. Καὶ ἀργύριον μὲν ἀδόκιμον ὀνομάζει τῶν παρ’ αὐτοῖς διδασκάλων τὸν οὐκ εὐφυᾶ, μᾶλλον δὲ | |
40 | καὶ βδελυρίας ἁπάσης ἐπίμεστον λόγον· καὶ ἀδικῆ‐ σαι μᾶλλον ἤπερ ὀνῆσαι δυνάμενον τοὺς ἀκροωμέ‐ νους. Κατείθισται δέ πως ἡ θεόπνευστος Γραφὴ τοὺς τῆς κατηχήσεως λόγους, οὓς ἂν ποιοῖντό τινες τοῖς ὑπὸ χεῖρα λαοῖς ἀργύριον ἀποκαλεῖν. Καὶ γοῦν ὁ | |
45 | Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁμοιοῦσθαί φησι τὴν βασιλείαν τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὃς μέλλων ἀποδημεῖν ἐκάλεσε τοὺς ἑαυτοῦ δούλους· καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ ἓν, καὶ ἀπεδήμη‐ σεν· πεπονηκόσι δὲ αὐτοῖς περ .... τοὺς ἐπαίνους | |
70.52(50) | ἀποδιδοὺς, «Εὖ, δοῦλε ἀγαθὲ, καὶ πιστὲ,» φησί. Τῷ γε μὴν ἀποκρύψαντι τὸ τάλαντον, προσειργασμένῳ δὲ παντελῶς οὐδὲν, «Πονηρὸς δοῦλε,» φησὶ, «καὶ ὀκνηρὲ, ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπε‐ ζίταις, κἀγὼ ἐλθὼν ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν | |
55 | τόκῳ.» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβίδ· «Τὰ λόγια Κυρίου, λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον | |
δόκιμον τῇ γῇ. Κίβδηλον οὖν ἄρα καὶ ἀδόκιμον παν‐ | 51 | |
70.53 | τελῶς ἀργύριον τὸ παρὰ τοῖς Ἰουδαίοις, τοῦτ’ ἔστιν, ὁ παρὰ τῶν Γραμματέων καὶ Φαρισαίων λόγος, οἷα δὴ καὶ καπήλοις προσεοικότες ὕδατι τὸν οἶνον μίσγειν ἤθελον· τοῦτ’ ἔστι, νενοθευμένην, καὶ οὐκ ἀκαπή‐ | |
5 | λευτον ἐποιοῦντο τοῦ νόμου τὴν ἐξήγησιν· παρα‐ πλέκοντές τι καὶ ἰδίων αὐτοῖς θελημάτων, καὶ ψυ‐ χρῶν καὶ ὑδαρεστέρων ἐννοιῶν παρεισκρίνοντες οὐκ ἀμιγεῖ τοῦ χείρονος, οὐδὲ ὡς ἂν εἴποι τις ἄκρατον ἐποιοῦντο τῆς τοῦ νομοθέτου βουλῆς τὴν ἀπόδοσιν. | |
10 | Καὶ γοῦν προσίεσαν μὲν οἱ Γραμματεῖς καὶ οἱ Φα‐ ρισαῖοι τῷ Σωτῆρι λέγοντές ποτε· «Διὰ τί οἱ μα‐ θηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυ‐ τέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν, ὅταν τὸν ἄρτον ἐσθίουσιν. Ὁ δὲ πρὸς αὐτούς· Διὰ τί καὶ | |
15 | ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ, διὰ τὴν παράδοσιν ὑμῶν; Ὁ γὰρ Θεὸς εἶπεν, Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ, ὁ κακολογῶν πατέρα ἢ μη‐ τέρα, θανάτῳ τελευτάτω· ὑμεῖς δὲ λέγετε, Ὃς ἂν εἴπῃ τῷ πατέρι ἢ μητέρι, Δῶρον, ὃ ἂν ἐξ ἐμοῦ ὠφελη‐ | |
20 | θῇς, οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παρά‐ βασιν ὑμῶν.» Ὁρᾷς ἐν τούτοις τῆς Ἰουδαϊκῆς καπηλείας σαφῆ τὰ ἐγκλήματα; ταῖς γὰρ οἰκείαις παραδόσεσιν ἕπεσθαι δεῖν ἐθέλοντες, ἀκύρους ἀπέ‐ | |
25 | φαινον τοὺς τοῦ Θεοῦ νόμους. Ὑποπλαττόμενοι μὲν ἐξηγεῖσθαι καὶ αὐτοὺς, συνεισφέροντες δὲ παραδό‐ σεις ἑώλους καὶ ψυχράς. Αἰτιᾶται δὲ τοὺς ἄρχοντας, ὡς πολὺ νοσοῦντας τὸ ἐξήνιον, καὶ γαῦρον ὥσπερ ἀνατείνοντας τὸν αὐχένα, καὶ ἀπειθεῖν ᾑρημένους. | |
30 | Οὐ γὰρ ἤθελον προσίεσθαι τὴν πίστιν τὴν εἰς Χρι‐ στὸν δηλονότι, καίτοι τοῦ νόμου διακεκραγότος αὐ‐ τοῖς ἄνω τε καὶ κάτω, τὸ ἐπ’ αὐτῷ μυστήριον, καὶ κατὰ μυρίους ὅσους αὐτὸ δεικνύοντος τρόπους. Καὶ γοῦν ἔφη πρὸς αὐτοὺς ὁ Κύριος ἡμῶν Ἰησοῦς, Χρι‐ | |
35 | στός· «Ἢ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα; Ἔστιν ὁ κατηγορῶν ὑμῶν, Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίσατε. Εἰ γὰρ ἐπιστεύετε Μωσῇ, ἐπι‐ στεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Ἀπειθεῖς οὖν ἄρα, μήτε τὴν τοῦ νόμου βούλησιν | |
40 | ἄκρατον ὥσπερ καὶ ἀνόθευτον διερμηνεύειν ἐθέλον‐ τες τοῖς ἄλλοις, μήτε μὴν τὴν διὰ Μωσέως καὶ προφητῶν καὶ ἁγίων προκεκηρυγμένην τιμήσαντες πίστιν. Οὐ γὰρ ἤθελον ὑπακοῦσαι λέγοντι τῷ Χρι‐ στῷ· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πε‐ | |
45 | φορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυ‐ γόν μου ἐφ’ ὑμᾶς.» Καὶ πρός γε τῷ εἶναι σκληροί τε καὶ ἀπειθεῖς, κοινωνοὶ γεγόνασι κλεπτῶν· τοῦτο μὲν τοῖς δωροδοκοῦσι συνκαστάμενοι (Sic), τοῦτο δὲ συνδεδραμηκότες ταῖς ἀνοσίοις βουλαῖς τοῦ προδόντος | |
70.53(50) | αὐτοῖς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ὃς ἦν πονηρός τε ἅμα καὶ κλεπτίστατος μαθητής. Ἐρασι‐ χρήματοι δὲ καὶ ἑτέρως οἱ τῶν Ἰουδαίων καθηγηταὶ, τὸ κύμινόν τε καὶ τὸ ἄνηθον, καὶ πᾶν λάχανον ἀπο‐ δεκατοῦντες, καὶ ἀφιέντες τὰ βαρύτερα τοῦ νόμου, | |
55 | τὴν κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν. Οὐ γὰρ ἔκρινον ὀρφανοῖς καὶ χήραις. Ζητοῦντες δὲ μᾶλλον | |
παρὰ τῶν προσαγόντων αὐτοῖς ἀνταπόδομα, κατεδί‐ | 53 | |
70.56 | καζον ἀνοσίως τῶν ἀδικουμένων ἔσθ’ ὅτε, ψῆφον ἐπ’ αὐτοῖς τὴν ἐκνομωτάτην ἐκφέροντες. Ἀπὸ δὴ τοῦ κρίνειν ἀδίκως καὶ αἰσχρῶς ἡττᾶσθαι λημμάτων, καὶ εἰς αὐτὸν πεπαρῳνήκασι τὸν Χριστόν. Ἵνα γὰρ | |
5 | ἔχοιεν τὰς παρὰ τῶν λαῶν δωροφορίας, οὐ προσήκαντο τὸν τοῦ ἀμπελῶνος δεσπότην, ἴδιον ποιού‐ μενοι κλῆρον τὸν αὐτῷ καὶ μόνῳ πρέποντά τε καὶ ὀφειλόμενον. Ἀπεκτόνασι γὰρ ἀθῶον ὄντα καὶ δί‐ καιον, καίτοι τοῦ νόμου λέγοντος· «Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς.» Διὰ τοῦτο τάδε λέγει ὁ δεσπότης Κύριος Σα‐ βαώθ· Οὐαὶ οἱ ἰσχύοντες Ἰσραήλ· οὐ παύσεται | |
10 | γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω. Τοῦ κατεφθάρθαι τὴν Ἱερουσαλὴμ ἀνατίθησι τὰς αἰτίας τοῖς καθηγεῖσθαι λαχοῦσι, καὶ μάλα εἰκότως. Ἕπεται γὰρ ἐπὶ πᾶν αὐτοῖς τὸ ὑπήκοον· καθάπερ | |
15 | ἀμέλει καὶ τοῖς ποιμέσι τὰ ὑπὸ χεῖρα θρέμματα. Εἰ γὰρ ἀποκομίζοιεν εἰς πίονά τε αὐτὰ καὶ ἀμφιλαφῆ νομὴν, εὔρωστά τε εἶεν ἂν καὶ εὐτραφῆ λίαν· εἰ δὲ εἰς γῆν ἁλμάδα καὶ ἀκανθῶν μητέρα, καταφθεροῦσι πάντως αὐτὰ ταῖς κακοσιτ[ε]ίαις. Τοιοῦτόν τι ἐφ’ | |
20 | ἡμῶν αὐτῶν ἀληθὲς ὂν εὑρήσομεν. Εἰσηγήσεσι μὲν γὰρ ταῖς εἰς ὀρθότητά τε καὶ ἀρετὴν καὶ θεογνωσίαν ἀμώμητον ὁ τῶν παιδαγωγουμένων καταπιαίνεται νοῦς. Ταῖς γε μὴν εἰς ἀνοσιότητα συμβουλίαις ἑτοιμό‐ τατα καταῤῥεῖ πρὸς τὴν τῶν αἰσχιόνων ἔφεσίν τε καὶ | |
25 | προθυμίαν. Τοιοῦτόν τι πεπονθότες οἱ ἐξ Ἰσραὴλ ταῖς τῶν Γραμματέων καὶ Φαρισαίων παραδόσεσι καὶ διδασκαλίαις οἱ τάλανες διολώλασιν. Οὐ γὰρ εἴων αὐτοὺς τὴν ἀληθῆ καὶ σωτήριον ἰέναι τρίβον, τὴν διὰ πίστεως λέγω, τῆς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν | |
30 | Χριστόν. Καὶ γοῦν τεθεράπευκε μὲν τὸν ἐκ γεννετῆς τυφλὸν, καὶ τεθαυμάκασι μὲν οἱ κατὰ πᾶσαν τὴν Ἱερουσαλὴμ τῆς θεοσημείας τὸ μέγεθος, κηρύττοντι δὲ τὸν ἰατρὸν τῷ τοῦ πάθους ἀπηλλαγμένῳ διαῤῥήδην ἔφασκον οἱ παιδαγωγεῖν ὀφείλοντες εἰς ἀλήθειαν | |
35 | «Δὸς δόξαν τῷ Θεῷ, ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄν‐ θρωπος ἁμαρτωλός ἐστιν.» Ἐπιμαρτύρεται δέ τις τῶν ἁγίων εὐαγγελιστῶν, ὅτι ἤδη συνετέθειντο οἱ Γραμ‐ ματεῖς καὶ οἱ Φαρισαῖοι, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστὸν, ἀποσυνάγωγος γένηται. Ταύτῃ τοι καὶ τὴν | |
40 | εἰς ἀλλήλους αἰδῶ τῆς ἑαυτῶν σωτηρίας ἀβουλότατα προτετιμηκότες, ἀμέτοχοι παντελῶς τῆς παρὰ Θεοῦ μεμενήκασι δόξης. Καὶ τοῦτο αὐτοῖς ἔφασκεν ὁ Σω‐ τήρ· «Πῶς δύνασθε πιστεύειν δόξαν παρ’ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ | |
45 | οὐ ζητεῖτε;» Καὶ μὴν καὶ ἑτέρωθι· «Οὐαὶ ὑμῖν Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν.» Σκάνδαλον τοίνυν γεγόνασι τοῖς λαοῖς, καὶ τῇ δόξῃ Χριστοῦ πολεμοῦντες οὐ δια‐ λιμπάνουσιν. Ταύτῃ τοι περὶ αὐτῶν φησιν· «Οὐαὶ οἱ | |
70.56(50) | ἰσχύοντες. Οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐκ τῶν ὑπ‐ εναντίων, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω.» Ὁρᾷς ὅπως ἐναντίους τε αὐτοὺς καὶ μὴν καὶ ἐχθροὺς ὀνομάζει; Καὶ ἐπ’ αὐτοὺς δὴ μάλιστα τὰ ἐκ τῆς θείας ὀργῆς δραμεῖσθαί φησιν. Ἔδει γὰρ, ἔδει μειζό‐ | |
55 | νως κολάζεσθαι, καὶ τοὺς ὑπὲρ τῆς τῶν ἄλλων ἀπ‐ ωλείας ὑποσχεῖν τῷ κρίνοντι λόγους. Οὓς ἦν εἰκὸς | |
δύνασθαι καὶ διασώζειν αὐτοὺς, εἴπερ ἤθελον ὀρθά τε | 55 | |
70.57 | φρονεῖν αὐτοὶ, καὶ τοῖς ἄλλοις ἅπασιν τὴν εἰς τοῦτο διακομίζουσαν καταδεῖξαι τρίβον. Ἐπεφώνει καὶ ὁ θεσπέσιος Ἰωάννης αὐτοῖς ἐπὶ τὸ τῆς μετανοίας ἰοῦσι βάπτισμα· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν, | |
5 | ψογεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;» Γέγονε τοίνυν ἐκδίκησις παρὰ Θεοῦ κατὰ τῶν ἰσχυόντων· μάλιστα, τοῦτ’ ἔστι, τῶν παρ’ αὐτοῖς δυνατῶν, ἤγουν ἡγουμέ‐ νων, καταδῃωθείσης αὐτῶν τῆς χώρας καὶ παραδο‐ θείσης τοῖς Ῥωμαίων γενναιοτάτοις στρατεύμασι. | |
10 | Καὶ τοῦτο αὐτοῖς προμεμήνυκεν ὁ Σωτήρ· «Ὅταν ἴδετε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσα‐ λὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι, Καλύψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς, Πέσατε ἐφ’ ἡμᾶς.» Φοβερὸν οὖν ἄρα τὸ ἐμ‐ πεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· οὐχ ὅτι σκληρὸς καὶ | |
15 | ἀμείλικτος· χρηστὸς γὰρ μᾶλλον καὶ ἀγαθός ἐστιν· ἀλλ’ ὅτι λυπεῖται καταφρονούμενος, ὅταν ἑαυτοὺς μάλιστα τῶν παρ’ αὐτοῦ χαρισμάτων ἀποστεροῦμεν ἡμεῖς, καίτοι παρὸν ἑλεῖν τε πλουσίως· καὶ ἐντρυφᾷν αὐτοῖς ἑλομένοις εἴκειν τοῖς παρ’ αὐτοῦ νόμοις. Ἀπο‐ | |
20 | σειομένοις τε τοὺς πονηροὺς καὶ ἀνοσίους τῶν ἐν τῷ‐ δε τῷ βίῳ διδασκάλους· οἳ καὶ τῆς πίστεως τὴν ὀρθό‐ τητα τοῖς ἑαυτῶν ῥήμασι παραλύειν ἐπείγονται, καὶ ταῖς τῶν ἀκεραιοτέρων ψυχαῖς τῆς ἑαυτῶν δυστρο‐ πίας τὸν ἰὸν ἐκχέοντες, παρατρέπουσιν αὐτὰς εἰς τὸ | |
25 | δεῖν ἑλέσθαι τὰ πονηρά. Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ πυρώσω σε εἰς καθαρὸν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ πάντας ὑπερηφάνους ταπεινώσω· καὶ ἐπι‐ στήσω τοὺς κριτάς σου, ὡς τὸ πρότερον, καὶ | |
30 | τοὺς συμβούλους σου ὡς τὸ ἀπαρχῆς. Καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών. Μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς, καὶ μετὰ ἐλεημοσύνης. Καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, | |
35 | καὶ οἱ ἐγκαταλείποντες τὸν Κύριον συντελεσθή‐ σονται. Ἐπάγει τὴν χεῖρα αὐτοῦ Θεὸς, ὡς πλήττουσαν· τοιοῦτον γάρ πως ἀεὶ τῶν τυπτόντων τὸ σχῆμα. Ὅτι οὐκ ἀνόνητος ἔσται παντελῶς αὐτοῖς ἡ τῆς χειρὸς ἐπ‐ | |
40 | αγωγὴ, τοῦτ’ ἔστιν, ἡ τῶν δεινῶν ἔφοδός τε καὶ πεῖ‐ ρα, οὔτε μὴν ἀδιακρίτως ἅπασι τὰ ἐξ ὀργῆς συμβή‐ σεται, φροντίδος δὲ καὶ φειδοῦς ἀξιώσει τοὺς πε‐ πιστευκότας, καὶ τοῖς γνησίοις ἀπονεμεῖν τὴν ἐπὶ τῷ γε δεῖν διασώζεσθαι χάριν διδάσκει σαφῶς. Πάλαι | |
45 | μὲν γὰρ ἡ θεομάχος Ἱερουσαλὴμ ἐκπεπόρνευκε πολυ‐ τρόπως διὰ τοῦ λατρεῦσαι θεοῖς ἑτέροις, ἐπήγαγεν δὲ αὐτῇ τὴν χεῖρα Θεὸς, καὶ ὥσπερ τινὶ πυρὶ ταῖς ἐκ τοῦ πολέμου παρεδίδου συμφοραῖς. Ἐπειδὴ δὲ πέ‐ πομφεν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ Πατὴρ Σωτῆρα καὶ | |
70.57(50) | Λυτρωτὴν, εἶτα πεπαρῴνηκεν εἰς αὐτὸν, καὶ τὰ ἐξ ἀκράτου πέπραχεν ἀπονοίας. Οὐ διαλέλοιπέ τε ταῖς ἀπειθείαις ἀγρίως περιυβρίζουσα, καίτοι δικαιοῦντα τὸν ἀσεβῆ, καὶ τῶν ἀρχαίων πλημμελημάτων ἀπαλ‐ λάττοντα διὰ τῆς πίστεως. Ἐπήγαγε δὲ αὐτῇ τὴν | |
55 | χεῖρα πάλιν, καὶ οἷόν τις τεχνίτης διέκρινεν ἐν πυρὶ, | |
καὶ ἅπαν μὲν ὅσον ἦν ἐν αὐτῇ δοκιμώτατόν τε καὶ | 57 | |
70.60 | ἀπόλεκτον γένος τῶν πεπιστευκότων τοῦτο τετήρηκεν ἐν ἑαυτῷ, τό γε μὴν κίβδηλον καὶ ἀδόκιμον παραδέδω‐ κεν εἰς ὄλεθρον καὶ ἀφανισμόν. Ὥσπερ οὖν οἱ πυρὶ κατατήκοντες, ἢ χαλκὸν, ἢ ἄργυρον, διακαθαίρουσι | |
5 | τὰς ὕλας· οὕτω κἀγὼ, φησὶ, πυρώσω εἰς καθαρόν. Γέγραπται δὲ, ὅτι «Ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα ἐκκαθα‐ ριεῖ ἐκ μέσου αὐτῶν, ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως.» Εἴρηται δὲ καὶ διὰ φωνῆς ἑνὸς | |
10 | τῶν ἁγίων προφητῶν, ὅτι «Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε. Ἰδοὺ ἔρχεται, λέγει Κύριος, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ, ὅτι αὐτὸς εἰσ‐ | |
15 | πεπόρευται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόν‐ των, καὶ καθιεῖται χωνεύων, ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον.» Ἑτεροτρόπως δὲ τοῦτο καὶ ὁ σοφὸς ἡμῖν Ματθαῖος διασαφεῖ λέγων περὶ Χριστοῦ· «Ἐγὼ μὲν γὰρ ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπί‐ | |
20 | σω μου ἐρχόμενος, ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι, αὐτὸς ὑμᾶς βα‐ πτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Οὖ τὸ πτύον ἐν τῆ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυ‐ | |
25 | ρον κατακαύσει πυρὶ ἀσβέστῳ.» Οὐκοῦν συλλέγεται ὁ μὲν σῖτος εἰς ἀποθήκην, τὸ δὲ ἄχρηστον ἅπαν, τοῦτ’ ἔστι, τὸ ἄχυρον πυρὸς εἴρηκεν ἔσεσθαι τροφήν. Καὶ πῶς, εἴ τις ἕλοιτο μαθεῖν, ἡ τῶν προκειμένων σαφηνιεῖ δύναμις. Ἕφη γὰρ εὐθύς· «Τοὺς δὲ ἀπει‐ | |
30 | θοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ, καὶ πάντας ὑπερηφάνους ταπεινώσω.» Διόλωλε μὲν γὰρ τῶν ἐξ Ἰσραὴλ ἡ πάλαι πληθὺς, καὶ εἰς Χριστὸν ἀσεβήσασα καὶ ἀρνησαμένη τὸν λυτρωτήν· ἐξῄρηνται δὲ πάντες οἱ ὑπερήφανοι καὶ ζῶντες ἀνό‐ | |
35 | μως, τοῦτ’ ἔστιν, οἱ τῆς Ἰουδαίων Συναγωγῆς ἡγε‐ μονεύειν λαχόντες, οἱ ἀρχιερεῖς καὶ Φαρισαῖοι. Πῶς γὰρ οὐκ ἂν ἄνομοί τε καὶ ἀλαζόνες, οἱ μήτε τὴν εἰς τὸν νόμον αἰδῶ κἂν γοῦν ὀλίγα τε πεφροντικότες, ἐπ‐ αίροντες δὲ καὶ τὸ κέρας εἰς ὕψος, καὶ λαλοῦντες | |
40 | κατὰ τοῦ Θεοῦ ἀδικίαν; Εἰρήκασι γὰρ, «Αἶρε, αἶρε, σταύρωσον αὐτόν.» Ἐξῄρηνται δὲ τοῦ καθηγεῖσθαι λαῶν, ἀναδεδειγμένων τῶν ἁγίων ἀποστόλων, περὶ ὧν φησιν, «Ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότε‐ ρον, καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπαρχῆς.» Γεγό‐ | |
45 | νασι δὲ κατ’ οὐδὲν ἐλάττους τῶν ἀρχαιοτέρων ἁγίων οἱ θεσπέσιοι μαθηταὶ, οὓς καὶ κριτὰς ὀνομάζει, καὶ συμβούλους ἀποκαλεῖ. Δεδράκασι γὰρ ἀμφότερα, τοῖς ἁμαρτάνουσιν ἐπιπλήττοντες ὡς κριταὶ, συμβου‐ λεύοντες δὲ τοῖς ἠσθενηκόσι τὰ πρὸς εὐρωστίαν αὐτοῖς | |
70.60(50) | χρήσιμα τὴν πνευματικήν. Καὶ γοῦν ὁ σοφώτατος Παῦλος τὸν ἐν Κορίνθῳ πεπορνευκότα παρεδίδου μὲν τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ Πνεῦμα σωθῇ· βουλὰς δὲ δίδωσιν ἀγαθὰς, καί φησιν· «Ἐὰν δέ τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ | |
55 | εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» Περὶ τῶν ἐνθάδε λεγομένων | |
κριτῶν ἤτοι συμβούλων καὶ ὁ μακάριος Δαβὶδ ἐν | 59 | |
70.61 | Πνεύματι ἁγίῳ πρὸς αὐτὴν ἔφη τὴν Ἱερουσαλὴμ, «Ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν οἱ υἱοί σου,» τοῦτ’ ἔστιν, Ἐν τάξει πατέρων γεγόνασί σοι τὰ τέκνα· καὶ γὰρ ἦσαν Ἰουδαῖοι, καὶ υἱοὶ τῆς τὸ τηνικάδε Συν‐ | |
5 | αγωγῆς οἱ θεσπέσιοι μαθηταί. Ὅτι δὲ πατέρες γεγό‐ νασι τῶν πεπιστευκότων, ἄκουε Παύλου λέγοντος, «Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Καὶ πάλιν· «Τεκνία μου, οὓς πάλιν ὠδί‐ νω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Διαμέμνη‐ | |
10 | ται δὲ καὶ ἕτερος ἡμῖν τῶν ἁγίων προφητῶν αὐτοῦ, περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ τῆς ἀναδείξεως τῶν ἁγίων αὐτοῦ μαθητῶν, καί φησιν· «Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.» Οἱ μὲν γὰρ τῆς Ἰουδαίων | |
15 | Συναγωγῆς ἡγούμενοι, καὶ ζωῆς εἴχοντο τῆς ἐκνομω‐ τάτης, καὶ τὸ μετὰ κρίσεως, τοῦτ’ ἔστι, δικαιοσύνης ἄρχειν οὐκ ᾔδεσαν. Βασιλεύσαντος δὲ Χριστοῦ τῆς ὑπ’ οὐρανὸν, δίκαιοί τε καὶ ἀγαθοὶ, καὶ μετὰ κρίσεως ἄρχοντες, οἱ θεσπέσιοι γεγόνασι μαθηταί· ὧν ἀναδε‐ | |
20 | δειγμένων, κέκληται πάλιν πόλις δικαιοσύνης, καὶ μητρόπολις πιστὴ Σιὼν, τοῦτ’ ἔστιν, ἡ Ἐκκλησία. Ὅτι δὲ οὐκ ἀδιακρίτως, ὡς ἔφην, ἀλλ’ ἐν φροντίδι καὶ λόγῳ τῷ μετὰ δικαιοσύνης ἡ παρὰ Θεοῦ γέγονε πύρωσις, ἤτοι δοκιμασία, φανερὸν καθίστησι τὸ εὐ‐ | |
25 | δοκιμῆσαν γένος διὰ τῆς πίστεως· προσεπάγει λέγων, «Ὅτι μετὰ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης, καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλιπόντες τὸν Κύριον συντελεσθήσονται.» Διακεκριμένων γὰρ ἤδη | |
30 | τῶν γενῶν, καὶ τοῦ μὲν πεπιστευκότος εὐδοκιμοῦν‐ τος, ὡς ἔφην, θατέρου γε μὴν οὐ μετρίως προσ‐ κεκρουκότος, σέσωσται μὲν τὸ ἀπόλεκτον, ὠλόθρευτο δὲ πᾶν ὅσον ἦν ἐν αὐτοῖς βδελυρὸν καὶ ἀπηχθη‐ μένον, καὶ ἀπονοίας σύντροφον, καὶ βεβιωκὸς ἀνοσίως, καὶ Χριστοῦ μὴ πεφροντικὸς τοῦ σώζειν εἰδό‐ τος, καὶ ἀνιέντος ἐγκλήματα καὶ δικαιοῦντος τῇ χάριτι. | |
35 | Διότι καταισχυνθήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνθησαν ἐπὶ τοῖς κήποις αὐτῶν, ἃ ἐπεθύμησαν. Ἔσονται γὰρ ὡς τερέβινθος, ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. | |
40 | Ἔφην ὅτι διττὴν ἐν τούτοις ὁ τοῦ προφήτου λόγος ποιεῖται τὴν πρόφασιν τῆς Ἰουδαίων ἀποβολῆς. Διττὰ γὰρ αὐτῶν τὰ ἐγκλήματα. Πάλαι μὲν γὰρ Θεὸν ἀφέντες, τὸν ἕνα καὶ φύσει, καὶ λυτρωτὴν, λελα‐ τρεύκασιν εἰδώλοις, καὶ τεθύκασι θυσίας τῇ στρατιᾷ | |
45 | τοῦ οὐρανοῦ, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν τὸ σέβας ἀνάπτοντες, δεδυσσεβήκασιν οὐ μετρίως. Ἐπειδὴ δὲ Θεὸς Κύριος ἐπέφανεν ἡμῖν, κατὰ τὰς Γραφὰς, ἠρνήσαντο καὶ αὐτὸν, καὶ πεπαρῳνήκασιν οὐ μετρίως εἰς τὸν τῆς ζωῆς ἀρχηγόν. Οὐκοῦν ἀδελφὰ | |
70.61(50) | τὰ ἐγκλήματα, καὶ τῆς ἀπονοίας ὁ τρόπος οὐκ ἀπεοικὼς τῷ πρώτῳ, μᾶλλον δὲ καὶ ἐν αἰτίᾳ ἀπονοίας μείζονι. Καὶ ἐκολάζοντο μὲν κατά γε τοὺς πρὸ τῆς ἐπιδημίας καιροὺς ταῖς τῶν πολεμίων ἐφόδοις, πόλεων ἐμπρησμοῖς, οἴκων ἀνατροπαῖς ....... | |
55 | Ταῦτα γὰρ ἔδρων ἐφιέντος Θεοῦ, Πέρσαι τε καὶ Μῆδοι, Μωαβῖται, καὶ Ἰδουμαῖοι, καὶ τὰ περίοικα τῶν ἐθνῶν. Ἐπειδὴ δὲ, ὡς ἔφην, καὶ εἰς αὐτὸν ἠσέβησαν | |
τὸν Χριστὸν, οὐκ ἐν μείοσι τῶν ἀρχαιοτέρων γεγό‐ | 61 | |
70.64 | νασι κακῶν. Περιπεπτώκασι γὰρ ταῖς Ῥωμαίων στρατιαῖς, οἳ καὶ πᾶσαν ἄρδην ὠλόθρευσαν Ἰουδαίαν, ἐπαμύνοντος οὐδενὸς, ἤγουν ἐξελέσθαι δυναμένου, καὶ τῆς οὕτω πικρᾶς ἐξελέσθαι συμφορᾶς. Ταύτῃ τοί | |
5 | φησιν, ὅτι «Καταισχυνθήσονται ἐν τοῖς εἰδώλοις αὐ‐ τῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνθησαν ἐν τοῖς κήποις αὐτῶν, ἃ ἐπεθύμησαν.» Ἄλση μὲν γὰρ καὶ δρυμοὺς καταλαμβάνοντες, εἶτα τοῖς εὐμηκεστέροις τῶν φυτῶν εἴδωλα περιιδρύσαντες, ἐγείροντές τε | |
10 | βωμοὺς, σωτῆρας ἐπεκάλουν, τοὺς ψευδωνύμους θεοὺς, καὶ ἐπ’ αὐτοῖς τοῖς ἔργοις τῶν ἰδίων χειρῶν πᾶσαν ἔθεντο τὴν ἐλπίδα, τὴν τοῦ δύνασθαι κατευμε‐ γεθεῖν ἐχθρῶν, καὶ καταγωνίζεσθαι ῥᾳδίως τοὺς ἀνθεστηκότας. Ἐπειδὴ δὲ οἱ μὲν πολέμιοι παρῆσαν, | |
15 | καὶ δεδράκασι τὰ ἐχθρῶν, ἀπομεμένηκε δὲ παρὰ τῶν ἰδίων θεῶν ἀνεπικούρητος Ἰσραὴλ, κατῃσχύνθησαν ἐπὶ τοῖς εἰδώλοις αὐτῶν. Τεθέανται γὰρ αὐτοὺς καὶ πρό γε τῶν ἄλλων ἐμπιπραμένους ὁμοῦ τοῖς κήποις, ἤγουν τοῖς ἄλσεσι, καὶ αὐτοῖς τεμένεσι καὶ βωμοῖς. | |
20 | Οὐκοῦν διημαρτήκασι τῆς ἐλπίδος, ὅτε παθόντας τεθέανται τοὺς ἑαυτῶν θεοὺς, τότε συνέντες μόλις τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς εἰρημένον παρὰ Θεοῦ· «Καὶ ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς | |
25 | σου;» Παθόντες τοίνυν τὴν ἐντροπὴν τὴν ἐπί γε τοῖς ἰδίοις θεοῖς, οὓς ἐπεθύμησαν αὐτοὶ, καὶ μέντοι τοῖς κήποις, ἔσονται ὡς τερέβινθος ἀποβεβληκυῖα αὐτῆς τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων· τοῦτ’ ἔστι, γυμνοί τε καὶ ἀτιμότατοι, καὶ πολὺ νοσοῦντες | |
30 | τὴν ἀκαρπίαν, δῆλον δὲ ὅτι τὴν νοητὴν τὴν ἐν πράξε‐ σιν ἀγαθαῖς. Ἡ μὲν γὰρ τερέβινθος, ἤγουν ἕτερόν τι τῶν φυτῶν, ἕως μὲν ταῖς ἰδίαις ἄνθαις ὁρᾶται κατάκομον, τὴν αὐτῷ πρέπουσαν ἀποσώζει δόξαν· ἀποβεβληκὸς δὲ τὰ φύλλα, ξηρὸν ἔσται καὶ ἀκαλλὲς, | |
35 | καὶ οἷον ἠτιμασμένον. Παράδεισος δὲ πάλιν, εἰ μὲν ἔχοι πηγὰς, εὐδενδρότατος ἔσται τις, καὶ ταῖς τῶν καρπῶν ἀφθονίαις πολυειδῶς ἐναβρύνεται. Ξηρὸς δὲ καὶ ἄνυδρος ὢν, ἔσται που πάντως ἐν ἀκαρπίᾳ, μᾶλλον δὲ καὶ αὐτῶν νοσήσει τὴν ἐρημίαν. Ἄτιμος τοίνυν | |
40 | καὶ ἄκαρπος ἀπομεμένηκεν ὁ Ἰσραήλ. Ποῖος γάρ ἐστι καρπὸς ἀρετῆς ἐν τοῖς τῶν εἰδώλων θεραπευταῖς; Ἢ πῶς οὐχ ἁπάσης ἀτιμίας ἔμπλεως, ὁ Θεὸν ἀφεὶς τὸν ἕνα καὶ φύσει, «καὶ λέγων τῷ ξύλῳ, Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με;» Ἔσται δὲ | |
45 | καὶ ἑτέρως Ἰσραὴλ ὡς τερέβινθος, ἀποβεβληκυῖα τὰ φύλλα. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδη‐ μίας, τὴν τοῦ νόμου τηροῦντες σκιὰν, προσεοίκεσαν φυτοῖς, καρπὸν μὲν οὐκ ἔχουσι, πλὴν εὖ μάλα περιηνθισμένοις ταῖς τῶν φύλλων ἐκβολαῖς. Ἐπειδὴ | |
70.64(50) | δὲ προσκεκρούκασι τῷ Χριστῷ, καὶ αὐτὴν ἀποβεβλή‐ κασι τὴν τῆς σκιᾶς τήρησιν. Οὐ γὰρ ἔτι τηροῦσι τὰς κατὰ νόμον θυσίας, οὔτε μὴν τοῖς νομικοῖς αὐχήμα‐ σιν ἐπισεμνύνονταί ποθεν· ὀλίγιστα δὲ κατὰ πόλεις τῶν ἀρχαίων τηροῦντες ἐθνῶν, ἄκαρποί εἰσιν καὶ | |
55 | ἠτιμωμένοι· καὶ μάλα εἰκότως. Ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθ’ ὅτι οὐκ ἦν δυ‐ | |
νατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ. | 63 | |
70.65 | Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ ἡ ἐργασία αὐτῶν ὡς σπινθῆρες πυρὸς, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. | |
5 | Ὁ σοφὸς εἴρηκεν Σολομὼν, ὅτι Σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται· καὶ ἀληθὴς ὁ λόγος. Ἑκάστῳ γὰρ ἡμῶν τὰ ἴδια πλημμελήματα προξενεῖ τὸν ὄλεθρον, καὶ τὰς ἐκ θείας ὀργῆς ἐπιφέρει δίκας. Ὁποῖόν τι πεπόνθασιν οἱ ἐξ Ἰσραήλ. Εἰργά‐ | |
10 | σαντο μὲν γὰρ ἑαυτοῖς τοὺς ψευδωνύμους θεοὺς, καὶ ἐπ’ αὐτοῖς ἐσχήκασι τὴν ἐλπίδα, τοῦ δύνασθαι κατα‐ κρατεῖν ἐχθρῶν. Ἀλλ’ αὐτὸ δὴ τοῦτο γέγονεν αὐτοῖς μονονουχὶ πῦρ τε καὶ ξύλα. Διὰ γὰρ ταύτην τὴν πλημμέλειαν δέδονται πυρὶ, καὶ τοῦτο ἀσβέστῳ, | |
15 | τοῦτ’ ἔστι, δειναῖς τε καὶ ἀκαταλήκτοις συμφοραῖς, ἐπαμύνοντος οὐδενός. Καὶ τοῦτο ἡμῖν σαφὲς καθ‐ ίστησι, λέγων· Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ ἡ ἐργασία αὐτῶν ὡς σπινθῆρες πυρός. Ἡ προσδοκηθεῖσα, φησὶν, ἔσεσθαι δύναμις αὐτοῖς, | |
20 | ἔσται ὡς καλάμη στιππύου, τοῦτ’ ἔστι, τροφὴ πυρὸς καὶ ὑπέκκαυμα, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτῶν, ὡς πυρὸς σπινθῆρες ἀκοντιζόμενοι κατ’ αὐτῶν. Καυθή‐ σονται οὖν οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα. Πα‐ ραιτητέον τοίνυν τὸ προσκρούειν Θεῷ, καὶ τὸ δρᾷν | |
25 | ἐκεῖνα ............... ........ αὐτὰ γὰρ ἡμῶν τὰ ἔργα, καὶ πῦρ ἡμῖν ἔσται καὶ τροφὴ πυρὸς, καθάπερ ἀμέλει καὶ τὰ ἐκ πράξεων ἀγαθῶν αὐχήματα, καὶ ζωῆς καὶ δόξης ἐμποιητικὰ τοῖς κατορθοῦσιν εὑ‐ | |
30 | ρίσκεται. | |
31t | ΛΟΓΟΣ Βʹ. | |
32 | Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἡσαΐαν, υἱὸν Ἀμὼς, περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ. | |
35 | Συγγενῆ τοῖς φθάσασι τὰ προκείμενα, καὶ διὰ τῶν ἴσων ἐννοιῶν ἐρχόμενα κατίδοι τις ἂν αὐτὰ, λεπτὸν ἐπιστήσας τοῖς θεωρήμασι τῆς διανοίας τὸν νοῦν. Γεγόνασι γὰρ οἱ πάλαι παρὰ Θεοῦ λόγοι πρὸς τὸν θεσπέσιον προφήτην περὶ τῆς Ἰουδαίας καὶ περὶ τῆς | |
40 | Ἱερουσαλήμ. Δοκεῖ δέ πως, μέσην τινὰ καὶ οὐ σφόδρα σαφῆ τῆς ὁράσεως τὴν ἀπόδοσιν ἔχειν τοῦ φάναι περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ. Πλὴν ὡς ἔνι σαφηνιοῦμεν αὐτὴν τὴν τῆς ὁράσεως δύναμιν, οἱονεί πως ἐν βραχεῖ συνενεγκόντες εἰς νοῦν. Ἐπειδὴ | |
45 | γὰρ τῆς μὲν αἰσθητῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλὴμ τὴν δῄωσιν πειρᾶται λέγειν, τῆς γε μὴν ἐν Χριστῷ καὶ νοητῆς τὴν ἀνάδειξιν, καὶ τὴν ἐν τῷδε τῷ κόσμῳ φανέρωσιν· ταύτης ἕνεκα τῆς αἰτίας, οὐχ ὑπέρ γε τῆς Ἰουδαίας, οὔτε μὴν κατὰ τῆς Ἱερουσαλὴμ, ἀλ‐ | |
70.65(50) | λὰ περὶ τῆς Ἰουδαίας, καὶ περὶ τῆς Ἱερουσαλὴμ τε‐ θεᾶσθαί φησι τὴν ὅρασιν. Αἰσθητὴν δέ φαμεν τὴν Ἰουδαίαν, καὶ μέντοι καὶ Ἱερουσαλὴμ, αὐτὴν μὲν τὴν χώραν ἐν ᾗ κατῴκηκεν ὁ Ἰσραὴλ, καὶ αὐτὸ τὸ σύστημα τῆς Ἰουδαίων συναγωγῆς. Νοητὴν δὲ πάλιν | |
55 | Ἱερουσαλὴμ, ἤγουν Ἰουδαίαν, τὴν Ἐκκλησίαν εἶναι νομιοῦμεν, ἤτοι τὴν ἐν πνεύματι περιτομὴν, τοῦτ’ ἔστι, τοὺς ἐν Χριστῷ τὴν ἀχειροποίητον περιτομὴν | |
εἰς νοῦν ἔχοντας καὶ καρδίαν. Καὶ γοῦν Ἰουδαίοις | 65 | |
70.68 | ἐπεφώνησέ τις τῶν ἁγίων προφητῶν· Περὶ τμήθητε τῷ Θεῷ, καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ἡμῶν, ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. Οἶδεν δὲ ὁ θεσπέσιος Παῦλος Ἰουδαῖον ἕτερον, οὐ τὸν | |
5 | κατὰ σάρκα μᾶλλον, ἀλλὰ τὸν ἐν πνεύματι. Γράφει γὰρ οὕτως· «Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας, ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώ‐ | |
10 | πων, ἀλλ’ ἐκ τοῦ Θεοῦ.» Χρὴ τοιγαροῦν νηφαλίως ἐπι‐ τηρεῖν, πηνίκα μὲν ὁ προφήτης κατὰ τῆς Ἱερουσα‐ λὴμ, ἤγουν Ἰουδαίας, ποιεῖται λόγους, πηνίκα δὲ περὶ τῆς ἐν Χριστῷ καὶ νοητῆς, ἣ καὶ ἀληθῶς ἐστι τελεία καὶ ἄμωμος. Τί τοίνυν φησίν; | |
15 | Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων. Καὶ ὑψωθήσεται ὑπεράνω τῶν βου‐ νῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη. Καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσιν· Δεῦτε ἀνα‐ | |
20 | βῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. Ἐκ γὰρ Σιὼν ἐξελεύ‐ σεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Κατέληξε μὲν γὰρ ἡ ὅρασις αὐτῷ. Καὶ τῆς ἤδη | |
25 | φθασάσης προαγορεύσεως τὸ τέλος ἦν. Διότι καται‐ σχυνθήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνθησαν ἐπὶ τοῖς κήποις αὐ‐ τῶν, ὧν αὐτοὶ ἐπεθύμησαν. Καὶ τίνα μὲν τρόπον κατῃσχύνθησαν οἱ ἐξ Ἰσραὴλ ἐπὶ τοῖς εἰδώλοις αὐ‐ | |
30 | τῶν, διαρκῶς εἰρήκαμεν. Ἐπειδὴ δὲ μνήμη γέγονε τῆς ἐπ’ αὐτοῖς προφητείας, ἀρχόμενος ὁ προφήτης γείτονος ἐφεξῆς καὶ δευτέρας ὁράσεως, καταση‐ μαίνει τὸν χρόνον, καθ’ ὃν οὐκ εἰς μέρος τι τῆς γῆς, οὐδὲ ἐν μιᾷ χώρᾳ τε καὶ πόλει τὸ τοῦ δια‐ | |
35 | βόλου πεσεῖται κράτος, καθῃρημένης εἰς ἅπαν τῆς τῶν εἰδώλων λατρείας καὶ βεβήλου κατασκευῆς, ἀλλ’ ἐξ ἁπάσης ληφθήσεται τῆς ὑπ’ οὐρανὸν ἡ τοιάδε νόσος, καὶ τῶν ἀκαθάρτων δαιμονίων ἡ τυ‐ ραννίς. Κατώρθωται δὲ καὶ τοῦτο τοῖς ἐπὶ τῆς γῆς | |
40 | ἐν ἐσχάταις ἡμέραις, τοῦτ’ ἔστιν, ἐν τελευταίοις τοῦ παρόντος αἰῶνος καιροῖς, καθ’ οὓς ἐπέλαμψεν ὁ μο‐ νογενὴς τοῦ Θεοῦ Λόγος, γενόμενος ἐκ γυναικός. Ὅτε καὶ αὐτὸς ἑαυτῷ παρέστησε τὴν νοητὴν Ἰου‐ δαίαν, ἤγουν Ἱερουσαλὴμ, τοῦτ’ ἔστιν, τὴν Ἐκκλη‐ | |
45 | σίαν παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, κατὰ τὸ γεγραμμένον· ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον. Καὶ περὶ αὐτῆς φησιν, ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυ‐ ρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ Ἰακὼβ ἐπ’ ἄκρων τῶν | |
70.68(50) | ὀρέων. Καὶ ἡμῖν μὲν Σιὼν ἡ κατά γε τὴν Ἰουδαίαν, ἐν ὄρει κεῖσθαί τε καὶ οἰκοδομεῖσθαι λέγεται. Νοη‐ θείη δ’ ἂν οὐκ αἰσθητῶς μᾶλλον, ἀλλὰ πνευματικῶς ἐν τούτοις ἡ Ἐκκλησία, ἣ καὶ ὄρει παρεικάζεται. Καὶ γὰρ ἔστιν ἀληθῶς ὑψηλὴ καὶ περίοπτος, καὶ | |
55 | γνωριμωτάτη τοῖς ἁπανταχοῦ. Ὑψηλὴ δὲ καὶ ἑτέ‐ ρως· φρονεῖν γὰρ τῶν ἐπιγείων οὐδὲν ἀλλ’, ὑψοῦ τῶν ἐπιγείων ἔστιν, καὶ τὴν τοῦ Θεοῦ δόξαν, ὡς ἔνι, περιαθρεῖ τοῖς τῆς διανοίας ὄμμασι, καὶ ὑψηλοῖς | |
ἄγαν τοῖς περὶ αὐτοῦ δόγμασιν ἐπαυχεῖ. Ἑλλήνων | 67 | |
70.69 | μὲν γὰρ οἱ λογάδες, καίτοι μεγάλην ἐπὶ σοφίᾳ τὴν ὀφρὺν ἀνασπῶντες, θεοποιοῦσι τὴν κτίσιν, καὶ τοῖς τοῦ κόσμου στοιχείοις τὸ σέβας ἀνάπτουσι. Χθαμαλὸν γὰρ ἔχουσι τὸν νοῦν, καὶ χαμαιριφῆ τὰ θεωρήματα, | |
5 | καὶ τὴν καρδίαν ἐσκοτισμένην· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, κατὰ τὸ γεγραμμένον. Ἡ δέ γε νοητὴ Σιὼν, τοῦτ’ ἔστιν, ἡ Ἐκκλησία, πᾶσαν μὲν ὑπερίπταται κτίσιν ὁρατήν τε καὶ ἀόρατον, ἀφικνεῖται δὲ πρὸς αὐτὴν τὴν τῶν ὅλων ἐπέκεινα φύσιν. Φωτὸς | |
10 | γὰρ τοῦ θείου μεμέστωται, καὶ αὐτὴν ἐπιγινώσκουσα καὶ δημιουργὸν καὶ τεχνίτην τῶν ὅλων αὐτῇ τε καὶ μόνῃ τὸ κατὰ πάντων ἀπονέμει κράτος. Καὶ τῇ τοιᾷδε δόξῃ στεφανοῖ τὸν τῶν ὅλων παμβασιλέα καὶ Θεὸν καὶ Κύριον. Ὄρος τοιγαροῦν νοητὸν ὁ οἶκος | |
15 | τοῦ Θεοῦ δικαίως ἂν λέγοιτο. Καὶ ἔστι διαφανὴς, ὡς ἐπὶ βουνῶν ἠρμένος. Φαίη δ’ ἄν τις ἐπ’ αὐτοῦ καὶ μάλα εἰκότως τὸ διὰ τῆς τοῦ Σωτῆρος φωνῆς, ὡς ἐκ παραδείγματος ἐναργοῦς εἰρημένον· «Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.» Καὶ πλεῖστα | |
20 | μὲν ἄν τις συλλέξαιτο, καὶ μάλα ῥᾳδίως τὰ δι’ ὧν ἔστιν ἰδεῖν παρὰ ταῖς θεοπνεύστοις Γραφαῖς, ὅτι καὶ βουνοῖς, καὶ ὄρεσι παρεικάζεται τῆς νοητῆς Ἱερου‐ σαλὴμ τὸ ἀνάστημα, τοῦτ’ ἔστι, τῆς Ἐκκλησίας τὸ ὕψος. Βαδιούμεθα δὲ πρὸς τὰ ἐφ’ ἑξῆς, τοῖς φι‐ | |
25 | λομαθέσιν ἀφέντες τὰ τοιάδε συλλέγειν, εἴπερ ἕλοιντο τοῦτο δρᾷν. Ἴδωμεν δὲ τί τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἐπὶ τῆς γῆς. Ἀπό γε τοῦ τὸν οἶκον τοῦ Θεοῦ περίο‐ πτον οὕτω γενέσθαι τοῖς ἁπανταχοῦ, ὡς δοκεῖν ἤδη πως ὑψοῦσθαί τε ἐπὶ βουνοὺς, καὶ ἐπ’ ἄκρων κεῖ‐ | |
30 | σθαι τῶν ὀρέων. Οὐκοῦν πληροφορήσει λέγων εὐθὺς ὁ προφήτης. «Καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη· καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐ‐ | |
35 | τοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.» Ὅτι μὲν οὖν συν‐ ηθροίσθη πάντα τὰ ἔθνη, καὶ συνδεδραμήκασι διὰ τῆς πίστεως εἰς τὴν Ἐκκλησίαν, οὐ μακρῶν ἡμῖν δεήσει πρὸς ἀπόδειξιν λόγων. Αὐτὴ δὲ τῶν πραγμάτων ἡ ἔκβασις αὐτόμαρτυς ἔσται καὶ ἀληθής. Πλὴν ἐκεῖνο | |
40 | καταθαυμάζειν ἄξιον. Κέκληται γὰρ τῶν ἐθνῶν ἡ πληθὺς, οὐ διὰ τῆς τοῦ νόμου παιδαγωγίας, οὐ διὰ προφητῶν ἁγίων· ἀγείρει δὲ μᾶλλον αὐτὰ θεία τις καὶ ἀπόῤῥητος χάρις νοητῶς ἐλλάμπουσα, καὶ τῆς διὰ Χριστοῦ σωτηρίας ἐντιθεῖσα τὴν ἔφεσιν. Θέα | |
45 | γὰρ ὅπως διακηρύξαντος αὐτοῖς οὐδενὸς ἀλλήλοις ἐπιφωνεῖ· «Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.» Πρῶτον ἀναβαίνουσιν, εἶθ’ οὕτω ζητοῦσιν | |
70.69(50) | ἐπαγγέλλεσθαί τε τὸν τοῦ Θεοῦ λόγον αὐτοῖς. Ὑπ‐ ισχνοῦνται δὲ καὶ βαδίζειν τὴν ὁδὸν τοῦ Κυρίου, δῆ‐ λον δὲ ὅτι τὴν εὐαγγελικὴν, προεισβολὴν ἔχουσαν τὴν διὰ πίστεως κάθαρσιν. Ἐοίκασι δὲ τὴν ὁδὸν Κυρίου ζητοῦντες μαθεῖν, τῆς ἀρχαίας ἐκείνης καὶ | |
55 | βεβήλου πλάνης προεισδέξασθαι τὴν κατάγνωσιν. Ἔσται γὰρ οὐχὶ ἑτέρως ἐν ἡμῖν τῶν βελτιόνων ἡ | |
ἔφεσις, μὴ οὐχὶ δὴ πρῶτον προκατεγνωκότων τῶν | 69 | |
70.72 | πάλαι. Τίς οὖν ἄρα γέγονεν αὐτοῖς ὁ μυσταγωγός; Τίς ὁ ἀναφέρων εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνα‐ πείθων αὐτοὺς καταγέλαστα μὲν ἡγεῖσθαι τὰ πρῶτα, προστρέχειν δὲ τοῖς δευτέροις; ἢ δηλονότι Θεός; ὁ | |
5 | καὶ ἐλλάμψας αὐτοῖς, ὡς ἔφην, εἰς νοῦν καὶ καρδίαν, καὶ ἀναπείσας εἰπεῖν τε ἅμα καὶ φρονεῖν, ὅτι «Ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερου‐ σαλήμ.» Ὠδίνει δὲ τοῦτο διπλῆν ἐφ’ ἑαυτῷ τὴν ἔν‐ νοιαν. Ἢ γὰρ ἐκεῖνό φασιν, ὅτι Ληψόμεθα λόγον ἐκ | |
10 | τοῦ οἴκου τοῦ Θεοῦ, καὶ τὸν τοῦ Θεοῦ λόγον ἐκεῖ γε‐ γονότες εἰσόμεθα· ἢ ὅτι καταλέλοιπε τὴν Σιὼν, καὶ οἷον ἐκβέβηκεν ἀπ’ αὐτῆς ὁ νόμος, καὶ ἀπὸ τῆς Ἱε‐ ρουσαλὴμ ἀποπεφοίτηκεν ὁ τοῦ Θεοῦ Λόγος. Ἐπειδὴ γὰρ πεπαρῳνήκασιν εἰς Χριστὸν, ἠρνήσαντό τε τὴν | |
15 | βασιλείαν αὐτοῦ, καταλέλοιπεν αὐτοὺς, καὶ ἀφῆκεν ὀρφανούς. Καὶ τοῦτο ἦν τὸ διὰ τοῦ προφήτου λεγό‐ μενον· «Καὶ εἶπα, οὐ μὴ ποιμανῶ ὑμᾶς· τὸ ἀπο‐ θνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα ἐσθιέτω ἄνθρωπος ἕκαστος τὰς | |
20 | σάρκας τοῦ πλησίον αὐτοῦ.» Ἐξῆλθεν τοίνυν νόμος ἐκ τῆς Σιὼν, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Ἐσφραγίσθη γὰρ ὅρασις καὶ προφητεία μετὰ τὸν τοῦ Σωτῆρος σταυρόν. Καὶ οὐκέτι παρ’ αὐτοῖς ὁ τοῦ Θεοῦ νόμος τε καὶ λόγος. Καὶ γοῦν ὁ θεσπέσιος Παῦ‐ | |
25 | λος μονονουχὶ καὶ ἀπειρηκὼς, καὶ ἀνουθέτητον βλέ‐ πων τὴν τῶν Ἰουδαίων πληθὺν, «Ὑμῖν, «φησὶν,» ἦν ἀναγκαῖον λαληθῆναι τὸν λόγον τοῦ Κυρίου· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· οὕτω γὰρ ἐντέταλκεν ἡμῖν ὁ Κύριος.» Σύνες οὖν ὅπως ἐπὶ τῇ τοῦ Χριστοῦ χάριτι μεγαλαυχοῦνται τὰ ἔθνη. Ἀπὸ γὰρ τῆς Σιὼν καὶ τῆς Ἱερουσαλὴμ | |
30 | ἐκβεβηκέναι φασὶ νόμον τε καὶ λόγον τοῦ Κυρίου, μεταφοιτῆσαι δὲ πάντως εἰς αὐτά. Μεταβέβηκε γὰρ ἡ χάρις ἐκ τῶν ἀπειθεῖν ἑλομένων εἰς τοὺς διὰ τῆς πίστεως κεκλημένους. Καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν, καὶ ἐλέγξει λαὸν πολύν· καὶ συγκόψουσι τὰς μαχαίρας αὐ‐ τῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς τὰ | |
35 | δρέπανα. Καὶ οὐ λήψεται ἔθνος ἐπὶ ἔθνος μά‐ χαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Προειρηκὼς ὅτι πεσεῖταί τε καὶ Οἰχήσεται πρὸς τὸ μηδὲν τὸ τοῦ διαβόλου κράτος· ἀργήσει δὲ καὶ ἡ τῶν εἰδώλων ποίησις προτροπάδην ἀλλήλων ἐπιφωνούντων | |
40 | ἐθνῶν· «Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ·» καθίστησι τοῖς ἀκροωμένοις ἐναργῆ τὸν καιρὸν, καθ’ ὃν εἰς πέρας ἥξει τὰ προειρημένα, καὶ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων | |
45 | καταστάσεως ποιεῖται γνωριμώτατον. Πάλαι μὲν γὰρ, οὐκ οὔσης τῆς γῆς ὑπὸ ζυγὸν ἕνα, διωρισμένων δὲ κατά τε χώρας καὶ πόλεις τῶν ἐθνῶν, καὶ ἰδικῶς ἑκάστης ἐχούσης τὸν ἡγούμενον, ἀμιξία τε ἦν καὶ μάχαι καὶ πόλεμοι, πανταχῆ καταδῃούντων ἀλλήλων | |
70.72(50) | τῶν ἐπὶ τῆς γῆς, καὶ διαρπαζόντων ἀεὶ τὰ ἑτέρων, καὶ τὴν καθ’ ὧν ἂν δύναιντο ἕκαστοι πλεονεξίαν καὶ ἀγριότητα, δόξαν ἡγούμενοι τὴν ἀνωτάτω. Οὐκοῦν οὐδὲ ἀσφαλῆ τὴν οἴκησιν εἶχον, ἀεὶ μεθιστά‐ μενοι πρὸς ἑτέραν, καὶ ὑπὸ τῶν δυνατωτέρων τῆς | |
55 | εἰλημμένης ἐξωθούμενοι. Ἐπειδὴ δὲ ὁ τῶν ὅλων Θεὸς τοῖς Ῥωμαίων σκήπτροις ὑπήγαγε τὴν ὑπ’ | |
οὐρανὸν, μία τε λοιπὸν ἡ κατὰ πάντων, ἐκτέταται | 71 | |
70.73 | βασιλεία, κατέληξαν μὲν οἱ πόλεμοι, πέπαυται δὲ μάχη καὶ διχόνοια, καὶ κεκράτηκεν ἡ δικαιοσύνη, καὶ τῆς εὐνομίας τὸ ἀσφαλὲς, οὐδενὸς ἁρπάζοντος· οὐ καταδῃοῦντος ἔτι, καὶ πόλεων ἢ χωρῶν κατα‐ | |
5 | τρέχοντος· οὐκ ἀνεπίπληκτον ἔχοντος τὸ πλεονεκτεῖν. Καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ δὲ δίδοται μὲν ἡ τῶν ὅπλων χρεία μόνοις τοῖς μαχιμωτάτοις, καὶ τὴν στρατεύσιμον ἔχουσι τάξιν, ὑπὸ χεῖρά τε οὖσι τὴν βασιλέως. Ἠλέγχθησαν δὲ καὶ ἀσθενῆ τὰ πολλὰ τῶν | |
10 | ἐθνῶν, ὅσα τῆς Ῥωμαίων ἀρχῆς ἀποσεισάμενα τὸν ζυγὸν, πόλεσί τε καὶ χώραις ἀγρίως ἐπιφοιτᾷ. Οὐ γὰρ ἔστιν αὐτοῖς ἐλευθέρως, ὡς ἂν βούλοιντο, κα‐ τατρέχειν. Ἀντανίστανται γὰρ τὰ Ῥωμαίων ὅπλα, καὶ ἠρεμεῖν ἀναγκάζουσι, καὶ καταπτοοῦσιν ὡς θῆ‐ | |
15 | ρας, καὶ ταῖς παρὰ σφῶν εὐσθενείαις ἀνάνδρους ὄντας ἐλέγχουσιν. Ὁρίζεται τοίνυν τὸν καιρὸν, ὡς ἔφην, ὁ μακάριος προφήτης τῆς τῶν ἐθνῶν κλή‐ σεως καὶ ἐπιστροφῆς. Καὶ ποῖός ἐστιν οὗτος; Ὅτε, φησὶν, ὁ τῶν ὅλων Θεὸς, καὶ παμβασιλεὺς, καὶ | |
20 | Κύριος κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, τοῦτ’ ἔστι, δι‐ καιοσύνην καὶ κρίσιν εἰς πάντα ποιεῖται τὰ ἔθνη. Κεκράτηκε μὲν γὰρ ἡ ἀδικία, καθάπερ ἔφην ἀρτίως, διαρπαζόντων ἄλληλα τῶν ἐθνῶν, καὶ πάντα τρόπον ἐπιφερόντων ἀγριότητος καὶ πλεονεξίας. Ἐπειδὴ δὲ | |
25 | ταῦτα γέγονεν ἐκ μέσου, δικαιοσύνη καὶ κρίσις δέδοται παρὰ Θεοῦ, καὶ ἠλέγχθησαν, ὡς ἔφην, ἔθνη πολλὰ τοῖς Ῥωμαίων ὅπλοις νενικημένα. Ὥστε τοὺς ὑπὸ χεῖρα τὴν βασιλέως δεδιέναι μὲν οὐκέτι τάς τινων ἐφόδους, εἰς τοῦτο δὲ ἤδη προελθεῖν τὰ | |
30 | πράγματα αὐτοῖς εἰρήνης τε ὁμοῦ καὶ εὐημερίας, ὡς μηκέτι δεῖσθαι τῆς ἐν τῷ πολεμεῖν ἐμπειρίας, ἀνθελέσθαι δὲ μᾶλλον καὶ λίαν ἀσμένως τοῖς εἰρή‐ νης ἔργοις ὁμιλεῖν, καὶ τῶν τῆς γεωπονίας μετα‐ ποιεῖσθαι πόνων, καὶ φροντίδα τίθεσθαι τὰ ἐν ἀγροῖς· | |
35 | μεταπλάττουσι γὰρ εἰς τοῦτο τοῦ πολέμου τὰ σκεύη, ὥστε καὶ ῥομφαίαν εἰς ἀρότρου χρείαν ἐπιλαμβάνε‐ σθαι· καὶ μὴν καὶ ζιβύνην ἀποτελεῖσθαι δρεπάνην, ἀπομαθεῖν δὲ παντελῶς τὸν πόλεμον, καὶ τὴν πρὸς ἄλληλα παραιτεῖσθαι μάχην. Ἐπειδὴ γὰρ βεβασί‐ | |
40 | λευκε τῶν ἐθνῶν ὁ Χριστὸς, ὅς ἐστιν εἰρήνη, γέγονεν ἐκ μέσου πᾶσά τε διχόνοια καὶ ἔρις, καὶ μάχαι, καὶ πᾶν εἶδος πλεονεξίας· ἐξῄρηται δὲ καὶ τὰ ἐκ τοῦ πολέμου· βλάβη, καὶ τὰ ἐντεῦθεν δείματα· κεκράτηκε δὲ τὸ αὐτοῦ θέλημα λέγοντος πρὸς αὐτούς· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» | |
45 | Καὶ νῦν, ὁ οἶκος τοῦ Ἰακὼβ, δεῦτε, καὶ πορευ‐ θῶμεν τῷ φωτὶ Κυρίου. Ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ἰσραήλ. Καταπτοήσας ἀρκούντως ταῖς προαναῤῥήσεσι τῶν δεινῶν, οὐκ ἐᾷ ταῖς ἀπογνώσεσιν ἀπολέσθαι τοὺς | |
70.73(50) | προσκεκρουκότας· ὑπεμφαίνει δὲ ὅτι μετανοεῖν ἑλομένοις ἵλεως ἔσται Θεός· καὶ μεταμαθεῖν ἐθέ‐ λουσι τὰ αἰσχίω, καὶ τῶν ἀμεινόνων ἐφίεσθαι, κατευρυνεῖ πάλιν τῆς σωτηρίας τὴν ὁδὸν, καὶ ἀμνησικάκως προσδέξεται, καίτοι πλεῖστά τε ὅσα | |
55 | καὶ οὐκ οἰστὰ πεπλημμεληκότας. Ταύτῃ τοι, φησὶν, ἀναπλέκων εὐτέχνως τοῖς ἐλέγχοις τὸν παρακαλοῦντα | |
λόγον· «Καὶ νῦν, ὁ οἶκος τοῦ Ἰακὼβ, δεῦτε, καὶ | 73 | |
70.76 | πορευθῶμεν τῷ φωτὶ Κυρίου.» Πρέπειν δὲ οἶμαι τῷ προφήτῃ μάλιστα τὸν ἐπὶ τῷδε λόγον προτρέπειν τοὺς ἐξ Ἰσραὴλ ὑπακούειν λέγοντι τῷ Χριστῷ· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα | |
5 | μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.» Αὐτὸς δέ ἐστι τὸ φῶς. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ μείνῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.» Φῶς δ’ ἂν λέγοιτο Κυρίου, καὶ μάλα εἰκότως τὸ αὐτοῦ | |
10 | κήρυγμα, τοῦτ’ ἔστι, τὸ εὐαγγελικόν. Ὅμοιον οὖν ὡσεὶ λέγοι, Διαζήσωμεν εὐσεβῶς, τιμήσωμεν τῆς εὐαγγελικῆς πολιτείας τὸ περιφανὲς, παυσώμεθα τῶν ἐν τύποις, καταλήξωμεν τῆς σκιᾶς. Μεταπλάτ‐ τωμεν τὰ Μωσέως γράμματα πρὸς ἀλήθειαν, εἰσδε‐ | |
15 | ξώμεθα τὸ σωτήριον φῶς. Ἐπειδὴ δὲ τοῖς κατὰ σάρκα πατράσιν ἐπαυχοῦντες Ἰουδαῖοι, μεγάλην ἀεὶ τὴν ὀφρὺν ἀνασπᾷν ἐμελέτων, ὡς δι’ αὐτοὺς ἀγα‐ πώμενοι, μερίς τε καὶ κλῆρος χρηματίζοντες τοῦ Θεοῦ, καὶ λαὸς ἅγιος καὶ ἀπόλεκτος· εἶτα ληροῦν‐ | |
20 | τες ᾤοντο πάντη τε καὶ πάντως ἐν φροντίδι καὶ ἀγάπῃ κεῖσθαι τῇ παρὰ Θεῷ· κἂν εἰ πολλὰ δρῷεν τὰ ἀπηχθημένα αὐτῷ· κἂν εἰ μηδὲν ἡγοῖντο τὸν νόμον· κἂν εἰ αὐτὴν ἀτιμάζειν καὶ ἀπαράδεκτον ποιοῖντο τὴν τοῦ Σωτῆρος ἐπιδημίαν, ἤγουν τῆς | |
25 | μετὰ σαρκὸς οἰκονομίας τὴν χάριν· ἀναγκαίως ὁ προφήτης οὐχ ὧδε ἔχοντα τὸν τῶν ὅλων Θεὸν κατα‐ δεικνύει, λέγων· «Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰσραήλ.» Τοιοῦτόν τι καὶ δι’ ἑτέρου προ‐ φήτου φησὶν ὁ τῶν ὅλων Θεὸς, τὴν τῶν Ἰουδαίων | |
30 | ὀφρὺν καταστρέφων, καὶ ἀσυνέτους ὄντας ἐλέγχων αὐτούς. Καὶ ἐπεθύμουν γὰρ, φησὶν, ἀγροὺς, καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ ἐπὶ τὸν Κύριον ἐμεγαλύνοντο, λέγοντες· «Οὐχὶ Κύ‐ ριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ’ ἡμᾶς κακά. | |
35 | Διὰ τοῦτο, δι’ ἡμᾶς, Σιὼν ὡς ἀγρὸς ἀροτριωθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ ὄρος τοῦ οἴκου, ὡς ἄλσος δρυμοῦ.» Εἰ μὴ τοίνυν ἕλοισθε, φησὶ, πορεύεσθαι μεθ’ ἡμῶν τῷ φωτὶ Κυρίου, τοῦτ’ ἔστιν, εἰ ἀπαράδεκτον ποιεῖσθε τὸ κήρυγμα τὸ διὰ | |
40 | Χριστοῦ, καὶ τὸν παρ’ αὐτοῦ φωτισμὸν ἀποστρέφε‐ σθε, πάντη τε καὶ πάντως ἀνήσει καὶ αὐτὸς τὸν ἑαυ‐ τοῦ λαόν. Καὶ τοῦτό ἐστιν ἐναργῶς ὅπερ ἔφη πρὸς αὐτοὺς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· «Ἱερου‐ σαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτενοῦσα τοὺς προφήτας, | |
45 | καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὑτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε! Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.» Καὶ μὴν καὶ διὰ τῆς Ἱερεμίου φωνῆς, «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου,» φησίν. Ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπαρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα | |
70.76(50) | ἀλλόφυλα ἐγενήθησαν ἐν αὐτοῖς. Ἀπολογεῖται τρόπον τινὰ καὶ νῦν ὁ προφήτης ὑπὲρ τῶν τοῦ Θεοῦ κριμάτων, καὶ ἀποδίδωσι τὰς αἰτίας τοῦ καὶ σφόδρα δικαίως ἀνεῖσθαι παρὰ Θεοῦ τὸν οἶκον τοῦ Ἰσραὴλ, ἤτοι τὸν λαὸν αὐτοῦ. Διαμέμνηται δὲ, | |
55 | ὡς ἔφην, παλαιῶν τε καὶ νέων πλημμελημάτων τοῦ Ἰσραὴλ, ἀφιλοθέους ὄντας ἐλέγχων, καὶ πολὺ βλέ‐ | |
ποντας εἰς τὸ ἀπηνὲς, καὶ ἀχαλίνως ἰόντας, πρὸς | 75 | |
70.77 | πᾶν ὁτιοῦν τῶν κατεψεγμένων, καὶ πολλὴν ἔχοντας ἐκ νόμου τὴν καταβοήν. Πρὸ μὲν γὰρ τῆς τοῦ Σω‐ τῆρος ἡμῶν ἐπιδημίας ὀλίγα πεφροντικότες τῆς εἰς Θεὸν αἰδοῦς, καὶ τῆς δοθείσης αὐτοῖς διὰ Μωσέως | |
5 | ἐντολῆς ἀλογήσαντες, πολυτρόπως ἡλίσκοντο· δεδρά‐ κασι δὲ τὰ πάντων χείριστα καὶ εἰς αὐτὸν τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. Ἐξηγεῖται τοιγαροῦν ποτὲ μὲν τῆς εἰς τὸν νόμον ἀπονοίας αὐτῶν τὰ ἐγκλή‐ ματα, καὶ τὰς ἐπὶ τούτῳ δίκας, ἃς ἐξῄτηνται δι‐ | |
10 | καίως, πολεμούντων αὐτοῖς τὸ τηνικάδε Περσῶν καὶ Βαβυλωνίων, Ἰδουμαίων, Ἐλαμιτῶν, καὶ ἑτέρων ἐθνῶν· ποτὲ δὲ τῆς κατὰ Χριστοῦ μανίας ἐγκαλεῖ τοὺς τρόπους, καὶ ὅσα συμβέβηκε ταύτης ἕνεκα τῆς αἰτίας παθεῖν αὐτοὺς, καταστρατευόντων τῆς Ἰου‐ | |
15 | δαίας ἁπάσης τὴν ὑπὸ χεῖρα πληθὺν Οὐεσπασιανοῦ τε καὶ Τίτου. Ἐξηγεῖται τοίνυν τὸ παρὸν ὁ λόγος ἡμῖν τὰ πρὸ τῆς ἐπιδημίας τῆς Ἰουδαίων Συναγω‐ γῆς πλημμελήματα· ταύτης ἕνεκα τῆς αἰτίας ἀνεῖ‐ σθαί φησι, τοῦτ’ ἔστι, δεδόσθαι τοῖς ἐχθροῖς παρὰ Θεοῦ | |
20 | τὸν λαὸν αὐτοῦ, διά τοι τὸ πάλιν ἑλέσθαι νοσεῖν τὰ ἐν ἀρχαῖς, καὶ παλινδρομῆσαι πρὸς ἀνοσιότητα τὴν πρώ‐ την. Λελατρεύκασι μὲν γὰρ ἐν Αἰγύπτῳ τοῖς ἐπιχω‐ ρίοις θεοῖς ἤτοι δαίμοσιν· εἶτα λελύτρωνται διὰ Μω‐ σέως Θεοῦ κατοικτείροντος, ἀπηλλάττοντό τε ὁμοῦ | |
25 | ψυχικῆς τε ἅμα καὶ σαρκικῆς δουλείας. Ὥσπερ γὰρ ἀπεσείσαντο τῆς Αἰγυπτίων πλεονεξίας τὸν ζυγόν· οὕτω καὶ τῆς τῶν δαιμόνων σκαιότητος ἀπηλλάτ‐ τοντο, λατρεύοντες μὲν οὐκέτι τοῖς ψευδωνύμοις θεοῖς, νόμῳ δὲ μᾶλλον τῷ διὰ Μωσέως παιδαγωγού‐ | |
30 | μενοι πρὸς τὸ ἀληθὲς, ἕνα τε καὶ φύσει καὶ ἀληθῶς ἐπιγινώσκοντες Θεόν. Ἤκουον γὰρ νομοθετοῦντός τε καὶ λέγοντος ἐν Χωρήβ· «Οὐ ποιήσεις σαυτῷ εἴδω‐ λον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑπο‐ | |
35 | κάτω τῆς γῆς. Οὐ προσκυνήσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου.» Γέγραπται δὲ καὶ ἐν τῷ Δευτερονομίῳ· «Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. Οὐχ εὑρεθήσεται | |
40 | ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ, ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί. Μαντευόμενος μαντείαν, καὶ κληδο‐ νιζόμενος, καὶ οἰωνιζόμενος, φαρμακὸς, ἐπαοιδὸς, ἐγγαστρίμυθος, καὶ τερατοσκόπος, καὶ ἐπερωτῶν τοὺς νεκρούς. Ἔστι γὰρ βδέλυγμα Κυρίῳ τῷ Θεῷ | |
45 | σου πᾶς ποιῶν ταῦτα. Τέλειος ἔσῃ ἐναντίον Κυρίου σου. Τὰ γὰρ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομεῖς αὐτοὺς, οὗτοι κληδονισμῶν καὶ μαντειῶν ἀκούσονται. Καὶ σοὶ οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου.» Καὶ ταῦτα μὲν ὁ νόμος· ἐπειδὴ δὲ ἦσαν εὐπαρακόμιστοι | |
70.77(50) | καὶ πολὺ δὴ λίαν ἕτοιμοι πρὸς ἀπόστασιν, δῆλον δὲ ὅτι τὴν ἀπὸ Θεοῦ, προσενομοθέτει λέγων· «Ἐὰν δὲ εἰσαγάγῃ σε ὁ Κύριος ὁ Θεὸς εἰς τὴν γῆν, εἰς ἣν πορεύσῃ ἐκεῖ κληρονομῆσαι, καὶ ἐξαρεῖς ἔθνη με‐ γάλα, καὶ πολλὰ καὶ ἰσχυρὰ πρὸ προσώπου σου | |
55 | (τὸν δεῖνα φησὶ, καὶ τὸν δεῖνα), καὶ παραδῷ αὐτοὺς Κύριος ὁ Θεός σου εἰς χεῖράς σου, καὶ πατάξεις αὐ‐ | |
τούς. Ἀφανισμῷ ἀφανιεῖς αὐτοὺς, οὐ διαθήσῃ αὐ‐ | 77 | |
70.80 | τοῖς διαθήκην, οὔτε μὴ ἐλεήσεις αὐτοὺς, οὐδ’ οὐ μὴ γαμβρεύσηται πρὸς αὐτούς· τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου· ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ | |
5 | ἐμοῦ, καὶ λατρεύσει θεοῖς ἑτέροις· καὶ ὀργισθήσεται θυμῷ Κύριος εἰς ὑμᾶς, καὶ ἐξολοθρεύσει σε τὸ τά‐ χος.» Πάντα γὰρ τρόπον ἀσφαλείας αὐτοῖς ἐπενόει Θεὸς, καὶ καθά φησι τὸ Γράμμα τὸ ἱερὸν, Νόμον εἰς βοήθειαν ἔδωκεν. Οἱ δὲ τῶν οὕτω σεπτῶν ἐνταλμά‐ | |
10 | των ἠφειδηκότες, ἐτράποντο παραλόγως εἰς πᾶν τῶν ἐντεταλμένων τὸ ἐναντίον. Προσέκειντο γὰρ κληδονι‐ σμοῖς, καὶ ψευδομαντείαις καὶ παρὰ τοῖς τῶν εἰδώ‐ λων προσιζηκότων ζητεῖν ἐσπούδαζον τῶν ἐσομένων τὴν γνῶσιν, καίτοι προφήταις ἁγίοις ἐπιτιμῶντές | |
15 | τε καὶ λέγοντες· «Ἀλλὰ ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλ‐ λετε ἡμῖν ἑτέραν πλάνησιν.» Συνῆσαν δὲ καὶ ταῖς τῶν ὁμόρων ἐθνῶν θυγατράσιν, ἀπειρηκότος τοῦ νό‐ μου τὸ χρῆμα. Γύναιά τε πονηρὰ καὶ θεομισῆ, καὶ τοῖς τῆς εἰδωλολατρείας ἔθεσιν ἐντεθραμμένα παρα‐ | |
20 | νόμως εἰσοικισάμενοι, παίδων ἀλλοτρίων γεγόνασι πατέρες, οἳ καὶ ἀνετρέφοντο τοῖς τῶν μητέρων ἔθεσι, τὸν διὰ Μωσέως νόμον, οὐδ’ ὅσον εἰπεῖν, εἰδέ‐ ναι προσποιούμενοι. Ταύτῃ τοί φησιν, ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπαρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν ὡσεὶ τῶν | |
25 | ἀλλοφύλων, καὶ τέκνα ἀλλόφυλα ἐγε[ν]ήθησαν αὐτοῖς. Ἦν δὲ σφόδρα τῶν ἀτόπων, καὶ πάναισχρον ἀληθῶς, τὴν ἁγίαν πόλιν κατῳκηκότας, τοὺς ἐξ ἀλλοφύλων γυναικῶν γεγονότας αὐτοῖς υἱεῖς, ἔθεσιν Ἑλληνικοῖς πολιτεύεσθαι καὶ ζῇν ἔξω νόμου. Καὶ τοῦ Θεοῦ | |
30 | προστάττοντος πᾶν παιδίον ἄρσεν ὀκταήμερον περι‐ τέμνεσθαι, λέγοντός τε σαφῶς. «Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιόν μου·» οἱ δὲ τοῦτο μὲν οὐκ ἔδρων, ἀπεκομίζοντο δὲ τοῖς δαί‐ μοσι τὰ γεννώμενα, καὶ ἐν τοῖς τῶν εἰδώλων τεμέ‐ | |
35 | νεσι τὰς ἐπ’ αὐτοῖς ἐτέλουν θυσίας. Ὁρᾷς πανταχῆ πεπατηκότας τὸν νόμον. Εἶτα πῶς ἦν ἀκόλουθον τοὺς εἰς τοῦτο λοιπὸν ἥκοντας ἀσεβείας, ὡς μήτε εἰδέναι βούλεσθαι τὸν λυτρωτὴν, αὐτοῦ λαὸν ὀνομάζεσθαι; Οὐκοῦν ὁσία ψῆφος ἡ ἐπ’ αὐτοῖς, καὶ τῆς ἀποστροφῆς οὐκ ἀγεννὴς ἡ πρόφασις. «Ἀπροσωπόληπτος γὰρ ὁ τῶν ὅλων κριτής.» Ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ | |
40 | χρυσοῦ, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐ‐ τῶν· καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν. Δύο δὴ πάλιν αὐτοῖς τὰ πάντων μάλιστα τῶν κακῶν αἰσχίονα προσεῖναί φησι, φιλαργυρίαν τε ὁμοῦ | |
45 | καὶ ὑπεροψίαν. Καὶ ῥίζα μὲν ὅτι πάντων ἐστὶ τῶν κακῶν ἡ φιλαργυρία, μεμαρτύρηκεν ἐναργῶς ὁ σο‐ φώτατος Παῦλος. Ἀπηχθημένον δὲ ὅτι τῆς ἀλαζον[ε]ίας τὸ χρῆμα παρὰ Θεῷ, παντί τῳ σαφές. Γέγραπται γὰρ, ὅτι «Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπει‐ | |
70.80(50) | νοῖς δὲ δίδωσι χάριν.» Φαυλότητος τίνα τρόπον οὐκ ἄν τις ἐνόντα βλέποι παρά γε τοῖς ἐθέλουσι πλουτεῖν; ποιοῖντο γὰρ οἱ τοιοίδε τὴν τῶν χρημάτων συγκο‐ μιδὴν ἔκ τε τόκων καὶ πλεονασμῶν, ἐκ πλεονεξίας καὶ ἀδικίας, ἐξ ἁρπαγῆς καὶ συκοφαντίας. Πρόσεστι | |
55 | δὲ τῷ πλούτῳ καὶ τὸ ἀγέρωχον, καὶ τὸ λίαν ἕτοιμον εἰς ἀποφορὰν τῶν ἐκτόπων καὶ βδελυρωτάτων ἡδο‐ | |
νῶν. Ὅπου γὰρ τὸ τρυφᾷν, ἐκεῖ που πάντως κῶμοι | 79 | |
70.81 | καὶ μέθαι, κοῖται, καὶ ἀσέλγειαι, καὶ πᾶν εἶδος ἀκο‐ λασίας. Τίς δὲ δὴ τῶν εὖ φρονεῖν εἰωθότων, οὐκ ἂν στυγητὸν ποιήσαιτο τὸν ὑπέροπτον διαπτύοντα τοὺς ἀσθενεστέρους, ὀφρὺν ἀνασπῶντα τὴν ὑψηλὴν, περι‐ | |
5 | ορῶντα τοὺς ἐν πτωχείᾳ, καὶ τοῖς ἐν ταλαιπωρίαις συναλγεῖν οὐκ ἀνεχόμενον, ἐλεεῖν οὐκ ἀξιοῦντα τοὺς ἐν ἀνάγκαις καὶ πόνοις, ἠγνοηκότα δὲ λοιπὸν, ὅτι καὶ χοῦς ἐστι καὶ σποδός; Αἰτιᾶται τοίνυν καὶ μάλα εἰκότως ὁ φιλάρετος ἡμῶν Θεὸς, ὡς ἀκόρεστον ἔχον‐ | |
10 | τας εἰς φιλοκερδίαν τὸν νοῦν, ὡς ἵπποις ἐποχου‐ μένους, καὶ τοῖς τῆς φιλοδοξίας ἐναλόντας βρόχοις. Ἐμπεπλῆσθαι δὲ ἵππων τὴν χώραν αὐτῶν φησιν, ὡς οὐχ ἑνὸς ἢ δευτέρου νενοσηκότος τὴν ὑπεροψίαν, ἀλλ’ οἷον ὅλης αὐτῶν κατειλημμένης τῆς χώρας τῷ | |
15 | πάθει, καὶ κατὰ πάντων ἰόντος τοῦ κακοῦ. Πλὴν ἐλέγ‐ χει καὶ διὰ τούτου τῷ νόμῳ προσκεκρουκότας, καὶ ἀπειθεῖν ᾑρημένους Θεῷ, διειρηκότι σαφῶς· «Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἢν Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, καὶ κατακληρονομήσῃς αὐτὴν, καὶ | |
20 | κατοικήσῃς ἐπ’ αὐτῆς, καὶ εἴπῃς· Καταστήσω ἐμαυ‐ τῷ ἄρχοντα, καθὰ καὶ τὰ λοιπὰ ἔθνη τὰ κύκλῳ μου· καθιστῶν καταστήσεις ἐπὶ σαυτὸν ἄρχοντα, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτόν.» Εἶτά φησι περὶ τοῦ καθισταμένου· «Διότι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον, | |
25 | οὐδὲ μὴ ἀποστρέψει τὸν λαὸν εἰς Αἴγυπτον, ὅπως ἂν μὴ πληθύνῃ ἑαυτῷ ἵππον.» Καὶ πρὸς τούτοις ἔτι· «Καὶ ἀργύριον καὶ χρυσίον οὐ πληθυνεῖ ἑαυτῷ σφό‐ δρα.» Αἰτιᾶται τοίνυν ὡς ποιουμένους μὲν τῶν χρη‐ μάτων τὴν ἄθροισιν, καὶ τοῦτο ἀπλήστως, πληθύνον‐ | |
30 | τας δὲ ἑαυτοῖς καὶ ἵππον. Ἅπτεται δὲ, κατὰ τὸ εἰκὸς, ὁ ἐπὶ τῷδε μῶμος μάλιστα τῶν καθηγεῖσθαι λαχόν‐ των, ὡς παραβαινόντων τὴν ἐντολὴν, οὓς ἦν ἀκόλου‐ θον καὶ πρό γε τῶν ἄλλων ὁρᾶσθαι τετιμηκότας τὰ τεθεσπισμένα, καὶ τοῖς παραβαίνουσιν ἐπιτιμᾷν. | |
35 | Καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν οἷς ἐποίη‐ σαν οἱ δάκτυλοι αὐτῶν. Καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνὴρ, καὶ οὐ μὴ ἀνήσω αὐτούς. Ἐγκαλεῖ πάλιν αὐτοῖς τὴν νοητὴν πορνείαν, καὶ τὸ | |
40 | πολλοῖς ἑλέσθαι προσκυνεῖν τῶν ψευδωνύμων θεῶν. Ἀποφαίνει δὲ ὅτι δυσσεβείας εἰς τοῦτο προήκουσι μέτρον, ὡς παντὸς εἰς λῆξιν ἐλάσαι κακοῦ, καὶ τὸ τελειοτάτην ἀπόστασιν μελετῆσαι τὴν ἀπὸ Θεοῦ τοῦ πάντα εἰδότος, νεύμασιν ὑποφέροντος, καὶ παρενεγ‐ | |
45 | κόντος εἰς ὕπαρξιν. Ἔοικε δὲ τρόπον τινὰ καὶ ὑπερ‐ αλγεῖν τῆς ἀνθρώπου φύσεως ὑβρισμένης ἐσχάτως. Τετίμηκε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς αὐτουργίᾳ τὸν ἄνθρωπον. Οὐ γὰρ λόγῳ μετὰ τῶν ἄλλων κτισμάτων ἀπεσχεδιάζετο καὶ αὐτὸς, καθάπερ ἀμέλει τὸ, «Γενη‐ | |
70.81(50) | θήτω στερέωμα, καὶ ἐγένετο οὕτως·» ἀλλ’ ἔλαβε χοῦν ἀπὸ τῆς γῆς καὶ ἐποίησε τὸν ἄνθρωπον, κατά γε τὰς τοῦ πανσόφου Μωσέως φωνάς. Γέγονε δὲ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν Θεοῦ, καὶ οἷόν τις ἄρχων κεχειροτόνηται τῶν ἐπὶ τῆς γῆς. Τετίμηται δὲ | |
55 | πρὸς τούτῳ καὶ πνεύματι ζωῆς. Ἐνεφύσησε γὰρ εἰς πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Οὐκοῦν «ἄνθρωπος | |
ἐν τιμῇ ὢν, οὐ συνῆκε,» κατὰ τὸ γεγράμμενον· | 81 | |
70.84 | λελάτρευκε γὰρ τοῖς γλυπτοῖς· καὶ, ὡς προφητικὸς ἔφη λόγος, «Προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν.» Καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνήρ. Ὕβρις δὲ τοῦτο καὶ εἰς Θεὸν αὐτὸν, καὶ εἰς τὴν ἀν‐ | |
5 | θρώπου φύσιν. Καίτοι γὰρ ἐνὸν ἀπὸ καλλονῆς κτι‐ σμάτων ἀναλόγως ἰδεῖν τὸν τούτων τεχνίτην· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται,» ἦ τε «ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης·» τοῦτο μὲν οὖν οὐ πεπράχασιν· ἀπο‐ | |
10 | νέμοντες δὲ τοῖς λίθοις τὸ σέβας, καὶ τῷ λίθῳ προσ‐ κυνοῦντες οἱ δείλαιοι, προσκεκρούκασι μὲν τῷ φύσει Δεσπότῃ καὶ Θεῷ καὶ τῶν ὅλων δημιουργῷ. Λελήθασι δὲ, κατὰ τὸ εἰκὸς, καὶ τὴν ἰδίαν αὐτοὶ περιυβρίζοντες φύσιν, εἴπερ ἐστὶ ξύλων τε καὶ λίθων ἀμείνων ὁ ἄν‐ | |
15 | θρωπος. Ταύτῃ τοι δικαίως ἀγανακτῶν ὁ πάντων δη‐ μιουργός φησιν· «Ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνὴρ, καὶ οὐ μὴ ἀνήσω αὐτούς.» Ἐμφαίνει δὲ διὰ τούτου τὸ ἀπαράτρεπτον τῆς ὀργῆς, εἰ καὶ δι’ ἄμφω, κατὰ τὸ εἰκὸς, σεσάλευται κατ’ αὐτῶν. Ὅτι καὶ τὴν | |
20 | θείαν λελυπήκασι δόξαν, ἀτιμοτάτην δὲ καὶ αὐτὴν τὴν ἰδίαν ἀπέφηναν φύσιν. Ἐμπεπλῆσθαι δὲ βδελυγ‐ μάτων τὴν γῆν αὐτῶν, οὐκ ὀλίγους ὄντας, οὔτε μὴν εὐαριθμήτους ἀποφαίνων τοὺς τοῖς τῆς ἀποστασίας ἐναλόντας ἐγκλήμασι, καὶ ὅτι τὸ σέβας αὐτοῖς οὐχ ἓν, | |
25 | προσκεκύνηται δὲ παρ’ ἑκάστου τὸ αὐτῷ δοκοῦν, καὶ πολυειδὴς εἰδώλων ἐσμὸς ὅλην αὐτῶν ἐνέπλησε τὴν γῆν. Καὶ γοῦν εἴρηται διὰ φωνῆς Ἱερεμίου, ὅτι «Κατὰ ἀριθμὸν πόλεών σου ἦσαν θεοί σου, Ἰούδα. Καὶ κατὰ ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ ἐτάξατε βω‐ | |
30 | μοὺς, τοῦ θυμιᾷν τῷ Βαάλ.» Πονηρὸν οὖν ἄρα καὶ δύσοιστον τῷ Θεῷ τῶν εἰδώλων ἡ ποίησις, αἰσθητῶν τέ φημι καὶ τῶν κατὰ νοῦν. Καταληΐζεται γὰρ ὁ Σατανᾶς τὰς τῶν ἀνθρώπων ψυχὰς, δεινῶς τε καὶ πολυτρόπως, ταῖς εἰς νοῦν καὶ καρδίαν φαντασίαις, | |
35 | ἔσθ’ ὅτε καὶ εἰδώλων ἀναπλασμοῖς κατακομίζων εἰς ἁμαρτίας, καὶ εἰς αἰσχρὰς καὶ ἐκτόπους ἀποφέρων ἡδονάς. Καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύ‐ πτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου | |
40 | Κυρίου· καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοὶ, ὁ δὲ ἄνθρωπος ταπεινὸς, καὶ τα‐ πεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψω‐ θήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. | |
45 | Εἰδωλολατρούσης τῆς Ἱερουσαλὴμ, μᾶλλον δὲ ἁπάσης πεπλανημένης τῆς Ἰουδαίας, καὶ ἀπονευού‐ σης ἀχαλίνως πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχθημένων τῷ φιλαρέτῳ Θεῷ· κατεχεῖτο τρόπον τινὰ τῆς Ἰου‐ δαίας ἁπάσης ὁ Βαβυλωνίων πόλεμος, οἳ πᾶσαν κα‐ | |
70.84(50) | ταδῃώσαντες, ἀπεκτόνασι μὲν τοὺς κατειλημμένους, γύναια δὲ καὶ παῖδας ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν· καὶ ἐν τῇ τῶν δορυκτήτων ὄντες τάξει, μακροὺς διατε‐ τελέκασι χρόνους. Πλὴν τῆς ἐφόδου προαπηγγελμέ‐ νης, καὶ μελλούσης ἔσεσθαι, τοσοῦτον τοῖς Ἰουδαίοις | |
55 | γέγονε δεῖμα, καὶ ἀγωνίας εἰς τοῦτο πεπτώκασιν, ὡς | |
ἔν τε σπηλαίοις καὶ τοῖς τῶν ὀρῶν ῥωγμοῖς κατα‐ | 83 | |
70.85 | κρύπτεσθαι, καὶ τόπους ἀβάτους καταλαμβάνειν, ἁπάσης αὐτῶν ἀτονούσης χειρὸς πρὸς τὴν τῶν ἐπιόν‐ των ἀντίστασιν. Οὐκοῦν ὡς ὅσον οὐδέπω παρεσομέ‐ νων δεινῶν, μᾶλλον δὲ ἤδη θυρῶν τε εἴσω γεγενη‐ | |
5 | μένων, καὶ ἐπ’ αὐτῆς ὄντων τῆς χώρας, κρύπτεσθαι κελεύει, καὶ μονονουχὶ κατορύττεσθαι τῇ γῇ ζῶντας ἕτι, ἀπὸ τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν, τοῦτ’ ἔστι, συντρίψαι τὴν γῆν. Ὅτι δὲ ὑψηλαὶ καὶ ὑπὲρ πάντας | |
10 | ἀνθρώπους αἱ θεῖαι βουλαί τε καὶ σκέψεις, οὐκ ἄν τις αὐταῖς ἀντιμαχήσεται τῶν ἐπὶ τῆς γῆς, σαφὲς καθ‐ ίστησι λέγων· «Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοί.» Ὀφθαλμοὺς γὰρ Κυρίου ἐν τούτοις φησὶν, τὰς οἱονεὶ προαναβλέψεις τε καὶ βουλὰς αὐτοῦ, καὶ τὰς ἐφ’ | |
15 | ἑκάστῳ πράγματι κρίσεις. Ἄνθρωποι μὲν γὰρ μι‐ κροὶ μετὰ τὴν φύσιν ὅντες καὶ τὸν νοῦν, μικρὰ καὶ βουλεύονται, καὶ λογίζονται ταπεινά. Ὑψηλὸς δὲ ὑπάρχων ὁ τῶν ὅλων Θεὸς, καὶ ἐν ἀποῤῥήτοις ὑπερ‐ οχαῖς ταῖς κατὰ πάντων νοούμενος, ἄμαχον ἔχει τὴν | |
20 | σκέψιν. Οὐ γὰρ ἂν δύναιτό τις ἀνθυπενεγκεῖν, ἢ βου‐ λὴν, ἢ ἐπικουρίαν ἀποσκευάσασθαι δυναμένην τὰς ἐκ τῶν θείων σκεμμάτων ἐπαγωγάς. Μαθήσεσθαι δὲ τοῦτό φησι, καίτοι πάλαι μὴ εἰδότας τοὺς Ἰουδαίους, ὅταν αὐτῶν ὁ δεινὸς κατασκήψῃ πόλεμος, καὶ πᾶσα | |
25 | μὲν ἡ ἐπαμύνουσα χεὶρ ἀτονήσῃ, ἀπρακτήσῃ δὲ καὶ σκέψις, καὶ ἀνθρωπίνης βουλῆς εὑρήματα, δι’ ὧν ἐνόμισαν τάχα που καὶ διαφεύγειν δύνασθαι τὰς ἐκ τοῦ πολέμου συμφοράς. Οὐκοῦν ἡ πεῖρα δείξει, φησὶν, ὅτι ταπεινὸς ὁ ἄνθρωπος, καὶ ταπεινωθήσεται | |
30 | τὸ ὕψος τῶν ἀνθρώπων, ὑψωθήσεται δὲ Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ὥσπερ ἔφην ἀρτίως, ἐλεγχομέ‐ νης αὐτῶν ἰσχύος ἁπάσης ὡς ἀδρανοῦς, τῆς θείας δυνάμεως ἡ ὑπεροχὴ γνωριμωτάτη τοῖς πεποιθόσι γενήσεται. Πάνδεινον οὖν ἄρα τὸ προσκρούειν Θεῷ, | |
35 | καὶ ἁπάσης ἡμῖν παραίτιον συμφορᾶς τὸ χρῆμα γίνεται. Δεῖ δὲ ἡμᾶς μὴ δυνάμεσιν ἰδίαις ἐπιθαρσεῖν, ἀπονέμειν δὲ μᾶλλον τὸ πάντα δύνασθαι Θεῷ, καὶ αὐτὸν ἐπίκουρον ποιεῖσθαι φιλεῖν, ὅταν τι τῶν δει‐ νῶν ἐπιφέρηται προσκεκρουκόσι δι’ ἁμαρτίας. | |
40 | Ἡμέρα γὰρ Κυρίου Σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον· καὶ ταπεινωθήσονται. Καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου, τῶν ὑψηλῶν καὶ μετεώρων, καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν· καὶ ἐπὶ | |
45 | πᾶν ὄρος ὑψηλὸν, καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ἐπὶ πάντα πύργον ὑψηλὸν, καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλὸν, καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους· καὶ τα‐ πεινωθήσεται, καὶ πεσεῖται τὸ ὕψος τῶν ἀνθρώ‐ | |
70.85(50) | πων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Τὸν τοῦ πολέμου καιρὸν, καὶ τῆς ἐπ’ αὐτοῖς ὀργῆς τὴν ἐκπλήρωσιν ἡμέραν ὀνομάζει Κυρίου. Τοῦτο γὰρ ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. Καὶ γοῦν καὶ αὐτὸν τῆς | |
55 | τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὸν καιρὸν τῷ τῆς ἡμέρας ὀνόματι κατεσήμαινεν ὁ Δαβὶδ οὕτω λέγων· | |
«Αὕτη ἡ ἡμέρα ἣν ἐποίησε Κύριος, ἀγαλλιασώμεθα | 85 | |
70.88 | καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Ἔσεσθαι τοίνυν φησὶ τῆς ὀργῆς τὸν καιρὸν κατὰ παντὸς ὑβριστοῦ καὶ ὑπερηφάνου. Καὶ ὑβριστὰς μὲν ἔοικεν ἀνακαλεῖν τοὺς, οἵγε τὴν θείαν ἀτιμάζουσι δόξαν, διὰ τοῦ μὴ | |
5 | ἀνέχεσθαι προσκυνεῖν αὐτῇ, προσκεῖσθαι δὲ μᾶλλον, οἷς ἂν αὐτοὶ διατεκτήναιντο θεοῖς· ὑπερηφάνους δὲ τοὺς τῶν θείων ὑπερορῶντας νόμων, καὶ παρ’ οὐδὲν ποιεῖσθαι μεμελετηκότας τὰ τεθεσπισμένα. Καὶ γοῦν ὁ μακάριος ἔφη Δαβίδ· «Ὑπερήφανοι παρενόμουν | |
10 | ἕως σφόδρα.» Ἐπειδὴ δὲ πλεῖστοί τινες ἦσαν κατὰ τὴν Ἰουδαίαν καὶ μέντοι τὴν Ἱερουσαλὴμ, πλούτῳ τε κομῶντες ἀμφιλαφῶς, καὶ ταῖς τῶν χρημάτων περιουσίαις οὐ μετρίως περιεχόμενοι, προὔχοντές τε τῶν ἄλλων καὶ δυναστείαις ὠχυρωμένοι, καὶ τῆς | |
15 | παρ’ αὐτοῖς εὐκλείας οὐκ εἰς βραχὺ μέτρον ἀναπηδή‐ σαντες, ἠρμένοι τε ὑψοῦ, καὶ οἱονείπως ἐξογκούμε‐ νοι· ταύτῃ τοι κατ’ αὐτῶν ὅτι μάλιστα τὰ ἐκ τῆς θείας ὀργῆς δραμεῖσθαί φησι, τὴν ἑκάστου τάξιν, ἤτοι μέτρον αἰνιγματωδῶς ὑπεμφαίνων. Παρεικάζει γὰρ | |
20 | αὐτοὺς καὶ ταῖς τοῦ Λιβάνου κέδροις· «Ἴδον γὰρ ἀσεβῆ,» φησὶν, «ὑπερυψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου·» καὶ μὴν καὶ τοῖς δένδρεσι τῆς βαλάνου Βασὰν, τοῦτ’ ἔστι, δρυσὶ ταῖς ἐν τῇ Βασανίτιδι· χώρα δὲ αὕτη κατὰ τὴν Ἰουδαίαν, | |
25 | ἣ νῦν καλεῖται Βασαναία, φυτῶν ἀρίστη τροφὸς, παχείας τε καὶ εὐμηκεστάτας ἔχουσα τὰς κέδρους. Παρεικάζει δὲ αὐτοὺς ὁμοίως βουνοῖς καὶ ὄρεσι, καὶ προσέτι πύργοις καὶ τείχεσιν ὑψηλοῖς. Ὅτι δὲ καὶ τὰς τοῦ πλουτεῖν ἀφορμὰς συναποβαλοῦσι τῇ χώρᾳ, | |
30 | προσεπάγει, λέγων· «Καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους.» Διχῆ δὲ τοῦτο νοεῖται. Περιαγγελθέντος γὰρ ἤδη τοῦ πολέμου, καὶ προσδοκωμένων παρέσεσθαι τῶν Βαβυλωνίων, τῇς εἰς Θεὸν ἐλπίδος τὴν διάνοιαν ἀποστήσαντες οἱ ἐξ | |
35 | Ἰσραὴλ, Αἰγυπτίους ἐκάλουν εἰς ἐπικουρίαν, κατεμι‐ σθοῦντό τε τὴν Τύρον, καὶ τὰ περίοικα τῶν ἐθνῶν. Θαλασσουργοὶ δὲ πάντες οἱ Τύριοι, καὶ ἐμπορικῶν ἐπιτηδευμάτων ἐπιστήμονες, καὶ φιλοτίμως τὰς ναῦς κατεσκευασμένοι. Ἐπειδὴ δὲ ἧκεν ὁ Βαβυλώνιος, | |
40 | πρὸ τῆς Ἰουδαίων γῆς, τὴν Τυρίων κατεληΐζετο. Οὐκοῦν ἢ τοῦτό φησιν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος, ἢ ἐκεῖνό που τάχα· Πλεῖστοι γὰρ τῶν βεβα‐ σιλευκότων τοῦ Ἰσραὴλ, ναῦς εἶχον ἐμπορικὰς, τὰ[ς] ἐκ τῆς Ἰνδῶν χώρας τε καὶ γῆς ἀποφερούσας αὐτοῖς, | |
45 | καὶ τὰ[ς] ἐξ ἑτέρων χωρῶν καὶ πόλεων· ὅθεν αὐτοῖς καὶ ὁ πολὺς συναγήγερτο πλοῦτος· ἐξ οὗ γεγόνασι ὑψηλοὶ, κέδροις τε καὶ δρυσὶν ἐν ἴσῳ, ὄρεσί τε καὶ πύργοις. Οὐκοῦν ὅτι καὶ συναπολεῖται τοῖς ὑπερηφά‐ νοις καὶ ἡ τοῦ πλούτου ἀφορμὴ, τοῦτ’ ἔστι, τὰ ἐκ | |
70.88(50) | τῆς ἐμπορίας καὶ μεταβολῆς εἰς τρέχοντα κέρδη κατασημαίνει λαμπρῶς. Ὅτι δὲ κατεμισθοῦντο πολλοὺς πρὸς ἐπικουρίαν οἱ ἐξ Ἰσραὴλ οὐκ ἀσυμ‐ φανὲς, καὶ δι’ ἑτέρου προφήτου λέγοντος Θεοῦ περὶ αὐτῶν· «Καὶ ἦν Ἐφραῒμ περιστερὰ ἄνους, οὐκ | |
55 | ἔχουσα καρδίαν, Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύετο. Καθὼς πορεύονται, ἐπιβαλῶ | |
ἐπ’ αὐτοὺς τὸ δίκτυόν μου, καθὼς τὰ πετεινὰ τοῦ | 87 | |
70.89 | οὐρανοῦ κατάξω αὐτούς. Παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν.» Δυσδιάφυκτον οὖν τὸ τοῦ Θεοῦ κρῖμα, καθ’ ὧν ἂν γένοιτο· καὶ ἀμαθὲς καὶ ἀνόσιον μὴ οὐχὶ δὴ μᾶλλον ἠρτῆσθαι φιλεῖν τῆς εἰς | |
5 | αὐτὸν ἐλπίδος, κενοῖς δὲ καὶ ἀσυνέτοις διαπαίζεσθαι λογισμοῖς οἰομένους, ὅτι κἂν εἰ βούλοιτο τὸ σώζειν αὐτοὺς, ἐξελεῖται δέ τις ἕτερος καὶ τῆς ἐξ ἀνθρώπων ἐπικουρίας ἡ συνδρομὴ, καὶ περιέσται ποτὲ τῶν παρ’ αὐτοῦ νευμάτων. Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, φησὶ, τίς ἀνοίξει; Ἀγαθὸν τοίνυν τὸ ἐλπί‐ | |
10 | ζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ’ ἄνθρωπον, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενεγκόντες εἰς τὰ σπήλαια, καὶ εἰς τὰς σχι‐ σμὰς τῶν πετρῶν, καὶ εἰς τὰς τρώγλας τῆς γῆς ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς | |
15 | δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Γέλωτος ἀξίαν τὴν τῶν Ἰουδαίων ἀποφαίνει σκέ‐ ψιν, εἰ κατακρύπτουσι τοὺς θεοὺς, καὶ σώζειν ἐπείγονται τοὺς προσκυνουμένους. Καίτοι πῶς οὐκ | |
20 | ἔδει σωτῆρας αὐτοὺς ἔσεσθαι προσδοκᾷν, εἴπερ ὅντως ᾔδεσαν θεούς; Ἀλλ’ αὐτοὶ τῶν ἰδίων κατα‐ δικάζοντες βουλευμάτων, καὶ μαρτυροῦντες αὐτοῖς τὸ πρὸς πᾶν ὁτιοῦν ἀδρανὲς, ἐπαμύνουσι τοῖς θεοῖς. Κατακρύπτουσι γὰρ εἰς τὰ σπήλαια, καὶ εἰς τὰς | |
25 | σχισμὰς τῶν πετρῶν, καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἴνα μὴ εὑρόντες οἱ πολέμιοι συναποφέρωσι τοῖς νενικημένοις οἷον αἰχμαλώτους θεούς. Πῶς οὖν ἔτι θεοὶ παρὰ τῶν προσκυνούντων αὐτοῖς ἐπικουρίας δεδεημένοι, ἀλλ’ ὕλη μὲν ἄψυχος ἐκεῖνα. Καὶ ὥς | |
30 | φησιν ὁ μακάριος Δαβὶδ, «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀρ‐ γύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων.» Νοσή‐ σουσί γε μὴν οἱ θεραπεύοντες αὐτὰ τὴν ἴσην αὐτοῖς ἀναισθησίαν. Αὐτοὶ γὰρ τεχνῖται καὶ δημιουργοὶ γεγονότες αὐτῶν, αἴρουσιν ἐπὶ τῶν ὤμων, καὶ πο‐ | |
35 | ρεύονται, καὶ προσκυνοῦσιν αὐτῷ, καὶ προσεύχονται λέγοντες· «Ἐξελοῦ με ὅτι Θεός μου εἶ σύ.» Σποδὸς τοιγαροῦν ἡ καρδία αὐτῶν. καὶ πλανῶνται. Πρέποι δ’ ἂν τοῖς εὐσεβεῖν εἰωθόσι, ταῖς τῶν πλανωμένων ἀβελτηρίαις ἐῤῥῶσθαι λέγειν, καὶ μὴν κἀκεῖνο βοᾷν· | |
40 | «Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ τῆς γῆς.» Καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου· «Ἡμῖν γὰρ εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν. Καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐ‐ τοῦ.» Τῇ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύ‐ | |
45 | γματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ χρυσᾶ, ἃ ἐποίησε προσκυνεῖν τοῖς ματαίοις καὶ ταῖς νυκτερίσι, τοῦ εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς γῆς, στερεὰς πέτρας, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης | |
70.89(50) | τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Τοὺς παρ’ αὐτῶν γεγονότας καὶ ψευδωνύμους θεοὺς ὅτι κατακρύπτειν ἔμελλον, οὐκ αἰδοῖ τῇ περὶ αὐτοὺς ἔτι νικώμενοι, κατεγνωκότες δὲ μᾶλλον ὡς | |
55 | ὕλης ἀχρήστου καὶ ἀδρανοῦς καθίστησιν ἐναργὲς προσεπενεγκὼν οἷς ἔφη· «Τῇ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ | |
ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ, ἃ ἐποίησε προσ‐ | 89 | |
70.92 | κυνεῖν αὐτοῖς καὶ ταῖς νυκτερίσιν.» Ἱδρυσάμενοι γὰρ ἐν σηκοῖς τὰ χειροποίητα προσκεκυνήκασιν ἀνοσίως· ᾤοντο γὰρ εἶναι θεούς. Ἐπειδὴ δὲ παρόντα τεθέανται τὸν τοῦ πολέμου καιρὸν, εἶτα τῆς ἐπικου‐ | |
5 | ρίας οὐδεὶς ἦν ὅλως αὐτοῖς ὁ τρόπος, λίθοι δὲ ὄντες καὶ ξύλα πεφώρανται, ὕλη τε χρυσῆ καὶ περιάργυ‐ ρος, οὓς ἐνόμισαν ἔσεσθαι σωτῆρας καὶ λυτρωτὰς, ἐξέβαλλον τῶν ναῶν, καὶ κατέκρυπτον ἐν σπηλαίοις, φειδόμενοι μᾶλλον τῆς ὕλης, καὶ οὐχ ὡς θεοὺς | |
10 | τιμῶντες ἔτι. Εἰκαῖος δὲ ὅτι καὶ ἀνόνητος ὁ πόνος αὐτοῖς ὁ περὶ τὴν τῶν εἰδώλων ποίησιν, διέδειξεν εἰπών· «Ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ ἃ ἐποίησε προσκυνεῖν αὐτοῖς καὶ ταῖς νυκτερίσιν.» Γεγόνασι μὲν γὰρ αὐτοὶ δημιουργοὶ τῶν ἰδίων θεῶν, | |
15 | καὶ τεχνῖται τῶν προσκυνουμένων, ἐσχήκασι δὲ παρ’ αὐτῶν εἰς ὄνησιν οὐδέν. Τάχα δέ που μόναις ταῖς νυκτερίσιν ἀνεδείμαντο τοὺς ναούς. Ἀεὶ γάρ πως τὰ τοιάδε τῶν πτηνῶν ἤτοι ζωϋφίων τοῖς ἀφεγγέσι τῶν τόπων ἐμφιλοχωροῦσιν, καὶ τῆς παρ’ | |
20 | ἑαυτῶν βδελυρίας καὶ κακοσμίας ἀναπιμπλᾶσι τὰ ἐν αὐτοῖς. Ἐκβαλεῖ τοίνυν ἄνθρωπος ἃ ἐποίησε βδελύγματα, ἐκβαλεῖ δὲ ὅποι, τοῦ εἰσελθεῖν, φησὶν, εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν ἀπὸ προσώπου τοῦ φόβου | |
25 | Κυρίου. Ἄθρει δὴ οὖν ὅπως τοῖς ἰδίοις θεοῖς ἑαυτοὺς ἐσπούδαζον συγκατορύττειν οἱ τάλανες. Ἀλλ’ οὐ τοιοῦτον τεθέανται τὸν τῶν ὅλων Θεόν. Ἐκρύπτετο γὰρ οὐδαμῶς, ὅτε τῆς Αἰγυπτίων ἐκδεδραμήκασι γῆς, εἵπετο δὲ διώκων ὁ Φαραώ. Διέῤῥηξε γὰρ τὴν | |
30 | θάλασσαν, καὶ διήγαγεν αὐτοὺς, ἀῤῥήτῳ δυνάμει, καὶ ἀφράστοις νεύμασι. Καὶ οἱ μὲν ἐσώζοντο βαδί‐ ζοντες ὡς ἐπὶ ξηρᾶς· ὁ δὲ ἀπόπληκτος Φαραὼ παν‐ στρατιᾷ κατεπνίγετο. Καὶ μὴν ὅτε Ῥαψάκης ὁ Βαβυλωνίων στρατηγὸς, κύκλῳ περισχὼν τὴν Ἱερου‐ | |
35 | σαλὴμ, πεφλυάρηκε κατὰ Θεοῦ, καὶ ὅλης ἔφη ῥᾳδίως κατακρατήσειν τῆς Ἰουδαίας· οὐκ ἐκρύπτετο Θεὸς, οὐδὲ πετρῶν ἐζήτησε σχισμὰς, οὔτε μὴν διασφαγὰς ὀρῶν, ἀλλ’ ηὔχετο μὲν Ἐζεχίας λέγων· «Εἰσάκου‐ σον, Κύριε, εἴσβλεψον, Κύριε, καὶ ἴδε τοὺς λόγους | |
40 | Ῥαψάκου, ὃν ἐξαπέστειλε βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν Θεὸν ζῶντα.» Παραχρῆμα δὲ Θεοῦ λέ‐ γοντος ἤκουε· «Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης, δι’ ἐμὲ, καὶ διὰ Δαβὶδ τὸν δοῦλόν μου.» Καὶ τίς τὸ τηνικάδε κινδυνεύουσιν ὁ τῆς ἐπικουρίας | |
45 | ἐγένετο τρόπος; Παράδοξος καὶ θεοπρεπής· «Ἐξ‐ ῆλθε γὰρ ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρ‐ εμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας.» Αἰσχυνθήτωσαν τοίνυν οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ τὸν πάντα ἰσχύοντα Θεὸν καταλε‐ | |
70.92(50) | λοιπότες, καὶ λατρεύοντες θεοῖς, οὓς πρὸ ἑαυτῶν κατακρύπτουσιν, ἵνα μὴ πρὸ αὐτῶν ἀπόλοιντο, ταῖς τῶν πολεμούντων περιπεσόντες φιλοκερδίαις. Λέγω‐ μεν τοίνυν κατὰ τὴν τοῦ προφήτου φωνὴν Ἱερεμίου· «Θρόνος δόξης ὑψωμένος, ἁγίασμα ἡμῶν, ὑπομονὴ | |
55 | Ἰσραὴλ, Κύριε· πάντες οἱ καταλιπόντες σε καται‐ σχυνθήτωσαν. Ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφή‐ | |
τωσαν, ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν Κύριον.» Εἰ | 91 | |
70.93 | δὲ χρή τι καὶ πνευματικὸν τοῖς πνευματικοῖς εἰπεῖν, ὅσοι τῶν εἰς νοῦν εἰδώλων ἀνέχονται, καὶ τὰς ἐκ τῶν ἐκτόπων φαντασιῶν ἐννοίας εἰσδέχονται, ἴστωσαν ὅτι νυκτερίδων ἔσονται καλιαὶ, τοῦτ’ ἔστι, τῶν ἀκαθάρ‐ | |
5 | των πνευμάτων. «Ἕκαστος γὰρ πειράζεται,» φησὶν, «ὑπὸ τῶν ἰδίων ἐπιθυμιῶν ἐξελκόμενος, καὶ δελεαζόμενος. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θά‐ νατον.» Παραιτητέον οὖν ἄρα τὰς ἀρχὰς τῶν παθῶν, καὶ τὰ εἰς νοῦν εἴδωλα, τὰ διὰ μόνων ἐννοιῶν | |
10 | εἰστρέχοντα παρωσώμεθα, τὸ γεγραμμένον εἰδότες· «Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ τόπον σου μὴ ἀφῇς· ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.» Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα, καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου, καὶ ἰσχὺν ὕδατος, | |
15 | γίγαντα καὶ ἰσχύοντα, καὶ ἄρχοντα, πολεμιστὴν καὶ δικαστήν. Ἀποχρῶσαν ἡμῖν ποιησάμενος τὴν ἀφήγησιν, τὴν ἐπί γε τοῖς ἀρχαιοτέροις αὐτῶν ἐγκλήμασιν, μεθ‐ ίστησι πάλιν ἐπὶ καιροῦ τὸν λόγον ἐπὶ τὰς τελευταίας | |
20 | αὐτῶν συμφορὰς, δικαίως ὑπομεμενηκόσιν ἐμπαροι‐ νήσαντες ἀνοσίως εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Ἐπέταξε γὰρ αὐτοῖς ὁ θυμὸς Κυρίου, καὶ μάλα εἰκότως· ἀνῃρηκότες γὰρ τοὺς προφήτας, καὶ λιθοβολήσαντες τοὺς ἀπεσταλμένους, οὐδὲ αὐτὸν δε‐ | |
25 | δυσώπηνται τὸν Υἱὸν, ἐπεπήδησαν δὲ θηριοπρεπῶς, καὶ τὸν ἀρχηγὸν τῆς ζωῆς, τό γε ἧκον εἰς αὐτοὺς, θανάτῳ περιβεβλήκασι, λέγοντες· «Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι.» Πάνδεινα μὲν οὖν ἐστιν αὐτοῖς τὰ τοῦ πολέμου συμβεβηκότα καὶ | |
30 | δεδαπάνηνται πολυτρόπως· τοῦτο μὲν λιμῷ καὶ πολιορκίαις, πυρὶ καὶ σιδήρῳ, τοῦτο δὲ γυναίων τε καὶ παίδων ἀνδραποδισμοῖς. Ὅτι δὲ καὶ τῶν ἄνω‐ θεν καὶ παρὰ Θεοῦ χαρισμάτων νενοσήκασι τὴν ἀπο‐ βολὴν, καὶ τῶν εἰς νοῦν καὶ ψυχὴν ἀγαθῶν ἐστέρην‐ | |
35 | ται, διδάσκει λέγων· «Ἰδοὺ δὴ ὁ Δεσπότης Σαβαὼθ, ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν.» Καὶ ὁ λόγος τῷ προφήτῃ νῦν οὐ περὶ σωματικῆς ἰσχύος· εὔηθες γὰρ τὸ ὧδε νοεῖν· περὶ νοητῆς δὲ μᾶλλον, καὶ τῆς εἰς νοῦν καὶ καρδίαν, δι’ | |
40 | ἧς εἰθίσμεθα κατορθοῦν ἀρετήν. Στρατεύεται μὲν γὰρ ἡ σὰρξ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα γὰρ ἀντίκειται ἀλλήλοις· πλεῖ‐ σται δὲ ὅσαι κοσμικαὶ καὶ ἀκάθαρτοι τὸν ἀνθρώπι‐ νον νοῦν διακυκῶσιν ἡδοναὶ, καταφέρουσαι πρὸς | |
45 | ἁμαρτίας. Χρεία τοίνυν ἰσχύος τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ. Περιέσται γὰρ οὕτως τις καὶ μόλις, καὶ στε‐ φανοῦται κρατῶν· ἀφηρῆσθαι δὲ τοῦτό φησιν ἀπὸ τῶν Ἰουδαίων, καὶ αὐτὰ βοήσει τὰ πράγματα. Ποῖος γὰρ ἔτι λόγος ἐστὶ παρ’ αὐτοῖς τοῦ κατορθοῦν ἀρε‐ | |
70.93(50) | τήν; ἢ τίς ὁ εὐδόκιμος καὶ ἀντανίστασθαι μεμελε‐ τηκὼς τοῖς πάθεσι τῆς σαρκὸς, ἤγουν ταῖς ἐφόδοις τῶν ἐκτόπων ἡδονῶν; Πρόκειται γὰρ ὥσπερ ἁπάντων ὁ νοῦς ὡς σευτλίον ἡμίεφθον, κατὰ τὴν τοῦ προφήτου φωνήν. Οὐ γὰρ δύναται λέγειν· «Πάντα ἰσχύω ἐν | |
55 | τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Ἀφῄρηται δὲ ἀπ’ αὐτῶν ἰσχὺς ἄρτου καὶ ἰσχὺς ὕδατος· ἄρτου δὲ πά‐ | |
λιν οὐκ αἰσθητοῦ, ἀλλ’ οὐδὲ ὑδάτων τῶν ἐν κατα‐ | 93 | |
70.96 | χρήσει κοινῇ· ἐκείνου δὲ μᾶλλον περὶ οὖ φησιν ὁ Δαβίδ· «Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς· ἄρτον ἀγγέ‐ λων ἔφαγεν ἄνθρωπος.» Ὑδάτων δὲ μεμνῆσθαί φα‐ μεν αὐτὸν τῶν νοητῶν, περὶ ὧν αὐτός πού φησιν ὁ | |
5 | προφήτης Ἡσαΐας· «Καὶ ἀντλήσετε ὕδωρ μετ’ εὐ‐ φροσύνης ἐκ τῶν πηγῶν τοῦ Σωτῆρος.» Καὶ μὴν καὶ αὐτὸς ὁ Σωτήρ· «Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃ δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλο‐ | |
10 | μένου εἰς ζωὴν αἰώνιον.» Σύνες δὲ ἀκριβῶς τὰς τοῦ προφήτου φωνάς. Οὐ γὰρ εἴρηκεν ἁπλῶς τῶν Ἰου‐ δαίων ἀφαιρεθήσεσθαι ἄρτον τε καὶ ὕδωρ, ἀλλ’ ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. Καὶ δεῖ ἡμᾶς τοιοῦτόν τι βού‐ λεσθαι διδάσκειν αὐτόν. Ἡμεῖς μὲν γὰρ τοῖς ἱεροῖς | |
15 | περιτυγχάνοντες λόγοις, καὶ τὰς θείας ἀναγινώσκον‐ τες Γραφὰς, εἶτα συνιέντες αὐτὰς, ἰσχὺν ἄρτου νοητοῦ δεχόμεθα. «Οὐ γὰρ ἐπ’ ἄρτῳ μόνῳ,» φησὶ, «ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπο‐ ρευομένῳ διὰ στόματος τοῦ Θεοῦ.» Ὁμοίως νοήσεις | |
20 | καὶ ἐφ’ ὑδάτων νοητῶν. Ἰουδαῖοί γε μὴν ἔχουσι μὲν τὸν ἄρτον καὶ τὸ ὕδωρ ἔτι. Πολυπραγμονοῦσι γὰρ τὰ Μωσέως γράμματα, καὶ ἀναγινώσκουσι τὸν νόμον. Ἐπειδὴ δὲ γινώσκουσιν οὐδὲν, οὐκ ἔχουσι τὴν ἰσχὺν τοῦ ἄρτου, οὔτε μὴν τὴν ἰσχὺν τοῦ ὕδατος. Ψιλὸν γὰρ | |
25 | αὐτοῖς καὶ μόνον τὸ γράμμα δέδοται, ἄρτου μὲν καὶ ὕδατος ὑπόληψιν ἔχον, τρέφον δὲ αὐτοὺς κατ’ οὐδένα τρόπον εἰς εὐεξίαν τὴν νοητήν. Καὶ μαρτυρήσει γρά‐ φων ὁ Παῦλος· «Ἄχρι γὰρ σήμερον, ἡνίκα ἂν ἀνα‐ γινώσκεται Μωσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν | |
30 | κεῖται, μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταρ‐ γεῖται.» Καὶ καθ’ ἕτερον δὲ τρόπον, ἀφῃρῆσθαί φαμεν ἐκ τῆς Ἰουδαίων συναγωγῆς, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. Καὶ ὁ λόγος ἐστὶ μυστικός. Ἡμεῖς μὲν γὰρ οἱ διὰ πίστεως κεκλημένοι πρὸς ἁγιασμὸν, τὸν | |
35 | ἄρτον ἔχομεν τὸν ἐξ οὐρανοῦ, τοῦτ’ ἔστι, Χριστὸν, ἤτοι τὸ σῶμα αὐτοῦ. Εἰ δὲ δή τις ἔροιτο, ποία τίς ἐστιν ἡ ἰσχὺς αὐτοῦ, φαμὲν ὅτι ζωοποιός. Δίδωσι γὰρ τῷ κόσμῳ ζωήν. Πρόσιμεν δὲ ὁμοίως καὶ τῇ διὰ τοῦ ἁγίου βαπτίσματος χάριτι, τοῦ ἁγιάζοντος ἡμᾶς, | |
40 | ὕδατος τὴν ἰσχὺν εἶναι λέγοντες ἁμαρτιῶν ἀπόθεσιν, ἀναγέννησιν τὴν πνευματικὴν, εἰς συμμορφίαν τὴν πρὸς αὐτὸν τὸν Χριστόν. Καὶ προσέτι τούτοις, παῤ‐ ῥησίας εἴσοδον εἰς τὴν τῶν οὐρανῶν βασιλείαν· «Ἐὰν γὰρ μή τις,» φησὶ, «γεννηθῇ ἐξ ὕδατος καὶ πνεύ‐ | |
45 | ματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Ἐστέρηνται τοίνυν οἱ Ἰουδαῖοι τῶν τοιού‐ των ἀγαθῶν. Οὐ γὰρ ἔστι παρ’ αὐτοῖς ἰσχὺς ἄρτου, τοῦτ’ ἔστιν, ἡ ἐν Χριστῷ ζωοποίησις. Οὐκ ἔχουσι τὴν ὕδατος ἰσχύν· ἀπομεμένηκε γὰρ παρ’ αὐτοῖς ἀνα‐ | |
70.96(50) | πόνιπτος ἁμαρτία. Οὐκ εἰσελάσουσιν εἰς τὴν οὐρανῶν βασιλείαν, τὸν εἰσκομίζοντα Χριστὸν ἀτιμάσαντες· οὐ γὰρ ἐπίστευον λέγοντι· «Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἐγώ εἰμι ἡ θύρα.» Ἀφελεῖ δὲ ὁμοίως γίγαντα καὶ ἰσχύοντα. Εἶτα τίς ὁ γίγας; τίς δὲ καὶ ὁ ἕτερος; Οἶ‐ | |
55 | μαι δὴ οὖν ἔγωγε γίγαντα μὲν ὀνομάζειν τὸν εἰς λῆ‐ | |
ξιν ἰσχύος ἥκοντα τῆς πνευματικῆς, ἰσχύοντα δὲ τὸν | 95 | |
70.97 | ὑποβεβηκότα βραχὺ, καὶ τῆς ἐν ἐκείνῳ νοουμένης ὑπεροχῆς ἡττώμενον. Ἑκάστῳ γὰρ ἡμῶν δέδοται παρὰ Θεοῦ χάριτος μέτρον. Τοῦτο ἡμῖν ἐναργὲς ὁ σοφώτατος Παῦλος καθίστησι, λέγων· «Θέλω δὲ πάντας | |
5 | ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλ’ ἕκαστος ἡμῶν ἴδιον ἔχει χάρισμα ἀπὸ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.» Ἔθος δὲ καὶ ἑτέρως τῇ θεοπνεύστῳ Γραφῇ, τοὺς ἄγαν εὐσθενεστάτους γίγαντας ἀποκαλεῖν. Καὶ γοῦν ἔφη που Θεὸς περὶ τῶν ἐκ Βαβυλῶνος καταστρατευ‐ | |
10 | σάντων τῆς Ἰουδαίων χώρας· «Γίγαντες ἔρχονται πλη‐ ρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες.» Καὶ μὴν καὶ ὁ ψαλμῳδός· «Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ.» Οὐκ ἔσται δὲ παρὰ τοῖς Ἰου‐ δαίοις οὐ πολεμιστὴς, οὐ δικαστής. Ἡμεῖς μὲν γὰρ | |
15 | οἱ τῇ πίστει τετιμηκότες τὸν τῶν δυνάμεων Κύριον, νευρούμεθα παρ’ αὐτοῦ, καὶ ἱκανοὶ πρὸς ἀντίστασιν ἀποτελούμεθα, τὴν πρός γε τὰς πονηρὰς καὶ ἀκαθάρ‐ τους δυνάμεις. «Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς | |
20 | ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους· πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.» Οἷς ἀνθιστάμεθα νοητῶς τοῖς τῆς δικαιοσύνης ὅπλοις ἐνηρμοσμένοι, καὶ παντευχίαν ἔχοντες τὴν πνευμα‐ τικήν. Ὧν καὶ ὁ θεσπέσιος Παῦλος διαμνημονεύει | |
25 | λέγων· «Στῆτε οὖν περιεζωσμένοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.» Καὶ τὰ ἑξῆς· «Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρ‐ κικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ· καὶ ἐν σαρκὶ περιπα‐ τοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα.» Παρὰ δέ γε τοῖς Ἰουδαίοις, οὐδεὶς τοιοῦτός ποθεν· ἀμαχεὶ δὲ | |
30 | ὥσπερ παραχωροῦσιν ἀεὶ τὸ νικᾷν παντὶ τῷ προσ‐ βάλλοντι, καὶ ταῖς σφῶν αὐτῶν ἀτιθάσσοις ἡδοναῖς. Οὐδ’ ἂν εὕροι τις παρ’ αὐτοῖς τὸν εἰδότα δικάζειν ὀρθῶς, ἢ τοῖς εἰς νοῦν κειμένοις, ἤγουν τοῖς ἔξωθεν καὶ βιωτικοῖς πράγμασιν. Εἰστρέχουσι μὲν γὰρ τὸν | |
35 | ἀνθρώπινον νοῦν ἔκτοποί τε καὶ πονηροὶ διαλογι‐ σμοὶ, καὶ δεινὸς ἀκαθάρτων ἐπιθυμῶν διακυκᾷ θό‐ ρυβος· ἀλλὰ τοῦ μὲν σοφοῦ καὶ ἐπιεικοῦς ἕστηκεν ὁ νοῦς, οἷά τις κριτὴς δοκιμάζων ἕκαστα, καὶ παρ‐ αιτούμενος μὲν τὸ φαῦλον, ἀῤῥήτῳ δὲ ψήφῳ τὸ | |
40 | χρήσιμον στεφανῶν. Ἀνεπιτήδευτον παντελῶς καὶ τοῦτό ἐστι παρά γε τοῖς Ἰουδαίων δήμοις. Οὐ γάρ ἐστι μετ’ αὐτῶν ὁ καὶ πρὸς τοῦτο ἡμᾶς ἀπευθύνων Θεὸς, ἀλλ’ οὐδ’ ἂν εἰ καί τι τῶν ἔξωθεν διαγυμνά‐ ζοιτό πως, δοκιμάζειν ἴσασι τὸ ἀμωμήτως ἔχον καὶ | |
45 | ἀρέσκον Θεῷ· πῶς γὰρ εἰδεῖεν τὸν ἀκριβῆ τοῦ νόμου σκοπὸν, οἱ τῷ νομοθέτῃ προσκεκρουκότες, ταύτης τε ἕνεκα τῆς αἰτίας συνέσεως ἁπάσης, τῆς ἐπί γέ φημι τοῖς ἱεροῖς Γράμμασι, δικαίως ἐστερημένοι; Ἀφελεῖ δὲ ὁμοίως, φησὶ, πρὸς τούτῳ προφή‐ την, καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεν‐ τηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ | |
70.97(50) | σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν· καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμ‐ παῖκται κυριεύσουσιν αὐτῶν. Ὅτι μὲν οὖν ἐξῄρηται προφητεία τῆς Ἰουδαίων Συναγωγῆς, οὐκ ἂν ἐνδοιάσειέ τις, αὐτοῦ διακεκρα‐ | |
55 | γότος τοῦ πράγματος. Οἱ μὲν γὰρ μακάριοι προφῆται | |
κατὰ καιροὺς γεγονότες προεκήρυττον τὸν Χριστὸν | 97 | |
70.100 | Ἰησοῦν. Ἐπειδὴ δὲ τετέλεσται τὸ προηγγελμένον, καὶ τὸ τοῦ νόμου καὶ τῶν προφητῶν ἀφῖκται τέλος (ἐπεφάνη γὰρ ἡμῖν ὁ Θεὸς καὶ Κύριος, κατὰ τὰς Γραφάς), εἶτα πεπαρῳνήκασιν εἰς αὐτόν· πέπαυται | |
5 | παρ’ αὐτοῖς τῆς προφητείας ἡ χάρις. Οὐ γὰρ ἦν ἀκό‐ λουθον θεομάχους ὄντας καὶ ὑβριστὰς, γεγονότας δὲ καὶ Κυριοκτόνους, καὶ τὰς χεῖρας αἱμάτων ἔχοντας πλήρεις, τῷ τῆς προφητείας τιμᾶσθαι πνεύματι. Ἐπιμαρτυρήσει δὲ τούτοις καὶ ὁ μακάριος Δανιὴλ, | |
10 | ἐσφραγίσθαι λέγων ὅρασιν καὶ προφήτην. Οὐκοῦν ἀμέτοχος τῆς οὕτω λαμπρᾶς καὶ εὐκλεεστάτης χάρι‐ τος γέγονεν ὁ Ἰσραήλ· ἀμαθὴς δὲ οὕτω καὶ φρενὸς ἔρημος ἀγαθῆς, ὡς μὴ εἶναι παρ’ αὐτοῖς μηδένα τὸν στοχαστήν. Στοχαστὴν δὲ εἶναί φαμεν τὸν οἱονεὶ συμ‐ | |
15 | βάλλοντα καὶ διατεκμαιρόμενον ὀρθῶς ἕκαστα τῶν πραγμάτων, καὶ ὅποι ποτὲ ἥξει, καὶ εἰς ποῖον κατ‐ αντήσουσι τέλος, εὖ μάλα διαγινώσκοντα. Οἱ μὲν γὰρ ἀπερισκέπτως καὶ ἐξ ἐλαφρῶν ἐννοιῶν χωροῦντες εἰς τὰ πρακτέα, διαμαρτάνουσι τῶν χρησίμων, καὶ | |
20 | ὡς ἐπὶ σκότῳ βαδίζοντες, ἔρχονται κατὰ πετρῶν. Οἱ δὲ ἀκριβεῖς εἰς σύνεσιν, ὀξεῖ βλέπουσιν ὀφθαλμῷ τὰς τῶν πραγμάτων ἐκβάσεις. Καὶ εἰσὶν οὐκ ἀθαύμαστοι, διὰ τοῦτο πάντα δρῶντες οἰκονομικῶς. Φρενὸς δὲ τοῦτο καρπὸς ἀγαθῆς, καὶ ἀρίστης ὄντως ἐπίτευγμα βου‐ | |
25 | λῆς. Πρεσβύτερον δέ φαμεν οὐ τὸν κατὰ χρόνον (πλεῖστοι γὰρ ὅσοι παρὰ τοῖς Ἰουδαίοις εἰσέτι καὶ νῦν, οἳ καὶ εἰς ἄκρον ἥκουσι πρεσβυτικῆς ἡλικίας), ἀλλὰ τὸν κατὰ σύνεσιν, καὶ ὡς ἐν τελειότητι γεγονότα φρενῶν. Οἷς καὶ ὁ μακάριος Ἰωάννης ἐπιστέλλει, | |
30 | λέγων· «Γράφω ὑμῖν, Πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπαρχῆς.» Πρεσβύτας οὖν ἄρα νοήσωμεν τοὺς τὸν νοῦν ἔχοντας ἠρεμαῖον ἤδη, καὶ καθεστηκότας, καὶ πολιοὺς τὴν φρένα, καὶ τῷ βεβηκότι χρῆσθαι μεμελε‐ τηκότας. Πεντηκόνταρχον δέ φησιν, οὐχὶ πάντως τὸν | |
35 | ἀνδρῶν πεντήκοντα προτεταγμένον, ἀλλ’ ὡς ἐξ ἑνὸς δὴ τούτου πράγματος ἁπαξαπλῶς τὸν ἡγούμενον. Καὶ ὡς ἐν κόσμῳ καὶ τάξει πολιτεύεσθαί τε διαζῇν ἀναπείθοντα τοὺς ὑπεζευγμένους.» Νενόσηκε δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἡ τῶν Ἰουδαίων Συναγωγή. | |
40 | Ἔτι μὲν γὰρ συνόντος αὐτοῖς τοῦ πάντων ἡμῶν Σω‐ τῆρος Χριστοῦ, καὶ καλοῦντος διὰ τῆς πίστεως εἰς ζωὴν αἰώνιον, εἰς οὐρανῶν βασιλείαν, εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεόν· ἦσαν ἔτι παρ’ αὐτοῖς ἀρχιερεῖς καὶ ἡγούμενοι, Γραμματεῖς τε καὶ Φαρισαῖοι. Ἐπειδὴ | |
45 | δὲ ἀπεκτόνασιν αὐτὸν οἱ δείλαιοι, διεσπάρησαν εἰς πάντα ἄνεμον, μέτοικοί τε καὶ ἀλῆται γεγόνασιν, καὶ ξένοι πανταχῆ, οὐχ ἡγουμένους ἔχοντες ἔτι καὶ προ‐ εστηκότας, καθὰ καὶ πάλαι· ἀλλ’ οἷά τις ἀγέλη ποιμένων ἐρήμη, καὶ τοὺς ἐφεστηκότας οὐκ ἔχουσα, | |
70.100(50) | καὶ τὸ ἔτι φορτικώτερον, οὔτε συμβούλους ἔχουσα θαυμαστοὺς, ὁποῖοί τινες ἦσαν οἱ πάλαι προφῆται, τὰ εἰς σωτηρίαν αὐτοῖς εἰσηγούμενοι, καὶ ἀφηνιῶσι συμβουλεύοντες, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀναγκαίων εἰς ὄνησιν χειραγωγοῦντες εὐτέχνως. Ἀπειλεῖ δὲ | |
55 | ἀποστήσειν αὐτῶν καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατὴν, χαρίσματα δὲ καὶ ταῦτα πνευματικὰ καὶ | |
θεόσδοτα, καὶ τοῦ παντὸς ἄξια λόγου. Σοφὸν γὰρ | 99 | |
70.101 | εἶναί φαμεν ἀρχιτέκτονα, τὸν εἰδότα νοητῶς Ἐκκλη‐ σίαν οἰκοδομεῖν, ὀρθαῖς τε καὶ ἀμωμήτοις μυσταγω‐ γίαις, καὶ καθαιροῦντα μὲν τῆς ψευδωνύμου γνώ‐ σεως τοὺς φενακισμοὺς, ἀνατειχίζοντα δὲ τοῖς τῆς | |
5 | ἀληθείας δόγμασι τῶν πιστευόντων τὸν νοῦν. Ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλων καὶ λέγων· «Κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἐμοὶ, ὡς σοφὸς ἀρχι‐ τέκτων θεμέλιον τέθεικα· ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς οἰκοδομεῖ. Θεμέλιον γὰρ | |
10 | ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστι Χριστός.» Οὐδεὶς οὖν ἄρα παρὰ τοῖς Ἰουδαίοις ὁ σοφὸς ἀρχιτέκτων, ἀλλ’ οὐδὲ συνετὸς ἀκροατὴς, λογι‐ ζόμεθα δὲ εἶναι τοῦτον, τὸν ἔχοντα διακρίσεις πνευ‐ μάτων, καὶ συνιέναι δυνάμενος, τίς μὲν ἔστιν ὁ ἐν | |
15 | πνεύματι Θεοῦ λαλῶν, τίς δὲ πάλιν ἐν τῷ Βεελζε‐ βούλ. Πολλοὶ μὲν γὰρ οἱ παρὰ πολλῶν γεγόνασι λό‐ γοι, καὶ δογματικὴν ἐξήγησιν ἔχοντες, καὶ τῆς ἐν τρό‐ ποις ἐπιεικείας τὴν μνήμην εἰσφέροντες. Ἀλλ’ οἱ μὲν ἀσύνετοι καὶ ἀμαθεῖς ἀδιακρίτως ἁρπάζουσιν, καὶ | |
20 | ἀβασανίστους εἰσδέχονται τοὺς λόγους, καίτοι τὸ ὠφελοῦν ἔχοντας οὐδὲν, πολὺ δὲ μᾶλλον τὸ βλάβος ἐμποιεῖν εἰωθότας. Ὁ δὲ συνετὸς ἀκροατὴς, καθάπερ δόκιμος τραπεζίτης εἰσδέχεται μὲν τὸ πεφυκὸς ὠφε‐ λεῖν, κατακιβδηλεύει δὲ καθάπερ τι παράσημον νόμι‐ | |
25 | σμα τὸ μὴ οὕτως ἔχον. Τοιοῦτόν τι καὶ ὁ μακάριος Παῦλός φησι· «Γίνεσθε φρόνιμοι τραπεζῖται, πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.» Καὶ μὴν καὶ ἕτερος τῶν ἁγίων μαθητῶν συνῳδὰ τούτοις ἐπιτάττει λέγων· «Ἀδελφοὶ, | |
30 | δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστιν.» Τούτων δὴ οὖν ἁπάντων ἀφῃρημένων, ἐπιστήσω, φησὶ, νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Νεανίσκους δὲ πάλιν οὐ κατά γε τὸν τῆς ἡλικίας χρόνον ἐνθάδε φησὶν, ἀλλὰ τοὺς οὔπω | |
35 | λαχόντας τὸ ἐν συνέσει τέλειον. Ἀφρονεῖ δὲ ἡ νεότης ἀεὶ, καὶ σεσάλευται πρὸς τὸ ἀπαθὲς, καὶ τῆς ἀρίστης ἡττᾶται βουλῆς. Διατελοῦσι δὲ καὶ εἰς δεῦρο κατὰ τὸ ἀληθὲς τοιούτους ἔχοντες Ἰουδαῖοι τοὺς ἡγουμένους, καὶ νεωτέρους τὴν ἐρημίαν. Ἐμπαῖκται δὲ καὶ ἑτέ‐ | |
40 | ρως, ὠνούμενοι χρήμασι τὸ καλεῖσθαι Ῥαββὶ, καὶ φιλοκερδίας ἕνεκα καὶ λημμάτων συλλογῆς τὸ καθ‐ ηγεῖσθαι λαχόντες. Ἀλλ’ οἵγε τοῦ πάντων ἡμῶν Σω‐ τῆρος Χριστοῦ, τὴν τῆς ὑποκρίσεως διωθούμενοι νό‐ σον, ἀληθεῖς εἰσι προσκυνηταὶ, καὶ οὐ τοῖς ἔξωθεν | |
45 | ὡραϊσμοῖς πεπλανημένην [f. πεπλασμένην] ἔχουσι τῆς ἀρετῆς τὴν δόκησιν, ἀλλ’ εἰς νοῦν ἔσω καὶ καρ‐ δίαν τὰ τῆς εἰς Θεὸν εὐσεβείας συνενεγκόντες αὐχή‐ ματα, περιπατοῦσι μὲν ἐπὶ γῆς, ἐν δὲ οὐρανοῖς πολι‐ τεύονται, καθηγητὴν ἔχοντες αὐτὸν τὸν Κύριον ἡμῶν | |
70.101(50) | Ἰησοῦν τὸν Χριστόν. Καὶ συμπεσεῖται ὁ λαὸς, ἄνθρωπος πρὸς ἄνθρω‐ πον, καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ. Προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην, καὶ ὁ ἄτιμος πρὸς τὸν ἔντιμον. | |
55 | Προκαταμεμήνυκεν ἡμῖν ὁ λόγος, ὡς ἀφαιρεθήσε‐ ται τῆς Ἰουδαίας ἰσχὺς ἄρτου καὶ ἰσχὺς ὕδατος, γί‐ | |
γας τε καὶ ἰσχύων, πολεμιστὴς, καὶ δικαστὴς, καὶ | 101 | |
70.104 | μὴν καὶ προφήτης καὶ στοχαστὴς, καὶ πρεσβύτερος, καὶ πεντηκόνταρχος, καὶ θαυμαστὸς σύμβουλος· καὶ μὴν καὶ σοφὸς ἀρχιτέκτων, καὶ συνετὸς ἀκροατής. Εἶτα ὅποι ποτὲ τὸ χρῆμα αὐτοῖς ἐκβήσεται, καὶ εἰς | |
5 | οἷον αὐτοῖς ἐκτελευτήσει βλάβος, καθίστησιν ἐναργὲς προσεπάγων εὐθὺς, ὅτι «Συμπεσεῖται ὁ λαὸς, ἄνθρω‐ πος πρὸς ἄνθρωπον·» τοῦτ’ ἔστιν, ἐν ἀταξίᾳ τε ἔσον‐ ται, καὶ θορύβου μεστὸν διαζήσονται βίον. Οὐ τὴν σε‐ πτὴν τοῦ πρεσβύτου πολιὰν αἰσχυνομένων νέων· οὐ | |
10 | τὸν προὔχοντα τιμᾷν ἀξιοῦντος ἔτι τοῦ τὴν ἐλάττω λαχόντος τάξιν· ἀλλ’ ἐπιτιμῶντος οὐδενὸς, ἤγουν ἀπ‐ ευθύνοντος εἰς τὸ ἑκάστῳ πρέπον, πάντα φύρδην ἔσται παρ’ αὐτοῖς εὐταξίας ἁπάσης καὶ ἐπιστήμης ἐξῃρη‐ μένης. Ὅπου γὰρ θεῖος οὐκ ἐφέστηκε νόμος, τῶν | |
15 | πρακτέων ὁ βραβευτὴς, πῶς ἢ πόθεν ἂν γένοιτό τισι τὸ ἐν κόσμῳ δύνασθαι διαβιοῦν; Ὅμοιον γὰρ ὡς εἰ καί τις βούλοιτο ναῦν πηδαλίων τε ὅμου καὶ τοῦ κυ‐ βερνῶντος ἐρήμην, εὐθεῖ καὶ ἀδιαστρόφῳ φέρεσθαι δρόμῳ. | |
20 | Ὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ, ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ, λέγων· Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. Καὶ ἀποκριθεὶς ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Οὐκ ἔσομαί σου ἀρχηγὸς, οὐ γὰρ | |
25 | ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδὲ ἱμάτιον, οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου. Τῆς Ἰουδαίων ἀθλιότητος καὶ τῆς εἰς ἄκρον ταλαιπωρίας τὸ μέγεθος ὁ προφητικὸς ἡμῖν καταση‐ μαίνει λόγος. Ἐβασίλευον μὲν γὰρ κατὰ καιροὺς ἐν | |
30 | τοῖς Ἱεροσολύμοις ἡ ἐκ φυλῆς Ἰούδα, λαμπροί τε ἦσαν καὶ διαφανεῖς, καὶ πλούτῳ κομῶντες, καὶ ταῖς εἰς λῆξιν εὐκλείαις εὖ μάλα κατεστεμμένοι. Καθ‐ ηγοῦντο δὲ καὶ ἑτέρως, οἱ ἐκ φυλῆς Λευῒ κατὰ τὴν τάξιν τὴν Ἀαρών. Προὔχοντος μὲν τοῦ ἀρχιερέως, | |
35 | λειτουργούντων δὲ πρεσβυτέρων καὶ Λευϊτῶν, σεπτοὶ δὲ ἦσαν καὶ οἱ τοιοίδε, τοῖς ἀνὰ πᾶσαν τῶν Ἰουδαίων τὴν χώραν. Ἐπειδὴ δὲ πεπράχασιν ἃ μὴ θέμις, καὶ τῆς εἰς Χριστὸν δυσσεβείας οὐδεὶς ἦν αὐτοῖς ἀνεπιτή‐ δευτος τρόπος, ἀπώλισθον μὲν τῆς ἀρχαίας ἐκείνης | |
40 | λαμπρότητος καὶ περιφανείας τῆς ἐν πλούτῳ καὶ δόξῃ, καθίκοντο δὲ χυδαιότητός τε καὶ εὐτελείας εἰς τοῦτο τὰ πράγματα αὐτοῖς, ὡς μηδένα παντελῶς τὸν ἡγούμενον ἔχειν ἐφ’ ἑαυτοῖς δύνασθαι λαμπρὸν ἐν ὑπεροχῇ τῇ πάλαι, μήτε μὴν πλοῦτον ἔχοντα καὶ | |
45 | δυναστείαν, ἢ γνῶσιν τοῦ νόμου. Καὶ τοῦτο αὐτὸ δι‐ δάσκει, λέγων, ὅτι «Ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ, ἢ τοῦ οἰκείου πατρὸς αὐτοῦ λέγων· Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω.» Συγκεχυμένων γὰρ τῶν πραγ‐ | |
70.104(50) | μάτων, καὶ πολὺ παθόντων τὸ ἄτακτον, ὡς συμπί‐ πτειν αὐτοὺς ἀλλήλοις, καὶ μηδεμίαν εἶναι τιμὴν ἢ αἰδῶ, πρεσβύτου ἢ νέοις, ἤγουν ἀτίμοις ἢ ἐνδόξων· ἕκαστος ἐφ’ ἑαυτῷ, φησὶ, ζητήσει ἡγούμενον, καὶ τοῦ‐ τον ἐκλέξεται τῇ κατὰ γένος ἀγχιστείᾳ μόλις ἐκδυσ‐ | |
55 | ωπῶν καὶ καλῶν εἰς ἔλεον. Ἐκλέξεται δὲ, φησὶν, οὐχ ὡς ἔχοντα πλοῦτον, ἀλλ’ ὡς οὐκ ὄντα γυμνὸν, ἀγαπή‐ σει τε ὑπ’ αὐτοῦ τρέφεσθαι καὶ δουλεύειν πτωχῷ. Πλὴν εἰ καὶ ὁ τοιοῦτος οὐχ ἁρπάσει τὴν ἡγεμονίαν, | |
καίτοι μηδὲν αἰτούμενος παρὰ τῶν ὑποκεῖσθαι βεβου‐ | 103 | |
70.105 | λευμένων. Ζητοῦσι γὰρ ἄρτον ἴνα καὶ ὑποτάττοιντο, καὶ τροφῆς εὐτελεστάτης ἀντιπροσάγοιεν αὐτῷ τὴν δουλείαν. Τίς οὖν ἡ παραίτησις; πτωχεία που πάν‐ τω. Ἐρεῖ γὰρ, φησὶν, Οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος, | |
5 | οὐδὲ ἱμάτιον, οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου. Ὁρᾷς τὸ παντὸς πάλαι παρ’ αὐτοῖς ἄξιον λόγου, τὸ καθηγεῖσθαί φημι τὸ πολλοῖς. Ἔσθ’ ὅτε τεχνήμασι ζητούμενον, καὶ προσγεγονὸς ὀλίγοις, προσκείσεται μὲν τοῖς θέλουσιν. Ἐπειδὴ δὲ ἐν δεινῇ καὶ ἀπράκτῳ | |
10 | πτωχείᾳ τὰ πάντων ἐστὶ, καὶ αὐτῷ γενήσεται φευ‐ κτόν. Ἔνεστι τοίνυν ἐξ αὐτῶν ἡμῖν τῶν πραγμάτων ἰδεῖν, ἐξ οἵων εἰς οἷα μετακεχώρηκε τὰ τῶν Ἰουδαίων. Προσκεκρούκασι γὰρ οἱ τάλανες τῷ Χριστῷ, τῷ πάντα ἡμῖν πλουσίως διανέμοντι τὰ ἀγαθὰ, καὶ στεφανοῦντι | |
15 | μὲν δόξῃ τοὺς ἀγαπῶντας αὐτὸν, χαρίσμασι δὲ τοῖς πνευματικοῖς τὰς τῶν γνησίων ψυχὰς καταπλουτί‐ ζοντι. Ὅτι ἀνεῖται ἡ Ἱερουσαλὴμ, καὶ Ἰουδαία συμ‐ πέπτωκεν, καὶ ἡ γλῶσσα αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Θεὸν ἀπειθοῦντες. | |
20 | Συμπεπτωκέναι φησὶ τὴν Ἰουδαίαν, καθάπερ ἀμέ‐ λει καὶ οἶκον ἕνα. Παθεῖν δὲ τοῦτο διϊσχυρίζεται διὰ ποίαν αἰτίαν; Τί δὲ καὶ ἀνεῖται; Τοῦτ’ ἔστιν, ἠφήθη ἢ καταλέλειπται, φροντίδος ἀμέτοχος γενομένη τῆς παρὰ Χριστοῦ. Ἤκουον γὰρ λέγοντος ἐναργῶς· | |
25 | «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.» Πέπτωκε τοίνυν οὐκ ἔχουσα τὸν ἐγείροντα, καὶ σώζειν εἰδότα καὶ δυνάμενον. Θεμέλιος μὲν γάρ ἐστιν ὁ Χριστὸς, καὶ ἐπ’ αὐτῷ πάντες ἐποικοδομούμεθα, λίθοι ζῶντες καὶ πνευματικοὶ, καὶ συναρμολογούμενοι, καὶ συμβιβα‐ | |
30 | ζόμενοι νοητῶς εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ, ἐν Πνεύματι, καὶ ἐσμὲν ἐπ’ αὐτῷ κείμενοι. Καὶ ὑποβάθραν λαχόντες αὐτὸν, ἀκλόνητον ἔχουσι τὴν ἐφ’ ἅπασι τοῖς ἀγαθοῖς ἵδρυσίν τε καὶ στάσιν· οἱ δὲ οὐκ ἔχοντες αὐτὸν, σαθροί τε λίαν, καὶ πρὸς πᾶν | |
35 | ὁτιοῦν τῶν ἐκτόπων εὐπαρακόμιστοι. Πέπτωκε τοι‐ γαροῦν Ἰουδαία, ἀνεῖται δὲ καὶ Ἱερουσαλήμ. Τοῦτό τοι καὶ ἕτερος τῶν ἁγίων προφητῶν προανακεκράγει, λέγων· «Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔσται ὁ ἀναστή‐ σων αὐτόν.» Συμβέβηκε δὲ τὰ τοιαῦτα παθεῖν αὐ‐ | |
40 | τοὺς, ὅτι πρὸς ταῖς ἀπειθείαις, δυσσεβῆ καὶ ἀνομω‐ τάτην ἐσχήκασι γλῶσσαν. Τί γάρ ἐστι τῶν αἰσχρῶν, ὃ μὴ εἰρηκότας αὐτοὺς εὑρήσομεν κατά γε τοῦ πάν‐ των ἡμῶν Σωτῆρος Χριστοῦ; Σαμαρίτην καὶ δαιμο‐ νιῶντα, καὶ μὴν καὶ φάγον καὶ οἰνοπότην ὠνόμαζον, | |
45 | καὶ ἐκ πορνείας γεγενημένον. Οὐκοῦν μετὰ τῆς ἀπειθείας διατετέλεκεν ἡ γλῶσσα αὐτῶν δυσσεβοῦσα εἰς Χριστόν. Φαίη δ’ ἄν τις καὶ ἐπ’ αὐτοῖς· Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς. Αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά. Ἡ δὲ | |
70.105(50) | καταστροφὴ ἀνδρῶν παρανόμων κακή. Διότι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς, τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. | |
55 | Τῆς Ἰουδαίων ταπεινώσεως τὸν καιρὸν κατασημαί‐ νει, καί φησιν· Νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν πληρο‐ | |
φορῶν, ὅτι κατ’ ἐκεῖνο μάλιστα τοῦ καιροῦ, καθ’ ὃν | 105 | |
70.108 | ἡ γλῶσσα αὐτῶν μετὰ ἀνομίας δεδυσσέβηκεν εἰς Χριστὸν, τότε καὶ πᾶν εἶδος αὐτοῖς ἐπενήνεκται ταλαιπωρίας, καὶ πεπτώκασιν εἰς τὸ δυσκλεές. Τίνα δὲ τρόπον ἡ γλῶσσα αὐτῶν δεδυσσέβηκε μετὰ ἀπει‐ | |
5 | θείας, αὐτὸς ἡμῖν ὁ προφήτης διατρανοῖ, παρεὶς μὲν τὰ ἕτερα, διαμνημονεύσας δὲ μόνης τῆς τελευταίας αὐτῶν δυσσεβείας. Ἦσαν μὲν γὰρ ἀεὶ διάφοροι τῷ Χριστῷ, καὶ τοῖς τοῦ φθόνου βέλεσι τετρωμένοι, κατὰ πολλοὺς ἐπεβούλευον τρόπους. Ἐπειδὴ δὲ Πιλάτῳ | |
10 | προσήγαγον, τότε δὴ μάλιστα τὴν ἑαυτῶν ἁμαρτίαν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. Ὥσπερ γὰρ οἱ τῶν Σοδόμων οἰκήτορες τὸ ἀκρατὲς εἰς ὀρέξεις νε‐ νοσηκότες ἀγρίως, καὶ ταῖς παρὰ φύσιν ἡδοναῖς ἡττημένοι κατεπεφύοντο τοῦ μακαρίου Λὼτ, αἰτοῦν‐ | |
15 | τες τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους πρὸς αὐτὸν εἰς κατάχρησιν, αἰδοῦς τε ἁπάσης αὐτοῖς πεπατημέ‐ νης καὶ ἀθραύστου λοιπὸν κρατούσης ἀναισχυντίας· τὸν αὐτὸν οἶμαι τρόπον καὶ Ἰουδαῖοι τὴν ἀνομίαν αὐ‐ τῶν ἀνήγγειλαν κατακεκραγότες τε καὶ λέγοντες τῷ | |
20 | Πιλάτῳ περὶ Χριστοῦ· «Αἶρε, αἶρε, σταύρωσον αὐ‐ τόν.» Ταύτην αὐτῶν κατῃτιᾶτο φωνὴν καὶ δι’ ἑνὸς τῶν προφητῶν, λέγων· Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, δέδωκα τὴν ἠγα‐ πημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ἐγε‐ | |
25 | νήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ’ ἐμὲ φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ’ ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν δί‐ | |
30 | καιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. Ταλανίζει καὶ νῦν ὁ προφήτης τῶν Ἰουδαίων τοὺς | |
35 | δήμους, καὶ τῶν ἐπ’ αὐτοῖς ὀδυρμῶν ἀποδίδωσι τὰς αἰτίας. Εἶπον γὰρ, φησὶν, ἐν ἑαυτοῖς· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Οὐ γὰρ παρεδέ‐ χοντο διὰ τῆς πίστεως τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, ἀτιμάζοντες δὲ διατετελέκασιν, ᾤοντό τε κατὰ τὸ | |
40 | ἀληθὲς, ὅτι κατ’ οὐδένα τρόπον χρήσιμον ἔσεσθαι τῷ βίῳ τὸν ἀφιγμένον εἰς τοῦτο, ἵνα πάντα ἐν αὐτῷ καινὰ τὰ καθ’ ἡμᾶς γένηται, καὶ ἐκ νομικῆς πολιτείας μεταστήσει εἰς πνευματικὴν τοὺς ἐξ αἵματος Ἰσραήλ. Οὐκοῦν κατ’ οὐδὲν ἔσεσθαι χρήσιμον ὑπειληφότες | |
45 | αὐτὸν ἔδησαν τῷ θανάτῳ, τό γε ἧκον εἰς αὐτοὺς, εἰ καὶ ἀνεβίω πάλιν ὡς Θεὸς κενώσας τὸν ᾅδην, καὶ τὸ τῆς φθορᾶς καταλύσας κράτος. Ζωὴ γάρ ἐστι καὶ ζωοποιός. Πλὴν κατ’ αὐτῶν ἐβουλεύοντο δῆσαι θέλον‐ τες τὸν δίκαιον· φάγονται δὲ καὶ τὰ γεννήματα τῶν | |
70.108(50) | ἔργων αὐτῶν. Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. Καὶ οἱ μὲν τοὺς τρόπους ἐπιεικεῖς, καὶ φιλόθεον ἔχοντες γνώμην, ἀγαθοὺς ἐντεῦθεν εὑρή‐ σουσι τοὺς καρπούς· οἱ δὲ ἀπονεύοντες καὶ ἀπειθεῖς, καὶ τῇ θείᾳ δόξῃ μαχόμενοι, φάγονται τὰ γεννήματα | |
55 | τῶν ἔργων αὐτῶν, τοῦτ’ ἔστι, πῦρ, καὶ δίκην καὶ κό‐ λασιν καὶ τὰ ἐξ ὀργῆς συμβαίνοντα. Ἕψεται γὰρ | |
πάντως τὰ τοιάδε τῶν κακῶν τοῖς θεομαχεῖν ᾑρημέ‐ | 107 | |
70.109 | νοις. Ἀληθὲς οὖν ὅτι, οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ· ὥσπερ γὰρ προσεκόμισαν Πιλάτῳ τὸν Ἰησοῦν, καὶ ταῖς τῶν στρατιωτῶν ἀτιθάσσοις ὀργαῖς, οὕτω καὶ αὐτοὶ | |
5 | παραδοθήσονται, φησὶ, ταῖς Ῥωμαίων στρατιαῖς. Καὶ δὴ τοῦτο λέγοντα σαφῶς καὶ διὰ φωνῆς Ἰεζεχιὴλ εὑρήσομεν. Εἴρηται γὰρ πρὸς τὴν ἀνοσίαν καὶ κυριο‐ κτόνον Ἱερουσαλήμ· Καθὼς ἐποίησας, οὕτως ἔσται σοι. Τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν | |
10 | σου. | |
11t | ΛΟΓΟΣ Γʹ | |
12 | Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. Ὅτι παντὸς ἀγαθοῦ νοσήσει τὴν ἐρημίαν ἡ τῶν | |
15 | Ἰουδαίων χώρα, διαφανέστατα καὶ μάλα σαφῶς προεξηγησάμενος, καὶ τὸ τί συμβήσεται τοῖς εἰς Χριστὸν πεπαρῳνηκόσιν διειπὼν, προαναπείθει πάλιν ἀποσχέσθαι τῶν πλημμελημάτων, καὶ τοῖς ἐξ ἡμε‐ ρότητος λόγοις μονονουχὶ καταγοητεύει χρησίμως, | |
20 | μεθιστὰς ἐπὶ τὸ ἄμεινον, καὶ τοὺς ἁπάντων αὐτοῖς κακῶν γεγονότας αἰτίους παραιτεῖσθαι διδάσκων. Οὐ γὰρ οἶμαι δεῖν τοῖς καθηγεῖσθαι λαχοῦσιν ὑποκεῖσθαι φιλεῖν, κἂν εἰ μή τι τῶν ὅσα ἐστὶ τελούντων πρὸς ὄνησιν ἐπιχειρῶσι διδάσκειν, μήτε μὴν ...οιεν | |
25 | διαβολῆς ἀξιοῦν τὸ ἐν μοίρᾳ τετάχθαι φαυλότητος δικαίως ἂν εἶναι πεπιστευμένον. Ἀρετὴ γὰρ δι‐ δασκάλου τὸ ἀποκομίζειν δύνασθαι πρὸς ἀκριβῆ τοῦ συμφέροντος εἴδησιν τοὺς παιδαγωγουμένους, κατα‐ κιβδηλεύειν δὲ τὸ κατασίνεσθαι πεφυκὸς, καὶ παρ‐ | |
30 | αιτεῖσθαι κελεύειν τὸ ἀδικεῖν εἰωθός. Ἐπαίνου δ’ ἂν εἶεν ἄξιοι παντὸς καὶ οἱ τελοῦντες ἐν μαθηταῖς, εἰ μὴ ταῖς δόξαις τῶν διδασκόντων ἐνορῷεν ἁπλῶς, ἀλλὰ τῇ τῶν πραγμάτων φύσει, καὶ θαυμάζουσι μὲν τοὺς διδάσκοντας, εἴπερ τινὲς εἶεν ὀρθοὶ καὶ ἐπι‐ | |
35 | στήμονες, καὶ τῶν ἀρίστων εἰσηγηταὶ, καταψέγωσι δὲ τοὺς οἷσπερ ἂν εἴη μὴ τοιοῦτος ὁ σκοπός. Κατα‐ νέμουσι μὲν γάρ τινες ἐν ὄρεσι καὶ νάπαις τὰς ὀΐων ἀγέλας· ἀλλ’ εἰ παρακέοιτο τοῖς θρέμμασι βόθρος, ἤγουν ὁρῶν ὁ κρημνὸς, περιφοιτᾷ τὰ πρόβατα, καὶ | |
40 | οὐ καθίησιν ἑαυτὰ πρὸς θάνατον· παιδαγωγεῖται γὰρ ὥσπερ δι’ ἐμφύτου νόμου, πρὸς τὸ χρῆναι τῆς ἑαυ‐ τῶν φείδεσθαι ζωῆς. Εἶτα πῶς οὐκ ἄτοπον, εἰ μὲν τοῖς ἀλόγοις ζώοις τοῦτο φαίνεσθαι κρατοῦν, ἐν δὲ ἡμῖν αὐτοῖς, καίτοι λογικοῖς ὑπάρχουσι, τὴν τοῦ | |
45 | χρησίμου καὶ ἀναγκαίου πρὸς ζωὴν οὐκ εἶναι γνῶσιν. Χρὴ τοιγαροῦν κἂν εἴ τινες ἡμᾶς τῶν εἰς διδασκά‐ λους, καὶ καθηγητὰς τεταγμένων ἐφ’ ἃ μὴ προσῆκεν ἀποκομίζειν ἕλοιντο, μὴ ἁπλῶς ἀνέχεσθαι φιλεῖν, μηδὲ μὴν ἀκατασκέπτως ἕπεσθαι πρὸς τὸ αὐτοῖς | |
70.109(50) | δοκοῦν, ἀλλὰ δοκιμάζειν ἕκαστα τῶν πρακτέων. Ο... χωρεῖν ἐπὶ τὸ ὅτι μάλιστα τῶν ὠφελεῖν εἰωθότων. Ἦσαν τοίνυν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, τοῦτ’ ἔστιν, οἱ Γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, δεινοὶ πρὸς τὸ χρῆναι τοὺς τῶν χρημάτων ἐρανίζεσθαι | |
55 | πορισμοὺς, καὶ τὰς ἐκ τῶν λαῶν συγκομίζειν δωρο‐ φορίας, ἀπαρχὰς, δεκάτας, καὶ ὅσα τοῖς ἱερᾶσθαι λαχοῦσιν ὁ νόμος εἰς κλῆρον ἐδίδου. Σκοπὸς δὲ ἦν | |
αὐτοῖς, καὶ διὰ πάσης τέθειτο σπουδῆς τὸ ἀναπείθειν | 109 | |
70.112 | τοὺς τὸ χρῆναι φυλάττειν ἔν γε δὴ τούτοις μάλιστα τὸν νόμον· τῶν γε μὴν ἑτέρων ἐντολῶν οὐ πολὺς ἦν ἄγαν παρ’ αὐτοῖς ὁ λόγος. Ταύτῃ τοι πρὸς αὐτοὺς καὶ αὐτὸς ἔφασκεν ὁ Σωτήρ· «Οὐαὶ ὑμῖν, Γραμματεῖς | |
5 | καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἄνηθον καὶ τὸ ἡδύοσμον, καὶ τὸ κύμινον. Καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν.» Ἦσαν οὖν ἄρα φιλοκερδεῖς καὶ ἐρασι‐ χρήματοι, καὶ πικρὰς ἔσθ’ ὅτε τοῖς πταίουσιν ἐπῆγον | |
10 | τὰς δίκας, ἵνα ἐκδειματοῦντες τοὺς ἐφ’ ὁτῳοῦν ἐγκα‐ λουμένους προσάγειν αὐτοῖς ἀναπείθωσιν καὶ τὰ ὑπὲρ δύναμιν ἔσθ’ ὅτε. Ταύτῃ τοί φησι πρὸς τοὺς παρ’ αὐτῶν ἀδικουμένους· «Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν | |
15 | ὑμῶν.» Καὶ διὰ μὲν τοῦ λαὸν εἰπεῖν, ἔτι τὸν Ἰσραὴλ δίδωσι νοεῖν, ὡς εἴπερ ἕλοιντο μεταφοιτᾷν ἐπὶ τὸ αὐτῷ δοκοῦν, τῶν ἐξ ἡμερότητος τεύξονται καὶ φιλ‐ ανθρωπίας, καὶ οὐκ εἰσάπαν ἀποπεσοῦνται τῆς πρὸς αὐτὸν οἰκειότητος σχετικῆς. Καλαμᾶσθαι δὲ | |
20 | εἰπὼν τοὺς πράκτορας, τῆς ἐνούσης αὐτοῖς ἀπλη‐ στίας τε ὁμοῦ καὶ φιλοκερδίας δείκνυσι τὸ μέγεθος. Ἐν μὲν γὰρ τοῖς ληΐοις οἱ μὲν ἀποκείρουσι σιδήρῳ τὸν στάχυν, οἱ δὲ τοὺς ἐκπίπτοντας τῆς τοῦ κείροντος χειρὸς συλλέγοντες, οὐδὲν ἀφιᾶσιν ἐν ἀγροῖς. Ἔθος | |
25 | δὲ καὶ τοῖς τὰς ἀμπέλους τρυγῶσι τοῦτο δρᾷν. «Κα‐ λαμῶνται τοίνυν ὑμᾶς, φησὶν, οἱ πράκτορες ὑμῶν.» Ὅμοιον ὡς εἰ λέγοι· Τετρυγήκασιν ὑμῶν τὰς πε‐ ριουσίας, καὶ οὐ μέχρι τούτου τὰ τῆς ἀπληστίας αὐτοῖς. Ἀλλ’ ἤδη καὶ καλαμῶνται, τοῦτ’ ἔστι, τὰς | |
30 | χεῖρας ἐπάγουσι, καὶ τοῖς ἔτι καταλελειμμένοις. Εὖ δὲ δὴ σφόδρα, καὶ πρεπόντως αὐτοῖς, οὐ καθηγητὰς, οὐ διδασκάλους, οὐχ ἕτερόν τι τῶν τοιούτων εἶναί φησιν, πράκτορας δὲ ὀνομάζει, καὶ ἀπαιτητάς. Δι‐ δάσκει δὲ ὅτι κατεξουσιάζουσιν αὐτῶν, οὐχ ὡς δι‐ | |
35 | δάσκαλοι μαθηταῖς ἠπίως προσφερόμενοι, ἀλλ’ οἷον σκληροὶ καὶ ἄγριοι δεσπόται, τὸ δοκοῦν αὐτοῖς φρονεῖν ἀναγκάζοντες, καὶ πρὸς πᾶν ὁτιοῦν ἀποφέ‐ ροντες, καὶ τῶν παρὰ γνώμην ἔσθ’ ὅτε. Ἀλλ’ ὅ γε τῶν ἐν Χριστῷ σκοπὸς οὐ τοιοῦτος ἦν. Γράφει γοῦν | |
40 | ὁ θεσπέσιος Πέτρος τοῖς κεκλημένοις εἰς ἐπισκοπὴν, καὶ καθηγεῖσθαι λαχοῦσι τῶν λογικῶν ποιμνίων, μὴ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γενόμε‐ νοι τοῦ ποιμνίου. Οἶδεν δὲ ὁ λόγος ὁ μυστικὸς καὶ πράκτορας ἑτέρους, οὓς ἀνάγκη παραιτεῖσθαι τοῖς | |
45 | ἐθέλουσι βιοῦν ὀρθῶς. Αἱ γὰρ πονηραὶ καὶ ἀντι‐ κείμεναι δυνάμεις ἕκαστον τῶν ἐπὶ γῆς μονονουχὶ καὶ ἀπαιτοῦσι τὴν εἰς τὸ φαῦλον σπουδὴν, καὶ ὥσπερ τινὰ δασμὸν παρ’ ἡμῶν συλλέγουσι, τὴν εἰς τὰ πάθη τῆς διανοίας ῥοπήν. Καὶ γοῦν ὁ ἱερὸς μακαρίζει λόγος | |
70.112(50) | τοὺς μὴ ἀκούσαντας φωνὴν φορολόγου· οἱ γὰρ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν κατεξανιστάμενοι, καὶ νεανικῷ φρονήματι τὰ ἐκ τῆς ἁμαρτίας παρωθούμενοι βλάβη, καὶ πατοῦντες ἀρχὰς, καὶ νικῶντες τὰ πνεύματα τῆς πονηρίας, κρείττους γεγόνασι τῆς τοῦ φορολόγου | |
55 | φωνῆς. Δεῖ τοίνυν τοὺς τοιούτους παραιτεῖσθαι πράκτορας, καὶ μήτε θερίζειν ἐν ἡμῖν τὸ εἰς ἁμαρ‐ | |
τίαν ἀποτέλεσμα συγχωρεῖν, μήτε μὴν καλαμᾶσθαι. | 111 | |
70.113 | Δράσομεν δὲ τοῦτο διὰ Χριστοῦ νευρούμενοι, καὶ τῆς ἑαυτῶν διανοίας ἐκπέμποντες διαλογισμοὺς πονη‐ ροὺς, ἐπιθυμίας αἰσχρὰς, καὶ πᾶν εἶδος φαυλότητος. Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσ‐ | |
5 | σουσιν. Εἰς νῆψιν ἐγείρει πάλιν, καὶ δοκιμαστὰς εἶναι τῶν πραγμάτων βούλεται, οὐ χρηστολογίαις ἁπλῶς χαυ‐ νοῦσθαι πρὸς ῥᾳθυμίαν. Περιφοιτῶντες μὲν γὰρ οἱ Φαρισαῖοι τοὺς τῶν Ἰουδαίων οἴκους χρηστοεπεῖν | |
10 | ἐπεχείρουν, ηὐλογημένον τε λαὸν ὠνόμαζον, καὶ κλῆρον Θεοῦ. Καὶ τάχα που τὸ διὰ φωνῆς τοῦ Βαροὺχ ἐπεφώνουν αὐτοῖς· «Μακάριοί ἐσμεν, Ἰσραὴλ, ὅτι τὰ ἀρέσκοντα Θεῷ γνωστὰ ἡμῖν ἐστιν.» Ἵνα γοῦν προσεπάγοιεν τάς τε ἐκ νόμου τεταγμένας αὐτοῖς | |
15 | δωροφορίας, καὶ μὴν καὶ δεκάτας, ἤγουν ἀπαρχὰς ἐσκήπτοντο χρηστολογεῖν, εὐπρόσιτοί τε εἶναι πολ‐ λάκις ἤθελον, καὶ τὸ ἡμεροφανὲς ἐπετήδευον· κερδῶν δὲ ἔνεκα καὶ λημμάτων καὶ αὐτὸν ἐδίδασκον παρα‐ λύειν τὸν νόμον τοὺς ὑπὸ χεῖρα λαούς. ᾘτιᾶτο γοῦν | |
20 | αὐτοῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὡς ἀκυ‐ ροῦντας τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν ἑαυτῶν παρά‐ δοσιν. Πλανῶσι τοίνυν ὑμᾶς, φησὶν, οἱ μακαρίζοντες ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Οὐ γὰρ ἐῶσιν ὀρθοποδεῖν. Παρεξάγοντες δὲ ὥσπερ | |
25 | τῆς εὐθείας ὁδοῦ κατὰ κρημνῶν φέρουσι καὶ βόθρων. Ὁδὸς δὲ ἡ εὐθεῖα, καὶ ὁμαλὴ, ἡ εἰς Χριστὸν οἰκείω‐ σις διὰ πίστεως. Ἐπειδὴ δὲ ᾔδεσαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, ὅτι τῆς διὰ Μωσέως καταργουμένης ἐν‐ τολῆς, ἔξω κείσονται κερδῶν καὶ λημμάτων, συν‐ | |
30 | ετάραττον ὥσπερ τὴν τρίβον τῶν ποδῶν τοῦ λαοῦ, τὸν Χριστοῦ λόγον κατακιβδηλεύοντες, καὶ ταῖς τοῦ νόμου σκιαῖς προσκεῖσθαι κελεύοντες. Τετολμήκασι γὰρ εἰπεῖν οἱ δείλαιοι· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν·» | |
35 | καὶ πάλιν· «Εἰ ἦν οὗτος ἀπὸ Θεοῦ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον.» Καὶ τὸ ἔτι τούτων δυσσεβέστε‐ ρον, τοῖς γὰρ ἐθέλουσιν ἀκροᾶσθαι Χριστοῦ, καὶ τοῖς παρ’ αὐτοῦ προσκεῖσθαι λόγοις, ἀνοσίως ἔφασκον· «Δαιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ;» | |
40 | Δεῖν δὲ δὴ καὶ ἑτέρως ὑπολαμβάνω τὸν πνευματικὸν ἄνθρωπον καὶ τὸν ἀρετῆς ἐργάτην παραιτεῖσθαι σφόδρα τοὺς εἰς νοῦν καὶ καρδίαν μακαρίζοντας αὐτὸν λογισμούς. Δεινὸς γὰρ ὑπάρχων εἰς κακουργίαν ὁ Σατανᾶς, ὅτε τοὺς εὐδοκιμοῦντας τῆς αὐτοῖς φιλαιτά‐ | |
45 | της ζωῆς τε καὶ πολιτείας κατακομίζειν οὐ δύναται, πρὸς τὸ αὐτῷ δοκοῦν ἑτέρῳ παραλύειν πειρᾶται τρόπῳ. Ἐπαινεῖ γὰρ ὡς κατωρθωκότας, ἀποδέχεται δὲ ὡς ἁγίους λοιπὸν, μακαρίζει δὲ καὶ ὡς φίλους ἤδη γεγονότας Θεοῦ, καὶ εἰς λῆξιν ἁπάσης ἀρετῆς ἀνα‐ | |
70.113(50) | βεβηκότας. Εἶτα τὸ τῆς ὑπεροψίας αὐτοῖς πάθος ἐν‐ τεκὼν, προσκρούειν παρασκευάζει τῷ Θεῷ, καὶ κα‐ τασείει λοιπὸν καθάπερ τι φυτὸν ἐκ βάθρου. Οὐ γὰρ ἠγνόηκεν, ὅτι ταπεινοῖς μὲν δίδωσι χάριν ὁ τῶν ὅλων Θεὸς, ἀντιτάσσεται δὲ τοῖς ὑπερηφάνοις. Παραιτη‐ | |
55 | τέον τοίνυν, ὡς ἔφην, τοὺς εἰς νοῦν ἔσω καὶ καρδίαν μακαρίζοντας ἡμᾶς λογισμούς. Οἱ γάρ τοι τὴν εὐ‐ | |
θεΐαν ἡμᾶς οὐκ ἐπιτρέπουσι διάττειν ὁδὸν, δι’ ἧς ἄν | 113 | |
70.116 | τις ἴοι καὶ μάλα ῥᾳδίως ἐπὶ τὸ ἀρέσκον Θεῷ. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ. Αὐτὸς Κύριος εἰς κρίσιν ἤξει μετὰ τῶν πρεσβυτέρων | |
5 | τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου; Καὶ ἡ ἁρ‐ παγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὰ πρόσωπα τῶν πτωχῶν καταισχύνετε; | |
10 | Οὐκ ἀνεπικούρητον ἔσεσθαί φησιν ὁ προφήτης τὴν ἀδικουμένων πληθὺν, οὔτε μὴν ἁπάσης φροντίδος ἐρήμην, ὑπεραθλήσειν δὲ μᾶλλον αὐτῶν τὸν τῶν ὅλων Θεὸν εὖ μάλα διϊσχυρίζεται. Δικάσεται γὰρ ὑπὲρ αὐτῶν, φησὶ, τοῖς καλαμωμένοις καὶ μακαρί‐ | |
15 | ζουσιν αὐτούς. Ταράξει δὲ καὶ τὴν τρίβον τῶν πο‐ δῶν αὐτῶν. Δικάσεται δὲ πρὸς τοὺς πρεσβυτέρους τοῦ λαοῦ, καὶ προσέτι τοὺς ἄρχοντας, ἤτοι τοὺς καθ‐ ηγουμένους. Ἐλυτρώσατο μὲν γὰρ ἐξ οἴκου δου‐ λείας τὸν λαὸν αὐτοῦ, ἐξείλετο δὲ τῆς τῶν κρατούν‐ | |
20 | των σκαιότητος, ὅλην αὐτοῖς ἐπαναστήσας τὴν κτί‐ σιν. Καὶ ὑδάτων μὲν εἰς αἷμα μεταβολὰς ἐργασάμε‐ νος, χαλάζαις δὲ καταπαίων, βαθεῖ τε καὶ τριημέρῳ σκότῳ, καὶ τοῖς ἄλλοις ἅπασι. Μακρὸν γὰρ ἕκαστα διειπεῖν. Εἶτα διαβιβάσας διὰ θαλάσσης μέσης ἔθρε‐ | |
25 | ψεν ἐν τῇ ἐρήμῳ. Εἰσκεκόμικεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἔθνη μεγάλα καὶ μαχιμώτατα καθ‐ άπερ ἀκάνθας ἐξελών. Καὶ τοῦτο ἡμῖν ὁ θεσπέσιος Δαβὶδ κατεδήλου λέγων πρὸς τὸν τῶν ὅλων σωτῆρα καὶ λυτρωτήν· «Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, | |
30 | ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτὴν, ὡδοποίησας ἔμπροσθεν αὐτῆς· ἐξέτεινας τὰ κλήματα αὐτῆς ἔως θαλάσσης, καὶ ἕως ποταμῶν παραφυάδας αὐτῆς.» Γέγονε γὰρ, ὡς προφήτης φησὶν Ἱερεμίας, ἄμπελος εὐκληματοῦσα Ἰσραὴλ, καὶ ὁ καρπὸς εὐθηνῶν αὐ‐ | |
35 | τῆς. Ἀλλὰ τετάχασι μὲν εἰς γεωργοὺς οἱ καθηγεῖ‐ σθαι λαχόντες· ἠδικήκασι δὲ οὔτως ἀμπελῶνα τὸν δεσποτικὸν, ὡς εἰς ἅπαν ἤδη καὶ ἐμπεπρῆσθαι δοκεῖν. Ταύτην οὖν ἄρα τὴν αἰτίαν αὐτὸς ποιήσεται λέγων· Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου; Οὓς | |
40 | γὰρ ἦν εἰκὸς καὶ εὐτελεστέραν ἀποφαίνειν τὴν νοη‐ τὴν ἐκείνην καὶ εὐκληματοῦσαν ἄμπελον, τοῦτ’ ἔστι, τὸν Ἰσραὴλ, οὗτοι κατεκόμισαν εἰς ἐρήμωσιν παν‐ τελῆ, ξηράν τε καὶ ἄχρηστον ἀπετέλεσαν τῷ δεσπότῃ. Ἐμπεπύρισται δὲ τοίνυν παρ’ ὧν εἰκὸς ἦν εὔβοτρυν | |
45 | ἔσεσθαι καὶ καρποῖς διαβρυθῆ, καὶ παντὸς ἐπέκεινα βλάβους. Τίνα δὲ τρόπον ἐμπυρίσαι λέγονται τὸν νοητὸν ἀμπελῶνα, πῶς οὐκ ἄξιον ἰδεῖν; Ἔδει μὲν γὰρ τὸ διδασκαλικὸν ἔχοντας ἐπιτήδευμα, καὶ νόμον εἰδότας τὸν εἰς πᾶν ὁτιοῦν ἀποφέροντα τῶν ἀρε‐ | |
70.116(50) | σκόντων Θεῷ, καὶ πρό γε τῶν ἄλλων ἐννομώτατά τε διαζῇν αὐτοὺς, καὶ τοῖς εἰς δικαιοσύνην αὐχή‐ μασιν εὖ μάλα κατακαλλύνεσθαι, ὥστε τῆς ἐξαιρέτου ζωῆς τύπον ὥσπερ τινὰ καὶ εἰκόνα τῶν ὑπὸ χεῖρα λαῶν τὸν αὐτῶν γενέσθαι βίον. Εἶτα πρὸς τούτῳ καὶ | |
55 | ταῖς ἐκ νόμου παιδαγωγίαις ἀποκομίζειν ἤθελον τοὺς | |
ὑπεζευγμένους πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν, καὶ | 115 | |
70.117 | πλημμελοῦντας ἐλέγχειν, καὶ παίοντας ἐπανορθοῦν, καὶ τῆς εὐσεβείας καταδεικνύειν τὴν ὁδὸν, καὶ πρὸς τὰ ἀμείνω παιδαγωγεῖν, καὶ πρὸς τὸ τοῦ νόμου τέ‐ λος ἀναπείθειν ὁρᾷν, φημὶ δὴ Χριστόν· «Τέλος γὰρ | |
5 | νόμου καὶ προφητῶν ὁ Χριστός.» Καὶ περὶ αὐτοῦ λελάληκεν ὁ Μωσῆς διὰ σκιᾶς καὶ τύπων, προανα‐ φωνῶν τοῖς πάλαι τὸ σεπτὸν καὶ μέγα μυστήριον. Ἀλλὰ τούτων ἁπάντων ἠφειδηκότες, αὐτοί τε ἦσαν πονηροὶ τοὺς τρόπους, ἀχάλινοι πρὸς πλεονεξίαν, | |
10 | ἀκρατεῖς εἰς φιλοκερδίας, ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὸ κρίνειν ὀρθῶς· καὶ οἷς ἦν ἄμεινον ἐπερυ‐ θριᾷν, ἐπ’ αὐτοῖς δὴ τούτοις ἐπαυχεῖν εἰωθότες. Ἐμπεπύρισται τοίνυν ὁ ἀμπελὼν, οὔτε τῷ βίῳ τῶν καθηγεῖσθαι λαχόντων ὠφελούμενος, οὔτε μὴν ταῖς | |
15 | νομικαῖς εἰσηγήσεσι παιδαγωγούμενος εἰς ὀρθὴν καὶ ἀνεπίληπτον ζωὴν, ἤγουν εἰς ἐπίγνωσιν Χριστοῦ, καὶ τοῦτο ἐπιλάμψαντός τε ἤδη τοῖς ἐπὶ τῆς γῆς, καὶ λέγοντος ἐναργῶς· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἐγώ εἰμι ἡ ἀλήθεια.» | |
20 | Ἀκουέτωσαν τοίνυν· Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου, καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὰ πρόσωπα τῶν πτωχῶν καταισχύνετε; Συνήρπαζον γὰρ τοὺς πτωχοὺς εἰς σύνεσιν ἐπὶ τὸ αὐτοῖς δοκοῦν, | |
25 | καὶ καταισχύνεσθαι παρεσκεύαζον τὰ πρόσωπα αὐ‐ τῶν. Ὅνπερ γὰρ τρόπον οἱ τῆς δικαιοσύνης ἐπι‐ μεληταὶ μονονουχὶ λαμπρῷ προσώπῳ, καὶ πολλῆς γέμοντι παῤῥησίας ἐν ὀφθαλμοῖς ἑστήκασι τοῦ Θεοῦ, οὕτω φαμὲν τοὺς τῆς φαυλότητος ἐραστὰς στυγνόν | |
30 | τε καὶ ἀμειδὲς, αἰσχύνης τε καὶ ἐντροπῆς ἀνάμεστον τὸ τῆς καρδίας πρόσωπον ἔχειν. Ἀλλ’ ὥσπερ ὀνίνησιν ὁ παιδαγωγῶν εἰς σύνεσιν, καὶ τῶν καλλίστων εἰσ‐ ηγητὴς, οὕτως ἀδικεῖ παστισοῦν οἶμαι τῶν τετα‐ γμένων εἰς διδασκάλους, εἰ μὴ τῶν ἀμεινόνων ἐρα‐ | |
35 | στὴν ἀποτελοίη τὸν παιδευόμενον. Καταισχύνει γὰρ ὥσπερ τὸ πρόσωπον αὐτοῦ, καὶ πτωχὸν ὄντα πρὸς σύνεσιν, μονονουχὶ καὶ καταβιάζεται, καὶ συναρπά‐ ζει πρὸς τὰ αἰσχίω. Ἦσαν δὲ καὶ ἑτέρως ἄδικοί τε καὶ ἅρπαγες οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καὶ κατ‐ αισχύνοντες μὲν τὰ τῶν πτωχῶν πρόσωπα, προσκείμενοι δὲ πλουσίοις, καίτοι τοῦ νόμου λέγοντος· Κρίμα δίκαιον κρίνατε, καὶ παρεγγυῶντος πανταχῆ τὸ, Οὐ μὴ λήψῃ πρόσωπον ἐν κρίσει. | |
40 | Τάδε λέγει Κύριος· Ἀνθ’ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν, καὶ ἐπορεύθησαν ὑψηλῷ τρα‐ χήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν, ἅμα σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, καὶ ταπεινώσει ὁ Θεὸς | |
45 | ἀρχούσας θυγατέρας Σιὼν, καὶ Κύριος ἀποκαλύ‐ ψει τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Προαπέφηνεν ἡμῖν ὁ λόγος, ὅτι τοῖς Ἰουδαίων καθ‐ ηγηταῖς ἐν σπουδῇ τέθειτο τῇ προὐργιαιτάτῃ τὸ χρῆναι πλουτεῖν, καὶ δόξαν ἔχειν τὴν ἔν γε τούτῳ | |
70.117(50) | διαφανῆ. Πλήρεις δὲ ἦσαν ἀδικιῶν καὶ πλεονεξίας ὡς αὐτοὺς μὲν λαμπράς τε ἐν ἄστει, καὶ μὴν καὶ τὰς ἐν ἀγροῖς ποιεῖσθαι προόδους, ἵπποις τε ἐποχουμέ‐ νους, καὶ ταῖς ἔξωθεν φαντασίαις τῶν δορυφορεῖν εἰωθότων οὐ μετρίως ἐπευρυνομένους. Κατῃτιᾶτο γὰρ | |
55 | αὐτοὺς ἐν τοῖς ἀνωτέρω λέγων· Καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν· | |
καὶ ἐνεπλήσθη ἡ γῆ ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ | 117 | |
70.120 | ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν. Εἶτα συνέβαινε τὰς τῶν ἐν πλούτῳ γυναῖκας, ἅτε δὲ τρυφώσας ἐναβρύ‐ νεσθαι ζητεῖν, καὶ τοῖς ἐκ χρυσίου καὶ λίθων ὡραϊ‐ σμοῖς, ἐπιγάννυσθαι δὲ λίαν καὶ στολῇ ποικίλῃ, καὶ | |
5 | ἐσθημάτων πολυτελείαις. Ἀεὶ γάρ πως τὸ θῆλυ γέ‐ νος ἐν ταῖς ἄγαν εὐημερίαις φιλόδοξόν τέ ἐστι καὶ φιλεπιδεικτικόν. Ἥδιστα δὲ λίαν εὐϊματεῖς, καὶ μέν‐ τοι καὶ χρυσαΐζεται, καὶ ὑψηλὴν ἀνασπῶν τὴν ὀφρὺν, ἐπαυχεῖ τῇ τοῦ σώματος ὥρᾳ. Καὶ ἐπ’ αὐτῷ | |
10 | δὴ τούτῳ πλειστάκις τὸ τῶν συνοικούντων αὐταῖς ἐξογκοῦται φρόνημα· καὶ δόξαν ἰδίαν ποιοῦνταί τινες τὴν τῶν γυναικῶν ἐξιτηλίαν. Τοῦτο τάχα πεπόνθασιν οἱ τῶν Ἰουδαίων λαμπροὶ, τῆς εἰς Θεὸν εὐσεβείας ἠφειδηκότες. Ἵνα γὰρ ἔχοιεν ἀεὶ μενούσας αὐτοῖς | |
15 | τὰς τοῦ πλουτεῖν χορηγίας, προσκομιζόντων τῶν λαῶν τὰ κατὰ τὸν νόμον οὐ προσίεντο τὴν πίστιν τὴν εἰς Χριστὸν, οὔτε μὴν ἑτέρους πιστεύειν ἤθελον, κλείοντες τὴν βασιλείαν τοῦ Θεοῦ, καθὰ γέγραπται, καὶ μήτε εἰσερχόμενοι, μήτε τοῖς ἐθέλουσιν ἐφιέντες | |
20 | εἰσελθεῖν. Ταύτῃ τοι καὶ δέδονται ταῖς Ῥωμαίων στρατιαῖς εἰς ἐρήμωσιν, εἰς διαρπαγὴν, καὶ ἀπ‐ ολώλασιν, γυναίοις τε ὁμοῦ, καὶ τοῖς φιλτάτοις, οἵ‐ κοις τε καὶ πλούτῳ. Γεγόνασι γὰρ ἑτέρων τὰ ὡς ἐν πλείστῃ σπουδῇ συναγηγερμένα· οἰκτροὶ δὲ | |
25 | αὐτοὶ καὶ ἀλῆται, καὶ πρὸς ἐσχάτην ὁρῶνται τα‐ λαιπωρίαν. Κατατρέχει τοίνυν ὁ λόγος τῶν παρ’ αὐτοῖς γυναικῶν, ἤγουν τῶν θυγατέρων οἷον τῶν ἀρχουσῶν μάλιστα, καὶ περιφανεστέρων, αἳ καὶ ἦσαν τῶν ἰσχυόντων, καί φησιν· «Ἀνθ’ ὧν ὑψώθη‐ | |
30 | σαν αἱ θυγατέρες Σιὼν, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν,» καὶ τὰ ἑξῆς. Ὑψώθησαν δὲ οὐ κατὰ ἀρετὴν, ἀλλ’ ὡς ἐν φρονή‐ ματι σαρκικῷ καὶ γεωδεστάτῳ. Μέγα γὰρ αὐτοῖς, ὡς ἔφην, φρονεῖν ἐδόκει, ἐπὶ πλούτῳ, καὶ δόξῃ, καὶ | |
35 | ὡραϊσμοῖς τοῖς ἔξωθεν, οὓς ἐκ λίθων καὶ χρυσίου, καὶ στολῆς ποικίλης συλλέγουσι. Γράφει δὲ ἡμῖν ὁ προφητικὸς ἐν τούτοις λόγος φρόνημά τε καὶ σχῆμα φιληδόνου τε καὶ ἀσέμνου γυναικὸς, καὶ κόσμῳ διαφανεῖ κατηγλαϊσμένης, οἷον ἐκ μιᾶς, ἁπάσης | |
40 | τῆς παρ’ αὐτοῖς γυναικὸς καταδεικνὺς τὴν ἀγερωχίαν. Ἐπορεύθησαν γὰρ, φησὶν, ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν· καίτοι γυναικὶ τῇ κοσμιωτάτῃ, καὶ τὸν ἐν σεμνότητι καὶ ἐπιεικείᾳ τιμώσῃ βίον, αἰδώς τέ ἐστιν ὅτι μάλιστα φίλη, καὶ πρέποι ἂν τὸ | |
45 | μηδὲ ὁρᾶσθαι τοῖς ἀῤῥένων ὀφθαλμοῖς· αἱ δὲ πρὸς τοῦτο ἐξώκειλαν βλαβίας τε ὁμοῦ καὶ ἀναισχυντίας, ὡς ἐπιδεικτιᾷν ἐν προόδοις, καὶ αἴρειν μὲν ὑψοῦ τὸν αὐχένα, διανεύειν δὲ τοῖς ὁρῶσιν αὐτὰς, προσμει‐ διάσας ἔσθ’ ὅτε, καὶ μονονουχὶ τῷ γέλωτι καθυπ‐ | |
70.120(50) | ισχνουμένας ἤδη τοῖς ὁρῶσι τὴν σύνοδον. Ὑδαρεὶ γὰρ ἀεὶ τὸ πορνικὸν φρόνημά ἐστι, καὶ πολὺ χαλᾶται πρὸς ἑτοιμότητα τὴν εἰς ἡδονὰς, ἐπιτείνει δὲ αὐταῖς τὰ τῆς ῥᾳθυμίας ἐγκλήματα, καὶ πεπορνεῦσθαί φη‐ σιν, ἅμα συρούσας τοὺς χιτῶνας, καὶ παιζούσας | |
55 | τοῖς ποσίν. Εἰκὸς δὲ ἦν οἴεσθαι, καὶ τοῦτο εἰς κόσμον συντελεῖν αὐταῖς· πορνικὸν δὲ τὸ ἐπιτήδευμα, καὶ βδελυρίας ἀπόδειξις τῆς ἐσχάτης. Ὅπου γὰρ ὁ τῶν ποδῶν κτύπος εὐρύθμοις ᾄσμασι συνηχεῖ, ἐκεῖ | |
που πάντως καὶ αὐτὸς ὁ διὰ χειρῶν ἀνακτυπεῖ | 119 | |
70.121 | κρότος, καὶ πᾶν εἶδος αἰσχρῶν ἐπιτηδευμάτων, καὶ πρόκλησις τοῖς ὁρῶσιν εἰς ἀκαθαρσίαν. Κατ’ ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ ταπεινώσει, φησὶν, ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιὼν, καὶ ἀποκαλύψει τὸ σχῆμα αὐτῶν, | |
5 | τοῦτ’ ἔστιν, ἢ περιελεῖ τὸν κόσμον, ἢ τὴν αἰσχύνην καταθήσει φανεράν. Ἔσται δὲ τοῦτο, ὅταν ἔρημαι καὶ γυμναὶ κόσμου παντὸς καὶ περιβολῆς ἀποδεδειγμέναι ταῖς τῶν πολεμίων ἐναλοῖεν χερσὶν, δοῦλαι καὶ αἰχμάλωτοι, καὶ ἁπάσης ἔμπλεοι ταλαιπωρίας. Καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ | |
10 | αὐτῶν, καὶ τοῦ κόσμου αὐτῶν· καὶ τοὺς κοσύμ‐ βους αὐτῶν, καὶ τὰ ἐμπλόκια, καὶ τοὺς μηνίσκους, καὶ τὸ κάθεμα, καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν, καὶ τὴν σύνθεσιν τῆς δόξης τοῦ κόσμου αὐτῶν, καὶ τοὺς χλιδῶνας, καὶ τὰ ψέλλια, καὶ τὸ | |
15 | ἐμπλόκιον, καὶ τὰ περιδέξια, καὶ τοὺς δακτυ‐ λίους, καὶ τὰ ἐνώτια, καὶ τὰ περιπόρφυρα, καὶ τὰ μεσοπόρφυρα, καὶ τὰ ἐπιβλήματα, καὶ τὰ μετὰ τὴν οἰκίαν, καὶ τὰ διαφανῆ λακωνικὰ, καὶ τὰ βύσσινα, καὶ τὰ ὑακίνθινα, καὶ τὰ κόκκινα, καὶ τὴν βύσσον, σὺν χρυσίῳ, καὶ ὑακίνθῳ συγκαθ‐ | |
20 | υφασμένα, καὶ θέριστρα κατάκλιτα. Ἀποκαλυφθήσεσθαι λέγων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸ σχῆμα αὐτῶν δίεισιν ἀκριβῶς, καὶ τίνα δὴ τρόπον τὸ σχῆμα αὐταῖς συμβήσεται. Ὅτι γὰρ ἐν ἐνδείᾳ καὶ ἀποβολῇ πάντων ἔσονται τῶν ἐξιτήλως ἐξηυρη‐ | |
25 | μένων, καὶ τῆς ἀρχαίας ἐκείνης εὐημερίας καὶ τρυ‐ φῆς προσαναπείθει προστιθεὶς, ὅτι παντὸς ἔσονται κόσμου γυμναὶ, τοὺς κοσύμβους ἀποβαλοῦσαι, μηνί‐ σκους τε καὶ τὸ κάθεμα, καὶ τὰ τούτοις συνημμένα. Δι’ ὧν ἔστιν ἰδεῖν ἀκορέστως ἐχούσας εἰς ὡραϊσμοὺς, | |
30 | καὶ εἰς φρόνημα τὸ φιλόκοσμον, μᾶλλον ἤδη τὸ φιλό‐ πορνον. Γυναιξὶ μὲν γὰρ ταῖς ἀγαθαῖς τὴν φρένα, καὶ κοσμιότητος φίλαις ἐχθρά που πάντως ἐστὶ τὰ τοιάδε τῶν ἐπιτηδευμάτων, καὶ τὰ δι’ ὧν ἂν εἶεν ἐν ἀσέμνῳ σχήματι φευκτὰ καὶ μεμισημένα, τέθεινται δὲ μᾶλ‐ | |
35 | λον, τὸ δεῖν ἐπαινεῖσθαι διὰ πράξεων ἀγαθῶν. Ταῖς γε μὴν ἑταίραις αἷς ἂν ὁρῷτο φίλον τὸ ἑταιρίζεσθαι καὶ πασχητιᾷν πρὸς πᾶν τοὐναντίον μετακεχώρηκεν ὁ νοῦς, καὶ τὰ τῆς προθυμίας αὐταῖς ἐξ ἀντιστρόφου φέρεται. Ἐν σπουδῇ δὲ πάσῃ τὸ ὡραΐζεσθαι, καὶ | |
40 | πανταχόθεν συλλέγειν τὰ εἰς τοῦτο χρήσιμα. Καὶ πρέποι ἂν ἑκάστῃ τῶν τοιούτων ἀκούειν· Ἀνεπτερω‐ μένη δέ ἐστι καὶ ἄσωτος. Μέμνηται δὲ τῆς οὕτως ἀσέμνου καὶ σεσοβημένης καὶ ὁ Σολομὼν λέγων· «Τὴν γυναῖκα ἥτις ἐστὶ θήρευμα καὶ σαγῆναι καρδία | |
45 | αὐτῆς, δεσμὸς εἰς χεῖρας αὐτῆς· ἀγαθὸς πρὸ προσ‐ ώπου Θεοῦ ἐξαιρεθήσεται ἀπ’ αὐτῆς, καὶ ἁμαρτά‐ νων συλληφθήσεται ἐν αὐτῇ.» Καὶ ταυτὶ μὲν ἡμῖν εἴς γε τὸ παρὸν εἰρήσεται περὶ γυναικῶν ἀσέμνων καὶ πονηρῶν. Ἰστέον δὲ ὅτι διὰ φωνῆς Ἰεζεχιὴλ, | |
70.121(50) | πρὸς τὴν Ἰουδαίων Συναγωγὴν διαλέγεται Θεὸς, ὡς πρὸς μίαν γυναῖκα· ἣν καὶ κόσμῳ ποικίλῳ κατα‐ καλλῦναί φησιν. Ἔχει δὲ οὕτω περὶ αὐτῆς γεγραμ‐ μένα· «Καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ, καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου, καὶ ὤμοσά σοι. Καὶ | |
55 | εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Ἀδωναῒ Κύριος, | |
καὶ ἐγένου μοι, καὶ ἔλουσά σε ἐν ὕδατι, καὶ ἀπ‐ | 121 | |
70.124 | έπλυνα τὸ αἷμα ἀπὸ σοῦ, καὶ ἔχρισά σε ἐν ἐλαίῳ· καὶ ἐνέδυσά σε ποικίλα, καὶ ὑπέδυσά σε ὑάκινθον, καὶ ἔζωσά σε βύσσῳ· καὶ περιέβαλόν σε τριχάπτῳ· καὶ ἐκόσμησά σε κόσμῳ, καὶ περιέθηκα ψέλλια περὶ τὰς | |
5 | χεῖράς σου, καὶ κάθεμα περὶ τὸν τράχηλόν σου. Καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου, καὶ τροχίσκους περὶ τὰ ὦτά σου· καὶ στέφανον καυχήσεως περὶ τὴν κεφαλήν σου. Καὶ ἐκόσμησά σε κόσμῳ χρυσῷ καὶ ἀργυρῷ· καὶ τὰ περιβόλαιά σου βύσσινα, καὶ | |
10 | τρίχαπτα, καὶ ποικίλα.» Οὐκοῦν ποικίλῳ μὲν κόσμῳ καταφαιδρύνει Θεὸς τὴν προσοικειουμένην αὐτῷ ψυ‐ χὴν, καὶ τοῖς ἐξ ἀρετῶν· αὐχήμασιν πολυτρόπως στεφανοῖ. Ἀλλὰ τοῖς μὲν διασώζουσι τὴν ἑαυτῶν πολιτείαν ἀμώμητον, καὶ διατελοῦσιν ἐν ἁγιασμῷ, | |
15 | τὰ τῆς εὐκοσμίας τῆς νοητῆς ἐν ἐπιδόσεσιν ἔσται μείζοσι, καὶ ἀκράδαντα διαμενεῖ. Τοῖς γε μὴν διαπί‐ πτουσιν ἐφ’ ἃ μὴ προσῆκεν ἑτοίμως, καὶ ἀπονεύου‐ σιν ἐλαφρῶς εἰς τὰ τῆς φαυλότητος ἔργα, συμβήσε‐ ται πάντως ἐν ἀποβολῇ γενέσθαι παντὸς ἀγαθοῦ, καὶ | |
20 | τῶν πάλαι δεδωρημένων νοσῆσαι τὴν ἐρημίαν. Περι‐ πεσεῖται γὰρ πονηροῖς τε καὶ ἀκαθάρτοις ἐρασταῖς, τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου, καὶ τοῖς κοσμοκρά‐ τορσι τοῦ σκότους τούτου, τοῖς πνευματικοῖς τῆς πονηρίας, οἳ δὴ μάλιστα τὰς ἐναρέτους θηρῶσι ψυ‐ | |
25 | χάς. Τρυφὴ γὰρ αὐτοῖς τὸ καταστρέφειν αὐτάς. Καθ‐ άπερ ἀμέλει καὶ τοῖς τῶν πτηνῶν θηρευταῖς, ἀξιό‐ ληπτον εἶναί τι τὸ χρῆμα δοκεῖ τὰ τῶν στρουθίων περικαλλέστερα. Γέγραπται δέ που καὶ περὶ τοῦ Σατανᾶ, ὅτι τὰ βρώματα αὐτοῦ ἐκλεκτά. Οὐκοῦν | |
30 | ἀκόλουθον ἡμᾶς ἐγρηγορέναι τε καὶ ἀνδρίζεσθαι μετὰ Θεοῦ, καὶ διαμεμνῆσθαι λέγοντος τοῦ μακαρίου Παύλου, ὥστε· «Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.» Δεῖ δὲ δὴ πρὸς τούτῳ Θεῷ τῷ πάντα ἰσχύοντι προσιόντας λέγειν ἐν προσευχαῖς· «Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει δύναμιν.» Καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός· καὶ ἀντὶ ζώνης, σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου | |
35 | τῆς κεφαλῆς τοῦ χρυσίου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου· καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορ‐ φύρου, περιζώσῃ σάκκον. Καὶ ὁ υἱός σου ὁ κάλ‐ λιστος, ὃν σὺ ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται. Καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται, καὶ ταπεινω‐ | |
40 | θήσονται, καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν, καὶ καταλειφθήσῃ μόνη, καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ. Οὐ μάτην ἐν τούτοις οἴοιτό τις ἰσχνολογεῖ λίαν ὁ προφητικὸς ἡμῖν λόγος, ἕκαστα δὲ τὰ ταῖς τρυφώσαις | |
45 | καθ’ ἡδονὴν δίεισιν ἀκριβῶς τά τε εἴδη τοῦ κόσμου, καὶ αὐτὰς τὰς πάλαι τρυφάς. Εἶτα ὅτι συμβήσεται πάντη τε καὶ πάντως παθεῖν αὐτὰς τὴν τῶν οὕτως ἡδίστων ἀποβολὴν, διακεῖσθαι βούλεται μονονουχὶ συντήκων εἰς λύπας, καὶ εἰς ἀνάμνησιν τῆς εὐημε‐ | |
70.124(50) | ρίας ὡς ἤδη παθούσας ἀνακομίζων ἀστείως, ἵνα τῇ τῶν ἐσομένων προσδοκίᾳ, καὶ τοῖς ἐντεῦθεν δείμασι, μᾶλλον δὲ καὶ ἀφορήτοις συμφοραῖς καταπτοήσας γοργῶς μεταστήσῃ πρὸς εὐκοσμίαν, καὶ εἰς τὸ τῷ Θεῷ δοκοῦν ἀναπείσῃ παλινδρομεῖν. Συμβήσεται τοί‐ | |
55 | νυν, φησὶν, οὐκ ἐν μόνῃ στερήσει τοῦ κόσμου γενέ‐ σθαι τὰς οὕτω τρυφώσας, ἀλλὰ γὰρ καὶ ἔσται ἀντὶ | |
ὀσμῆς ἡδείας, κονιορτὸς, τοῦτ’ ἔστιν, ἀντὶ τῶν οἴ‐ | 123 | |
70.125 | κων τῶν τεθυμιαμένων, ὁδοιπορίαι μακραὶ καὶ κο‐ νιορτώδεις, ἀποφερομένων αὐτῶν εἰς αἰχμαλωσίαν τρυφεροῖς ἔτι ποσί. Καὶ οὐχὶ δὴ τοῦτο μόνον, ἀλλὰ γὰρ καὶ ἔσονται καὶ ἐν σχήματι, καὶ ἐν εἴδει τῷ λίαν | |
5 | ἀτιμωτάτῳ, ὡς ἀντὶ ζώνης χρυσῆς σχοινίῳ περιδε‐ δέσθαι μόνῳ, καὶ ἐν γυμνότητι κεφαλῆς ἤγουν φα‐ λακρώματι, καίτοι πάλαι χρυσοῖς κοσύμβοις ἀνεσφιγ‐ μένης. Ἄμφιον δὲ δίδωσιν αὐταῖς, ὃ ταῖς αἰχμαλώ‐ ταις πρέπον, παχύ τε καὶ εὐτελὲς, ὃ καὶ ὀνομάζει σάκ‐ | |
10 | κον, καὶ τοῦτο αὐταῖς ἀντὶ τοῦ μεσοπορφύρου χιτῶ‐ νος καὶ τρυφερῶν ἐσθημάτων. Προσεπάγει δὲ τούτοις, ὅτι Καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὃν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται. Ἔθος γὰρ τοῖς ἑλοῦσι πόλιν ἢ χώραν, ἐξ αὐτῆς ἁρπάζειν θήλεις καὶ κόλπων μητρὸς, τὰ μι‐ | |
15 | κρά τε καὶ ὑποτίτθια βρέφη φονεύειν ὠμῶς, ἵνα βαδίζοιεν αἱ τούτων μητέρες οὐ πεφορτισμέναι, καὶ μὴ τῇ τῶν νηπίων φροντίδι κατηχθισμέναι. Οὐκοῦν ἢ κατὰ τοῦτον τὸν τρόπον μαχαίρᾳ πεσεῖσθαί φησι τὸν ἀγαπητὸν αὐταῖς υἱὸν, ἢ καὶ ἑτέρως μαχόμενον, καὶ | |
20 | τῇ τῶν πολεμίων τεθνεῶτα χειρί. Πενθήσειν γε μὴν τὰς θήκας ἔφη τοῦ κόσμου αὐτῶν, οὐχ ὡς τῶν αἰσθη‐ τῶν θηκῶν πενθεῖν δυναμένων, ἀλλ’ ὡς ἂν εἴ τις λέ‐ γοι καὶ οἶκον πενθεῖν οὐδενὸς οἰκοῦντος ἐν αὐτῷ. Προσεπάγει δὲ τούτοις τὸ, Καὶ καταλειφθήσῃ μόνη, | |
25 | καὶ εἰς γῆν ἐδαφισθήσῃ, τοῦτ’ ἔστιν, ἔσῃ τις ἐλεεινὴ καὶ κατεῤῥιμμένη, καὶ οἷον εἰς γῆν κειμένη. Τοιοῦτος γάρ πως ὁ βίος τῶν ἐν αἰχμαλωσίᾳ καὶ ἀθλιότητι, καὶ σκληρᾷ καὶ ἀφορήτῳ δουλείᾳ. Πάνδεινον οὖν ἄρα τὸ προσκροῦσαι Θεῷ, καὶ τοῦ ἐν ψυχαῖς καταφρονῆ‐ | |
30 | σαι κάλλους. Τοὺς γάρτοι λίαν ἀπονενευκότας ἐπὶ τὸ ῥᾴθυμον, παντὸς ἐξίστησι κόσμου Θεὸς, δῆλον δὲ ὅτι τοῦ νοητοῦ, καὶ γυμνοὺς ἀποφήνας ἁπάσης ἀρετῆς παραδίδωσι τοῖς ἐχθροῖς. Οὕτω φαμὲν δεδόσθαι τινὰς εἰς ἀδόκιμον νοῦν, καὶ εἰς πάθη ἀτιμίας. Συνέχοντος | |
35 | μὲν γὰρ ἡμᾶς εἰς ἰσχὺν τὴν πνευματικὴν τοῦ ἐπὶ πάντας Θεοῦ, διασώζομεν ἐν ἑαυτοῖς τὸ λαμπρὸν τῆς ἰδίας φύσεως κάλλος. Ἀφιστάντος δὲ τὴν ἐπικουρίαν, γυμνοὶ δὴ πάντως ἐσόμεθα παντὸς ἀγαθοῦ, καὶ τῶν ἐξ ἀρετῆς αὐχημάτων ἀποβαλόντες τὴν ὡραιότητα, | |
40 | τοῖς τῆς ἀτιμίας πάθεσιν ὑποκεισόμεθα, καὶ δουλεύ‐ σομεν ἐχθροῖς. Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς, λέγουσαι· Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα, πλὴν τὸ ὄνομα | |
45 | τὸ σὸν κεκλήσθω ἐφ’ ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν. Διαπεράνας εὖ μάλα τὸν λόγον, ἐπί γε ταῖς Ἰου‐ δαίων γυναιξὶ ταῖς ἐκ τρυφῆς καὶ πλούτου βαδιουμέ‐ ναις εἰς αἰχμαλωσίαν, πειρᾶται δεικνύειν, ὅτι κέναν‐ | |
70.125(50) | δροι μὲν αἱ τῆς Ἰουδαίας ἀπομενοῦσι πόλεις, ἔσονται δὲ καὶ ἐν σπάνει πολλῇ τῶν πάλαι μαχιμωτάτων. Ἔφη γὰρ, ὅτι «Πάντες οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πε‐ σοῦνται.» Ποία τις οὖν ὧν ἔφην ἡ δεῖξις; εὐφυῶς ἄγαν καὶ ἀστείως ἐσκευασμένη. Νόμου γὰρ δὴ τοῦ διὰ Μω‐ | |
55 | σέως λέγοντος τοῖς υἱοῖς Ἰσραὴλ, «Οὐκ ἔσται ἔν σοι ἄγονος οὐδὲ στείρα·» ἐν ἐσχάτοις ὀνειδισμοῖς παρὰ | |
τοῖς Ἰουδαίοις λελόγιστο τὸ γυναῖκα μὴ τεκεῖν, ἤγουν | 125 | |
70.128 | ἄγονον εἶναί τινα τῶν τελούντων ἐν ἀνδράσιν. Εὐθὺς γὰρ αὐτοῖς ὁ τῆς ἀγόνου καὶ στείρας προσετρίβετο μῶμος. Καὶ πνευματικὸς μὲν ὁ νόμος ἦν. Ἐπηγγέλ‐ λετο γὰρ ὁ τῶν ὅλων Θεὸς ὅτι ὁ νοητὸς Ἰσραὴλ, τοῦτ’ | |
5 | ἔστι, νοῦς ὁρῶν Θεὸν, οὐκ ἄκαρπος ἔσται, οὔτε ἀπ‐ εστειρωμένος, ἔγκαρπος δὲ μᾶλλον καὶ γῆ τις ὥσπερ καλὴ καὶ ἐξαίρετος. Πλὴν ἐνόουν Ἰουδαῖοι σαρκικῶς, ψυχικοὶ γὰρ ἦσαν, πνεῦμα μὴ ἔχοντες. Ἔσται τοίνυν, φησὶν, τοσαύτη σπάνις ἀῤῥένων κατὰ τὴν χώραν, | |
10 | δαπανήσαντος τοῦ πολέμου τὸ γένος, ὡς ἑπτὰ γυναῖ‐ κας ἤτοι πολλὰς ἑνὸς ἀνδρὸς ἐπιλαμβάνεσθαι καὶ λέ‐ γειν· «Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὸ ἱμάτιον ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομα τὸ σὸν κεκλή‐ σθω ἐφ’ ἡμᾶς, ἀφεῖλε τὸν ὀνειδισμὸν ἡμῶν.» Ὁρᾷς | |
15 | ὅπως δεδείασι τῆς ἀτοκίας τὸν ὀνειδισμὸν, καὶ τὸ τῆς ἀγόνου καὶ στείρας παραιτοῦνται ὄνομα λίαν; Προσ‐ έρχονται γὰρ οὐ τὰ συνήθη ζητοῦντες, καὶ ὅσα δέχε‐ σθαι γυναιξὶ παρὰ τῶν συνοικούντων ἔθος· ἑαυταῖς γὰρ ἀρκέσειν εἰς τοῦτό φασιν, αἰτοῦσι δὲ μόνον, ὡς | |
20 | ἔφην, τοῦ ὀνειδισμοῦ τὴν ἀφαίρεσιν. Ἄθρει δὴ οὖν τοῦ λόγου τὸ βάθος. Εἰ μὲν γὰρ πλούσιος ἦν ὁ παρα‐ καλούμενος, οὐκ ἂν ἔφασαν αἱ γυναῖκες· Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὸ ἱμάτιον ἡμῶν περιβα‐ λούμεθα. Ἐπειδὴ δὲ ἴσασι τοὺς ἐκ τοῦ πολέμου σεσω‐ | |
25 | σμένους καὶ διαφυγόντας μόλις ἐν ἐσχάτῃ πεσόντας πτωχείᾳ, καὶ πολλὴν ἔχοντας ἀθλιότητα, ζητοῦσι μὲν παρ’ αὐτῶν παντελῶς οὐδὲν, αἰτοῦσι δὲ μόνον τὸ τέκνων γενέσθαι μητέρες Καὶ ὁ μὲν λόγος τῆς ἱστο‐ ρίας ἐν τούτοις. Ἀποκομίζουσι δὲ τὸ προκείμενον εἰς | |
30 | θεωρίαν πνευματικὴν, οὐκ οἶδ’ ὅπως, τινὲς οὐ σφόδρα ποιοῦντες ὀρθῶς· ἢ γὰρ ἂν ἐπαίνου παντὸς ἦσαν ἄξιοι. Φασὶ γὰρ εἶναι ἑπτὰ τὰς γυναῖκας, τὰ ἑπτὰ πνεύματα· ἄνθρωπόν γε μὴν ἔνα τὸν Χριστόν. Εἶτα τοῦ πρέποντος ὀλίγα πεφροντικότες, τὰ ἑπτὰ πνεύ‐ | |
35 | ματά φασι λέγειν οὕτως· Ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν, καὶ τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα. Καίτοι πῶς οὐκ ἄμεινον εἰπεῖν, τὰς ἑπτὰ γυναῖκας πολλὰς εἶναι ψυχὰς, αἳ καὶ ἐπελάβοντο διὰ πίστεως τοῦ Χριστοῦ, αὐτὸν ὡς ἄρτον ζητοῦσαι | |
40 | καὶ ὡς ἱμάτιον σωτηρίου, καὶ τὸν ἀπ’ αὐτοῦ ζητοῦσαι καρπόν. Τοιοῦτον γάρ τι καὶ ὁ μακάριος ἔφη Δαβὶδ περὶ τοῦ πάντων Σωτῆρος Χριστοῦ· «Ὁ κατοικίζων στείραν ἐν οἴκῳ μητέρα τέκνων εὐφραινομένην.» Εἴρηται δὲ καὶ στείρα τεκεῖν ἑπτὰ, τοῦτ’ ἔστι | |
45 | πολλά. Διάφοροι γὰρ ἀρεταὶ, καὶ οὐ μία μᾶλ‐ λον, ἀλλὰ πολλαὶ, ὧν εἰσι μητέρες αἱ φιλόθεοι ψυχαί. Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ | |
70.128(50) | καταλειφθὲν τοῦ Ἰσραήλ. Καὶ ἔσται τὸ ὑπολει‐ φθὲν ἐν Σιὼν, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσα‐ λήμ· ἅγιοι κληθήσονται πάντες οἱ κληθέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ. Ἐνδοιαζόντων τινῶν κατὰ ποῖον ἔσται καιρὸν τὰ | |
55 | ἐπί γε ταῖς τῶν Ἰουδαίων γυναιξὶν, ἤτοι πάσης αὐ‐ τῶν τῆς χώρας προανηγορευμένα διὰ τῆς τοῦ προ‐ | |
φήτου φωνῆς, πότερα πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδη‐ | 127 | |
70.129 | μίας, ἤγουν μετ’ αὐτὴν, πεπληροφόρηκεν ἀπλανῶς τῶν προκειμένων ἡ δύναμις, ὡς οὐχ ἕτερον ἡμῖν ὁ προφήτης κατασημαίνει καιρὸν, ἢ ἐκεῖνον αὐτὸν καθ’ ὃν τῆς εἰς Χριστὸν δυσσεβείας ἕνεκα. Πεπαρ‐ | |
5 | ῳνήκασι γὰρ εἰς αὐτὸν οἱ δείλαιοι, καὶ τὴν αὐτοῖς ὅτι μάλιστα πρέπουσαν ἀποτετίκασι δίκην, κυκλου‐ μένης ὑπὸ στρατοπέδων τῆς Ἱερουσαλήμ. Ὅτε καὶ εἰς τοῦτο δειμάτων κατακομισθῆναί φαμεν τῶν Ἰουδαίων τὸν νοῦν, ὡς φάναι τοῖς ὄρεσι· «Καλύψατε | |
10 | ἡμᾶς, καὶ τοῖς βουνοῖς· Πέσετε ἐφ’ ἡμᾶς.» Τῇ τοίνυν, φησὶν, ἡμέρᾳ ἐκείνῃ, τοῦτ’ ἔστι, κατ’ ἐκεῖνο τοῦ και‐ ροῦ καθ’ ὃν εἰς πέρας δραμεῖται τὰ προηγγελμένα, ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ, μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ. | |
15 | Ὁ γὰρ ἐκ Θεοῦ Πατρὸς Λόγος, οὐχ ἁρπαγμὸν ἡγή‐ σατο τὸ εἶναι ἴσα Θεῷ· βαθὺ δέ τι καὶ ἀπόῤῥητον ἐβουλεύσατο περὶ ἡμῶν. Ἐν μορφῇ γὰρ καὶ ἰσότητι Θεοῦ καὶ Πατρὸς ὑπάρχων, γέγονε καθ’ ἡμᾶς, καὶ ἐπεφάνη μὲν τοῖς ἐπὶ τῆς γῆς· πλὴν οὐ δίχα δόξης, | |
20 | καὶ εἰ γέγονε σάρξ. Εἰργάσατο γὰρ τὰ θεοπρεπῆ, καὶ σημείων γέγονεν ἀποτελεστὴς, ἃ δὴ καὶ παντὸς ἀξιοῦ‐ ται καὶ λόγου καὶ θαύματος. Ἐπιλάμψας γὰρ κατ‐ ηλέησε τὸν Ἰσραὴλ, οὐ γὰρ ἀπόλωλεν εἰσάπαν. Τε‐ τήρηται δὲ τὸ κατάλειμμα, ὑψώθη τε καὶ δεδόξα‐ | |
25 | σται, καὶ ἐν βίβλῳ γέγραπται ζωῆς διαπρέψαν ἐν ἁγιασμῷ. Ἴδοι δ’ ἄν τις ἀληθῆ τῆς προφητείας τὸν λόγον, ὡς ἐν ἀπαρχῇ τῶν σεσωσμένων τοῖς ἁγίοις ἀποστόλοις, οἳ καὶ ὑψώθησαν ἀληθῶς, καὶ τοῖς θείοις χαρίσμασιν ἐκλελαμπρυσμένοι, τὸ ἐν δόξῃ περιφανὲς | |
30 | πεπλουτήκασιν. Ἔλαβον γὰρ ἐξουσίαν κατὰ πνευμά‐ των ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά. Τεθεραπεύ‐ κασι γὰρ καὶ ἐν ἀῤῥωστίαις ὄντας πολλούς· ἀλλ’ ἦσαν καὶ ἐν βίβλῳ γεγραμμένοι ζωῆς. Καὶ γοῦν ἔχαιρον μὲν ὅτι τὰ δαιμόνια ὑπετάσσετο αὐτοῖς, καὶ | |
35 | τοῦτο λέγουσιν ὑπήντα Χριστὸς, καὶ τοῖς ἔτι μείζοσιν ἐπιγάννυσθαι διδάσκων αὐτούς· «Μὴ χαίρετε,» φησὶν, «ὅτι τὰ δαιμόνια ὑποτάσσεται ὑμῖν· χαίρετε δὲ μᾶλλον ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς.» Ὑψώθησαν τοίνυν οἱ ἐξ Ἰσραὴλ, ὡς ἐν | |
40 | μοίρᾳ τῇ τοῦ ἐγκαταλείμματος, περισεσωσμένοι· ἠξίωνται γὰρ τῆς παρὰ Χριστοῦ φιλοτιμίας καὶ χά‐ ριτος· υἱοὶ κεχρηματίκασι Θεοῦ· ἀδελφοὶ δὲ αὐτοῦ καὶ φίλοι· κοινωνοὶ τέθεινται τῆς δόξης· ἠξίωνται δὲ καὶ τῆς ἄνωθεν καὶ ἐν οὐρανοῖς ἀπογραφῆς, καὶ | |
45 | πολῖται κεχρηματίκασι τῆς νοητῆς Ἱερουσαλὴμ, τῆς τῶν ἁγίων μητρὸς, ἧς αὐτὸς ὁ προφήτης Ἡσαΐας διαμέμνηται λέγων· «Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλήμ· πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶ‐ σιν.» Ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ | |
70.129(50) | τῶν θυγατέρων Σιών· καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν, ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως. Ἀνανήφει πάλιν ὁ τοῦ προφήτου λόγος, καὶ τὰς ἐσομένας ἔσθ’ ὅτε παρά τινων εὑρεσιλογίας περιττὰς | |
55 | ἀποφαίνει, καὶ τῶν τοῦ Θεοῦ κριμάτων κατεξαν‐ ίστασθαί τισι κατ’ οὐδένα τρόπον ἐφιεὶς προαπολο‐ | |
γεῖται χρησίμως· ὥσπερ γάρ τινος ἐκεῖνο βοῶντος· | 129 | |
70.132 | Ὑψωθήσονται πάλιν οἱ υἱοὶ Ἰσραήλ· δοξασθήσονται δὲ, καὶ τὴν ἄνω κερδανοῦσιν ἀπογραφὴν, καίτοι δε‐ δυσσεβήκασιν οὐ μετρίως, ἀπεκτόνασι τοὺς προφή‐ τας, ἐλιθοβόλησαν τοὺς ἀπεσταλμένους, καὶ αὐτὸν | |
5 | δὲ τελευτῶντες προσέθεσαν τὸν Χριστὸν, καὶ γεγόνα‐ σιν αὐτῶν αἱ χεῖρες αἵματος πλήρεις. Τί οὖν ὁ προ‐ φήτης; «Ἐκπλυνεῖ,» φησὶ, «Κύριος τὸν ῥύπον τῶν υἱῶν, καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα ἐκ‐ καθαριεῖ ἐκ μέσου αὐτῶν, ἐν πνεύματι κρίσεως καὶ | |
10 | ἐν πνεύματι καύσεως.» Πεπλημμελήκασι μὲν γὰρ ὁμολογουμένως· ἐδικαίου δὲ πάντας ἡ χάρις ἡ διὰ Χριστοῦ, καὶ αὐτοῖς δὲ τοῖς πεφονευκόσιν ἐχαρίζετο τὴν ἀμνηστίαν. Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος τοῖς Ἰουδαίων δήμοις προσεφώνει λέγων, ποτὲ μὲν, ὅτι | |
15 | «Ὑμεῖς δὲ τὸν Ἅγιον καὶ Δίκαιον ἠρνήσασθε, καὶ ᾐτή‐ σατε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν.» Ποτὲ δὲ πάλιν· «Καὶ νῦν, ἀδελφοὶ, οἶδα, κατὰ ἄγνοιαν ἐπράξατε, ὥσ‐ περ καὶ οἱ ἄρχοντες ὑμῶν. Μετανοήσατε οὖν, καὶ βαπ‐ τισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, | |
20 | καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος· ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι καὶ τοῖς τέκνοις ὑμῶν.» Ὁ τοίνυν, φησὶν, ὁ τῶν ὅλων δημιουργὸς καὶ Κύριος, ὁ πολὺς εἰς ἔλεος, ὁ νικῶν ἡμερότητι τὰς ἀνθρωπίνας μικροψυχίας· ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἀποθνή‐ | |
25 | σκοντος, ὡς τὸ ἐπιστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτὸν, ἐκπλυνεῖ τὸν ῥύπον τῶν ἡμαρτηκότων, ἐκκαθαριεῖ δὲ καὶ τὸ αἷμα ἐκ μέ‐ σου αὐτῶν ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως. Καὶ τὸ μὲν τῆς κρίσεως πνεῦμά φαμεν, | |
30 | τὴν μετὰ κρίσεως ὀρθῆς, ἤτοι δικαιοσύνης, ἐξενεχθεῖ‐ σαν ἐφ’ ἡμῖν παρὰ Θεοῦ ψῆφον. Οὕτω γάρ πού φησιν ὁ Σωτήρ· «Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος τούτου.» Ἐδίκασε γὰρ τῷ αἰῶνι τούτῳ καὶ τῷ Σατανᾷ· καὶ τὸν μὲν ἐκβέβληκεν ὡς ἠδικηκότα· δεδικαίωκε δὲ | |
35 | τοὺς ἐν τῷ κόσμῳ διὰ τῆς πίστεως ὡς ἠδικημένους. Καύσεως δὲ πνεῦμά φαμεν τὴν ἐπὶ τῷ ἁγίῳ βαπτί‐ σματι χάριν, οὐ δίχα Πνεύματος ἐν ἡμῖν γινομένην. Βεβαπτίσμεθα μὲν γὰρ οὐκ ἐν ὕδατι γυμνῷ, ἀλλ’ οὐδὲ σποδῷ δαμάλεως, ἐῤῥαντίσμεθα δὲ πρὸς μόνην | |
40 | τὴν τῆς σαρκὸς καθαρότητα, καθά φησιν ὁ μακάριος Παῦλος, ἀλλ’ ἐν Πνεύματι ἁγίῳ, καὶ πυρὶ τῷ θείῳ καὶ νοητῷ, τοὺς τῆς ἐν ἡμῖν φαυλότητος δαπανῶντι ῥύπους, καὶ τὸν ἐκ τῆς ἁμαρτίας ἐκτήκοντι μολυσμόν. Τοιαύτην ἡμῖν τοῦ Σωτῆρος τὴν ἄφιξιν καὶ ἕτερος | |
45 | τῶν ἁγίων προφητῶν προκαταμεμήνυκε λέγων· «Ὅτι ἰδοὺ αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται χωνεύων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον.» Περὶ μὲν γὰρ τῶν Ἰου‐ δαίων, οἳ καὶ τοῖς τῆς ἀπειθείας ἐγκλήμασιν ἔνοχοι | |
70.132(50) | μεμενήκασιν· «Ἐξέλιπε,» φησὶ, «φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλιβδος, εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ. Πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν· ἀργύριον ἀποδεδοκι‐ μασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος.» Ἐφ’ ἡμῖν δὲ τοῖς πεπιστευκόσιν, οὐκ εἰς | |
55 | κενὸν κεκοπίακεν ἀργυροκόπος, οὔτε μὴν ἐξέλιπε φυσητὴρ ἀπὸ πυρὸς ἢ μόλιβδος, κεκαθάρμεθα γὰρ ἐν | |
πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως. Εἰ δὲ δὴ | 131 | |
70.133 | βούλοιτό τις τὴν ἐν πνεύματι καύσεως ἀποκάθαρσιν γεγενῆσθαι λέγειν ἐπὶ τοῖς Ἰουδαίων δήμοις, διὰ τῆς ἐκ τοῦ πολέμου συμφορᾶς καὶ ὧν ὑπομεμενήκασιν (ἀποκαθαίρουσι μὲν γὰρ αἱ κολάσεις, καὶ ἀπαλλάττει ἔσθ’ ὅτε πολλῶν πλημμελημάτων τὸ ὑποσχεῖν τὰς | |
5 | δίκας τῷ πάντων κριτῇ)· φορέσει καὶ οὕτω τὸ ἀληθὲς ὁ λόγος. Καὶ ἥξει, καὶ ἔσται, πᾶς τόπος τοῦ ὄρους Σιὼν, καὶ πάντα τὰ περικύκλῳ αὐτῆς, σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ, καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτὸς, πάσῃ τῇ δόξῃ σκεπασθήσεται. | |
10 | Καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ. Περὶ τίνος ἄρα τὸ, Ἥξει, φησί; Πότερα τοῦ καιροῦ, καθ’ ὃν ἔσται ταῦτα, ἢ περὶ τοῦ καθέντος ἑαυτὸν εἰς κένωσιν, καὶ καταβάντος ἐξ οὐρανοῦ ἵνα τὸ ἀνθρώπι‐ | |
15 | νον διασώσῃ γένος; Ἁρμόσει τοίνυν ὁ λόγος, κἂν εἴ τέ τις λέγοι περὶ τοῦ καιροῦ τῆς ἐπιδημίας εἰρῆσθαι ταυτί· κἂν εἴτ’ οὖν ἐπ’ αὐτοῦ βούλοιτο τοῦ Χριστοῦ. Ἀφικόμενος γὰρ τοὺς τῆς νοητῆς Σιὼν υἱοὺς καὶ τῆς ἐλευθέρας Ἱερουσαλὴμ τῆς παρ’ ἑαυτοῦ χάριτος | |
20 | στεφανῶν ἀπέφηνε μακαρίους, καὶ οἷόν τις αὐτοῖς γέγονε σκεπαστὴς, μονονουχὶ τὴν ἀρχαίαν ἐκείνην ἐπαρτήσας νεφέλην τὴν πάλαι κατασκιάζουσαν ἐν τῇ ἐρήμῳ τὸν Ἰσραήλ· ταύτῃ τοί φησι· Καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιὼν, καὶ τὰ πάντα τὰ | |
25 | περὶ κύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας. Ἵνα γὰρ τοῦ παρόντος βίου τὸν καύσωνα, καὶ τὰς ἐκ τῶν πει‐ ρασμῶν δοκιμασίας ἤγουν πυρώσεις διαδιδράσκοιεν οἱ τὴν νοητὴν οἰκοῦντες Σιὼν, τοῦτ’ ἔστι, τὴν Ἐκ‐ κλησίαν, νεφέλης δίκην μονονουχὶ καὶ ἐπικρεμάμενος | |
30 | σκεπαστὴς ἔσται, φησὶν, ὁ Χριστός· ὁ αὐτὸς δὲ πάλιν τὸν ἐκ τῆς ἀμαθίας καὶ διαβολικῆς σκαιότητος ἀπο‐ σοβεῖ σκότον, ἐπιλάμπων εἰς νοῦν, ὡς φῶς ἐν σκότῳ, καὶ ὡς πυρὸς αὐγή. Γέγραπται δὲ περὶ τῶν υἱῶν Ἰσραὴλ, ὅτι Ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, | |
35 | καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός. Ἀλλὰ τύποι μὲν ἐκεῖνα, καὶ τῶν νοητῶν εἰκόνες· ἀλήθεια δὲ τὰ διὰ Χριστοῦ. Καὶ γάρ ἐστιν αὐτὸς ἡ ἀλήθεια. Οὗ τῆς ἐπικουρίας ἠξιωμένοι, πάντη τε καὶ πάντως ἔσονται, φησὶν, ὡς εἰς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ | |
40 | καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ. Σκλη‐ ρότητι δὲ καὶ ὑετοῖς παρεικάζει πάλιν τὴν τῶν πει‐ ρασμῶν φαιδρότητα καὶ ἀκμαιοτάτην προσβολήν. Οὕτω γάρ πού φησιν ὁ Χριστός· «Πᾶς οὖν ὅστις ἀκούῃ λόγους τούτους καὶ ποιῇ αὐτοὺς, ὁμοιωθήσεται | |
45 | ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι· καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν· τεθεμελίωτο γὰρ ἐπὶ πέτραν.» Προστιθεὶς δὲ, ὅτι πάσῃ τῇ δόξῃ σκεπα‐ | |
70.133(50) | σθήσεται, δίδωσι νοεῖν, ὡς οὐ μερική τις ἔσται παρὰ Χριστοῦ τοῖς πεπιστευκόσιν εἰς αὐτὸν ἡ χάρις, ἀλλ’ ἐν ὁλοκλήρῳ προθυμίᾳ τῆς ἐπ’ αὐτοῖς ἔσται φειδοῦς. Ἔσονται δὲ ἐν περιβολῇ καὶ σκηνῇ τοῦ σώζειν ἰσχύον‐ τος, καὶ παντὸς ἔξω τιθέντος κακοῦ. | |
55 | ᾌσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. | |
Ὅρος ὥσπερ τις καὶ προγραφὴ τῶν εἰρῆσθαι μελ‐ | 133 | |
70.136 | λόντων ὁ πρῶτος ἂν εἴη τοῦ προκειμένου στίχος. Τί γὰρ βούλεται δρᾷν ὁ προφήτης ὑποσημαίνει, λέγων· ᾌσω δὴ τῷ ἠγαπημένῳ· τοῦτ’ ἔστι Χριστῷ. Οὕτω γὰρ ἡμῖν αὐτὸν καὶ ὁ Θεὸς καὶ Πατὴρ ὠνόμαζε λέ‐ | |
5 | γων· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδό‐ κησα.» Ἆρ’ οὖν, ὦ προφῆτα, τῆς σῆς ἀκουσώμεθα φωνῆς; καὶ ὡς ἐκ μόνων τῶν σῶν ἐννοιῶν ἀναβύου‐ σιν οἱ λόγοι; βλέπει δὲ ὅποι φράσον τῆς ᾠδῆς ὁ σκο‐ πός. Οὐκοῦν εἰ καὶ δι’ ἐμοῦ, φησὶν, ἀλλ’ οὐκ ἐμὸς ὁ | |
10 | λόγος, ἀλλ’ ἔστι τοῦ ἀγαπητοῦ· πεποίηται δὲ ἐπὶ τῷ ἀγαπητῷ ἀμπελῶνί μου· ἢ, καθά φασιν οἱ ἕτεροι τῶν ἑρμηνευτῶν, τῷ ἀμπελῶνι αὐτοῦ. Εἰ δὲ δὴ καὶ λέγοι ἐπὶ τῷ ἀμπελῶνί μου, οὐχ ὡς αὐτοῦ τυχὸν τοῦ ἀμπε‐ λῶνος ὄντος τὰ τοιάδε φησὶν, ἀλλ’ ὡς ὑπάρχων εἷς | |
15 | τῶν τελούντων εἰς τὸν ἀμπελῶνα. Εὑρήσομεν γὰρ τοὺς προφήτας, καὶ ἐπὶ τοῦ λαοῦ τοῦ Θεοῦ ταῖς τοιαύταις ἔσθ’ ὅτε κεχρημένους φωναῖς. Οἷον ὁ προ‐ φήτης Ἱερεμίας· «Τίς δώσει μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον, καὶ καταλείψω τὸν λαόν μου, | |
20 | καὶ ἀπελεύσομαι ἀπ’ αὐτῶν;» Ὡς γὰρ εἷς ὑπάρχων τοῦ λαοῦ, λαὸν ἑαυτοῦ φησι τοὺς καθ’ αἷμά τε καὶ γένος οἰκείους. ᾌδει τοίνυν ὁ προφήτης τῷ ἠγαπη‐ μένῳ, καὶ ἔστιν αὐτοῦ τὸ ᾆσμα εἰρημένον ἐπὶ τῷ ἀμπελῶνι τῷ ἀγαπητῷ, τοῦτ’ ἔστι, τοῦ Ἰσραήλ. Γέ‐ | |
25 | γραπται γὰρ, ὅτι «Ἀμπελὼν Κυρίου Σαβαὼθ ἄνθρω‐ πος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον.» Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ, ἐν κέρατι, ἐν τόπῳ πίονι. Καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον Σωρὴκ, καὶ | |
30 | ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυ‐ λὴν, ἐποίησε δὲ ἀκάνθας. Ἀμπελῶνι παρεικάσας τὸν Ἰσραὴλ, ἐπιμένει δι’ ὅλου τῇ τοῦ λόγου μεταφορᾷ· «Γέγονε τοίνυν,» φη‐ | |
35 | σὶν, «ἀμπελὼν τῷ ἠγαπημένῳ, ἐν κέρατι, ἐν τόπῳ πίονι.» Φασὶ τοὺς ἑτέρους τῶν ἑρμηνευτῶν ἀρκεσθῆ‐ ναι τῷ εἰπεῖν ἐν τόπῳ πίονι, ὡς τοῦ κέρατος ἡμῖν οὐδὲν ἕτερον, ἢ τοῦτο αὐτὸ σημαίνοντος. Δοκεῖ δέ τισιν τὸ ὡς ἐν κέρατι νοεῖν, ὡς ἐν δυνάμει Θεοῦ. Κε‐ | |
40 | κληρονόμηκε γὰρ ὁ Ἰσραὴλ τῆς ἐπαγγελίας τὴν γῆν, τοὺς πάλαι κατῳκηκότας ἐν αὐτῇ νικήσας διὰ Θεοῦ. Τοιγάρτοι φησὶ πρὸς αὐτὸν, ἐν τεσσαρακοστῷ τρίτῳ ψαλμῷ· «Ἔν σοι τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανιστα‐ | |
45 | μένους ἡμῖν.» Λαμβάνεται δὲ τὸ κέρας παρὰ τῇ θείᾳ Γραφῇ, εἰς ἰσχὺν καὶ εἰς δύναμιν, καὶ εἰς δόξαν τὴν βασιλικήν. Ἔστι γοῦν ἀκοῦσαι τοῦ μακαρίου Δαβὶδ ποτὲ μὲν λέγοντος, ὡς ἐκ προσώπου δικαίου παντός· «Ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου·» ποτὲ | |
70.136(50) | δὲ πάλιν περὶ Χριστοῦ· «Τὸ κέρας αὐτοῦ ὑψωθήσε‐ ται ἐν δόξῃ.» Περιφανεστάτη γὰρ ἡ βασιλεία Χρι‐ στοῦ. Ὅτι δὲ πίων τῆς ἐπαγγελίας ἡ γῆ, μεμαρ‐ τύρηκε τὸ Γράμμα τὸ ἱερόν. Πανταχῆ γὰρ αὐτὴν ὀνο‐ μάζει γῆν ῥέουσαν γάλα καὶ μέλι. Προσεμπεδοῖ δὲ τὸ | |
55 | λόγον καὶ ὁ θεσπέσιος Μελῳδὸς ψάλλων τε καὶ λέγων | |
περὶ τοῦ Ἰσραήλ· «Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, | 135 | |
70.137 | ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν.» Ὁρᾷς τὸ ἐν κέρατι, τὸ ὡς ἐν δυνάμει Θεοῦ σημαῖνον ἐν τούτοις; Καταπεφύτευται γὰρ ἐκβεβλημένων ἐθνῶν. Εἰρῆσθαι δὲ καὶ ἑτέροις τὸ ἐν κέρατι δοκεῖ, ὡς ἐν ὑψηλῷ τε | |
5 | καὶ ἐπηρμένῳ χωρίῳ· τοιαύτη γὰρ ἡ Σιὼν ἐν ὄρει κειμένη. Καταφυτεύσας δὴ οὖν τὸν ἀμπελῶνα, φησὶ, καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα, καὶ κατ‐ εφύτευσα ἄμπελον Σωρήκ. Περιεδέδετο δὲ καθάπερ τινὶ φραγμῷ, καὶ ἀγγελικαῖς δυνάμεσι, καὶ ταῖς | |
10 | ἄνωθεν ἐπικουρίαις ὁ Ἰσραήλ. Ἐχαρακώθη δὲ πρὸς τούτῳ. Καὶ τί δὴ τοῦτό ἐστιν; Οἱ τῆς τῶν ἀμπελώ‐ νων γεωργίας ἐπιστήμονες δόνακας ἑκάστῃ παραπη‐ γοῦντες εὐτεχνῶς, αἴρουσί τε αὐτὰς ὑψοῦ, καὶ ἀνα‐ δεσμοῦσι τῆς γῆς. Σῶος γὰρ οὔτως ὁ ἐξ αὐτῶν καὶ | |
15 | ἀδιαλώβητος ἔσται καρπός. Τοιοῦτόν τι πέπραχε καὶ ὁ τῶν ὅλων Θεὸς, νόμῳ τῷ διὰ Μωσέως μονονουχὶ χαρακώσας τὸν ἀμπελῶνα τὸν νοητὸν, ἵνα μὴ εἰς γῆν ἐῤῥιμμένος, καὶ μόνα φρονῶν τὰ σαρκὸς καταφθεί‐ ρηται πολυτρόπως, δύναιτο δὲ καὶ τὸ ἄνω φρονεῖν. | |
20 | Ἀποφέρει γὰρ τῶν γηΐνων ὁ τοῦ Θεοῦ νόμος, οἷον ἀνέχων ὑψοῦ τῶν παιδαγωγουμένων τὸν νοῦν. Ὅτι δὲ καὶ εὐγενὴς ὁ ἀμπελὼν, διατρανοῖ λέγων, οὐχ ἁπλῶς τὴν τυχοῦσαν ἄμπελον ἐν τῷ πίονι πεφυτεῦσθαι τόπῳ, ἀλλὰ γὰρ Σωρὴκ, τοῦτ’ ἔστιν, ἐκλεκτήν. | |
25 | Ἑβραίοις δὲ δοκεῖ, καὶ εἶδος ἀμπέλου, ἤτ’ οὖν ὄνομα καλῆς καὶ εὐφορωτάτης διὰ τοῦ Σωρὴκ σημαίνεσθαι. «ᾨκοδόμησα δὲ, φησὶ, καὶ πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ.» Ἐγήγερται γὰρ ἐν τοῖς Ἱεροσολύμοις ὁ διαβόητος ἐκεῖνος νεὼς, οἷόν τις | |
30 | πύργος καὶ ἐνδιαίτημα Θεοῦ, καὶ μὴν ὤρυκται καὶ προλήνιον. Τέθειται δὲ θυσιαστήριον ἐν αὐτῷ, καὶ κορβὰν, ὅ ἐστι γαζοφυλάκιον, ἐν ᾧ πᾶσα δωροφορία τῶν προσιόντων συνεκομίζετο. Ἐπειδὴ δὲ τὸν ἀμπε‐ λῶνα, φησὶν, εὖ ἔχοντα διὰ πάντων ἀπέφηνα, προσ‐ | |
35 | εδόκησα τοῦ ποιῆσαι σταφυλήν. Ὠόμην γὰρ, ᾠόμην, οὐχ ἕτερόν τι ποιήσειν αὐτὸν, ἢ τὸν εὐγενῆ τῆς ἀμπέλου καρπόν· ἐποίησε δὲ ἀκάνθας. Οὐκοῦν ἡμάρ‐ τηκε τῆς ἐλπίδος, ἐψεύσατο δὲ, καὶ ἀκάνθας τέτοκεν ἀντὶ βοτρύων ὁ Ἰσραήλ. Οὐ γάρ τοι γέγονε νομοφύ‐ | |
40 | λαξ, οὐδὲ τοῖς τῆς ἐπιεικείας κατεκαλλύνθη καρποῖς, ἀλλ’ ἐξώκειλεν ἀλλοτρόπως, καὶ πεποίηκεν ἀκάνθας, τοῦτ’ ἔστιν, ἔργα πυρὸς, ἤγουν ὅσα πλήττει τοὺς ἐπαφωμένους καὶ προσεγγίζοντας. Λυπεῖ δὲ Θεὸν ἥπερ ἂν γένοιτο παρ’ ἡμῶν ἁμαρτία, καὶ ὅπερ ἐστὶ | |
45 | παρ’ ἡμῖν ἡ ἄκανθα, τοῦτο καὶ παρ’ αὐτῷ φαυλότητος τρόπος. Ἀλλ’ ὡς ὁ μακάριος γράφει Παῦλος· «Γῆ μὲν ἡ πιοῦσα τὸν ἐπ’ αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ Θεοῦ. Ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος, καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν.» | |
70.137(50) | Καὶ νῦν, ὁ ἄνθρωπος τοῦ Ἰούδα, καὶ οἱ ἐν‐ οικοῦντες Ἱερουσαλὴμ, κρίνατε ἐν ἐμοὶ, καὶ ἀναμέσον τοῦ ἀμπελῶνός μου. Τί ποιήσω τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; Διότι ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ | |
55 | ἀκάνθας. Πειρᾶται δεικνύειν ἀπροφάσιστον παντελῶς τῶν | |
Ἰουδαίων τὸ ῥᾴθυμον καὶ πρός γε τούτῳ τὴν εἴς γε | 137 | |
70.140 | τὸν νόμον ἀναισχυντίαν. Μετὸν γὰρ αὐτοῖς καὶ μάλα ῥᾳδίως τὴν εὐκλεᾶ καὶ εὐδόκιμον τῆς ἐν νόμῳ ζωῆς, ἤγουν τῆς ἐν Χριστῷ πολιτείας, ἰέναι, τρίβον, αὐτοὶ τετιμήκασι τὴν διεστραμμένην. Καὶ μὴν τὸ δύνασθαι | |
5 | καρποφορεῖν ἀφέντες ὡς ἕωλον, γῆ τις ὥσπερ γεγό‐ νασιν οὐ καρπῶν ἡμέρων τροφή· ἀγρία δὲ μᾶλλον καὶ ἀκανθοτόκος καὶ ὑλομανής. Ἡκέτωσαν τοίνυν, φησὶν, οἱ ἐν ὑμῖν σοφοὶ, δικαζέτωσαν ἐν ἐμοὶ τῷ τοῦ ἀμπελῶνος δεσπότῃ, καὶ αὐταῖς δὲ ταῖς ἀμπέλοις. | |
10 | Τίνος δὴ οὖν ἄρα τῶν ἀγαθῶν ἐλλελοιπότων αὐταῖς ἀχρεῖοι γεγόνασιν; Εἰ μὲν γάρ τι τῶν ἀναγκαίων εἰς ὄνησιν παρῶπται τυχὸν ἐμοὶ τῷ πεφυτευκότι, δι‐ ελεγχέτω τις καὶ πεπαύσομαι. Ἀποστήσω αἰτίας, καὶ οὐκ αἰτήσω δίκας. Τί γὰρ ποιήσω, φησὶν, ὃ μὴ | |
15 | πεποίηκα αὐτῷ; Ἐπειδὴ δὲ τῶν χρησίμων πλήρη τε ἀπέφηνα καὶ οὐδενὸς ἐπιδεᾶ, εἶτα γέγονεν ἀκανθοτό‐ κος, καίτοι προσδοκῶντος ἐμοῦ καρποῖς ὡραίοις κομῶντα βλέπειν. Ποία τις ἔσται λοιπὸν ἡ παρὰ τοῦ δικάζοντος ψῆφος; Ἆρα γὰρ ἀτημελῆ καὶ ῥᾴθυμον | |
20 | ὀνομάσει τὸν γηπόνον, ἢ μᾶλλον ἐκείνους αἰτιάσεται τοὺς ἐν μεθέξει γεγονότας τῆς παρ’ ἐμοῦ φροντίδος, ἠμεληκότας δὲ οὕτω τῆς ἑαυτῶν εὐκαρπίας, ὡς εἰκαίαν ὕλην καὶ ἀκανθῶν ὄχλον ἀντὶ βοτρύων ἐκτεκεῖν; Ὅτι δὲ οὐ περὶ τῆς αἰσθητικῆς ἀκάνθης ὁ | |
25 | λόγος αὐτῷ, οὔτε μὴν βοτρύων ἢ σταφυλῆς, παντί τῳ σαφές. Εἴπερ ἐστὶ νοητὸς ὁ ἀμπελὼν, τοιοῦτοι δὲ πάντως καὶ οἱ καρποί. Νῦν δὲ ἀπαγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς | |
30 | διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδ’ οὐ μὴ σκαφῇ· καὶ ἀναβήσονται εἰς αὐτὸν, ὡς εἰς χέρσον ἄκανθαι. Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι, τοῦ μὴ βρέξαι ἐπ’ | |
35 | αὐτὸν ὑετόν. Οὐκ ἀθαύμαστον, ὥσγ’ ἐμοὶ φαίνεται, τοῦ λόγου τὸ σχῆμα. Μόνον γὰρ οὐχὶ καὶ σεσιγηκότων τῶν κεκλη‐ μένων εἰς τὸ δικάσαι, αὐτῷ τε καὶ τῷ ἀμπελῶνι, τὴν δίκην αὐτοῖς ὁρίζει λοιπόν· καὶ τὰ ἐν τίσιν ἔσται | |
40 | προαγορεύει σαφῶς. Ἐλλελοιπότος γὰρ ὅλως οὐδενὸς αὐτῷ τῶν εἰς τὸ εὖ εἶναι χρησίμων, αὐτὸς ἐξ οἰκείας κατεχερσοῦτο γνώμης. Ἔδει δὴ οὖν ἄρα τοὺς εἰς τοῦτο φαυλότητος καθιγμένους ἔξω τε χειρὸς καὶ φροντίδος, καὶ μὴν καὶ ἐπικουρίας τοῦ Δεσπότου γε‐ | |
45 | νέσθαι λοιπόν. Οὐκοῦν ἀφελῶ, φησὶ, τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν, καὶ καθελῶ τὸν τοῖ‐ χον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Φραγμοῦ δὲ καὶ τείχους ἔρημος ἀμπελὼν, προκείσεται πάντως τοῖς διαρπάζειν ἐθέλουσιν θοίνη τις ἑτοιμοτάτη καὶ | |
70.140(50) | τοῖς διοδεύουσι τρίβος, ἐξείργοντος οὐδενός. Περι‐ φράττοντος μὲν γὰρ ἡμᾶς τοῦ Θεοῦ, καὶ ἀποῤῥήτοις τισὶν ἐπικουρίαις μονονουχὶ καὶ ἀνατειχίζοντος, οὐκ ἐσόμεθα βατοὶ καὶ ἐν τάξει τρίβου τοῖς ἀκαθάρτοις πνεύμασιν· οὔτε μὴν ἕτοιμοι πρὸς διαρπαγὴν τοῖς | |
55 | θηρίοις τοῦ ἀγροῦ, καὶ ἀλώπεξι τρυφή. Περὶ ὧν γέ‐ γραπται καὶ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων· «Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπέλους.» | |
Λέγονται δὲ καὶ μερίδες ἀλωπέκων γενέσθαι τινές. | 139 | |
70.141 | Ἀνιέντος τε τοῖς ἀδικεῖν ἐθέλουσιν, καὶ φροντίδος τῆς ἄνωθεν ἀπαμφιεννύντος Θεοῦ, παντὸς εἰς πεῖραν ἥξομεν κακοῦ· καὶ πᾶς ὁστισοῦν ἐντρυφήσει τοῖς καθ’ ἡμῶν, κἂν εἰ νοητός τις εἴη λῃστής· κἂν ᾖ ὁ ἐν τοῖς | |
5 | μέλεσι σαρκὸς ἀγριαίνων νόμος· καὶ ἅπαν ἡμῶν τῆς διανοίας τὸ κίνημα καρποφορήσῃ τῷ Σατανᾷ. Οὐκοῦν δίχα τε φραγμοῦ, τοῦ μὴν ἀτείχιστος ἀμπελὼν, τοῖς ἐθέλουσιν ἀνεθήσεται πρὸς διαρπαγήν. Καὶ οὐ μὴ τμηθῇ, οὐδ’ οὐ μὴ σκαφῇ, τοῦτ’ ἔστιν, οὐδεμιᾶς ἐπι‐ | |
10 | τεύξεται φροντίδος, ἐπανορθοῦν δυναμένης καὶ ἀνα‐ κομίζειν ἐπὶ τὸ ἄμεινον, καὶ τῆς οὕτω δεινῆς χερσίας ἀπαλλάττειν αὐτόν. Ἐντελοῦμαι γὰρ δὴ καὶ ταῖς νοηταῖς νεφέλαις, τοῦτ’ ἔστι, τοῖς ἁγίοις προφήταις, ἤγουν δυνάμεσι ταῖς ἀγγελικαῖς, τοῦ μὴ βρέξαι εἰς | |
15 | αὐτὸν ὑετόν· δῆλον δὲ ὅτι τὸν νοητὸν, τὸν ὡς ἐν παρα‐ κλήσει τῇ εἰς νοῦν καὶ καρδίαν, καὶ λόγῳ τῷ θείῳ πραττόμενον. Πλὴν ἐντεῦθεν ἔστι μάλιστα ἰδεῖν, ὅτι τοῖς υἱοῖς Ἰσραὴλ οὐ πρό γε τῶν τῆς ἐπιδημίας καιρῶν τὰ τοιάδε συμβήσεσθαί φησιν ὁ προφητικὸς | |
20 | ἡμῖν λόγος, ἀλλ’ ὅτε πεπαρῳνήκασιν εἰς Χριστόν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν εἰπεῖν, ἤγουν καταδεῖξαι καιρὸν, καθ’ ὃν κατατετέλεκεν ὁ Ἰσραὴλ προφητῶν ἁγίων δίχα. Γεγόνασι μὲν γὰρ αἰχμάλωτοι κατὰ καιροὺς, καὶ εἰς τὴν Περσῶν καὶ Μήδων ἀπῴχοντο χώραν γυ‐ | |
25 | ναιξὶν ὁμοῦ καὶ φιλτάτοις. Πλὴν οὐ δίχα προφητῶν ἁγίων κατέβησαν εἰς Αἴγυπτον, ᾑρηκότων κατὰ και‐ ροὺς τὴν διαβόητον Ἱερουσαλὴμ τῶν Βαβυλωνίων, ἀλλὰ συνῆν αὐτοῖς ὁ προφήτης Ἱερεμίας, τοῖς ἄνω‐ θεν καὶ παρὰ Θεοῦ διακονούμενος λόγοις. Ἐπειδὴ δὲ | |
30 | πεπαρῳνήκασιν εἰς Χριστὸν, ἔρημοι φραγμοῦ διατε‐ τελέκασι, καὶ πᾶσα αὐτῶν ἀσφάλεια πέπτωκεν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ καθαιρεῖσθαι λέγειν τὸν τοῖχον αὐ‐ τοῦ. Πέπαυται δὲ καὶ ἅπας προφητῶν ἁγίων ὁ ἐπ’ αὐτοῖς λόγος, καὶ ὑετοῦ δίκην ἀνασχὼν τρόπον τινά· | |
35 | καὶ διαλελοίπασιν αἱ τῶν ἁγίων φωναί· καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ δι’ ἑνὸς αὐτοῖς εἰρημένον παρὰ Θεοῦ· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω λι‐ μὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος· ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Καὶ ἀπὸ Ἀνα‐ | |
40 | τολῶν ἕως καὶ Δυσμῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσι.» Καὶ ταυτὶ μὲν, ὡς ἔφην, τοῖς ἐξ Ἰσραὴλ συμβέβηκεν, καὶ μάλα εἰκότως. Ἀπεώσαντο γὰρ αὐτοὶ τὸν τῶν δυνάμεων Κύριον, τὸν κατάρδοντα νοητῶς ψυχὰς καὶ καρδίας, | |
45 | καὶ καταπιαίνοντα δρόσοις ταῖς πνευματικαῖς· ὧν καὶ ὁ μακάριος Δαβὶδ διεμέμνητο λέγων· «Ὡς δρό‐ σος Ἑρμὼν καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών.» Ἐγή‐ γερται δὲ ἀμπελὼν ἀντ’ ἐκείνου νέος, ὁ τῶν διὰ πί‐ στεως κεκλημένων εἰς ἁγιασμόν. Καὶ περὶ αὐτῶν | |
70.141(50) | φησιν ὁ Νυμφίος ὁ ἐξ οὐρανοῦ, τοῦτ’ ἔστι Χριστός· Αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. Καὶ αὐτὸς μέν ἐστι ἡ πρώτη τε καὶ παναγία, καὶ ἀληθὴς ἄμπε‐ λος. Ἀπηρτήμεθα δὲ αὐτοῦ ἡμεῖς κλημάτων δίκην, τῆς παρ’ αὐτοῦ ζωοποιοῦ πιότητος ἀναπιμπλάμενοι. | |
55 | Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Ἐγώ εἰμι ἡ ἄμπελος ἀληθὴς, καὶ ὁ Πατήρ μου γεωργός ἐστι· πᾶν κλῆμα | |
ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτὸ, καὶ πᾶν τὸ φέ‐ | 141 | |
70.144 | ρον καρπὸν καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέ‐ ρῃ.» Ἐπειδὴ δὲ αὐτῷ προσπεφύκαμεν δι’ οἰκειότη‐ τος, δῆλον ὅτι τῆς πνευματικῆς, ἀποτετελέσμεθα καρποφόροι· καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων | |
5 | αὐτός· «Μείνατε ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ· οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς δὲ τὰ κλή‐ ματα· ὁ μένων ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει | |
10 | καρπὸν πολὺν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.» Χρῆναι δὲ οὖν ἔγωγέ φημι προσερηρεῖσθαι δεῖν διὰ πίστεως καὶ ἀγάπης καὶ τῆς εἰς πᾶν ὁτιοῦν εὐπειθείας τῇ ἀμπέλῳ τῇ ἀληθινῇ, τοῦτ’ ἔστι, Χρι‐ στῷ. Αὐτὸς γὰρ ἡμᾶς ἀποφανεῖ καρποφόρους, αὐτὸς | |
15 | περιθήσει φραγμὸν, καὶ ἐγερεῖ τὸ τεῖχος, καὶ ἀπο‐ στήσει διοδεύοντας. Καὶ πρὸς αὐτόν πού φησι λόγιον ἱερόν· «Καὶ οἰκοδομηθήσονταί σου ἔρημοι αἰώνιοι, καὶ μνημόσυνον γενεῶν γενεαῖς, καὶ κληθήσῃ οἰκο‐ δόμος φραγμῶν, καὶ τὰς τρίβους τὰς ἀνὰ μέσον παύσεις.» Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ, οἶκος τοῦ | |
20 | Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον. Ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ἀποδέδειχεν ἐναργῶς ἐν τούτοις, ὅτιπερ ὁ λόγος αὐτῷ γέγονεν οὐ περὶ αἰσθητοῦ μᾶλλον ἀμπελῶνος, | |
25 | ἀλλὰ περὶ νοητοῦ. Δέχεται γὰρ ἀεί πως ἡ θεόπνευστος Γραφὴ τὰ ἐμφανῆ τῶν παραδειγμάτων εἰς ἔνδειξιν τῶν ἀφανεστέρων καὶ νοητῶν πραγμάτων. Καὶ γάρ ἐστι, φησὶν, ὁ ἀμπελὼν τοῦ Κυρίου Σαβαὼθ, καὶ τὸ νεόφυτον ἠγαπημένον, ὁ οἶκος τοῦ Ἰσραὴλ, καὶ ὁ | |
30 | ἄνθρωπος τοῦ Ἰούδα. Ἀλλὰ καίτοι τῆς παρ’ ἐμοὶ φειδοῦς καὶ ἀγάπης ἠξιωμένος, καὶ πάσης φροντίδος ἀπολελαυκὼς, οὐ γέγονεν εὔβοτρυς, οὐκ ἄμπελος εὐγενὴς, οὐ τετίμηκε νόμον, οὐδὲ ἐπιεικῆ καὶ ἁγίαν διεβίω ζωήν· ἐψεύσατο δὲ ὥσπερ καὶ τὴν τοῦ γη‐ | |
35 | πονοῦντος ἐλπίδα. Ἐγὼ μὲν γὰρ προσεδόκησα κρίσιν. τοῦτ’ ἔστι, τὴν ἐκ διανοίας εἰλικρινοῦς ὀρθὴν καὶ ἀμώμητον τὴν ἐφ’ ἅπασι τοῖς πρακτικοῖς αἵρεσιν, ἤτοι κρίσιν. Ὁ δὲ, φησὶ, πεποίηκεν ἀνομίαν. Καίτοι πῶς ἂν ἄμπελος ἀκάνθας τέκοι; οὐκοῦν ἐψεύσατο, | |
40 | καθάπερ ἔφην ἀρτίως. Ὅθεν γὰρ ἦν εἰκὸς τοὺς τῆς δικαιοσύνης ἀναφῦναι καρποὺς, ἐκεῖθεν ἀδόκητος ἐκδέδοται βίος, ὁ καὶ νόμων ἔξω τῶν ἱερῶν καὶ τῶν ἐκ τῆς θείας ἐντολῆς κατάῤῥησιν ἔχων. Οὐκοῦν ἐποίησεν ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. | |
45 | Κραυγὴν δέ φησιν ἐκεῖνο οἶμαί που δεικνύων, ὅτι γέγονεν αὐτοῖς σεσοβημένος μὲν εἰς ὀργὰς καὶ θορύβου μεστὸς ὁ βίος. Διὸ καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἡγιασμένοις ἐντέλλεται λέγων· «Πᾶσα δὲ κραυγὴ, καὶ ὀργὴ, καὶ θυμὸς, καὶ βλασφημία ἀρθήτω ἀφ’ | |
70.144(50) | ὑμῶν σὺν πάσῃ κακίᾳ.» Πρέποι γὰρ ἂν, οὐ τοῖς καθεστῶσαν ἔχουσι τὴν φρένα, τὸ ταῖς ἀσυφήλοις κεχρῆσθαι κραυγαῖς, ἐκείνοις δὲ μᾶλλον, οἷς ὁ βίος οὐκ ἀσφαλής· μᾶλλον δὲ πρὸς πᾶν ὁτιοῦν εὐκόλως τῶν κακῶν, καὶ θυμῷ μᾶλλον ἢ συνέσει διοικουμένοις. | |
55 | Ἔοικε δὲ καὶ τὴν παγχάλεπον τῶν Ἰουδαίων κραυγὴν ὑπαινίττεσθαι, ἢν ἐπ’ αὐτῷ πεποίηνται τῷ | |
Χριστῷ. Πιλάτου γὰρ ὀνειδίζοντος, εἰ δὴ βούλοιντο | 143 | |
70.145 | σταυροῦσθαι τὸν βασιλέα τὸν ἑαυτῶν, ἁπάσης εὐκο‐ σμίας τε ὁμοῦ καὶ φιλοθεΐας ἠφειδηκότες ἀνακεκρά‐ γεσαν αὐτοί· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν· οὐκ ἔχο‐ μεν βασιλέα εἰ μὴ Καίσαρα.» Κραυγὴ τοίνυν πονηρὰ, | |
5 | τῆς Ἰουδαίων συναγωγῆς ὁ καρπὸς, δι’ ἣν ἀφῄρηται καὶ φραγμοῦ, καὶ τοίχου, καὶ ἀρδείας τῆς ἐκ νεφελῶν ἁγίων. Ἐστέρηνται δὲ καὶ ἁπάσης ἐπιμελείας. Ἔφη γὰρ, ὅτι Ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδ’ οὐ μὴ σκαφῇ. Κατεχερσώθη δὲ ὅλος ἀκάνθας | |
10 | ἐκτετοκὼς, αἳ φλογός εἰσι τροφή. Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα. | |
15 | Ἵνα μή τις οἴηται μάτην κατειρηκότα τοῦ Ἰσραὴλ εἰκῆ τε τὴν ἄμπελον διαβαλεῖν, ὡς ἥκιστα μὲν στα‐ φυλὴν ἐκτετοκυῖαν, μᾶλλον δὲ ἀκάνθας, τοῦτ’ ἔστιν, ἀντὶ κρίσεως, ἤτοι κριμάτων δικαίων ἀνομίας, ἀντὶ δὲ τῆς δικαιοσύνης κραυγήν· ἀπαριθμεῖται χρησί‐ | |
20 | μως τὰ δι’ ὧν ἦν εἰκὸς, οὐ μετρίως κατεγνωσμένον ἰδεῖν, καὶ οὐκ ἐπὶ τοῖς τυχοῦσιν ἁπλῶς, ἀλλ’ ἐπὶ τοῖς ἄγαν ἐκνομωτάτοις, καὶ τοῖς ὅτι μάλιστα κατεστυγη‐ μένοις παρά γε τῷ φιλαρέτῳ Θεῷ. Ταύτῃτοί φησιν· «Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν | |
25 | πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι.» Ἔνεστι γὰρ ὡς ἐπίπαν τοῖς ἐθέλουσι πλουτεῖν, καὶ μὴν καὶ τὸ δύνασθαι λαχοῦσι πρὸς τοῦτο, τὸ ἀεί τι θέλειν τοῖς ἤδη πεπορισμένοις ἐπισωρεύειν ἔτι, καὶ τὰ τῆς οὐσίας αὐτοῖς ἐν ἀκαταλήκτοις πλεονα‐ | |
30 | σμοῖς, ὁρᾶσθαι ποιεῖν. Καὶ γοῦν ἐπιφύονται τοῖς ὁμόροις ἀεὶ καὶ γείτοσιν· εὐρυτέρας τε τὰς ἐν ἄστεσιν οἰκίας ἀποτελεῖν σπουδάζοντες, καταβιαζόμενοι δὲ τοὺς τῶν ὁμορούντων αὐτοῖς χωρίων δεσπότας, καὶ τοῖς ἰδίοις συνάπτοντες. Ἀκόρεστον γάρ τι χρῆμα | |
35 | πλούσιος ἀνὴρ, εἰ παρακέοιτό πως αὐτῷ τὸ δύνασθαι ῥᾳδίως ἅπερ ἂν βούλοιτο κατορθοῦν. Πέπαυται γὰρ οὐδαμῶς τοῖς τοῦ πέλας ἐπιπηδῶν· καὶ διψῇ μὲν ἀεὶ τὸ οὔπω παρὸν, γλίχεται δὲ τῶν μήπω πεπο‐ ρισμένων. Οὐαὶ τοίνυν, φησὶ, τοῖς συνάπτειν ἐθέλουσι | |
40 | τὰς ἑαυτῶν οἰκίας ταῖς ἑτέρων, καὶ ἀγροῖς ἀγροὺς, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Πρόφασιν γάρ πως ἀεὶ τοῦ χρῆναι πλεονεκτεῖν ποιεῖσθαι σπουδάζουσι, τὸ μὴ δεῖν ἑτέρους γειτνιᾷν αὐτοῖς· εἶτα βιάζονται τοὺς ἀσθενεστέρους, καὶ πλεονεκτοῦσιν ἀνοσίως κατ‐ | |
45 | οιμώζοντας ἔσθ’ ὅτε, καὶ τῆς ἐνούσης αὐτοῖς σκαιό‐ τητος κατακεκραγότας. Τί οὖν ἄρα φησὶν αὐτοῖς ὁ προφητικὸς λόγος; Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἆρα γὰρ, φησὶν, οἴεσθε μόνους ὑμᾶς κατὰ τὴν γῆν ὑπάρχειν, μὴ ἐφεστηκότος Θεοῦ, καὶ ἐφορῶντος τὰ | |
70.145(50) | δρώμενα; Καίτοι λίαν ἐγγὺς ὁ τῶν ὅλων ἐστὶ Δεσπό‐ της· ἠκούσθη τὰ παρ’ ὑμῶν. Καὶ τίνα τρόπον; ἴσως ἐρεῖτε. Κατακεκραγότων δηλονότι τῶν ἠδικημένων. Τοιοῦτόν τι καὶ ὁ Σωτῆρος ἡμῖν γέγραφε μαθητής· «Ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς | |
55 | ταλαιπωρίαις ὑμῖν ταῖς ἐπερχομέναις.» Καὶ πρός γε τούτῳ φησίν· «Ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν | |
ἀμησάντων τὰς χώρας ὑμῶν. Ὁ ἀπεστερημένος ἀφ’ | 145 | |
70.148 | ὑμῶν κράξει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν.» Δέχεται γὰρ καὶ λίαν ἑτοίμως τὰς τῶν πλεονεκτουμένων φωνὰς ἡ παναγία τε καὶ μισοπόνηρος φύσις. Ὅτι δὲ οὐκ | |
5 | ἀφέστηκε τῶν ἐπὶ τῆς γῆς, πιστώσεται λέγων αὐ‐ τός· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐ Θεὸς πόῤῥωθεν.» Ἀκουέτωσαν τοίνυν οἱ πλεονεκτεῖν ἐθέλοντες, καὶ βιάζειν, καὶ διαρπάζειν ἀδελφούς· Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Πάρεστι γὰρ ὁ τῶν ὅλων | |
10 | Θεός. Ἰστέον δὲ ὅ τι, καίτοι κατὰ τὸ εἰκὸς τῶν ἄγαν ἀστειοτάτων, ὁ προφήτης ἡμῖν ἐν τούτοις ὑποδηλοῖ· Ὦ γὰρ πλούσιοι, φησὶ, τί τὰ τοῦ πλησίον ἁρπάζετε, καὶ μεμισήκατε τὸν ἐγγύς; Συμβήσεται πάντως ὑμῖν δὴ καὶ μόνοις οἰκῆσαι τὴν χώραν, τῶν ἄλλων | |
15 | ἁπάντων ἐξωθουμένων. Ἔρημον οὖν τῶν κατῳκηκό‐ των ἀποφανεῖτε τὴν γῆν. Ἄριστον οὖν ἄρα καὶ σοφὸν, μεταποιεῖσθαι μόνων τῶν εἰς αὐτάρκειαν τὴν μεμετρημένην. Κρείσσων γὰρ μερὶς μικρὰ μετὰ τοῦ φόβου Κυρίου, ἢ πολλὰ γενήματα μετὰ ἀδικίας. Εἰ | |
20 | δὲ δή τι χρὴ καὶ ἐξ ἱερῶν γραμμάτων λαβόντας εἰ‐ πεῖν, βεβασίλευκέ τις τῶν ἐν Σαμαρείᾳ κατὰ καιροὺς τοῦ Ἰσραὴλ, ὃς δὴ καὶ οἶκον πολυτελέστατον ἑαυτῷ ἀναστήσας, πίπτει μὲν παρ’ αὐτοῦ καὶ παραχρῆμα διόλλυται. Διελέγχων δὲ Θεὸς ὡς εἰκῆ πεποιηκότα, | |
25 | φησίν· ᾨκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστὰ, διεσταλμένα θυρίσιν, ἐξυλωμένα ἐκ κέδρων, καὶ κεχρισμένα ἐν μίλτῳ. Μὴ βασιλεύσῃς, ὅτι σὺ παρωξύνθης ἐν Ἀχὰζ τῷ πατρί σου. Βέλτιον ἦν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην καλήν. «Οὐ γὰρ ἂν ὀνήσουσι θησαυροὶ ἀνόμους,» κατὰ τὸ γεγραμμένον· | |
30 | «δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου.» Ἐὰν γὰρ γένωνται οἰκίαι πολλαὶ, εἰς ἐρήμωσιν ἔσονται μεγάλαι καὶ καλαί· καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. Οὗ γὰρ ἔργονται δέκα ζεύγη βοῶν ποιήσει κεράμιον ἕν· καὶ ὁ σπείρων | |
35 | ἀρτάβας ἓξ ποιήσει μέτρα τρία. Ἠκούσθη μὲν γὰρ ὁμολογουμένως, φησὶν, εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ, τὰ τῆς καθ’ ἑτέρων πλεονεξίας ἐγκλήματα τῶν δυνατωτέρων. Τί οὖν σεσίγηκεν ἄρα, παρῆκεν ἡσυχῇ, καὶ χαλινὸν ἐπήνεγκε ταῖς ὀργαῖς; | |
40 | Οὐδαμῶς, φησί. Καὶ τούτου σαφὴς ἀπόδειξις, τὸ εἰκαῖον ἀποφῆναι τοῖς τῶν ἀλλοτρίων ἐρασταῖς τὸ ἐπὶ τούτῳ σπούδασμα. Ποία γὰρ ὄνησις τοῦ συν‐ άπτειν οἰκίαν πρὸς οἰκίαν, λαμπρῶς τε καὶ φιλοτί‐ μως κατασκευάζειν ἑστίας, εἰ μή τις ἔσται, φησὶ, | |
45 | κατοικήσων ἐν αὐταῖς, δαπανήσαντος τοῦ πολέμου μικροὺς καὶ μεγάλους; Τί δὲ τῶν εὐρυοτάτων αὐτοῖς ὄφελος ἀγρῶν, εὐκαρπεῖν αὐτοῖς οὐκ ἐῶντος Θεοῦ, διὰ τὰς τῶν κτησαμένων, ἤγουν ἁρπασάντων πλεονεξίας; Ἔσται γὰρ, ἔσται ἐν ἀφορίᾳ τοσαύτῃ τὰ ἐν ἀγροῖς, | |
70.148(50) | ὡς εἴκοσι μόσχων, ἤτοι ζευγῶν δέκα πονούντων ἐν ἀμπελῶσιν, ἓν καὶ μόλις γενέσθαι κεράμιον· καὶ σπαρέντων μέτρων ἓξ ἐν ἡμίσει τῆς τῶν σπερμάτων καταβολῆς τὴν τῶν καρπῶν ἀπόδοσιν ἰδεῖν. Ἀρκέσει δὲ, οἶμαι, πρὸς ἐργασίαν ζεύγεσι δέκα βοῶν, πλείστη | |
55 | μὲν ἀμπελόφυτος γῆ, πλεῖστοι δὲ ὁμοίως ἀρόσιμοι κλῆροι. Οὐκοῦν ἀνόνητος ἡ κτῆσις, καὶ τοῦ πλεον‐ | |
εκτεῖν εἰκαῖος ὁ πόνος, εἰ μήτε τις οἰκήσει τὰς ἐν | 147 | |
70.149 | τοῖς ἄστεσιν οἰκίας. Μὴ μὴν εὐφορήσει τὰ ἐν ἀγροῖς, Θεοῦ καταφθείροντος, καὶ τὴν τῶν ἀπλήστων ἐλέγχον‐ τος ἀδικίαν. Ἐπειδὴ δὲ καὶ ἡμῶν ἕκαστος ἐν ἰδίᾳ ψυχῇ νοητὸν ἔχει γεώργιον, καὶ τὸν τῆς δικαιοσύνης | |
5 | ἐργάζεται σπόρον, φυλαττώμεθα τὸ προσκρούειν Θεῷ. Τότε γὰρ τότε, καθάπερ οἶκον ἀσφαλῆ καὶ ἐρηρει‐ σμένον, οἰκήσομεν τὴν πολυειδῆ καὶ παμποίκιλον ἀρετὴν, πληθυνοῦμεν δὲ σίτων ὥσπερ κοιλάδες· εὐ‐ λογήσει δὲ ὁ τῶν ὅλων Θεὸς τὸν σπόρον ἡμῶν, καὶ | |
10 | αὐξήσει τὰ γεννήματα τῆς δικαιοσύνης ἡμῶν, καθά φησιν ὁ θεσπέσιος Παῦλος. Οὐαὶ οἱ ἐγειρόμενοι τῷ πρωῒ, καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐ‐ τοὺς συγκαύσει. Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου | |
15 | καὶ τυμπάνων, τὸν οἶνον πίνουσι, καὶ αὐλῶν, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσιν. Συνάπτει τοῖς πρώτοις ἕτερα καὶ παγχάλεπα τῶν πλουσίων ἐγκλήματα. Πάρεσται γὰρ αὐτοῖς, πρός γε | |
20 | τῷ βούλεσθαι πλεονεκτεῖν καὶ ἀκορέστως βιάζεσθαι τοὺς ἀσθενεστέρους, καὶ τὸ ἐν πότοις εἶναι φιλεῖν, καὶ τρυφαῖς ἐπιγάννυσθαι, κώμοις τε καὶ μέθαις ἀκατα‐ λήκτοις, καὶ τοῖς ἐκ φιλοσαρκίας καταμιαίνεσθαι κακοῖς· καὶ τοῦτο ἐνδελεχῶς οἴεσθαι δεῖν αὐτοὺς ἐν | |
25 | παντὶ δὴ τοῦτο πράττειν καιρῷ. Ἱκανὸς γὰρ ὁ πλοῦτος ἀκονῆσαι πρὸς τρυφὰς, καὶ τὸν ἐπ’ αὐτοῖς ἀφανίσαι κόρον. Ἀλλ’ «ὁ σπείρων εἰς τὴν σάρκα,» καθά φησιν ὁ Παῦλος, «ἐκ τῆς σαρκὸς θερίσει φθο‐ ράν.» Τέλος γὰρ τῆς προσκαίρου τρυφῆς μακρὸν | |
30 | καὶ διηνεκὲς ἔσται δάκρυον, καὶ σαρκικῆς ἡδονῆς ὄλεθρος ὁ καρπός. Γράφει τοίνυν ἡμῖν ὁ προφήτης τὰς τῶν Ἰουδαίων ἀγερωχίας, καὶ τὸ ἐξίτηλον εἰς τρυφὰς, καὶ τὸ κεχυμένον εἰς ἀσωτίας. Πάντα γὰρ, φησὶ, καιρὸν ἀπονέμοντες ταῖς γαστριμαργίαις, | |
35 | ὑπὸ τὴν ἕω ζητοῦσι τὸ σίκερα, καὶ τοῖς ἡλίου δρό‐ μοις συνεκτείνουσι τοὺς πότους, καὶ μέχρις αὐτῆς μένοντες τῆς ἑσπέρας. Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύ‐ σει. Ὁμολογουμένως μὲν γὰρ ἐμποιεῖ τινα καῦσιν ἄδην πινόμενος τοῖς σπλάγχνοις ὁ οἶνος. Συγκαύσει | |
40 | δὲ καὶ ἑτέρως τοῦ μεθύειν τοὺς ἐραστὰς, ἔσται γὰρ αὐτοῖς πρὸς τοῦτο κολάζοντος ἀφορμή. Συγκαυθή‐ σονται δὲ πάντη τε καὶ πάντως εἰς φλόγας πεμπόμε‐ νοι τὰς διηνεκεῖς, καὶ ἡτοιμασμένας τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ταύτῃτοι καὶ ὁ μέθυσος ὁμοῦ | |
45 | τοῖς ἄλλοις βεβήλοις ἀπόκληρος ἔσται παρὰ Θεῷ, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν οὐκ εἰσελεύσεται. Ὅρα γὰρ ὅση τῶν Ἰουδαίων γέγονε κατὰ καιροὺς ἡ ἐπὶ τὸ χρῆναι τρυφᾷν ἐξιτηλία. Ὅπου γὰρ ὁ κιθάρας κτύπος, καὶ τυμπάνων ἦχος, καὶ τῶν αὐ‐ | |
70.149(50) | λούντων συναναφώνησις, σὺν εὐρυθμίᾳ καὶ κρότοις, ἐκεῖ που πάντως ἐστὶ καὶ πᾶν εἶδος ἀκαθαρσίας, καὶ τὰ κρυφῆ γιγνόμενα παρ’ αὐτῶν, ἃ καὶ αἰσχρόν ἐστι λέγειν. Ζημιοῖ δὲ τοῦτο αὐτοὺς τὸ μὴ δύνασθαι καθορᾷν τὴν τοῦ Θεοῦ δόξαν, μήτε μὴν ἐνατενίζειν | |
55 | τοῖς ἔργοις αὐτοῦ. Ὥσπερ γὰρ ὁ τοῦ σώματος | |
ὀφθαλμὸς, ἢ κόνεως ἐμβαλούσης, ἢ λήμης ἐγκεχυ‐ | 149 | |
70.152 | μένης, ἢ παρενοχλοῦντος τραύματος ἰδεῖν οὐ δύναται καθαρῶς· οὕτω καὶ ἀνθρώπινος νοῦς ταῖς τῆς σαρκὸς εἰ καταπαχύνοιτο τρυφαῖς, ἀναμύειν οὐ δύναται πρὸς Θεὸν, οὔτε μὴν ἀκριβῆ τοῖς παρ’ αὐτοῦ γινο‐ | |
5 | μένοις ἐνερείδειν τὴν ὄψιν· δι’ ὧν ἔστι καὶ μάλα σαφῶς, τίς τε καὶ ὅσος ἐστὶν ὁ Δημιουργὸς, ἐννοεῖν δύνασθαι. Γινώσκεται γὰρ ἀπὸ καλλονῆς κτισμάτων· καὶ θαυμάσειεν ἂν αὐτὸν καὶ μάλα πλουσίως ὁ τοῖς παρ’ αὐτοῦ πεποιημένοις τὸ θαῦμα διδούς. Ὡς γὰρ | |
10 | ὁ μακάριος γράφει Παῦλος· «Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἤ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Εἰκὸς δὲ δὴ τὸν προφήτην καταιτιᾶσθαι τοὺς Ἰουδαίους ὡς ἀγα‐ πῶνται πότους, συλλεγομένους δὲ καὶ μάλα προθύ‐ | |
15 | μως εἰς τρυφάς· μὴ μὴν ἔτι καὶ εἰς νοῦν ἔχειν, ἤγουν εἰς τὰ μέλλοντα θεωρεῖν, τοῦτ’ ἔστι, τὰ συμ‐ βήσοντα αὐτοῖς ὡς ἐκ θείας ὀργῆς, ἃ καὶ ἔργα φησὶ τῶν χειρῶν τοῦ Θεοῦ. Ποιεῖ γὰρ εἰρήνην τοῖς ἀγα‐ πῶσιν αὐτὸν, καὶ τοῖς παροτρύνουσι κτίζει κακά. Εἰ | |
20 | γὰρ ἑώρων τὰ ἐσόμενα κατ’ αὐτῶν ἔργα Κυρίου, οὐκ ἂν ἠνέσχοντο πότον, ἀλλ’ ἦν ἂν αὐτοῖς ἐν σπουδῇ τὸ δάκρυον, καὶ φίλος ὁ θρῆνος, πόνοι τε καὶ προσ‐ ευχαὶ, καὶ τὰ τῆς μεταγνώσεως ἔργα, τῶν ἐν ἀσωτίᾳ κακῶν ἡδίονα. | |
25 | Τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον. Καὶ πλῆθος ἐγενήθη νεκρῶν, διὰ λιμὸν καὶ δίψαν ὕδατος. Καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξεν τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλιπεῖν. | |
30 | Καὶ καταβήσονται οἱ ἔνδοξοι, καὶ οἱ μεγάλοι, καὶ οἱ πλούσιοι, καὶ οἱ νομεῖς αὐτῆς. Καὶ ταπει‐ νωθήσεται ἄνθρωπος, καὶ ἀτισθήσεται ἀνήρ. Καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται, καὶ ὑψωθήσεται Κύριος Σαβαὼθ, καὶ ὁ Θεὸς | |
35 | ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ. Ὅτι τοῖς θέλουσι τρυφᾷν ἐκτελευτᾷ τὸ χρῆμα πρὸς ὄλεθρον καὶ πρὸς αὐτό που τὸ λοῖσθον ἀφικνεῖ‐ ται τῶν κακῶν, ὁ θεῖος ἡμᾶς ἐν τούτοις διδάσκει λόγος. Ἐπειδὴ γὰρ οἱ τῆς Ἰουδαίων χώρας, τῶν | |
40 | ἄλλων περιφανέστεροι, μεθέντες ὡς ἀκερδὲς τὸ χρῆναι περιεργάζεσθαι τὰ ἔργα τοῦ Θεοῦ, καὶ τὸ ἐμβλέπειν τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, παρ’ οὐδὲν ποιήσασθαι μεμελετηκότες, κώμοις τε διηνεκέσιν ἐσχόλαζον, καὶ μεθύειν ἤθελον ἀσωτότατα καταυλού‐ | |
45 | μενοι, καὶ τοῦτο διημερεύοντες· οἰχήσονται μὲν αἰχμάλωτοι καὶ δουλεύσουσιν ἐχθροῖς, πληθὺς δὲ τοσαύτη νεκρῶν κατὰ πᾶσαν ἔσται τὴν χώραν, λιμῷ καὶ δίψει διολωλότων, ὡς μονονουχὶ σπαταλῆσαι τὸν ᾅδην πλατεῖ καὶ ἀπλήστῳ στόματι, χανδὸν ἐκρο‐ | |
70.152(50) | φοῦντα τοὺς καταβαίνοντας, καὶ τοῖς ἰδίοις ἀπο‐ κλείοντα θησαυροῖς. Ὅταν γὰρ ᾅδου ψυχὴν πλα‐ τυνομένην ἀκούεις, νομιστέον ἕτερον οὐδὲν βούλεσθαι δηλοῦν αὐτὸν, ἢ ὅπερ ἔφην ἀρτίως. Κέχρηται γὰρ ἡ θεόπνευστος Γραφὴ τοῖς ὀνόμασι τροπικῶς ἔσθ’ ὅτε, | |
55 | καὶ οἷον ἐκ μεταφορᾶς, καὶ ἐπὶ τῶν οὐκ ἐχόντων ψυχὴν, ἀλλ’ οὐδὲ ἐν τάξει ζώων ἠριθμημένων, ἢ καὶ | |
ὄντων τούτων κατ’ ἀλήθειαν. Ποία γὰρ ᾅδου ψυχή; | 151 | |
70.153 | Τόπος δὲ μᾶλλον ὁ ᾅδης, καὶ ψυχῶν ἀθλίων ἀμειδὲς δεσμωτήριον. Οὐκοῦν τῶν ἐν τῷδε τῷ βίῳ ἐντρυ‐ φώντων ψυχαὶ κατοιχήσονται μὲν εἰς τὸν ᾅδην, κατεμπλήσουσι δὲ ὥσπερ τὴν ψυχήν. Καί τι τοιοῦτον | |
5 | ἡμῖν ὁ θεσπέσιος μελῳδὸς ὑποδηλοῖ, λέγων περὶ πάσης, οἶμαι, ψυχῆς φιληδόνου τε καὶ φιλαμαρτήμο‐ νος· Εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς. Ὥσπερ γὰρ τοὺς ἁγίους ἀπαλλαττομένους τῶν καθ’ ἡμᾶς πραγμάτων, προσ‐ | |
10 | τεθῆναί φησι τὸ Γράμμα τὸ ἱερὸν τοῖς πατράσιν αὐτῶν· εἴρηται γάρ που πρὸς τὸν μακάριον Ἀβραάμ· «Καὶ σὺ προστεθήσῃ πρὸς τοὺς πατέρας σου τραφεὶς ἐν γήρᾳ καλῷ·» οὕτω καὶ τοὺς τελευτῶντας ἐν ἁμαρτίαις εἰς γενεὰν πατέρων αὐτῶν ἀποδραμεῖσθαί | |
15 | φαμεν, πατέρας αὐτῶν εἶναι λέγοντες τοὺς ὁμοιοειδῆ καὶ διὰ πάντων ἴσην καὶ ὁμοίως ἔχουσαν διαζῶντας ζωήν. Εἰ δὲ δὴ λέγοιτο πλῆθος εἶναι νεκρῶν, διὰ λιμὸν καὶ δίψαν ὕδατος, ἐκεῖνό φαμεν, ὅ τι γέγραφεν Ἰώσηπος ὁ τῆς Ἰουδαίων συμφορᾶς ἐκτραγῳδήσας | |
20 | τῷ βίῳ τὸ μέγεθος· ὅτι πολιορκουμένης τῆς Ἱε‐ ρουσαλὴμ γύναια μὲν κατεδήδοκεν ἃ τετόκασι κορία, ἤττοντο δὲ παντὸς ὑπὸ λιμοῦ καὶ ἀνάγκης τοῦ τοῖς ὀδοῦσιν εἴκοντος. Ὅτι δὲ οὐκ ἐν μόνῃ τοῦτο γέγονε τῇ Ἱερουσαλὴμ, ἀλλὰ καὶ ἐν ταῖς ἑτέραις τῆς | |
25 | Ἰουδαίας πόλεσιν, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; Οὐκοῦν πλεῖστοι μὲν ὅσοι δεδαπάνηνται τῷ πολέμῳ, καὶ πεπτώκασιν ἐν μαχαίραις· πολλῶν δὲ τῶν οὕτως ἀπολωλότων πλείονας ἡ τοῦ λιμοῦ κατέφθειρεν ἀγριό‐ της. Εἰ δὲ δή τις λέγοι, καὶ νοητῶν ὑδάτων γενέσθαι | |
30 | σπάνιν, καὶ τροφῆς τῆς θείας δεδυσσεβηκόσι τοῖς Ἰουδαίοις· ἀπολωλέναι δὲ οὕτως αὐτοὺς, καὶ οἷον εἰς ᾅδου καθικέσθαι, διά γε τοῦ μὴ ζωοποιεῖσθαι διὰ Χριστοῦ, καθ’ ὁμοιότητα τῶν πιστευσάντων εἰς αὐτόν· οὐκ ἂν ἁμάρτοι τοῦ ἀληθοῦς. Συμβέβηκε γὰρ | |
35 | αὐτοὺς καὶ τοῦτο παθεῖν. Ἀλλὰ τίνες ἂν νοηθεῖεν οἱ καταβαίνοντες, οἷς καὶ αὐτὸς ὁ ᾅδης καταπλατύνει τὴν ἰδίαν ψυχὴν, καὶ τὸ ἄπληστον ἀνοίξει στόμα, προσεπάγει λέγων· Οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι, καὶ οἱ πλούσιοι, καὶ οἱ λοιμοὶ αὐτῆς. Ἐπειδὴ γὰρ ἦσαν | |
40 | τῶν ἀνὰ πᾶσαν τὴν χώραν ἡγούμενοι καὶ περιφανέ‐ στεροι, δι’ αὐτῶν ἦν εἰκὸς παιδαγωγηθήσεσθαι κα‐ λῶς τὸ ὑπήκοον· ἀλλὰ τοῦτο μὲν οὐκ ἔδρων. Τύποι δὲ ὥσπερ καὶ ὑπογραμμὸς γεγόνασι τοῖς ἄλλοις τῆς ἐπαράτου ζωῆς, καὶ πρὸς αὐτούς πού φησι λόγιον | |
45 | ἱερόν· «Ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον, ὃ οἱ ἀγρεύον‐ τες τὴν θήραν κατέπηξαν.» Ὁρᾷς ὅπως παγὶς καὶ θήρατρον γεγόνασι τοῖς λοιποῖς, ὅτι καὶ ταῖς τῶν ἡγουμένων ἐπιεικείαις, καὶ μέντοι καὶ ῥᾳθυμίαις | |
70.153(50) | ἀεί πως ἕπεσθαι φιλεῖ τὸ ὑπήκοον. Οὐκοῦν ὡς παραί‐ τιοι γεγονότες σφίσιν ἑαυτοῖς, καὶ τοῖς ἄλλοις ἅπασι τοῦ ἀπολέσθαι δεῖν, πρῶτοι καταβήσονται καὶ προ‐ ελάσουσιν εἰς ᾅδου, ἐπιπηδώσης τρόπον τινὰ καὶ πρό γε τῶν ἄλλων αὐτοῖς τῆς θείας ὀργῆς. Κολασθή‐ | |
55 | σονται δὲ οὐχ ὅτι πλούσιοι καὶ ἔνδοξοι γεγόνασιν, ἀλλ’ ὅτι λοιμοὶ, τοῦτ’ ἔστι, φθοροὶ καὶ λυμεῶνες, | |
καὶ ἑαυτῶν, ὡς ἔφην, καὶ τῆς ἀγελαίας πληθύος. Οἱ | 153 | |
70.156 | δὲ μεγάλα φυσῶντες, φησὶν, ἔσονται τεταπεινωμένοι καὶ ἄτιμοι. Καὶ τίνα γὰρ οὐ ταπεινοῖ τοῦ θανάτου τὸ δεῖμα; Ἢ ποῖον ὀφθαλμὸν ἐπηρμένον καὶ ἄνω βλέ‐ ποντα δεινὴ καὶ δύσοιστος οὐ κατακοιμίζει συμφορά; | |
5 | Τούτων δὲ, φησὶν, ἁπάντων συμβεβηκότων ὑψωθή‐ σεται Κύριος Σαβαὼθ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ’ ἔστι, κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν εἰς πέρας δρα‐ μεῖται τὰ ἐπ’ αὐτοῖς προηγορευμένα. Ὑψοῦται δὲ μόνος Κύριος Σαβαὼθ ἐν κρίματι, καὶ ἐν δικαιοσύνῃ, | |
10 | ὡς ὀρθῇ καὶ ὁσίᾳ τῇ ψήφῳ κολάσας τὸν ἀλαζόνα λαὸν, τὸν ἀπειθῆ καὶ φιλήδονον. Παραιτητέον οὖν ἄρα τὰς τρυφὰς, καὶ ὡς ἀπωτάτω ποιεῖσθαι σπου‐ δάζωμεν τὰς ἀνονήτους φιλοσαρκίας, μᾶλλον δὲ τὰς μυσαρωτάτας, ἵνα μὴ κατατρυφήσῃ καὶ ἐφ’ ἡμῖν ὁ | |
15 | ἄπληστος ᾅδης. Μεμνήμεθα γὰρ τοῦ Σωτῆρος λέ‐ γοντος· «Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.» Καὶ πάλιν, ὅτι «Μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι γελάσετε·» καταλήξει γὰρ ὁ πόνος εἰς ἀναψυχὴν, καὶ ἀγαθῶν ἱδρώτων τὸ πέρας, τρυ‐ | |
20 | φῆς ἡμῖν ἔσται τῆς εἰς αἰῶνα πρόξενον. «Ὁ γὰρ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθορὰν,» καθὰ γέγραπται· «καὶ ὁ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.» Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦ‐ ροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες | |
25 | φάγονται. Συνεστώσης ἔτι τῆς Ἰουδαίων χώρας καὶ ἐν ἀκμαῖς οὔσης τοῦ εὐημερεῖν, ἐμάχοντο μὲν πρὸς τοὺς ἐξ αἵ‐ ματος Ἰσραὴλ τὰ περίοικα τῶν ἐθνῶν. Ἐπειδὴ δὲ ἦν ὁ τῶν ὅλων Θεὸς ὁ συνασπίζων τῷ Ἰσραὴλ, κεκράτη‐ | |
30 | κεν οὕτως τῶν ἀνθεστηκότων ὡς νικᾷν ἀμαχεὶ, καὶ καταπτοεῖν ἅπαντας, καὶ διαρπάζειν αὐτῶν τὰς χώ‐ ρας, καὶ καταδῃοῦν τὰς πόλεις, ἄγειν τε καὶ φέρειν τὰ ἑτέρων μετ’ ἐξουσίας. Ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς Χριστὸν, καὶ δέδονται ταῖς Ῥωμαίων στρατιαῖς | |
35 | εἰς ὄλεθρον καὶ διαρπαγὴν, ἐνεπρήσθησαν μὲν αἱ πόλεις, διηρπάσθησαν δὲ πάντα τὰ ὄντα αὐτοῖς παρὰ τῶν νενικηκότων. Εἶτα τῆς Ῥωμαίων στρατιᾶς ὑπ‐ ενδούσης βραχὺ, κατέτρεχον οἱ πάλαι διαρπαζόμενοι, πόλεις τε καὶ οἴκους διερευνώμενοι, συνεκόμιζόν τε | |
40 | τὰ λοιπὰ, καὶ εἰς τὰς σφῶν αὐτῶν ἀπέφερον χώρας. Καί τι τοιοῦτον ἡμῖν ὑποδηλοῖ λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς προφήτου· «Καλαμᾶσθε, καλαμᾶσθε ὡς ἄμπελον τὰ λοιπὰ τοῦ Ἰσραήλ· ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ.» Ὅτι τοίνυν οὐκ | |
45 | ἀρκέσει μόνα παθεῖν αὐτοὺς τὰ ἐκ τῆς Ῥωμαίων στρατιᾶς, προστεθήσεται δὲ καὶ τὰ ἐκ τῆς ὠμότητος τῶν ὁμόρων ἐχθρῶν, προαγορεύει λέγων· «Καὶ βο‐ σκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι.» Οἱ γὰρ πά‐ λαι, φησὶν, ἕτοιμοι διηρπασμένοι ὑπ’ αὐτῶν, διὰ τὸ | |
70.156(50) | ἐπαμύνειν Θεὸν, κατανεμηθήσονται τὴν χώραν αὐτῶν ὡς ταῦροι, τοῦτ’ ἔστι, δεινοὶ καὶ ἀγέρωχοι, καὶ ἄμα‐ χον ἔχοντες τὴν ἀντίστασιν. Καὶ τὰς ἐρήμους τῶν ἀπειλειμμένων ἄρνες φάγονται. Ἀπειλειμμένων δὲ φησὶ, τῶν πολιορκηθέντων. Τὰς τοίνυν, φησὶν, ἐρη‐ | |
55 | μωθείσας πόλεις τῶν πολιορκηθέντων ἄρνες βοσκη‐ θήσονται, τοῦτ’ ἔστι πάλιν οἱ ἐξ ἐθνῶν. Ἐπειδὴ δὲ | |
πάλιν ὡς περὶ ταύρων ἡμῖν πεποίηται τὸν λόγον, | 155 | |
70.157 | μεμένηκε τῇ τροπῇ, καὶ προστέθεικεν ἄρνας, ἵνα τοὺς μὲν ἄγαν ἰσχυροὺς νοῶμεν εἰς μόσχους. Τοὺς δὲ μὴ οὕτως ἔχοντας, ὑποβεβηκότας δὲ ἐν ἰσχύϊ μείονι, λέγομεν ἄρνας. Οὕτω δὴ καὶ τὴν ἑκάστου τῶν ῥᾳθυ‐ | |
5 | μούντων καρδίαν αἱ πονηραὶ καὶ ἀκάθαρτοι νεμη‐ θήσονται δυνάμεις, ὡς μόσχοι καὶ ἄρνες. Τροφὴ δὲ αὐταῖς τὸ φιλήδονον, καὶ νοῦ ῥοπὴ βλέποντος εἰς τὸ πλημμελές. | |
9t | ΛΟΓΟΣ Δʹ. | |
10 | Οὐαὶ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας, οἱ λέγοντες· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν. | |
15 | Ὁ μὲν τῶν ὅλων δημιουργὸς καὶ Κύριος, ἡμερό‐ τητι νικῶν τῆς ἀνθρώπου φύσεως τὴν ἀσθένειαν, προσελάλει τοῖς ἀρχαιοτέροις διὰ τῶν ἁγίων προφη‐ τῶν, τὰ δι’ ὧν ἦν εἰκὸς μεταχωρῆσαι πρὸς τὰ βελ‐ τίω, τὰ χείρω μεθέντας, καὶ φαυλότητος μὲν κατα‐ | |
20 | λῆξαι καὶ ἁμαρτίας, διαβιῶναι δὲ μᾶλλον ἐν ἀρετῇ, καὶ κατορθοῦν ἑλέσθαι τὸ ἀγαθόν. Ταύτης τε ἕνεκα τῆς αἰτίας, ποτὲ μὲν αὐτοῖς παρετίθει τὰ γέρα τὰ τοῖς ἁγίοις ηὐτρεπισμένα· ποτὲ δὲ τοὺς τῆς κολάσεως ἀφηγεῖτο τρόπους, τοὺς τοῖς φιλαμαρτήμοσι πρέπον‐ | |
25 | τας, ἵνα πανταχόθεν συνελάσῃ πρὸς τὸ ὠφελοῦν. Ἀλλ’ οὐδεὶς ἦν τρόπος ὁ τὰς Ἰουδαίων ἐξιτηλίας ἀπώσασθαι δυνάμενος. Ἀπονενευκότες γὰρ εἰς φιλο‐ κερδίαν καὶ τρυφὰς, καὶ τὴν ἐσχάτην ἤδη νοσοῦντες ἀπόνοιαν κατὰ Θεοῦ, τοῖς ἁγίοις προφήταις ἐπεφύοντο | |
30 | δεινοί. Καὶ οἱ μὲν ἀπιστοῦντες παντελῶς τοῖς δι’ αὐ‐ τῶν λεγομένοις ἔφασκον· «Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἑτέραν πλάνησιν·» οἱ δὲ μονονουχὶ καὶ καταιτιώμενοι τὸ τῆς θείας φύσεως ἀνεξίκακον ἀλ‐ λήλοις κατὰ τὸ εἰκὸς προσγελῶντες ἔφασκον· Ἀλλὰ | |
35 | μακρὰν αἱ ἡμέραι, ἀπόλωλε πᾶσα ὅρασις. Καὶ γοῦν ἔφη που Θεὸς πρὸς τὸν μακάριον Ἰεζεχιήλ· «Υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ οἶκος Ἰσραὴλ ὁ παραπικραίνων, λέγοντες λέγουσιν· Ἡ ὅρασις ἣν οὗτος ὁρᾷ, εἰς ἡμέ‐ ρας πολλὰς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προφη‐ | |
40 | τεύει. Διὰ τοῦτο εἰπὸν αὐτοῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Οὐ μὴ μηκύνωσι πάντες οἱ λόγοι μου, οὓς ἂν λαλήσω· ὅτι λαλήσω λόγον, καὶ ποιήσω, λέγει Ἀδωναῒ Κύριος.» Ἕτεροι δὲ πάλιν μονονουχὶ καὶ ἀπεγνωκότες τῆς ἑαυτῶν σωτηρίας καὶ ζωῆς, κατ‐ | |
45 | εθρασύνοντο τῆς ὀργῆς, καὶ δὴ καὶ ἔφασκον· Ἡκέτω τὸ τάχος ὁ τοῦ πολέμου καιρὸς, οὐκ ἀνάνδρους ἡμᾶς ἢ ψοφοδεεῖς ὄντας εὑρήσουσιν οἱ καταδῃοῦν ἐθέλοντες. Ἐμπειροπόλεμοι καὶ ἡμεῖς, καὶ εὖ εἰδότες τὰ τακτικά. Τοὺς ταῦτα πεφρονηκότας ταλανίζει δικαίως, καί | |
70.157(50) | φησιν· «Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας.» Ἁμαρτίας δὲ καὶ ἀνομίας ἐν τούτοις φησὶ τὰς ὑπέρ γε τῶν ἁμαρτιῶν τιμωρίας ἤτοι κολάσεις, μακρὰν μὲν οὔσας ἔτι, καὶ οὔπω πλησίον, διά τοι τὸ ἀνεξικα‐ | |
55 | κεῖν ἔτι βούλεσθαι τὸν Θεὸν, ἑλκομένας δὲ τρόπον | |
τινὰ παρ’ αὐτῶν, διὰ τοῦ βούλεσθαι καὶ τοῖς ἐκ θείας | 157 | |
70.160 | ὀργῆς περιπεσεῖν κινήμασιν. Οἶμαι δὲ ἔγωγε τῶν τοιούτων ἑκάστῳ πρεπωδέστατά τε καὶ ἀληθῶς δύνα‐ σθαι λέγειν ἡμᾶς· «Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας κατα‐ | |
5 | φρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετά‐ νοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμε‐ τανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν, ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ.» Ἕλκουσι γὰρ, ὡς ἔφην, αὐτοὶ καθ’ ἑαυτῶν | |
10 | τὸν τῆς κολάσεως καιρὸν, τάχα που μικροψυχοῦντες, ὅτι μέλλει κολάζων αὐτοὺς, καὶ μὴ πλημμελοῦσιν ἀκαθέκτως ἐπετίθει τὰς δίκας. Ἕλκουσι τοίνυν τὰς ἁμαρτίας ὡς σχοίνῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας. Ὥσπερ γὰρ τὰς δαμάλεις, | |
15 | ἤτοι τὰς βοῦς ὑποφέροντες τοῖς ζυγοῖς, ἕλκουσιν ἔσθ’ ὅτε σὺν βίᾳ πολλῇ, καὶ καταδεσμεύουσιν εἰς πόνους· τὸν αὐτὸν, οἶμαι, τρόπον κἀκεῖνοι τοῖς ἐκ θείας ὀρ‐ γῆς ἐπισυμβήσεσθαι μέλλουσιν ἑαυτοὺς ὑποφέροντες ἔφασκον· «Ἐγγισάτω τὸ τάχος, ἃ ποιήσει, ἵνα ἴδωμεν, | |
20 | καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ ἵνα γνῶμεν.» Τοῦτο λέγοντας καὶ οὕτω πεφρονηκότας καὶ ἕτερος τῶν ἁγίων προφητῶν ταλανίζει λέγων· Οὐαὶ οἱ ἐπι‐ θυμοῦντες τὴν ἡμέραν Κυρίου· καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς, καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτοῦ. Χρὴ | |
25 | τοίνυν μανθάνοντας ὅτι λελύπηται Θεὸς, παραχρῆμα μετανοεῖν, καὶ ἀκαταλήκτοις προσευχαῖς μειλίσσεσθαι μᾶλλον αὐτὸν, οὐ παροτρύνειν ἔτι κεκινημένον· οὔτε μὴν ἀπειλοῦντος καταφρονεῖν· μακρόθυμος γάρ ἐστι, καὶ πολυέλεος, ἀποφέρων ἀνομίας, καὶ ὑπερ‐ βαίνων ἀδικίας· καὶ μικροῖς ἔσθ’ ὅτε δακρύοις τῶν ἡμαρτηκότων ἐπὶ τὴν αὐτῷ φιλαιτάτην γαληνότητα μεθιστάμενος. | |
30 | Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ κα‐ λὸν πονηρὸν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. | |
35 | Ἀσυνέτους ὄντας παντελῶς καὶ διὰ τούτων ἐλέγχει τοὺς τὰς ἁμαρτίας ἐπισπωμένους ὡς σχοινίῳ μακρῷ. Δέον γὰρ ἐπαίνου παντὸς ἀξιοῦν τὸ χρῆναι μετανοεῖν, καὶ διὰ πάσης ἐπιεικείας ἀπαλλάττειν ἑαυτοὺς τῆς ἐπηρτημένης ὀργῆς, καὶ ταῖς νηστείαις ἀπολογεῖσθαι | |
40 | λελυπημένῳ τῷ πάντων κρατοῦντι Θεῷ· ἀδόκιμοι γεγόνασι τραπεζῖται, τιμῶντες μὲν τὰ αἰσχίω, κατα‐ κιβδηλεύοντες δὲ τὸ ἀσυγκρίτως ἄμεινον, καὶ τὸ ὅτι μάλιστα λυσιτελὲς εἰς σωτηρίαν αὐτοῖς. Πρέπει δὴ οὖν ἄρα τοῖς οὕτω πεφρονηκόσι τὸ οὐαί. Ἀνόσιοι | |
45 | γὰρ καὶ ἀσύνετοι καθ’ ἑαυτῶν γεγόνασι δικασταί. Τὸ μὲν γὰρ πονηρὸν καλὸν εἶναι λέγοντες, καταλογι‐ ζόμενοι τὸ σκότος φῶς, καὶ τὸ μὲν πικρὸν γλυκὺ, τὸ δὲ γλυκὺ πικρὸν εἶναι διαβεβαιούμενοι, διά γε τοῦ παθεῖν ἑλέσθαι τὰς ἐκ τοῦ πολέμου συμφορὰς, καί‐ | |
70.160(50) | τοι μετὸν εὐκόλως ἔξω γενέσθαι τοῦ κακοῦ, παρ‐ ωσάμενοι δὲ καὶ αὐτὸν τὸν διὰ Χριστοῦ φωτισμὸν, μεμενήκασιν ἐν σκότῳ. Καὶ τί φησιν ὁ προφήτης; «Ὑπομεινάντων φῶς ἐγένετο αὐτοῖς σκότος· μείναν‐ τες αὐγὴν ἐν σκοτίᾳ περιεπάτησαν.» Κατώλισθον δὲ | |
55 | δυσβουλίας εἰς τοῦτο καὶ φρενῶν ἀγριότητος, ὥστε καὶ προκειμένης αὐτοῖς εἰς ἀπόλαυσιν τῆς ἡμερότη‐ | |
τος τοῦ Θεοῦ, καὶ τῆς ἐντεῦθεν γλυκείας ἐλπίδος, | 159 | |
70.161 | εἵλοντο μᾶλλον αὐτοὶ τὰς ἐκ τοῦ κολάζεσθαι πικρίας, καὶ τοῖς οὕτω δεινοῖς ἐκτρύχεσθαι κακοῖς. Πεπονθέ‐ ναι δὲ τοῦτό φησιν αὐτοὺς, ὅτι γεγόνασιν ἐν ἑαυτοῖς συνετοὶ, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Ἀληθὲς | |
5 | ὅτι κατὰ τὴν τοῦ Παροιμιαστοῦ φωνὴν, «Ἀνεξέλεγκτος σοφία πλανᾶται.» Φορτικὸν δὲ καὶ ἐπιζήμιον τὸ περι‐ αυτίζεσθαι φιλεῖν τοῖς τοῦτο δρᾷν εἰωθόσι, καὶ ἀπο‐ διδόναι μόνῃ τῇ ἰδίᾳ γνώμῃ τὸ δοκεῖν εἰδέναι τὸ ὠφε‐ λοῦν. Οὕτω καὶ Γράμμα φησὶν ἱερόν· Ὁ δὲ κατοιό‐ | |
10 | μενος καὶ καταφρονητὴς ἀνὴρ ἀλαζὼν οὐδὲν οὐ μὴ περάνῃ. Ταύτην ἔχοντες τὴν ἀῤῥωστίαν εἰς νοῦν καὶ καρδίαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, τὰς παρὰ τοῦ Σωτῆρος οὐκ ἐδέχοντο συμβουλάς. Ἦσαν γὰρ, ἦσαν, οὐκ ἐνώπιον Κυρίου μᾶλλον, ἀλλ’ ἐνώπιον ἑαυτῶν | |
15 | ἐπιστήμονες, ἐξοφρυώμενοι μὲν καὶ μέγα φρονοῦντες ἐπὶ τῇ τῶν θείων εἰδήσει νόμων, ἐγνωκότες δὲ τὸ σύμπαν οὐδέν. Τυφλοὶ γὰρ ἦσαν τυφλῶν ὁδηγοὶ, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, οἱ τὸν οἶνον πίνοντες, | |
20 | καὶ οἱ δυνασταὶ οἱ κεραννύντες τὸ σίκερα· οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκα δώρων, καὶ τὸ δί‐ καιον τοῦ δικαίου αἴροντες. Οἱ τῆς Ἰουδαίων συναγωγῆς ἁδρότεροί τε καὶ εὐ‐ κλεέστεροι, καὶ τὸ προὔχειν τῶν ἄλλων ἐν εἰδήσει τῶν | |
25 | θείων ἔχοντες νόμων, καὶ τὰς παρ’ αὐτοῖς ποιούμε‐ νοι κρίσεις, διεβέβληντο λίαν, ὡς ἄπληστον εἰς δωρο‐ δοκίαν ἐκτείνοντες χεῖρα, καὶ τοῖς ἀδικεῖν ἐθέλουσιν ἀδελφοὺς τὴν παρ’ ἑαυτῶν εὐκόλως καταπωλοῦντες ψῆφον· καίτοι τοῦ νόμου λέγοντος ἐναργῶς· «Κρίμα | |
30 | δίκαιον κρίνατε.» Ὅτι δέ ἐστιν ἀληθὲς ὅ φημι, πι‐ στώσεται λέγων ὁ προφήτης Ἀμβακούμ· «Ἕως τίνος, Κύριε, κεκράξομαι, καὶ οὐκ εἰσακούσῃ; βοή‐ σομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις; Ἵνα τί ἔδειξάς μοι κόπους καὶ πόνους, ἐπιβλέπειν ταλαιπω‐ | |
35 | ρίαν καὶ ἀσέβειαν; Ἐξ ἐναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. Διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ἀσεβὴς κατα‐ δυναστεύει τὸν δίκαιον. Ἕνεκα τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον.» Καὶ αὐτὸς δέ πού φησιν ὁ | |
40 | θεσπέσιος Ἡσαΐας πρὸς τὴν Ἱερουσαλὴμ, ἤτοι τὴν Σιών· «Οἱ ἄρχοντές σου ἀπειθοῦσιν, κοινωνοὶ κλε‐ πτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα· ὀρ‐ φανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχον‐ τες.» Ταῦτα δὲ ἔδρων αἰσχρῶν λημμάτων ἡττώ‐ | |
45 | μενοι· καὶ τάχα που τὰ εἰς πότους καὶ τρυφὰς ἀνοσίως ἐρανιζόμενοι, καὶ ἐξ ἀδικιῶν συλλέγοντες. Αἰτιᾶται γὰρ αὐτοὺς διὰ φωνῆς προφήτου, λέγων· Καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις, παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου, καὶ οἶνον ἐκ συκοφαντιῶν | |
70.161(50) | ἔπινον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ αὐτῶν. Οὐαὶ τοίνυν, φησὶ, τοῖς ἁδροῖς καὶ δυνατοῖς, τοῖς ἀρτίουσι περιέργως τὸ σίκερα, τοῖς φιλοπόταις, καὶ ἀγαπῶσι μέθην, τοῖς τὸ δίκαιον αἴρουσι τοῦ δικαίου, τοῦτ’ ἔστι, τοῖς κατακρί‐ νουσι μὲν τὸν ἠδικημένον, ἀπονέμουσι δὲ ψῆφον δι‐ | |
55 | καίαν τοῖς εἰωθόσι πλεονεκτεῖν. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ ἀναφανδὸν εἰπεῖν τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν | |
πονηρὸν, καὶ σκότος εἰς φῶς, καὶ τὸ φῶς εἰς σκότος, | 161 | |
70.164 | τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Ἰστέον δὲ ὅτι δυνατοὶ δυνατῶς ἐτασθήσονται· καὶ ᾧ παρέθεντο πολὺ περισσότερον ἀπαιτοῦσι παρ’ αὐτοῦ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Οὐ γὰρ ἴσῳ τρόπῳ τὰ τῆς κολάσεως | |
5 | ἔσται τοῖς τε ἡγουμένοις καὶ τοῖς ὑπὸ χεῖρα κειμέ‐ νοις. Οἱ μὲν γὰρ ἔσθ’ ὅτε προβαλοῦνται τὸ μὴ εἰδέναι τυχὸν τὸ θέλημα τοῦ κυρίου αὐτῶν· οἱ δὲ καίτοι λίαν ἐγνωκότες ἀκριβῶς οὐ δεδράκασιν. Ταύτῃ τοι δικαίως δυσαχθεστέραν ὑπομενοῦσι τὴν τοῦ κολάζοντος κίνη‐ | |
10 | σιν. Διὰ τοῦτο, ὃν τρόπον καυθήσεται ἡ καλάμη ὑπὸ ἄνθρακος πυρὸς, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης, ἡ ῥίζα αὐτῶν ὡς χοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν, ὡς κονιορτὸς ἀναβήσεται. | |
15 | Ἐπειδὴ γὰρ αὐτοὶ καθ’ ἑαυτῶν, φησὶν, ἐπεσπά‐ σαντο τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ γεγό‐ νασιν οὐκ ὀρθοὶ τῶν πραγμάτων κριταὶ, καταψέγον‐ τες μὲν τὸ ἀγαθὸν, ἐπαινοῦντες δὲ τὸ πονηρὸν, σοφοί τε ἦσαν ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες, | |
20 | καὶ πρὸς τὰ ἔτι τούτων αἰσχίονα βλέποντες, δεδι‐ καιώκασι μὲν ἕνεκα δώρων τὸν ἀσεβῆ, τὸ δὲ δίκαιον τοῦ δικαίου ἔλαβον· τούτων ἕνεκα πάντων ὡς εὐκατά‐ πρηστος ὕλη, καὶ καλάμης δίκην, πυρὸς ἔσονται τροφὴ, καὶ φλόγες αὐτοὺς ἀνειμέναι κατανεμηθήσον‐ | |
25 | ται, ὡς ὁμοῦ ταῖς ῥίζαις τοὺς ἐξ αὐτῶν δαπανηθῆ‐ ναι καρποὺς, τοῦτ’ ἔστι, συνδιολέσθαι τοῖς τεκοῦσι τὰ ἐξ αὐτῶν, καὶ ὡς χοῦν ἢ κόνιν ῥαγδαιοτάτου πνεύματος διαριπισθῆναι προσβολαῖς. Ἀνειμένην δὲ φλόγα φησὶ τὴν ὑπ’ οὐδενὸς σβεννυμένην. Ἐμπέ‐ | |
30 | πτωκε μὲν γὰρ ἢ ληΐοις ἤγουν ἀμπέλοις ἔσθ’ ὅτε πῦρ· ἀλλ’ οὐ γέγονεν ἀνημμένη, ἐπαμυνόντων πολ‐ λῶν, καὶ προσελθεῖν οὐκ ἐώντων, οὔτε μὴν ἀδιακω‐ λύτως κατανέμεσθαι τοὺς ἀγρούς. Πονοῦντος δὲ οὐ‐ δενὸς, ἤγουν ἀνακόπτοντος τὸν ἐπέκεινα δρόμον τῆς | |
35 | φλογὸς, τότε δὴ τότε καὶ ἀνημμένη τις ἔσται καὶ ἄφετος, καὶ ἀχάλινος οὖσα πρὸς πᾶν ὁτιοῦν τῶν παρακειμένων. Οὐκοῦν ἐπειδήπερ ταῖς τοῦ πολέμου συμφοραῖς ὑποφέροντος αὐτοὺς τοῦ πάντα ἰσχύοντος Θεοῦ, καὶ ὁσίᾳ ψήφῳ κολάζοντος, οὐδεὶς παντελῶς | |
40 | ἐπαμύνων ἦν· ταύτῃ τοι καὶ μάλα εἰκότως ἀνημμένην φλόγα τὴν ὀργὴν ὀνομάζει. Ὡς γάρ φησιν ὁ μακά‐ ριος Μωσῆς· «Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστὶν, καὶ ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;» Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Δαβὶδ ψάλλει· «Σὺ | |
45 | φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τῆς ὀρ‐ γῆς σου;» Χρὴ οὖν ἄρα παντὶ σθένει χρωμένους παραιτεῖσθαι τὴν ὀργήν· φοβερὸν γὰρ τὸ χρῆμα, καὶ δυσδιάφυκτον· καὶ γοῦν δεδιδάγμεθα λέγειν ἐν προσ‐ ευχαῖς· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, | |
70.164(50) | μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.» Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν τὸ παιδεύεσθαι χαλεπόν. Φορτικὸν δὲ καὶ δύσ‐ οιστον, τὸ ἐν ὀργῇ καὶ θυμῷ τοῦτο πράττεσθαι καθ’ ἡμῶν· οὕτω καὶ ὁ προφήτης ἔλεγεν· «Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.» Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ, | |
55 | ἀλλὰ τὸ λόγιον τοῦ ἀγίου Ἰσραὴλ παρώξυναν. Καὶ ἐθυμώθη ὀργῇ Κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν | |
αὐτοῦ, καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτοὺς, | 163 | |
70.165 | καὶ ἐπάταξεν αὐτοὺς, καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. Ὁ σοφώτατος Ἱερεμίας ταῖς τῶν Ἰουδαίων ἀμα‐ | |
5 | θείαις τε καὶ ὑπεροψίαις ἐπιπλήττει λέγων· «Πῶς ἐρεῖτε, ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου μεθ’ ἡμῶν ἐστιν; Εἰς μάτην ἐγενήθη σχοῖνος, ψευ‐ δὴς γραμματεὺς, ᾐσχύνθησαν σοφοὶ, ἐπτοήθησαν καὶ ἑάλωσαν. Σοφία τίς ἐστιν ἐν αὐτοῖς; Ὅτι τὸν λόγον | |
10 | Κυρίου ἀπεδοκίμασαν.» Προσήκαντο μὲν γὰρ οὐδαμῶς τὸ κήρυγμα τὸ εὐαγγελικόν· ἀλλ’ οὐδὲ αὐτὸν τὸν διὰ Μωσέως τετιμήκασι νόμον. Ὡς γὰρ αὐτὸς εἴ‐ ρηκεν ὁ Χριστός· «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύε‐ τε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Πε‐ | |
15 | πλημμελήκασι τοίνυν κατ’ ἄμφω, καὶ ἀπεδοκίμασαν οἱ δείλαιοι τὸν τοῦ Θεοῦ λόγον, μήτε τὰς διὰ νόμου προαγορεύσεις ὡς ἀληθεῖς δεχόμενοι, μήτε μὴν τὸν σωτήριον εὐαγγελικὸν ἐπαινέσαντες λόγον. Ταύτῃτοι διὰ φωνῆς Ἱερεμίου περὶ αὐτῶν ἔφη Θεός· «Πρὸς τίνα | |
20 | λαλήσω, καὶ διαμαρτύρομαι, καὶ εἰσακούσεται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν. Ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγενήθη αὐτοῖς εἰς ὀνειδισμόν· οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκούειν.» Κατωνείδιζον γὰρ τὸ ῥῆμα Χριστοῦ, τοῖς ἀκροωμένοις περὶ αὐτοῦ λέ‐ | |
25 | γοντες· «Δαιμόνιον ἔχει, καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;» Οὐκοῦν ἐπειδήπερ οὐκ ἠθέλησαν τὸν νό‐ μον Κυρίου Σαβαὼθ, παρώτρυναν δὲ καὶ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ, τοῦτ’ ἔστι, Χριστοῦ· Ἐθυμώθη, φησὶν, ὀργῇ, καὶ ἐπάταξεν αὐτοὺς, καὶ παρωξύνθη | |
30 | τὰ ὄρη. Καὶ ποῖά φησιν ἐν τούτοις ὄρη; ἢ δηλονότι τὰς Ῥωμαίων ἀρχὰς, διά τοι τὸ ἐν δόξῃ περιφανεῖ, καὶ τὸ ἐν ἀξιώμασιν ἐπηρμένον; Ἀπὸ δὲ τοῦ παρ‐ οξυνθῆναι τὰ ὄρη, γέγονεν αὐτῶν ὡς κοπρία τὰ θνη‐ σιμαῖα, τοῦτ’ ἔστιν, οἱ ἐκ τοῦ πολέμου νεκροὶ, διεῤ‐ | |
35 | ῥιμμένοι πανταχῆ, καὶ τάχα που κείμενοι σωρηδὸν, καὶ πᾶσαν αὐτῶν πιμπλάντες τὴν χώραν. Καὶ ἑτέρως δὲ κατὰ τῶν παροτρυνόντων διὰ τῆς ἀπειθείας τὸν τῶν ὅλων Σωτῆρα Θεόν. Παροτρύνονται γὰρ ὄρη τὰ νοητὰ, τοῦτ’ ἔστιν, ἀρχαὶ καὶ ἐξουσίαι, καὶ οἱ κο‐ | |
40 | σμοκράτορες τοῦ σκότους τούτου. Οὗ δὴ γεγονότος, πᾶσά πως ἀνάγκη τὸν ψυχῆς ὑπομεῖναι θάνατον τοὺς ὑπενηνεγμένους αὐτοῖς. Ἐπικουροῦντος μὲν γὰρ τοῦ πάντα ἰσχύοντος Θεοῦ, κἂν παροτρύνηται καθ’ ἡμῶν τὰ ὄρη, λόγος αὐτῶν οὐδείς. Γέγραπται | |
45 | γὰρ, ὅτι Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φο‐ βουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ἀφιστάντος δὲ τὴν χεῖρα, καὶ οὐκ ἔτι σώζειν ἀνεχομένου, τὸ τηνικάδε κεισόμεθα, καὶ κοπρίων δίκην ὑπὸ πόδας τῶν ἐχθρῶν ἐσόμεθα. | |
70.165(50) | Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή. Τοιγαροῦν ἀρεῖ σύσ‐ σημον ἐν τοῖς ἔθνεσι τοῖς μακρὰν, καὶ συριεῖ αὐτοῖς ἀπ’ ἄκρου τῆς γῆς. Καὶ ἰδοὺ ταχὺ κού‐ φως ἔρχονται· οὐ πεινάσουσιν, οὐδὲ κοπιάσου‐ | |
55 | σιν, οὐδὲ νυστάξουσιν, οὐδὲ κοιμηθήσονται, οὐδὲ μὴ λύσωσι τὰς ζώνας αὐτῶν ἀπὸ τῆς | |
ὀσφύος αὐτῶν, οὐδ’ οὐ μὴ ῥαγῶσιν οἱ ἱμάντες τῶν | 165 | |
70.168 | ὑποδημάτων αὐτῶν, ὧν τὰ βέλη ὀξέα ἐστὶ, καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα. Οἱ πόδες τῶν ἵππων αὐτῶν ὡς στερεὰ πέτρα ἐλογίσθησαν· οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίς. Ὁρμῶσιν ὡς | |
5 | λέοντες, καὶ παρεστήκασιν ὡς σκύμνος λέοντος. Καὶ ἐπιλήψεται, καὶ βοήσεται ὡς θηρίον, καὶ ἐκβαλεῖ, καὶ οὐκ ἔσται ὁ ῥυόμενος. Καὶ βοή‐ σεται δι’ αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς φωνὴ θαλάσσης κυμαινούσης, καὶ ἐμβλέψονται εἰς γῆν, καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν. | |
10 | Ὅτι μὴ μέχρι τούτων τὰ τῆς ἐπ’ αὐτοῖς ὀργῆς μετρηθήσεται παρὰ τοῦ τὰ δίκαια κρίνοντος, προβή‐ σεται δὲ καὶ ἐπέκεινα, σαφηνιεῖ τὸ προκείμενον. Καί‐ τοι γὰρ ἀγρίως πεπορθημένοι, λιμῷ τε καὶ δίψει πεπι‐ εσμένοι, καὶ ταῖς τοῦ πολέμου συμφοραῖς ἐναλόντες | |
15 | οἱ δείλαιοι, μεμενήκασιν ἐν ἀποστροφῇ Θεοῦ, καὶ οὐκ ἔξω γεγόνασι τῆς ὀργῆς. Τοῦτο γὰρ, οἶμαι, σημαίνει λέγων τὸ, Ἔτι ἡ χεὶρ ὑψηλὴ, ὅτι πλήττουσα τοὺς ἡμαρ‐ τηκότας. Ὑψοῦ γὰρ ἀεί πως ἡ τοῦ παίοντος αἴρεται χείρ. Εἶτα τίς ἢ πόσος ὁ τῶν ὀρῶν ἔσται παροξυ‐ | |
20 | σμὸς, τίνες δὲ καὶ οἱ τοῖς ἐκείνων ὑπηρετησόμενοι θυμοῖς, καὶ μεθ’ ὅσης ἥξουσιν ἀνδρείας τε καὶ εὐτολ‐ μίας, καὶ τῆς εἰς ἀνθρώπους ἀήθους ὠμότητος, ἐμφανίζει λέγων· «Τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσι τοῖς μακράν.» Οὐ γὰρ ὅμοροι καὶ γείτονες | |
25 | τῆς Ἰουδαίων χώρας οἱ ταύτην ἠρημωκότες καὶ κατεμπρήσαντες τὰ Ἱεροσόλυμα, καὶ ἁπάσας δὲ τὰς τῶν Ἰουδαίων πόλεις, ἀλλ’ ἐκ χωρῶν τῶν μακρὰν, καὶ ἐξ ἁπάσης τῆς γῆς συναγηγερμένοι. Πλεῖστοι γὰρ λίαν· μᾶλλον δὲ τάχα που καὶ ἀριθμοῦ κρείττο‐ | |
30 | νες καὶ οἱ συνασπίζοντες Οὐεσπασιανῷ τε καὶ Τίτῳ. Σύσσημον δὲ δοθήσεται, φησὶν, ὡς ἐν καιρῷ πολέμου καὶ μάχης. Ἔθος γὰρ τοῖς στρατηγοῖς ἐξοπλίζειν μέλλουσιν εἰς παράταξιν τὴν ὑπὸ χεῖρα πληθὺν, σύσσημα διδόναι, τὰς καλουμένας σημαίας αἴροντας | |
35 | ὑψοῦ. Ὧν καὶ ὁ προφήτης Ἡσαΐας διαμέμνηται λέ‐ γων· Καταληφθήσεται, ὡς ἱστὸς ἐπ’ ὄρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ. Ἱστοὺς γὰρ ἱστάντες ἐν ὑψηλοῖς γηλόφοις, ἢ ὀρθοῦσιν, ἢ κατακλίνουσιν, ἢ καὶ ἀπαρτῶσί τινα πρὸς ἃ βλέπει τὸ μάχιμον. Εἶδεν | |
40 | δὲ οὕτω τοῦ στρατηγοῦ τί τὸ δοκοῦν. Αἴρει τοιγαροῦν τὸ σύσσημον, φησὶ, καὶ συριεῖ αὐτοῖς. Δέχεται δὲ καὶ τοῦτο πάλιν, ὡς ἀπό γε τῆς συνηθείας τῆς ἐπὶ τῶν μυιῶν. Ἐν ἔθει γάρ πώς ἐστι τοῖς μελισσοκό‐ μοις συρίζειν αὐταῖς· οὕτω τε τῶν σίμβλων ἀποφέ‐ | |
45 | ρειν εἰς ἄνθη καὶ πόας, καὶ μὴν καὶ ἀνακομίζειν ἐξ ἀγρῶν, οἴκοι τε αὐτὰς ἐναυλίζεσθαι ποιεῖν. Συ‐ ριεῖ τοίνυν, φησίν. Οἱ δὲ ἀφίξονται πτηνοί τε καὶ κοῦφοι, λιμοῦ μὲν ὀλίγα πεφροντικότες, οὐ δεδιότες δὲ πόνους, ἄϋπνοί τε καὶ εὐζωνότατοι, καὶ ἐξηρτυ‐ | |
70.168(50) | μένοι τὰ τακτικὰ, καὶ ἀτρύτοις ἵπποις ἐποχούμενοι, καὶ ὁρμῶντες ὡς καταιγὶς, καὶ ἐν ἴσῳ λέουσι, καὶ κατεσθίοντες ὡς θηρία. Δυσάντητοι δὲ οὕτως ἔσονται καὶ δεινοὶ, ὡς ἀμαχεὶ δύνασθαι νικᾷν ἀντεξάγοντος οὐδενὸς, ἤγουν ἱκανῶς ἔχοντος εἰς ἐπικουρίαν, | |
55 | Ἔσται δὲ θρῆνος κατ’ ἐκεῖνο καιροῦ καὶ βοὴ συμμι‐ γὴς, ὡς οὐδὲν ἕτερον ἡγεῖσθαί τινας, ἢ ὅτι θαλάσσης ἠχὴ τῆς Ἰουδαίων κατασκίδναται χώρας. Ἔσται δὲ καὶ σκληρὸν σκότος καὶ οὔτι που πάντως τὸ ὡς ἐν | |
ὀμίχλῃ νοούμενον καὶ νυκτὶ, τὸ ἐκ δειμάτων δὲ μᾶλ‐ | 167 | |
70.169 | λον καὶ ἀπορίας. Σκοτοῖ γὰρ τὸν νοῦν τὰ παγχάλεπα τῶν κακῶν. Ὀνίνησι τοιγαροῦν διὰ παντὸς ἡμᾶς ὁ τῶν ὅλων Θεός. Ποιεῖται γὰρ οὐ μάτην· τὰς τῶν ἐσομένων προαγορεύσεις· καὶ δίεισιν ἀκριβῶς τὰ | |
5 | μεγέθη τῶν κακῶν· ἵν’ ἐπειδήπερ ἀνουθέτητοί τε πολλάκις ἐσμὲν, καὶ πεποιήμεθα παρ’ οὐδὲν τὸν εἰς μετάγνωσιν καλοῦντα λόγον, κἂν γοῦν ὑποπτήξαντες τὸ ταῖς οὕτω δειναῖς ἐναλῶναι δίκαις, τὸν θεῖον ἐν ἑαυτοῖς εἰσδεξώμεθα φόβον, καὶ ἀποσπουδάσαντες | |
10 | τὰ πονηρὰ, μετακομίσωμεν τὴν καρδίαν εἴς γε τὸ χρῆναι λοιπὸν ἑλέσθαι τὸ ἀγαθόν. Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον Σαβαὼθ, καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ πλήρης | |
15 | ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ Σεραφεὶμ εἱστή‐ κεισαν κύκλῳ αὐτοῦ. Ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί. Καὶ ταῖς μὲν δυσὶν, κατ‐ εκάλυπτον τὰ πρόσωπα, καὶ ταῖς δυσὶ κατεκά‐ λυπτον τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο. | |
20 | Καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Οὐ καθ’ ἕνα τυχὸν, οὔτε μὴν ἀδιαστάτως οἱ μακά‐ ριοι προφῆται τὰς τῶν ὁράσεων ἀποκαλύψεις ἐδέχοντο παρὰ Θεοῦ. Ἀνὰ μέρος δὲ μᾶλλον, κατὰ τὸ Δεσπότῃ | |
25 | δοκοῦν. Καὶ ἐν χρόνοις καθ’ οὓς ἤθελε τοῦτο δρᾷν ὁ ἀποκαλύπτων βαθέα καὶ ἀπόκρυφα, καὶ γινώσκων τὰ κεκρυμμένα. Καὶ γὰρ ἔστι μετὰ τοῦτο φῶς, καθὰ γέγραπται. Ὀζίου τοιγαροῦν τοῦ καὶ Ἀζαρίου πε‐ ριόντος ἔτι, καὶ τοὺς τῆς βασιλείας τῆς ἐν τοῖς Ἱε‐ | |
30 | ροσολύμοις διέποντος θρόνους, τοὺς ἐπὶ τοῖς ἤδη φθάσασι πεποίηται λόγους ὁ μακάριος προφήτης Ἡσαΐας. Ἦν μὲν γὰρ Ὀζίας καὶ Ἀζαρίας τῶν ὅτι μάλιστα φιλοθεωτάτων, πεποιηκέναι γὰρ λέγεται τὸ εὐθὲς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. Πλὴν οὐ μέχρι παντὸς | |
35 | διεσώσατο καλὴν καὶ ἀμώμητον τῆς εὐσεβείας τὴν δόξαν. Κατισχύσας γὰρ διὰ Θεοῦ τῶν ὁμόρων ἐθνῶν, πλεῖστά τε ὅσα καὶ ἀξιοθαύμαστα κατ’ αὐτῶν ἐργα‐ σάμενος, τοῖς τῆς εὐπραγίας μεμέθυσται τρόποις· καὶ κατώλισθεν εἰς ὑπεροψίαν. Ἀφίκετο γὰρ εἰς | |
40 | τοῦτο γνώμης, ὥστε καὶ λειτουργίαν ἁρπάσαι τὴν ἱερὰν, καὶ αὐτόκλητος ἐλθεῖν ἐπὶ τὸ δεῖν ἱερᾶσθαι τῷ Θεῷ. Εἰσελθὼν γὰρ εἰς τὸν θεῖον ναὸν, οὐ διὰ τῆς τῶν Λευϊτῶν μεσιτείας, ἤγουν ἱερέων, προσκομίζειν ἤθελε τὰς θυσίας τῷ Θεῷ. Ἀλλ’ ἐπ’ αὐτὸ τὸ θεῖον | |
45 | ἀναπηδήσας θυσιαστήριον, θυμᾷν ἐζήτει παρὰ τὸ εἰωθὸς καὶ τὸν νόμον. Καὶ ἠλέγχετο μὲν παρὰ τῆς ἱερατευούσης φυλῆς ὡς ἀνόσια δρῶν, καὶ παραλύειν ἐπιχειρῶν τὸν νόμον. Ἐπειδὴ δὲ τοῖς τῆς βασιλείας αὐχήμασιν ἐντρυφῶν προσνενέμηκεν ἑαυτῷ καὶ τὸ | |
70.169(50) | ἱερᾶσθαι πρέπειν· καὶ παρ’ οὐδὲν ποιούμενος τὰς τῶν ἱερέων συμβουλὰς, ἠλέγχετο παραχρῆμα παρὰ Θεοῦ. Λελέπρωται γὰρ, αὐτοῖς μετώποις ἐπηνθηκότος τοῦ πάθους. Οἶμαι δὲ δεῖν πρὸς ἀκριβῆ τῶν εἰρημένων εἴδησιν καὶ αὐτὰ τὰ θεῖα παραθέσθαι λόγια, τὰ ἐπ’ | |
55 | αὐτῷ γεγραμμένα. Ἔχει δὲ οὕτως· «Ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ Ἰεροβοὰμ βασιλεῖ Ἰσραὴλ, ἐβασίλευ‐ | |
σεν Ἀζαρίας υἱὸς Ἀμασίου βασιλέως Ἰούδα. Ἓξ | 169 | |
70.172 | καὶ δέκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ πεν‐ τήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Χαλία ἐξ Ἱερουσαλήμ. Καὶ ἐποίησε τὸ εὐσεβὲς ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ | |
5 | πάντα ὅσα ἐποίησεν Ἀμαζίας ὁ πατὴρ αὐτοῦ. Πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν· ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίαν ἐν τοῖς ὑψηλοῖς. Καὶ ἥψατο Κύριος τοῦ βα‐ σιλέως. Καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ.» Καὶ ταυτὶ μὲν ἐν ταῖς Βασιλείαις. Ἐν δὲ | |
10 | Παραλειπομέναις, ὡς ἔφην· «Καὶ ὡς κατίσχυσε, φη‐ σὶν, ὑψώθη ἡ καρδία αὐτοῦ καταφθεῖραι. Καὶ ἠδίκη‐ σεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ· καὶ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων· καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ Ἀζαρίας ὁ ἱερεὺς, καὶ | |
15 | μετ’ αὐτοῦ ἱερεῖς τοῦ Κυρίου ὀγδοήκοντα καὶ δύο υἱοὶ δυνατοί· καὶ ἔστησαν ἐπὶ Ὀζίαν τὸν βασιλέα, καὶ εἶ‐ παν αὐτῷ· Οὔ σοι, Ὀζία, θυμιάσαι τῷ Κυρίῳ, ἀλλ’ ἡμῖν τοῖς ἱερατεύουσι τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἡγια‐ σμένοις, θυμιάσαι. Ἔξελθε ἀπὸ τοῦ ἁγιάσματος, ὅτι | |
20 | ἀπέστης ἀπὸ Κυρίου. Καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δό‐ ξαν παρὰ Κυρίου Θεοῦ. Καὶ ἐθυμώθη Ὀζίας· καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ· ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ ἡ λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ, ἐναντίον τῶν | |
25 | ἱερέων ἐν τῷ οἴκῳ Κυρίου, ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων. Καὶ ἐπέστρεψεν ἐπ’ αὐτὸν ὁ ἱερεὺς ὁ πρῶτος καὶ οἱ ἱερεῖς, καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ. Καὶ κατέσπευσαν αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν Κύριος.» | |
30 | Ἐπειδὴ δὲ τοῦ διὰ Μωσέως προστάττοντος νόμου χρῆναι δὴ πάντως ἐκπέμπεσθαι τῆς παρεμβολῆς ὡς ἀκάθαρτον τὸν λεπρὸν, καταμιαίνοντος δὲ καὶ κοινὸν ἀποφαίνοντος τῆς ἀκαθαρσίας τοῦ λεπροῦ τὸν συνόντα αὐτῷ, κατῴκηκεν ἐν τοῖς Ἱεροσολύμοις Ὀζίας, | |
35 | μονονουχὶ σύμπασαν διὰ τούτου μιαίνων τὴν Ἱερου‐ σαλήμ. Σεσίγηκεν ὁ Δεσπότης οὐκ ἀτιμάζων προφήτας ἁγίους, ἀναξίους δὲ μᾶλλον ἀποφαίνων τῆς παρ’ αὐ‐ τοῦ νουθεσίας τοὺς ἀκαθάρτους συνοικοῦντας παρά γε τὸ τῷ νομοθέτῃ δοκοῦν. Οὕτω γάρ πού φησι καὶ | |
40 | πρὸς τὸν μακάριον Ἰεζεχιήλ· «Καὶ τὴν γλῶσσάν σου συνδήσω, καὶ ἀποκωφωθήσῃ· καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα εὐθύνοντα, ὅτι οἶκος παραπικραίνων ἐστίν.» Ἀποσεσίγηκε τοίνυν, καίτοι δεικνύων τὴν ἀγανάκτη‐ σιν. Σέσεισται γὰρ τὰ Ἱεροσόλυμα, καὶ κατεδονήθη | |
45 | πᾶσα τῶν Ἰουδαίων χώρα. Εἰσόμεθα δὲ καὶ τοῦτο δι’ ὧν ἐγεγράφει ὁ προφήτης Ἀμώς. Ἔχει γὰρ οὕτως· «Λόγοι Ἀμὼς οἳ ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐν Θεκουὲ, οὓς ἴδεν ὑπὲρ Ἱερουσαλὴμ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωᾶς βασι‐ | |
70.172(50) | λέως Ἰσραὴλ πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.» Ἐπειδὴ δὲ τετελεύτηκεν Ὀζίας συγκατέληξεν αὐτῷ τῆς σιωπῆς ὁ καιρός. Καὶ πάλιν ἐδίδου τὰς θεοπτίας τοῖς ἁγίοις προφήταις ὁ τῶν ὅλων Θεός. Ταύτῃ τοί φησιν ὁ προφήτης Ἡσαΐας· «Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ | |
55 | ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, ἴδον τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου.» Ὅτι | |
μὲν οὖν τὸν Υἱὸν ὁ προφήτης τεθέαται ἐν τῇ δόξῃ | 171 | |
70.173 | τοῦ Θεοῦ καὶ Πατρὸς, οὐκ ἂν ἐνδοιάσειέ τις, Ἰωάννου γράφοντος ἐναργῶς περὶ αὐτοῦ· «Ταῦτα δὲ εἶπεν Ἡσαΐας, ὅτε ἴδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ.» Ἄθρει δέ μοι τῆς θεοπρεποῦς ὑπεροχῆς τὸ | |
5 | ἀξίωμα, καὶ τὸ κατὰ πάσης κτίσεως κράτος. Ὁ μὲν γάρ ἐστιν ἐφ’ ὑψηλοῦ τε καὶ ἐπηρμένου θρόνου τοῖς τῆς βασιλείας ἐκπρεπεστάτοις αὐχήμασιν εὖ μάλα κατεστεμμένος. Αἱ δὲ ἀνωτάτω δυνάμεις, μεθ’ ἃς οὐδὲν ἐπέκεινα τῶν γενητῶν εἶναι λέγεται, κύκλῳ | |
10 | περιιστᾶσι τάξιν ἔχουσαι τὴν οἰκετικὴν, καὶ ταῖς εὐ‐ φημίαις καταγεραίρουσαι. Πλήρη τε εἶναί φησι τὴν γῆν ἅπασαν τῆς δόξης αὐτοῦ. Χρῆναι δὲ ὑπολαμβάνω μὴ ἐν τοπικοῖς ὑψώμασι τὸν θεῖον οἴεσθαι τεθεῖσθαι θρόνον. Εὔηθες γὰρ καὶ ἀσύνετον κομιδῇ τὸ χρῆμά | |
15 | ἐστιν. Ὑψοῦ δὲ ὁ θεῖος τέθειται θρόνος, καθὸ καὶ νοεῖται πάσης ἐπέκεινα φύσεως νοητῆς τῆς τοῦ Θεοῦ βασιλείας ἡ δόξα. Ἡ δὲ κάθισις ἡ ἐπ’ αὐτοῦ τὴν οἱονεὶ βεβαιότητά τε καὶ ἐν ταυτότητι τῶν ἀγαθῶν ἵδρυσίν τε καὶ διαμονὴν ἔοικεν ὑποδηλοῦν. Ψάλλει γὰρ οὕτω | |
20 | καὶ ὁ θεσπέσιος Δαβίδ· «Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.» Καὶ μὴν καὶ ὁ προφήτης Ἱερεμίας πρὸς αὐτόν πού φησιν· «Ὅτι σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.» Ἀεὶ γὰρ καὶ ἐν παντὶ χρόνῳ φθαρτή τέ ἐστιν ἡ πεποιημένη | |
25 | φύσις, καὶ τῶν γενητῶν ἐν τούτοις τὸ μέτρον· κάθη‐ ται δὲ, ὡς ἔφην, ἡ πάντων τεχνῖτις καὶ δημιουργὸς σοφία, τοῦτ’ ἔστιν, ἀκλόνητον ἔχει τὴν ἐν ταυτότητι διαμονήν. Πλήρη δὲ εἶναί φησι τὸν οἶκον τῆς δόξης αὐτοῦ. Οὔπω γὰρ δεδυσσεβηκότος τοῦ Ἰσραὴλ εἰς | |
30 | τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἐπλήρου τὸν οἶκον τὸν ἐν τοῖς Ἱεροσολύμοις ἡ τοῦ Θεοῦ δόξα. Ἐπειδὴ δὲ ἠρνήσαντο τὴν βασιλείαν αὐτοῦ, καὶ πε‐ πτώκασιν εἰς ἀνοσιότητα τρόπων. Οὗ ἕνεκεν τὴν φωνὴν ἤκουσαν λέγοντος· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος | |
35 | ὑμῶν.» Ἑκάστῳ δὲ τῶν Σεραφεὶμ ἓξ ἐμπεφυκέναι φησὶ τὰς πτέρυγας, ὡς ταῖς μὲν δυσὶ κατακαλύπτειν τὸ πρόσωπον, ταῖς δὲ δυσὶ τοὺς πόδας, πέτασθαι δὲ ταῖς λοιπαῖς. Διερμηνεύεται δὲ Σεραφεὶμ, ἐμπρησταὶ ἤτοι θερμαίνοντες. Ψυχρὸν γὰρ οὐδὲν παρά γε ταῖς | |
40 | ἄνω δυνάμεσιν, αἵπερ ἂν εἶεν μάλιστα καὶ ἐγγὺς Θεοῦ. Ταύτῃ τοι καὶ ἡμεῖς αὐτοὶ κολλώμενοι διὰ πί‐ στεως καὶ πολιτείας τῆς ἀγαθῆς καὶ ἐννομωτάτης ζέοντες ἀποτελούμεθα τῷ πνεύματι, καὶ θερμοὶ τὴν ἀγάπην τὴν εἰς Θεόν. Σύμβολον δὲ τὸ ταῖς πτέρυξι | |
45 | κατακαλύπτειν τὰ Σεραφεὶμ τό τε πρόσωπον καὶ τοὺς πόδας, πέτασθαι δὲ ταῖς δυσὶν, τοῦ μὴ δύνασθαί τινας ἢ ἀρχὴν ἢ τέλος ὁρᾷν ἐννοιῶν ἢ λόγων τῶν περὶ Θεοῦ. Σημαίνει μὲν γὰρ τὴν ἀρχὴν ἡ κεφαλὴ, καὶ τὸ πρόσωπον, τὸ δέ γε τέλος οἱ πόδες. Ἄναρχον γὰρ | |
70.173(50) | τὸ Θεῖον καὶ τελευτᾷν οὐκ εἰδός. Προσβάλλομεν δὲ τοῖς διὰ μέσου μόλις τοῖς κατά γε τοὺς χρόνους φημὶ, καθ’ οὓς τὰ οὐκ ὄντα ποτὲ παρήχθη πρὸς ὕπαρξιν. Πέ‐ τονταί γε μὴν ὡς οὐδὲν ἔχοντες τὸ κατεῤῥιμμένον. Ὑψοῦ δὲ μᾶλλον ἀεὶ τὸ φρόνημα πρὸς Θεόν. Οὐ γάρ | |
55 | τοι καθ’ ἡμᾶς φρονοῦσι τὰ κάτω, ἀλλ’ ἐν ἀποῤῥήτοις τισὶν ὑψώμασιν ἐννοιῶν αἱ ἀνωτάτω δυνάμεις τὸν | |
οἰκεῖον ἔχουσι νοῦν. Εὔφημον δὲ καὶ τὸ στόμα αὐ‐ | 173 | |
70.176 | ταῖς. Δοξολογοῦσι γὰρ καὶ τοῦτο ἐξ ἀμοιβῆς, οὐ διά γε τὸ κάμνειν, καθάπερ ἐγῷμαι, παραχωροῦσι δὲ μᾶλλον τὰς τιμὰς ἀλλήλως, καὶ ἀντιδωρούμεναι τὰς δοξολογίας. Πάντα γὰρ ἐν κόσμῳ τὰ ἄνω. Τρὶς δὲ τὸ. | |
5 | «Ἅγιος» λέγουσαι, κατακλείουσι τὴν δοξολογίαν, εἰς τὸ, «Κύριος Σαβαὼθ,» ἐν μιᾷ θεότητος φύσει τὴν ἁγίαν τιθέντες Τριάδα. Ὑφεστάναι μὲν γὰρ ὁμολογουμέ‐ νως φαμὲν τὸν Πατέρα· οὕτω δὲ καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ λόγος οὐδεὶς διατέμνει πρὸς | |
10 | ἑτερότητα φυσικὴν τῶν ὠνομασμένων ἕκαστον, ἀλλ’ ἐν ὑποστάσεσι τρισὶ νοεῖται μία θεότης. Καὶ δι’ αὐ‐ τῶν ἡμῖν τοῦτο μεμαρτύρηται τῶν ἁγίων Σεραφεὶμ, οἳ καὶ πλήρη πᾶσαν τὴν γῆν εἶναι λέγουσι τῆς δόξης αὐτοῦ, προαναφωνοῦντες τὰ ἐσόμενα, καὶ τῆς διὰ Χρι‐ | |
15 | στοῦ γεγενημένης οἰκονομίας προαναγγέλλοντες τὸ μυστήριον. Πρὶν μὲν γὰρ σάρκα γενέσθαι τὸν Λόγον, κατεκράτει τῆς ὑπ’ οὐρανὸν ὁ δαίμων ὁ ἀλητήριος, ὁ δράκων, ὁ ἀποστάτης. Προσεκυνήθη δὲ καὶ ἡ κτίσις παρὰ τὸν κτίσαντα καὶ Ποιητήν· ἐπειδὴ δὲ γέγονεν | |
20 | ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, πεπλήρωται τῆς δόξης αὐτοῦ πᾶσα γῆ. Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα φυλὴ, καὶ γλῶσσαι ἐξομολογήσονται, καὶ αὐτῷ δουλεύσουσι, κατὰ τὸ γεγραμμένον. Προανακεκράγει δὲ καὶ τοῦτο ὁ μακάριος Δαβὶδ ἐν πνεύματι· ἔφη γάρ· «Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε.» | |
25 | Τοῦτό τοι τετέλεσται κεκλημένης τῆς ἐξ ἐθνῶν πληθύος· καὶ προσκυνούντων ἁπάντων τῷ δι’ ἡμᾶς καθ’ ἡμᾶς γενομένῳ, μεμενηκότι δὲ δι’ ἑαυτὸν ὑπὲρ πάντα. Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. Τεθέαται μὲν γὰρ ὁ προφήτης τὸν Κύριον Σαβαὼθ | |
30 | καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, πε‐ ριεστηκότων ἐν κύκλῳ τῶν ἁγίων Σεραφεὶμ, καὶ ἀκαταλήκτοις δοξολογίαις εὐφημούντων αὐτόν. Δι‐ εβεβαιοῦτο δὲ, ὅτι πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Νῦν δὲ ἐπῆρθαί φησι τὸ ὑπέρθυρον, ἐμπεπλῆσθαι | |
35 | δὲ καὶ τὸν οἶκον καπνοῦ, καὶ ἀπό γε τῆς φωνῆς ἧς ἐκέκραγον τὰ ἅγια Σεραφείμ. Ἆρ’ οὖν ἐροῦμεν τὴν φωνὴν αἰτίαν γενέσθαι τῶν συμβεβηκότων τῷ οἴκῳ; Καίτοι πῶς οὐ σφόδρα ἐστὶν ἀκαλλὲς τὸ φρονεῖν ἑλέσθαι ταυτί; Τίνα δὴ οὖν τρόπον ταῖς τῶν προ‐ | |
40 | κειμένων προσβαλοῦμεν ἐννοίαις; Ἄριστά τε καὶ σοφῶς. Πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπή‐ σεως καὶ ἐπιδημίας, ἔτι τὴν ἐν νόμῳ πολιτείαν ἀκω‐ λύτως τε καὶ ἀνεπιπλήκτως διέποντος τοῦ Ἰσραὴλ, πλήρης ἦν ὁ διαβόητος ἐκεῖνος νεὼς ἐν τοῖς Ἱεροσο‐ | |
45 | λύμοις ὃν Σολομὼν ἀνεδείματο τῆς δόξης τοῦ Θεοῦ. Ἐπετέλουν γὰρ ἐν αὐτῷ τὰς κατὰ νόμον θυσίας. Ἐπειδὴ δὲ τὸν ἐξ οὐρανοῦ ἀφιγμένον ἐν ἀνθρωπείᾳ μορφῇ, καὶ διὰ νόμου καὶ προφητῶν κεκηρυγμένον οὐ προσήκαντο, μᾶλλον δὲ καὶ ἀπεκτόνασι τὸν | |
70.176(50) | ἀρχηγὸν τῆς ζωῆς, ἐγκατέλιπε τὸν οἶκον αὐτοῦ, ἀφῆκε τὴν κληρονομίαν αὐτοῦ. Ἀπονένευκε γὰρ εἰς τὰ ἔθνη, καὶ πεπλήρωται μὲν πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Παραδέδοται δὲ τῶν Ἰουδαίων ἡ χώρα πρὸς ἐρήμωσιν, ἐμπέπρησται δὲ καὶ αὐτὸς ὁ νεώς. Ὅτε | |
55 | τοίνυν κατά γε τὴν προφητείαν ἤγουν προαγόρευσιν ἤτοι φωνὴν τῶν ἁγίων Σεραφεὶμ ἐπλήσθη πᾶσα ἡ | |
γῆ τῆς δόξης αὐτοῦ, τότε ἐπήρθη τὸ ὑπέρθυρον τοῦ | 175 | |
70.177 | ναοῦ, καὶ ἐνεπλήσθη καπνοῦ. Οὐκοῦν τὸ, «ἀπὸ τῆς φωνῆς ἧς ἐκέκραγον,» χρόνου μᾶλλόν ἐστι σημαντι‐ κὸν, οὐχὶ δὴ πάντως τῆς δοξολογίας ἔργον καὶ ἀποτέ‐ λεσμα. Σημαίνει δὲ, οἶμαι, τὸ, «Ἐπήρθη τὸ ὑπέρθυρον,» | |
5 | τὸ καταλελεῖφθαι τὸν ναόν. Ὅτι δὲ καὶ ἐμπέπρησται. τὸ ἐμπεπλῆσθαι λέγειν αὐτὸν καπνοῦ. Εἰ δὲ δή τις βού‐ λοιτο καὶ καθ’ ἕτερον τρόπον τὰ τοιάδε νοεῖν, καὶ τὰ κατὰ παντὸς τοῦ τῶν Ἰουδαίων ἔθνους πεπράχθαι λέ‐ γειν αὐτὰ νοητῶς, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος λο‐ | |
10 | γισμοῦ. Ὅτε γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν δόξης ἐπλή‐ σθη πᾶσα ἡ γῆ κεκλημένων διὰ τῆς πίστεως τῶν ἐθνῶν, τότε τῆς Ἰουδαίων διανοίας πᾶσα μὲν ἀσφάλεια λέλυται πνευματική. Καπνοῦ δὲ δίκην οἱ τάλανες, τὴν ἐκ τῆς ἀμαθίας ἀχλὺν λαβόντες εἰς νοῦν τυφλοὶ γε‐ | |
15 | γόνασι νοητῶς. Ταύτῃτοι καὶ ὁ Σωτὴρ αὐτοῖς ἐπ‐ εφώνει λέγων· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾷς καταλάβῃ.» Τί δέ ἐστιν ἀσφαλὴς καὶ εὐάλωτος τῶν Ἰουδαίων ὁ νοῦς πρὸς πᾶν ὁτιοῦν τῶν παθῶν ἐπικουρίας τῆς ἄνωθεν ἔρημος ὢν, πῶς ἂν ἐνδοιάσειέ τις τῶν εὖ φρονεῖ | |
20 | εἰωθότων; Καὶ εἶπα, Ὦ τάλας ἐγὼ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ· καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς | |
25 | ὀφθαλμοῖς. Ὁ διὰ τοῦ πανσόφου Μωσέως προστέταχε νόμος, μὴ συναναμίγνυσθαι τοῖς ἁγίοις τὸν βέβηλον, καὶ πολλή τις ἄγαν ἡ ἐπιτήρησις παρὰ τοῖς Ἰουδαίοις ἐν τούτοις. Καὶ γοῦν τοῖς ἁγίοις ἀποστόλοις ἁλιεύου‐ | |
30 | σιν ἔτι προσεφώνει λέγων ὁ Κύριος· «Χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.» Οὗ δὴ γεγονότος, ἰχθύων μὲν πλῆθος συνείληπτο πολὺ, τεθαυμακὼς δὲ τοῦ λόγος τὴν δύναμιν ὁ θεσπέσιος Πέτρος, «Προσέπεσε, φησὶ, τοῖς γόνασι τοῦ Ἰησοῦ, λέγων· Ἔξελθε ἀπ’ | |
35 | ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε.» Ἀλλ’ οὐκ ἂν ὁ Πέτρος ἠθέλησεν ἀπελθεῖν ἀπ’ αὐτοῦ τὸν Χρι‐ στόν. Ἐπειδὴ δὲ ᾔδει τὸν τοῦ νόμου σκοπὸν, ὡμο‐ λόγει μὲν ὅτι ἁμαρτωλός ἐστιν, ἐδεδίει δὲ τῷ ἁγίῳ συνεῖναι, κατά γε τὸ κρατῆσαν ἀεὶ παρὰ τοῖς Ἰου‐ | |
40 | δαίοις ἔθος. Ἀφιγμένου δέ ποτε τοῦ Χριστοῦ καὶ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, εἶτα τεθεραπευκότος τοὺς ἐν τοῖς μνημείοις δαιμωνῶντας ἀγρίως, τεθαυ‐ μάκασι μὲν τὴν θεοσημείαν. Ἔφη δὲ ὁ Ματθαῖος, ὅτι «Πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τοῦ | |
45 | Ἰησοῦ· καὶ ἰδόντες αὐτὸν, παρεκάλεσαν μεταβῆναι ἀπὸ τῶν ὁρίων αὐτῶν.» Καίτοι πῶς οὐκ ἔδει μᾶλλον μεταποιεῖσθαι τοῦ τεθεραπευκότος, καὶ παρακαλεῖν προσμεῖναί τε αὐτοῖς, καὶ πολλῶν ἑτέρων θαυμάτων γενέσθαι δημιουργόν; Ἀλλ’ ἦν εὐλαβείας ἀπόδειξις | |
70.177(50) | κατ’ ἐκεῖνο καιροῦ καὶ τιμῆς τοῖς ἁγίοις ὀφειλομένης τρόπος τὸ παραιτεῖσθαί τινας ἐγγίζειν αὐτοῖς. Ματ‐ θαίου κεκλημένου καὶ ἀκολουθήσαντος τῷ Χριστῷ, εἶτα κεκληκότος αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ· «Καὶ ἰδοὺ,» φησὶ, «πολλοὶ ἁμαρτωλοὶ καὶ τελῶναι ἐλθόντες | |
55 | συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. Καὶ ἰδόντες οἱ Φαρισαῖοι ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· | |
Διὰ τί μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν ἐσθίει | 177 | |
70.180 | ὁ διδάσκαλος ὑμῶν;» Συνῆς οὖν ὅπως ὡς ἠμεληκότα τοῦ νόμου κατῃτιῶντο τὸν Χριστὸν, διά τοι τὸ θέλειν συνδιαιτᾶσθαι πονηροῖς. Ἐπαιτιᾶται δέ που καὶ Θεὸς τοὺς τῆς Ἰουδαίων Συναγωγῆς προσεγκεῖσθαι | |
5 | λαχόντας διὰ προφήτου λέγων· «Ἀνὰ μέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον.» Εὐλαβείας οὖν ἄρα τρόπος, ὡς ἔφην, καὶ νομικῶν ἐνταλμάτων παράδοσις τὸ μὴ συνεῖναι θέλειν τοῖς ἁγίοις τοὺς ἐν ὑπολήψει φαυλό‐ τητος, καὶ οὐκ ἐλεύθερον ἁμαρτιῶν ἔχοντας τὸ | |
10 | συνειδός. Τοιοῦτόν τι καὶ ὁ μακάριος προφήτης ὁρᾶται παθὼν, ταύτῃτοί φησιν· «Ὦ τάλας ἐγὼ, ὅτι κατανένυγμαι» Καὶ οὐ διὰ τοῦτο τάλας, ὅτι κατα‐ νένυκται· πῶς οὐκ εὔηθες τοῦτο οὕτω νοεῖν; ἀλλ’ ὅτι κατανένυκται, φησὶν, ὑπὸ τοῦ συνειδότος, δῆλον δὲ | |
15 | ὅτι διὰ τοῦτο ἔφην· «Ὦ τάλας ἐγὼ, ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκά‐ θαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ· καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ ἴδον τοῖς ὀφθαλμοῖς μου.» Ἐπειδὴ γὰρ τὰ ἅγια Σεραφεὶμ καθαροῖς καὶ πανάγνοις | |
20 | στόμασιν ἐποιοῦντο τὰς δοξολογίας, δέδιεν αὐτὸς τὸ χρῆμα, θεοδίδακτος ὢν, καὶ οὐκ ἀγνοήσας ὅτι οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, καθὰ γέγρα‐ πται. Ἦν μὲν γὰρ ὁμολογουμένως ἀκάθαρτα χείλη τοῦ Ἰσραήλ· δεδυσφημήκασι γὰρ εἰς τὸν Κύριον | |
25 | ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Εἰ δὲ δὴ λέγοι καὶ ὁ προφήτης, ὅτι καὶ αὐτὸς ἔχοι τὰ χείλη τοιαῦτα, καί‐ τοι τῆς τοῦ Ἰσραὴλ δυσσεβείας ἀμοιρήσας παντε‐ λῶς, φαμὲν ὅτι μετριάζει μὲν ὡς ἅγιος, εἰκὸς δὲ ὅτι καὶ ὡς ὑπάρχων ἐξ αἵματος Ἰσραὴλ, οὐκ ἔξω | |
30 | τίθησι τῆς αἰτίας ἑαυτόν. Ἀλλ’ ὑποφέρει τῷ κοινῷ τοῦ λαοῦ πλημμελήματι, σώζων διὰ τούτου τοὺς ἡμαρτηκότας· ἤγουν τῆς ἀνθρώπου φύσεως ὁμολο‐ γεῖ τὴν νόσον. Ὁποῖόν ἐστι τὸ παρὰ τοῦ μακαρίου Δαβὶδ κατὰ τοῦ παντὸς ἀνθρώπου λεγόμενον· «Ἐγὼ | |
35 | εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης.» Νοσεῖ γὰρ τὸ ψεῦδος ἡ ἀνθρώπου διάνοια, κἂν εἰ ἀπαλλάττοιντό τινες τοῦ κακοῦ, νήψει τὸ χρῆμα κερδαίνοντες. Δέδιε τοίνυν ὁ προφήτης ὅτι μὴ ὑπάρ‐ χων οὕτω καθαρὸς, καθάπερ ἀμέλει τὰ ἅγια Σερα‐ | |
40 | φεὶμ, τεθέαται μὲν τὸν Κύριον Σαβαὼθ, σεσίγηκε δὲ, καίτοι μᾶλλον ὀφείλων δοξολογεῖν, διὰ τὸ μὴ οὕτως ἔχειν καθαρὸν τὸ στόμα. Ὅτι δὲ χρὴ καθαροῖς στό‐ μασιν ὑμνολογεῖν, σαφὲς ἂν γένοιτο περὶ τῆς γλώσ‐ σης λέγοντος ἑνὸς τῶν ἁγίων μαθητῶν· «Ἐν αὐτῇ | |
45 | εὐλογοῦμεν τὸν Κύριον καὶ Πατέρα. Καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους, τοὺς καθ’ ὁμοίωσιν Θεοῦ γεγονότας. Οὐ χρὴ, ἀδελφοί μου, ταῦτα οὕτω γίνεσθαι. Μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι; ἢ ἄμπελος σῦκα; Οὕτως οὐδὲ | |
70.180(50) | ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ.» Καὶ ἀπεστάλη πρὸς μὲ ἓν τῶν Σεραφεὶμ, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου. Καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν· Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων | |
55 | σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρ‐ τίας σου περικαθαριεῖ. | |
Ὁ θεσπέσιος γράφει Παῦλος περὶ τῶν ἁγίων | 179 | |
70.181 | ἀγγέλων, ὅτι πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Καὶ τὸ χρῆμά ἐστιν οὐκ ἀσυμφανές. Πάντα μὲν γὰρ ἐν κόσμῳ τὰ παρὰ ταῖς | |
5 | ἄνω δυνάμεσι καὶ τιμῆς ἤτοι λειτουργίας μέτρα παρ’ αὐταῖς, καὶ ὅροι τέθεινται τῆς ἑκάστου δόξης, παρά γε τοῦ πάντα κατὰ τὸ αὐτῷ δοκοῦν διανέμοντος Θεοῦ. Πλὴν εἷς ἐφ’ ἅπασιν ὁ ζυγὸς, καὶ ὑπηρετοῦσι νεύ‐ μασι τοῖς Δεσποτικοῖς, οὐκ ἀπαξιοῦντα τὴν δουλείαν, | |
10 | ἀλλ’ ἐν μοίρᾳ τιμῆς καὶ δόξης καταλογιζόμενά που τὸ ἐν τούτοις γνήσιον. Προαναμορφοῦται τοίνυν ἐν ὀφθαλμοῖς τοῦ προφήτου τὸ Χριστοῦ μυστήριον, διὰ τῶν ἄνω δυνάμεων εὖ μάλα διακονούμενον. Ἀπο‐ στέλλεται γοῦν ἓν τῶν Σεραφεὶμ ἄνθρακα ἔχον, ὃν τῇ | |
15 | λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου. Καὶ τοῦτο ἄρα ἧν Χριστοῦ σύμβολον, ὃς δι’ ἡμᾶς, καὶ ὑπὲρ ἡμῶν προσεκόμισεν ἑαυτὸν τῷ Θεῷ καὶ Πατρὶ, εἰς θυσίαν πνευματικὴν καθαρὰν καὶ ἀβέβηλον καὶ εἰς ὀσμὴν εὐωδίας. Ταύτῃ τοι καὶ μάλα εἰκότως ἐκ τοῦ θυσια‐ | |
20 | στηρίου λαμβάνεται. Παρεικάζεταί γε μὴν ἄνθρακι· καὶ διὰ ποίαν αἰτίαν εἰπεῖν ἀναγκαῖον. Ἔθος τῇ θεο‐ πνεύστῳ Γραφῇ πυρὶ τὴν θείαν παρεικάζειν φύσιν. Ὥφθη γὰρ οὕτω τῷ μακαρίῳ Ἰσραὴλ ἐν τῷ ὄρει Χωρὴμ ἤτοι Σινᾶ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας. Οὕτω καὶ | |
25 | αὐτῷ τῷ μακαρίῳ Μωσῇ ποιμαίνοντι κατὰ τὴν ἔρη‐ μον, ἐν εἴδει πυρὸς ἐν τῷ βάτῳ κατὰ καιροὺς, ὤφθη τε καὶ προσελάλει. Ὥσπερ οὖν ὁ ἄνθραξ ξύλον ἐστὶ τῇ φύσει, πλὴν ὅλος δι’ ὅλου μεμέστωται τοῦ πυρὸς, καὶ τὴν αὐτοῦ δύναμίν τε καὶ ἐνέργειαν ἔχει· κατὰ | |
30 | τοῦτον, οἶμαι, τρόπον νοοῖτ’ ἂν εἰκότως καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· «Γέγονε γὰρ σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Ἀλλ’ εἰ καὶ ἦν καθ’ ἡμᾶς ὁρώμενος ἄνθρωπος οἰκονομικῶς, ἀλλ’ οὖν ἅπαν τὸ τῆς θεότητος πλήρωμα κατῴκησεν ἐν | |
35 | αὐτῷ, κατά γέ φημι τὸν τῆς ἑνώσεως τρόπον. Ταύτῃτοι καὶ διὰ τῆς ἰδίας σαρκὸς θεοπρεπεστάτας ἔχων ὁρᾶται τὰς ἐνεργείας. Ἥψατο γοῦν τῆς σοροῦ, καὶ ἀνέστησε τὸν τεθνεῶτα τῆς χήρας υἱόν. Καὶ μὴν καὶ πτύσας ἐνετίθει τυφλοῖς τὸ βλέπειν, πηλῷ κατα‐ | |
40 | χρίων τοὺς ὀφθαλμούς. Ἄνθρακι δὴ οὖν εὖ μάλα παρεικαστέον τὸν Ἐμμανουὴλ, ὃς εἰ καὶ γένοιτό πως ἐν τοῖς ἡμετέροις χείλεσιν, πάντη τε καὶ πάντως ἀφαιρεῖ τὰς ἁμαρτίας, καὶ περικαθαριεῖ τὰς ἀνο‐ μίας. Εἶτα πῶς ἐν τοῖς ἡμετέροις χείλεσιν ἔσται; | |
45 | Ὅταν τὴν πίστιν ὁμολογῶμεν τὴν εἰς αὐτόν. Οὕτω καὶ ὁ θεσπέσιος γράφει Παῦλος· «Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ’ ἔστι τὸ ῥῆμα τῆς πίστεως, ὃ κηρύσσο‐ μεν. Ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου ὅτι | |
70.181(50) | Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.» Ἔστω τοίνυν ἐν τοῖς χείλεσιν ἡμῶν ὁ θεῖος ἄνθραξ, ὁ τὸν ἐκ τῆς ἁμαρ‐ | |
55 | τίας καταφλέγων συρφετὸν, καὶ τὸν ἐκ τῆς ἀνομίας ἐκτήκων ῥύπον, καὶ ζέοντας ἡμᾶς ἀποτελῶν τῷ | |
πνεύματι. Εἰ δὲ δὴ λέγοιτο τῇ λαβίδι λαμβάνεσθαι, | 181 | |
70.184 | συνήσεις ἀστείως ὅτι πίστιν τὴν ἐπ’ αὐτῷ, καὶ μέντοι τὴν γνῶσιν, καθάπερ τινὶ λαβίδι δεχώμεθα διὰ νομι‐ κῶν τε ἅμα καὶ προφητικῶν παιδευμάτων, ἤτοι προαγορεύσεων. Ὅθεν καὶ ὁ τῶν ἁγίων ἀποστόλων | |
5 | εἰς ἀλήθειαν πανταχῆ κατασφραγίζεται λόγος, Κε‐ χρημένοι γὰρ ταῖς ἐκ νόμου καὶ προφητῶν μαρτυρίαις, ἀναπείθουσι τοὺς ἀκροωμένους, καὶ μονονουχὶ τὸν ἄνθρακα προσάγουσι καὶ αὐτοὶ τοῖς χείλεσιν αὐτῶν, ὁμολογεῖν τὴν πίστιν τὴν εἰς Χριστὸν παρα‐ σκευάζοντες. Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· | |
10 | Τίνα ἀποστείλω; καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγώ εἰμι· ἀπό‐ στειλόν με. Ὅτε τῶν τοῦ προφήτου χειλέων ὁ ἄνθραξ ἥψατο, καὶ ἀφῄρηκεν αὐτοῦ τὰς ἀνομίας, τότε καὶ ἀκούει | |
15 | τῆς φωνῆς Κυρίου, καὶ δέδιε μὲν οὐκέτι, καὶ σιωπᾷ τὸ, «Τάλας ἐγὼ,» παρειστήκει δὲ καὶ μάλα γοργῶς ἑαυτὸν εἰς ἀποστολὴν, καὶ οἷον αὐτόμολος εἰς τοῦτό τοι ἰὼν, τὸ, «Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με.» Εἰ δὲ δὴ λέγοι Θεός· «Τίνα ἀποστείλω; καὶ τίς πορεύσεται | |
20 | πρὸς τὸν λαὸν τοῦτον;» οὐκ ἠπορηκότος εἶναί φαμεν τὴν φωνὴν, οὐδὲ οἷον ἐν σπάνει γεγονότος τοῦ πεμφθησομένου, καταιτιωμένου δὲ μᾶλλον τὸν Ἰσραὴλ ὡς ἀπειθῆ λίαν, καὶ εἴξαντα μὲν οὐδενὶ τῶν προ‐ απεσταλμένων, ἀπεκτονότα δὲ μᾶλλον αὐτούς. Τοὺς | |
25 | μὲν γὰρ ὕβρισαν, τοὺς δὲ ἐλιθοβόλησαν, τοὺς δὲ ἀπέκτειναν, καθά φησιν ὁ Χριστὸς, τὴν ἐν τοῖς Εὐ‐ αγγελίοις ἡμῖν συντιθεὶς παραβολήν. Τίνα δὴ οὖν ἄρα, φησὶν, ἀποστείλω; Καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; οἳ τοῖς ἤδη προαπεσταλμένοις | |
30 | ἠπειθηκότες, σκληροί τέ εἰσι, καὶ δυσάντητοι, καὶ δι’ αὐτῶν ἔδειξαν τῶν πραγμάτων, ὡς οὐκ ἂν εἴη τοῦ τυχόντος προσβαλεῖν αὐτοῖς, μόνου δὲ τάχα τοῦ καὶ αὐτῆς ἀπεγνωκότος τῆς ἰδίας ζωῆς. Ὅτι δὲ γέγονεν ἀκαμπὴς, καὶ ἀνουθέτητος ἄγαν ὁ Ἰσραὴλ, | |
35 | ἀναμάθοι τις ἂν καὶ δι’ ὧν ἔφη Θεὸς πρὸς τὸν μα‐ κάριον Ἐζεχιήλ. Ἔχει δὲ οὕτως· «Υἱὲ ἀνθρώπου, βάδιζε, εἴσελθε εἰς τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτὸν, διότι οὐ πρὸς λαὸν βα‐ θύχειλον καὶ βραδύγλωσσον ἐξαποστέλλῃ, πρὸς οἶκον | |
40 | τοῦ Ἰσραὴλ, οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους, ἢ ἀλλογλώσσους, οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ὄντας, ὧν οὐκ ἀκούσῃ τοὺς λόγους αὐτῶν. Καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε, αὐτοὶ ἂν εἰσήκουσάν σου· ὁ δὲ οἶκος τοῦ Ἰσραὴλ οὐ μὴ θελήσουσιν ἀκοῦσαί | |
45 | σου, διότι οὐ βούλονται εἰσακοῦσαί μου, ὅτι πᾶς ὁ οἶκος τοῦ Ἰσραὴλ φιλόνεικοί εἰσι, καὶ σκληροκάρδιοι.» Εἰκότως δὴ οὖν μονονουχὶ ἀπορήσας, μᾶλλον δὲ, ὡς ἔφην, ἀρτίως ἐπὶ πολλῇ λίαν ὠμότητι καταιτιώμενος τοὺς ἐξ Ἰσραήλ. Τίνα δὴ οὖν ἀποστείλω; Μελλήσας | |
70.184(50) | δὴ οὖν ὁ προφήτης κατ’ οὐδένα τρόπον· «Ἰδοὺ ἐγὼ,» φησὶν, «ἀπόστειλόν με.» Ὅταν τοίνυν καὶ ἡμῶν ὁ θεῖος ἄνθραξ ἐπιθιγγάνῃ, καθαροὶ μὲν ἐσόμεθα τῶν διεπταισμένων, πρόθυμοι δὲ καὶ νεανικοὶ πρὸς ἀπο‐ στολὴν, ὃ δὴ καὶ πεπράχασιν οἱ θεσπέσιοι μαθηταί. | |
55 | Καίτοι γὰρ ὄντες ἐξ Ἰουδαίων, καὶ πρὸ τῆς εἰς Χριστὸν ἀγάπης, ἀκάθαρτά που καὶ αὐτῶν τὰ χείλη | |
μετὰ τῶν ἅλλων ἔχοντες, ἐπειδὴ δὲ προσήκαντο τὴν | 183 | |
70.185 | πίστιν, πεποίηνται τὴν καλὴν ὁμολογίαν, ἥψατο δὲ καὶ αὐτῶν ὁ ἄνθραξ, τότε καὶ κέκληνται πρὸς ἀπο‐ στολὴν, καὶ ἠκολούθουν ἀμελλητὶ, καίτοι λέγοντος τοῦ πανσόφου Μωσέως· «Δέομαι, Κύριε, προχείρι‐ | |
5 | σαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς·» Ἱερεμίου δὲ πάλιν· «Ὁ ὢν, Δέσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι ἐγὼ νεώτερός εἰμι.» Θερμότεροι δὴ οὖν πρὸς ἀποστολὴν καὶ διακονίαν τῶν ἀρχαιοτέρων ἁγίων οἱ ἐν Χριστῷ. Καὶ σαφὴς ἂν γένοιτο τοῦ | |
10 | πράγματος τύπος ὁ μακάριος προφήτης Ἡσαΐας, μετὰ τὴν τοῦ ἄνθρακος ἐπαφὴν ἀνακεκραγώς τε καὶ λέγων τό· «Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με.» Καὶ εἶπεν· Πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ | |
15 | καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. | |
20 | Πώρωσιν μὲν ἀπὸ μέρους γεγενῆσθαι τῷ Ἰσραὴλ, ὁ θεσπέσιος γράφει Παῦλος· διερμηνεύων δὲ ὥσπερ τίνα τρόπον αὐτοῖς τὴν πώρωσιν συνέβη παθεῖν. «Ἄχρι γὰρ σήμερον, φησὶν, ἡνίκα ἂν ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.» | |
25 | Καὶ γὰρ ἦν ἀκόλουθον τοῖς εἰς τοῦτο λοιπὸν ἀγριό‐ τητος τρόπων ὠλισθηκόσιν, ὡς πολὺ νοσεῖν τὸ ἐξ‐ ήνιον, καὶ μήτε τοῖς Μωσέως γράμμασιν εἴκειν ἐθέλοντες, μήτε μὴν τοῖς ἁγίοις προφήταις· προσ‐ θείην δ’ ἂν ὅτι μηδὲ αὐτῷ τῷ Χριστῷ, τῷ τῆς | |
30 | νοητῆς ἀχλύος καταλαμβάνεσθαι σκότῳ, καὶ ὀλίγα διενεγκεῖν τῶν ἀναισθήτων λίθων. Ταύτην οὖν ἄρα ποιεῖται τὴν προαγόρευσιν ὁ τῶν ὅλων Θεὸς, καὶ τῷ προφήτῃ παρεγγυᾷ προκαταμηνύειν αὐτοῖς· ὅτι «Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες | |
35 | βλέψετε, καὶ οὐ, μὴ ἴδητε.» Γεγόνασι γὰρ αὐτήκοοι τῆς τοῦ Σωτῆρος φωνῆς· ἐδίδαξεν ἐν συναγωγαῖς, προσπεφώνηκεν ἐν τοῖς Ἱεροσολύμοις πλειστάκις, ἀλλ’ ἦσαν ἐν ἴσῳ τοῖς μηδ’ ὅλως ἀκηκοόσιν. Γεγόνασι θεωροὶ τῶν παραδόξως τετελεσμένων. Τεθέανται γὰρ | |
40 | λεπροὺς τοῦ πάθους ἀπηλλαγμένους, ἀναπηδῶντας χωλοὺς, τυφλοὺς ἀναβλέποντας, νεκροὺς ἐκ μνημά‐ των ἀνισταμένους· ἀλλ’ ὠφέληνται μὲν κατ’ οὐδένα τρόπον, ὥσπερ δὲ καὶ αὐτῶν ὀμμάτων ἐστερημένοι, διετέλουν οἱ δείλαιοι. Ταύτῃ τοι καὶ ὀνειδίζονται διὰ | |
45 | τῆς τῶν ἁγίων φωνῆς, ὡς γεγονότες ἀεὶ σκληρο‐ τράχηλοι, καὶ ἀπειθεῖς τῇ καρδίᾳ, καὶ ἀπεκτονότες ἁγίους. Δεδόσθαι γε μὴν τὴν πώρωσιν αὐτοῖς φησιν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ συνῶσι τῇ καρδίᾳ, καὶ ἐπιστρέψωσι, καὶ ἰάσηται αὐτούς. Καὶ τοῦτο ἦν | |
70.185(50) | ἄρα καὶ μάλα σαφῶς, ὅπερ ἔφη Χριστὸς ἀπειθεῖν ᾑρημένοις· «Μὴ γογγύζετε μετ’ ἀλλήλων· οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατήρ μου ὁ πέμψας με ἑλκύσῃ αὐτόν.» Καὶ πάλιν· «Πᾶς ὁ ἀκούσας παρὰ τοῦ Πατρὸς, ἔρχεται πρός με.» Οὐκ‐ | |
55 | οῦν οὐ κέκληνται πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ, δι’ ἀπο‐ καλύψεως τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτι μηδὲ ἦσαν ἄξιοι | |
τῆς δι’ αὐτοῦ σωτηρίας καὶ ζωῆς. Εἰ δὲ δή τις βού‐ | 185 | |
70.188 | λοιτο προσβαλεῖν ἑτέρως ταῖς τῶν εἰρημένων ἐν‐ νοίαις, συνήσει τοιῶσδε. Προαγορεύει μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς, ὡς γινώσκων τὰ κεκρυμμένα, καὶ τὰ ἐσόμενα, καί φησιν, ὅτι πάντη τε καὶ πάντως | |
5 | ὄψονται μὲν καὶ ἀκούσονται, μενοῦσί γε μὴν ὡς μήτε ἀκηκοότες, μήτε συντιθέμενοι, καὶ τοῦτο πα‐ θόντες ἐκ μοχθηρᾶς αὐτοὶ τῆς ἰδίας γνώμης. Προσ‐ επάγει δὲ τούτοις, ὅτι ταῦτα δρῶντες ἐκεῖνοι, ταῖς ἰδίαις ἐπιβουλεύουσι κεφαλαῖς. Ἠῤῥωστήκασι γὰρ τὸ | |
10 | δυσήκοον, καὶ τὸ μὴ δύνασθαι καθορᾷν, «Ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ ἐπιστρέψουσι, καὶ ἰάσομαι αὐτούς.» Αἴτιοι τοίνυν αὐτοὶ τῆς σφῶν αὐτῶν γεγόνασιν ἀπωλείας, μήτε τὸ οὖς παραθέντες τοῖς παρὰ Χριστοῦ λεγομένοις ὀξὺ, | |
15 | μήτε μὴν τὸν τῆς ἑαυτῶν διανοίας ἀνευρύνοντες ὀφθαλμόν. Εἰ γὰρ τοῦτο ἔδρων, ὑπέστρεψαν ἂν, καὶ τῆς καθηκούσης θεραπείας τετυχηκότες, σῶόν τε καὶ ὑγιᾶ τὸν ἑαυτῶν διεσώσαντο νοῦν. Καὶ εἶπα· Ἕως πότε, Κύριε; Καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι, παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ | |
20 | καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυ‐ νεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ οἱ καταλειφθέν‐ τες πληθυνθήσονται ἐπὶ τῆς γῆς. Δέδιεν ὁ προφήτης, μὴ ἄρα διηνεκὴς, καὶ ἀκατά‐ ληκτος ἐπενήνεκται τοῖς ἐξ Ἰσραὴλ ἡ πώρωσις. | |
25 | Ταύτῃ τοι καὶ διαμαθεῖν ἀξιοῖ τὸν χρόνον, καθ’ ὃν ἔσται τοῦτο αὐτοῖς, καὶ μέχρι τίνος παρατείνει τὸ ἀῤῥώστημα. Καὶ πρός γε δὴ ταῦτα Θεὸς προαγορεύει τὴν δῄωσιν αὐτῶν τε τῶν Ἱεροσολύμων, καὶ ἁπάσης τῆς Ἰουδαίων χώρας, καί φησιν· «Ἕως ἂν ἐρημω‐ | |
30 | θῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους.» Ὃ δὴ καὶ εἰς πέρας ἐκβέβηκεν, Οὐεσπασιανοῦ τε καὶ Τίτου καταδῃω‐ σάντων τὴν Ἰουδαίαν μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, καὶ ἀνάληψιν τὴν εἰς οὐρανούς. Ὅτι δὲ οὐ μέχρι τοῦ | |
35 | ταῦτα παθεῖν, ἐκμετρηθήσεται τοῖς ἀπειθοῦσιν ἡ κό‐ λασις, οὔτε μὴν εἰς ἅπαν ἤγουν ὁλόῤῥιζος ὁ Ἰσραὴλ οἰχήσεται, καταμηνύει λέγων· «Καὶ μετὰ ταῦτα μα‐ κρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ οἱ καταλειφθέν‐ τες, πληθυνθήσονται ἐπὶ τῆς γῆς.» Ἐμακρύνθησαν | |
40 | μὲν γὰρ ἀπὸ Θεοῦ, καὶ ἁγίους ἀπεκτονότες, προσθέν‐ τες δὲ τὸν ἀρχηγὸν τῆς ζωῆς. Οἱ δὲ δὴ καταλειφθέν‐ τες, τοῦτ’ ἔστιν, οἱ περισεσωσμένοι, καὶ πεπιστευ‐ κότες εἰς Χριστὸν, οἳ καί εἰσι τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, ἐν πολλῇ, φησὶν, ἔσονται πληθύϊ. Πεπίστευκε | |
45 | γὰρ οὐ βραχὺ μέρος τοῦ Ἰσραὴλ, καὶ τοῦτο ἐν ἀρ‐ χαῖς τοῦ βιβλίου καὶ αὐτὸς ὁ μακάριος προφήτης Ἡσαΐας μεμήνυκε, λέγων· «Καὶ εἰ μὴ Κύριος Σα‐ βαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγε‐ νήθημεν, καὶ ὡς Γομόῤῥα ἂν ὡμοιώθημεν.» Δοκεῖ δέ | |
70.188(50) | τισι καὶ ἑτέρως νοεῖν τῶν προκειμένων τὴν δύναμιν. Διερωτῶντος δὲ τοῦ προφήτου, καὶ ἀναμαθεῖν ἐθέλον‐ τος εἰς τίνα καὶ πόσον ἐκταθήσεται καιρὸν ἡ πώρω‐ σις, ἀποκρίνεται Θεός· «Ἕως ἂν ἐρημωθῶσιν αἱ πόλεις, παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι, παρὰ τὸ | |
55 | μὴ εἶναι ἀνθρώπους, καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους·» ἵνα διὰ τούτου νοῶμεν τὸν τῆς | |
συντελείας καιρόν. Δεῖ γὰρ πρότερον πολέμους ἡμᾶς | 187 | |
70.189 | ἀκοῦσαι, καὶ ἀκοὰς πολέμων, ἀναστῆναί τε ἔθνος ἐπ’ ἔθνος, καὶ βασιλείας ἐπὶ βασιλείας, ἐρημωθῆναί τε πόλεις, καὶ οἴκους, εἶθ’ οὕτω τὸ τέλος· μεθ’ ὃν μακρύνονται λοιπὸν οἱ ἄνθρωποι, μετὰ τὸν τῆς ἀνα‐ | |
5 | στάσεως δηλονότι καιρὸν, τὸν εὐαγῆ καὶ μακραίωνα διαζῶντες βίον, ἀνῃρημένης εἰς ἅπαν τῆς φθορᾶς, καὶ κατηργημένου τοῦ θανάτου, καὶ ἁπάσης ἁμαρτίας ἐξῃρημένης. Ὅτι δὲ πεπώρωται ὁ Ἰσραὴλ, κεκλήσεταί γε μὴν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, τῆς θεοπνεύστου Γραφῆς λεγούσης σαφῶς τε καὶ ἐναργῶς, εἰκαῖον οἶμαι τὸ διατείνεσθαι, καὶ ζητεῖν τὰ τελοῦντα | |
10 | πρὸς πληροφορίαν. Καὶ ἔτι ἐπ’ αὐτῆς ἐστι τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσονται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ ἀπὸ τῆς θήκης αὐτοῦ. Διαμέμνηται καὶ νῦν ἱστορίας ὁ προφητικὸς ἡμῖν | |
15 | λόγος, ἢν ἀναγκαῖον, ὡς ἔοικεν, εἰπεῖν· ἔσται γὰρ οὕτω σαφὲς τὸ δηλούμενον. Καταστρατευόντων τοι‐ γαροῦν τῆς Ἰουδαίων χώρας, ὡς ἤδη προεῖπον, Οὐεσπασιανοῦ τε καὶ Τίτου, δεδαπάνηται μὲν ἡ τῶν Ἰουδαίων χώρα, πόλεσί τε ὁμοῦ καὶ αὐτοῖς οἴκοις | |
20 | ἐμπεπρησμένη, θέαμα δεινὸν, καὶ παντὸς οἴκτου μεστὸν τοῖς ὁρῶσιν ἦν, ὀλιγανδρίας ἥκειν εἰς τοῦτο λοιπὸν τὸ ἔθνος αὐτοῖς, ὡς τῆς ἀληθείας οὐκ ἀφαμαρ‐ τεῖν τὸν λέγοντα, περιλελεῖφθαι μόλις ἐν αὐτῇ τοῦ παντὸς δήμου τὸ ἐπιδέκατον. Εἶτα διατετελέκασι | |
25 | χρόνους τινὰς τρεφόμενοι μὲν ἐν εἰρήνῃ, πλὴν οὐκ ἔξω δειμάτων, τοῦ καὶ εἰσαῦθις παθεῖν τὴν δῄωσιν, ὃ δὴ καὶ γέγονεν. Ἀδριανὸς γὰρ κατὰ καιροὺς τῶν Ῥωμαίων βασιλείας διέπων τοὺς θάκους, καὶ μὴν Ἀντίοχος ἐπίκλην Ἐπιφανὴς, κατέδραμον τῆς Ἰου‐ | |
30 | δαίων χώρας, καὶ οὐδὲν ἦν ἐν μείοσι τῶν πάλαι κα‐ κῶν προσερημουμένων λειψάνων, πεμπομένων εἰς αἰχμαλωσίαν τῶν κατειλημμένων, ὅτε καὶ τὰ τῶν Μακκαβαίων συνέβη γενέσθαι πάθη. Τῶν τοιούτων δι‐ ηγημάτων ἡμῖν ποιεῖται τὴν μνήμην ἐν προηγορεύ‐ | |
35 | σει πάλιν ὁ τῶν ὅλων Θεὸς καί φησιν· «Ἔτι ἐπ’ αὐτῆς ἐστι τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσται εἰς προνομήν.» Οὐ γὰρ ἔξω φροντίδος κείσεται, φησὶ, κἂν εἰ ἐν λει‐ ψάνοις γένοιτο, καὶ τοῦτο μικροῖς, τῶν Ἰουδαίων ὁ δῆμος· ἀλλ’ ἔσται πάλιν εἰς προνομήν. Γενήσεται δὲ ἡ | |
40 | χώρα καὶ τότε πάλιν αὐτοῖς ὡς τερέβινθος, καὶ αὐτοὶ δὲ ὡς βάλανος, ὅτε ἐκπέσῃ ἀπὸ τῆς θήκης αὐτοῦ. Φυτὸν μὲν γὰρ ἡ τερέβινθος, ἀλλ’ εἰ γένοιτο τῶν φύλ‐ λων ἀποβολὴ, πολὺ δὴ λίαν ἔχει τὸ ἀτερπὲς, ξηροτά‐ τους ἔχων τοὺς κλῶνας. Κατὰ τοῦτον οἶμαι τὸν τρό‐ | |
45 | πον, καὶ χώρα παθοῦσα τῶν ἐνοικούντων αὐτὴν ἐρή‐ μωσιν, ἐν ἴσῳ που πάντως ξηροῖς ἔσται φυτοῖς, τοῖς κατ’ αὐτὴν οὐκ ἔχουσι τὴν ἄνθην, ἀλλὰ καὶ αὐτῆς παθούσης τῆς φυλλίδος τὴν ἀποβολήν. Ὁμοίως ἡ βά‐ λανος καρπὸς μέν ἐστι δρυός· ὅταν δὲ τῆς θήκης ἐκ‐ | |
70.189(50) | πέσῃ, τότε παρακείσεται τοῖς εἰωθόσιν αὐτὴν κατανέ‐ μεσθαι τῶν ζώων. Οὐκοῦν ἡ μὲν τῶν Ἰουδαίων χώρα μεμίμηται τὴν τερέβινθον ἀποβαλοῦσαν τὰ φῦλλα. Οἱ δὲ ταύτης ἀποπεπτωκότες διὰ τοῦ δραμεῖν εἰς αἰ‐ χμαλωσίαν, ὡς βάλανοι κείσονται, μονονουχὶ θήκης | |
55 | ἰδίας ἐκπεπτωκότες τῆς ἐνεγκούσης αὐτούς. Τοιοῦτόν | |
τι καὶ ὁ Σολομών φησιν· «Ὥσπερ ὄρνεον ὅταν ἐκ‐ | 189 | |
70.192 | πέσῃ ἐκ τῆς ἰδίας καλιᾶς, οὕτω καὶ ἄνθρωπος ὅταν ἀποσπασθῇ ἐκ τῶν ἰδίων τόπων.» Τί γὰρ ἂν γένοιτο τῶν ἐν αἰχμαλωσίᾳ τὸ οἰκτρότερον; Τί δὲ οὕτως ἐλεεινὸν καὶ πεπατημένον, ὡς ἀνθρώπους ὑπὸ χεῖρα πεσεῖν τῶν κεκρατηκότων; | |
5 | Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥαασ‐ σὼν βασιλεὺς Συρίας, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ πολεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. | |
10 | Οἱ τὴν ἐν ταῖς θεοπνεύστοις Γραφαῖς ἱστορίαν ὡς ἕωλον παραιτούμενοι, φεύγουσι κατὰ τὸ εἰκὸς τὸ νοεῖν δύνασθαι, καθ’ ὃν προσήκει τρόπον, τὰ ἐν αὐ‐ τοῖς γεγραμμένα. Θεωρία μὲν γὰρ πνευματικὴ καλή τε καὶ ὀνησιφόρος, καὶ τῆς διανοίας τὸν ὀφθαλμὸν εὖ | |
15 | μάλα καταλαμπρύνουσα νουνεχεστάτους ἀποτελεῖ. Ὅταν δέ τι τῶν ἱστορικῶς πεπραγμένων διὰ τῶν ἱερῶν ἡμῖν Γραμμάτων εἰσφέρηται, τότε δὴ τότε τὸ ἐκ τῆς ἱστορίας χρήσιμον θηρᾶσθαι πρέπει, ἵνα πανταχόθεν ἡμᾶς ἡ θεόπνευστος Γραφὴ σώζουσά τε | |
20 | καὶ ὠφελοῦσα φαίνηται. Ἀφηγεῖται τοίνυν ὁ προφη‐ τικὸς ἡμῖν ἐν τούτοις λόγος τὰ ἐν καιροῖς τῆς Ὀζίου βασιλείας συμβεβηκότα τοῖς ἐξ Ἰούδα καὶ Βενιαμεὶν, καὶ ταῖς ἐν τῇ Σαμαρείᾳ δέκα φυλαῖς, αἲ καὶ Ἐφραῒμ ὠνομάζοντο, καὶ μέν τοι καὶ Ἰσραήλ. Ἐπειδὴ δὲ ἐν | |
25 | καιροῖς τεσσάρων βασιλέων ὁ σύμπας τῆς προφητείας γέγονε λόγος, τὰ ἐν τοῖς ἑκάστου καιροῖς συμβαίνοντα τίθησιν ὁ προφήτης, καὶ ἀναγκαίως ἐπισημαίνεται, τάξιν ταῖς ὁράσεσιν, ἤτοι τοῖς ἑαυτοῦ λόγοις τὴν ἀρίστην ἐπιτιθείς. Τεθνεῶτος τοιγαροῦν Ἀζαρίου καὶ | |
30 | τοῦ Ὀζίου, διαδέχεται τὴν βασιλείαν Ἰωαθὰν, ἠκο‐ λούθησέ τε τῷ σκοπῷ, καὶ τοῖς ἐπιτηδεύμασι τοῦ ἰδίου πατρός. Λέγεται μὲν γὰρ καὶ αὐτὸς ἐν ὀφθαλ‐ μοῖς Κυρίου ποιῆσαι τὸ εὐθὲς, καθὰ καὶ Ὀζίας, πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν, ἀλλ’ ἔτι ὁ λαὸς ἐθυμίων ἐν τοῖς | |
35 | ὑψηλοῖς. Καὶ ἐζήτησε μὲν Ὀζίας παρὰ τὸ ἐξὸν ἱερα‐ τεῦσαι Θεῷ, καὶ προσενεγκεῖν θυμιάματα, καὶ λελέ‐ πρωται ταύτης ἕνεκα τῆς αἰτίας. Ἰωαθάν γε μὴν οὐχ οὕτως. Ἐπειδὴ δὲ καὶ αὐτὸς ἀπεβίω, διαδέχεται τὴν βασιλείαν ὁ Ἄχαζ, βασιλεύοντος ἐπὶ τὸν Ἰσραὴλ, | |
40 | τοῦτ’ ἔστι, τῶν δώδεκα φυλῶν, Φακεὲ υἱοῦ Ῥομελίου. Οὗτος κεκίνηκε πόλεμον κατὰ τοῦ Ἄχαζ καὶ τοῦ Ἰούδα, καὶ ἀπέκτεινε μὲν ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν καὶ εἴκοσι χιλιάδας. Παρωτρύνετο γὰρ ὁ τῶν ὅλων Θεὸς ἐν ταῖς τοῦ Ἄχαζ δυσσεβείαις, περὶ οὗ καὶ γέγραπται | |
45 | ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν, ὅτι ἐπορεύθη ἐν ὁδῷ βασιλέως Ἰσραήλ. Γέγονε γὰρ ἀνὴρ δυσσεβὴς, καὶ λελάτρευκεν εἰδώλοις, καὶ τὰ τέκνα αὐτοῦ διήγαγε διὰ πυρὸς καταθυμιῶν τοῖς ἀκαθάρτοις δαίμοσιν. Ἐν καιροῖς τοιγαροῦν τῆς ἑαυτοῦ βασιλείας συνεφράξαντο | |
70.192(50) | κατά τε τῶν Ἱεροσολύμων καὶ Ἰούδα, αὐτός τε Φα‐ κεὲ ὁ τοῦ Ῥομελίου, καὶ Ῥαασσὼν βασιλεὺς Ἀρὰμ, τοῦτ’ ἔστι Συρίας. Καὶ ἦλθον ὡς καταδῃώσοντες, πλὴν οὐχ εἷλον τὴν πόλιν. Δεδιὼς δὲ τὴν ἔφοδον ἀφό‐ ρητον οὖσαν ὁ Ἄχαζ, ἄθροισιν μὲν ποιεῖται χρημά‐ | |
55 | των πολλὴν, πρεσβεύεται δὲ πρὸς τὸν βασιλέα τῶν Ἀσσυρίων Θεγλαφολλασὰρ, ἐπαμύνεσθαί τε αὐτῷ παρακαλεῖ, καὶ καταστρατεύσασθαι τοῦ Ῥαασσὼν, ὃ δὴ καὶ εἰς πέρας ἐνήνεκται. Ἐλθὼν δὲ Ἀσσύριος | |
εἶλε τὴν Δαμασκὸν, ἀπέκτεινε δὲ καὶ τὸν Ῥαασσών. | 191 | |
70.193 | Τελευτήσαντος δὲ καὶ τοῦ Φακεὲ τοῦ Ῥομελίου τοῦ βασιλεύσαντος κατὰ τὴν Σαμαρείαν ἐπὶ τὸν Ἰσραὴλ, διαδέχεται τὸ σκῆπτρον Ὠσηὲ υἱὸς Ἤλα, οὗ βασιλεύ‐ σαντος, ἔρχεται κατὰ τὴν Σαμαρείαν Σαλμανασὰρ ὁ | |
5 | Ἀσσύριος, καὶ εἷλε μὲν πᾶσαν, ἀπεκόμισε δὲ τὸν Ἰσραὴλ αἰχμάλωτον, καὶ ἀπῴκησεν ἐν τοῖς ὄρεσι Περσῶν καὶ Μήδων· εἶτα τινὰς τῶν ὑφ’ ἑαυτῷ κατ‐ οικεῖν ἐκέλευσε τὴν Σαμαρείαν, τόν τε ἐκ Χουνθὰ, καὶ τὸν Σαπφαρουΐαν. Γέγραπται γὰρ οὕτως ἐν ταῖς | |
10 | Βασιλείαις, καὶ μακρὸς μὲν ὁ ἐφ’ ἑκάστῳ τῶν εἰρη‐ μένων λόγος παρά γε τῇ θεοπνεύστῳ Γραφῇ, πλὴν πεποίημαι τὴν ἀφήγησιν βραχυλογήσας ὡς ἔνι. Ἐροῦμεν δὲ καὶ ἀνὰ μέρος ἕκαστα, ταῖς τῶν προ‐ κειμένων ἐννοίαις ἑπόμενοι. Ἐν ταῖς ἡμέραις τοίνυν, | |
15 | φησὶν, Ἄχαζ τοῦ Ἰωαθὰν τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, συμπεφωνήκασιν ὅ τε Ῥαασσὼν βασιλεὺς Ἀρὰμ, τοῦτ’ ἔστι, Συρίας, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ, κατὰ τῶν Ἱεροσολύμων, ἀφίκοντο δὲ καταδῃώσοντες, πλὴν οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. Εἴρηται δὲ ταῦτα τέως ἐν προγραφῆς δυνάμει, | |
20 | καὶ ὡς ἐν ἀφηγήσει τοῦ συμβεβηκότος. Δηλοῖ γὰρ τὴν σκέψιν καὶ αὐτὸ δὲ τὸ ἐγχείρημα, προσεπάγει δὲ παραχρῆμα, καὶ τὸ τοῦ πράγματος πέρας· Οὐ γὰρ ἠδυνήθησαν, φησὶ, πολιορκῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαβὶδ λέγοντες, Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραῒμ, καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν | |
25 | τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Ὁρισάμενος, ὡς ἔφην, τῶν διηγημάτων τὴν πρό‐ φασιν, καὶ ὡς ἐν βραχεῖ κεφαλαίῳ συλλήβδην εἰπὼν τὸ ἐγχείρημα τῶν δύο βασιλέων, καὶ ὅτι πρὸς πέρας | |
30 | αὐτοῖς οὐκ ἐκβέβηκεν ὁ σκοπὸς, ἄρχεται λοιπὸν ἀνὰ μέρος ἕκαστα κατισχνοῦν τῷ λόγῳ. Ἀνηγγέλη γὰρ, φησὶν, εἰς τὸν οἶκον Δαβὶδ, τοῦτ’ ἔστι, τὸν βασιλεύ‐ οντα, καὶ ἀπήγγελλον ὅτι συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ. Ἀρὰμ δέ φησι τὸν Σύρον, καὶ | |
35 | Ἐφραῒμ ὁμοίως τὰς ἐν Σαμαρείᾳ δέκα φυλάς. Ἐπειδὴ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἐπύθετο καὶ πεπί‐ στευκεν ὁ οἶκος Δαβὶδ, τοῦτ’ ἔστιν, ὁ Ἄχαζ. Ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Τὸ δὲ, | |
40 | ἐξέστη, τίθησι κοινῶς, ἀντὶ τοῦ, κατεπλάγη, καὶ μικρὸν καὶ αὐτῆς ἐκπέπτωκε φρενός. Τὰ γάρ τοι δεινὰ τῶν δειμάτων, ἰκανά πώς ἐστι εἰς τὸ κατασεῖ‐ σαι δύνασθαι τὸν νοῦν, καὶ καταδονῆσαι τὴν ψυχὴν, καί τι τοιοῦτον ὑπομεῖναι δοκεῖν, ὁποῖον ἂν πάθοι | |
45 | καὶ τὸ ἐν δρυμοῖς ξύλον, πνευμάτων ἀγρίων προσβο‐ λαῖς τῇδέ τε κἀκεῖσε διαῤῥιπτούμενον. Γέγονε δὲ μάλιστα τῆς δειλίας ἡ πρόφασις, ἤτοι τῆς ἐκστάσεως αὐτῷ τὸ συμβεβηκός. Ἤδη γὰρ ἔφην ὅτι βασιλεύον‐ τος αὐτοῦ, πεπολεμήκει πρὸς τὸν Ἰούδαν ὁ Φακεὲ, | |
70.193(50) | καὶ ἀνεῖλεν ἐκ τοῦ λαοῦ ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας. Ὅτε τοίνυν καὶ μόνος ὁ Φακεὲ τοσοῦτος γέγονεν, ὡς κατισχῦσαι ῥᾳδίως τῶν ἐν τοῖς Ἱεροσο‐ λύμοις· πῶς οὐκ ἔδει τὸν ἐν τοῖς ἐσχάτοις ἐνδείξα‐ σθαι φόβον, αὐτόν τε τὸν Ἄχαζ, καὶ τὸν ἐπ’ αὐτῷ | |
55 | λαὸν, συμπεφωνηκότος τοῦ Σύρου, καὶ συνεξοπλίζον‐ τος τῷ Ἐφραῒμ μετὰ τῶν Ἱεροσολύμων; Καὶ εἶπε Κύριος πρὸς Ἡσαΐαν, Ἔξελθε εἰς συνάντησιν Ἄχαζ, σὺ καὶ ὁ καταλειφθεὶς Ἰα‐ | |
σοῦν ὁ υἱός σου, πρὸς τὴν κολυμβήθραν τῆς | 193 | |
70.196 | ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ κναφέως. Καὶ ἐρεῖς αὐτῷ, Φύλαξαι τοῦ ἡσυχάσαι, καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων. Ὅταν | |
5 | γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. Οἰκτείρμων ὄντως καὶ ἐλεήμων ὁ Κύριος, καὶ πάντας ἀνθρώπους ἐθέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· οἰκονομεῖ δὲ πάντα σαφῶς, καὶ κα‐ ταλειαίνων ἑκάστῳ τῆς σωτηρίας τὴν ὁδόν. Καὶ τοῦτο | |
10 | ἡμῖν ἐξ αὐτῶν ἔνεστι τῶν πραγμάτων οὕτως ἔχον ἰδεῖν. Ἀνὴρ μὲν γὰρ γέγονεν εἰδωλολάτρης ὁ Ἄχαζ, βδελυρὸς καὶ βέβηλος. Ἐπειδὴ δὲ ἦν ἐν ἀφύκτοις ἤδη κακοῖς, καὶ μονονουχὶ μεθύοντα ταῖς συμφοραῖς ὁ φιλοικτείρμων τεθέαται, προστίθησιν εὐθὺς τὸ | |
15 | ἐξεῖναι μεταλαχεῖν τῆς παρ’ αὐτοῦ σωτηρίας, ὑπ‐ ισχνεῖται δὲ τὴν ἐπικουρίαν, ἵνα παύσῃ μανίας εἰδω‐ λομανοῦς, καὶ ἀποσχέσθαι παρασκευάζῃ τῶν ἤδη προσεπταισμένων, καὶ τὸ τῆς ἀληθοῦς θεογνωσίας ἐκδέξασθαι φῶς. Προστάττει τοίνυν ὁ προφήτης ὑπ‐ | |
20 | αντῆσαί τε αὐτῷ συνόντος Ἰασοῦμ, ὃς ὑπόλειμμα καὶ ὑπολελειμμένος ἑρμηνεύεται· μονονουχὶ τοῦ τύπου σημαίνοντος ὡς ἐν συμβόλῳ τῷ Ἄχαζ, ὅτι σωθήσεται τὸ ὑπόλειμμα τοῦ Ἰούδα μετὰ Θεοῦ με‐ μενηκός. Θεοῦ γὰρ εἰς τύπον ὁ προφήτης λαμβάνε‐ | |
25 | ται, εὖ δὲ δὴ σφόδρα τῆς ἐπικουρίας ποιεῖται τὴν ὑπόσχεσιν ἐπὶ τῇ κολυμβήθρᾳ τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ κναφέως. Τύπος δὲ πάλιν ἡ κολυμβήθρα τῆς σωτηρίου πηγῆς τοῦ ἁγίου βαπτίσματος, ἣ καὶ εἰς ὁδὸν ἡμᾶς ἀποφέρει τὴν ἄνω, καὶ τοῦ νοητοῦ | |
30 | κναφέως, τοῦτ’ ἔστι, τοῦ πάντα ῥύπον ἡμῶν ἐκ‐ σμήχοντος, καὶ ἀπαλλάττοντος μολυσμῶν. Ἀσφαλὴς οὖν ἡ ὑπόσχεσις, καὶ ὡς ἐν τύπῳ τῆς μερικῆς τῆς καθόλου καὶ διὰ Χριστοῦ, σοφὸν δέδοται τῷ προφήτῃ τὸ αἴνιγμα. Φησὶ δὲ τὸ, «Φυλάσσου τοῦ ἡσυχάσαι, | |
35 | καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων.» Καὶ τὸ μὲν ἐπιτάττειν ἠρεμεῖν καὶ φροντίδων δίχα διατελεῖν, καὶ μὴν καὶ δειμάτων ἀπαλλάττεσθαι χαλεπῶν· καλοῦντος ἦν ἄρα καὶ μάλα ἐμφρόνως εἰς | |
40 | εὐπείθειαν, καὶ οἱονεὶ εἰς ἀρχὰς ἀναφέροντος τοῦ χρῆναι τιμᾷν τοὺς περὶ Θεοῦ λόγους, καὶ οἷς ἂν λέ‐ γοι τὸ ἀληθὲς ἑτοίμως ἐπιψηφίζεσθαι. Δαλοὺς δὲ καὶ ξύλα καπνιζόμενα καλεῖ, τοὺς κατ’ αὐτοῦ συμπεφω‐ νηκότας, ὡς ὅσον οὐδέπω πεπαυσομένους καὶ αὐτοῦ | |
45 | τοῦ εἶναι, καὶ τῆς βασιλείας. Ὥσπερ γὰρ ξύλον ἤγουν ὁ δαλὸς, ὅταν ἐξέληται τοῦ πυρὸς, καπνίζεται μὲν, πλὴν ἐν καταλήξει γίνεται, τοῦ καὶ ἔτι τὸ πῦρ ἔχειν ἐν ἑαυτῷ· κατὰ τὸν ἶσον, οἶμαι, τουτονὶ τρόπον, καὶ ἄνθρωπος μέλλων ἢ ζωῆς ἢ πράγματος ἐν καταλή‐ | |
70.196(50) | ξει γίνεσθαι, λέγοιτ’ ἂν εἰκότως δαλὸς ἢ ξύλον καπνι‐ ζόμενον ἔτι. Ἐπειδὴ δὲ ἠπίστοιτο περιδεεῖς μάλιστα γεγονότας, καὶ ἐν κατηφείᾳ πολλῇ, διά τε τὸ ἡττᾶ‐ σθαι μεμαχημένους πρὸς Φακεὲ, ὅτε καὶ πεπτώκασιν, ὡς ἔφην, ἑκατὸν εἴκοσι χιλιάδες ἐκ τοῦ Ἰούδα ἐν | |
55 | ἡμέρᾳ μιᾷ· καὶ τούτων ἐξίστησι τῶν δειμάτων αὐ‐ τοὺς, καί φησιν· «Ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι·» τοῦτ’ ἔστιν, οὐδ’ ἂν ἐκεῖνοι | |
πεπτώκασιν, εἰ μὴ δέδωκεν αὐτοὺς ὑπὸ χεῖρα τῶν | 195 | |
70.197 | ἐχθρῶν θυμὸς ἐμός. Ἀλλ’ εἰ γένοιτο, φησὶ, τὰ ἐξ ὀργῆς κατά τινων, ἰάσομαι πάλιν τοὺς πεπονθότας. Ὁ γὰρ παραδοὺς ἐξ ὀργῆς, ἐξελεῖται ῥᾳδίως δι’ ἔμφυτον ἡμερότητα καὶ φιλανθρωπίαν. Καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ, καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, | |
5 | ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σοῦ λέ‐ γοντες· Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτοῖς τὸν υἱὸν Ταβεήλ· τάδε λέγει Κύριος Σαβαώθ· Οὐ μὴ ἐμ‐ | |
10 | μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται. Οὔτε τῶν κατ’ αὐτοῦ σκευωρημάτων τὴν ἀπαγγελίαν ἀπιστεῖσθαι συγχωρεῖ, οὔτε μὴν ἐφίησι περισσῶς συν‐ θραύεσθαι δείματι. Βεβαιώσας δὲ μᾶλλον, καὶ ἀληθεῖς ἀποφήνας τὰς κατ’ αὐτοῦ συναινέσεις ἤγουν συμφωνίας | |
15 | τῶν δύο βασιλέων, ὑπισχνεῖται τὴν ἐπικουρίαν με‐ τατάττων ἐπὶ τὸ ἐπ’ αὐτῶν μᾶλλον ἐρηρεῖσθαι δεῖν, καὶ μὴ ταῖς τῶν εἰδώλων προσκεῖσθαι λατρείαις, καὶ τοῖς τῶν ψευδομαντέων λόγοις, οἳ μυρία μὲν ὅσα κατὰ γνώμην φασὶ τοῖς τὰς πεύσεις προσάγουσι, | |
20 | λαλοῦσί γε μὴν τῶν ἀληθῶν οὐδέν. Ὅτι τοίνυν ἐβου‐ λεύσαντο, φησὶν, ἀνελθεῖν μὲν εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλῆσαι τοῖς ὑπὸ χεῖρα σὴν, ἀναπεῖσαί τε ταῖς αὐτῶν ἕπεσθαι γνώμαις, ἀληθὲς καὶ ὡμολογημένον. Βούλονται γὰρ ἐπιστῆσαι τὸν τοῦ Ταβεὴλ υἱόν. Ἀλλ’ | |
25 | οὐκ ἔσται τοῦτο, φησίν. Καὶ τίς ὁ ὑπισχνούμενος; Κύριος Σαβαὼθ, τοῦτ’ ἔστι, Κύριος τῶν δυνάμεων, ἤτοι ἐκ στρατιῶν· οὗ δὴ συννεύοντος τὸ χρῆναι νι‐ κᾷν, οἷς ἂν ἕλοιτο τυχὸν, τίς ὁ ἀναστρέψων τὰ ἐψη‐ φισμένα; Καὶ τοῖς θείοις αὐτοῦ κρίμασιν, τίς ὁ ἀντ‐ | |
30 | εξάγειν δυνάμενος; Βεβαιοῖ τοιγαροῦν εἰς πίστιν τοὺς ἀπίστους ἔτι. Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαί‐ νοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες, καθὰ καὶ αὐτὸς εἴρηκεν ὁ Σωτήρ. Ἰστέον δὲ ὅτι υἱὸν μὲν τοῦ Ἀρὰμ τὸν Σύρον ἀποκαλεῖ, τοῦτ’ ἔστι, τὸν Ῥαασσὼν, τοῦ | |
35 | γε μὴν Ῥομελίου τὸν Φακεὲ, ὃς βεβασίλευκεν ἐπὶ τὸν Ἰσραὴλ, τοῦτ’ ἔστι, τῶν δέκα φυλῶν ἐν τῇ Σαμαρείᾳ. Ἀλλ’ ἡ κεφαλὴ Ἀρὰμ Δαμασκὸς, καὶ ἡ κε‐ φαλὴ Δαμασκοῦ Ῥαασσών· ἀλλ’ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν, ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ | |
40 | ἀπὸ λαοῦ, καὶ ἡ κεφαλὴ Ἐφραῒμ Σομόρων, καὶ ἡ κεφαλὴ Σομόρων, υἱὸς τοῦ Ῥομελίου. Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε. Τοῖς διατρανοῦν, ἐθέλουσι τὰ ἐν τῇ θεοπνεύστῳ Γραφῇ, χρεία δὴ πάντως καὶ ἀφηγήσεως ἱστοριῶν, | |
45 | ἵνα πανταχόθεν τὸ ἀληθὲς τοῖς θείοις ἕπηται λόγοις. Ἐξηγεῖται τοίνυν ὁ προφήτης τὰ ἐν τοῖς ἱεροῖς Γράμμασι, δι’ ὧν ἔστι μάλιστα ταῖς τῶν προκειμέ‐ νων ἐννοίαις ἄριστα προσβαλεῖν. Οὐκοῦν ἐν καιροῖς βασιλείας τοῦ Ἄχαζ συμπεφωνήκασι μὲν μετὰ τοῦ | |
70.197(50) | Ἰούδα καὶ τῶν Ἱεροσολύμων ὅ τε Ῥαασσὼν βασιλεὺς Συρίας καὶ Δαμασκοῦ, καὶ Φακεὲ υἱὸς Ῥομελίου βα‐ σιλεύων ἐπὶ τὸν Ἰσραὴλ ἐν τῇ Σαμαρείᾳ. Δεδιὼς τοίνυν τὴν ἔφοδον ὁ Ἄχαζ πείθει χρήμασι τὸν Θεγλα‐ φαλλασὰρ τῶν Ἀσσυρίων βασιλέα ἐπαμῦναί τε ἑαυ‐ | |
55 | τῷ, καὶ τῶν συμπεφωνηκότων ἀνατρέψαι τὴν ἔφοδον. Ὃς καὶ ἐλθὼν ἀνεῖλε μὲν τὴν Δαμασκὸν, μητρόπολιν | |
οὖσαν τῶν Σύρων, ἀπέκτεινε δὲ καὶ αὐτὸν τὸν Ῥα‐ | 197 | |
70.200 | ασσών. Ἀποθανόντος δὲ καὶ τοῦ Φακεὲ, ἐν τῇ Σα‐ μαρείᾳ, ὃς ἦν τοῦ Ῥομελίου, διαδέχεται τὴν βα‐ σιλείαν Ὡσηὲ υἱὸς Ἠλᾶ, πονηρὸς ἀνὴρ, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἐγκείμενος. Οὗ διέποντος τὴν βα‐ | |
5 | σιλείαν ἀνέβη Σαλμανασὰρ ὁ Ἀσσύριος κατὰ πάσης τῆς Σαμαρείας, καὶ παραχρῆμα μὲν εἷλεν τὸν Ὠσηὲ, καὶ ἐν οἰκέτου τάξει πεποίηται· καταδῃώσας δὲ τὴν χώραν ἅπασαν, καὶ τῶν υἱῶν Ἰσραὴλ ἀποφήνας ἐρή‐ μην, καθίστησιν ἀντ’ αὐτῶν τῶν ἰδίων τινὰς ἐνοί‐ | |
10 | κους, ἤτοι τῶν ὑπὸ χεῖρα, τόν τε Ἐκχουθὰ καὶ τὸν Σαπφαρουΐαν· ἔθνη δὲ οἶμαι ταυτὶ Περσικά. Γέ‐ γραπται γὰρ οὕτως ἐν βίβλοις Βασιλειῶν. Ταύτης ἡμῖν ἱστορίας τὴν ἀφήγησιν ὁ προφήτης, λέγων· «Τάδε λέγει Κύριος· Οὐ μὴ ἐμμείνῃ ἡ βουλὴ αὕτη, | |
15 | οὐδὲ ἔσται, ἀλλ’ ἡ κεφαλὴ Ἐφραῒμ Δαμασκὸς, καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥαασσίμ· ἀλλ’ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ λαοῦ.» Καὶ ἀσαφὴς μὲν ἡ τῶν λέξεων συνθήκη· προσ‐ βαλεῖν δὲ χρὴ τοιῶσδε· Ἡ κεφαλὴ, φησὶν, Ἀρὰμ, | |
20 | τοῦτ’ ἔστι τῆς Συρίας, Δαμασκὸς καὶ ἡ κεφαλὴ Δα‐ μασκοῦ Ῥαασσὶμ, τοῦτ’ ἔστιν ὁ Ῥαασσών· κεφαλὴ γὰρ τῆς τε χώρας καὶ τῆς πόλεως ὁ βασιλεύων αὐτῶν. Καὶ ἡ βασιλεία δὲ Ἐφραῒμ ἐκλείψει ἀπὸ λαοῦ· ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφραΐμ, | |
25 | τοῦτ’ ἔστι, τοῦ Ἰσραήλ· ἐκλείψει καὶ ἡ κεφαλὴ Ἀρὰμ, τοῦτ’ ἔστιν ἡ Δαμασκὸς, καὶ ἡ κεφαλὴ Δα‐ μασκοῦ, τοῦτ’ ἔστιν ὁ Ῥαασσών. Εἷλεν γὰρ, ὡς ἔφην, ὁ μὲν Θεγλαφαλλασὰρ τήν τε Δαμασκὸν καὶ τὸν Ῥαασσὼν, ὁ δὲ Σαλμανασὰρ τὸν Ὠσηὲ βασιλέα | |
30 | Ἐφραῒμ, ἤτοι τοῦ Ἰσραὴλ, καὶ τὴν Σομόρων, ἤτοι Σαμαρείαν, ἀπὸ κοινοῦ τρέχοντος τὸ ἐκλείψει· καὶ ἡ κεφαλὴ δὲ Ἐφραῒμ Σομόρων ἐκλείψει πάλιν. Κε‐ φαλὴν δὲ Ἐφραῒμ τὰ Σόμορα καλεῖ, τοῦτ’ ἔστι τὴν Σαμαρείαν· μητρόπολις γὰρ Σαμαρείας Σόμορα. | |
35 | Ἐφραῒμ δὲ ὅταν λέγει, τὸν Ἰσραὴλ δηλοῖ· καὶ ἡ κε‐ φαλὴ Σομόρων υἱὸς τοῦ Ῥομελίου, τοῦτ’ ἔστιν ὁ Φακεέ· τρέχει δὲ πάλιν τὸ ἐκλείψει κατὰ πάντων. Προσεπάγει δὲ τούτοις· «Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε.» Ἔχει δὲ καὶ σφόδρα τὸ εἰκὸς ὁ λόγος. | |
40 | Τοῖς γὰρ ταῖς ἀπιστίαις περιυβρίζουσι τὸν τοῦ Θεοῦ λόγον, οὐδ’ ἂν ἐγγένοιτο σύνεσις ἡ παρὰ αὐτοῦ. Δεῖ τοιγαροῦν ἀμελλητὶ δέχεσθαι τὰ παρὰ Θεοῦ, καὶ οἷς ἃν ὑπισχνεῖται καὶ λαλεῖ συννεύειν ἑτοίμως. Ἔσται γὰρ ἐν ἡμῖν οὕτως ἡ σύνεσις ἀγαθὴ, καὶ περιαστρά‐ | |
45 | ψει τὸν νοῦν τῆς παρ’ αὐτοῦ σοφίας ὁ φωτισμός. Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ λέ‐ γων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος, ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδ’ οὐ μὴ πειράσω Κύριον. | |
70.200(50) | Τοὺς τῆς βασιλείας διέποντα θάκους ἐν τοῖς Ἱερο‐ σολύμοις τὸν Ἄχαζ, καὶ πολὺ λίαν ἀπονενευκότα πρὸς τὸ ἐξήνιον, καὶ εἰς τὸ προσκεῖσθαι φιλεῖν ταῖς τῶν δαιμονίων ψευδολατρείαις, διὰ παντὸς πειρᾶται τρόπου μετακομίζειν ἐπὶ τὸ ἄμεινον, καὶ εἴς γε τὸ | |
55 | δεῖν τῶν τῆς ἀληθείας ἐφικέσθαι δογμάτων, καὶ ὀρθὰ φρονεῖν ἑλέσθαι περὶ Θεοῦ. Οὐκοῦν ἐπειδήπερ τοῖς τῶν εἰδώλων θεραπευταῖς περὶ πολλοῦ ἐτέθειτο, καὶ ἦν ἐν σπουδῇ τὸ χρῆναι περιεργάζεσθαι τὰς τῶν | |
πραγμάτων ἐκβάσεις, καὶ χρησμοὺς αἰτεῖν ἐξ ἱερῶν, | 199 | |
70.201 | καὶ τοῖς τῶν ψευδομάντεων φενακίζεσθαι λόγοις, κινδύνων αὐτοῖς ἐπηρτημένων, προανακόπτει τρόπον τινὰ τοῦτο μέλλοντα ποιεῖν Ἄχαζ, καὶ πρὸς τὸ τετα‐ χέναι τι σημεῖον, οὐκ ἐκ τῶν συνηθῶν αὐτῶν τεμε‐ | |
5 | νῶν, οὐδ’ ἐκ τῶν ψευδομάντεων ἔτι, μᾶλλον δὲ παρὰ Κυρίου τοῦ Θεοῦ. Καὶ τὸν τῆς αἰτήσεως τρόπον ταῖς αὐτοῦ ψήφοις ἀπονενέμηκεν εἰπών· «Εἰς βάθος ἢ εἰς ὕψος,» τοῦτ’ ἔστιν, ἢ εἰς οὐρανὸν, ἢ εἰς γῆν, καὶ τὰ ἔτι κατωτέρω. Καὶ πεπληροφόρηκεν διὰ τούτου, | |
10 | καὶ δίδωσι νοεῖν, ὅτι Θεὸς ὑπάρχων τῶν ὅλων καὶ Κύ‐ ριος, ἐπ’ ἐξουσίας ἐργάζεται τὸ δοκοῦν, κἂν εἴτε τι τῶν ἐν οὐρανῷ βλέπειν βούλοιτο, κἂν εἴτε τι τῶν ἐπὶ τῆς γῆς. Παραιτεῖταί γε μὴν ὁ Ἄχαζ, οὐχ ὡς Θεὸν αἰδούμενος, περιυβρίζων δὲ μᾶλλον ὁ δείλαιος, κἂν | |
15 | εἰ τοῖς ἐξ εὐλαβείας ἐπισεμνύνοιτο λόγοις. Οὐ γὰρ μὴ αἰτήσω, φησὶν, οὐδ’ οὐ μὴ πειράσω τὸν Κύριον. Ἐπειδὴ γὰρ Θεοῦ προστάττοντος αἰτεῖν, τὸ μὴ αἰτεῖ‐ σθαι θέλειν ἐναργὲς ἔχει τὸ δυσσεβὲς, ὑποπλάττεται τὸ μὴ πειρᾶσθαι θέλειν αὐτὸν, καὶ νομικὸν ὥσπερ | |
20 | προΐσχεται λόγον· «Οὐ γὰρ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.» Καίτοι πῶς οὐχ ἁπαστισοῦν τῆς τοῦ Ἄχαζ σκαιότητος καταβοήσει λόγος; Αὐτοῦ γὰρ ἐφιέντος αἰτεῖν τοῦ Θεοῦ, πῶς οὐκ ἄμεινον τὸ ἑλέ‐ σθαι μᾶλλον ἐκεῖνο δρᾷν, ὃ προστέταχεν, ἢ δυστρό‐ | |
25 | πως εὑρεσιλογεῖν, καὶ πρόφασιν εὐπειθείας ποιεῖ‐ σθαι σαθρὰν τὸ, Οὐ μὴ πειράσω Κύριον; Ἀλλ’ ἦν ὁ σκοπὸς αὐτῷ τοὺς μὲν ἄνωθεν καὶ παρὰ Θεοῦ μὴ προσίεσθαι λόγους, ψήφῳ δὲ μᾶλλον τῇ κρείττονι στεφανοῦντας τὸν χρησμολόγον, ψευδοεπείας καὶ ταῖς οἰωνῶν τάχα που περιεργάζεσθαι πτήσεσι, καὶ | |
30 | τὰς ἐκ τῶν δαιμονίων ἐπικουρίας αἰτεῖν. Καὶ εἶπεν· Ἀκούσατε δὴ, οἶκος Δαβὶδ, μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον. | |
35 | Ἀπειρηκότος τοῦ Ἄχαζ τοῦ σημείου τὴν αἴτησιν, οὐκ ἀνεχομένου τε τιμᾷν ἢ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, καὶ τῶν ὅλων Κύριον, ὅτι μὴ εἰς ἅπαν ἀγνοηθήσεται παρὰ τοῦ Ἰσραὴλ, μήτε μὴν τὸν ἴδιον ἀπολέσει κλῆρον, ἀλλ’ ἐπιγνώσονται κατὰ και‐ | |
40 | ροὺς, αὐτὸν πειρᾶται διδάσκειν. Πλὴν οὐκέτι λόγου μὲν ἀξιοῖ τὸν Ἄχαζ, ὑβριστὴν ὄντα καὶ θεομισῆ, προσπεφώνηκε δὲ μᾶλλον τῷ οἴκῳ Δαβὶδ, τοῦτ’ ἔστι, τοῖς ἐκ φυλῆς Ἰούδα, ἐξ ἧς καὶ αὐτὸς γέγονε τὸ κατὰ σάρκα Χριστός. Ἀνεξικάκῳ[ς] δὲ λίαν ὡς Θεὸς | |
45 | ποιεῖται τὴν προαγόρευσιν. Προαιτιασάμενος γὰρ ὅτι πεποίηται παρ’ οὐδὲν τὸ καὶ αὐτῷ προσκροῦσαι τῷ πάν‐ τα ἰσχύοντι Θεῷ, καὶ οἷον ἀγῶνας αὐτῷ καὶ καμάτους, τόγε ἧκον εἰς αὐτοὺς, σαλεύειν ἐπιχειρεῖν διά γε τοῦ μὴ θέλειν ὀρθοποδεῖν· τότε δὴ τότε τῆς καθόλου τε καὶ | |
70.201(50) | γενικωτάτης ἐπικουρίας ποιεῖται τὴν προανάῤῥησιν. Ὦ, τοίνυν, φησὶν, οἶκος Δαβὶδ, εἰ τὸ ἀνθρώποις προσ‐ κρούειν οὐκ ἀζήμιον, τί τῷ Κυρίῳ παρέχετε ἀγῶνα, τῷ κολάζειν μὲν οὐκ ἐθέλοντι, ἰσχύοντι δὲ τοῦτο δρᾷν καὶ λίαν εὐκόλως; Ἐπειδὴ δὲ παραιτεῖσθε τοῦ σημείου | |
55 | τὴν αἴτησιν, αὐτόμολός εἰμι πρὸς τοῦτο, φησίν· κἂν εἰ βούλοισθε νοσεῖν, ἐπάγω τὴν θεραπείαν, ἐπείπερ | |
εἰμὶ χρηστὸς καὶ φιλάνθρωπος. Αὐτὸς ὑμῖν Κύριος | 201 | |
70.204 | δώσει σημεῖον, πληροφορῶν ὅτι καὶ σωθήσεται κατὰ καιροὺς ὁ πεπλανημένος Ἰσραὴλ, καὶ οὐκ ἀγνοήσει τὸν Δεσπότην, ἀλλ’ ἔσται προσκυνητὴς τοῦ σεσωκότος Θεοῦ. Κατώρθωται δὲ τοῦτο διὰ Χριστοῦ κεκληκότος | |
5 | εἰς ἐπίγνωσιν τὸν Ἰσραὴλ, καὶ ἁπάσης αὐτὸν ἀπαλ‐ λάξαντος. ἁμαρτίας, καὶ τοῦ προσκυνεῖν ἐθέλειν ξύ‐ λοις καὶ λίθοις. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. | |
10 | Βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐ‐ τὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξασθαι τὸ ἀγαθόν. Διότι πρινὴ γνῶναι τὸ παιδίον ἀγαθὸν καὶ κακὸν, ἀπειθεῖ πονηρίᾳ, ἐκλέξασθαι τὸ ἀγαθόν. Καὶ καταλειφθήσεται ἡ γῆ, ἣν σὺ φοβῇ, ἔρημος ἀπὸ | |
15 | προσώπου τῶν δύο βασιλέων. Ἐκδεδώκασι μέν τινες τῶν τὰς θείας ἑρμηνευσάν‐ των Γραφὰς, τὸ, Ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ ἕξει. Δοκεῖ γε μὴν Ἰουδαίοις τῷ τῆς νεάνιδος ὀνόματι καταση‐ μαίνεσθαι δεῖν τὴν τοῦ Κυρίου Μητέρα, καὶ οὐχὶ δὴ | |
20 | μᾶλλον καλεῖσθαι παρθένον. Οἴονται γὰρ ὅτι τὴν τοῦ μυστηρίου δύναμιν ἀπρακτῆσαι θέμις, εἰ νεᾶνις λέ‐ γοιτο, καὶ οὐχὶ δὴ μᾶλλον παρθένος. Ἀμαθαίνοντας δὲ κατὰ πολλοὺς τρόπους κατίδοι τις ἂν αὐτούς. Πρῶ‐ τον μὲν γὰρ, κἂν εἰ λέγοιτο νεᾶνις ἡ παρθένος, οὐκ | |
25 | ἔξω κείσεται τοῦ εἶναι παρθένος. Εἶτά φασι περὶ τῆς τοῦ Ἄχαζ γυναικὸς τὸν προφήτην εἰπεῖν τὸ, Ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, ἵνα νοῶ‐ μεν τὸν Ἐζεχίαν τὸν ἐξ αὐτοῦ γεγονότα. Ἀλλὰ τοὺς τῆς προφητείας οὐ βασανίζοντες λόγους, τὸ ἀπερι‐ | |
30 | σκέπτως δοκοῦν ἁρπάζουσιν, εἶτα τὸν ἑαυτῶν οἴονται σκοπὸν ἐμπεδοῦν διὰ τούτου καὶ μόνου. Ἀλλ’, ὦ βέλτιστοι, φαίη τις ἂν πρὸς αὐτοὺς, τίς τὸν Ἐζε‐ χίαν ἐκάλεσεν Ἐμμανουήλ; Ἢ πόθεν ἂν ἐπιδείξειαν ὅτι πρὶν ἢ γνῶναι αὐτὸν ἀγαθὸν ἢ κακὸν ἠπείθησε | |
35 | πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· Οὐκοῦν ἐῤῥῶσθαι φράσαντες ταῖς ἐκείνων τερθρείαις, τὸ ὀρθῶς τε καὶ ἀληθῶς ἔχον παραδεξόμεθα, τὴν ἁγίαν Παρθένον διὰ τῆς προκειμένης ἡμῖν προφητείας κατασημαίνε‐ σθαι παρὰ Θεοῦ πιστεύοντες. Οὕτω γὰρ ἔσται πα‐ | |
40 | ράδοξον ἀληθῶς καὶ ὑπερμέγεθες τὸ σημεῖον, εἰς βά‐ θος τε ὁμοῦ καὶ ὕψος κατά γε τὴν θείαν ὑπόσχεσιν γεγονός. Ὁ γὰρ ἄνωθεν καὶ ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν γεγενημένος Υἱὸς μονογενὴς, κεκένωκεν ἑαυ‐ τὸν, καὶ λαγόνων ἐξεδόθη τῶν παρθενικῶν τὸ κατὰ | |
45 | σάρκα, οὐκ ἐξ ἀνθρωπίνης καταβολῆς λαβούσης τὴν γένεσιν, ἀλλ’ ἐκ δυνάμεώς τε καὶ ἐνεργείας τοῦ ἁγίου Πνεύματος. Οὕτω γὰρ εἴρηται πρὸς τὴν ἁγίαν Παρ‐ θένον διὰ φωνῆς τοῦ μακαρίου Γαβριήλ· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου | |
70.204(50) | ἐπισκιάσει σε.» Τέξεται τοίνυν, φησὶν, υἱόν. Καὶ σὺ, ὦ οἶκος Δαβὶδ, ὁ νῦν, φησὶ, παραιτούμενος τὸ ἐπὶ Θεῷ πεποιθέναι, καὶ παρ’ αὐτοῦ σημεῖον αἰτεῖν, εἰς βεβαίωσιν ὧν ἐπήγγελται, διὰ τὸ προσκεῖσθαι μᾶλλον εἰδώλοις, καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμα‐ | |
55 | νουὴλ, τοῦτ’ ἔστιν, ὁμολογήσεις τὸν Θεὸν ἐν ἀνθρω‐ | |
πείᾳ μορφῇ πεφηνότα. Ὅτε γὰρ πέφηνε καθ’ ἡμᾶς | 203 | |
70.205 | ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τότε καὶ γέγονε καὶ μεθ’ ἡμῶν. Ὁ γὰρ ὑπὲρ πᾶσαν τὴν κτίσιν, γέγονε καθ’ ἡμᾶς. Ἄθρει δὲ ὅπως, ἵνα δείξῃ τὸν αὐτὸν ἀλη‐ θῶς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, τίθησιν ἐπ’ αὐτοῦ τὰ | |
5 | θεῖά τε καὶ ἀνθρώπινα. Ὅτι μὲν γὰρ ἐν σαρκὶ γέ‐ γονε κατ’ ἀλήθειαν, πειρᾶται πληροφορεῖν, τροφὴν αὐτῷ γεγενῆσθαι λέγων τὴν νηπίοις πρέπουσαν, βού‐ τυρόν τε καὶ μέλι. Ὅτι δὲ, καίτοι σὰρξ γεγονὼς, οὐ‐ δὲν ἧττον ἔσται κρείττων ἁμαρτίας ὡς Θεὸς, διδάσκει | |
10 | πάλιν ἐπιφέρων εὐθύς· Διότι πρὶν ἢ γνῶναι τὸ παι‐ δίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Ἄνθρωποι μὲν γὰρ οὔπω πρὸς ἥβην ἐλά‐ σαντες, οὔτε μὴν εἰς μέτρον ἡλικίας ἀφιγμένοι, τῆς ὡς ἀπό τε χρόνου φρονήσει τετιμημένης, οὐδ’ ἂν | |
15 | εἶεν ὅλως ἐπιτήδειοι διακρίνειν δύνασθαι, τί μὲν ἂν εἴη τὸ φαῦλον, τί δὲ τὸ ἀγαθόν· καλοῦντος δὲ ἤδη πρὸς τοῦτο καιροῦ, τότε τῶν πρακτέων ἐλευθέραν ποιοῦνται τὴν αἵρεσιν. Ἡ δέ γε θεία καὶ ἀνωτάτω φύσις, οὐκ ἔν γε τοῖς καθ’ ἡμᾶς, ἀλλ’ ἐν ἰδίοις καὶ | |
20 | τοῖς αὐτῇ πρέπουσιν ὑψώμασιν, ἄβατος ἀεὶ πονηρίας ἐστίν· καὶ τοὺς τῆς φαυλότητος ἀποσείεται τρόπους, οὐ πειραζομένη ποθὲν, οὐκ ὄχλησιν ὑπομένουσα, φυ‐ σικῶς δὲ μᾶλλον καὶ οὐσιωδῶς ἀπειθοῦσα τῇ πονηρίᾳ. Καὶ οὐ καθ’ ἕτερον, οἶμαι, τρόπον, ἢ ὥσπερ ἂν εἴ τις | |
25 | λέγοι περὶ τοῦ φωτὸς, ὅτι ἀπειθεῖ που εἶναι σκότος. Οὐ γὰρ ἀνέχεται παθεῖν τὸ μὴ εἶναι φῶς. Φύσεως οὖν ἄρα τῆς θείας τὸ ἀεὶ πεπηγὸς εἰς τὸ ἀγαθὸν κα‐ τασημαίνει λέγων, ὅτι «Ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέ‐ ξασθαι τὸ ἀγαθόν.» Ἀληθὲς δὲ τοῦτο καὶ ἐπ’ αὐτοῦ | |
30 | τοῦ Χριστοῦ. Εἰ γὰρ καὶ γεγένηται κατὰ σάρκα διὰ τῆς ἁγίας Παρθένου, Θεὸς ὢν φύσει καὶ ἐκ Θεοῦ πε‐ φηνὼς ὁ Λόγος, ἀλλ’ ἦν ἐκ μήτρας καὶ πρὸ αὐτῆς, μᾶλλον δὲ καὶ πρὸ παντὸς αἰῶνος ἅγιος ὡς Θεὸς, τῶν ἰδίων πλεονεκτημάτων οὐκ ἀπολισθήσας διὰ τὸ ἀν‐ | |
35 | θρώπινον· ἀλλ’ οὐδὲ τῶν ἀνθρωπίνων ἀμελήσας διὰ τὴν οἰκονομίαν· ἵνα πιστεύσηται κατ’ ἀλήθειαν γε‐ γονὼς καθ’ ἡμᾶς, καὶ αὐτὴν ἡμῶν ἁγιάσῃ τὴν γένε‐ σιν. Καταλειφθῆναι δέ φησι τὴν γῆν, περὶ ἧς ὑφορᾶ‐ ται καὶ ἐδεδίει ἐκ προσώπου τῶν δύο βασιλέων. | |
40 | Ὅμοιον δὲ ὡσεὶ καὶ λέγοι σαφῶς· Ὅταν ἡ Παρθένος ἐν γαστρὶ λαβοῦσα τέκοι, σὺ, ὦ οἶκος Δαβὶδ, καλέ‐ σεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· τότε πάντες οἱ παρενοχλοῦντες τῇ ἁγίᾳ γῇ καταλείψουσιν αὐτήν. Ἔσται γὰρ οὐκέτι βατὴ τοῖς ἐθέλουσι καταδῃοῦν. | |
45 | Πνευματικὸς δὲ ὁ λόγος. Γεννηθέντος γὰρ τοῦ Ἐμ‐ μανουὴλ, ἡ ἀληθῶς ἁγία γῆ καὶ πόλις, τοῦτ’ ἔστιν ἡ Ἐκκλησία, γέγονεν ἐν καλῷ τῆς ἐλπίδος, καὶ πάντα πεπάτηκεν ἐχθρὸν, οἳ καὶ ἄμαχον εἰδότες αὐτὴν ἀνακεχωρήκασι, καταλελοιπότες ὡς παρὰ Θεοῦ σω‐ ζομένην. Ἐγὼ γὰρ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ | |
70.205(50) | αὐτῆς. | |
51t | ΛΟΓΟΣ Εʹ. | |
52 | Ἀλλ’ ἐπάξει Κύριος ἐπὶ σὲ, καὶ ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὐδέπω ἥκασιν, ἀφ’ ἧς ἡμέρας ἀφεῖλεν | |
55 | Ἐφραῒμ ἀπὸ Ἰούδα τὸν βασιλέα τῶν Ἀσ‐ συρίων. Τεθορυβημένῳ λίαν τῷ Ἄχαζ ἐπὶ τῇ συμφωνίᾳ | |
τῶν δύο βασιλέων, τοῦ τε Ῥαασσὼν καὶ τοῦ Φακεὲ, | 205 | |
70.208 | κατεπηγγέλλετο μὲν τὴν ἐπικουρίαν ὁ τῶν ὅλων Θεός· ἐπειδὴ δὲ προσεμπεδοῦν ἤθελεν εἰς πίστιν αὐ‐ τὸν, αἰτεῖν ἐκέλευσε σημεῖον, «εἰς βάθος ἢ εἰς ὕψος.» Παραιτουμένου δὲ τοῦ Ἄχαζ, καὶ δυστροπώ‐ | |
5 | τατα λέγοντος, Οὐ μὴ αἰτήσω, οὐδ’ οὐ μὴ πειράσω Κύριον (ἐζήτει γὰρ μᾶλλον τοὺς ἐκ τῶν ψευδομάν‐ τεων φενακισμοὺς), ηὐτομόλησε τρόπον τινὰ Θεὸς, καὶ τῷ οἴκῳ Δαβὶδ ἐδίδου σημεῖον αὐτός. Ἔφασκε γάρ· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται | |
10 | υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Ἐπειδὴ δὲ ὁ περὶ τούτων εὖ μάλα διεπεραίνετο λό‐ γος, μεθίστησι πάλιν τῶν ἐσομένων τὴν προαγόρευ‐ σιν, ἐπ’ αὐτὸ τοῦ Ἄχαζ τὸ πρόσωπον. Ἔδει γὰρ, ἔδει σωτηρίας μὲν τῆς διὰ Χριστοῦ γενέσθαι τὴν | |
15 | προανάῤῥησιν πρὸς τοὺς ἐκ τοῦ οἴκου Δαβὶδ, τοῦτ’ ἔστι, τοὺς ἐκ τῆς Ἰούδα φυλῆς, ἐξ ἧς καὶ αὐτὸς ἀνατέταλκε τὸ κατὰ σάρκα Χριστός· τῶν γεμὴν συμ‐ βησομένων κατὰ καιροὺς δεινῶν τε καὶ ἀπευκτῶν τοῖς ἀπειθεῖν ᾑρημένοις ποιεῖται τὴν προανάῤῥησιν, | |
20 | ἵν’ εἰδεῖεν ὅτι πικρὸν ἀληθῶς, καὶ οὐκ ἀζήμιον τοῖς τὴν θείαν ἀτιμάζουσι δόξαν τὸ παρέχειν ἀγῶνα Κυ‐ ρίῳ, καὶ προσκυνεῖν ἑλέσθαι παρ’ αὐτὸν ἑτέροις τοῖς οὐκ οὖσι θεοῖς. Ὅτι τοίνυν ἔμελλον κατὰ καιροὺς, αὐτά τε τὰ Ἱεροσόλυμα, καὶ ἅπασα δὲ τῶν Ἰουδαίων | |
25 | ἡ χώρα ταῖς ἐσχάταις περιπεσεῖσθαι ταλαιπωρίαις, καὶ ὑπὸ χεῖρα γενέσθαι τῶν ἐχθρῶν, προκαταμηνύει λεπτῶς. Ἀσαφεστέραν δὲ οὖσαν τὴν τῶν λέξεων συνθήκην, ὡς ἂν οἷός τε, καὶ πρό γε τῶν ἄλλων δια‐ τρανοῦν πειράσομαι. «Ἐπάξει, φησὶν, ὁ Θεὸς ἐπὶ σὲ, | |
30 | καὶ ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου, ἡμέρας, αἳ οὔπω ἥκασιν, ἀφ’ ἧς ἡμέρας ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα.» Ἔστι δὲ τῶν στίχων τοιοῦτος ὁ νοῦς· Ἐν καιροῖς τῆς βασιλείας Ῥοβοὰμ υἱοῦ Σολο‐ μῶνος ἀφεῖλε, τοῦτ’ ἔστιν, ἀπέσπασεν ἑαυτὸν ὁ | |
35 | Ἐφραῒμ, τοῦτ’ ἔστι, πάλιν αἱ δέκα φυλαὶ, ἀπὸ τῆς Ἰούδα φυλῆς. Ἐχωρίσθησαν γὰρ καὶ αἱ μὲν δέκα φυλαὶ ἀπὸ τῆς Ἰούδα φυλῆς, κατῳκήκασι τὴν Σα‐ μάρειαν, ἡ δέ γε φυλὴ Ἰούδα καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ μεμενήκασιν ἐν τοῖς Ἱεροσολύμοις. Ἀλλὰ | |
40 | προϊόντος τοῦ καιροῦ πολλὰ συμβέβηκε τῶν ἀπευκτῶν αὐτοῖς. Πεπόρθηται γὰρ ἡ Σαμάρεια, κατέδραμον δὲ καὶ τὴν Ἰουδαίαν τὰ περίοικα τῶν ἐθνῶν, Ἰδου‐ μαῖοι, Μωαβίται, καὶ οἱ ἐκ τῆς Φιλιστιείμ. Πεπόν‐ θασι τοίνυν πολλὰ δεινὰ, καὶ ἡμερῶν πεπείρανται | |
45 | σκληρῶν, οὗτοί τε κἀκεῖνοι. Ἡμέρας τοίνυν, φησὶν, ἐπάξει Θεὸς, ὧν ἴσαι οὔπω γεγόνασιν, ἤτοι ἀφίκοντο καθ’ ὑμῶν ἐξ ἐκείνου τοῦ καιροῦ, ἀφ’ οὗ ἀφεῖλεν, ἤτοι ἀπέσπασεν ἑαυτὸν ὁ Ἐφραῒμ ἀπὸ τοῦ Ἰούδα. Ποῖος δὲ ἡμῖν οὗτος ὁ καιρὸς, ἢ τίνες αἱ ἡμέραι; Ὁ βασι‐ | |
70.208(50) | λεὺς, φησὶν, Ἀσσυρίων, τοῦτ’ ἔστιν, ὁ Ναβουχοδονόσορ, ὃς πεπόρθηκε τὰ Ἱεροσόλυμα, καὶ κατὰ κράτος εἷλε πᾶσαν τὴν Ἰουδαίαν, ἐνέπρησε δὲ καὶ τὸν θεῖον ναὸν, καὶ οὐδὲν τὸ παράπαν τῶν εἰς ὠμό‐ τητα θηριοπρεπῆ παραλέλοιπεν, ὃ μὴ κατὰ παντὸς δεδρακὼς εὑρίσκηται τοῦ ἔθνους. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, | |
55 | καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ τῶν Ἀσσυρίων· καὶ ἐλεύσονται πάντες, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ εἰς πᾶσαν ῥα‐ | |
γάδα, καὶ ἐν παντὶ ξύλῳ. | 207 | |
70.209 | Κατευρύνει τὸ διήγημα, καὶ δίεισι λεπτῶς τοῦ πολέμου τὴν ἔφοδον, καὶ ὅτι πᾶσαν αὐτῶν κατανεμη‐ θήσονται γῆν, κώμας τε καὶ πόλεις, οἱ κατ’ αὐτῶν ἥξοντες κατὰ καιρούς. Χρῆναι δὲ οἶμαι τὰ ἐν τῇ | |
5 | τετάρτῃ τῶν Βασιλειῶν γεγραμμένα πάλιν εἰπεῖν, πρὸς τὴν τῶν ἐσομένων ἀκριβῆ διασάφησιν. Γέγονε τοίνυν υἱὸς μὲν τοῦ Ἄχας, πρὸς ὃν νῦν ὁ λόγος, Ἐζεχίας, Ἐζεχίου δὲ Μανασῆς· Μανασῆ δὲ Ἀμώς. Τούτου δὲ παῖς Ἰωσίας ἀνὴρ εὐσεβὴς, πλὴν ἀπεβίω | |
10 | τοιῷδέ τινι τρόπῳ. Φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου τὴν ἐνεγκοῦσαν ἀφεὶς ἐξέθει πανστρατιᾷ καὶ κατὰ τῆς Ἀσσυρίων ἠπείγετο γῆς. Δεδιώς τε τοίνυν ὁ Ἰωσίας, μὴ ἄρα πως καὶ κατὰ τῆς Ἰουδαίας ἐλθὼν, ὑπὸ χεῖρά τε τὴν ἑαυτοῦ λάβοι, καὶ κατάρξειεν αὐτῆς, | |
15 | ἀντεξάγειν ἤθελε, καίτοι τοῦ Φαραὼ τὴν πρὸς αὐτὸν παραιτουμένου μάχην· ἐνιστάμενος δὲ τετελεύτηκεν ἐν τῷ πολέμῳ, καὶ κατεκράτησε τῆς Ἰουδαίων γῆς ὁ Αἰγύπτιος, εἰς τοῦτο δὲ διήλασεν ἰσχύος, ὥστε καὶ βασιλεύσαντα τὸν Ἰωαχὰς τὸν Ἰωσίου παῖδα μετα‐ | |
20 | στῆσαι τῆς βασιλείας, καὶ δεδεμένον εἰσενεγκεῖν εἰς τὴν ἑαυτοῦ χώραν, καὶ χειροτονῆσαι βασιλέα τὸν Ἐλιακεὶμ, καὶ δασμοὺς ἐπιθεῖναι τῷ ἔθνει, καὶ χρημάτων ἄθροισιν αἰτῆσαι πολλήν. Εἶτα βασιλεύ‐ σαντος τῆς Ἰουδαίας Ἐλιακεὶμ ἐπ’ ἔτεσιν ὅλοις ἕν‐ | |
25 | δεκα τὸν ἀριθμὸν, διαδέχεται τοὺς θάκους Ἰεχονίας υἱὸς αὐτοῦ· εἶτα μετὰ τοῦτον Σεδεκίας, οὗ τὴν βα‐ σιλείαν διέποντος, κατεστράτευσε τῆς Ἰουδαίας ὁ Ναβουχοδονόσορ, ὃς καὶ πάσας κατεμπρήσας, καὶ προσθεὶς ταῖς ἄλλαις πόλεσιν καὶ αὐτὴν τὴν Ἱερου‐ | |
30 | σαλὴμ, εἷλεν αἰχμάλωτον τὸν Ἰσραὴλ, ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς, κἀκεῖνα πέπραχεν, ὅσα καὶ ἐν τοῖς ἱεροῖς κεῖται Γράμμασι. Τούτων ἡμῖν τῶν ἱστο‐ ριῶν ποιεῖται τὴν ἀφήγησιν τῶν προκειμένων ἡ δύ‐ ναμις. «Ἔσται τοίνυν, φησὶν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ | |
35 | (τοῦτ’ ἔστι, κατ’ ἐκεῖνο τοῦ καιροῦ), συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμῶν Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ τῶν Ἀσσυρίων.» Πεποίηται τοίνυν ὁ λόγος ὡς ἐκ μεταφορᾶς τῆς τῶν μελισσοκό‐ μων ἐμπειρίας, οἳ συρίσμασι τὰς μυίας ἀποφέρουσί | |
40 | τε τῶν σίμβλων εἰς ἀγροὺς καὶ πάλιν ἀνακομίζουσι, καθάπερ τισὶ σηκοῖς ἐγκαθειργνύντες θρέμματα. Μυίαις δὲ παρεικάζει τοὺς Αἰγυπτίους, καθάπερ ἐγᾦμαι, διάτοι τὸ πλῆθος καὶ τὸ μὴ λίαν εὔηχες τῆς φωνῆς. Μελίσση δὲ, τὸ τῶν Ἀσσυρίων ἔθνος· ποικίλη | |
45 | γὰρ, εὔχρως τε καὶ κατεστιγμένη πολυτρόπως ἡ μέλιττα. Τοιοῦτοι δέ πως, ὅσον ἧκεν εἰς ἄμφιά τε καὶ στολὴν, Ἀσσύριοί τε καὶ Πέρσαι· φιλόκοσμοι γὰρ, καὶ τὸ ποικίλως ἐστάλθαι τιμῶντες ἀεὶ, καὶ πρός γε τοῦτο κεκεντρωμένοι. Οὗτοι, φησὶν, ἥξουσι πάντες, | |
70.209(50) | καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ ἐπὶ πᾶσαν ῥαγάδα, καὶ ἐν παντὶ ξύλῳ. Ἐπειδὴ γὰρ ὡς περὶ μυιῶν πεποίηται τοὺς λόγους, ἐπιμένει τῇ τροπῇ. Δηλοῖ γεμὴν ὅτι πᾶσαν αὐτῶν ἐρευνήσουσι | |
55 | τὴν χώραν, ὡς μηδένα δύνασθαι τῶν κεκρυμμένων λαθεῖν· κἂν εἴτε τυχὸν ἐν πέτραις. ἤτουν ἐν φάραγξι, ἢ καὶ ἐν δρυμοῖς καὶ νάπαις ἑαυτοὺς κατακρύψειαν. Καὶ καθ’ ἕτερον δὲ τρόπον ἐν τοῖς παροτρύνουσι τὸν | |
τῶν ὅλων Θεὸν, καὶ προσκρούειν αὐτῷ μὴ παραιτου‐ | 209 | |
70.212 | μένοις, σφηκῶν δίκην ἐναυλίζονται, καὶ καταλύουσιν αἱ πονηραί τε καὶ ἀντικείμεναι δυνάμεις, καὶ τὰ ἔκτοπα τῶν ἐν ἡμῖν παθῶν ἀποσοβοῦντος οὐδενὸς, ἤγουν ἐπαμύνοντος καὶ σώζειν ἰσχύοντος. Θεοῦ γὰρ κακοῦν ἐθέλοντος, τίς ἡμᾶς ὁ ὠφελῆσαι δυνάμενος; | |
5 | Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει Κύριος τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμεθυσμένῳ, ὅ ἐστι πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων, τὴν κεφαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν, καὶ τὸν πώγωνα ἀφελεῖ. Συνθεῖναι πρῶτον τὴν λέξιν καὶ ἐν τούτοις ἡμᾶς | |
10 | ἀναγκαῖον· εἶθ’ οὕτω λοιπὸν τὸ ἐκ τῶν ἐννοιῶν ὑποδηλούμενον εἰπεῖν. Οὐκοῦν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ, τοῦτ’ ἔστι, κατ’ ἐκεῖνο τοῦ καιροῦ, τῷ μεγάλῳ ξυρῷ καὶ μεμεθυσμένῳ, ὅ ἐστι τοῦ βασιλέως Ἀσ‐ συρίων, τοῦ ὄντος πέραν τοῦ ποταμοῦ, δῆλον δὲ ὅτι | |
15 | τοῦ Εὐφράτου, ξυρήσει Κύριος τὴν κεφαλὴν, καὶ τὰς τρίχας τῶν ποδῶν, καὶ τὸν πώγωνα ἀφελεῖ. Ξυρὸν δὲ μέγα καὶ μεμεθυσμένον τοῦ βασιλέως Ἀσσυρίων, τοῦ ὄντος πέραν τοῦ ποταμοῦ, καλεῖ τὴν μάχαιραν αὐτοῦ, τὴν οἷον ἀφειδῶς ἀποκείρουσαν, καὶ χαίρου‐ | |
20 | σαν τῷ μεθύειν τῷ τῶν πιπτόντων αἵματι. Καὶ ὁ μὲν νοῦς τῶν λέξεων οὗτος. Φαμὲν δὲ ὅτι ἀτιμίας ἦν ἐσχάτης τρόπος, τὸ καθ’ ἕνα καιρὸν ὁρᾶσθαί τινας κεφαλήν τε καὶ πώγωνα κατεξυρημένους. Καὶ γοῦν ὁ τῶν ὅλων Θεὸς ἐπηπείλησέ που ταῖς θυγατράσι | |
25 | Σιὼν, ὑψουμέναις τε καὶ πορευομέναις ὑψηλῷ τρα‐ χήλῳ καὶ νεύμασιν ὀφθαλμῶν, τῆς εὐημερίας τὴν ἀφαίρεσιν. Ἔφη γὰρ, ὅτι Καὶ ἔσται, καὶ ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσοῦ, φαλάκρωμα | |
30 | ἕξεις διὰ τὰ ἔργα σου. Ἔδρων δὲ τοῦτό τινες, καὶ ἐπὶ νεκροῖς ἑαυτοὺς ἀτιμάζοντες· ὅθεν καὶ ὁ νόμος ὁ διὰ Μωσέως, τοῖς τὴν θείαν λαχοῦσιν ἱερουργίαν παρ‐ εγγυᾷ, τὸ μὴ ἐν ἴσῳ τοῖς ἄλλοις ἐπὶ νεκρῷ κατεξυ‐ ρῆσθαι, μήτε μὴν καταφθείρειν τὴν ὄψιν τοῦ πώ‐ | |
35 | γωνος. Γέγραπται γὰρ ὡδί. Πεπορθημένων δὲ τῶν Ἱεροσολύμων ἐπὶ τοῦ Ναβουχοδονόσορ, ἀνέβησαν ἄνδρες ἀπὸ Συχὲμ, καὶ ἀπὸ Σαλὴμ, καὶ Σαμαρείας, καθά φησιν Ἱερεμίας· Ὀγδοήκοντα ἄνδρες ἐξυρη‐ μένοι πώγωνας, καὶ διεῤῥωγότες τὰ ἱμάτια, καὶ | |
40 | κοπτόμενοι, καὶ μάννα καὶ λίβανον ἐν ταῖς χερσὶν αὐτῶν, τοῦ εἰσενεγκεῖν εἰς τὸν οἶκον Κυρίου. Οὐκοῦν πένθους τε ἅμα, καὶ ἀτιμίας ἦν τρόπος τὸ ἀποκείρειν ξυρῷ κεφαλήν τε καὶ πώγωνα. Τοῦτο πείσεσθαι κατὰ καιροὺς τὴν τῶν Ἰουδαίων χώραν ὁ προφητικὸς ἔφη | |
45 | λόγος. Ἀπομενεῖ γὰρ, φησὶν, ἀπολωλότων αὐτῆς τῶν τέκνων, πενθοῦσά τε καὶ ἀτιμωτάτη. Εἰ δὲ δή τις βούλοιτο καὶ καθ’ ἕτερον τρόπον τοῖς θεωρήμασι προσβαλεῖν, ἐννοήσει τι τοιοῦτον. Τρίχας μὲν γὰρ κεφαλῆς τάχα πού φησιν τοὺς ἐντιμωτάτους πλούτῳ | |
70.212(50) | τε καὶ ὑπεροχαῖς τῶν ἄλλων ὑπερανεστηκότας· ἀνω‐ τέρω γὰρ κεφαλῆς οὐδέν· πώγωνα δὲ, τοὺς ἐν συνέσει καὶ φρεσίν· οὕτω γὰρ πώγων ἀεὶ λαμβάνεται παρὰ τῇ θεοπνεύστῳ Γραφῇ. Ὅταν δὲ καὶ ποδῶν ὀνομάζει τρίχας, σημαίνει που, κατὰ τὸ εἰκὸς, τοὺς ἐν τάξει | |
55 | κειμένους τῇ ἐσχάτῃ καὶ κατωτάτω. Ἐφείσατο δὲ τὸ παράπαν οὐδενὸς τὸ ξυρὸν μεμεθυσμένον, ἀλλ’ ὁμοῦ | |
τοῖς ὑπερκειμένοις, μέσους τε καὶ τελευταίους, καὶ | 211 | |
70.213 | συνετοὺς τῆς Ἰουδαίων ἀπέκειρε χώρας, ὡς ἀφεῖναι γυμνὴν καὶ ἐψιλωμένην. Μετεκόμισε γὰρ ὁ Ναβουχοδονόσορ εἰς τὰ ὄρη Περσῶν καὶ Μήδων σχεδὸν ἅπαντα τὸν Ἰσραήλ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θρέψει ἄνθρω‐ | |
5 | πος δάμαλιν βοῶν, καὶ δύο πρόβατα· καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα ⸢βούτυρον καὶ μέλι φάγεται⸣, πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς. Τοῦ ξυροῦ καὶ μεμεθυσμένου καὶ μεγάλου, τοῦτ’ ἔστι τῆς Βαβυλωνίων μαχαίρας, ἐμφανῆ καταστῆσαι | |
10 | τὴν ἐνέργειαν ὁ σκοπὸς αὐτῷ. Καταψιλωθήσεσθαι γάρ φησιν ἅπασαν τῶν Ἰουδαίων τὴν χώραν, πτω‐ χείας τε ὁμοῦ καὶ ὀλιγανδρίας εἰς τοῦτο ἐλθεῖν, ὡς τὸν περιλειφθέντα καὶ ἀνασεσωσμένον ἐκ τῆς τῶν πολεμίων χειρὸς, ἐναπομείναντά τε τῇ γῇ, δεσπότην | |
15 | ἔσεσθαι δαμάλεώς τε μιᾶς καὶ προβάτων δύο καίτοι πάλαι πλείστας τε ὅσας ὀΐων ἀγέλας, καὶ μὴν καὶ βοῶν κεκτῆσθαί τε καὶ νέμειν εἰωθότων τῶν ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν. Οὐκοῦν πτωχείας μὲν τῆς εἰς ἄκρον ἀπόδειξις ἥδε σαφής. Ὅτι δὲ καὶ κομιδῇ βρα‐ | |
20 | χεῖς ἐν ἀριθμῷ κατὰ τόπους ἔσονται προσαποδεί‐ κνυσι λέγων· «Καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλει‐ φθεὶς ἐπὶ τῆς γῆς. Ἐκ δύο προβάτων καὶ δαμάλεως μιᾶς τοσοῦτον γάλα ἔσεσθαί φησιν, ὥστε πᾶσιν ἀρ‐ | |
25 | κέσαι τοῖς καταλειφθεῖσιν εἰς κόρον, εἰ δὴ βούλοιντο τὰς διὰ γάλακτος ποιεῖσθαι τροφάς. Ἆρ’ οὖν οὐκ ἐναργὲς, ὡς εὐαρίθμητοι παντελῶς οἱ διαφυγόντες τὸ ξυρὸν, καὶ ἐν ἑκάστῳ τόπῳ τῆς Ἰουδαίας μεμε‐ νηκότων; Πόσοι γὰρ ἂν εἶεν, οἷς ἀρκέσει πρὸς | |
30 | τροφὴν καὶ κόρον [γάλα] δύο προβάτων καὶ δαμάλεως μιᾶς; Τί οὖν ἆρα τὸ ἐντεῦθεν εἰς ὄνησιν ἡμῖν τοῖς πνευματικοῖς ἐκβήσεται, ἔξεστιν ἰδεῖν διὰ πραγμά‐ των αὐτῶν. Ὅσοι μὲν μελετῶντες τὸ δυσήκοον, καὶ γαῦρον ἐξανιστάντες τῷ Θεῷ τὸν αὐχένα, καὶ τῇ τῶν | |
35 | πνευματικῶν ἀγαθῶν ἐνδείᾳ κατατακήσονται, καὶ ὀλιγοστοὶ παντελῶς γενηθήσονται, καὶ παντὸς ἐνδεεῖς εὑρεθήσονται τοῦ τρέφειν εἰδότος εἰς εὐεξίαν τὴν νοητὴν, καὶ ἀνακομίζειν οἵου τε, καὶ μάλα γοργῶς, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας, τοῦ πληρώμα‐ | |
40 | τος τοῦ Χριστοῦ. Ἀκούσονται δὲ οἱ τοιοίδε Θεοῦ λέ‐ γοντος διὰ φωνῆς ἁγίου· Ἰδοὺ οἱ δουλεύοντές μοι φά‐ γονται, ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε. Ἀμφιλαφεστάτη γὰρ λίαν ἡ παντὸς ἀγαθοῦ μέθεξις παρὰ Θεοῦ τοῖς τὰ | |
45 | αὐτοῦ φρονεῖν ἐγνωκόσιν, οἷς καὶ αὐτὸς προσπεφώνηκε λέγων· «Φάγετε, καὶ πίετε, καὶ μεθύσκητε, οἱ πλησίον μου.» Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, πᾶς τόπος, οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρ‐ σον ἔσονται καὶ εἰς ἄκανθαν· μετὰ βέλους καὶ | |
70.213(50) | τοξεύματος ἐλεύσονται ἐκεῖ· ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ. Ἔργον ἂν εἴη τοῦτο τοῦ ξυροῦ τοῦ μεγάλου καὶ μεμεθυσμένου, καὶ ἀπόδειξις ἐναργὴς τῆς τοῦ ἔθνους ὀλιγανδρίας. Δεδαπάνηκε γὰρ οὕτως ὁ πόλεμος τοὺς | |
55 | κατοικοῦντας τὴν Ἰουδαίαν, ὡς περιλειφθῆναι μόλις ἀριθμῷ βραχεῖς τοὺς ἐν αὐτῇ. Ταύτῃτοι καὶ ἀμελη‐ | |
θήσεσθαί φησι, καὶ εἰς χέρσον ἔσεσθαι καὶ εἰς ἄκαν‐ | 213 | |
70.216 | θαν τὰ κάλλιστα παρ’ αὐτοῖς καὶ ἐξαίρετα τῶν κτη‐ μάτων, οὐκ ὄντων δηλονότι τῶν γηπονεῖν εἰδότων. Εἰ γὰρ εἶεν, φησὶν, ἐν ἑνὶ τόπῳ χίλιαι ἄμπελοι χιλίων σίκλων, ὡς ἀξίαν ἄμπελον ἑκάστην σίκλου ἑνὸς | |
5 | (τιμήματος δὲ τοῦτο μέτρον), εἰς χέρσον ἔσεσθαι καὶ εἰς ἄκανθαν· ὥστε κἂν εἴ τις βούλοιτο τῷ χωρίῳ προσβαλεῖν, καὶ εἰσελάσαι μόνον, μὴ ἂν ἰσχύσαι τοῦτο δρᾷν δίχα βέλους καὶ τοξεύματος. Ἀποδέουσαι γὰρ οὐδὲν αἱ ἄκανθαι τοξευμάτων καὶ βελῶν, κατα‐ | |
10 | τρώσειαν ἂν εὐθὺς τοῦ περιπατεῖν ἐθέλοντος τοὺς πόδας. Πρόξενον οὖν ἄρα παντὸς ἡμῖν ἔσται κακοῦ τὸ βούλεσθαι δρᾷν ἂ μὴ θέμις. Καταχερσούμεθα γὰρ τρόπον τινὰ, Θεῷ προσκρούειν οὐ παραιτούμενοι. Δρῶντες μὲν γὰρ, καὶ μὴν καὶ φρονεῖν ἐθέλοντες ἃ | |
15 | αὐτῷ θυμήρη καὶ φίλα, καρποφορήσομεν τὴν ἀρε‐ τὴν, τῆς παρ’ αὐτοῦ φροντίδος ἀξιούμενοι. Ἀκουσό‐ μεθα γὰρ λέγοντος τοῦ Χριστοῦ· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει | |
20 | αὐτό· καὶ πᾶν κλῆμα τὸ καρπὸν φέρον καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ.» Ἀπονενευκότες δὲ ἀχαλίνως εἰς ἀνοσιότητα τρόπων, ἀκάνθης τῆς νοη‐ τῆς πληρούμεθα, παντὸς εἴδους φαυλότητος ἀνίσχον‐ τος ἐν ἡμῖν. Τέλος δὲ ἀκάνθης, τὸ πῦρ· καὶ τροφὴ | |
25 | πυρὸς, ἢ ἄχρηστος ὕλη. Καὶ τοῦτο ἡμῖν ὁ μακάριος Παῦλος ἐναργὲς καταστήσει λέγων· «Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ’ αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· | |
30 | ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν.» Καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται, καὶ οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος. Ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτων, | |
35 | καὶ εἰς καταπάτημα βοός. Ὀλίγους μὲν ἔσεσθαι τοὺς περιλειφθέντας ἐν τῇ Ἰουδαίᾳ φησὶν, ἥξειν τε εἰς τοῦτο δειλίας αὐτοὺς, καὶ μέντοι καὶ κακανδρείας, ὡς ὑπό γε δεινοῦ τε καὶ ἀφορήτου δείματος, τὰς ἐν ὄρει ποιεῖσθαι διατριβὰς, | |
40 | καὶ πόλεων μὲν ἀποφοιτᾷν, καὶ τῶν πάλαι τριποθή‐ των αὐτοῖς ἐνδιαιτημάτων, ἐπείγεσθαι δὲ λανθάνειν ἐν ὕλαις τε καὶ λόχμαις. Ἔθος γὰρ τοῦτο δρᾷν τοῖς ἀνὰ πᾶσαν τὴν χώραν τε καὶ πόλιν, εἰ δή τις γένοιτο πολεμίων ἐκβολή. Ἀναθέοντες γὰρ εἰς ὑψηλὰ καὶ | |
45 | δύσβατα τῶν ὀρῶν, ὅπλον ποιοῦνται τὴν δυσχωρίαν, καὶ δειλίας φάρμακον τὸ ἐν σχισμαῖς εἶναι πετρῶν. Τοῦτό τοι καὶ αὐτὸς ὁ Σωτὴρ τοῖς Ἰουδαίων ἔφασκε δήμοις· «Τότε» γὰρ, φησὶν, «οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη.» Οὐκοῦν τὰ μὲν κάλλιστα | |
70.216(50) | τῶν χωρίων εἰς χέρσον ἔσονται, φησὶ, καὶ εἰς ἄκαν‐ θαν, δεδιότων τῶν περιλειφθέντων κἂν γοῦν ἐν αὐ‐ τοῖς εἰσελάσαι μόνον, ἢ καὶ ὑπὸ τῆς ἀκάνθης οὐ συγχωρουμένων· ἀναφυγόντες δὲ μᾶλλον ἐν τοῖς ὄρεσιν, ἐκεῖ στένοντες τῶν εἰς γεωργίαν ἅψονται | |
55 | πόνων. Ἀροτριαθήσεται γὰρ πᾶν ὄρος καὶ πᾶς βου‐ νὸς, τῶν ἐν αὐτοῖς ἀναφυγόντων συλλέγειν ἐπιθυ‐ | |
μούντων, οὐ τὰ εἰς πλοῦτον καὶ τρυφὰς, ἀλλ’ ὅσα τὴν | 215 | |
70.217 | ἀναγκαίαν τοῦ σώματος θεραπεύει χρείαν, καὶ στε‐ νὴν καὶ δυσπόρευτον παρατίθησι τροφήν. Ποία τις οὖν πρόφασις τοῦ καὶ ἐν ὄρεσιν οἰκεῖν, καὶ αὐτὰ γεωργεῖν ἐθέλειν, καίτοι τῶν ἐξαιρέτων ὑπερεωρα‐ | |
5 | μένων χωρίων; «Οὐ μὴ ἐπέλθῃ,» φησὶν, «ἐκεῖ φόβος.» Ταῦτα λογιοῦνται καθ’ ἑαυτοὺς, ὡς οὐκ ἂν αὐτοῖς ἐκεῖ κατοικεῖν ἐθέλουσιν ἐπέλθῃ φόβος. Εἶτα τῆς εἰς ἄκρον ἐρημίας καταδεικνύει τὸ μέγεθος. Ἔσεσθαι γάρ φησιν ἅπασαν τὴν χώραν ἀπὸ τῆς | |
10 | χερσείας καὶ τῆς ἀκάνθης εἰς βόσκημα προβάτων, καὶ εἰς καταπάτημα βοὸς, τοῦτ’ ἔστιν, εἰς κατανομὰς θρεμμάτων, τὴν πίονα, τὴν εὐάμπελον, τὴν ἐλαιο‐ φόρον, τὴν εὐδενδροτάτην, τὴν ἀεὶ κομῶσαν καρποῖς, τὴν ῥέουσαν γάλα καὶ μέλι, κατὰ τὸ γεγραμμένον. | |
15 | Οὐκοῦν Θεὸν εὐφραίνοντες ταῖς εἰς πᾶν ὁτιοῦν εὐπει‐ θείαις, ἀσφαλῶς οἰκήσομεν, καθάπερ τινὰ χώραν ἢ πόλιν, τὴν ἀρετὴν, καὶ κατευμεγεθήσομεν τῶν ἐχθρῶν. Καταπτοήσει δὲ τὸ σύμπαν ἡμᾶς οὐδέν. Ἐσόμεθα δὲ μᾶλλον ἁπάσης ἐπιεικείας καὶ καλῶν ἔργων ἐπιμε‐ | |
20 | ληταὶ, καὶ εὐκαρπίας ἀνάμεστοι τῆς ἀρεσκούσης Θεῷ, καὶ νοητῆς ἀκάνθης ἀπηλλαγμένοι, καὶ γῆ θε‐ λητὴ, κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ Θεοῦ γεώργιον ἀληθῶς. Καὶ εἶπε Κύριος πρός με· Λάβε σεαυτῷ τόμον | |
25 | καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γὰρ, καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν, καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχίου. | |
30 | Ἀποχρῶσαν εὖ μάλα ποιησάμενος τὴν προαγό‐ ρευσιν τῶν μελλόντων συμβήσεσθαι κατὰ καιροὺς τῇ τῶν Ἰουδαίων χώρᾳ, καὶ τὸ τῆς συμφορᾶς κατα‐ δείξας μέγεθος, προσεπάγει χρησίμως τὰ περί γε τοῦ Ἐμμανουὴλ, καὶ τὸ ἐπ’ αὐτῷ γε παραδείξας | |
35 | μυστήριον, ἐναργέστερον ἀποφαίνει τῷ προφήτῃ Θεός. Ἔφη μὲν γάρ· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Ὅτι μὲν γὰρ καινῆς διαθήκης ἔσται μεσίτης, καταργουμένης δηλονότι τῆς πρώτης, | |
40 | ὡς πολὺ τὸ ἀδρανὲς ἐχούσης, πεπαλαιωμένης δὲ, καὶ τελειούσης οὐδένα κατὰ συνείδησιν, ὑποφαίνει λέγων· «Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου.» Καὶ τί τὸ, σεαυτῷ, κατασημαίνειεν ἂν, ἢ ἐκεῖνό που πάντως; Οὐ γάρ τοι, φησὶν, τοῖς ἀπειθεῖν ᾑρημένοις, ἀλλὰ τοῖς | |
45 | ἐν πίστει τετιμηκόσι τὸν ἐπ’ αὐτῷ λόγον τὰ ἐν τῷ καινῷ δοθήσεται τόμῳ. Τοῦτ’ ἔστιν, ἀποκαλυφθήσε‐ ται τὸ Χριστοῦ μυστήριον. Καινὸς οὖν ὁ τόμος καὶ μέγας. Οὐ γάρ τοι κατὰ τὴν πρώτην συντέτακται διαθήκην ἡ καινή τε καὶ νέα τὸ τοῦ Χριστοῦ | |
70.217(50) | λαλοῦσα μυστήριον, οὔτε μὴν ὀφθήσεται τὸ τῆς νομικῆς ἱστορίας ἔχουσα ταπεινὸν, ἀλλ’ ὡς ἐν ὑπεροχῇ καὶ ὕψει γνώσεως καὶ δογμάτων. Ὅθεν καὶ ὁ θεσπέ‐ σιος Παῦλος ἥδιστά φησιν, ἐζημιῶσθαι πάντα τὰ ἐν νόμῳ διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ. | |
55 | Πρόδηλον οὖν ὅτι πεπαλαιωμένης τῆς πρώτης, ὡς | |
ἔφην, καινὸς ὁ τόμος καὶ μέγας λαμβάνεται τῆς | 217 | |
70.220 | δευτέρας διαθήκης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις παραλαμβάνεται, καθά φησιν ὁ ἱερώτατος Παῦλος. Γράφεται δὲ ὁ τόμος γραφίδι ἀνθρώπου. Διὰ ποίαν αἰτίαν; Ὅτε μὲν τοῖς τῆς διανοίας ὄμμασι τὸ τῆς | |
5 | ἁγίας καὶ ὁμοουσίου Τριάδος πολυπραγμονῶμεν μυ‐ στήριον, εἶτα λέγειν ἑτέροις ἐπιχειρῶμεν ἔσθ’ ὅτε τὴν ἀπόῤῥητον γέννησιν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· τότε δὴ, τότε χρεία γραφίδος ἡμῖν οὐκ ἀνθρω‐ πίνης καὶ καθ’ ἡμᾶς. Ποῖος γὰρ ἂν ἀρκέσει[ε] λόγος | |
10 | εἴς γε τὸ δύνασθαι διατρανοῦν τὸ ὑπὲρ νοῦν καὶ λόγον; Ἀπόχρη δὲ μόνος τοῖς οὕτως ἰσχυροῖς καὶ ὑπὲρ πάντα νοῦν διηγήμασιν ἐκεῖνος ὁ κάλαμος, περὶ οὗ φησιν ὁ Θεὸς καὶ Πατὴρ διὰ φωνῆς τοῦ Δα‐ βίδ· «Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυ‐ | |
15 | γράφου.» Οἶδεν γὰρ οὐδεὶς τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· ἀλλ’ οὐδὲ τὸν Πατέρα οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Ὅταν δὲ τοὺς περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ ποιού‐ μεθα λόγους, τότε δὴ, τότε χρεία γραφίδος ἀνθρωπί‐ | |
20 | νης· ὃ δὴ καὶ πέπραχεν ὁ σοφὸς Ἰωάννης λέγων· «Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Χαλεπὸν δὲ ὅλως οὐδὲν, καὶ τὸν κατὰ σάρκα θάνατον αὐτοῦ, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν ταῖς καθ’ ἡμᾶς ἀναγγέλλειν φωναῖς, καὶ ὅτι πρωτόλειον ὥσπερ τι | |
25 | καὶ ἀπαρχὴ τῆς ἀνθρώπου φύσεως ἀνανεουμένης εἰς ἀφθαρσίαν, ἀνέβη πρὸς τὸν Πατέρα, καὶ κεκάθι‐ κεν ἐν τοῖς οὐρανοῖς. Ἥξει τε κατὰ καιροὺς, καὶ καθιεῖται κριτής. Οὐκοῦν ἀνθρώπου γραφίδι τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς γράφουσιν οἱ | |
30 | πνευματογράφοι. Προσεπιτάττει δὲ λέγων· «Μάρτυ‐ ράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν, καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχίου.» Ἰστέον δὲ ὅτι κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ὁ περὶ τούτων λόγος παρὰ Θεοῦ γέγονε πρὸς τὸν μακάριον Ἡσαΐαν, Οὐ‐ | |
35 | ρίας μὲν ἦν τις προφήτης, Ζαχαρίας γεμὴν ἱερεὺς καὶ νομοδιδάσκαλος. Παραλαμβάνονται τοίνυν εἰς μαρτυρίαν τὴν ἐπὶ Χριστῷ, ἥ τε διὰ νόμου καὶ προ‐ φητῶν ἁγίων μυσταγωγία καὶ σύνεσις, ἤγουν προ‐ αγόρευσις. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός. | |
40 | Τοιοῦτόν τι δεδεῖχθαί φαμεν τοῖς ἁγίοις ἀποστόλοις ἐν καιρῷ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως τοῦ Χρι‐ στοῦ. Γέγραπται γὰρ, ὅτι «Μεθ’ ἡμέρας ἓξ παρέλαβεν ὁ Ἰησοῦς τὸν Πέτρον, καὶ τὸν Ἰάκωβον, καὶ τὸν Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς | |
45 | εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν· καὶ μετεμορφώθη ἔμ‐ προσθεν αὐτῶν. Καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς. Καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας συλλα‐ λοῦντες μετ’ αὐτοῦ.» Ἄθρει δὴ οὖν ὅπως Μωσῆς | |
70.220(50) | καὶ Ἠλίας, τοῦτ’ ἔστιν, ἱερωσύνη καὶ νόμος (ἀμφό‐ τερα γὰρ ὁ Μωσῆς), καὶ μὴν καὶ Ἠλίας εἰς πρόσ‐ ωπον τῶν ἁγίων προφητῶν παραληφθεὶς, προσελά‐ λουν ἀλλήλοις, περὶ τῆς ἐξόδου, φησὶν, ἧς ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ. Ποία δὲ ἔξοδος; Τῆς οἰκο‐ νομίας δηλονότι τὸ πέρας, ὁ σταυρὸς, ὁ θάνατος, καὶ ἐκ νεκρῶν ἀναβίωσις, ἡ εἰς οὐρανοὺς ἀνάληψις. | |
55 | Ταῦτα γὰρ πάντα προανετύπου μὲν διὰ σκιᾶς ὁ νόμος, προηγόρευσε δὲ καὶ ὁ λαμπρὸς καὶ μέγας | |
τῶν ἁγίων προφητῶν ὁ χορός. | 219 | |
70.221 | Καὶ προσῆλθε πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν ἄρσεν. Ὅτι μὴ ἐξ αἵματος καὶ σαρκὸς, μήτε μὴν ἐκ θε‐ λήματος ἀνδρὸς, ἡ κατὰ σάρκα Χριστοῦ πέπρακται | |
5 | γέννησις, καινοπρεπὴς δέ τις ἦν καὶ ἀήθης, καὶ τῶν τῆς ἀνθρωπίνης φύσεως ἐπέκεινα νόμων, ἀπ‐ εκάλυψε τῷ προφήτῃ Θεός. Αὐτὸς γὰρ, φησὶν, ὁ λέγων· «Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου,» προσῆλθε πρὸς τὴν προφῆτιν. Ἄθρει δὴ οὖν, ὅπως | |
10 | ἀνθρώπου γραφίδι τὸ Χριστοῦ μυστήριον καὶ λόγοις γράφεται τοῖς καθ’ ἡμᾶς. Τὸ γάρ τοι, προσῆλθεν, ἔθος τῇ θείᾳ λέγειν Γραφῇ, ἀντὶ τοῦ, συνῆλθεν, ἤγουν, κεκοινώνηκε γαμικῶς. Ὁρᾷ τοιγαροῦν ὁ προφήτης καὶ συνόδου σχῆμα γεγονὸς πρὸς τὴν ἁγίαν Παρθέ‐ | |
15 | νον, ἢν εἶναί φησι καὶ προφῆτιν, πρᾶγμα διδάσκων ἀληθές· εἶτα καὶ σύλληψιν γεγενῆσθαί φησιν, τε‐ χθῆναι δὲ καὶ υἱόν. Ὀξεῖα δὲ σφόδρα τῆς ὁράσεως ἡ ἀπόδοσις, πάντα τῷ προφήτῃ παρατιθεῖσα πρὸς γνῶσιν. Ὅτι γὰρ ἐξ ἁγίου Πνεύματος τὸ πανάγιον | |
20 | ἐκεῖνο διεπήγνυτο σῶμα τὸ ἑνωθὲν τῷ Λόγῳ, πῶς ἂν ἐνδοιάσειέ τις; Οὐκοῦν ἡ τοῦ Πνεύματος ἐνέργεια, δι’ ἧς τὸ ἐν τῇ ἁγίᾳ Παρθένῳ διεπλάττετο σῶμα, τῷ τῆς συνόδου σχήματι πλαγίως κατεσημαίνετο. Ἀπ‐ αρχὴ γὰρ γέγονε καὶ κατὰ τοῦτο Χριστὸς τῶν ἡγια‐ | |
25 | σμένων ἐν πνεύματι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν. Γεννητὸς οὖν Πνεύματος κατά γε τὴν σάρκα καὶ πρὸ τῶν ἄλλων αὐτὸς, ἵνα καὶ ἡμεῖς δι’ αὐτὸν ἐν τούτοις. Ἐπισημήνασθαι δὲ | |
30 | ἀναγκαῖον, ὅτι τὸν Οὐρίαν καὶ τὸν Ζαχαρίαν μάρτυ‐ ρας αὐτῷ γενέσθαι προστέταχεν, τοῦ ὀξέως προνο‐ μὴν ποιῆσαι σκύλων. Προσετίθει δὲ, ὅτι «Πάρεστι γάρ.» Μεμαρτύρηκε γὰρ ὁ νόμος, καὶ μὴν ἡ τῶν ἁγίων προφητῶν προανάῤῥησις, ὅτι γεννηθεὶς ὁ Χριστὸς | |
35 | σκυλεύσει τὸν Σατανᾶν, καὶ διαρπάσει τὰ σκεύη αὐτοῦ, καθά φησιν αὐτὸς, τοῦτ’ ἔστιν, ἰδίους ποιή‐ σεται τοὺς ἐκείνου προσκυνητάς ποτε. Τοῦτο γὰρ καὶ αὐτὸς ἔφασκεν ὁ Χριστὸς, ὡς ἐν τρόπῳ παρα‐ δείγματος λέγων· «Ἢ πῶς δύναταί τις εἰσελθεῖν | |
40 | εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσει τὰ σκεύη αὐτοῦ;» Λέγων δὲ, ὅτι «Πάρεστι γὰρ,» οὐκ εἰς μακρὰν ἔσεσθαι τὴν ἀνάδειξιν τοῦ Ἐμμανουὴλ κατεπηγγέλλετο. Τοῦτό τοι καὶ πρὸς τὸν μακάριον Ἀμβακοὺμ εὑρίσκεται λέγων· «Ἔτι μικρὸν, ὁ ἐρχόμενος ἤξει, καὶ οὐ χρονιεῖ.» | |
45 | Καὶ εἶπε Κύριός μοι· Κάλεσον τὸ ὄνομα αὐ‐ τοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκύλα Σαμαρείας, κατέναντι βασιλέως Ἀσσυ‐ | |
70.221(50) | ρίων. Εἰπὼν ἀνωτέρω τὸ, «Ἰδοὺ παρθένος ἐν γαστρὶ | |
ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ | 221 | |
70.224 | Ἐμμανουήλ·» προστέταχε νῦν καλεῖσθαι τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον. Ἆρ’ οὖν εἰκαῖον ὄνομα αὐτῷ τὸ πρῶτον, τοῦτ’ ἔστιν, Ἐμμανουήλ; πρέποι δ’ ἂν ὅτι μάλιστά γε τὸ, Ταχέως | |
5 | σκύλευσον, Ὀξέως προνόμευσον; Οὐ τοῦτό φαμεν, ἐκεῖνο δὲ μᾶλλον. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ δια‐ φόροις ὀνόμασι τὸν τῶν ὄντων Θεὸν ἀποκαλεῖν, καὶ ὡς ἀπό γε τῶν κατὰ καιροὺς δρωμένων ἔσθ’ ὅτε προσεπινοεῖν τὰς κλήσεις. Τοῦτο τετήρηται καὶ ἐπ’ | |
10 | αὐτοῦ τοῦ Χριστοῦ. Θεὸς γάρ ἐστιν ἀληθινὸς, καὶ ὅτι μὲν Θεὸς ὢν φύσει, γέγονε μεθ’ ἡμῶν ὁ Λόγος, ὅτ’ ἐπέφηνε καθ’ ἡμᾶς, κατασημαίνει μὲν ἂν καὶ μάλα σαφῶς τὸ, Ἐμμανουήλ. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος, ἐσκύλευσε τὸν Σατανᾶν, καὶ μὴν καὶ | |
15 | ἐξείλετο τῆς ἐκείνου σκαιότητος τοὺς πάλαι διηρπα‐ σμένους, καὶ δουλεύοντας αὐτῷ διὰ τῆς ἁμαρτίας, ἐκδείξειεν ἂν τὸ, Ταχέως σκύλευσον, Ὀξέως προνό‐ μευσον. Ὅτι δὲ ὡς Θεὸς ἀφράστῳ δυνάμει κατορ‐ θοῦν ἔμελλε τῶν ἐπὶ γῆς τὴν λύτρωσιν προαναφαίνει | |
20 | λέγων· «Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ σκύλα Σαμαρείας, κατέναντι βασιλέως Ἀσσυρίων.» Βαθὺς δὲ σφόδρα τῶν προκειμένων ὁ νοῦς, καὶ πνευματικὸν τὸ διήγημα. Κέκρυπται γὰρ ἀσαφείαις | |
25 | ἀεί πως ὁ θεῖος λόγος· οὐχ εὑρήσομεν γὰρ ὡς ἐν ἱστορίᾳ τε καὶ ἐν αἰσθητοῖς πράγμασιν, ὅτι γεννηθεὶς εὐθὺς ὁ Χριστὸς, ἢ τὴν Δαμασκὸν ἐσκύλευσεν, ἢ τὴν χώραν τοῦ βασιλέως τῶν Ἀσσυρίων, λυτρούμενος τοὺς ἐκ τῆς Σαμαρείας εἰς τὴν ἐκείνου χώραν ἀπ‐ | |
30 | ενηνεγμένους. Ὅταν δὲ νοητῶς ἐκλάβωμεν, τότε δὴ πάντως τὸ ἀληθὲς ὀψόμεθα. Οὐκοῦν ἥ τε Δαμασκὸς, ἤγουν Συρία πᾶσα, καὶ μὴν ἡ τῶν Ἀσσυρίων χώρα, τοῦτ’ ἔστιν, ἡ Περσῶν τε καὶ Μήδων μεμέστωτο μὲν εἰδώλων· καὶ διὰ τοῦτο κέκληται γῆ τῶν γλυ‐ | |
35 | πτῶν· ἦσαν γὰρ βωμοὶ καὶ τεμένη πανταχοῦ, καὶ οἱ τοῖς τεμένεσιν ἐμφιλοχωρεῖν εἰωθότες, φημὶ δὴ τὰ τῶν ψευδομάντεων γένη, καὶ οἷς ἡ τέχνη πρὸς γοήτειαν. Πᾶσα δὲ τούτων ἡ δύναμις ἦν, τὰ παρ’ ἑκάστοις θρησκευόμενα δαιμόνια, καὶ ὁ τούτων ἡγού‐ | |
40 | μενος Σατανᾶς. Ὅτε τοίνυν ἔμελλε τήν τε Δαμασκοῦ δύναμιν, καὶ μὴν καὶ τὴν τοῦ βασιλέως τῶν Ἀσσυ‐ ρίων, τοῦτ’ ἔστι τὸν Σατανᾶν καὶ τὰ πονηρὰ καὶ βέβηλα τῶν δαιμονίων στίφη, μονονουχὶ καταληΐσα‐ σθαι Χριστὸς, ἀπαλλάξαι τε τῆς ὑπ’ αὐτῷ δουλείας | |
45 | τοὺς ἠπατημένους, καὶ πρὶν ἡλικίας σωματικῆς εἰς τοῦτο ἐλθεῖν, ᾗπερ ἂν πρέποι τὸ εἰδέναι δύνασθαι καλεῖν πατέρα ἢ μητέρα, διεσάφησεν εἰπών· «Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται τὴν δύναμιν Δαμασκοῦ.» Τὸ δὲ, Λήψεται, | |
70.224(50) | ἀντὶ τοῦ, Χειρώσεται. Λήψεται δὲ ὁμοίως καὶ τὰ σκύλα Σαμαρείας. Τοῦτ’ ἔστιν, ἀπαλλάξει τοὺς αἰχμαλώτους πολεμήσας ὑπὲρ αὐτῶν. Ἀπέναντι τοῦ βασιλέως Ἀσσυρίων. Τοῦ νοητοῦ δηλονότι, φημὶ δὴ τοῦ Σατανᾶ. Αὐτὸς γὰρ ἦν καὶ ἡ Δαμασκὸς, καὶ ἡ | |
55 | Συρίας δύναμις. Ὅτι καὶ οἱ τῶν εἰδώλων προσκυνη‐ ταὶ πᾶσαν ἔχουσιν ἐπ’ αὐτοῖς τὴν τῆς σωτηρίας ἐλ‐ πίδα· Ὅτι δὲ ἐσκύλευσεν ὁ Χριστὸς τὸν Σατανᾶν, | |
γεγεννημένος εὐθὺς, ἀταλαίπωρον ἰδεῖν. Γράφει γὰρ | 223 | |
70.225 | ὁ Ματθαῖος· «Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βη‐ θλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασι‐ λέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντό τε εἰς Ἱεροσόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς | |
5 | τῶν Ἰουδαίων; ἴδομεν γὰρ τὸν ἀστέρα αὐτοῦ ἐν τῇ Ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.» Προσ‐ κεκυνήκασι γοῦν καὶ προσήγαγον χρυσίον, καὶ λί‐ βανον καὶ σμύρναν. Ὁρᾷς ὅπως ἐσκύλευσε τὸν Σα‐ τανᾶν, καὶ προενόμευσεν ὀξέως; Ὅτι δὲ καὶ ὁ τῆς | |
10 | ἐπιδημίας σκοπὸς εἰς λύτρωσιν βλέπει τῶν ἐν αἰχμ‐ αλωσίᾳ τῇ νοητῇ γεγονότων, κατασημα[ί]νειεν ἂν καὶ αὐτὸς ὁ Χριστὸς, διὰ φωνῆς Ἡσαΐου λέγων· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν.» Ψάλ‐ | |
15 | λει δέ που καὶ ὁ μακάριος Δαβὶδ περὶ αὐτοῦ· «Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν.» Καὶ τοῦτο αὐτὸς ἐδίδαξεν εἰπών· «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι· Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σι‐ λωὰμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσθαι | |
20 | ἔχειν Ῥαασσὼν, καὶ τὸν υἱὸν τοῦ Ῥομελίου βασιλέα ἐφ’ ὑμῶν, διὰ τοῦτο ἰδοὺ ἀνάγει Κύριος ἐφ’ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δό‐ ξαν αὐτοῦ. Καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα | |
25 | ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσε‐ ται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι. Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὰ πλάτη τῆς χώρας σου. Ὅτι παρά γε τὸ εἰωθὸς ἀνθρώποις, ξένη τε καὶ | |
30 | ἀξιάγαστος ἔσται τοῦ Ἐμμανουὴλ ἡ γέννησις, ἡ διὰ τῆς ἁγίας Παρθένου, καὶ ὅτι πλείστων τε ὅσων καὶ περιφανεστάτων ἀληθῶς θεοσημειῶν ἀποτελεσθήσε‐ σθαι κατὰ καιροὺς εὖ μάλα διειρηκὼς, ἀποκαλύπτει τῷ προφήτῃ λοιπὸν, καὶ τὴν ἐσομένην κατ’ αὐτοῦ | |
35 | τῶν Ἰουδαίων ἀπόνοιαν κατά γε τὸν τῆς ἐνανθρωπή‐ σεως καιρόν. Ἀφίκετο γεμὴν εἰς τόνδε τὸν κόσμον ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, οὐκ ἐμφανῆ τε καὶ ὁρωμένην τὴν τῆς θεο‐ πρεποῦς ὑπεροχῆς δόξαν ἔχων· οὔτε μὴν κατὰ τὸ | |
40 | εἰωθὸς αὐτῷ φῶς οἰκῶν ἀπρόσιτον· οὐδὲ ταῖς ἀγ‐ γελικαῖς δυνάμεσι δορυφορούμενος ἐναργῶς· ἀλλ’ οὐδ’ ἐν δόξῃ τυχὸν ἐπιγείου βασιλέως· μετρίως δὲ σφόδρα καὶ ὑφειμένως, καὶ πολὺ λίαν ἀψοφητί. Καὶ τοῦτο ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ διὰ φωνῆς ἁγίων | |
45 | καταμεμήνυκε λέγων· «Ἰδοὺ συνήσει ὁ Παῖς μου ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσε‐ ται ἐν ταῖς πλατείαις ἡ φωνὴ αὐτοῦ. Κάλαμον συν‐ τετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ | |
70.225(50) | σβέσει.» Καὶ τρόπος μὲν οὑτοσὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς. Ἰουδαῖοι γεμὴν οἱ τά‐ λανες τὸ ἐπ’ αὐτῷ μυστήριον, ἢ οὐ συνέντες ὅλως ἤγουν ἀνοσίως διωθούμενοι, κατεπεφύοντο δεινῶς, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι λέγοντες· «Περὶ κα‐ | |
55 | λοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Διατε‐ | |
τελέκασι δὲ καὶ μέχρι παντὸς σκληροὶ καὶ ἐξήνιοι, | 225 | |
70.228 | καὶ τὸ ἔτι τούτων ἐπέκεινα πρὸς τὸ δυσσεβές. Προσ‐ ῆγον μὲν γὰρ τῷ Πιλάτῳ λέγοντες· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν.» Ἐκείνου δὲ πρὸς ταῦτα μονονουχὶ καταμειδιῶντός τε καὶ λέγοντος· Τὸν βασιλέα ὑμῶν | |
5 | σταυρώσω; κατεκεκράγεσαν λέγοντες· «Οὐκ ἔχο‐ μεν βασιλέα εἰ μὴ Καίσαρα.» Ἄθρει δὴ ὅπως ἠρνή‐ σαντο μὲν τὸ ὑπ’ αὐτοῦ βασιλεύεσθαι, Καίσαρα δὲ καὶ ἀνθρώπους ἐπεγράφοντο βασιλέας. Αἰνιγματωδῶς τοιγαροῦν τῷ προφήτῃ Θεὸς αὐτὸ δὴ τοῦτο καθ‐ | |
10 | ίστησιν ἐναργές. Ἐπειδὴ δὲ προσήκειν ὑπολαμβάνω, καὶ τὸ τοῖς τηνικάδε πράγμασι πρέπουσαν τοῦ λόγου ποιήσασθαι τὴν ἀπόδοσιν· φαμὲν ὅτι τῷ ὕδατι τοῦ Σιλωὰμ τὴν ὑπὸ Θεῷ παρεικάζει βασιλείαν, ἣν ἀτι‐ μάσαντες Ἰουδαῖοι, γεγόνασιν ὑφ’ ἑτέρῳ, καὶ δέδον‐ | |
15 | ται τοῖς ἐχθροῖς. Ταύτῃτοί φησι· «Διὰ τὸ μὴ βού‐ λεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥαασσὼν, καὶ τὸν υἱὸν τοῦ Ῥομελίου βασιλέα ἐφ’ ὑμῶν, διὰ τοῦτο ἰδοὺ ἀνάγει Κύριος ἐφ’ ὑμᾶς τὸ | |
20 | ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολὺ, τὸν βασι‐ λέα τῶν Ἀσσυρίων.» Τὸ τοῦ Σιλωὰμ ὕδωρ ῥεῖν οὕτω φασὶν ἡσυχῇ, ὡς δίχα κτύπου προχεῖσθαι παντός. Ἑρμηνεύεται δὲ Σιλωὰμ, ἀπεσταλμένος. Δέχεται τοίνυν εἰς εἰκόνα καὶ τύπον αὐτὸν τῆς τοῦ Σωτῆρος | |
25 | ἡμῶν παρουσίας, τῆς ἀψοφητὶ γεγενημένης, καθά‐ περ ἔφην ἀρτίως. Ἀπεσταλμένος δὲ κατ’ ἀλήθειαν ὁ Χριστός. Ἀπόστολον γοῦν καὶ Ἀρχιερέα αὐτὸν τῆς ὁμολογίας ἡμῶν καὶ ὁ σοφὸς ὀνομάζει Παῦλος. Δέ‐ χεται δὲ ὁμοίως καὶ ἁπαξαπλῶς τῆς ὑπὸ Θεῷ βασι‐ | |
30 | λείας εἰς τύπον τὸν Σιλωάμ. Οὐκοῦν ἐπειδήπερ ὁ λαὸς οὗτος ὁ ἀκαμπὴς καὶ ἐξήνιος, οὐ βούλεται ἔχειν τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ· ἀποσείεται γὰρ τὸν ὑπὸ Θεῷ ζυγόν· ἐπιθυμεῖ δὲ μᾶλλον ὑπὸ τὴν ἀνθρώπων εἶναι βασιλείαν, καὶ κατισχῦσαι μᾶλ‐ | |
35 | λον αὐτοῦ τοὺς πλεονεκτεῖν ἐθέλοντας, τὸν Ῥαασσὼν, φημὶ, καὶ τὸν Φακεέ· ταύτης ἕνεκα τῆς αἰτίας ἐπ’ αὐτοῖς ἀνήσω τὸ ὕδωρ τοῦ ποταμοῦ, τοῦτ’ ἔστι, τοῦ Εὐφράτου. Ἐπειδὴ δὲ ἦν ἀσαφέστερός πως ὁ λόγος, προσεπάγει παραχρῆμα, καί φησι, Βασιλέα τῶν Ἀσ‐ | |
40 | συρίων, καὶ τὴν δόξαν αὐτοῦ· τοῦτ’ ἔστι, τοὺς ὑπ’ αὐτῷ πάντας, καὶ ἅπαν ἔθνος τὸ ὑπεστρωκὸς αὐτῷ τὸν αὐχένα. Ὕδατι δὲ παρεικάζει τὰ πλήθη. Καὶ τοῦτο ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. Καὶ γοῦν περὶ τῆς Νινευῆ, καὶ τῆς ἐν αὐτῇ ἀναριθμήτου πληθύος, φησὶ | |
45 | διὰ φωνῆς προφητῶν· «Καὶ Νινευῆ, ὡς κολυμβήθρα ὑδάτων τὰ ὕδατα αὐτῆς.» Ἐπιμένει δὲ τῇ τροπῇ καί φησιν· «Ὡς ἐφ’ ὕδατός τε καὶ ποταμοῦ, καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπα‐ τήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, καὶ ἀφελεῖ ἀπὸ τῆς | |
70.228(50) | Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι. Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὰ πλάτη τῆς χώρας σου.» Ἤχθη δὲ εἰς πέρας ἅπαντα ταυτὶ, προφητεύοντος Ἱερεμίου, ὅτε τῆς Ἰουδαίων χώρας κατεστράτευσεν | |
55 | ὁ Ναβουχοδονόσορ· καὶ καθεῖλε μὲν τὴν περιβόητον Ἱερουσαλήμ· κατεμπρήσας δὲ καὶ τὸν ναὸν, καὶ τοὺς | |
τῶν Ἰουδαίων ἐπισήμους ἀπεκτονὼς, ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς τὴν ἄλλην ἅπασαν καὶ ὑπολελειμ‐ | 227 | |
70.229 | μένην ἐκ τοῦ πολέμου πληθὺν ἀπεκόμισεν εἰς τὴν ἑαυτοῦ. Πρόδηλον οὖν ὅτι τοῖς οὐκ ἐθέλουσιν ἔχειν τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, τοῦτ’ ἔστι Χριστὸν, ἤτοι τὴν ὑπὸ Θεῷ βασιλείαν, ἐπιπηδήσει πάντως ὁ τῶν νοητῶν Ἀσσυρίων βασιλεὺς, τοῦτ’ ἔστιν, ὁ Σατανᾶς, καὶ αἰχμαλώτους ἑλὼν, τοῖς ἰδίοις ὑποθήσει ζυγοῖς, καὶ ποιήσει δούλους, ταῖς ἐκ πολυτρόπων ἁμαρτιῶν κατασφίγγων σειραῖς. | |
5 | Μεθ’ ἡμῶν ὁ Θεὸς, γνῶτε ἔθνη, καὶ ἡττᾶσθε· ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς· ἰσχυκότες ἡττᾶσθε. Ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττη‐ θήσεσθε. Καὶ ἣν ἂν βουλεύσησθε βουλὴν, διασκεδάσει Κύριος· καὶ λόγον ὃν ἂν λαλή‐ | |
10 | σητε, οὐ μὴ ἐμμείνῃ· ὅτι μεθ’ ἡμῶν Κύριος ὁ Θεός. Ἀνασκιρτᾷ τῷ προφήτῃ πρὸς θυμηδίαν ὁ νοῦς, ἐπεγνωκότι σαφῶς τὸ Χριστοῦ μυστήριον. Εἶτα τῶν ἁγίων εὐαγγελιστῶν καὶ μέντοι καὶ ἀποστόλων τότε | |
15 | πρόσωπον ὁμοῦ καὶ τὸν λόγον ἀναλαβὼν, Ἕλλησί τε καὶ Ἰουδαίοις μονονουχὶ καὶ διαμαρτύρεται, ὅπλον τοῖς πεποιημένοις αὐτὸν, οὐδὲν ἔσται τὸ ἀντιστατοῦν. Τοῖς μὲν οὖν ἔθνεσι δύο ταῦτα κατορθῶσαι διακε‐ λεύεται, διαγνῶναί τε τὸ Χριστοῦ μυστήριον, καὶ μὴν | |
20 | ὅτι καὶ ἡττᾶσθαι χρὴ τοῖς διδάσκουσιν αὐτό. Γνῶτε γὰρ, φησὶ, καὶ τὸν ἐν αὐτῷ δέξασθε λόγον, καὶ ἡτ‐ τήθητε, τοῦτ’ ἔστι, παραχωρεῖτε, καὶ μὴ ἀνθίστασθε τοῖς ἁγίοις μυσταγωγοῖς· ὑπακούσατε δὲ μᾶλλον αὐ‐ τοῖς ἕως ἐσχάτου τῆς γῆς, τοῦτ’ ἔστιν, οἱ κατὰ | |
25 | πᾶσάν τε πόλιν καὶ χώραν, καὶ μέχρι αὐτῶν τερμά‐ των τῆς ὑπ’ οὐρανόν. Οἱ δὲ ἡττώμενοί τε καὶ παρα‐ χωρεῖν ἐθέλοντες τὸ νικᾷν τοῖς τῆς ἀληθείας διδασκά‐ λοις, εἰσδέξονται μὲν εὐκόλως τὸν παρ’ αὐτῷ λόγον, πεπιστευκότες δὲ εἰς Χριστὸν βαδιοῦνται κατ’ εὐθὺ | |
30 | παντὸς ἀγαθοῦ, καὶ τὴν αὐτῷ φιλαιτάτην κατορθώ‐ σαντες ἀρετὴν, λαμπράν τε καὶ ἀξιοζήλωτον κατα‐ κληρονομήσουσι δόξαν. Καὶ ταυτὶ μὲν τοῖς Ἑλλήνων στίφεσιν, ὡς ἐκ προσώπου τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν ὁ προφήτης φησίν· Ὑμεῖς δὲ, ὦ Ἰου‐ | |
35 | δαῖοι, ἰσχυκότες ἡττᾶσθε. Ὅσον μὲν γὰρ εἴς γε τὸν ἐνόντα τοῖς Ἰουδαίοις σκοπὸν, κατίσχυσαν τοῦ Χρι‐ στοῦ, σταυρῷ παραδόντες οἱ δείλαιοι. Πλὴν ἐβουλεύ‐ σαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆσαι, κατὰ τὸ γεγραμμένον. Οὐ γὰρ ἦν δύνασθαι θανάτῳ περιβα‐ | |
40 | λεῖν τὸν ἀρχηγὸν τῆς ζωῆς. Οὐκοῦν εἰ καὶ νενομίκατε, φησὶν, ἰσχῦσαι Κυριοκτονήσαντες, ἀλλ’ οὖν ἡττήθητε λοιπὸν, καὶ δότε τὸ εὐπειθὲς παραδεξάμενοι τὴν πί‐ στιν, ἤγουν ἐκεῖνο γινώσκετε, κἂν ὅτι πάλιν ἰσχύσητε μὴ ἀνεχόμενοι τῆς διδασκαλίας, ἀλλ’ ἐπιτιμῶντες | |
45 | ἀγρίως τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσι, πάλιν ἡτ‐ τηθήσεσθε κολάζοντι λοιπὸν τῷ Κριτῇ, καὶ τὰς τῆς οὕτω μακρᾶς ἀπονοίας αἰτοῦντι δίκας. Ὃ δὴ καὶ πέπρακται. Μετὰ γάρ τοι τὸ ἀναβιῶναι Χριστὸν, καὶ ἀνελθεῖν εἰς οὐρανὸν, καὶ αὐτοῖς ἐπεβούλευον τοῖς | |
70.229(50) | ἁγίοις ἀποστόλοις· καὶ δὴ καὶ εἰσφέροντες ἐν τοῖς συνεδρίοις ἔτυπτον ἐγκαλοῦντες καὶ λέγοντες· Παραγ‐ γελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λαλεῖν τινι ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσα‐ λὴμ τῆς διδαχῆς ὑμῶν. Οὐκοῦν ἔδοξαν μὲν καὶ κατὰ | |
55 | τοῦτο ἰσχύειν, πλὴν ἀνόνητα πάντα αὐτοῖς, καὶ βου‐ λὴ, καὶ σκέψις, καὶ λόγος· ἐνίκων γὰρ οἱ θεσπέσιοι μαθηταὶ λέγοντες, διότι Μεθ’ ἡμῶν Κύριος ὁ Θεός. Οἱ δὲ πικρὰς ἔξτηνται δίκας, ταῖς Ῥωμαίων στρα‐ | |
τιαῖς καὶ οὐχ ἑκόντες ἡττώμενοι. | 229 | |
70.232 | Οὕτω λέγει Κύριος· Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσι, τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες· Μήποτε εἴπωσι, Σκληρόν. Πᾶν γὰρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστιν. | |
5 | Ἔφην ὅτι τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν τὸ πρόσωπον ἑαυτῷ περιτιθεὶς ὁ μακάριος προφήτης, ἔθνεσίν τε καὶ Ἰουδαίοις ἡττᾶσθαι Χριστῷ συνεβού‐ λευσεν, ὑπακοῦσαί τε αὐτῷ καὶ τοὺς μέχρις ἐσχάτων τῆς γῆς. Εἶτα Θεὸς πρὸς αὐτὸν μονονουχὶ καὶ κατα‐ | |
10 | θαυμάζων τὴν τοῦ Ἰσραὴλ σκαιότητα καὶ τὸ λίαν ἀμαθὲς, Τῇ ἰσχυρᾷ χειρὶ, φησὶν, ἀπειθοῦσιν. «Παναλ‐ κὴς γὰρ,» καὶ ἄθραυστος, καὶ πάντα ἰσχύουσα δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, δι’ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα· ὁ καταργήσας θάνατον, καὶ συντρίψας | |
15 | τὸν Σατανᾶν, καὶ σκυλεύσας τὸν ᾅδην, καὶ ἀφθαρσίαν δωρούμενος τοῖς ὑπὸ φθορὰν, καὶ ἀνακαινίζων τὰ πάντα πρὸς τὸ ἐν ἀρχαῖς. Οὕτω καὶ διὰ τῆς τοῦ ψάλ‐ λοντος φωνῆς οἱ ἐν Χριστῷ σεσωσμένοι φασίν· «Δε‐ ξιὰ Κυρίου ὕψωσέ με, δεξιὰ Κυρίου ἐποίησε δύνα‐ | |
20 | μιν.» Εἴρηται δὲ καὶ ἐν ᾨδαῖς· «Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ· ἡ δεξιά σου χεὶρ, Κύριε, ἔθραυσεν ἐχθρούς.» Οὐκοῦν ἀνοσιότητός τε ὁμοῦ, καὶ μὴν καὶ φρενοβλαβείας εἰς τοῦτο διεληλάκασιν, ὡς τῇ ἰσχυρᾷ χειρὶ τῇ σωζούσῃ ῥᾳδίως ἀπειθεῖν ἑλέσθαι, | |
25 | καὶ παρ’ οὐδὲν ἡγεῖσθαι τὸ πρᾶγμα. Ἀπειθοῦσι δὲ ὁμοίως τῇ πορείᾳ τοῦ λαοῦ τούτου, φησίν· οὗ τὸ πρόσωπον ἀναλαβὼν ἔφασκεν εὐθύς· Μεθ’ ἡμῶν ὁ Θεός. Ὁποία δέ τίς ἐστιν ἡ πορεία τοῦ λαοῦ; Τῶν ἐχόντων τὸν Ἐμμανουὴλ ἡ πίστις ἡ εἰς αὐτὸν, ἡ | |
30 | εὐαγγελικὴ πολιτεία, παρεωραμένης τῆς ἐν νόμῳ καὶ ὡς ἐν σκιαῖς. Ἀπειθοῦσι δὲ τῇ πορείᾳ τοῦ λαοῦ τού‐ του λέγοντες· Μή ποτε εἴπητε, Σκληρόν. Πᾶν γὰρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστι. Σκληρὸν γὰρ εἶναί πως τοῖς Ἰουδαίοις ἐδόκει τῶν ἁγίων ἀποστόλων | |
35 | ὁ λόγος, ὅτι περιστέλλοντες ὡς ἐν καιρῷ τῷ δέοντι τὴν σκιὰν, ζῇν οὐκ εἴων κατὰ τὸν Μωσέως νόμον, εὐαγγελικῶς δὲ μᾶλλον καὶ πνευματικῶς. Τὸν δὲ φόβον αὐτῶν οὐ μὴ φοβηθῆτε, οὐδ’ οὐ μὴ ταραχθῆτε, Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς | |
40 | ἔσται σοι φόβος. Καὶ ἐὰν ἐπ’ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα, καὶ οὐχ ὡς λίθου προσ‐ κόμματι συναντήσετε αὐτῷ, οὐδ’ ὡς πέτρας πτώ‐ ματι. Προαιτιασάμενος τοὺς ἐξ Ἰσραὴλ ὡς ἀπειθεῖν ἑλο‐ | |
45 | μένους τῇ πορείᾳ τοῦ λαοῦ, τοῦ ἐν Χριστῷ δῆλον ὅτι, καὶ ταῖς τῶν ἁγίων ἀποστόλων μυσταγωγίαις, μεθ‐ ίστησι πρὸς αὐτοὺς τὸν τῆς παρακλήσεως λόγον, καὶ ἄθραυστον αὐτοῖς ἐνεργάζεται νοῦν, μὴ δὴ χρῆναι λέγων δεδιέναι τοὺς ἀπειθοῦντας αὐτοῖς, μήτε μὴν | |
70.232(50) | ὅλως τὸν ἐκ τῆς ἐκείνων σκαιότητος εἰσδέχεσθαι θό‐ ρυβον· τεθαῤῥηκότας δὲ μᾶλλον ἐπὶ Θεῷ, κατανεα‐ νιεύεσθαι τῶν ἐχθρῶν· εὖ εἰδότας ὅτι καὶ ὅπλον αὐ‐ τοῖς ἔσται, καὶ πύργος ἰσχύος, καὶ κατακρατήσου‐ σιν εὐκόλως τῶν ἀνθεστηκότων. Ταύτῃτοί φησιν· Τὸν | |
55 | δὲ φόβον αὐτῶν οὐ μὴ φοβηθῆτε, οὐδὲ ταραχθῆτε. Εἰ δὲ δή τις βούλοιτο ταῖς τῶν προκειμένων ἐννοίαις | |
ἰσχνὸν ἐνιέναι τὸν νοῦν, καὶ καθ’ ἕτερον αὐτὸ νοήσει | 231 | |
70.233 | τρόπον. Ἔστι δὲ οὕτως. Ἰουδαῖοι μὲν γὰρ ἐδεδίεσαν οὐ μικρῶς μὴ ἄρα πως Θεῷ προσκρούσειαν, διωθού‐ μενοι μὲν τῆς ἐν νόμῳ πολιτείας τὴν ὁδόν· προσιέ‐ μενοι δὲ τοῦ Σωτῆρος τὸν λόγον ἀφιστάντος τῶν τύ‐ | |
5 | πων, καὶ παρ’ οὐδὲν ἡγεῖσθαι προστάττοντος τὴν σκιάν. Καὶ γοῦν ἔφασκον περὶ αὐτοῦ· «Εἰ οὖν οὗτος ὁ ἄνθρωπος παρὰ Θεοῦ, οὐκ ἂν ἔλυε τὸ Σάββατον.» Ὅτι τοίνυν εἰ καὶ ἧσαν ἐξ Ἰουδαίων οἱ θεσπέσιοι μαθηταὶ, παραιτεῖσθαι χρῆν αὐτοὺς τὸν τῶν ἀπει‐ | |
10 | θούντων φόβον, δεδιότων, ὡς ἔφην, προσκροῦσαι τῷ νόμῳ, διά γε τοῦ ζῇν ἑλέσθαι μᾶλλον εὐαγγελικῶς, παρεγγυᾷ λέγων· Τὸν δὲ φόβον αὐτῶν οὐ μὴ φοβη‐ θῆτε, οὐδ’ οὐ μὴ ταραχθῆτε· ἁγιαζέσθω δὲ μᾶλλον, φησὶ, παρ’ ὑμῶν ὁ τῆς δόξης Κύριος, τοῦτ’ ἔστιν, ὁ | |
15 | Χριστὸς, καὶ τιμάσθω τῇ πίστει, καὶ φοβερὸς ἔστω παρ’ ὑμῖν. Ἔσται γὰρ οὕτως ὑμῖν ἁγίασμα, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσετε αὐτῷ, οὐδὲ ὡς πέτρας πτώματι. Δύο τίθησιν ἐν αὐτῷ μεγάλα καὶ ἐξαίρετα. Πρῶτον μὲν γὰρ, ἁγιάσει, φησὶν, ὑμᾶς τοὺς | |
20 | πιστεύοντας, καὶ μετόχους ἀποφανεῖ τῆς θείας αὐτοῦ φύσεως διὰ τοῦ ἁγίου Πνεύματος· κερδανεῖτε δὲ πρὸς τούτῳ, τὸ μήτε ὡς λίθῳ, μήτε μὴν ὡς πέτρᾳ σκαν‐ δάλου περιπεσεῖν. Ὃ δὴ καὶ πεπόνθασιν οἱ τάλανες Ἰουδαῖοι διὰ πολλὴν ἄγαν ἀμαθίαν λέγοντες· «Ἡμεῖς | |
25 | οἴδαμεν ὅτι Μωσῆ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Οὐκοῦν ἐπειδήπερ οὔτε ἡγίασαν αὐτὸν, οὔτε μὴν ἤθελον ἐπ’ αὐτῷ πεποιθέναι, μεμενήκασι μὲν ἁγιασμοῦ παντελῶς ἀμέτοχοι, προσπταί‐ σαντες δὲ ὡς λίθῳ πεπτώκασι, καὶ ἐν παντὶ γεγόνασι κακῷ. Ο δὲ οἶκος Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι | |
30 | ἐγκαθήμενοι ἐν Ἱερουσαλήμ· διὰ τοῦτο ἀδυνατήσου‐ σιν ἐν αὐτοῖς πολλοὶ, καὶ πεσοῦνται καὶ συντριβή‐ σονται, καὶ ἐγγιοῦσιν, καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες. Τότε φανεροὶ ἔσονται οἱ σφραγιζό‐ μενοι τὸν νόμον τοῦ μὴ μαθεῖν. | |
35 | Ὁ σοφὸς ἔφη Παροιμιαστής· «Υἱὲ, μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλοὺς, ἀλλ’ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν.» Πρέποι γὰρ ἂν τούς γε ἀληθῶς ἀρτίφρονας, μὴ τῆς τῶν φαύλων σκαιότητος, ἀλλὰ τῆς τῶν ἀγαθῶν ἐπιεικείας γενέσθαι μιμητάς. Οὐκ‐ | |
40 | οῦν ἐπειδήπερ τοῖς ἁγίοις συνεβούλευε μαθηταῖς, ἁγίασμα μὲν ποιεῖσθαι Χριστὸν, πεποιθέναι δὲ μᾶλ‐ λον ἐπ’ αὐτῷ, καὶ τὰς τῶν διωκόντων ἀπονοίας ἡγεῖ‐ σθαι μηδὲν, προσεπήγαγεν ἀναγκαίως, ὅσα τε καὶ οἷα τοῖς ἀπειθεῖν ᾑρημένοις συμβήσεται βλάβη. Ὁ γὰρ | |
45 | οἶκος, φησὶ, τοῦ Ἰακὼβ, τοῦτ’ ἔστιν, Ἰουδαῖοι, πλεί‐ στην τε ὅσην καὶ ἀκατάληκτον τὴν κατὰ Χριστοῦ νοσοῦντες ἀπόνοιαν, ἔσονται προσεοικότες τοῖς ἐν πα‐ γίδι γεγονόσιν, καὶ τεθηρευμένοις εἰς ὄλεθρον. Ἢ καὶ τοῖς ἐν κοιλάσμασι, τοῦτ’ ἔστι, τοῖς εἰς βόθρον ὠλι‐ | |
70.233(50) | σθηκόσιν. Ταύτης τε ἕνεκα τῆς αἰτίας ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ, καὶ πεσοῦνται, καὶ συντριβήσονται, καὶ ἐγγιοῦσιν, τοῦτ’ ἔστιν, ἐγγὺς ἔσονται καὶ οὐ μα‐ κρὰν τοῦ κατασίνεσθαι πεφυκότος. Ἔσονται γὰρ ἀν‐ ίσχυες καὶ συντετριμμένοι, καὶ τοῖς πολεμοῦσιν ἁλώ‐ | |
55 | σιμοι. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφήτου περὶ αὐτῶν εἰρημένον ὑπὸ Θεοῦ. Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ | |
τὸν λαὸν τοῦτον ἀσθένειαν· καὶ ἀσθενήσουσιν ἐν αὐ‐ | 233 | |
70.236 | τοῖς πατέρες καὶ υἱοὶ ἅμα. Γείτων καὶ πλησίον αὐτοῦ ἀπολοῦνται· καίτοι τῶν ἐν Χριστῷ κεκλημένων εἰς ἁγιασμὸν οὐχ ὧδε ἐχόντων. Ἰσχὺς γὰρ αὐτῶν καὶ ὕμνησις ὁ Κύριος, κατὰ τὸ γεγραμμένον. Καὶ πι‐ | |
5 | στώσεται λέγων ὁ θεσπέσιος Παῦλος· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Ἁλώσονται τοίνυν οἱ ἀπιστοῦντες, φησὶν, ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες. Ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν ἄνωθεν ἐπικουρίαν τὴν ὑπάρξασαν ἀεὶ τοῖς ἐξ Ἰσραὴλ, ἀνάλωτοί τινες ἦσαν, | |
10 | καὶ δυσκαταμάχητοι τοῖς ἐχθροῖς, ὁρατοῖς τε καὶ ἀοράτοις. Ἔφη γάρ που Θεὸς περὶ τῆς Ἱερουσαλήμ· «Καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.» Ἐπειδὴ δὲ προσκεκρούκασιν ἐμπαροινοῦντες Χριστῷ, | |
15 | πάσης ἀσφαλείας ἔρημοι, νοητῆς τε καὶ αἰσθητῆς διατελοῦσιν ἐν κόσμῳ. Μεταπεφοίτηκε γὰρ εἰς ἑτέ‐ ρους, τοῦτ’ ἔστι, τοὺς ἐξ ἐθνῶν ἡ τοῦ σώζοντος χάρις. «Ἔσονται δὲ τότε, φησὶν, φανεροὶ, οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν.» Καὶ τίνες ἂν εἶεν οὗτοι | |
20 | πάλιν; Οἱ ἐν Χριστῷ δηλονότι δεδικαιωμένοι τε καὶ ἡγιασμένοι διὰ τοῦ Πνεύματος· οἷς ἂν ἁρμόσειεν εἰ‐ πεῖν· «Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Εἰκὼν μὲν γὰρ καὶ ὁμοίωσις καὶ οἱονεὶ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός. Φῶς δὲ τὸ ἐξ | |
25 | αὐτοῦ πεμπόμενον εἰς ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον, δι’ οὗ κατεσφραγίσμεθα πρὸς εἰκόνα τὴν πρώτην ἀναμορ‐ φούμενοι δι’ ἁγιασμοῦ. Πεποιήμεθα γὰρ κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ κτίσαντος Θεοῦ. Ἔσονται τοίνυν φανεροὶ, φησὶ, τοῦτ’ ἔστιν, ἐπίσημοι καὶ Θεῷ γνωρι‐ | |
30 | μώτατοι, καὶ διαπρεπεῖς ἐν κόσμῳ· οἱ τῷ ἁγίῳ κατα‐ σφραγιζόμενοι Πνεύματι, τοῦ μὴ μαθεῖν τὸν νόμον. Ἆρ’ οὖν ἀφεξόμεθα τῶν νομικῶν ἀναγνωσμάτων; Καίτοι πῶς οὐκ ἀμαθὲς τὸ ὧδε νοεῖν, Χριστοῦ λέ‐ γοντος ἐναργῶς· «Διὰ τοῦτο λέγω ὑμῖν, ὅτι πᾶς | |
35 | γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.» Οὐκοῦν οὐ παραιτούμεθα μὲν τὸ εἰδέναι τὸν νόμον· τό γε μὴν οὕτως εἰδέναι, φευκτὸν, ὥστε καὶ ζῇν ἑλέσθαι νομι‐ | |
40 | κῶς, ἤγουν Ἰουδαϊκῶς. Οὐ γάρ τοι βοῦς ἱερεύσομεν, οὔτε μὴν ταῖς δι’ αἱμάτων θυσίαις τιμήσομεν τὸν τῶν ὅλων Θεόν. Πνευματικὴν δὲ μᾶλλον προσκομιοῦμεν αὐτῷ λατρείαν εἰς ὀσμὴν εὐωδίας. Ὡς γάρ φησιν ὁ Σωτήρ· «Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐ‐ | |
45 | τὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Ὅτι δὲ τοῖς τῷ ἁγίῳ Πνεύματι κατεσφραγισμένοις εἰς καινότητα ζωῆς, ζημία πολλὴ τὸ θέλειν ἔτι πολι‐ τεύεσθαί τε καὶ ζῇν Ἰουδαϊκῶς, ἤτοι κατὰ τὴν τοῦ νόμου σκιὰν, πιστώσεται λέγων ὁ μακάριος Παῦλος | |
70.236(50) | τοῖς μετὰ τὴν πίστιν ἀνόπιν ὥσπερ ἰοῦσιν, εἰς λατρείαν τὴν ἐν σκιαῖς· «Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε.» Καὶ πάλιν· «Λέγω δὲ ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Ἀπηλλοτριώθητε; ἀπὸ Χριστοῦ, οἵ τινες ἐν νόμῳ βιοῦτε, τῆς χάριτος ἐξεπέσατε. Ἡμεῖς γὰρ διὰ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.» Καὶ ἐρεῖ· Μενῶ τὸν Θεὸν ἀποστρέψαντα τὸ | |
55 | πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πε‐ | |
ποιθὼς ἔσομαι ἐπ’ αὐτῷ. | 235 | |
70.237 | Ὅτι πολὺ πρόσεστι τοῖς ἐν Χριστῷ τὸ εὐήνιον, καὶ διὰ τούτων ἡμᾶς ὁ προφήτης πειρᾶται πληροφορεῖν. Προσεπεφώνει μὲν γὰρ αὐτοῖς ὁ τῶν ὅλων Θεὸς περὶ τοῦ Ἐμμανουήλ· Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς | |
5 | ἔσται σου φόβος. Καὶ ἐὰν ἐπ’ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα. Οἱ δὲ καὶ λίαν ἀσμένως τὸν τῆς εἰς τοῦτο μυσταγωγίας προσηκάμενοι λόγον, μελλησμοῦ δίχα παντὸς ὑπισχνοῦνταί τε τὸ εὐπειθὲς, καὶ πᾶσαν ἐπ’ αὐτῷ θέμενοι τὴν ἐλπίδα φασί· «Μενῶ | |
10 | τὸν Θεὸν, τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ.» Καὶ τί τὸ μενῶ σημαίνειεν ἄν; Ἢ ἐκεῖνό που πάν‐ τως, ὃ καὶ ὁ θεσπέσιος ἔφη Δαβίδ· «Ὑπομένων ὑπ‐ έμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.» Ὑπομένει δὲ | |
15 | τὸν Κύριον, ὁ τὰ αὐτῷ δοκοῦντα φρονεῖν ᾑρημένος, καὶ τοῖς αὐτοῦ νεύμασι κατακολουθῶν, ἥδιστά τε λίαν τοὺς ὑπὲρ τῆς εἰς αὐτὸν εὐσεβείας ὑπομένων ἀγῶνας. Πρὸς γάρ τοι τοῦτο αὐτοὺς διὰ τῆς τοῦ ψάλ‐ λοντος φωνῆς παροτρύνει τὸ Πνεῦμα λέγον· «Ἀνδρί‐ | |
20 | ζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.» «Ὑπομενῶ τοίνυν, φησὶ, τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ» Ἄθρει δὴ οὖν ἄθρει πρὸς ταῖς εὐπειθείαις πόσον ἔχουσι τὸ νουνεχές. Ἐξ ὧν γὰρ ἕτεροι προσ‐ | |
25 | κεκρούκασι, καὶ δὴ καὶ πεπόνθασι τοῦ θείου προσ‐ ώπου τὴν ἀποστροφὴν, διὰ τούτων αὐτῶν ἀσφαλεστέ‐ ρας ἐργάζονται τὰς ἑαυτῶν καρδίας, πρὸς τὴν εἰς τὰ ἀμείνω ῥοπήν. Δεδίασι γὰρ τῶν θείων ὀμμάτων τὴν ἀποστροφήν. Ἀπροσωπόληπτος γὰρ ὁ κριτὴς, καὶ | |
30 | οὐκ ἂν ἐνδοιάσειέ τις ὅτι πάντη τε καὶ πάντως τοῖς ἑκάστου τρόποις πρεπόντως τε καὶ εἰκότως ἢ χαριεῖ‐ ται τὸν ἔπαινον, ἤγουν ἐποίσει τὴν δίκην. Καὶ τοὺς μὲν ταῖς ἀπειθείαις ἐξυβρικότας, ἔξω τε προσώπου ποιήσεται, καὶ ἡγήσεται στυγητούς. Τούς γε μὴν τῇ | |
35 | πίστει τετιμηκότας, ἡγήσεται μὲν ὡς ἀγαπητοὺς τη‐ ροῦντας τὴν πίστιν, ἀποστραφήσεται δὲ μεθέντας τὸ γνήσιον, καὶ ἐν ἴσῳ ἡγήσεται τοῖς μηδ’ ὅλως πεπι‐ στευκόσιν, ἢ τάχα που καὶ ἐν χείροσι. Γέγραπται γὰρ περί τινων· «Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπ‐ | |
40 | εγνωκέναι τὴν ὁδὸν τῆς ἀληθείας, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.» Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεὸς, καὶ ἔσται εἰς σημεῖα, καὶ εἰς τέρατα ἐν τῷ | |
45 | Ἰσραὴλ παρὰ Κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν ὄρει Σιών. Τὴν καλὴν ὁμολογίαν εὖ μάλα διῃρηκότων (ἔφασαν γάρ· «Μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ’ | |
70.237(50) | αὐτῷ») παραχρῆμα τὸ αὐτοῦ πρόσωπον εἰσφέρει τοῦ Ἐμμανουὴλ, τοῖς ἐπ’ αὐτῷ τὴν ἐλπίδα θεμένοις χα‐ ριζομένου τὴν οἰκειότητα, δῆλον δὲ ὅτι τὴν διὰ τοῦ Πνεύματος. Ἐνῆκε γὰρ ἡμῖν ὁ Υἱὸς τὸ ἴδιον Πνεῦμα, καὶ οἰκεῖοι γεγόναμεν αὐτοῦ· καὶ ἐν αὐτῷ κράζομεν, | |
55 | Ἄββα ὁ Πατήρ· ὀνομάζει τοίνυν ἡμᾶς παιδία τοῦ Πα‐ τρὸς, ὡς τὴν διὰ Πνεύματος ἔχοντας ἀναγέννησιν, ἵνα | |
καὶ ἀδελφοὶ χρηματίσωμεν τοῦ κατὰ φύσιν ἀληθῶς | 237 | |
70.240 | Υἱοῦ. Ἕφη γὰρ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Ἀπ‐ αγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Πλὴν εἰ καὶ γέγονεν ἀδελφὸς, καὶ κεχρημάτικεν ἡμῶν πρωτό‐ τοκος διὰ τὸ ἀνθρώπινον, καίτοι Θεὸς ὑπάρχων, καὶ | |
5 | Υἱὸς μονογενὴς, ἀλλ’ οὐκ ἠγνοήκαμεν αὐτοῦ τὴν δό‐ ξαν, καὶ τὴν κατὰ πάσης κτίσεως ὑπεροχήν. Ἴσμεν δὲ ὅτι δεδόμεθα αὐτῷ παρὰ Θεοῦ καὶ Πατρός. Καὶ τοῦτο αὐτὸς εὑρίσκεται λέγων πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· «Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου | |
10 | σοὶ ἦσαν, κἀμοὶ αὐτοὺς ἔδωκας.» Κύριος μὲν γὰρ τῶν ὅλων ἐστὶ κατὰ φύσιν ὁ Υἱός· καὶ συγκατάρχει παντὸς γενητοῦ τῷ Θεῷ καὶ Πατρί. Ἐπειδὴ καὶ γέ‐ γονεν ἄνθρωπος, ᾧ πάντα ἐστὶ θεόσδοτα καὶ εἰσκε‐ κριμένα λέγεται λαβεῖν, ὧν ὑπῆρχε κύριος ὡς Θεός· | |
15 | «Αἴτησαι γὰρ,» φησὶ, «παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ἐπιγάννυται τοίνυν τοῖς ἐπ’ αὐτῷ πεποιθόσιν, τοῦτ’ ἔστι, τοῖς κεκλημένοις εἰς ἐπίγνωσιν ἀληθείας διὰ τῆς πίστεως· μόνον δὲ οὐχὶ | |
20 | καὶ χεῖρα προτείνων καταδείκνυσι, λέγων· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός.» Τίς οὖν ταῦτα λέγων; ὁ Ἐμμανουὴλ δηλονότι. Ὃς ἔσται, φησὶν, εἰς σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ Κυρίου Σα‐ βαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Ἵνα γὰρ πιστεύ‐ | |
25 | σειαν οἱ κατὰ πᾶσαν τὴν γῆν, ὅτι Θεὸς ὢν φύσει γέ‐ γονεν ἄνθρωπος, καὶ τῶν ὅλων ὑπάρχων Κύριος, τὴν τοῦ δούλου πεφόρηκε μορφὴν οἰκονομικῶς δι’ ἡμᾶς· πλεῖστά τε ὅσα κατὰ τὴν Ἰουδαίαν εἰργάσατο σημεῖα, καὶ τῆς θείας ὑπεροχῆς ἐνεργεστάτην ἀπόδειξιν | |
30 | ἐποιήσατο· τὰ παραδόξως τε καὶ ὑπὲρ λόγον ἀπο‐ τελούμενα· τοῦτο μὲν νεκροὺς ἀναστὰς, τοῦτο δὲ ἀκαθάρτοις πνεύμασιν ἐπιτιμῶν· καὶ τυφλοῖς δὲ τὸ βλέπειν ἐν ἐξουσίᾳ δωρούμενος. Ἔγκλημα δὲ τῆς Ἰουδαίων σκαιότητος καὶ δυσσεβείας, ὁ προφητικὸς | |
35 | ἔσται λόγος. Τὰ μὲν γὰρ σημεῖα καὶ τὰ τέρατα παρὰ Κυρίου Σαβαὼθ τοῦ κατοικοῦντος ἐν τῷ ὄρει Σιὼν γεγενῆσθαί φησιν. Οἱ δὲ τῶν ἐκτόπων ἢ πραγμάτων ἢ λόγων ἀνεπιτήδευτον ἐῶντες οὐδὲν, δυσφημεῖν ἀπ‐ ετόλμων λέγοντες· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαι‐ | |
40 | μόνια εἰ μὴ ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμο‐ νίων.» Καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· Ζητήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, | |
45 | οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ; Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; Νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν· Οὐχ ὡς τὸ ῥῆμα τοῦτο περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. | |
70.240(50) | Κατηχητικὸν ἐξυφαίνει λόγον αὐτὸς ὁ Ἐμμανουὴλ τοῖς ἐλπίδα θεμένοις εἰς αὐτὸν, οἳ κατελογίσθησαν μὲν ἐν τέκνοις· δέδονται δὲ αὐτῷ παρὰ Θεοῦ καὶ Πα‐ τρὸς, ὡς Σωτῆρι καὶ Λυτρωτῇ καὶ Ζωοποιῷ, καὶ καταφωτίζειν ἰσχύοντι, καὶ παντὸς ἀπαλλάττειν κα‐ | |
55 | κοῦ· ἀφίστησι δὲ αὐτοὺς ὁλοτρόπως τῶν ἀρχαίων ἠθῶν, καὶ φρενοβλαβείας τῆς πρώτης. Ἔθος μὲν γὰρ | |
τοῖς τῶν εἰδώλων προσκυνηταῖς, τοὺς ἐκ τῶν δαιμο‐ | 239 | |
70.241 | νίων χρησμοὺς ἀγαπᾷν, καὶ κενολόγοις τισὶ νεκρο‐ μάντεσι προσκεῖσθαι φιλεῖν, οἳ λέγουσι μὲν ἀληθὲς οὐδέν· ἀνερεύγονται δὲ ὥσπερ τὸ εἰς νοῦν ἧκον ἁπλῶς. Ἀλλ’ ὑμεῖς, φησὶ, κἂν εἰ προσίοιτό τις, λέ‐ | |
5 | γων· Ζητήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοῦτ’ ἔστι, τοὺς προσποιουμένους ἀναφέρειν τοὺς νεκρούς· καὶ ὥσπερ ἐξ ᾅδου ποιεῖσθαι τὰς μαντείας· ἤγουν τοὺς ἐγγαστριμύθους· οἳ προσποιοῦνται μὲν θεούς τινας ἔχειν εἰς τὴν κοιλίαν, οὕτω τε τοῖς προσιοῦσι τὰ | |
10 | παρ’ ἐκείνων λαλεῖν, μὴ προσίεσθε τὴν συμβουλήν. Φωνοῦσι γὰρ ἀπὸ μόνης τῆς ἑαυτῶν κοιλίας, καὶ οὐκ εἰσὶν ἔθνος συνετὸν, ὥστε καὶ ἀναζητῆσαι Θεὸν, καὶ παρ’ αὐτοῦ τι μαθεῖν. Λέγετε δὲ τοῖς ἐκεῖνα συμ‐ βουλεύουσι· Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νε‐ | |
15 | κρούς; ὁρᾷς ὅπως ἀπεργάζεται νουνεχεστάτους; Οὐ γὰρ μόνον ἀποφοιτᾷν ἐπιτάττει τῆς ἐκείνων σκαιό‐ τητος καὶ φρενοβλαβείας, ἀλλὰ γὰρ καὶ συμβούλους ἀγαθοὺς, τοῖς πεπλανημένοις γενέσθαι προστάττει. Λέγετε γὰρ, φησί· Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς | |
20 | νεκρούς; κοινὸς γὰρ καὶ ἀνθρώπινος ὁ λογισμός. Ποῖον γὰρ ἂν ἔχοι λόγον τὸ διερωτᾷν ἐθέλειν περὶ τῶν ἔτι ζώντων τοὺς ἐν τῇ γῇ κειμένους, ἢ ἐν ᾅδου τυχὸν γενομένας ψυχάς; Καὶ καθ’ ἕτερον δὲ τρόπον, ἀμαθὲς παντελῶς νεκυομαντείαις προσέχειν, καὶ ταῖς | |
25 | τῶν γοητῶν ψευδοεπίαις οἳ νεκρὸν ἔχουσι τὸν νοῦν, καὶ οἷον ἀπεψυγμένην καρδίαν. Οὐ γὰρ ἴσασι τὸν τῶν ὅλων δημιουργὸν, οὐκ ἔχουσιν ἐν αὐτοῖς τὸν ζωοποιὸν τοῦ Θεοῦ λόγον. Εἰσὶ δὲ πρὸς τοῦτο, καὶ νεκρῶν ἔρ‐ γων ἐπιμεληταί. Πῶς οὖν οἱ ζῶντες, τοῦτ’ ἔστιν, οἱ | |
30 | τὴν ἄνωθεν ἔχοντες ἐν ἑαυτοῖς ζωοποίησιν, καὶ τὸν ζῶντα τοῦ Θεοῦ Λόγον ἐκπεπλουτηκότες περὶ αὐτῶν ἐρωτῶσι τοὺς νεκρούς; Ταῦτα τοίνυν λέγετε, φησὶ, προστιθέντες ὅτι νόμον εἰς βοήθειαν ἔδωκεν, τοῦτ’ ἔστι, τὸν εὐαγγελικὸν, ἵν’ οἱ προσέχοντες αὐτῷ λέ‐ | |
35 | γωσιν· Οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Πωλοῦσι μὲν γὰρ τὸ ψεῦδος, οἱ τὰ ἐκ μόνης τῆς ἑαυτῶν καρδίας λαλοῦντες· ὁ δέ γε σω‐ τήριος καὶ ἀληθὴς τοῦ Θεοῦ νόμος, τοῦτ’ ἔστι, τὸ θέσπισμα τὸ εὐαγγελικὸν, ὃ δέδοται πρὸς ἐπικουρίαν | |
40 | τῶν ἐπὶ τῆς γῆς, οὐκ ἔστιν ὡς τὸ ῥῆμα τοῦτο, δη‐ λονότι τῶν ψευδομάντεων. Ἀλλ’ οὐδ’ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Ὡς γὰρ ἔφην ἀρτίως ὠνοῦνταί τινες ἀρ‐ γυρίοις τὰς τῶν γοητῶν ψευδοεπείας. Πρόκειται δὲ τοῖς ἐθέλουσι τὸ οὐράνιον θέσπισμα, δι’ οὗ πρὸς πᾶν | |
45 | ὁτιοῦν τῶν ἀγαθῶν πεποδηγήμεθα. Καὶ μὴν ὅσα χρῆν τῶν μελλόντων γενέσθαι μεμαθήκαμεν. Τίνι γὰρ ἀσυμφανὲς ὅτι πράττουσιν ἡμῖν τὰ ἀγαθὰ, καὶ τὸ γνήσιον τῆς ἀγάπης τηροῦσι Χριστῷ, πᾶν ὁτιοῦν ἔσται κατ’ εὐχήν; Μακαρίους γὰρ ἀποφαίνει καὶ ἐν | |
70.241(50) | τῷδε τῷ κόσμῳ, καὶ εἰς αἰῶνα τὸν μέλλοντα. Πρό‐ κειται τοίνυν, ἀργυρίου τε δίχα, καὶ δώρου παντὸς τὸ εἰδέναι τοῖς ἐθέλουσι τὸν δοθέντα παρὰ Χριστοῦ νόμον εἰς ἐπικουρίαν. Καὶ τοῦτο ἦν ἄρα, τὸ διὰ φωνῆς Ἡσαΐου σοφῶς εἰρημένον· «Οἱ διψῶντες πορεύεσθε ἐφ’ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύ‐ ριον, βαδίσαντες ἀγοράσατε ἄνευ ἀργυρίου καὶ τιμῆς.» | |
55 | Καὶ ἥξει ἐφ’ ὑμᾶς σκληρὰ λιμὸς, καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε, καὶ κακῶς ἐρεῖτε | |
τὸν ἄρχοντα καὶ τὰ πάτρια. Καὶ ἀναβλέψονται | 241 | |
70.244 | εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω ἐμ‐ βλέψονται· καὶ ἰδοὺ θλίψις καὶ ἡ στενοχωρία, καὶ σκότος, ἀπορία στενὴ, καὶ σκότος ὥστε μὴ βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ | |
5 | ὢν ἕως καιροῦ. Μετατίθησι τὸν λόγον ἐπὶ τὸ ἀπειθῆσαν ἔθνος, τοῦτ’ ἔστι, τὸν Ἰσραὴλ, οἳ καὶ πλατεῖαν ἔχοντες καὶ ἀμφιλαφῆ τὴν ἐκ Θεοῦ παράκλησιν, καὶ ταῖς νομι‐ καῖς εἰσηγήσεσιν ἐντρυφῶντες πλουσίως, εἴς γε τὸ | |
10 | εἰδέναι τὸ τελοῦν εἰς ὄνησιν οὐ προσήκαντο τὸν Χριστόν. Ταύτῃ τοι καὶ ὠλισθήκασι τῆς πρὸς αὐτὸν οἰκειότητος νοητῆς δηλονότι καὶ πνευματικῆς, καὶ οἷον λιμῷ διολώλασιν. Ἔφη γὰρ ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς προφητῶν. «Ἰδοὺ ἐγὼ ἐπάγω λιμὸν ἐπὶ τῆς | |
15 | γῆς, λέγει Κύριος· Οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι τὸν λόγον Κυρίου· καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν, περιδραμοῦνται ζη‐ τοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσιν.» Ὅταν τοίνυν, φησὶ, τὸν ἀρχηγὸν τῆς ζωῆς ἀποκτείναντες, | |
20 | σκληρὸν καὶ δύσοιστον ὑπομένητε λιμὸν, τὸν τοῦ Θεοῦ λόγον οὐκ ἔχοντες, τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, τὸν ζωὴν διδόντα τῷ κόσμῳ, τότε πεινήσετε. Καὶ δὴ καὶ εἰς αἴσθησιν τοῦ συμβεβηκότος ἐνηνεγμένοι, κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια. Καὶ τί δὴ | |
25 | τοῦτό ἐστιν; Οἱ μὲν γὰρ τῶν Ἰουδαίων καθηγηταὶ, Γραμματεῖς δὴ λέγω καὶ Φαρισαίους, παροτρύνοντες οὐ διαλελοίπασι, κατὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὴν ὑπὸ χεῖρα πληθύν. Καὶ πρόφασιν τῆς κατ’ αὐτοῦ μανίας ἐδέχοντο, τὴν εἰς Μωσέα τε καὶ | |
30 | νόμον αἰδῶ. Ἐδίωκον γὰρ λέγοντες· «Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον» Οὐκοῦν ὡς παρανομοῦντα διώκειν ἂν ἔπειθον. Ὅταν τοίνυν φησίν· Ὑμεῖς οἱ παρ’ ἐκείνων ἠπατημένοι πεινήσετε, τότε κακῶς ἐρεῖτε πάντα ὑμῶν ἄρχοντα | |
35 | καὶ τὰ πάτρια, τοῦτ’ ἔστι, τὰ ἔθη τὰ νόμιμα. Ἀνα‐ μνησθήσεσθε γὰρ ὅτι παρώτρυνον ὑμᾶς οἱ ἡγούμενοι· καὶ τῶν ἀρχόντων ἡ πρόφασις ἦν τῆς κατὰ Χριστοῦ μανίας τὰ πάτρια· τοῦτ’ ἔστι, τὰ ἔθη καὶ αἱ παρα‐ δόσεις, καὶ οὐχὶ δὴ πάντως αἱ διὰ νόμου, ἀλλὰ καὶ τὰ | |
40 | ἐξ εἰκαίων ἐπιτηρήσεων ἐδέχοντο διδασκαλίας ἐντάλ‐ ματα ἀνθρώπων. Ἔσται τοίνυν ἐφ’ ὑμᾶς σκληρὰ λι‐ μὸς, ἄνω τε καὶ κάτω περιβλεπόμενοι καὶ πανταχόσε βλέποντες, ἤτοι τὸν τῆς διανοίας ὀφθαλμὸν περιφέ‐ ροντες, ἕτερον οὐδὲν ὄψεσθε, φησὶν, εἰ μὴ ἀπορίαν | |
45 | στενὴν καὶ σκότος, ὥστε μηδὲν δύνασθαί τι τῶν χρησίμων βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενο‐ χωρίᾳ ὢν ἕως καιροῦ. Προαγορεύει πάλιν τὴν τῶν ἐθνῶν κλῆσιν. Οἱ γὰρ νῦν ὄντες, φησὶν, ἐν στενοχωρίᾳ καὶ λιμῷ τῶν θείων μαθημάτων πεπιεσμένοι, οὐκ | |
70.244(50) | ἀπορηθήσονται. Χαριεῖται γὰρ αὐτοῖς τὴν εὐλογίαν ὁ Ἐμμανουὴλ, καὶ παραθήσει τροφὰς τὰς πνευματικὰς, καὶ τὴν θείαν αὐτοῖς ἁπλώσει τράπεζαν. ἐκεῖνο λέ‐ γων· Φάγετε καὶ πίετε, καὶ μεθύσθητε, οἱ πλησίον. Ἔσται δὲ τοῦτο, φησὶν, ἕως καιροῦ, τοῦτ’ ἔστιν, οὐ νῦν | |
55 | εἰς πέρας οἰχήσεται. Ὅτε καὶ ὁ τῆς προφητείας περὶ αὐτῶν γέγονε λόγος. Ἀλλ’ ἐν καιρῷ τῷ δέοντι καθ’ ὃν | |
ἐπιλάμψει τοῖς ἐπὶ γῆς ὁ Ἐμμανουήλ. Τότε γὰρ | 243 | |
70.245 | κέκληται τῶν ἐθνῶν ἡ πληθύς. Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν, ἡ γῆ Νεφθαλεὶμ, ὁδὸς θαλάσσης, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν καὶ πέραν τοῦ Ἰορδάνου, Γαλι‐ | |
5 | λαία τῶν ἐθνῶν. Ὁ λαὸς ὁ πορευόμενος ἐν σκό‐ τει, ἴδετε φῶς μέγα. Οἱ κατοικοῦντες ἐν χώρα καὶ ἐν σκιᾷ θανάτου, φῶς λάμψει ἐφ’ ὑμᾶς· τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου· καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ | |
10 | εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαι‐ ρούμενοι σκύλα. Σκληρᾷ τε λιμῷ καὶ μέντοι καὶ ἀπορίᾳ καταπιε‐ σθήσεσθαι λέγων τοὺς ἀπειθεῖν ᾑρημένους τῷ Ἐμ‐ μανουὴλ, οὐκ ἀπορηθήσεσθαι τοὺς ἐν στενοχωρίᾳ | |
15 | προειρηκὼς ἕως καιροῦ, κατά γε τὴν ἤδη προαποδο‐ θεῖσαν διάνοιαν. Ἄρχεται δηλοῦν καὶ τίνες οἱ πρῶτοι πιστεύσαντες, καὶ ἀπαρχὴ γεγονότες τῶν κεκλημέ‐ νων εἰς ἐπίγνωσιν τοῦ Ἐμμανουὴλ τοῦ λέγοντος· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεὸς, ὃς καὶ | |
20 | γέγονεν εἰς σημεῖά τε καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου Σαβαὼθ τοῦ κατοικοῦντος ἐν τῷ ὄρει Σιών. Φασὶ γάρ που καὶ ὅρια Ζαβουλὼν καὶ Νεφθα‐ λεὶμ τῇ Τιβεριάδι παρακεῖσθαι λίμνῃ, καὶ ἐν ἐσχα‐ τιαῖς εἶναι τῆς Ἰουδαίων χώρας, ὡς ὅμορον ὑπάρχειν | |
25 | τῇ τῶν ἐθνῶν Γαλιλαίᾳ, ἑτέρας οὔσης τῆς πρὸς τῇ Φοινίκων χώρᾳ. Ἐκ τούτων φασὶ μάλιστα τῶν φυ‐ λῶν τοὺς ἁγίους ἀποστόλους γενέσθαι κατὰ τὸ πλεῖ‐ στον. Καὶ γοῦν τὰ περὶ τῆς κλήσεως αὐτῶν, Ματθαῖος ἡμῖν ὁ μακάριος εὐαγγελιστὴς ἐξηγούμενος, πρῶτον | |
30 | μὲν ἀποκομίζει τὸν Ἰησοῦν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ. Εἶτα τίνα τρόπον ἀπολέκτους ἐποιήσατο τοὺς ἁγίους ἀποστόλους, προσεπάγει σαφῶς. Γράφει δὲ οὕτω περὶ Χριστοῦ· «Καὶ καταλιπὼν τὴν Ναζα‐ ρὲθ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθα‐ | |
35 | λάττιον ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλεὶμ, ἵνα πλη‐ ρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου λέγοντος· Γῆ Ζαβουλὼν, καὶ γῆ Νεφθαλεὶμ ὁδὸς θαλάσσης πέραν Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς καθήμενος ἐν σκότει φῶς ἴδε μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θα‐ | |
40 | νάτου, φῶς ἀνέτειλεν αὐτοῖς.» Προσεπάγει δὲ τού‐ τοις· «Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλι‐ λαίας ἴδε δύο ἀδελφοὺς, Σίμωνα τὸν λεγόμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς· | |
45 | καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφοὺς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ | |
70.245(50) | πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν, καταρτί‐ ζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.» Ἰστέον δὲ ὅτι τὴν θάλασσαν τῆς Γαλιλαίας τὴν Τιβεριάδα λίμνην τὸ Γράμμα φησὶ | |
55 | τὸ ἱερόν· ἔνθα καὶ ηὕρηνται τὴν τῶν ἁλιέων μετιόν‐ | 245 |
70.248 | τες τέχνην οἱ θεσπέσιοι μαθηταί. Ποιεῖται τοίνυν τοὺς λόγους ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς τοῦ προφήτου πρὸς τὸ παρὸν, ὡς πρός τε τὰς χώρας ἤτοι τὰς πό‐ λεις τῆς φυλῆς Ζαβουλὼν καὶ Νεφθαλεὶμ, αἳ παρ‐ | |
5 | έκειντο τῇ Τιβεριάδι λίμνῃ· καὶ μονονουχὶ ποτήριον αὐταῖς τοῦ σωτηρίου διδοὺς, καὶ οἶνον προσάγων τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου, τὸ κήρυγμα δηλονότι τὸ περὶ Χριστοῦ. Τοῦτο πρῶτον πίε, φησὶ, ταχὺ ποίει, τοῦτ’ ἔστιν, ὦ χώρα Ζαβουλὼν καὶ Νεφθα‐ | |
10 | λεὶμ, δέχεσθε τὸ κήρυγμα τὸ σωτήριον. Ἀλλὰ ποιεῖτε ταχὺ, τοῦτ’ ἔστι, μελλησμοῦ δίχα παντός. Ὀξεῖς δὲ, ὡς ἔφην, οἱ μαθηταὶ, καὶ λίαν ἑτοίμως ἰόντες ἐπὶ τὸ πιστεῦσαι Χριστῷ. Ἠκολούθησαν γὰρ εὐθὺς ἀφέντες τὰ δίκτυα καὶ τὸν πατέρα, καὶ μυσταγωγίας αὐτοῖς | |
15 | ἐδέησεν οὐ μακρᾶς. Ἤκουον γάρ· «Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων, καὶ ἠκολούθησαν αὐτῷ.» Κατὰ τὸν ἶσον τρόπον καὶ ἑτέρους τῶν ἁγίων ἀποστόλων κεκλημένους εὑρήσο‐ μεν, καὶ πεποιηκότας τῆς ἐπὶ Χριστῷ μυσταγωγίας | |
20 | τὸν λόγον. Γράφει γὰρ Ἰωάννης ὡδὶ περὶ τοῦ πάν‐ των ἡμῶν Σωτῆρος Χριστοῦ· «Τῇ ἐπαύριον ἠθέλη‐ σεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιπ‐ πον, καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς·» Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδὰ ἐκ τῆς χώρας Ἀνδρέου | |
25 | καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ, καὶ οἱ προφῆται, εὑρήκαμεν Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέθ.» Ἐπειδὴ δὲ ἀφίκετο πρὸς τὸν Ἰησοῦν, εἶτα λέγοντος ἤκουσε· «Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι | |
30 | ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε,» πεπίστευκε παρα‐ χρῆμα, καὶ δὴ καὶ ἀνέκραγε λέγων· «Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.» Βηθσαϊδὰ δὲ πάλιν ἐξ ἧς ὁ Φίλιππος ἦν καὶ μέν τοι Ναθαναὴλ, παρέκειτο τῇ θαλάσσῃ τῇ Τιβεριάδι. | |
35 | Διαμέμνηται δὲ καὶ ὁ μακάριος Δαβὶδ τῆς τῶν μα‐ θητῶν ἀναῤῥήσεως, καί φησιν· «Ἐκεῖ Βενιαμεὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐ‐ τῶν· ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλείμ.» Ὅτι δὲ ἔμελλον οὐ μόνοι κληθήσεσθαι κατὰ καιροὺς οἱ | |
40 | θεσπέσιοι μαθηταὶ, ἀλλὰ γὰρ καὶ αἱ τῶν ἐθνῶν ἀγέ‐ λαι, καταμηνύει λέγων· Καὶ οἱ λοιποὶ οἱ τὴν παρά‐ λιον καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει φῶς ἴδε μέγα. Οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει | |
45 | ἐφ’ ὑμᾶς. Ἐβάδιζον γὰρ ὥσπερ οἱ ἐξ ἐθνῶν, καὶ διέτριβον ἐν τῷδε τῷ κόσμῳ· καθάπερ οἱ ἐν νυκτὶ καὶ ἐν σκότῳ, διά τοι τὸ φῶς οὐκ ἔχειν εἰς νοῦν τῆς ἀληθοῦς θεογνωσίας, πίπτειν δὲ ὥσπερ κατὰ βόθρου παντός· καὶ οἷά τις λίθῳ παντὶ προσπταίειν κακῷ. | |
70.248(50) | Κατοικεῖν δὲ αὐτοὺς ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φησὶν, διὰ τὸ εἶναι παρ’ αὐτοῖς, ἤγουν ἐν ταῖς αὐτῶν χώ‐ ραις, ἕτερον οὐδὲν, πλὴν ὅτι μόνην ἀχλὺν καὶ σκότον, τὸν νοητὸν δηλονότι, εἶναι δὲ ὥσπερ ἐν ὁμοιώσει τῶν τεθνεώτων, καίτοι ζῶντας ἔτι. Ἡ μὲν γὰρ τῶν σω‐ | |
55 | μάτων σκιὰ μιμεῖται πάντως αὐτῶν τὰ σχήματα, παραλλάττει δὲ ὅλως κατ’ οὐδένα τρόπον, ὅσον ἧκεν | |
εἰς ἐμφέρειαν τὴν ὡς ἐν σχήματι λέγω· τὸν δέ γε | 247 | |
70.249 | Θεὸν οὐκ εἰδέναι τὸν φύσει καὶ ἀληθῶς, μίμημά πώς ἐστι καὶ σκιὰ θανάτου. Ἀλλὰ τοῖς ἐκεῖνα νενοσηκόσι φῶς ἐπέλαμψε, μετὰ τὸ παρὰ Χριστοῦ δηλονότι, καὶ τὸ θέσπισμα τὸ εὐαγγελικόν. Ἐκεῖθεν γέγονε τὸ | |
5 | πλεῖστον τοῦ λαοῦ, ὃν κατήγαγες ἐν τῇ εὐφροσύνῃ σου. Πλείους γὰρ λίαν οἱ ἐξ ἐθνῶν κεκλημένοι παρὰ τοὺς πιστεύσαντας ἐξ Ἰσραήλ. Οὐκοῦν φῶς εἶδε, φησὶ, μέγα, τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου. Τὸ δὲ Κατήγαγες, ἀντὶ τοῦ, Ἀνεκα‐ | |
10 | λέσω, τέθεικεν, καὶ Ἐλυτρώσω, καθάπερ αἰχμαλώ‐ τους ἐκ πλεονεξίας διαβολικῆς γεγενημένους. «Οὗτοι εὐφρανθήσονται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμητῷ· καὶ ὃν τρόπον οἱ διαιρούμενοι τὰ σκύλα.» Νοήσομεν δὲ διχῆ τῶν προκειμένων τὴν δήλωσιν. Εἰ | |
15 | μὲν γὰρ εἶεν οἱ θεσπέσιοι μαθηταὶ οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ διαιρούμενοι σκύλα, φαμὲν ὅτι τοὺς ἐξ ἐθνῶν συλλέγοντες καθάπερ τινὰ σῖτον εἰς ἀπο‐ θήκην δεσποτικὴν, καὶ τῆς ἀρχαίας ἀποκείροντες πλάνης, εὐφραίνονται κατὰ τὸν ἶσον τρόπον τοῖς | |
20 | ἀμῶσιν ἐν ἀγροῖς, ἁρπάζοντες δὲ καθάπερ ἐκ τυραν‐ νικῆς πλεονεξίας τοὺς ἠπατημένους ὑπὸ τοῦ Σατανᾶ, καὶ μεθιστάντες διὰ τῆς πίστεως εἰς εὐσέβειαν, χαίρουσιν ὡς οἱ διαιρούμενοι τὰ σκύλα. Οἱ μὲν γὰρ τούτους, οἱ δὲ ἐκείνους ἔπειθον· καὶ ἑκάστῳ κέρδος οἱ σεσωσμένοι, καθάπερ τοῖς νενικηκόσι τὰ ἐκ τοῦ πολέμου σκύλα. Εἰ δὲ δὴ περὶ τῶν πεπιστευκότων εἰρῆ‐ | |
25 | σθαι λέγοι ταυτὶ, ἐννοήσωμεν, ὅτι κατὰ τὸν τοῦ πλανᾶσθαι καιρὸν, καρπὸν οὐδένα δικαιοσύνης ἔχοντες, πεπλουτήκασι τοῦτον πεπιστευκότες εἰς Χριστόν. Ἀλλὰ καὶ πάλαι πορθούμενοι καὶ διαρπαζόμενοι παρά τε τῶν δαιμονίων καὶ τοῦ Σατανᾶ, νενικήκασι διὰ Χριστοῦ, τοὺς πάλαι σκυλεύοντας, καὶ κρείττους γεγόνασι τῆς ἐκείνων σκαιότητος. Οὐκοῦν εὐφραίνονται καὶ αὐτοὶ, καθά φησιν ὁ προφήτης, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκύλα. | |
30 | Διότι ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπ’ αὐτῶν κεί‐ μενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν. Τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασε Κύριος ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. Ἐλευθέρους ὄντας τοὺς ἐπὶ τῆς γῆς, καὶ κατ’ | |
35 | εἰκόνα τὴν θείαν εὖ μάλα πεποιημένους, ἐκτισμένους τε, καθά φησιν ὁ μακάριος Παῦλος, ἐπὶ ἔργοις ἀγα‐ θοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περι‐ πατήσωμεν, πεπλεονέκτηκεν οὐ μετρίως ὁ τῆς ἀνο‐ μίας εὑρετὴς, καὶ τῆς εἰς Θεὸν ἀποστήσας ἀγάπης, | |
40 | ἰδίους ἐποιήσατο προσκυνητὰς, δυσδιάφυκτον αὐτοῖς ἐπαρτήσας τὸν τῆς ἁμαρτίας ζυγόν. Πεπραχότας τοίνυν ἀθλίως, καὶ ἐν τούτοις ὄντας τοῖς κακοῖς, μάλιστα τοὺς ἐξ ἐθνῶν ἐῤῥύσατο Χριστὸς, καὶ πάλιν ἀπέφηνεν ἐλευθέρους. Ταύτῃ τοί φησιν· «Ἀφαιρεθή‐ | |
45 | σεται ὁ ζυγὸς ὁ ἐπ’ αὐτῶν κείμενος, καὶ ἡ ῥᾴβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν.» Ῥάβδον δὲ οἶμαι, φησὶν, ἢ τὸ σκῆπτρον, τοῦτ’ ἔστι, τὴν βασιλείαν, δῆλον δὲ ὅτι τὴν τοῦ Σατανᾶ, ἢ τάχα που τὴν ἀνάγκην, καὶ τὴν οἱονεὶ πληγήν τε καὶ μάστιγα. Συνέχει γὰρ ἡμᾶς εἰς | |
70.249(50) | τὸ οἰκεῖον θέλημα τὸ μιαρὸν καὶ βέβηλον τῶν δαιμο‐ νίων τὸ στίφος, καὶ ὁ τούτων ἡγούμενος ὁ Σατανᾶς, μονονουχὶ ῥάβδῳ καταπαίων ταῖς τῶν παθῶν δυνα‐ στείαις, ἃ ἐπιφέρει τῷ νῷ, καὶ καταβιάζεται τὴν καρδίαν εἰς τὸ δρᾷν ἐθέλειν ἃ μὴ θέμις. Ἀποσείσον‐ | |
55 | ται τοίνυν, φησὶ, τὸν ἐκ πλεονεξίας ζυγὸν, καὶ μὴν καὶ τὴν ῥᾴβδον, ἣν ἐσχήκασιν ἀεὶ κατὰ τοῦ τραχή‐ | |
λου, καθάπερ οἰκέται ταῖς τοῦ δεσπότου πληγαῖς | 249 | |
70.252 | ὑποκείμενοι. Μέμνηται δὲ πάλιν ἱστορίας κειμένης ἐν τῇ βίβλῳ τῶν Κριτῶν. Ἕστι δὲ αὕτη. Καταλελοι‐ πότες γὰρ τὸν τῶν ὅλων Θεὸν οἱ ἐξ Ἰσραὴλ ἐν ταῖς τῶν Κριτῶν ἡμέραις, ἐτράποντο πρὸς ἀνοσιότητα | |
5 | τρόπων, καὶ λελυπηκότες οὐ μετρίως τὸν ἐπαμύνοντα Θεὸν, εἰδώλοις προσκείμενοι, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν προσάγοντες λατρείας. Ταύτῃ τοι δέ‐ δονται τοῖς Μαδιηναίοις· οἳ πᾶσαν αὐτῶν κατεληΐ‐ ζοντο γῆν, πόλεις τε καὶ κώμας διαρπάζοντες, καὶ | |
10 | τὰ ἐν ἀγροῖς. Καὶ τοσοῦτον ἐνεποιήσαντο τοῖς ἀθλίοις τὸ δεῖμα, ὥστε καὶ πέτρας αὐτοὺς ἑλέσθαι κατοικεῖν, καὶ τὰ δύσβατα τῶν ὀρῶν, καὶ τὰς τῶν σπηλαίων περιεργάζεσθαι καταδύσεις, ἀγρίῳ τε καὶ μακρῷ καταθλίβεσθαι λιμῷ. Κεκμηκότας δὲ οὐ μετρίως | |
15 | ἠλέει Θεὸς, εἶτα σέσωκεν αὐτοὺς διὰ χειρὸς Γεδεὼν, ὃς νενίκηκε τοὺς Μαδιηναίους, ἠλευθέρου τε τὸν Ἰσραὴλ τῆς ἐπηρτημένης αὐτοῖς ἀνάγκης καὶ ῥάβδου. Οὕτω τοίνυν διεσκέδασεν ὁ Κύριος τὴν τῶν ἀπαιτούντων ῥάβδον, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδίαμ. | |
20 | Ὡς γὰρ ἐῤῥύσατο τότε τοὺς ταῖς ἀφορήτοις πλεον‐ εξίαις ἐνησχημένους, τὸ πλεονεκτοῦν ἐξελάσας ἔθνος, οὕτω σέσωκε τοὺς ἐξ ἐθνῶν, τὴν τῶν ἀπαιτούντων ἐλάσας ῥάβδον. Ἀπαιτοῦντας δέ φησιν, αὐτόν τε τὸν Σατανᾶν, καὶ τὰ δαιμόνια, οἷς ὁ σκοπὸς καὶ ἡ πᾶσα | |
25 | σπουδὴ, τὸ ἀπαιτεῖν ἀνθρώπους καθάπερ τινὰ δασμὸν, ἢ τέλος τὰς συνήθεις ἁμαρτίας. Ζητοῦσι γὰρ πάντως, ἀπὸ μὲν τοῦ πορνεύειν εἰωθότος τὴν πορ‐ νείαν, ἀπὸ δὲ τοῦ κλέπτειν τὴν κλεψίαν, ἤγουν τὸ λωποδυτεῖν ἁπλῶς, καὶ ἐφ’ ἑκάστου τῶν ἐν πάθεσιν ὄντων, τὰ αὐτῷ συνήθη καὶ φίλα. Ὅθεν οἶμαι τὸ | |
30 | Γράμμα τὸ ἱερὸν μακαρίζει τινὰς, ὡς μὴ ἀκούσαντας τὴν τοῦ φορολόγου φωνήν. Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετ’ ἀλλαγῆς ἀποτίσουσιν· καὶ θελήσου‐ σιν, εἰ ἐγενήθησαν πυρίκαυστοι. Ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱὸς, καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ | |
35 | ἐγεννήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος. Ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίειαν αὐτῶν. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰ‐ ρήνης αὐτοῦ οὐκ ἔσται ὅριον· ἐπὶ τὸν θρόνον | |
40 | Δαβὶδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐ‐ τὴν, καὶ ἀντιλαβέσθαι αὐτῆς, ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, ἀπὸ τοῦ νῦν, καὶ εἰς τὸν αἰῶνα χρόνον· ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα. Κέκληται μὲν εἰς ἐπίγνωσιν τοῦ Ἐμμανουὴλ διὰ | |
45 | τῶν ἁγίων ἀποστόλων τὸ κατάλειμμα τοῦ Ἰσραήλ· κέκληνται δὲ καὶ τὰ ἔθνη. Καὶ γοῦν ἔφασκεν· Χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ· εἶτα τούτοις ἐπήγαγεν, Γαλιλαία τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα, τὸ διὰ Χριστοῦ δηλονότι καταφωτί‐ | |
70.252(50) | ζοντος νοητῶς, οὐχ ἓν ἔθνος ἔτι τὸ ἐξ Ἰσραὴλ, σύμ‐ πασαν δὲ μᾶλλον τὴν ὑπ’ οὐρανόν. Ὅτι ἔμελλον οἱ πεφωτισμένοι τῆς τοῦ διαβόλου σκαιότητος ἀποδύ‐ σασθαι τὸν ζυγὸν, διαφυγεῖν τε τὴν ῥάβδον, πεπλη‐ ροφόρηκε προτιθείς· Διότι ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ | |
55 | ἐπ’ αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν. Ἀλλ’ ὁρῶμεν ὅτι τοῖς μὲν τῇ κτίσει λελατρευ‐ κόσι καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν προσκεκυνη‐ κόσιν, ὁ τῆς διαβολικῆς σκαιότητος ἐπέῤῥιπτο ζυγός· | |
τοῖς γε μὴν ἐξ Ἰσραὴλ τὸ τοῦ νόμου δυσδιακόμιστον | 251 | |
70.253 | ἄχθος, καὶ δύσοιστον ἀληθῶς φορτίον. Καὶ γοῦν οἱ μακάριοι μαθηταὶ, τοῖς μετὰ τὴν πίστιν ἀναπείθουσί τινας τὰ ἐν νόμῳ τηρεῖν ἐπετίμων λέγοντες· «Καὶ νῦν τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν | |
5 | τράχηλον τῶν μαθητῶν, ὃν οὔτε ἡμεῖς, οὔτε οἱ πατέ‐ ρες ἡμῶν ἰσχύσαμεν βαστάσαι;» Δυσφόρητος οὖν ἄγαν τοῖς ἐξ Ἰσραὴλ ὁ τοῦ νόμου ζυγός· καὶ πρός γε τοῦτο τὸ ἔτι φορτικώτερον, ἡ τῶν Φαρισαίων σκαιό‐ της συνέτριβεν οὐ μετρίως συνθραύουσα ταῖς ἀπλη‐ | |
10 | στίαις. Ἐρασιχρήματοι γὰρ οἱ τῆς Ἰουδαίων συν‐ αγωγῆς ἡγούμενοι, καὶ σκοπὸν ἔχοντες ἕνα τὸ παντα‐ χόθεν συλλέγειν, καὶ καταβιάζεσθαι τοὺς ὑπὸ χεῖρα λαούς. Οὐκοῦν πρέποι ἂν καὶ μάλα ὀρθῶς καὶ περί γε τῶν ἐξ Ἰσραήλ· «Ὅτι ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ | |
15 | ἐπ’ αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχή‐ λου αὐτῶν.» Ῥάβδον δὲ κατὰ τὸ εἰκὸς, τὴν ἐκ τῶν ἡγουμένων ὀνομάζει πλεονεξίαν, διάτοι τὸ ἀπονεῦσαι δεινῶς εἰς φιλοκερδίας. Ταύτης ἕνεκα τῆς αἰτίας, οἱ δείλαιοι, καὶ αὐτὸν ἀπεκτόνασι τὸν Υἱόν. Καίτοι γὰρ | |
20 | ἰδόντες ὅτι αὐτός ἐστιν ὁ κληρονόμος εἶπαν ἐν ἑαυ‐ τοῖς, φησίν· «Δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶ‐ μεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ.» Ὅτι τοίνυν δυσσεβῆ καὶ ἀνόσιον ἔχοντες τὸν ἐπὶ τῷδε σκοπὸν, ἥδιστα ἂν τῶν ὄντων αὐτοῖς ἁπάντων ὑπέμειναν τὴν | |
25 | ζημίαν. Ἢ ἴδον ἐπιλάμψαντα τῷ κόσμῳ τὸν Ἐμμα‐ νουὴλ, ὑπεμφαίνει λέγων· «Ὅτι πᾶσαν στολὴν ἐπι‐ συνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς, ἀποτίσουσι, καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυ‐ στοι. Ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν.» | |
30 | Ἐκ δόλου μὲν γὰρ καὶ ἀπάτης, καὶ ἀπὸ τοῦ κρίνειν οὐκ ὀρθῶς, τὴν τῶν χρημάτων ἄθροισιν ἐποιήσαντο, φησίν· ἀλλ’ ἡδὺ καὶ φίλον αὐτοῖς, καὶ μέχρι αὐτῆς τῆς περιστολῆς καὶ τῶν ἱματίων μετὰ καταλλα‐ γῆς, τοῦτ’ ἔστι, μετὰ προσθήκης. ἀποπέμψασθαι καὶ | |
35 | ἀποβαλεῖν, μᾶλλον δέ φησιν ἠθέλησαν καταφλεχθῆ‐ ναι καὶ πυρὶ, δυσφοροῦντες ἄγαν, ὅτι παιδίον ἐγεν‐ νήθη ἡμῖν υἱός. Πεπιστευμένοι γὰρ τὸν δεσποτικὸν ἀμπελῶνα, τοὺς καρποὺς ἠθέλησαν ἔχειν αὐτοὶ καὶ μόνοι, προσκομίζοντες τῷ δεσπότῃ τὸ σύμπαν οὐ‐ | |
40 | δέν. Παιδίον δὲ λέγων γεγεννῆσθαι, διελέγχει σαφῶς τῆς τῶν Μανιχαίων δόξης τὸ ἀδρανὲς, οἳ παραιτοῦν‐ ται λέγειν, ὅτι γέγονε σὰρξ ὁ Λόγος· τοῦτ’ ἔστι, τὴν ἡμῶν πεφόρηκε σάρκα δι’ ἡμᾶς οἰκονομικῶς. Ἀλλ’ εἰ βούλονται φρονεῖν ὀρθῶς, καὶ τῆς ἑαυτῶν δυσβου‐ | |
45 | λίας καταψηφίζεσθαι, μὴ ἀτιμαζέτωσαν τὰς τοῦ προ‐ φήτου φωνὰς, παιδίον ἡμῖν γεγεννῆσθαι λέγοντος. Ὅπου γὰρ τόκος ἐκ γυναικὸς ἀληθῶς, ποῖον ἂν ἕχει τόπον τὸ δοκήσει καὶ σκιᾷ, καὶ ὡς ἐν μόναις εἰπεῖν φαντασίαις γεγενῆσθαι τὴν ἐπιδημίαν; πλὴν ἡμῖν | |
70.253(50) | δεδόσθαι φησὶ τὸν υἱόν. Γέγονε γὰρ ἄνθρωπος ὁ μονο‐ γενὴς τοῦ Θεοῦ Λόγος οὐ δι’ ἑαυτὸν, ἀνακαινιῶν δὲ μᾶλλον τὰ καθ’ ἡμᾶς εἰς τὸ ἀπ’ ἀρχῆς, καὶ τῆς ἁπάν‐ των ζωῆς ἀντίλυτρον, τὸ ἴδιον σῶμα προσκομιῶν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Γεγενῆσθαι δέ φησι | |
55 | τὴν ἀρχὴν αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ δοκεῖ μέν τισι τοιοῦτόν τι νοεῖν. Ἐπειδὴ γὰρ, φησὶν, ἑαυτῷ τὸν | |
σταυρὸν εἰς ὤμους ἔχων ὁ. Κύριος ἡμῶν Ἰησοῦς ὁ | 253 | |
70.256 | Χριστὸς, πρὸς τὸ σωτήριον εἴη πάθος, ὑψώθη δὲ καὶ κεκράτηκε τῆς ὑπ’ οὐρανὸν δι’ αὐτοῦ, ταύτῃ τοι καὶ γενέσθαι λέγεται ἡ ἀρχὴ αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ. Ἔχει δὲ τὸ πιθανὸν ὁ λόγος, καὶ οὐκ ἀτιμαστέον τὴν | |
5 | ἔννοιαν ὀρθῶς ἔχουσαν, κἂν εἰ ἕλοιτό τις ἐπαινεῖν αὐτήν. Ἔοικε δὲ τὸν ὦμον ὁ προφητικὸς ἡμῖν ἐν τού‐ τοις λόγος τὴν ἰσχὺν βούλεσθαι δηλοῦν. Πᾶσα γὰρ ἡμῶν ἰσχὺς ἐν βραχίοσί τε καὶ ὤμοις. Καὶ γοῦν εἴ‐ ρηται δεξιὰ καὶ βραχίων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός. | |
10 | «Κύριε» γὰρ, φησὶ, «τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» Ἦρξε τοίνυν τῆς ὑπ’ οὐρανὸν διὰ τῆς ἑαυτοῦ δυνάμεως ὁ Χριστός· ἰσχὺς γάρ ἐστι τοῦ Θεοῦ καὶ Πατρός. Κέκληται δὲ καὶ μεγάλης βουλῆς Ἄγγελος, δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ | |
15 | Πατρός. Καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης περὶ αὐτοῦ· «Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. Ὃν γὰρ ἀπ‐ έστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ.» Καὶ αὐ‐ τὸς δέ πού φησι τοῖς ἁγίοις ἀποστόλοις· «Ὑμεῖς φί‐ | |
20 | λοι μού ἐστε, ἐὰν ποιήσητε, ἃ ἐγὼ ἐντέλλομαι ὑμῖν. Οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ Κύριος. Ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν.» Μεγάλης οὖν ἄρα βουλῆς ἄγγελον ταύτης τε | |
25 | ἕνεκα τῆς αἰτίας ὀνομάζει τὸν Ἐμμανουήλ. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος, αὐτός τε ἀνετίθει τῷ Θεῷ καὶ Πατρὶ τὴν ἐφ’ ἅπασι τοῖς παρ’ αὐτοῦ δρωμένοις ἐνέργειάν τε καὶ δύναμιν, καὶ αὐτὸς δὲ διὰ τούτων ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ, αὐτὸ δὴ τοῦτο παραδηλοῖ λέ‐ | |
30 | γων· Ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρή‐ νην καὶ ὑγίειαν αὐτῶν. Τὴν μὲν οὖσαν εἰρήνην τοῖς ἁγίοις ἀποστόλοις, ὡς ἰδίαν ἐδίδου Χριστός. Ἔστι γὰρ αὐτοῦ πάντα τὰ τοῦ Πατρὸς, καὶ δὴ καὶ ἔφα‐ σκεν· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· εἰρήνην τὴν | |
35 | ἐμὴν ἀφίημι ὑμῖν.» Εἰ δὲ δὴ λέγοιτο καὶ αὐτὸς ὁ Ἐμμανουὴλ εἰρήνην καὶ ὑγίειαν λαβεῖν, νόει μὲν πάλιν τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ εὐτεχνές. Ἐδέ‐ χετο γὰρ εἰρήνην τὴν ἀπὸ τοῦ κόσμου δηλονότι, προσ‐ άγοντος αὐτῷ σύμπαντας τοῦ Πατρὸς, καὶ εἰρηνεύειν | |
40 | πρὸς αὐτὸν ἀναπείθοντος, διά γε τοῦ προσκυνεῖν αὐτῷ, καὶ τὸν τῆς βασιλείας αὐτοῦ δέχεσθαι ζυγόν. «Οὐ‐ δεὶς γὰρ δύναται,» φησὶν, «ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν.» Προσανακε‐ κράγει δέ που καὶ ὁ σοφὸς Ἡσαΐας· «Ποιήσωμεν | |
45 | εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι.» Δέχεται μὲν οὖν τὴν εἰρήνην παρὰ τοῦ Πατρὸς, κατὰ τόνδε τὸν τρόπον, ὡς ἔφην. Ἀκηκόαμεν γὰρ αὐτοῦ λέ‐ γοντος πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Υἱόν· «Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, καὶ ἐμοὶ | |
70.256(50) | αὐτοὺς ἔδωκας.» Δέχεται δὲ καὶ ὑγίειαν, τοῦτ’ ἔστι, τὴν ἐκ νεκρῶν ἀναβίωσιν. Ἐπειδὴ γὰρ ἀσθενῆσαι λέγεται βραχὺ, διά τοι τὸ ἐφεῖναι τῇ ἰδίᾳ σαρκὶ χάριτι Θεοῦ ὑπὲρ πάντων γεύσασθαι θανάτου, δέχεται τὴν ὑγίειαν, τοῦτ’ ἔστι, τὴν ἀναβίωσιν, καὶ τοῦτο πάλιν | |
55 | ἐνεργήσας αὐτός. Ἤγειρε γὰρ τὸν ἑαυτοῦ ναὸν, αὐ‐ | |
τὸς ὑπάρχων ἡ δύναμις τοῦ Πατρός. Εἰ γὰρ αὐτός | 255 | |
70.257 | ἐστιν ἡ ἀνάστασις, καὶ ἡ ζωὴ, τίνος ἂν ἐδεήθη πρὸς ζωοποίησιν ἡ ζωή; Καὶ εἰ τὰ τῶν ἑτέρων ἐγηγερκὼς ὁρᾶται σώματα δυνάμει πάλιν ἰδίᾳ, πῶς ἂν οὐκ ἀν‐ έστησε καὶ πρό γε τῶν ἄλλων τὸ ἴδιον; Καίτοι, φησὶ, | |
5 | πρὸς Ἰουδαίους αὐτός· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Ὅτι γὰρ ἀκλό‐ νητος ἡ βασιλεία τοῦ Χριστοῦ καὶ τὸ ἐρηρεισμένον ἔχουσα διὰ παντὸς διδάσκει, λέγων· «Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον.» | |
10 | Ἦρξε γὰρ οὐκέτι μόνης τῆς Ἰουδαίας, ἁπάσης δὲ μᾶλλον τῆς ὑπ’ οὐρανόν. Καὶ τέλος οὐκ ἔσται τῆς παρ’ ἡμῶν προσφερομένης αὐτῷ εἰρήνης. Εἰρηνεύο‐ μεν γὰρ πρὸς αὐτὸν, αὐτῷ προσκυνοῦμεν, ὡς ἔφην, καὶ δι’ αὐτοῦ καὶ ἐν αὐτῷ τῷ Θεῷ καὶ Πατρί. Καὶ | |
15 | τὴν τοῦ πολέμου πρόξενον ἁμαρτίαν ἐκ μέσου ποιεῖν, σπουδάζοντες. Ὅτι δὲ ἀφίκετο τὸ τῶν Ἰουδαίων ἐλευθερώσων ἔθνος, διδάσκει προτιθείς· «Ἐπὶ τὸν θρόνον Δαβὶδ, καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶ‐ σαι αὐτήν· καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν δικαιοσύνῃ, | |
20 | καὶ ἐν κρίματι, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρό‐ νον.» Ἐπειδὴ δὲ ἀποχρώντως ἡμῖν τὸν περί γε τοῦ Ἐμμανουὴλ ἐποιήσατο λόγον ὁ μακάριος προφήτης τῆς ἐνανθρωπήσεως τὸν καιρὸν ἀποδίδωσι, λέγων· «Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα.» Ποῖος δὲ ζῆλος | |
25 | καὶ ἐπὶ τίσιν ἀναγκαῖον εἰπεῖν. Ὁ μὲν γὰρ Δράκων ὁ ἀποστάτης ἥρπασε τὴν ὑπ’ οὐρανὸν, καὶ τοῖς ἰδίοις ὑπέθηκε σκήπτροις τὸν κατ’ εἰκόνα Θεοῦ γενόμενον ἄνθρωπον. Ἦν οὖν ἄρα ζήλου παντὸς ἄξιον ἀληθῶς, καὶ πλεονεξίας ἁπάσης ἀνάμεστον τὸ καθ’ ἡμῶν γε‐ | |
30 | γονὸς, ἠλευθέρωσε τοίνυν ὁ ζῆλος Κυρίου Σαβαὼθ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν. Καὶ καθ’ ἕτερον δὲ τρόπον, παρεζήλωσαν αὐτὸν οἱ ἐξ Ἰσραὴλ ἐπ’ οὐ θεοῖς καθὰ γέγραπται, καὶ ἐν τοῖς ματαίοις αὐτῶν, καὶ τελευ‐ τῶντες ἐσταύρωσαν τὸν Ἐμμανουήλ. Παρεζηλώθησαν ἐν τοῖς ἔθνεσι, καθά φησιν αὐτός· Αὐτοὶ παρεζήλω‐ σάν με ἐπ’ οὐ θεοῖς. Παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει, ἐπ’ | |
35 | ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. | |
36t | ΛΟΓΟΣ ϛʹ. | |
37 | Θάνατον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ Ἰσραὴλ, καὶ γνώσεται πᾶς ὁ λαὸς τοῦ Ἐφραῒμ, καὶ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ, ἐφ’ ὕβρει | |
40 | καὶ ὑψηλῇ καρδίᾳ λέγοντες· Πλίνθοι πεπτώκα‐ σιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους, καὶ κόψωμεν συκαμίνους, καὶ κέδρους καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον. Μακρὸς μὲν γέγονε τῷ προφήτῃ λόγος ὁ περί γε | |
45 | τοῦ Ἐμμανουὴλ, ὃν διαπεράνας εὐπαλῶς, πάλιν ἐπάνεισιν ἐπὶ τὰ ἐν ἀρχαῖς· ἦσαν δὲ ταυτί· Ἐπῃτιᾶτο γὰρ λίαν τὸν Ἰσραὴλ, ὡς ἀπειθοῦντά τε καὶ παρ‐ οτρύνοντα τὸν ἀεὶ σεσωκότα Θεὸν, ταύτης τε ἕνεκα τῆς αἰτίας, τοῖς ἐσχάτοις ἑαυτὸν ἐνιέντα κακοῖς· | |
70.257(50) | ἔφασκε γὰρ ὅτι οὐκ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαώθ· ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυ‐ ναν. Καὶ ἐθυμώθη ὀργῇ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτοὺς, καὶ ἐπά‐ ταξεν αὐτούς. Καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη | |
55 | τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. Ὄρη | |
δέ φησι τὰ παρωξυμμένα τοὺς τῶν Ἀσσυρίων βασι‐ | 257 | |
70.260 | λέας· ὑπέροπτοι γὰρ καὶ ἀλαζόνες, καὶ ὑψηλοὶ τὰς φρένας γεγόνασιν. Οἳ καὶ πᾶσαν ἐκ βάθρων κατα‐ σείσαντες τὴν Σαμαρείαν, εἷλον αἰχμάλωτον τὸν Ἰσραὴλ, καὶ ἀπεκόμισαν εἰς τὰ ὄρη Περσῶν καὶ | |
5 | Μήδων. Διαπεράνας τοίνυν, ὡς ἔφην, τὴν ἀνάῤῥη‐ σιν τοῦ Ἐμμανουὴλ, ἕπεται δὴ πάλιν τῷ ἐν ἀρχαῖς προτεθέντι σκοπῷ, καὶ τῆς Σαμαρείας τὴν δῄωσιν ἀφηγεῖται λέγων· «Θάνατον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπ’ Ἰσραήλ.» Ἰστέον δὲ ὅτι καὶ ἡ | |
10 | τῶν Ἑβραίων ἔκδοσις, καὶ ἕτεροι δὲ τῶν ἑρμηνευ‐ τῶν, ἀντὶ τοῦ θανάτου τεθείκασι λόγον. «Λόγον» γὰρ, φησὶν, «ἀπέστειλεν ὁ Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ.» Λόγον δὲ ὁποῖον; Καταδικάζοντα δηλο‐ νότι τῶν ἠσεβηκότων, καὶ ὑποτιθέντα ποιναῖς τοὺς | |
15 | αὐτὸν μὲν καταλελοιπότας, προσκεκυνηκότας τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. Εἰτοῦν λέγοιτο, Θάνατον ἀπέστειλε ὁ Θεὸς, εἰτοῦν Ἀρὰν ἢ λόγον, οὐκ ἀσύμ‐ βατος ἔσται τῶν ἐννοιῶν ἡ δύναμις, βαδιεῖται δὲ μᾶλλον εἰς ἕνα τε καὶ τὸν αὐτὸν σκοπόν. Διαμέμνη‐ | |
20 | ταί γε μὴν ἱστορίας ἐν τούτοις, ἣν ἐρῶ διὰ βραχέων. Ἔσται γὰρ οὕτω καὶ μόλις καταφανὲς τὸ δηλούμενον. Βεβασιλεύκασι τοίνυν κατὰ καιροὺς ἐν τοῖς Ἱεροσο‐ λύμοις ἐπὶ τὸν Ἰούδαν, ἤτοι τὸν Ἰακὼβ, ἄνδρες ἀγαθοί τε καὶ πονηροί· οὐδὲν δὲ ἧττον καὶ ἐπὶ τὸν | |
25 | Ἰσραὴλ οἱ ἐκ φυλῆς Ἐφραῒμ ἐν τῇ Σαμαρείᾳ. Ἦν γὰρ ἐκ φυλῆς Ἐφραῒμ καὶ ὁ πρῶτος αὐτῶν βεβα‐ σιλευκὼς Ἱεροβοὰμ ὁ τοῦ Νάβατ, ὃς καὶ ταῖς δαμά‐ λεσιν αὐτοῦ ταῖς χρυσαῖς ἀνέπεισε προσκυνεῖν. Τῶν τοίνυν κατὰ καιροὺς βεβασιλευκότων ἔν τε τοῖς | |
30 | Ἱεροσολύμοις καὶ ἐν τῇ Σαμαρείᾳ πλεῖστοι γεγόνα‐ σιν, ὡς ἔφην, Θεῷ προσκρούοντες ἀδεῶς, βέβηλοί τε καὶ εἰδωλολάτραι, προσκυνοῦντες τῇ στρατιᾷ τοῦ οὐρανοῦ, ξύλοις τε καὶ λίθοις ἀνοσίως λελατρευκότες· ὁποῖός τις ἦν καὶ οὗτος ὁ Ἄχαζ, ὃς καὶ τὰ ἴδια | |
35 | τέκνα διήγαγε διὰ πυρὸς, πλεῖστά τε ὅσα κατὰ τὴν Ἱερουσαλὴμ εἰργάσατο κακὰ, παρανενόμηκε δὲ καὶ εἰς αὐτὸν τὸν θεῖον νεών. Ἐπειδὴ δὲ γέγονεν ἐκ μέσου θανάτῳ κατειλημμένος, διαδέχεται τὸ σκῆπτρον Ἐζεχίας, βασιλεύοντος ἐν τῇ Σαμαρείᾳ τοῦ Ἰσραὴλ, | |
40 | ἤτοι τῶν δέκα φυλῶν Ὠσηὲ υἱοῦ Ἠλά. Οὗ διέποντος τὴν βασιλείαν κατεστράτευσε τῆς Σαμαρείας ὁ τῶν Ἀσσυρίων βασιλεύς. Συνεξεῖλε δὲ αὐτῇ καὶ πολλὰς ἑτέρας τῆς Ἰουδαίας πόλεις. Εἶτα μετὰ τοῦτο τοῦ Σενναχειρεὶμ κατατρέχοντος τὴν Ἰουδαίαν σέσωκε | |
45 | Θεὸς παραδόξως τὴν Ἱερουσαλὴμ εὐσεβοῦς ὄντος Ἐζεχίου. Γέγραπται δὲ οὕτως ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Ἐζεχίᾳ, αὐτὸς ὁ ἐνιαυτὸς ἕβδομος τῷ Ὠσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραὴλ, ἀνέβη Σαλαμανασὰρ βασι‐ | |
70.260(50) | λεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει αὐτήν. Καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν, ἐν ἔτει ἕκτῳ τῷ Ἐζεχίᾳ, αὐτὸς ὁ ἐνιαυτὸς ἔννατος τῷ Ὠσηὲ βασιλεῖ Ἰσραήλ. Καὶ συνελήφθη Σαμάρεια, καὶ ἀπῴκισε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς | |
55 | Ἀσσυρίους, καὶ ἔθηκεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβιὼρ ποταμῷ Γωζᾶν, καὶ εἰς τὰ ὄρη Μήδων· ἀνθ’ | |
ὦν, ὅτι οὐκ ἤκουσαν φωνῆς Κυρίου τοῦ Θεοῦ αὐτῶν, | 259 | |
70.261 | καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ, πάντα ὅσα ἐν ἐτείλατο Μωσῆς ὁ δοῦλος Κυρίου, καὶ οὐκ ἤκουσαν, καὶ οὐκ ἐποίησαν. Καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει βασιλέως Ἐζεχίου, ἀνέβη Σενναχειρεὶμ βασιλεὺς | |
5 | Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς, καὶ συνέλαβεν αὐτάς. Καὶ ταυτὶ μὲν ἐκ τῶν ἱερῶν Γραμμάτων. Ὅτι δὲ πεπόρθηκε τὴν Σαμάρειαν ὁ Σενναχειρεὶμ, ἀναβαίνων κατὰ τῶν Ἱεροσολύμων, ἐξ ὧν αὐτὸς γέγραφεν ὁ μακάριος Ἡσαΐας ὁ προφήτης | |
10 | ἀκονητὶ διοψόμεθα. Προσπεφώνηκε γὰρ οὕτως Ῥα‐ ψάκης τοῖς καθημένοις ἐν τῷ τείχει· Μὴ ὑμᾶς ἀπα‐ τάτω Ἐζεχίας, λέγων· Ὁ Θεὸς ὑμῶν ῥύσεται ὑμᾶς. Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; Ποῦ ἔστιν ὁ | |
15 | θεὸς Ὀμάθα, καὶ Ἀρφάθ; καὶ ποῦ ἔστιν ὁ θεὸς τῆς πόλεως Σεπφαρουείμ; μὴ ἐδύναντο σῶσαι Σαμά‐ ρειαν ἐκ χειρός μου; Προανῄρηκε τοίνυν τὴν Σα‐ μάρειαν ὁ Σενναχειρεὶμ ταῖς ἄλλαις ὁμοῦ πόλεσί τε καὶ χώραις· εἶτα πεπολιόρκηκε τὴν Ἱερουσαλήμ. | |
20 | Ἐπειδὴ γὰρ τῆς θείας κατεφλυάρησε δόξης, ἐξῆλθεν ἄγγελος παρὰ Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβο‐ λῆς τῶν Ἀσσυρίων ἐν μιᾷ νυκτὶ ἑκατὸν καὶ ὀγδοή‐ κοντα πέντε χιλιάδας. Οὐκοῦν ἐπειδήπερ ἀφίκετο μὲν κατὰ τῶν Ἱεροσολύμων ὁ Σενναχειρεὶμ, προ‐ | |
25 | ανεῖλε δὲ τὴν Σαμάρειαν Θεοῦ παραδόντος αὐτὴν, διάτοι τὸ δρᾷν ἑλέσθαι τὰ χείρω τῶν ἐν τοῖς Ἱερο‐ σολύμοις, ἀναγκαίως φησί· «Θάνατον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ.» Ἀλλ’ ἐμπέπρησται μὲν ἡ Σαμάρεια ἐν ᾗ κατῴκησεν ὁ | |
30 | Ἰσραὴλ, τοῦτ’ ἔστιν, αἱ δέκα φυλαὶ, καὶ ἀπόλωλεν ὁλοτελῶς. Ἦν δὲ οἶμαι σοφὸν ἐννοῆσαι λοιπὸν τοὺς περιληφθέντας ἐν αὐτῇ, ὅτι τὸ προσκρούειν Θεῷ παγχάλεπον ἀληθῶς· εἶτα τοῦτο διεγνωκότας ἐκ‐ μειλίσσεσθαι τὸν λελυπημένον χρῆναι δήπου πάντως, | |
35 | καὶ ταῖς εἰς τὸ ἄμεινον μεταβολαῖς καταμαλθάσσειν παρωτρυμμένον. Οἱ δὲ τοῦτο μὲν οὐκ ἔδρων, οὐδὲ εἰς νοῦν ἐδέχοντό ποθεν· ἀπονοούμενοι δὲ καὶ ἔτι μειζόνως ἔφασκον· «Πλίνθοι πεπτώκασιν, ἀλλὰ λα‐ ξεύσωμεν λίθους, καὶ κόψωμεν συκαμίνους καὶ κέ‐ | |
40 | δρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον.» Ὦ πολλῆς ἀμαθίας. Πῶς γὰρ οὐκ ἔδει μᾶλλον εἰπεῖν· Προσκε‐ κρούκαμεν ἐξ ἀβουλίας τῷ πάντα ἰσχύοντι Θεῷ; Ἥλωσάν τε ταύτης ἕνεκα τῆς αἰτίας, αἱ παρ’ ἡμῖν πόλεις τε καὶ κῶμαι. Δεῦτε, ταῖς μεταγνώσεσιν | |
45 | ἀποφορτισώμεθα τὴν ὀργήν. Οἱ δὲ ταυτὶ μὲν οὐκ ἔφασκον· περιυβρίζοντες δὲ μᾶλλον τῆς ἐπικουρίας τῆς παρὰ Θεοῦ τὴν ἀσφάλειαν ἔφασκον ὅτι τὰ τῶν πόλεων τείχη τῶν κατὰ τὴν Σαμάρειαν πεποίηντο μὲν ἐκ πλίνθου σαθρᾶς. Ἐὰν δὲ λίθους λαξεύσωμεν, καὶ τὰ | |
70.261(50) | ἄσηπτα τῶν ξύλων, συκαμίνους δὲ φημὶ, καὶ κέδρους ἁρμόσωμεν αὐτοῖς καὶ ἀναστήσωμεν πύργον, ἀνάλω‐ τοί τε ἐσόμεθα τοῖς ἐχθροῖς, καὶ ἀπόρθητοι μενοῦ‐ μεν. Οἱ τοίνυν ταῦτα, φησὶν, ἐφ’ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες, γνώσονται, τοῦτ’ ἔστι, μαθήσονται | |
55 | πάλιν, ὅποι ποτὲ βαδιεῖται τὸ σκέμμα αὐτοῖς, καὶ ὅτι πάλιν ἐκτελευτήσει πρὸς ὄλεθρον ἡ βουλὴ αὐτοῖς. Ἰστέον δὲ ὅτι μετὰ τὴν πόρθησιν τοῦ Σεννα‐ | |
χειρεὶμ ἐν καιροῖς Ἱερεμίου, πεπολέμηκε τὴν Ἰουδαίαν ὁ Ναβουχοδονόσορ εἷλέ τε πᾶσαν κατὰ κράτος. | 261 | |
70.264 | καὶ πεπόρθηκε τὴν Σαμάρειαν, καὶ αὐτὴν καὶ τὴν Ἱερουσαλήμ. Οὐκοῦν φησιν ὁ προφήτης Ἱερεμίας· «Ἐπικατάρατος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον. Καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ.» Διασώσει γὰρ οὐδεὶς τὸν ὑπὸ θείαν ὀργὴν γεγονότα. «Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει,» κατὰ τὸ γεγραμμένον; Καὶ ῥάξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπ’ | |
5 | ὄρος Σιὼν ἐπ’ αὐτοὺς, καὶ τοὺς ἐχθροὺς διασκε‐ δάσει· Συρίαν ἐφ’ ἡλίου ἀνατολῶν, καὶ τοὺς Ἕλληνας ἀφ’ ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι. Ὅτε πλήττει Θεὸς διὰ πολλὰς ἁμαρτίας, ἐπάγει | |
10 | τοῖς πεπονθόσι τὴν μώτωσιν, ἵνα φαίνηται διὰ παντὸς τρόπου καλῶν εἰς μετάγνωσιν, διά τε πόνου φημὶ καὶ παρακλήσεως. Τοιοῦτόν τι καὶ νῦν τοῖς παθοῦσι τὴν δῄωσιν ἐπαγγέλλεται. Ἱστορία δὲ ἀπόδοσιν ἔχει τὸ προκείμενον, ἣν ἀναγκαῖον, ὡς ἔφην, διὰ βραχέων | |
15 | εἰπεῖν. Τελευταῖος μὲν γὰρ κατὰ πάσης ὁμοῦ τῆς Ἰουδαίας, καὶ μέν τοι καὶ τῆς Σαμαρείας, ὁ παρὰ τοῦ Ναβουχοδονόσορ πόλεμος γίνεται, καὶ ἀπεκομί‐ σθησαν αἰχμάλωτοι, καὶ δεδουλεύκασιν ἐχθροῖς ἑβδομήκοντα ἔτη. Ἐπειδὴ δὲ συμπεπέρασται τοῖς ἀπὸ | |
20 | τῆς ὀργῆς ὁ καιρὸς, κατηλέησε πάλιν ὁ τῶν ὅλων Θεὸς, καὶ δὴ καὶ ἀνεθῆναι παρεσκεύασεν, Κύρου τοῦ Καμβύσου νενικηκότος τοὺς Βαβυλωνίους. Ἐπειδὴ δὲ τὴν ἁγίαν ἀφίκοντο πόλιν οἱ πεπονηκότες, ἀνα‐ τειχίζειν ἤθελον αὐτήν. Καὶ δὴ καὶ πεπράχασι, καὶ | |
25 | τὸν θεῖον αὐτῶν ἀνεδείμαντο νεών. Ἀλλ’ οὐδὲν ἧττον, καίτοι τοσαῦτα πεπονθόσι, καὶ τὰς τῶν ἀρχαίων πλημμελημάτων ἐκτετικόσι δίκας, ἐπεφύοντο πά‐ λιν ἐκ βασκανίας τὰ περίοικα τῶν ἐθνῶν. Οὐ γὰρ ἤθελον ἰσχῦσαι τὴν Ἱερουσαλήμ. Μάλιστα δὲ τῶν | |
30 | ἄλλων ἁπάντων ἐπέκειντο δριμεῖς οἱ ἀπὸ τῆς Συρίας τῆς γείτονος καὶ τῆς Δαμασκοῦ. Πλὴν νενίκηντο, Θεοῦ σώζοντός τε καὶ ἐπαμύνοντος τοῖς ἐκ τῆς αἰχμαλωσίας. Κεκρατήκασι γὰρ τῶν ἐχθρῶν. Εἶτα χρόνου προϊόντος, Ἀντίοχος ὁ ἐπίκλην Ἐπιφανὴς | |
35 | βασιλεύων τῆς Ἀσίας, λελύπηται μὲν πρὸς τὸν βα‐ σιλεύοντα τὸ τηνικάδε τῆς Αἰγυπτίων γῆς Πτολε‐ μαῖον· συγκροτήσας δὲ πόλεμον, νενίκητο μὲν, διεσώζετο δὲ μόλις. Ἵνα δὲ μὴ ἄπρακτος παντελῶς δράμοι οἴκαδε, οὐδὲν ἔχων τῆς νίκης ὑπόμνημα, | |
40 | κατεστράτευσε τῆς Ἰουδαίας, εἷλε τὰ Ἱεροσόλυμα, καὶ ὑπὸ χεῖρα λαβὼν, πάντα τὰ σκεύη τὰ ἅγια διαρ‐ πάσας, Λυσίαν τινὰ στρατηγὸν ἐνίδρυσε τῇ Ἰουδαίᾳ, τηρεῖν ἐπιτάξας αὐτῷ τὴν ἀρχήν. Ἐπειδὴ δὲ ὁ μνημονευθεὶς Ἀντίοχος εἰς τὴν ἑαυτοῦ δεδράμηκε | |
45 | βασιλείαν, πεπολεμήκασιν οἱ Ἰουδαῖοι Λυσίᾳ τῷ στρατηγῷ, καὶ νενικήκασι. Ταῦτα δὴ μαθὼν ὁ Ἀντίοχος ἐκ λύπης τελευτᾷ. Ὑπισχνεῖται τοίνυν τὴν ἐπικουρίαν ὁ τῶν ὅλων Θεὸς τοῖς πεπορθημένοις ὑπὸ τοῦ Ναβουχοδονόσορ, διαφυγοῦσι δὲ μόλις τὴν | |
70.264(50) | αἰχμαλωσίαν φησίν· «Καὶ ῥάξει ὁ Θεὸς τοὺς ἐπανιστα‐ μένους ἐπ’ ὄρος Σιὼν ἐπ’ αὐτούς.» Ἀκούεις ὅπως ὁ πλήξας καὶ μωτοῖ; τίνες οὖν οἱ ἐπανιστάμενοι; Συρία ἀφ’ ἡλίου ἀνατολῶν, καὶ οἱ Ἕλληνες ἀφ’ ἡλίου δυσμῶν. Ἕλλην γὰρ ἦν τὸ γένος ὁ Ἀντίοχος, ὁ ἐκ | |
55 | Μακεδονίας ὁρμώμενος. Πρὸς δυσμαῖς δὲ αὕτη. Μέρος γὰρ τῆς Ἑσπέρας ἡ τῶν Μακεδόνων χώρα, μάλισθ’ ὅταν ὡς πρὸς σύγκρισιν νοεῖται, κατά γε τὴν | |
θέσιν, τῶν ἀφ’ ἡλίου ἀνατολῶν. Σύροι δὲ οὖτοι καὶ | 263 | |
70.265 | Δαμασκηνοί. Ἐπειδὴ δέ φησι περὶ τῶν Ἑλλήνων, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι, ἰστέον ὅτι ὠμῶς τε καὶ ἀπανθρώπως προσενήνεκται τοῖς Ἰουδαίοις ὁ Ἀντίοχος, καὶ ἀναριθμήτους ἀπ‐ | |
5 | έκτονεν οἰκτρῶς τε καὶ ἐλεεινῶς, ὅτε καὶ ἤθλησαν οἱ Μακαβαῖοι, καὶ τὰ σεμνὰ τῶν ἀνδρῶν ἐκείνων πέπρακται νικητήρια. Ταῦτα δὲ Ἰώσηπος ἱστορεῖ ἐν τῇ περὶ αὐτῶν βίβλῳ. Κατεσθίουσί γε μὴν Ἑλλή‐ νων παῖδες καὶ ἑτέρως τὸν Ἰσραὴλ, καὶ ὅπως εἰπεῖν | |
10 | ἀναγκαῖον. Οἱ μὲν γὰρ παρ’ αὐτοῖς ποιηταὶ καὶ λο‐ γάδες, εἰς ἄκρον ἥκοντες εὐγλωττίας, καὶ τό γε ἧκον εἰς λόγους, δεινοί τε ὄντες καὶ σοφοὶ, συναρπάζουσιν ἔσθ’ ὅτε τὸν νοητὸν Ἰσραὴλ, τοῦτ’ ἔστι, καὶ νοῦν ὁρῶντα Θεὸν, καὶ ἀπατῶσι τοὺς ἤδη πιστεύσαντας | |
15 | εἰς Χριστὸν, ὥστε καὶ ἑλέσθαι σὺν αὐτοῖς τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνεῖν. Οὗτοι κατεσθίουσιν ὅλῳ τῷ στόματι τὸν Ἰσραὴλ, οἷς οὐ προσεκτέον. Λόγου μὲν γὰρ λαμπρότης ἔργοις ἀγαθοῖς εἰ ὁρῷτο σύνδρομος, ἔσται καὶ δεκτὴ, καὶ ἁνδάνουσα τῷ Θεῷ. | |
20 | Ψιλὴ δὲ καὶ μόνη τί ἂν ἕτερον εἴη λοιπὸν, ἢ καθά φησιν ὁ σοφώτατος Παῦλος, «χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον;» Ἐπὶ τούτοις ἅπασιν οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή. Καὶ ὁ λαὸς οὐκ ἀπ‐ | |
25 | εστράφη ἕως οὖ ἐπλήγη, καὶ τὸν Κύριον οὐκ ἐζή‐ τησαν. Σέσωκε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς καὶ πλημμε‐ λοῦντα τὸν Ἰσραὴλ, καὶ δεδώρηται τὴν ἐπικουρίαν, ὥστε καὶ μείζους γενέσθαι τῶν ἐκ Συρίας τῆς γεί‐ | |
30 | τονος, καὶ τῶν ἀφ’ ἡλίου δυσμῶν, οἳ κατήσθιον αὐ‐ τὸν ὅλῳ τῷ στόματι. Πλὴν ὁ ἐπ’ αὐτοῖς θυμὸς Κυρίου, φησὶν, οὐκ ἀπεστράφη, τοῦτ’ ἔστιν, οὐ κατέληξεν, ὑψηλὴ δὲ μᾶλλον ἀπομεμένηκεν ἡ τοῦ παίοντος χεὶρ, ἑτοίμως ἔχουσα δηλονότι πληγὰς αὐτοῖς καὶ ἑτέρας | |
35 | ἐπενεγκεῖν. Διὰ ποίαν αἰτίαν; Οὐ γὰρ ἀπεστράφη, φησὶν ὁ λαὸς, οὐδὲ τῶν ἰδίων ἀπέσχετο πλημμελῶν. Οὐκ ἐξεζήτησε τὸν Κύριον, διά γε τὸ βούλεσθαι τὰ αὐτῷ δοκοῦντα καὶ φίλα φρονεῖν τε καὶ δρᾷν. Με‐ μενήκασι δὲ τοιαύτην ἔχοντες τὴν γνώμην, ἄχρις ἂν | |
40 | αὐτοῖς ἡ ὑψηλή τε καὶ παναλκὴς ἐπενήνεκται χείρ. Ποία δὲ πάλιν ἡ μετέκεινα πληγὴ, πῶς οὐκ ἄξιον ἰδεῖν; Τελευταῖος μὲν γὰρ, ὡς ἔφην, ὁ Ναβουχοδονό‐ σορ εἷλε τὴν Ἰουδαίαν πᾶσαν. Μετῴκησε δὲ καὶ τὸν Ἰσραὴλ εἰς τὰ ὄρη Περσῶν καὶ Μήδων. Ἐπειδὴ δὲ, | |
45 | ὡς ἔφην, ἤδη πεπερασμένων τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἀνεκομίσθησαν εἰς τὴν Ἰουδαίαν, καὶ κατ‐ ῳκήκασι τὴν Ἱερουσαλὴμ, οὐκέτι διῃρημένων εἰς δύο τῶν φυλῶν, ἀλλ’ εἰς ἕνα λοιπὸν οἱ πάντες βασιλέα γεγενημένοι. Τοῦτο γὰρ ἦν τὸ δι’ ἑνὸς τῶν ἁγίων | |
70.265(50) | προφητῶν εἰρημένον· «Καὶ ἀναβήσονται ἐκ τῆς γῆς, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν.» Μετὰ τοίνυν τὸ ἐκ τῆς αἰχμαλωσίας ὑπονοστῆσαι σύμπαντας εἰς τὴν Ἰουδαίαν, πεπολεμήκασιν αὐτοῖς οἱ ἀπὸ Συρίας, καὶ οἱ ἀφ’ ἡλίου ἀνατολῶν, πλὴν ἥττηνται καὶ αὐτοὶ | |
55 | προασπίζοντος Θεοῦ τῶν λελυτρωμένων. Εἶτα διατε‐ τελέκασι τὸν μεταξὺ καιρὸν μέχρι τῆς τοῦ Σωτῆρος | |
ἡμῶν ἐπιδημίας οὐ ζῶντες αἰσίως, οὔτε μὴν εἰς ἅπαν | 265 | |
70.268 | τῶν ἀρχαίων ἐκείνων πλημμελῶν ἀποφοιτήσαντες, ἀλλὰ γὰρ ἐκτόπως καὶ παρανόμως πολιτευόμενοι, καὶ λίαν ἠμελημένως. Ἐπειδὴ δὲ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν ἐπέλαμψεν ὁ Χριστός. Ἐπέφανε | |
5 | γὰρ ἡμῖν Θεὸς, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· τετηρήκασι τὸ ἐξήνιον, καὶ δεδράκασιν ἃ μὴ θέμις, οὐ προσηκάμενοι τὸν παρ’ αὐτοῦ λόγον, οὐ πίστει τιμήσαντες. Καὶ τί ταῦτα λέγω; Περιυβρίζοντες ἀνοσίως, καθίκοντο δὲ δυσσεβείας εἰς τοῦτο, καὶ | |
10 | ἀνοσιότητος τρόπων, ὥστε καὶ σταυρῷ παραδοῦναι, καὶ τὸν ἅγιον καὶ δίκαιον ἀρνήσασθαι, καὶ θανάτῳ πειρᾶσθαι περιβαλεῖν τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν δικαιοῦντα τὸν ἀσεβῆ· καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἐπιλάμψαντα τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, ἵνα καταρ‐ | |
15 | γήσῃ θάνατον, καὶ ἀδρανὲς ἀποφήνῃ τῆς ἁμαρτίας τὸ κέντρον. Τούτων ἕνεκα πάντων ἡ τοῦ παίοντος χεὶρ ἀπομεμένηκεν ὑψηλὴ, καὶ ὁ θυμὸς οὐκ ἀπ‐ εστράφη Δέδονται γὰρ ἐς ἐρήμωσιν, πολεμούντων αὐτοῖς Οὐεσπασιανοῦ τε καὶ Τίτου, καὶ ἁπάσης δὲ | |
20 | τῆς Ῥωμαίων χειρὸς, ὅτε καὶ ἄρδην οἱ τάλανες ἀπολώλασιν, κατεμπρησθείσης αὐτοῖς τῆς χώρας, κατασεσεισμένου δὲ αὐτοῦ τοῦ ναοῦ, καὶ πεπτωκότος εἰς ἅπαν, ὥστε λίθον ἐπὶ λίθῳ μὴ ὁρᾶσθαι κείμενον, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Ἀνεξικακοῦντος τοί‐ | |
25 | νυν ἐπὶ τοῖς ἡμῶν πταίσμασι τοῦ φιλοικτείρμονος Θεοῦ τὸ ἀπονοεῖσθαι παγχάλεπον, χρῆναι δέ φημι διὰ παντὸς ἡμᾶς ἐκμειλίσσεσθαι τρόπου λελυπημέ‐ νον. Καὶ μὴ πλημμελοῦντας εὐεργετεῖ· σώζει δὲ ἀπειθεῖν ᾑρημένους διὰ τὴν αὐτῷ πρέπουσαν ἡμερό‐ | |
30 | τητα. Μηδεὶς οὖν ἔστω σκληρὸς ἐν ἡμῖν, μήτε μὴν βραδὺς εἰς αἴσθησιν τῶν παρ’ αὐτοῦ χαρισμάτων, Ἀλλὰ δι’ ὧν ἔγνω καὶ οὐκ ὄντας ἀγαθοὺς εὐεργετεῖν, διὰ τούτων αὐτῶν, ἐς ἐπίγνωσιν τῆς ἐνούσης αὐτῷ φιλανθρωπίας ἐρχόμενοι, μεταγινώσκωμεν ἐπὶ τοῖς παρῳχηκόσι. Μεταπλάττωμεν δὲ τὸ ἴδιον θέλημα πρὸς τὸ χρῆναι δουλεύειν αὐτῷ, καὶ τοὺς τῆς ἐπιεικείας ἀνθελέσθαι τρόπους. | |
35 | Καὶ ἀφελεῖ Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐρὰν, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ, πρεσβύ‐ την καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας· αὕτη ἡ ἀρχή· καὶ προφήτην, καὶ διδάσκοντα ἄνομα· οὗτος ἡ οὐρά. Καὶ ἔσονται οἱ μακαρίζοντες τὸν | |
40 | λαὸν τοῦτον πλανῶντες, καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς. Ὑψηλὴν ἀπομεῖναι τὴν τοῦ παίοντος χεῖρα λέγων, οὔποτε τὴν θείαν ὀργὴν καταλῆξαι τὴν ἐπ’ αὐτοῖς ἀφηγεῖται λαμπρῶς, καὶ ὁποῖός τις ἔσται κατὰ | |
45 | καιροὺς τῆς ἐπενεχθησομένης αὐτοῖς αἰκίας ὁ τρό‐ πος. Ἀφαιρεθήσεται γὰρ, φησὶν, ἀπὸ Ἰσραὴλ ἐν ἡμέρᾳ μιᾷ, τοῦτ’ ἔστι, καθ’ ἕνα καιρὸν, δῆλον δὲ ὅτι πάντως που τὸν τοῦ πολέμου τοῦ παρὰ Ῥωμαίων, κεφαλήν τε καὶ οὐράν. Καὶ τί τὸ αἴνιγμα, διερμη‐ | |
70.268(50) | νεύει, λέγων, μέγαν καὶ μικρὸν, τοῦτ’ ἔστι, περι‐ φανῆ τε καὶ ἄσημον. Καὶ τίνες ἂν εἶεν οὗτοι, πάλιν προσαπέδειξε προστιθείς· Πρεσβύτην, καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας. Σημαίνει δὲ διὰ τούτων, καθάπερ ἐγῷμαι, τὴν ἱερᾶσθαι λαχοῦσαν φυλὴν, | |
55 | τοῦτ’ ἔστι, τοὺς ἐξ αἵματος Λευῒ, οὓς καὶ πρεσβυ‐ τέρους ὠνόμαζον οἱ ὑπὸ χεῖρα λαοί. Καὶ γοῦν οἱ | |
θεσπέσιοι μαθηταὶ προσπεφωνήκασιν αὐτοῖς, οὕτω | 267 | |
70.269 | λέγοντες· «Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, εἰ ἡμεῖς σήμερον ἀνακρουόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώ‐ που ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω ὑμῖν καὶ παντὶ τῷ λαῷ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ | |
5 | Χριστοῦ τοῦ Ναζωραίου.» Οὗτοι γὰρ οἱ πρεσβύτε‐ ροι, τὴν τοῦ κρίνειν ἔχοντες ἐξουσίαν, οὐκ ὀρθὰς τὰς ἐφ’ ἑκάστῳ τῶν παρ’ αὐτοῖς κρινομένων ἐποι‐ οῦντο ψήφους, δωροδοκοῦντες ἀπλήστως, καὶ τὰ τῶν πλουσίων θαυμάζοντες πρόσωπα, καίτοι τοῦ διὰ | |
10 | Μωσέως κεκραγότος νόμου· «Κρῖμα δίκαιον κρί‐ νατε·» καὶ τὸ, «Οὐ λήψῃ πρόσωπον ἐν κρίσει,» τι‐ θέντος πανταχῆ. Αὕτη τοίνυν, φησὶν, ἡ ἀρχή· λε‐ λόγιστο δὲ καὶ εἰς κεφαλήν. Κεφαλὴ γὰρ λαῶν ἱε‐ ρεὺς, ὅταν ὡς ἐφ’ ἑνὸς νοεῖται σώματος. Συναφαιρε‐ | |
15 | θήσεσθαι δὲ τῷ πρεσβύτῃ φησὶ καὶ προφήτην καὶ διδάσκοντα ἄνομα. Καὶ τοῦτον εἶναί φησι τὴν οὐρὰν, τοῦτ’ ἔστι, τὸ ἑπόμενον. Ἦσαν μὲν γάρ τινες παρὰ τοῖς Ἰουδαίοις, τὸν διὰ τοῦ πανσόφου Μωσέως διερ‐ μηνεύοντες νόμον· ἔδρων δὲ τοῦτο διεστραμμένως, | |
20 | τοῖς διὰ Μωσέως λόγοις ἐπάγοντες οὐκ ὀρθῶς παρα‐ δόσεις ἀγράφους, ἐντάλματα ἀνθρώπων καὶ διδασκα‐ λίας. Οὗτοι τὸν τῶν Ἰουδαίων πεπλανήκασι δῆμον, καὶ γαῦρον ἐγεῖραι κατὰ Χριστοῦ πεποιήκασι τὸν αὐχένα. Ἐπειδὴ τοίνυν εἵποντο καὶ οὗτοι ταῖς τῶν | |
25 | ἱερέων γνώμαις, οἳ καὶ ἐν τάξει τέθειντο τῆς κεφα‐ λῆς, οὐρὰν ὠνόμασεν αὐτούς. Ὡς γὰρ ἔφην, ὅταν ὡς ἐφ’ ἑνὸς νοῶμεν σώματος, ἕπεται πάντως ἡ οὐρὰ τῇ κεφαλῇ. Ἐπειδὴ δὲ προφήτας ὠνόμασεν αὐτοὺς, οὐχ ἁγίους εἶναι καὶ ἀληθεῖς λογιούμεθα. Προστέ‐ | |
30 | θεικε γὰρ τὸ, ὅτι διδάσκουσιν ἄνομα. Πλὴν ἐκεῖνό φαμεν· Ἦσαν μὲν γὰρ ἐν τῷ Ἰσραὴλ ψευδοπροφῆται κατὰ καιροὺς, δηλονότι καθ’ οὓς ἦσαν οἱ κατὰ ἀλή‐ θειαν προφῆται. Μετὰ δέ γε τοὺς τῆς αἰχμαλωσίας καιροὺς, ἀραρότως εἰπεῖν οὐκ ἂν δύναιτό τις, ὅτι | |
35 | γεγόνασι κατ’ ἐκείνους ἕτεροί τινες· εἰ μὴ ἄρα τις ἐκείνους λέγοι, ὧν καὶ διαμέμνηται Γαμαλιὴλ νομο‐ διδάσκαλος ὢν, καὶ τίμιος παντὶ τῷ λαῷ, κατά γε τὸ γεγραμμένον ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστό‐ λων. Προσπεφώνηκε γὰρ οὕτω περὶ τῶν ἁγίων | |
40 | ἀποστόλων τοῖς ἐν τῷ συνεδρίῳ, λέγων· «Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετε πράσσειν. Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς λέγων τινὰ εἶναι ἑαυτὸν μέ‐ γαν, ᾧ προσεκλίθη ἀνδρῶν ἀριθμὸς ὡσεὶ τετρακο‐ | |
45 | σίων· ὃς ἀνῃρέθη. Καὶ πάντες ὅσοι εἵποντο αὐτῷ διελύθησαν, καὶ ἐγένοντο εἰς οὐδέν. Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος, ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησε λαὸν ὀπίσω αὐτοῦ. Κἀ‐ κεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ | |
70.269(50) | διεσκορπίσθησαν.» Ἀφαιρεθήσεσθαι τοίνυν φησὶ κε‐ φαλὴν καὶ οὐρὰν, κατά γε τὴν ἀρτίως ἡμῖν προ‐ αποδοθεῖσαν διάνοιαν. Πλὴν τοὺς μακαρίζοντας τὸν λαὸν τοῦτον πλανῶντας ἔσεσθαί φησι, καὶ πλανῶ‐ σιν ὅπως καταπίωσιν αὐτούς· οἱ γὰρ τῶν Ἰουδαίων | |
55 | καθηγηταὶ τὴν ἱεράν τε καὶ θείαν πεπιστευμένοι σκηνὴν, καὶ τὰς κατὰ νόμους θυσίας ἐπιτελεῖν ἐπι‐ | |
τεταγμένοι, προὔτρεπον εἰς δωροφορίας τοὺς ὑπὸ | 269 | |
70.272 | χεῖρα λαοὺς, μακαρίους αὐτοὺς εἶναι λέγοντες, εἰ προσάγοιεν ἀμφιλαφῶς. Ἔδρων δὲ τοῦτο πικρῶς, οὐ τῆς εἰς Θεὸν αἰδοῦς μεταποιούμενοι, καὶ πεφρον‐ τικότες, ἀλλ’ εἰς τὰς σφῶν αὐτῶν ὁρῶντες φιλοκερ‐ | |
5 | δίας. Ταύτῃ τοι, φησὶ, πλανῶσιν, ὅπως καταπίωσιν αὐτούς. Ἀκόρεστοι γὰρ ὄντες, ὡς ἔφην, εἰς τὸ βούλεσθαι πλουτεῖν, οὐχ ὅτι προσήκει, διὰ τοῦ τὸν νόμον ἑλέσθαι πληροῦν, τὸν τῶν ὅλων εὐφρᾶναι Θεὸν ἐδίδασκον τοὺς λαούς· προὔτρεπον δὲ μᾶλλον καὶ | |
10 | ταῖς ὑπὲρ δύναμιν καταγεραίρειν προσαγωγαῖς. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας, οὔτε αὐτοὶ προσήκαντο τὴν πίστιν τὴν εἰς Χριστὸν, κλείοντες δὲ ὥσπερ τὴν βασιλείαν τῶν οὐρανῶν, οὐδ’ ἑτέρους εἰσελθεῖν συγκεχωρήκασιν εἰς αὐτήν. Ἤδεσαν γὰρ ὅτι τῆς κατὰ νόμον ἀργούσης σκιᾶς, καὶ τῶν εὐαγγελικῶν κηρυγμάτων εἰσδεδεγμένων, πεπαύσεται πάντως ἡ ἐν | |
15 | τύποις καὶ δι’ αἱμάτων λατρεία, ἀργήσουσι δὲ καὶ θυσίαι, τῆς ἐν πνεύματι λατρείας εἰσκεκομισμένης. Τοῦτο δὲ ἀναίρεσις παντελὴς τῆς ἐνούσης αὐτοῖς ἀκορέστου φιλοκερδίας. Διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῷν οὐκ εὐ‐ φρανθήσεται ὁ Θεὸς, καὶ τοὺς ὀρφανοὺς αὐτῶν, καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει, ὅτι πάντες | |
20 | ἄνομοι καὶ πονηροὶ, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. Ἀποφέρει καὶ νῦν ὁ λόγος ἡμᾶς, ἐκ παραδειγμάτων ἐμφανῶν, εἰς τὰ ὑπὲρ αἴσθησίν τε καὶ νοητά. Νεα‐ νίσκους γὰρ ἐνθάδε φησὶν, οὐχὶ δήπου πάντως τοὺς ἐν εὐρωστίᾳ σώματος, ἤτοι τοὺς ἐν ἀκμαῖς τε καὶ | |
25 | ἥβῃ σαρκικῇ, σημαίνει δὲ μᾶλλον τοὺς οἵπερ ἂν ἔχοιεν εἰς νοῦν καὶ καρδίαν ἰσχὺν τὴν πνευματικὴν, ὥστε δύνασθαι κατορθοῦν καὶ μάλα νεανικῶς τὰ δι’ ὧν ἔσονται λαμπροὶ, καὶ Θεῷ γνωριμώτατοι, καὶ ἁπάσης ἐπιεικείας ἔμπλεοι. Τοῖς ὧδε τὴν ἕξιν δια‐ | |
30 | κειμένοις, καὶ ὁ μακάριος Ἰωάννης προσπεφώνηκε, λέγων· «Γράφω ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ νενικήκατε τὸν πονηρόν.» Ἀλλὰ πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, γεγόνασί τινες, καὶ παρὰ τοῖς Ἰουδαίοις, καθ’ ὃν ἔφην ἀρτίως τρόπον, ἀνδρίζε‐ | |
35 | σθαι μεμελετηκότες, διὰ τοῦ καὶ ἀμωμήτως ἑλέσθαι πληροῦν τὴν παραδοθεῖσαν ἐντολὴν, καὶ τοῖς κατὰ νό‐ μον αὐχήμασιν διαπρέπειν δύνασθαι καὶ μάλα πλου‐ σίως. Ἦσαν δὲ οὐκ ἀπόβλητοι παρὰ Θεῷ. Καιρὸς γὰρ ἦν ἔτι τῆς ἐν νόμῳ σκιᾶς, καὶ τῆς εὐαγγελικῆς | |
40 | καὶ ἐν Χριστῷ πολιτείας οὔπω πεφανερωμένης, ἐν ἐπαίνοις ἦν ἐκεῖνα πολλοῖς. Οὕτω καὶ γέγραπται περί τε Ζαχαρίου καὶ Ἐλιζάβεθ· «Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις, ὀνόματι Ζαχαρίας, ἐξ ἐφημερίας Ἀβιᾶ, καὶ γυνὴ | |
45 | αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρὼν, καὶ τὸ ὄνομα αὐ‐ τῆς Ἐλιζάβεθ. Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι.» Κατὰ τοῦτον οἶμαι διαβιῶναι τὸν τρόπον καὶ αὐτοὺς τοὺς ἁγίους | |
70.272(50) | προφήτας. Καὶ μὴν καὶ ὁ θεσπέσιος Παῦλος καίτοι λέγων ἀναφανδὸν, ὅτι γέγονε κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ ἄμεμπτος· «Ἀλλὰ τί ἦν μοι κέρδος; ταῦτα, φησὶν, ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν.» Οὐκοῦν πρὸ μὲν τῆς ἐπιδημίας τοῦ πάντων ἡμῶν Σωτῆρος Χρι‐ | |
55 | στοῦ, τοῖς κατὰ νόμον αὐχήμασιν εὐδοκιμοῦντές τινες, ἀνδρεῖοί τε ἦσαν, καὶ νεανικοί. Μετὰ δὲ τὴν | |
ἐπιφάνειαν αὐτοῦ, καὶ τὸ κήρυγμα τὸ εὐαγγελικὸν, | 271 | |
70.273 | πέπαυται τὰ ἐν νόμῳ, μετεφοίτησεν ἡ σκιὰ πρὸς ἀλήθειαν, εἰσκεκόμισται δὲ ἡ ἐν πνεύματί τε καὶ ἀληθὴς λατρεία. Οὐκ οὖν εὐφραίνεται Θεὸς ἐπὶ τοῖς τῶν Ἰουδαίων νεανίσκοις, τοῦτ’ ἔστι, τοῖς ἀνδριζο‐ | |
5 | μένοις ἔτι, διά γε τοῦ ζῇν ἑλέσθαι νομίμως. Ἀπαρά‐ δεκτοι δὲ αἱ δι’ αἱμάτων θυσίαι, καὶ σαρκὸς περι‐ τομὴ, βαπτισμῶν διδαχαὶ, καὶ Σαββάτων ἀργεῖαι. Δεδιδάγμεθα δὲ, ὡς ἔφην, τῆς ἁνδανούσης Θεῷ πολι‐ τείας τὴν ὁδόν. Ἀπόβλητοι δὴ οὖν καὶ μάλα εἰκότως | |
10 | μετὰ τὴν κατάληξιν τῆς σκιᾶς οἱ κατ’ αὐτὴν νεανίσκοι· καὶ τοῦ κατοικτείρεσθαι μακρὰν ὀρφανοί τε καὶ χῆ‐ ραι. Ὀρφανοὺς δέ φησι, τοὺς οἷον ἀναστροφῆς δεο‐ μένους τῆς πνευματικῆς, καὶ παιδαγωγίας τῆς ἐκ διδασκάλων. Χήρας τε ὁμοίως, ψυχὰς εἶναί φαμεν | |
15 | τὰς τοῦ δύνασθαι καρποφορεῖν ἐν ἐνδείᾳ γεγενημένας διά τε τὸ μὴ ἔχειν τὸν ἁπάντων αὐταῖς τῶν ἀγαθῶν μαθημάτων σπορέα τε καὶ χορηγόν. Ὅτι δὲ παιδεύ‐ σεως ἀληθοῦς ἠμοιρηκότας εὐρήσομεν τοὺς ἐξ Ἰσραὴλ, διά γε τὴν εἰς Χριστὸν παροινίαν, ἐπαινέσειεν ἂν | |
20 | οὐδείς. Ἐσκοτίσθησαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. Καὶ συνεκάμφθη τὰ νῶτα αὐτῶν. Καὶ τοῦτο διὰ παντὸς ὡς μὴ δύνασθαι τὰ ἄνω βλέπειν, ἀλλ’ οἱονεὶ κεκυφό‐ τας, τοῖς γηΐνοις ἐνερηρεῖσθαι πράγμασι. Πείσονται | |
25 | δὲ τοῦτο, φησὶν, οὐ μάτην· ἀλλ’ ὅτι πάντες ἄνομοι γεγόνασι καὶ πονηροὶ, καὶ πᾶν στόμα λαλεῖ ἄνομα. Πῶς γὰρ οὐκ ἄνομοι, καὶ ἁπάσης ἔμπλεοι πονηρίας, οἱ θανάτῳ περιβαλεῖν σπουδάσαντες τὸν καλοῦντα πρὸς ζωὴν, τὸν οὐκ εἰδότα τὴν ἁμαρτίαν, καίτοι τοῦ | |
30 | νόμου λέγοντος σαφῶς· «Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς;» Πῶς οὐ πᾶσα γλῶσσα τῶν Ἰουδαίων λελάληκεν ἄδικα; Κατεκεκράγεσαν γὰρ τοῦ Χριστοῦ Πιλάτῳ λέγοντες· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν.» Καὶ, «Ἐὰν μὴ τοῦτον ἀποκτείνῃς, οὐκ εἶ φίλος τοῦ Καί‐ σαρος.» Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, | |
35 | ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή. Καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία, καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βου‐ νῶν πάντα· διὰ θυμὸν ὀργῆς Κυρίου, συγκέ‐ | |
40 | καυσται ἡ γῆ ὅλη, καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυ‐ ρὸς κεκαυμένος, ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει, ἀλλ’ ἐκκλινεῖ εἰς τὰ δεξιὰ, ὅτι πει‐ νάσει καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ ἅνθρωπος ἐσθίων τὰς σάρκας τοῦ | |
45 | βραχίονος αὐτοῦ. Φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραῒμ, καὶ Ἐφραῒμ τοῦ Μανασσῆ· ὅτι ἅμα πολιορκήσουσι τὸν Ἰούδαν. Ἀκμαζούσης ἔτι τῆς θείας ὀργῆς, ἐπηρτημένης δὲ καὶ αὐτῆς τῆς χειρὸς τῆς ἐπαγούσης τὴν μάστιγα | |
70.273(50) | καὶ τὰς αἰκίας αὐτοῖς, ἕκαστα σαφῶς τῶν συμβησο‐ μένων προαναγορεύειν πειρᾶται, σωφρονεστέρους τοῖς δείμασι τοὺς ἀκροωμένους ἀποτελῶν. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας προαναῤῥήσεις τῶν δεινῶν ἐποιεῖτο Θεὸς, ἵνα δεδιότες τὸ προσκρούειν αὐτῷ, μὴ | |
55 | τοῖς ἐξ ὀργῆς ὑπενεχθεῖεν κακοῖς, ἔξω δὲ μᾶλλον ἀποφέροιντο τῶν δεινῶν. Καυθήσεσθαι τοίνυν τὴν | |
ἀνομίαν ὡς πῦρ. Ἀνομίαν δέ φησιν οὐκ αὐτό που | 273 | |
70.276 | τὸ πρᾶγμα· τοῦτο γὰρ εὔηθες ἢ νοεῖν ἢ λέγειν· ἀλλὰ τοὺς ταῖς ἀνομίαις κατηχθησμένους, ἥκοντάς τε ἤδη πρὸς τοῦτο σκαιότητος τρόπων, ὡς μηκέτι μὲν ἀνό‐ μους, ἀνομίαν δὲ μᾶλλον ὀνομάζεσθαι δεῖν. Οὗτοι | |
5 | τοιγαροῦν ὡς πῦρ καυθήσονται, φησὶ, τοῦτ’ ἔστιν, αὐτοὶ καθ’ ἑαυτῶν γενήσονται πῦρ. Οὐ γὰρ ἕτερός τις ἐποίσει τὴν φλόγα αὐτοῖς, ἀλλ’ ἀρκέσουσιν ἀλλή‐ λοις εἰς τοῦτο αὐτοί. Καυθήσονται δὲ ὡς ἄγρωστις ξηρὰ, καὶ ὡς δάση δρυμῶν. Μαίνονται γὰρ ἀεί πως | |
10 | αἱ φλόγες, εἰς ὕλην πεσοῦσαι τὴν εὐκατάπρηστον· ἄγρωστιν δέ φημι τὴν ξηρὰν, καὶ τὰ ἐν δρυμοῖς ξύλα. Οἶμαι δὲ ἔγωγε τὸν προφητικὸν ἡμῖν λόγον ἐκεῖνα βούλεσθαι δηλοῦν ἐν τούτοις· Οὐεσπασιανοῦ γὰρ καὶ Τίτου, καθάπερ ἤδη προεῖπον, καταδῃούν‐ | |
15 | των τὴν Ἰουδαίαν, καὶ τὰς ἐν αὐτῇ πολιορκούντων πόλεις, πλεῖστος ἦν ὁ ἐν ἑκάστῳ θόρυβος. Τοῦτο μὲν λιμοῦ κατατήκοντος, τοῦτο δὲ τῶν ἐν ἑκάστῃ στα‐ σιαστῶν οἴκους τε διαρπαζόντων, ἐπιφυομένων δὲ τοῖς δοκοῦσιν εἶναι διαφανεστέροις, ὡς γενέσθαι | |
20 | φορτικώτερον τὸν ἔξωθεν μάχης τὰ ἐκ τῶν ἐνοικούν‐ των τολμήματα. Ταῦτα δὲ σαφῶς Ἰώσηπος ἱστορεῖ, Οὐκοῦν καυθήσεσθαί φησιν ἐν τοῖς δάσεσι τοῦ δρυ‐ μοῦ, ἄγρωστιν οἶμαι ξηρὰν, καὶ δάση δρυμοῦ τὴν ἀγελαίαν πληθὺν ὀνομάζων. Ἐμερίζοντο γὰρ κατ’ | |
25 | ἀλλήλων εἰς διχονοίας καὶ στάσεις οἱ δῆμοι. Ὅτι δὲ καὶ τῶν εἶναί τι δοκούντων ἅψεται τὸ κακὸν, προσ‐ αποφαίνει λέγων· Καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα· βουνοὺς οἶμαι λέγων τοὺς τῶν ἄλλων ὑπερκειμένους, καὶ ἀνεστηκότας, ἢ κατὰ τὴν δόξαν, | |
30 | ἢ κατὰ τὸν πλοῦτον, ἢ καθ’ ἕτερόν τινα τρόπον. Ἔφην δὲ ἀρτίως, ὅτι τοῖς εἶναι δοκοῦσι λαμπροῖς ἐπεφύετο δεινῶς τὸ ἐν ἑκάστῃ πόλει στασιάζειν εἰωθὸς, ὡς ἐν ἀπογνώσει δρᾷν, ἃ μηδ’ ἂν αὐτὴ δέ‐ δρακεν ἔσθ’ ὅτε τῶν πολεμίων ἡ χείρ. Καὶ ταῦτα, | |
35 | φησὶ, διὰ θυμὸν ὀργῆς Κυρίου. Συγκέκαυσται γὰρ οὕτως ἡ σύμπασα τῶν Ἰουδαίων γῆ. Ἃ δὲ εἴρηκεν αἰνιγματωδῶς, ταῦτα τοῖς ἀκροωμένοις σαφῆ καθ‐ ιστὰς, προσεπάγει παραχρῆμα· Καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος. Ἄνθρωπος τὸν ἀδελφὸν | |
40 | αὐτοῦ οὐκ ἐλεήσει. Ὥσπερ γὰρ οἱ μόσχοις ἐπάγοντες πῦρ, παραθήγουσιν εἰς ὀργὰς, καὶ τὰς καθ’ ὧν ἂν ἴοιεν ἐφόδους ἁδρωτέρας ποιεῖσθαι παρασκευάζουσιν· οὕτω, φησὶ, καὶ ἕκαστος ἔσται τῶν λαῶν ὡς ὑπὸ πυρὸς κατακεκαυμένος. Ὅρμηταί τε γὰρ καὶ ἀφιλ‐ | |
45 | οικτείρμονες, καὶ ἀδελφοὺς οὐκ εἰδότες, δεινοί τε καὶ ἀγριόθυμοι πάντες ἔσονται κατ’ ἀλλήλων, καὶ θηρίων δίκην λιμῷ τεθηγμένων εἰς ἀγριότητα τὴν κατά τινων· ἐκκλινοῦσιν εἰς τὰ δεξιὰ, καὶ φάγονται ἐκ τῶν ἀριστερῶν· τοῦτ’ ἔστιν, τῇδε κἀκεῖσε περι‐ | |
70.276(50) | στραφήσονται, καταδακόντες τοὺς ἐκ δεξιῶν, τοὺς ἐξ εὐωνύμων, φειδόμενοί τε μηδαμῶς οὐδενὸς, καὶ ἀκόρεστον ἔχοντες τῆς κατ’ ἀλλήλων ἐφόδου τὸν πό‐ θον. Οὐ γὰρ μὴ ἐμπλησθῇ, φησὶν, ἄνθρωπος ἐσθίων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. Ὦ παραδόξου | |
55 | πράγματος! Οὐδὲ ἑαυτῶν φείσονται, φησὶν, ὡς ἐξ ἀκράτου μανίας. Ἀπεγνωκότες γὰρ ἅπαξ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτοπωτάτων βαδιοῦνται νεανικῶς. Εἶτά φησιν, ὅτι Φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραῒμ, καὶ | |
Ἐφραῒμ τοῦ Μανασσῆ. Ἐφραῒμ δὲ καὶ Μανασσῆς | 275 | |
70.277 | δύο γεγόνασιν ἀδελφοὶ, καὶ Ἰωσὴφ υἱοί. Ἀλλ’ οὐδὲ τοῖς ἐξ αἵματος, φησὶν, εἰς διάθεσιν συνημμένοις βραβεύσει τότε τὴν εἰρήνην· ἡ φύσις· ἀργήσουσι τῆς συγγενείας οἱ νόμοι. Κατεξαναστήσονται γὰρ | |
5 | ἀλλήλων ἀδελφοὶ καὶ ὁμόσποροι, εἷς τε καθ’ ἑνὸς, καὶ καθ’ ἑτέρου δύο. Φάγεται γὰρ, φησὶ, Μανασσῆς τοῦ Ἐφραΐμ, καὶ Ἐφραῒμ τοῦ Μανασσῆ, ὅτι ἅμα πολιορκήσουσι τὸν Ἰούδαν. Συγχύσεως οὖν ἄρα τὰ πάντα μεμέστωτο, καὶ ἀδιάκριτα πᾶσι τὰ ἐξ ὀργῆς, | |
10 | καὶ καθ’ ὧν οὐ θέμις, καὶ παρ’ ὧν οὐ θέμις. Καὶ ταυτὶ μὲν, ὡς ἔφην, ἱστορικῶς ταῖς τῶν Ἰουδαίων ἀγέλαις συνέβη παθεῖν. Παραφυλακτέον δὲ καὶ ἡμῖν αὐτοῖς. Κολάζεται γὰρ τὸ δυσήκοον, καὶ εἴ τις εἰς τοῦτο πέσοι, ὡς ὑπὸ πυρὸς καυθήσεται, καταφλε‐ | |
15 | γούσης αὐτὸν καὶ σαρκικῆς ἡδονῆς, καὶ θερμῆς ἐπι‐ θυμίας. Ἔξει δὲ καὶ εἰς νοῦν καὶ καρδίαν ἀφόρητον μάχην· κατεξαναστήσεται γὰρ τοῦ πνεύματος ἡ σὰρξ, καὶ ἐν θορύβοις ἔσται πολλοῖς. Διὸ, καθά φησιν ὁ θεσπέσιος Παῦλος· «Ἐν πνεύματι περιπατεῖτε, καὶ | |
20 | ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.» Ὑποταττόμενοι γὰρ τῷ Θεῷ περιπατήσομεν ἐν πνεύματι, καὶ κρείτ‐ τους ἐσόμεθα σαρκικῶν ἐπιθυμιῶν, καὶ τὰς εἰς νοῦν ἔσω νικήσομεν φλόγας, καὶ ἀστασίαστον τηρήσομεν τὴν καρδίαν. Ἡ γὰρ εἰρήνη τοῦ Θεοῦ, καθὰ γέγραπται, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρ‐ | |
25 | δίας ἡμῶν καὶ τὰ νοήματα ἡμῶν. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ’ ἔτι χεὶρ ὑψηλή. Οὐαὶ τοῖς γράφουσι πονη‐ ρίαν. Γράφοντες γὰρ πονηρίαν γράφουσιν· ἐκ‐ κλίνοντες κρίσιν πτωχῶν, καὶ ἁρπάζοντες κρί‐ | |
30 | ματα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν, καὶ ὀρφανὸν εἰς προνομήν. Καὶ τί ποιήσωσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Ἡ γὰρ θλίψις ὑμῖν πόῤῥωθεν ἥξει· καὶ πρὸς τίνα καταφεύξεσθε, τοῦ βοηθηθῆναι; καὶ ποῦ κατα‐ | |
35 | λήψετε τὴν δόξαν ὑμῶν, τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν; Ὅτε τὰς τῶν Ἰουδαίων συμφορὰς, καὶ τὰ ἐσόμενα βλάβη διὰ τῆς τῶν πολεμίων χειρὸς, πλατύτερον ἡμῖν ὁ προφητικὸς ἐξηγεῖται λόγος, τότε δὴ λίαν | |
40 | σοφῶς τε καὶ οἰκονομικῶς ἐπιφέρει τὰς αἰτίας, ἐφ’ αἷς ὁ τῶν ὅλων λελύπηται Θεὸς, καὶ πειρᾶται διδά‐ σκειν ὅτι ψῆφος ἐπ’ αὐτοῖς ὁσία γέγονε καλοῦσα πρὸς δίκην. Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς, κατὰ τὸ γεγραμμένον. Οὐαὶ τοίνυν, φησὶ, τοῖς γρά‐ | |
45 | φουσι πονηρίαν. Γράφοντες γὰρ πονηρίαν γράφουσιν, ἐκκλίνοντες κρίσιν πτωχῶν, καὶ ἁρπάζοντες κρίματα πενήτων τοῦ λαοῦ μου. Ἦσαν μὲν γὰρ παρὰ τοῖς Ἰουδαίοις οἱ καλούμενοι γραμματεῖς. Ἔργον δὲ ἦν αὐτοῖς τὸν ἐφ’ ἑκάστῳ πράγματι τοῦ νόμου σκοπὸν | |
70.277(50) | τοῖς ἐθέλουσι μαθεῖν σαφῆ τε ποιεῖν, καὶ τοῖς τὸ δια‐ κρίνειν λαοὺς ἐγκεχειρισμένοις τὰ τοιάδε προσβα‐ λεῖν. Γέγραπται δὲ, ὅτι «Χείλη ἱερέως φυλάξεται κρί‐ σιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ.» Ἡττώμενοι τοίνυν αἰσχρῶν λημματίων, ἀδίκους | |
55 | ἐποιοῦντο τὰς συγγραφὰς, τὸ τῷ θείῳ νόμῳ δοκοῦν ἀνοσίως ἐκκαπηλεύοντες, καὶ οἱονεὶ μίσγοντες τὸν | |
οἶνον ὕδατι, καὶ τὸ καθαρὸν ἀργύριον, ἀδόκιμον ἀπο‐ | 277 | |
70.280 | φαίνοντες, ἵνα χήραν ἀδικῶσι, καὶ ἁρπάζωσι κρίματα πενήτων, καὶ τοῖς ἐκ πλεονεξίας κακοῖς ὑπάγωσιν ὀρφανὸν, καθάπερ τινὰ προνομὴν τοῖς ἐθέλουσι πλου‐ τεῖν ἑτοίμως παρεῤῥιμμένην. Ἀλλ’ οὗτοι, φησὶ, τί | |
5 | ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Ἐπισκοπῆς δέ φησιν ἡμέραν, τὸν τοῦ πολέμου καιρὸν, καθ’ ὃν ἐπεσκέψατο Θεὸς τοὺς γράφοντας πονηρίαν, καὶ τὰ ὀρθὰ τοῦ νόμου κρίματα διαστρέφοντας. Ποῖος γὰρ ὑμῖν πλοῦτος βοηθήσει, φησίν; Ὀνήσει δὲ κατὰ τίνα | |
10 | τρόπον τῶν ἐκ πλεονεξίας ὑμῖν συνειλεγμένων ἡ ἄθροισις; Ἠδικήσατε, κατεφθείρατε νόμον, πεπατή‐ κατε τὸν τοῦ νομοθέτου σκοπόν. Εἶτα ὅποι ποτὲ βα‐ διεῖσθε; τί δὲ καὶ δρῶντες ἢ λέγοντες, διαφεύξεσθε τὴν ἡμέραν τῆς ἐπισκοπῆς; Ἡ γὰρ θλίψις ὑμῖν | |
15 | πόῤῥωθεν ἥξει. Ἐμάχοντο μὲν γὰρ Ἰουδαῖοι πλειστά‐ κις πρὸς τὰ περίοικα τῶν ἐθνῶν, Ἰδουμαίους τέ φημι καὶ Ἐλαμίτας, Μωαβίτας, καὶ Σύρους, καὶ τοὺς καλουμένους Φιλιστιείμ· συνέβαινε δὲ καὶ ἀμείνους ὁρᾶσθαι πολλῶν κρατοῦντας ἐν μάχαις. Ἀλλὰ νῦν, | |
20 | φησὶν, ἡ θλίψις ὑμῖν πόῤῥωθεν ἥξει· τοῦτ’ ἔστιν, Οὐ πρὸς Ἰδουμαίους ὑμῖν ἡ μάχη, οὐ πρὸς Μωαβίτας ὁ πόλεμος· ἀλλ’ οὐδὲ πρός τινας τῶν ὁμόρων, ὧν ἔσθ’ ὅτε καὶ κεκρατήκατε, καὶ τὴν ἀμείνω λαχόντες ψῆ‐ φον ἐν μάχῃ τὸν τῆς εὐκλείας ἀνεδήσασθε στέφανον· | |
25 | ἀλλὰ νῦν ὑμῖν ἡ θλίψις πόῤῥωθεν ἥξει. Ἔοικε δὲ διὰ τούτων, ἢ τῶν Ἀσσυρίων τὴν ἔφοδον, ἤγουν τὴν τῶν Ῥωμαίων ὑποδηλοῦν. Πόῤῥωθεν γὰρ οὗτοί τε κἀ‐ κεῖνοι. Ἐπενηνεγμένης δὲ τῆς θλίψεως, ποῦ καταλή‐ ψετε τὴν ἑαυτῶν δόξαν, τοῦ μὴ ἐμπεσεῖν εἰς τὴν ἐπα‐ | |
30 | γωγήν; Κατηνδρίσασθε μὲν γὰρ πολλάκις, φησὶ, τῶν ἐχθρῶν, καὶ τοῖς ἐπιοῦσιν ἀντανιστάμενοι σεσώκατε τὰς παρ’ ὑμῖν πόλεις τε καὶ χώρας. Νυνὶ δὲ τὴν ἐπὶ τούτῳ δόξαν ποῦ καταλήψετε; πεσεῖσθε γὰρ πάντες, κατ’ οὐδένα τρόπον ὠφελούσης ὑμᾶς τῆς κατὰ τῶν | |
35 | ἑτέρων εὐανδρίας. Τί γὰρ ποιήσετε τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν; Ἐπαγωγὴν δέ φησι, τὴν ἐπενεχθεῖσαν αὐτοῖς ὡς ἀπό γε τῆς θείας ὀργῆς, καὶ τὴν ἐκ τοῦ πολέμου συμφοράν. Θεοῦ γὰρ ἐπάγοντος τοῖς πλημ‐ μελοῦσι τὰς δίκας τίς ὁ ἀποστρέψων; ἢ ποῖος ἂν τοῖς | |
40 | ὑπὸ ποινὴν καὶ κόλασιν ἐπικουρήσει τρόπος; οὐκ ἔστιν οὐδείς. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαβὶδ ψάλλει καί φησιν· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.» Καὶ πάλιν· «Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; Ἀπὸ τότε ἡ | |
45 | ὀργή σου.» Ἀποστρέψει μὲν οὖν οὐδεὶς τὴν θείαν ὀργήν. Καταμαλάσσει δὲ ὥσπερ αὐτὴν ἡ μετάγνωσις· μᾶλλον δὲ οὐδ’ ἂν ὅλως σαλεύοιτο τὴν ἀρχὴν, εἰ δὴ βιοῦν ἐθέλοι τις ὀρθῶς καὶ ἐννόμως, καὶ κατά γε τὸ δοκοῦν τοῖς παρ’ αὐτοῦ θεσπίσμασιν. Ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή. Οὐαὶ Ἀσσυρίοις, ἡ ῥά‐ | |
70.280(50) | βδος τοῦ θυμοῦ μου, καὶ ἡ ὀργή ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν. Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ τῷ ἐμῷ λαῷ συντάξω τοῦ ποιῆσαι σκύλα καὶ προνομὴν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς ὡς κονιορτόν. Αὐτὸς δὲ οὐχ | |
55 | οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτως λελό‐ γισται· ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ, καὶ τοῦ | |
ἐξολοθρεῦσαι ἔθνη οὐκ ὀλίγα. Καὶ ἐὰν εἴπωσιν | 279 | |
70.281 | αὐτῷ, Σὺ μόνος εἶ ἄρχων, καὶ ἐρεῖ; Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλάνη, οὗ ὁ πύργος ᾠκοδομήθη. Ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν, καὶ Σαμαρείαν; Ὃν τρόπον ταύτας | |
5 | ἔλαβον, καὶ πάσας τὰς χώρας λήψομαι. Πανταχοῦ τῆς οἰκείας δόξης πεφροντικότα Θεὸν εὑρήσομεν. Χαλεπαίνειν μὲν γὰρ εἰ δή τινας βλέποι καταφρονεῖν ᾑρημένους, καὶ παρ’ οὐδὲν ποιεῖσθαι σπουδάζοντας τὸ αὐτῷ δοκοῦν, πάντα δὲ ὥσπερ σείον‐ | |
10 | τας κάλον, εἴς γε τὸ δεῖν ἀπονεῦσαι πρὸς τὰ ἐκτοπώ‐ τατα. Περιτρέπει δὲ τοὺς τοιούτους μονονουχὶ καὶ ἀνασειράζων εὐσθενῶς, εἰς τὸ ὅτι μάλιστα τελοῦν εἰς ὄνησιν αὐτοῖς. Οὕτω γάρ πού φησι καὶ ὁ μακάριος Δαβίδ· «Ἐν χαλινῷ καὶ ἐν κημῷ τὰς σιαγόνας αὐ‐ | |
15 | τῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ. Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ.» Ἐπιφέρει δὲ τοῖς πλημ‐ μελοῦσι τὴν κόλασιν, οἷόν τινα ῥάβδον εἰς χεῖρας ἐπι‐ διδοὺς τὴν ἰδίαν ὀργὴν ἀνδράσιν οὐκ ἀγαθοῖς, ἵν’ αὐτοὶ γένοιντο κολασταὶ τῶν ἠσεβηκότων. Συμβαίνει | |
20 | δὲ τοὺς εἰς τοῦτο παρειλημμένους φρονῆσαί τι μέγα κατὰ τῶν κεκολασμένων, μᾶλλον δὲ κατὰ τοῦ παρα‐ δόντος αὐτούς. Οὐ γὰρ ἐννοοῦσιν ὅτι κεκρατήκασιν αὐτῶν ἐφέντος Θεοῦ, καὶ ψῆφον ἐπάγοντος τὴν τοῦ χρῆναι παθεῖν αὐτούς· οἴονται δὲ ὅτι καὶ σώζειν | |
25 | ἐθέλοντος κεκρατήκασι. Μεθίστησι τοίνυν ἐπ’ αὐτοὺς τὴν ὀργὴν, καὶ σφόδρα εἰκότως. Ἐπειδὴ δὲ τοῖς ὑπερ‐ ηφάνοις ἀντιτάττεται, κατασείει μὲν αὐτῶν τὴν ὀφρὺν, ποιναῖς δὲ ὑποτιθεὶς ταῖς αὐτοῖς πρεπούσαις, πειρᾶ‐ ται πληροφορεῖν ὅτι μὴ τῆς ἰσχύος ἐκείνων ἔργον | |
30 | ἦν, ἀλλὰ τῶν παρ’ αὐτοῦ νευμάτων τὸ κρατῆσαι τῶν κεκολασμένων. Πέπονθέ τι τοιοῦτον ὁ τῶν Ἀσσυρίων βασιλεύς. Ἐπειδὴ γὰρ εἷλε τὴν Ἰουδαίαν, καὶ πεπόρ‐ θηκε τὰς πόλεις, μέγα πεφρόνηκεν ἐφ’ ἑαυτῷ, καὶ δὴ καὶ ᾤετο τῆς ἁγίας κρατῆσαι γῆς, καὶ παρὰ βού‐ | |
35 | λησιν Θεοῦ τοῦ προεστηκότος αὐτῆς, καὶ σώζειν ὑπ‐ ισχνουμένου. Ταύτης ἕνεκα τῆς αἰτίας φησὶν, οὔπω μὲν ἀπεστράφθαι τὸν θυμὸν, ἐπενεχθήσεσθαι δὲ καὶ Ἀσσυρίοις τὸ, οὐαί. Καὶ ποία τίς ἐστιν ἡ τοῦδε πρό‐ φασις; Ἡ μὲν γὰρ ῥάβδος, φησὶ, τῆς ἐμῆς ὀργῆς, | |
40 | ἐν ταῖς αὐτῶν δέδοται χερσὶν, παρ’ ἐμοῦ δηλονότι, ὥστε καταπαίειν ἐν αὐτῇ τοὺς εἰς ἐμὲ δεδυσσεβηκότας. Ἐγὼ συνέταξα αὐτοῖς, ὥτε ποιῆσαι σκύλα, καὶ προνομὴν τὸν ἐμὸν λαὸν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν. Εἰ μὴ γὰρ τὴν σώ‐ | |
45 | ζουσαν ἀπέστησα χεῖρα, καὶ γυμνοὺς ἀπέφηνα τῆς ἀεὶ καὶ συνήθους αὐτοῖς, καὶ παρ’ ἐμοῦ δοθείσης ἐπικουρίας, οὐδ’ ἂν ἥλωσάν ποτε, κρείττους ἀεὶ γε‐ γονότες δι’ ἐμοῦ τῶν ἐχθρῶν. Αὐτός γε μὴν ὁ Ἀσσύ‐ ριος οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτω | |
70.281(50) | λελόγισται, ἀλλ’ ὅσον ἧκεν εἰς τὸν αὐτοῦ νοῦν, ἀπαλ‐ λάξει· τοῦτ’ ἔστιν, ὀλοθρεύσει ἔθνη οὐκ ὀλίγα. Οἴεται γὰρ ὅτι ταῖς αὐτοῦ δυνάμεσιν ἀνταναστήσεται μὲν οὐδεὶς, κρατήσει γε πάντως ἀμογητὶ, καὶ παντὸς ἔθνους ἔσται δεσπότης, ἀντεξάγοντος οὐδενός. Ἄπλη‐ | |
55 | στον δὲ οὕτως ἔχοντι τὴν ψυχὴν, καὶ ἀεὶ τῶν ὅλων κρατεῖν ἐθέλοντι, κἂν εἰ προσίοι τις λέγων· Σὺ μόνος | |
εἶ ἄρχων, τοῦτ’ ἔστιν, ἆρα δυνήσῃ μόνος ἁπάσης κατ‐ | 281 | |
70.284 | άρξαι τῆς ὑπ’ οὐρανόν; Πρὸς τοῦτο, φησὶν, ὑπέρ‐ οπτον ἀφήσει φωνὴν, ἐκεῖνο λέγων· Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος, καὶ Χαλάννη, οὗ ὁ πύργος ᾠκοδομήθη; Ἔλαβον Ἀραβίαν, καὶ Δαμα‐ | |
5 | σκὸν, καὶ Σαμάρειαν· ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς χώρας λήψομαι. Χαλάννη, οὗ ὁ πύργος ᾠκοδομήθη παρὰ τῶν ἀρχαιοτέρων, κεῖται μὲν ἐν ἐσχάτοις τρόπον τινὰ τῆς ἑῴας μέρεσιν, ἐπέκεινα δὲ τῆς Βαβυλωνίων χώρας τε καὶ γῆς. Ὥσπερ οὖν, φη‐ | |
10 | σὶν, ἐξ αὐτῶν τερμάτων τῆς ἑῴας γῆς τῆς ἐμαυτοῦ βασιλείας τέθεικα τοὺς ὅρους, εἷλον δὲ Δαμασκὸν καὶ Σαμάρειαν, ὠφελημένας οὐδὲν ἀπό γε τῶν ἐν αὐταῖς θεῶν· οὕτω καταλήψομαι καὶ τὰς ἔξω χώρας. Με‐ μνῆσθαι δὲ ἀναγκαῖον ὅτι καὶ Ῥαψάκης, τὰς παρὰ τοῦ | |
15 | βασιλέως Ἀσσυρίων ἀναγγέλλων φωνὰς, προσπεφώ‐ νηκε τοῖς ἐν τῷ τείχει καθημένοις· Τάδε λέγει ὁ βα‐ σιλεὺς Ἀσσυρίων. Μὴ ἀπατάτω ὑμᾶς ὁ βασιλεὺς Ἐζεκίας λόγοις, οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς· καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας, ὅτι Ῥύσεται ἡμᾶς ὁ | |
20 | Θεός· καὶ μεθ’ ἕτερα πάλιν· Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βα‐ σιλέως Ἀσσυρίων; ποῦ ἐστιν ὁ θεὸς Ἐμὰθ καὶ Ἀρφάθ; καὶ ποῦ ἐστιν ὁ θεὸς τῆς πόλεως Σεπφα‐ ρουείμ; μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρός | |
25 | μου; τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐῤῥύ‐ σατο τὴν γῆν αὐτοῦ ἐκ χειρός μου, ὅτι ῥύσεται Ἰσραὴλ ἐκ χειρός μου; Μεγάλα τοίνυν πεφρονηκότα τὸν Ἀσσύριον, καὶ τῆς θείας ὀργῆς καταμειδιᾷν ᾑρημένον ὑποθήσειν ἐπαγγέλλεται ταῖς δίκαις. Ἀπηχθημένον μὲν γὰρ καὶ παρ’ ἡμῖν αὐτοῖς τῆς ἀλαζο‐ | |
30 | νείας τὸ πάθος. Ὅταν δὲ δὴ καὶ αὐτῆς τῆς θείας καταθρασύνηται δόξης, τότε δὴ τότε τὸ οὐαὶ καὶ σφόδρα δικαίως τοῖς τοῦτο δρᾷν ἐθέλουσι ἐποισθήσεται. Ὀλολύξατε τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ. Ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω καὶ ἐν | |
35 | Ἱερουσαλὴμ, καὶ τοῖς εἰδώλοις αὐτῆς. Εἰσκεκόμικεν ἀρτίως ὑψηλὰ καὶ ὑπέρογκα πεφρο‐ νηκότα τὸν Ἀσσύριον. Ἐπειδὴ γὰρ τὰς τῆς Σαμα‐ ρείας ὠλόθρευσε πόλεις οὐκ ἐπικουρούντων αὐταῖς τῶν ψευδωνύμων θεῶν, κατεμπρησθέντων δὲ πάλιν | |
40 | αὐτοῖς τεμένεσι καὶ βωμοῖς. Διατεθειμένου δὲ ὅτι καὶ αὐτὴν ὑπὸ χεῖρα ποιῆσαι τὴν Ἱερουσαλὴμ, ἤτοι τὴν Ἰουδαίαν, καὶ εἰ μὴ βούλοιτο τυχὸν ὁ προασπίζων αὐτῆς ἀεί τε σώζων Χριστὸς, τὰς αἰτίας εὐθὺς ὁ προφητικὸς ἡμῖν παρατίθησι λόγος τοῦ καὶ αὐτὴν | |
45 | ἁλῶναι τὴν Σαμάρειαν, πλείστας δὲ ὅσας καὶ τῆς Ἰουδαίας πόλεις. Ταύτῃ τοι καὶ μάλα εἰκότως τῶν τῆς δυσσεβείας τρόπων εἰς ἀνάμνησιν ἀποφέρει, ὀλολύζειν τε αὐτοὺς, καὶ κατοιμώζειν κελεύει. Μόνον δὲ οὐχὶ κατατεθηπὼς τὴν ἀπόστασιν ἐκ φιλοθεΐας τῆς | |
70.284(50) | ἄγαν ἀναφωνεῖ· Ὀλολύξατε, γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ. Ὅπου γὰρ ἔδει ταῖς καθηκούσαις τιμαῖς τὸν τῶν ὅλων καταγεραίρεσθαι Θεὸν, ἐκεῖ παρορᾶται, καὶ τῆς αὐτῷ πρεπούσης τε καὶ ὀφειλο‐ μένης τιμῆς ἐστέρηται. Γλυπτοῖς γὰρ τὸ σέβας ἀνα‐ | |
55 | θέντες οἱ δείλαιοι, τετολμήκασιν εἰπεῖν τῷ ξύλῳ· «Θεός μου εἶ σύ· καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με.» | |
Οὐκοῦν μετ’ ἐκπλήξεως οἱονεὶ τῷ προφήτῃ γέγονεν | 283 | |
70.285 | ἀναφώνημα τὸ εἰρημένον· τοῦτ’ ἔστιν, γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ. Τοιοῦτόν τι καὶ διὰ φωνῆς Ἱερεμίου φησὶ περὶ τῆς Ἱερουσαλήμ. Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; ἔφη | |
5 | δέ που καὶ δι’ ἑνὸς προφήτου· «Σκοπὸς Ἐφραῒμ μετὰ Θεοῦ, προφήτης παγὶς σκολιὰ, ἐπὶ πάσας ὁδοὺς αὐ‐ τοῦ, μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν.» Ἱδρυσάμενοι γὰρ ἐν τοῖς Ἱεροσολύμοις βωμοὺς καὶ χειρόκμητα, τε‐ θύκασι τῇ Βαὰλ, καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ. Δεδρά‐ | |
10 | κασι δὲ ταυτὶ καὶ οἱ ἐν τῇ Σαμαρείᾳ. Ὃν τρόπον τοί‐ νυν, φησὶν, ἐποίησα Σαμαρείᾳ, καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω καὶ Ἱερουσαλὴμ, καὶ τοῖς εἰδώ‐ λοις αὐτῆς. Οἷς γὰρ ἀδελφὰ τὰ τολμήματα, τούτοις ἕποιτο ἂν εἰκότως καὶ ἰσοπαλὴς ἡ δίκη. Οὐκοῦν ἔλαβε | |
15 | μὲν ὁ Ἀσσύριος καὶ Δαμασκὸν καὶ Σαμάρειαν. Ὁδὸς δὲ τοῦ πράγματος αὐτῷ, καὶ τοῦ κατισχῦσαι πρόφα‐ σις, ἡ τῶν εἰδώλων ποίησις ἦν, ἡ ἔν τε τῇ Σαμαρείᾳ, καὶ τοῖς Ἱεροσολύμοις. Ταύτῃτοι καὶ τοῖς τὰ τοιάδε δρᾷν εἰωθόσιν, τὰς πρεπωδεστάτας ἐζήτηνται δίκας. | |
20 | Χαλεπὸν οὖν ἄρα, καὶ ὀργῆς ἡμῖν τῆς παρὰ Θεοῦ πρόξενον ἡ τῶν εἰδώλων ποίησις πανταχοῦ, κἂν εἴ τις εἰς νοῦν καὶ καρδίαν τοῦτο δρῴη τυχόν. Ἀπο‐ φέρει γὰρ κἀκεῖνα τῆς εἰς Θεὸν ἀγάπης, καταγοητεύοντα τὴν καρδίαν, καὶ ἐφ’ ἃ μὴ προσῆκεν ἐξ‐ έλκοντα. Καὶ ἔσται ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν | |
25 | ἐν τῷ ὄρει Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Εἶπε γάρ· Τῆ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέσεως, ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐ‐ | |
30 | τῶν προνομεύσω· καὶ σείσω πόλεις κατοικουμέ‐ νας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν, ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. | |
35 | Οὐκ ἔξω κοινῆς γενήσεσθαι τὸν Ἀσσύριον τὰ οὕ‐ τως ὑπέρογκα πεφρονηκότα φησί. Κύριος γὰρ ὑπερ‐ ηφάνοις ἀντιτάσσεται, κατὰ τὸ γεγραμμένον, καὶ τῶν τῆς ἀλαζονείας αἰτιαμάτων τοὺς ταύτην νενοσηκότας πράττεται μὲν ἀεὶ τοὺς λόγους, ἀποφαίνει δὲ αὐτοὺς | |
40 | οἰκτροὺς καὶ κατεῤῥιμμένους, ὡς ἂν εἰδεῖεν μὴ ἐπ‐ αίρειν εἰς ὕψος τὸ κέρας, κατὰ τὸ γεγραμμένον· εἶεν δὲ μᾶλλον ἐπιγνώμονες τῆς ἑαυτῶν φύσεώς τε καὶ ἀσθενείας. Ὅταν γὰρ, φησὶ, συντελέσῃ πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ, τοῦτ’ ἔστιν, | |
45 | ὅταν εἰς τέλος ἔρχηται τὰ τῆς ἐπ’ αὐτοῖς ὀργῆς, ἐπ‐ άξει τότε τὴν χεῖρα, καὶ τὴν καταπαίουσαν ῥάβδον, ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων. Νοῦν δὲ αὐτὸν ἀπεκάλεσε μέγαν, οὐ πρὸς ἐπαίνου τὸ χρῆμα τιθεὶς αὐτῷ, καταψέγων δὲ μᾶλλον, ὡς οὐδὲν | |
70.285(50) | ἕτερον ὄντα πλὴν ὅτι μόνον ὑπεροψίαν τὴν θεομισῆ. Πε‐ φρόνηκε γὰρ ἀνθρώπινον μὲν οὐδέν· ὅσα δὲ καὶ τάχα καὶ πᾶσαν τὴν γενητὴν ὑπερνήχεται φύσιν. Ἐπάξει τοίνυν ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ· ὀφ‐ θαλμῶν δέ φησιν ἐν τούτοις, ἀντὶ τοῦ τῶν ἐννοιῶν, ἤτοι | |
55 | τῶν ἐνθυμημάτων. Ὑψηλὰ γὰρ, ὡς ἔφην, καὶ ὑπέρ‐ ογκα ταυτί. Θεὸς δὲ ὑπάρχων, καὶ εἰς καρδίαν ὁρῶν | |
καὶ νεφροὺς, εἰδώς τε τὰ κεκρυμμένα, καὶ ἡμῖν αὐτὰ | 285 | |
70.288 | καθίστησιν ἐναργῆ, καί φησιν. Εἶπε γάρ· Τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας. Ἄθρει δὴ οὖν ὅπως, ὡς τῆς | |
5 | ἄνωθεν ἐπικουρίας οὐ δεδεημένος, ταῖς ἑαυτοῦ δυνά‐ μεσιν ἀνάπτει μόναις τὸ πάντα δύνασθαι δρᾷν, ὅσα‐ περ ἂν βούλοιτο· οἴεται δὲ ὅτι καὶ σοφὸς οὕτως ἐστὶν, καὶ στρατηγικὸς, ὡς καὶ μάλα ῥᾳδίως ἐφ’ ἑαυτὸν, δύ‐ νασθαι μεθιστᾷν τὰ ὅρια τῶν ἐθνῶν, διαῤῥηγνῦναί | |
10 | τε αὐτῶν τὴν ἰσχὺν, καὶ ἐν προνομῇ ποιεῖσθαι, καὶ κατασείειν πόλεις, οὐκ ἀνάνδρους καὶ ἠρημωμένας, ἀλλ’ εἰ καὶ πλείστους ὅσους, καὶ ἀναριθμήτους ἔχοιεν τοὺς κατοικοῦντας ἐν αὐταῖς. Καὶ οὐ μέχρι τούτων τὰ τῆς ἀλαζονείας αὐτῷ. Περιαυτίζεται γὰρ | |
15 | καὶ ἁπάσης ὅτι καταδράξηται τῆς ὑπ’ οὐρανὸν, καὶ λίαν εὐκόλως, ἑτοίμως τε καὶ ἀμαχεὶ διατέθειται καὶ φρονεῖ κατά γε τὸ εἰς νοῦν ἧκον αὐτῷ. Καταλήψομαι γὰρ, φησὶ, τὴν οἰκουμένην ὅλην ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξε‐ | |
20 | ταί με, ἢ ἀντείπῃ μοι. Ὦ δεινῆς ὑπεροψίας, ὢ λο‐ γισμῶν ἀσυνέτων! Ὡς ἑνὸς στρουθίου καλιὰν τὴν σύμπασαν βλέπει, ὠοῖς καταλελειμμένοις ὑπὸ τῆς θαλπούσης ὄρνιθος παρεικάζει τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, ἵν’ ὡς δράκων ἐπελθὼν καταπίῃ. Μισεῖ δὲ τοὺς | |
25 | ἀντιλέγοντας, καὶ οὐδ’ ὅσον εἰπεῖν εἰς λόγους ἥξειν αὐτῷ προσδοκᾷ τοὺς πολιορκουμένους. Ταυτὶ πρέποι ἂν καὶ εἰς τὸ αὐτοῦ πρόσωπον ἀναφέρειν τοῦ Σατανᾶ. Καὶ γάρ ἐστιν αὐτὸς ὁ τῆς ὑπερηφανίας πατήρ. ᾨή‐ θη δὲ ὅτι καταλήψεται τὴν οἰκουμένην ἀντιπράττον‐ | |
30 | τος οὐδενός. Ἀλλ’ οὐχ οὕτω ποθέν· ἐκβέβηκε δὲ μᾶλ‐ λον αὐτῷ πρὸς πᾶν τοὐναντίον τῶν πραγμάτων τὸ πέρας. Ἀντείρηκε γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστός· καὶ οὐκ ἀντείρηκε μόνον, ἀλλὰ καὶ ὑπερήθλησε τῆς ἁπάντων ζωῆς, νενίκηκε τὸν ἀλητήριον, καὶ τοῖς | |
35 | τῶν ἁγίων ὑπέστρωσε ποσίν. Ἔφη γὰρ αὐτοῖς· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; Ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; Ὡσαύτως ἐάν τις ἄρη ῥάβδον ἢ ξύλον· οὐχ | |
40 | οὕτως, ἀλλ’ ἀποστελεῖ Κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται. Διελέγχει σαφῶς τὸν Ἀσσύριον, εἰκῆ τε ἀναφυσώ‐ μενον, καὶ ἠγνοηκότα παντελῶς, ὡς ἥκιστα μὲν τῆς | |
45 | αὐτοῦ χειρὸς ἔργον γέγονε τὸ ἀπολέσαι τὴν Σαμά‐ ρειαν, ἑλεῖν δὲ σὺν αὐτῇ καὶ τὰς ἑτέρας πόλεις, ψήφου δὲ μᾶλλον τῆς ἄνωθεν ἐπιφερούσης αὐτῶν τοῖς ἀφό‐ ρητα δεδυσσεβηκόσι, καθάπερ τινὰ πέλεκυν, ἢ ῥάβδον ἢ ξύλον. Εἰπὲ γάρ μοι, φησὶν, ὦ πάντων ἀνού‐ | |
70.288(50) | στατε, μὴ ἀξίνη δοξασθήσεται ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ. Πέλεκυς μὲν γὰρ ἄριστα τεθηγμένος καὶ το‐ μὸς ἐπιτηδείως ἂν ἔχοι πρὸς τὸ ἀποκείρειν δύνασθαι τὰ ἐν ἀγροῖς ξύλα. Ἆρ’ οὖν ἐπαινέσαι τις τὴν ἀξίνην, ὡς τοῦτο δρᾷν δυναμένην, δίχα τοῦ κόπτοντος ἐν | |
55 | αὐτῇ; Ἐνεργήσει δὲ τί καθ’ ἑαυτὸν ὁ πρίων, εἰ μή τις ἕλκοιτό τε αὐτὸν, καὶ κατωθήσειε πάλιν; Εἰ δὲ | |
δή τις καθ’ ὁτιοῦν ἢ ῥάβδον, ἢ ξύλον· ἆρ’ οὐχ οὕτως | 287 | |
70.289 | ἔσται πάλιν; Κείσεται μὲν γὰρ ἡ ῥάβδος εἰς γῆν, ἔῤῥιπται δὲ καὶ τὸ ξύλον, ἀλλ’ εἴ τις λαβὼν ἐπάγοι τισὶ, τότε δὴ πάντως εἰς ἔργον ἥξει τὰ δι’ αὐτῶν. Τί τοίνυν φησὶ πεφρόνηκας ὑψηλά; Τί δὲ τὴν ὀφρὺν | |
5 | ἀνασπᾷς; Οἴει ὅτι ἰδίᾳ δυνάμει κατώρθωκας αὐτὸς τὸ ἑλεῖν τὰς πόλεις, ἐν οὐρανοῦ τάξει παραληφθεὶς παρὰ τῆς ἐκεῖνα ποιούσης χειρὸς, δηλονότι τῆς θείας· Οὐ σὴ τοιγαροῦν ἡ δόξα· Θεοῦ δὲ μᾶλλον τοῦ καθάπερ τινὰ πέλεκυν, ἢ ῥάβδον, ἢ ξύλον τὴν σὴν ἐπάγοντος | |
10 | ὠμότητα τοῖς αὐτῷ προσκεκρουκόσιν. Ἔσῃ τοίνυν οὐχ οὕτω, φησὶν, ὡς ᾠήθης αὐτός. Οὔτε μὴν ἐν ταυτότητι δόξης διαμενεῖς, ἀλλ’ οὐδὲ ταῖς οὕτως ἁβραῖς ἐνσπα‐ ταλήσεις τιμαῖς. Οὐ τῇ ἰσχύϊ ποιήσεις, οὐδὲ τῇ σο‐ φίᾳ τῆς συνέσεως ἀφελεῖς ὅρια ἐθνῶν. Οὐ καταλήψῃ | |
15 | τὴν οἰκουμένην ὡς ὠὰ καταλελειμμένα. Ἀλλ’ ἀπο‐ στελεῖ Κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται. Τιμὴν δὲ αὐτοῦ φησι, τὴν ὑπ’ αὐτῷ πράττουσάν τε καὶ ὑποκειμένην στρατιάν. Ἐπ’ αὐτῇ γὰρ δεδόξαστο. | |
20 | Πῦρ οὖν ἥξει κατ’ αὐτῆς, φησὶ, καὶ καταφλέξει τὴν σὴν τιμήν. Τίνα δὲ τρόπον καὶ τοῦτο γέγονε, διατρα‐ νοῖ πάλιν, καὶ οὐκ εἰς μακράν. Καὶ ἔσται τὸ φῶς τῷ Ἰσραὴλ εἰς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ, καὶ φάγεται ὡς | |
25 | χόρτον τὴν ὕλην. Τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσε‐ ται τὰ ὄρη, καὶ οἱ βουνοὶ, καὶ οἱ δρυμοί. Καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν. Καὶ ἔσται ὁ φεύγων ὡς φεύγων ἀπὸ φλογὸς καιομένης· καὶ οἱ καταλειφθέντες ἀπ’ αὐτῶν ἔσονται ἀριθμὸς, | |
30 | καὶ παιδίον γράψει αὐτούς. Δυσέφικτον σφόδρα τὸ εἰρημένον, καὶ ἡ τῆς λέξεως συνθήκη τὴν ἀπόδοσιν ἔχει δυσχερεστάτην. Σαφη‐ νιοῦμεν δὲ πάλιν, τὸν ἔν γε τοῖς προκειμένοις κρυπτό‐ μενον νοῦν, ἐκεῖνα προειρηκότες. Εἷλε μὲν γὰρ τὴν | |
35 | Σαμάρειαν ὁ Σαλαμανασὰρ ὁ τῶν Ἀσσυρίων βασι‐ λεὺς, ἀπέστειλε δὲ Ῥαψάκην ἐκ Λαχεῖς εἰς Ἱερουσα‐ λὴμ, ὃς ἐλθὼν, καὶ πολιορκήσας αὐτὴν προσλελάληκε τοῖς ἐν τῷ τείχει τὰ παρὰ τοῦ πεπομφότος αὐτὸν, προσετίθει δὲ τούτοις τὰς κατὰ τοῦ Θεοῦ δυσφημίας | |
40 | λέγων, ὅτι Οὐ μὴ ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων. Πρὸς δὴ τὰ τοιάδε δε‐ δυσφορηκὼς ὁ βασιλεὺς Ἐζεκίας τὰς πρὸς Θεὸν ἐποιεῖτο λιτὰς λέγων· Εἰσάκουσον, Κύριε, εἴσβλεψον, Κύριε, καὶ ἴδε τοὺς λόγους Ῥαψάκου, οὓς ἐξαπέστειλε | |
45 | βασιλεὺς Ἀσσυρίων, ὀνειδίζειν Θεὸν ζῶντα. Ἐπηγ‐ γέλλετο δὲ Θεὸς τὴν σωτηρίαν αὐτοῖς. Καὶ δὴ καὶ ἐξ‐ ῆλθεν ἅγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐν μιᾷ νυκτὶ ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας. Οὗ δὴ γεγονότος, ἐβάλλετο μὲν ὁ | |
70.289(50) | Ἀσσύριος ἀφορήτῳ δείματι. Ἀκούσας δὲ ἀγγελίαν ὅτι Σαρσαθὰ βασιλεὺς Αἰθιόπων ἐξῆλθε κατὰ τῆς γῆς αὐτοῦ σὺν ὀλίγοις παντελῶς τοῖς περιλελειμμένοις, ᾤχετο φυγάς. Τοῦτο καὶ νῦν ὁ προφητικὸς ἡμῖν αἰνιγματωδῶς διερμηνεύει λόγος. Φῶς μὲν γὰρ γέγονε | |
55 | τῷ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς τὸν καταφωτίζειν ἰσχύοντα διορισάμενος νόμον. Ἀλλὰ τοῦτο, φησὶ, τὸ φῶς τὸ ὑπάρξαν τῷ Ἰσραὴλ, οὐ φῶς ἔσται τοῖς Ἀσ‐ συρίων στρατεύμασιν, ἀλλ’ εἰς πῦρ ὀλοθρεῦον. Ὅτι | |
δὲ οἰκεῖον αὐτῷ καὶ ἀνατεθειμένον ἡγεῖται λαὸν ὁ | 289 | |
70.292 | τῶν ὅλων Θεὸς τοὺς ἐν τοῖς Ἱεροσολύμοις διὰ τοῦ πο‐ ρὸς τοῦ ἐκκαυθέντος ἐν τοῖς Ἀσσυρίοις, διδάξει τοὺς ἁπανταχῆ. Καὶ τοῦτό ἐστι τὸ, «Ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ.» Τὸ γὰρ ἁγιάζεσθαι λεγόμενον, οὐχὶ παν‐ | |
5 | τὸς ἁγιασμοῦ μετέχον ἔσται, σημαίνει δὲ μᾶλλον καὶ τὸ εἰς δόξαν ἀνατεθειμένον τῷ Θεῷ. Οἷόν τί φησι πρὸς Μωσέα· «Ἁγίασόν μοι πᾶν πρωτότοκον διανοῖγον μήτραν, τὰ ἀρσενικὰ τῷ Κυρίῳ.» Καὶ τὸ, ἁγίασον, ἐν τούτοις, ἀντὶ τοῦ, ἀνάθες, φησίν. Ἁγιάσει τοίνυν, | |
10 | φησὶ, τὸν Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, τοῦτ’ ἔστιν, ἀνα‐ τεθειμένον αὐτῷ καὶ ἀπόλεκτον ἀποφανεῖ ἐν πυρὶ καιομένῳ· διὰ τοῦ πυρὸς τοῦ ἐκκεκαυμένου κατὰ τῶν Ἀσσυρίων. Πῦρ δέ φησιν ἐν τούτοις τὸν ἀδόκητον ὄλεθρον. Εἰ μὴ γὰρ ἴδιον ἡγεῖτο λαὸν, οὐκ ἂν ἐξ‐ | |
15 | έκαυσε κατὰ τῶν ἐναντίων τὸ πῦρ, ὃ καὶ δεδαπάνηκε καθάπερ χόρτον ἢ ὕλην τὴν τῶν Ἀσσυρίων πληθύν. Κατ’ ἐκείνην δὴ οὖν τὴν ἡμέραν, φησὶ, τοῦτ’ ἔστι, κατ’ ἐκεῖνο τοῦ καιροῦ ἀποσβεσθήσεται τὰ ὄρη, καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοὶ, καὶ καταφάγεται ἀπὸ ψυχῆς | |
20 | ἕως σαρκῶν. Βουνοῖς καὶ δρυμοῖς καὶ ὅρεσι παρεικά‐ ζει καλῶς αὐτήν τε τὴν τῶν Ἀσσυρίων πληθὺν, καὶ τοὺς ἡγουμένους αὐτῆς, καὶ τῶν ἄλλων ὑπερανέχον‐ τας καθάπερ βουνοὺς ἢ ὄρη. Ἀλλ’ οὗτοι μὲν ἀποσβε‐ σθήσονται· τοῦτ’ ἔστιν, οἱ πάλαι θερμοὶ καὶ δεινοὶ, | |
25 | καὶ οὐχ ἑκόντες ἀποψυχθήσονται. Τοῦτο γὰρ τὸ ἀπο‐ σβεσθήσονται, δηλοῖ. Καταφάγεται γὰρ αὐτοὺς ὁ θά‐ νατος, μονονουχὶ καὶ ψυχὰς δαπανῶν καὶ σώματα. Ὅτι μὲν γὰρ οὐ συνανῄρηνται τοῖς σώμασιν αἱ ψυχαὶ παντί τῳ σαφές. Ὑπεμφαίνει δὲ διὰ τούτων τὸ τῆς | |
30 | ὀργῆς εὐσθενές. Ἀλλ’ ἔσται, φησὶν, ὁ φεύγων, ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης, καὶ οἱ καταλειφθέντες ἀπ’ αὐτῶν ἔσονται ἀριθμὸς, καὶ παιδίον γράψει αὐ‐ τούς. Ὀλίγοι γὰρ παντελῶς, ὡς ἔφην, ὡσεὶ φλογὸς καιομένης ἀποπηδήσαντες μόλις συναπέδραμον τῷ | |
35 | βασιλεῖ. Τοσούτους δὲ εἶναί φησι τὸν ἀριθμὸν αὐτοὺς, ὡς μὴ ὑπερκεῖσθαι καὶ τὴν παιδὸς ἔτι νηπίου φρένα, τὸ δύνασθαι γράφειν, ἢ ἀπομετρεῖν αὐτούς. Ἔχει γὰρ ἡ Ἑβραίων παράδοσις, ὅτι μόνοι περιελείφθησαν δέκα τὸν ἀριθμὸν, οἱ μετὰ Ῥαψάκου τὸ συμβὰν ἀπ‐ | |
40 | αγγείλαντες τῷ τῶν Ἀσσυρίων βασιλεῖ. Ταῦτα τῆς ὑπεροψίας τῆς ἐκείνου τὰ ὀψώνια. Χρήσιμος δὲ καὶ εἰς ἡμᾶς ὁ τύπος. Εἰ γὰρ δὴ βούλοιτό τις ἔξω τε εἶναι τῆς θείας ὀργῆς, καὶ μὴ τοῖς θείοις ἀναλῶναι κακοῖς, παραιτεῖσθαι λίαν τὸ νοσεῖν ἐθέλειν τῆς ἐκείνων δυσ‐ τροπίας τὰ συγγενῆ τε καὶ ἶσα. | |
45 | Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστε‐ θήσεται τὸ καταλειφθὲν Ἰσραὴλ, καὶ οἱ σωθέν‐ τες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, ἀλλ’ ἔσονται πεποι‐ θότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ | |
70.292(50) | ἀληθείᾳ. Καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα. Ἐκκεκαυμένου τοῦ πυρὸς κατὰ τῆς Ἀσσυρίων στρατιᾶς, δύο ταῦτα κατορθωθήσεται καὶ ὑπάρξει, φησίν· ὁ μὲν γὰρ ἀλαζών τε καὶ ἀλητήριος, κατα‐ | |
55 | λήξει καὶ οὐχ ἑκὼν τῆς οὕτω δεινῆς καὶ ἀπηχθημέ‐ νης ὀφρύος. Οἰχήσεται γὰρ δεδιὼς, καὶ ἀδοκήτως | |
κατῃσχυμμένος. Εἴσεται δι’ αὐτοῦ τοῦ πράγματος, | 291 | |
70.293 | καὶ εἰ μὴ βούλοιτο τυχὸν, ὅτι τῆς θείας ὀργῆς κατὰ τῶν ἡμαρτηκότων γέγονεν ὄργανον, καὶ οὐκ αὐτός που πάντως ὡς ἐξ ἰδίας ἰσχύος πεπλεονέκτηκεν αὐ‐ τούς. Καὶ ταυτὶ μὲν τῷ Βαρβάρῳ συμβήσεται. Τοῖς | |
5 | γε μὴν ἐξ Ἰσραὴλ πρὸς ὠφελείας ἔσται τὸ θαῦμα, καὶ οἱ κατάλοιποι τῶν ἐν Σαμαρείᾳ, τοῦτ’ ἔστι, τοῦ Ἰσραὴλ, καὶ μέντοι τοῦ Ἰακὼβ, τοῦτ’ ἔστι, πάλιν τῶν δύο φυλῶν τῶν οὐσῶν ἐν τοῖς Ἱεροσολύμοις, τῆς ἀρχαίας ἀποπεπαύσονται πλάνης, καὶ ψυχρῶν καὶ | |
10 | ἀνονήτων ἐννοιῶν. Οὐ γὰρ ἔσονται πεποιθότες ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς. Ἐπειδὴ γὰρ πέπτωκεν ὁ πολέμιος ἀγγέλου χειρὶ δαπανώμενος, ἐγνώκασιν ἀκριβῶς τὴν πάντα ἰσχύουσαν τοῦ σώζοντος δεξιὰν, αὐτὸν δὲ ποιήσονται σωτῆρα καὶ λυτρωτὴν, καὶ | |
15 | ἐπ’ αὐτῷ πᾶσαν ἕξουσι τὴν ἐλπίδα, περιπτύ‐ σαντες τοὺς ἠδικηκότας αὐτούς. Τίνες δὲ οὗτοι, καὶ τίνα τρόπον ἠδικήκασιν εἰπεῖν ἀναγκαῖον. Σέσωκε μὲν γὰρ τοὺς ἐξ αἵματος Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, προεστηκώς τε καὶ προασπίζων, καὶ ἀπο‐ | |
20 | φαίνων κρείττονας τῶν ἀνθεστηκότων. Ἐπειδὴ δὲ ἐτράποντο πρὸς ἀντίστασιν, καὶ οἱ μὲν δαμάλεις ἐτεκτήναντο χρυσᾶς· οἱ δὲ τὸν Χαμὼς καὶ Βεελφε‐ γὼρ, καὶ αὐτοῖς ἀνῆπτον τὸ σέβας· προσκεκυνήκασι δὲ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ· παρεδίδου κατὰ | |
25 | καιροὺς ὁ τῶν ὅλων Θεὸς τοὺς ἀνθεστηκότας ποτὲ μὲν τοῖς κύκλῳ καὶ περιοικοῦσι τὴν Ἰουδαίαν ἔθνε‐ σιν, Ἰδουμαίοις τέ φημι καὶ Μωαβίταις, καὶ τοῖς ἐξ Ἐλὰμ, ποτὲ δὲ τοῖς μακρὰν, Ἀσσυρίοις τέ φημι καὶ Αἰγυπτίοις. Πολέμου τοιγαροῦν κατασκήπτοντος | |
30 | καὶ περιηγγελμένου τοῖς ἀνὰ πᾶσαν τὴν χώραν, πῶς οὐκ ἄμεινον τοὺς ἐξ Ἰσραὴλ ἀπολογεῖσθαι λελυπη‐ μένῳ τῷ πάντα ἰσχύοντι Θεῷ, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἀποσκευάζεσθαι τὴν ὀργήν; Ἔδει γὰρ ἐκ μέσου τὴν βέβηλον τῶν εἰδώλων ποιεῖσθαι πληθὺν, | |
35 | καὶ αὐτὸν ἐπιγράφεσθαι σωτῆρα καὶ λυτρωτήν. Ἀλλὰ τούτων μὲν ὀλίγος ἦν παντελῶς ὁ λόγος αὐ‐ τοῖς. Ἐπρέσβευον δὲ ποτὲ μὲν πρὸς Αἰγυπτίους, ποτὲ δὲ πρὸς Ἀσσυρίους, καὶ τὰς παρ’ αὐτῶν ἐπι‐ κουρίας ἐκάλουν. Ἐντεῦθεν, οἶμαι, Θεὸς, καὶ ἔτι | |
40 | μειζόνως ἐπ’ αὐτοῖς κατεθήγετο. Ἠδικήκασι τοίνυν τόν τε Ἰσραὴλ, καὶ τὸν Ἰακὼβ, τοῦτο μὲν οἱ ψευδώνυ‐ μοι θεοὶ, τὴν θείαν ἐπ’ αὐτοῖς καλοῦντες ὀργὴν, καὶ ἐπ’ αὐτοῖς πεποιθέναι παρασκευάζοντες· τοῦτο δὲ οἱ χρήμασί τε καὶ δώροις πωλοῦντες αὐτοῖς τὴν ἀν‐ | |
45 | όνητον ἐπικουρίαν. Δαπανηθείσης τοίνυν, φησὶ, τῆς τῶν πολεμίων πληθύος ἐν μιᾷ νυκτὶ, λοιπὸν ἔσονται πεποιθότες ἐπὶ Θεῷ, καὶ διὰ πείρας αὐτῆς ἐγνωκότες τὴν παναλκῆ τοῦ σώσαντος δεξιὰν, οὐκ ἐπὶ τοῖς ἀδι‐ κήσασιν αὐτοὺς ποιήσονται τὴν ἐλπίδα, ἀλλ’ ἐπ’ | |
70.293(50) | αὐτὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ. Καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα. Οὐ γὰρ ξύλοις καὶ λίθοις ἔτι θαρσήσουσιν, αὐτὸν δὲ μᾶλλον ποιήσονται τὴν ἰσχὺν, ὃς γέγονεν αὐτοῖς ἐπίκουρός τε ἀεὶ, καὶ προασπιστὴς, ὅπλον καὶ τεῖχος ἀῤῥαγές. Καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. Λόγος | |
55 | γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει ὁ Θεὸς ἐν τῇ οἰ‐ κουμένῃ ὅλῃ. Ὅτι τῶν ἀπειθεῖν ᾑρημένων, καὶ πολὺ νενοσηκό‐ | |
των τὸ ἀπηνὲς καὶ δυσάγωγον οὐδεὶς ἂν γένοιτο | 293 | |
70.296 | παρὰ Θεῷ λόγος, σώζει γε μὴν καὶ φειδοῦς ἁπάσης ἀξιοῖ τὸν εὐπειθῆ καὶ εὐήνιον, διὰ τούτων ἡμῖν εὖ μάλα καταδηλοῖ. Ἀφῖκται μὲν γὰρ ὁ Ἀσσύριος κατὰ παντὸς τοῦ Ἰουδαίων ἔθνους· καὶ σκοπὸς ἦν αὐτῷ, | |
5 | φείσασθαι μὲν οὐδενὸς, ἄρδην δὲ πᾶσαν ἀποκεῖραι τὴν χώραν, καὶ κένανδρον ἀποφῆναι, καὶ τῶν ἐνοι‐ κούντων ἔρημον. Καὶ ὠλόθρευσε μὲν τὴν Σαμάρειαν, συνεξεῖλε δὲ αὐτῇ τῆς Ἰουδαίας οὐκ εὐαριθμήτους πόλεις· σέσωκε δὲ παραδόξως Θεὸς τοὺς ἐν τοῖς | |
10 | Ἱεροσολύμοις. Τίς οὖν ὁ τοῦδε λόγος; Ναὶ, φησὶν, ἐπειδὴ γὰρ οὐχ ἅπας δεδυσσέβηκεν ὁ Ἰσραὴλ, ἀλλ’ ἦσαν τάχα πού τινες, οἱ καὶ δυσφοροῦντες ἄγαν ἐπὶ τοῖς δυσσεβοῦσιν εἰς Θεὸν, ταύτῃτοι γέγονεν ὁσία τε καὶ δικαιοτάτη ψῆφος, κατὰ μόνων ἄγουσα τὴν δί‐ | |
15 | κην τῶν ἡμαρτηκότων. Ὅτι δέ ἐστιν ἀληθὴς ὁ λόγος ἀπονητὶ καταθρήσομεν, καὶ ὡς ἀπό γε τῶν γεγραμ‐ μένων ἐν τῷ προφήτῃ Ἰεζεκιήλ. Ἔφη μὲν γὰρ τε‐ θεᾶσθαι τινὰς τῶν ἐξ Ἰσραὴλ προσκυνοῦντας τῷ ἡλίῳ, Θεοῦ δὲ λέγοντος ἀκοῦσαι περὶ αὐτῶν· «Ἑώ‐ | |
20 | ρακας, υἱὲ ἀνθρώπου, μὴ μικρὸν τῷ οἴκῳ Ἰσραὴλ τοῦ ποιεῖν τὰς ἀνομίας, ἃς πεποιήκασιν ὧδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας. Καὶ ἐπέστρεψαν τοῦ παροργίσαι με.» Εἶτά φησιν ἄνδρα τεθεᾶσθαι πο‐ δήρη τε ἔχοντα καὶ διεζωσμένον· καὶ πρὸς αὐτὸν | |
25 | εἰπεῖν τὸν τῶν ὅλων Θεόν· «Δίελθε μέσην τὴν Ἱερου‐ σαλὴμ, καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀν‐ δρῶν τῶν καταστεναζόντων, καὶ τῶν κατωδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις, ταῖς γινομέναις ἐν μέσῳ αὐτῆς. Καὶ τούτοις εἶπεν ἀκούοντός μου· Πορεύεσθε | |
30 | εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν. Καὶ μὴ ἐλεήσητε, πρεσβύτερον καὶ νεανίσκον, καὶ παρθένον καὶ νήπια. καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν. Ἐπὶ δὲ πάντας ἐφ’ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε.» | |
35 | Ἄθρει δὴ οὖν ὄπως κατασφραγίζει Θεὸς τῇ παρ’ ἑαυτοῦ χάριτι τὸν εὐσεβῆ τε καὶ γνήσιον. Καὶ ἐφ’ οἷς ἂν ἕτεροι προσκρούειν ἀποτολμῶσιν αὐτῷ, χα‐ λεπαίνοντά τε καὶ κατοιμώζοντα. Οὐκοῦν κἂν εἰ.... τῶν ἐξ Ἰσραὴλ ὑπάρχοι πληθὺς, καὶ ψάμμοις παρε‐ | |
40 | κάζοιτο ταῖς ἐν ἠϊόσι κειμέναις, τὸ κατάλειμμα σω‐ θήσεται. Καὶ συμβέβηκε μὲν τοῦτο κατὰ τοὺς Ἐζε‐ χίου καιρούς. Διόλωλε γὰρ, ὡς ἔφην, ἡ Σαμάρεια, καὶ πλεῖσται τῆς Ἰουδαίας συνεξῄρηνται πόλεις. Πέπρακται δὲ τοῦτο καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος | |
45 | καιροῖς, ἐπιλάμψαντος ἡμῖν τοῦ Μονογενοῦς μετὰ σαρκός. Τότε γὰρ τότε καὶ λόγον συντέμνων ἐν δι‐ καιοσύνῃ πεποίηκεν ὁ Θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ. Ὁ μὲν γὰρ νόμος ὁ διὰ Μωσέως διὰ κύκλων ἔρχεται μακρῶν, καὶ περισκελῆ ποιεῖται τοῦ χρησίμου τὴν | |
70.296(50) | δήλωσιν, δι’ αἰνίγματος καὶ σκιᾶς ὑποφαίνων μόλις τὸ τελοῦν εἰς ὄνησιν. Ὁ δέ γε σωτήριός τε καὶ εὐαγ‐ γελικὸς ἡμῖν λόγος βραχύς τέ ἐστιν καὶ οἷον συντε‐ τμημένος, ἤτοι σύντομος, γυμνὴν ἔχων τὴν ἀλήθειαν, καὶ τῆς ζωῆς τὴν ὁδὸν ἐναργῆ καθιστὰς, οὐ δυσχε‐ | |
55 | ρίας ἐνούσης, οὐκ ἀσαφείας τινὸς τοῖς κηρύγμασιν ἐπενηνεγμένης. Ἁπλοῦν γὰρ, ὡς ἔφην, τῆς ἀληθείας | |
τὸ χρῆμα. Σέσωσται δὲ καὶ τότε τὸ κατάλειμμα τοῦ | 295 | |
70.297 | Ἰσραὴλ, τοῦτ’ ἔστιν, οἱ πίστει τιμήσαντες τὴν ἐπι‐ φάνειαν αὐτοῦ, τῆς ἑτέρας πληθύος παθούσης τὴν ἀποστροφήν. Πεπαρῳνήκασι γὰρ εἰς τὸν τῶν ὅλων Σωτῆρα καὶ Κύριον, προαπεκτονότες προφήτας, καὶ λιθοβολήσαντες τοὺς ἀπεσταλμένους· καὶ τί γὰρ οὐχὶ τῶν ἐκτόπων ἐπιτηδεύσαντες; | |
5 | Διὰ τοῦτο τάδε λέγει Κύριος Σαβαώθ· Μὴ φο‐ βοῦ, λαός μου, οἱ κατοικοῦντες ἐν Σιὼν, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε. Πληγὴν γὰρ ἐγὼ ἐπάγω ἐπὶ σὲ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου. Ἔτι γὰρ μικρὸν, καὶ παύσεται ἡ ὀργὴ, ὁ δὲ θυμός | |
10 | μου ἐπὶ τὴν βουλὴν αὐτῶν. Ἐπειδὴ γὰρ ὁσίᾳ ψήφῳ καὶ τῇ αὐτῷ πρεπούσῃ κεχρημένος ἡμερότητι, σώζει μὲν τοὺς γνησίους, παραδίδωσι δὲ τοὺς λελυπηκότας αὐτὸν ὁ τῶν ὅλων Θεός· Μὴ φοβοῦ, φησὶν, ὁ λαός μου, οἱ κατοικοῦντες | |
15 | ἐν Σιὼν, ἀπὸ Ἀσσυρίων. Ἀφίκετο μὲν γὰρ ὁ Ῥα‐ ψάκης εἰς Ἱερουσαλὴμ, καὶ πεπολιόρκηκεν αὐτὴν, ἠπείλησε δὲ κατεμπρήσειν καὶ ὀλοθρεύσειν ἅπαντας. Ἠδίκησε δὲ παντελῶς οὐδέν. ᾬχετο γὰρ φυγὰς, πεσούσης αὐτῷ παρ’ ἐλπίδα τῆς στρατιᾶς, καὶ ἀπ‐ | |
20 | ολομένης ἐν μιᾷ νυκτί. Οὐκοῦν ὠλόθρευσε μὲν μα‐ χαίρᾳ τοὺς ἐν Σιών. Ἐπειδὴ δὲ ἅπαξ κατεπτόησε ταῖς ἐφόδοις, καὶ ἐν φόβῳ τοῦ παθεῖν γενέσθαι παρεσκεύασε, μονονουχὶ ῥάβδον ἀνατείνας ἐπ’ αὐτοὺς ὁρᾶται μόνην. Μὴ τοίνυν, φησὶ, καταδείσῃς ἀπὸ τῶν | |
25 | Ἀσσυρίων, ῥάβδῳ γάρ σε πατάξει, καὶ βραχεῖαν ὥσπερ ἐποίσει τὴν πληγὴν, τὴν ὡς ἀπό γε τοῦ δεί‐ ματος, ἐφιέντος ἐμοῦ καὶ τοῦτο πράττεσθαι κατὰ σοῦ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου, τοῦτ’ ἔστιν, ἵνα μά‐ θῃς, ὅσον σαυτὸν ἠδίκησας, ἀπελθὼν εἰς Αἴγυπτον, | |
30 | καὶ τὴν ἐκεῖθεν ζητήσας ἐπικουρίαν, παρεωραμένου Θεοῦ σώζοντος. Ἐζεχίας μὲν οὖν, οὗ καὶ βασιλεύον‐ τος πεπολιόρκηκε τὴν Ἱερουσαλὴμ ὁ Ἀσσύριος, οὐκ ἐζήτησε τὴν τῶν Αἰγυπτίων ἐπικουρίαν. Ὠσηὲ δὲ μᾶλ‐ λον τοῦ Ἠλὰ βασιλεύων ἐπὶ τὸν Ἰσραὴλ τοῦτο πεπρα‐ | |
35 | χὼς εὑρίσκεται. Γέγραπται δὲ οὕτως ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· «Καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέ‐ ρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαβίδ. Καὶ ἐβασίλευσεν Ἐζεχίας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ. Ἐν ἔτει δωδεκάτῳ Ἄχαζ βασιλέως Ἰούδα, ἐβασίλευσεν Ὠσηὲ υἱὸς Ἠλὰ ἐν | |
40 | Σαμαρείᾳ ἐπὶ Ἰσραὴλ ἐννέα ἔτη. Καὶ ἐποίησε πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς Ἰσραὴλ, οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ.» Ἐπ’ αὐτὸν ἀνέβη Σαλ‐ μανασὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἐγενήθη αὐτῷ Ὠσηὲ δοῦλος· καὶ ἐπέστρεψεν αὐτῷ Μαναῆ. Καὶ | |
45 | εὗρε βασιλεὺς Ἀσσυρίων ἐν τῷ Ὠσηὲ ἀδικίαν, ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς Σηγὼρ βασιλέα Αἰγύ‐ πτου· καὶ οὐκ ἤνεγκε Μαναὰ τῷ βασιλεῖ Ἀσσυρίων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. Καὶ ἐπολιόρκησεν αὐτὸν ὁ βασι‐ λεὺς Ἀσσυρίων, καὶ ἔδησεν αὐτὸν ἐν οἴκῳ φυλακῆς, | |
70.297(50) | καὶ ἀνέβη εἰς Σαμάρειαν, καὶ ἐπολιόρκησεν αὐτὴν τρία ἔτη. Ἰστέον δὲ ὅτι καὶ Ἄχαζ ὁ Ἐζεχίου πατὴρ, πολεμοῦντος αὐτῶ τοῦ Δαμασκηνῶν βασιλέως, ἐξ‐ επρίατο τὴν ἐπικουρίαν τὴν παρά γε τῶν Ἀσσυρίων, ἐφ’ ᾧ καὶ σφόδρα λελύπηται Θεός. Ἐπάγω τοίνυν, | |
55 | φησὶν, ἐπὶ σὲ πληγὴν, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου· πλὴν ἔτι μικρὸν, καὶ παύσεται ἡ ὀργὴ, ὁ δὲ θυμός | |
μου ἐπὶ τὴν βουλὴν αὐτῶν. Διολώλασι γὰρ, ὡς ἔφην, | 297 | |
70.300 | ὑπὸ θείας ὀργῆς. Βουλευσάμενοι δὲ καὶ αὐτὴν χειρώσασθαι τὴν Ἱερουσαλὴμ, διημαρτήκασι τοῦ σκοποῦ, καὶ γέγονεν αὐτοῖς ἄπρακτος ἡ σκέψις, Θεοῦ μεταθέντος εἰς πᾶν τοὐναντίον τῶν προσδοκηθέντων τὸ πέρας, Καὶ ἐπεγερεῖ ὁ Θεὸς ἐπ’ αὐτοὺς κατὰ τὴν πληγὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως, καὶ ὁ θυμὸς | |
5 | αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὁδὸν τὴν κατ’ Αἴγυπτον. Πεσοῦνται, φησὶν, ὀργῆς ἐπ’ αὐτοῖς ἐπενηνεγμέ‐ νης τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ· καὶ οὐδενὸς παν‐ τελῶς δεήσει πόνου τοῖς ἐξ Ἰσραήλ. Περιέσονται γὰρ, | |
10 | οὐ τόξων βολαῖς, οὐκ εὐσθενείᾳ χειρῶν, οὐ πολεμι‐ καῖς ἐμπειρίαις χρώμενοι, κρατήσουσι δὲ μᾶλλον διὰ χειρὸς Θεοῦ, πληττούσης τε καὶ δαπανώσης τὸν ἀλα‐ ζόνα λαόν· καθάπερ ἀμέλει συνέβη παθεῖν καὶ Μα‐ διηναίους. Οἱ μὲν γὰρ κατὰ πληθὺν καὶ κατὰ γένος | |
15 | συνειλεγμένοι κατεληίζοντο μὲν μικροῦ δεῖν ἅπασαν τὴν τῶν Ἰουδαίων χώραν, καὶ ἀφόρητον αὐτοῖς ἐμ‐ ποιοῦντες τὸ δεῖμα, πόλεων μὲν καὶ κωμῶν ἀπαν‐ ίστασθαι καὶ οὐχ ἑκόντας ἠνάγκαζον, ἐναυλίζεσθαι δὲ μόλις, καὶ τοῦτο περιδεῶς ταῖς τῶν ὀρῶν κορυ‐ | |
20 | φαῖς. Ἀλλ’ ἐπήμυνε καὶ τότε Θεὸς, καὶ σέσωκε κε‐ κινδυνευκότας διὰ χειρὸς Γεδεὼν κομιδῇ βραχεῖς ἔχοντας τοὺς συνασπιστὰς, οἳ καὶ τὰς τῶν ἐναντίων τεθορυβήκασι φάλαγγας, ἐν νυκτὶ καὶ σκότῳ τὰς ὑδρίας συνθραύσαντες, καὶ δᾷδας ἐπιδειξάμενοι, καὶ | |
25 | σαλπίσαντες ταῖς κερατίναις, ὥστε καί τι τοιοῦτον συνέβη παθεῖν τοῖς ἐκ Μαδιάμ. Ἐπειδὴ γὰρ συν‐ εχύθη τὰ τάγματα, καταπτοοῦντος Θεοῦ, διακρίνειν οὐκ ἔχοντες ὡς ἐν σκότῳ καὶ νυκτὶ, τίς ὁ φίλος, ἢ συγγενὴς, ἢ τίς ὁ πολέμιος, συνεπλέκοντο μὲν ἀλλή‐ | |
30 | λοις, ἔδρων δὲ τὰ τῶν ἐχθρῶν, καὶ ταῖς ἀλλήλων χερσὶν οἰκτρῶς διολώλασιν. Ἐπενεχθήσεται τοίνυν, φησὶν, κατὰ τὴν πληγὴν τὴν Μαδιὰμ ἐν τόπῳ θλί‐ ψεως. Τόπον δὲ θλίψεως, ἤτοι καιρὸν ὀνομάζει τὸν ἐν ᾧ ταυτὶ γενέσθαι συμβέβηκεν. Ὅτι δὲ μονονουχὶ | |
35 | καὶ ἀποπλανήσει Θεὸς τὸν τοῦ βαρβάρου θυμὸν, καὶ ἐφ’ ἑτέρους αὐτὸν παρατρέψει, καταμηνύει λέγων· Καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὁδὸν τὴν κατ’ Αἴγυπτον. Ὁ μὲν γὰρ τῶν Ἀσ‐ συρίων βασιλεὺς Θεγλαφαλασὰρ, οὗτος ἦν ἑλὼν κατὰ | |
40 | κράτος τὴν Σαμάρειαν, δασμοὺς ἐπέθηκε τοῖς οἰ‐ κοῦσιν αὐτὴν, τέλη τε καὶ φόρους ἐξῄτει τοὺς κατὰ καιρὸν βασιλεύοντας ἐπὶ τὸν Ἰσραήλ. Ἐπειδὴ δὲ ἧκεν εἰς τοῦτο, καὶ κεκράτηκε τῆς Σαμαρείας Ὠσηὲ υἱὸς Ἠλὰ, οὐκ ἔπεμψε Μαναὰ τῷ βασιλεῖ τῶν | |
45 | Ἀσσυρίων, καθὰ γέγραπται. Ἐπειδὴ δὲ ᾔδει πάντη τε καὶ πάντως ἐκεῖνον ἀγανακτήσοντα, τὴν τῶν Αἰ‐ γυπτίων κατεμισθοῦτο χεῖρα πρὸς ἐπικουρίαν, εἰ δὴ βούλοιτο τὸν πολέμου νόμον ὁπλίζεσθαι κατ’ αὐτῶν ὁ δασμοὺς ἐπιθεὶς καὶ τέλη. Καθυπισχνοῦντο δὲ τοῦτο | |
70.300(50) | καὶ μάλα ἑτοίμως οἱ τῶν Αἰγυπτίων κρατοῦντες τὸ τηνικάδε. Πρὸς τοῦτο λελυπημένος ὁ Ἀσσύριος, πανστρατιᾷ κατέθει τὴν Αἰγυπτίων, ἔγκλημα τοῖς κρατοῦσιν αὐτῆς ἐκεῖνο τιθεὶς, τὸ ἀποσκιρτῆσαι τὸν Ὠσηὲ, καὶ ἀποσείσασθαι τὸν αὐτοῦ ζυγὸν, ἀπονοίας | |
55 | λαβόντα πρόφασιν τῆς παρ’ αὐτῶν ἐπικουρίας τὴν ὑπόσχεσιν. Ὅτι τοίνυν τὸν τοῦ βαρβάρου θυμὸν, καθάπερ ἔφην ἀρτίως, μεταθήσει Θεὸς ἐφ’ ἑτέρους, διαμεμήνυκεν εἰπών· Καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὁδὸν τὴν κατ’ Αἴγυπτον. Ἀν‐ ῴκισται μὲν γὰρ θαλάσσης τὰ Ἱεροσόλυμα, ὁδὸν δὲ τὴν πρὸς τὴν τῶν Αἰγυπτίων φέρουσαν καὶ λίαν ἀμο‐ | |
γητὶ, τὴν θαλάσσης γείτονα καὶ εἰς δεῦρό φασιν. | 299 | |
70.301 | Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, Ἀφαιρεθήσεται ὁ φόβος αὐτῶν ἀπὸ σοῦ, καὶ ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου, καὶ καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν. | |
5 | Ἔφην ὅτι δασμοὺς ἐπέθηκε τοῖς ἐξ Ἰσραὴλ κε‐ κρατηκὼς ὁ Ἀσσύριος, καὶ σκήπτροις ἰδίοις ὑπο‐ φέρειν ἤθελε τὸν ἐκνεμηθέντα λαὸν τῷ παναγίῳ Θεῷ. Ταύτης τε ἕνεκα τῆς αἰτίας κατὰ τῶν Αἰγυπτίων ὡπλίζετο. Τί οὖν ἄρα φησί; Νενικηκὼς Αἰγυπτίους | |
10 | ἐπιθήσει πάλιν τὸν ἑαυτοῦ ζυγὸν τοῖς ἐλεύθερον ἐσχηκόσιν ἀεὶ τὸν αὐχένα, καὶ μόνην εἰδόσι τὴν ὑπὸ Θεῷ βασιλείαν; Οὐδαμῶς, φησίν. Ἀφαιρεθήσεται γὰρ κατ’ ἐκεῖνο τοῦ καιροῦ ὁ φόβος αὐτοῦ ἀπὸ σοῦ, καὶ ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου. Ἐπειδὴ γὰρ πέπτω‐ | |
15 | κεν ὁ ἀριθμοῦ κρείττων ἐκεῖνος λεὼς, καὶ ἀπόλωλεν ἐν μιᾷ νυκτὶ, δαπανῶντος ἀγγέλου, πῶς οὐκ ἐξῄρηται πᾶς φόβος; Ἢ πῶς ὁ ζυγὸς ὁ κατὰ παντὸς ὤμου, μονονουχὶ καὶ ἀπετινάχθη, καὶ πρός γε τούτῳ καὶ κατεφθάρη, τοῦτ’ ἔστιν, εἰς ἅπαν ᾤχετο; Ζητοῦντες | |
20 | ἐκεῖνο τὸ σώζεσθαι μόνον, καὶ οἴκοι δραμεῖν, καὶ οὐκ ἐπαίροντες ἔτι κατὰ τῆς Ἰουδαίας τὴν πρώτην ὀφρύν. Ἐσκέπτετο γὰρ, ὡς ἔφην, τοῖς Ἰουδαίοις αὐτὴν ὑποθεῖναι ζυγοῖς. Μεματαίωται δὲ τὰ τῆς ἐλπίδος αὐτῷ, καὶ πρὸς πᾶν τοὐναντίον τὸ προσδο‐ | |
25 | κηθὲν ἐκβέβηκεν. Ἐσώζετο γὰρ ἀγαπητῶς οὐχ ὅπλοις νενικημένος, θείοις δὲ μᾶλλον νεύμασιν καὶ ἀγγέλου χειρί· καὶ τό γε παράδοξον. Ἵνα γὰρ φαί‐ νηται πάντα εἰδὼς, καὶ τῶν πραγμάτων τὸ πέρας, κἂν εἰ μή πω γέγονεν, ἐν ὀφθαλμοῖς ἔχων ὡς Θεὸς, | |
30 | καὶ τῆς ἐκείνου φυγῆς σαφέστατόν τε καὶ ἐναργῶς ἀπαγγέλλει τὸν τρόπον, τόπους τε καὶ καταλύματα, καὶ ὅτι πλείστας ἐκδειματώσει τῆς Ἰουδαίας πόλεις, καίτοι φυγὰς ἀποδραμὼν ὁ δείλαιος. Ἥξει γὰρ, φη‐ σὶν, εἰς πόλιν Ἀγγαὶ, καὶ παρελεύσεται εἰς Μαγεδώ. | |
35 | Πόλεων δὲ καὶ κωμῶν, ἤτοι τόπων ὀνόματα ταυτί. Καὶ ἐν Μαχμᾶς θήσει τὰ σκεύη αὐτοῦ. Φασὶ γὰρ Ἑβραῖοι γεγονότα τὸν Ἀσσύριον ἐν Μαχμᾶς, ἅπα‐ σαν αὐτοῦ τὴν ἀποσκευὴν ἐκεῖ καταλεῖψαι, δεδιότα τῶν ἐξ Ἰσραὴλ τὴν ἔφοδον. ᾬετο γὰρ ὅτι δραμοῦν‐ ται διώκοντες. Εἶτά φησι· | |
40 | Καὶ παρελεύσεται φάραγγα, καὶ ἥξει εἰς Ἀγγαί. Φόβος λήψεται Ῥάμα πόλιν Σαούλ. Φεύξεται ἡ θυγάτηρ Γαλλὶμ, ἐπακούσεται ἐν Ἀναθώθ· ἐξ‐ έστη Μαδεβηνᾶ, καὶ οἱ κατοικοῦντες Γιββεΐρ. Ἔχει δέ τι τοιοῦτον ἡ τῶν Ἑβραίων παράδοσις. | |
45 | Φασὶ γὰρ ὅτι [δέκα] διασωθέντες μόνοι πρὸς αὐτὸν ὑπενόστησαν ἐκ τῶν Ἱεροσολύμων καὶ τὸ γεγονὸς ἀπηγγέλκασιν. Εἶτα σὺν ὀλίγοις κομιδῇ πρὸς τὴν ἐνεγκοῦσαν ἀνεκομίζετο, καὶ πάσας τεθορύβηκε τάς τε κώμας καὶ πόλεις, καὶ μόνην αὐτοῦ τὴν ὡς ἐν φυγῇ | |
70.301(50) | καὶ δειλίᾳ πάροδον ἀφόρητον ἐποιήσαντο. Ἔνθα δ’ ἂν ἐπαμύνῃ Θεὸς καὶ σώζειν ἐθέλῃ, ἐκεῖ τὸ λυποῦν οὐδὲν, ἀλλὰ πᾶσα μὲν ἀτονήσει τῶν πολεμούντων ἡ χεὶρ, ἀπρακτήσει δὲ ἰσχὺς καὶ πολέμων ἐμπειρία, καὶ τέχνη τῶν τακτικῶν. | |
55 | Παρακαλεῖτε σήμερον ἐν ὁδῷ τοῦ μεῖναι τῇ χειρί. Παρακαλεῖτε τὸ ὄρος τὴν θυγατέρα Σιὼν, καὶ οἱ βουνοὶ οἱ ἐν Ἱερουσαλήμ. Συνθέντες τὴν λέξιν ἐποίσομεν ἀναγκαίως τὴν τοῦ | |
νοήματος διασάφησιν. Ὦ τοίνυν βουνοὶ, φησὶ, τοῦτ’ | 301 | |
70.304 | ἔστιν, οἱ προὔχοντές τε καὶ ὑπερκείμενοι, καὶ τῶν ἄλλων οἱ ὑπερανεστηκότες ἐν τῇ Ἱερουσαλήμ. Ση‐ μαίνει δὲ διὰ τούτων ἢ προφήτας ἁγίους, ἢ καὶ αὐ‐ τὸν τὸν τῶν ἱερέων χορόν. Παρακαλεῖτε τὸ ὄρος, τοῦτ’ | |
5 | ἔστι, τὴν ἐμὴν θυγατέρα Σιών. Παρακαλεῖτε δὲ μο‐ νονουχὶ καὶ χειρὶ καταψῶντες, καὶ ἐπαφώμενοι κε‐ φαλῆς, ὥστε ἐμμεῖναι ταύτῃ τῇ ὁδῷ. Ποίᾳ δὲ ταύτῃ; Τῇ εἰς Θεὸν πεποιθήσει δηλονότι. Ἐπήγγελται μὲν γὰρ, ὅτι καὶ ἐξελεῖται, καὶ διασώσει ῥᾳδίως, καὶ κα‐ | |
10 | ταβάλλει [al. καταβαλεῖ] τὸν Ἀσσύριον, καὶ ἀπο‐ στήσει τὸν φόβον αὐτοῦ, καὶ καταφθείρῃ τὸν ζυγὸν, καὶ ἁπάσης αὐτοὺς ἀπαλλάξει πλεονεξίας. Ἀλλ’ ἔσται ταῦτα, φησὶν, ὅταν ἐμμείνωσι ταύτῃ τῇ ὁδῷ, δῆλον δὲ ὅτι τῇ εἰς Θεὸν πεποιθήσει. Διὸ δὴ παρακαλεῖτε | |
15 | σήμερον, τουτέστι, κατά γε τὸν ἐοικότα τῷ πράγματι καιρὸν, καὶ ἱδρυμένον ἐνεργάζεσθε τὸ φρόνημα αὐτῇ. Οὐ γὰρ ἔστι διαψεύδεσθαι τὴν ἀλήθειαν, οὐ ψευδο‐ επήσει Θεός. Εἰ γὰρ δὴ κατανεύσειέ τι, τοῦτο δὴ πάν‐ τως ἥξει πρὸς πέρας, ὅταν ἡμεῖς τῇ πίστει τιμῶμεν, | |
20 | καὶ γνησίῳ φρονήματι κατευφραίνωμεν τὸν διασώ‐ ζειν ἐπηγγελμένον. Κατὰ τόνδε τὸν ἴσον τρόπον καὶ ἡμᾶς αὐτοὺς παρακαλοῦσιν οἱ ἅγιοι λέγοντες, Ἀντί‐ στητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ἡμῶν, καὶ, ὅτι Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων | |
25 | αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ἔφη δὲ καὶ αὐτὸς διὰ φωνῆς τοῦ Δαβὶδ, περὶ παντὸς ἀνθρώπου πεποιθό‐ τος ἐπ’ αὐτὸν, καὶ τὴν ἐλπίδα θεμένου· «Ὅτι ἐπ’ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν. Κεκράξεται πρὸς μὲ, καὶ ἐπακούσομαι αὐτοῦ, μετ’ αὐτοῦ εἰμι ἐν θλί‐ | |
30 | ψει, καὶ ἐξελοῦμαι, καὶ δοξάσω αὐτόν.» Δοξάσει γὰρ τοὺς δοξάζοντας αὐτὸν ὁ πάντων ἡμῶν Σωτὴρ καὶ Κύριος, Ἰησοῦς Χριστὸς, δι’ οὗ, καὶ μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. | |
34t | ΒΙΒΛΙΟΝ Βʹ, ΤΟΜΟΙ Εʹ. | |
36t | ΤΟΜΟΣ Αʹ. | |
37 | Ἰδοὺ δὴ ὁ Δεσπότης Κύριος Σαβαὼθ, συντα‐ ράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται, | |
40 | καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Ἐν μὲν τῷ τετελεσμένῳ βιβλίῳ περὶ τῶν τε τῶν Ἀσσυρίων ὁ λόγος ἦν, καὶ τοῦ τὰ Περσῶν διοικοῦν‐ τος κράτη, καταστρατεύοντος μὲν τῆς Ἰουδαίας καὶ | |
45 | τῶν Ἱεροσολύμων, παθόντος δὲ ἀδοκήτως τὰ ἐκ θείας ὀργῆς. Σέσωσται γὰρ παραδόξως ὁ Ἰσραὴλ, οὐ τόξον | |
ἐντείνας, οὐ θυρεὸν ἁρπάσας, οὐχ ἱππότην, οὐ τέχνῃ | 303 | |
70.305 | ταῖς ἐκείνου φάλαγξιν ἀντεξάγων, οὐ πολέμου νόμῳ τῆς τῶν ἐναντίων κατακρατήσας χειρὸς, ἀλλ’ ἐν δυ‐ νάμει Θεοῦ καὶ χάριτι. Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου, φησὶ, καὶ ἀνεῖλεν ἐν μιᾷ νυκτὶ ἐκ τῆς παρεμβολῆς | |
5 | τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας. Οὖ δὴ γεγονότος ἐναργοῦς, οἱ μὲν ἀπολεῖσθαι προσ‐ δοκῶντες ἐχόρευον, ἀνεκόμιζόν τε τῷ διασώσαντι Θεῷ τὰς χαριστηρίους ᾠδὰς λέγοντες τό· «Ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις.» | |
10 | Καὶ πρός γε δὴ τούτοις· «Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην.» Ὁ δὲ θρασὺς, καὶ ὑπέροπτος, καὶ τὸ μέγα καὶ ἐξίτηλον ἐκεῖνο βοῶν, Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσ‐ | |
15 | σιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν, ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι, μάτην ἐφ’ ἑαυτῷ μέγα φρονήσας ἠλέγχετο. Διέδρα γὰρ μόλις, καὶ φυ‐ γὰς οἴκοι μεθίστατο τὴν Ἰουδαίαν ἀφείς. Τοιγάρτοι καὶ ἔφασκεν ὁ τῶν ὅλων Θεός· Μὴ φοβοῦ, ὁ λαός μου, | |
20 | οἱ κατοικοῦντες ἐν Σιὼν, ἀπὸ Ἀσσυρίων. Κατεγρά‐ φετο δὲ καὶ ὁ τῆς φυγῆς τρόπος, μονονουχὶ πόλεις τε καὶ κώμας κατασείοντος αὐτοῦ τῇ παρόδῳ. Καὶ πά‐ λιν· Φόβος λήψεται Ῥαμὰ πόλιν Σαούλ. Διερμηνεύον‐ τες δὲ τὰ τοιάδε, πεποιήμεθα τὴν ἀφήγησιν ἱστορι‐ | |
25 | κωτέραν μὲν, πλὴν οὐκ ἔξω τῆς ἀληθείας. Πᾶσα γάρ πως ἀνάγκη, τῇ τῶν προκειμένων ποιότητι καὶ δυνάμει κατάλληλον τὸν τῆς ἑρμηνείας ἐφαρμόζε‐ σθαι λόγον. Ἐπειδὴ δέ ἐστιν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, διὰ τῶν ἐν τάχει, καὶ ἱστορικῶς δρωμέ‐ | |
30 | νων καταδηλοῦν ἔσθ’ ὅτε τὰ μυστήρια, καὶ κεκρυμ‐ μένων ἐννοιῶν ἀναπλάττειν εἰκόνας, φαμὲν ὅτι τετυ‐ ράννηκε μὲν καθ’ ἡμῶν ὁ τῆς ἁμαρτίας εὑρετὴς, καὶ τοῖς τοῦ Σωτῆρος λαοῖς τοῖς ἡγιασμένοις, δηλονότι διὰ Πνεύματος, καὶ κεκαθαρμένοις διὰ τῆς πίστεως, | |
35 | δεινῶς ἐπεπήδα καὶ πικρῶς, καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ κατεστρατεύετο, τῶν ὑπὸ χεῖρα πνευμάτων ἐπι‐ σείων αὐτῇ τὴν ἀνοσιωτάτην φάλαγγα· καὶ τάχα που καὶ ἀναστρέψειν αὐτὴν ᾠήθη δύνασθαι, καὶ λίαν ἀμο‐ γητὶ, τὴν σεπτὴν ἀληθῶς καὶ ἁγίαν πόλιν τοῦ Θεοῦ, | |
40 | τὴν νοητὴν Ἱερουσαλὴμ, ἀλλ’ ἥλω πεφρονηκὼς τῶν ἐνδεχομένων οὐδέν. Οὐ γὰρ ἦν ἰσχύσαι, τὴν ἁγίαν αὐτὸν ἐκπολιορκῆσαι πόλιν, καὶ κατακρατῆσαι δε‐ ξιᾶς τῆς οὕτω εὐσθενεστάτης. Τίς γὰρ ἀντιστήσεται τὰ πάντα ἰσχύοντι Θεῷ; Ἀπόλωλε τοίνυν ὁμοῦ τοῖς | |
45 | οἰκείοις ὑπασπισταῖς, καὶ τῆς τῶν εὐσεβούντων ἀγέ‐ λης ἀπελέλακται, θηρὸς ἀνημέρου δίκην ἐπιπηδῶν· ἐκβέβληται δὲ τῆς καθ’ ἡμῶν τυραννίδος. Καὶ τοῦτο ἡμᾶς ὁ Σωτὴρ ἐδίδαξεν εἰπών· «Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος τούτου, νῦν ἄρχων τοῦ αἰῶνος τούτου ἐκβλη‐ | |
70.305(50) | θήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ ἐπὶ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Ἀνατροπὴ γὰρ θανάτου, καὶ διαβόλου καθαίρεσις, καὶ ἁμαρτίας ἀναίρεσις τὸ τοῦ Χριστοῦ γέγονε πάθος, ὑψουμένου μὲν ἐπὶ τοῦ σταυ‐ ροῦ, κατακομίζοντος δὲ καὶ καταῤῥιπτοῦντος εἰς γῆν | |
55 | τοῦ διαβόλου τὸ καύχημα. Ἐπὶ καιροῦ τοίνυν μετ’ | 305 |
70.308 | ἐκεῖνα καὶ νῦν ὁ τῶν ὅλων Θεὸς, τὸν περὶ τῆς κατὰ σάρκα γεννήσεως τοῦ Μονογενοῦς εἰσκομίζει λόγον, καὶ προαναφαίνει τὸ μυστήριον διὰ φωνῆς προφητῶν, ἵνα τῶν πραγμάτων εἰς πέρας ἐκβεβηκότων, ἀναμ‐ | |
5 | φίλογον δέχοιτο παρὰ πάντων τὴν πίστιν. Τί τοίνυν φησίν· «Ἰδοὺ δὴ ὁ Δεσπότης Κύριος Σαβαὼθ, συν‐ ταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος;» Εἰς καινότητα ζωῆς εὐαγγελικῆς τὸ τοῦ Χριστοῦ μυστήριον ἀνα‐ μορφοῖ τοὺς ἐπὶ τῆς γῆς, ἀνατετραμμένων δηλονότι | |
10 | τῶν ἀρχαιοτέρων ἐθῶν, καὶ τῶν ἐν σκιαῖς καὶ τύ‐ ποις, οὐκ ἐχόντων ἔτι τὸ δύνασθαι κρατεῖν. Ἀλλ’ ὁ μὲν τῆς ἀφίξεως τῆς εἰς τόνδε τὸν κόσμον αὐτῷ σκο‐ πὸς γέγονεν οὑτοσὶ, καὶ διακηρύξων ἀφῖκται, καὶ πρό γε τῶν ἄλλων τοῖς ἐξ Ἰσραὴλ, ὅτι τὰ μέχρι και‐ | |
15 | ροῦ διορθώσεως ἐπικείμενα, τουτέστιν, ὁ ἐν γράμ‐ μασι νόμος, καταίρει λοιπὸν εἰς τέλος, μεταπλαττο‐ μένης, ὡς ἔφην, εἰς τὰ ἀμείνω καὶ πνευματικὴν πολιτείαν τῆς τῶν πιστευόντων διανοίας. Καινὰ γὰρ πάντα τὰ ἐν Χριστῷ. Ἀλλὰ καίτοι καταπείθεσθαι | |
20 | δέον αὐτῷ, καὶ πρό γε τῶν ἄλλων τῆς Ἰουδαίων συν‐ αγωγῆς τοὺς προεστηκότας, καὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν οὐ μετρίως κομπάζοντας, ἐκ τῶν ἐναν‐ τίων ἀντεφέροντο νεανικῶς, ἀντέπραττον ἀφοσίως, καὶ τὸν διὰ τοῦ πανσόφου Μωσέως ἀεὶ λαλοῦντες νό‐ | |
25 | μον, ἄπρακτον ἀποφαίνειν ἤθελον τό γε ἧκον εἰς αὐ‐ τοὺς τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς τὸ μυστήριον. Ἀλλ’ ἦν ἀνέφικτον αὐτοῖς τοῦτο δρᾷν, ἀντ‐ εξάγοντες δὲ τῷ πάντων Σωτῆρι καὶ Θεῷ τὸ οἰκεῖον θέλημα, κακοὶ κακῶς διολώλασι, τοῦτο μὲν ἀλλήλοις | |
30 | ἐπιφυόμενοι, καὶ τὸν πολέμου νόμον ἐπιβουλεύοντες, τοῦτο δὲ ταῖς Ῥωμαίων περιπεσόντες χερσὶν, οἳ καὶ αὐτὸν ἐνέπρησαν τὸν ναόν. Ἰδοὺ τοίνυν ὁ Δεσπότης Κύριος Σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος. Κύριον Σαβαὼθ ὀνομάζει τὸν συνταράσσοντα, | |
35 | καταπτοῶν τοῖς δείμασι τοὺς ἀκροωμένους, ἵνα μή τις οἴηται τάχα που, καὶ ἀσθενήσειν αὐτὸν, ἢ καὶ ἀνηνύτοις ἀπειλαῖς κεχρῆσθαι μᾶλλον, καὶ οὐχὶ δὴ πάντως ἐκβησομέναις εἰς πέρας. Τί γὰρ ἀνήνυτον ἔσται τῶν ἐγχειρουμένων παρὰ Κυρίου Σαβαώθ; | |
40 | Συντριβήσεσθαι δέ φησι τοὺς ὑψηλοὺς τῇ ὕβρει. Ὑψηλοὶ γὰρ ὄντως τῇ ὕβρει γεγόνασιν, οὐ προφήτας ἁγίους ἀποκτείναντες μόνον, καὶ τοῖς κάλλιστα συμ‐ βουλεύουσιν ἀνέδην λέγοντες· «Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν,» ἀλλὰ γὰρ | |
45 | καὶ αὐτῷ τὴν γλῶτταν ἐπιθήγοντες τῷ Χριστῷ, καὶ τὸ κέρας μὲν εἰς ὕψος ἐπαίροντες, ἀδικίαν δὲ λα‐ λοῦντες κατὰ τοῦ Θεοῦ, κατὰ τὸ γεγραμμένον. Ἀλλ’ οὗτοι ταπεινωθήσονται, φησὶ, καὶ πεσοῦνται μαχαίρᾳ. Διολώλασι γὰρ, ὡς ἔφην, τοῦτο μὲν τομωτάτην ἐπι‐ | |
70.308(50) | φέροντος αὐτοῖς τὴν ὀργὴν, καὶ οἷον ὀξείᾳ μαχαίρᾳ δαπανῶντος αὐτοὺς τοῦ Θεοῦ, καὶ τῶν τῆς δικαιοσύ‐ νης ἀποκείροντος αὐχημάτων, καὶ τοῦ καθηγεῖσθαι λαῶν ἀποπέμποντος, ἤγουν καὶ καθ’ ἕτερον τρόπον, μαχαίρᾳ πεσεῖσθαί φησιν αὐτοὺς, τῇ τῶν πολεμίων | |
55 | δηλονότι, καθάπερ ἔφην ἀρτίως. Ἀλλὰ καὶ ὁ Λίβα‐ νος, φησὶ, σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Λίβανον | |
ἐν τούτοις κατά γε τὸ εἰκὸς ὀνομάζει τὸν νεὼν, | 307 | |
70.309 | ὃς καθῄρηται, καὶ ἐμπέπρησται, πέπτωκέ τε ὁμοῦ τοῖς ὑψηλὴν ἔχουσι τὴν ὀφρύν. Ὑπέροπτος γὰρ ἀλη‐ θῶς ὅ τε τῶν ἱερέων ἐσμὸς, καὶ αὐτὸς δὲ σὺν αὐτοῖς ὁ Ἰσραὴλ, τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν ἀτι‐ | |
5 | μάσας. Εὑρήσομεν δὲ καὶ αὐτὴν τὴν Ἱερουσαλὴμ Λίβανον ὠνομασμένην. Καὶ γοῦν ὁ προφήτης Ζαχα‐ ρίας ἔφη που πρὸς αὐτήν· «Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.» Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος· | |
10 | ὀλολύξατε, δρῦες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμός σου ὁ σύμφυτος. Ἐπειδὴ γὰρ ὄρει τῷ Λιβά‐ νου παρεικάζων τὴν Ἱερουσαλὴμ, οὕτως ὠνόμαζεν αὐτὴν, ἀναγκαίως τῆς τοῦ λόγου τροπῆς πιθανῶς ἐχόμενος, κέδροις καὶ δρυμῷ συμφύτῳ, τούς τε ἐν | |
15 | αὐτῇ λαοὺς, καὶ μέν τοι τοὺς ἡγουμένους ὀνομάζει χρησίμως, οἷς καὶ ὀλολύζειν διακελεύεται, διάτοι τὸ δρυμῶν δίκην ἐπιπηδᾷν αὐτοῖς τοὺς ὠλοθρευκότας. Εἰ δὲ δή τις ἕλοιτο κεκρυμμένης ἅψασθαι θεωρίας, καὶ τὴν τῶν προκειμένων ἐφαρμόσαι δύναμιν αὐτῷ τε τῷ Σατανᾷ, καὶ ταῖς ὑπ’ αὐτὸν δυνάμεσι ταῖς | |
20 | ἀλιτηρίαις, οὐδὲ οὗτος ἔξω τοῦ εἰκότος βαδιεῖται σκοποῦ. Συνετρίβη δὲ καὶ ἀπόλωλε τῶν δαιμονίων τὸ φιλο‐ κακοῦργον στῖφος, καὶ αὐτὸς δὲ σὺν αὐτοῖς ὁ δράκων ὁ ἀποστάτης, ὁ ὑψηλὸς, καὶ ὑπέροφρυς, καὶ οἷον ὄρει τῷ Λιβάνῳ παρεικασμένος. Πρὸ γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας περιφανής τις ἦν ἅπασι, καὶ ἄτοπος πανταχῆ προσκυνούμενος, καὶ τὴν τῆς θεότητος δόξαν ἁρπάσας ἐφ’ ἑαυτῷ. Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, | |
25 | καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύ‐ σεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σο‐ φίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ. | |
30 | Προεγνωκὼς ὁ προφήτης διὰ τῆς ἄνωθεν δᾳδου‐ χίας τὰ ἐσόμενα σαφῆ ποιεῖται τὴν προαγόρευσιν. Εἴρηται γὰρ μὲν ἐν ὑστέροις καιροῖς πρὸς τὸν μα‐ κάριον Δαβὶδ παρὰ τοῦ πάντων κρατοῦντος Θεοῦ· «Ἐκ καρποῦ τῆς ὀσφύος σου θήσομαι ἐπὶ τὸν θρό‐ | |
35 | νον σου.» Ἐπειδὴ δὲ ἦν ὁ πάντα εἰδὼς τοῖς ἁγίοις προφήταις τὴν τῶν ἐσομένων πρόγνωσιν ἐντιθεὶς, προαναβεβόηται καὶ τοῦτο παρ’ αὐτῶν, ἵνα παντα‐ χόθεν μαρτυρῆται τὸ μυστήριον, καὶ πιστεύηται γεγονός. Ῥάβδον τοίνυν ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἐξελεύ‐ | |
40 | σεσθαί φησιν, ἀναβήσεσθαι δὲ καὶ ἄνθος, καὶ οὐ μετά γε τὸ ταραχθῆναι τοὺς ἐνδόξους μετὰ ἰσχύος, ταπεινωθῆναι δὲ καὶ τοὺς ὑψηλοὺς, καὶ σὺν αὐτοῖς πεσεῖσθαι τὸν Λίβανον, τότε τὴν ῥάβδον ἐκ τῆς Ἰεσσαὶ ῥίζης ἀναφυῆναί φησιν. Ἀλλ’ ἐν μὲν τοῖς | |
45 | πρώτοις κεφαλαιωδέστερον ἡ τοῦ παντὸς πράγματος ἐδηλοῦτο δύναμις. Τίνα γὰρ ἔμελλε συμβήσεσθαι τοῖς ἐξ Ἰσραὴλ πεπαρῳνηκόσιν ἀνοσίως εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἐν βραχεῖ λόγῳ μεμαθή‐ καμεν· ἀναφοιτᾷ δὲ νῦν ἡ διήγησις ἐπ’ αὐτὴν ὥσπερ | |
70.309(50) | τὴν ἀνωτάτω τοῦ πράγματος ἀρχὴν, φημὶ δὴ τὴν ἐνανθρώπησιν τοῦ Μονογενοῦς, καὶ τὴν οἰκονομικῶς ἐσομένην ἐκ γυναικὸς κατὰ σάρκα γέννησιν. Ῥάβδον δὴ οὖν ὠνόμαζε τὸν ἐκ ῥίζης Ἰεσσαὶ κατὰ σάρκα Χριστόν· καὶ μὴν πρὸς τούτῳ καὶ ἄνθος, καὶ διὰ | |
55 | μὲν τῆς ῥάβδου, κατά γε τὸ εἰκὸς, τὸ βασιλικὸν ἔχων ἀξίωμα πλαγίως ὑποσημαίνεται. Σύνθημα γὰρ βα‐ | |
σιλείας ἡ ῥάβδος. Καὶ γοῦν ὁ θεσπέσιος Δαβὶδ πρὸς | 309 | |
70.312 | αὐτόν πού φησι τὸν Υἱόν· «Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.» Ῥάβδος δὲ καὶ ἑτέρως, ὡς ἂν ἔχων τὰ πάντα, καὶ εἰς τὸ εὖ εἶναι συνέχων, συνεστᾶναί τε ποιῶν τὸ | |
5 | ἠσθενηκὸς, ἤτοι τὴν ἀνθρώπου φύσιν, μονονουχὶ κατασειομένην, καὶ μεθύουσαν ὑπὸ παθῶν. Ψάλλει γοῦν ὁ μακάριος Δαβὶδ, τὸ κοινὸν ἁπάντων πρόσ‐ ωπον ἑαυτῷ περιθεὶς, «Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.» Ὑποστηρίζει γὰρ τοὺς | |
10 | δικαίους ὁ Κύριος κατὰ τὸ γεγραμμένον· ὠνόμασται δὲ διὰ φωνῆς προφητῶν βακτηρία εὐκλεὴς, ῥάβδος μεγαλοσύνης· ῥάβδος δὲ καὶ ἑτέρως, ἐπείπερ ἐστὶ ποιμὴν ἀγαθὸς, τὴν ψυχὴν ἑαυτοῦ τιθεὶς ὑπὲρ τῶν προβάτων. Εἴρηται γοῦν πρὸς αὐτὸν δι’ ἑνὸς τῶν | |
15 | ἁγίων προφητῶν· «Ποίμαινε λαόν σου ἐν ῥάβδῳ, φυλήν σου, πρόβατα κληρονομίας σου.» Εἰ δέ τῳ δοκεῖ, καὶ ἐπείπερ ἐστὶ κριτὴς, καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ταύτῃ τοι, καὶ μάλα εἰκότως ὀνομάζεσθαι ῥάβδον, νοήσει καλῶς. Εἴρηται | |
20 | γὰρ πρὸς αὐτὸν, ἐμπαροινήσαντός τε αὐτῷ τοῦ Ἰσραὴλ, καὶ ἀκρατῶς ἀπονενευκότος εἰς ἀπείθειαν· «Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, καὶ ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.» Οὕτως ἡμῖν αὐτὸν καὶ ὁ τοῦ πανσόφου Μωσέως κατασημαίνει νόμος· | |
25 | παραλαμβάνεται γὰρ εἰς τύπον Χριστοῦ καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσκεκομισμένη. Ἐξήνθησε γὰρ κάρυα, καὶ τί δὴ τὸ χρῆμα τῶν ἐν σκιαῖς ἐννοιῶν, εἰπεῖν ἀναγ‐ καῖον. Ἅπτονται μὲν γὰρ φυσιολογίας τινὲς, καὶ δὴ | |
30 | καί φησι τὴν καρυΐνην ῥάβδον, εἰ πρὸς τῇ κεφαλῇ κέοιτό τινων, ἀνυπνίας εἶναι φυσικῶς ἐμποιητικήν. Οὐκοῦν ἐπειδήπερ ἔμελλεν ὁ Χριστὸς, χάριτι μὲν Θεοῦ, καθά φησιν ὁ μακάριος Παῦλος, ὑπὲρ παντὸς γεύσασθαι θανάτου, βραχὺ δὲ ὥσπερ ἀπονυστάξας, | |
35 | καθάπερ ἐξ ὕπνου διεγερθῆναι πάλιν, ἀναβιῶναί τε θεοπρεπῶς, πεπατημένου θανάτου. Ταύτῃ τοι ῥάβδῳ καρυΐνῃ παρεικάζεται. Διὰ ταύτης τε τῆς θείας τε καὶ νοητῆς ῥάβδου τεθαυματούργηκεν ὁ Μωσῆς, τῆς ἐν Αἰγύπτῳ δουλείας ἀπαλλάττων τὸν Ἰσραήλ. | |
40 | Ῥάβδον γοῦν αὐτὴν ὠνόμαζε Θεοῦ. Γέγονε γὰρ αὐτῷ ῥάβδος δυνάμεως, κατὰ τὸ γεγραμμένον. Ὅταν τοί‐ νυν ὁ προφήτης αἰνιγματωδῶς τὸ Χριστοῦ μυστήριον ὑποφαίνων, ἐκ τῆς Ἰεσσαὶ ῥίζης τὴν ῥάβδον ἡμῖν ἀναφανῆναι λέγῃ, τότε δὴ, τότε τοῖς τῆς διανοίας | |
45 | ὄμμασιν αὐτὸν μονογενῆ τοῦ Θεοῦ Λόγου, τὸν δι’ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, σεσαρκωμένον τε καὶ ἐνανθρωπήσαντα θεωρῶν, καὶ εἰς ἑκούσιον ἑαυτὸν καθέντα κένωσιν, καὶ τὴν δι’ ἡμᾶς οἰκονομικὴν ἀνατλάντα γέννησιν, φημὶ δὴ τὴν κατὰ σάρκα καὶ | |
70.312(50) | ἐκ γυναικὸς, ὁμοῦ τῷ προφήτῃ λέγει· «Κύριε, εἰσ‐ ακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα, καὶ ἐξέστην.» Ῥάβδος δὴ οὖν ὠνόμασται διά‐ τοι τὰς ἀρτίως ἡμῖν εἰρημένας αἰτίας. Ἄνθος δὲ πάλιν· ἀνέθαλε γὰρ ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ πρὸς | |
55 | ἀφθαρσίαν, καὶ εἰς ζωὴν, καὶ εἰς καινότητα πολι‐ | |
τείας εὐαγγελικῆς· ἄνθος δὲ καὶ ἑτέρως, διὰ τὴν | 311 | |
70.313 | νοητὴν εὐοσμίαν. «Ἐγὼ γὰρ,» φησὶν, «ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων.» Γέγονε δὲ καὶ ἡμῖν ὀσμή τις ὥσπερ τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρός. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει, καί φησι· | |
5 | «Τῷ Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φα‐ νεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ, ὅτι Χριστοῦ εὐω‐ δία ἐσμὲν, τῷ Θεῷ ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, | |
10 | οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν.» Ταύτῃ τῇ ῥάβδῳ φη‐ σὶν, ἤτοι τῷ ἄνθει τῷ ἐκ τῆς ῥίζης Ἰεσσαὶ τεχθησο‐ μένῳ, κατὰ καιροὺς ἐπαναπαύσεσθαι Πνεῦμα Θεοῦ πολλὰς ἔχον τὰς ἐνεργείας. Πνεῦμα γὰρ αὐτὸ βουλῆς καὶ συνέσεως ὀνομάζει, γνώσεώς τε καὶ σοφίας, εὐ‐ | |
15 | σεβείας καὶ φόβου Θεοῦ. Φαμὲν δὲ, ὅτι τῆς προφητι‐ κῆς εὐτεχνίας τὸ κήρυγμα οὐκ ἄνθρωπον ἡμῖν ψιλὸν εἰσκομίζει τὸν Ἰησοῦν, εἶτα γεγονότα πνευματο‐ φόρον, καὶ ὡς ἐν τάξει τῇ καθ’ ἡμᾶς χαρισμάτων τῶν παρὰ Θεοῦ γεγονότα μέτοχον, ἐνανθρωπήσαντα | |
20 | δὲ μᾶλλον τὸν τοῦ Θεοῦ Λόγον καταδηλοῖ, πλήρη μὲν ὄντα παντὸς ἀγαθοῦ, τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν, οἰκειουμένου δὲ μετὰ τῆς ἀνθρωπότητος καὶ τὰ αὐ‐ τῆς. Ἴδιον γὰρ ἀνθρωπότητος, τὸ οἴκοθεν μὲν ἔχειν, καὶ ὡς ἐξ ἰδίας φύσεως τῶν ἄνωθεν χαρισμάτων | |
25 | οὐδέν· «Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες;» εἴρηται πρὸς αὐτὴν, καταπλουτεῖν δὲ μᾶλλον ἔξωθέν τε καὶ ἐπ‐ ακτῶς, παρὰ Θεοῦ δηλονότι, τὰ ὑπὲρ φύσιν ἰδίαν. Ἔδει τοίνυν καθέντα πρὸς κένωσιν ἑαυτὸν τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τὸ ἐκ τῆς κενώσεως μὴ | |
30 | παραιτεῖσθαι σμικροπρεπὲς, καὶ πλήρη κατὰ φύσιν ὄντα δέχεσθαι διὰ τὸ ἀνθρώπινον, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ’ ἡμῖν τοῖς ἐν ἐνδείᾳ παντὸς ἀγαθοῦ. Ὥστε κἂν εἰ λέγοιτό ποτε τὸ Πνεῦμα λαβεῖν, καίτοι χορηγὸς ὢν αὐτὸς τοῦ ἁγίου Πνεύματος, καὶ οὐκ ἐκ μέτρου δι‐ | |
35 | δοὺς, ἀλλ’ ὡς ἐξ ἰδίου πληρώματος διανέμων αὐτὸ τοῖς ἀξίοις, τῶν τῆς κενώσεως μέτρων νοείσθω τὸ λαβεῖν, κατευθὺ γὰρ οὕτω τῆς ἀληθείας ἥξομεν. Πλὴν ἐκεῖνο ἄθρει· «Ἀναπαύσεται γὰρ ἐπ’ αὐτὸν, φησὶ, Πνεῦμα τοῦ Θεοῦ.» Δέδοται γὰρ ἐν ἀρχαῖς τῇ τοῦ | |
40 | γένους ἡμῶν ἀπαρχῇ, τουτέστι, τῷ Ἀδὰμ, ἀλλὰ γέ‐ γονε ῥᾴθυμος περὶ τὴν τήρησιν τῆς δοθείσης αὐτῷ ἐντολῆς, κατημέλησε τῶν προστεταγμένων, κατεβιβά‐ σθη πρὸς ἁμαρτίαν, οὐχ εὗρεν ἀνάπαυσιν ἐν ἀνθρώποις τὸ πνεῦμα. «Πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθη‐ | |
45 | σαν, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός.» Εἶτα γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καίτοι τὸ εἶναι Θεὸς οὐ μεθείς. Ἐπειδὴ δὲ καίτοι γεγονὼς καθ’ ἡμᾶς, ἀνάλωτος ἦν ἁμαρτίαις, ἐπαν‐ επαύσατο τῇ ἀνθρώπου φύσει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς | |
70.313(50) | ἐν αὐτῷ καὶ πρώτῳ, καὶ ὡς ἐν ἀπαρχῇ τοῦ γένους δευτέρᾳ, ἵνα καὶ ἡμῖν ἐπαναπαύηται, καὶ μένῃ λοι‐ πὸν ταῖς τῶν πιστευόντων διανοίαις ἐμφιλοχωροῦν. Οὕτω γάρ που καὶ ὁ θεσπέσιος Ἰωάννης τεθεᾶσθαί φησιν ἐξ οὐρανοῦ καταφοιτῆσαν τὸ Πνεῦμα ἐπὶ | |
55 | Χριστόν. Ὥσπερ συγκληρονόμοι γεγόναμεν τῶν συμβεβηκότων τῷ πρωτοπλάστῳ κακῶν, οὕτως ἐσό‐ | |
μεθα μέτοχοι τῶν ὑπαρχθέντων οἰκονομικῶς τῇ | 313 | |
70.316 | δευτέρᾳ τοῦ γένους ἡμῶν ἀπαρχῇ, τουτέστι Χριστῷ. Ὅτι δὲ οὐ μερικὴν αὐτῷ τὴν χάριν εἰργάζετο, καθά‐ περ ἐν τοῖς ἁγίοις τὸ ἐπαναπαύεσθαι λεγόμενον Πνεῦμα, ἀλλ’ ἦν πλήρωμα τῆς θεότητος, τὸ ὡς ἐν | |
5 | ἰδίῳ ναῷ τῇ ἰδίᾳ σαρκὶ καταλύον, καὶ οὐκ ἀψύχῳ ποθὲν, ἐψυχωμένην δὲ μᾶλλον ψυχῇ νοερᾷ, σαφηνιεῖ λέγων ὁ προφήτης· «Ἐμπλήσει αὐτὸν πνεῦμα φό‐ βου Θεοῦ.» Ἑνὶ δὲ τῷ Πνεύματι πολυειδῆ δέδωκε τὴν ἐνέργειαν. Οὐ γάρ τοι Πνεῦμα μὲν ἄλλο τῆς | |
10 | σοφίας, ἕτερον δὲ τὸ συνέσεως, ἤτοι βουλῆς, καὶ ἰσχύος, καὶ τῶν λοιπῶν, ἀλλ’ ὥσπερ εἷς μέν ἐστιν ὁ ἐκ τοῦ Θεοῦ Πατρὸς Λόγος, ὀνομάζεται δὲ καὶ ἐν‐ έργεια πολυτρόπως· ζωὴ γάρ ἐστι, καὶ φῶς, καὶ δύναμις· οὕτω καὶ ἐπὶ τοῦ ἁγίου συνήσεις Πνεύμα‐ | |
15 | τος· ἓν γὰρ ὑπάρχων νοεῖται πολυειδῶς, ἐνεργεῖ δὲ καὶ οὕτως. Καὶ γοῦν ὁ σοφώτατος Παῦλος διαφόρων ἡμῖν χαρισμάτων ἰδέας ἀπαριθμούμενος· «Ταῦτα πάντα,» φησὶν, «ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιρεῖ ἑκάστῳ ἰδίᾳ, καθὼς βούλεται.» | |
20 | Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐξελέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύ‐ ματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ. Καὶ ἔσται δικαιο‐ | |
25 | σύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἱλημένος τὰς πλευράς. Ὅτι τεχθήσεται κατὰ καιροὺς ὁ Ἐμμανουὴλ εὖ μάλα προειρηκὼς, προσεπάγει χρησίμως, καὶ τὰ δι’ ὧν ἂν εἴη γνώριμος ὡς ἀπό γε τῆς ἐνού‐ | |
30 | σης αὐτῷ θεοπρεποῦς ἀρετῆς, καὶ τῆς ἐν ἔργοις λαμπρότητος. Ἔδει γὰρ, ἔδει προαναπείθειν ἀκρι‐ βῶς προφητικὴν ἔχοντας προαγόρευσιν, τοὺς οἴ γε τὴν ἐπ’ αὐτὸν ἔμελλον παραδέχεσθαι πίστιν, τίς δέ γε, καὶ ποῖος, καὶ διὰ ποίων ἥξει κατορθωμά‐ | |
35 | των. Ὥσπερ γὰρ εἴ τις ἕνα τῶν καθ’ ἡμᾶς, τοῖς οὐκ εἰδόσιν αὐτὸν κατασημαίνειν βεβουλημένος, ἐξ ὧν οἶδεν ὄντα λόγῳ ζωγραφεῖ, λέγει δὲ περὶ αὐτοῦ, ὡς εἴη μὲν τὴν κόμην οὐ βαθὺς, συμμέτρως δὲ ψιλὸς, καὶ χαροπὸν μὲν ὅτι τὸ ὄμμα αὐτῷ, καὶ ὑπογελῶσαν | |
40 | ἔχον τὴν βολὴν, ἰσχνὸς δὲ τὴν ῥῖνα, καὶ τὰ ἕτερα δὲ τοῦ σώματος διεξίοι μέρη, τὸν αὐτὸν, οἶμαι, τρόπον καὶ ὁ μακάριος προφήτης, ἐπείπερ ἐστὶν ὁ λόγος αὐτοῦ περὶ τοῦ δι’ ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, ταύτῃ τοι τὰ τῆς θεοπρεποῦς ὑπεροχῆς καὶ μέντοι | |
45 | ἐξουσίας ἀπαριθμεῖται σημεῖα, καὶ δὴ καί φησι περὶ αὐτοῦ· «Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει.» Θεοπρεπὲς τὸ χρῆμα, ἐοικός τε φύσει τῇ ἀνωτάτω. Τὸ γὰρ μήτε εἰς δόξαν τὴν ἐν ἀνθρώποις ὁρᾷν, ὀρθήν τε καὶ ἀδιάστροφον τὴν ἐφ’ | |
70.316(50) | ἑκάστῳ ποιεῖσθαι κρίσιν καὶ ἀμώμητον παντελῶς, πῶς οὐκ ἂν πρέποι τῇ τῶν ὅλων βασιλίδι φύσει; Οὐ γὰρ οἶδεν ὁρᾷν εἰς πρόσωπον, οὔτε μὴν τὸν ταῖς ἐκ πλούτων περιβολαῖς, οὔτε μὴν ἀξιώμασιν ἐξωραϊ‐ σμένον ἀξιοῖ τιμῆς ἢ λόγου, πλεονεκτεῖν ἐθέλοντά | |
55 | τινας, κατακρίνει δὲ πάντως, καὶ ἐπάρατον ἀποφαί‐ νει τὸν τῆς ἀνομίας ἐργάτην. Οὐκ ἐλέγξει δὲ κατὰ | |
τὴν λαλιάν· καὶ τίνα τρόπον χρὴ ἐννοεῖσθαι, καὶ | 315 | |
70.317 | τοῦτο διειπεῖν ἀναγκαῖον. Πλεῖστοι μὲν γὰρ ὅσοι τῶν καθ’ ἡμᾶς τοὺς ἐπαινεῖν ἐθέλοντας ἀξιοῦσι τιμῆς, καὶ εἰ μή τινες εἶεν ἀγαθοὶ τοὺς τρόπους, μισθὸν δὲ ὥσπερ τῆς κολακείας αὐτοῖς ἀπονέμουσι τὸ καὶ θε‐ | |
5 | ραπεύειν ἔσθ’ ὅτε, καὶ τοὺς ὑπ’ αὐτοὺς ἐλέγχους συστέλλουσιν. Ἀλλ’ οὐ τοῦτο δεδρακότα κατίδοι τις ἂν τὸν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστόν. Τοιγάρτοι καὶ τοὺς χρηστοεπεῖν ᾑρημένους, οὐ μὴν ἔτι καὶ ἀγαθοὺς ὄντας κατὰ ἀλήθειαν, ἀποτόμοις | |
10 | ἐλέγχοις μεθίστη πολλάκις ἐπί γε τὸ βιοῦν ἑλέσθαι σωφρονέστερον. Προσῄεσαν μὲν γάρ ποτε τῶν καλου‐ μένων Ἡρωδιανῶν τινες, πράκτορες δὲ οὗτοι τε‐ λωνῶν, εἶτα δόλον αὐτῷ πικρὸν ἀρτίοντες, ἔφασκον· «Διδάσκαλε, οἴδαμεν ὅτι τὴν ὁδὸν τοῦ Θεοῦ ἐν | |
15 | ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός. Οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. Ἔξεστι δοῦ‐ ναι φόρους Καίσαρι, ἢ οὔ; Αὐτὸς δὲ πρὸς ταῦτα, Τί με πειράζετε, ὑποκριταί; ἐπιδείξατέ μοι τὸ νόμι‐ σμα τοῦ κήνσου.» Ἄθρει δὴ οὖν ὅπως διελέγχει | |
20 | κολακεύοντας, καὶ χρηστολογοῦντας ἀποσείεται. Δι‐ ήλεγξε δὲ, καὶ οὐ κατά γε τὴν λαλιὰν αὐτῶν· οἱ μὲν γὰρ προσεδόκων ἐπαινεθήσεσθαι, τάχα που κατει‐ ρωνευόμενοι μὲν, πλὴν εὐφυᾶ καὶ στωμυλεστάτην ἐπιτηδεύοντες τὴν κομψολογίαν, ὁ δὲ ἀδοκήτως | |
25 | πειράζοντας καὶ ὑποκριτὰς ἐκάλει. Οὐκοῦν οὐ κατὰ τὴν δόξαν κρινεῖ, τουτέστιν, οὐ προσωπολήπτης ἔσται δικαστὴς, οὔτε μὴν ἐλέγξει κατὰ τὴν λαλιάν. Οὐ γὰρ ἀνέξεται, φησὶ, τῶν ἀνόσια μὲν φρονεῖν ᾑρημένων, προσωπεῖον δὲ ὥσπερ ἀπάτης καὶ δόλου περιτιθέν‐ | |
30 | των ἑαυτοῖς τὴν κομψολογίαν. Τοῦτό τοί φησιν ἐναρ‐ γῶς· «Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύ‐ σεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Καὶ πάλιν· «Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνη τῇ ἡμέρᾳ, | |
35 | τῇ τῆς κρίσεως δηλονότι· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; Ἀλλὰ τότε, φησὶν, ἐρῶ αὐτοῖς· Ἀμὴν, λέγω ὑμῖν, οὐδέποτε ἔγνων ὑμᾶς.» Τί δὲ δὴ ἄρα πρὸς τούτοις ὁ ἀπροσωπόληπτος ἐργάζεται δικαστής; | |
40 | Κρινεῖ ταπεινῷ κρίσιν, τουτέστιν, οὐ περιόψεταί τινα τῶν ταπεινῶν, ἀλλ’ ὀρθὴν καὶ ἀμώμητον ἐπ’ αὐτῷ τὴν κρίσιν ἐξοίσει. Ἐξελέγξει δὲ ὁμοίως τοὺς ταπεινοὺς τῆς γῆς· ὥσπερ γὰρ οὐ τὸ τοῦ πλουσίου πλεονεκτεῖν ἐθέλοντος ἐρυθριάσει πρόσωπον, ἀλλὰ δικαίαν ἐπὶ | |
45 | τῷ ταπεινῷ ποιήσεται κρίσιν· οὕτω κἂν εἴ τις, φησὶ, τῶν ἐν ὑφέσει καὶ σμικροπρεπείᾳ τῇ κατὰ τὸν βίον, ἔξω τῶν θείων φέροιτο νόμων, καὶ τοῖς τῆς ἀδικίας ἐγκλήμασιν ἑαυτὸν ἀνιεὶς ἁλίσκοιτο, φησὶν, ἐλεγχθήσεται καὶ οὗτος. Γέγραπται γὰρ, ὅτι | |
70.317(50) | «Πένητα οὐκ ἐλεήσεις ἐν κρίσει.» Ὥσπερ γὰρ τὸν ἐν πλούτῳ, καὶ ὑπεροχῇ, καὶ μέντοι καὶ δυναστείαις οὐκ ἀπαλλάξει τῶν αἰτιαμάτων τὸ περιφανὲς, εἰ ἐπί τισι τῶν ἐκτόπων καταγινώσκοιτο, οὕτως οὐκ ἐλευ‐ θερώσει τοῦ εἶναι πονηρὸν τὸ ἐν ὑφέσει καὶ ταπει‐ | |
55 | νότητι σμικροπρεπὲς, οὔτε μὴν ἀπαλλάξει τοῦ κολά‐ ζεσθαι δεῖν τὸν τῇ πτωχείᾳ κατηχθισμένον, καὶ τὸν | |
ἀπευκτὸν καὶ τρισάθλιον ἀμείβοντα βίον. Προσεπ‐ | 317 | |
70.320 | άγει δὲ τούτοις καὶ ἕτερά τινα τῶν ὅτι μάλιστα θεοπρεπεστάτων ἀξιωμάτων, ἂ καὶ προσεῖναί φησι τῷ πάντων Σωτῆρι Χριστῷ, ὅτι μὴ ψιλὸς ἄνθρωπος καθ’ ἡμᾶς, ἀλλ’ ἦν, ὡς ἔφην, σαρκωθεὶς καὶ | |
5 | ἐνανθρωπήσας ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος. Τί τοίνυν ἐργάσεται; φησίν. Πατάξει γῆν τῷ λόγῳ τοῦ στόμα‐ τος αὐτοῦ. Καὶ ποίαν ἄρα γῆν; Μάλιστα μὲν ἣν ἂν καταράσαιτο. Ἀληθὲς δ’ ἂν εἴη καὶ ἐπὶ πάσης τὸ εἰρημένον. Κατηράσατο γὰρ σύμπασαν γῆν, ἤτοι | |
10 | τὴν ἀνθρώπου φύσιν, εἰπὼν ἐν Ἀδάμ· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Κατηράσατο γὰρ οὐδὲν ἧττον κόσμον ἀσεβῶν ὕδατι καταπνίξας. Κατηράσατο δὲ πρὸς τούτοις τὴν Ἰουδαίαν, ἐμπαροινησάντων αὐ‐ τῷ τῶν οἰκούντων αὐτήν. Ἔφη γάρ· «Ἱερουσα‐ | |
15 | λὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπι‐ συνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.» | |
20 | Ἐν γὰρ τῷ, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν, τὸ τῆς ἐγ‐ καταλείψεως τῆς ἐπ’ αὐτῇ γενομένης διαφαίνεται πάθος. Ἐγκαταλειφθεῖσα δὲ παρ’ αὐτοῦ δεδαπάνη‐ ται καὶ πολέμῳ καὶ πυρὶ, καὶ ταῖς τῶν ἀνῃρηκότων χερσίν. Ἕτερον δὲ πρὸς τούτῳ σημεῖον, καὶ τῆς | |
25 | ἀνωτάτω δυνάμεως ἀποτέλεσμα, τὸ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖν ἀσεβῆ. Ἐπετίμα γὰρ τοῖς ἀκαθάρ‐ τοις πνεύμασι, καὶ ὅσον μὲν ἧκεν εἴς γε τὸ ἀνθρώ‐ πινον, ἡ διὰ στόματος καὶ χειλέων ἀπεκτυπεῖτο φωνὴ, τῇ δὲ ἀῤῥήτῳ δυνάμει τοῦ πνεύματος ἡ τῶν | |
30 | δαιμονίων πληθὺς συνεθραύετο. Ἔσται δὲ, φησὶ, καὶ δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημένος τὰς πλευράς. Ὅμοιον γὰρ ὡς εἰ λέγοι, Δύναμις αὐτῷ, καὶ ἀξίωμα τῶν μὲν ἐν κόσμῳ τὸ σύμπαν οὐδὲν, δόξα δὲ μᾶλλον ἡ θεοπρεπὴς, καὶ οἷον | |
35 | ἐζῶσθαι δικαιοσύνῃ καὶ ἀληθείᾳ. Ζώνη δὲ σημεῖον ἀρχῆς, καὶ τὸ εἱλῆσθαι λέγειν αὐτὸν τὰς πλευρὰς, ἕτερον οὐδὲν εἴη ἂν ἢ αὐτὸ δὴ τοῦτο κατασημαίνον‐ τος, ὅτι καθάπερ τινὰ ζωστῆρα περικείσεται τὴν δικαιοσύνην, καὶ πρὸς αὐτῇ τὴν ἀλήθειαν. Εἰκὸς δὲ | |
40 | δὴ ὅτι καὶ δικαιοσύνην καὶ ἀλήθειαν τὸ νέον τε καὶ εὐαγγελικὸν ἀπεκάλεσε κήρυγμα, κατά τε τὸ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς πρὸς αὐτὸν εἰρημένον· «Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα· καὶ ὁ νόμος σου ἀλήθεια.» Δικαιοσύνης μὲν γὰρ διδάσκα‐ | |
45 | λος καὶ ὁ νόμος ἦν, ἀλλ’ οὐ μεμένηκεν εἰς τὸν αἰῶνα, τῆς κρείττονος καὶ τελεωτέρας εἰσκεκομισμένης, δῆλον δὲ ὅτι τῆς διὰ Χριστοῦ. Ἦν δὲ καὶ ὁ πάλαι νόμος οὐκ ἀλήθεια μᾶλλον, ἀλλὰ τύπος καὶ σκιά· Χριστὸς δὲ καὶ τὰ αὐτοῦ καθαρῶς ἡ ἀλήθεια. Τοιγάρτοι καὶ ἔφασκεν· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον, | |
70.320(50) | καὶ ταῦρος, καὶ λέων ἅμα βοσκηθήσονται, καὶ παιδίον μικρὸν ἄξει αὐτούς. Καὶ βοῦς καὶ ἄρκος ἅμα βοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται· καὶ λέων καὶ βοῦς ἅμα φάγονται ἄχυρα, παὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ | |
55 | ἐπὶ κοίτην ἐγγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ· καὶ οὐ μὴ κακοποιήσωσιν, οὐδ’ οὐ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου· ὅτι | |
ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ καλύψαι θάλασσαν. | 319 | |
70.321 | Πρὸς τοῖς ἤδη προειρημένοις, μέγα καὶ ἐξαίρετον καὶ τοῦτο σημεῖον, καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπι‐ δημίας οὐκ ἀθαύμαστον ἀποτέλεσμα δοίη τις ἂν εἶναι, καὶ μάλα εἰκότως. Πρὶν μὲν γὰρ γενέσθαι καθ’ | |
5 | ἡμᾶς ἄνθρωπον τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον· πρὶν ἐπιλαβέσθαι σπέρματος Ἀβραὰμ, ὁμοιωθῆναί τε κατὰ πάντα τοῖς ἀδελφοῖς, καθὰ γέγραπται, σύμπαν τὸ ἐπὶ γῆς γένος, φημὶ δὴ τὸ ἀνθρώπινον, εἰς ἔθνη διῄρητο δύο, εἴς τε τῶν Ἰουδαίων, καὶ τῶν τῇ κτί‐ | |
10 | σει λελατρευκότων παρὰ τὸν κτίσαντα. Καὶ γνωστὸς μὲν ἦν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός· πολὺς δὲ καὶ ἄπλετος εἰδώλων ἐσμὸς παρὰ τῶν ἑτέρων ἐθρησκεύετο· καὶ τὸ ἑκάστῳ δοκοῦν τῇ τοῦ Θεοῦ δόξῃ τετίμητο· «Πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ οὐκ | |
15 | ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός.» Ἀλλ’ Ἰουδαῖοι μὲν διὰ τῆς τοῦ νόμου παιδαγωγίας, οἱονεί πως ἐξημερούμενοι καὶ τοῖς τῆς δικαιοσύνης τρόποις τιθασσευόμενοι, βίον τετιμήκασιν ἀνθρωποπρεπῆ· οἵ γε μὴν ἕτεροι, τοῦτ’ ἔστιν, οἱ τοῖς ἀψύχοις εἰδώ‐ | |
20 | λοις λατρεύοντες, τὸν ἰθυντῆρα νόμον οὐκ ἔχοντες δεινοί τε ἦσαν τὰς γνώμας, ἄγριοί τε καὶ ἁρπακτι‐ κοὶ ἕτοιμοι πρὸς πλεονεξίας, ὁρμητίαι πρὸς ἡδονὰς καὶ τὰς ἄγαν ἐκτόπους, καὶ πρὸς πᾶν τῶν αἰσχί‐ στων ὁτιοῦν προαλέστατοι· ὧν ὁ μέν τις ἦν λύκῳ | |
25 | προσεοικὼς, ὁ δὲ παρδάλεσι παραπλήσιος, διά τε τὸ πλείσταις ὅσαις καὶ πολυειδέσι παθῶν διαφοραῖς μο‐ νονουχὶ κατεστίχθαι τὰς φρένας· ὁ δὲ ἐπί τοι τὴν γνώ‐ μην ἄσχετος ἦν, τὴν καθ’ ὧν ἕλοιτο πλεονεξίαν ἀμογητὶ κατορθῶν, τοῖς λέουσιν εἰκασμένος διετέλει κατὰ τὸν | |
30 | βίον. Ἀλλὰ τοῖς οὕτως ἀγρίοις ἤθεσί τε καὶ τρόποις ἐντεθραμμένοι, Χριστοῦ μεταπλάττοντος εἰς ἡμε‐ ρωτάτην τε καὶ ἁγίαν ζωὴν, κατέληξαν μὲν τῆς ἐνούσης αὐτοῖς ὠμότητος· τετιμήκασι δὲ καὶ αὐτοὶ τὸν ἀνθρώποις πρέποντα βίον τὸν ἐν πραότητι δηλον‐ | |
35 | ότι. Πεπιστεύκασι γὰρ λέγοντι τῷ Χριστῷ· «Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Ὁμοῦ τοιγαροῦν τῇ πίστει κεκερδήκασι καὶ τῆς ἀρχαίας ὠμότητος τὴν | |
40 | ἀπεμπολὴν, καὶ τὸ εἶναι χρηστοί τε καὶ πρᾶοι, καὶ τὸ τοῖς ἁγίοις ἀναμὶξ πολιτεύεσθαι. Κεχρηματίκασι γὰρ καὶ αὐτοὶ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ· τοῦτο οἶμαι πολυτρόπως ἡμῖν τὸν προφητικὸν ἐν τούτοις ὑπαινίττεσθαι λόγον. Συμβοσκηθήσεται | |
45 | γὰρ, φησὶ, λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συνανα‐ παύσεται ἐρίφῳ, τοῦτ’ ἔστι, διὰ Χριστοῦ συναφθήσον‐ ται τὰ ἄγρια τοῖς ἡμέροις, τὰ κατ’ οὐδένα τρόπον ἱερὰ τοῖς ἱεροῖς καὶ ἁγίοις. Ὅσον γὰρ ἧκεν εἰς τὸ πεπαιδεῦσθαι νόμῳ τὸν Ἰσραὴλ καὶ τοὺς τῆς ἐπιει‐ | |
70.321(50) | κείας εἰδέναι τρόπους, ἥμερός τε καὶ πρᾶος ἦν, ὁμοῦ τε καὶ ἱερὸς, καὶ οἷον προβάτῳ καὶ αἰγὶ παραπλή‐ σιος· ἱερὰ δὲ ἄμφω καὶ καθαρὰ τὰ ζῶα, καὶ πρός γε τούτῳ τὸ τιθασσὸν παρ’ αὐτῆς λαχόντα τῆς φύσεως. Λύκος δὲ καὶ πάρδαλις, καὶ μέντοι καὶ λέων, ἄγριά | |
55 | τε φυσικῶς, ἀσύμβατά τε τοῖς ἄλλοις· ἀλλ’ ἐν Χριστῷ καὶ τοῦτο κατώρθωται. Συνηνέχθησαν γὰρ ἀλλήλοις, | |
Ἰουδαῖοί τε καὶ Ἕλληνες, κοινὴν ὥσπερ ποιούμενοι | 321 | |
70.324 | τροφὴν, τὸ εὐαγγελικόν τε καὶ ἀποστολικὸν δηλονότι κήρυγμα, καὶ ὑφ’ ἑνὶ γεγονότες τῷ πάντων ἀρχιποι‐ μένει, τῷ κατανέμειν εἰδότι, καθά φησιν ὁ προφήτης, ἐν νομῇ ἀγαθῇ, καὶ ἐν τόπῳ πίονι. Ἀλλὰ καὶ μοσχά‐ | |
5 | ριον, φησὶ, καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται. Ἔοικε δὲ μοσχάριον ἀποκαλεῖν, τὸν ἀρτιφυᾶ καὶ νέον τῶν πιστευσάντων λαὸν, τοῦτ’ ἔστι, τὸν ἐν Χριστῷ νηπιάζοντα· ταῦρον δὲ τάχα που τὸν Ἰσραὴλ ὡς πρεσβυγενῆ. Νεογνοῦ γὰρ μόσχου πρωτερεύει ταῦ‐ | |
10 | ρος κατὰ τὸν χρόνον. Ἤγουν διὰ μόσχου καταδηλοῖ τὸν ὡς ἐν γνώσει τε καὶ κατὰ ἀρετὴν ὑπερκείμενον. Ὁποῖόν ἐστι τὸ εὐλογηθήσεσθαι λέγειν παρὰ Κυρίου τοὺς σμικροὺς μετὰ τῶν μεγάλων, καὶ πρεσβύτας μετὰ τῶν νεωτέρων, κατὰ τὴν τοῦ ψάλλοντος φω‐ | |
15 | νήν. Οἶδεν δὲ καὶ ὁ σοφώτατος Ἰωάννης νοῦ καὶ ψυ‐ χῆς ἡλικίαν τοιαύτην. Γράφει γοῦν καὶ πατράσι καὶ παιδίοις, καὶ πρός γε τούτῳ καὶ νεανίσκοις, τὸ, οἶμαι, τῆς ἑκάστου διανοίας τὸ μέτρον, ἤτοι συνέσεως καὶ θεογνωσίας, ταῖς τῶν σωμάτων ἡλικίαις ἀφομοιῶν. | |
20 | Βοσκηθήσονται τοίνυν, φησὶν, ἅμα καὶ κατὰ ταὐτὸν, μοσχάριον καὶ ταῦρος, καὶ λέων. Ἀναπλέκει δὲ πάλιν χρησίμως μοσχαρίῳ τε καὶ ταύρῳ τὸν λέοντα, ἵνα πάλιν αἰνιγματωδῶς ἐννοῇς τοὺς ἐν πίστει δεδι‐ καιωμένους, καὶ ὑπὸ σκῆπτρα γεγονότας τοῦ πάν‐ | |
25 | των ἡμῶν Σωτῆρος Χριστοῦ οὐκ ἐκ μόνων εἶναι κα‐ θαρῶν τε καὶ ἱερῶν, ἤγουν ἐξ ἡμέρων τε καὶ πράων, τοῦτ’ ἔστι, τῶν διὰ τοῦ νόμου τετιθασσευμένων, ἀλλὰ γὰρ καὶ ἐκ τῶν ἀγρίων, δῆλον δὲ ὅτι τῶν ἐθνῶν, συνείροντος εἰς ὁμοψυχίαν αὐτοὺς τοῦ πάντων ἡμῶν | |
30 | Σωτῆρος Χριστοῦ, παραπέμποντός τε τὸ ἐντεῦθεν ἀγαθὸν καὶ εἰς παίδων παῖδας, ἤτοι τοὺς ἐξ αὐτῶν. Ἐκτείνεται γὰρ εἰς δεῦρο καὶ παρ’ ἡμῖν ἡ εἰρήνη Χριστοῦ, καὶ τὸ ἐκ τῆς ὁμοψυχίας τε ὁμοῦ καὶ ὁμο‐ πιστίας ἀγαθόν. Τοῦτο γὰρ, οἶμαι, δηλοῖ προστιθεὶς, | |
35 | ὅτι ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων καὶ βοῦς ἅμα φάγονται ἄχυρα, φησίν. Ἐπιτήρησον ὅτι οὐ τὸ ἥμερον εἰς τὴν τοῖς ἀγρίοις κατειθισμένην με‐ ταφοίτησιν ἔφη τροφὴν, ἀλλ’ εἰς τὴν τοῦ ἡμέρου τὸ ἄγριον· σαρκοβόρα μὲν γὰρ ὁμολογουμένως ἄρκτος | |
40 | καὶ λέων, βοῦς δὲ καὶ μόσχος, ἤγουν ἔριφος οὐκέτι· ποηφαγῆ δὲ μᾶλλον τὰ τοιάδε τῶν ζώων. Ἀλλὰ τῶν ἐν ἔθει, φησὶν, τὸ ἄγριον ἀποστήσεται. Μεταχωρήσει δὲ μᾶλλον ἐπὶ τὴν τῶν ἡμέρων τροφὴν, ἀχυροφαγή‐ σει γὰρ καὶ αὐτά. Καὶ τύπος ἂν εἴη διδαγμάτων ἡ | |
45 | τροφή. Ἔστι τοίνυν ἐννοεῖν, ὅτι πρὸ μὲν τῆς πίστεως τῆς εἰς Χριστὸν τὰ ἕθνη πονηροὺς μὲν ἐσχήκασι δι‐ δασκάλους, θηριοπρεπὲς αὐτοῖς παρατιθέντας τὸ μάθημα, καὶ τὰ φθορᾶς τε καὶ ἀπωλείας ἔργα τιμᾷν ἀναπείθοντας. Ἐπειδὴ δὲ κέκληνται πρὸς ἐπίγνωσιν | |
70.324(50) | τοῦ κατ’ ἀλήθειαν ὄντος Θεοῦ, ὁμοῦ τῇ ἀρχαίᾳ πλάνῃ καὶ τῶν συντρόφων αὐτοῖς ἀπηλλάττοντο μαθημάτων, τὴν εὐανθῆ τε καὶ εὐδιάθρυπτον τῶν εὐαγγελικῶν παιδευμάτων ὁμοῦ τοῖς ἐξ Ἰσραὴλ τιμῶντες τροφήν. Ἀλλὰ καὶ παιδίον, φησὶ, μικρὸν ἄξει αὐτοὺς, τοῦτ’ | |
55 | ἔστιν, ὑπὸ διδασκάλοις ἔσονται παιδαγωγοῖς οὐ πι‐ κρόν τε καὶ φιλοκάλουργον ἔχουσι νοῦν, ἁπλοῖς δὲ μᾶλλον καὶ νηπιάζουσι μὲν ἐν κακίᾳ, σοφοῖς δὲ τὰς | |
φρένας. Τοιοῦτοι δὲ πάντες οἱ ἐν Χριστῷ τὸν θεῖον | 323 | |
70.325 | ἔχοντες θησαυρὸν ἐν ὀστρακίνοις σκεύεσιν, καὶ δυσ‐ τροπίας μὲν καὶ φαυλότητος ἐλευθέραν ἔχοντες τὴν καρδίαν, ἀρτιγενῶν τε παιδίων κατ’ οὐδὲν ἀποδέον‐ τες. Τοὺς γὰρ τοιούτους καὶ αὐτὸς ὁ Σωτὴρ ἀξίους | |
5 | εἶναί φησι τῆς βασιλείας τῶν οὐρανῶν· «Ἀφίετε» γὰρ, φησὶ, «τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἔρχε‐ σθαι πρὸς μέ· τῶν γὰρ τούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.» Ὅτι δὲ καὶ ἐπὶ πλείστην ἔχοιεν τὴν ἀκακίαν εἰς νοῦν, ἀχείρωτοί τε καὶ ἄληπτοι, καὶ | |
10 | ἁπάντων ἔσονται δειμάτων ἀμείνους, ὑπεμφαίνει λέ‐ γων· «Καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων, καὶ ἐπὶ κοίτην ἐγγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ, καὶ οὐ μὴ κακοποιήσωσιν, οὐδ’ οὐ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου.» Τρώγλας δὲ οἶμαι | |
15 | καὶ κοίτας ἀσπίδων, ἢ τὰ πονηρὰ τῶν δαιμονίων ὀνομάζει στίφη, ἤγουν τὰς τῶν ἀνοσίων αἱρετικῶν οἷον οἰκίας τε καὶ καταδύσεις· ἵνα μὴ λέγωμεν ἐκ‐ κλησίας· αἷς τὴν χεῖρα πλειστάκις ἐπιφέροντες οἱ ἐν Χριστῷ νηπιάζοντες περιγίνονται ῥᾳδίως, κατ’ | |
20 | οὐδένα τρόπον ἀδικούμενοι· Χριστὸς γάρ ἐστιν ὁ ἐπαμύνων αὐτοῖς, καὶ τῆς ἐκείνων σκαιότητος ἀφανί‐ ζων τὰ δήγματα, ἄπρακτόν τε τὸν ἰὸν ἀποφαίνων. Οὐ γὰρ μὴ δύνωνται, φησὶν, ἀπολέσαι τινὰ ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. Ἅγιον δὲ ὄρος φησὶ τὴν Ἐκκλη‐ | |
25 | σίαν, διὰ τὸ ὑψοῦ τεθεῖσθαι τό γε ἧκον εἰς δόξαν, καὶ τῶν ἐν αὐτῇ δογμάτων τὸ ἐπῃρμένον. Χθαμαλὸν γὰρ οὐδὲν ἐν ἡμῖν. Οὐ γὰρ ἴσως τῇ κτίσει τῷ Κτίστῃ τὸ σέβας ἀνάπτειν ἠθίσμεθα παρὰ τὸν Κτίστην καὶ Ποιητήν· οὔτε μὴν τὸν τῶν ὅλων δημιουργὸν Θεὸν | |
30 | Λόγον τῆς αὐτῷ πρεπούσης καταβιβάζομεν δόξης, συναριθμοῦντες αὐτὸν τοῖς κτίσμασιν. Ἐμπεπλῆσθαί τέ φησι τὴν σύμπασαν τοῦ γνῶναι τὸν Κύριον, οὕτω τε εἶναι πλήρη τῆς εἰς αὐτὸν εὐσεβείας, καθάπερ ἀμέλει καὶ ἡ πλατεῖά τε καὶ εὐρύχωρος θάλασσα μεστὴ τῶν ἰδίων ὑδάτων ἐστίν. Ἴδοι δ’ ἄν τις καὶ τοῦτο ἀληθές. Ποῦ γὰρ ὅλως ἢ παρὰ τίσιν οὐκ ὀνομά‐ ζεται Χριστός; ἢ ποῖον ἀνθρώπων γένος οὐχ ὑποπέπτωκεν; Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα | |
35 | ἐξομολογήσεται αὐτῷ κατὰ τὸ γεγραμμένον, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἐλπιοῦσιν, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. | |
40 | Ἀναλάμπει κατὰ βραχὺ τῶν ἀμυδρῶς εἰρημένων ἡ θεωρία, καὶ ἅπερ ἔφη δι’ αἰνιγμάτων, ταῦτα τοῖς φιλακροάμοσιν εὖ μάλα διατρανοῖ. Τίνα γὰρ τρόπον βοσκηθήσεται μὲν ὁ λύκος μετὰ ἀρνὸς, συναναπαύ‐ σεται δὲ ἐρίφῳ πάρδαλις, καὶ μοσχάριον, καὶ βοῦς, | |
45 | καὶ λέων ἅμα φάγονται ἄχυρα, πότε δὲ ὅλως ἔσται ταυτὶ, καὶ τίνες οἱ ποτὲ μὲν ὠμοὶ καὶ ἀπηνεῖς, ἐσό‐ μενοι δὲ μετὰ τοῦτο τιθασσοί τε καὶ πρᾶοι, ἔσονται δὲ ὅπως ἀναμὶξ τοῖς ἡμέροις τε καὶ ἱεροῖς ὑφ’ ἑνὶ τῷ πάντων ἀρχιποιμένι νεμηθησόμενοι, καταλευκαίνει | |
70.325(50) | λέγων· Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί. Ἔσται δὲ τί καὶ ἐπὶ τίσιν; Ὥστε κατάρξαι, φησὶ, τῶν ἐθνῶν, γε‐ νέσθαι δὲ καὶ εἰς ἐλπίδα τοῖς οὐκ ἔχουσιν ἐλπίδα, αὐτοῖς δὲ δηλονότι τοῖς ἔθνεσιν, οἷς καὶ ὁ σοφώτατος Παῦλος ἐπιστέλλει λέγων· «Διὸ μνημονεύετε ὑμεῖς | |
55 | τὰ ἔθνη, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης ἐν σαρκὶ περιτομῆς χειροποιήτου, ὅτι ἦτε ἐν τῷ | |
καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τοῦ | 325 | |
70.328 | Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν, τῆς ἐπαγγελίας ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ. Νυνὶ δὲ οἱ ποτὲ ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.» Ἀλλ’ εἰ καὶ ἦσαν ἐλπίδος δίχα, καὶ | |
5 | Θεὸν οὐκ ἔχοντα κατὰ τὸν κόσμον· προσκεκυνήκασι γὰρ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν· ἀλλ’ οὖν κεκλη‐ μένα διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ ὑπ’ αὐτῷ τέθεινται, καὶ Θεὸν ἐσχήκασι τὸν φύσει καὶ ἀληθῶς, καὶ τῆς τῶν ἁγίων ἐλπίδος γεγόνασι | |
10 | κοινωνοί. Ἔσται δὲ, φησὶν, ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Διχῆ νοήσεις τὸ εἰρημένον. Εἰ μὲν γάρ τις ἕλοιτο τὴν ἀνάπαυσιν ἐν τούτοις ὑποδηλοῦν τὸν ἐν σαρκὶ θάνατον τοῦ Χριστοῦ, ὃν δι’ ἡμᾶς ὑπέμεινεν ἑκὼν, οὐχ ὡς θάνατον ὑπομένων, ζωὴ γὰρ ἦν κατὰ φύσιν, | |
15 | ἀλλ’ οἷον ἠρεμῆσαι βραχὺ τὴν σάρκα ποιῶν· τιμὴ τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. Δεδόξασται γὰρ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, τὴν ὑπέρ γε τοῦ κόσμου σφαγὴν ὑπομείνας, καὶ ὑπὲρ τῆς ἁπάντων ζωῆς ἐθελοντὴς ἀνατλὰς τὸν θάνατον. Καὶ | |
20 | γοῦν ἔφασκε πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα, μέλλων ἐπὶ τὸν τίμιον ἰέναι σταυρόν· «Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.» Καὶ πάλιν· «Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδο‐ ξάσθη ἐν αὐτῷ.» Ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν τῶν | |
25 | σταυρωσάντων ἀπόνοιαν, καὶ τὸ ἀνόσιόν τε καὶ ἀπ‐ αχθὲς ἐγχείρημα, μῶμος ἦν αὐτῷ καὶ ἀδοξία τὸ πά‐ θος. ᾬοντο γὰρ ἴσως καὶ οὐχ ἑκόντα παθεῖν. Ἐπειδὴ δὲ ἀνεβίω σκυλεύσας τὸν ᾅδην, καὶ ὅτι θανάτου κρείτ‐ των ἐστὶν δι’ αὐτοῦ τοῦ πράγματος ἀποφήνας, εἰς | |
30 | τιμὴν αὐτῷ καὶ δόξαν ἐκτελευτῶσαν εὑρήσομεν τὴν τοῦ πράγματος ἔκβασιν. Ἔσται τοίνυν, φησὶ, κατὰ τοῦτον τὸν τρόπον ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Εἰ δὲ δὴ καὶ ἑτέρως τοῖς θεωρήμασι προσβαλεῖν βούλοιτό τις, ἐκδέξεται τοιῶσδε τῶν εἰρημένων τὴν δύναμιν. | |
35 | Οὐ γὰρ εἰς ἐλπίδα μόνην ἔσται τοῖς ἔθνεσιν ὁ Χρι‐ στὸς, ἀναδειχθήσεται δὲ κατὰ καιροὺς, ἤγουν ἀνα‐ στήσεται οὐ πρὸς τὸ κατάρξαι μόνον αὐτῶν, ἀλλὰ γὰρ εἰς τιμὴν καὶ δόξαν αὐτοῖς χαριεῖται τὴν ἐν αὐ‐ τοῖς ἀνάπαυσιν. Ἐνδιαίτημα μὲν γὰρ αὐτῷ φίλον | |
40 | τῶν ἁγίων ὁ νοῦς, ἐναυλίζεται δὲ τοῖς ἀξίοις, καὶ ἀναπαύεται ψυχαῖς ἱεραῖς τῶν σεβομένων αὐτὸν, καὶ τοῖς λαβοῦσι τὸ χρῆμα τιμή τέ ἐστι καὶ δόξα. Τί γὰρ ἂν γένοιτο ἰσοστατοῦν εἰς εὐκλείας λόγον τοῦ Θεὸν ἔχειν ἐνηυλισμένον καὶ ἐνοικοῦντα καρδίαις; | |
45 | Ἔσται τοίνυν καὶ κατὰ τοῦτον τὸν τρόπον ἡ ἐν ἡμῖν ἀνάπαυσις αὐτοῦ τοῖς ἅπαξ ἐθέλουσι τιμή· «Ἐὰν γάρ τις ἀκούσῃ,» φησὶ, «τῶν λόγων μου, ἀγαπήσει αὐ‐ τὸν ὁ Πατήρ μου, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ ἐν αὐτῷ καταλύσομεν.» | |
70.328(50) | Καὶ ἔσται ἐν ἡμέρᾳ ἐκείνῃ, προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἐὰν καταλει‐ φθῇ ἀπὸ τῶν Ἀσσυρίων, καὶ ἀπὸ Αἰγύπτου, καὶ Βαβυλωνίας καὶ Αἰθιοπίας, καὶ ἀπὸ Ἐλαμιτῶν, | |
55 | καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἐξ Ἀραβίας. Ἡμέραν μὲν οὖν ὁ προφήτης ἐν τούτοις τὸν καιρὸν | |
ὀνομάζει, καθ’ ὃν ἡ Χριστοῦ γέγονε παρουσία, καὶ | 327 | |
70.329 | τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς ἀνεδείχθη τὸ μυστήριον. Τότε δὴ οὖν, τότε, φησὶ, καταδείξει Κύριος τὴν ἑαυτοῦ χεῖρα, τοῦτ’ ἔστι, δυναστείας ἐπίδειξις ἔσται πολλή· καὶ τοῦτο οὐ μάτην, ἀλλ’ ὑπὲρ | |
5 | «τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἐὰν καταλειφθῇ ἀπὸ τῶν Ἀσσυρίων,» φησὶ, καὶ ἀπὸ τῶν ἄλλων ἐθνῶν. Δεῖ δὲ, οἶμαι, τὴν τῶν εἰρημένων δύναμιν κατευρύνοντας ἀπεργάσασθαι διαφανεστέραν. Κατὰ μὲν γὰρ τοὺς ἄνωθεν ἔτι καιροὺς κέκμηκεν | |
10 | οὐ μετρίως τὸ τῶν Ἰουδαίων ἔθνος, καταδῃούντων αὐτὸ, τοῦτο μὲν Ἀσσυρίων καὶ Ἐλαμιτῶν, τοῦτο δὲ τῶν ἀπὸ Αἰγύπτου καὶ Βαβυλωνίας, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἐξ Ἀραβίας. Ἐπιλάμψας δὲ μετὰ τοῦτο Χριστὸς ἡ πανσθενεστάτη χεὶρ καὶ παντουργὸς δεξιὰ | |
15 | τοῦ Θεοῦ καὶ Πατρὸς ἑαυτὴν ἐμφανῆ καθίστη διὰ θαυμάτων, καὶ πληροφορεῖν ἠπείγετο τοὺς ἐξ Ἰσραὴλ, ὅτι τε εἴη κατὰ ἀλήθειαν Θεὸς, καὶ Θεοῦ τοῦ κατὰ ἀλήθειαν Υἱός. Τί γὰρ τῶν ἄγαν τεθαυμασμένων οὐ τετέλεσται παρ’ αὐτοῖς; πάντα γὰρ ἦν θεοπρεπῆ καὶ | |
20 | παράδοξα, καὶ τῆς ἀνωτάτω δυνάμεως σαφῆ τε καὶ ἐναργεστάτην ἔχοντα τὴν ἐπίδειξιν. Κατ’ ἐκεῖνο, φησὶ, τοίνυν τοῦ καιροῦ προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, ὑπὲρ τοῦ ζηλῶσαι τὸν Ἰσραὴλ, καὶ οἷον μὴ μόνοις τοῖς ἔθνεσι παραχωρῆσαι Χριστὸν, | |
25 | ἑλέσθαι δὲ καὶ αὐτοὺς ἐλπίδα ἔχειν τὴν ἐπ’ αὐτῷ, καὶ μὴν καὶ ὑπ’ αὐτῷ γενέσθαι ζητεῖν, ἄρχοντά τε ποιεῖσθαι, καθηγητὴν καὶ διδάσκαλον, τὸν ταύτης ἕνεκα τῆς αἰτίας γενόμενον ἄνθρωπον. Καὶ γοῦν ἔφασκε διὰ φωνῆς τοῦ Δαβίδ· «Ἐγὼ δὲ κατεστάθην | |
30 | βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Ἧκεν μὲν γὰρ ὁ Χριστὸς, οὐκ ἀπεστάλθαι λέγων εἰ μὴ εἰς τὰ ἀπ‐ ολωλότα πρόβατα οἴκου Ἰσραήλ. Καὶ γοῦν παρ’ αὐτοῖς διεκήρυξε πρώτοις, ἐνετέλλετο δὲ καὶ τοῖς ἁγίοις ἀπο‐ | |
35 | στόλοις· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Ἐπειδὴ δὲ διατετελέκασιν ἐκ πολλῆς ἄγαν ἀπονοίας οἱ δείλαιοι τὸν ἀφιγμένον εἰς τοῦτο ταῖς ἀπειθείαις περιυβρί‐ | |
40 | ζοντες, μεταπεφοίτηκεν ἐπὶ τὰ ἔθνη λοιπὸν, καὶ γε‐ γόνασιν οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Ταύτῃ τοι καὶ νῦν ὁ προφήτης, ἅτε δὴ καὶ ὑπάρχων Πνευματοφόρος ἀνὴρ, καὶ τῶν ἐσομένων τὴν γνῶσιν διὰ τῆς ἄνωθεν δᾳδουχίας πεπλουτηκὼς, πρῶτον δια‐ | |
45 | μέμνηται τῶν ἐθνῶν, εἶτα μετ’ ἐκείνους τοῦ Ἰσραὴλ, ὡς ἐῤῥιμμένου κατόπιν τῶν διὰ πίστεως ἡγιασμένων, τεθειμένου τε εἰς νῶτον καὶ ἐν τοῖς περιλοίποις, κατὰ τὸ γεγραμμένον. Καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, καὶ συνάξει τοὺς ἀπολομένους Ἰσραὴλ, καὶ τοὺς διεσπαρμένους τοῦ Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων | |
70.329(50) | τῆς γῆς. Καὶ ἀφαιρεθήσεται ὁ ζῆλος Ἐφραῒμ, καὶ οἱ ἐχθροὶ Ἰούδα ἀπολοῦνται. Ἐφραῒμ οὐ ζηλώσει Ἰούδαν, καὶ Ἰούδας οὐ θλίψει Ἐφραΐμ. Παραδόξως ἡμῖν ὁ προφήτης τὸν ἔν γε τούτοις μάλιστα διαπεραίνει λόγον. Δέχεται γὰρ τὸ ἱστορικῶς | |
55 | γεγονὸς εἰς εἰκόνα πράγματος νοητοῦ· χρῆναι δὲ οἶμαι ὡς ἔνι εἰπεῖν καὶ τοῦτο λαμπρῶς. Διεδέξατο | |
γὰρ τὴν Σολομῶντος ἀρχὴν ὁ ἐξ αὐτοῦ γεγονὼς Ῥο‐ | 329 | |
70.332 | βοάμ· κατεσχίσθη δὲ πρὸς διχόνοιαν ἀπ’ αὐτοῦ τὸ τῶν Ἰουδαίων ἔθνος· καὶ αἱ μὲν δέκα φυλαὶ καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ μετῳκίσθησαν ἐν τῇ Σαμαρείᾳ, ἐν δέ γε τοῖς Ἱεροσολύμοις ἀπομεμένηκεν ἡ Ἰούδα φυλὴ, | |
5 | καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ. Ἐβασίλευόν τε κατὰ καιροὺς τούτων τε κἀκείνων τινές· ἐν μὲν τοῖς Ἱε‐ ροσολύμοις, οἱ ἐκ φυλῆς Ἰούδα· ἐν δέ γε τῇ Σαμαρείᾳ, οἱ ἐκ φυλῆς Ἐφραΐμ· καὶ πολὺς ὁ μεταξὺ τοῖς μέ‐ ρεσιν ἀνεκαίετο ζῆλος, πόλεμοί τε συχνοὶ, καὶ κατ’ | |
10 | ἀλλήλων ἐπαναστάσεις, καθὰ καὶ ἐν βίβλοις τῶν Βασιλειῶν διηγόρευται σαφῶς. Ἐπειδὴ δὲ Χαλδαῖοι καὶ οἱ Βαβυλῶνος τῆς Περσικῆς βεβασιλευκότες, ἅπασαν, ὡς ἔπος εἰπεῖν, τὴν Ἰουδαίαν καταδῃώσαν‐ τες, ἀπεκόμισαν αἰχμάλωτον εἰς τὴν ἑαυτῶν τόν τε | |
15 | Ἰσραὴλ καὶ τὸν Ἰούδαν, τοῦτ’ ἔστι, τούς τε ἐν τῇ Σαμαρείᾳ, καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις· εἶτα τῆς αἰχμαλωσίας ἀπηλλαγμένοι, πάλιν ὑπενόστησαν εἰς τὴν ἑαυτῶν, καὶ κατῳκήκασιν οὐκέτι διῃρημένως, ἀλλ’ ἐν τοῖς Ἱεροσολύμοις ἅπαντες· ἐπαύσαντο δὲ | |
20 | τοῦ καὶ ἀνὰ μέρος χρίειν ἐφ’ ἑαυτοῖς βασιλέας τε καὶ ἄρχοντας, θλίβειν τε ἀλλήλους, καὶ ζηλοῦν ἔτι, καθὰ καὶ πρότερον. Ὑφ’ ἑνὶ γὰρ γεγόνασι τὸ τηνικάδε Ζωροβάβελ τῷ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, καὶ μέντοι καὶ Ἰησοῦ τῷ τοῦ Ἰωσεδὲκ τῷ προὔχοντι | |
25 | καθ’ ἱερωσύνην. Καὶ ὁ μὲν τῆς ἱστορίας ἐν τούτοις λόγος. Γέγονε δὲ τῷ προφήτῃ σκοπὸς, ὡς ἐκ πραγμά‐ των ἐμφανεστέρων καὶ ἐκ τῶν τοῖς πάλαι συμβεβη‐ κότων τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καταδεῖξαι τὰ κατορθώματα. Ἐγηγερμένου γὰρ τοῦ σημείου, | |
30 | τοῦτ’ ἔστι, τοῦ τιμίου σταυροῦ, καὶ ἐμφανοῦς γεγο‐ νότος τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσί τε καὶ λαοῖς, γέγονεν ἄφεσις τῶν ἐν αἰχμαλωσίᾳ (δῆλον δὲ ὅτι τῇ νοητῇ), συνδρομὴ πρὸς ὁμοψυχίαν, σπουδὴ πρὸς ὁμόνοιαν καὶ ὁμοπιστίαν τῶν πάλαι διῃρημένων· οἳ | |
35 | πολλοῖς τε καὶ ἀνοσίοις τυράννοις κατεζευγμένοι (δεδουλεύκασι γὰρ τοῖς ἀκαθάρτοις πνεύμασι), ἀπεσεί‐ σαντο μὲν τὸν ἐκείνων ζυγὸν, συνδεδραμήκασι δὲ καὶ μάλα προθύμως εἰς τὴν νοητὴν Σιὼν, ἤγουν Ἱερου‐ σαλὴμ, τοῦτ’ ἔστι, τὴν Ἐκκλησίαν, καὶ ὑφ’ ἑνὶ γεγό‐ | |
40 | νασι βασιλεῖ, τοῦτ’ ἔστι Χριστῷ, οὗ καὶ εἰς τύπον ὁ Ζωροβάβελ ἦν, ἀνακομίζων ἐκ τῆς αἰχμαλωσίας τὸν Ἰσραὴλ συνόντος αὐτῷ καὶ Ἰησοῦ τοῦ ἱερέως καὶ μεγάλου, ἵν’ ἐν αὐτῷ νοῆται Χριστὸς βασιλεύς τε καὶ ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος | |
45 | ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γεγονὼς, καθά φησιν ὁ θεσπέσιος Παῦλος. Ὅτι δὲ τὸ Χριστοῦ σημεῖον, τοῦτ’ ἕστιν, ὁ τίμιος σταυρὸς γέ‐ γονε πρόξενος τοῦ συνενεχθῆναι πρὸς ὁμοπιστίαν τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, οἰκειωθῆναί τε οὕτω δι’ | |
70.332(50) | αὐτοῦ τῷ παναγίῳ Πατρὶ, σαφὲς ἂν γένοιτο δι’ ὧν γέγραφεν ὁ θεσπέσιος Ἰωάννης ὁ εὐαγγελιστής. Εἰσ‐ κεκόμικε γὰρ τὸν ἐπάρατον Καϊάφαν τοῖς ἐν τῷ συν‐ εδρίῳ λέγοντα· «Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, οὐδὲ λογί‐ ζεσθε ὅτι συμφέρει ἡμῖν, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ | |
55 | ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.» Προσεπήνεγκε δὲ τούτοις αὐτοῖς· «Τοῦτο δὲ ἀφ’ ἑαυτοῦ | |
οὐκ εἶπεν, ἀλλ’ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, | 331 | |
70.333 | προεφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.» Γέγονε γὰρ ὁ Χριστὸς εἰρήνη ἡμῶν, κατὰ | |
5 | τὰς Γραφὰς, ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, καὶ εἰς ἕνα καινὸν ἄνθρωπον τοὺς δύο κτίσας λαούς· ἄμφω τε δι’ ἑαυτοῦ καταλλάττων τῷ Θεῷ καὶ Πατρὶ, καὶ τὴν μεταξὺ καταλύων ἔχθραν, ἵν’ οἱ πάντες ἐν | |
10 | ἑνὶ πνεύματι καὶ ἐν ἑνὶ σώματι, σύμψυχοί τε ἀλλή‐ λοις καὶ σύσσωμοι γεγονότες, ἐν αὐτῷ δὲ δηλονότι τῷ Χριστῷ, καρποφορήσωμεν αὐτῷ τὴν ὑπὲρ νόμον δικαιοσύνην, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν κα‐ θαρότητα. Οὐκοῦν ὡς ἀπό γε τῶν ἱστορικῶς πεπρα‐ | |
15 | γμένων εἰς θεωρίαν ἐρχόμενος τὴν πνευματικὴν, συν‐ ήσεις εὖ μάλα τοῦ Χριστοῦ τὸ μυστήριον. Καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν ἅμα προνομεύσουσι, καὶ τοὺς ἀφ’ ἡλίου ἀνατολῶν, καὶ Ἰδουμαίαν, καὶ ἐπὶ Μωὰβ | |
20 | πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν· οἱ δὲ υἱοὶ Ἀμ‐ μὼν πρῶτοι ὑπακούσονται. Τίνα δὴ τρόπον οἱ ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς, τοῦτ’ ἔστι, πάντα τὰ ἔθνη συνενεχθήσεσθαι πρὸς ἑνότητα τὴν ἐν Χριστῷ διὰ πίστεως, καὶ εἰς σύνδεσμον | |
25 | ἀγάπης ἁγιοπρεποῦς, διατρανοῖ πάλιν ἐν τούτοις. Πρὸ μὲν γὰρ τοῦ τιμίου σταυροῦ τοῖς ἁγίοις ἀποστό‐ λοις ἔφασκεν ὁ Χριστός· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλ‐ θητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πο‐ ρεύεσθε δὲ μᾶλλον πρὸς ἀπολωλότα πρόβατα οἴκου | |
30 | Ἰσραήλ.» Ὡς γὰρ αὐτὸς ἔφη πάλιν· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Ἐπειδὴ δὲ δυσσεβείας ἁπάσης ἄκρον ἐληλακότες πε‐ παρῳνήκασιν εἰς Χριστὸν, καὶ ἀπεκτόνασιν ἀρχηγὸν τῆς ζωῆς, καὶ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο· τότε | |
35 | δὴ, τότε πατήσας τὸν θάνατον, καὶ ἐγηγερμένος ἐκ νεκρῶν, τοῖς ἁγίοις ἐνετέλλετο μαθηταῖς· «Πορευ‐ θέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα | |
40 | ἐνετειλάμην ὑμῖν.» Ἐπειδὴ δὲ ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἶτα καταπεφοίτηκεν εἰς αὐτοὺς ἡ ἐξ ὑψοῦ δύναμις, οὐκέτι μεμενήκασιν κατὰ μόνην τὴν Ἰου‐ δαίαν εὐαγγελιζόμενοι τὸν Ἰησοῦν, ἀλλ’ οἱ μὲν εἰς Ἠῶ, καὶ τὰς τῇδε πόλεις ἀπιόντες ἐκήρυττον· οἱ δὲ | |
45 | τὴν Ἑσπέραν καταλαμβάνοντες, ἄλλοι δὲ τοῖς ὁμ‐ όροις ἔθνεσι τοὺς τῆς κατηχήσεως ἐχαρίζοντο λόγους· ἦν δέ πως ἀνάγκη τὴν ὑφ’ ἡλίῳ πᾶσαν περινοστεῖν ἐθέλοντας κεχρῆσθαι καὶ πλῷ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος νυχθήμερον ἐν τῷ βυθῷ πεποιηκέναι διισχυ‐ | |
70.333(50) | ρίζεται. Καὶ ὁ τὰς Πράξεις δὲ τῶν ἁγίων ἀποστόλων συγγεγραφὼς, ἐπιβῆναί φησιν αὐτὸν καὶ τοὺς σὺν αὐτῷ πλοίῳ Ἀλεξανδρίνῳ παρασήμῳ Διοσκούροις. Ἔθος γάρ πως ἐν ταῖς Ἀλεξανδρέων μάλιστα ναυσὶ πρός γε τῇ πρώρῃ δεξιά τε καὶ εὐώνυμα γραφὰς | |
55 | εἶναι τοιαύτας. Ἐπειδὴ δὲ ἦν εἰκὸς, εἰδωλολατρείας | |
κρατούσης κατ’ ἐκεῖνο καιροῦ, ἐγγεγράφθαι τῇ νηῒ | 333 | |
70.336 | τοὺς Διοσκούρους, ταύτῃ τοίνυν ἀκόλουθον ἀλλόφυλον εἶναι, τοῦτ’ ἔστιν, εἰδωλολάτρην τῆς νεὼς τὸν δεσπό‐ την. Οὐκοῦν ἐν πλοίοις ἀλλοφύλων πετασθήσονται, φησὶ, τοῦτ’ ἔστι, δρομαῖοι καὶ πρόθυμοι καὶ οἱονεὶ | |
5 | πτηνοὶ διαβήσονται, καὶ προνομεύσουσι τὴν θάλασ‐ σαν. Ἔθος δὲ τῇ θείᾳ Γραφῇ θάλασσαν ἀποκαλεῖν τὰ πρὸς τῇ ἑσπέρᾳ μέρη, διάτοι τὸ σφόδρα πολλὴν καὶ εὐρεῖαν εἶναι τὴν ἐκείνης θάλασσαν. Καὶ γοῦν ὁ μα‐ κάριος Δαβὶδ, παντὸς τοῦ κόσμου δημιουργὸν ἀπο‐ | |
10 | φαίνων τὸν τῶν ὅλων Θεὸν, «Τὸν βοῤῥᾶν,» φησὶ, «καὶ θάλασσαν σὺ ἔκτισας.» Ὅτι δὲ καὶ ὁ θεσπέ‐ σιος Πέτρος, καὶ μὴν καὶ αὐτὸς ὁ πάνσοφος Παῦλος, τὰ τῆς ἑσπέρας καταλαβόντες μέρη, κατηγγέλκασι τὸν Ἰησοῦν, ἐνδοιάσειεν ἂν οὐδείς. Προνομεύσουσι δὲ, | |
15 | φησὶ, καὶ τοὺς ἀφ’ ἡλίου ἀνατολῶν, καὶ Ἰδουμαίαν, καὶ ἐπὶ Μωὰβ τὰς χεῖρας ἐπιβαλοῦσιν. Οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται. Μετὰ γάρ τοι τὴν τῶν Ἰουδαίων χώραν, ἅπασαι λοιπὸν αἱ ὅμοροί τε καὶ γείτονες, εἰ καὶ ἔτι ποῤῥωτέρω, μεσταὶ μὲν ἦσαν εἰ‐ | |
20 | δωλολατρῶν, ἀσύμβατοι δὲ τοῖς φρονήμασι τοῖς τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς εἰδόσι Θεόν. Ἰδουμαῖοί τε καὶ Μωαβῖται, καὶ μέντοι καὶ υἱοὶ Ἀμμὼν, ὅμοροί τε ἦσαν τοῖς ἐξ Ἰσραὴλ, καὶ γείτονα μὲν κατενέμοντο χώραν, διάφοροι δὲ δεινῶς, καὶ τῶν ὅτι μάλιστα πο‐ | |
25 | λεμιωτάτων. Προσεκύνουν δὲ τοῖς ἄστροις, καὶ δι’ αἰ‐ δοῦς ἁπάσης ἐποιοῦντο τὸν Ἑωσφόρον, προὔ[σ]χοντα δὲ τῶν ἄλλων ἀπεκάλουν Θεόν. Ἀλλ’ αὐτοῖς καὶ πρώ‐ τοις εἰς νοῦν καὶ καρδίαν ἀνέλαμψεν ὁ ἀληθῶς Ἑωσ‐ φόρος, καὶ διηύγασε τῆς νοητῆς ἡμέρας τὸ φῶς. | |
30 | Ἀποβεβληκότες δὲ τὴν ἀρχαίαν ἐκείνην ἀχλὺν, καὶ τὸ κτίσει λατρεύειν ἔτι παρωσάμενοι, προσκεκυνήκασι τῷ Χριστῷ, καὶ τοὺς πάλαι πολεμιωτάτους, φημὶ δὴ τοὺς ἐξ Ἰσραὴλ, ἐποιοῦντο μυσταγωγοὺς καὶ καθηγητὰς ὁδοῦ τῆς ἀποφερούσης εἰς σωτηρίαν. Καὶ ἐξερημώσει Κύριος τὴν θάλασσαν Αἰγύ‐ | |
35 | πτου, καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ, καὶ πατάξει ἑπτὰ φάραγγας, ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδή‐ μασιν. Καὶ ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ· καὶ ἔσται τῷ Ἰσραὴλ ὡσεὶ ἡ | |
40 | ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου. Κεκράτηκε μὲν ἐκ πλεονεξίας τῶν ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν ὁ τῆς ἁμαρτίας εὑρέτης καὶ πατήρ. Ἀπο‐ βουκολήσας τῆς ἀληθείας τὸν ἄνθρωπον, τῆς τῶν δαι‐ μονίων ἀγέλης ἀπετέλει προσκυνητὴν, καὶ τοῖς ἰδίοις | |
45 | ὑπετίθει ζυγοῖς· Αἰγύπτιοι δὲ μάλιστα δεισιδαιμονέ‐ στατοι παρὰ τοὺς ἄλλους καὶ δεινοὶ πρὸς τοῦτο γεγό‐ νασι. Τεμένη γὰρ ἦσαν πανταχοῦ καὶ βωμοὶ κατὰ τὴν χώραν αὐτοῖς, ἕδη τε μυρία, καὶ ἀγαλμάτων ἐσμὸς, πολύμορφά τε τὰ ἐν σηκοῖς. Προσκεκυνήκασι | |
70.336(50) | γὰρ πτηνοῖς καὶ ἰχθύσιν, αἰγὶ καὶ προβάτῳ, καὶ μόσχος ἦν τὸ σέβας αὐτοῖς. Ἀλλὰ καὶ οὕτως ἔχοντας ἐπεσκέπτετο Θεὸς, καὶ ὁμοῦ τοῖς ἄλλοις ἐκάλει πρὸς τὸ φῶς, καὶ πρὸς ἐπίγνωσιν ἀληθείας. Διεκήρυξαν γὰρ ἐν αὐτῇ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ Μάρκος τε | |
55 | ὁ μακάριος εὐαγγελιστὴς, καὶ ἕτεροι δὲ μετ’ αὐτὸν κατὰ καιρούς· τοῦτο μὲν ἐκ τῆς Ἑβραίων ὁρμώμενοι | |
χώρας, τοῦτο δὲ καὶ ἐξ αὐτῶν τῶν πεπιστευκότων | 335 | |
70.337 | μυσταγωγοὶ καὶ διδάσκαλοι κατὰ καιροὺς ἀναδεδει‐ γμένοι. Τίνα δὴ τρόπον καὶ τοῦτο κατώρθωται, δι‐ ειπεῖν ἀναγκαῖον, τὸν τῆς ἱστορίας κατευρύνοντας λό‐ γον. Πρὶν μὲν γὰρ τὰ Ῥωμαίων κατὰ πάντων ἰσχῦσαι | |
5 | κράτη, χώρας τε ἑκάστης ἴδιον ἐχούσης τὸν ἡγούμε‐ νον, ἤτοι βασιλεύοντα, πολλή τις ἦν τοῖς ἔθνεσιν ἡ διαφορά· τοῦτο μὲν ὅτι καὶ τὸ τῆς θρησκείας ἑτεροῖον ἀνακαίεσθαι μεταξὺ τὴν ἔχθραν ἐποιεῖτο, τοῦτο δὲ ὅτι καταληΐζεσθαι τοῖς ἐθέλουσιν ἐξῆν τὸν ἐκ τῆς ἑτέρας, | |
10 | ἐπιτιμῶντος οὐδενός. Ἦν οὖν ἀμιξία πρὸς ἄλληλα πλείστη τέως τοῖς ἔθνεσι, καὶ τὸ ἁλῶναί τισι τῆς ἑτέ‐ ρων χώρας εἴσω γεγονόσιν οὐκ ἀζήμιον. Ἐπειδὴ δὲ ἴσχυσε κατὰ πάντων ἡ Ῥωμαίων ἀρχὴ, καὶ ὑφ’ ἕνα γεγόνασι τὸν ἡγούμενον, νόμοις τοῖς παρ’ αὐτῶν δια‐ | |
15 | βιοῦν ἐδιδάχθησαν, ἐπιμιξίαι τε λοιπὸν αἱ πρὸς ἄλ‐ ληλα τῶν ἐθνῶν γεγόνασιν ἀδεεῖς, καὶ πολλὴ κεκρά‐ τηκεν ἡμερότης· τότε δὴ, τότε τοῖς εὐαγγελιζομένοις τὸν Ἰησοῦν γέγονε δίοδος, ἤτοι ὁδὸς, τοῦ καὶ ἐν Αἰγύ‐ πτῳ δύνασθαι παρελθεῖν. Εἷλεν δὲ τίνα τρόπον τὴν | |
20 | Αἰγυπτίων ὁ Αὔγουστος Καῖσαρ, ὁ προφητικὸς ἡμῖν διερμηνεύει λόγος. Ὁ μὲν γὰρ τῆς Αἰγύπτου ποταμὸς εὐρύς τε καὶ πολὺς, καὶ πλημμυρῶν κατὰ καιροὺς, δι’ ἑπτὰ στομάτων ἔρχεται, ἁλὶ τῇ γείτονι τὸ νᾶμα δωρούμενος· γεγονώς γε μὴν ἐν τοῖς μέρεσι τῶν | |
25 | ἑλείων ἀνδρῶν, λίμνας ἀποτελεῖ μακρὰς καὶ εὐρείας, καὶ ἅπασαν αὐτῶν ἐπικλύζει τὴν γῆν, ὥστε καὶ ναυ‐ σίπορον εἶναι τὴν πυροφόρον. Ὡς οὖν ὁ Αὔγουστος Καῖσαρ τῆς Ἰουδαίας κεκρατηκὼς ἧκεν εἰς τὴν Αἰ‐ γυπτίων, ᾤοντο μὲν οἱ ταύτης οἰκήτορες, ὅτι κἂν εἰ | |
30 | ἕλοιντο κατηρεμεῖν, ἀποσχέσθαι τε πολέμου καὶ ὅπλων, ἄληπτον ἐκείνῳ τὴν χώραν ἐργάσεται τὸ δι‐ εζῶσθαι λίμναις τε καὶ ποταμοῖς. Ἐπειδὴ δὲ τῷ τῶν ὅλων κρατοῦντι Θεῷ τοῖς Ῥωμαίων σκήπτροις ὑπο‐ φέρειν ἐδόκει καὶ αὐτὴν μετὰ τῶν ἄλλων τὴν Αἰγυ‐ | |
35 | πτίων, ἀνέμῳ νότῳ βιαιοτάτῳ τὸ τοῦ ποταμοῦ κατ‐ ωθήσας ὕδωρ ἐπὶ τὴν θάλασσαν, βάσιμον ἅπασαν ἐτίθει τὴν χώραν, ὥστε τοὺς διαπεραιοῦσθαι θέλοντας λίμνας τε καὶ αὐτὰς δὲ τὰς φάραγγας, ἤτοι τὰ ἑπτὰ στόματα τοῦ ποταμοῦ, μηδ’, ὅσον εἰπεῖν, | |
40 | ἀπολῦσαι τοῦ ποδὸς τὸ ὑπόδημα. Καταλειαίνοντος τοί‐ νυν τοῦ Θεοῦ τὴν πάροδον τῇ Ῥωμαίων στρατιᾷ, νε‐ νίκηνται τὰ Αἰγυπτίων. Τοῦτο πάλιν ἡμᾶς ὁ προφήτης διδάσκει λέγων· «Τάδε λέγει Κύριος Σαβαὼθ, Καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν· ὁ δὲ πο‐ | |
45 | ταμὸς ἐκλείψει καὶ ξηρανθήσεται· καὶ ἐκλείψουσιν οἱ ποταμοὶ, καὶ αἱ διώρυγες τοῦ ποταμοῦ· καὶ ξηραν‐ θήσεται πᾶσα συναγωγὴ ὕδατος, καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου, καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύ‐ κλῳ τοῦ ποταμοῦ, καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ πο‐ | |
70.337(50) | ταμοῦ ξηρανθήσεται ἐν ἀνεμοφθορίᾳ.»—Ἐξερημώσει τοίνυν, φησὶ, Κύριος τὴν θάλασσαν Αἰγύπτου. Ἔθος δὲ τῇ θείᾳ Γραφῇ, καὶ αὐτὰς τὰς λίμνας θαλάσσας ἀποκαλεῖν. Καὶ ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποτα‐ μὸν πνεύματι βιαίῳ. Χειρὸς γὰρ ἔργον, ἤτοι δυνάμεως | |
55 | τῆς θείας, γενέσθαι φαμὲν τοῦ βιαιοτάτου πνεύματος τὴν κατὰ τῶν ὑδάτων ἐπαγωγήν. Ἐπάταξε γὰρ τὰς | |
ἑπτὰ φάραγγας, τοῦτ’ ἔστι, τὰ στόματα, καὶ ἀποτε‐ | 337 | |
70.340 | τέλεκεν οὕτω ξηρὰς, ὡς διαπορεύεσθαι αὐτὰς ἐν ὑπο‐ δήμασι. Τότε δὴ, τότε, φησὶν, ἔσται δίοδος ἐν Αἰγύπτῳ τῷ καταλειφθέντι μου λαῷ. Καὶ ποῖος οὗτος ἦν; Οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες, περὶ ὧν καὶ ὁ προφήτης | |
5 | Ἡσαΐας· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσε‐ ται.» Ἀπαρχὴ δὲ ὥσπερ τοῦ καταλείμματος οἱ μα‐ κάριοι μαθηταὶ καὶ οἱ σὺν αὐτοῖς, ὧν εἷς γέγονε καὶ ὁ θεσπέσιος Μάρκος. Ἀλλὰ καὶ ἔσται, φησὶν, ὡς ἡ | |
10 | ἡμέρα, ὅτε ἐξῆλθον ἐκ γῆς Αἰγύπτου· τοῦτ’ ἔστιν, οἱ ἐξ αἵματος Ἰσραὴλ, τὸν θεῖόν τε καὶ οὐράνιον λόγον τοῖς ἐν Αἰγύπτῳ διακηρύξαντες, ἡσθήσονται λίαν, καθάπερ ἀμέλει καὶ κατ’ ἐκείνην ἥσθησαν τὴν ἡμέ‐ ραν, ὅτε ἐξῆλθον ἐκ γῆς Αἰγύπτου. Πάλιν μὲν γὰρ | |
15 | αὐτοὶ τῆς ἐν Αἰγύπτῳ δουλείας ἀπεκομίζοντο. Κηρυ‐ γμάτων δὲ τῶν θείων ἱερουργοὶ γεγονότες, καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων ταμίαι γνήσιοι, οὐ σαρκι‐ κῆς δουλείας ἀπήλλαττον Αἰγυπτίους, ἀλλὰ τῆς τοῦ διαβόλου χειρὸς ἐξελόντες ἐλευθέρους ἀπετέλουν. Καὶ | |
20 | μεσιτεύοντος τοῦ μὲν [τοῦ] πανσόφου Μωσέως, ὁ ποτα‐ μὸς εἰς αἷμα μετεσκευάζετο· νυνὶ δὲ γέγονεν αὐτοῖς ἐν Χριστῷ τὸ ὕδωρ σωτήριον. Σεσώσμεθα γὰρ διὰ τοῦ ἁγίου βαπτίσματος. Κατεπνίγοντο τότε τῇ Ἐρυθρᾷ θαλάσσῃ προσβεβληκότες οἱ διώκοντες τὸν Ἰσραήλ· | |
25 | ἐδιδάχθησαν δὲ διὰ τῶν ἁγίων ἀποστόλων, τὸν τοῦ παρ‐ όντος διανήχεσθαι βίου κλύδωνα, καὶ κυμάτων ἀμεί‐ νους ὁρᾶσθαι κοσμικῶν· ἐπέπιπτεν αὐτοῖς ἡ χάλαζα τότε δεινὴ καὶ ῥαγδαιοτάτη. Ἐπειδὴ δὲ μεμυσταγώ‐ γηνται τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν λόγον, ὑετὸς | |
30 | αὐτοῖς ὁ θεῖος εἰς νοῦν καταβέβηκεν, ἐγκάρπους ἀποτε‐ λῶν. Βαθὺς καὶ τριήμερος ἐπενήνεκται σκότος· ἀλλὰ γεγόνασιν ἐν φωτί. Τεθρηνήκασι τὰ πρωτότοκα· ἀλλὰ σέσωκεν αὐτοὺς ἐκ θανάτου καὶ φθορᾶς ὁ Πρωτότοκος ἐκ νεκρῶν, τοῦτ’ ἔστι, Χριστός. Ἐπ’ οὖν τούτοις ἅπασι χαίρειν ἦν ἀκόλουθον τοὺς ἐξ Ἰσραὴλ, ὡς ὅτε ἐξῆλθον αὐτοὶ ἐκ γῆς Αἰγύπτου. | |
35 | Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου ἀπ’ ἐμοῦ, καὶ ἠλέησάς με. Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου Κύριος, πεποιθὼς ἔσο‐ μαι ἐπ’ αὐτῷ, καὶ σωθήσομαι ἐν αὐτῷ, καὶ | |
40 | οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σω‐ τηρίαν. Ἀνασεσῶσθαι λέγων τοὺς ἐξ ἐθνῶν διὰ πίστεως τῆς εἰς Χριστὸν, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν | |
45 | τοὺς ὅτι μάλιστα τῶν ἄλλων δεισιδαιμονεστάτους, εἰκότως αὐτοὺς δοξολογοῦντας εἰσφέρει. Τοῦ γὰρ ἀπηλλάχθαι μὲν ὁλοτρόπως τῆς πρώτης τε καὶ ἐν ἀρχαῖς ἐνούσης αὐτοῖς ἀμαθίας, μεταφοιτῆσαι δὲ λοι‐ πὸν εἴς γε τὸ ἑλέσθαι φρονεῖν τὰ αὐτῷ δοκοῦντα καὶ | |
70.340(50) | μόνῳ τῷ διασώσαντι Θεῷ, γένοιτ’ ἂν ἀνάδειξις ἐναρ‐ γὴς, τὸ ἐπείγεσθαι δοξολογεῖν, καὶ καθάπερ τινὰ θυ‐ σίαν πνευματικὴν προσκομίζειν αὐτῷ τὰς εὐχαριστίας. Οὐκοῦν κατ’ ἐκεῖνο, φησὶ, τοῦ καιροῦ, καθ’ ὃν ἂν γέ‐ νοιτο δίοδος ἐν Αἰγύπτῳ, τοῦτ’ ἔστι, τοῖς τὸν εὐαγγε‐ | |
55 | λικὸν καὶ σωτήριον πρεσβεύουσι λόγον, Σὺ, φησὶν, ὁ ἐν σκότῳ πάλαι βαθεῖ, καὶ πικρὸς εἰδωλολάτρης ὁ | |
ταῖς τῶν δαιμονίων ἀπάταις ἐγκεχωσμένος, ὅταν τοῖς | 339 | |
70.341 | τῆς διανοίας ὄμμασιν ἀναβλέψῃς πρὸς τὸ φῶς· ὅταν ἴδῃς τοῦ κεκληκότος τὴν δόξαν, καὶ εἰς αἴσθησιν ἐν‐ εχθῇς, ἐξ οἵων εἰς οἷα μετακεχώρηκας πράγματα· καὶ ὅτι πικρῷ τυράννῳ κατεζευγμένος, ἔξω μὲν τῆς | |
5 | ἐκείνου γέγονας πλεονεξίας, ὑπέδραμες δὲ τὴν ἐπι‐ κουρίαν τοῦ πάντα ἰσχύοντος Θεοῦ καὶ διασώζοντος τοὺς ἀπολωλότας· τότε δὴ, τότε σεαυτῷ δὴ λίαν καὶ μάλα εἰκότως ἐπιγαννύμενος ἀναφωνήσεις λέγων· Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρε‐ | |
10 | ψας τὸν θυμόν σου ἀπ’ ἐμοῦ, καὶ ἠλέησάς με. Ἀνα‐ κομίζουσι δὲ τὰ χαριστήρια, καὶ ἀνάπτουσι τὰς δο‐ ξολογίας, οὐχ ὅτι γεγόνασιν ὑπὸ θείαν ὀργὴν, ἀλλ’ ὅτι γεγονότες ἠλέηνται. Ὠργίσθαι δέ φαμεν τοῖς τὰ τοιάδε λέγουσι τὸν τῶν ὅλων Θεὸν, δῆλον ὅτι τοῖς εἰδωλολά‐ | |
15 | τραις. Διὰ ποίαν αἰτίαν; Παῦλος ἡμῖν ὁ θεσπέσιος σαφηνιεῖ γεγραφώς· «Φάσκοντες εἶναι σοφοὶ ἐμωράν‐ θησαν. Καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετει‐ νῶν καὶ ἑρπετῶν, καὶ τετραπόδων. Ταύτῃ τοι,» φησὶ, | |
20 | «παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, καὶ εἰς πάθη ἀτιμίας ποιεῖν τὰ μὴ καθήκοντα.» Οἱ γὰρ δὴ τὴν θείαν παρασημάναντες δόξαν, καὶ τῆς ἀνωτάτω φύσεως τὸ ἐξαίρετον κάλλος τοῖς οὕτως οἰκτροῖς ἀνα‐ θέντες κτίσμασι, πῶς οὐ σφόδρα εἰκότως τοῖς ἐκ | |
25 | θείας ὀργῆς κινήμασιν ὑπενεχθεῖεν ἄν; Ἐπειδὴ δὲ, φησὶν, ἀπέστρεψας τὸν θυμόν σου, ἠλέησάς με (κέ‐ κλημαι γὰρ εἰς ἐπίγνωσιν διὰ πίστεως, οὐ κατὰ τὰ ἔργα ἃ ἐποιήσαμεν ἡμεῖς, καθὰ γέγραπται, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος)· ταύτῃ τοι, φησὶν, εἰς αἴσθησιν | |
30 | τῆς μεγαλοδωρίας ἐνηνεγμένος, ἀκατάληκτον προσ‐ οίσω σοι τὴν δοξολογίαν, καὶ δὴ καὶ ἐρῶ· Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου Κύριος, πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ. Πάλαι μὲν γὰρ ξύλοις τε καὶ λίθοις προσπίπτοντες, καὶ τοῖς ἀναισθήτοις ἀγάλ‐ | |
35 | μασι προσκομίζοντες θυσίας, σώζεσθαι δι’ αὐτῶν παρ‐ εκάλουν. Ἐπειδὴ δὲ Θεὸν ἐγνώκασιν τὸν ἀληθινὸν, τοὺς ψευδωνύμους παρωσάμενοι, αὐτόν τε καὶ μόνον καταδεικνύουσι λέγοντες· Ἰδοὺ ὁ Θεός μου Σωτήρ μου Κύριος. Οὐκ ἐπὶ ξύλοις ἔτι καὶ λίθοις ἔσομαι | |
40 | πεποιθὼς, φησὶν, ἀλλ’ ἐπ’ αὐτῷ καὶ μόνῳ, καὶ δι’ αὐτοῦ σωθήσομαι. Κἂν ὁ πάλαι πλεονεκτήσας καὶ συναρπάσας εἰς πλάνην, προσέρχεται πάλιν πειρά‐ ζων καὶ μαχόμενος, Νικήσω, φησὶν, ὅτι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος. Ὁρᾷς ὅπως ἐγνώκασιν ὅτι | |
45 | σωτήριον χρῆμα τὸ δοξολογεῖν; «Θῦσον» γὰρ, φησὶ, «τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου.» Καὶ, «Ἐπικαλέσεις με ἐν ἡμέρᾳ θλίψεώ σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Καὶ ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν | |
70.341(50) | πηγῶν τοῦ Σωτηρίου. Φιλότιμος ὁ κεκληκὼς, ἕτοιμος εἰς ἀντίδοσιν ὁ δια‐ σώσας Θεὸς, εὐεργετεῖ τοὺς ἐπεγνωκότας, θείοις τε καὶ πνευματικοῖς κατευφραίνει πλουσίως τοὺς δοξο‐ λογοῦντας αὐτόν. Ἄθρει γὰρ ὅπως οἱ μὲν ὡμολόγουν | |
55 | λέγοντες· Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου Κύριος, πε‐ ποιθὼς ἔσομαι ἐπ’ αὐτῷ· ὁ δὲ παραχρῆμα, καὶ πη‐ | |
γὰς αὐτοῖς καὶ ὕδωρ ἐπαγγέλλεται σωτήριον. Ἔδει | 341 | |
70.344 | γὰρ, ἔδει τοὺς ἐκ σκότους δραμόντας πρὸς τὸ φῶς, τοὺς ἐξ ἀμαθίας Ἑλληνικῆς εἰς ἐπίγνωσιν κεκλημέ‐ νους τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ μὴ ἀμοιρῆσαι παιδαγωγίας καὶ λόγου τοῦ κατευφραίνοντος, καὶ | |
5 | συνέχειν αὐτοὺς ἰσχύοντος πρὸς εὐσέβειαν. «Οὐ γὰρ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται,» φησὶν, «ὁ ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.» Ὕδωρ μὲν οὖν ἀποκαλεῖ τὸν ζωοποιὸν τοῦ Θεοῦ, λόγον· πηγὰς δὲ τοὺς ἁγίους ἀποστόλους τε καὶ εὐαγγελι‐ | |
10 | στὰς, προσθείην δι’ ἂν ὅτι καὶ αὐτοὺς τοὺς προφή‐ τας· Σωτήριον δὲ τὸν Χριστόν. Ὑμεῖς τοιγαροῦν, φησὶν, οἱ ταῖς εἰς πίστιν ὁμολογίαις ἐμὲ τὸν φύσει καὶ τὸν ὅλων Θεὸν εὐφραίνοντες, ἀντικομιεῖσθε θείαν τε καὶ πνευματικὴν εὐφροσύνην, ἀρυόμενοι τὸν λόγον | |
15 | τὸν εἰς τοῦτο ὑμᾶς συνέχειν ἰσχύοντα ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου, τοῦτ’ ἔστι, Χριστοῦ. Αὐτὸς γὰρ ἀνέδει‐ ξε τοὺς ἁγίους ἀποστόλους· περὶ ὧν καὶ ὁ μακάριος ψάλλει Δαβίδ· «Ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης.» Πηγαὶ | |
20 | μὲν γὰρ ὑδάτων εἰσὶν οἱ θεσπέσιοι μαθηταὶ, τοὺς ἄνωθεν καὶ διὰ τοῦ Πνεύματος τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν ἀναβρύοντες λόγους. Εἰσὶ δὲ ὁμοίως καὶ θεμέλια τοῦ κόσμου. Λίθος μὲν γὰρ ἐκλεκτὸς ὁ Χρι‐ στὸς, ὃς καὶ τεθεῖσθαι λέγεται παρὰ τοῦ Θεοῦ καὶ | |
25 | Πατρὸς εἰς τὰ θεμέλια τῆς Σιὼν, τοῦτ’ ἔστι, τῆς Ἐκκλησίας. Αὐτῷ γὰρ ἐπερηρείσμεθα καὶ διὰ πίστεως ἐποικοδομούμεθα οἶκος πνευματικὸς εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι. Λίθοι δὲ μετ’ αὐτὸν, ἤτοι θεμέλια τῆς οἰκουμένης, εἶεν ἂν ὀνο‐ | |
30 | μάζοιντό τε καὶ σφόδρα εἰκότως οἱ διακηρύττοντες αὐτὸν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν. Ἀνέχουσι γὰρ ἡμᾶς τὰ αὐτῶν συγγράμματα πρὸς ἑδραιότητα καὶ βεβαίω‐ σιν τὴν ἐν πίστει τε καὶ ἀληθείᾳ. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, Ὑμνεῖτε Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς | |
35 | ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ· μιμνήσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. Ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοι‐ κοῦντες ἐν Σιὼν, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ | |
40 | ἐν μέσῳ σου. Ὦ παραδόξου πράγματος! Ὁ ἀρτίως μυσταγω‐ γούμενος, εἶτα περιτυχὼν ταῖς τοῦ Σωτηρίου πη‐ γαῖς καὶ τὸ ζωαρκὲς ἀρυσάμενος νᾶμα, τοσαύτην ὁρᾶται προσειληφὼς τὴν ἐπίδοσιν, τὴν εἴς γε φημὶ | |
45 | τὸ εἶναι πιστὸς καὶ γνήσιος, ὥστε καὶ ἀποστολικὴν εὐθὺς ἐνδείκνυται λειτουργίαν. Καὶ οὐχ ὅπως αὐτὸς δοξολογεῖν ἐπείγετο μόνος, ἀλλ’ ἤδη καὶ τοῖς ἄλλοις ἅπασι τοῦτο δρᾷν ἐπιτάττει λέγων· Ὑμνεῖτε Κύ‐ ριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ. Καὶ τίσιν ἄρα προστάτ‐ | |
70.344(50) | τει βοᾷν, ἐναργὲς καθίστησιν ἐπιλέγων εὐθύς· Ἀναγ‐ γείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ. Μὴ γὰρ δὴ λανθανέτω, φησὶ, τοῦ Σωτῆρος ἡ δόξα, ἅπασιν ἔστω καταφανὴς ἡ θεοπρεπὴς αὐτοῦ δύναμίς τε καὶ ἐξου‐ σία. Σέσωκε μὲν ἀμνησικάκως· καθεῖλεν ἄμαχον | |
55 | τυραννίδα τὴν τοῦ διαβόλου καὶ τῶν δαιμονίων· ἐλυτρώσατο τοὺς ἠπατημένους· ἠλευθέρωσε τοὺς | |
ἐν αἰχμαλωσίᾳ· εὐηγγελίσατο τυφλοῖς ἀνάβλεψιν. | 343 | |
70.345 | Δεδικαίωκε διὰ πίστεως, ἡγίασε διὰ τοῦ Πνεύματος, υἱοὺς ἀπέφηνε Θεοῦ τοὺς πάλαι δραπέτας καὶ τὴν ἀκλεᾶ καὶ ἐπάρατον διαβιοῦντας ζωήν. Πεπληροφό‐ ρηκε διὰ πραγμάτων ὅτι φύσει τε καὶ ἀληθῶς ἐστι | |
5 | Θεός. Ἤγειρε νεκροὺς, καθαροὺς ἀπέφηνε τοὺς ἐν λέπρᾳ. Τεθεράπευκε νεύμασι τοὺς ἐν ἀῤῥωστίαις· ἀνέκοψε πνευμάτων ὁρμάς. Δεδυσώπηκε θάλασσαν ἀγρίαν οὖσαν. Οὐκοῦν ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, καὶ διὰ μνήμης ποιεῖσθε πολλῆς, ὅτι | |
10 | ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ὑψηλὰ γὰρ ἐποίησεν. Καὶ γάρ ἐστιν ἀληθῶς ὑπὲρ ἀνθρώπου χεῖρα, μᾶλλον δὲ καὶ παντὸς ἐπέκεινα θαύματος τὰ κατωρθωμένα. Ἀγαλλιᾶσθε δὴ οὖν καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιὼν, τοῦτ’ ἔστιν, οἱ ἑδραίαν ἔχοντες τὴν πίστιν ἐν | |
15 | Ἐκκλησίαις· ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ σου. Εἰ γὰρ καὶ γέγονεν ἄνθρωπος ὁ ἅγιος τοῦ Ἰσραὴλ, καὶ ἐν δούλου μορφῇ καθίκετο δι’ ἡμᾶς οἰκονομικῶς, ἀλλ’ οὖν ἐκ τῶν ἀποτελεσμάτων, καὶ τῆς τῶν ἔργων λαμπρότητος, ὑψώθη θεοπρεπῶς· | |
20 | καὶ τίς κατὰ φύσιν ἐστὶν, ἐγνώκαμεν. | |
21t | ΤΟΜΟΣ Βʹ. | |
22 | Ὅρασις ἣν εἶδεν Ἡσαίας υἱὸς Ἀμὸς κατὰ Βαβυλῶνος. Ἡ μὲν κατὰ Βαβυλῶνος ὅρασις, καὶ μὴν καὶ αἱ | |
25 | ταύτῃ καθεξῆς, κατά γε Ἰδουμαίων καὶ Μωαβιτῶν, καὶ μέν τοι καὶ Αἰγυπτίων, καὶ προσέτι τῶν ἑτέρων πεποίηνται μὲν εἰς παράκλησιν τῷ Ἰσραήλ· ἱστο‐ ρικωτέραν δέ πως τῶν σημαινομένων ἔχουσι τὴν ἀπόδοσιν, πλὴν ἐφεῖται τοῖς νουνεχεστέροις, ὡς ἐκ | |
30 | παχείας καὶ νῦν εἰκόνος μεταχαράττειν ἀστείως εἰς πνευματικὴν θεωρίαν τὰ τοῖς ἀρχαίοις συμβεβηκότα σαφεστάτην· ὃ τοῖς ἐντευξομένοις ποιήσεται τὴν ἀφ‐ ήγησιν προϊὼν ὁ λόγος, καὶ τῶν γεγραμμένων ἕκαστα διερμηνεύων ὡς ἔνι. Χρῆναι δὲ οἶμαι καὶ νῦν ἐπὶ | |
35 | τὴν τοῦ πράγματος ἀρχὴν ἀναδραμεῖν, καὶ τὰς τῆς ὁράσεως αἰτίας προαφηγήσασθαι. Κεκλημένος γὰρ διὰ τοῦ πανσόφου Μωσέως ὁ Ἰσραὴλ εἰς ἐπίγνωσιν καὶ λατρείαν τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, καὶ νόμον ἔχων τὸν ἀπευθύνοντα πρὸς πᾶν ὁτιοῦν τῶν | |
40 | τεθαυμασμένων, κατημέλησε μὲν τῆς αὐτῷ δοθείσης ἐντολῆς, ἐτράπετο δὲ πρὸς διδασκαλίας ἐντάλματα ἀνθρώπων, μᾶλλον δὲ καὶ τοῖς ἔτι χείροσιν ἑαυτὸν ἐνιεὶς, τοῖς τῆς εἰδωλολατρείας ἐνώλισθε βόθροις. Ἐπῃτιᾶτο γοῦν τοιαῦτα δρᾷν ἑλομένους ὁ τῶν ὅλων | |
45 | Θεὸς διὰ παντὸς προφήτου, καὶ πολλὴν ἐποιεῖτο δεδυσσεβηκότος αὐτοῦ τὴν καταβοήν. Ἔφη γοῦν· «Ἐγγίζει μοι ὁ λαὸς οὗτος, τοῖς χείλεσιν αὐτῶν τιμῶσί με· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ.» Μάτην δὲ σέβονταί με διδάσκοντες διδασκα‐ | |
70.345(50) | λίαν ἐντάλματα ἀνθρώπων. Καὶ πάλιν· «Τί ἡ ἠγα‐ πημένη ἐποίησεν ἐν τῷ οἴκῳ μου βδέλυγμα;» Βδέ‐ λυγμα δὲ τὸ εἴδωλον ὀνομάζει. Οὐκοῦν ἀπονενευκότα δεινῶς εἰς ἐκτόπους ἐξιτηλείας, καὶ τῆς ὑπὸ Θεῷ δουλείας ἀποφέροντας τὸν αὐχένα, καὶ γαῦρον ὥσπερ | |
55 | αὐτῷ τὸ οἰκεῖον ἀντεγείροντες φρόνημα, παρεδίδου κατὰ καιροὺς, ποτὲ μὲν τοῖς τὴν γείτονα νεμομένοις | |
χώραν, Ἰδουμαίοις τέ φημι, καὶ μέντοι καὶ Μωαβί‐ | 345 | |
70.348 | ταις, Αἰγυπτίοις καὶ τοῖς ἐκ Φυλιστιεὶμ, ποτὲ δὲ καὶ δυσαχθεστέραν αὐτοῖς ἐπιφέρων πληγὴν, τοὺς ὅτι μάλιστα τῶν ἐπὶ γῆς ὠμοτάτους αὐτοῖς ἐπηφίει, φημὶ δὴ τοὺς Βαβυλωνίους, οἳ καὶ πᾶσαν ἀμογητὶ | |
5 | τὴν τῶν Ἰουδαίων καταδῃώσαντες χώραν, αἰχμάλω‐ τον ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν ἀριθμοῦ κρείττονα πληθύν. Ἀλλὰ ταυτὶ μὲν ὅτι συμβήσεται παροτρύ‐ νουσιν αὐτοῖς τὸν τῶν ὅλων Θεὸν, προηγόρευον κατὰ καιροὺς οἱ μακάριοι προφῆται. Οἱ δὲ καίτοι πρὸς | |
10 | πέρας αὐτοῖς ἐκβεβηκότων τῶν ἤδη προηγγελμένων, οὐδὲν ἧττον ἦσαν σκληροί τε καὶ ἀπειθεῖς, βδελυρὰν καὶ ἐκνομωτάτην ἐπιτηδεύοντες ζωήν. Οἰκονομικώ‐ τατα τοίνυν ὁ τῶν ὅλων Θεὸς μετὰ πληγὴν καὶ μά‐ στιγας καὶ τὰ ἐκ τῶν πολεμίων συμβεβηκότα κατὰ | |
15 | καιροὺς αὐτοῖς, καὶ τῶν ἡδίστων καὶ κατευφραίνειν εἰδότων ποιεῖται τὴν προαγόρευσιν· ὑπισχνεῖται δὲ ὅτι καὶ τοὺς ἤδη γεγονότας αἰχμαλώτους ὑπονοστῆσαι παρασκευάσει, καὶ τῶν τῆς ταλαιπωρίας ἀνήσει δεσμῶν, παραδώσει δὲ καὶ αὐτοὺς τοὺς πάλαι νική‐ | |
20 | σαντας εἰς χεῖρας ἐχθρῶν. Ἦν γὰρ δή που καὶ μάλα εἰκὸς, εἰ καὶ ἀνουθέτητοι μεμενήκασιν ἐπ’ ἐκείνοις, ἀλλ’ οὖν ἑλέσθαι λοιπὸν τὸ κἂν γοῦν τοῖς δευτέροις ἐφησθῆναί τε ἅμα, καὶ εἰς ἐλπίδα τῶν ποθουμένων ἀναπτερουμένους, τὴν τῷ Θεῷ φιλαιτάτην τιμῆσαι | |
25 | λατρείαν, καὶ ἀκλόνητον αὐτῷ τηρῆσαι τὸ φρόνημα. Ἐπειδὴ τοίνυν, εἰ καὶ πολλοί τινες ἦσαν οἱ κατὰ καιροὺς τὴν τῶν Ἰουδαίων χώραν πεπορθηκότες, ἀλλ’ οἵ γε τῶν ἄλλων ἀπηνέστεροί τε καὶ ἀγριώτεροι Χαλδαῖοι μάλιστα, καὶ οἱ τῆς Βαβυλῶνος βεβασιλευ‐ κότες κατὰ καιροὺς αὐτοῖς οἱονεὶ καὶ πρώτοις ὁ τῆς προφητείας λόγος ἐπιπηδᾷ καί φησιν· | |
30 | Ἐπ’ ὄρους πεδινοῦ ἄρατε σημεῖον. Δεῖν δὲ οἶμαι τῆς ἑρμηνείας τῶν προκειμένων ἀκριβῆ ποιεῖσθαι τὴν ἀπόδοσιν ᾑρημένους, προαφ‐ ηγήσασθαί τι τῶν ἀναγκαιοτάτων. Κύρος τοιγαροῦν, ὁ πατρὸς μὲν Καμβύσου γεγονὼς, μητρὸς δὲ Μαν‐ | |
35 | δάνης, Περσῶν τε καὶ Μήδων βεβασιλευκὼς, κατ‐ εστράτευσε τῆς Βαβυλῶνος, καὶ πάσης δὲ τῆς τῶν Χαλδαίων χώρας εὐρείας τε οὔσης καὶ πολλῆς ἄγαν· καὶ δὴ καὶ κεκράτηκεν. Εἷλεν αὐτὴν οὐ δυνάμεσιν ἰδίαις, οὔτε μὴν ἀλκιμωτέρᾳ χειρὶ χρήσασθαι δυνη‐ | |
40 | θεὶς (ἄμαχον γάρ τι καὶ ἀνανταγώνιστον τὸ Χαλ‐ δαίων ἔθνος ἦν, διά τε πληθὺν, καὶ τὸ εὖ μάλα γε‐ γυμνάσθαι τὰ τακτικὰ), Θεοῦ μᾶλλον ὑποφέροντος αὐτῷ τοὺς ἀνθεστηκότας, καὶ τὰ δυσσεβῆ τῶν Βαβυ‐ λωνίων κατασείοντος κράτη· διάτοι τὸ πλείστην μὲν | |
45 | ὅσην παρ’ αὐτοῖς εἶναι τὴν γοητείαν· ἀριθμοῦ δὲ κρείττονα τὸν τῶν εἰδώλων ἐσμόν· καὶ γοῦν γῆ τῶν γλυπτῶν κατωνόμασται, ἢ διὰ τὴν τῶν εἰδώλων πληθὺν, ἤγουν ὅτι καὶ ἕκαστος τῶν ἐκεῖσε κατῳκη‐ κότων κατ’ οὐδένα τρόπον εἰδώλου διενεγκὼν ἡλί‐ | |
70.348(50) | σκετο, κατά γέ φημι τὸ ἀσχέτως τε καὶ ἀκρατῶς ἀπονεῦσαι πρὸς πλάνησιν. Εἶτα πρὸς τούτοις, ὅτι τὴν ἁγίαν καὶ ἐκνεμηθεῖσαν τῷ Θεῷ καταδῃώσαντες γῆν, τοῦτ’ ἔστι, τὴν Ἰουδαίαν, κατεμπρήσαντές τε τὰ Ἱεροσόλυμα, καὶ αὐτόν τε τὸν θεῖον ναὸν, ἀπεκόμι‐ | |
55 | σαν μὲν τὰ σκεύη τὰ ἱερὰ εἰς τὴν ἑαυτῶν, θυμῷ δὲ ἀκράτῳ χρώμενοι τὸν Ἰσραὴλ ἀπεκτόνασιν, καίτοι λαὸν ἅγιον ὠνομασμένον, μερίδα τε καὶ κλῆρον Θεοῦ. Ὅτι μὲν γὰρ εἰδωλολατρήσαντα τὸν Ἰσραὴλ παρεδί‐ | |
δου Θεὸς εἰς χεῖρας ἐχθρῶν οὐκ ἀσυμφανὲς τοῖς τῶν | 347 | |
70.349 | ἱερῶν γραμμάτων ἐπιστήμοσιν, ἀλλ’ ἐκόλαζον οὐ μετρίως οἱ κεκλημένοι πρὸς τοῦτο. Καὶ γοῦν εὑρί‐ σκεταί που λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ζαχα‐ ρίου· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν | |
5 | ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ’ ὧν ἐγὼ μὲν ὠργί‐ σθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» Καὶ πρός γε τὴν Βαβυλῶνά φησιν· «Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος.» | |
10 | Κύρῳ δὴ οὖν παρεδίδου Θεὸς τὴν ἀλαζόνα καὶ ὑβρί‐ στριαν, τὴν ἁπάσης φαυλότητος μητέρα καὶ τροφὸν, φημὶ δὴ τὴν Βαβυλῶνα. Γένοιτο δὲ καὶ τοῦτο σαφὲς λέγοντος αὐτοῦ διὰ Ἡσαΐου οὕτως· «Τάδε λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς | |
15 | δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ πόλεις οὐ συγκλεισθήσονται· Ἐγὼ ἔμπροσθέν σου πορεύσο‐ μαι, καὶ ὄρη ὁμαλιῶ. Θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συγκλάσω.» Νενικηκὼς δὲ ὁ Κύρος ἀνῆκε τῆς αἰχμαλωσίας τὸν Ἰσραὴλ, οἴκοι τε χαί‐ | |
20 | ροντας ἰέναι προστέταχεν, καὶ μὴν καὶ αὐτὸν ἀνα‐ δείμασθαι τὸν θεῖον ναόν. Καὶ γοῦν ὁ προφήτης Ἱερεμίας, «Ὁ λόγος,» φησὶν, «ὃν ἐλάλησε Κύριος ἐπὶ Βαβυλῶνα· Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, καὶ ἀκουστὰ ποιήσατε, καὶ μὴ κρύψητε. Εἴπατε· Ἑάλωκε | |
25 | Βαβυλὼν, κατῃσχύνθη Βὴλ, ἡ ἀπτόητος, ἡ τρυφερά. Παρεδόθη Μεωδὰχ, ὅτι ἀνέβη ἐπ’ αὐτὴν ἔθνος ἀπὸ βοῤῥᾶ, αὐτὸς θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμὸν, οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνθρώπου ἕως κτήνους. Ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ | |
30 | ἐκείνῳ, ἥξουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ Ἰούδα ἐπὶ τὸ αὐτὸ βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν Θεὸν αὐτῶν ζητοῦντες· ἕως Σιὼν ἐρωτήσουσι τὴν ὁδόν. Ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσι, καὶ ἥξουσι, καὶ καταφεύξονται πρὸς Κύριον. Δια‐ | |
35 | θήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται.» Καὶ πάλιν· «Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ τὴν γῆν αὐτοῦ, καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ἀσσούρ· καὶ ἀποκατα‐ στήσω τὸν Ἰσραὴλ εἰς τὴν νομὴν αὐτοῦ· καὶ νεμηθήσεται ἐν τῷ Καρμήλῳ, καὶ ἐν ὄρει Ἐφραῒμ, καὶ ἐν τῷ Γαλαὰδ, καὶ ἐμπλησθήσεται ἡ ψυχὴ αὐτοῦ.» | |
40 | Ἐπ’ ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν ἑαυτοῖς, μὴ φοβεῖσθε, παρακαλεῖτε τῇ χειρὶ, ἀνοίξατε οἱ ἄρχοντες. Ἐγὼ συντάσσω, καὶ ἐγὼ ἄγω αὐτούς. Ἡγιασμένοι εἰσὶν, καὶ ἐγὼ ἄγω αὐτούς. Γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν | |
45 | μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες. Ὁ μακάριος προφήτης μεμεστωμένον ἔχων τὸν νοῦν τοῦ ἁγίου Πνεύματος, γεγονώς τε ἐν ὀπτασίαις πραγμάτων, οἱονεὶ γραφομένων, μονονουχὶ καὶ ἐξ‐ άλλεται, Πέρσαις τε καὶ Μήδοις ἐπιφωνῶν, ὡς ἤδη | |
70.349(50) | κεκρατηκόσι τῆς Βαβυλωνίων, αἴρειν τε ὑψοῦ τῆς νίκης τὸ σύμβολον· τουτὶ γὰρ, οἶμαι, ἐστὶ τὸ σημεῖον· καὶ καταλαλάζειν τῆς Χαλδαίων στρατιᾶς, ὡς ἤδη πεσούσης καὶ παραδούσης αὐτοῖς τὴν ἀλαζόνα καὶ ἀοίδιμον, ἣν καὶ σφύραν τῆς γῆς ὁ προφήτης Ἱερε‐ | |
55 | μίας ἀπεκάλει λέγων περὶ τῆς Βαβυλωνίων· Πῶς ἐάλω καὶ συνετρίβη ἡ σφύρα τῆς γῆς; πᾶσα γὰρ | |
συνετρίβη πόλις τε καὶ χώρα καταπαιομένη τρόπον | 349 | |
70.352 | τινὰ καθάπερ τινὶ σφύρᾳ, ταῖς ἐκείνων πλεονεξίαις. Ὄρος δὲ, οἶμαι, πεδινὸν ὀνομάζει τὸ οἱονεὶ χθαμαλὸν, καὶ ὡς ἐν τάξει γηλόφου. Οὐ γάρ τοι πρὸς τὰ ἀνεστη‐ κότα τῶν ὀρῶν ἀναβαίνοντες τὰς σημασίας ἱστᾶσιν, | |
5 | ἤτοι τὰ τρόπαια, ἤγουν τὸ σημεῖον, ἀλλ’ ἐπὶ βουνῶν οὐ λίαν ἠρμένων, ἵν’ ἐν ταὐτῷ καὶ τὸ ὑψοῦ τεθεῖσθαι λίαν διαφύγῃ, εἴη δὲ καὶ ἁπάσῃ τῇ στρατιᾷ γνωρι‐ μώτατον. Ἄρατε τοίνυν, φησὶ, σημεῖον, ὡς ἤδη νενικηκότες Θεοῦ προασπίζοντος. Ὑψώσατε τὴν | |
10 | φωνὴν, τοῦτ’ ἔστι, καταλαλάξατε τῆς τῶν ἐχθρῶν φάλαγγος, μὴ φοβεῖσθε. Δεινὴ μὲν γὰρ ὁμολογουμέ‐ νως καὶ ἀνανταγώνιστος τοῖς ἁπανταχοῦ τῶν Βαβυ‐ λωνίων ἡ χεὶρ, καὶ οὐκ ἄν τις καταμωμήσαιτο τοὺς δεδιότας αὐτήν. Ἀλλὰ νῦν μὴ φοβεῖσθε, φησὶ, Θεοῦ | |
15 | ταῖς ἐκείνων ὑπεροψίαις τὴν ἰδίαν ὀργὴν ἀντεξάγον‐ τος. Παρακαλεῖτε τῇ χειρί. Καὶ τί δὴ τοῦτό ἐστιν; Ἔθος τάχα που τοῖς τῶν τακτικῶν ἡγουμένοις χειρὶ παραθήγειν, καὶ νεύμασι παροτρύνειν τοὺς μαχιμω‐ τάτους, ἐγείρειν τε πρὸς ἐφόδους αὐτοὺς τὰς κατά | |
20 | τινων, φωνῆς ἀτονούσης τοῦτο δρᾷν, ὡς ἐν θορύβῳ πολλῷ. Προστάττει τοιγαροῦν τοῖς τῶν πραγμάτων προεστηκόσι τὰς διὰ χειρῶν καὶ νευμάτων παρακλή‐ σεις ποιεῖσθαι ταῖς ὑπὸ χεῖρα στρατιαῖς, καὶ εἰς ἄμαχόν τινα προθυμίαν παραθήγειν αὐτούς. Ἐπι‐ | |
25 | φωνεῖ δὲ πάλιν τὸ, Ἀνοίξατε οἱ ἄρχοντες. Ἢ γὰρ αὐτοῖς ἐπιτάττει τοῖς Βαβυλωνίοις, ὡς ἤδη κεκρα‐ τημένοις ἀνοιγνῦναί τε τὰς πύλας, καὶ παραδιδόναι τὴν ἀλαζόνα ποτὲ καὶ ὑβρίστριαν πόλιν· ἢ τάχα που καὶ δυνάμεσιν ἁγίαις κατὰ πρόσταξιν Θεοῦ συνα‐ | |
30 | σπιζούσαις τοῖς Μήδοις, ἀποφα[ι]νούσαις τε αὐτοῖς ἱππήλατα καίτοι λίαν δυσχερῆ. Ἵνα δὲ τὴν τῶν μα‐ χομένων ἀήττητον ἀποδείξῃ χεῖρα, προστίθησι καί φησιν· Ἐγὼ συντάσσω καὶ ἐγὼ ἄγω αὐτούς. Μόνον γὰρ οὐχὶ τοιοῦτόν τί φησιν· Οὐ στρατιᾶς ὑμῖν Μη‐ | |
35 | δικῆς ηὐτομόλησε πληθὺς, οὐδὲ ἐκ μόνης τῆς ἰδίας γνώμης ὁ Περσῶν ἐπεφοίτησε δῆμος· ἢ τάχα μᾶλλον αὐτοὺς ἐγὼ καὶ ἡγίακα πρὸς τοῦτο. Τὸ δὲ ἡγίακα φησὶν ἐν τούτοις, ἀντὶ τοῦ ἀφώρισα καὶ οἱονεὶ ἐξελεξάμην πρὸς κατόρθωσιν ὧν βεβούλευμαι | |
40 | καθ’ ὑμῶν. Ἔρχονται τοίνυν, φησὶν, οὓς ἐγὼ ἄγω, καθάπερ τινὲς γίγαντες πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες· χαίροντες μὲν ἅτε δὴ καὶ τεθαῤῥηκότες ὄτι κρατήσουσιν· ὑβρίζοντες δὲ, ἀντὶ τοῦ περιπτύοντες ὡς πολὺ νοσοῦντας τὸ | |
45 | ἄναλκες, καὶ οὐδενὸς ὄντας ἀξίους. Τοιοῦτον γάρ πως ἀεὶ τὸ βάρβαρον φρόνημα, καὶ προαλὲς εἰς ἐλπίδα τὴν ἐπί γε τὸ δύνασθαι κρατεῖν, καὶ κατα‐ σμικρύνον ἀεὶ τοὺς ἀνθεστηκότας. Στρατηγεῖ γὰρ μάλιστα θυμὸς πρὸς τοῦτο αὐτοὺς, καὶ τὸν τῆς εὐ‐ | |
70.352(50) | ανδρείας ἐντίκτει πόθον, τὸ καὶ παντὸς κινδύνου καὶ φόβων ὑπερορᾷν. Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων ὁμοία ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συν‐ ηγμένων. Κύριος Σαβαὼθ ἐντέταλται ἔθνει ὁπλο‐ | |
55 | μάχῳ ἔρχεσθαι ἐκ γῆς πόῤῥωθεν ἀπ’ ἄκρου θε‐ μελίου τοῦ οὐρανοῦ Κύριος, καὶ οἱ ὁπλομάχοι αὐτοῦ τοῦ καταφθεῖραι τὴν οἰκουμένην ὅλην. Ὡς ἀλαλαζόντων ἤδη τῶν Μήδων, καὶ τὴν τοῖς | |
πολέμοις πρέπουσαν ἐξαιρόντων φωνὴν, ὡς ἵππου | 351 | |
70.353 | μὲν χρεμετίζοντος καὶ διωκόντων τινῶν, τραπομένων δὲ ἤδη πρὸς φυγὴν ἑτέρων, μεγάλης τε καὶ παμμι‐ γοῦς διασκιδναμένης ἠχῆς, «Φωνὴ,» φησὶ, «πολλῶν ἐθνῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν πολλῶν.» Οὐ | |
5 | τοιαύτη, φησὶν, ἡ φωνὴ, ὥστε καὶ εἰκάσαι τινὰς εὐαριθμήτους εἶναι τοὺς κεκραγότας, οἴεσθαι δὲ μᾶλλον καὶ ἀριθμοῦ κρείττονα τὴν τῶν βοώντων εἶναι πληθύν. Ἀποφαίνει δὲ ὁ λόγος ὁμοῦ τοῖς ὑπ‐ εζευγμένοις τοὺς καθηγεῖσθαι λαχόντας καταπεπλῆ‐ | |
10 | χθαι τοῖς δείμασιν. Ἐθνῶν γὰρ εἶναι καὶ βασιλέων ἰσχυρίζεται τὴν φωνήν. Οὐκοῦν εἶεν ἂν οἱ κεκραγό‐ τες, ὁ Βαβυλωνίων ἄπλετος δῆμος, καὶ σὺν αὐτοῖς οἱ περιφανέστεροι, δορύληπτον ἤδη γεγενημένην ὁρῶν‐ τες τὴν πόλιν, ἤγουν Πέρσαι τε καὶ Μῆδοι τῶν | |
15 | ἁλόντων καταλαλάζοντες. Αὐτοὺς δὲ, οἶμαι, καὶ ὁπλο‐ μάχους ἀποκαλεῖ, καὶ ἐκ γῆς πόῤῥωθεν ἐρχόμενον ἔθνος· ἀπ’ ἄκρου θεμελίου τοῦ οὐρανοῦ, τοῦτ’ ἔστιν, ἐξ αὐτῶν τῶν τερμάτων τῆς Μηδικῆς, καὶ τῶν ἐσω‐ τάτων γῆς τῆς βορειωτάτης. Ἐπειδὴ δὲ κατὰ βούλη‐ | |
20 | σιν Θεοῦ τὴν ἔφοδον ἐμελέτων ὁπλομάχους αὐτοὺς τοῦ Κυρίου καλεῖ, ἦχθαί τέ φησι πρὸς τὸ καταφθεῖραι τὴν οἰκουμένην ὅλην, καὶ οὐχὶ δὴ πᾶσαν τὴν καθ’ ἡμᾶς. Οὔτε γὰρ τοῦτο γεγονὸς εὑρήσομεν παρά τε Κύρου καὶ τῶν σὺν αὐτῷ. Οἰκουμένην δὲ ἀποκαλεῖ | |
25 | τὴν Χαλδαίων, διάτοι τὸ πλείστην εἶναι καὶ εὐρεῖαν ἀμέτρως, καὶ οἷον οἰκουμένῃ φιλονεικεῖν, διὰ τὴν τῶν ἐνοικούντων πληθύν. Ὀλολύξατε· ἐγγὺς γὰρ ἡ ἡμέρα Κυρίου, καὶ συντριβὴ παρὰ Θεοῦ ἤξει. Διὰ τοῦτο πᾶσα χεὶρ | |
30 | ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει. Καὶ ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν, ὡς γυναικὸς τικτούσης· καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἐκστήσονται, καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ | |
35 | μεταβαλοῦσιν. Ὡς ἐλπίδος ἁπάσης ἀνῃρημένης, ὡς οὐδενὸς ἔτι περιλελειμμένου τοῖς Βαβυλωνίοις, πλὴν ὅτι δὴ μό‐ νον τὸ χρῆναι κατολοφύρεσθαι, τὸ, ὀλολύξατε, φησί. Προστέταχε δὲ καὶ οἷον ἀπογινώσκειν τὴν σωτηρίαν, | |
40 | καὶ μὴ ἀνονήτοις πράγμασιν ἐπιχειρεῖν, μὴ μελε‐ τῶντας τὴν ἀντίστασιν, ὡς θείας αὐτοῖς ἐξωπλισμέ‐ νης ὀργῆς, καὶ συντριβῆς ἐπενηνεγμένης διὰ ψήφου τῆς ἄνωθεν. Ἄμαχον δὲ τὸ χρῆμα παντελῶς· «Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;» κατὰ τὸ | |
45 | γεγραμμένον. Καὶ πάλιν· «Ἐὰν κλείσῃ κατὰ ἀν‐ θρώπου, τίς ἀνοίξει;» Ποία γὰρ ἰσχὺς, ἢ καὶ τίνος ὅλως πολεμήσει Θεῷ; διὰ τοῦτό φησιν, ὅτι πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιά‐ σει· κατασείοντος γὰρ εἰς δειλίας τὰς τῶν ἀνθρώ‐ | |
70.353(50) | πων ψυχὰς τοῦ πάντα ἰσχύοντος Θεοῦ, τίς ἐνήσει τὸ θάρσος, ἤγουν εὔψυχον ἀποφανεῖ, καὶ ἱκανῶς ἔχοντα πρὸς ἀντίστασιν; Ταραχθήσεσθαι δὲ τοὺς πρέσβεις φησὶ, καὶ ὠδῖσιν αὐτοὺς ὡς γυναικὸς τικτούσης περιπεσεῖν, συμφοράσειν δὲ ἕτερος πρὸς | |
55 | τὸν ἕτερον, καὶ μὴν καὶ ἐκστήσεσθαι, καὶ τὸ πρόσ‐ ωπον αὐτῶν ὡς φλόγα μεταβαλεῖν. Πρέσβεις δὲ, | |
οἶμαι, φησὶ, τοὺς τῶν εἰδώλων ἱερουργοὺς, τοὺς τῇ | 353 | |
70.356 | μάγῳ τέχνῃ διαπρεπεστάτους παρὰ τοῖς Βαβυλω‐ νίοις, τοὺς τῶν δαιμονίων θεραπευτὰς, οἳ κατά γε τὸ εἰκὸς τῆς ἐφόδου μελετωμένης ἀφίξεσθαι τῶν Μή‐ δων Κύρῳ τε ὁμοῦ καὶ Πέρσαις προσδοκωμένων, | |
5 | κατεμαντεύοντο τὰ χρηστὰ, καὶ τὰς παρὰ τῶν δαι‐ μονίων ἐκάλουν ἐπικουρίας, λιτὰς ἀνατείνοντες καὶ γέρα προσεπάγοντες τὰ νενομισμένα, τελετὰς δῆλον ὅτι καὶ τὰς βεβήλους θυσίας, πρεσβεύειν τε ὑπὲρ ἁπάσης τῆς χώρας ὑπισχνούμενοι. Οὗτοι τοίνυν, | |
10 | φησὶν, οἱ τῶν δαιμονίων θεραπευταὶ καὶ ἱκέται, οἱ τὰς ὑπὲρ πάντων τελοῦντες θυσίας, ὅταν ἴδωσιν ἀντεστραμμένα πρὸς τὰ παρ’ ἐλπίδα τὰ πράγματα αὐτοῖς, ταραχθήσονταί τε καὶ ἐν ὠδῖσιν ἔσονται πι‐ κραῖς, συμφοράσουσίν τε ἕτερος πρὸς τὸν ἕτερον, | |
15 | τοῦτ’ ἔστιν, ἀλλήλοις ἐπιφωνήσουσι τὰ ὡς ἐξ ἀκρά‐ του συμφορᾶς, τὸ, οὐαὶ, δηλονότι καὶ τὰ παραπλήσια. Ὥσπερ δὲ ὑπὸ φλογὸς μεταβαλοῦσι τὸ πρόσωπον. Φιλεῖ γάρ πως τὸ τῶν ἀθυμούντων καταμελαίνεσθαι πρόσωπον, ὡς οὐδὲν ἕτερον εἶναι δοκεῖν πλὴν ὅτι σποδιὰν καὶ σποδοῦ μαρανθείσης λείψανον. Ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἀνίατος ἔρχεται θυμοῦ | |
20 | καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἐξολοθρεῦσαι ἐξ αὐτῆς. Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ, καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι· καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ | |
25 | σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς. Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. Ἀναφανδὸν ἐν τούτοις διδάσκειν πειρᾶται, ὁποία τίς | |
30 | ἐστιν ἡ πρόφασις τοῦ συμφοράσαι μὲν πρὸς ἀλλήλους τοὺς ἄρχοντας, μεταβαλεῖν δὲ τὸ πρόσωπον ὡς ἀπὸ φλογός. Ἐπειδὴ γὰρ κατεμαντεύοντο μὲν, ὡς ἔφην, τὰ κατ’ εὐχὴν ἑαυτοῖς, καὶ πᾶσι δὲ τοῖς Βαβυλωνίοις· διημαρτήκασι δὲ τῆς ἐλπίδος· ταύτῃ τοι, φησὶ, καὶ | |
35 | κατηφείας ἔσονται μεστοί. Ἐφέστηκε γὰρ αὐτοῖς ἀνίατος ἡμέρα, τοῦ πάντων Κυρίου αὐτὴν ἐπάγοντος· ἡμέραν δὲ πάλιν ὀνομάζει τὸν καιρὸν, καθ’ ὃν γέγονεν ἡ θεία τε καὶ ἀνουθέτητος ὀργὴ, ὡς τεθῆναι τὴν τῶν Χαλδαίων ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ | |
40 | αὐτῆς. Καὶ οὐ δή που πάντως ὡς ὄντων ἐκεῖσε τι‐ νῶν, οἳ καὶ ἔξω τίθενται τῆς ὀργῆς διὰ τὸ εἶναι χρη‐ στοὶ, τοὺς ἁμαρτωλοὺς ἀπολέσθαι φησί· ἅπασι δὲ μᾶλλον τοῖς τὴν Χαλδαίων οἰκοῦσι χώραν ἁρμόσειεν ἂν εἰκότως τοὔνομα, διάτοι τὸ πάντας πονηροὺς εἶ‐ | |
45 | ναι καὶ εἰδωλολάτρας. Ἐπειδὴ δὲ τὰ μεγέθη τῶν συμφορῶν ἔσθ’ ὅτε μονονουχὶ σκότου καὶ ἀχλύος τὸν ἀνθρώπινον καταπιμπλᾶσι νοῦν, ὡς καὶ ἡμέρας οὔσης ἀπεῖναι δοκεῖν τοῦ ἡλίου τὸ φῶς, ἀπρακτεῖν δέ πως, εἴς γε τὸ δύνασθαι καταυγάσαι, φημὶ, καὶ πάντα | |
70.356(50) | τὸν κόσμον τοῦ οὐρανοῦ, καὶ αὐτῆς δὲ τῆς σελήνης τὸν κύκλον· ταύτῃ τοί φησιν· Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ, καὶ ὁ Ὠρίων, καὶ πᾶς ὁ κόσμος τοῦ οὐρα‐ νοῦ τὸ φῶς οὐ δώσουσι· σκοτισθήσεσθαι δὲ τοὺς Βα‐ βυλωνίους, ἤτοι τῶν Βαβυλωνίων τὸν νοῦν· καὶ ἀν‐ | |
55 | ίσχοντος τοῦ ἡλίου, καὶ ἀναλαμπούσης σελήνης, καίτοι τῶν στοιχείων οὐ συνεσταλκότων τὸ φῶς, ἀλλ’ ὡς ἐκ πολλοῦ δείματος καὶ ταῖς θείαις ὀργαῖς ὑπενηνεγμέ‐ νων, νύκτα τε καὶ σκότος ἐχόντων εἰς νοῦν. Ἐντελοῦ‐ | |
μαι δὲ, φησὶ, τῇ οἰκουμένῃ ὅλῃ κακά. Τὸ, ἐντελοῦμαι | 355 | |
70.357 | φησὶν, ἀντὶ τοῦ, ἀπειλήσω, ἤγουν ἐπενεχθῆναι προσ‐ τάξω, ὥστε καὶ ὕβριν ἀνόμων καθελεῖν, ταπεινῶσαι δὲ τοὺς ὑπερηφάνους, αὐτοὺς δηλονότι τοὺς ἀλαζό‐ νας. Ὑπέροπτον γάρ πως ἀεὶ καὶ ἐξιτηλότατον τὸ | |
5 | Ἀσσυρίων γέγονεν ἔθνος, καὶ πρός γε τούτῳ θεομι‐ σές. Τετίμητο γὰρ παρ’ αὐτοῖς τῶν μὲν ἀρίστων οὐ‐ δέν· ἅπαν δὲ μᾶλλον τὸ καταλυπεῖν πεφυκὸς τὸν τῶν ὅλων Θεόν. Ἰστέον δὲ ὅτι οἱ τὴν θείαν διερμηνεύσαν‐ τες Γραφὴν, Ὠρίωνος πεποίηνται μνήμην, ἓν τῶν | |
10 | ἀστέρων τὸ ἐπισημότατον δι’ αὐτοῦ σημαίνοντες, καὶ οὔ τί που πάντως ταῖς Ἑλλήνων τερθρείαις κατακο‐ λουθήσαντες τὰ τοιάδε φασὶν, κατεχρήσαντο δὲ μᾶλ‐ λον τῷ κατὰ συνήθειαν ὀνόματι, καθάπερ ἀμέλει καὶ ἐν τῷ Ἰὼβ γέγραπται· «Ὁ ποιῶν Πλειάδα καὶ Ἕσ‐ περον καὶ Ἀρκτοῦρον καὶ ταμιεῖα Νότου.» | |
15 | Καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλ‐ λον ἢ τὸ χρυσίον τὸ ἄπυρον· καὶ ὁ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται, ἢ ὁ λίθος ὁ ἐκ Σουφείρ. Ἔντιμον ἐν τούτοις τὸ ζητητέον. Ὀλιγανδρή‐ σειν τοίνυν φησὶν οὕτω τὴν Βαβυλωνίων, καὶ ἅπασαν | |
20 | δὲ τὴν Ἀσσυρίων χώραν, ὡς δυσευρέτους γενέσθαι τοὺς ζῶντας ἐν αὐτῇ, καὶ τοσαύτην τῶν περιλελειμ‐ μένων τὴν σπάνιν, ὅση καὶ λίθων Ἰνδικῶν, καὶ χρυ‐ σίου τοῦ δοκιμωτάτου. Δοκεῖ γάρ πως τὰ τοιάδε παρά τισιν εἶναι τίμια, διὰ τὸ λίαν δυσπόριστον, καὶ | |
25 | μὴν ὅτι ὀλίγα, καὶ μόλις. Οὐκοῦν, ὡς ἂν εἶεν, φησὶ, δυσπόριστα τὰ ἀνθρώποις τεθαυμασμένα λίθοι τε τίμιοι, καὶ τὸ ἀπύρωτον χρυσίον, τοῦτ’ ἔστι, τὸ δοκι‐ μώτατον, οὕτως ἔσονται ὀλίγοι, καὶ μόλις οἱ ἐκ πο‐ λέμου περιλελειμμένοι, καὶ τὸ τῶν μεμαχημένων | |
30 | διαφυγόντες στίφος. Ὁ γὰρ οὐρανὸς θυμωθήσεται, καὶ ἡ γῆ σεισθή‐ σεται ἐκ τῶν θεμελίων αὐτῆς, διὰ θυμὸν ὀργῆς Κυρίου Σαβαὼθ τῇ ἡμέρᾳ, ὅταν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ. | |
35 | Λαλοῦσι μὲν ὑπερβολικῶς οἱ μακάριοι προφῆται, καὶ τὴν θείαν τε καὶ ἄφραστον δύναμίν τε καὶ δόξαν δεχόμενοι κατὰ νοῦν, αἴρουσιν ὑψοῦ τὰς φωνὰς, καὶ μεγέθη τοῖς διηγήμασιν ἐπινοοῦσιν τὰ ἐξαίρετα. Ἀεὶ δέ πως ὀργιζομένῳ Θεῷ συγκαταθήγεται πρὸς | |
40 | ὀργὰς καὶ ἡ δούλη κτίσις, διανιστάντος πάντως που πρὸς τοῦτο αὐτὴν τοῦ πᾶσι προστάττοντος. Καὶ γοῦν ὠργίζετο μὲν Αἰγυπτίοις, ἀπρακτεῖν δὲ ἡ κτίσις οὐκ ἠνέσχετο. Μεθίστατο μὲν γὰρ εἰς αἷμα τὸ ὕδωρ, ἐξῆρε δὲ καὶ ἡ γῆ βατράχους, καθὰ γέγραπται, κα‐ | |
45 | θίει δὲ χαλάζας ὁ οὐρανός· καὶ μὴν καὶ βαθὺς, καὶ τριήμερος ἁπάσης αὐτῶν τῆς χώρας κατεσκίδνατο σκότος. Οὐκοῦν θυμωθήσεται, φησὶ, καὶ αὐτὸς ὁ οὐ‐ ρανὸς, καὶ οἷον ἐκ βάθρων ἡ γῆ σεισθήσεται, διὰ θυμὸν ὀργῆς Κυρίου. Συνεκπολεμεῖ γὰρ ἡ κτίσις ἐπὶ | |
70.357(50) | τοὺς ἄφρονας, καὶ λελυπημένου Δεσπότου μονονουχὶ συγκαθίσταται καὶ ἡ αὐτὴ πρὸς τοῦτο. Πάντα γὰρ τῇ ὑπερτάτῃ συντρέχει βουλῇ, καὶ οὐδέν ἐστι τῶν ὄντων, ὃ μὴ τοῖς θείοις νεύμασι, καὶ ἀβουλήτως παραχωρῇ. | |
55 | Καὶ ἔσονται καταλελειμμένοι ὡς δορκάδιον φεῦ‐ | 357 |
70.360 | γον, καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι, καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι. Ὃς γὰρ ἐὰν ἁλῷ ἡττηθήσεται, καὶ | |
5 | οἵτινες συνηγμένοι εἰσὶ μαχαίρᾳ πεσοῦνται, καὶ τὰ τέκνα αὐτῶν ἐνώπιον αὐτῶν ῥάξουσι, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν. Εὐαριθμήτους κομιδῇ τοὺς περιλειφθέντας ἔσεσθαί | |
10 | φησι, πλὴν καὶ αὐτοὺς ἀνάνδρους τε καὶ ἀφιλομα‐ χωτάτους, καὶ δειλίας εἰς τοῦτο κατεῤῥαγμένους, ὡς οὐδὲν ἕτερον ἑλέσθαι δρᾷν, πλὴν ὅτι μόνον τὸ φεύγειν, ἐν ἴσῳ δορκάδι, καὶ τὸ ἀτίμως σώζεσθαί φησιν, καὶ ἀπειπεῖν εἰς ἅπαν τὸ κἂν γοῦν ἀνταναστῆναι μόνον | |
15 | ταῖς τῶν πολεμίων συμφοραῖς. Ὅτι δὲ ἀνεπιστάτη‐ τοί τε καὶ ἄναρχοι μενοῦσι, καίπερ ὄντες ἀριθμῷ βραχεῖς, ὑπεμφαίνει λέγων, ὡς πρόβατον ἔσεσθαι πλανώμενον, καὶ τῆς τοῦ ποιμαίνοντος ἐπιεικείας ἐστερημένον, καὶ ἔξω που νομῆς ἰὸν, ὡς καὶ σηκῶν | |
20 | τῶν κατειθισμένων ἑλέσθαι μακράν. Οὐ γὰρ ἔσται, φησὶν, ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐ‐ τοῦ ἀποστραφῆναι, καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐ‐ τοῦ διῶξαι. Τὸ δὲ, διῶξαι, φησὶν ἀντὶ τοῦ ἐπειχθῆναι, καίτοι φίλον ἅπασιν ἡ χώρα, καὶ πατρῴων ἐνδιαιτη‐ | |
25 | μάτων ἄμεινον οὐδέν. Ἀλλὰ καὶ τῶν οὕτως αὐτοῖς φιλαιτάτων ἡ στέρησις ἡδεῖα, φησὶ, διάτοι τὸ πάντα τὸν ἁλισκόμενον παραχρῆμά τε διόλλυσθαι ... ... συμβήσεσθαι δέ τι καὶ ἕτερον τῶν ὅτι μά‐ λιστα πεφυκότων ἀνιᾷν ὁ προφητικὸς διισχυρίζεται | |
30 | λόγος. Τὰ γὰρ τέκνα αὐτῶν, φησὶν, ἐνώπιον αὐτῶν ῥάξουσι, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι, καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσι. Τί δ’ ἂν γένοιτο τοῖς γεγεννηκόσι δυσαχθέστερον τῆς τῶν τέκνων σφαγῆς; ἢ πῶς οὐχ ἁπάσης αἰκίας δυσφορητότερον, τὸ ἰδεῖν | |
35 | μὲν οἴκους διηρπασμένους, σεμνότητα δὲ γυναίων ἀδικουμένην, καὶ ταῖς τῶν κεκρατηκότων ἀσελγείαις ὑπενηνεγμένην; Μέμνηταί που καὶ ὁ μακάριος ψαλμ‐ ῳδὸς τοιούτου τινός. Ποιούμενος γὰρ τοὺς λόγους περὶ τῆς Βαβυλωνίων· «Μακάριος,» φησὶν, «ὃς | |
40 | κρατήσει, καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέ‐ τραν.» Ἀλλὰ ταυτὶ μὲν ἱστορικῶς τῇ τῶν Ἀσσυρίων συμβέβηκε χώρᾳ, καὶ ταῖς ἐν αὐτῇ πόλεσί τε καὶ χώραις, ὅτι καὶ πάντες εἰδωλολάτραι καὶ ἀλαζόνες οὐ φορητῶς, καὶ θεομάχοι δεινῶς, καὶ μάγου τέχνης ἐπι‐ | |
45 | στήμονες. Αὐτοὶ δὲ καὶ τὴν ἁγίαν πεπορθήκασι πόλιν, καὶ τὸν τοῦ Θεοῦ κλῆρον καταδῃώσαντες, τοῦτ’ ἔστι, τὸν Ἰσραὴλ, ἐν τῇ τῶν δορυκτήτων μοίρᾳ πεποιημέ‐ νοι, τὸν ἀσυνήθη τῆς δουλείας αὐτοῖς ἐπέθηκαν ζυ‐ γόν. Καὶ στήσεται μὲν ὁ περὶ τούτων λόγος, οὐκ ἔν | |
70.360(50) | γε τοῖς κατὰ μόνην τὴν ἱστορίαν, καὶ τοῖς ἐμφανῶς γεγονόσιν· ἔξεστι δὲ μᾶλλον τοῖς ἐθέλουσι νοεῖν καὶ πνευματικῶς, εἰ δὴ μετατάττοιεν εὐφυῶς τῶν γεγο‐ νότων τὴν δύναμιν, ἐπί τε αὐτὸν τὸν ἁπάσης τῆς φαυλότητος εὑρέτην, τὸν θεοστυγῆ τε καὶ ἀπηνέστα‐ | |
55 | τον, φημὶ δὴ τὸν Σατανᾶν, μάλισθ’ ὅτι τῆς προφη‐ τείας ὁ λόγος τὸ Χριστοῦ μυστήριον προσενεγκὼν, | |
καὶ τὴν ἐπ’ αὐτῷ προσαγόρευσιν εὖ μάλα πεποιημέ‐ | 359 | |
70.361 | νοι, εἰσκεκόμικε γείτονα τὴν κατὰ Βαβυλῶνος ὅρασιν μονονουχὶ τῶν ἀκροωμένων τὸν νοῦν καταθήγων ἐπὶ τό γε χρῆναι νοεῖν, καὶ πνευματικῶς τὰ ἱστορικῶς γεγονότα, κατά τε αὐτῆς Βαβυλῶνος, καὶ μὴν καὶ | |
5 | καθ’ ὅλης τῆς Ἀσσυρίων γῆς. Κατέληξε δὴ οὖν οὐ‐ δέπω ποτὲ πολυτρόπως ἐπιβουλεύων τοῖς Θεῷ δου‐ λεύουσιν ὁ δράκων ὁ ἀποστάτης, ἔγκειται δὲ καὶ μάλα νεανικῶς, εἰς τὸ αὐτῷ δοκοῦν ἀεὶ καταστρέφων, καὶ ἀποφέρει πλειστάκις, οἷά περ αἰχμαλώτους ἑλὼν, καὶ | |
10 | τοῖς τῶν παθῶν ἐνίησι βόθροις, δουλείας δὲ ὥσπερ αὐτοῖς ἐπιτιθεὶς δεινόν τε καὶ ἀνεξήτητον ζυγὸν κα‐ ταγαυριᾷ τῶν εἰλημμένων, καὶ ἀλαζονεύεται, καθά‐ περ ἀμέλει καὶ οἱ τῶν Ἀσσυρίων κατὰ καιροὺς βε‐ βασιλευκότες ἐπέχαιρον τοῖς ἐξ Ἰσραὴλ, ὅτι γῆς τῆς | |
15 | αὐτῶν ἔξω γεγονότες καὶ πόλεως τῆς ἁγίας δεδουλεύ‐ κασι τοῖς ἀλλογενέσιν. Ἀλλ’ οὐ μέχρι παντὸς ἡ τοῦ διαβόλου τυραννὶς κατήσχυσε τῶν διηρπασμένων. Ἐγήγερται γὰρ τὸ τοῦ Σωτῆρος σημεῖον, τοῦτ’ ἔστιν, ἐπινικίους ᾠδὰς ἀνατεθείκαμεν τῷ δι’ ἡμᾶς | |
20 | καὶ ὑπὲρ ἡμῶν νικήσαντι· πεποιήμεθα δὲ καὶ τῆς ὀρθῆς πίστεως τὴν ὁμολογησίαν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, Ὑψώσατε τὴν φωνὴν ἑαυτοῖς. Ἐντέταλται δὲ καὶ ὁ Κύριος ἔρχεσθαι ἔθνει ὁπλομάχῳ, δῆλον δὲ ὅτι τῶν ἁγίων, οἷς ἡ μάχη καὶ ὁ πόλεμος οὐ πρὸς | |
25 | αἷμα καὶ σάρκας, πρὸς ἀρχὰς δὲ μᾶλλον καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Οἳ καὶ ἀντετάξαντο καὶ νενικήκασιν, κρατοῦσι δὲ καὶ εἰς δεῦρο, καὶ τὸ τῶν ἀντικειμένων δυνάμεων ἐκπο‐ | |
30 | λιορκοῦσι στίφος, καὶ οἷά τινα πόλιν τὴν εἰδωλολα‐ τρείαν ἐκπεπορθήκασι, τὴν πάλαι δεινὴν καὶ ἀχείρω‐ τον. Κατευμεγεθοῦσι δὲ τῶν ἀνθεστηκότων οἱονεὶ στρατηγοῦντος Χριστοῦ, καὶ συνασπιζόντων ἀγίων ἀγγέλων, ὥστε καὶ εὐαριθμήτους εἶναι παντελῶς | |
35 | τοὺς τὰ ἐκείνων ἔτι σέβοντας κράτη, εἶναι δὲ αὐτοὺς οἰκτροὺς καὶ ἀνάνδρους καὶ περιδεεῖς, καὶ ἀπειρηκό‐ τας παντελῶς τὴν ἀντίστασιν, τὴν πρός γέ φημι τοὺς Χριστῷ δουλεύοντας. Ἐπιτρέχων δὲ τὴν ὅρασιν καὶ τῶν προκειμένων τὰ καθεξῆς, τοιαύτης τινὸς θεωρίας πνευματικῆς συλλεγέτω γνῶσιν πᾶς εἴ τίς ἐστι νουνεχὴς, συνιέναι τε δυνάμενος παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. | |
40 | Ἰδοὺ ἐγὼ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι. Τοξεύματα νεανίσκων συντρίψουσι, καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν. Καὶ ἔσται Βα‐ | |
45 | βυλὼν, ἣ καλεῖται Ἔνδοξος ὑπὸ βασιλέων Χαλ‐ δαίων, ὃν τρόπον κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα, οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον· οὐδ’ οὐ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, οὐδ’ οὐ μὴ διέλθωσιν αὐτὴν Ἄραβες, οὐδὲ ποιμένες, οὐ μὴ ἀναπαύσονται ἐν | |
70.361(50) | αὐτῇ. Φανερωτάτην ἐν τούτοις ποιεῖται λοιπὸν τοῦ πολέ‐ μου τὴν προαγόρευσιν, καὶ ὥσπερ τι κατασκία‐ σμα τοῖς λόγοις ἐπεῤῥιμμένον τὴν ἀσάφειαν πε‐ ριελὼν, γυμνὴν καὶ ἀναφανδὸν καὶ οἷον ἐν ὄψει | |
55 | τίθησι τὴν ὅσον οὐδέπω παρεσομένην συμφοράν. Ἥξουσι γὰρ ἥξουσι οἱ Μῆδοι, φησὶν, οὐ χρημάτων | |
ἡττώμενοι καὶ δωροδοκίας τῆς παρ’ ὑμῶν οὐ πεφρο‐ | 361 | |
70.364 | νηκότες, ἀμείνους δὲ μᾶλλον ὡς ἐν καιρῷ γεγονότες, καὶ τῶν ὅτι μάλιστα διὰ σπουδῆς αὐτοῖς τεθειμένων, ἵνα τοξεύματα νεανίσκων συντρίψουσιν. Εἰ μὲν γάρ τις λογίσαιτο τὰς τῶν Βαρβάρων ἐφόδους, αἵπερ ἂν | |
5 | γένοιντο κατὰ χωρῶν ἢ πόλεων, οὐχ ἑτέρου τινὸς ἕνεκα δρωμένας εὑρήσει, πλὴν ὅτι μόνου τοῦ διαρ‐ πάσαι χάριν, ἄθροισιν δὲ χρημάτων ποιεῖσθαι τὴν παρεμπίπτουσαν. Ἀλλ’ ἔσονται, φησὶ, καὶ λημμά‐ των ἀμείνους οἱ Μῆδοι, καὶ κερδῶν ἀφειδήσουσιν, | |
10 | ἵνα τὴν τῶν Βαβυλωνίων ὀφρὺν κατασπάσωσι. Μέγα μὲν γὰρ ἀεί πως αὐτοῖς ἐπὶ ταῖς τοξείαις φύσημα, καὶ τὸ εὐτυχὲς ἐν τούτοις ποιοῦνται περὶ πολλοῦ. Ἀλλ’ ἥττους ἔσονται τῶν ἐχθρῶν. Σκληροὶ δὲ οὕτω καὶ ἀφιλοικτείρμονες οἱ νενικηκότες, ὡς μηδὲ τῆς | |
15 | ἐλεεινῆς ἡλικίας φειδῶ ποιεῖσθαί τινα, μήτε μὴν οἰκτρῶς ἀπολλυμένων νηπίων, τὸ ἐξ ἡμερότητος ἐπιστάξαι δάκρυον. Βαβυλὼν δὲ, ἣ καλεῖται Ἔν‐ δοξος ὑπὸ βασιλέως Χαλδαίων, πρὸς τοῦτο, φησὶν, ἐρημίας κατοιχήσεται, ὡς κατ’ οὐδένα τρόπον δι‐ | |
20 | ενεγκεῖν τῶν ἐμπεπρησμένων Σοδόμων τε καὶ Γο‐ μόῤῥας· ἔσται δὲ καὶ ἀοίκητος· φευκτὴ δὲ οὕτως καὶ τοῖς ὁμόροις, ὡς ἔθνους μακροῦ περινοστοῦσιν αὐ‐ τὴν, ὡς μηδὲ ποιμένας τοὺς ἐξ Ἀράβων κατανεμῆ‐ σαί τι τῶν ἰδίων θρεμμάτων ἐν αὐτῇ· διάτοι τὸ | |
25 | ἠρημῶσθαι παντελῶς. Ἰστέον δὲ ὅτι τὰ Σαρακηνῶν ἔθνη, καὶ μέχρις αὐτῆς διήκοντα τῶν Ἀσσυρίων, καὶ τὴν ἐσωτάτω νεμομένους ἔρημον, Ἄραβας ὀνο‐ μάζει. Γείτονα γὰρ ἔχουσι τὴν Ἀράβων. Εἰκὸς δὲ δὴ καὶ αὐτοὺς τοὺς ἐξ Ἀραβίας Σαρακηνοὺς ἀναμὶξ | |
30 | τὰς Ἀσσυρίων ἐρήμους περιφοιτᾷν. Καὶ ἀναπαύσονται ἐκεῖ θηρία, καὶ ἐμπλησθή‐ σονται αἱ οἰκίαι ἤχου. Καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται. Καὶ ὀνο‐ κένταυροι ἐκεῖ κατοικήσουσιν, καὶ νοσσοποιή‐ | |
35 | σουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν. Ταχὺ ἔρχεται, καὶ οὐ χρονιεῖ. Φίλον πως ἀεὶ τοῖς ἀνημέροις τῶν ζώων ἐνδιαί‐ τημα ποιεῖσθαι τὰ τῶν χωρίων ἠρημωμένα, καὶ πόλις ἐρειπομένη πλείστας τε ὅσας αὐτοῖς, καὶ μὴν | |
40 | καὶ εὐρεῖς τὰς καταδύσεις ἀποτελεῖ αὐτορόφους τε καὶ ἐσχεδιασμένας, καὶ ὡς ἀπό γε τοῦ συμβεβηκότος αὐτομάτως ἐξηυρημένας· ἐν ἐρήμοις τε καὶ τοῖς σιωπῶσι τῶν τόπων, ἠχώ τις ἰσχνὴ, καὶ οἷον ἀπὸ σιγῆς τῆς ἄγαν, οὐκ οἶδ’ ὅπως, ἀνίσχει τε καὶ ταῖς τῶν | |
45 | ἠρεμούντων ἀκοαῖς εἰσκρίνεται. Οὐκοῦν θηρία μὲν ἀναπαύσεται, φησὶν, ἤχου δὲ αἱ οἰκίαι πλησθήσονται· τοῦτ’ ἔστιν, οὐδένα παντελῶς τὸν οἰκοῦντα ἔχουσαι, τὴν ταῖς ἐρημίαις πρέπουσαν ἠχῶ κατακτήσονται. Ὀρχήσονται δὲ, φησὶν, ἐκεῖ καὶ δαιμόνια. Φασὶ γάρ | |
70.364(50) | πως καὶ αὐτὰ τοῖς ἠρεμοῦσι τῶν τόπων ἴδιον ἐμφι‐ λοχωρεῖν, καὶ οἷον ἐναύλισμα ποιεῖσθαι σχολαῖον. Σειρῆνας δὲ, οἶμαι, φησὶ τὰ εὐστομεῖν εἰδότα πτηνὰ, ἢ, κατά γε τὴν Ἑβραίων ἔκδοσιν, τὴν γλαῦκα. Τοὺς δέ γε τῶν ὄνων ἀγρίους ὀνοκενταύρους ὠνόμασεν· | |
55 | καὶ μὴν καὶ ἐχίνους τοὺς ἀκάνθαις ὀξείαις οἱονεὶ φρίττοντας τῶν μυῶν. Ταυτὶ δὲ σύμπαντα πρέποι ἂν εἰκότως ταῖς εἰσάπαν ἠρημωμέναις ἢ πόλεσιν ἢ οἰ‐ κίαις. Ἐπιλέγει δὲ τούτοις, ὅτι ταχὺ ἔρχεται, καὶ | |
οὐ χρονιεῖ. Ἢ τοῖς Ἀσσυρίοις πικροτέραν ἐνιεὶς | 363 | |
70.365 | τὴν φροντίδα, ἤγουν τοῖς ἐξ αἵματος Ἰσραὴλ παρά‐ κλησιν οὐ μικρὰν τὸ χρῆμα ποιούμενος. Ἐπειδὴ γὰρ ἦσαν ἐν αἰχμαλωσίᾳ, ἀνεθήσεσθαί γε μὴν προσ‐ εδόκων καταστρατεύσαντος τῆς Βαβυλωνίων ὁμοῦ | |
5 | Πέρσαις τε καὶ Μήδοις τοῦ Κύρου, ταχεῖαν αὐτοῖς ὑπισχνεῖται τῶν ἀνιαρῶν τὴν λύσιν, καὶ ὅτι τὰ ἐν εὐχαῖς οὐκ εἰς ἀνάβλησιν ἔσται μακρὰν, ἀλλ’ οἷον δραμεῖται κατὰ πόδα τοῦ λόγου. Καὶ ἐλεήσει Κύριος τὸν Ἰακὼβ, καὶ ἐκλέξεται ἔτι τὸν Ἰσραὴλ, καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς | |
10 | αὐτῶν, καὶ ὁ γηώρας προστεθήσεται ἐπ’ αὐτούς. Καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ἰακώβ· καὶ λήψονται αὐτοὺς ἔθνη, καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν. Καὶ κατακληρονομήσουσι, καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ Θεοῦ, εἰς δού‐ | |
15 | λους καὶ εἰς δούλας· καὶ ἔσονται αἰχμάλωτοι, οἱ αἰχμαλωτεύσαντες αὐτοὺς, καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀναπαύσει σε ὁ Θεὸς ἐκ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου, καὶ τῆς δουλείας τῆς σκληρᾶς, ἧς ἐδούλευσας αὐτοῖς. | |
20 | Εἰς ἐλπίδα χρηστὴν ἀνακομίζει πεπονηκότας τοὺς ἐξ αἵματος Ἰσραὴλ, καὶ ὑποσχέσεσιν ἀγαθαῖς ἀναῤ‐ ῥώννυσιν εἰς εὐθυμίαν, κατηχθισμένους οὐ φορητῶς ταῖς τῶν ἑλόντων πλεονεξίαις. Ὅτι γὰρ ἀνελεύσον‐ ται μὲν τῆς αἰχμαλωσίας, ἀποστήσονται δὲ τῆς ἀσυν‐ | |
25 | ήθους δουλείας τὸν ζυγὸν, πεπορθημένης τῆς Βα‐ βυλῶνος, καὶ ἁπάσης δὲ τῆς Ἀσσυρίων χώρας, προηγόρευσε σαφῶς. Οὐ γὰρ ἀπόβλητος ἔσται, φη‐ σὶν, εἰσάπαν ὁ Ἰσραήλ· οὐδὲ τῶν πλημμελημάτων ἀτελευτήτους ὑφέξει δίκας· ἐλεηθήσεται δὲ καὶ ἀνα‐ | |
30 | πνεύσει κατὰ καιροὺς ὁ ἐξειλεγμένος· καὶ ἐπεί τοι τέθειται πρωτότοκος ἐν τέκνοις, ἐπισκοπῆς τε καὶ εὐμενείας τῆς παρὰ Θεοῦ τεύξεται. Ὑπονοστήσειν δὲ αὐτοὺς εἰς τὴν ἐνεγκοῦσαν, φησὶ, συναναβήσεσθαι δὲ καὶ τὸν γηώραν. Γηώραν δέ φησιν τὸν αὐθιγενῆ | |
35 | καὶ αὐτόχθονα, τοῦτ’ ἔστι, Βαβυλώνιον· πλεῖστοι γὰρ ὅσοι τῶν Βαβυλωνίων εἵποντό τε τοῖς ἐξ Ἰσραὴλ, τοῦτο μὲν τὴν πρὸς αὐτοὺς συγγένειαν ἐσχηκότες, τοῦτο δὲ τῇ κατὰ νόμον λατρείᾳ προσνενευκότες. Ἐπειδὴ γὰρ μακροὺς διατετελέκασιν ἐν τῇ αἰχμαλω‐ | |
40 | σίᾳ χρόνους, εἰκὸς δή που τῶν αὐθιγενῶν οὐ με‐ τρίαν αὐτοῖς προσνενεμῆσθαι πληθύν. Προστεθήσεται τοίνυν ὁ γηώρας, φησὶν, αὐτοῖς, τοῦτ’ ἔστιν, ἕψεται καὶ ἀκολουθήσει καὶ ὁ αὐτόχθων αὐτοῖς. Λήψονται δὲ αὐτοὺς ἔθνη, καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐ‐ | |
45 | τῶν. Ὅτε γὰρ Κύρος ἀνῆκε τὸν Ἰσραὴλ, τοῖς τῶν χωρῶν ἄρχουσι παραπέμπειν ἐκέλευσεν ἄπληγά τε καὶ ἀνεπιβούλευτον. Πέπραχε δὲ τοῦτο καὶ ὁ μετ’ αὐτὸν τὰ τῶν Ἀσσυρίων σκῆπτρα διαδεξάμενος· Ξέρξης οὗτος ἦν. Ἔξεστι δὲ τοῖς ἐθέλουσιν ἐξακρι‐ | |
70.365(50) | βοῦν τὰ τοιάδε περιτυχεῖν τοῖς Ἔσδρα βιβλίοις, καὶ ἀπλανεστάτην ἐφ’ ἅπασι τοῖς εἰρημένοις τὴν γνῶσιν ἑλεῖν. Ἀνέβαινον γὰρ ἐκ τῆς Ἀσσυρίων εἰς τὴν Ἰουδαίαν, διέποντος μὲν τὴν βασιλείαν Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, ἡγουμένου δὲ | |
55 | τοῦ ἱεροῦ τάγματος Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. Ἔθνη δὴ οὖν παραπέμψουσιν αὐτοὺς, φησὶ, καὶ εἰσάξουσιν εἰς τὴν γῆν αὐτῶν, καὶ τὸν ἄνωθεν αὐτοῖς ἐκνεμηθέντα καθέξουσι κλῆρον. Καὶ | |
τὸ ἔτι παραδοξότερον, οἵ ποτε τῶν εἰδώλων θερα‐ | 365 | |
70.368 | πευταὶ, οἱ θεοὺς ἐπιγραφόμενοι πολλοὺς καὶ ἀναρι‐ θμήτους πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ Θεοῦ, εἰς δούλους καὶ δούλας, ἔσονται δὲ καὶ αἰχμάλωτοι, οἱ αἰχμαλωτεύσαντες αὐτούς. Οἱ γὰρ αἰχμάλωτον λα‐ | |
5 | βόντες τὸν Ἰσραὴλ, συνανακομισθέντες αὐτῷ· καὶ ἀφιγμένοι, φησὶν, εἰς τὴν Ἰουδαίαν, τοῖς τοῦ νόμου ζυγοῖς ὑποθήσουσι τὸν αὐχένα, καὶ οἷον καλὴν καὶ σωτήριον ὑπομείναντες τὴν αἰχμαλωσίαν, Κύριον καὶ Θεὸν ἐπιγράψονται τὸν τῶν ὅλων Δημιουργόν. | |
10 | Ἢ γὰρ τοῦτο, φησὶν, ἢ ἐκεῖνό που τάχα βούλεται δηλοῦν, ὅτι οἱ πάλαι κρατήσαντες καὶ ἀποκομίσαντες μὲν τὸν Ἰσραὴλ τῆς Ἰουδαίας, ὑποθέντες δὲ τοῖς ἰδίοις ζυγοῖς, κυριευθήσονται καὶ αἰχμαλωτευθήσον‐ ται, Κύρου δηλονότι, Περσῶν τε καὶ Μήδων αὐτοὺς | |
15 | ᾑρηκότων. Ἐν γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ’ ἔστι, κατ’ ἐκεῖνο καιροῦ, ἀνεθήσῃ μὲν ἐκ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου· τοῦτ’ ἔστιν ἐκ τῆς ὀργῆς τῆς ἐπηρ‐ τημένης σοι, θείας δηλονότι· διαφεύξῃ γὰρ τὴν πι‐ κρὰν δουλείαν, καὶ ἀνεθήσῃ τῶν πόνων. Ἀλλὰ φέρε | |
20 | δὴ πάλιν, μεταπλάττοντες ὡς ἔνι τῆς ἱστορίας τὸ πάχος, εἰς θεωρίαν πνευματικὴν τοιοῦτόν τι γεγονὸς καταθρήσομεν. Ἦσαν μὲν γὰρ αἰχμάλωτοι ταῖς τῶν εἰδώλων λατρείαις προσκείμενοι, καὶ τὰ αὐτοῦ τοῦ πλεονεκτήσαντος σέβοντες κράτη. Ἀλλ’ ἠλέησεν ὡς | |
25 | ἠδικημένους ὁ πάντων Δημιουργὸς, πέπομφεν ἡμῖν ἐξ οὐρανοῦ λυτρωτὴν τὸν ἴδιον Υἱὸν, ἐν ὀνόματι Κυ‐ ρίου, τοῦτ’ ἔστιν, οὐχ ὡς ἕνα τῶν ἁγίων προφητῶν, ἀλλ’ ἐν κυριότητος δόξῃ· ὃς καὶ πεπόρθηκεν οἷά τινα πόλιν ἀλαζόνα καὶ ὑβρίστρειαν, συνασπιζόντων | |
30 | αὐτῷ τῶν ὁπλομάχων αὐτοῦ, τοῦτ’ ἔστι, τῶν ἁγίων ἀποστόλων· οἳ πᾶσαν ὥσπερ τοῦ διαβόλου τὴν χώ‐ ραν καταδῃώσαντες συνανεκόμισαν ἑαυτοῖς, ὡς εἰς ἁγίαν πόλιν τὴν νοητὴν Ἱερουσαλὴμ, φημὶ δὴ τὴν Ἐκκλησίαν, τοὺς ἠπατημένους καὶ ζυγῷ δουλείας | |
35 | ἐνησχημένους, οἳ καὶ ἐπληθύνθησαν ἐν τῇ γῇ τοῦ Θεοῦ, γεγόνασί τε εἰς δούλους καὶ δούλας. Οἱ δὲ πρὶν ὑπὸ χεῖρα καὶ αἰχμαλώτους ἔχοντες, τοῦτ’ ἔστιν οἱ τῶν δαιμονίων θεραπευταὶ, καὶ τὰ ἐκείνων διδάσκον‐ τες ἔθη, καὶ σαγηνεύοντες εἰς ἀπώλειαν, αἰχμά‐ | |
40 | λωτοι γεγόνασι, τοῦτ’ ἔστι, νενίκηνται τοῖς κηρύ‐ γμασι τῶν ἁγίων ἀποστόλων, καὶ ὑπὸ Χριστῷ πε‐ πράχασι· κατεκυρίευσε γὰρ αὐτῶν προσηκαμένων δηλονότι τὴν πίστιν. Ἀνεπαύσαντο γὰρ καὶ ἐκ τῆς δουλείας τῆς σκληρᾶς, ἧς ἤδη φθάσαντες δεδουλεύ‐ κασι, πρὶν ὑπὸ Κυρίῳ γενέσθαι, καὶ τοῖς ὁπλομάχοις αὐτοῦ. | |
45 | Καὶ λήψῃ τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν, καὶ ἀναπέπαυται ὁ ἐπι‐ σπουδαστής; Συνέτριψεν ὁ Θεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων· πατάξας | |
70.368(50) | ἔθνος θυμῷ, πληγῇ ἀνιάτῳ, παίων ἔθνος πληγῇ θυμοῦ, καὶ οὐκ ἐφείσατο, ἀνεπαύσατο πεποιθώς. Εἰς τοῦτο σκληρότητος τοῖς Βαβυλωνίοις διελάσαι φησὶ τὰς ἐκ τοῦ πολέμου συμφορὰς, καὶ αὐτῷ δὲ τῷ Ναβουχοδονόσορ, ὡς κατοικτείρεσθαι παρ’ ἐχθρῶν, | |
55 | καὶ οὓς ἦν εἰκὸς οὐ φορητὰ πεπονθότας μονονουχὶ καὶ ἐπορχεῖσθαι κειμένῳ, τούτους ἐκ περιτροπῆς, καὶ ἐπαλγῆσαι λοιπὸν, καὶ τῷ πλήθει τῶν συμβεβηκότων αὐτοῖς εἰς οἶκτον ἐλθεῖν, ἤγουν καὶ ἑτέρως θρηνῆσαι | |
πεσόντας, καὶ οὐχὶ δὴ πάντω, ἐποικτείροντας, ἐφ‐ | 367 | |
70.369 | ηδομένους δὲ μᾶλλον, καὶ τοῖς παρ’ ἐλπίδα κατειλημ‐ μένοις ἐπιτωθάζοντας. Ἐξυφαίνει δὲ καὶ τὸν θρῆνον αὐτοῖς ᾆσμά τε δίδωσιν ἐοικὸς τοῖς συμβεβηκόσιν. Ἐρεῖς γὰρ, φησὶ, Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν; Τὸ | |
5 | ἀναπέπαυταί φησιν εὐφήμως, ἀντὶ τοῦ, διόλωλέ τε καὶ πέρας ἔχει. Ἀπαιτοῦντα δὲ καὶ ἐπισπουδαστὴν ὀνομάζει τὸν Βαβυλώνιον, ὃς ἐκ πολλῆς ἄγαν ὑπερ‐ οψίας, οὐχὶ τοῖς ὁμόροις ἐπετίθει μόνοις τῆς ἑαυτοῦ πλεονεξίας τὸν ζυγὸν, ἀλλὰ γὰρ ἐν ταῖς ἄγαν ἀπῳκι‐ | |
10 | σμέναις πόλεσί τε καὶ χώραις τοὺς φορολόγους ἐκ‐ πέμπων δασμοὺς ἀπῄτει καὶ τέλη. Θαυμάζουσι τοί‐ νυν πῶς ὁ τοιόσδε πέπαυται, καὶ ἡ πάντα πλεονεκ‐ τοῦσα κατέληξε χείρ. Ὅτι δὲ οὐκ ἠγνοήκασι τοῦ πεσεῖν αὐτὸν τὰς αἰτίας καταδεικνῦντες φασί· Συνέτριψεν | |
15 | ὁ Θεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων. Ἀκούεις ὅπως ἄρχοντας ὀνομάζει φρόνημα τὸ ἀγέρωχον περιτιθεὶς αὐτοῖς; Ἐπεπήδων γὰρ, ὡς ἔφην, ἅπασιν, ὡς ἔπος εἰπεῖν, τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, τοῖς ἰδίοις αὐτοὺς ὑποφέροντες ζυγοῖς. Ἄρχειν | |
20 | δὲ ἧν ἔσθ’ ὅτε ὁμοῦ καὶ σκοπὸς αὐτοῖς. Ἀλλ’ ἐπάταξε, φησὶν, ὁ Θεὸς τὸ ὑπέροφρυ γένος, ἤγουν ἔθνος πατά‐ ξας πληγῇ ἀνιάτῳ. Ὁ δὲ πεποιθὼς ἐφ’ ἑαυτῷ μέγα καὶ πεφρονηκὼς, καὶ οὐχ ἑκὼν ἀνεπαύσατο, τοῦτ’ ἔστιν, οἴχεται πρὸς πέρας τὸ αὐτῷ πρεπωδέστατον, | |
25 | πληγὴν ὑπομείνας ἀνίατον θυμοῦ, φειδοῦς ἁπάσης ἐξῃρημένης. Ἀλλὰ ταυτὶ δὴ φάναι πρέποι ἂν καὶ ἡμᾶς αὐτοὺς, καὶ οἷον ἐπαλαλάζειν τῷ Σατανᾷ, ἀπ‐ αιτοῦντι καὶ ἐπισπουδάζοντι, καὶ μάλα πικρῶς. Ἔγ‐ κειται γὰρ τῇ ἑκάστου διανοίᾳ, παρατρέπων αὐτὴν | |
30 | τῶν ἀρίστων καὶ ἀγαθῶν σπουδασμάτων τῶν ἐν εὐ‐ σεβείᾳ καὶ δικαιοσύνῃ φημὶ, σὺν βίᾳ δὲ ὥσπερ ἀπο‐ φέρων ἐπὶ τὸ αὐτῷ δοκοῦν· καὶ οἷόν τις πικρὸς δα‐ σμολόγος τὸ εἰς ἁμαρτίαν ἐπιμελὲς παρ’ ἑκάστου ζη‐ τῶν. Ἀλλὰ συνέτριψεν ὁ Σωτὴρ τὸν ζυγὸν τῶν ἁμαρ‐ | |
35 | τωλῶν, ἀποβαλὼν μὲν ἐκεῖνον, ὑπενεγκὼν δὲ μᾶλλον ἡμᾶς τοῖς ἑαυτοῦ ζυγοῖς, καὶ πατάξας ἔθνος πληγῇ ἀνιάτῳ. Ἔθνος δὲ ποῖον, ἢ πάντως που τὸ τῶν δαι‐ μονίων, οἷς καὶ ἐπέταττεν εἰς τὴν ἄβυσσον ἀπελθεῖν; καὶ μὴν καὶ αἰκίας τὰς παγχαλέπους ἐπῆγεν· καὶ | |
40 | γοῦν ἀνακεκράγασι λέγοντες· «Ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ὧδε πρὸ καιροῦ ἀπολέσαι ἡμᾶς.» Πᾶσα ἡ γῆ βοᾷ μετ’ εὐφροσύνης, καὶ τὰ ξύλα τοῦ Λιβάνου ηὐφράνθησαν ἐπὶ σοὶ, καὶ ἡ κέδρος τοῦ Λιβάνου ἀφ’ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ | |
45 | κόπτων ἡμᾶς. Μέρος τοῦ θρήνου καὶ τοῦτο· καὶ ὅσον μὲν ἧκεν εἴς γε τὸν τῆς ἱστορίας λόγον, εὐφροσύνη γέγονεν ἐν πάσῃ τῇ γῇ, τῆς Ἀσσυρίων πεπορθημένης, καὶ καταλήξαν‐ τος τοῦ ἐπισπουδαστοῦ, καὶ παρὰ πάντων αἰτοῦντος | |
70.369(50) | τὸ ὑποτάττεσθαι δεῖν αὐτῷ, οὓς καὶ ξύλα τοῦ Λιβάνου ὁ προφητικὸς ὀνομάζει λόγος· τοὺς ἐν ἀρχαῖς που πάντως. καὶ ἐν δυνάμεσι τῶν ἐθνῶν κέδροις παρει‐ κάζων. Πλὴν οἷά τις δρυοτόμος ὁ Ναβουχοδονόσορ κατασείων αὐτοὺς τοῖς ἰδίοις ὑπετίθει ζυγοῖς. Αἱ κέ‐ | |
55 | δροι τοίνυν, φησὶν, ἐπὶ σοὶ χαίρουσαι φασίν· Ἀφ’ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Εἰ δὲ δὴ | |
βούλοιτό τις τὸν τοιόνδε λόγον ἐφαρμόσαι μόνοις τοῖς | 369 | |
70.372 | ἐξ Ἰσραὴλ, περινοήσει τοιῶσδε. Λίβανος ὄρος ἐστὶ παμμεγεθὲς κατὰ τὴν Φοινίκων γῆν, κέδροις τε καὶ λιβάνοις κατάκομον, δασύ τε καὶ εὔδενδρον· παρει‐ κάζει τοίνυν αὐτὸ πλειστάκις ἡ θεόπνευστος Γραφὴ | |
5 | τῇ τῶν Ἰουδαίων χώρᾳ, διάτοι τὸ πλείστους ἐν αὐτῇ διαπρεπεστάτους εἶναι κατά τε δυναστείαν καὶ δόξαν, εἶναί γε μὴν καὶ ἑτέρους τοῖς τῆς ἱεροσύνης αὐχήμα‐ σιν ὑψοῦ τε ἠρμένους καὶ οἷον εὐοσμοτάτους. Καὶ γοῦν ὁ προφήτης Ζαχαρίας, Λιβάνῳ μὲν παρεικάζων | |
10 | τὴν Ἰουδαίαν· κέδροις τε δρυσί τε καὶ πίτυσι τοὺς ἐν αὐτῇ. Πυρὶ δὲ παμφάγῳ τὴν Ῥωμαίων στρατείαν, τὴν μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν ὅλην αὐτῶν κατ‐ εμπρήσασαν τὴν χώραν. Οὕτω φησί· «Διάνοιξον, ὁ Λί‐ βανος, τὰς θύρας σου. Καὶ καταφαγέτω πῦρ τὰς κέ‐ | |
15 | δρους σου. Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος. Ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος.» Ἔστω τοιγαροῦν Ἰουδαίων ὁ λό‐ γος ὡς ἀπὸ ξύλων τοῦ Λιβάνου εὐφραινομένων τε καὶ λεγόντων τῷ Βαβυλωνίῳ καὶ τοῖς ἀμφ’ αὐτόν· Ἀφ’ οὗ | |
20 | σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Ἀστειό‐ τατα δὲ σφόδρα μεμένηκε τῇ τοῦ λόγου τροπῇ. Ἐπειδὴ γὰρ ὡς ἀπὸ ξύλων τοῦ Λιβάνου γέγονεν ἡ φωνὴ, ταύτῃτοί φασι τὸ, Οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Μετὰ γάρ τοι τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον τῶν ἐξ | |
25 | Ἰσραὴλ, οὐκέτι πρὸς αὐτοὺς ὁ ἐκ τῆς Ἀσσυρίων κε‐ κίνηται πόλεμος. Ἐροῦμεν δὲ καὶ ἡμεῖς εἰκότως τῷ Σατανᾶ, οἱ πάλαι μὲν παρ’ ἐκείνου πεπορθημένοι, ἑδραῖον δὲ λοιπὸν ἐσχηκότες ἐν Χριστῷ τὸ φρόνημα, καὶ νοῦν εἰς εὐσέβειαν ἀσφαλῆ, καὶ ἐῤῥιζωμένον, καὶ | |
30 | καρδίαν εὐθαλεστάτην· Ἀφ’ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι· συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς, οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάν‐ | |
35 | τας βασιλεῖς ἐθνῶν. Πάντες ἀποκριθήσονται, καὶ ἐροῦσί σοι· Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς· ἐν ἡμῖν δὲ κατελογίσθης· κατέβη εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου· ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώ‐ | |
40 | ληξ. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ προσωποποιεῖν ἔσθ’ ὅτε, καὶ οἷον αὐτοῖς τοῖς πράγμασιν ἐφαρμόζειν φω‐ νὰς, ὁποῖόν ἐστι τὸ, «Αἰσχύνθητι Σιδὼν, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν· Οὐκ ὤδινον, | |
45 | οὐδὲ ἔτεκον, οὐδὲ ἔθρεψα νεανίσκους, οὐδὲ ὕψωσα παρθένους.» Περιτίθησι μὲν γὰρ τὸν ἐπὶ τῷδε λό‐ γον τῇ Τυρίων πόλει πεπορθημένῃ κατὰ καιροὺς παρὰ τῶν Βαβυλωνίων· φαμὲν δὲ πρέπειν τῇ τῶν πραγμάτων φύσει τὸν λόγον. Οὕτω καὶ ὁ προφήτης | |
70.372(50) | Μιχαίας εἰσκεκόμικέ που τὴν Ἱερουσαλὴμ πρὸς τὴν Βαβυλῶνα λέγουσαν· «Μὴ ἐπίχαιρέ μοι, ἐχθρά μου, ὅτι πέπτωκα καὶ ἀναστήσομαι. Διότι ἐὰν καθίσω ἐν τῷ σκότει, ὁ Κύριος φωτιεῖ μοι· ὀργὴν Κυρίου ὑπ‐ οίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν | |
55 | δίκην μου· καὶ ποιήσει τὸ κρίμα μου, καὶ ἐξάξει με εἰς τὸ φῶς. Ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ, καὶ ὄψεται | |
ἡ ἐχθρά μου, καὶ περιβαλεῖται αἰσχύνη ἡ λέγουσα | 371 | |
70.373 | πρὸς μέ· Ποῦ Κύριος ὁ Θεός σου; Οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα ὡς πη‐ λὸς ἐν ταῖς ὁδοῖς ἡμέρας ἀλοιφῆς πλίνθου· ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη.» Καθ’ ἢν δηλονότι ὁ Κύρος τε | |
5 | καὶ Μῆδοι Πέρσαις ἀναμὶξ ᾑρήκασι τὴν Βαβυλωνίων. Προσωποποιεῖ τοιγαροῦν καὶ νῦν οὐδὲν ἧττον ὁ μα‐ κάριος προφήτης· παρωξύνθαι τε φησιν, ἤγουν πεπι‐ κράνθαι τὸν ᾅδην καταβαίνοντι συναντήσαντα. Καί μοι τοῦ λόγου περιάθρει τὴν οἰκονομίαν. Καταδεί‐ | |
10 | κνυσι γὰρ διὰ τούτου μιαιφόνον ὄντα καὶ αἱμάτων πλήρη, ὥστε καὶ ἔργον τῆς ἐνούσης ὠμότητος αὐτῷ πάντα σχεδὸν γενέσθαι τὸν ᾅδην, ἤτοι τοὺς ὄντας ἐν ᾅδου. Οὐ γὰρ διαλέλοιπεν ὁ ἀλαζὼν ἔθνη τε καὶ βασι‐ λεῖς ἄρδην ἀποκείρων, καὶ ψυχῶν ἀθλίων τὸν ᾅδην | |
15 | ἀναπιμπλάς. Πάντες οὖν οἱ γίγαντες, φησὶ, τοῦτ’ ἔστιν, οἱ κατ’ ἰσχὺν ἐπίσημοι γεγονότες, καὶ πολλῶν ἄρξαντες ἐθνῶν, ἀνῃρημένοι δὲ διὰ σοῦ, ἀποκριθή‐ σονται, καὶ ἐροῦσι, Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς. Ἦσθα μὲν γὰρ ἄνθρωπος, φασὶν, ἀλλ’ οὐκ ἠξίους | |
20 | τοῦτο εἰδέναι καὶ φρονεῖν· ἀλλ’ οὐδ’ ἂν ᾠήθης, ὅτι καὶ κρείσσων ἔσται τις τῆς σῆς. ὀφρύος, καὶ τῆς δυσ‐ αντήτου χειρὸς, εἰσὶ δὲ ὅτι καὶ θανάτου κρείττων, οὐκ ἔξω που τάχα τέθεικας τῆς ἐλπίδος, μόλις δὲ καὶ οὐχ ἑκόντα σε μάχαιρα πέπεικε Μηδικὴ διὰ πείρας | |
25 | αὐτῆς ἐκμαθεῖν, ὅτι καθ’ ἡμᾶς ἦσθα καὶ αὐτός. Καὶ γοῦν ἑάλως, ὥσπερ καὶ ἡμεῖς. Κατέβη δὲ εἰς ᾅδου ἡ δόξα σου, ἀντὶ τοῦ, ἐσβέσθη θανάτῳ· καὶ τὸ ἀμειδὲς τῆς φθορᾶς ἐπενήνεκται κράτος. Τὴν σὴν εὐφροσύνην ὄψεται καὶ μόλις τεθεικὸς ἐκ μέσου. Στρωθήσεται δὲ | |
30 | σῆψις μὲν ὑποκάτω σου, γενήσεται δέ σοι καὶ ἄμφιον ὡς σκώληξ. Καὶ κοινὸν μὲν τοῦτο. Πεπονθόσι γὰρ ἅπαξ τοῖς ἀνθρωπίνοις σώμασι τὸ ἀποθανεῖν, συμβή‐ σεται πάντως σῆψις καὶ σκώληξ. Πλὴν ἐπ’ ἐκείνου λέγεται καλῶς, ὡς ἐν τάξει πικρῶν ὀνειδισμῶν. Οἱ | |
35 | γὰρ εἰς λήθην πεσόντες τῆς ἑαυτῶν ἀσθενείας, καὶ ἐκ πολλῆς ἄγαν ὑπεροψίας, οὐδὲ ὅτι πείσονται τὰ ἀνθρώπινα προσδοκήσαντες, κατονειδίζοιντο ἂν εἰκό‐ τως· ὡς ἔν γε τῷ παθεῖν αὐτὰ μαθόντες μόλις, ἃ χρῆν εἰδότας ἑλέσθαι φρονεῖν μετριώτερα. Ὁ τοίνυν, | |
40 | φησὶν, ἐξιτήλοις καὶ βασιλικαῖς ἐνσπαταλήσας τρυ‐ φαῖς, ὁμοῦ τοῖς ἄλλοις κείσεται περιστολῆς δίχα, καὶ ἠξιωμένος οὐδενὸς τῶν τοῖς τεθνεῶσι νενομισμένων. Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀπο‐ | |
45 | στέλλων πρὸς πάντα τὰ ἔθνη; Ἀστὴρ τῶν ὅτι μάλιστα περιφανεστάτων ὁ Ἑωσ‐ φόρος ἐστίν· ἀνίσχει δὲ βραχὺ πρὸ αὐγῆς, καὶ οἱονεί τις προάγγελος τῆς ἡλίου μαρμαρυγῆς. Ὅτι δὲ πλου‐ σίῳ φωτὶ καταλάμπεται, διαδείξειεν ἂν αὐτὸ τουτὶ τὸ | |
70.373(50) | βραχὺ φαίνεσθαι πρὸ αὐγῆς. Ἕως μὲν γὰρ ἔτι τὸ αἰθέριον καταμελαίνεται σῶμα, μονονουχὶ φριγώσης νυκτὸς, καὶ ἐν ἀκμαῖς ὄντος τοῦ σκότους, ἐκφανε‐ στέραν ἔχουσι τὴν ἔκλαμψιν οἱ κατ’ οὐρανὸν ὄντες ἀστέρες· ἡμέρας δὲ οὔσης ἐγγὺς, καὶ οἷον ἐν πρώταις | |
55 | ἐσχατιαῖς τοῦ ἡλιακοῦ γεγονότος κύκλου, συστέλλεταί πως τὸ ἑκάστου φῶς παραχωροῦν τῷ προὔχοντι, καὶ | |
ἡττώμενον τῷ μείζονι σέλᾳ. Ἀμφιλαφὲς δὲ οὕτως | 373 | |
70.376 | ἐστὶ τὸ φῶς τοῦ Ἑωσφόρου, ὡς καὶ ἐν αὐγῇ φαίνε‐ σθαι, καὶ ταῖς ἡλίου βολαῖς γείτονά πως ποιεῖσθαι τὴν ἀνάδειξιν. Παρεικάζει τοίνυν Ἑωσφόρῳ τὸν Βα‐ βυλώνιον, διάτοι τὸ προὔχειν τῶν ἄλλων, καὶ μηδένα | |
5 | κατ’ αὐτὸν ὁρᾶσθαι τῶν ἐν ἀρχαῖς τε καὶ βασιλείαις· εἶναι δὲ οὕτω περιφανῆ καὶ περίοπτον, ὡς ἂν νοοῖτο καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἄστροις ὁ Ἑωσφόρος. Ἀλλ’ ὁ τοιαύτῃ δόξῃ περιχεόμενος, φησὶν, ὑψοῦ τε ἠρμένος, καὶ ἀνικήτοις εὐκλείαις λελαμπρυσμένος, πῶς ἐξ‐ | |
10 | έπεσεν ὡς ἐξ οὐρανοῦ; συνετρίβη δὲ καὶ εἰς τὴν γῆν ὡς ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη; Τὸ δὲ ἀποστέλ‐ λων, ἀντὶ τοῦ κελεύων, φησὶν, ἢ καθ’ ἕτερον τρό‐ πον. Ἐδόκει γάρ πως ἀεὶ τοῖς Βαβυλωνίων τυράννοις ἅπαν ἀνθρώπων ἔθνος ὑπὸ χεῖρα ποιεῖσθαι τὴν ἑαυ‐ | |
15 | τῶν, χώρας τε ἁπάσας ὑπὸ ζυγὰ δουλείας ἐλθεῖν. Ἀποστέλλων γοῦν πρὸς πάντα τὰ ἔθνη, βῶλον αἰ‐ τοῦντες γῆς, καὶ ὕδωρ εἰς ἄγγος, οἷον ἐκ μέρους ζητοῦντες τὸ πᾶν, γῆν τέ φημι καὶ θάλασσαν, ὡς τῶν ὅλων ὄντες δεσπόται. | |
20 | Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· Εἰς τὸν οὐρα‐ νὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρα‐ νοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ πρὸς βοῤῥὰν τὰ ὑψηλὰ, ἀναβήσο‐ μαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ Ὑψί‐ | |
25 | στῳ. Νῦν εἰς ᾅδου καταβήσῃ, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ, καὶ ἐροῦσιν· Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων πᾶσαν τὴν γῆν, ὁ σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκουμέ‐ νην ὅλην ἔρημον, καὶ τὰς πόλεις καθεῖλε. Τοὺς | |
30 | ἐν ἐπαγωγῇ οὐκ ἔλυσε. Ἀδοκήτοις αὐτὸν συμφοραῖς ἐναλῶναι φησὶ, καὶ τοῖς παρ’ ἐλπίδα παραδόξοις ὡμιληκότα, δι’ αὐτῶν καὶ μόλις ἀναμαθεῖν τῶν πραγμάτων, ὅτι τε ἄνθρω‐ πος εἴη, καὶ τοῖς πρὸ αὐτοῦ τεθνεῶσι παραπλήσιος. | |
35 | Ὅσον μὲν γὰρ ἧκεν εἰς λόγους ὑπεροψίας, καὶ εἰς φρόνημα τὸ θεομισὲς, καὶ τῆς εἰς ἄκρον ἀλαζονείας ἔμπλεων· Ὀλίγα παραχωρεῖν ἐδόκει σοι, φησὶ, τοῖς τῆς θείας ὑπεροχῆς ὑψώμασι, βάσιμον ἔσεσθαί σοί πως καὶ αὐτόν που τάχα προσεδόκας τὸν οὐρανὸν, | |
40 | καὶ θρόνοις τοῖς ὑπερτάτοις τὸν σὸν ἁμιλλήσεσθαι θάκον· ἐνόμισας ἀμαθῶς, ἰσόθεος εἶναί τις καὶ ὑπὲρ τὴν κτίσιν· ἐδόκεις ὑπερνεφὴς εἶναί τε, καὶ ἐπ’ αὐ‐ τῶν ἱζῆσαι τῶν ἄστρων. Ἀλλ’ ἥλως εἰκῆ τὰ τοιάδε πεφρονηκώς. Ἤλεγξε τὴν σὴν εἰκαιοβουλίαν τῶν | |
45 | πραγμάτων τὸ πέρας· καταβήσῃ γὰρ εἰς ᾄδου, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Καὶ ταῦτά φησιν, ἵνα τὸν χῶρον τάχα που σημαίνῃ τὸν κατωτάτω, τοῦτ’ ἔστι, τὸ ἐξώτερον σκότος. Ἔσῃ δὲ θαῦμα τοῖς ὁρῶσι, φησὶ, καὶ μάλα εἰκότως. Αἱ γὰρ ἀθρόοι μάλιστα τῶν παρ’ | |
70.376(50) | ἐλπίδα μεταβολαὶ, καταπλήττουσι τοὺς θεωμένους. Τί δὲ τὸ θαῦμα, καὶ πῶς ἂν γένοιτο λόγος ὁ ἐπ’ αὐτῷ· Ἐροῦσι γὰρ, Οὗτος ὁ ἄνθρωπος; παθόντα μόλις ἄνθρωπον ὀνομάζουσι· τάχα που τοῦτο εἰπεῖν δεδιότες πάλαι· Πλὴν οὗτος ὁ ἄνθρωπος, ὁ παροξύνων | |
55 | πᾶσαν τὴν γῆν, σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκουμέ‐ νην ὅλην ἔρημον, καὶ τὰς πόλεις καθεῖλε; τεθαυμά‐ κασιν εἰκότως, εἰ ἄνθρωπος εἷς ὅλης κατηρέθιστο τῆς ὑπ’ οὐρανὸν, κατεδόνησε βασιλεῖς, ἐρήμην ἀπέφηνε | |
τῶν οἰκούντων τὴν οἰκουμένην, κατέσεισε δὲ καὶ τὰς | 375 | |
70.377 | πόλεις. Καὶ τί πρὸς τούτοις ἕτερον, Τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσεν; Ἐπεὶ δέ τινα τῶν ἀντιγράφων ἔχει· Τοὺς ἐν ἀπαγωγῇ, εἰ μέν τις οὕτως βούλοιτο νοεῖν, ἐροῦ‐ μεν, ὅτι τὸ τῆς ἀπαγωγῆς ὄνομα τὴν αἰχμαλωσίαν | |
5 | καὶ τὴν ἐξανάστασιν τῶν ἐξ Ἰσραὴλ κατασημαίνειεν ἄν. Ἀπεκομίσθησαν γὰρ ἐκ τῆς Ἰουδαίας εἰς τὴν Ἀσσυρίων. Εἰ δὲ δὴ τοὺς ἐν ἐπαγωγῇ λέγοι τὸ γράμμα τὸ ἱερὸν, οὐδὲν ἧττον σὺ νοήσεις, ὅτι τοὺς ὄντας ἐν ἐπαγωγῇ θυμοῦ Κυρίου. Ἐπηνέχθη γὰρ | |
10 | αὐτοῖς ὀργὴ διὰ πολλὴν ἁμαρτίαν. Ὁ Ναβουχοδονόσορ οὐκ ἔλυσε, τοῦτ’ ἔστιν, οὐκ ἀνῆκε τῆς ταλαιπωρίας. Ἔδει γὰρ, ἔδει τὸν ἀλιτήριον, οὐκ ἀλαζόνα μόνον ὁρᾶ‐ σθαι, ἀλλὰ γὰρ καὶ θεομάχον, καὶ πεπορθηκότα τὴν γῆν, καὶ σκληρὸν, καὶ ἀφιλοικτείρμονα, καὶ κατ’ οὐδένα | |
15 | τρόπον εἰδότα ἐλεεῖν τοὺς ἐν ἐσχάταις ὄντας συμφο‐ ραῖς, καὶ πεπραχότας ἀθλίως. Ἐφαρμόσαι δ’ ἄν τις καὶ μάλα εἰκότως τῇ τοῦ πάντα συντρίψαντος κε‐ φαλῇ, φημὶ δὴ τοῦ ἀρχεκάκου δράκοντος, τὰ ἱστορι‐ κῶς εἰρημένα. Ἦν μὲν γὰρ ἀπαιτῶν καὶ ἐπισπουδα‐ | |
20 | στὴς, καθ’ οὓς ἤδη προείπαμεν τρόπους· πέπαυται δὲ, καὶ ἐκ μέσου γέγονε, καταπαίοντος αὐτὸν τοῦ Θεοῦ πληγῇ θυμῷ ἀνιάτῳ, καὶ κατέληξε κόπτων, οἷά τις δρυοτόμος εὐσθενὴς, τὰς κέδρους τὰς νοητὰς, ὧν καὶ ὁ μακάριος Δαβὶδ διαμέμνηται λέγων πρὸς | |
25 | τὸν τῶν ὅλων Θεόν· «Αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας.» Ἐπειδὴ δὲ καταπεφοίτηκεν εἰς ᾅδου πάντως που καταδεδικασμένος ὁ δείλαιος, ἐκεῖ τῇ παμφάγῳ συνεχόμενος φλογὶ, τεθαυμάκασι τοῦτο παθόντα, κατά γε τὸ εἰκὸς, αἱ πονηραί τε καὶ ὑπ’ | |
30 | αὐτὸν δυνάμεις, καὶ τάχα που καὶ τεθρηνήκασι λέ‐ γουσαι· Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης, καὶ τὰ τούτοις ἐφ’ ἑξῆς. Ἦν μὲν γὰρ τό γε ἧκον εἰς δόξαν, ἐπίσημος ἐν ἀγγέλοις, καὶ ἐν ταῖς ἄνω δυνάμεσιν περιφανὴς, καθάπερ ἀμέλει καὶ | |
35 | ἐν τοῖς ἄστροις Ἑωσφόρος. Ἐξέπεσε δὲ καὶ συνετρίβη πεφρονηκὼς ὑπέρογκα, καὶ τὴν μόνῃ πρέπουσαν τῇ ὑπερτάτῃ φύσει τιμήν τε καὶ δόξαν ἁρπάσαι τολ‐ μήσας, τό γε ἧκον εἰς ἐγχειρημάτων δύναμιν καὶ εἰς νοῦν τὸν ἐν αὐτῷ. Ἀλλ’ ὥς φησιν ὁ προφήτης· | |
40 | Καταβέβηκεν εἰς ᾅδου, καὶ εἰς τὰ θεμέλια τῆς γῆς ὁ πάλαι σείων πᾶσαν τὴν γῆν, ὁ θεὶς τὴν οἰκουμέ‐ νην ὡς ἔρημον· ἐρήμην γὰρ τῆς ἀληθοῦς θεογνωσίας ἀπέφηνε τὴν ὑπ’ οὐρανὸν, καὶ οὐδένα παντελῶς ἔχουσαν τῆς ἀρετῆς ἐργάτην. Καὶ οὐκ ἔλυσε μὲν | |
45 | τοὺς ἐν ἐπαγωγῇ. Κεχάρισται δὲ τοῦτο τοῖς αὐτὸ πεποιθόσιν ὁ Κύριος, εἰρηκὼς «τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε.» Καὶ μὴν καὶ τοῖς ὑπὸ θείαν ὀργὴν γεγονόσι διὰ τὸ τοῖς θείοις ἐμπαροινῆσαι νόμοις, ἀμνησικάκως ἀφεὶς | |
70.377(50) | τὰ ἐγκλήματα, καὶ ἀπαλλάξας δίκης τοὺς ἐξ ἀσθε‐ νείας ἀνθρωπίνης πολλοῖς ὑπενηνεγμένους πταίσμα‐ σιν. Πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ, Σὺ δὲ | |
55 | ῥιφήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μα‐ | |
χαίραις, καταβαινόντων εἰς ᾅδου. | 377 | |
70.380 | Ἐκ τῶν ὑπαρχθέντων ἔσθ’ ὅτε, φησὶ, φορτικωτέ‐ ραν αὐτοῦ τὴν συμφορὰν διαδείκνυσι· καὶ ἀληθὲς ὅπερ ἔφην· εἰ μὴ δὲ τῶν ἴσων συνέβη τυχεῖν τοῖς ἄλλοις, τὸν οὕτω περιφανῆ καὶ ὑψαύχενα καὶ ἀσυγκρί‐ | |
5 | τοις ὑπεροχαῖς, εἰς τὸ ὑψοῦ τεθεῖσθαι δοκεῖν ἠρμέ‐ νον. Οἱ μὲν γὰρ κεκοίμηνται, φησὶν, οὐ δίχα τιμῆς, οὔτε μὴν ἔξω που τῶν ὅτι μάλιστα φιλαιτάτων αὐ‐ τοῖς ἐνδιαιτημάτων. Σὺ δὲ καὶ τούτων ἀμοιρήσας παντελῶς, ἐν ὄρεσι κείσῃ βδελυρὸς, καὶ ἐῤῥιμμένος, | |
10 | τοῦτ’ ἔστιν, ὀδωδώς τε καὶ ἀτερπὴς εἰς θέαν. Τί γὰρ ἂν γένοιτο βδελυρώτερον σώματος νεκροῦ καὶ πε‐ ριστολὴν οὐκ ἔχοντος; Κείσῃ δὴ οὖν ὁμοῦ τοῖς ἄλ‐ λοις, οἳ μαχαίρας ἔργον γεγόνασι Μηδικῆς, οὐδενὸς ἐπὶ σοὶ θρηνήσαντος, οὐ τὸ τοῖς τεθνεῶσι ἀκολουθοῦν | |
15 | ἐπιστάξαντος δάκρυον, οὐκ ἐνταφίοις τιμήσαντος· οἰκτρὸς δὲ οὕτως καὶ ἐῤῥιμμένος, ὡς μηδενὸς τῶν ἄλλων διενεγκεῖν, οἳ καὶ γεγόνασιν ὑπὸ χεῖρα σὴν, καὶ ἀσημότατοι παντελῶς. Εἰδέναι δὲ ἀναγκαῖον, ὅτι μέχρι τούτων ὁ θρῆνος στήσεται. | |
20 | Ὃν τρόπον ἱμάτιον πεφυρμένον ἐν αἵματι, οὐκέτι καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός· διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον. Τὰ παγχάλεπα τῶν δυσσεβημάτων δυσέκπλυτά τέ | |
25 | ἐστι, καὶ τοῖς δεδρακόσιν αὐτὰ βαφῆς τινος δίκην ἐγκεχρωσμένα καταθεῷτό τις ἄν. Ἀποδείκνυσι γε‐ μὴν αὐτοὺς τῆς εἰς λῆξιν ἡκούσης ἀγανακτήσεως πεπραχότας ἄξια, καὶ δίκης ἀξίους τῆς ἰσοῤῥόπου τοῖς αἰτιάμασιν. Οὐκοῦν οὐκ ἀπαλλαχθήσῃ, φησὶ, τῶν | |
30 | πλημμελημάτων, οὐδ’ ἂν γένοιο καθαρὸς, καὶ κατ‐ οικτείρεσθαι πρέπων. Ἔσῃ δὲ οὕτω μεμολυσμένος, καὶ ἀναπόβλητον ἔχων τῆς μιαιφονίας τὸ ἔγκλημα, καθάπερ ἀμέλει καὶ ἱμάτιον αἵματι πεφυρμένον. Ἀπώλεσας γὰρ τὴν γῆν τὴν ἁγίαν, ἀπέκτεινας δὲ | |
35 | καὶ τὸν ἐκνεμηθέντα μοι λαόν· «Ὅτε γὰρ διεμέριζε,» φησὶν, «ὁ Ὕψιστος ἔθνη, οὓς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν, κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ· καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοί‐ νισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Πάνδεινον οὖν | |
40 | ἄρα τὸ κατεπαίρεσθαι τῆς τοῦ Κυρίου γῆς, τοῦτ’ ἔστι, τῆς Ἐκκλησίας, καὶ τὰ τῆς μιαιφονίας τολμήματα πληροῦν, κατὰ τοῦ ἐκνεμηθέντος λαοῦ τῷ Χριστῷ. Ἔσται γὰρ κατ’ οὐδένα τρόπον καθαρὸς, ὁ τοῖς οὕ‐ τως ἐκτόποις ἐναλοὺς ἐγκλήμασιν. Φαίη δ’ ἂν οἶμαί | |
45 | τις, τὰς ἐπί γε τῇ Ἰουδαίᾳ, καὶ αὐτοῖς δὲ τοῖς Ἱε‐ ροσολύμοις συμφορὰς ἐκνενοηκώς· Ἆρα γὰρ αὐτό‐ μολος ἧκεν ὁ Βαβυλωνίων τύραννος, καὶ κατεστρά‐ τευσε τῆς Ἰουδαίων γῆς, εἷλε δὲ καὶ τὴν ἁγίαν πό‐ λιν, οὐκ ἀφέντος αὐτῷ τοῦτο δράσαι Θεοῦ, μᾶλλον δὲ | |
70.380(50) | οὐκ αὐτῷ δεδωκότος; καίτοι φησὶν αὐτὸς ὁ προφή‐ της ἡμῖν Ἡσαΐας; ὅτι «Συριεῖ Κύριος μυΐας, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ με‐ λίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ τῶν Ἀσσυρίων, καὶ ἐλεύ‐ σονται πάντες, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι | |
55 | τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν, καὶ | |
εἰς τὰ σπήλαια, καὶ εἰς πᾶσαν ῥαγάδα, καὶ ἐν παντὶ | 379 | |
70.381 | ξύλῳ.» Πῶς οὖν ἄρα τοῖς νεύμασιν ὑπηρετήσας ὁ Βαβυλώνιος ἀνεξίτητον ἔχει τὸ ἔγκλημα, καὶ οὕτω κεκόλασται δεινῶς, ὡς ἐπέκεινα μηδὲν ὁρᾶσθαι τῆς ἐπενεχθείσης ὀργῆς αὐτῷ; Ναὶ καὶ μάλα εἰκότως. | |
5 | Ἠθέλησε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς ἀπονενευκότα πρὸς ἀπόστασιν ἐλέγξαι τὸν Ἰσραὴλ, καὶ συμμέτροις αἰκίαις ἀναπεῖσαι παλινδρομεῖν εἰς τὴν αὐτῷ συν‐ ήθη λατρείαν, φημὶ δὴ τὴν νομικήν. Ὁ δὲ, καίτοι πρὸς τοῦτο ἠγμένος, θηρίου δίκην ἀμείλικτος ἦν, καὶ | |
10 | ἀχαλίνοις ἐχρήσατο τοῖς θυμοῖς, καὶ γοῦν ἐγκαλεῖται Θεοῦ λέγοντος ἐναργῶς· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ, καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα· ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα· αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» | |
15 | Ὥσπερ δὲ σκεῦος ὄντα θυμοῦ καὶ ὀργῆς τὸν Φαραὼ καὶ ὑποκείμενον ἤδη κολάσει δι’ οἰκεῖα πταίσματα ἐξήγειρε, καθά φησιν αὐτὸς, ἵν’ ἐνδείξηται ἐν αὐτῷ, τήν τε ἰδίαν δύναμιν, καὶ τῆς δικαιοκρισίας τὸ ἀκρι‐ βές· οὕτω νοήσεις καὶ ἐπὶ τοῖς Βαβυλωνίοις. Σκεύη | |
20 | γὰρ ὄντες ὀργῆς, καὶ κολασθῆναι δικαίως ὀφείλοντες, ἐπηνέχθησαν τοῖς Ἱεροσολύμοις· ἵνα παιδεύ‐ σαντες τὸν Ἰσραὴλ, ἐξαιτηθεῖεν μετὰ τοῦτο καὶ αὐτοὶ τὴν αὐτοῖς ὅτι μάλιστα πρέπουσάν τε καὶ ἁρμοδιωτάτην κόλασιν. Σπέρμα πονηρὸν, ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα | |
25 | μὴ ἀναστῶσιν, καὶ ἐμπλήσωσιν τὴν γῆν πολέ‐ μων. Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα, καὶ κατάλειμ‐ μα, καὶ σπέρμα. Πάνδεινα μὲν δέδρακε κατὰ παντὸς ἔθνους ὁ Να‐ | |
30 | βουχοδονόσορ, καὶ οἱ μετ’ αὐτὸν δὲ καὶ ἐξ αὐτοῦ γε‐ γονότες, μέχρι Βαλτάσαρ, ταῖς τοῦ πατρὸς ἑπόμενοι δυστροπίαις, ὑπερήλαντο τὰ ἐκείνου, ὠμοί τε καὶ ἀπηνεῖς κατὰ παντὸς γεγόνασιν ἔθνους, κατεπεφύοντό τε τοῦ Ἰσραὴλ, καίτοι γεγόνασιν ἐν αἰχμαλωσίᾳ καὶ | |
35 | ζυγῷ δουλείας ἐνησχημένοι. Πεφρονήκασι δὲ οὕτω τι μέγα, καὶ κατ’ αὐτῆς τῆς τοῦ Θεοῦ δόξης, ὥστε καὶ τὸν ἀλιτήριον Βαλτάσαρ, ποιοῦντα πότον τοῖς μεγι‐ στᾶσιν αὐτοῦ, παρενεγκεῖν εἰς μέσον τὰ σκεύη τὰ ἅγια, καὶ πιεῖν ἐν αὐτοῖς ταῖς παλλακίσιν ὁμοῦ καὶ | |
40 | ταῖς παρακοίταις αὐτοῦ, ὅτε καὶ ἐξῆλθεν ἀστράγαλος χειρὸς, καθά φησιν ὁ Δανιὴλ, καὶ γραφὴν ἐν τῷ τοίχῳ πεποίηται· Μάνη, Θεκὲλ, Φαρές· ὃ δὴ καὶ διερμη‐ νεύων ὁ θεσπέσιος Δανιὴλ, μεμερίσθαι μὲν ἔφη τὴν βασιλείαν αὐτοῦ, δεδόσθαι δὲ Μήδοις καὶ Πέρσαις. | |
45 | Φασὶ τοιγαροῦν ὁλόῤῥιζον ἀπολέσθαι τότε τὸ τοῦ Ναβουχοδονόσορ γένος, καὶ μέν τοι τὸ Βαλτάσαρ, ὥστε μηδένα τὸ παράπαν ἐξ αἵματος αὐτῶν ἐπιβῆναι μετ’ αὐτοὺς τοῖς παρ’ αὐτοῖς βασιλείας θάκοις. Τοῦτο, οἶμαι, διὰ τῶν προκειμένων ἡμῖν ὁ προφητικὸς δια‐ | |
70.381(50) | δείκνυσι λόγος. Ἄθρει γὰρ ὅπως κατὰ παντὸς τοῦ πονηροῦ σπέρματος ἡ θεία κεχώρηκεν ὀργή. Ἑτοί‐ μασον γὰρ, φησὶ, τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρ‐ τίαις τοῦ πατρός σου. Ἐπειδὴ γὰρ οἱ πατέρες γεγό‐ νασιν ἀσεβεῖς, πέπαυται τὸ ἐξ αὐτῶν σύμπαν ἐσόμε‐ | |
55 | νον γένος. Διὰ ποίαν αἰτίαν; Ἵνα μὴ ἀναστῶσι, φησὶ, καὶ τὴν γῆν κληρονομήσωσι, καὶ ἐμπλήσωσι τὴν γῆν | |
πολέμων· τοῦτ’ ἔστιν, ἵνα μὴ ταῖς τῶν πατέρων | 381 | |
70.384 | ἀγερωχίαις ἑπόμενοι, καὶ προγονικῆς δυσσεβείας γενόμενοι ζηλωταὶ, κατεμπλήσωσι μὲν πολέμου τὴν γῆν, καθάπερ ἀμέλει κἀκεῖνοι, γένοιντο δὲ αὐτῆς καὶ κύριοι. Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος | |
5 | Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα, καὶ σπέρμα. Ὅνπερ γὰρ τρόπον τοῖς εὐαρεστήσας· τῶν βασιλέων τοῦ Ἰσραὴλ υἱοὺς τετάρτους ἐπηγ‐ γείλατο Θεὸς καθήσεσθαι ἐπὶ τῶν θρόνων αὐτῶν, ἐκτείνων τὴν εὐλογίαν καὶ εἰς τὸ ἐξ αὐτῶν ἐσόμενον | |
10 | γένος· οὕτω τῶν ἄγαν γεγονότων δυσσεβῶν ἀνα‐ κόπτει τοῦ γένους τὴν ἐπίδοσιν. Οἱ γὰρ ἀσεβεῖς, φησὶν, ὁλόῤῥιζοι ἐκ γῆς ὀλοῦνται. Ἀκουέτω δὴ οὖν καὶ ὁ πάντων ἐχθρὸς, ὁ τῆς ἁμαρτίας εὑρέτης, καὶ ἁπάντων ἡμῖν παραίτιος γεγονὼς τῶν κακῶν· Ὃν | |
15 | τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον, οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας. Οὐ γὰρ ἠρκέσθη τῷ μεταστῆσαι πρὸς παράβασιν τὴν τοῦ γένους ἡμῶν ἀρχὴν, ἀλλὰ γὰρ καὶ ἅπασαν τὴν ὑπ’ | |
20 | οὐρανὸν ἀποβουκολῆσαι Θεοῦ, καὶ τῆς πρὸς αὐτὸν ἀποκομίσας ἀγάπης τὸν ἐπὶ γῆς ἄνθρωπον, ἴδιον ἀπέφηνε προσκυνητὴν, καὶ τοῖς τῆς ἀπωλείας ἐνῆκε βόθροις. Οὐκοῦν οὐκ ἔσται καθαρὸς, ἀλλ’ οὐδὲ με‐ μένηκεν εἰς τὸν αἰῶνα χρόνον· οὐ γὰρ μέχρι παντὸς | |
25 | κεκράτηκε τῶν ἠδικημένων, ἀνασειράζοντος Θεοῦ τὴν πλεονεξίαν, καὶ ἀνακόπτοντος τῆς καθ’ ἡμῶν σκαιότητος τὰς ὁρμάς. Ἀπόλωλε γὰρ ὁμοῦ τοῖς ἰδίοις τέκνοις, τοῦτ’ ἔστι, τοῖς ἀκαθάρτοις δαίμοσι· σπέρμα γὰρ ἧσαν πονηρόν. Ἀπολώλασι σειροῖς ζόφου | |
30 | τεταρταρωμένοι, καθά φησι τοῦ Σωτῆρος ὁ μαθητὴς, ἵνα μὴ ἀναστῶσι καὶ τὴν γῆν κληρονομήσωσι, καὶ ἐμπλήσωσι τὴν γῆν πολέμων. Ἐκβέβληνται γὰρ τῆς καθ’ ἡμῶν τυραννίδος, καὶ γέγονεν ἡμῖν εἰρήνη Χρι‐ στός. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· «Ἡ εἰ‐ | |
35 | ρήνη τοῦ Χριστοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ἡμῶν, καὶ τὰ νοήματα ἡμῶν.» Συνέβη δὲ τοῦτο παθεῖν αὐτοὺς τίνα τρόπον, αὐτὸς ἡμῖν ὁ τῶν ὅλων Θεὸς σαφηνιεῖ λέγων· Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν τὸ ὄνομα, καὶ κατάλειμμα, καὶ σπέρμα. Τάδε λέγει Κύριος· Καὶ θήσω τὴν Βαβυλωνίαν | |
40 | ἔρημον, ὥστε κατοικεῖν ἐχίνους, καὶ ἔσται εἰς οὐδέν· καὶ θήσω αὐτὴν πηλοῦ βάραθρον εἰς ἀπ‐ ώλειαν. Ἔοικεν εἶναί τις τῶν κατὰ πλάτος εἰρημένων ἀνα‐ κεφαλαίωσις συντομωτάτη τὸ προκείμενον ἡμῖν | |
45 | ῥητόν. Δηλοῖ γὰρ ἕτερον οὐδὲν, πλὴν ἐκεῖνό που πάντως, ὡς ἀνθρώπων μὲν ἔρημος ἔσται παντάπασιν ἡ Βαβυλωνίων, ζώων δὲ πλήρης, οἷς ἐνδιαίτημα φίλον ἡ ἐρημία. Ἐπειδὴ δὲ πλείστην, κατὰ τὸ εἰκὸς, ὑδάτων ἔχει καταφορὰν, φασὶ δὲ καὶ ποταμὸν αὐτὴν | |
70.384(50) | τέμνειν δίχα, συμβέβηκεν οὐδενὸς τῶν ναμάτων τὴν ῥύμην παροχετεύοντος, ἐφ’ οὓς ἧν ἀκόλουθον ἰέναι τό‐ πους, διασκίδνασθαί τε κατὰ πάσης τὸ ὕδωρ, καὶ τελμάτων ἀποτελέσαι τὴν πληθὺν, ὡς πάλαι λαμπρὰν καὶ διαβόητον, βασιλίδα τε τῶν ἄλλων, καὶ ἐνδοξοτά‐ | |
55 | την κατωνομασμένην, πηλοῦ βάραθρον γενέσθαι καὶ | |
τοῖς ἐμπίπτουσιν εἰς ἀπώλειαν. | 383 | |
70.385 | Τάδε λέγει Κύριος Σαβαώθ· Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ, τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς, καὶ ἐπὶ τῶν ὀρέων μου· καὶ ἔσονται | |
5 | εἰς καταπάτημα, καὶ ἀφαιρεθήσεται ἀπ’ αὐτῶν ὁ ζυγὸς αὐτῶν· καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται. Προφητεύει μὲν ὁ μακάριος Ἡσαΐας ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεχίου· | |
10 | ἔοικε δὲ τουτοισὶ ποιεῖσθαι τοὺς λόγους, τοὺς κατά γε φημὶ τῆς Βαβυλῶνος, ἢ καὶ ἁπάσης τῆς Ἀσσυρίων γῆς· περιόντος ἔτι καὶ τὴν βασιλίδα τιμὴν μετὰ χεῖ‐ ρας ἔχοντος τοῦ Ὀζίου, ὅς ἐστι καὶ Ἀζαρίας. Ἐπειδὴ δὲ βασιλεύοντος Ἐζεχίου κατεστράτευσε τῆς Ἰου‐ | |
15 | δαίας Σενναχειρεὶμ ὁ Ἀσσύριος, καὶ πλείστας μὲν εἷλε τῆς Σαμαρείας πόλεις, ἐλήλεγκται δὲ διὰ χειρὸς Θεοῦ, καὶ αὐτοῖς ἐπιπηδήσας τοῖς Ἱεροσολύμοις· ἀπέθανον γὰρ ἐν μιᾷ νυκτὶ τῶν ἀλλοφύλων ἑκατὸν καὶ ὀγδοήκοντα πέντε χιλιάδες, ἀγγέλου χειρὶ δαπα‐ | |
20 | νώμεναι· ταύτης ἕνεκα τῆς αἰτίας, ἵνα μή τι τῶν παρὰ Θεοῦ πρὸς παράκλησιν τοῦ Ἰσραὴλ εἰρημένων διαπίπτειν δοκεῖ, προαναφωνεῖ καὶ τοῦτο καί φησιν, ὅτι Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται· κατοιχήσεται γὰρ, φησὶν, εἰς πηλοῦ βάραθρον ἡ Βαβυλωνίων· ἔσται | |
25 | δὲ καὶ ἠρημωμένη, μενεῖ δὲ κἀκεῖνο· καὶ πάντη τε καὶ πάντως ἐκτελευτήσει, φησὶν, εἰς αἴσιον πέρας, ὃ βεβούλευμαί τε καὶ ταῖς παρ’ ἐμαυτοῦ κεκύρωκα ψήφοις, τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς, καὶ ἐπὶ τῶν ὀρέων μου· καὶ ἔσονται εἰς | |
30 | καταπάτημα· ἀφαιρεθήσεται δὲ καὶ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων αὐτῶν. Ἀπέσταλτο μὲν γὰρ παρὰ τοῦ Σενναχηρεὶμ ὁ Ῥαψάκης ἐκ Λαχεῖς εἰς Ἱερουσαλήμ. Εἶτα ταῖς Βαβυλωνίων στρατιαῖς ὅλην ἐν κύκλῳ περισχὼν, τῆς τοῦ Θεοῦ δόξης κατα‐ | |
35 | πεφλυάρηκεν οὐ μετρίως· καὶ βαρβαρικῷ φρονήματι πρέπουσαν ἠφίει φωνήν· «Μὴ γὰρ ἀπατάτω, φησὶν, ὑμᾶς Ἐζεχίας λέγων, ὅτι ῥύσεται ὑμᾶς ὁ Θεὸς ἐκ χειρὸς Ἀσσυρίων·» ζυγὸν δὲ δουλείας τοῖς ἄνωθεν ἐλευθέροις ἐπιῤῥῖψαι ζητῶν, μέγα τὸ κῦδος, τοῦτ’ | |
40 | ἔστι, δόξαν, ἑαυτῷ τε καὶ τῷ οἰκείῳ δεσπότῃ περιτι‐ θεὶς, εἰς ἀδόκητον κατενήνεκται συμφοράν. «Ἀνα‐ στάντες γὰρ, φησὶ, τὸ πρωῒ, εὗρον πάντα τὰ σώματα νεκρά.» Ἔγνω δὲ διὰ πείρας, ὅτι τέ ἐστιν παναλκὴς ὁ τῶν ἁγίων προεστηκὼς, καὶ τοῖς θείοις αὐτοῦ νεύ‐ μασι τὸ ἀντιστατοῦν οὐδέν. | |
45 | Αὔτη ἡ βουλὴ ἣν βεβούλευται Κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην· καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη τῆς οἰκουμένης ὅλης. Ὃ γὰρ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; | |
70.385(50) | Ἰστέον δὴ πάλιν, ὡς οὐ κατὰ πάσης τῆς οἰκουμέ‐ νης, ἤτοι τῆς ὑπ’ οὐρανὸν, ἡ τῆς προφητείας τῆς ἔν γε τούτοις ἔρχεται δύναμις, γέγονε δὲ μᾶλλον ὁ τῆς προαγορεύσεως λόγος κατὰ πάσης τῆς Ἀσσυρίων γῆς, ἢν καὶ οἰκουμένην ἀποκαλεῖ, διάτοι τὸ εἶναι | |
55 | πολλὴν καὶ εὐρεῖαν, ἔθνεσί τε μυρίοις καὶ ἀριθμοῦ κρείττοσιν ἀναπεπλῆσθαι πλουσίως. Οὐκοῦν τὰ εἰρη‐ | |
μένα, φησὶ, κατὰ πάσης ἥξει τῆς Ἀσσυρίων γῆς, | 385 | |
70.388 | ὅτι τε πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσεται τὰ προηγγελμένα, παραλύοντος δὲ οὐδενὸς τὴν ἐπαγω‐ γὴν, ἤγουν ἐπαμύνειν τοῖς ὑπὸ θείαν ὀργὴν ἰσχύον‐ τος, προσαποφαίνει λέγων· Ἃ γὰρ ὁ Θεὸς ἅγιος | |
5 | βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Ἀποκείρει μὲν γὰρ εἰσάπαν τὴν τῶν Βαβυλωνίων ἐλπίδα· προσεμπεδοῖ δὲ χρησί‐ μως τοὺς ἐξ Ἰσραὴλ, εἰς τὸ ἀραρότως διακεῖσθαι καὶ φρονεῖν, ὅτι πάντη τε καὶ πάντως ἀποπερανεῖ τὰ | |
10 | ἐπηγγελμένα πανσθενεστάτη τε ὑπάρχουσα, καὶ κα‐ τακρατοῦσα τῶν ὅλων, ἡ θεία τε καὶ ὑπερτάτη χείρ. Ἐπειδὴ γὰρ ᾤοντο δεινὴν καὶ δυσάντητον τὴν τῶν Ἀσσυρίων ὑπάρχειν ἰσχὺν καὶ παραχωροῦσαν οὐδενὶ, καὶ τὸ ἡττᾶσθαι παραιτουμένη, ἀπιστῆσαι δὲ ἦν διὰ | |
15 | τοῦτο εἰκὸς τοῖς τῆς προφητείας λόγοις· ταύτῃτοι καὶ μάλα εἰκότως τοῦτο παθεῖν οὐκ ἐᾷ· μόνον δὲ οὐχὶ καὶ ἐκδυσωπεῖ, καὶ τῆς ἀπιστίας τὴν νόσον προαποκείρει λέγων· Τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀπο‐ στρέψει; | |
20 | Τοῦ ἔτους οὗ ἀπέθανεν Ἄχαζ, ἐγενήθη τὸ ῥῆμα τοῦτο· Μὴ εὐφρανθείητε, πάντες οἱ ἀλλόφυλοι· συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς. Ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσονται ἔκγονα ἀσπίδων, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται | |
25 | ὄφεις πετόμενοι. Διάφοροι κατὰ καιροὺς ἀποκαλύψεις ἐγένοντο τοῖς ἁγίοις προφήταις, καὶ τῇ φύσει τῶν πραγμάτων συμβαίνουσαι πρὸς ὄνησιν τῶν τηνικάδε. Καίτοι γὰρ ἀπεσκληκότα τὸν Ἰσραὴλ καὶ τῶν θείων νόμων | |
30 | ἀφειδηκότα μεταπλάττειν ἤθελεν εἴς γε τὸ χρῆναι τὰ ἀμείνω φρονεῖν ὁ τῶν ὅλων Θεὸς, πολυτρόπως εὐεργετῶν, καὶ τοῖς μὲν ἀνθεστηκόσιν αὐτῷ κατ‐ εξανιστὰς τὴν ὀργὴν, ἀνακομίζων δὲ τοὺς τὴν ἁγίαν οἰκοῦντας πόλιν, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, εἰς ἐλπί‐ | |
35 | δας ἀγαθὰς, ἵν’ εἰδεῖεν ὡς εἷς τε καὶ μόνος ἐστὶν ὁ τῶν ὅλων Κύριος, καὶ ἕτερος μὲν παρ’ αὐτὸν οὐδείς. Αὐτοὶ δὲ τῇ κτίσει τὸ σέβας παρὰ τὸν Κτίστην ἀν‐ άπτοντες, καὶ σπουδὰς τοῖς ψευδωνύμοις προσκομίζον‐ τες θεοῖς, προσκεκρούκασιν οὐ μετρίως. Τοιαύτην | |
40 | τινὰ καὶ νῦν οἰκονομίαν ἡ τῶν προκειμένων ἡμῖν προφητικῶν ἀναγνωσμάτων ὑπεμφαίνει δύναμις. Δεῖ δὲ, οἶμαι, τὰ ἱστορικῶς γεγονότα προαφηγήσα‐ σθαι, καὶ διειπεῖν ἕκαστα σαφῶς· ἔσται γὰρ οὕτω τοῖς ἐντευξομένοις ἐναργὲς ὅτι μάλιστα τὸ δηλούμε‐ | |
45 | νον. Βεβασίλευκε τοίνυν ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τὸν Ἰσραὴλ Ὀζίας, ὁ καὶ Ἀζαρίας. Οὗτος γέγονε μὲν εὐσεβείας ἐπιμελητής. Ἐποίησε γὰρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, καθὰ γέγραπται περὶ αὐτοῦ. Δυνατώτατος δὲ καὶ δυσάντητος κομιδῇ τοῖς δι’ ἐναν‐ | |
70.388(50) | τίας, ἤγουν τοῖς ἀλλογενέσι, τὴν ἐν τοῖς πολέμοις ἀντεξάγων ἰσχύν. Πολλὰς γοῦν ἐκπολιορκήσας εἷλέ τε καὶ πεπόρθηκε πόλεις τῶν Φυλιστιεὶμ, ἤτοι τῶν ἀλλοφύλων, τοῦτ’ ἔστι, τῶν Παλαιστινῶν, καὶ ἐκ τῶν τῆς καλουμένης Κοίλης Συρίας. Γέγραπται δὲ | |
55 | οὕτω περὶ αὐτοῦ, ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομέ‐ νων· «Καὶ ἐξῆλθε καὶ ἐπολέμησε πρὸς τοὺς ἀλλοφύ‐ | |
λους καὶ κατίσχυσε τὰ τείχη Γὲθ, καὶ τὰ τείχη | 387 | |
70.389 | Ἀζώτου, καὶ ᾠκοδόμησε πόλεις Ἀζώτου, καὶ ἐν τοῖς ἀλλοφύλοις. Κατίσχυσεν αὐτὸν Κύριος, ἐπὶ τοὺς ἀλλοφύλους καὶ Ἄραβας, τοὺς κατοικοῦντας ἐπὶ τῆς Πέτρας, καὶ ἐπὶ τοὺς Μιναίους. Καὶ ἔδωκαν οἱ Μι‐ | |
5 | ναῖοι τῷ Ὀζίᾳ δῶρα, καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσχυσεν ἕως ἄνω. Ἐπειδὴ δὲ ἀπεβίω, διαδέχεται τὴν βασιλείαν αὐτοῦ ὁ ἐξ αὐτοῦ γεγονὼς Ἰωάθαμ. Εἶτα μετὰ τοῦτον Ἄχαζ, πονηρός τε καὶ ἀποστάτης ἄνθρωπος, καὶ τοῖς τῆς | |
10 | ἀπάτης τέλμασιν ἐμβεβηκώς. Λελάτρευκε γὰρ ξύλοις τε καὶ λίθοις, καὶ ἁπάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ· διήγαγε δὲ καὶ τὸν υἱὸν αὐτοῦ ἐν πυρὶ, τέθυκε γὰρ τοῖς δαιμονίοις αὐτόν.» Γέγραπται δὲ οὕτω καὶ περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· «Καὶ | |
15 | οὐκ ἐποίησεν εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου τοῦ Θεοῦ αὐτοῦ πιστῶς ὡς Δαβὶδ ὁ πατὴρ αὐτοῦ· καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραὴλ, καί γε τὸν υἱὸν αὐτοῦ δι‐ ήγαγεν ἐν πυρὶ, κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῆρεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. | |
20 | Καὶ ἐθυμίασεν ἐν τοῖς ὑψηλοῖς, καὶ ἐπὶ τῶν βουνῶν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους. Τότε ἀνέβη Ῥαασσὼν βασιλεὺς Συρίας· καὶ Φακεὲ υἱὸς Ῥωμε‐ λίου καὶ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ εἰς πό‐ λεμον· καὶ ἐπολιόρκουν ἐπὶ Ἄχαζ, καὶ οὐκ ἠδύναντο | |
25 | πολεμεῖν·» καὶ μεθ’ ἔτερα· «Καὶ ἀπέστειλεν Ἄχαζ ἀγγέλους πρὸς Θεγλαφαλαασὰρ βασιλέα Ἀσσυρίων λέγων· Δοῦλός σου, καὶ υἱός σου ἐγώ. Ἀνάβηθι, σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας, καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ τῶν ἐπανισταμένων ἐπ’ ἐμέ. Καὶ | |
30 | ἔλαβεν Ἄχαζ ἀργύριον καὶ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου, καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλε τῷ βασιλεῖ δῶρα. Καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων, καὶ παρεγένετο εἰς Δαμασκὸν, καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκησεν αὐτὴν, καὶ τὸν | |
35 | Ῥαασσὼν ἐθανάτωσεν. Οὐκοῦν πρῶτον μὲν Ὀζίας ὁ καὶ Ἀζαρίας ἐκπεπόρθηκε τοὺς ἀλλοφύλους, πᾶσάν τε αὐτῶν καταδῃώσας τὴν γῆν, δασμοὺς ἐκομίζετο καὶ τέλη. Δεύτερος δὲ μετὰ τοῦτον ὁ Ἄχαζ κατ‐ εμισθοῦτο τὸν Ἀσσύριον, καὶ ἐπαφῆκεν αὐτοῖς· ὃς | |
40 | καὶ πᾶσαν ἐξαναστήσας τὴν Παλαιστινῶν χώραν, αὐτοὺς γὰρ εἶναί φησι τοὺς ἀλλοφύλους, ἀπεκόμισεν αἰχμαλώτους εἰς τὴν ἑαυτοῦ, τοὺς ἐκ τοῦ πολέμου περιλελειμμένους. Ἐπειδὴ δὲ τετελεύτηκεν ὁ Ἄχαζ, ἀνεσκίρτησαν ἐπὶ τούτῳ τῶν ἀλλοφύλων αἱ | |
45 | πόλεις, ὡς ἐκ ποδῶν γεγονότος τοῦ καταπαίοντος αὐτοὺς, καὶ δυσφόρητον ὥσπερ τὸν τῆς πλεονεξίας ἐπιτιθέντος ζυγόν. Ἠσθενηκότες γὰρ ἅπαξ, καὶ πεπορθημένοι διὰ τῆς Ἀσσυρίων χειρὸς, κατεπι‐ κραίνοντο μὲν ἐπὶ τῷ Ἄχαζ, ἀμύνασθαί τε μὴν | |
70.389(50) | οὐκ ἦσαν ἱκανοί.» Ὦ τοίνυν ἀλλόφυλοι, φησὶν, ἐπειδὴ καθά φατε καὶ νομίζετε, τετελευτηκότος τοῦ Ἄχαζ, συνετρίβη λοιπὸν ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς, τοῦτ’ ἔστι, τοῦ συντρίβοντος, ἐπὶ τούτῳ μὴ εὐφρανθείητε. Καίτοι φαίη τις ἂν, ὡς εἰδωλολάτρης ὁ Ἄχαζ ἦν | |
55 | βέβηλός τε καὶ θεομισής· εἶτα πῶς ἀνακόπτει Θεὸς τὸν ἐπ’ αὐτῷ γέλωτα τῶν δι’ ἐναντίας; Οὐκοῦν οὐ | |
κατ’ ἐκείνου που πάντως ἦν ὁ γέλως· ἀλλ’ εἴπου τι | 389 | |
70.392 | τῶν καταλυπεῖν εἰωθότων τὴν Ἰουδαίαν γενέσθαι συμβέβηκεν, οὐ τοὺς παθόντας μᾶλλον, ἀλλὰ τοῦ Θεοῦ χεῖρα, τὴν τῷ Ἰσραὴλ συνασπίζουσαν, κατα‐ κερτομεῖν ἐπεχείρουν οἱ δι’ ἐναντίας. Ἀσθενῆσαι | |
5 | γὰρ ᾤοντο τὴν παναλκῆ δεξιὰν, καὶ τούς γε ὅντας παρὰ σφίσι θεοὺς ἀμείνους γενέσθαι τῆς τοῦ φυλάτ‐ τοντος τὸν Ἰσραήλ. Οὐκοῦν εἰ καὶ βέβηλος ὁ Ἄχαζ ἦν, ἀλλ’ ἐπείπερ ἐπετώθαζον οἱ ἀλλόφυλοι, καθάπερ ἔφην ἀρτίως, τοῖς ἐξ Ἰσραὴλ, ἀνείργει τὴν εὐφροσύ‐ | |
10 | νην, καὶ οἷον ἀνασειράζει τὴν εὐφημίαν, οὐκ ἀπηλλά‐ χθαι λέγων αὐτοὺς τοῦ θλίβοντος ζυγοῦ, πείσεσθαι δὲ μᾶλλον τὰ ἐφ’ οἷς ἦν εἰκὸς καὶ οὐχ ἑκόντας αὐτοὺς δυσφορήσειν οὐ μετρίως. Τί γάρ φησι; Μὴ εὐφραν‐ θείητε, συντετρίφθαι λέγοντες τὸν τοῦ καταπαίοντος | |
15 | ὑμᾶς ζυγόν. Ἴστε δὲ μᾶλλον, ὅτι ἀπὸ σπέρματος ὄφεως ἐξελεύσεται ἔκγονα ἀσπίδων. Διχῆ τοῦτο νοήσεις· γέγονε μὲν γὰρ Ὀζίας ὁ καὶ Ἀζαρίας, ὡς ἔφην, ἀπηνής τε καὶ μαχιμώτατος· κατεχειρώσατο δὲ οὕτως αὐτοὺς, ὥστε καὶ ἀσυνήθως δασμολογῆσαι | |
20 | τὰς παρ’ αὐτοῖς πόλεις τε καὶ κώμας. Εἶτα μετ’ ἐκεῖνον ὁ Ἄχαζ, εἰ καὶ μὴ χειρὶ τυχὸν ἰδίᾳ καὶ δυνάμεσι ταῖς ἐπιχωρίοις, ἀλλ’ οὖν τῇ τῶν Ἀσσυρίων τὰ ἶσα πέπραχεν εἰς αὐτούς. Εἷλε γὰρ τὴν Δαμασκὸν ὁ Θεγλαφαλαασὰρ, καὶ τὰς τῶν ἀλλοφύλων πόλεις· | |
25 | ἀπέκτονε δὲ καὶ αὐτὸν τὸν Ῥαασσών. Τελευτήσαντος δὲ τοῦ Ἄχαζ, διαδέχεται τὴν βασιλείαν δίκαιός τε καὶ εὐσεβὴς ὁ Ἐζεχίας. Γέγραπται δὲ καὶ περὶ αὐ‐ τοῦ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· «Καὶ ἠθέτησεν ἐν τῷ βασιλεῖ Ἀσσυρίων, καὶ οὐκ ἐδούλευσεν αὐτῷ. | |
30 | Οὗτος ἐπάταξε τοὺς ἀλλοφύλους ἕως Γάζης, καὶ ἕως ὁρίου αὐτῆς, ἀπὸ πύργου φυλασσόντων, ἕως πόλεως ὀχυρᾶς.» Οὐκοῦν ὡς ἐκ σπέρματος ὄφεως τοῦ Ὀζίου ἔκγονον ἐκβέβηκεν ἀσπίδος ὁ Ἄχαζ· εἶτα μετ’ ἐκεῖνον ὄφις πετόμενος, τοῦτ’ ἔστιν, ὀξὺς ὁ Ἐζεχίας. | |
35 | Κατέδακνον γὰρ τρόπον τινὰ τοὺς ἀλλοφύλους, καὶ δεδαπανήκασι τὰς πόλεις αὐτῶν. Εἰ δὲ ὄφεις ὠνομά‐ σθησαν Ὀζίας τε καὶ Ἐζεχίας, καίτοι γεγονότες εὐσεβεῖς, ἀλλ’ ἐννοεῖν ἐκεῖνο προσήκει καὶ μάλα ἐμφρόνως, ὡς ὁ τοῦ λόγου σκοπὸς τέτραπταί τε καὶ | |
40 | βλέπει πρὸς ὅτι μάλιστα τυποῦν τοὺς Φυλιστιεὶμ, ἤτοι τοὺς ἀλλοφύλους. Ἔδει τοίνυν, οὐχ ἡμέρους τινὰς καὶ πράους ἔσεσθαι λέγειν αὐτοὺς, ἀλλὰ δεινοὺς καὶ ὀξεῖς, ὡς ὄφεων δίκην ἐπιπηδᾷν εἰωθότας τοῖς δι’ ἐναντίας. Οὐκοῦν ἢ τοιῶσδε συνήσεις τὸ, Ἐκ σπέρ‐ | |
45 | ματος ὄφεως ἐξελεύσονται ἔκγονα ἀσπίδων, ἤ τι καὶ καθ’ ἕτερον, εἰ βούλει, τρόπον. Κατεμισθοῦτο μὲν ὁ Ἄχαζ Θεγλαφαλαασὰρ τὸν Ἀσσύριον, καὶ τῇ τῶν ἀλλοφύλων ἐπαφῆκε χώρᾳ, ὃς καταδῃώσας ἅπασαν, ἀπέκτεινε καὶ αὐτὸν, ὡς ἔφην, τὸν βασιλέα Ῥαασσών. Ἀλλ’ ἐν καιροῖς τοῦ βασιλέως Ἐζεχίου κατεστράτευσε τῆς Σαμαρείας ὁ Σαλαμανασὰρ, βασιλεὺς καὶ αὐτὸς ὑπάρχων τῶν Ἀσσυρίων. Ἐπιφοιτήσας δὲ πρώτῃ τῇ τῶν Παλαιστινῶν χώρᾳ, ἤτοι τῇ τῶν ἀλλο‐ | |
70.392(50) | φύλων, τὰ ἐκ βαρβαρικῆς ὠμότητος κατὰ παντῶν εἰργάζετο. Οὐκοῦν ὡς ἐκ σπέρματος ὄφεως, τοῦ Θεγλαφαλαασὰρ ἔκγονον ἀσπίδος ἐξῆλθεν ὁ Σαλαμανασὰρ, οἷον ὄφις καὶ αὐτὸς, οὐκ ὀκνηρὸς ἐπ’ ἐφόδους, οὐ βραδὺς εἰς κίνησιν τὴν ἐπί τε τὸ χρῆναι πολιορκεῖν, ὀξὺς δὲ μᾶλλον, καὶ πτηνοῦ δίκην ταῖς πόλεσιν ἐφιστάμενος. Καὶ βοσκηθήσονται πτωχοὶ δι’ αὐτοῦ· πτωχοὶ | |
55 | δὲ ἄνδρες ἐπ’ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου, καὶ τὸ κατάλειμμά σου | |
ἀνελεῖ. | 391 | |
70.393 | Φθάσας ἔφην, ὅτι τεθνεῶτος τοῦ Ἄχαζ, κατεπλα‐ τύνοντο μὲν εἰς εὐθυμίαν οἱ ἀλλόφυλοι· κατεμειδίων γε μὴν οὐκ ἐκείνου μᾶλλον, ἀλλὰ τῆς πανσθενοῦς δεξιᾶς τῆς τοῦ σώζοντος τὸν Ἰσραὴλ, φημὶ δὴ Θεοῦ. | |
5 | Ἀλλ’ ὅτι μὲν οὐκ ἐπιλείψουσιν οἱ μαχόμενοι καὶ μετὰ τὸν Ὀζίαν, εὖ μάλα διαμεμήνυκεν, ἐκ σπέρμα‐ τος ὄφεως ἐξελεύσεσθαι λέγων ἔκγονα ἀσπίδων. Ἐπειδὴ δὲ τῆς θείας κατωρχήσαντο δόξης, ἀναγκαίως δείκνυσιν ἡμῖν ὁ προφήτης ἐν τούτοις, ὅτι καὶ δια‐ | |
10 | σώσει τὸν Ἰσραὴλ ὁ προασπίζων αὐτοῦ, καὶ ὅτι τοῖς δι’ ἐναντίας πάντη τε καὶ πάντως ἐποίσει τὸν ὄλεθρον. Πεπολιόρκηκε μὲν γὰρ τὴν Ἱερουσαλὴμ ὁ Σαλαμανασὰρ μετὰ τὸ πᾶσαν ἑλεῖν τὴν Σαμαρειτῶν. Πεπολιόρκηκε δὲ Ῥαψάκην ἀποστείλας ἐκ Λαχεῖς, | |
15 | καθὰ γέγραπται, ἀλλὰ σέσωκεν ἀδοκήτως τοὺς ἐξ Ἰσραὴλ ὁ τῶν ὅλων Θεός. Πεπτώκασιν γὰρ οἱ Ἀσ‐ σύριοι, δαπανῶντος αὐτοὺς ἀγγέλου Κυρίου· τὸ δὲ τῶν ἀλλοφύλων σπέρμα, καὶ πᾶν τὸ κατάλειμμα τὸ ἐκ τῆς πρώτης πολιορκίας τῆς ἐν καιροῖς γενομένης | |
20 | τοῦ Θεγλαφαλαασὰρ ἀνῄρηται παντελῶς καὶ ἀπ‐ όλωλεν εἰς ἅπαν λιμῷ τάχα που πεπιεσμένον. Ἕπεται γὰρ ἀεί πως τῷ πολιορκεῖσθαι πόλεις καὶ τὰ ἕτερα βλάβη. Οὐκοῦν βοσκηθήσονται μὲν διὰ Θεοῦ πτωχοὶ, καὶ μετριόφρονες ἄνδρες, τοῦτ’ ἔστι, νεμηθήσονται | |
25 | τὴν ἑαυτῶν, καὶ ἐπ’ εἰρήνης ἀναπαύσονται. Τὸ δὲ σὸν σπέρμα, καὶ τὸ κατάλειμμα καταφθερεῖ λιμῷ. Φοβερὸν οὖν τὸ ἐπιτωθάζειν τοῖς ὑπὸ χεῖρα τοῦ Θεοῦ, καὶ κατεπαίρεσθαι τῶν ὑπὸ φροντίδα γεγονότων τὴν παρ’ αὐτοῦ. Περιόψεται γὰρ οὐδαμῶς, ἐπ‐ | |
30 | αμυνεῖ δὲ πάντως τοῖς ἑαυτοῦ γνωρίμοις, ἵνα μὴ πλατὺ γελῷεν οἱ δι’ ἐναντίας, καὶ κατονειδίζωσι Θεὸν, ὡς οὐκ ἔχοντα διαρκῶς εἰς τὸ διασώζειν δύνασθαι τοὺς οἵπερ εἶεν ἐπ’ αὐτῷ πεποιθότες. Ὀλολύξατε, πύλαι πόλεων, κεκραγέτωσαν πό‐ λεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι καπνὸς ἀπὸ βοῤῥᾶ ἔρχεται, καὶ οὐκ ἔστι τοῦ | |
35 | εἶναι. Τὸ, Ἐκ σπέρματος ὄφεως ἐξελεύσεται ἔκγονα ἀσπί‐ δων, οὕτως ἂν νοεῖσθαι πρέποι, ὡς διερμηνεύοντες ἐλέγομεν, ὅτι πεπόρθηκε μὲν τὰς τῶν ἀλλοφύλων πόλεις, εἷλε δὲ καὶ τὴν Δαμασκὸν ὁ Θεγλαφαλαασὰρ, | |
40 | εἶτα μετ’ ἐκεῖνον, ταῖς ἔτι φορτικωτέραις ἐνῆκεν αὐ‐ τοὺς συμφοραῖς ὁ Σαλαμανασὰρ ἐν καιροῖς τῆς Ἐζεχίου βασιλείας, τὰς Σαμαρειτῶν ἐκπολιορκήσας πόλεις. Ὡς οὖν ἤδη τῆς ἐφόδου συγκεκροτημένης, καὶ παρούσης τῆς Ἀσσυρίων στρατιᾶς, ὡς ἤδη ταῖς | |
45 | πύλαις ταῖς ἐν ἑκάστῃ πόλει τῶν ἑλεπόλεων προσκε‐ κομισμένων, μελλόντων δὲ ἤδη κατασείσεσθαι τῶν τειχῶν, ταῖς ἀφορήτοις αὐτῶν προσβολαῖς· ὀλολύ‐ ζειν μὲν κελεύει τὰς πύλας, ἀνακεκράγειν δὲ τὰς πόλεις, οὐκ ἐπιγαυριώσας ἔτι τοῖς ἐξ αἵματος | |
70.393(50) | Ἰσραὴλ, οὐχὶ τὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ κατα‐ κερτομούσας δόξαν, οὐ τεθνεῶτι τῷ Ἄχαζ ἐπορχου‐ μένας, μελετώσας δὲ μᾶλλον κομμόν τε καὶ θρήνους, καὶ ταῖς ὅσον οὐδέπω παρεσομέναις συμφοραῖς οὐ μετρίως ἐπιστυγναζούσας. Ἀνθ’ ὅτου γὰρ δὴ προσ‐ | |
55 | τέταχα, φησὶν, ἀνοιμώζειν τὰς πόλεις, ὅτι καπνὸς ἀπὸ βοῤῥᾶ ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι. Καπνὸν ἐν τούτοις τὸν ἀπὸ βοῤῥᾶ, τὸν ἐκ τῆς Ἀσσυρίων γῆς ὁρμώμενον ὀνομάζει, ἢ αὐτὸν τὸν Σαλαμανασὰρ, ἢ | |
τὴν συνοῦσαν αὐτῷ στρατιάν. Νοτιωτάτη μὲν γάρ | 393 | |
70.396 | ἐστιν ἡ τῶν Ἰουδαίων χώρα, βορειωτέρα δέ πως ἡ τῶν Ἀσσυρίων. Καπνῷ γε μὴν τὴν φιλοπόλεμον παρεικάζει στρατιὰν, ὡς δακρύων τοῖς ἁλοῦσιν ἐμ‐ ποιητικήν. Ἐξέλκει γὰρ ἀεί πως τῶν ὀμμάτων τὸ | |
5 | δάκρυον ὁ καπνός. Οὐκ ἀπίθανον δὲ καὶ ἑτέρως κα‐ πνῷ παρεικάζεσθαι τοὺς πολέμους. Ὥσπερ γὰρ ὁ καπνὸς τοῖς τοῦ σώματος ἐμπίπτων ὀφθαλμοῖς παρ‐ αιρεῖται πάντως αὐτοὺς τὸ τῆς ὄψεως ἀκριβὲς, οὕτω καὶ θανάτου φόβος μονονουχὶ καταμεθύσκει τὸν | |
10 | νοῦν, καὶ καταθολοῖ τὴν καρδίαν, δεινοῖς τε καὶ ἀφορήτοις δείμασιν μονονουχὶ καταμελαίνων αὐτήν. Ἥξει τοίνυν καπνὸς ἀπὸ βοῤῥᾶ. Εἶτα ποῖόν ἐστι τῆς ἐφόδου τὸ τέλος; οὐκέτι τοῦ εἶναί φησι, τοῦτ’ ἔστι, πανωλεθρεία καταφθερεῖ πόλεις τε καὶ οἴκους, καὶ τοὺς ἐν αὐταῖς. Καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; Ὅτι | |
15 | Κύριος ἐθεμελίωσε Σιὼν, καὶ δι’ αὐτοῦ σωθήσον‐ ται οἱ ταπεινοὶ τοῦ λαοῦ. Τῆς ἐφόδου τῶν Ἀσσυρίων γεγενημένης ἥλωσαν μὲν αἱ τῶν ἀλλοφύλων πόλεις. Ἐκπεπόρθηνται δὲ οὐδὲν ἧττον καὶ αἱ τῶν Σαμαρειτῶν· σέσωσται δὲ | |
20 | Ἱερουσαλὴμ παραδόξως μόνη παρὰ πάσας, ταῖς τῶν Ἀσσυρίων στρατιαῖς ἐνενεγκόντος τὴν χεῖρα τοῦ πάντα εὐκόλως κατορθοῦν ἰσχύοντος. Ἀπέθανον γὰρ ἐν νυκτὶ μιᾷ τῶν ἀλλοφύλων ἑκατὸν καὶ ὀγ‐ δοήκοντα πέντε χιλιάδες. Ὅταν τοίνυν καταπρήσωσι | |
25 | μὲν τὰς τῶν ἀλλοφύλων πόλεις οἱ ἀπὸ βοῤῥᾶ, κατα‐ δῃώσωσι καὶ τὴν τῆς Ἰουδαίας γείτονα τὴν Σαμα‐ ρειτῶν, εἶτα περισχόντες κύκλῳ καὶ αὐτὴν τὴν Ἱερουσαλὴμ, οὐδενὸς ἀντεξάγοντος ἐν μιᾷ πέσωσι νυκτί· τότε δὴ, τότε καὶ οὐχ ἑκόντες, φησὶν, ὁμολο‐ | |
30 | γήσωσιν οἱ τῶν ἐθνῶν βασιλεῖς, ὅτι Κύριος ἐθεμε‐ λίωσε Σιών· καὶ ὅτι δι’ αὐτοῦ σωθήσονται οἱ ταπει‐ νοὶ τοῦ λαοῦ. Ταπεινοὺς δέ φησι τοῦ λαοῦ, τοὺς ἐπ’ αὐτῷ δὴ καὶ μόνῳ τὴν τῶν σώζεσθαι θεμένους ἐλ‐ πίδα, ὁποῖός τέ τις ἦν αὐτὸς ὁ βασιλεύων Ἐζεχίας, | |
35 | καὶ οἱ ἀμφ’ αὐτὸν Θεῷ προσπίπτοντες, καὶ λέγον‐ τες· «Εἰσάκουσον, Κύριε, εἴσβλεψον, Κύριε, καὶ ἴδε τοὺς λόγους τοῦ Ῥαψάκου, οὓς ἐξαπέστειλεν ὁ βασιλεὺς Ἀσσυρίων, ὀνειδίζειν Θεὸν ζῶντα.» Ἀλλὰ καὶ αὐτὸς ἀντήκουεν Θεοῦ λέγοντος ἐναργῶς· «Τά‐ | |
40 | δε λέγει Κύριος· Ὑπερασπιῷ ὑπὲρ τῆς πόλεως ταύ‐ της δι’ ἐμὲ, καὶ διὰ Δαβὶδ τὸν παῖδά μου.» «Ἀγα‐ θὸν οὖν ἄρα τὸ ἐπὶ Θεῷ πεποιθέναι.» Καὶ τοῦτο εἰδότες οἱ μακάριοι προφῆταί φασιν, Ἱερεμίας μὲν, ὅτι, «Μακάριος ἄνθρωπος ὁ πεποιθὼς ἐπὶ τῷ Κυρίῳ, | |
45 | καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ.» Ὁ δὲ σοφώτατος Δαβίδ· «Κύριε ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄν‐ θρωπος ὁ ἐλπίζων ἐπὶ σέ.» Ἀπολέσει γὰρ οὐδεὶς τὸν τοῖς θείοις αὐτοῦ νεύμασιν ἐπικουρούμενον, καὶ ταῖς ἄνωθεν εὐμενείαις εὖ μάλα τετειχισμένον. Ἀξιοῖ | |
70.396(50) | γὰρ φροντίδος τοὺς ἀγαπῶντας αὐτὸν, καὶ τοῖς τὰ αὐτῷ δοκοῦντα φρονεῖν τε καὶ δρᾷν ὅτι μάλιστα διεσπουδακόσι, τὸ ἐν βεβαίῳ κεῖσθαι τῶν ἀγαθῶν κατανεύει προχείρως. | |
52t | ΤΟΜΟΣ Γʹ. | |
53t | ΤΟ ΡΗΜΑ ΤΟ ΚΑΤΑ ΤΗΣ ΜΩΑΒΙΤΙΔΟΣ. | |
54 | Διαπεράνας εὖ μάλα τὸν ἐπί γε τοῖς Βαβυλωνίοις | |
55 | καὶ τοῖς ἀλλοφύλοις λόγον, μεθίστησι πάλιν τὴν | |
προαγόρευσιν ἐπὶ τῇ Μωαβίτιδι· τοῦτ’ ἔστι κατὰ | 395 | |
70.397 | τῆς τῶν Μωαβιτῶν μητροπόλεως χώρας τε ἁπάσης καὶ αὐτῆς τῆς βασιλείας. Ἔθνος καὶ αὐτοὶ βάρβα‐ ρον, ἀπηχθημένον παρὰ Θεῷ, διάτοι τὸ ἐγκεῖσθαι μὲν ὁλοτρόπως ταῖς τῶν εἰδώλων λατρείαις, ἐπιθαρ‐ | |
5 | σεῖν δὲ μάλιστα τῇ μάγῳ τέχνῃ, καὶ τῆς τοῦ Θεοῦ κατεπαίρεσθαι δόξης, εἶναί τε τῶν ὅτι μάλιστα πολεμιωτάτων τοῖς ἐξ Ἰσραήλ. Καὶ γοῦν ὅτε τῶν Αἰγυπτίων ἀπηλλαγμένοι πλεονεξίας, ἐπὶ τὴν τῆς ἐπαγγελίας ἀπῄεσαν γῆν, μικροῦ δεῖν ἅπαντες δι‐ | |
10 | ολώλασι, τό γε ἧκον εἰς τὸ ἐγχείρημα Βαλὰκ, ὃς ἦν βασιλεὺς τὸ τηνικάδε τῶν Μωαβιτῶν. Γέγραπται δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἅπαντες υἱοὶ Ἰσραὴλ παρενέβαλον ἐπὶ δυσμῶν Μωὰβ, παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχώ. Καὶ ἰδὼν Βαλὰκ υἱὸς Σεπφὼρ, πάντα | |
15 | ὅσα ἐποίησεν Ἰσραὴλ τῷ Ἀμοῤῥαίῳ· καὶ ἐφοβήθη Μωὰβ τὸν λαὸν σφόδρα, ὅτι πολλοὶ ἦσαν. Καὶ προσ‐ ώχθισε Μωὰβ ἐκ προσώπου υἱῶν Ἰσραήλ.» Εἶτα ποῖον αὐτῷ γέγονε τὸ κακούργημα; Κατεμισθοῦτο τὸν Βαλαὰμ ἐκ τῆς Μεσοποταμίας· ψευδόμαντις δὲ | |
20 | οὗτος καὶ οἰωνοσκόπος· εἶτα παρακαλεῖ, λέγων· Ἐπάρασαί μοι τὸν Ἰσραήλ. Οἶδα γὰρ, φησὶν, ὅτι οὓς ἂν σὺ εὐλογήσῃς, ηὐλόγηνται, καὶ οὓς ἂν σὺ καταράσῃ, κεκατήρανται. Καὶ οἱ μὲν τῆς γοητείας ἐπράττοντο παρ’ ἐκείνου τρόποι, βωμῶν τε ἐγηγερ‐ | |
25 | μένων, καὶ θυσιῶν προσκεκομισμένων. Ἐσφάλλετο δὲ τῆς ἐλπίδος ὁ Βαλὰκ, καὶ τῶν κατὰ γνώμην ἡμάρ‐ τηκεν, εὐλογοῦντος ἀδοκήτως τὸν Ἰσραὴλ τοῦ παρα‐ λειφθέντος εἰς τὸ παραράσασθαι δεῖν. Ἐπειδὴ δὲ εἰς τὸ παρ’ ἐλπίδας ἐκβέβηκεν αὐτῷ τὸ ἐγχείρημα, | |
30 | πάλιν ἑτέρῳ μέτεισι τρόπῳ τῆς κατ’ αὐτῶν δυστρο‐ πίας τὸ χρῆμα. Σεσαγήνευκε γὰρ τοὺς ἐξ Ἰσραὴλ, ταῖς τῶν γυναικῶν ὥραις συνηρπασμένους ἐπί γε τὸ χρῆναι τῆς πρὸς Θεὸν ἀγάπης ἀποφοιτᾷν, καὶ προσκυ‐ νεῖν ἑλέσθαι τῷ Βεελφεγώρ· εἴδωλον δὲ τοῦτο τῶν Μωα‐ | |
35 | βιτῶν. Γέγραπται δὲ οὕτω πάλιν ἐν τοῖς Ἀριθμοῖς· «Καὶ κατέλυσεν ὁ Ἰσραὴλ ἐν Σαττεὶμ, καὶ ἐβεβηλώθη ὁ λαὸς, ἐκπορνεῦσαι ἐπὶ τὰς θυγατέρας Μωὰβ, καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν, καὶ ἔφα‐ γεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν· καὶ προσεκύνησαν τοῖς | |
40 | εἰδώλοις αὐτῶν· καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγὼρ, καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ.» Ἐπειδὴ γὰρ Θεοῦ ἐπαμύνοντος δεινὸς καὶ δυσάντητος ἦν ὁ Ἰσραὴλ, ταύτῃ τοι καὶ μάλα πικρῶς καὶ φιλοκακούργως, ἀφι‐ στάντες αὐτοῦ τὴν ἐπικουρίαν, προσκρούειν ἀνέπειθον | |
45 | τῷ ἐπὶ πάντας Θεῷ. Διατετελέκασι δὲ καὶ μέχρι παντὸς τοιαύτην ἔχοντες γνώμην, κἂν εἰ συνέβη τὸν Ἰσραὴλ κοινωνῆσαι συμφοραῖς προσκεκρουκότα Θεῷ, κατηλαζονεύοντο καὶ κατεκερτόμουν ἐκεῖνοι, τὸ μηδὲν ὅλως δύνασθαι κατηγοροῦντες Θεοῦ, τοῦ | |
70.397(50) | σώζειν ὑπισχνουμένου τοὺς προσκυνοῦντας αὐτῷ. Καὶ τούτου μάρτυς ὁ μακάριος Ἰερεμίας ἐν τῇ κατ’ αὐτῶν ὁράσει λέγων· «Κατεάχθη κέρας Μωὰβ, καὶ τὸ ἐπιχείριον αὐτοῦ συνετρίβη. Μεθύσατε αὐτὸν ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη.» Καὶ πάλιν· «Ὅτι οὕτως | |
55 | εἶπε ὁ Κύριος, Ἐλήφθη Ἀριώθ· καὶ ὀχυρώματα συνελήφθη. Καὶ ἀπολεῖται Μωὰβ ἀπὸ λαοῦ, ὅτι ἐπὶ | |
Κύριον ἐμεγαλύνθη.» Ἧκε μὲν γὰρ κατὰ καιροὺς ὁ | 397 | |
70.400 | Ἀσσυρίων καὶ Βαβυλωνίων τύραννος καταδῃώσων τὴν Ἰουδαίαν. Εἷλε δὲ τὰς τῆς Σαμαρείας πόλεις. Μωαβῖται δὲ πάλιν καταμειδιῶντες τῶν ἀπολωλότων ἐπετώθαζον οὐ μετρίως, καὶ κατονειδίζοντες διετέ‐ | |
5 | λουν τὴν τοῦ Θεοῦ δόξαν. Ταύτῃ τοι δέδονται καὶ αὐτοὶ πρὸς ἐρήμωσιν, ἄρδην τε ἀπολώλασιν ὁμοῦ πόλεσί τε καὶ δήμῳ καὶ οἴκῳ παντὶ, ὥστε ἤδη πως μηδὲ ὑπάρξαι δοκεῖν. Διαμέμνηται τοίνυν ἡ ὅρασις ἡ προκειμένη τῶν συμβεβηκότων αὐτοῖς· ἐξ ὀργῆς δηλονότι τῆς ἄνωθεν, καί φησιν· Νυκτὸς ἀπολεῖται ὁ Μωαβίτης· νυκτὸς γὰρ | |
10 | ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. Τινὲς τῶν ταῦτα ἠκριβωκότων παρέδοσαν ὅτι μελλόντων τῶν ἐπ’ αὐτοῖς αἴρειν πόλεμον τῶν Βαβυ‐ λωνίων, σεισμοῦ γεγονότος κατεδονήθη τοσοῦτον Μωαβιτῶν μητρόπολις, ὡς ὅλον αὐτῆς αὐτομάτως | |
15 | κατασεισθῆναι τὸ τεῖχος ἐν νυκτὶ καὶ σκότῳ· οὗ δὴ γεγονότος, πρὸ τῆς τῶν πολεμίων ἐφόδου, μονονουχὶ καὶ ἀπόλωλεν αὐτοῖς ἡ τῆς σωτηρίας ἐλπίς. Ταύτῃ τοι φησὶ νυκτὸς ἀπολεῖσθαι τὴν Μωαβίτιδα. Ἀλλὰ λυπεῖσθε, φησὶν, ἐφ’ ἑαυτοῖς. | |
20 | Ὅμοιον ὡς εἰ λέγοι, Πλειστάκις ὀφρὺν ἐπαίροντες ὑψηλὴν ταῖς ἑτέρων ἐνετρυφήσατε συμφοραῖς· ἀλλὰ νῦν ἐφ’ ὑμᾶς αὐτοὺς ὁ πόλεμος τρέχει, καὶ τὰ ἐντεῦ‐ θεν βλάβη ταῖς ἀνοσίαις ὑμῶν ἐπικρέμαται κεφα‐ λαῖς. Λυπεῖσθε τοίνυν οὐκ ἐφ’ ἑτέροις τισὶν, ἀλλ’ ἐφ’ | |
25 | ἑαυτοῖς. Ἀπολεῖται γὰρ Λεβηδὼν, οὗ ὁ βωμὸς ὑμῶν. Ἔφην ὅτι δεινοὶ καὶ ἀγέρωχοι Μωαβῖται γεγόνασι, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἐπιθαρσήσαντες, καὶ διὰ μάγου τέχνης κατευμεγεθήσειν οἰόμενοι τῆς ἁπάν‐ | |
30 | των χειρὸς, καὶ αὐτοῦ δὲ τοῦ Ἰσραὴλ κἂν εἰ ἐπ‐ αμύνοι Θεός· οὐκοῦν ἐν τῇ καλουμένῃ Λεβηδὼν, βω‐ μὸς ἦν αὐτοῖς καὶ τέμενος οὐκ ἀθαύμαστον, τόγε ἧκον εἰς κατασκευήν. Ἐκεῖ τὰς μαντείας ἐπετέλουν, ἐφρό‐ νουν τε μέγα, καὶ σεπτὸν ὅτι μάλιστα παρὰ τοὺς | |
35 | ἄλλους ἐποιοῦντο τὸν χῶρον. Ἀλλ’ ἀπολεῖται, φησὶ, καὶ τὸ τῆς μαντείας ὑμῶν ἐργαστήριον. Ἐκεῖ ἀναβήσεσθε κλαίειν ἐπὶ Ναβαῦ τῆς Μωα‐ βίτιδος. Πόλις δὲ αὕτη τῶν ἀλκιμωτάτων. | |
40 | Ὀλολύξατε, φησίν· ἐπὶ γὰρ πάσης κεφαλῆς φαλάκρωμα. Τοῦτ’ ἔστιν, ἀτιμία κατὰ πάντων δραμεῖται μία. Φαλάκρωμα γὰρ ἀτιμίας σύμβολον. Ἔσονται δὲ καὶ πάντες βραχίονες κατατε‐ | |
45 | τμημένοι. Ἀπὸ τοῦ κόπτεσθαι καὶ θρηνεῖν. Ἢ ὅτι τοῖς εἰδω‐ λολατροῦσιν ἔθος τὰς καλουμένας ἐντομίδας ταῖς τε παρειαῖς καὶ τοῖς βραχίοσιν ἐπιφέρειν. Μάτην οὖν ἄρα καὶ τοῦτο δράσετε, φησὶν, ἀνόνητον γὰρ τὸ χρῆμα | |
70.400(50) | παντελῶς. Οὐκοῦν ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκοις, καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς, καὶ ἐν ταῖς πλατείαις αὐτῆς, καὶ ἐν ταῖς ῥύμαις αὐτῆς, πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ, ὅτι | |
55 | κέκραγεν Ἐσεβὼν, καὶ ἐλάλησεν ἕως ἠκούσθη ἡ φωνὴ αὐτῆς. | |
Πόλεων ἡμῖν οὐ μετρίοις δείμασιν ἐνησχημένων | 399 | |
70.401 | καταγράφει σχῆμα τῆς προφητείας ἡ δύναμις. Πολέ‐ μου γὰρ περισχόντος, καὶ συμφορᾶς τῆς ἐσχάτης ἐπενηνεγμένης πόλεσί τε καὶ οἴκοις, οἱ μὲν πλατείαις καὶ στενωποῖς οἰμώζοντες διαθέουσι. Τό γε μὴν ὅσον | |
5 | ἐστὶν ἀσθενές τε καὶ ἄμαχον, οἷον τὸ θηλύων γένος, καὶ τὸ νηπίων ἐπ’ αὐτῶν ἀνεπήδησε δωμάτων, κομ‐ μὸν ποιεῖται καὶ ὀλολυγὴν, ταῖς τῶν πολεμίων ἐν‐ ορῶν φάλαγξι, καὶ τὴν ὅσον οὐδέπω παρεσομένην ἐννοήσαντες σφαγήν. Ὀλολύξετε τοίνυν· κέκραγε γὰρ | |
10 | Ἐσεβὼν, καὶ ἐλάλησεν ἕως ἠκούσθη ἡ φωνὴ αὐτῆς. Πόλεις δὲ ταύτας εἶναί φησι τὰς Μωαβίτιδος τὰς μαχιμωτάτας. Ἀλλ’ εἰ καὶ οὕτως ἔχοιεν, φησὶ, τοσαύτην ποιήσονται τὴν ὀλολυγὴν, ὡς μὴ λεληθότως, μηδὲ ἐν παραβύστῳ κλαίειν, ἀκουστὴν δὲ μᾶλλον | |
15 | γενέσθαι τὴν φωνὴν, καὶ ἀναφανδὸν ὀλοφύρεσθαι, κατημεληκότων τῶν ἐν αὐταῖς τῆς αὐτῆς συνήθους ἀνδρείας, συντεθραυσμένων δὲ οὕτως, ὡς ἀμοιρῆσαι παντελῶς εὐσθενείας τε καὶ θράσους, καὶ τῶν εἰς ἀλκὴν ἐννοιῶν καὶ ἐγχειρημάτων. | |
20 | Ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ· ἡ ψυχὴ αὐτῆς γνώσεται, καὶ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν αὐτῇ, ἔως Σηγώρ· δάμαλις γάρ ἐστι τριέτης. Ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς πρὸς σὲ, κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἀρωνιείμ· βοᾷ σύντριμμα | |
25 | καὶ σεισμός. Προσβάλλουσιν ἀεὶ τῶν ἀνηκέστων συμφορῶν δρι‐ μεῖαί τε λύπαι, καὶ ἀθυμίαι παγχάλεποι, καὶ δειμά‐ των ἔφοδος, οὐκ ἀνικάνως ἔχουσα καὶ τὴν ἄγαν εὐτολμοτάτην καταθραῦσαι καρδίαν. Ἐντεῦθεν οἶμαί | |
30 | τισι πρόσωπα μὲν γενέσθαι σκυθρωπὰ, καὶ οἷον ἐκ βάθους ἀναπηδῶντας στεναγμοὺς, καὶ τῆς ἔσω φλογὸς τὴν ζέσιν διερμηνεύοντα. Ἡ ὀσφὺς τοιγαροῦν τῆς Μωαβίτιδος βοᾷ· τοῦτ’ ἔστιν, ἐν ὠδῖσίν ἐστιν, καὶ κεκρυμμένους ἔχει τοὺς πόνους, προκαταπτοουμένη | |
35 | δηλονότι ταῖς φήμαις, καὶ τὸν οὐδέπω παρεσόμενον ἐννοοῦσα πόλεμον. Ἔγνω γὰρ τοῦτο ἡ ψυχὴ αὐτῆς. Ταύτης τε ἕνεκα τῆς αἰτίας, ὀλοφύρεταί τε καὶ κέκραγεν ἐν αὐτῇ ἕως Σηγὼρ, τοῦτ’ ἔστι, Μωαβῖτις ἅπασα χώρα, μέχρι καὶ αὐτῶν τερμάτων. Φασὶ γὰρ | |
40 | ἐπ’ αὐτοῖς τοῖς ὅροις τῶν Μωαβιτῶν τεθεῖσθαι τὴν Σηγώρ. Τίνος οὖν ἕνεκα ταῦτα συμβήσεται παθεῖν αὐτήν; Δάμαλίς ἐστι τριέτης. Ὁ τρίτος ἐνιαυτὸς τοῖς ἀλόγοις τῶν ζώων ἀρκεῖ πρὸς ἀκμὴν, καὶ εἰς τὸ σφριγῶσαν αὐτοῖς ἐνεργήσασθαι δύναμιν. Τοιγάρτοι | |
45 | καὶ τοῦ χρῆναι δαμάζεσθαι καιρὸς αὐτοῖς ἐκεῖνός ἐστιν. Ἕως τοίνυν ἐστὶν ἡ δάμαλις ἀπειρόζυγος, σφριγῶσά τε καὶ νέα, καὶ ἀρτιφυὲς ἐκφέρουσα κέρας, κατασκιρτῶσα τῶν αὐλῶν καὶ τῶν ἐπαύλεων κατορχεῖται πλειστάκις· τοιαύτη τις γέγονεν ἡ Μωα‐ | |
70.401(50) | βιτῶν, ἐπιπηδῶσα τοῖς πέλας, καὶ κατασκιρτῶσα τῶν ἀσθενεστέρων. Ὑψηλὴν δὲ εἶναί φασιν αὐτὴν, καὶ λεωφόρον τινὰ τὴν Ἀρωνιεὶμ οὕτω κεκλημένην, ἀνακομίζειν τε εἰς αὐτὴν τοὺς ἐξ ἑτέρων ἥκοντας ἢ πόλεων ἢ χωρῶν. Ἐπ’ αὐτῆς τοίνυν, φησὶ, τῆς ἀναβά‐ | |
55 | σεως τῆς Ἀρωνιεὶμ, κλαίοντες ἀναβήσονται. Φωνὴ δὲ τοῖς κλαίουσι, σύντριμμα καὶ συσσεισμός. Προανακεκράγασι γὰρ τὰ ἐκ τοῦ πολέμου συμβησόμενα πάθη, μονονουχὶ συσσείοντος ἅπαντα, πόλεις τε καὶ οἴκους, καὶ τοὺς ἐν αὐτοῖς συντρίβοντος. | |
Τὸ ὕδωρ τῆς Νεβρεὶμ ἔρημον ἔσται, καὶ ὁ χόρ‐ | 401 | |
70.404 | τος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται, μὴ καὶ οὕτως μέλλει σωθῆναι; Πόλιν εἶναί φασι τὴν Νεβρεὶμ κειμένην μὲν ἐν ἐσχατιαῖς τῆς χώρας, γειτνιῶσαν θαλάσσῃ τῇ Ἐρυθρᾷ | |
5 | εὔυδρον δὲ οὕτως καὶ εὔβοτον, ὡς καὶ ἵππον δύνασθαι κεκτῆσθαι πολλὴν τοὺς ἐν αὐτῇ· ταύτῃ τοι καὶ εἶναι μαχιμωτάτους, ἔχειν τε τὴν ἵππον ἐμπειροπόλεμον. Ἐκ θείας τοίνυν, φησὶν, ὀργῆς, ἐκ τῆς τῶν πολε‐ μίων ἐφόδου, ἔρημος ἔσται καὶ ὑδάτων καὶ χόρτου | |
10 | χλωροῦ. Οὗ δὴ γεγονότος, ἀτονήσει πάντως ἡ τῶν τακτικῶν ἐμπειρία προανῃρημένων τῶν ἵππων, καὶ διολωλότων ὑπὸ λιμοῦ. Ἀλλ’ εἰ τοῦτο γένοιτο, φησὶ, μὴ ἄρα φρονήσει μέγα καὶ οὕτως ἐφ’ ἑαυτῆς; μὴ τούτου συμβεβηκότος μέλλει σωθῆναι, καὶ τὰς τῶν | |
15 | πολεμίων διαδράναι χεῖρας; προανῃρημένης γὰρ αὐτῶν τῆς ἰσχύος, ποία τις ἔσται λοιπὸν ἡ τῆς σωτη‐ ρίας ἐλπίς; Ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας, καὶ λήψονται αὐτήν. Συνῆψε ἡ βοὴ τὸ ὅριον τῆς | |
20 | Μωαβίτιδος τῆς Ἀγαλλεὶμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Ἐλείμ. Τὸ δὲ ὕδωρ τὸ Ῥεμ‐ μὼρ πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Ῥεμμὼρ Ἄραβας. Καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ, καὶ Ἀριὴλ, καὶ τὸ κατάλοιπον Ἄδαμα ἀποστελῶ ὡς ἑρπετὰ | |
25 | ἐπὶ τῆς γῆς. Τὰ νοτιώτατα μέρη τῶν Δαμασκηνῶν κατανέ‐ μεσθαί φασι τὰ τῶν καλουμένων Σαρακηνῶν ἀναρί‐ θμητα γένη, καὶ μέχρι αὐτῆς παρατείνοντα τῆς Περ‐ σῶν. Αὐτοὶ συνωπλίζοντο τοῖς Βαβυλωνίοις, καὶ | |
30 | κατεδῄουν τὴν Μωαβιτῶν· εἵποντο γὰρ καὶ αὐτοὶ καίτοι τάχα που καὶ γένος ὄντες, καὶ γείτονες τῇ Μωαβιτῶν. Κέκληντο γὰρ καὶ Ἄραβες καὶ αὐτοί. Ληφθήσεσθαι τοίνυν φησὶ τὴν Νεβρείμ· Ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα. Ἄραβας, καὶ λήψονται αὐτήν. | |
35 | Φάραγγα, δὲ κατὰ τὸ εἰκὸς, ὀνομάζει τὴν Νεβρεὶμ, διὰ τὸ ἐν κοίλῳ κεῖσθαι τόπῳ. Καίτοι τῶν ἑτέρων πόλεων ᾐρμένων ὑψοῦ, καὶ ἐν ὄρεσιν οὐσῶν. Ἐπειδὴ δὲ οὐ μέρος ἦν τῆς Μωαβιτῶν τὸ τῷ πολέμῳ συντε‐ τριμμένον, ἀλλ’ ὅλη δι’ ὅλου κατεδονήθη τε καὶ σεσά‐ | |
40 | λευται μεθύοντος δίκην· ταύτῃ τοι φησὶν ἐκ περά‐ των εἰς πέρατα συναφθήσεσθαι τὴν βοὴν, τῶν ὀλο‐ λυζόντων δηλονότι, καὶ τὸν τοῖς ἀπολεῖσθαι μέλλουσι θρῆνον ἐκμελετᾷν εἰωθότων. Συνῆψε γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος, φησὶ, τῆς Ἀγαλλεὶμ, καὶ ὀλο‐ | |
45 | λυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Ἐλείμ. Τὰς δὲ ἔξω πόλεις, καὶ ἐπ’ αὐτοῖς τοῖς τέρμασι κειμένας ὀνομάζει, τήν τε Ἀγαλλείμ φημι, καὶ τὸ φρέαρ τοῦ Ἐλείμ. Τεθεῖσθαι δὲ τὸν θρῆνον εἰς πᾶσαν αὐτῶν τὴν χώραν διαβεβαιούμενος, ὡς ἔφην, εἶτά φησιν, | |
70.404(50) | ὅτι Τὸ ὕδωρ τὸ Ῥεμμὼν πλησθήσεται αἵματος. Ἐνυδροτάτην δὲ εἶναι λόγος τὴν Ῥεμμών. Ἀλλὰ πλησθήσεται, φησὶν, αἵματος, ἐκεῖνό που λέγων, ὅτι ταῖς τῶν ὑδάτων δαψιλείαις φιλονεικήσει κατὰ τὸν τοῦ πολέμου καιρὸν τῶν πιπτόντων τὸ αἷμα· καὶ | |
55 | πεφοινιγμένοι μὲν ὀφθήσονται ποταμοὶ, κατασκε‐ δασθήσεται δὲ τῆς γῆς τὸ ὕδωρ, οὐκέτι καθαρὸν, οὔτε μὴν ὕδατος ὄψιν ἔχον, ἀλλ’ ἑτερόχρουν καὶ αἱμα‐ τοειδές. Ληφθήσεσθαι δὲ καὶ αὐτὴν ἐξ Ἀράβων φησὶν, | |
ὥστε ἅπαν μὲν σπέρμα Μωὰβ, καὶ Ἀριὴλ ἐξαρθῆναι, | 403 | |
70.405 | τοῦτ’ ἔστιν, ἀπολέσθαι τε καὶ δαπανηθῆναι. Τό γε μὴν ὑπολελειμμένον ἀποστελῶ, φησὶν, ὡς ἑρπετὰ ἐπὶ τῆς γῆς. Πικροὶ γὰρ ὄντες ἀεὶ βαδιοῦνται πρὸς αἰχμαλωσίαν, καθάπερ τινὲς ὄφεις ταῖς τινῶν ἐπ‐ | |
5 | ῳδαῖς γεγοητευμένοι, καὶ οἷον ἀπονυστάξαντες, εἰς τὸ ἀσυνήθως ἥμερον. Τὸ γάρτοι λέγειν Ἀποστελῶ, τὸ ἐκπέμψαι δηλοῖ. Ἔθος γὰρ τοῖς ἑλοῦσι χώραν ἢ πόλιν, οὐχὶ πάντας ἄρδην ἀπολύειν ἔσθ’ ὅτε, δεδαπανημένης δὲ τῆς μαχιμωτάτης πληθύος, ἐν δορυλήπτων ποιεῖσθαι | |
10 | τάξει τοὺς περιλελειμμένους. Εἰ δὲ χρή τινα καὶ ταῖς ἱστορίαις ἐφαρμόσαι λόγον ἀναγκαῖον, ἰστέον, ὅτι ψυχὴ μὲν τῷ θείῳ φόβῳ τετειχισμένη, ἰσχυρά τέ ἐστι καὶ δυσάλωτος, καὶ τῆς τῶν μαχομένων αὐτῇ κατευμεγεθοῦσα χειρός. Νικᾷ γὰρ ἀρχάς τε καὶ ἐξου‐ | |
15 | σίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Εἰ δὲ δὴ παρατρέποιτο πρὸς ἃ μὴ προσῆκεν, ἔξω τε τῆς εὐθείας φέροιτο τρίβου, καὶ τὸ Θεῷ δοκοῦν παρατρέ‐ χουσα, πρὸς τὰ ἐν τῷδε τῷ κόσμῳ καταφέροιτο πάθη, | |
20 | καὶ τὸν τῆς εὐπειθείας ἀποσείσαιτο ζυγὸν, ἀγυμνοῖ πάσης αὐτὴν ἐπικουρίας, καὶ οἷον ἀτείχιστον αὐτὴν ἀποφαίνει, καὶ ἀνασφαλεῖ τοῖς πολεμοῦσιν ἐργάζε‐ ται, καταλειαίνει τε τὰς ἐφόδους τὰς ἐπ’ αὐτῇ τοῖς πάθεσιν, ὡς κατὰ μηδένα τρόπον ἰσχῦσαι διαφυγεῖν. | |
25 | Οὕτω παραδίδονται μὲν εἰς ἀδόκιμον νοῦν, καὶ γεγό‐ νασιν εὐάλωτοι ταῖς ἐκτόποις ἐπιθυμίαις, σώζει δὲ αὐτὰς οὐδὲν, ἀλλ’ εἰσὶν ὑπὸ πόδας ἐχθρῶν, ἀνάνδρως διεῤῥιμμέναι. Ἐὰν μὲν γὰρ κλείσῃ κατὰ τοὺς ἀνθρώ‐ πους, φησὶν, ὁ τῶν ὅλων Θεὸς, τίς ἀνοίξει, καὶ τὴν | |
30 | παναλκῆ τοῦ παραδεδωκότος πλεονεκτήσει δεξιάν; Μένωμεν τοίνυν ἐν τῷ θείῳ φόβῳ. Κερδανοῦμεν γὰρ οὕτω τῆς ἄνωθεν εὐμενείας τὴν χάριν· καὶ κατανεα‐ νιευσόμεθα πνευματικῶς, καὶ ἁμαρτίας, καὶ παθῶν, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ὀλίγα κομιδῆ φροντί‐ | |
35 | ζοντες, πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως καταντή‐ σομεν, τὴν εὐκλεᾶ καὶ δοκιμωτάτην κατορθοῦντες ζωήν. Μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος Σιών; Ἔσῃ γὰρ ὡς πτηνοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος, | |
40 | θυγάτηρ Μωάβ. Κατεστράτευσε τῆς Σαμαρείας κατὰ καιροὺς Σαλ‐ μανασὰρ ὁ Ἀσσύριος, εἷλέν τε τὰς ἐν αὐτῇ πόλεις· καὶ προσέτι τῶν τῆς Ἰουδαίας προσηδίκησε πολλὰς, καὶ δορύληπτον ἀπεκόμισε πληθὺν εἰς τὴν ἑαυτοῦ. | |
45 | Ταύτης τε ἕνεκα τῆς αἰτίας, ἐπετώθαζον τῇ Σιὼν ἤτοι τῇ Ἱερουσαλὴμ τὰ Μωαβιτῶν ἔθνη, καὶ πέτραν αὐτὴν ἠρημωμένην ὠνόμαζον, οὐκ αὐτῆς που τάχα καταμειδιῶντες οἱ τάλανες, ἀλλὰ τοῦ ἐπὶ πάντας Θεοῦ· καὶ γοῦν καὶ ἔφασκον τὴν σώζουσαν αὐτοὺς | |
70.405(50) | ἀτονῆσαι χεῖρα, ταύτης τε ἕνεκα τῆς αἰτίας ὑπὸ πό‐ δας ἐλθεῖν τῶν ἐχθρῶν. Ὦ τοίνυν θυγάτηρ Μωὰβ, φησὶν, ἐνήθει δὲ πάντως ὁ λόγος, μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος Σιών; Ἆρα μόνη, φησὶ, κέκμηκεν ἡ Σιών; ἆρα μόνη πέπτωκεν ὑπὸ πόδας ἐχθρῶν; καὶ | |
55 | τὴν τῶν ἐνοικούντων αὐτὴν νενόσηκεν ἐρημίαν; ἢ τοῖς ἔτι χείροσιν αὐτῆς περιπέπτωκας; Ληφθήσῃ | |
γὰρ παρ’ ἐχθρῶν, καὶ οἷον ἐκ καλιᾶς νεοσσὸς ἀφῃρη‐ | 405 | |
70.408 | μένος, εἰς ἑτέραν οἰχήσῃ χώραν, καὶ δουλεύσεις ἐχθροῖς, ἔσῃ τε παρ’ αὐτοῖς αἰχμάλωτος οἰκτρὰ, καὶ κατεῤῥιμμένη, καὶ ὑπὸ ζυγὰ δουλείας. Χρήσιμον οὖν ἄρα καὶ ἀναγκαῖον παράγγελμα τό· «Ἂν πέσῃ ὁ | |
5 | ἐχθρός σου, μὴ ἐπιχάρῃς αὐτῷ, ὅτι ὄψεται Κύριος, καὶ οὐκ ἀρέσει αὐτῷ· καὶ ἀποστρέψει τὸν θυμὸν αὐ‐ τοῦ ἀπ’ αὐτοῦ.» Οὐ γάρ τοι προσήκει ταῖς ἑτέρων ἐπι‐ γάννυσθαι συμφοραῖς, οὐδὲ θυμηδείας ποιεῖσθαι πρό‐ φασιν τὸ τῷ πέλας συμβεβηκὸς, κἂν εἴ τις εἴη τυχὸν | |
10 | τῶν καταλυπεῖν εἰωθότων, ἐπιστυγνάζειν δὲ μᾶλλον αὐτῷ, καὶ τοῖς ἰδίοις πταίσμασιν ἐνιέντας τὸν ὀφθαλ‐ μὸν, δεδιέναι σφόδρα, μὴ ἄρα πως καὶ ἐφ’ ἡμᾶς ὁ τοῦ καταπαίοντος ἐπέλθοι θυμός. Ἔπειτα δὲ, Ἀρνῶν, πλείονα βουλεύου, ποίει τε | |
15 | σκέπην πένθους αὐτῇ διὰ παντός· ἐν μεσημβρινῇ σκοτιᾷ φεύγουσιν, ἐξέστησαν. Μὴ ἀπαρχῆς παρ‐ οικήσουσιν οἱ φυγάδες Μωάβ· ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ᾔρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς | |
20 | γῆς. Δυσερμήνευτος κομιδῆ τῶν προκειμένων ὁ νοῦς, διά τοι τάς τε τῶν προσώπων εἰς πρόσωπα μεταβά‐ σεις, καὶ τὸ τῆς συνθήκης τραχὺ καὶ οὐ βάσιμον νῷ παντί. Πλὴν ὡς ἂν οἷός τε ὦ, πειράσομαι διειπεῖν. | |
25 | Πεπορθημένης τοίνυν ἁπάσης τῆς Μωαβιτῶν, πόλεών τε κατηρειπομένων, καὶ οἴκων ἐμπεπρησμένων, καὶ ἁπαξαπλῶς ἐκλελυττηκότων ἀγρίως τῶν Βαβυλω‐ νίων, οἱ διαφυγεῖν ἰσχύσαντες μετῴκησαν εἰς τὴν Ἀρ‐ νῶν. Πόλις δὲ αὕτη τῶν ὀχυροτάτων, ὅμορός που | |
30 | τάχα τῇ Μωαβιτῶν. Ἔστι τοίνυν πρὸς αὐτὴν ὁ λό‐ γος. Σὺ δὲ, φησὶ, μετὰ τοῦτο, ὦ Ἀρνῶν, πλείονα βου‐ λεύου. Κατασκέπτου, φησὶ, τίνα τρόπον διασῶσαι δυ‐ νήσῃ τοὺς περιλελειμμένους καὶ διαφυγεῖν ἰσχύσαν‐ τας τῶν πεπορθηκότων τὴν ἀγριότητα. Ποίει τε σκέ‐ | |
35 | πην πένθους αὐτῇ διὰ παντός. Ναὶ, φησὶν, ἐσκέψω τι φιλάνθρωπον, σκέπη γένου τοῖς ἀφορήτῳ πένθει κατειλημμένοις. Φεύγουσι γὰρ ἐν μεσημβρινῇ σκο‐ τιᾷ, τοῦτ’ ἔστιν, ἡμέρας οὔσης, καὶ ἡλίου μεσημβρί‐ ζοντος αὐτοῖς σκοτιὰν ἔχουσι κατὰ νοῦν. Ἱκανὸς γὰρ | |
40 | λίαν ὁ τοῦ θανάτου φόβος καταθολῶσαι ψυχὴν, καὶ οἷόν τινα νύκτα καταχέαι τοῦ νοῦ τῆς εἰς ἄκρου δυσ‐ θυμίας τὴν ἔφοδον. Ταύτῃ τοί φησιν, ὅτι Καὶ ἐξέστη‐ σαν. Μόνον γὰρ οὐχὶ καὶ τοῦ φοβεῖν ἔξω γεγόνασιν, τοῖς ἐκ τοῦ πολέμου καταπτοούμενοι δείμασιν. Ἀλλ’ | |
45 | εἰ καὶ δέξαιο, φησὶ, τοὺς ἀπό γε τῆς Μωαβιτῶν, ἀλλ’ οὖν ἴσθι τοι καὶ μάλα σαφῶς, ὅτι σέσωκας οὐ πάντας, ἀλλὰ βραχὺ καὶ εὐαρίθμητον τῶν ἀπ‐ ολωλότων λείψανον. Τοῦτο οἶμαι δηλοῦν ἐθέλειν λέ‐ γοντα· Μὴ ἀπαρχῆς παροικήσουσιν οἱ φυγάδες Μωάβ. | |
70.408(50) | Μὴ ἐν ἀρχαῖς ὄντος τοῦ πολέμου, φησὶν, ὑπεδέξω τοὺς φυγάδας· οὐκ εὐαρίθμητοι κομιδῆ καὶ ὀλίγοι παν‐ τελῶς οἱ διαφυγεῖν ἰσχύσαντες; Οὐκοῦν εἰς πέρας ἐνήνεκται τὰ εἰρημένα παρὰ Θεοῦ κατὰ Μωαβιτῶν. Ἀπόλωλε γὰρ εἰ καὶ βραχὺ, καὶ μόλις διασέσωσται | |
55 | λείψανον. Ἀλλ’, ὦ, φησὶν, Ἀρνῶν, ὑπεδέξω τοὺς ἐκ | 407 |
70.409 | τῆς Μωαβιτῶν, προσδοκήσασα τάχα που, ὅτι καὶ αὐ‐ τοὶ κατὰ καιροὺς ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος. Ἔσται δὲ οὐχὶ τοῦτο. Πόθεν; Ἤρθη γὰρ ἡ συμμαχία σου· καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν | |
5 | ἐπὶ τῆς γῆς. Ὁ γὰρ ἀεί σοι συνασπίσας, φησὶ, τῆς Μωαβιτῶν ἡγούμενος, ὁ δεινὸς καὶ ὑπέροπτος, καὶ ὥσπερ τινὰ χοῦν καταπατεῖν εἰωθὼς τοὺς ἀνθεστη‐ κότας, ᾤχετο καὶ ἀπόλωλεν. Ἤρθη γὰρ, καὶ ἐκ μέ‐ σου γέγονεν. Διδάσκει δὲ διὰ τούτων, ὅτι προσανῄρη‐ | |
10 | ται τοῖς Μωαβίταις, καὶ ἡ τοῦ δύνασθαί ποτε κρατῆσαι πάλιν αὐτοὺς ἐλπίς. Οἱ γὰρ ἀσεβεῖς ἐκ γῆς ὁλόῤῥιζοι, φησὶν, ὀλοῦνται· θείου δὲ ὅλως ἐπι‐ πηδῶντος θυμοῦ, ποῖον ἔσται τῶν πεπονθότων λείψανον; Ἢ τίς ὁ ἀναστῆσαι δυνάμενος, Θεοῦ κατα‐ στρέψοντος; | |
15 | Καὶ διορθωθήσεται μετ’ ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ’ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαβὶδ, κρίνων καὶ ἐκζητῶν κρῖμα, καὶ σπεύδων δικαιοσύνην. Ἐν τούτοις σαφῶς ἐπαγγέλλεται τὸ ἀπαλλαχθή‐ | |
20 | σεσθαι κατὰ καιροὺς τὸν Ἰσραὴλ, τῆς ἀφορήτου ταλαιπωρίας, καὶ τῶν ἐκ τῆς αἰχμαλωσίας κακῶν. Κύρου γὰρ ἑλόντος τὴν Βαβυλωνίων ἀνέθη μὲν ὁ Ἰσραὴλ, ἀνεκομίσθη δὲ κατοικτείροντος Θεοῦ εἰς τὴν ἁγίαν πόλιν, ἡγουμένων Ζωροβάβελ τοῦ Σαλαθιὴλ, ὃς | |
25 | ἦν ἐκ φυλῆς Ἰούδα καὶ Δαβὶδ, καὶ μέν τοι καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. Ὁ τοίνυν θρό‐ νος, φησὶ, τοῦτ’ ἔστιν, ἡ παρὰ τοῖς Ἰουδαίοις βασι‐ λεία, διορθωθήσεται μετὰ ἐλέους, τοῦτ’ ἔστιν, εἰς τὴν οἰκείαν ἐπανήξει τάξιν, κατοικτείροντος Θεοῦ. Καθ‐ | |
30 | ιεῖται δὲ πάλιν ἐπ’ αὐτοῦ μετ’ ἀληθείας ἐν σκηνῇ Δα‐ βὶδ, κρίνων καὶ ἐπιζητῶν κρῖμα. Καὶ σκηνὴν, ὡς ἔοικεν, ὀνομάζει τὰ βασίλεια, ἐν οἷς ποιούμενοι τὰς διατριβὰς ἐδίκαζον, ἐννόμως αὐτοὺς τοὺς τῆς βασιλείας διέποντας θάκους. Καὶ τό γε ἧκον εἰς τὸ Θεῷ δοκοῦν, | |
35 | ἐπιμεληταὶ δικαιοσύνης γεγόνασιν, εἰ καὶ τῆς ἀρετῆς διημαρτήκασί τινες, ἀπονενευκότες ἐπὶ τὰ χείρω. Ἰστέον δὲ ὅτι μετὰ τὴν ἐκ τῆς Βαβυλῶνος ἐπάνοδον, οὐκέτι διῃρημένως κατῳκήκασιν οἱ ἐξ Ἰσραὴλ, ὡς εἶναι μὲν ἐν τῇ Σαμαρείᾳ τὰς δέκα φυλὰς, καὶ τὸ | |
40 | ἥμισυ φυλῆς Ἐφραῒμ, βασιλεύοντος ἐπ’ αὐτοῖς τινος, ἐν δὲ τοῖς Ἱεροσολύμοις τὴν Ἰούδα φυλὴν, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, πάλιν ἑτέρου καὶ ἰδικῶς βα‐ σιλεύοντός τινος ἐπ’ αὐτῶν, ἀλλ’ εἰς μίαν συνενεχθέν‐ τες διάνοιαν, κατῳκήκασιν ὁμοῦ τὰ Ἱεροσόλυμα, ἕνα | |
45 | λοιπὸν χρίοντες βασιλέα. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφήτου περὶ αὐτῶν εἰρημένον· Καὶ ἀναβή‐ σονται ἐκ τῆς γῆς, καὶ κοπάσουσι μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντα. Πλὴν ὑπισχνεῖται Θεὸς τοῦ παρὰ τοῖς Ἰουδαίοις θρόνου τὴν ἐπανόρθωσιν, μονον‐ | |
70.409(50) | ουχὶ κατονειδίζων τὴν Μωάβ. Πεφλυάρηκε μὲν λέγου‐ σα, ὅτι Πέτρα ἔρημός ἐστι τὸ ὄρος Σιών. Ἀλλά σοι μὲν, φησὶ, τοῦτο κἀκεῖνο συμβήσεται πλατὺ γελώσῃ κατὰ τῶν ἐξ Ἰσραήλ. Τοὺς δὲ πάντη τε καὶ πάντως ἐλεήσει Θεὸς, καὶ ἀνήσει μὲν τῶν συμβεβηκότων· | |
55 | ἀποκαταστήσει δὲ πρὸς τὸ ἐν ἀρχαῖς τὴν παρ’ αὐτοῖς βασιλείαν ἐπανορθῶσαι. Ἠκούσαμεν τὴν ὕβριν Μωὰβ, ὑβριστὴς σφό‐ δρα. | |
Προαναφωνήσας εὖ μάλα τὴν ἐκ τῆς αἰχμαλωσίας | 409 | |
70.412 | ἐπάνοδον τῶν ἐξ Ἰσραὴλ, καὶ ὅτι πάλιν ἀναφοίτησις ἔσται πρὸς τὸ ἀρχαῖον τῆς παρ’ αὐτοῖς ἀρχῆς, ἤγουν βασιλείας, ἐπάνεισι πάλιν ἐπὶ τὴν Μωὰβ, καὶ μεθ‐ ίστησιν ἐπ’ αὐτοὺς τὸν λόγον. Εἴρηται δὲ ὥσπερ ἐκ | |
5 | προσώπου τῶν ἁγίων προφητῶν, τὸ, Ἠκούσαμεν τὴν ὕβριν Μωὰβ, ὑβριστὴς σφόδρα. Συναινοῦσι γὰρ διὰ τούτων, ὡς ἐν δίκῃ κολάζοντι τῷ Θεῷ, ὀφειλομένην τε καὶ πρέπουσαν αὐτοῖς ἐπενεγκόντι τὴν τιμωρίαν. Ἀκηκοέναι δέ φασι τὴν ὕβριν Μωὰβ, πρῶτον μὲν | |
10 | τὴν ἀρχαιοτάτην ἐκείνην ἰστορίαν οὐκ ἠγνοηκότες, ἣν ὁ θεσπέσιος ἀφηγεῖται Μωσῆς. Ὡς γὰρ φθάσαν‐ τες εἴπομεν, κατεμισθοῦτο τὸν Βαλαὰμ ὁ Βαλάκ· Δεῦρο, λέγων, ἐπάρασαί μοι τὸν Ἰσραήλ. Πλεῖστα δὲ ὅσα πρὸς τοῦτο πέπρακται κατὰ καιροὺς παρὰ | |
15 | τῆς Μωαβιτῶν ὑπεροψίας τῇ τοῦ Θεοῦ μαχόμενα δόξῃ. Τὴν ὑπερηφανίαν ἐξῆρα. Τῶν ἁγίων προφητῶν ἐναργέστατα διωμολογηκό‐ των, ἀκηκοέναι τε τὴν ὕβριν Μωὰβ, εἰδέναι τε ὅτι | |
20 | καὶ σφόδρα ἐστὶν ὑβριστὴς, ἀνταποκρίνεται Θεὸς καί φησι· Τὴν ὑπερηφανίαν ἐξῆρα· τοῦτ’ ἔστιν, οὐχ ὑπέρ‐ οπτον ἁπλῶς οὖσαν τὴν Μωὰβ, ἀλλ’ οἷον αὐτὸ χρῆμα γενομένην ὑπεροψίαν ἐκ μέσου γενέσθαι παρ‐ εσκεύασα. Πολεμῶ γὰρ ὑπερηφάνοις, καὶ μάχομαι | |
25 | τοῖς οὐ μέτρια φρονεῖν ᾑρημένοις, εἰκῆ δὲ μᾶλλον ἐξ‐ ογκουμένοις, καὶ ὑψοῦ τὴν ὀφρὺν ἀνατείνουσι, καὶ τῆς ἑαυτῶν φύσεως ἠγνοηκόσι τὴν ἀσθένειαν. Γέ‐ γραπται δὲ, ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσε‐ ται. Διδάσκων δὲ ὅτι κολάζει δικαίως, καὶ οὐ | |
30 | μάτην ἁπλῶς ἐπάγει τὰς δίκας, καταγορεύει τῆς Μωὰβ ὡς ἀφορήτως νοσούσης τὴν ὑπεροψίαν. Οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως. Ἐξῆρα μὲν οὐκ ἐγὼ τὴν ὑπερηφανίαν σου, φησὶ, τοῦτ’ ἔστιν, ἐξέκοψα τὴν Μωὰβ, ἀλλ’ οὐ ταῦτά σοι | |
35 | προήγγελλον αἱ παρὰ σοῦ* ἁμαρτίαι. Ἐπηγγέλλοντο γὰρ ψευδοεποῦντες οἱ μάντεις, ὅτι καὶ κρείττων ἔσῃ τῆς τοῦ πολέμου προσβολῆς, καὶ νικήσεις εὐπετῶς τοὺς ἀνθεστηκότας, καὶ ἀνάλωτος ἔσῃ τοῖς ἐχθροῖς, καὶ ἡττωμένοις ἐπιτωθάσεις. Ἀλλ’ οὐχ οὕτως αὐτ’ | |
40 | ἔχει, πολλοῦ γε καὶ δεῖ. Μᾶλλον γὰρ ἐξέβη πρὸς τὸ ἐναντίον, καὶ οὐ κατ’ ἐλπίδα σὴν, τῶν πραγμάτων τὸ πέρας. Παγχάλεπον οὖν καὶ ἐπιζήμιον ἀληθῶς, τὸ τοῖς τῶν διαπαιζόντων προσέχειν λόγοις, καὶ ταῖς τῶν γοητῶν ἀποκομίζεσθαι φωναῖς, εἰς ἐλπίδας οὐκ ἐκβη‐ | |
45 | σομένας. Ὀλολύξει Μωάβ. Ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι· τοῖς κατοικοῦσι Δεσὲθ μελετήσεις. Ὅτι μὴ οὕτως ἐκβέβηκεν ἡ μαντεία, καθὰ προσ‐ εδόκησαν, ἀλλ’ ἑτεροτρόπως, καὶ εἰς πᾶν τοὐναντίον, | |
70.412(50) | διαδείκνυσι σαφῶς, λέγων· Ὀλολύξει Μωὰβ, καίτοι τῆς μαντείας, ἤγουν τῇ τῶν μάγων τέχνῃ κεχρῆσθαι μεμελετηκότων οὐκ ὀλολύξειν αὐτὴν προηγορευκότων, ἀλλὰ γὰρ ἐπαλαλάξειν ἀπολωλόσιν ἐχθροῖς καὶ ἐπορ‐ χήσασθαι κειμένοις. Οὐκοῦν ἅπαντες, φησὶν, οἱ ἐν τῆ | |
55 | Μωαβίτιδι κατολολύξουσι· καὶ μελέτησις ἔσται τοῖς | 411 |
70.413 | κατοικοῦσι Δεσέθ. Πόλις δὲ καὶ αὕτη τῆς Μωὰβ, οἳ κόμμον τάχα που καὶ θρῆνον εὔρυθμόν τε καὶ εὐμελῆ καθ’ ἑαυτῶν μελετήσαντες, διὰ τούτου σημαίνονται. Καὶ οὐκ ἐντραπήσονται πρὸς τὰ πεδία Ἐσεβῶν· | |
5 | πενθήσει ἄμπελος Σεβαμά. Καταπίνοντες τὰ ἔθνη, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ. Ὁ λόγος ἐστὶν ἐν τοῖς πρὸς αὐτοὺς τάχα που τοὺς τὴν Μωὰβ ᾑρηκότας, Ἀσσυρίους τέ φημι καὶ Βαβυ‐ | |
10 | λωνίους, οἷς προστέταχε τὰ τῆς Ἐσεβὼν πεδία μὴ ἐντρέπεσθαι ἔτι καὶ αὐτὴν κατεμπρῆσαι τὴν Ἐσεβῶν· διαθεῖναι δὲ οὕτω καὶ τὴν Σαυαμὰ, ὡς πενθῆσαι καὶ τὰς οὔσας ἀμπέλους ἐν αὐτῇ. Πρὸς αὐτοὺς δὲ δὴ καί φησι· Καταπίνοντες τὰ ἔθνη. Ὑμῖν γὰρ ἐπιτάττω, | |
15 | φησὶν, ὦ τῶν ἐθνῶν ὀλετῆρες, καὶ ἄπλειστοί μοι καὶ ἀπηνέστατοι θῆρες, ἔθνη καταπίνοντες, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ. Πόλις δὲ καὶ αὕτη τῶν Μωαβιτῶν. Ἀμπέλους δὲ πάλιν ἐν τούτοις, τοὺς τῶν Μωαβιτῶν οἰκήτορας ὀνομάζει. Ἔθος γὰρ τῇ | |
20 | θεοπνεύστῳ Γραφῇ, καὶ δρυμοῖς καὶ ξύλοις καὶ μὴν καὶ ἀμπέλοις παρεικάζειν τοὺς ἐν ἑκάστῃ πόλει τε καὶ χώρᾳ. Καὶ γοῦν περὶ τοῦ Ἰσραήλ φησιν· Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ ὁ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον. Λέγων δὲ, ὅτι Καταπατήσατε | |
25 | τὰς ἀμπέλους αὐτῆς, δείκνυσι πάλιν, ὅτι μὴ τῆς τῶν Ἀσσυρίων χειρὸς ἔργον ἦν τὸ νικῆσαι τὴν Μωὰβ, ἀλλ’ ἦν ὁ πάντα ἰσχύων Θεὸς ὑποφέρων τοῖς αὐτοῦ ποσὶ τοὺς ἀνθεστηκότας, καὶ τὸ δύνασθαι κρατεῖν τῆς ἐκείνων χειρὸς δωρούμενος. | |
30 | Οὐ μὴ συνάψητε, πλανήθητε τὴν ἔρημον, οἱ ἀπεσταλμένοι· ἐγκατελείφθησαν, διέβησαν τὴν ἔρημον. Φασὶν ὅτι τῶν Ἀσσυρίων ἐμβεβληκότων, πλεῖστοι τῶν Μωαβιτῶν εἰς τὴν ὅμορόν τε καὶ γείτονα φυγόν‐ | |
35 | τες ἔρημον διαλανθάνειν ἐσπούδαζον, καὶ μόλις ἐσπούδαζον, κομιδῆ βραχεῖς τὸν ἀριθμόν. Καὶ ἦν μὲν ἴσως οὐ χαλεπὸν τοῖς Βαβυλωνίοις κἀκείνους ἀνευ‐ ρεῖν, ἐπαφιέντος Θεοῦ, καὶ μέχρις αὐτῶν ἐκτείνοντος τὴν ὀργήν. Ἐπειδὴ δὲ κολάζει μεμετρημένως φιλάν‐ | |
40 | θρωπος ὢν, μονονουχὶ καὶ ἐντέλλεται τοῖς πεπορθη‐ κόσι τὴν Μωὰβ, μὴ συνάπτειν τοῖς ἀπολωλόσι τοὺς φυγάδας, πλανᾶσθαι δὲ ὥσπερ ἐᾷν τὴν ἔρημον, τουτ’ ἔστι, λήθῃ διδόναι καὶ παραπέμπεσθαι τὴν ἔρευναν τῶν ἐν αὐτῇ συνδεδραμηκότων. Ταύτῃτοί φησι, πλα‐ | |
45 | νηθῆναί τε τὴν ἔρημον. Οἱ ἀπεσταλμένοι ὑμεῖς, φησὶν, οἱ διὰ τῆς ἐμῆς ὀργῆς ἀπεσταλμένοι πρὸς τὸ κατὰ κράτος ἑλεῖν τὴν Μωὰβ, πλανήθητε τὴν ἔρημον, λήθῃ δότε, καὶ παραπέμψασθε τὴν ἔρημον, διέβησαν γὰρ αὐτήν. Εἶτα ἐπέῤῥιπται μεταξὺ τὸ, Ἐγκατελείφθησαν, | |
70.413(50) | ἐκεῖνο πάλιν διδάσκων, ὡς οὐκ ἂν ἐν τούτοις γέγο‐ νεν ἡ Μωαβιτῶν, εἰ μὴ προσκέκρουκεν οὐ μετρίως τῷ πάντα ἰσχύοντι Θεῷ. Διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ἰαζὴρ, ἄμπελος Σεβαμά. Τὰ δένδρα σου κατέβαλεν Ἐσε‐ | |
55 | βῶν, καὶ ἐλάλει, ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυ‐ | |
γητῷ σου καταπατήσω, καὶ ἄπαντα πεσοῦνται, | 413 | |
70.416 | καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἀπὸ τῶν ἀμπέλων σου· καὶ ἐν τοῖς ἀμπελῶσί σου οὐ μὴ εὐφρανθήσονται· καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ. | |
5 | Ἀναπλάττει πρόσωπον ὁ προφητικὸς ἡμῖν λόγος, ἐπὶ ταῖς τῶν Μωαβιτῶν δακρυῤῥοοῦν συμφοραῖς, καὶ τάχα που τῆς Ἰαζὴρ ὑπὲρ τὰς ἑτέρας πεπορθημένης· οὕτω καὶ τὰς ἄλλας κατολοφύρεσθαί φησιν, ὥσπερ ἂν πρέποι καὶ τὴν Ἰαζήρ. Ἀμπέλους δὲ καὶ δένδρα τοὺς | |
10 | ἐνοικοῦντας ταῖς πόλεσιν ὀνομάζει. Ἀπαριθμεῖται δὲ καὶ τὰς πεπορθημένας τῆς πόλεως Σαβαμὰ καὶ Ἐσε‐ βῶν. Ὁ δέ γε τῶν πολεμίων δῆμος ἐλάλησεν. Ἐπὶ τῷ θερισμῷ σου καὶ ἐπὶ τῷ τρυγητῷ σου, φησίν· ἐλάλησε δὲ τί; Τὸ, Καταπατήσω δηλονότι, καὶ ἅπαντα πεσοῦν‐ | |
15 | ται. Καὶ πρὸς τούτοις ἔτι· Ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπέλων σου· ὁ γὰρ φιλέορτος Μωαβίτης, ὁ πλείστας τοῖς δαίμοσιν ἀνατιθεὶς τελε‐ τὰς, ὁ διανυκτερεύων ἐπὶ βωμοῖς, καὶ πρόφασιν εὐ‐ φροσύνης τὸ θύειν ἔχων ἀεί. Κατοιμώξει καὶ κλαύσε‐ | |
20 | ται, καὶ ἁπάσης θυμηδείας ἔσται μακράν. Οὐ γὰρ μὴ εὐφρανθήσονται· οὐδ’ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ. Οὐκ ἔσται, φησὶν, ἐν ἀμ‐ πέλοις καρπός· συνοιχήσεται γὰρ αὐταῖς τὰ ἐξ αὐτῶν τικτόμενα. Καὶ ἐπὶ μὲν ταῖς ἀμπέλοις εἰ ἐκκόποιεν | |
25 | ὅλως, ἀληθὴς οὑτοσὶ λόγος. Εἰ δὲ δὴ γένοιτο πρὸς ἡμῶν, ὡς ἐν δυνάμει παραδειγμάτων ἐπὶ τὰ ἀνθρώπινα διδάσκει πάλιν ὁ λόγος, ὡς ὁμοῦ γονεῦσι τὰ ἐξ αὐτῶν οἰχήσεται, ὡς μηδὲ αὐταῖς ταῖς κυοφορούσαις δοθῆναί τινα παρὰ τῶν πολεμίων τὸν ἔλεον. Πεπονθέναι δὲ | |
30 | τοῦτο κατὰ τὴν Ἱερουσαλήμ φαμεν ἐν τῷ πρὸς Ῥω‐ μαίους πολέμῳ. Καὶ γοῦν ἔφασκεν ὁ Σωτὴρ προσαπαγ‐ γέλλων τὰ συμβησόμενα αὐτῇ, ὅτι κυκλωθήσεται μὲν ὑπὸ στρατοπέδων· συμβήσεται δὲ τὸ οὐαὶ μάλιστα ταῖς τικτούσαις καὶ ταῖς ἐν γαστρὶ ἐχούσαις ἐν ἐκεί‐ ναις ταῖς ἡμέραις. | |
35 | Διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡς τεῖχος, ὃ ἐνεκαίνι‐ σας. Ἀφῃρημένων, φησὶν, ἀγαλλιάματός τε καὶ εὐφρο‐ σύνης ἐκ τῶν ἀμπέλων σου, καὶ οὐδενὸς ἐν αὐτοῖς εὐ‐ | |
40 | φρανθησομένου, συμβεβηκότος δὲ τούτου κἀκείνου, γενήσεται τὰ ἐντός μου καὶ κιθάρα καὶ ᾠδὴ καὶ μέλος ἐπί σοι. Τὰ σὰ γὰρ ἐξαγγέλλω πάθη, καὶ διαβόητον ἀποφαίνω τὴν ἐπενεχθεῖσάν σοι συμφοράν. Καὶ ὥσπερ τις εὔρυθμος ἀναβοήσω λύρα, κατακτυπήσω δὲ οὕτως, | |
45 | καὶ ἐξάκουστον ἐργάσομαι τὴν ᾠδὴν, ὡς τεῖχος ὃ ἐνε‐ καίνισας. Ἔφη μὲν γὰρ ἐν ἀρχαῖς τῆς ὁράσεως ὁ μα‐ κάριος προφήτης· Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις· νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. Διερ‐ μηνεύοντες δὲ ἡμεῖς τῶν εἰρημένων τὴν δύναμιν, ἐλέ‐ | |
70.416(50) | γομεν, ὅτι σεισμοῦ γεγονότος, τὸ τῆς Μωαβίτιδος κατηῤῥάγη τεῖχος, καὶ πρὸ τῆς τῶν πολεμίων ἐκβο‐ λῆς μονονουχὶ καὶ ἐκ βάθρων ἀναμοχλευθὲν κατεβρόν‐ τησε τῆς Μωαβιτῶν, ὃ δὴ καὶ ἀνεκαίνισαν, ἀνόνητον παντελῶς τὸν ἐπί γε τούτῳ δαπανήσαντες πόνον. Εἷλον | |
55 | γὰρ ἀμογητὶ τὴν σύμπασαν γῆν Ἀσσύριοί τε καὶ Βα‐ βυλώνιοι. Ἠχήσει τοίνυν τὰ ἐντός μου, φησὶν, ἐπὶ ταῖς σαῖς συμφοραῖς ὡς κιθάρα, καὶ διαβόητον οὕτως τὸ σὸν ἐργάσομαι πάθος· καθάπερ ἀμέλει τὸ σὸν κατ‐ | |
ηνέχθη τεῖχος, ὃ ἐνεκαίνισας μὲν, πλὴν ἐπ’ οὐδενὶ | 415 | |
70.417 | τῶν χρησίμων. Πεπτωκότος γὰρ αὐτομάτως τοῦ τεί‐ χους, οὐδένα τῶν κατὰ πᾶσαν τὴν Μωαβιτῶν, ἤγουν καὶ ἑτέραις ὄντων πόλεσί τε καὶ χώραις ἔλαθεν τὸ συμβεβηκός. | |
5 | Καὶ ἔσται ἐν τῷ ἐντραπῆναί σε, ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς, καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς, ὤστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν. Καὶ τὶ πρὸς τούτῳ, φησὶ, συμβήσεται πάλιν, ὅπερ | |
10 | σοι γενήσεται πρὸς αἰσχύνης καὶ ἐντροπῆς· ματαίους γὰρ ἀνατλήσεις πόνους, ἀναπιμπλὰς μὲν αἱμάτων τοὺς παρὰ σοὶ βωμοὺς, καὶ ἀκαταλήκτους ποιούμενος τὰς θυσίας, καὶ λιτὰς προσάγων τοῖς χειροποιήτοις. Τεύξῃ τε οὐδενὸς τῶν εἰς ὄνησίν τε καὶ σωτηρίαν. Οὐ γάρ | |
15 | σε δυνήσονται τῶν ἐπηρτημένων ἀπαλλάξαι κακῶν. Ποία γὰρ ἰσχὺς ἐν εἰδώλοις ἀψύχοις, ἃ καὶ τέχνης ἐστὶν ἀνθρωπίνης εὑρήματα, καὶ δημιουργοὺς ἔχουσι τοὺς προσκυνοῦντας αὐτά; Οὐκοῦν καθά φησιν ὁ μακάριος Δαβίδ· Ὅμοιοι αὐτοῖς γένωνται οἱ ποιοῦντες αὐτὰ, καὶ | |
20 | πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς. Ἰστέον δὲ, ὅτι δεισι‐ δαιμονέστεροι λίαν οἱ Μωαβῖται γεγόνασιν, οἰωνοσκο‐ ποί τε καὶ ψευδομάντεις, καὶ τερατολόγοι, καὶ πολὺ λίαν ἐπιθαρσήσαντες τοῖς ἐκ γοητείας κακοῖς. ᾬοντο γὰρ ἴσως κατευμεγεθήσειν δύνασθαι τῆς τῶν πολεμίων | |
25 | χειρὸς, οὐ τοσοῦτον, ὥς γε οἶμαι, ταῖς τῶν τακτικῶν ἐμπειρίαις, ὅσον ταῖς ἐπικουρίαις τῶν παρὰ σφίσι θεῶν. Ἀλλ’ ἡμαρτήκασι τῆς ἐλπίδος, ἄψυχον ὕλην διὰ θυσιῶν τε καὶ λιτῆς καλέσαντες εἰς ἐπικουρίαν. Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος ἐπὶ Μωὰβ | |
30 | ὁπότε καὶ ἐλάλησεν. Αὕτη, φησὶν, ἡ ὅρασις, ἡ κατὰ τῆς Μωαβιτῶν λα‐ ληθεῖσα παρὰ Θεοῦ· ὁπότε καὶ ἐλάλησε, τοῦτ’ ἔστιν, εἰ καὶ πρὶν τοὺς δι’ ἐμοῦ γενέσθαι λόγους, πλεῖστά τε ὅσα λελάληκε περὶ αὐτῆς, καὶ ἐπὶ μυρίοις αὐτὴν | |
35 | κατῃτιᾶτο κακοῖς. Ὡς γὰρ ἔφην φθάσας, καὶ ὁ θε‐ σπέσιος Μωσῆς τῆς τοῦ ἔθνους διαμέμνηται δυστρο‐ πίας, καὶ ἐν τοῖς ὅτι μάλιστα κατεστυγημένοις ποιεῖ‐ σθαι προστέταχεν. Ἔφη γοῦν· Οὐκ εἰσελεύσεται Ἀμ‐ μανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου, καὶ | |
40 | ἕως δεκάτης γενεᾶς. Ἀπεκόμισέ ποτε καὶ τὸν Ἰσ‐ ραὴλ τῆς εἰς Θεὸν ἀγάπης, καὶ προσκυνεῖν ἀνέπεισε τῷ Βεελφεγὼρ, ταῖς εἰς αἰσχρότητα τεθηγμένον ἡδο‐ ναῖς, καὶ γυναίων ὥραις σεσαγηνευμένον εἰς ἀπώ‐ λειαν. Οὐκοῦν λελάληκε μὲν περὶ αὐτῆς ὁ τῶν ὅλων | |
45 | Θεός. Καὶ νῦν δὲ δι’ ἐμοῦ τοῦτο γέγονεν ἐπ’ αὐτῆς τὸ ῥῆμα, φησίν. Καὶ νῦν λέγω, ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθω‐ τοῦ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ, σὺν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλι‐ | |
70.417(50) | γοστὸς καὶ οὐκ ἔντιμος. Εἰς ἀνάμνησιν ἱστορίας ἡμᾶς καὶ νῦν ὁ προφη‐ τικὸς ἀποκομίζει λόγος. Ἀποφοιτήσασαι γὰρ τῶν Ἱεροσολύμων δέκα τοῦ Ἰσραὴλ φυλαὶ, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ, κατῳκήκασιν ἐν τῇ Σαμαρείᾳ· προσ‐ | |
55 | κεκυνήκασι δὲ ταῖς χρυσαῖς· ἐνιέντος αὐτοὺς εἰς τοῦτο, καὶ δυσσεβῶς κατωθήσαντος Ἱεροβοὰμ τοῦ | |
Νάβατ. Εἶτα καὶ ἑτέρας ἐπενόησαν ἐκεῖ τὰς ψευδο‐ | 417 | |
70.420 | λατρείας ἕκαστοι τὸ δοκοῦν ἀνατιθέντες ὡς Θεόν. Ἀγανακτήσας τοιγαροῦν ἐπὶ τούτοις ὁ τῶν ὅλων Κύριος, ἅτε δὴ καὶ ὑβρισμένης αὐτοῦ τῆς δόξης, καὶ πεπατημένων τῶν πατρῴων θεσμῶν, μονονουχὶ κατ‐ | |
5 | εμισθώσατο τὸν Ἀσσύριον Σαλμανασὰρ καὶ ἐπαφῆ‐ κεν αὐτοῖς, ὃς καὶ πᾶσαν τὴν Σαμαρειτῶν κατεχει‐ ροῦτο γῆν, τρισὶν ὅλοις ἔτεσιν ἐνιζήσας αὐτῇ· κατὰ τὸν αὐτὸν τουτονὶ χρόνον ἥλω κατὰ κράτος ἡ Μωα‐ βιτῶν. Οὐκοῦν εἰ καὶ λελάληκε, φησὶ, καὶ πάλαι | |
10 | Θεὸς, ἀλλὰ καὶ νῦν λέγω, ὅτι ἐν τοῖς τρισὶν ἔτεσιν τῶν ἐτῶν τοῦ μισθωτοῦ, τοῦτ’ ἔστι, τοῦ βασιλέως Ἀσσυρίων, ἀτιμασθήσεται ἡ δόξα Μωάβ. Καὶ διά γε τούτων, ἤτοι τὴν παρὰ αὐτοῖς βασιλείαν φησὶν, ἢ καὶ κατὰ τὰ μεγέθη τῶν πόλεων, καὶ τὴν τῶν ἐνοικούν‐ | |
15 | των πληθὺν, ἢ τάχα που, τὴν ἐμπειροπόλεμον ἡλι‐ κίαν. Καταλειφθήσεται δὲ, φησὶν, ὀλιγοστὸς καὶ οὐκ ἔντιμος, τοῦτ’ ἔστι, δαπανηθήσεται μὲν τῷ πολέμῳ πᾶν ὅπερ ἐστὶ τίμιον παρ’ αὐτοῖς· οἱ δέ γε περιλει‐ φθέντες ὀλίγοι τε ἔσονται παντελῶς, ἀτιμώτατοί τε | |
20 | καὶ ἄνανδροι, καὶ τοῦ μηδενὸς ἄξιοι λόγου. Φοβερὸν οὖν ἄρα, τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· καὶ τὸ προσκρούειν ἀποτολμᾷν τῷ πάντα ἰσχύοντι, πῶς οὐχ ἁπάσης ἔσται πρόξενον συμφορᾶς; Σωτή‐ ριον δὲ καὶ τὸ ὑποκεῖσθαι φιλεῖν αὐτῷ, καὶ αὐτὸν εἰ‐ | |
25 | δέναι μόνον, καὶ τῶν τῆς πλάνης ἀρκύων ἀποφοιτᾷν, λέγειν τε αὐτῷ μετὰ διαθέσεως ἀγαθῆς· Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. | |
28t | ΤΟ ΡΗΜΑ ΤΟ ΚΑΤΑ ΤΗΣ ΔΑΜΑΣΚΟΥ. | |
29 | Γέγονε μὲν ἀλκιμωτάτη καὶ ἐπισημοτάτη πόλις ἡ | |
30 | Δαμασκηνῶν· δυσσεβὴς δὲ καὶ θεομάχος, καὶ τῶν ὅτι μάλιστα κατεστυγημένων παρά γε τῷ παναγίῳ Θεῷ· καὶ ἦν εἰδωλολάτρης, καὶ ταῖς Ἀσσυρίων βδε‐ λυρίαις τε ὁμοῦ καὶ ὑπεροψίαις κατ’ οὐδένα παρα‐ χωροῦσα τρόπον. Προσκέκρουκε δὲ καὶ ἑτέρως τῷ | |
35 | πάντα ἰσχύοντι Θεῷ. Οἱ γὰρ ἐξ αἵματος Ἰσραὴλ, τοῦτ’ ἔστιν, αἱ δέκα φυλαὶ, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ ἀποφοιτήσασαι τῶν Ἱεροσολύμων, καὶ ἐν τῇ Σαμαρείᾳ κατοικήσασαι, προσκεκυνήκασι μὲν ταῖς δαμάλεσι ταῖς χρυσαῖς, κατενεγκόντος αὐτὰς εἰς | |
40 | τοῦτο, καὶ κατωθήσαντος ἀνοσίως Ἱεροβοὰμ τοῦ Ναβάτ· ἀποσκιρτήσασαι δὲ εἰσάπαν, καὶ τῆς εἰς Θεὸν ἀγάπης ὁλοτρόπως ἀποπηδήσασαι· νόμου δὲ τοῦ δο‐ θέντος αὐτοῖς διὰ τοῦ πανσόφου Μωσέως εἰς λήθην ἐνηνεγμένοι. Καιροῦ καλοῦντος ἔσθ’ ὅτε, καὶ πολέ‐ | |
45 | μου μέλλοντος ἥξειν ἐπ’ αὐτοὺς, οὐκ ἐπί γε τῷ σώ‐ ζοντι Θεῷ μᾶλλον ἐποιοῦντο τὴν ἐλπίδα, παρεκάλουν δὲ μᾶλλον τοὺς κατὰ καιρὸν τῆς Δαμασκοῦ, καὶ ἁπάσης δὲ τῆς Σύρων βασιλεύοντας γῆς ἐπαμῦναί τε σφίσι, καὶ τῆς τῶν πολεμίων ἐξελέσθαι χειρός. Ἠγαν‐ | |
70.420(50) | άκτει τοιγαροῦν καὶ ταύτης μάλιστα τῆς αἰτίας ἕνεκα, καὶ κατεπικραίνετο πρὸς αὐτοὺς ὁ τῶν ὅλων Θεός. Ἐπιλαθόμενοι γὰρ εἰσάπαν, ὅτι λελύτρωνται μὲν ἐξ Αἰγύπτου, καὶ τὸν δυσφόρητον τῆς δουλείας ἀπεσείσαντο ζυγὸν, διεβιβάσθησαν δὲ καὶ διὰ θα‐ | |
55 | λάσσης μέσης, εἶτα τὸ μάννα φαγόντες, καὶ ὕδωρ | |
τῆς πέτρας πεποτισμένοι, κατευμεγεθήσαντές τε | 419 | |
70.421 | παντὸς ἐχθροῦ, κληρονόμοι γεγόνασι τῶν τοῖς πα‐ τράσιν ἐπηγγελμένων ἀγαθῶν, τὰς ἐξ ἀνθρώπων ἐκάλουν ἐπικουρίας οἱ τάλανες, μονονουχὶ τὸ μὴ δύ‐ νασθαι σώζειν αὐτοὺς καταψηφιζόμενοι τοῦ Θεοῦ. | |
5 | Ταύτης τοι ἕνεκα τῆς αἰτίας παρεδόθησαν τῷ τῶν Ἀσσυρίων βασιλεῖ, ὃς πᾶσαν ἑλὼν τὴν Σαμάρειαν, καὶ αὐτὴν πεπόρθηκε τὴν Δαμασκὸν, καὶ ἅπασαν δὲ τὴν τῶν Σύρων ἠρήμωσε γῆν. Ὅτι ἀληθεῖς ἡμῖν οἱ περὶ τούτων γεγόνασι λόγοι, πιστώσεται λέγων αὐ‐ | |
10 | τὸς ὁ προφήτης Ἡσαΐας· Καὶ ἐγένετο ἐν ταῖς ἡμέ‐ ραις Ἄχαζ τοῦ Ἰωάθαμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥαασσὼν βασιλεὺς Ἀρὰμ, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ πο‐ λεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι | |
15 | αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαβὶδ λέγοντες· Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραῒμ, τοῦτ’ ἔστιν, ὁ Σύρος πρὸς τοὺς ἐν τῇ Σαμαρείᾳ. Ὁ μὲν γὰρ Ἀρὰμ διερμηνεύεται Σύρος· ὁ δὲ Ἐφραῒμ ὡς ἀπὸ φυλῆς Ἐφραῒμ, ἅπαντα τὸν Ἰσραὴλ τὸν ἐν τῇ Σα‐ | |
20 | μαρείᾳ κατῳκηκότα δηλοῖ. Ἐπειδὴ γὰρ ἐκ φυλῆς Ἐφραῒμ γέγονεν Ἱεροβοὰμ ὁ πρῶτος αὐτῶν βεβα‐ σιλευκὼς, καὶ μετ’ ἐκεῖνον οἱ καθ’ ἑξῆς, ὡς ἐκ τῆς βασιλευούσης φυλῆς, φημὶ δὴ τῆς τοῦ Ἐφραῒμ, ὁ σύμπας Ἰσραὴλ ὁ ἐν τῇ Σαμαρείᾳ σημαίνεται. Εὑ‐ | |
25 | ρήσομεν δὲ καὶ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν, ὅτι βασιλεύοντος ἐν τῇ Σαμαρείᾳ Φακεὲ, κατεπεφύοντο τῶν ἐξ Ἰσραὴλ, οἱ Σύροι, καὶ ὁ τῆς Δαμασκοῦ βε‐ βασιλευκὼς Ῥαασσών. Εἶτα χρήμασι ἀναπείθει τὸν Ἀσσυρίων τύραννον ὁ Ἄχαζ, παρεκάλει δὲ δρομαῖον ἥκειν, καὶ ἐπαμῦναι μὲν αὐτῷ, καταδῃῶσαι δὲ τὴν Δαμασκόν· ὃ δὴ καὶ γενέσθαι συμβέβηκεν. Τίνα τοί‐ νυν διόλωλε τρόπον ἡ μαχιμωτάτη καὶ πανσθενὴς καὶ ὑβρίστρια, προαναφωνεῖ πάλιν ἡμῖν ἐν τούτοις | |
30 | ὁ προφήτης, καί φησιν· Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, καὶ ἔσται εἰς πτῶσιν, καταλελειμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται ὁ διώκων. | |
35 | Οὐχ ἁπλῶς εἰς πεῖραν πολέμων, καὶ τῶν ἐντεῦθεν κακῶν ἀφήξεσθαί φησιν αὐτήν· ἀρθῆναι δὲ μᾶλλον, τοῦτ’ ἔστιν, ἄρδην ἀπολέσθαι, καὶ ἀποπεσεῖσθαι παντελῶς τοῦ εἶναι καὶ πόλιν. Ἔσται γὰρ, φησὶν, εἰς πτῶσιν εἰς τὸν αἰῶνα καταλελειμμένη· καταλε‐ | |
40 | λειμμένη δὲ πρὸς τίνων, ἢ πάντως που τῶν κατοι‐ κούντων αὐτὴν, οὐχ ὡς ἐπὶ μετῳκηκότων, ἀλλ’ ὡς τοῖς τῶν πολεμίων ξίφεσι δεδαπανημένων. Ἔσεσθαι δὲ λέγων αὐτὴν εἰς κοίτην ποιμνίων, τὴν παντελῆ δέδειχεν ἐρημίαν· οὐ γὰρ ἂν ἀνεπαύσαντο ποιμένες, | |
45 | καὶ ἐν αὐτῇ κατέδυσαν αἱ τῶν θρεμμάτων ἀγέλαι, εἴπερ τινὲς ἦσαν ἐν τοῖς οἴκοις αὐτῆς. Ταύτῃ τοι καὶ σφόδρα εἰκότως προσεπάγει λέγων· Καὶ οὐκ ἔσται ὁ διώκων. Οὐδεὶς γὰρ τοῖς ποιμέσιν ἐπιτιμήσει, φη‐ σὶν, ὅτι κατάλυμα πεποίηνται τὴν οὕτω λαμπρὰν καὶ | |
70.421(50) | ἀοίδιμον πόλιν. Καὶ οὐκ ἔτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραῒμ, καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ, καὶ τὸ λοιπὸν τῶν Σύρων. Οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ, καὶ τῆς δόξης αὐτῶν. | |
55 | Ὑπὲρ τῆς τῶν προκειμένων ἀκριβοῦς σαφηνείας, οἰήσομαι δεῖν ὑπομνῆσαι πάλιν ἱστορίας κειμένης ἐν | |
βιβλίοις Βασιλειῶν. Βασιλεύοντος γὰρ τοῦ Ἄχαζ ἐπὶ | 421 | |
70.424 | τὸν Ἰούδαν ἐν τοῖς Ἱεροσολύμοις, Φακεὲ υἱὸς Ῥομε‐ λίου βασιλεύων ἐν τῇ Σαμαρείᾳ δέκα φυλῶν κατ‐ εστρατεύετο τῶν Ἱεροσολύμων. Ἐπειδὴ δὲ ἐδεδίει μὴ ἄρα πως ἀτονήσῃ πρὸς τὸ ἑλεῖν αὐτὴν, σύνοπλον | |
5 | ἐποιεῖτο τὸν Ῥαασσὼν τὸν βασιλέα Σύρων καὶ τῆς Δαμασκοῦ. Ἔφη δὲ οὕτως αὐτὸς ὁ μακάριος προ‐ φήτης Ἡσαΐας· Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωάθαμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥαασσὼν βασιλεὺς Ἀρὰμ, (διερμηνεύεται δὲ Σύ‐ | |
10 | ρων, ἤτοι Συρίας·) καὶ Φακεὲ υἱὸς Ῥομελίου βασι‐ λεὺς Ἰσραὴλ εἰς Ἱερουσαλὴμ πολεμῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαβὶδ, λέγοντες· Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραῒμ, τοῦτ’ ἔστιν, ὁ Σύρος πρὸς τὸν ἐκ φυλῆς Ἐφραῒμ βασιλεύοντα τῶν ἐν Σαμα‐ | |
15 | ρείᾳ. Καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Οὐκοῦν ὁ Ἐφραῒμ τὸν τῶν ὅλων Σωτῆρα Θεὸν καταλελοιπὼς, χεῖρα καὶ ἐπικουρίαν ὀλίγου παντελῶς ἀξιώσας λόγου, τὸν Δαμασκοῦ καὶ | |
20 | Σύρων ἡγούμενον ὑπασπιστὴν ἐποιεῖτο. Ταύτης τε ἕνεκα τῆς αἰτίας καὶ μάλα εἰκότως προσκέκρουκε τῷ Θεῷ. Ἡ τοίνυν Δαμασκὸς, φησὶ, καταδῃωθεῖσά τε καὶ ἠρημωμένη, καὶ τὰς ἐκ τοῦ πολέμου συμ‐ φορὰς ὑπομείνασα, οὐκέτι ἔσται ὀχυρὰ τοῦ κατα‐ | |
25 | φυγεῖν Ἐφραΐμ. Ἀλλ’ οὐδὲ ἔσται ἐν αὐτῇ βασιλεία· καίτοι φήσειεν ἄν τις, Καὶ μετὰ τὴν πόρθησιν ηὕ‐ ρηνταί τινες βασιλεύοντες τῆς Δαμασκοῦ. Διαμέμνη‐ ται γοῦν καὶ ὁ Παῦλος λέγων, ὅτι «Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐζήτησεν αὐτὸν πιά‐ | |
30 | σαι.» Οὐκοῦν ὁ λόγος ὁ προφητικὸς ἔμφασιν ἔχει πολλήν. Οὐκέτι γὰρ ἔσεσθαί φησιν εὐσθενῆ καὶ ἐπίσημον ἐν τῇ Δαμασκῷ βασιλείαν, εἰ καὶ γεγόνασι μετὰ τοῦτο τοπάρχαι τινὲς καὶ φύλαρχοι μᾶλλον, καὶ οὐχὶ τῆς ἀληθοῦς βασιλείας τὴν λαμπρότητα περι‐ | |
35 | κείμενοι. Οὐκ ἔσται τοίνυν ἐν Δαμασκῷ βασιλεία, φησίν· ἀτονήσει δὲ σὺν αὐτῇ καὶ τὸ λοιπὸν τῶν Σύ‐ ρων, τοῦτ’ ἔστιν, ἅπαν τὸ ἔθνος τὸ ὑπ’ αὐτῇ. Μητρό‐ πολις γὰρ Συρίας ἡ Δαμασκός. Εἶτα πρὸς αὐτήν φησιν· Οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ, καὶ | |
40 | τῆς δόξης αὐτῶν. Εἰ γὰρ καὶ κλήρου, φησὶ, τοῦ ἐκ‐ νεμηθέντος ἐμοὶ, τοῦτ’ ἔστιν, τῶν ἐξ Ἰσραὴλ εἰς ἐμὲ πεπλημμεληκότων οὐκ ἐφεισάμην, πῶς οὐ πάντη τε καὶ πάντως ὑπομενεῖς καὶ αὐτὴ τὰ ἐκ τοῦ πολέμου βλάβη κατ’ οὐδὲν οὖσα βελτίων τοῦ Ἰσραήλ; Τάδε λέγει Κύριος Σαβαώθ· Ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ἰακὼβ, καὶ τὰ πίονα | |
45 | τῆς δόξης αὐτοῦ σεισθήσεται. Ἰακὼβ ἐν τούτοις ὀνομάζει τοὺς ἐξ Ἰακὼβ γεγο‐ νότας, ἤτοι τὰς ἐν τῇ Σαμαρείᾳ δέκα φυλὰς, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ, αἳ τοσοῦτον ἀπεπήδησαν τῆς εἰς Θεὸν ἀγάπης, καὶ τοῦ τὴν ἐλπίδα τοῦ σώζεσθαι | |
70.424(50) | ποιεῖσθαι μᾶλλον ἐπ’ αὐτῷ, ὥστε καὶ ἐφ’ ἑαυτοῖς πεποιθέναι, καὶ ὑψηλὴν ἀνατείνειν ὀφρὺν ἐπὶ πλήθει μόνῳ καὶ δόξῃ. Ἦν τρόπος οὗτος αὐτοῖς. Καὶ τοῦτο ἡμῖν ἐναργέστατα πάλιν προφήτης φησίν. Ἔφη γὰρ περὶ αὐτῶν· Αἱ δόξαι αὐτῶν ἐκ τόκων καὶ ὠδίνων καὶ | |
55 | συλλήψεων. Εἶτα τούτοις ἐπιφέρει· Δὸς αὐτοῖς, Κύ‐ | |
ριε. Τί δώσεις αὐτοῖς; Δὸς αὐτοῖς μήτραν ἀτεκνοῦ‐ | 423 | |
70.425 | σαν, καὶ μαστοὺς ξηρούς. Ἔσται τοίνυν, φησὶ, κατ’ ἐκεῖνο καιροῦ, ἔκλειψις τῆς δόξης Ἰακὼβ, τοῦτ’ ἔστι, δαπανηθήσεται ταῖς τῶν πολεμίων μαχαίραις ἡ πολλή τε καὶ ἀναρίθμητος πληθὺς τῶν ἐξ Ἰακὼβ, ἐφ’ ᾗ καὶ | |
5 | ἐδοξάζετο, καὶ φρονεῖν ἐπεχείρει μέγα. Ἀλλὰ καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται· τοῦτ’ ἔστι, καὶ παρ’ αὐτοῖς βασιλεία κατενεχθήσεται. Γέγραπται γὰρ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν, ὅτι βασιλεύοντος Ὠσηὲ υἱοῦ Ἠλὰ ἐν τῇ Σαμαρείᾳ, ἐλθὼν ὁ Σαλμανασὰρ | |
10 | πεπολιόρκηκε τὴν Σαμάρειαν ἐφ’ ὅλοις ἔτεσι τρισὶν, εἷλέ τε αὐτὴν καὶ τὸν Ὡσηὲ μετῴκησεν εἰς Βαβυ‐ λῶνα. Πίονα τοίνυν τῆς δόξης Ἰακὼβ νοηθεῖεν ἂν ὁ ἐν τῇ Σαμαρείᾳ κατ’ ἐκεῖνο καιροῦ βεβασιλευκὼς, ἢ τάχα που οἱ κατὰ πᾶσαν τὴν χώραν λαμπροὶ καὶ | |
15 | ἐπισημότεροι τῶν ἄλλων, πλούτῳ τε καὶ δυναστείᾳ τὸ τῶν ἑτέρων πλεονεκτοῦντες μέτρον, καὶ ἁβρυνό‐ μενοι ταῖς τρυφαῖς καὶ ταῖς παρὰ πάντων τιμαῖς. Καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα, καὶ σπέρμα ἀσταχύων ἀμήσῃ· καὶ | |
20 | ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἄσταχυν ἐν φάραγγι στερεᾷ. Καὶ καταλειφθῇ ἐν αὐτῇ κα‐ λάμη, ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς, ἐπ’ ἄκρου μετεώρου, ἢ τέσσαρες ἢ πέντε, ἐπὶ τῶν κλάδων αὐτῆς καταλειφθῇ. | |
25 | Ὅτι καὶ ἑτοίμως καὶ ἀνιδρωτὶ περιέσονται τῶν ἐν Σαμαρείᾳ πολεμοῦντες Ἀσσύριοι, καὶ πρὸς τούτῳ πάλιν, ὅτι μὴ πρὸς ἅπαν καὶ ὁλοτελῶς οἰχήσεται πρὸς ἀπώλειαν, ἀλλ’ ἔσται τι καὶ κατάλειμμα βραχὺ, δια‐ μεμήνυκεν ἐναργῶς ἐν τούτοις ἡμῖν ὁ προφητικὸς | |
30 | λόγος. Οἱ μὲν γὰρ τὴν τοῦ θερίζειν τὰς ἀστάχυς ἐμπειρίαν ἔχοντες, ἀποκείροντες εὐτέχνως τὸν μὲν σῖτον συλλέγουσιν· ἀεὶ δὲ κατόπιν ἐῶντες ὡς ἄχρη‐ στον τὴν καλάμην ὅλον ἐπιτρέχουσι τῶν ληΐων τὸ πλάτος. Οἱ δέ γε τρυγᾷν εἰωθότες τὸν τῶν ἐλαιῶν καρ‐ | |
35 | πὸν, τοῦτο μὲν ῥάβδῳ καταπαίουσιν αὐτὰς, τοῦτο δὲ καὶ χερσὶν ἐπαφώμενοι καὶ τῶν ὀρπήκων ἁρπά‐ ζοντες συναγείρουσιν· ἀλλ’ εἰκὸς ἀπομένειν αὐταῖς τρεῖς ἢ τέσσαρας, ἢ πέντε τυχὸν ἐπ’ ἄκρῳ τῶν κλά‐ δων, καὶ τοὺς τῶν τρυγώντων διαλαθεῖν ὀφθαλμούς. | |
40 | Τοιοῦτόν τι συμβήσεσθαί φησι τοῖς ἐν Σαμαρείᾳ· πείσεσθαι γὰρ αὐτοὺς διισχυρίζεται καθὰ καὶ ὁ στά‐ χυς, ὅτε ταῖς τῶν ἀμώντων περιπίπτει χερσίν· κα‐ ταλειφθήσεσθαι δὲ ὥσπερ ἐν αὐτῇ καλάμην, τοῦτ’ ἔστιν, ὀλίγους τῶν ἀσημοτέρων, ἢ καὶ ὡς ῥῶγας | |
45 | ἐλαίας δύο ἢ τρεῖς τὸν τῶν τρυγώντων λαθούσας ὀφθαλμὸν, διάτοι τὸ ἐν τοῖς ἀνωτάτω κεκρύφθαι κλάδοις. Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τῷ | |
70.425(50) | ποιήσαντι αὐτὸν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὸν ἄγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται· καὶ οὐ μὴ πε‐ ποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς, οὐδὲ ἐπὶ τοῖς ἔρ‐ γοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, ἀλλ’ ἔσονται πεποιθότες ἐπὶ τὸν ἄγιον τοῦ Ἰσραήλ. Καὶ οὐκ ὄψονται τὰ δένδρα αὐτῶν, οὐδὲ | |
55 | τὰ βδελύγματα αὐτῶν. Ὁ σοφώτατος Παῦλος, οὐκ ἀνόνητον εἰδὼς, οὐδὲ | |
εἰκαῖον τὸ χρῆμα, τὸ παιδεύεσθαι παρὰ τοῖς δι’ αὐ‐ | 425 | |
70.428 | τὸν κεκλημένοις εἰς ἐπίγνωσιν ἀληθείας, ἐπιστέλλει καί φησιν· «Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παι‐ δεύει πατήρ;» Παρατίθησι δὲ καὶ τὰ ἐκ τῆς θεο‐ | |
5 | πνεύστου Γραφῆς· ἐπιφέρει γὰρ εὐθύς· «Υἱὲ, μὴ ὀλι‐ γώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστι‐ γοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.» Ἐπειδὴ γάρ ἐστιν ἀγαθὸς ὁ τῶν ὅλων δημιουργὸς, «πάντας ἐθέλει | |
10 | σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.» Ταύτῃτοι νενουθέτηκε πλειστάκις διὰ προφητῶν ἁγίων τοὺς ἐξ αἵματος Ἰσραὴλ, μάλιστα δὲ τοὺς ἐξ Ἱεροσολύμων μεταφοιτήσαντας εἰς Σαμάρειαν. Οἱ δὲ ἦσαν ἀσχέ‐ τως ἐπὶ τὸ αὐτοῖς δοκοῦν ἀπονενευκότες, καὶ Θεὸν | |
15 | ἀφέντες τὸν φύσει καὶ ἀληθῶς, θεραπευταὶ γεγόνασι δαιμονίων, καὶ εἰδώλοις ἀψύχοις προσεκόμιζον τὰς λατρείας. Ἐπειδὴ δὲ πολὺ λίαν ἀμαθαίνοντες, οὐδὲ ὅτι προσήκοι μεταγινώσκειν αὐτοὺς ἐβουλεύοντο, λοιπὸν ἐκολάζετο Θεός. Οὓς γὰρ οὐκ ὀνίνησι λόγος, | |
20 | μεθίστησι πόνος, περιτρέπων αὐτοὺς ὡς ἐξ ἀνάγκης καὶ βίας ἐπὶ τὸ ἀρέσκον Θεῷ. Τοιοῦτόν τι καὶ ὁ μα‐ κάριος Δαβὶδ εὑρίσκεται λέγων· «Ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις, τῶν μὴ ἐγγιζόν‐ των πρὸς σέ.» Ὅνπερ γὰρ τρόπον οἱ πωλοδαμνεῖν | |
25 | εἰωθότες, καὶ ταῦτα σοφοὶ, περιτρέπουσι χαλινοῖς τοὺς τῶν ἵππων ἀγριωτέρους εἰς ἐπιστήμονα δρόμον· οὕτως καὶ ὁ τῶν ὅλων Θεὸς, ταῖς ἐκ πόνων ἀνάγκαις, περιίστησι πλειστάκις εἰς τὸ ἑλέσθαι βιοῦν ὀρθῶς τὸν ἀπειθῆ καὶ ἐξήνιον. Τοιοῦτόν τι πεπονθότες, οἱ | |
30 | ἐν Σαμαρείᾳ κατῳκηκότες, μετά γε τὸ παθεῖν τὰς ἐκ τοῦ πολέμου συμφορὰς, μόλις ἐπέγνωσαν τὸν κο‐ λάζοντα καὶ λελυπημένον· καὶ ἀπεσείσαντο μὲν τὰς τῶν εἰδώλων λατρείας, μετέβαλον δὲ τῆς διανοίας τὸν ὀφθαλμὸν ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ, παρ’ αὐτοῦ δὲ | |
35 | δηλονότι προσδοκῶντες ἔσεσθαι τὴν ἐπικουρίαν, καὶ τῶν ἐπενηνεγμένων αὐτοῖς κακῶν τὴν ἀπαλλαγήν. Οὐ γὰρ μὴ πεποιθότες ὦσι, φησὶν, ἐπὶ τοῖς βωμοῖς, οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν· καὶ οὐκ ὄψονται τὰ δένδρα αὐτῶν, | |
40 | οὐδὲ τὰ βδελύγματα αὐτῶν. Ἔθος μὲν γὰρ ἦν αὐτοῖς τὰς τῶν ὀρῶν καταλαμβάνειν κορυφὰς, καὶ ὑποκάτω δρυὸς καὶ λεύκης, καθὰ γέγραπται, προσκυνεῖν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. Ἀλλ’ οὐκέτι τούτοις ἐμ‐ βλέψονται, φησὶ, πείρᾳ μαθόντες ὡς εἰκαῖον αὐτοῖς | |
45 | καὶ ἀνόνητον παντελῶς τὸ χρῆμά ἐστιν, μᾶλλον δὲ καὶ ἁπάσης αἴτιον συμφορᾶς. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας, καὶ διολώλασι, καὶ δέδονται τοῖς ἐχθροῖς. Ἄριστον οὖν ἄρα τὸ φυλάττεσθαι καὶ παντὶ παραιτεῖ‐ σθαι σθένει τὴν θείαν ὀργὴν, καὶ μὴ πείρᾳ μαθεῖν | |
70.428(50) | ἐκδέχεσθαι τὰ κακά. Προσαποδύεσθαι δὲ μᾶλλον καὶ μάλα γοργῶς τὰς αἰτίας, ἐφ’ αἷς ἂν ὀργίζοιτο Θεὸς, καὶ πρὸ πληγῆς καὶ μάστιγος ἀπολογεῖσθαι λελυπη‐ μένῳ διά γε τοῦ παραιτεῖσθαι μὲν τὰ αἰσχίω, τιμᾷν δὲ τὰ κάλλιστα, καὶ πάντα τρόπον ἐπιτηδεύειν ἀρετῆς. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγ‐ | |
55 | καταλελειμμέναι, ὃν τρόπον ἐγκατέλιπον οἱ | |
Ἀμοῤῥαῖοι καὶ οἱ Εὐαῖοι ἀπὸ προσώπου τῶν | 427 | |
70.429 | υἱῶν Ἰσραήλ· καὶ ἔσονται ἔρημοι, διότι ἐγκατέλι‐ πες τὸν Θεὸν τὸν Σωτῆρά σου, καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης. Ἐξ αὐτῶν ἀναπείθει τῶν συμβεβηκότων ἐννοεῖν | |
5 | ὅτι γέγονεν αὐτοῖς ἐξ ἀντιστρόφου τὰ πράγματα. Πάλιν μὲν γὰρ ἐνίκουν ἐπικουροῦντος Θεοῦ, καὶ φο‐ βεροί τινες ἦσαν ταῖς τῶν ἐθνῶν πόλεσί τε καὶ χώ‐ ραις. Εἷλον γὰρ αὐτὰς ἀνιδρωτὶ, κατευμαρίζοντος αὐτοῖς τοῦ Θεοῦ πᾶν ὅσον ἦν ἄναντές τε καὶ δυσήνυ‐ | |
10 | τον. Ἐπειδὴ δὲ τῆς ἐκείνων ἀνοσιότητος γεγόνασι μιμηταὶ, δειλοὶ καὶ εὐάλωτοι κατ’ ἐκείνους γεγόνασιν. Ἠρήμωνται γὰρ αἱ πόλεις αὐτῶν, καὶ κατελείφθη‐ σαν ὑπὸ τῶν κατοικούντων ἐν αὐταῖς, κατὰ τὸν ἴσον τρόπον, καθ’ ὃν οἱ Εὐαῖοι καὶ Ἀμοῤῥαῖοί ποτε τοῖς | |
15 | αὐτῶν ξίφεσιν ἔπιπτον δαπανώμενοι· ἐναργῆ δὲ καθ‐ ίστησι τὴν αἰτίαν εὐθὺς τοῦ πρὸς τοῦτο κατολισθεῖν ἀσθενείας αὐτοὺς, καὶ τὴν οὕτως ἀπηνῆ καὶ δύσοι‐ στον ὑπομεῖναι συμφοράν· Ἐγκατέλιπες γὰρ τὸν Θεὸν τὸν Σωτῆρά σου, φησὶ, καὶ Κυρίου τοῦ Θεοῦ σου οὐκ | |
20 | ἐμνήσθης. Δέον γὰρ εὐχαριστεῖν ἐφ’ οἷς εὐηργέτηνται, τοῦτο μὲν δουλείας τῆς ἐν Αἰγύπτῳ λελυτρωμένοι, τοῦτο δὲ κατακρατοῦντες ἐχθρῶν, καὶ καταδῃοῦντες τὰς πόλεις τῶν ἀνθεστηκότων, τοῦτο δὲ ὅτι καὶ εἰς αὐτὴν εἰσεκομίσθησαν τῆς ἐπαγγελίας τὴν γῆν· πο‐ | |
25 | νηρὰς ἀμοιβὰς ἀντεκόμιζον τῷ Δεσπότῃ προσκρούον‐ τες ἀδεῶς, καὶ οὐ καθ’ ἕνα λυποῦντες τρόπον, ἀλλὰ νόμου μὲν τοῦ διωρισμένου διὰ τοῦ πανσόφου Μω‐ σέως μικρὰ κομιδῇ φροντίσαντες, ἀπολακτίσαντες δὲ παντελῶς τὴν εἰς Θεὸν εὐσέβειαν, καὶ ἀψύχοις ὕλαις | |
30 | ἀναθέντες τὸ σέβας, εἰρηκότες δὲ ταῖς δαμάλεσι ταῖς χρυσαῖς· «Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνήγα‐ γόν σε ἐκ γῆς Αἰγύπτου.» Ὅτε τοίνυν ἐσμὲν μετὰ Θεοῦ, τὰ αὐτοῦ δηλονότι φρονεῖν σπουδάζοντες, καὶ τὰ αὐτῷ φίλα κατορθοῦν ᾑρημένοι· τότε δὴ πάντως | |
35 | κρείττους ἐσόμεθα τῶν ἐχθρῶν, καὶ πατήσομεν ἀρ‐ χὰς, καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκό‐ τους τούτου τὰ πνευματικὰ τῆς πονηρίας, τότε πε‐ ριεσόμεθα, καὶ μάλα γοργῶς, τῶν ἐκτόπων ἡδονῶν καὶ τῶν τῆς σαρκὸς κινημάτων· τότε λογισμοὺς | |
40 | νικήσομεν πονηροὺς, καὶ τὰ πνεύματα τοῦ ἐξουσιά‐ ζοντος οὐχ εὑρήσει τόπον ἐν ἡμῖν. Ἠμεληκότες δὲ τοῦ προσκεῖσθαι Θεῷ, ἀσθενεῖς καὶ ἄνανδροι, καὶ ὑπὸ πόδας ἐσόμεθα τῶν ἐχθρῶν, καὶ πλεονεκτοῦντα τὸν Σατανᾶν οὐδεὶς ἀνακόψει τρόπος. | |
45 | Διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον, καὶ σπέρμα ἄπιστον. Τῇ δὲ ἡμέρᾳ, ᾗ ἂν φυτεύσεις, πλανηθήσῃ. Τὸ δὲ πρωῒ ἐὰν σπείρῃς, ἀνθήσει εἰς ἀμητὸν, ᾗ ἂν ἡμέρᾳ κληρώσῃ, καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσῃ τοὺς υἱούς σου. | |
70.429(50) | Ἀσαφείᾳ πολλῇ κατημφιασμένην τοῦ προκειμένου τὴν ἔννοιαν διατρανοῦν ὡς ἔνι πειράσομαι. Ἔστι τοίνυν ὅ φησι τοιοῦτον· Φθάσας ἔφην, ὅτι πλανῶντές τε καὶ πλανώμενοι, καὶ φρονοῦντες ἃ μὴ θέμις οἱ ἐξ Ἰσραὴλ (ἤγουν ὁ Ἐφραῒμ, ἵνα τὰς δέκα νοήσῃς φυ‐ | |
55 | λὰς, τὰς ἐν τῇ Σαμαρείᾳ μετῳκισμένας), ὑψηλὴν εἶχον τὴν ὀφρὺν, ᾤοντο δὲ μηδένα παντελῶς τῶν ἐχθρῶν τῆς αὐτῶν δύνασθαι κατευμεγεθῆσαι χειρὸς, | |
διάτοι τὸ ἀναριθμήτους εἶναι καὶ σφόδρα πολλούς. | 429 | |
70.432 | Ἀλλ’ ἐσφάλλοντο τῆς ἐλπίδος. Πεπτώκασι γὰρ, καὶ οἱ μὲν δεδαπάνηνται τῷ πολέμῳ, οἱ δὲ εἰς τὰς τῶν νενικηκότων ἀποκομίζονται χώρας, αἰχμάλωτοι καὶ περιδεεῖς καὶ ἐν παντὶ γεγονότες κακῷ. Ἐπειδὴ δὲ | |
5 | καιροῦ διιππεύσαντος, ἀνεκομίσθησαν ἐκ τῆς Περσῶν χώρας εἰς τὴν ἁγίαν πόλιν, εἶτα κατέληξαν τοῦ ἀνὰ μέρος ἔχειν τοὺς βασιλεύοντας, κατῳκήκασι δὲ οἱ πάντες τὰ Ἱεροσόλυμα, καὶ τὸν τοῦ Θεοῦ τετιμήκασι νόμον· τότε καὶ ἐν ἀσφαλείᾳ γεγόνασιν οἱ ἐξ αὐτῶν | |
10 | παῖδες, καὶ εἰς τέκνα τέκνων δεδραμήκασιν αἱ διαδο‐ χαί. Τοιοῦτόν τι διδάσκει καὶ νῦν ὁ λόγος, ὡς περὶ σίτου καὶ ἀσταχύων αἴνιγμα διδούς. Ἐπειδὴ γάρ, φησι, Κυρίου τοῦ Θεοῦ σου οὐκ ἐμνήσθης, ταύτης ἕνεκα τῆς αἰτίας ἄπιστον ἔσται, καὶ οὐκ ἀσφαλὲς εἰς | |
15 | διατήρησιν, ὅπερ ἂν φυτεύσῃς φύτευμα, τοῦτ’ ἔστι, τὸ ἐκ μέσου σπέρμα τε καὶ γένος. Ὅταν δὲ φυτεύ‐ σῃς, καὶ πολὺ γεγονὸς ἴδῃς, τότε πλανηθήσῃ. Οἰήσῃ μὲν γὰρ, φησὶ, τῷ πλήθει τεθαρσηκὼς, ἀλλ’ οὐκ ἀληθῆ λογιῇ. Ἀσταχύων γὰρ δίκην πεσοῦνται, καὶ ἀνόνητον | |
20 | εὑρήσεις παντελῶς τὴν ἐπί γε τούτοις ἐλπίδα. Τὸ δὲ πρωῒ ἐὰν σπείρῃς, τοῦτ’ ἔστιν, ἐν φωτὶ γεγονὼς, καὶ λοιπὸν ἐπιγνοὺς τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Δεσπό‐ την, σώζοντά τε ῥᾳδίως καὶ ἐπικουρεῖν ἰσχύοντα· τότε τὸ πεφυτευμένον, ἤτοι κατασπαρὲν ἀνθήσει εἰς | |
25 | ἀμητὸν, τοῦτ’ ἔστι, τελεσφορηθήσεται· τὸ γὰρ πρό‐ ωρον δαπανᾶσθαι τὸν ἄσταχυν, ζημίαν καὶ πόνων καὶ ἐλπίδος ἐμποιεῖ τοῖς γηπονεῖν εἰωθόσιν· τό γε μὴν εἰς ἀμητὸν ἐλθεῖν, πληρεστάτην δίδωσι τὴν ἐπ’ ἀγα‐ θοῖς ἐλπίδα. Ἀνθήσει τοίνυν εἰς ἀμητὸν, τοῦτ’ ἔστι, | |
30 | τελεσφορηθήσεται τὸ σὸν φύτευμα, ὅτ’ ἂν γένηταί σοι πρωῒ, τοῦτ’ ἔστιν, ὅταν εὑρεθῇς ὡς ἐν φωτὶ καὶ ἡμέρᾳ καὶ ἐν ἐπιγνώσει Θεοῦ γεγονώς. Τότε καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσῃ τοῖς υἱοῖς σου. Παραπέμ‐ ψεις γὰρ εἰς υἱοὺς καθάπερ τινὰ κλῆρον τὴν εὐθυ‐ | |
35 | μίαν καὶ τῆς ἄνωθεν ἐπικουρίας τὴν μέθεξιν. Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν! ὡς θάλασσα κυ‐ μαίνουσα, οὕτω ταραχθήσεσθε· καὶ νῶτος ἐθνῶν πολλῶν, ὡς ὕδωρ ἠχήσει· ὡς ὕδωρ πολὺ ἔθνη πολλὰ, ὡς ὕδατος πολλοῦ βίᾳ καταφερομένου. Καὶ | |
40 | ἀποσκορακιεῖ αὐτὸν, καὶ πόῤῥω αὐτὸν διώξεται, ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου. καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα. Οὐκ ἀπαρακλήτους ἐᾷ τοὺς ἐξ Ἰσραὴλ φιλάνθρω‐ πος ὢν ὁ τῶν ὅλων Θεὸς, συνεισβάλλουσαν δὲ τῷ | |
45 | φόβῳ τὴν ἐπ’ ἀγαθοῖς ἐλπίδα ποιεῖται πλειστάκις, καὶ τοῦτο οἰκονομικῶς, ἵνα δι’ ἀμφοῖν ὠφελῇ τοὺς ἀκροωμένους. Ὅτι τοίνυν ἐρημωθήσονται μὲν αἱ πόλεις αὐτῶν, εἴρηται σαφῶς· καὶ ποία γέγονε τοῦ παθεῖν ἡ πρόφασις, ἐδίδαξε λέγων, ὅτι Ἐγκατέλιπες | |
70.432(50) | Κύριον τὸν Θεόν σου, καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης. Ἀλλ’ ὁ πλήξας εὐθὺς ἐπαγγέλλεται καὶ μοτοῦν. Ἐξηγεῖται δέ τι συμβεβηκὸς, ὃ καὶ εἰπεῖν ἀναγκαῖον ὡς ἔνι λόγοις διὰ τὴν χρείαν. Ἐζε‐ χίου κατὰ καιροὺς τοὺς τῆς βασιλείας διέποντος | |
55 | θρόνους ἐν τοῖς Ἱεροσολύμοις, ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ἰουδαίας τὰς | |
ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς. Γέγραπται γὰρ ὡδί· Εἶτα | 431 | |
70.433 | πέμπει Ῥαψάκην ἐκ Λαχεῖς εἰς Ἱερουσαλὴμ πολι‐ ορκῆσαι αὐτὴν, ὃς δὴ καὶ ἀφιγμένος, κατεφλυάρησε μὲν τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Θεοῦ· μὴ γὰρ δύνασθαι διασώζειν αὐτοὺς, κἂν εἰ βούλοιτο | |
5 | τοῦτο δρᾷν, ὁ παράφρων διετείνετο. Βαρβάρῳ δὲ γλώττῃ καὶ νῷ κεχρημένος, ἔγνω τῇ πείρᾳ μαθὼν, ὅτι σκληρὸν ἀνθρώπῳ παντὶ τῆς ἀνωτάτω κατεπαί‐ ρεσθαι δόξης. Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐν μιᾷ νυκτὶ ἐκ τῆς παρεμβολῆς τῶν ἀλλο‐ | |
10 | φύλων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ἀνα‐ στάντες τὸ πρωῒ, εὗρον πάντα τὰ σώματα νεκρά. Ἐπειδὴ δὲ τῶν προσδοκηθέντων ὁ πεπομφὼς ἐσφάλ‐ λετο, φημὶ δὴ Σενναχηρεὶμ, ὑπενόστησε φυγὰς, καὶ μόλις ἐσώζετο τὰ οἴκοι καταλαβὼν, εἰ καὶ διόλωλε | |
15 | καὶ οὐκ εἰς μακρὰν ὑπὸ τῶν ἑαυτοῦ παίδων. Ἐγέ‐ νετο γὰρ, φησὶν, ἐν τῷ προσκυνεῖν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ Ἀσαρὰχ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμελὲχ καὶ Σαρασὰρ, οἱ υἱοὶ αὐτοῦ, ἐπάταξαν αὐτὸν μαχαί‐ ραις. Ταύτης διαμέμνηται τῆς ἱστορίας ὁ προφητικὸς | |
20 | ἡμῖν ἐν τούτοις λόγος, τὴν δέ γε τῶν Ἀσσυρίων ἔφοδον προαφηγεῖται, καί φησιν· Οὐαὶ πλῆθος ἐθνῶν! καὶ τὰ τούτοις ἐφ’ ἑξῆς. Ταλανίζει μὲν γὰρ αὐτοὺς, ὡς ὅσον οὐδέ πω τεθνηξομένους ἐν τοῖς Ἱεροσολύ‐ μοις, διολλύντος ἀγγέλου. Ὅτι δὲ οὐχ ἓν ἦν ἔθνος, | |
25 | πλεῖστα δὲ μᾶλλον, διαδείκνυσιν ἐναργῶς, πλῆθος ἐθνῶν ὀνομάζων αὐτά. Ἐπῄεσαν δὲ ταῖς χώραις, ἤτοι ταῖς πόλεσι τῆς Ἰουδαίας, ὡς ὕδωρ πολὺ καὶ ὡς βίᾳ καταφερόμενον, καὶ θορύβους ἐμποιοῦν, μό‐ νον δὲ οὐχὶ θαλάσσης δίκην τῶν ἀνθεστηκότων κατα‐ | |
30 | κυμαίνοντες. Νῶτον δὲ αὐτοὺς πολλῶν ἐθνῶν ἐν τούτοις ἀποκαλεῖ, διάτοι τὸ πολλὰ διώκεσθαι παρ’ αὐτῶν ἔθνη. Τρέχουσι δὲ κατὰ νώτου πάντη τε καὶ πάντως τῶν φευγόντων οἱ διώκοντες. Εἶτα τί μετὰ τοῦτο; Ἀποσκορακιεῖ αὐτὸν, φησὶ, τοῦτ’ ἔστιν, ὀπίσω | |
35 | πέμψει, καὶ πόῤῥω αὐτὸν διώξεται, ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου, καὶ ὡς κονιορτὸν τροχοῦ καταιγίδος φέρουσα. Τί γὰρ οὕτως εὐδιαρίπιστον, ὡς χοῦς ἐκ τροχοῦ καὶ ἁλῶνος, πνεύματος λάβρου κατασπιλάζοντος; Ὅτι δὲ ᾤχετο φυγὰς ὁ Σενναχη‐ | |
40 | ρεὶμ, πιστώσεται λέγων ὁ τῶν ὅλων Θεὸς πρὸς αὐτὸν διὰ φωνῆς Ἡσαΐου· «Καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥίνα σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ.» Πρὸς ἑσπέραν ἔσται πένθος πρὶν ἢ πρωῒ, καὶ οὐκ ἔσται. Αὕτη ἡ μερὶς τῶν ὑμᾶς προνομευσάν‐ των, καὶ κληρονομία τῶν ὑμᾶς κληρονομησάν‐ | |
45 | των. Φθάσας ἔφην ὅτι περιστήσας ὁ Ῥαψάκης τοῖς Ἱεροσολύμοις τὸ μάχιμον, καὶ οὐκ εἰς μακρὰν αἱρή‐ σειν αὐτὴν ἀπειλήσας, ἀπόλωλε πανστρατιᾷ πρὸ αὐγῆς καὶ ἡμέρας. Πένθος τοίνυν ἔσται, φησὶ, πρὸς | |
70.433(50) | ἑσπέραν, πάντως που προσδοκησάντων ἐν τοῖς Ἱε‐ ροσολύμοις ἔσεσθαι πρωῒ, καὶ τοῦ πολέμου τὴν προσ‐ βολὴν, ἀλλὰ πέπαυται πρὸ αὐγῆς. Διὰ τοῦτό φησιν· Ἔσται μὲν πένθος πρὸς ἑσπέραν· οὐκ ἔσται δὲ πρὶν ἢ πρωῒ, τοῦτ’ ἔστι, πεπαύσεται καὶ καταλήξει τὸ δά‐ | |
55 | κρυον· καὶ ὁμοῦ τοῖς ἐκ τοῦ παθεῖν οἰχήσεται δείμα‐ σιν ἐπικουροῦντος Θεοῦ, καὶ παραδόξως ἀνῃρηκότος | |
τὰς τῶν πολεμίων φάλαγγας, καὶ προσέτι τὸν ἡγού‐ | 433 | |
70.436 | μενον ἐξελάσαντος τῆς Ἰουδαίων γῆς. Τοῦτο καὶ ὁ μακάριος Δαβὶδ ἐξηγεῖται λέγων· «Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς πρωῒ ἀγαλλίασις.» Ἀλλ’ οὗτος, φησὶν, ὁ κλῆρος· αὕτη δὲ καὶ ἡ μερὶς | |
5 | τῶν ὑμᾶς προνομευσάντων καὶ διαρπαζόντων ὡς ἴδιον κλῆρον. Κατονειδίζει διὰ τούτων τοὺς ἐξ Ἰσ‐ ραὴλ, ὅτι πεπράχασι μὲν αὐτοὶ τὰ δι’ ὧν ἦν εἰκὸς ὁλόῤῥιζον ἀπολέσθαι τὸ ἔθνος, κατοικτείρει δὲ πάλιν αὐτὸς, καὶ θανάτῳ κολάζει τοὺς διαρπάζοντας τὸν | |
10 | ἐκνεμηθέντα λαὸν αὐτῷ. «Ὅτε γὰρ, φησὶ, διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ· καὶ ἐγε‐ νήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Ἀλλά μοι πρὸς τού‐ | |
15 | τοις κἀκεῖνο ἄθρει λεπτῶς, καὶ ὡς ἀπό γε τῶν ἱστο‐ ρικῶς γεγονότων εἰς ἐννοίας ἔρχου τὰς ἐσωτάτω. Ὅταν ἡμᾶς αἱ πονηραί τε καὶ ἀντικείμεναι δυνά‐ μεις, ὕδατος βιαίου δίκην καταχεόμεναι τῆς ψυχῆς, ἢ τοῖς ἔξωθεν πειρασμοῖς ἐμβάλλουσαι, ἤγουν τοῖς | |
20 | ἐμφύτοις κινήμασι τῆς σαρκὸς, ἐκπολιορκεῖν ἐπείγον‐ ται τὸν εὐσεβηκότα νοῦν· μὴ εἰς ἀδρανῆ δειλίαν κα‐ ταπιπτέτω τις τῶν ἀριστεύειν εἰδότων μετὰ Θεοῦ, ἐπ’ αὐτῷ δὲ μᾶλλον ποιησάμενος τὴν ἐλπίδα, παντὸς ἔστω κρείττων δείματος. Τεύξεται γὰρ ὅτι τῆς ἐπι‐ | |
25 | κουρίας παρὰ αὐτοῦ, πῶς ἔστιν ἀμφιβαλεῖν; Οἶ δὲ γὰρ Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, καὶ ὁ μακάριος δὲ γράφει Παῦλος· «Δυνατὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειραθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύ‐ | |
30 | νασθαι ὑπενεγκεῖν.» Καὶ ὡς ὁ Ψάλτης φησίν· «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμέ‐ νων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Ὅταν δὲ καὶ οἱ τῶν ἱερῶν δογμάτων ἐπιστήμονες αἱρετικοὶ, ταῖς ἑαυτῶν δυστροπίαις χρώμενοι κατεπαίρονται τῶν | |
35 | τῆς ἀληθείας προσκυνητῶν, ἐπέρχονται δὲ δεινοὶ καὶ θρασεῖς, ἢ πολέμους ἀνιστάντες καὶ διωγμοὺς, ἢ θλίψεις αὐτοῖς, καὶ θανάτου φόβον ἐπισωρεύοντες· οὐδὲν ἧττον ἀσθενήσουσι καὶ οὗτοι· χειρὶ γὰρ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ Ἀμαλὴκ ἀπὸ γενεῶν εἰς γενεὰς, καθὰ γέγραπται. | |
40 | Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας! ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος. Πορεύ‐ σονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέω‐ ρον, καὶ ξένον λαὸν, καὶ χαλεπόν. Τίς αὐτοῦ | |
45 | ἐπέκεινα; Ἔθνος ἀνέλπιστον καὶ καταπεπατη‐ μένον. Θαυμάσειεν ἄν τις, καὶ δὴ καὶ καθ’ ἑαυτὸν ἐκεῖνο τάχα που διαλογιεῖται, καὶ ἐρεῖ· Τοῦ δὴ χάριν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος γέγονε μὲν κατὰ | |
70.436(50) | τῆς Δαμασκοῦ, εἰσκομίζει δὲ μνήμην καὶ τῆς γῆς, τῆς ἐπέκεινα ποταμῶν Αἰθιοπίας; Φαμὲν οὖν ὅτι κατὰ καιροὺς οἱ ἐξ Ἰσραὴλ, τὸν τῶν ὅλων σωτῆρα Θεὸν καταλιπεῖν ἀφυλάκτως μεμελετηκότες, κατ‐ ῴχοντο μὲν εἰς πολύθεον πλάνην· κατημεληκότες δὲ | |
55 | εἰς ἅπαν τῆς διὰ Μωσέως ἐντολῆς, ἐπαιδεύοντο παρὰ Θεοῦ, πολέμους αὐτοῖς ἐπανιστάντος κατὰ καιροὺς, | |
καὶ ταῖς ἐντεῦθεν κατατήκοντος συμφοραῖς. Οἱ δὲ, | 435 | |
70.437 | καίτοι δέον ταῖς μεταγνώσεσι θεραπεύειν λελυπήμε‐ νον, καὶ ἀποφοιτᾷν μὲν τῆς ἑαυτῶν φαυλότητος, ἀνακομίζεσθαι δὲ πρὸς τὸ τῷ νομοθέτῃ δοκοῦν, καὶ τὴν παρ’ αὐτοῦ διψῇν ἐπικουρίαν, τὰς τῶν ὁμόρων | |
5 | ἐθνῶν κατεμισθοῦντο συμπνοίας· καὶ ποτὲ μὲν προσίεσαν τοῖς τῆς Δαμασκοῦ βασιλεῦσι, ποτὲ δὲ τοῖς Αἰγυπτίων· καὶ οὐχὶ μόνον, ἀλλὰ γὰρ καὶ τὰς τῶν ἐπικουρούντων αὐτοῖς ἐθνῶν λατρείας μανθά‐ νοντες, καὶ αὐτὰς ἠπείγοντο ζηλοῦν. Καὶ γοῦν ὁ Ἄχαζ | |
10 | ὁ τοῦ Ἰωάθαμ βασιλεὺς Ἰούδα, γενόμενος ἐν τῇ Δα‐ μασκῷ, εἶτα θυσιαστήριον ἀνατεθειμένον εἰδώλῳ τεθεαμένος ἐκεῖσε καινοπρεπῶς εἰργασμένον, τὸ ἐμφερὲς κατεσκεύασε, καὶ ἀνατέθεικεν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Οὐκοῦν γέγονεν ἡ ὅρασις κατὰ Δαμασκοῦ. | |
15 | Ἰδοὺ γὰρ, φησὶ, Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, καὶ οὐκ ἔσται ἔτι ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραΐμ. Ὁρᾷς τὴν αἰτίαν ἐπενηνεγμένην εὐθὺς, τοῦ ἐκ πό‐ λεων ἀρθήσεσθαι λέγειν τὴν Δαμασκόν; Οὐ γὰρ ἔτι ἔσται, φησὶν, οὕτως ὀχυρὰ, ὥστε καὶ προσφεύγειν | |
20 | αὐτῇ τὸν Ἐφραῒμ ἐν τῇ Σαμαρείᾳ βεβασιλευκότα. Μεθίστησι τοίνυν τὸν λόγον ἐπὶ τὴν Αἰγυπτίων. Προσ‐ ίεσαν γὰρ καὶ αὐτοῖς οἱ ἐξ Ἰσραὴλ, μάλιστα δὲ οἱ κατοικοῦντες ἐν τοῖς Ἱεροσολύμοις, καὶ μετεποιοῦντο σφόδρα τῆς παρ’ αὐτῶν συνδρομῆς καὶ ἐπικουρίας, | |
25 | ἐπιόντων μάλιστα τῶν Βαβυλωνίων. Καὶ γοῦν διὰ φωνῆς προφήτου φησίν· «Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ’ ἵπποις καὶ ἅρμασι πεποιθότες!» Συμβέβηκε δέ τι τοιοῦτον. Κατεστρα‐ τεύετο μὲν γὰρ τῆς Ἰουδαίων γῆς ὁ Ναβουχοδονόσορ | |
30 | κατὰ καιρούς. Ἐν δὲ τῷ παρατρέχειν, ἁπάσας, ὡς ἔπος εἰπεῖν, τὰς τῆς ἑῴας κατεληΐζετο πόλεις. Ἐπειδὴ δὲ τὴν Τυρίων ἑλεῖν ἠθέλησε, νῆσον οὖσαν τὸ τηνικάδε, εἶτα τῶν διαβιβαζόντων πλοίων ἐν ἀπο‐ ρίᾳ γέγονε, Περσικῷ φρονήματι κεχρημένος, ἐπιθαρ‐ | |
35 | σήσας δὲ τῷ πλήθει τῆς στρατιᾶς, βατὴν ἐκέλευσε γενέσθαι τὴν θάλασσαν, χώματος ἐγειρομένου, καὶ λεωφόρον αὐτὴν πλατεῖαν ἀποτελοῦντος ἀπὸ τῆς χέρσου μέχρις αὐτῆς τῆς Τυρίων. Δεδιότες τοίνυν αὐτοὶ οἱ Τύριοι, μὴ ἄρα πως ἡ πόλις ἁλῷ, πρὸς | |
40 | πέρας ἐνηνεγμένων τοῖς Βαβυλωνίοις τῶν ἐγχειρημά‐ των, ναῦς πανταχόθεν συναγηγερκότες, ἀπεκομί‐ ζοντο τῆς νήσου, ἐρήμην ἀφέντες αὐτῷ τὴν πόλιν. Ἐπειδὴ δὲ τοῦτο μεμάθηκεν ὁ Ναβουχοδονόσορ, μεθίστη τὴν στρατιὰν ἐπὶ τὸ χρῆναι λαβεῖν τῶν | |
45 | Αἰγυπτίων τὴν χώραν, εἷλέ τε αὐτὴν ἀκονητὶ, Θεοῦ κατεξανιστάντος τοῖς Αἰγυπτίοις αὐτόν· ὅτι καὶ αὐτοὶ μεγάλην ἀνασπῶντες ἀεὶ τὴν ὀφρὺν, κατηλαζονεύοντο τῶν ἐξ Ἰσραὴλ, ὡς οὐκ ἐχόντων Θεὸν τὸν διασώζειν αὐτοὺς ἰσχύοντα. Καλούμενοι γὰρ εἰς ἐπικουρίαν, | |
70.437(50) | καὶ εἰς τὸ ἐπαμύνειν αὐτοῖς, ἀλκιμωτέρους ἔφασκον εἶναι τοὺς παρὰ σφίσι θεοὺς τοῦ τῆς Ἰουδαίας Θεοῦ. Ὅτι δὲ τὴν Αἰγυπτίων εἷλεν ὁ Βαβυλώνιος μετά γε τὸν ἱδρῶτα τὸν ἐπὶ Τύρῳ, σαφὲς ἂν γένοιτο τοῦ Θεοῦ λέγοντος πρὸς τὸν προφήτην Ἰεζεχιήλ· «Υἱὲ ἀνθρώ‐ | |
55 | που, Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος κατ‐ εδουλώσατο αὐτοῦ τὴν δύναμιν δουλείᾳ μεγάλῃ ἐπὶ | |
Τύρον. Πᾶσα κεφαλὴ φαλάκρωμα, καὶ πᾶς ὦμος | 437 | |
70.440 | μαδών· καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ, ἀντὶ τῆς δουλείας τῆς σκληρᾶς, ἧς ἐδούλευσαν ἐπὶ Τύρῳ. Ἀντὶ τούτου δέδωκα αὐτῷ γῆν Αἰγύπτου.» Ἐπιφέρει τοίνυν ὁ προφήτης καὶ αὐτῇ τὸ, Οὐαὶ, καί | |
5 | φησιν· Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποτα‐ μῶν Αἰθιοπίας! Αἰθιοπίας μὲν οὖν ποταμοὺς τὰ ἑπτὰ στόματά φησι, δι’ ὧν ὁ εὐρύς τε καὶ μέγας τῆς Αἰγύ‐ πτου ποταμὸς τῇ θαλάσσῃ μίσγεται. Γῆν δὲ τὴν ἐπέκεινα ποταμῶν ὀνομάζει, τὴν νῦν οὖσαν | |
10 | Ἀλεξάνδρειαν, καλουμένην δὲ τὸ τηνικάδε Ὦν. Ἦν δὲ δὴ πολυανδροῦσα λίαν, καὶ ἀλκιμωτάτους ἔχουσα τοὺς οἰκήτορας, ἀφειστήκει δὲ βραχὺ τῶν Αἰγύπτου ποταμῶν. Ἀπὸ γὰρ τοῦ τελευταίου στόματος (ὄνομα δὲ αὐτῷ τὸ Ἡρακλεῖον), διίσταται πρὸς ἑσπέραν στα‐ | |
15 | δίοις τάχα που τὸν ἀριθμὸν ὀγδοήκοντα. Ἐπειδὴ δὲ ἦν ἔθος τοῖς τὴν μνημονευθεῖσαν οἰκοῦσι πόλιν, ἄνω τε καὶ κάτω τὸν ποταμὸν διαπλεῖν, ἀεὶ μὲν ὄντα ναυ‐ σίπορον, ἄγειν δὲ καὶ φέρειν τά τε παρ’ αὐτῶν εἰς ἑτέρους, παρά τε σφίσι τὰ ἐξ ἑτέρων, καὶ φιλοκερ‐ | |
20 | δίαις ἐντρυφᾷν ταῖς ἐξ ἐμποριῶν· ταύτῃτοι ταλανί‐ ζει τὰς ναῦς ὁ προφητικὸς ἐν τουτοισὶ λόγος, καὶ οὐ κατά γε τῶν νηῶν ἐπιφέρει τὸ, Οὐαί· κατ’ ἐκείνων δὲ μᾶλλον, οἵπερ ἦσαν αὐταῖς ἀεὶ χρώμενοι, χαίροντές τε καὶ ἐντρυφῶντες, ὡς ἔφην, ταῖς ἐξ αὐτῶν γινομέ‐ | |
25 | ναις φιλοκερδίαις. Κατειλημμένης γὰρ ἁπάσης τῆς χώρας ὑπὸ τοῦ Ναβουχοδονόσορ, πέπαυται μὲν ἐμπο‐ ρία πᾶσα, καὶ τῆς εἰς τοῦτο παῤῥησίας τὸ πλάτος ἀνεκόπτετο, διολωλότων τάχα που καὶ τῶν κεκτη‐ μένων αὐτάς. Οὐαὶ τοίνυν, φησὶν, αἱ πτέρυγες τῶν | |
30 | πλοίων τῆς γῆς ἐκείνης τῆς οὔσης ἐπέκεινα τῶν ποταμῶν Αἰθιοπίας! Πτέρυγας δὲ πλοίων ὀνομάζει τὰ ἱστία, οἷς αἱ τῶν πνευμάτων ἐμπίπτουσαι προσβο‐ λαὶ, πτηνοῦ δίκην αὐτὰς ἀποφέρουσι διὰ μέσου κύμα‐ τος. Ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς | |
35 | βιβλίνας ἐπάνω τοῦ ὕδατος. Δυσέφικτος μὲν κομιδῇ τῶν εἰρημένων ὁ νοῦς· ὠδίνει γε μὴν ἱστορίας Ἑλλη‐ νικῆς ἀφήγησιν, ἣν καὶ ἀναγκαίως ἐροῦμεν, οὐκ ἔξω βαίνοντες τοῦ εἰκότος, ἤγουν τοῦ πρέποντος λόγοις Χριστιανικοῖς, ἀλλ’ ὑπέρ γε τοῦ σαφῆ κατα‐ | |
40 | στῆσαι τοῖς ἀκροωμένοις τὴν τῶν ἐννοιῶν ἀπόδοσιν. Ἔχει δὲ οὕτω τῆς ἱστορίας ὁ λόγος· Μυθολογοῦσί τινες τῶν παρ’ Ἕλλησι ποιητῶν Μύῤῥαν γενέσθαι τὴν τοῦ Κινύρου τινὸς θυγατέρα, ὃς δὴ καὶ ἀχαλίνοις ὁρμαῖς ταῖς εἰς φιληδονίαν ἡττώμενος, συνεπλέκετο | |
45 | μὲν ἀσελγῶς τῇ ἰδίᾳ θυγατρὶ, μητέρα δὲ αὐτὴν ἐποίει παιδὸς, ὃν δὴ καὶ ὠνόμασεν Ἄδωνιν. Ἐπερυ‐ θριῶν δὲ τῷ γεγονότι καὶ τοῖς τῆς φύσεως νόμοις, ὅτι πέπραχεν ἀνοσίως ἐξελεγχόμενος, ἐξέθηκεν ὥς φασι τὸ παιδίον ἐν ὄρει. Λαβοῦσαι δὲ τοῦτο τῶν | |
70.440(50) | ἐκεῖσε νυμφῶν τινες, ἃς καὶ ὀρεάδας καλοῦσι δαίμο‐ νας, ἔθρεψάν τε καὶ διεσώσαντο· ὃς δὴ καὶ ἡβήσας, καὶ ἐν νεανίαις ἤδη τελῶν, εὐπρεπεστάτην μὲν ἔχων τὴν ὥραν ἐφαίνετο· ἥπτετο δὲ κυνηγ[ε]ίας, καὶ τὰς ἐπὶ τούτῳ σπουδὰς καθ’ ὕλας ἐποιεῖτο περὶ πολλοῦ. | |
55 | Εἶτα, φησὶ, θεασαμένη τοῦτον ἡ παρ’ αὐτοῖς Ἀφρο‐ δίτη (ἑταιρικὸν δὲ τοῦτο γύναιον ἦν), ἠράσθη τε καὶ συνεγένετο, καὶ περιέπουσα διετέλει. Καὶ πρός γε τοῦτο λελυπημένος ὁ Ἄρης, ἀντεραστὴς ὑπάρχων | |
τῆς Ἀφροδίτης, συῒ παρεικάζεται, καὶ θηρῶντι μὲν | 439 | |
70.441 | ἐπιπηδᾷ, διόλλυσι δὲ παραχρῆμα· καὶ θρήνου πρό‐ φασις γέγονε μὲν τὸ χρῆμα τῇ Ἀφροδίτῃ, φησίν. Καθίκετο δὲ δυσθυμίας εἰς τοῦτο καὶ λύπης, ὥστε καὶ εἰς αὐτὸν καταφοιτῆσαι τὸν ᾅδην, ἀνακομίσαι | |
5 | θέλουσα τὸν ἐρώμενον. Ἐπειδὴ δὲ ἡ τοῦ Πλούτωνος γυνὴ μετεποιεῖτο τοῦ νεανίσκου σφόδρα, καὶ ἀξιο‐ θαύμαστον ἔχοντα τὴν ὥραν οὐκ ἠφίει, συνέθεντο πρὸς ἀλλήλας, ὥστε μερίσασθαι τοῦ ἐνιαυτοῦ τὸν κύκλον· καὶ ἐξ ἡμισείας ἔχειν αὐτόν. Ἀνελθούσης | |
10 | δὲ τῆς Ἀφροδίτης, καὶ τοῦτο ἀναγγειλάσης τοῖς ἑαυτῆς οἰκείοις, ἤτοι φίλοις, ἢ λατρευταῖς, ἑορτὴ τὸ χρῆμα γέγονε καὶ πανήγυρις. Ἐπλάττοντο τοίνυν Ἕλληνες ἑορτὴν ἐπὶ τούτῳ τοιαύτην. Προσεποιοῦντο μὲν γὰρ λυπουμένῃ τῇ Ἀφροδίτῃ, διὰ τὸ τεθνάναι | |
15 | τὸν Ἄδωνιν, συνολοφύρεσθαι καὶ θρηνεῖν· ἀνελθού‐ σης δὲ ἐξ ᾄδου, καὶ μὴν καὶ ηὑρῆσθαι λεγούσης τὸν ζητούμενον, συνήδεσθαι καὶ ἀνασκιρτᾷν· καὶ μέχρι τῶν καθ’ ἡμᾶς καιρῶν ἐν τοῖς κατ’ Ἀλεξάν‐ δρειαν ἱεροῖς ἐτελεῖτο τὸ παίγνιον τοῦτο. Μεμαθή‐ | |
20 | κασι καὶ οἱ ἐξ αἵματος Ἰσραὴλ, καὶ δὴ καὶ ἔδρων αὐτὸ, Θεὸν μὲν ἀφέντες τὸν φύσει καὶ ἀληθῶς, ἀπο‐ νενευκότες δὲ πρὸς ἃ μὴ θέμις, καὶ ταῖς τῶν δαιμο‐ νίων ἀπάταις εἰς ὄλεθρον καὶ ἀπώλειαν ἀσυνέτως συνηρπασμένοι. Διαμέμνηται τούτου καὶ ὁ μακάριος | |
25 | προφήτης Ἰεζεχιήλ· ἔφη γὰρ οὕτως· «Καὶ ἴδον, καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καθήμεναι, θρηνοῦσαι τὸν Θαμμούζ.» Διερμηνεύεται δὲ ὁ Θαμμοὺζ ὁ Ἄδωνις. Ἐπράττετο δέ τι τοιοῦτον παρὰ τῶν ὄντων ἐν τῇ γῇ τῇ ἐπέκεινα ποταμῶν Αἰθιοπίας, περὶ ἧς ἐν τοῖς | |
30 | ἀνωτέρω βραχὺ σαφῶς εἰρήκαμεν. Κέραμον λαβόντες, εἶτα γράφοντες ἐπιστολὴν πρὸς τὰς ἐν Βίβλῳ γυναῖ‐ κας, ὡς ηὑρημένου τοῦ Ἀδώνιδος, καὶ ἐνθέντες τε αὐτὴν τῷ κεράμῳ, καὶ σφραγίσαντες, καθίεσαν εἰς τὴν θάλασσαν, τελετάς τινας ἐπ’ αὐτῷ ποιησάμενοι· | |
35 | καὶ ὥς γε ἔφασκον, αὐτομάτως εἰς Βίβλον ἀπεκομί‐ ζετο κατὰ φανερὰς τοῦ ἔτους ἡμέρας. Ὃν δὴ καὶ ἀποδεξάμεναι γυναῖκές τινες τῆς Ἀφροδίτης φίλαι, εἶτα λαβοῦσαι τὴν ἐπιστολὴν ἐπαύοντο τοῦ θρηνεῖν, ὡς ηὑρημένου παρὰ τῆς Ἀφροδίτης τοῦ Ἀδώνιδος. | |
40 | Διαγελᾷ τοίνυν ὁ προφητικὸς ἡμῖν λόγος, ὡς εἰδωλο‐ λάτρας ποτὲ καὶ ἀνοσίους, καὶ ἀπατεῶνας, καὶ θεο‐ μισεῖς, τοὺς κατοικοῦντας τὴν γῆν τὴν ἐπέκεινα ποταμῶν Αἰθιοπίας, καί φησιν· Ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ | |
45 | ὕδατος. Ἕπεται δὲ πάντως καὶ τούτῳ τὸ, Οὐαί· καθάπερ ἀμέλει καὶ ταῖς πτέρυξι τῶν πλοίων. Οὐαὶ γὰρ γῆς πτέρυγες πλοίων, φησίν! Οὐκοῦν ἀπὸ κοινοῦ προσεπάγεται τὸ, Οὐαὶ, τῷ ἀποστέλλοντι ἐν θαλάσσῃ ὅμηρα· τοῦτ’ ἔστιν, ἐνέχυρα τῆς ὁμοψυχίας. Ὡς γὰρ | |
70.441(50) | Ἀφροδίτης τελοῦντες μυστήριον τοῖς ταύτην ἐν Βίβλῳ σεβομένοις, καὶ τὴν ἴσην αὐτοῖς νοσοῦσι μανίαν, ἐξέπεμπον τὰς ἐπιστολὰς, οὐ πλοίοις ἐνθέντες τοὺς διακομιστὰς, ἀλλ’ οἷον ἐπάνω τοῦ ὕδατος, διὰ τὸ κεράμῳ, καθάπερ ἔφην, ἐντεθεῖσθαι ταύτας. Ἠναγκά‐ | |
55 | σμεθα δὲ μύθων ὀδωδότων καὶ γεγηρακότων, καὶ | 441 |
70.444 | βδελυρίας Ἑλληνικῆς ποιήσασθαι μνήμην, ὑπέρ γε τοῦ σαφηνίσαι μόνον τῶν προκειμένων τὸν νοῦν. Πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέω‐ ρον, καὶ ξένον λαὸν καὶ χαλεπόν. Τίς αὐτοῦ ἐπέκεινα; | |
5 | Ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον. Φθάσας ἔφην, ὅτι προσκεκρούκασι τοῖς Ἀσσυρίων βασιλεῦσιν οἱ κατοικοῦντες τὴν γῆν τὴν ἐπέκεινα ποταμῶν Αἰ‐ θιοπίας· ἐπείπερ αἰτοῦσιν ἐπικουρίαν τοῖς ἐξ Ἰσραὴλ, οὐ κατεπηγγέλλοντο μόνον, ἀλλὰ γὰρ καὶ | |
10 | πεπόμφασιν, εἰ καὶ ὤνησαν αὐτοὺς παντελῶς οὐδέν. Οἱ δὲ πρὸς τοῦτο λελυπημένοι, μετὰ τὸ πᾶσαν, ὡς ἔπος εἰπεῖν, καταδῃῶσαι τὴν Ἰουδαίαν, κεχωρήκασι κατὰ τῆς Αἰγυπτίων, εἷλόν τε ἅπασαν ἀμογητὶ, Θεοῦ διδόντος αὐτοῖς τὸ δύνασθαι κατευμεγεθεῖν τῆς | |
15 | τῶν ἀνθεστηκότων χειρὸς, διάτοι τὸ λελυπῆσθαι κατ’ Αἰγυπτίων. Μέλλοντος τοίνυν καταστρατεύειν τῆς χώρας αὐτῶν τοῦ Βαβυλωνίου, δρομαῖοί τινες ἐβαδί‐ ζοντο ἐκ τῆς Ἰουδαίας, ἀπαγγέλλοντες αὐτοῖς τὴν οὐκ εἰς μακρὰν ἐσομένην ἔφοδον. Καὶ περὶ αὐτῶν | |
20 | φησιν ὁ προφήτης, ὅτι Πορεύσονται ἄγγελοι κοῦ‐ φοι, τοῦτ’ ἔστι, ταχεῖς, καὶ οἱονεὶ πτηνοί τε καὶ ἐλαφροὶ, γείτονά τε καὶ ἐπὶ θύραις ἤδη γεγενημένην τὴν ἐκ τοῦ πολέμου καταμηνύοντες συμφοράν. Ἔθνος δὲ μετέωρον, καὶ ξένον λαὸν καὶ χαλεπὸν, τοὺς | |
25 | Αἰγυπτίους ὀνομάζει· τὸ, μετέωρον, ἀντὶ τοῦ, ὑπέροπτον, ἤτοι τὸ κοῦφον καὶ ἐλαφρὸν, καὶ ἀνούστατον· ξένον δὲ καὶ χαλεπὸν, ὡς ἐν χαλεπότητι ξενίζον, καὶ οὐκ ἔχον τινὰ τὸν ἐπέκεινα πρὸς τοῦτο. Τίς γὰρ αὐτοῦ ἐπέκεινα, φησίν, ἀντὶ τοῦ, Τίς οὕτω κοῦφος, καὶ ἀμαθὴς καὶ ἀσύνετος, καὶ ἀσυνήθη τοῖς ἄλλοις ἐπιτη‐ δεύων φαυλότητα, ὡς ὁ ἐν Αἰγύπτῳ λαός; Σφόδρα γὰρ ἦσαν εἰδωλολάτραι. Τοιγάρτοι καὶ ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον αὐτοὺς ὀνομάζει. Ἀνέλπιστον μὲν, διάτοι τὸ μὴ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς | |
30 | ὄντα Θεόν· καταπεπατημένον δὲ, ὅτι ταῖς τῶν δαιμονίων ἀπάταις πολὺ δὴ λίαν τὸν νοῦν ὑποστρώσαντες. μονονουχὶ τοῖς ἐκείνων ὑπέκειντο ποσίν· ἢ καὶ ἑτέρως ἐκδέξῃ τὸ εἰρημένον. Περιπεσόντες γὰρ ταῖς Ἀσσυρίων χερσὶν, πᾶσαν ἀποβεβλήκασιν εὐθυμίας ἐλπίδα, καταπεπάτηνται δὲ οὕτως, ὡς μηδὲ, ὅσον εἰπεῖν, ἀνασφῆλαι δύνασθαί ποτε, ὑποπεπτωκέναι τε καὶ ὑπεστρῶσθαι ταῖς τῶν νενικηκότων ποσίν. Νῦν οἱ ποταμοὶ τῆς γῆς πάντες, ὡς χώρα κατ‐ | |
35 | οικουμένη, κατοικηθήσεται ἡ χώρα αὐτῶν. Προαπαγγέλλει χρησίμως καὶ τὸν τῆς ἁλώσεως τρόπον. ᾬοντο μὲν γὰρ οἱ τὴν Αἰγυπτίων ἔχοντες γῆν, ἀνάλωτοι γεγενῆσθαι τοῖς Βαβυλωνίοις, διάτοι τὸ πᾶσαν αὐτῶν τὴν χώραν πλείστοις τε ὅσοις καὶ | |
40 | μέντοι καὶ μεγάλοις διεζῶσθαι ποταμοῖς, εὐρείας τε καὶ μακρὰς ἐσχηκέναι τὰς λίμνας. Δυσέμβατοι γάρ πως, καὶ οὐκ εὐκατάδρομοι λίαν τοῖς καταδῃοῦν ἐθέ‐ λουσιν, αἱ τοιαίδε τῶν χωρῶν. Ἐπειδὴ δὲ Θεὸς αὐτοῖς ἐπεμήνισεν, ἕτοιμον καὶ τοῦτο τοῖς Βαβυλωνίοις ἐτί‐ | |
45 | θει. Πᾶσαν γὰρ ὑδάτων ἀποξηράνας σύστασιν, ἱππή‐ λατον αὐτοῖς ἀπέφηνε τὴν ὑγράν. Τοῦτο οἶμαι δη‐ λοῦν τὸν προφήτην ἐν τουτοισὶ λέγοντα· Νῦν οἱ ποτα‐ μοὶ τῆς γῆς πάντες, ὡς χώρα κατοικουμένη, κατ‐ οικηθήσεται ἡ χώρα αὐτῶν. Τὰ γάρ τοι πλόϊμα, φησὶ, | |
70.444(50) | καὶ ἀεί πως ὑγρὰ τῶν χωρίων ἔσται τοιαῦτα, κατὰ τὸν τοῦ πολέμου καιρὸν, ὡς δοκεῖν ἤδη πως καὶ χώραν εἶναι κατοικουμένην διὰ παντὸς, καὶ χέρσον ἁπλῶς ὑδάτων ἔρημον. Τί γὰρ οὐκ ἂν δύναιτο κατορθοῦν ἡ θεία τε καὶ παναλκὴς, καὶ ἀνοτάτω φύσις; Ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρθῇ, ὡς σάλπιγγος | |
55 | φωνὴ, ἀκουστὸν ἔσται. Οἱ τῶν τακτικῶν ἡγούμενοι, κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐν γηλόφοις ἱστάντες τινὰς, αἴρεσθαι πλειστά‐ | |
κις ποιοῦσι σημεῖον· καὶ σύνθημα τοῦτο τῇ στρατιᾷ | 443 | |
70.445 | γίνεται πράγματος ἐναργοῦς. Κέχρηται δὲ καὶ ταῖς διὰ σαλπίγγων φωναῖς, ἢ διανιστάντες ἐπὶ τὸ μάχε‐ σθαι κατά τινα συνήθη ῥυθμὸν, ἢ καὶ ἀφιστάντες τοῦ πολέμου κατά γε τὸ αὐτοῖς εὖ ἔχειν δοκοῦν. Ἔστι | |
5 | τοίνυν καὶ τὸ αἰρόμενον ὑψοῦ σημεῖον ἐπισημότατον. Ἑστήκασι γὰρ εἰς ὄρος οἱ τοῦτο δρᾷν εἰωθότες, καὶ μὴν καὶ ἅπασι τοῖς κατὰ τὴν μάχην ἐξάκουστος καὶ σαφὴς ἡ τῶν σαλπίγγων ἠχή. Ἔσται τοίνυν, φησὶ, τῆς Αἰγυπτίων τὸ πάθος γνωριμώτατον οὕτω τοῖς | |
10 | ἁπανταχοῦ, ὥστε παρεικάζεσθαι σημείῳ τῷ κατά τι τῶν ὀρῶν ἐγηγερμένῳ· ἔκπυστον δὲ οὕτω, καθάπερ ἀμέλει καὶ ἡ διὰ τῶν σαλπίγγων ἠχή. Ἀπὸ δὴ τῶν τοιούτων ἐκεῖνο εἰσόμεθα, καὶ πρὸς ὠφελείας ἡμῖν ἔσται πολλῆς, τὸ κατὰ μηδένα τρόπον καταθήγειν εἰς | |
15 | ὀργὰς τὴν ἀκήρατον φύσιν· ἢ πάντη τε καὶ πάντως δρῶντας ἃ μὴ θέμις, καὶ τὴν ὑπ’ αὐτῷ λατρείαν παραιτουμένους, ἤγουν συντρέχοντας ἀποστάταις, καὶ τοῖς ὑπὸ θείαν ὀργὴν τοὺς ἑαυτῶν συμπλάττον‐ τας τρόπους, κοινωνεῖν αὐτοῖς τῆς συμφορᾶς, καὶ τὴν | |
20 | ἴσην πράττεσθαι παρὰ Θεοῦ δίκην. Τοῦτο πεπονθό‐ τας τοὺς τῶν Αἰγυπτίων οἰκήτορας κατίδοι τις ἄν. Ἐπειδὴ γὰρ προσκεκρούκασιν οἱ ἐξ Ἰσραὴλ, εἶτα σώζειν αὐτοὺς ἐπηγγέλλοντο, κἂν εἰ μὴ βούλοιτο Θεὸς, δίδονται τοῖς ἐχθροῖς εἰς ὄλεθρον καὶ ἀπ‐ ώλειαν. | |
25 | Ὅτι οὔτως εἶπέ μοι Κύριος· Ἀσφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει, ὡς φῶς καύματος μεσημβρίας, καὶ ὡς νεφέλη δρόσου ἡμέρας ἀμητοῦ ἔσται πρὸ τοῦ θερισμοῦ. Σαφὴς μὲν τῆς ἱστορίας ὁ λόγος· πλὴν ἐπιδρομά‐ | |
30 | δην ἐροῦμεν. Σέσωκε γὰρ τὰ Ἱεροσόλυμα Θεὸς πολι‐ ορκοῦντος αὐτὰ Ῥαψάκου, καὶ τὴν ἀναρίθμητον τὴν τῶν Ἀσσυρίων πληθὺν περιστήσαντος· σέσωκεν ὅπως; «Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου,» φησὶ, «καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἐν μιᾷ | |
35 | νυκτὶ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας.» Ἔσται τοίνυν, φησὶν, ἀσφάλεια ἐν τῇ πόλει τῇ ἐμῇ. Καὶ ὅτι γέγονα κινδυνεύουσιν ἐπίκουρος ἐγὼ, διαφανὲς οὕτω τοῖς ἁπανταχόσε γενήσεται, ὡς ἔστι λαμπρὸν καὶ ἀκμαιότατον τὸ ἐν μεσημβρίᾳ φῶς. Ἡλίου γὰρ | |
40 | μεσημβρίζοντος, καὶ ἀκμαιοτάτην ἄνωθεν τοῖς ἐπὶ τῆς γῆς ἐνιέντος τὴν ἀκτῖνα, πλουσιωτάτῳ φωτὶ τὰ πάντα καταλαμπρύνεται. Ἔσται τοίνυν, φησὶ, κινδυ‐ νεύουσιν ἡ παρ’ ἐμοῦ δοθησομένη τὸ τηνικάδε χάρις τε καὶ ἀσφάλεια, ὥσπερ ἂν εἰ καὶ νεφέλη δρόσου ἐν | |
45 | ἡμέραις ἀμητοῦ πρὸ τοῦ θερισμοῦ. Καὶ τί δὴ βούλε‐ ται δηλοῦν, ἐρῶ πάλιν· Ἔθος τοῖς ἀμῶσι μὴ πρότε‐ ρον τοῖς ἀστάχυσιν ἐπαφεῖναι τὸν σίδηρον, εἰ μὴ ἄρα πως προκατενεχθεῖσα δρόσος, εὐαφεστέραν αὐτοῖς τὴν καλάμην ἐργάσηται. Ἐν εὐχῇ τοιγαροῦν τὸ | |
70.445(50) | χρῆμα αὐτοῖς, τὸ καθιεῖσθαί φημι παρὰ Θεοῦ τὴν δρόσον. Τριπόθητος οὖν τοῖς ἐν τοῖς Ἱεροσολύμοις ἡ παρὰ Θεοῦ γέγονεν ἀσφάλεια, καθάπερ ἀμέλει καὶ ἡ δρόσος ἐν ἡμέραις ἀμητοῦ πίπτουσα πρὸ τοῦ θε‐ ρισμοῦ. | |
55 | Ὅταν συντελεσθῇ στάχυς, καὶ ὄμφαξ ἀνθήσῃ ἄνθος ὀμφακίζουσα. Καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ | |
μικρὰ τοῖς δρεπάνοις, καὶ τὰς κληματίδας ἀφελεῖ, | 445 | |
70.448 | καὶ κατακόψει καὶ καταλήψει ἄμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς. Καὶ συν‐ αχθήσεται ἐπ’ αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ πάντα τὰ θηρία τῆς γῆς ἐπ’ αὐτὸν ἥξει. | |
5 | Δυσχερὴς μὲν λίαν καὶ δυσκάτοπτος οὐ μετρίως τῶν προκειμένων ὁ νοῦς. Καὶ αὐτὴ δὲ πρὸς τοῦτο τῆς λέξεως ἡ συνθήκη. Πλὴν ὡς ἔνι διειπεῖν πειράσο‐ μαι. Ποιεῖται τοίνυν ὡς ἀπὸ τῆς τῶν γεωργῶν ἐπι‐ στήμης τὸν λόγον. Ἔθος γὰρ ἐκείνοις, ὅταν τῆς ἀμ‐ | |
10 | πέλου λοιπὸν ἐξανθήσαντας τοὺς βότρυς θεάσωνται, καὶ ἤδη πως τὸ τῶν ὀμφάκων ἔχοντας εἶδος, ἀποκεί‐ ρειν μὲν τὰς περιττὰς κληματίδας, καὶ τὰ μικρὰ τῶν βοτρυδίων περιττῶς τοῖς μείζοσι παρηρτημένα ταῖς δρεπάναις ἀποτέμνειν, ἵνα καὶ τροφιμωτάτην ἰκμάδα | |
15 | δεχόμενοι τῶν βοτρύων οἱ μείζους τελεσφορεῖσθαι δύναιντο. Τοιοῦτόν τι πεπραχέναι φησὶν ὁ τῶν ὅλων Θεὸς, ἢ ἐπί γε τοῖς Ἀσσυρίοις, ἤγουν καὶ ἐπὶ τοῖς Αἰγυπτίοις· οὐ γάρ τοι λίαν ἐναργὴς ὁ λόγος, κατὰ τί‐ νων ἂν ἴοι καὶ φέροιτο πρεπωδέστερον. Φαμὲν δὴ, ὅτι | |
20 | εἴτις ἕλοιτο νοεῖν ὡς ἄμπελον μίαν τὴν τῶν Ἀσσυ‐ ρίων πληθὺν, τὴν πολιορκήσασαν τὴν ἁγίαν πόλιν, εὑρήσομεν ὅτι ὁ μέγας ἐν αὐτῇ νοούμενος βότρυς, τοῦτ’ ἔστιν, ὁ τοῖς τῆς βασιλείας θάκοις ἐκλελαμπρυ‐ σμένος, οὐ συνδιόλωλε τοῖς ἑτέροις, ἀλλὰ σέσωσται | |
25 | μὲν αὐτὸς, δεδαπάνηνται δὲ ὡς ἐν τάξει τῶν μικρῶν βοτρύων ἡ ἑτέρα πληθὺς, καὶ οἷον τῶν περιττῶν κλη‐ μάτων δίκην καθάπερ τινὶ δρεπάνῃ περιέκειρεν αὐ‐ τοὺς ἡ τομωτάτη μάχαιρα τοῦ Κυρίου. Πεπτώκασι γὰρ, ὡς ἔφην, ἀγγέλου χειρὶ δαπανώμενοι, καὶ γεγό‐ | |
30 | νασιν αὐτῶν τὰ πτώματα τρυφὴ τοῖς θηρίοις τοῦ ἀγροῦ, καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ. Εἰ δὲ δή τις βούλοιτο καὶ ἐπὶ τοῖς Αἰγυπτίοις εἰρῆσθαι λέγειν αὐ‐ τὰ, συνήσεις ὅτι καταδῃοῦντες αὐτὴν οἱ Ἀσσύριοι, οὐκ ἄρδην ἅπασαν, οὔτε μὴν ὁλοσχερῶς ἀνεῖλον. ἀλλ’ | |
35 | οἷον μικροῖς βοτρυδίοις ταῖς κατὰ τόπους συνοικ[ε]ίαις ἢ κώμαις ἐπαφιέντες τὴν μάχαιραν, συνεμέτρησαν τοὺς θυμοὺς τοῦ φιλοικτείρμονος Θεοῦ, παιδεύοντος μὲν τοὺς προσκρούοντας, κολοβοῦντος δὲ πλειστάκις τὰς δίκας, καὶ οὐκ εἰς ἅπαν ἐῶντος ἀπόλλυσθαι τοὺς παιδευομένους. Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα | |
40 | Κυρίῳ Σαβαὼθ ἐκ λαοῦ τετιλμένου καὶ τε‐ θλιμμένου, καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον. Ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ, εἰς τὸν τόπον οὗ τὸ ὄνομα Κυρίου | |
45 | Σαβαὼθ ἐπεκλήθη τὸ ὄρος Σιών. Τὰ ἐν τῷ πολέμῳ συμβησόμενα κατὰ καιροὺς τοῖς Αἰγυπτίων δήμοις εὖ μάλα διειρηκὼς, διαμέμνηται καὶ τῆς μετὰ τοῦτο πρὸς Θεὸν ἐπιστροφῆς, καὶ ὅτι τὴν ἀρχαίαν τῆς ἀπάτης ἀχλὺν, τῶν τῆς διανοίας ὀμ‐ | |
70.448(50) | μάτων ἀποπεμψάμενοι, καὶ ταῖς τῶν εἰδώλων λα‐ τρείαις ἐῤῥῶσθαι φράσαντες, βαδιοῦνται πρὸς τὰ ἀμείνω· καὶ τὸν μὲν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, καὶ τῶν ὅλων Δημιουργὸν καὶ Κύριον ἐπιγνώσονται, μεταστοιχειούμενοι δὲ ὥσπερ πρὸς νέαν τινὰ καὶ | |
55 | ἀπόλεκτον ζωὴν, καρποφοροῦσι τῷ Θεῷ τὰ ἐφ’ οἷς ἂν εἶεν εὐδόκιμοι καὶ παντὸς ἐπαίνου μεστοὶ, καὶ οἷον δῶρα προσκομιοῦσι τὰ εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ, τὴν πίστιν, τὴν ἐλπίδα, τὴν ἀγάπην. Τεθλιμμέ‐ | |
νον δὲ αὐτὸν ὀνομάζει λαὸν, διάτοι τὸ πλείστην ὅσην | 447 | |
70.449 | ὑπομεῖναι ταλαιπωρίαν τὰ ἐκ τῆς θείας ὀργῆς ὑπο‐ μείναντα. Καὶ πρός γε τούτῳ καὶ τετιλμένον· τάχα που τὴν εἰς τὰ ἀμείνω μετάστασιν αὐτῶν διὰ τούτου δηλῶν. Τὸ γάρ τοι φυτὸν μεταμοσχεύεται, καὶ βό‐ | |
5 | θρου τοῦ ἐν αὐτῷ ἀποτετιλμένου, μεταχωρεῖ πρὸς ἕτερον· γεωργίας δὲ τῆς ἀρίστης οὗτος ὁ τρόπος τοῖς εἰωθόσι γηπονεῖν. Οὕτω καὶ τῶν ἐν πλάναις ὁ νοῦς, μεταβοθρεύεται, τρόπον τινὰ, τῆς μὲν ἀρχαίας ἀπά‐ της οἷον ἐκτετιλμένος, ἐμφυτευθεὶς δὲ πρὸς ἑτέρας | |
10 | ἐννοίας, καὶ πρός γε τούτῳ σπουδὰς καὶ γνῶσιν τὴν προὔχουσαν, μᾶλλον δὲ καὶ ἀσυγκρίτως τῆς ἀρχαίας ἐν ἀμείνοσιν. Καρποφορήσειν δὲ αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον, τοῦτ’ ἔστι, διηνεκῶς, οὐ διακοπῆς τινος μεταξυμβησομένης, ἀεὶ δὲ μᾶλλον καὶ μέχρι παν‐ | |
15 | τός. Τοιγάρτοι καὶ μέγαν αὐτὸν ὀνομάζει λαόν· ἢ τὸ πολύχουν αὐτοῦ διὰ τούτου σημαίνων, ἢ ὅτι γέγονεν εὐδόκιμος κεκλημένος διὰ πίστεως τῆς εἰς Χριστόν. Οἱ γὰρ τοὺς ἄλλους ἅπαντας νικῶντές ποτε πρὸς τὰ τῆς εἰδωλολατρείας ἐγκλήματα, νῦν εἰσιν πολλῶν | |
20 | ἀμείνους καὶ συνετώτεροι, καὶ ἀκμαιοτάτην ἔχοντες τὴν εἰς Χριστὸν ἀγάπην, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν εὐτολμίαν. Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, φησὶν, ὑπερεπερι[έ]σσευσεν ἡ χάρις. Ποῦ τοίνυν καρ‐ ποφορήσουσιν; Εἰς τὸν τόπον, φησὶν, οὗ τὸ ὄνομα Κυ‐ | |
25 | ρίου Σαβαὼθ ἐπεκλήθη ὄρος Σιὼν, τοῦτ’ ἔστιν, εἰς τὸ ὄρος τὸ Σιὼν, ἔνθα ἂν ἐπικληθείη τὸ ὄνομα Κυ‐ ρίου Σαβαώθ. Σημαίνει δὲ διὰ τούτου τὴν Ἐκκλησίαν, τὸ μέγα καὶ νοητὸν ὄρος· χθαμαλὸν γὰρ οὐδὲν ἐν αὐ‐ τῇ, ἀλλ’ οὐδὲ τῶν πεπατημένων δογμάτων, ἀλλ’ εἴ τι | |
30 | μέγα καὶ ὑψηλὸν, ἡ περὶ Θεοῦ τοῦ κατ’ ἀλήθειαν γνῶσις δηλονότι, ἡ δήλωσίς τε καὶ μάλα σαφὴς τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων. Σιὼν δὲ ὅρος ὀνομάζει πλειστάκις ἡ θεόπνευστος Γραφὴ τὴν Ἐκκλησίαν Χριστοῦ, ὡς ἀπό γε τῆς πρώτης ὀνομάζουσα νοητῶς | |
35 | τὴν ἀληθεστέραν Σιὼν, ὅ ἔστιν ὑψηλὴ καὶ σκοπευτή‐ ριον. Προσέῤῥιπται δὲ διὰ μέσου· Τὸ ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ. Ἤρξατο γὰρ ἡ τῶν Αἰγυπτίων ἐπιστροφὴ πρὸς Θεὸν ἀπό τινος μέρους τῆς χώ‐ | |
40 | ρας κειμένης ἐπέκεινα τοῦ ποταμοῦ· ἵνα νοῇς τῆς Ῥινοκορουρητῶν, ἤγουν τῶν αὐτόθι πόλεων μίαν. Λέγει γὰρ ἐν τοῖς ἐφ’ ἑξῆς, ἐν τῇ ὁράσει τῆς Αἰγύ‐ πτου· Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐ‐ | |
45 | τῆς τῷ Κυρίῳ. Καὶ ἔσται εἰς σημεῖον Κυρίῳ· καὶ εἰς τὸν αἰῶνα ἐν χώρᾳ Αἰγύπτου. Καὶ πεπατημένον μὲν ὡς συντετριμμένον ταῖς ἐκ τοῦ πολέμου συμφοραῖς· ἐλπίζον δὲ, ὅτι καὶ αὐτὸ πεποίηται τὴν ἐλπίδα λοιπὸν ἐπὶ Χριστῷ, καὶ ταῖς ὑπ’ αὐτῷ ζεύγλαις ὑπήνεγκε τὸν αὐχένα, καὶ δεδούλευκεν αὐ‐ τῷ, καὶ τοὺς τῆς εὐσεβείας κεκάρπικε τρόπους. | |
50t | ΤΟΜΟΣ Δ | |
51t | ΟΡΑΣΙΣ ΑΙΓΥΠΤΟΥ. | |
52 | Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίη‐ τα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία | |
55 | αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. | |
Τίνα δὴ τρόπον ἡ τῶν Αἰγυπτίων σέσωσται χώρα | 449 | |
70.452 | καὶ σεσαγήνευται πρὸς εὐσέβειαν, διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ, καίτοι πολύθεος καὶ ἐκτόπως νοσοῦσα τὴν πλάνην, πειρᾶται διδάσκειν ὁ προφήτης ἐν τούτοις. Ἦσαν μὲν γὰρ οἷάπερ ἐν σκότῳ βαθεῖ, | |
5 | τὸν μὲν φύσει Θεὸν καὶ ἀληθῶς ὄντα τῶν ὅλων δη‐ μιουργὸν καὶ Κύριον ἠγνοηκότες παντελῶς, ἀνάπτον‐ τες δὲ τῇ κτίσει τὸ σέβας· καὶ τὸ ἔτι τούτου παρα‐ λογώτερον, τεχνουργοὶ τῶν ἰδίων ἀναδεικνύμενοι θεῶν, καὶ πολύμορφον εἰδώλων ἐσμὸν ἐν τοῖς τεμένε‐ | |
10 | σιν ἔχοντες, ὡς καὶ ζώων ἀλόγων ἀναπλάττειν τύπους, καὶ βωμοὺς ἱστάντας καταθύειν αὐτοῖς. Ἔδει τοίνυν πλεοναζούσης ἐν αὐτοῖς ἁμαρτίας, ὑπερπερισσεῦσαι τὴν χάριν, καὶ τοῖς οὕτως ἐχθίστως νενοσηκόσι ἐπι‐ λάμψαι τὸν ἰατρὸν, καὶ τοῖς τὴν καρδίαν κατεσκοτι‐ | |
15 | σμένοις τὸ θεῖόν τε καὶ οὐράνιον ἐναστράψαι φῶς. Ἰδοὺ τοίνυν, φησὶ, Κύριος κάθηται ἐπὶ νεφέλης κού‐ φης, καὶ ἥξει εἰς Αἴγυπτον. Ἀλλὰ τί ἂν βούλοιτο πα‐ ραδηλοῦν τὸ ἐπὶ νεφέλης κούφης ὁρᾶσθαι τὸν Κύριον; Φέρε λέγωμεν ὡς ἔνι· Τινὲς μὲν τῶν ἐξηγητῶν κούφην | |
20 | ἔφησαν εἶναι νεφέλην τὴν ἁγίαν τοῦ Κυρίου σάρκα, τουτ’ ἔστι, τὸν ἐκ τῆς Παρθένου ληφθέντα ναόν· καὶ νεφέλῃ παρεικάζουσι, διάτοι τὸ ἀπηλλάχθαι τάχα που κινημάτων καὶ ἐπιθυμιῶν τῶν γεωδεστέρων ἄνω τε καὶ ὥσπερ ὑψοῦ. Πάναγνον γὰρ ἀληθῶς καὶ ἁπάσης | |
25 | γεώδους ἀκαθαρσίας ἀπηλλαγμένον τὸ ἅγιον σῶμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἕτεροι δὲ αὖ κούφην ὠνομάσθαι νεφέλην ὑπειλήφασι τὴν ἁγίαν Παρθένον. Οἶμαι δὲ ἔγωγε τάχα που καὶ ἑτέρων ἡμῖν ἐννοιῶν ὑποσημῆναι πλάτος, τὸ ἐπὶ νεφέλης κούφης | |
30 | καθῆσθαι λέγειν αὐτόν. Πολυτρόπως μὲν γὰρ οἱ μα‐ κάριοι προφῆται, τὴν τοῦ Θεοῦ δόξαν καταθεώμενοι, γεγράφασι τὰς ὁράσεις. Ὁ μὲν γὰρ Ἡσαΐας ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου τεθεᾶσθαί φησι τὸν Κύριον Σαβαὼθ, περιεστώτων ἐν κύκλῳ τῶν ἀνωτάτω | |
35 | δυνάμεων λογικῶν, ὑμνολογουσῶν τε αὐτὸν, πλήρη τε εἶναι λεγουσῶν τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. Ὁ δέ γε πάνσοφος Δανιὴλ Παλαιὸν ἡμερῶν ἐπὶ θρόνου καθίζει· χιλίας τε χιλιάδας λειτουργεῖν αὐτῷ διατείνεται, καὶ μυρίας μυριάδας περιεστάναι | |
40 | φησί· τεθεᾶσθαι δὲ καὶ ὡς Υἱὸν ἀνθρώπου μετὰ τῶν νεφελῶν ἐρχόμενον, καὶ τὰ τούτοις τέθεικεν ἐφεξῆς. Ἰεζεχιὴλ δὲ ὁμοίως στερέωμα, φησὶν, ἴδεν, ὑποκει‐ μένων τῶν Σαραφείμ· ἐπὶ θρόνου δὲ ἄνθρωπον τε‐ θεᾶσθαι, ἤτοι εἶδος ἀνθρώπου, οὗ τὰ μὲν ἄνω φησὶν | |
45 | ἠλέκτρῳ προσεοικέναι, τό γε μὴν ἐξ ὀσφύος εἰς πόδας ὡς ὅρασις πυρός. Ἑκάστῃ δὲ τῶν τοιούτων ὁράσεων, ἔμφασίν τινα δόξης τῆς θεοπρεποῦς, καὶ μυστηρίου τοῦ κατὰ Χριστὸν, ἀστείως ἡμῖν ὑπαινίττεται. Οὐδὲν οὖν ἄρα τὸ κωλύον κἀν τούτῳ νοεῖν, ἐπὶ νεφέλης | |
70.452(50) | κούφης τεθεᾶσθαι τὸν Κύριον, χρειωδέστατά τε καὶ ἀναγκαίως. Ἀποπληροῖ γὰρ ἡμῖν ἡ νεφέλη τύπον ὑετοῦ τε καὶ δρόσου πνευματικῆς, καὶ αὐτοῦ δὲ τοῦ σωτηρίου βαπτίσματος. Καὶ γοῦν ὁ μακάριος Παῦλος, τοὺς ἐξ αἵματος Ἰσραὴλ βεβαπτίσθαι φησὶν ἐν τῇ νε‐ | |
55 | φέλῃ καὶ ἐν τῇ θαλάσσῃ· ἐπήρτητο καὶ τὴν βαθεῖαν ἐκείνην διαπεραιουμένοις ἔρημον, ἐν ἡμέρᾳ μὲν ἡ | |
νεφέλη· προηγεῖτο δὲ καὶ νυκτὶ στύλος πυρός. Ἐγρά‐ | 451 | |
70.453 | φετο δὲ δι’ ἀμφοῖν ὁ Χριστὸς, ἤτοι τὸ ἐπ’ αὐτῷ μυ‐ στήριον, ἤγουν ὡς ἐν πίστει τε καὶ ἁγίῳ βαπτίσματι, δικαίωσις καὶ ἁγιασμός. Ἔδει τοίνυν ἐπὶ καθάρσει τε καὶ μεταβολῇ ἰόντα τὸν Κύριον τῶν Αἰγυπτίων, | |
5 | θεοπρεπῶς δὲ δηλονότι καὶ νοητῶς, ἐπὶ νεφέλης ὁρᾶ‐ σθαι κούφης. Οὐ γὰρ ἦν ἑτέρως ἀποσμήχεσθαι τῆς τῶν πλανωμένων ψυχῆς τὴν ἐντετηγμένην αὐτῇ κη‐ λῖδα, μὴ οὐχὶ διὰ τοῦ ἁγίου βαπτίσματος. Οὗ καὶ εἰς τύπον τὴν νεφέλην εἶναι διοριζόμεθα. Κούφη δὲ ἡ | |
10 | νεφέλη καὶ μάλα εἰκότως ὠνόμασται. Βαπτιζόμεθα γὰρ εἰς ἀπόθεσιν ἁμαρτίας, καὶ οἱονεί τι δυσδιακό‐ μιστον ἀληθῶς φορτίον ἀποτρεπόμενοι τὴν ἀσέβειαν, ὑπόπτεροι τρόπον τινὰ διὰ τούτου γινόμεθα, καὶ τὰ ἄνω φρονεῖν, καὶ τὰς καρδίας ἔχειν ὑψοῦ μανθάνομεν. | |
15 | Τό γε μὴν ἐπικαθῆσθαι τῇ νεφέλῃ τὸν Κύριον, ἐκεῖνο οἶμαι δηλοῦν· Ἡ κάθησις ἢ ἀνάπαυσιν, ἤγουν ἐξου‐ σίαν ἡμῖν ὑπαινίττεται. Οὐκοῦν ἐπαναπαύεται Χρι‐ στὸς, οὐχὶ τῇ κατὰ νόμον λατρείᾳ ποθὲν, ἐν τελειώσει δὲ μᾶλλον τῇ διὰ τοῦ ἁγίου βαπτίσματος. Βεβασί‐ | |
20 | λευκε δὲ οὕτω τῶν ἐπὶ τῆς γῆς. Σεισθήσεσθαι δέ φησι τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ. Ἀνα‐ δεδειγμένου γὰρ ἤδη τοῦ ἁγίου βαπτίσματος, καὶ Χρι‐ στοῦ λοιπὸν ἐπιλάμψαντος, πᾶσά πως ἀνάγκη, τὰ τῆς ἀρχαίας ἀπάτης ἀφανίζεσθαι παίγνια, καὶ τὰς | |
25 | τοῦ διαβόλου παγίδας ὁρᾶσθαι συντεθραυσμένας. Σε‐ σαγήνευκε δὲ πρὸς ὄλεθρον καὶ ἀπώλειαν ἅπαν μὲν, ὡς ἔπος εἰπεῖν, ἔθνος τε καὶ γένος, μάλιστα δὲ τῶν ἄλλων τοὺς Αἰγυπτίους. Δεισιδαιμονέστατοι γὰρ γε‐ γόνασι παρὰ τοὺς ἄλλους, καὶ τάχα που νικῶντες ἐν | |
30 | πλάνῃ Πέρσας τε καὶ Ἀσσυρίους· καίτοι τῆς θεο‐ πνεύστου Γραφῆς περὶ τῆς ἐκείνων λεγούσης χώρας, ὅτι γῆ γλυπτῶν ἐστιν. Ἡττηθήσεσθαι δὲ τὴν καρδίαν τῶν Αἰγυπτίων φησὶν, παραχωρήσασαν, ὥς γε οἶμαι, τὸ χρῆναι νικᾷν τοῖς εὐαγγελικοῖς κηρύγμασι, καίτοι | |
35 | πάλαι θεομάχον οὖσαν, καὶ τοῖς τῆς ἀληθείας ἀντεξ‐ άγουσαν λόγοις. Εὑρήσομεν οὖν τὸν Φαραὼ τοιοῦτον ὄντα σαφῶς. Ὁ μὲν γὰρ ἱεροφάντης Μωσῆς ἔφασκεν ἐναργῶς· «Ὁ Θεὸς τῶν Ἑβραίων ἀπέσταλκεν ἡμᾶς πρὸς σὲ, λέγων· Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λα‐ | |
40 | τρεύσωσί μοι ἐν τῇ ἐρήμῳ.» Ὁ δὲ πρὸς αὐτούς· «Τίς ἐστιν, οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ; Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἀποστέλλω.» Ἡττηθήσεται γὰρ ἡ καρδία αὐτῶν ἐν αὐτοῖς, τοῦτ’ ἔστιν, οὐκ ἄθραυστος, οὐδὲ σκληρὰ, καὶ ἀνουθέτητος διαμενεῖ· παραδέξεται δὲ μᾶλλον τὸ σωτήριον κήρυγμα. | |
45 | Καὶ ἐπεγερθήσονται Αἰγύπτιοι πρὸς Αἰγυ‐ πτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐ‐ τοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ. Καὶ ἐπ‐ εγερθήσεται πόλις ἐπὶ πόλιν, καὶ νομὸς ἐπὶ νο‐ μόν. Καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυ‐ | |
70.453(50) | πτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκε‐ δάσω. Τοῦτο, οἶμαι, ἐστὶν ἐναργῶς ἕτερον οὐδὲν, ἢ ἐκεῖνό που πάντως ὅπερ ἔφη Χριστός· «Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν | |
55 | εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρω‐ | 453 |
70.456 | πον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· καὶ ἐχθροὶ πάντες οἱ ἄνδρες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ.» Ἀναφωνηθέντος γὰρ ἤδη τοῦ θείου τε καὶ εὐαγγελικοῦ | |
5 | κηρύγματος, καὶ τῆς εἰς γονέας αἰδοῦς κατημεληκό‐ τες ἄνθρωποι, πεφρονήκασιν ἐχθρὰ καὶ μεμισημένα αὐτοῖς, καὶ μονονουχὶ τὸν πολέμου νόμον ἐξηρτυμένοι, κατεξανέστησαν ἀδελφῶν. Οἱ μὲν γὰρ τῇ ἀρχαίᾳ συναγορεύοντες πλάνῃ, καὶ ταῖς τῶν εἰδώλων ἀπά‐ | |
10 | ταις ἀχαλίνως προσνενευκότες, ἀπαράδεκτον ποιοῦν‐ ται τὸν τῆς πίστεως λόγον. Οἱ δὲ καταγέλαστόν τι χρῆμα καὶ ἀνόσιον παντελῶς ἡγούμενοι προελέσθαι προσκυνεῖν τοῖς παρ’ αὐτῶν τεχνουργουμένοις θεοῖς, τοῖς τῆς ἀληθείας προσδεδραμήκασι λόγοις, καὶ μα‐ | |
15 | κρὰν ὄντες ποτὲ, γεγόνασιν ἐγγὺς, καὶ οἰκεῖοι διὰ τῆς πίστεως ἀναδεδειγμένοι Χριστοῦ, εἴσω τε γεγόνασι τῆς τῶν ἁγίων ἐλπίδος, καὶ κληρονόμοι τέθεινται τῆς εἰς αἰῶνα ζωῆς. Κατασεσεισμένων τοίνυν, φησὶ, τῶν χειροποιήτων Αἰγύπτου, διὰ τὸ ἐλθεῖν ἐν αὐτῇ τὸν | |
20 | Κύριον ἐπὶ νεφέλης κούφης, ἐπανάστασις ἔσται πολλὴ καὶ οἰκείων καὶ συγγενῶν, καὶ καθ’ ἕνα καὶ κατὰ πληθὺν οἱ πόλεμοι, ὥστε καὶ πόλιν καὶ νομὸν ἐπὶ νομὸν ποιεῖσθαι τὰς ἐφόδους. Νομὸς δὲ λέγεται παρὰ τοῖς τὴν Αἰγυπτίων οἰκοῦσι χώραν, ἑκάστη πόλις καὶ | |
25 | αἱ περιοικίδες αὐτῆς καὶ αἱ ὑπ’ αὐτῇ κῶμαι· καὶ τέ‐ τριπται παρ’ αὐτοῖς ἡ τοιάδε φωνή. Εἶτά φησιν, ὅτι Ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω. Φαμὲν δὲ ὅτι διά‐ φορον ἐσχηκότες κατ’ ἀλλήλων τὸ φρόνημα, τεθορύ‐ | |
30 | βηνται μὲν οὐ μετρίως· ἐπαναστάσεις δὲ καὶ μάχας μελετῶντες κατὰ τῶν πεπιστευκότων οἱ πλανώμενοι, πολεμοῦντα αὐτοῖς καὶ ἀνθεστηκότα τὸν τῶν ὅλων εὑρήσουσι Θεόν. Διασκεδάσω γὰρ αὐτῶν τὰς βουλὰς, φησὶν, τοῦτ’ ἔστι, πᾶσαν αὐτῶν σκέψιν εἰκαίαν ἀπο‐ | |
35 | φανῶ, καὶ ἀνόνητα παντελῶς τὰ κατὰ τῶν ἐμοὶ προσδεδραμηκότων ἐπιχειρήματα. Καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν, καὶ τὰ ἀγάλματα αὐτῶν, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦν‐ τας, καὶ τοὺς ἐγγαστριμύθους, καὶ τοὺς γνώστας. | |
40 | Καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν· καὶ βασιλεῖς σκληροὶ κυριεύ‐ σουσιν αὐτῶν. Τίνα δὴ τρόπον, ἢ κατὰ ποῖον ὅλως καιρὸν, Αἰγύ‐ πτιοι πεπλουτήκασι τὸ σωτήριον κήρυγμα, σπουδὴ | |
45 | τῷ προφήτῃ διατρανοῦν. Οὐκ ἀνόνητος δὲ τῆς ἱστο‐ ρίας ὁ λόγος τοῖς γε ἅπαξ χρηστομαθεῖν ᾑρημένοις. Καταδῃώσας τοίνυν τὴν τῶν Ἰουδαίων χώραν Οὐε‐ σπασιανὸς, καὶ κατεμπρήσας τὰ Ἱεροσόλυμα, παν‐ στρατιᾷ καταβέβηκεν εἰς τὴν Αἰγυπτίων χώραν, | |
70.456(50) | χειρωσόμενος καὶ αὐτήν. Ἔδρα δὲ τοῦτο κατὰ βού‐ λησιν τοῦ Θεοῦ, τοῖς Ῥωμαίων ὑποφέροντος σκή‐ πτροις χώρας τε ἁπάσας ὁμοῦ καὶ πόλεις. Ἀλλ’ ᾤοντο μὲν Αἰγύπτιοι καὶ διαφυγεῖν δύνασθαι ῥᾳδίως τὸν τῆς δουλείας ζυγὸν, εἶναί τε ἀνάλωτοι παντελῶς, | |
55 | διάτοι τὸ πλείστοις ὕδασι διεζῶσθαι τὴν χώραν. Ἀλλ’ ἡμαρτήκασι τῆς ἐλπίδος. Θεοῦ γάρ τι κατορθοῦν | |
ἐθέλοντος, πάντα ὑπείκει ῥᾳδίως, καὶ τὰ ἀνέφικτα | 455 | |
70.457 | καὶ δυσήνυτα παραδόξως κατευμαρίζεται. Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; κατὰ τὸ γεγραμ‐ μένον. Συμβέβηκε τοίνυν πάντα τὰ παρ’ αὐτοῖς ὕδατος, τά τε ἐν λίμναις, καὶ μέν τοι καὶ ποταμοῖς | |
5 | ἀφανισθῆναι παντελῶς, ὡς διοδεύεσθαι ποσίν. Οὕτω τε λοιπὸν δυσχερείας ἁπάσης ἐψιλωμένην τὴν Αἰγυ‐ πτίων εὑρὼν, κεκράτηκεν αὐτῆς Οὐεσπασιανός. Κατ’ ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, συμβέβηκεν εἰσελ‐ θεῖν εἰς τὴν Αἰγυπτίων τοὺς τὸ θεῖόν τε καὶ σωτήριον | |
10 | ἱερουργοῦντας κήρυγμα, καὶ τὰ ἔθνη σαγηνεύοντας διὰ πίστεως τῆς ἐν Χριστῷ, πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν. Μεμαθηκότες τοίνυν Αἰγύπτιοι, φησὶ, τῆς Ῥωμαίων στρατιᾶς τὴν παναλκῆ καὶ δυσκατ‐ αγώνιστον ἔφοδον, τεθορυβημένοι τε λίαν, καὶ ὅποι | |
15 | ποτὲ αὐτοῖς τὸ τοῦ πράγματος ἐκβήσεται πέρας, ἀναμαθεῖν ἐθέλοντες, ἐπερωτήσουσι τοὺς θεοὺς αὐ‐ τῶν, καὶ τὰ ἀγάλματα αὐτῶν, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους, καὶ μέντοι καὶ γνώστας. Διάφοροι γὰρ παρ’ αὐτοῖς ψευδομαν‐ | |
20 | τείας ἦσαν τρόποι, καὶ πεπλασμένοι προφῆται. Οἱ μὲν τοὺς νεκροὺς ἐπερωτᾷν προσποιούμενοι· οἱ δὲ καὶ ἀπὸ τῆς σφῶν αὐτῶν καρδίας ἐρευγόμενοι λό‐ γους. Ἕτεροι δὲ καὶ γνῶσται, τοῦτ’ ἔστι, τοὺς ἐκ θυσιῶν καπνοὺς, καὶ τοὺς ἐν τοῖς ἥπασι τῶν σφαζο‐ | |
25 | μένων ζώων παλμοὺς πολυπραγμονοῦντες ἀνοσίως. Ἀλλ’ οὐδεμιᾶς ἔσται, φησὶν, ἐκ μαντείας αὐτοῖς ἡ ὄνησις· οὔτε μὴν ἐπαμῦναι δυναμένους αὐτοὺς εὑ‐ ρήσουσι, τοὺς νομισθέντας εἶναι θεούς. Παραδώσω γὰρ Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκλη‐ | |
30 | ρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν. Σκληροὺς δὲ ὅταν ἀκούσῃς, μὴ ἀπηνεστάτους νοήσῃς, ἀθραύστους δὲ μᾶλλον, καὶ παραχωρεῖν εἰδότας τὸ νικᾷν οὐδενί. Τοιοῦτο γὰρ οἱ Ῥωμαίων γεγόνασιν εὐκλεέστατοι βασιλεῖς, τῆς θείας τε καὶ ἀποῤῥήτου βουλῆς ὑποτιθείσης, ὡς ἔφην, τὰ πάντα αὐτοῖς. Καὶ γοῦν κεκρατήκασι τῆς ὑπ’ οὐρανόν. | |
35 | Τάδε λέγει Κύριος Σαβαώθ· Καὶ πίονται οἱ Αἰγύπτιοι τὸ ὕδωρ τὸ παρὰ θάλασσαν· ὁ δὲ πο‐ ταμὸς ἐκλείψει, καὶ ξηρανθήσεται. Ἐκλείψου‐ σιν οἱ ποταμοὶ καὶ διώρυγες τοῦ ποταμοῦ, καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος, ἐν παντὶ | |
40 | ἕλει καλάμου, καὶ παπύρου, καὶ τὸ ἄχι τὸ χλω‐ ρὸν, πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ, πᾶν τὸ σπει‐ ρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμο‐ φθορίᾳ. Καὶ στενάξουσιν οἱ ἁλιεῖς, στενάξουσι πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμὸν, | |
45 | καὶ οἱ βάλλοντες σαγήνας, καὶ οἱ ἀμφιβολεῖς πενθήσουσι. Καὶ ἡ αἰσχύνη λήψεται τοὺς ἐρ‐ γαζομένους τὸ λῖνον τὸ σχιστὸν, καὶ τοὺς ἐργαζομένους τὴν βύσσον· καὶ ἔσονται οἱ ἐργαζό‐ μενοι αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ τὸν ζύθον ποιοῦντες λυπηθήσονται, καὶ τὰς ψυχὰς πονέ‐ σουσιν. | |
70.457(50) | Συναρμόσεις καὶ τάδε τοῖς ἀρτίως ἡμῖν εἰρημέ‐ νοις. Εὐυγροτάτην γὰρ οὕτως τὴν Αἰγυπτίων, ξηρὰν ἀπέφηνεν ὁ πάντα ἰσχύων Θεὸς, ὥστε καὶ ἀνιδρωτὶ βάσιμον εἶναι τοῖς ἐθέλουσι διὰ λιμνῶν ἰέναι καὶ ποταμῶν. Διῄρηται δέ πως τῶν Αἰγυπτίων ἡ χώρα· | |
55 | καὶ οἱ μὲν ἔχουσι τὴν γῆν τὴν ἀρόσιμον, καὶ γονιμω‐ τάτην, καὶ ἀμπελῶσιν ὅτι μάλιστα μελεδωνοί. Οἱ δὲ | |
πρὸς αὐταῖς οἰκοῦσι ταῖς λίμναις, τὰ ἐξ αὐτῶν δρε‐ | 457 | |
70.460 | πόμενοι. Ἰχθυοθῆραί τε γάρ εἰσι, καὶ πάπυρον ἀποκείροντες, χάρτου τέ εἰσι δημιουργοὶ, καὶ λῖνον ἐργάζονται τὸ σχιστόν. Ἕλειοι δὲ ἄνδρες ἤγουν βου‐ κόλοι κατονομάζονται· καὶ γάρ εἰσι παρ’ αὐτοῖς | |
5 | ἀριθμοῦ κρείττονες αἱ βοῶν ἀγέλαι· πλείστη τε ἄρ‐ του καὶ οἴνου καὶ τῶν ἄλλων ἡ σπάνις. Ἐκλελοι‐ πότων τοιγαροῦν τῶν ὑδάτων, φησὶν, πίονται ὕδωρ. Ὀρύττοντες γὰρ ἐν τοῖς αἰγιαλοῖς ἔσθ’ ὅτε τινὲς, πότιμον ἀρύονται νᾶμα. Ἐκλείψουσι δὲ καὶ ξηραν‐ | |
10 | θήσονται οἱ ποταμοὶ, καὶ πᾶσαι αἱ διώρυγες. Ἔσται δὲ σπάνις ὑδάτων ἐν παντὶ ἕλει καλάμου, καὶ παπύ‐ ρου. Καὶ πᾶν τὸ ἐν τοῖς ὕδασι φυόμενον ξηρανθήσε‐ ται, φησὶν, ὥστε καὶ στενάξαι τῶν ἰχθύων τοὺς θηρευτὰς, καὶ τοὺς τὸ λῖνον ἐργαζομένους τὸ σχιστὸν, | |
15 | καὶ ἐν ὀδύνῃ γενέσθαι πολλῇ τοὺς ἐργαζομένους αὐτά· καὶ πρὸς τούτοις ἔτι, τοὺς τὸν παρ’ αὐτοῖς ζύθον ἀρτύοντας. Ἐκλελοιπότων γὰρ τῶν ὑδάτων, ἐν ἐνδείᾳ παντὸς ἔσονται τοῦ κατευφραίνειν εἰδότος, καὶ τὰ πρὸς ζωὴν αὐτοῖς ἐπιτήδεια παρατιθέντος | |
20 | πλουσίως. Καὶ ταυτὶ μὲν τό γε ἧκον εἰς τὸ ἐκ τῆς ἱστορίας δηλούμενον εἴρηται σαφῶς. Εἰ δὲ δή τις ἕλοιτο τῶν ὑδάτων τὴν σπάνιν καὶ ἑτέρως ἐκλαβεῖν, καὶ ἰσχνοτέρων ἐννοιῶν εἰς βάθος ἐλθεῖν, οὐκ ἀπὸ σκοποῦ βαδιεῖται, παρεικάζων ὕδασι τὸν παρά τε | |
25 | τοῖς τῶν Ἑλλήνων σοφοῖς, γραώδη τε καὶ ἀσύνετον λόγον· ἰχθύσι γε μὴν τὴν τῶν ἀνθρώπων πληθὺν, καὶ μὴν καὶ παπύρῳ, καλάμῳ τε καὶ τοῖς λοιποῖς, ὧν ἐστι τροφὸς ἡ τῶν ὑδάτων φύσις. Ἁλιεῦσί γε μὴν, καὶ οἷς ἂν ἔργον εἴη τὰ ἐν τοῖς ὕδασι, τοὺς σαγη‐ | |
30 | νεύειν εἰδότας τὴν τῶν ἀγελαίων πληθὺν, καὶ καθάπερ λίνοις τισὶν ἐμπλακῆναι παρασκευάζοντας τοῖς εἰς ἀπάτην αὐτοὺς ἀποφέρουσι λόγοις. Οὗτοι στενάξουσι καὶ λυπηθήσονται, καὶ τὰς ψυχὰς πονέσουσιν, ἀπρα‐ κτοῦντος ἤδη πως τοῦ παρ’ αὐτοῖς ὄντος λόγου· ὃν | |
35 | καὶ ὕδασι παρεικάζοντες διεβεβαιούμεθα σαφῶς, διὰ τὸ ἐκλελοιπέναι παντελῶς αὐτὸν, ξηρανθήσεσθαι δὲ πάντα τὰ δι’ αὐτοῦ τρεφόμενα. Οὗτοι ποιοῦσι τὸν ζύθον· οὐ γὰρ οἶνον προσάγουσι τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου, ἀλλὰ νόθην τινὰ καὶ ἄχρηστον | |
40 | διδασκαλίαν, καὶ τοῖς ἰσχνοῖς αὐτὴν ὥσπερ οὖν οἴον‐ ται κατασεμνύνοντες λόγοις. Ὑπαινίττεται γὰρ, οἶ‐ μαι, τουτὶ τὸ βύσσον λέγειν αὐτοὺς ἐργάζεσθαι, τὴν ἰσχνοτάτην ἄγαν. Καὶ λῖνον δὲ τὸ σχιστόν. Σκινδάλα‐ μοι γὰρ ὥσπερ ἰσχνομυθίας τὰ παρ’ αὐτοῖς· πλὴν | |
45 | ἀνόνητα παντελῶς, καὶ ψυχρῶν θεωρημάτων ἀνα‐ πλιμπλάντα. Ψυχρὸς γὰρ ὁ ζύθος ........ ........................... Καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως, οἱ σο‐ φοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν | |
70.460(50) | μωρανθήσεται. Ἐπηρτημένης γὰρ Αἰγυπτίοις τῆς ἀφύκτου συμ‐ φορᾶς, καὶ μελλούσης ἁλῶναι τῆς χώρας, καὶ ὅσον οὐδέπω τοῖς ἑτέρων ζυγοῖς, κἂν εἰ μὴ βούλοιντο τυχὸν, ὑπενεγκεῖν τὸν αὐχένα, τεθορυβημένος οὐ | |
55 | μετρίως, καὶ ἀφορήτοις δείμασι κατεπτοημένος ὁ | 459 |
70.461 | καθηγεῖσθαι λαχὼν, συνεκόμισε μὲν τοὺς ἐπίκλην σοφοὺς, τοῦτ’ ἔστι, τοὺς μάγους· ἤρετο δὲ καὶ λίαν ἐσπουδασμένως, ὅποι ποτὲ ἄρα τὸ τῶν πραγμάτων αὐτοῖς βαδιεῖται τέλος, καὶ τίνα τρόπον διακρού‐ | |
5 | σαιντο τοῦ πολέμου τὴν ἔφοδον. Οἱ δὲ τοσοῦτον ἀφ‐ εστήκασι, φησὶ, τοῦ δύνασθαί τι τῶν ἀναγκαίων, ἤγουν ἀληθῶν, εἰπεῖν, ὡς καὶ ἐπ’ ἀκράτῳ μωρίᾳ καταγινώσκεσθαι. Θεοῦ γὰρ κακοῦν ἐθέλοντος, ἀπρα‐ κτήσειεν ἂν ἡ παντὸς ἀνθρώπου βουλή τε καὶ δύνα‐ | |
10 | μις. Ἐὰν γὰρ κλείσῃ κατ’ ἀνθρώπου, τίς ἀνοίξει; κατὰ τὸ γεγραμμένον. Σοφοὺς οὖν ἄρα Τάνεως τοὺς ἐν αὐτῇ φησι ψευδοπροφήτας τε καὶ τῶν ἐν τοῖς τε‐ μένεσιν ἐπιμελητάς. Οἳ καὶ ἐπὶ μάγῳ τέχνῃ φρονοῦντες μέγα, δι’ αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων οὐδὲν ὄντες παντελῶς. | |
15 | Πῶς ἐρεῖτε τῷ βασιλεῖ· Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; Ποῦ εἰσι νῦν οἱ σοφοί σου, καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπά‐ τωσαν· Τί βεβούλευται Κύριος Σαβαὼθ ἐπ’ Αἴ‐ γυπτον; | |
20 | Ἐπὶ ποίοις, φησὶ, κατορθώμασιν ἀνασπάσετε τὴν ὀφρύν; Τί τὴν Αἰγυπτίων ὀνήσαντες χώραν θαυμασθήσεσθε παρ’ αὐτῶν, ἢ ποίοις κέχρησθε λόγοις τὸν βασιλεύοντα συναρπάζοντες· λέγον‐ τες, ὅτι Υἱοὶ συνετῶν ἡμεῖς, τοῦτ’ ἔστι, προφητῶν; | |
25 | Μάγοι καὶ ἐκ μάγων· οἳ καὶ τῆς χώρας ἁπάσης, μονονουχὶ βεβασιλεύκασι, διαβόητον ἐσχηκότες πα‐ ρὰ τοῖς τῶν εἰδώλων θεραπευταῖς τὴν δόξαν, καὶ τοῖς κρατοῦσιν ἀεὶ συνόντες τε καὶ συνδιαιτώμενοι· ἅτε δὴ καὶ βουλὰς ἐφ’ ἅπασι τοῖς πρακτέοις εἰσκο‐ | |
30 | μίζειν εἰωθότες, τῶν ψευδωνύμων θεῶν ἐνηχούντων αὐτοῖς τὴν τοῦ συμφέροντος θήραν. Ὅταν τοίνυν ψευδηγοροῦντες ἐλεγχθήσεσθε, φησὶ, καὶ τῶν ἀληθῶν εἰδότες οὐδὲν, πῶς ἐρεῖτε τῷ βασιλεῖ· Υἱοὶ συνετῶν ἡμεῖς; υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; Καὶ γέγονε μὲν | |
35 | ἐν τούτοις ὁ προφητικὸς ἡμῖν λόγος, ὡς πρός γε τοὺς δοκοῦντας εἶναι σοφούς· εἶτα μέτεισιν ἐπὶ τὸ αὐτοῦ πρόσωπον τοῦ καθηγεῖσθαι λαχόντος, καὶ φησίν· Ποῦ εἰσι νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσαν τί βεβούλευται Κύριος Σαβαὼθ ἐπ’ Αἴγυ‐ | |
40 | πτον. Εἰ μὴ γάρ εἰσι φένακες, φησὶν, ἢ ἀπατεῶνες καὶ βωμολόχοι, καὶ ψευδηγορεῖν εἰωθότες, καὶ τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες μόνης, καὶ οὐκ ἀπὸ στόμα‐ τος Κυρίου· μάνθανε παρ’ αὐτῶν τὰ τοῖς Αἰγυπτίοις ἐπηρτημένα, καὶ αὐτίκα δὴ μάλα συμβησόμενα διὰ | |
45 | βουλῆς Κυρίου Σαβαώθ. Ἐπιτωθάζει δὲ ὥσπερ ὁ λό‐ γος τοῖς οὐκ εἰδόσι Θεὸν, ἀλλ’ οἷον ἐν σκότῳ βαθεῖ κειμένοις, διὰ τοῦ προσκεῖσθαι φιλεῖν ταῖς τῶν εἰ‐ δώλων λατρείαις. Πάνδεινον οὖν ἄρα, μᾶλλον δὲ καὶ εἰκαῖον παντελῶς, τὸ ταῖς τῶν ψευδομάντεων ἀπάταις | |
70.461(50) | ἐπιθαρσεῖν· εἰδότες γὰρ ὅλως τὸ σύμπαν οὐδὲν, ἢ τῶν ἐσομένων, ἢ καὶ ὧν ἂν ἐπιφέροι Θεὸς, ἀργυρολογίας ὑπόθεσιν ποιοῦνται τὴν ψευδομαντίαν, καὶ θεοκλυτεῖν ὑποπλάττοντες, τὰ ἀπὸ μόνης τῆς σφῶν βουλῆς ἐρευγό‐ μενοι, καὶ τὸν τῶν προσκειμένων αὐτοῖς καταγοη‐ | |
55 | τεύοντες νοῦν. Λαλοῦσι γὰρ ἃ ἂν βούλοιτό τις, καὶ μόνον ἐκεῖνό φασιν, ὅπερ ἂν εἶναι τεκμήραιντο τοῖς | |
ἀκροωμένοις καθ’ ἡδονήν. Ἀλλ’ ὅ γε θεῖος ἡμῖν ἐπι‐ | 461 | |
70.464 | τάττει νόμος τῶν τοιούτων ἀποφοιτᾷν. Ἔχει γὰρ οὕτως· «Ἐὰν εἰσέλθῃς εἰς τὴν γῆν ἢν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. Οὐχ εὑρεθήσεται ἐν σοὶ περι‐ | |
5 | καθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρὶ, μαντευόμενος μαντείαν, κληδωνιζόμενος, καὶ οἰωνιζόμενος, φαρμακὸς, ἐπᾴδων, ἐγγαστρίμυθος, καὶ τερατοσκόπος, καὶ ἐπερωτῶν τοὺς νεκρούς. Ἔστι γὰρ βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα.» | |
10 | Προσεπάγει δὲ τούτοις καὶ φησί· «Τέλειος ἔσῃ ἐναν‐ τίον Κυρίου τοῦ Θεοῦ σου.» Τὰ γὰρ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομεῖς αὐτοὺς, οὗτοι κληδωνισμῶν καὶ μαντειῶν ἀκούσονται. Σοὶ δὲ οὐχ οὕτω δέδωκεν Κύ‐ ριος ὁ Θεός σου· «Προφήτην ἐκ τῶν ἀδελφῶν σου | |
15 | ἀναστήσει σοι Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.» Ἀφιλόθεος γὰρ παντελῶς, καὶ τῶν εἰς εὐσέβειαν αὐχημάτων ἔσται γυμνὸς ὁ μαντείαις προσέχων καὶ κληδωνι‐ σμοῖς, οἰωνοσκοπίαις τε καὶ τοῖς τῶν γοητῶν φενα‐ | |
20 | κισμοῖς. Ἐλπίδος γε μὴν ἀγαθῆς ἐπίμεστος ἀληθῶς, ὁ τοῖς εὐαγγελικοῖς θεσπίσμασι προσέχων τὸν νοῦν, καὶ οἷς ἂν λέγοι Χριστὸς, τὴν τῆς ἀληθείας ψῆφον ἐπιτιθείς. Καὶ γάρ ἐστι προφητῶν Δεσπότης, καὶ ἁπάσης γνώσεως χωρηγὸς, εἰ καὶ προφήτης ὠνόμα‐ | |
25 | σται, διάτοι τὸ τῆς ἀνθρωπότητος μέτρον. Ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς. Κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως, καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσι | |
30 | τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεθύων, καὶ ὁ ἐμῶν ἅμα. Καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐρὰν, ἀρχὴν καὶ τέλος. Ἐπιμειδιᾷ τρόπον τινὰ τοῖς τῶν ψευδολόγων ἀθύρ‐ μασι, καὶ κενοφωνίαις ὁ προφητικὸς ἡμῖν ἐν τούτοις | |
35 | λόγος. Ἤρετο μὲν ὁ τῶν Αἰγυπτίων ἡγούμενος τοὺς ἀεὶ συνόντας αὐτῷ γόητάς τε καὶ ψευδομάντεις, οἳ καὶ ὠνομάζοντο σοφοὶ, πρὸς ποῖον αὐτῷ καταντήσει τέλος τὰ προσδοκώμενα. Ἐπειδὴ δὲ βουλῆς ἡμάρτα‐ νον, καὶ ψευδοεποῦντες ἠλέγχοντο, καὶ οὐδεὶς ἦν αὐ‐ | |
40 | τοῖς ὁ βουλῆς ὀνησιφόρου καὶ σκεμμάτων ἐπωφελῶν εἰσκομίζων ὁδόν· κατελογίσθησαν μὲν εἰς οὐδὲν, ἕτε‐ ροι δὲ λοιπὸν ἐζητοῦντο σοφοί· καὶ δὴ καὶ τεθαυμά‐ κασί τινες τοὺς ἄρχοντας Μέμφεως, τοῦτ’ ἔστι, τοὺς ἱερεῖς τε καὶ μάγους, τοὺς κατά γέ φημι τὴν Μέμφιν. | |
45 | Ἀπόλεκτοι γὰρ ὥσπερ ἐδόκουν εἶναι τὸ τηνικάδε, καὶ μαγικῆς ἐμπειρίας εἰς ἄκρον ἐληλακότες τοῦ παντὸς ἄξιοι λόγου τοῖς εἰδωλολάτραις ἐφαίνοντο. Ἐξέλιπον τοίνυν, φησὶν, οἱ ἄρχοντες Μέμφεως, τοῦτ’ ἔστι, κατελογίσθησαν εἰς οὐδὲν, ὑψηλοί τε εἶναι καὶ τεθαυ‐ | |
70.464(50) | μασμένοι παρά τε τῷ βασιλεῖ καὶ ἅπασι τοῖς ἀμφ’ αὐτὸν ἔδοξαν εἶναι τῆς Μέμφεως οἱ προεστηκότες. Πλὴν πεπλανήκασι καὶ αὐτοὶ τὴν Αἴγυπτον κατὰ φυλὰς, τοῦτ’ ἔστι, κατὰ πόλεις καὶ κώμας· καὶ οὐ καθ’ ἕνα μόνον, ἀλλὰ γὰρ καὶ κατὰ πληθύν. Τεθαρ‐ | |
55 | σήκασι γὰρ αὐτοῖς, καίτοι τῶν ἀναγκαίων οὐδὲν ἔχουσιν εἰπεῖν· τεθαρσήκασι γὰρ τίνα τρόπον; Κύ‐ | |
ριος γὰρ, φησὶν, ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως, | 463 | |
70.465 | τοῦτ’ ἔστι, πάντα λόγον ἀληθείας ἀπετίναξε τῆς γλώττης αὐτῶν, ὡς μηδ’ ὁτιοῦν ἰσχῦσαι τῶν ἀληθῶν ἢ νοεῖν ἢ λέγειν. Οὐ γὰρ ἔδει ταῖς τῶν εἰδωλολα‐ τρούντων γλώσσαις ἐνιζῆσαι τὴν ἀλήθειαν. Πεπλα‐ | |
5 | νήκασι τοίνυν τὴν Αἴγυπτον, ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἔμων ἅμα. Ἔθος γὰρ τοῖς μεθύουσι, τὸ ταῖς ἐξ ἐμέτων περιπίπτειν ἀκαθαρσίαις. Ταύτῃτοι φησίν· Οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐρὰν, ἀρχὴν καὶ τέλος. Οὐδὲ γὰρ ἐγχειρημάτων | |
10 | ἅψονται νεανικῶν. Τοῦτο γὰρ ἀρχὴ καὶ κεφαλή. Οὔτε μὴν εἰς εὐκταιότατον αὐτοῖς καταντήσει τέλος τὰ δρώμενα· τοῦτο γὰρ ἡ οὐρὰ καὶ τὸ τέλος· πᾶσα γὰρ σκέψις ἀνθρώπων ἀνόνητος, καὶ πᾶν ἐπικούρημα σαθρὸν, καὶ κατ’ οὐδένα τρόπον ὀνῆσαι δυνάμενον· | |
15 | Θεοῦ γὰρ κακοῦντος, ὡς ἔφην, καὶ χεῖρα τὴν παν‐ αλκῆ τοῖς ἀποσκιρτῶσιν ἐπάγοντος, καὶ εἰς τὸ αὐτῷ δοκοῦν μετατρέποντος τῶν πραγμάτων τὰς φύσεις. Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς αἱ γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ, ἀπὸ προσώπου | |
20 | τῆς χειρὸς Κυρίου Σαβαὼθ, ἣν αὐτὸς ἐπιβαλεῖ ἐπ’ αὐτούς. Καὶ ἔσται ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον. Πᾶς ὃς ἂν ὀνομάσῃ αὐτὴν αὐτοῖς φοβηθήσονται, διὰ τὴν βουλὴν ἣν βεβούλευται Κύριος ἐπ’ αὐτήν. | |
25 | Οἱ γὰρ πάλαι θρασεῖς καὶ ἀνήμεροι, καὶ κινδύνου παντὸς καταφρονηταὶ, περιδεεῖς ἔσονται, φησὶ, καὶ τεθρυμμένην εὑρήσουσιν ἐν ἑαυτοῖς τὴν καρδίαν, ὡς γυναικῶν τῶν ἀσθενεστάτων ἀποδεῖν οὐδὲν, ἀλλ’ οἱονείπως εἰς θηλυπρεπὲς ἀνανδρίας κατολισθεῖν. | |
30 | Πρόφασις δὲ αὐτοῖς τοῦ δείματος, καὶ τῆς ἐπὶ τούτῳ πτοίας, ἡ χεὶρ ἔσται Κυρίου Σαβαὼθ, ἣν αὐτὸς ἐπι‐ βαλεῖ ἐπ’ αὐτούς. Χεῖρα δὲ Κυρίου Σαβαὼθ ἐν τού‐ τοις τὸ παναλκὲς θέλημα τοῦ Θεοῦ διορίζεται τῇ Ῥωμαίων βασιλείᾳ τὸ τῶν Αἰγυπτίων ὑποφέροντος | |
35 | ἔθνος. Ἄμαχος δὲ παντελῶς ἡ θεία βουλὴ, καὶ τοῖς τῆς ἀνωτάτω φύσεως σκέμμασι τὸ δοκοῦν πᾶσά πως ἀνάγκη διαπεραίνεσθαι. Ἔσται δὲ πρὸς τούτοις ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον· καὶ τί δὴ ἄρα φησὶν ἐν τούτοις, εἴδωμεν ἀκριβῶς· | |
40 | ἀσαφὲς γὰρ λίαν τὸ δηλούμενον. Οὐκοῦν ἐσώζετο μὲν πάλαι τῶν Ἰουδαίων ἡ χώρα προασπίζοντος Θεοῦ, καὶ δυσκαταγώνιστον αὐτὴν ἀποφαίνοντος ἁπάσαις, ὡς ἔπος εἰπεῖν, ταῖς ἐν κύκλῳ βασιλείαις τῶν ἐθνῶν. Ἀλλὰ καίτοι τοσοῦτον ἔχουσα τὸν ἐπίκουρον, ἥλω καὶ | |
45 | γέγονεν ὑπὸ Ῥωμαίοις, καὶ ἐμπέπρησται μὲν πᾶσα πόλις, κένανδροι δὲ μεμενήκασιν οἶκοί τε καὶ κῶμαι. Καὶ ποία γέγονεν αὐτοῖς ἡ τοῦ ἁλῶναι πρόφασις; Ἡ βουλὴ δηλονότι Κυρίου, ἣν καὶ ἐπ’ αὐτῇ βεβούλευται. Παραδέδοται γὰρ καὶ αὐτὴ ταῖς ἄλλαις ὁμοῦ τῇ | |
70.465(50) | Ῥωμαίων πανσθενεστάτῃ χειρί. Ἔσται τοίνυν ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον. Οἱ μὲν γὰρ τῶν ψευδομάντεων λόγος παραθαρσύνειν ἤθελον, ὄτι καὶ ἀμείνους ἔσονται τῆς τῶν ἐπιόντων χειρὸς, καὶ κρατήσουσιν ἀντεξάγοντες. Τὸ δὲ δὴ | |
55 | παραδεδόσθαι καὶ αὐτὴν αὐτοῖς τὴν τῶν Ἰουδαίων χώραν, καίτοι Θεὸν ἔχουσαν τὸν ὑπεραθλοῦντά ποτε, πάνδεινον αὐτοῖς ἐνετίθει τὸ δεῖμα. Προσεδόκησαν γὰρ ἐντεῦθεν, πάντη τε καὶ πάντως τοῖς καταδῃοῦν ἐθέλουσιν | |
ὑποκεῖσθαι, παθούσης τοῦτο καὶ τῆς Ἰουδαίων γῆς, | 465 | |
70.468 | ὡς ἔφην, οὐκ ἠσθενηκότος τοῦ διασώζοντος, ἀλλ’ ἰδίοις καὶ αὐτὴν ὑποτιθέντος νεύμασιν, καὶ τοῖς Ῥωμαίων σκήπτροις ὑπάγοντος. Δοκεῖ δέ τισι καὶ ἑτέρως νοεῖν τὸ προκείμενον. Ἐπειδὴ γὰρ ὅλως ἐπεσκέψατο τοὺς | |
5 | Αἰγυπτίους, καὶ μετεκόμισεν ἐκ σκότους εἰς φῶς ὁ τῶν ὅλων Θεὸς, καὶ ἀπέστησε μὲν τῆς τῶν εἰδωλο‐ λατρείας ἐθῶν, δεδώρηται δὲ τὸ εἰδέναι λοιπὸν, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεὸς, καὶ τῶν ὅλων δη‐ μιουργός. Πεπιστεύκασι γὰρ εἰς Χριστόν· ἐγνώκασι | |
10 | δὲ δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν Πατέρα. Ταύτῃ τοι, φησὶν, ἐκ πολλῆς ἄγαν ἐπιεικείας τε καὶ εὐλαβείας, ἔσται αὐτοῖς ἡ χώρα τῶν Ἰουδαίων εἰς φόβητρον. Τὸ δὲ εἰς φόβητρον ὅταν λέγῃ, νοήσεις τὸν ἐκ τῆς εὐλα‐ βείας φόβον. Τιμῶσι γὰρ ἅπαντες τὰ Ἱεροσόλυμα, | |
15 | διά τοι τὸ ἐκεῖσε γενέσθαι Χριστὸν, καὶ τὸν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἀνατλῆναι σταυρὸν, τεθῆναί τε ἐπὶ μνήματος, ἀναβιῶναί τε αὖ, καὶ ἀναβῆναι πρὸς τὸν Πατέρα. Πάλαι μὲν οὖν μεμίσητο παρὰ τοῖς Αἰγυπτίοις τῶν Ἰουδαίων ἡ χώρα· καὶ γὰρ ἦν μαχό‐ | |
20 | μενος αὐτοῖς τῆς θρησκείας ὁ τρόπος. Οἱ μὲν γὰρ προσεκύνουν τῇ κτίσει, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν· οἱ δὲ λελατρεύκασι τῷ παναγίῳ Θεῷ, καὶ τοῖς παρ’ αὐτοῦ διοικούμενοι νόμοις, τῆς εὐαγοῦς πολιτείας γεγόνασιν ἐπιμεληταί. Ἡ τοίνυν μεμιση‐ μένη χώρα ποτὲ, φόβητρον ὥσπερ τι καὶ εὐλαβείας αὐτοῖς ὑπόθεσις ἔσται, διάτοι τὸ ἐν αὐτῇ γενέσθαι | |
25 | Χριστὸν, ὡς ἔφην, τὸν ἐκ σκότους αὐτοὺς καλέσαντα πρὸς τὸ θαυμαστὸν αὐτοῦ φῶς. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰ‐ γύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι, καὶ ὀμνύουσαι τῷ ὀνόματι Κυρίου. Πόλις Ἀσεδὲκ κληθήσεται ἡ μία πόλις. | |
30 | Καταθαυμάσειεν ἄν τις καὶ σφόδρα εἰκότως τῆς ἔν γε τούτοις ἰσχνομυθίας τὸν μακάριον προφήτην, καὶ ἠγνοηκότα μὲν παντελῶς οὐδὲν τῶν ἐσομένων κατὰ τοὺς τῆς ἐπιδημίας καιροὺς τῇ τῶν Αἰγυ‐ πτίων χώρᾳ, προαναφωνοῦντα δὲ τὰ καθ’ ἕκαστον, | |
35 | τίνα τρόπον τὸ εὐαγγελικὸν παρεδείχθη κήρυγμα διαγορεύοντα σαφῶς. Ἔσονται τοίνυν, φησὶ, πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανα‐ νίτιδι, τοῦτ’ ἔστι τῇ Σύρων, ἤτοι τῇ κατὰ τὴν Πα‐ λαιστίνην. Μιᾷ γὰρ λαλοῦσι γλώσσῃ Φοίνικες καὶ | |
40 | Παλαιστινοί. Ἀγχιτέρμονες δὲ πάλιν ἀλλήλοις εἰσὶ Παλαιστινοί τε καὶ Αἰγύπτιοι, καὶ τὸ μεσολαβοῦν οὐδὲν, ἀλλ’ ἐν τοῖς τῆς Αἰγύπτου πέρασι, τοῖς πρός γέ φημι τὴν ἕω, καὶ θάλασσαν τῆς Παλαιστινῶν γῆς, αἱ πρῶται λοιπὸν ἀνίσχουσιν εἰσβολαί. Ὅμορος | |
45 | τοίνυν τῇ Χαναναίων ἡ Αἰγυπτίων. Ταύτῃ τοι καὶ αἱ πρὸς τοῖς πέρασι τῆς Αἰγύπτου πόλεις, πρῶτον πα‐ ραδέχονται τὸ σωτήριον κήρυγμα· πέντε δὲ αὗται, ὧν δὴ καὶ πρώτην εἶναί φαμεν τὴν νυνὶ Ῥινοκο‐ ρουρητῶν. Λαλοῦσι μὲν καὶ τῇ γλώσσῃ Χανανίτιδι. | |
70.468(50) | Ἐσπούδασται γὰρ τοῖς ἐν ταύταις ταῖς πόλεσιν, οὐχὶ τῆς Αἰγυπτίων φωνῆς μεταποιεῖσθαι τοσοῦτον, ὅσον τῆς Σύρων. Φασὶ δέ τινες ἐν ἰδίαις συγγραφαῖς δια‐ μνημονεῦσαι σαφῶς τὸν Ἰώσηπον, ὅτι τῆς Ἰουδαίων ἀποφοιτήσας γῆς, Ἰωνίας τις ὀνόματι τελῶν ἐν τοῖς | |
55 | ἐξαίμασι τοῦ Λευῒ καὶ τῇ κατὰ νόμον ἱερωσύνῃ τε‐ τιμημένος, ὡς ὁμόρους τῶν Χαναναίων τὰς πέντε ταυτασὶ κατελάβετο πόλεις, φιλονεικήσας πρός τινας τῶν ὁμογενῶν, ἢ τάχα που καὶ δίωξιν ὑπομείνας. | |
Οὗτος, φησὶν, οὐκ εὐαρίθμητον Ἰουδαίων πληθὺν σον‐ | 467 | |
70.469 | αγηγερκὼς, κατῴκηκεν ἐν μιᾷ τῶν πέντε τουτωνὶ πόλεων, ἣ καὶ ὠνόμασται πόλις Ἀσεδὲκ, τοῦτ’ ἔστι δικαιοσύνης. Ἐντεῦθέν φασι τοὺς πρὸς τοῖς Αἰγυ‐ πτίων τέρμασι κατηθίσθαι τε καὶ ἀγαπᾷν τῇ τῶν | |
5 | Χαναναίων γλώσσῃ λαλεῖν. Μαθήσονται δὲ, φησὶ, καὶ ὀμνύειν τῷ ὀνόματι Κυρίου. Παράδοξον δὲ καὶ τοῦτο. Ἔθος μὲν γὰρ τοῖς ματαίων προσκυνηταῖς ὅρκιον ποιεῖσθαι τὸ ἑκάστῳ δοκοῦν τῶν τοῦ κόσμου στοι‐ χείων. Οἱ μὲν γὰρ τὸν οὐρανὸν ὀνομάζουσιν, οἱ δὲ | |
10 | τὸν ἥλιον, ἕτεροι δὲ καὶ τὰ ἐν σηκοῖς χειρότευκτα· διαμέμνηνται δὲ κατ’ οὐδένα τρόπον τοῦ κατ’ ἀλή‐ θειαν Θεοῦ· οὐ γὰρ ἐγνώκασιν αὐτόν. Τῶν γε μὴν ἐπεγνωκότων ἤδη καὶ πεπιστευκότων, ἐστὶ τὸ καὶ ὀμνύειν τῷ ὀνόματι αὐτοῦ. Οὕτω καὶ ὁ πάνσοφος | |
15 | Μωσῆς τῆς ἐν Αἰγύπτῳ λατρείας ἐκπεφοιτηκότα τὸν Ἰσραὴλ πρὸς ἐπίγνωσιν τοῦ κατ’ ἀλήθειαν Θεοῦ προσεκόμιζε λέγων· «Κύριον τὸν Θεόν σου προσκυνή‐ σεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Προσετίθει δὲ τού‐ τοις, ὅτι Καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Ἀπόδειξις τοί‐ | |
20 | νυν ἐναργὴς τοῦ παραδέξασθαι τὴν πίστιν τὰς πέντε ταύτας πόλεις, τὸ ὀμνῦναι μὲν ἐπ’ οὐδενὶ τῶν ματαίων, δέχεσθαι δὲ μᾶλλον εἰς ὅρκου χρείαν τὸ ὄνομα Κυρίου. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ στήλη πρὸς τὸ ὅριον | |
25 | αὐτῆς τῷ Κυρίῳ· καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου. Ἡ μὲν γὰρ Αἰγυπτίων σύμπασα γῆ τεμένεσί τε πεπλήθει καὶ μεμέστωτο βωμῶν· σπονδαὶ δὲ ἦσαν καὶ θυσίαι πανταχῆ, τοῦτο μὲν τοῖς τοῦ κόσμου στοι‐ | |
30 | χείοις προσκομιζόμεναι παρ’ αὐτῶν· τοῦτο δὲ, ὡς ἔφην, καὶ τοῖς ἐν σηκοῖς ἱδρυμένοις ἀγάλμασι δηλον‐ ότι καὶ δαιμονίων στήλαις. Καὶ τί τοῦτο λέγω, ὅτε καὶ ἀλόγων ζώων ἀναθέντες μορφὰς, τὴν Θεῷ πρέ‐ πουσαν δόξαν αὐτοῖς ἐχαρίζοντο; Ὅρα τοίνυν ἐξ | |
35 | οἵων εἰς οἷα μεταπέπτωκε τὰ Αἰγυπτίων πράγματα. Οἱ γὰρ πάλαι τῶν ἄλλων ἁπάντων δεισιδαιμονέστεροι, καὶ ἀχαλίνως νενευκότες εἰς τὸ ἐξήνιον, τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ, τοῦτ’ ἔστι, κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃ ἂν ἐπιλάμψῃ παρ’ αὐτοῖς τὸ σωτήριον κήρυγμα, | |
40 | παραδέξονται τὴν προσκύνησιν τοῦ φύσει τε καὶ ἀληθῶς ὄντος Θεοῦ. Ἔσται γὰρ θυσιαστήριον τῷ Κυ‐ ρίῳ ἐν χώρᾳ τῶν Αἰγυπτίων. Ἔμφασιν ἔχει πολλὴν ὁ λόγος. Εἴρηται γὰρ μετὰ θαύματος. Πῶς γὰρ οὐ παράδοξον τὸ καὶ ἐν αὐτῇ τῇ Αἰγυπτίων χώρᾳ, θυ‐ | |
45 | σιαστήριον ὁρᾶσθαι Κυρίου; Καὶ πρός γε τούτῳ, καὶ στήλην πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ. Στήλην δὲ φησὶν ἐν τούτοις, ὥς γ’ ἐμοὶ δοκεῖ, ἢ ναὸν ἅγιον Θεοῦ, τοῦτ’ ἔστι τὴν Ἐκκλησίαν, ἢ τάχα που καὶ πρώτη τῶν ἄλλων ἐγήγερται πρὸς τὸ ὅριον αὐτῆς, | |
70.469(50) | ἤγουν τὸ τοῦ ἁγίου σταυροῦ σημεῖον, ᾧ περιφράττε‐ σθαι τοὺς πιστεύοντας ἔθος. Κεχρήμεθα γὰρ ἀεὶ τῷ πράγματι, πᾶσαν διαβολικὴν ἐπήρειαν ἀνατρέποντες, καὶ τὰς τῶν δαιμονίων ἐφόδους διακρουόμενοι. Τεῖχος γὰρ ἡμῖν ἄῤῥηκτον ὁ σταυρὸς, καὶ τὸ ἐπ’ αὐτῷ καύ‐ | |
55 | χημα σωτήριον ἀληθῶς· «Ἐμοὶ δὲ μὴ γένοιτο καυ‐ χᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ.» Παρά‐ | |
δοξα τοίνυν, τὰ ἐκ τῆς προφητείας προηγορευμένα | 469 | |
70.472 | τὸ τηνικάδε, νυνὶ δὲ δὴ καὶ εἰς πέρας ἐκβεβηκότα Θυσιαστήριον γὰρ τῷ Κυρίῳ· πλεῖστά τε ὅσα, καὶ ἀριθμοῦ κρείττονα, κατὰ τὴν Αἰγυπτίων· καὶ τὸ τοῦ σταυροῦ σημεῖον τοῖς ἐνοικοῦσι προσκυνητόν. Πεπι‐ | |
5 | στεύκασι γὰρ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χρι‐ στόν. Ἔδοξε δέ τισι τῶν ἐξηγητῶν, ἀντὶ τῆς στήλης τίτλον ὀνομάσαι, καί φασιν εἶναι τοῦτο τὸ ἅγιον Εὐ‐ αγγέλιον. Δοξαζέτω δὲ πάλιν ὁ νουνεχὴς τὸ ὡς ἄριστά τε καὶ εὖ ἔχειν δοκοῦν. | |
10 | Ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλί‐ βοντας αὐτοὺς, καὶ ἀποστελεῖ αὐτοῖς Κύριος ἄν‐ θρωπον ὃς σώσει αὐτούς, Καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις. Καὶ γνώσονται οἱ Αἰ‐ γύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ | |
15 | ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ Κυ‐ ρίῳ, καὶ ἀποδώσουσι. Ἄθρει δή μοι πάλιν τῆς προφητικῆς εὐτεχνίας τὴν νῆψιν. Ὥσπερ γὰρ ἀναπυνθανομένου τινὸς καὶ λέγοντος· Τί τὸ χρῆμα; Ποία δὲ γέγονε πρόφασις τοῦ | |
20 | τὸν Κύριον ἐλθεῖν εἰς Αἴγυπτον ἐπὶ νεφέλης κούφης, χαρίσασθαί τε αὐτοῖς τοῦτό τε κἀκεῖνο; διαλαβὼν ὁ προφήτης ἀποκρίνεται καὶ φησίν· Ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτοὺς, καὶ ἀπο‐ στελεῖ αὐτοῖς Κύριος ἄνθρωπον ὃς σώσει αὐτούς. | |
25 | Ἐπεπήδησε μὲν γὰρ ὁ τῆς ἁμαρτίας πατὴρ, τοῦτ’ ἔστιν ὁ Σατανᾶς, τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, καὶ τῆς ἑαυτοῦ δυστροπίας ἐπιθεὶς ἅπασι τὸν ζυγὸν, ἀπεβου‐ κόλησε μὲν τῆς εἰς Θεὸν ἀγάπης. Μόνον δὲ οὐχὶ δε‐ δεμένους ἔχων ὑφ’ ἑαυτῷ, πικρῶς τε καὶ ἀνοσίως | |
30 | κατεβιάζετο· ἀλλ’ ἡ τοῦ πράγματος φύσις, δεινὴν καὶ ἀφόρητον ἔχουσα τὴν πλεονεξίαν, τῆς ἐκείνου κατ‐ εβόησε τυραννίδος. Οὕτω νοήσεις κεκράξοντας Αἰ‐ γυπτίους. Καίτοι πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὅτι τὸν φύσει τῶν ὅλων Δεσπότην οὐκ ἐγνωκότες, οὐδ’ ἂν | |
35 | ὅλως ἐβόησαν πρὸς αὐτόν; Ἀλλ’ ὥσπερ τὸ αἷμα τοῦ Ἄβελ βοῆσαι λέγεται πρὸς τὸν Θεὸν, καὶ οὐκ αὐτό που πάντως, ἰδίαν ἔχον φωνήν· ἀλλ’ οἱονεὶ τὴν αὐτὴν τοῦ πράγματος ἀτοπίαν κατεστυγηκότος Θεοῦ· τὸν αὐτὸν, οἶμαι, τρόπον νοήσαι τις ἂν καὶ ἐπὶ τῶν εἰωθότων | |
40 | προσκυνεῖν τοῖς ἀκαθάρτοις δαίμοσιν. Εἰ γὰρ καὶ οὐκ ἴσασι τὸν τῶν ὅλων Θεὸν, ἀλλ’ οὖν ὅτι πεπλεονέκτην‐ ται παρὰ τοῦ Σατανᾶ, δι’ αὐτοῦ τρόπον τινὰ τοῦ πράγματος ἀνακεκράγασι τὴν ἐφ’ ἑαυτοῖς που πάντως αἰτοῦντες ἐπικουρίαν. Οὕτω βοῆσαί φαμεν καὶ Αἰ‐ | |
45 | γυπτίους πρὸς Θεὸν, διὰ τοὺς θλίβοντας αὐτοὺς, τοῦτ’ ἔστι, τοὺς ὑπὸ χεῖρα τὴν ἑαυτῶν πεποιημένους, καὶ ὥσπερ τινὶ πικροτάτῃ δουλείᾳ καταπιέσαντας, δῆλον δὲ ὅτι τοὺς ἀκαθάρτους δαίμονας. Ἀλλὰ πέμψει αὐ‐ τοῖς Κύριος ἄνθρωπον ὃς σώσει αὐτούς. Καὶ τίς ὁ | |
70.472(50) | ἄνθρωπος, ἢ δηλονότι ὁ Χριστός; τοῦτ’ ἔστιν, ἐν ἀν‐ θρωπείᾳ μορφῇ πεφηνὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λό‐ γος· οὗτος σέσωκεν οὐκ Αἰγυπτίους μόνον, ἀλλὰ γὰρ καὶ τὴν σύμπασαν γῆν. Σέσωκε δὲ κρίνων· καὶ τί τὸ, κρίνων, ἐστίν; Ἀντὶ τοῦ, δικαίαν ἐπ’ αὐτοῖς τὴν κρί‐ | |
55 | σιν ἐκφέρων. Τὸν μὲν γὰρ πλεονεκτήσαντα Σατανᾶν, καὶ σὺν αὐτῷ τοὺς ἀκαθάρτους δαίμονας ψήφοις ὁσίαις ὑποτιθεὶς, σειραῖς ζόφου ταρταρώσας παρ‐ έδωκεν εἰς κρίσιν μεγάλης ἡμέρας κολασθησομένους | |
τηρεῖν. Τοὺς δέ γε τὴν οὕτως ἀφόρητον ἀνατλάντας | 471 | |
70.473 | πλεονεξίαν, σέσωκέ τε καὶ ἐξείλετο, καὶ ἰδίους ἀπ‐ έφηνε προσκυνητὰς, τὸ τῆς ἀληθείας αὐτοῖς ἐναστρά‐ ψας φῶς· καὶ τοῖς τῆς ἐλευθερίας αὐχήμασι περιβα‐ λών. Οὕτω καὶ αὐτός που φησὶν ὁ Σωτήρ· «Νῦν | |
5 | κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν» Ὁρᾷς ὅτι δεδίκακε τῷ κόσμῳ, καὶ τὸν πάλαι τυραννήσαντα κατ’ αὐτοῦ Σατανᾶν ἐκβέβληκεν, εἴλκυσέ τε πάντας πρὸς ἑαυ‐ | |
10 | τόν. Ἐγνώκασι γὰρ αὐτὸν καὶ Αἰγύπτιοι. Καὶ δὴ καὶ ἐπεγνωκότες ποιοῦσι θυσίας, εὔχονται δὲ καὶ εὐχὰς, καὶ εἰς πέρας ἄγουσι τὰ ἐπηγγελμένα. Τοῦτο γάρ ἐστι τὸ διὰ φωνῆς τοῦ Δαβὶδ μελῳδούμενον· «Εὔξα‐ σθε καὶ ἀποδῶτε τῷ Κυρίῳ Θεῷ ἡμῶν.» Ὅρα τοίνυν | |
15 | καινότητα πραγμάτων. Οἱ γὰρ πάλαι τοῖς δαιμονίοις καταθύειν εἰωθότες, οἱ τῷ Σατανᾷ προσκομίζοντες τὰς λατρείας καὶ ἀνατιθέντες χαριστήρια, καὶ μὴν καὶ εὐχὰς, ἤγουν ὑποσχέσεις ἀποπληροῦντες ἐσπου‐ δασμένως· πεφωτισμένοι τὸν νοῦν διὰ Χριστοῦ, καὶ | |
20 | τοῖς τῆς ἀληθείας δόγμασιν ἐκλελαμπρυσμένοι, τῆς μὲν ἀρχαίας ἀποδραμοῦνται πλάνης, ἐπεγνωκότες δὲ ἅπαξ τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Κύριον, αὐτῷ τὴν ἐν πνεύματι προσκομίζουσι λατρείαν, πανάγνους πληροῦντες εὐχὰς, καὶ θυσίας ἀναφέροντες, οὐ τὰς δι’ αἱμάτων ἔτι καὶ τῆς τῶν ἀλόγων σφαγῆς· πνευ‐ | |
25 | ματικὰς δὲ μᾶλλον, ὡς ἔφην, καὶ εὐπροσδέκτους διὰ τὸ ἄμωμον. Καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῇ μεγάλῃ, καὶ ἰάσεται αὐτοὺς ἰάσει· καὶ ἐπιστραφή‐ σονται πρὸς Κύριον, καὶ εἰσακούσεται αὐτῶν, καὶ ἰάσεται αὐτούς. | |
30 | Ὅταν ἐπισκέπτηται Θεὸς, πλήττει μὲν ἔσθ’ ὅτε τοὺς ἀνοσίως πεπραχότας, καὶ τὰς ὑπὲρ ὧν εἰς αὐ‐ τὸν πεπαρῳνήκασι πράττεται δίκας, ὀνίνησι δὲ σφόδρα κατὰ τοῦτον τὸν τρόπον. Οὐ γὰρ ἡττώμενος ἐπιφέρει τὴν μάστιγα, μετατιθεὶς δὲ μᾶλλον ἐπὶ τὸ | |
35 | ἄμεινον. Ἢ γὰρ ἐκ πλάνης μεθίστησιν εἰς ἀλήθειαν, ἢ καὶ ἀκαθέκτως ἀποκλίνοντας εἰς τὸ πλημμελεῖν τὰ αἰσχίω διδάσκει μεταμανθάνειν, καὶ μεταφοιτᾷν ἐπείγεσθαι πρὸς τὸ ἀρέσκον αὐτῷ. Τοιγάρτοι καὶ ὀνησιφόρον εἰδότες τὸ χρῆμα, τὸ παιδεύεσθαι φημὶ, | |
40 | κεκράγασι πρὸς αὐτὸν οἱ μακάριοι προφῆται· «Παί‐ δευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ.» Καὶ πάλιν· «Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν.» Ἔφη δέ που καὶ πρὸς τὴν τῶν Ἰουδαίων συναγωγήν· Πόνῳ καὶ μά‐ | |
45 | στιγι παιδευθήσῃ, Ἱερουσαλήμ. Παιδεύει τοίνυν οὓς ἂν ἕλοιτο καὶ ἀγαπᾷ. Τοῦτο χαριεῖσθαι καὶ τοῖς Αἰ‐ γυπτίοις ὁ προφήτης φησί· Πατάξει γὰρ αὐτοὺς ὁ Κύριος πληγῇ μεγάλῃ, καὶ ἰάσεται αὐτοὺς ἰάσει. Εἰ γὰρ καὶ δέδονται τυχὸν τοῖς Ῥωμαίων στρατηγοῖς, | |
70.473(50) | καὶ τὸν πολέμου νόμον ἐξωπλισμένοι κεκρατήκασι τῆς γῆς οἱ ὑπ’ αὐτοὺς δορυφόροι, ἀλλ’ οὖν τόπον ἐσχη‐ κότες παρ’ αὐτοῖς τοῦ θείου κηρύγματος, τὴν μὲν ἐκ τοῦ πεπλανῆσθαι ζημίαν ἀπεφορτίσαντο, μετακεχω‐ ρήκασι δὲ πρὸς τὸ θειόν τε καὶ οὐράνιον φῶς, καὶ τὴν | |
55 | ἀρχαίαν ἐκείνην ἀποκρουσάμενοι δόξαν, ὑγιᾶ λοιπὸν ἐσχήκασι τὴν καρδίαν. Ἐπιστραφήσονται γὰρ πρὸς | |
Κύριον, καὶ εἰσακούσεται αὐτῶν, τοῦτ’ ἔστιν, οἱ πά‐ | 473 | |
70.476 | λαι διὰ πολλὴν ἀσέβειαν ἐν ἀποστροφῇ γεγονότες τῇ παρὰ Θεῷ, μαθήσονται λοιπὸν οὐκέτι τοῖς βδελύγμασι προσάγειν τὰς ἱκεσίας, τὰς ὑπὲρ ὧν ἂν ἕλοιντο ποιεῖ‐ σθαι τυχὸν, πρὸς αὐτὸν δὲ μᾶλλον κεκράξονται τὸν | |
5 | ἰώμενον τοὺς συντετριμμένους τὴν καρδίαν. Ἔσται δὲ αὐτοῖς οὐ βραδὺς, ἕτοιμος δὲ μᾶλλον εἰς τὸ κα‐ τανεῦσαι Θεὸς, ἵλεώς τε καὶ εὐμενής. Πρόξενον οὖν ἄρα παντὸς ἀγαθοῦ γένοιτ’ ἂν ἀνθρώπῳ παντὶ, τὸ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, καὶ τὸν τῶν ὅλων Γενεσιουργὸν καὶ Κύριον. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς Αἰγυπτίοις πρὸς | |
10 | Ἀσσυρίους. Καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσ‐ συρίους, καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις. Ὁ μακάριος γράφει Παῦλος περὶ τοῦ πάντων | |
15 | ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν. Οὐ γὰρ μόνον τοῖς ἄνω πνεύμασι λειτουργι‐ κοῖς καὶ ἁγίοις συνῆψε τοὺς ἐπὶ τῆς γῆς, ἀλλὰ γὰρ ἔθνεσιν ἔθνη συμβῆναι παρεσκεύασεν. Πρὸ μὲν γὰρ τῆς ἐπιδημίας τῆς εἰς ἄλληλα ἐπιμιξίας, ἀπενοσφίζετο | |
20 | χώρα τε καὶ πόλις, συχναί τε ἦσαν ἐξαναστάσεις καὶ πολέμων ἔφοδοι πανταχοῦ καὶ τῶν ἰσχυόντων ἆθλα τὰ τῶν ἡττωμένων, καὶ ἀνουθέτητος ἡ πλεονεξία, καὶ τὸ ἀδικεῖν οὓς ἂν δύναιτό τις, εὐκλείας εἶναί τι, καὶ τῶν ὅτι μάλιστα θαυμαστῶν ἐνομίζετο. Ἀλλὰ | |
25 | γέγονεν ἡμῖν εἰρήνη, καὶ κατὰ τοῦτο Χριστός. Ἐπειδὴ γὰρ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν περι‐ αστράπτων τῇ ὑπ’ οὐρανὸν, ἐδίδαξεν ἅπαντας τῆς εὐ‐ σεβείας τὴν ὁδὸν, καὶ τῆς εἰς Θεὸν καὶ ἀλλήλους ἀγάπης ἀντέχεσθαι, πέπαυται μὲν ἐκεῖνα πάλαι, | |
30 | παρῴχηκε δὲ τὰ ἀρχαῖα, καὶ γέγονε καινὰ, καθὰ γέ‐ γραπται. Κεκράτηκε γὰρ ἡ εἰρήνη πανταχοῦ. Καὶ τοῦτο, οἶμαι, ἐστὶν, ὃ καὶ ἑτέρωθί πού φησιν ὁ προφή‐ της Ἡσαΐας περὶ πάντων τῶν ἐθνῶν· «Καὶ συγκό‐ ψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζη‐ | |
35 | βύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ μὴ ἄρῃ ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.» Γεγονότες γὰρ ἅπαντες ὑπὸ ζυγὸν ἕνα, πνευματικῶς μὲν τὸν ὑπὸ Θεῷ, σωματικῶς δὲ τὸν ὑπὸ Ῥωμαίοις, τὸν ἠρεμαῖον καὶ ἀσύγχυτον, καὶ πολέμου δίχα δια‐ | |
40 | ζῶσι βίον, ὥστε παντὸς ἐξῃρημένου δείματος, καὶ τοὺς πάλαι πολεμιωτάτους ἀλλήλοις συμφέρεσθαι πρὸς ὁμοψυχίαν. Αἰγύπτιοι γὰρ, φησὶν, ὁδὸν ἕξουσι πρὸς Ἀσσυρίους, καὶ Ἀσσύριοι πρὸς Αἰγυπτίους. Καὶ πορεύσονται Αἰγύπτιοι πρὸς Ἀσσυρίους, καὶ | |
45 | δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις, οὐ ζυγὸν δουλείας ἐπιῤῥιπτούντων ἐκείνων, ἀλλὰ τοὺς τῆς ἀγάπης δεσμοὺς ἐνειλημμένους ἔχοντας, καὶ ἡδείστας ποιουμένους τὰς ἐπιμιξείας. Ἀσσυρίους γε μὴν ὀνομά‐ ζει τοὺς τὴν ἕω οἰκοῦντας χώραν. | |
70.476(50) | Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ, ᾗ εὐλόγησεν ὁ Κύριος Σαβαὼθ λέγων· Εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ, καὶ Ἀσ‐ συρίοις, καὶ ἡ κληρονομία μου Ἰσραήλ. | |
55 | Ὠνόμασται μὲν ὁ Ἰσραὴλ πρωτότοκος ἐν τέκνοις. Ἐπειδὴ δὲ πεπαρῴνηκεν εἰς Χριστὸν, κατόπιν τέθει‐ | |
ται τῶν ἐθνῶν, καὶ δευτέραν ὥσπερ μετεκληρώσατο | 475 | |
70.477 | τάξιν. Τετήρηται γὰρ καὶ αὐτῷ τῆς ἐπιστροφῆς ὁ καιρός. Γέγραπται γοῦν, ὅτι «Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.» Ἄθρει δὴ οὖν, ἄθρει τρίτον ἐν τούτοις ὠνομασμένον, | |
5 | ἐν τοῖς Ἀσσυρίοις καὶ Αἰγυπτίοις. Ἀσσυρίους δέ φησιν ἐν τούτοις, ὡς ἔφην, τοὺς κατά γε τὴν ἑῴαν ἅπασαν γῆν, μάλιστα δὲ τὴν μέσην τῶν ποταμῶν, ἐν ᾗ καὶ εἶναί φασι γνησίους προσκυνητὰς, καὶ ἀδελφὴν καὶ γείτονα τῆς Αἰγυπτίων ἐπιτηδεύοντας ἄσκησιν, | |
10 | ὡς ἰσάμιλλον ἔχειν τήν τε εἰς πᾶν ὁτιοῦν τῶν ἀγα‐ θῶν ἔφεσίν τε καὶ προθυμίαν, καὶ μέν τοι καὶ ἀρε‐ τήν. Τοιγάρτοι φησὶν ὁ τῶν ὅλων Θεός· Εὐλογημένος ὁ λαός μου, ὁ ἐν Αἰγύπτῳ καὶ ἐν Ἀσσυρίοις· ἐπ‐ αριθμεῖται δὲ τρίτος ὁ Ἰσραήλ. Προσεπάγει γὰρ ὅτι | |
15 | Καὶ κληρονομία μου Ἰσραήλ. Καὶ τούτου δὲ τὴν πρόφασιν προαπέδειξεν ἡμῖν ὁ λόγος· κεκυριοκτόνηκε γὰρ καὶ τέθειται εἰς νῶτον, καθά φησιν ὁ Δαβίδ. Καὶ ἐν τοῖς περιλοίποις γέγονεν ὁ πρωτότοκος. Τοῦ ἔτους οὗ εἰσῆλθεν Ταναθὰν εἰς Ἄζωτον, | |
20 | ἡνίκα ἀπεστάλη ὑπὸ Ἀρνὰ βασιλέως Ἀσσυρίων, καὶ ἐπολέμησε τὴν Ἄζωτον, καὶ κατελάβετο αὐ‐ τὴν, τότε ἐλάλησε Κύριος πρὸς Ἡσαΐαν λέγων· Πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου, καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν | |
25 | ποδῶν σου· καὶ ἐποίησεν οὕτως, πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος. Καὶ εἶπε Κύριος· Ὃν τρόπον πεπόρευται Ἡσαΐας ὁ παῖς μου γυμνὸς καὶ ἀνυπόδετος, τρία ἔτη ἔσται σημεῖα καὶ τέρα‐ τα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν· ὅτι οὕτως ἄξει | |
30 | βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβυτέρους, γυμνοὺς καὶ ἀνυποδέτους, ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου. Διαπεράνας εὖ μάλα τὸν ἐπὶ τοῖς Αἰγυπτίοις λόγον, καὶ τίνα τρόπον κεκλήσονται διὰ πίστεως εἰς τὴν τῆς | |
35 | ἀληθείας ἐπίγνωσιν προηγορευκὼς, οἰκονομεῖ τι πά‐ λιν τῶν ὅσαπερ ἦν χρήσιμά τε καὶ ἀναγκαῖα πρὸς ὄνησιν τοῖς ἐξ Ἰσραήλ· καὶ ποῖα δὴ ταῦτά ἐστιν, ὡς ἐν βραχέσιν ἐρῶ. Ἀφειδήσαντες γὰρ καὶ αὐτῆς τῆς εἰς τὸν διὰ Μωϋσέως νόμον αἰδοῦς, καὶ μὴν καὶ τῆς εἰς | |
40 | Θεὸν ἀγάπης ὀλιγωρήσαντες, ἀσυνετώτατα κατεφέ‐ ροντο πρός γε τὸ δεῖν εἰς πολύθεον καθικέσθαι πλά‐ νησιν, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν λατρεῦσαι. Τοῖς δὲ ἅπαξ εἰς τοῦτο γνώμης ὠλισθηκόσιν ἀνεπι‐ τήδευτον ἦν τῶν φαύλων οὐδέν. Ταύτης ἕνεκα τῆς | |
45 | αἰτίας ἐπηφίει πλειστάκις αὐτοῖς ὁ τῶν ὅλων Θεὸς πολέμους καὶ μάχας, τοῦτο μὲν τοὺς ἀπό γε τῶν ὁμό‐ ρων ἐθνῶν, τοῦτο δὲ τοὺς παρὰ Περσῶν τε καὶ Μή‐ δων· οἱ δέ γε τῆς Ἰουδαίας κατεξανιστάμενοι, τὰ ἕτερα τῶν ἐθνῶν προκαταδῃοῦντες ἔσθ’ ὅτε, δεινοῖς | |
70.477(50) | καὶ ἀφορήτοις δείμασιν ὁμιλεῖν παρεσκεύαζον τοὺς ἐξ Ἰσραήλ. Οἱ δὲ καίτοι δέον τὸν τῶν ὅλων ἐκμειλίσ‐ σεσθαι Θεὸν, καὶ ἀνοσίων μὲν ἀποφοιτᾷν σπουδασμά‐ των, μεταχωρῆσαι δὲ μᾶλλον ἐπὶ τὸ αὐτῷ δοκοῦν, καὶ ἀπολογεῖσθαι λελυπημένῳ, διά γε τῆς ἐκ τῶν | |
55 | αἰσχιόνων εἰς τὸ ἄμεινον μεταδρομῆς, οὕτω τε τὴν | |
παρ’ αὐτοῦ καὶ μόνου σωτηρίαν ἐπιζητεῖν, καὶ τὴν | 477 | |
70.480 | ἀεὶ σώζουσάν τε καὶ ἐπαμύνουσαν χεῖρα τοῦτο μὲ οὐκ ἔδρων οἱ δείλαιοι, ἐρανιζόμενοι δὲ τὰς ἐξ ἀνθρώ‐ πων ἐπικουρίας, ποτὲ μὲν τῶν ὁμόρων τινὰς ἐκάλουν εἰς τοῦτο, ποτὲ δὲ τοὺς γείτονας Αἰγυπτίους, προστι‐ | |
5 | θέντες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καθὰ γέγρα‐ πται, καὶ καταθήγοντες ὡς εἰς ὀργὰς καὶ ἐπ’ αὐτῷ δὴ τούτῳ τὸν πάντα ἰσχύοντα Θεόν. Καὶ γοῦν ἕφη δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Καὶ ἦν Ἐφραῒμ περιστερὰ ἄνους, καὶ οὐκ ἔχουσα καρδίαν· Αἴγυπτον | |
10 | ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν.» Καὶ μὴν καὶ δι’ αὐτοῦ τοῦ προφήτου Ἡσαΐου· «Οὐαὶ, οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ’ ἵπποις πεποιθότες καὶ ἐφ’ ἅρμασιν. Ἔστι γὰρ πολλὰ καὶ ἐφ’ ἵπποις πλῆθος σφόδρα· καὶ οὐκ ἦσαν πεποι‐ | |
15 | θότες ἐπὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ, καὶ τὸν Θεὸν οὐκ ἐξεζήτησαν· καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ’ αὐτοὺς κακὰ, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ.» Τοῦ τοίνυν Τανα‐ θὰν, στρατηγὸς δὲ οὗτος βασιλέως Ἀσσυρίων, πολε‐ μήσαντος τὴν Ἄζωτον, ἑλών τε κατὰ κράτος αὐτήν· | |
20 | γείτων δὲ αὕτη τῇ τῶν Ἰουδαίων χώρᾳ· προσεδόκουν οἱ ἐξ Ἰσραὴλ αὐτίκα δὴ μάλα καὶ αὐτοὶ καὶ λίαν ἀμογητὶ τὰ ἴσα παθεῖν. Ταύτης τε ἕνεκα τῆς αἰτίας τὴν Αἰγυπτίων χεῖρα καταμισθούμενοι πρὸς τὸ ἐπ‐ αμύνειν αὐτοῖς ταῖς Ἀσσυρίων φάλαγξιν ἀντεξάγειν | |
25 | ἤθελον. Ματαίαν τοίνυν αὐτῶν ἀποφαίνει τὴν ἐλπίδα Θεός· προαγορεύει δὲ σαφῶς, ὅτι τῆς Ἀσσυρίων δυνά‐ μεως ἔργον [ἄγρα] ἔσονται καὶ αὐτοὶ, ἁλώσονταί τε κατὰ καιροὺς, καὶ ἐν δορυκτήτων ἔσονται τάξει. Φασὶ γὰρ ὅτι γέγονεν ὑπὸ χεῖρα βασιλέως Ἀσσυρίων κατὰ και‐ | |
30 | ροὺς ἡ Αἰγυπτίων· καὶ ἐν ὀλίγοις ἕτεσι τρισὶν ἐγκαθ‐ εσθεὶς αὐτῇ, πᾶσάν τε ἑλὼν κατὰ κράτος, πλείστην ὅσην ἔχων αἰχμαλωσίαν, ὑπενόστησεν εἰς τὴν ἑαυτοῦ. Ἐπιτάττει τοίνυν τῷ προφήτῃ Θεὸς, τὸ τοῖς αἰχμα‐ λώτοις πρέπον τε καὶ σύνηθες σχῆμα λαβεῖν· τοῦτ’ | |
35 | ἔστι, γυμνότητά τε καὶ ἀνυποδεσίαν. Τοῖς γὰρ ὅλως νενικηκόσιν οὐ πολὺς τῶν ἑαλωκότων ὁ λόγος· οἱ δὲ εἰς τοῦτο πεσόντες ταλαιπωρίας, κἂν εἴτε τινὲς εἶεν τῶν εὐγενῶν κατὰ σάρκα, κἂν εἴτε τῆς ἀγελαίου πλη‐ θύος, ἑνὶ τῷ τῆς ἀθλιότητος συνέχονται λίνῳ, οὐκ | |
40 | ἄμφιον ἔχοντες, ἤγουν ἕτερόν τι τῶν τελούντων εἰς κόσμον αὐτοῖς ἢ ἀνάπαυσιν, ἀτημελῶς δὲ οὕτως πρὸς πᾶν ὁτιοῦν τοῖς ἑλοῦσι καταθυμίων, ὡς ἐξ ἀνάγκης ἐρχόμενοι. Προστάττεται τοίνυν, ὡς ἔφην, ὁ θεσπέ‐ σιος προφήτης, ἀφελεῖν τὸν σάκκον ἀπὸ τῆς ὀσφύος | |
45 | αὐτοῦ, ὑπολύσασθαί τε τὰ σανδάλια, καὶ διὰ μέσης ἰέναι τῆς Ἱερουσαλὴμ γυμνὸς καὶ ἀνυπόδετος. Ἔδρα δὲ τοῦτο τοῦ δοκεῖν εὐσχήμων εἶναί τις, οὐ σφόδρα πεφροντικὼς, καὶ τῶν ἀρεσκόντων Θεῷ προστιθεὶς οὐδὲν, κἂν εἰ φαίνοιτό τι βαρὺ καὶ μώμου μεστόν. | |
70.480(50) | Ἀλλ’ ἴσως πρὸς τοῦτο ἐρεῖ τις· Διὰ τί γὰρ μὴ μᾶλ‐ λον προηγόρευσε μόνον τοῖς ἐξ Ἰσραὴλ τὰ συμβησό‐ μενα τοῖς Αἰγυπτίοις κατὰ καιρούς; Πεπόρευται δὲ οὕτως γυμνός τε καὶ ἀνυπόδετος ὁ διαβόητος ἐν προ‐ φήταις, τῆς αὐτῷ πρεπούσης εὐκοσμίας ἠφειδηκώς. | |
55 | Πρὸς δὴ τοῦτό φαμεν ὅτι τοῖς τῶν προφητῶν οὐκ ἐπείθοντο λόγοις, μᾶλλον δὲ καὶ ἐπετίμων τοῖς προ‐ | |
αγορεύειν ἐθέλουσι τὰ ἐσόμενα, λέγοντες· «Ἄλλα | 479 | |
70.481 | ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν.» Ταύτῃ τοι καὶ μάλα σαφῶς ὁ σώφρων, ὁ κόσμιος, καὶ ἀρετῆς ἁπάσης ἔμπλεως, ὁ προφητικῇ κατεστεμμένος χάριτι, καὶ ἐν ἀσκήσει περιφανὴς, καὶ αὐτὸν ἀπο‐ | |
5 | δύεται τὸν σάκκον, οὐ τρυφερὸν ἱμάτιον, παχὺ δὲ μᾶλλον καὶ εὐτελές· ἀπολύει δὲ καὶ τῶν ποδῶν τὰ σανδάλια, καὶ ἐν τῷ τοιῷδε βαδίζει σχήματι· ἵν’ αὐτὸ δὴ τοῦτο θαυμάζοντες οἱ ὁρῶντες αὐτὸν, ἀναπυνθά‐ νωνται τὰς αἰτίας, καὶ ἐφ’ ὅτῳ τοῦτο πέπραχεν εἰ‐ | |
10 | δέναι σπουδάζοντες, πληροφορηθεῖεν· ὅτι ματαίαν ἔχουσι τὴν ἐπ’ ἀνθρώποις ἐλπίδα· καὶ χρῆν δή που μᾶλλον αὐτοὺς γλίχεσθαι μὲν τῆς ἄνωθεν εὐημερίας, ἐπίκουρον δὲ ποιεῖσθαι φιλεῖν τὸν ἀεὶ σεσωκότα Θεόν. Γυμνοῦ τοίνυν καὶ ἀνυποδέτου περινοστοῦντος τὴν | |
15 | Ἰουδαίαν τοῦ μακαρίου προφήτου, καὶ πτοίας ἐγγι‐ νομένης τοῖς ὁρῶσιν αὐτὸν οὐ μικρᾶς, Εἶπεν, φησὶ, Κύριος· Ὃν τρόπον πεπόρευται Ἡσαΐας ὁ παῖς μου, γυμνὸς καὶ ἀνυπόδετος, τρία ἔτη ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν. Ὡς γὰρ ἔφην φθάσας, ἐν ὀλίγοις ἔτεσι τρισὶ καταδῃώσας τὴν Αἰ‐ γυπτίων ὁ τῶν Ἀσσυρίων βασιλεὺς, καὶ μὴν καὶ τοὺς προσοικοῦντας Αἰθίοπας αὐτῇ, καὶ τῇ Θηβαίων γεί‐ | |
20 | τονας, πλείστην ἔχων αἰχμαλωσίαν, καὶ ταῖς Αἰγυπτίων ἐνσπαταλήσας συμφοραῖς· τότε δὴ τότε λαμ‐ πρὸς οἴκοι πάλιν ἀνεκομίζετο. Καὶ ἡττηθήσονται αἰσχυνθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ’ οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι· ἦσαν γὰρ αὐτοῖς δόξα. Καὶ ἐροῦσιν οἱ | |
25 | κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ· Ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες, τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοή‐ θειαν, καὶ οὐκ ἠδύναντο σωθῆναι ἀπὸ βασιλέως Ἀσσυρίων, καὶ πῶς ἡμεῖς σωθησόμεθα; Τὰ πρόσοικα τῇ Θηβαίων ἔθνη βάρβαρα, Βλέμμυες | |
30 | δὲ οὗτοι, οἳ καὶ εἰσὶν Αἰθίοπες, εὐτεχνέστατα μὲν τὰς βελῶν ἀφαιρέσεις ποιεῖσθαι μεμελετήκασι. Φαρμάκῳ δὲ ταύτας ἀποχρίοντες ὀλεθριωτάτῳ ἐπαφίασι τοῖς μαχομένοις· κἂν εἰ προσψαύσειαν, τεθνήξεται πάν‐ τως ὁ πληγεὶς, καὶ ὥσπερ τις ὀφιόδηκτος γεγονὼς | |
35 | παραχρῆμα πεσεῖται. Ἦν οὖν ἐν ἔθει καὶ τριβῇ Αἰ‐ γυπτίοις, πολέμου καὶ μάχης ἐπηρτημένων, τὰς τῶν Αἰθιόπων καταμισθοῦν τε φάλαγγας, καὶ μέγα φρονεῖν ἐπ’ αὐτοῖς· ἀλλ’ ἥλωσαν σὺν αὐτοῖς τῆς τῶν Ἀσσυ‐ ρίων ἀνδρείας ἡττώμενοι. Αἰσχυνθήσονται τοίνυν οἱ | |
40 | Αἰγύπτιοι, φησὶν, ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ’ οἷς ἦσαν πεποιθότες. Κατειλημμένων γὰρ καὶ αὐτῶν καὶ νενι‐ κημένων, ἐροῦσιν οἱ ἐν τῇ νήσῳ ταύτῃ κατοικοῦντες· Ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες ποτὲ τοῦ φυγεῖν εἰς αὐ‐ τοὺς εἰς βοήθειαν, οἳ οὐκ ἠδύναντο σωθῆναι ἀπὸ βα‐ | |
45 | σιλέως Ἀσσυρίων· καὶ πῶς ἡμεῖς σωθησόμεθα; Νῆ‐ σον μὲν οὖν τὴν Αἴγυπτον ὀνομάζει, διά τοι τὸ εἶναι περίῤῥυτον ποταμοῖς, καὶ λίμναις ὑδάτων διεζῶσθαι πανταχοῦ· εἰσκομίζει γε μὴν τοὺς ἐνοικοῦντας αὐτὴν, τῆς ἐπὶ τοῖς Αἰθίοψιν ἐλπίδος καταγινώσκοντας. Εἰ | |
70.481(50) | γὰρ ἥλωσαν αὐτοὶ, φησὶν, πῶς ἂν ἐκσώσειαν τοὺς ἐπ’ αὐτοῖς πεποιθότας; Ἀγαθὸν οὖν ἄρα τὸ ἐλπίζειν ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ’ ἄνθρωπον· καὶ ὥς φησιν ὁ προφήτης Ἱερεμίας· «Ἐπικατάρατος μὲν ἄνθρω‐ πος ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, καὶ στηρίζει | |
55 | σάρκα βραχίονος αὐτοῦ· εὐλογημένος γε μὴν, ὃς πέ‐ ποιθεν ἐπὶ τῷ Κυρίῳ καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ.» | |
Ἀεὶ δέ πως ἡμᾶς ὁ προφητικὸς ὀνίνησι λόγος· κἂν | 481 | |
70.484 | εἰ μὴ ἔχοι τυχὸν πνευματικῆς ἀφηγήσεως τρόπον ἡ ἱστορία, ἀλλ’ οὖν τὸ ἐξ αὐτῆς ὄφελος οὐ βραχύ. Φησὶ γὰρ ὁ Παῦλος, τυπικῶς συμβαίνειν τοῖς ἀρχαιοτέροις, γεγράφθαι γε μὴν πρὸς νουθεσίαν ἡμῶν. | |
5t | ΤΟ ΟΡΑΜΑ ΤΗΣ ΕΡΗΜΟΥ. | |
6 | Διαπεράνας εὖ μάλα τὸν ἐπί γέ φημι τοῖς Αἰγυ‐ πτίοις λόγον, πηνίκα τε καὶ ὅπως κεκλήσονται διὰ πίστεως πρὸς ἐπίγνωσιν τοῦ κατ’ ἀλήθειαν ὄντος Θεοῦ διειπὼν ὁ προφήτης, μεταφοιτᾷ πρὸς ἑτέραν ὅρασιν | |
10 | τὴν περὶ τῆς ἐρήμου· καὶ οὐχ ἁπλῶς γῆς ἡμῖν ἐν τούτοις ἀοικήτου καὶ ἐρήμης ποιεῖται μνήμην· ἀλλὰ γὰρ ἔρημον ὀνομάζει τὴν Βαβυλωνίων, ἥ ποτε μὲν ἀριθμοῦ κρείττονας εἶχε τοὺς οἰκήτορας, δεινούς τε καὶ μαχιμωτάτους· ἠρημώθη δὲ οὕτως, ὀργῆς αὐτῇ | |
15 | τῆς ἄνωθεν ἐπενηνεγμένης, ὡς κένανδρον ἀπομεῖναι παντελῶς καταστρατεύσαντος τῆς Βαβυλωνίων Κύρου τοῦ Καμβύσου. Οὗ καὶ ἑτέρωθι διαμνημονεύει λέγων ὁ προφήτης· «Οὕτως λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν | |
20 | αὐτοῦ ἔθνη. Πόλεις οὐ συγκληθήσονται.» Οὗτος εἷλε κατὰ κράτος τὴν ἀλαζόνα ποτὲ καὶ κατὰ παντὸς ἔθνους ἐπαιρομένην, καὶ δυσάντητον ἐν μάχαις, τὴν Βαβυλῶνά φημι. Ποιεῖ δὲ μνήμην καὶ νῦν ὁ προφήτης αὐτῆς, καὶ ἔρημον μὲν ὀνομάζει. Τίνα δὲ τρόπον | |
25 | ἀθλιότητος εἰς τοῦτο κατώλισθεν, ἀφηγεῖται σαφῶς δύο τούτων ἕνεκα καθάπερ ἐγῷμαι. Ἢ γὰρ ἵνα τοὺς Ἰουδαίους ἀποστήσῃ τῆς ἐλπίδος· «Ἦν γὰρ Ἐφραῒμ περιστερὰ ἄνους,» καθά φησιν εἷς τῶν ἁγίων προ‐ φητῶν· «Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους | |
30 | ἐπορεύετο·» ἢ ἵνα παρακαλέσῃ λελυπημένους, ὅτι πεπόρθηται μὲν αὐτῶν ἡ χώρα, ἐμπέπρησται δὲ καὶ αὐτὸς ὁ νεὼς, δορύληπτοι δὲ γυναιξὶν ὁμοῦ καὶ τέ‐ κνοις ἀπεκομίσθησαν εἰς τὴν Βαβυλῶνα. Τοῦτο δὲ ἦν διδάσκοντος ἐναργῶς, ὅτι καὶ τῶν πεπορθηκότων αὐ‐ | |
35 | τοὺς κατεξαναστήσεται Θεὸς, εἰ ζῇν ἕλοιντο κατὰ νόμον, καὶ τῶν θείων ἐνταλμάτων αὐτοῦ γνήσιοι γε‐ νέσθαι φύλακες. Οὐκοῦν ἀφηγεῖται μὲν ὁ προφήτης. Ἔχει γε μὴν τὸ τῆς ὁράσεως ὕψος προσώπων ἐναλλα‐ γάς. Ποτὲ μὲν γὰρ ὡς αὐτόπτης τῶν ἐσομένων, καὶ | |
40 | θεωρὸς ἤδη γεγονὼς, ἐξηγεῖται τὰ παραδειχθέντα αὐτῷ παρὰ Θεοῦ· ποτὲ δὲ καὶ τί συμβήσεται κατὰ καιροὺς προφητικῷ πνεύματι προαναφωνεῖ· εἰσκομίζει δὲ καὶ τὸ Βαβυλωνίων ἔσθ’ ὅτε πρόσωπον κατοιμωζόν‐ των ἑαυτοὺς ἐπὶ ταῖς οὕτω δειναῖς καὶ ἀδοκήτοις | |
45 | συμφοραῖς. Ὡς τεθεαμένος τοίνυν τὴν Περσῶν τε καὶ Μήδων, καὶ μὴν καὶ Ἐλαμιτῶν κατὰ τῆς Βαβυλῶνος ἐκστρατιὰν, οὕτω φησί· Καθιππεύσουσί τε καὶ δι‐ ελεύσονται τὴν ἔρημον. | |
49t | Ὡσανεὶ καὶ ἀνέμων καταιγὶς δι’ ἐρήμου διέλθοι. | |
70.484(50) | Τὴν κόνιν εἶναι ἀναστᾶσα, καὶ μονονουχὶ συγχέουσα τὸ πᾶν. Προσεπάγει δέ· | |
52t | Ὅτι φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. | |
53 | Ἱκανὴ γὰρ λίαν, καὶ ψιλὴ καὶ μόνη τῶν πολεμίων | |
ἡ θέα, καὶ τῶν μαχίμων ἡ ἀλκιμωτάτη πληθὺς κατ‐ | 483 | |
70.485 | εσκευασμένη πρὸς πόλεμον, σκληρὸν ἐμποιῆσαι δεῖμα τοῖς θεωμένοις. Ἀλλ’ οὐ τεθεᾶσθαί φησι μόνον, ἀλλὰ γὰρ καὶ, Ἀνηγγέλη μοι, φησίν· ὁμοῦ γὰρ τῇ θέᾳ, καὶ τῶν πραγμάτων τὴν ἔκβασιν ἐδιδάσκετο, δῆλον δὲ ὅτι | |
5 | παρὰ Θεοῦ. | |
6t | Ὁ ἀθετῶν ἀθετεῖ, καὶ ὁ ἀνομῶν ἀνομεῖ. | |
7 | Ἀνεπίπληκτον, φησὶ, τῶν ἐπιόντων τὸ θράσος. Οὐ γὰρ λογισμοῖς ἀνθρωπίνοις ἀνάπτονται πρὸς τὸ ἥμε‐ ρον· ἀλλ’ οὐδέ τις τῶν ἐν αὐτοῖς διενθυμεῖταί τι τῶν | |
10 | ἡκόντων· ἀνομεῖ δὲ ἀκαθέκτως, καὶ ἀθετεῖ κατὰ τὸ αὐτῷ δοκοῦν, οὐ φειδοῦς ἐνούσης τινός· Οὐ γὰρ εἰς ἔλεον βλέπουσιν, ἀλλ’ ἔργον αὐτοῖς τὸ ἐσπουδασμένον ἔσται, φησὶν, τὸ ἀνομεῖν τε καὶ ἀθετεῖν. Ἔφη τι τοιοῦ‐ τον καὶ διὰ φωνῆς τοῦ αὐτοῦ, πρὸς τοὺς τῆς Ἀσσυ‐ | |
15 | ρίων οἰκήτορας· Ἰδοὺ ἐγὼ ἐπάγω ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι. Τοξεύματα νεανίσκων συντρίψουσι. Θεοῦ γὰρ ὀργὴν τοῖς πλημμελοῦσιν ἐπάγοντος, οὐδὲν ἔσται τὸ ἐπικουρεῖν δυνάμενον. Θηριοπρεπὴς δὲ μᾶλλον τοῖς | |
20 | ἐθέλουσι καταδῃοῦν τοὺς ἐφ’ οἷς ἂν τρέχοιεν, ἐνοικί‐ ζεται νοῦς. Ἐπ’ ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ’ ἐμὲ ἔρχονται. Νῦν στενάξω, καὶ πα‐ ρακαλέσω ἐμαυτόν. Διὰ τοῦτο ἐνεπλήσθη ἡ | |
25 | ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με, ὡς τὴν τίκτουσαν· ἠδίκησα τοῦ μὴ ἀκοῦσαι, ἐσπού‐ δασα τοῦ μὴ βλέπειν. Ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον. | |
30 | Προσωποποιΐας ἔχει δύναμιν ὁ ἔν γε τουτοισὶ λόγος. Εἰσκομίζεται γὰρ ὁ Ἀσσύριος, καὶ δεδιὼς τὴν ἔφ‐ οδον, καὶ τῶν πολεμίων τὰς φάλαγγας οὐκ ἠγνοηκὼς, καὶ ἐπὶ τίνας αὐταῖς ὁ τοῦ πολέμου σκοπός. Οὐ γὰρ ἐφ’ ἑτέρους τινὰς, ἀλλ’ ἐμοὶ, φησὶν, οἱ Ἐλαμῖται, καὶ | |
35 | οἱ πανάριστοι τῶν Περσῶν ὡρμήκασι. Στενάξω δὴ οὖν καὶ παρακαλέσω ἐμαυτόν. Τοῖς γὰρ ἐν ἐσχάτῃ συμφορᾷ γεγονόσι δοκεῖ προσεῖναί τις παραμυθίας τρόπος, τὸ θρηνεῖν τε καὶ ὀλοφύρεσθαι. Ἐκθλίβεται γὰρ ἐξ ὀδύνης τὸ δάκρυον. Πρᾶγμα δὲ ξένον εἰ θρη‐ | |
40 | νοῦσιν Ἀσσύριοι, σκληροὶ καὶ ἀγέρωχοι γεγονότες ἀεὶ, ἐξοφρυωμένοι τε ἅγαν κατὰ πάντων τῶν ἐθνῶν, καὶ οὐκ εὐάντητον ἔχειν οἰόμενοι τὴν ἀντίστασιν. Ἀλλ’ οἱ θρασεῖς οὕτω καὶ φρονήμασι τοῖς ὑπὲρ ἄνθρωπον ἐξογκούμενοι, γυναικοπρεπὲς εἰσδέχονται τὸ δάκρυον, | |
45 | καὶ θρῆνον ἐφ’ ἑαυτοῖς ἀρτύουσι, πρὸ τῆς τοῦ πολέ‐ μου πείρας κατακλώμενοι πρὸς ἀσθένειαν. Ἐνεπλή‐ σθη γὰρ ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν. Ἀλλ’ ὅτου δὴ χάριν τὰ τοιαῦτά σοι συμβήσεται, φησὶν, ὦ Ἀσσύριε; Φράσαις ἂν τῷ | |
70.485(50) | ἐρομένῳ· Ναὶ, φησίν· οἶδα γὰρ προσκεκρουκὼς διὰ πολλὴν ἁμαρτίαν τῷ πάντων κρατοῦντι Θεῷ. Ἠδίκησα τὸ μὴ ἀκοῦσαι, ἐσπούδασα τὸ μὴ βλέπειν. Κατὰ τοῦτο, φησὶν, ἐμαυτὸν ἠδίκησα, ὅτι μεμελέτηκα πολὺ τὸ δυσήκοον, καὶ σπουδῆς ἔργον ἐθέμην τὸ μὴ βλέπειν, | |
55 | τοῦτ’ ἔστι, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεός. Ἤκουον μὲν γὰρ τὴν Ἰουδαίων λατρείαν, εἷλον κατὰ κράτος τὴν ἁγίαν πόλιν, πεπόρθηκα τὸν νεών. Ἔσχον ἐκ παρ‐ ακουσμάτων τὴν μετρίαν εἴδησιν τῶν ἐντεταλμένων | |
τοῖς ἐξ Ἰσραήλ. Μᾶλλον δὲ καὶ ὁ προφήτης Ἰωνᾶς | 485 | |
70.488 | ἀπεστάλη παρὰ Θεοῦ κηρύσσων καὶ λέγων· «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται·» κατα‐ δείσας δὲ παραχρῆμα τὴν ἀπειλὴν, μετενόησα μὲν, ἀλλ’ ἠδίκησα πάλιν μὴ ἀκούσας, καὶ ἐν σπουδῇ τέ‐ | |
5 | θειταί μοι τὸ μὴ ὁρᾷν ἅπερ ἦν ὁρᾷν ἀναγκαῖον. Πε‐ πλάνηται γὰρ ἡ καρδία μου. Καὶ ὑποβρύχιόν με πε‐ ποίηκεν ἡ ἁμαρτία, καταχωννῦσα τρόπον τινά. Ταύ‐ τῃ τοι καὶ ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον· γέγονα γὰρ ἐν δείμασι τοῖς τῶν ἐσχάτων. Αὗται τοίνυν φωναὶ | |
10 | τῶν Ἀσσυρίων εἶεν ἄν. Ἔθος γὰρ τοῖς ἁγίοις προ‐ φήταις προσωποποιεῖν τὰς φωνὰς, διὰ τὸ τοῖς ἀκροω‐ μένοις χρήσιμον. Ἑτοιμάσατε τράπεζαν, πίετε, φάγετε. Ἀνα‐ στάντες οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς. | |
15 | Ἔφην ὅτι τῆς προφητείας ὁ λόγος εἰς πολλὰς ἔσθ’ ὅτε προσώπων διαφορὰς εὖ μάλα διαποικίλλεται· δεῖ δὲ δὴ πάντως τοὺς, οἵπερ ἂν ἕλοιντο συνιέναι τε καὶ ἀπαγγέλλειν ὀρθῶς, ἐπιτηρεῖν ἀκριβῶς τὰ τοιάδε. Σαφὴς γὰρ ἂν οὕτω γένοιτο, καὶ οὐδὲν ἔχουσα τὸ | |
20 | ἄναντες εἰς δυσχερείαν τῶν λεγομένων ἡ γνῶσις. Εἰσκεκόμικε τοίνυν τὸ τῶν Ἀσσυρίων πρόσωπον κλαιόντων ἐφ’ ἑαυτοῖς, καὶ συντεθραυσμένων μὲν εἰς δειλίας, ἀφόρητον δὲ τὸν ἐπί γε τοῖς μέλλουσιν ἔσε‐ σθαι κακοῖς ὠδινόντων τὸ δεῖμα. Εἶτα μέμνηται τοῦ | |
25 | χρόνου, καθ’ ὃν αὐτοὺς ἁλῶναί τε καὶ ταῖς ἀνηκέ‐ στοις συμφοραῖς περιπεσεῖν συμβήσεται· καὶ μὴν καὶ αὐτὴν καθίστησιν ἐναργῆ τῆς ἐπ’ αὐτοῖς γεγενη‐ μένης [ὀργῆς] τὴν αἰτίαν. Γέγραφε γὰρ ὁ μακάριος Δανιὴλ, ὅτι «Βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε δεῖπνον | |
30 | τοῖς μεγιστᾶσιν αὐτοῦ· χιλίοις κατέναντι τῶν χιλίων ὁ οἶνος.» Εἶτά φησιν, ὅτι καὶ τὰ ἐκ τῶν Ἱεροσολύ‐ μων ληφθέντα κατὰ καιροὺς ἅγια σκεύη προσκεκό‐ μικεν ἀνοσίως, καὶ ἔπινον ἐν αὐτοῖς αὐτὸς καὶ αἱ παλλακαὶ αὐτοῦ, καὶ αἱ παράκοιται αὐτοῦ. Τοῦτο δὲ | |
35 | ἦν ἕτερον οὐδὲν, πλὴν ὅτι μεγαλαυχεῖν κατὰ τῆς τοῦ Θεοῦ δόξης· κατεπαίρεσθαί τε τοῦ προεστηκότος τῶν ἐξ Ἰσραὴλ, ὡς κατὰ μηδένα τρόπον ὀνῆσαι δεδυνη‐ μένου τὸν ἴδιον λαόν. Πίνοντος τοίνυν τοῦ Βαλτάσαρ, καὶ μονονουχὶ γελῶντος τὰ σκεύη τὰ ἅγια· Ὤφθη, | |
40 | φησὶν, ἀστράγαλος χειρὸς, καὶ ἔγραφεν ἐν τῷ τοίχῳ, Μανῆ Θεκὲλ Φαρές· διερμηνεύων τὴν γραφὴν ὁ θεσπέσιος Δανιὴλ, ἔφη πρὸς τὸν Ἀσσύριον· Διέῤῥη‐ ξεν ὁ Θεὸς τὴν βασιλείαν σου, καὶ ἐμέρισεν αὐτὴν, καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις. Ταυτησὶ τῆς ἱστο‐ | |
45 | ρίας, ὥς γε οἶμαι, διαμέμνηται νυνὶ, καί φησιν ὁ προφήτης ὡς πρός γε αὐτοὺς τοὺς ἄρχοντας, ἤτοι μεγιστᾶνας, καὶ μέν τοι τὸν Βαλτάσαρ· Ἑτοιμάσατε τράπεζαν, πίετε, φάγετε· ἀναστάντες οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς· σπαταλήσατε, φησὶν, ἐπὶ τρα‐ | |
70.488(50) | πέζαις ἀσώτοις· ἐν ἔθει δέ πώς ἐστιν ὁ λόγος· κα‐ τακορέσθητε πίνοντες ἀπλήστως. Καὶ τί μετὰ τοῦτο; Πόλεμοι διαδέξονται τὴν πανήγυριν, καὶ οὐκ εἰς μα‐ κρὰν τὸ παθεῖν· ἀλλ’ ἐξ αὐτοῦ τοῦ πότου δραμεῖσθε πρὸς ὅπλα, καὶ ζητήσετε θυρεούς. Παγχάλεπον γὰρ | |
55 | ἀληθῶς τὸ κατεπαίρεσθαι Θεοῦ, καὶ καταθρασύνε‐ σθαι δόξης, ἧς ἐπέκεινα τῶν ὄντων οὐδέν. Δέδοται | |
μὲν γὰρ τοῖς Ἀσσυρίοις ὁ Ἰσραήλ· Θεοῦ τὸ χρῆναι | 487 | |
70.489 | παθεῖν αὐτοὺς τὴν αἰχμαλωσίαν διὰ πολλὴν ἁμαρτίαν ἐπενηνοχότος. Οὐ μὴν ἔδει ᾑρηκότας εἰς τοῦτο πε‐ σεῖν ἀμαθίας καὶ ἀσυνέτων ἐννοιῶν, ὡς οἴεσθαι καὶ φρονεῖν τὴν τοῦ σώζειν αὐτοὺς ἐθέλοντος πλεονεκτῆσαι χεῖρα, καὶ ἀμείνους γενέσθαι τῆς ἀφράστον δυνάμεως | |
5 | τοῦ πάντα ὑπερκειμένου καὶ ἀνεστηκότος τὴν κτίσιν ὡς Θεοῦ. Ὅτι οὕτως εἶπε Κύριος πρός με· Βαδίσας σε‐ αυτῷ στῆσον σκοπόν· καὶ ὃ ἐὰν ἴδῃς, ἀνάγγει‐ λον. Καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο· ἀναβάτην ὄνου, καὶ ἀναβάτην καμήλου. | |
10 | Ἔθος τοῖς ἁγίοις προφήταις ἐν τῷ τῆς θεοπτίας ἤτοι τῶν ὁράσεων καιρῷ, συλλέγειν ὥσπερ ἐν ἑαυτοῖς τὸν νοῦν, καὶ ἀπερισπάστῳ διανοίᾳ κατασκέπτεσθαι τὰ δεικνύμενα παρὰ Θεοῦ, καὶ οἷον ὑψοῦ καὶ ἐν ἀποῤῥήτῳ τινὶ περιωπῇ γεγονότας τῶν θείων ἐπ‐ | |
15 | ακροᾶσθαι λόγων. Καὶ γοῦν ἔφη τις τῶν ἁγίων προ‐ φητῶν· «Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἐπι‐ βήσομαι ἐπὶ πέτραν, καὶ ἀποσκοπεύσω, τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου.» Τοιοῦτόν τι νῦν ὁ προφήτης διδάσκει, καί φη‐ | |
20 | σιν ἀκοῦσαι παρὰ Θεοῦ· Βαδίσας σεαυτῷ στῆσον σκο‐ πὸν, καὶ ὃ ἐὰν ἴδῃς ἀνάγγειλον· καὶ οὐχ ἕτερόν τινα σκοπὸν ἱστᾷν ἐκελεύετο, ἀλλ’ ἑαυτόν που πάντως εὐ‐ τρεπίσαι πρὸς θεοπτίαν, καὶ οἷόν τινα σκοπὸν ὑψοῦ γεγονότα τῷ νῷ, καταθρεῖν τὰ ἐσόμενα, καὶ ὄψει δέ‐ | |
25 | χεσθαι τῶν πραγμάτων τὴν θέαν. Εἶδον οὖν, φησὶν, ἀναβάτας ἱππεῖς δύο· ἀναβάτην ὄνου, καὶ ἀναβάτην καμήλου. Καὶ τί δὴ τοῦτό ἐστιν, ὁ τῶν Ἀσσυρίων θρῆνος διδάξει σαφῶς. Ἔφασκε γάρ· Ἐπ’ ἐμοὶ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν πρὸς ἐμὲ | |
30 | ἔρχονται· καὶ Ἐλαμῖται μὲν βάρβαρον ἔθνος, κα‐ μήλοις ἐποχεῖσθαι μεμελετηκός. Ὁ δέ γε ἀναβάτης τῆς ὄνου τίς ἂν ἕτερος εἴη παρά γε τοὺς Περσῶν ἐξειλεγμένους; οὓς δὴ καί φασιν ἡμιόνοις τε καὶ σκια‐ δίοις ἐμβεβηκότας ἰέναι πρὸς μάχην, ὡς ἂν μή | |
35 | τις αὐτοὺς ἀπονευρώσῃ πόνος. Ἐπειδὰν δὲ τὸν τῆς μάχης ἴδωσι χῶρον, τὸ τηνικάδε τῶν σκιαδίων κα‐ ταπηδήσαντες, ἵπποις κέχρηνται ἐξειλεγμένοις. Ὄνου τοίνυν ἀναβάτην τὸν ταῖς ἡμιόνοις ἐποχούμε‐ νόν φησιν. Εἰ καὶ καθ’ ἕτερον τρόπον θεάσασθαι μὲν | |
40 | εἰκὸς τὸν προφήτην, ἵπποις ἐποχούμενον τῶν πολε‐ μίων τὸ στῖφος, ἑπομένην δὲ πληθὺν καμήλων καὶ ἡμιόνων, ηὐτρεπισμένων τάχα που πρὸς τὴν τῶν λαφύρων μετακομιδήν. Τοῦτο γὰρ ἑτέρωθί πού φη‐ σιν· «Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ | |
45 | σκύμνος λέοντος· ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔγγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ’ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν·» Λέοντα γὰρ καὶ σκύμνον λέον‐ τος τὸν Κύρον ἐκάλει, καὶ τοὺς ὑπ’ αὐτῷ Πέρσας τε καὶ Μήδους. Ἀσπίδας δὲ καὶ ἀσπίδων ἔγγονα πετο‐ | |
70.489(50) | μένων· τοῦτο ἔστιν, ὀξέως διᾴττειν καὶ πτηνοῖς ἐν ἴσῳ φέρεσθαι μεμελετηκότας, τοὺς ἐκ τῶν ἑτέρων ἐθνῶν, οἷς καὶ ἐποχεῖσθαι καμήλοις ἐν ἔθει καὶ τριβῇ. Ἀκρόασαι ἀκρόασιν πολλὴν, καὶ κάλεσον Οὐ‐ ρίαν εἰς τὴν σκοπιὰν Κυρίου. | |
55 | Διωμολόγηκεν ὁ προφήτης, ὡς θεάσαιτό τινας | 489 |
70.492 | ἀναβάτας ἱππεῖς δύο, καμήλου τε καὶ ὅνου· καὶ τίνες ἂν εἶεν οὗτοι, φθάσαντες ἤδη προείπαμεν. Ἐπειδὴ δὲ ἅπαξ τεθέαται, προστάττεται λοιπὸν τὰ ἐκ τῆς ἐφόδου μανθάνειν ἐπείγεσθαι, καὶ τῆς τῶν Χαλδαίων | |
5 | συμφορᾶς τὰ φρικτὰ διηγήματα. Πολλὴ γὰρ ἀκρόασις ἡ τοιάδε κατὰ τὸ ἀληθές. Τοιγάρτοι τῇ Βαβυλῶνι συμβεβηκότα φρικτὰ, καὶ λόγου πέρα παντὸς, καὶ εἰς ἄκρον ἥκοντα κακῶν. Εἷλε γὰρ οὕτως ὁ Κύρος αὐτὴν, ὥστε καταστῆσαι μὲν ἐρήμην αὐτὴν εἰς | |
10 | ἅπαν, ἀνελεῖν δὲ τοὺς ἐν αὐτῇ, καὶ ἐξ αὐτῶν τε τῶν σπηλαίων σαγηνεύοντα τοὺς ὅλως δύνασθαι λαθεῖν προσδοκήσαντας. Καὶ γοῦν ἔφη πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεὸς, ὅτι Δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι.» Εἰσφέρεται δέ | |
15 | που καὶ τῆς Ἱερουσαλὴμ τὸ πρόσωπον ὡς πρός γε τὴν Βαβυλῶνα λέγον· Μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα καὶ ἀναστήσομαι· διότι ἐὰν καθίσω ἐν τῷ σκότει, ὁ Κύριος φωτιεῖ με. Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως οὗ δικαιῶσαι | |
20 | αὐτὸν τὴν δικαιοσύνην μου, καὶ ποιήσῃ τὸ κρίμα μου, καὶ ἐξάξει με εἰς τὸ φῶς· καὶ ὄψομαι τὴν δικαιο‐ σύνην αὐτοῦ. Καὶ ὄψεται ἡ ἐχθρά μου, καὶ περι‐ βαλεῖται αἰσχύνην, ἡ λέγουσα πρός με, Ποῦ Κύριος ὁ Θεὸς σοῦ; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν. Νῦν | |
25 | ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ἐξόδοις. Ἡμέραι ἀλοιφῆς πλίνθου, ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη· καθ’ ἣν δηλονότι πεπόρθηται μὲν ὑπὸ Περσῶν τε καὶ Μήδων καὶ Ἐλαμιτῶν, ἠρήμωται δὲ, ὡς ἔφην. Ἀκρόασαι τοίνυν, φησὶν, ἀκρόασιν πολλὴν, | |
30 | τοῦτ’ ἔστι, τὰ ἐπὶ τῇ ἁλώσει μακρὰ καὶ φρικτὰ δι‐ ηγήματα καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιὰν Κυρίου. Οὐρίαν φασί τινα γενέσθαι τῶν ὅτι μάλιστα διαφα‐ νεστάτων ἐν ἱερουργοῖς τοῖς κατὰ τὸν νόμον. Παρά‐ λαβε τοίνυν, φησὶ, μάρτυρα τῆς δεικνυμένης σοι | |
35 | κατασκοπῆς, ἤγουν ὁράσεως, τὸν Οὐρίαν, καὶ διδα‐ σκέσθω παρὰ σοῦ τὰ ἐσόμενα. Ἐπειδὴ γὰρ τοῖς τῶν προφητῶν διηγήμασιν ἀπειθοῦντες ἔφασκον· «Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνη‐ σιν,» ταύτῃτοι καὶ λίαν οἰκονομικῶς ὁ τῶν ὅλων | |
40 | Θεὸς τοὺς παρὰ τοῖς Ἰουδαίοις ἐντιμοτάτους ἐποιεῖτο μάρτυρας τῶν δεικνυμένων κατὰ καιροὺς, ὡς ἐν ὁράσει προφητικῇ, τοῖς τὸ τῆς προφητείας ἔχουσι πνεῦμα, ἵν’ εἰ μὴ βούλοιντο τοῖς παρ’ αὐτῶν κατα‐ πείθεσθαι λόγοις, κἂν οὖν ἐκείνοις θαρσήσειαν, οἳ τῇ κατὰ νόμον ἱερωσύνῃ τετίμηνται παρ’ αὐτοῖς. | |
45 | Καὶ εἶπεν· Ἔστην διὰ παντὸς ἡμέρας, καὶ ἐν τῇ παρεμβολῇ ἔστην ὅλην τὴν νύκτα· καὶ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος. Κεκελευσμένος ὁ προφήτης ἑαυτῷ στῆσαι σκοπὸν, ἀπαγγεῖλαί τε σαφῶς, ὅπερ αὐτῷ δειχθείη παρὰ Θεοῦ· | |
70.492(50) | Ἔστην, φησὶ, διὰ παντὸς ἡμέρας, καὶ δι’ ὅλης νυ‐ κτός· καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος. Αὐτὸς ἄρα τίς; ὁ Πέρσης τε καὶ Ἐλαμίτης, ἤγουν ὁ τῆς στρατιᾶς ἡγούμενος, τοῦτ’ ἔστιν, ὁ Κύρος. Καὶ ἀποκριθεὶς εἶπεν· Πέπτωκε Βαβυλὼν, καὶ | |
55 | πάντα τὰ ἀγάλματα αὐτῆς, καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν. | |
Τοῦ προφήτου λέγοντος· Ἰδοὺ αὐτὸς ἔρχεται | 491 | |
70.493 | ἀναβάτης ξυνωρίδος, τίνα τρόπον τὰ τῆς ἐφόδου πραχθήσεται, καὶ οὐκ εἰς μακρὰν εὖ μάλα τεθεα‐ μένου, λοιπὸν ἀποκρίνεται Θεὸς καί φησιν· Πέπτωκε Βαβυλὼν, τοῦτ’ ἔστιν, ἡ ἀλαζὼν, ἡ ὑβρίστρια, ἡ | |
5 | σφύρα πάσης τῆς γῆς, καθά φησιν Ἱερεμίας· ἡ πᾶσι τοῖς ἔθνεσι θηριοπρεπῶς ἐπεμβαίνουσα, ἡ γαῦρον αἴρουσα τὸν αὐχένα, χώρας τε καὶ πόλεις καταλειαίνουσα. Πέπτωκε, φησὶ, τοῦτ’ ἔστιν, ἀπ‐ όλωλε παντελῶς· ᾤχετο καὶ πεπάτηται, καὶ κατεῤῥιμ‐ | |
10 | μένη παντελῶς, καὶ ὑπὸ πόδας τῶν ᾑρηκότων ὁρᾶται κειμένη λοιπόν. Συνετρίβη δὲ καὶ πάντα αὐτῆς τὰ ἀγάλματα καὶ τὰ χειροποίητα. Γῆ γὰρ τῶν γλυπτῶν ἐστι, καθά φησιν ἕτερος τῶν ἁγίων προφητῶν· ἐπεποίθει δὲ λίαν ἐπὶ τοῖς ψευδωνύμοις θεοῖς· καὶ | |
15 | ταῖς παρ’ αὐτῶν ἐπικουρίαις σώζεσθαι προσδοκή‐ σασα, πεπάτηται σὺν αὐτοῖς, καὶ ὁμοῦ τοῖς ἰδίοις συνετρίβη σεβάσμασιν. Ἀκούσατε, οἱ καταλελειμμένοι, καὶ ὀδυνώμε‐ νοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου Σαβαὼθ, ὁ | |
20 | Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν. Ἀπεκομίσθη μὲν αἰχμάλωτος ὁ Ἰσραὴλ, καὶ δεδούλευκε τοῖς Βαβυλωνίοις, ἐφιέντος Θεοῦ διὰ πολλὴν ἁμαρτίαν καὶ ταῖς οὕτω μακραῖς αὐτὸν ἐναλῶναι συμφοραῖς. Ἀπομεμενήκασί γε μὴν ἔν τε | |
25 | Ἱεροσολύμοις, καὶ ἐν τῇ Ἰουδαίᾳ πολλοί· πλὴν διετέλουν στένοντές τε καὶ ὀδυνώμενοι, πεπορθημένης αὐτοῖς τῆς χώρας· κατεμπρησθέντος δὲ καὶ αὐτοῦ τοῦ ναοῦ, ἠρημωμένης δὲ κατὰ κράτος τῆς Ἱερου‐ σαλήμ. Φάρμακον τοίνυν ἐπικουρίας αὐτοῖς εἰς | |
30 | παράκλησιν ἐξυφαίνει χρησίμως ὁ προφήτης τὴν ὅρασιν, καί φησι πρὸς αὐτούς· Ἀκούσατε, οἱ κατα‐ λελειμμένοι καὶ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου Σαβαώθ. Ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγει‐ λεν ἡμῖν. Ἤδει γὰρ, ᾔδει τὴν Βαβυλωνίων συμφορὰν | |
35 | θυμηδείας αὐτοῖς ἐσομένην πρόξενον, καὶ τὰ κατὰ τῶν λελυπηκότων διηγήματα παρακλήσεως ἔσεσθαι τρόπον τοῖς οὕτω πεπορθημένοις. | |
38t | ΤΟ ΟΡΑΜΑ ΤΗΣ ΙΔΟΥΜΑΙΑΣ. | |
39 | Καὶ τῆς προκειμένης ὁράσεως οἶμαι δὴ δεῖν | |
40 | προαφηγήσασθαι τὴν ὑπόθεσιν. Συνεῖεν γὰρ ὧδέ τε καὶ οὐχ ἑτέρως οἱ ἐντευξόμενοι. Δύο τοίνυν γενέσθην υἱοὶ τῷ Ἰσαὰκ, Ἡσαῦ τε καὶ Ἰακώβ· καὶ ὁ μὲν Ἡσαῦ Ἐδὼμ ἐπεκλήθη, τοῦτ’ ἔστι, γήϊνος· τοιοῦτος γὰρ ἦν ὁ βίος αὐτῷ, καὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ | |
45 | πρωτοτόκια αὐτοῦ, καθὰ γέγραπται. Ἰακὼβ δὲ ἦν ἀνὴρ ἄπλαστος, οἰκῶν οἰκίαν· ἔφη γὰρ οὕτω περὶ αὐτοῦ τὸ Γράμμα τὸ ἱερόν· Καὶ γεγόνασι μὲν ἐξ Ἰακὼβ, ὃς μετωνόμασται καὶ Ἰσραὴλ, Ἰουδαῖοι· ἀπὸ δέ γε τοῦ Ἡσαῦ, ἤγουν τοῦ Ἐδὼμ, οἱ Ἰδουμαῖοι, | |
70.493(50) | ἤγουν οἱ Ἀγαρηνοὶ, εἰσὶ δὲ οὗτοι Σαρακηνοί. Οὐκ‐ οῦν ἀδελφοὶ καὶ ἀγχίσποροι τοῖς ἐκ Ἰσραὴλ γεγόνα‐ σιν οἱ Ἰδουμαῖοι· ἦσαν δὲ καὶ ἀλλήλοις ὅμοροί τε καὶ ἀγχιτέρμονες ἥ τε τῶν Ἰουδαίων καὶ ἡ τῶν Ἰδουμαίων χώρα. Ἀλλ’ οὔτε τὸ συγγενὲς, οὔτε μὴν | |
55 | τὸ γειτνιᾷν ἀλλήλοις, ἐβράβευε τοῖς γένεσι τὴν | |
ὁμοψυχίαν. Διεφέροντο γὰρ καὶ τοῖς Ἑλλήνων ἔθεσί | 493 | |
70.496 | τε καὶ νόμοις διαζῶντες Ἰδουμαῖοι, κατεληίζοντο συχνῶς τὴν τῶν Ἰουδαίων χώραν, καὶ πάντων αἴσχιστα δρᾷν εἰς αὐτοὺς ἀπετόλμων. Καὶ γοῦν ὅτε τῆς Αἰγυπτίων πλεονεξίας ἀποφορτισάμενοι τὸν | |
5 | ζυγὸν οἱ ἐξ Ἰσραὴλ, ἀνεφοίτων εἰς τὴν γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην, «Ἀπέστειλε, φησὶν, ὁ Μω‐ σῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα Ἐδὼμ, λέγων· Τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· Σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς· καὶ κατέβησαν οἱ | |
10 | πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους· καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν· καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν, καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ | |
15 | Αἰγύπτου· καὶ νῦν ἐσμὲν ἐν Κάδης πόλει ἐκ μέρους τῶν ὁρίων σου· παρελευσόμεθα διὰ τῆς γῆς σου· οὐ διελευσόμεθα δι’ ἀγρῶν, οὐδὲ δι’ ἀμπελώνων· οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου· ὁδῷ βασιλικῇ πορευ‐ σόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ, οὔτε εὐώνυμα, ἕως | |
20 | ἂν παρέλθωμεν τὰ ὅριά σου. Καὶ εἶπεν πρὸς αὐτὸν Ἐδώμ· Οὐ διοδεύσῃ δι’ ἐμοῦ· εἰ δὲ μὴ, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σου.» Ὁρᾷς ὅπως σκληροὶ καὶ ἀφιλοικτείρμονες γεγόνασιν Ἰδουμαῖοι, καὶ τοῦτο πρὸς ἀδελφούς; Ἀλλ’ οὐ μέχρι τούτων | |
25 | αὐτοῖς τὰ ἐγκλήματα· ἀλλὰ γὰρ καὶ ἕτερόν τι πε‐ πράχασιν ἀνόσιόν τε καὶ ἀπηνές. Εἷλε μὲν γὰρ τὴν τῶν Ἰουδαίων χώραν ὁ Βαβυλώνιος, κατεμπρήσας δὲ τὸν ναὸν καὶ καταδῃώσας τὸν Ἰσραὴλ, τὰ πέρα λό‐ γου παντὸς κατὰ τῶν ἐνοικούντων εἰργάζετο. Εἶτά | |
30 | τινες τῶν διασεσωσμένων ἐκ μαχαίρας Περσικῆς, ὡς εἰς ὅμορον χώραν τῶν Ἰουδαίων, καὶ ὡς πρὸς ἀδελ‐ φοὺς καὶ ὁμαίμονας καταφεύγειν ἐσπούδαζον· οἱ δὲ καίτοι δέον ἐπαμῦναι ὡς ἀδελφοῖς, καὶ ἀθλίως πε‐ πραχότας ἐποικτείρειν αὐτοὺς, καὶ μὴν καὶ ἀνακτᾶ‐ | |
35 | σθαι φιλοφρόνως, θηριοπρεπῶς ἐπεπήδων· ἔργον δὲ τῆς ἑαυτῶν ὠμότητος ἐποιοῦντο τοὺς φεύγοντας. Καὶ ἐπ’ αὐτῷ δὴ τούτῳ, κατῃτιᾶτο λίαν αὐτοὺς ὁ τῶν ὄλων Θεὸς διὰ φωνῆς Ἀβδίου τοῦ προφήτου γέγραπται γὰρ ὡδί· «Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει | |
40 | Κύριος, ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας, καὶ σύν‐ εσιν ἐξ ὄρους Ἡσαῦ· καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θεμὰν, ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὅρους Ἡσαῦ, διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακώβ· καὶ καλύψει σε αἰσχύνη, καὶ | |
45 | ἐξαρθήσῃ εἰς τὸν αἰῶνα, ἀφ’ ἧς ἡμέρας ἀντέστης ἐξ ἐναντίας, ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ· καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ· καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους· καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.» Ἄθρει δὴ οὖν ὅπως τῆς | |
70.496(50) | Περσικῆς ὠμότητος γεγόνασι μιμηταὶ, καὶ τοὺς ἀνασώζεσθαι προσδοκήσαντας, ταύτης τε ἕνεκα τῆς αἰτίας ὡς πρὸς ἀδελφοὺς ἰόντας καὶ γείτονας ἀπ‐ εκτόνασιν ἀνηλεῶς. Ἑλόντες τοίνυν τὴν τῶν Ἰου‐ δαίων χώραν οἱ Βαβυλώνιοι, ἀνακομιζόμενοί τε λοι‐ | |
55 | πὸν εἰς τὴν ἑαυτῶν, ὁδοῦ πάρεργον ἐποιοῦντο τῆς Ἰδουμαίας τὴν δῄωσιν. Εἷλον γὰρ ἅπαντας καὶ λίαν | |
ἀκονιτὶ, Θεοῦ τὴν ὀργὴν ἐπαφιέντος αὐτοῖς. Καὶ | 495 | |
70.497 | γοῦν ἔφη πάλιν διὰ φωνῆς Ἀβδίου· «Διότι ἐγγὺς ἡ ἡμέρα Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίη‐ σας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.» Αὕτη τοίνυν ἐν βραχέσι τῆς ἐν χερσὶν ἡμῶν ὁράσεως ἡ ὑπόθεσις. Καὶ δὴ καὶ ἰτέον πρός γε τὰ ἕκαστα, κατά γε τὸ ἐγχωροῦν | |
5 | εἰπεῖν τὰ ἐγγεγραμμένα. Πρὸς ἐμὲ κάλει παρὰ τοῦ Σηεῖρ. Αὕτη ἡ φωνὴ τοῦ πάντων κρατοῦντος Θεοῦ τῷ προ‐ φήτῃ λεγόντος, ὡς αὐτίκα δὴ μάλα πολέμου τῆς τῶν Ἰδουμαίων κατασκήψαντος γῆς, τραπήσονται πρὸς | |
10 | φυγὴν ἅπαντες οἱ κατοικοῦντες αὐτήν. Σηεῖρ δὲ τῆς Ἰδουμαίας ὄρος ἐστὶ παμμέγεθες, ὑφ’ ᾧ λέγεται λαμ‐ πρὰ παρ’ αὐτοῖς εἶναι πόλις. Ὡς οὖν μελλόντων ὡς οὐδέπω τραπέσθαι πρὸς φυγὴν τῶν ἐξ ὄρους Σηεῖρ, ἤτοι τῶν Ἰδουμαίων, Πρὸς ἐμὲ, φησὶ, κάλει, τοῦτ’ | |
15 | ἔστιν, ἡκέτωσαν οἱ ἐκεῖθεν φεύγοντες εἰς τὴν Ἰου‐ δαίαν. Ὥσπερ γὰρ ἐπετώθαζον τοῖς ἐξ Ἰσραὴλ κα‐ ταφεύγουσι παρ’ αὐτοῖς, οὕτω γελασθήσονται, φησὶ, τὰ ἴσα δρῶντες αὐτοῖς, καὶ τῆς Βαβυλωνίων χειρὸς ἡττώμενοι. | |
20 | Φυλάξατε ἐπάλξεις, φυλάξω τὸ πρωῒ καὶ τὴν νύκτα. Ἔστι μὲν ὁ λόγος ὡς πρὸς Ἰδουμαίους, μονονουχὶ κατονειδίζοντος αὐτοῖς τοῦ Θεοῦ τὸ εἰκαῖον εἰς πό‐ νους, τοὺς ἐπί γε τὸ δεῖν ἀμύνεσθαι τοὺς ἐχθροὺς, | |
25 | γλίχεσθαι δὲ κατ’ οὐδένα τρόπον τῆς παρ’ αὐτοῦ σω‐ τηρίας καὶ ἀρωγῆς. Μελλούσης γὰρ ἔσεσθαι τῆς τῶν Ἀσσυρίων ἐφόδου, καὶ τῶν πόλεων ἀποφράττοντες εἰσβολὰς, τὰς ἐπάλξεις ἐτήρουν. Ἀλλ’ ἦν ἀνόνητον τὸ χρῆμα αὐτοῖς. Ἥλωσαν γὰρ αἱ παρ’ αὐτοῖς πόλεις, | |
30 | καὶ οὐδεὶς ἦν παντελῶς ὁ σωζόμενος. Ἐν ἤθει τοίνυν ὁ παρὰ Θεοῦ πρὸς αὐτοὺς γέγονε λόγος· Ναὶ, φησὶν, ὀρθὰ καὶ εἰκότα βουλεύεσθε, φυλάσσετε τὰς ἐπάλξεις. Εἶτα ὡς παρ’ αὐτῶν, Φυλάσσω τὸ πρωῒ, καὶ τὴν νύκτα. «Ἀλλ’ ἐὰν μὴ ὁ Κύριος φυλάξειε πόλιν, εἰς | |
35 | μάτην ἠγρύπνησεν ὁ φυλάσσων.» Ἔδει γὰρ μᾶλλον ἐπικουρίαν ζητεῖν τὴν ἄνωθεν καὶ παρὰ Θεοῦ, καὶ οὐχὶ δὴ μᾶλλον ἐπιθαρσῆσαι λίθοις. Κατασεσεῖσθαι γὰρ οὕτω φασὶν τῶν παρ’ αὐτοῖς πόλεων τείχη, ὡς λίθον ἐπὶ λίθον οὐχ ὁρᾶσθαι κείμενον. | |
40 | Ἐὰν ζητῇς, ζήτει, καὶ παρ’ ἐμοὶ οἴκει, ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ. Εἰ γὰρ δὴ βούλοιο, φησὶν, ἐπικουρίαν ζητεῖν, ζήτει ταύτην παρ’ ἐμοῦ τοῦ διασώζειν ἰσχύοντος, καὶ οἴκει παρ’ ἐμοὶ, τοῦτ’ ἔστιν, ἐμὸς ἔσο καὶ φρόνει τὰ | |
45 | ἐμὰ, τῆς τῶν ψευδωνύμων θεῶν λατρείας σαυτὸν ἀφιστάς. Τοιοῦτόν τί φησιν ὁ Σωτήρ· «Ὁ ἐμὲ ἀγα‐ πῶν, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔστω.» Κατατρεχούσης τοίνυν, φησὶ, τῆς τῶν πολεμίων φάλαγγος τὴν τῶν Ἰου‐ | |
70.497(50) | δαίων ἅπασαν γῆν, ἔξω καὶ οἴκων ἢ καὶ πόλεων, καὶ ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ, τοῦτ’ ἔστιν, ὁμοῦ τοῖς ἀγρίοις καταλύσει θηρίοις· καταυλισθήσῃ δὲ καὶ ἐν τοῖς ἕλεσιν, οὕτω τε λοιπὸν τῆς εἰς ἀδελφοὺς ὠμότητος πραχθήσῃ τὰς δίκας. | |
55 | Ἐν τῇ ὁδῷ Δαιδὰν, εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θεμᾶν, | |
ἄρτοις συναντᾶτε τοῖς φεύγουσι διὰ τὸ πλῆθος τῶν | 497 | |
70.500 | φευγόντων, καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων, καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας, καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων, καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ. | |
5 | Ἀνόσια πεπραχότας καταιτιᾶται τοὺς Ἰδουμαίους, καθάπερ ἤδη προεῖπον, καὶ διὰ φωνῆς Ἀβδίου τοῦ προφήτου. Καίτοι γὰρ δέον ἀνηκέστοις περιπεσοῦσι συμφοραῖς τοῖς ἐξ Ἰσραὴλ ἐπαμῦναι συνηλγηκότας, τοῦτο μὲν οὐκ ἔδρων· ἀφιλόστοργοι δὲ καὶ ἀτεράμο‐ | |
10 | νες, καὶ τῆς τῶν Ἀσσυρίων ὠμότητος ἀγριώτεροι κατεφαίνοντο, τοὺς καὶ ὅλως διαφυγεῖν ἰσχύσαντας τὰς ἐκείνων χεῖρας, ὠμῶς ἀποσφάττοντες. Ὅπερ οὖν ἔδει ποιοῦντας εὐδοκιμεῖν, τοῦτο μὴ πεποιηκότας τε ..... λέγων· Ἐν τῇ ὁδῷ Δαιδὰν εἰς συνάντησιν | |
15 | διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θε‐ μὰν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν. Ἔδει γὰρ, ἔδει, φησὶν, ὑμᾶς, τοὺς τὴν νοτίαν ἔχοντας χώραν, Θεμὰν γὰρ ἑρμηνεύεται Νότος, τοῖς ἐν τῇ ὁδῷ Δαιδὰν φεύγουσί τε καὶ πλανωμένοις ἄρτους τε καὶ ὕδωρ | |
20 | προσάγειν, καὶ τὰ ἐξ ἀγάπης τοῖς ἀδελφοῖς πρε‐ πούσης περαίνειν ἐπείγεσθαι μᾶλλον, καὶ οὐκ ἀν‐ τιφέρεσθαι θηριοπρεπῶς τοῖς ἤδη παθοῦσιν, ἐναλο‐ μένους τρόπον τινὰ, καὶ καταφορτίζοντας τὸν ζυγὸν τῶν ἤδη πεπιεσμένων ταῖς οὕτω πικραῖς καὶ ἀτι‐ | |
25 | θάσσοις συμφοραῖς. Ἔδει τοίνυν τοῖς φεύγουσιν ὑπαντᾷν φιλοφρόνως. Ἐτρέποντο γὰρ εἰς φυγὴν, οἴκων τε καὶ πόλεων ἀλογήσαντες, διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ τῶν δεινῶν τοξευμάτων· καὶ ὅτι πολλοῖς πεπτώκασι, καὶ ἀριθμοῦ κρείττονες γεγόνασι | |
30 | παρ’ αὐτοῖς οἱ νεκροί. Ὅτι οὕτως εἶπέ μοι Κύριος· Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα Κηδὰρ, καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν· Κηδὰρ ἔσται ὀλίγον, διότι Κύριος ἐλάλησεν | |
35 | ὁ Θεὸς Ἰσραήλ. Ὅτι γέγονεν ἐγγὺς, καὶ οἷον εἴσω βέβηκε θυρῶν ὁ τῆς Ἰδουμαίας ὄλεθρος, καὶ ὅτι πάντη τε καὶ πάν‐ τως οἰκήσονται πρὸς ἀπώλειαν, κατεμπιπράντων αὐτοῖς τὰς πόλεις τῶν Βαβυλωνίων, καὶ ἅπασαν δὲ | |
40 | καταδῃούντων τὴν χώραν, προαπαγγέλλει σαφῶς· Εἷς γὰρ ἔσται, φησὶν, ἐνιαυτὸς ὁ μεταξὺ, καὶ οἱ τῆς Κη‐ δὰρ τοξευταὶ, καί τοι, φησὶν, οὐκ ἀθαύμαστον ἐπ’ αὐτῷ δὴ τούτῳ τὴν ὑπόληψιν ἐσχηκότες, ἐκλείψουσί τε καὶ ἀπολοῦνται· καὶ ἀληθὴς ἡ προαγόρευσις. Κύριος | |
45 | γὰρ ἐλάλησεν ὁ Θεὸς Ἰσραήλ· ψεύσεται δὲ οὐδαμῶς ἡ ἀλήθεια. Ἐνιαυτοῦ γε μὴν μισθωτοῦ φησι τὸν ἀκρι‐ βῶς ἐκμετρούμενον. Ὁ γάρ τοι τοὺς ἐπὶ ταῖς θητείαις ἱδρῶτας εἰσελθὼν, καὶ ἀπομισθώσας ἑαυτὸν ἑτέρῳ, λεπτῶς τε καὶ ἀκριβῶς ἀεί πως περιεργάζεται τοῦ | |
70.500(50) | τῆς μισθώσεως χρόνου τὸ μέτρον. Καὶ ταυτὶ μὲν τό γε ἧκον εἴς γε τὸ γράμμα καὶ μέν τοι τὴν ἱστο‐ ρίαν εἰρήσθω νυνί. Περιενεγκόντες δὲ τοῦ λόγου τὴν δύναμιν εἰς τὸ τὴν ἁγίαν Ἐκκλησίαν καὶ τοὺς ταύ‐ της τροφίμους, καὶ μὴν καὶ εἰς τὰς τῶν ἑτεροδόξων | |
55 | ἀγέλας, ἐκεῖνό φαμεν· ὅτι κατεπιφύονται πλειστά‐ κις τὰ Ἑλλήνων στίφη τῶν ὀρθὰ φρονεῖν εἰωθότων, καὶ τὸν φύσει τε καὶ ἀληθῶς τῶν ὅλων δημιουργὸν καὶ Κύριον προσκυνεῖν ἑλομένων. Εἶτα διωγμοῖς | |
ὑποθέντες πικροῖς, ἀφορήτοις ἔσθ’ ὅτε περιβάλλουσι | 499 | |
70.501 | πόνοις. Ὁμοίως δὲ καὶ οἱ τῶν ἀνοσίων αἱρέσεων τὸν ἰὸν εἰς νοῦν ἔχοντες καὶ καρδίαν, καί τοι τὸ Χριστια‐ νῶν ὄνομα κλέπτοντες, ὑποπλαττόμενοί τε τὴν πρὸς ἠμᾶς ἀδελφότητα, τὰς τῶν ἐχθρῶν ἀγριότητας νι‐ | |
5 | κῶσιν ἔσθ’ ὅτε, ἀφιλόστοργοί τε καὶ ἀπηνεῖς. Καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὑπάρχοντες δι’ αὐτῶν ἐλέγχον‐ ται τῶν πραγμάτων; ἀλλ’ οὐκ εἰς ἅπαν αὐτοῖς δια‐ καρτερήσει Θεὸς, ἀνέξεται δὲ οὐδαμῶς ἀφιλοστοργούντων ἄγαν, ἐποίσει δὲ μᾶλλον αὐτοῖς τὰ ἐξ ὀργῆς καὶ δίκης. | |
10t | ΤΟΜΟΣ Εʹ. | |
11t | ΤΟ ΟΡΑΜΑ ΤΗΣ ΦΑΡΑΓΓΟΣ ΣΙΩΝ. | |
12 | Τὴν τῶν Αἰγυπτίων, Ἀσσυρίων τε καὶ Ἰδουμαίων ἅλωσιν προηγορευκὼς ὁ προφήτης, ἐπ’ αὐτὴν ἔρχεται τὴν ἁγίαν πόλιν, τοῦτ’ ἔστι τὴν Ἱερουσαλήμ· καὶ | |
15 | τὰ συμβησόμενα αὐτῇ κατὰ καιροὺς ἐκ θείας ὀργῆς προαφηγεῖται χρησίμως· ἵν’ εἰδεῖεν, ὅτι δικαιοσύνης ὑπάρχων πρύτανις ὁ τῶν ὅλων Θεὸς, μᾶλλον δὲ αὐτὸ χρῆμα δικαιοσύνη· οὐ τὸν οἰκεῖον ἁπλῶς γεγονότα, διά γε τοῦ πεπαιδαγωγεῖσθαι νόμῳ, τιμᾷ καὶ προσ‐ | |
20 | ίεται, καὶ φροντίδος ἀξιοῖ· δοκιμάζει δὲ μᾶλλον τὰ ἑκάστῳ βεβιωμένα, καὶ τοῖς μὲν ἀγαθοῖς τὴν ἕξιν διανέμει τὰ ἀγαθά· ἡγεῖται δὲ ξένον καὶ κατ’ οὐδένα τρόπον αὐτῷ προσοικειούμενον τὸν τῆς φαυλότητος ἐραστὴν, κἂν εἴ τις εἴη τυχὸν ἀγαπητὸς διὰ τοῦς | |
25 | πατέρας. ᾬοντο τοίνυν ἐκ πολλῆς ἄγαν ἀμαθίας τῶν Ἰουδαίων οἱ δῆμοι, καὶ ἀνάλωτοι παντελῶς ἔσεσθαι τοῖς ἐχθροῖς, καὶ οὐδενὸς τὸ σύμπαν ἐπι‐ πηδῶντος αὐτοῖς, τὸν ἠρεμαῖόν τε καὶ ἐν πολλαῖς ἅγαν εὐημερίαις διαβιῶναι βίον, καίτοι Θεῷ προσ‐ | |
30 | κρούοντες, καὶ εἰς πολλὴν ἄγαν ἀσέβειαν ἀπονενευ‐ κότες. Προσκεκυνήκασι γὰρ εἰδώλοις, καὶ ὑποκάτω δρυὸς καὶ λεύκης ἀναθέντες ἕδη καὶ βωμοὺς τοῖς ματαίοις θυσίας προσῆγον καὶ σπονδὰς ἐπετέλουν, τῆς ὀφειλομένης τῷ παναγίῳ Θεῷ δόξης εἰς ἅπαν | |
35 | ἠφειδηκότες. Καὶ γοῦν διὰ φωνῆς Ἱερεμίου φησὶ πρὸς αὐτοὺς περὶ τῆς Ἱερουσαλήμ· «Καὶ μὴ λέγετε ὅτι, Ναὸς Κυρίου ἐστὶν, ὅτι ἐὰν μὴ διορθοῦντες διορ‐ θώσητε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλώμ.» Κατ‐ | |
40 | ῃτιᾶτο δὲ πάλιν αὐτοὺς διὰ Μιχαίου τοῦ προφήτου λέγων· «Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο λέγοντες· Οὐχὶ Κύριος ἐν | |
45 | ἡμῖν ἐστιν; Οὐ μὴ ἐπέλθῃ ἐφ’ ἡμᾶς κακά. Διὰ τοῦτο δι’ ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερου‐ σαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ.» Ὀξὺ δὲ ὅτι τὸ τοῦ Θεοῦ κρίμα κατὰ παντὸς ἔρχεται τοῦ πλημμελεῖν εἰωθότος φα‐ | |
70.501(50) | νερὸν αὐτοῖς ἐποίει λέγων καὶ ὁ θεσπέσιος Ἰωάννης· «Γεννήματ’ ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύ‐ | |
55 | ναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ | |
Ἀβραάμ. Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δέν‐ | 501 | |
70.504 | δρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.» Ἀχάλινον τοίνυν ἔχοντος Ἰσραὴλ ἐπὶ τὸ χρῆναι πλημμελεῖν τὴν ἐπίδοσιν, προσκειμένου τε καθάπερ ἔφην ἀρτίως, | |
5 | ταῖς τῶν εἰδώλων ψευδολατρείαις, τὴν ἐσομένην τῶν Ἱεροσολύμων κατὰ καιροὺς ἅλωσιν προαναφαίνει Θεὸς διὰ τοῦ προφήτου, καί φησιν· Τί ἐγένετό σοι νῦν, ὅτι ἀνέβητε πάντες εἰς δώ‐ ματα μάταια; Ἐνεπλήσθη ἡ πόλις βοώντων· οἱ | |
10 | τραυματίαι σου, οὐ τραυματίαι μαχαίρας, οὐδὲ οἱ νεκροί σου, νεκροὶ πολέμου. Ἔοικε μὲν οὖν τὴν ἐν καιροῖς Ἰεχονίου δῄωσιν ἐν‐ θάδε δηλοῦν· αἰτιᾶσαι δὲ λίαν τοὺς ἐξ Ἰσραὴλ, ὡς μηδὲ ἐν αὐτοῖς τοῖς κακοῖς, καὶ οὕτως ἄγαν ἀκμαιο‐ | |
15 | τάταις συμφοραῖς κατορθοῦν εἰδότας τὸ τελοῦν εἰς ὄνησιν, καὶ ὅπερ ἔμελλεν αὐτοῖς εὐμενείας τῆς ἄνω‐ θεν ἔσεσθαι πρόξενον. Ἔδει γὰρ κλαίοντάς τε καὶ ὀλο‐ φυρομένους ἀναβαίνειν μὲν εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἐπαγγέλλεσθαι δὲ τὴν μετάγνωσιν, καὶ τῆς ἐφ’ οἷς | |
20 | πεπαρῳνήκασιν ἀναμνηστείαν αἰτεῖν, καὶ τὴν παρ’ αὐτοῦ καὶ μόνου ζητεῖν ἐπίκουρον χεῖρα. Καὶ τοῦτο αὐτὸς ἐδίδαξε λέγων δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Περιζώσασθε καὶ κόπτεσθε, οἱ ἱερεῖς, θρηνεῖτε, οἱ λειτουργοῦντες θυσιαστηρίῳ, εἰσέλθετε, ὑπνώσατε ἐν | |
25 | σάκκοις, οἱ λειτουργοῦντες Θεῷ, ὅτι ἀπέσχεν ἐξ οἴκου ὑμῶν θυσία καὶ σπονδή· ἁγιάσατε νηστείαν, κηρύ‐ ξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους πάντας κατοικοῦντας γῆς εἰς οἶκον Θεοῦ ὑμῶν, καὶ κεκρά‐ ξατε πρὸς Κύριον ἐκτενῶς, Οἴμοι, οἴμοι, εἰς ἡμέραν.» | |
30 | Ταῦτα δὴ οὖν ἔδει δρῶντας αὐτοὺς ἐκμειλίσσεσθαι παρωξυμμένον τὸν διασώζειν ἰσχύοντα. Οἱ δὲ ταυτὶ μὲν ὅτι προσήκει δρᾷν, οὐδὲ εἰς νοῦν τάχα που πλη‐ ροῦντες ἐδέχοντο, ἀνεφοίτων δὲ εἰς τὰ ἀνώτατα τῶν οἰκειῶν, καὶ κόμμοι μὲν ἦσαν πανταχοῦ, θρῆνοι δὲ | |
35 | παίδων, λιμῷ τάχα που καὶ δίψει δαπανωμένων. Ταυτὶ γὰρ συμβαίνειν ἀνάγκη ταῖς τῶν πόλεων πολιορκου‐ μέναις. Ταύτῃτοί φησι· Τί ἐγένετό σοι νῦν, ὅτι ἀν‐ έβητε πάντες εἰς δώματα μάταια; Διὰ τί γὰρ, φησὶ, καὶ ἐν τοῖς οὕτως ἀφορήτοις δείμασι, καὶ ὅτι περὶ | |
40 | τῶν ἐσχάτων ὑμῖν οἱ λόγοι, καὶ ὁ σύμπας ἀγὼν, οὐχὶ δὴ κεκράγατε πρὸς Θεὸν, ἀνεπηδήσατε δὲ μᾶλλον εἰς δώματα, καίτοι τοῦ πράγματος ὑμᾶς ὠφελοῦντος οὐδέν; Διὰ τοῦτο γὰρ καὶ μάταια δώματά φησι. Διὰ τί καὶ ἐνεπλήσθη ἡ πόλις βοώντων; οὐχὶ δὴ μᾶλλον πρὸς | |
45 | Θεὸν, ἀλλ’ εἰκῆ κεκραγότων, καὶ μονονουχὶ τοῖς εἴσω θυρῶν γεγονόσι κακοῖς οὐ μετρίως ἐπασχαλλόντων. Ἔδει τὸν θρῆνον εἶναι πρὸς μετάγνωσιν, ἔδει τὸ δά‐ κρυον καταχεῖσθαι πρὸς Θεόν. Ἰδοὺ, φησὶ, πρὶν ἅψα‐ σθαι μάχης, πρὶν ἐπιλαβέσθαι μαχαίρας, πρὶν μελε‐ | |
70.504(50) | τῆσαι τὴν ἀντίστασιν, πλήρης γέγονε νεκρῶν ἡ πόλις. Χρήσιμον οὖν ἄρα καὶ ἀναγκαῖον εἰς σωτηρίαν, τὸ εἰδέναι κατορθοῦν τὰ δι’ ὧν ἄν τις ἔχοι σώζοντα Θεὸν, κἂν εἰ ἐν πικραῖς γένοιτο συμφοραῖς. Ψάλλει γοῦν καί φησιν ὁ μακάριος Δαβίδ· «Κύριε ὁ Θεὸς τῶν | |
55 | δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.» Ἰστέον δὲ ὅτι φάραγγας Σιὼν ὀνομάζει τὴν Ἱερουσα‐ | |
λήμ. Ἔστι μὲν γὰρ ὄρος ἤγουν ἐν ὄρει ἡ Σιών· ὑπό‐ | 503 | |
70.505 | κειται δὲ ταῖς ὑπωρείαις Ἱερουσαλὴμ, ὅθεν αὐτὴν καὶ τῆς Σιὼν ἀποκαλεῖ φάραγγα. Πάντες οἱ ἄρχοντές σου πεφεύγασιν, καὶ οἱ ἁλόντες σκληρῶς δεδεμένοι εἰσὶ, καὶ οἱ ἰσχύοντες | |
5 | ἐν σοὶ πόῤῥω πεφεύγασιν. Καταλελοιπότες, ὡς ἔφην, τὸν τῶν ὅλων σωτῆρα Θεὸν τῶν Ἰουδαίων οἱ δῆμοι, καὶ ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις ἐπιθαρσήσαντες, σώζεσθαι προσεδόκων. Ἐπειδὴ δὲ ἧκον οἱ πολέμιοι, καὶ ἐν ἀκμαῖς ἦν ὁ τοῦ | |
10 | παθεῖν φόβος, καὶ περιεστώσας ἤδη τὴν χώραν ἤγουν τὴν ἁγίαν πόλιν τὰς τῶν Ἀσσυρίων τεθέανται φάλαγ‐ γας, ἀπεπήδησαν οἱ ἐν τέλει καὶ ἐν ταῖς ἀνωτάταις τιμαῖς· καθάπερ νεὼς βαπτιζομένης ἀπενήχοντο σώ‐ ζοντες ἑαυτοὺς, καὶ τοῖς ἐπ’ αὐτοὺς ἠλπικόσι μονον‐ | |
15 | ουχὶ ἐῤῥῶσθαι φράσαντες. Πεφεύγασι τοίνυν ἅπαν‐ τες, φησὶν, οἱ πάλαι σε σώζειν ὑπισχνούμενοι, καὶ δυσ‐ καταγώνιστον ἔχειν ὑπονοηθέντες χεῖρα· οἱ δὲ δὴ καὶ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν. Συνελήφθη γὰρ ὁ Σεδεκίας ἅμα τοῖς αὐτοῦ παισί· καὶ τοὺς μὲν ἀπ‐ | |
20 | έσφαξαν οἱ Βαβυλώνιοι, τὸν δὲ τῶν ὀμμάτων ἐκκεκομ‐ μένων ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν. «Ματαία τοίνυν ἡ σωτηρία ἀνθρώπων,» κατὰ τὸ γεγραμμένον. Δεῖ δὲ δὴ μόνῳ προσκεῖσθαι Θεῷ, τὸ σοφὸν ἐκεῖνο διακεκρα‐ γότας· «Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία | |
25 | μου οὐ σώσει με.» Σώζει γὰρ μόνος ὁ τῶν δυνάμεων Κύριος τοὺς ἀγαπῶντας αὐτὸν, καὶ ἐκ παντὸς ῥύεται κακοῦ, ὥστε καὶ χαίροντας λέγειν· «Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας.» | |
30 | Διὰ τοῦτο εἶπα, Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου, ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος παρὰ Κυρίου Σαβαὼθ, ἐν φάραγγι Σιών. | |
35 | Αὕτη τοῦ προφήτου φωνὴ μονονουχὶ κλαίοντος καὶ ταῖς τοῦ γένους ἐποιμώζοντος συμφοραῖς. Δι’ ὧν δὲ παραιτεῖται τοὺς παρακαλεῖν ἰσχύοντας, τὸ τῆς πλη‐ γῆς ἐμφανίζει μέγεθος, οἷον οὐκ ἐχούσης θεραπείαν· ἐπενηνεγμένην δὲ μᾶλλον ἀφορήτως αὐτοῖς, πικράν | |
40 | τε καὶ ἀνουθέτητον ἐχούσης τὴν ἔφοδον. Ἡμέρα γὰρ ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος παρὰ Κυ‐ ρίου Σαβαὼθ ἐπενήνεκται. «Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;» Ἢ μὲν γὰρ ὀργῆς δίχα τῆς ἄνωθεν τὰ τῆς ἐφόδου παρὰ τῶν Ἀσσυρίων ἐπράττετο, πολλή | |
45 | τις ἄγαν ἐλπὶς τοῖς κάμνουσιν ἦν, τοῦ καὶ ἔσθ’ ὅτε κατευμεγεθήσειν δύνασθαι τῶν ἐπιόντων αὐτοῖς, τοῦ πάντων κρατοῦντος Θεοῦ τὴν ἀεὶ σώζουσαν αὐτοῖς ὀρέγοντος χεῖρα. Ἐπειδὴ δὲ αὐτὸς ὁ πλήττων ἐστὶν, καὶ παρὰ Κυρίου τὸ καταπάτημα, τίς ὁ ἀνατρέψων | |
70.505(50) | αὐτό; «Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;» φησίν. Πλανῶνται ἀπὸ μικροῦ ἕως μεγάλου, πλανῶν‐ ται ἐπὶ τὰ ὄρη. Θαύμαζε τὴν νῆψιν τοῦ πνευματοφόρου. Ἐπειδὴ | |
55 | γὰρ ἔφη παρὰ Κυρίου Σαβαὼθ ἐπενεχθήσεσθαι τὴν ταραχὴν καὶ τὴν ἀπώλειαν καὶ τὴν ἡμέραν τοῦ κατα‐ | |
πατήματος, ἵνα μή τις οἴηται μάτην αὐτοῖς τὸν θεῖον | 505 | |
70.508 | ἐπιπηδῆσαι θυμὸν, ἀνακόπτει παραχρῆμα τὴν ὑπό‐ νοιαν τῶν ἐξ ἐλαφρίας ἔσθ’ ὅτε πρὸς τοῦτο μωρίας καθικέσθαι προσδοκωμένων· καὶ συνάπτει τὴν ἀπο‐ λογίαν, ἵνα φαίνηται δίκαιος κριτὴς ὁ τῶν ὅλων δη‐ | |
5 | μιουργός. «Πλανῶνται» γὰρ, φησὶν, «ἀπὸ μικροῦ ἕως μεγάλου, πλανῶνται ἐπὶ τὰ ὄρη.» Καὶ τί δὴ τοῦτο ἐστὶ, ἐξ αὐτῶν μαθήσεις τῶν τοῦ Θεοῦ ῥημάτων. Ἔφη γάρ που πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν· Ἴδες ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ἰσραὴλ, ἐπορεύθη ἐπὶ | |
10 | πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώ‐ δους, καὶ ἐπόρνευσαν ἐκεῖ. Καταλαμβάνοντες γὰρ τὰ ὑψηλὰ τῶν ὀρῶν, βουνούς τε καὶ τεμένη κατεσκεύαζον. Εἶτα τὸ δοκοῦν διαπλάσαντες εἴδωλον, προσεκόμιζον θυσίας αὐτῷ, καὶ τῆς εἰς Θεὸν εὐσεβείας εἰς ἅπαν | |
15 | ἠφειδηκότες, τῷ ξύλῳ εἶπαν, ὅτι Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με. Ἆρ’ οὖν ὀλίγοι τοῦτο πεπόνθασιν; Οὐδαμῶς, φησί· παγγενεὶ γὰρ καὶ παν‐ οικὶ πεπλάνηνται μικροὶ καὶ μεγάλοι. Καὶ γοῦν ἔφη πάλιν πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν· «Καὶ | |
20 | σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακού‐ σομαι. Ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ; Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ· | |
25 | καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ ποιῆσαι χλυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἐποίησαν σπον‐ δὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με.» Ὁσίᾳ δὴ οὖν τετιμώρηνται ψήφῳ. Ἀναθέντες γὰρ τῇ κτίσει τὸ σέβας καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν λατρεύ‐ | |
30 | σαντες, αὐτοὶ ταῖς οἰκείαις ἐπήντλησαν κεφαλαῖς τὰ ἐκ θείας ὀργῆς. Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτε‐ ρωτοῖς, κατὰ τὸ γεγραμμένον· καὶ ποιναῖς ὑποφέρει Θεὸς τὸν ἀτιμάζοντα τὴν δόξαν αὐτοῦ, πεπλανημένῃ τε γνώμῃ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀπονενευ‐ | |
35 | κότα. Οἱ δὲ Ἐλαμῖται ἔλαβον φαρέτρας, ἀναβάται ἄνθρωποι ἐφ’ ἵπποις, καὶ συναγωγὴ παρατάξεως. Καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου, πλησθή‐ σονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύ‐ | |
40 | λας σου, καὶ ἀνακαλύψουσι τὰς πύλας Ἰούδα· καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλε‐ κτοὺς οἴκους τῆς πόλεως, καὶ ἀνακαλύψουσι τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαβίδ. Εἰς ὕψος αἴρει τὰ διηγήματα, καὶ τοῦ πολέμου τὴν | |
45 | ἔφοδον μονονουχὶ ζωγραφεῖ, καὶ καταπτοεῖ τοῖς δεί‐ μασι τοὺς ἀκροωμένους, συνελαύνων εὐτεχνῶς ἐπί γε τὸ χρῆναι ἑλέσθαι μετανοεῖν· οὐκοῦν ὡς ἤδη τὰ στίφη παρόντα καταθεώμενος, εἴσω τε πυλῶν γεγονότα τὰ τοιάδε φησίν. Ἐλαμῖται δὲ ὡς ἀπὸ πόλεως Περσικῆς, | |
70.508(50) | οἳ ἐξ αὐτῆς ὀνομάζονται. Φασὶ δέ τινες ἱππότας αὑ‐ τοὺς εἶναι Σαρακηνοὺς, ἱπποτοξόται δὲ οὗτοι καὶ τῶν ἄγαν εὐστοχωτάτων, σκληροί τε καὶ ἀκαμπεῖς, καὶ τὸ ἐλεεῖν οὐκ εἰδότες. Ὅτι δὲ καὶ ἀριθμοῦ κρείττονες διδάσκει λέγων· Αἱ ἐκλεκταὶ φάραγγές σου πλησθή‐ | |
55 | σονται ἁρμάτων, καὶ ὅτι ἐμφράξουσιν οἱ ἱππεῖς τὰς πύλας σου, ὡς στενοχωρεῖσθαι λίαν τοὺς ἐλαύνειν | |
ἐθέλοντας· εἰσπηδήσαντες δὲ πᾶσαν οἰκίαν περιεργά‐ | 507 | |
70.509 | σονται λαμπρὰν, ἀνακαλύψουσι δὲ τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαβὶδ, τοῦτ’ ἔστι, τὸν πλοῦτον τῶν βασιλέων. Ἐβασίλευον γὰρ οἱ ἐκ φυλῆς Ἰούδα, ἐξ ἧς γέγονε καὶ ὁ μακάριος Δαβίδ. Καὶ ταυτὶ μὲν πρὸς | |
5 | ἱστορίαν εἰρήσθω πάλιν. Εἰ δὲ δὴ καὶ πολεμίων δίκην εἰσελάσειαν εἰς νοῦν τὸν ἀνθρώπινον ἢ λογισμῶν ἀσυνέτων στίφη, ἢ καὶ ἡδονῶν σαρκίνων· κατακρα‐ τοῦσι μὲν ὡς ἁλούσης πόλεως· ἅπαντα δὲ αὐτῆς τὸν πνευματικὸν ἀφανίζουσι πλοῦτον, εὐσεβείας ἁπάσης | |
10 | ἐκπέμποντες, καὶ τῶν ἐξ ἀρετῆς ἀπαμφιεννύντες αὐ‐ τὸν λαμπρῶν ἀνδραγαθημάτων. Ταύτῃτοί φησιν ἡ θεόπνευστος Γραφή· «Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπου σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύ‐ σει ἁμαρτίας μεγάλας.» Ἀνακοπτόμενα μὲν γὰρ τὰ | |
15 | τοιάδε τῶν παθῶν, ἐπὶ τὸ μεῖον ἔρχεται, καὶ ὀνίνη‐ σιν ἡ νῆψις τοὺς κεχρημένους αὐτῇ. Ἀνειμέναις δὲ ὥσπερ καὶ ἀνεπιπλήκτοις ὁρμαῖς ἀεὶ πρὸς τὸ χεῖρον ἐξέρποντα, κατασείουσιν ἐκ βάθρων τοὺς νοητῶς νυστάζοντας. | |
20 | Καὶ ἴδοσαν ὅτι πλείους εἰσὶν, καὶ ὅτι ἀπέστρε‐ ψαν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν, καὶ ὅτι καθεῖλον τοὺς οἴκους Ἱερουσαλὴμ εἰς ὀχύρωμα τοῦ τείχους τῇ πόλει. Καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀνὰ μέσον τῶν δύο τειχῶν, ἐσώτε‐ | |
25 | ρον τῆς κολυμβήθρας τῆς ἀρχαίας, καὶ οὐκ ἐν‐ εβλέψατε εἰς τὸν ἀπαρχῆς ποιήσαντα αὐτὴν, καὶ τὸν κτίσαντα αὐτὴν οὐκ ἴδετε. Καταιτιᾶται πάλιν τῶν Ἰουδαίων τοὺς δήμους ἤγουν τοὺς προεστηκότας καὶ ταῖς ἀνωτάτω τιμαῖς κατ‐ | |
30 | ηγλαϊσμένους, ὡς ἡμαρτηκότας μὲν λογισμοῦ τοῦ σώφρονος, πεπραχότας δὲ ἀσυνέτως οὐχ ὅπερ ἦν εἰ‐ κὸς διασώζειν δύνασθαι κινδυνεύουσαν τὴν Ἱερουσα‐ λὴμ, ἀλλ’ ὅσα τὴν ἐπισκήψασαν αὐτοῖς ὀργὴν ἀγριω‐ τέραν ἐτίθει, καταθηγομένου τρόπον τινὰ καὶ ἔτι | |
35 | μειζόνως εἰς τὴν ἐπ’ αὐτοῖς ἀγανάκτησιν τοῦ πάντων κρατοῦντος Θεοῦ, ἅτε δὴ παρεωραμένου, καὶ οὐδενὸς μὲν ἐπ’ αὐτῷ πεποιθότος ἔτι· σπουδαῖς δὲ μᾶλλον καὶ ἀνθρωπίνοις ἐπιχειρήμασιν οἰομένων τῶν ἐξ Ἰσραὴλ κατευμεγεθήσειν δύνασθαι τῆς τῶν πολεμίων χειρός. | |
40 | Φασὶ γὰρ ὅτι ἀπαριθμησάμενοι τὰς τῆς πόλεως οἰ‐ κίας, εἶτα τὸ ἀπόθετον ὕδωρ ὡσεὶ στοχασμοῖς ἀναμε‐ τρησάμενοι, συνεῖδον ὅτι πλείους εἰσὶ, καὶ μετωχέ‐ τευσαν τῆς ἀρχαίας κολυμβήθρας τὸ ὕδωρ εἰς τὴν πόλιν, ἵνα ἔχοιεν ὡσπεροῦν ᾤοντο κατὰ σφᾶς αὐτοὺς | |
45 | τὸ ἀρκέσαι δυνάμενον, εἰ καὶ μακρότερος γένοιτό πως ὁ τῆς πολιορκίας καιρός. Καὶ προσέτι τούτῳ τὰς τῶν τειχῶν ὀχυρώσεις ἐποιοῦντο, φησὶ, τὰς τῆς πό‐ λεως οἰκίας κατασείοντες. Καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπαρχῆς ποιήσαντα αὐτὴν, καὶ τὸν κτίσαντα αὐ‐ | |
70.509(50) | τὴν οὐκ ἴδετε. Ἔδει γὰρ, ἔδει, φησὶ, μὴ ταῖς ἑαυτῶν δυνάμεσιν, ἤγουν εὐτυχίαις ἐπιθαρσῆσαι μᾶλλον, ἀνατεῖναι δὲ τῆς διανοίας τὸν ὀφθαλμὸν εἰς τὸν ἀεὶ τειχίσαντα τὴν ἁγίαν πόλιν. Ὄρη γὰρ, φησὶ, κύκλῳ αὐτῆς καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ, ὃ καὶ διὰ | |
55 | τῆς τοῦ προφήτου φωνῆς ἐπαγγέλλεται αὐτῇ, λέγων· | |
Καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυ‐ | 509 | |
70.512 | κλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς· ἀλλ’ οὐδενὸς μὲν ἠξιώσατε λόγου τὸ χρῆμα, φησὶ, παρ‐ εώρατε δὲ τὰ παρὰ Θεοῦ, καὶ τῆς ἄνωθεν ἐπικουρίας ὡς κατ’ οὐδένα τρόπον δεδεημένοι, ταῖς ἐκ λίθων ἐπι‐ | |
5 | βολαῖς ἀνοήτατα τεθαρσήκατε. Ἀλλ’ ἦν ἄμεινον παρὰ πολὺ τὴν ἄμαχον ὑμᾶς ἐπικαλέσασθαι χεῖρα, καὶ ζητῆ‐ σαι λαβεῖν τὰ ἐξ ἡμερότητος καὶ φιλανθρωπίας Θεοῦ, Σωτῆρά τε καὶ Λυτρωτὴν ὀνομάζειν αὐτὸν, οὕτω τε διακειμένους τὸ ἐπὶ ταῖς μεταγνώσεσι καταστάξαι δάκρυον. Καὶ ἐκάλεσε Κύριος Σαβαὼθ ἐν τῇ ἡμέρᾳ | |
10 | ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν, καὶ ξύρησιν, καὶ ζῶσιν σάκκων, αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους, καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέα, καὶ πιεῖν οἶνον, λέγοντες· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀπο‐ | |
15 | θνήσκομεν. Καὶ ἀνακεκαλυμμένα ταῦτά ἐστιν ἐν τοῖς ὠσὶ Κυρίου Σαβαὼθ, ὅτι οὐκ ἀφεθή‐ σεται ὑμῖν αὕτη ἡ ἁμαρτία, ἕως ἂν ἀποθά‐ νητε. Ἀληθὲς ὅτι κατὰ τὸ γεγραμμένον· «Ὅταν ἔλθῃ | |
20 | ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ·» τοῦτο πεπον‐ θότας κατίδοι τις ἂν τοὺς ἐξ Ἰσραήλ. Ἐν δείμασι γὰρ γεγονότες τοῦ παντὸς κακοῦ, καὶ ἀπηρτημένον ἑαυτοῖς ὁρῶντες τὸν κίνδυνον τὸν ἀπό γε τῆς Ἀσσυ‐ ρίων ὠμότητος, εἶτα δέον ταῖς σφῶν αὐτῶν ῥᾳθυμίαις | |
25 | ἐποιμώζοντας ἐκμειλίσσεσθαι Θεὸν, κομμόν τε καὶ ξύρησιν, καὶ ζῶσιν σάκκων ποιεῖσθαι, καιροῦ πρὸς τοῦτο καλοῦντος, πρὸς πᾶν ἐτράποντο τοὐναντίον. Ἀπαυδήσαντες γὰρ ὥσπερ, καὶ οἷον εἰς ἅπαν ἀπ‐ ηλγηκότες τρυφὰς ἐπετήδευον, καὶ τὰ εὐφροσύνης | |
30 | ἔργα πληροῦντες ἐσπούδαζον, μόσχους τε καὶ πρόβατα καταθύοντες, μεθυσκόμενοί τε καὶ ταῖς ὑπὲρ κόρον ἐνσπαταλῶντες τρυφαῖς, καὶ μὴν καὶ τὰ ἐξ ἀπογνώ‐ σεως καὶ φρενὸς ἀγρίας καὶ ἀτημελοῦς ἀλλήλοις ἐπι‐ φθεγγόμενοι· «Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ | |
35 | ἀποθνήσκομεν.» ᾨήθησαν γὰρ κατὰ τὸ εἰκὸς, ὅτι καὶ ἀνήκοος ἔσται τῶν τοιούτων ὁ Θεός· Ἀλλ’ ἔστιν ἀνακεκαλυμμένα ταῦτα, φησὶν, ἐν τοῖς ὠσὶν αὐτοῦ· καὶ οὐκ ἂν ὑμῖν ἀφεθείη ἡ ἁμαρτία αὕτη, ἕως ἂν ἀποθάνητε, τοῦτ’ ἔστι, κατοιχήσεσθε πάντως εἰς θά‐ | |
40 | νατον καὶ φθορὰν, καὶ διὰ ταύτην ὑμῖν τὴν ἁμαρτίαν. Χρὴ τοίνυν ἡμᾶς ἐν ἡμέραις ὀργῆς, ἤγουν τοῖς ἐκ τῶν πειρασμῶν περιθραυομένους δείμασι, μὴ ὑπτιοῦ‐ σθαι πρὸς ῥᾳθυμίαν, πενθεῖν δὲ μᾶλλον καὶ προσ‐ ιέναι δεδακρυμένους τῷ φιλαγάθῳ Θεῷ, καὶ τοῖς ἐκ | |
45 | νηστείας πόνοις ἑαυτοὺς καταικίζοντας ἐλεεῖσθαι ζη‐ τεῖν, ἐκεῖνο βοῶντας διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.» Ἐπειδὴ δέ φησιν ὁ προφήτης ἐν τούτοις, ὅτι Ἐκάλεσε Κύριος Σαβαὼθ | |
70.512(50) | ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν, καὶ ξύ‐ ρησιν, καὶ ζῶσιν σάκκων, δεῖν ᾠήθην τὰς τοῦ Μη‐ χαίου φωνὰς, μᾶλλον δὲ τὰς διὰ τοῦ προφήτου παρὰ Θεοῦ γενομένας ἐνυφῆναι τοῖς λόγοις. Γέγραπται δὲ οὕτως· «Καὶ νῦν λέγει Κύριος ὁ Θεὸς ἡμῶν· Ἐπι‐ | |
55 | στράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νη‐ στείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, καὶ διαῤῥήξατε | |
τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν, καὶ ἐπι‐ | 511 | |
70.513 | στρέψατε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτείρμων ἐστὶν, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. Τίς οἶδεν εἰ ἐπιστρέ‐ φει καὶ μετανοήσει, καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐ‐ | |
5 | λογίαν, θυσίαν καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ἡμῶν; Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε λαὸν, ἁγιάσατε Ἐκκλησίαν, ἐκλέξατε πρεσβυτέρους, συναγάγετε νή‐ πια θηλάζοντα μασθοὺς, ἐξελθέτω νυμφίος ἐκ τοῦ | |
10 | κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. Ἀνὰ μέσον τῆς κρηπίδος καὶ τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες Κυρίῳ, καὶ ἐροῦσι· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν | |
15 | ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;» Θεοῦ τοιγαροῦν κατ’ ἐκεῖνο καιροῦ κλαυθμὸν καλοῦντος καὶ κοπετὸν, καὶ ξύρησιν καὶ ζῶσιν σάκκων, εὐφροσύνας ἐποιοῦντο, καταθήγοντες ἐφ’ ἑαυτοῖς καὶ ἔτι μειζόνως εἰς ἀκάθεκτον ὀργὴν τὸν ἀπολέσαι τε καὶ διασῶσαι δυνάμενον. | |
20 | Τάδε λέγει Κύριος Σαβαώθ· Πορεύου εἰς τὸν παστοφόριον πρὸς Σομνὰν τὸν ταμίαν, καὶ εἷπον αὐτῷ· Τί σὺ ὧδε, καὶ τί σοί ἐστιν ὧδε; ὅτι ἐλατόμησας σαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγραψας σαυτῷ | |
25 | ἐν πέτρᾳ σκηνήν; Ἰδοὺ δὴ Κύριος Σαβαὼθ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα, καὶ ἀφελεῖ τὴν στο‐ λήν σου, καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον, καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ· καὶ θήσει τὸ ἅρμα σου τὸ κα‐ | |
30 | λὸν εἰς ἀτιμίαν, καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα, καὶ ἀφαιρεθήσῃ ἐκ τῆς οἰκονο‐ μίας σου καὶ ἐκ τῆς στάσεώς σου. Σομνὰς ἐγένετο ταμίας χρημάτων, καὶ ποίων οὔπω σαφὲς, πότερόν ποτε τῶν ἱερῶν, καὶ ἐκνεμηθέντων | |
35 | τῷ ναῷ, ἤγουν τῶν βασιλικῶν, ἔοικε δὲ μᾶλλον τῇ τῶν ἱερῶν χρημάτων ἐπικεῖσθαι συγκομιδῇ, καὶ τοῖς ἀναγκαίως καὶ χρειωδῶς δαπανωμένοις ἔσθ’ ὅτε πρὸς ἐπανόρθωσιν σκευῶν ἱερῶν. Φασὶ δὲ αὐτὸν καὶ ἐξ αἵματος ὄντα τοῦ Λευὶ τοῖς τῆς ἀρχιερωσύνης αὐχή‐ | |
40 | μασιν ὁρᾶσθαι διαπρεπῆ. Μεγαλόφρων δέ τις καὶ ὑπέροφρυς ἄγαν ἦν, καὶ τοῖς λυποῦσι δυσάντητος, καὶ πλεονεξίαις ἐπιπηδῶν, καὶ λημμάτων αἰσχρῶν ἡττώμενος, καὶ φιλοκομπίας ἐραστὴς, καὶ τὰς ἐξ ἀνθρώπων τιμὰς ἀεὶ θηρώμενος. Ταύτῃτοι καὶ μάλα | |
45 | εἰκότως Θεῷ κατεστυγμένος, μελλούσης τοίνυν ὅσον οὐδέπω καταδῃοῦσθαι τῆς Ἰουδαίας, ἁλῶναι δὲ καὶ αὐτῆς τῆς Ἱερουσαλὴμ, ὅτε καὶ νενικηκότες οἱ Βα‐ βυλώνιοι μετεκόμισαν εἰς τὴν ἑαυτῶν αἰχμάλωτον τὸν Ἰσραὴλ, μνημεῖον ἑαυτῷ περιφανὲς ὁ Σομνὰς | |
70.513(50) | εἰργάζετο, καὶ πολυτελεστάτην αὐτῷ τὴν κατα‐ σκευὴν ἐνετίθει. Ἐν ἤθει τοίνυν ὁ παρὰ Θεοῦ πρὸς αὐτὸν ἐγένετο λόγος. Τί γὰρ τῷ προφήτῃ φησί; Πο‐ ρεύου εἰς τὸ παστοφόριον, χῶρος οὗτος ἐν τῷ ναῷ, πρὸς Σομνὰν τὸν ταμίαν, καὶ εἶπον αὐτῷ· Τί σὺ ὧδε; | |
55 | καὶ τί σοί ἐστιν ὧδε; Τοῦτ’ ἔστι, ποῖον ἐνταῦθα κλῆ‐ ρον ἔχεις; ἢ πῶς ὧδε μένεις; Διὰ τί γὰρ λελατόμη‐ | |
κας σεαυτῷ μνημεῖον καὶ ἔγραψας ἐν πέτρᾳ σκηνήν; | 513 | |
70.516 | Τί ἄρ’ ἔσται; καὶ τί τὸ ἐπηρτημένον; ἢ ποίοις ἄρα, φησὶν, ὁμιλήσεις κακοῖς; Ἰδοὺ δὴ Κύριος Σαβαὼθ ἐκ‐ βαλεῖ καὶ ἐκτρίψει ἄνδρα. Ἀπῴχοντο γὰρ, ὡς ἔφην, αἰχμάλωτοι μετὰ τῶν ἀγελαίων οἱ δυνατώτατοι, καὶ | |
5 | ἐκκεκριμένην ἔχοντες τὴν κατὰ τῶν ἄλλων ὑπεροχήν. Ἐπειδὴ δὲ ἀπεκομίσθη καὶ αὐτὸς εἰς αἰχμαλωσίαν, ἀφῄρηται μὲν ὁ τῆς ἀρχιερωσύνης αὐτοῦ στέφανος, ἔῤῥιπται δὲ ὡς σκεῦος ἄχρηστον εἰς γῆν ἀμέτρητον, ἐκεῖ τεθνηξόμενος ἐλέου δίχα παντὸς, οὐκέτι λαμ‐ | |
10 | προῖς ὀχήμασι καθὰ καὶ πρώην ἐμβεβηκὼς, σεσα‐ λευμένος δὲ μᾶλλον καὶ ἐξωσθεὶς εἰς ἅπαν τῆς ἐγχειρισθείσης οἰκονομίας αὐτῷ καὶ τῆς στάσεως, τοῦτ’ ἔστι, τοῦ παρεστάναι καὶ λειτουργεῖν τῷ Θεῷ. | |
15 | Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καλέσω τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου, καὶ ἐν‐ δύσω αὐτὸν τὴν στολήν σου, καὶ τὸν στέφα‐ νόν σου δώσω αὐτῷ, καὶ τὸ κράτος καὶ τὴν οἰκο‐ νομίαν δώσω εἰς τὰς χεῖρας αὐτοῦ· καὶ ἔσται | |
20 | ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν Ἱερουσαλὴμ, καὶ τοῖς ἐνοικοῦσιν Ἰούδα, καὶ δώσω τὴν δόξαν Δα‐ βὶδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων· καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ, καὶ ἔσται εἰς θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐ‐ | |
25 | τοῦ, καὶ ἔσται πεποιθὼς ἐπ’ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἔσονται ἐπικρεμάμενοι ἐν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Οὔπω τῆς ἱστορίας ἀποφοιτᾷ τὸ διήγημα, φέρεται γὰρ ἔτι κατὰ Σομνᾶ τοῦ ταμίου, λαχόντος μὲν τῆς ἱερωσύνης τὴν δόξαν, κατακεχρημένου δὲ οὕτως αὐτῇ | |
30 | καὶ κατὰ παντὸς ἰόντος τοῦ κατεζευγμένου, ὡς καὶ ἀφορήτως πλεονεκτεῖν καὶ ἅπαξ ἁπλῶς οὐδὲν ἔχειν τῶν ἐκτόπων ἀνεπιτήδευτον. Ἀποῤῥιφέντος δὴ οὗν αὐτοῦ, τοῦτ’ ἔστιν, ἀποκομισθέντος εἰς χώραν μακρὰν καὶ ἀμέτρητον, Καλέσω, φησὶ, κατ’ ἐκεῖνο τοῦ καιροῦ | |
35 | τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου. Παῖδα δὲ αὐτὸν ἴδιον ἀποκαλῶν μεμαρτύρηκε τὸ εὐήνιον· ὅτι δὲ χαριεῖται τῆς ἱερωσύνης τὴν δόξαν αὐτῷ καθίστη‐ σιν ἐναργές· στεφανώσειν αὐτὸν ὑπισχνούμενος καὶ λέγων, ὅτι καὶ στολὴν αὐτῷ δώσει, καὶ τὴν οἰκονο‐ | |
40 | μίαν καὶ τὸ κράτος, τοῦτ’ ἔστι, τὸ δύνασθαι κρατεῖν τῶν ὑπὸ χεῖρα λαῶν. Μεμαρτύρηκε δὲ πρὸς τούτοις, ὅτι καὶ ἔσται χρηστὸς, οὐ κατά γε τὸν Σομνὰν ὑπερ‐ όφρυς, ἀλλ’ οἷα πατὴρ, ἢ πιστὸς καὶ ἀγαθός. Ἔσται δὲ διὰ τοῦτο καὶ ἐστηριγμένος ἐν τόπῳ πιστῷ, τοῦτ’ | |
45 | ἔστι, βεβαίως αὐτῷ σωζομένῳ καὶ μένοντι, ὡς ἑλέ‐ σθαι καὶ πάντα ἔνδοξον καὶ ἐπιφανῆ μονονουχὶ καὶ ἐπ’ αὐτῷ ποιεῖσθαι τὴν ἐλπίδα, οὐχ ὡς εἰς Θεὸν, πολ‐ λοῦ γε καὶ δεῖ, ἀλλ’ ὡς εἰς πατέρα χρηστόν. Προστή‐ σεται γὰρ καὶ ὑπερασπίσει μικροῦ καὶ μεγάλου, | |
70.516(50) | φησίν. Ἀγαπηθήσεται δὲ οὕτως, ὡς καὶ ἐκκρεμᾶ‐ σθαι δοκεῖν αὐτοῦ τοὺς ὑπὸ χεῖρα λαούς. Καὶ ταυτὶ μὲν, ὡς ἔφην, ὁ τῆς ἱστορίας ἡμῖν εἰσκομίζει λόγος. Ἔοικε δὲ πάλιν διὰ τῆς ἐσωτάτω θεωρίας ἡμῖν τὸ Χριστοῦ μυστήριον ὑπαινίττεσθαι. Τῇ μὲν γὰρ κατὰ | |
55 | νόμους ἱερωσύνῃ κατεστεμμένοι οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι γεγόνασι μὲν οὐκ εὐήνιοι, σκληροί τε | |
καὶ ἀλαζόνες, καὶ ἐρασιχρήματοι, καὶ βαλαντίων | 515 | |
70.517 | ἁδρῶν ἐρασταὶ, καὶ πᾶν ὁτιοῦν τῶν τῷ Θεῷ κατεστυ‐ γημένων ἐπιτηδεύοντες. Καὶ γοῦν αὐτὸς ὁ προφήτης Ἡσαΐας ἐν ἀρχῇ τοῦ βιβλίου φησί· «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως ἐν, ᾗ δι‐ | |
5 | καιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί;» Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι· οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσ‐ | |
10 | έχοντες. Αἰτιᾶται δὲ αὐτοὺς καὶ αὐτὸς ὁ Σωτὴρ οὕτω λέγων· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑπο‐ κριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἄνηθον καὶ ἡδύοσμον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, τὸ ἔλεος, καὶ τὴν πίστιν.» καὶ τὸ ἔτι | |
15 | τούτων ἀνοσιώτερον, γεγόνασι καὶ κυριοκτόνοι. Ταύ‐ της ἕνεκα τῆς αἰτίας, ἐξώσθησαν μὲν τῶν τῆς ἱερω‐ σύνης γερῶν, ἀποκεκίνηνται δὲ τοῦ κατάρχειν λαῶν, καὶ ἐκβέβληνται τῆς ἐγχειρισθείσης αὐτοῖς κατὰ νό‐ μον οἰκονομίας, ἔξωτε στεφάνων γεγόνασιν ἱερῶν, | |
20 | καὶ στολῆς ἱεροπρεποῦς· κέκληται δὲ μετ’ ἐκείνους ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μέγας ἡμῶν ἀρχι‐ ερεύς. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· «Οὐχ ἑαυτῷ τις ἁρπάζει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθὼς ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν εἰς τὸ | |
25 | γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτὸν, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Θεὸς γὰρ ὢν φύσει καὶ τῶν ὅλων Κύριος, καὶ τὰς παρὰ πάντων λατρείας δεχόμενος, ἐπειδὴ γέγονεν ἄνθρωπος, κεχρημάτικεν ἡμῶν καὶ ἀρχιερεύς. Λαβεῖν | |
30 | δὲ λέγεται καὶ τὴν δόξαν Δαβὶδ, τοῦτ’ ἔστι, τὴν ἐπί γε τὸν Ἰσραὴλ ἀρχήν τε καὶ βασιλείαν· Ἰσραὴλ δέ φαμεν οὐ τὸν κατὰ σάρκα πάντως, ἀλλὰ τὸν ἐν πνεύματι καὶ νοητόν. Οὐ γὰρ πάντες, φησὶν, οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδ’ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ | |
35 | πάντες τέκνα, ἀλλ’ ὅσοι διὰ πίστεως δεδικαίωνται, κατακολουθήσαντες τοῖς ἴχνεσι τοῦ πατρὸς Ἀβραὰμ, οὗτοι καὶ τέκνα αὐτοῦ, καὶ τῆς ἐπαγγελίας υἱοὶ καὶ Ἰσραὴλ χρηματίζουσιν. Ἀναδειχθέντος τοίνυν τοῦ πάντων ἡμῶν ἀρχιερέως Χριστοῦ, Οὐκ ἔσται, φησὶν, | |
40 | ἀντιλέγων. Οὐ γὰρ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. Καὶ καθ’ ἕτερον δὲ τρόπον. Ἀντείρηκε μὲν γὰρ ὁ Ἰσραὴλ, ἠσμένησε δὲ τὰ ἔθνη τὸ ὑπ’ αὐτῷ βασιλεύεσθαι. Καὶ γοῦν εὑρίσκεται λέγων διὰ φωνῆς τοῦ Δαβὶδ, περὶ | |
45 | μὲν τοῦ Ἰσραήλ· «Ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ·» περί γε τῶν ἐθνῶν, «Καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸν ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου. Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν | |
70.517(50) | τρίβων αὐτῶν. Πεπαλαίωνται γὰρ καὶ ἐγγὺς γεγόνα‐ σιν ἀφανισμοῦ, κεκλασμένην δὲ ὥσπερ ἐσχήκασι τὴν διάνοιαν, υἱοὶ γεγονότες ἀλλότριοι, τοῦτ’ ἔστιν, οἱ ἐξ Ἰσραήλ.» Πάλαι μὲν γὰρ ἦν πρωτότοκος, ἐπειδὴ δὲ κατεψεύσαντο τοῦ Χριστοῦ, γεγόνασιν ἀλλότριοι. | |
55 | Τέκνα γὰρ ἀπωλείας, υἱοὶ γεέννης κέκληνται λοιπόν. Ἀλλ’ ὅταν, φησὶν, ἀναδείξω τὸν Ἐλιακεὶμ (ὃς ἑρμη‐ | |
νεύεται Θεοῦ ἀνάστασις· ἐγήγερται γὰρ εἰς ἐπικου‐ | 517 | |
70.520 | ρίαν ἡμῶν Θεὸς ὢν ὁ Λόγος, ὁ καὶ πάλαι λέγων· Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στενάγμου τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύ‐ ριος), τότε, φησὶν, ἔσται ἐπ’ αὐτῷ πεποιθὼς πᾶς ἔνδο‐ | |
5 | ξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ. Οἶκος δὲ τοῦ Πα‐ τρὸς τοῦ Χριστοῦ τίς ἂν ἕτερος εἴη παρὰ τὴν Ἐκκλη‐ σίαν; Ἀλλ’ εἴ τίς ἐστιν ἔνδοξος ἐν αὐτῇ, οὗτος ἔσται πεποιθὼς ἐπὶ Χριστῷ, καὶ οὐχὶ δὴ μόνος ἔνδοξος, ἀλλὰ γὰρ καὶ εἴ τις εἴη βραχὺς κατά γε τὸν κόσμον | |
10 | φημί. Δίκαιος γὰρ καὶ ἀπροσωπόληπτος ὁ τῶν ὅλων Θεὸς, κατὰ τὸ μέτρον δὲ μᾶλλον τῆς πνευματικῆς ἡλικίας, οἱ μὲν γάρ εἰσι πατέρες, οἱ δὲ καὶ ἔτι τέκνα, νεανίαι τε καὶ ἔφηβοι νοητῶς. Τάδε λέγει Κύριος Σαβαώθ· Κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ, καὶ | |
15 | πεσεῖται, καὶ ἀφαιρεθήσεται ἡ δόξα ἡ ἐπ’ αὐτὸν, ὅτι Κύριος ἐλάλησεν. Μετὰ τὴν οὕτω μακρὰν ἀφήγησιν, σύντομος καὶ βραχὺς εἰσκεκόμισται λόγος τῶν θείων κριμάτων ἐμφανίζων τὴν ἀποτομίαν, καὶ οἱονεὶ βασιλέως μετὰ | |
20 | τῆς πρεπούσης ἐξουσίας ὁρίζοντος γίγνεσθαι. Βλέ‐ πει δὲ πάλιν ἡ τῆς ἀποφάσεως δύναμις, εἰ μὲν βού‐ λοιτό τις, εἰς Σομνὰν τὸν ταμίαν· εἰ δὲ δὴ καὶ πλατύτερον ἐπὶ τῶν κατὰ νόμον ἱερουργούντων, οὕτω συνήσει, καθὰ καὶ ἀποδεδώκαμεν ἀρτίως. Οἱ γὰρ | |
25 | δοκοῦντες ἐν βεβαιώσει κεῖσθαι τῆς εὐημερίας, τοῦτο γάρ ἐστι τὸ ἐστηρίχθαι. δοκεῖν ἐν τόπῳ πιστῷ, πε‐ πτώκασί τε καὶ τῆς ἐνούσης αὐτοῖς ἀφῄρηνται δόξης, ἐπαμύνοντος οὐδενὸς, ἤγουν ἀνορθοῦν ἰσχύοντος τοὺς ἤδη κατηρεγμένους, ὅτι Κύριος ἐλάλησεν. «Ἐὰν γὰρ | |
30 | κλείσῃ κατ’ ἀνθρώπου, τίς ἀνοίξει;» φησίν. | |
31t | ΤΟ ΟΡΑΜΑ ΤΥΡΟΥ. | |
32 | Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται, ἐκ γῆς Κιτιαίων ἦκται αἰχμάλωτος. | |
35 | Φέρε δὴ πάλιν διατρανοῦν ὡς ἔνι σπουδάζοντες καὶ τὰ ἐπί γε τῇ Τύρῳ παρὰ Θεοῦ κεχρησμῳδημένα τὴν ἱστορίαν προαφηγησόμεθα, καὶ τίνα τρόπον ἥλω τε καὶ ἀπόλωλε καὶ αἰχμάλωτος ἦκται, κατὰ τὸ γεγραμμένον, σαφὲς καταστήσωμεν. Ὅτε τοίνυν οἱ Βαβυλώνιοι τὴν | |
40 | Ἰουδαίαν καταδῃώσαντες, κατεμπρήσαντες δὲ καὶ αὐ‐ τὴν τὴν ἁγίαν πόλιν, ἀπεκόμιζον αἰχμάλωτον τὸν Ἰσραὴλ, τὰ κύκλῳ καὶ περίοικα τῶν ἀλλοφύλων ἔθνη, θρασὺν καὶ ἀπύλωτον ἀνοιγοῦντα στόμα, τὴν τοῦ Θεοῦ δόξαν κατακερτομεῖν ἐπεχείρουν. Ἔφασκον | |
45 | γὰρ μὴ δεδυνῆσθαι σώζειν αὐτοὺς, ἡττῆσθαι δὲ μᾶλλον καὶ αὐτὸν τὸν ἐπικουροῦντα Θεὸν τῆς τῶν Ἀσσυρίων χειρὸς, μᾶλλον καὶ τοὺς παρὰ σφίσι θεοὺς ᾤοντο μὲν εἶναι καὶ ἀλκιμωτέρους τοῦ τῶν Ἑβραίων Θεοῦ, προεστάναι δὲ καὶ ἀνατειχίζειν | |
70.520(50) | αὐτοὺς, ἔξω τε πάσης ἐφόδου τηρεῖν, καὶ ἀμείνους ἀποφαίνειν τῶν Βαβυλωνίων. Καὶ καθ’ ἕτερον δὲ τρόπον συγκατεληΐζοντο καὶ αὐτοὶ τὸ τῶν Ἰου‐ δαίων ἔθνος, τοῦτο μὲν πεπονηκόσιν ἐπιθέμενοι, καὶ ἁρπάζοντες τοὺς ὑπολελειμένους· τοῦτο δὲ καὶ ἀνα‐ | |
55 | τιθέντες τοῖς ψευδωνύμοις θεοῖς σκεύη τε ἱερὰ, καὶ τῆς κατὰ νόμον λατρείας ὡς ἐξ ἀνάγκης ἐκπέμπον‐ | |
τες τοὺς ὑπὸ ζυγὰ γεγονότας τῆς ὑπ’ αὐτοῖς δου‐ | 519 | |
70.521 | λείας. Καὶ γοῦν ἔφασκε Θεὸς δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Καὶ τί καὶ ὑμεῖς ἐμοὶ, Τύρος καὶ Σιδὼν, καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; μὴ ἀνταπό‐ δομα ὑμεῖς ἀνταποδίδοτέ μοι, ἢ μνησικακεῖτε ὑμεῖς | |
5 | ἐπ’ ἐμοί; Ὀξέως δὲ καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν, ἀνθ’ ὧν τὸ ἀργύ‐ ριόν μου, καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ ἐπί‐ λεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν, καὶ τοὺς υἱοὺς Ἰούδα, καὶ τοὺς υἱοὺς Ἰσραὴλ | |
10 | ἀπέδοτε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν.» Ἥλω τοίνυν καὶ ἡ Τύ‐ ρος ἐξ ὀργῆς Θεοῦ, κατὰ τοιόνδε τινὰ τρόπον· ἦν μὲν γὰρ νῆσος ἔτι πορθμείου διὰ μέσου κεχωρηκό‐ τος, καὶ οὐ μακροῖς διαστήμασι τῆς ἠπείρου διείρ‐ | |
15 | γοντος. Ἐπειδὴ δὲ ἧκεν ὁ Βαβυλώνιος, ζητεῖ τε αὐτὴν ὁμοῦ ταῖς ἄλλαις ἑλεῖν, ἐκέλευσέ τε ταῖς ὑπὸ χεῖρα στρατιαῖς τὴν μεταξὺ καταχωννύντας θάλασσαν, τῇ τε ἠπείρῳ συνάπτειν αὐτὴν, καὶ νῆσον οὐκέτι μένειν ἐᾷν. Οὗ δὴ γεγονότος ἢ καὶ ἔσεσθαι προσδοκηθέντος | |
20 | οὐκ εἰς μακρὰν, οἱ πλεῖστοι τῶν ἐν τῇ Τύρῳ, ἅτε δὴ καὶ ἐμπορίαν ἔχοντες τὸ ἐπιτήδευμα, καὶ ναυσι‐ πορεῖν εἰωθότες ἀπενήχοντο τῆς νήσου παισί τε ὁμοῦ καὶ γυναίοις, καὶ εἰς ἑτέρας ἀπῴχοντο πόλεις τε καὶ κώμας. Εἰσελάσαντες τοίνυν οἱ Βαβυλώνιοι | |
25 | τοὺς ἐναπομείναντας ἀπεκτόνασιν, εἷλόν τε πολλοὺς, καὶ τὰ τοῖς νενικηκόσι συνήθη δεδράκασι, πλὴν οὐ μετρίως λελύπηνται μεμαθηκότες ὅτι πλεῖστοί τε ὅσοι, καὶ τῶν ἄγαν ἐπιφανεστέρων ἐν αὐτῇ ναυσὶν ἐνθέν‐ τες τὰ ὄντα πεφεύγασι. Μέμνηται δὲ τῆς ἱστορίας, καὶ | |
30 | τῆς Ἐζεκιὴλ προφητείας ὁ λόγος. Ἔφη γὰρ οὕτω πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός· «Υἱὲ ἀνθρώπου, Ναβουχοδο‐ νόσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύνα‐ μιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου. Πᾶσα κεφα‐ λὴ φαλάκρωμα, καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς | |
35 | οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ, ἀντὶ τῆς δουλείας τῆς σκληρᾶς ἧς ἐδούλευσεν ἐπὶ Τύρον. Ἀντὶ τούτου δέδωκα αὐτῷ γῆν Αἰγύπτου.» Μετὰ γάρ τοι τὴν Τυρίων ἅλωσιν ἐπὶ τὸ τῶν Αἰγυπτίων ἔθνος μετετίθει τὴν μάχην ὁ Βαβυλώνιος. Ταυτησὶ τῆς | |
40 | ἱστορίας διαμέμνηται νῦν ὁ μακάριος προφήτης Ἡσαΐας, καὶ ὀλολύζειν κελεύει τὰ τῆς Καρχηδόνος πλοῖα. Ὀλολύζειν δὲ δῆλον ὅτι τὴν Τύρον ὅτι ἀπώ‐ λετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιέων. Φασὶ δὲ τὰς Κιτιεῖς οἱ μὲν νήσους Ἑλλαδικὰς, ἤτοι Μακε‐ | |
45 | δονικάς· οἱ δὲ σημαίνεσθαι διὰ τούτου διαβεβαιοῦνται τὴν Κύπρον, ὡς ἐκ μιᾶς τῶν ἐν αὐτῇ πόλεων, οὕτως ὠνομασμένης. Ὀλολύζετε δὲ, φησὶ, διὰ ποίαν αἰτίαν; ἦκται γὰρ αἰχμάλωτος. Ἀλλ’ ἴσως ἐρεῖ τις, Ἐποιμώζειν κελεύει τῇ Τύρῳ τὴν Καρχηδόνα, ἤτοι | |
70.521(50) | τὰς ἐκεῖθεν ναῦς; Διὰ ποίαν αἰτίαν; ἄποικοι γὰρ Τυρίων γεγόνασι Καρχηδόνιοι. Ἐφρόνουν τε μεγά‐ λως ἔχοντες μητέρα τὴν Τύρον, ἐπισημοτάτην τε ὁμοῦ καὶ ἀλκιμωτάτην ἐν νήσοις, ταῖς κατά γε φημὶ τὴν ἑῴαν. Φασὶ δὲ καὶ τοὺς ἐκ γῆς Κιτιέων | |
55 | μεγαλοφρονεῖν ἐπ’ αὐτῇ, καὶ τοῖς τῶν ἐμποριῶν κέρδεσιν ἐντρυφᾷν. Ὀλολύζετε τοίνυν, φησὶν, οἱ τῆς Καρχηδόνος ἔμποροι, ἤτοι τὰ πλοῖα, ἀπόλωλε γάρ. | |
Ὀλολυζέτω δὲ καὶ ἡ Τύρος, οὐ γὰρ ἔτι ἔρχονται ἐκ τῆς Κιτιέων. Ἦκται γὰρ αἰχμάλωτος. | 521 | |
70.524 | Τίνι ὅμοιοι γεγόνασιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ, μετάβολοι Φοινίκης, διαπερῶντες τὴν θά‐ λασσαν ἐν ὕδατι πολλῷ, σπέρμα μεταβόλων, ὡς ἀμητοῦ εἰσφερομένου, οἱ μετάβολοι τῶν ἐθνῶν. | |
5 | Ποίοις ἄρα, φησὶ, τῶν ἐθνῶν παρεικάσωμεν τοὺς ταύτην κατοικοῦντας τὴν νῆσον; τίνες τοιαῦτα πε‐ πόνθασι, ἢ καὶ οὕτως πεπόρθηνται, καθὰ καὶ οἱ μετάβολοι τῆς Φοινίκης; Ἐμπορία γὰρ Τύροις τὸ ἐπιτήδευμα, καὶ τὸ διαπλεῖν τὴν θάλασσαν ἐν | |
10 | σπουδῇ, κερδῶν ἕνεκα καὶ λημμάτων. Προστι‐ θεὶς δὲ ὅτι σπέρμα μεταβόλων, ἔδειξεν ὅτι καὶ πα‐ τρῷον αὐτοῖς τὸ δυσγενὲς, καὶ ἐκ ῥίζης ἀνέ‐ φυσαν πονηρᾶς, καὶ φιλοκερδίας ἥττονες ἄνωθεν αὐτοῖς καὶ πρόγονοι. Οἱ δὲ καὶ ἀριθμοῦ κρείττονες, | |
15 | ὅσοι τὴν οὕτως αἰσχρὰν παρ’ αὐτοῖς ἐπιτηδεύοντες ζωὴν, διδάσκει λέγων· Ὡς ἀμητοῦ εἰσφερομένου οἱ μετάβολοι τῶν ἐθνῶν. Σίτου γὰρ ἀμηθέντος, ἤγουν ἀσταχύων ἐν ἀγρῷ, πολλὴ τῶν δραγμάτων παντα‐ χόθεν ἡ εἰσφορὰ, καὶ ἡ εἰς τὴν ἅλω συγκομιδή. | |
20 | Αἰσχύνθητι, Σιδὼν, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν, Οὐκ ὤδινον οὐδὲ ἔτεκον, οὐδὲ ἐξέθρεψα παρθένους, οὐδὲ ὕψωσα νεανίσκους. Ἄποικοι μὲν Τυρίων οἱ Καρχηδόνιοι. Πλὴν ἐσχή‐ κασι μητέρα Τύριοι τὴν Σιδῶνα· Ἀπὸ γὰρ τῆς | |
25 | Σιδῶνος ἦν ἡ Τύρος. Πλὴν ὡς ἐπί γε θυγατρὶ λαμ‐ πρᾷ καὶ διαβοήτῳ τῇ Τύρῳ μέγα πεφρόνηκε Σιδών. Ἐπειδὴ δὲ ἥλω, καὶ ἦκται αἰχμάλωτος, τότε φησὶν ἡ θάλασσα, τοῦτ’ ἔστιν, αἱ κατὰ θάλασσαν νῆσοι πᾶσαι λοιπὸν ἐροῦσιν· Αἰσχύνθητι, Σιδὼν, ἀπόλωλε | |
30 | γὰρ τῶν σῶν αὐχημάτων τὸ κάλλιστον, καὶ φρούδη γέγονεν ἡ πάλαι δεινὴ καὶ ἀλκμαιοτάτη, πλούτῳ τε πολλῷ διαφανεστάτη. Οὐκοῦν ἡ μὲν θάλασσα ταῦτα ἐρεῖ· Αὐτὴ δὲ τῆς θαλάσσης ἡ ἰσχὺς, τοῦτ’ ἔστιν, ἡ κατισχύουσα τῶν νήσων, ἡ Τύρος δὲ δηλονότι ταῖς | |
35 | ἑαυτῆς ἐποιμώζουσα συμφοραῖς, ὅταν ἤδη γυμνὴν ἑαυτὴν τῶν οἰκητόρων, καὶ τέκνων ἐρήμην, τότε δὴ πάντως ἐρεῖ, τὸ, οὐκ ὤδινον, οὐδὲ ἔτεκον, οὐδὲ ἐξ‐ έθρεψα νεανίσκους, οὐδὲ ὕψωσα παρθένους. Ἐν ἴσῳ γὰρ γέγονα, φησὶ, ταῖς μὴ τεκούσαις ὅλως, μηδ’ | |
40 | ἀναθρεψάσαις, ἢ νεανίσκους ἢ παρθένους, διά τοι τὸ πάντας ἄρδην καθικέσθαι πρὸς ἀπώλειαν, περιλει‐ φθῆναι δὲ παντελῶς οὐδένα. Ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτῳ, λήψεται αὐτοὺς ὀδύνη περὶ Τύρου. Οὐκ ἠγνόηκεν ὁ προφήτης, ὅτι καθάπερ ἤδη | |
45 | προεῖπον, μετὰ τὴν Τυρίων ἅλωσιν, ἐπὶ τὴν τῶν Αἰγυπτίων χώραν μεταφοιτήσειν ἔμελλεν ὁ Ἀσσύ‐ ριος. Ὅταν τοίνυν, φησὶν, ἀκουστὰ ταῦτα γένηται παρὰ τοῖς Αἰγυπτίοις, τότε καὶ αὐτοὶ πάντη τε καὶ πάντως ὀδυνηθήσονται, οὐχ ὅτι πεπόρθηται τυχὸν ἡ | |
70.524(50) | Τύρος, ἀλλ’ ὅτι μεταπεφοίτηκεν ἐπ’ αὐτοὺς τὰ ἐκ τοῦ πολέμου κακά. Ἀπέλθετε εἰς Καρχηδόνα, ὀλολύζετε, οἱ κατοι‐ κοῦντες ἐν τῇ νήσῳ ταύτῃ. Ἐν ἤθει πολλῷ τῆς προφητείας ὁ λόγος. Οὐ γάρ | |
55 | τοι κυρίως τε καὶ ἀληθῶς ἀπανίστασθαι τῆς Τυρίων παρακελεύεται, μεταχωρεῖν δὲ μᾶλλον εἰς Καρχηδόνα, ἀλλ’ οὐδὲ ὀλολύζειν ἁπλῶς, ἀλλ’ οἷον κατονειδίζειν φυγόντας, καὶ ἀμετρήτῳ δειλίᾳ συντεθραυσμένους. | |
Χρῆναι δὲ φησὶν ἐποιμώζειν αὐτοὺς ἑαυτοῖς, καὶ | 523 | |
70.525 | ταῖς ἐπενηνεγμέναις αὐτοῖς συμφοραῖς. Ἄμφω δὲ ταῦτα θηλυπρεπῆ, καὶ μειρακίοις μᾶλλον, καὶ τοῖς ἤδη παρηβηκόσιν ἁρμοδιώτερα. Πολέμου μὲν γὰρ περιηγγελμένου, καὶ κατὰ χώρας ἤτοι πόλεως ἔρχε‐ | |
5 | σθαι προσδοκωμένου, ἅπαν μὲν ὅσον ἐστὶν ἐν ἀκμαῖς εὐτρεπίζεται πρὸς μάχην, καὶ γυμνάζει τὰ τακτικὰ, καὶ ταῖς τῶν πολεμίων φάλαγξι, κἂν εἰ μήπω παρεῖεν, τό γε ἧκον εἰς προθυμίας ἐπιμαίνεται. Γύναια δὲ καὶ μειράκια τὰ εἰς φυγὴν μελετᾷ, καὶ ὀλολύζει | |
10 | κλαίοντα. Ἕτοιμα γὰρ ἀεί πως εἰς φόβον καὶ θρήνους μειράκιον καὶ γυνή. Ἐπιμειδιᾷ τοιγαροῦν ὁ τῶν ὅλων Θεὸς ταῖς Τυρίων ἀνανδρίαις. Φεύγουσι γὰρ καὶ ὀλολύζουσιν οἱ πάλαι κρατοῦντες ἐν μάχαις δεινοὶ καὶ δυσάντητοι, θρασεῖς καὶ ἀνάλωτοι. | |
15 | Οὐχ αὔτη ὑμῶν ἡ ὕβρις ἡ ἀπαρχῆς, πρὶν ἢ παραδοθῆναι αὐτήν; Τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; Μὴ ἥσσων ἐστὶν, καὶ οὐκ ἰσχύει; Φθάσας ἔφην, ὅτι τῶν Ἱεροσολύμων πεπορθημένων, κατεμπρησθέντος δὲ καὶ αὐτοῦ τοῦ ναοῦ παρὰ τῆς | |
20 | τῶν Ἀσσυρίων στρατιᾶς, τὰ κύκλῳ καὶ ὅμορα τῶν ἐθνῶν ἐπεγάννυντο μὲν ὡς ἀπολωλότι τῷ Ἰσραὴλ, καὶ ὡς εἰσάπαν ἐκκεκομμένῳ, καὶ ἔσειον ἐπ’ αὐτοῖς τὰς σφῶν αὐτῶν κεφαλάς· ᾤοντο δὲ ὅτι πεπτώκασιν ὑπὸ χεῖρας ἐχθρῶν, οὐ διά γε τὰς αὐτῶν ἁμαρτίας, | |
25 | ἀλλ’ ὅτι μᾶλλον ἠτόνησεν ὁ σώζων αὐτοὺς, καὶ κρείττους γεγόνασι τῆς τοῦ Θεοῦ χειρὸς οἱ κεκρατη‐ κότες. Τί οὖν, ὦ Τύριοι, φησίν; Οὐ πρὶν αὐτὴν παραδοθῆναι, ταύτην ἐποιήσασθε κατ’ ἐμοῦ τὴν ὕβριν; οὐκ ἐλέγετε τὴν ἐμὴν ἰσχὺν ἥττω καὶ ἐν | |
30 | μείοσιν εἶναι τῶν ὑμετέρων θεῶν; Τίς οὖν ἄρα, φησὶν, ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; Ἐγὼ δηλονότι, ὃν ὑμεῖς ἥττονά τε καὶ ἄναλκιν εἰπεῖν τετολμήκατε. Ἐξ αὐτῶν τοιγαροῦν κατατεκμήρασθε τῶν πραγμά‐ των, πότερόν ποτε ἥττων ἐστὶ τῶν παρ’ ὑμῖν θεῶν, | |
35 | ἢ οὐκ ἰσχύει; Ἐγὼ μὲν γὰρ πλημμελοῦντα εἰς ἐμὲ παραδέδωκα τοῖς ἐχθροῖς τὸν ἐξήνιον Ἰσραήλ. Ἐπειδὴ δὲ πλουτεῖτε θεοῖς, καὶ πολλοὶ παρ’ ὑμῖν οἱ τιμώμενοι, τίς ἄρα αὐτῶν τὴν τοιάνδε σκέψιν ἐβου‐ λεύσατο κατὰ Τύρου; Τίς παραδέδωκε τοῖς ἐχθροῖς; | |
40 | χαλεπὸν οὖν ἄρα τὸ διὰ πείρας αὐτῆς ἐκδέχεσθαι ἅπερ ἂν πρέποι παθεῖν. Δεῖ δὲ οἶμαι τοὺς νουνεχεστά‐ τους, ἰσχνοῖς διανοίας ὄμμασι μακρόθεν ὁρᾷν τὸ τελοῦν εἰς ὄνησιν, καὶ μεμαστιγωμένοις ἁγίοις μὴ ἐπαγάλλεσθαι, μήτε μὴν οἴεσθαι τὴν ἀεὶ σώζουσαν αὐτοὺς ἀτονῆσαι χεῖρα, ἐννοεῖν δὲ μᾶλλον ὅτι περι‐ | |
45 | πίπτουσιν ἔσθ’ ὅτε καὶ πειρασμοῖς ἐφιέντος Θεοῦ. Οἱ ἔμποροι αὐτῆς ἔνδοξοι, ἄρχοντες τῆς γῆς. Κύριος Σαβαὼθ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων, καὶ ἀτιμάσαι πάντα ἔνδοξον ἐπὶ τῆς γῆς. | |
70.525(50) | Μέτεισι πάλιν ὁ λόγος ἐπί γε τὸ δεῖν ἀπογυμνοῦν τῆς ἐνούσης ἀλαζονείας αὐτοῖς τὸ ὑπερφερὲς, καὶ μέντοι πρὸς τούτῳ τὸ ἀκόρεστον εἰς φιλοκερδίας. Ἔμποροι γὰρ ὄντες, φησὶ, καὶ οὕτως αἰσχρὸν καὶ δυσγενὲς ἔχοντες τὸ ἐπιτήδευμα, εἰς τοσοῦτον καὶ | |
55 | δόξης καὶ ὑπεροχῆς κεχωρήκασιν, ὥστε καὶ τὰς τοῖς ἄρχουσι πρεπωδεστάτας ἀναδεσμεῖσθαι τιμὰς, καὶ στεφάνοις τοῖς ἐπ’ εὐκλείᾳ γενέσθαι γνωριμωτάτους. | |
Ἀλλ’ ὁ τῶν δυνάμεων Κύριος, φησὶν, ἐβουλεύσατο | 525 | |
70.528 | παραλῦσαι τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πάντα τοιοῦτον. Ψῆφον δὲ αὐτῶν τὴν τοιαύτην καθορίζοντος Θεοῦ, καὶ τομὸν ἐπάγοντος κρίμα, τίς ἐπαμῦναι δυνάμενος, ἢ τίς ἂν τὴν θείαν ἀποσοβήσειεν ὀργήν; | |
5 | τίς γὰρ ἔσται κρείττων τῆς πανσθενοῦς ἐξουσίας; Ἢ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει, κατὰ τὸ γεγραμμένον; Οὐκοῦν μὴ οἰέσθωσαν, φησὶν, ὅτι τοῖς ἰδίοις θεοῖς προσκεκρουκότες κατεκομίσθησαν ἐκ δόξης εἰς ἀτιμίαν, ἴστωσαν δὲ μᾶλλον ὅτι κρίμα | |
10 | γέγονε Κυρίου Σαβαὼθ, καθ’ οὗ τετολμήκασιν εἰπεῖν. Ὅτι καὶ ἥσσων ἐστὶν καὶ οὐκ ἰσχύει. Οὐκοῦν λέγω‐ μεν καὶ ἡμεῖς τοῖς παρανομοῦσι μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι μὴ ὑψοῦτε κέρας, μήτε μὴν ἀν‐ οσίως ἐπαίρειν αὐτὸ, καὶ ἀδικίαν λαλεῖν κατὰ τοῦ | |
15 | πάντων κρατοῦντος Θεοῦ. Ἐργάζου τὴν γῆν σου· καὶ γὰρ πλοῖα οὐκέτι ἔρχονται ἐκ Καρχηδόνος. Ἡ δὲ χείρ σου οὐκέτι ἰσχύσει κατὰ θάλασσαν, ἡ παροξύνουσα βασι‐ λεῖς. | |
20 | Μετατίθησι, φησὶ, τὰς σπουδὰς ἐξ ἐμπορικῶν ἐπιτηδευμάτων εἰς γεωπονίας. Οὐ γὰρ ταῖς ὅτι μάλι‐ στα φιλαιτάταις ἐμπορίαις κεχρήσῃ πάλιν, οὐδὲ ἥξουσιν ἐκ Καρχηδόνος οἱ τὸν ἀμέτρητόν σοι πλοῦ‐ τον συλλέγοντες, καὶ τὴν σὴν ὑποτρέχοντες χεῖρα, | |
25 | τοῦτ’ ἔστι, τὴν δύναμιν. Δυνήσῃ γὰρ οὐδὲν ἔτι παν‐ τελῶς, καίτοι πολλὰ δυνηθεῖσα κατὰ τὴν θάλασσαν, τοῦτ’ ἔστιν, ἀλκιμωτάτη γεγενημένη κατὰ πάσης καὶ νήσου καὶ πόλεως πρὸς τῇ θαλάσσῃ κειμένης, ἡ καὶ πλείστους παροξύνασα βασιλεῖς. Δεινὴ γὰρ, ὡς | |
30 | ἔφην, κατὰ τὸ ἀρχαῖον ἡ Τύρος καὶ τοῖς ἀπωτάτω καὶ γείτοσιν καὶ τοῖς ἐθνῶν ἡγουμένοις. Ἀλλ’ ὁ τῶν δυνάμεων Κύριος ἐνετείλατο περὶ Χαναὰν (τοῦτ’ ἔστι, περὶ τῆς γῆς τῶν ἀλλοφύλων), ὥστε ἀπολέσαι αὐτῆς τὴν ἰσχύν. | |
35 | Ἐπενήνεκται γὰρ τὰ ἐκ τοῦ πολέμου κακὰ διὰ τῆς Ἀσσυρίων ὠμότητος, οὐχὶ δὴ μόνῃ τῇ Τύρῳ ποθὲν, ἀλλὰ γὰρ καὶ ἑτέροις τῶν ἐθνῶν, Μωαβίταις τε καὶ Ἰδουμαίοις, καὶ ἄλλοις τισί. Συλλήβδην δὲ πάντες Χαναναῖοι κατονομάζονται τῶν εἰδώλων οἱ προσκυ‐ | |
40 | νηταὶ, καὶ οὐκ ἐξ αἵματος ὄντες τοῦ ἐξ Ἰσραὴλ, καὶ γοῦν ὀνειδιζέτω τις ἀκούων, σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα. Ὅταν τοίνυν, φησὶ, τὰ ἐκ τοῦ πολέμου βλάβη κατὰ πάντων ὁμόσε χωρήσῃ τῶν Χαναναίων, τότε τῶν συμβεβηκότων αὐτοῖς τὰς αἰτίας τινὲς συνέντες | |
45 | ἐροῦσιν· Οὐκέτι μὴ προσθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα Σιών. Ἔφην γὰρ ὅτι κατ‐ ωνείδιζον τὴν Ἰουδαίαν, καὶ κατεγέλων τῶν ἐξ Ἰσραὴλ ὡς ἑαλωκότων, ἐταλάνιζόν τε τὴν Ἱερουσαλὴμ, ἤτοι τὴν Σιὼν οὐχ ὡς παρεωραμένην μᾶλλον παρὰ Θεοῦ | |
70.528(50) | τοῦ σώζοντος, ἀλλ’ ὡς διὰ τοῦτο πεσοῦσαν εἰς τὸ ἁλῶναι καὶ παθεῖν, ὅτι νενίκηται καὶ ἠσθένησε ὁ παρ’ αὐτοῖς τιμώμενος Θεὸς, ᾧ τὰς κατὰ νόμον λατρείας ἐτέλουν. Καὶ ἐὰν ἀπέλθῃς εἰς Κιτιεῖς, οὐδὲ ἐκεῖ σοι | |
55 | ἀνάπαυσις ἔσται· καὶ εἰς γῆν Χαλδαίων, καὶ αὐτὴ ἠρήμωται ἀπὸ τῶν Ἀσσυρίων, ὁ τοῖχος | |
αὐτῆς πέπτωκεν. | 527 | |
70.529 | Θεοῦ συνελαύνοντος εἰς ἱδρῶτας καὶ πόνους, τίς ὁ ἐπαμῦναι δυνάμενος; Τῆς πανσθενοῦς δεξιᾶς πολε‐ μούσης, τίς ἐστι τοσοῦτος ὃς τῆς ἀνηκέστου συμφο‐ ρᾶς ἐξελεῖται τοὺς κάμνοντας; οὐδεὶς παντελῶς. | |
5 | Ἕπεται γὰρ τοῖς θείοις αὐτοῦ νεύμασι τῶν πραγμά‐ των ἡ φύσις, καὶ ὅπερ ἂν ἐθέλει γενέσθαι, τοῦτο πάντη τε καὶ πάντως ἀποπεραίνεται. Ἂν τοίνυν, φησὶ, μακρᾶς ἀπέλθῃς ἀποδημίας, ὥστε καὶ εἰς Κι‐ τιεῖς παραγενέσθαι· φασὶ γὰρ πόλιν εἶναι τῶν κατὰ | |
10 | τὴν Κύπρον μίαν· οἱ δὲ Κιτιεῖς, αὐτὴν εἶναι διισχυ‐ ρίζονται τὴν Καρχηδόνα· οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται, τοῦτ’ ἔστι, πόλεμοί σε, καὶ ὁ τοῦ θανάτου φόβος, καὶ οἱ περὶ τοῦ θανάτου εὑρήσουσι κίνδυνοι. Ἀλλὰ κἂν αἰχμάλωτος γενόμενος καταλάβοις τὴν | |
15 | Χαλδαίων, οὐδὲ οὕτως πεπαύσῃ τοῦ καταλγύνεσθαι δεῖν. Οὐ γὰρ ἔσται σοι ἀνάπαυσις, πῶς ἢ τίνα τρό‐ πον· ἠρήμωται γὰρ καὶ αὐτὴ καταδῃούντων αὐτὴν Περσῶν τε καὶ Ἀσσυρίων, Κύρου δηλονότι καταστρα‐ τεύοντος, ὅτε καὶ πέπτωκεν ὁ τοῖχος αὐτῆς. Τοῖχον | |
20 | δὲ οἶμαι τῆς Χαλδαίων γῆς, ἢ τὸν προεστηκότα καὶ τὸν βασιλεύοντα φησὶν, ἢ καὶ αὐτὸ τὸ τεῖχος, ἐφ’ ᾧ μάλιστα τεθαρσηκότες προσεδόκων οἱ Βαβυλώνιοι πείσεσθαι μὲν τῶν ἀνιαρῶν οὐδὲν, ἄπρακτον δὲ τοῖς πολεμοῦσιν αὐτοῖς γενέσθαι τὴν ἔφοδον. Κατε‐ | |
25 | σκεύαστο γὰρ οὕτως ὡς καὶ ἁμαξῶν παραλλὰξ ἐρχο‐ μένων, ὁδὸν ἐν αὐτῷ πλατεῖαν ὁρᾶσθαι. Καὶ γοῦν διὰ φωνῆς Ἱερεμίου φησὶν ὁ τῶν ὅλων Θεὸς, τὴν ἐπ’ αὐτῷ δὴ τούτῳ κατασείων ἐλπίδα τῶν Βαβυλωνίων· «Τεῖχος Βαβυλῶνος ἐπλατύνθη, κατασκαπτόμενον κατασκαφήσεται.» Ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο τὸ | |
30 | ὀχύρωμα ὑμῶν. ᾨδὴ καὶ θρῆνος ὁ ἐν ἀρχῇ τῆς ὁράσεως τέθειται διὰ μέσου· πρέπειν ὅτι μάλιστα τῇ Τύρῳ τὰς τοιαύτας παρὰ πάντων λέγεσθαι φωνὰς, διαβεβαιούμενος τρό‐ πον τινὰ τῆς προφητείας ὁ λόγος. Ὀλολύζειν δὲ τὰ | |
35 | ἐκ Καρχηδόνος πλοῖα, διά τοι τὸ ἀπολέσθαι τὸ ὀχύ‐ ρωμα αὐτῶν, τοῦτ’ ἔστι, τὴν Τύρον. Καὶ ἡ τοῦ πράγματος ἀφορμὴ διὰ τῶν ἤδη παρῳχηκότων εἴρη‐ ται σαφῶς. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταληφθήσεται | |
40 | Τύρος ἔτη ἑβδομήκοντα, ὡς χρόνος βασιλέως, ὡς χρόνος ἀνθρώπου. Ἐπετώθαζεν αὐτοῖς Ἱεροσολύμοις ἡ Τύρος, ὡς πεπορθημένοις, καὶ τὰς τοῦ παθεῖν αἰτίας οὐ ταῖς Ἰουδαίων μᾶλλον ἀνετίθει ῥᾳθυμίαις, ὡς προσκε‐ | |
45 | κρουκότων Θεῷ διὰ τῆς εἰς τὸν νόμον, καὶ τὸ αὐτῷ δοκοῦν παροινίας· ἀλλὰ γὰρ ᾠήθη μὴ δεδυνῆσθαι σώζειν αὐτοὺς τὸν προεστηκότα, τοῦτ’ ἔστι, τὸ τῶν ὅλων Θεόν. Ἥλω καὶ αὐτὴ τοιγαροῦν ταύτης ἕνεκα τῆς αἰτίας, ἰσόχρονον δὲ τῇ αἰχμαλωσίᾳ τῶν ἐξ | |
70.529(50) | Ἰσραὴλ ὑπέμεινε τὴν ἐρήμωσιν. Ἔτη γὰρ ἑβδομή‐ κοντα διατετελέκασι παρὰ τοῖς Χαλδαίοις, τὸν δυσαχθῆ τῆς δουλείας ἔχοντες ζυγόν. Ἐκείνῳ τοιγαροῦν τῷ καιρῷ καταλειφθήσεται, τοῦτ’ ἔστιν, ἐρημωθήσεται Τύρος ἀπομενεῖ δὲ κένανδρος, καὶ εἰς τοῦτο παρα‐ | |
55 | τενεῖ χρόνου μῆκος ὥστε καὶ δοκεῖν χρόνον εἶναι ζωῆς ἀνθρώπου, ἤγουν βασιλείας, τοῦτ’ ἔστιν, ἔτος | |
ἑβδομηκοστὸν, καθὰ καὶ ὁ μακάριος ψάλλει Δαβίδ· | 529 | |
70.532 | «Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη, ἔσται Τύρος | |
5 | ὡς ᾆσμα πόρνης. Λάβε κιθάραν, ῥέμβευσον, πό‐ λις, πόρνη ἐπιλελησμένη, καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου μνεία γένηται. Ἡ πολύκοινος καὶ μαχλῶσα γυνὴ, καὶ τὴν τοῦ σώματος ὥραν καταπωλοῦσα τοῖς ἐρασταῖς, ἕως μέν | |
10 | ἐστιν ἡβῶσά τε καὶ νέα, σαγηνεύει πολλοὺς, καὶ πα‐ γὶς αὐτὴ καὶ οἱονεὶ θέλγητρον τῶν ὁρώντων ἐστὶ τὸ τοῦ σώματος ἄνθος. Ἐπειδὰν δὲ παρηβήσῃ, τότε δὴ τότε, καταμαρανθείσης αὐτῇ τῆς ὥρας, ἀπρακτεῖ μὲν ἤδη περὶ τὴν θήραν, ἑτέρῳ δὲ τρόπῳ μέτεισι τὸ δύνα‐ | |
15 | σθαι πάλιν ἀθλίων λημμάτων ἐπινοεῖν πορισμούς. ᾨδὴ γὰρ αὐτῇ καὶ μέλος τὸ ἐπιτήδευμα γίνεται· ἐπιγάννυνται γὰρ κιθαριζούσῃ πολλοί. Ἐντεῦθεν αὐτῇ καὶ βραχεῖά τις ἔσθ’ ὅτε τῆς παρελθούσης ζωῆς ἀνά‐ μνησις ἔσται, καὶ τὸ ἐν ἀκμαῖς αὐτῆς κάλλος ἐπαι‐ | |
20 | νοῦσι τινές. Τοιοῦτόν τι συμβήσεται τῇ Τυρίων, φη‐ σίν. Ἔσται γὰρ ὡς ἆσμα πόρνης ἐπιλελησμένης, καὶ οὐκέτι τὸν ἐν ἀρχαῖς ἔχουσα κόσμον. ᾨδὴ καὶ μέλος ἔσται πολλοῖς. Διαμεμνήσονται γὰρ τῶν πάλαι προσ‐ όντων αὐτῇ. Σὺ δὲ, ὦ Τύρος, καθάπερ παλαιά τε καὶ | |
25 | ἀφηβήσασα πόρνη, λάβε κιθάραν, ῥέμβευσον ὡς πόλις γενομένη καθάπερ τις πόρνη ἐπιλελησμένη. Ἀπομα‐ ρανθείσης γὰρ, ὡς ἔφην, τῆς τῶν γυναίων ὥρας, ἐπι‐ λανθάνονται ταύτης καὶ οἱ συνηρπασμένοι ποτὲ, καὶ γεγονότες αὐτῆς ἐρασταί. Καλῶς τοίνυν κιθάρισον, | |
30 | καὶ πολλὰ ᾆσον, ἵνα σου κἂν μνεία γένηται. Καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη, ἐπισκοπὴν ποιήσει Θεὸς Τύρου, καὶ πάλιν ἀποκατασταθήσε‐ ται εἰς τὸ ἀρχαῖον, καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης, καὶ ἔσται αὐτῆς | |
35 | ἡ ἐμπορία, καὶ ὁ μισθὸς ἅγιον τὸ Κυρίῳ, καὶ οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι τοῦ Κυρίου· πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν, καὶ ἐμπλησθῆναι εἰς πλησμονὴν, μνη‐ μόσυνον ἔναντι τοῦ Κυρίου. | |
40 | Δικαίᾳ ψήφῳ Θεὸς, ἰσόχρονον, ὡς ἔφην, τῇ αἰχμα‐ λωσίᾳ τῶν ἐξ Ἰσραὴλ καὶ τὴν τῶν Τυρίων ἐρήμωσιν ἐποιήσατο. Ἐπειδὴ δὲ Κύρου μετὰ Περσῶν τε καὶ Μήδων κατὰ κράτος ᾑρηκότος τὴν Βαβυλωνίων, ἅπα‐ σαν δὲ τὴν Χαλδαίων καταδῃώσαντος χώραν, ἀνείθη | |
45 | μὲν τῆς αἰχμαλωσίας ὁ Ἰσραὴλ, ὑπενόστησε δὲ πάλιν εἰς τὴν ἑαυτοῦ, καὶ τὴν ἁγίαν κατῴκηκε πόλιν. Ἀμνη‐ σικάκως δὲ ὁ τῶν ὅλων Θεὸς, καὶ τῆς Τυρίων ἀπέστη‐ σε τὴν ὀργήν· συγκεκρότηκε δὲ πάλιν, καὶ ἀναπε‐ φοίτηκεν εἰς τὸ ἐν ἀρχαῖς, ἐμπόριόν τε καὶ κατάλυμα | |
70.532(50) | γέγονε, καθὰ καὶ πάλαι πάσαις ταῖς βασιλείαις τῆς γῆς. Πλὴν ἐπιτήρει τὴν διαφοράν. Πάλαι μὲν γὰρ ὁ ἐκ τῆς ἐμπορίας μισθὸς συνεκομίζετο μόνοις τοῖς ταύτην ἐπιτηδεύουσι, καρποὶ ὅλως παρ’ οὐδενὸς τὸ σύμπαν προσεκομίζοντο τῷ Θεῷ. Ἐπειδὴ δὲ κεκλημέ‐ | |
55 | νων τῶν ἐθνῶν εἰς τὴν διὰ πίστεως χάριν, ἔγνω καὶ αὐτὴ τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, καὶ ναὸς ἅγιος | |
ἐγήγερται παρ’ αὐτοῖς, καὶ θεῖον ἔστη θυσιαστήριον, | 531 | |
70.533 | οὐκ αὐτοῖς ἔτι μόνοις ὁ ἐκ τῆς ἐμπορίας συγκομίζε‐ ται μισθός· ἀλλὰ γὰρ καὶ ἅγιον ἔσται τῷ Κυρίῳ, τοῦτ’ ἔστιν, εἰς ἀνάθημα καὶ καρποφορίαν, ὥστε καὶ φαγεῖν καὶ πιεῖν ἔναντι Κυρίου. Πάλαι μὲν γὰρ τοὺς | |
5 | τῶν εἰδώλων καταλαμβάνοντες σηκοὺς, καὶ τὰ τῶν δαιμονίων τεμένη προσεκόμιζον μὲν θυσίας, πανηγύ‐ ρεις δὲ τὰς ἐπ’ αὐτοῖς ἐπετέλουν, εἰς τιμὴν καὶ δόξαν τῶν ἰδίων σκευασμάτων· ἐπλανῶντο γὰρ ἔτι. Ἐπειδὴ δὲ, ὡς ἔφην, ἐγνώκασι τὸν Θεὸν τὸν ἀληθινὸν, ἅγιον | |
10 | μὲν τῷ Κυρίῳ γέγονεν ὁ τῆς ἐμπορίας μισθὸς, ἐσθί‐ ουσι δὲ καὶ πίνουσιν εἰς μνημόσυνον ἔναντι Κυρίου, Θεῷ δηλονότι τὰ ἐφ’ οἷς ἂν εὖ πράττοιεν ἀνατιθέντες χαριστήρια. Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ | |
15 | ἐρημώσει αὐτὴν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς, καὶ διασπερεῖ τοὺς οἰκοῦντας ἐν αὐτῇ. Φθάσας ἔφην ὅτι πεπόρθηται μὲν ἡ Ἱερουσαλὴμ, συγκατεδῃώθησαν δὲ αὐτῇ καὶ αἱ λοιπαὶ τῆς Ἰουδαίας πόλεις. Τά γε μὴν κύκλῳ καὶ περίοικα τῶν ἐθνῶν | |
20 | ἐπεμειδίων κειμένῃ, καὶ μονονουχὶ κατασείοντες ἐπ’ αὐτῇ τὰς κεφαλὰς πλατὺ γελῶντες ἔφασκον, τῆς Ἀσσυρίων χειρὸς ἡττᾶσθαι Θεόν· καθάπερ ἀμέλει καὶ ὁ Ῥαψάκης Περσικῆς ἀλαζονείας ἀνάμεστος ὢν, τοῖς ἐν τῷ τείχει καθεζομένοις ἔφασκεν· «Μὴ ἀπα‐ | |
25 | τάτω ὑμᾶς Ἐζεχίας λέγων, ὅτι ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.» Οὐκοῦν ἐπειδήπερ ὁμοῦ τοῖς ἐκ Βαβυλῶνος καὶ τὰ ἕτερα τῶν ἐθνῶν τὴν τοῦ Θεοῦ δόξαν κατακερτομοῦντες ἔφασκον, οὐ δεδυνῆσθαι σώζειν αὐτοὺς τὸν πάλαι προεστηκότα, ταύτῃ τοι καὶ | |
30 | σφόδρα εἰκότως καὶ τῶν πεπλημμελημένων καὶ τῆς εἰς τοῦτο δυσσεβοῦς ἀθυροστομίας πραττόμενοι δίκας, δέδονται καὶ αὐτοὶ τοῖς Βαβυλωνίοις εἰς ἐρήμωσιν. Καὶ τὴν ἐφ’ ἑκάστῳ τῶν ἐθνῶν ὅρασιν ὁ τῆς προφη‐ τείας ἡμῖν ἀφηγήσατο λόγος. Ὑποπεπτώκασι γὰρ | |
35 | τοῖς ἐκ θείας ὀργῆς κινήμασιν, ἀλλόφυλοί τε καὶ Μωα‐ βῖται, Δαμασκηνοί τε καὶ Αἰγύπτιοι, καὶ μὴν καὶ οἱ ἐκ τῆς ἐρήμου, Ἀζώτιοί τε καὶ Ἰδουμαῖοι, Τύρος τε πρὸς τούτοις, τελευταία τε καὶ ἡ Βαβυλὼν, καὶ ἅπα‐ σα δὲ τῶν Χαλδαίων ἡ γῆ, καθ’ ὁμοιότητα τῶν ἄλλων | |
40 | ἠρήμωται, Κύρου τοῦ Καμβύσου καὶ Μανδάνης υἱοῦ κατεξανιστάντος αὐτῆς Ἀσσυρίους τε καὶ Μήδους. Ἀφηγησάμενος τοίνυν ὁ μακάριος προφήτης τὰ ἑκά‐ στῳ τῶν ὠνομασμένων ἐθνῶν ἐκ θείας ὀργῆς ἐπενη‐ νεγμένα, διὰ τῶν προκειμένων, μονονουχὶ τοῦ παντὸς | |
45 | λόγου ποιεῖται τὴν ἀνακεφαλαίωσιν, καὶ οἰκουμενι‐ κὴν ὀνομάζει φθορὰν τὴν κατὰ πολλῶν ἐθνῶν γενομέ‐ νην. Ταύτῃ τοί φησιν· Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ ἐρημώσει αὐτὴν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς. Οὐ γάρ τοι μία καὶ δύο πεπτώκασι | |
70.533(50) | πόλεις, κατεφθάρησαν δὲ χῶραί τε καὶ ἔθνη κατά γε τοὺς ἤδη προειρημένους τρόπους. Καταφθερεῖ τοίνυν καὶ ἐρημώσει, φησὶ, τὴν οἰκουμένην, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς. Ἕως μὲν γὰρ ἀνεξικακεῖ καὶ ἀναβάλλεται τὰς δίκας ὁ τῶν ὅλων Θεὸς, διαλανθάνει | |
55 | πως καὶ ὁ τῶν ἀσεβῶν βίος, καὶ οἱονεὶ κέκρυπται τῆς ἑκάστου ζωῆς τὸ πρόσωπον, ἤγουν ἡ ἐμφάνεια. Ἐπ‐ | |
άγοντος δὲ τὴν ὀργὴν καὶ τὴν ἑκάστῳ πρέπουσάν τε | 533 | |
70.536 | καὶ ὀφειλομένην ἐπιτιθέντος κόλασιν ἀπογυμνοῦται τῶν κολαζομένων τὸ πρόσωπον. Ὁποῖοι γάρ τινές εἰσι καὶ γεγόνασιν, ὁ τῆς τιμωρίας διαδείκνυσι τρόπος, εἴπερ ἐστὶν ἀληθὲς ὡς ἀποδώσει Θεὸς ἑκάστῳ κατὰ | |
5 | τὰ ἔργα αὐτοῦ. Χρῆναι δὲ οἶμαι κἀκεῖνο εἰπεῖν. Ἐπει‐ δὴ γὰρ οἰκουμένην ὁ προφήτης ὠνόμασεν, ἔφη τε αὐ‐ τὴν καταφθαρήσεσθαι· καὶ μὴν καὶ εἰς ἐρημίαν ἐλ‐ θεῖν, βούλονταί τινες, ὡς ἐκ μερικῆς ἀγανακτήσεως ἐπὶ τὴν καθ’ ὅλου καὶ κατὰ πάντων μεταφοιτῆσαι τῷ | |
10 | προφήτῃ τὸν λόγον· καὶ δὴ καί φασιν ὅτι τὰ συμβη‐ σόμενα τῷ κόσμῳ, καὶ κατὰ τὸν τῆς συντελείας και‐ ρὸν προαφηγεῖται σαφῶς. Χρὴ τοίνυν ἡμᾶς καὶ ταῖς ἐκείνων ἐννοίαις ἕπεσθαι δεῖν ἑλομένους διττὴν ποιεῖ‐ σθαι τὴν ἐφ’ ἑκάστῳ τῶν λεγομένων τὴν ἀφήγησιν. | |
15 | Καταφθαρήσεσθαι τοίνυν τὴν οἰκουμένην φησὶ καὶ ἐρημωθήσεσθαι, καὶ τὸ πρόσωπον αὐτῆς ἀποκαλυφθή‐ σεσθαι, φανερουμένων δηλονότι τῶν ἑκάστῳ πεπρα‐ γμένων εἴτε ἀγαθῶν εἴτε φαύλων, διασπερεῖ δὲ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ, καὶ εἰ μὲν ἐπὶ τῶν ἐθνῶν φέροιτο | |
20 | τῆς ἐννοίας ἡ δύναμις νοήσεις ὅτι τῶν ὠνομασμένων χωρῶν εἰς ἐρημίαν ἐνηνεγμένων, οἱ ἐνοικοῦντες ἐν αὐταῖς, οἱ μὲν διεσπάρησαν, οἱ δὲ καὶ αἰχμάλωτοι γεγονότες τοῖς ἑλοῦσι δεδουλεύκασι, καὶ τὴν ἐνεγκοῦ‐ σαν ἀφέντες, μετακεχωρήκασιν εἰς ἑτέρας. Εἰ δὲ ἐπὶ τῆς καθ’ ὅλου κρίσεως, τὸ διασπαρήσεσθαι τοὺς ἐνοι‐ | |
25 | κοῦντας ἐν τῇ γῇ κατασημαίνειεν ἂν τὸ διαιρεθήσεσθαι, καὶ τοῦτο διδάξει σαφῶς ὁ Σωτὴρ λέγων, ὅτι «Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου τῆς δόξης αὐτοῦ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.» Οὐκοῦν ἀντὶ τοῦ διελεῖν, ἤτοι ἀπομεριεῖν τοὺς ἐνοικοῦντας ἐν τῇ γῇ, τὸ δια‐ σπερεῖ τέθεικεν ἐν αὐτοῖς. Καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεὺς, καὶ ὁ παῖς ὡς ὁ | |
30 | Κύριος, καὶ θεράπαινα ὡς ἡ κυρία· ἔσται ὁ ἀγο‐ ράζων ὡς ὁ πωλῶν, καὶ ὁ δανείζων ὡς ὁ δανειζόμε‐ νος, καὶ ὁ ὀφείλων, ὡς ᾧ ὀφείλει. Φθορᾷ κατα‐ φθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ, τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. | |
35 | Κρατούσης εἰρήνης, πᾶσά πως ἀνάγκη καὶ τοῖς καθήκουσι νόμοις, θείοις τε καὶ ἀνθρωπίνοις διοικεῖ‐ σθαι καὶ πόλεις καὶ χώρας, καὶ ἀξιωμάτων καὶ ὑπερ‐ οχῆς σώζεσθαι τάξεις, ἐῤῥῶσθαί τε καὶ πλουτοῦσι τὸ πλουτεῖν, καὶ τοῖς ἐλευθέροις τὴν ἐλευθερίαν. Εἰ δὲ | |
40 | κατασκήψειαν αἱ τῶν πολεμίων φάλαγγες, καὶ βαρ‐ βαρικῆς ὠμότητος ἔργον μένηται πόλις, ἢ χώρα τυ‐ χὸν φυρμὸς ἔσται πραγμάτων, καὶ οὐδὲν ἐν τάξει λοιπόν. Φρουδὴ μὲν γὰρ ἱερέων τιμὴ, ἐν ἴσῃ δὲ τάξει παῖς καὶ κύριος, θεράπαινα καὶ κυρία, ὁ ἀγοράζων | |
45 | καὶ ὁ πωλῶν, ὁ δανείζων καὶ ὁ δανειζόμενος, ὁ ὀφεί‐ λων καὶ ᾧ ὀφείλει· σημαίνεται δὲ διὰ τούτων ὁ πλού‐ σιος καὶ ὁ πένης. Χωρεῖ γὰρ ἐν ἴσῳ τρόπῳ κατὰ πάν‐ των ἡ φθορὰ, καὶ ἡ προνομὴ, τοῦτ’ ἔστιν, ἡ διαρπαγὴ καὶ ἡ προνόμευσις. Κατασφραγίζει δὲ πρὸς ἀλήθειαν | |
70.536(50) | ὁ προφήτης τὸ εἰρημένον ἐπενεγκών· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Ὅτι δὲ καὶ ἐπὶ τοῦ θείου βήματος ἀπροσωπόληπτόν ἐστι τὸ κρίμα, τίς ὁ μὴ φάναι τολμῶν; Οὐ γὰρ ἀξιωμάτων ὑπεροχὴ διασώζει τινὰς, εἰ μὴ τῆς ἐννόμου πολιτείας ἀγαθοὺς ἔχοι καρ‐ | |
55 | πούς· ὀνίνησι δὲ κατ’ οὐδένα τρόπον ὁ πλοῦτος τοὺς ἐσχηκότας αὐτὸν, ἀλλ’ ἐν ἴσῳ καὶ ἐν τῇ τοιᾷδε τάξει | |
παραστησόμεθα πάντες τῷ κριτῇ, κἂν εἴτε μικρὸς | 535 | |
70.537 | καὶ μέγας, πλούσιός τε καὶ πένης. Οὐδὲ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Τοιοῦτόν τι καὶ ἐν τῷ Ἰὼβ γέγραπται· «Μικρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων οὐ δέδοικε τὸν κύριον αὐτοῦ.» | |
5 | Ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη, ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς· ἡ δὲ γῆ ἠνόμη‐ σεν διὰ τοὺς κατοικοῦντας αὐτήν. Στυγνὸν ἀεί πως ἐστὶ τοῖς πενθοῦσι τὸ σχῆμα, καὶ κατηφείας μεστοὶ οἱ ὀφθαλμοί τε καὶ παρειαὶ, καὶ | |
10 | κατωχριῶν τὸ μέτωπον· πυρὸς γὰρ δίκην τὴν τοῦ ἀνθρώπου καταφλέγει καρδίαν ἡ ἐπί γε τοῖς τεθνεῶσι λύπη. Τοιοῦτόν τι παθοῦσαν ἔστι καὶ πόλιν ἰδεῖν ἤτοι γῆν τε καὶ χώραν κατειλημμένην ὑπὸ βαρβά‐ ρων· στυγνὰ γὰρ τὰ πάντα γίνεται, δαπανηθέντων | |
15 | μὲν ξίφεσι τῶν ἐν αὐταῖς, ἐμπεπρησμένων δὲ οἴκων, καὶ τὰ ἐκ τοῦ πολέμου πεπονθότων βλάβη. Οὕτω νοήσεις πενθῆσαι τὴν γῆν, ἧς τὰ τοιάδε παθούσης παθεῖν ἀναγκαῖον καὶ τοὺς ὑψηλοὺς ἐν αὐτῇ, τοῦτ’ ἔστι, τοὺς περιφανεστέρους. Οὐ γὰρ δὴ μάλιστα, | |
20 | καὶ τιμῆς καὶ πλούτου καὶ τῶν ἄλλων ἐστερημένοι, τῶν ὅσα φιλεῖ τοῖς ἐνδόξοις ἀκολουθεῖν, φορτικωτέ‐ ραν ἔχουσι τὴν ἐν τοῖς πεπονθόσι λύπην, ἀνομῆσαι δὲ φησὶ τὴν γῆν διὰ τοὺς κατοικοῦντας αὐτήν. Ὀνο‐ μάζεται γὰρ, καὶ πόλις ἄνομος, καὶ μέντοι καὶ χώρα | |
25 | πλειστάκις, καίτοι τῆς ἀναισθήτου γῆς οὐκ εἰδυίας τὸ ἀνομεῖν, ἀπὸ δέ γε τῆς τῶν οἰκούντων φαυλότητος ταύτην λαβοῦσαι τὴν κρίσιν. Ἐκλέξῃ δὲ πάλιν καὶ γενικῶς τὸν λόγον. Εἰ γὰρ καθά φησί τις τῶν ἁγίων μαθητῶν, γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται | |
30 | πάντα, κατὰ τὸν τῆς συντελείας καιρὸν, στυγνὸν ἔσται τὸ τῆς γῆς πρόσωπον, καὶ τοῖς ἐν πένθει προσεοικός. Ὡς δὲ ἄνομος γῆ, τοῦτ’ ἔστιν, τοῖς ἀνό‐ μοις ὑπηρετήσασα καταπίμπραται. Καινοὺς γὰρ οὐ‐ ρανοὺς καὶ τὴν γῆν καὶ τὰ ἐπαγγέλματα αὐτοῦ | |
35 | προσδοκῶμεν, κατὰ τὸ γεγραμμένον, γράφει δὲ καὶ ὁ Παῦλος, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Διότι παρέβησαν τὸν νόμον, καὶ ἤλλαξαν τὰ | |
40 | προστάγματα διαθήκην αἰώνιον, διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτησαν οἱ κατοικοῦντες αὐτήν. Ἀνανήφει πάλιν εἰς τὸ ἀκριβὲς τῆς προφητείας ὁ λόγος. Ἵνα γὰρ μή τινες οἴωνται τὰς δίκας ἐπάγειν | |
45 | ἀναιτίως τισὶ τὸν τῶν ὅλων Θεὸν τοῖς ἐξ ὀργῆς κι‐ νήμασι συνάπτουσι τὰς αἰτίας, καὶ τὰ τῶν κολαζο‐ μένων ἐγκλήματα διαγγέλλουσι σαφῶς. Πενθήσει τοίνυν ἡ γῆ, διὰ ποίαν αἰτίαν; Διότι παρέβησαν τὸν νόμον καὶ παρέλυσαν διαθήκην αἰώνιον. Ταύ‐ | |
70.537(50) | τῃ τοί φησι· Καὶ ἐπάρατος ἔσται ἡ γῆ. Πεπλημμε‐ λήκασι γὰρ οἱ κατοικοῦντες αὐτήν. Ἔοικε δὲ πάλιν ὁ προφήτης, ἐπειδὴ ταῖς ἄλλαις πόλεσιν ὁμοῦ ἤτοι χώραις καὶ ἡ τῶν Ἰουδαίων ἐξῄτησε δίκας, πε‐ πόρθηται γὰρ, ὡς ἔφην, τὰ τῶν ὑπὸ νόμον πλημ‐ | |
55 | μελήματα παρακομίζει εἰς μέσον· Παρέβησαν γὰρ τὸν νόμον, φησὶ, λόγου μὲν αὐτὸν ἀξιοῦντες οὐδενὸς | |
οἱ ἐξ Ἰσραὴλ, εἰς ἑτέραν δὲ ὥσπερ τραπόμενοι τρί‐ | 537 | |
70.540 | βον, καὶ προσέχοντες διδασκαλίαις ἐντάλμασιν ἀν‐ θρώπων, ἐπειδή γε τὸν καθ’ ὅλου λόγον τὴν τῶν ἐννοιῶν ἀπόδοσιν ἀποφέροντες φαμὲν, ὅτι δεδημιούρ‐ γηκεν ἐν ἀρχαῖς τὸν ἄνθρωπον ὁ τῶν ὅλων Θεὸς, | |
5 | ἐνεχάραξε δὲ φυσικὸν αὐτῷ νόμον, παιδαγωγοῦντα πρὸς εἴδησιν κακοῦ τε καὶ ἀγαθοῦ. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ τῆς Ἰωάννου φωνῆς εἰρημένον περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· ὅτι «Ἦν τὸ φῶς τὸ ἀλη‐ θινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν | |
10 | κόσμον.» Τοῦτό τοι καὶ ἐν ἐσχάτοις καιροῖς, κατά γε φημὶ τοὺς τῆς ἐπιδημίας, γενέσθαι νοοῦμεν· γέ‐ γραπται γὰρ, ὅτι «Ἐν ταῖς ἡμέραις ἐκείναις, φησὶ Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.» Τοῦτο | |
15 | τοίνυν τὸν ἐμφύτως ἡμᾶς πηδαλιουχοῦντα νόμον πρὸς εἴδησιν ἀγαθοῦ καὶ κακοῦ παρέβησαν οἱ ἐπὶ τῆς γῆς, καὶ ἤλλαξαν τὰ προστάγματα. Ἐκτισμένοι γὰρ ἐπὶ ἔργοις ἀγαθοῖς, ἐτράποντο πρὸς φιλοσαρκίας καὶ φρόνημα τὸ ἐπίγειον. Ταύτῃ τοι καὶ ἐπάρατος ἡ γῆ γέ‐ | |
20 | γονεν. Προσκεκρούκασι γὰρ τῷ Δημιουργῷ διὰ πλεί‐ στων ὅσων πλημμελημάτων οἱ κατοικοῦντες αὐτήν. Διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι. Ἐπειδὴ γὰρ, φησὶν, ἐπάρατος γέγονεν ἡ γῆ, διά | |
25 | τοι τὸ πλείστην ὅσην ἐν αὐτῇ γενέσθαι τὴν ἀνομίαν, ταύτῃ τοι καὶ ἀδοκήτῳ πτωχείᾳ πεφορτισμένοι, δια‐ σωθήσονται μόλις· καταλειφθήσονται γὰρ βραχεῖς τε καὶ εὐαρίθμητοι. Καὶ ταυτὶ μὲν τόγε ἧκον εἰς τὸ γράμμα, καὶ τὸ τῆς ἱστορίας ἐξωφανές. Πρὸς διάνοιαν | |
30 | δὲ τὴν ἐσωτάτω πάλιν ἐκεῖνό φαμεν, ὅτι πάντη τε καὶ πάντως οἱ ἐπὶ τοῦ θείου βήματος ἐπὶ πολλοῖς ἄγαν πλημμελήμασι καταγνωσθησόμενοι πτωχοὶ πάντως ἔσονται, καὶ ἐν ἐνδείᾳ τῶν ἄνωθεν ἀγαθῶν, καὶ γυμνοὶ τῆς ἐλπίδος τῆς τοῖς ἁγίοις ηὐτρεπισμέ‐ | |
35 | νης· κατοιχήσονται γὰρ εἰς ᾅδου κολασθησόμενοι, καὶ καταλειφθήσονται ὀλίγοι, τοῦτ’ ἔστιν, οἱ διὰ δι‐ καιοσύνης εὐαρεστήσαντες τῷ Θεῷ, καὶ πλοῦτον ἔχοντες τὸν ἐξ ἀγαθῶν ἀνδραγαθημάτων· εὐαρίθμη‐ τοι δὲ οὗτοι κατά γε τὴν τοῦ Σωτῆρος φωνὴν, ὅτι | |
40 | «Πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.» Πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσι πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν· πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται αὐθάδεια καὶ πλοῦτος ἀσεβῶν· πέπαυται φωνὴ κιθάρας, | |
45 | ᾐσχύνθησαν, οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σίκερα τοῖς πίνουσιν. Ἠρημώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν. Ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῆ· πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς, καὶ καταλειφθήσονται πόλεις ἔρημοι, | |
70.540(50) | καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται. Ἐπῃτιᾶτο πλειστάκις ὁ τῶν ὅλων Θεὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ, ὡς ἀφόρητα μὲν πεπλημμεληκό‐ τας, ὅτι δὲ κολασθήσονται ταύτῃ τοι προεγνωκότας μὴ μὴν ἑλομένους ἀποκρούεσθαι τὴν ὀργὴν τοῖς μετ‐ | |
55 | εγνωκόσι πόνοις. Ἔφη γὰρ ὅτι Καὶ ἐκάλεσε Κύριος Σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν, καὶ κοπετὸν, | |
καὶ ξύρησιν, καὶ ζῶσιν σάκκων, αὐτοὶ δὲ ἐποιήσαντο | 539 | |
70.541 | εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους καὶ θύοντες πρόβατα, ὥστε καὶ φαγεῖν κρέα καὶ πιεῖν οἶνον λέγοντες· «Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.» Καὶ μὴν δι’ ἑτέρου προφήτου, φη‐ | |
5 | σίν· «Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες ἐν ταῖς στρωμναῖς αὐτῶν. Οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ μέ‐ σου βουκολίων γαλαθηνὰ, οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι, καὶ οὐκ ἔπα‐ | |
10 | σχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ἰωσήφ.» Οὐκοῦν εἰς πολλὴν ἄγαν ἐξιτηλίαν ἀπονενευκότες ἐτρύφων οὐκ ἐν καιρῷ, καίτοι δέον ἀσχέτοις δακρύοις καταβρέ‐ χειν τὴν παρειὰν, καὶ ἀμνηστείαν αἰτεῖν τῶν ἡμαρ‐ τημένων, ἐπενήνεκται δικαίως αὐτοῖς τὰ ἐκ τοῦ | |
15 | πολέμου βλάβη· καὶ οἱ πάλαι τρυφῶντες παρ’ ἐλπίδα περιπεπτώκασι συμφοραῖς. Πεπένθηκεν ἡ ἄμπελος, καὶ οὐκ αὐτὸ τὸ φυτὸν, ἀλλ’ οἱ τὸν ἐξ αὐτοῦ πίνοντες καρπὸν, οἱ πάλαι, φησὶν, εὐφραινόμενοι τὴν ψυχὴν κατοιμώξουσι, καὶ ὀλολυγὴ μᾶλλον αὐτοῖς | |
20 | ἔσται τὸ ἐπιτήδευμα. Πέπαυται γὰρ εὐφροσύνη τυμ‐ πάνων, πέπαυται αὐθάδεια καὶ πλοῦτος ἀσεβῶν. Αὐ‐ θάδειαν δέ φησι τὴν ὑπεράγαν ὀφρὺν, ἤτοι τὴν ἀλα‐ ζονείαν. Καταλήγει δὲ καὶ τὰ ἐκ τοῦ πλούτου φησὶ, καὶ φωνὴ κιθάρας, καὶ πικρὸν τὸ σίκερα τοῖς τρυ‐ | |
25 | φῶσι ποτὲ, ἔρημοί τε πόλεις καὶ οἶκοι γεγόνασι. Πέπαυται γὰρ πᾶσα εὐφροσύνη τῆς γῆς, εἰ δὲ δὴ καὶ ἐπ’ αὐτῆς διαλογίζοιτό τις τοῦ αἰῶνος συντελείας, καθ’ ἣν ὁ τῆς κρίσεως ἔσται καιρὸς, ἐρεῖ δὴ πάλιν· ὅτι παρελάσει πᾶσα τῶν ἐν κόσμῳ τρυφὴ, καὶ στε‐ | |
30 | ναγμὸς ἔσται μᾶλλον καὶ βρυγμὸς ὀδόντων τῶν εἰς ᾅδου κατοιχησομένων· καὶ ὠφελήσει μὲν ὁ πλοῦτος οὐδὲν τοὺς ἐσχηκότας αὐτὸν, ἀργήσει δὲ πᾶσα τρυφὴ, καὶ πεπαύσεται τὰ σωματικὰ, μᾶλλον δὲ καὶ εἰς πι‐ κρὸν τοῖς φιλαμαρτήμοσι ἐκβήσεται τέλος, ἡ τριπό‐ | |
35 | θητος αὐτοῖς φιλοσαρκία ποτέ. Ἀποτίσουσι γὰρ λό‐ γος τῷ πάντων κριτῇ· ὡς γὰρ ὁ σοφώτατος γράφει Παῦλος, τοὺς πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπρο‐ σθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν, εἴτε φαῦλον. | |
40 | Ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτω καλαμηθήσονται αὐτούς· καὶ ἐὰν παύσῃ ὁ τρυ‐ γητὸς, οὗτοι φωνῇ βοήσονται. Δείκνυσι πάλιν ὡς ἐκ τῶν ἐν ὄψει καὶ ἐμφανεστά‐ των παραδειγμάτων τῆς τῶν πολεμίων δυστροπίας τὸ | |
45 | ἀπηνὲς φειδομένων οὐδενὸς, οὔτε μὴν ἀνασχομένων ἄμοιρον τῆς ἐνούσης αὐτοῖς ὠμότητος διαφεῖναι τινά. Ἀκριβεῖ γὰρ ὀφθαλμῷ κατασκέπτονται τὸ φυτὸν, οἱ τὸν ἐκ τῶν ἐλαιῶν ζητοῦντες καρπόν· καὶ εἴ που τι πέσοι, τριποθήτως ἁρπάζουσι, καὶ μέχρι μιᾶς | |
70.541(50) | συλλέγουσιν· οὕτω, φησὶν, αὐτοὺς καλαμήσονται, πανωλεθρίᾳ καταφθείροντες οἱ πολέμιοι, κἂν ὁ τρυ‐ γητὸς παύσηται, οὗτοι φωνῇ βοήσονται. Ὡς ἐξ ἔθους δὲ πάλιν τοῦ πράττεσθαι πεφυκότος ἐπὶ ταῖς τοῦ τρυγητοῦ συντελείαις δέχεται καὶ τοῦτο. Οἱ γάρ τοι | |
55 | τρυγῶντες ὅταν εἰς τοῦτο καταλήξειαν πόνων, χαί‐ ροντες ἀλαλάζουσι, καὶ ἄγροικόν τινα συνθέντες ᾠδὴν, | |
ἀποφέρονται τῶν χωρίων. Ὅταν τοίνυν, φησὶν, ἅπαν‐ | 541 | |
70.544 | τας οἱ πολέμιοι καλαμήσωνται καὶ καταλείψουσι παντελῶς οὐδένα, τότε καθάπερ πεπαυμένου τοῦ τρυγητοῦ, φωνῇ βοήσονται καταλαλάζοντες δηλονότι τῶν κειμένων καὶ πεπτωκόσιν ἐπιγαννύμενοι. Φαμὲν | |
5 | δὴ πάλιν εἰς τὴν ἐσωτάτω βλέποντες ἔννοιαν, ὅτι κατὰ τὸν τῆς κρίσεως καιρὸν οὐδεὶς ἔσται τῶν ἀνο‐ σίως βεβιωκότων ὃς δυνήσηται λαθεῖν. Ἀλλ’ οἱ μὲν πολιτευσάμενοί τε καὶ διαζήσαντες ὀρθῶς καὶ ἐννό‐ μως εἰς τὰ ἄνω βαδιοῦνται μονάς· οἵ γε μὴν βέβηλοί | |
10 | τε καὶ πονηροὶ πυρὸς ἔσονται παμφάγου τροφή. Ἀκριβὴς οὖν ἔσται, φησὶ, τῶν τοιούτων ἡ συλλογὴ, καὶ τοῦτο διδάξει λέγων αὐτὸς ὁ Σωτήρ· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ, ἣν | |
15 | ἀναβιβάσαντες, καὶ ἐπὶ τὸν αἰγιαλὸν καθίσαντες συν‐ έλεξαν καλὰ εἰς ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.» Ἀκριβὴς οὖν ἔσται, φησὶ, τῶν ἀνοσίων ἡ ζήτησις, καταλειφθήσεται δὲ τὸ σύμπαν οὐδεὶς τῶν οὕτως βε‐ βιωκότων· παραδείξει γὰρ ἅπαντας τοῖς εἰς τοῦτο | |
20 | τεταγμένοις ἀγγέλοις ὁ καρδίας εἰδὼς καὶ νεφρούς. Οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθή‐ σονται ἅμα τῇ δόξῃ Κυρίου. Ἀκριβῆ τὴν κατάσκεψιν ἔσεσθαι λέγων τῶν ἐν ἁμαρτίαις κατειλημμένων, ὡς μηδένα δύνασθαι | |
25 | διαλαθεῖν, οὐκ ἐᾷ καταθραύεσθαι τοῖς εἰς τοῦτο δείμασι τὸν ἀσεβῆ καὶ φιλόθεον. Κἂν γὰρ εἰ λέγοιτο κατὰ πάντων ἰέναι τὰ ἐξ ὀργῆς, ἀλλ’ οὖν ὁ τῶν ὅλων Θεὸς οὐ διόλλυσι τὸν δίκαιον μετὰ ἀσεβῶν. Καὶ τοῦτο διδάσκει λέγων διὰ φωνῆς Ἰεζεκιήλ· «Υἱὲ ἀνθρώ‐ | |
30 | που, γῆν ἐφ’ ᾗ ἐπάγω κρίμα αἵματος, κἂν ὦσιν ἐν μέσῳ αὐτῶν Νῶε καὶ Δανιὴλ καὶ Ἰὼβ, οὖτοι ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται, ἡ δὲ γῆ ἔσται εἰς ὄλε‐ θρον.» Καὶ μὴν καὶ ἑτέρωθι φησὶν ὁ αὐτὸς ἡμῖν προφήτης· τεθεᾶσθαι μὲν ἄνδρα ποδήρη ἐνδεδυμένον, | |
35 | καὶ ζώνην ἔχοντα, καὶ ἓξ ἄνδρας ἐρχομένους ὀπίσω αὐτοῦ· καὶ ἑκάστου φησὶν ὁ πέλυξ ἐν τῇ χειρὶ αὐ‐ τοῦ, καὶ εἶπεν· «Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε καὶ μὴ φείδεσθε, καὶ μὴ ἐλεή‐ σητε πρεσβύτερον, νεανίσκον, καὶ νήπια, καὶ γυναῖ‐ | |
40 | κας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας ἐφ’ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων ἄρξασθε.» Ἐπειδὴ δὲ οἶμαι δεῖν οὐκ ἀβασανίστους ἐᾷν τὰς τοῦ προφήτου φωνὰς, φέρε λέγωμεν, τί δή ποτε Νῶέ τε καὶ Ἰὼβ τεθνεώτων ἤδη, τάχα δέ που | |
45 | καὶ αὐτοῦ τοῦ Δανιὴλ, σωθήσεσθαί φησιν αὐτοὺς ἐν τῇ ἰδίᾳ δικαιοσύνῃ, καί τοι τῆς ἄλλης ἁπάσης γῆς, καθ’ ἧς ἂν ἡ τοῦ θανάτου ψῆφος ἐκφέροιτο, κατα‐ φθειρομένης. Ἔοικε τοίνυν τῷ μὲν Νῶε παρεικάζειν τοὺς διὰ πίστεως τῆς εἰς Θεὸν εὐαρεστοῦντας αὐτῷ· | |
70.544(50) | τῷ γε μὴν Δανιὴλ τοὺς σοφούς τε καὶ διορατικούς· Ἰὼβ δὲ πάλιν τοὺς διά γε τῆς ὑπομονῆς, δῆλον δὲ ὅτι τῆς εἰς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων, εὐαρε‐ στοῦντας αὐτῷ. Δαπανώσης τοίνυν, φησὶ, τῆς ὀργῆς τοὺς ἐπὶ τῆς γῆς, οὐχὶ μόνης τῆς Ἰουδαίων, ἀλλὰ | |
55 | γὰρ καὶ τῆς τῶν ἐθνῶν, οἱ καταλειφθέντες καὶ κρίσει δικαίᾳ τοῦ πάντα τὰ καθ’ ἡμᾶς ταλαντεύοντος Θεοῦ | |
διαφυγόντες τὸν ὄλεθρον εὐφρανθήσονται ἅμα τῇ | 543 | |
70.545 | δόξῃ τοῦ Κυρίου· ἡσθήσονται γὰρ ἀνασεσωσμένοι διὰ τῆς ἀῤῥήτου δόξης τοῦ τῶν ἁγίων προεστηκότος, καὶ ἀνατειχίζοντος τὸν εὐσεβῆ τῇ παρ’ αὐτοῦ φειδοῖ τε καὶ χάριτι. Προσθήσομεν δὲ τοῖς εἰρημένοις | |
5 | κἀκεῖνο. Κατὰ γάρ τοι τὸν τῆς συντελείας τοῦ παρόν‐ τος αἰῶνος καιρὸν, καταπεμφθήσονται μὲν εἰς ᾅδου κολασθησόμενοι οἵτινες τῶν ἐκτόπων ἐπιτηδευμάτων γεγόνασιν ἐρασταί. Οἵ γε μὴν καταλειφθέντες, τοῦτ’ ἔστιν, οἱ δίκαιοι εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυ‐ | |
10 | ρίου, συνέσονται γὰρ τῷ Χριστῷ ὅς ἐστι δόξα τοῦ Θεοῦ καὶ Πατρός. Ἔφη γὰρ αὐτὸς, ὅτι «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι, ἵνα ποιήσω αὐτό.» Καὶ μὴν καὶ αὐτός που φησὶν ὁ Θεὸς καὶ Πατὴρ τῷ μακαρίῳ Μωσῇ· Ζῶ ἐγὼ, καὶ ζῇ τὸ ὄνομά μου, ἦ μὴν ἐμπλησθήσεται τῆς δόξης Κυρίου πᾶσα ἡ γῆ. Ἐμπέπλησται γὰρ τὰ πάντα | |
15 | Χριστοῦ. Ταραχθήσεται δὲ τὸ ὕδωρ τῆς θαλάσσης. Διὰ τοῦτο ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης, τὸ ὄνομα Κυρίου ἔνδοξον ἔσται. Ὕδωρ καὶ θάλασσαν αἰνιγματωδῶς ὀνομάζει τῶν | |
20 | ἐθνῶν τὴν πληθύν. Ἔθος γὰρ τοῖς ἁγίοις προφήταις τοῦτο δρᾷν. Καὶ γοῦν ὁ μακάριος Δαβὶδ περί τε τῆς γῆς καὶ τῶν ἐν αὐτῇ φησιν· «Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῶα μικρὰ μετὰ μεγάλων· ἐκεῖ πλοῖα διαπορεύεται, | |
25 | δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.» Καὶ οὐ δή πού φαμεν ὡς περὶ τῶν ἐν τῇ θαλάσσῃ νηχομένων ὁ λόγος ἦν αὐτῷ, οὔτε μὴν τὰς τῶν ἰχθύων διαφορὰς ὑπεμφαίνειν ἤθελεν, ἀλλ’ οὐδὲ δράκοντά τινα σωμα‐ τικόν τε καὶ αἰσθητὸν τοῖς τῆς θαλάσσης ὕδασιν | |
30 | ἐνεῖναί φαμεν. Δηλοῖ δὲ, ὡς ἔφην, διά γε τούτων ἡμῖν τὴν ἐν τῷδε τῷ βίῳ τύρβην, καὶ τῶν ἐν αὐτῷ τὸν ἐν σάλῳ βίον· καὶ μὴν καὶ δράκοντα, τοῦτ’ ἔστι, τὸν Σατανᾶν, ὃς πάντας περίεισιν ἀνθρώπους, καὶ τὴν καθ’ ἡμᾶς οἰκουμένην περινοστεῖ, ταῖς τῶν | |
35 | ἀγίων ἐπιβουλεύων ψυχαῖς. Ὕδωρ τοίνυν θαλάσσης τὴν τῶν ἐθνῶν ὀνομάζει πληθύν· νήσους δὲ τάχα που τὰς πόλεις. Καὶ δὴ καὶ ταραχθήσεσθαί φησιν ἅπαν‐ τας τοὺς ἐν αὐταῖς, τῆς θείας ὀργῆς ἐπιπηδώσης αὐτοῖς. Τήν γε μὴν τοῦ Χριστοῦ δόξαν ἐν ἁπάσαις | |
40 | ἔσεσθαί φησι κατά τινα τρόπον. Ἐπιγνώσονται δὲ ὅτι τοῖς θείοις νεύμασι πεπόρθηνται δὲ καὶ διολώ‐ λασι, καὶ τῷ πάντα ἰσχύοντι διὰ τῆς ἐνούσης αὐτοῖς ἀνοσιότητος οὐ μετρίως προσκεκρουκότες δέδονται πρὸς ἐρήμωσιν. Καταγνώσονται δὲ πάντη τε καὶ | |
45 | πάντως τῶν ἰδίων θεῶν, κατ’ οὐδένα τρόπον ἐπαμυ‐ νάντων αὐτοῖς. Τοῦτο δὲ ἦν ἕτερον οὐδὲν, ἢ τὴν τοῦ Κυρίου δόξαν εἰς ὕψος αἴρεσθαι μέγα. Ἔοικε δὲ τῶν προφητικῶν προαγορεύσεων ὁ σκοπὸς μεταφοιτῆσαι λοιπὸν ἐπὶ τὸ Χριστοῦ μυστήριον, καὶ τῆς ἐσομένης | |
70.545(50) | δι’ αὐτοῦ σωτηρίας ποιεῖσθαι τὴν ἀνάμνησιν. Οἱ γάρ τοι, φησὶ, καταλειφθέντες ἐπὶ γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου· «Σεσώσμεθα γὰρ οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος, καὶ οὐ διὰ τῆς ἐν νόμῳ σκιᾶς | |
55 | δικαιούμενοι.» Δικαιοῖ γὰρ ἡμᾶς ἥκιστα μὲν ὁ νό‐ μος, ἀπαλλάξει δὲ μᾶλλον πλημμελημάτων ἡ διὰ τοῦ | |
ἁγίου βαπτίσματος χάρις, καὶ τῇ τῶν ἐσομένων | 545 | |
70.548 | ἀγαθῶν ἐλπίδι κατευφραίνουσα καταπιαίνει πλου‐ σίως. Προσδοκῶμεν γὰρ ὅτι καὶ αὐτῷ συνεσόμεθα τῷ Χριστῷ, ὅς ἐστι δόξα τοῦ Πατρὸς, καθάπερ ἔφην ἀρτίως. Ἐπειδὴ δὲ ἐκ περάτων εἰς πέρατα τῆς ὑπ’ | |
5 | οὐρανὸν, ὁ τῶν ἁγίων ἀποστόλων διαπεφοίτηκε λόγος, μεθιστὰς μὲν τὰ ἔθνη τῆς πολυθέου πλάνης, προσ‐ κομίζων δὲ τῇ χάριτι τῇ διὰ Χριστοῦ· τεταράχθαι φησὶ τὸ ὕδωρ τῆς θαλάσσης, τοῦτ’ ἔστι, τοὺς κατὰ πᾶσαν τὴν ὑφ’ ἡλίῳ λαούς. Ταράττονται δὲ ξενοφω‐ | |
10 | νούμενα, καὶ τῆς μὲν ἀρχαίας ἀπαίροντα πλάνης, μεθορμιζόμενα δὲ πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν. Ταύτῃ τοί φησιν· Ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης. Νήσους δὲ, ὥς γε οἶμαι, φησὶ τὰς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας, αἳ καθάπερ ἐν θαλάσσῃ | |
15 | τῷδε τῷ κόσμῳ κείμεναι, τῆς ἐν αὐτῷ τύρβης ἀν‐ έχουσί τε καὶ ὑπερφέρονται Χριστοῦ διασώζοντος, καὶ τοῖς τῶν διωγμῶν κύμασιν οὐκ ἐῶντος αὐτὰς περιθραύεσθαι. Ἐπειδὴ γὰρ αἰνιγματωδῶς θάλασσαν ὀνομάζει τὰ ἔθνη, ταύτῃ τοι τοῦ λόγου τροπῇ νουν‐ εχῶς ἑπόμενος, νήσους ὀνομάζει τὰς ἐκκλησίας ἐν αἷς ἡ δόξα τοῦ Θεοῦ θαυμάζεται. | |
20 | Κύριε ὁ Θεὸς τοῦ Ἰσραὴλ, ἀπὸ τῶν πτε‐ ρύγων τῆς γῆς τέρατα ἠκούσαμεν, ἐλπὶς τῷ εὐσεβεῖ. Τῶν καταλειφθέντων ἐπὶ τῆς γῆς καὶ εὐφραινο‐ μένων ἅμα τῇ δόξῃ Κυρίου, καὶ τῶν ἐν αὐταῖς κατ‐ | |
25 | οικούντων νήσοις, φημὶ δὴ ταῖς ἐκκλησίαις, εἰσκο‐ μίζει τὸ πρόσωπον ὁ προφήτης ἡμῖν ἐν τούτοις, τὸν τῶν ὅλων δοξολογούντων Θεὸν καὶ λεγόντων· Ἐκ πτερύγων τῆς γῆς ἀκούσατε τέρατα, καὶ πρός γε τούτῳ πεπιστευκότων ὅτι ἔσται τοῖς εὐσεβοῦσιν | |
30 | ἐλπὶς ἀγαθὴ τοῦ δικαιωθήσεσθαι παρ’ αὐτοῦ, καὶ μὴν καὶ πλουσίως μετασχεῖν τῆς ἡμερότητος αὐτοῦ. Πτέρυγας δὲ τῆς γῆς ἐοίκασιν ὀνομάζειν τοὺς ἁγίους μυσταγωγοὺς, ὧν τοῖς λόγοις μονονουχὶ καὶ πτε‐ ρούμενοι τὰ ἄνω φρονοῦμεν, τῶν ἐπιγείων ἀναπη‐ | |
35 | δῶντες πραγμάτων, καὶ τὸ γεῶδες καὶ σαρκικὸν ἀφέντες φρόνημα τὸ πολίτευμα ἔχομεν ἐν τοῖς οὐρα‐ νοῖς. Ἐκ τῶν οὕτω νοουμένων τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν τὰ διὰ Χριστοῦ, φησὶ δηλονότι. Μεμυσταγωγήμεθα γὰρ τοῖς τῶν ἁγίων ἀποστόλων | |
40 | καὶ εὐαγγελιστῶν συγγράμμασι, καὶ τὰς διὰ τοῦ Σωτῆρος θεοσημείας μανθάνοντες, ἑδραιοτάτην ἔχο‐ μεν ἐν αὐτοῖς τὴν πίστιν, τεθαρσήκαμέν τε καὶ ἀρηρότως διακείμεθα καὶ πιστεύομεν, ὅτι καὶ καλὴ λίαν ἡ τῶν εὐσεβούντων ἐλπίς· προσδοκῶμεν γὰρ | |
45 | τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ τὰς τοῖς ἀγαπῶσι τὸν Θεὸν ηὐτρεπισμένας τιμάς τε καὶ δόξας. Καὶ ἐροῦσιν· Οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦν‐ τες τὸν νόμον· φόβος καὶ βόθυνος, καὶ παγὶς ἐφ’ ὑμᾶς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. Καὶ | |
70.548(50) | ἔσται, ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον, ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσε‐ ται ἐκ τῆς παγίδος. Τίνες ἐροῦσιν; Οἱ καταλελειμμένοι που πάντως ἐπὶ τῆς γῆς, καὶ εὐφραινόμενοι ἅμα τῇ δόξῃ Κυρίου, | |
55 | καὶ οἱ κατοικοῦντες τὰς νήσους, ἤτοι τὰς Ἐκκλη‐ σίας. Ἐροῦσι δὲ τίσι; Τοῖς ἀθετοῦσι τὸν νόμον, τοῦτ’ ἔστι, τοῖς μὴ πιστεύσασιν. Εἰ γὰρ ἐπίστευον τῷ Μωσῇ, ἐπίστευον ἂν τῷ Χριστῷ, περὶ γὰρ αὐτοῦ | |
ἐκεῖνος ἔγραψεν. Ὅρα δὲ ὅπως τὴν πίστιν παρα‐ | 547 | |
70.549 | δεξάμενοι, νουθετοῦσιν εὐθὺς τοὺς ἀθετοῦντας τὸν νόμον, καὶ τὸν ἐκ τῆς ἐσομένης ἐπ’ αὐτοῖς κολάσεως ἐπανατείνουσι φόβον, καὶ καταπτοοῦσι τοῖς δείμασι προαπαγγέλλοντες τὰ ἐσόμενα. Φόβος γὰρ, φησὶ, καὶ | |
5 | βόθυνος καὶ παγὶς, τοῦτ’ ἔστι, πᾶν εἶδος κακῶν ἐφ’ ὑμᾶς, καὶ ἀπόνευσις οὐκ ἔσται τῆς συμφορᾶς. Ἀλλ’ εἰ καί τις τὸ δέ τι διαφύγοι τυχὸν τῶν κακῶν ὑφ’ ἑτέρου ληφθήσεται, καὶ πάντη τε καὶ πάντως ἑνὶ τῶν ἐνηνεγμένων ἁλώσεται κακῶν. Τοῦτο δὲ παθεῖν | |
10 | τοῖς Ἰουδαίοις συμβέβηκε, μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, πεπορθημένης αὐτοῖς τῆς χώρας, πόλεών τε καὶ οἴκων κατασεσεισμένων· καὶ μακρὸν ἕκαστα λέγειν εἰδόσι μάλιστα τοῖς τῆς Ἐκκλησίας τροφίμοις. Ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἀνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς. Ταραχῇ ταρα‐ | |
15 | χθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ. Ἔκλινεν καὶ σεισθήσεται ἡ γῆ πᾶσα ὡς ὀπωρο‐ φυλάκιον, ὡς ὁ μεθύων καὶ κραιπαλῶν, καὶ πε‐ σεῖται, καὶ οὐ μὴ δύνανται ἀναστῆναι, κατ‐ ίσχυσε γὰρ ἐπ’ αὐτῆς ἡ ἀνομία. | |
20 | Ἀποδίδωσι τὴν αἰτίαν τῶν ἔσεσθαι προαπηγγελ‐ μένων, καὶ ὅτι πικραῖς καὶ ἀνεξιτήτοις περιπεσοῦν‐ ται συμφοραῖς. Ἔφη γὰρ ὅτι φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ’ ὑμᾶς· καὶ ὅτι τὸν βόθυνον εἴ τις διαφύγοι ἁλώσεται ὑπὸ τῆς παγίδος. Ποία τοίνυν ἡ τοῦδε πρό‐ | |
25 | φασις; Θυρίδες, φησὶν, ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν, τοῦτ’ ἔστιν, ἐπεσκέψατο ὁ Θεὸς τοὺς ἐπὶ τῆς γῆς. Ἕως μὲν γὰρ ἀνεξικακεῖ τοῖς εἰωθόσι πλημμελεῖν, οἱονεί πως δοκεῖ καὶ μὴ ἐφορᾷν, κεκλεῖσθαι δὲ μᾶλλον ὁ οὐρανός. Ἐπειδὴ δὲ κατασκέπτεται τῶν ἐπὶ γῆς τὰς | |
30 | ὁδοὺς, τότε δὴ τότε, καθάπερ θυρίδων ἀνεῳγμένων, ἐν ὀφθαλμοῖς ποιεῖται τοὺς ὄντας ἐπὶ τῆς γῆς· ἐπι‐ φέρων δὲ τὰς αἰτίας τοῖς ἑκάστου πλημμελήμασιν ἀναλόγως, θορύβου τὰ πάντα· καὶ δέους ἀναμεστοῖ, καὶ οἷον ἐκ μέθης ἅπαντες οἱ ἐπὶ τῆς γῆς πρὸς πᾶν | |
35 | εἶδος διαῤῥιπτοῦνται κακῶν. Ἐπενήνεκται δὲ χρησί‐ μως τὸ φάναι καθάπερ τι τῶν ἐν ἀγροῖς ὀπωροφυ‐ λακίων σεσαλεῦσθαι τὴν γῆν· τὸ ὅτι κατίσχυσεν ἐπ’ αὐτῆς ἡ ἀνομία. Ἕως μὲν γὰρ φορητὰ πλημμελοῦσιν οἱ ἐπ’ αὐτῆς ἀναδύεται τὰς δίκας, καὶ χαλινοῖ τὴν κί‐ | |
40 | νησιν ὁ τῶν ὅλων Θεός. Ἀσχέτου γε μὴν τῆς ἁπάντων δυσσεβείας γεγενημένης πᾶσά πως ἀνάγκη, καὶ ἐπ‐ οπτεύεσθαι παρὰ Θεοῦ τὴν γῆν, καὶ κατισχυούσης ἐπ’ αὐτῆς ἀνομίας, μεθύειν τρόπον τινὰ καὶ κραιπα‐ λᾷν, καὶ πρὸς πᾶν εἶδος καταδονεῖσθαι συμφορᾶς. | |
45 | Καὶ ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα, καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς. Καὶ συνάξουσι καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον, διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν, καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖ‐ | |
70.549(50) | ται τὸ τεῖχος. Λαμπρὸν καὶ τοῦτο κατόρθωμα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς. Ἔδει γὰρ, ἔδει λοιπὸν ἐπιλάμψαντος τοῦ τῆς δικαιοσύνης ἡλίου, τὸν νοητὸν ἐκεῖνον δια‐ σκίδνασθαι σκότον, ὃν ταῖς ἁπάντων καρδίαις ἐνέχεεν | |
55 | ὁ Σατανᾶς. Ἐσκότισε γὰρ τὰ νοήματα τῶν ἀπίστων, κατὰ τὸ γεγραμμένον, καὶ ἀνέπεισε προσκυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Ἐμερίζοντο γὰρ οἱ πλα‐ | |
νώμενοι τὰ τοῦ κόσμου στοιχεῖα. καὶ οἱ μὲν τὸν ἥλιον | 549 | |
70.552 | ἐπεγράφοντο θεὸν, οἱ δὲ τὴν σελήνην, ἕτεροι δὲ τῶν ἀστέρων τῶν καθ’ ἡδονήν. Νενοσήκασι δὲ ταυτηνὶ τὴν δυσσέβειαν καὶ αὐτοὶ τῶν Ἰουδαίων οἱ δῆμοι. Καὶ γοῦν ἔφη που Θεὸς τὰς ὑπὲρ αὐτῶν ἱκετίας ἀναφέ‐ | |
5 | ροντί ποτε τῷ προφήτῃ Ἱερεμίᾳ· «Καὶ σὺ μὴ προσ‐ εύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι. Ἦ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ; | |
10 | Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις ἵνα παροργίσωσί με.» Καὶ μὴν καὶ δι’ ἑτέρου προφήτου πρὸς αὐτούς | |
15 | φησι· «Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, οἶκος Ἰσραὴλ, λέγει Κύριος; Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μωλὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ Ῥεφάν· πρὸς τύπους οὓς ἐποιή‐ σατε προσκυνεῖν αὐτοῖς.» Ἐπάξει τοίνυν, φησὶν, ὁ | |
20 | Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα, τοῦτ’ ἔστι, διασκεδάσει τοὺς προσκυνοῦντας τῷ κόσμῳ τοῦ οὐρανοῦ, ἡλίῳ τέ φημι καὶ σελήνῃ καὶ ἄστροις. Εἰ‐ κὸς δὲ δὴ τὴν σύμπασαν εἰδωλολατρείαν ὡς ἐκ μέ‐ ρους ἐν τούτοις κατονομάζεσθαι. Πέπαυται γὰρ τὸ | |
25 | προσκυνεῖν τοῖς τοῦ κόσμου στοιχείοις ἀναδειχθέντος Χριστοῦ. Κόσμου δὲ τοῦ οὐρανοῦ καὶ αὐτὸν εἶναι νοοῦντες τὸν τῆς ἁμαρτίας εὑρέτην καὶ πατέρα, τοῦτ’ ἔστι, τὸν Σατανᾶν, κατ’ εὐθὺ τάχα που τῆς ἀληθείας ἥξομεν. Εἴρηται γὰρ περὶ αὐτοῦ· Πῶς ἐξ‐ | |
30 | έπεσεν ἐξ οὐρανοῦ ὁ Ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων;» Ἐπειδὴ δὲ ἅπαξ διάτοι τὴν ἀρχαίαν, καὶ τὴν πρὸ τῆς ἀποπτώσεως αὐτοῦ δόξαν Ἑωσφόρῳ παρεικάζεται, κόσμον αὐτὸν τοῦ οὐρανοῦ καὶ νῦν ὁ προφητικὸς ἡμῖν ὀνομάζει λόγος. Ἐπενεχθήσεσθαι δὲ τὴν χεῖρά | |
35 | φησιν, οὐχὶ δὴ μόνῳ τῷ κόσμῳ τοῦ οὐρανοῦ, ἀλλὰ γὰρ καὶ τοῖς βασιλεῦσι τῆς γῆς, τοῦτ’ ἔστι, τοῖς ἐκ τῆς πλεονεξίας κεκρατηκόσι τῆς ὑπ’ οὐρανὸν, δῆλον δὲ ὅτι τοῖς κοσμοκράτορσι τοῦ αἰῶνος τούτου, ταῖς πονη‐ ραῖς καὶ ἀντικειμέναις δυνάμεσι. Βεβασιλεύκασι γὰρ | |
40 | τῆς γῆς, ἰδίους ἀποφήναντες προσκυνητὰς τοὺς ἐν αὐτῇ, καὶ τῆς πρὸς Θεὸν ἀγάπης ὀλιγωρῆσαι παντε‐ λῶς ἀναπείσαντες. Τούτους τοιγαροῦν τοὺς ἐξ ἀπάτης καὶ ψεύδους καὶ πλεονεξίας κεκρατηκότας ἤγουν βα‐ σιλεύσαντας συνάξουσι καὶ ἀποκλείσουσιν εἰς ὀχύρω‐ | |
45 | μα καὶ εἰς δεσμωτήριον. Κατέπεμψε γὰρ αὐτοὺς εἰς τὸ τῆς κολάσεως δεσμωτήριον τοῦ Σωτῆρος ἡ δύναμις, εἰς τὸ ἄφυκτον ὀχύρωμα. Καὶ γοῦν παρεκάλουν οἱ δαίμονες προσιόντες αὐτῷ, ἵνα μὴ προστάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Προσεπάγει δὲ καί φησιν | |
70.552(50) | ὁ προφήτης, ὅτι διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν· τετυραννεύκασι μὲν γὰρ ἀπὸ καταβολῆς κό‐ σμου, καὶ οὐ διαλελοίπασι τῇ θείᾳ τε καὶ ἀποῤ‐ ῥήτῳ πολεμοῦντες δόξῃ. Παρέτεινε δὲ τὰ τῆς ἀπο‐ νοίας αὐτοῖς, καὶ μέχρι τοῦ καιροῦ τῆς ἐπιδημίας | |
55 | τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἐπισκοπῆς δὲ λοιπὸν ἐπ’ αὐτοῖς γενομένης κατεκλείσθησαν εἰς | |
δεσμωτήριον. Πλὴν διὰ πολλῶν τοῦτο πεπόνθασι | 551 | |
70.553 | γενεῶν, τακήσεσθαι δὲ τὴν πλίνθον, καὶ πεσεῖσθαι τὸ τεῖχός φησι, τείχει παρεικάζων τάχα που τὸν Σατα‐ νᾶν. Δεινὸς γὰρ εἰς ἀντίστασιν καὶ οἷον πόλις εὐ‐ πυργοτάτη· ἀλλ’ ἥλω καὶ πέπτωκε Χριστοῦ κατα‐ | |
5 | σείοντος. Οὐ γὰρ ἦν δύνασθαι τὴν ἄμαχον αὐτοῦ διεκδύναι δύναμιν. Ὅτι δὲ καθῃρημένου καὶ πεπτω‐ κότος τοῦ Σατανᾶ, κατηρήμωται τὰ τῆς εἰδωλολα‐ τρείας παίγνια, καὶ κέκληνται διὰ πίστεως εἰς ἐπί‐ γνωσιν ἀληθείας οἱ πάλαι πλανώμενοι, μονονουχὶ | |
10 | διαρπαζούσης αὐτοὺς τῆς πανσθενοῦς δεξιᾶς, διδάξει λέγων αὐτὸς ὁ Σωτήρ· «Ἢ πῶς δύναται εἰς τὴν οἰ‐ κίαν εἰσελθεῖν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπᾶσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσῃ τὰ σκεύη αὐτοῦ;» Ἔθος δὲ τῇ θεο‐ | |
15 | πνεύστῳ Γραφῇ τοὺς ἄγαν ἀλκιμωτάτους, καὶ τείχει καὶ πόλεσι παρεικάζειν, καθάπερ ἀμέλει καὶ πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν. Ἔφη γάρ που Θεός· «Ἰδοὺ τεθείκασιν ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν, καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρὸν ἅπασι | |
20 | τοῖς βασιλεῦσι τῆς γῆς, καὶ πολεμήσωσί σε καὶ οὐ μὴ δύνωνται πρὸς σὲ, διότι μετὰ σοῦ εἰμι τοῦ ἐξαι‐ ρεῖσθαί σε, λέγει Κύριος.» Διαμεμνῆσθαι δὲ ἀναγ‐ καῖον, ὅτι Ἰησοῦς ὁ τοῦ Ναυῆ, τοὺς πέντε τῶν ἐθνῶν βασιλεῖς κατὰ κράτος ἑλὼν, καὶ νενικηκὼς κατέκλεισεν | |
25 | ἐν σπηλαίῳ, καὶ προσεκύλισε λίθους ἀποφράττων αὐτοῖς τὴν διαδρομήν. Εἰκὼν δὲ ἦν ἀποφράγματος ἀληθοῦς. Κατεκλείσθησαν γὰρ εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον διὰ τῆς Χριστοῦ ἰσχύος αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις αἱ κατακρατήσασαί ποτε τῆς | |
30 | ὑπ’ οὐρανοῦ. Συγκατηργήθη δὲ αὐτοῖς, καὶ τὸ μέγα καὶ ἄῤῥητόν ποτε τεῖχος, τοῦτ’ ἔστιν, ὁ Σατανᾶς. Κέκληνται δὲ οὕτω διὰ πίστεως οἱ πλανώμενοι πρὸς τὸ εἰδέναι λοιπὸν τὸν ἀληθῶς καὶ φύσει τῶν ὅλων δημιουργὸν καὶ Θεὸν καὶ Κύριον. Ἰστέον δὲ ὅτι ταῦτά τινες ἀποφέρουσι καθ’ ἑτέραν διάνοιαν ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ, καί φασιν, ὅτι κατὰ τὸν τῆς συντελείας καιρὸν ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ | |
35 | δώσει τὸ φέγγος αὐτῆς. Χρῆναι δὲ οἶμαι τοῖς θεωρήμασιν ἑπομένως, καὶ εὖ μάλα συνηρμοσμένως τὰς τῶν προκειμένων ἑκάστοτε διανοίας ἀποπεραίνεσθαι. Ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν, καὶ ἐν Ἱερου‐ σαλὴμ, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθή‐ σεται. | |
40 | Σιὼν ἑρμηνεύεται ὑψηλὴ, καὶ σκοπευτήριον, ἤγουν Ἱερουσαλὴμ, ὅρασις εἰρήνης. Σκοπευτήριον οὖν τὸ ἀληθὲς καὶ μὴν καὶ εἰρήνης ὅρασις, εἴη ἂν κατά γε τὸ ἀληθὲς ἡ Ἐκκλησία Χριστοῦ. Ἐν αὐτῇ γὰρ ἡ τῶν θείων αὐτοῦ μυστηρίων ὑψηλοτάτη κατάσκεψις | |
45 | πράττεσθαι φιλεῖ, καὶ μὴν καὶ ἡ τῆς εἰρήνης ὅρασις. Εἰρήνην δὲ εἶναί φαμεν τὸν Χριστὸν, ὃν ἐκτῆς θεο‐ πνεύστου Γραφῆς ἐπιγινώσκομεν, γεγραφότος περὶ αὐτοῦ πανσόφου Μωσέως, καὶ πρός γε τούτῳ τῶν ἁγίων προφητῶν. Περιῃρημένης τοιγαροῦν τῆς βε‐ | |
70.553(50) | βήλου καὶ μυσαρᾶς εἰδωλολατρείας, καὶ ἐκποδὼν γεγονότος τοῦ προσκυνεῖσθαι τὴν κτίσιν, κατακε‐ κλεισμένων δὲ καὶ εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον τῶν ἐκ πλεονεξίας κεκρατηκότων τῆς ὑπ’ οὐρανὸν, κατατετηγμένου τε τοῦ τείχους, καὶ ἐκ βάθρων αὐ‐ | |
55 | τῶν κατασεσεισμένου, κατά γε τὰς ἤδη προαποδο‐ θείσας ἐννοίας, βασιλεύσει Κύριος ἐν Σιὼν, καὶ ἐνώ‐ | |
πιον τῶν πρεσβυτέρων δοξασθήσεται. Πρεσβυτέρους | 553 | |
70.556 | δὲ, ὥς γε οἶμαι, φησὶν ἐν τούτοις τοὺς τελείους τὴν φρένα, καὶ οἱονεὶ τὸν νοῦν πεπολιωμένον ἔχοντας, ὡς δύνασθαι κατιδεῖν τοῖς τῆς καρδίας ὄμμασι, τῶν περὶ αὐτοῦ μυστηρίων τὸ βάθος. Τούτοις καὶ ὁ σοφὸς | |
5 | Ἰωάννης ἐπιστέλλει λέγων· «Γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς.» Ἀλλ’ οἱ γνόντες, θαυ‐ μάζουσι καὶ ἀνάπτουσι δόξαν αὐτῷ τὴν θεοπρεπῆ, βασιλέα καὶ Κύριον τῶν ὅλων ὁμολογοῦντες ὑπάρχειν αὐτόν. Ὅτι δὲ τῆς τοῦ διαβόλου τυραννίδος εἰς ἅπαν | |
10 | ἐξῃρημένης βεβασίλευκεν ὁ Χριστὸς, διδάξει λέγων αὐτὸς, ὅτε τῆς ἁπάντων ζωῆς ἀντίλυτρον ἑαυτὸν προσεκόμισε τῷ Θεῷ καὶ Πατρὶ, τὸν τίμιον ὑπὲρ ἡμῶν ὑπομένων σταυρόν· «Νῦν κρίσις ἐστὶ τοῦ κό‐ σμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβλη‐ | |
15 | θήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Οὐκοῦν τοῖς ἰδίοις καθυπέταξε σκήπτροις τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, προεκβε‐ βληκὼς τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου. Τὸ δὲ τῆς ἐκβολῆς ὄνομα, τῆς κατὰ πάντων πλεονεξίας κατα‐ σημαίνειν ἔοικε τὴν ἀνατροπήν. | |
19t | ΒΙΒΛΙΟΝ Γʹ. ΤΟΜΟΙ Εʹ | |
21t | ΤΟΜΟΣ Αʹ. | |
22 | Κύριε ὁ Θεός μου, δοξάσω σε, καὶ ὑπνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο, Κύριε. | |
25 | Ἐν μὲν τῷ τετελεσμένῳ βιβλίῳ μακρὸς τῷ προφήτῃ γέγονε λόγος, καὶ διὰ κεκρυμμένων ἐννοιῶν ἐρχόμενος, περί τε τῆς τοῦ διαβόλου σκαιότητος, καὶ τῆς ἐσομένης ἐπ’ αὐτῷ κολάσεώς τε καὶ δίκης, καὶ προσέτι καὶ ἀνατροπῆς τῶν πονηρῶν καὶ ἀντικειμένων δυνάμεων. | |
30 | Προσετίθει δὲ τούτοις, καὶ τῆς τοῦ Χριστοῦ βασιλείας τὴν ἀνάῤῥησιν. Ἔφη γὰρ, ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ, καὶ ἐνώπιον τῶν πρεσβυ‐ τέρων δοξασθήσεται. Τούτων τοιγαροῦν ἁπάντων ἕνεκα περιχαρείας ἔμπλεως ὁ προφήτης γίνεται, καὶ | |
35 | τὸν τῶν οὕτω τεθαυμασμένων ἀποτελεστὴν καταγε‐ ραίρει ταῖς εὐφημίαις. Ταύτῃ τοί φησι· Κύριε ὁ Θεός μου, δοξάσω σε, καὶ ὑμνήσω τὸ ὄνομά σου, βουλὴν ἀρχαίαν καὶ ἀληθινὴν, καὶ τεθαυμασμένα πεποίηκας πράγματα. Ἐπειδὴ δὲ περὶ τῶν οὔπω γεγονότων κατ’ | |
40 | ἐκεῖνο καιροῦ τὸ Ἐποίησας φησὶν, ὅτι μὲν οὔπω γέγο‐ νεν, ἔσται γε μὴν πάντη τε καὶ πάντως ὑποδηλοῖ, προ‐ στιθεὶς τὸ Γένοιτο, Κύριε. Τοῖς μὲν γὰρ τῆς διανοίας ὄμμασιν, ὡς ἐνεστηκότα τὸν τῆς ἐπιδημίας κατεθεῶντο καιρὸν, ἠγνόουν δὲ οὐδαμῶς οὔπω παρόντα, ὡς ἀρχαίαν | |
45 | δέ γε βουλὴν, καὶ θαυμαστὰ πράγματα τῆς ἐνανθρω‐ πήσεως τοῦ Μονογενοῦς ἀποκαλεῖ τὸ μυστήριον, καὶ | |
τὰ ἐξ αὐτῆς τοῖς ἀνὰ πᾶσαν κατωρθωμένα τὴν γῆν | 555 | |
70.557 | «Σεσώσμεθα γὰρ ἐν Χριστῷ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ’ ἐσχά‐ τοις τοῦ αἰῶνος καιροῖς,» καθά φησιν ὁ σοφώτατος Παῦλος· «Οὐ γὰρ νέον, ἢ ἀρτιφανὲς τὸ τοῦ Χριστοῦ | |
5 | μυστήριον, ἀλλὰ προώριστο μὲν πρὸ τῆς τοῦ κόσμου καταβολῆς, πεφανέρωταί γε μὴν ἐν καιροῖς ἰδίοις.» Ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ἰσχυρὰς, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια· τῶν δὲ ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. | |
10 | Τῆς ἀληθινῆς καὶ τοῦτο βουλῆς, καὶ τῶν ἀμωμή‐ των σκεμμάτων τοῦ πάντα ἰσχύοντος Θεοῦ, τὸ κατα‐ σεισθῆναι πόλεις ὀχυρὰς, γενέσθαι δὲ καὶ εἰς χῶμα, καὶ οἷον ἐκ βάθρων αὐτῶν ἀναμοχλευθῆναι, καὶ ἐλ‐ πίδος ἔξω γενέσθαι, ἧς οὐ δυνήσονται ἀνασφῆλαί | |
15 | ποτε. Οὐ γὰρ μὴ, φησὶν, εἰς τὸν αἰῶνα οἰκοδομηθῇ. Πόλεις δὲ εἶναί φαμεν τὰς κατασεσεισμένας, οὐχὶ δή που πάντως τὰς αἰσθητὰς, ἤγουν ἀνθρώπους τοὺς ἐν αὐταῖς· οἰόμεθα δὲ μᾶλλον ἑκάστην τῶν πονηρῶν, καὶ ἀντικειμένων δυνάμεων, καὶ πρό γε τῶν ἄλλων, | |
20 | ὠνομάσθαι πόλιν τὸν Σατανᾶν, καὶ τοῦτο ἰσχυράν. Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ πύργοις, καὶ τεί‐ χεσιν ἢ καὶ πόλεσιν ἔσθ’ ὅτε παρεικάζειν τοὺς ἄγαν ἀλκιμωτάτους, καθάπερ ἀμέλει καὶ προλαβόντες εἴ‐ πομεν, ὅτι τέθειται παρὰ Θεοῦ, καὶ ὁ μακάριος προ‐ | |
25 | φήτης Ἱερεμίας, ὡς πόλις ὀχυρὰ, καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρόν. Ἀναδεδειγμένου δὲ καὶ ἐπιλάμψαν‐ τος τῷ κόσμῳ τοῦ Ἐμμανουὴλ, ἀνῄρηται μὲν τῶν ἀντικειμένων δυνάμεων τὸ ἀνόσιον στίφος, ἐξ αὐτῶν δὲ κατεσείσθη βαράθρων [al. βάθρων] ὁ Σατανᾶς, πέ‐ | |
30 | πτωκε δὲ οὕτως ὡς ἀτελευτήτῳ περιπεσεῖν ἀσθε‐ νείᾳ, καὶ κατ’ οὐδένα καιρὸν ἀναστήσεσθαί τε καὶ ἀνανεῦσαι προσδοκᾷν. Διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε. | |
35 | Ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι’ ἔνδειαν σκέπη ἀπὸ ἀνθρώ‐ πων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων. εὐλογήσουσί σε ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες· ἐν Σιὼν, | |
40 | ἀπὸ ἀνθρώπων ἀσεβῶν οἷς ἡμᾶς παρέδωκας. Κέκληται μὲν εἰς ἐπίγνωσιν Θεοῦ διὰ τῆς ἐν νόμῳ παιδαγωγίας ὁ Ἰσραὴλ, καὶ πεπλούτηκε τὰ παρὰ Θεοῦ. Σέσωσται γὰρ, καὶ τὴν τῆς ἐπαγγελίας κε‐ κληρονόμηκε γῆν. Ἡ δέ γε τῶν ἄλλων ἐθνῶν ἀμέ‐ | |
45 | τρητος οὖσα πληθὺς τῶν κατὰ πᾶσάν φημι τὴν ὑπ’ οὐρανὸν, ἀλλότριος παντελῶς τῶν πνευματικῶν, καὶ ἄνωθεν καθειστήκεισαν ἀγαθῶν, ἄγευστοι τῶν παρὰ Θεοῦ χαρισμάτων, γυμνοὶ τρόπον τινὰ καὶ ἀνείμονες, οὐ τὴν θείαν ἀνέχοντες σκέπην, οὐ τὴν ἐξ | |
70.557(50) | ὕψους περιβολὴν, οὐ πλοῦτον εἰς νοῦν τὸν ἐξ ἀρετῆς, οὐχ ἕτερόν τι τῶν ὅσα ἐστὶν ἐπαίνου μεστὰ, καὶ τοῦ παντὸς ἀξιοῦται θαύματος. Ἐπειδὴ δὲ καὶ αὐτὸς ἐπέφανεν ὁ Χριστὸς, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἐξελὼν προσκεκόμικε τῷ Θεῷ καὶ Πατρὶ, καὶ τὸ τῆς | |
55 | ἀληθείας πεπλουτήκασι φῶς, τῆς παρ’ αὐτοῦ δόξης | |
τὴν μέθεξιν, τῆς εὐαγγελικῆς πολιτείας τὴν μεγαλειό‐ | 557 | |
70.560 | τητα τὰς ὑπέρ γε τούτων χαριστηρίους ᾠδὰς ἀνα‐ πέμπουσι τῷ Θεῷ καὶ Πατρί. Οὐκοῦν ἐπειδήπερ, φησὶν, ὦ Δέσποτα, καὶ βουλὴν ἀρχαίαν καὶ ἀληθῆ ἐποίησας ἀνακεφαλαιωσάμενος τὰ πάντα ἐν τῷ Χρι‐ | |
5 | στῷ, καὶ καταφωτίσας μὲν τοὺς ἐν σκότῳ, καθελὼν δὲ τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου· καίτοι καθάπερ τινὰς πόλεις οὕτως ἰσχυρὰς εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, ὅλαι τε πόλεις δοξολογήσουσί σε. Ἁπάσαις γὰρ γέγονας βοηθὸς, καὶ σκέπη τοῖς διὰ | |
10 | πτωχείαν τῶν πατρικῶν ἀγαθῶν ἀφορήτως λελυπη‐ μένοις· ἐῤῥύσω τε αὐτοὺς ἀπὸ πονηρῶν ἀνθρώπων. Ἦσαν γὰρ οὕτω καὶ ἐν τῇ Σιὼν ὀλιγοψυχήσαντές τινες, καθάπερ ἀμέλει ἄνθρωποι δεδιψηκότες. Καὶ τάχα που διὰ τούτων ἡμῖν ὁ προφήτης ἐκεῖνο δηλοῖ. | |
15 | Ἦσαν γὰρ, ἦσαν καὶ ἐν τῷ Ἰσραὴλ οἱ τὴν τοῦ Σω‐ τῆρος διψῶντες ἐπιδημίαν, καὶ τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν ἐπιθυμοῦντες ἰδεῖν· ὁποῖός τις ἦν Συμεὼν ὁ δίκαιος, ὅτε τεχθέντα τὸν Ἰησοῦν εἰς χεῖ‐ ρας λαβὼν ἔφασκε· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, | |
20 | Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.» Καὶ μὴν καὶ ὁ μακάριος Ζαχαρίας ὁ Ἰωάννου πατὴρ ἁγίου Πνεύ‐ | |
25 | ματος ἔμπλεως γεγονὼς ἐδοξολόγει βοῶν· «Εὐλογη‐ τὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ, καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαβὶδ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων τῶν ἀπ’ αἰῶνος | |
30 | προφητῶν αὐτοῦ, σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ. Ὅρκον ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν· τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς | |
35 | τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας λατρεύειν αὐτῷ ἐν ὁσιό‐ τητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.» Ὁρᾷς ὅπως ἀρχαία καὶ ἀληθινὴ βουλὴ γέγονε τοῦ Θεοῦ, καὶ Πατρὸς, καὶ τοῖς ἁγίοις πατράσιν ἐπηγγελμένη. Τὸ ἀναδειχθῆναί φημι σω‐ | |
40 | τηρίαν τῷ κόσμῳ τὸν Ἐμμανουὴλ, ὃς γέγονε πνεῦμα ἀνθρώπων ἀδικουμένων. Ἀναπεπνεύκασι γὰρ ἐξ ἐχθρῶν, καὶ ἐῤῥύσθησαν ἀπὸ ἀνθρώπων ἀσεβῶν, οἷς καὶ παραδέδονται. Καὶ εἰ μὲν ἐπὶ τῶν ἐθνῶν τις τὰς τοιαύτας ἐκλάβοι φωνὰς, ἀνθρώπους κεκλῆσθαί | |
45 | φαμεν, τοὺς πάλαι κρατοῦντας τῶν ἐπὶ τῆς γῆς ἀνοσίους δαίμονας, ὧν τὸ ἀσθενὲς εὖ μάλα καταση‐ μαίνεται, διὰ τοῦ καὶ ἀνθρώπους αὐτοὺς ὀνομάζε‐ σθαι. Εἰκὸς δὲ δή που καὶ τοὺς παρ’ αὐτοῖς ψευδοδι‐ δασκάλους, καὶ τοὺς καλουμένους ἱερομύστας, ἢ καὶ | |
70.560(50) | ποιητὰς καὶ λογάδας, καὶ τοῖς παρ’ Ἕλλησι τετι‐ μημένης εὐγλωττίας εὑρετὰς ἀνθρώπους κεκλῆσθαι πονηροὺς, ὡς διὰ τῆς ἐνούσης αὐτοῖς εὐστομίας τοῖς τῆς ἀπωλείας ἐνιέντας τέλμασι τοὺς ἀπατωμένους. Εἰ δὲ δὴ περὶ τῶν ἐξ Ἰσραὴλ λέγοιτο ταυτὶ, πονη‐ | |
55 | ροὺς ἀνθρώπους εἶναί φαμεν τοὺς καθηγεῖσθαι λα‐ χόντας, Γραμματέας τέ φημι καὶ Φαρισαίους· οἳ τὴν | |
τῆς ἱεροσύνης ἔχοντες δόξαν, καὶ τὴν ἐντεῦθεν εὔ‐ | 559 | |
70.561 | κλειάν τε ὁμοῦ καὶ δυναστείαν ἀνειμμένοι τὴν κλεῖδα τῆς γνώσεως ἔλαβον. Καὶ οὔτε αὐτοὶ πεπιστεύκασιν, οὔτε μὴν ἑτέρους συγκεχωρήκασι τοῦτο δρᾷν· παρα‐ δέδονται δὲ τοῖς μὲν ἐν νόμῳ καθηγηταῖς οἱ ὑπὸ | |
5 | χεῖρα λαοὶ, τοῖς γε μὴν ἀκαθάρτοις δαίμοσιν οἱ πλανώμενοι, Θεοῦ παθεῖν αὐτοὺς τὴν παράδοσιν ἐπιτρέψαντος, καθάπερ ἀμέλει καὶ εἰς ἀδόκιμον νοῦν παραδίδονταί τινες ἀναξίους ἑαυτοὺς ἀποφήναντες τῆς παρ’ αὐτοῦ φειδοῦς καὶ ἐπικουρίας. Καὶ ποιήσει Κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνε‐ σιν· ἐπὶ τὸ ὄρος τοῦτο πίονται εὐφροσύνην, | |
10 | πίονται οἶνον· χρίσονται μύρῳ ἐν τῷ ὄρει τούτῳ. Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν. Ἡ γὰρ βουλὴ αὔτη ἐπὶ πάντα τὰ ἔθνη. Προειρηκὼς ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν καὶ ἐν Ἱερουσαλὴμ, ὡς ἐξ ὁμοιότητος τῶν ἐν αἰσθήσει καὶ | |
15 | ὁρατῶν πραγμάτων μυστικὴν ἐξυφαίνει διάνοιαν· ὑψηλὴ γὰρ καὶ σκοπευτήριον ἡ Σιὼν, ὅρασις μὲν γὰρ εἰρήνης Ἱερουσαλὴμ ἑρμηνεύεται. Ἀμφότερα δέ ἐστι ταῦτα κατὰ ἀλήθειαν, ἡ Ἐκκλησία Χριστοῦ· ὑψηλὴ γὰρ καὶ περίοπτος, καὶ οἷον ἐν ὄρει κειμένη. | |
20 | Καὶ καθ’ ἕτερον δὲ τρόπον ὑψηλὴ νοεῖται πρὸς ἡμῶν, χθαμαλὸν γὰρ οὐδὲν ἐν αὐτῇ, καὶ τῶν γηΐνων πρα‐ γμάτων ἀνῴκισται λίαν. Γέγραπται γὰρ ὅτι «Τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.» Ὑψηλὰ δὲ ὁμοίως καὶ τὰ ἐν αὐτῇ θεῖά τε καὶ ἀληθῆ | |
25 | δόγματα. Περὶ Θεοῦ γὰρ ὁ λόγος, ἤτοι περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος ἰσχνὸς καὶ ἀπεξεσμένος καὶ εἰς μόνην τετραμμένος τὴν ἀλήθειαν. Ὁρᾶται δὲ πά‐ λιν ἐν αὐτῇ ὁ Χριστὸς ὅς ἐστιν εἰρήνη. Ποιήσει τοίνυν, φησὶ, Κύριος Σαβαὼθ, καὶ οὔτι που μόνοις τοῖς ἐξ | |
30 | Ἰσραὴλ, ὡς ἀγαπητοῖς διὰ τοὺς πατέρας καὶ ἐξειλε‐ γμένοις, ἀλλὰ γὰρ πᾶσι τοῖς ἔθνεσι, τουτέστι, τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανόν. Ποιήσει δὲ τί; Πίονται, φησὶν, εὐφροσύνην, πίονται οἶνον· χρίσονται μύρῳ ἐν τῷ ὄρει τούτῳ. Ἔοικε δὲ διὰ μὲν τῆς εὐφροσύνης | |
35 | ὑποδηλοῦν τὸ ἱλαρὸν ἐν ἐλπίδι, δῆλον δὲ ὅτι τῇ ἐν Χριστῷ· συμβασιλεύομεν γὰρ αὐτῷ, καὶ τὰ ὑπὲρ νοῦν καὶ λόγον ἀποκερδαίνοντες ἁπάσης εἴσω θυμηδίας ἐσόμεθα. Διὰ δέ γε τοῦ οἴνου, τὴν μυστικὴν εὐλογίαν ὑποδηλοῦν, καὶ τῆς ἀναιμάκτου θυσίας τὸν τρόπον, | |
40 | ἣν ἐν ταῖς ἁγίαις ἐκκλησίαις ἀποπληροῦν εἰθίσμεθα. Τὸ δέ γε μῦρον ἡμῖν κατασημήνειεν εὖ μάλα τὴν τοῦ ἁγίου Πνεύματος χρίσιν. Γράφει γὰρ ὁ σοφὸς Ἰωάννης· «Καὶ ὑμεῖς χρίσμα ἔχετε ὑπὸ τοῦ Ἁγίου· καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ’ ὡς | |
45 | τὸ αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων.» Κα‐ ταχριόμεθα γὰρ μύρῳ κατὰ τὸν καιρὸν μάλιστα τοῦ ἁγίου βαπτίσματος, σύμβολον τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος τὸ χρίσμα ποιούμενοι. Ἀλλὰ ταυτὶ δὴ πάντα, φησὶ, παράδος τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη | |
70.561(50) | ἐπὶ πάντα τὰ ἔθνη. Ὁ μὲν γὰρ πάλαι νόμος, καὶ ἡ κατ’ αὐτὸν λατρεία διακονηθεῖσα δι’ ἀγγέλων οὐ πᾶ‐ σιν ἁπλῶς ἐδόθη τοῖς ἔθνεσιν· ἀλλ’ ἑνὶ καὶ μόνῳ τῷ ἐξ αἵματος Ἰσραήλ, Ἡ δὲ ἐν Χριστῷ χάρις, καὶ ἡ διὰ πίστεως κλῆσις, ἁγιασμός τε πρὸς τούτοις ὁ διὰ τοῦ | |
55 | Πνεύματος, καὶ αὐτὸ δὲ τὸ μυστήριον διὰ βουλῆς τοῦ | 561 |
70.564 | Θεοῦ καὶ Πατρὸς ἐπὶ πάντα γέγονε τὰ ἔθνη. Χριστὸς γάρ ἐστιν ἡ τῶν ἐθνῶν προσδοκία, κατὰ τὴν τοῦ Ἁγίου φωνήν. Κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖ‐ λεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. | |
5 | Τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Ἐπὶ καιροῦ σφόδρα καὶ ἀναγκαίως τῇ τοῦ μυ‐ στηρίου παραδόσει, καὶ ὁ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν συνεισκεκόμισται λόγος. Ταύτῃ τοι καὶ ἐν | |
10 | καιρῷ τοῦ ἁγίου βαπτίσματος τῆς πίστεως ποιούμε‐ νοι τὴν ὁμολογίαν, καὶ τῆς σαρκὸς τὴν ἀνάστασιν προσδοκῶμεν ἔσεσθαι, καὶ οὕτω πιστεύομεν. Ὁ τοίνυν θάνατος κατίσχυσε μὲν τοῦ προπάτορος ἡμῶν Ἀδὰμ διὰ τὴν παράβασιν, καὶ ὥσπερ τι θηρίον ὠμόν τε καὶ | |
15 | ἀπηνὲς ἐπιπηδῆσαν ἥρπασε. Θρῆνοί τε λοιπὸν ἐντεῦ‐ θεν, καὶ οἰμωγαὶ, καὶ δάκρυον, καὶ τὸ ἐπὶ τοῖς τε‐ θνεῶσι πένθος, κεκρατήκασι τῶν ἐπὶ τῆς γῆς. Πέ‐ παυταί γε μὴν ἐν Χριστῷ. Τριήμερος γὰρ ἀνεβίω πατήσας τὸν θάνατον, καὶ ὁδὸς γεγονὼς τῇ ἀνθρωπίνῃ | |
20 | φύσει πρὸς τὸ διακρούσασθαι δεῖν τὴν φθοράν. Γέγονε γὰρ πρωτότοκος τῶν νεκρῶν, καὶ ἀπαρχὴ τῶν κεκοι‐ μημένων. Ἕψεται δὲ πάντως τῇ ἀπαρχῇ, καὶ πρώτῳ τὸ μετ’ αὐτὴν, τοῦτ’ ἔστιν, ἡμεῖς. Ἐστράφη τοίνυν τὸ πάθος εἰς χαρὰν, καὶ διεῤῥάγη μὲν ὁ σάκκος· περι‐ | |
25 | εζώσμεθα δὲ τὴν θεόσδοτον εὐφροσύνην, ὡς χαίροντας λέγειν· «Ποῦ ἡ νίκη σου, θάνατε; Ποῦ τὸ κέντρον σου, ᾅδη; Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, φησίν.» Οὐκοῦν ἀφῄρηται πᾶν δάκρυον· πιστεύοντες γὰρ ὅτι πάντη τε καὶ πάντως ἐγείρει τοὺς νεκροὺς ὁ | |
30 | Χριστὸς οὐ δακρυῤῥοοῦμεν ἐπ’ αὐτοῖς, οὔτε μὲν εἰς ἀκράτους καταβαίνομεν λύπας, καθάπερ καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ὄνειδος δὲ τοῦ λαοῦ κατονομά‐ ζειν ἔοικεν αὐτὸν τὸν θάνατον, ὡς γένεσιν ἔχοντα τῆς καθ’ ἡμῶν ἐφόδου τὴν παράβασιν. Ἤγουν τάχα που | |
35 | τὴν ἁμαρτίαν δι’ ἣν εἰσβέβηκεν ἡ φθορὰ καὶ τὸ τοῦ θανάτου κράτος κεκυρίευκε τῶν ἐπὶ τῆς γῆς. Ἐπειδὴ δὲ τὸ τῆς ἀναστάσεως μυστήριον οὐκ εὐπαράδεκτόν ἐστι τοῖς πολλοῖς, ἀπιστεῖσθαι δὲ ἦν εἰκὸς διά τοι τὴν ἐν αὐτῷ μεγαλουργησίαν, προσεπήνεγκεν ὁ μακάριος | |
40 | προφήτης, ὅτι τὸ στόμα Κυρίου ἐλάλησεν. Εἶτα τίς ὁ φάναι τολμῶν, ὡς ψευδοεπήσει ὁ Θεὸς, καὶ οὐχὶ πάντη καὶ πάντως ἐκτελευτήσει πρὸς ἀλήθειαν τὸ ἐπηγγελμένον; «Οὐρανὸς γὰρ καὶ ἡ γῆ, φησὶ, παρ‐ ελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» | |
45 | Καὶ ἐροῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ’ ᾧ ἠλπίζομεν, καὶ ἠγαλλιώμεθα, καὶ σώσει ἡμᾶς. Οὗτος Κύριος, ὑπεμείναμεν αὐτῷ, καὶ ἀγαλλιασόμεθα· καὶ εὐφρανθησόμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν, ὅτι ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ | |
70.564(50) | τὸ ὄρος τοῦτο. Ἐπιγνώσεσθε, φησὶ, τὸν ποτίζοντα μὲν εὐφροσύ‐ νην, καὶ πρός γε τούτῳ καὶ οἶνον, καταχρίοντα δὲ καὶ μύρῳ τοὺς ἐν τῇ νοητῇ Σιών· ἐπιγνώσεσθε δὲ ὅτι Θεὸς κατὰ ἀλήθειάν ἐστι, καὶ ἐκ Θεοῦ τοῦ κατὰ φύ‐ | |
55 | σιν Υἱὸς, καὶ εἰ ἐν τοῦ δούλου φαίνοιτο μορφῇ, τῆς ἁπάντων γέγονε σωτηρίας καὶ ζωῆς ἄνθρωπος γεγο‐ | |
νὼς, καὶ ὁμοιωθεὶς κατὰ πάντα τοῖς ἐπὶ τῆς γῆς, | 563 | |
70.565 | δίχα μόνης ἁμαρτίας. Μονονουχὶ γὰρ καὶ χεῖρα, φησὶ, προτείνοντες ἐροῦσιν· Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ’ ᾧ ἠλπί‐ ζομεν καὶ ἠγαλλιώμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν. Οἶμαι δὲ ἔγωγε τοῦτόν γε μάλιστα τὸν λόγον ἀνῆρθαι πρέ‐ | |
5 | πειν τοῖς ἐξ Ἰσραὴλ, οἳ καὶ ταῖς Μωσαϊκαῖς ἐντεθραμ‐ μένοι φωναῖς καὶ τὰς τῶν ἁγίων προφητῶν προαγο‐ ρεύσεις οὐκ ἠγνοηκότες, προσεδόκουν ἀφίξεσθαι κατὰ καιρὸν Σωτῆρα, καὶ Λυτρωτὴν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Καὶ γοῦν ὡς ἤδη προεῖπον, Ζαχα‐ | |
10 | ρίας μὲν ὁ Ἰωάννου πατὴρ προφητεύων ἐν πνεύματι λελάληκε περὶ τοῦ Χριστοῦ, ὅτι «Κέρας ἐγήγερται τῷ λαῷ σωτηρίας.» Καὶ Συμεὼν ὁμοίως εἰς χεῖρας ἑλὼν τὸ ἅγιον Βρέφος· «Εἶδον, φησὶν, οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων | |
15 | τῶν λαῶν.» Ἐπιγνόντες τοίνυν τὸν πάλαι προηγ‐ γελμένον, τὴν ἁπάντων ἐλπίδα τὸν Σωτῆρα καὶ Λυ‐ τρωτὴν ἐροῦσι, φησίν· Ἰδοὺ ὁ Θεὸς ἡμῶν. Προσομο‐ λογήσουσι δὲ ὅτι ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. Καί μοι πάλιν ὄρος οἴου λέγεσθαι τὴν Ἐκκλη‐ | |
20 | σίαν, δέδοται γὰρ ἡ ἀνάπαυσις ἐν αὐτῇ. Ἀκηκόαμεν γὰρ Χριστοῦ λέγοντος· «Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Ἀπεφορτισάμεθα γὰρ διὰ τῆς εἰς αὐτὸν πίστεως τὴν δυσαχθῆ καὶ δυσφόρητον ἁμαρτίαν. Ἀνεπαυσάμεθα | |
25 | δὲ καὶ καθ’ ἕτερον τρόπον δειμάτων ἀπηλλαγμένοι τῶν ἐπί γέ φημι τὸ χρῆναι κολάζεσθαι, καὶ τὰς ἐπὶ τοῖς πλημμελήμασιν ἀποτίσαι δίκας. Καὶ οὐ μέχρι τούτων ἡ εἰς ἡμᾶς τοῦ πάντων ἡμῶν Σωτῆρος Χρι‐ στοῦ γέγονε χάρις· προστέθειται δὲ καὶ τὰ ἐν ἐλπίσιν | |
30 | ἀγαθὰ, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἡ κτῆσις μα‐ κρὰ καὶ ἀκήρατος ζωὴ, καὶ παντὸς τοῦ καταλυπεῖν εἰωθότος ἡ ἀπόστασις. Γέγραπται γὰρ περὶ τῶν ἁγίων ὅτι «Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν.» Καὶ καταπατηθήσεται ἡ Μωαβῖτις, ὃν τρόπον | |
35 | πατοῦσιν ἅλωνα ἐν ἁμάξαις, καὶ ἐν ἀμήτῳ. Καὶ ἀν‐ ήσει τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐτα‐ πείνωσε τοῦ ἀπολέσαι. Καὶ ταπεινώσει τὴν ὕβριν, ἐφ’ ἂ τὰς χεῖρας ἐπέβαλε. Καὶ τὸ ὕψος τῆς κατα‐ φυγῆς τοῦ τοίχου σου ταπεινώσει, καὶ μεταβή‐ | |
40 | σεται ἕως τοῦ ἐδάφους. Βαθὺς ἀεί πώς ἐστι τῶν ἁγίων προφητῶν ὁ λόγος, καὶ τὴν εἴσω τε καὶ κεκρυμμένην διέρπει τρίβον. Χρὴ δὴ οὖν ἄρα μὴ τὸ ἐξωφανὲς τοῦ γράμματος πάντη τε καὶ πάντως ἀληθὲς εἶναι νομίζειν, κατασκέπτεσθαι | |
45 | δὲ μᾶλλον τὸν οἱονεί πως ἐγκεχωσμένον τῷ γράμματι νοῦν. Μωαβῖται τοίνυν ὅμοροι μὲν ἦσαν τοῖς Ἰουδαίοις, ἀτοπώτατα δὲ διετέθησαν πρὸς ἀπάτην, καὶ πρός γε τὸ χρῆναι ταῖς τῶν εἰδώλων προσκεῖσθαι λατρείαις. Ὅτι τοίνυν ἔμελλεν ἐπιλάμψαντος τοῦ Χριστοῦ, καὶ | |
70.565(50) | κεκλημένων τῶν ἐθνῶν εἰς τὸ σεπτὸν καὶ θεῖον αὐτοῦ μυστήριον, ἡγιασμένων τε διὰ τῆς πίστεως, ἡ βδελυρὰ καὶ ἀκάθαρτος εἰδωλολατρία πάντη τε καὶ πάντως ἐκ μέσου γενήσεσθαι, τοῖς τῶν πιστευόντων ποσὶν ὑπ‐ ενηνεγμένου τοῦ Σατανᾶ· δέδωκε γὰρ ἡμῖν πατεῖν | |
55 | ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύ‐ ναμιν τοῦ ἐχθροῦ· διδάσκει λέγων, πατηθήσεσθαι τὴν | |
Μωαβῖτιν, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις. | 565 | |
70.568 | Φαμὲν δὲ δηλοῦν ἐν τούτοις αὐτὸν, ἢ τὴν Μωαβῖτιν λατρείαν, ἤγουν ἐκ μιᾶς χώρας τῆς εἰδωλολατρούσης ἅπαν δέχεσθαι τὸ παράδειγμα, κατὰ πάσης, ὡς ἔφην, τῆς εἰδωλολατρίας ἐκτεινομένου τοῦ λόγου. Οὐκοῦν | |
5 | καταπατηθήσεται, φησὶ, καθάπερ ποσὶν ἁλοώντων ὑποκειμένη. Ἀνήσει δὲ καὶ τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσε τοῦ ἀπολέσαι. Τίς ἀν‐ ήσει τὰς χεῖρας; Ὁ τῆς εἰδωλολατρίας εὑρετὴς, ὁ συνέχων τὴν ἀπάτην, καὶ ἀποβουκολήσας Θεοῦ τὸν | |
10 | ἄνθρωπον, τοῦτ’ ἔστιν, ὁ Σατανᾶς. Ἀνήσει γὰρ τὰς χεῖρας αὐτοῦ, τοῦτ’ ἔστιν, ἐκλυθήσεται πᾶσα ἡ δύνα‐ μις αὐτοῦ, καὶ ἐνέργεια πρακτική· ἐνεργείας γὰρ εἰς τύπον αἱ χεῖρες λαμβάνονται. Ὥσπερ γὰρ αὐτὸς ἐτα‐ πείνωσε τοὺς ἐπὶ τῆς γῆς, ὥστε καὶ ἀπολέσαι σύμ‐ | |
15 | παντας, κατὰ τὸν αὐτὸν τουτονὶ τρόπον ταπεινώσει Χριστὸς τὴν ὕβριν αὐτοῦ, τοῦτ’ ἔστι, τὴν ἀφόρητον πλεονεξίαν ᾗ κατὰ πάντων ἐχρήσατο, μονονουχὶ τὰς χεῖρας ἐπάγων, καὶ σκήπτροις ἰδίοις ὑποφέρων ἐκ πλεονεξίας τοὺς ἐπ’ ἔργοις ἀγαθοῖς ἐκτισμένους παρὰ | |
20 | Θεοῦ. Εἶτα μέτεισιν ὁ λόγος τῷ προφήτῃ πάλιν. Ὡς πρὸς αὐτὴν τὴν Μωαβῖτιν, ἤτοι τὴν βέβηλον εἰδωλο‐ λατρίαν, καί φησιν· ὅτι Τὸ ὕψος τῆς καταφυγῆς τοῖ‐ χον τὸ ταπεινούμενον αὐτὸν εἶναί φαμεν τὸν τῆς εἰδω‐ λολατρίας καὶ τῆς ἀπάτης προεστηκότα, καὶ οἷον ἀνα‐ | |
25 | τειχίζοντα αὐτὴν, καὶ συνέχοντα πρὸς τὸ συνεστά‐ ναι. Ἀλλὰ πεσεῖται, φησί. Καταβαλεῖ γὰρ αὐτὸ Χρι‐ στὸς, καὶ καταβιβάσει μέχρις ἐδάφους, τοῦτ’ ἔστιν, εἰς τὸ παντελὲς, καὶ ὁρῶμεν διὰ πραγμάτων εἰς πέρας ἐκβεβηκὸς τὸ προηγγελμένον. Πεπτώκασι γὰρ τεμένη. | |
30 | καὶ τὰ ἐν σηκοῖς ἅπαντα γέγονεν ἐκποδών. Βωμοὶ δὲ οὐκέτι καὶ θυσίαι, καὶ γοητεῖαι, καὶ οἱ τὰ τῆς ἀπάτης ἐπιτηδεύοντες παίγνια. Πέπαυται δὲ πάντα διὰ Χρι‐ στὸν, καὶ ἀνατέταλκε τοῖς ἐπὶ τῆς γῆς τῆς ἀληθείας τὸ φῶς καὶ ὁ τῆς δικαιοσύνης ἀνισχόμενος ἥλιος τὰς | |
35 | τῶν πιστευόντων εἰς αὐτὸν καταφαιδρύνων καρδίας. Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς τῆς Ἰουδαίας λέγοντες· Ἰδοὺ πόλις ὀχυρὰ, καὶ σωτήριον ἡμῶν θήσει τεῖχος καὶ περίτειχος. Καταπατηθείσης γὰρ τῆς Μωαβίτιδος, τοῦτ’ ἔστιν, | |
40 | ἀνῃρημένης εἰς ἅπαν τῆς τῶν εἰδώλων λατρείας, κατά γε τὸν ἤδη προαποδοθέντα νοῦν οἱ τῆς ἀπάτης ἀπηλλαγμένοι, καὶ πρὸς τὸ τῆς ἀληθείας διελάσαντες φῶς, τὸν τῆς διανοίας ἀνευρύνοντες ὀφθαλμὸν ἐπιγνώ‐ σονται μὲν, φησὶ, τὸν τῶν ὅλων δημιουργὸν καὶ Κύ‐ | |
45 | ριον Σωτῆρα καὶ Λυτρωτὴν, τὸν δι’ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, τὸν δι’ ἡμᾶς καθιγμένον ἐν τοῖς καθ’ ἡμᾶς. ᾨδὴν δὲ αὐτὴν καὶ μέλος καθάπερ ἐκ λύρας ἀνακρουόμενοι δοξολογοῦντες ἐροῦσιν· Ἰδοὺ πόλις ὀχυρὰ, καὶ σωτήριον ἡμῶν. Καὶ γάρ ἐστιν | |
70.568(50) | ἀληθῶς οἷά τις πόλις εὐπυργοτάτη καὶ ἀνάλωτος παντελῶς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἤγουν ἡ εἰς αὐτὸν ἐλπίς. Δέχεται γὰρ τοὺς φεύγοντας τὴν τοῦ διαβόλου πλεονεξίαν, καὶ ἀνασώζει λαβών. Ταύ‐ τῃ τοι καὶ ἔφασκεν, ὅτι «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φω‐ | |
55 | νῆς μου ἀκούουσι, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδω‐ | |
μι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἁρπάσει τις ἐκ | 567 | |
70.569 | τῆς χειρός μου αὐτά.» Πόλις τοιγαροῦν ὀχυρὰ, καὶ σωτήριος, ὁ πάντων Σωτὴρ, πόλις δὲ ἔχουσα τεῖχος καὶ περιέχουσα τεῖχος, τοῦτ’ ἔστι, πᾶσαν ἀσφάλειαν. Αἱ γάρ τοι τῶν πόλεων εὖ μάλα τετειχισμέναι, καὶ | |
5 | οὐχ ἁπλῆν ἔχουσι τὴν περιβολὴν, ὠχύρωνται δὲ πρὸς τῷ μεγάλῳ τείχει, καὶ ἑτέρῳ προτειχίσματι. Εἰκὸς δὲ δὴ πάλιν τοὺς τὴν ᾠδὴν ἀναφέροντας περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας εἰπεῖν, τὸ, Ἰδοὺ πόλις ὀχυρὰ καὶ σωτήριον ἡμῶν. Πύλαι γὰρ ᾅδου οὐ κατ‐ | |
10 | ισχύσουσιν αὐτῆς, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· διέζωσται γὰρ καθάπερ τείχει τινὶ διπλῷ ταῖς τε παρὰ τῶν ἁγίων ἀγγέλων ἐπικουρίαις· καὶ μέν τοι τῇ ἄνωθεν καὶ παρὰ Θεοῦ ὅς ἐστι περίτειχος. Καὶ γὰρ αὐτῶν ἐστιν ἡ ἰσχὺς τῶν ἁγίων πνευμάτων, | |
15 | ἐπείπερ ἐστὶν αὐτός τε καὶ μόνος ὁ τῶν ὅλων δυνά‐ μεων Κύριος. Ἰστέον δὲ ὅτι παρὰ τοῖς ἱεροῖς Γράμ‐ μασι Ἰούδας ἔσθ’ ὅτε κατωνόμασται Χριστὸς, ὡς ἐκ φυλῆς γεγονὼς τῆς Ἰούδα, κατά γε τὴν Ἰακὼβ φωνὴν λέγοντος· «Ἰούδα, σὲ αἰνέσουσιν οἱ ἀδελφοί σου.» Ἐπὶ γῆς οὖν Ἰούδα τὸ μελῳδούμενον. Χριστοῦ γὰρ | |
20 | πόλις ἡ Ἐκκλησία. Ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάσσων δικαιοσύνην, καὶ φυλάσσων ἀλήθειαν, ἀντι‐ λαμβανόμενος ἀληθείας, καὶ φυλάσσων εἰρήνην· ὅτι ἐπὶ σοὶ ἠλπίσαμεν, Κύριε, ἕως τοῦ αἰῶνος. | |
25 | Ὡς ἐπεγνωκότων ἤδη τῶν ἀνὰ πᾶσαν τὴν γῆν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διωμολογηκότων τε, ὅτι πόλις ἔσται ὀχυρὰ καὶ σωτήριος, τεῖχος ἔχουσα καὶ περίτειχος, λοιπὸν ἀναγκαίως τοῖς ἁγίοις μυστα‐ γωγοῖς, ἀποστόλοις τέ φημι καὶ εὐαγγελισταῖς δια‐ | |
30 | κελεύεται, λέγον τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς τοῦ προφήτου φωνῆς· Ἀνοίξατε πύλας· τοῦτ’ ἔστιν, ἀνευρύνατε τοῖς ἐθέλουσι τὴν διὰ πίστεως εἰσβολὴν, τὴν διὰ τῆς ἀμωμήτου μυσταγωγίας δρομὴν, καὶ εἰσίτω λαὸς φυλάσσων δικαιοσύνην, καὶ φυλάσσων | |
35 | ἀλήθειαν. Τὸ γὰρ θεῖον καὶ εὐαγγελικὸν, καὶ σωτή‐ ριον κήρυγμα διδάσκει μὲν τοὺς πιστεύοντας τὴν ὑπὲρ νόμον δικαιοσύνην, βεβαίους δὲ εἶναι πρὸς ἀλη‐ θείας τήρησιν. Οὐ γὰρ ἔτι τὴν ἐν τύποις καὶ σκιαῖς εἰσφέρει λατρείαν, καθάπερ ἀμέλει καὶ ὁ παλαιὸς | |
40 | νόμος, ἀλλὰ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ καὶ τοῦτό ἐστιν ἡ ἀλήθεια. Ἐπιλαμβάνεται δὲ ἀληθείας. Ἐφεῖται γὰρ, ὡς ἔφην, οὐ τῶν ἐν σκιαῖς, ἀλλὰ τῶν διὰ Χριστοῦ ὅς ἐστιν ἡ ἀλήθεια. Φυλάττονται δὲ καὶ εἰρήνην. Πῶς ἢ τίνα τρόπον; Εἰσδεχθεὶς γὰρ ὅλως | |
45 | παρὰ Χριστοῦ, καὶ τὴν ἀρχαίαν ἐκείνην καταλύσαι ἔχθραν· διειστήκει γὰρ αὐτοῦ πλανώμενος· ἀκλόνη‐ τος ἔσται προσκυνητής. Καὶ τοῦτο πληροῦν ἡμᾶς ὁ μακάριος Παῦλος ἀναπείθει γράφων· «Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ | |
70.569(50) | Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἐμαχόμεθα γὰρ τῷ Θεῷ τῇ κτίσει λατρεύοντες καὶ τοῖς τῆς σαρκὸς πάθε‐ σιν ἐνεχόμενοι. Φίλοι δὲ καὶ εἰρηνικοὶ χρηματίζομεν αὐτῷ καὶ μόνῳ λέγοντες· Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν. Τὸ ὄνομά σου ὀνομάζομεν, καὶ πρός γε | |
55 | τούτῳ τῆς ἐξαιρέτου ζωῆς καὶ εὐαγγελικῆς πολιτείας οἷά τινα στέφανον ἀναδησάμενοι, τὰ αὐχήματα περὶ | |
τῶν τοιούτων εἰκότως ἂν λέγοιτο διὰ τῆς τῶν ἁγίων | 569 | |
70.572 | φωνῆς πρὸς Θεὸν, ὅτι Ἐπὶ σοὶ ἠλπίσαμεν, Κύριε, ἕως τοῦ αἰῶνος. Οὐ γὰρ καταλήξουσι τῆς εἰς Θεὸν ἐλπίδος, διηνεκῶς δὲ μᾶλλον ἐπ’ αὐτῷ καυχή‐ σονται. | |
5 | Ὁ Θεὸς ὁ μέγας, ὁ αἰώνιος, ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς, καὶ κατάξεις αὐτὰς ἕως ἐδά‐ φους. Καὶ πατήσουσιν αὐτὰς πόδες πρᾳέων, καὶ ταπεινῶν ἴχνη. | |
10 | Ἐπὶ πράγμασι τοῖς ἄγαν τεθαυμασμένοις, ἀνακο‐ μίζειν ἔθος τοῖς ἁγίοις προφήταις τὰ χαριστήρια τῷ πάντων κρατοῦντι Θεῷ, καὶ οἷον ἀνασκιρτᾷν ἐκ περι‐ χαρείας. Γνησιότητος δὲ τῆς εἰς ἄκρον ἐπίδειξις ἐναρ‐ γὴς γένοιτ’ ἂν τὸ χρῆμα αὐτοῖς. Χαίρουσι γὰρ λίαν | |
15 | κατευρυνομένην ὁρῶντες τὴν τοῦ Θεοῦ δόξαν καὶ τοὺς ταύτῃ βασκαίνοντας ἐκ μέσου γεγενημένους· φημὶ δὴ τοὺς ἀκαθάρτους δαίμονας, καὶ πρός γε τού‐ τοις τὸν Σατανᾶν· οὓς καὶ πόλεσιν ὀχυραῖς παρεικά‐ ζει, καὶ κατοικεῖν ἐν ὑψηλοῖς διεβεβαιώσατο. Φρό‐ | |
20 | νημα γὰρ ἐν αὐτοῖς ὑψηλόν πως ἀεὶ καὶ ὑπέρογκον, ὥστε καὶ αὐτῆς τῆς τοῦ Θεοῦ κατεπαίρεσθαι χειρὸς, οἴεσθαί τε προσκεκρουκότας ἀγρίως, ἀδικηθήσεσθαι μὲν οὐδὲν, βασιλεύειν δὲ διὰ παντὸς τῶν ἐπὶ τῆς γῆς. Ἀλλὰ σὺ, φησὶ, καὶ μόνος Θεὸς ὁ μέγας αἰώνιος· καὶ | |
25 | ἐξ αὐτῶν τοῦτο δέδειχας τῶν πραγμάτων· ταπεινώσας γὰρ κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς. Τοῦτ’ ἔστι, κατέσεισας τὴν τῶν ὑπερηφάνων ἰσχὺν, ὑψηλοὺς ὄντας, καὶ ἀλαζόνας κατεκόμισας εἰς γῆν, καὶ ὡς πόλεις ὄντας ὀχυρὰς ἐκ βάθρων καθεῖλες. Τοῦτο γὰρ | |
30 | τὸ ἕως ἐδάφους. Δέδωκάς τε αὐτοὺς εἰς καταπάτημα τοῖς ποσὶ τῶν πρᾳέων, καὶ ταπεινῶν. Τίνες δὲ οὗτοι πάλιν, ἢ οἱ τῶν τοῦ Σωτῆρος θεσπισμάτων γνήσιοι φύλακες; οἱ τὸν ἑαυτῶν Δεσπότην ἀπομιμεῖσθαι σπουδάζοντες ἐπιφωνῶντα καὶ λέγοντα· «Δεῦτε πρὸς | |
35 | μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Μεμνήμεθα δὲ πάλιν εἰπόντος αὐτοῦ· «Ἰδοὺ δέδωκα | |
40 | ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Πεπάτηται γὰρ ὁ δράκων ὁ ἀποστάτης· καὶ ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπέβημεν, οἱ κατοικεῖν ἐθέλοντες ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ ὑπὸ τὴν σκέπην γεγονότες τοῦ Θεοῦ | |
45 | τοῦ οὐρανοῦ, δῆλον δὲ ὅτι Χριστοῦ, προσκυνεῖται γὰρ ἐν οὐρανῷ· «Ὅταν γὰρ, φησὶν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησά‐ τωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευ‐ ασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν. Ἡ γὰρ ὁδὸς Κυρίου | |
70.572(50) | κρίσις. Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ ᾗ ἐπεθύμει ἡ ψυχὴ ἡμῶν. Ὁ μακάριος προφήτης Ἱερεμίας, τῆς εὐαγγελικῆς πολιτείας, καὶ τῆς ἐν Χριστῷ δικαιοσύνης διαμέμνη‐ ται, λέγων τοῖς ἀληθείας ἐρασταῖς· «Στῆτε ἐπὶ ταῖς | |
55 | ὁδοῖς, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίσατε ἐν | |
αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν.» Τρί‐ | 571 | |
70.573 | βοι μὲν γὰρ καὶ ὁδοὶ Κυρίου τῶν ἁγίων προφητῶν οἱ λόγοι, καὶ τῆς διὰ Μωσέως ἐντολῆς, ἡ ὡς ἐν σκιᾷ καὶ τύποις προαγόρευσις μυστηρίου τοῦ κατὰ Χριστόν. Ταυτασὶ τοιγαροῦν τὰς τρίβους διερευνώ‐ | |
5 | μενοι μανθάνομεν τὴν ὁδὸν τὴν ἀγαθὴν, τοῦτ’ ἔστι, τὴν ἐν Χριστῷ πολιτείαν· βαδίσαντες ἐν αὐτῇ ταῖς ἑαυτῶν ψυχαῖς, τὸν ἀληθῆ καὶ διὰ πνεύματος ἁγνι‐ σμὸν εὑρήσομεν. Εὐθεῖαν τοίνυν φησὶ γενέσθαι τῶν εὐσεβῶν τὴν ὁδὸν, πῶς γὰρ οὐκ εὐθεία καὶ ἄτραχυς, | |
10 | καὶ οὐδὲν ἔχουσα παντελῶς ἄναντες, ὅτε τὸ ῥῆμα τῆς πίστεως λέγοντες δικαιούμεθα, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος καταπλουτοῦμεν κάθαρσιν; Εὐθεῖα δὲ καὶ ἑτέρως ἡ τῶν εὐσεβούντων ὁδός. Ἀνῃρημένων γὰρ τῶν ἐχθρῶν, καὶ καθῃρημένης τῆς τοῦ διαβόλου | |
15 | πλεονεξίας καὶ πάσης δυσχερείας ἐψιλωμένης, τί τὸ ἀνθεστηκὸς ἔτι, καὶ παραλύειν δυνάμενον τῆς εὐσε‐ βείας τοὺς ἐραστάς; Θέα δὲ ὅπως καταλειανθείσης τῆς τῶν εὐσεβούντων ὁδοῦ τρόπον τινὰ τῶν ἐν τύποις καὶ σκιαῖς ἀνατροπὴν ἔσεσθαί φησι. Ἐπιφέρει γὰρ | |
20 | οὐχ ἁπλῶς, τὸ, Ἡ ὁδὸς Κυρίου κρίσις· τουτέστιν, οὐ μόσχων προσαγωγαὶ, οὐ προβάτων σφαγαὶ, οὐ πόπανα καὶ λιβανωτοί· κρίσις δὲ μᾶλλον, τοῦτ’ ἔστι, δικαιοσύνη. Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ τῷ τῆς κρίσεως ὀνόματι τὴν δικαιοσύνην ὑποδηλοῦν. Καθάπερ | |
25 | ἀμέλει καὶ ὁ μακάριος Δαβίδ· «Τιμὴ, φησὶ, βασιλέως κρίσιν ἀγαπᾷ,» τοῦτ’ ἔστιν, τὴν δικαιοσύνην· ἐν τιμῇ γὰρ τῇ παρὰ Θεῷ καὶ ἀνθρώποις πᾶσά ἐστι βασιλεία φιλοῦσα δικαιοσύνην. Οὐκοῦν ἡ ὁδὸς Κυρίου κρίσις. Χαίροντας δὲ λίαν εἰσκομίζει πάλιν τοὺς τὴν | |
30 | εὐθεῖαν ταύτην βαδιουμένους ὁδόν· φασὶ γὰρ, ὅτι Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ ᾗ ἐπεθύμει ἡ ψυχὴ ἡμῶν. Πᾶσα γὰρ ἡμῶν ἡ ἐλπὶς εἰς Χριστὸν, οὗ καὶ ἀεὶ μεμνήμεθα, ταύτην ἔχοντες τὴν ἐπιθυμίαν, ὅτι καὶ δι’ αὐτῆς σεσώσμεθα. | |
35 | Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα μου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Νύκτα καλεῖ, τὸν πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Κυ‐ ρίου καιρόν· ὄρθρον δὲ τὴν προφητικὴν πρόγνωσιν· | |
40 | φῶς δὲ ἀληθινὸν τὸ Εὐαγγέλιον τοῦ ἡλίου τῆς δικαιο‐ σύνης Χριστοῦ, ὃ καὶ τῆς ἁπανταχοῦ γῆς μαθεῖν ἐγ‐ κελεύεται. Καὶ γὰρ οὐκ ἀπὸ φύσεώς φησι τὸ μαθεῖν, ὥσπερ τὸ βλέπειν ἢ τὸ βαδίζειν, ἀλλ’ ἀπὸ σπουδῆς καὶ ἐπιμελείας. Ὁ δὲ μὴ μαθὼν ἐκ ζώντων ἀρθήσεται, | |
45 | καὶ τὴν δόξαν Χριστοῦ οὐκ ὄψεται. Οἱ λέγοντες· Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ, ᾗ ἐπεθύμει ἡ ψυχὴ ἡμῶν προσεπάγουσιν ἀναγκαίως καὶ τοῦτο. Τὸν γάρ τοι θεῖον εἰς νοῦν εἰσοικισάμενοι φωτισμὸν, καὶ τῆς ἀρχαίας ἀπάτης τὸν σκότον ἀπο‐ | |
70.573(50) | πεμψάμενοι, καὶ τὴν τῆς ἁμαρτίας ἀχλὺν κατηφανι‐ σμένην ὁρῶντες, ἀναφέρουσιν ᾠδὰς τὰς χαριστηρίους, καθάπερ ἐκ νυκτὸς, καὶ σκότους ὀρθρίζειν λέγοντες, οἷον διαυγαζούσης ἐν αὐταῖς τῆς νοητῆς ἡμέρας, καὶ ἑωσφόρου λοιπὸν ἀνατέλλοντος ἐν ταῖς καρδίαις αὐ‐ | |
55 | τῶν, καθὰ γέγραπται. Τοῖς τοιούτοις καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει, καί φησιν· «Οἱ ποτὲ σκότος, νῦν | |
δὲ φῶς ἐν Κυρίῳ.» Καὶ μὴν καὶ ἑτέρωθι· «Οὐ γάρ | 573 | |
70.576 | ἐσμεν νυκτὸς, οὐδὲ σκότους, ἀλλὰ υἱοὶ φωτὸς, καὶ υἱοὶ ἡμέρας.» Καταλαμπρύνεται γὰρ τῶν πιστευόντων ὁ νοῦς τοῖς εὐαγγελικοῖς θεσπίσμασι. Ταύτῃ τοί φησι καὶ ὁ θεσπέσιος Δαβὶδ ὡς πρὸς τὸν Κύριον ἡμῶν | |
5 | Ἰησοῦν Χριστόν· «Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς τοῖς τρίβοις μου.» Ἀχλύϊ μὲν γὰρ οἱονεί πως καὶ κατασκιάσμασι τοῖς ἀπό γέ φημι τοῦ γράμματος, ὁ διὰ τοῦ πανσόφου Μωσέως κατεπαχύ‐ νετο νόμος. Ἐν δέ γε τοῖς εὐαγγελικοῖς κη‐ | |
10 | ρύγμασι γυμνὸν καὶ διαφανὲς τὸ τῆς ἀληθείας ἐκφαίνεται κάλλος, καὶ καταφαιδρύνει τὸν νοῦν ταῖς τῶν εὐσεβούντων διανοίαις φωτὸς δίκην εἰσχεόμενον. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Πέπαυται γὰρ ὁ ἀσεβής. Πᾶς ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ | |
15 | ποιήσῃ. Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Ἔφη που ὁ Θεὸς διὰ φωνῆς προφήτου· «Καὶ ἔσον‐ ται πάντες διδακτοὶ Θεοῦ.» Ὅρα δὴ οὖν ὅπως ἐν τούτοις ἡμῖν ὁ λόγος μυσταγωγὸν ὥσπερ τινὰ τοῖς ἐξ | |
20 | ἐθνῶν πιστεύσασιν αὐτὸν εἰσκομίζει γεγονότα Χρι‐ στόν. Ἔδει γὰρ, ἔδει τοῖς ἄπαξ ἐπεγνωκόσιν, ὅτι φῶς εἰσι τὰ προστάγματα αὐτοῦ ἐπὶ τῆς γῆς, τὴν τοῦ συμφέροντος εἴδησιν ἐνίεσθαι παρ’ αὐτοῦ. «Ὦ τοίνυν, φησὶν, οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς μάθετε δικαιο‐ | |
25 | σύνην.» Ἔοικε δὲ τοῦτο τῷ διὰ φωνῆς τοῦ Δαβίδ· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάν‐ τες οἱ κατοικοῦντες τὴν οἰκουμένην.» Ὁ μὲν γὰρ ἐν γράμμασι νόμος πεπαιδαγώγηκε μόνον τὸν κατὰ σάρκα Ἰσραὴλ, ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς | |
30 | τὸ τῆς ἡμερότητος ἁπλώσας λίνον ὅλην σεσαγήνευκε τὴν ὑπ’ οὐρανόν. Εἰκότως οὖν ἄρα καὶ τοῖς ἀνὰ πᾶ‐ σαν τὴν γῆν συμβουλεύει, λέγων, ὅτι Χρὴ μανθάνειν αὐτοὺς, τὴν δι’ αὐτοῦ λαληθεῖσαν δικαιοσύνην, τοῦτ’ ἔστι, τὴν εὐαγγελικήν. Ὅτι δὲ τὸ ἀπειθεῖν τοῖς παρ’ | |
35 | αὐτοῦ λόγοις οὐκ ἀζήμιον, προσεπάγει καί φησι· Πέπαυται γὰρ ὁ ἀσεβής. Πᾶς ὃς οὐ μὴ μάθῃ δικαιο‐ σύνην ἐπὶ τῆς γῆς ἀλήθειαν οὐ μὴ ποιήσῃ, οἰχήσεται γὰρ, φησὶν, εἰς ὄλεθρον καὶ ἀπώλειαν, καὶ οἷον ἀπο‐ σβεσθήσεται. Τοῦτο γὰρ οἶμαι τὸ Πέπαυται δηλοῦν. | |
40 | Πᾶς εἴ τις μὴ προσδέξηται τῆς δικαιοσύνης τῆς εὐαγ‐ γελικῆς τὴν εἴδησιν, καὶ ὃς ἂν μὴ ποιήσῃ τὴν ἀλή‐ θειαν. Ἀλήθειαν δὲ πάλιν ἐν τούτοις τῆς ἐν Χριστῷ πολιτείας ἀποκαλεῖ τὴν δύναμιν, καὶ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησιν, καὶ λατρείαν. Σκιὰν γὰρ | |
45 | ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, καὶ οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, οὐκ ἦν ἀλήθεια. Χριστὸς δὲ καὶ τὰ αὐτοῦ θεσπίσματα νοοῖτ’ ἂν εἰκότως δικαιο‐ σύνη καὶ ἀλήθεια. Οἶμαι δὲ δεῖν κἀκεῖνο εἰπεῖν, Γέ‐ γονεν ἡμῖν παρὰ τοῦ Πατρὸς δικαιοσύνη Χριστὸς, | |
70.576(50) | ἔστι δὲ πρὸς τούτῳ καὶ ἀλήθεια. Μάθετε τοίνυν τὴν δικαιοσύνην, φησὶ, καὶ τὴν ἀλήθειαν· τοῦτ’ ἔστιν, ἐπί‐ γνωτε τὸν ἀληθῶς Υἱὸν καὶ τὸν ὅλων δημιουργὸν καὶ Κύριον. Ἀρθήσεται γὰρ καὶ ἐκ μέσου γενήσεται πᾶς ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Τοιοῦτόν | |
55 | ἐστι τὸ δι’ αὐτοῦ τοῦ Χριστοῦ τοῖς Ἰουδαίων δήμοις προσπεφωνημένον· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι | |
ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις | 575 | |
70.577 | ὑμῶν ἀποθανεῖσθε.» Καὶ πάλιν· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων, ἤδη κέκρι‐ ται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὅνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ·» Ὁ δὲ ἅπαξ κατακεκριμένος, καὶ | |
5 | ταῖς ἰδίαις ἐναποθανὼν ἁμαρτίαις, πῶς ἂν ἴδοι τὴν δόξαν Κυρίου. Οὐ γὰρ συνέσται Χριστῷ, καὶ τῆς παρ’ αὐτοῦ δόξης κατ’ οὐδένα τρόπον μετεσχηκὼς, τὸν τῶν ἁγίων οὐκ ὄψεται κλῆρον. Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδει‐ σαν· γνόντες δὲ αἰσχυνθήσονται. Ζῆλος λήψε‐ | |
10 | ται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναν‐ τίους ἔδεται. Ἀπειλοῦντος Θεοῦ τοῖς μὴ μανθάνουσι δικαιοσύ‐ νην, καὶ τοῖς μὴ ποιοῦσι τὴν ἀλήθειαν· κατά γε τοὺς ἀρτίως ἡμῖν προαποδοθέντας λόγους εἰς ἀνάμησιν ὁ | |
15 | προφήτης ἔρχεται τῆς τοῦ Ἰσραὴλ ἀγνοίας τε ἅμα καὶ ἀπειθείας. Ὁ μὲν γὰρ τῶν ὅλων δημιουργὸς Θεὸς Λόγος, ὁ παναλκὴς τοῦ Πατρὸς βραχίων, δι’ οὗ τὰ πάντα προήχθη πρὸς γένεσιν, ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὑπάρχων ἑαυτὸν καθῆκεν εἰς ἑκούσιον | |
20 | κένωσιν, καὶ τεταπείνωκεν ἑαυτὸν, καθὰ γέγραπται, γενόμενος ἄνθρωπος, ἵνα δικαιώσῃ τοὺς ἐπὶ τῆς γῆς, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς ἑαυτόν· καὶ εἰργάζετο μὲν τὰ ὑπὲρ λόγον, καὶ διὰ τῆς τῶν δρωμένων με‐ γαλοπρεπείας, ὅτι καὶ Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν | |
25 | ἐστὶν, ἠξίου γνωρίζεσθαι, λέγων· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε.» Εἰ δὲ καί τοι τῶν οὕτω τεθαυμασμένων θεωροὶ γεγονό‐ τες, καὶ τῶν παρ’ αὐτοῦ λόγων αὐτήκοοι, σκληροὶ | |
30 | καὶ ἀνουθέτητοι μεμενήκασι, μᾶλλον δὲ καὶ ἀπύλωτον ἐσχήκασι στόμα. Τετολμήκασι γὰρ Σαμαρείτην, καὶ μέθυσον καὶ τέκτονος υἱὸν, καὶ τὰ ἔτι τούτων ἀπηχέ‐ στερα δυσσεβοῦντες εἰπεῖν. Ταῦτα τοίνυν διὰ τῆς τοῦ Πνεύματος δᾳδουχίας προεγνωκὼς ὁ προφήτης ποιεῖ‐ | |
35 | ται τοὺς λόγους πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, καί φησι, Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν. Τῇ μὲν γὰρ ἀξίᾳ τῆς ἰδίας ὑπεροχῆς, καὶ ὡς ἐν δόξῃ τῇ θεοπρεπεῖ, μέγας καὶ ὑψηλός· καὶ μέν τοι καὶ παναλκής ἐστιν ὁ βραχίων τοῦ Πατρὸς, | |
40 | τοῦτ’ ἔστιν, ὁ δι’ οὗ τὰ πάντα γέγονε Θεὸς Λόγος. Ἐπειδὴ δὲ ὤφθη μετὰ σαρκὸς ἠγνοήκασιν αὐτοῦ τὴν δόξαν. Πλὴν αἰσχυνθήσονται, φησὶν, εἰ μάθοιεν αὐ‐ τὸν ὄντα δηλονότι τὸν ζωοποιὸν τοῦ Θεοῦ Λόγον. Ἔμαθον δὲ τίνα τρόπον; Αὐτοὶ μὲν γὰρ τὸν ἀρχηγὸν | |
45 | τῆς σωτηρίας ἀπεκτείνασι, καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἠρνήσαντο, καθάπερ φησὶν ὁ θεσπέσιος Πέτρος. Ἐπειδὴ δὲ τὰ τοῦ θανάτου δεσμὰ διαῤῥήξας τριήμε‐ ρος ἀνεβίω Χριστὸς, καὶ τοῦτο ἐγνώκασιν οἱ τῶν Ἰουδαίων μάλιστα καθηγηταὶ, τότε δὴ, τότε καὶ κατ‐ | |
70.577(50) | ῃσχύνθησαν, καὶ γοῦν δεδιότες μὴ ἄρα πως ἔκπυστον εἰς ἅπαντας τὸ τῆς ἀναστάσεως γένοιτο μυστήριον, ἀργύρια ἱκανὰ δεδώκασι τοῖς στρατιώταις, καθὰ γέ‐ γραπται· ἵνα εἴπωσιν ὅτι «Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτόν.» Αἰσχυνθήσονται δὲ καὶ καθ’ | |
55 | ἕτερον τρόπον. Ὅταν γὰρ ἴδωσιν αὐτὸν ἐν τῇ συντε‐ λείᾳ τοῦ αἰῶνος ἐρχόμενον ἐν τῇ δόξῃ τοῦ Πατρὸς | |
μετὰ τῶν ἀγγέλων, τότε καὶ ἐντροπὴν ἕξουσι τὴν | 577 | |
70.580 | ἀμήρυτον, υἱοὶ μὲν ὄντες του νυμφῶνος διὰ τοὺς πα‐ τέρας, αὐτῶν γὰρ αἱ ἐπαγγελίαι, καὶ ἡ νομοθεσία, καὶ ἡ διαθήκη, πεμπόμενοι δὲ εἰς τὸ σκότος τὸ ἐξώ‐ τερον. Ἀπαίδευτον τοίνυν εἰκότως ὀνομάζει λαὸν, καὶ | |
5 | ὅτι ζῆλος αὐτοὺς λήψεται, φησὶ, καὶ ὅτι πῦρ τοὺς ὑπεναντίους ἔδεται. Ἐπειδὴ γὰρ ἀπόπεμπτοι γεγό‐ νασιν αὐτοὶ, καὶ ἐκβέβληνται τῆς εἰς Χριστὸν ἐλπί‐ δος, καὶ ἀπεδείχθησαν μὲν ἀλλότριοι τῶν ἐπαγγε‐ λιῶν, προσελήφθη δὲ τὰ ἔθνη, ταύτῃ τοι κατατρύχον‐ | |
10 | ται τῷ ζήλῳ, καὶ οἷον ὑπὸ πυρὸς δαπανώμενοι, τοῦ τῆς βασκανίας δηλονότι διατελοῦσιν οἱ δείλαιοι. Γέ‐ γραπταί τι τοιοῦτον καὶ ἐν ᾠδαῖς περὶ τῶν ἐξ αἵμα‐ τος Ἰσραὴλ, ὅτι Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεοῖς· παρώξυνάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. Κἀγὼ παρα‐ ζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει· ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. | |
15 | Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν· Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς. Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν. Ἔθος τοῖς ἁγίοις προφήταις, τὰς ὑπέρ γε τοῦ | |
20 | Ἰσραὴλ ποιεῖσθαι λιτὰς, ἦσαν μὲν γὰρ φιλόθεοι, καὶ τοῖς εἰς εὐσέβειαν αὐχήμασιν εὖ μάλα κατεστεμμέ‐ νοι. Ἐπειδὴ δὲ ἅπαξ ἐκ ῥίζης πεφήνασιν Ἀβραὰμ καὶ ἐξ αἵματος τῶν ἁγίων πατέρων ἐπιστυγνάζουσιν ἀναγκαίως ὡς ὁμογενέσι τοῖς ἐξ Ἰσραὴλ ὁρῶντες ἀπ‐ | |
25 | ολλυμένους διά γε τὴν εἰς Χριστὸν δυσσέβειαν. Ταύ‐ τῃ τοι καὶ νῦν ὁ μακάριος προφήτης Ἡσαΐας πρόσ‐ εισι λέγων· «Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.» Εἰ γὰρ χαρίσαιο, φησὶ, τὴν εἰρήνην ἡμῖν, παντὸς ἐσόμεθα πλήρεις ἀγαθοῦ, | |
30 | καὶ ἀπεσχήκαμεν τῶν παρὰ σοῦ χαρισμάτων τελειω‐ τάτην τὴν μέθεξιν. Καὶ ποίαν αἰτοῦσιν εἰρήνην, ἰδεῖν ἀναγκαῖον· ἢ γὰρ αὐτὸν αἰτοῦσι Χριστόν· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ δι’ αὐτοῦ συνήφθημεν τῷ Πατρὶ, δι’ οἰκειότητος δὲ, δηλονότι | |
35 | τῆς πνευματικῆς. Ἢ γοῦν ἐκεῖνό φασιν. Οἱ μὲν γὰρ οὔπω πιστεύσαντες, καὶ ἀναπόβλητον ἔχοντες τὴν ἐκ τῆς ἁμαρτίας κηλῖδα, διεστήκασι τοῦ Θεοῦ, καὶ ἐν ἐχθρῶν τάξει νοοῦνται δικαίως, γαῦρόν τε ἔχουσι τὸν αὐχένα, καὶ τοῖς τοῦ Δεσπότου μάχονται νόμοις. Οἱ | |
40 | δὲ εὐπειθεῖς καὶ εὐήνιοι, καὶ πρὸς πᾶν ὁτιοῦν ἕτοιμοι τῶν αὐτοῖς ἀρεσκόντων φιλαίτατοί τέ εἰσι καὶ εἰρή‐ νην ἔχουσι πρὸς αὐτόν. Ἀλλ’ ἔστι τὸ χρῆμα θεόσδο‐ τον ἀληθῶς, καὶ διὰ τῆς ἄνωθεν φιλοτιμίας ἐρχόμε‐ νον. Δὸς τοίνυν ἡμῖν, ὦ Δέσποτα, τὸ εἰρηνεῦσαι πρὸς | |
45 | σὲ, καὶ ἐκ μέσου γενομένης τῆς βεβήλου καὶ βδελυρᾶς ἁμαρτίας ἑνωθῆναί σοι πνευματικῶς διὰ μεσίτου Χριστοῦ. Τοιοῦτόν ἐστι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς ὀρθῶς εἰρημένον· «Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου καὶ Σω‐ | |
70.580(50) | τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,» οὗ δὴ γεγονότος κτῆσις ἐσόμεθα, καὶ κλῆρος Θεοῦ. Ταύτῃ τοι σοφῶς ἐπενήνε‐ κται τὸ, Κύριε κτῆσαι ἡμᾶς, ἐκτός σου ἄλλον οὐκ οἴ‐ δαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Μονοτρόπους γὰρ εἶναι χρὴ, καὶ Θεῷ μόνῳ κατεζευγμένους τοὺς εἰρη‐ | |
55 | νεύοντας πρὸς αὐτὸν, ὥστε καὶ αὐτὸν εἰδέναι μόνον, καὶ ἑτέρου παντελῶς ψευδωνύμου Θεοῦ, μηδὲ ἐπὶ | |
γλώττης ὅνομα φέρειν. Δεῖ γὰρ αὐτὸν ὀνομάζειν μό‐ | 579 | |
70.581 | νον, ὅτι καὶ μόνος ἐστὶν ἐφ’ ἡμᾶς φύσει τε καὶ ἀλη‐ θείᾳ Θεός. Τοιοῦτόν τι καὶ ὁ τοῦ πανσόφου Μωσέως ἡμῖν ἐπεφώνησε νόμος, «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ τῷ ὀνόματι αὐτοῦ. Ἀμήν.» | |
5 | Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσωσι. Διὰ τοῦτο ἐπήγαγες, καὶ ἀπώ‐ λεσας, καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. Πρόσθες αὐτοῖς κακὰ, Κύριε, πρόσθες κακὰ πᾶσι τοῖς ἐνδόξοις τῆς γῆς. | |
10 | Οἱ μόνον εἰδότες τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν ὀνομάζοντές τε τὸ ὄνομα αὐτοῦ, καὶ ἐπαριθμοῦντες αὐτῷ παντελῶς οὐδένα, λέγοντές τε διὰ τοῦτο, Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, συνείρουσιν ἀναγκαίως, τὸ, ὅτι Οἱ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, ἐκτός σου δὴ | |
15 | πάλιν. Ζωὴ γὰρ ὢν κατὰ φύσιν ὁ τῶν ὅλων δημιουρ‐ γὸς καὶ Κύριος ζωογονεῖ τὰ πάντα, καὶ ἐν αὐτῷ κι‐ νούμεθα, καί ἐσμεν. Ἀλλ’ οὐδὲ ἰατροὶ, φησὶν, οὐ μὴ ἀναστήσωσιν· ἑπομένου καὶ τούτῳ τοῦ ἐκτός σου δη‐ λονότι. Πάντα γὰρ ἡμῖν παρὰ Θεοῦ, καὶ αὐτοῖς ἐποίη‐ | |
20 | σεν ἐκ γῆς φάρμακα, κατὰ τὸ γεγραμμένον. Ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸ γράμμα, φημὶ, καὶ τὸν πρό‐ χειρόν τε καὶ εἰς τοὐμφανὲς λόγον, ἡ τῶν ἐννοιῶν ἀπόδοσις ἔχοι ἂν ὀρθῶς ὧδέ γε, καὶ οὐχ ἑτέρως. Ἐπειδὴ δὲ χρὴ κατὰ νοῦν ἰέναι τὸν λόγον, καὶ τῆς | |
25 | προφητικῆς ἀκριβείας ἀπογυμνοῦν τὸν σκοπὸν, ἐκεῖνό φαμεν ἀναγκαίως· νεκροί τινές εἰσι καὶ οὐχὶ δὴ πάν‐ τως κατὰ τὴν σάρκα, νενεκρωμένοι δὲ μᾶλλον ὑπὸ φιληδονίας κοσμικῆς, καὶ ζωὴν οὐκ ἔχοντες τὴν ἁγίαν τὴν ἐν Χριστῷ τε καὶ ἀγγελικήν. Ἀλλ’ ἐκτός σου, φη‐ | |
30 | σὶν, οἱ τοιοῦτοι, οὐκ ἂν μεταλάχοιεν τῆς ζωῆς, ἤτοι τῆς ζωοποιούσης χάριτος. Ἐκτός σου δὲ πάλιν οἱ τῶν ψυχικῶν ἀῤῥωστημάτων ἀπαλλάττειν οἷοί τε τοὺς ἐναλόντας αὐτοῖς, οἱ καὶ ἰατροὶ πνευματικοὶ νοοῖντ’ ἂν εἰκότως· οὐκ ἄν τινα τῶν ἠῤῥωστηκότων ἀναστή‐ | |
35 | σειαν. Ἰατροὺς δέ φαμεν πνευματικοὺς εἶναι, τοὺς ἁγίους προφήτας, ἀποστόλους τε καὶ εὐαγγελιστάς· οἳ διὰ τῆς ἄνωθεν χάριτος, καὶ τῆς ἐν πνεύματι χο‐ ρηγίας τὸν ἰᾶσθαι δυνάμενον καταπλουτοῦντες λόγον θεραπεύουσι τοὺς τετραυματισμένους ὑπό τε τῆς | |
40 | ἁμαρτίας, καὶ τῆς τοῦ διαβόλου σκαιότητος. Εἰκὸς δὲ δή τι καὶ ἕτερον τὸν προφητικὸν ἡμῖν ὑπαινίττεσθαι λόγον· ὁ γάρ τοι Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἰσο‐ σθενῆ καὶ ἰσοκλεᾶ τῷ Φύσαντι καταδεικνὺς ἑαυτὸν ἀνίστη μὲν ἐκ μνημάτων τοὺς νεκροὺς, τοὺς δὲ ἐν | |
45 | ἐσχάταις ὄντας ἰᾶτο νόσοις. Ἀλλὰ καίτοι τῶν οὕτω παραδόξων ἀποτελεστὴς γεγονὼς οὐ τετίμηται παρὰ τῶν τεθεαμένων· ἐδίωκόν τε καὶ οὕτως αὐτὸν οἱ τῶν Ἰουδαίων μάλιστα καθηγηταὶ, καὶ διδάσκαλοι. Ἐπειδὴ τοίνυν ἐκτός σού φησιν, οὐκ ἂν ἴδοιεν ζωὴν οἱ νεκροὶ, | |
70.581(50) | σὺ γὰρ εἶ καὶ μόνος ὁ ζωοποιεῖν δυνάμενος, οὐδ’ ἂν ἀναστήσειεν ἐκ μνημάτων ἰατρὸς, οὓς ἀνέστησας αὐ‐ τός· ἠπίστησαν δὲ καὶ μετὰ τοῦτο ἔτι, καὶ ἀκαθέκτως λελυττήκασιν, οὓς ἦν εἰκὸς, καὶ πρό γε τῶν ἄλλων ἔσεσθαι πιστούς· διὰ τοῦτο ἐπήγαγες, καὶ ἀπώλεσας, | |
55 | καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. Ἐπήγαγες γὰρ τὴν ὀρ‐ γὴν αὐτοῖς, ἣ καὶ ἀπέκειρεν ἀναγκαίως οὐκ ἄρδην | |
ἅπαντα τὸν Ἰσραήλ· σέσωσται γὰρ τὸ κατάλειμμα· | 581 | |
70.584 | ἀλλὰ πᾶν ἄρσεν αὐτῶν, τοῦτ’ ἔστι, τὸ ἡγούμενον τά‐ γμα. Ἡγεμονικώτατον γὰρ ὡς πρός γε τὸ θῆλυ τὸ ἄρσεν. Ἄῤῥενας δὲ ἀποκαλεῖ ἴσως τοὺς οἱονεὶ νεανι‐ κωτέρους τῶν Ἰουδαίων, οὐ κατὰ τὴν τοῦ σώματος | |
5 | εὐρωστίαν, κατὰ τὴν γνῶσιν δὲ μᾶλλον τῶν νομικῶν ἐνταλμάτων, τοιοῦτόν ἐστι τὸ πρὸς ἕνα τῶν προφητῶν εἰρημένον παρὰ Θεοῦ· «Πορεύσομαι πρὸς τοὺς ἁδροὺς, καὶ λαλήσω πρὸς αὐτούς.» Καὶ ἰδοὺ ὁμοθυμαδὸν συν‐ έτριψαν ζυγὸν, διέῤῥηξαν δεσμοὺς, ὅτι δὲ τὸ προὖχόν τε | |
10 | καὶ ἱερώτερον ἐν τοῖς Ἰουδαίοις ταλανίζεται μὲν εἰκό‐ τως, ῥαγδαιοτέραν δὲ τὴν ὀργὴν ἐπήντλησεν αὐτῷ, σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστός· «Οὐαὶ ὑμῖν, Γραμ‐ ματεῖς, καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε τὴν θάλασσαν, καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον· | |
15 | καὶ ἐὰν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλό‐ τερον ὑμῶν.» Καὶ πάλιν· «Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι ᾔρατε τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσέρχεσθε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.» Κολάζεται τοίνυν εἰκότως τὸ ἄρσεν, τοῦτ’ ἔστι, τὸ ἐν | |
20 | ὑπεροχῇ καὶ τίμιον. Καὶ ὡς ἐν ἀνδρείᾳ τῇ πνευμα‐ τικῇ τότε ἧκον εἰς εἴδησιν τὴν κατὰ τὸν νόμον, οἷς καὶ προστεθῆναι βούλεται κακά. Οὐ γὰρ μόνον ἀπο‐ πεπτώκασι τῆς πρὸς Θεὸν οἰκειότητος ἐμπαροινήσαν‐ τες τῷ Χριστῷ, ἀλλὰ γὰρ καὶ τῷ λιμῷ δεδαπάνην‐ | |
25 | ται, καὶ ταῖς ἐντεῦθεν περιπεπτώκασι συμφοραῖς, καταδῃωθείσης αὐτῶν τῆς χώρας, καὶ ἀνατετραμμέ‐ νης εἰς ἅπαν. Οὓς δὲ εἴρηκεν ἄῤῥενας, τούτους καὶ ἐνδόξους ἀποκαλεῖ ὡς διαπρέποντας δηλονότι, καὶ ὑπερκειμένους τῶν ἄλλων, διάτοι τὸ κατεστέφθαι τοῖς | |
30 | τῆς ἱερωσύνης αὐχήμασιν. Τὸ πᾶν ἄρσεν αὐτῶν θεό‐ δοτον, καὶ σύμμαχον, κακὰ δὲ τὰ κακωτικά φησιν, ἤτοι τὰς θεηλάτους ὀργὰς, λιμοὺς, λοιμοὺς, πολέμους, καὶ τὰ τούτοις ὅμοια. Ἐνδόξους δὲ τοὺς ἐν κακοῖς περιφανεῖς, καὶ ἐν δυναστείαις περιβοήτους. Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει μι‐ κρᾷ ἡ παιδεία σου ἡμῖν. Καὶ ὡς ἡ ὠδίνουσα ἐγ‐ | |
35 | γίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκρα‐ γεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου. Ἐκ πολλῆς ἄγαν φιλοθείας ὁ μακάριος προφήτης κεκινημένος κατὰ τῶν Ἰουδαϊκῶν τολμημάτων εἰρη‐ κώς τε ὅτι Πρόσθες κακὰ πᾶσι τοῖς ἐνδόξοις τῆς γῆς, | |
40 | ἵνα μή τις εἶναι νομίζηται τραχύς τε καὶ ἀπηνὴς οὐ κατοικτείρεσθαι μᾶλλον παρακαλῶν τοὺς ἡμαρτηκό‐ τας, ἀλλ’ ἐν θλίψει γενέσθαι καὶ κακοῖς, ἐπήνεγκεν ἀναγκαίως τὸ πεφυκὸς ἅπασι συμβαίνειν, φημὶ δὲ τὸ ἐν θλίψει καὶ ἀνάγκαις διαμεμνῆσθαι φιλεῖν τοῦ πάντα | |
45 | ἰσχύοντος Θεοῦ. Τὸ μὲν γὰρ τῆς εὐθυμίας πλάτος ἀνίησιν ἔσθ’ ὅτε πρὸς καταφρόνησιν, καὶ οὐδ’ ὅσον εἰπεῖν αἰσθάνεσθαι τῶν πλημμελημάτων αὐτοὺς ἐκ πολλῆς ἄγαν ῥᾳθυμίας εἰς τοῦτο γνώμης κατολισθή‐ σαντας. Συνελαύνει δὲ ὥσπερ ἡ θλίψις πρὸς Θεὸν, καὶ | |
70.584(50) | εἰς ἐπίγνωσιν ἀναφέρει τῶν διεπταισμένων. Οὐκοῦν ταύτης ἕνεκα τῆς αἰτίας, φησὶν, ἔφην ὅτι, Πρόσθες κακὰ τοῖς ἐνδόξοις τῆς γῆς, ἐπείπερ ἐστὶ κοινὸν ἅπασι τότε δὴ μάλιστά σε ποιεῖσθαι διὰ μνήμης, καὶ τὰ σὰ βουλεύεσθαι, καὶ φρονεῖν, ὅταν συμφοραῖς κοι‐ | |
55 | νωνήσωσιν. Ἐν γὰρ θλίψει μικρᾷ παιδευόμεθα, οὐκ ἄκρατον οὐδὲ εἰς ἅπαν ἀπηνῆ τὴν τιμωρίαν ἐπάγον‐ | |
τος τοῦ Θεοῦ, συγκεραννύντος δὲ μᾶλλον ἡμερότητι | 583 | |
70.585 | τὴν ὀργήν. Οὐκοῦν οὐ μισοῦντος ἦν τοὺς ἡμαρτηκό‐ τας τὸ θλίψιν ἐπάγεσθαι παρακαλεῖν αὐτοῖς, ἀγα‐ πῶντος δὲ μᾶλλον καὶ παιδεύεσθαι παρακαλοῦντος αὐτούς· ἵνα ἐπείπερ ἐκ προαιρέσεως ἰδίας καρπὸν | |
5 | οὐκ ἐσχήκασι τὴν εὐσέβειαν, κἂν γοῦν ὡς ἐξ ἀνάγκης περιτρέποιντο πρὸς τοῦτο τῆς θείας ὀργῆς εἰς αἴσθη‐ σιν κεκλημένοι. Τοιοῦτον, οἶμαι, ἐστὶ τὸ διὰ φωνῆς τοῦ Δαβὶδ ὀρθῶς εἰρημένον· «Ἐν χαλινῷ καὶ ἐν κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς | |
10 | σέ.» Ἀλλ’ ἐκεῖνοι μὲν ἀφόρητα πεπλημμεληκότες, καὶ ἐμπαροινήσαντες τῷ Χριστῷ περιπεσοῦνται τῇ θλίψει. Ἡμεῖς δὲ οἱ σοὶ καὶ τὰ σὰ φρονοῦντες καὶ λέ‐ γοντες διετέθημεν οὐχ ἑτέρως ἐπὶ τῷ ἀγαπητῷ σου, τοῦτ’ ἔστι, τῷ Υἱῷ· καθάπερ ἀμέλει, καὶ ὠδίνουσα | |
15 | γυνὴ μονονουχὶ κατακεκραγότες τῶν ἀτιμαζόντων αὐτῶν ὀδυνόμενοί τε διὰ τοῦτο λίαν, καὶ πλείστην ὅσην τῶν ἀπειθούντων αὐτῷ ποιούμενοι τὴν καταβο‐ λήν. Ἔστι δ’ ἀληθὲς ὅ φασι. καὶ γοῦν αὐτὸς ὁ μακά‐ ριος Ἡσαΐας ταῖς Ἰουδαίων ἀθυροστομίαις ἐπιτιμῶν, | |
20 | ἃς πεποίηνται κατὰ Χριστοῦ· «Ὑμεῖς δὲ,» φησὶ, «προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι· σπέρμα μοιχῶν καὶ πόρνης, ἐν τίνι ἐνετρυφήσατε, καὶ ἐπὶ τίνι ἠνοίξατε τὸ στόμα ὑμῶν, καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶτταν ὑμῶν; Οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνο‐ | |
25 | μον;» Καὶ μὴν καὶ ὁ μακάριος Δαβὶδ περὶ αὐτῶν πού φησιν· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸ νῶτον αὐτῶν διὰ παντὸς σύγκα‐ ψον.» Πλεῖστοί τε ὅσοι πρὸς τοῦτο παρὰ τῶν ἁγίων προφητῶν γεγόνασι λόγοι κατὰ τῆς τῶν Ἰουδαίων συναγωγῆς, διὰ τὴν εἰς Χριστὸν δυσσέβειαν. | |
30 | Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐκυήσαμεν ἐπὶ τῆς γῆς. Οἱ λέγοντες, ἐκ φιλοθεΐας γενέσθαι τῷ ἀγαπητῷ τοῦ Πατρὸς, δῆλον δὲ ὅτι τῷ Υἱῷ, καθάπερ ὠδίνουσα | |
35 | γυνὴ, τῇ τοῦ λόγου τροπῇ νουνεχῶς ἐμμένοντες, ὠδι‐ νῆσαί τέ φασι καὶ μὴν καὶ εἰληφέναι κατὰ γαστρὸς, καὶ τῆς σωτηρίας τὸ πνεῦμα τεκεῖν ἐπὶ γῆς. Πρέπει δ’ ἂν, ὡς ἔφην, ὁ τοιοῦτος λόγος προφήταις τε καὶ ἁγίοις ἀποστόλοις τε καὶ εὐαγγελισταῖς οἳ τῆς ἄνωθεν | |
40 | μυσταγωγίας καταπλουτοῦντες τὴν χορηγίαν καὶ οἷόν τινας νοητοὺς δεχόμενοι σπερματικοὺς ἐκτετόκασι τοῖς ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, τοῦτ’ ἕστι, τὴν ἐν πνεύματι διδασκαλίαν, ἣ καὶ ζωῆς ἐστι τῆς εἰς αἰῶ‐ νας πρόξενος. Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ πνεῦμα πλει‐ | |
45 | στάκις ὀνομάζειν τάς τινων συγγραφάς. «Καὶ γοῦν δοκιμάζετε,» φησὶ, «τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν.» Ἀεὶ γὰρ ἐν ἁγίῳ Πνεύματι τὸ σωτήριον λα‐ λεῖται κήρυγμα, ἤγουν ἐν πνεύματι κοσμικῷ τὰ ὅσα‐ πέρ ἐστι τῇ ἀληθείᾳ μαχόμενα. Γράφει γοῦν ὁ θεσπέ‐ | |
70.585(50) | σιος Παῦλος περὶ ἑαυτοῦ τε καὶ τῶν ἄλλων ἁγίων· «Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου τούτου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν.» Πνεῦμα τοίνυν σωτηρίας | |
τὸ εὐαγγελικὸν ἀποκαλοῦσι κήρυγμα. Ἀποφέρει γὰρ εἰς ἀμήρυτον ζωὴν καὶ εἰς μακραίωνα βίον. | 585 | |
70.588 | Οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερ‐ θήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσον‐ ται οἱ ἐν τῇ γῇ. Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα | |
5 | αὐτοῖς ἐστιν. Ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. Ἀξιάγαστος ἀληθῶς τῶν ἁγίων ἡ νῆψις. Ἐννοοῦσι γὰρ ἀεί πως τὸ ἀντιτετάχθαι δοκοῦν, οἷς ἂν πρὸς ἡμᾶς ποιοῖντο λόγοις. Οὐκοῦν ἐπειδήπερ πνεῦμα σωτήριον ἀποτεκεῖν ἔφασκον τοῖς ἐπὶ τῆς γῆς, κατ‐ | |
10 | ισχύοντα δὲ καὶ μετὰ τοῦτο ἔτι τῶν ἐπὶ γῆς ὁρῶσι τὸν θάνατον, οἱονεί τινος λέγοντος· Τίς ἡ ὄνησις τῶν θείων ἡμῖν κηρυγμάτων; ποῦ δὲ τῆς σωτηρίας τὸ πνεῦμα; πίπτουσι γὰρ οἱ ἐπὶ τῆς γῆς· ἀντεπάγουσιν ἀναγκαίως τὴν ἀπολογίαν, καὶ δὴ καί φασιν, Ἀναστή‐ | |
15 | σονται οἱ νεκροὶ, χάριτι μὲν Θεοῦ, καθά φησιν ὁ μα‐ κάριος Παῦλος· Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, πλὴν ἀνεβίω τριήμε‐ ρος, καὶ γέγονεν ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ ῥίζα τῶν δι’ αὐτοῦ μεταπλαττομένων εἰς ζωὴν, καὶ | |
20 | οἷον ἀρχὴ τῆς ἀνθρώπου φύσεως ἀποδυομένης τὴν φθοράν· καὶ πεπλουτήκαμεν μὲν ἐν ἀκλονήτοις ἐλ‐ πίσι τὴν εἰς αἰῶνα ζωήν. Ἄραρε δὲ ὅτι πάντη τε καὶ πάντως ἀναβιώσονται μὲν οἱ νεκροὶ, καταργηθή‐ σεται δὲ εἰσάπαν τοῦ θανάτου τὸ κράτος· πλὴν οὔπω | |
25 | παρόντος τοῦ καιροῦ καθ’ ὃν ἡ ἀνάστασις· ὑποπίπτει τέως ἡ ἀνθρώπου φύσις, τῷ τεθνάναι δεῖν. Καὶ τὸν ἐν Χριστῷ τέως ἠσθενηκότα, καὶ ἐν ἡμῖν τε αὐτοῖς ἐσόμενον ἀσθενῆ κατὰ καιροὺς ὑπομένει θάνατον. Ἆρ’ οὖν ἐκεῖνο, φησὶ, τοῖς παρ’ ἡμῶν ἀντιτετάξεται | |
30 | λόγοις, ἤγουν σωτηρίοις κηρύγμασι, τὸ πίπτειν ἔτι τοὺς ἐπὶ τῆς γῆς; Καὶ τί τοῦτό ἐστι; παντελῶς οὐ‐ δέν. Ἀναβιώσονται γὰρ οἱ νεκροὶ, καὶ τὰ ἐν γῇ καὶ μνημείοις σώματα παλινδρομήσει πρὸς ζωήν. Καὶ τίς ἂν γένοιτο τοῦδε δὴ πάλιν ὁ τρόπος; Ἡ δρόσος ἡ | |
35 | παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστι. Καὶ δρόσον ἐν τούτοις ἀποκαλεῖν ἐγνώκασι τὴν ζωοποιὸν τοῦ πνεύματος ἐνέργειάν τε καὶ δύναμιν, δι’ ἧς ἐγερθήσεσθαι τοὺς νεκροὺς ὁ μακάριος ἔφη Δαβίδ. Ψάλλει γάρ που πρὸς Θεὸν, καί φησιν· «Ἀποστρέψαντος γάρ σου τὸ πρόσ‐ | |
40 | ωπον, ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπι‐ στρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτι‐ σθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» | |
Δρόσος οὖν ἄρα ζωοποιὸς τὸ Πνεῦμα παρὰ Πατρὸς δι’ | 587 | |
70.589 | Υἱοῦ, καὶ αὐτοῖς τοῖς ἐκ γῆς σώμασιν ἐνιεῖσα τὴν ἀφθαρσίαν. Ἀλλ’ οἱ μὲν ἐν γῇ πεσόντες ἀναβιώσονται, ἡ δέ γε τῶν δεδυσσεβηκότων γῆ πεσεῖται, καὶ τοῦτο παθεῖν συνέβη τῇ τῶν Ἰουδαίων χώρᾳ· πεπαρῳνή‐ | |
5 | κασι γὰρ εἰς Χριστὸν, καὶ εἰς τοὺς ἁγίους μυσταγωγοὺς, καίτοι τὸ τῆς σωτηρίας τεκόντας πνεῦμα τοῖς ἐπὶ τῆς γῆς. Βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου. Ἰδοὺ γὰρ | |
10 | Κύριος ἀπὸ τοῦ ἁγίου τόπου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς. Καὶ ἀνα‐ καλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς, καὶ οὐ κατακαλύ‐ ψει τοὺς ἀνῃρημένους. Τὸ τοῦ Θεοῦ πρόσωπον ἐν τούτοις ἡμῖν εἰσκομίζε‐ | |
15 | ται τῶν ἁγίων τὸν νοῦν ἐπαλείφοντος εἰς τὸ θληπα‐ θές. Ἐπειδὴ γὰρ ἔμελλον, καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν τὸ τῆς σωτηρίας ποιοῦντες πνεῦμα, τοῦτ’ ἔστι, τὸ εὐαγγελικὸν ἱερουρ‐ γοῦντες κήρυγμα, δεινοῖς τε καὶ ἀφορήτοις πειρασμοῖς | |
20 | περιπεσεῖσθαι, καὶ αὐτὸν δὲ τὸν ἐπὶ ψυχῇ καὶ αἵματι κίνδυνον ὑπομεῖναι· ταύτῃτοι καὶ μάλα εἰκότως κα‐ τανεανιεύεσθαι φιλεῖν τῶν τοιούτων αὐτοὺς ἀναπεί‐ θει, λέγων· Βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου. Εὐφυέστατα δὲ καὶ εὐφήμως ἄγαν ἀποκαλεῖ τὰ | |
25 | ταμιεῖα τάχα που τὰ ἐν τῇ γῇ μνήματα· καὶ δὴ καὶ ἐν ἴσῳ τοῖς ἀληθῶς ἀποκρυπτομένοις ἀποκλείει τὰς θύ‐ ρας, καὶ διαλανθάνει ἀνέχεσθαι βραχὺ, ἕως ἂν παρ‐ έλθῃ ἡ ὀργὴ Κυρίου. Εἴρηται μὲν γὰρ τῇ τοῦ γέ‐ νους ἀρχῇ, τοῦτ’ ἔστι, τῷ Ἀδάμ· «Γῆ εἶ, καὶ εἰς | |
30 | γῆν ἀπελεύσῃ·» καὶ ἐπάρατος ἦν διὰ τὴν παράβασιν ἡ ἀνθρώπου φύσις· ταύτῃτοι καὶ ὑπενήνεκται τῇ φθορᾷ. Λυθήσεται δὲ τὰ ἐκ θείας ὀργῆς ἐπενηνεγμένα. Καὶ τοῦτο εἰς ἅπαν κατὰ τὸν τῆς συντελείας καιρὸν καταργουμένου θανάτου, καὶ τῆς τοῦ διαβόλου τυραν‐ | |
35 | νίδος ἀνῃρημένης, καὶ τῆς ἁμαρτίας ἐκβεβοθρωμένης. Οὐκοῦν ἀποκρύβηθι, φησὶν, ὦ λαός μου, καὶ ἀνάσχου βραχὺ καὶ ὅσον ὅσον, ἕως ἂν ὁ ἐξ ὀργῆς Κυρίου θάνα‐ | |
τος παρελάσῃ, καὶ ὁ τῆς ἁπάντων ἀναστάσεως ἀνα‐ | 589 | |
70.592 | δειχθείη καιρός. Εἰ γὰρ καὶ πάθῃς, φησὶ, τὸ τεθνάναι τυχὸν, τῆς τῶν μισούντων σκαιότητος ἐπιῤῥιπτούσης καὶ τοῦτο τοῖς ἁγίοις μυσταγωγοῖς, ἀλλ’ οὖν ὁ πάν‐ των Δεσπότης ἐποίσει τὴν κόλασιν τοῖς ἀνῃρηκόσιν | |
5 | ἁγίους. Ἐπάγει γὰρ ἀπὸ τοῦ ἁγίου Κύριος τὴν ὀρ‐ γὴν ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. Ὅμοιον τοῦτό ἐστιν ἐκείνῳ· «Καὶ ἔβρεξε γὰρ Κύριος παρὰ Κυρίου ἐπὶ Σόδωμα πῦρ καὶ θεῖον.» Οὐκοῦν ὁ Υἱὸς ἀπὸ τοῦ ἁγίου [Humfred. Πατρὸς] Πνεύματος ἐποίσει | |
10 | τὴν ὀργὴν ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. Ὡς γὰρ αὐτός πού φησιν· «Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Ἐν‐ στάντος δὲ τοῦ καιροῦ, καθ’ ὃν ἡ ὀργὴ τοῖς ἀνόσια | |
15 | πεπλημμεληκόσι κατὰ τῶν ἡγιασμένων ἐπενεχθήσε‐ ται, τὸ αἷμα αὐτῆς ἀνακαλύψει ἡ γῆ, καὶ οὐ κατα‐ κρύψει τοὺς ἀνῃρημένους, τοῦτ’ ἔστι, πᾶν ὅπερ πέ‐ πτωκεν εἰς γῆν αἷμα τοῦτο ἔσται φανερὸν ἀποκρυβή‐ σεται οὐδεὶς, ἤγουν εἰς ἀλήθειαν οἰχήσεται τῶν ἠδι‐ | |
20 | κημένων. Μεμνήσεται γὰρ ἁπάντων ὁ Δημιουργὸς, καὶ οὐδεὶς ἔσται παντελῶς τῶν ἀδίκως ἀνῃρημένων, ὃς οὐκ ἔσται γνώριμος, καὶ ἐν μνήμῃ Θεοῦ. Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, καὶ τὴν μεγάλην, καὶ τὴν ἰσχυρὰν, | |
25 | ἐπὶ τὸν δράκοντα τὸν ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα. Ἐπενεχθήσεσθαι τὴν ὀργὴν τοῖς ἠσεβηκόσι, καὶ ἀπεκτονόσιν αὐτοὺς, εὖ μάλα διειρηκὼς συναναιρε‐ | |
30 | θήσεσθαι τοῖς ἑαυτοῦ τέκνοις, καὶ αὐτὸν ἔφη τὸν Σατανᾶν· οὗ τοῖς στρατηγήμασιν εἴκοντες κατεστρά‐ τευον τῶν ἁγίων οἱ τοῖς παρ’ αὐτῶν κηρύγμασιν ἀντεξάγοντες. Κατ’ ἐκεῖνο γὰρ, φησὶ, τοῦ καιροῦ, καθ’ ὃν ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς τὴν ἁγίαν τε καὶ | |
35 | τομωτάτην, καὶ μεγάλην μάχαιραν, τὸν παναλκῆ καὶ ἀκαταγώνιστον, τοῦτ’ ἔστι, τὸν μονογενῆ Λόγον, ἐπάξει ὁ Πατὴρ ἐπὶ τὸν δράκοντα τὸν ὄφιν φεύγοντα· ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν, καὶ ἀνελεῖ τὸν δρά‐ κοντα. Δράκοντά τε καὶ ὄφιν ὀνομάζει τὸν Σατανᾶν. | |
40 | Πικρὸς γὰρ καὶ ἰοβόλος, καὶ πρός γε τοῦτο δειλός. Ἀεὶ γὰρ φεύγειν ἔθος αὐτῷ. Δεινὸς δέ ἐστι καὶ φιλοκακοῦργος. Σκολιοδρομεῖ γὰρ ὥσπερ τὸ θηρίον, πλὴν ἀναιρεθήσεται· καὶ γὰρ ἀπρακτήσει λοιπὸν, μᾶλλον δὲ τοὺς τῆς ἀνοσιότητος ἀποτίσει λόγους, | |
45 | ποινὴν ἀνατλὰς τὴν ἐσχάτην, καὶ ταῖς ᾅδου πύλαις κάτοχος γεγονὼς, ἔργον τε τῆς εἰς αἰῶνα φλογὸς μακράν τε καὶ ἀτελεύτητον ὑπομένων κόλασιν. Τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλὸς, ἐπιθύμημα ἐξάρχειν κατ’ αὐτοῦ. Ἐγὼ πόλις ὀχυρὰ, πόλις | |
70.592(50) | πολιορκουμένη· μάτην ποτιῶ αὐτήν. Ἁλώσεται γὰρ νυκτὸς, ἡμέρας δὲ πεσεῖται τεῖχος. Διαπεράνας εὖ μάλα τὸν ἐπί γε τοῖς διὰ πίστεως σεσαγηνευμένοις λόγον, καὶ ὅτι χρίσονται μύρῳ, καὶ πίονται οἶνον ἐν τῷ ὄρει τῷ ἁγίῳ τοῦ πάντων ἡμῶν | |
55 | Σωτῆρος Χριστοῦ σαφέστατα διειπών· ὄρος δὲ εἶναί φαμεν τὴν Ἐκκλησίαν· προσεπαγαγών τε ὅτι καὶ | |
ἐκδίκησις ἔσται τῶν ἀνῃρημένων δι’ εὐσέβειαν, καὶ | 591 | |
70.593 | μὴν ὅτι τῇ ἁγίᾳ, καὶ μεγάλῃ μαχαίρᾳ πάντη τε καὶ πάντως ὁ ἀποστάτης ἀπολεῖται δράκων, ἀνακομίζει τὸν λόγον ἐπὶ τοῖς συμβεβηκόσιν ἐξ ἀμαθίας τοῖς ἐξ αἵματος τοῦ Ἰσραήλ. Κατ’ ἐκεῖνο γὰρ, φησὶ, τοῦ και‐ | |
5 | ροῦ, καθ’ ὃν ἀπαράδεκτον τὴν εἰς Χριστὸν ποιήσονται πίστιν· Ἐγὼ ὁ ἀμπελὼν ὁ καλὸς, οὗ καὶ τὸ κατάρ‐ χειν ἐπιθύμημα φαίη τις ἄν· ἐγὼ ἡ πόλις ἡ ὀχυρά· πεποίηται γὰρ οὕτως ὡς ἀπό γε τῆς Ἱερουσαλὴμ ὁ λόγος· Ἔσομαι πόλις πολιορκουμένη. Εἶτα τὸ τοῦ | |
10 | Θεοῦ πρόσωπον ὁ προφήτης ἡμῖν εἰσκομίζει, λέγων, ὅτι Μάτην ποτιῶ αὐτήν. Εἰ γὰρ καὶ γέγονε, φησὶν, ἄμπελος εὐκληματοῦσα ὁ Ἰσραὴλ, κατὰ τὴν Ἱερε‐ μίου φωνὴν, ἀλλ’ ἐποίησεν ἀκάνθας, καὶ ἀνόνητον ἐφ’ ἑαυτῇ τὴν διὰ τοῦ νόμου παράκλησιν ἐποιήσατο. | |
15 | Μάτην οὖν ἄρα πεπότικέ τε αὐτὴν διὰ τοῦ πάλαι νόμου, κἂν εἰ ποτίσειεν ἔτι δι’ εὐαγγελικοῦ κηρύγμα‐ τος, ἀνωφέλητος καὶ οὕτως ὑπομενεῖ. Τί τοίνυν ἐν‐ τεῦθεν συνέβη παθεῖν αὐτήν; Ἁλώσεται νυκτὸς, ἡμέρας δὲ πεσεῖται τεῖχος. Ἐπειδὴ γὰρ αὐτὴν πόλιν | |
20 | ὠνόμασεν ἰσχυρὰν, καὶ μέντοι πολιορκουμένην, ἀνα‐ λόγως τῇ τῶν νοημάτων ἀκολουθείᾳ ἁλῶναί τέ φησιν αὐτὴν, καὶ μὴν ὅτι καὶ τὸ τεῖχος πεσεῖται διισχυρί‐ ζετο. Τὸ δέ γε νυκτὸς μὲν ἁλῶναι καὶ ἐν ἡμέρᾳ δὲ πεσεῖσθαι τεῖχος, ἔοικέ τι τοιοῦτον ὑποδηλοῦν. Εἴ‐ | |
25 | ληπται μὲν γὰρ, ἤτοι πεπόρθηται, καθάπερ ἐν ἀχλύϊ καὶ σκότει γεγενημένη διά τοι τὸ μὴ ἀνασχέ‐ σθαι λέγοντος τοῦ Χριστοῦ «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.» Ἐπειδὴ δὲ τῶν παρ’ αὐτοῦ λόγων ὀλίγα | |
30 | πεφροντικότες διατετελέκασιν, οἱ δείλαοι κατελήφθη‐ σαν ὡς ἐν σκότῳ. Κατεκράτησε γὰρ αὐτῶν ἡ ἁμαρ‐ τία. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ Χριστοῦ πρὸς αὐτοὺς εἰρημένον· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν | |
35 | ἀποθανεῖσθε.» Ἥλω τοιγαροῦν, καὶ ἀπομεμένηκεν ἐν ἁμαρτίαις· πέπτωκε δὲ τεῖχος ὡς ἐν ἡμέρᾳ, τοῦτ’ ἔστιν, ἐναργῶς τε καὶ ἐμφανῶς, τῆς παρὰ Θεοῦ πε‐ ριβολῆς ἐστέρηται. Τοιοῦτόν τί φησι καὶ ἐν ἀρχαῖς ὁ μακάριος προφήτης Ἡσαΐας· «Ὁ γὰρ ἀμπελὼν Κυ‐ | |
40 | ρίου Σαβαὼθ, ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπη‐ μένον. Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.» Εἶτα προσεπάγει· «Νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖ‐ | |
45 | χον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνα μου καὶ οὐ μὴ τμηθῇ, οὐδ’ οὐ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν.» Ὁρᾶς ὅπως ἐστὶν ἀληθὲς ὅπερ ἔφην, τοῦτ’ | |
70.593(50) | ἔστι τὸ, Μάτην ποτιῶ αὐτήν. Οὐ γὰρ δέδωκεν ἔτι τὸν νοητὸν ὑετὸν τοῖς ἐξ Ἰσραήλ· καθεῖλε δὲ τὸν φραγμὸν αὐτοῦ, καὶ πρός γε τούτῳ τὸν τοῖχον. Καὶ φραγμὸν μὲν ἴσως τὰς ἐκ τῶν ἀγγέλων ἐπικουρίας ἀποκαλεῖ· τοῖχόν γε μὴν ἄληπτόν τε καὶ πεπηγότα τῆς παρ’ | |
55 | ἑαυτοῦ δυνάμεως τὴν περιβολήν. Ὄρη γὰρ, φησὶ, κύ‐ κλῳ αὐτοῦ, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ. Ἐὰν δὲ λέγῃ τὸ, «πέπτωκεν,» οὐχὶ πάντως ὅτι καὶ κατεκο‐ μίσθη δηλοῖ, ἀλλ’ ὅτι μᾶλλον ἀφῄρηται. Μεμένηκε γὰρ ἀνεπικούρητος ὁ Ἰσραὴλ, καὶ τῆς ἄνωθεν φειδοῦς | |
καὶ ἀγάπης ἀμέτοχος παντελῶς. | 593 | |
70.596 | Οὐκ ἔστιν, ἣ οὐκ ἐπελάβετο αὐτῆς. Τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; Διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. Πεπολιόρκηται μὲν ἡ τῶν Ἰουδαίων χώρα μετὰ | |
5 | τὸν τοῦ Σωτῆρος σταυρόν. Καὶ οἱ ἐκ παντὸς ἔθνους συναγηγερμένοι, τοῦτ’ ἔστιν, ἡ πανσθενὴς τῶν Ῥω‐ μαίων στρατιὰ κατεξανέστησαν ἀνδρικῶς τοῦ τῶν Ἰουδαίων ἔθνους. Πεπόρθηται δὲ καὶ ἑτέρως, νοητῶς δηλονότι, καὶ κεκρυμμένως· δέδοται γὰρ εἰς κατα‐ | |
10 | πάτημα τοῖς ἀκαθάρτοις πνεύμασιν. Εἰ γὰρ ἐστέρη‐ ται τοῦ φραγμοῦ, καὶ τὸ σῶζον αὐτὴν ἀφῄρηται τεῖχος, πῶς ἂν ἐνδοιάσειέ τις ὅτι γέγονε νομὴ τῶν νοητῶν θηρίων; Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ Δαβὶδ περὶ αὐτῆς εἰρημένον πρὸς τὸν τῶν ὅλων Σω‐ | |
15 | τῆρα Χριστόν· «Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐ‐ τῆς, καὶ τρυγῶντες αὐτὴν πάντες οἱ παραπορευό‐ μενοι τὴν ὁδόν;» Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ· καὶ ὄνος ἄγριος κατενεμήσατο αὐτήν. Ἦ γὰρ τὰ πολύτροπα διὰ τούτων σημαίνει πάθη ὑφ’ ὧν κεκρά‐ | |
20 | τηται τῶν Ἰουδαίων ὁ νοῦς· ἀλογίαν μὲν τὴν ἐσχάτην τοῦ ὅνου σημαίνοντος· ἡδονήν γε μὴν τοῦ ὑός. Ὅτι οὖν γέγονεν εὐάλωτος παντὶ τῷ καταδηοῦν ἐθέλοντι τοῦτο διδάσκει, λέγων· Οὐκ ἔστιν ἢ οὐκ ἐπελάβετο αὐτῆς, οὐ γάρ ἐστι χεὶρ ἤτοι δύναμις, ἢ ἀνθρώπων | |
25 | ἢ πονηρῶν πνευματῶν ἥτις οὐκ ἐπελάβετο αὐτῆς. Ἀλλ’, ὦ Δέσποτα, φαίη τις ἂν ἴσως· οὐ γὰρ ἔσωζες ὡς σὸν ὄντα λαὸν, οὐκ ἐφρούρεις αὐτὴν, καὶ τεῖχος ἦσθα τὸ παναλκές. Ναὶ, φησὶ, πεφρούρηκά τε καὶ περιβέβληκα τῇ παρ’ ἐμαυτοῦ χάριτί τε καὶ εὐσθε‐ | |
30 | νείᾳ· ἀλλ’ ἦν ἀναγκαῖον φρουρεῖσθαι τότε καρπὸν ἔχοντα τὸν ἐκ νόμου. Ἐπειδὴ δὲ λοιπὸν κατεκομίσθη εἰς τοῦτο, φησὶν, ἀθλιότητος, καὶ ἀφιλεργίας πνευμα‐ τικῆς, ὡς καρπὸν ἔχειν τὸν ἐξ ἀρετῆς οὐδένα· ἔοικε δὲ καλάμῃ ψιλῇ καὶ ἀκάρπῳ· τίς με θήσει φυλάσσειν | |
35 | αὐτόν; Ποῖον γάρ ἐστι τὸ ἐκ τῆς ἀσφαλείας ὄφελος, εἰ καρπῶν ἐρήμη γέγονεν ἀγαθῶν; τίς οὖν ἀναπείσει με; Τοῦτο γὰρ τὸ «Θήσει» δηλοῖ φυλάσσειν καλάμην ἐν ἀγρῷ. Ἀλλὰ γὰρ πῶς εἰς τοῦτο ταλαιπωρίας ἐκβέ‐ βηκεν ἀπολογεῖται λέγων· Διὰ τὴν πολεμίαν ταύτην | |
40 | ἠθέτηκα αὐτήν. Καταδείκνυσιν ἐν τούτοις μονονουχὶ καὶ δακτύλῳ τὴν Ἱερουσαλήμ. Καὶ ἐπειδήπερ, φησὶ, γέγονέ μοι πολεμιωτάτη, ταύτῃτοι καὶ μάλα εἰκότως ἠθέτηκα αὐτήν. Οὐχ ἑτέραν τοίνυν πολεμίαν ἐν ἑαυτῷ γενέσθαι, φησὶν, ἀθετῆσαί τε πάλιν ἑτέραν, | |
45 | αὐτὴν δὲ μᾶλλον τὴν Ἱερουσαλὴμ, ὡς πολεμίαν κα‐ ταδείκνυσι, καὶ ἠθετεῖσθαί φησιν, ἀποβεβλημένος δηλονότι τῆς πρὸς αὐτὸν οἰκειότητος πνευματικῆς. Ἔφη γὰρ πρὸς αὐτήν· «Ποσάκις ἠθέλησα ἐπισυν‐ αγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει | |
70.596(50) | τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελή‐ σατε. Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» Τοίνυν διὰ τοῦτο ἐποίησε Κύριος ὁ Θεὸς πάντα ὅσα συνέταξε. Κατακέκαυμαι, βοήσονται πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. | |
55 | Ἐπειδὴ γὰρ γέγονε πολεμία, φησὶ, καὶ ἀντέστη τῷ σώζοντι, καὶ πεπολέμηκεν ὡς ἐχθρῷ τῷ καλοῦντι | |
πρὸς ζωὴν, διὰ τοῦτο πάντα ὅσα συνέταξε, τοῦν | 595 | |
70.597 | ἔστιν, ὥρισέ τε καὶ γενέσθαι βεβούλευται, διεκόμισεν εἰς πέρας. Καὶ τίνα ταῦτά ἐστι; Τὸ ἠθετῆσθαι πάν‐ τως που, τὸ μηκέτι σχεῖν τὸν νοητὸν ὑετόν. Τὸ ὑπο‐ μεῖναι τὴν πολιορκίαν, τὸ ἐν ἐνδείᾳ γενέσθαι τῆς | |
5 | ἄνωθεν εὐμενείας, καὶ περιβολῆς. Ἐμπέπρησται γὰρ καὶ εἰς ἀχρειότητα κατεκομίσθη παντελῆ. Καὶ κατακέκαυμαι, βοήσονται πάντες, φησὶν, οἱ κατοι‐ κοῦντες ἐν αὐτῇ. Κἂν εἰ βούλοιτό τις ἱστορικώτερον τοῖς προσκειμένοις προσβαλεῖν, κατεμπρησθεῖσαν εὑ‐ | |
10 | ρήσει τὴν Ἱερουσαλήμ. Εἰ δὲ δὴ καὶ καθ’ ἕτερον τρόπον, ὁ ἐμπρησμὸς ἐν τούτοις τὴν εἰσάπαν ἀχρειότητα δη‐ λοῖ. Καὶ τὸν ὁλοτρόπως ἐπιῤῥιφέντα τοῖς Ἰουδαίοις ἀφανισμὸν, μονονουχὶ τῆς θείας ὀργῆς καταπιμ‐ πράσης αὐτοὺς, καὶ χοῦν οἷά περ καὶ σποδιὰν ἀπο‐ | |
15 | φαίνοντος. Τοιοῦτόν τί φησι καὶ ὁ θεσπέσιος προ‐ φήτης Ἱερεμίας ὡς πρός γε τὴν Ἱερουσαλήμ· «Ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσε Κύριος τὸ ὄνομά σου εἰς φωνὴν περιτομῆς αὐτῆς· ἀνήφθη πῦρ ἐπ’ αὐτὴν, μεγάλη ἡ θλίψις ἐπ’ αὐτήν.» Ἠχρειώθησαν οἱ | |
20 | κλάδοι αὐτῆς. Ἀχρειοῖ γὰρ ὁλοτρόπως τὴν τοῦ ἀν‐ θρώπου ψυχὴν, τὸ ἀποφοιτῆσαι Θεοῦ, καὶ ἀμοιρῆσαι παντελῶς τῆς παρ’ αὐτοῦ χάριτος, καὶ ἐπικουρίας. «Φοβερὸν γὰρ τὸ ἐμπεσεῖν εἰς χεῖρα Θεοῦ ζῶντος,» καὶ καθά φησιν ὁ Μωσῆς, «Ὁ Θεὸς ἡμῶν πῦρ κατ‐ αναλίσκον ἐστίν.» | |
25 | Ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι, τέκνα Ἰακώβ. Βλαστήσει, καὶ ἐξ‐ ανθήσει Ἰσραὴλ, καὶ ἐμπλησθήσεται ἡ οἰκου‐ μένη τοῦ καρποῦ αὐτοῦ. Ὡς τῶν Ἰουδαίων ἀπειρηκότων τὴν εἰς τὸν τῶν | |
30 | ὅλων Σωτῆρα Χριστὸν ἀγάπην τε καὶ πίστιν, ὡς ἀπολακτίσαντος μὲν τοῦ ἠγαπημένου, μεταστήσαντος δὲ τὴν κλῆσιν ἐπὶ τὰ ἔθνη, καὶ τοὺς ἐκ περάτων τῆς ὑπ’ οὐρανὸν σαγηνεύοντος τοῦ Χριστοῦ διὰ τῶν ἁγίων ἀποστόλων, ὁ μακάριος προφήτης τοῖς ἁπανταχόθεν | |
35 | λαοῖς σοφὸς προαναφαίνεται σύμβουλος, καί φησι πρὸς αὐτούς· Ἀποπεφοίτηκε μὲν ὁ Ἰσραὴλ, ἀπελά‐ κτισεν ὁ πρωτότοκος, ἀρνεῖται τὴν πίστιν, δεδυσσέ‐ βηκεν εἰς τὸν λυτρωτήν· ἀλλ’ ἡμεῖς οἱ ἐρχόμενοι, τοῦτ’ ἔστιν, οἱ μέλλοντες ἥξειν κατὰ καιρούς· ἥξειν | |
40 | δὲ δὴ πάντως ὡς ἀπὸ σκότους εἰς φῶς, ἐξ ἀμαθίας Ἑλληνικῆς εἰς ἐπίγνωσιν τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, ἐξ ἁμαρτιῶν εἰς δικαίωσιν· ποιήσωμεν εἰρήνην αὐτῷ, τοῦτ’ ἔστι, τὴν ἀρχαίαν καταλύσαντες ἔχθραν, εἰρηνεύσωμεν πρὸς τὸν Θεόν. Ἀνῃρημένης γὰρ τῆς | |
45 | ἁμαρτίας καὶ κατηργημένου τοῦ Σατανᾶ, καὶ οὐδε‐ νὸς ὄντος ἔτι διακωλύοντος, τοῦ διϊστάντος καὶ χω‐ ρίζοντος ἡμᾶς ἀπὸ Χριστοῦ, συναινέσωμεν τοῖς αὐ‐ τοῦ θεσπίσμασιν· ἀκολουθήσωμεν οἷς ἂν βούλοιτό τε καὶ λέγοι, ὑπαγάγωμεν τὸν αὐχένα τοῖς Εὐαγγελι‐ | |
70.597(50) | κοῖς κηρύγμασι· ποιήσομεν γὰρ οὕτω τὴν πρὸς αὐ‐ τὸν εἰρήνην. Τοιοῦτό τί φησι καὶ ὁ πάνσοφος Παῦλος τοῖς ἐξ ἐθνῶν κεκλημένοις· «Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν, διὰ τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Παρακαλέσας τοίνυν | |
55 | τοὺς ἐρχομένους, περὶ ὧν καὶ ὁ μακάριος ἔφη Δαβίδ· «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη,» μεθ‐ | |
ίστησι τὸν λόγον ἐπ’ αὐτοὺς τοὺς ἁγίους ἀποστόλους | 597 | |
70.600 | ὅτι κατακτήσονται τῷ Θεῷ τὴν ὑπ’ οὐρανὸν, ἐν‐ νενοηκὼς, ἤτοι μεμαθηκὼς διὰ τοῦ ἁγίου Πνεύματος ἀνασκιρτᾷ τρόπον τινὰ, καί φησιν ἐκ πολλῆς ἄγαν τῆς περιχαρείας· Τέκνα Ἰακὼβ βλαστήσει, καὶ ἐξ | |
5 | ἀνθήσει Ἰσραὴλ, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Γεγόνασι μὲν γὰρ ἐξ αἵματος Ἰακὼβ, ὃς μετωνόμασται καὶ Ἰσραὴλ, οἱ θεσπέσιοι μαθηταί. Ἐπειδὴ δὲ ἐξ ἠοῦς εἰς ἑσπέραν, καὶ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ | |
10 | πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, κέκληται πρὸς ἐπίγνωσιν τῶν ἐθνῶν ἡ πληθὺς, καὶ καθά φησι τῆς προφητείας ὁ λόγος, ἐνεπλήσθη ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Καὶ τίνος ἄρα; Ἢ δηλονότι τοῦ Ἰσραὴλ, τοῦτ’ ἔστι, τῶν ἐξ αἵματος Ἰσραήλ. Καρποὶ γὰρ ἱδρώτων ἀποστολικῶν οἱ πιστεύσαντες· χαρὰν δὲ | |
15 | αὐτοὺς καὶ στέφανον ὁ θεσπέσιος ὠνόμασε Παῦλος· καύχημα γὰρ ἀληθῶς καὶ δόξα τῶν ἁγίων μυσταγω‐ γῶν οἱ δι’ αὐτῶν σεσωσμένοι. Μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτως πλη‐ γήσεται, καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθή‐ σεται; Μαχόμενος, καὶ ὀνειδίζων ἐξαποστελεῖ | |
20 | αὐτούς. Ἕπεται σφόδρα τοῖς εἰρημένοις ἡ τῶν προκειμέ‐ νων διάνοια· καὶ κατὰ τίνα δὲ τρόπον ἐροῦμεν ὡς ἔνι. Ἔφημεν γὰρ ὅτι τέκνα Ἰακὼβ βλαστήσει καὶ ἐξανθήσει, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρ‐ | |
25 | ποῦ αὐτοῦ. Ἀλλ’ ὥσπερ τινὸς ἀντεγειρομένου τε καὶ λέγοντος· Καίτοι δεδυσσέβηκεν οὐ μετρίως ὁ Ἰσραήλ· σκληρὸς γὰρ γέγονε καὶ δυσάγωγος, καὶ ἀπέκτονε μὲν ἁγίους, ἐπεπήδησε δὲ δικαίῳ παντὶ καὶ προ‐ φήτῃ, καὶ αἱμάτων ἔχει τὴν χεῖρα μεμεστωμένην· | |
30 | εἶτα πῶς ἐξανθήσει πάλιν, καὶ ὡς γεγονότος τῶν ἐκτόπων οὐδενὸς ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ; πρὸς δὴ τὰ τοιάδε φησὶν ὁ προφή‐ της· Μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτως πλη‐ γήσεται; Ἢ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται; | |
35 | Ἐχρήσατο μὲν γὰρ, φησὶ, κατὰ τῶν ἁγίων ἀκράτῳ θυμῷ, καὶ ἀχαλίνοις ὁρμαῖς ἀνεῖλεν αὐτοὺς ὡς κατ’ οὐδένα τρόπον οἰκτείρειν εἰδώς. Ἆρ’ οὖν ἰσοῤῥόποις ὀργαῖς, καὶ ἰσοστάθμῳ δίκῃ κεχρήσεται κατ’ αὐτῶν ἡ τῆς ἡμερότητος πηγὴ, καὶ οὕτως αὐτοὺς ἀνελεῖ, | |
40 | καθὰ καὶ αὐτοὶ τοὺς ἁγίους, ἀνῃρήκασιν; Ἢ νικήσει μᾶλλον ὡς Θεὸς, καὶ οὐκ εἰσάπαν ἀποκερεῖ τὸν ἠγαπημένον, καὶ ἀπόλεκτον γεγονότα ποτὲ διὰ τοὺς πατέρας; Τοιοῦτόν τί ἐστι τὸ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον παρὰ Θεοῦ· «Τί σοι ποιήσω, | |
45 | Ἐφραΐμ; τί σοι ποιήσω, Ἰούδα; Ὡς Ἀδαμὰ θήσομαι, καὶ ὡς Σεβωεὶμ μετεστράφη ἡ καρδία μου ἐν τούτῳ. Συνεταράχθη ἡ μεταμέλειά μου. Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου. Οὐ μὴ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραῒμ, διότι Θεὸς ἐγώ εἰμι, καὶ | |
70.600(50) | οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος.» Ἔδει γὰρ, ἔδει Θεὸν ὄντα, καὶ οὐκ ἄνθρωπον καθ’ ἡμᾶς, καὶ προὔχειν ἐν ἡμερότητι, καὶ ὥσπερ ἐστὶ κατὰ φύσιν ἐπέκεινα παντὸς γενητοῦ, οὕτως ὑπερκεῖσθαι καὶ ὑπερέχειν τὸν ἐπὶ τῆς γῆς, καὶ κατά γέ φημι τὴν φιλανθρωπίαν. | |
55 | Οὐκοῦν ἐξανθήσει μὲν Ἰσραὴλ, ἐμπλησθήσεται δὲ καὶ ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ, κατά γε τὸν ἤδη προ‐ | |
αποδοθέντα λόγον. Οὐ γὰρ οὕτως ἀναιρεθήσεται, | 599 | |
70.601 | φησὶ, καθὰ καὶ αὐτὸς ἀνεῖλεν, οὕτε μὴν ἐν ἴσῳ πα‐ ταχθήσεται τρόπῳ, κἂν εἰ ἐπάταξεν αὐτὸς τοὺς ἁγίους ἀγρίῳ θυμῷ κατεθηγμένος. Ποῖον οὖν ἄρα τὸ μέτρον τῆς ἐπ’ αὐτοῖς κινήσεως; Μαχόμενος, φησὶ, καὶ | |
5 | ὀνειδίζων ἐξαποστελεῖ αὐτούς· τὸ, «Ἐξαποστελεῖ» νο‐ ήσας ἀντὶ τοῦ, Τῆς πρὸς ἑαυτὸν οἰκειότητος ἀποπέμψε‐ ται. Τοῦτο πέπραχεν ὁ Σωτήρ· ἀπόπεμπτον γὰρ ἐποίησε τὸν Ἰσραήλ. Μαχόμενός τε καὶ ὀνειδίζων, τὸ δὲ Μα‐ χόμενος ἀντὶ τοῦ ἐπιπλήττων τεθείημεν. Ἐπιπλήτ‐ | |
10 | των γὰρ Ἰουδαίοις, καὶ μέντοι καὶ ὀνειδίζων ἔφα‐ σκεν ὁ Σωτήρ· «Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτε‐ νοῦσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλ‐ μένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγα‐ γεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ | |
15 | νοσσία ἑαυτῆς ἐπὶ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.» Τοῦτο γὰρ ἦν καὶ ἕτερον οὐδὲν, ἢ τὴν ἀπ’ αὐτῶν ἀποφοίτησιν οὐκ εἰς μακρὰν ἔσεσθαι διατεινομένου. Οὗ δὴ γεγονότος ἀπόλωλεν ὁ Ἰσραὴλ, εἰ καὶ σέσωσται τὸ κατάλειμμα, καθὰ καὶ αὐτός φησιν Ἡσαΐας· «Καὶ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης τὸ κατάλειμμα σωθήσεται.» | |
20 | Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκλη‐ ρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ; Ὅρα τὸν προφήτην ἐν τούτοις ἁγιοπρεπεῖ παῤῥησίᾳ χρώμενον, διελέγχοντά τε τὸν Ἰσραὴλ ὅτι πεπολέμη‐ κεν ἁγίους· καὶ μελέτην ἐποιήσατο, τὸ, οἱονεὶ σκληρῷ | |
25 | τε καὶ ἀνημέρῳ πνεύματι χρώμενον ἀναιρεῖν αὐτοὺς, καὶ ἀτίθασσον αὐτοῖς ἐπαφιέναι τὸ φρόνημα. Εἰ τοί‐ νυν λέγοιμι, φησὶν, ὅτι αὐτὸς ἀνεῖλε, καὶ ἐπάταξε, οὐ ψευδομυθία τὸ χρῆμα πόθεν, ἀληθὲς δὲ μᾶλλον ἀναφανεῖται τὸ εἰρημένον. Ὁ γὰρ Ἰσραὴλ οὐ σὺ ἦσθα | |
30 | ὁ μελετῶν, ἤγουν εἰωθὼς πνεύματι μὲν, ὡς ἔφην, κεκλῆσθαι σκληρῷ, κατεπιφύεσθαι δὲ θηριοπρεπῶς τῶν ἀπεσταλμένων παρὰ Θεοῦ; Κἂν ἀρνήσῃ, φησὶν, αὐτὸν παροίσω μάρτυρα τὸν τῶν ὅλων κριτήν. Ἔφη γάρ που Χριστὸς πρὸς αὐτούς· «Τίνα τῶν προφητῶν | |
35 | οὐ κατέκτειναν οἱ πατέρες ὑμῶν; ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.» Διὰ τοῦτο ἀφεθήσεται ἡ ἀνομία Ἰακὼβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν, ὅταν θῶσι πάντας τοὺς | |
40 | λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτὴν, καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μα‐ κράν. Διὰ μέσου προστρίψας ὁ μακάριος προφήτης τὸν | |
45 | κατά γε τῶν δεδυσσεβηκότων εἰς τοὺς ἁγίους προ‐ φήτας ἔλεγχον, ἔχεται πάλιν τῆς τῶν νοημάτων ἀκο‐ λουθίας, καί φησιν ὡς ἐκ προσώπου τοῦ Θεοῦ· Διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ. Διὰ τοῦτο· Ποῖον; Ἐπειδὴ γὰρ οὐχ ὡς αὐτὸς ἀνεῖλεν οὕτως | |
70.601(50) | ἀναιρεθήσεται, οὔτε μὴν ὡς αὐτὸς ἐπάταξεν οὕτω πληγήσεται, τῆς ἐνούσης γαληνότητος τῷ Θεῷ νικώ‐ σης ἀεὶ τὰς ἀνθρωπίνας μικροψυχίας, καὶ οὐχὶ πάν‐ τη τε καὶ πάντως τοῖς ἐπὶ γῆς πλημμελήμασιν ἰσοπα‐ λεῖς τὰς δίκας ἐπάγοντος, συγκεραννύντος δὲ μᾶλλον | |
55 | ἡμερότητι τὴν ὀργήν. Ταύτῃτοί φησιν· Ἀφαιρεθή‐ σεται ἡ ἀνομία Ἰακὼβ, τοῦτ’ ἔστι, τεύξεται φιλαν‐ | |
θρωπίας, ἀνήσει δὲ αὐτῷ κατὰ καιροὺς τὰ ἐγκλή‐ | 601 | |
70.604 | ματα, ἀπαλλάξει καὶ αὐτῶν αἰτιαμάτων· καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ. Ἐπηγγείλατο μὲν γὰρ τῷ Ἀβραὰμ λέγων· «Ἢ μὴν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου.» Ἀλλ’ οὐκ ἂν ηὐλογήθη κατὰ | |
5 | ἀλήθειαν ὁ θεσπέσιος Ἀβραὰμ, οὐδ’ ἂν ἐπληθύνθη τὸ σπέρμα αὐτοῦ, ἀναλόγους τοῖς ἡμαρτημένοις ἐξαι‐ τουμένων τὰς δίκας τῶν ἐξ αἵματος αὐτοῦ. Ἐπειδὴ δὲ καίτοι πεπραχότες τῶν ἀγαθῶν οὐδὲν, μᾶλλον δὲ κατενηνεγμένοι πρὸς ἀνοσιότητα τὴν ἐσχάτην, πε‐ | |
10 | πλουτήκασι καὶ αὐτοὶ τὴν ἄφεσιν, τετήρηταί τε καὶ διαβέβηκεν εἰς αὐτοὺς ἡ τῆς εὐλογίας ὑπόθεσις. Ὅταν τοίνυν ἀφέλωμαι, φησὶ, τὴν ἁμαρτίαν αὐτοῦ οὗτος ἔσται τῆς εὐλογίας ὁ τρόπος αὐτῷ. Ἐναργῆ δὲ καθίστησι τὸν καιρὸν καθ’ ὃν ἔσται καὶ αὐτὸς τῶν | |
15 | πλημμελημάτων ἐλεύθερος. Ὅταν γὰρ, φησὶν, οἱ διὰ τῆς πίστεως κεκλημένοι πρὸς ἐπίγνωσιν τοῦ κατ’ ἀλήθειαν ὄντος Θεοῦ τῆς ἀρχαίας καταστρατεύσονται πλάνης, ὅταν ἐκ μέσου γένωνται βωμοὶ, καὶ τεμένη, καὶ ὁ τῶν εἰδώλων ἐσμὸς, ὅταν πυρὶ δαπανήσωσι τοὺς | |
20 | τοῖς ἀψύχοις εἰδώλοις ἐκπεπονημένους ναούς· ὅταν ἐκκόψωσι τὰ δένδρα αὐτῶν, καὶ πρός γε τούτοις τὰ χειροποίητα, καθάπερ τινὰ δρυμόν· τότε δὴ τότε ἀνήσει Θεὸς καὶ αὐτοῖς τοῖς ἐξ Ἰσραὴλ τὰ διεπται‐ σμένα. Καὶ τοῦτο, οἶμαι, ἔστιν, ὅπερ ἔφησε φῶς ὁ | |
25 | θεσπέσιος Παῦλος· «Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.» Τὸ γὰρ ὅλως κατεμπρῆσαι ναοὺς, καὶ τοὺς παραπεπηγότας αὐτοῖς ἀποκεῖραι δρυμοὺς, προσθεῖναι δὲ καὶ αὐτῶν τῶν ἀγαλμάτων τὴν καταστροφὴν, κατασημήνειεν ἂν ἕτε‐ | |
30 | ρον οὐδὲν ἢ ἐκεῖνό που πάντως, ὅτι τῶν πάλαι πλανωμένων, καὶ προσκυνούντων τοῖς ἔργοις τῶν ἰδίων χειρῶν μετάστασις ἔσται πρὸς ἀληθείας ἐπίγνωσιν, ὥστε πρὸς τοῦτο φιλοθεΐας ἥκειν αὐτοὺς, ὡς καὶ τοῖς πάλαι προσκυνουμένοις παρ’ αὐτῶν ἐπαφεῖναι τὰς χεῖρας, καὶ τοὺς ἐκ ξύλων θεοὺς καθάπερ τινὰ δρυ‐ μὸν ἀποκεῖραι. Τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, | |
35 | ὡς ποίμνιον καταλελειμμένον, καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται, καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῷ πᾶν χλωρὸν, διὰ τὸ ξηρανθῆναι. Κατοικούμενον ποίμνιον ὀνομάζει τὸν Ἰσραὴλ διά‐ | |
40 | τοι τὸ πλείστους μὲν ὅσους, καὶ ἀγαθοὺς ἐσχηκέναι ποιμένας, καὶ μονονουχὶ, καὶ συνοικοῦντας ἔχειν τοὺς ἀπευθύνειν εἰδότας εἰς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων. Οὐκοῦν ἐπεπλήθει ποιμέσιν ἀγαθοῖς, ἀλλ’ ἔσται, φησὶν, ἀνειμένον· καὶ τί τὸ ἀνειμένον ἐστὶν, αὐτὸς παρα‐ | |
45 | χρῆμα διεσάφησε, λέγων· Ὡς ποίμνιον καταλελειμ‐ μένον, τοῦτ’ ἔστι, παντὸς ἐπιστάτου, καὶ κηδεμόνος ἠρημωμένον. Οὗ δὴ γεγονότος, εἰς χρόνους προκεί‐ σεται μακροὺς εἰς βόσκημα. Κατανεμηθήσονται γὰρ αὐτοὺς νοητοί τε καὶ ἀλκιμώτατοι θῆρες, τοῦτ’ ἔστιν, | |
70.604(50) | ὁ Σατανᾶς, καὶ αἱ σὺν αὐτῷ καὶ ὑπ’ αὐτῷ δυνάμεις πονηραί. Ἀποσοβοῦντος γὰρ οὐδενὸς τῆς ἀνθρώπου καρδίας τὰς τῶν πονηρῶν δαιμόνων ἐφόδους εὐάλω‐ τος ἔσται, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκείνοις δοκούν‐ των ἀμελητὶ κατοιχήσεται. Εἰ δὲ χρή τι καὶ τοῖς | |
55 | ἱστορικῶς γεγονόσιν ἀκόλουθον εἰπεῖν, νομὴ γεγόνασι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, καὶ τῆς Ῥωμαίων | |
στρατειᾶς. Κατέλυσε γὰρ καὶ ἀνεπαύσατο παρ’ αὐ‐ | 603 | |
70.605 | τοῖς οἷάπερ τις μόσχος εὐσθενής· ἀλλ’ ὀλίγου δια‐ γεγονότος καιροῦ, φησὶν, οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανθῆναι, τοῦτ’ ἔστι, μέχρι τοσούτου κατανεμηθήσονται τὴν χώραν ὡς ἀποφανθῆναι ξη‐ | |
5 | ρὰν, καὶ οὐκ ἔχουσαν ἔτι νομήν. Τοῦτο δέ ἐστιν ἀπό‐ δειξις ἐναργὴς τοῦ μὴ πρότερον ἀποφοιτήσειν αὐτῶν τῆς χώρας τοὺς καταδῃοῦντας αὐτὴν, εἰ μὴ πᾶν ὁτιοῦν τῶν ἐν αὐτοῖς χρησίμων, καὶ μέχρι τῶν ἄγαν εὐτελεστά‐ των μονονουχὶ, καὶ κατεδηδοκόσιν ἴδιον πεποίηνται | |
10 | κλῆρον. Ὁ αὐτὸς δ’ ἂν γένοιτο λόγος, κἂν εἰ ἕλοιτό τις οἷά τινας μόσχους τὰς τῶν Ἰουδαίων καρδίας κατανενεμῆσθαι λέγειν τοὺς ἀκαθάρτους δαίμονας· μέχρι γὰρ τοσούτου κατέφαγον αὐτὰς ὥστε τάχα που καὶ ἀπορεῖν ἔτι νομῆς, διὰ τὸ μηδὲν ἔτι λοιπὸν ἐν αὐτοῖς σώζεσθαι τῶν ἀγαθῶν, ὃ δαπανᾶσθαι πέφυκε | |
15 | παρ’ αὐτῶν. Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε. Οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν. Διὰ τοῦτο οὐ μὴ οἰ‐ κτειρήσῃ ὁ ποιήσας αὐτοὺς, οὐδὲ ὁ πλάσας αὐ‐ τοὺς οὐ μὴ ἐλεήσῃ. | |
20 | Εἰρηκὼς ὅτι τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, καὶ ὅτι νομὴ γενήσεται, καὶ εἰς βόσκημα προσ‐ κείσεται, κατά γε τοὺς ἤδη προαποδοθέντας λόγους, ὡς ἤδη τοῦ Ἰσραὴλ ἔξω γεγονότος τῆς πρὸς Θεὸν οἰκειότητος διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν καὶ διαθή‐ | |
25 | κης τῆς πρώτης, ἐθῶν τε τῶν κατὰ τὸν νόμον ἀπο‐ πεπαυμένων εὐαγγελίζεσθαι τοῦ Σωτῆρος ἡμῶν τὴν ἀνάστασιν ταῖς ἁγίαις προστέταχε γυναιξὶν, ὧν καὶ ὁ Ματθαῖος διαμέμνηται, λέγων ὡδί· «Ὀψὲ δὲ Σαβ‐ βάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων, ἦλθε Μα‐ | |
30 | ρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ ἄλλη θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο. Ἐπειδὴ δὲ γεγόνασι περιδεεῖς, ἔφη πρὸς αὐτὰς ὁ μακάριος ἄγγε‐ λος· Μὴ φοβεῖσθε ὑμεῖς. Οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ, | |
35 | καθὼς εἶπεν. Δεῦτε, ἴδετε τὸν τόπον ὅπου ἔκειτο, καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε. Καὶ μετά γε τὰς τοῦ ἀγγέλου φωνὰς, ἰδοὺ Ἰησοῦς ὑπήντησεν αὐταῖς | |
40 | λέγων· Χαίρετε. Αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. Τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε, ὑπάγετε ἐπαγγείλατε τοῖς μαθηταῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.» Οὐκοῦν ἀφιεμένου | |
45 | τοῦ Ἰσραὴλ, ὑμεῖς αἱ σοφαὶ γυναῖκες, φησὶν, ἥκετε, καὶ μάλα γοργῶς εὐαγγελιζόμεναι τὴν ἀνάστασιν τοῦ τὸν θάνατον ἀποκτείναντος, καὶ ἀνελόντος τὴν φθο‐ ρὰν, καὶ δικαιοῦντος τῇ πίστει τοὺς ἡμαρτηκότας, καὶ ἀπαλλάττοντος μολυσμῶν τοὺς ἐναλόντας αὐτοῖς, | |
70.605(50) | τοῦ μεταπλάττοντος εἰς καινότητα ζωῆς τοὺς προσ‐ ιόντας αὐτῷ, τοῦ τὴν νέαν τοῖς ἐπὶ γῆς ἀναδείξαντος ζωὴν, τοῦτ’ ἔστι, τὴν εὐαγγελικὴν, καὶ στήσαντος μὲν τῆς ἐν νόμῳ λατρείας τὸ ἀδρανὲς, καταλαμπρύ‐ ναντος δὲ τὴν ἀλήθειαν, καὶ τῆς ἐν πνεύματί τε καὶ | |
55 | ἀληθείᾳ προσκυνήσεως τὴν ὁδὸν ἐναργῆ καταστήσαν‐ τος τοῖς σεβομένοις αὐτόν. Ἥκετε δὲ οὖν. Ἀποπέ‐ | |
πτωκε γὰρ τῆς ἐλπίδος ὁ Ἰσραήλ. Οὐ γάρ ἐστι λαὸς | 605 | |
70.608 | ἔχων σύνεσιν. Πεπώρωται γὰρ τὴν καρδίαν, καὶ με‐ μένηκεν ἐν σκότει, καὶ τῇ τῆς ἁμαρτίας ἀχλύϊ κε‐ κράτηται. Οὐ γὰρ ἤθελε προσέχειν λέγοντι τῷ Χρι‐ στῷ· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, | |
5 | ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.» Χρῆναι δέ φημι τὴν τοῦ Σωτῆρος οἰκονομίαν, καὶ ἐπί γε ταυταισὶ ταῖς πανσόφοις ἀποθαυμάσαι γυναιξί. Φαίη γὰρ ἂν, οἶναι, τίς· Οὐ γὰρ ἦσαν ἅγιοι μαθηταὶ, οἷς ἦν τάχα που καὶ ἄμεινον, ἅτε δὴ καὶ τῶν θείων δογμάτων ἱερουρ‐ | |
10 | γοῖς, καὶ πρό γε τῶν ἄλλων εὐαγγελίσασθαι τὴν ἀνά‐ στασιν; Διατί γὰρ οὐχὶ δὴ μᾶλλον ἐκεῖνοι τεθέανται πρῶτοι τοῦ θανάτου τὸ κράτος παραλύσαντα τὸν Ἰησοῦν, ὤφθη δὲ γυναιξὶ, καὶ τὸ τῆς ἀποστολικῆς ἀξίωμα περιθεὶς αὐταῖς ἰέναι κελεύει, φάναι τε τοῖς | |
15 | μαθηταῖς, ὅτι καὶ ἐκ νεκρῶν ἐγήγερται ὁ Χριστὸς, καὶ πρῶται τεθέανται τὴν δόξαν αὐτοῦ; Πρὸς δὴ τὰ τοιαῦτά φαμεν, ὅτι γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα θεραπεύσῃ τὸ ἀῤῥωστοῦν, καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἀπαλλάξῃ τὸν ἄνθρωπον. | |
20 | Ἔδει δὴ οὖν, ἔδει χαρίσασθαι γυναιξὶ τὸ εὐαγγελί‐ σασθαι πρώταις τὴν ἀνάστασιν. Ἐπειδὴ γὰρ ἡ πρώ‐ τη, καὶ ἀρχαιοτέρα γυνὴ παρεκόμισε τὸν Ἀδὰμ εἰς παράβασιν, ταῖς τοῦ ὄφεως ὑπηρετοῦσα φωναῖς, καὶ γέγονεν αὕτη τοῦ θανάτου πρόξενος, πῶς οὐκ ἔδει | |
25 | τῶν οὕτως δεινῶν ἐγκλημάτων ἀποκρούσασθαι τὰς αἰτίας διὰ τῆς ἀποστολῆς; «Οὗ γὰρ ἐπλεόνασε,» φη‐ σὶν, «ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.» Δέδοται τῆς σωτηρίας τὸ Εὐαγγέλιον τῇ τὸν θάνατον διακονη‐ σαμένῃ γυναικί. Εἴρηται γὰρ πρὸς αὐτὰς ἀναγκαίως | |
30 | τὸ Χαίρετε παρὰ τοῦ τὴν ἀρὰν ἐπιθέντος ἐν ἀρχῇ· ἔφη γὰρ πρὸς αὐτήν· «Ἐν λύπαις τέξῃ τέκνα.» Λέλυται τοίνυν τοῖς δευτέροις τὰ πρῶτα, καὶ τεθε‐ ράπευται τὸ ἠῤῥωστηκός. Αὐταῖς οὖν ἄρα τὸ εὐαγγελίζεσθαι δεῖν ἐπιτάττει τῆς πρὸς Ἰουδαίους ἀγά‐ πης ἀποφοιτήσαντος τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ἀνούστατοί τε καὶ ἀμαθεῖς ἀπομεμενήκασι, φησὶν, οὐκ | |
35 | ἂν ἐλεήσειεν αὐτοὺς ὁ ποιήσας αὐτοὺς, οὐδ’ ἂν εἶεν ἄξιοι τοῦ κατοικτείρεσθαι δεῖν. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συμφράξει Κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ, ἕως Ῥι‐ νοκουρούρων. Ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατὰ ἕνα ἕνα. | |
40 | Ἐγηγερμένου τοῦ Χριστοῦ, καὶ τοῖς ἁγίοις ἐπι‐ τάξαντος ἀποστόλοις· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος·» καὶ μὴν καὶ εἰς αὐτοὺς ἀναβάντος τοὺς οὐρανοὺς, | |
45 | ἐπενήνεκται τοῖς εἰς ἑαυτὸν ἀνοσίως πεπαρῳνηκόσι τὰ ἐξ ὀργῆς, τῆς ἄνωθεν δὲ δηλονότι. Δεδαπάνηνται γὰρ καὶ σιδήρῳ καὶ πυρὶ, κατεξανιστάσης αὐτῶν τὸν πόλεμον τῆς Ῥωμαίων χειρὸς, καὶ πάσας μὲν αὐτῶν κατεμπιπράσης τὰς πόλεις, καὶ αὐτὰ δὲ τὰ | |
70.608(50) | Ἱεροσόλυμα, καὶ τὸν διαβόητον ἐκεῖνον καθελούσης ναόν. Τερματίζεται τοίνυν τῶν Ἰουδαίων ἡ χώρα, τοῖς τε Εὐφράτου νάμασιν ὡς ἠῶ τε καὶ νότον, καὶ τῇ καλουμένῃ Ῥινοκορούρων. Πόλις τε αὕτη τήν τε Αἰγυπτίων ὁρίζουσα, καὶ μέντοι τὴν Παλαιστινῶν. | |
55 | Οὐκοῦν τῆς Ἰουδαίας ἡμῖν τοὺς ὅρους ὀνομάσας, συμφράξαι διαβεβαιοῦται τὸν Κύριον τὰ ἐμπεριεχό‐ | |
μενα πάντα, τοῦτ’ ἔστιν, ἅπασαν τὴν Ἰουδαίαν. Τὸ | 607 | |
70.609 | δὲ συμφράξει τέθεικεν ἀντὶ τοῦ πολιορκήσει, καὶ κα‐ ταθλίψει, καὶ εἰς ἀπορίαν κατοίσει τὴν ἐσχάτην. Ἡ γὰρ σύμφραξις, ἤγουν ὁ συγκλεισμὸς τὴν διάφυκτον κάκωσιν ἤτοι συμφορὰν ὑπεμφήνειεν ἄν. Καὶ καθ’ | |
5 | ἕτερον δὲ τρόπον τὸ συμφράξει νοήσεις. Συγκέκλει‐ σται γὰρ ὥσπερ τῶν Ἰουδαίων ὁ νοῦς, ὥστε κατὰ μηδένα δύνασθαι τρόπον τὸ τῆς ἀληθοῦς θεοπτίας εἰσ‐ δέξασθαι φῶς, μήτε μὴν συνιέναι τὸ Χριστοῦ μυστή‐ ριον, ὥσπερ ὁ μακάριος γράφει Παῦλος· «Πώρωσις | |
10 | ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, καὶ ἄχρι σήμερον, ἡνίκα ἂν ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.» Καὶ τοῦτο, οἶμαι, ἔστιν ἡ σύμφραξις. Ὅτι δὲ οὐ κατὰ πᾶσαν τοῦτο γέγονε τὴν ὑπ’ οὐρανὸν, ἤγουν κατὰ πάντων τῶν ἐθνῶν, ἀλλὰ | |
15 | κατὰ μόνης τῆς Ἰουδαίας καὶ τῶν ἐν αὐτῇ παρέδειξεν ἐναργῶς· οὐχ ἁπλῶς τὴν σύμφραξιν συμβῆναι λέγων, ἀλλ’ ἐκ τῆς διώρυγος τοῦ ποταμοῦ, ἕως Ῥινοκορού‐ ρων. Καὶ ταυτὶ μὲν τοῖς Ἰουδαίων δήμοις ἀπεκτο‐ νόσι τοὺς προφήτας, καὶ λιθοβολήσασι τοὺς ἀπεσταλ‐ | |
20 | μένους παρὰ Θεοῦ, προστεθεικόσι δὲ καὶ αὐτὸν τὸν Υἱὸν, συμβήσεσθαί φησιν. Εἶτα μεθίστησι τὸν λόγον εἰς τὸ αὐτοῦ πρόσωπον τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, διαλεγομένου τε καὶ λέγοντος τοῖς ἁγίοις ἀποστόλοις, ἤγουν ἅπασι τοῖς κατὰ καιρὸν ἱερουρ‐ | |
25 | γοῦσι τὸ Εὐαγγέλιον αὐτοῦ, καὶ μυσταγωγεῖν εἰωθό‐ σιν· Ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατὰ ἕνα ἕνα. Τοῦτ’ ἔστι, μὴ πολὺς ἔστω λόγος τοῖς τὸ διδάσκειν πεπιστευμένοις, κἂν εἰ μὴ ὁρῷτο κατὰ πληθὺν εἰστρέχων ὁ Ἰσραήλ· ἀλλ’ εἴ τις εἴη συνετὸς | |
30 | ἐν αὐτοῖς καλείσθω διὰ τῆς πίστεως, ἡκέτω δὲ καὶ καθ’ ἕνα, καὶ οἷον ἐξειλεγμένος. Σέσωσται γὰρ τὸ κατάλειμμα τοῦ Ἰσραήλ. Καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ πλειστάκις αὐτοῖς προσπεφωνήκασι, καθά‐ περ ἀμέλει καὶ ὁ θεσπέσιος Πέτρος· «Καὶ νῦν, | |
35 | ἀδελφοὶ,» φησὶν, «οἶδα, ὅτι κατ’ ἄγνοιαν ἐπράξατε, καθὰ καὶ οἱ ἄρχοντες ὑμῶν. Μετανοήσατε οὖν καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι, καὶ τοῖς τέκνοις ὑμῶν.» Καὶ σεσαγήνευται | |
40 | μὲν οὐ μέτριος πληθύς· πλὴν τό γε ἧκον εἰς ἅπαν τὸ Ἰουδαίων ἔθνος ὀλιγοστοὶ παντελῶς, καὶ οἷον καθ’ ἕνα παρεδέχθησαν οἱ σεσωσμένοι, διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ. Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσι τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων, καὶ οἱ ἀπολόμενοι | |
45 | ἐν Αἰγύπτῳ, καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἱερουσαλήμ. Ἔθος τοῖς ἁγίοις προφήταις ἀσαφείᾳ τινὶ τὸν ἑαυτῶν κατακρύπτειν λόγον, καὶ ἐπείτοι πρὸς ὀργὰς ἀχάλινοι γεγόνασιν οἱ ἐξ Ἰσραὴλ μέσην τινὰ δια‐ | |
70.609(50) | νοιῶν ἰέναι τρίβον, ὡς εἶναι πλειστάκις ἀσυμφανὲς τὸ δηλούμενον. Σαλπίσαι μὲν κατ’ ἐκεῖνο καιροῦ φησιν, οὐχ ἑτέρους, ὥς γε οἶμαι πάλιν, πλὴν ὅτι τοὺς ἁγίους μυσταγωγοὺς, σαλπίσαι δὲ οὐχ ἁπλῶς, ἀλλὰ σάλπιγγι τῇ μεγάλῃ, τοῦτ’ ἔστι, τοῖς εὐαγγελικοῖς | |
55 | κηρύγμασι κεχρημένους μονονουχὶ κατηχῆσαι καὶ μέγα τι καὶ ἐξαίσιον ἀνακεκραγέναι τοῖς ἐπὶ τῆς | |
γῆς. «Καὶ γάρ τοι κατὰ ἀλήθειαν εἰς πᾶσαν τὴν | 609 | |
70.612 | γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.» Σάλπιγγι γὰρ ἐκέχρητο κατὰ καιροὺς καὶ ὁ μέγας Μωσῆς, πλὴν οὐ τῇ μεγάλῃ· ἰσχνόφωνος γὰρ καὶ βραδύγλωσσος | |
5 | ἦν, καὶ τῶν νομικῶν κηρυγμάτων ἡ δύναμις εἰς μόνην τὴν τῶν Ἰουδαίων συνεστέλλετο χώραν. Τὸ δὲ θεῖον καὶ σωτήριον κήρυγμα διὰ πάσης ἔρχεται πό‐ λεώς τε καὶ χώρας, καὶ οἷον ὅλης κατεβρόντησε τῆς ὑπ’ οὐρανόν. Γέγραπται δέ τι τοιοῦτον καὶ ἐν τοῖς | |
10 | Μωσέως βιβλίοις· «Κατεφοίτησε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ.» Ἐγί‐ νοντο δὲ καπνοὶ καὶ χάλαζαι, καὶ γνόφῳ βαθεῖ τὸ αἰθέριον κατεμελαίνετο σῶμα· ἀλλὰ καὶ φωνὴ, φησὶ, τῆς σάλπιγγος ἤχει μέγα. Εἶτα τούτοις ἐπιφέρει | |
15 | λέγων· Ἐγίνοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προ‐ βαίνουσαι ἰσχυρώτεραι σφόδρα, σφόδρα. Ἐν ἀρχαῖς μὲν γὰρ ὁ ἰσχνόφωνος ἀνεφωνήθη νόμος, προβαίνον‐ τος δὲ τοῦ καιροῦ, τῆς σάλπιγγος αἱ φωναὶ γεγόνα‐ σιν ἰσχυραὶ σφόδρα, σφόδρα. Κατ’ ἐκεῖνο, φησὶ, τοῦ | |
20 | καιροῦ τοίνυν τῇ μεγάλῃ σάλπιγγι, τοῦτ’ ἔστι, τὸ εὐαγγελικὸν ἀναφωνήσουσι κήρυγμα, συλλέγοντες τοὺς πεπλανημένους καὶ τοὺς ἐν τάξει τῶν δορυκτή‐ των γεγενημένους, καὶ τοὺς τῆς εἰδωλολατρίας ἐνα‐ λόντας βρόχοις τῆς ἀρχαίας ἀπάτης ἐξέλκοντες. | |
25 | Ἥξουσι γὰρ, φησὶν, οἱ ἀπολόμενοι ἐν χώρᾳ τῶν Ἀσσυρίων, καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ, καὶ προσ‐ κυνήσουσι τῷ Κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἱε‐ ρουσαλήμ. Δύο τέθεικε χώρας τὰς ὅτι μᾶλλον τῶν ἄλλων δεισιδαιμονεστέρας, τήν τε Ἀσσυρίων, φημὶ, | |
30 | καὶ τῶν Αἰγυπτίων. Ἀλλ’ οἱ ἐν αὐταῖς ἀπολωλότες, φησὶν, ἥξουσι κεκλημένοι διὰ τῆς πίστεως πρὸς ἐπίγνωσιν τοῦ κατ’ ἀλήθειαν ὄντος Κυρίου, καὶ Θεοῦ, καὶ προσκυνήσουσιν αὐτῷ, οὐκ ἐν τοῖς τεμένεσιν ἔτι τοῖς μεμολυσμένοις, ἀλλ’ ἐπὶ τὸ ἅγιον ὄρος, τοῦτ’ ἔστι, τὴν Ἐκκλησίαν, ἣν καὶ Ἱερουσαλὴμ ὀνομάζει· ὄρος μὲν ὅτι χθαμαλὸν ἢ χαμαιῤῥιφὲς οὐδὲν | |
35 | τὸ σύμπαν ἐν Ἐκκλησίαις, ἀλλ’ ὑψηλοῖς τε καὶ ἐπηρμένοις διαπρέπει δόγμασιν. Ἱερουσαλὴμ δὲ ὅτι ὅρασις ἀληθῶς εἰρήνης ἐστίν. Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραῒμ, τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἱ μεθύοντες | |
40 | ἄνευ οἴνου. Προαποφήνας, ὅτι κεκλήσονται διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν ἀληθείας, καὶ προσκυνήσουσι τῷ Κυρίῳ πάντες ὅσοι διολώλασι τοῖς τῆς εἰδωλολατρίας βρό‐ χοις ἐνισχημένοι, μετακομίζει τὸν λόγον ἐπὶ τοὺς | |
45 | τῶν Ἰουδαίων καθηγητὰς, οἳ καὶ τῆς κατὰ Χριστοῦ δυσσεβείας γεγόνασιν ἀρχὴ καὶ πρόφασις τοῖς ὑπὸ χεῖρα λαοῖς. Οὐ γὰρ ἀπεκόμιζον εἰς ἐπίγνωσιν αὐτοὺς τῶν πάλαι προηγγελμένων διά τε τοῦ νόμου καὶ τῶν προφητῶν, ἀλλὰ γὰρ τοῖς τῆς ἀπωλείας ἐνιέντες βόθροις | |
70.612(50) | ἀποσυναγώγους ἐποιοῦντο τοὺς ὁμολογοῦντας ὅτι αὐτός ἐστιν ὁ Χριστός. Οὕτω γάρ που φησὶν ὁ θεσπέσιος Ἰωάν‐ νης. Κατασείοντες δὲ ὥσπερ τὴν ἐπ’ αὐτῷ πίστιν, καὶ τῶν ἀγελαίων τὸν νοῦν τῆς εὐθείας ἀποκομίζοντες, Σα‐ μαρείτην καὶ μέθυσον, καὶ ἐκ πορνείας γεγενημένον | |
55 | ὠνόμαζον τὸν Ἰησοῦν. Καὶ τὸ ἔτι τούτων δυσσεβέστερον. Πιλάτῳ προσῆγον, καὶ δὴ καὶ σταυροῦσθαι παρακε‐ | |
κλήκασιν, ἀπεκτόνασί τε τὸν ἀρχηγὸν τῆς ζωῆς, τό γε | 611 | |
70.613 | ἧκον ἐπ’ αὐτοῖς, πλὴν ἀνεβίω πατήσας τὸν θάνατον· ζωὴ γὰρ ἦν κατὰ φύσιν ὡς Θεὸς, καὶ εἴπερ ἦν ἐν σαρκί. Οὐαὶ τοίνυν, φησὶ, τῷ στεφάνῳ τῆς ὕβρεως. Στέφανον αὐτοὺς ἀποκαλεῖ. Καὶ γὰρ ἦσαν αὐτοὶ τοῦ | |
5 | παντὸς Ἰσραὴλ στέφανος ὥσπερ τις καὶ δόξα, τοῖς τῆς ἱερωσύνης αὐχήμασι διαπρέποντες, καὶ τὸ τῆς ἡγεμονίας λαχόντες ἀξίωμα. Ἀλλ’ οὐ μεμενήκασιν ἐν ταῖς ἐκνεμηθείσαις αὐταῖς εὐκλείαις τε καὶ ὑπεροχαῖς, ἀποπεπτώκασι δὲ μᾶλλον ὕβρεως στέφανος γεγονό‐ | |
10 | τες. Περιβέβληνται γὰρ ἀτιμίᾳ καὶ μώμῳ καὶ τοῖς εἰς δυσσέβειαν ἐγκλήμασι γεγονότες ἔνοχοι, καθάπερ ἄνθος κατεμαράνθησαν. Γεγόνασι γὰρ αὐτοὶ καὶ μι‐ σθωτοὶ τοῦ Ἐφραΐμ. Ἐφραῒμ δέ φησι τὸν Ἰούδαν, διάτοι τὸ ἐκ φυλῆς εἶναι τῆς Ἐφραΐμ. Αὐτὸν οὖν ἄρα | |
15 | κατεμισθοῦντο τῆς Ἰουδαίων Συναγωγῆς οἱ προεστη‐ κότες, πρός γε τὸ χρῆναι ταῖς αὐτῶν μιαιφονίαις ὑπηρετεῖν καὶ παραδοῦναι τὸν Διδάσκαλον. Ὃ δὴ καὶ πέπρακται. Οὐαὶ τοίνυν τῷ στεφάνῳ τῆς ὕβρεως, φησὶ, τοῦτ’ ἔστι, τοῖς ἡγουμένοις, οἳ καὶ ἐμισθώ‐ | |
20 | σαντο τὸν Ἐφραῒμ, τοῦτ’ ἔστι, τὸν ἐκ φυλῆς Ἐφραΐμ. Γεγόνασί τε ταύτης ἕνεκα τῆς αἰτίας ὡς ἄνθος ἐκ‐ πεσὸν ἐκ τῆς δόξης. Ὥσπερ γὰρ δόξα τοῖς ἄνθεσι τὸ ἔξω τε ὁρᾶσθαι μαρασμοῦ, καὶ ἐν τῷ τῆς ἰδίας φύ‐ σεως κάλλει, κατὰ τὸν ἴσον οἶμαι τουτονὶ τρόπον | |
25 | νοηθείη ἂν καὶ ἐφ’ ἡμῶν αὐτῶν. Ἕως μὲν γάρ ἐσμεν ἐν οἷς ἡμᾶς εἶναι πρέπει, τῆς ἑαυτῶν ψυχῆς ἀδιαλό‐ βητον εὖ μάλα τηροῦμεν τὸ κάλλος· παρατετραμμένης δὲ τῆς ἐν ἡμῖν διανοίας ἐφ’ ἃ μὴ προσῆκεν, ἄνθος ἐσόμεθα τῆς αὐτῷ πρεπούσης δόξης ἐκπεπτωκός. Ὃ | |
30 | δὴ καὶ πεπόνθασιν οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι, καὶ γνώμην, καὶ λόγους, καὶ ἐγχειρήματα, καὶ πᾶν ὁτιοῦν τῶν ἐκτόπων καταθήγοντες τοῦ Χριστοῦ. Ποῦ δὲ τὸ ἄνθος ἦν τὸ ἐκπεσὸν τῆς δόξης, καὶ τίνα τρόπον ἀπεκληρώσατο; Ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ | |
35 | παχέος. Ὄρος δὲ παχὺ τὸν Ἰσραὴλ ὀνομάζει· παχὺ μὲν, ὅτι ταῖς εὐθυμίαις κατεπιαίνετο· ὄρος δὲ, διάτοι τὸ ὑψοῦ τεθεῖσθαι παρὰ Θεοῦ, κατά γε τὸ ἔνδοξον, φημί. Αὐτὸς γάρ πού φησι περὶ τῶν ἐξ Ἰσραήλ· «Υἱὸν ἐγέν‐ νησα καὶ ὕψωσα.» Ἔθος δὲ τῇ θείᾳ Γραφῇ τὴν τῶν | |
40 | Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλὴμ ὄρει παρεικάζειν ἐσθ’ ὅτε. Ἔκειντο τοίνυν ἄνθος ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, τοῦτ’ ἔστιν, ἐπάνω πάντων, καὶ ἐπὶ πάντας ὡς ἡγούμενοι, καὶ τὸ κατάρχειν τῶν ἄλ‐ λων, ταῖς ἐκ νόμου λαχόντες ψήφοις. Οὗτοι δὲ ἦσαν οἱ | |
45 | μεθύοντες ἄνευ οἴνου. Καὶ γὰρ ἦν ἐξ ἀμπέλου Σοδό‐ μων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας, ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς, καὶ θυμὸς δρακόντων ἀνίατος. Κατ‐ εμεθύσκοντο γὰρ οὐκ οἶνον τοῦτον πίνοντες τὸν αἰσθη‐ | |
70.613(50) | τὸν, ἀλλὰ τὸ ἐξ ἀκράτου θυμοῦ, καὶ μανίας μέ‐ θυσμα, καὶ τῆς διαβολικῆς δυστροπίας τὸν σκοτισμὸν ταῖσαὐτῶν διανοίαις εἰσο ικιζόμενοι. Ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς Κυρίου ὡς χάλαζα καταφερομένη, οὐκ ἔχουσα σκέπην βίᾳ | |
55 | καταφερομένη, ὡς ὕδατος πολὺ πλῆθος σύρον χώραν τῇ γῇ, ποιήσει ἀνάπαυσιν ταῖς χερσὶ καὶ τοῖς ποσὶ, καὶ καταπατηθήσεται ὁ στέφανος τῆς | |
ὕβρεως οἱ μισθωτοὶ τοῦ Ἐφραΐμ. | 613 | |
70.616 | Τίνα τρόπον αὐτοῖς τὰ δεινὰ συμβήσεται, καὶ ὅτι τῆς εἰς Χριστὸν δυσσεβείας ἀποτίσουσι δίκας σκληρῷ τε καὶ ἀνημέρῳ παραπεσόντες θυμῷ τοῦ τὰ δίκαια κρίνοντος, διὰ τούτων ἡμῖν ὁ προφητικὸς ὑπεμφαίνει | |
5 | λόγος. Ἥξει γὰρ, ἥξει, φησὶ, σκληρὸς καὶ δυσάντητος καθ’ ὑμῶν ὁ θυμὸς Κυρίου, ἤξει δὲ οὕτως ὡσανεὶ καὶ χάλαζα καταφέροιτο κατά τινων οὐκ ἐχόντων σκέπην, καταφερόμενος δὲ σὺν βίᾳ, τοῦτ’ ἔστιν, ἀφορήτως, ἐντόνως δὲ μᾶλλον καὶ μονονουχὶ κατα‐ | |
10 | σφενδονῶντός τινος, καὶ ἀγρίως τισὶν ἐπιφέροντος. Ἥξει δὲ οὖν ὡς χάλαζα, φησὶν, ἢ καὶ ὡς ὕδατος πολὺ πλῆθος σύρον χώραν. Ἄμαχον δὲ καὶ τοῦτο. Ποταμοῦ γὰρ, φέρε εἰπεῖν, ἤτοι χειμάῤῥου ῥαγδαιό‐ τατα καταφερομένου, ποῖον ἔσται τὸ ἀντιστατοῦν, | |
15 | καὶ ἀντισχεῖν δυνάμενον, καὶ τῇ τῶν ὑδάτων ῥύμῃ μὴ παραχωροῦν; Ἥξει δὴ οὖν ὡς ὕδωρ ὅλην ἐπι‐ κλύζον τὴν χώραν, δῆλον δὲ ὅτι τὴν τῶν Ἰουδαίων. Ἔσται δὲ οὕτως ἀπηνὴς ἡ καταφορὰ, ὡς καὶ ἀνά‐ παυσιν ποιῆσαι τῇ γῇ. Ἀνάπαυσιν δὲ ποίαν ἄρα, καὶ | |
20 | τίνα; Ταῖς χερσὶ καὶ τοῖς ποσί. Καὶ ἔσται τοιοῦτος τῶν εἰρημένων ὁ νοῦς. Οἱ γάρτοι νήχεσθαι μεμελε‐ τηκότες, εἰ μὲν εἴη τυχὸν ἠρεμαία τε καὶ οἷον εὐαφὴς τῶν ὑδάτων ἡ στάσις, πόδας τε καὶ χεῖρας συστέλ‐ λοντες, καὶ ἐκτείνοντες, διαπονηθέντες τε συμμέτρως, | |
25 | τὸν ἐκ τοῦ καταπνίγεσθαι διαδράσκουσι κίνδυνον. Τῆς δὲ τῶν ὑδάτων ὁρμῆς ἀπρόσιτον παντελῶς ἐχούσης τὴν προσβολὴν παύεται τοῦ νήχεσθαι πάν‐ τη τε καὶ πάντως ὁ ἐναλοὺς, καὶ δοκεῖ μὲν ἀπαλλάτ‐ τεσθαι πόνου, καταπνίγεται δὲ λοιπὸν ὡς ἐξ ἀνάγκης | |
30 | τε καὶ βίας πάντη τε καὶ πάντως ὑποβρύχιος γεγο‐ νώς. Οὐκοῦν διαγελᾷ πως ὁ λόγος, καὶ εἰρωνεύεται, ἀνάπαυσιν τῇ γῇ ποιῆσαι λέγων τὸ ὕδωρ, ἀνάπαυσιν δὲ ταῖς χερσὶ καὶ τοῖς ποσί. Ὅμοιον γὰρ ὡς εἰ καὶ λέγοι τυχὸν, Εἰκῆ πονείτω μηδεὶς, εἰς ἀντίστασιν | |
35 | τῆς μελλούσης κατὰ πάντων ἰέναι συμφορᾶς. Ἥξει γὰρ οὕτως ῥαγδαίως, ὡς ἀπρόσβλητον εἶναι παντε‐ λῶς καὶ ἀνόνητον ὁλοτρόπως τοῖς ἐθέλουσι πονεῖν γενέσθαι τὸ χρῆμα. Διανήξεται γὰρ οὐδεὶς, κατα‐ κομισθήσεται δὲ καὶ ἄκων, οὗπερ ἂν φέροι τὸ καθ‐ | |
40 | έλκον ὕδωρ, τοῦτ’ ἔστι, τῶν Ῥωμαίων στρατείας ἡ βιαιοτάτη καὶ ἄθραυστος χείρ. Τότε δὴ τότε κατα‐ πατηθήσεται, τοῦτ’ ἔστιν, ὑπὸ πόδας κείσεται τῶν εἰρηκότων ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ τοῦ Ἐφραΐμ. Τίνες δὲ οὗτοι, διὰ τῶν ἤδη προειρημένων ἐγνώκαμεν. Καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος | |
45 | τῆς δόξης, ἐπ’ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ ὡς πρόδρομοι σύκου, ὁ ἰδὼν αὐτὸ πρὶν εἰς τὴν χεῖρα αὐτοῦ λαβεῖν, θελήσει αὐτὸ καταπιεῖν. Τί τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης, τί δὲ δὴ πρὸς τοῦτο κατασημάνειεν ἂν, τὸ ἐπ’ ἄκρου | |
70.616(50) | τοῦ ὄρους τοῦ ὑψηλοῦ κεῖσθαί τε αὐτὸ καὶ ὁρᾶσθαι, διὰ τῶν ἔναγχος εἰρημένων κατέστη γνώριμον. Ἄνθος μὲν γὰρ, τὸ ὡς ἐν ὄρει περίοπτον, ἤτοι τὸν Ἰσραὴλ, ἤγουν τοὺς καθηγεῖσθαι λαχόντας εὖ μάλα συνήσεις. Ἀλλ’ ἔσται, φησὶν, ὡς πρόδρομος σύκου. | |
55 | Μελλόντων γὰρ τῶν ἐν συκῇ πεπαίνεσθαι καρπῶν, εἴπερ τι τῶν ἄλλων προελάσειε τυχὸν, γένοιτό τε οὕ‐ τως ἐδώδιμον, ἐπιπηδᾷ μὲν προθύμως ὁ τεθεαμένος, γλίχεται δὲ καταπιεῖν, καὶ τάχα που ταῖς εἰς τοῦτο | |
διαπύροις ὁρμαῖς καὶ τό γε ἧκον εἰς ὄρεξιν αἰτιᾶται | 615 | |
70.617 | μέλλουσαν τὴν χεῖρα πρὸς ἔκτασιν, καὶ διευρύνων τὸ στόμα, τοῖς κλάδοις ἐκπηδᾷ. Οὕτως ἔσται, φησὶ, τοῖς ἁρπάζουσιν ὁ Ἰσραήλ. Καταπέποται γὰρ, ὡς ἔφην, ὑπὸ Ῥωμαίων, ἡδεῖά τε γέγονε τοῖς ἑλοῦσι | |
5 | τροφή. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος Σαβαὼθ ὁ στέ‐ φανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι μου λαῷ. Καταλειφθήσονται ἐν πνεύματι κρίσεως ἐπὶ κρίσιν, καὶ ἰσχὺν κωλύων | |
10 | [κωλύον] ἀνελεῖν. Τίνα τε καὶ ὅπως τοῖς κυριοκτόνοις συμβήσεται, διεσάφησεν ἡμῖν ὁ λόγος ἐν τούτοις· προσεπάγει δὲ λοιπὸν τὴν ἐπί γε τοῖς πεπιστευκόσιν ἐξήγησιν· οὐ γὰρ εἰς ἅπαν ἀπόλωλεν ὁ Ἰσραήλ. Σέσωσται δὲ | |
15 | τὸ κατάλειμμα, κατὰ τὴν τοῦ προφήτου φωνήν. Πεπίστευκε γὰρ εἰς Χριστὸν οὐ μετρία πληθὺς, ἧς γέγονεν ἀρχή τις ὥσπερ καὶ πρωτόλιον ὁ τῶν ἁγίων ἀποστόλων χορός. Κατ’ ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, φησὶν, ἔσται Κύριος Σαβαὼθ ὁ στέφανος τῆς ἐλπί‐ | |
20 | δος, ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι μου λαῷ. Αὐτὸς γὰρ ὁ τῶν δυνάμεων Κύριος στεφανώσει τοὺς πεπιστευκότας ἐλπίδι τε καὶ δόξῃ, καὶ ἐλπίδι μὲν τῆς τῶν ἐσομένων ἀγαθῶν δηλονότι, δόξῃ δὲ, ὅτι συμβασιλεύσουσιν αὐτῷ, καὶ τῶν ἀνωτάτω γερῶν | |
25 | εἴσω γεγονότες, ζηλωτοί τε ἔσονται καὶ ἀπόβλεπτοι. Τί γὰρ ἔσται τὸ ἰσοστατοῦν εἰς εὐκλείας λόγον τοῖς ἐλπίζουσι λαβεῖν τῆς ἐν Χριστῷ βασιλείας τὸν στέ‐ φανον; Τούτοις ἑτέρωθί φησιν αὐτὸς ὁ προφήτης Ἡσαΐας· Καὶ ἔσῃ στέφανος κάλλους, καὶ διάδημα | |
30 | βασιλείας ἐν χειρὶ Θεοῦ σου. Δόξῃ γὰρ ἀτελευτήτῳ τοὺς εἰς αὐτὸν πιστεύοντας στεφανώσει Χριστὸς, καταπιαίνει δὲ καὶ ἐλπίδι λιπαρωτάτῃ. Ἔσται δὲ τῶν τοιούτων ἐν μεθέξει, φησὶν, ὁ καταλειφθείς μου λαὸς, τοῦτ’ ἔστι, τὸ ἐξ Ἰουδαίων κατάλειμμα· | |
35 | συνεισδεχθέντος δηλονότι καὶ τοῦ ἑτέρου λαοῦ, τοῦτ’ ἔστι, τῶν ἐθνῶν οἳ καὶ ἐπὶ Χριστῷ φρονοῦντες μεγάλα προσεύχονται, καὶ κεκράγασι πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· Κύριε, ὡς ὅπλῳ εὐ‐ δοκίας ἐστεφάνωσας ἡμᾶς. Εὐδοκήσαντος γὰρ τοῦ | |
40 | Θεοῦ καὶ Πατρὸς, ὅπλον ἡμῖν ἀῤῥαγὲς ἐδείχθη καὶ γέγονεν ὁ Χριστὸς, τοῖς τοῦ πονηροῦ βέλεσιν ὑπὲρ ἡμῶν ἑαυτὸν ἀντεξάγων, ἄτρωτόν τε καὶ ταῖς ἐκεί‐ νου δυστροπίαις ἀχείρωτον τὸν ἑαυτοῦ τετήρηκε λαόν. Τοιοῦτόν τι, καθάπερ ἐγᾦμαι, κατασημαίνει | |
45 | λέγων περὶ τοῦ καταληφθέντος λαοῦ, τοῦτ’ ἔστι, τῶν ἐν πίστει δεδικαιωμένων· Καταλειφθήσονται ἐν πνεύματι κρίσεως ἐπὶ κρίσιν, καὶ ἰσχὺν κωλύων ἀνελεῖν. Πάλαι μὲν γὰρ ἅπαξ, ὡς ἔπος εἰπεῖν, τὸ ἐπὶ γῆς γένος ἀνεῖλεν ὁ Σατανᾶς τοῖς τῆς ἁμαρτίας | |
70.617(50) | βόθροις ἐγκαθείς. «Οὐ γὰρ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν ἅμα, ἠχρειώθησαν,» κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἔκρινεν ἡμῶν τὴν κρίσιν, δεδίκακεν ὥσπερ | |
55 | ἡμῖν τε καὶ τῷ πλεονεκτήσαντι Σατανᾷ, καὶ κατ‐ εψηφίσατο μὲν ἐκείνου τὸν ὄλεθρον, ἀπέστησε δὲ τῶν | |
ἐπὶ τῆς γῆς ὡς ὀλετῆρα, καὶ ἀνδροκτόνον, σέσωκε | 617 | |
70.620 | δὲ οὕτως τοὺς ἀπολωλότας, τοῦτ’ ἔστιν, ἡμᾶς. Τοῦτο διδάσκων φησὶ, Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς | |
5 | ἐμαυτόν. Καίτοι φησὶν ἐναργῶς, «Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.» Πῶς οὖν ἄρα φησὶν, ὅτι κρίσις ἐστὶ τοῦ κόσμου τούτου; Ἡμεῖς γάρ ἐσμεν οἱ πάλαι βοῶντες διὰ φωνῆς προ‐ | |
10 | φητῶν· «Ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρί‐ σει μου, ὁ Θεός μου καὶ ὁ Κύριός μου, εἰς τὴν δίκην μου.» Ὅτι καὶ δικαίας κρίσεως ἐφ’ ἡμᾶς γενομένης εὐχαριστοῦντές φαμεν, «Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου· διηγήσομαι πάντα τὰ θαυμαστά | |
15 | σου, ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε.» Καὶ διὰ ποίαν αἰτίαν; Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου. Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιο‐ σύνην, ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· ἐπετιμήθησαν γὰρ τὰ τῶν δαιμόνων στίφη, συν‐ | |
20 | απόλωλε δὲ τούτοις ὁ ἀσεβὴς, τοῦτ’ ἔστιν, ὁ Σατανᾶς. Καταλειφθήσονται τοίνυν, τοῦτ’ ἔστι, περισω‐ θήσονται ἐπὶ πνεύματι κρίσεως· ἔκρινε γὰρ καὶ δεδικαίωκεν, ὡς ἔφην, ἐπὶ κρίσιν καὶ ἰσχὺν, τοῦτ’ ἔστιν, ὀρθοκρισίᾳ καὶ δυνάμει, δῆλον δὲ ὅτι τῇ θεοπρεπεῖ, κωλύων ἀνελεῖν τοὺς εἰς αὐτὸν πιστεύοντας. Οὗτοι γὰρ οἴνῳ πεπλανημένοι εἰσίν· ἐπλανή‐ θησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφήτης ἐξ‐ | |
25 | έστησαν διὰ τὸν οἶνον· ἐσείσθησαν ἀπὸ τῆς μέ‐ θης τοῦ σίκερα· ἐπλανήθησαν. Τοῦτ’ ἔστι φά‐ σμα. Καταδεικνύει τρόπον τινὰ τοὺς ὠλισθηκότας, καὶ διὰ τῆς οὕτω μακρᾶς ἀπειθείας προσκεκρουκότας | |
30 | Θεῷ. Πεπλάνηνται γὰρ οἱ τοιοίδε, φησὶν, οἶνον καὶ μέθυσμα πεπωκότες, οὐκ αἰσθητὸν ἢ σωματικὸν, σκοτισμὸν δὲ μᾶλλον ἑλόντες εἰς νοῦν, ὃν τοῖς εἰωθόσι ῥᾳθυμεῖν ὁ παγχάλεπος ἐνίησι δράκων. Γράφει γὰρ ὁ θεσπέσιος Παῦλος, ὅτι ὁ θεὸς τοῦ αἰῶνος τούτου | |
35 | ἐσκότισε τὰ νοήματα τῶν πιστῶν, εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Θεοῦ. Οἶνον οὖν ἄρα καὶ σίκερα τὸν ἐκ τῆς τοῦ διαβόλου δυστροπίας ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐνιέμενον σκότον εὖ μάλα καλεῖ. Καὶ καταπλήττεται δὲ ὥσπερ, | |
40 | οὐχ ὅτι μόνη τοῦτο παθοῦσα φαίνεται τῶν ἀγελαίων ἡ ἀμαθεστάτη πληθὺς, ἀλλὰ γὰρ ἔτι πρὸς ἐκείνοις, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸν οἶνον. Οἶνον δὲ πάλιν τὸ ἐκ τῆς ἀμαθίας μέθυσμά φησι. Θαυμα‐ στὸν δὲ ὅτι τοῖς ἄλλοις ὁμοῦ τοῦτο πεπονθότας κατ‐ | |
45 | ίδοι τις ἂν ἱερέα καὶ προφήτην. Οὓς γὰρ ἦν εἰκὸς καὶ τοὺς ἄλλους ἅπαντας ἀπευθύνειν δύνασθαι πρὸς τὴν τοῦ συμφέροντος θήραν καὶ τὴν τῆς σωτηρίας καταδεῖξαι τρίβον, οὗτοι τάχα που καὶ πρό γε τῶν ἄλλων τὸν σκότον ἐδέχοντο, ὥστε καὶ καταδονεῖσθαι, | |
70.620(50) | καὶ πάντα πνεύματι περιφέρεσθαι, καὶ τοῦτο ἐκ μέ‐ θης τῆς νοητῆς. Φαίη δ’ ἄν τις τὸ πρᾶγμα οἷόν τι γενέσθαι φάσμα, τοῦτ’ ἔστι, θάμβος ἢ ἔκπληξιν. Προφήτην δέ φησιν ἐν τούτοις οὐχὶ πάντως τὸν ἀληθῆ καὶ παρὰ Θεοῦ, ἐκεῖνον δὲ μᾶλλον τὸν οἱονεὶ δόξαν | |
55 | ἑαυτῷ τὴν προφητικὴν περιπλάττοντα· περὶ ὧν φησι διὰ φωνῆς Ἰεζεχιήλ· Οὐαὶ, οἱ προφητεύοντες ἀπὸ | |
καρδίας αὐτῶν, καὶ οὐκ ἀπὸ στόματος Κυρίου. Δια‐ | 619 | |
70.621 | βέβληνται δὲ καὶ διὰ φωνῆς Ἡσαΐου· φησὶ γάρ που περὶ τῆς Ἱερουσαλὴμ, Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώ‐ ρων ἔκρινον, οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο. | |
5 | Ἀρὰ ἔδεται ταύτην τὴν βουλήν· αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας. Πεπλανῆσθαι λέγων ἱερέα τε ὁμοῦ καὶ προφήτην, καὶ μὴν καὶ ἐκστῆναι φρενὸς ἀγαθῆς διὰ τὸν οἶνον τὸν ἐξ ἀμπέλου Σοδόμων, μέθυσμά τε τὸ νοητὸν, | |
10 | προσεπενεγκὼν δὲ ὅτι τοῦτό ἐστι φάσμα, τοῦτ’ ἔστι, κατάπληξις, καὶ οἷόν τι θάμβημα, καταδείκνυσιν εὐ‐ θὺς καὶ τὴν τοῦ καταπεπλῆχθαι πρόφασιν, καὶ τῆς τῶν ἱερέων ἐκστάσεώς τε καὶ μέθης τὰ ἐγκλήματα. Ταύτῃ τοί φησιν, Ἀρὰ ἔδεται ταύτην τὴν βουλήν. Ἐπ‐ | |
15 | άρατος γὰρ ἡ τῶν Ἰουδαίων σκέψις γέγονεν ἀληθῶς, ἡ ἐπί γέ φημι τῷ πάντων Σωτῆρι ἡμῶν Ἰησοῦ Χρι‐ στῷ. Προαπέστειλε μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἁγίους προφήτας, καὶ ἀπεκτόνασιν αὐτούς. Εἶτα μετ’ ἐκείνους πέπομφε τὸν ἀγαπητὸν λαβεῖν τοὺς καρποὺς | |
20 | τοῦ ἀμπελῶνος αὐτοῦ, κατά γε τὴν ἐν τοῖς Εὐαγγε‐ λίοις παραβολήν. Οἱ δὲ τοῦ ἀμπελῶνος προεστηκότες ἀγνωμονέστατοι γεωργοὶ, καίτοι συνέντες ὅτι αὐτός ἐστιν ὁ υἱὸς, καὶ ὁ τοῦ χωρίου δεσπότης, εἶπον, φη‐ σὶν, ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, | |
25 | ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρο‐ νομίαν αὐτοῦ. Ἐπάρατος τοίνυν, φησὶν, ἡ τοιάδε βουλή. Ταύτης καὶ ὁ μακάριος Δαβὶδ μέμνηται λέγων ποτὲ μὲν, ὅτι «Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμε‐ λέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ | |
30 | οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυ‐ ρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Ποτὲ δὲ πάλιν περὶ τῶν τὰ τοιάδε πεπλημμεληκότων· Καθελεῖς αὐ‐ τοὺς, καὶ οὐ μὴ οἰκοδομήσεις αὐτοὺς, ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογίσαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται | |
35 | στῆναι. Ὄσον μὲν γὰρ ἧκεν εἰς δύναμιν ἐπιχειρημά‐ των, ἀπέκτειναν τὸν υἱὸν, οἰηθέντες ὅτι τὸν δεσποτι‐ κὸν αὐτοὶ καθέξουσι κλῆρον· ἀνεβίω δὲ ὡς Θεὸς, καὶ ἀπώλεσε μὲν κακοὺς κακῶς, τοὺς ἀλητηρίους καὶ ἀγνώμονας γεωργοὺς, ἐκδέδωκε δὲ τὸ χωρίον ἑτέ‐ | |
40 | ροις, δῆλον δὲ ὅτι τοῖς ἁγίοις ἀποστόλοις καὶ εὐαγ‐ γελισταῖς, καὶ τοῖς τῶν ἁγίων Ἐκκλησιῶν διδασκά‐ λοις. Ἐπάρατος οὖν ἡ τῶν Ἰουδαίων βουλὴ, γέγονε γὰρ ἕνεκα πλεονεξίας. Πλεονεξία γὰρ ἀληθῶς τὸ ἐθε‐ λῆσαι τοὺς οἰκέτας κατεπιφύεσθαι τοῦ δεσπότου, ἴδιόν | |
45 | τε πεποιῆσθαι κλῆρον τὸν οὗ τετάχαντο γεωργοὶ, καίτοι μισθὸν ἔχοντες διαρκῆ τῆς ἱερωσύνης τὰ γέρα, καὶ τὰς ἐκ τοῦ τῶν ἄλλων προτετάχθαι τιμάς. Τίνι ἀνηγγείλαμεν κακά; καὶ τίνι ἀνηγγείλα‐ μεν ἀγγελίαν; Ἔθος τοῖς ἁγίοις προφήταις, καὶ πάσῃ δὲ τῇ θεο‐ | |
70.621(50) | πνεύστῳ Γραφῇ διὰ δύο πράγματα ἐπείγεσθαι καὶ συν‐ ωθεῖν ἐπὶ τὸ βιοῦν ὀρθῶς ἑλέσθαι τὸν ἄνθρωπον. Ἢ γὰρ τοῖς τῆς κολάσεως δείμασι τὸν ἀπεσκληκότα νοῦν οἱονεὶ περιθραύοντες μετασοβοῦσιν ἐπὶ τὸ ἄμεινον, ἢ ταῖς τῶν γερῶν ὑποσχέσεσιν ἀποτελοῦσιν εὐτολμοτέ‐ | |
55 | ρους περὶ τὸ χρῆναι τληπαθεῖν ὑπὲρ τῶν εἰς εὐσέ‐ βειαν ἀνδραγαθημάτων· ὁποῖόν ἐστι τὸ διὰ φωνῆς | |
Ἡσαΐου πρὸς Ἰουδαίους, «Καὶ ἐὰν θέλητε καὶ εἰσ‐ | 621 | |
70.624 | ακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.» Ὡς οὖν ἀτιμάσαντα τῶν ἁγίων προφητῶν τοὺς λό‐ | |
5 | γους τὸν ἐξήνιον Ἰσραὴλ μονονουχὶ καταδείκνυσι, λέγων· Τίνι ἀνηγγείλαμεν ἀγγελίαν; ἰδοὺ γὰρ, ἰδοὺ τίνι; φησὶν, ἀντὶ τοῦ, σκληρῷ τε καὶ ἀπειθεῖ καὶ ἀσυνέτῳ λαῷ διηκονησάμεθα, καὶ τοὺς ἄνωθεν παρὰ Θεοῦ διαπορθμεύσαντες λόγους, ἀνηγγείλαμεν αὐτῷ | |
10 | κακὰ, τοῦτ’ ἔστι, τὰς κολάσεις, τὰς ἀπειλὰς, αἳ πάντη τε καὶ πάντως τοῖς τῶν ἀπειθεῖν εἰωθότων κατηργηθήσονται κεφαλῆς. Ἀνηγγείλαμεν ἀγγελίαν, τοῦτ’ ἔστιν, εὐηγγελισάμεθα τὰ ἀγαθὰ τὰ τοῖς ἀγα‐ θουργεῖν εἰωθόσιν ηὐτρεπισμένα παρὰ Θεοῦ. Ὠφέλη‐ | |
15 | ται δὲ παντελῶς οὐδὲν ὁ δυσμετακόμιστος Ἰσραὴλ, ὁ πεπηγὼς εἰς τὸ πλημμελὲς, καὶ πολὺ νοσήσας τὸ δυσήκοον. Ὅταν τοίνυν λέγει τὸ, τίνι; τῷ κατ’ οὐδένα τρόπον ἀξίῳ δηλοῖ· καὶ γάρ τοι μετὰ τὴν οὕτω σαφῆ τῶν ἁγίων προφητῶν προαγόρευσιν, οὐδὲν ἧττον | |
20 | ἀμείλικτοί τε ἦσαν καὶ πονηροὶ, καὶ δυστροπίας ἁπάσης ἐπίμεστον ἔχοντες τὴν καρδίαν. Γεγόνασι δὲ καὶ πικρίας διαβολικῆς ὑπηρέται γοργοί· σταυρῷ γὰρ παρέδωκαν τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, φημὶ δὴ Χριστὸν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα | |
25 | σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. | |
26t | ΤΟΜΟΣ Βʹ. | |
27 | Οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπ‐ εσπασμένοι ἀπὸ μαστοῦ, θλίψιν ἐπὶ θλίψει προσ‐ δέχου, ἐλπίδα ἐπ’ ἐλπίδι, ἔτι μικρὸν, ἔτι μικρὸν, | |
30 | διὰ φαυλισμὸν χειλέων, διὰ γλώσσης ἑτέρας. Κατέληξε μὲν ἡμῖν ὁ πρῶτος λόγος εἰς τὸ, Τίνι ἀνηγγείλαμεν κακά; καὶ τίνι ἀνηγγείλαμεν ἀγγε‐ λίαν; Διερμηνεύοντες δὲ τῶν προειρημένων τὴν δύ‐ ναμιν, λέγομεν ὅτι τὸ τῶν ἁγίων προφητῶν εἰσεκο‐ | |
35 | μίσθη πρόσωπον ἐπιτιμώντων τρόπον τινὰ τοῖς ἐξ αἵματος Ἰσραὴλ, ὡς εἰκῆ μὲν τοῖς παρ’ αὐτῶν ἐντε‐ τυχηκόσι λόγοις, ὠφεληθεῖσι δὲ παντελῶς οὐδὲν, καί‐ τοι καὶ κακῶν αὐτοῖς, καὶ μέντοι καὶ ἀγγελίας προηγορευμένων. Καὶ κακὰ μὲν εἶναι τὰς τοῖς εἰω‐ | |
40 | θόσι πλημμελεῖν ηὐτρεπισμένας κολάσεις διαβε‐ βαιούμεθα, ἀγγελίας τε τὰς ἐπ’ ἀγαθαῖς ἐλπίσι τι‐ μάς. Ὡς οὐδὲν οὖν τὸ σύμπαν ὠφελημένων τῶν ἐξ αἵματος Ἰσραὴλ, εἰ καὶ ἀνηγγέλκασιν αὐτοῖς οἱ προ‐ φῆται τὰ παρὰ Θεοῦ, ἀπειλάς τέ φημι καὶ τῶν ἐσο‐ | |
45 | μένων ἀγαθῶν ὑποσχέσεις, Τίνι, φησὶν, ἀνηγγείλα‐ μεν κακά; καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; Σεσιγη‐ κότων δὲ ὥσπερ τῶν ἁγίων προφητῶν, καὶ μέχρι δὴ τούτων τὸν οἰκεῖον στησάντων λόγον, αὐτὸς ὁ τῶν ὅλων Θεὸς τοῖς ἁγίοις ἐπιφωνεῖ λέγων· Οἱ ἀπογεγα‐ | |
70.624(50) | λακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ, θλίψιν ἐπὶ θλίψει προσδέχου, ἐλπίδα ἐπ’ ἐλ‐ πίδι. Οἱ μὲν γὰρ ἀνουθέτητοι, φησὶν, καὶ πολὺ νο‐ σοῦντες τὸ ἐξήνιον, ἐξώσθησαν εἰκότως, καὶ τῆς ἐν Χριστῷ σωτηρίας ἀμέτοχοι γεγονότες βαδιοῦνται | |
55 | πρὸς ὄλεθρον. Ὑμεῖς δὲ λοιπὸν οἱ διὰ πίστεως κεκλη‐ | |
μένοι πρὸς ἐπίγνωσιν ἀληθείας, οἱ καθάπερ τινὸς | 623 | |
70.625 | μαστοῦ καὶ γάλακτος ἀπεσπασμένοι τῆς ἐν νόμῳ παιδαγωγίας· οἱ τροφὴν μὲν πάλαι νηπιοπρεπῆ δε‐ χόμενοι, καὶ ἀμαθεστέραν ἔχοντες τὴν φρένα, προ‐ βεβηκότες δὲ νῦν εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας | |
5 | τοῦ πληρώματος τοῦ Χριστοῦ, καὶ εἰς τὴν τελείοις πρέπουσαν μεταφοιτήσαντες τροφὴν, καὶ οὐ μεμενη‐ κότες ἄπειροι λόγου δικαιοσύνης, κατευθύνατε τὰς ἑαυτῶν καρδίας εἰς παραδοχὴν τοῦ νέου κηρύγματος τῆς εὐαγγελικῆς πολιτείας τῶν διὰ Χριστοῦ θεσπι‐ | |
10 | σμάτων. Ἀνδρίζεσθε πρὸς ὑπομονὴν, καὶ εἰ θλίψις ἐπέρχοιτο συχνή τε καὶ ἀλλεπάλληλος ἐγηγερμένων τῶν πειρασμῶν, καὶ τῆς τῶν διωκόντων ὠμότητος ἐπιφυομένης ὑμῖν, καρτερήσατε βραχὺ, καὶ ἐπὶ βραχὺ προσδέχεσθε τὰς θλίψεις, ἵνα καὶ ἐλπίδα πλουτήση‐ | |
15 | τε, τήν γέ φημι τὴν ὑπὲρ νοῦν τὸν ἀνθρώπινον. «Ὀφθαλμὸς γὰρ, φησὶν, οὐκ οἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Εἶτα δια‐ δείκνυσι ποία τις ἔσται πρώτη κατ’ αὐτῶν ἡ θλίψις. | |
20 | Διὰ φαυλισμὸν γὰρ, φησὶ χειλέων, καὶ διὰ γλώσσης ἑτέρας. Ἔστι δὲ τοιοῦτος τῆς προφητείας ὁ νοῦς. Ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων γέγραπται, ὅτι «Κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ συνηγμένοι ἐπὶ τὸ αὐτὸ, καὶ ἰδοὺ ἐγένετο ἐκ τοῦ | |
25 | οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας.» Εἶτά φησιν· «Ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.» Προστέταχε | |
30 | γὰρ αὐτοῖς ὁ Χριστὸς ἀπὸ Ἱεροσολύμων μὴ χωρί‐ ζεσθαι, περιμένειν δὲ τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἕως ἂν ἐνδύσωνται ἐξ ὕψους δύναμιν. Εἶτα κατελ‐ θόντες ἐλάλουν τοῖς ἐξ Ἰσραὴλ, καὶ ἅπασι δὲ τοῖς ἐξ ἑτέρων χωρῶν ταῖς δοθείσαις αὐτοῖς παρὰ Θεοῦ | |
35 | γλώσσαις, «καὶ κατεπλήττοντο μὲν ἀκροώμενοι, καὶ δὴ καὶ ἔφασκον, Οὐκ ἰδοὺ πάντες οἱ λαλοῦντές εἰσιν Ἰουδαῖοι; Καὶ πῶς πάντες ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ γλώσσῃ λαλούντων αὐτῶν; Ἄλλοι δὲ ἔλεγον,» φησὶν, «ὅτι Γλεύκους μεμεστωμένοι,» τοῦτ’ ἔστι, | |
40 | μεθύουσι, τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ φαυλισμὸν χειλέων διὰ γλώσσης ἑτέρας. Ἐλάλουν μὲν γὰρ γλώσσαις ἑτέ‐ ραις, τοῦ πάντα ἰσχύοντος Θεοῦ καὶ τοῦτο προειρη‐ κότος. Ἐν ἑτερογλώττοις γὰρ, φησὶ, καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ ὣς πιστεύ‐ σουσιν. Ἀλλὰ καίτοι δέον εἰς πληροφορίαν δέχεσθαι τὸ σημεῖον, ἐννοήσαντας τὴν ἐπὶ τούτῳ γεγενημένην | |
45 | παρὰ Θεοῦ προαγόρευσιν, τοῦτο μὲν οὐκ ἔδρων, κατονειδίζοντες δὲ τὸ μεθύειν αὐτοῖς μεμενήκασιν ἐν ἀπειθεία. Ὅτι λαλήσουσι τῷ λαῷ τούτῳ λέγοντες αὐτῷ· Τοῦτο τὸ ἀνάπαυμα τῷ πίνοντι, καὶ τοῦτο τὸ σύν‐ τριμμα, καὶ οὐκ ἠθέλησαν ἀκούειν. | |
70.625(50) | Ἔφη που Θεὸς ἐπὶ ταῖς Ἰουδαίων ἀπονοίαις ἀγα‐ νακτῶν· Ἰδοὺ ἐγὼ ἐπάγω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦ‐ σαι λόγων Κυρίου. Καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν παραδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, οὐ μὴ | |
55 | εὕρωσιν. Οὐκοῦν ἐπενήνεκται λιμὸς νοητὸς τοῖς ἐξ Ἰσραὴλ, καὶ ἐπειδήπερ οὐ παρεδέξαντο διὰ τῆς | |
πίστεως τὸν ἄρτον τῆς ζωῆς τὸν ἐξ οὐρανοῦ καταβε‐ | 625 | |
70.628 | βηκότα, καὶ ζωὴν διδόντα τῷ κόσμῳ· ταύτῃτοι καὶ μάλα εἰκότως ἐν ἐνδείᾳ γεγόνασι τῆς θεοσδότου τρο‐ φῆς· «Οὐ γὰρ ἐπ’ ἄρτῳ,» φησὶ, «μόνῳ ζήσεται ἄν‐ θρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στό‐ | |
5 | ματος Θεοῦ.» Καὶ πεπαρῳνήκασι μὲν εἰς τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν· ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, καίτοι δεδυσσεβηκότα οὐ φορητῶς ἐκάλει πρὸς μετάγνωσιν διὰ τῶν ἁγίων ἀποστόλων. Προσπεφώ‐ νηκε γοῦν αὐτοῖς ὁ μακάριος Πέτρος, ὅτι δὴ τὸν ἅγιον | |
10 | καὶ δίκαιον ἠρνήσαντο, καὶ ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ ᾐτήσαντο ἄνδρα φονέα χαρισθῆναι αὐτοῖς. Πλὴν καὶ τοῦτο προσετίθει, «Καὶ νῦν, ἀδελ‐ φοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. Μετανοήσατε οὖν, καὶ βαπτισθήτω | |
15 | ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Κυρίου Ἰησοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι, καὶ τοῖς τέκνοις ὑμῶν.» Οἱ τοίνυν, φησὶν, ἀπεσπασμένοι ἀπὸ μαστοῦ τε καὶ γάλακτος, οἱ κεκλημένοι πρὸς ἀποστολήν. Καὶ τῶν | |
20 | νέων κηρυγμάτων γεγονότες ἱερουργοὶ, λαλήσουσι τῷ λαῷ τούτῳ καταδεικνύοντες ἐναργῶς, ποία μὲν ἀνάπαυσις ἔσται τῷ πίνοντι, καὶ οἷον τὸ σύντριμμα, τοῦτ’ ἔστι, τί τὸ ὠφέλιμον, καὶ τὸ ἐναντίον. Καὶ οὐκ ἂν ἀκούσειεν ἄν. Ὅθεν, οἶμαι, κεκινημένος τις τῶν | |
25 | ἁγίων ἔφη πρὸς αὐτούς· «Σκληροτράχηλοι καὶ ἀπει‐ θεῖς τῇ καρδίᾳ, ὑμεῖς ἀεὶ τῷ ἁγίῳ Πνεύματι ἀντιπί‐ πτετε.» Ἄθρει γὰρ ὅπως καίτοι δεδυσσεβηκότες οὐ φορητῶς παιδαγωγοὺς ἐσχήκασι τοὺς ἁγίους ἀποστόλους ἀποκομίζοντας εἰς μετάγνωσιν καὶ τὴν τοῦ συμφέροντος γνῶσιν ἐνιέντας αὐτοῖς· οἱ δὲ ἦσαν ἀγέρωχοι, καὶ πολὺ λίαν ἀπεσκληκότες, καὶ ἀσχέτως | |
30 | ἀπονενευκότες εἰς τὸ ἀπειθὲς καὶ δυσάγωγον τοῦ τρόπου. Καὶ ἔσται αὐτοῖς τὸ λόγιον Κυρίου τοῦ Θεοῦ, θλίψις ἐπὶ θλίψει, ἐλπὶς ἐπ’ ἐλπίδι. Τίσιν ἔσται; Τοῖς ἁγίοις ἀποστόλοις δηλονότι καὶ εὐαγγελισταῖς, οἳ τὸ θεῖον ἱερουργοῦντες κήρυγμα, | |
35 | περιῄεσαν τὴν ὑπ’ οὐρανὸν σαγηνεύοντες τοὺς πεπλα‐ νημένους, προσκομίζοντες διὰ πίστεως τῷ Χριστῷ τοὺς πάλαι λέγοντας τῷ ξύλῳ· Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθω, Σὺ ἐγέννησάς με. Πλὴν οὐκ ἀνιδρωτὶ κατωρ‐ θώκασι τῆς οἰκείας ἀποστολῆς τὸν δρόμον, ἀλλὰ θλι‐ | |
40 | βόμενοι, κακουχούμενοι, καὶ τὰς τῶν ἀφιλοθέων ὑπομένοντες ἐπιβουλάς. Γέγονεν οὗν αὐτοῖς τὸ λόγιον Κυρίου θλίψις ἐπὶ θλίψει, καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ γὰρ καὶ ἐλπὶς ἐπὶ ἐλπίδι. Ἀνατλάντες γὰρ τοὺς ὑπέρ γε τῆς εἰς Χριστὸν εὐσεβείας ἀγῶνας, ἐπ’ ἐλπί‐ | |
45 | σιν ἔσονται μακραῖς, μᾶλλον δὲ καὶ ἀτελευτήτοις, καὶ τὸν τῆς ἀφθαρσίας περικείσονται στέφανον συμ‐ βασιλεύοντες τῷ Χριστῷ. Ἔτι μικρὸν, ἔτι μικρὸν, ἵνα πορευθῶσι, καὶ πέσωσιν εἰς τὰ ὀπίσω, καὶ κινδυνεύσωσι, καὶ | |
70.628(50) | συντριβήσονται, καὶ ἁλώσονται. Καταθήγει πρὸς ἀνδρείαν, καὶ ἀλείφει πρὸς ὑπο‐ μονὴν τοὺς ἁγίους μυσταγωγούς. Διεκήρυττον μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ, καὶ τὸν τῆς σωτηρίας αὐτοῖς εὐηγγελίζοντο λόγον. Ἀλλ’ ἐπεπήδων αὐτοῖς θηρίων | |
55 | ἀτιθάσσων δίκην, εἰσεκόμιζον εἰς συνέδρια, καὶ οἷά τι τῶν ἄγαν ἐκτοπωτάτων ἐγκαλοῦντες αὐτοῖς τῆς | |
εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον, λοιδορίαις μὲν ταῖς | 627 | |
70.629 | κατ’ αὐτῶν ἐχρῶντο πικραῖς, καταικισάμενοι δὲ, καὶ ταῖς διὰ μαστίγων πληγαῖς καταξαίνοντες ἔφασκον· «Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδοὺ ἐπληρώσατε τὴν | |
5 | Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν.» Καὶ καθ’ ἑτέρους δὲ τρόπους ἐπιφυόμενοι, καὶ ἀγρίως ἐπιβουλεύοντες, συντριβῆς αὐτοῖς καὶ ἱδρώτων γεγόνασι πρόξενοι. Ἐξυφαίνει τοίνυν αὐτοῖς ὁ τῶν ὅλων Θεὸς διαρκῆ τὴν παράκλησιν, καὶ τὸν ὅσον οὐδέπω παρεσόμενον τῶν | |
10 | διωκόντων ὄλεθρον προαναφαίνει λέγων· Ἔτι μικρὸν, ἔτι μικρόν. Οὐ γὰρ μακρὸς ἔσται, φησὶν, ὁ καιρὸς τοῦ καὶ ὀπίσω πεσεῖν αὐτοὺς, συντριβῆναί τε καὶ κινδυνεῦσαι, καὶ μὴν καὶ ἁλῶναι καὶ πορευθῆναι πρὸς ὄλεθρον. Ταυτὶ δέ φαμεν τοῖς Ἰουδαίων συμ‐ | |
15 | βῆναι λαοῖς νοητῶς τε ἅμα καὶ σωματικῶς, ἤγουν αἰσθητῶς. Κεκινδυνεύκασι γὰρ καὶ ἀπολώλασι κατὰ δύο τρόπους, τοῦτο μὲν πολέμῳ τε καὶ πολιορκίαις δαπανώμενοι. Τοῦτο δὲ, καὶ αὐτῷ τῷ Σατανᾷ γλυκὺ γεγονότες θήραμα, καὶ ταῖς ἑαυτῶν κεφαλαῖς τὸν ἐκ | |
20 | τῆς ἀσεβείας ἐπαντλήσαντες ὄλεθρον. Διὰ τοῦτο ἀκούσατε λόγου Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἱερουσαλὴμ, ὅτι εἴπατε· Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας. | |
25 | Καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἡμῖν· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. Ἐπειδὴ γὰρ, φησὶν, ἀφόρητα τὰ ἐσόμενα καθ’ ὑμῶν, καὶ τοὺς μέχρι παντὸς ἀσεβεῖν εἰρημένους | |
30 | πικρά τε καὶ δυσδιάφυκτος ἐκδέξεται δίκη· διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου. Ἦν γὰρ ἀπονεῦσαι τοῦ κακοῦ, τοῖς ἀποστολικοῖς κηρύγμασιν ἐπενεγκόν‐ τας τὸν νοῦν, καὶ οἷς ἂν λέγοι Χριστὸς ἀμελητὶ συννεύοντας. Ἀκούσατε τοίνυν τὸν λόγον Κυρίου, | |
35 | ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἱερουσαλήμ. Τεθλιμμένους δὲ φησὶ τοὺς ἐξ Ἰσραὴλ, ἅτε δὴ τῷ κατακρίνοντι νόμῳ πεφορτισμέ‐ νους. Ὀργὴν γὰρ ὁ νόμος κατεργάζεται, καὶ ἀθετή‐ σας τις νόμον Μωσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν, ἢ | |
40 | τρισὶ μάρτυσιν ἀποθνήσκει. Τοιγάρτοι καὶ ὁ σοφώ‐ τατος Παῦλος τοῖς μετὰ τὴν πίστιν, δῆλον δὲ ὅτι τὴν εἰς Χριστὸν, ὑπονοστεῖν ἐθέλουσιν ἐπὶ τὰς τοῦ νόμου σκιὰς ἐπιστέλλει καί φησι· «Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ καρδία ὑμῶν | |
45 | πεπλάτυται, οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχω‐ ρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν, τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς, μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις.» Τεθλιμμένοι τοίνυν εἶεν ἂν οἱ ὑπό γε τῇ Μωσέως ἐντολῇ ἔτι κείμε‐ | |
70.629(50) | νοι καὶ πεπιεσμένοι τρόπον τινὰ, καὶ τοῦ νόμου τὸ δυσαχθὲς ἔχοντες εἰς νοῦν καὶ καρδίαν. Προσπεφώ‐ νηκε μὲν οὖν ἄρχουσί τε καὶ λαοῖς. Εἶτα μεταξὺ παρεντίθησί τινα τῶν Ἰουδαίων λόγον, ἐξ ἀπονοίας τε καὶ οἷον ἐξ ἀπογνώσεως αὐτοῖς ἀνοσίως ἐξηυρη‐ | |
55 | μένον. Καὶ ποῖος οὗτός ἐστι, ἀναγκαίως με εἰπεῖν· ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς μακρόθυμός τε καὶ ἀνεξίκα‐ | |
κος ὢν, οὐκ εὐθὺς τοῖς πταίουσιν ἐπηφίει τὴν κόλα‐ | 629 | |
70.632 | σιν, ἀνεβάλλετο δὲ τὴν ὀργὴν καταπτοῶν τοῖς δείμασι καὶ τῇ προαγορεύσει τῶν ἐσομένων κακῶν μετασο‐ βῶν ἔσθ’ ὅτε πρὸς μετάγνωσιν. Ταύτῃ τοι πλειστάκις διὰ τῶν ἁγίων προφητῶν εὑρήσομεν λέγοντα τὸ, Ἰδοὺ | |
5 | ἔρχεται, καὶ τὸ, ἔτι μικρὸν, ἔτι μικρὸν, καὶ τὸ, ὅσον, ὅσον. Ἀλλ’ οἱ θρασεῖς καὶ ἀγέρωχοι, καίτοι δέον ἐπανορθοῦν τοῖς δευτέροις τὰ ἐπταισμένα, γέλωτος ἐποιοῦντο πρόφασιν τοῦ Δεσπότου τὴν ἡμερότητα. Ἅμα τε γὰρ ἤκουον προφήτου λέγοντος τὸ, Ἕτι μι‐ | |
10 | κρὸν, ἔτι μικρὸν, ὅσον, ὅσον· εὐθὺς πρὸς ἀλλήλους ἔφασκον, Καιροὶ μεταξὺ κείσονται μακροὶ τῶν τοῦ προφήτου ῥημάτων, καὶ τῆς ἀναδείξεως τῶν προ‐ ηγγελμένων. Ἡμεῖς τεθνηξόμεθα, καὶ τοῖς μεθ’ ἡμᾶς ὁ θεῖος ἐφαλεῖται θυμός. Καὶ γοῦν ἔφη Θεὸς πρὸς τὸν | |
15 | προφήτην Ἰεζεχιήλ, «Υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου λέγουσιν· Ἡ ὅρασις, ἣν οὗτος ὁρᾷ, εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προ‐ φητεύει. Διὰ τοῦτο εἶπον, Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος· οὐ μὴ μηκύνωσιν οὐκ ἔτι πάντες οἱ λόγοι | |
20 | μου οὓς ἂν λαλήσω. Ὅτι λαλήσω λόγον καὶ ποιήσω Ἀδωναῒ Κύριος.» Ὀνειδίζει τοίνυν τοῖς ἐξ Ἰσραὴλ, ὡς εἰωθόσι καταφρονεῖν, καὶ μονονουχὶ λέγουσιν· Ἐποιή‐ σαμεν διαθήκην μετὰ τοῦ ᾅδου, καὶ μετὰ τοῦ θανά‐ του συνθήκας. Ποῖαι δὲ αὗται; Καταιγὶς φερομένη | |
25 | ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφ’ ἡμᾶς. Μόνον γὰρ οὐχὶ, φησὶ, κἂν εἰ μὴ φωνῇ λέγοιεν, ἀλλ’ οὖν αὐτοῖς κεκρά‐ γασι τοῖς δρωμένοις, ὅτι Συνθήκας· πεποιήμεθα πρὸς τὸν ᾅδην, λήψεται γὰρ ἡμᾶς· Κἂν εἰ ἐπέλθοι τυχὸν ἡ καταιγὶς, ἤγουν ὁ ἀπειληθεὶς καθ’ ἡμῶν ἔσεσθαι | |
30 | κίνδυνος, οὐ μὴ ἐπέλθῃ ἡμῖν. Τεθείκαμεν γὰρ ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. Οἱ γὰρ ἑαυτοὺς ἀναπλάσαντες τὸ δοκοῦν, καὶ φάσκον‐ τες, ὅτι Τεθνηξόμεθα πρὸ τῆς καταιγίδος, ἤτοι πρὸ τῶν συμφορῶν, πῶς οὐ ψεῦδος ἔθεντο τὴν ἑαυτῶν ἐλπίδα; Οὐ γὰρ ἦν ἐν αὐτοῖς τὸ διαφυγεῖν δύνασθαι, | |
35 | καὶ φθάσαι τῷ θανάτῳ τῶν ἀπειληθέντων τὴν ἔφοδον, ἔκειτο δὲ μᾶλλον ἐν ἐξουσίᾳ τῆς θείας τε καὶ ἀποῤῥήτου δυνάμεως, καὶ ὑπεροχῆς. Διὰ τοῦτο οὕτω λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐμβάλ‐ λω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλε‐ κτὸν, ἀκρογωνιαῖον, ἔντιμον, εἰς τὰ θεμέλια | |
40 | αὐτῆς· καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ μὴ καται‐ σχυνθῇ. Καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς. Ταῦτα συναπτέον τοῖς ἀνωτέροις τῶν διὰ μέσου προσεῤῥιμμένων· Διὰ τοῦτο γὰρ, φησὶν, ἀκούσατε | |
45 | λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἱερουσαλήμ. Τί δὲ δὴ καὶ ἀκοῦσαι προστέταχεν; Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντι‐ μον, εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ | |
70.632(50) | οὐ μὴ καταισχυνθῇ. Λίθον μὲν οὖν ἐκλεκτὸν, πολυτε‐ λῆ καὶ ἔντιμον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀποκαλεῖ, καὶ τῇ τῆς θεότητος δόξῃ καὶ ὑπεροχῇ διαπρέποντα. Ὅτι δὲ αὐτὸς κρηπίς τε καὶ ἔρεισμα, καὶ ἀκλόνητος ὑποβάθρα γέγονε τῇ νοητῇ Σιὼν, | |
55 | τοῦτ’ ἔστι, τῇ Ἐκκλησίᾳ, διατρανοῖ λέγων εἰς τὰ θεμέλια βεβλῆσθαι αὐτὸν παρὰ τοῦ Πατρός. Ἀκρο‐ | |
γωνιαῖον δὲ εἶναί φησιν, ὡς διὰ πίστεως μιᾶς κατα‐ | 631 | |
70.633 | σφίγγοντα πρὸς ἑνότητα τὴν πνευματικὴν τοὺς δύο λαοὺς, τόν τε ἐξ Ἰσραὴλ, φημὶ, καὶ μέν τοι τὸν ἐξ ἐθνῶν· ἀεὶ γάρ πως ἐν ταῖς γωνίαις τῶν οἰκοδομη‐ μάτων δύο συμβαίνουσι τοῖχοι, καὶ ἀλλήλοις συναρ‐ | |
5 | μολογούμενοι κατασφίγγονται πρὸς ἑνότητα. Ἀλλ’ ὁ πιστεύων, φησὶν, ἐπ’ αὐτῷ, οὐ μὴ καταισχυνθῇ. Ἄθρει δὲ ὅπως ἀνίησι τρόπον τινὰ τοὺς πεπιεσμέ‐ νους, καὶ τοῖς τεθλιμμένοις κατευρύνει τῆς εὐαγγε‐ λικῆς πολιτείας τὸ ἐλεύθερον. Ὦ γὰρ τεθλιμμένοι, | |
10 | φησὶν, ἰδοὺ τίθημι τὸν ἐκλεκτὸν λίθον εἰς τὰ θεμέλια Σιών. Καὶ τί τὸ ἐντεῦθεν ὄφελος; Ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ. Ἀναπείθει δὲ διὰ τούτου τῆς τοῦ νόμου δυσαχθείας ἀπολύσασθαι τὸν αὐχένα, καὶ τῆς ἀνοήτου, καὶ ἀδρανοῦς ἀποφοιτῆσαι σκιᾶς, ἀνθελέσθαι | |
15 | δὲ μᾶλλον τὴν διὰ πίστεως χάριν, καὶ τὴν ἐν Χριστῷ δικαίωσιν ἁρπάσαι πόνον ἔχουσαν οὐδένα. Θήσω δὲ, φησὶν, εἰς ἐλπίδα κρίσιν, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς. Καὶ γὰρ ὡς αὐτός φησιν ὁ Σωτήρ· «Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε | |
20 | τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Τοῦτο συνεὶς ὁ μακάριος Παῦλος ἐπι‐ στέλλει καί φησιν, ὅτι «Τοὺς πάντας ἡμᾶς φανε‐ ρωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ | |
25 | ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον.» Ἔσεσθαι τοίνυν τὴν κρίσιν ἐλπίζομεν, ἐλεεῖσθαι δὲ οὕτως ὡς ἂν ἑκάστῳ πρέπει, καὶ ἀναλόγως δηλονότι τοῖς κατωρ‐ θωμένοις. Τοῦτο γὰρ οἶμαι δηλοῖ τὸ, ἐλεημοσύνην γίνεσθαι παρὰ τοῦ κρίνοντος ἡμᾶς εἰς σταθμοὺς, τοῦτ’ ἔστι, κατὰ τὸν τοῦ δικαίου, καὶ οἷον ἰσοῤῥοποῦντα ταῖς ἀγαθουργίαις λόγον. | |
30 | Καὶ οἱ πεποιθότες μάτην, ψευδεῖς, ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγὶς, μὴ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην, οὐ μὴ ἐμμείνῃ; Καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα. Ὅταν | |
35 | παρέλθῃ, λήψεται ὑμᾶς. Πρωῒ, πρωῒ παρελεύσε‐ ται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά. Ἔφην, ὅτι τῶν ἁγίων προφητῶν τοῖς ἐξ αἵματος Ἰσραὴλ, προαγορευόντων τὰ ἐσόμενα, καὶ τὴν θείαν ὀργὴν μονονουχὶ καὶ παροῦσαν ἤδη καταδεικνύντων | |
40 | αὐτοῖς, εἰς ἐκτόπους ἀπονοίας ἀπογαυρούμενοι δι‐ ελογίζοντό τε καὶ ἔφασκον, ὅτι Κἂν εἰ γένοιτο ταῦτα τυχὸν, ἀλλ’ οὖν εἰς ἀνάβλησιν ἔσται καιρῶν, καὶ οὐκ αὐτίκα παρέσται τῶν προηγγελμένων τὸ πέρας, δαπανηθήσεται δὲ τῆς ἡμετέρας ζωῆς ὁ χρόνος, καὶ | |
45 | μεθ’ ἡμᾶς ἔσται τὰ δεινά. Ταῦτα δὲ λέγοντες καὶ ἐνθυμούμενοι, μονονουχὶ καὶ συνθήκας ἐδόκουν μετὰ τοῦ θανάτου ποιεῖσθαι, καὶ οἷον ἐλπίδα τὴν πρὸς τὸν ᾅδην. Ταύτῃ τοί φησι πρὸς αὐτούς· Οἱ πεποιθότες μάτην, ψευδεῖς, ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς. | |
70.633(50) | Φοβήθητε μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμεί‐ νῃ. Οἶδε γὰρ, οἶδε καρδίας καὶ νεφροὺς, καὶ τῶν εἰς νοῦν κινημάτων τὴν δύναμιν ὁ τῶν ὅλων Δημιουργός. Ὅταν οὖν ἐλπίδα τὴν τοιαύτην ἔχουσα φησί· Μὴ | |
55 | ἆρά πως τὰ ἐν ὑμῖν ἐγνωκὼς ἀποστήσῃ ταύτην ὑμῶν τὴν μετὰ τοῦ θανάτου συνθήκην; Ἀποστήσει δὲ τίνα | |
τρόπον; Εἰ γὰρ ἐπέλθοι τὰ ἐξ ὀργῆς, τοῦτ’ ἔστιν, ἡ | 633 | |
70.636 | καταιγὶς, οὐχ ἕτεροί τινες τῶν μεθ’ ὑμᾶς, ἀλλ’ ὑμεῖς αὐτοὶ γενήσεσθε εἰς καταπάτημα. Καὶ λήψεται ὑμᾶς πρωῒ πρωῒ, τοῦτ’ ἔστιν, οὐκ εἰς μακρὰν, ἀλλ’ οἷον ὄρθρου τε καὶ αὔριον. Οὐκ ἔσται ὅλως ἀνάπαυ‐ | |
5 | σις ἐκ κακῶν, ἀλλ’ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρὰ, τοῦτ’ ἔστι, κατὰ πάντα καιρὸν τῇ τῶν δεινῶν προσδοκίᾳ δαπανηθήσεσθε. Θεοῦ γὰρ κακοῦν ἐθέλοντος, τίς ὁ ἀποστήσων τῆς συμφορᾶς τὴν ἔφοδον; ἢ τίς τῷ θείῳ διαμάχεται θυμῷ; Μάθετε ἀκούειν, στενοχωρούμενοι· Οὐ δυνάμεθα μάχεσθαι. Καὶ αὐτοὶ δὲ ἀσθενοῦμεν, τοῦ ἡμᾶς | |
10 | συναχθῆναι. Ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών. Μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον· ὁ δὲ θυμὸς ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία. Ἀγαθὸς ὢν λίαν ὁ τῶν ὅλων Θεὸς πάντας ἀνθρώ‐ | |
15 | πους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλ‐ θεῖν. Ταύτῃ τοι νουθετῶν τοὺς ἠσθενηκότας καὶ ἀνακομίζων εἰς εὐθεῖάν τε καὶ ἀπλανῆ τρίβον τοὺς τῆς ἑαυτῶν ψυχῆς κατημεληκότας, διὰ παντὸς ἔρχε‐ ται τρόπου τε καὶ λόγου. Ποτὲ μὲν γὰρ ταῖς τῶν | |
20 | κολάσεων ἀπειλαῖς καὶ τοῖς ἐξ ὀργῆς δείμασι προ‐ καταπτοῶν πρὸς τὸ ἄμεινον, ποτὲ δὲ ταῖς τῶν ἀγαθῶν ὑποσχέσεσι σαγηνεύει πρὸς τὸ συμφέρον. Ἀπειλήσας τοιγαροῦν καὶ προειρηκὼς, ὅτι τε πάντη τε καὶ πάντως ἁλώσονται μὲν ὑπὸ τῆς καταιγίδος, ἤτοι τῆς | |
25 | ὅσον οὐδέπω κατ’ αὐτῶν ἐσομένης συμφορᾶς, καὶ ὅτι κατὰ πάντα καιρὸν ἐν ἐλπίσιν ἔσονται πονηραῖς· κατὰ τὸν τῆς παρακλήσεως χαρίζεται λόγον καὶ ἀπογινώσκειν οὐκ ἐᾷ. Καθάπερ τις τῶν ὅτι μάλιστα σοφῶν καὶ εὐτεχνεστάτων ἰατρῶν, οἳ τῶν τοῦ σώμα‐ | |
30 | τος μελῶν τὰ ἠῤῥωστηκότα, ποτὲ μὲν δριμεῖ θερα‐ πεύουσι φαρμάκῳ, καὶ τοῖς ἄγαν εὐσθενεστάτοις ἐπικουρήμασι τὴν ἐπὶ τὰ χείρω τῶν παθῶν ἐπίδοσιν ἀνακόπτουσι, ποτὲ δὲ συμμέτροις καὶ οἷον ἡμερωτά‐ τοις μονονουχὶ καταγοητεύοντες, εὖ μάλα καταμαλ‐ | |
35 | θάσσουσιν. Ἀπειλήσας τοίνυν νουθετεῖ, καὶ τοῖς εὐαγγελικοῖς κηρύγμασιν ὑποθῆναι τὸν νοῦν διακε‐ λεύεται, λέγων· Μάθετε ἀκούειν, στενοχωρούμενοι. Εἶτα, φησὶ τὸ, Οὐ δυνάμεθα μάχεσθαι. Διαμνημο‐ νεύει δὲ καὶ τῶν ἐν τῇ φάραγγι Γαβαῶν γεγονότων | |
40 | κατὰ καιρούς. Καὶ πεποίηται μὲν ἀσυμφανῶς λίαν ἡ τῶν λέξεων ἀπόδοσις, καὶ αὐτὸ δὲ τῆς συνθήκης τὸ ὕφος. Οἶμαι δὲ δεῖν τὰ ἐκ τῆς ἱστορίας εἰπεῖν. Ἔσται γὰρ οὕτω καὶ μόλις ἐναργὲς τοῖς φιλομαθέσι τὸ δη‐ λούμενον. Στρατηγοῦντος τοίνυν καὶ καθηγουμένου | |
45 | τῶν ἐξ Ἰσραὴλ τοῦ Ἰησοῦ τοῦ Ναυῆ, καὶ ταῖς τῶν ἐθνῶν χώραις οὐ φορητῶς κατασκήπτοντος, πλείστων τε ὅσων ἀπολωλότων, τὰ ἶσα παθεῖν δεδιῶτες οἱ ἐκ Γαβαῶν, πόλις δὲ αὕτη τῶν ἀλλοφύλων μία, προσ‐ δεδραμήκασιν αὐτῷ, καὶ ψευδοεποῦντες ἔλαθον ἐν | |
70.636(50) | ἀρχαῖς, καὶ δὴ καὶ εἰσεδέχθησαν. Ἐπειδὴ δὲ μετὰ τοῦτο, τίνες τε καὶ ὅθεν εἰσὶν ἐγνώσθησαν, ὑδροφόροι τε καὶ ξυλοκόποι γεγόνασι τῇ συναγωγῇ. Τοῦτο μεμαθηκότες οἱ τῶν ἐθνῶν βασιλεῖς, πέντε δὲ οὗτοι, κατεστράτευσαν τῆς Γαβαῶν, ἐγκαλοῦντες ὅτι προσ‐ | |
55 | πεφεύγασι τοῖς ἐξ Ἰσραήλ. Ἐπειδὴ δὲ ἦσαν ἐν ἐσχάτοις οἱ ἐκ Γαβαῶν, καὶ ἀμήχανον ἑαυτοῖς ἐλογί‐ | |
ζοντο τὴν ἀντίστασιν, σώζεσθαι παρεκάλουν διὰ χειρὸς | 635 | |
70.637 | τοῦ Ἰησοῦ. Ὁ δὲ τοῖς ἅπαξ ὑπ’ αὐτῷ γεγονόσιν ἐπικουρῶν τοῖς τῶν ἀλλοφύλων στρατηγοῖς ἀντετάτ‐ τετο. Εἶτα τί τὸ τηνικάδε τῶν διὰ χειρὸς Θεοῦ γενέ‐ σθαι συμβέβηκε, διδάξει τὸ Γράμμα τὸ ἱερόν. Ἔχει | |
5 | γὰρ οὕτως· «Καὶ ἐπείπερ ἐγένετο εἰς αὐτοὺς Ἰησοῦς ἄφνω, ὅλην τὴν ἡμέραν ἐπορεύθη ἐκ Γαλγάλων, καὶ ἐξέστησεν αὐτοὺς ὁ Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ, καὶ συντρίψει συνέτριψε μεγάλῃ ἐν Γαβαῶν, καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ὠρωνὶμ, καὶ | |
10 | κατέκοπτον αὐτοὺς ἕως Ἀζακῆ, καὶ ἕως Μαδαϊκά. Ἐν δὲ τῷ φυγεῖν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς καταβάσεως Ὠρωνὶμ, καὶ Κύριος ἐπέῤῥιψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ, ἕως Ἀζηκᾶ· καὶ ἐγένοντο πλείους οἱ ἀποθνήσκοντες | |
15 | διὰ τοὺς λίθους τῆς χαλάζης, ἢ οὓς ἐπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ ἐν τῷ πολέμῳ.» Δέχεται τοίνυν ὡς ἀπό γε τῶν τοῖς ἀρχαίοις συμβεβηκότων, εἰκόνα καὶ τύπον τῆς ἐσομένης τῆς ἐξ Ἰσραὴλ ἐπικουρίας παρὰ Θεοῦ τοῦ σώζειν εἰδότος, εἴπερ ἕλοιντο τοῖς τοῦ | |
20 | Σωτῆρος ἡμῶν καταπείθεσθαι λόγοις. Ὑμεῖς γὰρ, φησὶν, οἱ στενοχωρούμενοι, τοῦτ’ ἔστιν, οἱ διὰ πλεί‐ στης ὀδύνης κεχωρηκότες, οἱ ταῖς ἀπωλείαις καὶ τοῖς τῶν ἐσομένων δείμασιν οἱονεί πως ἐκτεθλιμμένοι, μάθετε ἀκούειν, καλέσατε καὶ αὐτοὶ Ἰησοῦν εἰς | |
25 | ἐπικουρίαν, εἴπατε καθάπερ ἀμέλει καὶ οἱ ἐκ τῆς Γαβαῶν· Οὐ δυνάμεθα μάχεσθαι, καὶ ἀσθενοῦμεν τοῦ συναχθῆναι, πρὸς ἀντίστασιν δηλονότι τῶν ἐπιόν‐ των ἐχθρῶν. Καὶ τί τοῦτο, λέγουσιν, ἔσται; Γνώσεσθε, φησὶν, ὅτι κἂν εἰ φέροιτο καθ’ ὑμῶν, ὥσπερ ὄρος, | |
30 | ἔφοδος ἀνδρῶν ἀσεβῶν, ἔσται κατ’ αὐτῶν τὰ ἐν τῇ φάραγγι Γαβαῶν. Κατὰ γὰρ τῶν πολεμούντων ὑμῖν μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, καὶ πικρίας ἔργα, τοῦτ’ ἔστιν, ὀργῆς. Καὶ τίς ἄρα, ἢ δηλονότι ὁ ἐπαμύνων Θεός; Ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρή‐ | |
35 | σεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία. Ὀργὴ γὰρ, φησὶ, ξένη τε καὶ ἀσυνήθης καταστρατεύεται τῶν διωκόντων ὑμᾶς. Πολεμήσει τε αὐτοῖς ὑψοῦ τε καὶ ἄνωθεν ὁ οὐρανὸς καταχέων ὥσπερ τινὰ χάλαζαν τὰ ἐξ ἀκράτου θυμοῦ. Τοιοῦτόν τί φησι καὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς· «Εἰ ὁ λαός μου ἤκουσέ μου Ἰσραὴλ, ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου.» | |
40 | Καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσά‐ τωσαν ὑμῶν οἱ δεσμοὶ, διότι συντετελεσμένα, καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυ‐ ρίου Σαβαὼθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν. Εἰσφέρεται πάλιν τὸ τοῦ μακαρίου προφήτου πρόσ‐ | |
45 | ωπον τοῖς τῶν Ἰουδαίων καθηγηταῖς ἐπισκῆπτόν τε καὶ λέγον, ὅτι πάντη τε καὶ πάντως δεήσει τὸ μήτε χαίρειν αὐτοὺς, τοῦτ’ ἔστι, μὴ τοῖς κατὰ Χριστοῦ τολμήμασιν ἐναβρύνεσθαι, καταστυγνάζειν δὲ μᾶλλον, καὶ δακρυῤῥοεῖν ἐπί γε ταῖς σφῶν αὐτῶν ἀσεβείαις, | |
70.637(50) | μήτε μὴν συντείνειν κατὰ τῶν ὑπὸ χεῖρα λαῶν τοὺς ἀπό γε τοῦ νόμου δεσμοὺς, ἐφεῖναι δὲ μᾶλλον πι‐ στεύουσιν εἰς Χριστὸν ἔξω γενέσθαι τῆς ἀρχαίας ἐν‐ τολῆς, καὶ τὰ ἐν σκιαῖς ἀφέντας καὶ τύποις, τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ ἐπιδέχεσθαι προσκύνησιν. | |
55 | Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ ὃν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ὅτι δὲ δεσμὸς οἷά τις ὁ νόμος ἦν, | |
δικαιῶν μὲν οὐδένα· τετελείωκε γὰρ οὐδέν· κατα‐ | 637 | |
70.640 | σφίγγων δὲ ὥσπερ εἰς κόλασιν τοὺς ἠσθενηκότας, καὶ ταῖς παραβάσεσιν ἐνόχους ὄντας ἐληλεγμένους, οὐκ ἂν ἐνδοιάσειέ τις. Ὅθεν οἶμαι καὶ μάλα ὀρθῶς τὸν μα‐ κάριον προφήτην Δαβὶδ εἰς τὴν διὰ πίστεως χάριν | |
5 | ἰέναι γοργῶς συμβουλεύειν τοῖς ἐξ Ἰσραὴλ, λέγοντα· «Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν.» Ἦσαν γὰρ, ἦσαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ καταφορτίζοντες ἀνοσίως τοὺς ὑπεζευγμένους, καὶ ζυγὸν αὐτοῖς ἐπιτιθέντες τὸν | |
10 | δυσαχθῆ, δῆλον δὲ ὅτι τὸν τῶν νομικῶν ἐνταλμάτων, καὶ οἱονεί τισιν ἀῤῥήκτοις σειραῖς κατασφίγγοντες. Ταύτῃ τοί φησι πρὸς αὐτοὺς ὁ προφήτης· Μὴ ἰσχυ‐ σάτωσαν ὑμῶν οἱ δεσμοὶ, διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου Σα‐ | |
15 | βαὼθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν. Καὶ ποῖα ταῦτά ἐστι τὰ συντετελεσμένα καὶ συντετμημένα πράγματα; Τὸ κήρυγμα τὸ εὐαγγελικὸν, ἡ διὰ πί‐ στεως χάρις, ἡ ἐν Χριστῷ δικαίωσις, ὁ διὰ τοῦ Πνεύ‐ ματος ἁγιασμός. Ὁ μὲν γὰρ νόμος οὐ συντετμημέ‐ | |
20 | νος ἦν, οὔτε συντετελεσμένος. Τετελείωκε γὰρ, ὡς ἔφην, οὐδέν. Ἦν δὲ ὥσπερ καὶ ἐν κύκλοις, καὶ ἐν μακραῖς τοῦ γράμματος περιόδοις τὰ ἐν αὐτῷ θεωρή‐ ματα. Τὸ δέ γε σωτήριον κήρυγμα τελειοτάτην ἔχει καὶ συντετμημένην ὁδόν· ἀποφέρει γὰρ διὰ πίστεως | |
25 | εἰς δικαιοσύνην καὶ ἁγιασμόν. Καὶ ὁ μὲν νόμος μό‐ νοις ἐδόθη τοῖς ἐξ Ἰσραὴλ, διακονοῦντος Μωσέως. Ἡ δὲ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο, καὶ οὐκ ἔτι μόνον τοῖς ἐξ Ἰσραὴλ, ἀλλὰ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανόν. Μωσῆς μὲν γὰρ ὁ θεσπέσιος | |
30 | προσεφώνει τοῖς ἐξ Ἰσραὴλ οὕτω λέγων· Ἄκουε, Ἰσραήλ· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ τῆς ψάλλοντος λύρας· «Ἀκούσατε,» φησὶ, «ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.» Ἐνωτίζεσθε, καὶ ἀκούετε τῆς φωνῆς μου προσέχετε, καὶ ἀκούετε τοὺς λόγους μου. | |
35 | Ἐν τουτοισὶ πάλιν τὸ αὐτοῦ τοῦ Σωτῆρος εἰσφέρε‐ ται πρόσωπον, μονονουχὶ κατεπᾴδοντος τοῖς ἐξ Ἰσραὴλ, ἀναπείθοντός τε καὶ μάλα σαφῶς τὸν τῶν εὐαγγελικῶν κηρυγμάτων προσέσθαι λόγον, καὶ τὰς αὐτοῦ φωνὰς, μὴ κατόπιν παραῤῥίπτειν τῆς διὰ | |
40 | Μωσέως ἐντολῆς. Ὅτι δὲ οὐκ ἠμελημένως, οὔτε μὴν ἀτημελῶς προσέρχεσθαι δεῖ τοῖς θείοις τε καὶ εὐαγγε‐ λικοῖς ἐμφανίζει λέγων· Προσέχετε, καὶ ἀκούετε τοὺς λόγους μου. Προσοχῆς γὰρ χρεία, καὶ μέν τοι καὶ εὐπειθείας τοῖς εἰς τοῦτο ἥκουσι λογισμῶν ἀγαθῶν, | |
45 | ὡς τῆς ἑαυτῶν διανοίας τὸ πλάτος κατεμπλῆσαι ζη‐ τεῖν τῆς ὑπὲρ νόμον εἰσηγήσεως, δῆλον δὲ ὅτι τῆς διὰ Χριστοῦ. Ὅτι γὰρ ἀναδειχθέντος αὐτοῦ τὸ μετα‐ ποιεῖσθαί τισι τῆς κατὰ νόμον λατρείας ἐπισφαλές τε καὶ ἐπιζήμιον πιστώσεται λέγων ὁ Παῦλος τοῖς μετὰ | |
70.640(50) | τὴν πίστιν τὴν εἰς αὐτὸν, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος κάθαρσιν, ἐκ πολλῆς ἄγαν ἀβελτηρίας ὑπονοστήσασιν ἐπὶ τὰ Μωσέως, ἤτοι τὰ ἐν νόμῳ· «Κατ‐ ηργήθητε ἀπὸ Χριστοῦ, οἵ τινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Ἡμεῖς γὰρ διὰ πίστεως ἐλ‐ | |
55 | πίδα δικαιοσύνης ἀπεκδεχόμεθα.» Εἰκὸς δὲ δή τι καὶ ἕτερον ὑπαινίττεσθαι διά γε τοῦ φάναι Χριστόν· | |
Προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου. Εἰ γὰρ δὴ | 639 | |
70.641 | βούλεσθε, φησὶ, ταῖς τοῦ νόμου σκιαῖς ἰσχνὸν ἐνιέναι τὸν νοῦν, καὶ προσοχῆς τῆς δεούσης ἀξιοῦν τοὺς τύπους, ἀκούσεσθε πάντως τῶν ἐμῶν λόγων. Γρά‐ φομαι γὰρ ἐν τύποις, καὶ ξένον οὐδὲν εἰσκεκόμικε | |
5 | τῶν ἐμῶν θεσπισμάτων ἡ δύναμις, εἴ γε δὴ νοοῖτο πνευματικῶς ὁ νόμος. «Εἰ γὰρ ἐπιστεύετε,» φησὶ, «Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀρο‐ τριᾷν· ἢ σπόρον ἑτοιμάσαι πρὶν ἐργάσεσθαι τὴν | |
10 | γῆν; Οὐχ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, τότε σπείρει μικρὸν μελάνθιον καὶ κύμινον; Καὶ πάλιν σπείρει πυρὸν καὶ κριθὴν, καὶ ζέαν ἐν τοῖς ὁρίοις σου. Βαθὺ μὲν λίαν τὸ αἴνιγμα, καὶ δυσκάτοπτος κομι‐ | |
15 | δῇ τῶν προκειμένων ὁ νοῦς· ἐρῶ δὲ ὡς ἔνι, καὶ κατά γε τὸ ἐγχωροῦν. Ἀπόβλητον ἐποιοῦντο τοῦ Σωτῆρος τὸν λόγον οἱ τάλανες Ἰουδαῖοι, καὶ πρόφασις ἦν αὐ‐ τοῖς, τὸ ἀπρὶξ ἔχεσθαι φιλεῖν τῆς διὰ Μωσέως ἐντο‐ λῆς. ᾬοντο γὰρ ὅτι καὶ εὐσεβοῦσι τάχα που, μετα‐ | |
20 | ποιούμενοι μὲν τῶν ἐν τύποις, διαπτύοντες δὲ ὥσπερ τῆς ἀληθείας τὸ κάλλος. Ταύτῃ τοι καὶ ἐδίωκον τὸν Ἰησοῦν, ὡς τῆς νομικῆς ἐντολῆς τὴν δύναμιν ἑτέρω‐ σέ πη παροχετεύοντα, καὶ εἰς ἑτέραν αὐτοὺς ἀποφέ‐ ροντα λατρείαν, φημὶ δὴ τὴν εὐαγγελικήν. Δέχεται | |
25 | τοίνυν ὡς ἀπό γε τῆς ἐν χερσὶν οὔσης αὐτοῖς γε‐ ωργίας τὸ παράδειγμα, καί φησιν· Μὴ ὅλην τὴν ἡμέ‐ ραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾷν; Καὶ ὃ βούλεται δη‐ λοῦν, ἔστι τοιοῦτον. Αἱ τῶν εἰδωλολατρούντων καρδίαι σκληραί τέ εἰσι καὶ ἄτεγκτοι, καὶ οἱονεί τις ἀγρία γῆ | |
30 | κεχερσωμένη. Δεῖ τοίνυν αὐταῖς, καθάπερ τινὸς ἀρό‐ τρου, τοῦ διαπτύσσοντος λόγου, τοῦ τῆς κατηχήσεως δηλονότι· ἵνα καὶ τὸν ἄνωθεν καὶ τὸν ἐξ οὐρανοῦ προσδέξωνται σπόρον· οὕτω τε λοιπὸν καρποφορή‐ σειαν τῷ Θεῷ τὴν εἰς πᾶν ὅτι τῶν ἀγαθῶν ἔφεσίν τε | |
35 | καὶ προθυμίαν. Τοιοῦτόν τι γέγονε τοῖς ἐξ Ἰσραήλ. Ἦσαν μὲν γὰρ ἐν Αἰγύπτῳ τοῖς αὐτόθι προσκυνοῦν‐ τες θεοῖς, κέκληνταί γε μὴν διὰ τοῦ πανσόφου Μω‐ σέως· δέδοται δὲ καὶ νόμος αὐτοῖς, ἀρότρου δίκην δια‐ τέμνειν αὐτοῖς εἰδὼς τὰς συνεσφιγμένας αὐτῶν καρ‐ | |
40 | δίας, καὶ νοῦν τὸν κεχερσωμένον. Ἀλλ’ ἦν ἀναγκαῖον μὴ μόνον αὐτοὺς εἰς ἀρχὰς καλεῖσθαι τῆς νοητῆς γε‐ ωργίας, ἐπιλάμψαντος δὲ ἤδη τοῦ πάντων ἡμῶν Σω‐ τῆρος Χριστοῦ, καρποφορεῖν τῷ Θεῷ καὶ τῆς ἐν πνεύ‐ ματι λατρείας τὴν δύναμιν. Οὐκοῦν ἐπειδήπερ, ὡς | |
45 | ἔφην, ἀπόβλητον ἐποιοῦντο τὸν διὰ Χριστοῦ λόγον, προκείμενοι τοῖς Μωσέως, ταύτῃτοι καὶ λίαν εἰκότως μεθίστησιν αὐτοὺς τοῦ τοιοῦδε φρονήματος, λέγων· Μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾷν; Ἢ τὴν ἀνήροτον γῆν τὴν ἀγρίαν, καὶ ἀκανθοτόκον δια‐ | |
70.641(50) | πτύσσων, φησὶν, ἵνα ἕτοιμος γένοιτο πρὸς τὴν τῶν σπερμάτων παραδοχὴν, μὴ διὰ παντὸς ἀροτριᾷ; Ὁ δὲ τὴν γῆν, φησὶν, ἐργάζεσθαι βουλόμενος, ἆρα πρὶν εἰς νοῦν τοῦτο λαβεῖν ἑτοιμάσει σπέρμα; Οὐχ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, τότε σπείρει μικρὸν | |
55 | μελάνθιον, καὶ κύμινον; Καὶ πάλιν σπείρει πυρὸν, καὶ κριθὴν καὶ ζέαν ἐν τοῖς ὁρίοις σου. Ἔδει γὰρ, | |
ἔδει, φησὶ, προομαλισθῆναι διὰ τῆς ἐν τύποις ἐντολῆς | 641 | |
70.644 | τὴν τῶν παιδαγωγουμένων καρδίαν, καὶ οἱονεί τινος γῆς εὐτρεπισθῆναι τὸ πρόσωπον, ὡς ἑτοιμοτάτην ὁρᾶσθαι πρὸς τὸ δύνασθαι λοιπὸν ἐπιτηδείως ἔχειν εἰς καρποφορίαν. Ὁ δέ γε γηπόνος, φησὶ, κἂν ὁμαλίσῃ | |
5 | τὸ πρόσωπον τῆς γῆς, οὐκ εὐθὺς οὐδὲ ἐκ πρώτης τῶν στερεωτέρων σπερμάτων ποιεῖται τὴν καταβολὴν, ἀλλ’ ὅσα ἄν εἰσι τέως μικρὰ, καὶ ἀσθενῆ, τοῦτ’ ἔστι, μελάνθιον καὶ κύμινον· καὶ γυμνασθείσης δὲ ἤδη τῆς γῆς εἰς καρποφορίαν, τότε δὴ τότε σπείρει, φησὶ, | |
10 | καὶ πυρὸν καὶ κριθὴν καὶ ζέαν. Τρόπος γὰρ οὗτος γηπονίας ἐντέχνου ἐν τοῖς σοῖς ὁρίοις. Γέγονεν οὖν ἅπασι μονονουχὶ προομαλιστὴς ὁ νόμος καὶ οἷά τις εὐτεχνέστατος γεωργὸς, κατασπείρων ἐν τοῖς παιδ‐ αγωγουμένοις, οἱονεί τι μελάνθιον καὶ κύμινον, τὰ | |
15 | μικρά τε καὶ ὡς ἐν σκιαῖς, καὶ ὅσα τῶν σπερμάτων, αὐτὰ καθ’ ἑαυτὰ, καὶ μόνα, ἐδώδιμα μὲν οὐδαμῶς, ζητοῦντα δὲ πάντως τὴν πρὸς ἕτερα συμπλοκὴν, ἵνα ὁρῷτο καὶ χρήσιμα. Εἰ γὰρ δὴ προσεπάγοιτο πυρῷ καὶ κριθῇ, τοῦτ’ ἔστιν, ἄρτοις τοῖς ἐκ πυρῶν, ἢ | |
20 | κριθῆς, τότε δοκεῖ πως εἶναι καὶ χρειωδέστατα. Τοιαύτη δέ πώς ἐστι καὶ τῆς κατὰ νόμον λατρείας ἡ δύναμις. Εἰ γὰρ μὴ ἔχοι τὸ συμφέρεσθαι δοκεῖν διὰ πνευματικῆς ἑρμηνείας τῇ στερεωτέρᾳ τροφῇ, τοῦτ’ ἔστι, τῇ εὐαγγελικῇ, μόνη καὶ καθ’ ἑαυτὴν οὐδὲν ἂν ἔχοι τὸ ὠφελοῦν. | |
25 | Καὶ παιδευθήσῃ κρίματι Θεοῦ, καὶ εὐφρανθή‐ σῃ. Οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἁμάξης περιάγει περὶ τὸ κύμινον, ἀλλὰ ῥάβδῳ ἐκτινάσσεται τὸ μελάν‐ θιον, τὸ δὲ κύμινον μετὰ ἄρτου βρωθήσεται· οὐ | |
30 | γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς. Καὶ ταῦτα παρὰ Θεοῦ Σαβαὼθ ἐξῆλθε τὰ τέ‐ ρατα. Ἀδρανῶς ἔχοντος τοῦ νόμου, φησὶ, πρὸς κάθαρσιν | |
35 | ἁμαρτιῶν, ἀποκεκίνηται μὲν ἡ σκιὰ, ἀχρεῖα δὲ πέ‐ φηνε τὰ ἐν τύποις, εἰσκεκόμισται δὲ κρίμα τὸ ζωο‐ ποιὸν, καὶ ἐπωφελέστατον ἀληθῶς. Καὶ ποῖον τοῦτό ἐστιν; Ἐπειδὴ γὰρ οὐκ ἦν ἐν νόμῳ δικαιωθῆναι τὸν ἄνθρωπον, ἐπέφανεν ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λό‐ | |
40 | γος, συντετελεσμένον καὶ συντετμημένον πρᾶγμα προθεὶς, τοῦτ’ ἔστι, τὴν ἐν πίστει δικαίωσιν. Σὺ τοί‐ νυν, φησὶν, ὁ Ἰσραὴλ, εὐήνιον ὑποθεὶς τῷ πάντων Σωτῆρι Χριστῷ τὸν αὐχένα, τῷ παρ’ αὐτοῦ κρίματι παιδευθήσῃ, τοῦτ’ ἔστιν, ἐπὶ τὸ μανθάνειν τῆς παρ’ | |
45 | αὐτοῦ σωτηρίας τὴν ὁδόν. Ἔσῃ γὰρ οὕτως ἐν εὐ‐ φροσύνῃ. Ἐπειδὴ δὲ ἅπαξ τὸν ἐπὶ μελανθίῳ τε καὶ κυμίνῳ πεποίηται λόγον, δέχεταί τι χρήσιμον ἐξ αὐ‐ τῶν, καί φησιν· Οὐ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, καὶ τὰ ἑξῆς. Ἦν μὲν γὰρ παραβάσεσιν | |
70.644(50) | ἔνοχος ὁ Ἰσραὴλ, καὶ πρὸς αὐτὴν τὴν τοῦ νόμου τή‐ ρησιν ῥᾴθυμος γεγονὼς ἡλίσκετο. Ἔφη γοῦν ὁ τῶν ὅλων Θεός· «Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ.» Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀν‐ | |
55 | θρώπων. Ἆρ’ οὖν οὐκ ἂν ἐξέτισε δίκας καὶ μάλα εἰκότως ῥᾳθυμίας τῆς εἴς γε τὸν νόμον; Ναί, φησιν. | |
Ἀλλ’ ἔστι φιλάνθρωπος ὁ τοῦ νομοθέτου σκοπός. | 643 | |
70.645 | Ὥσπερ γὰρ τὸ μελάνθιον, φησὶν, οὐ σκληρῶς καθαί‐ ρεται, οὔτε μὴν ἁμάξης τροχὸς περιάγει ἐπὶ τὸ κύ‐ μινον, ἀλοῶν δηλονότι, καὶ λεπτύνων αὐτὸ, καθάπερ ἀμέλει καὶ ἐπὶ σίτου πράττεται, ῥάβδῳ δὲ μᾶλλον | |
5 | καθαίρεται ἤγουν ἐκτινάσσεται· οὕτω τοῖς εἰς τὸν νόμον ἡμαρτηκόσιν ὁ νομοθέτης προσενεχθήσεται, δίκας μὲν οὐκ ἀπαιτῶν σκληρὰς, ῥάβδῳ δὲ μᾶλλον, καὶ συμμέτροις κινήσεσιν ἀποκαθαίρων αὐτούς. Προστιθεὶς δὲ ὅτι τὸ κύμινον μετὰ ἄρτου βρωθήσε‐ | |
10 | ται, δέδειχεν ὅτι τῆς νομικῆς λατρείας τὸ ἐξωφανὲς αὐτὸ καθ’ ἑαυτὸ καὶ μόνον ἀχρεῖον εἰς ὄνησιν. Ἔσται δὲ χρήσιμόν τε καὶ ἀναγκαῖον εἰ τῇ στερεᾷ συνάπτοιτο τροφῇ, τοῦτ’ ἔστι, τοῖς εὐαγγελικοῖς θεσπίσμασι. Διερμηνεύων γε μὴν τὸ αἴνιγμα, τὸ ἐπί γε τῷ κυμίνῳ | |
15 | καὶ μελανθίῳ φημί· καὶ τί ἂν βούλοιτο, δηλοῦντος ὅτι ῥάβδῳ τὸ μελάνθιον ἐκτινάσσεται, προσεπάγει καί φησιν· Οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς. Ἔσο‐ μαι γὰρ οὐ βαρύμηνις, φησὶν, ἀλλ’ οὐδὲ δίκην ὑμῶν | |
20 | καταψηφιοῦμαι τὴν ἐσχάτην, οὐδὲ πικρὸν ἐφ’ ὑμῖν ἐξοίσω τὸ κρίμα, ὡς καὶ εἰς καταπάτημα γενέσθαι τοῖς ἐξ ὀργῆς συμβαίνουσιν. Ὅτι δὲ εἰς ἄκρον ἀνεξι‐ κακίας ἐληλακὼς, κἀν τούτῳ δὴ πάλιν ὁ τῶν ὅλων Θεὸς φαίνεται προσαποδείκνυσι λέγων· Καὶ ταῦτα | |
25 | παρὰ Κυρίου Σαβαὼθ ἐξῆλθε τὰ τέρατα. Τέρας γὰρ ἀληθῶς, καὶ σημεῖον οὐκ ἀθαύμαστον, τὸ ἐν τοσούτοις ὄντα παραπτώμασιν ἐλεεῖσθαι τὸν Ἰσραὴλ, καὶ ἀν‐ αριθμήτων ἐγκλημάτων ἀποκερδᾶναι τὴν ἄφεσιν, Θεοῦ κατοικτείροντος. | |
30 | Βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν. Τὴν ἀμνηστίαν αὐτοῖς τὴν ἐφ’ οἷς πεπαρῳνήκασιν ὑπισχνούμενος, καὶ ὅτι πικρὸς οὐκ ἔσται λίαν ἐπ’ αὐτοῖς εὖ μάλα διειρηκὼς βουλῆς ἀγαθῆς ἐπιλαβέσθαι κελεύει· καταιτιᾶται δὲ, ὅτι ματαίαν παράκλησιν, | |
35 | μέγα τι καὶ ὑψηλὸν χρῆμα εἶναι νομίσαντες, ἔξω φέ‐ ρονται τοῦ εἰκότος. Ποία δὲ ἡ παρ’ αὐτοῖς καὶ μεγάλη νομισθεῖσα παράκλησις, ἔχουσα δὲ τὸ ἀνόνητον; Ἐκείνη που πάντως. Ἔφασκον γὰρ, Ποιήσομεν δια‐ θήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ θανάτου συνθήκας· | |
40 | καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, οὐ μὴ ἔλθῃ ἡμῖν· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. Ἀλλ’ οἱ ταῦτα διενθυμούμενοι, καὶ κενὴν ἔχοντες τὴν ἐλπίδα, οἰηθέντες τε ὅτι τεθνήξον‐ ται πρὸ τῶν δεινῶν ἤκουον ἐναργῶς· Καταιγὶς φερο‐ | |
45 | μένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα. Ὅταν παρέλθῃ, λήψεται ὑμᾶς. Οὐαὶ πόλις Ἀριὴλ, ἣν Δαβὶδ ἐπολέμησε. Συν‐ αγάγετε γεννήματα ἐνιαυτὸν ἐπὶ ἐνιαυτόν. Φάγε‐ σθε γὰρ σὺν Μωάβ· ἐκθλίψω γὰρ Ἀριὴλ, καὶ ἔσται | |
70.645(50) | αὐτῆς ἡ ἰσχὺς, καὶ ὁ πλοῦτος, Καὶ κυκλώσω, ὡς Δαβὶδ ἐπὶ σέ· καὶ βαλῶ περὶ σὲ χάρακα, καὶ θήσω περὶ σὲ πύργους, καὶ ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γῆν, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται. Καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ γῆς ἡ | |
55 | φωνή σου, καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθε‐ νήσει. Δέχεταί τι τῶν ἱστορικῶς γεγονότων ἐν καιρῷ τῆς | |
βασιλείας τοῦ μακαρίου Δαβὶδ, καὶ τοῦτο ποιεῖ μο‐ | 645 | |
70.648 | νονουχὶ πρὸς ἀνάδειξιν τῶν πολμηθέντων κατὰ Χρι‐ στοῦ παρὰ τῆς Ἰουδαίων συναγωγῆς. Τύποι γὰρ τῶν ἀληθῶν τὰ ὡς ἐν σκιαῖς τοῖς ἀρχαιοτέροις συμβεβη‐ κότα. Οὐκοῦν ἡ νῦν Ἱερουσαλὴμ, Ἰεβοὺς ἐκαλεῖτό | |
5 | ποτε. Ταύτην πεπολιόρκηκεν ὁ μακάριος Δαβίδ. Καὶ διὰ ποίαν αἰτίαν, ἐξ αὐτῶν εἰσόμεθα τῶν ἱερῶν Γραμ‐ μάτων. Ἔχει γὰρ οὔτως, ἐν τῇ δευτέρᾳ τῶν Βασι‐ λειῶν· «Καὶ ἀπῆλθε Δαβὶδ, καὶ πάντες οἱ ἄνδρες αὐ‐ τοῦ εἰς Ἱερουσαλὴμ πρὸς τὸν Ἰεβουσαῖον τὸν κατοι‐ | |
10 | κοῦντα τὴν γῆν, καὶ ἐῤῥέθη τῷ Δαβὶδ, ὅτι Οὐκ εἰσελεύσεται Δαβὶδ ὧδε· ὅτι ἀνέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοὶ λέγοντες, ὅτι Οὐκ εἰσελεύσεται ὧδε. Καὶ κατ‐ ελάβετο Δαβὶδ τὴν περιεχομένην Σιών. Αὕτη ἡ πόλις τοῦ Δαβίδ. Καὶ εἶπε Δαβὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Πᾶς | |
15 | τύπτων Ἰεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι τοὺς τυφλοὺς, καὶ τοὺς χωλοὺς τοὺς πολεμοῦντας ψυχὴν Δαβίδ.» Οὐκοῦν τῷ μὲν μακαρίῳ Δαβὶδ οἱ ἀπό γε τῆς Ἱερουσαλὴμ ἤτοι τῆς Ἰεβοῦς ἀντέστησαν τυφλοὶ καὶ χωλοὶ, καὶ τοῦτο πεποιηκότες οἰκτρῶς διολώλασι. | |
20 | Κατελάβετο γὰρ αὐτὴν, ἀντέστησαν δὲ τῷ πάντων Σωτῆρι Χριστῷ, κατὰ τὸν τῆς ἐπιδημίας αὐτοῦ και‐ ρὸν, οἱ τῆς Ἱερουσαλὴμ οἰκήτορες χωλοὶ, καὶ τυ‐ φλοί· οὐ γὰρ ᾔδεισαν ὀρθοποδεῖν. Ἀλλ’ οὐδὲ τὸ θεῖον εἰς νοῦν ἐδέχοντο φῶς, οἱ τὴν πίστιν οὐ προσιέμενοι, | |
25 | γραμματεῖς δὴ μάλιστα καὶ Φαρισαῖοι. Καὶ γοῦν ἔφη διὰ φωνῆς τοῦ Δαβίδ· «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Ἐπιστέλλει δὲ αὐτοῖς καὶ ὁ Παῦλος λέγων· «Διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλε‐ | |
30 | λυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.» Ὅτι δὲ ἦσαν καὶ τυφλοὶ, πιστώσεται λέγων αὐτὸς ὁ Σωτήρ· «Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι· καὶ οἱ βλέ‐ | |
35 | ποντες τυφλοὶ γένωνται.» Ἀνέβλεψαν μὲν γὰρ τὰ ἔθνη, καίτοι μὴ ὁρῶντά ποτε. Τετύφλωνται δὲ τῶν Ἰουδαίων οἱ δῆμοι, καίτοι βλέποντες τὸ Χριστοῦ μυστήριον τό γε ἧκον εἰς τὴν διὰ νόμου μυσταγωγίαν. Ταλανίζει τοίνυν τὴν Ἱερουσαλὴμ, καί φησιν· Οὐαὶ πόλις Ἀριὴλ, | |
40 | ἣν Δαβὶδ ἐπολέμησεν· Ἀριὴλ δὲ αὐτήν φησιν, ὀνόματι κεχρημένος τῷ κατὰ συνήθειαν τοῖς πολλοῖς. Ἑρμη‐ νεύεται μὲν γὰρ Ἀριὴλ, λέων Θεοῦ. Ἐπειδὴ δὲ κατὰ πᾶσαν τῶν ἄλλων χωρῶν καὶ ἐθνῶν ἀφορήτους ἐποιεῖτο τὰς ἐφόδους Ἱερουσαλὴμ, νικῶσα διὰ Θεοῦ, | |
45 | καὶ λέοντος δίκην ἁρπάζουσα καὶ σπαράττουσα τοὺς ἀνταίροντας, τοιαύτην ἔλαχε τὴν ἐπωνυμίαν. Οὐαὶ τοίνυν, φησὶν, ὦ ἀθλία πόλις· ἡ ποτὲ μὲν ὡς λέαινα καταβρυχομένη τῶν ἐθνῶν, περιπεσοῦσα δὲ μετὰ τοῦτο ταῖς οὕτω πικραῖς καὶ ἀνηκέστοις συμφοραῖς. | |
70.648(50) | Πεπολέμηκε μὲν γὰρ αὐτὴν πάλαι ὁ Δαβὶδ, ὁ δὲ ἐκ σπέρματος αὐτοῦ γεγονὼς μετ’ αὐτὸν, τοῦτ’ ἔστι Χριστός. Εἶτά φησι πρὸς αὐτούς· Συναγάγετε γεννή‐ ματα ἐνιαυτὸν ἐπ’ ἐνιαυτόν· φάγεσθε μὲν γὰρ σὺν Μωάβ. Ἐν δυσὶ γὰρ ὅλοις ἔτεσιν ἅπασαν περινοστῶν | |
55 | τὴν Ἰουδαίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ταῖς πανσόφοις ἐχρήσατο διδασκαλίαις, καὶ τὸ θεῖον αὐ‐ | |
τοῖς καὶ εὐαγγελικὸν παρετίθει κήρυγμα. Καιροῦ | 647 | |
70.649 | τοιγαροῦν, φησὶν, ἐνεστηκότος, καὶ διδόντος τοῦ δύ‐ νασθαι τροφὰς συλλέγειν πνευματικὰς, καὶ οἷον εἰς ἀποθήκην σωρεύειν αὐτὰς, εἰς νοῦν καὶ καρδίαν, μὴ νωθροὶ περὶ τοῦτο γένησθε. Πάντα δὲ μᾶλλον ὄκνον | |
5 | ἀποπεμψάμενοι, προθύμως συλλέξατε. Φάγεσθε γὰρ σὺν Μωάβ· ἡ Μωαβιτῶν χώρα γέγονέ ποτε δεισιδαι‐ μονεστάτη, καὶ ἦν ὅλως ἐν αὐτῇ οὐδεὶς, ὁ τῷ κατὰ φύσιν καὶ ἀληθῶς ὄντι Θεῷ προσκυνεῖν ἀνεχόμενος. Οὐκ οὖν ὡς ἀπὸ χώρας μιᾶς τῆς εἰδωλολατρούσης | |
10 | ἅμα τὸ σύμπαν τῶν πλανωμένων πρόσωπον δέχεται, καί φησιν, ὅτι Φάγεσθε γὰρ σὺν Μωάβ. Εἰσκέκλην‐ ται γὰρ καὶ τὰ ἔθνη, καὶ κοινὴ γέγονε τροφὴ τοῖς τε ἐξ αἵματος Ἰσραὴλ, καὶ αὐτοῖς δὲ τοῖς πλανωμένοις, ποτὲ τὸ εὐαγγελικὸν καὶ Σωτήριον κήρυγμα. Εἶτα | |
15 | προσεπάγει καί φησι, Ἐκθλίψω γὰρ Ἀριὴλ, ἀποδώ‐ σεις δὲ τούτῳ τῷ πρώτῳ. Ἔφη γὰρ, ὅτι Οὐαὶ, πόλις Ἀριήλ. Εἶτα διὰ μέσου παρενθεὶς τὰ ἐκ τῆς συμβου‐ λῆς πάλιν ἔχεται τοῦ σκοποῦ, καί φησιν· Ἔφην, ὅτι Οὐαὶ, πόλις Ἀριήλ· ἐκθλίψω γὰρ αὐτὴν, καὶ ἔσται | |
20 | αὐτῆς ἡ ἰσχὺς καὶ ὁ πλοῦτος ἐμοὶ, τοῦτ’ ἔστιν, Ἐγὼ πάντα τὸν πλοῦτον αὐτῆς, καὶ πᾶσαν τὴν ἰσχὺν λή‐ ψομαι· καὶ τοῦτο νοήσεις αἰσθητῶς τε ἅμα καὶ πνευ‐ ματικῶς. Ὁ μὲν γὰρ ἐπίγειος αὐτῶν κεκένωται πλοῦτος, ἁρπαζόντων δηλονότι τῶν πολιορκούντων | |
25 | αὐτήν. Συντέθραυσται καὶ ἡ πάλαι μεγάλη, καὶ δια‐ βόητος ἰσχὺς, νενίκηνται γὰρ ὑπὸ τῆς τῶν Ῥωμαίων χειρός. Γυμνοὶ δὲ πρὸς τούτῳ γεγόνασι τῶν ἐξ ἀρε‐ τῆς αὐχημάτων, καὶ παντὸς ἀγαθοῦ πτωχείαν, ἠῤ‐ ῥωστηκότες συναποβεβλήκασι τοῖς ἄλλοις, καὶ τῆς | |
30 | ἐν νόμῳ σοφίας τὸν πλοῦτον. Λέγω δὲ, ὅτι Κυκλώσω ἐπὶ σὲ χάρακα, καθήσω ἐπὶ σὲ πύργους, τὴν γεγενη‐ μένην πολιορκίαν κατὰ τῆς Ἱερουσαλὴμ μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν ὑπεμφαίνει. Ἐπειδὴ δὲ γεγόνα‐ σιν ἀλάζονες οἱ Φαρισαῖοι, καὶ φωνὰς ἠρεύγοντο κατὰ | |
35 | τοῦ Χριστοῦ δεινάς τε καὶ ἐπηρμένας. Ἔφασκον γάρ· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί.» Ταύτῃτοί φησιν, ὅτι Ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γῆν. Καὶ οὐκ αὐτοὶ πάντως οἱ λόγοι τοῦτο πείσονται κατὰ τὸ | |
40 | ἀληθὲς, ἀλλ’ οἱ τολμήσαντες εἰπεῖν αὐτοὺς, ἔσονται καταβεβλημένοι, οἱ πάλαι φορτικὰ καὶ ὑπέρογκα λα‐ λεῖν εἰωθότες ὑπενηνεγμένοι τοῖς ἐκ τοῦ πολέμου κα‐ κοῖς. Σμικρὰν καὶ ἀσθενεστάτην ἕξουσι τὴν φωνὴν, φθέγξονται δὲ οὕτως, καθάπερ ἀμέλει καὶ οἱ ἐκ τῆς γῆς φωνοῦντες, τοῦτ’ ἔστιν, οἱ νεκυομάντεις, οἳ ἐπει‐ | |
45 | δὰν προσποιοῦνται ψυχὴν ἀνενεγκεῖν, ἰσχνόν τι καὶ τετριγὸς ὑποφωνοῦσι μόλις, ὡς αὐτῆς ἠρέμα καὶ ἀπὸ τῆς γῆς λαλούσης ψυχῆς. Καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν, καὶ ὡς χοῦς φερόμενος, καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα παρὰ Κυρίου Σαβαώθ. | |
70.649(50) | Ἀσεβεῖς ὀνομάζει τοὺς εἰς Χριστὸν παροινήσαν‐ τας, καὶ σταυρῷ παραδόντας τὸν Λυτρωτὴν, καὶ τῆς σωτηρίας τὸν χορηγὸν θανάτῳ περιβαλεῖν τολμήσαν‐ τας, εἰ καὶ ἀνεβίω πάλιν ὡς Θεὸς ἐν σαρκί. Τοῦτον τὸν πλοῦτον ὡς κονιορτὸν ἀποιχήσεσθαί φησιν, ἀπο‐ | |
55 | πτῆναι δὲ καὶ ὡς χοῦν ἀπὸ τροχοῦ· καὶ οὐκ ἐν μή‐ | |
κει χρόνου, ἀλλ’ ἐν βραχεῖ, καὶ οἷον ἐν στιγμῇ. Καὶ | 649 | |
70.652 | ὅτι τὸ χρῆμα παρὰ Κυρίου Σαβαὼθ συμβήσεται, διαμεμήνυκεν ἀναγκαίως, ἵνα μή τις ἐλπὶς αὐτοὺς διαπαίζῃ κενὴ προσδοκῶντας ὅτι καὶ διαφεύξονται. Ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σει‐ | |
5 | σμοῦ, καὶ φωνῆς μεγάλης· καταιγὶς φερομένη, καὶ φλὸξ πυρὸς κατεσθίουσα. Τί ἂν βούλοιτο δηλοῦν τὸ, Παρὰ Κυρίου Σαβαὼθ, διατρανοῖ λέγων, ὡς ἔσται τις ἐπ’ αὐτοῖς ἐπισκοπή. Περιόψεται γὰρ ὁ Θεὸς οὐδαμῶς καὶ Πατὴρ τὴς εἰς | |
10 | τὸν Υἱὸν δυσσεβείας τὰ ἐγκλήματα. Ἀλλ’ ἐποίσει, φησὶ, καθάπερ τινὰ βροντὴν, καὶ σεισμὸν, καταιγίδα, καὶ φλόγα πυρὸς κατεσθίουσαν τοῦ πολέμου τὴν ἔφοδον. Καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος ἐν ὕπνῳ, ὁ | |
15 | πλοῦτος τῶν ἐθνῶν πάντων, ὅσοι ἐπεστράτευ‐ σαν ἐπὶ Ἱερουσαλὴμ, καὶ πάντες οἱ συνηγμένοι ἐπ’ αὐτὴν, καὶ θλίβοντες αὐτήν· καὶ ἔσονται ὡς ἐν ὕπνῳ πεινῶντες καὶ ἐσθίοντες, καὶ ἐξανα‐ στάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον. Καὶ ὃν | |
20 | τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς πίνων καὶ ἐξ‐ αναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν, ὅσοι ὑπεστράτευσαν ἐπὶ τὸ ὄρος τὸ Σιών. | |
25 | Ὡς κονιορτὸν ἔσεσθαι λέγων, καὶ ὡς χοῦν ἀπὸ τροχοῦ τὸν πλοῦτον τῶν ἀσεβῶν, δῆλον δὲ ὅτι τῶν εἰς Χριστὸν πεπαρῳνηκότων, οὐδὲ αὐτοῖς τοῖς κατα‐ δῃώσασιν ἐν ἀσφαλεῖ καὶ βεβαίᾳ γενήσεσθαι κτήσει διισχυρίζεται. Ἔσονται γὰρ οὕτω πεπλουτηκότες, | |
30 | φησὶν, ὡς ἂν εἰ καί τινες τῶν ἐν ὁράσει νυκτερινῇ καταπλουτῆσαι μὲν οἰηθέντων, κεκερδακότων δὲ παντελῶς οὐδέν. Ἔξυπνοι γὰρ γεγονότες, τὴν τῶν ὀνειράτων ἀπάτην ἐπιγνώσονται, καὶ ὅπερ εἶναι νενομίκασιν ἀληθὲς, τοῦτο δὴ πάντως εὑρήσουσι | |
35 | σκιὰν οὖσαν, καὶ δόκησιν. Συμβαίνει δέ τι τοιοῦτον, καὶ ἐπὶ τῶν ἢ πείνῃ τυχὸν ἢ δίψει κατισχημένων ἰδεῖν· ὀρεκτιᾷ μὲν γὰρ ἡ τοῦ σώματος φύσις ἀναγ‐ καίως τὰ ἑαυτῆς· ὕπνου τε μήν ἐσθ’ ὅτε τὸν νοῦν κατακηλήσαντος, οὐδὲν ἧττον ἡ φύσις ἐν ἐπιθυμίαις | |
40 | ἐστὶν ὧν ἂν βούλοιτο τυχόν. Ἐντεῦθεν, οἶμαί που, καθάπερ τινὲς ἀτμοὶ καὶ φαντασίαι λεπταὶ τοῦ πράγματος περιθέουσι τὸν νοῦν, ἀλλ’ ἔσται ματαία καὶ ἀνόνητος παντελῶς ἡ δόκησις, ὕπνου λοιπὸν τῶν ὀμμάτων ἀπονοστήσαντος. Οὕτως ἔστω, φησὶν, ὁ | |
45 | πλοῦτος πάντων τῶν ἐθνῶν, ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος τὸ Σιών. Πότε δὲ ἢ πῶς γενέσθαι ταυτὶ συμβέβηκε, παρείσθω λέγειν. Ἐκλύθητε, καὶ ἔκστητε, καὶ κραιπαλήσατε, οὐκ ἀπὸ σίκερα, οὐδὲ ἀπὸ οἴνου, ὅτι πεπότικεν | |
70.652(50) | ὑμᾶς Κύριος πνεύματι κατανύξεως, καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ τῶν προφητῶν αὐ‐ τῶν, καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ γλυπτά. Προσδιαλέγεται πάλιν τοῖς τῶν θείων θεσπισμά‐ | |
55 | των καταφρονηταῖς, καὶ παρ’ οὐδὲν ἡγεῖσθαι μεμε‐ λετηκόσι τὸ θεῖόν τε καὶ οὐράνιον κήρυγμα, φημὶ δὴ τὸ εὐαγγελικόν. Καίτοι γὰρ παρὸν αὐτοῖς, καὶ σφό‐ δρα ἑτοίμως, τῆς διὰ Χριστοῦ σωτηρίας ἀποκερδᾶναι | |
τὴν χάριν, εὐήνιον τὸν τῆς διανοίας ἐπάγουσιν αὐ‐ | 651 | |
70.653 | χένα. Τοῦτο μὲν οὖν οὐκ ἔδρων οἱ δείλαιοι, περι‐ αυτιζόμενοι δὲ καὶ μεγάλα φρονοῦντες ἐφ’ ἑαυτοῖς ἀνέδην ἔφασκον· «Ἡμεῖς τοῦ Μωσέως ἐσμὲν μα‐ θηταί· ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελάληκεν ὁ Θεὸς, | |
5 | τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Ἀλλ’ ἤκουον Χριστοῦ λέγοντος ἐναργῶς· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Καὶ πάλιν· «Ἕως τὸ φῶς ἔχετε, περι‐ πατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς κατα‐ λάβῃ.» Ἐπειδὴ δὲ καίτοι τῶν οὕτω σεπτῶν ἀκροώμε‐ | |
10 | νοι λόγων γεγόνασι μὲν κατ’ οὐδένα τρόπον ἐαυτῶν ἀμείνους ἢ σοφώτεροι· σκληροὶ δὲ καὶ ἀκαμπεῖς κατεφωρῶντο λοιπόν. Τότε δὴ τότε καὶ μάλα εἰκότως κατελήφθησαν ὑπὸ τῆς σκοτίας ἐκλέλυνται δὲ τρόπον τινὰ, καὶ φρενὸς ἐξέστησαν ἀγαθῆς, καὶ καθάπερ ἐξ | |
15 | οἴνου κεκραιπαληκότες πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτό‐ πων εὐκόλως καταδεδόνηνται. Τοιοῦτόν τι σημαίνων φησὶ πρὸς αὐτούς· Ἐκλύθητε, καὶ ἔκστητε καὶ κραιπαλήσατε, οὐκ ἀπὸ σίκερα, οὐδ’ ἀπὸ οἴνου. Οἶδε γὰρ, οἶδε καταμεθύσκειν τὸν νοῦν, οὐχὶ πάντη τε | |
20 | καὶ πάντως οἶνος ὁ αἰσθητὸς, ἤγουν τὸ μεθύσκον κέρασμα, τοῦτ’ ἔστι, τὸ σίκερα. Συμφοραὶ δὲ μᾶλλον τοῦτο δρῶσι νεανικώτερον, καὶ οἷά τις πώρωσις ἐκ θείας ὀργῆς τῇ διανοίᾳ συμβαίνουσα, τοῦτο γὰρ, οἶμαι, διδάσκει λέγων· Καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐ‐ | |
25 | τῶν, καὶ τῶν προφητῶν αὐτῶν, καὶ τῶν ἀρχόντων αὐτῶν οἱ ὁρῶντες τὰ γλυπτά. Οἱ γὰρ πάλαι, φησὶ, διὰ τῆς τοῦ νόμου παιδαγωγίας σεσοφωμένοι, καὶ τῆς ἀληθείας τὸ κάλλος ὡς ἐν ἀμυδραῖς ἔτι κατα‐ θεώμενοι ταῖς σκιαῖς, καὶ συνιέντες ἐκ μέρους τῶν | |
30 | ἁγίων προφητῶν τοὺς λόγους, καὶ αὐτοῦ δὴ τούτου στερηθήσονται. Καμμύσει γὰρ τοὺς τῆς διανοίας αὐ‐ τῶν ὀφθαλμοὺς, καίτοι πάλαι βλέποντας τὰ γλυπτά [Sept. κρυπτὰ, non γλυπτά]. Πείσεται δὲ τοῦτο, φησὶν, ἄρχων, καὶ προφήτης, τοῦτ’ ἔστιν, ἡγούμενος | |
35 | καὶ ἱερέως. Ὠνόμαζον γὰρ προφήτας τοὺς τῶν ἁγίων προφητῶν πολυπραγμονοῦντας τὰ προφητῶν. Ἦσαν δέ τινες παρὰ τοῖς Ἰουδαίοις νομομαθείας ὑπόληψιν ἔχοντες καθηγηταὶ καὶ διδάσκαλοι, καθάπερ ἀμέλει καὶ Γαμαλιὴλ, περὶ οὗ πολὺς παρ’ αὐτοῖς ὁ λόγος ἦν. | |
40 | Καὶ ἔσται ὑμῖν πάντα τὰ ῥήματα ταῦτα, ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου, ὃ ἐὰν δώσουσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμ‐ ματα, λέγοντες· Ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ· Οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ. Καὶ δοθή‐ | |
45 | σεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ· Ἀνά‐ γνωθι τοῦτο, καὶ ἐρεῖ· Οὐκ ἐπίσταμαι γράμματα. Ἔφη που πρὸς Ἰουδαίους ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· «Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς | |
70.653(50) | δοκεῖτε ὑμεῖς ζωὴν αἰώνιον ἔχειν. Καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε.» Οὐκοῦν εἰκῆ πεπονήκασιν ἄνω τε κάτω τὴν διὰ Μωσέως ἐντολὴν ἀειλογοῦντες οἱ ἐξ Ἰσραὴλ καὶ προσποιούμενοι μὲν τῶν νομικῶν | |
55 | γραμμάτων εἰς νοῦν καὶ καρδίαν οὐκ ἀγεννῆ συλλέ‐ ξασθαι σύνεσιν, οὐ μὴν ἐπιζητοῦντες Χριστὸν, καίτοι | |
τοῦ νόμου τὸ αὐτοῦ λαλοῦντος μυστήριον. Ἤκουον | 653 | |
70.656 | γὰρ πάλιν· «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Οὐκοῦν ἐπειδήπερ οὐ πολὺς ἦν παρ’ αὐτοῖς ὁ τοῦ νόμου λό‐ γος, μᾶλλον δὲ ἀπεκτόνασι τὸν δι’ αὐτοῦ προαναφω‐ | |
5 | νούμενον, καὶ τῆς εἰς Μωσέα τιμῆς ἀλογήσαντες κατεσφραγίσθη τρόπον τινὰ παρὰ Θεοῦ, καθάπερ βιβλίον ἒν ἡ θεόπνευστος Γραφή. Ἓν γὰρ ἡ πᾶσά ἐστι καὶ λελάληται δι’ ἑνὸς τοῦ ἁγίου Πνεύματος· κατεσφραγίσθη δὲ τινά τρόπον; Οὔτε γὰρ οἱ ἀνα‐ | |
10 | γνῶναι δυνάμενοι, καὶ εἰδότες γράμματα συνιέναι τι δύνανται τῶν ἐν αὐτῷ, οὔτε μὴν καὶ εἰ μή τις εἰδείη γράμματα γνώσεταί τι τῶν κεκρυμμένων ἐν αὐτῷ· ἀλλ’ ἔσται πᾶσιν ἐν ἴσῳ τρόπω κατεσφραγισμένος ὁ νόμος, ὡς ἄληπτον παντελῶς, καὶ τοῖς τὴν λέξιν εἰ‐ | |
15 | δόσι, τὴν τῶν ἐννοιῶν γενέσθαι δύναμιν. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ Δαβὶδ πρὸς τὸν Θεὸν ὑμνού‐ μενον· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκυψον.» Καὶ εἶπε Κύριος· Ἐγγίζει μοι ὁ λαὸς οὗτος | |
20 | τῷ στόματι, καὶ τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ. Μά‐ την δὲ σέβονταί με, διδάσκοντες ἐντάλματα ἀν‐ θρώπων καὶ διδασκαλίας. Ὑποκρινόμενοι γὰρ Ἰουδαῖοι τῶν νομικῶν ἐνταλ‐ | |
25 | μάτων τὸ βάθος ὁρᾷν, καὶ ἐπὶ γλώττης ἔχοντες τὴν πάλαι διωρισμένην τοῖς πατράσιν ἐντολὴν, μεμετρή‐ κασιν ἐν τούτῳ καὶ μόνῳ τῆς πρὸς Θεὸν λατρείας τὴν δύναμιν. Ἔδρων μὲν γὰρ τῶν τεθεσπισμένων τὸ σύμπαν οὐδὲν, ἀτιμάσαντες δὲ ὥσπερ τὴν τοῦ νομοθέ‐ | |
30 | του βούλησιν ἐτράποντο πρὸς διδασκαλίαν, καὶ ἀν‐ θρώπων ἐντάλματα. Παραδόσεις γάρ τινας εἰκαίας καινοτομοῦντες ἑαυτοῖς ᾤοντο μὲν εἶναι φιλόθεοί τε καὶ ἀγαθοὶ, ἠλέγχοντο δὲ δι’ αὐτῶν τῶν πραγμάτων τὴς εἰς Θεὸν ἀγάπης ἀσυνέτως ἀποπηδήσαντες. | |
35 | Οὐκοῦν τό γε ἧκον εἰς τὸ ἐπὶ γλώττης ἔχειν τὸν νό‐ μον, ἐγγὺς ἑαυτοὺς ἐνόμιζον εἶναι Θεοῦ, διὰ δέ γε τοῦ μὴ ἀνέχεσθαι πληροῦν αὐτὸν, ἀποφοιτῶντες ἠλέγ‐ χοντο, καὶ ἔξω που γεγονότες αὐτοῦ. Ὅτι γὰρ τοῖς ἀνθρώπων ἐντάλμασι προσέκειντο μᾶλλον, κἀντεῦθεν | |
40 | ἂν γένοιτο καταφανές· «Προσήεσαν μὲν γάρ ποτε τῷ Σωτῆρι λέγοντες οἱ Γραμματεῖς, καὶ οἱ Φα‐ ρισαῖοι· Διατί οἱ μαθηταί σου παραβαίνουσι τὴν ἐντολὴν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας ὅτε ἄρτον ἐσθίουσι. Καὶ πρός γε ταῦτο | |
45 | ἔφασκεν ὁ Κύριος· Διατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ; Ὁ γὰρ Θεὸς εἶπε· Τίμα τὸν πατέ‐ ρα σου, καὶ τὴν μητέρα σου· καὶ ὁ κακολογῶν πα‐ τέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ, ἢ τῇ μητρὶ, Δῶρον ὃ ἐὰν ἐξ | |
70.656(50) | ἐμοῦ ὠφεληθῇς, οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ, ἢ τὴν μητέρα· καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῖ διὰ τὴν παράδοσιν ὑμῶν.» Προσεπήνεγκε δὲ τούτοις τὸ προκείμενον ὑμῖν ῥητόν· ἔφη γὰρ, ὅτι «Ὑποκρι‐ ταὶ καλῶς προεφήτευσεν Ἡσαΐας περὶ ὑμῶν λέγων | |
55 | Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ.» Οὐκοῦν ἐπειδή περ τὸν παιδαγωγὸν ἀτιμάσαντες, καὶ τοῦ μηδενὸς | |
ἀξιώσαντες λόγου τὸν παρὰ Θεοῦ νόμον ἐτράποντο | 655 | |
70.657 | πρὸς διδασκαλίας καὶ ἐντολὰς ἀνθρώπων, κατεσφρα‐ γίσθη ταύτῃτοι, καὶ σφόδρα εἰκότως τὸ τῆς θεοπνεύ‐ στου Γραφῆς βιβλίον. Οὐ γὰρ ἦν ἀκόλουθον τὴν διὰ τῆς θεοπνεύστου Γραφῆς πλουτίσαι σύνεσιν τοὺς κα‐ | |
5 | ταφρονοῦντας αὐτῆς. Διὰ τοῦτο ἰδοὺ προσθήσω τοῦ μετατεθῆναι τὸν λαὸν τοῦτον, καὶ μεταθήσω αὐτοὺς, καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω. | |
10 | Μετεκομίσθη γὰρ ὥσπερ ὁ τῶν Ἰουδαίων δῆμος κατὰ πολλοὺς, οἶμαι, τρόπους. Κλῆρος μὲν γὰρ ὠνο‐ μάσθη Θεοῦ, μερίς τε αὐτοῦ καὶ σχοίνισμα· μετετέθη δὲ ὥσπερ. Οὐ γὰρ ἔτι κλῆρος κεχρημάτικεν αὐτῷ, μερὶς δὲ γέγονεν ἀλωπέκων, καὶ δέδοται τῷ Σατανᾷ, | |
15 | καὶ τοῖς ἀκαθάρτοις πνεύμασιν εἰς τροφὴν, μετετέθη δὲ καὶ ἀπό γε τοῦ φρονεῖν ὀρθῶς, εἰς ἀδόκιμον νοῦν ἐκ δόξης εἰς ἀτιμίαν, ἐξ ἰσχύος εἰς ἀσθένειαν, ἐκ τοῦ εἶναι σοφὸς εἰς ἐσχάτην ἀβελτηρίαν. Ἀπολῶ γὰρ, φησὶ, τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν | |
20 | σύνεσιν τῶν συνετῶν κρύψω. Εἶναι μὲν γὰρ ἐδό‐ κουν σοφοί τε καὶ πολυγνώμονες οἱ Γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, νομομαθείας ἔχοντες δόξαν, ἀλλὰ κέκρυπται παρὰ Θεοῦ, καὶ μονονουχὶ συνεστάλη τῶν σοφῶν ἡ σύνεσις, τοῦτ’ ἔστιν, ὁ νόμος, ἤγουν ἡ θεό‐ | |
25 | πνευστος Γραφή. Οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες, καὶ οὐ διὰ Κυρίου· οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες, καὶ ἔσται ἐν τῷ σκότει τὰ ἔργα αὐτῶν, καὶ ἐροῦσι· Τίς ἡμᾶς ἑώρακε; καὶ τίς ἡμᾶς γνώσεται ἢ ἃ | |
30 | ἡμεῖς ποιοῦμεν; Ὅτε ποινὴν καὶ δίκην καθορίζει τινῶν ὁ τῶν ὅλων Θεὸς, εὐθὺς ἐπιφέρει τὰς τοῦ πράγματος αἰ‐ τίας, καὶ ἵστησιν ἐναργῆ τὰ τῶν πεπονθότων ἐγκλή‐ ματα, ἵνα καὶ δίκαιος ὁρῷτο πάντα κολάζων ἐν δίκῃ. | |
35 | Ἔφη τοίνυν ὡς ἀσύνετοι παντελῶς ἔσονται τῶν Ἰου‐ δαίων οἱ δῆμοι κατεσφραγισμένου τοῦ νόμου, καὶ ἁπάσης ἐξῃρημένης τῆς ἐν αὐτοῖς συνέσεως, ἀπομεῖ‐ ναι τυφλοὺς, νοητῶς δηλονότι. Ποῖα τοιγαροῦν τὰ ἐγ‐ κλήματα, καὶ ἐπὶ τίσιν αὐτοῖς τὸ ἔν γε τούτῳ κατ‐ | |
40 | ολισθεῖν συμβέβηκε διατρανοῖ παραχρῆμα. Πλεῖσται γὰρ ὅσαι κατὰ Χριστοῦ γεγόνασιν αἱ παρ’ αὐτῶν σκέ‐ ψεις, καὶ ἀπᾴδουσαι Θεῷ. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ, οὐ διὰ Κυρίου· καὶ δὴ καὶ ᾤοντο κατὰ σφᾶς αὐτοὺς βουλεύεσθαι μὲν λεληθότως, καὶ ἐγχειρημάτων ἅπτε‐ | |
45 | σθαι πικρῶν ὡς τάχα που καὶ λέγειν, Τίς ἡμᾶς ἑώρακεν, ἢ τίς γνώσεται ἃ ἡμεῖς ποιοῦμεν; Ἀλλ’ ἠγνόησαν ὅτι τὸν θεῖόν τε καὶ ἀκήρατον νοῦν οὐκ ἂν διαλάθοι βουλὴ, καὶ σκέψις ἀνθρώπου πικρὰ, καὶ ἐγ‐ χειρημάτων δύναμις, κἂν εἰ πράττοι τὸ τυχὸν ἐν σκό‐ | |
70.657(50) | τει καὶ κεκρυμμένως. Κατεμισθοῦντο μὲν γὰρ τὸν προδότην Ἰούδα, μονονουχὶ λέγοντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. Καὶ δὴ σταυρῷ παρέδωσαν, καὶ τό γε ἧκον ἐπ’ αὐτοῖς ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς· ἐγηγερμένῳ δὲ πάλιν ἐκ νε‐ | |
55 | κρῶν ἐπεφύοντο δεινοὶ καὶ λεληθότως ἔδρων τὰ ἐξ ἀνοσίας τε καὶ βασκάνου φρενός. Ἐγηγέρθαι γὰρ γνόντες αὐτὸν, ἀργύρια ἱκανὰ δεδώκασι τοῖς στρατιώ‐ ταις τοῖς τοῦ τάφου φρουροῖς, ἵνα εἴπωσιν ὅτι οἱ μα‐ | |
θηταὶ αὐτοῦ διὰ νυκτὸς λαθόντες ἔκλεψαν αὐτόν. | 657 | |
70.660 | Οὐαὶ τοίνυν, φησὶν, οἱ τὰς τοιάσδε βουλὰς ποιεῖν εἰωθότες, οὐ διὰ Κυρίου μᾶλλον, ἀλλ’ ὡς ἔν γε τῷ Βεελζεβούλ. Οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; | |
5 | Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· Οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι, Οὐ συνετῶς με ἐποίησας; Εἰρηκὼς ὅτι Μεταθήσω τὸν λαὸν τοῦτον, ὅτι πάντη τε καὶ πάντως κατορθώσει τὸ χρῆμα καὶ λίαν | |
10 | ἀμογητὶ διαδείκνυσιν ἐν τούτοις, μεταπλασθήσεσθαι λέγων αὐτοὺς εἰς ὅπερ ἂν ὁ δημιουργήσας ἐθέλοι, καθάπερ ἀμέλει, καὶ τὸ διὰ χειρῶν κεραμέως τεχν‐ ουργούμενοι. Τοιοῦτόν τι πάλιν καὶ ὁ προφήτης Ἱερεμίας ἐδιδάσκετο· «Ἀνάστηθι γὰρ, φησὶ, καὶ | |
15 | κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου. Καὶ κατέβην εἰς τὸν οἶ‐ κον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων, καὶ διέπεσε τὸ ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἀπὸ τῶν χειρῶν αὐτοῦ· καὶ πάλιν ἐποίησεν αὐτὸ | |
20 | ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῖ ποιῆσαι, καὶ εἶπε Κύριος πρός με· Μὴ ὡς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι ποιῆσαι ὑμᾶς, οἶκος τοῦ Ἰσραήλ; Ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου.» Μεταπλάττει γὰρ εὐκόλως, ἐφ’ ὅπερ ἂν | |
25 | ἕλοιτο τὸ παρ’ αὐτοῦ γεγονὸς ὁ τῶν ὅλων τεχνίτης καὶ δημιουργός. Οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμὲλ, καὶ τὸ ὄρος τὸ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται; | |
30 | Ἔσεσθαι λέγων αὐτοὺς ὡς πηλὸν κεραμέως, καὶ μεταπλασθήσεται πρὸς τὰ αἰσχίω· διά τοι τὸ πλεί‐ στην ὅσην ἐν αὐτοῖς εἶναι τὴν ἁμαρτίαν τινὰ τρόπον ἔσται τὸ χρῆμα διαδείκνυσιν ἐναργῶς, καὶ καταλευ‐ καίνει τρόπον τινὰ τὸ ἀμυδρῶς εἰρῆσθαι δοκοῦν. Λί‐ | |
35 | βανος μὲν ὄρος ἐστὶ τῆς Φοινίκης, καὶ ἦσαν πάντες οἱ ἐν αὐτῷ καὶ περὶ αὐτὸ κατοικοῦντες ἄνθρωποι τῶν ὅτι μάλιστα δεισιδαιμονεστάτων, ὁμοίως δὲ καὶ τὸ Χαρμὲλ ὄρος ἦν ἐν τῇ Ἰουδαίων χώρᾳ, παμμέγεθες ἐν ᾧ κατοικῆσαι λέγεται καὶ ὁ Θεσβίτης Ἠλίας. Οὐκ‐ | |
40 | οῦν ἀπὸ τῶν ὀρῶν ἤτοι τῶν χωρῶν ἐν αἷς τὰ ὄρη τοὺς ἐνοικοῦντας ἐν αὐτοῖς κατασημᾶναι βούλεται, καί φησιν, ὅτι Μετατεθήσεται, ὅ ἐστι μεταβληθήσεται ὁ Λίβανος, ἔσται δὲ ὡς τὸ Καρμήλιον ὄρος. Τὸ δὲ ὄρος τὸ Καρμήλιον ὡς ὁ Λίβανος, τοῦτ’ ἔστιν, οἱ μέν | |
45 | ποτε τοῖς εἰδώλοις λατρεύοντες τὸν ἐν τῇ Ἰουδαίᾳ προσκυνούμενον ἐπιγνώσονται Θεὸν, καὶ ἐν τάξει τοῦ πρωτοτόκου Ἰσραὴλ καταλογισθήσονται. Οἵ γε μὴν ἐκ σπέρματος Ἰσραὴλ τοῖς τὸν Λίβανον οἰκοῦσι καὶ πλανωμένοις ποτὲ γενήσονται παραπλήσιοι. Ἐκβέ‐ | |
70.660(50) | βληται μὲν γὰρ ὁ Ἰσραὴλ τῆς πρὸς Θεὸν οἰκειότητος διά τοι τὴν εἰς Χριστὸν δυσσέβειαν. Προσελήφθη δὲ τὰ ἔθνη καὶ ἡγιασμένα διὰ τοῦ Πνεύματος θείας φύ‐ σεως γεγόνασι κοινωνοί. Μετατεθήσεται τοίνυν, ὁ Λίβανος, φησὶν, ὡς τὸ ὄρος τὸ Χερμὲλ, καὶ τὸ ὄρος τὸ | |
55 | Χερμὲλ εἰς δρυμὸν λογισθήσεται, τοῦτ’ ἔστιν, ὡς ὕλη | |
ξύλων ἀγρίων, ὧν τὸ τέλος εἰς καῦσιν. Ἢ καὶ καθ’ | 659 | |
70.661 | ἕτερον τρόπον. Δρυτόμοι γὰρ ὥσπερ γεγόνασι τοῖς ἐξ Ἰσραὴλ οἱ καταδῃοῦντες αὐτὸν, καὶ τοῦτο, οἶμαι, δη‐ λοῖ λέγων ὁ προφήτης Ζαχαρίας· «Διάνοιξον, ὧ Λίβα‐ νος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους | |
5 | σου. Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος. Ὀλολύξατε, δρῦες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος» Ἄθρει δὴ οὖν, ὅτι καὶ αὐτὸς τῷ Λιβάνῳ παρεικάζει τὴν Ἰουδαίαν, ὡς οὐδὲν διαφέ‐ ρουσαν τῶν ἐν αὐτῷ πάλαι, τοῦτ’ ἔστι, τῶν πλανω‐ | |
10 | μένων. Πίτυν δὲ καὶ κέδρον, καὶ μέν τοι καὶ δρῦν τοὺς ἐν αὐτῇ πεσόντας ἀποκαλεῖ. Ὑψηλοὶ γὰρ ὄντες, ὑψοῦ τε ᾐρμένοι, καθάπερ ὑπὸ πυρὸς δεδαπάνηνται τῆς θείας ὀργῆς. Καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λύ‐ | |
15 | γους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει, καὶ οἱ ἐν τῇ ὁμίχλῃ. Ὀφθαλμοὶ τυφλῶν βλέψονται, καὶ ἀγαλ‐ λιάσονται πτωχοὶ διὰ Κυρίου ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἐθνῶν ἐμπλησθήσονται εὐ‐ φροσύνης. | |
20 | Τὴν τῶν ἐθνῶν κλῆσιν διά γε τῶν προκειμένων ἡμῖν ἐναργέστατα δηλοῖ. Ἔστι δὲ καθάπερ ἐξ ἀντι‐ στρόφου τῶν πραγμάτων τὴν φύσιν ἰδεῖν συμβαίνου‐ σαν. Ἔφη μὲν γὰρ ὅτι κατασφραγισθήσεται τὸ τοῦ νόμου βιβλίον ἤγουν ἁπάσης τῆς θεοπνεύστου Γρα‐ | |
25 | φῆς, καὶ τὸν τῶν Ἰουδαίων κρυβήσεται νοῦν τῶν θείων λογίων ἡ γνῶσις· ὡς τὸν μὲν εἰδότα γράμματα, φάναι τὸ, Οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γὰρ, τὸν μὴ εἰδότα δὲ, φάναι τὸ, Οὐκ οἶδα γράμματα, ἀλλ’ ὅτι κεκλήσονται τὰ ἔθνη πρὸς ἐπίγνωσιν Θεοῦ καὶ τὸ τῶν | |
30 | εὐαγγελικῶν κηρυγμάτων εἰς νοῦν καὶ καρδίαν εἰσ‐ δέξονται φῶς, καὶ αὐτὸν δὲ συνήσουσι τὸν διὰ Μω‐ σέως νόμον, καίτοι κωφοὶ καὶ ἀνήκοοι γεγονότες ποτὲ, καὶ οἷον ἐν ὁμίχλῃ καὶ σκότῳ διατρίβοντες, ὡς ἐν ἀμαθίᾳ καὶ πλάνῃ καθίστησιν ἐναργές. Ἠσθῆ‐ | |
35 | σθαι δέ φησιν αὐτοὺς, οὐκ ἐφ’ ἑτέροις τισὶ τοῖς κατὰ τόνδε τὸν βίον πράγμασιν, ἀλλ’ ἐπὶ Κυρίῳ, τοῦτ’ ἔστι, Χριστῷ. Πτωχοὶ γὰρ ὄντες, καὶ τῶν ἀγαθῶν οὐδὲν ἔχοντες εἰς νοῦν, ἀλλ’ ἐν ἐνδείᾳ πάσης ὑπάρ‐ χοντες ἀρετῆς, καὶ ἐλπίδα μὴ ἔχοντες· ἄθεοι γὰρ | |
40 | ἦσαν ἐν τῷ κόσμῳ, κατὰ τὸ γεγραμμένον· πλησθή‐ σονται ἐν εὐφροσύνῃ. Ἔσονται γὰρ, καὶ ἁμαρτίας ἐλεύθεροι καὶ πλήρεις ἁγιασμοῦ, καὶ θανάτου κρείτ‐ τονες, καὶ ἐλπίδων ἐπίμεστοι τῶν παρὰ Θεοῦ, διηνεκοῦς εὐφροσύνης μέτοχοι. | |
45 | Ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ, καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσ‐ κομμα θήσουσι, καὶ ἐπλαγίασαν ἐν ἀδίκοις | |
70.661(50) | δίκαιον. Ὡς ἐκ μέσου γενομένων, καὶ ἐκβεβλημένων τῆς πρὸς Θεὸν οἰκειότητος τῶν ἐξ Ἰσραὴλ, εἰ καὶ μὴ εἰς ἅπαν· σέσωσται γὰρ τὸ κατάλειμμα κατὰ τὴν τοῦ προφήτου φωνήν· ἐκλελοιπέναι φησὶν ἄνο‐ | |
55 | μόν τε καὶ ὑπερήφανον· ἄνομοι μὲν γὰρ ὡς μηδὲ αὐτὸν τετηρηκότες τὸν νόμον, τραπόμενοι δὲ μᾶλλον εἰς διδασκαλίας καὶ ἐντάλματα ἀν‐ θρώπων. ὑπερήφανοι δὲ λίαν καὶ κατωφρυωμένοι | |
δεινῶς ὡς Χριστὸν ἀτιμάσαντες. Ποτὲ μὲν γὰρ ἔφα‐ | 661 | |
70.664 | σκον· «Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκε;» Ποτὲ δὲ πάλιν· «Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον, καὶ | |
5 | σὺ λέγεις, Ἐάν τίς μου τὸν λόγον ἀκούσῃ, θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα. Τίνα σεαυτὸν ποιεῖς;» Καὶ μὴν καὶ ἑτέρωθι κατίδοι τις ἂν αὐτοὺς ἀνοσιώτατα λέγον‐ τας τοὺς Γραμματέας τε καὶ Φαρισαίους· «Δαιμόνιον ἔχει καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;» Ἐξωλοθρεύ‐ | |
10 | θησαν τοίνυν οἱ παρανομοῦντες ἀεὶ διὰ πολλὴν κα‐ κίαν καὶ τῆς ἐνούσης αὐτοῖς δυστροπίας τὸ μέγεθος. Οὗτοι δὲ ἦσαν οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· ἀποκομίζοντες γὰρ, ὡς ἔφην, τοὺς ὑπὸ χεῖρα λαοὺς τῆς εἰς τὸν νόμον αἰδοῦς, ἁμαρτάνειν παρ‐ | |
15 | εσκεύαζον τὸν ἴδιον λόγον ἤτοι τὰ ἑαυτῶν ἐντάλματα τηρεῖν ἀναπείθοντες· καὶ ταῦτα ἡγεῖσθαι παρασκευ‐ άζοντες νόμον· καὶ τὸ ἔτι τούτων ἀνοσιώτερον, ἐποι‐ οῦντο πρόσκομμα τοὺς ἐλέγχοντας ἐν πύλαις. Οἱ μὲν γὰρ ἅγιοι προφῆται τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ δια‐ | |
20 | πορθμεύοντες λόγους, τοὺς ἐξ Ἰσραὴλ ἤλεγχον ἐσθ’ ὅτε, καὶ τοῦτο ἐν παῤῥησίᾳ καὶ οὐ λεληθότως, ἀλλ’ οἷον ἐν πύλαις. Οἱ δὲ καθηγεῖσθαι λαχόντες τῶν ὑπὸ χεῖρα ποιμνίων, καὶ παιδαγωγεῖν ὀφείλοντες εἰς πᾶν ὁτιοῦν τῶν χρησίμων τοὺς τῆς ὀρθῆς τε καὶ ἀμωμή‐ | |
25 | του παρεκθέοντας ὁδοῦ, τοὺς ὠφελοῦντας ἐλέγχους ἐποιοῦντο πρόσκομμα, πλάνους τάχα που καὶ ψευ‐ δοεπεῖς ὀνομάζοντες. Σκοπὸς γὰρ ἦν αὐτοῖς τὸ ἐν ἀδίκοις πράγμασι τὴν τοῦ δικαίου δύναμιν παρευθύ‐ νειν ἀεί. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ, Ἐπλαγίασαν ἐν | |
30 | ἀδίκοις δίκαιον, οἷον τοῦ νόμου λέγοντος, «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου,» καὶ, «Ὁ κακολογῶν πατέρα, ἢ μητέρα, θανάτῳ τελευτάτω.» Αὐτοὶ λέγειν ἐδίδασκον τοῖς γεγεννηκόσι τοὺς ἐξ αὐτῶν γεννωμέ‐ νους· Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῆς. Κἂν εἰ τοῦτ | |
35 | λέγοιεν, οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ, ἢ τὴν μη‐ τέρα αὐτοῦ. Ἐξέστω, φησὶ, μὴ τιμᾷν πατέρα, ἢ μη‐ τέρα. Τοῦτο γὰρ αὐτοῖς ὠνείδιζεν ὁ Χριστὸς λέγων· Ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. | |
40 | Διὰ τοῦτο τάδε λέγει Κύριος, ἐπὶ τὸν οἶκον Ἰακὼβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ· Οὐ νῦν αἰ‐ σχυνθήσεται Ἰακὼβ, οὐδὲ νῦν τὸ πρόσωπον με‐ ταβαλεῖ Ἰσραήλ· ἀλλ’ ὅταν ἴδωσι τὰ παιδία αὐτῶν τὰ ἔργα μου, δι’ ἐμὲ ἁγιάσουσι τὸ ὄνομά | |
45 | μου, καὶ ἁγιάσουσι τὸν ἅγιον Ἰακὼβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται. Ἀνανήφει πανταχοῦ τῆς προφητείας ὁ λόγος, καὶ τῶν εἰωθότων φιλοψογεῖν προαναβλέπει τὴν κακουρ‐ γίαν. Ἔφη γὰρ μὲν, ὅτι Ἐξέλιπεν ἄνομος, ἀπώλετο | |
70.664(50) | ὑπερήφανος· ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ. Ἐπειδὴ δὲ ἦν εἰκὸς ἐκ πολλῆς ἄγαν ἀμαθίας οἴεσθαί τινας ψευδοεπῆσαι τὸν Θεόν· οὐκ εἰσάπαν ἀπολωλότος τοῦ Ἰσραὴλ, σεσωσμένου δὲ, ὡς ἔφην, τοῦ καταλείμματος· ταύτῃτοι καὶ σφόδρα χρησίμως | |
55 | διαμέμνηται τῆς ἐλπίδος τῆς τετηρημένης τῷ Ἰσραὴλ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Κληθήσονται καὶ | |
αὐτοὶ διὰ πίστεως τῆς ἐν Χριστῷ, καὶ ὀπίσω δρα‐ | 663 | |
70.665 | μοῦνται τῶν ἐθνῶν. Ὄταν γὰρ, φησὶ, τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. Τί οὖν φησι· Διὰ τοῦτο τάδε λέγει Κύριος, ἐπὶ τὸν οἶκον Ἰακὼβ ὃν ἀφώρισεν ἐξ Ἀβραάμ; Ἐξειλεγμένος | |
5 | γὰρ ἦν ἀπὸ πάντων τῶν ἐθνῶν ὁ Ἰσραὴλ, καὶ οἷά τις κλῆρος ἐξαίρετος τῷ Θεῷ, τὸ ἐξ Ἀβραάμ τε καὶ Ἰακὼβ κατελογίσθη γένος. Ἀλλ’ οὐ νῦν αἰσχυνθή‐ σονται, φησὶν, οὐδὲ νῦν μεταβαλοῦσι τὸ πρόσωπον, τοῦτ’ ἔστιν, οὐκ εὐθὺς ὅτε καὶ δεδυσσεβήκασιν εἰς | |
10 | Χριστὸν, ἐν ἐπιγνώσει γεγονότες τῆς ἑαυτῶν ἁμαρ‐ τίας αἰσχυνθήσονται, καὶ οἷον μεταχωρήσουσιν, ὡς πρός γε τὸ δεῖν οὐκέθ’ ὁρᾶσθαι τοιούτους. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ μεταβαλεῖν τὸ πρόσωπον· ἀλλὰ προϊόντος τοῦ καιροῦ, ὅταν οἱ ἐξ αὐτῶν γεγονότες | |
15 | ἴδωσί μου τὰ ἔργα, τοῦτ’ ἔστιν, ὅταν θεάσωνται κε‐ κλημένην τὴν ὑπ’ οὐρανὸν, καὶ πιστεύσαντας τοὺς ἀνὰ πᾶσαν τὴν γῆν εἰς ἐμέ· ὅταν ἴδωσι τὴν τοῦ διαβόλου δύναμιν κατασεσεισμένην, ἀνῃρημένης δὲ δηλονότι τῆς ἀρχαίας ἐκείνης, καὶ βεβήλου πλάνης, | |
20 | καὶ ὁμοῦ τεμένεσιν εἰδώλων ἐμπεπρησμένων, τότε ἁγιάσουσι τὸ ὄνομά μου, ἀντὶ τοῦ, ἅγιον ἡγήσονταί με καὶ αὐτοί· ἁγιάσουσι δὲ ὡς ὄντα κατὰ ἀλήθειαν τὸν ἅγιον τοῦ Ἰακὼβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραήλ. Οὕτω γάρ με φοβηθήσονται. Ὁδὸς δὲ πρὸς σωτηρίαν ἀεί πώς ἐστιν ὁ τοῦ Θεοῦ φόβος. Γέγραπται γὰρ, ὅτι | |
25 | «Φόβος Κυρίου ζωὴν ποιεῖ.» Καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν, οἱ δὲ γογγύζοντες μαθήσονται ὑπα‐ κούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσον‐ ται λαλεῖν εἰρήνην. | |
30 | Ἁγιάσαντες γὰρ τὸ ὄνομα τοῦ πάντων ἡμῶν Σω‐ τῆρος Χριστοῦ, καὶ ἀραρότως πεπιστευκότες, ὡς ἔστιν αὐτὸς ἅγιος τοῦ Ἰακὼβ, καὶ ὁ Θεὸς τοῦ Ἰσραὴλ γνώσονται σύνεσιν· καίτοι πνεύματι πλάνης κατ‐ ισχημένοι ποτὲ, καὶ τὸν νόμον ἔχοντες κατεσφρα‐ | |
35 | γισμένον· οἱ δὲ ἀεὶ γογγύζοντες μαθήσονται ὑπ‐ ακούειν. Διεγόγγυζον γὰρ κατὰ Χριστοῦ οἱ τῶν Ἰου‐ δαίων δῆμοι, ποτὲ μὲν λέγοντες· «Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;» ποτὲ δὲ πρὸς τούτοις, καὶ διώκειν αὐτὸν οὐ παραιτούμενοι» καὶ | |
40 | εἰς ἐγκλήματος δύναμιν καταγράφοντες αὐτῷ τὴν ἀλήθειαν. Ὁ μὲν γὰρ τῶν ὅλων Σωτὴρ Υἱὸν ἑαυτὸν ὠνόμαζε τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐδὲν οὖσαν τὴν τοῦ νόμου σκιὰν ἀποφαίνων, τῆς ἐν πνεύματι λα‐ τρείας παρετίθει τὸ κάλλος. Οἱ δὲ ἐδίωκον αὐτὸν, «Οὐ | |
45 | μόνον, φησὶν, ὅτι ἔλυε Σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.» Οἱ τοίνυν καταγογγύζοντες μαθήσονται ὑπακούειν, φη‐ σὶν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λα‐ λεῖν εἰρήνην. Τῶν γὰρ μὴ ὀρθὰ περὶ Χριστοῦ λαλεῖν | |
70.665(50) | εἰωθότων ἐψέλλιζον αἱ γλῶσσαι, πλὴν μαθήσονται, φησὶ, τὰ αὐτοῦ λαλεῖν καὶ τὰ εἰς εἰρήνην ἐρεύγεσθαι μᾶλλον, οὐκ ἀποφοιτοῦντες ἔτι πρὸς ἀπόνοιαν τὴν πρώτην, ὑποφέροντες δὲ μᾶλλον αὐτῷ τὸν τῆς δια‐ νοίας αὐχένα. Λαλεῖν δὲ εἰρήνην πρὸς τὸν Ἰησοῦν εἴ | |
55 | τις λέγει, Κύριος ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. | |
Οὐαὶ, τέκνα ἀποστάται, τάδε λέγει Κύριος | 665 | |
70.668 | Ἐποιήσατε βουλὴν οὐ δι’ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίαν ἐφ’ ἁμαρτίαις· οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυ‐ πτον· ἐμὲ δὲ οὐκ ἐπερώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ | |
5 | Φαραὼ, καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων. Ἔσται γὰρ ὑμῖν ἡ σκέπη Φαραὼ εἰς αἰσχύνην, καὶ τοῖς πεποιθόσιν ἐπ’ Αἴγυπτον ὄνειδος, ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ, ἄγγελοι πονηροί· μάτην κοπιά‐ σουσι πρὸς λαὸν ὃς οὐκ ὠφελήσει αὐτοὺς, οὔτε | |
10 | εἰς βοήθειαν, οὔτε εἰς ὠφέλειαν, ἀλλ’ εἰς αἰσχύ‐ νην καὶ ὄνειδος. Ταλανίζει πάλιν ὡς φιλαμαρτήμονας καὶ ἀποστά‐ τας γεγονότας τοὺς ἐξ Ἰσραὴλ, πονηρούς τε ἄγαν καὶ πικρὰ βουλευομένους, οὐ διὰ Θεοῦ. Οὐ γάρ τοι | |
15 | θέμις μετὰ Θεοῦ βουλεύεσθαι, τοὺς ἐπί τινι τῶν φαύλων ὁμογνωμονεῖν ἐθέλοντας. Βουλεύσεται δὲ μετὰ Θεοῦ, καὶ χωρήσει πρὸς τὰ πρακτέα πᾶς εἴ τίς ἐστιν εὐσεβής τε καὶ ἀγαθὸς, καὶ δικαιοσύνης ἐραστής. Γέγραπται γὰρ, ὅτι «Λογισμοὶ δικαίων κρίματα.» | |
20 | Καταιτιᾶται τοίνυν τὸν ἀπόκλητον Ἰσραὴλ, ὡς ἀπ‐ ᾴδουσαν τῷ Θεῷ γνώμην εἰσενεγκάμενον ἐπὶ Χριστῷ. Διεσκέπτοντο μὲν γὰρ συνεδρεύοντες, καὶ δὴ καὶ ἔφασκον· «Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται | |
25 | οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ὑμῶν καὶ τὴν πόλιν καὶ τὴν χώραν. Ἕτερος δέ τις τῶν τεταγμένων ἐν ἡγου‐ μένοις, Ὑμεῖς, φησὶν, οὐκ οἴδατε οὐδὲν, ὅτι συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.» Σαφέστερον τοῦτο αὐτὸ διδάσκει λέγων ὁ | |
30 | Κύριος ἐν παραβολαῖς εὐαγγελικαῖς, ὅτι «Ὁ τὸν ἀμπε‐ λῶνα φυτεύσας οἰκοδεσπότης, ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους, ὥστε κομίσασθαι τοὺς καρποὺς, ἀπεκτόνασι δὲ τούτους οἱ γεωργοί.» Καὶ οὐ μέχρι τούτων τὰ τῆς ἐκείνων δυσσεβείας γεγόνασιν ἐγκλήματα· ἀλλὰ γὰρ | |
35 | καὶ τὸν υἱὸν τεθεαμένοι μετὰ τοὺς οἰκέτας ἀπεσταλμέ‐ νον παρὰ τοῦ πατρὸς, εἶπον, φησὶν, ἐν ἑαυτοῖς, «Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ.» Ἀποστάται τοιγαροῦν οἱ τῶν οὕτω πικρῶν καὶ ἀνοσίων σκεμμά‐ | |
40 | των εἰσηγηταὶ, οἱ προστιθέντες ἁμαρτίαν ἐφ’ ἁμαρ‐ τίας· ἀπεκτόνασι γὰρ, ὡς ἔφην, προφήτας ἁγίους· εἶτα καὶ αὐτὸν μετ’ ἐκείνους τὸν κληρονόμον, τοῦτ’ ἔστι, τὸν υἱόν. Ὅτι δὲ ἐκ πολλοῦ ἄνωθεν αὐτοῖς ἡ γνώμη πρὸς ἀπόστασιν βλέπει τὴν ἀπὸ Θεοῦ, πληροφορεῖν | |
45 | πειρᾶται λέγων· Οἱ πορευόμενοι καταβῆναι εἰς Αἴ‐ γυπτον· ἐμὲ δὲ οὐκ ἐπερώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραῶ, καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων, προσέῤῥιπτε διὰ μέσου τὸ, Ἐμὲ δὲ οὐκ ἐπερώτησαν. Ἡ δέ γε τῶν νοημάτων ἀκολουθία τοῦτον ἔχει τὸν τρόπον· Οὐαὶ, | |
70.668(50) | φησὶν, οἱ καταβαίνοντες εἰς Αἴγυπτον τοῦ βοηθηθῆναι ὑπὸ Φαραῶ, καὶ σκέπην εὑράσθαι τὴν ἀπό γε τῶν Αἰγυπτίων. Περιηγγελμένου γὰρ αὐτοῖς πολέμου καὶ μάχης καὶ τοῦ βασιλέως Ἀσσυρίας κατὰ τῆς Ἰουδαίων χώρας ὅπλα κινήσαντος προδεδραμήκασιν Αἰγυπτίοις, | |
55 | καὶ τὴν παρ’ αὐτῶν ἐπικουρίαν ἐκάλουν, καίτοι δέον ἐκμειλίσσεσθαι Θεὸν, ἀποτρίβεσθαί τε ταῖς εἰς τὰ | |
ἀμείνω μεταδρομαῖς, τὰ ἐφ’ οἷς αὐτῷ προσκεκρού‐ | 667 | |
70.669 | κασιν. Ὅτι γὰρ τὴν παρ’ αὐτοῦ πλουτοῦντες εὐμέ‐ νειαν, οὐκ ἂν ὑπηνέχθησαν τοῖς τῶν πολεμούντων ποσὶν, ἡ τῶν ἤδη φθασάντων πιστώσεται πεῖρα. Τίνα γὰρ οὐ νενικήκασι; τίνος οὐ κεκρατήκασι διὰ | |
5 | Θεοῦ; Ἀλλ’ οὐδὲν εἶναι καταλογιζόμενοι τὸ σώζε‐ σθαι παρ’ αὐτοῦ, μᾶλλον δὲ τὸ μὴ δύνασθαι σώζειν τινὰς τῆς πανσθενοῦς καθορίζοντες δεξιᾶς τὰς ἐξ ἀνθρώπων ἐζήτουν ἐπικουρίας. Ἀλλ’ ἔσται, φησὶ, τὸ χρῆμα αὐτοῖς εἰς αἰσχύνην καὶ ὄνειδος. Εἰσὶ γὰρ ἐν | |
10 | Τάνει, φησὶν, ἀρχηγοὶ, ἄγγελοι πονηροί. Κατέβησαν γὰρ εἰς Αἴγυπτον οἱ ἐξ Ἰσραὴλ, ᾤοντό τε, καθάπερ ἔφην ἀρτίως, ἀρκέσειν αὐτοῖς τῶν ἐν Τάνει καθηγη‐ τῶν, ἤτοι βασιλέων, τὴν ἐπικουρίαν. Ἀλλ’ ἦλθον κἀκεῖσέ τινες ἀπαγγέλλοντες τοῖς κρατοῦσι τῆς χώρας | |
15 | πονηρὰ, καὶ δύσοιστα, κεχώρηκε γὰρ κατὰ τῶν Αἰ‐ γυπτίων ὁ Ἀσσύριος, μετά γε τὸν πρὸς Τυρίους πόλεμον. Μάτην οὖν ἄρα, φησὶν, οἳ ἐξ Ἰσραὴλ κο‐ πιάσουσι κατατρέχοντες πρὸς λαὸν, ὃς κατ’ οὐδένα τρόπον αὐτοὺς ὀνῆσαι δυνήσεται. Ἔσται γὰρ αὐτοῖς | |
20 | οὔτε ἀποχρόντως ἔχων εἰς ἐπικουρίαν, οὔτε μὴν εἰς τὸ δύνασθαι τῶν ἐπηρτημένων ἀπαλλάξαι κακῶν, ἀλλ’ εἰς αἰσχύνην, καὶ ὄνειδος. Ἕπεται γὰρ ἀεὶ τοῖς τὴν ἑαυτῶν καρδίαν ἀποστήσασι τῆς εἰς Θεὸν ἐλπί‐ δος, τὸ πάντη τε καὶ πάντως παντὶ περιπίπτειν | |
25 | κακῷ. Καὶ ἀληθεύει λέγων ὁ μακάριος Δαβίδ· «Ἀγαθὸν τὸ ἐλπίζειν ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ’ ἄνθρωπον. Ἐκρύεται δὲ καὶ παντὸς ἀπαλλάττει κακοῦ τοὺς ἀγαπῶντας αὐτὸν, καὶ αὐτῷ προσκεῖσθαι σπουδάζοντας.» | |
29t | Η ΟΡΑΣΙΣ ΤΩΝ ΤΕΤΡΑΠΟΔΩΝ ΤΩΝ ΕΝ ΤΗ | |
30t | ΕΡΗΜΩ. | |
31 | Ὡς τεθεαμένος τινὰ τῶν ἐσομένων κατὰ καιροὺς κατὰ τὴν τῶν Ἰουδαίων χώραν. Καὶ νῦν ἡμῖν ὁ προ‐ φήτης ποιεῖται τὴν ἀφήγησιν. Χρῆναι δέ φημι τῆς ἱστορίας ἡμᾶς διαμνημονεῦσαι πάλιν, ἐφ’ ᾗ γέγονεν | |
35 | ὁ λόγος αὐτῷ. Ἔσται γὰρ οὕτω τοῖς ἐντευξομένοις ἐνκάτοπτος τῶν προκειμένων ἡ δύναμις. Βασιλεύον‐ τος τοίνυν τῆς Ἰουδαίων χώρας Ἰεχωνίου τοῦ Ἐλια‐ κείμ· εἶτα πολὺ διανενευκότος τοῦ Ἰσραὴλ εἰς ἀπό‐ στασιν τὴν ἀπὸ Θεοῦ, καὶ ταῖς τῶν εἰδώλων λατρείαις | |
40 | προσκειμένου· τε ἄγαν καὶ παροτρύνοντος ἐφ’ ἑαυτῷ τὸν τῶν ὅλων Θεόν· πλεῖστοι μὲν ὅσοι γεγόνασι πρὸς αὐτοὺς οἱ λόγοι διὰ φωνῆς Ἱερεμίου καλοῦντος εἰς μετάγνωσιν, συμβουλεύοντός τε καὶ μάλα εὐφρόνως, ἀποτρίψασθαι μὲν τὸν ἔκ τε τοῦ πεπλανῆσθαι μῶ‐ | |
45 | μον, μᾶλλον δὲ τῆς εἰς ἄκρον δυσσεβείας ἀποκρού‐ σασθαι τὰ ἐγκλήματα μεταχωροῦντας ἐπὶ τὸ ἄμεινον, καὶ παλινδρομοῦντας εἰς ἀλήθειαν. Οἱ δὲ ἦσαν σκλη‐ ροί τε καὶ ἀνουθέτητοι, καὶ τοὺς τῶν ἁγίων προφη‐ τῶν ἀποσειόμενοι λόγους, καὶ πραγμάτων αὐτοὺς | |
70.669(50) | πειρᾶσθαι παρεσκεύαζον. Κατατεθηγμένος τοίνυν ἐπ’ αὐτοὺς ὁ πάντα ἰσχύων Θεὸς, κατεξανέστησε τὸν Ναβουχοδονόσορ, ὃς εἷλέ τε τὴν Ἰουδαίαν, καὶ κατ‐ εμπρήσας τὰς ἐν αὐτῇ πόλεις τε καὶ κώμας προσ‐ κατέστησε τὸν Σεδεκίαν. Ἀποσκιρτήσαντος δὲ καὶ | |
55 | αὐτοῦ, λελυπημένος ὁ Ἀσσύριος κατεστράτευσε πά‐ λιν τῆς Ἱερουσαλήμ· καὶ δὴ καὶ ἑλὼν, καὶ αὐτὸν δὲ | |
τὸν θεῖον κατεμπρήσας ναὸν, ὑπενόστησε εἰς τὴν ἑαυ‐ | 669 | |
70.672 | τοῦ. Τότε δὴ οὖν οἱ περιλειφθέντες, καὶ σεσωσμένοι, καὶ διαφυγεῖν ἰσχύοντες τῶν Βαβυλωνιτῶν τὸ ξίφος πανοικεὶ κατέβαινον εἰς τὴν Αἴγυπτον· καίτοι Θεοῦ τοῦτο δρᾷν οὐκ ἐφιέντος αὐτοῖς, ἀλλ’ ἐναργέστατα | |
5 | λέγοντος διὰ φωνῆς Ἰερεμίου· Μὴ καταβαίνετε εἰς Αἴγυπτον. Ἐπειδὴ δὲ οὐδὲν ἧττον μεμενήκασιν ἀπει‐ θεῖς, ἀπολώλασιν ἐν Αἰγύπτῳ. Εἷλε γὰρ καὶ αὐτὴν ὁ Ναβουχοδονόσορ, καὶ ὁμοῦ τοῖς ἐξ Ἰσραὴλ ἀνῄρηκε τοὺς Αἰγυπτίους. Ἡ μὲν οὖν τῆς ὁράσεως αἰτία καὶ πρόφασις αὕτη, καὶ οἷον ἡ πᾶσα περίστασις. Δεῖ δὲ, οἶμαι, καθ’ ἕκαστον ἡμᾶς διειπεῖν, ὡς ἔνι. | |
10 | Ἐν τῇ θλίψει, καὶ τῇ στενοχωρίᾳ λέων, καὶ σκύμνος λέοντος ἐκεῖθεν, καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ’ ὄνων καὶ κα‐ μήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλ’ εἰς αἰσχύ‐ | |
15 | νην, καὶ ὄνειδος. Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς; Ἀπάγγειλον αὐτοῖς, ὅτι Μα‐ ταία ἡ παράκλησις ὑμῶν αὔτη. Κεκληροδότηκε μὲν τοῖς ἐξ αἵματος Ἰσραὴλ τῆς ἐπαγγελίας τὴν γῆν ὁ θεσπέσιος Ἰησοῦς, ὁ τοῦ Ναυῆ | |
20 | δηλονότι. Φασὶ δὲ τὴν Ἰούδα μάλιστα φυλὴν τὰ πρὸς ἠῶ τε καὶ νότον τῆς Ἰουδαίων χώρας διαλαχεῖν, προσπαρακειμένης αὐτοῖς τῆς ἐρήμου, διακομιζού‐ σης τε τοὺς ἐθέλοντας εἰς τὴν Αἰγυπτίων. Ἐν καιρῷ τοιγαροῦν τῆς θλίψεως καὶ τῆς στενοχωρίας, τοῦτ | |
25 | ἔστι, πολιορκοῦντος τοῦ Ναβουχοδονόσορ ἐγκειμένου τε καὶ καταθλίβοντος τὰς τῆς Ἰουδαίας πόλεις· λέων καὶ σκύμνος λέοντος ἐκεῖθεν. Καὶ λέοντας μὲν ἴσως ἀποκαλεῖ τοὺς καθηγεῖσθαι λαχόντας, καὶ δυνατωτά‐ τους, καὶ ἐν ἀσθενείαις ὄντας ταῖς κατὰ τῶν ἄλλων | |
30 | οὐ μικραῖς. Σκύμνους δὲ τάχα που τοὺς ἐξ αὐτῶν· ἀσπίδα δὲ καὶ ἀσπίδων ἔκγονα πάλιν ἑτέρους πικρούς τε καὶ ἰοβόλους, καὶ ἀκράτῳ πονηρίᾳ συντεθραμμέ‐ νους. Εἰ δὲ λέγοι, πετομένων, τῶν εὐπετῶς, καὶ ὀξέως πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων χωρούντων νοή‐ | |
35 | σεις. Πονηροί τε ἅπαντες καὶ πικροὶ λίαν ὁμολογου‐ μένως οἱ τῆς εἰς Θεὸν ἀγάπης ἀποφοιτήσαντες, καὶ τῷ ξύλῳ λέγοντες· Πατήρ μου εἶ σὺ, καὶ λίθῳ· Σὺ ἐγέννησάς με· καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν τὸ σέβας ἀνάπτοντες· οὗτοι τοιγαροῦν ὑπὸ ὄνων τε καὶ | |
40 | καμήλων τὸν περιλειφθέντα αὐτοῖς ἀπεκόμιζον πλοῦ‐ τον πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλ’ εἰς αἰσχύνην καὶ ὄνειδος. Ἀνόνητον γὰρ παντε‐ λῶς τὸ χρῆμα αὐτοῖς, καὶ ματαία γέγονεν ἡ παρά‐ κλησις, τοῦτ’ ἔστιν, ἣν ἐνόμιζον εἶναι παραμυθείαν | |
45 | αὐτοῖς. Συναπολώλασι γὰρ, ὡς ἔφην, τοῖς τῶν Αἰγυ‐ πτίων οἰκοῦσι χώραν, κατὰ κράτος καὶ αὐτὴν ἀνῃρη‐ κότος τοῦ Ναβουχοδονόσορ. Πάνδεινον οὖν ἄρα τὸ προσκρούειν Θεῷ, κἂν εἰ ὀργὴν ἐπάγοι τισίν. Πᾶσα μὲν γὰρ εἰκαία σκέψις αὐτοῖς. Διασώσει δὲ τὸ σύμπαν, | |
70.672(50) | οὐδὲν τοὺς καθ’ ὧν ἂν γένοιτο. «Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;» κατὰ τὸ γεγραμμένον. Νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα. καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέρας καιρῶν ταῦτα, καὶ ἕως εἰς τὸν αἰῶνα. Ὅτι λαὸς ἀπειθής | |
55 | ἐστιν, υἱοὶ ψευδεῖς, οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ Θεοῦ· οἱ λέγοντες τοῖς προφήταις· | |
Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσι· | 671 | |
70.673 | Μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλ‐ λετε ἡμῖν ἑτέραν πλάνησιν, καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης· ἀφέλετε ἀφ’ ἡμῶν τὸν τρίβον τοῦτον, καὶ ἀφέλετε ἀφ’ ἡμῶν τὸ | |
5 | λόγιον τοῦ ἁγίου Ἰσραήλ. Ὡς ἐσομένων κατὰ καιροὺς τῶν πραγμάτων γρα‐ φῆναι αὐτὰ ποιεῖσθαι προστέταχε, καὶ ἀποσημήνα‐ σθαι κελεύει. Συμβήσεται γὰρ, φησὶν, εἰς ἡμέρας καιρῶν· ἀξιωθήσεσθαι δὲ καὶ μνήμης αὐτὰ τῆς εἰς | |
10 | αἰῶνα. Καὶ ἀληθὴς ὁ λόγος. Ἔσται γὰρ ἀεὶ γνω‐ ρίσματα προφητῶν, καὶ μέχρις αὐτῆς συντελείας τοῦ παρόντος αἰῶνος. Ἀποσημῆναι δεῖ οὖν, φησὶ, καὶ γάρ εἰσι λαὸς ἀπειθής. Ἔσται δὴ τὸ χρῆμα πρὸς ὠφέλειαν αὐτοῖς. Εἰ γὰρ ἀπειθήσειαν τοῖς ἐσομένοις | |
15 | κατ’ ἐκεῖνο τοῦ καιροῦ προφήταις ἁγίοις ἐντραπή‐ σεσθαι καὶ μάλα εἰκὸς αὐτοὺς τὸ προειρῆσθαι ταῦτα καὶ διὰ σοῦ. Ψευδεῖς δὲ αὐτοὺς ὀνομάζει καθάπερ ἐγῷμαι πάλιν διάτοι τὸ μὴ τηρῆσαι τῷ Θεῷ τὸ γνή‐ σιον εἰς εὐσέβειαν, ψεύσασθαι δὲ τὴν ὑπόσχεσιν, ἣν | |
20 | πεποίηνται κατὰ καιροὺς τοὺς διὰ Μωσέως αὐτοῖς ὁρίζοντος νόμους ἐν τῷ ὄρει Σινᾷ τῶν πάντων ἡμῶν κρατοῦντος Θεοῦ. Εὑρήσομεν γὰρ σαφῶς εἰρηκότας· Πάντα ὅσα εἶπε Κύριος ὁ Θεὸς, ποιήσομεν, καὶ ἀκουσόμεθα. Παρεγγυῶντος τοιγαροῦν τοῦ νόμου | |
25 | καὶ λέγοντος· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον·» παρ’ οὐδὲν πεποίηνται τὴν ἐντολήν· λελα‐ τρεύκασι γὰρ εἰδώλοις. Ταύτῃτοι καὶ μάλα εἰκότως υἱοὺς αὐτοὺς ὀνομάζει ψευδεῖς. Ψάλλει δέ που καὶ ὁ | |
30 | Δαβὶδ καί φησιν· «Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ·» καὶ μὴν καὶ ὡς ἐκ προσώπου Χριστοῦ, «Υἱοὶ ἀλλότριοι, φησὶν, ἐψεύσαντό μοι.» Πρόφασις δὲ τῆς τοιᾶσδε νόσου γέγονεν αὐτοῖς τὸ μήτε τινὸς αἰδοῦς ἀξιοῦν τὸν νόμον, ἀτιμάζειν δὲ καὶ αὐτοὺς τοὺς τῶν | |
35 | ἁγίων προφητῶν λόγους. Καὶ τοῦτο διδάσκει λέγων· Οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ Θεοῦ· οἱ λέγοντες τοῖς προφήταις μὴ ἀπαγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁρόματα ὁρῶσι· Μὴ λαλεῖτε ἡμῖν, ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν, καὶ | |
40 | ταύτης ἡμᾶς ἀποστρέψατε τῆς ὁδοῦ, καὶ ἀφέλετε ἀφ’ ἡμῶν τὸ λόγιον τοῦ ἁγίου Ἰσραήλ. Πολλοῖς μὲν γὰρ καὶ πλειστάκις ἁγίοις προφήταις ἐπεφύοντο πικροὶ, ταυτὶ βοῶντες καὶ λέγοντες οἱ ἐξ Ἰσραήλ. Ἴδοι δ’ ἄν τις αὐτὸ καὶ μάλα ἐναργῶς, ὅτε παρακαλοῦντος | |
45 | Ἱερεμίου μὴ καταβαίνετε εἰς Αἴγυπτον, πρὸς ταῦτα ἔφησαν αὐτοὶ ψευδῆ, Οὐκ ἀπέστειλέ σε Κύριος, ἀλλ’ ἢ υἱὸς Νηρίου συμβάλλει σε πρὸς ἡμᾶς, καὶ τὰ ἑξῆς. Ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις, καὶ ἠλπί‐ σατε ἐπὶ ψεύδει, καὶ ὅτι ἐγόγγυσας, καὶ πεποι‐ θὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ· διὰ τοῦτο ἔσται | |
70.673(50) | ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πίπτον παρα‐ χρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας, ἧς παραχρῆμα παρέστη τὸ πτῶμα· καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου, ἐκ κεραμίου λεπτὰ ὤστε μὴ εὑρεῖν ἐν αὐταῖς ὄστρακον, ἐν ᾧ | |
55 | πῦρ ἀρεῖς, καὶ ἐν ᾧ ἀποσυριεῖς μικρὸν ὕδωρ. Ὅτι πάντη τε καὶ πάντως εἰς παγχάλεπον αὐτοῖς | |
ἐκβήσεται πέρας τὸ ἀπειθεῖν ἑλέσθαι ταῖς τῶν ἁγίων | 673 | |
70.676 | προφητῶν νουθεσίαις· ἐλπίδα τε ποιεῖσθαι τὸ ψεῦδος, καὶ τὸ εἰς νοῦν ἧκον ἀπερισκέπτως κρατύνειν ἐπιχειρεῖν, πειρᾶται διδάσκειν. Ἐπειδὴ γὰρ τοῖς τῶν προφητῶν ἐπετιμήσατε λόγοις, πλάνησιν αὐτοὺς | |
5 | ὀνομάζοντες, καὶ φάσκοντες ἀνοσίως· Ἀφέλετε ἀφ’ ἡμῶν τὸ λόγιον Κυρίου, ταύτῃτοι καὶ ὡς ἁλούσης πόλεως τεῖχος ἐπιπεσεῖται ἡμῖν ἡ ἁμαρτία αὕτη, καὶ τοῦτο παραχρῆμα, τοῦτ’ ἔστιν, οὐκ εἰς μακράν· πό‐ λεως δέ φημι τῆς οὕτω συντετριμμένης, ὡς ἂν εἰ | |
10 | καὶ ἀγγεῖον ὀστράκινον εἰς λεπτὰ συνθράνοιτο, ὡς τῶν συνθραυσμάτων ἕκαστον ἀχρεῖον εἶναι παντελῶς, μηδένα δύνασθαι μήτε πῦρ ἐν αὐτῷ διακομίσαι ποι, μήτε μὴν ὕδατος βραχεῖαν σκεδᾶσθαι συλλογήν. Αἰνίττεται δὲ διὰ τούτων, ὅτι τοσαύτη τοῖς ἀπειθή‐ | |
15 | σασιν ἐν σκήψει δίκη καὶ ἐφαλεῖται συμφορὰ, ὡς εἰς ἐσχάτην αὐτοὺς κατακομίσαι ταλαιπωρίαν. Εὑρίσκε‐ σθαι δὲ παντελῶς ἐν αὐτοῖς οὐδένα τὸν ἔξω μεμενη‐ κότα τοῦ μὴ πρὸς λῆξιν ἐλάσαι κακῶν. Οὕτως λέγει Κύριος ὁ ἅγιος τοῦ Ἰσραήλ· Ὅταν | |
20 | ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, καὶ γνώσῃ ποῦ ἦσθα, ὅτι ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις. Τὴν ἁπασῶν ἐσχάτην αὐτοῖς ἐπαρτήσας δίκην, καὶ τοῖς τῶν ἐσομένων δείμασι προκαταπτοήσας χρησίμως δείκνυσιν εὐθὺς καὶ τῆς ἐπ’ αὐτῆς ὀργῆς | |
25 | τὴν αἰτίαν, καὶ τῆς σωτηρίας τὴν ὁδόν. Χρηστὸς γάρ ἐστι καὶ φιλάνθρωπος ὁ Δημιουργὸς, καὶ ὡς αὐτός πού φησι διὰ φωνῆς Ἰεζεχιὴλ, «Οὐ θέλει τὸν θάνατον τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτόν.» Κολάζεται | |
30 | τοίνυν ὁ Ἰσραὴλ ὡς τῆς εἰς Θεὸν ἀγάπης ὁλοτρό‐ πως ἀποδραμὼν, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προστεθειμένος, πλὴν ἐφίησιν ἑλομένῳ μετανοεῖν, ἔξω φέρεσθαι τοῦ κακοῦ. Ὅταν γὰρ, φησὶν, ὡς ἐξ ὁδοῦ φαύλης τε καὶ μιαρᾶς ἀποστρέψῃς τοῦ χρῆναί | |
35 | φημι τῇ κτήσει προσκυνεῖν, καὶ ξύλῳ καὶ λίθῳ προσάγειν τὸ σέβας, τότε σωθήσῃ, καὶ πρός γε τοῦτο μαθήσῃ λοιπὸν ὅποι ποτὲ ἦσθα φρενῶν, μᾶλλον δὲ ἀμαθίας πεποιθὼς ἐπὶ τοῖς ματαίοις. Εἰ γὰρ ἑαυτοῖς ἐπαρκεῖν οὐχ οἷοί τε, πῶς ἂν ἑτέροις χαρίσαιντο τὴν | |
40 | ἐπικουρίαν; Τί γὰρ εἴδωλον τὸ ἀδρανέστερον. Εἰσὶ γὰρ ἄψυχος ὕλη, καὶ ἕτερον οὐδέν; οἱ τῶν πλανωμέ‐ νων θεοί. Ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη, καὶ οὐκ ἐβού‐ λεσθε ἀκούειν. ἀλλ’ εἴπατε· Ἐφ’ ἵππων φευξό‐ μεθα· διὰ τοῦτο φεύξεσθε, καὶ ἐπὶ κούφοις ἀνα‐ | |
45 | βάταις ἐσόμεθα· διὰ τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς. Διὰ φωνὴν ἑνὸς φεύξονται χίλιοι, καὶ διὰ φωνὴν πολλῶν, φεύξονται πολλοὶ, ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπ’ ὄρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ. | |
70.676(50) | Καίτοι γὰρ διὰ πείρας ἀνόνητον εὑρηκότες τὴν εἴς γέ φημι τοὺς νομισθέντας εἶναι θεοὺς ἐλπίδα, καὶ τὴν ἰσχὺν αὐτῶν ὁρῶντες ματαίαν, οὐδὲν ἧττον ἀπειθεῖς μεμενήκατε, φησίν. Ἀκούοντες γὰρ μὴ κατελθεῖν εἰς Αἴγυπτον, τιμῆσαι δὲ πίστει τὸν δια‐ | |
55 | σώζειν ὑπισχνούμενον, οὐκ ἠθέλετε ἀκούειν, ἀλλ’ εἴπατε, Ἐφ’ ἵππων φευξόμεθα, καὶ ἐπὶ κούφοις ἀνα‐ | |
βάταις ἐσόμεθα. ᾨήθητε γὰρ, ὡς ἀπόχρη πρὸς σω‐ | 675 | |
70.677 | τηρίαν ὑμῖν τὸ τῆς Ἰουδαίας ἀποδραμεῖν. Ἀλλὰ κοῦφοι, φησὶν, ἔσονται οἱ διώκοντες ὑμᾶς, τοῦτ’ ἕστι, πτηνοὶ καὶ ὀξεῖς, δεινοὶ δὲ οὕτω καὶ φοβεροὶ παρ’ ὑμῖν, καὶ εἰς τοῦτο δειλίας κατοιχήσεται τῶν | |
5 | ἀνηκόων ὁ νοῦς, ὡς ἑνὸς τῶν πολεμίων καὶ μόνον ἀναβοήσαντος τραπέσθαι χιλίους εἰς φυγήν. Εἰ δὲ δὴ καὶ πέντε καταλήξειαν τῆς Ἰουδαίων φάλαγγος φεύξονται πολλοί· ἐπίσημον δὲ οὕτως ὑπομενοῦσι τὴν ταλαιπωρίαν, ὡς περίοπτον γενέσθαι, καὶ οὐδενὶ | |
10 | τὸ σύμπαν ἀγνοουμένην, ὁρωμένην δὲ οὕτως καθάπερ ἀμέλει καὶ ἱστὸν εἴ τις ἐπ’ ὄρους ἀναστήσειεν, ἢ καὶ σημαίαν ἐπὶ βουνοῦ. Σημαίαν δὲ καὶ ἱστόν φη‐ σιν εἶναι τὸ ἐν βουνοῖς, ἢ γηλόφοις ἐγειρόμενον ξύ‐ λον σημεῖα τινὰ φοροῦν, δι’ οὗ σημαίνουσι τοῖς στρα‐ | |
15 | τεύμασιν οἱ καθηγεῖσθαι λαχόντες, ἢ ὅτι νενικήκασι, καὶ τὰ τῆς μάχης αὐτοῖς εὖ ἔχει τυχὸν, ἤγουν ὅτι χρὴ συναγείρεσθαι πρὸς αὐτοὺς, ἵνα τι τῶν ἁγίων ἀκού‐ σειαν. Καὶ πάλιν μενεῖ ὁ Θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς· | |
20 | καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς, διότι κριτὴς Κύριος ὁ Θεὸς ὑμῶν. Καὶ ποῦ κα‐ ταλήψετε τὴν δόξαν ὑμῶν; Ἐλπίδα πάλιν τετήρηκε τοῖς ἐξ Ἰσραήλ. Σέσωται γὰρ τὸ κατάλειμμα. Οὐ γὰρ ὁλόῤῥιζος, φησὶν, ὁ ἠγα‐ | |
25 | πημένος οἰχήσεται πρὸς ἀπώλειαν, οὔτε μὴν ἐπιλή‐ σεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, καθά φησιν ὁ μακά‐ ριος Δαβὶδ, ἀλλ’ ἔσται τὸ ὄνομα αὐτοῦ δεδοξασμένον καὶ ὑψηλὸν, ὅταν ὑμᾶς ἐλεήσῃ. Ἀλλ’ ἐρεῖς, ὅτι Καίτοι πῶς οὐκ ἦν ἀγαθοῦ τὸ μηδ’ ὅλως τὴν δίκην ἐπενεγ‐ | |
30 | κεῖν; Ἀλλ’ ἐννοεῖν ἀκόλουθον, ὅτι πρὸς τὸ εἶναι χρη‐ στὸς καὶ κριτής ἐστιν. Ἔργον δὲ τοῦ κρίνοντος ὀρ‐ θῶς τε καὶ ἀδεκάστως τὸ ἀναλόγως τοῖς ἑκάστου πταίσμασιν ἐπιμετρεῖν τὰς δίκας. Ἀγαθοῦ δὲ πάλιν τὸ καὶ ἡμέρῳ νεύματι μεταπλάττειν ἐπὶ τὸ ἄμεινον | |
35 | τοὺς κεκολασμένους. Ὑμεῖς δὲ, φησὶ, ποῦ καταλεί‐ ψετε τὴν δόξαν ὑμῶν; Ἀντὶ δὲ τοῦ, καταλείψετε, τὸ, καταλειφθήσεται, φησίν. Ἀδιαφορεῖ γάρ ἐσθ’ ὅτε περὶ τὰς λέξεις ἡ θεόπνευστος Γραφή. Ὀνειδίζει τοι‐ γαροῦν αὐτοῖς ὅτι τὴν ἑαυτῶν δόξαν τὸ εἶναι Θεοῦ καὶ | |
40 | λέγεσθαι, κλῆρος γὰρ ἦσαν αὐτοῦ, οὐδενὸς πεποίην‐ ται λόγου. Καταλελοίπασι γὰρ αὐτὴν μεταπίπτοντες εἰς τὰ αἰσχίω, καὶ λατρεύσαντες τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ ἀπειθοῦντες μὲν προφήταις ἁγίοις, ἀλο‐ γήσαντες δὲ καὶ αὐτῆς τῆς παρὰ Θεοῦ σωτηρίας, καὶ | |
45 | ψευδῆ, καὶ ἀνόητον ἐλπίδα τὴν ἐπ’ ἀνθρώποις τετιμηκότες. Καταβεβήκασι γὰρ, ὡς ἔφην, εἰς τὴν Αἰγυπτίων. Μακάριοι πάντες οἱ ἐμμένοντες ἐν αὐτῷ, διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει, καὶ Ἱερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν· Ἐλέησόν με. Ἐλεήσει σε· | |
70.677(50) | τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν, ἐπή‐ κουσέ σου. Δόξαν ὀνομάσας τοῦ Ἰσραὴλ τὸν τῶν ὅλων Σωτῆρα Θεὸν, διαδείκνυσιν ὅτι τὸ μὴ ἐθέλειν ἀποφοιτᾷν αὐτοῦ, προσερηρεῖσθαι δὲ μᾶλλον αὐτῷ | |
55 | διὰ τῆς εἰς πᾶν ὅτι οὖν εὐπειθείας καὶ ὑποταγῆς, πάντη τε καὶ πάντως ἀποφαίνει μακαρίους. Ὅτι δὲ κατὰ τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸν, πολλοὶ μεταγνώσονται τῶν ἐξ αἵματος Ἀβραὰμ, καὶ | |
δικαιούμενοι διὰ πίστεως, καὶ ἁπάσης ἁμαρτίας | 677 | |
70.680 | ἀπηλλαγμένοι, τὸν διὰ τοῦ πνεύματος καταπλουτή‐ σουσιν ἁγιασμὸν, διδάσκει λέγων, ὅτι Λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει. Κλαυθμῷ γὰρ ἔκλαυσε, φησὶν, Ἱερου‐ σαλὴμ, Ἐλέησόν με. Ἐπειδὴ δὲ πρόθυμος εἰς φιλαν‐ | |
5 | θρωπίαν, ἑτοιμότατά τε κατοικτείρειν ὁ τῶν ὅλων Θεὸς εἰδὼς, Ἐλεήσει σε, φησὶν, ἔσται δὲ καὶ τῆς σῆς κατήκοος κραυγῆς· ἅμα τε γὰρ μετανοοῦντα τεθέαν‐ ται, καὶ ἀμελητὶ κατένευσε τῆς ἀμνησικακίας τὴν χάριν. Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς γε τὸ δοκοῦν τῷ | |
10 | πάντων Δεσπότῃ, πάντες ἂν διεσώθησαν διὰ πίστεως τῆς ἐν Χριστῷ. Ἐπειδὴ δὲ οὐ προσήκαντο τὸν Λυτρω‐ τὴν, ταύτῃτοι δέδονται πρὸς ἀπώλειαν. Εἵλοντο γὰρ τοῦτο μᾶλλον αὐτοί. Καὶ δώσει ὑμῖν Κύριος ἄρτον θλίψεως καὶ ὕδωρ | |
15 | στενὸν, καὶ οὐκ ἔτι μὴ ἐγγίσωσί σοι οἱ πλανῶν‐ τές σε· ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλὰ‐ νῶντάς σε, καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λό‐ γους τῶν ὀπίσω σε πλανησάντων, οἱ λέγοντες· Αὕτη ἡ ὁδὸς, πορευθῶμεν ἐν αὐτῇ, εἴτε δεξιὰ, | |
20 | εἴτε ἀριστερά. Γέγονεν ἡμῖν εἰς δύναμιν ἄρτου ζωῆς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ἔφη γὰρ ἐναργῶς· «Ἐγώ εἰμι ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν δι‐ δοὺς τῷ κόσμῳ. Ἀλλ’ ἔστω καὶ ὕδωρ, οὐκ αἰσθητόν | |
25 | τε καὶ ἔνυλον, θεῖον δὲ μᾶλλον καὶ νοητόν. Κεχρη‐ μάτικε γοῦν ποταμὸς εἰρήνης, καὶ χείμαῤῥος τρυφῆς, καὶ τοῦτό φαμεν ψάλλοντος, καὶ λέγοντος τοῦ μακαρίου Δαβὶδ ὡς πρὸς Θεὸν καὶ Πατέρα περὶ τῶν ἐν πίστει δεδικαιωμένων· ὅτι «Παρὰ σοὶ πηγὴ ζωῆς, καὶ τὸν | |
30 | χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς.» Ἄρτος οὖν ἄρα καὶ ὕδωρ τὸ ζωοποιὸν ὁ Χριστός· εὑρίσκεται δὲ σὺν ἱδρῶτι, καὶ πόνῳ. Τὰ γάρ τοι μεγάλα, καὶ ἐξαίρετα τῶν ἀγαθῶν, οὐ τοῖς ἀναπίπτουσι, καὶ τρυ‐ φῶσιν ἁλώσιμα γένοιτ’ ἂν, ἀλλ’ εἰ τοῖς εἰωθόσι παρ’ | |
35 | οὐδὲν ἡγεῖσθαι τοὺς ἐπ’ αὐτοῦ δὴ τούτῳ καὶ ἱδρῶτας καὶ πόνους οὕτως ἐζήτει τὸ Χριστοῦ μυστήριον ἀνα‐ μαθεῖν. Καὶ ὁ θεσπέσιος Δαβὶδ ψάλλων τε καὶ λέγων· «Εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου | |
40 | νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ.» Γεγέννηται γὰρ ἐν Βηθ‐ λεὲμ ὁ Ἐμμανουὴλ, ἥτις ἐστὶν Ἐφραθά. Ἐπαγγέλ‐ | |
45 | λεται τοίνυν ὁ τῶν ὅλων Θεὸς τοῖς ἐξ Ἰσραὴλ ἐπι‐ στρέφουσι πρὸς αὐτὸν ἄρτον διδόναι θλίψεως, καὶ ὕδωρ στενὸν, τοῦτ’ ἔστι, ζωὴν τὴν ἐν Χριστῷ χαριεῖ‐ σθαι καὶ γνῶσιν τὴν περὶ αὐτοῦ, ἣν ἅν τις συλλέξαιτο, καὶ τοῖς τῆς ἑαυτοῦ διανοίας ἐναποκλείσειε θησαυ‐ | |
70.680(50) | ροῖς, οὐκ ἀναπίπτων εἰς τρυφὰς, οὐκ ἐξίτηλον ἔχων τοῦ βίου τὴν ἀγωγὴν, οὔτε μὴν τὴν πλατεῖαν καὶ εὐ‐ ρύχωρον βαδίζων ὁδὸν, εἰσερχόμενος δὲ μᾶλλον διὰ τῆς στενῆς πύλης τῆς ἀποφερούσης εἰς ζωήν. Τοῦτον οὖν ἄρα, φησὶν, εἰ λάβοις τὸν ἄρτον, τότε γενήσῃ καὶ | |
55 | ἀσφαλὴς, οὐκ εὔκολος εἰς παραφορὰν, οὐδὲ τοῖς τῶν πλανώντων λόγοις ἑτοίμως συναρπαζόμενος. Ὄψει | |
γὰρ αὐτοὺς, καὶ ἀκούσῃ τῶν λόγων αὐτῶν. Πάλαι | 679 | |
70.681 | μὲν γὰρ ἀπό γε τοῦ δύνασθαι μὴ διακρίνειν τὰ παρ’ αὐτῶν, ὁ ἐν ἴσῳ τεθεὶς τοῖς μηδὲ ὁρῶσιν ὅλως, μήτε μὴν ἀκούουσι τῶν λόγων τῶν εἰωθότων πλανᾷν· λαβὼν δὲ τὸν ἄρτον ὄψει δὴ πάντως αὐτοὺς, καὶ τίνες ἄρα | |
5 | τὴν ἕξιν εὖ μάλα συνήσεις· οἷα διαφέροντες ἁπλῶς, καὶ λέγοντες· Αὕτη ἡ ὁδὸς, πορευθῶμεν ἐν αὐτῇ, εἴτε δεξιὰ, εἴτε ἀριστερά· οὐ γὰρ ἦν διάκρισις τοῦ πεφυ‐ κότος ἀδικεῖν. καὶ τοῦ μὴ τοιούτου, ἀλλ’ οἷον ἀπερισκέπτως πρὸς πᾶν ὁτιοῦν ἀπεκόμιζον τῶν ἁπάντων οἱ λόγοι. | |
10 | Καὶ ἐξαρεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα, καὶ περικεχρυσωμένα· λεπτὰ ποιήσεις, καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον ὤσεις αὐτά. Πρέποι ἂν, οἶμαι, καὶ τοῦτο κατορθοῦν, ἑλέσθαι | |
15 | τοῖς τε ἐξ ἐθνῶν κεκλημένοις διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν ἀληθείας, καὶ μὴν καὶ αὐτοῖς τοῖς ἐξ αἵ‐ ματος Ἰσραήλ. Λυπεῖ δὲ οὐδὲν ἁρμόσαι λέγειν καὶ τοῖς ἐξ Ἑλληνικῆς ἰοῦσι πλάνης, τὸ, Δώσει ὑμῖν Κύ‐ ριος ἄρτον θλίψεως καὶ ὕδωρ στενόν· καὶ οὐκ ἔτι μὴ | |
20 | ἐγγίσωσί σοι οἱ πλανῶντές σε. Οἱ μὲν τάλανες Ἰου‐ δαῖοι πονηροὺς ἐσχήκασι τοὺς καθηγητὰς, Γραμμα‐ τέας δὴ λέγω, καὶ Φαρισαίους, οἳ πρὸς πᾶν ὁτιοῦν τῶν δοκούντων αὐτοῖς ἀποκομίζειν ἤθελον, ἐξιστάντες μὲν τῆς Μωσέως ἐντολῆς, ἀναπείθοντες δὲ προσέχειν | |
25 | διδασκαλίαις καὶ ἐντάλμασιν ἀνθρώπων. Κατεγινώ‐ σκετο δὲ πρὸς τούτοις ὁ Ἰσραὴλ, ὡς ἐκβεβηκὼς εἰς τοῦτο φρενοβλαβείας, ὡς καὶ ἀψύχοις εἰδώλοις ἑλέ‐ σθαι προσκυνεῖν. Ἑλλήνων δὲ παῖδες ἀνοσίους ἐσχή‐ κασι διδασκάλους, οἳ ψυχικὴν καὶ δαιμονιώδη ἔχοντες | |
30 | σοφίαν, ἀναρίθμητον τῷ βίῳ δαιμονίων ὄχλον ἐκήρυ‐ ξαν, καὶ προσκυνεῖν τῇ κτίσει, παρὰ τὸν κτίσαντα. Λαβόντες δὴ οὖν τὸν ἄρτον τῆς ζωῆς καὶ τὸ ὕδωρ τὸ ζωοποιὸν, οὗτοί τε κἀκεῖνοι τῶν ἀρχαίων ἀπηλλάττοντο διδασκάλων, μᾶλλον δὲ τῶν πλανώντων αὐτοὺς, κατ‐ | |
35 | εγνωκότες δὲ τῆς ἀπάτης περιεῖλον τὰ εἴδωλα. Δεδι‐ καίωνται γὰρ διὰ πίστεως, μονονουχὶ καὶ ἐῤῥῶσθαι φράσαντες τῷ Σατανᾷ καὶ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ τοὺς πάλαι παρ’ αὐτοῖς νομισθέντας εἶναι ὑψη‐ λοὺς, τοὺς ψευδωνύμους λέγω θεοὺς, καταμυσαττόμε‐ | |
40 | νοί τε καὶ φεύγοντες, ὡς ἂν καί τι τῶν ἄγαν ἐστυγη‐ μένων καὶ εἰς ἐσχάτην τελευτώντων ἀκαθαρσίαν. Κό‐ πρου γὰρ καὶ ὕδατος ἀποκαθημένης, τί ἂν γένοιτο βδελυρώτερον; Τότε ἔσται ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, | |
45 | καὶ ὁ ἄρτος τοῦ γεννήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός. Καὶ βοσκηθήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύ‐ χωρον. Οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες καὶ οἱ ἐργα‐ ζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα | |
70.681(50) | ἐν κριθῇ λελικμημένῃ. Ἐσχημάτισται μὲν ὡς ἀπό γε τῶν εἰωθότων γηπο‐ νεῖν ὁ λόγος, οἳ ἐπειδὰν ἀμφιλαφῆ τῶν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταχεομένων ὑδάτων καταπλουτήσωσι τὴν φορὰν, τότε δὴ πάντως καὶ εὐκαρπίαν ἔχουσι πολλὴν, | |
55 | καὶ εἰς πλατύτητα ζωαρκῆ, καὶ αὐτὴν δὲ τοῖς κτήνεσι τὴν ἐξ ἀγροῦ κείρουσι πόαν· μεταπλάττεται δὲ πάλιν | |
ἐκ τῶν αἰσθητῶν εἰς πνευματικὴν θεωρίαν τῶν προ‐ | 681 | |
70.684 | κειμένων ὁ νοῦς. Ἐπειδὰν γὰρ, φησὶ, τὸν ἄρτον τῆς θλίψεως καὶ τὸ ὕδωρ τὸ στενὸν δοθείη σοι παρὰ Θεοῦ, ὅταν ἴδῃς τοὺς πλανῶντάς σε, καὶ ἀποστήσῃς τὴν σεαυτοῦ διάνοιαν ἀπ’ αὐτῶν, ὅταν ἐξάρῃς τὰ εἴδωλα, | |
5 | καὶ τῆς ἀληθοῦς θεογνωσίας εἰσδέξῃ τὸν φωτισμὸν, τότε καὶ ἐν εὐκαρπίαις ἔσῃ πνευματικαῖς. Ἔσται γὰρ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου. Ὑετὸν δὲ φησὶ τὴν διὰ τοῦ Πνεύματος νοητὴν παράκλησιν. ἣ τὰς τῶν σεβομένων Θεὸν καταπιαίνει καρδίας, καὶ μὴν καὶ | |
10 | εὐκάρπους ἀποτελεῖ. Ψάλλει μὲν γὰρ ὁ Δαβὶδ περὶ τῶν ἐν πίστει τῇ ἐν Χριστῷ δεδικαιωμένων· «Βροχὴν ἑκούσιον ἀφοριεῖς ὁ Θεὸς τῇ κληρονομίᾳ σου,» τὸ εὐ‐ αγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, καὶ τὴν διὰ τοῦ ἁγίου Πνεύματος, ὡς ἔφην, παράκλησιν. | |
15 | Ἔφη δέ που καὶ ὁ προφήτης Ἡσαΐας, ὡς ἐξ προσ‐ ώπου Θεοῦ, περὶ τῶν ἐξ Ἰσραὴλ, ὃς ἦν ἀμπελών· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Ἔσται τοίνυν ὑετὸς, φησὶ, τῷ σπέρματι τῆς γῆς σου. Ἀλλὰ καὶ ὁ ἄρτος τοῦ γεννήματος τῆς γῆς | |
20 | σου ἔσται πλησμονὴ καὶ λιπαρὸς, τοῦτ’ ἔστιν, ὁ τῶν σῶν ἔργων καρπὸς εἰς ὄνησιν ἔσται. Τελεσφορηθή‐ σεται γὰρ, καὶ πίων ἔσται καὶ πολύς. Μαλαχίας μὲν γὰρ ὁ προφήτης τοῖς ἀποστήσασι τῶν ἐξ Ἰσραὴλ προσεφώνει λέγων· «Διότι πλανῶν ἦν ὁ μόσχος σου | |
25 | Σαμάρεια, ὅτι ἀνεμόφθορα ἔσπειραν, καὶ ἡ κατα‐ στροφὴ αὐτῶν ἐκδέξεται αὐτά.» Δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον. Ἕτερος δὲ πάλιν τῶν ἁγίων ἐπιπλήττει τισὶ καί φησι· Καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης· διὰ τοῦτο φυτεύσεις φύ‐ | |
30 | τευμα ἄπιστον. Ἀτελεσφόρητος γὰρ ὁ τῶν ἀνοσίων καρπὸς, ἀνόνητοι δὲ καὶ οἱ πόνοι, καὶ τῶν ἐπιχειρη‐ μάτων ἡ ἔκβασις οὐδὲν ἔχει τὸ ὀνησιφόρον. Ἔτι καρποί γε μὴν οἱ θεοφιλεῖς, οἷς μάλα ὀρθῶς ὁ θεσπέ‐ σιος Παῦλος ἐπεύχεται λέγων· «Ὁ δὲ Θεὸς τῆς δι‐ | |
35 | καιοσύνης αὐξήσαι τὸν σπόρον ὑμῶν καὶ πληθύναι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν.» Προσεπάγει δὲ τούτοις ὁ προφήτης, ὅτι καὶ τὰ κτήνη κατανεμηθή‐ σονται τόπον πίονα καὶ εὐρύχωρον· κτήνη δὲ οἶμαι λέγειν αὐτὸν τάχα που τοὺς ὀλιγογνώμονας, καὶ | |
40 | ἀκεραιοτέρους, οἳ βραδεῖς μέν εἰσι τὴν διάνοιαν, κε‐ κλημένοι δὲ ἅπαξ εἰς ἐπίγνωσιν Θεοῦ διὰ τῆς πίστεως νοητὰς εὑρήσουσι τροφὰς, καὶ εἰς τόπον πίονα κατα‐ νεμηθήσονται, τοῦτ’ ἔστι, τὴν θεόπνευστον Γραφὴν, τὴν εὐρυχωρίαν ἀληθῶς. Πλατεῖα γὰρ καὶ πολλὴ καὶ | |
45 | τρέχουσα πρὸς εὐσέβειαν. Τοὺς δέ γε ταύρους, ἤτοι τοὺς βοῦς τοὺς ἐργαζομένους τὴν γῆν, φάγεσθαί φη‐ σιν ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένῃ, τοῦτ’ ἔστιν, ἐν εὐτροφίαις ἔσονται πνευματικαῖς. Καὶ τῶν στερεῶν ἀναπιμπλάμενοι μαθημάτων ἐργά‐ | |
70.684(50) | σονται τὴν γῆν. Ταύρους δὲ, ὥς γε οἶμαι, φησὶν ἐν τούτοις τοὺς τὸ θεῖον ἱερουργοῦντας κήρυγμα καὶ εὐ‐ αγγελιζομένους δυνάμει πολλῇ. Καὶ πιστώσεται εἰς τοῦτο πάλιν ἡμᾶς ὁ πάνσοφος Παῦλος, τὴν νομικὴν ἐντολὴν νοήσας πνευματικῶς. Ἔφη γὰρ, ὅτι «Γέγρα‐ | |
55 | πται, Οὐ φιμώσεις βοῦν ἀλοῶντα.» Προσεπάγει δὲ, «Μὴ τῶν βοῶν μέλλει τῷ Θεῷ;» Ἢ δι’ ἡμᾶς πάν‐ | |
τως λέγει; Οὐκοῦν ὡς ἀπό γε τῆς ἀρίστης τῶν μό‐ | 683 | |
70.685 | σχων τροφῆς διαμορφοῖ τὰ πνευματικὰ, καὶ νοεῖν ἐφ‐ ίησιν, ὅτι τοῖς ἐξειλεγμένοις, καὶ οἷά τινα γῆν εὔκαρπον ἀποφαίνουσι τοὺς λατρεύοντας τῷ Χριστῷ, ἡ παγκαλής τε καὶ στερεὰ παρακείσεται τροφή. Ἔδει γὰρ, ἔδει τοὺς λαῶν ἡγουμένους προαναπελάσθαι τῶν διὰ τοῦ πνεύματος ἀγαθῶν, ἵνα ἔχοιεν ὠφελεῖν τοὺς ὑπεζευγμένους | |
5 | Καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ, καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ, καὶ ὅταν πέσωσι πύργοι. Καὶ τοῦτο συνήσεις πνευματικῶς. Βουνοὺς γὰρ καὶ | |
10 | ὄρη τοὺς ἁγίους εὐαγγελιστάς φησι καὶ ἀποστόλους, καὶ τοὺς ἄλλους δὲ ἅπαντας, οἳ μετ’ ἐκείνους γεγό‐ νασι τῶν ἁγίων Ἐκκλησιῶν ἐπιμεληταὶ, καὶ τῶν θείων μυστηρίων ἱερουργοὶ, οἳ φρονοῦσι μὲν τῶν ἐπιγείων οὐδὲν, ὑψοῦ δὲ ὥσπερ ᾐρμένοι. Γέγραπται γὰρ ὅτι | |
15 | τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπῄρθησαν, τὸν θεῖον δὲ καὶ οὐράνιον ἐκ τῆς ἑαυτῶν διανοίας οἷά περ ἀπὸ πηγῆς ἀναβρύουσι λόγον, προκαταπλουτοῦντες ἄνωθεν αὐτοὶ τὴν χάριν. Δαψιλὲς δὲ τὸ ὕδωρ τοῦτο, πολλὰ γὰρ τὰ ὄρη, τοσοῦτοι δὲ καὶ οἱ βουνοὶ, καὶ | |
20 | νάμα τὸ ἐξ αὐτῶν γλυκὺ καὶ ἀμφιλαφὲς πανταχῆ. Πλὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται, φησὶ, καὶ τοῦτο. Ἡμέραν δὲ ὀνομάζει πάλιν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὸν καιρόν· καθ’ ὃν ἀνεδείχθησαν μὲν οἱ περὶ ὧν ὁ λόγος, ἀπολώλασι δὲ πολλοὶ καὶ καθῄρην‐ | |
25 | ται πύργοι, τοῦτ’ ἔστιν, οἱ τῶν Ἰουδαίων καθηγηταὶ, Γραμματεῖς τε καὶ Φαρισαῖοι. Καίτοι γὰρ τῶν ἄλλων ἁπάντων ὑπερηγμένοι διά τοι τῆς ἱερωσύνης τὴν δό‐ ξαν, καὶ τὸ τῆς ἡγεμονίας ἀξίωμα, δεδυσσεβήκασιν εἰς Χριστὸν, καὶ τὸν ἀποφήναντα αὐτοὺς ὑψηλοὺς | |
30 | ἀπεκτόνασι, καὶ πρός γε τούτῳ πεπλανήκασι τοὺς ὑπὸ χεῖρα λαούς. Πεπτώκασι δὲ καὶ ἕτεροι πύργοι, τὰ τῶν ἀνοσίων πνευμάτων ὑπέροπτα στίφη. Καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον | |
35 | ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται. Βούλονταί τινες τῶν ἐξηγητῶν τὴν τῶν προκειμέ‐ νων διάνοιαν ἀποφέρεσθαι δεῖν ἐπὶ τὸν τῆς συντε‐ | |
40 | λείας τοῦ αἰῶνος καιρόν. Τότε γὰρ, φασὶν, ἐν προσ‐ θήκῃ φωτὸς, καὶ αὐτὰ γενήσονται τὰ στοιχεῖα, τὰ φωτίζειν πεφυκότα. Ἀλλ’ εὑρήσομεν τὸ Γράμμα λέγον τὸ ἱερὸν, ὅτι «Σκοτισθήσεται μὲν ὁ ἥλιος τὸ τηνικάδε, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς.» | |
45 | Πεσοῦνται δὲ καὶ τὰ ἄστρα ὡς πίπτει φύλλα ἀπὸ συκῆς. Παρέντες δὴ οὖν τὸ οὕτω χρῆναι νοεῖν, μᾶλλον ἐκεῖνο φαμέν. Οὐ γὰρ ὅτι τοῖς στοιχείοις προσθήκη φωτὸς ἔσται, φησί. Σελήνην δὲ μᾶλλον ὀνομάζει τοὺς ἐν φωτὶ τῷ τῆς σελήνης διατρίβοντας, καὶ οἷον νόθως | |
70.685(50) | τε καὶ μετρίως κατηυγασμένους. Οὗτοι δ’ ἂν εἶεν οἱ κατ’ ἄνθρωπον ἐμφύτῳ τε καὶ τῇ ἐν ἡμῖν φρονήσει μόνῃ διαζῇν εἰωθότες, οὔπω γε μὴν τὸν ἄνωθεν κατα‐ πλουτήσαντες φωτισμὸν, ὁποῖοί τινες εἰσὶν οἱ οὔπω τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν ἐγνωκότες, ἀλλ’ ὡς | |
55 | ἐν νυκτὶ μένοντες, πλὴν μετρίαν ἔχοντες αὐγὴν, ἣν κατεβάλετο τῇ ἀνθρώπου φύσει Θεὸς, ἐξ αὐτῆς τῆς | |
κατασκευῆς. Οὗτοι τὸ τῆς ἀληθοῦς θεογνωσίας δεξά‐ | 685 | |
70.688 | μενοι φῶς, οὐχ ὡς ἐν νυκτὶ μένουσιν ἔτι βραχύ τε καὶ σεληναῖον ἔχοντες φῶς, ἀλλ’ ὡς ἐν ἡμέρᾳ λοιπὸν ἀκτῖνα βλέποντες τὴν ἡλιακήν. Οἱ δέ γε ὄντες ὡς ἐν ἡμέρᾳ καὶ οἷον ἡλίῳ καταλαμπόμενοι, διά γε τοῦ τὸν | |
5 | φύσει Θεὸν εἰδέναι, πολλαπλασίονα τὸν ἐπὶ τούτῳ λήψονται φωτισμόν. Τοιοῦτοί τινες ἦσαν οἱ νομοΐστο‐ ρες, ἔχοντες μὲν ὥσπερ εἰς νοῦν ἡλιακῆς ἀκτῖνος ἀπαύγασμα, κατά γέ φημι τὸ εἰδέναι τὸν τῶν ὅλων Δημιουργὸν καὶ Κύριον. Κύριος ὁ Θεός σου, Κύριος | |
10 | εἷς ἐστιν. Οὔπω γεμὴν συνίεσαν ἀκριβῶς τὸν νόμον. Ἐπιλάμψαντος δὲ τοῦ Χριστοῦ, προκοπτούσης αὐτοῖς τῆς γνώσεως ἐπὶ τὸ ἄμεινον, καὶ θεωρουμένου λοιπὸν τοῦ νόμου πνευματικῶς, μονονουχὶ καὶ ἑπταπλάσιον ἔσται τὸ ὃν ἐν αὐτοῖς τοῦ ἡλίου φῶς. Ἥλιος γὰρ δι‐ | |
15 | καιοσύνης, ὁ τῶν ὅλων Θεὸς καὶ ὑπάρχων, καὶ νοού‐ μενος, καὶ αὐτὸς ὢν ἡ πᾶσα σοφία. Ἔλαμψε δὲ διὰ τοῦ νόμου τοῖς ἐξ Ἰσραήλ. Ἐξεκόμισε γὰρ ὡς ἐξ ἀχλύος ἀρχαίας τῆς ἐν Αἰγύπτῳ πλάνης. Νοῆσαί τε καὶ ὁμολογεῖν παρεσκεύασεν ὅτι δὴ μόνος αὐτὸς εἴη | |
20 | ὁ τῶν ὅλων Θεὸς καὶ Κύριος. Ἀλλ’ ἔσται ταῦτα, φη‐ σὶν, ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πλάνης σου ἰάσεται. Συν‐ τετριμμένους γὰρ ἡμᾶς, καὶ ἐν ὀδύνῃ πληγῆς ὄντας· ἐπῄρτητο γὰρ ὁ τοῦ κολάζεσθαι φόβος Ἕλλησί τε | |
25 | καὶ Ἰουδαίοις· ἰάσεται Χριστός. Ἦμεν δὲ τρόπον τινὰ παρειμένοι τὸν νοῦν, καὶ ἀδρανῆ, καὶ ἔκλυτον εἰς τὰ τῆς δικαιοσύνης ἔργα τὴν διάνοιαν ἔχοντες. Ἀλλ’ οὐ μεμενήκαμεν ἐν τούτοις. Ἐχαρίσατο γὰρ τὴν ἄκεσιν ὁ τῶν ὅλων Θεὸς, ἀπέφηνε δὲ καὶ νόσου | |
30 | τῆς ἀρχαίας ἀπηλλαγμένους καὶ εὐσθενεστάτους ἄγαν, εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων καὶ πίστει τῇ εἰς Χριστὸν δεδικαιωμένους· δι’ οὗ καὶ μεθ’ οὖ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
33t | ΤΟΜΟΣ Γʹ. | |
34 | Ἰδοὺ τὸ ὄνομα Κυρίου διὰ χρόνου ἔρχεται πολ‐ | |
35 | λοῦ, καιόμενος ὁ θυμὸς μετὰ δόξης· τὸ λόγιον τῶν χειλέων αὐτοῦ, λόγιον ὀργῆς πλῆρες· καὶ ὀργὴ τοῦ θυμοῦ αὐτοῦ ὡς πῦρ ἔδεται. Καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σύρον, ἥξει ἕως τοῦ τραχήλου καὶ διαιρεθήσεται τοῦ ἔθνη ταράξαι ἐπὶ πλανήσει | |
40 | ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις ματαία, καὶ λήψεται αὐτοὺς κατὰ τὸ πρόσωπον αὐτῶν. Ἑπταπλάσιον ἔσεσθαι τοῦ ἡλίου τὸ φῶς τοῖς εἰς Χριστὸν πιστεύουσιν εὖ μάλα διειρηκὼς, κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἂν ἰάσηται τὸ σύντριμμα τοῦ | |
45 | λαοῦ αὐτοῦ, προσεπάγει χρησίμως, ὅτι καὶ κατὰ τοῦ συντρίψαντος Σατανᾶ, καὶ τῶν σὺν αὐτῷ δαιμονίων ὁ θεῖος ἔσται θυμός. Οὐ γὰρ ἔμελλον ἀκατάληκτον ἥξειν τὴν καθ’ ἡμῶν τυραννίδα, καὶ ἀκατάσειστον τὴν ἰσχὺν, ἐπιλάμψαντος μάλιστα τῷ τῶν ἀνθρώπων | |
70.688(50) | γένει τοῦ πάντων Σωτῆρος Χριστοῦ. Γέγονε δὲ τῆς προφητείας ὁ λόγος, οὐχ οἷον γυμνός τε καὶ ἀναμ‐ φίεστος, κατεσκιασμένος δὲ μᾶλλον καὶ βαθύς. Ἐσχη‐ μάτισται μὲν γὰρ ὡς περὶ τῶν Ἀσσυρίων, οἳ πε‐ πορθήκασι μὲν τὴν Ἱερουσαλὴμ, εἷλον δὲ ἅπασαν | |
55 | τὴν Ἰουδαίαν, καὶ δορύληπτον ἔχοντες τὸν ἠγαπη‐ μένον Ἰσραὴλ, ὑπενόστησαν εἰς τὴν ἑαυτῶν, μονον‐ ουχὶ τῆς θείας δόξης κατορχούμενοι, καὶ οἰηθέντες | |
ὅτι καὶ οὐχ ἑκόντος Θεοῦ κεκρατήκασι τῶν προσκυ‐ | 687 | |
70.689 | νούντων αὐτῷ. Καὶ γοῦν ὁ Ῥαψάκης τοῖς ἐν τῷ τεί‐ χει προσπεφώνηκε λέγων, «Μὴ ἀπατάτω ὑμᾶς Ἐζε‐ χίας λέγων, ὅτι ῥύσεται ὁ Θεὸς Ἰσραὴλ ἐκ χειρός μου. [Μὴ ῥυόμενοι ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν | |
5 | ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου;]» Καταλαζονευσάμενοι τοίνυν καὶ πολλὰ πεφλυαρη‐ κότες κατὰ τῆς ἀῤῥήτου δόξης ἁλοῖεν ἂν οἱ περὶ ὧν ὁ λόγος. Διατελέσαντος δὲ τοῦ Ἰσραὴλ ἐν αἰχμα‐ λωσίᾳ καὶ ἐν δουλείᾳ τῇ παρ’ αὐτοῖς ἔτος ἑβδομη‐ | |
10 | κοστὸν, ἐξείλετο πάλιν καὶ σέσωκεν ὁ τῶν ὅλων Θεός. Ἀνεκόμισε γὰρ εἰς τὴν Ἰουδαίαν, ἡγουμένων τὸ τηνικάδε Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, καὶ μέντοι καὶ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγά‐ λου. Οὐκοῦν δοκεῖ μέν πως τῆς προφητείας ἡ δύνα‐ | |
15 | μις, τό γε ἧκον εἰς τοὐμφανὲς τῶν συμβεβηκότων τοῖς Χαλδαίοις καὶ τῇ Βαβυλῶνι ποιεῖσθαι μνήμην. Αἱ δὲ ἀληθεῖς τῶν εἰρημένων ἔννοιαι κατὰ τοῦ νοη‐ τοῦ γεγόνασιν Ἀσσυρίου, τοῦτ’ ἔστι, τοῦ Σατανᾶ, πρὸς ὃν εἴρηται παρὰ Θεοῦ· Ὃν τρόπον ἱμάτιον ἐν | |
20 | αἵματι πεφυρμένον, οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν. Ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα | |
25 | μὴ ἀναστῶσι, καὶ τὴν γῆν κληρονομήσωσι, καὶ ἐμπλήσωσι τὴν γῆν πολέμου, καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα, καὶ κατάλειμμα, καὶ σπέρμα. Ἥξει τοίνυν διὰ χρόνου πολλοῦ τὸ ὄνομα Κυρίου, φησί. Καὶ εἰ | |
30 | μὲν ἱστορικῶς τις ἕλοιτο νοεῖν, δι’ ἐτῶν ἑβδομή‐ κοντα κατηλέησεν ὁ Θεὸς τὸν Ἰσραήλ. Εἰ δὲ δὴ τὴν ἔσω καὶ κεκρυμμένην τῶν ἐννοιῶν διάξοι τρίβον, εἰσδέ‐ ξεται κατὰ νοῦν, ὅτι πλεῖστον μὲν διατετέλεκε χρό‐ νον ὁ τῆς ἁμαρτίας εὑρετὴς, τῆς ἑαυτοῦ δυστροπίας | |
35 | τὸν ζυγὸν ἐπιτιθεὶς ἅπασι τοῖς ἐπὶ τῆς γῆς, ὥστε καὶ ἰδίους ἀποφῆναι προσκυνητὰς, καὶ τοῖς τῆς ἁμαρ‐ τίας ἐγκαταδῆσαι βρόχοις. Ἀλλ’ ἐπέφανεν ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος διὰ χρόνου πολλοῦ, καὶ γέγονε καιόμενος ὁ θυμὸς μετὰ δόξης, καὶ τὸ λόγιον | |
40 | τῶν χειλέων αὐτοῦ λογίον ὀργῆς πλῆρες. Κῦρος μὲν γὰρ ὁ Καμβύσου, Θεοῦ παροτρύνοντος, καὶ ἐξαν‐ ιστάντος εἰς μάχην, κατεστράτευσε τῆς Χαλδαίων, εἷλέ τε κατὰ κράτος τὴν Βαβυλωνίων, καὶ οἷον ὀργὴ καὶ πῦρ γέγονεν αὐτοῖς, πάντας γὰρ ὥσπερ κατεδή‐ | |
45 | δοκε, καὶ ἀφόρητον ἔχων τὴν ἔφοδον, ὡς ὕδωρ ἐν φάραγγι σύρον ὤφθη τοῖς αὐτόθι, καὶ θορύβου καὶ ταραχῆς ἐνέπλησε πάντα τὰ Χαλδαίων ἔθνη, κατ‐ εγνωσμένα δικαίως ἐπὶ πλανήσει ματαίᾳ. ᾨήθησαν γὰρ, ὡς ἔφην, ὅτι καὶ ἄκοντος Θεοῦ κατεκράτησαν | |
70.689(50) | τῆς Ἰουδαίας. Κατέλαβε τοίνυν αὐτοὺς ἡ ματαία πλάνησις. Ἐπενήνεκται γὰρ αὐτοῖς παρὰ Θεοῦ τὰ ἐξ ἀκράτου θυμοῦ, καὶ ταῖς σφῶν αὐτῶν διολώλασι δυσσεβείαις· αὐτὸ δὴ τοῦτο πεπονθότα, καὶ τὸν ἀρ‐ | |
χέκακον δράκοντα κατίδοι τις ἄν. Γέγονε γὰρ αὐτῷ | 689 | |
70.692 | τὸ λόγιον Κυρίου, λόγιον ὀργῆς πλῆρες. Προσετάτ‐ τοντο γὰρ εἰς τὴν ἄβυσσον ἀπελθεῖν, αὐτός τε καὶ αἱ σὺν αὐτῷ δυνάμεις πονηραί. Δεδαπάνηνται δὲ ὥσπερ καὶ ὑπὸ πυρὸς, καὶ ὡς ἐξ ὕδατος πολλοῦ | |
5 | κατασυρόμεναι τῇ δυνάμει τοῦ πνεύματος ἐν τοῖς κατωτάτω μυχοῖς. Συνεταράχθησαν γὰρ ἐπὶ πλανή‐ σει καὶ αὗται ματαίᾳ. Ἔφη μὲν γὰρ, ὅτι Γὴν οἰκου‐ μένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύ‐ | |
10 | ξεταί με ἢ ἀντείπει μοι. ᾨήθη δὲ ὅτι Θεὸς ἔστι κατὰ ἀλήθειαν, καὶ τὴν μόνῳ πρέπουσαν τῷ πάντων Δη‐ μιουργῷ δόξαν εἰς ἑαυτὸν μεταθεὶς διηνεκῶς ἐνόμισε δύνασθαι κρατεῖν τῶν ἐπὶ τῆς γῆς. Ἐταράχθησαν τοίνυν ἐπὶ πλανήσει ματαίᾳ κατεγνωσμένοι, καὶ κατελήφθησαν ὑπ’ αὐτῆς. Δίκη γὰρ αὐτοῖς, καὶ θυ‐ μὸς καὶ κόλασις ἐπηνέχθησαν, καὶ ταύτης ἔνεκα τῆς αἰτίας. Μὴ διὰ παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι καὶ | |
15 | εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διαπαντὸς ὡσεὶ ἑορτάζοντας, καὶ ὡς εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἰς τὸ ὄρος Κυρίου πρὸς τὸν Θεὸν τοῦ Ἰσραήλ; Ἔφην ὅτι κατακρατήσαντες τῆς Ἰουδαίων χώρας | |
20 | οἱ Βαβυλώνιοι κατεχόρευον τῶν ἑαλωκότων, καὶ αὐτόν που τάχα τὸν θεῖον διαγελῶντες ναὸν ἀνοσιώτατα διετέ‐ λουν. Ἀλλ’ ἥλωσαν καὶ αὐτοί· καὶ τίνα τρόπον, οὐκ ἀσυμφανές. Ὦ τοίνυν Ἀσσύριοι, φησὶ, μὴ ἐν παντὶ καιρῷ κατευφραίνεσθαι τῶν ἐμῶν ὀφείλετε προσκυ‐ | |
25 | νητῶν, καὶ πανηγύρεως ἀφορμὴν ποιεῖσθαι, ἐξείργον‐ τος οὐδενὸς εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου, καὶ μετὰ αὐλοῦ καὶ κιθάρας; Καὶ ταυτὶ μὲν ἱστορικῶς. Πρὸς δέ γε τὸν Σατανᾶν καὶ τοὺς τὰ αὐτοῦ φρονοῦντας εἰ λέγοιτο, τοῖόνδε τι νοήσεις· Εἰς μακροὺς ηὐφραίνετο | |
30 | χρόνους τῆς ἀῤῥήτου δόξης κατεπαιρόμενος, καὶ συνθραύων ἁγίους, καὶ τοῖς τῆς δικαιοσύνης ἐργάταις ἀγρίως ἀντιταττόμενος, καὶ οἷον καταμιαίνειν ἐπι‐ χειρῶν τὰ ἅγια τοῦ Θεοῦ, ἑορτήν τε καὶ θυμηδίαν τὸ χρῆμα ποιούμενος, καὶ τοῖς πλεονεκτουμένοις ἐπιγαν‐ | |
35 | νύμενος. Ἀλλ’ ἐκπέπτωκε τῶν τοιούτων ὁ δείλαιος, Χριστοῦ κατωθήσαντος εἰς τὸ παρ’ ἐλπίδα, καὶ τῆς καθ’ ἡμῶν ἀποσοβήσαντος τυραννίδος. Πέπαυται τοί‐ νυν αὐτοῦ πᾶσα θυμηδία, καὶ εὐφροσύνη· ἔστησε τὴν καθ’ ἡμῶν χορείαν, καὶ εἰς πᾶν τοὐναντίον μεταπε‐ | |
40 | φοίτηκε τῶν πραγμάτων ἡ φύσις. Ἡμεῖς μὲν γὰρ τέρψιν καὶ τρυφὴν πεποιήμεθα τὴν διὰ Χριστοῦ σω‐ τηρίαν, καὶ τὴν ἐν πίστει δικαίωσιν, καὶ τὸν διὰ τοῦ Πνεύματος ἁγιασμόν. Ὁ δὲ τοῦ κατάρχειν διημαρτηκὼς ἐν ἀκαταλήκτοις ἐστὶ δυσθυμίαις, καὶ τῆς ἑαυτοῦ δυναστείας κατολοφύρεται τὴν καταστροφήν. | |
45 | Διὰ γὰρ φωνῆς Κυρίου ἡττηθήσονται Ἀσσύ‐ ριοι, τῇ πληγῇ ᾖ ἂν πατάξῃ αὐτούς. Καὶ ἔσται αὐτῷ κυκλόθεν ὅθεν ἦν αὐτῶν ἡ ἐλπὶς τῆς βοη‐ θείας, ἐφ’ ᾗ αὐτὸς ἐπεποίθει· αὐτοὶ μετὰ αὐλῶν καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μετα‐ | |
70.692(50) | βολῆς. Τὸ, διὰ φωνὴν Κυρίου, φησὶν, ἀντὶ τοῦ, κελεύοντος τοῦ Κυρίου. Καὶ γὰρ ἡττήθησαν οἱ Ἀσσύριοι, καὶ ὑπὸ πληγὴν γεγόνασι τὴν ἐπενηνεγμένην αὐτοῖς, Κύρου καὶ Περσῶν καὶ Μήδων καταδῃούντων, ὡς | |
55 | ἔφην, καὶ ᾑρηκότων αὐτοὺς κατὰ κράτος καὶ βού‐ λησιν Θεοῦ. Ἀλλ’ ἦσαν πρὸ τούτων ἐπ’ αὐτοῖς * τὴν ἐλπίδα τοῦ δύνασθαι κατορθοῦν τὸ κατακρατεῖν εὐ‐ κόλως, ὧν ἂν ἕλοιντο χωρῶν καὶ λαῶν. Αὐτοὶ τοίνυν, | |
φησὶν, ἐκεῖνοι, ἐφ’ οἷς ἦν τοῖς Βαβυλωνίοις ἡ τῆς | 691 | |
70.693 | ἐπικουρίας ἐλπὶς, μονονουχὶ μεταβολὴν, καὶ ἀνάχυσιν τὴν εἰς πᾶν τοὐναντίον πεπονθότων αὐτοῖς τῶν πραγ‐ μάτων, μετὰ κιθάρας καὶ αὐλῶν, τοῦτ’ ἔστι, χαίροντές τε καὶ ἑορτάζοντες πολεμήσουσιν αὐτῷ. Τοῦτο δ’ ἂν | |
5 | ὁρῷτο γεγονὸς ἐπί γε τῷ Σατανᾷ καὶ τῆς τῶν ἀκα‐ θάρτων πνευμάτων ἀγέλης. Εἶχον μὲν γὰρ ἐν τῷδε τῷ κόσμῳ μυρίους τε ὅσους, μᾶλλον δὲ καὶ ἀναρι‐ θμήτους προσκυνητὰς, ἀλλὰ διὰ φωνῆς Κυρίου, τοῦτ’ ἔστι, διὰ κηρύγματος Χριστοῦ, γεγόνασιν ὑπὸ πλη‐ | |
10 | γὴν καὶ ἡττήθησαν, καὶ οὓς προσεδόκησαν ἔχειν ἐπικουροῦντας ἑαυτοῖς, οὗτοι παραδόξως εἰς πᾶν τοὐναντίον ὑπομείναντες τὴν μεταβολήν. Κέκληνται γὰρ διὰ πίστεως καὶ πεπολεμήκασιν αὐτοῖς. Καθ‐ ῄρηνται γὰρ τεμένη, κατεσείσθησαν βουνοὶ, καὶ πλη‐ | |
15 | θὺς ἀκαθάρτων δαιμόνων δεδαπάνηνται πυρὶ, καὶ τοῦ πάλαι κρατοῦντος κατεγνωκότες, Θεὸν τὸν φύσει καὶ ἀληθῶς Βασιλέα καὶ Κύριον ἐπεγράψαντο. Καὶ πεποίηνται περὶ πολλοῦ τὸ διὰ πάσης ἀρετῆς τὸν εὐδόκιμον ἀληθῶς καὶ ἐξαίρετον ἐπιτηδεύειν βίον, τὸ | |
20 | ἐν φαυλότητι ζῇν ῥιπτοῦντες ὡς ἀπωτάτω. Οὐ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ; Μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν; Φάραγγα βαθεῖαν, ξύλα κείμενα, πῦρ, καὶ ξύλα πολλά. Ὁ θυμὸς Κυρίου, ὡς φάραγξ ἀπὸ θείου καιομένη. | |
25 | Πολεμηθήσεσθαι τὸν Ἀσσύριον, ἀφ’ ὦν ἦν εἰκὸς καὶ ἐπικουρεῖσθαι μᾶλλον προσδοκᾷν, καὶ ὅτι τὰ παντὸς ἐπέκεινα κακοῦ πείσεται λέγων, ἀναγκαίως ἐπιφέρει καὶ ταῦτα. Ἐπειδὴ γὰρ μακροὺς αὐτοῖς χρόνους ἀνεξικακήσας ὁρᾶται, καὶ μόλις ἐπενεγκὼν | |
30 | ἀφόρητα πεπλημμεληκόσι τὰς δίκας, ἀπολογεῖται τρόπον τινὰ, καί φησιν· Οὐ γὰρ πρὸ ἡμερῶν ἀπαι‐ τηθήσῃ. Ἀνεξικακεῖ μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς πταίουσιν ἐπιδαψιλεύεται τὴν χρηστότητα, ἢ τάχα πως αὐτοῖς μετατεθεῖεν αἱ γνῶμαι πρὸς τὰ | |
35 | ἀμείνω, καὶ μετανοεῖν ᾑρημένοι, τὴν ὀφειλομένην αὐτοῖς διαδιδράσκωσι κόλασιν. Οὐδενὸς δὲ τούτων γεγενημένου, λοιπὸν ἐπάγει τὰ ἐξ ὀργῆς, οὐ πρὸ ἡμερῶν τοῦτο πράττων, ἀλλ’ ὡς ἐν καιρῷ λοιπὸν καὶ οἷον εἰς μέτρον ἐλθούσης, τὸ ὅτι μάλιστα πρέ‐ | |
40 | πον τῇ γαληνότητι καὶ φιλανθρωπίᾳ τοῦ πάντων κρατοῦντος Θεοῦ. Οὐκοῦν, ὧ Ἀσσύριε, φησὶ, γέγονά σοι χρηστὸς, καὶ μακρόθυμος. Οὐ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ. Δῆλον δὲ ὅτι τὰς ἐφ’ οἷς εἰς τοὺς ἐμοὺς πεπαρῴνηκας δίκας. Τοιοῦτόν ἐστι τὸ πρὸς τὸν μα‐ | |
45 | κάριον Ἀβραὰμ εἰρημένον· «Οὐδέπω γὰρ ἀναπεπλή‐ ρωνται αἱ ἁμαρτίαι τῶν Ἀμωῤῥαίων ἕως τοῦ νῦν.» Ἀλλὰ καὶ ὁ μακάριος προφήτης Ζαχαρίας γύναια τεθεᾶσθαι φησὶ, πτερυγωθέντα μὲν ἔποπος δίκην, ἀποφέροντα δὲ τὸ μέτρον, καὶ ὡς ἐν εἴδει γυναικὸς | |
70.693(50) | καθημένην ἐν μέσῳ τὴν ἁμαρτίαν. Συμμετρεῖ γὰρ ὁ νομοθέτης τοῖς ἑκάστου πλημμελήμασιν ἀναλό‐ γως τὰς δίκας. Ἀλλ’ ᾠήθης, ὦ Ἀσσύριε, φησὶν, ὅτι καὶ σοὶ ἡτοιμάσθη τὸ διηνεκῶς βασιλεύειν, ἤτοι δύ‐ νασθαι κρατεῖν, καὶ ἀκράδαντον ἔχειν τὴν κατὰ | |
55 | πάντων πλεονεξίαν; Ἀλλ’ ἐσφάλης τ’ ἀληθοῦς· κλη‐ ρονομήσεις γὰρ μᾶλλον φάραγγα βαθεῖαν, καὶ ξύλα | |
κείμενα, καὶ πῦρ. Ἔσται γὰρ οὕτως ἐπὶ σὲ καὶ ἐπὶ | 693 | |
70.696 | τοὺς σοὺς ὁ θυμὸς Κυρίου. Φαίην δ’ ἂν, ὅτι ταυτὶ δὴ μάλιστα πρέποι ἂν καὶ αὐτῷ λέγεσθαι τῷ Σατανᾷ. Πεπλεονέκτηκε μὲν γὰρ τὴν σύμπασαν γῆν * ἐπιλάμ‐ ψαι Χριστόν. Ἐπειδὴ δὲ Θεὸς καὶ Κύριος ἐπέφανεν | |
5 | ἡμῖν, ἀπεσοβήθη μὲν οἷά τις παγχάλεπος θὴρ τῆς τῶν πιστευσάντων ἀγέλης, κατῴχετο δὲ καὶ εἰς ᾅδου πῦρ ἐκεῖ κληρονομήσων, καὶ φλόγας. Ἔσται γὰρ αὐτῷ ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιο‐ μένη. Οὐκοῦν οὐ πρὸ ἡμερῶν ἀπῃτήθη, καιροῦ δὲ | |
10 | λοιπὸν εἰς τοῦτο καλοῦντος αὐτόν· οὐ γὰρ ἡτοιμάσθη βασιλεύειν καὶ αὐτῷ διηνεκῶς, καθάπερ ἀμέλει καὶ τῷ πάντων Σωτῆρι Χριστῷ· ᾧ δὴ πρὸ ὑμῶν πρέποι ἂν λέγεσθαι τὸ διὰ φωνῆς τοῦ Δαβίδ· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.» Οὐαὶ, οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοή‐ | |
15 | θειαν, οἱ ἐφ’ ἵπποις πεποιθότες, καὶ ἅρμασιν· ἔστι γὰρ πολλὰ καὶ ἐφ’ ἵπποις πλήθη σφόδρα. Καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ, καὶ τὸν Θεὸν οὐκ ἐζήτησαν. Καὶ αὐτὸς σοφῶς ἤγαγεν ἐπ’ αὐτοὺς κακὰ, καὶ ὁ λόγος | |
20 | αὐτοῦ οὐ μὴ ἀθετηθῇ, καὶ ἐπαναστήσεται ἐπ’ οἴκους ἀνθρώπων πονηρῶν, καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν. Αἰγύπτιον ἄνθρωπον καὶ οὐ Θεὸν, ἵππων σάρκας, καὶ οὐκ ἔστι βοήθεια. Μεμαθηκὼς ὁ προφήτης τὰ τοῖς Ἀσσυρίοις | |
25 | συμβησόμενα κατὰ καιροὺς, καὶ ὅτι Περσῶν καὶ Μήδων καταδῃούντων αὐτοῖς τὴν χώραν πανολεθρεῖ καταφθαρήσονται, Θεοῦ δηλονότι κατεξανιστάντος αὐτοῖς τὸν Κῦρον, εἰς ἀνάμνησιν ἔρχεται τῆς ἀπει‐ θείας τῶν ἐξ Ἰσραήλ. Εἷλε μὲν γὰρ τὴν Ἰουδαίαν ὁ | |
30 | Βαβυλώνιος, καὶ αὐτὴν δὲ τὴν ἁγίαν πόλιν, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, ἀπεκόμισέ τε τὸν Ἰσραὴλ αἰχμ‐ άλωτον, εἶτα τοῖς περιλελειμμένοις κατὰ τὴν Ἰουδαίαν ἐδίδου Θεὸς τὸν ἔλεον. Ἐπειδὴ δὲ ἤθελον μεταφοιτῆ‐ σαι πρὸς Αἰγυπτίους δεδιότες μὴ ἄρα πως καὶ | |
35 | εἰσαῦθις αὐτοῖς ὁ παρὰ τῶν Ἀσσυρίων ἐπενεχθείη πόλεμος, προσέταττεν ὁ σώζειν δυνάμενος, διὰ φωνῆς Ἱερεμίου, μὴ καταβαίνειν αὐτοὺς εἰς τὴν Αἰγυπτίων. Ἐπειδὴ δὲ καὶ μετὰ τοῦτο γεγόνασιν ἀπειθεῖς, ᾠήθησαν δὲ ὅτι διασώσει μᾶλλον αὐτοὺς ἡ ἀνθρώ‐ | |
40 | πων ἐπικουρία, πεπτώκασιν ἐν Αἰγύπτῳ, καὶ ἄρδην ἅπαντες ἀπολώλασι. Ταλανίζει τοίνυν αὐτοὺς ὁ προ‐ φήτης· Οὐαὶ γὰρ, φησὶν, οἱ καταβαίνοντες εἰς Αἴγυ‐ πτον ἐπὶ βοήθειαν. Ἐθάρσησαν γὰρ οὐχὶ δὴ μᾶλλον τῷ πάντα ἰσχύοντι Θεῷ, ἀλλ’ ἐφ’ ἵπποις καὶ ἅρμασι· | |
45 | πλεῖστα γὰρ ἦν ἐν Αἰγύπτῳ. Ἀλλὰ σοφὸς ὢν ὁ τῶν ὅλων Θεὸς ἤγαγεν ἐπ’ αὐτοὺς κακὰ, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ. Ἔφη γὰρ διὰ φωνῆς Ἱερεμίου πρὸς αὐτοὺς τὰ ὑποτεταγμένα. Οὐκοῦν ἐπ’ οἴκους ἀνθρώπων ἀναστήσονται πονηρῶν, τῶν καταπε‐ | |
70.696(50) | φευγότων εἰς Αἴγυπτον δηλονότι καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν. Εἴλοντο γὰρ ἐπίκουρον, φησὶν, Αἰγύπτιον ἄνθρωπον, καὶ οὐ Θεὸν, ἵππων σάρκας. Ἐμφαντικώτατα δὲ φησὶν ὁ προφήτης, τῶν ἐξ Ἰσραὴλ ἐλέγχων τὸ ἀμαθές. Τί γάρ ἐστιν ἵππος ἢ ὅτι μόνη | |
55 | σάρξ; Ποία δὲ σαρκὸς ἡ δύναμις, τῆς οὕτως ἀσθενοῦς | |
καὶ ὑποκειμένης τῇ φθορᾷ; Τοιοῦτόν τί φησι καὶ ὁ | 695 | |
70.697 | προφήτης Ἱερεμίας· «Ἐπικατάρατος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ, καὶ ἀπὸ Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ.» «Ἀγαθὸν γὰρ ἀληθῶς τὸ ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ’ ἄνθρωπον.» | |
5 | Ὁ δὲ Κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐ‐ τούς· καὶ κοπιάσουσιν οἱ βοηθοῦντες, καὶ ἅμα πάντες ἀπολοῦνται. Ἐπεὶ γὰρ Αἰγύπτιοι τὴν ἀλάζονα καὶ ἀγέρωχον ὀφρῦν ὑψοῦντες, ἐδέχοντο μὲν τοὺς ἐξ Ἰσραὴλ, | |
10 | ᾤοντο δὲ ὅτι τῶν παρὰ σφίσι ψευδωνύμων θεῶν ἡ δύναμις ἐν ἀμείνοσίν ἐστι τοῦ τῶν Ἑβραίων Θεοῦ, δέδονται καὶ αὐτοὶ τοῖς Βαβυλωνίοις· κεκρατήκασι γὰρ τῆς χώρας, καὶ συνδιολώλασι τοῖς οἰκοῦσιν αὐ‐ τὴν, οἱ αὐτόθι κατειλημμένοι τῶν ἐξ Ἰσραήλ. Ταύ‐ | |
15 | τῃτοί φησιν ἐπάξειν αὐτοῖς τὴν χεῖρα τὸν Κύριον, καὶ ὅτι πάντη τε καὶ πάντως κοπιάσουσι, τοῦτ’ ἔστιν, ἀτονήσουσιν, οἱ τὴν ἄμαχον αὐτοῖς ἐπικουρίαν ὑπισχνούμενοι, καὶ ἅμα πάντες ἀπολοῦνται. Ὅτι οὕτως εἶπέ μοι Κύριος· Ὃν τρόπον ἐὰν | |
20 | βοήσῃ λέων, ἢ σκύμνος ἐπὶ τῇ θήρᾳ, ᾖ ἔλαβε, καὶ κράξῃ ἐπ’ αὐτῆς, ἕως ἂν ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡττήθησαν, καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν· οὕτω καταβήσεται Κύριος ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος Σιὼν, ἐπὶ τὰ ὄρη αὐ‐ | |
25 | τῆς. Ὡς ὄρνεα πετόμενα, οὕτως ὑπερασπιεῖ Κύριος ὑπὲρ Ἱερουσαλὴμ, καὶ ἐξελεῖται, καὶ περιποιήσεται, καὶ σώσει. Προσέῤῥιψε μὲν ὁ προφήτης μεταξὺ τὴν ἐπίπληξιν, τὴν ἐπί γε, φημὶ, τοῖς καταβαίνουσιν εἰς Αἴγυπτον, | |
30 | καὶ μὴν καὶ ἐπίκουρον ἔχειν ἑλομένοις Αἰγύπτιον ἄνθρωπον, καὶ οὐ Θεόν. Ἔφη δὲ ὅτι συνδιολοῦνται τοῖς ἐπαμύνειν ὑπισχνουμένοις. Εἶτα πάλιν ἀνακο‐ μίζει πρὸς τὸ ἐν ἀρχαῖς τὸν λόγον· εἰπὼν γὰρ, ὅτι φάραγγα βαθεῖαν κληρονομήσουσιν οἱ Ἀσσύριοι, | |
35 | προαφηγεῖται σαφῶς, ὅτι καὶ ἐπικουρήσει Θεὸς τοῖς εὐσεβομένοις αὐτὸν, καὶ ὑπεραθλήσει τῶν κατὰ τὴν Ἰουδαίαν, ἐφαλεῖται δὲ οὕτω τοῖς ἀδικεῖν ἐθέλουσιν αὐτὴν, καθάπερ ἀμέλει καὶ λέων ἐπὶ θήρᾳ μέγα τι καὶ ἐξαίσιον τοῖς ἀνθεστηκόσιν ἐπιβρυχώμενος. Φασὶ | |
40 | γὰρ τοῦτο τὸ θηρίον, λιμοῦ κατεξανιστῶντος αὐτὸ πρὸς τὸ δεῖν, ἢ βοῶν ἀγέλαις, ἤγουν ἑτέροις τῶν θρεμμάτων ἐπιπηδᾷν, προκαταπτοεῖν αὐτὰ δεινῷ καὶ φοβερωτάτῳ βρυχήματι, καὶ ἀφόρητον ποιεῖσθαι τοῖς ποιμέσι τὴν ἔφοδον. Οὕτως, φησὶ, καταβήσεται Κύ‐ | |
45 | ριος ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σιὼν, τοῦτ’ ἔστι, τὴν Ἱερουσαλὴμ, ἐπὶ τὰ ὄρη αὐτῆς. Ὡς ὄρνεα πετό‐ μενα, οὕτως ὑπερασπιεῖ Κύριος ὑπὲρ Ἱερουσαλήμ. Νεοττοκομοῦσι μὲν γὰρ ἐν τοῖς ὄρεσι πτηνὰ, καὶ ἐν τοῖς δασέσι τῶν φυτῶν διαπήγνυνται καλιάς. Εἰ δὲ | |
70.697(50) | δή τις ἕτερος ὄρνις ἢ ὄφις ἀποσυλῆσαι βούλοιτο τῶν νεοττῶν, ὑπερμάχεται δεινῶς ἡ τεκοῦσα αὐτοὺς, καὶ τῆς ἐνούσης αὐτῇ φιλοστοργίας τὴν δύναμιν καθίστη‐ σιν ἐναργῆ, περιιπταμένη τε καὶ τρύζουσα καὶ μο‐ νονουχὶ πλείστην ὅσην τοῦ παραλύειν ἐθέλοντος | |
55 | ποιουμένη τὴν καταβολήν. Οὕτω, φησὶν, ὁ τῶν ὅλων Κύριος, ὑπερασπιεῖ τῆς Ἱερουσαλὴμ, καὶ ἐξελεῖται, | |
καὶ περιποιήσεται, καὶ σώσει. Γέγονε δὲ ταῦτα πε‐ | 697 | |
70.700 | πορθημένης τῆς Βαβυλῶνος, Κύρου τε ἀνέντος τῆς αἰχμαλωσίας τὸν Ἰσραήλ. Ὑπενόστησεν μὲν γὰρ, τὴν παρ’ αὐτοῖς βασιλείαν διέποντος Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, ἱερατεύοντος δὲ τοῦ | |
5 | Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. Ἐπειδὴ δὲ ἀνατειχίζειν ἤθελον τὴν Ἱερουσαλὴμ, ἐπεφύοντο μὲν τῶν ὁμόρων τινὲς διακωλύειν ἐθέλοντες· νενίκηκε δὲ οὐδεὶς, Θεοῦ νευροῦντος τὸν Ἰσραήλ. Γέγονε δὲ τοιαύτη καὶ ἐφ’ ἡμᾶς τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπι‐ | |
10 | κουρίας δύναμις. Εἷλε μὲν γὰρ αἰχμαλώτους ἅπαν‐ τας ὁ νομισθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου· ἀλλ’ ἐπεπήδησεν αὐτῷ Χριστὸς οἷά τις λέων, ἢ σκύμνος λέοντος, καὶ κατήργηκεν αὐτὸν τῷ ῥήματι τῆς δυνά‐ μεως αὐτοῦ. Κύριός ἐστι Σαβαώθ. Καὶ ἐπεστράτευ‐ | |
15 | σεν ἐπὶ τὸ ὄρος Σιὼν, τοῦτ’ ἔστιν, ὑπερηγωνίσατο τῆς νοητῆς Σιὼν, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, καὶ ὥσπερ τινὰ καλιὰν ἰδίαν σέσωκεν εὐσθενῶς. Ὁ μὲν γὰρ τῆς ἁμαρτίας πατὴρ ἐκ πολλῆς ἄγαν ὑπεροψίας ἔφασκε· Τὴν οἰκουμένην ὅλην καταλήψομαι | |
20 | τῇ χειρὶ ὡς νοσσιάν· καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος συνήγαγε τοὺς πιστεύσαντας εἰς αὐτὸν, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ ἁπάσης ἔξω τέθεικεν ἐπιβουλῆς. Ἐξείλετο γὰρ, καὶ περιεποίησεν ἑαυτῷ τὴν σύμπασαν γῆν, καὶ σέσωκε τὴν ὑπ’ οὐρανόν. | |
25 | Ἐπιστράφητε, οἱ τὴν βαθεῖαν βουλὴν βου‐ λευόμενοι, καὶ ἄνομον. Τοῦ Θεοῦ λέγοντος, ὡς ἐπιστρατεύσει μὲν ἐπὶ τὸ ὄρος Σιὼν, ἐφαλεῖται δὲ τοῖς ἀδικοῦσι τὸν Ἰσραὴλ, ἤτοι τοὺς πιστεύοντας εἰς αὐτὸν, ἀλκιμωτάτου λέοντος | |
30 | δίκην, προσεπάγοντος δὲ, ὅτι καὶ ὑπερασπιεῖ, καὶ περιποιήσεται, καὶ σώσει· πάλιν ὁ προφήτης κατα‐ κέκραγε τῶν πιστεύειν οὐκ ἀνεχομένων, ὅτι πανσθε‐ νής ἐστιν ἡ τοῦ Θεοῦ δεξιὰ, καὶ σώσει ῥᾳδίως, οὓς ἂν ἕλοιτο παρ’ ἐχθρῶν. Ὦ τοίνυν, φησὶν, οἱ τὴν | |
35 | οὕτως αἰσχρὰν καὶ βδελυρωτάτην ἀπιστίαν νενοση‐ κότες, οἱ τὸν τῶν ὅλων καταλελοιπότες Θεὸν, καὶ τὰς ἐξ ἀνθρώπων ἐπικουρίας ἀσυνέτως ἐρανιζόμενοι, καὶ τὴν ἐπὶ τούτῳ σκέψιν ἄνομόν τε καὶ καταγέλαστον, οὐκ οἶδ’ ὅπως, τετιμηκότες, ἐπιστράφητε πρὸς Θεὸν, | |
40 | βουλεύσασθε τὰ ἀμείνω, λέγετε καὶ ὑμεῖς· «Κύριε ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.» Ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀφελοῦνται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ, καὶ τὰ χρυσᾶ, | |
45 | ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν, καὶ πεσεῖται Ἀσ‐ σούρ. Οὐ μάχαιρα ἀνδρὸς, οὐδὲ μάχαιρα ἀνθρώ‐ που καταφάγεται αὐτὸν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας. Οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα, πέτρᾳ γὰρ περιληφθήσονται, ὡς χάρακι, | |
70.700(50) | καὶ ἡττηθήσονται· ὁ δὲ φεύγων ἁλώσεται. Ἐπάνεισι καὶ νῦν ὁ λόγος ἐπὶ τὸν αὐτῷ προτεθέν‐ τα σκοπόν. Ὑπερασπιεῖ μὲν γὰρ, φησὶν, ὁ Κύριος τῆς Ἱερουσαλὴμ, τοῦτ’ ἔστιν, ὑπεραθλήσει τῆς ἑαυτοῦ Ἐκκλησίας, ἤτις ἐστὶν ἡ πόλις αὐτοῦ. Καὶ ἐξελεῖται | |
55 | τοὺς εἰς αὐτὸν πιστεύοντας, καὶ ἑαυτῷ περιποιήσει τούτους, καὶ ἴδιον καταλογιεῖται κλῆρον αὐτοὺς, καὶ | |
πρός γε τούτῳ καὶ σώσει. Τίνα δὲ τρόπον; Ἀπαλλά‐ | 699 | |
70.701 | ξουσι γὰρ ἑαυτοὺς τῆς βεβήλου καὶ βδελυρᾶς εἰδωλο‐ λατρίας, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν οὐκ ἔτι λατρεύσουσιν, εἴτ’ οὖν εἶεν χρυσᾶ καὶ ἀργυρᾶ, εἴτ’ οὖν καὶ καθ’ ἕτερόν τινα τρόπον πολυτελῶς ἐκπεποιη‐ | |
5 | μένα. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ἀν‐ επτόητο περὶ ταῦτα τῶν ἀνθρώπων τὸ γένος, καὶ οἱ μὲν τῇ κτίσει λελατρεύκασι, καὶ τοῖς τοῦ κόσμου στοιχείοις τὴν τῷ Θεῷ πρέπουσαν δόξαν ἐκνενεμή‐ κασι, καθὼς ὁ προφήτης· Τὸ ἀργύριον αὐτῶν, καὶ | |
10 | τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα. Ἐπιλάμ‐ ψαντος δὲ τοῦ Χριστοῦ τῶν οὕτως αἰσχρῶν καὶ μυ‐ σαρῶν ἐγκλημάτων ἐλευθέρα γέγονεν ἡ σύμπασα γῆ. Καθῄρηνται γὰρ τεμένη, καὶ βωμοὶ, καὶ τὰ χειρο‐ ποίητα, καὶ γέγονεν ἐκποδὼν ἡ πάλαι τοῦ Σατανᾶ, | |
15 | πᾶσαν τὴν γῆν καταμιαίνουσα πλάνη. Ἀνῃρημένων δὴ οὖν τῶν χειροποιήτων, φησὶν, συνδιολεῖται τῇ πλάνῃ καὶ ὁ ταύτης εὑρετὴς, τοῦτ’ ἔστιν, ὁ Σατανᾶς ὁ νοητὸς Ἀσσοὺρ, ἤγουν ὁ Ἀσσύριος. Πεσεῖται γὰρ οὐκ ἀνδρὸς μαχαίρᾳ πληττόμενος, καὶ δείλαιος ἔσται, | |
20 | κατοιχήσεται γὰρ εἰς ᾅδου ταῖς ἄλλαις ὁμοῦ δυνάμεσι πονηραῖς. Τουτὶ γὰρ ἡμῖν ὑπεμφαίνει λέγων· Οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα, τοῦτ’ ἔστιν, Οἱ ἰσχυροὶ καὶ κρατοῦντες ἐκ πλεονεξίας τῶν ἐπὶ τῆς γῆς, ἡτ‐ τηθήσονται καὶ πεσοῦνται. Πῶς ἢ τίνα τρόπον; Πέ‐ | |
25 | τρᾳ γὰρ περιληφθήσονται ὡς χάρακι. Πέτραν ἐν τούτοις ἡμῖν τὴν ἀῤῥανῆ καὶ ἄθραυστον τοῦ Σωτῆρος δύναμιν ὀνομάζει. Οὐκοῦν τῇ θείᾳ δυνάμει, καθάπερ τινὶ πέτρᾳ συνειλημμένοι, καὶ ὡς χάρακι, ἤτοι χα‐ ρακώσει, καὶ περιβολῇ, παραχωρήσουσι τὸ νικᾷν, καὶ | |
30 | οὐκ ἄν τις αὐτῶν διαφύγοι. Ἀλώσεται γὰρ πάντη τε καὶ πάντως, κἂν εἴ τις ἕλοιτο τοῦτο δρᾷν. Σημαίνει γὰρ, οἶμαι, τοῦτο τὸ, Ὁ δὲ φεύγων ἁλώσεται. Τίς οὖν ἄρα λοιπὸν ἐξ αὐτῶν ὁ σωζόμενος, εἰ περιληφθήσον‐ ται μὲν ὡς χάρακι τῇ πέτρᾳ, φυγῆς δὲ αὐτοῖς οὐδεὶς | |
35 | τὸ σύμπαν δοθήσεται τόπος; Κατώρθωκε δὲ ταῦτα τοῦ Σωτῆρος ἡ δύναμις, καταργήσασα μὲν τὸν Ἀσσοὺρ, τοῦτ’ ἔστι, τὸν Σατανᾶν, συγκαθελοῦσά τε τούτῳ καὶ τὰς σὺν αὐτῷ δυνάμεις πονηρὰς, καὶ οἷον χάρακι περιβαλοῦσα, καὶ ἀπράκτους ἀποφήνασα, καὶ τοῖς ᾅδου μυχοῖς κολασθησομένας ἐγκαθειργνῦσα αὐτάς. Τάδε λέγει Κύριος· Μακάριος ὃς ἔχει ἐν Σιὼν | |
40 | σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ. Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι. Καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ· καὶ κρυβήσεται ὡς ἐφ’ ὕδα‐ τος φερομένου, καὶ φανήσεται ἐν Σιὼν, ὡς ποτα‐ | |
45 | μὸς φερόμενος ἔνδοξος, ἐν γῇ διψώσῃ. Ἀναφανδὸν ἐν τούτοις ὁ μακάριος προφήτης τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς ἀναφωνεῖ τὸ μυστήριον. Μακαρίους γὰρ ἔσεσθαί φησι τοὺς κατ’ ἐκεῖνο καιροῦ κατοικήσαντας τὴν Σιών· δῆλον δὲ ὅτι | |
70.701(50) | τὴν νοητὴν, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος. Μα‐ κάριοι γὰρ ἀληθῶς, καὶ πρός γε τοῦτο ἡμᾶς αὐτὸς ὁ Σωτὴρ πληροφορήσει λέγων τοῖς πιστεύσασιν εἰς αὐ‐ τόν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶ‐ | |
55 | δον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.» Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσι, καὶ τὰ ὦτα | |
ὑμῶν ὅτι ἀκούουσι. Οὐκοῦν οἱ ἐσχηκότες, φησὶν, οἰ‐ | 701 | |
70.704 | κειότητα τὴν διὰ πνεύματος πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ καρποφορήσαντες ἐν τῇ νοητῇ Σιὼν, καὶ οἰκείους ἐσχηκότες ἐν Ἱερουσαλήμ· οὐχ ἑτέρα δὲ παρὰ τὴν Σιὼν αὕτη· τρισμακάριοί τε καὶ | |
5 | ἐν παντὶ γεγόνασι καλῷ. Ἐσχήκαμεν δὲ καὶ ἡμεῖς οἰκείους, τοὺς κατὰ πνεῦμα δηλονότι, τοὺς ἁγίους μυσταγωγούς. Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι. Βεβασίλευκε γὰρ ἡμῶν ὁ Χριστὸς ὁ δίκαιός τε καὶ ἄμωμος, καὶ δικαιο‐ | |
10 | σύνης ἁπάσης βραβευτὴς, καὶ τῶν ὑπὲρ νόμον εἰσ‐ ηγητής. Ἦρξαν δὲ καὶ μετὰ κρίσεως ἄρχοντες. Τὸ δὲ, μετὰ κρίσεως, ἀντὶ τοῦ, κεκρυμμένως, φησίν. Ἔσται γε μὴν ὁ δίκαιος βασιλεὺς ἄνθρωπος μὲν καὶ ἀδελφὸς κατὰ πάντα τοῖς ἐπὶ τῆς γῆς· Θεὸς γὰρ κατὰ ἀλή‐ | |
15 | θειαν. Ὁ γάρ τοι Λόγος γέγονε σὰρξ, κατὰ τὰς Γρα‐ φάς. Ἔσται δὲ κρύπτων τοὺς λόγους αὐτοῦ. Πλεῖστα γὰρ ὅσα λελάληκεν ἐν παραβολαῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὃς καὶ διὰ φωνῆς τοῦ Δαβὶδ αὐτὸ δὴ τοῦτο προανακεκράγει λέγων· «Ἀνοίξω ἐν παραβο‐ | |
20 | λαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ κα‐ ταβολῆς.» Καὶ οὐχὶ τοῦτο μόνον φησὶν, ἀλλὰ γὰρ καὶ κρυβήσεται, ὡς ἀφ’ ὕδατος φερομένου. Ὕδατι φερο‐ μένῳ πάλιν, ἢ τοῖς ποταμίοις νάμασι ῥαγδαίως τῆς γῆς καταχεομένοις, παρεικάζειν ἔθος τοῖς ἱεροῖς | |
25 | Γράμμασι τῶν πειρασμῶν τὴν ἔφοδον. Ὅταν τοίνυν κατεπιφύωνται, φησὶν, αὐτῶν πειρασμοὶ, εἶέν τε καθάπερ ὕδωρ φερόμενον, αὐτὸς κρυβήσεται, τοῦτ’ ἔστιν, ἀνάλωτος ἔσται ταῖς τῶν πειραζόντων ἐπιβου‐ λαῖς. Ἔφη δέ που καὶ ὁ Δαβὶδ περὶ αὐτοῦ, ὅτι «Οὐκ | |
30 | ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσ‐ θήσει τοῦ κακῶσαι αὐτόν.» Πλειστάκις μὲν γὰρ ἐπ‐ εβούλευσαν οἱ τῶν Ἰουδαίων δῆμοι, παροτρυνόντων εἰς τοῦτο αὐτοὺς τῶν τότε καθηγεῖσθαι λαχόντων, Γραμματέων τε φημὶ καὶ Φαρισαίων. Ἀλλ’ οὐκ ἧν | |
35 | ὑπομεῖναί τι τῶν εἰωθότων λυπεῖν ἀβουλήτως Χρι‐ στόν. Οἱ μὲν γὰρ ἐλίθαζον, ὁ δὲ, καθὰ φησὶν ὁ μακά‐ ριος εὐαγγελιστὴς, ἐπορεύετο διὰ μέσου αὐτῶν, καὶ παρῆγεν οὕτως, τοῦτ’ ἔστι, οὐ πεφροντικώς. Ἔσται δὲ τοῖς ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ | |
40 | διψώσῃ. Δεδιψηκόσι γὰρ τοῖς ἐξ ἐθνῶν κεκλημένοις εἰς ἐπίγνωσιν αὐτοῦ, καὶ τὸν εἰδότα σώζειν οὐκ ἔχουσι λόγον, γέγονεν οἷά τις ποταμὸς πλουσίῳ καταχεόμε‐ νος νάματι, καὶ πρός γε τούτῳ καὶ ἔνδοξος, τοῦτ’ ἔστιν, ἐπίσημος. Πλεῖστοι μὲν γὰρ καὶ ἕτεροι κέκλην‐ | |
45 | ται ποταμοί. Καὶ γοῦν ὁ μακάριος Δαβὶδ τοὺς ἁγίους μυσταγωγοὺς, καὶ τοὺς ἄνωθεν ἐξ οὐρανοῦ ποτίζοντας λόγον, τοὺς τὴν πίστιν προσιεμένους ποταμοῖς παρει‐ κάζων ἔφασκεν· «Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπ‐ ῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.» Ἐξάκουστοι μὲν | |
70.704(50) | γὰρ αἱ τῶν ἁγίων ἀποστόλων φωναί. Ἀλλ’ οὐδεὶς αὐ‐ τῶν ἔνδοξος οὕτω, καθάπερ ἀμέλει καὶ ὁ χειμάῤῥους τῆς τρυφῆς, τοῦτ’ ἔστι, Χριστός. Παρ’ αὐτοῦ γὰρ καὶ τοῖς ἄλλοις ἅπασι δεδόσθαι φαμὲν τὸ ἐπιτηδείως ἔχειν πρός γε τὸ δύνασθαι μυσταγωγεῖν, καὶ τὸν ζωοποιὸν | |
55 | τοῦ Θεοῦ λόγον ταῖς τῶν πιστευόντων ἐνιέναι ψυ‐ χαῖς. | |
Καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ’ ἀνθρώποις, | 703 | |
70.705 | ἀλλὰ τὰ ὦτα δώσουσιν ἀκούειν· καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ ἀκούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην, καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου, | |
5 | Σίγα. Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ συντελεῖν ἄνομα, καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν, τοῦ διαφθεῖραι ψυχὰς πεινώσας, καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι, Ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα | |
10 | βουλεύσεται, καὶ καταφθεῖραι ταπεινοὺς ἐν λό‐ γοις ἀδίκοις, καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει. Οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μένει. Ἁρμόσειεν ἂν εὖ μάλα τῶν προκειμένων ἡ δύνα‐ μις τοῖς τε ἐξ ἐθνῶν κεκλημένοις διὰ τῆς πίστεως, | |
15 | καὶ τοῖς ἐξ αἵματος Ἰσραήλ. Οἱ μὲν γὰρ τοῖς ψευδ‐ ωνύμοις λελατρευκότες θεοῖς, ἀνθρώποις ἐπιθαρσή‐ σαντες, οἳ γεγόνασι παρ’ αὐτοῖς δοκήσει σοφίας ἔχοντες δόξαν, καὶ ὑπόληψιν τῆς εἰς ἄκρον ἐλλογι‐ μότητος παρεκομίσθησαν εἰς ἔκτοπόν τε καὶ κίβδηλον | |
20 | νοῦν. Πεπλάνηνται γὰρ καὶ εἰρήκασι τῷ ξύλῳ· Πα‐ τήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με· καὶ Θεοὺς ἐπεγράφοντο τοὺς οὐκ ὄντας θεούς. Ἰουδαῖοί γε μὴν τοῖς καθηγεῖσθαι λαχοῦσι προσεσχηκότες, οὐ παρεδέχοντο τὴν πίστιν τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰη‐ | |
25 | σοῦν Χριστόν. ᾬοντο γὰρ οἱ τῶν ἱερῶν Γραμμάτων ὄντες ἐπιστήμονες, ἄμεινον ὃ αὐτοὶ βεβούλευνται, καὶ οὐκ ἠγνοήκασι τὸ Θεῷ δοκοῦν καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς τὸ ὅτι μάλιστα τελοῦν εἰς ὄνησιν. Οὐκέτι τοίνυν ἔσονται, φησὶν, ἐπ’ ἀνθρώποις πεποιθότες, παρέξουσι | |
30 | δὲ τὰ ὦτα πρός γε τὸ δεῖν τὸν τοῦ Σωτῆρος ἐπακροᾶ‐ σθαι λόγον, καὶ ἡ τῶν ἀσθενούντων καρδία ποτὲ λοι‐ πὸν ἀνδρυνθεῖσα πρὸς σύνεσιν προσέξει τοῦ ἀκούειν, αἱ δὲ γλῶσσαι αἱ ψελλίζουσαι, τοῦτ’ ἔστιν, αἱ λαλεῖν ὀρθῶς οὐκ εἰδυῖαί ποτε· ψελλισμὸς γὰρ οἱονεί πως | |
35 | ἐστὶ τὸ μηδὲν μὲν δύνασθαι λαλεῖν τῶν εἰς δόξαν Θεοῦ, δαπανᾷν δὲ λόγους εἰς ὑμνολογίαν τῶν ψευδωνύμων· μαθήσονται, φησὶ, λαλεῖν εἰρήνην. Λαλεῖν εἰρήνην, οὐδὲν ἕτερόν ἐστιν, ἢ διὰ γλώσσης ἔχειν Χριστόν τε καὶ τὰ αὐτοῦ· καὶ γάρ ἐστιν αὐτὸς ἡ εἰρήνη ἡμῶν κατὰ τὰς | |
40 | Γραφάς. Ψελλισμὸς δὲ τοῖς ἐξ Ἰσραὴλ, τὸ μὴ ἀνέχε‐ σθαι λαλεῖν τὸ Χριστοῦ μυστήριον· ἀειλογεῖν δὲ τὸν νόμον, καὶ τὰς ἐν αὐτῷ σκιὰς, καὶ * διδασκάλων. Ἀλλὰ καὶ οὗτοι πεπαύσονται, φησὶ, καὶ ἅπας αὐτοῖς γενή‐ σεται λόγος περὶ Χριστοῦ. Ὅτι δὲ τῶν ἀρχαίων οὐκ | |
45 | ἀνέξονται διδασκάλων, διαμεμήνυκεν εἰπών· Καὶ οὐκ‐ έτι οὐ μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν. Μωροὶ γὰρ ὁμο‐ λογουμένως οἱ παρ’ Ἕλλησι σοφοί· μεμώραται γὰρ ἡ σοφία τοῦ κόσμου. Μωροὶ δὲ καὶ οἱ τῶν Ἰουδαίων καθηγηταὶ καὶ διδάσκαλοι, τὸ διὰ τῆς ἐν νόμῳ σκιᾶς | |
70.705(50) | γραφόμενον οὐκ ἐπεγνωκότες, καὶ τοὺς τῶν ἁγίων προφητῶν οὐ συνιέντες λόγους. Οὐκ ἐροῦσιν οὖν ἔτι τῷ μωρῷ ἄρχειν, ἀλλ’ οὔτε μὴν οἱ τῶν μωρῶν ὑπ‐ ηρεταὶ τοῖς παρ’ αὐτῶν διδασκομένοις ἐροῦσι τὸ, Σίγα. Λελαλήκασι μὲν γὰρ ἐν Βεελζεβοὺλ οἱ ἐν κόσμῳ | |
55 | σοφοὶ, καὶ δογμάτων σκαιῶν, καὶ ψυχρῶν, καὶ πρός γε τούτῳ καὶ ἀνοσίων γεγόνασιν εὑρεταί. Ἀλλ’ εἴ τις | |
ἕλοιτο ταῖς ἑαυτῶν ἀντιτάττεσθαι φλυαρίαις, καὶ ὡς | 705 | |
70.708 | ἐκτόπως γεγενημένας κατακιβδηλεύειν αὐτὰς, ἀνα‐ πηδῶσί τινες τῶν ἐκείνοις ὑπηρετεῖν εἰωθότων, ἀνα‐ φωνοῦσί τε σιγᾷν, ἀναντιῤῥήτους εἶναι θέλοντες τὰς ἐκείνων φωνάς. Φασὶ γοῦν, ὅτι τοῖς Πυθαγόρου μαθη‐ | |
5 | ταῖς λαλοῦσιν ἔσθ’ ὅτε ψυχρά τε καὶ καταγέλαστα, καὶ ἀπιστουμένων παρὰ πολλῶν, ἔθος ἦν λέγειν τοῦτο, Αὐτὸς ἔφατο, τοῦτ’ ἔστι, Σίγα, καὶ δίδου τῷ τοῦ δόγ‐ ματος εὑρετῇ καὶ ἀβασανίστως τὴν πίστιν. Οὐκέτι τοίνυν μὴ εἴπωσι, φησὶν, οἱ ὑπηρέται σου, Σίγα. | |
10 | Λαλήσει γὰρ ὁ μωρὸς πάντως που μωρὰ, μάταια δὲ νοήσει καὶ ἡ καρδία αὐτοῦ, ἕνα σκοπὸν ἔχουσα, τὸ συντελεῖν ἄνομα, καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν. Πλάνησις γὰρ καὶ ἕτερον οὐδὲν, οἱ παρ’ Ἕλλησιν ὕθλοι κατὰ τῆς τοῦ Θεοῦ δόξης συντεθειμένοι, πρὸς τὸ δια‐ | |
15 | φθεῖραι ψυχὰς πεινώσας, καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι. Μαθητιῶσι μὲν γὰρ ἔσθ’ ὅτε τινὲς, εἶτα προσιέντες ἐκείνοις ἀκατασκέπτως ὀνίνανται μὲν παν‐ τελῶς οὐδὲν, δείκνυνται δὲ μᾶλλον, καίτοι πεινήσαντες καὶ διψήσαντες, τὸ μαθεῖν που πάντως ἀναγκαῖον αὐ‐ | |
20 | τοῖς καὶ χρήσιμον εἰς σωτηρίαν ψυχῆς· ἀλλ’ ἡ βουλὴ, φησὶ, τῶν πονηρῶν ἄνομα βουλεύσεται, καὶ εἰς τοῦτο βλέπει πρὸς τὸ ψυχὰς καταφθεῖραι ἐν λόγοις ἀδίκοις, καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει. Οἱ γὰρ τῆς κοσμικῆς σοφίας ἐρασταὶ, καὶ τῶν διεστραμμέ‐ | |
25 | νων δογμάτων ὑπασπισταὶ, καταστρατεύονται. τῆς διδασκαλίας τῶν ἁγίων μυσταγωγῶν, οὓς καὶ ταπει‐ νοὺς ὀνομάζει, καὶ πᾶσαν τίθενται σπουδὴν, ὥστε διασκεδάσαι τοὺς λόγους αὐτῶν, καίτοι γεγονότας ἐν κρίσει, τοῦτ’ ἔστιν, οὐκ ἀτημελῶς, κεκριμένως δὲ | |
30 | μᾶλλον, καὶ ἐν σοφίᾳ τῇ ἄνωθεν, καὶ παρὰ Θεοῦ. Τοῦτο γὰρ, οἶμαι, διδάσκει προστιθεὶς, Οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μένει. Ἤρ‐ γησε μὲν γὰρ τῶν ἐν κόσμῳ σοφῶν ἡ εὔκομπος ἀθυ‐ ροστομία. Κεκράτηκε γὰρ τῶν εὐσεβῶν ἡ βουλὴ, | |
35 | τοῦτ’ ἔστιν, ἡ μάθησις, ἤτοι τὸ κήρυγμα. Καὶ εὐσε‐ βεῖς εἶναι φαμὲν τοὺς τὸν θεῖον καὶ εὐαγγελικὸν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἱερουργοῦντας λόγον. Γυναῖκες πλούσιαι, ἀνάστητε, καὶ ἀκούσατε τῆς φωνῆς μου· θυγατέρες, ἐν ἐλπίδι ἀκούσατε | |
40 | τοὺς λόγους μου, Ἡμέρας ἐνιαυτοῦ μνείαν ποιή‐ σασθε ἐν ὀδύνῃ μετὰ ἐλπίδος. Ἔθος τῇ θείᾳ Γραφῇ, καὶ θεοπνεύστῳ γυναικῶν πρόσωπον περιτιθέναι πλειστάκις ἢ πόλεσιν, ἢ καὶ κώμαις, ἀλλὰ καὶ μητροπόλεως οὔσης μιᾶς, θυγατέ‐ | |
45 | ρας αὐτῆς τὰς ἑτέρας ἀποκαλεῖν, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Δαβὶδ περί τε τῆς Σιὼν ἤτοι τῆς Ἱερουσαλὴμ καὶ τῶν περιοικίδων φησίν· «Ἤκουσε καὶ ηὐφράνθη Σιὼν, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας·» ἀεὶ γάρ πως περὶ μητέρα τὴν ἀπα‐ | |
70.708(50) | σῶν ἡγουμένην εἰσὶν αἱ μικραί τε καὶ ὑπ’ αὐτῇ πόλεις. Εἰσκεκόμισται τοίνυν ἐν τούτοις ἡμῖν τὸ αὐτοῦ τοῦ Σωτῆρος πρόσωπον, ταῖς τῆς Ἰουδαίας πόλεσι συμβουλεῦον καὶ λέγον· Γυναῖκες πλούσιαι, ἀνάστητε, καὶ ἀκούσατε τῆς φωνῆς μου. Προτρέπει | |
55 | μὲν οὖν εἰς τὸ ἑλέσθαι τιμᾷν τὸ εὐπειθὲς αὐτὰς, καὶ τοὺς παρ’ αὐτοῦ προσίεσθαι λόγους, δῆλον δὲ ὅτι τὸ | |
σωτήριον καὶ εὐαγγελικὸν κήρυγμα· πλουσίας δὲ | 707 | |
70.709 | αὐτὰς ἀποκαλεῖ νυνὶ μάλιστα χρησίμως, ἅτε δὴ καὶ πολυανδρούσας ἔτι, καὶ ἀμέτρητον ἐχούσας τὴν τῶν ἐνοικούντων πληθὺν, πλὴν οὐκ εἰς μακρὰν ἐσομένας ἐρήμους καὶ πενιχροτάτας, τό γε ἧκον, εἰς τὸ μη‐ | |
5 | δένα τῶν ἐνοικούντων ἔχειν, εἰ μὴ τοῖς αὐτοῦ θεσπί‐ σμασιν ὑπενεγκεῖν ἕλοιντο τὸν τῆς ἑαυτῶν διανοίας αὐχένα. Ὦ τοίνυν γυναῖκες, φησὶν, ὦ θυγατέρες, ἀκούσατε τοὺς λόγους μου ἐν ἐλπίδι, τοῦτ’ ἔστιν, οὐκ ἀμισθὶ μᾶλλον, ἀλλ’ ἐπ’ ἐλπίδι λαμπρᾷ. Τί δὴ | |
10 | οὖν ἄρα τὸ προσταττόμενον; Μνείαν ποιήσασθε, φησὶν, ἡμερῶν ἐνιαυτοῦ καθ’ ὃν ἐπέφανεν ὁ Χριστὸς, καὶ ἐνεκήρυξεν ἐναργῶς ταῖς ἀνὰ πᾶσαν τὴν Ἰου‐ δαίαν πόλεσί τε καὶ κώμαις. Ἔφη γὰρ αὐτὸς διὰ φωνῆς Ἡσαΐου· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν | |
15 | ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν.» Ἀνάστητε τοίνυν, φησὶν, τοῦτ’ | |
20 | ἔστι, διαγρηγορήσατε, καὶ ἐλπίδα καλὴν προσοικι‐ σάμεναι κατὰ νοῦν μνημονεύσατε τῶν ἡμερῶν τοῦ ἐνιαυτοῦ καθ’ ὃν, ὡς ἔφην, τὸ παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ γέγονε κήρυγμα. Ἐπιτάττει δὲ μὴ παρειμένως μήτε μὴν ἀμελῶς τοῦτο δρᾷν, ἀλλ’ ὡς ἐν σπουδῇ καὶ μετὰ φροντίδος· κατορθοῦται γὰρ οὕτω τὰ ἀγαθά. Ἀνήλωται ὁ τρυγητὸς, πέπαυται ὁ σπόρος, | |
25 | οὐκέτι μὴ ἔλθῃ· ἔκστητε, λυπήθητε, αἱ πεποι‐ θυῖαι, ἐκδύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε τὰς ὀσφύας, καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε. Ἐπὶ ἄγρου ἐπιθυμήματος, καὶ ἀμπέλου γενήματος, ἡ γῆ τοῦ λαοῦ μου ἄκανθα καὶ χόρτος ἀναβήσε‐ | |
30 | ται, καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται. Πόλις πλουσία, οἶκοι ἐγκαταλελειμμένοι, πλοῦτον πόλεως καὶ οἴκους ἐπιθυμητοὺς ἀφήσουσι. Καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος, εὐφρο‐ σύνη ὄνων ἀγρίων, καὶ βοσκήματα ποιμένων. | |
35 | Ὅτι τοῖς ἐξ Ἰσραὴλ οὐκ ἀζήμιον, μᾶλλον δὲ ἁπάσης αἰκίας καὶ συμφορᾶς ἔσται πρόξενον τὸ μὴ βούλεσθαι παρὰ Χριστοῦ προσέσθαι λόγον, δια‐ δείκνυσιν ἐν τούτοις. Ἔμελλον γὰρ αἱ κατὰ πᾶσαν τὴν Ἰουδαίαν καταδῃωθήσεσθαι πόλεις, καταπιμ‐ | |
40 | πράσης ἁπάσας τῆς Ῥωμαίων χειρὸς, ὡς ὁρᾶσθαι μὲν κενάνδρους αὐτὰς, καταχερσωθῆναί τε καὶ τὰ ἐξαίρετα τῶν χωρίων, οἴχεσθαί τε πρὸς φυγὴν τοὺς διαδράναι μόλις ἰσχύσαντας, οἴκου τε καὶ πλούτου διαπεσεῖν, καὶ θηρίων ἐνδιαίτημα τὴν πολυάνθρωπον | |
45 | ποτὲ γενέσθαι πόλιν ἢ κώμην. Εἰ δὲ δή τις βούλοιτο καὶ πνευματικὴν ἐπὶ τοῖς προκειμένοις δέχεσθαι θεωρίαν, ἐκεῖνο συνήσει· Τρυγητὸν, ὥς γε οἶμαι, καὶ σπόρον ἀποκαλεῖ τῆς νοητῆς εὐκαρπίας τὴν δύναμιν, καθ’ ἣν ἐσμὲν εὐάρεστοι τῷ Θεῷ, οὐχ οἷον ἄκανθαν | |
70.709(50) | τὴν πολυειδῆ τίκτοντες ἁμαρτίαν, ἀλλ’ ὡς πίων τε καὶ εὔκαρπος γῆ παρὰ Θεῷ τιμώμενοι. Ἀποπεπτώ‐ κασι τοίνυν τῆς νοητῆς εὐκαρπίας οἱ τάλανες Ἰου‐ δαῖοι· καὶ ὁ νοητὸς ἀμπελὼν ἀκανθοτόκος γέγονε γῆ. «Ἐπέμεινε γάρ, φησὶ, τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε | |
55 | δ’ ἀκάνθας.» Εἴρηται δὲ καὶ διὰ φωνῆς τοῦ προ‐ φήτου περὶ τοῦ Ἰσραὴλ, ὅτι ἀνεμοφθόρα ἔσπειραν, | |
καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά. «Δράγμα | 709 | |
70.712 | οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον» Ἀνάλωται τοίνυν, φησὶν, ὁ τρυγητὸς, τοῦτ’ ἔστιν, Οὐκέτι χρη‐ ματιεῖς ἀμπελών. Οὐδὲν γάρ σοι τῶν ὡρίμων. Πέ‐ παυται ὁ σπόρος, οὐκ ἔσῃ καλλιτόκος γῆ καὶ καρπῶν | |
5 | ἡμέρων τροφή. Ταύτῃτοι καὶ λίαν εἰκότως ἔκστητε, τοῦτ’ ἔστι, καταπλάγητε, καὶ θαυμάσατε. Λυπήθητε, αἱ πεποιθυῖαι. Αἱ γὰρ πάλαι μέγα φρονοῦσαι, φησὶν, ἐπὶ Θεῷ, ὅταν ἐρήμην τὴν ἑαυτῶν καρδίαν παντὸς ἀγαθοῦ καταθρήσητε, τότε δὴ τότε λυπήθητε. Ἐκ‐ | |
10 | δύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε τὰς ὀσφύας, καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε. Ἀπὸ ἀγροῦ ἐπιθυμή‐ ματος καὶ ἀμπέλου γενήματος. Πρόφασίς ἐστι τοῦ θρήνου, φησὶ, τὸ ἀπολέσθαι, καὶ ἠφανίσθαι παντε‐ λῶς ἀγρὸν ἐπιθυμητὸν, καὶ ἀμπελῶνα τεθαυμασμέ‐ | |
15 | νον. Σημαίνει δὲ διὰ τούτου τὸν Ἰσραήλ. Καταλευ‐ καίνει δὲ καὶ ἑτέρως αὐτὸ, καί φησιν, ὅτι Ἡ γῆ τοῦ λαοῦ μου ἄκανθα καὶ χόρτος ἀναβήσεται. Κατεχερ‐ σώθη γὰρ, ὡς ἔφην, ὁ Ἰσραήλ. Ἀνῆκε γὰρ τὸν ἀμπε‐ λῶνα αὐτοῦ, καὶ ταῖς νεφέλαις ἐνετείλατο τοῦ μὴ | |
20 | βρέξαι εἰς αὐτὸν ὑετόν. Καὶ γέγονεν εὐφροσύνη ὄνων ἀγρίων, καὶ πονηρῶν ποιμένων βοσκήματα, τοῦτ’ ἔστι, τῶν ἀκαθάρτων πνευμάτων. Οὕτω καὶ ὁ μακά‐ ριος Δαβὶδ ὡς περὶ ἀμπελῶνος τοῦ Ἰσραὴλ τοὺς λόγους περιποιούμενος πρὸς τὸν τῶν ὅλων Σωτῆρα | |
25 | Θεόν· «Ἄμπελον, φησὶν, ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν.» Εἶτα προσεπάγει λέγων· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν ἅπαντες οἱ παραπορευό‐ μενοι τὴν ὁδόν; Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ | |
30 | μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. Ὅνπερ γὰρ τρόπον τὰ τῶν χωρίων κεχερσωμένα παραῤῥιπτοῦσιν οἱ κεκτημένοι, καὶ λόγος αὐτοῖς οὐδεὶς, κἂν εἰ πᾶν αὐτοῖς ἐπιφέροιτο βλάβος· οὕτω καὶ ὁ φιλάρετος ἡμῶν Θεὸς ἀνίησι ψυχὴν, καὶ φειδοῦς ἁπάσης ἀπο‐ φαίνει γυμνὴν, εἰ καρπῶν ἐρήμη γένοιτο τῶν εἰς ἀγαθουργίαν. Ἕως ἂν ἐπέλθῃ ἐφ’ ὑμᾶς Πνεῦμα ἀφ’ ὑψηλοῦ. | |
35 | Καὶ ἔσται ἔρημος ὁ Χερμὲλ, καὶ ὁ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται. Καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρῖμα, καὶ δικαιοσύνη ἐν Καρμήλῳ κατ‐ οικήσει. Καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης, εἰ‐ ρήνη, καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν, | |
40 | καὶ πεποιθότες ἔσονται ἕως τοῦ αἰῶνος· καὶ κατ‐ οικήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης, καὶ ἐνοικήσει πεποιθὼς, καὶ ἀναπαύσεται μετὰ πλούτου. Ἐναργῆ καθίστησι καὶ τὸν χρόνον, καθ’ ὃν τῆς | |
45 | νοητῆς εὐκαρπίας ἔρημον ἔσται τὸ ἐξ Ἰσραὴλ ἀπει‐ θῆσαν γένος. Μεθίστησι γὰρ τὸν λόγον ἐπί γε, φημὶ, τοὺς ταῖς εὐπειθείαις τετιμηκότας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ κεκαθαρμένους μὲν διὰ τῆς εἰς αὐτὸν πίστεως, γεγονότας δὲ καὶ ἐν μεθέξει τοῦ | |
70.712(50) | ἁγίου Πνεύματος. Ἔσται γὰρ, φησὶ, τὰ προηγγελ‐ μένα, καταχερσωθήσεται δὲ διὰ τὸ ἐξήνιον ὁ Ἰσραὴλ, ἕως ἂν ἐπέλθῃ ἐφ’ ὑμᾶς Πνεῦμα ἀφ’ ὑψηλοῦ. Ὡς γὰρ ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων ἀνέγνωμεν· «Ἦσαν πάντες συνηγμένοι ἐπὶ τὸ αὐτὸ, περὶ τὰς | |
55 | ἡμέρας τῆς ἁγίας Πεντηκοστῆς. Καὶ ἰδοὺ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς | |
βιαίας, καὶ ἐπλήρωσε τὸν οἶκον οὗ ἦσαν συνηγμένοι· | 711 | |
70.713 | καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι, ὡσεὶ πυρὸς, καὶ ἐκάθησαν ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.» Ὅταν τοίνυν, φησὶν, | |
5 | ἔλθῃ ἐφ’ ὑμᾶς τοὺς πιστεύοντας τὸ ἄνωθέν τε καὶ ἐξ ὕψους Πνεῦμα τοῦ Θεοῦ, τότε καὶ ἔρημος ἔσται ὁ Χερμέλ. Τὸ δὲ Χερμὲλ ἤτοι ὁ Κάρμηλος ὄρος ἐστὶ παμμέγεθες ἐν τῇ Ἰουδαίᾳ, καὶ ὕλῃ δατεασείᾳ κατά‐ κομον. Παρεικάζει τοίνυν αὐτήν τε τὴν Ἱερουσαλὴμ, | |
10 | καὶ ἅπασαν δὲ τὴν περὶ οἰκίδα χώραν τῷ Χερμὲλ, ἅ‐ τε δὴ καὶ ἀναρίθμητον ἔχουσαν τὴν τῶν ἐνοικούντων πληθύν. Ἀλλ’ ἔσται, φησὶν, ἔρημος καὶ λογισθήσεται εἰς δρυμόν. Δρυμὸν δέ φησι τὴν ἀγρίαν ὕλην, ἧς ἡ χρεία πρὸς καῦσιν. Ἐκκόπτεται γὰρ τὰ ἀνήμερα τῶν | |
15 | ξύλων, καὶ φλογός εἰσι τροφή. Ἐκκοπέντος δὴ τοῦ Χερμὲλ, καταλογισθέντος δὲ καὶ εἰς ἀγρίαν ὕλην, ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρῖμα. Ἔρημον δέ φησιν αἰνιγματωδῶς τὴν τῶν ἐθνῶν χώραν, ἧς καὶ ἑτέρωθι διαμέμνηται λέγων αὐτὸς ὁ προφήτης Ἡσαΐας· «Εὐ‐ | |
20 | φράνθητι, ἔρημος ἡ διψῶσα. Ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον.» Ἐρήμῳ δὲ παρεικάζεται διά τοι τὸ ἄκαρπον καὶ οἷον ἐψιλωμένον, καὶ ἀνεστη‐ κὸς ἐν αὐτῇ εἶναι παντελῶς οὐδέν. Ἀλλὰ καὶ τοῦτο πεπλούτηκε. Πέφηνε καὶ εὐδενδροτάτη πνευματικῶς, | |
25 | ὅτι κατῴκησεν ἐν αὐτῇ Χριστός. Καὶ γοῦν ἔφη διὰ φωνῆς πάλιν τοῦ προφήτου Ἡσαΐου· «Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὕδωρ, ποταμοὺς θήσω, εἰς τὴν ἄνυδρον γῆν, κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισ‐ σον, καὶ λεύκην.» Σημαίνονται γὰρ διὰ τούτων, αἱ | |
30 | διὰ πίστεως τῆς εἰς αὐτὸν εὐδοκιμοῦσαι ψυχαὶ, καὶ ἐς ὕψος ἠρμέναι τὸ ἐκ διαφόρου καὶ πολυειδοῦς ἀρε‐ τῆς. Ἀναπαύσεται τοίνυν, φησὶν, ἐν τῇ ἐρήμῳ κρῖμα, καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει, ἀντὶ τοῦ, ἀγαθὸν ἐμπολιτεύσεται τῇ τε ἐρήμῳ καὶ τῷ | |
35 | Καρμήλῳ. Ὁ δὲ Χερμὲλ καὶ ὁ Κάρμηλος, οὐχ ἕτερόν τι, καὶ ἕτερόν ἐστιν, ἀλλ’ ἓν ὄρος τὸ δι’ ἀμφοῖν ση‐ μαίνεται. Πῶς οὖν ἄρα καὶ ἔρημον ἔσται καὶ εἰς δρυμὸν λογισθήσεται, καὶ ἐν αὐτῷ κατοικήσει δι‐ καιοσύνη; Φαμὲν ὅτι οὐκ εἰς ἅπαν ἐκπέπτωκε τῆς | |
40 | πρὸς Θεὸν οἰκειότητος ὁ Ἰσραὴλ, σέσωσται δὲ τὸ κατάλειμμα, καὶ συναγελάζονται τοῖς ἐξ ἐθνῶν οἱ ἐξ αὐτῶν πιστεύσαντες. Καὶ κατῴκηκεν ὁ Χριστὸς ἐν τούτοις τε κἀκείνοις, ὅς ἐστι δικαιοσύνη καὶ κρῖμα. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, δικαίῳ τε δὲ καὶ ὀρθῷ | |
45 | κρίματι καταργηθείσης τῆς ἁμαρτίας, καὶ ἀνῃρη‐ μένου τοῦ Σατανᾶ. Τί οὖν ἐν ἐρήμῳ ἐργάσεται κατοικήσας ὁ Χριστὸς, ὅς ἐστι δικαιοσύνη, διατρανοῖ λέγων· Καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης, εἰρήνη. «Ἐλθὼν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς,» ὡς ὁ | |
70.713(50) | Παῦλός φησιν, «εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγὺς,» τοῦτ’ ἔστιν, Ἕλλησί τε καὶ Ἰουδαίοις· ἐκράτυνε δὲ παρ’ ἡμῖν ἡ δικαιοσύνη τὴν ἀνάπαυσιν. Εἰρηνεύσαντες γὰρ πρὸς Θεὸν, καὶ καταλύσαντες τὴν ἔχθραν ἐν πόλεσίν ἐσμεν ἀναπαύ‐ | |
55 | σεως, καὶ τῆς εἰς αἰῶνας τρυφῆς. Καὶ γεγόναμεν ἐν | 713 |
70.716 | αὐτῷ πεποιθότες ἕως τοῦ αἰῶνος, καὶ κατῳκήκαμεν ἐν πόλει τῆς εἰρήνης, τοῦτ’ ἔστιν, Ἐκκλησίᾳ Θεοῦ ζῶντος. Ἐν αὐτῇ γὰρ κατοικεῖ Χριστὸς, ὅς ἐστιν εἰρήνη, καὶ ἀναπεπαύμεθα μετὰ τοῦ πλούτου. Οἱ γὰρ πάλαι παντὸς ἀγαθοῦ πράγματος, καὶ ἀρετῆς | |
5 | ἁπάσης ἐν ἐνδείᾳ καθεστηκότες, οἱ ἄθεοι κατὰ τὸν κόσμον, καὶ ἐλπίδα μὴ ἔχοντες, πλούσιοι διὰ Χριστὸν ἐσμέν τε ἤδη, καὶ ἔτι μειζόνως ἐσόμεθα, τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ χαρισμάτων ἀμφιλαφεστάτην λαχόν‐ τες τὴν ἐπίδοσιν. Ἡ δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐφ’ ὑμᾶς ἥξει. Καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποι‐ | |
10 | θότες ὡς οἱ ἐν τῇ πεδινῇ. Δεδυσσεβηκότων Ἰουδαίων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τό γε ἧκον εἰς ἀνοσιότητα λογι‐ σμῶν καὶ ἐγχειρημάτων δύναμιν ἀπεκτονότων αὐτὸν, μονονουχὶ ῥαγδαιοτάτη χάλαζα, τοῦτ’ ἔστι, τὰ ἐκ | |
15 | θείας ὀργῆς, κατὰ πάσης ἠνέχθη τῆς χώρας. Δέδοται γὰρ εἰς ἐρήμωσιν, ἥλω, καὶ πεπόρθηται, καὶ διεσπά‐ ρησαν εἰς πάντα ἄνεμον κατὰ τὴν τοῦ προφήτου φωνήν. Ὅταν τοίνυν ἡ χάλαζα κατενεχθῇ, φησὶ, τοῦτ’ ἔστι, τὰ ἐκ θείας ὀργῆς, οὐκ ἐφ’ ὑμᾶς ἥξει τοὺς | |
20 | πιστεύσαντας, καὶ τοὺς κατοικοῦντας ἐν πόλει εἰρή‐ νης, οὔτε μὴν τὰ γενήματα τῆς δικαιοσύνης ἡμῶν καταφθερεῖ, οὔτε τοῖς ἀγαθοῖς ἡμῶν διαλυμανεῖται πόνοις, ἐν ἴσῃ δὲ τάξει πεποιθότες ἔσονται τοῖς κατοικοῦσιν ἐν τοῖς δρυμοῖς καὶ οἱ ἐν τῇ πεδινῇ· | |
25 | καὶ τί δὴ τοῦτό ἐστιν; Ἡ μὲν γὰρ δασέσι ξύλοις κα‐ τάκοσμος γῆ τραχεῖά πώς ἐστι καὶ οὐκ εὐήροτος. Ἡ δέ γε ὑπτία καὶ ὁμαλὴ τοῖς γηπονεῖν εἰωθόσιν, ἐπιτη‐ δεία πρὸς τὴν ἐδωδίμων σπερμάτων γένεσιν. Θεοῦ τοιγαροῦν κατανεύοντος ἔσται τὰ πάντα ἐν εὐκαρ‐ | |
30 | πίαις, καὶ σπερμάτων ἡμέρων τροφὸς ἡ πάλαι τρα‐ χεῖα δειχθήσεται γῆ. Καρποφορεῖ γὰρ τὰ πάντα διὰ Χριστὸν, νοητῶς δὲ δηλονότι καὶ πνευματικῶς. Καὶ σπείρει μὲν ἐπ’ ἀκάνθαις οὐδείς. Νεώσαντες δὲ νεώματι κατὰ τὴν τοῦ προφήτου φωνὴν, σπείρωμεν | |
35 | εἰς δικαιοσύνην, ζῶντες μὲν οὐκ ἔτι κατὰ σάρκα καὶ φιληδόνως, πολιτευόμενοι δὲ μᾶλλον εὐαγγελικῶς. Μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. Παρενηνεγμένου τοῦ λόγου πρὸς τὰ ἐκ τῆς γηπο‐ | |
40 | νίας ἔργα, καὶ τὰς ἐν ἀγροῖς εὐκαρπίας, ἐπιμένει τῇ μεταφορᾷ, καὶ μακαρίους ὀνομάζει τοὺς σπείροντας ἐφ’ ὕδωρ, οὗ βοῦς, καὶ ὄνος πατεῖ. Ὕδωρ μὲν γὰρ ἡ θεόπνευστος Γραφὴ, τὸν θεῖον ἡμῖν καὶ οὐράνιον ὀνομάζει λόγον, καὶ τὸν τῶν ἁγίων μυσταγωγόν. | |
45 | Λαλοῦσι γὰρ ἐν Πνεύματι καὶ αὐτοί. Καὶ πιστώσεται λέγων αὐτὸς ὁ Σωτήρ· «Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.» Ἐπειδὴ γάρ ἐστι ζωοποιὸς ὁ τοῦ Θεοῦ λόγος, ὕδατι ταύτῃ τοι καὶ μάλα εἰκότως παρεικάζεται. Ζωοποιὸν | |
70.716(50) | γὰρ τὸ ὕδωρ, καὶ ἁπάσης πρόξενον εὐκαρπίας. Τῶν τοιούτων οὖν ὑδάτων τὴν νοητὴν ἔχοντες χορηγίαν γεωργεῖν εἰθίσμεθα τὰ εἰς ἀρετήν. Καὶ τοῖς κατ’ εὐσέβειαν πόνοις ἐνιδροῦν σπουδάζομεν, ἐν τούτοις τοῖς ὕδασι βοῦς καὶ ὄνος πατεῖ· τοῦτ’ ἔστιν, ὅ τε ἐξ | |
55 | Ἰουδαίων λαὸς, καὶ μέν τοι καὶ ἐξ ἐθνῶν. Δεδικαίωκε γὰρ ὁ Θεὸς περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν | |
διὰ τῆς πίστεως. Καὶ ὡς ὁ Παῦλός φησι· «Τὸ μεσό‐ | 715 | |
70.717 | τοιχον τοῦ φραγμοῦ λύσας, καὶ τὸν ἐν δόγμασιν ἐντολῶν καταργήσας νόμον, ἔκτισε τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην. Καὶ ἀποκατήλλαξε τῷ Θεῷ ζυγὸν ἐπιθεὶς ἀμφοτέροις ἕνα, καὶ συνάψας | |
5 | εἰς ὁμοψυχίαν, διὰ πίστεως καὶ ἀγάπης καὶ ἁγια‐ σμοῦ.» Καὶ βοῒ μὲν παρεικάζει τὸ ἐξ Ἰουδαίων ἔθνος· καθαρὸν γὰρ ζωὸν κατὰ τὸν νόμον ὁ βοῦς· ἀνεκομί‐ ζετο δὲ καὶ εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ. Ὅ γε μὴν ὄνος ἀκάθαρτος. Καὶ γοῦν τὰ πρωτότοκα προστεταχὼς | |
10 | τῶν κτηνῶν προσκομίζεσθαι τῷ Θεῷ· «Ἁγιάσεις γάρ μοι, φησὶ, πᾶν πρωτότοκον διανοῖγον μήτραν ... ...... «ὄνου ἀλλάξεις προβάτῳ·» πλὴν εἰ καὶ ἀκάθαρτος ἦν διὰ τὸ πεπλανῆσθαι τυχὸν ὁ ἐξ ἐθνῶν λαὸς, ἀλλ’ οὖν ἡγιάσθη διὰ πίστεως. Ἐν | |
15 | Χριστῷ γὰρ δεδικαίωται, ἀπενίψατο τῶν ἀρχαίων αἰτιαμάτων τοὺς ῥύπους διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ ἀναμὶξ, ὡς ἔφην, τοῖς ἐξ Ἰσραὴλ, τοῖς τοῦ Σωτῆρος ἡμῶν ὑπενήνεκται ζυγοῖς. Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς· ὑμᾶς δὲ οὐδεὶς | |
20 | ποιεῖται ταλαιπώρους, καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ. Ἁλώσονται οἱ ἀθετοῦντες, καὶ παραδο‐ θήσονται, καὶ ὡς σὴς ἐπὶ ἱματίου, οὕτως ἡττηθή‐ σονται. Μακαρίους ὀνομάζει τοὺς σπείροντας ἐπὶ πᾶν | |
25 | ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. Ἐλέγομεν δὲ σημαί‐ νεσθαι διὰ τούτων τούς τε ἐξ Ἰουδαίων, καὶ μέντοι τοὺς ἐξ ἐθνῶν διὰ τῆς πίστεως κεκλημένους εἰς ἐπί‐ γνωσιν τοῦ Χριστοῦ. Ἀλλ’ ἦν εἰκὸς διαλογίζεσθαι τινὰς, καὶ μὴν καὶ φράσαι· Εἶτα πῶς οἱ τοιοίδε μα‐ | |
30 | κάριοι διωκόντων αὐτοὺς τῶν φρονούντων τὰ ἐν κόσμῳ, καὶ ἀφορήτοις μὲν περιστάσεσι περιβαλόντων ἀεὶ, κατακομιζόντων δὲ καὶ εἰς αὐτὸ τὸ τεθνάναι πολλάκις; Ἀνανήφει τοίνυν ὁ λόγος εἰς παράκλησιν τῶν πεπιστευκότων καί φησιν· Οὐαὶ τοῖς ταλαιπω‐ | |
35 | ροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους. Τὸ μὲν γὰρ παθεῖν διὰ Χριστὸν τοῖς ἁγίοις εὐκλεὲς, τοῖς γε μὴν ἐπιφέρουσι τοὺς διωγμοὺς, ὀλέθρου τὸ χρῆμα πρόξενον. Ἑαυτοὺς οὖν ἄρα ταλαιπώρους ἀποφαί‐ νουσι, καὶ οὐχὶ δὴ μᾶλλον τοὺς πεπονθότας, εἴπερ οἱ | |
40 | συμπάσχοντες συμβασιλεύσουσι τῷ Χριστῷ. Ἀλλὰ κἂν εἴ τις ὑμᾶς ἀθετήσειε, φησὶν, ἑαυτὸν καὶ οὗτος ἀθετεῖ. Ἁλώσονται γὰρ οἱ τοῦτο δρᾷν εἰωθότες, τοῦτ’ ἔστιν, οὐ διαφεύξονται τὰ ἐκ τῆς θείας ὀργῆς· ἔσονται δὲ ταῖς ἐπενεχθησομέναις αὐτοῖς δίκαις οἱονεὶ πρὸς | |
45 | κατάβρωσιν, καθάπερ ἀμέλει καὶ ἱμάτιον ὑπὸ σητός. Οὐκοῦν ὁ μὲν πόνος τοῖς ἁγίοις, ὡς ἔφην, τῶν εἰς αἰῶνα πρόξενος ἀγαθῶν. Τό γε μὴν ἑλέσθαι κακοῦν τοὺς ἀνακειμένους τῷ Θεῷ, τοῖς τοῦτο πράττουσιν οὐκ ἀζήμιον. Μᾶλλον δὲ τῆς ἁπασῶν ἐσχάτης πρόφασις ἔσται δίκης. Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. | |
70.717(50) | Ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπ‐ ώλειαν. Ἡ δὲ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως. Θεοῦ τοῖς ἁγίοις προσπεφωνηκότος· Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς· ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώ‐ ρους· ἐκ πολλῆς ἄγαν περιχαρείας αὐτοὶ μονονουχὶ, | |
55 | καὶ ἀνασκιρτῶντές φασιν· ὅτι τῶν ἀπειθεῖν ἑλομένων ἀνόνητος ἔσται πᾶς πόνος, καὶ ὅτι πολλὴν νοσοῦντες | |
τὴν ἀκαρπίαν βαδιοῦνται πρὸς ὄλεθρον, σωτηρίας δὲ | 717 | |
70.720 | τῆς δοθησομένης αὐτοῖς ἔσται που πάντως κατὰ και‐ ροὺς ἡ ἀνάδειξις. Πᾶσα γὰρ δύναμις αὐτῶν ἐν Χριστῷ. Κἂν εἰ δοκοῖεν ὅλως ἀσθενῆσαί ποτε κατά γέ φημι τὸ διώκεσθαι παρ’ ἐχθρῶν, ἀλλ’ οὖν τότε | |
5 | δὴ μάλιστα τῆς εἰς αὐτοὺς ἡμερότητος, καὶ τῆς ἄνω‐ θεν ἐπικουρίας ἐμφανίζει τὸ μέγεθος ὁ σώζειν εἰδώς. Οὐκοῦν ἐν καιρῷ θλίψεως ἡ σωτηρία τοῖς ἁγίοις μάλιστα μυσταγωγοῖς. Καὶ τοῦτο δείξει γράφων ὁ πάνσοφος Παῦλος· «Ὅταν γὰρ ἀσθενῶ, τότε δυνα‐ | |
10 | τός εἰμι.» Καὶ μὴν καὶ πρὸς αὐτὸν ὁ τῶν ὄλων Σω‐ τήρ· «Ἀρκεῖ σοι ἡ χάρις μου. Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» Διὰ φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοί. Ἀπὸ τοῦ φόβου σου καὶ ἀπὸ τῆς ὑψώσεώς σου | |
15 | διεσπάρησαν εἰς τὰ ἔθνη· Νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου. Ὃν τρόπον ἐάν τις συνάγῃ ἀκρίδας, οὕτως ἐμπαίξουσιν ὑμῖν. Ὅτι πάντη τε καὶ πάντως ἀπειθεῖν ἑλομένοις τοῖς | |
20 | ἐξ Ἰσραὴλ, καὶ τὴν εἰς Χριστὸν πίστιν οὐ προσιεμέ‐ νοις τὰ πάντων αἴσχιστα παθεῖν συμβήσεται· καὶ οὕ‐ τως μὲν ὁ διὰ Μωσέως παρακεκράγει νόμος, οὐδὲν δὲ ἧττον καὶ οἱ διὰ τῶν ἁγίων προφητῶν ἐμφανίζουσι λόγοι. Καὶ μὴν καὶ αὐτὸς ἔφη Χριστός· «Ὅταν ἴδητε | |
25 | κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι· Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς· Πέσατε ἐφ’ ἡμᾶς.» Διὰ τὴν φωνὴν τοίνυν, φησὶ, τοῦ φόβου σου, τοῦτ’ ἔστι, τὴν καταπτοοῦσαν εἰς φόβον, ἐξέστησαν λαοὶ, τὸ δὲ, ἐξέστησαν, ἀντὶ τοῦ, κατεπλά‐ | |
30 | γησαν, φησί. Πεπόνθασι δὲ τὴν κατάπληξιν. Τίνα τρόπον; Ἀπό γε, οἶμαι, τοῦ μεγέθους τῆς συμφορᾶς. Τὰ γὰρ ἀφόρητα τῶν κακῶν, ἔξω τίθησι φρενὸς, καὶ οἷον ἀσύνετον ἀποφαίνει τὸν πεπονθότα. Εἰ δὲ δή τις ἕλοιτο τὸ, ἐξέστησαν, καὶ καθ’ ἕτερον τρόπον χρῆναι | |
35 | νοεῖν, κατασημήνειεν ἂν ἡ φωνὴ, ἀντὶ τοῦ, ἕξω τῆς ἐνεγκούσης γεγόνασιν. Οὕτω δὲ διεσπάρησαν εἰς πάντα τὰ ἔθνη. Καὶ μέχρι μὲν τούτων ἡ τῶν ἁγίων προφητῶν φωνὴ, τὸ δέ γε τοῦ Θεοῦ πρόσωπον εἰσφέ‐ ρεται παραχρῆμα λέγον αὐτοῖς, δηλονότι τοῖς ἐκπε‐ | |
40 | πληγμένοις καὶ διεσπαρμένοις, ὅτι Νῦν συναχθήσε‐ ται τὰ σκῦλα ὑμῶν, μικροῦ καὶ μεγάλου. Οὐ γὰρ εἰς μακρὰν, φησὶ, παραδοθήσεσθε τοῖς ἐχθροῖς, οὐδὲ εἰς ὑπερθέσεις βαδιεῖται τὸ ἀπειλούμενον. Ἀλλ’ αὐτίκα δὴ μᾶλλον πορθηθήσεσθε μικρός τε καὶ μέγας. Οὕτω | |
45 | τε ὑμᾶς οἱ καταδῃοῦντες συλλέξουσιν, ὡς ἂν εἰ καί τις τῶν ἐν ἀγροῖς τὴν τῶν ἀκρίδων συναγείραι πληθὺν, οὐ σὺν πόνῳ τὸ χρῆμα πληρῶν, ἀπονητὶ δὲ μᾶλλον, καὶ οἷον ὡς ἐν ἀθύρματι. Φαίη δ’ ἄν τις αὐτὸ δὴ τουτὶ πεπονθέναι τὸν Ἰσραὴλ, καὶ πνευ‐ ματικῶς παραδοθέντα τῷ Σατανᾷ, καὶ τοῖς ἀκαθάρτοις πνεύμασι, καθάπερ τισὶ πολεμίοις εἰς δι‐ | |
70.720(50) | αρπαγὴν, καὶ εἴς γε τὸ δεῖν ἀκρίδων δίκην ἐμπαίζεσθαι. Ἅγιος ὁ Θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς. Ἐν‐ επλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης. Ἐν νό‐ μῳ παραδοθήσονται, ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν, ἐκεῖ σοφία, καὶ ἐπιστήμη, καὶ εὐσέβεια | |
55 | πρὸς τὸν Κύριον· οὗτοί εἰσι θησαυροὶ δικαιοσύ‐ | |
νης. | 719 | |
70.721 | Ἀναφωνοῦσι πάλιν οἱ ἅγιοι, καὶ ταῖς καθηκούσαις δοξολογίαις καταγεραίρειν ἐπείγονται τὸν τῶν ὅλων Σωτῆρα Θεὸν τὸν κατοικοῦντα ἐν ὑψηλοῖς, ἢ ἐν τοῖς οὐρανοῖς δηλονότι, ἢ καὶ ἐν κτίσμασι λογικοῖς ὧν ἂν | |
5 | εἴη τὸ ὕφος, ὡς ἐν νοητῷ μεγέθει τῆς πολυειδοῦς ἀρετῆς. Δοξολογοῦσι τοίνυν τὸν Θεὸν κατατεθηπότες τὴν Σιὼν, τοῦτ’ ἔστι, τὴν Ἐκκλησίαν Χριστοῦ, κρί‐ σεως καὶ δικαιοσύνης ὁρῶντες ἐμπεπλησμένην. Ἡ μὲν γὰρ ἐπίγειος Ἱερουσαλὴμ τῆς οὕτω λαμπρᾶς | |
10 | ἀπολείπεται δόξης. Προσήκατο γὰρ οὐδαμῶς τὴν παρὰ Θεοῦ καὶ Πατρὸς δικαιοσύνην, τοῦτ’ ἔστι, Χρι‐ στόν. Ἡ δέ γε ἐξ ἐθνῶν Ἐκκλησία, ἡ νοητὴ καὶ ἀληθεστέρα Σιὼν μεστὴ γέγονε κρίσεως καὶ δικαιο‐ σύνης· ἡ δὲ κρίσις ἐν τούτοις, τὴν δικαιοκρισίαν τὴν | |
15 | ἐφ’ ἑκάστῳ πράγματι δηλοῖ. Ζῇν γὰρ ἔθος τοῖς ἁγίοις λογικῶς, καὶ ἐννόμως, καὶ κατευφραίνεσθαι ὑπὸ τῶν εὐαγγελικῶν θεσπισμάτων. Εἶτα θαυμάζουσι τοὺς ἐξ Ἰσραὴλ, ὡς νόμον μὲν ἔχοντας, καίτοι δο‐ θέντα παρὰ Θεοῦ πρὸς ἐπικουρίαν, ἀπολωλότας δὲ δι’ | |
20 | αὐτοῦ. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, «Ἀτεθοῦν‐ τες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦν‐ τες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.» Ὁ μὲν γὰρ νόμος ἦν ἐν σκιαῖς μέχρι | |
25 | καιροῦ διορθώσεως κείμενος. Ἀναλάμψαντος δὲ τοῦ νέου κηρύγματος, καὶ τῆς ἀληθείας εἰσκεκομισμένης, ἐχρῆν δή που πάντως ἀργῆσαι τοὺς τύπους, καὶ ἀπρακτῆσαι τὴν σκιὰν, ἀλλ’ ὁ φιλόνεικος Ἰσραὴλ, καίτοι τῷ νόμῳ συναγορεύειν ἐθέλων, ἐνιστάμενός τε | |
30 | ταῖς Μωσέως ἐντολαῖς, εὐσεβεῖν τε διὰ τούτου νομί‐ ζων, παραδέδοται τοῖς ἐχθροῖς. Οὐ γὰρ ἔδει ταῖς οὕτω μακραῖς ἀπειθείαις ἀτιμάζειν τὴν ἀλήθειαν. Οὐκοῦν ἐν νόμῳ παραδοθήσονται. Ἡμῖν δὲ τοῖς ἐξ ἐθνῶν πι‐ στεύσασι καὶ ὁ πάλαι δι’ ἀγγέλων λαληθεὶς νόμος | |
35 | μεσολαβοῦντος Μωσέως θησαυρὸς ηὑρέθη σωτηρίας. Ἐκεῖ γὰρ, τοῦτ’ ἔστιν, ἐν αὐτῷ σοφία τέ ἐστι καὶ ἐπιστήμη, καὶ εὐσέβεια πρὸς τὸν Κύριον. Διακέκραγε γὰρ ὁ Μωσέως νόμος τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν δύναμιν ὡς ἐν σκιαῖς | |
40 | εὐρήσομεν, ἰσχνὸν ἐνιέντες τοῖς γεγραμμένοις τὸν νοῦν. Καὶ γοῦν ἔφασκεν ὁ Σωτὴρ τοῖς Ἰουδαίων δή‐ μοις; «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Οὐκοῦν θησαυρὸς δικαιοσύνης ὁ νόμος τοῖς οὐ προσέχουσι τῇ σκιᾷ, διακύπτουσι δὲ μᾶλλον αὐτὴν, καὶ τὸ τῆς ἀληθείας κάλλος πολυπραγμονεῖν σπουδάζουσι. | |
45 | Ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθή‐ σονται· οὓς ἐφοβεῖσθε φοβηθήσονται ἀφ’ ὑμῶν· ἄγγελοι ἀποσταλήσονται ἀξιοῦντες εἰρήνην, πι‐ κρῶς κλαίοντες, παρακαλοῦντες εἰρήνην. Ἐρη‐ μωθήσονται γὰρ αἱ τούτων ὁδοὶ, πέπαυται ὁ | |
70.721(50) | φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους δια‐ θήκη αἴρεται, καὶ οὐ μὴ λογισθήσεσθε αὐτοὺς ἀνθρώπους. Πάλιν ἡμῖν ἐν τούτοις ὁ τῶν δυνάμεων Κύριος παραθαρσύνων ὁρᾶται τοὺς ἁγίους μυσταγωγούς· | |
55 | καὶ φόβου παντὸς ἀπαλλάττων, καὶ τῶν ἐσομένων αὐτοῖς ἀγαθῶν προαναφαίνων τὸ πλάτος. Ἐδίωκον | |
μὲν γὰρ τοὺς ἁγίους ἀποστόλους οἱ τάλανες Ἰουδαῖοι· | 721 | |
70.724 | τοῦτο μὲν καλοῦντες ἐν συνεδρίῳ, τοῦτο δὲ καὶ ῥάβδοις καταπαίοντες, καὶ γραφὴν αὐτοῖς καὶ εἰς ἐγκλήματος δύναμιν καταλογιζόμενοι τὴν εἰς Χρι‐ στὸν εὐσέβειαν, καὶ τὴν ἐπὶ τῷ θείῳ κηρύγματι | |
5 | σπουδήν τε καὶ προθυμίαν. Ἔφασκον γὰρ, ὅτι «Παρ‐ αγγελίᾳ παρηγγείλαμεν ὑμῖν μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ. Καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσα‐ λὴμ τῆς διδαχῆς ὑμῶν.» Καὶ αὐτοὺς δὲ τοὺς ἁγίους ἀποστόλους εὑρήσομεν δεδιότας μὲν τῶν Ἰουδαίων | |
10 | τὴν ἔφοδον, προσπίπτοντας δὲ τῷ παναγίῳ Θεῷ, καὶ λέγοντας· «Καὶ τανῦν, Κύριε, ἔπιδε τὴν ἀπειλὴν αὐ‐ τῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου.» Ἰδοὺ τοίνυν, φησὶν, αὐτοὶ μᾶλλον ὑμᾶς, καὶ οὐχ ὑμεῖς αὐτοὺς φοβηθήσεσθε· οὓς ἐφοβεῖ‐ | |
15 | σθε φοβηθήσονται ἀφ’ ὑμῶν. Ἀποστελοῦσι δὲ κατὰ καιρὸν καὶ ἀγγέλους αἰτοῦντες εἰρήνην, καὶ πικρῶς κλαίοντες. Ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοὶ, τοῦτ’ ἔστιν, οὐκ εὐοδοθήσονται θεομαχεῖν ᾑρημένοι, καὶ δεσποτικοῖς νεύμασιν ἀντεξάγοντες. Πάλαι μὲν | |
20 | γὰρ ὁ Ἰσραὴλ, ἐν ἀρχαῖς ὄντος φημὶ τοῦ θείου κηρύ‐ γματος, ἀφόρητος ἦν τοῖς ἁγίοις μυσταγωγοῖς. Ἐπεὶ δὲ ἡ τῶν πιστευσάντων πληθὺς ἀριθμοῦ γέγονε κρείσσων, ἐν ἁπάσῃ πόλει τε καὶ χώρᾳ νενίκηται λοιπὸν ἡ ἐκείνων ἀπόνοια, καὶ εἰσὶν ὑπὸ πόδας τῶν | |
25 | πεπιστευκότων ἡττημένοι τε καὶ κλαίοντες, καὶ ἀπο‐ χρήσειν ἐν αὐτοῖς εἰς εὐθυμίαν ἡγούμενοι τὸ κἂν γοῦν εἰρήνης ἀξιοῦσθαι τῆς πρὸς αὐτούς. Οὗτος, οἶμαι, ἐστὶ τῆς προφητείας ὁ νοῦς. Πέπαυται γὰρ, φησὶν, ὁ φόβος τῶν ἐθνῶν, τῶν Ἰουδαϊκῶν δηλονότι, καὶ ἡ | |
30 | πρὸς αὐτοὺς διαθήκη αἴρεται. Ἀλλότριοι γὰρ γεγό‐ νασι τῆς πρὸς Θεὸν οἰκειότητος, καὶ ξένοι τῶν ἐπαγ‐ γελιῶν· ὅτι «Μὴ πάντες οἱ ἐξ Ἰσραὴλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας ταῦτα λογίζεσθαι εἰς σπέρμα,» τοῦτ’ ἔστιν, | |
35 | οἱ ἐκ πίστεως τῆς ἐν Χριστῷ. Δεδικαίωται γὰρ διὰ πίστεως ὁ προπάτωρ Ἀβραάμ. Ληφθείσης τοίνυν, φησὶ, τῆς πρὸς αὐτοὺς διαθήκης, οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους, τοῦτ’ ἔστιν, οὐδενὸς ἀξίους ἡγήσεσθε λόγου. Ἐπένθησεν ἡ γῆ, ᾐσχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σαρών. Φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ | |
40 | Κάρμηλος. Ὄρος ἐστὶν ὁ Λίβανος ἐν Φοινίκῃ τῶν ὅτι μάλιστα διαφανεστάτων, κέδροις τε καὶ τοῖς ἑτέροις τῶν ξύ‐ λων εὖ μάλα κατάκομον. Τούτῳ δὴ τῷ ὄρει παρεικά‐ ζειν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὴν τῶν Ἰουδαίων | |
45 | συναγωγὴν, ἅτε δὴ καὶ ἀριθμοῦ κρείττονα τὴν τῶν ἐνοικούντων ἔχουσα πληθὺν, καθάπερ ἀμέλει καὶ διὰ φωνῆς ἑτέρου προφήτου τοῦ πρὸς αὐτήν φησιν. Δι‐ άνοιξον, ὁ Λίβανος, τὰς θύρας σου. Ἐπένθησε τοίνυν ἡ γῆ, καὶ οὐχ ἁπλῶς πᾶσα, μόνη δὲ ἡ παθοῦσα τὴν ὑπὸ | |
70.724(50) | Ῥωμαίων δῄωσιν ἡ τῶν Ἰουδαίων γῆ. Τάχα που καὶ ἐγκαταλελειμμένη ὑπὸ Θεοῦ, καὶ τῆς ἀπ’ αὐτοῦ θυ‐ μηδίας ἐξῳκισμένη. ᾘσχύνθη δὲ καὶ ὁ Λίβανος, τοῦτ’ ἔστιν, ἡ Ἱερουσαλήμ. Ἡ γὰρ πάλαι περιφανὴς καὶ ἀοίδιμος, καὶ ταῖς ἄνωθεν εὐμενείαις πεπυργωμέ‐ | |
55 | νη, καὶ ἄμαχον ἔχουσα τὴν κατὰ πάντων ἰσχὺν, πέ‐ πτωκεν ὑπὸ πόδας ἐχθρῶν, ἐμπέπρησται, καὶ ἠρή‐ | |
μωται, καὶ φειδοῦς ἐστέρηται τῆς παρὰ Θεοῦ, ἕλη | 723 | |
70.725 | γέγονεν ὁ Σαρών. Χῶρος δὲ κατὰ τὴν Ἰουδαίαν ἐστὶν, ᾧ ὄνομα Σαρωνᾶς, εὐήροτα μὲν ἔχων πεδία, πρὸς δέ γε τὸ χρῆναι γηπονεῖν ἐπιτηδείως ἔχοντα λίαν. Ἀλλ’ ἡ οὕτως φησὶν εὔκαρπός τε καὶ γονιμω‐ | |
5 | τάτη γῆ ἕλη γέγονε, τοῦτ’ ἔστι, δασεῖα πλείστης ὅσης ἀκάνθης φυείσης ἐν αὐτῇ. Δέχεται δὲ πάλιν, ὡς ἐξ ὁμοιότητος τῶν ἐμφανεστέρων πνευματικὴν θεωρίαν. Κατεχερσώθη γὰρ ὥσπερ ὁ Ἰσραήλ· καὶ ἡ πάλαι καρπῶν ἡμέρων τροφὸς, καὶ οἷά τις ἀγαθὴ καὶ | |
10 | πίειρα γῆ, τοῦτ’ ἔστιν, ἡ τῶν Ἰουδαίων συναγωγὴ γέγονεν ἀκανθοτόκος. «Ἔμεινα γὰρ, φησὶ, τοῦ ποιῆ‐ σαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.» Ἀλλὰ ταυτὶ μὲν τοῖς Ἰουδαίοις συμβήσεται, δεδυσσεβήκασι γὰρ εἰς Χριστόν. Ἡ δέ γε Γαλιλαία, καὶ ὁ Κάρμηλος φα‐ | |
15 | νερὰ ἔσται, τοῦτ’ ἔστιν, ἐμφανὴς, καὶ περίοπτος τοῖς ἁπανταχῆ. Γαλιλαίαν δέ φησι τὴν τῶν ἐθνῶν χώραν, ἤτοι τὰ ἔθνη. Καὶ τάχα που τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἣν καὶ τῷ Καρμήλῳ παρεικάζειν ἀξιοῖ. Κάρμηλος δὲ ὄρος ἐστὶ δασύ τε καὶ ὑψηλόν. Τοιαύτη δέ πως ἡ | |
20 | Ἐκκλησία Χριστοῦ. Πλεῖστοι γὰρ ὅσοι τεθήλασιν ἐν αὐτῇ θεοφιλῆ τὴν διάνοιαν ἔχοντες, καὶ παντὸς ἐπί‐ μεστον ἀγαθοῦ, ὑψοῦ τε ἠρμένην, καὶ τῶν ἐπιγείων πραγμάτων ἀνῳκισμένην. Γέγραπται γὰρ ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. Ὄρεσι τε τὴν Ἐκκλησίαν ἐξομοιοῦν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. | |
25 | Νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθή‐ σομαι, νῦν ὑψωθήσομαι. Νῦν ὄψεσθε, νῦν αἰ‐ σθήσεσθε· ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν, πῦρ ὑμᾶς κατέδεται· καὶ ἔσονται ἔθνη κατακεκαυμένα, ὡς ἄκανθα ἐν ἀγρῷ ἐῤῥιμμένη, | |
30 | καὶ κατακεκαυμένη. Ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ὁ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων, ὡς ἐξ αὐτοῦ κατὰ φύσιν, καὶ ἀποῤῥήτως γεγενημένος, κεκένωκεν ἑαυ‐ τὸν μορφὴν δούλου λαβὼν, καὶ ἐν σχήματι ἀνθρώ‐ | |
35 | πων γενόμενος τεταπείνωκεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου· θανάτου δὲ σταυροῦ. Ἐπειδὴ δὲ τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ὑπομείνας σταυρὸν ἀνεβίω πάλιν ὡς Θεὸς, τότε δὴ τότε τοῖς εἰς τοῦτο δυσσεβείας ἐληλακόσιν, ὡς μὴ ἀπειθῆσαι μόνον | |
40 | αὐτῷ, καίτοι καλοῦντι πρὸς ζωὴν, ἀλλὰ γὰρ λοιδο‐ ρίαις τε καὶ αἰκίσμασι, καὶ αὐτῷ δὲ τῷ θανάτῳ τολ‐ μῆσαι περιβαλεῖν, τὴν αὐτοῖς πρέπουσαν ἐπήρτησε δίκην. Κἀκεῖ γὰρ κακῶς διολώλασιν, ἐμπεπρησμέ‐ νων μὲν αὐτοῖς τῶν πόλεων. Καταδῃωθείσης δὲ εἰς | |
45 | ἅπαν τῆς γῆς, τότε δὴ τότε τὴν τοῦ παθόντος ἐμάν‐ θανον δόξαν, καὶ ταῖς οὕτω δειναῖς καὶ ἀφύκτοις ἐνολισθήσαντες συμφοραῖς, ἔγνωσαν μόλις, ὡς οὐκ εἰς ἕνα τῶν προφητῶν τὰ τῆς δυσσεβείας αὐτοῖς ἀνοσίως ἐξεπράττετο, ἀλλὰ γὰρ εἰς αὐτὸν τὸν τῶν | |
70.725(50) | ὅλων Σωτῆρα καὶ Λυτρωτήν. Ὡς μελλούσης αὐτίκα δὴ μάλα τῆς θείας ὀργῆς ἐπιπίπτειν αὐτοῖς· Νῦν ἀναστήσομαι, φησὶ, λέγει Κύριος. Ἀνεξικακήσας γὰρ ὡς Θεὸς πρὸ τοῦ τιμίου σταυροῦ, πεπονθὼς ἤδη τὰ ἐπ’ αὐτῷ μονονουχὶ καὶ κατεξανίσταται τῶν | |
55 | ἐχθρῶν. Ἐδοξάσθη δὲ καὶ ὑψώθη παραδοὺς μὲν εἰς ὄλεθρον τοὺς μέχρι παντὸς μεμαχημένους αὐτῷ, κε‐ | |
κληκὼς δὲ τὰ ἔθνη διὰ τῆς πίστεως, καὶ τῷ νοητῷ | 725 | |
70.728 | δὲ καὶ τῷ θείῳ καταφαιδρύνας φωτὶ τοὺς ἐν σκότῳ πάλαι· καὶ τὴν ἐκ τῆς ἀμαθίας ἀχλὺν εἰς νοῦν ἔχον‐ τας, καὶ καρδίαν. Νῦν οὖν δοξασθήσομαι, νῦν ὄψεσθε, νῦν αἰσθήσεσθε, ματαία γὰρ ἔσται τοῦ πνεύματος | |
5 | ὑμῶν ἡ ἰσχὺς, τοῦτ’ ἔστιν, εἰς οὐδὲν ἐκτελευτήσει. Περιέσομαι γὰρ, καὶ οὐχ ἑκόντων ὑμῶν, καὶ πυρὸς ἔσεσθε τροφὴ, καθάπερ ἄκανθα ἐν ἀγρῷ κατακεκαυ‐ μένη, καὶ ἐῤῥιμμένη. Δεδαπάνηνται γὰρ, ὡς ἔφην, μονονουχὶ παμφάγῳ φλογὶ περιπεπτωκότες τοῖς ἐκ θείας ὀργῆς κινήμασιν. Ὡς γάρ φησιν ὁ μακάριος | |
10 | Μωσῆς· «Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν.» Ἀκούσονται οἱ πόῤῥωθεν ἂ ἐποίησα, γνώσον‐ ται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. Ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι, λήψεται γὰρ τρόμος τοὺς ἀσε‐ βεῖς. | |
15 | Ἀπεστάλη μὲν παρὰ Θεοῦ καὶ Πατρὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Καὶ γὰρ ἦσαν αὐτῶν αἱ ἐπαγγελίαι, ἡ νομοθεσία, καὶ ἡ διαθήκη, καὶ οἱ πατέρες, καὶ διατετέλεκε μὲν τοῖς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν ἐμ‐ | |
20 | φανῆ καθιστὰς ἑαυτόν· καὶ τοῦτο μὲν διδασκαλίαις ταῖς ὑπὲρ νόμον χρώμενος, τοῦτο δὲ ταῖς ὑπὲρ λόγον καταπλήττων θεοσημείαις. Ἀλλὰ γέγονεν ἀνόνητον τοῖς Ἰουδαίοις παντελῶς τὸ χρῆμα διὰ πολλὴν σκαιό‐ τητα νοῦ. Ἐδίδασκε μὲν γὰρ ὁ Κύριος· οἱ δὲ Γραμ‐ | |
25 | ματεῖς τε καὶ Φαρισαῖοι τοῖς ἀκροωμένοις ἐπιπλήτ‐ τοντες ἔλεγον· «Δαιμόνιον ἔχει, καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ;» Πονηροῖς καὶ ἀκαθάρτοις ἐπετίμα πνεύμασι, καὶ τοῦτο μετ’ ἐξουσίας, ὡς Θεός· οἱ δὲ τὴν οὕτως ὑπερφυᾶ καὶ ἀπόῤῥητον συκοφαντοῦντες | |
30 | ἰσχὺν ἀληθῶς, ἀπετόλμων λέγειν· Οὗτος οὐκ ἐκβάλ‐ λει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων. Οὐκοῦν ἀπόπεμπτοι γεγόνασι, καὶ σφόδρα εἰκότως ἀμέτοχοι τῆς εἰς αὐτὸν ἐλπίδος. Μεμυστα‐ γώγηνται δὲ τὰ ἔθνη, καὶ τὸ σωτήριόν τε καὶ εὐαγ‐ | |
35 | γελικὸν παρεδέξαντο κήρυγμα. Τοῦτο, οἶμαι, διδάσκει λέγων· Ἀκούσονται οἱ πόῤῥωθεν ἃ ἐποίησα. Ὅσον μὲν γὰρ ἧκεν εἴς γε τὸ πεπαιδεῦσθαι νόμῳ, γέγονεν ἐγγὺς ὁ Ἰσραήλ· ἀφειστήκεισαν δὲ τὰ ἔθνη τῆς πρὸς Θεὸν οἰκειότητος, δῆλον δὲ ὅτι πνευματικῆς, | |
40 | λελατρευκότα τῇ κτίσει παρὰ τὸν κτίσαντα· Ἀλλ’ οὗτοι, φησὶν, ἀκούσονται ἃ ἐποίησα, οὐκ ἐθελήσαντος ἀκοῦσαι τοῦ Ἰσραήλ. Γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. Ἀπόλωλε γὰρ οὐκ εἰσάπαν ὁ Ἰσραήλ· πλεῖστοί γε μὴν καὶ ἐξ αὐτῶν πεπιστεύκασι, καὶ | |
45 | οἷον ἐγγὺς ὄντες Θεοῦ. Διὰ τὸ ἤδη λαχεῖν τὴν ἐν νόμῳ παίδευσιν, ἐγνώκασι τὴν ἰσχὺν τοῦ Χριστοῦ. Πεπιστεύκασι γὰρ ὅτι τεθαυματούργηκεν ὡς Θεός. Ἀλλ’ οὗτοι μὲν γνώσονται, φησίν. Ἀπέστησαν δὲ καὶ ἔξω γεγόνασιν ὁλοτρόπως τῆς τῶν ἁγίων ἐλπί‐ | |
70.728(50) | δος οἱ ἐν Σιὼν ἄνομοι. Λήψεται δὲ αὐτοὺς καὶ τρό‐ μος, καίτοι λίαν ὄντας ἀσεβεῖς. Ἀρκέσει γὰρ τῶν ἐπενηνεγμένων αὐτοῖς συμφορῶν ἡ πεῖρα πρός γε τὸ δεῖν, καὶ καταδεῖσαι λοιπὸν τὸν παρ’ αὐτῶν ὑβρισμόν. Τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται; Τίς ἀναγ‐ γελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; | |
55 | Ὅτι σκληρᾷ καὶ ἀφύκτῳ περιπεσοῦνται κολάσει, πυρὸς ἐσόμενοι τροφὴ κατὰ τὸν τῆς κρίσεως καιρὸν | |
οἱ δυσσεβοῦντες εἰς Χριστὸν, διαδείκνυσιν ἐν τού‐ | 727 | |
70.729 | τοις. Ἔφη γάρ που καὶ αὐτός· «Ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν.» Τοῖς δὴ οὖν ἄρα φησὶ | |
5 | σκληροκαρδίοις οὖσι, καὶ ἀπειθεῖν ᾑρημένοις ἀναγ‐ γελεῖ τὸν τόπον τὸν αἰώνιον, καὶ ὅτι πῦρ ηὐτρέπισταί τε καὶ ἀνακαίεται, καὶ τοῦτο διηνεκῶς. Ὡς γὰρ αὐτός που πάλιν φησὶν ὁ προφήτης περὶ τῶν τε‐ θνεώτων ταῖς ἑαυτῶν πλημμελείαις· «Ὁ σκώληξ | |
10 | αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθή‐ σεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.» Πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδὸν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα, ἵνα | |
15 | μὴ ἀκούσῃ κρίσιν αἵματος, καμμύων τοὺς ὀφθαλ‐ μοὺς, ἵνα μὴ ἴδῃ ἀδικίαν· οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. Βασι‐ λέα μετὰ δόξης ὄψεσθε, καὶ οἱ ὀφθαλμοὶ ὑμῶν | |
20 | ὄψονται γῆν πόῤῥωθεν, ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον. Ὅτι μὲν οὖν κατοιχήσονται μὲν εἰς ᾅδου κολασθη‐ σόμενοι, περιπεσοῦνται δὲ τῇ ἀσβέστῳ φλογὶ ταῖς κατὰ Χριστοῦ δυσσεβείαις ἐνισχημένοι τινὲς, εὖ | |
25 | μάλα διαμεμήνυκε. Προσεπάγει δὲ χρησίμως, ᾧ καθίστησιν ἐναργὲς, τίνες ἂν εἶεν οἱ τῆς εἰς αἰῶνα ζωῆς μεταλαχεῖν ὀφείλοντες, καὶ τοῖς παρ’ αὐτοῦ χαρίσμασι, θείοις δὲ δηλονότι καὶ πνευματικοῖς, ἐν‐ τρυφήσοντες κατὰ καιρούς. Ὁ γάρ τοι, φησὶ, πορευό‐ | |
30 | μενος ἐν δικαιοσύνῃ, τοῦτ’ ἔστιν, ὁ τὰ τῆς δικαιο‐ σύνης ἔργα τετιμηκὼς, καὶ βίον ἐπασκήσας τὸν ἐξαίρετον, καὶ ὁ λαλῶν εὐθεῖαν ὁδὸν, τοῦτ ἔστιν, ὁ διὰ γλώττης ἔχων πᾶν ὅσον ἐστὶν ἀποφέρον εἰς τὸ εὐθὺ, καὶ ὁ μισῶν ἀδικίαν, καὶ πᾶς εἴ τις ἐστὶ φι‐ | |
35 | λοχρηματίας ἀμείνων, καὶ δωροδοκίας ἐχθρὸς, καὶ τὴν καθ’ αἵματος κρίσιν τῆς οἰκείας ἀποσοβῶν ἀκοῆς, ἀποστρέφων δὲ καὶ τοὺς ὀφθαλμοὺς, ὡς ἂν μή τι τῶν ἀδίκων θεάσαιτο, οὗτος οἰκήσει ἐν ὑψηλῷ σπη‐ λαίῳ πέτρας ἰσχυρᾶς. Ἐν ἀσφαλείᾳ γὰρ ἔσται, φησὶ, | |
40 | καὶ οἷον ἐν πέτρᾳ τὴν οἴκησιν ἕχων ἀκλόνητον, εὑ‐ ρήσει τὴν ἐφ’ ἅπασι τοῖς εὐκταίοις διαμονήν. Εἰκὸς δὲ δή που, καὶ πέτραν ἡμῖν ὠνομάσθαι διὰ τούτων τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἐν ᾧ καθάπερ τι σπήλαιον, ἢ καὶ προβάτων σηκὸς ἡ Ἐκκλησία | |
45 | νοεῖται ἀσφαλῆ καὶ ἀκράδαντον ἔχουσα τὴν εἰς τὸ εὖ εἶναι διαμονήν· «Σὺ γὰρ εἶ Πέτρος,» φησὶν ὁ Σωτὴρ, «καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ θεμελιώσω μου τὴν Ἐκ‐ κλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Τῷ τοίνυν, φησὶν κατοικήσαντι ἐν τῇ τοιᾷδε πέτρᾳ | |
70.729(50) | δοθήσεται μὲν ἄρτος, χορηγηθήσεται δὲ καὶ ὕδωρ πιστόν. Τοῖς γὰρ οἰκοῦσι τὴν Ἐκκλησίαν, ἄρτος ζωῆς δίδοται, Χριστὸς, παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μὴν καὶ ὕδωρ πιστὸν τὸ τοῦ ἁγίου βαπτίσματος δη‐ λονότι πιστοὺς καὶ ἑδραίους ἀποφαῖνον τοὺς ἀξιου‐ | |
55 | μένους αὐτοῦ. Δίδοται γὰρ ἡ τοῦ ἁγίου βαπτίσματος χάρις τοῖς κεκαθαρμένοις διὰ τοῦ ἁγίου βαπτίσμα‐ | |
τος. Οἱ δέ γε λαβόντες βασιλέα μετὰ δόξης, ὄψεσθε, | 729 | |
70.732 | φησὶ, τοῦτ’ ἐστι, Χριστόν. Ὄψεσθε δὲ καὶ γῆν πόῤ‐ ῥωθεν, οὔπω γὰρ τεθεαμένοι τὴν γῆν, περὶ ἧς φη‐ σιν ὁ Σωτήρ· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κλη‐ ρονομήσουσι τὴν γῆν.» Τοῖς τῆς διανοίας ὄμμασιν | |
5 | οἷον πόῤῥωθεν αὐτὴν οὖσαν ἔτι καταθεώμεθα. Ταύ‐ τῃ τοι καὶ μελετᾷν εἰθίσμεθα τὸν Θεοῦ φόβον, ἵνα ἐν αὐτῇ γενώμεθα καὶ ὁμοῦ τοῖς ἄλλοις ἁγίοις, τῶν διὰ Χριστοῦ χαρισμάτων ἀναπιμπλάμενοι δοξολογοῦμεν αὐτόν. Ποῦ εἰσὶν οἱ γραμματικοί; Ποῦ εἰσὶν οἱ συμ‐ βουλεύοντες; ποῦ ἐστιν ὁ ἀριθμῶν τοὺς συστρε‐ | |
10 | φομένους μικρὸν καὶ μέγαν λαόν; ᾯ οὐ συνεβού‐ λευσαν, οὐδὲ ᾔδει βαθύφωνον, ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος· καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις. Καταστήσας ἐναργῆ τῶν εὐσεβεῖν ᾑρημένων τὰ | |
15 | γέρα, μέτεισι πάλιν ἐπὶ τὸ χρῆναι λυπεῖν, κατονει‐ δίζων εἰκότως τοῖς τῶν Ἰουδαίων καθηγηταῖς ὡς ἡμαρτηκόσιν ἐξ ἀβουλίας τοῦ διὰ τῆς ἄνωθεν χάριτος εὐημερεῖν δύνασθαι, καὶ θεοφιλὲς ἔχειν εἰς ἀρετὴν τὸ σπούδασμα προσιεμένους τὴν πίστιν· τοῦτο μὲν | |
20 | οὐκ ἔδρων οἱ δείλαιοι, κατολισθαίνοντες δὲ μᾶλλον, εἰς τὰ αἰσχίω κατὰ πολλοὺς ἡλίσκοντο τρόπους. Καί‐ τοι γὰρ τὸν νόμον οἱ λέγειν εἰωθότες, καὶ τὰς τῶν ἁγίων προφητῶν πολυπραγμονοῦντες φωνὰς, οὕτω δὲ εἰδέναι μὲν τὸν αὐτοῖς ἐν ἀνθρωπείᾳ μορφῇ πε‐ | |
25 | φηνότα Θεὸν Λόγον, ἐπιλάμψαντά τε τοῖς ἐπὶ τῆς γῆς, ἠγνοήκασιν αὐτὸν, ἢ καὶ τάχα που συνέντες τὸ μυστήριον ἐπεφύοντο πικροί. Ἀποσταλέντα γὰρ τὸν Υἱὸν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς μετὰ τοὺς οἰκέτας ἐπιγνόντες ἔφασκον· «Οὗτος ἐστὶν ὁ κληρονόμος, | |
30 | δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ.» Καὶ δὴ καὶ ἀπεκτόνασι τό γε ἧκον εἰς ἐγχειρημάτων δύναμιν, εἰ καὶ μὴ γέγονε κάτοχος ταῖς ᾅδου πύλαις. Καταθήγοντες ἐπ’ αὐτοῦ τοὺς ὑπὸ χεῖρα λαοὺς, οἳ κατακεκράγασιν αὐτῷ Πι‐ | |
35 | λάτῳ λέγοντες· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν.» Καὶ ταύτης ἕνεκα τῆς αἰτίας, ὡς ταῖς ἀνωτάτω δυσ‐ σεβείαις ἔνοχοι, καὶ τῷ τῆς Κυριοκτονίας ἐγκλήματι κατηχθισμένοι, ξένοι μὲν γεγόνασι τῆς εἰς Χριστὸν ἐλπίδος, ἀπώλοντο δὲ τῆς πρὸς Θεὸν οἰκειότητος καὶ | |
40 | κατώλισθον εἰς ἀνηκέστους συμφοράς. Φησὶ τοιγαρ‐ οῦν πρὸς αὐτούς· Ποῦ εἰσὶν οἱ γραμματικοί; ἀντὶ τοῦ, Ἐν τίσι γεγόνασι κακοῖς; Γραμματικοὺς δέ φησι τοὺς γραμματέας. Ποῦ εἰσιν οἱ συμβουλεύοντες; Καὶ τίνες ἂν εἶεν οὗτοι; Πάλιν οἱ τεταγμένοι πρὸς | |
45 | ἱερουργίαν περὶ ὧν ὁ Μωσέως φησὶ νόμος, ὅτι «Χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητή‐ σουσιν ἐκ στόματος αὐτοῦ.» Ταῖς γὰρ παρὰ τῶν ἱερέων νουθεσίαις, ὁ ὑπὸ χεῖρα παιδαγωγεῖται λαός, Ποῦ τοίνυν οἱ συμβουλεύοντες; Ποῦ ἐστιν ὁ ἀριθμῶν | |
70.732(50) | τοὺς συστρεφομένους μικρὸν καὶ μέγαν λαόν; Ἐν‐ ταῦθά μοι πάλιν σημαινόμενος ἄθρει γραμματέας τε καὶ ἱερέας ἤτοι Φαρισαίους, οἳ κατεσώρευσαν τοῦ Χριστοῦ τοὺς ὑπὸ χεῖρα λαούς, καὶ συστροφὴν πε‐ ποίηνται δήμων μικρῶν καὶ μεγάλων· οἳ καὶ τὸ | |
55 | Πιλάτου περισχόντες οἰκητήριον, ἠξίουν ἀνεῖσθαι μὲν, φησὶ, σφίσι τὸν φονευτὴν Βαραββᾶν, σταυροῦ‐ | |
σθαί γε μὴν τὸν ἐπ’ οὐδενὶ τῶν ἀτόπων τὸ σύμπαν | 731 | |
70.733 | κατεγνωσμένον, φημὶ δὴ Χριστόν. Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν. Τούτου διαμέμνηται Ματθαῖός τε καὶ Μάρκος, οἱ μακάριοι εὐαγγελισταί. Πιλάτου γὰρ λέ‐ γοντος ὅτι χρὴ μᾶλλον τῇ ἑορτῇ τὸν Ἰησοῦν αὐτοῖς | |
5 | ἀνεῖσθαι πεπλημμεληκότα μηδὲν, ὁ Ματθαῖός φησιν, ὅτι οἱ ἀρχιερεῖς, καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους, ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰη‐ σοῦν ἀπολέσωσι. Τοῦτο δὲ αὐτὸ καὶ ὁ Μάρκος, ὡς ἔφην, ἐναργέστατα λέγει. Ποῦ τοίνυν ὁ ἀριθμῶν τοὺς | |
10 | συστρεφομένους μικρὸν καὶ μέγαν λαὸν, ᾧ οὐ συν‐ εβούλευσαν, οὐδὲ ᾔδει βαθύφωνον, ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύν‐ εσις. Καὶ δυσχερεστάτη μὲν λίαν ἡ τῶν λέξεων συν‐ θήκη, καὶ δυσκάτοπτος ὁ ἐν αὐτοῖς νοῦς ἐστιν. Ἐρῶ | |
15 | δὲ ὡς ἔνι. Ποῦ γὰρ, φησὶν, ὁ ἀριθμῶν τοὺς συστρε‐ φομένους μικρὸν καὶ μέγαν λαὸν, ᾧ λαῷ οὐ συνεβού‐ λευσαν; Ὁ μὲν γὰρ πολὺς, ὡς ἔοικε, δῆμος ἠγνόει Χριστὸν ὄντα Υἱὸν τοῦ Θεοῦ τὸν καταβοώμενον, ἔδρων δὲ τοῦτο διὰ τὸ τοὺς ἐγνωκότας, τοῦτ’ ἔστι, | |
20 | τοὺς ἡγουμένους, μὴ συμβουλεῦσαι μᾶλλον αὐτῷ τὴν εἰς αὐτὸν προσήκασθαι πίστιν. Οὐ γὰρ ᾔδει, φησὶν, ὁ λαὸς τὸν βαθύφωνον, τοῦτ’ ἔστι, Χριστόν. Βαθύ‐ φωνον δὲ αὐτὸν ὀνομάζει, διά τοι τὸ κεκρυμμένους εἶναι, καὶ ὡς ἐν αἰνίγμασι καὶ παραβολαῖς τοὺς | |
25 | παρ’ αὐτοῦ λόγους. Καὶ γοῦν εἰσκεκόμισται διὰ τῆς τοῦ ψάλλοντος λύρας οὕτω λέγων· «Ἀνοίξω ἐν πα‐ ραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου.» Προσελάλει δὲ καὶ τοῖς Ἰου‐ δαίοις ἐν παραβολαῖς. Οὐκοῦν οὐ συνεβούλευσαν τῷ | |
30 | λαῷ, φησὶν, ἀλλ’ οὐδὲ ᾔδει τὸν βαθύφωνον. Οὐ συν‐ εβούλευσαν δὲ ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος. Εἰ γὰρ ἦσαν συμβουλεύσαντες, οὐκ ἂν ἤκουσε λαὸς πεφαυλισμένος. Μακάριοι δὲ μᾶλλον ὡς ἐπεγνωκότες τὸν Λυτρωτήν. Ἀλλ’ οὐκ ἦν, φησὶ, τῷ ἀκούοντι | |
35 | σύνεσις. Ἀσύνετοι γὰρ ὄντες οἱ Ἰουδαῖοι, τὰς τῶν ἡγουμένων οὐκ ἐδοκίμαζον φωνὰς, οὐδὲ διέκρινον πό‐ τερόν ποτε χρηστὰ συμβουλεύουσιν, ἢ δρῶσι τὸ ἐναν‐ τίον. Ἰδοὺ Σιὼν ἡ πόλις, τὸ Σωτήριον ἡμῶν, οἱ | |
40 | ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, πόλις πλου‐ σία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσιν, ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν. Τόπος ὑμῖν ἔσται, ποταμοὶ | |
45 | καὶ διώρυγες πλατεῖς, καὶ εὐρύχωροι. Διὰ μέσου τεθειμένων τῶν τοῦ Θεοῦ λόγων οὓς πεποίηται πρὸς τοὺς ἀσυνέτους τῶν Ἰουδαίων γραμ‐ ματικοὺς, καὶ τοὺς ἀνόσια συμβουλεύοντας, εἰσφέ‐ ρεται πάλιν τὸ πρόσωπον τῶν τῆς ἀληθείας ἐραστῶν, | |
70.733(50) | ἐπεγνωκότων τε τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ καὶ λεγόντων· Ἢ τὴν ἐπὶ γῆς Ἐκκλησίαν, ἤγουν τὴν ἐν οὐρανοῖς τὴν ἄνω καλλίπολιν, τὴν τῶν ἁγίων τροφόν. Ὥστε κἂν εἴτε τὴν ἐπὶ γῆς Ἐκκλησίαν ὀνομάσειέ τις, εἵτ’ οὖν ἐκείνην εἰς νοῦν δέξαιτο, ἓν ἔσται τὸ δι’ | |
55 | ἀμφοῖν δηλούμενον. Οἱ γὰρ ἐν τῇ κάτω γεγονότες, ἔσονται κατὰ καιροὺς καὶ ἐν ἐκείνῃ τῇ ἄνω καὶ ἐν | |
οὐρανοῖς. Οὐκοῦν ἐπειδήπερ ἐκ περιχαρείας πολλῆς | 733 | |
70.736 | μονονουχὶ, καὶ ἀνασκιρτῶσιν ἐπεγνωκότες τὴν Σιὼν, ἐν ᾗ τὸ σωτήριον ἡμῶν, τοῦτ’ ἔστι, Χριστὸς, ἀλλή‐ λοις αὐτὴν καταδεικνύουσιν, εὐθὺς ὁ θεῖος διαδέχεται λόγος τὰς παρ’ αὐτῶν φωνὰς, καί φησιν· Οἱ ὀφθαλμοί | |
5 | σου ὄψονται Ἱερουσαλὴμ, πόλις πλουσία· καὶ διαλέ‐ γεται μὲν ὡς ἐξ ὁμοιότητος τῆς ἀρχαίας καὶ ἐν τῂ ἐρήμῳ σκηνῆς. Πλουσίαν τε ὀνομάζει τὴν Σιὼν, καὶ ἀκατάσειστον ἔσεσθαι τὴν σκηνήν. Διϊσχυρίζεται γὰρ, ἄῤῥηκτα μὲν ἔχουσα τὰ σχοινία, πασσάλους δὲ πεπη‐ | |
10 | γότας διηνεκῶς. Ἐρήρεισται γὰρ ἡ Ἐκκλησία, καὶ ἀκράδαντον ἔχει τὴν εἰς τὸ εὖ εἶναι διαμονήν· «Πύ‐ λαι γὰρ ᾅδου, φησὶν, οὐ κατισχύσουσιν αὐτῆς.» Καὶ ἀποδίδωσι τὴν αἰτίαν, δι’ ἣν ἔσται τοιαύτη, καί φησι τοῖς πιστεύσασιν εἰς Χριστὸν, ὅτι τὸ ὄνομα Κυρίου | |
15 | μέγα ὑμῖν. Τοῖς μὲν γὰρ οὐ προσηκαμένοις τὴν πίστιν, οὐ μέγα καὶ δεδοξασμένον ἐστὶ τὸ ὄνομα τοῦ Χριστοῦ. Παρ’ ἡμῖν δὲ τοῖς πιστεύσασι, μέγα καὶ ὑψηλόν. Προσκυνοῦμεν γὰρ ὡς Θεὸν, ὡς Υἱὸν ἀληθῶς τοῦ Πατρὸς, ὡς ἐνανθρωπήσαντα Λόγον ἐπὶ σωτηρίᾳ | |
20 | τῶν ὅλων. Αὕτη τοίνυν, φησὶν, ἡ ἀεὶ μένουσα σκηνὴ τόπος ὑμῖν ἔσται. Πόλιν γὰρ ὥσπερ πεποιήμεθα τὴν Ἐκκλησίαν Χριστοῦ τῆς ἄνω τὸν τύπον. Ἔσονται δὲ ἐν αὐτῇ ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι. Σημαίνει δὲ διὰ τούτων τοὺς ἁγίους εὐαγγελιστὰς, | |
25 | τοὺς ἀποστόλους, τοὺς τῶν Ἐκκλησιῶν κατὰ καιροὺς ἡγουμένους, οἳ ποταμίου νάματος δίκην τὰς τῶν πι‐ στευσάντων κατάρδουσι διανοίας, τοῖς παρὰ Θεοῦ λόγοις αὐτὰς ἐπικλύζοντες, καὶ ἀμφιλαφῆ παράκλη‐ σιν ἐνιέντες αὐτοῖς, δῆλον δὲ ὅτι τὴν διὰ τοῦ ἁγίου | |
30 | Πνεύματος. Ἀλλ’ οὗτοι πάντες οἱ ποταμοὶ καὶ αἱ διώρυχες ἕνα τῶν ἀνωτάτω δέχονται, δῆλον δὲ ὅτι Χριστὸν, περὶ οὗ γέγραπται· «Τοῦ ποταμοῦ τὰ ὁρμή‐ ματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Φησὶ δέ που καὶ αὐτὸς διὰ φωνῆς προφήτου περὶ τῶν ἰδίων προσ‐ | |
35 | κυνητῶν· «Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς ποτα‐ μὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.» Οὐ πορεύσῃ ταύτην τὴν ὁδὸν, οὐδὲ πορεύσεται πλοῖον ἔναυλον. Ὁ γὰρ Θεός μου μέγας ἐστίν. Οὐ | |
40 | παρελεύσεταί με Κύριος. Κριτὴς ἡμῶν Κύριος, ἄρχων ἡμῶν Κύριος· αὐτὸς ἡμᾶς σώσει. Μεταπεφοίτηκε πάλιν ὁ λόγος ἐπὶ τὸ τῶν πιστευ‐ σάντων πρόσωπον. Ἐπειδὴ γὰρ ποταμῶν, καὶ δι‐ ωρύγων ἐποιήσατο μνήμην, ταύτῃ τοι, καὶ σφόδρα εἰ‐ | |
45 | κότως, ὡς περὶ πλοίου φησί. Καὶ τί δὴ ἄρα δηλοῖ, διατρανοῦν πειράσομαι. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆ‐ ρος ἡμῶν ἐπιδημίας κατεληΐζετο τὴν οἰκουμένην, οὐδενὸς ἐπιτιμῶντος, ὁ Σατανᾶς. Ἐπειδὴ δὲ λελυτρώ‐ μεθα διὰ Χριστοῦ, καὶ τὴν ἁγίαν οἰκοῦντες σκηνὴν, | |
70.736(50) | φημὶ δὴ τὴν Ἐκκλησίαν τοῖς εὐαγγελικοῖς καὶ ἀπο‐ στολικοῖς ἐνσπαταλῶμεν λόγοις, κατεθαρσήσαμεν τοῦ πάλαι πλεονεκτεῖν ἰσχύοντος, καὶ ὅτι τηρήσει Χριστὸς τὰς καρδίας ἡμῶν, οὐκ ἐφιεὶς τῷ τῆς ἀνομίας εὑρετῇ κατεπεμβαίνειν αὐτῶν· διὸ οἱ πεπιστευκότες φαμὲν | |
55 | πρὸς αὐτόν· Οὐ πορεύσῃ ταύτην τὴν ὁδὸν, οὐδὲ πο‐ | |
ρεύσεται πλοῖον ἔναυλον, τοῦτ’ ἔστιν, οὐκ ἐσόμεθα | 735 | |
70.737 | βάσιμοι ταῖς σαῖς ἔτι πλεονεξίαις· ἀλλ’ οὐδὲ ἐν τού‐ τοις εὑρεθήσῃ τοῖς ποταμοῖς, καθάπερ τι πλοῖον ἔναυλον. Ἀλλ’ ἴσως φαίη τις ἄν· Πόθεν τοῦτο λέγειν τεθαρσήκατε; Ναὶ, φησὶν, ἔχομεν τὸ θαρσεῖν. Ὁ | |
5 | γὰρ Θεός μου μέγας ἐστὶ, καὶ οὐ παρελεύσεταί με· τοῦτ’ ἔστιν, οὐ διελεύσεται δι’ ἐμοῦ, καθὰ καὶ πρώην ὁ Σατανᾶς. Οὐχ ὑποκείσομαι τοῖς ἐκείνου ποσί· Κύ‐ ριος γὰρ ἡμῶν ἐστι κριτής. Κύριος ἄρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος αὐτὸς ἡμᾶς σώσει. | |
10 | Πάλαι μὲν γὰρ αὐτὸς ἦν ἐκεῖνος ὁ δυστροπώτατός τε, καὶ ἀπηνὴς ἄρχων ἡμῶν. Ἐπειδὴ δὲ τὸν εὐαγγελι‐ κὸν καὶ σωτήριον ὑπεδράμομεν ζυγὸν, κριτὴν ἐσχή‐ καμεν ἄρχοντα, βασιλέα, Κύριον, τὸν Υἱὸν, καὶ αὐτὸς ἡμᾶς σώσει. Ἑτέρως δὲ τοῦτο διδάσκει λέγων αὐτὸς | |
15 | ὁ προφήτης Ἡσαΐας, περί τε τῆς Ἐκκλησίας τοῦ Θεοῦ, καὶ περὶ τῶν ἐν πίστει τῇ ἐν Χριστῷ δεδι‐ καιωμένων· Ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται, καὶ οὐκ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐδὲν, | |
20 | οὐ μὴ ἀναβῇ ἐκεῖ. Ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυ‐ τρωμένοι διὰ τὸν Κύριον. Ἐῤῥάγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυ‐ σεν. Ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία, οὐκ ἀρεῖ σημεῖον, ἔως οὗ παραδοθῇ εἰς προνο‐ | |
25 | μήν. Πλοίου διαμνημονεύσας, καὶ σκηνὴν ὀνομάσας, ἔχε‐ ται πάλιν τῆς τοῦ Θεοῦ διεκβολῆς· καί φησιν, ὡς πρός γε τὴν τῶν Ἰουδαίων Συναγωγὴν, ἤτοι τὴν σκηνὴν, ὅτι Ἐῤῥάγησαν τὰ σχοινία σου, ὅτι οὐκ | |
30 | ἐνίσχυσε. Τῆς μὲν γὰρ Σιὼν τῆς πόλεως τῆς πλου‐ σίας οὐ διαῤῥαγήσεσθαι τὰ σχοινία φησὶν εἰς τὸν αἰῶνα χρόνον. Τεθεμελίωκε γὰρ, ὡς ἔφην, ἐπὶ πέ‐ τραν τὴν ἑαυτοῦ Ἐκκλησίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· ἐῤῥάγη δὲ ὥσπερ τὰ σχοινία τῆς Ἰουδαίων | |
35 | σκηνῆς, οὐ γὰρ ἴσχυσαν. Ὥσπερ δὲ ἀνέμου ῥαγδαίου καταχεομένου νηὸς συντείνεται τὰ ἱστία, καὶ χαλᾶται μὲν οὐδαμῶς οὐκ ἐφιέντος τοῦ πνεύματος, ὑπομένει δὲ τὴν ναυαγίαν· οὕτω, φησὶ, καὶ ὁ σὸς ἱστὸς κέκλιται, καὶ οὐ μὴ χαλάσῃ τὰ ἱστία. Οὐκοῦν ὡς ἐξ εἰκόνος τῶν | |
40 | ναυτιλλομένων τοῦ συμβεβηκότος τῇ τῶν Ἰουδαίων Συναγωγῇ ποιεῖται τὴν δήλωσιν. Ἀλλ’ οὐδὲ σημεῖον ἀρεῖ, φησίν. Μενεῖ δὲ οὕτως ἕως οὗ παραδοθῇ εἰς προνομήν. Ἰδοὺ καὶ τούτῳ χρῆται παραδείγματι, πολυτρόπως ἡμῖν σημαίνων τὰ συμβεβηκότα αὐτοῖς. | |
45 | Ἔθος μὲν γὰρ τοῖς ἐν πολέμῳ νενικηκόσι ἐπαίρειν σημεῖον, ἤτοι τρόπαιον ὑψοῦν. Οἱ δέ γε ἡττώμενοι, σημεῖον οὐκ αἴρουσιν. Οὐκ ἀρεῖ τοίνυν, φησὶν, ση‐ μεῖον, τοῦτ’ ἔστιν, οὐ περιγενήσεται τῶν ἐχθρῶν, ἀσθενήσει δὲ μᾶλλον, ἕως οὗ παραδοθῇ εἰς προνο‐ | |
70.737(50) | μήν. Σημαίνει δὲ διὰ τούτων ἁπάντων, ὅτι καὶ ὑπὸ πόδας κείσεται τοῦ Σατανᾶ, καὶ ναυαγίαν ὑπομενεῖ, καὶ οὐ περιέσται ποτὲ τῆς ἐκείνου δυστροπίας, καθάπερ ἀμέλει, καὶ οἱ τὴν ἀκατάσειστον οἰκοῦντες σκηνὴν, ἔσται δὲ μᾶλλον εἰς προνομὴν αὐτῷ. | |
55 | Τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσι, καὶ οὐ μὴ εἴπῃ· Κοπιῶ, ὁ λαὸς ὁ ἐνοικῶν ἐν αὐτοῖς· ἀφείθη γὰρ αὐτοῖς ἡ ἁμαρτία. Ἰουδαῖοι μὲν γὰρ, καίτοι τὸ ὀρθοποδεῖν δύνασθαι | |
λαχόντες ἀπό γε τῆς ἐν νόμῳ παιδαγωγίας, εἰς προ‐ | 737 | |
70.740 | νομὴν δέδονται τῷ Σατανᾷ. Οἱ δέ γε ἐξ ἐθνῶν, καίτοι χωλεύουσαν ἔχοντες τὴν διάνοιαν, ἐπεπλάνηντο γὰρ καὶ ὀρθὰς ἰέναι τρίβους οὐκ ᾔδεσαν, ποιήσουσι προ‐ νομήν. Κερδανοῦσι γὰρ τὰ παρὰ Θεοῦ, νικῶντες τὸν | |
5 | Σατανᾶν. Ὅτι δὲ καὶ τὸ τῆς ἁμαρτίας δυσαχθὲς φορ‐ τίον ἀποπεμψάμενοι, πνευματικὴν ἕξουσι τὴν ἀνάπαυ‐ σιν διατρανοῖ λέγων· Οὐ μὴ εἴπῃ, Κοπιῶ, ὁ λαὸς ὁ ἐνοικῶν ἐν αὐτοῖς· ἀφείθη γὰρ αὐτοῖς ἡ ἁμαρτία. Οἱ μὲν γὰρ ἐξ αἵματος Ἰσραὴλ, ἅτε δὴ καὶ ἐπηρμένης | |
10 | αὐτοῖς τῆς ἁμαρτίας· προσήκατο γὰρ οὐδαμῶς τὴν δικαιοῦσαν χάριν, εἰκότως δέδονται προνομὴ, καὶ οἷον αἰχμάλωτοι τῷ τῆς ἁμαρτίας εὑρέτῃ. Οἱ δὲ ἀμεί‐ νους γεγονότες τοῦ κατηγορεῖσθαι διὰ τὴν ἁμαρτίαν, ἀφῄρηται γὰρ Χριστοῦ διασμήχοντος, ἁπάσης εἴσω | |
15 | γενήσονται θυμηδίας, ἀπαλλαχθήσονται δὲ καὶ κόπου παντὸς, ἀποπεμψάμενοι τὸ λυποῦν. Τούτων καὶ ὁ μα‐ κάριος Δαβὶδ διαμέμνηται λέγων· «Μακάριοι, ὧν ἀφείθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Μακάριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος | |
20 | ἁμαρτίαν.» Καίτοι λέγοντος τοῦ πλημμελεῖν εἰωθότος, ὅτι «Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ.» Δυσφόρητος δὲ καὶ ἄνομος [Rumfr. legit ὁ νόμος] ἦν. Καὶ γοῦν ἔφη Χριστός· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ | |
25 | πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Προσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες. Ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ· ἡ οἰκουμένη, καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ. Διότι ὁ θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη, καὶ ἡ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν, | |
30 | τοῦ ἀπολέσαι αὐτοὺς, καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν. Οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται; καὶ οἱ νεκροὶ, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμὴ, καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν. Καὶ εἱλιχθήσεται ὁ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα | |
35 | τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου, καὶ ὡς πίπτει σῦκα ἀπὸ συκῆς. Ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ. Ναυαγίῳ περιπεσεῖν τὴν τῶν Ἰουδαίων Συναγωγὴν εὖ μάλα διειρηκὼς, καὶ ὅτι παραδοθήσεται τοῖς κα‐ | |
40 | ταδῃοῦσιν αὐτὴν εἰς προνομήν τε καὶ ἅλωσιν· καὶ τούτοις ἐπενεγκὼν τὴν τῶν ἐθνῶν κλῆσιν· Πολλοὶ γὰρ χωλοὶ, φησὶ, προνομὴν ποιήσουσιν· ἀναγκαίαν ποιεῖται τὴν κατήχησιν τοῖς ποτε μὲν χωλεύουσαν ἔχουσι τὴν διάνοιαν, μεμαθηκόσι δὲ τὸ ὀρθοποδεῖν | |
45 | διὰ πίστεως τῆς εἰς Χριστόν. Διαμνημονεύει τοιγαρ‐ οῦν τῆς κατὰ πάντα ἐσομένης κρίσεως μικρῶν τε καὶ μεγάλων. Ταύτῃ τοι φησὶν ὡς ἔτι πόῤῥω καθ‐ εστηκόσι τοῖς ἔθνεσι· Προσαγάγετε, ἔθνη, καὶ ἀκού‐ σατε, ἄρχοντες. Τὸ δὲ, προσαγάγετε, τέθεικεν, ἀντὶ | |
70.740(50) | τοῦ, προσεγγίσατε. Ἕως μὲν γάρ εἰσιν ἐν τῷ πλα‐ νᾶσθαι τυχὸν, καὶ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, πόῤῥω που Θεοῦ καθεστήκασιν. Ἐξῃρη‐ μένης δὲ τῆς αἰτίας, ἐφ’ ᾗ καὶ μακρὰν εἶναι λέγον‐ ται, προσοικειοῦνται Θεῷ, καὶ ἐγγὺς γενέσθαι νοοῦνται, | |
55 | μέτοχοι γεγονότες αὐτοῦ, διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος. Ἐγγίσατε τοίνυν, φησὶν, ἔθνη τε καὶ | |
ἄρχοντες. Ἀκουσάτωσαν δὲ καὶ ἡ γῆ, καὶ οἱ ἐν αὐτῇ, | 739 | |
70.741 | ἡ οἰκουμένη, καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ. Καὶ τί δὴ τὸ δη‐ λούμενον; Ἐπήρτηται γὰρ ὀργὴ, φησὶν, ἐπὶ πάντας τοὺς ἐν αὐτῇ, καὶ οὐχ ἁπλῶς ἢ ἀδιακρίτως· ἥξει δὲ μᾶλλον ἐπ’ ἐκείνους, οἳ καὶ ἀναπόβλητον ἐσχήκασι | |
5 | τὴν ἁμαρτίαν, καὶ ταῖς ἑαυτῶν ψυχαῖς τὸν ἐκ τοῦ πλημμελεῖν ῥύπον ἐντετηγμένον. Ὅτι δὲ καὶ ἀπο‐ λοῦνται, καὶ οἷον εἰς ὄλεθρον καὶ σφαγὴν παραδοθή‐ σονται, καὶ καταμιανοῦσι τὸν πάντα χῶρον, ὡς ἐπὶ σωμάτων διολωλότων τὸ τοῦ λόγου διαπλάττει σχῆμα. | |
10 | Βραχήσεται γὰρ, φησὶ, τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐ‐ τῶν. Εἶτα τὸν τοῦδε καιρὸν ἐμφανῆ καθιστὰς, τὴν τοῦ κόσμου συντέλειαν εἰς μέσον ἄγει, καί φησιν, Εἱλιχθήσεται μὲν ὡς βιβλίον ὁ οὐρανὸς, ἐν ἴσῳ δὲ φύλλοις τὰ ἄστρα πεσεῖται. Ὡς γὰρ ὁ τοῦ Σωτῆρος | |
15 | εἴρηκε μαθητὴς περὶ τῆς ἐσχάτης ἡμέρας· «Ὅτι ἐν αὐτῇ μὲν οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοι‐ χεῖα δὲ καυσούμενα λυθήσεται, γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται πάντα. Καινοὺς δὲ οὐρανοὺς, καὶ καινὴν γῆν κατὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.» | |
20 | Οὐκοῦν τὸ εἱλιχθήσεσθαι τὸν οὐρανὸν, πεσεῖσθαι δὲ καὶ τὰ ἄστρα, τὸν τοῦδε τοῦ παντὸς ἀνακαινισμὸν ὑπεμφαίνειεν ἄν. Ἐλευθερωθήσεσθαι δὲ τὴν κτίσιν, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ | |
25 | Θεοῦ. Προστιθεὶς δὲ ὅτι, Ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ, δίδωσι νοεῖν, ὅτι τῆς θείας ὀργῆς ἡ ἔφοδος οὐ κατὰ μόνων ἥξει τῶν ἐπὶ τῆς γῆς, ἀλλὰ γὰρ καὶ κατ’ αὐτῶν δραμεῖται τῶν ἀκαθάρτων πνευμάτων, οὓς καὶ κοσμοκράτορας τοῦ σκότους, καὶ πνευματικὰ | |
30 | τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις ὀνομάζειν ἔθος τοῖς ἱεροῖς Γράμμασι. Κολασθήσονται γὰρ καὶ οἷον κατα‐ κορέσουσι, δι’ ἧς ὑφίστανται δίκης τὴν τοῦ Θεοῦ μά‐ χαιραν, τετυραννευκότες μὲν εἰς χρόνους μακροὺς, καὶ ὅλην ἀπολέσαντες τό γε ἧκον ἐπ’ αὐτοῖς τὴν ὑπ’ οὐρανόν· ἐξαιτούμενοί τε τῶν οὕτω δεινῶν δυσσεβειῶν τὰς δίκας. | |
35 | Ἰδοὺ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται, καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως. Ἡ μάχαιρα Κυρίου ἐνεπλήσθη αἱμάτων, ἐπαχύνθη ἀπὸ στέα‐ τος ἀρνῶν, καὶ ἀπὸ στέατος ταύρων, καὶ κριῶν. Ἀπὸ τῆς καθ’ ὅλου κρίσεως καταβιβάζει τὸν λόγον | |
40 | ἐπὶ τὴν τοῖς Ἰδουμαίοις ἐπενηνεγμένην κόλασιν, διά τοι τὴν εἰς Χριστὸν δυσσέβειαν. Ἰδουμαίαν γε μὴν τὴν Ἰουδαίαν ἀποκαλεῖ· βραχὺ παραλλάξας, ἵνα φαί‐ νοιτο καὶ κατασκώπτων αὐτήν. Ὁ μὲν γὰρ ἐξ Ἰσαὰκ γεγονὼς Ἡσαῦ, βρώσεως μιᾶς καταπωλήσας τὰ πρω‐ | |
45 | τοτόκια, κέκληται δὲ δικαίως Ἐδὼμ, τοῦτ’ ἔστι, γήϊνος· φρόνημα γὰρ ἦν τοιούτων ἐν αὐτῷ· ἀπ’ αὐτοῦ δὲ λοιπὸν οἱ ἐξ αὐτοῦ κέκληνται, τοῦτ’ ἔστιν, Ἰδου‐ μαῖοι. Γήϊνοι γὰρ καὶ αὐτοὶ, γεῶδες ἔχειν τὸ φρό‐ νημα οἰηθεῖεν ἂν, ὡς ἀπό γέ φημι τῆς τοῦ ὀνόματος | |
70.741(50) | ἑρμηνείας. Ἰδουμαίαν τοίνυν τὴν Ἰουδαίαν ἀποκαλεῖ, ὡς οὐκ εἰδυῖαν τὰ ἄνω φρονεῖν, ἐνιζήσασαν δὲ μᾶλλον τοῖς ἐπιγείοις πράγμασι, καὶ σαρκικὸν ἔχουσαν τὸ φρόνημα. Ἰδοὺ τοιγαροῦν, ἡ ἐν τῷ οὐρανῷ μεθυσθεῖσα μάχαιρα, φησὶ, καταβήσεται νῦν ἐπὶ τὴν Ἰουδαίαν, | |
55 | ἤτοι τὴν Ἰδουμαίαν, καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας, πλὴν μετὰ κρίσεως. Ἀπωλείας δὲ λαὸς τίς ἂν ἕτερος | |
εἴη παρά γε τὸν Ἰσραήλ; Οὐ γὰρ ἠθέλησε τιμῆσαι | 741 | |
70.744 | τῇ πίστει τὸν Λυτρωτήν. Πλὴν ἡ μάχαιρα μετὰ κρί‐ σεως, ἤτοι μετὰ δικαιοκρισίας· οὐ γὰρ ἁπλῶς, ἢ ἀδιακρίτως, καὶ οἷον ἄρδην ἀπόλωλεν ὁ Ἰσραὴλ, ἀλλὰ σέσωται τὸ κατάλειμμα διὰ πίστεως, δηλονότι | |
5 | τῆς εἰς Χριστόν. Κέκληνται γὰρ καὶ ἐξ Ἰουδαίας οὐκ εὐαρίθμητοι, καὶ πεπιστεύκασιν εἰς Χριστόν. Ἐπὶ δὲ τοῖς ἀπειθήκασιν ἐνεπλήσθη αἵματος ἡ τοῦ Κυρίου μάχαιρα, τοῦτ’ ἔστιν, ἡ ὀργὴ μονονουχὶ κατασφά‐ ξασα, καὶ οἷόν τινας κριοὺς, καὶ ταύρους ἁδροὺς καὶ | |
10 | πίονας καταστρώσασα, οἷς ἂν εἰκότως λέγοιτο πρὸς ἡμῶν· «Ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε, ὀλολύξαντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις.» Προσεποίσομεν δὲ τούτοις τὸ, Ἐτρυφήσατε, ἐνσπατα‐ λήσατε ἐπὶ τῆς γῆς, ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς | |
15 | ἐν ἡμέρᾳ σφαγῆς. Τοιοῦτοι γὰρ γεγόνασιν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καταβοσκόμενοι μὲν τρόπον τινὰ τόπον πίονα καὶ εὐρύχωρον τὰς ἐκ τῶν λαῶν καρποφορίας· καταπιανθέντες δὲ ὥσπερ ταῖς παρὰ πάντων τιμαῖς. Ἀλλ’ ὡς κριοὶ καὶ ταῦροι πεπτώκασι, τῇ τοῦ Κυρίου μαχαίρᾳ περιπεσόντες οἱ δεί‐ λαοι. | |
20 | Ὅτι θυσία Κυρίῳ ἐν Βοσὸρ, καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ· καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετ’ αὐτῶν, καὶ οἱ κριοὶ, καὶ οἱ ταῦροι, καὶ μεθυσθή‐ σεται ἡ γῆ ἀπὸ τοῦ αἵματος, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται. | |
25 | Βοσὸρ ἑρμηνεύεται συνοχὴ, καὶ ὀχύρωσις, καὶ εὐ‐ αγγελισμὸς, καὶ μέν τοι καὶ σάρξ. Τὴν τοίνυν Ἰδου‐ μαίαν καὶ Βοσὸρ ὀνομάζει, ἵνα νοήσῃς σαρκίνην, ἢ συνησχημένην, τοῦτ’ ἔστι, πολιορκηθεῖσαν· ἤγουν εὐ‐ αγγγελισμὸν, εὐηγγελίσατο γὰρ ἐν αὐτῇ Χριστός. | |
30 | Προσθείην δ’ ἂν, ὅτι καὶ ὀχύρωσις· Κύριος γὰρ ἧν κύκλῳ αὐτῆς, καὶ κύκλῳ τοῦ λαοῦ αὐτοῦ, καθὰ γέγραπται. Ἀλλ’ ἐν ταύτῃ, φησὶ, θυσία τῷ Κυρίῳ. Τέθυνται γὰρ ταῖς τῶν πολιορκησάντων μαχαίραις, καὶ οὐκ εἰς ὀσμὴν εὐωδίας ἀναβαίνοντες τῷ Θεῷ, | |
35 | ἀλλ’ εἰς κόρον τῆς καταπαιούσης αὐτοὺς μαχαίρας. Ὅτι δὲ οὐχὶ ἐν μόνῃ τῇ Ἰδουμαίᾳ δαπανηθήσεται πληθὺς, ἀλλὰ γὰρ καὶ τῶν ἐπισήμων ἐν αὐτοῖς, πλείστη τε ὅση καὶ ἐλεεινὴ γενήσεται πτῶσις, αἰνι‐ γματωδῶς ὑπεμφαίνει λέγων, τοὺς ἁδροὺς, καὶ τοὺς | |
40 | κριοὺς, καὶ τοὺς ταύρους πεσεῖσθαι μετ’ αὐτῶν, καὶ ὅτι μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος αὐτῶν, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται. Ὡς γὰρ ἐπὶ ταύρων, καὶ κριῶν ἐῤῥιμμένων εἰς γῆν, καὶ αἵματός τε χύσιν ἱέντων, πολλὴν ὑπὸ τοῦ κατατήκεσθαι, | |
45 | μόνον δὲ οὐχὶ καὶ καταρδόντων αὐτὴν τοιαῦτά φησιν. Ἡμέρα γὰρ κρίσεως Κυρίου, καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών. Καὶ στραφήσονται αὐτῆς αἱ φάραγγες εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς | |
70.744(50) | εἰς θεῖον· καὶ ἔσται ἡ γῆ αὐτῆς καιομένη, ὡς πίσσα, νυκτὸς καὶ ἡμέρας, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω. Εἰς γενεὰς ἐρημωθήσεται, καὶ κατ‐ οικήσουσιν ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι, καὶ ἴβεις, | |
55 | καὶ κόρακες. Καὶ ἐπιβληθήσεται ἐπ’ αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι | |
οἰκήσουσιν ἐν αὐτῇ. | 743 | |
70.745 | Ἐναργέστερον ἐν τούτοις ἅπερ ἔφη δι’ αἰνιγμάτων ἀφῆκε νοεῖν. Ὀνομάζει γὰρ δὴ τὴν Σιὼν, ᾗ καὶ κρίσεως ἡμέραν, καὶ ἀνταποδόσεως ἐνιαυτὸν ἐνεστη‐ κέναι φησὶ, καθ’ ὃν μονονουχὶ πίσσης τε καὶ θείου | |
5 | καταῤῥανθέντων ἁπάσης αὐτῶν τῆς χώρας, ἀνημέρῳ πυρὶ δαπανηθήσονται, καὶ ἀκατευνάστους ἕξουσι φλόγας· καὶ καπνὸν δὲ τάχα που τὸν ἀναβαίνοντα, νοεῖν ἀκόλουθον τὴν οἱονεὶ τοῦ πάθους ἀκοὴν, καὶ τοῖς πόῤῥω κατασημαίνουσαν τῆς ἐπενεχθείσης αὐ‐ | |
10 | τοῖς συμφορᾶς τὸ μέγεθος. Ἐρημωθήσεσθαι δέ φησιν αὐτὴν εἰς γενεὰς, καὶ τὰ ταῖς ἐρημουμέναις πόλεσι συμβαίνοντα λέγει. Ὄρνεα μὲν γὰρ, καὶ ἐχίνους, ἴβεις τε καὶ κόρακας ἐναυλισθήσεσθαί φησιν αὐτῇ, καὶ μὴν ὅτι καὶ εἰς ἔρημον καταμετρηθήσεται, | |
15 | κατοικούντων ὀνοκενταύρων ἐν αὐτῇ. Ὀνοκενταύρους δέ φησι τοὺς ἀγρίους τῶν ὄνων, οἷς δὴ καὶ φίλον ἐνδιαίτημα ποιεῖσθαι τὰ εἰσάπαν ἔρημα τῶν χωρίων. Ἐχίνους δὲ λέγειν τοὺς ἀκάνθῃ κατημφιεσμένους τῶν μυῶν. Εἰ δὲ δή τις ἕλοιτο καὶ θεωρίαν ἐπὶ τού‐ | |
20 | τοις τὴν ἐσωτάτω λαβεῖν, φαμὲν ὅτι τὰς ἠρημωμέ‐ νας, καὶ οἷον μεμονωμένας τῶν ἀνθρώπων διανοίας, διά τοι τὸ μὴ κατοικεῖν ἐν αὐταῖς διὰ τοῦ πνεύματος τὸν τῶν ὅλων Θεὸν, τὰ πονηρὰ τῶν θηρίων κατανεμη‐ θήσονται, καὶ καταυλήσουσιν ἐν αὐτῇ τὰ ἀκάθαρτα τῶν πνευμάτων, ὡς ἐν εἴδει τῶν ὠνομασμένων | |
25 | ἐχίνων τέ φημι καὶ κοράκων, καὶ ὄνων ἀγρίων. Οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται, οἱ γὰρ βασι‐ λεῖς αὐτῆς, καὶ οἱ ἄρχοντες, καὶ οἱ μεγιστᾶνες αὐτῆς, ἔσονται εἰς ἀπώλειαν. Ἁδροὺς καὶ κριοὺς καὶ ταύρους ἐν τοῖς ἀνωτέρω | |
30 | λέγων, τοὺς τῶν Ἰουδαίων καθηγητὰς, ἤγουν τοὺς τὴν περίοπτον λαχόντας δόξαν, ἢ κατὰ τὸν τῆς ἱερω‐ σύνης τρόπον, ἢ διά τοι τὸ ἐν πλούτῳ καὶ περιφανείᾳ γενέσθαι πολλῇ· ἄρχοντας ἐν τούτοις κατονομάζει, σαφεστέραν τὴν ἐπ’ αὐτοῖς ἀποφαίνων δήλωσιν. Οἱ | |
35 | τοίνυν ποτὲ βασιλεύοντες αὐτῶν, φησὶ, καὶ οἱ ἄρχον‐ τες καὶ οἱ μεγιστᾶνες οὐκ ἔσονται. Οὐ γὰρ ἔτι ταῖς κατὰ πάντων ἐντρυφήσουσι δυναστείαις, οὔτε μὴν ἐξίτηλον ἀροῦσιν ὀφρὺν, ταῖς οὕτως ὑπερηρμέναις ἐνσπαταλῶντες τιμαῖς· ἀλλ’ ἐξωσθήσονται θώκων | |
40 | τῶν ἐν ἀρχαῖς· καὶ οἷον βασιλείας ἀπολισθήσαντες, καὶ τοῦ κατάρχειν ἐκβεβλημένοι κατοιχήσονται πρὸς ἀπώλειαν, ὁμοῦ τοῖς ἑτέροις παρ’ αὐτῶν διολωλόσι. Γεγόνασι γὰρ ἀφορμὴ τοῖς ὑπὸ χεῖρα πρὸς ὄλεθρον. Καὶ τοῦτο διδάξει λέγων ὁ τῶν ὅλων Θεός· «Ποιμέ‐ | |
45 | νες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου.» Ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον. Ἐγενήθη εἰς ἀφανισμὸν ἀπ‐ ωλείας. Καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνθινα | |
70.745(50) | ξύλα, καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς· καὶ ἔσται ἔπαυλις σειρήνων, καὶ αὐλὴ στρουθῶν. Καὶ συν‐ αντήσουσι δαιμόνια ὀνοκενταύροις, καὶ βοήσον‐ ται ἕτερος πρὸς τὸν ἕτερον· ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι. Εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν· | |
55 | ἐκεῖ ἐνόσσευσεν ἐχῖνος. Πάλιν ἡμῖν ἑτέρῳ τρόπῳ τὰ ταῖς ἐρήμοις συμβαί‐ νοντα πειρᾶται διατρανοῦν. Ἕως μὲν γὰρ πολυ‐ | |
ανδροῦσιν αἱ πόλεις, οὐδὲν αὐταῖς τῶν ἀγρίων ἐμ‐ | 745 | |
70.748 | φύεται ξύλων· ἀποφοιτᾷ δὲ καὶ τὰ ταῖς ἐρήμοις χαίροντα τῶν θηρίων. Ἐπειδὰν δὲ κένανδροί τε γέ‐ νοιντο, καὶ τῶν οἰκούντων ἐστερημέναι, τότε καὶ οἷά τις χέρσος εὑρεθήσεται γῆ, μεστὴ μὲν ἀκάνθης, ἐν‐ | |
5 | αύλισμα δὲ στρουθῶν, σειρήνων μάλιστα. Σειρῆνας δέ φησι τὰ ἐν νυκτὶ θρηνώδη φωνὴν ἱέντα τῶν πτηνῶν, καὶ μονονουχὶ κατολολύζοντα, ἃ μεθ’ ἡμέραν μὲν ἠρεμεῖ, καὶ ταῖς ἐρήμοις τῶν χωρῶν ἐναυλίζεται· ποιεῖται δὲ μᾶλλον τὰς πτήσεις ἐν σκότῳ, οἷον ἡ | |
10 | γλαὺξ, καὶ τὰ ἐοικότα. Δαιμόνια δὲ καὶ ὀνοκενταύ‐ ρους ἀλλήλοις συναντῶντας, καὶ μὴν καὶ βοῶντας, ἕτερος πρὸς τὸν ἕτερον λέγων, τὴν οἷον ἄκρατον ἐρημίαν τῶν πόλεων ὑπαινίττεται. Ἐμφιλοχωρεῖν γὰρ λέγονται τοῖς ἠρεμοῦσι τῶν τόπων καὶ πονηρὰ | |
15 | πνεύματα. Ἥδιστα δὲ καταλύει καὶ τῶν θηρίων ὅσα τῶν ἀνθρώπων τὸ ἀπεῖναι ποιεῖται περὶ πολλοῦ, καὶ φυσικοῖς εἰς τὸ ἀνήμερον παιδαγωγεῖται νόμοις. Καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφα‐ λείας· ἐκεῖ ἔλαφοι συνήντησαν, καὶ εἶδον τὰ | |
20 | πρόσωπα ἀλλήλων. Ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο· ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησεν, ὅτι Κύριος ἐνετείλατο αὐταῖς, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς. Καὶ αὐτὸς ἐπι‐ βαλεῖ αὐτοῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρι‐ | |
25 | σεν αὐτοῖς βόσκεσθαι· εἰς τὸν αἰῶνα χρόνον κληρονομήσατε, εἰς γενεὰς γενεῶν ἀναπαύσονται ἐπ’ αὐτοῖς. Εἰς ἐρημίαν ἐσχάτην παραδοθήσεσθαι λέγων τὴν τῶν Ἰουδαίων χώραν, καὶ ἀμοιρῆσαι παντελῶς τῆς | |
30 | ἄνωθεν καὶ παρὰ Θεοῦ φειδοῦς· καὶ ἀγάπης δια‐ μέμνηται πάλιν τῶν ἐν αὐτῇ διασεσωσμένων. Εἶεν δ’ ἂν οὗτοι τὸ κατάλειμμα, τοῦτ’ ἔστιν, οἱ διὰ πί‐ στεως. Καὶ περὶ αὐτῶν ἐνθάδε φησὶν, ὅτι Σέσωκεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας. Υἱοὶ γὰρ γεγό‐ | |
35 | νασι τῆς Ἰουδαίων χώρας οἱ ἐξ Ἰσραὴλ πιστεύοντες ἀσφάλειάν τε καὶ οἱονεὶ πύργον ἀκατάσειστον εἰς ἐπικουρίαν εὑρόντες τὸν Κύριον ἡμῶν Ἰησοῦν Χρι‐ στόν. Ἀπὸ δέ γε τῶν ἀνασεσωσμένων παιδίων, ἔλαφοι τρόπον τινὰ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί. | |
40 | Παρεικάζονται δὲ ταῖς ἐλάφοις καὶ μάλα εἰκότως. Ὀφιοκτόνον γάρ ἐστι τὸ ζῶον, καὶ πηγαῖς ὑδάτων ἐμφιλοχωρεῖν εἰωθός. Τοιοῦτοι δὲ πάντες οἱ τῆς εἰς Θεὸν εὐσεβείας εἰς λῆξιν ἠρμένοι πρὸς ἀναίρεσιν τοῦ νοητοῦ δράκοντος ἐπιτηδείως ἔχοντες διὰ τοῦ κατα‐ | |
45 | στρέφειν τὴν δόξαν αὐτοῦ ἀδρανῆ τε καὶ ἄπρακτον τῆς ἐνούσης αὐτῷ δυστροπίας τὸν υἱὸν ἀποφαίνειν. Ἀλλὰ καὶ ταῖς νοηταῖς τῶν ὑδάτων ἐνσπαταλῶσι πηγαῖς, τοῦτ’ ἔστι, ταῖς τῶν πνευματικῶν ἀγαθῶν χορηγίαις, μονονουχὶ καταρδούσαις τὸν νοῦν, εὔκαρ‐ | |
70.748(50) | πόν τε αὐτὸν ἀποφαινούσαις τῷ Θεῷ. Ἐκεῖ τοίνυν, φησὶ, τοῦτ’ ἔστιν, ἐν τοῖς ἀνασεσωσμένοις συνήντη‐ σαν ἀλλήλαις ἔλαφοι. Τεθαυμάκασιν ἀλλήλας. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, Εἶδον τὰ πρόσωπα ἀλλήλων. Κεκινδύνευκε δὲ οὐδεμία, τοῦτο γὰρ πάλιν τὸ, | |
55 | Παρῆλθον ἀριθμῷ, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν. Τίς οὖν ὁ σώσας; | |
Κύριος ἐνετείλατο αὐταῖς, καὶ τὸ πνεῦμα αὐτοῦ | 747 | |
70.749 | συνήγαγεν αὐτὰς, καὶ προστέταχε μαθητεύειν πάντα τὰ ἔθνη· καὶ βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Ἐπιβαλεῖ δὲ αὐτοῖς καὶ κλήρους, καὶ διεμέρισεν ἡ χεὶρ αὐτοῦ | |
5 | βόσκεσθαι εἰς τὸν αἰῶνα χρόνον. Ἐκνενέμηνται γὰρ τοῖς ἁγίοις ἀποστόλοις οἷά τινες κλῆροι παρ’ οἷς ἕκαστον διακηρύξαι ἐχρῆν. Καὶ γοῦν τέθειται μὲν ὁ θεσπέσιος Πέτρος εἰς τὴν περιτομήν. Κεχρημάτικε δὲ τὸ Πνεῦμα λέγον· «Ἀφορίσατε δή μοι τὸν Βαρ‐ | |
10 | νάβαν, καὶ τὸν Σαῦλον, εἰς τὸ ἔργον ὃ προσκέκληται αὐτούς· καὶ γεγόνασιν ἀπόστολοι τῶν ἐθνῶν.» Δι‐ εμέρισε τοίνυν αὐτοῖς ἡ χεὶρ αὐτοῦ κλήρους, ὥστε βόσκεσθαι εἰς τὸν αἰῶνα χρόνον. Ἐπειδὴ γὰρ ἐλάφων ἐποιήσατο μνήμην, τέθεικεν ἀναγκαίως τὸ, βόσκε‐ | |
15 | σθαι· μόνον γὰρ οὐχὶ κατεβοσκήσαντο τὰς χώρας, ἐντρυφῶντες τοῖς διὰ πίστεως καλουμένοις εἰς ἐπί‐ γνωσιν ἀληθείας, καὶ κλῆρος οὗτος αὐτοῖς. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι’ αὐτοῦ σεσωσμένοις προσεφώνει, λέγων· «Χαρὰ καὶ στέφανός μου.» | |
20 | Ὅτι δὲ ἀτελεύτητον αὐτοῖς φυλαχθήσεται παρὰ Θεῷ τὸ ἐπὶ τούτοις αὔχημα, διατρανοῖ λέγων τὸ, Ἀνα‐ παύσονται ἐπ’ αὐτῆς. Ἐπ’ αὐτῆς δὲ τίνος; Ἦ δηλο‐ νότι τῆς ἐκνεμηθείσης αὐτοῖς κληρονομίας παρὰ Θεοῦ. Διαμνημονεῦσαι δὲ χρὴ καὶ τοῦ μακαρίου ψάλ‐ | |
25 | λοντος Δαβὶδ περὶ αὐτῶν, ὅτι «Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους καὶ ἀποκαλύψει δρυμούς.» Δρυμοὶ γὰρ ὥσπερ νοηταῖς ἐλάφοις ἀνεδείχθησαν παρὰ Θεοῦ, τῶν ἐθνῶν ἡ ἀριθμοῦ κρείττων πληθὺς, ἢν κατενεμήθησαν νοητῶς ταῖς τῶν πιστευόντων ἐνσπαταλῶντες ἐπιεικείαις. Εὐφράνθητι, ἔρημος διψῶσα· ἀγαλλιάσθω ἔρη‐ μος, καὶ ἀνθείτω ὡς κρίνον. Ἐξανθήσει καὶ | |
30 | ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ ἡμῶν. Ἔρημον καὶ στείραν ἀποκαλεῖν ἔθος τῇ θεοπνεύ‐ | |
35 | στῳ Γραφῇ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἥ ποτε μὲν ἐν τούτοις ἦν, οὔτε τὸν ἐξ οὐρανοῦ νοητὸν ἔχουσα νυμφίον, φημὶ δὴ Χριστὸν, ἀλλὰ καὶ ἐν ἐνδείᾳ τυγχάνουσα παντὸς ἀγαθοῦ, καὶ οἷον ἀκάνθης οὖσα τροφὸς δίψης τε καὶ ἄνυδρος. Ἐπειδὴ δὲ γέγονεν ἐν | |
40 | αὐτῇ Χριστός· (προσελήφθη γὰρ διὰ τῆς πίστεως καὶ τὸ θεῖον παρ’ αὐτοῦ πεπλούτηκε νάμα· πηγὴ γάρ ἐστι ζωῆς, καὶ χειμάῤῥους τρυφῆς· καὶ αὐτὸς ἦν ὁ λέγων δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χει‐ | |
45 | μάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν·») στείρα μὲν οὐκέτι καὶ ἔρημος· πολύπαις δὲ μᾶλλον καὶ ὑπὸ νυμφίῳ, καὶ εὐανθὴς νοητῶς. Ἡ πάλαι τοίνυν διψῶσα κατευφραι‐ νέσθω, φησίν· ἐξανθείτω δὲ καὶ ὡς κρίνον ὁμοῦ καὶ τὸ ἀνθηρὸν, καὶ τὸ εὐῶδες ἔχουσα. Χριστοῦ γὰρ γέ‐ | |
70.749(50) | γονεν ὀσμὴ, καὶ πιστώσεται γράφων ὁ Παῦλος, ὅτι «Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ.» Τὰ δέ γε ἔρημα τοῦ Ἰορδάνου, τὴν περὶ αὐτὸν ἔρημόν φησιν. Οὐ γὰρ τοῖς ἀπειθήσασιν ἐξ Ἰσραὴλ, ἀλλ’ ἡμῖν τοῖς ἐξ ἐθνῶν, ἢ καὶ τοῖς ἐξ αὐτῶν πιστεύσασι, τὸ τοῦ Ἰορ‐ | |
55 | δάνου δέδοται νάμα, καὶ παρ’ ἡμῖν ἐστι· βαπτιζόμεθα γὰρ ἐν αὐτῷ, καὶ ἡμῶν, ὡς ἔφην, γέγονεν ἡ ἁγία | |
πηγή. Ταύτῃ τοίνυν ἐν τῇ ἐρήμῳ, φησὶ, τῇ ποτὲ μὲν | 749 | |
70.752 | διψώσῃ, λαχούσῃ δὲ νῦν τὸν διαβόητον Ἰορδάνην, ἡ δόξα δέδοται τοῦ Λιβάνου, καὶ ἡ τιμὴ τοῦ Καρμήλου. Λίβανος δὲ καὶ Κάρμηλος εἴρηται πλειστάκις ἡ Ἱε‐ ρουσαλὴμ, καὶ αὐτὸς ὁ θεῖος νεώς. Ἀλλ’ ἡ πάλαι | |
5 | πρέπουσα δόξα τῇ τε ἁγίᾳ πόλει καὶ τῷ θείῳ ναῷ, δέδοται τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ, καὶ ἐν αὐτῇ τεθεά‐ μεθα τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰουδαῖοι μὲν ὡς ἀνθρώπῳ ψιλῷ, καὶ οὐδὲν ἔχοντι παρὰ τοὺς ἄλλους τὸ πλέον προσεφέροντο τῷ Κυρίῳ· | |
10 | ἡμεῖς δὲ τὸ ὕψος τῆς δόξης αὐτοῦ τεθεάμεθα. Θεὸν γὰρ ἴσμεν αὐτὸν, οἰκονομικῶς δι’ ἡμᾶς ἐνηνθρωπη‐ κότα, καὶ οὕτως Θεόν. Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλε‐ λυμένα. Παρακαλέσατε τοὺς ὀλιγοψύχους τῇ δια‐ νοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν κρί‐ | |
15 | σιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει. Αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται ὡς ἔλα‐ φος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων. Πρέπουσα μυσταγωγία, καὶ παράκλησις πνευμα‐ | |
20 | τικὴ τοῖς ἐξ ἐθνῶν καλουμένοις εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, τὸ, Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Τοῖς μὲν γὰρ ἔτι πλανωμένοις, αἱ χεῖρες ἀργαὶ, παραλελυμένα δὲ καὶ τὰ γόνατα. Καὶ οὐχὶ δὴ πάντως περὶ τῶν τοῦ σώματος μορίων τὰ | |
25 | τοιαῦτά φησιν, ἀῤῥωστοῦντας δὲ νοητῶς εὑρήσομεν τοὺς ἐν ἀπάταις καὶ πλάναις. Οὔτε γὰρ ἔργον εὐσε‐ βείας παρ’ αὐτοῖς ἔστιν εὑρεῖν, οὔτε ἰσχὺν γονάτων, ἤγουν διανοίας, τὴν εὐαγῆ τῆς δικαιοσύνης διαπο‐ ρευομένοις ὁδόν. Ἀλλ’ ἰσχύσατε, φησὶν, ἵνα καὶ δρα‐ | |
30 | μεῖν δύνωνται πρὸς Θεόν. Ὑμεῖς δὲ ὡς τεταγμένοι πρὸς ἱερουργίαν τοῦ θείου κηρύγματος παρακαλέσατε τοὺς ἠσθενηκότας, λέγετε σαφῶς τοῖς ὀλιγοψύχοις· Ἰσχύσατε, μὴ φοβεῖσθε. Οὐ γὰρ εὔρωστος ὁ νοῦς τοῖς οὐκ εἰδόσι τὸν Θεόν· δεδίασι γὰρ ὥσπερ τὰς | |
35 | τῶν παθῶν ἐφόδους, καὶ τὸν πάλαι κατ’ αὐτῶν τυ‐ ραννήσαντα Σατανᾶν, καὶ πρός γε τούτῳ τὸν θάνατον. Ἀλλ’ ἰδοὺ, φησὶν, ὁ Θεὸς, τοῦτ’ ἔστιν, οὐ μακρὰν ὁ Σωτὴρ, ὃς ἀνταποδώσει κρίσιν. Κατακρινεῖ γὰρ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ ἀπαλλάξει τῆς ὑπ’ | |
40 | αὐτῷ δουλείας τοὺς βεβιασμένους. Ἥξει γὰρ, ἥξει καὶ σώσει ἡμᾶς. Τί οὖν; Ἥξει τότε τοῖς ἐπὶ τῆς γῆς, ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν. Οἱ γὰρ πάλαι τῇ κτίσει παρὰ τὸν Κτίστην λατρεύοντες, αὐτὴν τήν ποτε πλανήσασαν κτίσιν, χειραγωγὸν ὥσπερ τινὰ | |
45 | ποιήσονται, καλῶς ἀποφέρουσαν πρὸς ἐπίγνωσιν τοῦ Δημιουργοῦ. Ἀπὸ γὰρ καλλονῆς κτισμάτων, ἀναλό‐ γως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται· καὶ ὡς φησὶν ὁ Παῦλος, «Τὰ ἀόρατα αὐτοῦ, ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐ‐ | |
70.752(50) | τοῦ δύναμις καὶ θειότης.» Ἀνοιχθήσονται τοίνυν οἱ ὀφθαλμοὶ τῶν πάλαι τυφλῶν, ἀκούσονται τὰ ὦτα τῶν κωφῶν. Οἱ γὰρ πάλαι τοὺς περὶ Θεοῦ λόγους ἀπο‐ σειόμενοι, καὶ ἀπαράδεκτον ποιεῖσθαι σπουδάζοντες τὴν τῶν ἁγίων μυσταγωγίαν, ἀσμένως αὐτὴν παρα‐ | |
55 | δέξονται. Ἁλεῖται δὲ καὶ ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται ἡ γλῶσσα μογιλάλων. Οἱ γάρ τοι πάλαι, | |
φησὶν, ὀρθοποδεῖν οὐκ εἰδότες, ἀλλ’ οἱονεὶ παρειμέ‐ | 751 | |
70.753 | νον ἔχοντες, τὸν νοῦν ἐλάφων δίκην ἀναπηδήσουσι, τοῦτ’ ἔστιν, εὔδρομοί τε καὶ εὐκλεεῖς ἔσονται· νοητῶς δηλονότι, καὶ πρός γε τούτῳ καὶ ὀφιοκτόνοι, καὶ εἰδότες εὐστομεῖν. Λαλήσουσι γὰρ τὰ τοῦ Θεοῦ μᾶλ‐ | |
5 | λον, οὐκέτι λέγοντες τῷ ξύλῳ· «Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με.» Ἰστέον δὲ ὅτι καὶ σωματικῶς ταῦτα πεπλήρωκεν ὁ Χριστὸς ταῖς ἀποῤ‐ ῥήτοις θεοσημείαις καταπλήττων τὴν Ἰουδαίαν. Ὅτι ἐῤῥάγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν | |
10 | γῇ διψώσῃ. Καὶ ἡ ἄνυδρος ἔσται εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν, πηγὴ ὕδατος· ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων, ἔπαυλις καλάμου, καὶ ἕλη. Εὐφρανθῆναι προστέταχε τὴν διψῶσαν ἔρημον· εἶτα προσεπάγει τὴν τῆς εὐφροσύνης αἰτίαν εὐθύς. | |
15 | Ἐῤῥάγη γὰρ ὕδωρ ἐν αὐτῇ, φησί. Καὶ τὸ, ἐῤῥάγη, καλῶς, ἵνα τὸ ἀμφιλαφὲς τῆς χορηγίας διὰ τούτου σημαίνηται. Φάραγγα δέ φησιν, ἀντὶ τοῦ ποταμοῦ· οὗ δὴ γεγονότος ἡ ἄνυδρός ποτε στραφήσεται λοιπὸν εἰς ἕλη. Ἕξει δὲ καὶ ὕδατος πηγὴν, ἢ τὸν ἅγιον Ἰορ‐ | |
20 | δάνην, ἤγουν καὶ αὐτὸν τὸν τῶν ὅλων Σωτῆρα Χρι‐ στόν· πηγὴ γάρ ἐστι ζωῆς, καὶ φρέαρ ὕδατος ζῶντος. Ἐπ’ αὐτῶν γέγονεν ἡ τῶν ὀρνέων συνδρομή τε καὶ εὐφροσύνη. Ὄρνεα δέ φησιν ἐν τούτοις, τοὺς τῶν ἐπιγείων ἀναπτάντας πραγμάτων, καὶ ὑψοῦ γεγονό‐ | |
25 | τας διὰ τὴν ἀρετὴν, τὰ ἄνω τε φρονεῖν ἑλομένους· οὗτοι χαίρουσιν ὡς ἐπὶ πηγῇ τῷ Χριστῷ, τῷ ποιή‐ σαντι τὴν ἔρημον ἔπαυλιν καλάμου, καὶ ἕλη. Τὰ μὲν γὰρ εὔδενδρα τῶν χωρίων ἀεί πως τοῖς ἕλεσι στεφανοῦσθαι φιλεῖ. Ἡ δὲ ἐξ ἐθνῶν Ἐκκλησία τὸ | |
30 | ἐξ οὐρανοῦ πλουτήσασα νάμα, καὶ τοῖς θείοις καταρ‐ δομένη χαρίσμασι, καὶ ταῖς τῶν ἁγίων διδασκαλίαις ἐνσπαταλήσασα, τροφός ἐστιν ἑλῶν, καὶ καλάμου, τοῦτ’ ἔστι τῶν ἐν Χριστῷ τεθηλότων εἰς ζωὴν ἀμύ‐ ρητον δι’ ἁγιασμοῦ. Ἐκεῖ ἔσται ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κλη‐ | |
35 | θήσεται, καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος· οἱ δὲ διεσπαρ‐ μένοι πορεύσονται ἐπ’ αὐτῆς, καὶ οὐ μὴ πλανη‐ θῶσι. Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδέ τι τῶν θηρίων τῶν πονηρῶν οὐ μὴ ἀναβῇ ἐπ’ αὐτὴν, οὐδ’ οὐ μὴ | |
40 | εὑρεθῇ ἐκεῖ, ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρω‐ μένοι διὰ Κύριον, καὶ συνηγμένοι ἀποστραφή‐ σονται, καὶ ἥξουσιν ἐκ Σιὼν μετ’ εὐφροσύνης, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτοὺς, ἀπέδρα | |
45 | ὀδύνη καὶ στεναγμὸς καὶ λύπη. Ὁδὸν ὀνομάζει καθαρὰν τῆς εὐαγγελικῆς πολιτείας τὴν δύναμιν, ἤγουν καὶ ἑτέρως τὴν διὰ τοῦ Πνεύμα‐ τος κάθαρσιν. Ἀποσμήχει γὰρ τὴν ἐντετηγμένην ταῖς τῶν ἀνθρώπων ψυχαῖς κηλῖδα, καὶ ἀπαλλάττει πλημ‐ | |
70.753(50) | μελημάτων, καὶ ῥύπου παντὸς ἀποφαίνει κρείττονας. Ὁδὸς οὖν ἁγία καὶ καθαρὰ καὶ μᾶλλον ὀρθῶς ὠνό‐ μασται, ἀνέμβατος δὲ τοῖς οὔπω κεκαθαρμένοις. Πολιτεύεται γὰρ οὐδεὶς εὐαγγελικῶς μὴ οὐχὶ πρότε‐ ρον τὸν διὰ τοῦ ἁγίου βαπτίσματος καταπλουτήσας | |
55 | κάθαρσιν· οὐδεὶς οὖν ἄρα τῶν ἀπίστων. Οὗτοι γὰρ οἱ ἀκάθαρτοι βαδιοῦνται, φησὶν, ἐν αὐτῇ. Πορεύσον‐ | |
ται δὲ μᾶλλον οἱ διεσπαρμένοι, τοῦτ’ ἔστιν, οὓς | 753 | |
70.756 | ἐσκόρπισεν ὁ Σατανᾶς, δηλοῖ δὲ τὰ ἔθνη, καὶ οὐ μὴ πλανηθῶσι. Πάλαι μὲν γὰρ πεπλάνηνται ξύλοις τε καὶ λίθοις λελατρευκότες, καὶ σκολιὰς ἰόντες ὁδούς. Νῦν δὲ μαθήσονται τὴν εὐθεῖαν καὶ καθαρὰν τὴν πρὸς | |
5 | ἁγίαν ζωὴν ἀποφέρουσαν τρίβον. Ὅτι δὲ καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἐλεύθεροι γεγονότες τὸν οὕτως εὐκλεᾶ διαζήσονται βίον, διαλευκαίνει λέγων, ὡς Οὔτε λέων, οὔτε μὴν ἕτερόν τι τῶν πονηρῶν θηρίων ἐκεῖ ἔσται, τοῦτ’ ἔστιν, ἐν τῇ ὁδῷ τῇ καθαρᾷ. Πάλαι | |
10 | μὲν γὰρ οἷά τις ἄγριος θὴρ ὁμοῦ τοῖς ἀνοσίοις πνεύ‐ μασιν ἐπεπήδα τοῖς ἐπὶ γῆς ὁ τῆς ἁμαρτίας εὑρετής· ἀλλ’ ἠσθένησεν ἐν Χριστῷ, ἀπελήλαται δὲ τῆς τῶν πιστευσάντων ἀγέλης, καὶ τῆς κατ’ αὐτῶν πλεονε‐ ξίας ἐξεσοβήθη παρὰ Χριστοῦ. Ἐν ταύτῃ τοιγαροῦν | |
15 | τῇ ὁδῷ τῇ καθαρᾷ οἱ διὰ Χριστοῦ λελυτρωμένοι, καὶ συναχθέντες διὰ τῆς πίστεως εἰς ὁμοψυχίαν βαδιοῦν‐ ται, καὶ τὴν πάλαι τρίβον ἀφέντες ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν, τοῦτ’ ἔστιν, τὴν Ἐκκλησίαν, τὴν δὲ ἐπὶ γῆς, καὶ ἐν οὐρανοῖς εὐφροσύνην ἔχοντες | |
20 | τὴν ἀμύρητον. Δοξολογήσουσι γὰρ τὸν διασώσαντα Θεόν. Ἀγαλλίαμα δὲ καὶ εὐφροσύνη, καὶ πᾶν εἶδος τῆς ἐν Χριστῷ θυμηδίας, καταλήψεται αὐτοὺς, καὶ ἄγευστοι παντελῶς λύπης ἔσονται, καὶ στεναγμοῦ. Οἱ γὰρ ἐπ’ ἐλπίσι ταῖς οὕτω λαμπραῖς κεκλημένοι, | |
25 | οἱ τῆς εἰς αἰῶνα ζωῆς ἐσόμενοι κληρονόμοι, καὶ δόξης τῆς ἄνωθεν καταπλουτεῖν μέλλοντες τὰ αὐχήματα, καὶ αὐτῷ δὲ προσδοκῶντες συμβουλεῦσαι Χριστῷ, ποίας ἔσονται λύπης μέτοχοι; ἢ ποῖον εἰσδέξονται στεναγμόν; τὸν τῶν ὅλων Θεὸν τὰ πονηρὰ τῶν θηρίων κατανεμηθήσονται καὶ καταλύσουσιν. Ἡσθήσονται γὰρ μᾶλλον ὡς ἐν παντὶ πάντη τε καὶ πάντως ἐσόμε‐ | |
30 | νοι καλῷ. | |
31t | ΤΟΜΟΣ Δʹ. | |
32 | Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἐζεχίου, ἀνέβη Σεναχειρεὶμ βασι‐ λεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς | |
35 | ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς. Καὶ ἀπέστειλε βασι‐ λεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λαχῆς εἰς Ἱερου‐ σαλὴμ πρὸς τὸν βασιλέα Ἐζεχίαν, μετὰ δυνά‐ μεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ | |
40 | γναφέως. Ἐναργὴς μὲν ἅπασι τοῖς φιλομαθεστέροις τῆς ἱστορίας ὁ λόγος· ἐρῶ δ’ οὖν ὅμως βραχυλογήσας ὡς ἕνι. Βασιλεύοντος τοῦ Ἄχαζ ἐν τοῖς Ἱεροσολύ‐ μοις, εἶτα Φακεὲ τοῦ Ῥωμελίου, καὶ τοῦ Ῥαασσὼν | |
45 | τοῦ βασιλέως Συρίας ἐκπολιορκούντων τὴν Ἰου‐ δαίαν, καὶ αὐτοῖς δὲ τοῖς Ἱεροσολύμοις ἐπαφεῖναι τὴν χεῖρα βουλευσαμένων, ἀτονήσας πρὸς ἀντίστασιν ὁ μνημονευθεὶς, πρεσβείαν ἐστέλλετο, καὶ δὴ καὶ ἐκά‐ λει πρὸς ἐπικουρίαν τὸν Θεγλαφαλλασὰρ Ἀσσυρίων | |
70.756(50) | βασιλέα, καὶ δώροις αὐτὸν ἀναπείθει πολλοῖς ἐπαμῦ‐ ναί τέ οἱ, καὶ τὰς τῶν ἐπ’ αὐτὸν συμπεφωνηκότων βασιλέων, τοῦ τε τῆς Σαμαρείας φημὶ, καὶ τοῦ τῆς Συρίας ἀνακόψαι πλεονεξίας. Οὗ δὴ γεγονότος, διολώ‐ λασι μὲν οἱ πολεμοῦντες αὐτῷ. Εἷλε γὰρ τήν τε Δα‐ | |
55 | μασκὸν, καὶ τὴν Συρίαν ὁ Ἀσσύριος, γέγονε δὲ ὑπὸ | |
χεῖρα τὴν αὐτοῦ, καὶ ὑπὸ δασμὸν καὶ τέλη λοιπὸν ὁ | 755 | |
70.757 | Ἄχαζ. Ἦν δὲ τῶν ὅτι μάλιστα φαυλοτάτων. Εἰδω‐ λολάτρης τε γὰρ καὶ θεομισὴς καὶ τοὺς ἄλλους τάχα που νενικηκὼς ἅπαντας ταῖς κατὰ τοῦ Θεοῦ δυστρο‐ πίαις. Καταλύσαντος δὲ τὸν ἀνθρώπινον βίον τοῦ | |
5 | Ἄχαζ, βεβασίλευκεν ἀντ’ αὐτοῦ Ἐζεχίας, υἱὸς μὲν ὢν αὐτοῦ, πλὴν ἀνὴρ θεοφιλὴς, καὶ τῆς ἀνωτάτω δικαιοσύνης καὶ εὐσεβείας ἀνημμένος τὰ αὐχήματα. Οὗτος ἠθέτησεν, φησὶ, ἐν τῷ βασιλεῖ Ἀσσυρίων. Οὐ γὰρ ἠνέσχετο τὴν ἑαυτοῦ βασιλείαν ὑπὸ δασμοὺς | |
10 | ἐᾶσαι γενέσθαι, καθάπερ ἀμέλει καὶ Ἄχαζ. Ταύτης ἕνεκα τῆς αἰτίας ὁ Σεναχειρεὶμ ὁ τῶν Ἀσσυρίων βασιλεὺς, ὡς ὀφείλων ἔχειν ὑπὸ δασμοὺς τήν τε Ἰουδαίαν ἅπασαν, καὶ αὐτήν τε τὴν παρ’ αὐτοῖς βασιλείαν, ἀνεκαίετο μὲν εἰς ὀργὰς, καταδῃώσας δὲ | |
15 | τὴν Σαμάρειαν καὶ ταῖς κατὰ τὴν Ἰουδαίαν πόλεσιν ἐπηφίει τὴν στρατιὰν, ἑλὼν δὲ πολλὰς, ἐπ’ αὐτὰ λοιπὸν τὰ Ἱεροσόλυμα πέμπει τὸν Ῥαψάκην, οὐχ ὅπλα τέως κινήσοντα πολέμου νόμῳ, ἀπειλαῖς δὲ μᾶλλον, καὶ ὑποσχέσεσι ταῖς εἰς ἡμερότητα δελεά‐ σοντα τὸ δημοτικόν. Καὶ ἐξῆλθε πρὸς αὐτὸν Ἐλιακεὶμ ὁ τοῦ Χελ‐ | |
20 | κίου ὁ οἰκονόμος, καὶ Σομνὰς ὁ γραμματεὺς, καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος. Καὶ εἶπεν αὐτοῖς Ῥαψάκης· Εἴπατε Ἐζεχίᾳ· Τάδε λέγει ὁ βασιλεὺς, ὁ μέγας βασιλεὺς Ἀσσυρίων· Μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνε‐ | |
25 | ται; Καὶ νῦν ἐπὶ τίνι πέποιθας, ὅτι ἀπειθεῖς μοι; Ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμί‐ νην, τὴν κεκλασμένην ταύτην ἐπ’ Αἴγυπτον, ὃς ἂν ἐπ’ αὐτὴν ἐπιστηριχθῇ, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ. Οὗτός ἐστι Φαραὼ βασιλεὺς Αἰγύ‐ | |
30 | πτου, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ. Κεκλεισμένων δηλονότι τῶν πυλῶν, καὶ τοῖς τείχε‐ σιν ἐφεστηκότος δήμου πάντως που τοῦ μαχιμωτάτου, τὴν τῶν πρεσβειῶν ἀποτελοῦντος χρείαν, ἐξῄεσαν πρὸς Ῥαψάκην οἱ ἀπόλεκτοι τοῦ βασιλέως, καὶ προὔ‐ | |
35 | χοντες ἐν ἱερουργοῖς. Ὁ δὲ Περσικῆς ὠμότητος ὢν, ἔχων δὲ στόμα λαλοῦν μεγάλα, κατὰ τὸ γεγραμμένον, τῆς τοῦ Θεοῦ δόξης κατεθρασύνετο. Καὶ ψιλῇ μὲν κλήσει τὸν Ἐζεχίαν ὀνομάζει, οὐ προστεθεικὼς βα‐ σιλέα· οὐχ ἕτερόν τι τῶν ὅσα ἐστὶ τῶν ἐν τοιαύταις | |
40 | ὑπεροχαῖς πρεπωδέστατα. Τὸν δέ γε τῶν Ἀσσυρίων βασιλέα, οὐχ ἁπλῶς αὐτὸ δὴ τοῦτό φησιν, ἀλλὰ καὶ μέγαν ἀποκαλεῖ. Φησὶ δὲ ὅτι, Μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται; Ἐπειδὴ γὰρ Ἰουδαῖοι τὸν διὰ Μωσέως νόμον ἔχοντες σοφώτεροι τῶν ἄλλων | |
45 | ἐθνῶν ἐνομίζοντο· καὶ γοῦν ἔφασκον, Μακάριοί ἐσμεν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστι· καταφέρει πρὸς τὸ μηδὲν ὁ Ῥαψάκης τὸ ἐπὶ τούτῳ καύχημα πολέμου, καὶ μάχης ἐνεστηκότων ἀνόνητον παντελῶς ἔσεσθαι λέγων εἰς ἐπικουρίαν | |
70.757(50) | αὐτοῖς, καὶ τὸ ἐν εἰδήσει νόμων, καὶ τὸ συνετὸν καὶ μόναις βουλαῖς, καὶ αὐτὸ δὴ τὸ ἐν λόγοις οἱονεί πως ἐντριβές. Ἐπειδὴ δέ τινες τῶν βεβασιλευκότων τῆς Ἰουδαίας εἰς ἐπικουρίαν κεκλήκασι τῶν Αἰγυπτίων τὴν χεῖρα, καίτοι τοῦτο δρῶντες ἐκτόπως, ᾠήθη καὶ | |
55 | νῦν ὁ Ἀσσύριος, οὐκ ἐπὶ Θεῷ μᾶλλον πεποιθέναι τὸν Ἐζεχίαν, ἀλλ’ ἑτέροις τισὶ, μᾶλλον δὲ τοῖς τῶν | |
Αἰγυπτίων ἔχουσι τὴν γῆν. Ταύτῃ τοι καλαμίνην αὐ‐ | 757 | |
70.760 | τὴν ὀνομάζει ῥάβδον. Σαθρὰ γάρ πως, φησὶ, καὶ εὐδιά‐ κλαστος ἀεὶ, ἡ ἐπ’ ἐκείνοις ἐλπὶς, καὶ ἀδικοῦσα μᾶλ‐ λον, ἢ ὠφελεῖν ἰσχύουσα τοὺς κεχρημένους αὐτῇ· καθάπερ ἀμέλει καὶ καλαμίνη ῥάβδος, ᾗ εἴπερ τις | |
5 | ἐπαναπαύσεται συνθραύσει μὲν πάντως αὐτὴν, ἡ δὲ ἀδικήσει τὸν ἐπ’ αὐτῆς θαρσήσαντα. Εἰ δὲ λέγετε· Ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν πε‐ ποίθαμεν, νῦν μίχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ | |
10 | δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ’ αὐτούς. Καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τοπάρχου ἑνός; Ἀθυροστομεῖ πάλιν, καὶ τὸ κέρας εἰς ὕψος ἐπαί‐ ρει, καὶ ἀδικίαν λαλεῖ κατὰ τοῦ Θεοῦ. Εἰ γὰρ δὴ, | |
15 | φησὶν, ἐπ’ αὐτῷ πεποίθατε, μίχθητε τῷ Κυρίῳ μου, τοῦτ’ ἔστιν, ἐξοπλίσασθε, καὶ στῆτε πρὸς μάχην. Ἐγὼ δὲ προσθήσω, καὶ ἵππους ὑμῖν δισχιλίας, καὶ ἀρκέσει τοῦτο, φησὶ, πρὸς πίστιν, ὅτι περιγενήσεσθε τῆς Ἀσσυρίων χειρὸς ἐὰν εὕρητε τοὺς ἀναβησομέ‐ | |
20 | νους ἢ καὶ εἰδότας ὅλως ἱππεύειν ἐν μάχαις. Εἶτα πῶς οὐδὲ τοῦτο πληροῦν δυνάμενοι περιγενήσεσθε το‐ πάρχου ἑνός; Καταδιῄρηται γὰρ ἡ τῶν Ἀσσυρίων ἀρχὴ, καὶ βασιλέας ὑποβεβηκότας ἔχει τοῦ πάντων μείζονος οἳ καὶ ὠνομάζοντο τοπάρχαι. | |
25 | Οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ’ Αἰγυπτίοις, εἰς ἵππον, καὶ ἀναβάτην. Καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐ‐ τήν. Κύριος εἶπε πρός με· Ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην, καὶ ἄνελαι αὐτήν. | |
30 | Ἀποκείρει παντελῶς τὴν ἐπ’ Αἰγυπτίοις ἐλπίδα, μονονουχὶ καὶ ἐν οἰκέταις ἤδη τετάχθαι λέγων τοὺς ἐπ’ αὐτῇ πεποιθότας. Ἁλώσονται γὰρ, φησὶν, εὐκόλως ἵππῳ τε καὶ ἀναβάτῃ τεθαῤῥηκότες. Εἶτα πικρόν τι καὶ ὡς ἀπό γε τῆς ἐνούσης αὐτῷ δυστροπίας | |
35 | ἀποφθέγγεται, οὐκ ἄνευ Κυρίου διαβεβαιούμενος τὴν κατὰ τῆς Ἰουδαίας αἴρεσθαι μάχην. Εἰ γὰρ δὴ, φησὶ, καθάπερ αὐτοί φατε, μέγας τε καὶ ἀλκιμώτα‐ τος ὁ παρ’ ὑμῖν ἐστι Θεὸς, καὶ ὑπεραθλεῖ τῆς χώρας, πῶς ἀνέβημεν ἐπ’ αὐτήν; Εἰ μὲν γὰρ πεπλεονεκτή‐ | |
40 | καμεν τὴν τοῦ ἐπαμύναντος ἰσχὺν, οὐ μέγας ἐστὶ, μᾶλλον δὲ βραχύς τε καὶ ἄναλκις. Εἰ δὲ μέγας καὶ δυνατὸς, οὐ κεκωλύμεθα καταδῃοῦν θέλοντες τὴν Ἰουδαίαν· οὐκ ἀνέβημεν ἐπ’ αὐτὴν ἄνευ Κυρίου. Καὶ εἶπε πρὸς αὐτὸν Ἐλιακεὶμ, καὶ ὁ Σομνᾶς | |
45 | ὁ γραμματεὺς, καὶ Ἰωάχ· Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστὶ, ἀκούομεν γὰρ ἡμεῖς· καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαϊστί. Καὶ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων ἐπὶ τῷ τείχει; Καὶ εἶπε Ῥαψάκης πρὸς αὐτούς· Μὴ πρὸς τὸν Κύ‐ | |
70.760(50) | ριον ὑμῶν, ἢ πρὸς ὑμᾶς ἀπέσταλκέ με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; Οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσι καὶ ἅμα; Εὐκαταπτόητον ἀεί πώς ἐστι τὸ δημοτικὸν, καὶ | |
55 | πολὺ λίαν ἕτοιμον εἰς ὀλιγωρίαν ἐνεστηκότος μάλι‐ στα πολέμου, καὶ σφαγῆς ἔσεσθαι προσδοκωμένης, ἐμπρησμῶν τε τῶν ἀνὰ τὴν πόλιν. Ταύτῃ τοι καὶ μάλα ἐμφρόνως οἱ τῷ Ῥαψάκῃ προσδιαλεγόμενοί | |
φασι, μὴ δεῖν χρῆναι λαλεῖν αὐτὸν Ἰουδαϊστὶ, κεχρῆ‐ | 759 | |
70.761 | σθαι δὲ μᾶλλον τῇ Σύρων φωνῇ. Οὐ γὰρ ἤθελον βαρβαρικῆς ἀπονοίας γέμοντας λόγους ἐνίεσθαι παρ’ αὐτοῦ ταῖς τῶν δημοτῶν ἀκοαῖς, καίτοι παροτρύνον‐ τος αὐτοὺς εἰς ἀλκὴν τοῦ βασιλέως Ἐζεχίου, καὶ | |
5 | φάσκοντος ἐναργῶς ὅτι Κύριος μετ’ αὐτῶν, καὶ ὅτι τοῖς μὲν ἐπὶ Θεῷ πεποιθόσιν ἀκράδαντος ἐλπὶς, εὐ‐ κατάσειστα δὲ τὰ ἀνθρώπινα, καὶ οὐδὲν ὅλως ὡς πρός γέ φημι τὴν τούτου δύναμιν. Ἀλλὰ συνίησιν ὁ Ῥα‐ ψάκης, καὶ τὴν αἰτίαν οὐκ ἀγνοεῖ τοῦ κεκωλύσθαι | |
10 | λαλεῖν Ἰουδαϊστί. Ταύτῃ τοί φησιν ὡς οὐ πρὸς αὐτοὺς, οὔτε μὴν πρὸς τὸν βασιλέα σκοπὸς αὐτῷ γέγονε τῆς ὁδοῦ, ἀλλ’ ἵνα μᾶλλον τοῖς ἐν τῷ τείχει προσδιαλέγη‐ ται. Ὑβρίζει δὲ πάλιν, καὶ τοὺς ἐξ ἀκαθάρτου καρ‐ δίας ἐρεύγεται λόγους, φάσκων, ὅτι ταύτης ἕνεκα | |
15 | τῆς αἰτίας ἐπικάθηνται τῷ τείχει τηροῦντες τὴν πόλιν, ἵνα λιμώττοντες, ἐν ἐνδείᾳ τε γεγονότες ἄρτου τε καὶ ὕδατος εἰς τοῦτο κατενεχθεῖεν ἀνάγκης, ὡς τὰ εἰσάπαν ἀπηχθημένα καὶ αὐτοῖς τάχα που κυσὶ τροφὴν ποιήσασθαι καὶ πότον. Καὶ ἔστη Ῥαψάκης, καὶ ἐβόησε φωνῇ μεγάλῃ | |
20 | Ἰουδαϊστὶ, καὶ εἶπεν· Ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου, βασιλέως τῶν Ἀσ‐ συρίων. Τάδε λέγει ὁ βασιλεύς· Μὴ ἀπατάτω ὑμᾶς Ἐζεχίας λόγοις οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς· καὶ μὴ λεγέτω ὑμῖν Ἐζεχίας, ὅτι Ῥύσεται | |
25 | ὑμᾶς ὁ Θεὸς, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὔτη εἰς χεῖρας βασιλέως Ἀσσυρίων. Μὴ ἀκούετε Ἐζεχίου. Τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων· Εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρός με, καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ, καὶ | |
30 | τὰς συκὰς αὐτοῦ, καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, σίτου καὶ οἴνου, καὶ ἄρτων καὶ ἀμπε‐ λώνων. Μεθίστησι τοὺς λόγους ἐπ’ αὐτοὺς ἤδη τοὺς ταῖς ἐπάλξεσιν ἐνιζήσαντας, καὶ τοῖς ἐθέλουσιν ἐκπολιορ‐ | |
35 | κεῖν ἀντιφέρεσθαι προτεθυμημένους· ἄνω τε καὶ κάτω βασιλέα μέγαν ἀποκαλεῖ τὸν Ἀσσύριον, καὶ κατασμικρύνει μὲν ἐλπίδα τὴν ἐπὶ Θεῷ, ψεύστην δὲ ἀποκαλεῖ τὸν Ἐζεχίαν, καὶ ἀπατεῶνα, λέγοντα χρῆ‐ ναι μᾶλλον ἐπανακεῖσθαι Θεῷ, δεδιέναι δὲ κατ’ | |
40 | οὐδένα τρόπον ἐπαμύνοντος αὐτοῦ τὰς ἐξ ἀνθρώπων ἐφόδους. Εἶτα ἐπαγγέλλεται τοῖς αὐτομολοῦσιν ἐπ’ αὐτὸν, ὡς ἔσονται μὲν ἐν τοῖς ἑαυτῶν μέχρι καιροῦ. Τοῦτο γὰρ τὸ, Ἕως ἔλθω, καὶ λάβω ὑμᾶς. Ἀπολαύ‐ σουσι δὲ τῶν ἰδίων ἀγρῶν, καὶ καταλειαίνει ὥσπερ | |
45 | τῆς αἰχμαλωσίας τὸ δεῖμα, καὶ τὸ τραχὺ τοῦ πράγ‐ ματος ἀπατηλοῖς κατακρύπτει λόγοις, προστιθεὶς τὸ, Ἕως ἔλθω, καὶ λάβω ὑμᾶς εἰς τὴν γῆν ὡς ἡ γῆ ὑμῶν. Παρεικάζει γὰρ τὴν Ἀσσυρίων τῇ τῶν Ἰου‐ δαίων γῇ, μονονουχὶ λέγων· Καὶ τὴν Ἰουδαίαν ἀφέντες | |
70.761(50) | κἂν γένησθε παρ’ ἡμῖν οὐδὲν ἧττον τὴν ἑαυτῶν εὑ‐ ρήσετε. Γῆ γάρ ἐστι σίτου καὶ οἴνου, καὶ ἄρ‐ των καὶ ἀμπελώνων, ἡ Περσῶν τε καὶ Ἀσσυ‐ ρίων. Μὴ ὑμᾶς ἀπατάτω Ἐζεχίας, λέγων· Ὁ Θεὸς | |
55 | ῥύσεται ὑμᾶς. Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτῶν χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; Ποῦ ἐστιν ὁ θεὸς Ἐμὰθ καὶ Ἀρφάθ; καὶ ποῦ ἐστιν ὁ θεὸς τῆς πόλεως Σεπφαρουΐμ; | |
Μὴ ἠδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ τῆς χειρός | 761 | |
70.764 | μου; Τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐῤῥύσατο τὴν γῆν αὐτοῦ ἐκ χειρός μου, ὅτι ῥύσεται ὁ Θεὸς Ἱερουσαλὴμ ἐκ χειρός μου; Καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον, | |
5 | διὰ τὸ προστάξαι τὸν βασιλέα μηδὲν ἀπο‐ κριθῆναι. Βαρβαρίζει πάλιν τῇ γνώμῃ Ῥαψάκης, καὶ τοῖς κατὰ Θεοῦ λόγοις ἐμβαρύνεται, καὶ μέγα πεφρόνηκε Ἀσσυρίων πλείστας μὲν ὅσας ἑλόντος πόλεις τῶν | |
10 | ἐθνῶν, σεσωσμένης δὲ οὐδεμιᾶς ὑπὸ τῶν ἐν αὐτῇ ψευδωνύμων θεῶν, ἀλλ’ ἠγνόησεν ὅτι ξύλα μὲν ἦσαν ἐκεῖνοι, καὶ λίθοι, καὶ ἀνθρωπείας χειρὸς φιλοτέχνη‐ μα, καὶ ἔτερον οὐδέν. Ὁ δέ γε τῆς Ἰουδαίας Θεὸς, μᾶλλον δὲ ὁ τοῦ κόσμου παντὸς, ἔστι Θεὸς ζῶν καὶ | |
15 | ἀληθινὸς, οὐ πρόσφατος πεποιημένος, ποιητὴς δὲ μᾶλλον καὶ αὐτῶν αἰώνων, καὶ δημιουργὸς τῶν ὅλων, καὶ τῶν δυνάμεων Κύριος. Οἴεται δὴ οὖν ὁ Ῥαψάκης ἐναργεστάτην ἀπόδειξιν τοῖς Ἰουδαίοις ἔσεσθαι, τοῦ ὅτι πάντη τε καὶ πάντως ἁλώσονται, | |
20 | κἂν ἐπικουρήσῃ αὐτοῖς Θεὸς ὁ μέγας, τὸ μηδένα τῶν παρ’ Ἕλλησι θεῶν ἀνασῶσαι δύνασθαι πόλιν, ἤτοι χώραν ἐν ᾗ καὶ ἐτετίμητο. Διὰ τοῦτό φησι· Ποῦ ὁ Θεὸς Ἐμὰθ, καὶ Ἀρφάθ; Προσεπάγει δὲ τὸ, ὅτι Μὴ ἠδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ τῆς χειρός μου; | |
25 | Ἀλλ’, Ὦ τρισάθλιε, φαίην ἂν, δαμάλεσι καὶ αὐτοὶ προσκεκυνήκασι ταῖς χρυσαῖς, ἥλω τε ἡ χώρα Θεοῦ συστέλλοντος τὴν ἐπικουρίαν. Καὶ, ὡς ἔφην φθάσας, εἰ μηδεὶς τῶν παρ’ Ἕλλησι θεῶν σέσωκε τὴν ἑαυ‐ τοῦ, τοῦτο πρὸς Θεὸν οὐδὲν τὸν ἀληθῶς, καὶ φύσει, | |
30 | καὶ μέγαν. Οἱ μὲν γὰρ ἐκ τέχνης ἀνθρωπίνης δι‐ έλαχον, τὸ κἂν γοῦν ὁρᾶσθαι μόνον. Ὁ δὲ κατ‐ εξουσιάζει τῶν ὅλων, καὶ ἄμαχον ἔχει τὴν χεῖρα, τῶν δυνάμεων ὑπάρχων Κύριος. Ἀποκρίνεται δὲ οὐδεὶς τῷ Ῥαψάκῃ, σιωπᾷν ἐπιτάττοντος τοῦ βασιλέως, | |
35 | καὶ μάλα ἐμφρόνως. Ἀπαιδεύτοις δὲ λόγοις, καὶ φρονήματι βαρβαρικῷ, καὶ ταῖς κατὰ Θεοῦ γλωσσ‐ αλγίαις ἐπιδακρύειν μᾶλλον, ἢ ἀντεξάγειν ἐχρῆν. Καὶ τοῦτο, οἶμαι, διδάσκει λέγων ὁ μακάριος Δα‐ βίδ· «Ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην, | |
40 | καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν.» Καὶ εἰσῆλθεν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου οἰκονό‐ μος, καὶ Σομνᾶς ὁ γραμματεὺς τῆς δυνάμεως, καὶ Ἰωὰχ ὁ ὑπομνηματογράφος πρὸς Ἐζεχίαν ἐσχισμένοι τοὺς χιτῶνας, καὶ ἀνήγγειλαν αὐτῷ | |
45 | τοὺς λόγους Ῥαψάκου. Καὶ ἐγένετο ἐν τῷ ἀκοῦ‐ σαι τὸν βασιλέα Ἐζεχίαν, ἔσχισε τὰ ἱμάτια, καὶ σάκκον περιεβάλετο, καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου. Ἐπὶ ταῖς Ῥαψάκου μεγαληγορίαις, καὶ ταῖς | |
70.764(50) | ἀχαλίνοις περὶ τοῦ Θεοῦ γλωσσαλγίαις περιῤῥήγνυν‐ ται τοὺς χιτῶνας οἱ πρὸς αὐτὸν ἐσταλμένοι, καὶ ἀπ‐ αγγέλλουσι μὲν τῷ βασιλεῖ τὰ ἐκ τῆς Περσικῆς ἀπο‐ νοίας ἐκτόπως ἀνηγορευμένα. Ὁ δὲ κατεῤῥήγνυ τὴν ἐσθῆτα, καὶ μετημφιέσατο σάκκον, τοῦτ’ ἔστιν, ἱμά‐ | |
55 | τιον πενθικὸν, καὶ ἀνέβη, φησὶν, εἰς τὸν οἶκον Κυρίου. Καὶ ποία τις ἡ πρόφασις τοῦ περιῤῥήγνυσθαι τὰ | |
ἄμφια; Ἔθος ἦν Ἰουδαίοις ἐπὶ ταῖς κατὰ Θεοῦ δυσ‐ | 763 | |
70.765 | φημίαις τοῦτο δρᾷν. Καὶ γοῦν παραδέδοται μὲν ὁ Σωτὴρ τοῖς τῶν Ἰουδαίων καθηγηταῖς, καὶ ὁ τοῦ κό‐ σμου κριτὴς ἐκρίνετο παρ’ αὐτοῖς. Ἀλλ’ ἐσιώπα, ταῖς τῶν ψευδηγορούντων φωναῖς οὐκ ἀποκρινόμε‐ | |
5 | νος. Εἶτά φησι πρὸς αὐτὸν ὁ ἀρχιερεύς· «Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ; Λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, Ἀπ’ ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνά‐ | |
10 | μεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. Τότε ὁ ἀρχιερεὺς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, λέγων· Ἐβλασφήμησεν.» Ἔφη δὲ καὶ δι’ ἑνὸς τῶν προφη‐ τῶν ὁ τῶν ὅλων Θεὸς τοῖς ἐξ αἵματος Ἰσραὴλ, ὅτι «Διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια | |
15 | ὑμῶν.» ᾬοντο γὰρ ἴσως εὐσεβεῖν, καὶ ταῖς ἀνω‐ τάτω τιμαῖς κατευφραίνειν Θεὸν, ἐπὶ ταῖς κατ’ αὐτοῦ δυσφημίαις τοὺς χιτῶνας κατασχίζοντες, κἂν εἰ μηδένα ποιοῖντο λόγον τῶν διὰ Μωσέως τεθεσπισμέ‐ νων. Σάκκον μέν γε ἤτοι περίβλημα πενθικὸν περι‐ | |
20 | τέθειται μὲν Ἐζεχίας, ἄνεισι δὲ καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ μάλα εἰκότως. Πενθεῖν γὰρ ἀκόλουθον, κλαίειν δὲ καὶ κατατρύχεσθαι τοὺς ἐν ἀκμαῖς ὄντας κακῶν, καὶ σωτηρίας ἐλπίδα ποιεῖσθαι Θεὸν, αὐτῷ τε προσκαθῆσθαι, καὶ θαμίζειν ἐν ἁγίοις τόποις, ἔνθα μάλιστα πρεπωδέστερον τὰς πρὸς αὐτὸν ἱκετείας ποιοῖτ’ ἄ τις. | |
25 | Καὶ ἀπέστειλεν Ἐλιακεὶμ τὸν οἰκονόμον, καὶ Σομνᾶν τὸν γραμματέα, καὶ τοὺς πρεσβυτέ‐ ρους τῶν ἱερέων περιβεβλημένους σάκκον πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς τὸν προφήτην, καὶ εἶπαν αὐτῷ· Τάδε λέγει Ἐζεχίας· Ἡμέρα θλίψεως, καὶ | |
30 | ὀνειδισμοῦ, καὶ ἐλεγμοῦ, καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν. Εἴ πως εἰσακούσαι Κύριος ὁ Θεός σου τοὺς λόγους Ῥαψάκου, οὓς ἀπέστειλε βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν Θεὸν ζῶντα, καὶ | |
35 | ὀνειδίζειν λόγους οὓς ἤκουσε Κύριος ὁ Θεός σου, καὶ δεηθήσῃ πρὸς Κύριον τὸν Θεόν σου περὶ τῶν καταλελειμμένων τούτων. Τοὺς προὔχοντας ἐν ἱερωσύνῃ καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐκ νόμου κατεστεμμένους ὁμοῦ τοῖς ἄλλοις, | |
40 | οὐκ ἂν ἐσθήμασιν ὄντας ἱεροῖς, καὶ τοῖς τῇ λειτουρ‐ γίᾳ πρεπωδεστέροις· ἐν σάκκοις δὲ μᾶλλον, ἤτοι πενθικοῖς περιβλήμασι κατημφιεσμένους ἰέναι προστέταχε πρὸς τὸν μακάριον προφήτην Ἡσαΐαν, ἀπαγγεῖλαί τε ὅτι θλίψεως αὐτοῖς ἐπιπέπτωκεν | |
45 | ἡμέρα καὶ ὀνειδισμοῦ. Μονονουχὶ γὰρ, φησὶ, κατονει‐ δίζει Θεὸς τοὺς τὴν ἁγίαν οἰκοῦντας πόλιν, ὡς τῆς κατὰ νόμον ἐπιεικείας ἠμεληκότας· ἐλέγχει δὲ πε‐ πλημμεληκότας, ἐπάγει τε οὕτω τὰ ἐξ ὀργῆς. Ἥκειν τε εἰς τοῦτο ὑπὸ τὰ πράγματα αὐτοῖς διαβεβαιοῦντο | |
70.765(50) | σαφῶς ὡς ἐοικέναι τὸν Ἰσραὴλ γυναικὶ μὲν τικτούσῃ, γενομένῃ δὲ λοιπὸν ἐν ἐσχάτοις διὰ τὸ μὴ δύνασθαι τεκεῖν. Βούλεται δὲ καὶ διὰ τῆς τοῦ προφήτου μεσι‐ τείας ἐπακοῦσαι τῶν λόγων Ῥαψάκου τὸν τῶν ὅλων | |
Θεὸν, οὓς ἀκήκοε δι’ ἑαυτοῦ. Λανθάνει γὰρ αὐτὸν | 765 | |
70.768 | τῶν ὄντων οὐδὲν, ὡς δὲ ἤδη πολλῶν ἐν ἑτέραις πόλε‐ σιν ἀνῃρημένων, ἐμπεπρησμένων τε οἴκων. Δεήθητι, φησὶ, περὶ τῶν καταλελειμμένων τούτων. Εὐσεβὴς ἄγαν ὁ Ἐζεχίας, συλλήπτορα παρακαλῶν γενέσθαι | |
5 | τὸν παρὰ τῷ Θεῷ τίμιον δηλονότι τὸν προφήτην. Ἐπ‐ ωφελὲς οὖν ἄρα τὸ προσπίπτειν Θεῷ προεστηκότων ἁγίων. Κατανεύει γὰρ δι’ αὐτοὺς, καὶ ἐποικτείρει πολλάκις, καὶ τῶν ῥᾳθυμεῖν εἰωθότων τὸ δά‐ κρυον. Καὶ εἶπεν αὐτοῖς Ἡσαΐας· Οὕτως ἐρεῖτε πρὸς | |
10 | τὸν κύριον ὑμῶν· Τάδε λέγει Κύριος· Μὴ φοβη‐ θῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων. Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγε‐ λίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ, καὶ | |
15 | πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ. Παραθαρσύνει Θεὸς, καὶ οὐκ εἰς μακρὰν, ἀλλ’ εὐθὺ καὶ παραχρῆμα τὸν ἐπ’ αὐτῷ πεποιθότα, καὶ ὀνησιφόρον αὐτῷ δέδειχε τὴν ἐλπίδα, καὶ οὐκ ἄμισθον τὸ δραμεῖν εἰς οἶκον Κυρίου, καὶ ὁμοῦ ταῖς λιταῖς τὸ | |
20 | ἐκ πόνου καθεῖναι δάκρυον. Ἐκμειλίσσεται οὕτως φιλάνθρωπος ὢν ὁ τῶν ὅλων Δεσπότης. Ἐπειδὴ δὲ ὁ Ῥαψάκης ἀποκείρων τῶν ἐξ Ἰσραὴλ τοῦ σωθῆναι τὴν ἐλπίδα, κἂν εἰ ἕλοιτο διασώζειν αὐτοὺς ὁ πάντα ἰσχύων Θεὸς, ἀνοσίως ἔφασκε· Μὴ ἀπατάτω ὑμᾶς | |
25 | Ἐζεχίας, ὅτι ῥύσεται ὁ Θεὸς Ἱερουσαλὴμ ἐκ χειρός μου. Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν τούτων ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου; Ταύτῃ τοι καὶ μάλα εἰκότως ἀπαλλάττει δειμάτων, καὶ ψυχροῖς, καὶ γραώδεσι λόγοις, καὶ βαρβαρικαῖς ἀθυροστομίαις | |
30 | ἐπιστυγνάζειν οὐκ ἐᾷ, μᾶλλον δὲ ἀναῤῥώννυσιν εἰς πολύευκτον ἐλπίδα, καὶ οὐχ ἑκόντα λέγων τὸν ἀλα‐ ζόνα τύραννον ἀνακομισθήσεσθαι εἰς τὴν ἑαυτοῦ πο‐ νηροῦ καταπτοοῦντος πνεύματος, καὶ εἰς δειλίας αὐ‐ τὸν τὰς ὑπέρ γε τῆς ἑαυτοῦ βασιλείας οὐ φορητῶς | |
35 | συνελαύνοντος, πεσεῖσθαι δὲ καὶ μαχαίρᾳ, κινδυνεύ‐ σαντα μὲν οὐδαμῶς ἐν ἀλλοδαπῇ, οὔτε μὲν ἐπαυχή‐ σαντα ταῖς κατὰ τῶν πολεμίων σφαγαῖς, καὶ τῆς κατ’ ἐχθρῶν εὐανδρίας, λαμπρὰ πλουτοῦντα γέρα· ἀλλ’ ἐν τῇ γῇ αὐτοῦ ποιεῖσθαι τὰς διατριβὰς, πέπτωκεν | |
40 | ἐκεῖ ἐν τῇ γῇ αὐτοῦ παρ’ ἐλπίδα τοῦτο, καὶ ἀδοκήτως συμβεβηκός. Ἔνθα γὰρ οἴεσθαι δειμάτων ἀπηλλαγμέ‐ νον ποιεῖσθαι τὰς διατριβὰς πέπτωκεν ἐκεῖ, καὶ παρ’ ὧν ἦν εἰκὸς σώζεσθαι· κινδυνεύοντα. Τίνες δὲ οὗτοι διὰ τῶν ἐφεξῆς εἰσόμεθα. Καὶ ἀπέστρεψε Ῥαψάκης, καὶ κατέλαβε πο‐ λιορκοῦντα τὸν βασιλέα Λαμνά· καὶ ἤκουσε βα‐ | |
45 | σιλεὺς Ἀσσυρίων ὅτι ἐξῆλθε Θαραθὰ βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπ‐ έστρεψε, καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεχίαν, λέγων· Οὕτως ἐρεῖτε Ἐζεχίᾳ βασιλεῖ τῆς Ἰου‐ δαίας· Μή σε ἀπατάτω ὁ Θεός σου ἐφ’ ᾧ πέποι‐ | |
70.768(50) | θας ἐπ’ αὐτῷ, λέγων· Οὐ μὴ παραδοθῇ Ἱερουσα‐ λὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. Ἢ οὐκ ἤκου‐ σας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων, πᾶσαν τὴν γῆν ἀπώλεσαν; μὴ ἐῤῥύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς οἱ πατέρες μου ἀπώλεσαν, τήν τε | |
55 | Γάζαν καὶ Χαῤῥὰν, καὶ Ῥαφεῖς, αἵ εἰσιν ἐν χώρᾳ Θαιμάν, Ποῦ εἰσιν οἱ βασιλεῖς Αἰμὰθ, καὶ Ἀρ‐ | |
φὰθ, καὶ πόλεως Ἐμφαρουεὶμ Ἀνὰ καὶ Αὐά; | 767 | |
70.769 | Κατειλημμένης τάχα που τῆς Λάχης, καὶ ὑπὸ χεῖρα γεγενημένης τὴν βαρβαρικὴν, ἐπολιορκεῖτο μετ’ ἐκείνην ἡ Λαμνὰ, ἐκεῖ Ῥαψάκης κατειληφέναι λέγεται τὸν Ἀσσύριον· ὁ δ’ ἐτεθορύβητο λίαν. Κατ‐ | |
5 | εστράτευσε γὰρ αὐτοῦ Θαραθὰ Αἰθιόπων βασιλεύς. Εἶτα δεδιὼς μὴ καταληφθείσης αὐτῷ τῆς χώρας ἔξω γένοιτο θώκων τῶν περιφανεστάτων, ἀφίησι μὲν τὴν Ἰουδαίαν, σπεύδει δὲ μᾶλλον εἰς τὴν ἑαυτοῦ· πλὴν οὐ καθυφῆκε τῆς ἐνούσης ὠμότητος αὐτῷ. Πρὸς | |
10 | ἀκράτους δὲ ὥσπερ ὀργὰς ἀνακεκαυμένος, διά τοι τάχα που τὸ μὴ θελῆσαι τοὺς ἐξ Ἰσραὴλ, ἤτοι τοὺς τὴν ἁγίαν οἰκοῦντας πόλιν τοῖς τοῦ Ῥαψάκου λόγοις ἀναπεπεισμένους αὐτομολῆσαι παρ’ αὐτὸν, ἀθυρο‐ στομεῖ δὴ πάλιν κατὰ τῆς τοῦ Θεοῦ δόξης ὁ δείλαιος· | |
15 | καί τισι τῶν οἰκείων ἐντέλλεται δρομαίως ἰέναι πρὸς Ἐζεχίαν ἀπαγγεῖλαί τέ οἱ τὰ παρ’ αὐτοῦ. Ταῦτα δὲ ἦσαν δυσφημίαι κατὰ Θεοῦ λέγοντος σαφῶς· ἐπειδὴ τῶν ἑτέρων χωρῶν ἤτοι ἐθνῶν οἱ θεοὶ τοῖς προσκυ‐ νοῦσιν αὐτοὺς συνδιολώλασι, μηδ’ ἂν αὐτὸν ἰσχύσαι | |
20 | τὸν τῶν Ἑβραίων Θεὸν ἐξελέσθαι τε αὐτοὺς, καὶ τῆς Ἀσσυρίων ἐξαρπάσαι χειρός. Εἶτα πόλεις ἀπαριθμεῖ‐ ται πεπορθημένας, ἃς καὶ ἦν εἰκὸς δύνασθαι πολλὰ, ἐξ ὧν ἕτεροι πεπόνθασι. Διὰ τούτων αὐτῶν κατα‐ πτοῶν, ὡς τεθνηξομένους, καὶ τοὺς ἐπ’ αὐτῷ πεποι‐ | |
25 | θότας τῷ πάντων κρατοῦντι Θεῷ. Καὶ ἔλαβεν Ἐζεχίας τὸ βιβλίον παρὰ τῶν ἀγ‐ γέλων, καὶ ἤνοιξεν αὐτὸ ἔναντι Κυρίου· καὶ προσηύξατο Ἐζεχίας πρὸς Κύριον λέγων· Κύριε Σαβαὼθ ὁ Θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν Χε‐ | |
30 | ρουβὶμ, σὺ μόνος Θεὸς εἶ πάσης βασιλείας τῆς οἰκουμένης. Σὺ ἐποίησας τὸν οὐρανὸν, καὶ τὴν γῆν. Εἰσάκουσον, Κύριε, εἰσβλέψον, Κύριε, καὶ ἴδε τοὺς λόγους, οὓς ἀπέστειλε Σεναχηρεὶμ, ὀνειδίζειν Θεὸν ζῶντα. | |
35 | Ἐκ πολλῆς ἄγαν τῆς εἰς Θεὸν εὐσεβείας ἁπλοῖ τὸ βιβλίον, οὐχ ὡς ἀγνοοῦντι Θεῷ τῆς τοῦ Σεναχηρεὶμ ἀλαζονείας τὸ μέγεθος, κατακεκραγὼς δὲ μᾶλλον τῆς βαρβαρικῆς ἀπονοίας, καὶ οἱονεὶ μάρτυρα τῆς ἐκείνου θρασυστομίας ποιούμενος αὐτὸν τὸν τῶν ὅλων κατ‐ | |
40 | εξουσιάζοντα Θεόν. Ἄθρει δὲ ὅπως τοῖς τοῦ Σεναχη‐ ρεὶμ ἀναφέρεται λόγοις, ἀνατείνων τὴν ἱκετηρίαν. Ὁ μὲν γὰρ τό γε ἧκον ἐπ’ αὐτῷ τὴν τοῦ Θεοῦ δόξαν κατακερτομῶν· Μή σε ἀπατάτω, φησὶν, ὁ Θεός σου, ἐφ’ ᾧ σὺ πέποιθας ἐπ’ αὐτῷ λέγων· Οὐ μὴ παραδοθῇ | |
45 | Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. Ὁ δὲ τῆς ἐξουσίας ὁμολογεῖ τὸ μέγεθος, Κύριον Σαβαὼθ ὀνομάζων αὐτὸν, καὶ Θεὸν Ἰσραὴλ, καὶ ἐπὶ πᾶσαν τὴν κτίσιν τὴν ἄνω τε καὶ λογικήν. Σὺ γὰρ εἶ, φησὶν, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ. Προσομολογεῖ δὲ ὅτι | |
70.769(50) | κἂν εἰ λέγοιντό τινες ἐπὶ γῆς βασιλεῖς· ἀλλ’ οὖν ὁ φύσει τε καὶ ἀληθῶς βασιλεὺς, καὶ πάντα ὑπὸ πόδας ἔχων, αὐτὸς ἂν εἴη καὶ μόνος ὁ γῆς τε καὶ οὐρανοῦ δημιουργὸς, καὶ ὑποστήσας νεύματι τὰ οὐκ ὄντα ποτέ. Εἰσακοῦσαι δὲ παρακαλεῖ καὶ εἰσβλέψαι, τοῦτ’ ἔστι, | |
55 | μὴ παραβλέψαι, καὶ παρελθεῖν, τὰς οὕτω πικρὰς δυσφημίας· ἀλλ’ ἐν δίκῃ κολάσαι τὸν ἀλιτήριον. Ὠνείδισε γὰρ Θεὸν ζῶντα, φησὶ, τοῦτ’ ἔστι, κατ’ οὐ‐ δὲν ἐοικότα τοῖς τῶν ἐθνῶν, οἷς ἐκεῖνος παρεικάζων | |
αὐτὸν ἀνοσίως κατεθρασύνετο. | 769 | |
70.772 | Ἐπ’ ἀληθείας γὰρ ἠρήμωσαν βασιλεῖς Ἀσσυ‐ ρίων τὴν οἰκουμένην ὅλην, καὶ τὴν χώραν αὐτῶν, καὶ ἀνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ. Οὐ γὰρ θεοὶ ἦσαν, ἀλλ’ ἔργα χειρῶν ἀνθρώπων, | |
5 | ξύλα, καὶ λίθος, καὶ ἀπώλεσαν αὐτούς. Σὺ δὲ, Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρῶν αὐ‐ τῶν, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ ὁ Θεὸς μόνος. Ἀκήκοα, φησὶ, τοῦ βαρβάρου λέγοντος· Μὴ ἐῤῥύ‐ | |
10 | σαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου; Κἂν εἰ τοῦτο λέγοι τις, ἐπαινῶ καὶ πείθομαι. Κεκρατήκασι γὰρ ἁπάσης τῆς γῆς, καὶ τὰς πόλεις ἐνέπρησαν, οὐδὲν ἀπόνασθαι δυναμένης τῶν ψευδωνύμων θεῶν· σεσώκασι γὰρ οὐδένα. Πῶς | |
15 | γὰρ, ἢ πόθεν, ξύλου τε καὶ λίθου πεποιημένα καὶ τέχνης ἔργα λιθουργικῆς, καὶ τεκτόνων ὄντες φιλοτε‐ χνήματα· Ταύτῃ τοι καὶ τοῖς ἰδίος προσκυνηταῖς ὁμοῦ διολώλασιν. Ἀλλὰ σὺ, σῶσον ἡμᾶς, ὦ Δέσποτα. Τεκμήριον γὰρ, καὶ τοῦτο, καὶ ἀναπείθει πᾶσαν τὴν | |
20 | ὑπ’ οὐρανὸν, εἴς γε τὸ χρῆναι διακεῖσθαι, καὶ ἀρα‐ ρότως ὅτι σὺ μόνος εἶ Θεός. Ὥσπερ γὰρ τὸ ἁλῶναι τὰς ἐθνῶν χώρας κατεμαρτύρησε τῶν ψευδωνύμων θεῶν, τὸ μηδὲν εἶναι παντελῶς· οὕτω, καὶ τὸ διαφυ‐ γεῖν τῆς ἐκείνου χειρὸς ἔξω γενέσθαι τὴν Ἱερουσαλὴμ | |
25 | τὴν ὑπὸ σοί τε καὶ σὴν μονονουχὶ καὶ διαμαρτύρεται, καὶ σαφῆ ποιήσεται τοῖς ἁπανταχοῦ τὴν ἀνάῤῥησιν τῆς σῆς εὐσθενείας, καὶ ἀκηράτου δόξης, καὶ ὅτι μόνος εἶ αὐτὸς ὁ Θεὸς ἔν τε οὐρανῷ, καὶ ἐπὶ γῆς Καὶ ἀπεστάλη Ἡσαΐας υἱὸς Ἀμὼς πρὸς Ἐζε‐ | |
30 | χίαν, καὶ εἶπεν αὐτῷ· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἤκουσα ἃ προσηύξω πρός με περὶ Σε‐ ναχηρεὶμ βασιλέως Ἀσσυρίων. Οὐ μακρὰν ὁ σώζων, ἀλλ’ ἐγγὺς καὶ οἱονεὶ κατὰ πόδας τῆς προσευχῆς τῶν αἰτηθέντων τὸ πέρας. Ἀπο‐ | |
35 | στέλλεται μὲν γὰρ ὁ προφήτης· σεσιγηκὼς δὲ τέως τὰ ἐπὶ τῷ βαρβάρῳ, καὶ τὴν ἐπ’ αὐτῷ τοῦ Θεοῦ ψῆ‐ φον οὐκ ἀπαγγείλας· Τάδε λέγει Κύριος, φησὶν, ὁ Θεὸς Ἰσραήλ. Ἐπιῤῥώννυσι τὸν πεπιστευκότα, καὶ οὐχ ἕνα τινὰ τῶν ψευδωνύμων θεῶν ἀποφαίνει τὸν | |
40 | ἀποστείλαντα, εὐθαρσῆ δὲ μᾶλλον ἀποτελῶν Κύριον ὀνομάζει, καὶ Θεὸν Ἰσραήλ. Ἐπαινεῖ δὲ ὥσπερ καὶ ἀποδέχεται λέγων· Ἤκουσα ἃ προσηύξω πρός με περὶ Σεναχηρεὶμ βασιλέως Ἀσσυρίων. Μονονουχὶ γὰρ, φησὶν, ἀποδέχομαι τὸν ζῆλον, οἶδα τὴν φιλοθεΐαν, | |
45 | ἀφόρητον ἐποιήσω τὴν κατ’ ἐμοῦ δυσφημίαν· προσ‐ ῆλθε δεδακρυμένος, καὶ οἷον ἀλγήσας ὑπὲρ ἐμοῦ, καὶ σὴν ἐποιήσω λύπην τοὺς εἰς ἐμὲ γεγονότας ὀνειδι‐ σμούς. Ἀξιεπαινετώτατος τοίνυν τῶν ἁγίων ὁ ζῆλος, καὶ τῆς τοῦ Θεοῦ δόξης δυσφημουμένης, ὅταν ἀλγή‐ | |
70.772(50) | σωσιν αὐτοὶ, Θεὸς κατευφραίνεται. Οὗτος ὁ λόγος ὃν ἐλάλησε περὶ αὐτοῦ ὁ Θεός· Ἐφαύλισέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγά‐ τηρ Σιών· ἐπὶ σοὶ κεφαλὴν ἐκίνησε θυγάτηρ Ἱερουσαλήμ. Τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ | |
55 | πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; Καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν Ἅγιον τοῦ Ἰσραὴλ, ὅτι δι’ ἀγγέλων ὠνείδισας Κύριον. | |
Ἐμφανῆ λοιπὸν τὴν ἐπὶ τῷ βαρβάρῳ καθίστησι | 771 | |
70.773 | ψῆφον· καί φησιν ὅτι μυκτηρισμὸν ἐπ’ αὐτῷ ποιή‐ σεται, καὶ καταδονήσει τὴν κεφαλὴν παρθένος θυ‐ γάτηρ Σιὼν ἤτοι ἡ Ἱερουσαλήμ. Φαμὲν δὲ ὅτι παρ‐ θένον, καὶ θυγατέρα τὴν Σιὼν ἤτοι τὴν Ἱερουσαλὴμ | |
5 | ὀνομάζει· καὶ παρθένον μὲν ὡς ἀμόλυντον, καὶ τὸν τῆς βδελυρᾶς εἰδωλολατρίας οὐκ ἔχουσαν μῶμον· θυγατέρα δὲ, ὅτι τὴν παρὰ πατρὸς ὀφειλομένην διά‐ θεσιν τοῖς ἐξ αὐτοῦ τέκνοις ὑπονενέμηκεν αὐτῇ. Ἐφαύλισε δὲ τὸν Ἀσσύριον, ἤτοι κεφαλὴν ἐπ’ αὐτῷ | |
10 | κεκίνηκέ τινα τρόπον· ἐπεμειδίασε γὰρ ἡττωμένῳ, καὶ οἷον ᾠδὴν καὶ μέλος ἐναρμόνιον τὰς αὐτοῦ πε‐ ποίηται συμφοράς. Εἶτα πρὸς αὐτόν φησι· Τίνα ὠνείδισας, καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; Ἆρα γὰρ ἕνα τῶν ψευδωνύμων θεῶν | |
15 | ταῖς οὕτω θερμαῖς ἐλύπεις φωναῖς; Καίτοι πῶς οὐκ ἔδει, φησὶ, τὸν τῆς διανοίας ὀφθαλμὸν εἰς ὕψος ἐπ‐ ᾶραι, ἐννοῆσαί τε ἄρα, τίς δὴ καὶ πόσος ἐστὶν ὁ Θεὸς τοῦ Ἰσραήλ; Ἔδει καὶ ἐπ’ αὐτῆς τῆς τῶν κτισμά‐ των θέας, τῆς τοῦ δημιουργοῦ δυνάμεως τὸ μέγεθος, | |
20 | ἀναλόγως ἰδεῖν. Ἔδει τῆς δόξης καταθρῆσαι τὸ ὕψος, καὶ μηδὲν ἐπ’ αὐτῷ λογίσασθαι τῶν χθαμαλωτέρων. Ἀλλ’ οὐδενὸς τῶν τοιούτων διαμνημονεύσας, φησὶν, ὠνείδισας τὸν Κύριον. Σὺ γὰρ εἶπας· Τῷ πλήθει τῶν ἁρμάτων ἀνέβην | |
25 | εἰς ὕψος ὀρέων, καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ, καὶ τὸ κάλλος αὐτῆς, καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ, καὶ ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα, καὶ πᾶσαν συναγωγὴν ὕδατος. | |
30 | Τῆς Περσικῆς ἀλαζονείας ἐξηγεῖται τὸν ὄγκον, καὶ τὸ ἀσύνετον φύσημα, καὶ τῆς μεγαληγορίας τὸ μέγεθος. Λιβάνῳ γὰρ παρεικάζει, καθὰ καὶ φθά‐ σαντες ἔφημεν, τήν τε τῶν Ἰουδαίων χώραν, καὶ αὐτὴν τάχα που τῶν Σαμαρειτῶν, ἣν κατῳκήκασιν | |
35 | αἱ δέκα φυλαί. Ὁ μὲν γὰρ Λίβανος ὄρος ἐστὶν ἐν Φοινίκῃ κέδροις τῶν ξύλων ὑψοῦ δὴ λίαν ἠρμένοις εὐθαλὲς καὶ κατάκομον. Νοεῖται δέ πως τοιαύτη τῶν Ἰουδαίων ἡ χώρα, ὑψηλὴ μὲν, ὅτι Θεὸς ἦν ὁ ἐπαμύ‐ νων αὐτῇ, δασεῖά γε μὴν, ὅτι ἀριθμοῦ κρείττονας | |
40 | ὁρᾶσθαι τοὺς ἐν αὐτῇ. Ἀλλ’ εἷλον μὲν τὴν Σαμάρειαν οἱ Ἀσσύριοι τύραννοι, συγκατεδῄωσε δὲ αὐτῇ, καὶ τῆς Ἰουδαίας οὐκ εὐαριθμήτους πόλεις. Σὺ τοίνυν, φησὶν, ὦ Ἀσσύριε, γαῦρον ἔχων τὸ φρόνημα, καὶ τῶν γεγονότων τὴν ἔκβασιν ταῖς αὐτοῦ δυνάμεσιν | |
45 | ἀνατιθεὶς, εἶπος ὅτι Τῷ πλήθει τῶν ἁρμάτων ἀνέβην εἰς ὕψος ὀρέων, καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, τοῦτ’ ἔστιν, ἐπ’ αὐτὴν τὴν βασιλείαν τὴν παρά γε τοῖς ἐξ Ἰσραήλ. Ἔκοψα τὸ ὕψος τοῦ κέδρου αὐτοῦ. Αὐτοῦ τίνος; Τοῦ Λιβάνου, δηλονότι τῆς Ἰουδαίας. Ὕψος | |
70.773(50) | δὲ κέδρου τὴν παρ’ αὐτοῖς βασιλείαν φησὶ, καὶ εἰσ‐ ῆλθεν εἰς ὕψος μέρους τοῦ δρυμοῦ. Ὡς γὰρ ἔφην, τῇ τῶν Σαμαρειτῶν συνδιολώλασι πολλαὶ τῆς Ἰου‐ δαίας πόλεις. Ἔφης δὲ ὅτι Ἔθηκα γέφυραν, καὶ ἠρή‐ μωσα ὕδατα, καὶ πᾶσαν συναγωγὴν ὕδατος. Πέρσαι | |
55 | γὰρ καὶ Ἀσσύριοι ταῖς ἑαυτῶν δυνάμεσι τὸ πάντα δύνασθαι κατορθοῦν ἀπονέμοντες, ἐν τῷ καταθεῖν τῶν χωρῶν, τοὺς μὲν τῶν ποταμῶν ἐγεφύρουν, ἔφερον δὲ πλειστάκις ὡς ὄντες τοσοῦτοι τὸν ἀριθμὸν, | |
ὡς δαπανᾷν δύνασθαι πηγὰς, καὶ ὑδάτων συναγω‐ | 773 | |
70.776 | γὰς, καὶ μηδὲ αὐτοὺς ἔσθ’ ὄτε ποταμοὺς ἀρκέσαι δε‐ διψηκόσιν ὁμοῦ καὶ ἀνδράσι καὶ ἵπποις. Οἱ δέ γε τῶν Ἑλλήνων λογάδες, ὅσοι τῶν Περσικῶν ἐν ἰδίαις συγ‐ γραφαῖς ἔθεντο μνήμην, φασὶν αὐτοὺς καὶ αὐτὸν | |
5 | γεφυρῶσαι τὸν Ἑλλήσποντον· κἂν εἰ ποταμὸς, φασὶν, εὕρηται διὰ μέσου περιόντων αὐτῶν ἢ χώραν, ἢ πόλιν, προσέταττεν ὁ τύραννος λέγων· Δαπανάσθω πινόμενος. Διαμέμνηται τοίνυν ὁ τῶν ὅλων Θεὸς τῆς Περσῶν ἀλαζονείας, καὶ φιλοκομπεῖν εἰωθότας ἐλέγ‐ | |
10 | χει. Εἶτα μετὰ τοῦτο δείκνυσιν ὅτι μὴ μᾶλλον αὐτοὶ δεδύνηνται κατορθοῦν, ἐφ’ οἷς πεφρονήκασι τὰ οὕτως ὑπέρογκα· ψῆφος δὲ μᾶλλον ἡ παρ’ αὐτοῦ κατὰ τῶν πλημμελούντων ἐνηνεγμένη τὴν τοῦ δύνασθαι δόξαν ἐνεποίησεν αὐτοῖς. Οὐ ταῦτα ἤκουσας πάλαι ἃ ἐγὼ ἐποίησα; Ἐξ | |
15 | ἀρχαίων ἡμερῶν συνέταξα, νῦν δὲ ἐπέταξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς, καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς. Ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράν‐ θησαν, καὶ ἐγένοντο ὡς ἄνθος ξηρὸν ἐπὶ δωμά‐ των, καὶ ὡς ἄγρωστις. | |
20 | Ταυτὶ μὲν οὖν ἅπαντα, φησὶν, ἅπερ αὐτὸς οἴει κατωρθωκέναι, ταῖς ἑαυτοῦ δυνάμεσιν ἀνατιθεὶς, οὐκ ἐρυθριᾷς; Ἀλλ’, ὦ ματαίαν ἔχων ἐπ’ οὐδενὶ τὴν ὀφρὺν, οὐ ταῦτα ἤκουσας πάλαι, ἃ ἐγὼ ἐποίησα; Εἰ γὰρ δὴ βούλοιο, φησὶ, τοὺς τῶν ἐμῶν προφητῶν | |
25 | πολυπραγμονῆσαι λόγους, ἔφην ἤδη φθάσας ὅτι ταῦτα γενήσεται. Ἐγὼ γὰρ ἐξ ἀρχαίων ἡμερῶν συν‐ έταξα, τοῦτ’ ἔστιν, ὥρισα καὶ κατένευσα· ἀπέδειξα δὲ νῦν καιροῦ καλοῦντος εἰς πέρας τὰ προηγγελμένα, ὥστε ἐξερημῶσαι ἔθνη ἐν πόλεσιν ὀχυραῖς, τοῦτ’ | |
30 | ἔστιν, οὐκ ἀσθενῆ, καὶ εὐάλωτα. Ἐγὼ τὰς χεῖρας ἀνῆκα, καὶ ἐξηράνθησαν. Ὁ γὰρ πάλαι ταῖς ἀνεξι‐ κακίαις ἔτι συνέχων αὐτὰ πρὸς τὸ εἶναι, καὶ συν‐ εστάναι τὴν ἐπαμύνουσαν ἀπέστησα χεῖρα, καὶ ἐν ἴσῳ πόας κατεξηράνθησαν, καὶ χόρτου δίκην κατ‐ | |
35 | εμαράνθησαν, καὶ οἷά τις ἄγρωστις ξηρὰ πυρὶ δέ‐ δοται τροφή. Τοῦτό τοι καὶ ἑτέρωθί φησι πρὸς αὐ‐ τόν· ἐπειδὴ γὰρ τὰ ὁρισθέντα γενέσθαι παρὰ Θεοῦ διαπεράνας ὁ δυσσεβὴς, ἐφ’ ἑαυτῷ πεφρόνηκε μέγα, πάλιν ἤκουε Θεοῦ λέγοντος· «Μὴ δοξασθήσεται | |
40 | ἀξίνη, ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; Ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;» Ὥσπερ γὰρ τὰ τοιάδε τῶν ὀργάνων, οὐχ ἑαυτὰ κινεῖ πρὸς ἔργα τυ‐ χὸν, περιμένει δὲ μᾶλλον τὴν τοῦ σαλεύοντος χεῖρα· οὕτω καὶ σὺ, φησὶ, γέγονας ὄργανον τῆς θείας ὀρ‐ | |
45 | γῆς, οὐ μὴν αὐτὸς εἰργάσω ταῖς δυνάμεσι ταῖς σαῖς, ἀλλ’ ἦσθα μᾶλλον οἷον ἀξίνη, καὶ πρίων τοῖς τοῦ κι‐ νοῦντος θελήμασιν ὑπηρετεῖν τεταγμένος. Νῦν δὲ τὴν ἀνάπαυσίν σου, καὶ τὴν ἔξοδόν σου ἐγὼ ἐπίσταμαι· ὁ δὲ θυμός σου ὃν ἐθυμώ‐ | |
70.776(50) | θης, καὶ ἡ πικρία σου ἀνέβη πρός με. Καταλαζονεύῃ μὲν οὖν, φησὶ, τῶν θείων κριμάτων γεγονὼς ὑπουργὸς, οἴει δὲ ἴσως κατὰ σαυτὸν, καὶ μόνος κατευμεγεθῆσαι τοσούτων ἐθνῶν καὶ χωρῶν, ὡς κατεμπρῆσαί τε καὶ ἑλεῖν αὐτάς. Ἀλλ’ ἐγὼ τὴν | |
55 | σὴν ἀνάπαυσιν, καὶ τὴν ἔξοδον, καὶ τὴν εἴσοδον ἐπί‐ σταμαι. Ἀνάπαυσιν δὲ καθάπερ ἐγᾦμαι τὸν θάνατον | |
ὀνομάζει, ἔξοδόν τε καὶ εἴσοδον, τὴν εἰς πᾶν ὁτιοῦν | 775 | |
70.777 | τῶν πρακτέων ὁδόν. Λανθάνει γὰρ ὅλως οὐδὲν τὸν πάντα εἰδότα νοῦν. Προστιθεὶς δὲ, ὅτι Ὁ θυμός σου, ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνέβη πρός με, μο‐ νονουχί φησι, Οὐ δίχα ποινῆς δεδυσφημηκὼς ἔσῃ. | |
5 | Παρόψομαι γὰρ οὐδαμῶς τῶν σῶν ἀνοσίων ἐνθυμημά‐ των τὸ κακόηθες καὶ πικρὸν, ἀλλ’ οἷον εἰς λύπην ἠρεθισμένος τοῖς σοῖς ἐπιθήσω θυμοῖς τὴν αὐτοῖς πρέπουσαν δίκην. Καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου, καὶ χα‐ | |
10 | λινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἤρχου ἐν αὐτῇ. Ἐπειδήπερ ὁ Ἀσσύριος κτηνοπρεπεστάτην ἔχων τὴν ἀλογίαν κατεκερτόμει Θεὸν, καὶ οἷον ἀνασκιρ‐ τήσας εἰς ἀχάλινον ἀγριότητα τῆς τοῦ Θεοῦ δόξης | |
15 | παλιμφήμους ἠφίει φωνὰς, ταύτῃτοι καὶ μάλα εἰ‐ κότως ὡς ἐπὶ κτήνους φησὶν, ὅτι Φιμὸν ἐμβαλῶ εἰς τὴν ῥῖνά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, μονον‐ ουχὶ ταῖς τῶν πληγῶν ἐπαγωγαῖς ἀνασειράζων αὐ‐ τὸν, καὶ τῷ μεγέθει τῶν συμφορῶν οἷά τινι χαλινῷ | |
20 | τῶν οὕτως ἐκτόπων ἀνακόπτων ἐγχειρημάτων. Ὑπονοστήσειν γε μὴν καὶ πρὸς τὴν ἑαυτοῦ τὸν Ἀσσύριόν φησιν. Ὑπέστρεψε γὰρ ἀκούσας ὅτι Θα‐ ραθὰ βασιλεὺς Αἰθιόπων ἐξῆλθε κατ’ αὐτοῦ. Καίτοι, Τί δή ποτε, φαίη τις ἂν, πεσούσης αὐτῷ τῆς στρατιᾶς | |
25 | ἁπάσης, οὐ σέσωσται μόνον αὐτὸς, ἀλλὰ γὰρ καὶ ὑπενόστησεν εἰς τὴν ἑαυτοῦ; Ἔδει γὰρ, ἔδει γυμνὸν γεγονότα τῆς ὑπὸ χεῖρα πληθύος, οἰκονομικῶς τὴν τοῦ δαπανῶντος ἀγγέλου χεῖρα φυγεῖν αὐτὸν, ἵν’ ὀλοφύρηται τὴν ἑαυτοῦ συμφορὰν καὶ εἰς τίνα δε‐ | |
30 | δυσφήμηκε γνῷ, καὶ τοῖς ἄλλοις ἅπασιν ἀπαγγείλῃ τὸ παράδοξον. Τοῦτο δέ σοι τὸ σημεῖον. Φάγε τοῦτον τὸν ἐνιαυτὸν, ἃ ἔσπαρκας, τῷ δὲ ἐνιαυτῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε, | |
35 | καὶ φυτεύσατε ἀμπελῶνας, καὶ φάγεσθε τὸν καρ‐ πόν. Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἐν τῇ Ἰου‐ δαίᾳ εἰς διάφευξιν· φυήσουσι ῥίζαν κάτω, καὶ ποιήσουσι σπέρμα ἄνω. Ὅτι ἐξ Ἱερουσαλὴμ ἔσονται οἱ καταλελειμμένοι, καὶ οἱ σωζόμενοι ἐξ ὄρους Σιών. Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει | |
40 | ταῦτα. Ἀποστραφήσεσθαι λέγων τὸν Ἀσσύριον εἰς τὴν ἑαυτοῦ, καὶ τῆς Ἰουδαίων ἀποφοιτήσειν χώρας, ὁρίζει τὸν χρόνον καθ’ ὃν ἔσται τοῦτο, καί φησι· Φάγε τοῦ‐ τον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, καὶ τὰ τούτοις ἐφεξῆς. | |
45 | Οὔπω γε μὴν ἅπασιν ἐναργὲς πότερόν ποτε τῷ Σενα‐ χηρεὶμ δέδοται τὸ σημεῖον, ἤγουν Ἐζεχίᾳ καὶ τοῖς ἀμφ’ αὐτόν. Πλὴν ἐροῦμεν τῶν γεγραμμένων τὸν νοῦν. Εἶτα τοῦτον ἐφαρμοστέον ἐκείνοις, ἢ τούτοις. Εἰ μὲν Ἐζεχίᾳ δεδόσθαι φαμὲν τὸ σημεῖον, συνίεμεν | |
70.777(50) | οὕτω· Ἐπεπολιόρκητο μὲν Ἱερουσαλὴμ, πλείστης δὲ ὅσης τῆς Ἀσσυρίων στρατιᾶς κατεμπρῆσαί τε καὶ ἑλεῖν ἐπιχειρούσης αὐτὴν, πλείστη τις ὅση τῶν ἐδω‐ δίμων συγκομιδὴ, καρποί τε ἐναποκείμενοι, καὶ τὰ δι’ ὧν ἂν γένηται διαζῇν δύνασθαι τοὺς ἐν Ἱερουσα‐ | |
55 | λὴμ σωζομένους. Σὺ τοιγαροῦν ὁ Ἐζεχία, φησὶ, καὶ ἅπας ὁ μετὰ σοῦ λεὼς, φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας· τῷ δὲ δευτέρῳ τὸ κατάλειμμα. Τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε, καὶ φυτεύσατε ἀμπε‐ | |
λῶνας. Δυσὶ γὰρ ἔτεσιν ὅλοις ἐνιζήσας τῇ Σαμαρει‐ | 777 | |
70.780 | τῶν, καὶ καταδῃώσας ὅλην ὁ Ἀσσύριος. Τρίτου μόλις ἐνστάντος ᾤχετο φυγὰς, ἀπολωλότων μάλιστα τῶν μετὰ Ῥαψάκου κύκλῳ τῆς Ἱερουσαλὴμ, καὶ πολιορ‐ κούντων αὐτήν. Οὐκοῦν ἐν τρίτῳ, φησὶν, ἔτει λοιπὸν | |
5 | ἀνείσθω, καὶ γηπόνοις τὸ ἀρκοῦν καὶ τοῖς ἀμπέλων μελεδωνοῖς τὸ, εἴπερ ἕλοιντο φυτεύειν αὐτάς· εἰ‐ ρήνης δηλονότι βραβευούσης αὐτὴν καὶ τὴν ἀσφά‐ λειαν. Ὅτι δὲ ἐν βεβαίῳ κείσονται τῆς εὐθυμίας οἱ ἐκ τοῦ πολέμου σεσωσμένοι καὶ περιλελειμμένοι, | |
10 | καταμηνύει λέγων, ὡς ἐπὶ φυτῶν, ὅτι καὶ ῥίζαν κα‐ τατενοῦσι κάτω, καὶ ἄνω σπέρμα βαλοῦσι. Καὶ τὸ μὲν ὅτι κατοικήσουσιν ἀσφαλῶς, καὶ ἐρηρεισμένως, καὶ παντὸς ἔξω δείματος, δίδωσι νοεῖν τὸ ῥίζαν ἔχειν εἰς βάθος. Ὅτι δὲ καὶ εἰς πέρας αὐτοῖς ἐκτα‐ | |
15 | θήσεται, τῆς εὐημερίας τὸ χρῆμα, νοεῖν ἐφίησι τὸ ἄνω σπέρμα ποιεῖν. Προσεπάγει δὲ, ὅτι ὁ ζῆλος Κυ‐ ρίου Σαβαὼθ ποιήσει ταῦτα. Ἐπειδὴ γὰρ δεδυσφή‐ μηκεν ὁ Ἀσσύριος, καὶ τοῖς ψευδωνύμοις αὐτὸν παρ‐ εικάζων θεοῖς τετόλμηκεν εἰπεῖν, Οὐ μὴ ῥύσεται ὁ | |
20 | Θεὸς Ἱερουσαλὴμ ἐκ χειρός μου; Ταῦτα πάντα γε‐ νήσεται, φησὶ, κεκινημένου εἰς ζῆλον τοῦ πάντα ἰσχύοντος. Εἰ δὲ δὴ φέρει κατὰ τοῦ Σεναχηρεὶμ τὸ, «Φάγε τοῦτον τὸν ἐνιαυτὸν, ἃ ἔσπαρκας, τῷ δὲ δευ‐ τέρῳ τὸ κατάλειμμα,» φαμὲν ὅτι οἱ καταστρατεύειν | |
25 | εἰωθότες, ἢ χωρῶν, ἢ πόλεων, βραδυνούσης ἐσθ’ ὅτε τῆς πολιορκίας καὶ τῆς μάχης αὐτοῖς εἰς χρόνους ἐκ‐ τεινομένης, ἅπτονται καὶ γηπονίας, ἵν’ ἔχοιεν τροφάς. Καὶ κατὰ τοῦτον αὐτὸν ἁρμόσει τὸν τρόπον, τὸ καὶ ἐπ’ αὐτοῦ νοεῖσθαι τὸ εἰρημένον. Διὰ τοῦτο οὕτως λέγει Κύριος ἐπὶ βασιλέα Ἀσ‐ | |
30 | συρίων· Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδ’ οὐ μὴ βάλῃ ἐπ’ αὐτὴν βέλος, οὐδ’ οὐ μὴ βάλῃ ἐπ’ αὐτὴν θυρεὸν, οὐδ’ οὐ μὴ κυκλώσῃ ἐπ’ αὐτὴν χάρακα· ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται. | |
35 | Ἀνακεφαλαιοῦται τρόπον τινὰ τῶν εἰρημένων τὸν νοῦν, καὶ τὴν τοῦ πράγματος εἰς πέρας διεκδρομὴν, ὡς ἐν ὀλίγοις ἐπιτεμὼν, καθίστησιν ἐναργῆ. Οὐ γὰρ ἅψεται πολέμου, φησὶν, ἀλλὰ πρὸ μάχης πρὶν ὅπλα σαλεῦσαι, πρὶν ἐκτεῖναι καὶ ἐπαφεῖναι βέλος, πρὶν | |
40 | ἀνατιθέναι θυρεὸν, πρὶν ἐπ’ αὐτὴν κυκλῶσαι χάρακα, τὴν αὐτὴν ὁδὸν ὑπονοστήσει, καὶ οἴκοι δραμεῖται, φησίν. Ἰστέον δὲ ὅτι χάρακά φησιν ἐν τούτοις τὴν ἐν ταῖς τάφροις καταπηγνυμένην τῶν ξύλων πληθὺν, εἰς ὀξὺ κατηκονημένων, ἵνα δὴ σώζοιτο τῶν πεσόντων | |
45 | μηδείς. Τάδε λέγει Κύριος· Ὑπερασπιῶ ὑπὲρ τῆς πό‐ λεως ταύτης τοῦ σῶσαι αὐτὴν δι’ ἐμὲ, καὶ διὰ Δαβὶδ τὸν δοῦλόν μου. Ἀποκείρει τὴν ὀφρὺν τῶν ἐν ἐλέει Θεοῦ σεσω‐ | |
70.780(50) | σμένων, καὶ ὑπέρογκα φρονεῖν οὐκ ἐᾷ τοὺς τὴν ἁγίαν οἰκοῦντας πόλιν. Ἦν γὰρ δὴ καὶ μάλα εἰκὸς, οἴε‐ σθαί τε καὶ λέγειν αὐτοὺς, ὅτι τετίμηνται παρὰ Θεοῦ διὰ τὸ ἐπιεικὲς τοῦ τρόπου, καὶ τῆς ἐνούσης αὐτοῖς δικαιοσύνης τὴν νοητὴν εὐκοσμίαν. Οὐκοῦν διασώζει | |
55 | μὲν ὡς Θεὸς, ὠφελεῖ δὲ σεσωσμένους, τοῖς τῆς ἀλα‐ ζονείας κύμασιν οὐκ ἐφιεὶς ἐναλίσκεσθαι. Ὑπερ‐ ασπιεῖν γὰρ ἔφη τῆς πόλεως, δηλονότι τῆς ἁγίας, οὐ διά γε τοὺς ἐνοικοῦντάς ποθεν, ἀλλ’ οὐδετέρῳ τινὶ | |
τῶν κατ’ ἐκεῖνο καιροῦ ζώντων ἔτι τὸ χρῆμα δω‐ | 779 | |
70.781 | ρούμενος, ἀλλὰ δι’ ἑαυτὸν, καὶ Δαβὶδ, ὃν καὶ παῖδα ἴδιον ὀνομάζει, καὶ δι’ ἑαυτὸν μὲν, ὅτι χρηστός τέ ἐστι καὶ φιλοικτίρμων, καὶ χρῆν δή που τοῖς τὴν θείαν αὐτοῦ κατακερτομοῦσι δόξαν τὴν αὐτοῖς ὅτι μάλιστα | |
5 | πρέπουσαν δίκην ἐπενεγκεῖν. Διὰ Δαβὶδ πάλιν, ὅτι ταῖς τῶν ἁγίων μνήμαις χαρίζεται πολλάκις τὸ ἀμνη‐ σίκακον, ἐφ’ οἷς ἔσθ’ ὅτε πλημμελοῖεν οἱ ἐξ αὐ‐ τῶν. Καὶ ἐξῆλθεν ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐκ | |
10 | τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἐκατὸν καὶ ὀγ‐ δοήκοντα καὶ πέντε χιλιάδας· καὶ ἀναστάντες τὸ πρωῒ, εὗρον πάντα τὰ σώματα νεκρά. Καὶ ἀπο‐ στραφεὶς ἀπῆλθε Σεναχηρεὶμ βασιλεὺς Ἀσσυ‐ ρίων, καὶ ᾤκησεν ἐν Νινευῆ· καὶ ἐν τῷ αὐτὸν | |
15 | προσκυνεῖν ἐν τῷ οἴκῳ Ἀσαρὰκ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαρασὰρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις· αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν, καὶ ἐβασίλευσεν Ἀχορδὰν υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ. | |
20 | Προσεπήνεκται χρησίμως τοῖς ἐπηγγελμένοις τῶν προσδοκηθέντων τὸ πέρας, ἵνα μὴ φαίνοιτο ψευδοεπὴς ὁ τῶν ὅλων Θεός. Δεδαπάνηται γὰρ ἡ τῶν Ἀσσυρίων πληθὺς, οὐ ταῖς Ἰουδαίων ἁλοῦσα χερσὶν, οὐ τόξον αὐτοῖς ἐπανατείναντός τινος, οὐ δόρυ πρὸς μάχην ᾑρη‐ | |
25 | κότος, ἢ ξίφος ἀπογυμνώσαντος, οὐχ ἵππων κραταιῶν, ἀρξαμένου τὴν μάχην ἀγγέλου γε μὴν ἀῤῥήτῳ δυνάμει καταστορέσαντος, καὶ πληθὺν ἀποφαίνοντος νεκρῶν τὴν ἀριθμοῦ κρείττονα. Καταπλήττεται τοίνυν τῷ θαύματι καίτοι θρασὺς ὢν ἄγαν ὁ στρατηγὸς, ἤγουν | |
30 | ὁ Σεναχηρεὶμ, οἴκαδέ τε ἀνεκομίσθη μόλις, καὶ γυμνὸς εἰσάπαν ἧς ἐπεσύρετο στρατιᾶς ὑπονοστήσας, ἐλεεινῶς κατῴκησε, φησὶν, ἐν Νινευί. Εἶ τὸ λεῖπον [ἴς. εἶτα λοιπὸν] ταῖς παρὰ τοῦ Θεοῦ γενομέναις ὑποσχέσεσιν εἰς πέρας ἐνήνεκται. Πέπτωκε γὰρ ἐν τῷ οἴκῳ αὐτοῦ | |
35 | πάτραρχόν τινα προσκυνῶν, ἕνα δηλονότι τῶν κατὰ σάρκα πατέρων ἢ πάππων αὐτοῦ. Τοῖς γὰρ ἅπαξ πεπλανημένοις ἔθος, οὐχὶ δὴ μόνοις τοῖς ἀκαθάρτοις πνεύμασιν, ἀλλὰ γὰρ καὶ ὅσοις ἂν ἕλοιντο νεκροῖς τὸ χρῆμα προσνέμειν. Ἐκπεπτωκότες γὰρ ἅπαξ τῆς | |
40 | εὐθείας ὁδοῦ πρὸς ὁτιοῦν τῶν δοκούντων αὐτοῖς ἀβα‐ σάνιστον ποιοῦνται τὴν ἀποδρομήν. Υἱοὺς δὲ εἶναί φησι τοὺς ἀπεκτονότας αὐτόν· ψήφου γὰρ θείας ἐπ‐ ενηνεγμένης τισὶ, κατακινδυνεύσειαν πάντη τε καὶ πάντως οἱ τοῦτο παθόντες, καὶ ὡς τοῖς ἄγαν ἐχθροῖς | |
45 | περιτεύξονται τοῖς ἰδίοις. Οὐ τὴν ἐξ αἵματος οἰκειότητα τῆς ἀσφαλείας ἐνέχυρον ἔχοντες, οὐ διάθεσιν καὶ σπουδὴν τὴν ὀφειλομένην πατράσιν ἐκ τέκνων, ἀλλὰ δι’ ὧν ἦν εἰκὸς σώζεσθαι κινδυνεύοντας, διὰ τούτων αὐτῶν τοῖς τῆς ἀπωλείας ἐνιεμένους βάθροις. Καὶ | |
70.781(50) | ταυτὶ μὲν τό γε ἧκον εἰς τὸ τῆς ἱστορίας ἐξωφανὲς οὐκ ἀκόμψως εἰρῆσθαι δοκῶ. Δεῖν δὲ οἶμαι καί τι τῶν ἐσωτάτω θεωρημάτων εἰπεῖν εἰς παράκλησιν τοῖς πνευματικοῖς. Ἡ μὲν γὰρ ἁγία πόλις, τοῦτ’ ἔστιν, ἡ Σιὼν, ἤγουν Ἱερουσαλὴμ, τύπος ἂν εἴη τῆς Ἐκκλη‐ | |
55 | σίας Χριστοῦ, τῆς ἀληθεστέρας Σιών· ταύτην ἔσθ’ ὅτε, μᾶλλον δὲ ὡς ἐπίπαν οἱ τῆς ἀληθείας πολιορκοῦσιν ἐχθροὶ, τοῦτ’ ἔστιν, οἱ τῶν ἀνοσίων αἱρέσεων εὑρε‐ ταί· καὶ πολιορκοῦσιν οὐ μόνοι, καταμισθούμενοι δὲ | |
τρόπον τινὰ καὶ τὰς ἐν κόσμῳ δυναστείας, ἐμπνέον‐ | 781 | |
70.784 | τος πρὸς τοῦτο τοῦ νοητοῦ Σεναχηρεὶμ, δῆλον δὲ ὅτι τοῦ Σατανᾶ, καὶ οἷον ἐπαφιέντος τοὺς ὑπὸ χεῖρα καὶ τοὺς ὑπηρετεῖν εἰωθότας τὰς δυστροπίας αὐτοῦ, οἴ, ἐπειδὰν ἥκωσι τοῖς τῆς ἀληθείας προεστηκόσι διαμα‐ | |
5 | χόμενοι, τῆς τοῦ Θεοῦ δόξης καταφλυαροῦντες, πολλὰ τεύξονται μὲν τὸ σύμπαν λόγου οὐδενός. Σιωπήσουσι γὰρ οἱ πολιορκούμενοι, καὶ διὰ ποίαν αἰτίαν, ὁ μακά‐ ριος Παῦλος διδάξει λέγων· «Μὴ λογομαχεῖν ἐπ’ οὐ‐ δενὶ χρησίμῳ·» καὶ πάλιν, «Αἱρετικὸν ἄνθρωπον μετὰ | |
10 | μίαν, καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος.» Τοῖς γὰρ ἅπαξ ὁλοτρόπως ἀπονενευκόσι πρὸς ἀπάτην καὶ φενακισμὸν, καὶ κε‐ κρατημένοις τῷ ψεύδει περιττός που τάχα καὶ τῶν ὠφελεῖν εἰωθότων ὁ λόγος. Γέγραπται γάρ· Εἰς ὦτα | |
15 | ἀκουόντων λάλει. Ὅταν τοίνυν οἱ τῆς ἀληθείας ἐχθροὶ ἢ τιμὰς καὶ ἀναπαύσεις ἐπαγγέλλονται, καθάπερ Ῥαψάκης ὁ ἀλητήριος, ἤγουν ἀπειλοῦσι κινδύνους καὶ μάχας, Θεῷ προσέρχεσθαι χρὴ καὶ τῆς ἄνωθεν ἐπικουρίας μεταποιεῖσθαι μόνης. Ἀρκέσει γὰρ ἡ | |
20 | ἄνω τε καὶ παναλκὴς δεξιὰ, καὶ πρός γε τὸ σῶσαι τοὺς ὀρθοποδεῖν εἰωθότας, καὶ πρὸς ὄλεθρον τῶν ἀνθεστη‐ κότων. Ἀποσοβήσει γὰρ αὐτοὺς ἀποῤῥήτοις τισὶν εὐσθενείαις χρώμενος, καὶ ἀπαλλάξει πολέμου τὴν Σιὼν τὴν ἁγίαν οὕτως καὶ ἄμωμον, τοῦτ’ ἔστι, τὴν Ἐκκλησίαν. Πύλαι γὰρ ᾅδου οὐ κατισχύσουσιν | |
25 | αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, ἐμαλακίσθη Ἐζεχίας ἕως θανάτου. Καὶ ἦλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτόν· Τάδε λέγει Κύριος· Τάξαι περὶ τοῦ οἴκου | |
30 | σου, ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ. Καὶ ἀπ‐ έστρεψεν Ἐζεχίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον, καὶ προσηύξατο πρὸς Κύριον, λέγων· Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ | |
35 | ἐνώπιόν σου ἐποίησα. Καὶ ἔκλαυσεν Ἐζεχίας κλαυθμῷ μεγάλῳ. Γέγονε μὲν Ἐζεχίας τῶν ὅτι μάλιστα διαφανεστά‐ των εἰς φιλοθεΐαν, καὶ διαβόητον ἐσχηκότων ἐπὶ τού‐ τῳ τὴν δόξαν. Κατέσπασε γὰρ βωμοὺς, τεμένη καθ‐ | |
40 | εῖλεν, ἐνέπρησε δὴ τὰ ἐν σηκοῖς, ἐξέκοψεν ἄλση, καὶ θυσίαις ταῖς κατὰ νόμον θεραπεύων Θεὸν οὐ κατ‐ έληξέ ποτε. Κεκράτηκε δὲ τῶν προσοίκων τῇ Ἰου‐ δαίᾳ βαρβάρων, ὡς καὶ ὑπὸ δασμοὺς καὶ τέλη ποιῆ‐ σαι πολλούς. Ἀνεδείματο δὲ καὶ πόλεις, καὶ ἁπαξ‐ | |
45 | απλῶς εὐκλείαις ἐπίμεστος ταῖς ἀνωτάτω γεγονὼς, εἰκότως ἐθαυμάζετο. Ἀλλ’, ὡς Ἑβραίων παῖδές φασι, παρεκομίσθη βραχὺ τοῦ πρέποντος, καὶ πεφρό‐ νηκεν ἐφ’ ἑαυτῷ μεγάλα, καὶ τοῖς τῆς ἀλαζονείας περιπέπτωκε βρόχοις. Ταύτης ἕνεκα τῆς αἰτίας τὴν | |
70.784(50) | ἐξ ἀγάπης αὐτῷ ῥάβδον ἐπανέτεινε Θεός· «Ὃν γὰρ ἀγαπᾷ, φησὶ, Κύριος παιδεύει, μαστιγοῖ δὲ υἱὸν ὃν παραδέχεται.» Πλήττει γὰρ ὡς φιλόπαις πατὴρ, μεθ‐ ιστὰς εἰς τὰ βελτίω, καὶ τῶν αἰσχιόνων ἀποφέρων τοὺς ἐναλόντας αὐτοῖς. Ὥσπερ γὰρ οἱ τῶν ἰατρῶν ὅτι | |
55 | μάλιστα δριμεῖς καὶ εὐτεχνέστατοι τὰ σεσηπότα τῶν σωμάτων ἢ πυρὶ κατατήκουσιν, ἢ σιδήρῳ τέμνου‐ | |
σιν, οὐκ ἀπεχθείᾳ τῇ πρὸς τὸν κάμνοντα τοῦτο δρᾶν | 783 | |
70.785 | εἰωθότες, φειδοῖ δὲ μᾶλλον τῇ περὶ αὐτὸν ἡττώμενοι· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον ὁ τῶν ὅλων Θεὸς τῶν ἐν ἡμῖν νοσημάτων ἀποκείρει τὰ βλάβη συμμέτροις ἀγανακτήσεσιν, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶ‐ | |
5 | μεν, κατὰ τὸ γεγραμμένον. Ἀῤῥωστίᾳ τοίνυν περι‐ πέπτωκεν ὁ βασιλεὺς Ἐζεχίας, καὶ δὴ εἰς λῆξιν τοῦ παντὸς ἥκοντι κακοῦ· κεκινδύνευκε γὰρ ἐσχάτως διὰ τῆς τοῦ προφήτου φωνῆς· ὅτι τεθνήξεται, λέγει, καὶ ὅτι προσήκει διατυποῦν αὐτὸν τὸν οἶκον αὐτοῦ. Τοῦτο | |
10 | δὲ ἦν οὐκ ἠγνοηκότος μὲν ὅτι ζήσεται, καὶ τὸ τῆς ἀῤῥωστίας διαφεύξεται δεινὸν ἐλέῳ τῷ παρ’ αὐτοῦ, καλοῦντος δὲ καὶ παραθήγοντος εἰς προσευχήν· ἵνα αἰτήσας κομίσηται παρ’ αὐτοῦ τὸν ἔλεον. Κατοικτεί‐ ρει γὰρ τοὺς ἀγαπωμένους, καὶ τοῖς γνησίοις χαρίζε‐ | |
15 | ται τῶν ποθουμένων τὴν εὕρεσιν καὶ τοὺς τῶν ἱκε‐ τιῶν προσίεται λόγους. Ὃ δὴ καὶ πέπρακται. Προσ‐ ηύξατο γὰρ Ἐζεχίας, λέγων· Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα. Καλὴ | |
20 | τῶν δικαίων ἡ παῤῥησία· μονονουχὶ γὰρ τῶν πε‐ ποιημένων ἀντέκτισιν καὶ τοὺς τῆς γνησιότητος αἰ‐ τοῦσι καρπούς. Ἐπιγάννυται δὲ τοῖς ἐννόμως βεβιω‐ κόσιν ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς τὸν ἐξαίρετον διασώ‐ ζουσι βίον κατανεύει ῥᾳδίως, ὅταν ἴδῃ δεδακρυμένους, | |
25 | καὶ πόνον τῇ προσευχῇ συμπλέκοντας. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἡσαΐαν λέ‐ γων· Πορεύθητι καὶ εἰπὲ Ἐζεχίᾳ· Τάδε λέγει ὁ Θεὸς Δαβὶδ τοῦ πατρός σου· Ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου· | |
30 | ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δεκά‐ πεντε, καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε, καὶ ὑπὲρ τῆς πόλεως ταύτης ὑπερασπιῶ. Τοῦτο δέ σοι τὸ σημεῖον παρὰ Κυρίου, ὅτι ὁ Θεὸς ποιήσει τὸ ῥῆμα τοῦτο, ὃ ἐλάλησεν. Ἰδοὺ στρέφω | |
35 | τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμούς. Καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς οὓς κατέβη ἡ σκιά. Οὐ μακρὸς μεταξὺ γέγονε χρόνος, ἀλλ’ εὐθὺς κα‐ τανεύει Θεὸς, καὶ δέχεται τοῦ δικαίου τὰς λιτάς. Ὡς | |
40 | γὰρ ἐν ταῖς Βασιλείαις γέγραπται, πρὶν τὸν μακά‐ ριον προφήτην ἔξω γενέσθαι τῆς τοῦ βασιλέως αὐλῆς, γέγονε πρὸς αὐτὸν ὁ τοῦ Θεοῦ λόγος. Ὑπονοστήσας δὴ οὖν παραχρῆμα, τοὺς παρ’ αὐτοῦ λόγους καθίστη‐ σιν ἐναργεῖς. Ἀκηκοέναι γὰρ ἔφη τῆς φωνῆς αὐτοῦ, | |
45 | τοῦτ’ ἔστι, προσδέξασθαι τὴν εὐχὴν, καὶ ἐποπτεῦσαι τὸ δάκρυον· νέμει τε αὐτῷ παραχρῆμα τὸ διαπηδῆσαι δύνασθαι τοῦ θανάτου τὸ δεῖμα, καὶ τῆς προστεθείσης ζωῆς κατασημαίνει τὸ μέτρον, ἵνα πρὸς τὸ τέλος ἀφορῶν, καὶ ὅτι πάντη τε καὶ πάντως τεθνήξεται | |
70.785(50) | διακείμενος, ἀπαράδεκτον εἰς νοῦν τὸ τῆς ὑπεροψίας ποιοῖτο νόσημα. Ὑπισχνεῖται δὲ ὅτι, καθάπερ ἐπήγ‐ γελται φθάσας, κρείττονα τῆς Ἀσσυρίων χειρὸς ἀποφαίνει μὲν αὐτὸν, ὑπερασπιεῖ δὲ τῆς Ἱερουσαλήμ. Ἔδρα τε ταῦτα, πάντα τρόπον δυσθυμίας ἐκ μέσου | |
55 | τιθεὶς, καὶ πολὺ λίαν ἀλγήσαντα τοῖς ἐξ ἡμερότητος ἀγαθοῖς ἀνακτώμενος. Ὁ γὰρ πλήξας μοτώσει ὑμᾶς. | |
Χρηστὸς γάρ ἐστι καὶ φιλοικτίρμων ὁ τῶν ὅλων Θεός. | 785 | |
70.788 | Ἐμπεδοῖ δὲ πρὸς πίστιν, ὅτι πρὸς πέρας ἐκβήσεται τὰ ἐπηγγελμένα σημείῳ τῷ κατὰ τὸν ἥλιον, κατὰ τὴν γενομένην τότε ἐπιστροφὴν τῆς σκιᾶς ἐν τοῖς δέκα ἀναβαθμοῖς. Φασὶ δὲ ὅτι Ἄχαζ ὁ Ἐζεχίου πα‐ | |
5 | τὴρ ὡς ἐκ μηχανῆς τινος καὶ τέχνης ἐν τῷ ἰδίῳ οἴκῳ ἀναβαθμούς τινας γενέσθαι παρεσκεύασεν, οἷον ὡρο‐ λογοῦντας, καὶ τὸν ἡλίου δρόμον ἐκμετρεῖν εἰωθότας τῇ καταδρομῇ τῆς ἐπ’ αὐτοῖς γενομένης σκιᾶς. Ὅτι τοίνυν ἔμελλεν ὁ Ἐζεχίας ὑπονοστήσειν εἰς ζωὴν, | |
10 | φανερὸν ἐποίει Θεὸς ἀνόπιν ἰούσης τῆς ἡλίου σκιᾶς, καὶ ἐκτεινομένης ἡμέρας εἰς ὡρῶν ἀσύνηθες μέτρον. Δυσήνυτον δὲ παντελῶς οὐδὲν τῷ τῶν ὅλων Δεσπότῃ, ἀλλ’ ὅπερ ἂν ἕλοιτο, κατορθοῖ κατανεύσας μόνον. | |
14t | ΠΡΟΣΕΥΧΗ ΕΖΕΧΙΟΥ ΒΑΣΙΛΕΩΣ ΤΗΣ | |
15t | ΙΟΥΔΑΙΑΣ, | |
16t | Ἡνίκα ἐμαλακίσθη, καὶ ἀνέστη ἐκ τῆς μαλακίας | |
16u | αὐτοῦ. | |
17 | Ἐγὼ εἶπα ἐν τῷ ὕψει τῶν ἡμερῶν μου, Πορεύ‐ σομαι ἐν πύλαις ᾅδου· καταλείψω τὰ ἔτη τὰ ἐπί‐ λοιπα. Εἶπα· Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ | |
20 | Θεοῦ ἐπὶ τῆς γῆς, οὐκέτι οὐ μὴ ἴδω ἄνθρωπον ἐκ τῆς συγγενείας μου. Κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου· ἐξῆλθε καὶ ἀπῆλθεν ἀπ’ ἐμοῦ, ὥσπερ ὁ καταλύων σκηνὴν πήξας, τὸ πνεῦμά μου παρ’ ἐμοὶ ἐγένετο, ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτε‐ | |
25 | μεῖν. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην, ἕως πρωῒ ὡς λέοντι, οὕτως τὰ ὀστᾶ μου συνέτριψεν· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην αὐτῷ. Ἀναγκαῖον ἐκεῖνο καὶ πρό γε τῶν ἄλλων εἰπεῖν· οἱ μὲν γὰρ Ἑβδομήκοντα τεθείκασιν, ἐν τούτοις τὸ | |
30 | «ἐν τῷ ὕψει τῶν ἡμερῶν μου,» ὡς γε μὴν ἕτεροι τῶν ἑρμηνευτῶν τὸ «ἐν ἡμίσει τῶν ἡμερῶν» ἐκδεδώκασιν. Οἶμαι δὲ ἔγωγε, καὶ σφόδρα ἐμφρόνως τὰς τῶν Ἑβδομήκοντα τεθεῖσθαι φωνάς. Πεπολιόρκητο μὲν γὰρ ἡ ἁγία πόλις, Ῥαψάκου καὶ τῶν σὺν αὐτῷ κύκλῳ | |
35 | περιστησάντων τὴν τῶν Ἀσσυρίων ἀριθμοῦ κρείτ‐ τονα πληθύν. Ἀλλ’ ἐπηγγέλλετο Θεὸς διὰ τῆς Ἡσαΐου φωνῆς, ὅτι ποιήσει παράδοξα, καὶ διασώσει τοὺς κινδυνεύοντας, καὶ ἀποστήσει τῆς Ἰουδαίας τὸν τύ‐ ραννον, καὶ ὅτι τεθνήξεται τὰ οἴκοι καταλαβών. Τού‐ | |
40 | των δὴ οὖν ἁπάντων εἰς πέρας ἐκβεβηκότων, καθ’ ὃν ἔφη καιρὸν ὁ τῶν ὅλων Θεὸς, ἔμελλε τῆς Ἐζεχίου βα‐ σιλείας αἴρεσθαι εἰς ὕψος τὰ αὐχήματα. Ἐγὼ τοίνυν εἶπον ἐν ἐμαυτῷ, φησὶν, ὅτι ἐν καιρῷ τῆς εὐκλείας, ἤγουν ἐν αὐτῷ τῷ ὑψοῦσθαι τὰς ἡμέρας μου, ἔσομαι | |
45 | μὲν ἐν πύλαις ᾅδου, καταλείψω δὲ τὰ ἔτη τὰ ἐπί‐ λοιπα. Εἶτα τούτοις προσεπάγει τὰ δι’ ὧν τοῖς ἐσχά‐ τοις δείμασι συμβαίνει προσομιλεῖν τοὺς ἀῤῥωστείᾳ κατειλημμένους, καὶ οὐ μακρὰν ὁρῶντας τὸν θάνατον. Ταῦτα δέ ἐστιν τὸ, Οὐκέτι οὐ μὴ ἴδω σωτηρίαν τὴν | |
70.788(50) | παρὰ Θεοῦ, οὔτε μὴν ἴδω ἄνθρωπον ἐκ τῆς συγγε‐ νείας τῆς ἐμῆς· ἀφῆκα τὸ λοιπὸν τῆς ζωῆς μου, ἀπῆλθεν ἀπ’ ἐμοῦ· γέγονα δὲ ὥσπερ λυομένη σκηνὴ, καὶ ὡς ἱστὸς γυναικὸς ἐρίθου, τοῦτ’ ἔστιν, ἐργαζο‐ μένης, ἤγουν ὑφαινούσης, καὶ λοιπὸν ἐγγιζούσης ἐκ‐ | |
55 | τεμεῖν. Εἶτά φησιν, ὅτι Ἐν ὅλῃ νυκτὶ καὶ ἡμέρᾳ καθά‐ περ τινὶ λέοντι παρεδόθη τὰ ὀστᾶ μου συντρίβοντι. | |
Καὶ τίς ὁ λέων; Ἢ τῆς ἀῤῥωστείας τὸ ἄχθος, καὶ | 787 | |
70.789 | μονονουχὶ καταβρυχόμενος ὡς ἐν εἴδει θηρίου ὁ θά‐ νατος, καὶ τὴν ἔφοδον ἀπειλῶν, ἤγουν τὸ ἐκ τοῦ τε‐ θνάναι προσδοκᾷν ἀνειμένον δεῖμα. Συντρίβει γὰρ φόβος τε ὁμοῦ καὶ δυσθυμία ψυχὴν, καὶ πᾶσαν αὐτῆς συνθρίπτει δύναμιν. | |
5 | Ὡς χελιδὼν, οὕτως φωνήσω, καὶ ὡς περιστερὰ, οὕτως μελετήσω. Ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς Κύ‐ ριον, ὃς ἐξείλετό με, καὶ ἀφείλετό μου τὴν ὀδύ‐ νην τῆς ψυχῆς. Κύριε, καὶ περὶ αὐτῆς ἀνηγγέλη | |
10 | σοι, καὶ ἐξήγειράς μου τὴν πνοὴν, καὶ παρακλη‐ θεὶς ἔζησα. Εἴλου γάρ μου τὴν ψυχὴν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέῤῥιψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου. Τὰς χαριστηρίους ἀνατείνων ᾠδὰς, τὰ τῶν στρου‐ | |
15 | θίων εὐστομεῖν εἰωθότα μιμεῖσθαι κατεπαγγέλλεται, καὶ ἀκαταλήκτους ποιεῖσθαι τὰς ὑμνῳδίας. Φησὶ δὲ ὅτι τοὺς τῆς διανοίας ὀφθαλμοὺς ἀνατείνας πρὸς Θεὸν, σέσωσται, καὶ διαπέφευγε καὶ τῆς ψυχῆς τὴν ὀδύνην, καὶ αὐτὸν δὲ τὸν θάνατον. Ἐξήγειρας γὰρ, | |
20 | φησὶ, τὴν ζωὴν, ἔζησά τε καὶ περιεποιήσω τὴν ἐμὴν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέῤῥιψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου. Τοῦτο δὲ οὐκ ἔστι νοσοῦντος τὴν ἀλαζονείαν, ἀλλ’ ἐπεγνωκότος ἤδη τὴν ἑαυτοῦ φύσιν, καὶ εἰδότος ἀκριβῶς ὅτι πολλαῖς ἔνοχοι πάντες ἐσμὲν | |
25 | ἁμαρτίαις, κἂν εἰ μὴ βούλοιτο σώζειν ἐλέῳ Θεὸς, οὐδεὶς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, ἀλλ’ οὐδ’ ἂν παῤῥησιάσηται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας. Οὐκοῦν ἐν ταῖς εὐπαθείαις, αἵπερ ἂν ἡμῖν γένοιντο παρὰ Θεοῦ, δοξολογείσθω πρὸς ἡμῶν ὡς ἀμνημονή‐ | |
30 | σας τῶν ἐφ’ οἷς ἦν εἰκὸς ὁσίως κολάζεσθαι. Σοφοὶ γὰρ, φησὶν, οἱ ἑαυτῶν ἐπιγνώμονες Οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀπο‐ θανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου. Οἱ ζῶντες εὐλογή‐ | |
35 | σουσί σε, ὃν τρόπον κἀγώ. Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἂ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας μου, καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. | |
40 | Τὴν ἴσην ἃν ἔχοι τοῖς προκειμένοις διάνοιαν τὰ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς εἰρημένα· «Τίς ἡ ὠφέ‐ λεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβαίνειν με εἰς δια‐ φθοράν; Μὴ ἐξομολογήσεταί σοι χοῦς, ἢ ἀναγγελεῖ τὰ θαυμάσιά σου;» Οἱ γὰρ ἅπαξ τεθνεῶτες, καὶ ταῖς | |
45 | ᾅδου πύλαις γεγονότες κάτοχοι, ἀποπεπαύσονται τάχα που καὶ τοῦ δοξολογεῖν. Προσεπιθεῖεν δ’ ἂν οἷς εἰργάσαντο παντελῶς οὐδὲν, μενοῦσι δὲ μᾶλλον ἐν οἷς κατελείφθησαν, καὶ τὸν τῆς καθόλου κρίσεως ἐκδέ‐ ξονται καιρόν. Οὐκοῦν οἱ ζῶντες, φησὶν, καὶ τοῦτο | |
70.789(50) | δρᾷν ὅτι τὸ ἀγαθὸν ἔχοντες ἐξουσίαν, ἐπειδὰν εὐπά‐ θειεν, εὐλογήσουσί σε ὃν τρόπον κἀγώ. Ὑπισχνεῖται δὲ παιδία ποιεῖν, ἃ ἀναγγελοῦσι τὴν τοῦ Θεοῦ δικαιο‐ σύνην. Καὶ οἱ μέν φασιν ὅτι χοροστασίαν ἀπαγγέλ‐ | |
λεται, καὶ ψαλτῳδοὺς τοὺς ἔν γε τῷ θείῳ ναῷ κατα‐ | 789 | |
70.792 | στήσει τοὺς εὐφωνοτάτους. Ἕτεροι δὲ καὶ τοῖς ἀποῤ‐ ῥητοτέροις ἔτι τὸν νοῦν ἐνιέντες λέγουσιν, ὅτιπερ ὑψηλὰ φρονήσας ὁ Ἐζεχίας ᾠήθη τάχα που καὶ ἀτε‐ λεύτητον ἔχειν τὴν βασιλείαν καὶ αὐτὴν ἀκατάληκτον | |
5 | ζωήν· διατεθεὶς ὅτι τὰ ἐπὶ Χριστῷ γεγραμμένα, ὡς ἐφ’ υἱῷ τοῦ Δαβὶδ, εἰς ἑαυτὸν εἴρηταί τε καὶ βλέπει. Ὅθεν φασὶ, καίτοι τεσσαρεσκαιδέκατον ἔτος ἐν τῷ βασιλεύειν ἔχων, οὐχ ὁρᾶται πεφροντικὼς τοῦ χρῆναι παιδοποιεῖν· μεμαθηκὼς τοιγαροῦν τὸ τῆς ἑαυτοῦ | |
10 | ζωῆς πέρας, τῶν διαδεξομένων αὐτὸν ποιεῖται φρον‐ τίδα, καὶ ὅτι παιδία φησὶ, καὶ προστίθησιν ὅτι Ἀναγ‐ γελοῦσι τὴν τοῦ Κυρίου δικαιοσύνην, καὶ τῆς μὲν ἀληθείας διημάρτηκεν ὁ λόγος αὐτῷ. Γέγονε γὰρ ὁ Μανασσῆς δυσσεβής τε καὶ ἀλητήριος, πλὴν τό γε | |
15 | ἧκον εἰς τὴν τοῦ φύσαντος γνώμην, ἦν καὶ αὐτὸς εὐ‐ σεβὴς καὶ τῆς τοῦ Θεοῦ δόξης ἀπαγγελεύς. Καὶ εἶπεν Ἡσαΐας πρὸς Ἐζεχίαν· Λάβε παλά‐ θην ἐκ σύκων, καὶ τρίψον, καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ. Καὶ εἶπεν Ἐζεχίας· Τοῦτο δὴ τὸ | |
20 | σημεῖον, ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ Θεοῦ. Ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν γέγραπται, ὅτι πρόφασις τῆς ἀῤῥωστίας τῷ Ἐζεχίᾳ γέγονεν ἕλκος πονηρὸν καὶ δυσμεταχείριστον, ὡς καὶ αὐτὰς ἀπει‐ πεῖν τὰς τῶν ἰατρῶν εὐτεχνίας. Ἐπειδὴ δὲ ἅπαξ | |
25 | κατένευσε Θεὸς τῷ δικαίῳ τὴν ζωὴν, καὶ τὸ ἀπο‐ τρίψασθαι τὴν νόσον προστέταχε, δι’ ὧν ἦν εἰκὸς, μᾶλλον δὲ καὶ ἀναμφιβόλως ἔχον, ὅτι πρὸς ἐπίδοσιν ἀλγημάτων κατανεύσει τὸ τραῦμα, διὰ τούτων ἀπ‐ αλλάττεσθαι. Παραδοξοποιὸς γὰρ ἀεὶ τοῦ πάντα | |
30 | ἰσχύοντος ἡ χείρ· καὶ διὰ τῶν ἀδοκήτων ἔρχεται τῆς ἐπικουρίας ὁ τρόπος· δῆλον δὲ ὅτι τῆς παρ’ αὐτοῦ. Τρίψον τοίνυν, φησὶν, ἐκ σύκων παλάθην, κατάπλα‐ σαι, καὶ ὑγιὴς ἔσῃ. Καὶ ἦν ἐντεῦθεν, ὡς ἔφην, ἀδικηθήσεσθαι προσδοκᾷν, ἤγουν ἀπόνασθαί τι τὸ | |
35 | τραῦμα. Ἐπειδὴ δὲ ὁ Θεὸς προστάττων ἦν, εἰς ση‐ μείου δύναμιν τὸ χρῆμα ποιεῖται πανσύνετος ὢν Ἐζεχίας, καί φησιν, ὅτι Εἰ καὶ διὰ σύκων παλάθης ὑγιασθήσομαι, σημεῖον ἔσται τοῦτό μοι βέβαιόν τε καὶ ἀληθὲς ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ Θεοῦ, | |
40 | θύσων τε αὐτῷ δηλονότι, καὶ προσευξόμενος κατα‐ ληγούσης τῆς ἀῤῥωστίας, καὶ παντὸς ἀλγήματος οἱονεὶ κατευνασθέντος ἐν ἐμοί. Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μεοδὰχ υἱὸς τοῦ Λαδὰμ ὁ βασιλεὺς τῆς Βαβυλωνίας, ἐπι‐ | |
45 | στολὰς, καὶ πρέσβεις, καὶ δῶρα Ἐζεχίᾳ· ἤκουσε γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου, καὶ ἀνέστη. Καὶ ἐχάρη ἐπ’ αὐτοῖς Ἐζεχίας χαρὰν μεγάλην· καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ Νεχοθᾶ, καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων, καὶ τοῦ μύ‐ | |
70.792(50) | ρου, καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ καὶ οὐκ ἦν οὐδὲν, ὃ οὐκ ἔδειξεν Ἐζεχίας ἐν τῷ οἴκῳ αὐτοῦ. | |
55 | Τεθνεῶτος τοῦ Σεναχηρεὶμ ὑπὸ τῶν ἑαυτοῦ παί‐ | |
δων βεβασιλευκέναι φησὶ τὸ Γράμμα τὸ ἱερὸν Νε‐ | 791 | |
70.793 | χορδᾶν τὸν υἱὸν αὐτοῦ ἀντ’ αὐτοῦ. Ἀλλ’ ὡς ἔοικεν, ἐκείνου γεγονότος ἐκ μέσου, τοὺς τῆς βασιλείας κε‐ κληρονόμηκε θώκους Μεωδὰχ ὁ τοῦ Λααδάν. Οὗτος πεπομφέναι λέγεται πρὸς Ἐζεχίαν δῶρά τε ὁμοῦ | |
5 | καὶ ἐπιστολὰς, καὶ πρέσβεις· καὶ ποία τίς ἐστιν ἡ τοῦδε πρόφασις, εἰπεῖν ἀναγκαῖον. Ἤκουσε γὰρ, φησὶν, ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη· ἀλλ’ οὐχὶ τοῦτο μόνον τὸ μαλακισθῆναι μὲν, φημὶ, τὸν Ἐζεχίαν, ῥέψαι δὲ αὖθις εἰς εὐρωστίαν ἀναδραμεῖν, | |
10 | κατέπληξε τὸν Βαβυλώνιον, ἀλλ’ ἐκεῖνο πάντως τὸ μέγα καὶ ἐξαίσιον ἀληθῶς σημεῖον· ἀῤῥήτῳ τε καὶ θεοπρεπεῖ νεύματι παλινδρομεῖν ὁ ἥλιος προσετάτ‐ τετο καὶ ὀπίσω βαδίζειν, ὥστε καὶ ἀνελθεῖν τὴν σκιὰν τοὺς δέκα ἀναβαθμούς. Βαβυλωνίων δὲ καὶ Χαλ‐ | |
15 | δαίων, οἱ ἐπίκλην σοφοὶ, ἰσχνοὶ λίαν ὑπάρχοντες, εἰ καὶ αὐτοὺς εἶναι φάσκοντες περί τε τοῦ ἡλίου δρό‐ μον, καὶ ἀστέρων ἐπανατολὰς, καὶ δύσεις, οὐκ ἠγνοήκασι κατὰ τὸ εἰκὸς τὴν ἀνόπιν ὑποστροφὴν, καὶ τῆς ἡμέρας ἐκείνης τὸ ἀσύνηθες μῆκος. Ἦν δὲ δὴ | |
20 | καὶ μάλα εἰκὸς ἐκτεθρυλλῆσθαι τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τοῦ σημείου τὴν δύναμιν, καὶ ὅτι δέδοται πρὸς βεβαίωσιν τῆς ἐπαγγελίας τοῦ Θεοῦ τῆς ἐπί γε, φημὶ, τῷ Ἐζεχίᾳ γενομένης. Καὶ καθ’ ἕτερον δὲ τρόπον τε‐ θαυμακέναι φαμὲν τὸν Μεωδὰχ τὸ παραδόξως συμ‐ | |
25 | βεβηκὸς τοῖς μετὰ Ῥαψάκου πολιορκήσασι τὴν Ἱε‐ ρουσαλὴμ, οὓς ἐν μιᾷ νυκτὶ δεδαπάνηκεν ἀγγέλου καταπταίουσα χεὶρ, ὡς εὑρεθῆναι πάντα πρωῒ τὰ σώματα νεκρά. Οὐκοῦν ἧκον μὲν οἱ πρέσβεις, ἐπ’ αὐταῖς δὴ ταύταις ταῖς πέρα λόγου θεοσημίαις κατα‐ | |
30 | θαυμάσαντος τοῦ Μεωδὰχ τὴν Ἐζεχίου δικαιοσύνην. Ὁ δὲ καίτοι δέον τοῖς ἐκ Βαβυλῶνος ἀφιγμένοις λαμπρὰν ποιεῖσθαι διήγησιν τὰς κατὰ καιροὺς ἐπι‐ κουρίας τοῦ πάντα ἰσχύοντος Θεοῦ, καὶ τῶν παρα‐ δόξων τὴν μεγαλουργίαν, ἵνα καὶ ἔτι μειζόνως τὴν | |
35 | θείαν ὑπεροχὴν θαυμάζοντες, καὶ τὴν ἄμαχον ἐξου‐ σίαν τοῦ πάντων Δεσπότου, διὰ τῶν παρ’ αὐτοῦ μυ‐ σταγωγηθέντων λόγων, ὑπονοστήσειαν εἰς τὴν ἑαυ‐ τῶν, τὴν περὶ Θεοῦ γνῶσιν καταπλουτήσαντες· ἦν γὰρ οὕτω δύνασθαι καὶ ἑτέρους ὠφελεῖν ἐπαγγέλλον‐ | |
40 | τας ἃ μεμαθήκασι· τοῦτο μὲν οὐκ ἔδρα, παρεκομί‐ σθη δὲ μᾶλλον εἰς ἀνθρωπίνην φιλοκομπίαν, καὶ οὐκ ἀφ’ ὧν τετίμηται παρὰ Θεοῦ τὴν ἑαυτοῦ δόξαν οἰκο‐ νομεῖ, ἀλλ’ ἐκ πλούτου τοῦ κατὰ τὴν βασιλείαν, καὶ μέχρι τούτων ὁρίζει τῆς ἐνούσης εὐκλείας ἑαυτῷ | |
45 | τὴν δύναμιν. Ἔδειξε γὰρ, φησὶν, αὐτοῖς τὸν οἶκον τοῦ Νεχοθά· διερμηνεύεται δὲ τὸ Νεχοθὰ τῶν ἀρω‐ μάτων, καὶ τῆς στακτῆς, καὶ τοῦ μύρου, καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, τοῦτ’ ἔστι, τῆς περιουσίας. Γάζα γὰρ λέξις μὲν εἶναι λέγεται Περσικὴ, δηλοῖ δὲ τὸν πλοῦτον, ἤτοι τὴν περιουσίαν. | |
70.793(50) | Καὶ ἦλθεν Ἡσαΐας ὁ προφήτης πρὸς τὸν βασι‐ λέα Ἐζεχίαν, καὶ εἶπε πρὸς αὐτόν· Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι, καὶ πόθεν ἥκασι πρὸς σέ; Καὶ εἶπεν Ἐζεχίας· Ἐκ γῆς πόῤῥωθεν ἥκασι πρός με, ἐκ Βαβυλῶνος. Καὶ εἶπεν Ἡσαΐας· Τί | |
55 | εἴδοσαν ἐν τῷ οἴκῳ σου; Καὶ εἶπεν Ἐζεχίας· Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου, ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν | |
τοῖς θησαυροῖς μου εἴδοσαν. Καὶ εἶπεν αὐτῷ | 793 | |
70.796 | Ἡσαΐας· Ἄκουσον τὸν λόγον Κυρίου Σαβαώθ· Ἰδοὺ ἡμέραι ἔρχονται, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα ἥξει, | |
5 | καὶ οὐδὲν οὐ μὴ καταλείψωσιν· εἶπε δὲ ὁ Θεός· ὅτι Καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησάς γε λήψονται, καὶ ποιήσουσι σπάδονας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων. Ἀπέσταλται μὲν ὁ προφήτης παρὰ Θεοῦ, πλὴν ἐν ἀρχαῖς Ἐζεχίᾳ συντετυχηκὼς ὡς ἀπὸ γνώμης | |
10 | οἰκείας ἀφιγμένος προσποιεῖται λαλεῖν. Ταύτῃ τοί φησι· Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι; Ἐν ἤθει δὲ πολλῷ γέγονεν ὁ λόγος αὐτῷ. Ἀφίκοντο μὲν γὰρ οἱ Βαβυλώνιοι, τάχα που τὴν αἰτίαν, ὡς ἔφην, ἀναμα‐ θεῖν σπουδάζοντες τῆς ἀνόπιν ὑποστροφῆς τοῦ ἡλίου, | |
15 | καὶ ἐφ’ ὅτῳ γέγονε τὸ διαβόητον οὕτω σημεῖον. Ὁ δὲ καίτοι μᾶλλον, ὡς ἔφην, ἀφηγεῖσθαι δέον αὐτοῖς τὴν θείαν ὑπεροχὴν, καὶ ὅτι τοῖς αὐτοῦ νεύμασιν ἡ κτίσις παραχωρεῖ, τὸν οἶκον ἔδειξε τῶν θυμιαμάτων, καὶ τῆς γάζης. Διαπυνθάνεται τοιγαροῦν ὁ προφήτης | |
20 | ἐφ’ ὅτῳ τε ἥκουσι, καὶ τίς ὁ λόγος αὐτοῖς. Ὁ δὲ πρὸς τοῦτο μὲν ἔφη παντελῶς οὐδέν; ὅτι δὲ ἐκ Βαβυλῶ‐ νος ἥκουσι, καὶ ἐκ γῆς μακρόθεν, αὐτὸ δὴ τουτὶ καὶ μόνον φησί· τάχα που καὶ μέγα πεφρονηκὼς, ὡς καὶ τῶν ἄγαν, καὶ μακροῖς διαστήμασι τοῖς μεταξὺ κει‐ | |
25 | μένοις ἀφεστηκότων, τῆς πρὸς αὐτὸν μεταποιεῖσθαι φιλίας οὐ μετρίως διεσπουδακότων. Ἐρομένου δὴ οὖν τοῦ προφήτου τί ἄρα τεθέανται, τοῦ γε μὴν βα‐ σιλέως οὐδὲν ἀπομεῖναι λέγοντος ἄποπτον αὐτοῖς, ἡμέρας ἥξειν φησὶ, καθ’ ἂς ἅπαντα τὰ ἐν τοῖς θησαυ‐ | |
30 | ροῖς αὐτοῦ, καὶ διὰ σπουδῆς, καὶ διὰ φροντίδος τῶν πρὸ αὐτοῦ συναγηγερμένα, μετοιχήσονται πρὸς Βα‐ βυλωνίους; προσετίθει δὲ τούτοις ὅτι καὶ ἐκ τῶν ἐσομένων αὐτῷ κατὰ καιροὺς παίδων, ὡς ἐν μακρο‐ τέραις δὲ τοῦ γένους διαδοχαῖς σπάδονας, τοῦτ’ | |
35 | ἔστιν, εὐνούχους, ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυ‐ λωνίων ποιήσουσιν οἱ ταῦτα δηλονότι τεχνῖται. Συμ‐ βεβηκέναι δὲ τὰ τοιαῦτά φησι, μᾶλλον δὲ ἡ τῶν Βασιλειῶν διαμαρτύρεται βίβλος, ἐν ἡμέραις Ἰεχο‐ νίου, ὅτε κατὰ κράτος ἅπασαν τὴν Ἰουδαίαν ἑλὼν | |
40 | ὁ Ναβουχοδονόσορ, κατεμπρήσας δὲ τὰ Ἱεροσόλυμα, καὶ προσέτι τὸν θεῖον νεὼν, ἀπεκόμισε τὸν Ἰσραὴλ αἰχμάλωτον, ἐν οἷς ἦσαν οἱ τῶν ἀμφὶ τὸν θεσπέσιον Δανιὴλ ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων, οὕς φασι γενέσθαι σπάδονας, τοῦτ’ ἔστιν εὐνούχους. | |
45 | Ποία τις οὖν ἄρα καὶ ἐφ’ ὅτῳ χρησίμῳ γέγονε τῆς τοιᾶσδε προαπαγγελίας τὸ χρῆμα; Δείκνυσι γὰρ διὰ τούτου Θεὸς, ἢ ὅτι τοῖς ἐκ Βαβυλῶνος ἥκουσιν, ἄμει‐ νον ἦν δήπου, καὶ σοφὸν, ἀναγκαίαν ποιήσασθαι διήγησιν τὰ παραδόξως γεγενημένα διὰ τῆς θείας ὑπεροχῆς, καὶ μεγαλουργίας, ἤγουν καὶ μονονουχὶ καὶ κατερεθίσαι τὸν Βαβυλωνίων ὀφθαλμὸν, διὰ τοῦ | |
70.796(50) | παραδεῖξαι τὰ κεκρυμμένα ἐν θησαυροῖς. Καὶ εἶπεν Ἐζεχίας πρὸς Ἡσαΐαν· Ἀγαθὸς ὁ λόγος Κυρίου ὃν ἐλάλησε· γενέσθω δὲ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου. Ἠπόρησε πρὸς ἀπολογίαν, καὶ τοῖς ἑαυτοῦ πταί‐ | |
55 | μασι τὸν ἐπικουροῦντα λόγον οὐκ ἔχων, ἀγαθὸν εἶναί φησι τὸν τοῦ Θεοῦ λόγον, καίτοι προαπηγγελκότα | |
τὰ ἐφ’ οἷς ἦν εἰκὸς ἄσχετον ἐξ ὀμμάτων καταχεῖσθαι | 795 | |
70.797 | δάκρυον. Εἶτα τὴν ἐν ταῖς ἰδίαις ἡμέραις εἰρημένην [γρ. εἰρήνην] ζητεῖ, μονονουχὶ καὶ φράσας ἐῤῥῶσθαι τοῖς μετ’ αὐτὸν ἐσομένοις, καὶ ἀφειδήσας παντελῶς χώρας τε ὁμοῦ τῆς ἰδίας πόλεώς τε καὶ γένους. Ἀλλ’ | |
5 | ἦν ἄμεινον αὐτῷ κατολοφύρεσθαι μὲν ἐπί γε τοῖς προηγορευμένοις, ἐξαιτῆσαι δὲ παρὰ Θεοῦ τὸν ἔλεον, καὶ ἐπὶ τοῖς μετ’ αὐτὸν, οὐ πρόσκαιρον, καὶ συνεσταλ‐ μένην εὐημερίαν αἰτεῖν. Ἀλλὰ γὰρ ἀσθενὴς ἄγαν ὁ ἀνθρώπου νοῦς, καὶ πολλὰ πταίομεν, κατὰ τὸ γεγραμ‐ | |
10 | μένον, ἀγχίνους δὲ καὶ σοφὸς οὐδεὶς ἂν γένοιτο τῶν καθ’ ἡμᾶς εἰσάπαν, διεκπίπτει δὲ πολλάκις εἰς τὸ μὴ ἔχον ὀρθῶς, καὶ καρδία θεοφιλὴς, καὶ νοῦς ὁ τεθαυμασμένος. Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει | |
15 | ὁ Θεός· ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερου‐ σαλὴμ, παρακαλέσατε αὐτὴν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς· λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. | |
20 | Μεταπεφοίτηκεν ὁ λόγος ἐπὶ τὰ ἐν Χριστῷ, καὶ τῆς δι’ αὐτοῦ χάριτος ποιεῖται λοιπὸν ἐναργῆ τὴν ἀνάῤῥησιν· πλὴν οὐκ ἔξω τοῦ εἰκότος ὁρᾶται κεχω‐ ρηκὼς, οὔτε μὴν εἰσκεκομισμένος ἐν οὐ καιρῷ τῷ καθήκοντι. Φαῖεν γὰρ ἂν ἴσως τινὲς τῶν οὐ λίαν | |
25 | ἠκριβηκότων τὰ ἐν τῇ θείᾳ Γραφῇ· Τίνα δὴ τρόπον τοῖς Ἐζεχίου λόγοις ὁ προφήτης ἐν τούτοις ἡμῖν ποιεῖται γείτονα τὴν ἐπὶ Χριστῷ προαγόρευσιν; Ἀπολογησόμεθα δὲ πρὸς τοῦτο ἡμεῖς ἐκεῖνο λέγον‐ τες· ὅτι διαμνημονεύσας ὁ λόγος τῆς τελευταίας | |
30 | ἁλώσεως τῆς Ἰουδαίων γῆς, καὶ αὐτῶν δὲ τῶν Ἱερο‐ σολύμων, ὡς ἐν καιρῷ καὶ χρείᾳ λοιπὸν, τὴν μετὰ τοῦτο γενομένην παρὰ Θεοῦ παράκλησιν εἰσκεκόμικεν ἀναγκαίως. Ἐρῶ δὲ διὰ βραχέων τὴν διασάφησιν ἀκριβῆ τῶν ἀρτίως ἡμῖν εἰρημένων. Πλεῖσται μὲν | |
35 | γὰρ γεγόνασι κατὰ τῶν Ἱεροσολύμων ἔφοδοι, καὶ πεπόρθηται πολλάκις ἡ τῶν Ἰουδαίων χώρα· τοῦτο μὲν ὑπὸ χειρὸς Ἀσσυρίων· τοῦτο δὲ καὶ ἐξ ὁμόρων Βαρβάρων, καὶ μὴν καὶ ἑτέρων τινῶν καταδῃούντων αὐτήν. Εἶτα τελευταία γέγονεν ἅλωσις, ἡ διά γε τοῦ | |
40 | Ναβουχοδονόσορ ἐν καιροῖς τῆς Ἰεχονίου βασιλείας, ὅτε καὶ αἰχμάλωτος ὁ Ἰσραὴλ εἰς τὴν τῶν ᾑρηκότων ἀπεκομίσθη χώραν. Καὶ ἐν καιροῖς τῆς βασιλείας Κύρου τῆς αἰχμαλωσίας ἀνέθη καὶ ὑπενόστησεν εἰς τὴν Ἰουδαίαν, ἀνεδείματό τε τὸν νεὼν, καὶ κατῳκή‐ | |
45 | κασιν οὐ μεμερισμένως, μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας. Ἐπειδὴ τοίνυν τῆς ἐσχάτης αἰχμ‐ αλωσίας πεποίηται μνήμην, ὄτε πάντα τὰ ἐν θησαυ‐ ροῖς τῶν βασιλέων τῆς Ἰουδαίας ἐλθόντες [γρ. ἔχοντες] οἱ Βαβυλώνιοι ὑπενόστησαν εἰς τὴν ἑαυτῶν, ἀναγ‐ | |
70.797(50) | καίως καὶ τῆς μετὰ τοῦτο γεγενημένης παρακλήσεως, δῆλον δὲ ὅτι τῆς διὰ Χριστοῦ, ποιεῖται τὴν προαγόρευ‐ σιν τοῖς τὸ θεῖον ἱερουργοῦσιν Εὐαγγέλιον, ἐπιτάττων, καὶ λέγων· «Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός.» Παράκλησις γὰρ πρὸς σωτηρίαν πρώ‐ | |
55 | τοις μάλιστα τοῖς ἐξ Ἰσραὴλ ἡ Χριστοῦ γέγονε πα‐ | 797 |
70.800 | ρουσία, καὶ τὰ δι’ αὐτοῦ θεσπίσματα λέγοντος ἐναρ‐ γῶς· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρό‐ βατα οἴκου Ἰσραήλ.» Ὦ τοίνυν, φησὶν, ἱερεῖς, ὧ λειτουργοὶ τῶν νέων, καὶ διὰ Χριστοῦ θεσπισμάτων, | |
5 | λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, τοῦτ’ ἔστιν, εὐπαράδεκτον τοῖς ἀκροωμένοις τὸν τῆς παρακλή‐ σεως ποιήσασθε λόγον. Φορτικὸς μὲν γὰρ ὁ νόμος ἦν ἅπασι, καὶ σκιὰς διδάσκων καὶ τύπους· οὐκ εἰς νοῦν καὶ καρδίαν τὴν περὶ τῶν ἀναγκαίων ἐνιεὶς παίδευ‐ | |
10 | σιν τοῖς ἀκροωμένοις, ἀλλ’ οἷον ἐξωφανῆ τινα γνῶσιν τὴν ὡς ἐν γράμμασι μόνοις ἐνετίθει μόλις. Τὸ δέ γε σωτήριον, καὶ εὐαγγελικὸν λαλεῖται κήρυγμα, δεικνύοντος τοῦ ἁγίου Πνεύματος τῆς ἑκάστου δια‐ νοίας τὸ βάθος, καὶ πνευματικὰς θεωρίας εἰσπέμπον‐ | |
15 | τος, καὶ τοὺς τῶν ἁγίων ἐμπηγνύντος λόγους, καὶ τοῖς ἐσωτάτοις τῆς διανοίας μυχοῖς οἱονεί πως ἐγκα‐ τακαίοντος. Τοιοῦτός τις ἧν ὁ μακάριος Δαβὶδ ψάλλων τε καὶ λέγων· «Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.» Ἀλλὰ καὶ τοῖς ἁγίοις | |
20 | ἀποστόλοις προσπεφώνηκεν ὁ Σωτὴρ, ὅτι Θέσθε ὑμεῖς εἰς τὰς καρδίας ὑμῶν λόγον, δῆλον δὲ ὅτι τὸν παρ’ αὐτοῦ, καὶ σωτήριον. Ὅτι δὲ εἰς νοῦν καὶ καρ‐ δίαν λαλεῖται τὸ εὐαγγελικὸν κήρυγμα παρὰ τῶν ἁγίων μυσταγωγῶν, συνεργαζομένου πρὸς τοῦτο, | |
25 | μᾶλλον δὲ κατορθοῦντος τὸ πᾶν τοῦ ἁγίου Πνεύματος, ἐκ τῶν ἱερῶν Γραμμάτων ἕποιτο ἂν ἡ πίστις. Ἔφη γάρ που Θεὸς δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην | |
30 | καινήν· οὐ κατὰ τὴν διαθήκην ἢν διεθέμην τοῖς πα‐ τράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἀνέμειναν ἐν τῇ διαθήκῃ μου. Κἀγὼ ἠμέ‐ λησα αὐτῶν, λέγει Κύριος, ὅτι αὔτη ἡ διαθήκη ἢν | |
35 | διαθήσομαι αὐτοῖς ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος· διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.» Γράφει δέ τισι καὶ ὁ μακάριος Παῦλος· «Ἡ ἐπιστολὴ ὑμῶν ὑμεῖς ἐστε, γινωσκομένη τε καὶ ἐπιγινωσκο‐ | |
40 | μένη ὑπὸ πάντων ἀνθρώπων, φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐγγεγραμ‐ μένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις.» Δοκεῖ δέ τισιν, ἀντὶ τῶν τοῦ θείου κηρύγματος ἱερουρ‐ | |
45 | γῶν ἱερεῖς ἐν τούτοις ὠνομάσθαι τοὺς ἀγγέλους τοὺς ἁγίους· οἷς δὴ μάλιστα πρέποι ἂν καὶ τὸ ἐν καρδίαις δύνασθαι λαλεῖν. Παρακαλέσατε τοίνυν αὐτήν. Τί δὴ ἄρα λέγοντες; ὅτι κατέληξε τῆς ὀργῆς τῆς ἐπ’ αὐτοῖς γενομένης ὁ τῶν ὅλων Θεός. «Ἐπλήσθη | |
70.800(50) | ἡ ταπείνωσις αὐτῆς.» Ἀποχρώντως γὰρ, φησὶ, τετα‐ πείνωται, καὶ λέλυται αὐτῆς ἡ ἁμαρτία. «Ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.» Ἆρ’ οὐχὶ πέρα τοῦ δέοντος ἐκόλαζε Θεὸς, καὶ οὐκ ἰσοῤῥό‐ πους τοῖς ἐγκλήμασιν ἐπετίθει τὰς δίκας, ἀλλ’ ὑπὲρ | |
55 | ταύτας πολὺ, καὶ οἷον ἐν διπλῷ· εἶτα πῶς οὐκ ἀπί‐ θανον τὸ χρῆμά ἐστι; Πῶς δὲ ἀληθεύσει, λέγων· | |
Οὐκ ἐκδικήσει Κύριος δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει; πῶς | 799 | |
70.801 | οὖν ἄρα συνιέναι χρὴ τὸ εἰρημένον; οἱονεὶ γάρ τις φιλόπαις πατὴρ καὶ πλείστην ἔχων τὴν εὐσπλαγχ‐ νίαν πλημμελοῦντά τινα τὸν υἱὸν (τῶν υἱῶν?) ὀλίγα λελυπηκὼς, οἴεται τάχα που καὶ παρὰ τοῦ μέτρου τὸ | |
5 | ἐπ’ αὐτῷ πεποιῆσθαι κίνημα· αἴτιον δὲ τούτου φιλοστοργία, καὶ ἡ παισὶν ἐκ πατρὸς ὀφειλομένη διάθεσις· οὕτω δεδέχθαι φησὶν ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς, τὴν παρακαλουμένην Ἱερουσαλὴμ, ἐπὶ πολὺ μὲν ἄγαν κατεγνωσμένην, δεινοῖς τε, καὶ ἀφορήτοις πράγμασι, μετρίως γε μὴν, καὶ οὐκ ἰσοῤῥόπως τοῖς παρ’ αὐτοῦ γινομένοις κεκολασμένην. «Καὶ γάρ ἐστιν ἀληθῶς οἰκτίρμων καὶ | |
10 | ἐλεήμων ὁ Κύριος, μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινὸς, καὶ οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν; οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν.» Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ | |
15 | βουνὸς ταπεινωθήσεται· καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς πεδιάδα, καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλά‐ λησε. | |
20 | Λελυτρῶσθαι λέγων τὸν Ἰσραὴλ, ἀπηλλάχθαι δὲ καὶ τῶν ἰδίων πταισμάτων τὴν Ἱερουσαλὴμ παρα‐ κληθῆναί τε προστεταχὼς αὐτὴν, μονονουχὶ κατὰ πόδας τῶν εἰρημένων ἰόντα τε, καὶ τρέχοντα τὸν τῆς παρακλήσεως ὑποφαίνει καιρόν· ἔστι δὲ οὗτος τῆς | |
25 | τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, οὗ καὶ πρόδρομος εἰσβέβηκεν ὁ θεσπέσιος Βαπτιστὴς ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, διακεκραγώς τε καὶ λέγων· «Ἑτοιμά‐ σατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν.» Τοῦτό τοι προεγνωκὼς ἐν πνεύ‐ | |
30 | ματι, καὶ ὁ μακάριος Ζαχαρίας ὁ αὐτοῦ γεγονὼς Ἰωάννου πατὴρ προεφήτευσε, λέγων· «Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι τὰς ὁδοὺς αὐτοῦ.» Καὶ περὶ αὐτοῦ πρὸς αὐτοὺς ἔφασκεν ὁ Σω‐ | |
35 | τήρ· «Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων.» Ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιασθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.» Ἥλιος μὲν γὰρ δικαιοσύνης, καὶ φῶς τὸ ἀληθινόν ἐστιν ὁ Χριστός. Λύχνῳ δὲ παρεικά‐ ζει τὸ Γράμμα τὸ ἱερὸν, τὸν μακάριον Βαπτιστήν. | |
40 | Ὡς γὰρ πρὸς τὸ θεῖόν τε καὶ ἄῤῥητον φῶς, πρὸς τὴν ἄφραστόν τε καὶ ὑπερμεγέθη λαμπρότητα, παρεικά‐ ζοιτο ἂν εἰκὸς τῷ λύχνῳ τῷ βραχεῖ τὸ τῆς ἀνθρωπίνης διανοίας μέτρον, καὶ εἰ πλῆρες γένοιτο φωτὸς καὶ σοφίας. Τί τοίνυν ἐστὶ τὸ, «Ἑτοιμάσατε τὴν ὀδὸν | |
45 | Κυρίου,» καὶ τό γε δὴ δεῖν εὐθείας ποιεῖσθαι τὰς τρί‐ βους αὐτοῦ; Σαφηνίζει προστιθείς· «Πᾶσα φά‐ ραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπει‐ νωθήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς πεδιάδα.» Εἰσὶ μὲν γὰρ λεωφόροι | |
70.801(50) | τινὲς, ἤτοι τρίβοι βάσιμοι μὲν ἥκιστά γε, τραχεῖαι δὲ αὗται καὶ δυσπόρευτοι, ὡς πῆ μὲν ἀνίστασθαι πρὸς ὄρη τε καὶ βουνοὺς, πῆ δὲ αὐτὰς καταφέρεσθαι, καὶ εἰς κρημνοὺς ἀποκρεμᾶσθαι βαθεῖς. Εἰ δὲ δὴ γένοιτό πως ὑφιζῆσαι μὲν τὰ ὑψοῦ καὶ ἀνάντη, ἀναπίμπλα‐ | |
55 | σθαι δὲ τὰ ἐν κοίλῳ καὶ βάθει, τότε δὴ, τότε πάντη | |
τε καὶ πάντως εἰς εὐθεῖαν ἔσται τὰ σκολιὰ, καὶ εἰς | 801 | |
70.804 | ψιλὰ πεδία, καὶ οἶον ὕπτιον ἔχοντα τὴν ὁδὸν τὰ τραχέα τε, καὶ φαραγγώδη. Πότε τοῦτο; τοῦτο γέγονε νοη‐ τῶς διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἰσχύος. Πάλαι μὲν γὰρ ἅπασιν, ὡς ἔπος εἰπεῖν, ἀνθρώποις δυσπόρευτος | |
5 | ἦν ἡ ἐξαίρετος ζωὴ, καὶ τῆς εὐαγγελικῆς πολιτείας ἡ τρίβος ἀνεπιτήδευτος, διάτοι τὸ κεκρατῆσθαι τὸν τῶν ἁπάντων νοῦν κοσμικαῖς καὶ γεώδεσιν ἐπιθυ‐ μίαις, καὶ τοῖς τῆς σαρκὸς ἐκτόποις κινήμασιν ὑποφέρεσθαι. Ἐπειδὴ δὲ γεγονὼς ἄνθρωπος, ἤτοι | |
10 | σὰρξ, κατὰ τὰς Γραφὰς, κατήργηκε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, καθεῖλε δὲ καὶ ἀρχὰς καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, λείαν ἡμῖν καὶ εὐδρομωτάτην ἀπέφηνε τὴν εἰς εὐσέβειαν ὁδὸν οὐδὲν ἔχουσαν τὸ ἄναντες, ἢ καὶ ἠρμένον ὑψοῦ, οὐδὲν | |
15 | τὸ κοῖλον τὸ κάτω, ἀλλ’ εἰς πεδία μᾶλλον ἐψιλωμέ‐ νην. Πάντα τὰ σκολιὰ γεγόνασιν εἰς εὐθεῖαν. Καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ γὰρ «καὶ ὀφθήσεται, φησὶν, ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησε.» Δόξαν δὲ φησὶν ὀφθήσε‐ | |
20 | σθαι, πῶς ἢ τίνα τρόπον; Ἦν μὲν γὰρ, καὶ ἔστιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἅτε δὴ καὶ Θεὸς ὑπάρ‐ χων, καὶ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως γεγεννημένος ἐν ταῖς τῆς θεότητος ὑπεροχαῖς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας, θρόνων τε, καὶ κυριοτήτων καὶ | |
25 | παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ αὐτός ἐστιν ὁ τῆς δόξης Κύριος, ἐγνώκαμεν δὲ καὶ ἡμεῖς τὴν δόξαν αὐτοῦ, καίτοι πάλαι μὴ εἰδότες, ὅτε καθ’ ἡμᾶς γενόμενος ἄνθρωπος οἰκονομικῶς ἔδειξεν | |
30 | ἑαυτὸν, ἰσοσθενῆ, καὶ ἰσουργὸν, καὶ ἰσοκλεᾶ τῷ Θεῷ καὶ Πατρὶ, φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καὶ κατορθῶν εὐκόλως τὰς θεοσημίας, ἐπιτι‐ μῶν τῇ κτίσει, νεκροὺς ἀνιστὰς, καὶ τὰ ἕτερα δὲ τῶν θαυμάτων ἀμογητὶ κατορθῶν. Ὤφθη τοίνυν ἡ δόξα | |
35 | Κυρίου· τεθέαται δὲ καὶ πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, δῆλον δὲ ὅτι τοῦ Πατρός. Σωτῆρα γὰρ ἡμῖν καὶ Λυτρωτὴν πέπομφεν ἐξ οὐρανοῦ τὸν Υἱόν. Τελειοῦντος γὰρ οὐδὲν τοῦ νόμου, καὶ τῶν ἐν τύποις θυσιῶν οὐκ ἐχουσῶν τὸ δύνασθαι διασμήχειν ἁμαρτίας, ἐν Χριστῷ | |
40 | τελειούμεθα, καὶ ἁπάσης κηλῖδος ἀπηλλαγμένοι, τῷ τῆς υἱοθεσίας τετιμήμεθα πνεύματι. Καὶ ἡ μὲν ἐπὶ τούτῳ χάρις, τό γε ἧκον εἰς τὸν τοῦ διασώζοντος σκοπὸν, ἐπὶ πᾶσαν ἂν ἴοι σάρκα, τοῦτ’ ἔστιν, ἐπὶ πάντας ἀνθρώπους. Σάρκα γὰρ ἐν τούτοις τὸν ἄν‐ | |
45 | θρωπον νοητέον. Εἰ δὲ δὴ φαίνοιντό τινες τῆς σωτη‐ ρίας ἠμοιρηκότες, ἀψευδὴς ἂν εἴη, καὶ οὕτως ὁ τοῦ προφήτου λόγος. Ὁ γὰρ σκοπὸς τοῦ τιμήσαντος. καὶ διασῶσαι θελήσαντος, καὶ οὐχὶ τῶν κεκλημένων τὸ ῥᾴθυμον ἐξετάζεται. Προσεπάγει δὲ ἀναγκαίως ὡς Ὅτι Κύριος ἐλάλησε, ἴνα μή τις οἴηται ψευδηγορεῖν αὐτὸν, ἢ καὶ ἀπὸ καρδίας, ἢ καὶ τὸ δοκοῦν ἐρεύγε‐ σθαι τυχόν. Ἀλλ’ ὅτι τὸ τῷ Θεῷ δόξαν, καὶ τὸ πάντη τε καὶ πάντως ἐσόμενον προμεμήνυκε. | |
70.804(50) | Φωνὴ λέγοντος· Βόησον. Καὶ εἶπα· Τί βοήσω; Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄν‐ θος ἐξέπεσε· τὸ ῥῆμα του Θεοῦ μένει εἰς τὸν αἰῶνα. | |
55 | Ὅτι μὴ ἑτέρως ἔξεστιν ἰδεῖν τὸ σωτήριον τοῦ Θεοῦ τοὺς ἀληθῶς ἐρῶντας αὐτοῦ, καὶ τυχεῖν αὐτοῦ | |
γλιχομένους, πλὴν ὅτι μόνου τοῦ ἑλέσθαι φρονεῖν τε, | 803 | |
70.805 | καὶ δρᾷν τὰ αὐτῷ δοκοῦντα καὶ φίλα, καθίστησιν ἐναργές. Δεῖ γὰρ, οἶμαι, τοὺς ἐθέλοντας ἁγιοπρεπῶς πολιτεύεσθαι, καὶ τὴν εὐαγῆ, καὶ ἐξαίρετον ἐπανελέ‐ σθαι ζωὴν, καὶ τῆς ἐν Χριστῷ πολιτείας οἷά τινα | |
5 | στέφανον ἀναδήσασθαι τὰ αὐχήματα, παρ’ οὐδὲν μὲν ποιεῖσθαι τὸν ἐν τῷδε τῷ βίῳ περισπασμὸν, δόξαν δὲ τὴν ἐν ἀνθρώποις, καὶ πρόσκαιρον, ὡς ἀπωτάτω ῥίπτειν, ἡγεῖσθαί τε κατὰ ἀλήθειαν χόρτῳ καὶ πόαις ὡμοιῶσθαι τὰ ἀνθρώπινα, ἔχειν τε εἰς | |
10 | νοῦν καὶ καρδίαν τὸ τοῦ Θεοῦ ῥῆμα, τοῦτ’ ἔστι, τὸν ἐκ Θεοῦ, καὶ Πατρὸς Λόγον. Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τῆς πίστεως, καὶ τὸ θεῖον αὐτοῦ Πνεῦμα καταπλουτήσαντες, αὐτὸν ἔχομεν ἐν ἑαυτοῖς. Ἀξιόκτητον γὰρ τὸ χρῆμά ἐστι, καὶ τῆς εἰς αἰῶνα | |
15 | πρόξενον ζωῆς. Διαμένων γὰρ εἰς τὸν αἰῶνα, καὶ ζῶν ὁ τοῦ Θεοῦ Λόγος διατηρεῖ, καὶ ζωοποιεῖ. Εἰ δὲ δὴ βούλοιτό τις τὸ τοῦ Θεοῦ ῥῆμα νοεῖν τὴν ἐν‐ τολὴν αὐτοῦ· φαμὲν ὅτι καὶ τοῦτό ἐστιν οὐ μετρίως ὀνησιφόρον. Διατηρεῖ γὰρ καὶ αὐτὸ τοὺς κατορθοῦν‐ | |
20 | τας αὐτὸ πρὸς μακραίωνα βίον· κατά γε τὸ παρ’ αὐτοῦ τοῦ Σωτῆρος εἰρημένον· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον μου τηρήσῃ, θάνατον οὐ μὴ ἴδη εἰς τὸν αἰῶνα. Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος | |
25 | Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγ‐ γελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖ‐ σθε· εἰπὸν ταῖς πόλεσιν Ἰούδα· Ἰδοὺ ὁ Θεὸς ὑμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρείας. Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ, | |
30 | καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ. Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συν‐ άξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει. Τοῖς τὸ θεῖον καὶ σωτήριον ἱερουργοῦσι κήρυγμα, φημὶ δὴ τοῖς ἁγίοις ἀποστόλοις καὶ εὐαγγελισταῖς, | |
35 | ἢ καὶ ἁπαξαπλῶς τοῖς κατὰ καιροὺς τῶν λογικῶν ποιμνίων προεστηκόσι, καὶ μυσταγωγικὸν ἔχουσι τὸ ἐπιτήδευμα, τίνα δὴ τρόπον εἶεν φιλόθεοί τε, καὶ διαβόητοι, καὶ τῆς ἀνωτάτω δόξης ἐπίμεστοι διαδείκνυσιν ἐν τούτοις. Οὐ γάρ τοι προσήκει, φησὶν, | |
40 | εὐαγγελιζόμενον τοῖς ἁπανταχοῦ τὴν δόξαν καὶ τὸ σωτήριον τοῦ Θεοῦ περιδεῶς, καὶ ὑπεσταλμένως, καὶ λανθάνειν σπουδάζοντα τοῦτο δρᾷν· ἀλλ’ οἷον ὑψοῦ γεγονότας, καὶ ἅπασιν ὁρωμένους, καὶ ἐν πολλῇ παῤῥησίᾳ καθάπερ ἐν ὄρει πηδήσαντας δια‐ | |
45 | πρυσίῳ τρόπον τινὰ κεχρῆσθαι φωνῇ, καὶ δείματος ἐλευθέρᾳ. Ὃ δὴ καὶ ὑπάρξαι σφίσιν, αὐτοὶ οἱ θεσπέ‐ σιοι μαθηταὶ λιπαροῦντες, ἔφασκον πρὸς τὸν τῶν ὅλων κρατοῦντα Θεόν· Καὶ νῦν, Κύριε, ἐπίδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, δῆλον δὲ ὅτι τῶν Ἰουδαίων, καὶ | |
70.805(50) | δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου. Ὑψώσατε τοίνυν, μὴ φοβεῖσθε, φησίν. Ἀπαγγέλλετε ταῖς πόλεσιν Ἰούδα, Ὁ Θεὸς ὑμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρείας. Τὸ δὲ Ἰδοὺ προστιθεὶς, οὐκ εἰς μῆκος | |
55 | ἐᾷ τῆς ἀφίξεως ἀνατείνεσθαι τὴν ἐλπίδα, ἀλλ’ ὅσον οὐδέπω, καὶ μετὰ βραχὺ παρεσόμενον, μᾶλλον δὲ | |
καὶ ἀγχίθυρον ἤδη πως γεγονότα τὸν Λυτρωτὴν | 805 | |
70.808 | διαδείκνυσι. Χεῖρα γὰρ ὥσπερ προτείνειν αὐτοὺς προστέταχε, καὶ δακτύλῳ φανεροῦν τὸν προηγγελ‐ μένον. Ὅτι δὲ οὐ καθ’ ἕνα τῶν ἁγίων προφήτων οὔτε μὴν ἐν μέτροις ἔσται τοῖς ἱκέταις, ἀλλ’ ἐν | |
5 | ἐξουσίᾳ δεσποτικῇ, καὶ ἐν δυνάμει τε καὶ κυριότητι τῇ θεοπρεπεστάτῃ, διεσάφησεν εἰπὼν, «Μετὰ ἰσχύος ἔρχεται, καὶ βραχίων μετὰ κυρείας.» Οἱ μὲν γὰρ θεσπέσιοι προφῆται γενέσθαι τινὰ παρὰ Θεοῦ, καὶ μὴν καὶ ὑπάρξαι τοῖς ὑπὸ χεῖρα λαοῖς παρεκάλουν. | |
10 | Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος, οὐ προσευ‐ χὴν ἀνατείνων, οὔτε μὴν ἐξ αἰτήσεώς τι δεχόμενος, καὶ διδοὺς, ἀλλ’ ὡς Υἱὸς ἀληθῶς, τὰ ἐκ Πατρὸς ἀγαθὰ μετὰ τῆς ἐλευθέρῳ πρεπούσης ἀξίας διανενέμηκε τοῖς πιστεύσασιν εἰς αὐτὸν, εἰργάζετο δὲ πάντα δυ‐ | |
15 | νάμει τε ἰδίᾳ χρώμενος, καὶ μέντοι καὶ ἐξουσίᾳ. Ὅτι δὲ τῆς οἰκονομίας τὸ μυστήριον οὐκ ἄκαρπον ἔσται τῷ καθ’ ἡμᾶς γενομένῳ, καὶ σταυρὸν ὑπομεί‐ ναντι, καὶ τὸν ἐν αὐτῷ θάνατον, διαδείκνυσι λέγων· «Ἰδοὺ ὁ μισθὸς μετ’ αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον | |
20 | αὐτοῦ,» καὶ μισθὸν ὀνομάζει τὸν ἐκ τοῦ κατὰ σάρκα τεθνάναι καρπόν. Ἔφη γὰρ, ὅτι «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει. Ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φύει.» Καὶ πάλιν· «Ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντας | |
25 | ἑλκύσω πρὸς ἐμαυτόν.» Ὡς γὰρ ὁ Παῦλός φησιν· «Ὑπέμεινε σταυρὸν αἰσχυνῆς καταφρονήσας. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, | |
30 | καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός·» τοῦτο καὶ ὁ θεσπέσιος Δαβὶδ προεγνωκὼς ἐν πνεύματι ψάλλει καί φησι πρὸς αὐτόν· «Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, | |
35 | Κύριε.» Οὐκοῦν οὐκ ἄμισθος οὐδὲ ἄκαρπος ἡ οἰκο‐ νομία. Ἠκολούθησε δὲ καὶ γέγονεν ὥσπερ ἐν ὀφθαλ‐ μοῖς αὐτοῦ ποιμαίνοντος τὰ ἑαυτοῦ ποίμνια, καὶ τῷ βραχίονι αὐτοῦ, τοῦτ’ ἔστι, τῇ ἰσχύϊ συλλέγοντος ἄρνας. Οἱ γὰρ πιστεύσαντες εἰς αὐτὸν ὡς ἀρτιγενῆ, | |
40 | καὶ νεογνὰ πρόβατα πρὸς καινότητα ζωῆς ἀνεκτί‐ σθησαν, λαχόντα δηλονότι τὴν ἄνωθεν, καὶ διὰ τοῦ Πνεύματος ἀναγέννησιν. Τοιγάρτοι τὸ λογικὸν ἐπιπο‐ θοῦσι γάλα τρεφόμενα μὲν νηπιοπρεπῶς ἐν ἀρχαῖς, ἀναβαίνοντα δὲ, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώ‐ | |
45 | ματος τοῦ Χριστοῦ. Οὐκοῦν ἐποιμάνθησαν μὲν οἱ ἄρνες, παρακέκληνται δὲ καὶ κυοφοροῦσαί τινες, ἤτοι ἐν γαστρὶ ἔχουσαι. Ἄρνες μὲν γὰρ ὥσπερ ἀρτι‐ φανεῖς, καὶ ἀρτιτόκοι νοοῖντ’ ἂν εἰκότως οἱ ἐξ ἐθνῶν. Ἐχούσας γε μὴν ἐν γαστρὶ φαίη τις ἂν τοὺς ἤδη τὸν | |
70.808(50) | ἐπ’ αὐτῷ λόγον ὠδίνοντας, ὡς ἀπό γε τῶν νομικῶν διδαγμάτων, προφητικῶν κηρυγμάτων. Σέσωκε γὰρ ὁ Χριστὸς, οὐχὶ δὴ μόνους τοὺς ἐξ ἐθνῶν, ἀλλὰ γὰρ καὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ, πρὸς οὓς δὴ μάλιστα, καὶ ἀπεστάλθαι φησὶν, οἳ καὶ παρακέκληνται βε‐ | |
55 | βαιοῦντες τῇ πίστει τὴν προσδραμοῦσαν ἐν αὐτοῖς τοῦ μυστηρίου γνῶσιν ἀκριβῆ. | |
Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρα‐ | 807 | |
70.809 | νὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο, ὃς συμβιβάσει αὐτόν; Ἢ πρὸς τίνα | |
5 | συνεβουλεύσατο, καὶ συνεβίβασεν αὐτόν; Ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδει‐ ξεν αὐτῷ; Διὰ τῶν ἀνεφίκτων τε καὶ ἀμηχάνων ἅπασιν ἀν‐ θρώποις, μᾶλλον δὲ τάχα που, καὶ ταῖς ἄνω, καὶ ἐν | |
10 | οὐρανῷ δυνάμεσι πειρᾶται δεικνύειν τῆς ἐν Θεῷ σο‐ φίας τὸ ὑπερτενές τε καὶ ἀκατάληπτον. Τεθαύμασται γὰρ τὸ μυστήριον τοῦ Χριστοῦ, καὶ ἐν ἀποῤῥήτοις ὁρᾶται λόγοις τῆς οἰκονομίας ὁ λόγος. Καί μοι δοκεῖ ταῖς τοῦ Παύλου φωναῖς ἐπὶ καιροῦ κεχρημένον εἰ‐ | |
15 | πεῖν· «Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τίς γὰρ ἔγνω νοῦν Κυρίου;» Ἢ οὐκ ἀδελφὰ τοῖς προκειμένοις ταυτὶ, φαίη τις ἂν καὶ μάλα εἰκότως; Βαθὺ γὰρ βάθος, καὶ | |
20 | ἀκατάληπτον τὸ ἐν τοῖς θείοις σκέμμασι διαφαίνεται. Καὶ ὥσπερ ἐστὶν ἀνεπιτήδευτον παντελῶς καὶ ἀμή‐ χανον ἀνθρωπείᾳ χειρὶ σύμπαν μετρεῖσθαι τὸ ὕδωρ, καὶ σπιθαμῇ τὸν οὐρανὸν, καὶ ἅπασαν δὲ τὴν γῆν δρακὶ, καὶ σταθμῷ, καὶ ζυγῷ τὴν τῶν ὀρῶν ὁλκὴν | |
25 | ὅση τίς ἐστι γενέσθαι καταφανῆ, κατὰ τὸν ἴσον του‐ τονὶ τρόπον, οὐκ ἄν τις καταλάβῃ τὸν νοῦν Κυρίου. Καὶ πιστώσεται λέγων αὐτὸς δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Οὐ γάρ εἰσιν αἱ ὁδοί μου ὥσπερ αἱ ὁδοὶ ὑμῶν, ἀλλ’ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, | |
30 | οὕτως ἀπέχουσιν αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.» Ποίου γὰρ, φησὶν, ἐδεήθην ποτὲ τοῦ συμβουλεύοντος ἢ συμβιβάζοντος, ἢ δεικνύοντος αὐτῷ κρίσιν, τοῦτ’ ἔστιν, τὴν δικαιοσύνην, ἤτοι δικαιοκρισίαν, ἢ συνέσεως | |
35 | ὁδόν. Εἰ γὰρ αὐτόχρημα σοφία τυγχάνει, καὶ αὐτὸς σοφοῖ πάντα νοῦν, καὶ φωτός ἐστι τοῦ κατὰ σύνεσιν τῇ λογικῇ κτίσει χορηγός· πῶς ἂν ἑτέρου δέοιτ’ ἂν, ἢ κατὰ τίνα τρόπον ὅπερ ἂν βουλεύσαιτο, διαμωμήσαιτ’ ἄν τις; Ὅτι δὲ ἐντεῦθεν ὄφελος μέγα τοῖς ἀκροω‐ | |
40 | μένοις ὁ προφήτης ἐνεργάζεται. Ἤδη γάρ τινες τῶν ἀπίστων ἔτι κατατολμῶσι λέγειν· Τί γὰρ ἔδει καθ’ ἡμᾶς γενέσθαι τὸν τοῦ Θεοῦ Λόγον, καὶ σαρκὸς ἀν‐ έχεσθαι, καὶ ῥύπον τὸν ἐξ αὐτῆς, διασῶσαι θελήσαντα τοὺς ἐπὶ γῆς, καίτοι κατανεῦσαί φησι χαλεπὸν οὐδὲν | |
45 | ὡς Θεὸς κατορθῶσαί τε τὸ δοκοῦν. Εἶτα πῶς οὐκ εἰκῆ γέγονεν ἄνθρωπος; Καὶ δι’ ἐκτόπων ἐννοιῶν περιστάντες ἀνοσίως εἰς τὸ ἀκαλλὲς τὴν οἰκονομίαν, τῇ τοῦ μυστηρίου μάχονται δόξῃ. Ἀνακόπτει τοίνυν αὐτῶν τὰς ἀσυνέτους κενοβουλίας ὁ προφήτης ἐν | |
70.809(50) | τούτοις· καὶ ἀκατάληπτον εἶναί φησι τὴν ἐν Θεῷ σο‐ φίαν, καὶ τὸν ἐν αὐτῷ νοῦν, εἰ καὶ ἔστιν αὐτόχρημα σοφία καὶ νοῦς ὁ ὑπερτάτω τε καὶ ἀκραιφνέστατος, ἵνα λοιπὸν καὶ ἀπαράδεκτος ἦν, μᾶλλον δ’ ἂν γελῷτο δικαίως τῶν ἀπίστων ὁ λόγος, ἐπιτιμᾷν, οὐκ οἶδ’ | |
55 | ὅπως, τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τοῦ Μονογενοῦς οὐκ εὖ γενομένῃ τετολμηκότων. Δοκεῖ δέ τισι· Τίς ἐμέ‐ | |
τρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, | 809 | |
70.812 | καὶ τὰ ἑξῆς, ἐφαρμόττειν τῷ πάντων κρατοῦντι Θεῷ, ὡς δυναμένῳ καὶ ὕδωρ ἐκμετρεῖν, οὐρανόν τε καὶ γῆν, ὄρη τε καὶ νάπας, καὶ πάντων ἁπαξαπλῶς ἔχοντι γνῶσιν, καὶ τῶν ἀνεφίκτων, καταδραττομένῳ | |
5 | τε παντὸς τοῦ γεγονότος, καὶ ὡς οὐδὲν ἔχοντι τὰ ἐν μεγέθει τε καὶ ὄγκῳ τοσούτῳ τῶν κτισμάτων καὶ τὰ ἐν ἀμετρήτῳ πληθύϊ νοούμενα. Τό γε δὴ χρῆ‐ ναι νοεῖν οὕτως εἴ γέ τις ἕλοιτο, τυχὸν ἀδικήσειεν ἂν οὐδέν. | |
10t | ΤΟΜΟΣ Εʹ. | |
11 | Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λο‐ γισθήσεται; Ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦ‐ σιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλο‐ | |
15 | κάρπωσιν, καὶ πάντα τὰ ἔθνη εἰς οὐδέν εἰσι, καὶ ὡς οὐδὲν ἐλογίσθησαν. Τίνι ὡμοιώσατε Κύριον, καὶ τίνι ὡμοιώματι ὡμοιώσατε αὐτόν; Μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν; Ξύλον γὰρ ἄσηπτον ἐκ | |
20 | λέγεται τέκτων, καὶ σοφῶς ζητεῖ πῶς στήσει αὐ‐ τοῦ εἰκόνα, ἵνα μὴ σαλεύηται. Οὐ γνώσεσθε; οὐκ ἀκούετε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς; Τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς ὁ προ‐ | |
25 | φητικὸς ἡμῖν διαμνημονεύσας λόγος, καὶ ἀποχρώντως καταθαυμάσας τὴν ἀπόῤῥητον σοφίαν, δι’ ἧς καὶ σε‐ σώσμεθα, καὶ τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην ἐπ‐ εγνωκότες, τῆς παρ’ αὐτοῦ χάριτος ἠξιώμεθα, συναγη‐ γερμένοι μὲν ὡς ἄρνες τῷ βραχίονι αὐτοῦ, γεγονότες δὲ | |
30 | καὶ ὑπ’ αὐτῷ καθάπερ ὑπὸ ποιμένι τῷ λίαν ἀγαθῷ· τέθεικε γὰρ τὴν ψυχὴν ὑπὲρ τῶν ἑαυτοῦ προβάτων. Καὶ μὴν καὶ ἀνέφικτον ἀποφήνας τοῦ δύνασθαι κατ‐ ιδεῖν, ἤγουν ἀναμετρῆσαι τυχὸν τὸν νοῦν, σοφίαν τε τὴν ἀνωτάτω καὶ πάντων ἐπέκεινα διωμολογηκὼς αὐ‐ | |
35 | τὸν, εἰσκεκόμικεν ἀναγκαίως τὸν πρός γε τοὺς ἐξ ἐθνῶν, ἤγουν ἔτι προσκυνοῦντας τῇ κτίσει παρὰ τὸν κτίσαντα, ποιούμενον λόγους, καὶ ἀποκομίζοντα μὲν τῆς ἀρχαίας, καὶ προγονικῆς, καὶ πατροπαραδότου πλάνης, μεθιστάντα δὲ πρὸς τὰ βελτίω καὶ πρὸς | |
40 | γνῶσιν ἀνακομίζοντα τὴν ἀνθρωποπρεπῆ. Καταδεί‐ κνυσι τοίνυν τοῦ πάντων κρατοῦντος Θεοῦ τὴν ἀμέ‐ τρητον ὑπεροχὴν, καὶ τῆς ἐνούσης αὐτῷ μεγαλοπρε‐ πείας τὸ ὑπερφερὲς ἀξίωμα, καὶ ὅτι πάντα αὐτῷ σμικρὰ, καὶ ἐν ἴσῳ τοῦ μηδενὸς καταλογισθεῖεν ἂν | |
45 | ὡς πρός γε, φημὶ, τῆς ἐνούσης αὐτῷ δυνάμεώς τε καὶ δόξης τὸ ὑπερτενές. Ταύτῃτοί φησιν· Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλο‐ γίσθησαν, καὶ ὡς σίελος λογισθήσονται. Μικρὰ δὲ ταυτὶ καὶ τοῦ μηδενὸς ἄξια παντελῶς. Τί γὰρ μία | |
70.812(50) | καταφερομένη σταγὼν ἀπὸ κάδδου; Τί δ’ ἂν εἴη καὶ ζυγοῦ ῥοπὴ, πρὸς ἰσότητα φέρουσα τὸ ἡττῆσθαι δο‐ κοῦν; Τί δὲ καὶ σίελος, τοῦτ’ ἔστι, πτύσμα τὸ ἀν‐ θρώπινον; Ἀλλ’ οὐδὲν ἀρκέσειεν αὐτῷ, φησὶν, ὁ Λί‐ βανος εἰς καῦσιν, ἢ εἰς ὁλοκάρπωσιν πάντα τὰ | |
55 | τετράποδα. Εὐκαταφρόνητα δὲ τὰ τοιάδε παντελῶς· | |
κἂν εἰ πάντα προσκομίζοιτο πρὸς ὁλοκάρπωσιν αὐτῷ, | 811 | |
70.813 | καὶ αὐτὰ τῆς τοῦ Θεοῦ δόξης ἐῤῥίφθω κατόπιν. Καὶ εἰ πάντα τὰ ἔθνη, φησὶν, ὡς οὐδέν εἰσιν, καὶ ὡς οὐδὲν ἐλογίσθησαν, τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; Τί γὰρ ἔσται τὸ εἰκὸς αὐτῷ, καὶ ἰσοστατοῦν, ἢ εἰς | |
5 | φύσιν, ἢ εἰς ὁλκὴν, ἢ καὶ εἰς εὐκλείας λόγον; Ἆρα γὰρ μὴ τέκτονος τέχναις, καὶ ξυλουργοῦ ἐμπειρίαις; ἆρα χρυσοχόων, ἢ καὶ ὡς ἐν εἰκόνι μεμόρφωται πρὸς ὁτιοῦν τῶν κτισμάτων; ἤγουν ἐποιήθη, φησὶν, ἀνδροειδὲς ἄγαλμα; Οὐμενοῦν. Οὐ γὰρ ἂν γένοιτό τι | |
10 | τὸ ἴσον αὐτῷ. Θεὸς γὰρ ὑπάρχων φύσει, καὶ κατ’ αὐ‐ τὸν οὐκ ὄντος ἑτέρου, πάντα που πάντως καὶ ὑπερ‐ κείσεται. Ἀποφήνας δὴ οὖν παντὸς ἐπέκεινα τοῦ πεποιημένου καὶ κεκλημένου πρὸς γένεσιν, διαγελᾷ μετὰ τοῦτο τὴν εἰδώλων ποίησιν, καί φησιν, ὅτι Ξύ‐ | |
15 | λον ἄσηπτον ἐκλέγεται τέκτων, καὶ σοφῶς ζητεῖ, πῶς στήσει αὐτοῦ εἰκόνα, ἵνα μὴ σαλεύηται· ὥστε τῆς τοῦ τέκτονος ἐμπειρίας εἴη ἂν, τὸ, τοῖς πλανωμένοις κατά γε τὸ μέτρον τῆς ἐνούσης συνέσεως αὐτῷ, κατα‐ σκευάσαι θεὸν κατὰ τὸ αὐτοῖς δοκοῦν, καὶ διὰ πλεί‐ | |
20 | στης ἀσφαλείας ἐπικουρούμενον, ἵνα μὴ σαλεύηται καὶ συνθραύηται πεσόν. Ἦσαν οὖν ἄρα θεῶν ἐν σπάνει, οἱ τῶν εἰδώλων προσκυνηταὶ, τεκτονικῆς ἐμπειρίας οὐκ οὔσης ἐπὶ τῆς γῆς· ἀλλ’ οὐδ’ ἂν ἐσώζοντο τὰ γε‐ γονότα χειροποίητα, εἰ μὴ σοφῶς ἐζήτησεν ὁ τεχ‐ | |
25 | νουργὸς τὰ δι’ ὧν ἂν ἑστάναι δύναιντο, καὶ ἀκλόνητον ἔχειν τὴν ἕδραν. Φαίη δ’ ἂν, οἶμαι, τὶς, καὶ σφόδρα εἰ‐ κότως τὸ διὰ φωνῆς τοῦ Δαβίδ· «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον, καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώ‐ πων.» Προσεπάγει δὲ τούτοις· «Ὅμοιοι αὐτῶν γέ‐ | |
30 | νοιντο πάντες οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πε‐ ποιθότες ἐπ’ αὐτοῖς.» Διαγελάσας τοίνυν τὴν εἰδώλων κατασκευὴν, μεθίστησι τὸν λόγον ὡς ἐντροπήν τε καὶ ἐπανόρθωσιν τῶν πεπλανημένων, καὶ ἀπροφάσιστον αὐτοῖς τὸ ἐπὶ τούτῳ πλημμελὲς ἀποφαίνει λέγων· Οὐ | |
35 | γνώσεσθε; οὐκ ἀκούσεσθε; ἀντὶ τοῦ, οὐκ ἔγνωτε; οὐκ ἠκούσατε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς; Θεμέλια δὲ τῆς γῆς τελευταῖά τε καὶ ἄκρα φησὶν αὐτῆς. Ἔγνωτε δὴ οὖν, φησὶν, οἱ ἐκ περάτων εἰς πέρατα. Ἠκούσατε, καὶ ἀνηγγέλη | |
40 | ὑμῖν ἐξ ἀρχῆς. Ἀνηγγέλη δὲ τί; Ὅτι Θεὸς μὲν ὁ φύ‐ σει καὶ ἀληθῶς, εἷς γέ ἐστι καὶ μόνος· ξύλα δὲ καὶ λίθοι, καὶ ἕτερον οὐδὲν, τὰ δι’ ἀνθρώπων ἡμῖν εἰς θεοὺς τεχνουργούμενα. Οὐ γὰρ σεσίγηκεν ἡ θεόπνευ‐ στος Γραφή· ἄνωθεν δὲ μᾶλλον ἡ τῆς ἀληθείας κεκή‐ | |
45 | ρυκται γνῶσις, διὰ πατριαρχῶν, διὰ νόμου καὶ προ‐ φητῶν. Οὐ γὰρ ὅτε καθ’ ἡμᾶς γενόμενος ὁ τοῦ Θεοῦ μονογενὴς Λόγος, ἄνθρωπος ἐπέλαμψεν τοῖς ἐπὶ τῆς γῆς· τότε καὶ πρῶτον ἐν ταῖς ἐσχάταις διαβολαῖς τοῦ πλανᾶσθαι γέγονεν. Ἀλλ’ ἧν ἀρχαῖον, ὡς ἔφην, τῆς | |
70.813(50) | εἰδωλολατρίας τὸ κατηγόρημα. Οὐ γὰρ διαλέλοιπεν ὁ τῶν ἁγίων χορὸς κακύνων αὐτὴν, καὶ βδελυρὰν ἀπο‐ φαίνων, καὶ τὸν τῶν ὅλων Δημιουργὸν καὶ Κύριον ἐναργῆ καθιστάς. Ὁ κατέχων τὸν γύρον τῆς γῆς, καὶ οἱ κατ‐ | |
55 | οικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες. Ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν, καὶ διαπήξας ὡς σκηνὴν | |
τοῦ κατοικεῖν. | 813 | |
70.816 | Ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται, παρά γε τοῖς οὖσιν ἐν καλῷ φρε‐ νός. Ἔνεστι γὰρ δὴ τοῖς σοφοῖς τὸ κατιδεῖν δύνα‐ σθαι, καὶ μάλα ῥᾳδίως, τίς δὴ ἄρα, καὶ πόσος ἐστὶν | |
5 | ὁ τοῦδε τοῦ παντὸς ποιητὴς καὶ τεχνίτης, ὡς ἀπό γε τῆς ὑπεροχῆς καὶ τῆς ἀῤῥήτου καὶ θεοπρεποῦς οἰκο‐ νομίας, καθ’ ἣν ἡ κτίσις οὐκ οὖσα γέγονε, καὶ γενο‐ μένη σώζεται, τῇ τοῦ πεποιηκότος ἰσχύϊ πρὸς τὸ εὖ εἶναι καὶ συνεστάναι συνεχομένη. Τίνι γὰρ ἂν ὁμοιω‐ | |
10 | θείη; φησὶν ὁ Κύριος. Πῶς δὲ οὐχ ὑπὲρ πάντα νοῦν ὁ μόνος τῇ χειρὶ δραττόμενος ἁπάσης τῆς γῆς, καὶ συνέχων αὐτὴν πρὸς τὸ ἐρηρεῖσθαι καλῶς, καὶ οἷά τινα καμάραν ἐπανορθώσας αὐτῇ τὸν οὐρανὸν, καὶ ἐν τρόπῳ σκηνῆς διατείνας, ὥστε κατοικεῖν ἐν αὐτῇ | |
15 | τοὺς δι’ οὓς δηλονότι καὶ γέγονεν; Ὡς γὰρ αὐτός πού φησιν ὁ προφήτης· Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι. Ἆρ’ οὖν πολὺ πρὸς Θεὸν, φησὶ, καίτοι ἀμέτρητος οὖσα τῶν ἐν γῇ κατοικούντων ἡ πληθύς; οὐδαμῶς. Ὡς γάρ τοι πρὸς τὴν τοῦ Θεοῦ | |
20 | μεγαλειότητα καὶ ὑπεροχὴν εἶεν ἂν ὡς ἀκρίδες. Ἢ καὶ καθ’ ἕτερον τρόπον. Κατέχει γὰρ τὸν γύρον τῆς γῆς, τοῦτ’ ἔστιν, ἅπαντα τὸν κύκλον αὐτῆς, καὶ οὐδὲν πρὸς αὐτὸν οἱ κατοικοῦντες αὐτὴν, καίτοι δί‐ κην ἀκρίδων ἀγεληδὸν ἐν αὐτῇ καταβοσκόμενοι, καὶ | |
25 | ἀριθμοῦ παντὸς ἰόντες ἐπέκεινα. Θαυμαστὸν δὲ καὶ τοῦτο, καὶ μέγα πρὸς εὐφημίαν τοῦ πάντα ἰσχύοντος Θεοῦ. Ὁ διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν. Οὐ γὰρ μὴ σπείρωσιν, | |
30 | οὐδ’ οὐ μὴ φυτεύσωσιν, οὐδ’ οὐ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν. Ἔπνευσεν ἐπ’ αὐτοὺς ἄνεμος, καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς φρύ‐ γανα ἀναλήψεται αὐτούς. Ἔθος τοῖς πεπλανημένοις, καὶ οὐκ εἰδόσι Θεὸν | |
35 | τὸν φύσει καὶ ἀληθῶς, οὐχὶ δὴ μόναις ταῖς τῶν δαι‐ μόνων ἀγέλαις προσκυνεῖν, καὶ τῷ ξύλῳ λέγειν· Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με, ἀλλὰ γὰρ καὶ ἀνθρώπους ἐπισήμους γεγονότας ἐπὶ τῆς γῆς ἀβουλότατα θεοποιεῖν. Καὶ γοῦν ὁ Σεναχηρεὶμ | |
40 | ὑπονοστήσας ἐκ τῆς Ἰουδαίας εἰς τὴν ἑαυτοῦ, προσ‐ κυνεῖν ἐλέγετο τὸν πάτραρχον αὐτοῦ. Προσεκόμιζον γὰρ καὶ τοῖς τεθνεῶσι θυσίας, ἥρωάς τε καλοῦντες αὐτοὺς ἀπεγράφοντο θεούς. Ἔδει τοίνυν διαβεβλημέ‐ νης ἐναργῶς τῆς τῶν εἰδώλων πληθύος, καὶ ἐπ’ αὐτὸν | |
45 | δὴ τοῦτον χωρῆσαι τὸν λόγον, ἀναπεῖσαι τοὺς πεπλα‐ νημένους οὐδὲν παντελῶς ἡγεῖσθαι τὰ ἀνθρώπινα· ἀλλὰ γὰρ κἂν εἴ τινες τῶν ἐπὶ τῆς γῆς λαμπροί τε καὶ ἀξιάγαστοι γεγόνασι κατὰ καιροὺς, ἢ θώκοις ἐμ‐ πρέποντες τοῖς ἀνωτάτω, καὶ βασιλικοῖς, ἤγουν ἑτέ‐ | |
70.816(50) | ρας ὑπεροχῆς ἠξιωμένοι κατὰ καιροὺς, κατὰ μηδένα τρόπον οἴεσθαι θεοὺς ὑπάρχειν αὐτοὺς, ἐννοεῖν δὲ μᾶλλον ὅτι, καὶ τὸ δύνασθαι, καὶ τὸ ἄρχειν τισὶν εἴη ἂν οὐκ ἑτέρωθεν πλὴν ὅτι παρὰ Θεοῦ δοτόν. Καὶ ὅτι τὸ χρῆμα δυσχερείας ἁπάσης ἀπηλλαγμένον ἐστὶ | |
55 | παρά γε τῷ πάντα ἰσχύοντι Θεῷ, διαδείκνυσιν ἐναρ‐ | |
γῶς, οὐδὲν τοὺς ἄρχοντας εἰς τὸ ἄρχειν δίδοσθαι λέ‐ | 815 | |
70.817 | γων παρ’ αὐτοῦ. Ἀνάγει δὲ καὶ ἐπὶ τὸ μεῖζον ἔτι καί φησι, Τὴν γῆν ὡς οὐδὲν ἐποίησεν. Ὅτι δὲ ἐν ἐξ‐ ουσίᾳ κεῖται τῇ παρὰ Θεοῦ τὸ καὶ σώζεσθαί τινα μνήμην, ἢ μὴ, τῶν γεγονότων ἐν γῇ λαμπρῶν τε καὶ | |
5 | ἐπισήμων, ἀποφαίνει λέγων· Οὐ γὰρ μὴ σπείρωσιν, οὐδ’ οὐ μὴ φυτεύσωσιν. Εἰ μὴ γὰρ βούλοιτο, δηλονότι Θεὸς, οὐδένα, φησὶν, ἕξουσιν ἐν γῇ καρπὸν, ἀλλ’ οὐδὲ ῥίζαν ἢ μνήμην, ἀλλ’ οἷον ἀνέμου κατενεχθέντος ἐπ’ αὐτοὺς βαδιοῦνται πρὸς τὸ μηδὲν, φρυγάνοις ἐν ἴσῳ. | |
10 | Πάντα γὰρ τὰ ἀνθρώπινα μικρὰ καὶ εὐδιαῤῥίπιστα, καὶ εὐανάτρεπτα παντελῶς, καὶ πόαις ἐν ἴσῳ κατα‐ μαραίνεται. Προσκυνητέον οὖν ἅρα Θεῷ δὴ μόνῳ τῷ κατὰ φύσιν καὶ ἀληθῶς, καὶ λόγος ἔστω μηδεὶς τῶν ἐξ ἐπιστήμης τεκτόνων ἐξευρημένων, μήτε μὴν | |
15 | ἀνθρώπων οἷς ἐπεγράφη πρός τινων τὸ θεῶν ὄνομα. Νεκρολατρεία γὰρ τοῦτο, καὶ ἕτερον οὐδέν. Νῦν οὖν τίνι με ὡμοιώσατε; καὶ εἶπεν, Ὑψω‐ θήσομαι, ὁ Ἅγιος. Ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα | |
20 | πάντα· ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐ‐ τοῦ, πάντας ἐπ’ ὀνόματι καλέσει ἀπὸ πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν. Ὁ πάνσοφος Παῦλος κατακέκραγεν εἰκότως τῆς τῶν πλανωμένων ἀμαθίας, καὶ τῆς τῶν εἰδωλολα‐ | |
25 | τρούντων πληθύος δικαιοτάτην ποιεῖται τὴν καταβο‐ λήν. Ἐξὸν γὰρ αὐτοῖς καὶ ἐξ αὐτῆς τῆς κτίσεως τὸν τῶν ὅλων εἰδέναι γενεσιουργὸν καὶ τεχνίτην, ἀπεκο‐ μίσθησαν εἰς ψευδολατρείαν, καὶ προσκεκυνήκασι τοῖς οὐκ οὖσι θεοῖς. Ἔφη δὲ οὕτω περὶ τοῦ πάντων | |
30 | κρατοῦντος Θεοῦ· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτί‐ σεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι ἀν‐ απολογήτους. Διότι γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἢ εὐχαρίστησαν, ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς | |
35 | διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· καὶ φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν.» Οὐκοῦν ἐπειδήπερ, φησὶ, κατέχω τὸν | |
40 | γύρον τῆς γῆς, καὶ οἷά τινα σκηνὴν ἐκτέτακα τὸν οὐρανὸν, δίδωμί τε ἄρχοντας εἰς οὐδὲν ἄρχειν, καὶ οἷον ἀκρίσι παρεικάζω τοὺς ἐπὶ τῆς γῆς, τίνι με ὡμοιώσατε; ἀντὶ τοῦ, Τίνι με παρεικάζοντες οὐκ ἂν ἔξω γένησθε τοῦ εἰκότος, οὐδ’ ἂν ἁμάρτητε τ’ ἀλη‐ | |
45 | θοῦς. Ἆρά με τὸν οὐρανὸν εἰπόντες, ἢ καὶ ἑνὶ τῶν στοιχείων ἐξομοιοῦν ἐθέλοντες, ὑψοῦν μὲν νομίζετε; Ἀλλ’ οὐδὲν τῶν κτισμάτων ἐοικὸς ἐμοὶ, καὶ τὸ κατὰ πᾶν ὁτιοῦν ἀπαραλλάκτως ἔχον. Ἰσοστατήσειε γὰρ ἂν οὐδεὶς εἰς οὐσίας λόγον τῷ καλοῦντι πρὸς ὕπαρξιν | |
70.817(50) | τὰ οὐκ ὄντα ποτέ. Ὅτι γὰρ οὐ κατά γε τοὺς παρ’ ὑμῖν εἰμι θεοὺς, τοὺς ἐκ τέχνης ἀνθρωπίνης λαχόν‐ τας τὴν γένεσιν, ἐξ αὐτῶν θεωρήσατε τῶν κτισμά‐ των. Ἄρατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς, ἴδετε τὸ στε‐ ρέωμα, τὸν τῶν ἀστέρων χορὸν, ἐννοήσατε τίς κατ‐ | |
55 | έδειξε ταῦτα πάντα, τίς ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ οὐρανοῦ. Κόσμον δὲ | |
τοῦ οὐρανοῦ τοὺς ἀστέρας ἀποκαλεῖ, οὓς εἰδέναι φη‐ | 817 | |
70.820 | σὶν ἐν ἑαυτῷ, οὐχὶ δὴ μόνον κατὰ πληθὺν ὁρωμένους, ἀλλὰ γὰρ καὶ καθ’ ἕκαστον, καὶ οἷον ὀνομαστί. Θεο‐ πρεπὲς δὲ τοῦτο, καὶ ἐξαίρετον· καὶ γοῦν ὁ προφήτης ἐν πολλῷ ποιεῖται τὸ χρῆμα τῷ θαύματι, καί φησι | |
5 | πρὸς αὐτόν· Ἀπὸ πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν. Ὡς γάρ φησιν τὸ Γράμμα τὸ ἱερὸν, Ἀριθμηταί εἰσι παρ’ αὐτοῦ σταγόνες ὑετοῦ. Λάθοι γὰρ ἂν παντελῶς οὐδὲν τὴν ἀπόῤῥητον σο‐ φίαν, τὸν πάντα εἰδότα νοῦν. | |
10 | Μὴ γὰρ εἴπῃς Ἰακὼβ, καὶ τί ἐλάλησεν Ἰσραήλ; Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὁ Θεός μου τὴν κρίσιν μου ἀφεῖλε, καὶ ἀπέστη. Ὄτι κεκλήσονται κατὰ καιροὺς οἱ πλανώμενοι, καὶ τὸ τῆς ἀληθείας εἰς νοῦν καὶ καρδίαν κατα‐ | |
15 | πλουτήσαντες φῶς, ἐπιγνώσονται μὲν τὸν τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην, εὖ μάλα διειρηκὼς, ἔσον‐ ται δὲ ὅτι σοφοὶ καὶ ἀγχίνοι, καὶ ἀπὸ καλλονῆς κτισμάτων θεωρήσουσιν ἀναλόγως τὸν τόδε τὸ σύμ‐ παν ἀῤῥήτῳ δυνάμει προενεγκόντα πρὸς ὕπαρξιν, | |
20 | καὶ ἀποχρῶσαν αὐτοῖς ἐξυφήνας τὴν μυσταγωγίαν διὰ τῶν ἤδη προειρημένων, μεθίστησι τὸν λόγον ἐπὶ τοὺς ἐξ αἵματος Ἰακὼβ, ἤτοι τὸν Ἰσραήλ. Ἐπειδὴ γὰρ προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, καὶ τὸν τῆς σωτηρίας χορηγὸν οὐ παραδεξάμενοι, τῆς πρὸς | |
25 | αὐτὸν οἰκειότητος γεγόνασί που μακρὰν, οὐκέτι παρα‐ δεχθείσης τῆς κατὰ νόμον σκιᾶς, οὐκ εἰσκεκομισμέ‐ νης δὲ μᾶλλον τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσ‐ κυνήσεως, καὶ λατρείας, τοῦτ’ ἔστι, τῆς εὐαγγελι‐ κῆς, διεγόγγυζον λέγοντες· Ἀπεκρύβη ἡ ὁδός μου | |
30 | ἀπὸ τοῦ Θεοῦ, τοῦτ’ ἔστι, τὴν νομικὴν οὐκ ἐπισκέπτεται πολιτείαν. Ζῶντας γὰρ οὕτω. καθάπερ ἀμέλει καὶ ἡ διὰ τοῦ πανσόφου Μωσέως προστέταχεν ἐντολὴ, τῆς παρ’ ἑαυτοῦ λοιπὸν ἐποπτίας οὐκ ἀξιοῖ. Ἀφεῖλε δέ μου τὴν κρίσιν καὶ ἀπέστη, τοῦτ’ ἔστιν, ἔπαυσε | |
35 | τὸν νόμον. Κρίσιν δέ φασι τὸν νόμον· καὶ τοῦτο δι‐ δάξει λέγων ὁ μακάριος Δαβὶδ πρὸς τὸν τῶν ὅλων Θεόν· «Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίη‐ σας·» τοῦτ’ ἔστι, Σὺ τὸν δι’ ἀγγέλων, ἤγουν διὰ τῆς Μωσέως μεσιτείας ὡρίσω νόμον· ἔφη δὲ καὶ Μωσῆς | |
40 | περὶ τοῦ Ἰσραὴλ, ὅτι Ἐκεῖ ἔδωκεν αὐτῷ δικαιώματα καὶ κρίσεις. Ἀφεῖλέ μου τοίνυν τὴν κρίσιν, τοῦτ’ ἔστι, τὴν κατὰ νόμον λατρείαν ἀποβεβληκὼς μονον‐ ουχὶ, καὶ ἀφεῖλεν αὐτὴν ἀφ’ ἡμῶν, καὶ ἀπέστη. Κήδεται γὰρ οὐκέτι τῶν ἐξειλεγμένων, καὶ ὁ πρω‐ | |
45 | τότοκος Ἰσραὴλ οἴχεται πρὸς τὸ μηδέν. Καὶ νῦν οὐκ ἔγνως, εἰ μὴ ἤκουσας; Θεὸς αἰώ‐ νιος, Θεὸς κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. | |
70.820(50) | Πάλαι μὲν γὰρ, ὦ Ἰσραὴλ, ἐπαιδεύθης διὰ νόμου, ἔγνως διὰ προφητῶν τῆς μετὰ τὸν νόμον ἐσομένης οἰκονομίας τὸν τρόπον. Κεχρησμῴδηται μὲν γὰρ ὁ νόμος, σκιὰς ἔχων καὶ τύπους τῶν μελλόντων ἀγα‐ θῶν, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν | |
55 | ὡς ἐν ὠδῖσιν ἔχων τῷ γράμματι· πολυτρόπως γὰρ διὰ τῆς κατὰ νόμον ἐντολῆς προανεμορφοῦτο Χριστὸς, | |
καὶ τὸ ἐπ’ αὐτῷ μυστήριον αἰνιγματωδῶς κατεγρά‐ | 819 | |
70.821 | φετο· καὶ πιστώσεται λέγων αὐτὸς τοῖς ἀπειθεῖν ἑλομένοις ἐξ Ἰσραήλ· «Εἰ πιστεύετε Μωσῇ, ἐπι‐ στεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Ἐπειδὴ δὲ, φησὶν, αἰτιᾶται λέγων, Οὐκ ἐπισκέπτεταί | |
5 | μου τὰς κατὰ νόμον ὁδούς· τοῦτο γάρ ἐστι τό· Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὅτι ἀφεῖλεν ἡμῶν τὴν κρίσιν, ἤτοι τὸν νόμον, καὶ ἀπέστη· ὡς ἠγνοηκὼς δέ που πάντως τὸν ἐν τῷ Θεῷ σκέποντα, τοιάδε φησί· Ἔστω, φησὶ, κἂν γοῦν | |
10 | νῦν οὐκ ἔγνως, εἰ μὴ ἤκουσας; τοῦτ’ ἔστιν, εἰ μὴ ἀκούσειας; ὅμοιον δὲ ὡς εἰ λέγοι· Δέχομαι τὴν προσ‐ ποίησιν οἰκονομικῶς. Οὐκ ἔγνως, εἰ μὴ μάθοις, ἤτοι μὴ ἀκούσας. Ἄκουε τοίνυν, Θεὸς αἰώνιος. Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ | |
15 | κοπιάσει. Προσεκόμιζες δὲ, φησὶ, τὰς δι’ αἱμάτων θυσίας πρόβατα, καὶ βοῦς ἀνετίθεις ἀποπεραίνων εὐχάς· λιβανωτοῖς ἐτίμας καὶ καπνοῖς, τρυγόσι καὶ περιστεραῖς· ἀλλ’ ἴσθι τοι καὶ μὴ ἀγνοήσῃς ὅτι τὰ ἄκρα κατεσκεύασε ὁ Θεὸς ὁ αἰώνιος. Ἄκρα δὲ τῆς γῆς | |
20 | τὰ πέρατά φησιν, ἵνα διὰ τούτου νοῆται πᾶσα. Οὐ πεινάσει, οὐδὲ κοπιάσει. Ὅμοιον εἶναι τοῦτό φημι τῷ πρὸς αὐτοὺς εἰρημένῳ, διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Μὴ φάγωμαι κρέα ταύρων, ἢ αἷμα τράγων πίωμαι;» Πῶς γάρ μοι, φησὶ, προσκομίζετε τὰς θυσίας; ἆρ’ | |
25 | ὡς πεινῶντι, καὶ ὑπὸ λιμοῦ κοπιᾷν εἰωθότι; ἄπαγε τῆς δυσβουλίας. Ὁ γὰρ αἰώνιος Θεὸς ὁ φθείρεσθαι μὴ εἰδὼς, οὔτε πεινάσει, οὔτε κοπιάσει· οὐδὲ γὰρ αὐτοῦ τι τῶν ἀνθρωπίνων ἅψεται. Ἀλλ’ οὐδ’ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Αἰτία μὲν γὰρ ἔσθ’ | |
30 | ὅτε, φησὶ, λέγων· Εἰ νῦν ἀπαράδεκτον ἐποιήσω τὴν διὰ Μωσέως ἐντολὴν, ἤτοι τὴν ἐν νόμῳ σκιὰν, τί καὶ ὅλως ἐνομοθέτεις ἐν ἀρχαῖς; εἰ κρείττονα τῶν ἀρ‐ χαίων τὰ νέα, τοῦτ’ ἔστι, τὰ εὐαγγελικὰ θεσπίσματα, διατί ταῦτα καὶ πρὸς αὐτοῦ τέθειται τοῦ νόμου; | |
35 | Ἀλλὰ μὴ εἴπῃς τοῦτο, φησίν. Οὐ γὰρ εὑρεῖν δύνα‐ σαι τὴν ἀκατάληπτον φρόνησιν, ἤτοι σοφίαν τοῦ Θεοῦ. Δέδοται μὲν γὰρ ἡ διὰ Μωσέως ἐντολή· καὶ ἐπὶ τίσιν ἄρα, καὶ διὰ ποίαν αἰτίαν ὁ Παῦλος διδάξει, λέγων, ὅτι «Νόμος παρεισῆλθε, ἵνα πλεονάσῃ τὸ | |
40 | παράπτωμα.» Καὶ πάλιν· «Συνέκλεισε γὰρ ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.» Ὡρίσθη τοίνυν ὁ τῆς ἁμαρτίας παραδει‐ κτικὸς, καὶ οἱονεὶ τῆς ἁπάντων ἀσθενείας ἔλεγχος, ἵνα, ἐπείπερ οὐκ οἶδε δικαιοῦν τοὺς ἡμαρτηκότας, | |
45 | κατακρίνει δὲ μᾶλλον αὐτοὺς, λοιπὸν ἀναγκαίως εἰσ‐ φέρεται τῆς διὰ Χριστοῦ φιλοτιμίας ἡ χάρις, δι‐ καιοῦσα τὸν ἀσεβῆ, καὶ ἀπαλλάττουσα τῶν πλημμε‐ λημάτων τοὺς ἐνισχημένους αὐτοῖς. Οὐκοῦν οὐκ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως τοῦ πάντα σοφῶς οἰκονο‐ | |
70.821(50) | μοῦντος Θεοῦ, καὶ προαναδείξαντος μὲν τὸν νόμον εἰς ἔλεγχον ἁμαρτίας, πέμψαντος δὲ τὸν Υἱὸν ἐξ οὐρανῶν, ἵνα δικαιώσῃ τῇ πίστει τοὺς ἐν ἁμαρτίαις. Διδοὺς τοῖς πεινῶσιν ἰσχὺν, καὶ τοῖς μὴ ὀδυ‐ νομένοις λύπην. Πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες | |
55 | ἔσονται. Οἱ δὲ ὑπομένοντες Θεὸν, ἀλλάξουσιν ἰσχὺν, πτεροφυήσουσιν ὡς ἀετοὶ, δραμοῦνται | |
καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσι. | 821 | |
70.824 | Νόει δή μοι κατὰ κοινοῦ, τὸ, ὅτι Θεὸς ὁ αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, αὐτός ἐστιν ὁ διδοὺς τοῖς πεινῶσιν ἰσχύν. Οὐ γάρ τοι τροφῆς ἐν ἐνδείᾳ γέγονέ ποτε Θεὸς ὢν καὶ αἰώνιος. Δίδωσι δὲ | |
5 | τοῖς πεινῶσι μᾶλλον αὐτὸς τὴν δικαιοσύνην, πνευ‐ ματικὴν εὐανδρίαν· δίδωσι δὲ ὁμοίως καὶ τοῖς μὴ ὀδυνομένοις λύπην. Καὶ τοῦτο νοήσεις διχῆ. Καὶ γάρ τοι ἐκ πολλῆς ἄγαν ἀναισθησίας, καὶ ἐκ τοῦ μὴ ἐγνωκέναι τὸ ἀρέσκον Θεῷ, μήτε μὴν εἰδόσιν ὅτι | |
10 | προσκρούοντες αὐτῷ δειναῖς, καὶ ἀφύκτοις περιπε‐ σοῦνται δίκαις, δίδωσιν εἰς ἐπικουρίαν τὸ λυπεῖσθαι λοιπὸν ἐφ’ οἷς ἂν πταίωσιν. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητόν τε κατεργά‐ ζεται, ἤγουν τοῖς σταυρώσασι τὸν Ἰησοῦν, καὶ τάχα | |
15 | που καὶ χαίρουσιν ἐπὶ τούτῳ (διετέθησαν γὰρ οὕτως οἵ τε τῶν Ἰουδαίων καθηγηταὶ, καὶ ὅσοι τετολμή‐ κασιν εἰπεῖν· «Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν·») διδοὺς λύπην, συμφοραῖς αὐτοὺς καὶ πολέμου κακοῖς ὁμιλῆσαι παρασκευάσας· καὶ ὅτι τῆς | |
20 | πρὸς αὐτὸν οἰκειότητος ἀπωλισθήκασιν, ἔρημοι γεγό‐ νασιν ἀπάσης ἰσχύος καὶ τροφῆς πνευματικῆς. Ταύ‐ τῃτοι μονονουχὶ καὶ διερμηνεύων τὸ εἰρημένον ἐπι‐ φέρει, λέγων· Πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιά‐ σουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται. | |
25 | Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸ ἐκλελύσθαι τὰ ἔθνη, ἠσθενηκέναι τε οὕτως, καὶ ὑπὸ πόδας ἐῤῥίφθαι δια‐ βολικοὺς, καὶ πράττειν ἀμελητὶ τὸ τοῖς ἀκαθάρτοις πνεύμασι δοκοῦν, ἀνδρεῖοί τινες ἦσαν καὶ νεώτεροι· νοητῶς δὲ δηλονότι, καὶ πνευματικῶς, πείνῃ καὶ | |
30 | κόπῳ κατείχοντο. Οἱ δὲ διὰ τῆς ἐν νόμῳ παιδαγωγίας εἰδότες ἀγαθουργεῖν, καὶ τὴν δοθεῖσαν ἅπαξ ἀποπε‐ ραίνοντες ἐντολὴν, ἀλλ’ οὗτοι, φησὶ, πεινάσουσι, καὶ κοπιάσουσι, τοῦτ’ ἔστιν, ἀνίσχυες ἔσονται πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν. Ὁ γάρ τοι λιμὸς τῶν | |
35 | θείων λόγων εἰ συμβαίνοι τισὶν, ἀποφαίνει δὴ πάντως αὐτοὺς ἠσθενηκότας, καὶ παρειμένους, καὶ καταθλεῖν εἰδότας τῶν ἀγαθῶν οὐδέν. Ὅτι δὲ λιμῷ κατεφθάρη τὸ ἔθνος τὸ ἐξ Ἰσραὴλ, ἐξῃρημένων τοῦ κακοῦ τῶν πεπιστευκότων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χρι‐ | |
40 | στὸν, προαναφωνεῖ Θεὸς, καὶ πάλαι λέγων δι’ ἑνὸς τῶν προφητῶν· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύ‐ ριος, καὶ ἐπάξω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι τὸν λόγον Κυρίου· καὶ ἀπ’ ἀνατολῶν ἕως δυσμῶν περιδραμοῦν‐ | |
45 | ται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσι.» Πῶς γὰρ οὐκ ἔμελλον ἀνίσχυες ἔσεσθαι καὶ κοπιᾷν, καταφθείρεσθαί τε λιμῷ νοητῷ, δῆλον ὅτι Χριστὸν οὐ παραδεξάμενοι, καίτοι λέγοντα σαφῶς· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ | |
70.824(50) | ζωὴν διδοὺς τῷ κόσμῳ· ἐάν τις τὸν ἄρτον τοῦτον φάγῃ, ζήσεται εἰς τὸν αἰῶνα;» Ἐπειδὴ δὲ διὰ πολλὴν ἀβουλίαν, καίτοι μεταλαχεῖν ἐξὸν, οὐ κατεδηδόκασι τὸν ἄρτον τῆς ζωῆς, λιμῷ κατατήκονται, τρυφώντων τῶν ἐθνῶν. Ἀληθὲς γὰρ ὅτι, καθά φησιν ὁ Σολομὼν, «Οὐ | |
55 | λιμοκτονήσει Κύριος ψυχὴν δικαίαν, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει.» Ἀλλὰ ταῦτα μὲν Ἰουδαίους συνέβη πα‐ | |
θεῖν. Δεδυσσεβήκασι γὰρ εἰς τὸν ἀρχηγὸν τῆς ζωῆς. | 823 | |
70.825 | Οἵ γε μὴν ὑπομένοντες τὸν Θεὸν, τοῦτ’ ἔστιν, οἱ Χριστῷ δουλεύοντες, καὶ τὰ αὐτοῦ φρονοῦντες, καὶ κατορθοῦν σπουδάζοντες, ἀλλάξουσιν ἰσχύν. Οὐ γὰρ ἐν ἐκείναις μεμενήκασι ταῖς ἀσθενείαις ἐν αἷς ἦσάν | |
5 | ποτε πλανώμενοι, καὶ ὑπεζευγμένοι τῷ Σατανᾷ, καὶ ταῖς κοσμικαῖς ἡδοναῖς, ἀλλ’ ἑτέραν ἕξουσι, τοῦ Χρι‐ στοῦ δηλονότι χορηγοῦντος αὐτοῖς τὸ δύνασθαι κατευ‐ μεγεθεῖν βδελυρᾶς ἁπάσης ἡδονῆς, καὶ τῶν τῆς ἁμαρ‐ τίας ἔξω φέρεσθαι βρόχων. Γέγραπται γάρ· «Ἰσχύς | |
10 | μου καὶ ὕμνησίς μου ὁ Κύριος.» Ἀνακαινισθήσονται δὲ οὕτω, φησὶν, ὡσανεὶ καὶ ἀετοί. Καὶ τοῦτο διδάξει λέγων ὁ μακάριος Δαβίδ· «Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.» Δραμοῦνται δὲ, καὶ οὐ κοπιάσουσι. Πρόθυμοι γὰρ καὶ νεανικοὶ τὰς τῆς εἰς Θεὸν εὐσεβείας | |
15 | διοδεύσουσι τρίβους, διδόντος αὐτοῖς τὰ ζωαρκῆ, καὶ κοπιᾷν οὐκ ἐῶντος Χριστοῦ. Ἐμπίμπλησι γὰρ τὰς καρ‐ δίας τῶν ἀγαπώντων αὐτὸν τῆς ἄνωθεν εὐσθενείας, ὥστε κἂν εἰ γένοιτο πειρασμοῖς καὶ κόποις περιπεσεῖν, κατορθοῦντας τὴν ἀρετὴν, κρείττους γενέσθαι τοῦ κα‐ | |
20 | μεῖν, εὖ εἰδότας ὅτι πολύευκτον ἡ ὑπομονὴ, κἂν εἰ ἐν‐ υπάρχοι τισὶν, ἀποφαίνει δὴ πανδοκιμωτάτους. «Κατερ‐ γάζεται γὰρ ἡ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει τοὺς οὕτω ζῇν εἰωθότας.» Πα‐ ραθήγει πρὸς εὐανδρίαν, δῆλον δὲ ὅτι τὴν ἐφ’ ἅπασιν | |
25 | ἀγαθοῖς, ὁ μακάριος Δαβὶδ λέγων· «Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.» Ἐγκαινίζεσθε πρός με, νῆσοι. Οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν, καὶ λαλησά‐ | |
30 | τωσαν ἅμα, τότε κρίσιν εὐαγγειλάτωσαν. Κατὰ διαφόρους τρόπους αἱ νῆσοι νοοῦνται. Εἰσὶ μὲν γὰρ καὶ ἐν θαλάσσαις πολλαὶ, λέγονται δὲ οὕτω καὶ πό‐ λεις ἔσθ’ ὅτε, καὶ κῶμαι πλατεῖαν ἔχουσαι κύκλῳ γῆν ἀνήροτον καὶ κεχερσωμένην· τοιαύτας εἶναί φασι τὰς | |
35 | τῶν Ἰδουμαίων καὶ Μωαβιτῶν, ὡς ἐν ἐρήμῳ κειμένας. Ἦσαν δὲ οὗτοι δυσσεβεῖς καὶ εἰδωλολάτραι, καὶ τῆς Ἰουδαίων χώρας οὐ μακράν. Φαμὲν τοίνυν, ὅτι τὴν τῶν ἐθνῶν πρόσληψιν κατασημεῖναι θέλων, καὶ ὡς ἐκ μέσου ἐπὶ τὸ πᾶν τὴν τοῦ πράγματος δύναμιν ἀπο‐ | |
40 | φέρων, ταῖς τῶν πλανωμένων πόλεσι προσφωνεῖ, λέ‐ γων· Ἐγκαινίζεσθε πρός με, νῆσοι, τοῦτ’ ἔστι, τὴν ἐκ τοῦ πλανᾶσθαι, καὶ πλημμελεῖν παλαίωσιν, καὶ σα‐ θρότητα τῶν ἰδίων ἀποπεμψάμενοι καρδιῶν, ἀνακαι‐ νίσθητε διὰ μεταγνώσεως. Βουλεύσασθε τὰ ἀμείνω, | |
45 | παραδέξασθε τὴν εἰς καινότητα ζωῆς ἀνακαινίζουσαν χάριν, δῆλον δὲ ὅτι τὴν διὰ Χριστοῦ. Εἰκὸς δὲ δὴ καὶ ἑτέρως, νήσους ἐνθάδε κατωνομάσθαι τὰς Ἐκκλησίας, αἳ μονονουχὶ μεταξὺ περιστάσεων κοσμικῶν τέθεινται, καὶ τοῖς τῶν ἐπανισταμένων αὐταῖς περικλύζονται | |
70.825(50) | κύμασι, πλὴν ἵδρυσιν ἔχουσιν ἀσφαλῆ, καὶ ἀκράδαντον διαμένουσι. Τεθεμελίωνται γὰρ ἐπὶ πέτραν, καὶ ἔστιν ἐν αὐτῇ Χριστός. Αὗται τοίνυν αἱ ὡς νῆσοι κατωνο‐ μασμέναι, τοῦτ’ ἔστιν, αἱ Ἐκκλησίαι. Σημαίνεται δὲ δι’ αὐτῶν, ἡ τῶν διὰ πίστεως κεκλημένη πληθὺς, ἡ | |
55 | φιλαμαρτήμων ποτὲ, ἡ βδελυρὰ καὶ ἀκάθαρτος, σα‐ θρὰ δὲ καὶ ἐῤῥυτιδωμένη, μετεφοίτησε διὰ Χριστοῦ | |
πρὸς καινότητα ζωῆς, γέγονε παρθένος, ἁγνὴ, μὴ | 825 | |
70.828 | ἔχουσα σπίλον, ἢ ῥυτίδα, ἁγία δὲ μᾶλλον, καὶ ἄμω‐ μος. Οὐκοῦν ἐγκαινίζεσθε πρός με, φησίν. Ἀλλά‐ ξαι γε μὴν τοὺς ἄρχοντας ἰσχὺν εὖ μάλα διϊσχυρίζε‐ ται. Ἄρχοντας ἐνταῦθα τοὺς τῆς ἀληθείας ὀνομάζει | |
5 | κήρυκας, ἑτέρους ἀνθ’ ἑτέρων μετὰ τὴν κλῆσιν γε‐ γενημένους. Καὶ δηλοῦσι Πέτρος καὶ Παῦλος, καὶ ὁ λοιπὸς τῶν ἀποστόλων κατάλογος, εἰς οὓς προσ‐ φυέστερον ἐκλαβέσθαι καὶ τὸ, Πτεροφυήσουσιν ὡς ἀετοί. Δραμοῦνται, καὶ οὐ κοπιάσουσι. Βαδιοῦνται, | |
10 | καὶ οὐ πεινάσουσι. Τοιαῦτα γὰρ αἱ κατ’ αὐτοὺς Πράξεις ἐμφαίνουσι θαύματα. Οὐ γάρ τοι κατὰ τοὺς πρώτους, τοῦτ’ ἔστι, τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἱ τοῦ Σωτῆρος ἡμῶν γεγόνασι μαθηταί. Ἀλλ’ ὡς ἐν ἑτέρᾳ δυνάμει, πνευματικῇ δῆλον δὲ ὅτι, πολλῷ ἦσαν | |
15 | ἀμείνους, καὶ ἀσυγκρίτως ὑπερκείμενοι τοῖς κατὰ ἀρετὴν αὐχήμασιν. Οὗτοι τοίνυν οἱ ἄρχοντες ἐγγι‐ σάτωσαν, καὶ λαλησάτωσαν ἅμα. Τὸ δὲ, ἐγγισάτω‐ σαν, κατὰ χρόνον νοήσεις. Εἰ γὰρ ἀναδείξειεν αὐτοὺς ὁ καιρὸς, ἅμα λαλήσουσιν. Ὅμοιον ὡς εἰ λέγοι· | |
20 | Πάντες τὸ αὐτὸ τοῖς μυσταγωγουμένοις ἐροῦσιν. Ὡς γὰρ ἐξ ἑνὸς λαλοῦντες πνεύματος οὐ τοῖς ἀλλήλων διαμαχοῦνται λόγοις, συμφώνως δὲ μᾶλλον τὸ περὶ τῶν θείων δογμάτων ποιήσονται κήρυγμα, καὶ κατ‐ αγγελοῦσι κεκρυμμένως τὸ Χριστοῦ μυστήριον. | |
25 | Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, Τότε κρίσιν ἀναγγειλά‐ τωσαν. Ἐπειδὴ γὰρ οἱ ἐξ Ἰσραὴλ κρίσιν ὠνόμαζον τὸν διὰ Μωσέως νόμον, ταύτῃτοι καὶ μάλα εἰκότως ἀντεξάγων αὐτῷ τὸ εὐαγγελικὸν καὶ σωτήριον κή‐ ρυγμα, κρίσιν αὐτὸ διὰ τούτων ἀποκαλεῖ. Ἡ γὰρ | |
30 | ἀληθῶς δικαιοκρισία, καὶ τῆς ἀρεσκούσης Θεῷ νομο‐ θεσίας ἡ δύναμις, οὐκ ἔν γε μᾶλλον τῇ κατὰ νόμον σκιᾷ διαφαίνεται, ἀλλ’ ἐν τῷ κηρύγματι τῶν ἁγίων μυσταγωγῶν τῶν νέων ἀρχόντων. Οἳ καὶ μαθόντες παρὰ Χριστοῦ τὴν κρίσιν, ἤτοι τὴν βούλησιν τοῦ Θεοῦ καὶ Πατρὸς, ταύτην καὶ ἡμῖν ταυτοεποῦντες ἀπηγγέλκασιν. | |
35 | Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκά‐ λεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται; Οὐκ ἀπό γε ψιλῆς καὶ μόνης τῆς ἐν τοῖς ποιήμασι μεγαλουργίας καταθαυμάζεσθαι πρέπει τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν, ἀλλὰ γὰρ καὶ δι’ ὧν εὐεργετεῖ, | |
40 | τῆς ἐνούσης αὐτῷ γαληνότητος ποιεῖται τὴν ἔνδειξιν. Σέσωκε γὰρ τοὺς ἐπὶ τῆς γῆς, καὶ ἀπολωλὸς εἰσάπαν τὸ γένος τὸ ἀνθρώπινον καὶ θανάτου, καὶ φθορᾶς ἐξ‐ είλετο, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας. Κατήργηκε γὰρ αὐτὸν, ὁμοῦ ταῖς δυνάμεσι ταῖς σὺν αὐτῷ, δεδι‐ | |
45 | καίωκε δὲ διὰ πίστεως, τὴν τυραννήσασαν καθ’ ἡμῶν ἀποσοβήσας ἁμαρτίαν. Ἀλλὰ ταυτὶ δὴ πάντα κατ‐ ωρθώθη διὰ Χριστοῦ· «Γέγονε γὰρ ἡμῖν παρὰ Θεοῦ καὶ Πατρὸς δικαιοσύνη καὶ ἀπολύτρωσις, καὶ ἁγια‐ σμός.» Καὶ πεφωτίσμεθα δὲ δι’ αὐτοῦ, μετεσχήκαμεν | |
70.828(50) | δὲ φειδοῦς καὶ ἀγάπης, καὶ ἁπαξαπλῶς παντὸς τοῦ σώζειν εἰδότος. Καὶ τοῦτο ἡμῖν δι’ ἑνὸς τῶν ἁγίων προφητῶν προανεφώνει λέγων· «Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου, ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Τίς τοίνυν, φησὶ, | |
55 | καθάπερ ἥλιον ἐξ ἀνατολῶν ἀνασχεῖν παρεσκεύασε τὴν δικαιοσύνην; τοῦτ’ ἔστι, Χριστόν. Τίς ἐκάλεσεν | |
αὐτήν; τοῦτ’ ἔστιν, ἀφικέσθαι παρεσκεύασε, καὶ | 827 | |
70.829 | ἐμφανισθῆναι δὲ οὕτως, ὡς καὶ πορεύεσθαι κατὰ πόδας τοῦ κεκληκότος, ἀντὶ τοῦ μονονουχὶ κατ’ ἴχνος ἰέναι τοῦ Θεοῦ καὶ Πατρός; Ἀνεστράφη γὰρ οὕτως ἐν γῇ Κύριος, τὰ τοῦ Πατρὸς ἔργα πληρῶν, καὶ | |
5 | αὐτὸν ἡμῖν ἐν ἰδίᾳ φύσει καταδεικνύς. Ἦν γὰρ καὶ ἔστιν ἰσοσθενὴς αὐτῷ, καὶ δι’ αὐτῶν τῶν πραγμάτων πεπληροφόρηκε τοὺς ἐπὶ τῆς γῆς, ὅτι κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχει τῷ γεγεννηκότι. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός | |
10 | μου, μὴ πιστεύητέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Ἑπόμενος δὴ πανταχοῦ τῇ θελήσει τοῦ Πατρὸς, μᾶλλον δὲ αὐτὸς ὢν ἡ θέλησις τοῦ Πατρὸς, τοῖς Ἰουδαίων δήμοις προσ‐ εφώνει λέγων· «Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· | |
15 | ἐγὼ οὐ κρίνω οὐδένα. Καὶ ἐὰν κρίνω δὲ ἐγὼ, ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.» Ὁρᾷς οὖν ὅπως οἱονεὶ κατὰ πόδας πορεύεται τοῦ Πατρός. Τοιγάρτοι καὶ ἔφασκεν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι·» καὶ, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε | |
20 | τὸν Πατέρα μου.» Δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει. Καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν. Καὶ διώξεται αὐτοὺς, καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν | |
25 | ποδῶν αὐτοῦ. Τίς ἐνήργησε, καὶ ἐποίησε ταῦτα; Ἐκάλεσεν αὐτὴν, ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχαίων. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, κτηνῶν ἀλόγων διενεγκόντες οὐδὲν οἱ ἐπὶ τῆς γῆς, | |
30 | ἀμαθίᾳ πολλῇ συζῶντες ἐφαίνοντο, κεκράτηντο δὲ καὶ ἀγνωσίᾳ καὶ σκότῳ, καὶ δεδουλεύκασι τοῖς κο‐ σμοκράτορσι τοῦ αἰῶνος τούτου, καὶ τοῖς τοῦ διαβόλου θελήμασι τὸν τῆς ἑαυτῶν διανοίας ὑπενεγκόντες αὐ‐ χένα, ταῖς εἰς φαυλότητα τροχιαῖς κατεφέροντο πρὸς | |
35 | ἀπώλειαν. Ἀλλ’ ἐπέλαμψεν αὐτοῖς ὁ Χριστός. Αὐτὸς γάρ ἐστιν ἡ προσδοκία τῶν ἐθνῶν. Καὶ τῶν πάλαι πλεονεκτούντων ἀπαλλάξας ἐλευθέρους ἀπέφηνε, καὶ υἱοὺς Θεοῦ, πάντα ῥύπον τὸν ἐν αὐτοῖς διασμήξας· δεδικαίωκε γὰρ διὰ πίστεως, καὶ τῇ τοῦ ἁγίου Πνεύ‐ | |
40 | ματος χύσει λαμπροὺς ἀπέφηνε καὶ πεφωτισμένους. Τὴν τοίνυν δικαιοσύνην τὴν ἐν ἡλίου τάξει μονονουχὶ καὶ ἐγηγερμένην ἐξ ἀνατολῶν δέδωκε τοῖς ἔθνεσιν, ἐξωσθέντος δηλονότι τοῦ Ἰσραὴλ διὰ τὴν εἰς αὐτὸν δυσσέβειαν. Οὗ δὴ γεγονότος, καὶ πληθύος ἀνασεσω‐ | |
45 | σμένης τῆς οὕτω πολλῆς ἐξανέστησαν οἱ βασιλεῖς. Ἔκστασις γὰρ ὥσπερ ἐπιπέπτωκε τοῖς κοσμοκράτορσι τοῦ αἰῶνος τούτου, καὶ πεφόβηνται τὸ θεῖον καὶ ἀφόρητον κρίμα, τὸ ἐπί γε, φημὶ, τοῖς ἔθνεσι γεγονός. Οἱ δὲ πάλαι δεινοί τε καὶ εὐσθενεῖς καὶ τῇ θείᾳ δόξῃ | |
70.829(50) | μαχόμενοι, καὶ οἷον ὅπλα κινεῖν κατ’ αὐτῆς εἰωθότες, καὶ μαχαίρας ἀπογυμνοῦν, καὶ τὸ τῆς ἀπονοίας ἐν‐ τείνειν τόξον, πεπτώκασιν εἰς γῆν, καὶ τὰ τοῦ πολέμου σκεύη μεθέντες, φρυγάνοις ἐν ἴσῳ γεγόνασι. Πεποίη‐ ται δὲ πάλιν ὁ ἐπὶ τούτοις λόγος ὡς ἐξ ὁμοιότητος τῶν | |
55 | καθ’ ἡμᾶς. Ἥττηνται γὰρ αἱ πονηραὶ δυνάμεις καὶ ἅπας αὐτῶν κακουργίας ᾐσθήνησε τρόπος, Χριστοῦ | |
διαρπάζοντος τὰ σκεύη αὐτῶν. «Οὐ γὰρ ὠφελήσει,» | 829 | |
70.832 | φησὶν, «ὁ ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσ‐ θήσει τοῦ κακῶσαι αὐτόν.» Ἔδει γὰρ, ἔδει, προ‐ ανῃρημένων τῶν κακῶν, καὶ πονηρῶν δυνάμεων, καὶ κατενεχθέντος εἰς γῆν τοῦ πάντων ἐχθροῦ, τότε δὴ | |
5 | τότε, καὶ λίαν καιροῦ, τῶν ἐθνῶν γενέσθαι τὴν λύ‐ τρωσιν. Κατεδίωξε γὰρ αὐτοὺς ὁ Χριστὸς, τοῦτ’ ἔστιν, ἔτρεψε πρὸς φυγήν. Οὐ γὰρ ἦν ἀντανίστασθαι τῷ Θεῷ, καὶ τὴν ἀρχαίαν αὐτῶν τυραννίδα συνελαύνον‐ τος εἰς πέρας, μὴ οὐχὶ πάντη τε καὶ πάντως ἐκεῖνα | |
10 | παθεῖν ἅπερ ἦν ἀκόλουθον ἐπενεχθῆναι παρ’ αὐτοῦ τοῖς ἀπολέσασι τὴν γῆν. Δεδιωγμένων τοιγαροῦν τῶν ἐχθρῶν. Ἡ ὁδὸς γὰρ, φησὶ, τῶν ποδῶν αὐτοῦ ἐν εἰρήνῃ διελεύσεται· οὐδὲν γὰρ γέγονεν ἐμποδὼν οἰκονομοῦντι τὰ καθ’ ἡμᾶς τῷ πάντων ἡμῶν Σωτῆρι | |
15 | Χριστῷ. Ἀλλ’ οἷον διὰ ψιλῆς καὶ ὑπτίας ὁδοῦ βαδίζων, τὴν πάντων ἡμῶν κατώρθωκε σωτηρίαν, οὐδενὸς ἐχθροῦ παραλύοντος ἢ ἀνθισταμένου. Πεπτώκασι γάρ. Τίς οὖν ἄρα ἐνήργησε ταῦτα πάντα, ἢ τίς ἐκάλεσε τὴν δικαιοσύνην; Οὐκ ἐγὼ, φησὶν, ὁ νῦν μὲν καὶ ἐν | |
20 | καιρῷ τῷ ἐσχάτῳ καταδείξας αὐτὴν, κεκληκὼς δὲ αὐτὴν ἀπὸ γενεῶν ἀρχαίων. Οὐ γὰρ πρόσφατόν ἐστι τὸ Χριστοῦ μυστήριον, προώριστο δὲ μᾶλλον πρὸ καταβολῆς κόσμου, προεγνωκότος Θεοῦ τὸ ἐσόμενον. Ἅμα γὰρ πέπτωκεν ὁ Ἀδὰμ, μᾶλλον δὲ πρὶν εἰς | |
25 | τοῦτο κατολισθεῖν αὐτὸν, προενόησεν ὁ Δημιουργὸς καὶ τῆς ἐσομένης αὐτῷ κατὰ καιροὺς θεραπείας, δῆ‐ λον δὲ ὅτι τῆς διὰ Χριστοῦ. Προωρίσατο τὸν τρόπον, καὶ μή τι θαυμάσῃς, ὅτι καὶ ἡμᾶς αὐτοὺς διὰ πίστεως τῆς εἰς αὐτὸν δεδικαιωμένους προαναθροίσας εὑρί‐ | |
30 | σκεται. Οὓς γὰρ ἔγνω, φησὶ, καὶ προώρισε συμμόρ‐ φους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν. Ὅτε τοίνυν ἡμεῖς προωρίσμεθα κατὰ πρόγνωσιν, πῶς οὐ μᾶλλον αὐτὸς ὁ δι’ οὗ σεσώμεθα, καὶ κεκλήμεθα; Ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. Εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν, τὰ ἄκρα τῆς | |
35 | γῆς ἤγγισαν, καὶ ἦλθον ἅμα, κρίνων ἕκαστος τῷ πλησίον, καὶ τῷ ἀδελφῷ βοηθῆσαι. Πρῶτον εἶναι ἑαυτὸν Θεόν φησιν, οὐχ ὡς γεγονότος μετ’ αὐτὸν δευτέρου. Πῶς γὰρ ἢ πόθεν; εἷς γάρ ἐστι καὶ τῶν ὅλων Θεὸς, οὐκ ἀρχὴν ἔχων τοῦ εἶναι, κεκλη‐ | |
40 | κὼς δὲ μᾶλλον εἰς τὸ εἶναι τὰ πάντα. Αὐτὸς οὖν πρῶτος καὶ μόνος, καὶ ἄναρχος Θεὸς, ὁ τῶν ὅλων δημιουργὸς, καὶ εἰς ἀπεράντους αἰῶνας τοὺς ἐφεξῆς οὐ καθ’ ἕτερον ἔσται τρόπον, αὐτὸς γάρ ἐστι καὶ μό‐ νος. Ἐπειδὴ δὲ τεθέανται τὰ ἔθνη Χριστὸν καὶ τὴν | |
45 | παρ’ αὐτοῦ γενομένην ἡμῖν δικαιοσύνην, τεθέανται δὲ πάντες τοῖς τῆς διανοίας ὄμμασι τὴν δόξαν αὐτοῦ, πεφόβηνται, φησὶν, οἱ ἀπ’ ἄκρων τῆς γῆς ἕως ἄκρων, τοῦτ’ ἔστιν, οἱ ἀνὰ πᾶσαν τὴν οἰκουμένην. Καὶ συν‐ ήχθησαν καὶ ἤγγισαν, οὐκέτι μένοντες μακρὰν, καὶ | |
70.832(50) | ὡς ἀλλοτριούμενοι διὰ τὴν ἁμαρτίαν, ἀλλ’ οἷον ἐγγὺς γεγονότες διὰ τὴν οἰκειότητα τὴν πνευματικὴν, καὶ εἰς μίαν πίστιν καὶ ὁμοψυχίαν συνενηγμένοι. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, ὅτι Ἤγγισαν, καὶ ἦλθον ἅμα. Γευσάμενοι δὲ τοῦ Κυρίου, καὶ συνέντες ὅτι χρηστός | |
55 | ἐστι, καὶ τῆς ἀληθείας τὸ κάλλος καταθαυμάσαντες, | |
οὐχ ἑαυτοῖς μόνον τετηρήκασι τὸ δῶρον, ἀλλὰ γὰρ | 831 | |
70.833 | εὖ ποιοῦντες, καὶ ἐπιεικῶς κεκρίκασιν ἕκαστος τῷ ἀδελφῷ καὶ τῷ φίλῳ βοηθῆσαι, φησιν. Καὶ ἐρεῖ· Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων σφύρᾳ, ἅμα ἐλαύνων. Ποτὲ μὲν ἐρεῖ· | |
5 | Σύμβλημα καλόν ἐστιν. Ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσονται αὐτὰ, καὶ οὐ κινηθήσονται. Τῆς ἐπικουρίας τὸν τρόπον καθίστησιν ἐναργῆ. Ἕκαστος γὰρ τῶν κεκρικότων τῷ πλησίον, καὶ τῷ ἀδελφῷ βοηθῆσαι, μυσταγωγηθεὶς, φησὶ, καὶ ἐγνωκὼς | |
10 | τὴν ἀλήθειαν, καὶ ἑτέρους νουθετήσει λέγων· Ἴσχυ‐ σεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σφύρᾳ, ἅμα ἐλαύνων. Ἴσχυσε δὲ τίνα τρόπον; συνθεὶς γὰρ εἴ‐ δωλα καὶ διαγλύψας εἰς θεὸν ὁ τεκτονικὴν ἔχων τὴν ἐμπειρίαν, καὶ μὴν καὶ χαλκεὺς τύπτων σφυρήλατον | |
15 | ἄγαλμα πεποιηκὼς ἀπεκόμισε τοῖς ἠπατημένοις εἰς ἀδόκιμον νοῦν, καὶ τῶν ἑαυτοῦ πόνων ἤγουν εὑρημά‐ των ἀπέφηνε προσκυνητὰς τοὺς κατ’ εἰκόνα Θεοῦ γεγονότας. Εἶτα διαγελᾷ τῶν εἰδώλων τὴν ποίησιν, καὶ οἷον ἀπομιμεῖται τῶν ἐργαζομένων αὐτὰ τοὺς | |
20 | λόγους ἐπιφωνούντων ἀλλήλοις, ὅτι Σύμβλημα κα‐ λόν ἐστιν. Οἱ γὰρ τῶν εἰδώλων δημιουργοὶ χεῖρα τυχὸν ἢ πόδα, ἢ καὶ ἕτερόν τι τῶν τοῦ σώματος μο‐ ρίων ἀπεργασάμενοι ἀποτελοῦσι αὐτὰ διὰ συμβλη‐ μάτων, καὶ μέλη μέλεσιν ἐναρμόζοντες, καὶ ἰσχυρὰ | |
25 | ποιοῦντες αὐτὰ ἐν ἥλοις· εἶτα τιθέντες καὶ ἀσφαλιζό‐ μενοι πρὸς τὸ ἑστάναι, καὶ μὴ σαλεύεσθαι. Γέλως δὲ ταῦτά ἐστι καὶ ἕτερον οὐδὲν, καὶ τῆς τῶν προσκυ‐ νούντων αὐτὰ ματαιότητος, καὶ τῆς εἰς ἄκρον εὐηθείας ἀποδεικτικά. Τὸ γὰρ εἰδέναι μὲν ὅτι καὶ ἐκ μορίων | |
30 | λεπτῶν καὶ συμβλημάτων τῶν κατὰ μέρος ἀπε‐ τελέσθη τὸ εἴδωλον, καὶ τὴν ἐπὶ τῷ γενέσθαι, καὶ μὴν, καὶ ἑστάναι διαμονὴν, καὶ ἀσφάλειαν ἐν ἥλοις ἔχειν· εἶτα προσκυνεῖν αὐτὰ, καὶ θεοὺς ὀνομάζειν, πῶς οὐχ ἁπάσης μωρίας ἐπίμεστον ἀληθῶς; | |
35 | Σὺ δὲ, Ἰσραὴλ, παῖς μου, Ἰακὼβ, ὃν ἐξελεξά‐ μην, σπέρμα Ἀβραὰμ, ὃν ἠγάπησα, οὗ ἀντελαβό‐ μην ἀπ’ ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐ‐ τῆς ἐκάλεσά σε, καὶ εἶπά σοι· Παῖς μου εἶ, ἐξ‐ ελεξάμην σε, καὶ οὐκ ἐγκατέλιπόν σε. Μὴ φοβοῦ. | |
40 | Μετὰ σοῦ γάρ εἰμι. Μὴ πλανῶ. Ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου. Μυσταγωγήσας εὖ μάλα τοὺς ἐξ ἐθνῶν, καὶ εἰδέναι παρασκευάσας ὅτι καὶ Θεός ἐστι καὶ τῶν ὅλων δη‐ | |
45 | μιουργὸς, αὐτῷ τε ὑπείκει τὰ πάντα καὶ τοῖς θείοις αὐτοῦ νεύμασι, καὶ γεγόνασιν ἐν ἀρχαῖς, καὶ πρὸς τὸ εἶναι παρενηνεγμένα πέπηγεν ἐν καλῷ, καὶ ἀκλόνητον ἔχει διαμονὴν, παραθαρσύνει λοιπὸν ἀναγκαίως τοὺς τῶν εὐαγγελικῶν θεσπισμάτων ἱερουργοὺς, δι’ ὧν | |
70.833(50) | ἔμελλον τὸν τῆς κατηχήσεως ποιεῖσθαι λόγον τοῖς ἐξ ἐθνῶν. Ἀποφαίνει δὲ αὐτοὺς σοφοὺς καὶ εὐτολμοτάτους, καὶ τῆς τῶν ἁγίων πατέρων ἀρετῆς ἀποφέρει πρὸς ἀνάμνησιν, καὶ τὴν εἰς αὐτοὺς γενομένην ἀγάπην εἰδέ‐ ναι βούλεται. Ταύτῃτοί φησι· Σὺ δὲ, Ἰσραὴλ, παῖς μου, | |
55 | Ἰακὼβ, ὂν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ, ὃν ἠγάπη‐ σα. Ἰακὼβ δὲ καὶ Ἰσραὴλ, καὶ σπέρμα τὸ Ἀβραὰμ τοῦ ἠγαπημένου, εἶεν ἂν οὐχ ἕτεροι παράγε τοὺς ἐξ Ἰσραὴλ | |
πιστεύσαντας εἰς Χριστὸν, ὧν οἱονεί τινες ἀπαρχὴ | 833 | |
70.836 | γεγόνασιν οἱ θεσπέσιοι μαθηταί. Ἀπολέκτους δὲ γε‐ νέσθαι, καὶ ἠγαπῆσθαί φησι τοὺς πατέρας, μονονουχὶ λέγων· Οἱ ἐκ ῥίζης εὐγενοῦς, καὶ τῆς οὕτω τετι‐ μημένης καὶ ἠγαπημένης παρ’ ἐμοῦ, οἱ ἐξ αἵματος | |
5 | Ἀβραὰμ, τῆς πατρῴας ἀρετῆς ζηλοῦτε τὴν εὐφημίαν, καὶ τῆς ἐκείνων φιλοθεΐας γένεσθε μιμηταί. Ἀντιλα‐ βέσθαι γε μὴν τοῦ Ἀβραάμ φησι, καλέσαι τε ἀπ’ ἄκρων τῆς γῆς αὐτὸν, ἤτοι ἐκ τῶν σκοπιῶν αὐτῆς, διά τοι τὸ πόῤῥωθεν καὶ ἐκ γῆς Χαλδαίων μετακε‐ | |
10 | κλῆσθαι πρὸς τὴν Ἰουδαίαν. Ἀκήκοε γὰρ Θεοῦ λέγον‐ τος· «Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω.» Εἶτά φησιν ὡς περὶ παν‐ τὸς τοῦ Ἰσραὴλ, ὅτι Εἶπά σοι· Παῖς μου εἶ. | |
15 | Πρωτότοκος γὰρ ὠνόμασται. Γέγονε δὲ καὶ ἀπόλεκτος, ὡς ἔφην, καὶ οὐκ ἐγκατελήφθη παρὰ Θεοῦ. Ἤκουσε· Μὴ φοβοῦ, καὶ προσέτι τὸ, Μὴ πλανῶ. Ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε. Ἐδιδάσκετο γὰρ διὰ τοῦ νόμου, ὅτι Θεὸς εἷς ἐστι, καὶ Κύριος εἷς, καὶ | |
20 | αὐτῷ χρὴ μόνον λατρεύειν, καὶ ὅτι βεβοήθηται παρ’ αὐτοῦ καὶ διὰ τῆς αὐτοῦ δεξιᾶς, ὅς ἐστι δημιουργὸς αὐτοῦ δύναμις, τοῦτ’ ἔστιν, ὁ Υἱός. Καὶ ἀσφαλὴς αὑ‐ τοῦ γέγονε, καὶ κρείττων πάσης ἐπιβουλῆς. Νενίκηκε γὰρ ἔθνη, καὶ κεκληρονόμηκε τὴν γῆν αὐτῶν ἐκείνων. Ἰδοὺ ἐντραπήσονται, καὶ αἰσχυνθήσονται | |
25 | πάντες οἱ ἀντικείμενοί σοι. Ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου. Ζητήσεις αὐτοὺς, καὶ οὐχ εὑρήσεις τοὺς ἀνθρώ‐ πους, οἳ παροινήσουσιν εἰς σέ. Ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές | |
30 | σοι, ὅτι ἐγὼ ὁ Θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι· Μὴ φοβοῦ, σκώληξ Ἰακὼβ, ὀλιγο‐ στὸς Ἰσραήλ. Ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεὸς, ὁ λυτρούμενός σε ὁ ἅγιος τοῦ Ἰσραὴλ, καὶ αἰνε‐ τὸς εἰς τοὺς αἰῶνας. | |
35 | Ἀπόδοσις καὶ ταῦτα τοῖς ἀνωτέρω. Σὺ γὰρ, Ἰσραὴλ, παῖς μου, φησὶ, καὶ Ἰακὼβ, ὃν ἐξελεξά‐ μην, σπέρμα Ἀβραὰμ, ὃν ἠγάπησα. Ἰδοὺ αἰσχυν‐ θήσονται, καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σου. Πλεῖστοι μὲν γὰρ γεγόνασι κατὰ καιροὺς, οἱ | |
40 | τοῖς ἁγίοις μυσταγωγοῖς ἀνοσίως ἐπιβουλεύσαντες, καὶ τοῖς σωτηρίοις κηρύγμασι τὰ ἐκ τῆς αὐτῶν δυστροπίας ἀντεξαγαγεῖν ἐπιχειρήσαντες. Ἀλλὰ γε‐ γόνασιν ὡς οὐδὲν, καὶ ἀπολώλασιν οἱ τῆς εὐσεβείας ἀντίδικοι. Τὸ γὰρ ἀντιπράττειν τοῖς ἱερουργοῖς τοῦ | |
45 | θείου κηρύγματος εἴη ἂν ἕτερον οὐδὲν πλὴν ὅτι τὸ μάχεσθαι τοῖς τῆς εὐσεβείας δόγμασιν. Οὐκ ἔσον‐ ται τοίνυν, φησὶν, ἀλλὰ ζητήσεις αὐτοὺς, καὶ οὐ μὴ εὕρῃς τοὺς εἰς σὲ πεπαρῳνηκότας. Ἔσονται γὰρ ὡς οὐκ ὄντες. Καὶ τοῦτό ἐστι τὸ διὰ φωνῆς τοῦ | |
70.836(50) | μακαρίου Δαβὶδ ὑμνούμενον· «Εἶδον ἀσεβῆ ὑπερ‐ υψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζή‐ τησα αὐτὸν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.» Κατ‐ επαίρονται μὲν γὰρ πολλοὶ τῶν τὰ ὑψηλὰ φρονεῖν | |
55 | εἰωθότων τῆς τῶν ἁγίων μυσταγωγῶν ἡλικίας. Ἀλλ’ ὁλόῤῥιζοι ἐκ γῆς ὀλοῦνται, καθά φησι τὸ Γράμμα τὸ | |
ἱερόν. Καὶ οἱ φρονοῦντες τὰ ὑψηλὰ, δεινὴν καὶ | 835 | |
70.837 | ἀδόκητον ὑπομενοῦσι τριβήν. Γέγραπται γάρ· «Ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν.» Οὐκοῦν οὐκ ἔσονται, φησὶν, οἱ ἀντιπολεμοῦντές σε· καὶ οὐ δή πού φησιν, ὅτι τοῖς ἁγίοις ἀποστόλοις | |
5 | ἀντιστήσεται μὲν οὐδείς. Ὑπάρξει δὲ πάντως τὸ λαμπρᾶς ἰέναι γαλήνης. Οὐ γάρ ἐστιν ἀληθές. Μυρίοι γὰρ ὅσοι πεπολεμήκασιν αὐτοῖς, ἀλλ’ οὐδὲ εὑρεθεῖεν ὡς ὑπάρχοντες, ταπεινούμενοι δηλονότι, καὶ τοῖς τῆς θείας ὀργῆς κινήμασιν ὑποπίπτοντες. Ταύτῃτοι πρὸς | |
10 | εὐανδρίαν ἀνακομίζει αὐτοὺς λέγων· Ἐγὼ ὁ Θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου, τοῦτ’ ἔστιν, ὁ ἀντι‐ λαμβανόμενός σου, καὶ ἀποφαίνων κρείττονα παντὸς πειρασμοῦ· Ἐγὼ ὁ λέγων σοι, Μὴ φοβοῦ, Ἰακὼβ, ὀλιγοστὸς Ἰσραήλ. Ὅσον μὲν γὰρ πρός γε τὴν τῶν | |
15 | πολεμούντων πληθὺν, ἤτοι τὰς δυναστείας, ὀλιγοστὸς ἦν παντελῶς ὁ Ἰσραὴλ, καὶ οὐ σύμπαν φημὶ τὸ ἔθνος, ἀλλὰ τοὺς πρὸς αὐτοῦ ληφθέντας εἰς ἀπο‐ στολήν. Ἀλλ’ ἦν ὁ σώζων αὐτοὺς μέγας ἰσχυρὸς καὶ κραταιὸς εἰς ἐπικουρίαν, ἄμαχον ἔχων τὴν χεῖρα. | |
20 | Λυτρουμένου γὰρ Θεοῦ τίς ὁ κακῶσαι δυνάμενος; Ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης, ἀλοῦν‐ τας, καινοὺς, πρηστηροειδεῖς. Καὶ ἀλοήσεις ὄρη, καὶ λεπτυνεῖς βουνοὺς, καὶ ὡς χοῦν θήσεις, καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτοὺς, καὶ | |
25 | καταιγὶς διασπερεῖ αὐτούς. Αἰγυπτίων μὲν παῖδες συνενεγκόντες ἐξ ἀγρῶν ἐπὶ τὴν ἅλωνα δράγματα, εἶτα βοῦς ἐπαφιέντες αὐ‐ τοῖς, καὶ ἐν κύκλῳ περικομίζοντες καταλεπτύνουσι ταῖς χηλαῖς τοὺς ἀστάχους. Διακρίνουσι δὲ καὶ δι‐ | |
30 | ιστῶσι τῶν ἀχύρων σῖτον, οἵ γε μὴν ἐν ἑτέραις πόλεσι καὶ χώραις ἁμάξαις χρώμενοι καὶ τροχοῖς πρηστη‐ ροειδέσιν. Αὐτὸ δὴ τουτὶ μεμελετήκασι κατορθοῦν. Ἰδοὺ τοίνυν, φησὶν, ὦ Ἰσραὴλ, πεποίηκά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας, καινοὺς, πρηστηροειδεῖς. | |
35 | Καὶ τί τὸ ἀλοώμενον; ἄσταχυς ἄρα καὶ σῖτος, καὶ τὰ ἐξ ἀγρῶν εἰς ἅλω συμπεφυρμένα; Οὐδαμῶς, ἀλλ’ ὄρη, καὶ βουνοί. Καὶ τίνες ἂν εἶεν οἱ τοιοίδε πάλιν; Πρῶτον μὲν αἱ πονηραί τε καὶ ἀντικείμεναι δυνά‐ μεις. Δέδωκε γὰρ ἡμῖν ὁ τῶν ὅλων Σωτὴρ πατεῖν | |
40 | ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Εἶτα παρεικάζειν ἔοικεν ὄρεσι καὶ βουνοῖς τοὺς ὑψηλὰ φρονεῖν εἰωθότας, καὶ ὑπ‐ έρογκον ἔχοντας φρόνημα, ὑψοῦ τε ἠρμένους, καὶ ἐν δυναστείαις ὄντας κοσμικαῖς, καὶ τοῖς ἁγίοις μυστ‐ | |
45 | αγωγοῖς, κατεξανιστάντες ἑαυτοὺς, καὶ δίκην ὀρῶν ἢ βουνῶν ὑπαντᾷν εἰωθότας, ὡς δυσχερεστάτην αὐ‐ τοῖς ἀποφαίνειν τὴν ὁδὸν, τὴν ἐπί γε, φημὶ, τῷ χρόνῳ πληροῦν τῆς ἀποστολῆς τὸν δρόμον. Ἀλλὰ καὶ τοὺς οὕτως ὄντας, φησὶ, λεπτυνεῖς, ἀχύρων δίκην ἀναπτῆ‐ | |
70.837(50) | ναι παρασκευάσεις ταῖς τῶν ἀνέμων αὔραις δια‐ σκιδναμένους, καὶ οἷον καταιγίδα διδοὺς, ὥστε δια‐ σπείρειν αὐτούς. Βαδιοῦνται γὰρ οὕτω πρὸς τὸ μηδέν. Σὺ δὲ εὐφρανθήσῃ ἐπὶ τοῖς ἁγίοις, Ἰσραήλ. | |
55 | Καὶ ἀγαλλιάσονται οἱ πτωχοὶ, καὶ οἱ ἐνδεεῖς. Ζη‐ | |
τήσουσι γὰρ ὕδωρ, καὶ οὐκ ἔσται· καὶ ἡ γλῶσσα | 837 | |
70.840 | αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη. Ἐγώ εἰμι Κύριος ὁ Θεὸς, ἐγὼ ἐπακούσομαι ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς. Οἱ μὲν οὖν ἐχθροὶ τοῦ θείου κηρύγματος, καὶ τὴν | |
5 | σὴν διακόπτοντες τρίβον, ὧ Ἰσραὴλ, φησὶν, οἰχήσον‐ ται πρὸς ἀπώλειαν. Εὐφρανθήσῃ δὲ σὺ ἐν τοῖς ἁγίοις, Ἰσραὴλ, τοῦτ’ ἔστιν, ἐντρυφήσεις ὅταν ἴδῃς πολλοὺς γεγονότας ἁγίους, καὶ ἐν υἱοῖς Ἰσραὴλ τεταγμένους. «Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδ’ | |
10 | ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.» Ὅτι δὲ χαίρειν ἦν ἔθος, καὶ ἐπιγάννυσθαι τοῖς ἁγίοις ἀποστόλοις ἐπὶ τοῖς εἰωθόσιν εὐδοκιμεῖν, διὰ πίστεως δηλονότι τῆς εἰς Χριστὸν, σαφηνιεῖ καὶ ὁ Παῦλος | |
15 | ἐπιστέλλων αὐτοῖς, καὶ λέγων· «Χαρὰ καὶ στέφανός μου.» Καὶ ἕκαστον δὲ τῶν ἁγίων μαθητῶν τὸν αὐ‐ τὸν διακεῖσθαι τρόπον φαίην ἂν ἔγωγε, καὶ μάλα εἰκότως. Θυμηδίας γὰρ τῆς ἀνωτάτω πρόφασις ἦν αὐτοῖς ἡ τῶν πλανωμένων ἐπιστροφὴ, καὶ τῶν οὐκ | |
20 | εἰδότων τὴν ἀλήθειαν ἡ πρὸς τὸ ἄμεινον ἀνακομιδή. Εὐφρανθήσῃ τοίνυν ἐν τοῖς ἁγίοις, Ἰσραήλ. Τίνες δὲ οὗτοι διαδείκνυσι, λέγων· Ἀγαλλιάσονται οἱ πτωχοὶ καὶ ἐνδεεῖς, τοῦτ’ ἔστι, τὰ ἔθνη. Ἦσαν γὰρ ἐν ἐνδείᾳ παντὸς ἀγαθοῦ, καὶ ἀμέτοχοι παντελῶς τῶν παρὰ | |
25 | Θεοῦ χαρισμάτων. Τοὺς γὰρ ὅλως ἀγνοοῦντας αὐτὸν ἀμοιρεῖν ἀνάγκη τῶν εἰς ἀρετὴν αὐχημάτων. Οἱ πτωχοὶ τοιγαροῦν καὶ οἱ ἐνδεεῖς ἀγαλλιάσονται. Πῶς, ἢ τίνα τρόπον; Ζητήσουσι γὰρ ὕδωρ, καὶ οὐκ ἔσται, φησὶ, καὶ ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη. | |
30 | Τὸ δὲ, ζητήσουσιν, ἐν τούτοις, ἀντὶ τοῦ, ἐζήτησαν, φησίν. Ἐπειδὴ δὲ οὐχ εὑρήκασιν, ἡ γλῶσσα αὐτῶν ὑπὸ δίψης ἐξηράνθη. Γεγόνασι μὲν γὰρ καὶ παρ’ Ἕλλησι πολλοὶ φιλολόγοι τε καὶ φιλοζητηταὶ, καὶ τῆς ἀληθείας ἐρευνηταί· ἀλλ’ οὐκ ἦν παρ’ αὐτοῖς ὁ | |
35 | ταῦτα διδάσκειν εἰδώς. Οὐκ ἦν ὕδωρ τὸ ζωοποιόν. Οὐκ ἦν ὁ κατακορέσαι δυνάμενος τοῖς εἰς ἀλήθειαν δόγμασι τοὺς ἐρῶντας αὐτῆς. Ἐξηράνθη τοίνυν ἡ γλῶσσα αὐτῶν ὑπὸ δίψης. Ἀλλ’ ἐγὼ ὑπακούσομαι αὐτῶν, φησὶν ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω | |
40 | αὐτούς. Κατηλέησε γὰρ τὴν τῶν πλανωμένων πλη‐ θὺν, καὶ οὐκ ἀφῆκεν αὐτὴν ἐν ἐνδείᾳ τῶν ἄνωθεν χαρισμάτων, ἐνέπλησε δὲ μᾶλλον, καὶ τίνα δὴ τρό‐ πον, διὰ τῶν ἐφεξῆς εὖ μάλα διατρανοῖ. Ἀλλ’ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς, καὶ ἐν | |
45 | μέσῳ τῶν πεδίων πηγάς· ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην· ἵνα ἴδωσι καὶ γνῶσι, καὶ ἐννοηθῶσι, καὶ ἐπιστῶνται | |
70.840(50) | ἅμα, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα πάντα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξε. Ἔρημόν τε καὶ ἄνυδρον εἶναί φησι τὴν τῶν ἐθνῶν χώραν. Ἔρημον μὲν διάτοι τὸ ἐψιλῶσθαι τρόπον τινὰ, καὶ φυτῶν ἐρήμην εἶναι τῶν εὐθαλεστάτων, | |
55 | νοητῶν δὲ δηλονότι· ἀκάνθης δὲ μόνης ὁρᾶσθαι τροφὸν, καὶ ξύλων ἀγρίων μητέρα, καὶ ὅσα πυρὶ | |
πρὸς τὸ δαπανᾶσθαι χρήσιμον. Ταῦτα τὰ ἔθνη ποτὲ | 839 | |
70.841 | ἐκαρποφόρει, ἀλλὰ τοῖς πάλαι δεδιψηκόσι φησίν· Ἀνοίξω μὲν ἐπὶ τῶν ὀρέων ποταμοὺς, ἄνδρας ἁγίους δηλονότι τοὺς τὸν θεῖον, καὶ ἄνωθεν καταπλουτή‐ σαντας λόγον, καὶ ποταμίων ναμάτων δίκην τοῖς | |
5 | διψῶσιν ἐκχέοντας, καὶ οἷον ἀναπηγάζοντας. Ὥστε καὶ τὴν ἔρημον ποτὲ μεταβαλοῦσαν τὴν ὄψιν ἕλη φαίνεσθαι, καὶ δρυμοὺς, καὶ γῆν τὴν διψῶσαν ἐν ὑδραγωγοῖς. Ὑδραγωγοὶ δὲ πάλιν εἶεν ἃν οἱ κατὰ καιροὺς καὶ ἐν ἑκάστῃ χώρᾳ τε καὶ πόλει γεγονότες | |
10 | μυσταγωγοὶ, καὶ διδάσκαλοι τῶν Ἐκκλησιῶν· οἳ καθάπερ ἐκ πηγῶν τε καὶ ποταμῶν τῶν τῆς θεο‐ πνεύστου Γραφῆς εἰς νοῦν καὶ καρδίαν εἰσοικισά‐ μενοι λόγον, καὶ εἰς ἑτέρους αὐτὸν μεθιστᾶσιν, οἷά τινες ὑδραγωγοὶ κήπους κατάρδοντες τοὺς εὐθαλε‐ | |
15 | στάτους. Τίνα δὲ τρόπον ἡ ἔρημος εἰς ἕλη μεταστή‐ σεται, καὶ ποίων ἔσται ξύλων τροφὸς, διδάσκει λέ‐ γων· «Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην.» Ταῦτα δὲ πάντα ἐστὶν εὐώδη καὶ ἄσηπτα ξύλα. Πρόσεστι | |
20 | δὲ τοῖς ἁγίοις, καὶ τὸ εὔοσμον, νοητῶς δὲ διὰ πολι‐ τείας εὐαγοῦς· καὶ τό γε μὴ καταφθείρεσθαι καθ‐ ιεμένους ἐκλύτους εἰς ἐπιθυμίας κοσμικὰς, ἑστάναι δὲ καὶ ἐρηρεισμένους, ῥιζοῦντος Θεοῦ, καὶ ἀνέχοντος ταῖς ἐπικουρίαις. Ὑποστηρίζει γὰρ τοὺς δικαίους ὁ | |
25 | Κύριος, καθὰ γέγραπται. Ἔσονται δὲ, φησὶ, ποταμοὶ, καὶ πηγαὶ, καὶ ὑδραγωγοὶ, καὶ ἐν ὄρεσι καὶ πεδίοις, καὶ οἷον πανταχοῦ. Ἔσται δὲ καὶ ἔρημος εἰς ἕλη, ἵνα οἱ καλούμενοι διὰ πίστεως καὶ αὐταῖς ὄψεσιν ἴδω‐ σιν, ἐπιγνῶσι δὲ καὶ δι’ ἐννοιῶν ἀγαθῶν, καὶ δὴ καὶ | |
30 | μάθοιεν ἐκ τῆς τῶν γεγονότων μεγαλουργίας, καὶ ἀδοκήτου μεταβολῆς, ὅτι δὴ μὴ ἁπλῶς μηδὲ αὐτο‐ μάτως τὰ οὕτω μεγάλα καὶ διαβόητα κατορθοῦσθαι φιλεῖ. Κατέδειξε γὰρ μᾶλλον αὐτὰ χεὶρ Κυρίου, τοῦτ’ ἔστι, δύναμίς τε καὶ ἐξουσία θεοπρεπὴς, ἤγουν | |
35 | ὁ Υἱὸς, δι’ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα γέγονέ τε ἤδη, καὶ τεθαυματούργηται παρὰ τοῦ Πατρός. Οὐ γὰρ ψευδώνυμοι θεοὶ, οὔτε μὴν στοιχεῖα κοσμικά· ἀλλ’ οὐδὲ ὁ νομισθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου, γέγονεν αὐτῷ ἐργάτης, ἀλλ’ ὁ Ἅγιος τοῦ Ἰσραὴλ | |
40 | κατέδειξεν. Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει ὁ Θεός· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ. Τὴν τῶν ἐθνῶν κλῆσιν ὡς ἔσται κατὰ καιροὺς εὖ μάλα διειρηκὼς, ὑποσχόμενός τε ποιήσειν τὴν ἔρημον | |
45 | εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς, κέδροις τε, καὶ πύξῳ καὶ τοῖς ἑτέροις φυτοῖς κατάκομον ἀπο‐ φῆναι, καὶ τὴν ἑαυτοῦ χεῖρα θαυμασθήσεσθαι λέγων, ὡς τῶν οὕτω μεγάλων δημιουργὸν, προσδιαλέγεται πάλιν τοῖς τῶν εἰδώλων ποιηταῖς, καὶ τοῖς τὰ τοιάδε | |
70.841(50) | τεχνίταις, καί φησιν ἐγγὺς γενέσθαι τὴν κρίσιν αὐτῶν. Κρίσιν δέ φησιν, ἢ τὴν ὀφειλομένην κόλασιν αὐτοῖς. ἤγουν τὴν αἰσχύνην, καὶ ἐντροπήν. Ὁσίᾳ γὰρ ψήφῳ Θεοῦ, καὶ δικαίῳ κρίματι κολασθεῖεν ἂν ὡς ἠπατηκότες τὴν ὑπ’ οὐρανὸν, καὶ βουλὰς οὐκ | |
55 | ἀληθεῖς εἰσκεκομικότες. Ἐδίδαξαν γὰρ τοὺς ἐπὶ τῆς | 841 |
70.844 | γῆς τῷ ξύλῳ λέγειν· «Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με.» Ταύτῃτοι καὶ ἐγγίσαι φησὶ τὰς βουλὰς αὐτῶν, τοῦτ’ ἔστιν, εἰς πέρας ἐλθεῖν, κατα‐ σείοντος τὴν πλάνην, καὶ τὴν ἐκ τῆς ἀμαθίας ἀχλὺν | |
5 | κατασκεδαννύντος Θεοῦ, καὶ οὐχ ἑνὸς τῶν παρ’ αὐτῶν ὄντος, τῶν ψευδωνύμων δηλονότι φαμὲν, ἀλλὰ Κυρίου, καὶ Θεοῦ κατὰ ἀλήθειαν, καὶ τοῦ βασιλέως Ἰακὼβ, τοῦτ’ ἔστι, τῶν ἐξ αἵματος Ἰσραήλ. Ἀποφέρει δὲ διὰ τούτων εἰς ἀνάμνησιν τῶν γεγονότων σημείων, | |
10 | ἐπὶ τῇ λυτρώσει τῶν ἐξ Ἰσραὴλ, δι’ ὧν εὖ μάλα δια‐ γινώσκεται τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἐξουσίας, ἢ ἀσυγκρίτου ὑπεροχῆς ἡ δύναμις. Ἐγγισάτωσαν, καὶ ἐπαγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν· εἴπατε, καὶ | |
15 | ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσόμεθα, τί τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα. Εἴπατε ἡμῖν, ἀναγ‐ γείλατε τὰ ἐπερχόμενα ἐπ’ ἐσχάτου, καὶ γνωσό‐ μεθα, ὅτι θεοί ἐστε. Εὖ ποιήσατε, καὶ κακώσατε, καὶ θαυμασόμεθα, καὶ ὀψόμεθα ἅμα, ὅτι πόθεν | |
20 | ἐστὲ ὑμεῖς, καὶ πόθεν ἡ ἐργασία ὑμῶν· ἐκ γῆς βδέλυγμα ἐξελέξαντο ὑμᾶς. Τῆς θείας τε καὶ ἀποῤῥήτου δόξης ἴδιόν τε καὶ ἐξαίρετον τὸ πάντα μὲν εἰδέναι, ἀγνοεῖν δὲ παντε‐ λῶς οὐδὲν οὔτε τῶν προγεγονότων, οὔτε τῶν ἐνεστη‐ | |
25 | κότων, ἢ τῶν ἐσομένων. Καὶ γοῦν δὴ [γρ. διὰ] μὲν τοῦ πανσόφου Μωσέως τὰ πρὸ τῆς συμπήξεως τοῦδε τοῦ κόσμου, καὶ τὰ ἐν ἀρχαῖς ἐναργῆ τοῖς ἐπὶ τῆς γῆς καθίστησι λέγων· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ | |
30 | ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου·» καὶ τὴν παντὸς τοῦ κόσμου ποίησιν ἀκριβέστατα διεξέρχεται. Ἀλλὰ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χρι‐ στὸς, ὁ πάλαι λαλήσας ἐκεῖνα διὰ Μωσέως, ἀπήγ‐ γειλεν ἡμῖν τὰ ἐν ἐσχάτοις· ὡς γὰρ ὁ αὐτοῦ φησι | |
35 | μαθητής· «Καινοὺς οὐρανοὺς, καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.» Ἔστι δὲ ἀκοῦσαι λέγοντος ἐναργῶς· «Μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τί;»—«Καὶ γάρ ἐστιν ἀληθῶς ζῶν ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐναργὴς, καὶ τομώτερος μᾶλλον μαχαίρας διστό‐ | |
40 | μου, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ, καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.» Ἐπειδὴ δέ ἐστι Θεὸς, σώζει μὲν καὶ εὐεργετεῖ, καὶ ἁπάσης | |
45 | ἐμπίμπλησι θυμηδίας, πνευματικῆς δηλονότι, τοὺς σεβομένους αὐτόν· κακοῖ δὲ καὶ ὑποφέρει ταῖς δίκαις τοὺς καταφρονεῖν εἰωθότας, καὶ ἀγαθουργεῖν οὐκ ἀνεχομένους. Ἀλλὰ τῶν οὐδὲν ἔν γε τοῖς ἐκ λίθων πεποιημένοις κατίδοι τις ἄν. Τί γὰρ οἶδεν | |
70.844(50) | ἄψυχος ὕλη; Ἢ πῶς ἂν εὖ ποιήσειάν τινα, ἢ καὶ κακῶσαι δύναιντο τὰ μήτε ἑαυτοῖς ἐπαμῦναι δυνάμε‐ να, λαβόντα δὲ παρ’ ἑτέρων καὶ τὸ ἑστάναι τε καὶ ὁρᾶσθαι μόνον; Ἡκέτωσαν τοίνυν, φησὶν, οἱ νομι‐ σθέντες παρ’ ὑμῖν εἶναι θεοί· ἀπαγγειλάτωσαν ἃ | |
55 | συμβήσεται, λεγέτωσαν τὰ πρότερα, καὶ τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα. Γνωσόμεθα γὰρ τότε, φησὶν, | |
ὅτι θεοί ἐστε. Ἀλλ’ οὐ δύνασθε, φησὶν, ἀπαγγεῖλαι. | 843 | |
70.845 | Οὐκοῦν κἂν εὖ ποιήσατε καὶ κακώσατε. Εἰ δὲ τούτων δύνασθε δρᾷν οὐδὲν, λοιπὸν ὀψόμεθα, τοῦτ’ ἔστιν, εὔκολον ἰδεῖν, πόθεν ἐστὲ ὑμεῖς, καὶ πόθεν ἡ ἐργασία ὑμῶν· ἐστὲ γὰρ ἐκ γῆς βδέλυγμα πεποιημένον. Ἢ | |
5 | γὰρ ἐκ ξύλου φέρε εἰπεῖν τὸ εἴδωλον γένοιτ’ ἂν, ἢ λίθου λαμπροῦ καὶ ἐξειλεγμένου, ἤγουν ἐξ ἑτέρας ὕλης· ταῦτα δὲ πάντα ἐστὶν ἐκ γῆς. Δεῖ δὲ οἶμαι καταθαυμάσαι τοὺς τῶν εἰδώλων προσκυνητὰς, εἰ μηδὲ ἐκεῖνο ἐγνώκασι παρ’ αὐτῶν, τὸ, ὅποι ποτὲ | |
10 | καταλήξει τὰ πράγματα αὐτοῖς. Οὐ γὰρ ἔγνωσαν, ἢ προειρήκασιν ὡς αὐτοῖς τεμένεσι κατεμπρησθήσονται, κείσονται δὲ καὶ εἰς γέλωτα κατὰ καιροὺς καὶ αὐτοῖς τοῖς πάλαι πεπλανημένοις. Ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βοῤῥᾶ, καὶ τὸν ἀφ’ ἡλίου ἀνατολῶν· κεκλήσονται τῷ ὀνόματί μου. | |
15 | Ὁ μὲν γὰρ τῶν ἀκαθάρτων εἰδώλων ἐσμὸς, ἐπεί‐ περ ἦσαν ἕτερον οὐδὲν, πλὴν ὅτι μόνον ξύλα τε καὶ λίθοι, πεπλανήκασι τοὺς ἠπατημένους. Ἀπήγγειλαν δὲ αὐτοῖς παντελῶς οὐδὲν ἢ τῶν πρώτων ἢ τῶν ἐσχάτων, οὔτε μὴν εὖ πεποιήκασί τινας, ἤγουν κακῶ‐ | |
20 | σαι δεδύνηνται. Ἐγὼ δὲ, φησὶν, ἐπείπερ ἀγαθός εἰμι Θεὸς, βεβούλημαι πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Σέσωκα τὴν ὑπ’ οὐρανὸν, ἐν ἴσῳ τοῖς τεθνεῶσι κειμένους ἤγειρα πολλούς. Καὶ τίνες ἂν εἶεν οὗτοι διδάσκει λέγων· | |
25 | Τὸν ἀπὸ βοῤῥᾶ, καὶ τὸν ἀφ’ ἡλίου ἀνατολῶν, τοῦτ’ ἔστι, τὸν λαὸν τὸν ἐξ ἐθνῶν. Ὡς γάρ τοι πρὸς τὴν τῶν Ἰουδαίων χώραν νοτιωτάτην οὖσαν βορειοτέρα μᾶλλον ἡ τῶν ἐθνῶν, καὶ τὸν πρὸς ἀκτῖνα λαχοῦσα τόπον. Οὐκοῦν ὁ ἀπὸ βοῤῥᾶ, καὶ ἀφ’ ἡλίου ἀνατολῶν, | |
30 | εἴη ἂν ὁ ἐξ ἐθνῶν λαὸς, οἳ κέκληνται τῷ ὀνόματι τοῦ Χριστοῦ. Χριστιανοὶ γὰρ ὠνομάσμεθα, καὶ ἐσμέν. Κατεκτήσατο γὰρ αἵματι τῷ ἰδίῳ ἡμᾶς, καὶ ἠγορά‐ σμεθα τιμῆς, καὶ ἐσμὲν οὐχ ἑαυτῶν. Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς | |
35 | ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερ‐ θέντι. Τοιγάρτοι φαμὲν ὡς πρός γε τὸν ἑαυτῶν Σωτῆρα καὶ Λυτρωτήν· Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.» Κεκλήμεθα τοίνυν τῷ ὀνόματι αὐτοῦ, καὶ τοῦτο ἦν ἄρα τὸ εἰρη‐ | |
40 | μένον διὰ τῆς τοῦ προφήτου φωνῆς· Τοῖς δὲ δου‐ λεύουσί μοι κληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσε‐ ται ἐπὶ τῆς γῆς. Δοκεῖ δὲ, φησὶ, τὸν ἀφ’ ἡλίου ἀνατολῶν Χριστὸν εἶναι λέγειν, διά τοι τὸ γεγράφθαι περὶ αὐτοῦ· «Ἰδοὺ ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ.» Καὶ | |
45 | πάλιν, ὡς τοῦ Θεοῦ καὶ Πατρὸς περὶ αὐτοῦ λέγον‐ τος· «Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην;» «Γέγονε γὰρ ἡμῖν δικαιοσύνη Χριστὸς, ἁγιασμός τε καὶ ἀπολύτρωσις προσέτι.» Ἐρχέσθωσαν ἄρχοντες, καὶ ὡς πηλὸς κερα‐ | |
70.845(50) | μέως, καὶ ὡς κεραμεὺς καταπατῶν πηλὸν, κατα‐ πατηθήσεσθε. Τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν καὶ τὰ ἔμπροσθεν; Καὶ ἐροῦμεν, ὅτι ἀληθής ἐστιν. Οὐκ ἔστιν ὁ προλέγων, οὐδὲ ὁ ἀκούων τοὺς λόγους ὑμῶν. | |
55 | Ἔμελλε γὰρ Θεοῦ κατανεύοντος, ἡ τῶν εἰδώλων | |
πληθὺς καταπίμπρασθαι, καὶ τοῖς τῶν πιστευσάντων | 845 | |
70.848 | ποσὶ πηλοῦ παρεῤῥίφθαι δίκην. Πεπάτηνται γὰρ, καὶ ὡς χοῦς, ἢ καὶ ὡς πηλὸς κεραμέως, καὶ ἕτερον ὄντα παρὰ τοῦτον οὐδέν. Ἦν γὰρ ἐκ γῆς ἡ γέννησις αὐτοῖς. Ὅτι δὲ ἔμελλε ταῦτα σύμπαντα πρὸς πέρας ἄγεσθαι | |
5 | κατὰ καιροὺς στρατηγούντων ἁγίων, καὶ τοῖς τοῦ Θεοῦ νεύμασιν ὑπηρετούντων νεανικῶς καταδείκνυσι λέγων τὸ, Ἐρχέσθωσαν ἄρχοντες, τοῦτ’ ἔστιν, ἀνα‐ δεικνύσθωσαν οἱ τῶν λαῶν ἡγεμόνες, οἱ τοὺς εἰς ἐμὲ πιστεύοντας ἐπιθήγοντες τῇ πλάνῃ, ἐξοπλίζοντές τε | |
10 | κατὰ τῶν ἀψύχων θεῶν. Τίς γὰρ ἐν αὐτοῖς, φησὶν, ἀπαγγελεῖ τὰ ἐξ ἀρχῆς ἵνα γνῶμεν, ἢ καὶ τὰ ἔμ‐ προσθεν, ἵνα ἐκβεβηκότων τῶν εἰρημένων εἰς πέρας συννεύσωμεν ὅτι λελαλήκασιν ἀληθῆ; Ἀλλ’ οὐκ ἦν, φησὶν, ἐν τοῖς ψευδωνύμοις θεοῖς, ἤγουν ἐν τοῖς | |
15 | ἀκαθάρτοις πνεύμασιν ὁ προλέγων· ἀλλ’ οὐδὲ ἐν ἀνθρώποις ὁ ἀκούων τοὺς λόγους ὑμῶν. Πάλαι μὲν κατά τε χώρας καὶ πόλεις ἐν ταῖς τῶν εἰδώλων τεμέ‐ νεσι ψευδομαντίαι τε ἦσαν, καὶ ψευδηγορίαι δαιμο‐ νίων, τρίποδες δὲ καὶ λέβητες, καὶ πληθὺς ἀναρίθμη‐ | |
20 | τος τῶν ἀπατᾷν εἰωθότων· ἐβάδιζον δὲ πολλοὶ χρη‐ σμοὺς ληψόμενοι παρ’ αὐτῶν. Ἐπεὶ δὲ ἐπέλαμψεν ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος, πεπτώκασι μὲν τὰ ἐν σηκοῖς εἴδωλα, σεσιγήκασι δὲ καὶ οἱ πλανῶντες δαίμονες· μᾶλλον δὲ καὶ κατεπέμφθησαν εἰς ᾅδου, καὶ τεταρτά‐ | |
25 | ρωνται. Κέκληνται δὲ πρὸς ἐπίγνωσιν ἀληθείας οἱ πάλαι τοὺς παρ’ αὐτῶν τιμῶντες λόγους, καὶ τοῦτο διδάσκει λέγων· «Οὔτε μὴν ὁ ἀκούων τοὺς λόγους ὑμῶν.» Ἀρχὴν Σιὼν δώσω, καὶ Ἱερουσαλὴμ παρακα‐ | |
30 | λέσω εἰς ὁδόν. Ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐθεὶς, καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν, οὐκ ἦν ὁ ἀναγγέλ‐ λων· καὶ ἐὰν ἐρωτήσω αὐτοὺς, Πόθεν ἐστέ; οὐ μὴ ἀποκριθῶσί μοι· εἰσὶ γὰρ οἱ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς. | |
35 | Ὑπισχνεῖται πάλιν τὴν τοῦ Σωτῆρος ἀνάδειξιν, δι’ οὗ σέσωσται μὲν ἡ ὑπ’ οὐρανὸν, κέκληται δὲ πρὸς ἐπίγνωσιν ἀληθείας ἡ τῶν πλανωμένων πληθύς. Ἵνα γὰρ ἔχωμεν τὸν καθηγητὴν, τὸν ἀποκομίζειν εἰδότα καὶ δυνάμενον εἰς τὴν τῆς σωτηρίας ὁδὸν, γέγονεν | |
40 | ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ βασιλεὺς ὢν φύσει· καθὸ καὶ Θεὸς καὶ ἐκ Θεοῦ νοεῖται Πατρὸς, τοῦ δὴ πάντων κρατοῦντος, καὶ ὑπὸ πόδας κειμένην ἔχοντος τὴν κτίσιν· κεχειροτονῆσθαι λέγεται βασι‐ λεὺς ἐφ’ ἡμᾶς. Γέγραπται γὰρ περὶ αὐτοῦ· «Ἰδοὺ | |
45 | δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι.» Βεβασίλευκε γὰρ τῆς ὑπ’ οὐρανὸν ὁ Χριστὸς, καὶ τοῦτο ἡμῖν ἐναργὲς καθίστησι λέγων· «Ἐδόθη μοι ἐξουσία πᾶσα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.» Καίτοι γὰρ τῶν ὅλων κατεξουσιάζων ὡς Θεὸς, διὰ τὴν | |
70.848(50) | μετὰ σαρκὸς οἰκονομίαν ἑαυτῷ δεδόσθαι φησὶν, ἅπερ εἶχεν ὡς Θεός. Βασιλεύσας τοίνυν, ἄρχοντας ἐφ’ ἡμᾶς κεχειροτόνηκε τοὺς ἁγίους ἀποστόλους, οἳ καὶ ἦρξαν ἡμῶν μετὰ κρίσεως, τοῦτ’ ἔστι, μετὰ δικαιο‐ σύνης. Δώσω τοίνυν, φησὶ, τῇ Σιὼν, τοῦτ’ ἔστι, τῇ | |
55 | Ἐκκλησίᾳ, ἤτοι τῇ τῶν πιστευόντων πληθύϊ, τὴν σώζουσαν ἀρχὴν, τοῦτ’ ἔστι Χριστόν. Παρακαλέσω | |
δὲ καὶ τὴν Ἱερουσαλὴμ, ἥ ἐστι πάλιν τῆς Ἐκκλη‐ | 847 | |
70.849 | σίας εἴσοδος. Παρακεκλήμεθα γὰρ δυναμούμενοι διὰ Χριστοῦ, καὶ τὴν εἰς ζωὴν ἀποφέρουσαν τὴν ἀμήρυ‐ τον δεδιδάγμεθα τρίβον. Ἀπὸ γὰρ τῶν ἐθνῶν, φη‐ σὶν, ἰδοὺ οὐθεὶς, καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἧν | |
5 | ὁ ἀπαγγέλλων. Πλεῖστοι μὲν γὰρ ὅσοι γεγόνασι παρ’ Ἕλλησι σοφοὶ, καὶ λογάδες· ἀλλ’ οὐδεὶς ἦν ἐν αὐτοῖς ὁ διδάξαι δυνάμενος τὴν εἰς εὐσέβειαν ὁδόν. Εἰδώλων δὲ πλήρεις οἱ παρ’ αὐτοῖς ὄντες ἦσαν νέοι, ἀλλ’ οὐδὲ ἐν τοῖς εἰδώλοις, ἤγουν ἐν τοῖς ψευδωνύμοις θεοῖς ἦν | |
10 | ὁ τὴν τοῦ συμφέροντος θήραν ἀγγεῖλαι δυνάμενος, ἤγουν εἰς ὁδὸν ἀπευθῦναι δικαιοσύνης. Μᾶλλον δέ τι τοῦτό φημι· Οὐδ’ ἂν εἰ ἐρωτηθεῖεν, φησὶ, Πόθεν ἐστέ; δύναιντ’ ἂν ἀποκρίνασθαι. Οἱ δὲ ἑαυτοὺς οὐκ εἰδότες, ὕλη γάρ εἰσι κωφὴ καὶ ἀναίσθητος, πῶς ἂν ἑτέροις | |
15 | γένοιντο καθηγηταί; ἢ πῶς ἄν τισι καταδείξειαν ὅλως τὸ τελοῦν εἰς ὄνησιν; Εἰσὶ γὰρ, εἰσὶν ὑμᾶς μὲν ποιοῦντες τοὺς ψευδωνύμους πλάττοντες Θεοὺς, ὑμᾶς δὲ πάλιν πλανῶντες τοὺς προσκυνοῦντάς γε αὐτούς. Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ | |
20 | ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. Ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτόν. Κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. Οὐ κεκράξεται, οὐδὲ ἀν‐ ήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. Κά‐ λαμον συντεθλασμένον οὐ συντρίψει, καὶ λῖνον | |
25 | τυφόμενον οὐ σβέσει, ἀλλ’ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. Ἀναλάμψει, καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη καὶ λαοὶ ἐλπιοῦσιν. Προεπήγγελται, λέγων, Ἀρχὴν Σιὼν δώσω, καὶ | |
30 | ποία τις αὕτη διαδείκνυσι σαφῶς. Κεχειροτόνηται γὰρ ἐπὶ τὴν νοητὴν Σιὼν, τοῦτ’ ἔστιν, ἐπὶ τὴν Ἐκ‐ κλησίαν ἄρχων καὶ καθηγητὴς, οὐκ εἰς ἀρχὴν τοῦ πράγματος ἀναβαίνων τότε, ὅτε καὶ εἰς τοῦτο παρ‐ ενεχθῆναι λέγεται. Ἦν γὰρ καὶ ἔστιν ἀεὶ βασιλεὺς, | |
35 | καὶ τῶν ὅλων Κύριος ὁ ἐκ Παρθένου Λόγος. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος, ἴδιον ποιεῖται τὸ τῆς ἀνθρω‐ πότητος μέτρον. Οὕτω γὰρ ἦν ἀληθῶς, καὶ ἀνεν‐ δοιάστως πιστεύεσθαι πρὸς ἡμῶν, ὅτι γέγονε καθ’ ἡμᾶς. Οὐκοῦν κἂν εἰ λέγοιτο λαβεῖν τὸ κατὰ πάντων | |
40 | κράτος, τῆς μετὰ σαρκὸς οἰκονομίας ἔσται τὸ λαβεῖν, οὐ τῆς ὑπεροχῆς αὐτοῦ, καθ’ ἣν νοεῖται τῶν ὅλων Δεσπότης. Ἰακὼβ δὲ αὐτὸν ἀποκαλεῖ καὶ Ἰσραὴλ, ὡς ἐξ αἵματος γεγονότα τὸ κατὰ σάρκα τὸν ἐξ Ἰα‐ κὼβ, ὃς μετωνομάσθη καὶ Ἰσραήλ. Φησὶ δὲ, ὅτι | |
45 | Ἀντιλήψομαι, καὶ ἀπόλεκτον ὀνομάζει. Συνειργά‐ ζετο γὰρ ὁ Πατὴρ τῷ Υἱῷ, καὶ ὡς δυνάμεως τῆς ἰδίας ἀπετέλει τὰς μεγαλουργίας. Ἔστι δὲ καὶ ἀπό‐ λεκτος ἀληθῶς, ὅτι καὶ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ παραδεκτὸς ὡς ἠγαπη‐ | |
70.849(50) | μένος· ηὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἐν αὐτῷ. Ἔφη γοῦν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Ὅτι δὲ κέχρισται κατὰ τὸ ἀνθρώ‐ πινον, καὶ μετεσχηκέναι λέγεται τοῦ ἁγίου Πνεύμα‐ τος, καίτοι τὸ Πνεῦμα διδοὺς αὐτὸς, καὶ ἁγιάζων | |
55 | τὴν κτίσιν, σαφηνιεῖ λέγων· Ἔδωκα τὸ Πνεῦμά μου ἐπ’ αὐτόν. Βαπτισθέντι γὰρ αὐτῷ τὸ Πνεῦμα, φησὶν, | |
ἐπεφοίτηκεν ἐξ οὐρανῶν ἐν εἴδει περιστερᾶς καὶ | 849 | |
70.852 | ἔμεινεν ἐπ’ αὐτόν. Εἰ δὲ ἐν καιρῷ τοῦ βαπτισθῆναι δέχεται τὸ Πνεῦμα τῷ τῆς ἀνθρωπότητος μέτρῳ, εἴη ἂν μετὰ τῶν ἄλλων, καὶ τοῦτο. Οὐ γάρ τοι καθ’ ὃ Θεός ἐστιν, ἡγιάζετο τὸ Πνεῦμα λαβών· αὐτὸς γὰρ, | |
5 | ὡς ἔφην, ὁ ἁγιάζων ἐστίν· ἀλλὰ καθὸ πέφηνεν ἄν‐ θρωπος οἰκονομικῶς. Κέχρισται τοίνυν, ὥστε κρίσιν τοῖς ἔθνεσιν ἐξοῖσαι. Κρίσιν δὲ τὴν δικαιοκρισίαν ἐν τούτοις φησί. Δεδικαίωκε γὰρ αὐτὰ κατακρίνας τὸν πλεονεκτήσαντα Σατανᾶν. Καὶ τοῦτο ἡμᾶς αὐτὸς ἐδί‐ | |
10 | δαξεν, εἰπών· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντα ἑλκύσω πρὸς ἐμαυ‐ τόν.» Κατεψηφίσατο μὲν γὰρ τὸν ὄλεθρον τοῦ πλεο‐ νεκτήσαντος, ὡς ἔφην, τὴν ὑπ’ οὐρανὸν, ὁσίῳ δὲ | |
15 | κρίματι σέσωκε τοὺς ἠπατημένους. Ἀλλ’ οὐ κεκρά‐ ξεται, φησὶν, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. Ἐπεδήμησε γὰρ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἐν ὑφέσει πολλῇ καὶ ἀφιλοκομπίᾳ, καὶ οἷον ἀψοφητὶ, καὶ ἀδικῶν οὐδένα· ἀλλ’ ἐν σιγῇ τε, | |
20 | καὶ ἠρεμίᾳ, ὥστε καὶ συντεθλασμένον μὴ συντρῖψαι κάλαμον, μήτε μὴν λῖνον τυφόμενον σβέσειν, τοῦτ’ ἔστι, μήτε τοῖς ἄγαν εὐτελεστάτοις καὶ εὐτολμό‐ τατα λίαν ὑπομένειν εἰωθόσι τὸ βλάβος ἐπαφεῖναι πόδα. Τί οὖν ἐργάσεται, καὶ τί κατορθώσει τοῖς | |
25 | ἔθνεσιν; Εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. Ἐν τούτοις ἔοικε τὸν νόμον ἀποκαλεῖν. Γέγραπται γὰρ περὶ τοῦ Ἰσραὴλ, καὶ τοῦ πάντων κρατοῦντος Θεοῦ, ὅτι ἐκεῖ ἔδωκεν αὐτῷ δικαιώματα καὶ κρίσιν· καὶ πάλιν, Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας. Τὴν | |
30 | κρίσιν τοίνυν ἤτοι τὸν νόμον τὸν ἐν σκιαῖς ὄντα καὶ τύποις, εἰς ἀλήθειαν ἐξοίσει τῶν εὐαγγελικῶν θεσπι‐ σμάτων, δι’ ὧν τῆς ἀρεσκούσης αὐτῷ πολιτείας ἀν‐ έδειξε τὴν ὁδὸν, καὶ τὴν ἐν γράμματι κατὰ νόμον λα‐ τρείαν μετέστησεν εἰς ἀλήθειαν. Καὶ πεπαρῳνήκασι | |
35 | μὲν εἰς αὐτὸν οἱ τάλανες Ἰουδαῖοι θανάτῳ τῷ τῆς σαρκὸς λυπῆσαι τολμήσαντες. Πλὴν ἀνέλαμψεν ὡς φῶς, καὶ οὐ συνεθραύσθη, τοῦτ’ ἔστιν, οὐ νενίκηται τῇ φθορᾷ, οὐ κεκράτηκεν ἡ τῶν ἐπιβουλευθέντων ἀπόνοια. Λέλυται γὰρ ὁ θάνατος, καὶ ἀνεβίω θεοπρε‐ | |
40 | πῶς, καὶ πεπάτηκεν ἐχθροὺς, καὶ γέγονε τοῖς κατὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν σωτηρίας ἀφορμὴ τὸ παθεῖν αὐτόν. Οὐ θραυσθήσεται τοίνυν, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν. Καὶ μὴ ὑπολάβῃς ὅτι καιρὸν ὁρίζει τινὰ καθ’ ὃν θραυσθήσεται, τοῦτ’ ἔστι, μετὰ τὸ θεῖναι τοῖς | |
45 | ἐπὶ τῆς γῆς τὴν κρίσιν· ἀλλ’ ἐκεῖνο μᾶλλον φησὶ, Περιγενήσεται τῶν ἀνθεστηκότων, καὶ κρατήσει τοσοῦ‐ τον, ὥστε καὶ ἐν πάσῃ τῇ γῇ θεῖναι τὴν κρίσιν. Κε‐ κήρυκται γὰρ τὸ Εὐαγγέλιον ἐν πάσῃ τῇ γῇ, καὶ οἷον πέπηγε τὰ αὐτοῦ θεσπίσματα. Γέγραπται γὰρ, | |
70.852(50) | ὅτι «Δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.» Ἤλπισέ γε μὴν τὰ ἔθνη, φησὶν, ἐπὶ τῷ ὀνό‐ ματι αὐτοῦ. Ἐπεγνωκότα γὰρ ὅτι Θεὸς κατὰ ἀλήθειαν ἐστὶ, καὶ εἰ πέφηνε σαρκὶ, αὐτὸν ἐλπίδα ποιή‐ σονται, καὶ καθά φησιν ὁ Ψάλλων· «Ἐν τῷ ὀνόμασι αὐτοῦ ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν.» Κεκλήμεθα γὰρ Χριστιανοὶ, καὶ ἐπ’ αὐτῷ πᾶσαν ἔχομεν ἐλπίδα. Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν, | |
55 | καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν, καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐ‐ | |
τῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν· Ἐγὼ Κύ‐ | 851 | |
70.853 | ριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρα‐ τήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε. Καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δε‐ | |
5 | σμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθ‐ ημένους ἐν σκότει βαθεῖ. Ψευδοπροφῆται, καὶ ψευδομάντεις πλεῖστοι μὲν ὅσοι γεγόνασι κατὰ καιροὺς ἐν τῷ Ἰσραήλ. Συμβέ‐ βηκε δὲ ταύτης ἕνεκα τῆς αἰτίας ἀπιστεῖσθαι καὶ | |
10 | αὐτοὺς τοὺς ἀπεσταλμένους παρὰ Θεοῦ, καὶ προ‐ φήτας ἀληθῶς, καὶ ἐν Πνεύματι ἁγίῳ λαλεῖν εἰωθό‐ τας. Καὶ τό γε παράδοξον, ὅτι καὶ αὐτὸς ἐλοιδορήθη Χριστὸς, ὡς οὔτε ἀπεσταλμένος παρὰ Θεοῦ, οὔτε μὴν ἀληθῶς ἅγιός τε ὑπάρχων, καὶ ἐν ὑπεροχῇ θεό‐ | |
15 | τητος ἀποτελῶν τὰ παράδοξα. Καὶ γοῦν οἱ τῶν Ἰου‐ δαίων καθηγηταὶ, καίτοι τερατουργοῦντα βλέποντες, ποτὲ μὲν ἔφασκον αὐτὸν ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν τὰ δαιμόνια· ποτὲ δὲ πάλιν ἀλ‐ λήλοις προσελάλουν· Εἰ ἦν οὗτος παρὰ Θεοῦ ἄνθρωπος, | |
20 | οὐκ ἂν ἔλυε τὸ Σάββατον. Καὶ πρός γε ταῦτα, Χριστὸς ἐπειρᾶτο πλειστάκις ἀπολογεῖσθαι καὶ πληροφορεῖν ὅτι μὴ κατ’ ἐκείνους ἐστὶ τοὺς ἐν ψιλῇ καὶ μόνῃ γεγονότας δοκήσει τοῦ ἀπεστάλθαι παρὰ Θεοῦ. Ἔφη γοῦν· «Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ, | |
25 | καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι.» Καὶ πάλιν· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου.» Ἵνα τοίνυν καὶ αὐτὸν ἔχῃ μαρτυροῦντα τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα, καὶ διὰ προφητῶν ἁγίων χρησίμως τε καὶ ἀναγκαίως ἔφησεν, ὅτι Ἐγὼ Κύ‐ | |
30 | ριος ὁ Θεὸς ὁ διαπήξας τὸν οὐρανὸν, ὁ τὴν γῆν ἑδραιο‐ τάτην καὶ ἀκλόνητον ἀποφήνας, ὁ ζῶν καὶ ζωοποιὸς, καὶ πνοὴν ἅπασι διδούς. Ἐγὼ ὁ τῶν ὅλων Θεὸς καὶ Κύριος ἐκάλεσά σε ἐν δικαιοσύνῃ. Οὐ γὰρ αὐτόμολος, φησὶ, κατ’ ἐκείνους γέγονε τοὺς ψευδοπροφήτας, τοὺς | |
35 | ἀπὸ καρδίας αὐτῶν λαλοῦντας, καὶ οὐκ ἀπὸ στόματος Κυρίου· ἀλλ’ ἐγώ σε κέκληκα, τοῦτ’ ἔστι, κατ’ εὐδο‐ κίαν ἐμὴν ἐν δικαιοσύνῃ παρήγαγον. Κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε· ἀντὶ τοῦ, Συνεργάσομαί σοι, καὶ ἀποφανῶ πάντα ἰσχύοντα. Καὶ οὔτι πού φα‐ | |
40 | μεν ὡς ἀσθενῆ καὶ ἀναλκῆ οἶδεν ὄντα τὸν Υἱὸν ὁ Πατὴρ, οὔτε μὴν ἐπικουρίας ἐνδεᾶ. Αὐτὸς γάρ ἐστιν ὁ τῶν δυνάμεων Κύριος, καὶ ἡ τοῦ Πατρὸς ἀνίκητος δεξιὰ, δι’ ἧς τὰ πάντα παρήχθη πρὸς ὕπαρξιν. Ποιεῖ‐ ται δὲ πάλιν τοὺς λόγους, ὡς πρὸς ἕνα τῶν καθ’ | |
45 | ἡμᾶς, καθ’ ὃ πέφηνεν ἄνθρωπος, καὶ δοκεῖ πως διὰ τὸ ἀνθρώπινον δυναμοῦσθαι παρὰ τοῦ Πατρός. Οὕτω γὰρ αὐτὸν καὶ ἀναστῆσαι λέγεται, δοῦναί τε δόξαν αὐτῷ, καὶ ἀποφῆναι κρείττονα τῆς τῶν φονευόντων ἐπιβουλῆς. Εἰ γὰρ τεταπείνωκεν ἑαυτὸν, καὶ καθ‐ | |
70.853(50) | ῆκεν ἑκὼν εἰς κένωσιν, δεῖ δὴ πάντως καὶ τὸ τῆς κενώσεως ὁρᾶσθαι μέτρον, καὶ δι’ αὐτῶν τῶν πραγ‐ μάτων νοεῖσθαι τὸ ταπεινόν. Ὅρα δὲ ὡς περὶ ἀν‐ θρώπου λέγων τὸ, Κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, εὐθὺς διαδείκνυσι Θεὸν ὄντα φύσει καὶ | |
55 | Υἱὸν ἀληθῶς, καὶ φῶς ἐκ φωτός. Δέδωκα γάρ σε, φησὶν, εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι | |
ὀφθαλμοὺς τυφλῶν. Ἀφίκετο γὰρ ὁ μονογενὴς τοῦ | 853 | |
70.856 | Θεοῦ Λόγος εἰς τόνδε τὸν κόσμον μετὰ σαρκὸς, καὶ τοῖς ἐκ γένους, τοῦτ’ ἔστι, ἐξ αἵματος Ἰσραήλ· ἐξ αὐ‐ τῶν γὰρ πέφηνεν τὸ κατὰ σάρκα γεννηθεὶς ἐκ γυναι‐ κός· τὴν καινὴν δέδωκε διαθήκην, τὴν πάλαι προηγ‐ | |
5 | γελμένην διὰ φωνῆς προφητῶν. Γέγονε δὲ καὶ τοῖς ἔθνεσι φῶς. Θεοπρεπὲς δὲ καὶ τοῦτο. Τὸ γάρ τοι νο‐ μοθέτην, καὶ ἄπρακτον ἀποφῆναι τὴν τοῦ πανσόφου Μωσέως σκιὰν, προσεπιθεῖναι δὲ τοῖς ἀρχαίοις τὰ νέα θεοπρεπεστάτῃ ἐξουσίᾳ, τὸ δὲ δὴ καὶ φωτίζειν | |
10 | τοὺς ἐν σκότῳ δύνασθαι, καὶ τυφλῶν ἀνοίγειν ὀφθαλ‐ μούς· ἐνήστραψε γὰρ τοῖς ἔθνεσι τὸ θεῖόν τε καὶ οὐράνιον φῶς· πῶς οὐκ ἂν ἔχοι σαφῆ τὴν ἀπόδειξιν, τοῦ, καὶ ὅτι Θεὸς, καὶ ἐκ Θεοῦ κατὰ φύσιν ἐστίν; Ὅτι δὲ καὶ τοῖς ἐν ᾅδου πνεύμασι πορευθεὶς ἐκήρυξε, | |
15 | καὶ τοῖς καθειργμένοις ἐν οἴκῳ φυλακῆς ἐπεφάνη Χριστὸς, καὶ πάντας ἀνῆκε δεσμῶν, καὶ ἀνάγκης, καὶ ποινῆς, καὶ δίκης, προαπέφηνεν εἰπὼν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἵκου φυλακῆς καθ‐ ημένους ἐν σκότει. Ἐγὼ Κύριος ὁ Θεὸς, τοῦτό μού ἐστιν ὄνομα. | |
20 | Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. Τὰ ἀπ’ ἀρχῆς ἰδοὺ ἥκασι, καὶ καινὰ ἂ ἐγὼ ἀναγγελῶ. Καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν. Κυρίως γὰρ καὶ ἀληθῶς καὶ μόνος Θεὸς ἂν εἴη, | |
25 | καὶ λέγοιτο πρὸς ἡμῶν ὁ τῶν ὅλων Δημιουργός. Καὶ καθά φησιν ὁ πάνσοφος Παῦλος· «Κἂν εἰ πολλοί τινες εἶεν θεοὶ καὶ κύριοι ἔν τε οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· ἀλλ’ ἡμῖν εἷς Θεὸς καὶ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς ἐξ αὐτοῦ· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, | |
30 | δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ.» Ἐπειδὴ δὲ μεγάλων ἡμῖν καὶ τεθαυμασμένων πραγμάτων ἀπο‐ τελεστὴν ἑαυτὸν εἰσκεκόμικεν, οὐ τοῖς ἀψύχοις εἰ‐ δώλοις, οὔτε μὴν ἑτέρῳ τινὶ τῶν κτισμάτων τὴν ἑαυτοῦ δόξαν χαριεῖσθαί φησιν, ἤτοι τὰς θεοπρεπεῖς | |
35 | ἀρετὰς, ἀλλ’ ἑαυτῷ τηρῆσαι μόνῳ. Καὶ γὰρ ἦν ἀκόλουθον τὴν τῆς θεότητος δόξαν, οὐδενὶ τῶν ἄλλων καὶ παρ’ αὐτῶν οὐσιωδῶς ἑτέρῳ ἐμπρέπειν, ἀλλ’ αὐτῇ καὶ μόνῃ τῇ ἀῤῥήτῳ καὶ ὑπὲρ πάντα φύσει. Οὐδενὶ δὲ λέγων τὴν ἑαυτοῦ χαριεῖσθαι δόξαν, δέ‐ | |
40 | δωκεν αὐτὴν τῷ Υἱῷ· δεδόξασται γὰρ, καθάπερ ἀμέ‐ λει καὶ ὁ Πατὴρ προσκυνούμενος ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς. Πῶς οὖν ἄρα δέδωκεν ὡς οὐκ ὄντι παρ’ αὐ‐ τῶν ἑτέρῳ, κατά γε τὸν τῆς ὁμοουσιότητος λόγον, κἂν εἰς ὑπόστασιν ἰδικὴν ἑκάτερος ἀπετέμνετο; Μία | |
45 | γὰρ ἡ τῆς ἀνωτάτω θεότητος φύσις ἐν τρισὶν ὑπο‐ στάσεσιν ἰδικαῖς, νοουμένη τε καὶ προσκυνουμένη παρὰ τῶν ὀρθὰ φρονεῖν εἰωθότων. Λέγων· Τὰ δὲ ἀπ’ ἀρχῆς, ἰδοὺ ἥκασι. Καὶ καινὰ, ἃ ἐγὼ ἀναγγελῶ, καὶ πρὸ τοῦ ἀναγγεῖλαι, ἐδηλώθη ἡμῖν· οὐκ ἐφίησι πρὸς | |
70.856(50) | ἡμῶν τὸν τοῦ Σωτῆρος κατά τι γοῦν ὅλως ἀπιστεῖ‐ σθαι λόγον. Ὥσπερ γὰρ, φησὶν, εἰς πέρας ἤχθη τὰ ἀπ’ ἀρχῆς εἰρημένα περὶ τῆς ἐπιδημίας αὐτοῦ, οὕ‐ τως ἐκβήσεται πρὸς τὴν ἀλήθειαν· καὶ ἅπερ ἂν εἴπῃ καινὰ, πρὶν ἐμφανῆ γενέσθαι δηλωθῇ. Ποῖα δὲ ταῦτά | |
55 | ἐστιν; Ἐπηγγείλατο γὰρ ἡμῖν ὁ Κύριος ἡμῶν Ἰη‐ σοῦς ὁ Χριστὸς τὴν εἰς αἰῶνα τὸν μέλλοντα ζωήν, | |
δηλονότι τὴν ἐν ἀφθαρσίᾳ, καὶ ἁγιασμῷ, καὶ δικαιο‐ | 855 | |
70.857 | σύνῃ, τὴν τῶν οὐρανῶν βασιλείαν· τῶν πνευματι‐ κῶν ἀγαθῶν τὴν εὐκλεᾶ μέθεξιν, τοὺς τῆς ἐπιεικείας καρποὺς, τῆς εὐσεβείας τὰ γέρα, τῆς εἰς αὐτὸν ἀγά‐ πης τὸν στέφανον· ὧν καὶ ἡμᾶς γένοιτο τυχεῖν δι’ | |
5 | αὐτοῦ χάριτος καὶ φιλανθρωπίας· δι’ αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύ‐ ματι εἰς τοὺς αἰῶνας. Ἀμήν. | |
7t | ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. | |
9t | ΛΟΓΟΣ Αʹ. | |
10 | Ἐπέφανεν ἐν ἡμῖν Θεὸς ὢν Κύριος, κατὰ τὰς Γραφὰς, καὶ σεσαγήνευται δι’ αὐτοῦ πρὸς τὴν διὰ πίστεως χάριν ἡ τῶν πλανωμένων ἀγέλη. Προσδο‐ κία γὰρ ἦν ἐθνῶν, καὶ τοὺς ἐν ὀμίχλῃ καὶ σκότῳ πρὸς τὸ τῆς ἀληθείας ἐκάλεσε φῶς ὁ Θεὸς καὶ Πα‐ | |
15 | τὴρ δι’ αὐτοῦ. Καὶ τοῦτο ἡμῖν κατέστησεν ἐναργὲς διὰ τῶν ὀπίσω, βραχὺ λέγων· «Ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, καὶ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, | |
20 | ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυ‐ λακῆς καθημένους ἐν σκότῳ βαθεῖ.» Τέθειται γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς διαθήκην μὲν τοῦ κατὰ σάρκα γένους, φημὶ δὴ τῶν ἐξ Ἰσραὴλ, οἷς καὶ πάλαι Θεὸς ἐπηγγέλλετο | |
25 | δι’ ἑνὸς προφήτου λέγων· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέ‐ γει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν.» Μω‐ σῆς μὲν γὰρ ὁ θεσπέσιος, σκιᾶς καὶ τύπου διάκονος | |
30 | ἦν, ἐν μέτροις ὑπάρχων τοῖς ἱκετικοῖς. Χριστός γε μὴν ὡς Υἱὸς καὶ Κύριος διαθήκης καινῆς γέγονε βραβευτής. Καινῆς δέ φημι, τῆς εἰς καινότητα ζωῆς ἁγίας ἀναμορφούσης τὸν ἄνθρωπον, καὶ διὰ πολι‐ τείας εὐαγγελικῆς εὐδόκιμον, καὶ ἀληθινὸν ἀποφαι‐ | |
35 | νούσης προσκυνητήν· «Πνεῦμα γὰρ, φησὶν, ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀλη‐ θείᾳ δεῖ προσκυνεῖν.» Οὐκοῦν τέθειται εἰς διαθήκην γένους, καὶ εἰς φῶς ἐθνῶν, τοῦ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους. Ὁ μὲν | |
40 | γὰρ ἀρχέκακος Σατανᾶς κατεσκότισε τῶν ἐθνῶν τὰς καρδίας· «Ἐματαιώθησαν γὰρ ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετρα‐ | |
45 | πόδων, καὶ ἑρπετῶν.» Τὸ δέ γε φῶς τὸ ἀληθινὸν, τοῦτ’ ἔστι, Χριστὸς, ὡς νοητὸς ἡμῖν ἀνέτειλεν ἑωσφό‐ ρος, καὶ ὡς τῆς δικαιοσύνης ἥλιος, τὴν τῆς ἀληθοῦς | |
θεογνωσίας ἁπλώσας ἀκτῖνα, τὸν ἐκ διαβολικῆς ἀπά‐ | 857 | |
70.860 | της ἐπισκήψαντα τοῖς ἐπὶ τῆς γῆς κατεσκέδασε σκό‐ τον· ἠλευθέρωσεν ἐκ δεσμῶν τοὺς ταῖς τῶν οἰκείων πλημμελημάτων σειραῖς ἐν ἀφύκτοις εἰλημμένους. Ὅτι τοίνυν οἱ πάλαι τῇ κτίσει παρὰ τὸν Κτίστην | |
5 | λατρεύοντες, οἱ σκότον ἔχοντες εἰς νοῦν, οἱ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν ἀναπεπεισμένοι προσκυνεῖν, οἱ μακρὰν ὄντες Θεοῦ, κεκλήσονται διὰ πίστεως τῆς ἐν Χριστῷ, ἐπιγνώσονταί τε τὸν τῶν ἁπάντων Βασιλέα καὶ Κύριον, διαδείκνυσιν εὖ μάλα τῆς προφητείας | |
10 | ὁ λόγος. Προστάττει γὰρ τοῖς ἠλεημένοις διὰ Θεοῦ δοξολογεῖν αὐτὸν, οὕτω τέ φησιν· Ὑμνήσατε τῷ Κυρίῳ ὕμνον καινὸν, ἡ ἀρχὴ αὐ‐ τοῦ, δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ’ ἄκρου τῆς γῆς· οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν, καὶ πλέον‐ | |
15 | τες αὐτήν· αἱ νῆσοι, καὶ οἱ κατοικοῦντες αὐτάς. Καινὸς ὁ ὕμνος, καὶ τῇ τῶν πραγμάτων καινότητι πρέπων. «Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις, κατὰ τὸ γεγραμμένον, καὶ τὰ ἀρχαῖα παρῆλθε, γέγονε δὲ τὰ πάντα καινά.» Λελύτρωνται μὲν γὰρ ἐκ τῆς Αἰ‐ | |
20 | γυπτίων πλεονεξίας οἱ ἐξ αἵματος Ἰσραὴλ, μεσι‐ τεύοντος τὸ τηνικάδε τοῦ πανσόφου Μωσέως, καὶ πλινθείας ἐξῄρηνται, καὶ ἱδρώτων κενῶν τῶν ἐπὶ γηΐνοις σπουδάσμασιν ἔργον κηδεστῶν ἀγριότητος, καὶ τῆς τοῦ κρατοῦντος ἀπανθρωπίας· διεβιβάσθη‐ | |
25 | σαν διὰ μέσης θαλάσσης, ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, ἔπιον ὕδωρ ἐκ πέτρας, ἀβρόχῳ ποδὶ διῆλθον τὸν Ἰορδάνην, εἰσεκομίσθησαν εἰς τὴν γῆν τῆς ἐπαγ‐ γελίας. Τάδε ἐφ’ ἡμῖν πάντα καινὰ, καὶ τῶν ἀρχαίων ἀσυγκρίτως ἐν ἀμείνοσιν. Οὐ γὰρ σαρκικῆς, μᾶλλον | |
30 | δὲ πνευματικῆς δουλείας ἐξῃρήμεθα, καὶ ἀντὶ τῶν περὶ γῆν σπουδασμάτων τῶν ἐκ φιλοσαρκίας ἀπηλ‐ λάγμεθα μολυσμῶν· οὐκ ἐργοδιώκτας ἐφύγομεν Αἰ‐ γυπτίους, οὐδὲ τύραννον μὲν ἀσεβῆ, καὶ ἀνήμερον, πλὴν ἄνθρωπον καθ’ ἡμᾶς, τοὺς συνωθοῦντας δὲ | |
35 | μᾶλλον εἰς ἁμαρτίαν πονηροὺς καὶ ἀκαθάρτους δαί‐ μονας, καὶ τὸν ταῖς τούτων ἀγέλαις ἐφεστηκότα, τοῦτ’ ἔστι, Σατανᾶν. Διέβημεν καθάπερ τινὰ θάλατ‐ ταν, τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ τὴν ἐν αὐτῷ τύρβην, καὶ εἰκαίους ὄντως περισπασμούς. | |
40 | Ἐφάγομεν τὸ μάννα τὸ νοητὸν, τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, τὸν ζωὴν διδόντα τῷ κόσμῳ· ἐπίομεν ὕδωρ ἐκ πέτρας, τοῖς Χριστοῦ νάμασιν ἐντρυφήσαντες, νοητοῖς δὲ δηλονότι. Διέβημεν τὸν Ἰορδάνην, ἀξιω‐ θέντες τοῦ ἁγίου βαπτίσματος, εἰσήλθομεν εἰς τὴν | |
45 | τοῖς ἁγίοις ἐπηγγελμένην καὶ πρέπουσαν γῆν, ἧς καὶ αὐτὸς ὁ Σωτὴρ διαμνημονεύει, λέγων· «Μακά‐ ριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Οὐκοῦν ἐπὶ καινοῖς κατορθώμασι, καινὸν ἔδει γενέ‐ σθαι τὸν ὕμνον παρὰ τῆς ἀρχῆς αὐτοῦ· τοῦτ’ ἔστι, | |
70.860(50) | παρὰ τῶν ὑπ’ αὐτῷ γεγονότων καὶ ἀρχομένων ὑπ’ αὐτοῦ· γενέσθαι δὲ τὸν ὕμνον, ἤτοι τὴν αὐτῷ πρέ‐ πουσαν δοξολογίαν, οὐ κατά γε μόνην τὴν τῶν Ἰου‐ δαίων χώραν, ἀλλὰ γὰρ ἀπ’ ἄκρου τῆς γῆς εἰς ἄκρον δηλονότι, τοῦτ’ ἔστιν, ἅπασαν τὴν ὑπ’ οὐρανόν. Πά‐ | |
55 | λαι μὲν γὰρ ἦν ἐν τῇ Ἰουδαίᾳ γνωστὸς ὁ Θεὸς, καὶ | |
ἐν μόνῳ τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἐπειδὴ | 859 | |
70.861 | δὲ κεκλήμεθα διὰ Χριστοῦ πρὸς ἐπίγνωσιν ἀληθείας, πλήρης γέγονεν ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Οὕτω γάρ που καὶ ὁ Ψάλλων φησίν, ὅτι «Πληρω‐ θήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.» Τίνες οὖν οἱ | |
5 | δοξολογεῖσθαι τὸ ὄνομα αὐτοῦ προστάττοντες ἀπ’ ἄκρου τῆς γῆς, οἱ τοὺς ᾠδοὺς ἱστάντες αὐτῷ, καὶ χοροστατεῖν ἀναπείθοντες, καὶ εἰς θίασον συγκα‐ λοῦντες πνευματικὸν, οἱ καταβαίνοντες εἰς θάλασσαν, καὶ πλέοντες αὐτὴν, αἱ νῆσοι, καὶ οἱ κατοικοῦντες | |
10 | αὐτάς; Διαμέμνηται δὲ, καθάπερ ἐγῷμαι, τῶν ἁγίων ἀποστόλων. Οὐ γάρ τοι κατὰ μόνην τὴν Ἰουδαίαν ἐκήρυττον τὸν Ἰησοῦν, καὶ τὴν δι’ αὐτοῦ χάριν, ἀλλὰ γὰρ καὶ θάλασσαν διαπεραιούμενοι ταῖς τῶν ἐθνῶν εὐηγγελίζοντο χώραις. Ἀφίκοντο γοῦν καὶ μέχρι τοῦ | |
15 | Ἰλλυρικοῦ, καὶ ἐπέκεινα, ὥστε καὶ τὰς ἐν τῇ θα‐ λάσσῃ νήσους μὴ ἀνηκόους ἀπομεῖναι τῶν ἱερῶν κη‐ ρυγμάτων, μήτε μὴν τοὺς οἰκοῦντας αὐτάς. Καὶ ἱστορικῶς μὲν ὡδὶ τοῖς εἰρημένοις προσβαλεῖς. Συν‐ ήσεις δὲ, εἰ δοκεῖ, καὶ καθ’ ἕτερον τρόπον τῆς προφη‐ | |
20 | τείας τοὺς λόγους. Θαλάσσῃ μὲν γὰρ ἡ θεόπνευστος Γραφὴ παρεικάζει πολλάκις τόνδε τὸν κόσμον, ἤτοι τὸν βίον τὸν ἀνθρώπινον, κατά γε τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Αὕτη ἡ θάλασσα ἡ μεγάλη, καὶ εὐρύ‐ χωρος· ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῶα μι‐ | |
25 | κρὰ μετὰ μεγάλων.» Ἐοικέναι δὲ θαλάσσῃ τὸν καθ’ ἡμᾶς ἰσχυρίζεται βίον, δι’ αὐτὸ τάχα που τὸ ἀστά‐ θμητον τῶν ἐν αὐτῇ πραγμάτων, καὶ τὸ ἄνω τε, καὶ τὸ κάτω, καὶ τὸ ἐν συγχύσει πολλῇ. Διαπλέουσι δὲ τὴν τοιάνδε θάλασσαν οἱ μὴ βαπτιζόμενοι παρ’ αὐτῆς, | |
30 | ἀνανηχόμενοι δὲ ὥσπερ, καὶ περισπασμῶν ἑαυτοὺς ἀπαλλάττοντες κοσμικῶν. Οὗτοι τῆς παρὰ Θεοῦ τυ‐ χόντες ἐπικουρίας, καὶ τῶν διὰ Χριστοῦ χαρισμάτων ἀεὶ μεμνημένοι δοξολογοῦσιν αὐτὸν, αἵ τε νῆσοι, τοῦτ’ ἔστιν, αἱ Ἐκκλησίαι μονονουχὶ τῇ νοητῇ διεσω‐ | |
35 | σμέναι θαλάσσῃ, καὶ δεχόμεναι τοὺς χειμαζομένους ὑπὸ πνεύματος πονηροῦ, αὗται δοξολογοῦσι Χριστὸν, ἤγουν οἱ κατοικοῦντες αὐτάς. Ἐκκλησίας γὰρ ὅτε φαμὲν, ἤγουν ὀνομάζομεν, τοὺς ἐν αὐταῖς ὄντας ἁγίους προσκυνητὰς σημαίνομεν. Ἰστέον γε μὴν κἀκεῖνο· Καλοῦνται γὰρ νῆσοι καὶ ὅσαιπέρ εἰσι κωμῶν ἢ πόλεων ἐν μέσῳ κείμεναι πολλῆς τε καὶ εὐρείας γε μὴν ἐρήμου. | |
40 | Εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύ‐ λεις, καὶ οἱ κατοικοῦντες Κηδάρ. Εὐφρανθήσον‐ ται οἱ κατοικοῦντες Πέτραν, ἀπ’ ἄκρων τῶν ὀρέων βοήσουσι. Δώσουσι τῷ Θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν. | |
45 | Οἱ μακάριοι προφῆται τοὺς περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἐξυφαίνοντες λόγους, τῆς τῶν ἐθνῶν κλήσεως ποιοῦνται μνήμην πλεισταχοῦ. Καὶ γὰρ ἦν, ὡς ἔφην, ἐθνῶν προσδοκία Χριστός. Ἐπαφιᾶσι δὲ τοὺς περὶ τῶν τοιούτων λόγους, οὐχ ἅπασιν ἁπλῶς | |
70.861(50) | τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσι καὶ λαοῖς. Οὐ γὰρ ἦν εἰκὸς ἀναριθμήτου πληθύος ἀναπιμπλάσης τὴν ὑπ’ οὐρανὸν ἰσχνοεπεῖν ἑλέσθαι τοσοῦτον, ὡς καὶ ἁπάντων ποιεῖσθαι μνήμην ὀνομαστί τε, καὶ κατὰ γένος, δεχόμενοι δὲ πολλάκις τὰς ὁμόρους μὲν τῇ | |
55 | Ἰουδαίᾳ χώρας, εἰδωλολατρούσας δὲ σφόδρα, εἶτα ταύτας κληθήσεσθαι λέγοντες κατὰ καιροὺς, ὡς ἐκ | |
μέρους τὴν τοῦ παντὸς ἐποιοῦντο δήλωσιν. Ὁμόρου | 861 | |
70.864 | τοίνυν οὔσης τῇ τῶν Ἰουδαίων γῇ τῆς πλατείας ἐρήμου τῆς κατὰ νότου κειμένης, ἣν δὴ κατενέμοντο τὰ Σαρακηνῶν καὶ Ἀῤῥάβων ἔθνη, τοὺς οἰκοῦντας ἐν αὐτῇ τεύξεσθαί φασι κατὰ καιροὺς τῆς διὰ Χρι‐ | |
5 | στοῦ χάριτος, καὶ σωτηρίας. Ὀνόματα δὲ ταῖς κώμαις, ἤτοι ταῖς πολίχναις, ταῖς κατά γέ φημι τὴν ἔρημον, ἀπαύλεις, καὶ Κηδὰρ, καὶ Πέτρα, κατὰ τὴν Ἀῤῥά‐ βων γῆν καὶ εἰς δεῦρο κειμένη, οὕτω τε ὠνομασμένη. Δεισιδαιμονέστατοι δὲ, ὡς ἔφην, οἱ περὶ ὧν ὁ λόγος, | |
10 | ἤγουν οἱ τούτων οἰκήτορες, καὶ ὁλοτρόπως ἐκνενεύ‐ κασιν εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. Λελατρεύκασι γὰρ τοῖς ἀκαθάρτοις πνεύμασιν. Ἐπειδὴ δὲ ἔμελλον, ὡς ἔφην, ἐν μεθέξει γενέσθαι κλήσεώς τε καὶ σωτηρίας τῆς διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων, καὶ πίστεως | |
15 | τῆς ἐν Χριστῷ· ταύτῃτοι καὶ μάλα εἰκότως, ὡς ὡραίους ἔχων τοὺς πόδας ὁ προφήτης, ἐν τούτοις εὐαγγελί‐ ζεται γὰρ ἀγαθὰ, μονονουχὶ καὶ εἰς ὕψος αἴρει τὴν βοὴν, καί φησιν· «Εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις, καὶ οἱ κατοικοῦντες Κηδάρ· εὐφραν‐ | |
20 | θήσονται οἱ κατοικοῦντες Πέτραν.» Ἔνδειξις δὲ με‐ γάλη, καὶ ἀξιάγαστος τῆς τοῦ Σωτῆρος ἡμῶν δυνά‐ μεως, καὶ ὑπεροχῆς τὸ χρῆμά ἐστι, τοῦ τὰς οὕτω σκληρὰς, καὶ ἀνουθετήτους καρδίας, εὐκόλως κατα‐ μαλάξαντος, καὶ ἀναπείσαντος μὲν τῆς ἀρχαίας ἀπά‐ | |
25 | της ἀποφοιτᾷν, ἀνθελέσθαι δὲ τὰ ἀμείνω, καὶ μεθαρ‐ μόζεσθαι πρὸς ἀλήθειαν. Καὶ τοῦτο ἡμῖν διὰ φωνῆς Ἰεζεκιὴλ προκαταμεμήνυκε λέγων, ὅτι «Ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην, ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, τοῦτ’ ἔστι, τρυ‐ | |
30 | φερὰν, τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος.» Οὐκοῦν ὅτι κεκλήσονται καὶ αὐτοὶ, κατεσήμαινε λέ‐ γων· Εὐφράνθητι, ἔρημος, καὶ τὰ τούτοις ἐφεξῆς. Οἱ δέ γε ἀπ’ ἄκρων τῶν ὀρέων βοῶντες, διδόντες τε τῷ Θεῷ δόξαν, καὶ ἐν ταῖς νήσοις ἀναγγέλλοντες τὰς ἀρε‐ | |
35 | τὰς αὐτοῦ, τίνες εἶεν ἂν, ἄξιοι ἰδεῖν. Λυπεῖ τοιγαροῦν οὐδὲν, καὶ αὐτοὺς νοεῖσθαι τοὺς κεκλημένους, οἱ Πέ‐ τραν οἰκοῦντες, ὑψηλὴν οὕτω καὶ ἠρμένην χώραν τε καὶ πόλιν, οὐκέτι μὲν ὕμνους καὶ ᾠδὰς ὑφαίνουσι τοῖς ψευδωνύμοις θεοῖς, δοξολογοῦσι δὲ μᾶλλον τὸν | |
40 | καταφωτίσαντα Θεὸν, καὶ σαγηνεύσαντα πρὸς ἀλή‐ θειαν. Ἤγουν οἱ ἀπ’ ἄκρων τῶν ὀρέων βοῶντες, λέ‐ γοιντ’ ἂν εἶναι, καὶ μάλα ὀρθῶς, οἱ θεσπέσιοι μαθη‐ ταί. Οἷς καὶ ἑτέρωθί πού φησιν ὁ προφήτης· «Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον | |
45 | τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσα‐ λήμ. Ὑψώσατε, μὴ φοβεῖσθε.» Διεκήρυττον γὰρ ἐν παῤῥησίᾳ πολλῇ, καὶ οὐδένα τῶν ὄντων λανθάνειν ἤθελον, ἀλλ’ ἦσαν περίοπτοι τοῖς ἁπανταχοῦ, καθὰ πόλις ἐν ὄρει κειμένη· καὶ ὁ λόφος αὐτοῖς οὐκ ἐν | |
70.864(50) | παραβύστῳ, καὶ λεληθότως ἦν, ἀλλ’ ἐν πολλῇ παῤῥη‐ σίᾳ, καθάπερ ἔφην ἀρτίως. Τοῦτο γὰρ αὐτοῖς καὶ αὐτὸς ὁ Σωτὴρ ἐνετέλλετο λέγων· «Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτία, εἴπατε ἐν τῶ φωτὶ, καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων.» Ἐδίδοσαν | |
55 | τοίνυν τῷ Θεῷ δόξαν, καὶ ἀπήγγελλον αὐτοῦ τὰς ἀρετὰς ἐν ταῖς νήσοις. Ὁ γάρτοι τῶν ἁγίων ἀπο‐ | |
στόλων τε καὶ εὐαγγελιστῶν λόγος τῆς τοῦ Σωτῆρος | 863 | |
70.865 | δόξης ἐξαγγελεὺς ὁρᾶται γεγενημένος. Ποτὲ μὲν γὰρ τοὺς περὶ τῆς ἀῤῥήτου θεότητος αὐτοῦ ποιοῦνται λόγους, καὶ τὴν ὑπερκόσμιον ὑμνοῦσιν ἀρετὴν, οὐκ ἐν γεννητοῖς τιθέντες αὐτὸν, ἀλλ’ ἐπέκεινα παντὸς τοῦ | |
5 | κεκλημένου πρὸς ὕπαρξιν, καὶ ἐν ταυτότητι φυσικῇ τῇ πρὸς Θεὸν καὶ Πατέρα· ποτὲ δὲ αὖ διηγοῦνται τὰς ὑπὲρ θαῦμα καὶ λόγον αὐτοῦ θεοσημείας. Τὸ γὰρ ἐγείρειν ἐκ μνημάτων νεκροὺς, καὶ τὸ ὡς ξηρᾷ κεχρῆσθαι θαλάσσῃ, βάσιμον αὐτὴν ἀποφαίνοντα τοῖς ἰδίοις ποσὶ, καὶ τὸ ἀνέμοις ἐπιτιμᾷν, καὶ λόγῳ συν‐ τρίβειν τὸν Σατανᾶν, θεοπρεπῆ τὴν δόξαν αὐτῷ πραγματεύεται. | |
10 | Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται, καὶ συντρίψει πόλεμον· ἐπεγερεῖ ζῆλον, καὶ βοήσε‐ ται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος· Ἐσιώ‐ πησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; Ἐκαρτέρησα ὡς ἡ τίκτουσα. | |
15 | Πρόεισι καὶ νῦν ὁ λόγος ἐν τάξει πολλῇ, καὶ οὐκ ἀθαύμαστον ἔχει τὴν οἰκονομίαν. Ἔμελλον γὰρ οἱ τῶν τοῦ Σωτῆρος ἡμῶν θεσπισμάτων ἱερουργοὶ, τὰς ἀρε‐ τὰς αὐτοῦ διακηρύττειν τοῖς ἁπανταχοῦ, καὶ ἐν παῤῥησίᾳ πολλῇ τοὺς περί γε τούτων αὐτῶν ποιεῖ‐ | |
20 | σθαι λόγους. Ἀλλ’ ἦν ἀναγκαῖον ἐννοεῖν, ὅτι πάντη τε καὶ πάντως ἀναστήσονται ταῖς οὕτω σεπταῖς αὐτῶν σπουδαῖς τε καὶ προθυμίαις οἱ τῆς ἀληθείας ἐχθροὶ, καὶ τῇ τοῦ Σωτῆρος δόξῃ πολυτρόπως ἐπιβουλεύον‐ τες, ἄνδρες δηλονότι φθόροι τε καὶ δεισιδαίμονες, | |
25 | καὶ διαβολικῆς σκαιότητος ὄργανα, καὶ τῆς ἐκείνου δυστροπίας ὑπασπισταὶ, ἢ τάχα που σὺν αὐτοῖς καὶ αὐτὰ τῶν δαιμονίων τὰ στίφη, ἅτε δὴ καὶ κατα‐ σειομένης αὐτῶν τῆς δόξης, καὶ τῆς ἐκ πλεονεξίας πεπορισμένης ἀρχῆς. Κεκρατήκασι γὰρ ἐξ ἀπάτης | |
30 | τῆς ὑπ’ οὐρανόν. Ὅτι τοίνυν ἀνάλωτοι γενήσονται τοῖς ἐχθροῖς, περιέσται δ’ αὐτῶν οὐδεὶς Θεοῦ συν‐ ασπίζοντος, διαδείκνυσιν ὁ προφήτης ἐν τούτοις, λέγων, ὅτι Κύριος τῶν δυνάμεων ἐξελεύσεται, καὶ συντρίψει πόλεμον, καὶ τὸ, ἐξελεύσεται, φησὶν, ὡς | |
35 | ἐπί τινος τῶν ἐπὶ γῆς βασιλέων ταῖς τῶν πολεμίων φάλαγξιν ἀφορήτως ἐμπίπτοντος ὁμοῦ ταῖς ὑπὸ σκῆπτρα στρατιαῖς. Ὅτι δὲ περιέσται πάντως ὁ τῶν δυνάμεων Κύριος, ἐπέφηνεν, εἰπὼν, ὅτι συντρίψει πόλεμον. Οὐ γὰρ εὐάντητός τισιν ἡ παρὰ Θεοῦ δύ‐ | |
40 | ναμις, μᾶλλον δὲ οὐδενὶ τῶν ὄντων οἰστὴ, κατεξαν‐ ισταμένη, καὶ ἐμπίπτουσα, κἂν δυνάμεις ἐννοῶμεν πονηρὰς, κἂν αὐτὸν τὸν ἀποστάτην καὶ ἀλητήριον Σατανᾶν, κἂν ἐπιγείους τινὰς, οἷς ἀντ’ ἐκείνων μέλοι· ἀλλ’ οὖν ἔσονται ληπτοὶ, καὶ τοῦτο ἀπονητί γε μὴν | |
45 | καὶ ἀκονιτί. «Τὴν χεῖρα γὰρ τὴν ὑψηλὴν τίς ἀπο‐ στρέψει;» κατὰ τὸ γεγραμμένον. Ὅτι τοίνυν τοῖς ἀνθισταμένοις τῷ χορῷ τῶν ἁγίων ἀποστόλων, οὐ πρὸς μόνους ἁγίους ἀγγέλους ὁ πόλεμος ἦν καὶ ἔστιν εἰς δεῦρο, ἀλλὰ γὰρ καὶ πρὸς αὐτὸν τὸν τῶν δυνά‐ | |
70.865(50) | μεων Κύριον, πεπληροφόρηκεν ὁ προφήτης, αὐτὸν ἐξελεύσεσθαι λέγων, ἵνα συντρίψῃ πόλεμον. Ἐγερεῖ ζῆλον, φησὶ, τοῦτ’ ἔστι, παροξυσμὸν, ἢ τὸν παρ’ ἑαυτοῦ κατ’ ἐχθρῶν, κατά γε τὸ γεγραμμένον ἐν τοῖς τοῦ Ζαχαρίου λόγοις· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ, | |
55 | καὶ τὴν Σιὼν ζῆλον μέγαν·» ἤγουν ἐκ τῶν ὑπερ‐ αθλούντων τῆς δόξης αὐτοῦ, δῆλον δὲ ὅτι τῶν σεβομένων | |
αὐτὸν, ὧν ἕνα γενέσθαι καὶ ἀπόλεκτον τὸν ἱερώτατον | 865 | |
70.868 | Παῦλόν φαμεν, ὃς δὴ καί φησιν· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψεις, ἢ στενο‐ χωρία, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;» πάλιν, «Ἐμοὶ γὰρ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν | |
5 | κέρδος.» Οὕτω φαμὲν γενέσθαι ζηλωτὰς, καὶ τοὺς ἁγίους μάρτυρας, οἳ κρείττους γεγόνασι τοῦ Σατανᾶ, καὶ πεπολεμήκασιν αὐτοῦ τῇ δυνάμει, τῆς εἰς Χρι‐ στὸν εὐσεβείας ἕνεκα. Τετηρήκασι γὰρ τὴν πίστιν, καὶ τῆς εἰς αὐτὸν ἀγάπης τὸ, γνήσιον· Ἐπεγερεῖ τοιγαρ‐ | |
10 | οῦν ζῆλον, φησὶ, καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος· τὸ βοήσεται, τιθεὶς, ἀντὶ τοῦ, καταλαλά‐ ξει. Φωνὴ δὲ αὕτη τοῖς νικῶσι πρεπωδεστάτη, κατ‐ ορχουμένη τρόπον τινὰ τῶν νενικημένων· Εἶτά φησιν· Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξομαι; | |
15 | Ἐκαρτέρησα ὡς ἡ τίκτουσα. Ἐντεῦθεν εὖ μάλα κατίδοι τις ἂν ὅτι κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἦν ἐν πλάνῃ τῶν ἐθνῶν ἡ πληθὺς, διαρπάζοντος αὐτοὺς τοῦ Σατανᾶ, καὶ τῷ τῆς ἁμαρτίας σκότῳ καταμελαίνοντος, ἀποφέροντός τε καὶ τοῦ μὴ εἰδέναι | |
20 | μόνον, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι τῶν ὅλων Θεὸς, ἐπαμῦναι μὲν αὐτοῖς ἤθελεν ὁ πάντων ἐπέκεινα Θεός· ἀνεδύετο δὲ τὸ χρῆμα, καὶ διεκαρτέρει σαφῶς, τὸν πρέποντα ταῖς ἐπικουρίαις περιμένων καιρόν· ἦν δὲ οὗτος καθ’ ὃν ἐσαρκώθη τε, καὶ ἐνηνθρώπησεν ὁ μο‐ | |
25 | νογενὴς αὐτοῦ Λόγος. Τότε γὰρ τότε κατεστρατεύσατο τῶν ἡμᾶς νενικηκότων, καὶ ἐξείλετο μὲν τῆς ἐκεί‐ νων σκαιότητος, ἀντελάβετο δὲ καὶ σέσωκε, καὶ τοῖς ἰδίοις ἡμᾶς ὑπήνεγκε ζυγοῖς. Οὐκοῦν κατὰ μὲν τὸν παρῳχηκότα καιρὸν διαρπαζομένων τῶν ἐπὶ τῆς γῆς, | |
30 | καὶ λέοντος δίκην κατεσθίοντος ἅπαντας τοῦ Σατανᾶ· Σεσίγηκα, φησί· μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξο‐ μαι; Ἐκαρτέρησα ὡς τίκτουσα. Ἄθρει δὴ οὖν ὅσην ἐποιεῖτο φειδὼ τῶν ἐπὶ τῆς γῆς ὁ τῶν ὅλων Θεός· καίτοι, καθά φησιν ὁ Ψαλμῳδὸς, οὐδενὸς ποιοῦντος | |
35 | χρηστότητα· ἐκκεκλικότων δὲ ἁπάντων, καὶ ἕως ἑνὸς, καὶ εἰσάπαν ἠχρειωμένων, μονονουχί. Καὶ ὠδῖ‐ νας ἔχων τὰς ἐπὶ τούτῳ, καὶ εἴπερ ἠνείχετο καὶ λύπης αὐτὸν εἶναι δεκτικὸν, παθὼν ἂν, καὶ τοῦτο δι’ ἡμᾶς καιρῷ τετήρηκεν, ὡς ἔφην, τῷ πρέποντι τὰς ἐπικουρίας. Ἐκστήσω, καὶ ξηρανῶ ἅμα, καὶ θήσω ποτα‐ | |
40 | μοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ. Τί τὸ Ἐκστήσω, κατασημήνειεν ἂν ἐν τούτοις, πο‐ λυπραγμονεῖν ἀναγκαῖον. Ἢ γὰρ ἐκεῖνό φησιν, ὅτι Τοὺς νυνὶ κρατοῦντας τοὺς ἐπὶ τῆς γῆς ἐκβαλῶ, ἔξω τε γενέσθαι παρασκευάσω τῆς πεπορισμένης | |
45 | αὐτοῖς κατὰ πάντων ἀρχῆς, κατά γε τὸ εἰρημένον παρὰ Χριστοῦ· «Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω·» ἢ τὸ Ἐκστήσω, συνήσεις, ἀντὶ τοῦ, Θαυμάσαι ποιήσω τοὺς ὁρῶντας τὰ κατωρθω‐ μένα, καὶ τῆς ἐμῆς οἰκονομίας τοὺς τρόπους, καὶ τῆς | |
70.868(50) | ἀφράστου δυνάμεως τὴν ὑπερβολήν· καθάπερ ἀμέλει καὶ ὁ προφήτης Ἀββακοὺμ ἐπ’ αὐτοῖς δὴ τούτοις κατεπλήττετο λέγων· «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.» Ἤγουν εἴ πέρ τῳ δοκεῖ, καὶ καθ’ ἕτερον | |
55 | τρόπον τὸ, Ἐκστήσω, συνήσεις. Τοὺς γὰρ νυνὶ πλανω‐ μένους, τοὺς ἐν σκότῳ, καὶ ὀμίχλῃ διαβολικῇ, μετα‐ | |
στήσω πρὸς ἐπίγνωσιν ἀληθείας, καὶ πρὸς τὸ θεῖόν | 867 | |
70.869 | τε καὶ νοητὸν καὶ οὐράνιον φῶς. τοὺς νῦν μεμολυ‐ σμένους, καὶ βδελυρὸν, καὶ ἀπερικάθαρτον ἔχοντας νοῦν, πρὸς διάθεσιν μεταβαλῶ τὴν ἀσυγκρίτως ἀμεί‐ νω, ὥστε τῶν μὲν ἀρχαίων ῥύπων ἀποφοιτᾷν, ἀνθ‐ | |
5 | ελέσθαι δὲ μᾶλλον τὸ ἀγαθουργεῖν. Τὸ δέ γε Ξηρανῶ ἅμα, σημαίνει τι πάλιν τοιοῦτον, ὃ δὴ σαφηνιεῖ τῶν ἐφεξῆς κειμένων ἡ δύναμις. Θήσω γὰρ, φησὶ, ποτα‐ μοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ. Τίνες ἂν εἶεν οἱ εἰς νήσους τιθέμενοι ποταμοὶ, καὶ τὰ ξηραινό‐ | |
10 | μενα τῶν ἑλῶν; Φαμὲν οὖν ὅτι οἱ παρ’ Ἕλλησιν ποιηταὶ καὶ λογάδες, οἳ γεγόνασι μὲν τῆς πολυθέου πλάνης κήρυκες. Τεθεοποιήκασι γὰρ τὴν κτίσιν, καὶ ἀναριθμήτους θεοὺς εἰσεκόμισαν τῷ βίῳ. Ἦσαν δὲ ὥσπερ τινὲς ποταμοὶ, ποτίζοντες μὲν ἀνατροπῇ θο‐ | |
15 | λερᾷ, καθὰ γέγραπται, τοὺς ἠπατημένους, καὶ λόγων ἐξησκημένων νάμασι τὸν τῶν θαυμαζόντων αὐτοὺς ἐπικλύζοντες νοῦν, συνέχοντές τε διὰ τούτου πρὸς πλάνησιν, καὶ οἷά τινα τροφὴν παρατιθέντες αὐτοῖς τῆς ἑαυτῶν καλλιεπείας τὸ γλυκὺ καὶ ἐπίχαρι. Οὐκ‐ | |
20 | οῦν παρεικάζοιντο ἂν εἰκότως ποταμοῖς τε καὶ ἕλεσι, τοῦτ’ ἔστι, δρυμοῖς, ἤγουν ἄλσεσι πλείστην τε ὄσην καὶ εὐανθῆ λαχοῦσι τὴν πόαν. Τοὺς τοιούτους οὖν ποταμοὺς εἰς νήσους μεταβάλλειν ἐπαγγέλλεται ὁ Θεὸς, τοῦτ’ ἔστι, ξηροὺς καὶ ἀνύδρους ἀποφῆναι, ἕλη | |
25 | δὲ ὥσπερ ἐργάσασθαι ξηρὰ, ὃ δὴ καὶ γέγονεν. Ἀπρακτεῖ γὰρ λοιπὸν τῆς ἐκείνων εὐστομίας τὸ καλ‐ λιεπές. Καὶ πρόσκειται μὲν αὐτοῖς παντελῶς οὐδεὶς, διαλακτήσαντες δὲ ὥσπερ τὰ σαθρὰ καὶ βέβηλα, καὶ γραοπρεπῆ τῶν πλανώντων μυθάρια, τὴν ἐν Χριστῷ | |
30 | σοφίαν ἁρπάζουσιν οἵ ποτε πλανώμενοι. Γράφει γοῦν ὁ Παῦλος· «Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου;» Οὐκοῦν ποταμοὺς εἶναί φαμεν τοὺς εἰς νήσους τεθειμένους, τοὺς εἰς | |
35 | ἀπάτην Ἑλληνικὴν συνέχοντας λόγους τῶν παρ’ Ἕλλησι σοφῶν. Ἤγουν καὶ ἑτέρας νήσους εἶναι δε‐ δώκαμεν ἐν τοῖς προλαβοῦσι τὰς Ἐκκλησίας Χρι‐ στοῦ, δεχομένας τοὺς ναυτιλλομένους, νοητῶς δηλονότι καὶ πνευματικῶς, καὶ ὁρμητηρίοις ὥσπερ τισὶν ἐμ‐ | |
40 | βάλλοντας ἀσφαλέσι τοῖς ἐν αὐταῖς διδασκάλοις, δια‐ φεύγοντάς τε τὸ πνεῦμα τὸ πονηρὸν τὸ καταχειμάζον ἀεὶ τοὺς καταβαίνοντας εἰς τὴν θάλασσαν ἐν πλοίοις, καὶ ποιοῦντας ἐργασίαν ἐν ὕδασι πολλοῖς. Θαλάσσῃ δὲ παρεικαστέον, ὡς ἔφην, τοῦ καθ’ ὑμᾶς βίου τὸν | |
45 | κλύδωνα, καὶ τῶν ἐπιγείων πραγμάτων τὴν τύρβην. Ξηραίνονται δὲ καὶ τὰ ἕλη, τοῦτ’ ἔστιν, αἱ νομαὶ τῶν πραγμάτων τῶν ὑπὸ χεῖρα ποτὲ τὴν σατανικήν· ἵνα λοιπὸν ὑπ’ αὐτῷ γένοιντο τῷ πάντων ἀρχιποιμένι, φημὶ δὴ Χριστῷ. Ὃς οὐ κατ’ ἐκείνους τοὺς ψευδοποιμένας εἰς ἀκάνθας καὶ τριβόλους ἀποκομίζει τὰ ἴδια θρέμματα, ποιμαίνει δὲ μᾶλλον ἐν κρίνοις· | |
70.869(50) | ὡς εὐοσμώτατα γὰρ νοητῶς τὰ θεῖά τε καὶ ἱερὰ, καὶ ἴδια αὐτοῦ θεσπίσματα. Καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν πατῆσαι ποιήσω αὐτούς. Ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν. Ταῦτα τὰ ῥήματα ποιήσω, καὶ οὐκ | |
55 | ἐγκαταλείψω αὐτοὺς, λέγει Κύριος ὁ Θεός. Ἐλθόντος γὰρ τοῦ Κυρίου τῶν δυνάμεων, ἵνα | |
συντρίψῃ πόλεμον, καὶ καθῃρημένων τῶν ἐχθρῶν, | 869 | |
70.872 | τεθειμένων δὲ καὶ εἰς νήσους τῶν ποταμῶν, καὶ ἀφαυανθέντων τῶν ἑλῶν, κατά γε τοὺς ἀρτίως ἡμῖν γενομένους τῆς θεωρίας λόγους, λελύτρωνται πάντως οἱ ἐν δορυκτήτων τάξει γεγονότες, καὶ ταῖς τοῦ δια‐ | |
5 | βόλου δυστροπίαις ὑπενηνεγμένοι, τυφλοὶ δὲ ὄντες· ἐτύφλωσε γὰρ τὰς καρδίας αὐτῶν ὁ ἀποστάτης· ἄγον‐ ται λοιπὸν ὑπὸ Χριστοῦ, δηλονότι εἰς ὁδοὺς, ἃς οὐ πρότερον ᾔδεισαν. Αὗται δέ εἰσι τὰ εὐαγγελικὰ πάντως θεσπίσματα καὶ ὁ κατὰ σύνεσίν τε καὶ ἀρε‐ | |
10 | τὴν βίος, καὶ τῆς ἁγιοπρεποῦς εὐζωΐας τὸ κάλλος. Προσπεφώνηκε γοῦν καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἐξ ἐθνῶν· «Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυ‐ ρίῳ.» Γέγονε τοίνυν αὐτοῖς τὸ σκότος εἰς φῶς· ἀντὶ τοῦ, μετακεχώρηκεν εἰς πᾶν τοὐναντίον τὰ πράγματα. | |
15 | Οἱ γὰρ ἀμαθεῖς γεγόνασι σοφοὶ, οἵ ποτε πλανώμενοι τὰς εὐθείας πάσης δικαιοσύνης ἐγνώκασιν ὁδοὺς, οἱ τῶν ἀγαθῶν εἰδότες οὐδὲν ἀρετῆς ἁπάσης ἀνεδείχθη‐ σαν ἐπιστήμονες, καὶ τῶν εἰς εὐσέβειαν σπουδασμά‐ των ἐπιμεληταί. Γέγονεν αὐτοῖς τὰ σκολιὰ εἰς εὐ‐ | |
20 | θεῖαν, τοῦτ’ ἔστι, τὰ δυσχερῆ καὶ δυσήνυτα βάσιμα, καὶ ἱππήλατα, ὕπτιά τε καὶ ἐψιλωμένα. Τοιοῦτόν τι καὶ ἐν τοῖς Ἰωάννου τοῦ Βαπτιστοῦ κηρύγμασιν ὑπεμφαίνεται. Πᾶσα γὰρ φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος, καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ | |
25 | σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας. Βουνοὶ μὲν γὰρ καὶ κοιλότητες τὸ ἀνωμάλως ἔχειν τὴν ὁδὸν ἀποφαίνουσιν. Ὄχθου δὲ οὐκ ὄντος, οὔτε μὴν κοιλότητος εὐθεῖά που πάντως, καὶ εὐήλατός ἐστιν ἡ ὁδὸς, καὶ δυσχερείας ἁπάσης ἀπηλλαγμένη. | |
30 | Τοῦτο καὶ ἑτέρωθί πού φησιν αὐτὸς ὁ μακάριος προ‐ φήτης Ἡσαΐας· «Ὁδὸς γὰρ, φησὶ, εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.» Καὶ γάρ ἐστιν ἀληθῶς τῆς εὐαγγελικῆς πολιτείας ἡ ὁδὸς οὐ τραχεῖα καὶ δύσβατος, ὁμαλὴ δὲ μᾶλλον, καὶ | |
35 | οἷον ὑπτία τοῖς τὸν ἐξαίρετον ἀγαπῶσι βίον. Ἐπαγ‐ γέλλεται δὴ οὖν ταῦτα τὰ ῥήματα, ἤτοι τὰς ἐπαγγελίας εἰς πέρας ἄγειν Θεὸς, καὶ μὴ ἐγκαταλιπεῖν αὐτοὺς, τοῦτ’ ἔστι, συνεῖναι διὰ παντὸς, κατά γε τὸ, «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας αἰῶνος.» Αὐτοὶ δὲ ἀποστραφήσονται εἰς τὰ ὀπίσω. Αἰ‐ | |
40 | σχύνθητε αἰσχύνην οἱ πεποιθότες ἐπὶ τοῖς γλυ‐ πτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς, ὑμεῖς ἐστε θεοὶ ἡμῶν. Ἐπὶ καιροῦ δὴ λίαν μεθίστησι τοὺς λόγους ἐπὶ τὸ τῶν Ἰουδαίων ἔθνος, οἳ νόμον ἔχοντες τὸν διὰ Μω‐ | |
45 | σέως χειραγωγοῦντα πρὸς θεογνωσίαν καὶ πρός γε τὸ δεῖν ἀποπεραίνειν βούλεσθαί τε τὰ ἐφ’ οἷς ἦν εἰ κὸς εὐδοκιμῆσαι αὐτοὺς, κεχωρήκασι πρὸς ἀπόστα‐ σιν, καὶ τοῖς τῆς πολυθεΐας ἐμβεβηκότες τέλμασιν εἰς τὸ τῆς ἀπωλείας κατῴχοντο βάραθρον· προσκε‐ | |
70.872(50) | κρούκασί τε διὰ τοῦτο, καὶ σφόδρα εἰκότως τῷ πᾶσαν αὐτοῖς καὶ φειδὼ καὶ ἀγάπην νείμαντι Θεῷ. Προ‐ κηρύξας δὴ οὖν ὁ λόγος, ὅτι κεκλήσονται τὰ ἔθνη κατὰ καιροὺς, καὶ πατήσουσι μὲν ὁδοὺς ἃς οὐκ ᾔδει‐ σαν. ἔσται δὲ τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς | |
55 | εὐθεῖαν, τὰς τῶν ἐξ αἵματος Ἰσραὴλ ἀμαθίας ἐκκα‐ λύπτει, λέγων· Αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω. | |
Ἐμφαντικῶς ἐκληπτέον τὸ, αὐτοί· τοῦτ’ ἔστιν, οἱ | 871 | |
70.873 | νόμῳ θείῳ παιδαγωγούμενοι, καὶ ὑπὸ χεῖρα γεγονό‐ τες τὴν ἐμὴν, καὶ μεσίτην λαχόντες Μωσέα, οἱ διαῤ‐ ῥήδην ἀκούσαντες· «Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.» | |
5 | Οὗτοι τῆς τῶν ἐθνῶν πληθύος ἐν ἀγαθαῖς οὔσης ἐλπίσιν ἀπεστράφησαν εἰς τὰ ὀπίσω πρὸς τοὺς ἐν Αἰγύπτῳ μολυσμοὺς ἀνοσίως ὑπονοστήσαντες, καὶ τῆς ἀρχαίας ἀπάτης ἀναλαβόντες τὸν μῶμον. Καὶ γέγονεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· «Κύων | |
10 | ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέρεμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» Ἔφη τι τοιοῦτον καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς τὴν ἀρχαίαν ἀσέ‐ βειαν παλινδρομοῦντα δεικνύων τὸν Ἰσραήλ. «Ὅταν γὰρ, φησὶν, τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ | |
15 | ἀνθρώπου, πορεύεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνά‐ παυσιν, καὶ μὴ εὑρίσκον ὑποστρέφει εἰς τὸν τόπον ὅθεν ἐξῆλθεν. Καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, καὶ σεσαρωμένον. Τότε παραλαμβάνει ἑπτὰ ἕτερα πνεύ‐ ματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ | |
20 | ἐκεῖ. Καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.» Λελατρεύκασι μὲν γὰρ τοῖς Αἰγυπτίων θεοῖς, ἀλλ’ ἐκβέβληται τὸ δαιμόνιον, κε‐ κλημένων αὐτῶν πρὸς θεογνωσίαν, διά γέ φημι τοῦ νόμου· ἠῤῥωστήκασι δὲ τὴν ἐπὶ τῷ πεπλανῆσθαι | |
25 | διαβολὴν, καὶ ἔτι χειρόνως, ὅτε τὸν φύσει Θεὸν εἰδό‐ τες γεγόνασιν ἀποστάται, θεοὺς τιμήσαντες τοὺς οὐκ ὄντας θεούς. Αἰσχύνθητε δὴ οὖν αἰσχύνην, φησὶ, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, καὶ τῆς ὑπὲρ πάντα θεότητος τὸ σεπτὸν ὄνομα, τοῦτ’ ἔστι τὴν δόξαν, τοῖς | |
30 | χειροτμήτοις, καὶ χειροποιήτοις ἀνάπτοντες. Οἱ κωφοὶ, ἀκούσατε, καὶ τυφλοὶ, ἀναβλέψατε ἰδεῖν. Καὶ τίς κωφὸς, ἀλλ’ ἢ οἱ παῖδές μου; καὶ τυφλοὶ, ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ἐτυ‐ φλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ. Εἴδετε πλεονάκις, | |
35 | καὶ οὐκ ἐφυλάξατε· ἠνεῳγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. Κωφοὺς καὶ τυφλοὺς τοὺς τοῖς εἰδώλοις λελα‐ τρευκότας εὖ μάλα φησίν. Ὡς γὰρ ὁ πάνσοφος γρά‐ φει Παῦλος· «Ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε | |
40 | τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ.» Πρέποι δ’ ἂν ἡ τοῦ λόγου δύναμις ὅτι μάλιστα τοῖς ἐξ Ἰσραὴλ, οἷς δὴ καὶ μετὸν αὐτοῖς τὸ θεῖον εἰς νοῦν κατα‐ πλουτῆσαι φῶς, ἐνιέντος αὐτοῖς τοῦ νόμου τῆς θεο‐ | |
45 | γνωσίας τὴν ἔλλαμψιν, ἠγάπησαν ἀνοήτως τὸ ἐν σκότῳ περιπατεῖν, καὶ τοῖς τῆς ἀπάτης ἐγκαθιέσθαι βρόχοις. Τυφλοὶ δὲ δὴ καὶ ἑτέρως. Ἀπείργοντος γὰρ οὐδενὸς ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως ὁρᾷν τὸν τούτων Δημιουργόν· ὡς γὰρ ὁ πάνσοφος γράφει | |
70.873(50) | Παῦλος· «Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις, καὶ θεότης·» εἰς τοῦτο κατώλισθον ἀμα‐ θίας, ὥστε τοῖς χωνευτοῖς λέγειν· «Ὑμεῖς ἐστε οἱ θεοὶ ἡμῶν.» Ὅτι γὰρ οὐ περὶ τῆς τῶν ἐθνῶν πλη‐ | |
55 | θύος ὁ λόγος ἐστὶ τῷ προφήτῃ νυνὶ, ἀλλὰ περὶ τῶν | |
ἐξ αἵματος Ἰσραὴλ, διέδειξεν εἰπών· Καὶ τίς τυ‐ | 873 | |
70.876 | φλὸς, ἀλλ’ ἢ οἱ παῖδές μου; καὶ κουφοὶ, ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν; Τετύφλωνται μὲν γὰρ ἡ ὑπὸ χεῖρα πληθὺς ταῖς τῶν ποδηγῶν ῥᾳθυμίαις εἰς τοῦτο πεσοῦσα. Αὐτοὶ γὰρ ἦσαν οἱ τῆς ἀμαθίας αὐτοῖς | |
5 | παραίτιοι γεγονότες, καὶ τοῦ πλανᾶσθαι καθηγηταί. Κουφοὶ δὲ ἦσαν οἱ κυριεύοντες αὐτῶν· τοῦτ’ ἔστιν, οἱ καθηγεῖσθαι λαχόντες· καίτοι γὰρ ὁρῶντες τὴν τοῦ Θεοῦ δόξαν, καὶ διὰ πείρας ἐλάσαντες μακρᾶς, ἐτράποντο πρὸς ἀπόστασιν. Οὐ γὰρ ἤθελον ὑπακούειν | |
10 | Θεῷ, λέγοντι σαφῶς· «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.» Ἐπειδὴ δὲ τῶν ἐμῶν θεσπισμάτων ὄν‐ τες ἐπιστήμονες ὁμοῦ τοῖς ὑπεζευγμένοις κατῴχοντο πρὸς ἀπόστασιν, μονονουχὶ καταπλήττεται, λέγων· «Ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ.» Καὶ ποία γέ‐ | |
15 | γονεν αὐτοῖς ἡ τῆς τυφλώσεως ἀφορμή; Ἑκόντες, φησὶ, παρηνέχθητε πρὸς τοῦτο. Ἐξὸν γὰρ πλειστά‐ κις ἑωρακότας φυλάξασθαι, καὶ ἀκούειν εἰδότας ἤτοι συνιέντας τὰ γεγραμμένα, οὐκ ἐφυλάξασθε πα‐ θεῖν τὴν ἀπόφασιν, οὔτε μὴν μελέτην ἐποιήσασθε | |
20 | τὴν εὐπάθειαν, κατευρύνοντες ὥσπερ τοῖς ἱεροῖς νό‐ μοις τὴν ἀκοήν. Ἀπροφάσιστα δὴ οὖν τὰ τῶν Ἰου‐ δαίων ἐγκλήματα. Καίτοι γὰρ μετὸν εἰδέναι τὸ ἀλη‐ θὲς, καὶ χειραγωγὸν εἰς τοῦτο λαχόντας τὸν νόμον, ἐν ἴσῳ γεγόνασι τοῖς οὐκ ἔχουσιν ὀφθαλμοὺς καὶ τὰ | |
25 | ὦτα προκείμενα μάτην τῇ κεφαλῇ, διὰ τὸ μὴ βού‐ λεσθαι τῶν ἱερῶν ἐπακροᾶσθαι νόμων. Κύριος ὁ Θεὸς ἐβούλετο, ἵνα δικαιωθῇ, καὶ μεγαλύνῃ αἴνεσιν. Ἐξειλόμην, φησὶ, τῆς Αἰγυπτίων πλεονεξίας αὐ‐ | |
30 | τοὺς, ἠλευθέρωσα παρὰ τὸ εἰκὸς ἀλλοτρίοις θητεύον‐ τας· ἐπαιδαγώγησα διὰ νόμου πρὸς θεογνωσίαν· εὐ‐ κοσμίας αὐτοῖς ἐπιστάτην δέδωκα Μωσέα. Σκοπὸς γὰρ ἦν ἐμοὶ τῷ Κυρίῳ τῶν ὅλων δικαιοσύνης ἐργά‐ την, καὶ ἀρίστων ἔργων ἐπιμελητὴν ἀποφῆναι τὸν | |
35 | Ἰσραὴλ, ἵν’ εἰς αἴσθησιν ἐνηνεγμένος τῶν δωρηθέν‐ των αὐτῷ παρ’ ἐμοῦ, μεγαλύνῃ αἴνεσιν, τοῦτ’ ἔστιν, ἀκαταλήκτως δοξολογήσειεν ἐμὲ, δηλονότι τὸν ἁπάσης αὐτοῖς εὐημερίας πρύτανιν, καὶ ὧν πεπλουτήκασι χορηγὸν γεγονότα. Ἀλλ’ οὐδενὸς τῶν τοιούτων εἰς | |
40 | αἴσθησιν ἐνηνεγμένοι, πονηρὰ ἀντὶ ἀγαθῶν ἐκτετί‐ κασι τῷ Δεσπότῃ, καὶ τῶν αὐτοῦ ζυγῶν ὑπεκλύσαντες τὸν αὐχένα, δεδουλεύκασι τῷ Σατανᾷ, καὶ τοῖς τῆς πολυθέου πλάνης βορβόροις ἐγκαλινδούμενοι βδελυροὶ γεγόνασι, καὶ ἀπηχθημένοι παρά γε τῷ φιλαρέτῳ | |
45 | Θεῷ. Τοῦτό ἐστιν ἐναργῶς ὅπερ ἔφη καὶ ἑτέρωθί που περὶ αὐτῶν ὡς περὶ ἀμπέλου· «Ὑπέμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.» Καὶ εἶδον, καὶ ἐγένετο λαὸς πεπρονομευμένος. Ἡ γὰρ παγὶς ἐν τοῖς ταμείοις πανταχοῦ, καὶ ἐν | |
70.876(50) | οἴκοις ἅμα ὅπου ἔκρυψαν αὐτοὺς, ἐγένοντο εἰς προνομὴν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων· Ἀπόδος. Εἰς ἀνάμνησιν αὐτοὺς ἀποφέρει τῶν τοῖς πατράσι συμβεβηκότων, διά τοι τὸ ἁλῶναι βρόχοις τοῖς τῆς | |
55 | ἐπαράτου πολυθείας. Πέπραχε δὲ τοῦτο οὐ μάτην, ἀλλ’ ἵν’ ἀποφήνῃ σωφρονεστέρους τὰ ἴσα τοῖς πάλαι | |
παθεῖν δεδιότας. Ἐπειδὴ γὰρ, φησὶ, γεγόνασι τυφλοὶ | 875 | |
70.877 | καὶ κωφοὶ, παρωσάμενοι μὲν τὸ λατρεύειν Θεῷ, ξύ‐ λοις δὲ καὶ λίθοις τὸ σέβας ἀνῆπτον. Εἶδον μὲν οὖν τοῦτο ἐγὼ, γέγονε δὲ ὁ λαὸς πεπρονομευμένος, καὶ διηρπασμένος. Ὅτε γὰρ ἐπισκέπτεται Θεὸς τὰ τῶν | |
5 | ἀφορήτως δυσσεβούντων ἐγκλήματα, τότε καὶ δίκας ἐπάγει τὰς ἀναλόγως ἐχούσας τοῖς αἰτιάμασι. Διηρ‐ πάσθη τοίνυν ὁ λαὸς, καὶ γέγονε τοῖς ἐχθροῖς προνο‐ μή· καὶ διὰ ποίαν αἰτίαν; ἡ γὰρ παγὶς ἐν τοῖς τα‐ μείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα ἔκρυψαν αὐτούς. | |
10 | Τίνας δὲ αὐτούς; Χωνευτοὺς δηλονότι θεούς. Ὑπο‐ πλαττόμενοι γὰρ τὸ θεοσεβεῖν οἱ τῶν Ἰουδαίων καθ‐ ηγηταὶ, καὶ τοῖς νομίμοις θεσπίσμασι τό γε ἧκον εἰς τοὐμφανὲς ὑποτιθέντες τὸν αὐχένα, τῆς ἀποστα‐ σίας τὴν νόσον εἰς νοῦν ἔκρυπτον καὶ καρδίαν, | |
15 | προσκυνοῦντες τοῖς οὐκ οὖσι θεοῖς· καὶ τούτους ἐν τοῖς ταμείοις τῶν ἰδίων οἴκων ἐγκατακλείοντες λα‐ θραίας ἐποιοῦντο τὰς τῶν θυσιῶν προσαγωγάς. Γέ‐ γραπται γοῦν ἐν τῷ Ἰεζεχιήλ· «Υἱὲ ἀνθρώπου, ὄρυξον. Καὶ ὤρυξα δὴ ἐν τῷ τοίχῳ. Καὶ εἶδον, φησὶ, | |
20 | καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ καὶ κτήνους, καὶ πάντα τὰ εἴδωλα οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐπ’ αὐτοῦ κύκλῳ. Καὶ εἶπε πρός με· Ἑώρακας, υἱὲ ἀνθρώπου, μὴ μικρὰ τῷ οἴκῳ Ἰσραὴλ ἃ ποιοῦσιν ἕκαστος ἐν τῷ κοιτῶνι αὐτῶν τῷ κρυπτῷ;» Ἄθρει | |
25 | δὴ οὖν ὅπως ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι αὐτῶν τῷ κρυπτῷ τὴν γενομένην αὐτῷ παγίδα, τοῦτ’ ἔστι, τὴν εἰδωλολατρείαν κειμένην ἔχων, ὑπεπλάττετο τὴν τῶν νόμων αἰδῶ. Ταύτῃτοί φησιν· Ἐγένοντο εἰς προνομὴν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα, καὶ | |
30 | οὐκ ἦν ὁ λέγων, Ἀπόδος. Θεοῦ γὰρ οὐκ ἐπαμύνοντος, τίς αὐτοὺς ἐξείλετο τῆς οὕτω βαρείας καὶ ἀνηκέστου συμφορᾶς; οὐκ ἐπιπλήττοντος δὲ τοῖς διαρπάζουσι, τίς ἂν αὐτοῖς ἔφη τὸ, Ἀπόδος; Οὐ γὰρ ἐζήτησε Θεὸς ὡς ἴδιον ἔτι κλῆρον, παρῆκε δὲ μᾶλλον ὡς ἀλλότριον | |
35 | γεγονότα αὐτοῦ διὰ τοῦ προσνεῦσαι τοῖς οὐκ οὖσι θεοῖς. Ἔοικε δὲ διὰ τούτων τὸν τῆς αἰχμαλωσίας ὑποφαίνειν καιρὸν, ὃν διατετελέκασιν οἱ ἐξ Ἰσραὴλ ὑπὸ χεῖρα πεσόντες ἐχθρῶν. Μέχρι γὰρ ἔτους ἑβδο‐ μηκοστοῦ οὐκ ἦν ὁ ἐξαιρούμενος αὐτοὺς, οὔτε μὴν | |
40 | τοῖς διαρπάσασι λέγων, Ἀπόδος. Οἰκονομικῶς δὲ σφόδρα μετά γε τὸ φάναι τῶν ἐθνῶν τὴν κλῆσιν, τὰ ἐφ’ οἷς ἐκβέβληνται τῆς πρὸς Θεὸν οἰκειότητος οἱ ἐξ Ἰσραὴλ, εἴρηται σαφῶς, ἵνα δικαίᾳ ψήφῳ φαίνηται Θεὸς πανταχοῦ κεχρημένος. Ἔδει γὰρ, ἔδει τοὺς τὴν | |
45 | εἰς Θεὸν ἀσέβειαν τιμήσαντας, ἔξω γενέσθαι τῆς παρ’ αὐτοῦ φειδοῦς καὶ ἀγάπης· τούς γε μὴν ἐξ ἀμαθίας τοῖς τῆς ἁμαρτίας βόθροις ἐνειλημμένους, καὶ ὑπὸ χεῖρα πεσόντας διαβολικὴν, κατοικτειρῆσαι παρὰ τοῦ πάντων Δημιουργοῦ, καλουμένους εἰς ἐπί‐ | |
70.877(50) | γνωσιν αὐτοῦ, καὶ εἰς τὸ τῆς ἀληθείας φῶς. Τοῦτο γάρ που καὶ διὰ τοῦ πανσόφου Μωσέως εὑρίσκεται λέγων· Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεοῖς, παρ‐ ώξυνάν με ἐπὶ τοῖς γλυπτοῖς αὐτῶν. Κἀγὼ παραζη‐ λώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει· ἐπ’ ἔθνει ἀσυνέτῳ παρ‐ | |
55 | οργιῶ αὐτούς. Ἔφη δέ που καὶ ὁ θεσπέσιος Μελῳδὸς, ὅτι «Παρεπίκραναν αὐτὸν ἐν τοῖς γλυπτοῖς αὐτῶν, | |
καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν παρεζήλωσαν | 877 | |
70.880 | αὐτόν· καὶ εἶδε Κύριος ὁ Θεὸς, καὶ ὑπερεῖδε, καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ.» Εἰ δὲ χρή τινα καὶ θεωρίαν πνευματικὴν τοῖς εἰρημένοις ἐπενεγκεῖν, φυ‐ λαττόμεθα παγίδα διαβολικὴν εἰς νοῦν ἔχειν καὶ | |
5 | καρδίαν, καὶ τὰ ἐν φαντασίαις λογισμῶν εἴδωλα πονηρὰ, καλοῦντα πρὸς ἀσέλγειαν καὶ εἰς ἐκτόπους ἡδονὰς, ἵνα μὴ γενώμεθα τῷ Σατανᾷ, καὶ ἅρπαγμα δαιμονίων. Γέγραπται γὰρ, ὅτι «Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι | |
10 | ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.» Τίς ἐν ὑμῖν ἐνωτιεῖται ταῦτα; εἰσακούσατε εἰς τὰ ἐπερχόμενα. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὸ ἀκουτίσασθαι λέ‐ γειν, ἐπὶ τοῦ μὴ παρέργως, ἢ ἀτημελῶς, τὸν ἐπί | |
15 | γε τοῖς ἀναγκαίοις πράγμασι δέχεσθαι λόγον, νηφα‐ λέως δὲ μᾶλλον, ὥστε καὶ εἰς νοῦν καὶ καρδίαν ἀπόθε‐ τον ἔχειν τὸ διηγγελμένον. Ὁποῖόν ἐστι τὸ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς εἰρημένον· «Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.» | |
20 | Γέγραπται γὰρ καὶ ἐν τεσσαροκοστῷ καὶ ὀγδόῳ ψαλμῷ· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτί‐ σασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.» Τὸ μὲν γὰρ ἀκοῦσαι, κοινὸν ἅπασι τοῖς ἄπαξ εἰς οὖς λαβοῦσι φωνὴν, ἢ καὶ ἕτερόν τινα κτύπον· τὸ δὲ μὴν | |
25 | ἐνωτίσασθαι, τὸ εἰς νοῦν, ὡς ἔφην, εἰσοικίσασθαί τι τῶν τεθεσπισμένων. Ἔοικε τοίνυν ὁ προφητικὸς ἐν τουτοισὶ λόγος τοὺς ἐπιεικέστερον ἤγουν ἐμφρονέ‐ στερον ἀκροασαμένους ἐπιζητεῖν, ὥστε καὶ εἰς τὴν τῶν μελλόντων ἀσφάλειαν τὰ τοῖς πάλαι συμβεβηκότα | |
30 | λαλεῖν. Ὡς γὰρ ὁ Παῦλός φησιν, ὅτι· «Τὰ τοιάδε τῶν πραγμάτων τυπικῶς συνέβαινεν ἐκείνοις. Ἐγρά‐ φη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώ‐ νων κατήντηκε.» Δεῖ γὰρ ἡμᾶς οὐ μάτην τοῖς περὶ αὐτὸν ἐντυγχάνειν διηγήμασιν, ἀλλ’ εἰς ὄνησιν ταῦτα | |
35 | δέχεσθαι ψυχῆς, παραιτεῖσθαι σφόδρα τὸ τοῖς ἴσοις ἁλῶναι πταίσμασιν, ἵνα μὴ ταῖς ἐκείνων περιπίπτοι‐ μεν συμφοραῖς. Τίς δέδωκεν εἰς διαρπαγὴν Ἰακὼβ, καὶ Ἰσραὴλ τοῖς προνομεύσασιν αὐτόν; Οὐχὶ ὁ Θεὸς ᾧ | |
40 | ἡμάρτοσαν αὐτῷ, καὶ οὐκ ἠβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι, οὐδὲ εἰσακούειν τοῦ νόμου αὐτοῦ; Καὶ ἐπήγαγεν ἐπ’ αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν ἐπ’ αὐτοὺς πόλε‐ μος, καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ· καὶ | |
45 | οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν, οὐδὲ ἔθεντο ἐπὶ ψυχήν. Ἐμφαντικώτατα λίαν τόν τε Ἰακὼβ, καὶ τὸν Ἰσραὴλ ἔοικεν ὀνομάζειν ἐν τούτοις. Καὶ τίς ἂν νοοῖ‐ το πρὸς ἡμῶν ἡ τῆς ἐμφάσεως δύναμις, ἐροῦμεν ὡς | |
70.880(50) | ἐν βραχεῖ. Ἐθήτευον μὲν γὰρ Αἰγυπτίοις κατὰ και‐ ροὺς οἱ ἐξ Ἰσραήλ· λελύτρωνται δὲ παρὰ Θεοῦ με‐ σιτεύοντος τοῦ Μωσέως, πλὴν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, καθὰ γέγραπται. Μυρίαις γὰρ ὅσαις, καὶ ἀφορήτοις πληγαῖς τοὺς πλεονεκτοῦντας | |
55 | κατῃκίζετο. Ἐπειδὴ δὲ τῆς Αἰγυπτίων ἐξέδραμον γῆς, διέβησαν ποδὶ τὴν θάλασσαν, κατεδηδόκασιν ἄρτον ἀγ‐ γέλων, ἔπιον ὕδωρ ἐκ πέτρας, εἰσεκομίσθησαν εἰς τὴν | |
γῆν τῆς ἐπαγγελίας, κατηγωνίσαντο βασιλείας, κεκρα‐ | 879 | |
70.881 | τήκασιν ἐχθρῶν, δεινὴν καὶ δυσάντητον ἐσχήκασι χεῖρα καὶ διαβόητον ἐπὶ τούτῳ τὴν δόξαν. Ὅπλον δὲ ἦν αὐτοῖς ὁ τῶν ὅλων Θεὸς, ὁ ἱστὰς μὲν τοῦ ἡλίου καὶ σελήνης δρό‐ μον, κατά γε τῆς Γαβαὼν, ἐπαφιεὶς δὲ χαλάζας τοῖς | |
5 | ἀλλοφύλοις ἐξ οὐρανοῦ καὶ εἰς λῆξιν πάσης εὐκλείας τὸν οἰκεῖον ἀναβιβάζων λαόν. Τίς τοίνυν, φησὶ, τὸν διαβόητον Ἰσραὴλ, τὸν ἀξιοζήλωτον Ἰακὼβ, τὸν ἀνάλωτον ἐχθροῖς, τὸν εὐσθενῆ τε καὶ μαχιμώτατον, καὶ ἀεὶ νικᾷν εἰωθότα δέδωκεν εἰς διαρπαγὴν, καὶ | |
10 | τοῖς προνομεύουσι; Πῶς ἠσθένησεν ὁ νικᾶσθαι μὴ εἰδώς; Πῶς ὑπηνέχθη, καὶ γέγονεν ὑπὸ πόδας τῶν ἀνθεστηκότων ὁ πᾶσιν ὑψοῦ, καὶ ἄθραυστον ἀνατεί‐ νων τὸ κέρας; Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον τοὺς μετ’ ἐκείνους ἡμᾶς μὴ ἀγνοῆσαι τὰς αἰτίας τοῦ παραδε‐ | |
15 | δόσθαι τὸν οὕτω λαμπρὸν, καὶ ἐξῃρημένον λαὸν, ἐπήνεγκεν ἀναγκαίως· Οὐχὶ ὁ Θεὸς ᾧ ἡμάρτοσαν αὐτῷ, καὶ οὐκ ἐβούλοντο ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι, οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ; Ἡ δὲ ἐπὶ τοῖς ἀμ‐ φιλόγοις ἐρώτησις ὁμολογίαν ἔχει σαφῆ τοῦ πράγμα‐ | |
20 | τος. Θεὸς γάρ που πάντως ὁ δοὺς αὐτὸν, καὶ τὴν τοῖς ἐγκλήμασιν πρέπουσαν ἐπαρτήσας ὀργήν. Ταύτῃτοι τοίνυν κατίσχυσεν αὐτοὺς πόλεμος. Ἀσύνηθες δὲ τοῦτο τοῖς ἐξ Ἰσραὴλ, ἀεὶ γὰρ κεκρατήκασι συνασπί‐ ζοντος Θεοῦ. Ἐπειδὴ δὲ εἰς τοὺς θείους αὐτοῦ πε‐ | |
25 | παρῳνήκασι νόμους, ἔρημοι γεγόνασιν αὐχημάτων τῶν πάλαι. Πεπτώκασιν εἰς τὸ ἀδρανὲς, κατεκομίσθη‐ σαν εἰς τὸ ἄναλκες· κύκλῳ γεγόνασιν αὐτῶν οἱ συμ‐ φλέγοντες, καὶ οἷόν τινι πυρὶ δαπανῶντες αὐτοὺς τῷ μεγέθει τῶν ἐπενηνεγμένων, ἤγουν καταπιμπράντες | |
30 | αὐτῶν τὰς πόλεις, κατὰ τὸ ἑτέρωθί που σαφῶς εἰρη‐ μένον Αἱ πόλεις ὑμῶν πυρίκαυστοι. Πλὴν οὐκ ἔγνωσαν, φησὶν, ἕκαστος αὐτῶν, οὐδὲ ἔθεντο ἐπὶ ψυχήν· ἀναισθησίας ἐν τούτοις ὑπομένουσι γραφήν. Ἄρτιοι μὲν γὰρ εἰς σύνεσιν εἶεν ἂν οἱ τὸ προσκρούειν | |
35 | Θεῷ παραιτούμενοι, καὶ τοῦ παθεῖν τι τῶν ἐξ ὀργῆς ἔξω τείνοντες πόδα, διά γε τὸ τρυφερὸν ὑπέχειν αὐτῷ τὸν αὐχένα. Οἵ γε μὴν, καὶ ἐν αὐτῷ γεγονότες τῷ παθεῖν ἐξ ἀνθρωπίνων ὀλισθημάτων, εἰ μὴ αἰσθά‐ νοιντο τῶν ἐπενηνεγμένων, ἁπάσης ἂν εἶεν ἐλπίδος | |
40 | ἀγαθῆς οἱ τοιοίδε μακράν. Ὅτι δὲ καὶ τοῖς τοιούτοις ἐγκλήμασιν ἔνοχοι γεγόνασιν οἱ ἐξ Ἰσραὴλ, καταθρή‐ σαι τις ἂν Ἱερεμίου λέγοντος πρὸς τὸν τῶν ὅλων Θεόν· «Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν, ἐμαστί‐ γωσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν.» | |
45 | Μεμνήμεθα ὅτι μετὰ τὸ ἁλῶναι τὴν Ἱερουσαλὴμ, ἀποκομισθῆναι δὲ καὶ αἰχμάλωτον τὸν Ἰσραὴλ, τοῖς περιλελειμμένοις ὁ προφήτης Ἱερεμίας προσελάλει τὰ περὶ Θεοῦ λέγοντος μὴ κατελθεῖν εἰς Αἴγυπτον. Εἶτα πρὸς αὐτῶν αἱ γυναῖκες ἀναίδην ἔφασκον, | |
70.881(50) | μᾶλλον δὲ οὐδ’ εἰς αἴσθησιν ἐνηνεγμέναι τῆς ὀργῆς, ὅτι, Οὐκ ἀπέστειλέ σε Κύριος. Προσεπήγαγον δὲ τούτοις τὰ ἐξ ἀκράτου φρενοβλαβείας. Ἐπειδὴ γὰρ, ἔφασκον, διελείπομεν θύουσαι τῇ βασιλίδι τοῦ οὐρανοῦ, ἐπῆλθεν ἐφ’ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα. Ἀληθὲς | |
55 | οὖν ἄρα τὸ εἰρημένον, ὅτι Οὐκ ἔγνωσαν ἕκαστος αὐ‐ τῶν, οὐδὲ ἔθεντο ἐπὶ ψυχὴν, κατισχύσαντος αὐτῶν τοῦ πολέμου, καὶ τῶν κύκλῳ περιεχόντων καταφλε‐ | |
γόντων παντελῶς αὐτούς. | 881 | |
70.884 | Καὶ νῦν οὕτως λέγει Κύριος ὁ Θεὸς, ὁ ποιή‐ σας σε, Ἰακὼβ, ὁ πλάσας σε, Ἰσραήλ· Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε, ἐκάλεσά σε τὸ ὄνομά σου. Ἐμὸς εἶ σύ. Καὶ ἐὰν διαβαίνῃς δι’ ὕδατος, μετὰ | |
5 | σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσί σε· καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατακαυθῇς· φλὸξ οὐ κατακαύσει σε· ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ἅγιος, Ἰσραὴλ, ὁ σώζων σε. Ἄγασθαι καὶ νῦν ἀναγκαῖον τοῦ φιλοικτίρμονος | |
10 | Θεοῦ. Ἀγαθὸς γὰρ ὑπάρχων φύσει, καὶ τῶν ὅλων Δημιουργὸς, κἂν εἰ γένοιτό τις ἀνάγκη πρὸς ἀπόνη‐ ψιν ἐγκλημάτων καταπέσαι τινὰς τοῖς ἐκ δικαίας ὀργῆς κινήμασι, μεταφοιτᾷ πρὸς ἔλεον, καὶ οὐκ εἰς μακρὰν, καὶ ὁ πλήξας μοτοῖ, καὶ ἀποφέρει τὴν | |
15 | μάστιγα, καὶ ἀνακτᾶται μεταγινώσκοντας, καὶ ἀνίστησιν ἡμᾶς ὠλισθηκότας, καὶ τοῖς τῷ παθεῖν ἐνειλημμένοις χεῖρα νέμει σωτήριον, συμφορᾶς ἁπά‐ σης ἐξέλκων αὐτοὺς, καὶ μεθιστὰς εἰς εὐημερίαν. Ἄθρει γὰρ ὅπως εἰς λήθην ὥσπερ τῶν διεπταισμέ‐ | |
20 | νων ἔρχεται, καὶ θεοπρεπέσιν ἀμνηστίαις ἀφανίζειν ὑπισχνεῖται τὰ ἐγκλήματα προτιθεὶς αὐτοῖς ἀρχὴν ὥσπερ ἑτέραν καιροῦ πρὸς εὐθυμίαν αὐτοὺς ἀναφέ‐ ροντος. Καὶ γοῦν τοιοῦτον εἶναί φαμεν τὸ ἐν βίβλῳ Ψαλμῶν εἰρημένον· «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ | |
25 | ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ.» Ὥσπερ γὰρ ἐκεῖ τὸ Σήμερον ἀρχὴν ὁρίζει καιρῶν ἑτέρων. οὕτω κἀνθάδε τὸ Νῦν ἀμνηστίας ὑπόθεσιν ἔχει τῶν ἤδη προειρημένων. Ἀναβιβάζει δὲ πρὸς ἀρχὴν ὁδοῦ, καὶ πραγμάτων | |
30 | ἑτέρων ἐσομένων παρὰ Θεοῦ. Οὐκοῦν οὐκ ἐᾷ ταῖς εἰς ἅπαν εὐθυμίαις αὐτοὺς καταμαραίνεσθαι, οὔτε μὴν ἀτελεύτητον ποιεῖται τὴν ἀποστροφὴν, ἐξίστησι δὲ καὶ φόβου παντὸς, καὶ δίδωσι τὸ θαῤῥεῖν, ὅτι τεύξεται παντὸς ἀγαθοῦ, μεθιστάντος Θεοῦ πρὸς τὸ ἀσυγκρί‐ | |
35 | τως ἄμεινον τῶν κατ’ αὐτοὺς πραγμάτων τὴν φύσιν. Ἐλυτρωσάμην γάρ σε, φησίν· καὶ τίνα τρόπον σα‐ φηνιεῖ λέγων ὁ πάνσοφος Παῦλος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι Ηὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τά τε | |
40 | ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς. Ἐν αὐτῷ γὰρ ἡ πάντων λύτρωσις, ἄφεσίς τε καὶ ἀμνηστία τῶν πάλαι, καὶ ὁ τῆς πνευματικῆς οἰκειώσεως τρόπος, τῆς πρός γέ φημι πρὸς αὐτὸν, δι’ ἁγιασμοῦ τελού‐ μενος, ἀναφέροντος ἡμᾶς εἰς κοινωνίαν τοῦ Θεοῦ καὶ | |
45 | Πατρός. Διὰ τοῦτό φησιν· Ἐκάλεσά σε τὸ ὄνομά σου· καὶ ποῖον; τοῦτ’ ἔστιν, Ἐμὸς εἶ σύ. Χριστοῦ γὰρ εἶναι λεγόμεθα, καὶ τοῦτό ἐστι τὸ καλὸν ὄνομα τὸ ἐπικλη‐ θὲν ἐφ’ ἡμᾶς. Ἰστέον δὲ ὅτι καὶ ἐν ἑτέρᾳ φέρεται Γραφῇ· Ἐκάλεσά σε τῷ ὀνόματί μου· πλὴν τὸ Ἐμὸς | |
70.884(50) | εἶ σὺ, τιθείς τε καὶ λέγων, ἔλυσε τὴν ἀλλοτρίωσιν, ἢν ὑπομένειν ἔθος τοὺς ἁμαρτίαις ἐνισχημένους. Οὐ γὰρ εἰσὶν ἐκεῖνοι Θεοῦ, καίτοι κατεξουσιάζοντος τῶν ὅλων, ἐξίστησι δὲ τῆς πρὸς αὐτὸν οἰκειότητος ἡ πρὸς τὰ φαῦλα διάθεσις. Ταύτῃτοί φαμεν οὐκ εἶναι | |
55 | Θεοῦ τοὺς ὄντας ἐν μολυσμοῖς. Οὐκοῦν οἰκειώσεως ἔμφασις εἴη ἂν τῆς πνευματικῆς τὸ, Ἐμὸς εἶ σύ. | |
Ὑπισχνεῖται δὲ καὶ ἄμαχον αὐτῷ τὴν ἐπικουρίαν, | 883 | |
70.885 | ὡς ἀνάλωτον γενέσθαι παντὶ πειρασμῷ. Ποταμοὶ γὰρ, καὶ ὕδωρ, καὶ φλόγες τὰς πολυειδεῖς τῶν πειρα‐ σμῶν ἐφόδους κατασημαίνουσι. Γέγραπται δὲ, ὅτι «Πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ | |
5 | διωχθήσονται.» Καὶ αὐτός γε Χριστὸς ἔφη που τοῖς εἰς αὐτὸν πιστεύσασι· Θλίψιν ἔχετε ἐν τῷ κόσμῳ. Ἀλλ’ ἐὰν διαβαίνῃς δι’ ὕδατος, φησὶ, μετὰ σοῦ εἰμι. Χριστοῦ γὰρ συνόντος ἀδικήσειεν ἂν οὐδὲν τοὺς ὄντας αὐτοῦ. Ἀλλ’ ἰσχύος εἰς τοῦτο δραμοῦνται πνευματι‐ | |
10 | κῆς, ὥστε οὐδένα τοῦ καταχειμάζειν ἰσχύοντος ποιεῖσθαι λόγον. Ἀλλὰ κἂν ἐπέλθῃ ποτὲ διωγμὸς ποταμίου ῥεύματος δίκην, κἂν πυρὸς ἀκμὴν ἔχοι, καὶ φλογὸς, καὶ οὕτω νικᾷν, πλὴν εἰδότος ὅτι Θεὸς ὁ σώ‐ ζων ἐστίν. Ἔστι γὰρ ἔθος τῇ θείᾳ Γραφῇ καὶ ποτα‐ | |
15 | μοῖς, καὶ ὕδασι τὰς τῶν πειρασμῶν ἐφόδους ἐφ‐ ομοιοῦν. Διαδείξει λέγων καὶ αὐτὸς ὁ Σωτὴρ ὡς ἐν εἴδει παραβολῆς, ἤγουν παραδείγματος· «Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐ‐ τοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε | |
20 | τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε. Τε‐ θεμελιῶτο γὰρ ἐπὶ τὴν πέτραν, ἡ δὲ πέτρα ἐστὶ Χριστός.» | |
25 | Ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιο‐ πίαν, καὶ Συήνην ὑπὲρ σὲ, ἀφ’ οὗ σὺ ἔντιμος ἐγένου ἐναντίον μου. Ἐδοξάσθης, κἀγώ σε ἠγά‐ πησα, καὶ δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ, καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου. Μὴ φοβοῦ, | |
30 | ὅτι μετὰ σοῦ εἰμι. Δυσέφικτος μὲν κομιδῇ τῶν προκειμένων ὁ νοῦς, ποιήσομαι δὲ τὴν ἀφήγησιν ὡς ἔνι Θεοῦ κατευθύνον‐ τος, δίδωσι γὰρ αὐτὸς σοφίαν καὶ γνῶσιν. Οὐκοῦν πρὶν ἐπιλάμψαι τῷ κόσμῳ Χριστὸν, ὅς ἐστι φῶς τὸ | |
35 | ἀληθινὸν, ἐπεπλάνητο μὲν ἡ σύμπασα γῆ, βαθεῖ δὲ καὶ σφοδροτάτῳ τῆς ἀμαθίας κατεμελαίνετο σκότῳ, καὶ πλεῖσται μὲν ἤσαν πανταχοῦ λατρεῖαι, κατά τε χώρας καὶ ἔθνη. Δεισιδαιμονέστεροι δὲ τῶν ἄλλων γεγόνασι Χαλδαῖοι, καὶ Φοίνικες, καὶ ὅσοι τὴν | |
40 | Αἰγυπτίων ἔχουσι γῆν, μέχρι Συήνης τε καὶ Αἰθιο‐ πίας. Ὅμορον γὰρ τῇ τῶν Αἰγυπτίων οἰκοῦσι χώραν. Ἀπόλεκτος δὲ Θεοῦ κλῆρος μόνος ἦν ὁ Ἰσραὴλ καὶ μερὶς Κυρίου, κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, | |
45 | καὶ γεγόνασι κυριοκτόνοι, κλῆρος μὲν οὐκ ἔτι Θεοῦ μεμενήκασί ποθεν· ἐξώλισθον δὲ τῆς πρὸς αὐτὸν οἰκειότητος, καὶ προσελήφθη τὰ ἔθνη, καὶ γεγόνασιν ἀντάλλαγμα τοῦ Ἰσραήλ· καὶ οἱ πάλαι τῶν ἄλλων ἀπάντων δεισιδαιμονέστεροι, καὶ δυσαπόνιπτον ἔχον‐ | |
70.885(50) | τες ἐν τούτῳ τὸν ῥύπον. Ἔφην τε ὅτι δεινοὶ, καὶ πικροὶ γεγόνασιν οἱ Αἰγύπτιοι, μάλιστα περὶ τὰς τῶν εἰδώλων εὑρέσεις, καὶ βαθεῖς εἰς ψευδολατρείαν, καὶ μέγα φρονοῦντες ἐπὶ τῷ σοφίζεσθαι περιττὰ περὶ τὰς τῶν εἰδώλων θεραπείας τε ὁμοῦ, καὶ κλήσεις. | |
55 | Σοῦ τοίνυν τοῦ ἠγαπημένου, φησὶ, τοῦ ἐκνεμηθέντος εἰς κλῆρον ἐμοὶ ἐποίησα ἄλλαγμα Αἴγυπτον, καὶ | |
Αἰθιοπίαν, τοῦτ’ ἔστι, πάλιν τὴν Αἴγυπτον· Αἰθίοπας | 885 | |
70.888 | γὰρ τοὺς Αἰγυπτίους ὀνομάζειν ἔθος τῇ θείᾳ Γραφῆ. Ἔφη γοῦν δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι μαχαίρας μού ἐστε. Εἰσεδεξά‐ μην τοίνυν ἀντὶ σοῦ, φησὶ, τοὺς ἐν μολυσμοῖς ὄντας | |
5 | δεινοῖς, μόνον δὲ οὐχὶ καὶ ἀναπόβλητον ἔχοντας τὴν ἀκαθαρσίαν. Πλὴν ἀφ’ οὗ ἔντιμος ἐγένου, ἐναντίον μου ἐδοξάσθης. Οὐ γὰρ ἔμεινεν ὁ Ἰσραὴλ ἐν ἀπο‐ στροφῇ τε καὶ ἀτιμίᾳ διηνεκεῖ. Κληθήσεται γὰρ καὶ αὐτὸς διὰ πίστεως τῆς ἐν Χριστῷ, καὶ τῆς τῶν ἁγίων | |
10 | δόξης κοινωνὸς ἔσται, καὶ μέτοχος. Ἐδοξάσθης γὰρ, φησὶ, κἀγώ σε ἠγάπησα. Τὸ δὲ, Δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ, καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου, καταδηλοῦν ἔοικεν, ὅτι κεκλημένων κατὰ και‐ ροὺς εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ τῶν ἐξ Ἰσραὴλ, | |
15 | πλεῖστοί τινες ἔσονται μυσταγωγεῖν εἰδότες αὐτοὺς, ἄνθρωποι σοφοὶ καὶ ἐλλογιμώτατοι. Ὑπὲρ σοῦ γὰρ ποιῶν, φησὶ, δώσω πολλοὺς ἀνθρώπους. Δώσω δὲ καὶ ἄρχοντας ὑπὲρ τῆς σῆς λέγοντας κεφαλῆς· κεφαλὴ δὲ τῶν πιστευόντων Χριστὸς, εἰς ὃν πᾶσα βλέπει | |
20 | μυσταγωγία παρὰ τῶν εἰς τὸ καθηγεῖσθαι λαῶν ἀγομένων κατὰ καιροὺς, ψήφῳ δηλονότι τῇ παρ’ αὐτοῦ. Οὐκοῦν τὸ, ὑπὲρ σοῦ, κατασημαίνειεν ἂν τὸ, ὑπὲρ τοῦ χρησίμου καὶ τελοῦντος εἰς ὄνησίν σοι τῷ μανθάνοντι τὸ σεπτὸν καὶ μέγα μυστήριον τῆς σῆς | |
25 | κεφαλῆς, τοῦτ’ ἔστι Χριστοῦ. Ἤγουν καὶ καθ’ ἕτε‐ ρον συνήσεις τρόπον τὸ, Δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ, καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου. Γέ‐ γονας γὰρ ἀπόκλητος, φησὶ, καὶ ἐξῳκισμένος, καὶ τῆς πρὸς ἐμὲ φιλίας τε καὶ οἰκειότητος ἀλλότριος | |
30 | παντελῶς. Ταύτῃτοι, καὶ εἰς ἀντάλλαγμά σου τὰ εἰς ἔσχατα ἥκοντα διαβολῆς τῶν ἐθνῶν ἐδεξάμην. Ἀλλ’ ἀφ’ οὗ ἔντιμος ἐγένου ἐναντίον μου, πιστεύσας δηλον‐ ότι, καὶ τὴν ἐπὶ τούτῳ δόξαν εὑράμενος, ἠγάπησά σε. Ἠγάπησα δὲ οὕτως, ὥστε καὶ εἰ γένοιτο καιρός; | |
35 | ἢ χρεία τοῦ πολλοὺς ἀνθρώπους καὶ ἄρχοντας ὑπὲρ τῆς σῆς δοθῆναι κεφαλῆς, δοίην ἄν. Ἔστι γὰρ ὑπο‐ θετικὸς ὁ λόγος, καὶ πλείστην ὅσην τὴν ἔμφασιν ἔχων τοῦ τετιμῆσθαι παρὰ Θεοῦ τὸν Ἰσραὴλ, δίδωσί γε μὴν τὸ θαῤῥεῖν ἀραρότως, ὡς ἐν παντὶ καλῷ πάντη | |
40 | τε καὶ πάντως συνόντος Θεοῦ· Μετὰ σοῦ γὰρ εἰμί. Ἀπόχρη δὲ τοῦτο αὐτοῖς πρὸς πᾶσαν εὐημερίαν· Θεοῦ γὰρ συνόντος, ἐκποδὼν μὲν ἔσται τὰ μοχθηρὰ, ἅπας δὲ τρόπος ἡμῖν εὐθυμίας καὶ τερπωλῆς ἤτ’ οὖν χαρᾶς ἀντεισκρίνεται. | |
45 | Ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου, καὶ ἀπὸ δυσμῶν συνάξω σε. Ἐρῶ τῷ Βοῤῥᾷ· Ἄγε, καὶ τῷ Λιβί· Μὴ κώλυε· ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόῤῥωθεν, καὶ τὰς θυγατέρας μου ἀπ’ ἄκρων τῆς γῆς, πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου. | |
70.888(50) | Ἐπέφανε τοῖς ἐπὶ γῆς ἐν εἴδει τῷ καθ’ ἡμᾶς, τοῦτ’ ἔστι, γενόμενος ἄνθρωπος, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵν’ Ἕλληνάς τε καὶ Ἰουδαίους διὰ πολλῶν τε καὶ ποικίλων ὀλισθημάτων κατακομισθέντας εἰς ἀπόστασιν, τὴν ἀπό γε φημὶ τοῦ πάντων Δημιουργοῦ, | |
55 | συνελάσῃ πρὸς θεογνωσίαν τὴν ἀληθινὴν καὶ ἀμώ‐ μητον, συναγάγῃ δὲ καὶ εἰς ἑνότητα τὴν πνευματικὴν | |
διὰ πίστεως καὶ ἁγιασμοῦ, τελουμένης εὖ μάλα | 887 | |
70.889 | καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος, ἀξίους ὄντας ἀποφήνῃ λοιπὸν, οὕτω τε συνάψῃ δι’ ἑαυτοῦ τῷ Θεῷ, καὶ Πατρί. Ὅτι γὰρ καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἐνηνθρώπησεν ὁ Χριστὸς, χαλεπὸν οὐδὲν κατιδεῖν δι’ | |
5 | ἁγίων εὐαγγελικῶν Γραμμάτων. Ἀνεβίω μὲν γὰρ παραδόξως ὁ Λάζαρος ἐκ νεκρῶν· ἡ δέ γε τῶν ἀνοσίων Ἰουδαίων πληθὺς, ἤτοι τὸ τῶν Φαρισαίων θεομισὲς ἐργαστήριον, συνήδρευόν τε καὶ ἔφασκον· «Τί ποιοῦ‐ μεν; ὅτι ὁ ἄνθρωπος οὗτος πολλὰ ποιεῖ σημεῖα. Ἐὰν | |
10 | ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸ ἔθνος, καὶ τὴν χώραν. Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.» | |
15 | Εἶτα τούτοις ἐπήγαγεν εὐθὺς ὁ θεσπέσιος εὐαγγε‐ λιστής· «Ταῦτα δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ’ ἀρχιε‐ ρεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν, ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα | |
20 | τοῦ Θεοῦ ἐσκορπισμένα συναγάγῃ εἰς ἕν.» Ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου ποίησιν, καὶ τὸν ἐπ’ αὐτῷ σκοπὸν τοῦ παρενεγκόντος εἰς ὕπαρξιν, τέκνα ἅπαντες ἦσαν αὐτοῦ. Κατεσκέδασε δ’, ὡς ἔφην, ἅπαντας ὁ Σατανᾶς εἰς πολύτροπον | |
25 | ἁμαρτίαν, ἀπεβουκόλησέ τε τῆς πρὸς αὐτὸν οἰκειό‐ τητος κατενεγκὼν εἰς πλάνησιν· πλὴν συνεκόμισεν ἅπαντας ὁ Χριστός. Ἦλθε γὰρ ζητῆσαι τὸ ἀπολωλός. Τοῦτό τοι καὶ διὰ τῶν προκειμένων σημαίνεται. Ὑπισχνεῖται γὰρ τῇ ἐξ ἐθνῶν τε καὶ Ἰουδαίων συν‐ | |
30 | εγηγερμένῃ συναγωγῇ, ἤγουν ἐκκλησίᾳ, συγκομίζειν ἅπαντας τοὺς ἐξ ἠοῦς εἰς δύσιν, καὶ ἐκ Βοῤῥᾶ, καὶ Λιβὸς, ἤτοι Νότου, ἵνα ἐντεῦθεν ἐννοῇς τὸ ἐκ παντὸς κλίματος τῆς ὑπ’ οὐρανόν. Ἠὼς γὰρ καὶ δύσις, βοῤῥᾶς, καὶ Νότος, τουτὶ δή που πάντως ἡμῖν ὑπεμ‐ | |
35 | φήνειεν ἄν· λέγων· Ἄγε μὴν, τῷ Βοῤῥᾷ, τῷ δὲ Λιβὶ, Μὴ κώλυε, δίδωσί πως ἐννοεῖν, ὅτι τῶν ἀγρίων καὶ πονηρῶν πνευμάτων τὴν ἀντίστασιν οὐκ ἐᾷ τοῖς πρὸς αὐτὸν ἰοῦσιν ἀντιφέρεσθαι νοητῶς. Καθὰ καὶ πάλαι οἷά τις τύραννος ὠμός τε καὶ ἀλαζὼν κατεφύετο τῶν | |
40 | ἐπὶ γῆς ὁ ἀλητήριος Σατανᾶς ὁμοῦ τοῖς ἰδίοις ὑπ‐ ασπισταῖς, οὐκ ἐῶν ἀναβλέψαι πρὸς ἀλήθειαν, ἤγουν ἰέναι πρὸς Θεὸν δι’ ἐπιστροφῆς. Πέπαυται δὲ καὶ τοῦτο διὰ Χριστοῦ, καταλειαίνοντος μὲν τοῖς κεκλημέ‐ νοις τὴν εἰς σωτηρίαν ὁδὸν, ἅπαν δὲ τὸ παρὰ πόδας | |
45 | κείμενον, οἷον ἐκ μέσου γενέσθαι παρασκευάζοντος. Ὀνομάζων δὲ υἱοὺς, καὶ θυγατέρας ἐκ τῶν τεσσάρων τρέχοντας κλιμάτων, τῆς Χριστοῦ παρουσίας ἐμφανῆ καθίστησι τὸν καιρὸν, καθ’ ὃν δέδοται τοῖς ἐπὶ τῆς γῆς τῆς υἱοθεσίας ἡ χάρις δι’ ἁγιασμοῦ ἐν Πνεύματι. | |
70.889(50) | Ὅτι δὲ οὐκ ἔθνους ἑνὸς, κοινὴ δὲ καὶ μία πάντων γέγονεν ἡ κλῆσις, ὑπέφηνεν εἰπὼν, Πάντας, ὅσοι ἐπι‐ κέκληνται τῷ ὀνόματί μου. Ὠνομάσμεθα γὰρ Χρι‐ στιανοὶ, ἤτοι λαὸς Θεοῦ. Οὕτω γάρ που καὶ ὁ Πέτρος τοῖς κεκλημένοις διὰ τῆς πίστεως ἐπιστέλλει καί | |
55 | φησιν· «Ὑμεῖς δὲ, γένος ἐκλεκτὸν, βασίλειον ἱερά‐ τευμα· ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλοῦντος | |
ἐπὶ τὸ θαυμαστὸν αὐτοῦ φῶς, οἵ ποτε οὐ λαὸς, νῦν δὲ λαὸς ἐν Κυρίῳ.» | 889 | |
70.892 | Ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν, καὶ ἔπλασα, καὶ ἐποίησα αὐτόν. Καὶ ἐξήγαγον λαὸν τυφλὸν, καὶ ὀφθαλμοὶ αὐτῶν ὡσαύτως τυφλοὶ, καὶ κωφὰ τὰ ὦτα ἔχοντες. Πάντα τὰ ἔθνη συν‐ | |
5 | ήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ πιστώσεται γράφων ὁ ἱερώτατος Παῦλος· «Ὥστε εἴ τις ἐν Χρι‐ στῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθε.» Γράφει δὲ | |
10 | καὶ τοῖς εἰς καινότητα κεκλημένοις, δῆλον δὲ ὅτι τὴν πνευματικήν· «Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ τέλειον, καὶ εὐάρεστον.» Ἀνεκαινίσθη‐ | |
15 | μεν γὰρ ἐν Χριστῷ, δι’ ἁγιασμοῦ πρὸς τὸ ἀρχαῖον τῆς φύσεως ἀναφοιτήσαντες κάλλος, τὸ κατ’ εἰκόνα δηλονότι τοῦ * ἐκ τῆς ἁμαρτίας, καὶ ἁπάσης φαυλότη‐ τος ἀποβαλόντες παλαίωσιν· ἀπεδυσάμεθα δὲ τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυ‐ | |
20 | μίας τῆς ἀπάτης, καὶ ἐνεδυσάμεθα τὸν νέον τὸν ἀνα‐ καινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Πλὴν ἐν Χριστῷ γέγονεν ὁ ἀναπλασμὸς καὶ ἡ καλουμένη καινὴ κτίσις, ἢν οὐκ ἐκ σπορᾶς φθαρτῆς ἐσχήκαμεν, ἀλλὰ διὰ λόγου ζῶντος Θεοῦ μένοντος. Τὸν τοίνυν λαὸν | |
25 | τὸν ἐκ τεσσάρων τῆς ὑπ’ οὐρανὸν κλιμάτων συνειλεγ‐ μένον ἐπικληθέντα τε τῷ ὀνόματί μου οὐχ ἕτερός τις, ἀλλ’ ἐγὼ μᾶλλον ἐν τῇ δόξῃ μου κατεσκεύασα, καὶ ἔπλασα, καὶ ἐποίησα· καὶ δόξαν μὲν εἶναι τοῦ Θεοῦ, καὶ Πατρὸς φαίη ἄν τις τὸν Υἱὸν, δι’ αὐτοῦ γὰρ καὶ | |
30 | ἐν αὐτῷ δοξάζεται, καὶ κατά γε τὸ, Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, παρ’ αὐτοῦ σαφῶς εἰρημένον. Πεπλᾶ‐ σθαι γὰρ, ὡς ἔφην, δι’ αὐτοῦ τοὺς εἰς αὐτὸν πιστεύ‐ σαντας διαβεβαιούμεθα, τῇ πρὸς αὐτὸν συμμορφίᾳ τὸ τῆς θείας φύσεως κάλλος ἐναστράπτον ἔχοντας ταῖς | |
35 | ἑαυτῶν ψυχαῖς. Ἔφη τι τοιοῦτον καὶ ὁ θεσπέσιος Ψαλμῳδός· «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρ‐ χομένη, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.» Προστιθεὶς δὲ τούτοις, ὅτι Καὶ λαὸν ἐξήγαγον τυφλὸν, τῆς ἑαυτοῦ δυνάμεως τὴν ἐπέκεινα λόγου παντὸς καὶ | |
40 | ἀξιάγαστον ὄντως ὑπεροχὴν καθίστησιν ἐναργῆ. Τοὺς γάρτοι πάλαι τὴν ἐκ διαβολικῆς σκαιότητος ἀχλὺν καὶ ἀπάτην εἰς νοῦν ἔχοντας καὶ καρδίαν, λαμπροὺς ἀπέφηνε καὶ κατηυγασμένους, ἑωσφόρος οἷά τις, καὶ δικαιοσύνης ἥλιος ἀνίσχων αὐτοῖς, καὶ υἱοὺς ἀποφή‐ | |
45 | νας, οὐκέτι νυκτὸς καὶ σκότους, φωτὸς δὲ μᾶλλον, καὶ μὴν καὶ ἡμέρας, κατὰ τὴν τοῦ σοφωτάτου Παύ‐ λου φωνήν. Ὅτι μὲν οὖν ἐξήγαγε λαὸν τυφλὸν, οὐδενὶ τῶν ὄντων ἀσυμφανές· ἀλλ’ ὥσπερ τινὸς τοῖς τοιοῖσδε λόγοις ἀντανισταμένου τε καὶ λέγοντος· Καίτοι καὶ | |
70.892(50) | εἰς δεῦρο κατίδοι τις ἂν τοὺς ὀφθαλμοὺς αὐτῶν ὡσ‐ αύτως τυφλοὺς, καὶ μὴν ὅτι κωφὰ τὰ ὦτα ἔχουσιν, ἀπολογεῖται λέγων· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Μόνον γὰρ οὐχὶ προφητείας, ὦ οὗτοι, δέχεσθε λόγους· οὔπω γε | |
55 | μὴν τῶν πραγμάτων ἐνέστηκε καιρός· πλὴν πάντῃ τε καὶ πάντως συναχθήσονται κατὰ καιροὺς πάντα τὰ | |
ἔθνη. Τὸ γὰρ συνήχθησαν, ἀντὶ τοῦ, συναχθήσονται, | 891 | |
70.893 | φησὶν, ἔθους ὅντος τοιούτου τῇ θεοπνεύστῳ Γραφῇ. Τὰ γὰρ πάντη τε καὶ πάντως ἐσόμενα, καὶ ὡς ἤδη γεγονότα τίθησιν ἔσθ’ ὅτε. Εἴρηται γοῦν ὡς ἐκ προσ‐ ώπου Χριστοῦ διὰ μὲν τῆς Ἡσαΐου φωνῆς· Τὸν νῶτόν | |
5 | μου δέδωκα εἰς μάστιγας, ἀντὶ τοῦ, δώσω. Καὶ διά γε τοῦ Ψάλλοντος· «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον,» ὅπερ καὶ γέγονεν ἐν καιρῷ τῆς· ἐπιδημίας. Οὐκοῦν ἐπισυν‐ αχθήσονται, φησὶ, πάντα τὰ ἔθνη, καὶ οὐχὶ τοῦτο | |
10 | μόνον, ἀλλὰ ἔσονται καὶ ἄρχοντες ἐξ αὐτῶν, τοῦτ’ ἔστι, λαῶν ἡγούμενοι, καὶ μυσταγωγοὶ, καὶ οἵ ποτε πλα‐ νώμενοι, καὶ ἐν σκότῳ κείμενοι βαθείᾳ, φωτὸς ἔσονται τοῦ θείου πρόξενοι τοῖς παρ’ αὐτῶν μυσταγωγουμέ‐ νοις. Ἔφη τι τοιοῦτον περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας | |
15 | ὁ Μελῳδός· «Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς.» Ὥσπερ γὰρ ἀμέτρητον καὶ βαθὺν ἠῤῥώ‐ στησε σκότον ἐν τῷ τῆς πλάνης καιρῷ, οὕτω πάλιν ὑπέρλαμπρος γέγονε, καὶ ὑπερφυῶς λελευκαμένη. Ἀληθὲς γὰρ ὅτι, καθά φησιν ὁ θεσπέσιος Παῦλος· | |
20 | «Οὗ ἐπερίσσευσεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.» Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀν‐ αγγελεῖ ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ, καὶ | |
25 | ἀκουσάτωσαν. Διαμνημονεύσας ἄπαξ τῶν ἐθνῶν, ἤτοι τῶν διὰ πίστεως κεκλημένων εἰς ἐπίγνωσιν ἀληθείας, ἐξυφαί‐ νει τινὰ τρόπον μυσταγωγίας αὐτοῖς, καταγορεύοντα μὲν οὐ μικρῶς τῆς τῶν δαιμονίων ἀπάτης, οὐδὲν δὲ | |
30 | οὖσαν παντελῶς τὴν εἰδώλων ποίησιν ἀποφαίνοντα· τὸ μὲν γὰρ εἰδέναι τὰ πάντα ἐξ ἀρχῆς μέχρι τέλους, πρέποι ἂν μόνῳ τῷ κατὰ φύσιν ὄντι Θεῷ. Πᾶσα γὰρ σύνεσις ἐξ αὐτοῦ, καὶ γνώσεως ἁπάσης ἐστὶ πηγὴ, καὶ ἐν αὐτῷ πάντες εἰσὶν οἱ θησαυροὶ σοφίας καὶ | |
35 | γνώσεως ἀπόκρυφοι, κατὰ τὸ γεγραμμένον. Εἰ δέ τις, καὶ τῶν ἐσομένων ἐσχηκὼς εὑρίσκεται γνῶσιν, ἐξ ἀποκαλύψεως τῆς παρ’ αὐτοῦ τὸ δῶρον ὁρᾶται λαβών. Προσδιαλέγεται τοίνυν, ὡς ἔφην, τοῖς ἐξ ἐθνῶν, καὶ δὴ καί φησι· Πάντα μὲν ὑμῖν τὰ ἐσόμενα, καὶ ὅτι | |
40 | κληθήσεσθε μὲν κατὰ καιροὺς εἰς ἐπίγνωσιν ἀληθείας, διήγγελκά τε καὶ ἔφην ἐγώ· ἕτερος δὲ τίς ταῦτα ὑμῖν ἀπαγγελεῖ, ἤγουν ὁρᾶται διειρηκώς; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπά‐ τωσαν ἀληθῆ, καὶ ἀκουσάτωσαν. Ἐγὼ μὲν γὰρ, φησὶ, | |
45 | λελάληκα διὰ προφητῶν· προεκήρυξα τὰ ἐσόμενα κατὰ καιροὺς, δι’ ἀνδρῶν ἁγίων, καὶ ἔχω μάρτυρας τοῦ προειδέναι τὰ ἐσόμενα τοὺς ταῖς ἐμαῖς διακονη‐ σαμένους φωναῖς. Τίνες δ’ ἂν μαρτυρήσειαν τοῖς δαί‐ μοσιν, ἤτοι τοῖς ἀψύχοις εἰδώλοις, ὡς εἰρηκόσι τοιοῦ‐ | |
70.893(50) | τον δι’ αὐτῶν; Πλεῖστοι μὲν γὰρ οἱ παρ’ Ἕλλησι λο‐ γάδες εἰσὶ καὶ ποιηταὶ, ἔφη δ’ ὅλως ἐξ αὐτῶν οὐδεὶς ὡς παρά γε τῶν ἰδίων θεῶν, ὅτι ταῦτα συμβήσεται κατὰ καιροὺς αὐτοῖς· οὔτε μὴν ἐπαθρήσαι τις ἂν προαπηγγελκότα τινὰ τῶν παρ’ Ἕλλησι σοφῶν, ὅτι | |
55 | τῆς πεπορισμένης αὐτῷ δόξης ἐκ πλεονεξίας ἐξωσθή‐ σεται κατὰ καιροὺς ὁ Σατανᾶς, ἤγουν ὅτι καταφαι‐ | |
δρυνθήσεται διὰ πίστεως τῆς εἰς Χριστὸν ἡ ὑπ’ οὐ‐ | 893 | |
70.896 | ρανὸν, καὶ κεκλήσονται τὰ ἔθνη πρὸς ἐπίγνωσιν αὐ‐ τοῦ, εἴτ’ οὖν ὅτι τὸ τῆς εἰδωλολατρίας οἰχήσεται σκότος, καὶ κρατήσει τῆς ὑπ’ οὐρανὸν ἡ ἀλήθεια. Ἀγαγέτωσαν τοίνυν τοὺς μάρτυρας αὐτῶν, καὶ δειξά‐ | |
5 | τωσαν εἰπόντας ἀληθῆ. Κἂν ἢ τοῦτο γένοιτο, ἀκου‐ σάτωσαν αὐτῶν, τοῦτ’ ἔστιν, ἀκολουθήτωσαν, καὶ συναινείτωσαν, ὅτι καὶ ἡ τῶν δαιμονίων ἀγέλη τὴν τῶν ἐσομένων γνῶσιν καταπλουτεῖ. Ἀλλ’ οὐδεὶς ὁ ἐκείνοις μαρτυρήσας ἐστὶν, οὔτε μὴν τῶν ἐσομένων | |
10 | ἐξαγγελεύς. Πεπλάνηνται δὴ οὖν ὁμολογουμένως οἱ θεοὺς εἶναι νομίσαντες αὐτούς· εἰσὶ γὰρ βέβηλοι, καὶ ἀπατεῶνες καὶ βωμολόχοι. Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς ὃν ἐξελεξάμην, ἵνα | |
15 | γνῶτε, καὶ πιστεύητε, καὶ συνῆτε ὅτι ἐγὼ εἰμί. Καὶ ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Εἰπὼν, ὅτι μαρτυρήσειεν ἂν οὐδὲν τοῖς ἀκαθάρτοις δαίμοσιν, ἤγουν τοῖς ἔργοις τῶν ἀνθρωπίνων χειρῶν | |
20 | τὸ εἰδέναι τὰ ἐσόμενα, τοῖς ἑαυτοῦ προφήταις προδια‐ λέγεται, καί φησιν· Γένεσθέ μοι μάρτυρες. Λελάληκα γὰρ δι’ ὑμῶν, καὶ τῶν ἐσομένων τὴν γνῶσιν, τὸ ἐμὸν ὑμῖν ἐνήστραψε Πνεῦμα. Οὐκοῦν τῆς ἐμαυτοῦ δόξης καὶ θεοπρεποῦς ὑπεροχῆς παροίσω μάρτυρας. Μαρ‐ | |
25 | τυρήσω δὲ ἐμαυτῷ, καὶ ὁ Παῖς ὃν ἐξελεξάμην. Ὅμοιον τούτῳ τὸ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν φωνῆς εἰρημένον πρὸς Ἰουδαίους· «Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν, ὅτι οἶδα πόθεν εἰμὶ καὶ ποῦ ὑπάγω.» Καὶ πάλιν· «Ἐγὼ μαρτυρῶ περὶ | |
30 | ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πα‐ τήρ.» Ἀξιόχρεως γὰρ ἡ Θεοῦ φωνὴ πρὸς πίστιν ὧν ἂν βούλοιτο λέγειν περὶ τῆς ἑαυτοῦ δόξης καὶ ὑπερ‐ οχῆς. Ἕπεται δὲ κατὰ λόγον δεύτερον, καὶ ἡ παρὰ τῶν ἁγίων ψῆφος, καὶ σύνεσις ἀπονέμουσα αὐτῷ τὰ | |
35 | ὅσαπερ ἂν πρέποι τῇ πασῶν ἐπέκεινα φύσει. Διὰ τοῦτο μάρτυρας παραλαβὼν τοὺς ἁγίους προφήτας, ἐπὶ τὸ μεῖζον ἄνεισι καὶ ἀψευδὲς ὁμολογουμένως, ἑαυ‐ τὸν, φημὶ, καὶ τὸν ἴδιον Υἱόν. Ἀπόχρη γὰρ, ὡς ἔφην, εἰς πίστιν ἅπασαν τοῖς ἀρτίφροσιν ἡ Θεοῦ φωνή. | |
40 | «Ταυτὶ δὲ λελάληκα πρὸς ὑμᾶς, φησὶν, οὐ μάτην, ἀλλ’ ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγὼ εἰμί.» Διὰ γὰρ γνώσεως ἡ πίστις, διὰ δὲ τῆς πίστεως ἡ σύνεσις. Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συν‐ ῆτε, φησί· πιστεύσητε δὲ ὅτι ἔμπροσθέν μου οὐκ | |
45 | ἐγένετο ἄλλος Θεὸς, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Οὔτε γὰρ πρὸ αὐτοῦ Θεὸς ἦν ἕτερος, ἀλλὰ αὐτὸς ἡ πάντων ἀρχὴ καὶ παντὸς ἐπέκεινα νοῦ, καὶ μετ’ αὐτὸν οὐκ ἔσται. Μένει γὰρ ὁ αὐτὸς, καὶ ἀναλλοίωτον ἔχει τὴν φύσιν, καὶ ἀκράδαντον τὴν κατὰ πάντων ὑπεροχὴν, | |
70.896(50) | καὶ διηνεκῆ βασιλείαν. Ὁ γὰρ ἀρχὴν οὐκ ἔχων τοῦ εἶναι, πρὸς ποῖον δραμεῖται τέλος; Ἐγὼ Θεὸς, καὶ οὐκ ἔστι παρὲξ ἐμοῦ σώζων. Ἀνήγγειλα, καὶ ἔσωσα. Ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ | |
55 | μάρτυς, λέγει Κύριος ὁ Θεὸς, ὅτι [al. ἕτι] ἀπ’ ἀρ‐ χῆς, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρού‐ | |
μενος. Ποιήσω, καὶ τίς γε μὴν ἀποστρέψει; | 895 | |
70.897 | Μαρτυρήσατε, φησὶν, ὅτι ἐγὼ μόνος ὁ τῶν ὅλων Θεὸς, οὐδενὸς πρὸ ἐμοῦ γεγονότος, οὔτε μὴν ἐσομένου μετ’ ἐμέ. Μόνος γάρ εἰμι ὁ σώζων ἐγὼ, καὶ τοῦτο ὑμῖν ἔκπαλαι προσήγγελκα, καὶ τὸ λαληθὲν ἤγαγον | |
5 | εἰς πέρας. Διέσωσα γὰρ ἐν Χριστῷ· ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ἐπελανθάνοντο μὲν γὰρ κατὰ καιροὺς οἱ ἐξ Ἰσραὴλ τῶν ἱερῶν θεσπισμάτων, τῶν διά γέ φημι τοῦ πανσόφου Μωσέως, καὶ φιλήδο‐ νοι μᾶλλον ἦσαν οἱ φιλόθεοι. Εἶτα ῥᾳθυμίας πραττό‐ | |
10 | μενοι λόγους, κατεκινδύνευον ἔσθ’ ὅτε πολεμίων αὐ‐ τοῖς ἐπαφιεμένων. Ἀλλ’ ἐν τῷ τῆς θλίψεως καιρῷ τὸν ἀεὶ σώζοντα καλεῖν ἐπεχείρουν εἰς ἐπικουρίαν. Καὶ τοῦτο αὐτοῖς ὠνείδισα, διὰ τῆς Ἱερεμίου φωνῆς λέγων· «Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν· | |
15 | Ἀνάστα, καὶ σῶσον ἡμᾶς. Καὶ ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; Εἰ ἀναστήσονται, καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς σου;» Οὐκοῦν ὠνείδισα πλειστάκις ὑμῖν τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ μεμα‐ θήκατε διὰ πείρας, ὅτι οὐκ ἦν ἐν ὑμῖν Θεὸς, ἀλλότριος | |
20 | δηλονότι. Σέσωκε γὰρ ὑμᾶς ἐκείνων οὐδείς. Εἰμὶ τοιγαροῦν μόνος ὁ σώζων ἐγώ. Διὸ δὴ μαρτυρήσατε, κἀγὼ δὲ μάρτυς ἐμαυτοῦ γενήσομαι, λέγει Κύριος ὁ Θεός. Ἤγουν κατ’ ἐκεῖνο· «Πᾶς οὖν ὅστις ὁμολογή‐ σειεν ἂν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω | |
25 | κἀγὼ ἐν αὐτῷ.» Μαρτυρήσατε δὴ οὖν ὅτι ἐγὼ εἰμὶ ἔτι ἀπ’ ἀρχῆς, τοῦτ’ ἔστιν, ὁ ἀπ’ ἀρχῆς εἰς δεῦρο προαπαγγέλων τε τὰ ἐσόμενα, καὶ σώζειν ἀκονητὶ δυνάμενος τοὺς τὴν πρὸς ἐμὲ διψῶντας οἰκείωσιν. Σώζων δὲ οὕτως, ὡς δύνασθαι παντελῶς οὐδένα τῶν | |
30 | ἐμῶν ἐξαρπάσαι χειρῶν τὸν ἅπαξ προειλημμένον. Οὐκ ἔστι γὰρ ὁ ἐκ τῶν χειρῶν μου, φησὶν, ἐξαιρού‐ μενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Πεποίηκα γὰρ τὴν τῶν ἐθνῶν κλῆσιν, φησὶν, ἤτοι, σέσωκα τοὺς πλανωμένους. Καὶ τίς τοῦτο μεταβαλεῖ, ἤγουν μετα‐ | |
35 | στήσει πρὸς τὸ μὴ οὕτως ἔχειν. Ὅτι γὰρ ἐκ τῆς τοῦ Θεοῦ χειρὸς οὐδεὶς ἁρπάσει τοὺς παρ’ αὐτοῦ σεσω‐ σμένους, πιστώσεται λέγων αὐτὸς ὁ Σωτήρ· «Τὰ πρό‐ βατα, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν | |
40 | αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐ μὴ ἁρπάσῃ τις αὐτὰ ἐκ τῆς χειρός μου. Ὁ Πατήρ μου, ὃς δέδωκέ μοι, πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου.» Τοῦτ’ ἔστιν ἐναργῶς τὸ γεγραμμένον· «Οὐκ ἔστιν ὁ | |
45 | ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος.» Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος Ἰσραήλ· Ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα, καὶ ἐπεγερῶ πάντας φεύγοντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται. | |
70.897(50) | Διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων οὐκ ἀγεννῆ παραίνεσιν ἐξυφήνας τοῖς ἐξ ἐθνῶν κεκλημένοις εἰς ἐπίγνωσιν αὐτοῦ, καὶ διαδείξας ὅτι μόνως ἔχει τῶν τε ἐν ἀρχαῖς, καὶ διὰ μέσου, καὶ τελευταίων τὴν γνῶσιν, καὶ μὴν ὅτι παρ’ αὐτὸν ἕτερος οὐδείς ἐστι παντελῶς | |
55 | ὁ διασῶσαι δυνάμενος, καὶ βεβαίαν ἐν αὐτοῖς διὰ τούτων ἐνιδρύσας τὴν πίστιν, μεθίστησι τοὺς λόγους | |
ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ, καὶ πειρᾶται πληρο‐ | 897 | |
70.900 | φορεῖν ὡς ἔστι παναλκὴς, καὶ θαυματουργὸς, καὶ ὅτι τοῖς αὐτοῦ νεύμασιν αἱ τῶν πραγμάτων εἴκουσι φύσεις· ὑπηρετεῖ δὲ καὶ αὐτὰ τὰ τοῦ κόσμου στοιχεῖα, καὶ ὅπερ ἂν αὐτὸς ἐθελήσει, τουτὶ δὴ πάντως διαπε‐ | |
5 | ραίνεται, παρὰ πόδας κειμένου μηδενός. Ἔδει γὰρ, ἔδει τοῖς ἐξ Ἰσραὴλ πλείστης τε ὅσης φωταγωγίας καὶ τῶν εἰς ἑδραιότητα νοῦ καθιστάντων αὐτοὺς παραινέσεών τε καὶ ὑπομνημοσυνῶν, ἐπεί τοι παρ‐ ώλισθον ἐφ’ ἃ μὴ θέμις, καὶ θεοῖς ἐτέροις προσ‐ | |
10 | νεύσαντες, κατατεθύκασιν εἰδώλοις, καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὰ γέγραπται· ποιεῖται τοίνυν αὐ‐ τοῖς τῶν ἐσομένων τὴν προαγόρευσιν, καὶ τὰς τῶν Βαβυλωνίων προεκκαλύπτει συμφορὰς, εὐτεχνέστατα λίαν, ὡς ἔσονται μὲν αὐτοὶ παρ’ ἐκείνων αἰχμάλωτοι | |
15 | προκαταδεικνύς· πείσονται δὲ ὅτι τὰ πάντων αἴ‐ σχιστα δι’ αὐτοὺς προαναφωνῶν, ὡς ἔφην. Ἐπειδὴ δὲ περὶ μεγίστων πραγμάτων ὁ πρὸς αὐτοὺς ἐγίγνετο λόγος, ἀναγκαίως τῆς ἑαυτοῦ δυνάμεως τὴν ἀπαρά‐ βλητον δόξαν, καὶ μὴν τῆς ἰσχύος τὴν ὑπερβολὴν | |
20 | καταδείκνυσι λέγων· Οὕτως λέγει Κύριος ὁ Θεὸς, ὁ λυτρούμενος ὑμᾶς ὁ ἅγιος Ἰσραήλ. Ἵνα γὰρ εἰς ἀνάμνησιν αὐτοὺς ἀποκομίσῃ τῶν πάλαι, τῶν ἐπί γέ φημι τῇ λυτρώσει τῇ ἐξ Αἰγύπτου γενομένῃ, ὅτε καὶ πολλὴ τερατουργημάτων πληθὺς μεμαρτύρηκεν | |
25 | αὐτοῦ τῇ δόξῃ, διὰ τοῦτο Κύριον τὸν Θεὸν ἑαυτὸν ὀνομάσας, καὶ λυτρωτὴν εἶναι διεβεβαιώσατο. Καὶ ταυτὶ μὲν ἐν τούτοις. Τί δὲ δὴ τὸ ἐσόμενον; Ἕνεκεν ὑμῶν ἀποστελῶ, φησὶν, εἰς Βαβυλῶνα. Εἷλε μὲν γὰρ ὁ Βαβυλώνιος αἰχμάλωτον τὸν Ἰσραὴλ, καὶ τῆς ἐν‐ | |
30 | εγκούσης ἐξαναστήσας, μᾶλλον δὲ κατεμπρήσας ἅπασαν τὴν τῶν Ἰουδαίων χώραν ὁμοῦ τῷ διαβοήτῳ ναῷ, μετέστησεν εἰς τὰ ὄρη Περσῶν τε καὶ Μήδων. Ἐπειδὴ δὲ τοῖς εἰς τοῦτο πεσοῦσι ταλαιπωρίας ἑβδο‐ μηκοστὸν ἔτος διεπεραίνετο, κατηλέει Θεὸς αὐτοὺς, | |
35 | καὶ δὴ κατεξανίστησι τῶν Χαλδαίων Κῦρον τὸν Καμβύσου συνασπιζόντων Περσῶν καὶ Μήδων· οὗτοι κατὰ κράτος εἷλον τὴν τῶν Χαλδαίων, ἤτοι τὴν Βα‐ βυλωνίων, καίτοι πάλαι δεδιότες αὐτοὺς, καὶ πλεον‐ εκτοῦσαν αὐτῶν τὴν χεῖρα παραιτούμενοι. Ἔχει δὲ ἡ | |
40 | παράδοσις ὅτι τῶν μεγιστάνων ἐν αὐτῇ τινας ὁ Κῦ‐ ρος ἑλὼν, εἶτα σιδήρῳ καταδεσμεύσας, διὰ τῆς Κα‐ σπίας θαλάσσης εἰς ἀβάτους καὶ ἀοικήτους ἐξέπεμψε χώρας. Κατεγήγερται δὲ τῶν Βαβυλωνίων ὁ Κῦρος Θεοῦ καταθήγοντος, καὶ τὸ δύνασθαι κρατεῖν ἐκνε‐ | |
45 | νεμηκότος αὐτῷ. Ἔφη γάρ που πρὸς αὐτὸν διὰ τῆς Ἡσαΐου φωνῆς· «Οὕτως λέγει Κύριος τῷ Χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμ‐ προσθεν αὐτοῦ ἔθνη.» Καὶ πάλιν· «Ἐγὼ ἔμπροσ‐ θέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς | |
70.900(50) | συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω· καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀορά‐ τους, ἀνοίξω σοι.» Ἐπειδὴ γὰρ οἱ Βαβυλώνιοι κατὰ τῶν ἐξ Ἰσραὴλ δεινῷ καὶ ἀκράτῳ θυμῷ χρησάμενοι προσκεκρούκασι Θεῷ, διὰ τοῦτο δέδονται καὶ αὐτοὶ | |
55 | Πέρσαις τε καὶ Μήδοις, οἳ καὶ ἀφορήτοις ἀπανθρω‐ πίαις ἐχρήσαντο κατ’ αὐτῶν. Εἴρηται γοῦν πρὸς τὴν | |
Βαβυλῶνα δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· Καθὼς | 899 | |
70.901 | ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου. Ὑμῶν τοίνυν ἕνεκα, φησὶν, ὦ Ἰσραὴλ, ἀποστελῶ εἰς Βαβυλῶνα, ἀποστελῶ δὲ τίνα; Ἢ πάντως που τὸν ἀοίδιμον Κῦ‐ | |
5 | ρον, καὶ τὴν ὑπ’ αὐτῷ στρατιάν; Τὸ δὲ ἀποστελῶ τὸ ἐπιπέμψω δηλοῖ. Ἐπεγερῶ δὲ αὐτοῖς καὶ πάντας τοὺς πάλαι φεύγοντας, εἴκοντάς τε αὐτοῖς καὶ δε‐ διότας ὡς μαχητὰς, καὶ ἀλκιμωτέρους. Καὶ Χαλ‐ δαῖοι ἐν πλοίοις δεθήσονται. Ὡς γὰρ ἔφην φθάσας, | |
10 | καὶ αὐτοὶ μετῳκίσθησαν εἰς ἀπῳκισμένας καὶ ἀβά‐ τους χώρας, τὴν καλουμένην Κασπίαν διαπλεύσαντες θάλασσαν. Ἰστέον δὲ ὅτι καὶ ἑτέρα φέρεται γραφή. Χαλδαῖοι γὰρ, φησὶν, οὐκ ἐν πλοίοις μᾶλλον, ἀλλ’ ἐν κλοιοῖς δεθήσονται. Σέσωκε δὲ καὶ νοητῶς ἅπαν‐ | |
15 | τας τοὺς ἐπὶ τῆς γῆς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος τὰ τῶν δαιμονίων καταργήσας στίφη, καὶ τὴν ἄμα‐ χον αὐτοῦ καὶ ὑπερφυᾶ δύναμιν κατεξαναστήσας αὐτῶν, τοῦτ’ ἔστι Χριστόν. Οὕτω γὰρ ἡμᾶς αἰχμα‐ λώτους ὄντας ἐλυτρώσατο, καὶ τοῖς ἐκείνου θελήμασιν οἱονεὶ θητεύοντας ἀπέφηνεν ἐλευθέρους, καὶ ὡς | |
20 | ἐκ βαρβάρου γῆς ἀποστάσας ἐπανήγαγεν εἰς τὴν νοητὴν Ἰουδαίαν, ἥτις ἐστὶν ἡ Ἐκκλησία ἣν αὐτὸς αὐτῷ περιεποιήσατο, κηλίδος ἁπάσης ἀπαλλάξας καὶ μολυσμῶν, ἁγίαν τε καὶ ἄμωμον ἀποφήνας. Ἐγὼ Κύριος, ὁ Θεὸς ὑμῶν, ὁ ἅγιος, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν. Τὰ μεγάλα καὶ ἐξαίρετα τῶν πραγμάτων καὶ | |
25 | ἀπιστεῖται πολλάκις, ὅταν ἔσεσθαι προαγγέλλωνται. Ταύτῃτοι καὶ σφόδρα εἰκότως ὁ τῶν ὅλων Θεὸς, ὅτε τι τοιοῦτον ἐπαγγέλλεται, πρὸς πίστιν τοῦ ἀκροωμέ‐ νου τὴν ἑαυτοῦ δόξαν ἐμφανῆ καθιστὰς, Κύριόν τε τῶν ὅλων καὶ Θεὸν ἑαυτὸν ὀνομάζει. Τί δ’ ἂν γένοιτο | |
30 | τὸ ἀντιστατοῦν τό γε οὕτως ἔχοντι φύσεώς τε καὶ δόξης; Ὅταν τοίνυν ὑμῖν προαγορεύσω, φησὶν, οὐ καθ’ ἕνα καὶ αὐτός εἰμι τῶν ψευδωνύμων θεῶν, οἳ μηδὲν ὄντες παντελῶς, οὐδ’ ἂν ἐργάσαιντό τι μικρὸν ἢ μέγα· εἰμὶ δὲ μᾶλλον Κύριος ὁ Θεὸς, ὁ ἐν ὑμῖν | |
35 | ἅγιος, τοῦτ’ ἔστι, σεπτὸς, καὶ τῶν ἄλλων ἁπάντων ἐξῃρημένος, καὶ ἀμάχοις νεύμασιν ἃ ἂν βούλωμαι κατορθῶν. Εἰμὶ δὲ ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν. Τοῦτο διχῆ νοητέον· ἢ γὰρ ἐκεῖνο φησίν· Ὡς ἐγώ εἰμι ὁ καταδείξας ἐμαυτὸν διὰ πολλῶν σημείων, | |
40 | καὶ τῆς ὑπὲρ λόγον ἀλκῆς τε καὶ ἐξουσίας βασιλέα ὑμῶν· ἤγουν ἕτερόν τι διὰ τούτου καταδηλοῦν ὑπο‐ τοπητέον· Ἰσραὴλ καὶ μέν τοι καὶ Ἰακὼβ παρὰ ταῖς θείαις ὠνόμασται Γραφαῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καθάπερ ἀμέλει καὶ Δαβίδ· διά τοι τὸ ἐκ | |
45 | σπέρματος εἶναι κατὰ σάρκα τῶν ὠνομασμένων. Εἰμὶ τοιγαροῦν, φησὶν, ἐγὼ ὁ καταδείξας τὸν ἐξ αἵ‐ ματος Ἰακώβ τε καὶ Ἰσραὴλ βασιλέα ὑμῶν. Πλεί‐ στην δὲ ὅσην ἔχει τὴν οἰκονομίαν ὁ λόγος. Ἐπειδὴ γὰρ λυτρώσεως μερικῆς ἐποιήσατο μνήμην· ἀνεκο‐ | |
70.901(50) | μίσθη γὰρ, ὡς ἔφην, ὁ Ἰσραὴλ ἐκ τῆς Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν, ἀναγκαίως ἐπὶ τὸ μεῖζον ἀσυγκρίτως ἀναβιβάζει τὴν ὑπόσχεσιν, καὶ διαμέμνηται λυτρώ‐ σεως τῆς ἐσομένης διὰ Χριστοῦ, καὶ οὐ μερικῆς ἔτι, καὶ ὡς ἐπ’ ἔθνους ἑνὸς, καθὰ καὶ πάλαι, γενικώτερον | |
55 | δὲ μᾶλλον καὶ κατὰ παντὸς ἰούσης τῆς ὑπ’ οὐρανόν. Ὅτι δὲ οὐκ ἀθαύμαστον τοῦ Χριστοῦ τὸ μυστήριον διὰ τὴν τῆς οἰκονομίας ὑπερβολὴν, καὶ τὸ τῆς εἰς ἡμᾶς ἡμερότητος μέγεθος, ἐνδοιάσειεν ἂν οὐδεὶς | |
τῶν γε ἅπαξ εἰδότων αὐτό. Θεὸς γὰρ ὢν φύσει, καὶ | 901 | |
70.904 | ἐκ Θεοῦ Πατρὸς ἀναλάμψας ὁ Μονογενὴς, καθίκετο μὲν εἰς κένωσιν, ἔλαβε δὲ δούλου μορφὴν, ἵνα τῆς τοῦ διαβόλου τυραννίδος ἀπαλλάξας τοὺς ὑπ’ αὐτῷ κειμένους, τοῖς ἰδίοις ὑπαγάγῃ σκήπτροις Μέμνηται | |
5 | δὴ οὖν ὁ λόγος ἐν τούτοις, ὡς ἐσομένης κατὰ καιροὺς λυτρώσεως μερικῆς, ἢ μόνοις δέδοται τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ καθόλου, καὶ γενικωτάτης, διὰ Χριστοῦ δηλονότι, δι’ ἧς σέσωκεν ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἀνὰ πᾶσαν τὴν οἰκουμένην. | |
10 | Οὕτω λέγει Κύριος· Ὁ διδοὺς ἐν θαλάσσῃ ὁδὸν, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον, ὁ ἐξαγαγὼν ἅρματα, καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν. Ἀλλ’ ἐκοιμήθη‐ σαν, καὶ οὐκ ἀναστήσονται, ἐσβέσθησαν ὡς λῖνον ἐσβεσμένον. | |
15 | Τὰ χρηστὰ καὶ ὀνησιφόρα, κἂν πλειστάκις λαλεῖ‐ ται παρά τε Θεοῦ καὶ ἀνθρώπων, ὀχληρὰ μὲν οὐ‐ δαμῶς εἶεν ἂν τοῖς ἀρτίφροσιν, ἀναγκαῖα δὲ μᾶλλον εἰς σωτηρίαν. Ταύτῃτοι καὶ ὁ πάνσοφος Παῦλος ἐπιστέλλει τισί· «Τὰ αὐτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ | |
20 | ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.» Ἐπειδὴ γὰρ ἐκ πολλῆς ἄγαν ῥᾳθυμίας ὁ ἀνθρώπινος νοῦς καταφθείρεται πρὸς λήθην ἔσθ’ ὅτε τῶν δεδωρημένων ἑκάστῳ παρὰ Θεοῦ, διὰ τοῦτο πρὸς ἀνάμνησιν αὐτῶν ἀναβιβάζει πλει‐ σταχοῦ θεῖος ἡμᾶς λόγος, οὐκ ἐῶν εἰσάπαν ἀποψύχε‐ | |
25 | σθαι πρὸς τὸ ῥᾴθυμον, ἀναζωπυρῶν δὲ μᾶλλον εἰς φιλοθείαν, καὶ εἰς παντὸς ἔφεσιν ἀγαθοῦ. Οὐκοῦν ἐπειδήπερ λελύτρωται ὁ Ἰσραὴλ, πλείστων ὅσων ὑπὲρ αὐτοῦ παραδόξως τετελεσμένων, εἶτα τούτων ἀμνημονήσαντες ἐτράποντο πρὸς ἀπόστασιν, καὶ τοῖς | |
30 | οὐκ οὖσι θεοῖς προσνενεύκασιν, ἀναγκαίως αὐτοὺς πρὸς ἀνάμνησιν τῆς ἑαυτοῦ δυνάμεως ἀνακομίζει Θεὸς, δεδωκέναι λέγων ὁδὸν ἐν θαλάσσῃ, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον. Διεβιβάσθησαν γὰρ διὰ θαλάσσης μέσης τῆς Αἰγυπτίων ἀπαίροντες χώρας, διέβησαν | |
35 | δὲ καὶ ποδὶ τὸν Ἰορδάνην. Καὶ ταύτην εἶναί φαμεν τὴν ἐν ὕδατι ἰσχυρῷ τρίβον. Ἃ δὴ καὶ θαυμάσας ὁ θεσπέσιος ψάλλει Δαβίδ· «Τί ἐστί σοι, θάλασσα ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;» Καὶ πάλιν περὶ Θεοῦ λέγων· «Ὁ μεταστρέφων τὴν | |
40 | θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διελεύσονται ποδί.» Οὐκοῦν δέδωκεν ἐν θαλάττῃ ὁδὸν, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον. Ἐξήγαγε δὲ, καὶ ἅρματα, καὶ ἵππον, καὶ ὄχλον ἰσχυρόν. Κατεδίωξε μὲν γὰρ ὁ Φαραὼ τοὺς ἐξ αἵματος Ἰσραὴλ ἐν ἅρμασί τε καὶ ἵπποις, καὶ δυσ‐ | |
45 | αντήτῳ χρώμενος τῇ τῶν συνασπιζόντων χειρὶ, πλὴν κατ’ οὐδένα τρόπον νενίκηκε, ἤτουν ἠδίκησε τοὺς λελυτρωμένους. Ἐκοιμήθηκσαν γὰρ, καὶ οὐκ ἀναστήσονται, φησὶν, ἀλλ’ ἐσβέσθησαν ὡς λῖνον ἐσβεσμένον. Ἐναπεπνίγησαν γὰρ τοῖς ὕδασιν, ἵπποις | |
70.904(50) | τε ὁμοῦ καὶ διολώλασι, καὶ ὡς εὐκατάπρηστον λῖνον ὑπὸ θείας ὀργῆς δεδαπάνηνται, καὶ κατεσβέσθησαν ἀμογητὶ, τοῦτ’ ἔστι, κεχωρήκασιν εἰς τὸ μηδὲν, καὶ οἷον ἀποτετέφρωνται. Τὸ γάρ τοι λῖνον πυρὶ μὲν ἕτοιμον εἰς ἀφανισμὸν, σβέννυται δὲ καὶ χειρὸς ἁφῇ, | |
55 | καὶ ἀδρανεστάτην ὠδίνει φλόγα. Εἰ δὲ δή τις λέγοι, | |
Τοῦ τῆς Αἰγυπτίων ἐξάρχοντος γῆς ἰδία βουλήσει | 903 | |
70.905 | κατατρέχοντες τοῦ Ἰσραὴλ, πῶς αὐτὸς ὁ τῶν ὅλων Θεὸς ἐξαγαγεῖν λέγεται τοὺς ἵππους, καὶ ἅρματα, καὶ τὸν ὑπ’ ἐκείνων στρατόν; Φαμὲν ὅτι εἴρηται πρὸς Φαραὼ παρὰ τοῦ τῶν ὅλων κρατοῦντος Θεοῦ· «Εἰς | |
5 | αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Καὶ ταυτὶ μὴν εἰρήσθω πάλιν ἱστο‐ ρικῶς. Φαμὲν δὲ ὅτι τοὺς εὖ βιοῦν ᾑρημένους, καὶ τὴν ὑπὸ τῷ διαβόλῳ δουλείαν παραιτουμένους, ἀπο‐ | |
10 | φοιτῶντάς τε τῶν περὶ γῆν σπουδασμάτων, καὶ οἷον ἀπαίρειν ἐθέλοντας πάσης ἀκαθαρσίας, διώκει μὲν ὁ πονηρὸς, σώζει δὲ παραδόξως Θεὸς, βάσιμον αὐτοῖς ἀποφαίνων τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ ἀφράστῳ δυνάμει διαβιβάζων αὐτοὺς, καὶ τοῖς τοῦ | |
15 | παρόντος βίου περισπασμοῖς οὐκ ἐφιεὶς ἐπικλύζειν αὐτοὺς, ἀλλ’ ἐπέκεινα σαρκικῶν κυμάτων γενέσθαι παρασκευάζων, ἐξημερῶν δὲ ὥσπερ τινὰ θάλασσαν αὐτοῖς τοὺς πολυτρόπως συμβαίνοντας πειρασμούς· ἵνα ἰσχύσειαν ἐν γῇ γεγονότες ἐρήμῳ, τοῦτ’ ἔστιν, | |
20 | ἐν καταστάσει νοῦ καθαρᾷ καὶ σχολαίᾳ φαγεῖν τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, καὶ πιεῖν ὕδωρ ἐκ πέτρας, τοῦτ’ ἔστιν, ἐν μεθέξει γενέσθαι Χριστοῦ, διαβιβα‐ σθῆναί τε τὸν Ἰορδάνην, οὕτω τε εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐλάσαι, συνήσει πάντως ὁ πνευματικὸς ὅ φημι. | |
25 | Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε. Ἰδοὺ ποιῶ καινὰ, ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε. Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν, καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς. Εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες, καὶ θυγατέρες στρουθῶν, | |
30 | ὅτι δέδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, λαόν μου ὃν περιεποιησάμην, τὰς ἀρετάς μου καὶ κατ‐ ορθώματα διηγεῖσθαι. Ὥσπερ ἐν τοῖς ἀνόπιν βραχὺ μερικὴν οὖσαν τὴν | |
35 | ἐσομένην λύτρωσιν τοῖς ἐξ Ἰσραὴλ, παρετίθει μὲν εἰς γνῶσιν αὐτοῖς, ἀναβιβάζων δὲ τῶν πραγμάτων τὴν ἀφήγησιν ἐπὶ τὸ ἄμεινον, ἀσυγκρίτως τῆς διὰ Χριστοῦ σωτηρίας ἐποιεῖτο τὴν μνήμην, ἀναδεῖξαι λέγων ἡμῶν βασιλέα τὸν Ἰσραήλ· οὕτω κἀνθάδε δια‐ | |
40 | μνημονεύσας χρησίμως τῆς τε Ἐρυθρᾶς θαλάσσης, καὶ τῶν Ἰορδάνου ναμάτων, καὶ τοῦ διαβιβασμοῦ τῶν ἐξ Ἰσραὴλ, πάλιν ἐπάνεισιν ἐπὶ τὸ Χριστοῦ μυστή‐ ριον. Διὰ τοῦτό φησι· Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε. Ἡ γὰρ τῶν ἀσυγκρίτως | |
45 | ὑπερκειμένων ἐπεισφορὰ, λήθῃ δίδωσιν ἔσθ’ ὅτε τὸ ἔλαττον, καὶ τὰ λαμπρὰ τῶν πραγμάτων ἀπαμβλύ‐ νουσί πως τὰ μὴ οὕτως ἔχοντα κατὰ φύσιν, κἂν προτερεύῃ κατὰ τὸν χρόνον. Τοιοῦτόν τι καὶ ὁ πάν‐ σοφος Παῦλος, ὅτι «Νῦν μὲν γινώσκομεν ἐκ μέρους· | |
70.905(50) | ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσε‐ ται.» Μεγάλα μὲν γὰρ καὶ λόγου παντὸς ἐπέκεινα τὰ τετελεσμένα παρὰ Θεοῦ διὰ τοῦ πανσόφου Μωσέως, ὑπερφερῆ δὲ καὶ ἀνεστηκότα τὰ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἰσχύος τε καὶ ὑπεροχῆς. Σέσωσται γὰρ δι’ αὐ‐ | |
55 | τοῦ, καὶ παρ’ αὐτοῦ τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν ἡ πληθύς. Διὰ τοῦτο μονονουχὶ, καὶ ἐπιλανθά‐ | |
νεσθαι κελεύει τῶν πρώτων. Προσερεῖται [al. προσ‐ | 905 | |
70.908 | ερείδεσθαι] δὲ μᾶλλον τὸν νοῦν τοῖς ἀσυγκρίτως ὑπερκειμένοις, καὶ λαμπρὰν ἔχουσι δόξαν. Ποιήσω τοίνυν, φησὶν, ἐν τῇ ἐρήμῳ ὁδόν. Νοεῖταί γε μὴν ἔρη‐ μος ἐν τούτοις, ἡ πάλαι ξηρὰ καὶ ἄκαρπος τῶν ἐθνῶν | |
5 | πληθὺς, καὶ οἷον ἀκανθοτόκος, διὰ τὸ εἶναι παντελῶς ἐν αὐτῇ μηδένα τὸν εὐσεβῆ, καὶ εὐδόκιμον, καὶ ἀγαθοεργεῖν εἰδότα σοφῶς. Ὡς γὰρ ὁ ψάλλων φησί· «Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ οὐκ ἦν ἐν αὐτοῖς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός.» Ἐν | |
10 | ταύτῃ δὴ οὖν τῇ ἐρήμῳ πέφηνεν ὁδὸς ἀποφέρουσα τοὺς δι’ αὐτῆς ἐρχομένους πρὸς θεογνωσίαν τὴν ἀληθῆ, καὶ εἰς ἁγίαν καὶ ἀβέβηλον ζωὴν, καὶ εἰς πᾶ‐ σαν ἐπιστήμην ἀγαθοῦ παντὸς πράγματος. Φαμὲν δὲ εἶναι ταύτην τὴν ὁδὸν, ἢ τὸ θεῖόν τε καὶ εὐαγγελικὸν | |
15 | καὶ σωτήριον κήρυγμα, ἢ τάχα που καὶ αὐτὸν τὸν Χριστόν. Ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ἐναργῶς· «Ἐγώ εἰμι ἡ ὁδός.» Ἀλλ’ οὐχ ὁδὸς μόνη γέγονεν ἐν τῇ ἐρήμῳ, ἀνεδείχθησαν δὲ καὶ ποταμοὶ, νοητοῖς καὶ ψυχωφελέσι νάμασι καταμεθύσκειν εἰδότες τοὺς | |
20 | ἐν αὐτῇ. Φαμὲν δὲ εἶναι καὶ τούτους τοὺς τῶν εὐαγ‐ γελικῶν τε καὶ ἀποστολικῶν θεσπισμάτων ἱερουρ‐ γοὺς, ὧν καὶ ὁ θεσπέσιος Δαβὶδ διαμνημονεύει λέ‐ γων· «Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.» Ὡς γὰρ αὐτός που πάλιν φησίν· «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ | |
25 | φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.» Πρὸς δέ γε τοῖς ὠνομασμένοις πο‐ ταμοῖς νοηθεῖεν ἂν καὶ οἱ λαῶν ἡγούμενοι, καὶ μυστ‐ αγωγεῖν εἰδότες ὀρθῶς τε καὶ ἀμωμήτως, καὶ τοῖς εἰς εὐσέβειαν λόγοις κατάρδειν δυνάμενοι τοὺς προσ‐ | |
30 | ιόντας Χριστῷ διὰ τῆς πίστεως. Ἄνυδρον δὲ τὴν τῶν ἐθνῶν ὀνομάζει πληθύν. Οὐ γὰρ ἦν παρ’ αὐτοῖς δι‐ δάσκαλος ἀληθείας, καὶ σωτηριῶδες ἔχων τὸ νάμα. «Φάσκοντες γὰρ εἶναι σοφοὶ, ἐμωράνθησαν,» κατὰ τὴν τοῦ μακαρίου καὶ θεσπεσίου Παύλου φωνήν· «Καὶ | |
35 | ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετρα‐ πόδων, καὶ ἑρπετῶν.» Ἀναδειχθείσης τοίνυν ὁδοῦ, φησὶν, ἐν ἐρήμῳ, καὶ λαβούσης τῆς ἀνύδρου ποταμοὺς, εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες, καὶ θυ‐ | |
40 | γατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ποταμοὺς ἐν γῇ ἀνύδρῳ, ποτίσαι γένος μου τὸ ἐκ‐ λεκτὸν, λαὸν ὃν περιεποιησάμην τὰς ἀρετάς μου δι‐ ηγεῖσθαι· καὶ θηρία μὲν ἀγροῦ δηλοῦν ἔοικε τοὺς ἐκ πολλῆς ἄγαν ἀμαθίας ἐκθηριωθέντας τρόπον τινὰ καὶ | |
45 | ζῶντας ἀγρίως. Ἔζη δὲ οὕτως τὰ ἔθνη. Σειρῆνας δὲ καὶ θυγατέρας στρουθῶν τοὺς εὐστομεῖν παρ’ αὐτοῖς εἰδότας φησὶ, καὶ ἐξησκημένους τὸ καλλιεπές. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ σειρῆνας ἀποκαλεῖν τὰ τῶν στρουθίων λαλίστατα, καὶ ἐμμελές τι καὶ εὔρυθμον | |
70.908(50) | ἀναφωνεῖν εἰωθότα. Γεγόνασι δέ πως τοιοῦτοι τῶν Ἑλλήνων δεισιδαιμονίας οἱ διδάσκαλοι, ποιηταί τε καὶ λογογράφοι. Ἔνεστι γὰρ αὐτοῖς τὸ ἡδύ τε καὶ εὔ‐ κομπον, τό γε ἧκον εἰς λόγους. Διδάσκουσί γε μὴν τῶν ἀναγκαίων οὐδέν. Ἀλλ’ οὗτοι πάντες δοξολογήσουσί | |
55 | με, φησὶν, ὡς ὕδωρ δόντα τὸ νοητὸν, καὶ ἀνύδρῳ δείξαντα ποταμούς. Ἵνα τὸ ἐκλεκτόν μου ποτίσωσι | |
γένος· καὶ ποῖον τοῦτό ἐστιν, ἢ ἐκεῖνοί που πάντως, | 907 | |
70.909 | οἷς. καὶ ὁ πάνσοφος Πέτρος προσπεφώνηκε λέγων· «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος ἐπὶ τὸ | |
5 | θαυμαστὸν αὐτοῦ φῶς, οἵ ποτε οὐ λαὸς, νῦν δὲ λαὸς ἐν Κυρίῳ; Οὐ νῦν ἐκάλεσά σε, Ἰακὼβ, οὐδὲ κοπιάσαι σε ἐποίησα, Ἰσραήλ. Οὐκ ἤνεγκάς μοι πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου | |
10 | ἐδόξασάς με, οὐδὲ ἐδούλευσας ἐν ταῖς θυσίαις σου. Οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβανωτῷ, οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ τὸ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα. Ἀλλ’ ἐν ταῖς ἁμαρτίαις σου, πλημμελήμασί τε καὶ ἀδικίαις | |
15 | καὶ τοῖς τοιουτοτρόποις προέστην σου. Διὰ τῶν ἤδη προεξητασμένων, ἤγουν προανεγνω‐ σμένων, τῆς ἐν Χριστῷ διαθήκης καὶ τῶν παρ’ αὐτοῦ χαρισμάτων ἐποιεῖτο τὴν προαγόρευσιν. Ἔφη γὰρ ἐν ἐρήμῳ ποιήσειν ὁδὸν, καὶ ἐν ἀνύδρῳ ποταμούς· | |
20 | ταύτης ἕνεκα τῆς αἰτίας εὐλογηθήσεσθαι παρὰ πάν‐ των τῶν θηρίων τοῦ ἀγροῦ· τρόπος δ’ ἂν νοοῖτο θυ‐ σίας νοητῆς ἡ δοξολογία, καὶ τῆς νέας καὶ ἐν Χριστῷ διαθήκης καρπός. Ἐν δέ γε τοῖς προκειμένοις πληρο‐ φορεῖν πειρᾶται τὸν Ἰσραὴλ, ὅτι λελύτρωται μὲν ἐξ | |
25 | Αἰγύπτου, καὶ τῆς αὐτόσε θητείας ἐξῄρηται, καὶ τῶν οὕτως ἀνιαρῶν ἀπηλλάχθη πόνων, οὐχ ἵνα μό‐ σχους αὐτῷ προσαγάγῃ, καὶ τὴν δι’ αἵματος καὶ καπνῶν ποιῆται πρόσοδον. Ἀποβλήματα γὰρ τὰ τοιάδε παρὰ Θεῷ, καὶ σκιὰ μᾶλλόν εἰσιν ἢ ἀλήθεια. | |
30 | Φησὶ τοίνυν Οὐ νῦν ἐκάλεσά σε, Ἰακώβ. Τὸ δὲ νῦν, ἐκληπτέον, ἀντὶ τοῦ, οὐχ ὅτε θύεις, ἤγουν οὐκ ἐν τῷ βουθυτεῖν ὄντα καὶ μηλοσφαγεῖν κέκληκά σε, ἵνα μὴ ἄρα πως οἰηθῇς ἀντέκτισιν ὥσπερ τινὰ τῆς προσ‐ αγωγῆς ἐσχηκέναι τὴν λύτρωσιν, ἀλλ’ ὄντα σε μᾶλ‐ | |
35 | λον ἐν ἁμαρτίαις, καὶ μολυσμοῖς ἔνοχον, λελάτρευ‐ κας γὰρ τοῖς Αἰγυπτίων θεοῖς, φειδοῦς ἠξίωσα καὶ ἀγάπης. Ἡμερότητος οὖν ἄρα τὸ δῶρον, καὶ φιλ‐ ανθρωπίας καρπὸς ἡ χάρις, καὶ ὡς ἐξ ἀγάπης ἡ λύ‐ τρωσις. Οὐδὲν γὰρ, φησὶ, πρὸς ἐμὲ τὰ πρόβατα τῆς | |
40 | ὁλοκαρπώσεώς σου, οὔτε μὴν ἐν ταῖς θυσίαις σου ἐδόξασάς με. Τὸ γὰρ ἀπαράδεκτον ὅλως καὶ εἰκῆ προσφερόμενον, πῶς ἂν εἰς δόξαν γένοιτο τὴν ἐμήν; Ἀλλ’ οὐδὲ ἐδούλευσας ἐν ταῖς θυσίαις σου. Ὁ μὲν γάρ τι τῶν ἀγαθῶν ἐπιτηδεύων, φησὶ, καὶ αὐχημά‐ | |
45 | των τῶν εἰς ἀρετὴν γενόμενος ἀποτελεστὴς, ὁ τοῖς ἐμοῖς νεύμασιν ὑποθεὶς τὸν αὐχένα, καὶ θεσπισμά‐ των τῶν ἱερῶν ἐργάτης, δουλεύειν ἂν λέγοιτο τῷ ἐπὶ πάντας Θεῷ. Ὁ δέ γε λιβανωτῷ τὴν ἁγίαν καπνί‐ ζων σκηνὴν, καὶ βοῦς προσάγων ἢ πρόβατα, ἢ τὶ | |
70.909(50) | τῶν ἀρίστων κατωρθωκὼς, τὴν τῆς γνησιότητος οὐκ ἀποίσεται δόξαν· Πέπραχε γὰρ ὅλως ὁ τοιοῦτος τῶν ἀρεσκόντων ἐμοὶ οὐδὲν, οὐκοῦν οὐκ ἔν γε τῷ θύειν τὸ δουλεύειν ἐστὶν, ἀλλ’ ἐν τῷ βουλεύεσθαι τρυφερόν τε καὶ οἷον ἀναφῆ τοῖς αὐτοῦ θελήμασιν ὑποφέρειν τὸν | |
55 | αὐχένα. Ὅσον γὰρ ἧκον, φησὶν, εἰς τὸ αὐτό μοι δο‐ | |
κοῦν, οὐκ ἂν ἔγκοπόν σε ἐποίησα ἐν λιβανωτῷ, οὐδ’ | 909 | |
70.912 | ἂν ἐκτήσω μοι ἀργυρίου θυμίαμα, ἀλλ’ οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα. Ἔοικε τούτῳ τὸ δι’ ἑτέ‐ ρου προφήτου πρὸς αὐτοὺς εἰρημένον· «Τὰ ὁλοκαυ‐ τώματα αὐτῶν ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν συνάγε‐ | |
5 | τε, καὶ φάγετε κρέα, ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν, περὶ ὁλοκαυτωμάτων, καὶ θυσιῶν, ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου.» Ἔφη που καὶ ἑτέρωθι πάλιν ὁ αὐτὸς προφήτης Ἱερεμίας· «Ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρετε, καὶ κινάμω‐ | |
10 | μον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν με.» Καὶ μὴν, καὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς· «Οὐ δέξο‐ μαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους.» Ἀπόβλητον δὲ ποιεῖται πανταχοῦ | |
15 | τὴν ἐν σκιαῖς λατρείαν, ἀφιστὰς μὲν αὐτοὺς τῶν τύ‐ πων, συνελαύνων δὲ ὥσπερ εἰς δικαίωσιν τὴν ἐν Χριστῷ, καὶ τῆς εὐαγγελικῆς πολιτείας μεταποιεῖ‐ σθαι διδάσκων, δι’ ἧς ἂν γένοιτό τε καὶ μόνης τὸ εὐ‐ αρεστεῖν δύνασθαι τῷ Θεῷ, καὶ τὸ ἄμωμον ἀληθῶς | |
20 | καὶ εἰλικρινὲς εἰς λατρείαν, δῆλον δὲ ὅτι τὴν πνευματικήν. «Πνεῦμα γὰρ, φησὶν, ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτῷ ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι. Σὺ δὲ μνήσθητι καὶ κριθῶμεν. Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, | |
25 | ἵνα δικαιωθῇς. Ἄθρει δή μοι πάλιν, ὡς οὐ τῇ δυνάμει τῆς κατὰ νόμον λατρείας ἐκνενέμηκε Θεὸς τὸ ἀπαλλάττειν δύνασθαι τινὰς τῆς ἐνούσης αὐτοῖς ἀκαθαρσίας. Ἀδύ‐ νατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρ‐ | |
30 | τίας, καὶ ἀνόνητος ἐν τούτοις ἡ τοῦ νόμου σκιά. Δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ κατὰ τὴν τοῦ θεσπε‐ σίου Παύλου φωνήν. Ἐπιστέλλει γοῦν, καί φησι περί τε αὐτοῦ, καὶ τῶν ἄλλων ἀποστόλων, ἤγουν τῶν πεπιστευκότων ἐκ περιτομῆς· «Ἡμεῖς φύσει | |
35 | Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί· εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ· καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῷ.» Μὴ τοίνυν, φησὶν, οἰηθῇς ὡς δυνήσῃ ποτὲ τῶν ἐκ | |
40 | φαυλότητος ἐγκλημάτων ἐλεύθερον ἀποφῆναι σαυτὸν διὰ θυσίας καὶ καπνῶν. Ἴσθι δὲ μᾶλλον ὅτι ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνη‐ σθήσομαι. Δεδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων δικαιο‐ σύνης, ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος | |
45 | αὐτοῦ ἀμνημονεῖν ἐθέλοντος τῶν ἡμετέρων αἰτιαμά‐ των. Σώζει γὰρ τοῦτο καὶ μόνον τοὺς ἐπὶ τῆς γῆς, ἀδρανῆ, καὶ εὐπαρακόμιστον τὴν διάνοιαν ἔχοντας πρὸς πᾶν ὁτιοῦν τῶν ἐκ νόμου διαβεβλημένων. Ἐπι‐ μελῶς γὰρ, φησὶν, ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου | |
70.912(50) | ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Ταύτῃ τοι, καὶ μάλα εἰκότως ὁ θεσπέσιος Δαβὶδ τῶν ἀνθρωπίνων ὀλισθη‐ μάτων διαμέμνηται λέγων· «Ἐὰν ἀνομίας παρα‐ τηρήσῃς, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι.» Κατοικτείρει μὲν οὖν ὁ τῶν ὅλων | |
55 | Θεὸς, καὶ δὴ καὶ αἰσίοις νεύμασι καὶ ἀμνηστίαις | |
χρώμενος ταῖς θεοπρεπέσιν, ἔξω τίθησιν αἰτίας, καὶ | 911 | |
70.913 | ὀλισθημάτων τοὺς ἀλόντας αὐτοῖς. Πλὴν οὐκ ἐᾷ τοὺς ἠλεημένους τὴν τοῦ δικαιοῦντος αὐτοὺς εἰδέναι χάριν Ἐπωφελὲς δὲ τοῦτο καὶ διὰ σπουδῆς τοῖς ἁγίοις γεγονὸς εὑρήσομεν. Ψάλλει γοῦν καί φησιν ὁ μακά‐ | |
5 | ριος Δαβὶδ, ποτὲ μὲν, ὅτι «Τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός·» καὶ πάλιν, ὅτι «Τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.» Ἐγὼ τοίνυν, φησὶν, ἀμνημονήσω μὲν τῶν αἰτιαμά‐ | |
10 | των. Μέμνησό γε μὴν αὐτὸς, καὶ δὴ καὶ κριθῶμεν· Ὁμολόγει δὲ σὺ, καὶ βεβαίαν ἔχε τὴν ἀμνηστείαν. Γέγραπται γὰρ ὅτι, «Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ.» Καὶ πάλιν· «Μὴ αἰσχυνθῇς ὁμολο‐ γῆσαι ἐφ’ ἁμαρτίαις σου.» Οὐ τετήρηκε τὴν τοιαύ‐ | |
15 | την ἐντολὴν ὁ ὑπέροφρυς Φαρισαῖος, ὃν ἐν ταῖς εὐαγγελικαῖς παραβολαῖς ἵστησιν εὐχόμενον ὁ Σωτὴρ ἐν τῇ συναγωγῇ, εἶτα πολὺ νοσοῦντα τὸ ἀμαθὲς, καὶ ἐξ εἰκαίου φυσήματος λέγοντα· «Ὁ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὔκ εἰμι ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπα‐ | |
20 | γες, ἄδικοι, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα τὰ ὑπάρχοντά μοι.» Οὗτος οὐκ ἠνέσχετο λέγειν τὰς ἑαυτοῦ ἁμαρτίας. Κατακέκριται δὴ οὖν ὡς ἀλαζών τε καὶ ψεύστης, καθαρὸς γὰρ οὐδεὶς ἀπὸ ῥύπου, καὶ πολλὰ πταίομεν | |
25 | ἅπαντες. Ἔγνω δὲ καὶ ὡμολόγει τὰς ἁμαρτίας ὁ τελώνης τὰς ἑαυτοῦ. Εἱστήκει γὰρ τύπτων τὸ στῆθος, καὶ λέγων· «Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.» Δεδικαίωται δὴ οὖν ὁμολογήσας τὰ ἡττήματα, καὶ τῆς ἐνούσης αὐτῷ βδελυρίας τὸν ῥύπον οὐκ ἀπο‐ κρύψας, ἵνα καθαρισθῇ. Οἱ πατέρες ὑμῶν πρῶτοι, καὶ οἱ ἄρχοντες ὑμῶν | |
30 | ἠνόμησαν εἰς ἐμέ. Καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἄγιά μου· καὶ ἔδωκα ἀπολέσαι Ἰακὼβ καὶ Ἰσραὴλ εἰς ὀνειδισμόν. Εἰπών· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι, συνεῖδεν ὅτι τάχα πού τινες | |
35 | τοῖς εἰρημένοις ἀνταναστήσονται, καὶ δὴ καὶ ἐροῦσιν· Εἰ τετίμηκας ἀμνηστείᾳ τὸν Ἰσραὴλ, εἰ γέγονεν ἐπ’ αὐτῷ πολλή τις ἄγαν ἡ γαληνότης, εἰ κεκάθαρται τῶν ῥύπων, καὶ τῶν ἀρχαίων αἰτιαμάτων τοὺς μολυσμοὺς ἀπενίψατο, πῶς ἢ τίνων ἐξῄτηται δίκας | |
40 | τοῖς τῶν πολεμίων ξίφεσι δαπανώμενος· εἶτα δορύ‐ ληπτος γεγονὼς, καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, καὶ ὑπὸ χεῖρα καὶ ζυγὸν τῶν ᾑρηκότων γεγενημένος; Δέδοται γὰρ τοῖς ἐκ Βαβυλῶνος ἥκουσι μαχηταῖς. Ἀπολο‐ γεῖται δὴ οὖν τὸ, Κριθῶμεν, λέγων, καί φησιν, ὡς | |
45 | αὐτοὶ γεγόνασι, καὶ τούτου αἴτιοί τε καὶ πρόξενοι ταῖς σφῶν αὐτῶν κεφαλαῖς. Οἱ γὰρ πατέρες ὑμῶν, φησὶ, καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ. Καὶ οὐχ ἁπλῶς αἰτιᾶται προγόνους πατέρας ἡμῖν ἐν τού‐ τοις εἰπών. Ἔοικε δὲ μᾶλλον βούλεσθαί τι τοιοῦτον | |
70.913(50) | ὑποδηλοῦν. Οἱ γάρ τοι πρὸς ἱερουργίαν ἐξειλεγμένοι σοφοί τε καὶ νομοΐστορες, καὶ παιδαγωγεῖν εἰωθότες τοὺς ὑπὸ χεῖρα λαοὺς, πατέρες ἂν λέγοιντο τῶν ὑπε‐ ζευγμένων, ἄρχοντές τε καὶ ἡγούμενοι. Ὅταν τοίνυν οὐκ ἐκ πληθύος τῆς ἀγελαίου πράττηταί τινα τῶν | |
55 | ἀτόπων, παρ’ ἐκείνων δὲ μᾶλλον οὓς ἦν εἰκὸς δύνα‐ σθαι καὶ τὰ τῶν ἑτέρων ἐπανορθοῦν, φορτικὸν τὸ | |
χρῆμα, καὶ δυσδιάφυκτος ἡ δίκη, καὶ ὀφειλομένη | 913 | |
70.916 | λοιπὸν τοῖς ἠσεβηκόσι. Οὐκοῦν, οἱ ἐν τάξει πατέρων κείμενοι, φησὶ, καί τοι λαχόντες ἄρχειν ὑμῶν, ἠνόμη‐ σαν εἰς ἐμέ. Τὸ δὲ, εἰς ἐμὲ, λέγων, διαδείκνυσιν ὅτι οὐκ εἰς ἕνα τῶν καθ’ ἡμᾶς πέπρακται τὰ παρ’ ἐκεί‐ | |
5 | νων ἐκτόπως τε καὶ ἀνοσίως πεπλημμελημένα, ἀλλ’ εἰς αὐτὴν τὴν δόξαν τοῦ πάντων ἐπέκεινα Θεοῦ. Οἷόν τί φημι· ὅταν μὲν γάρ τις ἀδικήσῃ τινὰς τῶν πέλας, ἢ πλεονεξίᾳ καὶ ὕβρει περιβαλὼν, ἤγουν καθ’ ἕτερόν τινα τρόπον, πλημμελεῖ μὲν, πλὴν εἰς ἄνθρω‐ | |
10 | πον ὁμοφυᾶ, καὶ οὔτι που πρὸς Θεόν. Ὁ δέ γε τὴν ὑπ’ αὐτῷ λατρείαν διωθούμενος, καὶ ταῖς τῶν δαιμο‐ νίων ἀπάταις ἑαυτὸν ὑποθεὶς καὶ προσκυνήσας αὐτοῖς, ἀνταίρει κατὰ Θεοῦ, καὶ τό γε ἧκον εἰς αὐτὸν τῶν τῆς θεότητος αὐτὸν ἐξίστησι θώκων, καὶ ἀποσαλεύειν | |
15 | πειρᾶται τῆς αὐτῷ καὶ μόνῳ πρεπούσης ὑπεροχῆς τε καὶ δόξης. Πεπράχασι δὲ τοῦτο κατὰ καιροὺς οἱ ἐξ Ἰσραήλ. Λελατρεύκασι μὲν γὰρ εἰδώλοις, καὶ δὴ καὶ ἐῤῤῶσθαι φράσαντες τοῖς ἱεροῖς θεσπίσμασι, σκληρὸν καὶ ἀγέρωχον ἀνατείνειν ἤθελον τῷ Θεῷ τὸν αὐχένα. | |
20 | Αἰτιᾶται γοῦν αὐτοὺς, καί φησιν· Οἱ ἱερεῖς οὐκ εἶπαν, Ποῦ ἔστι Κύριος; Καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ προφῆται ἠσέβουν εἰς ἐμέ. Καὶ πάλιν· Ἵνα τί λαλεῖτε πρός με; Πάντες ὑμεῖς ἠνο‐ μήσατε, καὶ πάντες ὑμεῖς ἠσεβήσατε εἰς ἐμὲ, λέγει | |
25 | Κύριος παντοκράτωρ. Ἐμίαναν τοίνυν οἱ ἄρχοντες, φησὶ, τὰ ἅγιά μου. Τετολμήκασι γὰρ οὐκ ἐν μόνῃ τῇ Ἱερουσαλὴμ τὰς τῶν δαιμονίων ἐγεῖραι στήλας, ἀλλὰ γὰρ καὶ ἐν αὐτῷ τῷ θείῳ ναῷ τοῦτο πεπραχότες ἀνοσίως ἁλοῖεν ἄν. Ἔφη γοῦν ὁ τῶν ὅλων Θεὸς περὶ | |
30 | τῆς Ἰουδαίων συναγωγῆς· Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; βδέλυγμα λέγων τὸ εἰς τύπον Θεοῦ τετεχνουργημένον ἄγαλμα καὶ εἰκόνα. Μιαίνονται δὲ τὰ ἅγια καὶ καθ’ ἕτερον τρόπον, εἰ καταφρονοῖντο πρός τινων τὰ εἰς δόξαν Θεοῦ | |
35 | σεπτῶς καὶ ἁγίως ἐπιτελεῖσθαι προστεταγμένα, καὶ παρ’ οὐδὲν ἡγοῖντό τινες τῶν θείων αὐτοῦ νόμον τὴν παράβασιν. Οὐκοῦν ἐπειδήπερ οἱ πατέρες ὑμῶν, φησὶν, ἠνόμησαν εἰς ἐμὲ, ἐμίαναν δὲ καὶ οἱ ἄρχοντες τὰ ἅγιά μου, τοῦτο δέδωκα τοῖς ἐχθροῖς ὥστε ἀπο‐ | |
40 | λέσαι τὸν Ἰακὼβ, καὶ ὀνείδεσι τοῖς ἐπὶ τούτων περιβέβληκα τὸν Ἰσραήλ. Νῦν δὲ ἄκουσον. παῖς μου Ἰακὼβ, καὶ Ἰσραὴλ ὃν ἐξελεξάμην. Διαμνημονεύσας τῶν πρώτων, καὶ τὰς αἰτίας | |
45 | εὖ μάλα διειρηκὼς, ἐφ’ οἷς δέδοται πρὸς ἀπώλειάν τε καὶ ὀνειδισμὸν ὁ ἀποστάτης Ἰσραήλ· πάλιν αὐτοῖς ἀμνησικακίαν ἐπαγγέλλεται, καὶ ἀνακαινίζειν βούλε‐ ται πρὸς ὁλοτελῆ καὶ ἀμώμητον εὐπείθειαν αὐτούς. Παρεὶς δὲ ὥσπερ τὸν τῆς ἀμαθίας καιρὸν, καθ’ | |
70.916(50) | ὃν ὁ φιλόθεος γεγονὼς, ὁ νόμον ἔχων πεφώραται, πάλιν ἕτερον αὐτοῖς ὁρίζει καιρὸν, τὸν Νῦν λέγων· ἐοικέναι τούτῳ φημὶ τὸ, «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.» Κατὰ μὲν γὰρ τὸν ἤδη | |
55 | παρῳχηκότα καιρὸν, φησὶ, πλείστη τε ὅση κατὰ σοῦ γέγονε καὶ δικαία που πάντως ἡ καταβοή· | |
σεαυτὸν γὰρ καθῆκας εἰς ἀπόστασιν, προσκέκρουκας | 915 | |
70.917 | οὐ μετρίως παρωθούμενος τὸν παιδαγωγοῦντα νόμον, τραπόμενος δὲ πρὸς ἃ μὴ θέμις, καὶ τοῖς τῆς ἀπει‐ θείας ἐγκλήμασι σεαυτὸν ἐνιείς. Ἀλλ’ ἐκεῖνα παρεί‐ σθω, φησί. Νῦν ἄκουσον, τοῦτ’ ἔστι, Κάθες τὸ φρό‐ | |
5 | νημα τὸ ὑπέροφρυ. Γνῶθι τὸν σεαυτοῦ Δεσπότην· ὕπελθε τὸν τῆς εὐπειθείας ζυγὸν, ἐννοήσας ὅτι παῖς ὠνομάσθης ἐμός. Ἐποιησάμην δέ σε καὶ ἀπόλεκτον ἐκ πάντων, δηλονότι τῶν ἐθνῶν τῶν ὄντων ἐπὶ τῆς γῆς. Ὅτε γὰρ διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέ‐ | |
10 | σπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀρι‐ θμὸν ἀγγέλων Θεοῦ. Ἐγενήθη λαὸς Κυρίου μερὶς αὐτοῦ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Ἐν‐ τρέπει δὴ οὖν, καὶ οἷον ἐλέγχει παρανομήσαντας καὶ προσκρούσαντας οὐ μετρίως τοὺς ἐν τάξει τέκνων | |
15 | γεγονότας αὐτῷ, καὶ ἐν τῇ τῶν ἀπολέκτων μοίρᾳ κειμένους. | |
17t | ΛΟΓΟΣ Βʹ. | |
18 | Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας, Ἔτι βοηθήσῃ. | |
20 | Ἐγκαλέσας τοῖς ἐξ Ἰσραὴλ τὴν ἀπόστασιν, καὶ τὸ ἀποφοιτῆσαι μὲν τῆς πρὸς αὐτὸν ἀγάπης, ἑαυτοὺς δὲ προσνεῖμαι τοῖς οὐκ οὖσι θεοῖς· ἔφη γὰρ, ὅτι Οἱ πατέρες ὑμῶν, καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμὲ, καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου· οἰκονο‐ | |
25 | μικώτατα λίαν καὶ ταῦτα ἐπιφέρει· οὐκ ἐᾷ γὰρ ἀπ‐ ενεχθῆναι πρὸς ἀπόστασιν, ἤτ’ οὖν ἀπόγνωσιν, οὔτε μὴν τῆς εἰς αὐτὸν ἐλπίδος εἰσάπαν ἀπολισθεῖν. Ἡμε‐ ρότητα δὲ πάλιν αὐτοῖς ἐπαγγέλλεται, καὶ διὰ τῆς συνήθους ἀνακτᾶται φιλανθρωπίας, καὶ ἀνακομίζει | |
30 | πρὸς μετάγνωσιν. Καὶ δίδωσιν ἐννοεῖν, ὅτι μὴ εἰσ‐ άπαν ἀπεστράφη τοὺς ἡμαρτηκότας, οὔτε μὴν ὁλόῤ‐ ῥιζος ὁ Ἰσραὴλ ἀπολεῖται, κατοικτείροντος αὐτοῦ, καὶ τοῖς εἰς αὐτὸν πιστεύουσι τὴν τῆς σωτηρίας ὁδὸν εὖ μάλα καταλεαίνοντος· ἑαυτὸν δὲ λέγων Κύριόν τε | |
35 | καὶ Θεὸν, ποιήσαντα καὶ πλάσαντα ἐκ κοιλίας, ὑπεμ‐ φαίνειν ἔοικεν, ὅτι καὶ πεπλάνηται τὸ τῆς θεότητος ὄνομα περιθεὶς ἑτέροις, καὶ τὴν τῆς κυριότητος δόξαν ἀνάψας ἀβούλως τοῖς οὐκ οὖσι θεοῖς. Ὅτι δὲ καὶ οὐκ ἔγνω τὸν Ποιητὴν, καὶ τὸν παρενεγκόντα πρὸς ὕπαρ‐ | |
40 | ξιν οὐκ ὄντα ποτὲ τὸν ἐπὶ τῆς γῆς ἄνθρωπον, ὑπεμ‐ φαίνει πάλιν, πλάστην τε καὶ ποιητὴν ἑαυτὸν εἶναι διαβεβαιούμενος, καὶ οἷον ἀχαριστίας γραφόμενος τοὺς τῆς εἰς αὐτὸν ἀγάπης ἀποπηδήσαντας. Καὶ γάρ ἐστι τῶν ἀτόπων, τοῖς μὲν κατὰ σάρκα γονεῦσι τὰς | |
45 | ἀνωτάτω τιμὰς προσφέρεσθαι παρ’ ἡμῶν, νόμου τοῦ θείου καὶ τοῦτο βραβεύοντος, τὸν δέ γε τῶν ὅλων γε‐ νεσιουργὸν, μὴ οὐχὶ δὴ μᾶλλον ἐκείνων ταῖς αὐτῷ πρεπούσαις εὐφημίαις καταγεραίρεσθαι καὶ τιμᾶσθαι πρὸς ἡμῶν διὰ τῆς εἰσάπαν ὑποταγῆς. Τοιοῦτόν τί | |
70.917(50) | φησι καὶ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Υἱὸς δο‐ ξάζει τὸν πατέρα, καὶ δοῦλος τὸν αὐτοῦ κύριον. Καὶ εἰ πατήρ εἰμι ἐγὼ, ποῦ ἔστιν ἡ δόξα μου; καὶ εἰ κύριός εἰμι ἐγὼ, ποῦ ἔστιν ὁ φόβος μου; λέγει Κύ‐ ριος παντοκράτωρ.» Ἐν ταυτῷ γάρ ἐστι, καὶ Κύριος | |
55 | μὲν ὡς ὑπὸ ζυγὰ καὶ δουλείαν ὅλην ἔχων τὴν κτίσιν. | 917 |
70.920 | Ἔφη γάρ που πρὸς αὐτὸν ὁ θεσπέσιος Μελῳδὸς, ὅτι «Τὰ σύμπαντα σά.» Πατὴρ δὲ δὴ πάλιν ὡς πλά‐ στης, καὶ ποιητὴς, καὶ εἰς τὸ εἶναι παρενεγκών. Οὐκ‐ οῦν καθάπερ ἐν ὀφλήματος τάξει καταθετέον τῷ | |
5 | Θεῷ καὶ τὴν υἱοῖς πρέπουσαν ὑποταγὴν, καὶ τὸν ἁρ‐ μόττοντα τοῖς οἰκέταις φόβον. Ὅταν τοίνυν πλάστην τε καὶ ποιητὴν ἑαυτὸν εἶναι λέγει Θεὸς, ἀναφέρει πρὸς ἐννοίας τοῦ χρῆναι τιμᾷν, ὡς καὶ αὐτοῦ τοῦ εἶναι γενόμενον χορηγὸν, καὶ τῆς ὑπάρξεως αἴτιον | |
10 | τοῖς οὐκ οὖσί ποτε. Λέγων δὲ τοῖς ἡμαρτηκόσι τὸ, Ἔτι βοηθήσῃ. δίδωσι θαῤῥεῖν ὅτι καίτοι πολλαῖς καὶ ἀφύκτοις αἰτίαις ἐνειλημμένοις ἡμερότητός τε καὶ φιλανθρωπίας τετήρηται λείψανον. Καὶ ἀπείρξῃ ἂν οὐδὲν τοῦ σώζεσθαι καὶ αὐτοὺς, εἴπερ ἕλοιντο μεταφοιτᾷν ἐπὶ τὰ ἀμείνω καὶ πρεπωδέστερα, καὶ τοῖς | |
15 | παρ’ αὐτοῦ συμβαίνοντα νόμοις. Μὴ φοβοῦ, παῖς μου Ἰακὼβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ, ὃν ἐξελεξάμην. Ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ. Ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλο‐ | |
20 | γίας μου ἐπὶ τὰ τέκνα σου. Καὶ ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ. Οὗτος ἐρεῖ, Τοῦ Θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ. Καὶ ἕτερος ἐπιγράψει, Τοῦ Θεοῦ εἰμι, ἐπὶ τῷ ὀνόματι τοῦ | |
25 | Ἰσραήλ. Ἔοικεν ἐν τούτοις Ἰσραήλ τε καὶ Ἰακὼβ ὀνομά‐ ζειν τὸν τῶν ἁγίων ἀποστόλων χορὸν ὡς ἑνὶ προσώπῳ νοούμενον. Ἓν γὰρ πάντες εἰσὶν ἐν Χριστῷ. Ἄθρει γὰρ ὅπως ἠγαπημένον αὐτὸν καὶ ἀπόλεκτον εἶναί | |
30 | φησι, καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς, ὡς οὐκ ἂν πώποτε τοὺς τὴν εἰς αὐτὸν πίστιν ἠθετηκότας ὠνό‐ μασεν ἀγαπητοὺς καὶ ἐξειλεγμένους. Ἐπειδὴ δὲ ἐξ αἵματος ὄντες Ἰακὼβ τοῦ καὶ Ἰσραὴλ, σκεύη γεγόνα‐ σιν τίμια καὶ ἀπόλεκτα, καὶ κέκληνται πρὸς ἱερουρ‐ | |
35 | γίαν τῶν εὐαγγελικῶν κηρυγμάτων, δεῖν ᾠήθη ταῖς οὕτω λαμπραῖς στεφανῶσαι φωναῖς, ἅτε δὴ καὶ ἐσο‐ μένους ὡς φωστῆρας ἐν κόσμῳ, λόγον ἐπέχοντας ζωῆς, καὶ τῆς ὑφ’ ἡλίῳ μυσταγωγούς. Μὴ φοβοῦ τοίνυν, φησὶ, τοῦτ’ ἔστιν, ἀνδρίζου, καὶ ἴσχυε, τληπαθές τε | |
40 | καὶ νεανικὸν ἔχε τὸ φρόνημα, καὶ τὰς τῶν διωκόντων ἐπαναστάσεις καταγελῶν, βεβαίαν ἔχε τὴν πίστιν ἐπὶ τῷ Θεῷ. Πλεῖστοι γὰρ ὅσοι τοῖς ἱεροῖς διαμάχον‐ ται κηρύγμασι, καὶ ἀνταναστήσεται πληθὺς ἀνοσία τοῖς παρ’ ὑμῶν ἀντιπράττουσα λόγοις. Ἀλλ’ ἔσο δει‐ | |
45 | λίας ἀμείνων, φησὶν, ὄκνου τε καὶ ἀνανδρείας. Ἐγὼ γὰρ δώσω ὕδωρ τοῖς πορευομένοις ἐν ἀνύδρῳ. Ἡδὺ μὲν γὰρ καὶ σωτήριον τοῖς ἐν τῇ διψάδι βαδίζουσι τὸ πηγαῖς ὑδάτων περιτυχεῖν. Τριπόθητόν τε, καὶ ἔτι μᾶλλον εἶναί φαμεν τοῖς κάμνουσι δι’ εὐσέβειαν τὸ | |
70.920(50) | τοῖς θείοις τε καὶ νοητοῖς κατάρδεσθαι νάμασιν, ἤτοι ταῖς διὰ τοῦ πνεύματος παρακλήσεσι, δι’ ὧν ἂν γέ‐ νοιτο τὸν ἀνθρώπινον νοῦν ἀτονήσαντά πως βραχὺ ἀνηῤῥωθῆναι πρὸς εὐανδρείαν. Ὕδωρ δὲ ἐν τούτοις, ὅπερ ὑπισχνεῖται τοῖς ἐν ἀνύδρῳ πορευομένοις χορη‐ | |
55 | γήσειν Θεὸς, τὸ Πνεῦμά φαμεν εἶναι τὸ ἅγιον. Ἔφη γοῦν αὐτὸς ὁ Σωτὴρ, καθὼς εἶπεν ἡ Γραφή· «Ποτα‐ | |
μοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζωῆς.» | 919 | |
70.921 | Διατρανῶν δὲ τῶν εἰρημένων τὴν δύναμιν ὁ πάνσοφος εὐαγγελιστὴς ἐπήνεγκεν εὐθύς· «Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Ζωοποιὸν μὲν γὰρ τὸ ὕδωρ ἐστὶ, καὶ ἀνα‐ | |
5 | βιβάζει πρὸς αὔξησιν φυτά τε καὶ χόρτους, ἀπομι‐ μεῖται δέ πως τοῦ ἁγίου Πνεύματος τὴν ἐνέργειαν, δι’ οὗ τὰ πάντα συνέστηκε πρὸς τὸ εὖ εἶναι διακρα‐ τούμενα, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἐπίδο‐ σιν ἡ νοητὴ κτίσις καταπλουτεῖ, καὶ οἷον ἀναπηδᾷ | |
10 | πρὸς αὔξησιν ἰοῦσα τὴν πνευματικήν. Ὅτι δὲ τὴν τοῦ ἁγίου Πνεύματος ζωοποιὸν δύναμιν καὶ ἐνέρ‐ γειαν, τὴν δι’ αὐτοῦ παράκλησιν νοητὴν ὑπεμφαίνει τὸ τοῖς δι’ ἀνύδρου βαδίζουσιν ἐπαγγέλλεσθαι ὕδωρ σαφηνιεῖ τὸ ἐφεξῆς. Ἐπιθήσω γὰρ, φησὶ, τὸ Πνεῦμά | |
15 | μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Σπέρμα δὲ καὶ τέκνα τῶν ἁγίων ἀποστό‐ λων εἶναί φαμεν τοὺς δι’ αὐτῶν κεκλημένους εἰς ἐπίγνωσιν ἀληθείας, καὶ εἰς ἀναγέννησιν τὴν πνευ‐ ματικὴν, ἢν οὐκ ἐκ σπορᾶς φθαρτῆς τούτους ἀνα‐ | |
20 | γεννῶσιν, ἀλλὰ διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος, καὶ δι’ αὐτοῦ τοῦ ἁγίου Πνεύματος ἐνεργείας. Ἐπι‐ στέλλει γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι’ αὐτοῦ κε‐ κλημένοις, καί φησι· «Κἂν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας.» Ἐν γὰρ | |
25 | Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέν‐ νησα. Εὑρήσομεν δὲ πανταχοῦ τέκνα καλοῦντα τοὺς εἰς αὐτὸν δι’ αὐτῶν πιστεύσαντας. Ἐπιθήσω τοίνυν, φησὶ, τὸ Πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Εὐλογίας δέ φαμεν | |
30 | τὰς ἐκ Θεοῦ τοῖς ἁγίοις χορηγουμένας, τῶν πνευμα‐ τικῶν χαρισμάτων τὸ πολυειδές. ᾯ μὲν γὰρ δίδοται λόγος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως, καὶ τὰ τού‐ τοις ἑπόμενα. Γράφει δέ που καὶ ὁ πάνσοφος Παῦ‐ λος, ὅτι «Ἕκαστος ὑμῶν ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ.» | |
35 | Εἶτα ποία τις ἂν γένοιτο τῶν εὐλογιῶν ἡ ὄνησις, διεσάφησε προστιθεὶς, ὅτι Ἀνατελοῦσιν ὡς χόρτος ἀνὰ μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ. Πόαι καὶ φυτὰ, ἅπερ ἐν χώροις εἶεν ἀνύδροις, βρα‐ δέως μὲν ὅλως ἀνίσχει, ἀνίσχοντα δὲ παραχρῆμα μα‐ | |
40 | ραίνεται. Εὐανθῆ δὲ λίαν τὰ οἷσπερ ἂν παρακέοιτο ναμάτων χύσις, καὶ ὑδάτων φορὰ συνέχουσα πρὸς τὸ ζῇν, ἀειθαλὲς δὲ φυτὸν τῆς ἰτέας τὸ χρῆμα, πηγαῖς τε καὶ ποταμοῖς ἀεὶ παραπεφυκός. Ἐκμεμεθυσμένοι δὴ οὖν, φησὶ, τοῖς νοητοῖς νάμασιν οἱ ταῦτα καταπλου‐ | |
45 | τήσαντες, ὁμολογήσουσιν ὅτι μόνον ἴσασιν ἐμὲ, καὶ Θεὸν ἐπιγράψονται τὸν καλέσαντα αὐτούς. Λέγων δὲ, ὄτι οὗτος ἐρεῖ, ὅτι Τοῦ Θεοῦ εἰμὶ, καὶ οὗτος βοήσεται, καὶ ἕτερος ἐπιγράψει, τὴν τῶν ἐπ’ αὐτῶν τρεχόντων διὰ πίστεως τῆς ἐν Χριστῷ κατασημαίνει πληθύν. | |
70.921(50) | Οὐ γὰρ κεκλήσεται λαὸς, ἅπασα δὲ μᾶλλον τῶν ἐθνῶν ἡ πληθὺς, ἡ κατά γε τὴν ὑφήλιον, καὶ πάντες ὁμολο‐ γήσουσιν, ὅτι γεγόνασι τοῦ Θεοῦ, καὶ αὐτὸν ἐπιγρά‐ ψονται Σωτῆρα, καὶ Λυτρωτὴν, καὶ χρηματίζουσι λοιπὸν ἐπὶ τῷ ὀνόματι Ἰακὼβ, τοῦτ’ ἔστιν, ὅτι σχοί‐ | |
55 | νισμα, καὶ κλῆρός εἰσι τοῦ Θεοῦ. Ἐγενήθη γὰρ, φησὶ, λαὸς Κυρίου μερὶς αὐτοῦ, σχοίνισμα κληρονο‐ | |
μίας αὐτοῦ Ἰσραήλ. Καυχώμεθα δὲ οἱ πιστεύσαντες | 921 | |
70.924 | ἐπὶ τῷ γενέσθαι Θεοῦ κλῆρος, καὶ μερὶς τοῦ πάντων ἡμῶν Σωτῆρος Ἰησοῦ Χριστοῦ. Οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ, ὁ ῥυσάμενος αὐτὸν Θεὸς Σαβαώθ· Ἐγὼ | |
5 | πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα· πλὴν ἐμοῦ οὐκ ἔστι Θεός. Τίς ὥσπερ ἐγώ; Στήτω, καὶ καλεσάτω, καὶ ἑτοιμασάτω μοι, ἀφ’ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα. Καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγ‐ γειλάτωσαν ὑμῖν. Μὴ παρακαλύπτεσθε, καὶ ἀπήγ‐ | |
10 | γειλα ὑμῖν. Τῆς ἐν Χριστῷ γνώσεως διὰ τῶν ἀρτίως ἡμῖν ἀναγνώσεων ποιησάμενος μνήμην, μεθίστησι τὸν λόγον ἐφ’ ἕτερόν τι τῶν ἀναγκαίων. Ἐπειδὴ γὰρ κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν ὁ θεσπέσιος προφήτης | |
15 | Ἡσαΐας τοὺς περὶ τῶν τοιούτων ἡμῖν συνετίθει λό‐ γους, βασιλεύοντος παρ’ αὐτοῖς θεομισοῦς, καὶ ἐν ἀφορήτοις γέγονεν ὀλισθήμασιν. Ἦν γὰρ ἑκάστῳ τὸ δοκοῦν θεὸς καὶ σέβας· ἀναγκαίαν αὐτοῖς τὴν παρ‐ αίνεσιν εὐφυεστάτοις ἐλέγχοις ἐγκεκλωσμένην ποιεῖ‐ | |
20 | ται Θεός· μεθιστὰς μὲν αὐτοὺς τῆς πολυθεΐας, καὶ τῶν ἐν τούτοις ἀῤῥωστημάτων· προσκαλούμενος δὲ διὰ μεταγνώσεως εἰς ἐπίγνωσιν ἀληθείας, καὶ τῆς αὐτοῦ δόξης, καὶ ἀσυγκρίτου δυνάμεως ἀνακομίζων εἰς ἀνάμνησιν. Ταύτῃ τοι φησίν· Οὕτω λέγει Κύριος ὁ | |
25 | βασιλεὺς τοῦ Ἰσραὴλ, ὁ ῥυσάμενος αὐτὸν Θεὸς Σα‐ βαώθ. Ὅτι γὰρ Θεός ἐστι καὶ τῶν δυνάμεων Κύριος, εἰδέναι βούλεται, καὶ καθάπερ ἐκ μέθης ἀνενεγκόν‐ τας ἰδεῖν, ὅτι καὶ τῆς Αἰγυπτίων πλεονεξίας ἐξ‐ ῄρηνται, θαυματουργοῦντος αὐτοῦ, καὶ τῆς ἐνούσης | |
30 | αὐτῷ δυνάμεως, καὶ ὑπεροχῆς τὸ μέγεθος ἐμφανί‐ ζοντος. Τί γὰρ οὐ πέπρακται τῶν τεθαυμασμένων; Ποία δὲ τοῖς πλεονεκτοῦσιν αὐτοὺς οὐκ ἐπηνέχθη πληγή; Ἢ πῶς τῆς ἀφράστου δυνάμεως αὐτοῦ οὐκ ἂν γένοιτο σαφὴς ἀπόδειξις, τὸ διαστῆναι μὲν θάλασ‐ | |
35 | σαν, παγῆναι δὲ καὶ ὡσεὶ τεῖχος τὰ ὕδατα, καὶ διὰ μέσων ἰέναι τοὺς φεύγοντας; Τί δὲ δὴ τὰ ἐν τῇ ἐρή‐ μῳ μετὰ τοῦτο θαυματουργήματα; Οὐκ ἄρτον αὐτοῖς ἔδωκε τὸν ἐξ οὐρανοῦ; Οὐ διέῤῥηξε πέτραν ἐν ἐρήμῳ, καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ; καὶ κατ‐ | |
40 | ήγαγεν ὡς ποταμοὺς ὕδατα; οὐ τοῖς Ἰορδάνου νάμα‐ σιν οἷά τινα χαλινὸν ἐπιθεὶς, ποδὶ παρεσκεύασε παρ‐ ελθεῖν; Ἀναγκαίως τοίνυν, οὐχ ἁπλῶς Κύριόν τε καὶ Θεὸν ἐν τούτοις ἑαυτὸν ἀποκαλεῖ· προσεπήγαγε δὲ, ὅτι Καὶ ῥυσάμενος αὐτὸν, εἰς ἀνάμνησιν ἀνακο‐ | |
45 | μίζων, ὡς ἔφην, τῶν δι’ αὐτὸν παραδόξως τετελε‐ σμένων. Ἴσθι δὴ οὖν, φησὶν, ὅτι Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἦν Θεός. Ἀρχὴ γὰρ τῶν ὅλων Θεὸς, ἄναρχος ὣν αὐτὸς, καὶ παρ’ αὐτοῦ πάντα παρήχθη πρὸς γένεσιν· αὐτὸς μὲν | |
70.924(50) | οὖν γέγονεν ὑπ’ οὐδενὸς, ἀλλ’ ἔστιν ὤν τε καὶ ἐσόμε‐ νος. Τοῦτο γὰρ ὄνομα αὐτῷ, καὶ μνημόσυνον αἰώνιον γενεῶν γενεαῖς. Οὔτε τοίνυν πρὸ αὐτοῦ Θεὸς ἕτερος ἦν, οὔτε τις ἔσται μετ’ αὐτόν. Εἷς γὰρ φύσει Θεὸς, καὶ ἕτερος παρ’ αὐτὸν οὐδείς. Χρησιμωτάτη δὲ λίαν | |
55 | ἡ παραίνεσις τοῖς ἀρνησαμένοις αὐτὸν, καὶ ἐκ πολλῆς ἄγαν ἀσυνεσίας ὠλισθηκόσιν εἴς γε τὸ οἴεσθαι θεοὺς | |
εἶναι πολλούς. Ὅτι δὲ κατ’ αὐτὸν οὐδεὶς ἤγουν ἕτε‐ | 923 | |
70.925 | ρος ἐπ’ αὐτῷ καταλογισθῆναι, διαδείκνυσι λέγων· Τίς ὥσπερ ἐγώ; Ποῖος ἄρα τοῖς παρ’ ὑμῶν ὑπονοηθεῖσι θεοῖς, ἤγουν ἀσυνέτως ὠνομασμένοις, κατὰ τὴν ἐμὴν ἔσται δόξαν τε καὶ δύναμιν; Ἐκ ποίας ἄρα μεγαλ‐ | |
5 | ουργίας θεοὺς αὐτοὺς εἶναι πεπιστεύκατε; Στήτω τις, εἴπερ ἐστὶ κατ’ ἐμέ. Ἑτοιμασάτω τις τὸν ἰσόῤῥο‐ πον ἔχοντα φύσιν, ἢ κατ’ ἰσχὺν ἢ δόξαν. Καλεσάτω‐ σαν οὓς ἂν ἕλοιντο τῶν ψευδωνύμων θεῶν, ἀφ’ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα. Ἐκτισάμην γὰρ, | |
10 | φησὶν, οὐρανοὺς, καὶ τὰ ἐν αὐτοῖς, ἀναριθμήτων ἁγίων πνευμάτων ἀγέλας προσκυνούσας ἔχων καὶ λατρευ‐ ούσας ἐμοὶ, πλὴν ἀφ’ οὗ πεποίηκα τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐν τοῖς ἐφεξῆς, τοῦτ’ ἔστιν, εἰς τὸν αἰῶνα, δειξάτω μοί τις τὸν κατ’ ἐμέ. Λέγων δὲ πάλιν | |
15 | τὸ, Ἀφ’ οὗ ἐποίησα ἄνθρωπον, ἑαυτὸν μὲν δείκνυσιν ὄντα δημιουργὸν, τοὺς δὲ ψευδωνύμους θεοὺς οὐδὲν ὄντας παντελῶς. Τίνα γὰρ τῶν προσκυνούντων αὐ‐ τοὺς εἰς τὸ εἶναι παρήνεγκαν; πλὴν δημιουργὸς ἐγὼ ὑπάρχων γνωρίζομαι, καὶ κτίστης τῶν ὅλων, καὶ | |
20 | ἁπάντων ἔχων τὴν γνῶσιν. Ἐρευνήσατε τοῦτο παρὰ τοῖς παρ’ ὑμῶν ῥηθεῖσι θεοῖς, τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν. Θεῷ γὰρ κατὰ φύσιν πρέποι ἂν τὸ πᾶσαν ἔχειν τὴν γνῶσιν τῶν τε ἤδη παρῳχηκότων, καὶ τῶν ἐσομένων. Εἰ δὲ οὐδεὶς | |
25 | ἐν τοῖς ψευδωνύμοις θεοῖς τοῦτο λαχὼν εὑρίσκεται, ἀσυμφανὲς, ὅτι οἱ τὴν Θεοῦ γνῶσιν οὐκ ἔχοντες, οὐκ ἂν εἶεν θεοί. Μὴ παρακαλύπτεσθε, ἀντὶ τοῦ, Μὴ σιω‐ πᾶτε, μηδὲ ἀποπροσποιεῖσθε. Οὐκ ἀπαρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα | |
30 | ὑμῖν; Ὡς γὰρ ὑπάρχων φύσει Θεὸς, καὶ πάντα εἰδὼς τὰ ἐσόμενα, καὶ τὰ ἤδη προγεγενημένα, προαπήγγειλα ὑμῖν διὰ προφητῶν ἁγίων διὰ τοῦ πανσόφου Μωσέως. Ἐξεκάλυψα γὰρ τὸ Χριστοῦ μυστήριον, καὶ οὐδὲν | |
35 | ἐστὶν ὧν ἦν ἀκόλουθον καταφανῆ καὶ ἡμῖν αὐτοῖς γενέσθαι τὴν γνῶσιν, ὃ μὴ προαπήγγελται παρ’ ἐμοῦ. Οὐκοῦν ἐκεῖνοι μὲν οὐ θεοὶ, τῶν ἐοικότων Θεῷ λαχόντες οὐδέν. Ἐγὼ δέ εἰμι κατὰ φύσιν, ὅπερ εἶναι πεπίστευμαι Θεὸς, δῆλον δὲ ὅτι τῶν ὅλων, καὶ γένεσιν | |
40 | ἔχων θεοπρεπῆ. Μυσταγωγεῖ τοιγαροῦν ὁ λόγος τοὺς τῆς ἀληθοῦς θεοπτίας ἀπενηνεγμένους, καὶ ἀψύχοις εἰδώλοις προσνεύσαντας, καὶ τῷ ξύλῳ λέγοντας· Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με.» | |
45 | Μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔστι Θεὸς πλὴν ἐμοῦ. Ἀποφέρει πάλιν εἰς ἀνάμνησιν τῆς ἐπιδειχθείσης αὐτοῖς δυνάμεώς τε καὶ ἐξουσίας, ἥπερ ἂν πρέποι τῷ γε ὄντι κατὰ φύσιν Θεῷ, καὶ τῶν ὅλων Κυρίῳ, ὅτε τῆς Αἰγυπτίων ἐκλελύτρωνται γῆς. Τότε γὰρ τότε | |
70.925(50) | συνωπλίζετο τῷ Δεσπότῃ καὶ ἡ κτίσις αὐτὴ, καὶ τῆς τῶν πλεονεκτούντων αὐτοὺς κατεξανέστη σκαιότητος, στοιχείων γὰρ ἐπράττοντο μεταβολαῖς [ἴς. μεταβο‐ λαί]. Μετεσκευάζετο γὰρ εἰς αἷμα τὸ ὕδωρ, τριήμε‐ ρός τε καὶ βαθὺς ἐξετείνετο σκότος. Κατηφίει δὲ αὐ‐ | |
55 | τῶν καὶ χαλάζας ὁ οὐρανὸς, σκνίπες τε καὶ βάτρα‐ χοι, καὶ κυνόμια, καὶ ὁ τῶν πρωτοτόκων θάνατος | |
ἐπενήνεκται, καὶ διέβησαν δὲ διὰ θαλάσσης μέσης. | 925 | |
70.928 | Ἐπειδὴ δὲ εἰς τὴν τῆς ἐπαγγελίας ἐπέδραμον γῆν, νενικήκασιν ἔθνη πολλά τε καὶ εὐσθενέστερα τῆς ἐνούσης αὐτοῖς ἰσχύος, καὶ δεινοὶ γεγόνασι, καὶ δυσάντητοι τοῖς τε ὁμόροις τῶν ἐθνῶν, καὶ τοῖς | |
5 | ἕτι μακρὰν ἀπόβλεπτοί τε καὶ διαβόητοι. Οὐκοῦν οὐχ ἕτεροι μᾶλλον εἰδεῖεν ἂν, ἀλλ’ ὑμεῖς αὐτοὶ τὰ καθ’ ὑμᾶς αὐτοὺς, τίς ὁ ταῦτα κατορθώσας, τίς δὲ ὁ τὴν κτίσιν σύνοπλον ἔχων ἐν τοῖς καθ’ ὑμᾶς τίς ὁ συνθραύσας ἐχθρῶν δυνάμεις, καὶ ταῖς κατὰ | |
10 | πάντων ὑμᾶς στεφανῶν εὐανδρείαις· ὑμεῖς ἐστε τῆς ἐμῆς ὑπεροχῆς οἱ μάρτυρες, εἴπερ ἕλοισθε φρονεῖν ὀρθῶς, καὶ οὐχ ἑτέρων δεηθήσεσθε παιδαγωγῶν. Πλεῖστοι μὲν γὰρ παρὰ τοῖς Αἰγυπτίοις ἦσαν οἱ θεοὶ, καὶ μεστοὶ τῶν ἀγαλμάτων οἱ παρ’ ἐκείνοις σηκοί. | |
15 | Πλεῖστοι δὲ ὁμοίως, οἱ παρά γε Ἀμοῤῥαίοις, Εὐαίοις τε καὶ Φερεζαίοις, καὶ τοῖς ἑτέροις τῶν ἐθνῶν· ἀλλ’ ἐκείνων οὐδεὶς ἀρκέσας εἰς σωτηρίαν τοῖς σφετέροις ὁρᾶται· μᾶλλον δὲ καὶ αὐτοὺς τοὺς προσκυνουμέ‐ νους τοῖς προσκυνοῦσιν ὁμοῦ συνετρίψατε. Τεθέσπι‐ | |
20 | σται γὰρ διὰ Μωσέως ὅτι τοὺς βωμοὺς αὐτῶν καθ‐ ελεῖτε, καὶ τὰς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν κατακαύσετε πυρί. Οὐκοῦν εἴπερ ἕλοισθε τἀληθὲς εἰπεῖν, ὑμεῖς ἐμοὶ μαρτυρήσατε, εἰ ἔστι Θεὸς πλὴν ἐμοῦ. Εἰ μὲν γὰρ ἀντεγήγερταί | |
25 | τις ταῖς ἐμαῖς δυνάμεσι, καὶ νενίκηκε, λογιζέσθω παρ’ ὑμῖν θεός. Εἰ δὲ οὐδὲν ὄντες πεφώρανται, καὶ πυρὸς ἔργον γεγόνασι δι’ ὑμῶν, διὰ πείρας αὐτῆς ἐγνώκατε, φησὶν, ὅτι οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ τοῦ ὄντως Θεοῦ. Καὶ οὐκ ἤκουσαν τότε οἱ πλάσαντές τε καὶ γλύφοντες, πάντες μάταιοι οἱ ποιοῦντες τὰ κατα‐ | |
30 | θύμια αὐτῶν, ἃ οὐκ ὀφελήσει αὐτούς· ἀλλ’ αἰ‐ σχυνθήσονται οἱ πλάσσοντες θεὸν, καὶ γλύφον‐ τες ἀνωφελῆ, καὶ πάντες ὅσοι ἐγένοντο ἐξηράν‐ θησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων. Ἀποφαίνει διὰ τούτων δεινὰ καὶ παγχάλεπα τὰ | |
35 | ἐγκλήματα τῶν ἀποστατῶν, εἰ τοσαύτην ἔχοντες πλη‐ ροφορίαν, ὅτι μὴ ἕτερός ἐστι παρ’ αὐτὸν, φύσει τε καὶ ἀληθῶς Θεός· ἐξ αὐτῶν δὲ ὥσπερ ἀναπεπεισμέ‐ νοι τῶν κατωρθωμένων, ὡς εἴη μόνος αὐτὸς, πρὸς τοῦτο κατώλισθον εὐηθείας, ὥστε καὶ αὐτοῦ τοῦ νό‐ | |
40 | μου διαῤῥήδην αὐτοῖς ἐπιφωνοῦντος καὶ λέγοντος· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς | |
45 | γῆς·» ἐποιήσασθε μὲν παρ’ οὐδὲν τὸ ὑπακούειν αὐτῷ· ἐτράπεσθε δὲ μᾶλλον ἀφιλοθέως ἐπί γε τὸ δεῖν πλάττειν τε καὶ διαμορφοῦν τοὺς ἐκ ξύλων τε καὶ λίθων θεούς. Μάταιοι δὴ οὖν οἱ τοιοῦτοι, καὶ σφόδρα εἰκότως, ἐπ’ οὐδενὶ μὲν τῶν ἀναγκαίων εἰς τοῦτο | |
70.928(50) | ἰόντες, ποιοῦντες καὶ μᾶλλον τὰ καταθύμια ἑαυτῶν, γεγόνασι γὰρ ματαιότητος ἐρασταί. Ποία γὰρ ὄνησις ἡ παρὰ λίθου τε καὶ ξύλου; Οὐκοῦν βουλῆς ἀσυνέτου καρποὶ καὶ ψυχρῶν ἐνθυμημάτων ἔργον ἂν νοοῖτο σαφὲς ἡ εἰδώλου ποίησις. Πλὴν ὅτι τὸ χρῆμά ἐστιν | |
55 | οὐκ ἀζήμιον, προαπεφαίνει λέγων· Αἰσχυνθήσονται πάντες οἱ πλάσσοντες θεὸν, καὶ γλύφοντες ἀνωφελῆ, | |
καὶ πάντες ὅσοι ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ | 927 | |
70.929 | ἀπὸ ἀνθρώπων. Εἰ μὲν οὖν ἐπ’ αὐτῶν ἐκληφθείη τῶν χειροτμήτων τὰ εἰρημένα, φαμὲν, ὅτι τὸ Ἐξηράνθη‐ σαν, ἀντὶ τοῦ, ἀπώλοντο, νοητέον. Εἰ δὲ ἐπ’ αὐτῶν κέοιτο τῶν τὰ τοιάδε δρᾷν εἰωθότων, εὖ ἂν ἔχοι καὶ | |
5 | τῇδε νοεῖν· εἴρηται γὰρ ὡς ἐπὶ φυτῶν τῶν ἀκαρπεῖν εἰωθότων, εἰ ἀφαναίνοιντό πως καὶ ἐκκόπτοιντο λοι‐ πὸν εἰς φλόγα καὶ καῦσιν. Τὸ δὲ, Κωφοὶ ἀπ’ ἀνθρώ‐ πων, ἀντὶ τοῦ, Τελοῦντες μὲν ἐν ἀνθρώποις οὐκ ἔτι, κωφοὶ δὲ μᾶλλον καὶ ἀναίσθητοι παντελῶς, ὥστε | |
10 | κατ’ οὐδένα τρόπον ἐπεοικέναι τοῖς παρ’ αὐτοῖς γε‐ νομένοις. Ψάλλει γάρ που καί φησιν ὁ μακάριος Ψαλμῳδός· «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς, καὶ οὐκ ὄψονται· ὦτα, καὶ | |
15 | οὐκ ἀκούουσιν.» Ἐπιφέρει δὲ τούτοις· «Ὅμοιοι αὐ‐ τοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πε‐ ποιθότες ἐπ’ αὐτοῖς.» Καρποὶ γὰρ τῆς ἐσχάτης ἀναι‐ σθησίας νοηθεῖεν ἂν τὰ τοιάδε τῶν κακῶν. Καίτοι τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν διὰ πείρας αὐτῆς ἐγνω‐ | |
20 | κότες, εἶτα λίθοις καὶ ξύλοις τὴν αὐτῷ καὶ μόνῳ πρεπωδεστάτην δόξαν ἀναπέμποντες, πῶς οὐκ ἂν νοηθεῖεν μωροὶ, καὶ ἀκάρδιοι, καὶ τῆς εἰς λῆξιν ἐμβροντησίας μεμεστωμένην ἔχοντες τὴν καρδίαν, καὶ μὴν ὀλίγα διενεγκεῖν διά γε σφῶν αὐτῶν τετεχνουργημένων; Συναχθήτωσαν πάντες, καὶ στήτωσαν ἄμα, | |
25 | καὶ ἐντραπήτωσαν, καὶ αἰσχυνθήτωσαν ἄμα, ὅτι ὤξυνε τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ, καὶ ἐν τερέτρῳ ἔτρησεν αὐτό. Εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ, καὶ πεινήσει, καὶ ἀσθενήσει, καὶ οὐ μὴ πίῃ ὕδωρ. | |
30 | Οὐ καθ’ ἕνα μᾶλλον, ἀλλ’, εἴπερ ἕλοιντο, καὶ κατὰ πληθὺν συναγηγερμένους ἐντραπήσεσθαί φησι τοὺς τῶν εἰδώλων θεραπευτὰς ταῖς σφῶν αὐτῶν δυσβου‐ λίαις, καὶ λῦσαι τὸ προτεινόμενον, καὶ ποῖον ἄρα τοῦτό ἐστιν, εὐθὺς ἐπιφέρει λέγων· Ὤξυνε, φησὶ, | |
35 | τέκτων σίδηρον. Διαμέμνηται δὲ καὶ τῶν ὀργάνων δι’ ὧν ἡ ποίησις, ἵνα τὴν τοῦ λιθουργοῦ τέχνην προσκυνοῦντας αὐτοὺς ἀποφήνῃ, καὶ οὐκ αὐτὸ τὸ ξύλον. Εἰ γὰρ ἦν θεὸς, οὐκ ἂν ἐδέησε τέχνης αὐτῷ, καὶ τῆς τινὸς ἐπιστήμης· ἀλλ’ ἦν ἂν καὶ οὕτω | |
40 | Θεός. Εἰ δὲ ξύλον μὲν οὐκ εἰργασμένον, οὔτε μὴν εἰδοποιηθὲν, εἰκαίαν ὕλην νομίζεις, τεκτονευθὲν δὲ προσκυνεῖς καὶ θεὸν εἶναι λέγεις, ἡ τέχνη σοὶ γέγο‐ νεν εἰς θεὸν, καὶ τοῦτο ἀνδρὸς ἀσθενοῦς καὶ ὑπο‐ κειμένου τῷ φθείρεσθαι. Φθορᾶς γὰρ ἀπόδειξις τὸ | |
45 | δεῖσθαι τροφῆς καὶ ποτοῦ. Τὸ γὰρ, Οὐ μὴ πίῃ ὕδωρ, οὐκ ἀποφαντικῶς εἰρῆσθαί φαμεν. Ἀναγνωστέον δὲ μᾶλλον ὡς ἐν ἐρωτήσει καὶ ὑποστιγμῇ. Ἕψεται γὰρ ἡ σύνεσις, ὅτι καὶ πάντως που καὶ πίεται. Εἶτα πῶς ὁ φθαρτὸς θεῶν ἀφθάρτων ἔσται δημιουργὸς, ἢ πῶς | |
70.929(50) | ὁ θνητὸς ποιήσει τοὺς ἀθανάτους; Δεῖ γὰρ πάντως ἐνεῖναι τῷ γε ὄντι κατὰ ἀλήθειαν Θεῷ τὸ ἄφθαρτον καὶ ἀνώλεθρον, μᾶλλον δὲ καὶ τὸ εἶναι ζῶν, καὶ ζωοποιεῖν δύνασθαι τὰ οἷσπερ ἂν ἐνιέναι βούλοιτο τὴν ζωήν. Σκεπάρνου δὴ οὖν καὶ τερέτρου, καὶ τε‐ | |
55 | κτονικῆς ἰσχύος τε καὶ τέχνης ἐπίδειξις ἡ τῶν πλα‐ | |
νωμένων λατρεία· εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἔφην, ὅτι | 929 | |
70.932 | ξύλον μὲν ἢ λίθον ἀμόρφωτον οὐκ ἂν ἕλοιντο προσκυνεῖν· μορφῆς γε μὴν ἐντετορνευμένης, θεοὶ πάντα παρ’ αὐτοῖς τὰ ὁρώμενα. Ἐκλεξάμενος τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρύθμισεν αὐτὸ, καὶ ἐποίη‐ | |
5 | σεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς, καὶ ὡς ὡραιότητα ἀνθρώπου, στῆσαι αὐτὸ ἐν οἴκῳ. Ἐξέκοψε ξύ‐ λον ἐκ τοῦ δρυμοῦ, ὃ ἐφύτευσε Κύριος, πίτυν καὶ ὑετὸς ἐμήκυνεν, ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν, καὶ λαβὼν ἀπ’ αὐτοῦ ἐθερμάνθη, καὶ καύσαντες | |
10 | ἔπεψαν ἄρτους ἐπ’ αὐτῷ, τὸ δὲ λοιπὸν εἰργά‐ σαντο εἰς θεοὺς, καὶ προσκυνοῦσιν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν ἐν πυρὶ, καὶ καύ‐ σαντες ἄρτους ἔπεψαν ἐπ’ αὐτῷ, καὶ ἐπ’ αὐ‐ τοῦ κρέας ὀπτήσας ἔφαγε, καὶ ἐνεπλήσθη, καὶ | |
15 | θερμανθεὶς εἶπεν· Ἡδύ μοι ὅτι ἐθερμάνθην, καὶ εἶδον πῦρ. Τὸ λοιπὸν ἐποίησεν εἰς θεὸν γλυπτὸν, καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται λέγων· Ἐξελοῦ με, ὅτι θεὸς εἶ σύ. Οὐκ ἔγνωσαν φρονῆ‐ σαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλ‐ | |
20 | μοῖς αὐτῶν, καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν. Καὶ οὐκ ἐλογίσατο τῇ καρδίᾳ αὑτοῦ, οὐδὲ ἀνε‐ λογίσατο τῇ ψυχῇ αὐτοῦ, οὐδὲ ἔγνω τῇ φρονή‐ σει, ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ, καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους, καὶ | |
25 | ὀπτήσας κρέας ἔφαγε, καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε, καὶ προσκυνοῦσιν αὐτῷ. Γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτοῦ. Ἴδετε, οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου. Ἐναργὴς μὲν σφόδρα τῶν προκειμένων ὁ νοῦς καὶ | |
30 | οὐδὲν ἄναντες ἐν αὐτοῖς. Γράφεται γὰρ ὡς ἀκάρδιον, καὶ πάσης ἔξω φρενὸς γεγονότα, καὶ λογισμοῦ τοῦ καθήκοντος ὁλοτρόπως ἐστερημένον τὸν τῶν εἰδώλων προσκυνητὴν, καὶ προσέτι τὸν τεχνουργόν. Ἐμφιλο‐ χωρεῖ δὲ σφόδρα τοῖς περὶ αὐτὸν διηγήμασιν· ὁμοῦ | |
35 | μὲν ἐντρέπων ὡς πεπλανημένους, καὶ ἀνοιγνὺς ὀφθαλμὸν τοῖς ἐνειλημμένοις τῷ κακῷ, καὶ εἰς αὐτὴν ὁρᾷν ἀναπείθων τὴν ἀλήθειαν, ἣν εἴπερ ἕλοιεν εἰς νοῦν, ἔξω γενήσονται πάγης, καὶ τῶν ἐξ ἀβελτηρίας τραυμάτων τὰς ἑαυτῶν ἀπαλλάξουσι κεφαλάς. Πλὴν | |
40 | ἐκεῖνό φαμεν· πικρὸν γάρ τοι καὶ σοφὸν ἔοικεν ἡμῖν ἐν τούτοις κατασκευάζειν ὁ λόγος, καὶ οὐκ ἔχων ἀνικάνως εἰς τὸ ἀναπεῖσαι δύνασθαι πολλοὺς, τῆς μὲν πολυθέου πλάνης ἀποφοιτᾷν, ἀνθελέσθαι δὲ μᾶλ‐ λον τὸ ὑπὸ Θεῷ γενέσθαι τῷ φύσει καὶ ἀληθῶς. | |
45 | Ἐκλεξάμενος γὰρ, φησὶ, τέκτων ξύλον, ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρύθμισεν αὐτό· ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς, καὶ ὡς ὡραιότητα ἀνθρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ. Ἡ τέχνη, φησὶ, τῶν θεουργεῖν εἰωθότων, τότε δὴ μάλιστα τοῦ παντὸς ἀξιωθείη θαύ‐ | |
70.932(50) | ματος, ὅταν ἐνεργάσηται τῷ ξύλῳ μορφὴν, καὶ κάλ‐ λος ἀνδρός. Τὸ δὲ κατὰ μίμησιν τὴν τινὸς ὑπό του τεχνουργούμενον ἡττᾶται πάντως που τἀληθοῦς, ἤτοι κατόπιν ἔρχεται. Οὐκοῦν οἱ προσκυνοῦντες τοῖς εἰς ἄνθρωπον εἰδοποιηθεῖσι ξύλοις ἢ λίθοις, τὸ ἑαυτῶν | |
55 | εἶδος θρησκεύοντες ἁλοῖεν ἂν, καὶ πολλῷ κρείττους ὄντες τῶν κατὰ μίμησιν τὴν ἑαυτῶν ὑβρίζουσι φύσιν, ὡς τὴν ἀμείνω δόξαν ἐκείνοις προσνέμοντες. Ἀναι‐ σθησίας οὖν ἄρα τῆς ἐσχάτης ἡ γραφὴ, καὶ τῆς εἰς | |
ἄκρον ἀβελτηρίας τὰ ἐγκλήματα. Ἵστησι γὰρ ἐν | 931 | |
70.933 | οἴκῳ, τοῦτ’ ἔστιν ἐν ναῷ τὸ ξύλον ὃ ἐξέκοψεν ἐκ τοῦ δρυμοῦ. Καταδείκνυσιν ἐν τούτοις τοὺς θεοποιεῖν εἰωθότας, οὔτε τὴν ὕλην ἠγνοηκότας ἐξ ἧς γεγόνασιν, ἵνα μὴ λέγωσι τινὰς, κατὰ τὸ Ἑλλήνων ἔθος, διϊ‐ | |
5 | πετῆ τε καὶ αὐτόγονα, ἤγουν αὐτολόχευτα τὰ ἐν ση‐ κοῖς ἀνατεθειμένα. Ὅτι δὲ τῆς τοῦ Θεοῦ δημιουργίας παρασημαίνουσι τὸν σκοπὸν, διελέγχει λέγων πεφυ‐ τεῦσθαι ἐν δρυμῷ τὸ ξύλον, ἐκτετράφθαι δὲ καὶ ὑετῶν χορηγίαις, ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν· τὰ δὲ | |
10 | εἰς καῦσιν γεγονότα θεοποιοῦντες, αὐτοὶ πυρὸς ἔσον‐ ται τροφὴ σὺν αὐτοῖς. Μονονουχὶ καταπλήττεται λέ‐ γων, ὅτι τὸ ἥμισυ κατέκαυσεν ἐν πυρὶ, καὶ ταῖς ἑαυ‐ τοῦ δεδαπάνηκε χρείαις. Τοῦτο μὲν ὀψοποιῶν, καὶ εἰς ἄρτου πέψιν τὰ τῶν θεῶν δεχόμενος μέρη. Εἶτα εἰς | |
15 | τοῦτο πέπτωκεν ἀσυνεσίας ὡς τῷ τῆς χρείας λειψά‐ νῳ προσκυνεῖν, προσεύχεσθαί τε καὶ λέγειν· Ἐξελοῦ με ὅτι θεός μου εἶ σύ. Σποδὸς οὖν ἄρα καὶ ἕτερον οὐδὲν, ἡ καρδία αὐτῶν, καὶ πεπλάνηνται, καὶ οὐδεὶς ἂν ἐξέλοιτο τὰς τῶν εἰς τοῦτο πεσόντων ψυχὰς, πλὴν | |
20 | ὅτι μόνος, εἴπερ ἕλοιτο, Θεὸς, ποιῶν πάντα, καὶ μετα‐ σκευάζων, καὶ φωτίζων τὸ ἐσκοτισμένον, καὶ ἐπιστρέ‐ φων τὸ πεπλανημένον. Ἀλλ’ ἔνεστι μὲν τὸ ἀνωφελὲς καὶ μάταιον τοῖς χειροτμήτοις θεοῖς, ὕλη γάρ εἰσι κωφὴ καὶ ἀναίσθητος. Ἴδετε δὲ, τοῦτ’ ἔστι, κατα‐ | |
25 | νοήσατε, καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου. Πάντα μὲν γὰρ ἐπ’ ἐκείνοις, φησὶν, ἐψευσμένα ὀνό‐ ματά τε καὶ δόξα. Ἐν δὲ τῇ ἐμῇ δεξιᾷ, τοῦτ’ ἔστιν, ἐν τῷ Υἱῷ· δεξιὰ γὰρ τοῦ Πατρὸς ὁ Υἱὸς ὠνόμασται πανταχοῦ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ· οὐδὲν ἂν | |
30 | εὑρεθείη τὸ ἐψευσμένον, ἀλλὰ καὶ εἴ τε Θεὸς ὀνομά‐ ζοιτο, θεός ἐστιν ἀληθινός· καὶ εἴτε Κύριος, οὐκ εἰσκεκριμένον ἔχει τὸ χρῆμα, φύσει δὲ μᾶλλόν ἐστι τῶν ὁλῶν δεσπότης· κἂν εἰ βασιλεὺς, κἂν εἰ φῶς, κἂν ζωὴ καὶ δύναμις, κἂν δημιουργὸς, πάντα ταῦτά | |
35 | ἐστιν οὐ κατεψευσμένως· οὐ γάρ ἐστι γενητὸς, ἐπέ‐ κεινα δὲ φυσικῶς παντὸς νοοῖτο ἂν τοῦ παρηγμένου πρὸς γένεσιν, Θεὸς ὑπάρχων ἐκ Θεοῦ, καὶ φῶς ἀλη‐ θινὸν ἐκ φωτὸς ἀληθινοῦ. Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραὴλ, ὅτι παῖς | |
40 | μου εἶ σύ· ἔπλασά σε παῖδά μου· καὶ σὺ, Ἰσραὴλ, μὴ ἐπιλανθάνου μου. Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νε‐ φέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς ἁμαρ‐ τίας σου. Ἐπιστράφηθι πρός με, καὶ λυτρώσομαί σε. | |
45 | Ἔφη που Χριστός· Ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιήσας δαρήσεται πολλάς· ὁ δὲ μὴ εἰδὼς, καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας. Ὁσία δὲ πάντως ἡ ἐφ’ ἑκατέρῳ πράγματι ψῆφος. Τοῖς μὲν γὰρ οὐκ εἰδόσι τὸ θέλημα τὸ δεσποτικὸν, εἶτα δια‐ | |
70.933(50) | πταίουσι, καὶ τοῖς τῆς παραβάσεως αἰτιάμασιν ἐνι‐ σχημένοις συγγνοίη τις ἂν τὸ μὴ ἐγνωκέναι, δεχόμε‐ νος εἰς ἐλέου πρόφασιν. Τοῖς γε μὴν ἐν εἰδήσει νόμων τὸ ῥᾳθυμεῖν ᾑρημένοις προσγένοιτο ἂν ἐν δίκῃ τὸ κολά‐ ζεσθαι δεῖν. Ὑπτιώσεως γὰρ ἐναργοῦς τὰ αἰτιά‐ | |
55 | ματα. Ἵνα τοίνυν ἑαυτοῦ γένοιτο κρείττων ὁ Ἰσραὴλ, πλείστοις μὲν ὅσοις ἁλοὺς αἰτιάμασιν, ἀμνηστίᾳ δὲ | |
τῇ παρὰ Θεοῦ τιμώμενος, μεμνῆσθαι προστέτακται | 933 | |
70.936 | τῆς ἑαυτοῦ ῥᾳθυμίας, καὶ τῆς τοῦ κατοικτείροντος ἡμερότητος. Μνήσθητι γὰρ ταῦτα, φησὶν, Ἰακώβ. Καὶ ποῖα ταῦτα; Τά τε ἤδη προειρημένα, καὶ ὅτι παῖς μου εἶ σύ. Καὶ ἔπλασά σε παῖδά μου. Διαδείκνυσι | |
5 | δὲ καὶ μάλα σαφῶς ἐν τούτοις, ὅτι [οὐ] μεμένηκεν ἀπαιδαγώγητος ὁ Ἰσραὴλ, ἀλλ’ ἦν ὑπὸ νόμον καὶ ζυγὰ, καὶ πλείστους ἔχων τοὺς νουθετεῖν εἰδότας· παῖς οὖν ἄρα κατὰ τοῦτο καὶ πεπλασμένος εἰς τοῦτο. Τίνα δὲ τρόπον, ἐροῦμεν ὡς ἔνι. Πλάττεται μὲν γάρ | |
10 | τις ἄνθρωπος ἁπλῶς, καθάπερ ἀμέλει καὶ ὁ προπά‐ τωρ Ἀδὰμ ἐκ γῆς. Ἔλαβε γὰρ, φησὶν, ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον. Ἕρπει δὲ κατά γε τὸν τῆς δημιουργίας τρόπον, καὶ εἰς δεῦρο τὰ καθ’ ἡμᾶς. Πλάττεται γὰρ ἕκαστος ἐν γαστρὶ τῆς | |
15 | ἑαυτοῦ μητρὸς, καὶ ὁδὸς αὕτη πρὸς τὸ εἶναι φέρουσα τοὺς ἐπὶ τῆς γῆς. Πλάττεται δὲ καὶ εἰς παῖδα Θεοῦ διαμορφούμενος νοητῶς τῇ τῶν θείων εἰδήσει νόμων πρὸς εἶδος ἐξαίρετον, τὸ ἐκ τῆς τῶν ἀρετῶν εὐκο‐ σμίας ταῖς τῶν ἀνθρώπων ἐπισυμβαῖνον ψυχαῖς. Τοῦτο | |
20 | κάλλος ἂν νοοῖτο τὸ πνευματικόν. Πλάττονται δὲ καὶ οἷον ἐν Χριστῷ διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος εἰς εἶδος τὸ πρὸς αὐτόν. Γράφει γοῦν Γαλάταις καὶ ὁ θεσπέσιος Παῦλος· «Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Μορφοῦταί γε μὴν ἐν | |
25 | ἡμῖν ὁ Χριστὸς, ἐνιέντος ἡμῖν τοῦ ἁγίου Πνεύματος θείαν τινὰ μόρφωσιν, δι’ ἁγιασμοῦ καὶ δικαιοσύνης. Οὕτω γὰρ, οὕτω ταῖς ἡμετέραις ἐμπρέπει ψυχαῖς ὁ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρὸς, ἀναμορφοῦντος ἡμᾶς, ὡς ἔφην, τοῦ ἁγίου Πνεύματος | |
30 | δι’ ἁγιασμοῦ πρὸς αὐτόν. Ἔφη γοῦν καὶ ὁ ἱερώτατος πάλιν Παῦλος· «Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τού‐ τῳ, ἀλλὰ ἀναμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθόν.» Καὶ εὐάρεστον καὶ τέλειον καὶ κά‐ | |
35 | λυμμα μὲν ταῖς Ἰουδαίων καρδίαις τεθεῖσθαί φησιν, ἡμᾶς δὲ πάντας ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζομένους, τὴν αὐτὴν εἰκόνα μεταμορφοῦσθαι ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Πλαττόμεθα δὴ οὖν εἰς παῖδα | |
40 | Θεοῦ. Ἐπειδὴ δὲ τὸ τοῦ παιδὸς ὄνομα κοινόν πώς ἐστι· λαμβάνεται γὰρ ἐπί τε οἰκετῶν καὶ υἱῶν, φαμὲν, ὅτι πρέποι ἂν τοῖς ἐν νόμῳ πλαττομένοις τὸ εἰς οἰκέτας πλάττεσθαι μᾶλλον. Πνεῦμα γὰρ ἦν δουλείας ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἦν αὐτοῖς τὸ ῥᾳθυμεῖν | |
45 | οὐκ ἀζήμιον· ἐκόλαζε γὰρ ὡς οἰκέτας ὁ νόμος. Εἰ δὲ ἐν Χριστῷ πλάττοιτό τις, εἰς υἱὸν πλάττεται Θεοῦ, κατά γε τοὺς ἀρτίως εἰρημένους τρόπους. Χρὴ τοι‐ γαροῦν μεμνῆσθαι καὶ τῆς τοῦ δικαιοῦντος φιλαν‐ θρωπίας, καὶ ὅτι πεπλάσμεθα πρὸς υἱότητα καὶ | |
70.936(50) | δόξαν, καὶ οἷον τῷ Πατρὶ τῷ Θεῷ εἰς ἡμᾶς παρ’ αὐ‐ τοῦ γενομένων ἀνταποτιννύντες τὰς ἀμοιβάς. Καὶ ὅπως ἂν γένοιτο τοῦτο, καλῶς ἐκπαιδεύει λέγων· Καὶ σὺ, Ἰσραὴλ, μὴ ἐπιλανθάνου μου. Ἐπιλανθάνοιτο δὲ ἄν τις Θεοῦ, τῆς εἰς αὐτὸν εὐσεβείας ὀλιγωρῶν, ἢ | |
55 | καὶ εἰσάπαν ἀποφοιτῶν. Δεδράκασι μὲν οἱ ἐξ Ἰσραὴλ τοῦτο τοῖς οὐκ οὖσι θεοῖς λατρεύσαντες· δρῶσι δὲ | |
καὶ εἰς δεῦρό τινες ἀνόπιν ἰόντες μετὰ τὴν πίστιν, | 935 | |
70.937 | ὦν τὸ κρῖμα ἔνδικόν ἐστι, κατὰ τὸ γεγραμμένον. Ὅτι δὲ τὸ ἐπιλανθάνεσθαι Θεοῦ κατασημαίνει πλει‐ σταχοῦ τὸ τῆς εὐσεβείας τῆς εἰς αὐτὸν ἀποδραμεῖν, εἰσόμεθα, λέγοντος αὐτοῦ πρὸς τοὺς ἐξ αἵματος | |
5 | Ἰσραήλ· «Ὑμεῖς οἱ ἐπιλανθανόμενοί μου, καὶ ἑτοι‐ μάζοντες τῷ δαιμονίῳ τράπεζαν, καὶ πληροῦντες τῇ τύχῃ κέρασμα, καὶ ἐγκαταλιπόντες τὸ ὄρος τὸ ἅγιόν μου. Ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες σφαγῇ πεσεῖσθε.» Καὶ ἐπ’ αὐτῷ δὴ τούτῳ καταβε‐ | |
10 | βόηκε τῶν ἐξ Ἰσραὴλ διὰ φωνῆς Ἱερεμίου λέγων· «Μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς, ἢ παρθένος τῆς στηθοσιδεσμίδος αὐτῆς; ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας πολλὰς, ὧν οὐκ ἔστιν ἀριθμός.» Οὐκ‐ οῦν ἡ μὲν λήθη πολλάκις τὴν ἀπόστασιν ὑπεμφή‐ | |
15 | νειεν ἄν. Ἡ δέ γε μνήμη τὸ ἑδραῖον εἰς πίστιν, καὶ ἀκράδαντον εἰς ἀγάπην, καὶ τὸ εἰς πᾶν ὁτιοῦν τῶν αὐτῇ δοκούντων εὐσθενές. Μὴ δὴ τοιγαροῦν ἐπιλαν‐ θάνου μου, φησὶν, μέμνησο δὲ μᾶλλον. Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου. Καὶ τὸ ἀπ‐ | |
20 | ήλειψά φησιν ἐν τούτοις, ἀντὶ τοῦ ἀπαλείψω, καὶ ὥσπερ τινὰ γνόφον, καὶ νεφέλην διαλύσας ἀφανίσω. Ὅτι γὰρ ἀντὶ τοῦ ἀπαλείψω τὸ ἀπήλειψά φησι, διαδείξειεν εὖ μάλα τὸ ἐφεξῆς. Ἐπιστράφηθι γὰρ, φησὶ, πρός με, καὶ λυτρώσομαί σε. Πῶς γὰρ ἀπήλειψεν ὁ καλῶν εἰς | |
25 | ἐπιστροφήν; Ὡς οὔπω μὲν ἐπιστρέψαντας, ἥξοντας δὲ καὶ εἰς τοῦτο κατὰ καιροὺς, ὅταν ἐπιλάμψῃ τῷ κόσμῳ Χριστὸς, δι’ οὗ πᾶσα πλημμελημάτων ἄφεσις, καὶ ἐπιστροφὴ καὶ κλῆσις ἡ πρὸς Θεὸν, διά τε τῆς εἰς αὐτὸν πίστεως, καὶ πολιτείας εὐαγγελικῆς, καὶ ἀρίστων ἀνδραγαθημάτων. | |
30 | Εὐφράνθητε, οὐρανοὶ, ὅτι ἠλέησεν ὁ Θεὸς Ἰσραήλ. Σαλπίσατε, θεμέλια τῆς γῆς, βοήσατε, ὄρη, εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακὼβ, καὶ Ἰσραὴλ δοξασθήσεται. | |
35 | Καταθρήσαι τις ἂν κἀντεῦθεν ἀμογητὶ, ὅτι τῶν ἁμαρτιῶν ἡ ἄφεσις, καὶ μὴν καὶ ἡ πάντων ἐπιστροφὴ καὶ λύτρωσις, ὡς ἐσομένη διὰ Χριστοῦ προαναφωνεῖ τὸ κατὰ καιροὺς διὰ προφητῶν ἁγίων. Ἐπειδὴ γὰρ Θεὸς Κύριος ὢν ἐπέφανεν ἡμῖν, καὶ συνανεστράφη | |
40 | τοῖς ἐπὶ τῆς γῆς, ὡς ἄνθρωπος, ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, τὸ πάναγνον ἱε‐ ρεῖον· τότε δὴ τότε, καὶ πρόφασις ἑορτῆς τὸ χρῆμα γέγονε ταῖς ἄνω τε καὶ ἐν οὐρανῷ δυνάμεσι λογικαῖς, ἤτοι τοῖς τῶν ἁγίων ἀγγέλων τάγμασιν. ᾞδον γὰρ, | |
45 | ᾖδον ἐπὶ τῇ γεννήσει αὐτοῦ, τῇ κατὰ σάρκα φημὶ, καὶ δὴ καὶ ἔφασκον· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Καὶ εἴπερ ἐστὶν ἀληθὲς, πάντως δὲ δή που καὶ ἀληθὲς, ὅτι κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν χαρά ἐστιν ἐν τοῖς οὐρανοῖς ἐν‐ | |
70.937(50) | ώπιον τῶν ἁγίων ἀγγέλων ἐφ’ ἑνὶ ἁμαρτωλῷ μετα‐ νοοῦντι, πῶς ἂν ἐνδοιάσειέ τις ὡς τὴν ὑφήλιον πᾶσαν εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν ἀνακομίζοντος τοῦ Χριστοῦ, καὶ καλοῦντος εἰς ἐπιστροφὴν, καὶ δικαιοῦν‐ τος ἐν πίστει, καὶ διαπρεπῆ τιθέντος δι’ ἁγιασμοῦ, | |
55 | χαρὰ καὶ πανήγυρις παρὰ τοῖς ἄνω πνεύμασιν ἦν; Εὐφραινομένων τοίνυν τῶν οὐρανῶν, ὅτι ἠλέησεν ὁ | |
Θεὸς τὸν Ἰσραὴλ καὶ οὔτι που τὸν κατὰ σάρκα μόνον, | 937 | |
70.940 | ἀλλὰ γὰρ καὶ τὸν κατὰ πνεῦμα νοούμενον· ἐσάλπισε τὰ θεμέλια τῆς γῆς, τοῦτ’ ἔστιν οἱ τῶν εὐαγγελικῶν θεσπισμάτων ἱερουργοί· τούτων ἠχὴ διαπρύσια; προσηνέχθη πανταχοῦ, καὶ οἷά τινες σάλπιγγες ἀν‐ | |
5 | εφώνησαν ἱεραὶ, τὴν τοῦ Σωτῆρος δόξαν περιαγγέλ‐ λουσαι τοῖς ἁπανταχοῦ, καὶ καλοῦσαι πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ τούς τε ἐκ περιτομῆς, καὶ τοὺς πάλαι τῇ κτίσει λατρεύοντας παρὰ τὸν Κτίστην. Θεμέλια δὲ τῆς γῆς ὠνομάσθαι φαμὲν αὐτοὺς, διὰ ποίαν αἰ‐ | |
10 | τίαν; Ἔστι μὲν γὰρ ἁπάντων θεμέλιος καὶ ἀκατά‐ σειστος ὑποβάθρα Χριστὸς, ὁ ἀνέχων ἅπαντα, καὶ διακρατῶν εἰς τὸ εὖ εἶναι τὰ ἐρηρεισμένα· ἐπ’ αὐτῷ γὰρ πάντες ἐποικοδομούμεθα, οἶκος πνευματικὸς συναρμολογούμενοι διὰ Πνεύματος εἰς ναὸν ἅγιον, εἰς | |
15 | κατοικητήριον αὐτοῦ. Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ πίστεως, θεμέλιοι δὲ προσεχέστεροι, καὶ ἐγγὺς μᾶλλον, ἢ καθ’ ἡμᾶς νοηθεῖεν ἂν ἀπόστολοί τε καὶ εὐαγγελισταὶ, γεγονότες μὲν αὐτόπται καὶ ὑπ‐ ηρέται τοῦ λόγου, γενόμενοι δὲ καὶ εἰς ἑδραίωμα | |
20 | πίστεως. Ταῖς γὰρ αὐτῶν παραδόσεσιν ἕπεσθαι δεῖν ἐγνωκότες, εὐθῆ καὶ ἀδιάστροφον τῷ Χριστῷ τὴν πίστιν τηρήσομεν. Εἵρηται γάρ που παρ’ αὐτοῦ πρὸς τὸν θεσπέσιον Πέτρον (ὅτε σοφῶς καὶ ἀνεπιπλήκτως τὴν εἰς αὐτὸν πίστιν ὁμολογῶν ἔφασκεν· Σὺ εἶ | |
25 | Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος)· «Σὺ εἶ Πέτρος. καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ θεμελιώσω μου τὴν Ἐκκλη‐ σίαν,» πέτραν, οἶμαι, λέγων τὸ ἀκράδαντον εἰς πίστιν τοῦ μαθητοῦ. Εἴρηται δέ που καὶ διὰ τῆς τοῦ Ψάλ‐ λοντος φωνῆς· «Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς | |
30 | ἁγίοις.» Ὄρεσι δὲ παρεικαστέον ἁγίοις εὖ μάλα τοὺς ἁγίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς, ὧν ἡ γνῶσις τοῖς μετ’ αὐτοὺς θεμελίου δίκην ἐρήρεισται, μεταπί‐ πτειν οὐκ ἐῶσα πρὸς τὸ ἀδόκιμον εἰς πίστιν τοὺς δι’ αὐτῶν σεσαγηνευμένους. Σαλπίζουσι τοίνυν τὰ θεμέ‐ | |
35 | λια τῆς γῆς· πλὴν ὅρα τὴν ἐπιτήρησιν. Ἰσχνόφωνος γὰρ καὶ βραδύγλωσσος ἦν ὁ Μωϋσῆς. Οὐ γὰρ ἦν ὁ νόμος ἐξάκουστος, πλὴν ὅτι τοῖς κατὰ μόνην τὴν Ἰου‐ δαίαν. Σαλπίσατέ γε μὴν, οἱ τὰ Χριστοῦ πρεσβεύον‐ τες. «Ἐξῆλθε γὰρ εἰς πᾶσαν τὴν γῆν ὁ φθόγγος αὐτῶν, | |
40 | καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.» Βοᾷν δὲ τοῖς ὄρεσιν εὐφροσύνην προστέταχε· τὰ δὲ θεμέλια τῆς γῆς, ὄρη πάλιν ἐν τούτοις εἰπών· ἀπό‐ βλεπτοι γὰρ καὶ διαφανεῖς οἱ θεσπέσιοι μαθηταὶ, ἔργῳ τε καὶ λόγῳ διαπρεπεῖς, καὶ τοῖς ἁπανταχοῦ | |
45 | γνωριμώτατοι, οἷς καὶ προφητικὸς ἐπεφώνησε λόγος· «Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύϊ σου, ὁ εὐαγγελιζόμενος Ἱερουσα‐ λήμ.» Ταυτὶ δὴ οὖν ἄρα τὰ ὄρη τὰ νοητὰ βοῆσαι προστέταχεν εὐφροσύνην. Ἔνεστι δὲ κἀντεῦθεν ἰδεῖν | |
70.940(50) | τήν τε τοῦ νόμου δύναμιν, καὶ τῶν εὐαγγελικῶν κη‐ ρυγμάτων τὴν ἐπὶ τὸ κρεῖττον διαφοράν. Ὁ μὲν γὰρ νόμος κολάσεις ἀπειλῶν τοῖς παραβαίνουσι, καὶ δίκαις ἀφύκτοις ἐνιεὶς τοὺς ἁλισκομένους, οὐκ εὐφροσύνην ἐβόα μᾶλλον, ἀλλὰ κατήφειαν· οἱ δέ γε τῶν εὐαγγε‐ | |
55 | λικῶν θεσπισμάτων ἱερουργοὶ, καὶ τῶν παρὰ Χριστοῦ χαρισμάτων διάκονοι, εὐφροσύνην τῷ κόσμῳ διακη‐ | |
ρύττουσιν. Ὅπου γὰρ ἄφεσις ἁμαρτιῶν, καὶ μὴν καὶ | 939 | |
70.941 | δικαίωσις ἐν πίστει, καὶ ἁγίου Πνεύματος μέθεξις, καὶ υἱοθεσίας λαμπρότης, καὶ οὐρανῶν βασιλεία, καὶ τῶν ὑπὲρ νοῦν ἀγαθῶν ἐλπὶς οὐ κατεψευσμένη, ἐκεῖ που πάντως ἐστὶν εὐφροσύνη καὶ χαρά. Βουνοὺς δὲ | |
5 | καὶ ξύλα τὰ ἐν αὐτοῖς φαμεν εἶναι πάλιν τοὺς τῶν ὀρῶν ἡττωμένους, καὶ βραχύ πως ὑποκαθημένους, κατά γε τὸ τῆς ἐνούσης αὐτοῖς εὐζωΐας μέτρον, ὑπερ‐ ανεστηκότων δηλονότι τῶν ἁγίων ἀποστόλων, καὶ εὐαγγελιστῶν. Οὐκοῦν βουνοὶ μὲν ἂν εἶεν οἱ βραχύ | |
10 | πως τῆς ἐκείνων εὐκλείας ὑφιζηκότες, καὶ τοῦ με‐ γέθους τῆς ἀρετῆς ἡττώμενοι, πλὴν ἀνέχοντες καὶ αὐτοὶ, καὶ ἐπιγείων ὄντες ἐπέκεινα πραγμάτων, καὶ φρονοῦντες τὰ ἄνω, καὶ τὸ ὑψοῦ νοεῖσθαι κατ’ ἀρετὴν κεκληρωμένοι. Ξύλα δὲ τὰ ἐν αὐτοῖς, τὰ ὑπ’ αὐτῶν | |
15 | τεθραμμένα, νοηθεῖεν ἂν οἱ δι’ αὐτῶν πιστεύσαντες, καὶ οἷον εἰς ἄνδρα τέλειον ἀναβεβηκότες, καὶ εἰς μέ‐ τρον ἡλικίας διελάσαντες τοῦ πληρώματος τοῦ Χρι‐ στοῦ. Εἶεν δ’ ἂν οὗτοι καὶ διδάσκαλοι λαῶν, καὶ ποιμνίων καθηγηταὶ, ταῖς παρὰ σφῶν αὐτῶν νοηταῖς | |
20 | εὐκαρπίαις τοὺς προσιόντας αὐτοῖς ἀνακτώμενοι. Οὐκοῦν τὴν ἐν Χριστῷ νοουμένην εὐφροσύνην συγ‐ κεκράγασι τοῖς θεμελίοις τῆς γῆς, βουνοὶ καὶ ξύλα τὰ ἐν αὐτοῖς, χαίρουσι δὲ ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακὼβ, καὶ Ἰσραὴλ δοξασθήσεται. Οὐ γὰρ ἐλυτρώθη | |
25 | μόνον τοὺς τῆς ἁμαρτίας ἀποτριψάμενος μολυσμοὺς, καὶ πυρὸς καὶ δίκης ἐξῃρημένος, ἀλλὰ γὰρ καὶ ἐδοξάσθη Θεοῦ γεγονὼς οἰκεῖος, καὶ υἱὸς αὐτοῦ χρημα‐ τίσας, καὶ ἀδελφότητα λαχὼν τὴν πρός γε τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Υἱὸν, τοῦτ’ ἔστι, Χριστόν. Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας· Ἐγὼ Κύριος ὁ συντελῶν | |
30 | πάντα. Ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστε‐ ρέωσα τὴν γῆν. Τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων, καὶ μαντείας ἀπὸ καρδίας; ἀπο‐ στρέφων φρονίμους εἰς τὰ ὀπίσω, καὶ τὴν βουλὴν αὐτῶν μωραίνων, καὶ ἱστῶν ῥήματα παιδὸς αὐ‐ | |
35 | τοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀλη‐ θεύων. Οἰκονομικώτατα λίαν ὁ τῶν ὅλων Θεὸς κἀν τούτοις ἡμῖν διαλέγεται, καὶ πειρᾶται πληροφορεῖν τοὺς οἵ γε πεπαρῳνήκασιν εἰς τὴν δόξαν αὐτοῦ, μεθιστάντες | |
40 | αὐτὴν εἰς ἑτέρους, δῆλον δὲ ὅτι τοὺς οὐκ ὄντας θεοὺς, ὡς ἔστιν αὐτὸς γενεσιουργὸς τῶν ὅλων, καὶ ταμίας, κτίστης τε καὶ ποιητὴς καὶ αὐτῶν τῶν παιδευομένων. Ἐπειδὴ δὲ περὶ πραγμάτων πλείστων τε ὅσων καὶ θαυμαστῶν ἐποιεῖτο τὰς ὑποσχέσεις, ἃς δὴ καὶ ἦν | |
45 | εἰκὸς ἀπιστεῖσθαι πρός τινων, χρησίμως, ὡς ἔφην, τὴν ἰδίαν αὐτοῖς προαναφαίνει δύναμιν καὶ ὑπεροχὴν, ὡς ἂν εἰδεῖεν, ὅτι πάντη τε καὶ πάντως, ὅπερ ἂν ἕλοιτο κατορθοῦν, τοῦτο δραμεῖται πρὸς πέρας. Πρὸς τί γὰρ ἀνικάνως ἔχοι, ἢ πῶς οὐκ ἂν δύναιτο λυτροῦσθαί τινας | |
70.941(50) | ὁ ἐκ κοιλίας πλάσας, τοῦτ’ ἔστιν, ὁ καὶ εἰς αὐτὸ τὸ εἶναι καλέσας, καὶ εἰς ὕπαρξιν ἐνεγκὼν τοὺς οὐκ ὅντας ποτὲ, ὁ συντελῶν τὰ πάντα, τοῦτ’ ἔστιν, ὁ τα‐ μίας τῶν ὅλων, ἕκαστά τε διοικῶν τε καὶ διιθύνων κατὰ τὸ αὐτῷ δοκοῦν; Τοῦτο δὲ πάντως εὖ ἔχει. Οὐ | |
55 | γὰρ ἂν ἁμάρτῃ Θεὸς τοῦ τῇ ἰδίᾳ δόξῃ πρεπωδεστάτου. Ἢ πῶς οὐκ ἂν εἴη πανσθενὴς, καὶ παντὸς ἐπέκεινα, καὶ νοῦ, καὶ λόγου, ὁ τὸν παμμεγέθη τοῦτον τανύσας | |
οὐρανὸν, καὶ στερεώσας τὴν γῆν; ὡς καὶ ὁ Ψάλλων | 941 | |
70.944 | φησίν· «Ἐθεμελίωσε τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς.» Ὁ δὲ εἰς τοῦτο δυνάμεως ἀναβεβηκὼς, μᾶλ‐ λον δὲ ἡ πᾶσα δύναμις, πάντως που καὶ οἴσει πρὸς πέρας ἅπερ ἂν ἐθέλοιτο δρᾷν, ἀπείργοντος οὐδενός. | |
5 | Μόνος δέ φησιν ἐκτεῖναι τὸν οὐρανὸν, οὐκ ἔξω τι‐ θεὶς τὸν ἐκ τῆς οὐσίας αὐτοῦ Θεὸν Λόγον μονογενῆ, τὸν δι’ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα· ἀλλ’ ὅτι τῶν ψευδωνύμων θεῶν παντελῶς οὐδεὶς συνειργάσατό τι τῷ ἐπὶ πάντας Θεῷ. Οἱ γὰρ οὐκ ὄντες ὅλως, πῶς ἂν | |
10 | εἰσδεχθεῖεν ὡς ἐργάται, ἢ μᾶλλον εἰπεῖν ὡς συνεργά‐ ται δημιουργοῦντος Θεοῦ; Οὐκοῦν οὐ πρός γε τὸν φύσει καὶ ἐξ αὐτοῦ γεννηθέντα Υἱόν φαμεν ἐν τούτοις γενέσθαι τὴν ἀντιδιαστολὴν, ἀλλ’ ὅτι μὴ ἑτέρου μᾶλ‐ λον Θεοῦ γέγονεν ἐναποτέλεσμα τὸ τανυσθῆναι τὸν | |
15 | οὐρανὸν, ἤγουν ἀκραδάντους ἕδρας ἐσχηκέναι τὴν γῆν. Καταδείξας τοίνυν ἑαυτοῦ διὰ τούτων τὴν δόξαν, καὶ τὴν ἀπαράβλητον ὑπεροχὴν, καὶ τὸ τῆς δυνάμεως μέγεθος, τίνων ἔσται κατὰ καιροὺς ἀποτελεστὴς, ἐν τοῖς ἐφεξῆς διαδείκνυσί τε καὶ ἀφηγεῖται σαφῶς. Τίς | |
20 | γὰρ ἕτερος, φησὶ, διασκεδάσει σημεῖα ἐγγαστριμύθων, καὶ μαντείας ἀπὸ καρδίας; Οὔπω γὰρ ἡμῖν ἐπιλάμ‐ ψαντος ἐξ οὐρανῶν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τῆς τοῦ διαβόλου τυραννίδος ἡ πλεονεξία κατὰ πάντων ἐξετείνετο, καὶ βαθὺς ἅπαντας τοὺς ἐπὶ τῆς γῆς | |
25 | κατεβόσκετο σκότος. Ἦσαν γὰρ, ἦσαν κατά τε χώραν καὶ πόλιν, βωμοὶ καὶ τεμένη, καὶ ἀγαλμάτων ἐσμὸς, καὶ ψευδωνύμων θεῶν οὐκ ἀριθμουμένη πληθὺς, γοη‐ τεῖαί τε καὶ ψευδομαντεῖαι πανταχοῦ, καὶ δαιμονίων φενακισμοὶ, πλαττομένων μὲν εἰδέναι τε καὶ προαγ‐ | |
30 | γέλλειν δύνασθαι τὰ ἐσόμενα, λεγόντων γε μὴν ἢ εἰδό‐ των παντελῶς οὐδέν. Ἐπειδὴ δὲ τὸ φῶς τὸ ἀληθινὸν, τοῦτ’ ἔστιν, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τοῖς εὐαγ‐ γελικοῖς θεσπίσμασιν ὅλην περιήστραψε τὴν ὑπ’ οὐρανὸν, ἀπελήλαται μὲν ἡ τῆς ἁμαρτίας ἀχλὺς, καὶ | |
35 | ὁ βαθὺς ἐκεῖνος πέπαυται σκότος, κέκληνται δὲ πρὸς ἐπίγνωσιν ἀληθείας οἱ πεπλανημένοι· τότε δὴ τότε διεσκεδάσθησαν τὰ σημεῖα τῶν ἐγγαστριμύθων. Ἐγγαστριμύθους δέ φησι τοὺς ψευδομάντεις, ἤτοι πυθωνικοὺς, τοὺς ἀπό γε τῆς σφῶν αὐτῶν καρδίας | |
40 | ἀνερευγομένους τὸ δοκοῦν, καὶ τῶν ἀληθῶν εἰδότας οὐδέν. Περὶ τῶν τοιούτων καὶ ὁ προφήτης Ἰεζεχιήλ φησιν· «Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐ‐ τῶν, καὶ τὸ καθ’ ὅλου μὴ βλέπουσι.» Διεσκεδάσθη τοιγαροῦν τῶν τοιούτων τὰ ἐκ τῆς ψευδομαντείας δι‐ | |
45 | δόμενά τισι σημεῖα, ἤτοι προαναῤῥήσεις. Ἤργησαν γὰρ τὰ Ἑλληνικὰ χρηστήρια πανταχοῦ, καὶ σεσιγή‐ κασιν οἱ ψευδοεπεῖν εἰωθότες τῶν παρ’ Ἕλλησι θεῶν· ἀπεστράφησαν δὲ καὶ φρόνιμοι εἰς τὰ ὀπίσω, καὶ ἐμωράνθησαν αἱ βουλαὶ αὐτῶν. Ἔοικε δὲ φρονίμους ἐν | |
70.944(50) | τούτοις, ἢ τοὺς παρ’ Ἕλλησι μάγους ἀποκαλεῖν· ὠνομάζοντο γὰρ παρ’ ἐκείνοις σοφοί· ἢ τάχα που καὶ τοὺς ἐν δόξῃ σοφῶν παρ’ αὐτοῖς γεγονότας, καὶ πικροὺς εἰς σύνεσιν, καὶ λόγων ἔχοντας δείνωσιν, καὶ ἀρίστους εἰς εὐγλωττίαν, καὶ οὐκ ἔχοντας ἀνικάνως εἴς γε τὸ | |
55 | δύνασθαι ταῖς παρὰ σφῶν εὐεπείαις κατακαλλῦναι τὸ ψεῦδος. Τοὺς τοιούτους ἀπεστράφθαι φαμὲν εἰς τὰ | |
ὀπίσω· λοιπὸν ἀχρήστου καὶ ἀνωφελοῦς ἀποδεδειγμέ‐ | 943 | |
70.945 | νης τῆς ἐν αὐτοῖς σοφίας, ἢ ψυχική τέ ἐστι καὶ ἐπί‐ γειος δαιμωνιώδης. Μεμωράνθαι δέ φησι τὴν σοφίαν τοῦ κόσμου, παρὰ Θεοῦ δηλονότι, καὶ ὁ πάνσοφος Παῦ‐ λος. Ἀποστραφέντων δὲ, φησὶ, τῶν φρονίμων, καὶ | |
5 | πάσης αὐτῶν βουλῆς ἀσυνέτου τε καὶ ἀνοήτου παντε‐ λῶς ἀποδεδειγμένης, ἔστησεν ὁ Θεὸς καὶ Πατὴρ τὰ ῥήματα τοῦ ἑαυτοῦ Παιδὸς, τοῦτ’ ἔστι, τὸ εὐαγγελικὸν καὶ σωτήριον θέσπισμα, ὅπερ ἡμῖν αὐτὸς ἐλάλησεν ὁ Χριστός. Ἀπέδειξε δὲ καὶ ἀληθῆ τὴν βουλὴν τῶν ἀγ‐ | |
10 | γέλων αὐτοῦ. Ἄγγελοι γὰρ νοηθεῖεν ἂν οἱ τὰ Χριστοῦ πρεσβεύοντες, καὶ τῷ κόσμῳ διακηρύττοντες. Βουλὴ δὲ ἦν αὐτοῖς ἀγαθὴ, καὶ παραίνεσις τοῖς ἁπανταχοῦ τὸ τῶν ἀρχαίων μὲν αἰτιαμάτων ἀποφοιτᾷν, ἀναῤῥών‐ νυσθαι δὲ πρὸς ἀγαθουργίας, καὶ τῶν ἀμεινόνων ἀντ‐ | |
15 | έχεσθαι, καὶ Θεὸν εἰδέναι τὸν φύσει καὶ ἀληθῶς, καὶ τοῖς αὐτοῦ νόμοις ὑπενεγκεῖν τὸν αὐχένα, τρέχειν δὲ οὕτω πρὸς σωτηρίαν καὶ ζωήν. Οὐκοῦν μεστοὶ μὲν ἁπάσης ἀληθείας εἰσὶν οἱ παρ’ αὐτῶν λόγοι· μεμώραν‐ ται δὲ τὰ Ἑλλήνων, τὸ τῆς ἀληθείας οὐκ ἔχοντες κάλ‐ | |
20 | λος· πάντα γὰρ παρ’ ἐκείνοις ψευδῆ, καὶ προφητεία, καὶ σύνεσις, καὶ τῶν ἐν δοκήσει θεῶν, ἡ καὶ αὐτοῖς τοῖς πλανωμένοις ἀγνοουμένη πληθύς. Ὁ λέγων Ἱερουσαλήμ· Κατοικηθήσῃ, καὶ ταῖς πόλεσι τοῦ Ἰούδα· Οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρη‐ | |
25 | μα αὐτῆς ἀνατελεῖ. Ἕψεται καὶ οὕτω τὸ, Ἐγώ εἰμι, τοῦτ’ ἔστιν, Ἰε‐ ρουσαλὴμ, ὁ λυτρούμενός σε, ὁ συντελῶν πάντα, καὶ ἐκτείνας τὸν οὐρανόν. Εἰμὶ τοιγαροῦν, φησὶν, ὁ λέγων Ἱερουσαλήμ· Κατοικηθήσῃ. Εἷλον μὲν γὰρ αὐτὴν | |
30 | κατὰ κράτος οἱ Βαβυλώνιοι, τὴν τῶν Ἰουδαίων ὅλην καταδῃώσαντες χώραν. Ἀλλ’ ἐκλελύτρωνται παρὰ Θεοῦ, καὶ τὸν τῆς αἰχμαλωσίας ἀπεδύσαντο ζυγὸν, ἀφέντος τοῦτο δρᾷν τοῦ τὴν Βαβυλῶνα κατεμπρή‐ σαντος, Κύρου φημὶ τοῦ Καμβύσου· καὶ δὴ καὶ | |
35 | ὑπονοστήσαντες εἰς τὴν Ἰουδαίαν, τάς τε πόλεις ἀνεδείμαντο καὶ τὸν νεὼν, καὶ κατῳκήκασιν ἐν εἰ‐ ρήνῃ. Εὐφυέστατα τοίνυν ὁ προφητικὸς ἡμῖν λόγος οἰκοδομηθήσεσθαι λέγων τὴν Ἱερουσαλὴμ, δίδωσιν ἐννοεῖν τοῖς ἀκροωμένοις, ὡς ἁλώσεται κατὰ καιροὺς, | |
40 | καὶ καταστραφήσεται. Καὶ οὐκ ἀπό γε τῶν μοχθηρῶν ποιεῖται τὴν προαγόρευσιν τῶν συμβησομένων αὐ‐ τοῖς, ἀπ’ ἐκείνων δὲ μᾶλλον ἐφ’ οἷς ἦν εἰκὸς ἡσθῆ‐ ναι λίαν· μετὰ τοῦ καὶ εἰς ἐννοίας, ὡς ἔφην, ἐλθεῖν τῶν σκυθρωποτέρων. Οὐκοῦν Θεοῦ προστάττοντος | |
45 | οἰκοδομηθήσεσθαι τὴν Ἱερουσαλὴμ, ἁλοῦσάν που πάν‐ τως πρότερον ὁ τῆς προφητείας κατασημαίνει λόγος. Εἰ δὲ δή τις βούλοιτο καὶ βαθυτέροις ἔτι θεωρήμασιν ἐμβάλλειν, φαμὲν ὅτι τὴν ἀληθεστέραν Ἰουδαίαν, δῆλον δὲ ὅτι τὴν Ἐκκλησίαν, ἧς ἂν ἔνοικοι καὶ πο‐ | |
70.945(50) | λῖται νοηθεῖεν ἂν οἱ τὴν ἐν πνεύματι φοροῦντες περιτομήν. Ἔρημον οὖσάν ποτε πολυανδροῦσαν ἔδειξεν ὁ τοῦτο γενέσθαι προστεταχὼς, δῆλον δὲ ὅτι Θεὸς ἐν Χριστῷ, ἀνέτειλε δὲ τὰ ἔρημα αὐτῆς. Ξύλοις γὰρ νοητοῖς εὑρέθη κατάκομος, καὶ οἷον εὐδενδρο‐ | |
55 | τάτη, καὶ ὑψηλὰς ἁγίων ἔχουσα κεφαλάς. Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ φυτοῖς καὶ ξύλοις ἀφομοιοῦν | |
ἔσθ’ ὅτε τὸν τῶν ἁγίων χορόν. Ἔφη γοῦν ὁ τῶν | 945 | |
70.948 | ὅλων Θεὸς διὰ φωνῆς ἁγίων, ὅτι «Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισ‐ σον, καὶ λεύκην.» Εἴρηται δὲ καὶ διὰ τῆς τοῦ Ψάλ‐ λοντος φωνῆς περὶ τῶν ἁγίων πρὸς Θεὸν, ποτὲ μὲν, | |
5 | ὅτι «Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας·» ποτὲ δὲ πάλιν· «Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ, ἀπὸ προσ‐ ώπου Κυρίου, ὅτι ἔρχεται κρῖναι τὴν γῆν. Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀλη‐ | |
10 | θείᾳ αὐτοῦ.» Καὶ οὔτι πού φαμεν ὡς τῶν ἀναισθήτων ξύλων τὸ χαίρειν ἐστὶ, πρέποι δ’ ἂν μᾶλλον ἁγίοις τὸ χρῆμα, οὓς δὴ καὶ ἡσθῆναί φησιν ἐπιλάμψαντος τῷ κόσμῳ Χριστοῦ. Ἔκρινε γὰρ οὕτω τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, δικαιώσας μὲν ἐν πίστει τοὺς πεπλανημένους ποτὲ, καταδικάσας δὲ τὸν ὄλεθρον τοῦ Σατανᾶ | |
15 | καὶ τῶν ἀγγέλων αὐτοῦ. Ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ. Ὁ λέγων Κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσει. Ὁ λέγων Ἱερουσαλήμ· Οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν | |
20 | ἅγιόν μου θεμελιώσω. Ἀπεκομίσθη μὲν αἰχμάλωτος ὁ Ἰσραὴλ, ὡς ἔφην, κατὰ καιρούς· εἷλον γὰρ τὴν Ἰουδαίων χώραν οἱ Βαβυλώνιοι. Ἐπειδὴ δὲ τοῖς ἁλοῦσιν ἑβδομηκοστὸν ἤδη ἔτος τετέλεστο, καὶ ἐνειστήκει λοιπὸν ὁ καιρὸς | |
25 | τῆς ἐν αὐτοῖς ἡμερότητος, δῆλον δὲ ὅτι τῆς παρὰ Θεοῦ, κατεξανέστησε τῶν Χαλδαίων, Περσῶν τε καὶ Μήδων διέποντα τὴν ἀρχὴν τὸν Καμβύσου Κῦρον, ὃς εἷλεν αὐτοὺς, ἀνῆκέ τε τοὺς Ἰουδαίους, μεμαθηκὼς ὅτι Θεὸς ᾧ λελατρεύκασι προηγόρευσε περὶ αὐτοῦ, | |
30 | ὡς ταῖς παρ’ αὐτοῦ νευρούμενος ἐπικουρίαις, καὶ ἀμείνων ἔσται τῶν ἐχθρῶν, καὶ δυσάντητος κομιδῆ τοῖς ἐθέλουσιν ἀντανίστασθαι, καὶ ὅτι τὸν θεῖον αὐτὸς ἀναστήσει ναόν. Ὅτι τοίνυν ἔμελλεν ἐρημωθήσεσθαι παντελῶς, καίτοι πολυανδροῦσα λίαν, ἡ Βαβυλωνίων, | |
35 | κατασημαίνει λέγων· Ἐγώ εἰμι ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ. Ἄβυσσον γὰρ ἐν τούτοις τὴν ἀριθμοῦ κρείττονα τῶν Βαβυλωνίων ὠνόμαζε πληθύν· ποτα‐ μοὺς δὲ αὐτῆς τὰ εἰς αὐτὴν ἐπιῤῥέοντα τῶν ἐθνῶν, ᾗ περίοικά τε ἦν, καὶ τὰς ὁμόρους ἔχοντα χώρας | |
40 | ἐκέκληντο παρ’ αὐτῶν εἰς ἐπικουρίαν. Ἔθος δὲ πάλιν τῇ θείᾳ Γραφῇ, ποταμοῖς καὶ θαλάσσαις, καὶ ὕδασι παρεικάζειν ἀεί πως τὰ πολλὰ τῶν ἐθνῶν. Ἔφη γοῦν ὁ θεσπέσιος Μελῳδὸς περί τε τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ τῆς τῶν ἐθνῶν πληθύος, ἢ | |
45 | ταῖς αὐτοῦ σεσαγήνευται φωναῖς· «Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε Κύ‐ ριος.» Ἡ γάρ τοι φωνὴ τοῦ Κυρίου, τοῦτ’ ἔστι, τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα κατὰ πάντων ἠνέχθη τῶν ἐθνῶν, ὅτε μονονουχὶ κατεβρόντησεν αὐ‐ | |
70.948(50) | τῶν. Περιεκτύπησε γὰρ ὡς παρὰ πᾶσαν τὴν ὑπ’ οὐ‐ ρανὸν, τὸ ἱερὸν καὶ σωτήριον κήρυγμα. Γέγραπται δὲ πάλιν· «Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.» Ποταμοὺς γὰρ ἐν τούτοις ὠνομάσθαι φαμὲν τοὺς ἁγίους ἀποστόλους, ὧν αἱ φωναὶ, τοῦτ’ ἔστιν, αἱ | |
55 | διδασκαλίαι γεγόνασι γνώριμοι τοῖς ἀπανταχοῦ. Εἴ‐ ρηται δέ που καὶ περὶ αὐτῆς τῆς Βαβυλῶνος, καὶ | |
Νινευὶ, ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς. Ἦν | 947 | |
70.949 | οὖν ἄρα ὁ Θεὸς ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ. Καὶ αὐτὸς ἦν ὁμοίως ὁ λέγων τῷ Κύρῳ φρονεῖν, ἀντὶ τοὺ μετὰ συνέσεως πάντα δρᾷν, καὶ πάντα τὰ αὐτῷ δοκοῦντα πληροῦν. | |
5 | Ταῦτα δὲ ἦν τὸ δίκην ἐκτίσαι τοὺς Βαβυλωνίους ὧν πεπράχασιν ὠμῶς καταδῃοῦντες τὴν Ἰουδαίαν, καὶ τὸν ἱερὸν καὶ θεῖον καταπιμπράντες ναὸν, ἀνεῖσθαί τε πρὸς τούτῳ τὸν Ἰσραὴλ, καὶ ἀναδείμασθαι τὸν οἶκον, ἤγουν θεμελιῶσαι. Τοῦτο γὰρ μᾶλλον εἰπεῖν | |
10 | ἀληθέστερον. Προστέταχε μὲν γὰρ ὁ Κῦρος, καὶ χρη‐ μάτων πόρους προστιθεὶς ἀναστῆναι τὸν νεὼν, καὶ κατεβάλετο μὲν ὑποβάθρας. Ἐπειδὴ δὲ μεταξὺ τὸν ἀνθρώπινον κατέλυσε βίον, κεκώλυται μὲν ἐκ τῆς τινων βασκανίας ἡ τῶν ἔργων ἐπίδοσις παρὰ τοῦ | |
15 | μετ’ αὐτόν. Ἤχθη γε μὴν εἰς πέρας καὶ μετὰ τοῦτο πάλιν, Θεοῦ κατανεύοντος. Ἔχομεν δὲ τῆς ἱστορίας τὸ ἀκριβὲς παρά γε τῇ θεοπνεύστῳ Γραφῇ· καὶ τὸ μα‐ κροὺς ἐν τούτοις τρίβειν ἑλέσθαι λόγους, περιττὸν οἶμαί που. Μὴ δὲ λεγέτωσάν τινες, ὡς ὁ θεῖος δι‐ | |
20 | έψευσται λόγος, ὅτι μὴ πάντα τὰ τῷ Θεῷ δοκοῦντα πεποίηκεν ὁ Κῦρος, ἄνθρωπος ὢν εἰδωλολάτρης. Τέτακται γὰρ τὸ, Πάντα τὰ θελήματά μου ποιήσει, κατ’ ἐκεῖνά που πάντως ἅπερ εἰκὸς βούλεσθαι δηλοῦν Θεὸν, τὸ ἁλῶναί φημι τὴν Βαβυλωνίων, τὸ ἀπαλλαγῆναι δεσμῶν καὶ δουλείας τὸν Ἰσραὴλ, καὶ τὸ | |
25 | ἐγερθῆναι τὸν νεὼν, καὶ τὰς τῆς Ἰουδαίας οἰκοδομηθῆναι πόλεις. Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπρο‐ σθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ | |
30 | συγκλεισθήσονται. Ἐγὼ ἔμπροσθεν αὐτοῦ πο‐ ρεύσομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συν‐ τρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω. Καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, Ἵνα γνῷς ὅτι ἐγὼ Κύριος ὁ | |
35 | Θεὸς ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραήλ. Ἕνεκεν Ἰακὼβ τοῦ παιδός μου, καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε τῷ ὀνόματί μου [Vulg. σου], καὶ προσδέξομαί σε. Σὺ δὲ οὐκ ἔγνως με, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ | |
40 | Θεός. Οὐκ ᾔδεις δέ με. Ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατο‐ λῶν ἡλίου, καὶ οἱ ἀπὸ δυσμῶν, ὅτι οὐκ ἔστι πλὴν ἐμοῦ. Ἐγὼ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔτι. Ἐγὼ ὁ κατασκευάσας φῶς, καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Ἐγὼ Κύριος ὁ Θεὸς ποιῶν πάντα ταῦτα. | |
45 | Ταύτῃ φαμὲν ἐντετυχηκέναι τῇ προφητείᾳ τὸν ἀλκιμώτατον Κῦρον, ἡσθῆναί τε λίαν ἐπὶ τοῖς περὶ αὐτοῦ προηγορευμένοις παρὰ Θεοῦ, καὶ εἰς τοῦτο γνώμης ἐλθεῖν, ὥστε καὶ ἐν ταῖς ὑπὸ χεῖρα πόλεσί τε καὶ χώραις ποιήσασθαι τὴν ἀνάῤῥησιν τῆς τοῦ | |
70.949(50) | Θεοῦ δόξης, ὁμολογοῦντα σαφῶς, ὅτι μόνος αὐτὸς εἴη Θεὸς, καὶ τῶν ὅλων Κύριος, ὁ παρὰ τῶν Ἰουδαίων προσκυνούμενος. Καὶ σαφὴς μὲν λίαν, ὥς γε οἶμαι, τῆς προφητείας ἡ δύναμις, ἤτοι τῶν προφητικῶν προῤ‐ ῥήσεων. Ἕκαστα δὲ τῶν εἰρημένων ἐπιδραμόντες, ὡς | |
55 | ἔνι τὸ δοκοῦν εἶναι φησὶν [ἀφανὲς] ἔσθ’ ὅτε καὶ ἄναντες, σαφὲς καταστήσωμεν. Χριστὸν μὲν γὰρ ὀνομάζει τὸν Κῦρον, καὶ οὐχ ὡς ἕνα τῶν ἁγίων, καθ’ ὧν ἂν κέοιτο τοὔνομα, καταχρηστικῶς δὲ, ὡς ἀπό γε τοῦ κεχρίσθαι, | |
ληφθὲν, ἀλλ’ ὅτι τοὺς καλουμένους εἰς βασιλείας | 949 | |
70.952 | παρὰ Θεοῦ, κἂν εἰ μή τινες εἶεν ἅγιοι καὶ σεπτοὶ, ἐλαίῳ καταχρίειν ἔθος ἦν. Εὑρήσομεν γὰρ τοὺς ἁγίους προφήτας τισὶν εἰρηκότας τῶν εἰς τοῦτο παρενηνεγ‐ μένων, ὅτι «Ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ | |
5 | Ἰσραήλ.» Χριστὸς οὖν ὁ Κῦρος ὡς βασιλεύς· πλὴν ὅτι διὰ Θεοῦ κεκράτηκεν, ἤρθη τε εἰς δόξαν ὑπερφυᾶ, δίδωσιν ἐννοεῖν, χριστὸν ὀνομάσας αὐτὸν, τοῦτ’ ἔστι χρίσει καὶ ψήφῳ τῇ παρ’ αὐτοῦ κεκλημένον εἰς βα‐ σιλείαν. Ταύτῃτοί φησιν, ὅτι κεκράτηκε τῆς δεξιᾶς | |
10 | αὐτοῦ. Ἀντιλήψεως δ’ ἂν σημεῖον γένοιτο καὶ τοῦτο σαφὲς, κατά γε τὸ ὑπὸ τῶν ἁγίων ἐν βίβλῳ Ψαλμῶν εἰρημένον· «Ἐκράτησας τῆς χειρός μου, τῆς δεξιᾶς μου, ἐν τῇ βουλῇ σου ὡδήγησάς με.» Κεκρατηκέναι δέ φησι τῆς δεξιᾶς αὐτοῦ, ὥστε καὶ ἐπακοῦσαι ἔμ‐ | |
15 | προσθεν αὐτοῦ ἔθνη, τοῦτ’ ἔστιν, ὑποταχθῆναι καὶ ὑπείκειν αὐτῷ, διαῤῥαγῆναι δὲ τὴν βασιλέων ἰσχύν. Ἑπτὰ γὰρ εἶναί φασι βασιλέας ὑπὸ τὸν ἕνα καὶ προὔ‐ χοντα παρὰ τοῖς Βαβυλωνίοις. Ὅτι δὲ ἔμελλον ἀνοί‐ γνυσθαι μὲν αὐτομάτως αἱ πόλεις, διακωλύσαι δὲ | |
20 | παντελῶς οὐδὲν κατατρέχοντα τὸν Κῦρον τῆς τῶν πολεμίων ἰσχύος, διαδείκνυσι λέγων· Πόλεις οὐ συγ‐ κλεισθήσονται. Ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, τοῦτ’ ἔστιν, ἅπαντά σοι ψιλὰ, καὶ εὐήλατα γενέσθαι παρασκευάσω, ὡς μηδὲν εἶναι τὸ ἀντιστα‐ | |
25 | τοῦν. Ἀλλὰ κἂν εἴ τις ἐπέλθοι, καὶ οἷον ὄρος ταῖς σαῖς δυνάμεσιν ὑπαντήσειε, καὶ τοῦτο ὁμαλιῶ, τοῦτ’ ἔστιν, οἰκτρὸν ἀποφανῶ, καὶ χαμαιῤῥιφὲς, καὶ ἄναλκες. Θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σι‐ δηροῦς συνθλάσω, καὶ δώσω σοι θησαυροὺς ἀποκρύ‐ | |
30 | φους, ἀοράτους ἀνοίξω σοι. Φασὶ τοὺς Βαβυλωνίους μετὰ τὸ ἁλῶναι τὴν πόλιν, σπηλαίοις ἑαυτοὺς ἐγκατα‐ χῶσαι σκοτεινοῖς, μάλιστα δὲ τοὺς ἐν αὐτοῖς ὄντας περιφανεστέρους τῶν ἄλλων, οἳ δεδιότες τὸν θάνατον, ὄφεων δίκην ἐν παντὶ σπηλαίῳ καὶ σχισμαῖς πετρῶν | |
35 | καταδύντες ἐκρύπτοντο, οὐ μὴν ἰσχῦσαι διαλαθεῖν. Κατεσημαίνοντο γὰρ τούτῳ [ἴς. τοῦτο] τῷ Κύρῳ τινές· ὁ δὲ καὶ δᾷδας ἀναφθῆναι προστέταχε, καὶ ἐκ μυχῶν σκοτεινῶν ἀνορύττεσθαι τοὺς πεφοβημένους, οὕτω τε πικραῖς ὑποθεῖναι δίκαις. Ἕτεροι δέ φασιν | |
40 | ὅτι τοὺς Βαβυλωνίων ἐκένωσε θησαυροὺς ὑπὸ γῆν ὄντας καὶ κεκρυμμένους. Ἔσῃ δὴ γοῦν περιφανὴς οὕτω καὶ ἀοίδιμος, ἵνα γνῷς ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραὴλ, ἕνεκεν Ἰακὼβ τοῦ παιδός μου, καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου. Κέ‐ | |
45 | κληκα γάρ σε πρὸς τοῦτο, φησὶν, ἐγὼ Θεὸς μόνος, καὶ τετίμηκά σε ταῖς οὕτω λαμπραῖς εὐκλείαις, ἵνα εὖ πάθοι παρὰ σοῦ ἐμὸς ὢν οἰκέτης ὁ Ἰσραήλ. Ἐγὼ μὲν κέκληκά σε, φησὶ, καὶ κατεστεφάνωσα ταῖς εὐ‐ κλείαις. Σὺ δὲ οὐκ ἔγνως με ὅτι ἐγώ εἰμι Κύριος, | |
70.952(50) | καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ Θεὸς, καὶ οὐκ ᾔδεις με· ὅμοιον ὡς εἰ λέγοι σαφῶς· Οὐκ ἀντέκτισιν λαμ‐ πρῶν ἀνδραγαθημάτων τῶν ὁρώντων εἰς εὐσέβειαν ἐκομίσω παρ’ ἐμοῦ τὴν τοιαύτην δόξαν· τετίμηκα δέ σε, καίτοι μὴ εἰδότα τὴν ἐμὴν θεότητα καὶ ὑπερ‐ | |
55 | οχὴν, ἀλλ’ οὐδ’ ἐναρίθμιον ὄντα τοῖς προσκυνοῦσί με, ἀλλ’ ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου, καὶ οἱ | |
ἀπὸ δυσμῶν, ὅτι οὐκ ἔστι πλὴν ἐμοῦ. Εἰ γὰρ ἑλοίμην, | 951 | |
70.953 | φησὶν, ἐκρύεσθαι τοὺς ἐμοὺς, καὶ διὰ τῶν οὐκ εἰδό‐ των τὴν δόξαν τὴν ἐμὴν ἀποπερανῶ τὸ χρῆμα, ὑπέρ γε τοῦ σαφῶς εἰδέναι τοὺς ἀνὰ πᾶσαν ὄντας τὴν γῆν, ὅτι Θεὸς οὐκ ἔστι πλὴν ἐμοῦ. Εἰμὶ γὰρ τῶν δυνά‐ | |
5 | μεων Κύριος, καὶ παντὸς ἔθνους, καὶ γένους Δεσπό‐ της· καὶ ὅποιπερ ἂν θελήσαιμι, τὰς τῶν ἐπὶ γῆς ἀποφέρω καρδίας, ὥστε τῶν ἐμῶν θελημάτων ὑπουρ‐ γοὺς ἀναφαίνεσθαι καὶ τοὺς οὐκ ὄντας ἐμούς. Ἐγὼ τοίνυν εἰμὶ Κύριος ὁ Θεὸς, ὁ κατασκευάσας φῶς καὶ | |
10 | ποιήσας σκότος, τοῦτ’ ἔστιν, ἡμέραν τε καὶ νύκτα, ἤγουν φῶς μὲν τοῖς λελυτρωμένοις, σκότος δὲ τοῖς πεπορθημένοις. Οἱ μὲν γὰρ ἔχαιρον, ὡς ἀπαλλαττό‐ μενοι τῶν δεσμῶν, οἱ δὲ ἦσαν ἐν ἀφύκτοις συμφο‐ ραῖς. Ἐγώ εἰμι ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. | |
15 | Ἐκλήψῃ καὶ τοῦτο κατὰ τὴν ἴσην διάνοιαν, ὡς ἔφην, ἀρτίως· Εἰρήνην μὲν τοῖς λελυτρωμένοις, κακὰ δὲ, τοῦτ’ ἔστι, κακωτικὰ, ἤτοι πάσης κακώσεως ἐμποιη‐ τικὰ, τοῖς ὠμοῖς καὶ ἀγρίοις, τοῖς ἐπενηνεγμένοις τῷ Ἰσραήλ. Ὅτι γὰρ λελύπηκε τὸ χρῆμα Θεὸν, σαφὲς | |
20 | ἂν γένοιτο, λέγοντος αὐτοῦ διὰ φωνῆς ἀγγέλου τῷ προφήτῃ Ζαχαρίᾳ· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ’ ὧν μὲν ἐγὼ ὠρ‐ γίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» Καὶ | |
25 | μὴν καὶ ὡς πρὸς αὐτῶν τῶν Βαβυλωνίων· «Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος.» Ὅτι δὲ κατὰ βούλησιν Θεοῦ ταῖς Βαβυ‐ λωνίων ἀλαζονείαις ἐπεπήδησεν ὁ Κῦρος, θρασύς τε καὶ παναλκὴς, καὶ τῇ πρεπούσῃ τοῖς πάσχουσιν | |
30 | ὠμότητι χρώμενος, εἰσόμεθα, λέγοντος αὐτοῦ, διὰ τῆς Ἱερεμίου φωνῆς, ὡς πρός γε τὸν Κῦρον· «Πικρῶς ἐπίβηθι ἐπ’ αὐτὴν, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ ἐκδίκησον μάχαιραν, καὶ ἀφάνισον, λέγει Κύριος, καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι.» | |
35 | Καὶ πρὸς τούτοις ἔτι· «Ἤνοιξε Κύριος τὸν θησαυρὸν αὐτοῦ, καὶ ἐξήνεγκε τὰ σκεύη τῆς ὀργῆς αὐτοῦ, ὅτι ἔργον Κυρίῳ ἐν γῇ Χαλδαίων, ὅτι ἐληλύθασιν οἱ και‐ ροὶ αὐτῆς. Ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐρευνή‐ σατε αὐτὴν ὡς σπήλαιον, καὶ ἐξολοθρεύσατε αὐτήν. | |
40 | Μὴ γενέσθω αὐτῆς κατάλειμμα, ἀναξηράνατε πάντας τοὺς καρποὺς αὐτῆς, καταβήτωσαν εἰς σφαγήν. Οὐαὶ αὐτοῖς, ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν, καὶ καιρὸς ἐκδική‐ σεως αὐτῶν.» Ἔφη δέ που καὶ αὐτὸς ὁ προφήτης Ἡσαΐας, ὡς ἐκ προσώπου τοῦ Θεοῦ πρὸς Βαβυλω‐ νίους· «Ἰδοὺ ἐπεγερῶ ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι. Τοξεύματα νεανίσκων συντρίψουσι, καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδ’ ἐπὶ τοῖς τέκνοις σου | |
45 | φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν,» δηλονότι τῶν Μήδων. Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην· ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα. | |
70.953(50) | Ἔθος καὶ μελέτη πλεισταχοῦ τῇ θεοπνεύστῳ Γραφῇ διεξάγειν τοὺς λόγους ἐκ τῶν καθ’ ἕκαστά τε καὶ ἀνὰ μέρος ἐπί τισι γεγονότων εἰς τὸ καθόλου καὶ ἐπὶ πάντας, καὶ καθάπερ ἐξ ἐνεργοῦς εἰκόνος τῶν ἱστορικῶς πεπραγμένων ἀναβιβάζειν ἀστείως τῶν | |
55 | παιδευομένων τὸν νοῦν εἰς θεωρίας μυστικωτέρας. Ὃ δὴ καὶ ἐπὶ τῶν ἐν χερσὶ στίχων ἔνεστιν ἰδεῖν. | |
Μακρὸς μὲν γὰρ δεδαπάνηται λόγος διὰ τῶν ἀνόπιν | 953 | |
70.956 | περὶ Κύρου, τοῦ Περσῶν τε καὶ Μήδων ἐξάρχοντος, ὡς καταδῃώσαντος μὲν τὴν Βαβυλωνίων, καὶ κατὰ κράτος αὐτὴν ᾑρηκότος, θητείας δὲ τῆς αὐτόσε, καὶ τῶν τῆς αἰχμαλωσίας δεσμῶν ἀνέντος τὸν Ἰσραήλ· | |
5 | θεμελιώσαντος δὲ καὶ τὸν ἐν τοῖς Ἱεροσολύμοις νεὼν, κατεγήγερται δὲ καὶ ὅτι τῆς Χαλδαίων καὶ Θεοῦ καταθήγοντος, καὶ ἀνοιγνύντος αὐτῷ θύρας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνθραύοντος. Ἀλλ’ ἦν τοῦτο διήγημα μερικόν. Ὑπῆρξε γὰρ μόνοις τὸ | |
10 | διευθυμεῖσθαι δεῖν, καὶ τῶν τῆς αἰχμαλωσίας ἀπαλ‐ λάττεσθαι πόνων, τοὺς ἐξ αἵματος Ἰσραήλ. Μεθίστησι δὲ λοιπὸν τῶν ἐννοιῶν τὴν δύναμιν ἐπ’ αὐτὸν ἥδη τὸν Ἐμμανουὴλ, ὃς ἀνεδείχθη παρὰ Θεοῦ καὶ Πα‐ τρὸς, ἵνα κηρύξῃ μὲν αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς | |
15 | ἀνάβλεψιν, ἵνα τοὺς ταῖς τῶν ἰδίων ἁμαρτημάτων σειραῖς ἀφύκτως κατεσφιγμένους ἐξέληται τοῦ κα‐ κοῦ, καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθέρους ἀποφήνας, τοὺς ἐπὶ τῆς γῆς παλινδρομῆσαι παρα‐ σκευάσῃ πρὸς ἑαυτὸν, προσαγάγῃ τε οὕτω δι’ ἑαυτοῦ | |
20 | τῷ Θεῷ καὶ Πατρί. Γέγονε γὰρ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, καὶ δι’ αὐτοῦ τὴν καταλλαγὴν ἐσχήκα‐ μεν ἐν ἑνὶ πνεύματι πρὸς τὸν Πατέρα, καὶ αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφάς· αὐτὸς τὸν θεῖον ἤτοι τὸν ἑαυτοῦ ναὸν ἀνεδείματο. τοῦτ’ ἔστι, | |
25 | τὴν Ἐκκλησίαν. Αὐτὸς γὰρ αὐτὴν ἑαυτῷ παρέστησεν παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπῖλον ἡ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἁγίαν δὲ μᾶλλον, καὶ ἄμωμον. Οὐκοῦν ὡς ἐν εἰκόνι τῷ Κύρῳ καὶ τοῖς παρ’ αὐτοῦ γεγονόσι κατίδοι τις ἂν εὖ μάλα τὰ τοῖς ἀνὰ πᾶσαν τὴν γῆν δεδωρημένα | |
30 | παρὰ Θεοῦ θεοπρεπῆ κατορθώματα. Οὗτος μὲν οὖν τῶν προκειμένων ἡμῖν ὁ σκοπός. Ἕκαστα δὲ κατὰ μέρος τῶν γεγραμμένων ὡς ἔνι διερμηνεύσομεν. Εὐ‐ φραινέσθω τοίνυν, φησὶν, ὁ οὐρανὸς ἄνωθεν, τοῦτ’ ἔστιν, οἱ τὴν ἄνω τρίβοντες πόλιν, καὶ τὸ λαμπρὸν | |
35 | καὶ ἀξιάγαστον ἔχοντες ἐνδιαίτημα, ἄγγελοί τε καὶ ἀρχάγγελοι, καὶ τὰ τούτων ἐπέκεινα, θρόνοι τε καὶ ἐξουσίαι, καὶ δυνάμεις λογικαὶ, καὶ τῶν ἀνωτάτω θώκων οἱ παραστάται. Φαμὲν δὲ ὅτι θυμηδίας πρό‐ φασις καὶ αὐτοῖς δὴ γέγονε τοῖς ἐν οὐρανῷ πατρά‐ | |
40 | σιν, ἡ τῶν πεπλανημένων ἐπὶ τῆς γῆς ἐπιστροφὴ πρὸς τὸν Θεὸν, ἡ διά γέ φημι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἡ τυφλῶν ἀνάβλεψις, καὶ ἁπαξ‐ απλῶς τῶν ἀπολωλότων ἡ σωτηρία. Εἰ γὰρ χαί‐ ρουσιν ἐφ’ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, πῶς ἐνδοιά‐ | |
45 | σαι θέμις, ὡς ἥδονταί τε καὶ κατευφραίνονται σεσω‐ σμένην ὁρῶντες τὴν ὑπ’ οὐρανόν; Οὐκοῦν ἄνωθεν μὲν ὁ οὐρανὸς εὐφραινέσθω, φησὶ, ῥανάτωσαν δὲ καὶ αἱ νεφέλαι δικαιοσύνην. Νεφέλας δὲ εἶναί φαμεν νοη‐ τὰς τὰς ἄνω δυνάμεις, δι’ ὧν αἱ διὰ τοῦ πνεύματος | |
70.956(50) | παρακλήσεις ὑετοῦ καθίενται δίκην, καὶ ταῖς τῶν πιστευόντων καρδίαις ἐνστάζουσι, κατά γε τὸ ἑτέ‐ ρωθί που σαφῶς εἰρημένον ὡς περὶ ἀμπέλου περὶ τῶν ἐξ Ἰσραήλ· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ’ αὐτοὺς ὑετόν· ἤγουν καὶ αὐτοὺς τοὺς | |
55 | ἁγίους μυσταγωγοὺς, καὶ τοὺς ὄντας ἐπὶ τῆς γῆς, ὧν καὶ πρῶτοι καὶ ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι | |
μαθηταὶ, οἳ δὴ ἅπασαν περιφοιτῶντες τὴν γῆν, τὸν | 955 | |
70.957 | θεῖόν τε καὶ ἱερὸν κατεσκέδασαν λόγον, καὶ καθάπερ τινὰ διψάδα καὶ ἄκαρπον γῆν, τοὺς ἁπανταχοῦ κατ‐ ευφραίνοντες, καὶ οἷον κατάρδοντες νοητῶς, πρό‐ φασις αὐτοῖς εὐκαρπίας γεγόνασι τῆς πνευματικῆς. | |
5 | Οὐκοῦν Ἰουδαίοις ἅτε μὲν, ἅτε δὲ καὶ γεγονόσι κυριοκτόνοις, καὶ εἰς αὐτὸν παροινήσασι τὸν τῶν νοητῶν ναμάτων δοτῆρα Χριστὸν, ἐκέλευε Θεὸς ταῖς νεφέλαις τὸ μὴ διδόναι τοὺς ὑετοὺς, τοῖς γε μὴν εἰς αὐτὸν πιστεύουσι καθεῖναι προστάττονται, καὶ κατάρ‐ | |
10 | δειν ἀμφιλαφῶς τὰς τῶν προσιόντων αὐτῷ καρδίας. «Ὑετῶν γε μὴν καθιεμένων, ἀνατειλάτω, φησὶν, ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατει‐ λάτω ἅμα.» Ἦν γὰρ ἀναγκαῖον τῶν νοητῶν νεφελῶν, ὡς ἔφην, τοῖς εἰς δικαιοσύνην μαθήμασιν ἀρδευου‐ | |
15 | σῶν τὴν ὑπ’ οὐρανὸν, καθάπερ ἐκ σπερμάτων ἀγα‐ θῶν, ἀναφῆναί τε καὶ ἀναβλαστῆσαι καρποὺς ἀγα‐ θούς. Ὥσπερ γὰρ κατάρχοντος ἐπὶ τῆς γῆς τοῦ τῆς ἁμαρτίας εὑρετοῦ, καὶ διὰ τῶν ἐν κόσμῳ σοφῶν, μυσαρά τε καὶ βέβηλα πανταχοῦ καθιέντος σπέρματα, | |
20 | οὐδεὶς ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ καρπῶν ἐπιεικείας ἔρημος ἦν ἡ σύμπασα γῆ, οὔπω τῶν τῆς δικαιοσύνης μαθημάτων, ὑετῶν δίκην, καθιεμένων τοῖς ἁπανταχοῦ· λοιπὸν, ἦν ἀκόλουθον τοὺς τῆς εἰς | |
25 | Θεὸν εὐσεβείας εἶναι καρπούς· ἔλεος δὲ εἶναί φαμεν τὴν ἀγάπην, ἥτις ἐστὶ τοῦ νόμου τὸ πλήρωμα, συμ‐ παρομαρτούσης αὐτῇ καὶ δικαιοσύνης, καὶ πάντως που τῆς εὐαγγελικῆς· ἧς καὶ βραβευτὴς καὶ διδάσκα‐ λος αὐτὸς ἡμῖν γέγονεν ὁ Χριστός. Φαίη δ’ ἄν τις, | |
30 | ἔλεος καὶ δικαιοσύνην τὴν ἐκ γῆς ἀνίσχουσαν, ἢ καὶ βλαστήσασαν, αὐτὸν εἶναι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Γέγονε γὰρ ἡμῖν παρὰ Θεοῦ καὶ Πα‐ τρὸς ἔλεος καὶ δικαιοσύνη· εἴπερ ἐστὶν ἀληθὲς ὡς ἠλεήθημεν ἐν αὐτῷ, καὶ δεδικαιώμεθα, τῶν ἀρχαίων | |
35 | αἰτιαμάτων λαβόντες τὴν ἄφεσιν, ἤγουν ὅτι παρ’ αὐ‐ τοῦ δεδέγμεθα τὴν εἰς λῆξιν ἀγαθοῦ παντὸς ἀνακο‐ μίσαι δυναμένην ἡμᾶς δικαιοσύνην, δι’ ἧς καὶ σεσώσμεθα. Εἰ δὲ ἡ γῆ τὴν δικαιοσύνην ἀναφῦναι προστέτακται, χαλεπαινέτω μηδεὶς, ἐννοήσας ὅτι καὶ | |
40 | ὁ Ψαλμῳδός πού φησι περὶ Θεοῦ καὶ Πατρὸς, καὶ αὐτοῦ δὲ τοῦ Ἐμμανουήλ· «Εἰργάσατο δικαιο‐ σύνην ἐν μέσῳ τῆς γῆς.» Οὐ γὰρ ἄνωθεν καὶ ἐξ οὐρανοῦ κατεκόμισεν ἡμῖν τὴν ἑαυτοῦ σάρκα Χρι‐ στὸς, γεγένηται δὲ μᾶλλον κατὰ σάρκα ἐκ γυναικὸς, ἣ καὶ μία γέγονε τῶν ἐπὶ γῆς. Ὅταν οὖν λέγηται | |
45 | γῆς γενέσθαι καρπὸς καὶ βλάστημα, συνήσεις, ὡς ἔφην, ὅτι γέγονε κατὰ σάρκα ἐκ γυναικὸς ληφθείσης εἰς τοῦτο πρὸς ὑπουργίαν, καίτοι μιᾶς οὔσης τῶν ἀπὸ τῆς γῆς. Ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὁ κτίσας σε· ποῖον βελτίονα κατεσκεύασα ὡς πηλὸν κεραμέως; Τὴν αἰτίαν ὥσπερ ἀποδίδωσιν ἐν τούτοις, τοῦ καὶ | |
70.957(50) | Θεὸν ὄντα κατὰ φύσιν Υἱὸν, κενῶσαι μὲν ἑαυτὸν, ἑλέσθαι δὲ καὶ παθεῖν ὑπὲρ ἡμῶν, καὶ τῆς οὕτω με‐ γάλης ἀξιῶσαι φειδοῦς τοὺς ὄντας ἐπὶ τῆς γῆς, ὡς ἀντάλλαγμα τὴν ἰδίαν προέσθαι ψυχήν· μᾶλλον δὲ καὶ ἀνασχέσθαι λαβεῖν τὴν τοῦ δούλου μορφὴν, καὶ | |
55 | τῆς ἀνωτάτω δόξης ἀλλάξασθαι τῆς ἀνθρώπου φύ‐ σεως τὸ μικροπρεπές. Ταύτῃτοι φησὶν, ὅτι Ἐγώ | |
εἰμι, νῦν ἐκληπτέον, ἀντὶ τοῦ, ὑφέστηκα καὶ ζῶ, | 957 | |
70.960 | Θεὸς ὑπάρχων ἀληθινὸς, καὶ τῶν δυνάμεων Κύριος, καὶ παρενεγκὼν εἰς τὸ εἶναι τὰ πάντα, καὶ θάνατον οὐ ποιήσας, κτίσας δὲ μᾶλλον ἐπὶ ἀφθαρσίᾳ τὰ πάντα. Εἶτα τιμῶν τὴν ἀνθρώπου φύσιν, καὶ ὅτι | |
5 | τῶν ἐπὶ γῆς ἁπάντων ζώων ἰσοστατήσειεν ἂν αὐτῇ παντελῶς οὐδὲν, Ποῖον, φησὶ, βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως; πεπλάσμεθα γὰρ παρ’ αὐτοῦ χοῦν λαβόντος ἀπὸ τῆς γῆς, καὶ κεραμέως δίκην εὖ μάλα διαμορφώσαντος. Ἀλλ’ οὐ μέχρι τούτων τῆς | |
10 | ἀνθρώπου φύσεως τὸ ἀξίωμα, ἀλλά τι καὶ μεῖζον ἐν ἡμῖν ξένιόν τε καὶ δῶρον εὐτεχνίας Θεοῦ. Πεποιή‐ μεθα γὰρ κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ, καὶ τῆς αὐτοῦ δόξης τὸν χαρακτῆρα πεπλουτήκαμεν νοητῶς ἐναστράπτοντα ταῖς ἡμετέραις ψυχαῖς, εἰ καί ἐσμεν | |
15 | κατὰ σάρκα γῆ καὶ ἐκ γῆς. Οὐκοῦν οὐκ εὐκαταφρό‐ νητον, μᾶλλον δὲ καὶ ἀξιάγαστον ἐπὶ γῆς ζῶον ὁ ἄνθρωπος· οὕτω τε Θεὸς ἐπ’ αὐτῷ σεμνύνεται. Καὶ γοῦν ἔφη πρὸς τὸν τληπαθέστατον Ἰὼβ, τὰς ἑαυτοῦ μεγαλουργίας ἐναργεῖς καθιστάς· «Ἦ συλλαβὼν | |
20 | γῆς πηλὸν, ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸ ἔθου ἐπὶ τῆς γῆς;» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβίδ· «Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;» Εἶτα τῆς ἀνθρώπου φύσεως τὸ περιφανὲς ἐξηγεῖται λέγων· | |
25 | «Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑπο‐ κάτω τῶν ποδῶν αὐτοῦ.» Ἐφήρμωσε μὲν γὰρ τῷ Χριστῷ τῶν προκειμένων στίχων τινὰς ὁ πάνσοφος | |
30 | Παῦλος. Λέγοιτο δ’ ἂν οὐκ ἀπεοικότως καὶ ἐπὶ παντὸς ἀνθρώπου τοῦ καθ’ ἡμᾶς· ἐψευσμένον γὰρ ἐν αὐτοῖς οὐδέν. Μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ· Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ, οὐδὲ ἔχεις χεῖρας; Ὁ λέγων τῷ | |
35 | πατρί· Τί γεννήσεις; καὶ τῇ μητρί· Τί ὠδινήσεις; Βαθὺς μὲν ὁ λόγος, καὶ ἀσαφείᾳ πολλῇ κατεσκια‐ σμένος, εἴσῃ δ’ ὅμως εὐθὺ τοῦ χρησίμου, καὶ ἀλη‐ θοῦς· χρῆναι δὲ οἶμαι προαναπτύξαι βραχὺ τῶν νοη‐ μάτων τὸν σκοπόν. Ἔσται γὰρ οὕτως εὐαφής τε καὶ | |
40 | εὐπαράδεκτος τοῖς ἀκροωμένοις. Οὐκοῦν ὁ τῶν ὅλων Θεὸς ἐλυτρώσατο μὲν ἐξ Αἰγύπτου τὸν Ἰσραὴλ, ἐξεί‐ λετο δὲ καὶ τῆς πολυθέου πλάνης, καὶ τῆς τῶν δαι‐ μονίων ἀπάτης, νόμῳ τῷ διὰ Μωσέως ἀνακομίσας αὐτὸν εἰς τὴν τῆς ἀληθοῦς θεογνωσίας αὐγήν. Ἑνὶ | |
45 | γὰρ λατρεύειν ἐδίδαξε Θεῷ, καὶ Κύριον ἕνα προσκυ‐ νεῖν· εἶτα διὰ τύπων καὶ σκιᾶς ἀναβιβάζειν ἤθελεν ἐπὶ τὰ ἔτι μείζω, καὶ τελεώτερα, τοῦτ’ ἔστι, τὰ ἐν Χριστῷ. Παιδαγωγὸς γὰρ ὁ νόμος ἦν, ἔκειτο δὲ καὶ μέχρι καιροῦ διορθώσεως· ἦν δὲ οὗτος ὁ τῆς τοῦ Σω‐ | |
70.960(50) | τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημίας, ὅτε τῶν νομικῶν ἐνταλμάτων ἀποστήσας τὴν σκιὰν, καὶ τοὺς ἐν γράμμασι τύπους τῆς ἐν πνεύματι καὶ ἀληθοῦς λατρείας τὸ κάλλος εἰσκεκόμικε τοῖς ἐπὶ τῆς γῆς, γυμνῶς τε καὶ ἀπημφιεσμένως. Ἀλλ’ ἐπ’ αὐτῷ δὴ | |
55 | οὖν τούτῳ δεδυσφορήκασιν Ἰουδαῖοι, καὶ τοῖς τύποις ἔτι συναγορεύοντες ἀντεπράττοντο τῷ Χριστῷ, καὶ | |
τῶν Μωσαϊκῶν θεσπισμάτων τὴν λύσιν ἐνεκάλουν | 959 | |
70.961 | αὐτῷ, ποτὲ μὲν λέγοντες· «Εἰ ἦν οὗτος παρὰ Θεοῦ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον·» ποτὲ δὲ καὶ τοῖς ἔτι χείροσι κατασφενδονῶντες λόγοις. Οὐκοῦν ἐπειδήπερ ἀπαράδεκτον ἐποιοῦντο τῶν εὐαγγελικῶν | |
5 | κηρυγμάτων τὴν ὄνησιν ἀναβιβάζουσαν αὐτοὺς εἰς πνευματικὴν εὐκαρπίαν ἐκ τῆς ἀνονήτου σκιᾶς, ταύ‐ τῃτοί φησι· Μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; Ὦ ἀνόητοι, φησίν· ἀνατέμνει μὲν γὰρ τοῖς ἀρότροις τὴν ἄρουραν ὁ γηπόνος, ἀλλ’ οὐ μέχρι | |
10 | παντὸς τοῦτο δρᾷ, οὐδὲ ἅπαντα τοῖς ἀρότροις τὸν τῆς γηπονίας δαπανήσει καιρόν. Ἀνατέμνει γὰρ τὴν ἄρουραν, οὐχ ἵνα φαίνηται τοῦτο παθοῦσα μόνον, ἀλλ’ ἵνα εὐπαράδοχος ᾖ τοῖς ἐν αὐτῇ καταβαλλομέ‐ νοις σπέρμασι, καὶ καρπογόνος ὀφθῇ. Οὐκοῦν ὑλο‐ | |
15 | μανούσας ποτὲ καὶ οἷον κεχερσωμένας τὰς ἁπάντων ἡμῶν καρδίας, ὥσπερ ἀρότρῳ χρησάμενος τῷ διὰ Μωσέως νόμῳ, προείργασμαι, καὶ γεωργοῦ δίκην ἀνατέμνων, εὐπρεπεῖς ἀποφαίνω αὐτὰς εἰς καταβο‐ λὴν σπερμάτων ἀγαθῶν. Ὁ δέ γε ἀγαθοῦ παντὸς | |
20 | σπορεὺς ὁ ἐμός ἐστιν Υἱός. Προσδέξασθε τοίνυν τὰ παρ’ αὐτοῦ, καὶ μὴ βούλεσθε διηνεκῶς στέργειν, καὶ ἀγαπᾷν τὸν ἀροτῆρα νόμον. Ἠροτρίασε γὰρ, ὡς ἔφην, οὐχ ἵνα μὲν ἔχητε τοῦτο· ποία γὰρ ὄνησις ἐν‐ τεῦθεν; ἀλλ’ ἵνα τοὺς τῆς ἀληθείας ἐκτέκητε καρ‐ | |
25 | πούς. Ἐπειδὴ δὲ καὶ μεταπεπλάσμεθα νοητῶς ἐν Χριστῷ, ἤγουν μετεστοιχειώθημεν, οἱ μὲν ἐκ πλάνης Ἑλληνικῆς εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, καὶ εἰς ζωὴν ἁγίαν, τὴν διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χρι‐ στοῦ· οἵ γε μὴν ἐκ περιτομῆς εἰς ἀνάληψιν μαθη‐ | |
30 | μάτων εὐαγγελικῶν, καὶ εἰς καινότητα λατρείας, οὐκ ἔτι τῶν τύπων ἐχούσης τὸ ἀτερπὲς, ἐκλαμπούσης δὲ μᾶλλον τῆς πνευματικῆς τὸ εὐπρεπέστατον κάλλος· ὑπῆρξε δὲ ἡμῖν κἀκείνοις τὴν διὰ ὕδατός τε καὶ πνεύ‐ ματος ἀναγέννησιν ἐν Χριστῷ πλουτήσασιν· ὁμοίως | |
35 | δὲ ἦν τοῖς Ἰουδαίων δήμοις ἀπόβλητός τε καὶ ἀπα‐ ράδεκτος ἡ ἐπ’ αὐτοῖς δὴ τουτοισὶ χάρις· ἀντέπρατ‐ τον γὰρ, ὡς ἔφην, τοῖς παρὰ Χριστοῦ θεσπίσμασι· ταύτῃτοί φησι· Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ· Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ, οὐδὲ ἔχεις χεῖρας; Ὁ λέγων | |
40 | τῷ πατρί· Τί γεννήσεις; καὶ τῇ μητρί· Τί ὠδινήσεις; Ἐγὼ μὲν γὰρ, φησὶν, ἀναμορφῶσαι βούλομαι πρὸς τὰ ἀμείνω, καὶ οἷον ἀναπλάσαι πρὸς τὰ βελτίω διὰ γεννήσεως νοητῆς, πάντως δήπου τῆς δι’ ὕδατος τε καὶ πνεύματος. Ἀλλὰ τοῖς ἐμοῖς σκέμμασιν ἀσυν‐ | |
45 | έτως ἀντιπράττετε. Ἆρ’ οὖν ἐπετίμησε, φησὶν, ὁ πη‐ λὸς τῷ κεραμεῖ ποτε, ὡς χεῖρα τὴν τεχνουργὸν οὐκ ἔχοντι, ἢ ὡς οὐκ εἰδότι τίνα χρὴ τρόπον διαμορφῶσαι τὸ ἐν χερσίν; Ἀλλ’ ὁ μέλλων τεχθήσεσθαι, φησὶ, μὴ πεῦσιν προσήγαγε τῷ ἰδίῳ πατρὶ, ἆρα γεννήσει; | |
70.961(50) | Εἶτα πῶς ὑμεῖς, ὡς πηλὸς ὄντες εἰς χεῖρας κεραμέως, καὶ οὐκ εἰδότες ὅλως τίνα τρόπον ἡ νοητὴ περὶ ὑμᾶς ἀναγέννησις ἔσται, οὐ δεδίατε φιλονεικεῖν; καὶ οὐχὶ δὴ μᾶλλον ὡς τεχνίτῃ καὶ πατρὶ τὸ ὅπως ἂν γένοιτο ταυτὶ παραχωρεῖν ἐγνώκατε; ὅτι γὰρ ἐφιλονείκουν | |
55 | Ἰουδαῖοι τοῖς τοῦ Σωτῆρος λόγοις, οἳ γεγόνασιν αὐτῷ περὶ τούτων, χαλεπὸν οὐδὲν συνιδεῖν. Ἔφη | |
γὰρ πρὸς Νικόδημον· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν | 961 | |
70.964 | μή τις γεννηθῇ ἐξ ὕδατος, καὶ πνεύματος, οὐ δύνα‐ ται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.» Ὁ δὲ τοῖς ὑπὲρ νοῦν ἀσυνέτως ἐπιπηδῶν ἀντανίστατο λέγων· «Μὴ δύναται ἄνθρωπος γέρων ὢν εἰς τὴν κοιλίαν τῆς | |
5 | μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;» Προσετίθει δὲ τούτοις καὶ ἑτέραν μυσταγωγίαν, Πῶς δύναται ταῦτα γενέσθαι; Τί οὖν πρὸς ταῦτα Χριστός; «Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσητε;» Εἴ‐ | |
10 | κειν οὖν ἀναγκαῖον οἷς ἂν λέγοι Θεός. Αὐτὸς οἶδε τῶν ἰδίων ἔργων τὴν ὁδὸν, ἀπολυπραγμόνητα δὲ τὰ παρ’ αὐτοῦ τεχνουργούμενα, καὶ ἀνενδοιάστῳ πίστει τὰ ὑπὲρ νοῦν ὄντα, τὸν καθ’ ἡμᾶς τιμᾶσθαι προσήκει. Ἰστέον δὲ, ὅτι καὶ ὁ προφήτης Ἱερεμίας εἰς τὸν οἶκον | |
15 | τοῦ κεραμέως ἐπέμπετο, τεχνουργοῦντα αὐτὸν ὀψό‐ μενος· διαπεσόντος δὲ τοῦ πηλοῦ, καὶ εἰς ἀγγεῖον ἕτερον ἀναπεπλασμένου, πρὸς αὐτὸν ἔφη Θεός· «Μὴ, ὡς ὁ κεραμεὺς οὗτος, οὐ δυνήσομαι ὑμᾶς, οἶκος Ἰσραήλ; Ἰδοὺ ὡς πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν | |
20 | χερσί μου.» Ὅτι δὲ καὶ μεταπλαττόμεθα νοητῶς εἰς ἁγίαν τε καὶ παγκάλην ζωὴν, σαφηνιεῖ λέγων ὁ Παῦ‐ λος· «Ἡμεῖς δὲ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος·» δι’ οὗ καὶ ἀναγεννώμεθα, σπορὰν ἔχοντες οὐκέτι φθαρτὴν, ἀλλὰ τὴν διὰ λόγου ζῶντος | |
25 | Θεοῦ, καὶ μένοντος. Ὅτι οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ἅγιος Ἰσραὴλ, ὁ ποιήσας τὰ ἐπερχόμενα· Ἐπερωτήσατέ με περὶ τῶν θυγατέρων, καὶ περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. Ἐγὼ | |
30 | ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπ’ αὐτῆς. Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. Ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. Τῆς τῶν ἀνωτέρω διανοίας ἀπόδοσις ἐν τούτοις ὁρᾶται γεγενημένη. Ἔχει δὲ οὕτως τῶν στίχων ὁ | |
35 | νοῦς· Εἰ γὰρ ὁ πηλὸς τῷ κεραμεῖ, φησὶν, ἐπετίμησέ ποτε, καὶ ὡς ἀτεχνῆ πως ἢ ἀργοτέραν τὴν τοῦ δια‐ πλάσαντος ἐγράψατο χεῖρα· εἰ περιειργάσατό τις τῶν οὔπω μὲν ὄντων ἢ γεγεννημένων, γεγεννῆσθαι δὲ προσδοκωμένων, ὁποίων ἄρα τέκνων ὁ αὐτοῦ πατὴρ | |
40 | ἔσται σπορεύς· ἐρωτήσατέ με καὶ ὑμεῖς, οἱ ἐσόμενοί μου κατὰ καιροὺς υἱοί τε καὶ θυγατέρες· πῶς ἂν γένοιτο, καὶ τίνα τρόπον ὑμεῖς εἰς υἱοὺς ἔσεσθέ μοι, καὶ θυγατέρας. Ἐντείλασθέ μοι καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου. Τὸ δὲ ἐντείλασθε, φησὶν, ἀντὶ τοῦ | |
45 | διατάξασθε, καὶ ὡς οὐκ εἰδότι τῶν πρακτέων τὴν ὁδὸν, μὴ ὀκνήσητε γνωμοδοτῆσαι τῷ Θεῷ. Ἀξιάγα‐ στος οὖν καὶ σφόδρα εἰκότως ὁ πάνσοφος Παῦλος ὡδὶ γεγραφώς· «Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ. | |
70.964(50) | καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Δεῖται γὰρ ὅλως οὐδενὸς ἔν γε τοῖς καθ’ αὑτὴν ἡ πάντων τεχνῖτις σοφία. Ἀλλ’ οὐδ’ ἂν εἴη τι τῶν καθ’ ἡμᾶς ἄπορόν τε καὶ ἀμήχανον αὐτῇ. Πάντα γὰρ δύναται | |
55 | τὸ πανσθενὲς ἔχουσα· μᾶλλον δὲ ἡ πᾶσα δύναμίς ἐστιν αὐτή. Κύριος γάρ ἐστι τῶν δυνάμεων ὁ τῶν | |
ὅλων Θεὸς, οἶδέ τε κατὰ μόνας αὐτὸς τῶν ἰδίων ἔρ‐ | 963 | |
70.965 | γων τὴν ὁδόν. Οὐκοῦν ἀπολυπραγμόνητα αὐτοῦ, καὶ τὰ ὑπὲρ νοῦν, καὶ λόγον ἀνέφικτα μὲν ταῖς ἀνθρώ‐ πων διανοίαις, αὐτῷ γε μὴν ἐγνωσμένα. Καὶ γοῦν δι’ ὕδατός τε καὶ πνεύματος τὴν νοητὴν ἀναγέννησιν | |
5 | δεδόσθαι πιστεύομεν τοῖς ἐπεγνωκόσι τὴν ἐπιφά‐ νειαν τοῦ Χριστοῦ. Ἐπειδὴ Νικοδήμῳ τὴν χάριν ἐναργῆ καθιστᾷν ἐβούλετο Χριστὸς, ἐξηγεῖτο μὲν τοῦ πράγματος τὴν ὁδόν· ὁ δὲ συνιεὶς τῶν λεγομένων οὐδὲν, τῶν τοῦ Σωτῆρος ῥημάτων κατηγόρευσε τὸ | |
10 | ἀμήχανον. Ὅ τε καὶ οὕτως ἔχοντα γνώμης, πίστει δέχεσθαι τὸ θαῦμα παρενεγγύησε, λέγων· «Ὃ οἴδα‐ μεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν.» Οὐκοῦν εἰ μὴ συνίεμεν τῶν θείων ἔργων τὴν ὁδὸν, ἐνδοιασμοῦ παντὸς τὸν ἑαυτῶν ἀπαλλάττοντες νοῦν, | |
15 | Θεῷ λέγομεν· Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν· μὴ ἐρωτῶμεν αὐτὸν περὶ τῶν θυγατέρων, καὶ τῶν υἱῶν αὐτοῦ. Μήτε μὴν ἐντελλώμεθα, ἤγουν διατάττωμεν αὐτῷ περὶ τῶν ἔργων τῶν χειρῶν αὐ‐ τοῦ· ἀλλ’ ὡς πηλὸν κεραμεῖ παραχωρῶμεν ἡμεῖς | |
20 | ἐργάζεσθαι τὸ δοκοῦν. Μεθίστησι γὰρ ἀμογητὶ πρὸς ὅπερ ἂν βούλοιτο τὰ καθ’ ἡμᾶς, καὶ μεταπλάττει τὸν νοῦν ἐκ τῶν αἰσχιόνων ἐπὶ τὸ ἄμεινον, καὶ καρδίαν ἡμῖν ἐνίησι καινὴν, ἀποῤῥιζώσας τὴν πρώτην. Καὶ γοῦν ἔφη τι τοιοῦτον διὰ φωνῆς Ἰεζεχιὴλ, ὅτι «Ἐκ‐ | |
25 | σπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρ‐ κὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, τοῦτ’ ἔστι, τρυφεράν τε καὶ εὔεικτον, τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος.» Ἀποφοιτῶντες γὰρ φαυ‐ λότητός τε ἁπάσης, καὶ μολυσμῶν, εἶτα τὴν ἐαυτῶν | |
30 | διάνοιαν μεθαρμόζοντες εἰς τὸ πληροῦν ἐθέλει [γρ. ἐθέλειν] τὸ ἀγαθόν· προσλαβόντες δὲ τούτῳ καὶ τὴν ἐξ ὕδατός τε καὶ Πνεύματος νοητὴν ἀναγέννησιν, εἰς υἱοὺς καὶ θυγατέρας ἐσόμεθα Θεοῦ. Ὅτι γὰρ ἔνεστιν αὐτῷ τὸ πανσθενὲς, διαδείκνυσι λέγων· Ἐγὼ ἐποίησα | |
35 | γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς. Ὁ δὲ τῆς ἀνθρώπου γενέσεως εὑρετὴς, ὁ παρενεγκὼν εἰς τὸ εἶναι τὸν οὐκ ὄντα ποτὲ, πῶς ἀτονήσει πρὸς ἀναμόρφωσιν τὴν πνευματικήν; καὶ οὐχὶ δῆλον τοῖς ἑαυτοῦ νεύμασι μεταχωρήσειεν ἂν, εἰς πᾶν ὁτιοῦν τῶν κατὰ γνώ‐ | |
40 | μην αὐτῷ, τῶν ποιημάτων ἡ φύσις; Τί τὸ παράδοξον εἰ τὴν τοῦ ἀνθρώπου διάνοιαν μεταχαλκεύει πρὸς τὸ δοκοῦν ὁ ἰδίᾳ χειρὶ στερεώσας τὸν οὐρανόν; Χεῖρά γε μὴν τοῦ Πατρὸς τὴν παντουργὸν εἶναί φα‐ μεν Υἱὸν δι’ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα. Τῷ | |
45 | λόγῳ γὰρ Κυρίου, φησὶν, οἱ οὐρανοὶ ἐστερεώθησαν. Αὐτὸς ἅπασι τοῖς ἄστροις ἐνετείλατο, τοῦτ’ ἔστι, διετάξατο, ὅπως ἕκαστον αὐτῶν εἶναι χρή. Ἥλιος μὲν γὰρ εἰς ἀρχὰς τέθειται τῆς ἡμέρας, σελήνη δὲ τῆς νυκτός. Ἀλλ’ ὡς ὁ Ψάλλων φησίν· «Ὁ ἥλιος | |
70.965(50) | ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθετο δὲ σκότος ὁ τῶν ὅλων Θεὸς, καὶ ἐγένετο νύξ.» Ψάλλει γοῦν πάλιν ὁ θεσπέ‐ σιος Δαβὶδ, καί φησι· «Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ. Σὺ κατηρτίσω ἥλιον, καὶ σελήνην.» Οὐκοῦν ἑκάτερον τούτων τὸν αὐτῷ τεταγμένον δια‐ | |
55 | περαίνει δρόμον εὐτάκτῳ φορᾷ, καὶ μεμετρημένοις ὡρῶν διαστήμασιν. Ὁμοίως δὲ καὶ τὰ λοιπὰ τῶν | |
ἄστρων κατὰ τὸν αὐτοῖς δοθέντα παρὰ Θεοῦ νόμον, | 965 | |
70.968 | ἀνίσχει τε κατὰ καιροὺς καὶ δύεται. Αὐτοῖς ἐνετεί‐ λατο Θεὸς ὢν φύσει καὶ τῶν ὅλων δημιουργὸς κύ‐ ριος. Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα. | |
5 | Πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. Οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὔτε μετὰ δώ‐ ρων, εἶπε Κύριος Σαβαώθ. Φαῖεν ἂν ἴσως τινὲς, εἰρῆσθαι ταυτὶ περὶ Κύρου | |
10 | τοῦ Καμβύσου, διά τε τὸ αὐτὸν ἀνεῖναι τὸν Ἰσραὴλ, καὶ τὸν τῆς αἰχμαλωσίας ἀπολῦσαι δεσμῶν, θεμελιῶ‐ σαι δὲ καὶ τὸν ἐν Ἱεροσολύμοις νεών· ἀλλ’ ἤτοι τῶν ἐφεξῆς θεωρία περιστήσει μᾶλλον τῶν ἐννοιῶν τὴν δύναμιν, οὐκ ἐπ’ ἐκείνῳ μᾶλλον, ἀλλ’ ἐπὶ τῷ πάντων | |
15 | ἡμῶν Σωτῆρι Χριστῷ, ὃς ἐγήγερται μετὰ δικαιοσύ‐ νης. Ἀνέλαμψε γὰρ ἐφ’ ἡμᾶς Θεὸς ὢν Κύριος, εὐ‐ δοκήσαντος τοῦ Θεοῦ καὶ Πατρὸς ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Οὐκοῦν ἐγήγερται μετὰ δικαιοσύνης οὐκ | |
20 | εἰσποιητοῦ καὶ διδακτῆς, ἀλλ’ ὑπάρχων αὐτὸς αὐτό‐ χρημα καὶ δικαιοσύνη. Γέγραπται δὲ καὶ ἑτέρωθί που περὶ αὐτοῦ· «Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασι‐ λεύει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.» Ἦν μὲν γὰρ ἀεὶ βασιλεὺς τῶν ὅλων ὁ μονογενὴς τοῦ Θεοῦ | |
25 | Λόγος ὁμοῦ τῷ Θεῷ καὶ Πατρὶ, καὶ πᾶσαν ἔχων ὑπὸ πόδας τὴν κτίσιν ὁρατὴν καὶ ἀόρατον, ἀποσκιρτή‐ σαντα δὲ τῆς ὑπ’ αὐτῷ βασιλείας τὸν ἄνθρωπον τὸν ἐπὶ τῆς γῆς, καὶ τῶν αὐτοῦ σκήπτρων ὀλιγωρήσαν‐ τα, διά τοι τὸ ὑπὸ χεῖρα γενέσθαι διαβολικὴν, καὶ | |
30 | τοῖς τῆς ἁμαρτίας ἐνεσχεθῆναι βρόχοις, πάλιν ὑπ‐ ήγαγε τοῖς ἑαυτοῦ ζυγοῖς ὁ δικαιοσύνης ἁπάσης καὶ βραβευτὴς καὶ δοτήρ. Εἰσὶ γὰρ αὐτοῦ πᾶσαι αἱ ὁδοὶ εὐθεῖαι. Ὁδοὺς δὲ εἶναί φαμεν τοῦ Χριστοῦ τὰ θεῖά τε καὶ εὐαγγελικὰ θεσπίσματα, δι’ ὧν εἰς πᾶσαν ἰόν‐ | |
35 | τες ἀρετὴν, καὶ τοῖς τῆς εὐσεβείας αὐχήμασιν ἑαυ‐ τῶν σεμνύνοντες τὰς κεφαλὰς, εἰς τὸ τῆς ἄνω κλή‐ σεως βραβεῖον ἐρχόμεθα. Εὐθεῖαί γε μὴν αἱ ὁδοί· σκολιὸν γὰρ οὐδὲν ἐν αὐταῖς ἢ διεστραμμένον, ἀλλ’ οἷον ὀρθοὶ καὶ εὐήλατοι. Γέγραπται γὰρ, ὅτι «Ὁδὸς | |
40 | εὐσεβῶν εὐθεία ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.» Τραχεῖα μὲν γάρ πως ἡ τοῦ νόμου τρίβος διὰ πολλῶν ἰοῦσα τύπων, καὶ δυσχερείας οὐ φορητῆς, ψιλὴ δὲ ἡ διὰ τῶν εὐαγγελικῶν θεσπισμά‐ των, καὶ οὐδὲν ἔχουσα παντελῶς τὸ ἄναντες ἢ τραχύ. | |
45 | Εὐθεῖαι δὴ οὖν αἱ ὁδοὶ τοῦ Χριστοῦ, καὶ αὐτὸς ᾠκοδό‐ μησε τὴν ἁγίαν πόλιν, τοῦτ’ ἔστι, τὴν Ἐκκλησίαν, ἐν ᾗ καὶ αὐτὸς αὐλίζεται· κατοικεῖ γὰρ ἐν ἁγίοις, καὶ ναοὶ γεγόναμεν Θεοῦ ζῶντος, Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος. Τεθεμε‐ | |
70.968(50) | λίωκε τοίνυν τὴν Ἐκκλησίαν αὐτὸς ὢν ὁ θεμέλιος, ἐφ’ ᾧ καὶ ἡμεῖς ἐποικοδομούμεθα, ὡς λίθοι πολυτε‐ λεῖς καὶ τίμιοι εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι. Ἀκλόνητος δὲ παντελῶς ἡ Ἐκ‐ κλησία, Χριστὸν ἔχουσα τὸν θεμέλιον, καὶ ἀκατά‐ | |
55 | σειστον ὑποβάθραν· «Ἰδοὺ γὰρ τίθημι, φησὶ, τὰ θε‐ | 967 |
70.969 | μέλια Σιὼν, λίθον ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον, καὶ ὁ πιστεύων εἰς αὐτὸν, οὐ μὴ καταισχυνθῇ.» Αὐ‐ τὸς οὖν ὁ θεμελιώσας τὴν Ἐκκλησίαν, ἐπέστρεψε καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ. Τυραννουμέ‐ | |
5 | νους γὰρ ἡμᾶς τοὺς ἐπὶ τῆς γῆς ὑπό τε τοῦ Σατανᾶ καὶ τῆς ἁμαρτίας, σέσωκέ τε καὶ ἐξείλετο, καὶ τοῖς ἰδίοις ὑπήγαγε ζυγοῖς· πλὴν οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων· ὡς γὰρ ὁ αὐτοῦ μαθητὴς, «Οὐ φθαρ‐ τοῖς ἀργυρίῳ ἢ χρυσίῳ ἐλυτρώθημεν ἐκ τῆς ματαίας | |
10 | ἡμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵ‐ ματι ὡς ἀμνοῦ ἀμώμου, καὶ ἀσπίλου Χριστοῦ.» Δέ‐ δωκε γὰρ ὑπὲρ ἡμῶν τὸ ἴδιον αἷμα, καὶ οὐκ ἐσμὲν ἑαυτῶν, ἀλλὰ τοῦ πριαμένου καὶ σώσαντος. Ταύτῃ‐ τοι, καὶ μάλα εἰκότως, οἱ τῆς ὀρθῆς πίστεως τὸν εὐγενῆ κανόνα παρατρέχοντες διὰ τῆς τῶν ἁγίων | |
15 | κατηγοροῦνται φωνῆς, ὡς τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι. Οὕτως λέγει Κύριος Σαβαώθ· Ἐκοπίασεν Αἴγυ‐ πτος, καὶ ἐμπορίαι Αἰθιόπων, καὶ οἱ Σαβαῒμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι | |
20 | δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται. Ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν, καὶ οὐκ ἦν Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Αἰσχυνθήσονται, καὶ ἐντραπήσονται | |
25 | πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ. Τὸν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ προεισκομίσας λόγον, καὶ προαπαγγείλας ὅτι ἐπι‐ στρέψει τὸν λαὸν αὐτοῦ οὐ μετὰ λύτρων, οὐδὲ μετὰ | |
30 | δώρων, καταδείκνυσιν εὐθὺς τοὺς κληθησομένους εἰς λύτρωσιν, δῆλον δὲ ὅτι τοὺς ἐξ ἐθνῶν, οἷς δὴ μάλιστα Χριστὸς ἐπιλάμψας ὁρᾶται. καίτοι λέγων ἐναργῶς· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου Ἰσραήλ.» Ἀλλ’ ἐκείνοις μὲν καὶ πρώτοις | |
35 | θεῖόν τε καὶ εὐαγγελικὸν ἐνήστραψε φῶς. Ἐπειδὴ δὲ, καθὰ γέγραπται, ἐλιπάνθη, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος Ἰσραήλ (ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς)· ταύτῃτοι καὶ μάλα εἰκότως ταῖς ἐθνῶν ἀγέλαις ἐπέλαμψεν ὁ Χριστὸς, καὶ αὐτὸ | |
40 | δὴ τουτὶ ταῖς τῶν προκειμένων θεωρίαις ἐνὸν εὑρήσο‐ μεν. Ὀνομάζει δὲ τῶν ἐθνῶν τὰ πάντων μάλιστα δεισιδαιμονέστατα, ἵνα καὶ ἡ τοῦ καλοῦντος εἰς μετά‐ γνωσιν θαυμάζηται δύναμις. Ὥσπερ γὰρ δὴ τότε μάλιστα τῶν ἰατρεύειν εἰδότων ἐπαινεῖται τὸ εὐ‐ | |
45 | τεχνὲς, ὅταν τινὰς τὰ ἀπεγνωσμένα νοσοῦντας τῶν παθῶν ἀπαλλάττειν δύνωνται ταῖς σφῶν αὐτῶν ἐμ‐ πειρίαις ἐπὶ καιροῦ χρώμενοι· οὕτω καὶ ὁ Θεὸς, ἐμφα‐ νεστέραν ἑαυτοῦ τὴν ὑπερφυᾶ καθίστησι δόξαν, ὅταν τινὰς τῶν ἄγαν ἐκκεκλικότων, καὶ εἰς αὐτόν που τὸν | |
70.969(50) | κατωτάτω πυθμένα φαυλότητός τε καὶ ἀσεβείας κατ‐ ενηνεγμένων, ἀνανήχεσθαί τε καὶ ἀναφοιτᾷν ἀναπείσῃ πρὸς ἔφεσιν ἀρετῆς, καὶ εἰς ἀπότριψιν τοῦ κακοῦ, καὶ οἷον εἰς ἀμφίεσιν τῶν ἐπαινουμένων. Αἰγύπτιοι τοί‐ νυν, καὶ τὰ τῶν Αἰθιόπων ἐμπορεῖα, τοῦτ’ ἔστιν, αἱ | |
55 | Θηβαίων πόλεις, αἷς εἰσι πρόσοικοί τε καὶ ἀγχιτέρμο‐ νες οἱ καλούμενοι Σαβαῒμ, τοῦτ’ ἔστι, τὰ τῶν Αἰθιό‐ | |
πων, ἤγουν τῶν Ἰνδῶν ἔθνη (τάχα που τὴν κλῆσιν | 969 | |
70.972 | λαχόντες ὡς ἀπό γε τῆς Σαβᾶ τῆς βασιλευσάσης κατὰ καιροὺς τῆς αὐτῶν χώρας τε καὶ γῆς), ἐκοπίασαν, φησί· τὸ δὲ, Ἐκοπίασαν, διχῇ νοητέον· ἢ γὰρ ἐκεῖνο βούλεται δηλοῦν, ὅτι κεκμήκασιν οὐ φορητῶς, κατά | |
5 | γε τὸν τοῦ πλανᾶσθαι καιρὸν ὠμῷ τυράννῳ κατεζευ‐ γμένοι τῷ Σατανᾷ, καὶ ταῖς τῶν δαιμονίων ἀγέλαις δουλεύοντες ἐξαιτοῦντι θυσίας, καὶ αὐτὰ τὰ αὐτῶν γεννήματα, υἱούς τέ φημι καὶ θυγατέρας· ἤγουν ὅτι πάλαι μὲν ἦσαν δεινοὶ καὶ ἄθραυστοι, καὶ οἷον ὑπ‐ | |
10 | ασπισταὶ τῆς ἀρχαίας ἀπάτης, καὶ σθένει παντὶ χρώ‐ μενοι πρός γε τὸ δεῖν ἔχεσθαι νεανικῶς τῆς προκει‐ μένης αὐτοῖς δυσσεβείας Ἑλληνικῆς. Ἐπειδὴ δὲ ἐπ‐ έλαμψεν ὁ Χριστὸς, καὶ φῶς τὸ ἀληθινὸν ταῖς ἁπάν‐ των ἀνῆκε καρδίαις, καὶ ὥσπερ τις νοητὸς ἀνέτειλεν | |
15 | ἑωσφόρος, ἐκοπίασαν, τοῦτ’ ἔστιν, οὐ μεμενήκασιν ἐνστατικοὶ, καθὰ καὶ πρότερον, καθυφῆκαν δὲ ὥσπερ τοῦ πάλαι τόνου, παραχωρήσαντες τὸ νικᾷν τοῖς περὶ αὐτοῦ κηρύγμασι, κατεψεύσθη δὲ οὐδαμῶς ὁ περὶ τούτων λόγος. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦ‐ | |
20 | λος· «Οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.» Πλήρης γὰρ ἡ τῶν Αἰγυπτίων ὁρᾶται γῆ σεπτῶν καὶ ἁγίων ἐκκλησιῶν. Θυσιαστήρια παντα‐ χοῦ καὶ μοναστῶν ἀγέλαι, καὶ παρθένων ἐσμοὶ, καὶ ἀσκήσεων πόνοι σὺν θυμηδίᾳ πολλῇ καὶ δρόμος εἰς | |
25 | ἀρετὴν, καὶ προθυμία πολλὴ, σφριγῶσά τε καὶ ἐκκό‐ πτεσθαι μὴ ἀνεχομένη καὶ τῷ [γρ. τὸ] Χριστοῦ παρα‐ τείνει σέβας, καὶ μέχρις αὐτῶν τῶν Σαβαῒμ, ἤτοι τῶν Ἰνδικῶν ἐθνῶν. Ἔστι γὰρ, ἔστι καὶ παρ’ ἐκεί‐ νοις ἰδεῖν ὅσα καὶ ἐν Αἰγύπτῳ, καὶ ἐν τοῖς ἐμπορίοις | |
30 | τῆς Αἰθιοπίας, τοῦτ’ ἔστιν, ἐν τῇ Θηβαίων γῇ. Οὗτοι δὴ οὖν οἱ Αἰγύπτιοι, φησὶ, καὶ οἱ Σαβαῒμ ἄνδρες ὄντες ὑψηλοὶ, τοῦτ’ ἔστιν, ἀπόβλεπτοι, καὶ γνωριμώτατοι τοῖς ἁπανταχοῦ, καὶ ἀγνοηθέντες οὐδενὶ ὅτι τέ εἰσιν ἐξῃρημένως δαιμονίων θεραπευταὶ, καὶ διαβολικῶν | |
35 | εὑρεμάτων ὑπασπισταὶ, ἐπὶ σὲ διαβήσονται, τοῦτ’ ἔστι, τὴν πρώτην ἀφέντες ἀπάτην, καὶ τῶν τῆς ἀπωλείας βάθρων ἀποπηδήσαντες, ἥξουσι πρὸς σὲ, καί σοι ἔσον‐ ται δοῦλοι, καὶ τῶν σῶν δηλονότι θελημάτων ὑπουρ‐ γοί. Κατασημαίνει γὰρ τοῦτο τὸ τῆς δουλείας ὄνομα | |
40 | τεθειμένον ἐπὶ Θεοῦ. Ὀπίσω σου ἀκολουθήσουσι δε‐ δεμένοι χειροπέδαις. Βαδιοῦνται γὰρ κατ’ ἴχνος, φησὶ, τὸ σὸν, τοῖς εὐαγγελικοῖς χειραγωγούμενοι νό‐ μοις εἰς ἕκαστα τῶν πρακτέων, καὶ τὴν τῆς ἐξαιρέ‐ του ζωῆς διελάσουσι τρίβον δεδεμένοι χειροπέδαις, | |
45 | τοῦτ’ ἔστι, δεσμοῖς ἀγάπης, καὶ σειραῖς ἀῤῥήτου φιλοθεΐας, ὥστε δύνασθαι λέγειν· «Τίς ἡμᾶς χωρί‐ σει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενο‐ χωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;» Οὗτοι προσκυνήσουσί σοι, φησὶ, καὶ | |
70.972(50) | ἐν σοὶ προσεύξονται, ὅτι Θεὸς ἐν σοί ἐστι, καὶ οὐκ ἔστι Θεὸς, πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Κάμπτει γὰρ τῷ πάντων Σωτῆρι Χριστῷ πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομο‐ λογεῖται, καὶ εἰς αὐτὸν ἔρχεται πᾶν πέρας εὐχῆς. Ἐν | |
55 | Χριστῷ γὰρ αἰτοῦμεν παρὰ Θεοῦ καὶ Πατρὸς τὰ αἰ‐ τήματα, καὶ ἐν αὐτῷ προσευχόμεθα, ὁμολογοῦντες | |
ὅτι καὶ ἐν αὐτῷ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν | 971 | |
70.973 | αὐτοῦ. Οὕτω γὰρ ἡμᾶς φρονεῖν ἐδίδαξε λέγων τῷ θεσπεσίῳ μαθητῇ (Φίλιππος οὗτος ἦν)· «Τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν | |
5 | ἐμοί ἐστιν; Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Τὸ τοίνυν, Ὁ Θεὸς ἐν σοί ἐστι, καὶ Οὐκ ἔστι Θεὸς πλὴν σοῦ, ἴσην ἔχει δύ‐ ναμιν τῷ, ὅτι «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.» | |
10 | Εἰ δὲ δὴ βούλοιτό τις τῶν εἰρημένων τὴν δύναμιν καὶ εἰς μόνον τὸ πρόσωπον τοῦ Χριστοῦ περιενεγκεῖν εὐτέχνως, φαμὲν ὅτι κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, κατῴκηκε μὲν ἐν Χριστῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Ἦν δὲ αὐτὸς ὁ Θεὸς, οὐκ εἰς υἱοὺς | |
15 | δύο διῃρημένος, ἀλλ’ ὡς ἰδίαν ἔχοντος τοῦ Λόγου τὴν σάρκα, ἐν ᾗ καὶ κατῳκηκέναι λέγεται. Οὐκοῦν κἀν τούτῳ νοεῖται Θεὸς, καθάπερ ἐν ἀνθρωπίνῳ σώματι ψυχή· ἀλλ’ οὖν εἷς Υἱός ἐστιν ὁ Θεός. Ἰστέον γε μὴν, ὅτι τὴν τοῦ Κυρίου σάρκα φαμὲν ἐψυχῶσθαι ψυχῇ | |
20 | νοερᾷ. Ὁμολογοῦσι δὴ οὖν, ὅτι Καὶ ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἕστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Αὕτη μετανοούντων φωνὴ, καὶ μεταφοιτώντων ἤδη πρὸς τὸ φῶς ἐξ ἀπάτης καὶ σκότου, καὶ εἰς ἐπίγνωσιν | |
25 | ἀληθείας διεληλακότων, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἐπεγνωκότων Θεὸν, καὶ τῶν ὅλων δημιουργὸν καὶ Κύριον. Σωτῆρά γε μὴν τοῦ Ἰσραὴλ ὀνομάζουσιν αὐ‐ τὸν τὸν ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον, αὐτὸν ἐκεῖνον εἶναι πιστεύσαντες, ὃς καὶ πάλαι τοῖς ἐξ | |
30 | Ἰσραὴλ ἐπίκουρος ἦν. Ἤγουν Ἰσραὴλ συνήσεις οὔτι που τὸν κατὰ σάρκα μόνον, ἀλλὰ γὰρ καὶ εἴ τις ἕτε‐ ρος ὁρᾷν δύναται Θεόν. Διερμηνεύεται γὰρ τὸ Ἰσραὴλ νοῦς ὁρῶν Θεόν. Ὁρᾷ δὲ Θεὸν τοῖς τῆς διανοίας ὄμ‐ μασιν, ὁ τὸν τοῦ Θεοῦ καὶ Πατρὸς χαρακτῆρα βλέ‐ | |
35 | πων, τοῦτ’ ἔστι, τὸν Υἱὸν, ᾧ καὶ ἐντραπήσεσθαί φησι τοὺς ἀνθεστηκότας, πορευθήσεσθαι δὲ καὶ ἐν αἰσχύνῃ. Οἱ γὰρ τὴν εἰς αὐτὸν πίστιν οὐ προσηκάμενοι, θεομαχήσαντες δὲ, καθάπερ ἀμέλει καὶ Ἰουδαῖοι, πάντες ἔσονται κατῃσχυμμένοι, ἡττώμμενοι μὲν τῆς ἀνικήτου χειρὸς, ἀδικοῦντες δὲ παντελῶς οὐδὲν τὴν δόξαν αὐ‐ τοῦ, ταῖς γε μὴν σφῶν κεφαλαῖς ὄλεθρον ἐπαντλήσαντες, εἰς αἰσχύνην ἔσονται καὶ ὄνειδος. Ἔσονται | |
40 | γὰρ εἰς ὅρασιν πάσῃ σαρκὶ, κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἐγκαινίζεσθε πρός με, νῆσοι. Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον. Οὐκ αἰσχυνθή‐ σονται, οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος, λέγει Κύριος παντοκράτωρ. | |
45 | Ἀνευρύνει πάλιν τὴν προαγόρευσιν τῆς τῶν ἐθνῶν κλήσεως καὶ ἐπιστροφῆς· καὶ οὐ μέχρι μόνον ἵστησι τῶν Αἰγυπτίων τῆς τε Αἰθιοπίας τῶν ἐμπορίων, καὶ αὐτῶν δὲ τῶν Σαβαΐμ· ἀλλὰ γὰρ ὅτι κεκλήσονται καὶ οἱ κατὰ πᾶσαν ὄντες τὴν γῆν, καὶ ἁγίων Ἐκκλησιῶν | |
70.973(50) | ἀνάδειξις ἔσται πανταχοῦ, διαμεμήνυκεν ἐν τούτοις. Προσεφώνει γὰρ ὥσπερ ταῖς Ἐκκλησίαις ὁ πανσθε‐ νὴς τοῦ Θεοῦ λόγος τὸ ἐγκαινίζεσθαι πρὸς αὐτὸν, ἃς δὴ καὶ νήσους κατονομάζειν ἀξιοῖ. Ὥσπερ γὰρ αἱ κατὰ τήνδε τὴν θάλασσαν νῆσοι βάλλονται μὲν ἀεὶ | |
55 | ταῖς τῶν κυμάτων ὁρμαῖς, πλὴν ἀκλόνητοι διαμέ‐ νουσιν, εἰσδέχονται δὲ καὶ κινδυνευούσας ἔσθ’ ὅτε τὰς | |
ναῦς, καὶ σώζουσιν ἐκ κυμάτων, κόλπον αὐταῖς προ‐ | 973 | |
70.976 | τείνουσαι τὸν ἀκύμονα· οὕτως αἱ Ἐκκλησίαι Χρι‐ στοῦ, κεῖνται μὲν ὥσπερ ἐν μεσαιτάτῳ τοῦ βίου τύρ‐ βης τε καὶ ἀμιξίας, καὶ ἀναριθμήτων μὲν ἀνέχονται πειρασμῶν, πλὴν ἔχουσιν ἐν Χριστῷ τὸ ἀκράδαντον. | |
5 | εἰσοικίζονται δὲ τοὺς φεύγοντας τῶν ἐν τῷδε τῷ κόσμῳ πραγμάτων ἀνωφελῆ καὶ διάκενον ταραχὴν, καὶ οἷον καταχειμαζομένους ὑπό τε τοῦ Σατανᾶ καὶ τῆς ἁμαρτίας. Νήσοις δὴ οὖν παρεικαστέον αὐτάς. Τοῦτο γὰρ ἐν τούτοις ὁ θεῖος βούλεται λόγος. Ἐγκαι‐ | |
10 | νίζεσθε δὴ οὖν πρός με, φησὶν, ὦ νῆσοι. Τό γε μὴν τῆς Ἐκκλησίας ὄνομα τὴν τῶν εἰς Χριστὸν πιστευ‐ σάντων ὑφαίνει πληθὺν, ἱερουργούς τε καὶ λαοὺς, ποιμένας, καὶ διδασκάλους, καὶ τοὺς ὑπὸ χεῖρα κατεζευγμένους, ἀλλ’ οὗτοι πάντες ἀνεκαινίσθησαν | |
15 | ἐν Χριστῷ, κατὰ καιροὺς δηλονότι καθ’ οὓς ἐπέλαμ‐ ψεν ἡμῖν Θεὸς ὢν Κύριος. Τότε γὰρ, τότε καὶ ἀν‐ εκαινίσθημεν εἰς καινότητα ζωῆς, ἠθῶν τε καὶ τρό‐ πων, καὶ προσέτι λατρείας. Ἀποβεβλήκαμεν γὰρ τὴν ἐκ τῆς ἁμαρτίας παλαίωσιν, γεγόναμεν δὲ καινὴ | |
20 | κτίσις ἐν Χριστῷ τοῖς αὐτοῦ νόμοις παιδαγωγούμε‐ νοι, πρὸς εὐκλεᾶ καὶ ἀξιέραστον πολιτείαν. Καὶ γοῦν ὁ πάνσοφος Παῦλος τοῖς κεκλημένοις διὰ πί‐ στεως ἐπιστέλλει καί φησι, ποτὲ μὲν, ὅτι «Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον, σὺν τοῖς παθήμασι καὶ ταῖς | |
25 | ἐπιθυμίαις αὐτοῦ, καὶ ἐνδύσασθε τὸν νέον, τὸν ἀνα‐ καινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν·» ποτὲ δὲ πάλιν, «Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ ἀναμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, | |
30 | καὶ εὐάρεστον, καὶ τέλειον.» Συνεσταυρῶσθαι δέ φησι καὶ τὸν παλαιὸν ἡμῶν ἄνθρωπον, ἵνα ἐνδυσώμεθα τὸν νέον διὰ τῆς ἐν Χριστῷ πολιτείας καὶ ζωῆς. Ἀνακαινιζόμεθα δὲ κατά γε τὸν τῆς λατρείας τρό‐ πον, οἱ μὲν ἐκ τῶν Ἰουδαϊκῶν ὄντες ταγμάτων, σκιὰς | |
35 | ἀφέντες καὶ τύπους. Κεχρήσονται γὰρ βουθυσίαις μὲν καὶ λιβανωτοῖς οὐκέτι, πνευματικὴν δὲ, καὶ ἄϋλον, καὶ καθάπερ ἐν τάξει τῶν εὐκοσμοτάτων θυ‐ μιαμάτων· οἱ δὲ ἐκ τῆς τῶν ἐθνῶν πληθύος σεσαγη‐ νευμένοι μετοικισθήσονται πρὸς τὰ ἀμείνω, καὶ | |
40 | ἀσυγκρίτως ὑπερκείμενα. Οὐ γὰρ ἔτι τὸν ἀρχαῖον εἰς νοῦν ἕξουσι σκότον, ἀλλὰ τὸ θεῖόν τε καὶ νοητὸν εἰσοικισάμενοι φῶς, ὅσιοί τε καὶ ἀληθεῖς ἔσονται προσκυνηταί. Ἀποπεπαύσονται γὰρ τοῦ προσκυνεῖν τῇ κτίσει κωφαῖς τε καὶ ἀναισθήτοις ὕλαις· ἀφέξον‐ | |
45 | ται δὲ μαντειῶν τε καὶ γοητειῶν, καὶ καθαρίσουσι τὸ ἀπηχὲς βωμολοχίας Ἑλληνικῆς καὶ ἀπάτης δαιμο‐ νίων, καὶ ἁπαξαπλῶς τὰ αἰσχίω μεθέντες, καὶ βδε‐ λυρῶν σπουδασμάτων ἀπονοστήσαντες, ἔσονται ἀρετῆς ἁπάσης ἐν καλῷ, καὶ τῶν τῆς ἀληθείας δογμάτων | |
70.976(50) | ἐπιστήμονες. Ἐγκαινισμὸς οὖν ἄρα τὰ καθ’ ἡμᾶς. Καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ. Ἐπαγγέλλεταί γε μὴν ὁ τῶν ὅλων Θεὸς ἅπαντα τὸν κατὰ σάρκα, φημὶ, καὶ τὸν ἐν τέκνοις Ἀβραὰμ ἐξ ἐπαγγελίας, κατατεταγμένον («Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι | |
55 | Ἰσραὴλ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα λογίζε‐ ται εἰς τέκνα»), σώζειν σωτηρίαν αἰώνιον, αἰσχύνης τε | |
καὶ ἐντροπῆς ἔσεσθαι ποῤῥωτέρω, καὶ ταῦτα διηνε‐ | 975 | |
70.977 | κῶς. Ἀποδυσάμενοι γὰρ ἐν Χριστῷ τὴν βέβηλον ἁμαρτίαν καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἀπολυσά‐ μενοι τὸν ζυγὸν, συναποβάλλοντες δὲ τούτοις τὴν φθορὰν, ἐνδυσάμενοί τε τὴν ἀφθαρσίαν, ἐν τούτοις | |
5 | ἐσόμεθα διὰ παντός. Οὐκέτι γὰρ ἡμῶν ἁμαρτία κατορχήσεται· ἀλλ’ οὐδὲ πλεονεξίαις ταῖς πρώταις ὑποθήσει πάλιν ὁ Σατανᾶς· οἰχήσεται δὲ εἰσάπαν καὶ τὸ τοῦ θανάτου κράτος κατὰ τὸν αἰῶνα τὸν μέλλοντα πεπατημένον ἐν Χριστῷ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
9t | ΛΟΓΟΣ Γʹ. | |
10 | Οὕτω λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν, οὗτος ὁ καταδείξας τὴν γῆν, καὶ ποιήσας αὐτὴν, οὗτος διώρισεν αὐτήν. Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι. Ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι. Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν | |
15 | τόπῳ γῆς σκοτεινῷ. Οὐκ εἶπα τῷ σπέρματι Ἰακὼβ, Μάταιον ζητήσατε. Ἐγώ εἰμι Κύριος λαλῶν δικαιοσύνην, καὶ ἀναγγέλλων ἀλήθειαν. Προανακηρύξας τὴν ἄφιξιν τοῦ πάντων ἡμῶν Σω‐ τῆρος Χριστοῦ, καὶ τὸν τῆς σωτηρίας κατασημάνας | |
20 | καιρὸν, καθ’ ὃν ἅπαντες τὸν τῆς ἀρχαίας ἀμαθίας ἀφέντες σκότον, πρὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας μεταχωρήσουσι φῶς, ἀναγκαίαν ἐν τούτοις ποιεῖται τὴν παραίνεσιν Ἰουδαίοις τε καὶ Ἕλλησι προστιθεὶς ἐναργῆ τὰ δι’ ὧν εἴσονται καὶ μάλα σαφῶς, ὅτι τε | |
25 | αὐτὸς εἴη Θεὸς τῶν ὅλων καὶ δημιουργὸς, ἕτερος δὲ παρ’ αὐτὸν οὐδείς. Ταύτῃ τοι φησίν· Οὕτω λέγει Κύ‐ ριος, καὶ οὐχ ἁπλῶς Κύριος, πλεῖστοί τε γάρ εἰσιν ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὡς ἐν καταχρήσει λαχόντες τοὔνομα· ἀλλ’ ἐκεῖνος αὐτὸς ὁ φύσει τε καὶ | |
30 | ἀληθῶς τοῦτο ὑπάρχων ὅπερ εἶναι καὶ λέγεται, καὶ ὡς ἀπό γε τῶν κατωρθωμένων τὴν δόξαν ἔχων οὐ κατεψευσμένην. Οὗτος γὰρ, φησὶ, Κύριος ὁ ποιήσας τὸν οὐρανόν· πάμμεγα πρὸς ἀπόδειξιν εὐκλείας τῆς ἀνωτάτω, καὶ ὑπεροχῆς πανσθενοῦς, τὸ ποιῆσαι τὸν | |
35 | οὐρανὸν καὶ καταδεῖξαι τὴν γῆν, ἱδρῦσαί τε αὐτήν. Αὐτὸς γὰρ διώρισεν αὐτὴν, τοῦτ’ ἔστι, κεκρυμμένην ἐν ἀβύσσοις ἀόρατόν τε καὶ ἀκατάσκευον οὖσαν πάλαι ἀπέφηνεν ὁρατὴν, καὶ εἰργασμένην. Διώρισε γὰρ αὐτήν· ἔφη γὰρ κατά γε τὴν πίστιν τῶν Μωσέως | |
40 | βιβλίων· «Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά.» Ὤφθη δὴ οὖν ἐξ ὑδάτων, καὶ ὑποβρυχίαν οὖσαν ἀεργῆ τε εἰσάπαν διέστησεν ἀνὰ μέρος, κλεῖθρα καὶ πύλας ταῖς ἀβύσσοις ἐπιθεὶς, καὶ ἀποκρίνας εὖ μάλα τῶν ὑδάτων αὐτήν. Ὅτι δὲ παρ‐ | |
45 | ήγαγε χρησίμως εἰς τοῦτό τε καὶ ἀναγκαίως, οὐχ ἵνα ὁρῷτο μόνον, ἀλλ’ ἵνα ἔχῃ τοὺς οἰκήτορας, δῆλον δὲ ὅτι τοὺς ἐξ αὐτῆς πεπλασμένους, καθάπερ ἀμέλει καὶ οὐρανὸν τοὺς ἁγίους ἀγγέλους προδιεσάφησεν εἰπών· Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοι‐ | |
70.977(50) | κεῖσθαι. Ὄχημα δὴ οὖν καὶ ὥς τις οἶκος ἀνεδείχθη τοῖς πατοῦσιν αὐτὴν, τοῦτ’ ἔστιν, ἡμῖν. Εἰ δὲ παρήχθη‐ μεν παρ’ αὐτοῦ πρὸς ὕπαρξιν, πῶς οὐκ ἀληθὲς εἰπεῖν ὅτι πάντως που καὶ διὰ τοῦτο γεγόναμεν, ἵνα προσ‐ κυνῶμεν αὐτῷ τε καὶ μόνῳ, καὶ γενεσιουργὸν ὄντα | |
55 | τῶν ὅλων ἐπιγινώσκοντες χαριστηρίους ᾠδὰς ἀναφέ‐ | |
ρωμεν; Ἐγὼ τοίνυν εἰμὶ, καὶ οὐκ ἔστιν ἔτι Εἰ γάρ | 977 | |
70.980 | ἐστιν αὐτὸς ὁ ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν καταδείξας, καὶ μὴ εἰς κενὸν ποιήσας αὐτὴν, ἀλλὰ κατοικεῖσθαι· τίς ἂν ἕτερος νοοῖτο παρ’ αὐτὸν ὑπάρ‐ χων Θεός; ἢ τίς κατ’ ἰσχὺν καὶ δόξαν ἰσοστατήσειεν | |
5 | αὐτῷ; ἢ τίς ὅλως ἐγγὺς καὶ παρὰ βραχύ; πῶς δὲ οὐχ ἅπασα ἡττᾶται τῶν γενητῶν ἡ φύσις, τῆς οὕτω μεγάλης καὶ ὑπεραιρούσης τὰ πάντα, δόξης, ἀλκῆς καὶ σοφίας; Οὐκ ἔστιν οὐδείς. Μόνος οὖν ἄρα, καὶ ἕτερος ἐπ’ αὐτῷ παντελῶς οὐδεὶς νοοῖτ’ ἂν εἶναι | |
10 | Θεὸς φύσει τε καὶ ἀληθῶς. Ἀλλὰ ναὶ φαίη τις ἂν ἔσθ’ ὅτε· Τίς ἔγνω τὸν ἐν αὐτῷ σκοπόν; ἢ τίς ὁ φράσαι δυνάμενος, πότερόν ποτε καὶ ἑτέρους τινὰς τῆς τοῦ Θεοῦ δόξης καὶ κλήσει στεφανοῦσθαι βούλε‐ ται, ἤγουν ἑαυτόν τε καὶ μόνον; Ἀπολογεῖται δὴ | |
15 | οὖν καί φησιν· Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· οὐκ εἶπα τῷ σπέρματι Ἰακὼβ, Μάταια ζητήσατε. Νόμους, φησὶ, διέταξα περὶ τούτων αὐτοῖς οὐκ ἐν παραβύστῳ λαλῶν, οὐδὲ λαθεῖν σπουδάσας, ἀλλ’ ἐναργῶς, καὶ ἀναφανδόν. Κατέβη γὰρ Κύριος | |
20 | ἐπὶ τὸ ὄρος τὸ Σινᾶ ἐν εἴδει πυρός· ἐκεῖ γνόφος ἦν καὶ θύελλα καὶ καπνοὶ, καὶ σαλπίγγων ἠχὴ διαπρύ‐ σιος. Παρειστήκει γὰρ πᾶς ὁ λαὸς μεσιτεύοντος τοῦ Μωσέως, ἐξηγγέλλοντο δὲ παρὰ Θεοῦ νόμοι, οὐ παρ‐ εγγυῶντος τῷ Ἰσραὴλ ζητῆσαί τι μάταιον, τοῦτ’ | |
25 | ἔστιν, εἴδωλον, ἤγουν ψευδώνυμον σέβας, ἀλλ’ ἔκ γε τῶν ἐναντίων ἀπείργουσαι ἐντολαί. Εἴρηται γὰρ πρὸς αὐτόν· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ | |
30 | παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.» Οὐκοῦν εἴρηται πρὸς αὐτόν· τὸ δὲ, Ἐγώ εἰμι Κύριος, ὅμοιον ὡς εἰ λέγοι, καὶ οὐχ ἅπαξ, πλειστά‐ κις, τὸ ὅτι δὴ Μόνος εἰμὶ Θεὸς, καὶ τῶν ὅλων Κύριος, | |
35 | λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν· καὶ δι‐ καιοσύνην μὲν, ὥς γε οἶμαι, φησὶ τὸν νόμον· ἔστι γὰρ δικαιοσύνης βραβευτὴς ὁ νόμος· ἀλήθειαν δὲ τὰ Χρι‐ στοῦ παιδεύματα. Ἔνεστι δὲ τῷ νόμῳ τῆς ἀληθείας ἡ μόρφωσις, καὶ ἐγκέκρυπται ταῖς σκιαῖς τὸ Χριστοῦ | |
40 | μυστήριον. Περὶ αὐτοῦ γὰρ γέγραφεν ὁ Μωσῆς. Οὐ‐ κοῦν ἐν τῷ λαλῆσαι τὴν δικαιοσύνην, ἀναγγέλλεται σὺν αὐτῇ καὶ τῆς ἀληθείας ἡ δύναμις, εἴπερ ἀληθές ἐστιν ὅτι σκιὰ μὲν ὁ νόμος ἦν, νῦν δὲ αὐτῷ τῆς ἀλη‐ θείας ἡ μόρφωσις. Συνάχθητε, καὶ ἥκετε, βουλεύσασθε ἅμα, οἱ | |
45 | σωζόμενοι ἀπὸ τῶν ἐθνῶν. Οὐκ ἔγνωσαν οἱ αἴ‐ ροντες τὸ ξύλον τὸ γλύμμα αὐτῶν, καὶ προσευ‐ χόμενοι ὡς θεοὺς, οἳ οὐ σώζουσιν. Ἀπεβουκόλησε μὲν τῆς πρὸς Θεὸν οἰκειότητος σχετικῆς τοὺς ὄντας ἐπὶ τῆς γῆς ὁ δράκων ὁ ἀπο‐ | |
70.980(50) | στάτης, καὶ τῆς ἀληθοῦς θεογνωσίας ἀποσκευάσας κατεσκέδασεν εἰς ἀπάτην, καὶ πολύθεον πλάνησιν, καὶ τοῖς τῆς φαυλότητος τρόποις ἐγκαθιεὶς, δυσδιά‐ φυκτόν τε καὶ ἀνεξίτητον ἀπέφηνεν αὐτοῖς τῆς ἑαυτοῦ δυστροπίας τὸ λῖνον. Ἀλλ’ ἐπέφανεν ὁ Ἐμ‐ | |
55 | μανουὴλ ὁ ἐξάγων τοὺς πεπεδημένους ἐν ἀνδρείᾳ, ὑπέμεινέ τε δι’ ἡμᾶς τὸν κατὰ σάρκα θάνατον, ἵνα, | |
ὡς ὁ εὐαγγελιστής φησι, τὰ τέκνα τοῦ Θεοῦ τὰ δι‐ | 979 | |
70.981 | εσκορπισμένα συναγάγῃ εἰς ἕν. Ἃ γὰρ διεσκόρπισεν ὡς ὠμὸς καὶ ἄγριος λύκος ἐπιπηδήσας ὁ Σατανᾶς, ταῦτα συνεκόμισεν ὁ Χριστὸς ὁ ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν ἑαυτοῦ θεὶς ὑπὲρ τῶν προβάτων. Οὐκοῦν | |
5 | αὐτὸ δὴ τοῦτο κατασημαίνει, λέγων· Συνάχθητε, τοῦτ’ ἔστι, συνδέθητε πίστει μιᾷ, καὶ ὁμοψυχίᾳ. Συνάχθητε τῷ πάντων κρατοῦντι Θεῷ δι’ ἁγιασμοῦ καὶ δικαιοσύνης· ἥκετε πλησίον, οἱ μακρὰν ὄντες ἔτι καὶ ἀπεσχοινισμένοι διὰ τὴν ἁμαρτίαν, καὶ τὸ εἰς | |
10 | αἰσχροτάτην καὶ βδελυρωτάτην κατακομισθῆναι διάθεσιν τοῦ νοῦ. Ἀφεστάναι δέ φαμεν τοῦ Θεοῦ τοὺς πεπλανημένους, οἳ καὶ ἐγγὺς ἔσονται διὰ πίστεως τῆς εἰς Χριστόν. Προσπεφώνηκε γοῦν τοῖς εἰς τοῦτο δραμοῦσι ὁ πάνσοφος Παῦλος· «Νυνὶ δὲ οἵ ποτε | |
15 | ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.» Καὶ πάλιν περὶ αὐτοῦ, ὅτι «Ἐλθὼν εὐ‐ ηγγελίσατο εἰρήνην ἡμῖν τοῖς μακρὰν, καὶ τοῖς ἐγ‐ γύς.» Ταύτῃτοι διὰ προφητῶν ἁγίων τοῖς ἔτι μα‐ κρὰν ἐλέγετο· «Ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ | |
20 | ὑμῖν.» Ἥκετε δὴ οὖν, φησὶ, καὶ βουλεύσασθε ἅμα οἱ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν. Τὸ δὲ, Βουλεύσασθε, φησὶν, ἀντὶ τοῦ, Πραττέσθωσαν παρ’ ὑμῶν τὰ τῆς εἰς Θεὸν ἐπιστροφῆς, μὴ ἀβούλως, ἢ ἀκατασκέπτως, ἀλλ’ ἐν φρονήσει τεθαυμασμένῃ. Διὰ γὰρ τῆς πί‐ | |
25 | στεως προελάσαι σύνεσιν, εἴπερ οὐκ ἔστιν ἐνδοιαστὸν ὅτι τῆς ἐν τῷ πεπλανῆσθαι δυσβουλίας κατεγνωκότες, καὶ τῆς ἀρχαίας ἀπάτης ἀποστρεφόμενοι τὴν ζημίαν, ἄπιμεν δρομαῖοι πρὸς Θεὸν, τὸ τῆς ἀληθοῦς θεογνω‐ σίας δεχόμενοι φῶς, καὶ τοῖς ἀμείνοσιν ἀσυγκρίτως | |
30 | τὴν ἐξ ὀρθῆς διανοίας ψῆφον ἐπάγοντες. Βουλεύσασθε δὴ οὖν, τοῦτ’ ἔστιν, φρονήσατε, οἱ ἀπὸ τῶν ἐθνῶν σωζόμενοι. Ὡς γὰρ ἀφροσύνης ὄντας μεστοὺς ἀπο‐ φοιτᾷν ἐπιτάττει πρὸς ἔμφρονα νοῦν, ἀξιάγαστόν τε καὶ ἀνεπίπληκτον σύνεσιν, δι’ ἧς ἂν γένοιτο κατιδεῖν | |
35 | τὴν τοῦ πάντων κρατοῦντος Θεοῦ δύναμίν τε καὶ δόξαν. Ἀλλ’ οὐκ ἔγνωσαν τοῦτο, φησὶ, τοῦτ’ ἔστιν, ἀνούστατοι παντελῶς νοηθεῖεν ἂν ὄντες, καὶ ἀσυν‐ εσίας ἔμπλεῳ τῆς ἐσχάτης. Οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν. Τὸ δὲ αἴροντες ἐν τούτοις, ἀντὶ τοῦ | |
40 | ὑψοῦντες νοήσεις, ὥστε καὶ τὴν τῷ Θεῷ πρέπουσαν δόξαν ἀνάπτειν αὐτῷ, καὶ τούτῳ ξύλῳ καὶ παρ’ αὐ‐ τῶν ἐγγεγλυμμένῳ. Εἶτα προσευχόμενοι ὡς πρὸς θεοὺς, οἳ οὐ σώζουσιν. Ἀμαθεῖς οὖν ἄρα, καὶ οὐ μακρὰν τῶν προσκυνουμένων τό γε ἧκον εἰς ἀναι‐ | |
45 | σθησίαν, οἷ ταῖς ἑαυτῶν προσκυνοῦντες τέχναις, καὶ ἐξ ὕλης ἀναισθήτου ζητοῦντες ἐπικουρίαν, καὶ τὴν τοῦ Θεοῦ κλῆσιν προσνέμοντες τοῖς διὰ σφῶν αὐ‐ τῶν τεχνοποιουμένοις καὶ τεχνουργημένοις. Ἀκουέ‐ τωσαν τῆς τοῦ Ψάλλοντος λύρας ἐπιτωθαζούσης αὐτοῖς καὶ βοώσης· «Ὅμοιον αὐτοῖς γένοιντο οἱ ποιοῦντες | |
70.981(50) | αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς.» Εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα, τίς ἀκουστὰ ταῦτα ἐποίησεν ἀπ’ ἀρχῆς. Τότε ἀνηγγέλη ὑμῖν· Ἐγὼ ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· δίκαιος καὶ σωτὴρ οὐκ ἔστι | |
55 | πάρεξ ἐμοῦ. Ἐπιστράφητε πρός με, καὶ σωθή‐ σεσθε οἱ ἐπ’ ἐσχάτου τῆς γῆς. | |
Παγίδας ἱστάντες δεινάς τε καὶ πολυτρόπους τοῖς | 981 | |
70.984 | ἐπὶ τῆς γῆς, καὶ τοὺς τῆς ἀπωλείας ὀρύττοντες βό‐ θρους, οἱ ἀλιτήριοι δαίμονες, καὶ τὴν τῆς θεότητος δόξαν ἀνοσίως καταλῃστεύοντες, καὶ ταῖς σφῶν αὐ‐ τῶν ἀνάπτοντες κεφαλαῖς, οἱ πάντολμοι τὰ τῆς ἑαυ‐ | |
5 | τῶν ἀπάτης ἐργαστήρια συγκροτεῖν ἐσπούδαζον. Ὑποκρινόμενοι δὲ τὸ εἰδέναι τὰ μέλλοντα, καὶ ἀπ‐ αγγέλλειν αὐτὰ δύνασθαι τοῖς ἐθέλουσι μαθεῖν, μέχρι καιροῦ διατετελέκασι γοῦν ἁρπάζοντες. Χρηστήρια γοῦν κατὰ χώρας τε καὶ πόλεις, ψευδομαντεῖαί τε | |
10 | ἦσαν πανταχοῦ, καὶ κλῃδωνισμοὶ, καὶ φενάκων πλη‐ θὺς τὰ ἀπὸ καρδίας αὐτῶν λαλούντων, κατὰ τὸ γε‐ γραμμένον, χρησμῳδοὶ, καὶ νεκυομάντεις, καὶ οἱ φωνοῦντες ἐκ γῆς, ἐγγαστρίμυθοί τε καὶ ἀλφιτομάν‐ τεις, καὶ ἁπαξαπλῶς ψευστῶν, καὶ φενάκων ἡ | |
15 | ὑφήλιος πεπλήρωτο. Ἦν οὖν ἄρα παρ’ αὐτοῖς οὐδε‐ μία μὲν ἀληθὴς τῶν ἐσομένων ἡ γνῶσις, ψευδηγορίαι δὲ, καὶ βωμολογίαι καὶ ἀπάτη, καὶ δόλος, καὶ ἕτερον οὐδέν. Ταύτῃ τοι φησὶν ὁ τῶν ὅλων Θεός· Εἰ ἀναγγε‐ λοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα. Εἰ γὰρ δύναν‐ | |
20 | ται, φησὶν, ἀπαγγέλλειν, ἡκέτωσαν ἵνα γνῶσιν ἅμα, ἵνα τι κατὰ πρόσωπον οἱ πάντες εἰς ἓν συναγη‐ γερμένοι (ἦσαν μὲν γὰρ, ὡς ἔφην, ἀνὰ μέρος πλεισταχοῦ χρηστήρια. Ἄλλοι δὲ ἄλλως ἐφοίτων, καὶ ψευδηγοροῦντας ἐτίμων τοὺς ἀκαθάρτους δαίμονας)· | |
25 | εἰ δὲ ἀληθῶς ἀναγγεῖλαι δύνανται, φησὶν, ἅμα καὶ κατὰ ταὐτὸν γενόμενοι πάντες, γνώτωσάν τι τῶν ἐσομένων, τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπ’ ἀρχῆς. Τίς γὰρ τῶν δεισιδαιμόνων, ἢ τῶν παρ’ ἐκείνοις προ‐ φητῶν, ἢ τῶν τοῖς μαντείοις προσκαθημένων, ἔγνω | |
30 | ποτὲ καὶ ἀπήγγειλεν ὅτι κατὰ καιροὺς ἐπιλάμψει τῷ κόσμῳ Χριστὸς, καὶ ὅτι τὸ τῆς ἀπάτης οἰχήσεται νέφος, καὶ ἀποσκεδασθήσεται μὲν ὁ τῆς ψευδωνύμου γνώσεως σκότος, ἀναλάμψει δὲ τοῖς ἐπὶ τῆς γῆς, ὡς νοητὸς ἑωσφόρος, ὡς αὐγὴ καὶ ἡμέρα, ὡς δικαιο‐ | |
35 | σύνης ἥλιος ὁ Χριστός; Ἀλλ’ οὔτε, φησὶν, οἱ τὴν τῶν ἐσομένων γνῶσιν ἔχειν ὑποπλαττόμενοι δαίμονες ἀνήγγειλαν ταῦτα ἀπ’ ἀρχῆς, οὔτε μὴν τῆς ἐκείνων ψευδοεπείας οἱ ὑπουργοί. Οὐδεὶς γὰρ τῶν παρ’ Ἕλλησι ποιητῶν ἤτοι λογογράφων τῶν οὕτω λαμ‐ | |
40 | πρῶν ἐμνήσθη πραγμάτων. Τίς οὖν ταῦτα ἀκουστὰ πεποίηκεν ἀπ’ ἀρχῆς; Τότε καὶ ἀνηγγέλη ὑμῖν, τοῦτ’ ἔστιν, ἀπ’ ἀρχῆς. Ἀνηγγέλη δὲ οὐ παρ’ ἑτέρου τινὸς, παρ’ ἐμοῦ δὲ μᾶλλον τοῦ πάντα εἰδότος, καὶ πρὶν γενέσθαι προαπηγγελκότος. Λελάληκα γὰρ ὑμῖν | |
45 | αὐτὰ διά τε Μωσέως, καὶ προφητῶν ἁγίων, οἳ τοὺς παρ’ ἐμοῦ πρὸς ὑμᾶς διεπόρθμευσαν λόγους. Οὐκοῦν ἐγώ εἰμι, φησὶν, ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ. Εἰμὶ δὲ δίκαιος, καὶ σωτήρ. Ἄδικοι μὲν γὰρ οἱ ἀλιτήριοι δαίμονες, καθὰ καὶ φθορεῖς, καὶ φιλαίμα‐ | |
70.984(50) | τοι, καὶ κατωθοῦντες εἰς ὄλεθρον τοὺς ἐπὶ τῆς γῆς. Δίκαιος καὶ σωτὴρ ὁ τῶν ὅλων Θεὸς, ἐπαμύνων τοῖς ἠδικημένοις, καὶ δεσμῶν ἀνιεὶς τοὺς διηρπασμέ‐ νους, καὶ σειραῖς ἁμαρτιῶν κατεσφιγμένους, καταφωτίζων δὲ τοὺς ἐσκοτισμένους, ἐνισχύων τὸ | |
55 | ἠσθενηκὸς, καὶ τὸ κείμενον ἀνιστὰς, καὶ τὸ πλανώ‐ μενον ἐπιστρέφων. Ταύτῃ τοι φησίν· Ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε οἱ ἐπ’ ἐσχάτου τῆς γῆς. Ἐν τούτοις εὖ μάλα τῆς διὰ Χριστοῦ χάριτος κατίδοι τις | |
ἂν τὸ μέγεθος εἰς πάντας διῆκον τοὺς ὄντας ἐπὶ τῆς | 983 | |
70.985 | γῆς. Συνεσταλμένη μὲν γὰρ ἡ διὰ Μωσέως χάρις, καὶ σωτηρία, ἡ ἐφ’ ἓν ἔθνος ἰοῦσα τὸν Ἰσραήλ· μα‐ κρὰ δὲ ὥσπερ καὶ μέχρι τερμάτων τρέχουσα γῆς ἡ διὰ Χριστοῦ. Σεσαγήνευται γὰρ διὰ πίστεως τῆς εἰς αὐτὸν εἰς σωτηρίαν καὶ ζωὴν ἡ σύμπασα γῆ. | |
5 | Ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος. Κατ’ ἐμαυτοῦ ὀμνύω· εἰ μὴ ἐξελεύσεται ἐκ τοῦ στό‐ ματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀπο‐ στραφήσονται· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ ὀμεῖται πᾶσα γλῶσσα τὸν Θεὸν, λέγουσα· Δι‐ | |
10 | καιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν. Ἔδει τῆς ψευδωνύμου λατρείας καθῃρημένης παρ‐ ελθεῖν εἰς μέσον τὴν ἀλήθειαν, καὶ οἷον ἀπεληλαμέ‐ νου τοῦ σκότους περιαστράψαι τὸ φῶς. Ταύτῃτοι, καὶ μάλα εἰκότως μετά γε μὴν ἐπωφελῆ, καὶ ὀνησιφόρον | |
15 | ταυτηνὶ παραίνεσιν, τὴν ἑαυτοῦ δόξαν καθίστησιν ἐμφανῆ. Ἐγὼ γάρ εἰμι Θεὸς, φησὶ, καὶ οὐκ ἔστιν ἄλλος. Εἶτα τῶν ἔσεσθαι προσδοκωμένων διὰ Χριστοῦ προκαταμηνύει τὴν δύναμιν, ὅρκῳ πιστούμενος, ὅτι πάντη τε καὶ πάντως ἡ δι’ αὐτοῦ λαλουμένη δικαιο‐ | |
20 | σύνη, τοῦτ’ ἔστιν, ἡ ἐν Χριστῷ διὰ πίστεως τοῖς ἀνὰ πᾶσαν χαρισθεῖσα τὴν ὑπ’ οὐρανὸν, καὶ οἱ αὐτοῦ λό‐ γοι, τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, πάντη τε καὶ πάντως ἀναλάμψει κατὰ καιρούς. Κα‐ ταδηλοῖ γὰρ, οἶμαι, τουτὶ τὸ, Οὐκ ἀποστραφήσονται. | |
25 | Θεοῦ γὰρ ὑπισχνουμένου, καὶ ὅτι πάντη τε καὶ πάν‐ τως ἔσται τι λέγοντος, τίς ὁ ἐγκόψαι δυνάμενος; Ὄμνυσι δὴ οὖν καθ’ ἑαυτοῦ. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος. Θεὸς δὲ ὁ πάντων ἐπ‐ | |
30 | έκεινα, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τῶν ἄλλων ἠρμέ‐ νος, ὄμνυσι καθ’ ἑαυτοῦ. Οὐ γὰρ ἦν ὀμόσαι καθ’ ἑτέρου αὐτὸς ὢν, ὡς ἔφην, τὸ πάντων ἀκρότατον, καὶ τὸ εἰς λῆξιν ἀνεστηκὸς, κατά τε φύσιν καὶ δόξαν. Τί οὗν ἄρα τὸ ἐπαγγελθέν; Σωτηρία, καὶ ἐπιστροφὴ | |
35 | παντὸς τοῦ ἐπὶ τῆς γῆς ἔθνους. Ἐμοὶ γὰρ κάμψει, φησὶ, πᾶν γόνυ, καὶ ὀμεῖται πᾶσα γλῶσσα τὸν Θεόν. Τὸ δὲ, Κάμψει θεῷ γόνυ, ὅρκιόν τε πρὸς ἁπάντων αὐ‐ τοῦ γίνεσθαι τὸ ὄνομα, τί ἂν ἕτερον εἶναι νοοῖτο πλὴν ὅτι πάντων ἐπιστροφὴ, καὶ ἐπίγνωσις, καὶ τῆς πρὸς | |
40 | αὐτὸν οἰκειότητος δήλωσις; Οἳ γὰρ ὅλως δι’ ἐπιστρο‐ φῆς πρὸς Θεὸν ἐπιφοιτῶσι παντελῶς καὶ τοῦ κάμψαι γόνυ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ τοῦ διὰ γλώττης ἔχειν αὐτοὺς ὡς θεοὺς (οὐ γὰρ ὀμοῦνται κατά τινος ὡς περὶ Θεοῦ), ἀλλ’ ἕνα τὸν φύσει, καὶ ἀληθῶς ὄντα | |
45 | γινώσκοντες, ταῖς αὐτοῦ ζεύγλαις ὑπέχουσι τὸν αὐ‐ χένα, καὶ κάμπτουσί τε τὸ γόνυ ποιούμενοι τὰς λιτὰς, κἂν εἰ εὐορκεῖν ἕλοιντό πως, αὐτοῦ καὶ μόνου διαμε‐ μνήσονται λέγοντες, ὅτι Πᾶσα δικαιοσύνη καὶ πᾶσα δόξα πρὸς αὐτὸν ἥξουσι, τοῦτ’ ἔστιν, αὐτῷ δὴ πρέπει | |
70.985(50) | καὶ μόνῳ. Δεῖ γὰρ τὰ πάντων ἄριστα τῶν ἔργων, καὶ πᾶν ὅσον ἐστὶν ἐν ῥήμασι τελοῦν εἰς δόξαν Θεοῦ, τοῦτο αὐτῷ πρὸς ἡμῶν ἀνάπτεσθαι μόνῳ. Αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυ‐ τοὺς ἀπὸ Κυρίου· δικαιωθήσονται, καὶ ἐν τῷ Θεῷ | |
55 | δοξασθήσεται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Ἀληθὲς κατ’ ἄμφω τὸ εἰρημένον, καὶ οὐκ ἂν ὁ | |
θεῖος διαψεύσεται λόγος. Ἕψεται γὰρ πάντως τοῖς | 985 | |
70.988 | ἀποφοιτᾷν ἐθέλουσι τῆς πρὸς Θεὸν οἰκειότητος, δῆλον δὲ ὅτι πνευματικῆς, τὸ καταισχύνεσθαι δεῖν· προσ‐ ίεσθαί γε μὴν, τὸ ἐν αὐτῷ δοξάζεσθαι, καὶ διαπρέπειν ἐν δικαιοσύνῃ, τοῖς ἐκ καρδίας εἰλικρινοῦς ἀγαπῶσιν | |
5 | αὐτόν. Οὗτοι δ’ ἂν εἶεν οὔτι που πάντως ὁ κατὰ σάρκα Ἰσραὴλ, τὸ σπέρμα δὲ μᾶλλον τῶν υἱῶν Ἰσραήλ. Σαφεστέραν δὲ τὴν τῶν προκειμένων ἀποτελοῦντες διάνοιαν ἐκεῖνό φαμεν. Ἐπέλαμψε γὰρ τοῖς ἐπὶ τῆς γῆς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἐν εἴδει τῷ καθ’ | |
10 | ἡμᾶς, ἤτοι γενόμενος σὰρξ, κατὰ τὰς Γραφάς· ἀφίκετο δὲ κηρύσσων αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀν‐ άβλεψιν, ἀποστέλλων τεθραυσμένους ἐν ἀφέσει, καὶ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ κα‐ λῶν ἐνιαυτὸν Κυρίου δεκτόν. Ἀλλὰ καίτοι δέον Ἰου‐ | |
15 | δαίους μάλιστα τὴν εἰς αὐτὸν προσήκασθαι πίστιν, ἅτε δὴ καὶ παιδαγωγὸν λαχόντας τὸν νόμον, καὶ ἁγίους προφήτας μυσταγωγοὺς, τοῦτο μὲν οὐ πεπρά‐ χασιν, ἀπεπήδησαν δὲ ὥσπερ αὐτοῦ, καὶ γεγόνασιν ἐντροπῆς ἀνάμεστοι, τὴν καταισχύνουσαν αὐτοὺς | |
20 | ἁμαρτίαν ἀναπόβλητον, ἔχοντες. Ἀληθὲς οὖν, ὅτι Αἰ‐ σχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτοὺς ἀπὸ Κυ‐ ρίου. Ἤκουον γὰρ λέγοντος αὐτοῦ· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Οἵ γε μὴν ἐπεγνω‐ | |
25 | κότες τὴν ἐπιφάνειαν αὐτοῦ δεδικαίωνται μὲν διὰ πίστεως, κεκερδήκασι δὲ μακρὰν καὶ ἀτελεύτητον δόξαν, μέτοχοι μὲν ἁγίου Πνεύματος ἀναδεδειγμένοι, καταπλουτήσαντες δὲ τὸ λαμπρὸν τῆς υἱοθεσίας ἀξίωμα. Δέδωκε γὰρ αὐτοῖς ἐξουσίαν τέκνα γενέσθαι | |
30 | Θεοῦ, ἀξιόληπτόν τε πρὸς τούτοις καὶ ἀδιάβλητον ἐσχηκότες ἐλπίδα· κληρονομήσουσι γὰρ τὴν τῶν οὐ‐ ρανῶν βασιλείαν. Νοηθεῖεν δ’ ἂν οὗτοι τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Υἱοὺς δὲ Ἰσραὴλ ἐν τούτοις ὠνομάσθαι φαμὲν τοὺς ἁγίους ἀποστόλους, καὶ εὐαγγελιστάς· | |
35 | ἦσαν γὰρ κατὰ σάρκα ἐξ Ἰουδαίων. Υἱοὺς δὲ αὐτῶν τοὺς δι’ αὐτῶν κεκλημένους εἰς ἐπίγνωσιν τοῦ Χρι‐ στοῦ. Προσπεφώνηκε γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι’ αὐτοῦ πιστεύσασι· «Κἂν γὰρ μυρίους ἔχητε παιδ‐ αγωγοὺς ἐν Κυρίῳ, ἀλλ’ οὐ πολλοὺς πατέρας. Ἐν | |
40 | γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Εὑρίσκομεν δὲ πλεισταχοῦ καὶ ἑτέρους τῶν ἁγίων ἀποστόλων, τεκνία καλοῦντας τοὺς δι’ αὐ‐ τῶν σεσαγηνευμένους εἰς σωτηρίαν τὴν ἐν Χριστῷ. Ἔπεσε Βὴλ, συνετρίβη Δαγὼν, ἐγένετο τὰ | |
45 | γλυπτὰ αὐτῶν ὡς θηρία καὶ κτήνη. Ἀεί πως ἀκολουθεῖ ταῖς προῤῥήσεσιν, αἵπερ ἂν γένοιντο διὰ προφητῶν ἁγίων περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, προαγορεύσεις ἀναγκαῖαι τῶν δι’ αὐτοῦ γενομένων, ἤγουν τῶν τῷ κόσμῳ κατωρθωμέ‐ | |
70.988(50) | νων. Κατόρθωμα δὲ τὸ πάντων ἐξαίρετον τὸ ἐκ μέσου γενέσθαι τὸν Σατανᾶν, καὶ τὴν βέβηλον δὲ, καὶ ἀν‐ δροκτόνον πληθύν. Ἐπιλάμψαντος τοίνυν αὐτοῦ τῷ κόσμῳ, λέλυται μὲν ἡ πάλαι πολλὴ καὶ ἐπάρατος τῆς ἁμαρτίας ἀχλὺς, ἣν ταῖς ἁπάντων διανοίαις ἐνῆκεν ὁ | |
55 | Σατανᾶς, ἵνα μὴ βλέπωσι τῆς ἀληθείας τὸ φῶς. Πέ‐ παυται δὲ καὶ τῶν δαιμονίων ἡ τυραννὶς, καὶ τὰ τῆς | |
εἰδωλολατρείας παίγνια. Οὐκοῦν ἀναγκαίως, ὡς ἔφην, | 987 | |
70.989 | ὁ περί γε τούτων ἡμῖν εἰσεκομίσθη λόγος, καὶ πε‐ πτωκέναι φησὶ τὸν Βήλ. Εἴδωλον δὲ τοῦτο μάλιστα τῶν Βαβυλωνίων, τετιμημένον δὲ καὶ ἐν ἑτέραις πό‐ λεσι. Καί φασιν εἶναι τὸν Βὴλ τὸν παρ’ Ἕλλησι τοῖς | |
5 | ἀθέοις μυθολογούμενον Κρόνον, ὃν καί φασιν ὠμὸν εἶναι καὶ φιλαίματον, καὶ ἀνδροκτασιῶν ἐραστήν. Ἀναγέγραπται γοῦν ἐν ἱστορίαις Ἑλληνικαῖς, ὡς ἐν ἡμέρᾳ μιᾷ τριακοσίους τῶν ξένων ἔσφαζόν τινες αὐτῷ, μυσαρὰν καὶ στυγητὴν Θεῷ καὶ ἀνθρώποις ἐπιτελε‐ | |
10 | σθῆναι πανήγυριν. Καὶ γοῦν ὁ τῶν ὅλων Θεὸς, ἐπὶ ταῖς οὕτω δειναῖς ἀσεβείαις ἀγανακτῶν, δι’ ἑνός πού φησι τῶν ἁγίων προφητῶν τοῖς τὰ τοιάδε δρᾷν εἰωθόσι· Θύσατε ἀνθρώπους· μόσχοι γὰρ ἐκλελοίπασιν. Εἰς τοῦτο γὰρ μισανθρωπίας τε καὶ ἀγριότητος καθικέσθαι | |
15 | φησὶ τοὺς ἀκαθάρτους δαίμονας, ὥστε καὶ ἀκορέστως διψῇν ἀνθρώπινον αἷμα, καὶ ταῖς τῶν ἁλισκομένων φθοραῖς ἐπιγάννυσθαι. Οὐ γὰρ ἂν ἴσως ἔοικεν αὐτοῖς ὁ κλάζων μόσχος ἐπὶ βωμῷ, λιβανωτοί τε καὶ πρό‐ βατα· γλίχονται δὲ μᾶλλον τῆς ἀνθρώπων σφαγῆς. | |
20 | Ἔπεσε τοίνυν, φησὶν, ἡ Βὴλ, τοῦτ’ ἔστι, κατηνέχθη, καὶ ἔπεσεν ἡ τοῦ δαίμονος ἰσχύς· ἵνα λοιπὸν τὸν ἐκ τῆς ἐκείνων σκαιότητος ἀποβαλόντες ζυγὸν ἐλευθέρᾳ καὶ ἀβιάστῳ γνώμῃ τρέχωσι πρὸς Θεὸν οἵ ποτε ταῖς ἐκείνου δυστροπίαις ἐνισχημένοι. Συνετρίβη δὲ καὶ | |
25 | ὁ Δαγών. Σέβασμα δὲ καὶ τοῦτο τῶν τὴν παραλίαν οἰκούντων, ἢ καὶ ὅμορός ἐστι τῆς Ἰουδαίας, Ἀσκα‐ λωνιτῶν τέ φημι καὶ Γαζανῶν, οὓς καὶ Φυλιστιεὶμ ἤγουν ἀλλοφύλους ἡ θεία πλεισταχοῦ κατονομάζει Γραφή. Εὖ δὲ δὴ σφόδρα τὸ, Συνετρίβη, φησὶν, ὡς | |
30 | ἀπό γε τοῦ συμβεβηκότος αὐτῷ κατὰ καιροὺς, καὶ νῦν ὁ προφήτης τὸν περὶ αὐτοῦ διεξάγων λόγον. Ἀν‐ έγνωμεν γὰρ ἐν ταῖς βίβλοις τῶν Βασιλειῶν, ὅτι τὴν θείαν ποτὲ κιβωτὸν λαβόντες οἱ ἀλλόφυλοι εἰσήγαγον εἰς τὸν οἶκον Δαγών· εἶτα εἰσελθόντες οἱ τοῦ δαιμο‐ | |
35 | νίου θεραπευταὶ, τεθέανται πεπτωκὸς τὸ εἴδωλον ἔμ‐ προσθεν τῆς κιβωτοῦ, καὶ συντριβὴν ὑπομείναντος αὐτοῦ ὡς ἀποβαλεῖν χεῖράς τε καὶ πόδας, καὶ κεφα‐ λήν. Σφόδρα οὖν χαριέντως ὡς ἀπό γε τοῦ συμβάντος κατὰ καιροὺς τὸ, Συνετρίβη, φησί. Φαμὲν δὲ ὅτι τῆς | |
40 | εἰδωλολατρείας τὴν ἀναίρεσιν ὁ προφητικὸς ἡμῖν ὑπ‐ εμφαίνει λόγος, ὡς ἐκ μέρους τό τε Βὴλ, καὶ τὸν Δαγὼν ὀνομάσας. Οὐ γὰρ ἦν ἁπάντων τῶν ἐπὶ τῆς γῆς εἰδώλων ποιήσασθαι μνήμην, ἀλλ’ ὡς ἐκ μέρους ἐπὶ τὸ πᾶν διατάττει πάλιν. | |
45 | Αἴρετε αὐτὰ καταδεδεμένα, ὡς φορτίον κοπιῶν‐ τι, καὶ πεινῶντι ἐκλελυμένῳ, οὐκ ἰσχύοντι ἅμα· οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου· αὐτοὶ δὲ αἰχμάλωτοι ᾐσχύνθησαν. Τὸ τῶν χειροτμήτων ἀνωφελὲς, καὶ μάταιον κατα‐ | |
70.989(50) | δείκνυσι πάλιν ἡμῖν ὁ λόγος ἐν τούτοις, ὡς ἀπό γε τῶν ἐπ’ αὐτοῖς τελουμένων παιγνίων, αἰσχύνης οὖσαν ἀνάπλεων τὴν τῶν πλανωμένων ἀποφαίνει λατρείαν. Ἐπετέλουν μὲν γὰρ τοῖς δαιμονίοις ψυχρὰς καὶ κα‐ ταγελάστους ἔσθ’ ὅτε τὰς πανηγύρεις· εἶτα τῶν | |
55 | σηκῶν ἐκκομίζοντες τὰ ἀγάλματα, ἐπαναθέμενοί τε ταῦτα τῶν ἱερέων τινὲς περιῄεσαν ἐν πλατείαις κα‐ τασειόμενοί τε καὶ οἷον μεθύσκοντες ὡς ἀχθοφοροῦν‐ | |
τες ἄγαν, καὶ ἔνθαπερ ἂν ἐπιβαρήσειεν ὃ διακομίζειν | 989 | |
70.992 | ἤθελον, ἐκεῖ πως καὶ συνωθούμενοι, καὶ μὴ δύνασθαι φέρειν τὸ ἄχθος ὑποκρινόμενοι. Ὁ δὲ ἀσύνετός τε καὶ ἀγελαῖος δῆμος, γύναιά τε φρενῶν ἔρημα, κατεκρότει ταῖς εὐφημίαις, τὴν ἄψυχον ὕλην εἰδοποιηθεῖσαν | |
5 | ὁρῶντες εἰς ἄνδρα τυχὸν ἢ γυναῖκα, ᾤοντό τε κατὰ ἀλήθειαν καὶ ἀφόρητον ἐνιέναι βάρος τὸν διακομιζό‐ μενον τοῖς ἀναθεμένοις εἰς ὤμους αὐτόν. Διαγελᾷ τοιγαροῦν ὁ θεῖος ἡμῖν ἐν τούτοις λόγος τῆς Ἑλληνι‐ κῆς ἀναισθησίας τὸ μέγεθος, καί φησι περὶ τῶν ἐν | |
10 | σηκοῖς ἀγαλμάτων, ἃ καὶ προσκυνεῖν ἀσυνέτως ἤθε‐ λον· Αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι, καὶ πεινῶντι ἐκλελυμένῳ, οὐκ ἰσχύοντι ἅμα. Ταῦτα γὰρ, ὡς ἔφην, ὑπεπλάττοντο τῶν ἱερέων τινὲς ἐν τῷ περικομίζειν τὰ χειροποίητα. Πῶς οὖν ἄρα τῶν προσ‐ | |
15 | κυνουμένων τὸ ἀδρανὲς γνωσθήσεται, ἐκ πολλῶν μὲν καὶ ἑτέρων κατίδοι τις ἂν αὐτό. Ξύλον γὰρ ἢ λίθος ἢ ἑτέρα τις ὕλη τῶν τοιούτων γένεσις. Ἐπειδὴ δὲ ἀναγ‐ καῖον ἐκ τῶν ὅτι μάλιστα χρησίμων καταδεῖξαι τοῦτο, πρὸς ἀνάμνησιν αὐτοὺς ἀποφέρει τῆς ἐσομένης αὐτῶν | |
20 | αἰχμαλωσίας, τῆς ὑπό γέ φημι τῶν Βαβυλωνίων, ἣν δὴ καὶ πεπόνθασιν, ἐπεί τοι μεθέντες τὸ χρῆναι πλη‐ ροῦν τὸν νόμον, καὶ τὸν ἕνα τε καὶ φύσει θεραπεύειν Θεὸν, κατῴχοντο πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχεστάτων, καὶ προσκεκυνήκασι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν· | |
25 | τεθύκασί τε πρὸς τούτῳ, καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὰ γέγραπται. Πόθεν οὖν ἄρα τὸ ἀδρανὲς τῶν ἐν ὑπολήψει θεῶν ὀφθήσεται; Οὐ δυνήσονται, φησὶ, δια‐ σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν. Ἁλούσης γὰρ πόλεως ἢ χώρας, εἰ δή τινες εἶεν παρ’ | |
30 | αὐτοῖς περίχρυσοί τε καὶ περιάργυροι θεοὶ, πρῶτοι τῶν ἄλλων ἁπάντων παρὰ τῶν ᾑρηκότων λαμβάνον‐ ται, οἷς ἦν εἰκὸς, εἴπερ τινὲς ἦσαν θεοὶ, καὶ τοῖς ἰδίοις ἐπαμύναι προσκυνηταῖς, καὶ ἀμείνους αὐτοὺς ἀποφῆ‐ ναι τῆς τῶν πολεμίων χειρός. Τί τοίνυν ὠφελεῖ γλυ‐ | |
35 | πτὸν, ὅτι ἔγλυψαν αὐτὸ κατὰ τὸν τοῦ προφήτου λόγον, ἔπλασαν αὐτὸ χώνευμα φαντασίαν ψευδῆ, οἳ μήτε σφίσιν αὐτοῖς, μήτε μὴν ἑτέροις ἐπαμύνειν εἰσὶν οἷοί τε; Πῶς γὰρ ἂν γένοιτό τι τοιοῦτον παρά γε ξύλου, καὶ λίθου; Ἀκούσατέ μου, οἶκος τοῦ Ἰακὼβ, καὶ τὸ κατά‐ λοιπον τοῦ Ἰσραὴλ, οἱ αἰρόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἐκ παιδίου ἕως γήρως. Ἐγώ εἰμι, | |
40 | ἕως ἂν καταγηράσητε. Ἐγώ εἰμι. Ἐγὼ ἀνέχομαι ὑμῶν. Ἐγὼ ἐποίησα, καὶ ἐγὼ ἀνήσω· ἐγὼ ἀναλή‐ ψομαι, καὶ σώσω ὑμᾶς. Εὐτεχνέστατα πάλιν ὁ λόγος ἔχει, καὶ πρόεισιν ἐν κόσμῳ τῷ δέοντι, καὶ οἰκονομικῶς. Ἐπειδὴ γὰρ πο‐ | |
45 | λέμου μνήμην ἐποιήσατο, καθ’ ὃν συμβέβηκε πληθὺν ἀμέτρητον ἀνδρῶν καὶ γυναικῶν ἀποθανεῖν, καὶ ὀλιγανδρῆσαι σφόδρα τῶν Ἰουδαίων τὴν χώραν, ταύ‐ τῃ τοι φησὶν ὡς πρὸς οἶκον ἕνα, ὡς πρὸς κατάλειμμα, καὶ βαρβαρικῆς ὠμότητος λείψανον· Ἀκούσατέ μου, | |
70.992(50) | ὁ οἶκος τοῦ Ἰακὼβ, καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ. Ὤνησε δ’ ἂν οὐ μετρίως τοὺς ἀκροωμέ‐ νους ὁ λόγος, εἴπερ τινὲς ἦσαν ἀγχίνοι, καὶ τῶν χρη‐ σίμων ἐξετασταί. Τὰ γάρτοι σκυθρωπὰ καὶ δυσφό‐ ρητα προαπηγγελμένα μὲν εὐκόλως ἄν τις καὶ | |
55 | παρελάσειε τὰς τῆς ἐφόδου φυγὼν αἰτίας· ἀφιγμένα δὲ καὶ οἷον ἐπιπηδήσαντα, πῶς ἂν διακρούσαιτο; Τὸ κατάλοιπον τοίνυν αὐτοὺς ἀποκαλεῖ μονονουχὶ | |
κεκραγὼς, ὅτι δαπανηθήσονται τῷ πολέμῳ, καὶ βαρ‐ | 991 | |
70.993 | βαρικῆς ὠμότητος ἔσονται θήραμα, εἰ μὴ τῶν οὕτως ἐκτόπων ἀποπεπαύσοιντο σπουδασμάτων. Ὅτι δὲ τὸ δυσμαθὲς ταῖς τῶν Ἰουδαίων ἔνεστι ψυχαῖς, καὶ χρῆμα γέγονεν αὐτοῖς ἀνόνητον, ἡ τοῦ νόμου μελέτη, | |
5 | διαδείκνυσι λέγων· Οἱ αἰρόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἐκ παιδίου ἕως γήρως. Ἐκ βρέφους γὰρ καὶ μέχρι τῆς πρεσβυτικῆς ἡλικίας τοῖς ἱεροῖς τε καὶ θείοις ἐμμελετῶντες Γράμμασιν ὠφέληνται μὲν οὐδέν· ὥσπερ δὲ οὐδεμιᾶς παράπαν νουθεσίας | |
10 | ἠξιωμένοι κατῴχοντο πρὸς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. Ἀλλὰ καὶ εἰ μακρὸς ὑμῖν, φησὶν, ἐδαπανήθη χρόνος, ἐν ἀνονήτοις μελέταις, καὶ ἀμαθεστάτους ὄντας ὁρῶν, τῆς ἐμφύτου γαληνότητος οὐ πεπαύσομαι· καθίστημι δὲ οὕτως ἐμαυτὸν ὑμῖν ἐναργῆ λέγων· Ἐγώ εἰμι, | |
15 | τοῦτ’ ἔστι, ζῶ καὶ ὑπάρχω· οὐχ ὡς γενέσεως ἔχων ἀρχὴν ἢ καταλήγειν εἰς πέρας εἰδὼς, ἀλλ’ ὁ αὐτὸς ἀεὶ καὶ ὡσαύτως ἔχων, καὶ ἕως ἂν καταγηράσητε πάλιν ὁ αὐτὸς ἔσομαι. Οὐ γάρ μοι καθ’ ὑμᾶς ἔπεισι γῆρας, ἀλλ’ εἰμὶ ζῶν τε καὶ παναλκής. Καὶ ἐγὼ μὲν | |
20 | ἐποίησα τὰς ἐπενεχθείσας ὑμῖν τοῦ πολέμου συμφο‐ ρὰς ὁσίᾳ ψήφῳ καλῶν εἰς δίκην τοὺς τὴν ἐμὴν ὑβρί‐ σαντας δόξαν. Πλὴν ἐγὼ ἀνήσω, τοῦτ’ ἔστιν, ἀφήσω, καὶ ταῖς ἀμνησικακίαις πεπονηκότας ὑμᾶς ἀνακτή‐ σομαι. Ἐγὼ ἀναλήψομαι καὶ σώσω ὑμᾶς. Ὁ γὰρ | |
25 | δοὺς εἰς χεῖρας ἐχθρῶν πάλιν ὑμᾶς οἰκειώσομαι, καὶ τῶν τῆς αἰχμαλωσίας ὑμᾶς ἀπολύσω δεσμῶν. Οὐκοῦν ὡς πολυειδεῖ φαρμάκῳ τὰς τῶν εἰς αὐτὸν πεπαρῳνη‐ κότων, καὶ ἐκ πολλῆς ἄγαν ἀμαθίας ὠλισθηκότων ἐφ’ ἃ μὴ θέμις, θεραπεύει καρδίας, τοῦτο μὲν ἀπει‐ | |
30 | λαῖς, τοῦτο δὲ καὶ ὑποσχέσεσιν ἀγαθαῖς. Σκοπὸς γὰρ αὐτῷ σῶσαι τὸ ἀπολωλὸς, καὶ τῶν τοῦ διαβόλου χειρῶν ἁρπάσαι τὸ πλανώμενον. Τίνι με ὡμοιώσατε; Τεχνάσασθε, οἱ πλανώμε‐ νοι, οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσίπου, καὶ | |
35 | ἀργύριον ἐν ζυγῷ· στήσουσιν ἐν σταθμῷ, καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσεκύνησαν αὐτῷ. Αἴρουσιν αὐτὸ ἐπὶ τῶν ὤμων, καὶ πορεύσονται. Ἐὰν δὲ θῶσιν αὐτὸ ἐπὶ τοῦ τόπου, μενεῖ, οὐ μὴ κινηθῇ· | |
40 | καὶ ὃς ἂν βοήσει πρὸς αὐτὸ, οὐ μὴ εἰσακούσῃ, ἀπὸ κακῶν οὐ μὴ σώσῃ αὐτόν. Ὑβριστὰς ὄντας ἐλέγχει, καὶ ὀλιγογνώμονας τοὺς τῶν εἰδώλων προσκυνητὰς, καὶ εἰς αὐτὴν θείαν καὶ ἀνωτάτω πλημμελοῦντας φύσιν. Κατακομίζουσι γὰρ, | |
45 | τό γε ἧκον εἰς ἑαυτοὺς, τῆς ἐνούσης αὐτῇ δόξης τὸ ὑπερτενὲς, ἐφ’ ἃ μὴ προσῆκε, καὶ εἰς ἄψυχον ὕλην κατακομίζουσι τοῖς ἰδίοις αὐτὴν τεχνουργήμασιν ἀπονέμοντες, εἶτα ποιναῖς ταῖς ἐσχάταις ἐνισχημένας ὁσίως τὰς ἑαυτῶν ἀποφαίνοντες κεφαλάς. Τίνι δὴ οὖν | |
70.993(50) | ὡμοιώσατέ με, φησὶ, τὸν τῇ φύσει τῶν ὅλων διεστη‐ κότα, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς ὑψοῦ τε ἡρμένον, καὶ παντὸς ἐπέκεινα γενητοῦ, τὸν τῶν ὅλων δημιουρ‐ γὸν, βασιλέα τε ὁμοῦ καὶ Κύριον; Εἰκὸς δὲ δή που, καὶ ἕτερόν τι βούλεσθαι καταδηλοῦν λέγοντα τοῖς | |
55 | πεπλανημένοις τὸν Θεόν· Τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πεπλανημένοι. Χρυσίον μὲν γὰρ, φησὶ, καὶ ἀργύριον συνεισφέροντες, εἶτα μισθωσάμενοι χρυσοχόον διαπλάττουσι μορφὴν ἢ ἀνδρὸς, ἢ γυναι‐ | |
κὸς, ἤγουν θηρίου, φέρε εἰπεῖν, ἢ κτήνους, ὄνομά τε | 993 | |
70.996 | τῷ διαπεπλασμένῳ Θεὸς εὐθὺς δίδοται παρ’ αὐτῶν. Κατανοήσατε τοίνυν, φησὶ, τίνι ὡμοιώσατέ με; Ἢ γὰρ ἀνδρὶ ἢ γυναικὶ, ἢ καὶ θηρίοις ἢ ζώοις ἀλόγοις. Εἶτα πῶς οὐχ ἁπάσης ἐπέκεινα δυσσεβείας τὸ χρῆμά | |
5 | ἐστι; Τεχνάσασθέ τι πρὸς ἀπολογίαν· ἀπολύσασθε τὰς ἁμαρτίας. Ἀλλ’ οὐκ ἂν εὕρητε τὸν ἐπικουροῦντα λόγον πρὸς τοῦτο ὑμῖν. Τὴν γὰρ ὑπὲρ πάντα φύσιν εἰς θηρία, καὶ κτήνη κατακομίζοντες, ποίοις ἄρα κεχρήσεσθε λόγοις δυναμένοις ἐξαρκέσαι εἴς γε τὸ | |
10 | δύνασθαι τὰ ἐγκλήματα διαφεύγειν; Ὅτι δὲ χυδαιό‐ τητος ἐννοιῶν καὶ ἕτερον οὐδὲν ἢ εἰδώλων ποίησις πειρᾶται διδάσκειν· ταύτῃ τοι καὶ λίαν ἰσχνοεπεῖ. Συνάγουσι γὰρ ἐκ μαρσίπου, φησὶν, ἀργύριον καὶ χρυσίον, καὶ ἐν ζυγῷ θήσουσιν, ἐν σταθμῷ ἰσομέ‐ | |
15 | τρῳ, ἑκάστου τάχα συνεισκομίζοντος, ἵνα κατὰ τὸ εἰκὸς τῷ πλέον εἰσφέροντι προσκέοιτο μᾶλλον ὁ τεχνουργούμενος. Φαίη δ’ ἂν, οἶμαι, τὶς ὡς εἴπερ ἦσαν χρημάτων ἐπιδεεῖς, οὐδ’ ἂν ὅλως ἐσχήκασι Θεὸν, καὶ εἰ μὴ τεχνιτῶν ηὐπόρει ἡ ὑπ’ οὐρανὸν, | |
20 | οὐδεὶς ἦν ὅλως ὁ πρὸς αὐτῶν προσκυνούμενος. Ἥκα‐ σι δὲ ἀμαθίας εἰς τοῦτο καὶ ἀσυνέτων ἐννοιῶν, ὥστε προϋφεστηκότες αὐτοὶ τῶν ἰδίων Θεῶν τιμῶσιν ὄντας ὀψιγενεῖς, καὶ οὓς χρὴ δήπου μᾶλλον ὁρᾶσθαι δημιουργοὺς, δημιουργοῦσιν αὐτοί· καὶ οἱ τῆς ὕλης | |
25 | κύριοι, καὶ εἰς κατάχρησιν ἀναγκαίαν λαβόντες αὐ‐ τὴν παρ’ αὐτῆς αἰτοῦσι τὸ σώζεσθαι. Ἀχθοφορούσει τοὺς θεοὺς ἐπ’ ὤμων αἴροντες αὐτούς· ἀκινήτους ὄντας ὁρῶσι, καὶ οἷπερ ἂν ἕλοιτό τις ἀποφερομένους, καὶ αὐτοῖς προσάγουσι τὰς λιτάς. Οὐκοῦν ὅταν ἴδῃς | |
30 | λαβόντας τὴν λιτὴν, τότε προσδόκησον ἔσεσθαι τὴν ἐπικουρίαν. Εἰ δὲ ἀναισθήτους τε ὁμοῦ καὶ ἀκινήτους ὄντας ὁρᾷς, εἶτα τίνα παρ’ αὐτῶν ἐκδέχῃ τὴν ὄνησιν· Τὰ ἴσα νοσῶν οὐκ αἰσθάνῃ. Πέπτωκας γὰρ εἰς ἐσχά‐ την ἀναισθησίαν. | |
35 | Μνήσθητε ταῦτα, καὶ στενάξατε· μετανοήσατε, οἱ πεπλανημένοι. Ἐπιστρέψατε τῇ καρδίᾳ, καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν πλὴν ἐμοῦ· ἀναγγέλ‐ λων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι, καὶ | |
40 | ἅμα συνετελέσθη. Καὶ εἶπα· Πᾶσά μου ἡ βουλὴ στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι ποιήσω, καλῶν ἀπὸ ἀνατολῶν πετεινὸν, καὶ ἀπὸ γῆς πόῤ‐ ῥωθεν. Περὶ ὧν βεβούλευμαι, ἐλάλησα, καὶ ἤγα‐ γον, ἔκτισα, καὶ ἐποίησα. Ἤγαγον αὐτὸν, καὶ | |
45 | εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. Ἀπάτῃ καὶ σκότῳ καὶ ἀμαθίᾳ δεινῇ κεκρατημέ‐ νους ὁρῶν κατοικτείρει πάλιν αὐτοὺς ὁ Θεὸς, καὶ ἀνόπιν ὥσπερ ἰέναι κελεύει, τῆς διανοίας τὸν ὀφθαλ‐ μὸν ἀκριβῆ τοῖς πράγμασιν ἐπιφέροντας, ἵνα καὶ | |
70.996(50) | ἵνα κακοῦ εἰσι μαθόντες μεθορμίσωνται πρὸς τὰ ἀμείνω, καὶ τῶν πρὸς αὐτοὺς γεγονότων λόγων ἀτε‐ λευτήτους ἔχοντες μνήμας, μετανοεῖν ἕλοιντο, καὶ οὐκ ἀπὸ γλώττης μόνον τοῦτο δρῶντας ἁπλῶς, ἀλλ’ ἐξ αὐτῆς καρδίας. Ἀξιεπαινετώτατος γὰρ καὶ ἀληθὴς | |
55 | εἴη ἂν ὁ τῆς τοιᾶσδε μεταγνώσεως τρόπος. Ὅτι μὲν οὖν ἡ εἰδώλων ποίησις χρῆμά ἐστι καταγέλαστον, ἐξ ὧν ἤδη προεῖπε διειδέναι κελεύει. Ὅτι δὲ Θεὸς πάν‐ των ἐστὶν αὐτὸς, ἐκ τῶν ἐνόντων αὐτῷ κατὰ φύσιν | |
θεοπρεπεστάτων ἀξιωμάτων ἐννοεῖν ἀναπείθει. Εἰμὶ | 995 | |
70.997 | γὰρ ἐγὼ, φησὶν, ὁ πάντων ἔχων τὴν γνῶσιν, καὶ πρὶν γενέσθαι τι καταμηνύων αὐτὸ, καὶ εἰς πέρας ἄγων τὸ ἐπηγγελμένον. Διαβεβαιοῦμαι δὲ πρὸς τοῦτο, ὅτι πᾶν εἴ τι βεβούλευμαι συντετέλεσται, καὶ ἀπρακτή‐ | |
5 | σειεν ἂν παντελῶς οὐδὲν τῶν δοκούντων ἐμοί. Πάμμε‐ γα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν ἰσχύος ἀμάχου καὶ θεοπρεποῦς. Ἄνθρωποι μὲν γὰρ, καίτοι τὰς ἀνωτάτω τιμὰς λαχόντες καὶ τὰς εἰς λῆξιν ἔχοντες δυναστείας, προτίθενταί τινα σκοπὸν, καὶ κατορθῶσαί τι βου‐ | |
10 | λεύονται, ἀλλ’ οὐ πάντη τε καὶ πάντως αὐτοῖς ἔρχεται κατὰ ῥοῦν τὰ διεσκεμμένα. Πλεῖστα γὰρ ὅσα παρεμ‐ πίπτει τὰ μεταξὺ, καὶ δυσάντητον ἔχει τὴν ἐκκοπήν· Θεός γε μὴν ὁ τῶν ὅλων, εἴπερ τι βούλοιτο δρᾷν, τί ἂν γένοιτο τὸ ἀντιστατοῦν, καὶ ἀντεξάγον αὐτό; Ἃ | |
15 | γὰρ Θεὸς ὁ ἅγιος βούλεται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Οὐκοῦν εἰς ἀπό‐ δειξιν τοῦ ὅτι Θεός ἐστι κατὰ φύσιν καὶ ἀληθῶς, λέγοιτο ἂν εἰκότως παρ’ αὐτοῦ τὸ, Πᾶσα ἡ βουλή μου στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι, ποιήσω. | |
20 | Εἶτα πρὸς τοῦτό φησι, Καλῶν ἀπὸ ἀνατολῶν πετει‐ νὸν, καὶ ἀπὸ γῆς πόῤῥωθεν περὶ ὧν βεβούλευμαι· καὶ ἀκολουθήσει καὶ τούτῳ τὸ, Ἐγώ εἰμι. Πετεινόν γε μὴν τὸ καλούμενον ἐξ ἀνατολῶν, καὶ ἐκ γῆς πόῤ‐ ῥωθεν τὸν Βαβυλώνιον εἶναί φαμεν, ὃς τὴν Ἰου‐ | |
25 | δαίων ἅπασαν κατεμπρήσας χώραν, εἷλε τὰ Ἱεροσό‐ λυμα καὶ τὸν ἐν αὐτοῖς κατέσεισε νεών· εἶτα πλείστους τῶν τε ἀγελαίων, καὶ ἐπιφανῶν ἐξαναστήσας ἀπεκό‐ μισε μὲν τῆς ἐνεγκούσης αὐτοὺς, ἐναπέθετο δὲ τῇ Περσῶν χώρᾳ τε καὶ γῇ, τὸν τῆς αἰχμαλωσίας σκλη‐ | |
30 | ρῶς τε καὶ ἀφορήτως αὐτοῖς ἐπιῤῥίψας ζυγόν. Ἔσται δέ σοι καὶ τοῦτο σαφὲς, ἐξ ὧν ἔφη Θεὸς πρὸς τὸν μακάριον προφήτην Ἰεζεχιήλ. Ἔχει δὲ οὕτως· «Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώ‐ που, διήγησαι διήγημα, καὶ εἶπον παραβολὴν πρὸς | |
35 | τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ὁ ἀετὸς ὁ μέγας ὁ μακρὸς τῇ ἐκτάσει, πλή‐ ρης ὀνύχων, ὃς ἔχει τὸ διήγημα εἰσελθεῖν εἰς τὸν Λί‐ βανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισε, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν | |
40 | Χανὰν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτὰ, καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν, ἐν ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτὸ, καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν, καὶ μικρὰν τῷ μεγέθει τῷ ἐπιφαίνεσθαι αὐτῇ τὰ | |
45 | κλήματα αὐτῆς ἐπ’ αὐτὸ, καὶ αἱ ῥίζαι αὐτῆς ὑπο‐ κάτω τῆς γῆς αὐτῆς ἦσαν. Καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπωρυγὰς, καὶ ἐξέτεινε τὴν ἀναδενδρά‐ δα αὐτῆς.» Ταυτὶ μὲν οὖν ἔφη Θεὸς πρὸς τὸν μα‐ κάριον προφήτην Ἰεζεχιήλ. Ἐπειδὴ δὲ δυσέφικτος | |
70.997(50) | ἦν ὁ λόγος, καὶ τῶν νοημάτων ἡ δύναμις οὐ σφόδρα σαφὴς τοῖς ἀκροωμένοις, αὐτὸς δὴ πάλιν αὐτὴν δια‐ τρανοῖ λέγων· «Εἶπον δὲ πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ τὸν παραπικραίνοντα· Οὐκ ἐπίστασθε τί ἐστι ταῦτα ἃ εἶπον. Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερου‐ | |
55 | σαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς, καὶ τοὺς ἄρχοντας αὐτῆς, καὶ ἄξει αὐτοὺς πρὸς αὐτὸν εἰς Βα‐ | |
βυλῶνα. Καὶ λήψεται ἐκ τοῦ σπέρματος τῆς βασι‐ | 997 | |
70.1000 | λείας, καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην, καὶ εἰσ‐ άξει αὐτὸν ἐν ἀρᾷ, καὶ τοὺς ἡγουμένους τῆς γῆς λήψεται τοῦ γενέσθαι βασιλείαν ἀσθενῆ, καὶ τὸ καθ‐ όλου μὴ ἐπαίρεσθαι τοῦ φυλάσσειν τὴν διαθήκην αὐ‐ | |
5 | τοῦ, καὶ ἱστάνειν αὐτήν. Ὡς γὰρ ἐν βίβλῳ τῶν Βασι‐ λειῶν ἀνέγνωμεν, μετὰ τὸ ἁλῶναι τὴν ἁγίαν πόλιν, τὸν Σεδεκίαν αἰχμάλωτον, καί τινας τῶν ἐπιφανῶν σὺν αὐτῷ δεδεμένους, ἀπεκόμισεν εἰς τὴν Χαλδαίων ὁ Βαβυλώνιος· καὶ ταῦτά ἐστι τὰ ἐκλεκτὰ τῆς κέδρου. | |
10 | Εἰμὶ τοίνυν ἐγὼ, φησὶν, ὁ καλῶν ἀπὸ ἀνατολῶν πε‐ τεινόν. Περὶ ὧν βεβούλευμαι, ἐλάλησα καὶ ἤγαγον, οὐ διέψευσμαι, φησί. Προαπήγγελκα μὲν γὰρ ὡς ἥξει κατὰ καιροὺς, ἀλλ’ εἰς πέρας ἤχθη τὸ προειρημένον. Ἔκτισα, τοῦτ’ ἔστι, κατεσκεύασα κακὰ, δηλονότι | |
15 | γοῦν τὰ κακωτικὰ, καὶ τὰς τοῦ πολέμου συμφορὰς τοῖς τὴν ἐμὴν ἀτιμάσασι δόξαν, καὶ εἰδώλοις ἀψύχοις προσνενευκόσι. Καὶ ἐποίησα, ἤγαγον αὐτὸν, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. Οὐ γὰρ τῆς ἐκείνου χειρὸς ἦν ἔργον τὸ κατισχύσαι τοῦ Ἰσραὴλ, εἴπερ ἦν ἐπίκουρος αὐτῷ Θεός. Ἀλλ’ αὐτὸς σώζων καὶ προεστηκὼς, | |
20 | εὐώδωσα αὐτοῦ τὴν ὁδὸν αὐτοῦ, ἵνα ὑπαγάγῃ ταῖς δίκαις τοὺς τῆς εἰς αὐτὸν εὐσεβείας ὀλίγα πεφροντικό‐ τας, μᾶλλον δὲ καὶ εἰσάπαν ἀποσκιρτήσαντας, ὥστε, καὶ ξύλοις, καὶ λίθοις τὴν αὐτῷ τε καὶ μόνῳ πρεπωδε‐ στάτην ἀναθεῖναι τιμήν τε καὶ δόξαν. Ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν, ὡς μακρὰν ἀπὸ τῆς δικαιοσύνης. Ἤγγισα τὴν δι‐ | |
25 | καιοσύνην μου, καὶ τὴν σωτηρίαν τὴν παρ’ ἐμοῦ οὐ μὴ βραδύνω. Δέδωκα ἐν Σιὼν σωτηρίαν τῷ Ἰσραὴλ εἰς δόξασμα. Ἰδοὺ δὴ πάλιν σωτηρίαν αὐτοῖς ἐπαγγέλλεται, καὶ ἀπογινώσκειν οὐκ ἐᾷ, μὴ ἄρα πως ταῖς ἐπέκεινα | |
30 | μέτρου δυσθυμίαις κεκρατημένοι, μακρὰν γένοιντο τῆς ἐλπίδος τοῦ ὅτι σωθήσονται, μετανοεῖν ᾑρημέ‐ νοι. Ἀκάρδιοι μὲν οὖν οἱ πλανώμενοι, καὶ ἀληθὴς ἐπ’ αὐτοὺς ὁ λόγος. Ποίῳ γὰρ νῷ κεχρημένοι δη‐ μιουργοῦσιν αὐτοὶ τοὺς προσκυνουμένους, ξύλοις τε | |
35 | καὶ λίθοις ἀνατιθέντες τὸ σέβας, παρ’ αὐτῶν αἰτοῦσι τὸ σώζεσθαι; Πλὴν καὶ οὕτως ἀνέχεται Θεὸς, καὶ κατοικτείρει μᾶλλον ἠπατημένους, καὶ πεσόντας ἐλεεῖ, καὶ ὑποσχέσεσιν ἀγαθαῖς ἀνακομίζει πρὸς σύνεσιν, καὶ ἀνανήφειν κελεύει, καὶ μακρὰν ὄντας | |
40 | διεσχοινισμένους τε τῆς δικαιοσύνης, τοῦτ’ ἔστι, Θεοῦ, πρὸς αὐτὸν ἰέναι κελεύει. Ἔοικε δὲ ταῖς ὑποσχέσεσι τῆς μερικῆς σωτηρίας, καὶ τῆς καθόλου καὶ γενι‐ κωτάτης συναναπλέκειν τὴν δήλωσιν. Σέσωκε μὲν γὰρ ἐκ γῆς Χαλδαίων τοὺς ἐν τάξει δορυκτήτων εἰς | |
45 | αὐτὴν ἀπενηνεγμένους, καὶ μερικὸν ἐπικούρημα φαίη ἂν, οἶμαι, τὶς τουτὶ, γενικώτατον δὲ τὸ διὰ Χριστοῦ, ὃ καὶ ἀναδείξειν οὐκ εἰς μακρὰν τοῖς πάλαι κατεπηγγέλλετο. Ἤγγισα γὰρ, φησὶ, τὴν δικαιοσύ‐ νην μου, καὶ τὴν σωτηρίαν τὴν παρ’ ἐμοῦ οὐ μὴ | |
70.1000(50) | βραδύνω. Ἐοικέναι δὲ τοῦτό φαμεν τῷ, Ἔτι μικρὸν ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Δέδοται δὲ ἐν Σιὼν ἡ σωτηρία τῷ Ἰσραὴλ εἰς δόξασμα. Καὶ Σιὼν ἐν τούτοις τὴν νοητὴν ὀνομάζει, τοῦτ’ ἔστι, τὴν Ἐκ‐ κλησίαν Χριστοῦ, ἐν ᾗ τὴν αὐτοῦ σωτηρίαν ἐν δόξῃ | |
55 | δεχόμεθα πάντες ὅσοι τελοῦμεν εἰς τὸν νοητὸν Ἰσ‐ ραήλ. Ὥσπερ γὰρ Ἰουδαῖός ἐστιν οὐχ ὁ κατὰ σάρκα | |
μόνον, ἀλλὰ γὰρ εἴ τις καὶ τῆς ἐν πνεύματι περιτο‐ | 999 | |
70.1001 | μῆς ἠξίωται· οὕτως καὶ Ἰσραὴλ, οὐχ οἱ ἐξ αἵματος μόνον τοῦ Ἰσραὴλ γεγονότες, ἀλλὰ γὰρ καὶ ὅσοι νοῦν ἐσχήκασιν ὁρῶντα Θεὸν, οἳ καὶ εἰς τέκνα τέ‐ θεινται, καὶ κατ’ ἐπαγγελίαν του Ἀβραὰμ, καὶ τούτους | |
5 | εἶναί φαμεν τὸν ἀληθέστερον Ἰσραήλ. Κατάβηθι, κάθισον ἐπὶ τὴν γῆν, παρθένος θυ‐ γάτηρ Βαβυλῶνος· κάθισον εἰς τὴν γῆν [οὐκ ἔστι θρόνος· εἴσελθε εἰς τὸ σκότος], θυγάτηρ Χαλδαίων, ὅτι οὐκέτι προστεθήσῃ κληθῆναι | |
10 | ἁπαλὴ, καὶ τρυφερά. Λάβε μύλον, ἄλεσον ἄλευ‐ ρον, ἀποκάλυψον τὸ κατακάλυμμά σου, ἀνακά‐ λυψαι τὰς πολιὰς, ἀνάσυρε τὰς κνήμας, διάβηθι ποταμούς. Ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου· φανήσονται οἱ ὀνειδισμοί σου. Τὸ δίκαιον ἐκ σοῦ λήψομαι. | |
15 | Εἰπὼν ὅτι Δέδωκα τῷ Ἰσραὴλ σωτηρίαν εἰς δό‐ ξασμα, καὶ τὴν ἐκ τῆς αἰχμαλωσίας αὐτοῖς ἐπαγγει‐ λάμενος λύτρωσιν, διαμνημονεύει λοιπὸν καὶ ἀφ‐ ηγεῖται σαφῶς, τίνα τε ἥλω τρόπον καὶ πεπόρθηται, καὶ οἷον ἐν πίνακι καταγράφει τῶν ἁλόντων τὸ | |
20 | σχῆμα. Ὥσπερ γὰρ τῇ τῶν Ἰουδαίων χώρᾳ τὴν ἐκ τοῦ πολέμου τῶν Βαβυλωνίων προκαταμεμήνυκεν ἐξανάστασιν, λεπτῶς ἕκαστα διεξιὼν, καὶ λέγων· «Ἀνθ’ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν, καὶ ἐπορεύ‐ θησαν ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν, καὶ | |
25 | τῇ πορείᾳ τῶν ποδῶν, ἅμα σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιών· καὶ Κύριος ἀποκαλύψει τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, καὶ τοὺς | |
30 | κόσμους αὐτῶν, καὶ τὰ ἐμπλόκια, καὶ τοὺς κοσύμ‐ βους,» καὶ τὰ τούτων ἐφεξῆς· εἶτα προσεπάγει τούτοις· «Καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου φαλακρώματα ἕξεις διὰ τὰ | |
35 | ἔργα σου· καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον·» οὕτω καὶ νῦν οἷα πείσονται τῶν Βαβυλωνίων αἱ θυγατέρες ἤγουν αἱ σύνοικοι, Περσῶν τε καὶ Μήδων περιελκόντων αὐτὰς, διαδείκνυσι λέ‐ γων· Κατάβηθι, κάθισον ἐπὶ τὴν γῆν, ὑπεμφήνειεν | |
40 | ἂν τὸ, ταπεινώθητι, καίτοι πάλαι νοσοῦσα δεινῶς τὴν ὑπεροψίαν. Κατάβηθι τοίνυν ἐξ ὄρους καὶ φρο‐ νήματος ὑψηλοῦ πρὸς ταπείνωσιν, ἐκ δόξης εἰς ἀτι‐ μίαν, ἐκ τρυφῆς εἰς ταλαιπωρίαν, ἐξ ἀμετρήτου πλούτου εἰς πτωχείαν ἐσχάτην, ἐξ ἐλευθερίας εἰς δου‐ | |
45 | λείαν, καὶ ἁπαξαπλῶς ἐξ ἁπάντων τῶν ἡδίστων ἐπὶ τὰ χείρω καὶ μοχθηρότατα. Κάθισον εἰς τὸ σκότος, τὸ ἐκ τῆς ἀνηκέστου συμφορᾶς δηλονότι. Καταδουλοῖ γὰρ τὸν νοῦν λύπη δριμεῖα καταχεομένη ψυχῆς, καὶ ἀδοκήτων ἔφοδος πόνων, καὶ φορτίου δίκην ἐπιπί‐ | |
70.1001(50) | πτων φόβος. Ὅτι δὲ παρελήλακεν αὐτῆς ὁ τῆς ἀρ‐ χαίας εὐημερίας καιρὸς, δείκνυσι λέγων· Οὐκέτι μὴ προσθήσῃ κληθῆναι ἁπαλὴ, καὶ τρυφερά. Τὰ μὲν γὰρ τῶν Χαλδαίων γύναια, τὸ ἀπεικὸς οὐδὲν, ἁβρὰν ἐσχηκέναι τὴν δίαιταν, εἶναί τε φιλόκοσμα, καὶ κομ‐ | |
55 | μωτικὴν ἐπιστήμην οὐκ ἐν σμικρῷ ποιεῖσθαι λόγῳ· | 1001 |
70.1004 | ὅτι καὶ αὐτούς φασι τοὺς τῶν τακτικῶν ἐπιστήμονας χρυσῷ καὶ λίθοις ἐπισεμνύνεσθαι, καὶ οὐκ ἀθαυμά‐ στῳ κόσμῳ διαπρέπειν ἐπείγεσθαι, καὶ ἐν αὐταῖς ταῖς μάχαις. Οὐ κεκλήσῃ τοίνυν ἔτι τρυφερὰ, φησὶν, | |
5 | ὑποστήσῃ δὲ μᾶλλον, καὶ οὐχ ἑκοῦσα, τὴν ἐν τῷ θη‐ τεύειν ταλαιπωρίαν· ἀλήσεις ἄλευρον, γυμνὴ τῶν τῆς κεφαλῆς ὀφθήσῃ καλυμμάτων· ἀτημελῶς δηλον‐ ότι τῆς τριχὸς διαῤῥεούσης πανταχοῦ, καίτοι πάλαι ποικίλως ἀνεσφιγμένης. Ἀνακάλυψαι τὰς πολιὰς, | |
10 | καὶ τοῦτο σημεῖον ἂν γένοιτο σαφὲς, τοῦ πρὸς τοσ‐ αύτην ὠμότητα τοὺς ᾑρηκότας ἐλθεῖν, ὡς μηδὲ πρε‐ σβύτιδος φείσεσθαι γυναικός. Ἀνάσυρε τὰς κνήμας, διάβηθι ποταμούς. Ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου, φανήσονται οἱ ὀνειδισμοί σου. Τὰς γάρ τοι πε‐ | |
15 | σούσας ἅπαξ εἰς ἀπαγωγὴν, καὶ τῆς ἐνεγκούσης ἀπο‐ φερομένας, εἰς τὴν τῶν νενικηκότων, καὶ μεταξὺ παρεμπίπτοντας τῶν ποταμῶν διαπεραιοῦσθαι δεῖ ποδὶ, ἀνασυρομένας δηλονότι, καὶ τὴν θηλείαις πρέ‐ πουσαν αἰδῶ μηκέτι φερούσας ἐν ὀφθαλμοῖς· ἀλλ’ | |
20 | ὡς ἐξ ἀνάγκης καὶ τὰ τοῦ σώματος ἀπόῤῥητα γυ‐ μνούσας πολλοῖς. Φαίη δ’ ἄν τις καὶ ἑτέρως αὐτῆς ὀφθῆναι τὴν αἰδῶ, καὶ φανῆναι τοὺς ὀνειδισμοὺς ὡς ἁλούσης ἅπαξ, καὶ ἐν τοῖς ἀπευκτοῖς γενομένης, καί‐ τοι πάλαι τρυφώσης, καὶ ταῖς εἰς λῆξιν εὐημερίαις | |
25 | ἐναβρυνομένης. Εἶτά φησιν, ὅτι Τὸ δίκαιον ἐκ σοῦ λήψομαι, τοῦτ’ ἔστι, ὅπερ χρή σε παθεῖν, τοῦτο παρὰ σοῦ λήψομαι. Καὶ ποῖον τοῦτό ἐστι, δι’ ἑτέρου τῶν ἁγίων προφητῶν προκαταμεμήνυκεν εἰπών· «Καθὼς ἐποίησε, ποίησε, ποιήσω αὐτῇ.» Καὶ πάλιν· «Καθὼς ἐποίησας, ἔσται σοι οὕτως· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεταί σοι εἰς κεφαλήν σου.» Εἴρηται δὲ | |
30 | καὶ ἑτέρωθί που περὶ παντὸς τοῦ πλημμελεῖν εἰωθότος· «Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ.» Οὐκέτι μὴ παραδῶ σε ἀνθρώποις, εἶπεν ὁ ῥυ‐ σάμενός σε Κύριος Σαβαώθ· ὁ Ἅγιος Ἰσραὴλ ὄνομα αὐτῷ. | |
35 | Παρεισβέβληκε μεταξὺ λόγος ἕτερος, καὶ ὡς πρός γε τὸν Ἰσραὴλ, καὶ ὑπισχνεῖται Θεὸς τὰ κατ’ οὐδένα καιρὸν ὑπὸ χεῖρα πεσεῖν ἐχθρῶν, ἐλεῆσαι γὰρ ὡς ἰσοστάθμους τῶν αὐτῷ πεπλημμελημένων ἐκτετικό‐ τας δίκας, μᾶλλον δὲ καὶ πέρα τούτου κεκολασμέ‐ | |
40 | νους. Ἔφη γάρ που περὶ αὐτοῦ· «Ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, παρακαλέσατε αὐτὴν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου τὰ ἁμαρτή‐ ματα αὐτῆς.» Οὐκοῦν Ὁ ῥυσάμενός σε, φησὶ, Κύ‐ | |
45 | ριος Σαβαὼθ, ᾧ καὶ ὄνομα Ἅγιος Ἰσραὴλ, εἶπεν, Οὐκέτι παραδοθήσῃ πονηροῖς, καὶ ἀφιλοικτείρμοσιν ἀνθρώποις, δῆλον δὲ ὅτι τοῖς πάλαι νικήσασιν, ἐπεί‐ τοι Θεὸς ὠργίζετο, καὶ φειδοῦς καὶ ἀγάπης ἔρημον ἠφίει τὸν Ἰσραὴλ, τραπομένους ὁρῶν εἰς ἀπόστασιν | |
70.1004(50) | καὶ ἀσχέτως ἰόντας ἐπὶ τὸ χρῆναι δρᾷν, ἃ τοῖς θείοις αὐτοῦ διαβέβληται νόμοις. Κάθισον, κατανενυγμένη, εἴσελθε εἰς τὸ σκότος, θυγάτηρ Χαλδαίων· οὐκέτι μὴ κληθήσῃ Ἰσχὺς βασιλείας. Παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμία‐ | |
55 | νας τὴν κληρονομίαν μου. Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς | |
ἔλεος, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν | 1003 | |
70.1005 | σφόδρα, καὶ εἶπας· Εἰς τὸν αἰῶνα ἔσομαι ἄρ‐ χουσα. Οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου, οὐδὲ ἐμνήσθης τὰ ἔσχατά σου. Δικαίᾳ ψήφῳ πανταχοῦ κεχρημένον ἑαυτὸν δει‐ | |
5 | κνύει, καὶ δίκας ἐπάγοντά τισιν οἷς ἂν πλημμελεῖεν, τὰς ἰσοῤῥόπους. Πλεῖστα γὰρ ἦν ὅσα τὰ ἐγκλήματα τῶν Βαβυλωνίων, καὶ γράφεται μὲν αὐτοὺς ἐπὶ πολλῇ λίαν ὠμότητι καὶ ἀπανθρωπίᾳ, καταδείκνυσι δὲ καὶ ἀλαζόνα, καὶ ταῖς ἰδίαις δυνάμεσιν ἀσυνέτως ἐπιθαρ‐ | |
10 | σήσασαν, ὥστε καὶ οἴεσθαι τὴν ἐπὶ τὰ χείρω μετα‐ βολὴν κατ’ οὐδένα τρόπον ὑποστήσεσθαί ποτε. Οὐκ‐ οῦν ὅταν, φησὶν, ὑπομείνῃς τὴν ἅλωσιν, τότε κατα‐ νενυγμένη κάθισον. Τὸ δὲ, κατανενυγμένη, φησὶν, ἀντὶ τοῦ, νοήσασα, κἂν γοῦν ὀψέ ποτε, καὶ μάλιστα | |
15 | κατὰ σαυτήν· δέχου δὲ σκοτοδινίαν. Ἔφη γὰρ ὅτι τὰ ἀνήκεστα τῶν κακῶν σκότον ὥσπερ τινὰ καταχέει τοῦ νοῦ, καὶ οἷον κόνις ἐμπίπτει ταῖς ψυχαῖς. Οὐκέτι τοίνυν, φησὶ, κληθήσῃ Ἰσχὺς βασιλείας. Ὠνομάζετο γὰρ οὕτως ἡ Βαβυλὼν, ἅτε δὴ καὶ πληθὺν ἔχουσα | |
20 | τὴν ἀριθμοῦ κρείττονα, καὶ χεῖρα μαχιμωτάτην, καὶ ἀποχρῶσαν εἰς ἀντίστασιν, εἰ δή πού τινες εἶεν οἱ ἀνθιστάμενοι, καὶ ἀντεξάγοντες τοῖς τὸ κρατεῖν ἔχουσι παρ’ αὐτοῖς. Εἶτα ποία τις ἦν ἡ πρόφασις τοῦ κατ‐ επαχθῆναι τῶν Βαβυλωνίων τὰ ἐκ θείας ὀργῆς ἐπ‐ | |
25 | ενηνεγμένα, διατρανοῖ λέγων· Παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου. Ἐγὼ ἔδωκα αὐ‐ τοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος. Τοιοῦτόν τι καὶ διὰ φωνῆς Ζαχαρίου φαίνεται λέγων· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν | |
30 | ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» Παιδεύει μὲν γὰρ ἐξ ἀγάπης ἔσθ’ ὅτε Θεὸς, καὶ ἀνουθετήτους τινὰς γεγονότας, καὶ γαῦρον αὐτῷ στήσαντας τὸν | |
35 | αὐχένα μεθίστησι διὰ πόνων εἰς εὐήνιον, ἢ χεῖρας ἐχθρῶν ἐπαγαγὼν αὐτοῖς, ἢ καὶ ἑτέραις πη λύπαις ἐνιεὶς αὐτούς. Ὥσπερ γὰρ τὰ δυσίατα τῶν τραυμά‐ των πῦρ ἢ σίδηρος ἐξιᾶται πολλάκις, ἅτε δὴ τῆς τῶν φαρμάκων συμμετρίας οὐκ ἀνεχόμενα, τὸν αὐ‐ | |
40 | τὸν δὴ τρόπον, οἶμαι, καὶ ὁ φιλάρετος ἡμῶν Θεὸς, ὅταν ἴδῃ ψυχὴν ἀσχέτοις ἰοῦσαν ὁρμαῖς κατὰ πετρῶν, καὶ τῶν τῆς φαυλότητος τρόπων ἀπρὶξ ἀντεχομένην, πικροῖς αὐτὴν ἐξιᾶται πόνοις. Εἰσὶ δὲ οἳ κολαστῶν ἐν τάξει παρειλημμένοι, δεινοῖς καὶ ἀκράτοις κέ‐ | |
45 | χρηνται θυμοῖς, καὶ πέρα φέρονται τοῦ εἰκότος, ἀφο‐ ρήτως καταφορτίζοντες τοὺς ὑπ’ αὐτοὺς γεγονότας. Παγχάλεπον τοίνυν τὸ χρῆμά ἐστι, καὶ παροξύνεται Θεὸς ἐπὶ τοῖς τοῦτο δρᾷν εἰωθόσιν. Ἀφεκτέον δὴ οὖν τοῦ κακοῦ, κἂν εἴ πού τινες πράττοιντο δίκας, | |
70.1005(50) | Θεοῦ παιδεύοντος, ἐπὶ τὸ ἥμερον βλέπωμεν, εὖ εἰδό‐ τες ὅτι παροξύνεται λίαν ὁ παιδευτὴς, εἰ παρὰ μέ‐ τρον τὰ τῆς δίκης αὐτοῖς ἐπιφέροιτο πρὸς ἡμῶν. Οὐκ ἠλέησας τοίνυν, φησὶ, πρεσβύτην, καὶ εἷλες μὲν αὐτοὺς οὐκ ἀπὸ τῆς σῆς ἰσχύος, δόντος δὲ μᾶλλον | |
55 | ἐμοῦ. Γέγονας δὲ σκληρός τε καὶ ἀγριόθυμος, καὶ τὸ ἔτι τούτου φορτικώτερον εἰς τοῦτο προῆλθες ἀλα‐ | |
ζονείας, ὥστε οἴεσθαί τε καὶ λέγειν, ὡς ἀκατάληκτον | 1005 | |
70.1008 | ἕξεις τὴν ἀρχὴν, καὶ τὸ ἐν ἀκλονήτοις εἶναι δυνα‐ στείαις. Εἶτα ταῦτα συμβαίνοντά σοι, φησὶν, οὐδὲ εἰς νοῦν ἔχειν ἠξίου, οὐδὲ εἰς μνήμην ἐδέξω τὰ ἔσχατα. Ποῖα δὲ ἦν ταῦτα; Τὰ τῆς αἰχμαλωσίας | |
5 | δηλονότι, καὶ τῆς ἐπενεχθείσης αὐτῇ ταλαιπωρίας παρὰ Θεοῦ. Νυνὶ δὲ ἄκουσον ταῦτα, ἡ τρυφερὰ, ἡ καθη‐ μένη, ἡ πεποιθυῖα, ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐ‐ τῆς· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· οὐ καθιῶ | |
10 | χήρα, οὐδὲ γνώσομαι ὀρφανίαν. Νῦν δὲ ἥξει ἐξαί‐ φνης τὰ δύο ταῦτα ἐπὶ σὲ ἐν ἡμέρᾳ μιᾷ· χηρεία καὶ ἀτεκνία ἥξει ἐξαίφνης ἐπὶ σὲ, ἐν τῇ φαρμα‐ κείᾳ σου, ἐν τῇ ἰσχύϊ τῶν ἐπαοιδῶν σου σφόδρα, τῇ ἐλπίδι τῆς πονηρίας σου. Σὺ γὰρ εἶπας· Ἐγώ | |
15 | εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. Γνῶθι ὅτι ἡ σύνεσις καὶ ἡ πορνεία τούτων ἔσται σοι αἰσχύνη καὶ ἐντροπή. Διαλέγεται μὲν ὡς βεβήλῳ καὶ μάχλῳ τινὶ γυναίῳ, θρυπτομένῳ τε καὶ ὡραΐζεσθαι μεμελετηκότι. Πλὴν ἐκεῖνό φαμεν· Πλεῖστοί τινες ἦσαν παρὰ τοῖς Χαλ‐ | |
20 | δαίοις οἱ μάγοι, οὓς δὴ καὶ σοφοὺς ὠνόμαζον, ὧν ταῖς ὑποθήκαις καὶ ψευδηγόροις μαντείαις πάντα ἔδρων οἱ Βαβυλώνιοι. Ὑποπλαττόμενοι γὰρ ἀκριβῆ τῶν μελλόντων εἴδησιν ἔχειν ἐμαντεύοντο τοῖς κρα‐ τοῦσι τῆς γῆς σκυθρωπὸν μὲν οὐδὲν, ἐκεῖνα δὲ μᾶλ‐ | |
25 | λον, οἷς ἦν εἰκὸς ἐπιγάννυσθαι τοὺς ἀκροωμένους. Χρὴ τοίνυν ἐννοεῖν, ὅτι, καὶ Κύρου τὴν ἔφοδον ἀπει‐ λοῦντος αὐτοῖς ἤδη τε ἐπάγοντος τὰς τῶν πολεμίων ἐμβολὰς, παρῆσάν που πάντως εἰς μέσον ἐκεῖνο ψευδ‐ ηγοροῦντες καὶ λέγοντες, ὡς αὐτίκα δὴ μάλα πε‐ | |
30 | ριέσονται μὲν αὐτοῦ, κρατήσουσι δὲ καὶ λίαν ἀμο‐ γητὶ, καὶ καταλλάξουσι τῶν ἐχθρῶν, ἐπορχήσονταί τε κειμένοις. Ἀλλ’ ἐκεῖνοι μὲν ταῦτα. Νῦν δὲ ἄκου‐ σον, τρυφερά. Διασύρει δὲ διὰ τούτων τῶν Βαβυλω‐ νίων τὴν δίαιταν, ὡς ὑδαρεστέραν καὶ ἀνειμένην. | |
35 | Ἁβροὶ γὰρ ἦσαν, μύροις μὲν τοῖς εὐωδεστάτοις κα‐ ταχριόμενοι, στολαῖς δὲ ποικίλαις χρώμενοι, καὶ τὴν ἐκ τοῦ κοσμεῖσθαι τιμῶντες φαιδρότητα, ὥστε καὶ ἐν λόγῳ κεῖσθαι παρ’ αὐτοῖς τὴν κομμωτικὴν ἐπι‐ στήμην, εἶναί τε καὶ κάλλους ἅμιλλαν. Τρυφερὰ δὴ | |
40 | οὖν ὠνόμασται διὰ τοῦτο. Φησὶ δὲ αὐτὴν καὶ καθη‐ μένην, ἀντὶ τοῦ, βασιλεύουσαν, τῶν προσοίκων δη‐ λονότι, μᾶλλον δὲ, καὶ τῶν ἔτι μακρὰν ἐθνῶν. Ἦν δὲ καὶ πεποιθυῖα, τοῦτ’ ἔστιν, ἀμετρήτῳ πληθύϊ τῶν μαχίμων ἐπιθαρσήσασα, ὥστε καὶ λέγειν· Ἐγώ εἰμι, | |
45 | καὶ οὐκ ἔστιν ἑτέρα. ᾨήθη γὰρ ὅτι κατ’ αὐτὴν οὐ‐ δεμία ἔσται παντελῶς ἑτέρα. Ἀλλ’ ἐσφάλετο τῆς ἐλπίδος, καὶ διημάρτηκε τἀληθοῦς. Ἀντεγήγερται γὰρ ὁ Κῦρος, Πέρσας τε καὶ Μήδους ἐπάγων αὐτοῖς· καὶ μόλις ἔγνω παθοῦσα τὴν ἅλωσιν, ὡς ἦν ἑτέρα | |
70.1008(50) | καὶ κρείττων αὐτῆς, ἡ Περσῶν δηλονότι καὶ Μήδων χώρα τε καὶ γῆ, ὑφ’ ἧς γέγονε χήρα τε καὶ ἄτεκνος, καίτοι τὸ παθεῖν οὐ προσδοκῶσά ποτε. Κεχήρευται γὰρ τοῦ βασιλεύοντος ἐν αὐτῇ κατενηνεγμένου πρὸς θάνατον, ἠτεκνώθη δὲ τῆς τῶν μαχίμων πληθύος τοῖς | |
55 | ᾑρηκότων ξίφεσι δεδαπανημένης. Ἦλθεν οὖν ἐπ’ αὐτῇ χηρεία τε καὶ ἀτεκνία. Καὶ ταῦτα συμβήσεταί σοι, φησὶν, ἐν τῇ φαρμακείᾳ σου, καὶ ἐν τῇ ἰσχύϊ τῶν ἐπ‐ αοιδῶν σου σφόδρα τῇ ἐλπίδι τῆς πονηρίας σου. Ἐπειδὴ | |
γὰρ, φησὶ, πονηρὰν εἶχες ἐλπίδα ἐπί γε ταῖς αὑτῆς φαρ‐ | 1007 | |
70.1009 | μακείαις καὶ ταῖς ἐπαοιδαῖς, ταύτῃτοι γέγονας ἄτε‐ κνός τε καὶ χήρα· ὑψοῦ γὰρ αἴρουσα τὴν ὀφρὺν, καὶ ἀλαζονείας ἔμπλεων τὴν διάνοιαν ἔχουσα, σαυτὴν ἀμείνω τῶν ἄλλων πασῶν καὶ ἀλκιμωτέραν ᾠήθης | |
5 | εἶναι χωρῶν. Ἔφης γὰρ ὅτι οὐκ ἔστιν ἑτέρα. Γνῶθι δὴ οὖν ὅτι ἡ σύνεσις τούτων, καὶ ἡ πορνεία σου ἔσται σοι αἰσχύνη. Φθάσας ἔφην ὅτι σοφοὺς ἐκάλουν τοὺς μάγους, ἤτοι συνετούς. Ἴσθι δὴ οὖν, ὦ Βαβυλὼν, φησὶν, ὅτι ἡ σοφία τῶν μάγων, ἤγουν ψευδομάντεων, | |
10 | καὶ ἐπαοιδῶν, καὶ ἡ πορνεία σου πρὸς τούτοις ἔσται σοι αἰσχύνη Πέπτωκας γὰρ ὑπὸ χεῖρα τῶν ἐχθρῶν, ὡς τούτοις ἐπιθαρσήσασα, ὧν οὐδὲν ἀπόνασθαι δυνατὸν, πλὴν ὅτι καταισχυνθῆναι μόνον ὡς εἰκαίαν ἐπ’ αὐτοῖς λαβοῦσαν ἐλπίδα. Πορνείαν γέ φησιν ἐν τούτοις τὴν | |
15 | Βαβυλωνίων, οὔτι που πάντως τὴν σωματικὴν, ἀλλὰ γὰρ τὴν ἀκρατῆ καὶ ἀχάλινον ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. Γῆ γὰρ ἦν τῶν γλυπτῶν, καὶ ταῖς τῶν δαιμο‐ νίων ἀπάταις ὅλοις ὥσπερ ἀπεκομίζετο τοῖς ἱστίοις. Καὶ εἶπας τῇ καρδίᾳ σου· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια, καὶ οὐ μὴ | |
20 | γνῷς· βόθυνος, καὶ ἐμπεσῇ εἰς αὐτόν. Καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι· καὶ ἥξει ἐπὶ σὲ ἐξαίφνης ἀπώλεια, καὶ οὐ μὴ γνῷς. Γράφεται πάλιν ἀλαζονείας αὐτὴν, καὶ ἀποστή‐ | |
25 | σασαν μὲν ὁλοτρόπως τὴν ἑαυτῆς καρδίαν τοῦ εἰδέναι φιλεῖν, ὡς ἐν ἀνθρώποις μὲν ἀραρὸς οὐδὲν, ἀπήρτη‐ ται δὲ τῶν θείων διανευμάτων τὸ εἶναι τυχὸν ἢ μὴ τοὺς ἐπὶ τῆς γῆς· ἀλλ’ οἵ γε τοῦτο εἰδέναι μὴ ἀνα‐ σχόμενοι, ταῖς σφῶν αὐτῶν ἀνάπτουσι κεφαλαῖς τὸ | |
30 | πάντα δύνασθαι κατορθοῦν, καὶ ὅσαπερ ἂν τελεῖν δύναται πρὸς εὐημερίαν αὐτοὺς, οἱ τοιοῦτοι θαυμά‐ ζουσι, καὶ ῥάβδον ὥσπερ ἑαυτοῖς ὑποστήσαντες κα‐ λαμίνην ἁλοῖεν ἂν, πίπτουσι γὰρ ἀδοκήτως, καὶ τὸν παρ’ ἐλπίδα θρηνοῦσιν ὄλεθρον. Οὐκοῦν ἐπειδήπερ | |
35 | ἔφης ἐν τῇ καρδίᾳ σου· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα, καταλήψεταί σε πικρὸν τῆς οὕτω δεινῆς ἀλα‐ ζονείας τὸ πέρας. Ἥξει γὰρ ἐπὶ σὲ ἀπώλεια, καὶ οὐ μὴ γνῷς, τοῦτ’ ἔστιν, ἀνόνητός σοι καὶ ἡ μαντεία πρὸς τοῦτο γενήσεται. Πείσει γὰρ ἃ οὐκ ἔγνως, καὶ | |
40 | συμβήσεταί σοι πικρὰ καὶ ἀδόκητος συμφορά. Ἥξει βόθυνος, καὶ ἐμπέσῃ εἰς αὐτόν· ὅμοιον ὡς εἰ λέγοι, δεινὸν καὶ δυσδιάφυκτον κακόν. Τοῖς γὰρ ἅπαξ εἰς βόθρον κατενεχθεῖσιν, εἴπερ τις εἴη βαθὺς, τὸ διαφυ‐ γεῖν δύνασθαι τῶν ἀνηνύτων ἔσθ’ ὅτε. Ἥξει δὲ καὶ | |
45 | ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι· ἤξει καὶ ἀπώλεια, καὶ οὐ μὴ γνῷς. Οὐ γὰρ ἦν εἰδέ‐ ναι τοὺς μάγους τὸ ἐσόμενον ἁπλῶς· μαντευόμενοι δὲ τὰ πρὸς χάριν, καὶ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, κατὰ τὸ γεγραμμένον, ἀσύμβατον ταῖς προαγορεύσεσιν ἑώρων συμβεβηκὸς τῶν ἐλπισθέντων τὸ πέρας. | |
70.1009(50) | Στῆθι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου, καὶ τῇ πολλῇ φαρμακείᾳ σου, ἃ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνήσῃ ὠφεληθῆναι. Κεκοπίακας ἐν ταῖς βου‐ λαῖς σου. Στήτωσαν, καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέ‐ | |
55 | ρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχε‐ σθαι. Ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὶ κατα‐ καήσονται, καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογὸς, ὅτι ἔχεις ἄνθρακας πυρὸς, | |
καθίσαι ἐπ’ αὐτούς· οὖτοι ἔσονταί σοι βοήθεια, | 1009 | |
70.1012 | ἐκοπίασας ἐν τῇ μεταβολῇ ἐκ νεότητος· ἄνθρωπος καθ’ ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία. Διαγελᾷ καὶ οἷον κατειρωνεύεται τῆς τῶν μάγων δεισιδαιμονίας, τὸ διάκενον ἄθυρμα, καὶ δὴ καὶ εἰσ‐ άπαν ἀνωφελὲς ἀποφαίνει τὸ ἐπιτήδευμα. Συναγηγερ‐ | |
5 | μένων γὰρ τῶν μαχίμων, φησὶ, Κύρου τε ὄντος κατὰ σοῦ, καὶ τῆς τῶν πολεμίων φάλαγγος κατευμεγε‐ θούσης τῶν παρὰ σοὶ τοξευμάτων, ἀσθενήσουσιν αἱ ἀσπίδες, καὶ τῆς τοξείας ἡ δύναμις ὠφελήσει μηδὲν, ὅταν ὁπλίταις ὁμοίως, καὶ τοῖς πεζομάχοις οἱ τῶν | |
10 | ἵππων πέσωσιν ἐμβάται. Στῆθι ἐν ταῖς ἐπαοιδαῖς σου, καὶ τῇ πολλῇ φαρμακείᾳ σου, ἃ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνηθῇς ὠφεληθῆναι. Ἀνάστησον, φησὶ, τοῖς πολιορκοῦσι τοὺς μάγους, τοῖς εὖ εἰδόσι τὰ τακτικὰ τῶν ἐπαοιδῶν τὰς ψυχρολογίας· ἀλλ’ οὐ | |
15 | δυνήσῃ, φησί. Κεκοπίακας ἐν ταῖς βουλαῖς σου. Ὤνησαν γάρ σε παντελῶς οὐδὲν τὰ δοκοῦντά πως εἶναι σοφὰ τῶν μάγων βουλεύματα. Εἰ δὲ οἴει τὸν ἐμὸν τῆς ἀληθείας ἐφαμαρτῆσαι λόγον, στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ | |
20 | ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι, τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι. Ἕτερον τοῦτο βωμολόχων μὲν τάγμα τι, μετά γέ φημι τοὺς μάγους καὶ τοὺς ἐπαοιδούς. Προσεποιοῦντο γὰρ τῶν παρ’ αὐτοῖς τινες, τάς γε ἀνατολὰς καὶ τὰς δύσεις τῶν ἄστρων εἰδέναι, | |
25 | καὶ τὴν ἑκάστου κίνησιν ἀναμετρεῖν ὅποι ποτέ εἰσι, καὶ πόθεν ἔρχονται, διετείνοντό τε διὰ τῆς εἰς τοῦτο ψευδοῦς ἀκριβείας τὴν τῶν ἐσομένων δέχεσθαι γνῶ‐ σιν. Οὐκοῦν εἴπερ εἰσὶν οὐ ψευδοεπεῖς, καὶ εἰς προφη‐ τῶν αὐτοῖς ἀποπληροῦσι τάξιν οἱ τὸ στερέωμα λα‐ | |
30 | χόντες ἀστέρες, λεγέτωσαν τὰ συμβησόμενα. Ἀλλ’ οὐκ ἂν ἔχοιεν φράσαι, φησὶν, ἔσονται γὰρ ὁμοῦ τοῖς ἄλλοις, φρυγάνων δίκην, πυρὸς ἔργον καὶ τροφὴ, καὶ οὐκ ἄν τις αὐτῶν διαφύγοι. Εἶτα τρόπον τινὰ προσμειδιῶν τῇ Βαβυλωνίων, ὡς πεπλανημένῃ, ἐπι‐ | |
35 | φέρει καί φησιν, Ἔχεις ἄνθρακας πυρὸς, τοῦτ’ ἔστι, θερμοὺς καὶ ζέοντας ἄνδρας τοὺς περὶ ὧν ὁ λόγος, ὅταν ἐπ’ αὐτοῖς καθίσεις. Ἡ δὲ κάθισις καταση‐ μαίνειεν ἂν τὴν ἀνάπαυσιν. Οὗτοι ἔσονταί σοι βοή‐ θεια· εἰ γὰρ ἕλοιο, φησὶν, ἐπαναπαύεσθαι ταῖς μάγων | |
40 | ψευδοεπείαις, καὶ ταῖς τῶν ἑτέρων βωμολοχίαις, πολλὴν ἐντεῦθεν εὑρήσεις τὴν ἐπικουρίαν. Εἶτα πάλιν πρὸς αὐτήν· Ἐκοπίασας ἐν τῇ μεταβολῇ ἐκ νεότητος. Πάλιν τὸ, ἐκοπίασας, ἀντὶ τοῦ, ἠσθένησας, ἐκληπτέον. Ἀποστᾶσα γὰρ Θεοῦ καὶ μεταφοιτήσασα πρὸς ἐξιτη‐ | |
45 | λίαν, διὰ τοῦ προσνεῦσαι δαιμονίων ἀπάταις, καὶ τοῦτο ἐκ νεότητος, ἀσθενὴς γέγονας καὶ εὐάλωτος. Οὐ γὰρ ἐπλούτεις εἰς ἐπικουρίαν τὴν παρά γε μόνου τοῦ σώζειν εἰδότος, ὃς δὴ καὶ ἔστι τῶν δυνάμεων Κύριος. Προσεπάγει δὲ τούτοις, ὅτι Ἄνθρωπος καθ’ | |
70.1012(50) | ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία· ὅμοιον ὡς εἰ λέγοι· Πολλοὶ τῶν ἀνθρώπων ἀνθρωπίνως ἐπλανήθησαν, συμμέτροις ἀποστάσεσι Θεῷ προσ‐ κρούοντες, ἢ διὰ τοῦ καθικέσθαι πρὸς τὰ σαρκὸς, ἢ καὶ ἕτερόν τι τυχὸν ἀῤῥωστῆσαι τῶν παθῶν. Σὺ δὲ εἰς τοῦτο προὔβης ἀνοσιότητος, ὥστε μηδένα σοι σωτη‐ | |
55 | ρίας περιλειφθῆναι τρόπον· ταῖς γὰρ ἀσχέτοις ἐκκλίσεσιν ἕψεται ἡ δίκη. Ἀκούσατε ταῦτα, οἶκος Ἰακὼβ, οἱ κεκλημένοι τῷ ὀνόματι Ἰσραὴλ, καὶ οἱ ἐξ Ἰούδα ἐξελθόντες, οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραὴλ, | |
60 | μιμνησκόμενοι, οὐ μετὰ ἀληθείας, οὐδὲ μετὰ | 1011 |
70.1013 | δικαιοσύνης, καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῷ Θεῷ τοῦ Ἰσραὴλ ἀντιστηριζόμενοι· Κύριος Σαβαὼθ ὄνομα αὐτῷ. Τὰ πρότερον ἔτι ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός | |
5 | μου ἐξῆλθε, καὶ ἀκουστὸν ἐγένετο. Ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθε. Διαπεράνας τὸν λόγον τὸν ἐπί γε τοῖς Βαβυλωνίοις, μεθίστησι πάλιν τῆς νουθεσίας τὴν δύναμιν ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ, κεκλικότας αὐτοὺς εἰσάπαν | |
10 | ὁρῶν, καὶ ὅλαις ὥσπερ ἡνίαις ἀπενηνεγμένους εἰς ἀπόστασιν. Μετὰ γάρ τοι τὴν Ἐζεχίου τελευτὴν τοὺς τῆς βασιλείας διέπων θρόνους ὁ ἐξ αὐτοῦ γεγονὼς Μανασσῆς, ἀνὴρ γέγονε δυσσεβέστατος, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ὁλοτρόπως συνηρπασμένος· | |
15 | προὔβη δὲ εἰς τοῦτο κακίας, φαυλότητός τε καὶ ἀν‐ οσίων ἐγχειρημάτων, ὥστε βωμῶν καὶ ἀγαλμάτων τὴν ἁγίαν πλῆσαι πόλιν, καὶ ἐν αὐτῷ δὲ τῷ θείῳ ναῷ καθιδρῦσαι βδέλυγμα, τοῦτ’ ἔστιν, ἐν τάξει Θεοῦ πεποιημένον ἄγαλμα. ᾘτιᾶτο γοῦν ἐν τούτοις | |
20 | τὴν Ἱερουσαλὴμ ὁ Θεὸς τῶν ὅλων, οὕτω λέγων· «Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; Μὴ εὐχαὶ καὶ κρέα ἁγίων ἀφελοῦσιν ἀπὸ σοῦ τὰς κακίας σου, ἢ τούτοις διαφεύξῃ;» Ποτὲ δὲ πάλιν. ὅτι «Κατὰ ἀριθμὸν πόλεών σου ἦσαν θεοί σου, Ἰούδα, | |
25 | καὶ κατὰ ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ ἐτάξατε βωμοὺς θυμιᾷν τῷ Βαάλ. Ἵνα τί λαλεῖτε πρὸς μέ; Πάντος ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσεβήσατε πρὸς ἐμὲ, λέγει Κύριος.» Ἱερεμίου γε μὴν προσπί‐ πτοντος καὶ λιτὰς ἀνατείνοντος τὰς ὑπέρ γε τοῦ | |
30 | Ἰσραήλ, ἔφη Θεός·» Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτοὺς, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἐν δεήσει τε καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι. Οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖς | |
35 | Ἱερουσαλήμ; Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ ποιῆσαι χαμῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με.» Ὡς γὰρ ἔφην φθάσας, ὁ Ἐζεχίου | |
40 | παῖς Μανασσῆς λελάτρευκε μὲν τῇ στρατιᾷ τοῦ οὐρα‐ νοῦ, λόγου δὲ παντὸς ἀξιοῦν ἤθελε γόητάς τε καὶ ψευδομάντεις, ἐπῳδοὺς καὶ οἰωνοσκόπους, τέθυκέ τε τοῖς εἰδώλοις καί τινα τῶν αὐτοῦ τέκνων. Οὐκοῦν εἰς τοῦτο φαυλότητος καὶ δυσσεβείας ὠλισθηκότα | |
45 | τὸν Ἰσραὴλ συχναῖς νουθεσίαις εἰς τὸ τῆς ἀληθείας φῶς ἀνακομίζειν ἤθελεν ὁ τῶν ὅλων Θεός. Ταύτῃ τοι καὶ μάλα συχνὸν τὸν τῆς παρακλήσεως αὐτοῖς ἐχαρί‐ ζετο λόγον, ἵνα τὸν τῆς ἑαυτῶν διανοίας ἀνευρύνοντες ὀφθαλμὸν, καὶ δαιμονιώδους αὐτὸν ἀχλύος ἀπαλλάτ‐ | |
70.1013(50) | τοντες, κἂν γοῦν ὀψέ τε καὶ μόλις ἰδεῖν ἰσχύσωσι, τίς ἐστιν ὁ τῶν ὅλων Γενεσιουργὸς καὶ Δεσπότης. Ταύτῃ τοί φησιν· Ἀκούσατε ταῦτα, ὁ οἶκος Ἰακὼβ, οἱ κεκλημένοι τῷ ὀνόματι Ἰσραὴλ, καὶ οἱ ἐξ Ἰούδα ἐξελθόντες. Οἰκονομικώτατα λίαν τῆς τῶν πατέρων | |
55 | εὐγενείας, τῆς ὡς ἐν ἤθει, φημὶ, καὶ τρόποις ποιεῖται μνήμην πρὸς ἐντροπὴν τῶν ἐκκεκλικότων. Ἦσαν | |
γὰρ, ἦσαν ἐξ αὐτῶν μὲν κατὰ τὴν σάρκα, πλὴν ἀλλό‐ | 1013 | |
70.1016 | τριοι, καὶ μακρὰν τῆς ἐκείνων ἐπιεικίας, ἑτερότρο‐ ποί τε καὶ ἑτερογνώμονες, καὶ ψιλὴν ἔχοντες τὴν ἀπ’ ἐκείνων κλῆσιν, ἀσύμβατοι δὲ τὴν γνώμην ἐκεί‐ νοις ὄντες ὧν αὐχοῦσι τὴν εὐγένειαν. Ὅτι δὲ εἰκαῖον | |
5 | τοῦτο πρὸς ὄνησιν αὐτοῖς, διέδειξεν ἐναργῶς ὁ Κύ‐ ριος ἡμῶν Ἰησοῦς Χριστός. Ἰουδαῖοι μὲν γὰρ ἐπὶ τῇ τῶν πατέρων λαμπρότητι φρονοῦντες μέγα, καύ‐ χημά τε ποιούμενοι τὰς ἐκείνων ἀρετὰς, ἀσυνέτως ἔφασκον· «Ἡμεῖς πατέρα ἔχομεν τὸν Ἀβραάμ.» Ὁ | |
10 | δὲ πρὸς αὐτούς· «Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν.» Οὐκοῦν οὐκ ἀπόχρη τοὔνομα πρὸς εὐκλείας δύναμιν τοῖς ἐκ πατέρων οὖσι λαμπρῶν, εἰ μὴ τῆς ἐνούσης αὐτοῖς φαιδρότητος γένοιντο μιμηταί. Ἐντρέπει τοίνυν αὐτοὺς, κεκλῆ‐ | |
15 | σθαι μὲν λέγων τῷ ὀνόματι Ἰσραὴλ, ἐξελθεῖν δὲ καὶ ἐξ Ἰούδα, τοῦτ’ ἔστι, καὶ ἐκ τῆς Ἰούδα σπορᾶς ἀναφῦναι, μὴ μὴν ἐοικέναι κατά τι γοῦν αὐτοῖς ὅλως. Αἰτιᾶται δὲ πρὸς τούτοις ὡς ὀμνύοντας μὲν τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ Ἰσραὴλ, καὶ νομικὴν μὲν | |
20 | ἀποπεραίνοντας ἐντολήν· «Τῷ γὰρ ὀνόματι, φησὶν, αὐτοῦ ὀμνύειν δεχόμενος τὰς τῶν ὅρκων χρείας,» οὐκ ἐπ’ ἀληθέσι μᾶλλον καὶ δικαίοις πράγμασιν, ἀλλ’ ἐπὶ τοῖς ἐκ νόμου κατεψευσμένοις· εἶτα καὶ ἀντεχομένους τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῷ | |
25 | Θεῷ τοῦ Ἰσραὴλ ἀντιστηριζομένους. Ὑψηλὴν γὰρ ἤθελον ἀνατείνειν τὴν ὀφρὺν ὡς ἁγίαν οἰκοῦντες πόλιν, καὶ ὀνομαζομένην Θεοῦ. Ἤκουον γὰρ ἐν τῷ θείῳ ναῷ ψαλλόντων ἱερουργῶν περὶ τῆς Ἱερου‐ σαλήμ· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ | |
30 | Θεοῦ.» Διαμέμνηται καὶ τούτου καὶ αὐτὸς ὁ Κύριος λέγων, μὴ χρῆναί τινας ὀμνύειν κατὰ τῆς ἑαυτῶν κεφαλῆς, ὅτι οὐ δύνανται μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι· μήτε μὴν εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως. Ὤμνυον γὰρ κατὰ | |
35 | τῶν Ἱεροσολύμων, πόλιν αὐτὴν, ὡς ἔφην, ὀνομάζον‐ τες Θεοῦ. Ἀντεστηρίζοντο δὲ καὶ ἐπ’ αὐτῷ, ἰσχὺν ἑαυτῶν εἶναι λέγοντες τὸν τῶν δυνάμεων Κύριον. Ἀλλ’ ἦν ἀναγκαῖον τοὺς ὧδε τότ’ ἔχειν ὑπειληφότας μὴ τὴν τοῦ Θεοῦ βεβηλῶσαι πόλιν βωμοῖς, καὶ | |
40 | θυσίαις, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἐνισχημέ‐ νους, μήτε μὴν κατερεθίζειν ἐφ’ ἑαυτοῖς τὸν ἐφ’ ᾧ τεθαρσήκασι, κατευφραίνειν δὲ μᾶλλον σπουδάσμασιν ἀγαθοῖς, καὶ καθάπερ τινὰ θυσίαν αὐτῷ προσκομί‐ ζοντες τὸ ἀραρὸς εἰς εὐσέβειαν. Πλὴν ἀκούσατε | |
45 | ταῦτα, φησί· καὶ ποῖα ταῦτα; Τὰ πρότερα ἔτι ἀπήγ‐ γειλα, ἐκ τοῦ στόματός μου ἐξῆλθε, καὶ ἀκουστὸν ἐγένετο. Ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθεν. Ἐπειδὴ γὰρ, ὡς ἔφην, ἐν ἀρχαῖς τούς τε καλουμένους γνώ‐ στας καὶ οἰωνοσκόπους πανταχόθεν συναγαγὼν ὁ | |
70.1016(50) | θεομισὴς Μανασσῆς ἀεὶ τὸ μέλλον περιειργάζετο, καὶ ταῖς ἐκείνων βωμολοχίαις συνηρπασμένος, ᾠήθη τάχα που καὶ εἰδέναι σαφῶς αὐτό· ταύτῃ τοί φησιν ὁ τῶν ὅλων Θεός· Ἐγώ σοι καὶ τὰ πρῶτα ἀπήγ‐ γειλα, καὶ οὐ παρ’ ἑτέρου τινὸς τῶν ψευδωνύμων | |
55 | θεῶν ἐλαλήθη ταῦτα πρὸς ὑμᾶς, ἀλλ’ ἐκ τοῦ στόμα‐ τός μου ἐξῆλθε· καὶ ἀκουστόν σοι γέγονε, καὶ ἐξά‐ | |
πινα ἐποίησα, καὶ ἐπῆλθε, τοῦτ’ ἔστιν, εἰ καὶ μὴ | 1015 | |
70.1017 | προσεδόκησας εἰς πέρας ἥξειν αὐτὰ, ἀλλ’ οὖν ἔγνως διὰ πραγμάτων αὐτῶν, καὶ πείρας αὐτῆς, ὅτι καὶ ἐποίησα, καὶ ἐπῆλθεν. Ἔοικε δὲ προτέραν λέγειν τὴν ἐπενεχθεῖσαν αὐτοῖς ἐκ τοῦ πολέμου ταλαιπω‐ ρίαν, ὅτε καὶ τῆς ἐνεγκούσης αὐτοὺς ἀπενηνεγμένοι, καὶ πικρᾶς δουλείας λαβόντες ζυγὸν, εἰς τὴν Περσῶν καὶ Μήδων ἀπεκομίζοντο χώραν. Δεύτερα γὰρ μετ’ ἐκεῖνα συμβέβηκε τοῖς Βαβυλωνίοις τὰ ἐκ θείας ὀργῆς | |
5 | ἐπενεχθέντα αὐτοῖς, ἃ καὶ ἤδη διὰ πλείστων ὅσων ἡμῖν εἴρηται λόγων. Γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδη‐ ροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλ‐ κοῦν. Καὶ ἀνήγγελκά σοι τὰ πάλαι πρὶν ἐλθεῖν ἐπὶ σὲ, ἀκουστόν σοι ἐποίησα. | |
10 | Διαδείκνυσιν ἐν τούτοις τῆς ἀνωτάτω φύσεως τὴν ἀπαράβλητον ἡμερότητα, καὶ ὅσον εἰς ἀνθρώπους ποιεῖται τὸν ἔλεον, καὶ εἴ τινα εἶεν τῶν καταλυπεῖν αὐτὸν εἰωθότων. Ἰσοπαλῆ γὰρ ἔχει τὴν γαληνότητα τῇ οἰκείᾳ δόξῃ. Καὶ ὥσπερ ἀμέτροις ὑπεροχαῖς τὸ | |
15 | τῶν γενητῶν ὑπερνήχεται μέτρον, οὕτως ἐστὶ καὶ ἀσυγκρίτως φιλάνθρωπος. Ἄθρει γὰρ ὅπως, καίτοι σκληρὸν ὄντα τὸν Ἰσραὴλ γινώσκων, γαῦρόν τε καὶ ἀπερίθραυστον ἔχοντα τὸν αὐχένα, ὥστε καὶ δοκεῖν νεῦρον εἶναι σιδηροῦν, σκληρὸν δὲ δηλονότι καὶ | |
20 | ἀκαμπὲς, μέτωπόν τε χαλκοῦν, τοῦτ’ ἔστι, πάλιν ἀπηρυθριακὸς, καὶ ἀνάτρεπτον, καὶ αἰδοῦς ἁπάσης ἐστερημένον, προαπήγγειλεν αὐτῷ τὰ ἐσόμενα, καὶ πρὶν ἐλθεῖν ἐποίησεν ἀκουστά. Ἔδρα δὲ τοῦτο οὐ μά‐ την, ἀλλ’ ἐπείπερ ἀνουθέτητον εἶχον τὴν καρδίαν, | |
25 | τὰς τῶν σκυθρωπῶν ἐποιεῖτο προαγορεύσεις, ἵνα τάχα πως βραχὺ περιθραυσθέντες τοῖς δείμασιν ἀπο‐ φοιτήσειεν μὲν τῆς ἐκτόπου καὶ βδελυρωτάτης ζωῆς, μεθαρμόσαιντο δὲ πρός γε τὸ δεῖν τὰ ἀμείνω ζητεῖν, καὶ τὴν ἐπάρατον καὶ βδελυρωτάτην ἀφέντες ψευ‐ | |
30 | δολατρίαν, ἣν τοῖς ψευδωνύμοις προσῆγον θεοῖς, προσ‐ κυνεῖν ἕλοιντο τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς ὄντα Θεόν. Οὓς γὰρ οὐ μεθίστησι λόγος ἐκ τῶν ἀτόπων ἐγχειρημάτων, τούτους ἔσθ’ ὅτε καὶ οὐχ ἑκόντας ἐξ‐ ίστησι φόβος Καίτοι τοιοῦτον ἡμῖν ὑποδηλοῦν ἔοικεν | |
35 | ὁ θεσπέσιος Δαβὶδ, ψάλλων τε καὶ λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν· «Ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις, τῶν μὴ ἐγγιζόντων πρὸς σέ.» Μὴ εἴπῃς ὅτι Τὰ εἴδωλά μοι ἐποίησαν, καὶ μὴ | |
40 | εἴπῃς ὅτι Τὰ γλυπτὰ καὶ χωνευτὰ ἐνετείλαντό μοι. Ἠκούσατε ταῦτα, καὶ ὑμεῖς οὐκ ἔγνωτε, ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν, ἃ μέλλει γίνεσθαι. Καὶ οὐκ εἶπας· Νῦν γίνεται, καὶ οὐ πάλαι, καὶ οὐ προτέραις ἡμέραις ἤκουσας | |
45 | αὐτά. Μὴ εἴπῃς, ὅτι Γινώσκω αὐτά. Οὔτε ἔγνως, οὔτε ἠπίστω, οὔτε ἀπ’ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα. Ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις, καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ. Ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου, καὶ τὰ ἔνδοξά μου | |
70.1017(50) | ἐπάξω ἐπὶ σοὶ, ἵνα μὴ ἐξολοθρεύσω σε. Ἰδοὺ πέ‐ πρακά σε οὐχ ἕνεκεν ἀργυρίου· ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας. Ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. | |
55 | Ἐν τοῖς Ἱερεμίου τοῦ προφήτου λόγοις εὑρίσκομεν ὅτι τῶν ἐκ Βαβυλῶνος ᾑρηκότων ποτὲ τὴν ἁγίαν πό‐ λιν, καταδῃωσάντων καὶ πᾶσαν τὴν Ἰουδαίαν, ἀπο‐ | |
κομισάντων δὲ καὶ τὸν Ἰσραὴλ αἰχμάλωτον, αἱ περι‐ | 1017 | |
70.1020 | λειφθεῖσαι γυναῖκες ἐβούλοντο μὲν ἅμα τοῖς ἐξ Ἰσραὴλ ἀνασεσωσμένοις κατελθεῖν εἰς Αἴγυπτον, ἀντανιστα‐ μένου γε μὴν τοῦ προφήτου, οἴκαδε τὸ μένειν αὐτὸς ἀναπείθοντος, καὶ τὴν αἰτίαν καταλευκαίνοντος, αἳ | |
5 | κατὰ ταῦτα αὐτοῖς ἀντανέκραγον λέγουσαι· «Ἐπειδὴ διελείπομεν θύουσαι τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἐπ‐ ῆλθεν ἐφ’ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα.» ᾬοντο γὰρ, καίτοι παθόντες τὴν ἅλωσιν, ὅτι τοῖς ψευδωνύμοις θεοῖς προσκρούσαντες, καὶ τῆς ἐπικουρίας ἐστερημέ‐ | |
10 | νοι πεπτώκασιν ὑπὸ πόδας ἐχθρῶν. Ταύτῃ τοι καὶ ὁ προφήτης Ἱερεμίας ἔφη πρὸς Θεόν· «Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν· ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν, συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν.» Ἐμοῦ τοίνυν, φησὶν, ἀκουστά | |
15 | σοι ποιήσαντος πρὶν ἐλθεῖν τὰ συμβεβηκότα, μὴ πά‐ λιν εἴπῃς, Τὰ εἴδωλά μοι ἐποίησαν. Τί ἐποίησαν; Τὸ ἁλῶναι δηλονότι ταῖς ἐκ τοῦ πολέμου συμφοραῖς· οὐκ ἐκ τῆς ἐκείνων ὀργῆς ἀπήχθης αἰχμάλωτος, οὐδὲ ἀπο‐ στήσαντι τὴν ἐπικουρίαν τὴν παρά γε σφῶν αὐτῶν | |
20 | δυσδιάφυκτόν σοι τὴν δίκην ἐπήγαγον. Γλυπτὰ γάρ εἰσι καὶ χωνευτά. Μήτε μὴν ἐκεῖνο, φησὶν, εἴπῃς κατὰ σαυτὸν, ὅτι Τὰ εἴδωλά μοι ἐνετείλαντο, ἀντὶ τοῦ, ἠπείλησαν, ἤγουν προαπήγγειλαν ὅτι πείσομαι τὰ τοιάδε τῶν κακῶν. Ἠκούσατε ταῦτα παρ’ ἐμοῦ, καὶ | |
25 | ὑμεῖς οὐκ ἔγνωτε, τοῦτ’ ἔστιν, οὐ συνήκατε, οὔτε μὴν γεγόνατε σοφοί. Τοῦτο γὰρ εἶναί φαμεν τὸ συνιέναι κατὰ ἀλήθειαν. Ἔργον γὰρ ἦν συνετὸν, καὶ φρονήσεως τῆς ἀξιαγάστου καρπὸς τὸ ἀπονεῦσαι τῶν προηγο‐ ρευμένων, καὶ τῶν σκυθρωπῶν μὴ περιμεῖναι τὸ πέ‐ | |
30 | ρας, ἀλλ’ ἔξω γενέσθαι πάσης ὀργῆς τε καὶ δίκης. Οὐκοῦν ἀκουστά σοι ἐποίησα καινὰ ἀπὸ τοῦ νῦν ἃ μέλλει γίνεσθαι. Οὔπω γὰρ γενομένων οὔτε μὲν συμ‐ βεβηκότων αἱ προαγορεύσεις ἐγένοντο παρὰ Θεοῦ. Μὴ τοίνυν εἴπῃς, ὅτι οὐ πάλαι καὶ οὐ προτέραις ἡμέ‐ | |
35 | ραις ἤκουσας αὐτὰ, προηγόρευσα γὰρ ἐξ ἀρχῆς. Μὴ εἴπῃς, ὅτι Γινώσκω αὐτὰ, διὰ τῶν ψευδομάντεων δη‐ λονότι καὶ ψευδηγόρων. Οὔτε γὰρ ἔγνως αὐτὰ οὔτε ἠπίστω, οὔτε μὴν ἀπὸ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα. τοῦτ’ ἔστιν, οὐ, πρὶν τοὺς ἐμοὺς λόγους γενέσθαι, πε‐ | |
40 | ποίηκά σοι τοῦτο παρ’ ἑτέρου γνωστόν· ἐπήγαγον δὲ τῶν προηγορευμένων τὸ πέρας. Ἔγνων γὰρ ὅτι ἀθε‐ τῶν ἀθετήσεις, καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ. Ἔδει δὲ τοῖς ἀθετοῦσι καὶ ἀνομεῖν ᾑρημένοις, καὶ τοῦτο ἀπὸ γαστρός· ἐδιδάσκοντο γὰρ ἐκ νηπίου τὸ λατρεύειν | |
45 | θεοῖς ἀλλοτρίοις· τὰς αὐτοῖς πρεπούσας ἐπαρτηθῆναι δίκας. Ἔδειξά σοι τὸν θυμόν μου, ἕνεκεν τοῦ ὀνόματός μου, ἐπάξω δὲ καὶ τὰ ἔνδοξά μου ἐπὶ σὲ, ἵνα μὴ ἐξ‐ ολοθρεύσω σε. Ἦν γὰρ ἀναγκαῖον καταφρονήσαντι μὲν τῷ Ἰσραὴλ, καὶ ἁπάσης φαυλότητος ἐς λῆξιν ἐληλα‐ | |
70.1020(50) | κότι, καὶ οὐδενὸς λόγου παντελῶς τὴν εἰς Θεὸν ἀξιοῦντι τιμὴν δειχθῆναι τὸν θυμὸν, ὑπὲρ δὲ τοῦ πάλιν ἰδεῖν τῆς ἐνούσης αὐτῷ φιλανθρωπίας τὸ μέγεθος, προσ‐ ενεχθῆναι τοῖς σκυθρωποῖς καὶ τὰ παράδοξα, ἵνα μὴ ἐξολοθρευθῶσι. Σέσωκε γὰρ αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν, | |
55 | καὶ πεσόντας εἰς τὸ τῆς δίκης λίνον πάλιν ἐξείλετο, καὶ τῶν τῆς αἰχμαλωσίας ἀπέλυσε βρόχων, ἵνα μὴ | |
εἰσάπαν ἐξολοθρεύσῃ τὸν Ἰσραήλ. Ἰδοὺ δὴ οὖν πέπρα‐ | 1019 | |
70.1021 | κά σε, φησὶν, οὐχ ἕνεκεν ἀργυρίου, τοῦτ’ ἔστιν, οὐ χρημάτων ἕνεκα. Οὐ γὰρ ἐξήτησά τι τῶν τοιούτων παρὰ σοῦ, οὔτε μὴν ἐν χρείᾳ γέγονα τῶν ἐπιγείων τινὸς, ἢ μόσχων, ἢ προβάτων, ἢ τράγων σφαγῆς· | |
5 | ἀλλ’ ἐπείπερ ἡμάρτανες, καὶ ῥᾴθυμος ἦσθα περὶ τὴν ὀφειλομένην ἐμοὶ παρὰ σοῦ τιμήν τε καὶ δόξαν. Πλὴν καὶ οὕτως ἐξειλάμην σε, φησὶν, ἐκ καμίνου πτωχείας· δεδούλευκε γὰρ τοῖς Βαβυλωνίοις. Ἕπεται δὲ πάντως τοῖς ἐκ δουλείας κακοῖς καὶ τὸ ἐν ἐνδείᾳ κεῖσθαι παν‐ | |
10 | τὸς ἀγαθοῦ. Ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ὄνομά μου βεβηλοῦται. ᾬοντο γὰρ οἱ ᾑρηκότες ὅτι, καίτοι Θεοῦ σώζειν ἐθέλοντος αὐτοὺς καὶ προεστηκότος, ἔτι νενικήκασι, καὶ οὐχ ἑκόντος αὐτοῦ πλεονεκτήσαντες τὸν ἐπικουρούμενον. Βεβηλοῦται τοίνυν, φησὶ, τὸ | |
15 | ὄνομά μου, τοιαύτας ἐκείνων τὰς δόξας περὶ ἐμοῦ ἐχόντων. Δώσω δὲ ἐγὼ οὐδενὶ τῶν ἄλλων τὴν δόξαν μου. Δόξα δὲ Θεοῦ τὸ σώζειν ἐστὶ, καὶ ἐλεεῖν, καὶ τὸ πάντων δύνασθαι κρατεῖν, καὶ τὸ ἀκονιτὶ δύνασθαι πληροῦν, ἅπερ ἕλοιτο κατορθοῦν. Ἄκουέ μου, Ἰακὼβ, καὶ Ἰσραὴλ ὃν ἐγὼ καλῶ. | |
20 | Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα· καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. Εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρει πάλιν τῆς δοθείσης αὐτοῖς τιμῆς τε καὶ δόξης, καὶ προσέτι φειδοῦς τε | |
25 | καὶ ἀγάπης. Ἠξίωνται γὰρ τῶν ἀνωτάτω γερῶν, οἳ καὶ ἐκ πάντων τῶν ἐθνῶν κέκληνται μόνοι πρὸς οἰ‐ κειότητα τὴν πρὸς αὐτὸν, μερίς τε καὶ κλῆρος γε‐ γόνασιν αὐτοῦ. Καὶ γοῦν ὁ θεσπέσιος Μωϋσῆς προσ‐ εφώνει ποτὲ τοῖς ἐξ Ἰσραὴλ οὕτω λέγων· «Ἰδοὺ | |
30 | Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς τοῦ οὐρανοῦ, καί σε ἐξελέξατο ὁ Κύριος ἐκ πάντων τῶν ἐθνῶν εἶναι αὐτοῦ λαόν·» καὶ πάλιν, «Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς δὲ ἔσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησε ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου | |
35 | λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Ἔδει οὖν, ἔδει τοὺς οὕτω τετιμημένους, τοὺς εὐκλεὲς καὶ ἀπόλεκτον λαχόντας ὄνομα, τοὺς εἰς κλῆ‐ ρον Θεοῦ τεταγμένους, καὶ τὸ ἐν ἀπολέκτοις εἶναι πλουτήσαντας, μὴ ἀπονεῦσαί τι πρὸς ἃ μὴ θέμις, | |
40 | μηδὲ ταῖς ἐξιτήλοις ἐπαναστάσεσι καταλυπεῖν ἑλέσθαι τὸν εὐεργέτην, τὸν ἁπάσης αὐτοῖς δοτῆρα τιμῆς, καὶ χορηγὸν ὄντα τῶν οὕτως ἐξῃρημένων καὶ τριποθήτων ἀγαθῶν. Ἀλλ’ οὐδὲν τῶν τοιούτων εἰς νοῦν ἑλόντες οἱ δείλαιοι τοῖς τῆς εἰδωλολατρίας ἐνεπάγησαν τέλμασι, | |
45 | καὶ Θεὸν ἀφέντες τὸν ἀληθινὸν τοῖς τοῦ κόσμου στοι‐ χείοις λελατρεύκασι. Πλὴν καὶ οὕτως κατοικτείρει πάλιν αὐτούς· καλεῖ γὰρ πρὸς εὐπάθειαν τὸ, Ἀκού‐ σατέ μου βοῶν, καὶ ὅπερ ἦν ἄμεινον ἐν ἀρχαῖς ἑλέ‐ σθαι πληροῦν ἵνα καὶ ἀκράδαντον ἔχωσι τὴν εὐημε‐ | |
70.1021(50) | ρίαν, τοῦτο κἂν γοῦν ὀψὲ διαπεράναι προστέταχεν, ἵνα ἔξω πόδα θεῖεν τῆς δίκης, καὶ τῆς ἐπενηνεγμέ‐ νης αὐτοῖς θητείας ἀπολύσαιντο τὰ δεσμά. Ἐπειδὴ δὲ προσεκύνησαν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ τὸν Κτί‐ στην ἀφέντες τοῖς παρ’ αὐτοῦ πρὸς τὸ εἶναι παρεν‐ | |
55 | ηνεγμένοις ἀνήπτοντο σέβας, μυσταγωγεῖ πάλιν αὐ‐ | |
τούς. Ὡς γὰρ ὁ μακάριος ἔφη Παῦλος· «Ὀφείλοντες | 1021 | |
70.1024 | εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν ἐσχήκασι χρείαν τοῦ διδάσκοντος αὐτοὺς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνασι χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς.» Ὅτι τοί‐ | |
5 | νυν αὐτός ἐστιν «ὁ ὢν,» καὶ ἔστι πρὸ πάντων, καὶ ἀκατάληκτον ἔχει τὸ εἶναι Θεὸς ὢν κατὰ φύσιν, δια‐ δείκνυσι λέγων· Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα. Τοῦ δὲ πρώτου τίς ἂν νοοῖτο πρότερος; Ὤσπερ γὰρ τῆς ὄντως τε καὶ πρώτης ἀρχῆς οὐκ | |
10 | ἂν προτέρα νοοῖτο παρ’ ἐκείνην ἀρχήν· οὕτως οὐκ ἂν νοοῖτο τοῦ πρώτου πρῶτός τις ἕτερος. Οὐκοῦν ἀεὶ καὶ πρὸ πάντων καὶ εἰς ἀπεράντους αἰῶνάς ἐστιν ὁ τῶν ὅλων Θεός. Ὁ γὰρ μὴ ἔχων ἀρχὴν εἰς ποῖόν ποτε καταλήξει τέλος; Καὶ τὰ μὲν τῆς θείας δόξης ἐν | |
15 | τούτοις. Ὁ δέ γε τῶν ψευδωνύμων θεῶν ἐσμὸς, ἤγουν τὰ τοῦ κόσμου στοιχεῖα, οὔτε πρῶτα νοηθεῖεν ἂν, οὔτε κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν εἰς αἰῶνα δύ‐ νανται. Ἄστρα μὲν γὰρ, ἥλιος καὶ σελήνη, καὶ αὐτὸς δὲ πρὸς τούτοις ὁ οὐρανὸς, παρεκομίσθησαν εἰς τὸ | |
20 | εἶναι, καὶ ἀρχὴν λαβόντα καὶ γένεσιν, καὶ εἰς τὸ πέ‐ ρας τοῦ εἶναι δραμοῦνταί ποτε· καὶ οὐδὲν ἐν αὐτοῖς καταθρήσαι τις ἂν, ὃ μὴ πάντη τε καὶ πάντως τὴν θείας καὶ ἀκηράτου φύσεως ὑποκάθηται δόξαν. Ὅτι δὲ οὐκ ἂν ἁμάρτοι τἀληθοῦς ὁ ἐπὶ τῷδε λόγος, | |
25 | διέδειξεν εὐθὺς λέγων· Ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. Εἶτα πῶς τὸ ποιηθὲν, περὶ τῶν ἴσων ἁμιλλήσεται τῷ τεκτηναμένῳ, καὶ τῇ τοῦ δημιουργήσαντος αὐτὸ φιλονεικήσει δόξῃ; Ἀποφαίνει δὴ οὖν ἀτοπώτατον, | |
30 | μᾶλλον δὲ καὶ δυσσεβείας ἁπάσης ἔχον γραφὴν, τὸ ἑλέσθαι τῇ κτίσει παρὰ τὸν Κτίσαντα προσκυνεῖν, καὶ τὸν ἀεὶ καὶ πρῶτον ὄντα ἀφέντα, τοῖς ἐν χρόνῳ πεποιημένοις τὸ τῆς ἀληθοῦς Θεότητος ὄνομά τε καὶ χρῆμα προσνέμειν, καὶ ταῖς ἑαυτῶν εὐτεχνίαις χα‐ | |
35 | ρίζεσθαι τοῦτο. Προσεκύνησαν γὰρ ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, κατὰ τὸ γεγραμμένον. Χεῖρα δὲ καὶ δεξιὰν ἰδίαν ὁ Θεὸς καὶ Πατὴρ ὀνομάζει τὸν Υἱόν. Οὕτω γὰρ πλεισταχοῦ παρὰ τῆς θεοπνεύστου Γραφῆς κεκλη‐ μένον εὑρήσομεν. Καὶ γοῦν ὁ θεσπέσιος ἔφη Μωσῆς· | |
40 | «Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ, ἡ δεξιά σου χεὶρ, Κύριε, ἔθραυσεν ἐχθρούς.» Ὁ δὲ μακάριος Δαβίδ· «Κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου.» Καλέσω αὐτοὺς, καὶ στήσονται ἅμα, καὶ συν‐ αχθήσονται πάντες, καὶ ἀκούσονται. Τίς αὐτοῖς ἀνήγγειλε ταῦτα; | |
45 | Ἐβουλόμην γὰρ, φησὶ, συναγηγερμένοις αὐτοῖς προσθεῖναι πεῦσιν, καὶ δὴ καὶ ἐρεῖσθαι σαφῶς, τίνα προγνώστην, ἤγουν προαγορευτὴν οἴονται γενέσθαι κατὰ ἀλήθειαν, τῶν ἀδοκήτως αὐτοῖς ἐπενηνεγμένων, δῆλον δὲ ὅτι τῆς ἐκ τοῦ πολέμου συμφορᾶς. Τῶν μὲν | |
70.1024(50) | γὰρ ψευδομάντεων οὐδεὶς προαπαγγείλας ὁρᾶται. Θεοκλητεῖν μὲν γὰρ ἐσκήπτοντο, καὶ εἶναί τινες ἐπί‐ πονοι καὶ δαιμονίων κάτοχοι. Πλὴν οὐδεμία γὰρ ἐν ἀκαθάρτοις πνεύμασιν ἡ πρόγνωσις τῶν ἐσομένων, οὔτε μὴν ἐν ἀψύχοις ὕλαις μεμορφωμέναις εἰς θεούς. | |
55 | Οὐκοῦν τῶν μὲν ἐν δόξῃ θεῶν παντελῶς οὐδεὶς ὁ παρ‐ αγγείλας ἐστίν. Ἐγὼ δὲ μεμήνυκα διὰ προφητῶν | |
ἁγίων ἕκαστα λεπτῶς· εἶτα ἐξὸν ὑπεκνεῦσαι τοῦ | 1023 | |
70.1025 | κακοῦ, καὶ ἔξω φέρεσθαι παγίδος, ἐνυστάξατε, μαρ‐ τυροῦσαν τοῖς ἐμοῖς λόγοις τἀληθὲς τὴν τῶν κακῶν περιμείναντες πεῖραν. Ποία τοίνυν ὑμῖν τῶν γοήτων ἡ χρεία; ποία τῶν ψευδοπροφητῶν ἡ ὄνησις; τί δὲ | |
5 | τῶν οἰωνοσκοπεῖν εἰωθότων εἰδεῖεν ἂν ἐργαστήρια; οἳ τὰ τῶν εἰδώλων τεμένη καταλαμβάνοντες, καὶ τοῖς ἀκαθάρτοις βωμοῖς προσιζήσαντες, ὀβολῶν εὐτελεστά‐ των πωλοῦσι τὸ ψεῦδος τὸ ἀπὸ καρδίας αὐτῶν ὡς παρὰ Θεοῦ, καὶ τοῖς προσιοῦσιν αὐτοῖς ἀνερευγόμε‐ | |
10 | νοι τὸ δοκοῦν ἕνεκεν δρακὸς κριθῆς καὶ κλάσμα‐ τος ἄρτου, κατὰ τὸ εἰρημένον διὰ φωνῆς Ἰεζε‐ κιήλ. Ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνος, τοῦ ἆραι σπέρμα Χαλδαίων. Ἐγὼ | |
15 | ἐλάλησα, ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. Προσαγάγετε πρὸς μὲ, καὶ ἀκούσατε ταῦτα· οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῇ ἐλάλησα· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην, καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα | |
20 | αὐτοῦ. Οὐκ ἐᾷ πάλιν ἀποκομίζεσθαι πρὸς ὑπονοίας οὐκ ἀληθεῖς. Ἦν μὲν γὰρ καὶ σφόδρα εἰκὸς, ἅτε δὴ καὶ ἀπαιδαγώγητον ἔχοντας νοῦν, καὶ πολὺ λίαν εὐπαρα‐ κόμιστον πρὸς ἀπόστασιν, καὶ τοῖς τῆς ἀπάτης βρό‐ | |
25 | χοις εὐάλωτον, οἴεσθαί τε καὶ λέγειν τὰ ἐκ τοῦ πο‐ λέμου συμβῆναι παθεῖν αὐτοὺς ἐξ ὀργῆς τάχα που τῶν ψευδωνύμων θεῶν, παρεωραμένης μὲν τῆς αὐτοῖς πρεπούσης καὶ ὀφειλομένης θεραπείας, προσ‐ κεκομισμένων δὲ οὐκέτι τῶν θυσιῶν αὐτῶν, κατ‐ | |
30 | οικτεῖραι δὲ πάλιν καὶ τοῖς ἐκεῖνα παθοῦσιν ἐπιμε‐ τρῆσαι τὰ ἐξ ὀργῆς, καὶ τὸ ἀπεικὸς οὐδὲν ὁ λόγος ἔχει. Προαπεδείξαμεν γὰρ ὅτι, πεπορθημένης τῆς Ἱερουσαλὴμ, καὶ κατεμπρησθείσης ὁμοῦ τῷ ναῷ τῆς Ἰουδαίας ἁπάσης, αἱ περιλειφθεῖσαι γυναῖκες ἔφα‐ | |
35 | σκον συμβῆναι ταῦτα αὐταῖς, ὅτι διαλελοίπασι θύου‐ σαι τῇ βασιλίσσῃ τῶν. Ἵνα τοίνυν εἰδεῖεν τὸν Λυτρωτὴν, μὴ ἑτέροις θεοῖς, αὐτῷ δὲ μᾶλλον τὴν ἐπὶ τῷ σώζεσθαι προσνέμοντες χάριν, ἐναργέστατά φησιν, ὡς τῇ περὶ αὐτοῦ φειδοῖ καὶ ἀγάπῃ κεκινημέ‐ | |
40 | νος, ὅπερ ἦν αὐτοῖς τριπόθητον καὶ πολύευκτον, τοῦτο καὶ εἰς πέρας ἐλθεῖν παρεσκεύασε, τὸ ἐξαρθῆ‐ ναι δηλονότι τὸ σπέρμα τῶν Χαλδαίων, ἅτε δὴ καὶ ᾑρηκότων αὐτοὺς, καὶ πάντα τρόπον ἀπανθρωπίας ἐνδειξαμένων, καὶ τοῖς εἰς λῆξιν αὐτοὺς περιβεβλη‐ | |
45 | κότων κακοῖς. Ἀγάπῃ τοίνυν τῇ πρὸς σὲ παρωρμή‐ θην εἰς τὸ δεῖν συμπερᾶναι τὸ σοὶ δοκοῦν ἐπὶ τῇ τῶν Βαβυλωνίων, ὥστε καὶ ἐξᾶραι τὸ σπέρμα τῶν Χαλδαίων. Εἶτα περὶ Κύρου φησὶν, ὡς τοῖς αὐτοῦ νεύμασιν ἤχθη τε καὶ κέκληται πρός γε τὸ δεῖν κατα‐ | |
70.1025(50) | δῃῶσαι τὴν γῆν, καὶ κατὰ κράτος ἑλεῖν αὐτήν. Ἐγὼ ἤγαγον, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. Λελάληκα δὲ ταῦτα ἀπ’ ἀρχῆς, φησὶ, καὶ οὐκ ἐν κρυφῇ, προαπ‐ ήγγελκα ἐναργῶς διὰ προφητῶν ἁγίων· Οὕτω λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δε‐ | |
55 | ξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βα‐ σιλέων διαῤῥήξω. Οὐκοῦν οὐ λαθραῖον οὔτε μὴν ἐν παραβύστῳ τὸν περὶ αὐτοῦ πεποίημαι λόγον, ἀλλ’ ἤγαγον αὐτὸν, καὶ ἐκάλεσα, καὶ εὐώδωσα τὴν ὁδὸν | |
αὐτοῦ· καὶ οὐ λελάληκα μόνον, ἀλλὰ γὰρ καὶ δρῶντι | 1025 | |
70.1028 | τὰ σοὶ φίλα, καὶ κατ’ εὐχὴν συμπαρήμην ἐγὼ, κατα‐ στρέφων μὲν τὴν τῶν Χαλδαίων ἰσχὺν, παναλκῆ δὲ τιθεὶς καὶ δυσάντητον, τὸν καταδῃοῦντα αὐτούς· ὥστε μὴ μᾶλλον τῆς Κύρου χειρὸς εἶναι τὰ δρώμενα, | |
5 | ἀλλὰ τῆς ἐμῆς πανσθενεστάτης δεξιᾶς, δίκας αὐτοῖς ἐπάγοντος τῆς εἰς σὲ παροινίας ἕνεκα, μᾶλλον δὲ τῆς ἀμετρήτου μισανθρωπίας, καὶ ἀκρατοῦς ὠμότητος. Ἔφη γὰρ, ὅτι Ἐγὼ δέδωκα αὐτοὺς εἰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος. Εἶτα μεταξὺ τῶν | |
10 | τοιῶνδε λόγων αὐτοῦ τοῦ Κύρου τίθησι φωνὰς, ὁμο‐ λογοῦντος ὅτι Θεὸς ἦν ὁ καταθήγων αὐτὸν, καὶ δυσμαχώτατον ἀποφαίνων, καὶ τῆς Βαβυλωνίων ἰσχύος κρείττονα. Καὶ νῦν γὰρ, φησὶ, Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ. Τὸ δὲ, Καὶ νῦν, τίθησιν ἀντὶ | |
15 | τοῦ, εἰ καὶ μή τι τῶν συμβεβηκότων προαπηγγέλθη παρὰ Θεοῦ, ἀλλ’ ἰδοὺ νῦν διωμολόγηκεν ὁ Κῦρος ὅτι Θεὸς ἦν ὁ ἀναστήσας, καὶ ταῖς εἰς λῆξιν εὐκλείαις στεφανῶν, διὰ δὴ τοῦ κατευμεγεθῆσαι Βαβυλωνίων. Πυθόμενος γὰρ ὁ Κῦρος παρὰ τῶν τὴν Βαβυλῶνα | |
20 | κατοικούντων Ἰουδαίων, ὅτι Θεὸς περὶ αὐτοῦ λελά‐ ληκεν ἐν προφήταις ἁγίοις, ὡς ἥξει κατὰ καιροὺς, καὶ κατὰ κράτος αἱρήσει τὴν Χαλδαίων, καὶ αὐτὸς ἀνήσει τὸν Ἰσραήλ· εἶτα, καθά φησι, καὶ τὰς βί‐ βλους αὐτὰς ἐπιδειξάντων αὐτῷ, παρεσκεύασαν εἰς | |
25 | τοῦτο γνώμης ἐλθεῖν, ὥστε καὶ κηρύγμασιν ἰδίοις Κύριόν τε καὶ Ὕψιστον ὀνομάσαι τὸν Θεὸν Ἰσραήλ. Γέγραπται δὲ οὕτως ἐν βιβλίῳ πρώτῳ τοῦ Ἔσδρα· «Βασιλεύοντος Κύρου Περσῶν ἔτους πρώτου, εἰς συν‐ τέλειαν ῥήματος Κυρίου ἐν στόματι Ἱερεμίου, ἤγειρε | |
30 | Κύριος τὸ πνεῦμα Κύρου τοῦ βασιλέως Περσῶν, καὶ ἐκήρυξεν ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἅμα διὰ γρα‐ πτῶν λέγων· Τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος· Ἐμὲ ἀνέδειξε βασιλέα τῆς οἰκουμένης ὁ Κύριος τοῦ Ἰσραὴλ ὕψιστος, καὶ ἐσήμηνέ μοι οἰκοδομῆσαι αὐτῷ | |
35 | οἶκον ἐν Ἱερουσαλὴμ ἐν τῇ Ἰουδαίᾳ. Εἴ τίς ἐστιν οὖν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ, ἔστω ὁ Κύριος αὐτοῦ μετ’ αὐτοῦ, καὶ ἀναβὰς εἰς τὴν Ἱερουσαλὴμ ἐν τῇ Ἰου‐ δαίᾳ, οἰκοδομείτω τὸν οἶκον Κυρίου τοῦ Θεοῦ Ἰσραήλ. Οὗτος ὁ Κύριος ὁ σκηνώσας τὴν Ἱερουσαλήμ.» Οὐκοῦν ὅταν ἐπιστῆτε, φησὶν, ὡς οὐ διὰ τῶν ψευδωνύμων | |
40 | θεῶν, δι’ ἐμοῦ δὲ μᾶλλον γνωστὰ γέγονεν ἐν ὑμῖν πρὶν γενέσθαι τὰ συμβεβηκότα, ἀκούσατε Κύρου λέγοντος ὅτι «Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Οὕτω λέγει Κύριος, ὁ ῥυσάμενός σε, ὁ Ἅγιος Ἰσραήλ· Ἐγώ εἰμι ὁ Θεός σου, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδὸν, ἐν ᾖ πορεύσῃ ἐν αὐτῇ. Καὶ | |
45 | εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου, καὶ ἡ δικαιοσύνη σου ὡσεὶ κῦμα θαλάσσης· καὶ ἐγένετο ἂν ὡσεὶ ἄμ‐ μος τὸ σπέρμα σου, καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολο‐ | |
70.1028(50) | θρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιόν μου. Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων. Ἀραρὸς δὴ πάλιν αὐτοῖς ἐργάζεται φρόνημα, καὶ εὖ βεβηκότα νοῦν, εἴς γε τὸ δεῖν εἰδέναι τὸν φύσει | |
55 | τε καὶ ἀληθῶς ὄντα Θεόν· καὶ τὴν ἰδίαν αὐτοῖς ἐκ‐ καλύπτει δόξαν, ἵνα μὴ ταῖς τῶν πλανώντων φωναῖς | |
ἀποφέρωνταί ποι πρὸς τὸ ἐξίτηλον, ἤγουν πρός γε | 1027 | |
70.1029 | τὸ οἴεσθαι καὶ φρονεῖν, τοὺς ψευδωνύμους αὐτοῖς ἐπαμύναι θεοὺς, τοὺς οὐκ ὄντας ὅλως. Διὰ γάρ τοι τοῦτο, καθάπερ ἐγᾦμαι, τὸ Ἐγώ εἰμι ὁ Θεός σου, φησὶ, τοῦ, εἰμὶ, σημαίνοντος τὸ, ὑπάρχω. Τοῦτο καὶ | |
5 | τῷ πανσόφῳ Μωσῇ διηγόρευσε λέγων· «Ἐγώ εἰμι ὁ ὤν.» Ὢν γάρ ἐστι κυρίως τε καὶ ἀληθῶς ὁ τῶν ὅλων Θεός. Τὰ δέ γε παρ’ αὐτοῦ πρὸς τὸ εἶναι παρενηνεγ‐ μένα ὄντα μὲν καὶ αὐτὰ λέγοιντ’ ἂν, πλὴν ὅτι γε‐ γόνασι, καὶ ἀρχὴν τοῦ εἶναι διεκληρώσαντο. Οὕτω | |
10 | τοίνυν φησὶ Κύριος ὁ ῥυσάμενός σε, Ἅγιος Ἰσραήλ· Ἐγώ εἰμι ὁ Θεός σου. Ἀλλ’, ὦ Δέσποτα, φαίη ἂν, οἶμαι, τὶς τῶν ἐξ αἵματος Ἰσραὴλ, ἐλυτρώσω καὶ σέ‐ σωκας, ἐξείλου πυρὸς καὶ δίκης, ζυγοῦ καὶ δουλείας, βαρβάρου χειρὸς, ὡς παναλκὴς δηλονότι, καὶ ψιλοῖς | |
15 | νεύμασιν ἅπερ ἂν ἕλοιο κατορθῶν. Εἶτα πῶς οἱ ὑπὸ σὴν ὄντες φειδῶ καὶ ἀγάπην εἰς σὲ τὸν ἐπίκουρον αὐχοῦντες ἀεὶ, πρὸς τοῦτο ταλαιπωρίας κατενηνέγ‐ μεθα, ὥστε καὶ ὑπὸ πόδας πεσεῖν ἐχθρῶν, καὶ θη‐ τεῦσαι παρὰ τὸ εἰκὸς τοὺς ἐλευθέρους ἐξ ἐλευθέρων; | |
20 | Τί οὖν πρὸς ταῦτα Θεός; Δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδὸν, ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ. Νόμον σοι τέθεικα, φησὶ, τῶν πρακτέων τὸν ὁριστὴν, τὸν ἀπευθύνειν εἰδότα πρὸς πᾶν ὁτιοῦν τῶν ἡδίστων ἐμοὶ, ποδηγὸν εἰς δικαιοσύνην, διδάσκαλον εὐσεβείας, εἰς εὐθείαν | |
25 | ὁδὸν ἀποφέροντα, δι’ ἧς εἰ πράττειν ἤθελες, κατήν‐ τησας εἴς γε τὸ εἶναι γνήσιος καὶ λάτρις ἀληθὴς, καὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασιν εὖ μάλα κατεστεμ‐ μένος. Ἀλλ’ ἔξω τρίβου γέγονας τῆς ἐπ’ εὐθὺ, καὶ ἁμαξητὸν ἀφεὶς, ὥσπερ παρετράπης ἐφ’ ἃ μὴ θέμις· | |
30 | λελάτρευκας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, τέθυκας εἰδώ‐ λοις, προσκεκύνηκας τοῖς οὐκ οὖσι θεοῖς, ἐπελάθου τοῦ Κτίσαντος, παρ’ οὐδὲν ἡγήσω τὸν δοθέντα νόμον. Εἰ γὰρ ἦσθα γεγονὼς τῶν ἐμῶν ὑπάκοος ἐντολῶν, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου, καὶ ἡ δι‐ | |
35 | καιοσύνη ὡσεὶ κῦμα θαλάσσης. Καὶ ὃ βούλεται δηλοῦν, ἔστι τοιοῦτον· Τοὺς χειμάῤῥους φασὶν, ὑετοῦ τοῖς ὄρεσιν ἐνσκήψαντος λάβρου, καταφέρεσθαι δεινῶς τε καὶ ἀφορήτως, ὡς ἀντισχεῖν δύνασθαι παντελῶς οὐ‐ δὲν ταῖς ἐκείνων ὁρμαῖς. Εὔδηλον δὲ κἀκεῖνο, οἶμαί | |
40 | που. Αἱ γάρ που τῶν θαλάσσης κυμάτων ἐμβολαὶ δειναὶ καὶ δυσάντητοι, καὶ οὐ πλωτῆρσι μόνοις, ἤγουν ταῖς ὁλκάσιν, ἀλλὰ καὶ αὐταῖς ἔσθ’ ὅτε ταῖς πέτραις. Ἀποῤῥήγνυνται γὰρ αὗται, κρουνηδὸν αὐ‐ ταῖς τῶν ὑδάτων ἐῤῥηγνυμένων. Οὐκοῦν εἰ τῶν | |
45 | ἐμῶν, φησὶ, κατήκοος ἦσθα λόγων, εἰ τὸν νοῦν ἐπήγαγες εὐπειθῆ, ἐγένετο ἂν ἡ εἰρήνη σου ποτα‐ μοῦ καὶ ὑδάτων δίκην, ἀκαταμάχητος τοῖς ἐχθροῖς, ἤγουν τοῖς ἐθέλουσιν ὑπαντᾷν. Ἢ τάχα που, καὶ καθ’ ἕτερον τρόπον, ἵνα τὸ τῆς εἰρήνης ἄφθονόν τε αὐτοῖς | |
70.1029(50) | καὶ διηνεκὲς ἀποφήνῃ χρῆμα, ποταμῷ παρεικάζει καὶ κύμασι, ποταμῷ μὲν ἀεὶ καὶ ἀμφιλαφῶς ῥέοντί τε καὶ φερομένῳ, κύμασί τε κυρτουμένοις ἀεὶ, καὶ οἷον διηνεκῶς τῇ χέρσῳ προστρέχουσιν. Ἐγένετο δ’ ἂν καὶ τὸ σπέρμα σου ὡσεὶ ἄμμος, καὶ τὰ ἔκγονα | |
55 | τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς. Ὅμοιον ὡς εἰ λέγοι. Οὐδενὸς οὐ ξίφος ἐπανατείνοντος, οὐ τῆς τῶν | |
πολεμίων χειρὸς ὀλοθρευούσης τινὰς, πολύχους ἦσθα | 1029 | |
70.1032 | καὶ ἀναρίθμητος, ὥστε ψάμμῳ καὶ χοῒ παρεικάζε‐ σθαί σου τὰ τέκνα. Ἐπειδὴ δὲ πεπαρῴνηκας εἰς Θεὸν, καὶ προσκέκρουκας οὐ μετρίως πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἐκβεβηκὼς, συνεστάλης εἰς βραχὺ, καὶ | |
5 | τὴν τοῦ γένους εἰς πληθὺν ἐπίδοσιν εὐρυνομένην οὐκ ἔχεις, πλὴν οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῇς. Τετήρηται γὰρ πανταχοῦ τὸ κατάλειμμα τοῦ Ἰσραήλ. Ἔφη δὲ Θεὸς οὐδαμοῦ πεσεῖν ὁλόῤῥιζον αὐτὸν διὰ τὴν τοῖς πατράσιν δοθεῖσαν ἐπαγγελίαν. Εἶτά φησιν, ὅτι | |
10 | Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων. Νεῦμα τοῦτο βασιλικὸν ἀπαλλάττον τῆς αἰχμαλω‐ σίας τὸν Ἰσραήλ. Ὥσπερ γὰρ οἱ τῶν ἐπὶ γῆς κρα‐ τοῦντες πραγμάτων, καὶ τοὺς τῆς βασιλείας διέπον‐ τες θρόνους τοῖς ὑπὸ γῆν οὖσι φυγῆς κατανεύουσιν | |
15 | ἔσθ’ ὅτε τὴν ἄφεσιν, φιλανθρώπῳ νεύματι καὶ φωνῇ σημαίνοντες τὸ χρῆμα· οὕτω καὶ ὁ τῶν ὅλων Θεὸς νεῦμα φιλάνθρωπον τοῖς πεπονηκόσιν ἐχαρίζετο, καὶ τὸ, Ἔξελθε, φησὶν ἐναργῶς, ἵν’ εἰδεῖεν τὸν Λυτρω‐ τὴν καὶ ἁπάσης αὐτοῖς εὐθυμίας τὸν χορηγόν. | |
20 | Φωνὴν εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκου‐ στὸν γενέσθω τοῦτο. Ἀναγγείλατε ἕως ἐσχάτου τῆς γῆς. Λέγετε· Ἐῤῥύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακὼβ, καὶ ἐὰν διψήσωσι, δι’ ἐρήμου ἄξει αὐτοὺς, σχισθήσονται πέτραι καὶ ῥυήσονται | |
25 | ὕδατα, καὶ πίεται ὁ λαός μου. Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος. Ἀξιοθαύμαστα μὲν πάντα ἐστὶν ὁμολογουμένως ἅπερ δρῴῃ Θεός. Τά γε μὴν τῶν ἄλλων ὑπερκεί‐ μενα, καὶ δόξαν λαχόντα τὴν ἀνωτάτω τῶν ἔργων | |
30 | αὐτοῦ, λανθάνοντα μὲν ἀδικεῖ τοὺς τοῦ εἰδέναι τυ‐ χὸν ἀπεστερημένους, γνωσθέντα γε μὴν ὀνίνησιν οὐ μικρῶς. Ἔνεστι γὰρ ἐντεῦθεν ἰδεῖν τήν τε ἄφραστον αὐτοῦ δόξαν, καὶ τὴν κατὰ πάντων ὑπεροχὴν, καὶ τὴν ὑπέρτονον χεῖρα, καὶ πανσθενῆ δόξαν. Ἐλυτροῦτο μὲν | |
35 | γὰρ ἐξ Αἰγύπτου τὸν Ἰσραήλ. Ἀλλ’ ἵνα ὁρῷτο με‐ γαλουργὸς, ὥστε καὶ τοῖς ἀνὰ πᾶσαν οὖσι τὴν γῆν ἐμφανῆ γενέσθαι τὴν δόξαν αὐτοῦ, παρελήφθη μέσος ὁ Φαραὼ καθάπερ τι σκεῦος, ἵνα τοῖς διὰ Μωσέως ἀντανιστάμενος λόγοις, καλέσῃ Θεὸν εἴς γε τὸ χρῆ‐ | |
40 | ναι λοιπὸν τὴν ἰδίαν ἅπασιν ἐμφανίσαι δόξαν, καὶ τῆς ἀμετρήτου δυνάμεως καταδεῖξαι τὸ μέγεθος. Εἴ‐ ρηται γὰρ πρὸς αὐτόν· «Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐκδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Καὶ | |
45 | συμβέβηκε μὲν ἐκεῖνα τοῖς πάλαι, γεγόνασι δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήν‐ τηκε. Ἔδει δὴ οὖν, ἔδει τὴν ἐκ Βαβυλῶνος λύτρωσιν τῶν ἐξ Ἰσραὴλ μὴ σιγᾶσθαι μᾶλλον, ἀλλ’ οἷον ἀνα‐ κηρύττεσθαι τοῖς ἁπανταχοῦ. Ταύτῃ τοι καί φησι· | |
70.1032(50) | Φωνὴν εὐφροσύνης ἀναγγείλατε. Εὐφροσύνης δὲ φω‐ νὴν εἶναί φαμεν τὴν δοξολογίαν, ἣν ἂν ποιήσαιτό τις ὑμνῶν αὐτὸν ἐπὶ τοῖς οὕτω μεγάλοις καὶ λαμπροῖς κατορθώμασιν. Αὕτη κυρίως τε καὶ ἀληθῶς εὐφρο‐ σύνη, φωνὴ πρέπουσα δικαίοις, οἷς ἁρμόσαι καὶ τὸ | |
55 | χρῆναι δοξολογεῖν. Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος Δαβὶδ, καί φησι· «Φωνὴ ἀγαλλιάσεως· καὶ σωτηρίας | |
ἐν σκηναῖς δικαίων.» Βούλεται δὲ τὴν φωνὴν, ἀφή‐ | 1031 | |
70.1033 | γησιν ἔχειν τῆς λυτρώσεως τῶν ἐξ Ἰσραὴλ, ὁποία τις ἦν ἡ ἐν βίβλῳ Ψαλμῶν. Ἔχει δὲ οὕτως· «Εὐδό‐ κησας, Κύριε, τὴν γῆν σου· ἀπέστρεψας τὴν αἰχμα‐ λωσίαν Ἰακὼβ, ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, | |
5 | ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.» Ταυτὶ γὰρ εἰ καὶ πραγμάτων πνευματικῶν ἐμπεριέχει τὴν δή‐ λωσιν, ἀλλ’ οὖν εἰσι καὶ τῇ ἱστορίᾳ χρήσιμα. Ὑπ‐ ισχνεῖται δὲ ὅτι, ἐὰν διψήσωσι δι’ ἐρήμου βαδίζοντες, ὕδωρ ἐκ πέτρας ἄξει αὐτοῖς. Σχισθήσεται πέτρα, | |
10 | καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου. Καί φα‐ μεν ὅτι δείκνυσιν ἐν τούτοις, ὡς οὐχ ἕτερός τις Θεὸς ἦν ὁ τῆς Αἰγυπτίων σκαιότητος ἐλευθερώσας τὸν Ἰσραὴλ, καὶ διαγαγὼν διὰ θαλάσσης μέσης, καὶ τρο‐ φὰς ἐν ἐρήμῳ διδοὺς, καὶ ὕδωρ ἐκ πέτρας ἐξ‐ | |
15 | ενεγκών· ἀλλ’ ὁ αὐτὸς ἀεὶ κατὰ αὐτὰ, καὶ ὡσαύτως ἔχων, καὶ τὰ ἴσα τοῖς πάλαι τερατουργεῖν δυνάμενος. Εἰ γὰρ ἔλθοιεν δι’ ἐρήμου, φησὶ, εἶτα γένοιντο ποτοῦ, καὶ ὑδάτων ἐν σπάνει, τὸ ἀρχαῖον ἐκεῖνο δειχθήσεται σημεῖον αὐτοῖς· ἐκκομισθήσεται γὰρ ὕδωρ ἐκ πέ‐ | |
20 | τρας· καὶ τοῦτο μὲν γεγονὸς, οὐχ εὕροι τις ἂν ἀνα‐ βαινόντων εἰς τὴν Ἰουδαίαν ἐκ τῆς Βαβυλῶνος τῶν ἐξ Ἰσραήλ. Εἴρηται δὲ, ὡς ἔφην, οἰκονομικῶς, ἵνα εἰδοῖεν ὅτι Θεὸς ὁ πάλαι, καὶ νῦν ἐστιν, ἴσῃ τε δυ‐ νάμει, καὶ ἰσαμίλλοις θαύμασι χρῆσθαι δυνάμενος, | |
25 | καὶ ἀμετάπτωτον ἔχων ἰσχὺν, ἐπιβοᾷ τε ὥσπερ καὶ νόμον ἐκφέρει γενικόν. Οὐ γὰρ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος. Ἀληθὲς καὶ τοῦτο. Κατηφὲς γάρ πως ἀεὶ τῶν δυσσεβῶν τὸ πρόσωπον πληττομέ‐ νης κατὰ τὸ εἰκὸς τῆς καρδίας, καὶ τοῖς τοῦ συνει‐ | |
30 | δότος ἐλέγχοις ἀχθοφοροῦντος τοῦ νοῦ. Προσδοκᾷ γὰρ οὐ στεφάνους, οὐκ ἐπαίνου τιμὴν, πῦρ δὲ μᾶλ‐ λον, καὶ δίκην, ἃ τοῖς πλημμελοῦσιν ηὐτρέπισται. Ἢ τάχα που καὶ ἁρμόσειεν ἂν τοῖς Βαβυλωνίοις ἡ φωνή. Ἔχαιρον μὲν γὰρ ὡς τὸν τοῦ Θεοῦ λαὸν | |
35 | ᾑρηκότες, ᾤοντο δ’ ὅτι καὶ τῆς αὐτοῦ κατευμεγεθή‐ σαντες δεξιᾶς τῆς Ἰουδαίας κεκρατήκασιν. Ἀλλ’ ἐσφάλοντο τἀληθοῦς. Οἱ μὲν γὰρ ὅτι πλημμελοῦντες πεφώρανται φειδοῦς ἔξω γεγόνασι τῆς παρ’ αὐτοῦ, οἱ δὲ ὅτι σκληροί τε ἦσαν, καὶ ἀτεράμονες καὶ τὸ | |
40 | ἐλεεῖν οὐκ εἰδότες τὰς αὐτοῖς πρεπούσας ἐξῄτηνται δίκας, ἐστέρηνται δὲ, καὶ τοῦ χαίρειν, ἔτι κεκολα‐ σμένην ἔχοντες τὴν ὀφρὺν, κεκολασμένον ἤδη τὸ φρόνημα. Οὐ γὰρ ὅτι νενικήκασί ποτε τοὺς ἐξ Ἰσραὴλ μετῆν ἔτι τὸ χαίρειν αὐτοῖς, ἀλλ’ ὅτι κακοὶ κακῶς διολώλασιν ὠλοθρευμένης αὐτοῖς τῆς χώρας τὸ δριμὺ τῆς λύπης ἐδέχοντο. | |
45t | ΛΟΓΟΣ Δʹ. | |
46 | Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη, διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. Ἐκ κοι‐ λίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου, ἔθηκέ τε στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν | |
70.1033(50) | σκέπην χειρὸς αὐτοῦ ἔκρυψέ με. Ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, καὶ τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέ με, καὶ εἶπέ μοι· Δοῦλός μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι. Διὰ πλείστων ὅσων παραινέσεων, καὶ ὑποθημοσυ‐ | |
55 | νῶν ὄνησι τὸν Ἰσραὴλ, μεθίστησι τὴν μυσταγωγίαν | |
ἐπὶ τὰς τῶν ἐθνῶν ἀγέλας, καὶ δὴ τὸ μυστήριον τοῦ | 1033 | |
70.1036 | Χριστοῦ αὐταῖς καταλευκαίνει πάλιν, δι’ οὗπερ ἔμελ‐ λον τὸν κτηνοπρεπῆ, καὶ ἐπάρατον μεθέντες βίον εἰς τὴν αὐτῷ φιλαιτάτην ἀνακομίζεσθαι πολιτείαν, καὶ φῶς εἰς νοῦν δέχεσθαι τὸ ἀληθινόν· ὥστε σαφῶς εἰ‐ | |
5 | δέναι τίς ὁ φύσει καὶ ἀληθῶς Θεός ἐστι, καὶ ἡ τῶν ὅλων κατακρατοῦσα φύσις. Προσφωνεῖ δὲ ταῖς νήσοις, ἃς δὴ καὶ εἶναί φαμεν τὰς Ἐκκλησίας Χριστοῦ, καθάπερ ἐν θαλάττῃ κειμένας, τῷ κλύδωνι δηλονότι τοῦ παρόντος βίου, καὶ ἀφορήτοις κυμάτων περιεχο‐ | |
10 | μένας ἐμβολαῖς, διωγμοῖς, δηλονότι, καὶ περιστάσε‐ σιν, ἃς ἐπιφέρουσιν αὐταῖς οἱ τῆς ἀληθείας ἐχθροὶ, καὶ τῇ Θεοῦ κλήσει μαχόμενοι. Περὶ τῶν τοιούτων νήσων, εἴρηται μὲν πλεισταχοῦ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ. Ψάλλει δέ που καὶ ὁ μακάριος Δαβὶδ, καί | |
15 | φησιν· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφραινέσθωσαν νῆσοι πολλαί.» Ὅτε γὰρ βεβασί‐ λευκε τῆς ὑπ’ οὐρανὸν ὁ Χριστὸς πᾶσαν ὑπὸ χεῖρα λαβὼν, καὶ τῆς τῶν δαιμόνων τυραννίδος ἐκσπάσας· τότε καὶ ἠγαλλιάσαντο, τοῦτ’ ἔστιν, εὐφροσύνης με‐ | |
20 | σταὶ γεγόνασιν, αἱ κατὰ πᾶσαν τὴν γῆν Ἐκκλησίαι. Ὅτι γὰρ ὁ προφήτης ἐν τούτοις νήσους ὀνομάσας τὰς ἐξ ἐθνῶν Ἐκκλησίας δηλοῖ, σαφὲς ἂν γένοιτο διὰ τῶν ἑξῆς. Προσεπήνεγκε γὰρ εὐθὺς τὸ, Ἀκούσατέ μου, νῆσοι, τὸ, Προσέχετε, ἔθνη. Εἶτά φησιν, ὅτι Διὰ | |
25 | χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. Ὑπισχνεῖται μὲν, ὡς ἔφην, τὴν τοῦ Σωτῆρος πάντων ἡμῶν Ἰησοῦ Χριστοῦ ἀνάδειξιν, καὶ ὅτι Θεὸς ὢν ὁ Λόγος, συν‐ αναστρέφεται τοῖς ἐπὶ τῆς γῆς ἐν εἴδει τῷ καθ’ ἡμᾶς. Πλὴν ὅτι προφητείας ἦν ὁ καιρὸς τὸ τηνικάδε, οὔπω | |
30 | δὲ καὶ αὐτῆς τῆς τῶν πραγμάτων ἐμφανείας, δια‐ δείκνυσι λέγων, ὅτι Διὰ χρόνου πολλοῦ στήσεται τὸ ἐπαγγελθὲν δηλονότι, ἤγουν τὸ προφητευόμενον. Τί δὴ τοῦτό ἐστιν, αὐτὸ τοῦ Σωτῆρος τὸ πρόσωπον εἰσ‐ εκομίσθη λέγον· Ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ | |
35 | ὄνομά μου. Συνέβαλεν ἐν τούτοις εὐθὺς τὸ μυστήριον τὸ βαθὺ καὶ μέγα, καὶ τῆς ἄνωθεν μυσταγωγίας δεόμενον. Ἐξεκαλύφθη γὰρ οὕτω τῷ θεσπεσίῳ Πέ‐ τρῳ. Ἦν μὲν γὰρ καὶ ἔστι Θεὸς ὁ Λόγος, ἰσοκλεὴς, καὶ ὁμόθρονος τῷ Θεῷ καὶ Πατρὶ, συνυπάρχων δὲ, | |
40 | καὶ συναΐδιος. Ὀνόματα δὲ τὰ πρὸ τῆς ἐνανθρωπή‐ σεως οἰκείως πως ἔχοντα τῇ αὐτοῦ φύσει, Θεὸς, καὶ σοφία, καὶ φῶς, ζωὴ, καὶ δύναμις· ἕτερα δὲ πρὸς τούτοις ἃ παρὰ τοῖς ἱεροῖς εὑρίσκεται Γράμμασιν. Ἐπειδὴ δὲ καθῆκεν ἑαυτὸν εἰς κένωσιν ἐν ὁμοιώματι | |
45 | ἀνθρώπου γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄν‐ θρωπος, ὄνομα δέχεται τὸ κοινὸν, τοῦτ’ ἔστι, τὸ Χριστός τε καὶ Ἰησοῦς, ἤτοι τὸ, Μεθ’ ἡμῶν ὁ Θεός. Τοῦ μεθ’ ἡμῶν σημαίνοντος τὸ ἐν τοῖς καθ’ ἡμᾶς. Γέγραπται γὰρ, ὅτι «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ | |
70.1036(50) | ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐ‐ τοῦ Ἐμμανουήλ·» ὅτι μακάριος Γαβριὴλ ἐκκαλύ‐ πτων τῇ ἁγίᾳ καὶ Θεοτόκῳ παρθένῳ τὸ μυστήριον· «Μὴ φοβοῦ,» φησὶν, «ἡ Μαριάμ. Εὗρες γὰρ χάριν παρὰ Θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ | |
55 | υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ, ἀπὸ τῶν ἁμαρτιῶν αὐ‐ | |
τῶν.» Ἆρ’ οὖν ἀσυμβάτους ἀλλήλαις εἰρήκασι φω‐ | 1035 | |
70.1037 | νὰς, ὅ τε μακάριος ἄγγελος, καὶ ὁ προφήτης; Οὐ μὲν οὖν. Ὁ μὲν γὰρ θεσπέσιος προφήτης πνεύματι λα‐ λῶν μυστήρια, μεθ’ ἡμῶν γεγονότα Θεὸν προκατα‐ μεμήνυκεν, ἀπό τε τῆς φύσεως, καὶ τῆς οἰκονομίας | |
5 | τῆς μετὰ σαρκὸς οὕτως ὀνομάσας αὐτόν. Ὁ δέ γε μακάριος ἄγγελος ἐκ τῆς ἐνεργείας αὐτῷ τοὔνομα θείς· σέσωκε γὰρ τὸν ἴδιον λαόν. Σωτὴρ οὖν ἄρα κέ‐ κληται διὰ τοῦτο. Καὶ γοῦν ὅτε τὴν κατὰ σάρκα γέννησιν ὑπέμεινε δι’ ἡμᾶς αἱ τῶν ἀγγέλων στρατιαὶ | |
10 | τοῖς ποιμέσι τὸν τόκον εὐηγγελίζοντο, λέγουσαι· «Μὴ φοβεῖσθε ὑμεῖς· ἰδοὺ γὰρ εὐαγγελιζόμεθα ὑμῖν σήμερον χαρὰν μεγάλην, ἥτις ἐστὶ παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ.» Οὐκοῦν Ἐμμανουὴλ μὲν, ὅτι Θεὸς | |
15 | ὢν φύσει γέγονε μεθ’ ἡμῶν, τοῦτ’ ἔστιν, ἄνθρωπος. Ἰησοῦς γε μὴν, ὅτι σώζειν ἔδει τὴν ὑπ’ οὐρανὸν, Θεὸν ὄντα αὐτὸν, καὶ γενόμενον ἄνθρωπον. Ὅτε τοί‐ νυν προῆλθεν ἐκ κοιλίας τῆς ἑαυτοῦ μητρὸς, γεγέν‐ νηται γὰρ ἐξ αὐτῆς τὸ κατὰ σάρκα, τότε καὶ ἐκλήθη | |
20 | τὸ ὄνομα αὐτοῦ. Ἀνάρμοστον οὖν ἄρα τῷ Θεῷ Λόγῳ πρὸ τῆς γεννήσεως τῆς κατὰ σάρκα φημὶ τὸ Χρι‐ στοῦ ὄνομα. Κεχρισμένος γὰρ οὔπω, πῶς ἂν λέγοιτο Χριστός; Ὅτε γὰρ προῆλθεν ἐκ κοιλίας μητρὸς ἄν‐ θρωπος, τότε σύνδρομον τῇ κατὰ σάρκα γεννήσει | |
25 | δέχεται τὴν κλῆσιν. Τεθῆναι δέ φησι τὸ στόμα αὐτοῦ ὡσεὶ μάχαιραν ὀξεῖαν. Ἀληθὲς καὶ τοῦτο. Γέγρα‐ πται γάρ που περὶ αὐτοῦ, μᾶλλον δέ φησιν αὐτὸς ὁ προφήτης Ἡσαΐας· «Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμέ‐ νος τὴν ὀσφὺν, καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς, | |
30 | καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ.» Τὸ γάρ τοι θεῖον καὶ οὐράνιον κήρυγμα, τοῦτ’ ἔστι, τὸ εὐ‐ αγγελικὸν, τὸ διὰ στόματος λαληθὲν τοῦ Χριστοῦ, μάχαιρα γέγονεν ὀξεῖά τε καὶ τομωτάτη κατὰ τῆς τοῦ διαβόλου τυραννίδος, ἀναιροῦσα τοὺς κοσμοκρά‐ | |
35 | τορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας. Ἀπεσκέδασε γὰρ τὴν τῆς ἀπάτης ἀχλὺν, καὶ ταῖς ἁπάντων καρδίαις τὴν τῆς ἀληθοῦς θεο‐ γνωσίας ἐνῆκεν αὐγήν· μετεσκεύασε γὰρ τὴν ὑπ’ οὐρανὸν εἰς εὐσεβῆ πολιτείαν, καὶ εὐαγῶν ἐπιτη‐ | |
40 | δευμάτων πάντας ἀπέφηνεν ἐραστὰς, ἀπεθέρισε τοῦ κόσμου τὴν ἁμαρτίαν, δικαιῶν τῇ πίστει τὸν ἀσεβῆ, καὶ Πνεύματος ἁγίου τοὺς προσιόντας ἀναπιμπλὰς, καὶ υἱοὺς αὐτοὺς ἀποφαίνων Θεοῦ, εὐσθενὲς αὐτοῖς, καὶ μαχιμώτατον ἐντιθεὶς τὸ φρόνημα, καὶ δοὺς αὐ‐ | |
45 | τοῖς τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, ἵνα τοῖς ποτε κεκρατηκόσιν ἀντανιστάμενοι πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τρέχωσι, παρεμποδίζον‐ τος οὐδενός. Ὅτι δὲ τῆς τοῦ διαβόλου τυραννίδος ἀναιρετικὴ γέγονε τοῖς ἐπὶ τῆς γῆς, ἡ διὰ Χριστοῦ | |
70.1037(50) | παίδευσίς τε καὶ μυσταγωγία, σαφηνιεῖ λέγων ὁ προφήτης Ἡσαΐας· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν τὴν μεγάλην ἐπὶ τὸν δράκοντα τὸν ὄφιν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα. Προσεπάγει δὲ, ὅτι Καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς | |
55 | αὐτοῦ ἔκρυψέ με. Καί φησι μὲν ἀνθρωποπρεπῶς, πλὴν τοῖς ἀρτίφροσι χαλεπὸν οὐδὲν, καὶ διὰ τούτων | |
ἰδεῖν ἀχώριστον ὄντα τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱὸν, | 1037 | |
70.1040 | καὶ ὅτι γέγονεν ἄνθρωπος. Ὑπὸ σκέπην γὰρ εἶναί φησι τῆς δεξιᾶς αὐτοῦ, ἵνα τὸ ἄληπτον, καὶ ἀκατ‐ αγώνιστον τῆς ἑαυτοῦ φύσεως ὑπεμφαίνῃ σωζόμενον αὐτῷ, καὶ εἰ γέγονεν ἐν τοῖς καθ’ ἡμᾶς. Κατισχύσει | |
5 | γὰρ τῆς πανσθενοῦς δεξιᾶς οὐδεὶς, κεχώρισται δὲ, ὡς ἔφην, ὁ Λόγος τοῖς τῆς ἀνθρωπότητος μέτροις. Ἔτι μὲν γὰρ παναλκὴς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ αὐ‐ τός ἐστιν ὁ τῶν δυνάμεων Κύριος. Ἐπειδὴ γέγονεν ἄνθρωπος, οὐκ ἀτιμάζων ὁ Πατὴρ τοῦ μυστηρίου | |
10 | τὴν δύναμιν, συγκαθίσταται τῇ οἰκονομίᾳ, καί φησι πρὸς αὐτοῦ διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσ‐ θήσει τοῦ κακῶσαι αὐτὸν, καὶ συγκόψω ἀπὸ προσ‐ ώπου τοὺς ἐχθροὺς αὐτοῦ. Καὶ τοὺς μισοῦντας αὐ‐ | |
15 | τὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ’ αὐτοῦ.» Ἄθρει δὴ οὖν, ἄθρει, καὶ διὰ τῆς τοῦ προφήτου φωνῆς, ἀνθρωποπρεπῶς λέγοντα τὸν δι’ ἡμᾶς, καθ’ ἡμᾶς· Ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με. Ἔθηκέ με, φησὶν, ὡς βέλος | |
20 | ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέ με. Πλεῖστα μὲν γὰρ τὰ τοῦ Θεοῦ βέλη γεγόνασι, κατὰ καιροὺς καθάπερ ἐν φαρέτρᾳ κρυπτόμενα τῇ προ‐ γνώσει αὐτοῦ, προκομισθέντα δὲ κατὰ τὸν ἑκάστῳ πρέποντα καιρὸν, ἐκλεκτὸν δὲ βέλος καὶ ὑπὲρ πάντα, | |
25 | Χριστὸν κρυπτόμενον μὲν, ὡς ἔφην, ὡς ἐν φαρέτρᾳ τῇ προγνώσει τοῦ Πατρός. Προεγνώσθη γὰρ πρὸ καταβολῆς κόσμου, παρενεχθὲν δὲ εἰς μέσον, ὅτε καὶ ἐχρῆν ὅλην ἐπισκέψασθαι τὴν γῆν, πεσοῦσαν εἰς ὄλεθρον, καὶ ἀπώλειαν διὰ τοῦ λατρεύειν τῇ κτίσει, | |
30 | παρὰ τὸν κτίσαντα, καὶ τοῖς ἀκαθάρτοις ὑποκεῖσθαι πνεύμασι, καὶ τοῖς τῆς ἁμαρτίας ἐνδεδέσθαι βρό‐ χοις. Τοῦτο τὸ ἐκλεκτὸν βέλος, ἀναιρεῖ μὲν, ὡς ἔφην, τὸν Σατανᾶν αὐτὸν, καὶ τὰς σὺν αὐτῷ δυνά‐ μεις πονηράς. Ἀναιρεῖ δὲ ὁμοίως τοὺς τῆς ἀληθείας | |
35 | ἐχθροὺς, καὶ τοῖς ἱεροῖς αὐτοῦ κηρύγμασιν ἀνοσίως ἀνθεστηκότας. Τιτρώσκει δὲ καὶ ἑτέρως εἰς ὄνησίν τε καὶ σωτηρίαν. Οὕτω γάρ φησιν ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων πληττομένη νύμφη, ὅτι «Τετρωμένη ἀγάπης ἐγώ εἰμι.» Εἶπε δέ μοι, φησὶν, ὁ Πατὴρ, | |
40 | δῆλον δὲ ὅτι Δοῦλός μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι. Ὢ βάθος πλούτου τε καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! κατὰ τὸ γεγραμμένον. Ἦν μὲν γὰρ, καὶ ἔστιν ἐλεύθερος ὁ Υἱὸς, ὡς ἐκ τῆς βασιλευούσης πάντων οὐσίας ἀναφὺς ἀποῤῥήτως. Ἀλλ’ ἤκουσε τοῦ | |
45 | Πατρὸς λέγοντος· Δοῦλός μου εἶ σύ. Οὐκοῦν ὁ ἐλεύ‐ θερος κατὰ φύσιν Λόγος πράττεται δοῦλος δι’ οἰκο‐ νομίας σαρκικῆς, ἤγουν τῆς κατὰ σάρκα νοουμένης, ἵνα πάλιν ἐννοῇς τὴν ἐκ γυναικὸς ἐν χρόνῳ κατὰ σάρκα γέννησιν αὐτοῦ. Ἰσραὴλ δὲ αὐτὸν γενέσθαι | |
70.1040(50) | ὀνομάζει, διά τοι τὸ ἐξ αἵματος Ἰσραὴλ γενέσθαι κατὰ σάρκα· ἀλλὰ Καὶ ἐν σοὶ, φησὶ, δοξασθήσομαι. Ἐδοξάσθη μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς, καὶ διὰ προ‐ φητῶν ἁγίων, πλὴν οὐκ ἐν αὐτοῖς. Ἐν Χριστῷ δὲ ξένως, καὶ ἀσυνήθως. Ἐδοξάζετο γὰρ ἐν αὐτῷ. | |
55 | Δοξαζομένου δὲ Χριστοῦ, ὁ Πατὴρ ἐν αὐτῷ δοξάζεται. Ὁρῶμεν αὐτὸν ἐν αὐτῷ διαπρέποντα, διὰ τῶν θεο‐ | |
πρεπῶν ἀξιωμάτων καὶ τῆς κατὰ πᾶν ὁτιοῦν δυνά‐ | 1039 | |
70.1041 | μεώς τε καὶ ἐνεργείας, ἁγιασμοῦ καὶ δικαιοσύνης, καὶ ἡμερότητος τῆς εἰσάπαν. Εἰδοποιεῖται γὰρ νοη‐ τῶς τὸ Θεῖον οὕτως. Καὶ γοῦν ἔφη Χριστός· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα μου.» Ἔφη δὲ καὶ ὁ πάνσοφος Παῦλος ἐν προσώπῳ Χριστοῦ δοξάζεσθαι τὸν γεννήσαντα. Οὐκοῦν ἐν σοὶ, φησὶ, δοξασθήσομαι. | |
5 | Κάμψει γὰρ τῷ Υἱῷ, καὶ ἐν σαρκὶ πεφηνότι, πᾶν γόνυ, καθὰ γέγραπται, ἐπουρανίων τε καὶ ἐπι‐ γείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Καὶ ἐγὼ εἶπα· Κενῶς ἐκοπίασα, καὶ εἰς μάτην, καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου. Διὰ τοῦτο ἡ | |
10 | κρίσις μου παρὰ Κυρίῳ, καὶ ὁ πόνος μου ἐναν‐ τίον τοῦ Θεοῦ μου. Ἐπέφανεν ὁ τῶν ὅλων μὲν Σωτὴρ, ἵνα πᾶσαν ἀπαλλάξῃ τὴν ὑπ’ οὐρανὸν, τῆς τοῦ διαβόλου σκαιό‐ τητος, καὶ θανάτου, καὶ ἁμαρτίας, καὶ χαρίσμασιν | |
15 | ἱεροῖς λελαμπρυσμένους τοὺς προσιόντας αὐτῷ διὰ τῆς πίστεως. Κέκληνται δὲ πρὸς τοῦτο καὶ πρό γε τῶν ἄλλων οἱ ἐξ αἵματος Ἰσραήλ· προτετίμηντο δὲ οὕτως τῶν ἐθνῶν ὥστε φάναι τὸν Ἰησοῦν· «Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου | |
20 | Ἰσραήλ.» Οἱ δὲ τὴν οὕτως εὐκλεᾶ καὶ ἐξαίρετον λαχόντες τιμὴν, ἄπιστοι γεγόνασι, καὶ ἀποστάται θρασεῖς, καὶ ἀτιμαγέλαι δεινοὶ καὶ ἀγέρωχοι. Καί τοι δέον ἀσμενέστατα προσελθεῖν τῇ χάριτι, καὶ κα‐ τακερδάναι τὴν πίστιν, καὶ τὰ ἐξ αὐτῆς ἀγαθὰ, | |
25 | τοῦτο μὲν οὐκ ἔδρων, πόθεν; ἀντανίσταντο δὲ, κα‐ λοῦντι πρὸς σωτηρίαν δυσφημοῦντες ἀφυλάκτως, ἀκαθέκτως λοιδοροῦντες· καὶ τί γὰρ οὐ τῶν δεινῶν ἀποφθεγγόμενοι ἀνέδην, καὶ τελευταῖον ἐσταύρωσαν. Οὐκοῦν τό γε ἧκον εἰς τὸ τῶν ἀπειθούντων ἀπηνὲς, | |
30 | καὶ τὴν ἐκτόπως αὐτοῖς μελετηθεῖσαν ἀντιλογίαν, κενῶς κεκοπίακεν ὁ Σωτὴρ, καὶ εἰς μάταιον, καὶ εἰς οὐδὲν ἔδωκε τὴν ἰσχὺν αὐτοῦ. Οὐ γὰρ ἠνέσχετο, καθ‐ άπερ ἔφην ἀρτίως, τῶν ἱερῶν αὐτοῦ κηρυγμάτων ὁ ἀπόπληκτος Ἰσραήλ· οὐ τετίμηκεν αὐτοῦ τὸν κόπον. | |
35 | Κόπος γὰρ ἦν τῷ Λόγῳ τὸ γενέσθαι καθ’ ἡμᾶς, καὶ τῆς ἀνθρωπίνης ἀνασχέσθαι μικροπρεπείας. Ἀλλ’ ἡ κρίσις μου, φησὶν, ὁ Πατὴρ, οὓς δεδαπάνηκα πό‐ νους ὑπέρ γε τῆς αὐτῶν σωτηρίας. Διὰ τοῦτο, καὶ ἡ κρίσις ἐξενήνεκται παρ’ αὐτοῦ. Ποία δὲ ἡ κρίσις | |
40 | ἦν; Ἐκβέβληνται τῆς πρὸς αὐτὸν οἰκειότητος, ἐξ‐ ώσθησαν τοῦ εἶναι λαὸς Θεοῦ, ἀμέτοχοι γεγόνασι τῆς παρ’ αὐτοῦ σωτηρίας, ἄγευστοι μεμενήκασι τῆς τῶν ἁγίων ἐλπίδος, εἰσκέκληνται δὲ ἀντ’ ἐκείνων τῶν ἐθνῶν ἡ πληθύς. Καὶ ἀντὶ τῶν παρ’ αὐτοῖς ποιμένων, | |
45 | ἕτεροι κεχειροτόνηνται δίκαιοι, καὶ θεοφιλεῖς, καὶ σπουδασμάτων εὐαγῶν ἐπιμεληταὶ, καὶ λαῶν ἡγεῖ‐ σθαι δυνάμενοι φωστῆρες ἐν κόσμῳ λόγον ἐπέχοντες ζωῆς, καθά φησιν ὁ πάνσοφος Παῦλος. Βούλει τὴν κρίσιν ἰδεῖν τοῦ Πατρὸς, ἤτοι τὴν ἐπ’ ἐκείνοις ψῆφον, | |
70.1041(50) | ἄκουε τοῦ Σωτῆρος λέγοντος τοῖς τῶν Ἰουδαίων καθ‐ ηγηταῖς· «Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.» Εἶτά | |
55 | φησιν· «Πέπομφε δούλους ἀποληψομένους τοὺς καρ‐ | |
ποὺς, καὶ πάντες κεκινδυνεύκασιν. Ἐπειδὴ δὲ ὕστε‐ | 1041 | |
70.1044 | ρον ἀπέστειλε τὸν υἱὸν, καὶ αὐτὸν ἑωρακότες, φησιν, εἶπον· Οὗτός ἐστιν ὁ κληρονόμος ἐν ἑαυτοῖς, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κλη‐ ρονομίαν αὐτοῦ. Καὶ δὴ καὶ ἀπεκτόνασι.» Ταύτης | |
5 | ῥηθείσης αὐτοῖς τῆς παραβολῆς, εἴρηται πάλιν ὁ Κύριος λέγων· «Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπε‐ λῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Οἱ δὲ πρὸς αὐτόν· Κακῶς κακοὺς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσει ἑτέροις, οἵτινες ἀποδώσουσιν αὐτῷ | |
10 | τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Καὶ πρός γε ταῦτά φησιν ὁ Χριστός· Διὰ τοῦτο λέγω ὑμῖν, ἀρθή‐ σεται ἀφ’ ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ δοθή‐ σεται ἔθνει ἑτέρῳ ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» Ὃ δὴ καὶ εἰς πέρας ἐνήνεκται. Τέθεινται γὰρ ἕτε‐ | |
15 | ροι τῶν ἀμπελώνων μελεδωνοὶ, καὶ σοφοὶ γηπόνοι, τοῦτ’ ἔστιν, οἱ θεσπέσιοι μαθηταί. Ἐπὶ τούτων ὑε‐ τοὺς ἡμῖν αἱ νεφέλαι καθῆκαν, καίτοι τὸν Ἰουδαϊκὸν ἀμπελῶνα μηκέτι κατάρδειν κεκελευσμέναι. Ἐπὶ τούτων οὐκ ἀκάνθας μᾶλλον, ἀλλὰ σταφυλὴν τετρύ‐ | |
20 | γηκεν ὁ Χριστός. Δεδιδάγμεθα γὰρ λέγειν, ὅτι «Ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς.» Φαίη δ’ ἄν τις, καὶ ἑτέρως, ὅτι γέγονεν ἐν ὀφθαλμοῖς τοῦ Πατρὸς ὁ πόνος τοῦ Υἱοῦ, καὶ κρίσις ἐκβέβηκεν ὀρθή. Καί μοι πάλιν ἄθρει | |
25 | τοῦ λόγου τὴν δύναμιν, ἐννοήσας τὴν οἰκονομίαν, ἣν καὶ αὐτὸς ἡμῖν ὁ πάνσοφος Παῦλος διατρανοῖ λέ‐ γων· «Ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὄντα τὸν Υἱὸν, οὐχ ἁρπαγμὸν ἡγήσασθαι τὸ εἶναι ἴσα Θεῷ, ἑαυτὸν δὲ κενῶσαι, καὶ ὑπήκοον γενέσθαι τῷ Πατρὶ | |
30 | μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· ταύτης τε ἕνεκα τῆς αἰτίας ὑπερυψοῦσθαί τε καὶ τὸ ὄνομα αὐτῷ χαρισθῆναι τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνό‐ ματι αὐτοῦ πᾶν γόνυ κάμψῃ,» Ἦν μὲν γὰρ, καὶ ἔστι Θεὸς Λόγος. Ἐπειδὴ δὲ κεχρημάτικεν ἄνθρωπος, | |
35 | καὶ γέγονε τοῦτο κατὰ ἀλήθειαν, εἰς τὴν ἑαυτοῦ δόξαν ἀναβέβηκε μετὰ σαρκός. Ἐγνώσθη γὰρ ὅτι Θεός ἐστι, καὶ πεπόνηκεν οὐκ εἰκῆ. Γέγονε γὰρ εἰς δόξαν αὐτῷ τῆς οἰκονομίας ὁ τρόπος, οὐκ εἰς εὔηθές τι, καὶ ξένον ἀνατιθεὶς αὐτὸν, ἀλλὰ Σωτῆρα, καὶ Λυτρω‐ | |
40 | τὴν ἀποφήνας τῆς ὑπ’ οὐρανὸν, ὃ δὴ καὶ γνωσθὲν προσπεσεῖν αὐτῷ παρεσκεύασεν οὐρανόν τε καὶ γῆν, καὶ τὰ ἔτι κατώτερα. Καὶ νῦν οὕτω λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν | |
45 | Ἰακὼβ καὶ τὸν Ἰσραήλ· Πρὸς αὐτὸν συναχθή‐ σομαι, καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχύς. Καὶ εἶπέ μοι, Μέγα σοί ἐστι τὸ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ | |
70.1044(50) | ἐπιστρέψαι. Οὐδὲν ἧττον ἐν τούτοις εἶναί φαμεν αὐτὸν τὸν Κύριον Ἰησοῦν τὸν Χριστὸν τὸν οὕτως ἀνθρωπο‐ πρεπέσι κεχρημένον φωναῖς, εἰ καὶ ὅτι μάλιστα τὸ μέγα τῆς εὐσεβείας διατρανοῖ μυστήριον, καὶ τὸν | |
55 | τῆς κενώσεως τρόπον καθίστησιν ἐναργῆ. Ἄθρει γὰρ ὅπως τὸν φύσει καὶ ἀληθῶς ἑαυτοῦ πλάσαι φησὶν | |
αὐτὸν εἰς δοῦλον ἑαυτῷ, πλὴν ἐκ κοιλίας. Οὐ γάρ | 1043 | |
70.1045 | τοι γυμνὸν ὄντα, καὶ ἄσαρκον ἔτι Λόγον, εἰς τὴν τῆς δουλείας διάπλασιν ἐνεχθῆναί φησιν ἑαυτὸν, εὐδοκήσαντος τοῦτο τοῦ Θεοῦ, καὶ Πατρός· ἐκ κοι‐ λίας δὲ μᾶλλον, τοῦτ’ ἔστιν, ὅτε κατὰ σάρκα ἐγεννήθη | |
5 | ἐκ γυναικός. Τότε γὰρ Θεὸς φύσει, καὶ ἐλεύθερος, ὡς ἐκ Θεοῦ τε καὶ ἐλευθέρου Πατρὸς, τὴν τοῦ δού‐ λου δέχεται μορφὴν, ἤτοι πλάσιν. Οὐ γάρ τοι φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι, ὡς τὸ δοῦλον φύσει εἰς δου‐ λείαν πλάττεται μᾶλλον, ἀλλ’ ὁ δουλείας ἐπέκεινα, | |
10 | καὶ ζυγοῦ, καὶ τοῖς τῆς φυσικῆς ἐλευθερίας ἐμπρέ‐ πων αὐχήμασι δέχοιτο ἂν εἰκότως τὴν τοῦ δούλου πλάσιν, ἤτοι μορφήν. Ὅτι γὰρ ἐλεύθερος ὢν ὁ υἱὸς καθῆκεν ἑαυτὸν εἰς τοῦτο ἑκὼν, πῶς ἂν ἐνδοιάσειέ τις Παύλου λέγοντος, ἐν μορφῇ μὲν εἶναι αὐτὸν τοῦ | |
15 | Θεοῦ, ἡγεῖσθαι δὲ οὐχ ἁρπαγμὸν τὸ ἴσα εἶναι Θεῷ, ἀλλ’ ἐκ τῆς κατὰ πᾶν ὁτιοῦν ἰσότητός τε καὶ ὁμοιό‐ τητος, καθικέσθαι μὲν οὐκ ἀβουλήτως εἰς δούλου μορφὴν, ἐν ὁμοιώματι δὲ ἀνθρώπων γενέσθαι. Θεὸς γὰρ ἦν μετὰ τούτου, διέδειξε δὲ οὐδὲν ἧττον ἡμῖν | |
20 | τὸ φύσει τε καὶ ἀληθῶς ἐλεύθερον, καὶ οὐκ ἀνεθε‐ λήτως τὸ δοῦλον, ἐν τῇ τῶν διδράχμων συνεισφορᾷ. Ἤροντο μὲν γὰρ τὸν θεσπέσιον Πέτρον οἱ δασμολό‐ γοι, πότερόν ποτε συνεισκομίζει τοῖς ἄλλοις Χριστὸς τὸ δίδραχμον, ἤγουν ἀπόβλητον ποιεῖται τὴν κατά‐ | |
25 | θεσιν. Εἶτα πρὸς αὐτὸν ὁ Κύριος· «Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνος λαμβάνουσι τέλη, ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν ἑαυτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων;» Διέποντος δὲ τοῦ μαθητοῦ τἀληθὲς, ἀπὸ γάρ τοι τῶν ἀλλοτρίων κομίζονται οἱ βασιλεῖς τὸ ταχθέν· «Ἄρα γε, φησὶν, | |
30 | ἐλεύθεροι οἱ υἱοί εἰσιν. Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς τὴν θάλασσαν, βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.» Πλάττεται τοίνυν ὁ | |
35 | ἐλεύθερος κατὰ φύσιν εἰς δοῦλον οἰκονομικῶς, ὅτε καὶ ἐκ κοιλίας ἐγεννήθη τῆς κατὰ σάρκα μητρός. Καιρὸς γὰρ οὗτος ὁ πρέπων τοῖς τῆς κενώσεως μέ‐ τροις. Ὅτι δὲ διακονικῶς ἐπλάττετο, πεπληροφόρη‐ κεν εἰπὼν, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ, καὶ τὸν | |
40 | Ἰσραήλ. Καθίκετο γὰρ ἐν τοῖς καθ’ ἡμᾶς Θεὸς ὢν ὁ Λόγος, οὐχ ἑτέρου του χάριν, πλὴν ὅτι τοῦ διασῶσαι τὸν Ἰσραὴλ, καὶ συναγαγεῖν τὸν Ἰακώβ. Κατεσκέ‐ δασε μὲν γὰρ ἅπαντας τοὺς ὄντας ἐπὶ τῆς γῆς ὁ φαυλότητος ἁπάσης εὑρετὴς εἰς πολυειδῆ, καὶ πολύ‐ | |
45 | μορφον ἁμαρτίαν. Τοὺς μὲν γὰρ ἀπέστησεν ὁλοτρό‐ πως τοῦ κτίσαντος, ἑαυτῷ τε καὶ τοῖς ἀκαθάρτοις δαίμοσιν ὑποκεῖσθαι παρασκευάσας, καὶ δυσδιά‐ φυκτον αὐτοῖς τὸν τῆς ἁμαρτίας ἐπιῤῥίψας ζυγὸν, καὶ ἀποστήσας εἰς ἅπαν τοῦ, καὶ εἰδέναι τίς ὁ φύσει | |
70.1045(50) | τῶν ὅλων ἐστὶ Θεὸς Κύριος. Τοὺς δὲ τὸν Μωσέως νόμον ἔχοντας βραβευτὴν τῶν πρακτέων, ῥᾳθύμους, καὶ ἀναπεπτωκότας ἀπέφηνε, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀπενεγκὼν, ὡς ὀλίγον μὲν τοῦ νόμου ποιεῖ‐ σθαι λόγον κομιδῆ, πράττεσθαι δὲ μᾶλλον εἴς γε τὸ | |
55 | ἑκάστῳ δοκοῦν, καὶ διδάσκει διδασκαλίας ἐντάλματα ἀνθρώπων. Ἐπειδὴ δὲ ἐπέφανε τῷ κόσμῳ Χριστὸς | |
συνήχθη διὰ πίστεως εἰς μίαν καὶ ὀρθὴν, καὶ ἀνεπί‐ | 1045 | |
70.1048 | πληκτον γνώμην, ἃ κατεσκέδασεν ὁ Σατανᾶς, καὶ οἱ πάλαι τῆς πρὸς Θεὸν ἀγάπης ἀποφοιτήσαντες προσ‐ δεδραμήκασιν αὐτῷ, καὶ τὴν ἐχθροποιὸν ἁμαρτίαν σπούδασμα τῶν ἀγαθῶν ῥιπτοῦντες κατόπιν, εἰρη‐ | |
5 | νεύουσι πρὸς Χριστόν. Προὔτρεπον μὲν γὰρ αὐτοὺς, καὶ οἱ θεσπέσιοι προφῆται γοργῶς ἰέναι πρὸς τοῦτο. Ἡσαΐας γοῦν, Ποιήσωμεν εἰρήνην αὐτῷ, φησὶ, ποιή‐ σωμεν εἰρήνην οἱ ἐρχόμενοι. Ἐκέκραγον δὲ καὶ οἱ θεσπέσιοι μαθηταί· «Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύο‐ | |
10 | μεν ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.» Πρὸς Θεὸν δὲ ποιούμεθα τὰς καταλλαγὰς, ὅτε προσίεμεν τῷ Χριστῷ διὰ πίστεως. Ὡς γὰρ αὐτός που πάλιν φη‐ σὶν ὁ ἱερώτατος Παῦλος· «Θεὸς ἦν ἐν Χριστῷ, | |
15 | κόσμον καταλλάσσων ἑαυτῷ.» Ἐν γὰρ Χριστῷ κόσμος τῷ Θεῷ καταλλάττεται. Οὐκοῦν ἐναργῆ τῆς ἐνανθρωπήσεως τὴν διακονίαν καθίστησι λέγων, εἰς δοῦλον πεπλᾶσθαι παρὰ τοῦ Πατρὸς ἐκ κοιλίας, ἵνα συναγάγῃ τὸν Ἰσραὴλ, καὶ τὸν Ἰακώβ. Κἂν εἰ μέν | |
20 | τις λέγοι τὸ τῶν Ἰουδαίων ἔθνος διὰ τούτων σημαί‐ νεσθαι, οὐκ ἂν ἔξω διάττοι σκοποῦ. Ἔφη γάρ που Χριστός· «Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Εἰ δὲ δὴ βούλοιτο τοὺς διὰ πίστεως σεσωσμένους ἅπαντας, Ἰσραήλ τε καὶ Ἰακὼβ ὀνο‐ | |
25 | μάζειν, εὖ ἂν ἔχοι, καὶ οὕτως. Εἴπερ ἐστὶν ἀληθὲς ὡς οὐ μόνον ἐστὶν ὁ Ἰουδαῖος ὁ ἐν τῷ φανερῷ, οὔτε μὴν ἐν σαρκὶ περιτομὴ, λέγοιτ’ ἂν οὕτως περιτομή· Ἰουδαῖος δὲ μᾶλλον ὁ ἐν κρυπτῷ, καὶ περιτομὴν ἔχων καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαι‐ | |
30 | νος, οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ. Εἴγε τοίνυν Ἰουδαῖός ἐστιν ὁ πνεύματι περιτομὴν ἔχων, ἀπρὶξ εἶεν ἂν οὐδενὶ τῶν γε τοιούτων Ἰσραήλ τε καὶ Ἰα‐ κὼβ ὀνομάζεσθαι. Παρεμβέβληται δὲ μεταξὺ τοῦ λόγου ὑπὸ τῶν διὰ πίστεως κεκλημένων, φωνῇ κατα‐ | |
35 | τιθεμένων, ὅτι καὶ πρὸς αὐτὸν συναχθήσομαι, καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχύς. Ἅμα γάρ τοι προστάττει γενέσθαι Θεὸς, καὶ μονονουχὶ τῶν κατὰ πόδας εἰρημένων τόπων προσταχθέντων ἔρχεται πέρας. Σέσωσται μὲν γὰρ οὐχ | |
40 | ἅπαξ ὁ Ἰσραὴλ, ἀλλ’ ἠπίστησάν τινες διά γε τὴν σφῶν αὐτῶν μοχθηρίαν, τὴν τῶν εὐαγγελικῶν παι‐ δευμάτων οὐ προσηκάμενοι χάριν. Συνεισκέκληται δὲ τῷ καταλείμματι τῶν ἐθνῶν ἡ πληθύς· οἳ καὶ εἰς τέκνα τέθεινται τοῦ Ἀβραὰμ, ὥστε πανταχόθεν τό | |
45 | γε ἧκον εἰς οἰκονομίαν, μὴ ἀφαμαρτάνειν τῆς ἐπι‐ δημίας τὸν σκοπόν· συνήχθη γὰρ ἅπας εἴ τίς ἐστιν Ἰσραὴλ, καὶ μέν τοί γε, καὶ Ἰακὼβ, κατὰ τοὺς ἀρ‐ τίως ἡμῖν προαποδοθέντας λόγους. Ὑπισχνεῖται τοί‐ νυν ὁ ἐν Χριστῷ κεκλημένος λαὸς, ὅτι καὶ συναχθή‐ | |
70.1048(50) | σεται πρὸς Θεὸν δηλονότι διὰ τῆς πίστεως, καὶ ὅτι δοξασθήσεται ἐναντίον τοῦ Θεοῦ, τὸ λαμπρὸν τῆς υἱο‐ θεσίας ἀποκερδαίνων καύχημα, καὶ θείας φύσεως μέτοχος γεγονὼς, καὶ ἁγίῳ Πνεύματι κατηγλαϊσμέ‐ νος, καὶ ἀρίστων ἐπιτηδευμάτων ἐπιμελητὴς ἀναδε‐ | |
55 | δειγμένος, καὶ ὅτι Θεὸν ἡγήσεται τὴν ἑαυτοῦ ἰσχύν. Οὕτω γὰρ διακεῖσθαι πρέπει, τοὺς τῆς παρ’ αὐτοῦ | |
σωτηρίας, καὶ δόξης ἐφιεμένους. Προσεπάγει τούτοις. | 1047 | |
70.1049 | Καὶ εἶπέ μοι· Μέγα σοί ἐστι τὸ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπο‐ ρὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Εἰ χρή τι καὶ ἀνθρωπί‐ νως εἰπεῖν, οὐκ ἐᾷ τὸν Υἱὸν ὁ Πατὴρ κατοκνῆσαι τὴν | |
5 | οἰκονομίαν, οὔτε μὴν ἄμισθον τὸ μικροπρεπὲς τῆς τοῦ δούλου μορφῆς, ἀλλ’ οἷον ἔγκαρπον ἀποφαίνει τὸ χρῆμα, καὶ οὐκ ἄμισθον τὴν ταπείνωσιν, καὶ τὸ τῆς οἰκονομίας φορτικὸν οὐκ ἐσόμενον ἔξω θαύματος, εὐκλεές τε πρὸς τοῦτο, καὶ τὸ ἀδοξῆσαι δοκεῖν. Ἦν | |
10 | μὲν γὰρ σμικρὸν ὁμολογουμένως, τῷ ἐκ τοῦ Θεοῦ φύντι Λόγῳ, τὸ κληθῆναι παῖδα, τοῦτ’ ἔστιν, οἰκέ‐ την. Δηλοῖ γὰρ τοὔνομα ποτὲ μὲν τὸν Υἱὸν, ποτὲ δὲ, ὡς ἔφην, τὸν οἰκέτην. Ἡ δέ γε τῶν ἐννοιῶν χρεία τοῦτό τε κἀκεῖνο, κατὰ τὸν ἑκατέρῳ πρέποντα καιρὸν | |
15 | εἰσκομίζεσθαι ποιεῖ. Ἐπειδὴ δὲ περὶ τῆς μετὰ σαρ‐ κὸς οἰκονομίας ὁ λόγος ἐστὶ, πρέποι ἂν εἰκότως τὸν παῖδα νοεῖσθαι δοῦλον. Οὐκοῦν, κἂν εἰς μικρὸν, ὡς ἔφην, τῷ Υἱῷ τῆς δουλείας τὸ δυσκλεὲς, ἀλλ’ ἦν ἑτέρως. Καὶ δὴ καὶ γέγονεν οὐ μικρὸν αὐτῷ· Δοξά‐ | |
20 | ζεται γὰρ παρὰ πάντων, ὡς ἁρπαγμὸν μὲν οὐχ ἡγη‐ σάμενος τὸ εἶναι ἴσα Θεῷ, καὶ τοῖς τῆς δουλείας ἐνομιλήσας τρόποις, καὶ καθιγμένος εἰς κένωσιν, ὑπο‐ μείνας τε σταυρὸν, καὶ τὰ ἐν αὐτῷ καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ ψυχὴν καταθεὶς, ἵνα καταλύσῃ τυραννίδα διαβολικὴν, καὶ τὰ τῶν δαιμονίων διελάσῃ στίφη τῆς καθ’ ἡμῶν ἀφορήτου πλεον‐ εξίας, ἵνα ἐκ μέσου ποιήσῃ τὴν ὀλεθροποιὸν ἁμαρτίαν, ἵνα καταργήσῃ θάνατον, καὶ τὴν τοῦ ἀνθρώπου | |
25 | φύσιν ἀναμορφώσῃ πρὸς τὸ ἀπ’ ἀρχῆς, καὶ παραδῷ τῷ Θεῷ τὴν αὐτοῦ τε καὶ ἑαυτοῦ βασιλείαν, ὑπ’ οὐδενὸς ἔτι τυραννουμένην, ἀποβάλλουσαν δὲ μᾶλλον τῆς ἑτέρων πλεονεξίας τὸν ζυγόν. Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Οὐκ ἠγνόησεν ὁ Πατὴρ τὸ τῶν Ἰουδαίων ἀπεσκλη‐ | |
30 | κὸς, καὶ ἀνουθέτητον φρόνημα, καὶ ὁλοτρόπως ἐκ‐ τετραμμένον εἰς τὸ ἐξήνιον. Προσήκαντο γὰρ οὐδαμῶς τὴν διὰ Χριστοῦ παίδευσιν, καίτοι δέον ἄγασθαι μὲν τῆς ἡμερότητος, καὶ ἀσυγκρίτου φιλανθρωπίας τὸν Λυτρωτὴν, ὑπτίαις δὲ ὥσπερ χερσὶ παραδέξασθαι | |
35 | τὴν φιλοτιμίαν. Ἵνα τοίνυν μὴ ἐν ἀποτεύξει σκοποῦ γενέσθαι δοκῇ τοῦ Σωτῆρος ἡμῶν οἰκονομίαν, ἅτε δὴ, καὶ ἀπολακτίσαντος τοῦ ἡγησαμένου λαοῦ, καὶ οὐ προσιεμένου, καθάπερ ἔφην, τὴν αὐτοῦ λύτρωσιν, προσεπήνεγκεν ὁ Πατὴρ, ὅτι σωτηρίας καταδείξει | |
40 | τρίβον, καὶ τὸ τῆς ἀληθοῦς θεογνωσίας ἐνήσει φῶς τοῖς ἐν ἀχλύϊ καὶ σκότῳ. Ἐκαλεῖτο γὰρ ὁ Ἰσραὴλ εἰς τοῦτο, Χριστοῦ λέγοντος ἐναργῶς· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Καί· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.» | |
45 | Ἐπειδὴ δὲ μᾶλλον ἠγάπησαν τὸ σκότος, ἢ τὸ φῶς, κατελείφθησαν ὑπ’ αὐτοῦ, καίτοι τῶν ἁγίων προφητῶν τὴν ἐν Χριστῷ χάριν αὐτοῖς προηγορευκότων. Ὁ μὲν γάρ τις ἔφη· «Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα ἐπὶ σὲ ἀνατέταλκεν. | |
70.1049(50) | Ἰδοὺ σκότος, καὶ γνόφος καλύψει γῆν ἐπ’ ἔθνη. Ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται.» Ὁ δέ τις ἕτερος· «Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου, ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Ἐπειδὴ δὲ, καθά | |
55 | φησι τὸ Γράμμα τὸ ἱερὸν, τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακοῦσαι, τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· | |
ἐπέλαμψε τοῖς ἔθνεσιν ὁ Χριστὸς, καὶ φωτὸς τοῦ θείου | 1049 | |
70.1052 | μεμεστωμένην ἀπέφηνε τὴν ὑπ’ οὐρανὸν, ὥστε τοὺς ἐξ ἠοῦς εἰς δύσιν, καὶ μέχρι τῶν περάτων τῆς γῆς ἀπόνασθαι τῆς φιλοτιμίας, καὶ καθαροῖς διανοίας ὄμ‐ μασι τὴν θείαν τε, καὶ ἀνωτάτω περιαθρῆσαι φύσιν, | |
5 | καὶ τοὺς τῆς πνευματικῆς λατρείας, αὐτῇ τε καὶ μόνῃ καθιερῶσαι τρόπους. Οὕτως λέγει Κύριος, ὁ ῥυσάμενός σε Θεὸς Ἰσ‐ ραήλ· Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐ‐ τοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τῶν | |
10 | δούλων τῶν ἀρχόντων. Βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν Κυρίου, ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ, καὶ ἐξελεξάμην σε. Οὕτως λέγει Κύριος· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σω‐ | |
15 | τηρίας ἐβοήθησά σοι. Ὅσης ἠξίωσε φειδοῦς τοὺς διὰ Χριστοῦ κεκλημέ‐ νους ὁ Θεὸς καὶ Πατὴρ, κἀντεῦθεν ἂν μάθοις. Μυστ‐ αγωγεῖ γὰρ αὐτοὺς, καὶ τὸ βαθὺ, καὶ μέγα τῆς ἐνανθρωπήσεως ἐκκαλύπτει μυστήριον, οὐκ ἐῶν πε‐ | |
20 | ριθραύεσθαί τινας τῷ λίθῳ τοῦ προσκόμματος, καὶ προσπταίειν ἐξ ἀβουλίας τῇ πέτρᾳ τοῦ σκανδάλου. Συνετρίβη γὰρ οὕτως ὁ ἀπόπληκτος Ἰσραήλ. Τί δὴ οὖν ἄρα φησίν; Ἐγὼ ὁ ῥυσάμενός σε Θεὸς, οὕτω φημὶ πρὸς σέ· Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, | |
25 | τοῦτ’ ἔστι, σεπτὸν, καὶ ἅγιον ἡγήσασθε, καὶ ποιεῖσθαι σπουδάσατε τὸν τὴν ἑαυτοῦ ψυχὴν ἐκφαυλίσαντα, τοῦτ’ ἔστιν, ἐξευτελίσαντα. Γεγονὼς γὰρ ἄνθρωπος ὁ Θεὸς, καὶ μονογενὴς τοῦ Θεοῦ Λόγος, τέθεικεν ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχὴν, εἵλετό τε παθεῖν δι’ ἡμᾶς τὸν | |
30 | κατὰ σάρκα θάνατον, οὐδὲν ὑπομείνας εἰς ἰδίαν φύσιν. Αὐτὸς γὰρ ὡς ἐπέκεινα τοῦ παθεῖν ὑπάρχων ὡς Θεὸς, πλὴν οὕτως εἴπω παρέῤῥιψεν αὐτὴν, καὶ τοῦτο ὑπὲρ ἁμαρτωλῶν. Ὃ δὴ καὶ τεθαύμακεν ὁ πάνσοφος Παῦ‐ λος. Ἔφη γὰρ, ὅτι «Συνίστησι τὴν ἑαυτοῦ ἀγάπην ὁ | |
35 | Θεὸς εἰς ἡμᾶς· ἔτι γὰρ ὄντων ἡμῶν ἁμαρτωλῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν.» Αὐτὸς δέ που ὁ Χρι‐ στός φησί που· «Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν ἑαυτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.» Τέθεικε τοίνυν αὐτὴν ὑπὲρ ἡμῶν, τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ | |
40 | αὐτὸς ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν, καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν παρεδόθη. Ἁγιαζέσθω οὖν, φησὶ, τοῦτ’ ἔστιν, ἅγιος ἡγείσθω, ἤτουν ὁμολογείσθω. Θεῷ δ’ ἂν πρέποι τοῦτο, καὶ μόνῳ κυρίως τε καὶ ἰδικῶς. Εἰ γὰρ καὶ εἰσὶν ἅγιοι πολλοὶ δυνάμεις τε λογικαὶ, | |
45 | καὶ μὴν, καὶ ἐπὶ γῆς ἄνθρωποι, ἀλλ’ οὖν ἐκ μετοχῆς τοῦ κατὰ φύσιν ἁγίου, καὶ μόνου τοῦτο ὑπάρχοντος ἀληθῶς, ἅγιοι χρηματίζουσιν. Ὥσπερ γὰρ φῶς μέν ἐστι τὸ ἀληθινὸν αὐτὸς, δέδωκε δὲ τὸ ἀξίωμα, καὶ ἑτέροις· «Ὑμεῖς γάρ ἐστε,» φησὶ, «τὸ φῶς τοῦ κό‐ | |
70.1052(50) | σμου.» Οὕτω καὶ μόνος ὢν ἅγιος ὁμοῦ τῷ Θεῷ, καὶ Πα‐ τρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι δίδωσιν ὡς ἐξ ἰδίου πληρώ‐ ματος, καὶ τοῖς μετόχοις αὐτοῦ τὸν ἁγιασμόν. Οὕτω φαμὲν, καὶ ἐν προσευχαῖς· «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου.» Καὶ οὔτι πού | |
55 | φαμεν, ὡς προσθήκην ἁγιασμοῦ τῷ ὀνόματι τοῦ Πα‐ τρὸς γενέσθαι παρακαλοῦμεν· εὔηθες γὰρ κομιδῆ τὸ | |
χρῆμά ἐστιν· εἶναι δὲ μᾶλλον παρὰ πᾶσιν ὅπερ ἐστὶν | 1051 | |
70.1053 | ἀληθῶς εὐχόμεθα, τοῦτ’ ἔστιν, ἅγιον, καὶ φοβερόν· οὕτω κἀνθάδε τὸ, Ἁγιάσατε, νοητέον, κἂν εἰ πεφαύ‐ λικε, φησὶ, τὴν ψυχὴν αὐτοῦ, τοῦτ’ ἔστι, κἂν εἴ τι τῶν ἀνθρωπίνων παθεῖν λέγεται, καὶ τὴν ἰδίαν σάρκα | |
5 | θανάτου γεύσασθαι παρεσκεύασε, τέθεικε δὲ τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ πολλῶν. Ἐπιτρέχει δὲ ὁ λόγος, καὶ διαμέμνηται καὶ ἑτέρων, ἃ δὲ γένοιτ’ ἂν ἔσθ’ ὅτε καὶ ἐμποδὼν τοῦ χρῆναι πιστεύειν αὐτῷ τοὺς τῆς οἰκονομίας οὐχ ὁρῶντας βάθος τοῖς γε μὴν ἀρτίφροσιν | |
10 | οὐδὲν ἂν ἐμποιήσαι βλάβος. Παραδοθέντα μὲν γὰρ Πιλάτῳ τὸν Ἰησοῦν, κατεβδελύττοντο τῶν στρατιωτῶν τινες, τοῦτο μὲν καταπαίοντες ἀνοσίως, τοῦτο δὲ, καὶ ἐμπτύσμασιν ἀτιμάζοντες, καὶ στεφάνῳ τῷ ἐξ ἀκαν‐ θῶν ὑβρίσαντες, κατακερτομοῦντές τε καὶ λέγοντες· | |
15 | «Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων.» Διὰ τοῦτό φησι τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τῶν δούλων, τῶν ἀρχόντων. Ἕψεται δὲ πάντως καὶ τούτῳ τὸ, Ἁγιά‐ σατε, ἀλλ’ ὅτι πέπονθε μὲν οἰκονομικῶς τὰ παρὰ τῶν ἐθνῶν ἐμπαίγματα· ἀναλάμψει δὲ μετὰ τοῦτο, καὶ | |
20 | δοξασθήσεται παρὰ πάντων ἐν ὑπεροχαῖς ταῖς ἀνω‐ τάτω, καὶ τῶν ἐν ταῖς ὑποκαθημέναις ὄντων τιμαῖς, προαγορεύει λέγων· Βασιλεῖς αὐτὸν ὄψονται, καὶ ἀναστήσονται, ἐκ τῶν τῆς βασιλείας δηλονότι θώκων. Ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ. Ὄψονται δὲ | |
25 | οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ἀλλὰ γὰρ ὡς ἐν περιαθρήσει νοῦ καὶ καρδίας. Ὁρῶμεν γὰρ οὕτω τὴν δόξαν Χριστοῦ. Προσκυνήσουσι δὲ αὐτῷ ἕνεκεν Κυ‐ ρίου, τοῦτ’ ἔστιν, ἕνεκεν ἐμοῦ. Δοξάζεται γὰρ ὡς Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ὅτι πιστός ἐστιν ὁ | |
30 | ἅγιος Ἰσραήλ. Τὸ δὲ πιστὸς ἐν τούτοις τὸν ἀεὶ μέ‐ νοντα δηλοῖ. Ἀκλόνητος γὰρ ἡ βασιλεία τοῦ Θεοῦ, καὶ Πατρός· ὁμοίως δὲ, καὶ ἡ τοῦ Υἱοῦ· οὐκ ὄντων πι‐ στῶν τῶν ψευδωνύμων θεῶν. Εἰσὶ γὰρ ἀρτιγενεῖς, καὶ ἀπολλύμενοι, καὶ οὐ μένοντες. Ὁ δὲ τῶν ὅλων | |
35 | Σωτὴρ, καὶ Κύριος πιστὸς ἀληθῶς, τοῦτ’ ἔστιν, εὖ βεβηκὼς ἐν ταῖς ἰδίαις ὑπεροχαῖς, καὶ ἀκλονήτως ἔχων, καὶ αὐτὸς, ἐξελέξατο τοὺς διὰ Χριστοῦ κε‐ κλημένους. «Οὓς γὰρ ἔγνω,» φησὶ, «καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, τούτους καὶ | |
40 | ἐκάλεσεν, ἡγίασέ τε πρὸς τούτῳ, καὶ ἐδόξασεν. Ἔδει δὴ οὖν, ἔδει τοὺς ἐξειλεγμένους ἁγιάσαι τὸν φαυλί‐ ζοντα τὴν ψυχὴν αὐτοῦ, καὶ μὴ τοῖς τῆς ἀνθρωπότη‐ τος ἐνορῶντας ἀποσφαλῆναι τοῦ πρέποντος, καὶ τῆς ἐπ’ αὐτῷ γνώσεως ἀκριβοῦς ἀποφέρεσθαι, συνιέντας | |
45 | δὲ μᾶλλον τῆς οἰκονομίας τὸ σοφὸν προσκυνεῖν αὐτῷ, διακεῖσθαι δὲ, καὶ ἀραρότως, ὅτι τοῦ πιστοῦ Κυρίου φύσει τε καὶ ἀληθῶς Υἱός ἐστι, καὶ εἰ πέφηνεν οἰ‐ κονομικῶς ἐν εἴδει τῷ καθ’ ἡμᾶς, καὶ τὸ τῆς κενώ‐ σεως ὑπέδυ μέτρον. Προσδιαλέγεται δὲ τοῖς ἐξειλε‐ | |
70.1053(50) | γμένοις, καί φησιν, ὅτι Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Προέγνωστο μὲν πρὸ καταβολῆς κόσμου Χριστὸς, καὶ τὸ αὐτοῦ μυστήριον· ἐπέλαμψε δὲ κατὰ καιροὺς οὓς ἤθελεν ὁ Δυνάστης, καθ’ οὓς ἡμῖν βεβοήθηκε, καὶ τὸν τῆς ἐν‐ | |
55 | ανθρωπήσεως καιρὸν, σωτηρίας ἡμέραν εἶναί φησιν. | |
Οὕτω γάρ που καὶ ὁ θεσπέσιος Παῦλος· «Ἰδοὺ νῦν,» | 1053 | |
70.1056 | φησὶ, «καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτη‐ ρίας.» Ψάλλει δὲ καὶ ὁ προφήτης Δαβὶδ, καί φησιν· «Αὕτη ἡ ἡμέρα ἢν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ κατα‐ | |
5 | στῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγοντα τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε. Καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς ὁδοῖς ἡ νομὴ αὐτῶν. Οὐ πεινάσουσιν, οὐδὲ | |
10 | διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος· ἀλλ’ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς. Καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται. Οὗτοι ἀπὸ | |
15 | βοῤῥᾶ, καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Ἔδοξέ τισι τῶν προλαβόντων ἐξηγητῶν ἀρχὴν τοῦ προκειμένου κεφαλαίου ποιήσασθαι. Οὕτω λέγει Κύ‐ ριος· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σω‐ | |
20 | τηρίας ἐβοήθησά σοι. Καί φασιν εἰρῆσθαι ταυτὶ παρὰ Θεοῦ καὶ Πατρὸς τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Προσεξυφαίνουσι δὲ, καὶ τοιόνδε τινὰ νοῦν. Ηὔξατο μὲν γὰρ, φησὶ, πρὸ τοῦ τιμίου σταυροῦ, λέγων· «Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον | |
25 | τοῦτο·» καὶ οὐκ ἠκούσθη, πέπωκε γὰρ αὐτό. Ἐπειδὴ δὲ πεπάτηκε τὸν θάνατον ἀντιλαμβανομένου τοῦ Πα‐ τρὸς, εἴρηται πρὸς αὐτὸν ἀναγκαίως τὸ, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοη‐ θησά σοι. Δοκεῖ δέ μοι πολὺ τὸ εὐπίθανον ἀῤῥωστεῖν | |
30 | ὁ λόγος. Καίτοι γὰρ εἰδὼς ὅτι χρὴ πιεῖν τὸ ποτήριον, καὶ οὐκ ἂν ἐξέλθοι τὸ διασωθῆναι δύνασθαι τὴν ὑπ’ οὐρανὸν, πλὴν ὅτι διὰ τοῦ θανάτου τῆς σαρκὸς αὐ‐ τοῦ, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως οἰκονομικώτατα λίαν τὸ τῆς προσευχῆς ἐπράττετο σχῆμα, ἵνα τοῦ | |
35 | πάθους ἡ παραίτησις τῆς τῶν Ἰουδαίων μιαιφονίας κατηγορῇ· ἐπεὶ τίνα τρόπον τοῖς τῆς εἰς αὐτὸν δυσ‐ σεβείας ἐγκλήμασιν ἔνοχος γέγονεν ὁ Ἰσραὴλ, εἰ μὴ ἀβούλητον ἦν αὐτῷ τὸ παθεῖν διά τοι τὸ δυσκλεές; πλὴν, καὶ οὕτω γέγονε θελητὸν, καὶ ἀποστῆσαι τοῦ | |
40 | κόσμου τὴν ἁμαρτίαν, καὶ ἀναμορφῶσαι τὰ καθ’ ἡμᾶς, εἰς καινότητα ζωῆς ἁγίας. Συνιεὶς γὰρ οὕτω καὶ τὸ εἰρημένον παρ’ αὐτοῦ, ὅτι «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με, τοῦτ’ ἔστι, τὸ θέλημα τοῦ | |
45 | πέμψαντός με Πατρὸς, ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω αὐτὸ ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.» Ἐπέφανε γὰρ τῷ κόσμῳ Χριστὸς, καὶ τῶν ἱερῶν ἀπήρτητο κηρυγμάτων παρὰ τοῖς ἐξ Ἰσραήλ. Ἐπειδὴ δὲ ἦσαν ἀπειθεῖς, καὶ κατεσκληκό‐ | |
70.1056(50) | τες, ἐξήνιοι, καὶ θρασεῖς, οὐ προσήκαντο τὴν πίστιν, ἀλλ’ ἡμάρτανον μὲν εἰς αὐτὴν πολυτρόπως, εἶτα τε‐ λευταῖον ἐσταύρωσαν. Ἐνταῦθα βλέπε μοι τῆς ἀποῤ‐ ῥήτου σοφίας τὴν δύναμιν. Ἀπὸ γὰρ τῆς Ἰουδαίων σκαιότητος ἐπενηνεγμένον αὐτῷ, φημὶ δὴ τὸν θά‐ | |
55 | νατον. Δῆλον δὲ ὅτι τὴν τῆς σαρκὸς σωτηρίας πρό‐ | |
φασιν ἐποιήσατο τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, κατηργήθη | 1055 | |
70.1057 | δὲ θάνατος διὰ τῆς ἀναστάσεως αὐτοῦ, καὶ πεπάτη‐ ται φθορᾷ [γρ. φθορὰ], καὶ ἀνεθάλλομεν εἰς ζωὴν, οἱ διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως κατενηνεγμένοι πρὸς τὸ ἐναντίον. Οὐκοῦν οὐκ ἀπότευξιν γενέσθαι φαμὲν | |
5 | ἐν τῇ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ προσευχῇ, μὴ γέ‐ νοιτο, οἰκονομίαν δὲ μᾶλλον, ᾗπερ ἂν ἕποιτο τὸ θαυ‐ μάζεσθαι δεῖν. Καὶ καθ’ ἕτερον δὲ τρόπον σοφὴν γε‐ νέσθαι φαμὲν τὴν ἔντευξιν τὴν πρό γέ φημι τοῦ τιμίου σταυροῦ. Γέγονε γὰρ ἡμῖν ὑποτύπωσις, καὶ | |
10 | ὑπογραμμὸς ἀναγκαίου πράγματος· πειρασμοῦ γὰρ ἐπηρτημένου, καὶ φόβου παραχειμάζοντος, οὐ ῥᾳθύ‐ μους εἶναι χρὴ, καὶ ἀναπεπτωκότας, ἐγρηγορότας δὲ μᾶλλον, εἶτα συντείνεσθαι εἰς προσευχὰς, καὶ Θεοῦ δεῖσθαι τοῦ σώζοντος, ἵν’ εἴπερ εἴη φίλον αὐτῷ βρόχων | |
15 | ἔξω καὶ παγίδος ἀποφέροιμεν πόδα. Εἰ δὲ δὴ τὸ χρῆναι παθεῖν ὡς ἔσται μᾶλλον ἡμῖν ὀνησιφόρον ἐπίσταται, καὶ τοῦτο ἥκειν ἐς πέρας, αὐτοῦ νέμοντος τὴν ὑπομονήν. Ἀπιθάνου τοιγαροῦν τῆς τινων δόξης ἀποδεδειγμένης, φέρε τῶν ἐν χερσὶν ἁπτώμεθα πάλιν. | |
20 | Δεδωκέναι γὰρ αὐτόν φησιν εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγοντα τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε. Ἀπολακτίσαντος γὰρ τοῦ Ἰσραὴλ, καὶ τῆς εἰς αὐτὸν ἀγάπης διὰ τῆς | |
25 | ἀπιστίας ἀποφοιτήσαντος, νενομοθέτηκε τοῖς ἔθνεσιν ὁ Χριστὸς, καὶ τὴν Καινὴν αὐτοῖς Διαθήκην ὡρίσατο, τοῦτ’ ἔστι, τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, καὶ κατέστησε τὴν γῆν τεθορυβημένην δηλονότι, καὶ οὐκ ἐν καλῷ συνέσεως οὖσαν. Πεπλάνητο γὰρ τῇ | |
30 | κτίσει λατρεύουσα, καὶ ταῖς τῶν ἀκαθάρτων πνευμά‐ των ἀγέλαις ὑποθητεύουσα. Ἔδρα γὰρ μόνον τὸ ἐκείνοις δοκοῦν. Οἱ δὲ κατεκόμιζον εἰς ἅπαν εἶδος ἀκαθαρσίας αὐτὴν, καὶ κτηνοπρεπῆ διαβιοῦν ἐκέλευον βίον. Τεθορύβητο τοίνυν οὐ μετρίως ἡ γῆ καὶ τετά‐ | |
35 | ρακτο· πλὴν κατέστη διὰ Χριστοῦ, καὶ οἷον ἐκ χει‐ μῶνος, καὶ ζάλης μετακεχώρηκεν εἰς εὐδίαν. Γέγονε γὰρ αὐτοῦ μερίς τε καὶ κλῆρος. Καὶ τοῦτο ἦν ἄρα, τὸ ἐν δευτέρῳ ψαλμῷ πρὸς αὐτὸν εἰρημένον, ὡς ἐκ τοῦ Θεοῦ καὶ Πατρός· «Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω | |
40 | σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ἔρημον δὲ ὀνομάζει τῶν ἐθνῶν τὴν πληθὺν, ἀκάρπῳ καὶ ἀνύδρῳ γῇ παρεικά‐ ζων αὐτήν. Πλὴν, ὡς ἔφην, κλῆρος γέγονε Χριστοῦ. Πῶς δὲ, καὶ τίνα τρόπον; Ἐν δεσμοῖς γὰρ οὖσι, καὶ | |
45 | σειραῖς τῶν ἰδίων ἁμαρτημάτων κατεσφιγμένοις ἐπεφώνησε τό· Ἐξέλθετε. Οὖσι δὲ καὶ ἐν σκότει, καὶ ἐν ἀχλύϊ τῇ νοητῇ, καὶ μονονουχὶ βαθείᾳ νυκτὶ κατα‐ κεχωρισμένοις, ἀνακαλυφθῆναι προστέταχε, καὶ εἰς φῶς ἐλθεῖν, ἀνευρῦναι τῆς διανοίας τοὺς ὀφθαλμοὺς, | |
70.1057(50) | καὶ τὸ παρ’ αὐτοῦ καὶ θεῖον εἰσοικίσασθαι φῶς. Οἱ δὲ δὴ τούτων ἀξιωθέντες, φησὶν, ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν. Πλεῖσται μὲν γὰρ αἱ τῆς ἐπιεικείας ὁδοὶ, ἀλλ’ ἦν τοῖς ἔθνεσι βάσιμος μὲν οὐδεμία, τρα‐ | |
55 | χεῖα δὲ καὶ ἀνάντης. κεκράτηντο δὲ καὶ ταῖς τῶν ἰδίων παθῶν ἐμβολαῖς, καὶ ταῖς τοῦ διαβόλου πλεονεξίαις, | |
ἄβατον αὐτοῖς τιθέντος τὸ ἀγαθόν. Ἐπειδὴ δὲ ἐπέλαμψε | 1057 | |
70.1060 | τοῦ Σωτῆρος ἡ χάρις, ἔλυσεν αὐτῶν τὰ δεσμὰ, κατ‐ εφώτισε τὴν καρδίαν, ἴσχυσαν ἐνταῦθα διὰ πάσης τρέχειν ὁδοῦ, καὶ τὴν νοητὴν εὐτροφίαν συλλέγειν· τοῦτο γὰρ, τὸ βοσκηθήσονται δηλοῖ, καὶ εἰς πᾶσαν | |
5 | τρίβον ἀγαθουργίας ἰέναι γοργῶς. Εἴργει δὲ οὐδὲν κἀκεῖνο εἰπεῖν, ὅτι τρίβοι καὶ ὁδοὶ τὰς ἡμετέρας διανοίας ἀποφέρουσι πρὸς Θεὸν, ἤγουν πρὸς εὐαγῆ, καὶ ἐξαίρετον πολιτείαν αἱ θεόπνευστοι Γραφαί· αὗ‐ ται δὲ ἦσαν γνώριμαι μὲν ἥκιστα τοῖς πεπλανημένοις. | |
10 | Ἐπειδὴ δὲ πρὸς τὸ τῆς ἀληθείας κέκληνται φῶς, νομαὶ γεγόνασιν αὐταῖς, καὶ βοσκήματα τρέφοντα πρὸς εὐανδρίαν τὴν πνευματικὴν, καὶ εἰς ἔφεσιν ἀγα‐ θοῦ παντός. Ὑπισχνεῖται δὲ Θεὸς αὐτοῖς τὸ ἀμ‐ φιλαφὲς τῆς παρ’ ἑαυτοῦ χάριτος, καὶ ἐπικουρίας, | |
15 | καὶ πνευματικῆς παρακλήσεως. Οὐ γὰρ πεινάσου‐ σιν, οὐδὲ διψήσουσι, φησί. Πάλαι μὲν γὰρ ἦσαν ἐν ἐνδείᾳ παρακλήσεως πνευματικῆς, οὐ γὰρ ἦν παρ’ αὐτοῖς θεῖος νόμος, οὐ προφήτης, οὐ παιδαγωγὸς, οὐ καθηγητὴς, οὐ διδάσκαλος, οὐ νοητῶν ὑδάτων πηγή. | |
20 | Ἐπειδὴ δὲ ἠλέηνται παρὰ Θεοῦ, δαψιλεστάτη λοιπὸν αὐτοῖς ἡ τῶν πνευματικῶν ἀγαθῶν χορηγία γέγονε τροφὴν ἐσχηκόσι τὴν ψυχωφελῆ. Ἔφαγον γὰρ ἄρτον ἐξ οὐρανοῦ, ὕδωρ ζῶν ἔπιον, περὶ οὗ καὶ αὐτὸς ἔφη Χριστὸς πρὸς τὴν ἐν Σαμαρείᾳ γυναῖκα τοὺς λόγους | |
25 | ποιούμενος· «Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου δι‐ ψήσει πάλιν. Ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Ἔφη δέ που καὶ ὁ προφήτης Ἡσαΐας περὶ τῶν ἐν πίστει δεδικαιωμένων, καὶ τοῖς | |
30 | εὐαγγελικοῖς θεσπίσμασιν ὑπαγόντων τὸν τῆς διανοίας αὐχένα· «Οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν.» Ἀλλ’ οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος. Γέγονε γὰρ αὐτοῖς σκεπαστὴς ὁ Χριστός. Ὃ | |
35 | καὶ πάλαι τοῖς υἱοῖς Ἰσραὴλ ἐπαρτήσας μὲν ἐν ἡμέρᾳ νεφέλην, ἡγούμενος δὲ ἐν στύλῳ πυρὸς τὴν νύκτα. Ἔξω δὴ οὖν ἡλίου, καὶ καύσωνος ἔσονται, φησὶ, τοῦτ’ ἔστι, τεύξονται τῆς παρὰ Θεοῦ σκέπης, ὡς μηδὲν αὐτοῖς συμβῆναι φορτίον, ἤγουν ἀποφέρων εἰς ὀλιγο‐ | |
40 | ψυχίαν. Τοιοῦτόν τι καὶ ὁ θεσπέσιος ἔφη Παῦλος· «Δυνατὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ, καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.» Τοῦτο οἶμαι δηλοῦν τὸ παρακαλεῖν αὐτοὺς τὸν ἐλεοῦντα αὐτοῖς. | |
45 | Ἄξει γὰρ διὰ πηγῶν ὑδάτων, καὶ θήσει πᾶν ὄρος εἰς ὁδὸν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. Πηγὰς δέ φαμεν ἐν τούτοις τοὺς ἁγίους προφήτας, ἀποστό‐ λους τε καὶ εὐαγγελιστὰς, οἷς ἐνομιλοῦντες σοφῶς τε καὶ ἐντέχνως ἀρυόμεθα παρ’ αὐτῶν ζωοποιόν τε | |
70.1060(50) | καὶ θεῖον λόγον, ἀποχρώντως ἔχοντα πρὸς τὸ δύνα‐ σθαι διανευροῦν εἰς εὐσέβειαν τὰς ἡμετέρας ψυχὰς, καὶ τρυφὴν ἡμῖν ἐργάσασθαι τὴν πνευματικήν. Οὕτω γὰρ γέγραπται· «Καὶ ἀντλήσετε ὕδωρ μετ’ εὐφροσύνης, ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.» Ὅτι δὲ | |
55 | ἄναντες, ἢ δύσβατον οὐδὲν τῶν ἐξαιρέτων ἀνδραγαθη‐ μάτων τοῖς διὰ Χριστοῦ σεσωσμένοις, ὑπεμφήνειεν | |
ἃν τὸ πᾶν ὄρος εἰς ὁδὸν τεθεῖσθαι λέγειν. Δοκεῖ μὲν | 1059 | |
70.1061 | γάρ πως ἦρθαί τε καὶ ὑψοῦ, καὶ ἀπρόσιτον εἶναι πολλοῖς τὸ ἐναργῆ γενέσθαι τινὰ, οἷον ἐγκρατείᾳ, σωφροσύνῃ, μακροθυμίᾳ, ἀνεξικακίᾳ, πρᾳότητι, ἀγάπῃ καὶ τοῖς λοιποῖς· ἀλλὰ λείαν καὶ εὐήλατον πᾶ‐ | |
5 | σαν ἡμῖν ὁδὸν ἀπέφηνεν ὁ Σωτὴρ, ὥστε καὶ τὸ δυσ‐ πόρευτον, καὶ δυσήλατον εἶναι δοκοῦν ἐψιλωμένον προσκεῖσθαι τοῖς δι’ αὐτοῦ βαδίζειν ἐθέλουσι. Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν σαφῶς εἰρημένον· «Πᾶσα φάραγξ πληρωθήσεται, καὶ | |
10 | ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας.» Καὶ πάλιν· «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.» Ὄτι δὲ ἀριθμοῦ κρείττονες οἱ κεκλημένοι γεγόνασι, καὶ ἐκ παντὸς μέρους τῆς ὑπ’ οὐρανὸν συναγηγερμέ‐ | |
15 | νοι, διαμεμήνυκεν εἰπών· Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται, καὶ οὗτοι ἀπὸ βοῤῥᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Τὸ γὰρ πόῤῥωθεν ἔοικεν ὑποδη‐ λοῦν τὰ μέρη τὰ νότια, ὁ δὲ βοῤῥᾶς τὰ βόρεια, θάλασσα δὲ τὰς πρὸς δυσμὰς χώρας. Οὕτω γὰρ καὶ | |
20 | αὐτῶν ὁ Ψαλμῳδὸς διαμνημονεύει λέγων· «Τὸν βοῤ‐ ῥᾶν, καὶ τὴν θάλασσαν σὺ ἔκτισας.» Οἱ δὲ ἐκ γῆς Περσῶν εἶεν ἂν, οἱ ἐξ ἠοῦς σεσαγηνευμένοι. Πρὸς ἀκτῖνα γὰρ ἡ Περσῶν γῆ ἐστιν. Ἢ τάχα που, καὶ τοὺς προσκυνήσαντας αὐτῷ μάγους νοεῖσθαι πρέπει. | |
25 | Ἧκον γὰρ εἰς τὴν Ἰουδαίαν πυνθανόμενοί τε καὶ λέγοντες· «Ποῦ ἔστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰου‐ δαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ Ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.» Προσκυνήσαντες γὰρ, καὶ δώροις ἐτίμων, λιβάνῳ τε φημὶ, καὶ χρυσῷ, καὶ σμύρνῃ. Διαμέμνηται δὲ τοῦτο λέγων ὁ Ψαλμῳδὸς, περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ, ἐκ τοῦ χρυσίου τῆς Ἀρα‐ βίας.» Ἀραβίαν γὰρ ἐν τούτοις τὴν τῶν Περσῶν ὀνομάζει χώραν. | |
30 | Εὐφράνθητε, οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ. Ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. Εἰς ἕνα συγκαλεῖ θίασον, οὐρανὸν καὶ γῆν καὶ τὴν | |
35 | ἐπὶ τοῖς παρ’ αὐτοῦ σεσωσμένοις ἀποπληροῦν ἑορτὴν εὖ μάλα διακελεύεται. Νοηθεῖεν δ’ ἂν οὐρανοὶ μὲν οὐκ αὐτὸ τὸ στοιχεῖον, ἀλλ’ οἱ ταῖς ἄνω μοναῖς ἐν‐ διαιτώμενοι, καὶ ἐναύλισμα πλουτοῦντες τὸν οὐρανὸν, ἅγιαί τε Δυνάμεις, Ἀρχαὶ, καὶ Θρόνοι, καὶ Ἐξουσίαι, | |
40 | καὶ τὰ ἔτι ἐπέκεινα Σεραφίμ. Γῆ δὲ ὁμοίως οἱ παρ’ αὐτοῖς προσδοκῶντες ἔσεσθαι τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ παρεσόμενον εἰδότες αὐτὸν ἐπὶ λυτρώσει τῶν ἐξ Ἰσραὴλ, καὶ ἁπάντων δὲ τῶν ἐθνῶν τῶν ἀνὰ πᾶσαν ὄντων τὴν γῆν· καθάπερ ἀμέλει, καὶ Συμεὼν ὁ | |
45 | δίκαιος, βρέφος ἔτι βραχὺ τὸν Ἰησοῦν ἐν ἀγκάλαις ἔχων ἐδοξολόγει Θεὸν, οὕτω λέγων· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμα‐ σας κατὰ πρόσωπον πάντων τῶν ἐθνῶν,» καὶ τὰ ἑξῆς. | |
70.1061(50) | Εἰ τάχα που, καὶ αὐτοὺς νοητέον τοὺς σεσωσμένους, ἐπί γε σφίσιν αὐτοῖς τελοῦντας τὴν ἑορτὴν, καὶ ταῖς καθηκούσαις δοξολογίαις στεφανοῦντας τὸν Λυτρωτήν· ὄρη γε μὴν παραῤῥηγνύντα τὴν εὐφροσύνην, ὑποτο‐ πητέον εἶναι, καθάπερ ἔφην ἀρτίως, τὰς ἠρμένας | |
55 | ὑψοῦ κατ’ ἀρετὴν δυνάμεις λογικὰς, ἤγουν τοὺς τῶν | |
εὐαγγελικῶν κηρυγμάτων ἱερουργοὺς, οἱ Χριστὸν λα‐ | 1061 | |
70.1064 | λοῦντες, καὶ τὰ αὐτοῦ νοητῆς εὐφροσύνης πιμπλᾶσι τὴν γῆν. Ἀπαγγέλλουσι γὰρ ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρ‐ εκάλεσεν. Ἠλέησε γὰρ ἅπαντας ἐπιλάμψας αὐτοῖς ὁ | |
5 | Χριστός· εἴπερ ἐστὶν ἀληθὲς, ἐξῄρηνται χειρὸς δια‐ βολικῆς, καὶ δαιμονίων σκαιότητος. Ἀπηλλάχθησαν δὲ, καὶ τῆς πάλαι τυραννούσης κατ’ αὐτῶν ἁμαρτίας, καὶ προσέτι τῶν τοῦ θανάτου δεσμῶν· ἠξίωνται δὲ χάριτος, καὶ ὑπερκοσμίου δωρεᾶς, μέτοχοι γεγονότες | |
10 | ἁγίου Πνεύματος, καὶ τῇ τῆς υἱοθεσίας δόξῃ κατ‐ ηγλαϊσμένοι, καὶ τὴν ὑπὲρ νοῦν ἐλπίδα πλουτήσαντες. Πλὴν ἄθρει τὴν ἐπιτήρησιν τῶν τοῦ προφήτου λόγων· Τοὺς γὰρ ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ, φησὶ, παρεκά‐ λεσε. Ταπεινοὺς δὲ εἶναί φαμεν τοὺς εὐήνιον ὑφέντας | |
15 | τῷ Χριστῷ τὸν αὐχένα, καὶ τῆς ὑπ’ αὐτῷ βασιλείας, οὐκ ἀτιμάσαντας τὸν ζυγὸν, διά τοι τὸ προσήκασθαι τὴν πίστιν, ηὐτρεπίσθαι δὲ καὶ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησιν αὐτῷ, καὶ λατρείαν ἐπι‐ τελεῖν τῶν τὴν πίστιν οὐ προσηκαμένων, οὐκ ὄντων | |
20 | ταπεινῶν, ἀλλ’ ὑψοῦ τὸ κέρας ἰόντων [γρ. ἱέντων], καὶ λαλούντων ἀδικίαν κατ’ αὐτοῦ, καὶ τοῖς ἱεροῖς αὐ‐ τοῦ θεσπίσμασι, γαῦρον ὥσπερ ἀνατεινόντων τὸν τῆς διανοίας αὐχένα. Οὗτοι τῆς πνευματικῆς οὐκ ἠξίωνται παρακλήσεως. Οὐ γὰρ ἦσαν ἄξιοι. Τίς γὰρ μερὶς | |
25 | πιστῶν μετὰ ἀπίστων, κατὰ τὸ γεγραμμένον; Εἶπε γὰρ Σιὼν, Ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος ἐπελάθετό μου. Μὴ ἐπιλήσεται μήτηρ τοῦ παιδὸς αὐτῆς, τοῦ ἐλεῆσαι, καὶ ἔκγονα τῆς κοι‐ λίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνὴ, ἀλλ’ | |
30 | ἐγὼ οὐκ ἐπιλήσομαί σου. Προὔθηκε μὲν γὰρ ὁ τῶν ὅλων Σωτὴρ Κύριος, καὶ πρό γε τῶν ἄλλων τοῖς τῆς Σιὼν τέκνοις, ἤτοι τοῖς ἐξ αἵματος Ἰσραὴλ τὴν διὰ πίστεως χάριν, καὶ διὰ μυρίων ὅσων αὐτοὺς ἀνέπειθε, λέγων, Ἐπιδράξασθε | |
35 | τοῦ καιροῦ, καθ’ ὃν ἦν δύνασθαι πιστεύσασιν εἰς αὐ‐ τὸν τὰς τοῖς πατράσιν ἐπηγγελμένας καταπλουτῆσαι φιλοτιμίας. Οἱ δὲ ἦσαν ἄτεγκτοι, καὶ ἀπειθεῖς, καὶ γοῦν τῶν διὰ τοῦ πανσόφου Μωσέως ὑπερορῶντες νόμων, καὶ προφητικῶν κηρυγμάτων ὀλίγα πεφρον‐ | |
40 | τικότες, καὶ τοῦ πιστεύειν ἐξώλισθον, καὶ τοῖς τῆς κυριοκτονίας ἥλωσαν βρόχοις. Οὐκοῦν ἐξώθησαν ταύ‐ της ἕνεκα τῆς αἰτίας, καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος τέθεινται μακρὰν, πλὴν σέσωσται τὸ κατάλειμμα, καὶ οὐχ ὁλόῤῥιζος ἀπώλετο ὁ Ἰσραήλ. Βραχεῖς δὲ λίαν οἱ | |
45 | σεσωσμένοι γεγόνασι, καὶ εὐαρίθμητοι παντελῶς ὡς πρός γε τὴν τῶν ἀπειθούντων πληθύν. Ἀστειότατα τοίνυν ἡ Σιὼν τὸ τῆς Ἰουδαίας μητρὸς ἐπέχουσα πρόσωπον εἰσφέρεται νυνὶ μονονουχὶ, καὶ κλαιούσης ὡς παρεωραμένης παρὰ τοῦ συγκροτοῦντος Θεοῦ. | |
70.1064(50) | Ταύτῃ τοι, καὶ ὀλιγοστῶν αὐτῇ περιλειφθέντων τέ‐ κνων. Ἔφη γὰρ, φησὶν, ὅτι Ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος ἐπελάθετό μου. Καὶ τί πρὸς ταῦτα Θεός; Ἀπαράβλητον ἀποφαίνει τὴν εἰς ἀνθρώπους ἀγάπην, καὶ τῇ νοητῇ Θεὸς Σιὼν ἐπαγγέλλεται, τὰ ἐξ οἰκτιρ‐ | |
55 | μῶν ἀγαθὰ, καὶ ὡς οὐκ ἂν ἐπιλάθοιτό ποτε τῶν ἑαυ‐ τοῦ κτισμάτων πειρᾶται πληροφορεῖν. Ὥσπερ γὰρ | |
οὐκ ἂν ἐπιλάθοιτο τεκοῦσα γυνὴ τῶν ἑαυτῆς τέκνων | 1063 | |
70.1065 | βραβευτὴν ἔχουσα τῆς ἀνωτάτω φιλανθρωπίας, ἤτουν φιλοστοργίας, τὸν τῆς φύσεως νόμον· οὕτως οὐδ’ ἂν ἐγὼ ἐπιλαθοίμην, φησὶ, τῶν ἐμῶν· εἰ τάχα που καὶ τῆς ἐν μητράσι φιλοστοργίας ὑπερνήχεται τὰ τοῦ Θεοῦ | |
5 | ἐκεῖνα. Ὁ μὲν γὰρ οὐδὲν ἀπεικὸς, καὶ εἰς λήθην πε‐ σεῖν δύνασθαι. Ἐμὲ δὲ τοῦτο παθεῖν οὐ θέμις. Οὐκοῦν ὁ μὲν λόγος ὡς ἀπό γε τῆς ἐπὶ γῆς Σιὼν, ἤγουν τῆς τῶν Ἰουδαίων μητρὸς παθούσης τὴν ἀπαιδίαν, ἤγουν ὀλιγοπαιδίαν· ἡ δέ γε ὑπόσχεσις ὡς πρός γε τὴν νοη‐ | |
10 | τήν ἐστι Σιών· ᾗ καὶ πάνσοφος Παῦλος προσεληλυ‐ θέναι φησὶ τοὺς πιστεύσαντας· ἵνα τὴν ἐξ ἐθνῶν, καὶ Ἰουδαίων συναγηγερμένην Ἐκκλησίαν ἐννοῇς, τύπον ἐπέχουσαν τῆς ἄνω, ἧς καὶ ὁ πάνσοφος Παῦλος δια‐ μνημονεύει λέγων· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα | |
15 | ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.» Πόλις γάρ ἐστι Θεοῦ ζῶντος, καὶ πρωτοτόκων τροφὸς, καὶ μήτηρ ἁγίων ἀπογεγραμμένων ἐν οὐρανοῖς, ἧς οὐκ ἂν ἐπι‐ λάθοιτό ποτε Χριστός. Ἀγαπᾷ γὰρ τὴν Ἐκκλησίαν, ἣν αὐτὸς ἑαυτῷ παρέστησε, κτήσας τοὺς δύο λαοὺς | |
20 | εἰς ἕνα καινὸν ἄνθρωπον, καὶ ἀποκαταλλάξας ἀμφο‐ τέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Πῶς οὖν ἂν ἐπιλάθοιτο τοῦ ἰδίου σώματος; τοῦτ’ ἔστι, τῆς Ἐκκλη‐ σίας, ἧς ἐστι κεφαλή. Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ | |
25 | τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντὸς, καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ’ ὧν καθῃρέθης, καὶ οἱ ἐρημώ‐ σαντές σε ἐξελεύσονται ἐκ σοῦ. Δυσεύρητος κομιδῇ τῶν προκειμένων ὁ νοῦς. Ποίας γὰρ εἶναι τὰς τοῦ Θεοῦ χεῖρας ὑποτοπήσαι τις ἂν, | |
30 | ἐφ’ ὧν καὶ γεγράφθαι τὰ τείχη Σιὼν, ἐννοεῖσθαι θέ‐ μις; Πλεισταχοῦ μὲν τὸ Γράμμα τὸ ἱερὸν χεῖρας ὀνο‐ μάζει Θεοῦ, τὰς δραστηρίους αὐτοῦ δυνάμεις, δι’ ὧν εἰς τὸ εἶναι τὰ πάντα παρήνεγκεν, εἰ καὶ ἐνεργεῖ τι τῶν κατὰ γνώμην αὐτῷ· οἶον τὴν εἰς τὸ εἶναι πάροδον | |
35 | ἀνθρώπου παντὸς διατρανοῖ λέγων ὁ Μελῳδός· «Αἱ χεῖρές σου ἔπλασάν με, καὶ ἐποίησάν με, ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτὴν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.» Καὶ πάλιν· «Καὶ σὺ κατ’ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα | |
40 | τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί.» Εἶτα πῶς ἄν τις ὑπονοήσειε ταῖς δραστηρίοις δυνάμεσι τοῦ Θεοῦ, κα‐ θάπερ ἐν πίνακι γεγράφθαι τὰ τείχη Σιὼν τῆς ἐνθάδε νοουμένης; ἢ καὶ ποίων ὅλως διαμνημονεύει τειχῶν ὁ λόγος; Τί οὖν ἄρα φαμέν; Ἀπείρξειεν ἂν οὐδὲν, ὥς | |
45 | γε οἶμαι, τὸν Χριστοῦ μαθητὴν, τοιοῦτόν τινα τοῖς προκειμένοις ἐφαρμόσαι νοῦν. ᾘτιᾶτο τὸν Κύριον ἡ Σιὼν, ὡς ἐπιλαθόμενον αὐτῆς. Ἀλλ’ ὅτι μὴ τοῦτό ἐστιν ἀληθὲς πειρᾶται δεικνύειν ὁ Κύριος ἡμῶν Ἰη‐ σοῦς Χριστὸς, ὡς ἀπό γε τῶν τῆς ἐνανθρωπήσεως, | |
70.1065(50) | καὶ ὧν ὑπέμεινε δι’ ἡμᾶς, γενόμενος καθ’ ἡμᾶς. Καί‐ τοι γὰρ ἐξὸν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὑπάρ‐ χειν αὐτὸν, οὐχ ἁρπαγμὸν ἐποιήσατο τοῦτο, καθίκετο δὲ μᾶλλον εἰς κένωσιν. Ἔλαβε δούλου μορφὴν, καὶ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου | |
55 | δὲ σταυροῦ. Ἐκρεμάθη γὰρ ἐπὶ ξύλου, προσηλωθει‐ σῶν αὐτοῦ τῶν χειρῶν. Πλὴν τὸ σωτήριον πάθος καθ‐ | |
εῖλεν ἀρχὰς, τεθριάμβευκε κοσμοκράτορας τοῦ αἰῶ‐ | 1065 | |
70.1068 | νος τούτου, ἠλευθέρωσεν ἅπαντας τῆς τοῦ διαβόλου τυραννίδος, προσεκόμισεν ἡμᾶς τῷ Θεῷ. Τῷ γὰρ μώ‐ λωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, καὶ ἐμα‐ | |
5 | λακίσθη μὲν αὐτὸς, σεσώσμεθα δὲ ἡμεῖς, καὶ γέγονεν ἡμῖν τὸ αὐτοῦ πάθος ἀσφάλειά τε καὶ τεῖχος· ἠγό‐ ρασε γὰρ ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμε‐ νος ὑπὲρ ἡμῶν κατάρα, καὶ ἐν ᾧ πέπονθεν αὐτὸς πει‐ ρασθεὶς βεβοήθηκε τοῖς πειραζομένοις, ἔξω τε τῆς | |
10 | πόλεως ἔπαθεν, ἵνα ἁγιάσῃ τῷ ἰδίῳ αἵματι τὸν λαόν. Οὐκοῦν, ἐρῶ γὰρ καὶ αὖθις, τὸ Χριστοῦ πάθος, καὶ ὁ τίμιος σταυρὸς, καὶ ἡ προσήλωσις τῶν αὐτοῦ χει‐ ρῶν, ἀσφάλεια γέγονε, καὶ τεῖχος ἀπρόσιτόν τε καὶ ἀῤῥαγὲς τοῖς εἰς αὐτὸν πιστεύσασιν. Οὐκοῦν φαίη ἂν | |
15 | εἰκότως, τὸ, Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη. Νοήσεις τὴν διάτρησιν τῶν χειρῶν ἤτοι τὸ πάθος, ὡς δι’ ἑνὸς τούτου καταδηλούμενον. Τὸ δὲ Ἐζωγράφησα, ἀντὶ τοῦ ἐνετύπωσα, φησί. Καὶ ἐνώπιόν μου εἶ διὰ παντός. Εἰ γὰρ πέπονθεν ὑπὲρ ἡμῶν, πῶς | |
20 | ἂν ἡμῶν ἐπιλάθοιτο; ἢ πῶς οὐκ ἂν εἶεν ἐν ὀφθαλμοῖς αὐτοῦ δι’ οὓς προσηλώθη τῷ ξύλῳ; Εἰ δὲ δή τις βού‐ λοιτο καὶ καθ’ ἕτερον τρόπον τῇ τῶν προκειμένων ἐννοίᾳ προσβαλεῖν, οὐδὲν οἶμαι τὸ ἀπεικὸς νοῆσαί τι τοιοῦτον· ἐν ταῖς τοῦ Θεοῦ Πατρὸς χερσὶ πάντας | |
25 | εἶναι τοὺς εἰς Χριστὸν πιστεύσαντας, φαίη ἂν οἶμαί τις, καὶ οὐκ ἂν ἁμάρτοι τἀληθοῦς. Ἔφη γὰρ αὐτός· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, καὶ ἀκολουθοῦσί μοι. Κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον.» Προσέτι καὶ τούτοις, ὡς «Οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῆς | |
30 | χειρὸς τοῦ Πατρός μου,» ἅτε δὴ καὶ ὑπὸ σκέπην ὄντα τὴν ἄνω, καὶ ταῖς ἄνωθεν ἐπικουρίαις εὖ μάλα πε‐ πυργωμένα. Ὅτε τοίνυν ἅπαντας μὲν ἐν χερσὶ τοῦ Θεοῦ καὶ Πατρὸς, οἷον ἀνέχοντος ἡμᾶς, σώζοντός τε καὶ παρ’ ἑαυτῷ, καὶ οὐκ ἐφιέντος ἀποκομίζεσθαί πη | |
35 | πρὸς ἃ μὴ θέμις, οὔτε μὴν ταῖς τῶν ἐπιβουλευόντων ὑποφέρεσθαι δυστροπίαις, ἤγουν διαβολικῆς σκαιότη‐ τος γενέσθαι θήραμα, τὸ ἀπεῖργον οὐδὲν, νοεῖν, καὶ τὰ τῆς Σιὼν τείχη, οἷον ἐζωγραφῆσθαι ταῖς ἑαυτοῦ χερ‐ σὶ, τοῦτ’ ἔστιν, ἐξησκημένα πρὸς ἀστειότητα τὴν | |
40 | πνευματικὴν, καὶ ὡραϊσμὸν ἔχοντα τὸ ἐξ ἁπάσης ἀρετῆς εὖ μάλα διαγινώσκεσθαι. Τείχη δέ γε τῆς νοη‐ τῆς Σιὼν γενέσθαι φαμὲν τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, τεθειμένους εἰς τοῦτο παρὰ Θεοῦ, καὶ ἀδιάληπτον ἔχοντας παρ’ αὐτῷ τὴν γνώμην. Ἐγέ‐ | |
45 | γραπτο γὰρ αὐτοῖς ἐν οὐρανοῖς τὰ ὀνόματα, τέθεινται δὲ καὶ ἐν βίβλῳ ζώντων. Καὶ μή τοι θαυμάσῃς, εἰ περιβόλους καὶ τείχη τῆς Ἐκκλησίας τοὺς ἁγίους εἶναί φησιν. Ἔστι μὲν γὰρ αὐτὸς τὸ τεῖχος, καὶ πε‐ ριτεῖχος· Ὥσπερ δὲ ... ὑπάρχων, καὶ ἀσφάλεια πᾶσα | |
70.1068(50) | τῶν πιστευσάντων εἰς αὐτὸν, δέδωκε τοῖς ἁγίοις μυ‐ σταγωγοῖς ὡς ἐν ἀξιώματος τάξει λαμπροῦ, τὸ κα‐ λεῖσθαι τείχη τῆς Ἐκκλησίας αὐτοῦ. Ταχὺ δὲ, φησὶν, οἰκοδομηθήσῃ ὑφ’ ὧν καθῃρέθης. Ἰουδαῖοι μὲν γὰρ, ἤγουν τῶν Ἰουδαίων, καθηγηταὶ, τὴν ἐπίγειον Σιὼν, | |
55 | ἤτοι τὴν ἑαυτῶν μητέρα καθεῖλον, ἀποφέροντες αὐτὴν τοῦ Χριστοῦ, καὶ ἀπαράδεκτον ποιεῖσθαι τὴν πίστιν | |
διδάσκοντες. Ἔφασκον γάρ· «Ἡμεῖς οἴδαμεν ὅτι | 1067 | |
70.1069 | Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί.» Διελάσαντες δὲ εἰς λῆξιν τοῦ παντὸς κακοῦ, καὶ ἀνελόντες τὸν κληρονόμον, παραίτιοι γεγόνασι τοῦ πεσεῖν αὐτήν. Ἀλλ’ ὥσπερ Ἰουδαῖοι καθεῖλον, | |
5 | οὕτω πάλιν Ἰουδαῖοι ὄντες οἱ θεσπέσιοι μαθηταὶ, ἤγειραν αὐτὴν μεταβαλοῦσαν δηλονότι, οὐ μείνασαν ὅπερ ἦν, τοῦτ’ ἔστιν, ἀπειθῆ, καὶ Κυριοκτόνον, ἀλλ’ ἐν πίστει διαπρέπουσαν, δῆλον δὲ ὅτι τῇ ἐν Χριστῷ. Οἱ δὲ ἐρημώσαντες αὐτὴν ἐξῆλθον ἀπ’ αὐτῆς. Ἐκβέβληντο | |
10 | γὰρ οἱ πρῶτοι καθηγηταὶ, καὶ ἀντέστησαν ἕτεροι, ὧν καὶ ἀρτίως διεμνημονεύσαμεν· οὐ γὰρ ἦν ἑτέρως μεταβαλεῖν αὐτὴν, καὶ ἀγαπῆσαι Χριστὸν, καὶ τῆς τοῦ νόμου σκιᾶς ἀνθελέσθαι σκιὰν, εἰ μὴ τοῦ καθ‐ ηγεῖσθαι παρανόμως αὐτῆς ἐξώσθησαν μὲν οἱ πρῶτοι, | |
15 | ἀντεγήγερται δὲ τῶν ἁγίων μυσταγωγῶν ὁ χορὸς, ὧν καὶ ὁ θεσπέσιος Δαβὶδ ἀρίστην ποιεῖται μνήμην, ψάλλων που, καὶ λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· «Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ | |
20 | γενεᾷ καὶ γενεᾷ.» Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάν‐ τας. Ἰδοὺ συνήλθοσαν, καὶ ἤλθοσαν πρὸς σέ. Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ, καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης. | |
25 | Διὰ πάσης ἁγίας καὶ θεοπνεύστου Γραφῆς διηγό‐ ρευται σαφῶς, ὅτι μερὶς καὶ κλῆρός ἐστι Χριστοῦ τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἢ τοῖς τέκνοις τῆς ἐπιγείου Σιὼν, ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. «Ἐπιστρέ‐ ψουσι γὰρ,» φησὶ, «πρὸς Κύριον τὸν Θεὸν αὐτῶν, καὶ | |
30 | Δαβὶδ τὸν βασιλέα αὐτῶν.» Καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν. Παρεισβέβληκε μὲν γὰρ, ἀπειθησάντων αὐ‐ τῶν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἣν καὶ νοητὴν Σιὼν εἶναί φαμεν. Κεκλήσονται δὲ κἀκεῖνοι, ἔσονται μία ποίμνη, | |
35 | εἷς ποιμὴν, ὥστε μηκέτι δύο Σιὼν ὀνομάζεσθαι, ἄμφω δὲ εἰς μίαν Ἐκκλησίαν τελεῖν, ἑνὸς τοῦ πάντων ἀρ‐ χιποίμενος ὑπὸ χεῖρα γεγενημένους. Ὅτι δὲ πάντη τε καὶ πάντως ἔσται ταῦτα, πληροφορεῖ λέγων πρὸς τὴν τῶν Ἰουδαίων μητέρα· Ἆρον κύκλῳ τοὺς ὀφθαλ‐ | |
40 | μούς σου, καὶ ἴδε πάντας. Ἰδοὺ συνήχθησαν, καὶ ἤλθοσαν πρὸς σέ. Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ, καὶ περιθήσῃ ὡς κόσμον νύμφης. Κατεσκεδάσθησαν μὲν γὰρ ὡς οὐκέτι ποιμένος ὑφ‐ εστηκότος αὐτοῖς. Εἴρηται γάρ που δι’ ἑνὸς τῶν ἁγίων | |
45 | προφητῶν, ὡς ἐκ προσώπου Χριστοῦ· Καὶ εἶπα, Οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα. Ἐσθιέτω ἕκαστος τὴν σάρκα τοῦ πλησίον αὐτοῦ. Τὸ γὰρ ὅλως ἐκπεπτωκὸς τῆς παρὰ Θεοῦ φειδοῦς καὶ ἀγάπης, | |
70.1069(50) | ὁποῖον ἂν οὐ πάθοι τὸ βλάβος; Προσκείσονται γὰρ τοῖς ἐθέλουσι διασπᾷν, καὶ ἀποφέρειν αὐτοὺς οἷπερ ἂν ἑκάστῳ τῶν ἀδικούντων δοκεῖ. Ἀποκομίζουσι δὲ Θεοῦ, καὶ πονηροὶ, καὶ ἀλητήριοι δαίμονες. Γέγρα‐ πται γὰρ, ὅτι «Μερίδες ἀλωπέκων ἔσονται.» Δρῶσι | |
55 | δὲ τοῦτο, καὶ τὰ πολύτροπά τε καὶ ἐν ἡμῖν ὄντα πάθη. Δεδόσθαι γάρ φησιν ὁ πάνσοφος Παῦλός τινας | |
εἰς πάθη ἀτιμίας, καὶ εἰς ἀδόκιμον νοῦν. Τί οὖν ἐν | 1069 | |
70.1072 | τούτοις ὁ θεῖος ὑπισχνεῖται λόγος; Κλῆσιν καὶ συγ‐ κομιδὴν τῶν κατεσκεδασμένων, καὶ τὴν ἐν πνεύματι τῶν ἀπολωλότων ἐπιστροφὴν, καὶ τὴν τῶν δραπετευ‐ σάντων ἐπάνοδον, ἐπιστροφήν τε καὶ ἐγρηγόρησιν, | |
5 | καὶ τῆς εἰς Χριστὸν ἀγάπης τὰ γέρα. Περίβλεψαι γὰρ, φησὶ, καὶ ἄθρει τοὺς ἅπαντας. Ἰδοὺ συνήχθη‐ σαν πρὸς σέ. Ἵνα δὲ πιστὴν ἀποφανῇ τὴν ὑπόσχεσιν, ὅρκῳ βεβαιοῖ τὸ ῥηθὲν, καί φησι· Ζῶ ἐγὼ, λέγει Κύ‐ ριος, ὅτι πάντας αὐτοὺς ἐνδύσω εἰς κόσμον νύμφης. | |
10 | Κόσμημα γὰρ ἐκκλησιῶν τὸ σύστημα. Διὰ γάρ τοι τοῦτο τὴν Ἐκκλησίαν ἱματισμῷ διαχρύσῳ καὶ πε‐ ποικιλμένῳ κατακοσμεῖν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ· ὅνπερ γὰρ αἱ πολυειδεῖς καὶ πολυτελέστατοι τῶν λίθων, φημὶ δὴ τῶν Ἰνδικῶν, χρυσοῖς κανόσιν | |
15 | ἐνισχημέναι, θαυμαστόν τι καὶ ἀξιοθέατον ἐπιτελοῦσι κόσμημα· οὕτω καὶ αἱ τῶν ἁγίων ψυχαὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασιν ἐξωραϊσμέναι, φαιδρὸν ἀποστίλ‐ βουσι κάλλος τοῖς τῆς Θεότητος ὀφθαλμοῖς, ὥστε καὶ ἕκαστον εὐχαριστοῦντα τῷ Χριστῷ λέγειν· Ἀγαλλιά‐ | |
20 | σθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμά‐ τιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης ὡς νυμφίῳ περιέθηκέ μοι κόσμον, καὶ ὡς νύμφῃ περιέθηκέ μοι μίτραν. Ὅτι τὰ ἔρημά σου, καὶ τὰ διεστραμμένα, καὶ | |
25 | τὰ πεπτωκότα, νῦν στενοχωρήσει ἀπὸ τῶν κατ‐ οικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ κατα‐ πίνοντές σε. Ἐροῦσι γὰρ εἰς ὦτά σου οἱ υἱοί σου, οὓς ἀπολώλεκας· Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον, ἵνα κατοικήσω. Καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ | |
30 | σου· Τίς ἐγέννησέ μοι τούτους; Ἐγὼ δὲ ἄτεκνος, καὶ χήρα. Τούτους δὲ τίς ἐξέθρεψέ μοι; Ἐγὼ δὲ κατελείφθην μόνη. Οὗτοι δέ μοι ποῦ ἦσαν; Ὡς ἐκ τῶν ἐν ὄψει καὶ ἐμφανεστέρων πραγμάτων ἐξυφαίνει καὶ νῦν τοῦ λόγου τὸ σχῆμα· ἀπιστήσαν‐ | |
35 | τος μὲν τοῦ Ἰσραὴλ, καὶ αὐτῷ τὰς χεῖρας ἐπενεγ‐ κόντος Χριστῷ, πεπόρθηται πᾶσα τῶν Ἰουδαίων ἡ χώρα, ἐνεπρήσθη δὲ τοῖς Ἱεροσολύμοις ὁμοῦ, καὶ αὐτὸς ὁ νεὼς, καὶ τοσαύτη λειψανδρία κατέσχε τὴν Ἰουδαίαν, ὥστε τὸν μακάριον προφήτην Ἡσαΐαν αἰ‐ | |
40 | νιγματωδῶς αὐτὸ δὴ τουτὶ καταμηνῦσαι πλεισταχοῦ. Ἔφη γὰρ, ὅτι «Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀν‐ θρώπου ἑνὸς, λέγουσαι, Τὸν ἄρτον ἡμῶν φαγώμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλλώμεθα, πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ’ ἡμᾶς. Ἄφελε τὸν ὀνειδισμὸν | |
45 | ἡμῶν.» Εἴρηται μὲν γὰρ διὰ τοῦ νόμου, τὸ «Οὐκ ἔσται ἄγονος, οὐδὲ στεῖρα ἐν υἱοῖς Ἰσραήλ.» Οἱ δὲ τῆς ἀπαιδίας οὐ φορητὸν ἐποιοῦντο τὸν ὀνειδισμόν. Ὡς οὖν τοῦ πολέμου δαπανήσαντος ἅπαν τὸ ἄρσεν γένος, καὶ εὐαριθμήτων παντελῶς ὑπολελειμμένων, | |
70.1072(50) | ἑπτὰ γυναῖκας ἔφη δεχθήσεσθαι ἑνὸς ἀνδρὸς, ὥστε ἀφελεῖν αὐτῶν τὸν ὀνειδισμὸν, τοῦτ’ ἔστι, τὴν ἀπαι‐ | |
δίαν. Ἐπειδὴ δὲ φορτικὸν ἀρέσαι γυναιξὶν ἑπτὰ τὸν | 1071 | |
70.1073 | ἔνα, τὸν ἑαυτῶν ἄρτον ἐσθίειν ἐπαγγέλλονται, καὶ τὰ ἑαυτῶν ἱμάτια περιβάλλεσθαι, ὡς οὐδενὸς ὅλως δεη‐ θησόμεναι τῶν παρ’ αὐτοῦ. Δεδιέναι γὰρ μόνον δι‐ εβεβαιοῦντο τὸν τῆς ἀπαιδίας ὀνειδισμὸν, ὡς ἔφην. | |
5 | Ὡς οὖν εἰς ἐρημίαν παντελῆ καταστάσης αὐτῶν τῆς χώρας, λύσιν ὑπισχνεῖται τοῦ συμβεβηκότος, καὶ τὰ ἔρημα, καὶ τὰ πεπτωκότα στενοχωρήσεσθαί φησιν ἀπὸ τῶν κατοικούντων. Μακρυνθέντων δηλονότι τῶν καταπιόντων αὐτὴν, δῆλον δὲ ὅτι τῶν καθηγεῖσθαι | |
10 | λαχόντων· οἳ μονονουχὶ καθάπερ τινὲς θῆρες ὠλόθρευ‐ σαν, καὶ κατέπιον αὐτήν. Διαδείκνυσι δὲ τὴν τῶν κληθησομένων πληθὺν, ὡς πολλή τε εἴη, καὶ ἀναρί‐ θμητος. Οἱ γὰρ υἱοί σου, φησὶν, οὓς ἀπολώλεκας, ἐροῦσιν εἰς τὰ ὦτά σου, Ποίησόν μοι τόπον. Εἴρηται | |
15 | δέ που καὶ πρὸς τὴν νοητὴν Σιών· «Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαίων σου πῆξον. Μὴ φείσῃ, ἔτι εἰς τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ ἐκπέτα‐ σον.» Ἀνέγνωμεν δὲ καὶ ἐν τοῖς Μωσέως βίβλοις, ὅτι περὶ τὴν ἐν τῇ ἐρήμῳ σκηνὴν, διά γέ φημι τῶν | |
20 | δέῤῥεων ἀποτελεσθεῖσαν, εὐρεῖαι καὶ εὐμήκεις ἐτά‐ χθησαν αὐλαὶ, τοῦτο μὲν εἰς ἠῶ καὶ ἀκτῖνα βλέπου‐ σαι, τοῦτο δὲ καὶ εἰς δύσιν κατόπιν τῆς σκηνῆς, ναὶ μὴν εἰς βοῤῥᾶν καὶ νότον, ὑπεμφαίνοντος τοῦ τύπου τὸ ἐσόμενον κατὰ καιροὺς τῶν ἱερῶν αὐλῶν, ἤτοι τῶν | |
25 | ἐκκλησιῶν, πλάτος τε καὶ μῆκος. Πλὴν καὶ οὕτως πλεοναζούσης ἀεὶ τῆς χάριτος τῆς παρὰ Χριστοῦ, στενοὶ τοῖς πιστεύσασιν οἱ τόποι πανταχοῦ, ὥστε καὶ χαίρουσαν τὴν Ἐκκλησίαν, ἥτις ἐστὶ νοητὴ Σιὼν, ἀναλογίσασθαι, καὶ καθ’ ἑαυτὴν βοᾷν· Τίς ἐγέννησέ | |
30 | μοι τούτους; Ἐγὼ δὲ φαίην ἂν, ὅτι πίστις ἡ ἐν Χρι‐ στῷ. Δι’ αὐτῆς γὰρ ἄτεκνος οὖσα καὶ χήρα, πολλὴ γέγονας ἐν τέκνοις· αὕτη σοι τοὺς σοὺς ἐξέθρεψε λαοὺς, καὶ ἡ πάλαι καταληφθεῖσα μόνη, πεπλούτηκας ἀδοκή‐ τως, καὶ πολύπαις ὤφθης, ἡ πάλαι γυμνὴ καὶ μόνη. | |
35 | Οὔτω λέγει Κύριος· Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου, καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ’ ὤμων ἀροῦσι. Καὶ ἔσονται βα‐ σιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι τροφοί σου | |
40 | ἐπὶ πρόσωπον τῆς γῆς. Καὶ προσκυνήσουσί σοι, καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι. Καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος, καὶ οὐκ αἰσχυνθήσῃ οὔτε μὴν ἐντραπήσῃ. Ἐπαγγειλάμενος τῇ Σιὼν ὡς πολύπαις ἕσται καὶ | |
45 | εὔπαις, καὶ εἰς τοῦτο πληθύος ἥξουσι τὰ τέκνα αὐ‐ τῆς, ὥστε καὶ εὐρυτέρων ἢ πάλαι δεῖσθαι τόπων, καὶ ἐκπλατύνεσθαι παρακαλεῖν τὴν σκηνὴν, κατα‐ δείκνυσιν εὐθὺς ὅτι μὴ μᾶλλον ἐξ Ἰσραὴλ, ἀλλ’ ἐκ τῆς τῶν ἐθνῶν ἀγέλης ἡ τῶν ἐπηγγελμένων αὐτῇ | |
70.1073(50) | τέκνων ἀναφαίνεται πληθύς. Ἀληθὲς δὲ τὸ χρῆμα, καὶ δι’ αὐτῶν ἕστιν ἰδεῖν τῶν πραγμάτων. Σέσωσται μὲν γὰρ τὸ κατάλειμμα τῶν ἐξ Ἰσραήλ· βραχὺ δὲ τοῦτο, καὶ εὐαρίθμητον· σεσαγήνευται δὲ διὰ πίστεως τῆς ἐν Χριστῷ ἡ ὑπ’ οὐρανὸν, καὶ τῶν ἀποστολικῶν | |
55 | τε καὶ εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις προσ‐ εκόμισεν αὐτῷ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν. Ὅτι τοίνυν | |
ἔσται τοῦτο, διαδείκνυσιν εἰπών· Ἰδοὺ ἐγὼ αἴρω εἰς | 1073 | |
70.1076 | τὰ ἔθνη τὴν χεῖρά μου. Σημαίνει δὲ τὸ Αἴρω, τὸ ὑψῶ, καὶ ἐπαίρω. Ἡ δέ γε χεὶρ τὴν ἰσχὺν ἤτοι τὴν δύνα‐ μιν ὑπεμφήνειεν ἄν. Ὅτε γὰρ τοῖς ἔθνεσιν ἐγνωρίσθη Χριστὸς διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων, ὑψηλός | |
5 | τε γέγονε καὶ διαπρεπὴς δι’ ὧν εἴργασται θαυ‐ μάτων, καὶ διὰ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν, ὅτε τὸ σύσσημον τοῦ τιμίου σταυροῦ παρεδείχθη, καὶ παρὰ τοῖς οὐκ εἰδόσι ποτὲ τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, τότε πεπλούτηκε Σιὼν τὴν πολυπαιδίαν, τότε | |
10 | δρομαῖοι πανταχόθεν ἀφίκοντο πρὸς αὐτὴν προτροπά‐ δην, ἀλλήλοις ἐπιφωνοῦντες, καὶ λέγοντες· «Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελοῦσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.» Ὅτι δὲ τοῖς εἰς τὸν οἶκον | |
15 | ἰοῦσι τὸν θεῖον, ἄναντες ἢ τραχὺ ἤγουν ἐμποδὼν ἔσται παντελῶς οὐδὲν, διαδείκνυσι λέγων· Ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ’ ὤμων ἀροῦσι. Παιδοκόμοι γὰρ ὥσπερ τοῖς ἐξ ἐθνῶν γεγόνασιν οἱ μακάριοι μαθηταὶ, καὶ οἱ μετ’ ἐκείνους | |
20 | ἔτι τὸν τῆς ἱερᾶς μυσταγωγίας προϊσχόμενοι λόγον, καὶ προεστῶτες Ἐκκλησιῶν. Τοὺς γάρ τοι προσιόντας τῇ πίστει μονονουχὶ, καὶ ἐν κόλποις αἴρουσι, καὶ εἰς ὤμους ἀνατιθέμενοι φέρουσι, μοχθηρὸν οὐδὲν ἐπι‐ τάττοντες, ἀλλ’ οἷον γάλακτι τρέφοντες νηπιοπρεπῶς, | |
25 | καὶ τὸν ἁπλοῦν αὐτοῖς καὶ εὐσύνοπτον κομιδῆ τῆς κατηχήσεως παρατιθέντες λόγον. Τοῦτο πάλιν αὐτὸς ἡμᾶς ὁ προφήτης Ἡσαΐας ἐδίδαξεν εἰπὼν ἑτέ‐ ρωθί που· «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς εὐσεβῶν.» Ἡ γὰρ ὁδὸς | |
30 | Κυρίου κρίσις. Εἰσκεκόμικε δὲ καὶ τὸν θεσπέσιον, καὶ Βαπτιστὴν βοῶντα, καὶ λέγοντα· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται | |
35 | τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας.» Ὅτι τοίνυν ἱδρῶτος δίχα παντὸς, ὡς ἐπὶ μητέρα τὴν Σιὼν ἰέναι προθυμουμένοις, ἡ διὰ πίστεως ἄφιξις ἔσται, τὸ εἰς κόλπους ἀναλαμβάνεσθαι, καὶ ἐπ’ ὤμων αἴρεσθαι τούς τε υἱοὺς αὐτῆς καὶ μέντοι τὰς θυγα‐ | |
40 | τέρας, ὑπεμφήνειεν ἄν. Ὅτι δὲ καὶ τιμῆς τῆς ἀνω‐ τάτω, δόξης τε καὶ εὐπαθείας ἔσονται μεστοὶ, προσ‐ αποφαίνει λέγων ὡς Ἔσονται μὲν βασιλεῖς αὐτῶν τιθηνοὶ, αἱ δὲ ἄρχουσαι τροφοί. Ἔστι γὰρ, ἔστιν ἰδεῖν καὶ διὰ τῆς τῶν κρατούντων εὐσεβείας θερα‐ | |
45 | πευομένους διὰ τιμῆς τοὺς εἰς Χριστὸν πιστεύσαντας, καὶ φειδοῦς ἁπάσης ἠξιωμένους, ὥστε καὶ δοκεῖν τροφέας αὐτῶν εἶναι μᾶλλον, καὶ ἕτερον οὐδέν. Εἰ γὰρ πίπτουσιν ἐπὶ πρόσωπον, καὶ προσκυνήσουσι τὴν Σιὼν, τοῦτ’ ἔστι, τὴν Ἐκκλησίαν, καὶ οἷον ἀποτετα‐ | |
70.1076(50) | μέναις χερσὶν εἰς γῆν ἐῤῥιμμένοι, μονονουχὶ καὶ λεί‐ χουσι τὸν χοῦν τῶν ποδῶν αὐτῆς· πῶς οὐκ ἂν ἀμ‐ φίβολον εἴη ἂν, ὅτι γνώμης εἰς τοῦτο προβεβηκότες, καὶ τῇ τῆς εὐσεβείας χάριτι κατηγλαϊσμένοι, προσθεῖεν ἂν τοῖς ἑαυτῶν ἐπιτηδεύμασι καὶ τὸ χρῆναι τιμᾷν τοὺς ἐξειλεγμένους, καὶ οἵπερ ἂν εἰς Χριστὸν πιστεύ‐ | |
55 | σειαν, τούτους ἐν τάξει καταλογιοῦνται τέκνων; Οὗ δὴ γεγονότος οὐχ ὡς ἄτεκνος ἔτι καὶ χήρα καται‐ σχυνθήσεται ἡ τό γε ἧκον εἰς Ἰουδαίους ἀτεκνωθεῖσα Σιὼν, ἀλλ’ ἔσται δόξῃ κατεστεμμένη. Μὴ λήψεταί τις παρὰ γίγαντος σκῦλα; Καὶ | |
ἐὰν αἰχμαλωτεύσῃ ἀδίκως τις, σωθήσεται; | 1075 | |
70.1077 | Ἐρώτησιν μὲν ὑποπλάττεται τὸ σχῆμα τοῦ λόγου, πλὴν ἀπαιτεῖ τὴν σύνεσιν. Ὁ δέ γε τῶν προκειμένων νοῦς τοιοῦτός ἐστί τις· Κατείληπτο μὲν γὰρ ἡ ὑπ’ οὐρανὸν ὑπό τε τοῦ διαβόλου καὶ τῆς τῶν δαιμονίων | |
5 | ἀγέλης· οὐκ ἦν ἐπὶ τῆς γῆς ὁ τῆς ἐκείνων σκαιότη‐ τος τὴν τυραννίδα διαφυγών. Οὐ γὰρ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλ’ ἓν κατὰ πάντων τὸ τῆς ἁμαρτίας τετάνυστο λῖνον, σκότος δὲ καὶ ἀχλὺς ταῖς ἁπάντων καρδίαις ἐνσκήψασα, ἀπεκόμισέ τε τοῦ | |
10 | εἰδέναι τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, προσνενέμη‐ κε δὲ τοῖς κεκρατηκόσι. Προσεκύνουν γοῦν, οἱ μὲν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ τοῖς τοῦ κόσμου στοι‐ χείοις, οἱ δὲ καὶ αὐτοῖς λελατρεύκασι τοῖς τὴν ἀφό‐ ρητον ἐπιτιθεῖσι πλεονεξίαν. Γεγόνασι τοίνυν ὡς ὑπὸ | |
15 | τυράννῳ σκληρῷ δορύληπτοι, καὶ αἰχμάλωτοι, καὶ τό γε ἧκον εἰς τὸν ἐνόντα νοῦν, τῷ χειρωσαμένῳ. Ἀλλ’ οὐδεὶς ἦν ὅλως ὁ ἐπαμῦναι δυνάμενος τοῖς ἠδι‐ κημένοις. Ἔφη γοῦν εἰς ἀσχέτους ὑποψίας ἀναφυσώ‐ μενος, ὅτι Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ | |
20 | χειρὶ, ὡς νοσσιὰν, καὶ ὡς ὠὰ καταλελειμμένα ἀρῶ, καὶ οὐκ ἔστι ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Τοιαύτην ἔχοντος τοῦ διαβόλου κατὰ τῶν ἐπὶ γῆς τὴν ὀφρῦν, διαπυνθάνεται, καί φησιν ὁ Σωτὴρ, Μὴ λήψεταί τις παρὰ γίγαντος σκύλα; ὃ δυσχερές φησι, | |
25 | καὶ δυσήνυτον, νικῆσαι τὸν ἰσχυρὸν, γίγαντα γὰρ ἐν τούτοις τὸν ἰσχυρὸν ὀνομάζει, καὶ σκύλα λαβεῖν παρ’ αὐτοῦ. Εἶτα πῶς τοῦτο ἀμφίβολον; Δυσάντητοι γὰρ οἱ τοιοίδε λίαν, καὶ οὐ τοῖς ἐθέλουσιν εὐκαταγώνι‐ στοι, μόνοις δὲ μᾶλλον ἁλώσιμοι τοῖς ὑπερτενῆ καὶ | |
30 | ἄμαχον αἴρειν κατ’ αὐτῶν ἰσχύουσι χεῖρα. Ἀλλ’ ἐγὼ, φησὶ, λήψομαι, καὶ ἀπαλλάξω τοὺς ἠδικημένους, καὶ τὸν τῆς δουλείας αὐτῶν ἀποῤῥήξας ζυγὸν, τῇ τῆς ἐλευθερίας χάριτι λαμπροὺς ἀποφανῶ. Πλὴν ὅτι δι‐ καία ψῆφος τοῦ Θεοῦ σκυλεύσει τὸν Σατανᾶν, καὶ | |
35 | τῶν εἰς ἡμᾶς πεπλημμελημένων ἐξαιτήσειε δίκας τὸν ἀλιτήριον, πιστώσεται προσεπενεγκὼν, Καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται. Ὡς ἐν ἐρωτή‐ σει πάλιν καὶ ὑποστιγμῇ τὸν στίχον ἐκδεξόμεθα. Ὁ γὰρ ἀδίκως ἐπιπηδῶν τοῖς ἠδικηκόσιν οὐδὲν, | |
40 | εἶτα τούτους αἰχμαλώτους ἑλὼν, καὶ ταλαιπωρίαις ἀφύκτοις ἐμβαλὼν, οὐ σωθήσεται, εἰσπραχθήσεται δὲ μᾶλλον τῶν αὐτῷ τετολμημένων τὰς δίκας. Οὐκ‐ οῦν ἀνήσει μὲν τοὺς ἐν τάξει σκύλων, ἤγουν δορυ‐ κτήτων ὑπ’ αὐτῶν γεγονότας, προσοφλήσει δὲ καὶ | |
45 | τῶν ὑπ’ αὐτοὺς οὐκ ἐν δίκῃ γεγονότων τοὺς λόγους. Τοιοῦτον καὶ ἑτέρωθί πού φησιν· Ὃν τρόπον ἱμάτιον πεφυρμένον ἐν αἵματι οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν | |
70.1077(50) | αἰῶνα χρόνον. Προσαναμνήσει δέ τις τοὺς ἐντευξομέ‐ νους τῇδε τῇ συγγραφῇ, ὡς καὶ αὐτὸς ὁ Σωτὴρ εὑρί‐ σκεταί τι τοιοῦτον εἰπὼν ἐν τοῖς εὐαγγελικοῖς θεσπί‐ σμασιν· «Ἢ πῶς δύναταί τις,» φησὶν, «εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπά‐ | |
55 | σαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσει σκεύη αὐτοῦ;» Οἶκον μὲν γὰρ ἰσχυροῦ, | |
τοῦτ’ ἔστι, τοῦ Σατανᾶ, τὸν περίγειον χῶρον ἔφη, καὶ | 1077 | |
70.1080 | οὐχ ὡς ὅντα αὐτοῦ κατὰ ἀλήθειαν, ἀλλ’ ὅτι κατεί‐ ληπτο παρ’ αὐτοῦ. Ἐπειδὴ δὲ εἰσῆλθεν εἰς αὐτὸν σαρκωθεὶς ὁ Λόγος, ἀφράστῳ δυνάμει καταδήσας τὸν ἰσχυρὸν, μετέθηκεν εἰς ἑαυτὸν τὰ σκεύη αὐτοῦ, τοῦτ’ | |
5 | ἔστι, τοὺς τὰ αὐτοῦ φρονοῦντάς ποτε. Ὥσπερ ἐκλογῆς σκεύη, τοὺς ἁγίους εἶναί φαμεν, οὕτω καὶ σκεύη διαβολικὰ, τοὺς ὑπ’ αὐτῷ γεγονότας, καὶ τὰ αὐτοῦ φρο‐ νεῖν ἑλομένους, ἤγουν κατηναγκασμένους. Οὔτω λέγει Κύριος· Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκύλα· λαμβάνων δὲ παρὰ | |
10 | ἰσχύοντος, σωθήσεται. Ἔφην ἀρτίως ὅτι δυνάμεσι ταῖς ἀῤῥήτοις καὶ θεοπρεπέσι χρώμενος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χρι‐ στὸς εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, τοῦτ’ ἔστιν, εἰς τόνδε τὸν κόσμον ἀφῖκται μετὰ σαρκὸς, καὶ τὸν | |
15 | πάλαι πλεονεκτοῦντα, καὶ βιαζόμενον τοὺς ἀνὰ πᾶ‐ σαν τὴν γῆν, καὶ τοῖς τῆς ἁμαρτίας αὐτοὺς ὑπο‐ φέροντα ζυγοῖς, καὶ ἐν δορυκτήτων τάξει πεποιη‐ μένον, ἐσκύλευσέ τε καὶ οἶον δεσμοῖς ἀῤῥήκτοις ἐμβαλὼν, σειραῖς ζόφου ταρταρώσας, παρέδωκεν εἰς | |
20 | κρίσιν μεγάλης ἡμέρας τηρεῖσθαι κολασθησόμενον, ἐσκύλευσέ τε καὶ μετὰ τοῦτο αὐτὸν, παλινδρομεῖν ἀναπείσας τοὺς ὑπ’ αὐτῷ γεγονότας, εἴς γε τὸ θέλειν τῷ κατ’ ἀλήθειαν ὑποκεῖσθαι Θεῷ, καὶ τῶν αὐτοῦ νευμάτων ἀντέχεσθαι, καὶ ἀποπεραίνειν ἐπείγεσθαι | |
25 | τὸ τελοῦν αὐτοῖς εἰς σωτηρίας εὕρεσιν. Ἐπειδὴ δὲ καὶ κεκράτηκεν ὁ Χριστὸς, παρέπεμψε τὸ νικᾷν καὶ εἰς ἡμᾶς αὐτοὺς, πλὴν οὐ δίχα αὐτοῦ· τὸ γὰρ καύ‐ χημα τῆς δυνάμεως τῶν ἁγίων αὐτός ἐστι, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Καὶ γοῦν ὁ πάνσοφος Παῦλος· | |
30 | «Πάντα ἰσχύω, φησὶν, ἐν τῷ ἐνδυναμοῦντί με Χρι‐ στῷ.» Οὐκοῦν ἱππήλατον καὶ ἡμῖν ἀποφαίνων τὸ δύνασθαι σκυλεύειν τὸν ἰσχυρὸν, ἤτοι τὸν γίγαντα, φημὶ δὴ τὸν Σατανᾶν. Ἐάν τις αἰχμαλωτεύσῃ γί‐ γαντα, φησὶ, λήψεται σκύλα. Ὅτε γὰρ διαβολικῆς | |
35 | ἰσχύος περιγιγνόμεθα, καὶ τὰς τῶν ἐχθρῶν ἐφόδους διαδιδράσκομεν γενικῶς ὅπλον εὐδοκίας αὐτὸν ἔχον‐ τες τὸν Χριστὸν, τότε σκυλεύομεν τὸν πονηρὸν, καὶ τὴν νικῶσαν ψῆφον ἀποφερόμενοι, καὶ κρείττους ἀναδεδειγμένοι τῆς ἐνούσης αὐτῷ σκαιότητός τε καὶ | |
40 | πονηρίας. Πλὴν ὅτι παρὰ Χριστοῦ τὸ δύνασθαι νικᾷν τοῖς ἀνδριζομένοις προσγένοιτ’ ἂν, καὶ οὐκ ἂν ἑτέ‐ ρως εἰς τοῦτο εὐκλείας διελάσειέ τις, διαδείκνυσιν εὖ μάλα προστιθείς· Λαμβάνων δὲ παρ’ ἰσχύοντος σωθήσεται. Διδόντος γὰρ ἡμῖν τὸ δύνασθαι κατευμε‐ | |
45 | γεθεῖν τοῦ μιαιφόνου δράκοντος, σκυλεύσομεν αὐτὸν, σωθησόμεθα δὲ πρὸς τούτῳ παραπέμποντος ἡμᾶς τοῦ νικᾷν εἰς ἀμύρητον ζωὴν, εἰς δόξαν, εἰς καύ‐ χημα, καὶ εἰς βασιλείαν οὐρανῶν. Ἔφη δέ που καὶ αὐτὸς ὁ Χριστὸς, σκυλεύσας τὸν Σατανᾶν, καὶ τὴν | |
70.1080(50) | ὁδὸν δύνασθαι κρατεῖν ψιλὴν, καὶ εὐήλατον τοῖς εἰς αὐτὸν πιστεύσασιν ἀποφήνας· «Ἰδοὺ δέδωκα πατεῖν ἐπάνω ὄφεων ὑμῖν, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδι‐ κήσῃ.» Ἀληθὲς οὖν, ὅτι λαβόντες παρ’ ἰσχύοντος, | |
55 | τοῦτ’ ἔστιν, αὐτοῦ, καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν δυνά‐ μεων Κύριος, σεσώσμεθά τε καὶ νενικήκαμεν. Σκυ‐ | |
λεύσειε δ’ ἄν τις καὶ ἑτέρως τὸν Σατανᾶν, τοὺς | 1079 | |
70.1081 | ὑπ’ αὐτῷ γενομένους καὶ πεπλανημένους εἰς τὸ τῆς ἀληθοῦς θεογνωσίας φῶς ἀποκομίζων εὐτέ‐ χνως, καὶ μεθιστὰς ἐκ φαυλότητος εἰς εὐζωΐαν ἁγιοπρεπῆ. Ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι, καὶ φάγονται οἱ θλίψαντές σε | |
5 | τὰς σάρκας αὐτῶν, καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν, καὶ μεθυσθήσονται, καὶ αἰσθανθή‐ σεται πᾶσα σὰρξ, ὅτι ἐγὼ ὁ ῥυσάμενός σε, καὶ ἀντιλαμβανόμενος ἰσχύος Ἰακώβ. Ποιεῖται μὲν τοὺς λόγους ὡς πρός γε φημὶ τὴν Σιών. | |
10 | Υἱοὺς δὲ αὐτῆς ὀνομάζειν ἔοικεν ἐν τούτοις τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, καὶ τοὺς μετ’ ἐκείνους ἔτι κεκλημένους εἰς ἱερουργίαν· οἳ καὶ φωστῆρες ἐν κόσμῳ γεγόνασι λόγον ἐπέχοντες ζωῆς, καὶ διακηρύττοντες πανταχοῦ τὴν δόξαν Χριστοῦ, | |
15 | καὶ τῆς παρ’ αὐτοῦ σωτηρίας τὴν δύναμιν ἐμφανῆ καθιστῶντες τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, οἷς δὴ καὶ ὑπῆν οἷά τις θὴρ ὠμός τε καὶ ἀπηνὴς, καὶ ἀρχέ‐ κακος δράκων, θλίψεις καὶ διωγμοὺς ἐπισωρεύων αὐτοῖς, καὶ καταθήγων ἀφορήτως τοὺς τῆς ἐνούσης | |
20 | αὐτῷ μοχθηρίας ὑπασπιστάς. Ἐπεχειρήθησαν γοῦν διωγμοὶ πλειστάκις, κατὰ τῶν ἁγίων Ἐκκλησιῶν, καὶ τυράννων ἀγρίως ὠμότης ἐπιπηδήσασα, παρεκό‐ μισε πολλοὺς εἰς τοὺς ἐπὶ τοῖς μαρτυρίοις ἀγῶνας. Ἀλλ’ ἐγὼ, φησὶν, ὦ Σιών· φαμὲν δὲ εἶναι τὴν Ἐκ‐ | |
25 | κλησίαν, ἣν δὴ καὶ Σιὼν ἀποκαλεῖ· τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι. Ἀδικήσαν‐ τες γὰρ οὐδὲν οἱ Θεῷ προσκείμενοι, καὶ ἐπ’ οὐδενὶ τὸ σύμπαν ἀτόπῳ κατεγνωσμένοι, εἶτα τοὺς μέχρι ψυχῆς καὶ αἵματος διενεγκόντες ἀγῶνας μετὰ λαμ‐ | |
30 | πρῶν ἀνδραγαθημάτων εἰς τὰς ἄνω τρέχουσι μονάς· πλὴν τό γε ἧκον εἰς τὸν τῶν ἐπιβουλευσάντων σκο‐ πὸν, τεθνήκασί τε καὶ ἀπολώλασιν. Οὐκοῦν ἡ ἐπὶ τούτοις κρίσις, ἤτοι δικαιοκρισία πάντη τε καὶ πάν‐ τως ἔσται παρὰ Θεοῦ. Οἱ μὲν γὰρ δι’ εὐσέβειαν τοὺς | |
35 | εὐκλεεστάτους ἀγῶνας διανηξάμενοι, καὶ εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως καταντήσαντες, τὸν τῆς ἀφθαρσίας ἀναδήσονται στέφανον. Οἱ δέ γε τὴν δίω‐ ξιν ἐπενεγκόντες αὐτοῖς, καὶ ἀπεκτονότες ἀδίκως, οὓς ἦν ἄμεινον ἐπείγεσθαι ζηλοῦν, τὰς ἑαυτῶν ἔδον‐ | |
40 | ται σάρκας, καὶ οὐ τὸ τῶν πεπονθότων μᾶλλον, ἀλλὰ τὸ οἰκεῖον ὥσπερ ἐκροφήσουσιν αἷμα. Ἃ γὰρ ἑτέροις ἐπήγαγον, οὐκ ἐν δίκῃ πείσονται μᾶλλον ψήφῳ δικαίᾳ Θεοῦ, στεφανοῦντος μὲν τοὺς πεπονθό‐ τας, ὑποφέροντος δὲ μακρᾷ καὶ ἀτελευτήτῳ κολάσει | |
45 | τοὺς ἀδικήσαντας. Ἔσται δὲ ἡ τοιαύτη δικαιοκρισία γνωριμωτάτη πάσῃ σαρκὶ, τοῦτ’ ἔστιν, ἀνθρώπῳ παντί. Ἔσονται γὰρ ἐν τοῖς δι’ εὐσέβειαν κινδυνεύου‐ σιν. Ὡς ἀντιλήψεται πάντη τε καὶ πάντως ἡ παρ’ ἐμοῦ βοήθεια τοῦ καὶ ἐνισχύοντός σε τὸν Ἰακὼβ, | |
70.1081(50) | τοῦτ’ ἔστι, τὸν ἐκ σπέρματος Ἰακώβ. Ἔφην δὲ, ὅτι γέγραπταί πως ὁ προφητικὸς ἐν τούτοις λόγος, εἰς πρόσωπον τῶν ἁγίων ἀποστόλων τε καὶ εὐαγγελι‐ στῶν, οἵπερ ἦσαν ἐξ Ἰακὼβ, κατά γέ φημι, τὴν σάρκα. Οὐκ ἀπίθανον δὲ καὶ Ἰακὼβ ὀνομάζεσθαι | |
55 | πτερνιστὴν ἅπαντα, τοῦτ’ ἔστι, τὸν πτερνίζοντα τὸν Σατανᾶν, καὶ τοὺς τῆς ἁμαρτίας παρελαύνοντα βρό‐ χους εὐτέχνως τε ἅμα καὶ νεανικῶς. Πτερνιστὴς γὰρ ὁ Ἰακὼβ ἑρμηνεύεται. Οὕτως λέγει Κύριος· Ποῖον βιβλίον τοῦ ἀπο‐ | |
στασίου τῆς μητρὸς ὑμῶν· ἐν ᾧ ἐξαπέστειλα | 1081 | |
70.1084 | αὐτήν; ἢ τίνι ὑπόχρεως πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν. Ἀσώματόν τε τὸ Θεῖον, ἄϋλόν τε καὶ ἀφανὲς, καὶ | |
5 | ἁπλοῦν. Καὶ οὐκ ἄν τις ἐπ’ αὐτῷ τὰ εἰκότα δρῶν φαντασίαν τινὰ λάβῃ σωματικήν. Πλὴν τὸ Γράμμα τὸ ἱερὸν ἀνθρωπίνως ἡμῖν τὰ περὶ αὐτοῦ διαλέγε‐ ται. Οὐ γὰρ ἦν ἑτέρως νοεῖν δύνασθαι τοὺς ἐν ἁπλοῖς καὶ παχέσιν ὄντας σώμασιν. Εἰ μὴ καθάπερ ἐν τάξει | |
10 | παραδειγμάτων παρεκομίσθη τὰ καθ’ ἡμᾶς, ἵνα ἐκ τῶν ἐν αἰσθήσει καὶ ὁρατῶν πραγμάτων, κἂν γοῦν ἐκ μέρους νοεῖν ἰσχύσωμεν, τὰ περὶ τῆς θείας τε καὶ ὑπερτάτης οὐσίας, ἣ καὶ πάσης ἐστὶν ἐπέκεινα φαντασίας σωματικῆς. Ἄθρει δὴ ἐν τούτοις ἀνθρω‐ | |
15 | ποπρεπῆ γεγονότα τῷ προφήτῃ τὸν λόγον. Οἷα γάρ τις ἀνὴρ γυναικὶ σύνοικος, καὶ συνηρμοσμένος, τοῖς Ἰουδαίων δήμοις διαλέγεται, καί φησι περὶ τῆς αὐ‐ τῶν μητρός· φημὶ δὴ τῆς ἐπιγείου, καὶ αἰσθητῆς Ἱερουσαλήμ· ἵνα δὴ πάλιν δι’ αὐτοῦ, καὶ ὡς ἐν | |
20 | προσώπῳ μιᾶς γυναικὸς τὸ αὐτῶν νοῆται σύστημα. Ὥσπερ γὰρ Ἐκκλησίαν λέγοντες, οὐ ταῖς τῶν τει‐ χῶν περιβολαῖς τὴν τῆς λέξεως δύναμιν ἐπάγειν εἰθίσμεθα, καταδηλοῦμεν δὲ μᾶλλον τῶν ἐν αὐτῇ θεοσεβεῖν ᾑρημένων τὴν εὐαγεστάτην πληθύν· οὕτω | |
25 | κἂν εἴ τις λέγοι τὴν Ἰουδαίων μητέρα, πάλιν οὐδὲν ἧττον αὐτοὺς κατασημαίνει. Οὐκοῦν οὐκ ἐγὼ, φησὶν, ἀποβέβληκα τὴν μητέρα ὑμῶν, καίτοι γεγονὼς αὐτῇ καθάπερ ἐν τάξει νυμφίου, καὶ τὰ τῆς ἐπιεικείας σπέρματα καταβαλὼν διά τε νόμου καὶ προφητῶν· | |
30 | ἀπεφοίτησε δὲ μᾶλλον αὐτὴ τῶν εἰς ἐμὲ δικαίων ὀλιγωρήσασα, καὶ μικροῦ παντελῶς ἀξιώσασα λόγου τὸ εἶναι μετὰ Θεοῦ. Ἐπεὶ ποῖον αὐτῇ δέδοται παρ’ ἐμοῦ τῆς ἀποστασίας βιβλίον; Ἐκπέμπει μὲν γὰρ οὐδένα Θεὸς τῆς πρὸς αὐτὸν οἰκειότητος· ἀποσείεται | |
35 | δὲ τῶν ὀρθοποδεῖν εἰωθότων οὐδένα· ἀλλ’ οἵπερ ἂν εἶεν γνήσιοί τε πρὸς πίστιν, καὶ ἀγαθουργίας ἁπάσης ἐπιστήμονες, τούτοις ἐφίησι τὸ ἐξεῖναι διὰ παντὸς τὴν πρὸς αὐτὸν οἰκειότητα καταπλουτεῖν ἀραρότως. Ἔξω γε μὴν τῆς τοιαύτης ἔρχεται δόξης ὅ γε τοῖς | |
40 | θείοις αὐτοῦ θεσπίσμασιν ἀσυμφυῆ καὶ ἀσύμβατον τὴν διάνοιαν ἔχων, καὶ φιλήδονος ὢν μᾶλλον, ἢ φιλό‐ θεος. Οὐκοῦν ὡς ἐν ἀνδρὸς τάξει, τῇ τῶν Ἰουδαίων συν‐ οικίσας μητρί· Ποῖον, φησὶ, τὸ βιβλίον τοῦ ἀπο‐ στασίου τῆς μητρὸς ὑμῶν, ἐν ᾧ ἐξαπέστειλα αὐτήν; | |
45 | Οὐ γὰρ ἄν τις ἐπιδείξειε, φησὶν, ἐμὲ μᾶλλον αὐτὴν ἐξώσαντα, καὶ μεμισηκότα, καταγνώσεται δὲ μᾶλλον αὐτῆς, ὡς αὐτόκλητον ἑλομένης τὴν ἀπόστασιν. Τίνι δὲ ὑπόχρεως ὢν πέπρακα ὑμᾶς; Ἕτερον ἐν τούτοις τὸ σχῆμα τοῦ λόγου. Ὡς γὰρ οἰκέταις δεσπότης | |
70.1084(50) | διαλέγεται. Ἆρα γὰρ, ὡς ἄνθρωπος, φησὶν, ἐν ἐν‐ δείᾳ χρημάτων πεπιεσμένος, καὶ χρεώσταις περι‐ πεσὼν ἀπεδόμην δεσπόταις ἑτέροις οἰκέτας ὄντας ἐμούς; Καίτοι πῶς τοῦτο οὐκ εὔηθες παντελῶς, ἢ νοεῖν, ἢ φράσαι; Πέρα γὰρ ἀνάγκης τὸ Θεῖον, καὶ | |
55 | οὐδὲν ἐπέκεινα τὸ σύμπαν αὐτοῦ. Οὐκοῦν οὐ πέπρακα, φησὶν, οὐδ’ ἂν ἐξεδόμην ἑτέροις δεσπόταις, ἀγαπῶν‐ τας ἐμὲ, καὶ τῶν ἐμῶν θεσπισμάτων ἀπηρτημέ‐ νους. Πῶς οὖν ἄρα τὸν τῆς ἑτέρων δουλείας ὑπεμεί‐ | |
νατε ζυγόν; Πρόφασις ὑμῖν τοῦ κακοῦ γέγονεν ἡ | 1083 | |
70.1085 | ἁμαρτία. Ταύτης γὰρ ἕνεκα κατεκτήσατο πάντας. ὑμᾶς ὁ τῆς ἁμαρτίας πατὴρ, καὶ φαυλότητος πάσης εὑρετής· καὶ τοὺς τῆς πρὸς Θεὸν οἰκειότητος ἀπο‐ πίπτοντας ἁρπάζων εἰς ἑαυτὸν, καὶ τοῖς τῶν κακῶν | |
5 | βόθροις ἐγκαθιεὶς, καὶ εἰς πέταυρον ᾅδου κατακομί‐ ζων αὐτούς. Ἕψεται γὰρ πάντως τοῖς ὠλισθηκόσι τῆς πρὸς Θεὸν οἰκειότητος τὸ δεῖν ἀφύκτοις ἐγκατα‐ πείρεσθαι βρόχοις. Δεινὸς γὰρ εἰς πλεονεξίαν ὁ Σατανᾶς, καὶ οὕσπερ ἂν ἴδοι τῶν ἐπὶ γῆς ὀλιγωρεῖν | |
10 | ἑλομένους τοῦ εἶναι μετὰ Θεοῦ τούτους τοῖς ἰδίοις ὑποφέρει ζυγοῖς, καὶ ἐν τοῖς ἐσχάτοις κατακομίζει κακοῖς, δούλους αὐτοὺς ἀποφαίνων, ἀντ’ ἐλευ‐ θέρων, καὶ ἐξ ἐνδόξων ἀτίμους. Τοιαῦτα γὰρ ἀεὶ τῆς ἐκείνου σκαιότητος τὰ ὀψώνια. Τί ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος; Ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων; Μὴ οὐκ ἰσχύει ἡ χείρ | |
15 | μου τοῦ ῥύσασθαι; Ἰδοὺ τῇ ἀπειλῇ μου ἐξερη‐ μώσω τὴν θάλασσαν, καὶ θήσω ποταμοὺς ἐρή‐ μους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ, καὶ ἀποθανοῦνται ἐν δίψει. Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότον, καὶ ὡς σάκκον | |
20 | τὸ περιβόλαιον αὐτοῦ. Τὰ τῆς Σιὼν τέκνα, τοῦτ’ ἔστι, τοὺς ἐξ αἵματος Ἰσραὴλ, καὶ αὐτὴν δὲ τὴν Σιὼν, τὴν ἐπίγειον Ἱερουσα‐ λὴμ δηλονότι, ταῖς σφῶν αὐτῶν ἁμαρτίαις καταπεπρά‐ σθαι τε καὶ ἐκβεβλῆσθαι τῆς πρὸς αὐτὸν οἰκειότητος | |
25 | εὖ μάλα διειρηκὼς, ὑπὸ μῶμον ἄγει, καὶ γραφὴν τῆς εἰς λῆξιν ἀπονοίας τε ὁμοῦ καὶ ἀμαθίας. Ἐπιλάμ‐ ψαντος γὰρ τοῦ Μονογενοῦς μετὰ σαρκὸς τοῖς ἐπὶ τῆς γῆς, καὶ ἐν εἴδει τῷ καθ’ ἡμᾶς πεφηνότος, ἀμνη‐ μονήσαντες ἀνοσίως, καὶ νόμου, καὶ προφητῶν, | |
30 | σκληροὶ καὶ ἄτεγκτοι μεμενήκασι, καὶ ἀσχέτως νο‐ σοῦντες τὸ ἐξήνιον. Οὐ γὰρ ἤθελον εἰδέναι τὸν Λυτρω‐ τὴν, τῆς σωτηρίας τὸν πρύτανιν, τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ ἁπάσης αἰτίας ἀπαλλάξαι δυνάμενον τοὺς ταῖς ἀνθρωπίναις ἀσθενείαις ἐνειλημμένους. Ἦλθον | |
35 | τοίνυν, φησὶ, τοῦτ’ ἔστιν, ἐνηνθρώπησά τε καὶ ἐπ‐ έφανα τοῖς ἐξ Ἰσραὴλ, καὶ οὐκ ἦν ἄνθρωπος ἐν αὐτοῖς, νουνεχὴς δηλονότι, καὶ τὸν τῆς λυτρώσεως καιρὸν εἰδέναι δυνάμενος. Ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων. Ὡς γὰρ αὐτός που πάλιν φησὶν ὁ προφήτης Ἡσαΐας | |
40 | ἐκ προσώπου τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Εὑρέθην τοῖς ἐμὲ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπα, Ἰδοὺ εἰμὶ, τῷ ἔθνει, οἳ οὐκ ἠπίσταντό με. Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖ‐ ράς μου πρὸς λαὸν ἀπειθοῦντα, καὶ ἀντιλέγοντα.» | |
45 | Ἐν δέ γε τοῖς εὐαγγελικοῖς συγγράμμασι πλεισταχοῦ τὸν Κύριον εὑρήσομεν καλοῦντα πρὸς πίστιν τοὺς ἰδίους [Humfred. legit Ἰουδαίους]· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι, κἀγὼ ἀνα‐ παύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς.» Ποτὲ δὲ | |
70.1085(50) | πάλιν· «Ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.» Ναὶ μὴν καὶ τὸ πιστεύειν αὐτοῖς ἔγκαρπόν τε καὶ ἐπωφελὲς ἀποφαί‐ νων· «Ἀμὴν λέγω, φησὶν, ὑμῖν, ὅτι ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον.» Πλείστας δ’ ἂν καὶ ἑτέρας φωνὰς | |
55 | ἐπισωρεύσειέ τις τὴν ἴσην ἐχούσας δύναμιν, εἴπερ ἕλοιτο μακρηγορεῖν. Οὐκοῦν ἐκάλεσα, καὶ οὐκ ἦν ὁ | |
ὑπακούων, φησίν. Ἀλλ’ ἴσως ἐκεῖνο ἐροῦσιν οἱ διὰ | 1085 | |
70.1088 | μακρᾶς οὕτω ἀπονοίας προσκεκρουκότες, οἱ σκλη‐ ρὰν καὶ ἄθραυστον τὴν διάνοιαν ἔχοντες, ὡς οὐκ ἂν ἰσχύσειεν ἡ ἐμὴ χεὶρ ῥύσασθαι τὴν ἐπ’ οὐρανόν. Πεφρονήκασι δὲ κἀν τούτῳ τῶν ἀληθῶν οὐδέν. Ἦν | |
5 | μὲν γὰρ, ὡς ἔφην, ἐν εἴδει τῷ καθ’ ἡμᾶς, καίτοι Θεὸς ὢν ὁ Λόγος. Ἐνηνθρώπησε δὲ τὴν κατὰ σάρκα ὑπο‐ μείνας γέννησιν ἐκ γυναικός. Ἀλλ’ οἱ μὲν τοῦτο εἰ‐ δότες, καὶ τῶν θείων αὐτοῦ μυστηρίων οὐκ ἀγνοοῦντες τὸ βάθος, ᾔδεσαν ὅτι πάντα δύναται Θεὸς ὢν φύσει, | |
10 | καὶ ἦν ἱκανὸς εἰς λύτρωσιν τῆς ὑπ’ οὐρανόν. Οἵ γε μὴν ἄπιστοί τε καὶ ἀμαθεῖς ὡς ἀνθρώπῳ προσ‐ ῄεσαν κοινῷ, ὥστε καὶ ἐπιπηδῶντάς τε καὶ λέγοντας· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασ‐ φημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν.» | |
15 | Τούτοις ἂν πρέποι καὶ τὸ οἴεσθαί τε, καὶ λέγειν, ὡς κἂν ἰσχύσειεν ἡ αὐτοῦ χεὶρ ἐπαμῦναι τοῖς ἐπὶ τῆς γῆς, καὶ ῥύσασθαι τοὺς κεκρατημένους ὑπό τε τοῦ διαβόλου, καὶ τῆς ἁμαρτίας. Ἀλλ’ ὅταν ταῦτα λογι‐ σθήσεσθε, φησὶ, προσενθυμήθητέ τι τῶν ἀμεινόνων· | |
20 | οὐ γάρ εἰμι καθ’ ὑμᾶς ἄνθρωπος ἁπλῶς, Θεὸς δὲ μᾶλλον ἐν εἴδει τῷ καθ’ ὑμᾶς γεγονὼς οἰκονομικῶς, ἵνα ὑμᾶς ἐξέλωμαι, καὶ θανάτου, καὶ ἁμαρτίας. Αὐτὸς γὰρ ὁ λαλῶν, πάρειμι ὁ πάλαι θαυματουργήσας διὰ Μωσέως, καὶ ἀφράστῳ δυνάμει διελὼν τὴν θάλασσαν, | |
25 | δῆλον δὲ ὅτι τὴν Ἐρυθράν. Ἐπάγη γὰρ ὡς τοῖχος τὰ ὕδατα, καὶ διέβησαν οἱ λελυτρωμένοι, καὶ τῆς ἐν Αἰγύπτῳ θητείας ἀποδυσάμενοι τὸν ζυγόν. Τὸ ἐξερη‐ μώσω τὴν θάλασσαν, ἐνθάδε φησὶν, ἀντὶ τοῦ ξηρὰν αὐτὴν ἀπέφηνα. Θήσω δὲ καὶ ποταμοὺς ἐρήμους. Τὸ | |
30 | δέ γε Θήσω πάλιν ἀντὶ τοῦ Τέθεικα νοητέον. Ἔστησε γὰρ τὸν Ἰορδάνην, καὶ ὑδάτων ἔρημον ἀπέφηνεν αὐτὸν διαβιβάζοντος τοῦ Ἰησοῦ τὸν Ἰσραὴλ, καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσκομίζοντος. Εἰ δὲ δή φησιν ἀποξηρανθήσεσθαι ἐν τοῖς ὕδασιν ὄντας ἰχθύας, σύνες, | |
35 | ὅτι πρὸς δήλωσιν τοῦ εἰσάπαν κατεξηράνθαι τὸν Ἰορδάνην, παρελήφθη καὶ τοῦτο, τῆς οὕτω λαμπρᾶς, καὶ μεγάλης θαυματουργίας διαμνημονεύει λέγων καὶ ὁ θεσπέσιος Δαβὶδ ποτὲ μέν· «Τί ἐστί σοι, θά‐ λασσα, ὅτι ἔφυγες, καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς | |
40 | τὰ ὀπίσω;» ποτὲ δὲ πάλιν· «Εἴδοσάν σε ὕδατα ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν. Ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχου ὑδάτων.» Περὶ δὲ τοῦ Ἰορδάνου πάλιν ὧδέ φησι· Σὺ ἐξήρανας ποταμοὺς Ἡθὰμ, τοῦτ’ ἔστι, τοὺς ἐν τῷ νότῳ. Διαμέμνηται καὶ ἑτέρας θαυ‐ | |
45 | ματουργίας, καί φησιν, ὅτι Ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ· καὶ τὸ Ἐνδύσω πάλιν ἀντὶ τοῦ, ἐνέδυσα, νοητέον. Διαμεμνήμεθα γὰρ γεγραφότος τοῦ Μωσέως τοῦ πανσόφου, ὅτι τριήμερος, καὶ βαθὺς τῆς Αἰγυ‐ | |
70.1088(50) | πτίων χώρας κατεσκεδάσθη σκότος, ἠδίκησε δὲ παντελῶς οὐδὲν τοὺς ἐξ Ἰσραήλ. Ἦν γὰρ αὐτοῖς, καὶ ἡμέρα, καὶ φῶς. Παράδοξον δὲ καὶ τοῦτο, καὶ πέρα λόγου παντός. Ὅτε τοίνυν αὐτὸς, φησὶν, ἐκεῖνός εἰμι, καὶ ἐν σαρκὶ πεφηνὼς, ὁ πάλαι τὴν θάλασσαν | |
55 | ἐρημώσας, ἤτοι ξηρὰν ἀποφήνας, ἐργασάμενος δὲ τοῦτο καὶ εἰς ποταμοὺς, καὶ σκότῳ περιβαλὼν τὸν παμμεγέθη τοῦτον οὐρανὸν, καὶ διὰ πείρας αὐτῆς | |
καταστήσας ἐμφανὲς ὅτι τῶν ὅλων εἰμὶ Δεσπότης, ἀνήνυτον δὲ ταῖς δυνάμεσι ταῖς ἐμαῖς παντελῶς οὐδέν, | 1087 | |
70.1089 | πῶς οὐκ ἂν ὀφείλει γέλωτα, μᾶλλον δὲ δυσσεβείας ὑπομεῖναι γραφὴν, εἴπερ τις ἕλοιτο φρονεῖν τε καὶ λέγειν, οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον. Ἔθηκέ με πρωΐ· | |
5 | προσέθηκέ μοι ὠτίον ἀκούειν, καὶ ἡ παιδεία Κυ‐ ρίου ἀνοίγει μου τὰ ὦτα. Οὐκ ἀπίθανον εἴη ἂν, μᾶλλον δὲ τοῖς τῆς ὀρθότη‐ τος λόγοις οὐκ ἀπεοικὸς, τὸ ἐφαρμῶσαι τῷ χορῷ τῶν ἁγίων ἀποστόλων τὰς προκειμένας φωνὰς, ἤγουν | |
10 | ἄπασι τοῖς πιστεύσασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ σεσοφισμένοις διὰ τοῦ πνεύματος, καὶ τὸν παρ’ αὐτοῦ φωτισμὸν εἰς νοῦν, καὶ διάνοιαν ἐσχηκόσιν ἀμφιλαφῶς, οἳ καὶ ἐν μεθέξει γεγόνασι θείων χαρισμάτων, καὶ τῆς θεοπνεύστου Γραφῆς τὸ | |
15 | βάθος, καθαροῖς διανοίας ὄμμασιν ἴσχυσαν κατιδεῖν, εἴσω τε γεγόνασιν εὐζωΐας εὐαγγελικῆς εὐτεχνίας, καὶ συνέσεως ἁγιοπρεποῦς. Οὗτοι δὴ οὖν χαριστη‐ ρίους ᾠδὰς ἀνατείνοντες δεδόσθαι φασὶν ἐν ἑαυτοῖς γλῶσσαν παιδείας, τοῦτ’ ἔστι, τὸ εὐπαιδεύτως δύνα‐ | |
20 | σθαι λαλεῖν, καὶ ἀνεπιπλήκτως τὰ θεῖα διατρανοῦν μυστήρια, πηνίκα τε καὶ ὅπως προσήκει κεχρῆσθαι τοῖς τῆς παρακλήσεως λόγοις. Ὃ δὴ καὶ ἔπραττον οἱ θεσπέσιοι μαθηταὶ κατασωρεύσαντες μὲν εἰς νοῦν, καὶ καρδίαν, ὑγιᾶ καὶ ἀμώμητον τὴν τῆς εἰς Χριστὸν | |
25 | πίστεως γνῶσιν, ἑκάστῳ γε μὴν τῶν προσιόντων τοῖς θείοις κηρύγμασι τὸν αὐτῷ πρέποντα καὶ κατάλληλον προϊσχόμενοι λόγον. Τοῖς μὲν γὰρ ἔτι νηπίοις οἷον ἐν τάξει γάλακτος τὸν τῆς ἁπλῆς κατηχήσεως εὖ μάλα προσάγονται λόγον, τοῖς γε μὴν εἰς ἄνδρα τέλειον | |
30 | καταντήσασιν, ἀφιγμένοις δὲ καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ τὸν στερεὸν καὶ τροφι‐ μώτατον. Γλῶσσα δὴ οὖν αὕτη παιδείας, καὶ χάρι‐ σμα τοῦ γνῶναι, ἡνίκα δεῖ εἰπεῖν λόγον. Τεθεῖσθαι δὲ αὐτούς φασιν καὶ πρωΐ, τοῦτ’ ἔστιν, εἰς νοῦν, | |
35 | καὶ καρδίαν ἡμέρας διαύγασμα, ἔλλαμψιν θείου καὶ νοητοῦ φωτὸς ἀνατολὴν ἑωσφόρου. Καὶ τοῦτο πάλιν εἰσόμεθα τοῦ μακαρίου Παύλου γεγραφότος ὡδί· «Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ, ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν | |
40 | βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ ἐν τῷ φωτί.» Ο μὲν γὰρ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ διαυγάσαι τὸν φωτι‐ σμὸν ἐν αὐτοῖς τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ. Ἡμῖν δὲ ὁ τῆς δικαιοσύνης ἀνέσχεν ἥλιος, φωτὶ τῷ θείῳ | |
45 | περιαστράπτων τὸ νοῦν, ὥστε καὶ υἱοὺς ἡμᾶς φωτὸς καὶ ἡμέρας εἶναί τε καὶ ὀνομάζεσθαι. Εἶτά φησι, Προσ‐ έθηκέ μοι ὠτίον τοῦ ἀκούειν, καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα. Προσηκάμενοι γὰρ τὴν πίστιν τὴν εἰς Χριστὸν, καὶ τὸν παρ’ αὐτοῦ πλουτήσαντες φωτι‐ | |
70.1089(50) | σμὸν, ἐσχήκαμεν ὠτίου προσθήκην, τοῦτ’ ἔστιν, ἀκοῆς δύναμιν ἀσυνήθους, ἢ πάλαι. Ἰουδαῖοι μὲν γὰρ τὸν νόμον ἀναγινώσκοντες, οὐχ ὑπερτρέχουσι τὴν σκιὰν, ἀλλ’ ἐνιζάνουσι τοῖς τύποις ψιλοῖς τε καὶ μό‐ νοις. Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύ‐ | |
55 | ματος τοῦ Θεοῦ, καθὰ γέγραπται. Ἡμεῖς γὰρ τὸν νόμον παιδαγωγὸν εἶναι πιστεύοντες, ἡνίκα ἂν τὰ | |
διὰ Μωσέως εἰς οὖς δεξώμεθα, συνίεμεν ἑτέραις | 1089 | |
70.1092 | ἀκοαῖς αὐτὰ, μεθιστάντες τοὺς τύπους εἰς ἀλήθειαν, καὶ πνευματικῆς θεωρίας πρόφασιν ποιούμενοι τὴν σκιάν. Ἐσχήκαμεν οὖν ὠτίων προσθήκην. Ἡ γὰρ διὰ Χριστοῦ παιδεία, τοῦτ’ ἔστι, τὸ κήρυγμα τὸ εὐ‐ | |
5 | αγγελικὸν, καὶ ἡ δι’ αὐτοῦ μυσταγωγία, πνευματι‐ κῶς ἀναπείθει νοεῖν τὸν νόμον. Ἀνευρύνει ὥσπερ τὰ ὦτα τῶν πιστευσάντων εἰς αὐτὸν, οὐκ ἐχόντων τοῦτο τῶν ἐξ Ἰσραήλ. Ἔφη γοῦν ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πρὸς αὐτούς· «Ἐρευνᾶτε τὰς Γρα‐ | |
10 | φὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν αἰώνιον ἔχειν, καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε.» Γράφει δὲ περὶ αὐτῶν ὁ πάνσοφός τε καὶ θεσπέσιος Παῦλος, ὅτι «Ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρ‐ | |
15 | δίαν αὐτῶν κεῖται, μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ Ἰησοῦ Κυρίῳ ἡμῶν καὶ Λυτρωτῇ καταργεῖται.» | |
16t | ΛΟΓΟΣ Εʹ. | |
17 | Ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδ’ ἀντιλέγω. Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα | |
20 | ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, καὶ ὁ Κύριος ἐγε‐ νήθη βοηθός μου. Διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ’ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ, ὅτι ἐγγίζει ὁ δικαιώ‐ σας με. | |
25 | Διὰ τῶν ἤδη προανεγνωσμένων, ἤτουν προεξητα‐ σμένων, πλείστην ὅσην πεποίηται τῆς Ἰουδαίων ἀπειθείας τὴν καταβοήν. Ἔφη γὰρ ὅτι Ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων, παρεισβεβληκότος δὲ μεταξὺ τοῦ προσώπου τῶν προσ‐ | |
30 | ηκαμένων τὴν πίστιν, καὶ λέγοντος· Κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον, καὶ τὰ τούτοις ἐπενηνεγμένα, καὶ χαριστη‐ ρίους ἀνατεινάντων φωνάς. Εἰστρέχει πάλιν τὸ αὐτοῦ πρόσωπον τοῦ Χριστοῦ, τὴν ἰδίαν ὑπακοὴν ταῖς Ἰου‐ | |
35 | δαίων ἀπονοίαις ἀντιπαρατιθέναι σπουδάζοντος, ἵν’ ὁλοτρόπως αὐτοὺς θεομισεῖς ὄντας ἐλέγξῃ, γαῦρόν τε καὶ ἀπηνῆ τῷ καλοῦντι πρὸς σωτηρίαν ὑψοῦντας αὐ‐ χένα. Ἐγὼ μὲν γὰρ κέκληκα, φησὶ, καὶ οὐκ ἦν ὁ ὑπακούων. Ὀκνηροὶ γεγόνασι πρὸς εὐπείθειαν, βρα‐ | |
40 | δεῖς καὶ ἀσύνετοι παντελῶς εἴς γε τὸ χρῆναι νοεῖν τὸ τελοῦν εἰς ὄνησιν αὐτοῖς, καὶ τὰ δι’ ὧν ἦν εἰκὸς δια‐ δρᾶναι δύνασθαι, καὶ λίαν ἀμογητὶ, καὶ τῆς ἁμαρ‐ τίας τὴν τυραννίδα, καὶ τῆς διαβολικῆς σκαιότητος τὰς ἐπιβουλάς. Ἀλλ’ αὐτοὶ μὲν ἠπείθησαν, ἐγὼ δὲ οὐκ | |
45 | ἀπειθῶ. Ἐθελήσαντος γὰρ τοῦ Θεοῦ, καὶ Πατρὸς ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν ἐμοὶ, τά τε ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, καθῆκα πρὸς κένωσιν ἐμαυ‐ τὸν, καὶ ἐν τοῖς τῆς ἀνθρωπίνης πτωχείας καταπε‐ φοίτηκα μέτροις, ἄνθρωπος πεφηνὼς ἵνα ὑπήκοος | |
70.1092(50) | γένωμαι, καὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Δέδωκα τοίνυν τὸν νῶτόν μου εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα. Τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Ταυτὶ γὰρ αὐτῷ συνέβη παθεῖν, τῆς Ἰουδαίων ἀπαιδευσίας | |
55 | ἐμπαροινούσης αὐτῷ, καὶ Πιλάτου μὲν μάστιξι κατα‐ | |
ξαίνοντος, ἑνὸς δὲ τῶν ἀνοσίων ὑπηρετῶν ὑβρίσαντος, | 1091 | |
70.1093 | καὶ ῥαπίσαντος, καὶ κατεμπτυόντων ἑτέρων. Ἀλλ’ ἦν εἷς ὁ σκοπὸς τῷ πάσχοντι τὸ εἰς πέρας διεξαγαγεῖν τὸ ἀγαθὸν θέλημα τοῦ Πατρός. Καὶ γοῦν ἔφη που Χριστὸς, ὅτι «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα | |
5 | ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμ‐ ψαντός με Πατρός.» Τοῦτο δὲ τὸ θέλημά ἐστι τοῦ πέμψαντός με, «Ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπωλέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέ‐ ρᾳ.» Οὐκοῦν ὑπέρ γε τοῦ κατορθῶσαι τοῖς εἰς αὐτὸν | |
10 | πιστεύουσι τὴν ζωὴν, οὐχ ὕβρεις, οὐ μάστιγας, οὐκ ἐμπτυσμάτων πεῖραν ἀπόβλητον ἐποιήσατο, καίτοι Θεὸς ὢν φύσει, καὶ Κύριος ἀληθινός. Εἶτά φησιν ὡς ἄνθρωπος, Καὶ Κύριος βοηθός μου ἐγενήθη, διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ’ ἔθηκα τὸ πρόσωπόν μου ὡς | |
15 | στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ ὅτι ἐγγίζει ὁ δικαιώσας με. Διαλέγεται μὲν οὖν ἀνθρω‐ πίνως, ὡς ἔφην, καὶ κατ’ οὐδένα τρόπον ἀπεοικότως τοῖς τῆς κενώσεως μέτροις. Πλὴν ἔοικεν ὑπαινίττε‐ σθαι διὰ τούτων τῶν λόγων τὴν τοῖς λόγοις ἐγκατα‐ | |
20 | σκήψασαν δίκην, τῆς εἰς αὐτὸν δυσσεβείας ἕνεκα. Γέγονε γὰρ, φησὶ, Κύριος βοηθός μου. Ὅμοιον, ὡς εἰ λέγοι Δόντος μου τὸν νῶτον εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, πεπονθότος δὲ καὶ τὰ ἐπὶ τῷ σταυρῷ πάθη, γέγονε βοηθὸς ὁ Πατήρ. Ἐπ‐ | |
25 | ήμυνε γὰρ, καὶ οὐ συγκεχώρηκεν εἰς τὸ παντελὲς ἐντραπῆναι τὸν ἴδιον Υἱὸν, οὔτε μὴν καὶ καταισχυν‐ θῆναι. Τετιμώρηνται γὰρ, καὶ τῶν εἰς ἐμὲ πλημμε‐ λημάτων ἐκτετίκασι δίκας οἱ θεομαχῆσαι τολμήσαν‐ τες. Ἐπενεγκὼν δὲ ὅτι Ἐγγίζει ὁ δικαιώσας με, | |
30 | πάλιν ὑπέφηνεν ἀστείως, οὐκ εἰς μακρὰν, οὐδ’ εἰς ἀνάβλησιν τὰ τῆς δίκης δραμεῖται τῶν εἰς αὐτὸν πε‐ παρῳνηκότων, ἀλλ’ οἷον ἐγγὺς, καὶ κατὰ πόδας βα‐ διεῖται τῶν ἐγχειρημάτων. Δεδικαιῶσθαι δέ φαμεν τὸν Υἱὸν κατὰ τοιόνδε τινὰ τρόπον. Ἐπειδὴ γὰρ ὄντα δί‐ | |
35 | καιον, καὶ κατ’ οὐδένα τρόπον, ὡς ἔνοχον γεγονότα πταίσμασιν ἀποκτεῖναι τετολμήκασι, τετιμώρηνται, καθάπερ ἔφην, καὶ ἡ τῶν πεπονθότων κόλασις τὸ ἀνεύ‐ θυνον παντελῶς μεμαρτύρηκε τῷ παρ’ αὐτῶν ἀνοσίως ἐξυβρισμένῳ. Ἔφη τι τοιοῦτον ὁ Θεὸς καὶ Πατήρ | |
40 | «Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ.» Πλου‐ σίους δὲ καὶ πονηροὺς, τοὺς τῶν Ἰουδαίων καθηγη‐ τὰς ὀνομάζει. Φιλοχρηματίαν γὰρ νοσοῦντες ἐσχάτην, κατεκομίσθησαν δι’ αὐτῆς, εἰς τὴν ἐπ’ αὐτῷ πονηρίαν. Καίτοι γὰρ ἐπεγνωκότες αὐτὸν ἔφασκον· «Οὗτός ἐστιν ὁ κληρονόμος· Δεῦτε, ἀποκτείνωμεν, | |
45 | καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ.» Τίς ὁ κρινόμενός μοι; ἀντιστήτω ἅμα. Τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι. Ὅτι μὲν δίκαιος, καὶ ἀθῶος ὢν παντελῶς· οὐ γὰρ ἐποίησεν ἁμαρτίας· τὰς ἐκ τῶν Ἰουδαίων ὑπέστη | |
70.1093(50) | παροινίας, πιστώσεται λέγων καὶ αὐτὸς ὁ θεσπέσιος προφήτης περὶ αὐτοῦ· «Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ.» Καὶ πάλιν ὡς ἐκ προσώπου τῶν Ἰουδαίων περὶ αὐτοῦ· «Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι.» Καὶ αὐτὸ | |
55 | δὲ τὸ χρῆμα διαβοήσειεν ἄν. Τὴν γάρ τοι θείαν, καὶ | |
ἀκήρατον τοῦ λόγου φύσιν, πῶς ἦν ἐφικτὸν ἁμαρ‐ | 1093 | |
70.1096 | τῆσαι τοῦ πρέποντός τε καὶ ἐοικότος αὐτῇ, καὶ μῶ‐ μον ὑποστῆναι πλημμελήματος; Εἴρηται γοῦν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι «Ἁμαρ‐ τίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι | |
5 | αὐτοῦ.» Οὐκοῦν ἐπειδήπερ ἀθῶον ἑαυτὸν ὄντα, καὶ δίκαιόν φησιν, ὑπομεῖναι τὰς ἐκ τῆς Ἰουδαίων Συν‐ αγωγῆς ἐπιβουλὰς, ἀναγκαίως τούτοις οὐκ εἰδόσιν αὐτοῦ τὸ εἰσάπαν εἰλικρινὲς ἢ τάχα που, καὶ οἰηθεῖ‐ σιν, ὅτι πέπρακταί τι τῶν ἀτόπων αὐτῷ, πέπονθε δὲ, | |
10 | καὶ ἐν δίκῃ, τὰ ἐπὶ τῷ σταυρῷ, προσδιαλέγεται, καί φησι· Τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι ἄμα. Ἔοικε τούτῳ τὸ παρ’ αὐτοῦ τοῦ Χριστοῦ σαφῶς εἰ‐ ρημένον τοῖς Γραμματεῦσι, καὶ Φαρισαίοις· «Τίς ἐξ ὑμῶν ἐλέγξει με περὶ ἁμαρτίας; Εἰ ἀλήθειαν | |
15 | λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;» Καίτοι γὰρ γεγονὼς καθ’ ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τὴν κατὰ πᾶν ὁτιοῦν ὁμοίωσιν ὑποδὺς, κατ’ αὐτὸ δὴ οὖν τουτὶ καὶ μόνον ἐπέκεινα τῆς καθ’ ἡμᾶς φύσεως γενέσθαι πεπίστευται. Ὑποκειμένου γὰρ ἀνθρώπου | |
20 | παντὸς πταίσμασί τε καὶ πλημμελήμασι, καὶ οὐδε‐ νὸς τὸ παράπαν ἀμώμητον ὁλοτρόπως ἐσχηκότος τὴν ζωήν· μόνος αὐτὸς, καὶ ὅτε γέγονεν ἄνθρωπος τὸ θεοπρεπὲς ἀξίωμα τετήρηκεν ἑαυτῷ. Θεοῦ γὰρ φύσις τοῦ πλημμελεῖν ἐπέκεινα νοοῖτο ἂν εἰκότως. Τοιγα‐ | |
25 | ροῦν καὶ ἔφασκεν, ὅτι «Ἔρχεται ὁ ἄρχων τοῦ κό‐ σμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.» Ὁ γὰρ γενόμενος καθ’ ἡμᾶς, ἵνα ἡμᾶς ἐξέληται τῶν τῆς ἁμαρτίας βρόχων, πῶς ἂν αὐτὸς ἥλω μεθ’ ἡμῶν, ἢ πῶς γέγονεν ὑπὸ μῶμον καὶ γραφὴν, ὁ γραφῆς | |
30 | ἀπαλλάττων καὶ μώμου πάντας τοὺς πιστεύσαν‐ τας εἰς αὐτόν; «Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατα‐ κρίνων;» Ἰδοὺ Κύριος βοηθεῖ μοι· τίς κακώσει με; Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς | |
35 | σὴς καταφάγεται ὑμᾶς. Δύο κατὰ ταυτὸν διδάξαι βούλεται χρήσιμά τε καὶ ἀναγκαῖα τοὺς τὸν δυσσεβῆ, καὶ ἄδικον κατ’ αὐ‐ τοῦ νοσήσαντας φθόνον. Πρῶτον μὲν ὅτι πάντη τε καὶ πάντως ἀπρακτήσειεν ἂν ἡ κατ’ αὐτοῦ σκέψις, καὶ | |
40 | τὸ μιαιφόνον ἐγχείρημα. Εἶτα ὅτι πικράς τε καὶ ἀφορήτους τῶν εἰς αὐτὸν πεπλημμεληκότων πρα‐ χθήσονται δίκας· ᾠήθησαν μὲν γὰρ δύνασθαι θανάτῳ περιβαλεῖν ἀρχηγὸν ὄντα ζωῆς τὸν Κύριον. Ἀλλ’ ὡς ὁ Ψάλλων φησὶν, «Ἐβουλεύσαντο βουλὴν, ἣν οὐ μὴ | |
45 | δύνωνται στῆσαι.» Καὶ γὰρ ἦν ἀμήχανον ζωὴν ὄντα αὐτὸν κρατεῖσθαι θανάτου. Ἐγήγερται οὖν τῇ δυνά‐ μει τοῦ Θεοῦ καὶ Πατρὸς, καθὰ γέγραπται, καὶ οὐκ ἀτονήσας αὐτὸς, καθὸ νοεῖται Λόγος καὶ Θεὸς, εἴς γε τὸ δύνασθαί φημι τῆς ἑαυτοῦ σαρκὸς ἀποσοβῆσαι τὴν | |
70.1096(50) | φθορὰν, ἀλλ’ ὅτι γέγονεν ἄνθρωπος, καὶ τοῦτο δέχε‐ σθαι δοκῶν παρὰ τοῦ Πατρός. Πάντα γὰρ ἀνθρώπῳ θεόσδοτα. Ὅτι γὰρ ὁ Θεὸς, καὶ Πατὴρ δι’ αὐτοῦ κατήργηκε τὸ τοῦ θανάτου κράτος, διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, σαφὲς ἂν γένοιτο λέγοντος αὐτοῦ | |
55 | ταῖς τῶν Ἰουδαίων ἀγέλαις· «Λύσατε τὸν ναὸν τοῦ‐ τον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Ἐπειδὴ δὲ | |
τὰ ὑπὲρ ἀνθρώπου χεῖρά τε καὶ φύσιν, ἔθος αὐτῷ | 1095 | |
70.1097 | τῳ προσώπῳ τοῦ Πατρὸς ἀνατιθέναι μᾶλλον, ταύ‐ τῃτοι κἀνθάδε φησὶν ἀνθρωπίνως· Ἰδοὺ Κύριος βοη‐ θεῖ μοι, τίς κακώσει με; Ἐπαμύνοντος γὰρ, φησὶ, τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ πᾶσαν ὑμῶν ἐπήρειαν | |
5 | ἀφανίζοντος, καὶ τὴν ἐμὴν ἱστῶντος δόξαν, τίς ἔσται τοσοῦτος ἐν ὑμῖν, ὡς ἀντιτάξασθαι τῇ ἀνικήτῳ βουλῇ, καὶ κακῶσαι δύνασθαι τὸν παρ’ αὐτοῦ βοηθούμενον; Οὐκοῦν εἴπερ τινὲς ἦσαν νουνεχεῖς οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι, ἀπέσχοντο ἂν τῶν κατ’ αὐτοῦ σκεμ‐ | |
10 | μάτων τε καὶ ἐπιχειρημάτων, διὰ προφητῶν τῶν ἁγίων προεγνωκότες, ὡς οὐκ ἂν ἰσχύσειαν ἀδικῆσαι Χριστὸν Θεὸν ὄντα, καὶ Κύριον, καὶ Υἱὸν ἀληθινὸν τοῦ Πατρός· αὐτοὶ δὴ μᾶλλον τὴν κατά γε σφῶν αὐ‐ τῶν δεινήν τε καὶ τομωτάτην ἕλκουσι δίκην. Καὶ | |
15 | τοῦτο διδάσκει προσεπενεγκών· Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς, τοῦτ’ ἔστιν, εἰς παλαίωσιν, καὶ σῆψιν, καὶ εἰς ἀφανισμὸν οἰχήσεσθε, πολλοῖς καὶ ἀφύκτοις ἐντε‐ τηγμένοι κακοῖς, καὶ οἷον σητὸς δίκην ἐκδαπανώσης | |
20 | ὑμᾶς ἀνηκέστου συμφορᾶς. Τοῦτο πάλιν καὶ ἑτέ‐ ρωθί πού φησιν ὁ προφήτης Ἡσαΐας· «Τί ἔτι πλη‐ γῆτε προστιθέντες ἁμαρτίας; Πᾶσα κεφαλὴ εἰς πό‐ νον, καὶ πᾶσα καρδία εἰς λύπην· ἀπὸ ποδῶν ἕως κεφα‐ λῆς, [οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία,] οὔτε τραῦμα, οὔτε | |
25 | μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν, καὶ ἠρή‐ μωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων.» Ἱκανὴ | |
30 | σφόδρα, καὶ τῶν οὕτως ἀπευκτῶν ἡ παῤῥησιὸς ἠρεμεῖν ἀναπεῖσαι τοὺς Ἰουδαίους, καὶ κατὰ μηδένα τρόπον προσκρούειν ἑλέσθαι Θεῷ, εἴπερ ἔμελλεν, ὡς ἔφην, ἀπρακτήσειν μὲν αὐτῶν ἡ ἐπιβουλὴ, τῶν δὲ ἀνηνύ‐ των ἐπιχειρημάτων αὐτοὶ πραχθήσεσθαι δίκας, καὶ | |
35 | εἰς ὄλεθρον καὶ ἀπώλειαν πεσεῖσθαι παντελῆ. Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ἀκου‐ σάτω τῆς φωνῆς τοῦ Παιδὸς αὐτοῦ. Ὡς ἱμάτιον παλαιωθήσεσθαι λέγων τοὺς, οἵπερ ἂν ἕλοιντο πονεῖν ἀνηνύτως, καὶ ταῖς παρ’ αὐτοῦ παρ‐ | |
40 | οινίαις ἐντρυφᾷν (ἔφη γὰρ, Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς κατα‐ φάγεται ὑμᾶς), προτείνει λοιπὸν τοῖς ἐπιεικέσι τὴν φιλανθρωπίαν, καὶ τὴν τῆς σωτηρίας αὐτοῖς κα‐ ταδείκνυσι τρίβον· πλεῖστοι γὰρ ὅσοι πεπιστεύκασι | |
45 | τῶν ἐξ Ἰσραὴλ, καθὼς καὶ ἐν ταῖς Πράξεσι τῶν ἀπο‐ στόλων διηγορεύθη σαφῶς. Σέσωσται γὰρ τὸ κατά‐ λειμμα, οὗ καὶ πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί. Οὐκοῦν τοῖς ἑτοι‐ μοτέροις πρὸς πίστιν τὰ ἐξ ἡμερότητος προΐσχεται | |
70.1097(50) | λέγων· Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ἀκου‐ σάτω τῆς φωνῆς τοῦ Παιδὸς αὐτοῦ. Ἑαυτὸν δὲ παῖδα Θεοῦ λέγων ἐφίησι νοεῖν, ὅτι καὶ ἄνθρωπος γεγονὼς Υἱός ἐστιν ἀληθινὸς τοῦ Θεοῦ καὶ Πατρός. Καὶ τὸ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ οὐ νόμου παράβασις ἦν, | |
55 | ἀλλὰ βεβαίωσις νόμου, διὰ τύπου καὶ σκιᾶς προανα‐ γράφοντος τὴν ἀλήθειαν, ἥτις ἐστὶν ὁ Χριστὸς καὶ | |
τὰ αὐτοῦ θεσπίσματα. Ταύτῃτοι καὶ ὁ πάνσοφος | 1097 | |
70.1100 | Παῦλος ἐπιστέλλει, καί φησι· «Νόμον οὖν καταρ‐ γοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ἱστῶμεν. Γέγραπται γὰρ, ὅτι Ὁ δίκαιός μου ἐκ πί‐ στεως ζήσεται.» Καὶ ἦν καὶ νόμου καὶ προφητῶν | |
5 | τὸ πέρας τὸ Χριστοῦ μυστήριον, δικαιοῦν ἐν πίστει τὸν ἀσεβῆ, καὶ ἀπαλλάττον αἰτιαμάτων τοὺς ταῖς σφῶν αὐτῶν πλημμελείαις ἐνισχημένους. Οὐκοῦν τὸ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ, δηλονότι τοῦ Χριστοῦ, τοῦτό ἐστι τὸ παραδέξασθαι τὸ εὐαγγελικὸν καὶ | |
10 | σωτήριον κήρυγμα, νόμου βεβαίωσις ἦν· ὅτι δὲ θε‐ λητόν ἐστι τῷ Θεῷ καὶ Πατρὶ τὸ ταῖς τοῦ Υἱοῦ παιδαγωγεῖσθαι φωναῖς τοὺς ἐπὶ τῆς γῆς, καταδεί‐ ξειεν ἂν τοῖς νουνεχεστέροις τῶν εὐαγγελικῶν Γραμ‐ μάτων ἡ δύναμις. Μετεμορφώθη μὲν γὰρ ἐν τῷ ὄρει | |
15 | Χριστὸς, ἔλαμψε δὲ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς· ὤφθησαν δὲ Μωσῆς καὶ Ἡλίας συλλαλοῦντες μετ’ ἀλλήλων· εἶτα φωνὴ γέγονε τοῦ Θεοῦ καὶ Πατρὸς, τοῖς ἁγίοις ἀποστόλοις παρεγγυῶντος καὶ λέγοντος· | |
20 | «Οὗτός ἐστί μου ὁ Υἱὸς ὁ ἀγαπητὸς, ἀκούετε αὐτοῦ.» Εἴ τις οὖν ἄρα ἐστὶ, φησὶ, τὸν τοῦ Θεοῦ φόβον εἰς νοῦν ἔχων, καὶ ὥσπερ τινὰ θησαυρὸν κατακρύψας ἐν ἑαυτῷ, ἀκουσάτω τῆς φωνῆς τοῦ Παιδὸς αὐτοῦ. Ἔστι δὲ, ὡς ἔφην, τὸ εὐαγγελικὸν καὶ θεσπέσιον κήρυγμα | |
25 | καλοῦν εἰς λύτρωσιν τὴν διὰ πίστεως τῆς ἐν Χριστῷ, καὶ εἰς εὐαγῆ πολιτείαν, καὶ πολὺ τῆς ἐν νόμῳ προφε‐ ρεστέρα[ν]. Ἡ μὲν γὰρ ἦν, ὡς ἔφην, ἐν σκιαῖς, ἡ δὲ λαμπρὰν ἔχει καὶ ἐκφανῆ τὴν ἀλήθειαν. Οἱ πορευόμενοι ἐν σκότει, οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀν‐ τιστηρίσασθε ἐπὶ τῷ Κυρίῳ. | |
30 | Οἱ τῶν ἰατρῶν εὐτεχνέστατοι τοῖς δηκτικοῖς τῶν φαρμάκων ἐπιπλέκουσιν ἔσθ’ ὅτε καὶ τὰς ἐκ τῶν ἠπίων ἐπικουρίας, μονονουχὶ καταγοητεύοντες τὴν ἀπηνῆ καὶ ἀγριωτέραν ὀδύνην. Τοιοῦτόν τι καὶ νῦν πεπραχότα εὑρίσκομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν | |
35 | Χριστόν. Ἐλέγχει μὲν γὰρ ὡς ἐν σκότῳ βαδίζοντας, καὶ οἷον ἀχλύϊ κεκρατημένους, καὶ φωτὸς ὁλοτρόπως ἐστερημένους, δῆλον δὲ ὅτι τοῦ θείου καὶ νοητοῦ, ποιουμένους δὲ καὶ τὰς τροχιὰς ἐπ’ οὐδενὶ μὲν τῶν τελούντων εἰς σωτηρίαν, ἤγουν εἰς ὄνησιν αὐτοῖς, ἐπ’ | |
40 | ἐκείνοις δὲ μᾶλλον, ἅπερ ἂν εὐκόλως αὐτοὺς εἰς τὸ τῆς ἀπωλείας κατώθησε βάραθρον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ὀρθοποδεῖν δύνασθαι τοὺς ἐν σκότῳ ποτέ· καταφέρονται γὰρ, κἂν εὑρεθείη που βόθρος, κἂν εἰ λίθοι διεῤῥιμμένοι, προσπταίουσιν ἀφυλάκτοις αὐτοῖς. | |
45 | Ὑμῖν τοιγαροῦν, φησὶ, προτείνω τὰς νουθεσίας τοῖς ἐν σκότῳ πορευομένοις, καὶ τὸ παρ’ ἐμοῦ φῶς ἀσυν‐ έτως οὐ προσιεμένοις.» Πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ. «Ἐπειδὴ γὰρ, ἐκ πολλῆς ἄγαν ἀβελτηρίας, οἱ τῶν Ἰουδαίων | |
70.1100(50) | δῆμοι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ὁρῶντες ἐν εἴδει τῷ καθ’ ἡμᾶς, τοῦτ’ ἔστι γενόμενον ἄνθρωπον, οὐ συνίεσαν μὲν τὸ ἐπ’ αὐτῷ μυστήριον, ἀσυνετοῦντες δὲ πλεισταχοῦ παλιμφήμοις ἐλύπουν φωναῖς, ποτὲ μὲν Σαμαρείτην καὶ μέθυσον ὀνομάζοντες, ποτὲ δὲ | |
55 | καὶ ζήλῳ πεπλανημένῳ καταθηγόμενοι πρὸς ὄργας (ἔφασκον γάρ· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομεν | |
σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, | 1099 | |
70.1101 | ποιεῖς σεαυτὸν Θεόν.») Ἀναγκαίως, καθάπερ ἔφην, ἀρτίως ἄνθρωπος γεγονὼς, ἐναργῆ καθίστησιν αὐτοῖς τὴν ὑπερτενῆ καὶ θεοπρεπεστάτην αὐτοῦ δόξαν τε καὶ δύναμιν, καὶ τοῦ μικρὰ φρονεῖν ἐπ’ αὐτῷ βού‐ | |
5 | λεσθαί τινας ἀποκομίζει, λέγων· Πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ· ἐναργέστατα δὴ οὖν ἑαυτὸν Κύριον καὶ Θεὸν εἶναί φησιν, ἀποκομίζων, ὡς ἔφην, τοῦ χαμαιπετῆ καὶ κατεῤῥιμμένα τινὰ περὶ αὐτοῦ βούλεσθαι φρονεῖν | |
10 | τε καὶ λέγειν. Καύχημα δὲ τοῖς τὴν πίστιν εἰσδεξα‐ μένοις, τὸ ἐπ’ αὐτῷ πεποιθέναι, καὶ ῥάβδον ποιεῖ‐ σθαι καὶ στήριγμα. Ἀνέχει γὰρ πάντα πρὸς τὸ εἶναι καλῶς. Καὶ τοῦτο, οἶμαι, διδάσκει λέγων ὁ θεσπέσιος Μελῳδὸς πρὸς τὸν τῶν ὅλων Πατέρα καὶ Θεόν· «Ἡ | |
15 | ῥάβδος καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.» Εὐόλισθος μὲν γὰρ ὁ ἀνθρώπινος νοῦς πρὸς τὰ ἐν τῷ‐ δε τῷ κόσμῳ πράγματα, καὶ πολὺ διανένευκεν εἰς ἐκτόπους ἡδονὰς καὶ φιλοσαρκίας· δεῖται δὲ ἀεὶ τοῦ σώζοντος, καὶ νέμοντος χεῖρα σωτήριον, ὥστε | |
20 | καὶ λέγειν τοὺς ἐν μεθέξει γεγονότας τῆς ἐπικου‐ ρίας· «Ἔστησεν ἐπὶ πέτρας τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.» Ὅτι δὲ σκότῳ καὶ ἀχλύϊ ἐμβέβλητο τῶν Ἰουδαίων ὁ νοῦς, ἐκ τῶν ἱερῶν Γραμμάτων ἔνεστιν ἰδεῖν. Ὁ μὲν γὰρ πάνσοφος Παῦ‐ | |
25 | λος, «Ὁ Θεὸς τοῦ αἰῶνος τούτου, φησὶν, ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ.» Ὁ δέ γε θεσπέσιος προφήτης Ἡσαΐας περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ὧδέ πή φησιν· «Ὑπομεινάντων | |
30 | αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγήν· ἐν ἀωρίᾳ περιεπάτησαν.» Αὐτὸς δὲ Χριστὸς πρὸς τὸ φῶς αὐτοὺς ἐκάλει, λέγων· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἐμοὶ ἀκολουθῶν οὐ μὴ περιπατήσει ἐν τῇ σκοτ[ε]ίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.» Ἄραρε δὴ | |
35 | οὖν, καὶ ἔστιν ἀληθὲς, ὅτι τοῖς οὐχ ἑλομένοις ἀκολουθεῖν αὐτῷ πάντη τε καὶ πάντως ἕψεται ὡς ἐν νυκτὶ καὶ σκότῳ πορεύεσθαι. Ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, καὶ κατισχύ‐ σατε φλόγα. Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε. Δι’ ἐμὲ ἐγένετο ταῦτα | |
40 | ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε. Παραδείκνυσί τε καὶ ἕτερον αὐτοίς, ὅπερ ἦν εἰκὸς ἀμογητὶ δύνασθαι μεθιστᾷν αὐτοὺς εἴς γε τὸ δεῖν ἑλέσθαι φρονεῖν ὀρθά. Αἱ γάρ τοι τῶν κολάσεων μνῆμαι, καὶ τὸν ἀπειθῆ καὶ κατεσκληκότα νοῦν τοῖς | |
45 | ἐπωφελέσι δείμασιν, οἱονεί πως εὐαφῆ καὶ εὐήνιον ἀπο‐ φαίνουσι. Φησὶ τοιγαροῦν, ὅτι πῦρ ἀνακαίουσι καθ’ ἑαυτῶν οἳ κατισχύουσι φλόγα. Προσκρούοντες γὰρ διὰ μακρᾶς ἀπειθείας, καὶ ἀνουθέτητον οὕτω καρδίαν ἐθέλοντες ἔχειν, ἐγείρουσι καθ’ ἑαυτῶν τὴν ἄσβεστον | |
70.1101(50) | φλόγα, τὴν τῆς κολάσεως δηλονότι. Τὴν ἴσην ἔχει διάνοιαν τοῖς προκειμένοις καὶ τὸ παρ’ αὐτοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ σαφῶς εἰρημένον· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται. Ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ | |
55 | ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ.» Τί γὰρ ἕτερόν ἐστι τὸ κρίνεσθαι, πλὴν ὅτι τὸ εἰς φλόγα πεσεῖν, καὶ εἰς τὸ | |
πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ | 1101 | |
70.1104 | τοῖς ἀγγέλοις αὐτοῦ; Προσθεὶς δὲ ἔτι τὸ, Κατισχύετε φλόγα, νοεῖν ἐφίησί τε δριμύ τε καὶ ἀληθές. Οἱ μὲν γὰρ ὕλας ἐπιτιθέντες πυρὶ κατεμπιπρᾶσθαι δυνα‐ μένας, κατισχύουσιν αὐτό. Μαίνεται μὲν γὰρ ἐν | |
5 | πολλαῖς ὕλαις ἡ φλὸξ, ἀτονεῖ δέ πως οὐκ εὐποροῦσα πολλῶν. Ἰουδαῖοι τοιγαροῦν πῦρ μὲν ἐξέκαυσαν καθ’ ἑαυτῶν, ἀποκτείναντες μὲν τοὺς προφήτας, καὶ λιθο‐ βολήσαντες τοὺς ἀπεσταλμένους, κατισχύσαν[τες] δὲ τὴν ἑαυτῶν φλόγα προσεπενεγκόντες τοῖς προλαβοῦ‐ | |
10 | σιν ἐγκλήμασι τὰς κατὰ Χριστοῦ παροινίας. Προστε‐ θείκασι γὰρ τοῖς οἰκέταις τὸν Υἱὸν, καὶ τὸν ἀρχηγὸν τῆς ζωῆς τό γε ἧκον εἰς ἑαυτοὺς ἀπεκτόνασιν, εἰ καὶ ἀνεβίω Θεὸς ὢν καὶ ζωή. Ἐπειδὴ δὲ τὴν διὰ Χριστοῦ παίδευσιν οὐ προσήκαντο, ταῖς τοῦ νόμου σκιαῖς ἐμ‐ | |
15 | μένοντες· ταύτῃτοι, καὶ μάλα εἰκότως, ὡς φῶς μὲν ἔχειν οἰομένους τὸ ἀπὸ τοὺ νόμου, οὐ μὴν καὶ ἔχον‐ τας ἀληθῶς, τῆς πρὸς αὐτὸν οἰκειότητος ἀποπέμπε‐ ται, λέγων· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε. Οὐ γὰρ φῶς ἦν αὐτοῖς, ἀλλὰ | |
20 | τὸ δοκεῖν εἰδέναι τὸν νόμον, μὴ μὴν ἔτι προσίεσθαι θέλειν τὰ διὰ Χριστοῦ, πυρὸς αὐτοῖς καὶ φλογὸς γέ‐ γονε πρόξενον. Ὅτι γὰρ ἐκτετίκασι δίκας τῆς εἰς Χριστὸν παροινίας μετὰ τοῦ καὶ ἐναποβιῶναι ταῖς ἁμαρτίαις ἐνισχημένους, καθίστησιν ἐναργὲς προσ‐ | |
25 | επενεγκών· Δι’ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν. Ἐν λύπῃ κοιμηθήσεσθε. Ποῖα ταῦτα; Πεπόρθηται γὰρ αὐτῶν ἡ χώρα, κακοί τε κακῶς ἀπολώλασι, καὶ ἥλω μὲν ἡ ἁγία πόλις, καὶ πέπτωκεν ὑπὸ χεῖρας ἐχθρῶν, κατ‐ επρήσθη δὲ καὶ αὐτὸς ὁ νεὼς, ἐκοιμήθησαν δὲ καὶ ἐν | |
30 | λύπῃ. Οἱ γὰρ τελευτῶντες ἀπερικάθαρτοι, καὶ τὴν διὰ Χριστοῦ λύτρωσιν οὐκ ἀξιωθέντες ἑλεῖν, οὐκ ἐν ἐλ‐ πίδι γερῶν καὶ θυμηδίᾳ πνευματικῇ, ἀλλ’ ἐν φόβῳ κολάσεων καὶ ἐν λύπῃ δι’ αὐτὰς κοιμηθήσονται. Ἀκούσατέ μου, οἱ διώκοντες τὸ δίκαιον, καὶ | |
35 | ζητοῦντες τὸν Κύριον. Ἐμβλέψατε εἰς τὴν στε‐ ρεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βό‐ θυνον τοῦ λάκκου, ὃν ὠρύξατε. Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶς, ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν, | |
40 | καὶ εὐλόγησα αὐτὸν, καὶ ἠγάπησα αὐτὸν, καὶ ἐπλήθυνα αὐτόν. Κατονειδίσας ἀρκούντως τοῖς ἀπεσκληκόσι τὸ ἀληθὲς, καὶ τὴν συμβησομένην αὐτοῖς κόλασιν ἐναρ‐ γῆ καταστήσας, εἰ μὴ ἕλοιντο τοῖς εὐαγγελικοῖς κατ‐ | |
45 | ακολουθεῖν θεσπίσμασιν, ἐπιμένουσι γαῦρόν τε καὶ ἀπηνῆ τὸν τῆς ἑαυτῶν διανοίας ἀνατείναντες αὐχένα, μεθίστησιν ἐπὶ καιροῦ τοὺς τῆς παραινέσεως λόγους ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ πιστεύσαντας. Οὐ γὰρ εἰσάπαν ἀπόλωλε τὸ τῶν Ἰουδαίων ἔθνος, σέσωσται | |
70.1104(50) | δὲ τὸ κατάλειμμα κατὰ τὴν τοῦ προφήτου φωνήν. Καὶ γοῦν, ὡς ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων γέγραπται, πλεῖστοι παρεδέξαντο τὸν περὶ Χριστοῦ λόγον, ἐπέγνωσαν τὴν ἐπιφάνειαν τῆς δόξης αὐτοῦ. Τούτοις οὖν ἄρα προσδιαλέγεται, καί φησιν· Ἀκού‐ | |
55 | σατέ μου, οἱ διώκοντες δίκαιον, καὶ ζητοῦντες τὸν Κύριον. Τὸ δίκαιον δέ φησιν ἀντὶ τοῦ, τὴν δικαιοσύ‐ νην, δῆλον δὲ ὅτι τὴν διὰ Χριστοῦ, τὴν διά γε, φημι, τῆς εἰς αὐτὸν πίστεως, δικαιούσης τὸν ἀσεβῆ, καὶ ῥύπου | |
παντὸς ἀπαλλαττούσης τοὺς μεμολυσμένους, καὶ | 1103 | |
70.1105 | ἁγιαζούσης ἐν Πνεύματι, καὶ τὸ λαμπρὸν τῆς υἱοθε‐ σίας περιποιούσης καύχημα. Διώκουσι δὲ τὸ δίκαιον, οὐχ ὡς ἐλαύνοντες αὐτὸ, καὶ τῆς ἑαυτῶν ἀποστή‐ σαντες διανοίας, ἀλλ’ ὡς ἐπ’ αὐτὸ τρέχοντες, ἵνα καὶ | |
5 | καταλάβωσι. Τοιοῦτόν τι καὶ ὁ θεσπέσιος ἔφη Δαβίδ· «Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν.» Ἤγουν καὶ κατ’ ἐκεῖνο νοήσεις, ὃ ἐνήνεκται λέγων παρ’ ἑνὶ τῶν ἁγίων προφητῶν· Ἐν τίνι καταλάβω τὸν Κύριον, ἀντιλήψομαι Θεοῦ μου ὑψίστου; Διώκουσι τοίνυν τὸ | |
10 | δίκαιον, ὡς ἔφην, ἵνα εὑρόντες ἁρπάσωσιν. Οὗτοι δ’ ἂν εἶεν οἱ καὶ αὐτὸν ζητοῦντες τὸν Κύριον, τοῦτ’ ἔστι τὸν Χριστόν. Εὑρίσκουσι γὰρ διὰ πίστεως, καλοῦντος εἰς τοῦτο αὐτοὺς τοῦ Θεοῦ καὶ Πατρός. Καὶ γοῦν ἔφη που Χριστὸς τοῖς Ἰουδαίων δήμοις· | |
15 | «Μὴ γογγύζετε μετ’ ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ, ὁ πέμψας με, ἑλκύσῃ αὐτόν.» Πλὴν ἐκεῖνο ἄθρει· Προσδιαλέγεται ὁ Θεὸς οὐ πᾶσιν ἁπλῶς, ἐκείνοις δὲ μᾶλλον οἵπερ ἂν εἶεν διώκοντες μὲν τὸ δίκαιον, ζητοῦντες δὲ καὶ αὐτὸν, | |
20 | κατά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους. Οὐκ‐ οῦν θεοδίδακτοι πάντες εἰσὶν οἱ διὰ πίστεως τῆς ἐν Χριστῷ κεκλημένοι πρὸς ἐπίγνωσιν ἀληθείας. Τί δ’ ἂν βούλοιτο δηλοῦν καὶ τῶν ἐννοιῶν ἡ δύναμις, ἐροῦμεν ὡς ἔνι. Πλείστη μὲν γὰρ ὅση τις ἦν τῶν | |
25 | Ἰουδαίων πληθὺς, ὀλιγοστοὶ δὲ παντελῶς οἱ ἐξ αὐτῶν πιστεύσαντες. Πλὴν ὅτι προβήσονται κατὰ καιροὺς οἱ πιστεύσαντες εἰς ἀριθμοῦ κρείττονα πληθὺν, προσ‐ ενηνεγμένων τοῖς ἐκ περιτομῆς καὶ τῆς καλουμένης ἀκροβυστίας, τοῦτ’ ἔστι τῶν ἐθνῶν, Θεοῦ συλλέ‐ | |
30 | γοντος, πειρᾶται πληροφορεῖν, εἰς παράδειγμα τοῦ πράγματος, ἤγουν εἰς βεβαίωσιν ἐλπίδος τῆς εἰς τοῦτο λαβὼν τὸν θεσπέσιον Ἀβραὰμ, καὶ σὺν αὐτῷ τὴν Σάῤῥαν. Ῥίζα γὰρ γεγόνασι τοῦ παντὸς ἔθνους, καίτοι πρεσβυτικὴν καὶ ὑπέρωρον ἔχοντες ἡλικίαν, | |
35 | καὶ οὐκ ἐν ἐλπίσιν ἔτι τοῦ δύνασθαι τεκεῖν. Ὁ μὲν γὰρ ἑκατὸν ἐτῶν ἦν, ἡ δὲ στεῖρά τε καὶ ἄτεξ. Ἐπειδὴ δὲ Θεῷ δυσήνυτον οὐδὲν, λεῖα δὲ πάντα καὶ εὐήλατα, γεγόνασιν ἀρχὴ καὶ ῥίζα πληθύος ἀνθρώ‐ πων φιλονεικούσης τοῖς ἄστροις. Εἴρηται γάρ που | |
40 | πρὸς τὸν θεσπέσιον Ἀβραὰμ, ἀναβλέψαι μὲν εἰς τοὺς ἀστέρας, πιστεῦσαι δὲ ὅτι τοῖς ὁρωμένοις ἰσάριθμον ἔσται τὸ σπέρμα αὐτοῦ. Ὅτι δὲ οὐ κατά γε τὸν τῆς ἀνθρωπίνης φύσεως νόμον ἐκτέτοκεν ἡ Σάῤῥα, καὶ πατὴρ γέγονε παιδὸς ὁ θεσπέσιος Ἀβραὰμ, ὑπέργη‐ | |
45 | ρως ἤδη καὶ ἀφηβηκὼς ἄνθρωπος, δύο δέχεται παραδείγματα· πέτραν τε στερεὰν λατομουμένην, καὶ βαθὺν λάκκον ὀρωρυγμένον. Ὥσπερ γάρ ἐστι τῶν ἄγαν δυσχερεστάτων τὰ ἐκ πέτρας στερεᾶς τε καὶ ἀπηνοῦς λιθοτομεῖν δύνασθαι, καὶ φρέαρ ὀρύξαι | |
70.1105(50) | βαθύ· κατὰ τὸν ἴσον, οἶμαι, τρόπον, οὐκ εὐήλατον εἴη, μᾶλλόν τε καὶ ἀμήχανον τὸ ἐκ πρεσβύτου καὶ στείρας ἐκφῦναι τέκνον. Πλὴν τετέλεσται παραδόξως, καὶ τοῦτο, Θεοῦ κατανεύοντος. Ὅταν τοίνυν ὑμεῖς οἱ πιστεύσαντες ὀλιγοστοὺς ἑαυτοὺς εἶναι νομίσητε, | |
55 | ἅτε δὴ καὶ ὄντος ἐν ἀρχαῖς τοῦ Θείου τε καὶ ἱεροῦ κηρύγματος, ἀλλ’ οὖν ἀραρότως διατέθεινται, φησὶν, | |
ὅτι καὶ εἰς πληθὺν ἐπιδώσει τὴν ἀριθμοῦ κρείττονα | 1105 | |
70.1108 | τὰ καθ’ ὑμᾶς. Εἷς γὰρ ἦν Ἀβραὰμ, καὶ ἐκάλεσα αὐτὸν, καὶ εὐλόγησα, καὶ εὐλογήσας ἠγάπησα, καὶ ἀγαπήσας ἐπλήθυνα, τοῦτ’ ἔστι, πατέρα τέθεικα παντὸς τοῦ τῶν Ἰουδαίων γένους, ἤτουν ἔθνους, καὶ | |
5 | πρός γε τούτῳ τῶν ἐξ ἐπαγγελίας. Εἴρηται γὰρ πρὸς Ἀβραὰμ, ὅτι «Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.» Οὐκοῦν ὁ καλούμενος εὐλογεῖται, καὶ ὃς ἂν εὐλογηθῇ, πάντη τε καὶ πάντως ἀγαπηθήσεται, καὶ ὁ τούτου τυχὼν ἔσται πολλοστὸς, πνευματικῶς δηλονότι. | |
10 | Καρποὺς γὰρ ἕξει ποικίλους τοὺς ἐξ ἀρετῶν καὶ ἐξ αὐχημάτων εὐαγγελικῶν. Πλὴν καὶ κατά γε τὸν τῆς ἱστορίας λόγον, ἀληθῆ διὰ πραγμάτων ἔνεστιν ἰδεῖν τὴν ἐπαγγελίαν. Προσκυνεῖ γὰρ ἡ ὑπ’ οὐρανὸν τῷ πάντων Σωτῆρι Χριστῷ, γέγονε δὲ τὰ πάντα αὐτοῦ μεστὰ, καὶ πεπλήρωται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Καὶ σὲ νῦν παρακαλέσω, Σιὼν, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς, καὶ θήσω τὰ ἔρημα αὐτῆς | |
15 | ὡς παράδεισον Κυρίου. Εὐφροσύνην καὶ ἀγαλ‐ λίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολογήσουσι [al. ἐξομολόγησιν] καὶ φωνὴν αἰνέσεως. Τῶν ἁγίων προφητῶν ὁ λόγος σχηματίζεται μὲν ἀεί πως πρὸς τὰ ὁρώμενα, καὶ τὰ ἐν αἰσθήσει πράγ‐ | |
20 | ματα. Ἔχει γε μὴν τὴν ἀναφορὰν πρὸς τὰ ὑπὲρ αἴσθησίν τε καὶ νοητά. Οὐκοῦν κἂν Σιὼν ὀνομάζῃ, μὴ τὴν ἐπίγειον νόει, δέχου δὲ μᾶλλον τὴν νοητὴν, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος· ἐπεὶ πῶς ἄν τις ἴδοι πρὸς ἀλήθειαν ἐκβαίνοντας τοῦ προφήτου τοὺς | |
25 | λόγους; Παρακαλέσειν μὲν γὰρ αὐτὴν Θεὸς ἐπηγγέλ‐ λετο· τοῦτο δὲ οὐδαμοῦ γεγονὸς εὑρήσομεν, ἀλλ’ ἔκ γε τῶν ἐναντίων ἐρημωθεῖσαν ἔστιν ἰδεῖν καὶ πεπορ‐ θημένην. Γέγονε τοίνυν ὁ λόγος τῷ προφήτῃ νυνὶ πρὸς τὴν τῶν πιστευσάντων πληθὺν, ἥτις ἐστὶν | |
30 | Ἐκκλησία Θεοῦ ζῶντος. Καὶ τί δὴ ἄρα φησίν; Ὥσπερ γὰρ, φησὶ, κέκληκα μὲν τὸν Ἀβραὰμ, ἕνα δὲ ὄντα πατέρα τέθεικα πολλῶν ἐθνῶν· οὕτω καὶ σὲ παρα‐ καλέσω, Σιών. Ἡ δὲ παράκλησις ἐν τούτοις ὑπόσχεσίς ἐστι κατευφραίνουσα, καὶ βεβαίαν ἐμφυτεύουσα τὴν | |
35 | ἐλπίδα τοῖς ἀκροωμένοις, τοῦ ὅτι πάντη τε καὶ πάντως Θεοῦ συναγείροντος τοὺς ἐν πίστει κληθησο‐ μένους, οὐκ ἔρημος ἔσται καὶ κεχερσωμένη ἀλλ’ οἶά τις παράδεισος εὐανθής τε καὶ εὐδενδρότατος, καλοῖς τε καὶ εὐγενέσι φυτοῖς κατάκομος, καὶ εὐκαρπίαν | |
40 | ἔχων τὴν νοητὴν, τοῦτ’ ἔστιν εὐφροσύνην καὶ ἀγαλ‐ λίαμα, ἐξομολόγησίν τε καὶ φωνὴν αἰνέσεως. Σύνες ἐντεῦθεν ὅτι τῆς νομικῆς λατρείας ἀποφέρειν ἐπαγ‐ γέλλεται τοὺς ἐν τάξει φυτῶν ἐσομένους, καὶ τὸν νοητὸν πληροῦντας κῆπον, ὃν δὴ καὶ παράδεισον | |
45 | ὀνομάζει Θεοῦ. Πάλαι μὲν γὰρ ὁ Μωσέως νόμος βουθυτεῖν ἐκέλευε, καὶ μηλοσφαγεῖν, τρυγόνας τε προσάγειν Θεῷ, καὶ σεμίδαλιν ἐλαιόδευτον. Ἀλλ’ οὐ διὰ τούτων ἔτι προσιτὸς ὁ τῶν ὅλων Θεὸς, ἀλλ’ ὡς αὐτὸς ἔφη Χριστός· «Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσ‐ | |
70.1108(50) | κυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Ἡ δὲ ἐν πνεύματι καὶ ἀληθείᾳ προσ‐ κύνησις, καὶ τῆς νοητῆς λατρείας ἡ δύναμις, εὐοσμίαν ἔχει τὴν πνευματικὴν εὐφροσύνην, καὶ ἀγαλλίαμα τῇ ἐλπίδι τῇ εἰς Χριστόν. Διακείμεθα γὰρ ὅτι καὶ | |
55 | μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ· συνεσόμεθά | |
τε καὶ συμβασιλεύσομεν αὐτῷ, τεταγμένοι μὲν ἐν | 1107 | |
70.1109 | υἱοῖς Θεοῦ, καταπλουτήσαντες δὲ τὸ θεῖον αὐτοῦ καὶ ζωοποιὸν Πνεῦμα. Προσάγομέν τε καὶ ἡμεῖς εὐκαρ‐ πίαν νοητὴν αὐτῷ, τήν τε ἐξομολογίαν καὶ ᾠδὰς τὰς χαριστηρίους. Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται | |
5 | Θεός. Ἀκούσατέ μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. Ἀνάδειξ[ε]ιν ὑπισχνούμενος πλείστην τε καὶ ἀριθ‐ | |
10 | μοῦ κρείττονα τὴν τῶν εἰς αὐτὸν πιστευόντων πληθὺν, οὕτω αὐτῇ προσδιαλέγεται, καθάπερ ἤδη συναγηγερ‐ μένῃ. Μυσταγωγεῖ δὲ λοιπὸν ὡς ἰδίους ὄντας προσκυ‐ νητὰς, ἵνα καὶ ἀληθὲς ὑπάρχειν ὁρῷτο τὸ γεγραμ‐ μένον περὶ αὐτῶν· «Καὶ ἔσονται πάντες διδακτοὶ | |
15 | Θεοῦ.» Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος Δαβὶδ, ὧδέ τέ φησιν πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· «Μακά‐ ριος ἄνθρωπος ὃν ἂν σὺ παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν.» Ἐπηγγέλλετο δὲ καὶ τῆς ἐπὶ τούτῳ φιλοτιμίας τοῖς ἐπεγνωκόσι τὴν ἐπι‐ | |
20 | φάνειαν αὐτοῦ. Καὶ δὴ καί φησι δι’ ἑνὸς τῶν ἁγίων προφητῶν περὶ τῆς ἑαυτοῦ παρουσίας, τῆς γενομέ‐ νης ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς, ὅτι «Ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ εἰς τὰς καρδίας αὐτῶν | |
25 | ἐπιγράψω αὐτούς.» Ὀρθῶς δὲ καὶ τοῦτο συνεὶς ὁ πάνσοφος Παῦλος γράφει, καί φησι τοῖς τούτου τετυχηκόσιν· «Ἡ ἐπιστολὴ ἡ ἡμῶν ὑμεῖς ἐστε, ἐγγε‐ γραμμένη οὐ μέλανι, ἀλλὰ πνεύματι Θεοῦ ζῶντος.» Οὐκοῦν ἀκούσατέ μου, φησὶ, τοῦτ’ ἔστι, τοὺς ἐμοὺς | |
30 | εἰσδέξασθε λόγους, καὶ μὴ καθάπερ ὁ Ἰσραὴλ ἐξ‐ ήνιοι γένεσθε, τῇ τοῦ νομικοῦ γράμματος προσκεί‐ μενοι παλαιότητι, καὶ παρὰ τῶν τύπων ὁρῶντες οὐδέν. Μέχρι καιροῦ διορθώσεως ἡ διὰ Μωσέως τέθειται ἐντολὴ, φησίν. Ἐπειδὴ δὲ ὁ τῆς ἐνανθρωπή‐ | |
35 | σεως οὐ προσδοκᾶται μᾶλλον, ἀλλ’ ἐνέστηκεν ἤδη καιρὸς, μεταχωρείτω πρὸς ἀλήθειαν ἡ σκιά. Ἐμοῦ τοίνυν ἀκούετε, λαός μου. Λέγων δὲ, λαός μου, τὴν πνευματικὴν οἰκειότητα τὴν δωρηθεῖσαν αὐτοῖς ἐπὶ καιροῦ προΐσχεται, δυσωπῶν, ὥς γε οἶμαι, καὶ διὰ | |
40 | τούτου, καὶ προθυμοτέρους ἀποτελῶν εἴς γε τὸ χρῆναι, φημὶ, τὸν παρ’ αὐτοῦ προσήκασθαι λόγον. Καλεῖ δὲ οὐχὶ μόνους τοὺς τελοῦντας ἐν λαοῖς, ἀλλὰ γὰρ σὺν αὐτοῖς καὶ βασιλέας, ἵνα τοὺς ἄρχοντας ἤτοι τοὺς τῶν λαῶν ἡγουμένους ἐννοῇς. Ἀπὸ γὰρ τῆς | |
45 | τῶν πιστευσάντων πληθύος παρεκομίσθησαν εἰς τοῦτο πολλοὶ, ὧν ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί· εἶτα μετ’ ἐκείνους κατ’ ἴχνος ἰόντες οἱ μετ’ αὐτοὺς τὸ τῆς βασιλείας ὄνομα περιετέθησαν· ἅτε δὴ καὶ βασιλείας ὄνομα πεπλουτηκότες, τεταγμένοι δὲ καὶ | |
70.1109(50) | εἰς τὸ καθηγεῖσθαι λαῶν. Καὶ γοῦν ὡς ἐκ πολλῆς ἄγαν χαρᾶς χαριστηρίους ᾠδὰς ἀνατείνουσι Θεῷ λέγοντες· «Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.» Ψάλλει δὲ περὶ αὐτῶν καὶ ὁ θεσπέ‐ σιος Μελῳδός· «Ἄρχοντες λαῶν συνήχθησαν μετὰ | |
55 | τοῦ Θεοῦ Ἀβραάμ.» Ὦ τοίνυν λαοὶ καὶ βασιλεῖς, | 1109 |
70.1112 | φησὶν, ἀκούσατέ μου, καὶ ἐνωτίσασθε, καὶ τί τὸ μέλλον ἐπαγγέλ[λ]εσθε. Νόμος παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. Νόμον ἐν τούτοις τὸ θεῖόν τε καὶ εὐαγγελικὸν ὀνομάζει κήρυγμα. Καὶ | |
5 | γάρ ἐστιν ἑτεροειδὲς μὲν ὥσπερ τὸ θέσπισμα τὸ νέον τε καὶ σωτήριον· νόμου δὲ ὥσπερ ἀρχαίου μεταβολὴ πρὸς τὸ ἄμεινον, καὶ μετάστασις τύπων ἐκδεδραμη‐ κότων πρὸς ἀλήθειαν. Ἔφη γοῦν ὁ Χριστός· «Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προ‐ | |
10 | φήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Λέγω γὰρ ὑμῖν, ὅτι ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται.» Ἀλλ’ ὁ μὲν ἐν γράμμασι νόμος ἐδόθη διὰ Μωσέως· κήρυγμα δὲ τὸ σωτήριον, τοῦτ’ ἔστι τὸ εὐαγγελικὸν, ἐξῆλθε διὰ | |
15 | Χριστοῦ. Καὶ γὰρ ἦν ἀκόλουθον, Μωσέα μὲν τῆς σκιᾶς καὶ τύπου γενέσθαι διάκονον, ὡς ἔοικε, γνώ‐ σεώς τε καὶ ἀληθοῦς λατρείας τῆς ἐν πνεύματι φωτιστὴν γενέσθαι Χριστόν. Αὐτὸς γάρ ἐστι τὸ φῶς τὸ ἀληθινόν. Ἐπιφέρει δὲ τούτοις, ὅτι Ἡ κρίσις μου | |
20 | εἰς φῶς ἐθνῶν. Κρίσιν ἐνταῦθά φησιν ἢ τὴν ὁσίαν καὶ φιλάνθρωπον αὐτοῦ ψῆφον, τὴν ἐξενεγκοῦσαν εἰς φῶς ἐθνῶν τὴν παρ’ αὐτοῦ χάριν, ἤγουν κρίσιν, τὴν εὐθύτητα καὶ δικαιοκρισίαν, ἤτοι τὴν δικαιοσύνην, τὴν εὐαγγελικὴν δηλονότι. Οὕτω γὰρ ὁ θεσπέσιος | |
25 | Δαβὶδ τῶν ἱερῶν κηρυγμάτων διαμέμνηται λέγων· «Σὺ ἡτοίμασας εὐθύτητα, κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.» Εἰ δὲ τὸ θεῖόν τε καὶ σωτήριον κήρυγμα πεποιῆσθαί φησιν ἐν Ἰακὼβ ἐν τούτοις, καὶ οὐχὶ μᾶλλον καὶ ἐν τοῖς ἑτέροις τῶν | |
30 | ἐθνῶν· ἀλλὰ χρὴ μεμνῆσθαι Θεοῦ λέγοντος ἐναρ‐ γῶς· «Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Καὶ μὴν καὶ διὰ φωνῆς αὐτοῦ τοῦ θεσπεσίου Δαβίδ· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ (δῆλον δὲ ὅτι Θεοῦ καὶ Πατρὸς) ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Ἦσαν μὲν γὰρ ἐξ Ἰσραὴλ οἱ πατέρες καὶ ἡ ἐπαγγελία, ἡ νομοθεσία τε καὶ | |
35 | ἡ διαθήκη. Ἐπειδὴ δὲ γεγόνασιν ἀποστάται δυσάγωγοι, καὶ Κυριοκτόνοι, μεταπεφοίτηκε λοιπὸν διὰ τοῦτο ἡ χάρις, καὶ γέγονεν εἰς φῶς τῶν ἐθνῶν ἁπάντων. Ἐγγίζει μοι ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξ‐ ελεύσεται τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν. Ἐμὲ νῆσοι ὑπομενοῦσι, καὶ | |
40 | εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν. Οὐκ ἐᾷ ταῖς ἀδικίαις καταμαραίνεσθαι τῶν κεκλη‐ μένων τὴν προθυμίαν, οὔτε μὴν εἰς χρόνους μακροὺς ἀνάκλησιν ἔσεσθαι τῆς ἐλπίδος φησὶν, ἀλλ’ οἷον κατὰ πόδα τῶν λόγων τρέχουσαν ἀποφαίνει τὴν ὑπόσχεσιν. | |
45 | Ὁποῖόν ἐστι τὸ διὰ φωνῆς Ἀμβακοὺμ, ἤτοι πρὸς αὐ‐ τὸν εἰρημένον παρὰ Θεοῦ· «Ἔτι μικρὸν, ἔτι μικρὸν ὁ ἐρχόμενος ἤξει, καὶ οὐ χρονιεῖ.» Αἱ γὰρ τῶν ἀγα‐ θῶν ἐλπίδες, παρὰ τῶν προσδοκώντων αὐτὰς διψώμε‐ ναι, τῷ μελλησμῷ κατατήκουσι. Ταύτῃτοί φησιν ἐγ‐ | |
70.1112(50) | γίζειν ἑαυτοῦ τὴν δικαιοσύνην. Καὶ εἰ μὲν τῷ προσ‐ ώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς τοὺς ἐπὶ τῷδε λόγους ἀνάπτειν ἐθέλοιμεν, φαμὲν ὅτι δικαιοσύνην αὐτοῦ τὸν Υἱὸν ἀποκαλεῖ. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἃ ἡμεῖς ἐποιήσαμεν, | |
55 | ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος. Ἀφίκετο γὰρ εἰς τόνδε τὸν κόσμον, οὐχ ἵνα κρίνῃ μᾶλλον αὐτὸν, ἀλλ’ | |
ἵνα σωθῇ δι’ αὐτοῦ. Ἐσώθη δὲ οὐχ ἑτέρως πλὴν ὅτι | 1111 | |
70.1113 | διὰ πολλῆς ἡμερότητος. Ἔφη γὰρ, ὅτι «Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσο‐ μαι.» Καὶ πάλιν· «Καὶ σὺ, Ἰσραὴλ, μὴ ἐπιλανθάνου μου. Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας | |
5 | σου, καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου.» Ψάλλει δὲ καὶ Δαβὶδ, καὶ δὴ καί φησι πρὸς αὐτόν· «Εὐδόκησας, Κύ‐ ριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰα‐ κὼβ, ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πά‐ σας τὰς ἁμαρτίας αὐτῶν.» Οὐκοῦν ἐν τῇ τοῦ Θεοῦ | |
10 | καὶ Πατρὸς δικαιοσύνῃ, τοῦτ’ ἔστιν, ἐν Χριστῷ, σε‐ σώσμεθά τε καὶ ἡγιάσμεθα, τοὺς τῆς φαυλότητος ῥύπους ἀπονιψάμενοι. Εἰ δὲ αὐτὸς εἴη Χριστὸς ὁ λέ‐ γων τὸ, Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, δικαιοσύνην οὐδὲν ἧττον συνήσεις ἐν τούτοις, ἢ τὴν παρ’ αὐτοῦ | |
15 | δικαιοῦσαν χάριν, ἤγουν τὸ εὐαγγελικὸν καὶ οὐρά‐ νιον κήρυγμα, δι’ οὗ τῆς ἀρεσκούσης αὐτῷ δικαιοσύ‐ νης ἐγνώκαμεν τὴν ὁδὸν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πεποδηγήμεθα, κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον· «Λύχνος τοῖς ποσί μου ὁ νό‐ | |
20 | μος σου, καὶ φῶς ταῖς τρίβοις μου.» Τὴν δέ γε δι‐ καιοσύνην καὶ σωτήριον ὀνομάζει, καὶ μάλα εἰκότως. Παντὸς γὰρ ἡμᾶς ἐξέλκει κακοῦ, καὶ τῶν τοῦ θανά‐ του δεσμῶν ἀπαλλάττουσα πρὸς ζωὴν ἀναφέρει τὴν ἀμήρυτον. Ὑπισχνεῖται δέ τι καὶ ἕτερον. Ἔθνη γὰρ | |
25 | ἐλπιοῦσι, φησὶν, εἰς τὸν βραχίονά μου. Καὶ μὴν καὶ νήσους ὑπομένειν αὐτὸν διισχυρίζεται. Πάλαι μὲν γὰρ τῶν ἐθνῶν ἡ πληθὺς, δεσμοῖς ἀῤῥήκτοις ἐνειλημ‐ μένη, τοῖς τῆς ἁμαρτίας, φημὶ, καὶ ταῖς τοῦ παμπο‐ νήρου καὶ ἀρχεκάκου δράκοντος ὑπενεχθεῖσα πλεον‐ | |
30 | εξίαις αἰχμάλωτος ἦν, καὶ ἐν ἐσχάταις ταλαιπωρίαις ἀνεπικούρητος οὖσα παντελῶς. Οὐ γὰρ ἦν ὁ ἀπαλλά‐ ξαι δυνάμενος τῆς οὕτω πικρᾶς καὶ ἀφύκτου συμφο‐ ρᾶς· οὐκ ἦν ὁ τὸν τῆς πλεονεξίας συνθραύων ζυγὸν, ἀλλ’ ἦσαν, ὡς ἔφην, ἐν δορυκτήτων μοίρᾳ, γυμνοὶ | |
35 | μὲν ἁπάσης ἐλπίδος τῆς ἀναφερούσης εἰς ζωὴν, ἔρη‐ μοι δὲ παντὸς ἀγαθοῦ πράγματος. Οἱ γὰρ ὅλως τὸν φύσει καὶ ἀληθῶς ὄντα Δεσπότην οὐκ ἐγνωκότες, ἄθεοι πάντως που καὶ ἐλπίδα μὴ ἔχοντες διετέλουν ἐν κόσμῳ, κατὰ τὴν τοῦ μακαρίου φωνὴν Παύλου. | |
40 | Ἀλλ’ οἱ πάλαι, φησὶν, ἀσθενεῖς, καὶ οἷον εἰς γῆν ἐῤ‐ ῥιμμένοι, τὸν ἐμὸν βραχίονα λαβόντες εἰς σωτηρίαν τὴν ἀδόκητον κερδανοῦσιν ἐλπίδα. Βραχίονα δὲ τοῦ Πατρὸς τὸν Υἱὸν ὀνομάζει πανταχοῦ τὸ Γράμμα τὸ ἱερόν. Δύναμις γάρ ἐστιν αὐτοῦ. Εἰ δὲ δὴ βούλοιτό | |
45 | τις καὶ τὸν αὐτοῦ τοῦ Υἱοῦ βραχίονα νοεῖν, ἐφ’ ὃν ἡ τῶν ἐθνῶν ἐλπὶς ἔσται καλουμένων εἰς σωτηρίαν, τὴν αὐτοῦ συνήσεις δύναμιν τὴν θεοπρεπῆ καὶ ἐξαίσιον, δι’ ἧς συντρίψει τὸν Σατανᾶν καὶ τοὺς κοσμοκράτο‐ ρας τοῦ κόσμου τούτου, σέσωκε τοὺς ἐξ ἐθνῶν. Ἔφη | |
70.1113(50) | γὰρ αὐτός· «Ἢ πῶς δύναταί τις εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθεῖν, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσῃ τὰ σκεύη αὐτοῦ;» Ἔφη δὲ καὶ ὁ Δαβίδ· «Σὺ ἐτα‐ πείνωσας ὡς τραυματίαν ὑπερήφανον, καὶ ἐν τῇ ἰσχύϊ | |
55 | τοῦ βραχίονός σου διεσκόρπισας τοὺς ἐχθρούς σου.» | |
Ἐλπὶς οὖν ἄρα Χριστὸς καὶ σωτηρίας ὁδὸς οὐχὶ | 1113 | |
70.1116 | μόνοις γέγονε τοῖς ἐξ Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ πᾶσι τοῖς ἔθνεσιν· ὃν δὴ καὶ ὑπομενοῦσι νῆσοι. Καὶ νή‐ σους, ὥς γε οἶμαι, φησὶ τὰς ἐξ ἐθνῶν ἐκκλησίας, αἳ καθάπερ ἐν μέσῃ θαλάττῃ κείμεναι, ταῖς τῶν πραγμά‐ | |
5 | των προσβολαῖς ὡς ὑπὸ κυμάτων πληττόμεναι, τὸν τῆς εὐδοκιμήσεως στέφανον ἀποφέρονται διὰ τῆς ὑπομονῆς. Κατεργάζεται γὰρ ἡ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Οὐκοῦν τὸ ὑπομένειν Θεὸν νοηθείη ἂν ἕτερον οὐδὲν, πλὴν ὅτι διὰ καρτερίας καὶ ὑπομονῆς εὐαρεστεῖν αὐτῷ, καὶ | |
10 | τῆς παρ’ αὐτοῦ φειδοῦς τε καὶ ἐποπτείας ἀξιοῦσθαι διὰ τοῦτο. Γέγραπται γὰρ, ὅτι «Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.» Ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἐμβλέψατε εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον πα‐ | |
15 | λαιωθήσεται, οἱ δὲ κατοικοῦντες τὴν γῆν ὥσπερ ταῦτα ἀποθανοῦνται. Τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλείπῃ. Εἰς ἐλπίδα τοῖς ἔθνεσιν ἑαυτὸν ἔσεσθαι λέγων, ἀναγ‐ καίαν αὐτοῖς ἐξυφαίνει τὴν μυσταγωγίαν. Οὐ γὰρ ἦν | |
20 | ἑτέρως δύνασθαι κολλᾶσθαι Θεῷ κατ’ οἰκειότητα τὴν πνευματικὴν, τοὺς οὐκ εἰδότας αὐτὸν, πλὴν ὅτι διὰ τοῦ τῆς ἀρχαίας ἀπαλλάττεσθαι πλάνης, καὶ βρόχων ἔξω γενέσθαι καὶ σκαιότητος διαβολικῆς, καταπλου‐ τῆσαι δὲ τὴν ἀληθῆ καὶ ἀμώμητον περὶ Θεοῦ γνῶ‐ | |
25 | σιν. Εἰσβολὴ γὰρ ὥσπερ τῆς εἰς Θεὸν οἰκειότητος τὸ εἰδέναι τε σαφῶς καὶ ὁμολογεῖν, ὅτι Θεὸς ἕτερος παρ’ αὐτὸν οὐδείς. Οὐκοῦν ἐπειδήπερ ᾤοντο μὲν Θεὸν εἶναι τὸν οὐρανὸν, καὶ τοῖς τῶν ἄστρων περιφανε‐ στέροις προσκυνεῖν ἀνεπείθοντο, καὶ αὐτὴν δὲ τὴν | |
30 | ὑπὸ πόδας ἁπάντων κειμένην ἐσέβοντο γῆν, ἀποφοι‐ τήσαντες ὁλοτρόπως τῶν τῆς εὐσεβείας δογμάτων, καὶ τίς ὁ φύσει τῶν ὅλων Θεὸς, καὶ παρενεγκὼν εἰς τὸ εἶναι τὰ οὐκ ὄντα ποτέ· ταύτῃτοί φησιν, ἑτεροφυᾶ τὴν κτίσιν ὡς πρὸς ἑαυτὸν ἀποφαίνων· καὶ ἀσύγκρι‐ | |
35 | τον οὖσαν τὴν διαφορὰν ποιητοῦ καὶ ποιήματος εὖ μάλα διαδεικνὺς, ἐπαίρειν κελεύει τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν, τοῦτ’ ἔστιν, αὐτὸ κατασκέπτεσθαι τὸ στερέωμα καὶ τὰ ἐν αὐτῷ, κατιέναι δὲ πάλιν τὸν νοῦν καὶ εἰς τὴν γῆν, ἤτοι πρὸς θεωρίαν τῶν ἐν αὐτῇ, | |
40 | ζώων τε, φημὶ, καὶ ἁπαξαπλῶς ἀπάντων τῶν ἐν αὐτῇ, κἂν εἰ ἕλοιντο θαυμάζειν αὐτὸν, μὴ μέχρι τούτου στῆσαι τὸν νοῦν, ἀλλ’ ἐκ τῆς τῶν ἔργων μεγαλειότη‐ τος ἀναμετρεῖν τοῦ τεχνησαμένου τὴν δύναμιν, καὶ τοῦ πάντων γενεσιουργοῦ τὴν ὑπερτάτην καὶ ἄῤῥη‐ | |
45 | τον δόξαν. Εἰθίσμεθα δέ πως τὴν περὶ Θεοῦ γνῶσιν συλλέγειν ἀπὸ τῆς θεοπνεύστου Γραφῆς, καὶ ἐκ τῆς τῶν κτισμάτων μεγαλουργίας τε ὁμοῦ καὶ τάξεως. Γελᾷ γοῦν ὁ Παῦλος τοὺς παρ’ Ἕλλησι σοφοὺς, ὅτι σοφίας δόκησιν καίτοι ἑαυτοῖς περιπλάττοντες, ἀβελ‐ | |
70.1116(50) | τηρίας ἁπάσης ἀνάμεστον ἔχουσι τὴν καρδίαν. «Ἐσε‐ βάσθησαν γὰρ, φησὶ, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα.» Ἐπιτιμᾷ γοῦν καὶ ἑτέροις, ὡς ἐπι‐ στρέφουσι πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα τοῦ κόσμου, καὶ δουλεύειν αὐτοῖς ἐθέλουσι παρὰ τὸ | |
55 | εἰκός. Ὅτι γὰρ τοῖς νουνεχεστέροις οὐ τοῦ πλανᾶ‐ σθαι πρόφασιν ἂν ἐντέκοι τῆς δημιουργίας τὸ κάλλος, | |
ἀφορμὰς δὲ γνώσεως ἀληθοῦς τῆς περὶ Θεοῦ, διεσά‐ | 1115 | |
70.1117 | φησεν εἰπών· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Οὐκοῦν ὅταν θαυμάσητε, φησὶ, στερεωθέντα τὸν οὐρανὸν, καὶ οἷον | |
5 | ἐν εἴδει καπνοῦ ὁρώμενον, ἀλλ’ ἴστε, φησὶν, ὅτι πρὸς τὸ εἶναι παρενηνεγμένα λυθήσονται πάλιν. Τὰ γὰρ ἀρχὰς γενέσεως ἔχοντα καταλήξει πάλιν εἰς τὸ οὐκ εἶναί ποτε. Παλαιωθήσεται τοίνυν ἡ γῆ, φησὶ, τοῦτ’ ἔστιν, ἀφανισθήσεται, καὶ οἱ κατοικοῦντες αὐτὴν ἀπο‐ | |
10 | θανοῦνται, καθάπερ ταῦτα. Θάνατον δὲ τῶν στοιχείων εὐφυῶς ὀνομάζει τὴν εἰς τὰ ἀμείνω μεταβολήν. Ὡς γὰρ ὁ Παῦλός φησιν, ὅτι «Καὶ αὐτὴ ἡ κτίσις ἐλευ‐ θερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.» Ἐλευ‐ | |
15 | θερωθήσεται δὲ τίνα τρόπον; σαφηνιεῖ λέγων ὁ Χρι‐ στοῦ μαθητής· «Ἥξει γὰρ ἡμέρα Κυρίου ὡς κλέ‐ πτης, ἐν ᾗ μὲν οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοι‐ χεῖα δὲ καυσούμενα λυθήσονται, γῆ δὲ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαυθήσονται πάντα· καινοὺς δὲ οὐρα‐ | |
20 | νοὺς καὶ καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.» Οὐκοῦν τὸν τῆς κτίσεως ἀνακαινι‐ σμὸν οἷον ἐκ νεκρῶν ἀνάστασιν, καθάπερ ἐπὶ σωμά‐ των τῶν ἀνθρωπίνων ἔσεσθαί φησι. Λυομένων δὲ τῶν στοιχείων τὸ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, φη‐ | |
25 | σὶν, ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλείπῃ. Σωτήριον μὲν οὖν καὶ δικαιοσύνην, καθάπερ πλειστάκις εἴπο‐ μεν, ἀποκαλεῖ τὸν Υἱόν· ἑαυτοῦ δὲ λέγων αὐτὸν, τὴν ἰδιότητα δείκνυσιν, ἣν ἔχει πρὸς αὐτὸν, ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν ὁ Υἱός. Πλὴν εἰς τὸν αἰῶνα | |
30 | ἔσται, φησὶ, καὶ οὐ μὴ ἐκλείπῃ. Ὅση δέ τίς ἐστιν ἡ διαφορὰ δημιουργοῦ τε καὶ κτίσεως, ποιητοῦ καὶ ποιήματος, ἐμφανίζει διὰ τούτων· Ἡ μὲν γὰρ κτίσις παλαιωθήσεται, καὶ ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενηνεγμένη οὐκ ἀμέτοχος ἔσται καὶ φθορᾶς. Ὁ | |
35 | δέ γε τῶν ὅλων γενεσιουργὸς καὶ τεχνίτης Θεὸς Λό‐ γος, ὁ δι’ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, εἰς τὸν αἰῶνα ἔσται, καὶ οὐ μὴ ἐκλείπῃ. Τοῦτο διδάσκει λέ‐ γων καὶ ὁ θεσπέσιος Μελῳδὸς, «Κατ’ ἀρχὰς σὺ, Κύ‐ ριε, τὴν γῆν ἐθεμελίωσας, ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς, καὶ | |
40 | πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» Ἀκούσατέ μου, οἱ εἰδότες κρίσιν, λαός μου, οὗ ὁ νόμος μου ἐν τῇ καρδίᾳ αὐτῶν· οὐ μὴ φοβηθή‐ σεσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ | |
45 | αὐτῶν μὴ ἡττᾶσθε. Ὥσπερ γὰρ ἱμάτιον παλαιω‐ θήσεται ὑπὸ τοῦ χρόνου, καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν. Μυσταγωγήσας τοὺς ἐξ ἐθνῶν, καὶ τὸν ἁπλούστε‐ | |
70.1117(50) | ρον αὐτοῖς ἐοικότα τε ταῖς αὐτῶν διανοίαις ἐξυφήνας λόγον (γάλα γὰρ τοῖς ἔτι τὴν ἕξιν νηπιάζουσι πρεπω‐ δέστερον) διαλέγεται πάλιν τοῖς ἀνδρείοις ἤδη, καὶ εὐσθενεστέραν ἔχουσι τὴν καρδίαν, καὶ εὖ βεβηκότα τὸν νοῦν .............. | |
55 | εἴ ......... τληπαθεῖν ... | |
καὶ εὐσεβείας οὐδὲν ἡγεῖται ...... | 1117 | |
70.1120 | Τίνες δ’ ἂν εἶεν οὗτοι, ἐναργὲς εἰπών· Οἱ εἰδότες κρί‐ σιν, τοῦτ’ ἔστιν, οἱ καθάπερ τινὲς τραπεζῖται δόκιμοι, τῶν πρακτέων ἕκαστα δοκιμάζοντες, καὶ ἀκριβῶς διακρίνοντες, καὶ τὸ μὲν καλὸν κατέχοντες, ἀπεχόμε‐ | |
5 | νοι δὲ ἀπὸ παντὸς πονηροῦ πράγματος. Οὗτοι δέ εἰσιν οἱ τὸν νόμον τοῦ Θεοῦ εἰς νοῦν ἔχοντες καὶ καρδίαν, καὶ ὥσπερ τινὰ παιδαγωγὸν καὶ ἰθυντῆρα σοφὸν αὐ‐ τὸν δέχεσθαι μεμελετηκότες. Ψάλλει γοῦν ὁ Δαβὶδ καί φησι περὶ παντὸς δικαίου καὶ σοφοῦ, ὅτι «Ὁ | |
10 | νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑπο‐ σκελισθήσεται τὰ διαβήματα αὐτοῦ.» Πρᾶγμα δὴ οὖν σωτήριον, τὸ εἰς νοῦν ἡμῶν καὶ καρδίαν ἀπόθετον ὥσπερ τὸν θεῖον ποιεῖσθαι νόμον. Ὥσπερ γὰρ ἐξ ὕλης χαλκῆς, ἤγουν ἑτέρας τινὸς τοιαύτης, ἄγγος κατ‐ | |
15 | εσκευασμένον, εἶτα πῦρ ἐνσεσωρευμένον ἔχον διαμένει θερμὸν, οὕτω καὶ ἀνθρώπου ψυχὴ τὸν θεῖον εἰς νοῦν ἔχουσα νόμον ζέει πάντως τῷ πνεύματι. Φησὶ δέ τις τῶν ἁγίων μαθητῶν, διὰ τὸ πληθυνθῆναι τὴν ἀνο‐ μίαν ἀποψυχθήσεσθαι τὴν ἀγάπην τῶν πολλῶν. Ἀκού‐ | |
20 | σατε τοίνυν, φησὶν, οἱ εἰδότες κρίσιν, καὶ τὸν ἐμὸν ἐν καρδίᾳ φοροῦντες νόμον. Μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε Πάντες μὲν γὰρ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται· πάσχοντες δὲ δι’ εὐλάβειαν, τοὺς παρὰ | |
25 | τῶν οὐκ εἰδότων αὐτὴν τωθασμοὺς ὑπομένουσιν. Ἀλλ’ οὐδὲν ἡγεῖσθαι τὰ τοιαῦτα χρὴ, νοεῖν δὲ μᾶλλον, ὅτι καὶ αὐτὸς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ὑπ‐ έμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Καὶ διὰ τοῦτο ἔφασκεν· «Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν κύριον | |
30 | αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πολλῷ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ·» ἕτι τε πρὸς τούτοις· «Μακάριοί ἐστε ὅταν διώξωσιν ὑμᾶς, καὶ ὀνειδίσω‐ σιν, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν, ψευδό‐ | |
35 | μενοι ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Οὕτω γὰρ ἐδίω‐ ξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.» Χρὴ τοιγαροῦν ὑμᾶς ἄθραυστον ἔχειν περὶ ταῦτα νοῦν, καὶ διαπτύειν ὡς ἕωλον τὸν τῶν διωκόντων γέλωτα, καὶ λοιδορίας | |
40 | μὲν ἁπάσης ὑπερφρονεῖν, ἡγεῖσθαι δὲ μᾶλλον πάσης εὐκλείας πρόφασιν τὸ διώκεσθαι δι’ εὐσέβειαν, καὶ τὸ λοιδορεῖσθαι διὰ Χριστόν. Τί γὰρ ὕβρις ἀδικήσει, καὶ λόγος ἀναβρασθεὶς ἐξ ἀσυνέτου καρδίας τὸν εὐ‐ δοκιμοῦντα δι’ ὑπομονῆς; Ὅτι γὰρ τὸ μὲν τῶν πα‐ | |
45 | θόντων εὐκλεὲς ἐκλάμψει κατὰ καιροὺς, οἰχήσονται δὲ πρὸς τὸ μηδὲν οἱ φαυλίσαντές τε καὶ ὀνειδίσαντες, πεπληροφόρηκεν εἰπὼν, ὅτι Ὥσπερ ἱμάτιον παλαιω‐ θήσονται ὑπὸ χρόνου, καὶ ὡσεὶ ἔριον βρωθήσονται ὑπὸ σητός. Ἑτοιμότατα δὲ πρὸς τὸ παθεῖν τὴν πα‐ | |
70.1120(50) | λαίωσίν τε καὶ σῆψιν, ἔριόν τε καὶ ἱμάτιον. Ἀλλ’ ἡ δικαιοσύνη μου, τοῦτ’ ἔστιν ἡ παρ’ ἐμοῦ δικαίωσις, καὶ ἡ δοθησομένη σωτηρία μακρὰ καὶ ἀμήρυτος ἔσται, καὶ εἰς γενεὰς δραμεῖται πολλὰς, τοῦτ’ ἔστι, στήσεται διηνεκῶς. Οὐκοῦν ὀλίγα παθόντες δι’ εὐσέ‐ | |
55 | βειαν, ἀμφιλαφεστέραν εὑρήσομεν τὴν ἀντιμισθίαν. Καὶ μαρτυρήσει λέγων ὁ πάνσοφος Παῦλος, ὅτι «Τὸ | |
παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν, βάρος δόξης | 1119 | |
70.1121 | κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπό‐ μενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.» Ἐξεγείρου, ἐξεγείρου, Ἱερουσαλὴμ, καὶ ἔνδυ‐ | |
5 | σαι τὴν ἰσχὺν τοῦ βραχίονός σου. Ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος. Ἔοικεν ἐν τούτοις τῆς τοῦ Ἰσραὴλ κλήσεώς τε καὶ ἐπιστροφῆς ποιεῖσθαι μνήμην. Κεκλήσεται γὰρ καὶ αὐτὸς εἰς ἐπίγνωσιν τῆς δόξης τοῦ πάντων ἡμῶν | |
10 | Σωτῆρος Ἰησοῦ Χριστοῦ μετά γε τὴν τῶν ἐθνῶν εἰσ‐ δρομήν. Γέγραπται γοῦν ἐν προφήταις· «Διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασι‐ λέως, οὐδὲ ὄντος ἄρχοντος, οὔτε ἱερατείας, οὔτε δή‐ λων· καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, | |
15 | καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ’ ἐσχάτου ἡμερῶν.» Ὅτι γὰρ ἐν τούτοις ὁ προφήτης Δαβὶδ ὀνομάζει τὸν ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστὸν, ἐνδοιάσειν | |
20 | οἶμαι παντελῶς οὐδένα. Τεθνεῶτος γὰρ ἤδη τοῦ θεσπε‐ σίου Δαβὶδ, πολλοῖς ὕστερον χρόνοις οἱ τῆς προφητείας γεγόνασι λόγοι. Οἶδε δὲ καὶ ὁ πάνσοφος Παῦλος ἐσο‐ μένην κατὰ καιροὺς τῶν ἐξ αἵματος Ἰσραὴλ τὴν διὰ πίστεως κλῆσιν. Ἔφη γὰρ αὐτὸς ποτὲ μὲν, ὅτι | |
25 | «Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται·» ποτὲ δὲ καὶ αὐτοῖς τοῖς ἐξ ἐθνῶν πιστεύσασι προσδιαλέγεται, καί φησιν, ὡς περὶ φυτοῦ καὶ ἐλαίας· «Εἰ δέ τινες τῶν κλάδων ἐξεκλά‐ σθησαν, ἵνα σὺ ἐγκεντρισθῇς, μὴ κατακαυχῶ τῶν | |
30 | κλάδων.» Οὐ γὰρ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ’ ἡ ῥίζα σέ. Ὥσπερ γὰρ σὺ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλ‐ λιέλαιον, οὕτω καὶ αὐτοὶ οἱ κατὰ φύσιν ἐγκεντρισθή‐ σονται τῇ ἰδίᾳ ἐλαίᾳ. Ὦ τοίνυν Ἱερουσαλὴμ, φησὶν, | |
35 | ἐξεγείρου. Τοῦτο, οἶμαι, ἐστὶν ἐναργῶς, ὃ δὴ γέγραφέ τισιν ὁ ἱερώτατος Παῦλος· «Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χρι‐ στός.» Διαγρηγόρησον τοίνυν, ἤγουν ὡς ἐκ νεκρῶν ἐγέρθητι, φησίν· ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός | |
40 | σου, καὶ οὐκ αἰσθητοῦ βραχίονος, νοητοῦ δὲ μᾶλλον, τοῦ τῆς ψυχῆς, καθ’ ἥν ἐστιν ἐναργῶς εἰς κατόρθω‐ σιν ἀρετῆς. Ἠσθένησε μὲν γὰρ ὁμολογουμένως ὁ Ἰσραὴλ ἐμπαροινήσας Χριστῷ, ἐπιστραφεὶς δὲ καὶ ἀνανήψας ἐνδύσεται πάλιν τὴν παρὰ Χριστοῦ δύνα‐ | |
45 | μιν. Καὶ τοῦτο ἦν ἄρα τὸ πρὸς αὐτὸν εἰρημένον δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, Ἐπιστράφηθι, Ἰσραὴλ, πρὸς Κύριον τὸν Θεόν σου, διότι ἠσθένησας ἐν ταῖς ἀδικίαις σου. Εἴρηται δὲ καὶ περὶ αὐτῶν διὰ φωνῆς Ἱερεμίου παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· | |
70.1121(50) | «Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες, καὶ υἱοὶ ἅμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.» Ἀποπέπτωκε γὰρ ὁλοτρόπως ὁ Ἰσραὴλ, διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, τοῦ καὶ ὅλως δύνασθαί τι πληροῦν τῶν τελεῖν εἰω‐ | |
55 | θότων ἐξαίρετον ζωήν. Ἀλλ’ ἐξεγείρου, φησὶν, ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς ἐν γενεᾷ αἰῶνος, ὥστε σε πρὸς | |
τοῦτο δραμεῖν, καὶ ἀναφοιτῆσαι πάλιν εἰς ὅπερ ἦσθα | 1121 | |
70.1124 | καὶ ἐν ἀρχαῖς, ὅτε παρήχθη πρὸ, ὕπαρξιν ἡ ἀνθρώ‐ που φύσις, ἤγουν ὁ πρῶτος ἄνθρωπος, πρὶν ἁλῶναι βρόχοις σκαιότητος διαβολικῆς, καὶ ποιήσασθαι παρ’ οὐδὲν τὴν δοθεῖσαν ἐντολήν. Ἀναμορφοῖ μὲν γὰρ ἡμᾶς | |
5 | εἰς ἐκεῖνον Χριστὸς, καὶ τὸ ἀρχαῖον τῆς φύσεως κάλ‐ λος ἐν ἡμῖν ἀναζωγραφεῖ, τοὺς ἑαυτοῦ χαρακτῆρας ἐντιθείς· γεγόναμεν γὰρ κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ. Γράφει γοῦν ὁ πανάριστος Παῦλος τοῖς μετὰ τὴν πίστιν εἰς τὴν τοῦ νόμου σκιὰν ἐξ ἀμαθίας παρενηνεγμένοις· «Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις | |
10 | οὖ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Οὐ σὺ εἶ ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος; ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις καὶ λελυτρωμένοις; Εἰς ἀνάμνησιν ἀναφέρει τὸν Ἰσραὴλ τῶν ἐν Αἰ‐ | |
15 | γύπτῳ μεγαλουργημάτων. Ἠλευθέρωσε μὲν γὰρ σκληρᾶς καὶ ἀφύκτου δουλείας αὐτοὺς, ἐξείλετό τε χειρὸς τῆς καταθλιβούσης οὐ φορητῶς, διεβίβασέ τε διὰ θαλάσσης μέσης. Ἐπάγη γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα, καὶ πορεύσιμον ἦν τοῖς λελυτρωμένοις τὸ | |
20 | ῥόθιον· ἔτρεχον γὰρ ὡς ἐπὶ ξηρᾶς. Καὶ οὐκ αὐτῶν μὲν ἔργα ταυτὶ, παραδοξοποιίας δὲ μᾶλλον ἐπίδειξις τῆς πανσθενεστάτης δεξιᾶς. Θεὸς γὰρ ἦν, ὡς ἔφην, ὁ βάσιμον αὐτοῖς ἀποφαίνων τὴν ὑγράν. Πλὴν ὡς αὐ‐ τῆς ἔργα τῆς Ἱερουσαλὴμ τὰ δι’ αὐτὴν γεγονότα | |
25 | φησὶν, ὁμοῦ καὶ θαῤῥεῖν ἀναπείθων, ὅτι πιστεύσαντες εἰς Χριστὸν παντὸς περιέσονται πειρασμοῦ, καὶ πά‐ σης ἰσχύος ἐχθροῦ κατευμεγεθήσουσιν. Ὁ γὰρ πάλαι διαγαγὼν αὐτοὺς ἐπὶ θαλάσσης μέσης, καὶ ὁδὸν δια‐ βάσεως τοῖς ῥυομένοις καὶ λελυτρωμένοις ἀποφήνας | |
30 | αὐτὴν, ἀποσοβήσει πάλιν πανσθενῶς, καὶ τὰ ἐσόμενα παρά τινων ἔσθ’ ὅτε διώξει. Γέγραπται γὰρ, ὅτι «Πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθή‐ σονται.» Οὐκοῦν Θεός ἐστιν ὁ λέγων πρὸς τὴν Ἱερου‐ σαλήμ· «Οὐ σὺ εἶ ἡ ἐρημοῦσα θάλασσαν;» καὶ τὰ ἑξῆς. | |
35 | Ἤγουν καὶ καθ’ ἕτερον συνήσεις τρόπον τῶν προ‐ κειμένων τὴν δύναμιν. Ἐπειδὴ γὰρ κέκληται πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, λέγοντος τοῦ Θεοῦ καὶ Πα‐ τρός· «Ἐξεγείρου, Ἱερουσαλὴμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου·» διαγρηγορήσασα τρόπον | |
40 | τινὰ, καὶ εἰς ἀνάμνησιν ἀνενηνεγμένη τῆς ἰσχύος αὐ‐ τῆς, προσδιαλέγεται, καί φησιν αὐτῇ· Οὐ σὺ εἶ ἡ ἐρημοῦσα θάλασσαν, καὶ τῆς ἀβύσσου πλῆθος; ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως τοῖς ῥυομένοις καὶ λελυτρωμένοις ἡμῖν, ὁδὸν ἀποφήνασα | |
45 | τὴν διὰ κυμάτων; Καὶ εἰκός γε δήπου, τῶν ἤδη γε‐ γενημένων τὴν πεῖραν εἰς πίστιν ἀκλόνητον τῶν ἑξῆς ἐσομένων δεδέχθαι παρ’ αὐτῶν. Ὁ γὰρ διὰ μέσης θαλάσσης διαγαγὼν αὐτοὺς, καταργήσει πάν‐ τως καὶ τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ τῶν | |
70.1124(50) | ἐν κόσμῳ πραγμάτων τὴν εἰκαίαν τε καὶ ἄμικτον τύρβην ἕωλον ἀποφανεῖ, ὡς κατὰ μηδένα τρόπον ἐναποπνιγῆναι φροντίσι κοσμικαῖς τὰς τῶν κεκλημέ‐ νων ψυχάς· ἀλλ’ ἐπέκεινα μὲν διελάσει πειρασμοῦ παντὸς, σεσωσμένους δὲ καὶ λελυτρωμένους δοξολο‐ | |
55 | γεῖν αὐτὸν λέγοντας· «ᾌσατε τῷ Κυρίῳ ᾆσμα και‐ νὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος. Ἔσωσεν αὐ‐ | |
τὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.» | 1123 | |
70.1125 | Δεξιὰ δὲ καὶ βραχίων τοῦ Θεοῦ καὶ Πατρὸς, οὐχ ἕτερος ἂν εἴη τις παρά γε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται, καὶ ἥξου‐ σιν εἰς Σιὼν μετ’ εὐφροσύνης καὶ ἀγαλλιάμα‐ | |
5 | τος αἰωνίου. Ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν ἀγαλλίασις καὶ αἴνεσις, καὶ εὐφροσύνη κατα‐ λήψεται αὐτούς· ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Διαπλάττει πάλιν τοῦ λόγου τὸ σχῆμα κατὰ τὴν | |
10 | τῶν ἤδη συμβεβηκότων αὐτοῖς δύναμιν. Πολυτρόπως γὰρ Θεῷ προσκρούοντες, καὶ ταῖς τῶν εἰδώλων λατρείαις καθάπερ τισὶ βόθροις ἐνολισθήσαντες, οὐ μετρίως κατεμιαίνοντο· παρωσάμενοι δὲ καὶ τὴν τοῦ πανσόφου Μωσέως ἐντολὴν, ἐτράποντο πρὸς διδασκα‐ | |
15 | λίαν καὶ ἐντάλματα ἀνθρώπων. Τούτων ἕνεκα πάν‐ των δέδονται κατὰ καιροὺς τοῖς Βαβυλωνίοις, καὶ ἦσαν αἰχμάλωτοι τὴν Περσῶν τε καὶ Μήδων νεμόμε‐ νοι χώραν. Ἀλλ’ ἠλέηνται πάλιν. Κύρου γὰρ ἀνέντος αὐτοὺς κατὰ βούλησιν Θεοῦ, καὶ ἀποτρέχειν αὐτοῖς | |
20 | ἐφέντος, εἰς τὴν Ἰουδαίαν ἀνεκομίζοντο χαίροντες, καὶ ἀλαλάζοντες, καὶ τὰς εἰς Θεὸν ὑμνῳδίας οἷά τινα στέφανον ἔχοντες ἐπὶ κεφαλῆς. Οὐκοῦν ὡς ἀπό γε τῶν ἱστορικῶς γεγονότων, καὶ τὴν ἐπὶ ταῖς τε‐ λευταίαις κλήσεσι θυμηδίαν εὖ μάλα διαμορφοῖ. | |
25 | Ἐπιστραφήσονται γὰρ παρὰ Κυρίου, φησὶ, καὶ ἥξουσιν εἰς Σιὼν, τὴν νοητὴν δηλονότι, τοῦτ’ ἔστι, τὴν Ἐκκλησίαν, εὐφραινόμενοί τε καὶ χαίροντες. Ἔσται γὰρ ἐπὶ κεφαλῆς αὐτῶν αἴνεσις καὶ εὐφρο‐ σύνη, καὶ ἀγαλλίαμα καταλήψεται αὐτούς. Στεφανοῖ | |
30 | γὰρ ὥσπερ τὰς τῶν πιστευόντων ψυχὰς, καὶ πάσης αὐτὰς ἐμπίμπλησι χαρᾶς, ἀγαλλιάσεώς τε καὶ εὐ‐ φροσύνης ὁ τῶν ὅλων Σωτὴρ, δοξολογούμενος παρ’ αὐτῶν, καὶ χορδὴ καὶ λύρα γεγονὼς αὐτοῖς. Ὅπου δὲ ὅλως κλῆσις καλοῦσα πρὸς μετάγνωσιν, καὶ ἐπι‐ | |
35 | στροφὴν, καὶ εἰς ἀπόνιψιν ἁμαρτίας, τὴν διὰ πίστεως δηλονότι τῆς ἐν Χριστῷ, ὅπου Πνεύματος ἁγίου χορηγία τε καὶ χάρις, καὶ υἱοθεσίας τιμὴ, καὶ ἀτε‐ λευτήτων ἀπόλαυσις ἀγαθῶν, καὶ οὐρανῶν βασιλείας ἐλπὶς, ἐκεῖ που πάντως ἐστὶ καὶ τὸ κατευφραίνεσθαι | |
40 | δεῖν, ἀπέδρα δὲ καὶ ὀδύνη, λύπη, καὶ στεναγμός. Ποῖον γὰρ ἕξει τόπον ὀδύνη, καὶ ἐπὶ τίσιν ἂν γένοιτο στεναγμὸς, ἔνθα τοῦ στενάζειν καὶ ὀδυνᾶσθαι πρό‐ φασις μὲν οὐδεμία παντελῶς, κατακρατεῖ δὲ μᾶλλον ἐλπὶς, ἀγαλλιάσεώς τε καὶ εὐφροσύνης, θυμηδίας τε | |
45 | τῆς ἀναποβλήτου καὶ χαρᾶς; Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ παρακαλῶν σε. Γνῶθι τί οὖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ, καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν. Καὶ ἐπελάθου τὸν Θεὸν τὸν ποιήσαντά σε, τὸν | |
70.1125(50) | ποιήσαντα τὸν οὐρανὸν, καὶ θεμελιώσαντα τὴν γῆν. Καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσ‐ ωπον τοῦ θλίβοντός σε. Ὃν τρόπον γὰρ ἐβου‐ λεύσατο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε, Ἐν γὰρ τῷ σώζεσθαί σε οὐ στήσε‐ | |
55 | ται, οὐδὲ χρονιεῖ. Τὸ, Ἐγώ εἰμι, φησὶν ἐν τούτοις, ἀντὶ τοῦ, ζῶ καὶ | |
ὑπάρχω· καὶ γάρ ἐστιν αὐτὸς ὁ Ὤν. Ἀξίωμα δὲ | 1125 | |
70.1128 | τοῦτο θεοπρεπὲς καὶ ἐξαίσιον· ἔνεστι γὰρ μόνῃ τῇ πασῶν ἐπέκεινα φύσει τὸ εἶναί τε καὶ ζῇν, οὐ μεθεκτῶς παρ’ ἑτέρου λαχούσῃ ταῦτα, οὔτε μὴν δοτὸν ἐχούσῃ τὸ χρῆμα, αὐτῆς δὲ μᾶλλον οὔσης τῆς | |
5 | ζωῆς. Οὐκοῦν, Εἰμὶ μὲν ἐγὼ, φησὶν, ὁ παρακαλῶν σε, τοῦτ’ ἔστιν, ὁ πᾶσαν παράκλησιν πνευματικὴν δωρούμενος, καὶ ἀνέχων ταῖς ἐπικουρίαις εἰς τὸ ἐρηρεῖσθαι καλῶς, πρός γε τὸ δεῖν ἰέναι μετ’ εὐ‐ τολμίας εὐθὺ πάσης ἀρετῆς. Ἢ τάχα που καὶ | |
10 | παράκλησιν ἐν τούτοις καὶ καθ’ ἕτερον συνήσεις τρόπον. Ἐκάλει γὰρ διὰ τῶν εὐαγγελικῶν κηρυγμά‐ των ὁ Σωτὴρ εἰς ἀπόνιψιν ἁμαρτίας τὴν διά γε, φημὶ, τῆς εἰς αὐτὸν πίστεως εἰς μέθεξιν ἁγίου Πνεύματος, καὶ καύχημα, καὶ δόξαν υἱοθεσίας. Ἀλλὰ σὺ, φησὶν, | |
15 | ὦ Ἰσραὴλ, ἐμοῦ μὲν τοῦ ὄντος οὐ κατέδεισας ὑπερ‐ ορῶν, καὶ καταφρονήσας τοῦ καλοῦντος εἰς ζωὴν, ἐφοβήθης δὲ ἀπὸ ἀνθρώπου φθαρτοῦ, καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν. Εἶτα ἀπ‐ ελάθου τοῦ ποιήσαντός σε Θεοῦ, τοῦ τεκτηναμένου τὸν | |
20 | οὐρανὸν, διιδρύσαντος δὲ τὴν γῆν, ἐφόβου δὲ τὸ πρόσ‐ ωπον τοῦ θλίβοντός σε. Αἰτιᾶται δὲ Θεὸς ἐν τούτοις τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἳ μέχρι παντὸς δι‐ ετέλεσαν τῇ τοῦ Σωτῆρος ἀντανιστάμενοι δόξῃ, καὶ τό γε ἧκον εἰς αὐτοὺς, οὐδὲν οὖσαν αὐτὴν παντελῶς | |
25 | ἀποφαίνοντες. Ἐθαυματούργει μὲν πολυτρόπως· οἱ δὲ τοὺς ὑπὲρ θαῦμα πικροὺς κατέχεον λόγους θεοσημίας· ἔφασκον γὰρ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων αὐτὸν ἐκβάλλειν τὰ δαιμόνια. Ταῖς ὑπὲρ νόμου εἰσ‐ ηγήσεσι κατεκήλησε πολλάκις τοὺς ἀκροωμένους· οἱ | |
30 | δὲ πρὸς τοῦτο κατώλισθον δυσσεβείας, ὥστε τοῖς ἐπαινοῦσιν ἐπιτιμᾷν, καὶ λέγειν· Δαιμόνιον ἕχει, καὶ μαίνεται· τί ἀκούετε αὐτοῦ; Ἐδεδίεσαν τοίνυν τὰς τῶν Φαρισαίων ἐπιβουλάς· καὶ μαρτυρήσει λέγων ὁ μακάριος εὐαγγελιστής· «Ἔγνωσαν τοίνυν οἱ ἄρ‐ | |
35 | χοντες, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν.» Ἤδη γὰρ συνέθεντο οἱ Ἰουδαῖοι, ἐὰν αὐτὸν ὁμολογήσῃ Χριστὸν εἶναι, ἀπο‐ συνάγωγος γένηται. Ἐπιτιμᾷ δὲ τοῖς νομοδιδασκάλοις καὶ αὐτὸς ὁ Σωτὴρ λέγων· «Καὶ ὑμῖν τοῖς νομικοῖς | |
40 | οὐαὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσέρχεσθε, καὶ τοὺς εἰσερχομένους κωλύετε.» Αἰ‐ τιᾶται τοίνυν τοὺς τῶν Ἰουδαίων δήμους, ὡς ἐκ πολ‐ λῆς ἄγαν ἀσυνεσίας καταφρονήσαντας τοῦ ὄντος τε καὶ ζῶντος Θεοῦ, τοῦ τὸν οὐρανὸν ἀναστήσαντος λόγῳ, | |
45 | καὶ θεμελιώσαντος τὴν γῆν, προτιμήσαντας δὲ μᾶλλον τὴν εἰς ἀνθρώπους αἰδῶ, καὶ φωνὴν δεξαμένους ἀν‐ θρώπων φθαρτῶν, οἳ πόαις ἐν ἴσῳ ξηραίνονται. Ὅτι γὰρ ἔμελλον τὴν ἁπασῶν ἐσχάτην ὑπομεῖναι κόλασιν, οἱ τὸ ἔκτοπον αὐτοῖς ἐπιτιθέντες δόγμα [Humfr. | |
70.1128(50) | legisse videtur δεῖμα], καὶ ἀπαγαγόντες διὰ τοῦτο τοῦ χρῆναι τιμᾷν τὸν καλοῦντα πρὸς σωτηρίαν, πε‐ πληροφόρηκε, προστιθείς· Ὃν τρόπον γὰρ ἐβουλεύ‐ σαντο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε; Ἐν γὰρ τῷ σώζεσθαί σε οὐ στήσεται, οὐδὲ χρο‐ | |
55 | νιεῖ. Γέγονε γὰρ τῶν Γραμματέων καὶ Φαρισαίων πρόσκαιρος ὁ θυμὸς κατὰ τῶν ὑπὸ χεῖρα λαῶν· | |
ἀλλ’ ᾤχοντο πρὸς ἀπώλειαν, καὶ δέδονται πρὸς σφα‐ | 1127 | |
70.1129 | γήν. Καὶ οἱ μὲν πιστεύσαντες εἰς Χριστὸν, ἔχαιρον ἀνασεσωσμένοι, ἔξω τε γεγονότες τῆς θείας ὀργῆς. Οἱ δὲ οὐκ ἐχρόνισαν, τοῦτ’ ἔστιν, οὐκ εἰς μακρὰν ἀπολώλασι, πεπορθημένης ἁπάσης τῆς Ἰουδαίας, καὶ κατεμπρησθέντος τοῦ ναοῦ, καὶ ὠλοθρευμέ‐ | |
5 | νης τῆς Ἱερουσαλὴμ, ὁμοῦ τοῖς οἰκοῦσιν αὐτήν. Ὅτι ἐγὼ ὁ Θεός σου, ὁ ταράσσων τὴν θάλασ‐ σαν, καὶ ἠχῶν τὰ κύματα αὐτῆς. Κύριος Σα‐ βαὼθ ὄνομά μοι. Θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου, καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου | |
10 | σκεπάσω σε, ἐν ᾖ ἔστησα τὸν οὐρανὸν, καὶ ἐθεμελίωσα τὴν γῆν· καὶ ἐρεῖ Σιὼν, ὅτι Θεός μου εἶ σύ. Αἰτιασάμενος τοὺς ἐξ Ἰσραὴλ, ὡς φοβηθέντας μὲν ἀνθρώπους, ἤτοι τοὺς προεστάναι λαχόντας τῆς συν‐ | |
15 | αγωγῆς, αἰδοῖ τε τῇ πρὸς αὐτοὺς τοῖς τῆς ἀπειθείας τέλμασιν ἀσυνέτως ἐμβεβηκότας, ἀλογήσαντάς τε παντελῶς τῆς εἰς αὐτὸν ἀγάπης, διαδείκνυσιν ἐν τούτοις, ὅτι καὶ περιστάσεις, καὶ διωγμοὺς, οἵπερ ἂν συμβαίνωσι τοῖς εὐσεβεῖν ᾑρημένοις, καθίστησιν | |
20 | ἀμογητί· καὶ τὰς τῶν ἐπηρεαζόντων δυστροπίας, ἀπράκτους τε καὶ ἀδρανεῖς ἀποφαίνει, μεθιστὰς εἰς τὸ ῥᾷον τὰ λυπηρὰ, καὶ παρατρέπων εἰς εὐθυμίαν τῶν ἀνιαρῶν τὴν ἔφοδον. Δέχεται δὲ πρὸς παρά‐ δειγμα ταύτην τὴν ὁρωμένην πλατεῖαν θάλασσαν. | |
25 | Ἐγὼ γὰρ εἰμὶ, φησὶν, ὁ ταράσσων τὴν θάλασσαν, καὶ ἠχῶν τὰ κύματα αὐτῆς. Κύριος Σαβαὼθ ὄνομά μοι. Ὥσπερ οὖν κυρτοῦται μὲν ἔσθ’ ὅτε τὸ κῦμα, καὶ ῥαγδαῖον τῇ χέρσῳ προσρήγνυται ταῖς τῶν ἀνέ‐ μων βίαις συνωθούμενον, μεταπίπτει δὲ πάλιν εἰς | |
30 | εὐδίαν καὶ γαλήνην εὐθὺς ἐθέλοντος Θεοῦ· κατὰ τὸν αὐτὸν τουτονὶ τρόπον τὰ δεινὰ, καὶ δύσοιστα, καὶ παντὸς εἰς ἔσχατον ἀποφέροντα κακοῦ, μεθίστημι, φησὶν, οἱονεὶ πρὸς εὐδίαν κατανεύσας μόνον· πάντα γὰρ κατευνάσας θόρυβον, εἰς τὸ τῆς εὐθυμίας ἀνίημι | |
35 | πλάτος τοὺς τῆς εὐσεβείας ὑπεραθλεῖν ἑλομένους. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ τῆς τοῦ Ψάλλοντος λύρας αἰνιγματωδῶς ὑμνούμενον· «Ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν, καὶ ἐκόπασε τὰ κύ‐ ματα αὐτῆς.» Ἵνα δὲ παντὸς ἐνδοιασμοῦ δίχα παρα‐ | |
40 | δέχοιντο τὸ θαῤῥεῖν, ὅτι πάντη τε καὶ πάντως εἰς πέρας δραμεῖται τὰ ἐπηγγελμένα, καὶ οὐκ ἄν ποτε διαψεύσαιτο τῆς παρ’ αὐτοῦ δοθείσης ἐπικουρίας ἡ ὑπόσχεσις· ἀναγκαίως φησὶν, ὅτι Κύριος Σαβαὼθ ὄνομά μοι. Εἰ γάρ ἐστι Κύριος τῶν δυνάμεων, πῶς | |
45 | ἀτονήσει πρὸς τὸ διασῶσαί τινας, ἣ ποῖον οὕτω τὸ δυσχερὲς, ἢ ἄναντες τῶν πραγμάτων, ἢ καὶ ἀνήνυ‐ τόν ἐστι τῇ πάντα ἰσχυούσῃ δεξιᾷ; Προσεπάγει δέ τι καὶ ἕτερον ἀρκοῦν εἰς ἐπικουρίαν, ὁμοῦ δὲ καὶ ἀποφαῖνον, ὅτι λέλυται μὲν ὁ ἐπ’ αὐτοῖς θυμὸς, πέ‐ | |
70.1129(50) | παυται δὲ τῆς ἀποστροφῆς τὸ βλάβος, καὶ λοιπόν εἰσιν ἐν λόγῳ παρ’ αὐτῷ, καὶ φειδοῦς ἠξίωνται καὶ ἀγάπης, ἤπερ ἂν πρέποι τοῖς ἐπεγνωκόσι τὴν ἐπι‐ φάνειαν αὐτοῦ. «Θήσω γὰρ, φησὶ, τοὺς λόγους μου εἰς τὸ στόμα σου.» Καὶ τί δὴ τοῦτό ἐστιν, ἔφη που | |
55 | ψάλλων ὁ θεσπέσιος Δαβίδ· «Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου, καὶ | |
ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;» | 1129 | |
70.1132 | —«Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ,» καθὰ γέγραπται. Ἀποσοβεῖ τοιγαροῦν τὸν βέβηλόν τε καὶ ἀλιτήριον ὁ τοῦ Θεοῦ θυμὸς [al. νόμος] τοῦ καὶ ὅλως τῶν αὐτοῦ διαμεμνῆσθαι λόγων. Εἴρηται γάρ· «Ἐκ | |
5 | τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα.» Πῶς οὐχ ἅπασιν ἐναργὲς, ὡς οἱ καρδίαν ἔχοντες πο‐ νηρὰν, ἀγαθοὺς οὐκ ἂν ἐρεύξα[ι]ντο λόγους; Ἁγίοις οὖν ἄρα πρεπωδέστατον τὸ καὶ εἰς νοῦν ἔχειν τὸν τοῦ Θεοῦ νόμον, καὶ ἀναβράττειν αὐτὸν, ὥσπερ διὰ | |
10 | γλώττης καὶ λόγου. Ὑπισχνεῖται τοίνυν ὁ τῶν ὅλων Θεὸς ὡς ἤδη δικαίοις, καὶ ἡγιασμένοις ἐν πίστει, καὶ τὸ τῆς γνησιότητος λαβοῦσι καύχημα, τοὺς ἑαυτοῦ λόγους ἐντιθέναι τοῖς στόμασιν αὐτῶν, ἵνα τοῦ θείου νόμου συχνῶς διαμνημονεύοντες, τὴν τοῦ χρησίμου | |
15 | πρὸς σωτηρίαν αὐτοῖς εἰδεῖεν τρίβον. Γέγραπται γὰρ περὶ δικαίου παντὸς, ὅτι «Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.» Καὶ πάλιν· «Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.» | |
20 | Ἀνέχει γὰρ ἡμᾶς ὁ τοῦ Θεοῦ νόμος εἰς τὸ ἐρηρεῖ‐ σθαι καλῶς, καὶ εὖ βεβηκότα τὸν νοῦν εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἐπιτηδευμάτων ἔχειν· καὶ καταπίπτειν οὐκ ἐᾷ πρὸς τὰ χείρω, καὶ τοῦ πεφυκότος ἀδικεῖν ἀποφέρει νεανικῶς. Ἐπειδὴ δὲ, ὡς ἔφην, ὡς ἤδη | |
25 | γνησίοις προσδιαλέγεται, προϋπισχνεῖταί τι καὶ ἕτε‐ ρον. Σκεπάσω γάρ σε, φησὶν, ὑπὸ τὴν σκέπην τῆς ἐμαυτοῦ χειρός. Ἀξιόκτητον δὲ καὶ τοῦτο, καὶ ἐξαί‐ ρετον ἀγαθὸν, καὶ ἀποχρῶν εἰς σωτηρίαν τοῖς ἅπαξ ἑλεῖν ἠξιωμένοις αὐτό. Χεῖρα μὲν γὰρ τοῦ Θεοῦ καὶ | |
30 | Πατρὸς οὐχ ἕτερον εἶναι συνίεμεν, πλὴν ὅτι τὸν ἐξ αὐτοῦ πεφηνότα Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Τοὺς δέ γε ὑπ’ αὐτῷ γεγονότας ἀδικήσειεν ἂν οὐδὲν τῶν ὅσα πέφυκεν ἀδικεῖν. Ἔσονται γὰρ εὐ‐ σθενεῖς καὶ εὐτολμώτατοι, θορύβου τε παντὸς καὶ | |
35 | πειρασμῶν ἀμείνους, καὶ ἀνάλωτοι τῷ Σατανᾷ, καὶ σαρκικῆς ἁπάσης ἐπέκεινα βδελυρίας, καὶ πέρα πα‐ θῶν ψυχικῶν τε ἅμα καὶ σωματικῶν. Ὅτι δὲ παν‐ αλκὴς ἡ τοῦ Πατρὸς δεξιὰ διακεῖσθαι, παρασκευάζει προστιθείς· Ἐν ᾗ ἔστησα τὸν οὐρανὸν, καὶ ἐθεμε‐ | |
40 | λίωσα τὴν γῆν. Εἰ γὰρ τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καθὰ γέγραπται, ἐρήρεισται δὲ καὶ ἡ γῆ πρὸς τὸ ἀκλονήτως ἔχειν· πῶς οὐκ ἂν ἀρκέσειεν εἰς τὸ σῶσαί τινας, τοὺς οἵπερ ἂν ἕλοιντο τὴν ὑπ’ αὐτοῦ σκέπην ποιεῖσθαι περὶ πολλοῦ; Τότε δὴ, τότε, | |
45 | φησὶν, ἐρεῖ Σιών· Θεός μου εἶ σύ. Ἐνταῦθά μοι βλέπε σαφῶς τε καὶ ἐναργῶς τῆς εἰς Χριστὸν πίστεως τὴν ὁμολογίαν εἰσενηνεγμένην. Πάλαι μὲν γὰρ καίτοι θαυματουργοῦντα πολυτρόπως, καὶ τῇ λαμπρότητι τῆς θεοσημείας, τῇ ὑπὲρ λόγον καὶ θαῦμα, δόξαν | |
70.1132(50) | ἔχοντα Χριστὸν, ἐκ πολλῆς ἄγαν ἀνοσιότητος ἀγνοεῖν ἔφασκον, οὐκ ἠγνοηκότες ἀληθῶς, ἀλλ’ ὑβρίζοντες. Τετολμήκασι γὰρ εἰπεῖν ἐκ πολλῆς ἄγαν ἐμβροντη‐ σίας, ἤγουν ἀπονοίας, καὶ ἀφιλοθέου φρονήματος· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελάληκεν ὁ Θεὸς, τοῦ‐ | |
55 | τον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Ἀλλ’ οἱ πάλαι, φησὶν, ἀρνούμενοι καὶ δυσσεβείας εἰς τοῦτο κατ‐ | |
ολισθήσαντες, λαβόντες ἐν γλώσσῃ τοὺς ἐμοὺς λόγους, | 1131 | |
70.1133 | καὶ ὑπὸ τὴν σκέπην τῆς ἐμῆς γενόμενοι χειρὸς δεξιᾶς, ἐπιγνώσονται τὸν Λυτρωτὴν, ὁμολογήσουσι λέγοντες πρὸς αὐτόν· Θεός μου εἶ σύ. Χρῆμα τοιγαρ‐ οῦν σωτήριον ἡ πίστις, καὶ ὁδὸς εἰς ζωὴν ἀποφέρουσα τὴν ἀμήρυτον, τῆς εἰς Χριστὸν ὁμολογίας ἡ δύναμις. | |
5 | Ἐξεγείρου, ἐξεγείρου, ἀνάστηθι, Ἱερουσαλὴμ, ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ ἐκ χειρὸς Κυρίου. Τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες, καὶ ἐξεκένωσας, καὶ οὐκ ἦν ὁ παρακα‐ λῶν σε ἀπὸ πάντων τῶν τέκνων σου, ὧν ἔτεκες· | |
10 | καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου, οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου, ὧν ὕψωσας. Ὡς πεσούσῃ καὶ ἔτι κειμένῃ τῇ Ἰουδαίων Συν‐ αγωγῇ προσδιαλέγεται, καὶ ἀναστῆναι κελεύει, μο‐ νονουχὶ χεῖρα διδοὺς, καὶ κατοικτείρων ὡς Θεός. Καὶ | |
15 | οὐ δήπου φαμὲν σωματικὴν εἶναι τὴν ἔγερσιν, ὅτι μηδὲ τοιαύτην νοεῖσθαι προσήκει τὴν πτῶσιν, νοητὴν δὲ μᾶλλον, ὡς ἐν ἀπιστίᾳ τετελεσμένην. Οὐκοῦν ἐν πίστει τὸ τῆς ἐν τούτοις ἀναστάσεως ἀγαθόν. Πε‐ πτώκασι γὰρ ὁμολογουμένως εἰς ὄλεθρον, οὐ προσ‐ | |
20 | ηκάμενοι μὲν τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, προσεσχηκότες δὲ μᾶλλον διδασκαλίαις τε καὶ ἐντάλ‐ μασιν ἀνθρώπων, καίτοι Θεοῦ λέγοντος ἐναργῶς διὰ φωνῆς Ἡσαΐου· «Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν | |
25 | ταράττουσιν.» Ἀειλογοῦντες γὰρ παρ’ αὐτοῖς τὸν διὰ Μωσέως νόμον, οἱ καθηγεῖσθαι λαχόντες, καὶ συχνῶς ἐκεῖνο βοῶντες· Μακάριοί ἐσμεν, Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστιν, ἀπεκόμι‐ ζον τῶν ὑπὸ χεῖρα τὸν νοῦν τῆς εἰς Χριστὸν ἀγά‐ | |
30 | πης, καὶ τῆς αὐτοῦ χάριτος ἀλογεῖν ἀναπείθοντες, πεπλανήκασιν αὐτοὺς, καὶ τὴν τρίβον τῶν ποδῶν αὐτῶν συνέχεον, ὀρθοποδεῖν οὐκ ἐῶντες, ἤγουν δι’ εὐθείας ἔρχεσθαι τρίβου πρὸς τὴν ἐν πίστει δικαίω‐ σιν, καίτοι τοῦ νόμου τελειοῦντος οὐδέν. Οὐκοῦν, | |
35 | Ἐξεγείρου, φησί· τοῦτό ἐστιν ἐναργῶς τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς, «Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» Καὶ μὴν κἀκεῖνο πρὸς τούτῳ· Διὸ τὰς παρειμένας χεῖ‐ ρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ | |
40 | τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν. Ὅτι δὲ πρέπουσαν καὶ ἰσοπαλῆ ταῖς αὐτῶν δυσσεβείαις ἐκ‐ τετίκασι δίκην ἐμπαροινήσαντες Χριστῷ, καὶ τὸν ἀρχηγὸν τῆς ζωῆς, τό γε ἧκον ἐπ’ αὐτοῖς, θανάτῳ περιβαλεῖν τολμήσαντες, διαδείκνυσι λέγων· Ἡ | |
45 | πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ ἐκ χειρὸς Κυρίου. Τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέχεας, καὶ ἐξεκένωσας. Καὶ κόνδυ μέν φησι τὸ κρῖμα· τὸ δὲ, Ἐξεκένωσας, ἐν τούτοις οὐχὶ τὸ, Ἐξέχεας, κατασημαίνειεν ἂν, ἐκεῖνο δὲ μᾶλλον, ὡς Ἅπαν ἐκπέ‐ | |
70.1133(50) | πωκας, τοῦτ’ ἔστι, πλήρη τὸν θυμὸν εἰσεδέξω τὸν παρὰ Κυρίου, καὶ ἰσόῤῥοπον τοῖς παρανομήμασιν ὑπομεμένηκας τὴν ὀργήν. Κακοὶ γὰρ κακῶς ἀπολώ‐ λασι, τοῦτο μὲν πεπορθημένης αὐτῶν ἁπάσης τῆς χώρας, ὁμοῦ δὲ τοῖς Ἱεροσολύμοις καὶ αὐτοῦ δὲ | |
55 | κατεμπρησθέντος τοῦ περιβοήτου ναοῦ, καὶ προσέτι τῆς εἰς Θεὸν ἐλπίδος ἀπολισθήσαντες, καὶ τῆς τῶν | |
ἁγίων ἀγέλης ἐξεωσμένοι. Τούτων δὲ ἁπάντων συμ‐ | 1133 | |
70.1136 | βεβηκότων σοι, φησὶ, καὶ οἷον μεμεθυσμένης πληρε‐ στάτῳ θυμῷ, οὐδεὶς παρέστη τῶν σῶν τέκνων· οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου, οὐκ ἦν ὁ παρακα‐ λῶν. Πλεῖστοι μὲν γὰρ ἦσαν παρ’ αὐτοῖς Λευῖται | |
5 | καὶ ἱερεῖς, Γραμματεῖς τε καὶ Φαρισαῖοι, ταῖς παρὰ πάντων ἐντρυφῶντες τιμαῖς, ὑψοῦ τε ἠρμένοι διά τε τὸ προὔχειν καὶ προεστάναι τῶν ἄλλων· ἀλλ’ οὐδεὶς ἐκ πάντων ἀπεσόβησε τῆς Ἰουδαίας τὴν συμφορὰν τὴν ἐκ θείας ὀργῆς ἐπενηνεγμένην αὐτῇ. Οὐδεὶς ἦν | |
10 | τοσοῦτος, ὃς ἀφορήτοις ἐνειλημμένῃ κακοῖς κἂν γοῦν μετρίαν παράκλησιν προσεπενεγκεῖν δυνάμενος. Οὐκοῦν ἠδίκησαν μὲν ἀπάγοντες αὐτοὺς τῆς εἰς Θεὸν ἀγάπης, καὶ ἀπαράδεκτον ποιεῖσθαι τὴν εἰς αὐτὸν ἀναπείθοντες πίστιν· ὤνησαν δὲ παντελῶς οὐδὲν, τοῖς τῆς ἀπωλείας βόθροις ἐνολισθήσαντες. Δύο ταῦτα ἀντικείμενά σοι, καὶ τίς σοι συλ‐ | |
15 | λυπηθήσεται; Πτῶμα δὲ καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα· τίς σε παρακαλέσει; Οἱ υἱοί σου, οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπ’ ἄκρου πάσης ἐξόδου, ὡς σευτλίον ἡμίεφθον, οἱ πλή‐ ρεις θυμοῦ Κυρίου, ἐκλελυμένοι διὰ Κυρίου τοῦ | |
20 | Θεοῦ. Πλεῖστα μὲν ἄν τις ἀπαριθμήσαιτο τὰ τοῖς Ἰου‐ δαίοις συμβεβηκότα κακὰ κατὰ τὸν τῆς ἁλώσεως καιρὸν, τῆς ἐπί γε, φημὶ, Οὐεσπασιανοῦ καὶ Τίτου, ὅτε πᾶσα μὲν ἐνεπρήσθη τῶν Ἰουδαίων ἡ χώρα, | |
25 | συμφορᾶς δὲ τρόπος οὐδεὶς ἐνέλειψεν αὐτοῖς, ἀλλ’ εἰς ἄκρον παντὸς διεληλάκασι κακοῦ, προαπηγγελ‐ κότος καὶ τοῦτο αὐτοῖς τοῦ πάντων Σωτῆρος Χριστοῦ. Ἀπεκομίζετο μὲν γὰρ ὑπὸ τῶν τοῦ Πιλάτου στρα‐ τιωτῶν ἐπὶ τὸν τοῦ σταυροῦ τόπον. Ἐπειδὴ δὲ | |
30 | εἵποντο κλαίουσαι γυναῖκες αὐτῷ, στραφεὶς πρὸς αὐτὰς ἔφη· «Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε ἐπ’ ἐμοὶ, κλαίετε δὲ ἐφ’ ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.» Καὶ πάλιν· «Ὅταν εἰδῆτε κυκλουμένην ἀπὸ στρα‐ τοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι, | |
35 | Καλύψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς, Πέσετε ἐφ’ ἡμᾶς.» Καὶ διὰ πλείστων ὅσων τῆς ἀνηκέστου συμφορᾶς τὸ βάρος προαπηγγέλλετο διὰ προφητῶν ἁγίων. Ταῦτα δὲ νῦν ἡ τῶν προκειμένων ἡμῖν στίχων ὠδίνει δύνα‐ μις. Ὦ γὰρ ἀθλία, φησὶν, Ἱερουσαλὴμ, δύο σοι | |
40 | ταῦτα ἀντίκειται, φησὶν, ἀντὶ τοῦ, μάχεται καὶ πο‐ λεμεῖ. Καὶ ποῖα ταῦτά ἐστι; Πτῶμα καὶ σύντριμ‐ μα, λιμὸς καὶ μάχαιρα. Ἐν τούτοις μὲν, ὡς ἐν βραχεῖ καὶ συνεσταλμένως, ἡ τοῦ πολέμου συμφορὰ σημαίνεται. Πλὴν ἐκεῖνο ἀθρητέον οὐ παρειμένως. | |
45 | Τέσσαρας γὰρ ἀπαριθμησάμενος, δύο φησὶν αὐτά. Πτῶμα γὰρ, ἔφη, καὶ σύντριμμα, καὶ λιμὸν, καὶ μάχαιραν. Καὶ τί ἄρα φαμέν; ἢ πῶς ἂν εἶεν δύο τὰ ὠνομασμένα; Κἂν εἰ πλειόνων ἔχοιεν δόξαν, τὰ ἑπόμενα τοῖς πρώτοις ὁ προφητικὸς ἐν τούτοις συν‐ | |
70.1136(50) | άπτει λόγος. Οἷόν τί φημι· Ἕπεται πάντως τῷ πίπτειν ἡ συντριβὴ, καὶ τῷ λιμῷ μάχαιρα, τοῦτ’ ἔστιν ὁ θάνατος. Δύο δὴ οὖν τὰ πρῶτα, τοῦτ’ ἔστι, πτῶμα καὶ λιμός· ἑπόμενα δὲ τούτοις, σύντριμμά τε καὶ μάχαιρα. Τούτων οὖν ἄρα, φησὶ, συμβεβηκότων, τίς | |
55 | ὁ ἐπαμῦναι δυνάμενος καὶ ἀποσοβῆσαι τῆς συμφο‐ ρᾶς τὴν ἔφοδον; τοῦτο γὰρ ἡ παράκλησις ἐνθάδε δη‐ | |
λοῖ. Ἆρα γὰρ, φησὶν, ἀρκέσουσιν υἱοί σου πρὸς | 1135 | |
70.1137 | τοῦτο; καίτοι καὶ αὐτοὺς ἔστιν ἰδεῖν ἐξηπορημέ‐ νους, τοῦτ’ ἔστιν, οὐδὲν ἔχοντας, ὃ βουλεύσονταί τε καὶ δράσουσιν εἰς παραψυχὴν ἑαυτοῖς, εἰς ὄνησιν τῶν ἰδίων ψυχῶν. Καθεύδουσι γὰρ ἐπ’ ἄκρου πάσης | |
5 | ἐξόδου. Κατασκήψαντος γὰρ τοῦ πολέμου, τῆς Ἰου‐ δαίων χώρας ἐξέδραμον οἱ δυνατοὶ, καὶ κατειλήφασι τὰς τῆς χώρας ἐσχατιὰς, ἵνα εἶεν ἕτοιμοι πρὸς φυ‐ γήν. Οἱ μὲν γὰρ ὡς πρὸς ὁμόρους τοὺς Αἰγυπτίους, οἱ δὲ καὶ ὡς γείτονα τῶν Μωαβιτῶν, ἤγουν τὰς ἑτέρας | |
10 | τῶν προσοίκων ἐθνῶν καταλαμβάνειν ἠπείγοντο χώ‐ ρας. Ἦσαν δὲ ἐπ’ ἄκρου πάσης ἐξόδου, τοῦτ’ ἔστιν, ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς, ὡς ἔφην· οὐκ ἐγρηγορότες, ἤγουν δρᾶσαί τι δυνάμενοι τῶν ὅσα ἐστὶν οὐκ ἀσυν‐ τελῆ τοῖς παθοῦσιν εἰς ὄνησιν, ἀλλ’ οἷον μεμεθυσμέ‐ | |
15 | νοι, καὶ καρηβαροῦντες, καὶ κείμενοι, παρειμένοι τε οὕτως τὰς φρένας, καὶ ἐκλελυμένοι τὸν νοῦν, ὡς σευτλίον ἡμίεφθον. Καὶ ποία τούτων ἡ πρόφασις; Πεπλήρωνται γὰρ θυμοῦ Κυρίου, αἰτία τε τῆς ἐκλύ‐ σεως αὐτοῖς αὕτη γέγονε. Πεφύκαμεν γὰρ ἀεί πως, | |
20 | ὅτε καὶ ταῖς εἰς λῆξιν καὶ ἀπαρακλήτοις βαλλόμεθα συμφοραῖς, μονονουχὶ καὶ ἐξεστηκότα τὸν νοῦν ἔχειν ἐν ἑαυτοῖς, καὶ οὐδένα πόρον εὑρίσκειν τὸν διασῶσαι δυνάμενον, θεηλάτου μάλιστα καθ’ ἡμῶν ὄντος τοῦ κακοῦ. Διὰ τοῦτο ἄκουε, τεταπεινωμένη καὶ μεθύου‐ σα οὐκ ἀπὸ οἴνου. Οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ | |
25 | κρίνων τὸν λαὸν αὐτοῦ· Ἰδοὺ εἴληφα ἐκ χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ, καὶ οὐ προσθήσῃ πιεῖν αὐτὸ ἔτι, καὶ δώσω, καὶ ἐμβαλῶ αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδι‐ κησάντων σε καὶ τῶν ταπεινωσάντων σε, οἳ | |
30 | εἶπαν τῇ ψυχῇ σου· Κύψον ἵνα παρέλθωμεν, καὶ ἔθηκας τῇ γῇ ἴσα τὰ μέσα σου, ἔξω τοῖς πορευομένοις. Κατοικτείροντος οἱ λόγοι, καὶ ἀνασειράζοντος μὲν τοὺς θυμοὺς, ἀνιέντος δὲ μᾶλλον εἰς εὐθυμίαν αὐτούς. | |
35 | Τεταπεινωμένην γὰρ ὀνομάζει καὶ μεθύουσαν. Ἱκα‐ ναὶ γὰρ, ὡς ἔφην, αἱ πέρα μέτρου συμφοραὶ, καὶ εἰς ἔσχατον κακοῦ κατενεγκεῖν τοὺς ἁλισκομένους, καὶ μεθύουσαι τοὺς πεπονθότας, πλὴν οὐκ ἀπ’ οἴνου, καθά φησι. Τὸ γὰρ Κυρίου ποτήριον, οὐκ αἰσθητὸν νοεῖταί | |
40 | ποθεν, οὐδὲ τὸ ἐν αὐτῷ κρᾶμα τοιοῦτον, ὡς καὶ νοεῖσθαι κοινόν. Ἔθος δὲ μᾶλλον τῇ θεοπνεύστῳ Γραφῇ, ποτήριον ὀνομάζειν τὴν ἐκνεμηθεῖσαν ἑκάστῳ μοῖραν, ἢ ἀδίκῳ τυχὸν, ἢ καὶ ἀγαθῷ. Οἷόν τί φημι. Ψάλλει, καί φησι περὶ τῶν ἀλιτηρίων ὁ θεσπέσιος | |
45 | Δαβίδ· «Πῦρ, καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος, ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν.» Κλῆρος οὗτος ηὐτρέπι‐ σται παρὰ Θεοῦ τοῖς οὐκ εἰδόσιν αὐτὸν, καὶ ψῆφος αὐτοὺς ἡ παγχάλεπος καταλήψεται. Πῦρ γὰρ ὥσ‐ περ καὶ θεῖον ἐκπίνοντες, διηνεκῆ καὶ ἀνίκητον | |
70.1137(50) | ὑπομένουσι δίκην. Ἁρμόσειε δ’ ἂν δικαίῳ παντὶ τὸ χρῆναι λέγειν· «Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα τοῦ Κυρίου ἐπικαλέσομαι.» Τὸ γὰρ ὅλως εἰδέναι τε καὶ ἐπικαλεῖσθαι τὸν τῶν ὅλων Κύριον, γένοιτ’ ἂν τοῖς τοῦτο δρᾷν εἰωθόσι σωτήριον κρᾶμα. | |
55 | Οὐκοῦν οὐκ ἀπὸ οἴνου φησὶ μεμεθύσθαι τὴν Ἱερου‐ σαλὴμ ὁ τὰ δίκαια κρίνων Θεὸς, ἀλλ’ ἐξ ἀνηκέστου | |
συμφορᾶς, καὶ δυσπραγίας οὐ φορητῆς. Δίκαια δὲ | 1137 | |
70.1140 | κρίνει, τοῖς μὲν ἀγαθοῖς τὸν ἐοικότα κλῆρον ἐκνενε‐ μηκὼς, τοῖς γε μὴν οὐκ οὖσι τοιούτοις ἐπιτιμῶν, ἵν’ ἑαυτῶν ἀμείνους ἀναδεδειγμένοι, τῶν μὲν τῆς φαυλό‐ τητος τρόπων ἀποφοιτήσειαν, μεταστήσειαν δ’ ἂν τὸ | |
5 | φρόνημα πρός γε τὸ βούλεσθαι φρονεῖν τε καὶ δρᾷν τὰ τοῖς θείοις αὐτοῦ δοκοῦντα νόμοις. Πλὴν ἰδοὺ, φη‐ σὶν, εἴληφα τὸ ποτήριον τῆς πτώσεως ὡς ἐκ χειρός σου, καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό. Κεκλήσεται γὰρ, ὡς ἔφην, εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ ἐντρυφή‐ | |
10 | σει μεθ’ ἡμῶν τοῖς ἄνωθεν ἀγαθοῖς. Ἔσται δὲ καὶ αὕτη χαρισμάτων μέτοχος ἱερῶν, καὶ πλοῦτον ἕξει πνευματικόν. Καὶ τούτου μάρτυς ὁ προφήτης λέγων· «Διότι ἡμέρας πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης | |
15 | θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὐδὲ ἱερατείας, οὔτε δήλων· καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ, ἐπ’ ἐσχάτου | |
20 | τῶν ἡμερῶν.» Δαβὶδ γὰρ ἐν τούτοις τὸν ἐκ σπέρμα‐ τος Δαβὶδ κατὰ σάρκα Χριστὸν ὁ προφητικὸς ὀνομά‐ ζει λόγος. Καὶ τούτου σαφὴς ἀπόδειξις, τεθνεῶτος καὶ ἤδη τοῦ θεσπεσίου Δαβὶδ πλείσταις ὅσαις ὕστερον γενεαῖς γενέσθαι τὴν προφητείαν. Οὐκοῦν ἕως μὲν | |
25 | οὔπω κέκληται πρὸς τὴν διὰ πίστεως χάριν, οὔπω τὸ ποτήριον ἀπέθετο τῆς ὀργῆς. Ἐπειδὰν δὲ τῇ πίστει τιμήσει Χριστὸν, τότε δὴ πάντως ληφθήσεται μὲν παρ’ αὐτῆς τὸ ποτήριον, ἐντρυφήσει δὲ καὶ αὐτὴ τοῖς ἄλλοις ἀγαθοῖς ὁμοῦ, περὶ ὧν γέγραπται, ὅτι Ἐπι‐ | |
30 | λήσονται τὴν θλίψιν αὐτῶν τὴν πρώτην, καὶ οὐ μὴ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρδίαν· ἔσται δὲ μᾶλλον ἀγαλλίαμα καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἀπέδρα γὰρ ὀδύνη, λύπη, καὶ στεναγμός. Πλὴν ὅταν ληφθῇ τὸ ποτήριον ἀπ’ αὐτῆς, δοθήσεται | |
35 | τῷ τῶν ἀδικησάντων αὐτὴν ἐσμῷ. Ἠδίκησαν δὲ κατὰ τίνα τρόπον; Ὀρθοποδῆσαι μὴ συγχωρήσαντες, μήτε μὴν ἀμώμητον ἐλάσαι τρίβον, δι’ ἦς δύνασθαι τὴν εὐάρεστον τῷ Θεῷ κατορθοῦντας ζωὴν, καὶ τῆς εὐ‐ αγγελικῆς πολιτείας τὴν φαιδρότητα κατημφιεσμέ‐ | |
40 | νους, ὁμοῦ τοῖς πιστεύσασιν εἰς Χριστὸν εἰς τὴν ἄνω καταντῆσαι πόλιν. Τίνες οὖν ἄρα νοηθεῖεν οἱ ἀδικήσαντες αὐτήν; Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸ πρό‐ χειρόν τε καὶ ἐμφανὲς εἰπεῖν, πρῶτον μὲν οἱ καθ‐ ηγεῖσθαι λαχόντες τῆς Συναγωγῆς, οἳ δὴ μάλιστα τὸ | |
45 | ποτήριον ἐκπεπώκασι τοῦ θυμοῦ. Ὅσῳ γὰρ διαπρε‐ πεστέραν εἶχον παρὰ τοὺς ἄλλους τὴν εὐθυμίαν, το‐ σούτῳ φορτικωτέραν ἐσχήκασι τοῦ πολέμου τὴν ἔφοδον, τιμῆς καὶ δόξης, πλούτου καὶ τρυφῆς, καὶ αὐτοῦ δὴ τοῦ ζῇν ἐξωθούμενοι. Εἰ δὲ χρή τι καὶ τῶν | |
70.1140(50) | κεκρυμμένων εἰπεῖν (ἀναγκαῖον δὲ οἶμαι καὶ τοῦτο), φαμὲν ἠδικῆσθαι τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὐκ ἀπό γε τῶν καθηγεῖσθαι λαχόντων μόνον, ἀλλὰ γὰρ καὶ ἀπὸ σκαιότητος διαβολικῆς, οὐκ ἐώσης αὐτοὺς τὸ θεῖον εἰς νοῦν εἰσδέξασθαι φῶς, ἵνα δὴ συνεῖεν τὸν | |
55 | καλοῦντα πρὸς σωτηρίαν, τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ ἀπαλλάττοντα δίκης, καὶ τῶν τοῦ θανάτου δε‐ | |
σμῶν ἐξέλκοντα, φημὶ δὴ Χριστόν. Καὶ τούτου μάρτυς | 1139 | |
70.1141 | ὁ Παῦλος, ὡδὶ γεγραφώς· «Εἰ δὲ καὶ ἔστι κεκαλυμ‐ μένον τὸ Εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύ‐ φλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι | |
5 | τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης Χριστοῦ.» Ναὶ μὴν καὶ αὐτὸς ὁ Υἱὸς ταῖς Ἰουδαίων ἀγέλαις ἔφη τι συμβῆναι τοιοῦτον, καὶ διήλεγξεν ἐναργῶς, ὡς ἐκ πνεύματος ἀκαθάρτου σκληροὶ γεγόνασι καὶ ἀπει‐ θεῖς, καὶ εἰς πᾶν ὁτιοῦν ἀπεφέροντο τῶν κακῶν. Ἔφη | |
10 | γὰρ, ὅτι «Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, πορεύεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνά‐ παυσιν· καὶ ὅταν μὴ εὕρῃ, ὑποστρέφει, φησὶ, λέγον· Ὑποστρέψω εἰς τὸν οἶκόν μου, ὅθεν ἐξῆλθον· τότε παρα‐ λαμβάνει ἕτερα ἑπτὰ πονηρὰ πνεύματα πονηρότερα | |
15 | ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν προτέρων. Οὕτως ἔσται τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.» Λελατρεύ‐ κασι μὲν γὰρ ἐν Αἰγύπτῳ τοῖς αὐτόθι θεοῖς, καὶ ἦν ἐν αὐτοῖς τὸ ἀκάθαρτον πνεῦμα. Ἐπειδὴ δὲ λελύ‐ | |
20 | τρωνται διὰ Μωσέως, καὶ τῶν πρακτέων τὸν ὁριστὴν ἐδέχοντο νόμον (ἤκουον λέγοντος ἐναργῶς· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύ‐ σεις»), ἀπελήλαται τῆς καρδίας αὐτῶν καὶ τὸ ἀκά‐ θαρτον πνεῦμα. Ἐπειδὴ δὲ οὐκ ἐσχήκασιν ἐν ἑαυτοῖς | |
25 | τὸν τοῦ Θεοῦ φόβον, οὔτε μὴν ἔνοικον ἐδέξαντο διὰ πίστεως τὸν Ἰησοῦν («Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ πίστεως,» καθὰ γέγραπται)· σχολάζοντα τὸν τόπον τὸ ἀρχαῖον ἐκεῖνο καὶ ἀκάθαρτον πνεῦμα τεθεαμένον, εἰσελήλατο πάλιν, καὶ κατῴκησεν ἐν | |
30 | αὐτοῖς, καὶ γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Ὅτι δὲ καὶ τὸν προδότην ἐν μαθηταῖς τοιοῦτον γενέσθαι παρεσκεύασεν ὁ τῆς ἀσεβείας εὑ‐ ρετὴς, οὐκ ἀσυμφανές. Γέγραπται γὰρ, ὅτι μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς. Οὐκοῦν τετι‐ | |
35 | μώρηται μὲν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, κατασκοτί‐ ζοντος αὐτὴν τοῦ Σατανᾶ, καὶ οὐκ ἐῶντος ἰδεῖν τοῖς τῆς διανοίας ὄμμασι τὸ τοῦ κόσμου φῶς, τοῦτ’ ἔστι Χριστόν. Ἐπειδὴ δὲ κέκληνται πρὸς ἐπιστροφὴν, δέδοται δὲ τὸ ποτήριον τοῦ θυμοῦ καὶ τὸ κόνδυ τῆς | |
40 | πτώσεως εἰς χεῖρας τῶν ἀδικησάντων αὐτήν· τετιμώ‐ ρηνται αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις, καθ‐ ιέντος αὐτὰς εἰς ᾅδην τοῦ πάντων Σωτῆρος Χριστοῦ, καὶ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν μεγάλης ἡμέρας κολασομένους τηρεῖν. Αὗται γὰρ | |
45 | ἦσαν αἱ λέγουσαι· Ἱερουσαλὴμ, κύψον ἵνα παρέλθωμεν, Ἡ δὲ ὑπετίθει τὰ μέσα τῇ γῇ τοῖς δι’ αὐτῆς πορευομένοις, τοῦτ’ ἔστιν, ἑαυτὴν ὑπέστρωσε καὶ ὑπετίθει τοῖς ἐθέλουσι καταπατεῖν. Τοῦτο δὲ δρῶσιν αἱ πονηραὶ δυνάμεις, ὅταν ἴδωσι ψυχὴν παρειμένην, καὶ τὸν ἴδιον παραῤῥίπτουσαν νοῦν, εἰς τὸ ὑποκεῖσθαι | |
θέλειν εὐκόλως ταῖς ἑαυτῶν ἀνοσίαις καὶ θεομισέσι βουλαῖς. | 1141 | |
70.1144(1t) | ΒΙΒΛΙΟΝ Εʹ, ΤΟΜΟΙ ΕΞ. | |
3t | ΤΟΜΟΣ Αʹ. | |
4 | Ἐξεγείρου, ἐξεγείρου, Σιών· ἔνδυσαι τὴν ἰσχύν | |
5 | σου, Σιὼν, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ἱερουσα‐ λὴμ, πόλις ἡ ἁγία· οὐκέτι προστεθήσεται διελ‐ θεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος. Σιών τε καὶ Ἱερουσαλὴμ ἀκούων ἐν τούτοις, μὴ πόλεις ἁπλῶς τὰς ἐκ λίθων ἐγηγερμένας καταδηλοῦ‐ | |
10 | σθαι νομίσῃς. Σημαίνει δὲ μᾶλλον τῆς προφητείας ὁ λόγος τῶν κεκλημένων διὰ τῆς πίστεως τὴν ὁμήγυριν, ἤγουν Ἐκκλησίαν ἔκ τε τῶν Ἰουδαϊκῶν ταγμάτων καὶ ἐξ ἐθνῶν. Τό γε μὴν, Ἐξεγείρου, λέγων, καὶ μάλα συχνῶς, δαψιλεστάτην αὐτοῖς χαρίζεται τὴν παρά‐ | |
15 | κλησιν. Ὥσπερ, γὰρ καθά φησιν ὁ πάνσοφος Παῦλος, «Οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χά‐ ρις·» οὕτως, ἔνθα πολὺ τὸ πικρὸν τῆς δίκης, ἐκεῖ ἰσοπαλὴς ταῖς συμφοραῖς παράκλησις, μᾶλλον δὲ πολὺ λίαν τῶν ἀμυδρῶν ἀμφιλαφεστέρα. Ἐνδύσα‐ | |
20 | σθαι δὲ προστέταχε τὴν ἰσχὺν αὐτῆς, καὶ πρός γε τούτῳ τὴν δόξαν. Καὶ ἰσχὺς μὲν ἡ κατ’ ἐνέργειαν πρακτικὴ νοοῖτ’ ἂν εἰκότως, καθ’ ἣν ἡ ἑκάστου ψυχὴ πρὸς τόδε τι τυχὸν τῶν πρακτέων ἴεται σὺν φρονήματι νεανικῷ. Δόξα δὲ τίς ἂν ἕτερος εἴη παρὰ τὸν τῆς δόξης | |
25 | Κύριον, ὅς ἐστι Χριστός; πρὸς ὅν πού φησι καὶ ὁ θεσπέσιος μελῳδὸς, ποτὲ μὲν, ὅτι «Ἐξεγέρθητι, ἡ δόξα μου·» ποτὲ δὲ πάλιν περὶ παντὸς τοῦ πιστεύον‐ τος εἰς αὐτὸν, ὅτι «Τὸ καύχημα τῆς δυνάμεως αὐ‐ τῶν σὺ εἶ.» Ἐνδυσόμεθα δὲ τίνα τρόπον τήν τε δόξαν, | |
30 | καὶ τὴν ἰσχὺν αὐτὴν, διεσάφησεν ἡμῖν ὁ πάνσοφος Παῦλος. Ἔφη δὲ πάλιν· «Ἐνούσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν.» Καὶ προσέτι τούτῳ· «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» | |
35 | Ναὶ μὴν καὶ ὁ προφήτης Ἡσαΐας ὡς ἐν τάξει γυναι‐ κὸς πολυτρόπως ὡραϊσμένης τὸ τῆς Ἐκκλησίας πρόσωπον εἰσκεκόμικε λέγων· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτη‐ ρίου, καὶ χιτῶνα εὐφροσύνης.» Ἄμφιον οὖν ἄρα Χρι‐ | |
40 | στὸς ἁγίῳ παντὶ πρεπωδέστατον· καὶ χιτὼν εὐφροσύ‐ νης τῆς νοητῆς, πρόξενος ἡμῖν ἰσχύος καὶ δόξης. Ἁγίαν δὲ πόλιν ὀνομάζει τὴν Ἐκκλησίαν. Ἡγιά‐ σθη τε γὰρ οὐ διά γε τῆς κατὰ νόμον λατρείας (τετε‐ λείωκε γὰρ ὁ νόμος οὐδένα), ἀλλὰ σύμμορφος γενομένη | |
45 | Χριστῷ, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνὸς, κατὰ μέθεξιν δηλονότι τοῦ ἁγίου Πνεύματος, ἐν ᾧ καὶ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀπολυτρώσεως, πάντα ῥύ‐ | |
πον ἀπονιψάμενοι, καὶ ἁπάσης κηλῖδος ἀπηλλαγμένοι. | 1143 | |
70.1145 | Δεδικαιώμεθα γὰρ διὰ πίστεως τῆς εἰς αὐτὸν, καὶ τὴν παρ’ αὐτοῦ πρὸς πᾶν ὁτιοῦν ἀσφάλειαν πεπλουτή‐ καμεν, καὶ οἷον τετειχίσμεθα τῇ παρ’ αὐτοῦ χάριτι, πᾶσαν ἡμῶν ἀποσοβοῦντος ἔφοδον διαβολικὴν, καὶ τὰς | |
5 | τῶν ἀντικειμένων δυνάμεων ἀγρίας ἐπαναστάσεις. Καὶ τοῦτο διδάσκει λέγων ὡς πρός γε τὴν Σιὼν, ἤγουν τὴν Ἱερουσαλὴμ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶν‐ τος· Οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερί‐ τμητος καὶ ἀκάθαρτος. Ἱστορικῶς μὲν γὰρ τοιῶσδε | |
10 | συνήσεις τὸ εἰρημένον· Τὰ περίοικα τῆς Ἱερουσαλὴμ ἔθνη, ἀπερίτμητα καὶ ἀκάθαρτα νοηθεῖεν ἂν, οὔτε Θεὸν εἰδότα τὸν φύσει καὶ ἀληθῶς, οὔτε μὴν τὴν διά γε τοῦ νόμου λαχόντα παιδαγωγίαν· ἐμάχοντο δὲ καὶ μάλα συχνῶς πρὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ, ὥστε | |
15 | καὶ ἀμείνους ὁρᾶσθαι πλεισταχοῦ τῆς ἐνούσης δυνά‐ μεως αὐτοῖς, μονονουχὶ δὲ καὶ παρῄεσαν δι’ αὐτῆς, ὡς ἐῤῥιμμένην ὑπὸ πόδας ἔχοντες αὐτήν. Ἀπὸ δὲ τῶν ἱστορικῶς συμβαινόντων ἔσθ’ ὅτε, φέρε, δια‐ πλάττωμεν τὰ πνευματικά. Τὰ τῶν δαιμονίων στίφη, | |
20 | τοῦτ’ ἔστιν οἱ κοσμοκράτορες τοῦ σκότους τούτου, καὶ σὺν αὐτοῖς ὁ βέβηλος Σατανᾶς, τὰς οὔπω γεγενη‐ μένας ὑπὸ Θεῷ ψυχὰς ὑπὸ πόδας ἔχουσι, καὶ οἷον διέρχονται δι’ αὐτῶν, ἐγκόπτοντος οὐδενὸς, ἤγουν ἐπαμύνοντος· ἐπειδὰν δὲ Θεῷ προσῳκειωμέναι δόξαν | |
25 | καὶ ἰσχὺν ἔχωσιν αὐτὸν, τότε δὴ, τότε πεπαύσεται τὰ τῆς ἐκείνων πλεονεξίας. Γέγραπται γὰρ, ὅτι «Παρεμ‐ βαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Ἀπερίτμητοι οὖν καὶ ἀκά‐ θαρτοι νοηθεῖεν ἂν αἱ βδελυραὶ, καὶ βέβηλοι, καὶ | |
30 | ῥύπου παντὸς ἐμποιητικαὶ, καὶ πονηραὶ, καὶ ἀντικεί‐ μεναι δυνάμεις. Ἐκτίναξαι τὸν χοῦν, καὶ ἀνάστηθι, καὶ κάθ‐ ισον, Ἱερουσαλήμ. Ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἡ αἰχμάλωτος θυγάτηρ Σιών. | |
35 | Καυχημάτων ἁγιοπρεπῶν ἀποφαίνει λοιπὸν ἐπι‐ στήμονα· καὶ τίνα τρόπον ἐνδύσεται τὴν ἰσχὺν τοῦ βραχίονος αὐτῆς, καὶ πρός γε τούτῳ τὴν δόξαν, διδά‐ σκει σαφῶς. Πρῶτον μὲν ἀποτινάξασθαι κελεύει τὸν χοῦν, ἀναστῆναί τε οὕτω, καθίσαι τε, καὶ ἐκδύσα‐ | |
40 | σθαι τὸν δεσμὸν τοῦ τραχήλου· καὶ χοῦν ἐν τούτοις, καθάπερ ἐγᾦμαι, νοεῖσθαι προσήκει τὸ γεῶδες φρόνημα, καὶ τῶν σαρκικῶν ἐπιθυμιῶν τὴν ἀκαθαρ‐ σίαν. Ὥσπερ γὰρ τοῖς χαμαὶ κειμένοις πᾶσά πως ἀνάγκη χοῦ καὶ κόνεως ἀναπίμπλασθαι, κατὰ τὸν | |
45 | ἴσον οἶμαι τουτονὶ τρόπον, καὶ τοῖς τὸν νοῦν ἔχουσι χαμαιῤῥιφῆ καὶ γεῶδες τὸ φρόνημα, οἱ τῆς σαρκικῆς ἀκαθαρσίας ἐνιζάνουσι λογισμοί. Χρὴ τοιγαροῦν ἡμᾶς κεκλημένους εἰς οἰκειότητα τὴν πνευματικὴν, τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ | |
70.1145(50) | αὐτὸν ἐνδύσασθαι μέλλοντας ὡς ἰσχὺν καὶ δόξαν, προαποτινάξασθαι τὸ χοϊκὸν καὶ γεῶδες φρόνημα, καὶ προκαθᾶραι τὸν νοῦν, καὶ, καθά φησιν ὁ πάν‐ σοφος Παῦλος, ἐκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ | |
55 | ἐνδύσασθαι τὸν νέον τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Τοῦτο δράσαντες ἀνιστάμεθα, | |
τοῦτ’ ἔστιν, ὀρθῷ καὶ βεβηκότι κεχρήμεθα νῷ, καὶ | 1145 | |
70.1148 | ἐρηρεισμένῃ καρδίᾳ, κατά γε τὸ ἑτέρωθί που δι’ ἑνὸς τῶν προφητῶν εἰρημένον παρὰ Θεοῦ· «Στῆσον σε‐ αυτὴν, Σιών.» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβὶδ, ὅτι «Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ | |
5 | κατεύθυνε τὰ διαβήματά μου.» Γέγραπται δὲ καὶ ἐν βίβλῳ Ψαλμῶν· «Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ,» τοῦτ’ ἔστι, τὸ ἀραρός τε καὶ ἱδρυμέ‐ νον τῆς ἑαυτοῦ βασιλείας ἔχει διηνεκῶς. Σωματικὸν γὰρ οὐδὲν ἐπὶ Θεοῦ νοεῖσθαι πρέπει. Ἕψεται δὲ τῷ | |
10 | καθίσαι, τοῦτ’ ἔστι, τῷ βέβαιόν τε καὶ ἱδρυμένον ἐσχηκέναι τὸ φρόνημα, καὶ τὸ ἐκδύσασθαι τὸν δεσμὸν τοῦ τραχήλου. Σειραῖς μὲν γὰρ τῶν ἰδίων ἁμαρτιῶν ἕκαστος σφίγγεται, ὑπενηνέγμεθα δὲ καὶ ὑπὸ ζυγὰ τῆς ἁμαρτίας, καὶ αὐτοῦ δὲ τοῦ Σατανᾶ. | |
15 | Ἀλλ’ ἐν Χριστῷ καὶ τούτων ἐλευθερούμεθα· καὶ διαῤῥήξαντες τοὺς δεσμοὺς αὐτῶν, καθὰ γέγραπται, καὶ ἀποῤῥίψαντες ἀφ’ ἑαυτῶν τὸν ζυγὸν αὐτῶν, ἐλευθέρῳ τε καὶ ἀνειμένῳ φρονήματι κατορθοῦμεν τὸ ἀγαθόν. Οὕτω πού φησι πρὸς ἡμᾶς δι’ ἑνὸς τῶν | |
20 | προφητῶν ὁ τῶν ὅλων Θεός· «Καὶ ἐξελεύσεσθε, καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα, καὶ καταπατήσετε ἀνόμους· διότι ἔσονται ὡς σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν.» Ἐπιφέρων δὲ τούτοις, Ἡ αἰχμάλωτος θυγάτηρ Σιὼν, πρῶτον μὲν ἐφίησιν | |
25 | ἐννοεῖν, ὅτι κατοικτείρει Θεὸς τοὺς ὑπὸ ζυγὰ πεσόν‐ τας διαβολικὰ, καὶ τῇ ἁμαρτίᾳ δουλεύσαντας. Εἶτα πρὸς τούτῳ διαδείκνυσιν, ὅτι πίπτομεν εἰς τοῦτο, καίτοι μετὸν μὴ παθεῖν αὐτό. Αἰχμάλωτον γὰρ ὀνο‐ μάσας τὴν Σιὼν, καὶ θυγατέρα φησὶν αὐτήν. Εἶτα | |
30 | πῶς ἦν ἐφικτὸν τοῖς τῆς αἰχμαλωσίας ἁλῶναι βρό‐ χοις τὴν τοῦ Θεοῦ θυγατέρα, καὶ δόξης τῆς οὕτω λαμπρᾶς ἠξιωμένην; Τίς οὖν ἄρα πρὸς τοῦτο καθῆ‐ κεν αὐτήν; Οὐχ ἡ τοῦ [σώ] ζῶντος ἀσθένειά ποθεν, ἀλλ’ ἡ τῆς παθούσης βουλὴ καὶ προαίρεσις, ἔξω δραμού‐ σης τῆς τοῦ Πατρὸς εὐσπλαγχνίας, διὰ τοῦ μᾶλλον ἑλέσθαι τὸ πονηρὸν, καὶ ψήφῳ τῇ πρὸς τὸ χεῖρον καταλῦσαι τὸ ἀγαθόν. | |
35 | Ὅτι τάδε λέγει Κύριος· Δωρεὰν ἐπράθητε, καὶ οὐ μετὰ ἀργυρίου λυθρωθήσεσθε. Αἰχμάλωτον αὐτὴν ὀνομάσας, ἀναγκαίως ἐπάγει καὶ τὰ τοῖς εἰς τοῦτο πεσοῦσι ταλαιπωρίας ἀεὶ συμ‐ βαίνοντα. Ἀποφέρονται γὰρ εἰς δουλείαν, οὐδενὸς ὑπὲρ | |
40 | αὐτῶν καταθεμένου τιμὴν, ἀλλ’ ὡς ἆθλα, καὶ πολέμου καὶ βαρβαρικῆς ἐφόδου καρποί· βίᾳ γὰρ καὶ ἀνάγκη πρὸς ἀβούλητον καλοῦνται θητείαν. Οὕτως ἔσεσθαί φησιν ὁ τῶν ὅλων Θεὸς καὶ τὴν λύτρωσιν αὐτῆς. Ἥρπασε γὰρ ὁ Σατανᾶς τὸ ἐπὶ τῆς γῆς γένος, καὶ | |
45 | οἷον αἰχμάλωτον ἔχων τὴν ὑπ’ οὐρανὸν ἀφορήτως κατ‐ εβιάζετο, τοῖς τῆς ἑαυτοῦ σκαιότητος ἐγκαταδήσας ζυγοῖς. Ἀλλὰ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὃς νενίκηκεν ὑπὲρ ἡμῶν· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ καταδήσας αὐτὸν, | |
70.1148(50) | διήρπασε τὰ σκεύη, καὶ μετέθηκεν εἰς ἑαυτὸν ἅπαν‐ τας τοὺς ἐπὶ τῆς γῆς. Οὐκοῦν ὡς ἡρπάσθημεν, οὕτω καὶ λελυτρώμεθα. Οὐ γὰρ παρ’ ἑκόντος ἡμᾶς ἐξείλετο Χριστὸς, συντρίψας δὲ μᾶλλον αὐτοῦ τὴν ἰσχὺν, καὶ ἀποσοβήσας ὡς Θεὸς τῶν δαιμονίων τὴν φάλαγγα. | |
55 | Οὔτε τοίνυν ἀργυρίῳ πεπράμεθα, οὔτε τὸν ἴσον λε‐ λυτρώμεθα τρόπον· ἰσχύϊ δὲ μᾶλλον τοῦ πάντων ἡμῶν | |
Σωτῆρος Χριστοῦ. Ποιμὴν γὰρ ὑπάρχων ἀγαθὸς, τέ‐ | 1147 | |
70.1149 | θεικε τὴν ψυχὴν ὑπὲρ τῶν ἑαυτοῦ προβάτων, καὶ σέσωκεν ἡμᾶς αἵματι τῷ ἰδίῳ· τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν· καὶ αὐτὸς μὲν ἐμαλακίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν· ἠλευθερώμεθα δὲ ἡμεῖς, καὶ τὸν | |
5 | τῆς ἁμαρτίας ζυγὸν καὶ τὴν τοῦ διαβόλου πλεονεξίαν ἀποσεισάμενοι. Οὕτω λέγει Κύριος· Εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν. Καὶ νῦν τί ὧδέ ἐστε; | |
10 | Τάδε λέγει Κύριος· Ὅτι ἐλήφθη ὁ λαός μου δω‐ ρεὰν, θαυμάζετε καὶ ὀλολύζετε. Τάδε λέγει Κύ‐ ριος· Δι’ ὑμᾶς διὰ παντὸς τὸ ὅνομά μου βλασ‐ φημεῖται ἐν τοῖς ἔθνεσιν. Αἰχμάλωτον ὀνομάσας τὴν Σιὼν, εἰδέναι βούλεται | |
15 | τὴν αἰτίαν, ἐφ’ ᾗ συμβέβηκεν αὐτῇ τὸ εἰς τοῦτο πε‐ σεῖν δυσκλείας τε καὶ ἀθλιότητος. Ἀνακομίζει γὰρ ἔσθ’ ὅτε πρὸς τὰ ἀμείνω τοὺς ἀδόκητόν τι παθόντας, τὸ μὴ ἐν ἀγνοίᾳ κεῖσθαι τῶν ἡμαρτημένων. Διὰ τοῦτο χρησίμως εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρει τῶν κατὰ | |
20 | καιροὺς συμβεβηκότων τοῖς πρὸ αὐτῶν. Λιμοῦ μὲν γὰρ καταβρίθοντος, κατέβη κατὰ καιροὺς Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἀβούλητον αὐτῷ τὴν ἀποδημίαν ἐτίθει, τὸ μηδαμόθεν δύνασθαι τῶν ἀναγκαίων εὐπορεῖν. Ἀπεκομίσθη δὲ καὶ εἰς Ἀσσυρίους ὁ Ἰσραὴλ, τὴν | |
25 | Ἰουδαίαν καταδῃώσαντος τοῦ κατ’ ἐκεῖνο τοῦ καιροῦ βασιλεύοντος τῆς Χαλδαίων. Καὶ ποία τις ἦν ἡ τοῦδε πρόφασις; Ἀποφοιτήσαντες γὰρ τοῦ εἶναι γνήσιοι, καὶ τοῦ [al. τὸ] χρῆναι μόνῳ λατρεύειν Θεῷ, κατά γε τὸ νόμῳ δοκοῦν ἀνούστατα δῃωσάμενοι [γρ. διωσά‐ | |
30 | μενοι], προσνενεύκασιν εἰδώλοις καὶ, προσεκύνησαν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν· αὕτη γέγονεν αὐτοῖς ἡ πρόφασις τοῦ ταῖς πολεμίων ἁλῶναι χερσὶ, καὶ τῆς ἐνεγκούσης ἀποδραμεῖν, καὶ θητεύειν ἐχθροῖς, τὴν Περσῶν τε καὶ Μήδων οἰκοῦντας χώραν. Βίᾳ | |
35 | τοίνυν ἤχθησαν· οὐ γὰρ ἑκόντες ἦσαν ἐν τούτοις. Ἀλλὰ νῦν τί ὧδέ ἐστε; Τὸ ὧδε φησὶν, ἀντὶ τοῦ, ἐν ταῖς τῶν ἐθνῶν κατεσπαρμένοι χώραις, καὶ εἰς πάντα ἄνεμον κατεσκεδασμένοι, κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἀπεσόβησε γὰρ τῆς Ἰουδαίας ἁπάσης ἡ | |
40 | Ῥωμαίων μάχαιρα τοὺς ἰσχύσαντας ὅλως φεύγειν. Ἤγουν τὸ, ὧδε, Ἐν τῇ τοιᾷδε καταστάσει τῶν πραγμά‐ των, ἐν ᾗ νῦν ἐστε. Γεγόνασι δὲ, ὡς ἔφην, ἐν ἐσχάτῃ ταλαιπωρίᾳ, τοῦτο μὲν [κατὰ] τὸν πολέμου νόμον καταδραμούσης αὐτῶν τῆς χώρας τῆς τῶν Ῥωμαίων | |
45 | στρατιᾶς, τοῦτο δὲ, πόλεως ἁπάσης πεπορθημένης, κατεμπρησθέντος δὲ καὶ αὐτοῦ τοῦ ναοῦ. Διὰ τί τοίνυν ἐν τούτοις γεγόνασι; φησίν· ἢ δηλονότι τὴν μὲν δι‐ καιοῦσαν πίστιν οὐ προσηκάμενοι, περιυβρίσαντες δὲ πολυτρόπως τὸν καλοῦντα πρὸς τοῦτο, καὶ αὐτῷ τὰς | |
70.1149(50) | χεῖρας ἐπαφέντες ἀνοσίως, μετὰ τοὺς ἀπεσταλμένους δικαίους τε καὶ προφήτας, ὧν τοὺς μὲν ἀπεκτόνασι, τοὺς δὲ ἐλίθασαν; Καὶ ταυτὶ μὲν ἐν τούτοις περὶ τῆς ἀγελαίου πληθύος ὁ προφητικὸς ἡμῖν καταμεμήνυκε λόγος. Ἐπειδὴ δὲ ἦν ἔθος τοῖς Ἰουδαίων μάλιστα | |
55 | καθηγηταῖς, ὑψηλὴν ἐπαίρειν κατὰ παντὸς ἔθνους τὴν ὀφρὺν, ἄληπτόν τε καὶ ἀχείρωτον τοῖς ἐχθροῖς διαμένειν ἔσθ’ ὅτε τὸν Ἰσραὴλ, εἴπερ κλῆρος Θεοῦ καὶ λαὸς ἅγιος ὠνομάζετο· εἶτα συμβέβηκεν ἐν οἷς | |
ἔφην ἀρτίως κατενεχθῆναι τὴν Ἰουδαίαν, κατεπλήτ‐ | 1149 | |
70.1152 | τοντο καὶ ὠλόλυζον, ὡς ἐλπίδος ἀπάσης πέρα δρα‐ μόντος αὐτοῖς τοῦ κακοῦ. Διὰ τοῦτο πρὸς αὐτοὺς ὁ τῶν ὅλων Θεός· Ὅτι ἐλήφθη, φησὶν, ὁ λαός μου δω‐ ρεὰν, θαυμάζετε, καὶ ὀλολύζετε. Τάδε λέγει Κύριος· | |
5 | Δι’ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Αὐτοὶ γὰρ, φησὶ, γεγόνατε παραίτιοι τοῦ παθεῖν τοὺς ὑπεζευγμένους, ἀπαιδαγωγήτους ἐῶντες αὐτοὺς, μᾶλλον δὲ οὐκ ἐφιέντες ὅλως ἐπιστρέ‐ φειν εἰς τὸν Θεὸν, καὶ τοῖς τῆς διανοίας ὄμμασιν | |
10 | ἰδεῖν τὸν ἐξ οὐρανοῦ καθιγμένον, καὶ ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότα Θεὸν Λόγον, ἵνα κηρύξῃ αἰχμαλώ‐ τοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσηται δὲ καὶ τοὺς συντετριμμένην [συντεθραυσμένην] ἔχοντας τὴν καρδίαν, καλέσῃ δὲ καὶ ἐνιαυτὸν Κυρίου δεκτόν. | |
15 | Οὐκοῦν δι’ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Ἐπειδὴ γὰρ ἐν ἁπάσῃ χώρᾳ τε καὶ πόλει κατεσκεδάσθη, φησὶν, ὁ Ἰσραὴλ, οὐδεὶς ἠγνόησε τῶν ἀνὰ πᾶσαν τὴν γῆν, ὅτι πεπόρθηται μὲν ἡ ἁγία πό‐ λις, ἔργον δὲ πυρὸς καὶ αὐτὸς γέγονεν ὁ νεώς· εἶτα | |
20 | τὸ ἐμὸν δυσφημοῦσιν ὄνομα, καὶ τὴν ἐμὴν διασύρουσι δόξαν. Οἴονται γὰρ ἴσως τὴν ἐμὴν ἀτονῆσαι χεῖρα τὴν ἐπίκουρον ἀεὶ γενομένην τῷ Ἰσραὴλ, τὴν δὲ ἀληθῆ πρόφασιν ἀγνοοῦσιν ἔτι, καὶ οὐδεὶς ὁ παρ’ αὐτοῖς ἐπιστάμενος, ὅτι τὰς τῆς Κυριοκτονίας καὶ πολλῶν ἑτέρων πλημμελημάτων ἐξῄτηνται δίκας. Διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου | |
25 | ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λα‐ λῶν· Πάρειμι· ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζό‐ μενος ἀγαθά. Ἐπειδὴ γὰρ, φησὶν, τῆς ὑμετέρας ἕνεκα ῥᾳθυμίας | |
30 | ἐδυσφημήθην ἐν τοῖς ἔθνεσιν, οὐκ ἀνέξομαι τῆς συκο‐ φαντίας, ἀλλ’ οὐδὲ τὴν ἐμαυτοῦ δόξαν παλιμφήμοις ἐάσω βάλλεσθαι φωναῖς. Ἐν ἐκείνῳ δὲ τῷ καιρῷ, καθ’ ὃν ἐπιλάμψω τοῖς ἐπὶ τῆς γῆς μετὰ σαρκὸς, οἵπερ ἐμοῦ γένωνται λαοὶ προσηκάμενοι τὴν πίστιν, | |
35 | εἴτ’ οὖν εἶεν ἐξ Ἰουδαίων, εἴτε καὶ ἐξ ἐθνῶν, οὗτοι γνώσονταί μου τὸ ὄνομα. Τὸ δὲ ὄνομά φησιν ἀντὶ τῆς δόξης. Ἔθος γὰρ οὕτω λέγειν τῇ θεοπνεύστῳ Γραφῇ. Γέγραπται γὰρ, ὅτι «Αἱρετὸν ὄνομα καλὸν, ἢ πλοῦτος πολύς.» Ἐγνώκαμεν αὐτοῦ τὴν δόξαν, οἱ παρ’ αὐτοῦ | |
40 | κεκλημένοι, καὶ οὐχ ὡς ἀνθρώπῳ προσίεμεν κριτῇ τῷ πάντων Σωτῆρι Χριστῷ· ἀλλ’ εἰ καὶ γέγονε σὰρξ ὁ Λόγος, πιστεύομεν, ὅτι Θεὸς ὢν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως γεγενημένος, ὑπὲρ πᾶσαν κτίσιν ἐστὶ, καὶ τοῖς ἀνωτάτω θρόνοις ἐμπρέπει, καὶ κατ‐ | |
45 | άρχει τῶν ὅλων, καὶ πανσθενεστάτην ἔχει τὴν δε‐ ξιὰν, καὶ σώζει ῥᾳδίως, οὓς ἂν ἕλοιτο τῶν ὑπ’ αὐτὸν γεγονότων, ὑπερνήχεται δὲ τὴν αὐτοῦ δύναμιν παν‐ τελῶς οὐδέν. Διετέθη γε μὴν οὐχ οὕτως ὁ Ἰσραήλ. Προσεσχήκασι γὰρ ὡς ἑνὶ τῶν καθ’ ἡμᾶς, καὶ οὐχ ὡς | |
70.1152(50) | ἐνανθρωπήσαντι Θεῷ. Διὰ τοῦτό ποτε μὲν ἔφασκον· «Σὺ τίς εἶ; καὶ τίνα σεαυτὸν ποιεῖς;» καὶ· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν.» Πλὴν οἵπερ ἂν κληθεῖεν εἰς ἐπίγνωσιν ἀληθείας, φησὶ, | |
55 | γνώσονταί μου τὴν δόξαν. Αὐτὸς γὰρ ὁ ἐν προφήταις λαλῶν· Πάρειμι. Θεὸς γὰρ ὢν Κύριος ἐπέφανεν ἡμῖν, | |
κατὰ τὸ γεγραμμένον. Τοῦτο καὶ ὁ πάνσοφος Παῦλος | 1151 | |
70.1153 | διδάσκει λέγων· «Πολυμερῶς καὶ πολυτρόπως πά‐ λαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ | |
5 | ἐποίησε τοὺς αἰῶνας.» Ἀθρητέον δὴ οὖν ἐν τούτοις, ὅτι παρήνεγκε μὲν εἰς τὸ εἶναι τὰ πάντα δι’ Υἱοῦ ὁ Θεὸς καὶ Πατὴρ, λελάληκε δὲ πρὸς ἡμᾶς ἐν ἐσχάτοις καιροῖς, οὐχ ὡς δι’ ἑτέρου μᾶλλον υἱοῦ τοῦ κατὰ σάρκα ἐκ γυναικὸς, καθὰ φρονεῖν ἔδοξέ τισι τῶν | |
10 | διεστραμμένων, ἀλλ’ ὡς ἐνὸς ὄντος Υἱοῦ μετὰ τῆς σαρκὸς τοῦ δι’ ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, ὃς καὶ τῶν αἰώνων ἐστὶ ποιητής. Πάρειμι δὴ οὖν ὡς ὥρα ἐπὶ τῶν ὀρέων, φησίν· ὥραν δέ φησι τὸ ἔαρ. Φέρε δὴ οὖν καταθρήσωμεν ὡς ἐκ πράγματος ἐμφανοῦς τὰ | |
15 | πνευματικά. Τί τὸ ἔαρ ὀφθὲν ἐν τοῖς ὄρεσιν ἀποτε‐ λεῖ; Ἄνθει νέῳ στεφανοῖ τὰ φυτὰ, καὶ ἐξ ἀκαρπίας αὐτὰ μεθίστησι πρὸς ἀπότεξιν, ὧν ἂν φυσικῶς ἕκαστον ἔχοι. Τοιοῦτόν τι καὶ ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων γεγραμμένον εὑρήσομεν· «Ἀνάστα γὰρ, | |
20 | ἐλθὲ, φησὶν, ἡ πλησίον μου, καλή μου, περιστερά μου· ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς παρῆλθεν ἑαυτῷ, τὰ ἄνθη ὤφθη ἐπὶ τῆς γῆς, καιρὸς τῆς τομῆς ἔφθασε.» Χειμῶνος γὰρ παρελάσαντος, τὸ λαμπρὸν ἕαρ ἀνίσχει τῇ γῇ, καὶ ἀνθέων αὐτὴν ἀποφαίνει τρο‐ | |
25 | φὸν, καὶ καρπῶν ὡρίμων ποιεῖται μητέρα. Τοιοῦτόν τι καὶ περὶ ἡμᾶς πέπρακται νοητῶς. Κατεχείμασε γὰρ τὴν ὑπ’ οὐρανὸν ὁ δράκων ὁ ἀποστάτης, ξηρὰν καὶ ἄκαρπον ἀπέφηνεν αὐτήν. Ἦν γὰρ ὅλως οὐδεὶς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, «Ἀλλὰ πάντες | |
30 | ἐξέκλιναν ἅμα, ἠχρειώθησαν.» Ἐπειδὴ δὲ μετὰ σαρ‐ κὸς ἐπέφανεν ὁ Μονογενὴς, γέγονεν ἡμῖν ὡς ὥρα ἐπὶ τῶν ὀρέων. Ἀπηνθηκότες γὰρ ὥσπερ καὶ ἁπά‐ σης ἀρετῆς ὡραιότητα τῶν ἰδίων ψυχῶν ἀποβεβλη‐ κότες, ἀνεθάλλομεν ἐν αὐτῷ καὶ πνευματικῆς εὐκαρ‐ | |
35 | πίας πεπληρώμεθα, ὥστε καὶ δύνασθαι λέγειν τὸ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων· «Ἀδελφιδός μου κατα‐ βήτω εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκρο‐ δρύων αὐτοῦ.» Γέγονε τοίνυν, ὡς ὥρα ἐπὶ τῶν ὀρέων, καὶ ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, εὐαγ‐ | |
40 | γελιζομένου δὲ καὶ ἀγαθά· μεταξὺ γὰρ κειμένης ἡμῶν τε καὶ τοῦ Θεοῦ τῆς ἁμαρτίας, διειστήκειμεν αὐτοῦ, καὶ ἀπενοσφίσθημεν τοῦ Δεσπότου, καὶ τοῖς θείοις αὐτοῦ νόμοις ἀντανιστάμενοι, καὶ Δεσποτικοῖς θελή‐ μασιν ἀντιπράττοντες, καὶ ἐν τάξει πολεμίων κεί‐ | |
45 | μενοι. Ἀλλ’ ἐπέφανεν ὁ Χριστὸς ἡ εἰρήνη ἡμῶν, ὁ τὴν μεταξὺ κειμένην ἀφελὼν ἁμαρτίαν, καὶ συμβῆναι παρασκευάσας εἰς φιλίαν τῷ Πατρὶ, καὶ συνάψας ἡμᾶς δι’ ἑαυτοῦ· δι’ αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν. Ὥσπερ οὖν, εἴ τις ἔρχοιτο, φησὶ, δρο‐ | |
70.1153(50) | μαῖος καὶ ταχὺς, ἁλῶναι λέγων ἐχθροὺς, καὶ ἐπαγ‐ γέλλων εἰρήνην, εὐαγγελιζόμενός τε τὰ ἀγαθά· οὕτω καὶ ὁ πάντων Σωτὴρ ἐπεφοίτησε τῷ κόσμῳ μετὰ σαρκὸς, καὶ γέγονεν ἡμῖν εἰρήνης βραβευτὴς πρὸς Θεὸν καὶ Πατέρα, καταργηθέντος τοῦ Σατανᾶ, καὶ | |
55 | πάσης τῆς φάλαγγος αὐτοῦ γενομένης ἐκποδὼν, καὶ ὅτι καιρὸς ἐνέστηκε, καθ’ ὃν ἔξεστι τοῖς ἐθέλουσι | |
παντὸς ἐν μεθέξει γενέσθαι καλοῦ· ἕψεται γὰρ πάν‐ | 1153 | |
70.1156 | τως τοῖς πιστεύσασιν εἰς αὐτὸν, καὶ τὰ αὐτοῦ φρο‐ νεῖν τε καὶ δρᾷν ᾑρημένοις, ἀμφιλαφεστάτην ἔχειν τὴν οὐρανίων ἀγαθῶν μέθεξιν, καὶ ἁπάσης ἐλπίδος ἀναπίμπλασθαι καλῆς· πλουσιόδωρος γὰρ ὁ Σωτήρ. | |
5 | Ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέ‐ γων· Σιὼν, βασιλεύσει σου ὁ Θεὸς, ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐ‐ φρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσει Κύριος τὴν Σιών. | |
10 | Σιὼν μὲν οὖν ὀνομάζει πάλιν ἐν τούτοις, οὐκ ἐπί‐ γειόν τινα πόλιν, τὴν ἁγίαν δὲ μᾶλλον αὐτοῦ Ἐκκλη‐ σίαν, ἣν ἐκ τῶν δύο λαῶν συνεστήσατο. Γέγραπται γὰρ, ὅτι «Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ.» Ποιῆσαι δὲ λέγεται Χριστὸς τὰ ἀμφότερα ἓν, καὶ λῦσαι τὸ | |
15 | μεσότοιχον τοῦ φραγμοῦ, καὶ τὸν νόμον τῶν ἐντο‐ λῶν ἐν δόγμασι καταργῆσαι. Ἀναδειχθέντος δὲ τοῦ εὐαγγελικοῦ κηρύγματος, ὃ καὶ δογμάτων ἐστὶν ἀλη‐ θινῶν κατάμεστον, πέπαυται τῆς ἐν νόμῳ σκιᾶς ἡ δύναμις, τοῦτ’ ἔστιν, ἡ δι’ αἱμάτων λατρεία καὶ | |
20 | προσαγωγή. Σιὼν οὖν νοητέον τὴν Ἐκκλησίαν, ὡς ἔφην, ἣν αὐτὸς ἑαυτῷ παρέστησεν ὁ Χριστὸς, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον. Ταύτης ἀκουστὴν ἐποιήσατο τὴν σωτηρίαν, τοῦτ’ ἔστιν ἐξάκουστον. Ἔλαθε γὰρ τῶν ἐπὶ τῆς γῆς | |
25 | παντελῶς οὐδένα, τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις· ἀλλ’ οὐδὲ ἀνήκοός τις ἀπομεμένηκε τῆς διὰ Χριστοῦ σωτηρίας. Ἔφη γὰρ καὶ διὰ τῆς τοῦ Ψάλ‐ λοντος λύρας· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμέ‐ | |
30 | νην.» Καὶ ὥσπερ τὸ τῶν δαιμονίων μνημόσυνον ἀπ‐ ώλετο μετ’ ἤχου, τοῦτ’ ἔστιν ἐπισήμως καὶ διαβοή‐ τως, ἠγνόησε δὲ οὐδεὶς τῆς τῶν δαιμονίων τυραννίδος τὴν ἀπώλειαν· οὕτω καὶ τὸ θεῖόν τε καὶ οὐράνιον κήρυγμα γέγονεν ἀκουστὸν τοῖς ἁπανταχοῦ, τὴν σω‐ | |
35 | τηρίαν εἰσφέρον τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ. Τίς δὲ ἡ δύναμις τοῦ κηρύγματος; Σιὼν, βασιλεύσει σου ὁ Θεός. Πάλαι μὲν γὰρ, τοῦτ’ ἔστι πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, βεβασίλευκεν ἡμῶν διὰ τῆς ἁμαρτίας ὁ Σατανᾶς, καὶ τυραννικῆς σκαιότη‐ | |
40 | τος ἐπέῤῥιπτο ζυγὸς τοῖς ἀνὰ πᾶσαν τὴν γῆν. Ἐπειδὴ δὲ ἐπέλαμψεν ἡμῖν ὁ τῶν ὅλων βασιλεὺς καὶ Κύριος, διαῤῥήξαντες τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψαντες τὸν ζυγὸν τοῦ πάλαι πλεονεκτήσαντος, τοῖς τοῦ Θεοῦ σκήπτροις ὑπηγάγομεν τὸν αὐχένα, καὶ βεβασίλευκεν | |
45 | ἡμῶν ὁ Θεὸς καὶ Πατὴρ δι’ Υἱοῦ, καὶ γέγονεν ἡμῖν τὸ χρῆμα πανηγύρεως ἀφορμή. Ψάλλει γοῦν ὁ Δα‐ βὶδ, καί φησιν· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.» Καὶ πάλιν· «Ψάλατε δὴ οὖν συνετῶς, ἐβα‐ σίλευσεν ὁ Θεὸς ἐπὶ πάντα τὰ ἔθνη.» Κέκληκε δὲ | |
70.1156(50) | ἡμᾶς πρὸς τοῦτο, ὡς ἔφην, καὶ αὐτὸς ὁ Σωτὴρ, λέ‐ γων· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς.» Οὐκοῦν ἐπράττετο μὲν ἀθλίως, καὶ ἐν ἐσχάτοις ἦμεν κακοῖς, ἀγρίῳ τυράννῳ κατ‐ | |
55 | εζευγμένοι, καὶ τὸν τῆς ἁμαρτίας ὑποδραμόντες ζυ‐ | |
γόν. Ἡ δὲ τῶν ἱερῶν κηρυγμάτων δύναμις τὴν τοῦ | 1155 | |
70.1157 | Χριστοῦ βασιλείαν εὐηγγελίσατο, καὶ ὑπ’ αὐτῷ πάν‐ τες ἐσμέν. Ἐπήγγελται γὰρ λέγων, ὅτι «Σιὼν, βασι‐ λεύσει σου ὁ Θεός.» Βασιλεύσει δὲ πῶς, ἢ τίνα τρό‐ πον, αὐτὸς εὐθὺς διεσάφησεν, εἰπὼν, ὅτι «Φωνὴ τῶν | |
5 | φυλασσόντων σε ὑψώθη.» Καὶ φυλάσσοντες δὲ εἶεν ἂν οἱ θεσπέσιοι μαθηταὶ, ἤγουν ἅπαντες ἁπλῶς οἱ μυσταγωγεῖν εἰδότες καὶ δυνάμενοι, καὶ ὀρθοποδεῖν ἀναπείθοντες τοὺς κεκλημένους, εἴς γε τὸ δύνασθαι κατορθοῦν εὖ μάλα τὸ ἀγαθὸν, καὶ τῆς εἰς Χριστὸν | |
10 | ἀγάπης ἀντέχεσθαι, καὶ ὀρθὴν ἐπ’ αὐτῷ καὶ ἀμώ‐ μητον ποιεῖσθαι τῆς πίστεως τὴν ὁμολογίαν. Οὗτοι ποιμένες εἰσὶν ἀγαθοὶ φυλάσσοντες τῷ πάντων ἀρχι‐ ποιμένι τὰ λογικὰ θρέμματα, καὶ τὰς τῶν ἀτιθάσ‐ σων θηρίων ἀποσοβοῦντες ἐφόδους. Τούτων ὑψοῦσθαι | |
15 | λέγει τὴν φωνὴν, τοῦτ’ ἔστιν, ἀκουσθῆναι τοῖς παν‐ ταχοῦ. Εἴρηται γὰρ πρὸς αὐτοὺς διὰ φωνῆς Ἡσαΐου· «Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ σου τὴν φωνὴν, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ.» Ὑψώσατε, μὴ φοβεῖσθε. Διαπρύσιον | |
20 | γὰρ καὶ οὐδενὶ τὸ σύμπαν ἠγνοημένον τὸ ἀποστο‐ λικόν ἐστι κήρυγμα. Ὅτι δὲ πάντα δραμεῖται δι’ εὐημερίας αὐτοῖς, καὶ κεκλήσονται μὲν ἑτοίμως οἱ πρὸς οὕσπερ ἂν ὁ παρ’ αὐτῶν γένοιτο λόγος, εὐφραν‐ θήσονται δὲ αὐτοὶ λίαν, τοὺς τῆς ἑαυτῶν μυσταγωγίας | |
25 | ὁρῶντες καρποὺς, ἐναργὲς καθίστησι λέγων, ὅτι Τῇ φωνῇ ἅμα εὐφρανθήσονται. Ἅμα γὰρ λαλήσουσι, φησὶ, καὶ ἡ τῶν μεμυσταγωγημένων ἕψεται πλη‐ θὺς, καὶ ἀμελ[λ]ητὶ δραμοῦνται πρὸς πίστιν οἱ παιδ‐ αγωγούμενοι. Χαρὰ δὲ τοῦτο τοῖς διδάσκειν ἐπιτετα‐ | |
30 | γμένοις. Ἐπιστέλλει γοῦν ὁ Παῦλος τοῖς δι’ αὐτοῦ πιστεύσασιν, ὅτι «Χαρὰ καὶ στέφανός μου.» Ὅτι δὲ ταῖς τῶν ἁγίων μυσταγωγίαις τὸ τῶν μυσταγω‐ γουμένων εὐπειθὲς ἠκολούθει πλεισταχοῦ, διὰ πολ‐ λῶν ἄν τις ἴδοι, τὴν ἁγίαν καὶ θεόπνευστον Γραφὴν | |
35 | περινοστήσας. Προσελάλουν μὲν γὰρ ἐν τοῖς Ἱεροσο‐ λύμοις τοῖς τῶν Ἰουδαίων τάγμασιν οἱ θεσπέσιοι μαθηταί· ἀλλ’ ὡς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπται· «Προσετέθησαν ἐν μιᾷ ἡμέρᾳ τρεῖς χιλιάδες ἀνδρῶν.» Ναὶ μὴν καὶ ὁ θεσπέσιος Παῦλος | |
40 | ὁμοῦ τῷ μακαρίῳ Σίλᾳ δεσμῶται τυγχάνοντες ὕμνουν κατὰ μέσην νύκτα τὸν Θεόν. Ἐπειδὴ δὲ ἄγγελος ἅγιος ἐπιστὰς τῷ δεσμωτηρίῳ τὰ πάντων ἀνῆκε δεσμὰ, περιδεὴς γεγονὼς ὁ δεσμοφύλαξ ἠθέλησε μὲν ἑαυτὸν ἀνελεῖν· φωνήσαντος δὲ τοῦ Παύλου· «Μηδὲν | |
45 | πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε· θαυμάσας τὸ παράδοξον, ἐβαπτίσθη σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ.» Ὅτι δὲ πρόφασις αὐτῷ θυμηδίας τὸ πρᾶγμα γέγονε, πῶς ἔστιν ἀμφιβαλεῖν; Οὐκοῦν κατὰ πόδα, φησὶν, τῆς μυσταγωγίας τῶν κεκλημένων | |
70.1157(50) | δραμεῖται τὸ εὐπειθές. Καὶ οἱ ὀφθαλμοί σου πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσει Κύριος τὴν Σιών. Τίνα δὲ ὄψονται, ἢ τὸν τῆς σωτηρίας πρύ‐ τανιν, τοῦτ’ ἔστι, Χριστόν; Σαρκωθεὶς γὰρ ἦν ὁ Λό‐ γος, καὶ τούτου μάρτυς ὁ Ψαλμῳδὸς, λέγων· «Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιω‐ | |
55 | πήσεται.» Ἤγουν ὅπερ ἔφην, ὅτι Τῇ φωνῇ ἅμα εὐφρανθήσονται, καὶ τοῦτο τοῖς σοῖς ὀφθαλμοῖς θεωρή‐ σεις, φησὶ, κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἂν ἐλεήσει Κύριος τὴν Σιὼν, προσθεὶς ἅπασι τὴν διὰ πίστεως | |
χάριν, καὶ τῶν οὐρανίων ἀγαθῶν ἀμφιλαφῆ τὴν ἀπόλαυσιν. | 1157 | |
70.1160 | Ῥηξάτω εὐφροσύνην ἄμα τὰ ἔρημα Ἰερουσα‐ λὴμ, ὅτι ἠλέησε Κύριος αὐτὴν, καὶ ἐῤῥύσατο τὴν Ἱερουσαλήμ. Καὶ ἀποκαλύψει Κύριος τὸν βρα‐ χίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν | |
5 | ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς, τὴν σωτηρίαν τὴν παρὰ Θεοῦ. Τὸ μὲν ῥῆξαι τὴν εὐφροσύνην κατασημήνειεν ἂν τὸ ἐν τῷ χρήσασθαι φωνῇ, χαριστηρίους ᾠδὰς ἀνα‐ φέροντας, καὶ μελέτην ποιεῖσθαι σπουδάζοντας τὰς | |
10 | δοξολογίας, δι’ ὧν ἂν εὐφραίνοιτο Θεός. Γέγραπται γοῦν ἐν βιβλίῳ Ψαλμῶν· «Καὶ ἡ γλῶσσά μου μελε‐ τήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου·» καὶ αὐτοῖς τοῖς τοῦτο δρᾷν ἐθέλουσι πρὸς εὐφροσύνην ἔσται τὸ χρῆμα. Ἐπειδὴ δὲ τὰ | |
15 | ἔρημά φησιν Ἱερουσαλὴμ τοῦτο χρῆναι δρᾷν, ἐκεῖνό φαμεν ἀναγκαίως, διατρανοῦν ἐθέλοντες τὴν τῶν προ‐ κειμένων διάνοιαν. Οἱ πόλιν οἰκοῦντες εὐρεῖαν καὶ μακρὰν, εἰ μὲν εἶεν τοσοῦτοι τὸν ἀριθμὸν, ὡς δύ‐ νασθαι καὶ ἀποπληροῦν αὐτὴν, οὐδένα τόπον αὐτῆς | |
20 | ἀφιᾶσιν ἔρημον· εὐαριθμήτων δὲ ὄντων διὰ τὸ τεθνά‐ ναι πολλοὺς, ἢ πολέμου κατασκήψαντος, ἢ καὶ ἑτέρας τινὸς ἀφορμῆς κατενεγκούσης εἰς τοῦτο, τὰ πλεῖστα τῶν ἐν αὐτῇ χωρίων ἤγουν οἰκημάτων ἀπομένουσι γυμνά. Τοιοῦτόν τι πεπόνθασιν οἱ ἐξ Ἰσραήλ. Ἐπειδὴ | |
25 | γὰρ γεγόνασι Κυριοκτόνοι, καὶ πλήρεις αἱμάτων τὰς χεῖρας ἐσχήκασιν, δεδαπάνηνται τῷ πολέμῳ τῷ παρὰ Ῥωμαίοις, ὡς ὀλίγους κομιδῇ περιλειφθῆναι τοὺς σεσωσμένους, καὶ κένανδρος ἦν ἡ ἁγία πόλις. Ἀλλ’ εὐφρανθήσονται, φησὶ, τὰ ἔρημα αὐτῆς. Στυγνοὶ | |
30 | μὲν γὰρ οἶκοι, καὶ κατηφείας ὥσπερ εἰσὶ μεστοὶ τοὺς ἐνοικοῦντας οὐκ ἔχοντες· ἱλαροὶ δέ πως καὶ οἷον γελῶντες, εἰ δὴ πλείστους ἔχοιεν τοὺς ἐνῳκισμέ‐ νους. Ἀπὸ δὴ τῆς ἱστορίας, φέρε δή τι λέγωμεν τῶν πνευματικῶν· Ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τοῦτ’ ἔστιν οἱ | |
35 | ἐξ ἐθνῶν πιστεύσαντες, οἳ καὶ Σιὼν ὀνομάζονται, καὶ μέντοι καὶ Ἱερουσαλὴμ, ὀλίγοι μὲν ἦσαν ἐν ἀρχαῖς, καὶ οἷον ἔρημος ἡ ἀληθῶς ἁγία καὶ Θεοῦ πόλις ἐτύγ‐ χανε, τοῦτ’ ἔστιν ἡ Ἐκκλησία. Ἀλλ’ οὐδὲν ἀπομε‐ μένηκε σχολάζον ἐν αὐτῇ· πεπλήρωται γὰρ διὰ Χρι‐ | |
40 | στοῦ. Καὶ γοῦν εἴρηται πρὸς αὐτήν· «Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου.» «Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται, οὗτοι ἀπὸ βοῤῥᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Καὶ ἐρεῖς, φησὶν, ἐν τῇ καρδίᾳ σου· Τίς ἐγέννησέ μοι τούτους· | |
45 | Ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, οὗτοι δέ μοι ποῦ ἦσαν;» Καὶ πάλιν· «Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου, καὶ τῶν αὐλαιῶν σου· πῆξον, μὴ φείσῃ· ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.» Ἐκ παντὸς γὰρ ἔθνους, πόλεως, καὶ χώρας συνδρομὴ γέγονεν | |
70.1160(50) | ἐπὶ Χριστῷ, τῶν ἐθνῶν κεκλημένων διὰ πίστεως, ὡς ἐξ ἠοῦς, καὶ νότου, δύσεώς τε καὶ βοῤῥέου καλεῖσθαι τοὺς ἐπιστρέφοντας, πολλῷ πλείους ὄντας τῶν ἐξ αἵματος Ἰσραήλ. Καὶ τοῦτο αὐτὸ καταμεμήνυκε λέ‐ γων ὁ προφήτης Ἡσαΐας περὶ τῆς Ἐκκλησίας καὶ | |
55 | τῆς Ἰουδαίων Συναγωγῆς· «Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι | |
πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης | 1159 | |
70.1161 | τὸν ἄνδρα.» Στείραν μὲν γὰρ τὴν οὐ τίκτουσαν, ἔρημόν τε πρὸς τούτοις ἀποκαλεῖ τὴν Ἐκκλησίαν τὴν ἐξ ἐθνῶν. Καὶ γὰρ ἦν ἄπαις καὶ ἐρήμη, τοῦτ’ ἔστι χήρα, τὸν ἀγαθοῦ παντὸς σπορέα λόγον οὐκ ἔχουσα. | |
5 | Τὴν δέ γε τῶν Ἰουδαίων Συναγωγὴν ὕπανδρον εἶναί φησι, διὰ τὸ νόμῳ κατεζεῦχθαι τῷ διὰ Μωσέως, ἐγκύμονά τε γενέσθαι τῶν ἱερῶν θεσπισμάτων, δι’ ὧν ἦν δύνασθαι καρποφορεῖν τῷ Θεῷ τὴν ὡς ἐν σκιαῖς ἔτι καὶ τύποις λατρείαν. Ἀλλὰ πολλὰ τὰ τέκνα τῆς | |
10 | ἐρήμου μᾶλλον, τοῦτ’ ἔστι τὰ τῆς χήρας, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Τίνα δὲ τρόπον ἔσται καὶ τοῦτο, διεσάφησε προστιθεὶς, ὅτι Ἀποκαλύψει Κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν· καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν | |
15 | παρὰ Θεοῦ. Ὅτε γὰρ ἐμφανὴς γέγονεν ἐν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ὁ βραχίων τοῦ Θεοῦ καὶ Πατρὸς, τοῦτ’ ἔστιν ὁ Υἱὸς, ὅτε πᾶσιν ἐγνώσθη τοῖς ἔθνεσιν, καὶ τεθέανται τὰ ἄκρα τῆς γῆς, τοῦτ’ ἔστιν οἱ ἐκ πε‐ ράτων εἰς πέρατα, τὴν παρ’ αὐτοῦ σωτηρίαν, τὴν διὰ | |
20 | πίστεως δὲ δηλονότι, τότε πεπλήρωται τὰ ἔρημα Ἱερουσαλὴμ, δηλονότι τῆς νοητῆς, καὶ ἀριθμοῦ κρείττων ἡ τῶν κεκλημένων πληθύς. Βραχίονα δὲ τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν Υἱὸν ἀποκαλεῖν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. Δύναμις γάρ ἐστιν αὐτοῦ καὶ πανσθενὴς δεξιὰ, δι’ ἧς τὰ πάντα ἐργάζεται, καὶ | |
25 | περὶ αὐτῆς φησιν ὁ θεσπέσιος Δαβίδ· «Κρατυνθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου.» Καὶ πάλιν περὶ τοῦ Θεοῦ Πατρός· «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος· ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.» Ἀπόστητε, ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε. Ἐξέλθετε ἐκ μέσου αὐ‐ | |
30 | τῆς, ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη Κυρίου, ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε, οὐδὲ φυγῇ. Πορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος, καὶ ὁ συνάγων ὑμᾶς Κύριος ὁ Θεὸς Ἰσραήλ. Ἔοικεν ὁ λόγος, ἢ πρὸς ἐκείνους γίνεσθαι παρὰ | |
35 | Θεοῦ τοὺς διὰ πίστεως συναγηγερμένους, καὶ τῆς Ἐκκλησίας χρηματίσαντας τέκνα, ἢ τάχα που πρὸς τοὺς ἁγίους μυσταγωγοὺς, ἀποστόλους δηλονότι, καὶ εὐαγγελιστὰς, οἳ φῶς γεγόνασι τῆς ὑπ’ οὐρανὸν, τὸν τῶν εὐαγγελικῶν κηρυγμάτων τοῖς ἀνὰ πᾶσαν τὴν | |
40 | γῆν διαπορθμεύοντες λόγον. Τούτους δὴ οὖν ἀπο‐ στῆναι προστέταχε, καὶ ἀπίστων ἀποφοιτᾷν, ὡς ἀπὸ μεμολυσμένων, διὰ τὸ μήτε πιστεύειν ἑλέσθαι Χρι‐ στῷ, ἀλλὰ γὰρ καὶ τοῖς τῆς Κυριοκτονίας ἐγκλήμασι τὰς ἑαυτῶν ἐνόχους ἀποφῆναι κεφαλάς. Ἐξέλθετε δὴ | |
45 | οὖν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, τοῦτ’ ἔστι, τῆς πρὸς αὐτοὺς κοινωνίας ἀποσχοινίσθητε, ὡς μηδ’ ὅσον αὐ‐ τῶν ἐθέλειν ἀποθήγειν. Ὁ γὰρ ἁπτόμενος πίσσης, φησὶ, μολυνθήσεται· καὶ γάρ ἐστιν ἀναγκαῖον, τοὺς εἰς Χριστὸν πιστεύσαντας, καὶ δι’ αὐτοῦ κεκλημένους | |
70.1161(50) | εἰς ἀποκάθαρσιν ἁμαρτίας καὶ εἰς μέθεξιν ἁγιασμοῦ, τῆς Ἰουδαϊκῆς ἀμαθίας ἔξω φέρεσθαι φιλεῖν, καὶ ὁλο‐ τρόπως ἑτερογνώμονας παρ’ ἐκείνους ὑπάρχειν, ἀφ‐ ορισθῆναί τε εἰσάπαν· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος, ἀλλ’ οὐδὲ μερὶς πιστῷ μετὰ ἀπίστου. | |
55 | Καὶ γοῦν ὁ πάνσοφος Παῦλος ἐπιστέλλει τοῖς ἐκ Γα‐ λατίας, μετὰ τὴν ἐν Χριστῷ δικαίωσιν παλινδρομῆσαι | |
τολμήσασιν ἐπὶ τὴν ἐν νόμῳ λατρείαν· «Ὦ ἀνόητοι Γα‐ | 1161 | |
70.1164 | λάται, τίς ὑμᾶς ἐβάσκηνε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυ‐ ρωμένος;» Τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; | |
5 | Οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; Περιετέμνοντο γὰρ ἀσυνέτως, καίτοι τὴν ἐν πνεύματι περιτομὴν λαχόντες, ἤτοι διὰ Χριστοῦ. Οὐκοῦν ἀναγκαίως τὸ, Ἀπόστητε, ἐν τούτοις φησὶν ὁ τῶν ὅλων Θεὸς, καὶ τὸ, Ἐξέλθετε ἐκεῖθεν, καὶ τὸ, Ἀφ‐ | |
10 | ορίσθητε, οἱ φέροντες τὰ σκεύη Κυρίου. Οἱ γὰρ ὅλως τῇ πίστει τιμήσαντες τὸν Ἐμμανουὴλ, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνοὶ γεγονότες, διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος, ἐμπλησθῆναί τε τῶν ἱερῶν αὐτοῦ χαρισμάτων, σκευοφοροῦσι Θεῷ. Καὶ τίνα δὲ τρόπον, | |
15 | διδάξει λέγων ὁ πάνσοφος Παῦλος· «Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ· αὕτη δέ ἐστιν ὁ θώραξ τῆς δι‐ καιοσύνης, ἡ περικεφαλαία τοῦ σωτηρίου, ὁ θυρεὸς τῆς πίστεως, ἡ μάχαιρα τοῦ Πνεύματος, ὅ ἐστι Ῥῆμα Θεοῦ.» Ταύτην γὰρ ἔχοντες τὴν νοητὴν παντευχίαν, | |
20 | ἀντεξάγουσι τῷ Σατανᾷ, καὶ ταῖς σὺν αὐτῷ δυνά‐ μεσιν ἀντανίστανται, προπηδῶντες τρόπον τινὰ καὶ προασπίζοντες τῶν ἰδίων ψυχῶν καὶ τῶν ὑπὸ χεῖρα λαῶν· αὕτη γὰρ τῶν ἡγουμένων τάξις. Πλὴν ἐξελθεῖν ἐπιτάξας ἐκ μέσου αὐτῆς, Οὐ μετὰ ταραχῆς ἐξελεύ‐ | |
25 | σεσθε, φησὶν, οὐδὲ φυγῇ πορεύσεσθε. Οὐ γὰρ ὡς φυγόντας, ἤγουν δεδιότας, τῶν Ἰουδαϊκῶν ταγμά‐ των ἀποφοιτᾷν ἐπιτάττει, ἀνειμένως δὲ μᾶλλον καὶ οἷον ἐπ’ ἐξουσίας, ὡς παραιτουμένους τὸ συνδιαιτᾶ‐ σθαι θέλειν τοῖς οὕτω μεμολυσμένοις, καὶ συναρι‐ | |
30 | θμεῖσθαι βεβήλοις καὶ πονηροῖς. Οὐκοῦν, Οὐ φυγῇ πορεύσεσθε, φησίν· ὅτι δὲ καὶ δι’ εὐμαρείας ἥξει τὰ πράγματα αὐτοῖς, καὶ οὐδὲν ὅλως ἀπαντήσει σκλη‐ ρὸν, ἢ ἄναντες, ἢ τραχὺ, πεπληροφόρηκεν εἰπὼν, ὅτι Προπορεύσεται ὑμῶν Κύριος, καὶ ὁ συνάγων ὑμᾶς ὁ | |
35 | Θεός. Θεοῦ δὲ συνόντος καὶ προβαδίζοντος, ποῖον ἔσται τὸ κακοποιοῦν τῶν ἱερῶν κηρυγμάτων τοὺς διακομιστάς; μᾶλλον δὲ πῶς οὐχ ἅπαντα αὐτοῖς τὰ κατ’ εὐχὴν ἐκβήσεται, καὶ διὰ ψιλῆς ὥσπερ ὁδοῦ δραμοῦνται κηρύττοντες; Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται, καὶ δοξασθήσεται σφόδρα. Ὃν τρόπον ἐκστήσονται ἐπὶ σοὶ πολλοὶ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων | |
40 | τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων. Καὶ οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπ’ αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκη‐ κόασι συνήσουσιν. | |
45 | Ἀναφανδὸν ἐν τούτοις τοὺς περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ ποιεῖται λόγους ὁ Θεὸς καὶ Πατήρ. Ἰδοὺ γὰρ συνήσει ὁ παῖς μου, φησί· καὶ τὸν μὲν παῖδα νοήσεις, τὸν Υἱὸν, ἤγουν τὸν δοῦλον. Ἔλαβε γὰρ δούλου μορφὴν Θεὸς ὢν ὁ Λόγος, καὶ Κύριος | |
70.1164(50) | πάντων ὢν, τοῖς τῆς ἀνθρωπότητος ἐμβέβηκε μέ‐ τροις. «Οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐτα‐ πείνωσεν ἑαυτόν.» Οὐκοῦν, ὅτε γέγονεν ἄνθρωπος | |
55 | καθεὶς ἑαυτὸν εἰς ταπείνωσιν, τότε καὶ δοῦλος ἀν‐ εγκλήτως ὠνόμασται τὸ τῆς δουλείας σχῆμα λαβών. | |
Ἀλλὰ, Συνήσει, φησὶν, ἀντὶ τοῦ, Πάντα μετὰ συν‐ | 1163 | |
70.1165 | έσεως καὶ σοφίας ἐργάσεται καὶ λαλήσει τῆς θεο‐ πρεποῦς. Ἔργον δὲ σοφίας τῆς θεοπρεποῦς, καὶ πρό γε τῶν ἄλλων τὸ σάρκα γενέσθαι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τουτέστιν ἄνθρωπον, καὶ συμπτωχεῦ‐ | |
5 | σαι τοῖς ἐπὶ τῆς γῆς, ἵνα ἡμεῖς τῆς [ἑ]αυτοῦ πτωχείας πλουτήσωμεν, ἵνα πιστεύσαντες εἰς αὐτὸν τοὺς τῆς ἁμαρτίας ἀπονιψώμεθα μεμολυσμένους, ἀδρανοῦς ὄντος τοῦ νόμου τοῦ διὰ Μωσέως εἰς τὸ δύνασθαι περιελεῖν ἁμαρτίας, ἵνα τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς | |
10 | καταργήσῃ τὸν θάνατον, καὶ ἀνατρέψῃ τὴν φθορὰν, καὶ ἀναχαλκεύσῃ πρὸς ἀφθαρσίαν τοὺς τῷ θανάτῳ κατισχημένους, καὶ οὐρανοῦ πολίτην ἐργάσηται τὸν ἐπὶ τῆς γῆς ἄνθρωπον, καὶ συνάψῃ δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ τὸν πάλαι δραπέτην, καὶ κηρύξῃ | |
15 | μὲν αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς δὲ ἀνάβλεψιν, καὶ ἰάσηται τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ κε‐ νώσῃ τὸν ᾅδην, καὶ ἀποστήσῃ τὸν Σατανᾶν τῆς κατὰ πάντων ἀρχῆς καὶ πλεονεξίας. Συνήσει δὴ οὖν ὁ παῖς μου, φησίν. Ἀσύνετον γὰρ, ἤγουν ἄσοφον, ἐν τοῖς | |
20 | γεγονόσιν ὑπὲρ ἡμῶν παντελῶς οὐδέν. Πάντα γὰρ ἐν σοφίᾳ ἐποίησε, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Ταύτης ἕνεκα τῆς αἰτίας ὑψωθήσεται, φησὶ, καὶ δοξασθήσεται σφόδρα. Δοξολογεῖται γὰρ πρὸς ἡμῶν ὁ Θεὸς ὡς Κύριος, Σωτῆρα δὲ καὶ Λυτρωτὴν ἀποκα‐ | |
25 | λοῦμεν αὐτόν. Εἶναί τε τοῦτο κατὰ ἀλήθειαν πεπι‐ στεύκαμεν. Ἀλλ’ ἵνα ἀληθὴς καὶ ἀδιάβλητος παντε‐ λῶς ὁ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχῃ λόγος, ἐπ‐ ήνεγκεν ἀναγκαίως, ὅτι Ὃν τρόπον ἐκστήσονται ἐπὶ σοὶ πολλοὶ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, | |
30 | καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων. Οἱ μὲν γὰρ ἐπ‐ εγνωκότες τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τοῖς τῆς διανοίας ὄμμασι κατιδεῖν ἰσχύσαντες τῆς ἐνούσης αὐτῷ θεο‐ πρεποῦς ἐξουσίας τὸ μέγεθος, καταπλήττονται τὴν οἰκονομίαν· ὁποῖός τις ἦν ὁ προφήτης Ἀββακοὺμ, | |
35 | λέγων· «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφο‐ βήθην· κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.» Οἵ γε μὴν οὐ συνιέντες αὐτοῦ τὴν δόξαν, ἄπιστοι δὲ καὶ ἀσύνετοι μεμενηκότες, ἀδοξίαν αὐτοῦ καὶ ἀτιμίαν ἀνοσίως κατεψηφίζοντο, Σαμαρείτην ὀνομάζοντες, | |
40 | φάγον τε καὶ μέθυσον, καὶ ἐκ πορνείας γεγενημένον, καὶ πρός γε τούτοις ἁμαρτωλόν. Οὐκοῦν, ὡς ἐκστή‐ σονται ἐπὶ σοὶ πολλοὶ, οὕτως καὶ παρὰ ἀνθρώποις ἀδοξήσει τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀν‐ θρώπων. Ἀλλ’ ὥσπερ τοῦτο συμβήσεται, οὕτω καὶ | |
45 | θαυμάσονται ἔθνη πολλὰ ἐπὶ σοὶ, καὶ συνέξουσι βα‐ σιλεῖς τὸ στόμα αὐτῶν. Ἰουδαῖοι μὲν γὰρ οἱ πάντολ‐ μοι, καίτοι τοῦ μηδενὸς ἄξιοι ὄντες λόγου, κατακερ‐ τομεῖν ἀπετόλμων, καὶ ἀχάλινον ἐπ’ αὐτῷ πολλάκις ἀνέντες τὴν γλῶτταν, παλιμφήμοις ἔβαλλον φωναῖς. | |
70.1165(50) | Πλεῖστοί γε μὴν βασιλεῖς δεδιότες ὡς Θεὸν, καὶ ὡς βασιλεῖ τῶν ὅλων τὴν δόξαν προσάγοντες, συνέξουσι τὸ στόμα αὐτῶν, τουτέστιν, οὐδὲν ἐροῦσιν ἀπηχὲς, ἀλλ’ οὐδὲ φθέγξονταί τι τῶν ὅσα διαλυμαίνεται τῇ δόξῃ τοῦ Χριστοῦ. Ὅτι δὲ τὸ θεῖόν τε καὶ ἱερὸν καὶ | |
55 | σωτήριον κήρυγμα, τουτέστι τὸ εὐαγγελικὸν, ἐκεί‐ νων οὐκ ἔσται ποθὲν, παρ’ οἷς ἠδόξησε τὸ εἶδος αὐ‐ | |
τοῦ, παρ’ ἐκείνοις δὲ μᾶλλον, οἳ συνέσχον τὸ στόμα | 1165 | |
70.1168 | αὐτῶν, κατεπλάγησάν τε τὴν δόξαν αὐτοῦ, διέδειξεν εἰπὼν, ὅτι Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν. Ἀνηγγέλη μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ διά τε νόμου καὶ προφητῶν τὰ περὶ Χριστοῦ, τοῖς γε μὴν ἔθνεσιν οὐδαμῶς. Ἀλλ’ οὗτοι, | |
5 | φησὶν, ὄψονται μᾶλλον τὴν παρ’ αὐτοῦ σωτηρίαν· καὶ οἱ τῶν αὐτοῦ μυστηρίων ἀνήκοοι παντελῶς, οὗτοι συνήσουσιν αὐτὰ, πιστεύσαντες δηλονότι. Ῥίζα γὰρ συνέσεως καὶ τροφὸς ἡ πίστις, καὶ οἷον εἰσβολὴ πρὸς εὐσέβειαν καὶ ζωὴν εἰσκομίζουσα τοὺς δεχομένους αὐτήν. Καὶ γοῦν ὁ προφήτης Ἡσαΐας, «Ἐὰν μὴ πι‐ στεύσητε, οὐδ’ οὐ μὴ συνῆτε,» φησίν. Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ | |
10 | βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλα‐ μεν ἐναντίον αὐτοῦ, ὡς πεδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ. Πολὺς μὲν ἀεὶ παρὰ τῶν ἁγίων προφητῶν ὁ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος γέγονε λόγος, καὶ νουθε‐ | |
15 | τοῦντες οὐ διαλελοίπασιν, ἀπαγγέλλοντές τε καὶ μάλα σαφῶς, ὅτι καὶ ἥξει κατὰ καιροὺς ἐν ἀνθρωπείᾳ μορφῇ Θεὸς ὢν ὁ Λόγος, καὶ ὅτι θαυματουργήσει θεοπρεπῶς. Κἀκεῖνό τε καὶ τοῦτο ἐργάζεται, εἰς εὐθεῖαν καλῶν ὁδὸν τοὺς πεπλανημένους, καὶ δικαιῶν ἐν πίστει τὸν | |
20 | ἀσεβῆ. Ὤνησαν δὲ παντελῶς ὀλίγα τοὺς ἐξ αἵματος Ἰσραὴλ, πολὺ βλέποντας εἰς τὸ ἀπειθές· ὥστε καίτοι δέον ἁρπάσαι τὴν προαγόρευσιν, καὶ γνῶσιν συλλέξαι ζωοποιὸν, καὶ ταῖς ἑαυτῶν ἐναποθέσθαι καρδίαις, ἐκ τῶν ἐναντίων ἐπιπηδᾷν τοῖς μυσταγωγοῖς, ἐπιφύεσθαί | |
25 | τε καὶ μάλα πικρῶς λέγοντας· «Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν.» Καὶ γοῦν ὁ μὲν προφήτης Ἱερεμίας, ὡς ἐξ ἀμετρήτου τῆς Ἰουδαίων ὠμότητος κατενηνεγμένος εἰς ἀκηδίαν, οὕτω πού φησιν· «Οἴμοι ἐγὼ, μῆτερ! ὡς τίνα με | |
30 | ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ; Οὔτε ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδείς. Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με.» Συλ‐ λήβδην δὲ, ἅπας ὁ τῶν ἁγίων χορὸς, ὡς περί γε τῆς Ἱερουσαλὴμ τοὺς λόγους ποιούμενοι, φασίν· «Ἰατρεύ‐ | |
35 | σαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη. Ἐγκαταλίπω‐ μεν αὐτὴν, καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐ‐ τοῦ· ὅτι ἤγγικεν εἰς τὸν οὐρανὸν τὸ κρῖμα αὐτῆς, ἐξῆρεν ἕως τῶν ἄστρων.» Βαβυλῶνα γὰρ τὴν Ἱερου‐ σαλὴμ ἐν τούτοις κατονομάζουσιν, ὡς τὰ ἐκείνης | |
40 | μιμεῖσθαι σπουδάζουσαν, καὶ οὐδὲν ἀποδέουσαν τῆς τῶν ἐθνῶν χώρας, τό γε ἧκον εἰς ἐξιτηλίας, καὶ τὸ μὴ ἀνέχεσθαι τιμᾷν τὸν νόμον, ἤτοι τῆς προφητικῆς παιδαγωγίας τὸ ἐπωφελές. Τοῦτον ἔχει τὸν νοῦν καὶ τῶν προκειμένων στίχων ἡ δύναμις. Αἰτιᾶται γὰρ | |
45 | ὡς ὁλοτρόπως ἐκκεκλικότα πρὸς ἀπείθειαν τὸν Ἰσραὴλ, καί φησι· Τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Ἡμεῖς μὲν γὰρ, ὦ Δέσποτα, φησὶ, μεμυσταγωγήμεθα παρὰ σοῦ τὸν περὶ τῆς ἐνανθρωπήσεως λόγον, καὶ ταύτην ἐσχήκαμεν τὴν ἀκοήν· ἀλλ’ οὐδεὶς πεπίστευκε, | |
70.1168(50) | καὶ οὐδενὶ γέγονεν ἐμφανὴς ὁ σὸς βραχίων τοῦ πάν‐ των Κυρίου καὶ Θεοῦ· Βραχίονα δὲ τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν Υἱὸν ὀνομάζειν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, καθὰ δέδεικται πλεισταχοῦ. Ἀλλ’ οἷον ἀνθιστα‐ μένου τινὸς καὶ λέγοντος· Ὑμεῖς μὲν, ὦ προφῆται, | |
55 | τὴν διὰ τοῦ Πνεύματος ἀκοὴν κατεσχήκατε, καὶ τὴν τοῦ μυστηρίου γνῶσιν κατεπλουτήσατε· ἆρ’ οὖν ἐκη‐ | |
ρύξατε τοῖς ἄλλοις τὸ μυστήριον; Ναὶ, φασὶν, ἀπηγ‐ | 1167 | |
70.1169 | γείλαμεν, καὶ μονονουχὶ διεμαρτυράμεθα λέγοντες, ὅτι Ἐσόμεθα ἐναντίον αὐτοῦ ὡς πεδίον, τουτέστιν, ὡς ἀγρὸς εὐανθὴς καὶ καρποφόρος, ἢ καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ, ἀρδεύοντος ἡμᾶς δηλονότι θείοις τε | |
5 | καὶ ἀποῤῥήτοις λόγοις τοῦ Μονογενοῦς, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι. Πάλαι μὲν γὰρ ἡ σύμπασα γῆ, ξηρά τις ὥσπερ καὶ ἄκαρπος ἦν, καὶ οἷον διψῶσα γῆ, καὶ καρποὺς ἡμέρους [οὐκ] ἔχουσα. Ἐπειδὴ δὲ τὸν παρὰ Χριστοῦ πεπλού‐ | |
10 | τηκεν ὑετὸν, πνευματικὸν δηλονότι, καὶ τὴν διὰ τοῦ ἁγίου Πνεύματος χορηγίαν, ἀνεθάλ[λ]ομεν ὡς ῥίζα, τουτέστιν ὡς βοτάνη τε καλὴ καὶ εὐανθής. Καὶ γοῦν ἔφη τις πρὸς ἡμᾶς τῶν ἁγίων προφητῶν· «Καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, διότι ἔσεσθε | |
15 | ὑμεῖς γῆ θελητὴ, λέγει Κύριος παντοκράτωρ.» Θε‐ λητὴν δὲ λέγει τὴν εὔκαρπον καὶ γονιμωτάτην· ἀσπαστὴ γὰρ αὕτη γηπόνοις. Ὅτι δὲ ἡ ἀκανθοτόκος ποτὲ ξηρά τε καὶ ἄνυδρος γῆ μεταπεφοίτηκεν εἰς γονιμωτάτην, καὶ εἰς τὸ δύνασθαι πλουτεῖν εὐκαρ‐ | |
20 | πίαις ταῖς πνευματικαῖς, σαφηνιεῖ λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ἡσαΐου· «Καὶ ἔσται, ἀντὶ τῆς στοι‐ βῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη.» Εἴδη μὲν γὰρ ἀκανθῶν, στοιβή τε καὶ κόνυζα, τρέφει δὲ αὐτὰ ἀεί πως ἡ χέρσος τε καὶ | |
25 | ἄνυδρος γῆ· μυρσίνη δὲ καὶ κυπάρισσος διαπρέπουσιν ἐν κήποις. Ἐξῃρημένης τοίνυν ἀκάνθης, φησὶν, ἀνα‐ βλαστήσει λοιπὸν τὰ εὐοσμότατα τῶν φυτῶν, ὅταν ἡ διψὰς [al. διψῶσα] ἔνυδρος γένηται, Θεοῦ λέγοντος, ὅτι Ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν | |
30 | ἐν ὑδραγωγοῖς. Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύ‐ κην. Οὐκοῦν ἀνηγγείλαμεν, ὅτι πιστεύσαντες εἰς αὐτὸν τὸν Χριστὸν, ἐσόμεθα ἐναντίον αὐτοῦ, τουτέστιν, ἐφορώμενοι παρ’ αὐτοῦ, ὡς πεδίον, ὡς ῥίζα, τουτ‐ έστιν ὡς βοτάνη ἐν γῇ ποτε διψώσῃ, ἐνύδρῳ γε μὴν παρ’ αὐτοῦ γενομένῃ. | |
35 | Οὐκ ἔστιν εἶδος αὐτῷ, οὔτε δόξα· καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος. Ἀλλὰ τὸ εἶδος αὐτῷ ἄτιμον, ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους. Τί δὴ ἄρα φησὶν ὁ προφήτης ἐν τούτοις, ἢ ποῖον | |
40 | ἄν τις τοῖς εἰρημένοις ἐφαρμόσαι νοῦν, φέρε δὴ πάλιν καταθρήσωμεν, ὡς ἔνι. Ὡμολόγηκε μὲν γὰρ, ὅτι καὶ Ἀνηγγείλαμεν, τουτέστιν, ἀνελλιπῆ πεποιή‐ μεθα τὴν προαγόρευσιν, ὡς ἥξει κατὰ καιρούς. Ἀλλ’ ἴσως ἔφη ἄν τις πρὸς τοῦτο· Τί οὖν, εἰ καθίκετο | |
45 | μὲν ἐξ οὐρανῶν Θεὸς ὢν ὁ Λόγος, θεοπρεπεῖ δὲ δόξῃ κατεστεμμένος, καὶ ἀπροσίτῳ φωτὶ διαπρέπων ἐπ‐ έφανε τοῖς ἐπὶ τῆς γῆς, καὶ ἀπροσωπόληπτος ἦν διὰ τὴν τῆς δόξης ὑπερβολήν; Καὶ γοῦν ὅτε πεφοίτηκεν ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, σκότος ἦν, καὶ | |
70.1169(50) | γνόφος, καὶ θύελλα, καὶ πῦρ ὑψοῦ διᾷττον, καὶ καπνὸς, πλεῖστά τε πρὸς τούτοις ἦν ἕτερα, δειμάτων καὶ πτοίας τῆς εἰς ἄκρον ποιητικὰ, ὡς ἀφόρητον γενέσθαι τοῖς θεωμένοις τὴν ὄψιν. Καὶ γοῦν μεσι‐ τεύεσθαι παρεκάλουν οἱ ἐξ Ἰσραὴλ λέγοντες τῷ | |
55 | παναρίστῳ Μωσεῖ· «Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν.» | |
Οὐδὲν οὖν τὸ θαῦμα, φησὶν, εἰ προηγορεύσατε μὲν | 1169 | |
70.1172 | ὑμεῖς, ὤφθη δὲ τοῖς ἐπὶ γῆς ἀπρόσβλητον ἔχων τὴν δόξαν, καὶ οὐδενὶ γέγονε φορητός. Τί οὖν οἱ προφῆται; θερμῶς ὑπαντῶσι λέγοντες· Ἀπροφάσιστος ἡ ἀπείθεια, οὐκ ἐνάφορμος ἡ ἀπόστασις, οὐκ ἔστιν εἶδος αὐτῷ, | |
5 | οὐδὲ δόξα. Οὐ γὰρ ἦν ἐν εἴδει, φησὶ, καὶ δόξῃ θεο‐ πρεπεῖ. Κεκένωκε γὰρ ἑαυτὸν, ἐν ὁμοιώματι ἀνθρώ‐ πων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν. Καὶ ταῦτά φαμεν, οὐκ ἐξ ἀκοῆς μόνης ἔχοντες τὴν παράδοσιν, ἀλλὰ καὶ αὐταῖς ὄψεσι | |
10 | τεθεαμένοι τὸν κηρυττόμενον. Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, κάλλος δὲ τὸ θεοπρεπὲς, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον. Σμικρὰ γὰρ, καὶ εὐτελῆ, καὶ ἄτιμα παντελῶς τὰ ἀνθρώπινα, ὡς πρός γε τὴν θείαν καὶ ὑπερτάτην ὑπεροχὴν, καὶ τῆς ὑπὲρ πάντα | |
15 | φύσεως τὸ ὑπέρλαμπρον κάλλος· εἴρηται γοῦν· Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Καὶ τὸ ἔτι μεῖζόν φησιν· Ἐκλεῖπον παρὰ πάντας ἀνθρώ‐ πους, δῆλον δὲ ὅτι τὸ εἶδος αὐτοῦ, ὅμοιον ὡς εἰ καὶ ἔφασαν· Ἕστι μὲν γάρ τινας ἰδεῖν ἐν ἀνθρώποις ἀξιω‐ | |
20 | μάτων φαιδρότητι διαπρέποντας· ταῖς ἐκ πλούτου δορυφορίαις ἠρμένους ὑψοῦ, καὶ εὐρυνομένους ἤγουν, καὶ καθ’ ἕτερόν τινα τρόπον, ἐν ἐπιγείοις ὄντας ὑπερ‐ οχαῖς. Ἀλλ’ οὐδὲ ἐν τούτοις ἦν ὁ Ἐμμανουὴλ, ἀλλ’ ἐν σμικρᾷ καὶ κατεῤῥιμμένῃ τάξει, ὥστε δοκεῖν | |
25 | ἡττᾶσθαι τῶν ἄλλων ἀνθρώπων. Καὶ ἀληθὴς ὁ λόγος. Οὐ γὰρ πλουσίας ἐξέφυ μητρὸς τῆς ἁγίας Παρθένου, ἀλλὰ διὰ πάντων ἦλθε τῶν μικρῶν, ἵνα ὑψώσῃ τὸ ταπεινὸν, καὶ ζηλωτὸν ἀποφήνῃ τὸ ἄτιμον. Καὶ καθ’ ἕτερον δὲ λόγον, Θεὸς ὢν Κύριος καὶ βασιλεὺς τῶν | |
30 | ὅλων, ποίας ἂν ἐδεήθη τῆς ἐν ἀνθρώποις λαμπρό‐ τητος; Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μα‐ λακίαν· ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη. | |
35 | Εἰπόντες, ὅτι καὶ Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἐν ποίᾳ καταστάσει τεθέανται προσώπου τὸν κηρυττόμενον, διαγγέλλουσι σαφῶς. Ἔοικε γὰρ ἀνθρώπῳ, φασὶν, ἐν πληγῇ μὲν ὄντι, γενναίως δὲ φέροντι μαλακίαν, τουτέστι κάκωσιν. | |
40 | ἤτοι τὸ πάσχειν κακῶς. Κατηφὲς γὰρ ἴσως τὸ τοῦ Σωτῆρος τεθέανται πρόσωπον, καὶ οἷον ἐν θορύβοις ὄντος καὶ πτοίαις, ἅτε δὴ καὶ μέλλοντος ἤδη παθεῖν τὸν ἐπὶ ξύλου θάνατον· ὅτε καὶ ἔφασκεν, ὁτὲ μὲν, ὅτι «Νῦν ἡ ψυχή μου τετάρακται·» ὁτὲ δὲ πάλιν· | |
45 | «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. —Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.» Ἔφη δέ τις καὶ τῶν ἁγίων εὐαγγελιστῶν, ὅτι γεγονότος ἐγγὺς τοῦ καιροῦ, καθ’ ἃν ἔμελλε παθεῖν, ἤρξατο λυπεῖσθαι | |
70.1172(50) | καὶ ἀδημονεῖν. Καίτοι γὰρ φύσει Θεὸς ὑπάρχων ὁ μονογενὴς τοῦ Πατρὸς Λόγος, καὶ παθῶν, καὶ λύπης, καὶ πάντων ἁπαξαπλῶς τῶν τοιούτων ἀνεπίδεκτος ὢν, συνεχώρει τῇ καθ’ ἡμᾶς φύσει τὸ μὴ ἀναλγήτως ἔχειν ἐμβάλλοντος τοῦ πειρασμοῦ, διὰ πάντων ἀπο‐ | |
55 | δεικνὺς, ὅτι γέγονε καθ’ ἡμᾶς, καὶ οὐ, καθὰ φρονεῖν ἔδοξέ τισι, σκιὰ καὶ εἴδωλον ἦν ἐπὶ γῆς ὁρώμενος, | |
καὶ αὐτόχρημα γέγονεν ἄνθρωπος. Ἀπέστραπται δὲ, | 1171 | |
70.1173 | φησὶ, τὸ πρόσωπον αὐτῷ. Τὸ δὲ, Ἀπέστραπται, ἀντὶ τοῦ, Κατῃσχύνθη, ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη. Πιλά‐ τος μὲν γὰρ ἔπεμψε τὸν Ἰησοῦν πρὸς τὸν Ἡρώδην· ὁ δέ γε, φησὶν, ἐξουθενήσας αὐτὸν ἀνέπεμψεν αὐτόν. | |
5 | Οὐ γὰρ ἐλογίσατο εἶναι τὸν Ἰησοῦν, ἠτιμάσθη δὲ καὶ τὸ πρόσωπον αὐτοῦ, πεμπομένων δηλονότι τῶν πτυσμάτων, καὶ καταπαιόντων αὐτὸν τῶν τοῦ Πιλά‐ του στρατιωτῶν, καὶ λεγόντων· «Προφήτευσον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε.» Ἠτιμάσθη δὲ καὶ | |
10 | ἑτέρως, τὰς διὰ μαστίγων αἰκίας ὑπενεγκὼν, καὶ τὰ ἐκ τῶν ὑπηρετῶν ῥαπίσματα. Ἔφη γοῦν διὰ φωνῆς Ἡσαΐου· «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.» Οὐκοῦν, | |
15 | ὡς ἔφην, ἐοίκασιν οἱ θεσπέσιοι προφῆται καθ’ ὅρασιν δηλονότι τὴν διὰ τοῦ ἁγίου Πνεύματος ἰδεῖν τὸν Υἱὸν, ἤτοι τὸ αὐτοῦ πρόσωπον κατηφείας ἀνθρωποπρεποῦς οὐκ ἀπηλλαγμένον, ἅτε δὴ καὶ ἐνεστηκότος τοῦ και‐ ροῦ, καθ’ ὃν ἔδει παθεῖν αὐτὸν, ἵνα τῷ θανάτῳ τῆς | |
20 | ἰδίας σαρκὸς καταργήσῃ τὸν θάνατον, ἀποστήσας τοῦ κόσμου τὴν ἁμαρτίαν. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει. Αὐτὸς δὲ | |
25 | ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμα‐ λάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ Κύριος παρέδωκεν αὐ‐ | |
30 | τὸν ταῖς ἁμαρτίαις ἡμῶν. Ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας ὁ Κύ‐ ριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, καὶ τῆς Ἰουδαίων ἠνέσχετο δυσσεβείας, ἵνα, ὡς ἔφην ἀρτίως, ἀφέλῃ τοῦ κόσμου | |
35 | τὴν ἁμαρτίαν, οὐδὲν εἰς τοῦτο κατορθοῦν ἰσχύοντος τοῦ νομικοῦ γράμματος, ἤτοι τῆς κατὰ νόμον λατρείας. Καὶ γὰρ ἦν ἀμήχανον αἷμα τράγων καὶ ταύρων ἀφαιρεῖν ἁμαρτίας. Ἔξω γε μὴν τῆς πύλης ἔπαθεν, ἵνα, ὡς ὁ Παῦλός φησι, διὰ τοῦ ἰδίου αἵματος ἁγιάσῃ | |
40 | τὸν λαόν· πέπονθε γὰρ, οὐχ ὑπέρ γε μᾶλλον ἑαυτοῦ, πολλοῦ γε καὶ δεῖ, ἀλλ’ ὑπὲρ πάσης τῆς ὑπ’ οὐρανόν. Καὶ μαρτυρήσει γράφων ὁ πάνσοφος Παῦλος περὶ τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτι «Τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφεί‐ σατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ἵνα | |
45 | καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται.» Καὶ αὐτὸς δέ πού φησι διὰ τῆς τοῦ Ψάλλοντος λύρας πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας, | |
70.1173(50) | τότε εἶπον· Ἰδοὺ ἥκω. Ἐν κεφαλίδι βιβλίου γέγρα‐ πται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου ἠβουλήθην.» Ἀνονήτου γὰρ οὔσης τοῖς ἐπὶ τῆς γῆς εἰς τὸ ἀφελεῖν ἁμαρτίας τῆς κατὰ νόμον λατρείας, ἐπείπερ ἦσαν ἀβούλητοι τῷ Θεῷ βουθυσίαι τε καὶ | |
55 | προβάτων σφαγαὶ, προσκεκόμικεν ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας ὑπὲρ ἡμῶν ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αἴρων τὴν | |
ἁμαρτίαν τοῦ κόσμου· εἶτα τὸν τῆς σαρκὸς ὑπομείνας | 1173 | |
70.1176 | θάνατον, ὅλην ἠλευθέρωσε τὴν ὑπ’ οὐρανὸν, καὶ θανάτου, καὶ ἁμαρτίας. Εἶς γὰρ ὁ πάντων ἀνταξιώ‐ τερος πέπονθεν ὑπὲρ πάντων, ἵνα πάντων κρατῇ τε καὶ βασιλεύῃ. Καὶ πιστώσεται πάλιν ὁ Παῦλος γρά‐ | |
5 | φων· «Διὰ τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.» Καὶ πάλιν· «Εἶς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυ‐ τοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Ὀρθῶς οὖν ὁ προφήτης φησὶν, ὅτι | |
10 | «Οὗτος ὁ ἐν πληγῇ ὢν ὁ εἰδὼς φέρειν μαλακίας, ὁ ἀπεστραμμένον ἔχων τὸ πρόσωπον, ὁ ἀτιμασθεὶς, καὶ μὴ λογισθεὶς, τὰς ἡμῶν ἁμαρτίας φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει.» Ἄθρει | |
15 | δή μοι πάλιν, μεθ’ ὅσης εὐτεχνίας ὁ προφητικὸς ἐν τούτοις πρόεισι λόγος. Ὑποπλάττεται γὰρ πρόσωπον τῶν μὴ εἰδότων τὸ Χριστοῦ μυστήριον, οἰηθέντων δὲ ὅτι γέγονεν ἐν τῷ παθεῖν, ὡς ἰδίων ἁμαρτημάτων ἀποστήσων. Ἐλογισάμεθα γὰρ αὐτὸν εἶναι ἐν πόνῳ, | |
20 | καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει, φησὶ, τουτέστιν, ἐνομί‐ σαμεν θεήλατον ἐπ’ αὐτῷ συμβῆναι τὸ πάθος, ὡς διά τινας ἁμαρτίας, ταύτης τε ἕνεκα τῆς ἁμαρτίας ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει γενέσθαι. Τὸ δὲ οὐχ οὕτως ἔχει ποθὲν, ἀλλ’ ἐτραυματίσθη μᾶλλον | |
25 | διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Εἶτα καὶ ἑτέρους ἀποδίδωσι λόγους, δι’ ὧν ἔστιν ἰδεῖν, ὅτι τῆς ἡμετέρας ἕνεκα σωτηρίας, καὶ ζωῆς, γέγονεν ἐν τῷ παθεῖν ὁ μὴ εἰδὼς ἁμαρ‐ τίαν. Πάλαι μὲν γὰρ διειστήκειμεν εἰς ἔχθραν τῷ | |
30 | Θεῷ, τοῖς ἱεροῖς αὐτοῦ μαχόμενοι νόμοις, καὶ τὸν τῆς εὐπειθείας οὐκ ἔχοντες ζυγὸν, καὶ τὸ δουλεύειν αὐτῷ παραιτούμενοι. Ἀλλ’ ἦν ἀναγκαῖον, φησὶ, μάστιγι παιδεύεσθαι τοὺς εἰς τοῦτο θράσους ὠλισθηκότας· ἵνα τῶν φαύλων ἀποφοιτήσαντες, καταλύσωμεν τὴν | |
35 | ἔχθραν, καὶ εἰρηνεύσωμεν πρὸς Θεὸν, διά γε τοῦ καθυφεῖναι μὲν αὐτῷ τὸν αὐχένα, πειρᾶσθαι δὲ κατορθοῦν τὸ ἀρέσκον αὐτῷ. Ἀλλ’ αὕτη, φησὶν, ἡ παιδεία, ἣν ἐπενεχθῆναι μᾶλλον ἐχρῆν τοῖς ἡμαρτη‐ κόσιν, ἵνα καταλλάξειαν πολεμοῦντες Θεῷ, ἦλθεν | |
40 | ἐπ’ αὐτόν. Καὶ τοῦτο, οἶμαι, τὸ, Παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν. Σαφέστερον δὲ καθίστησι τὴν τοῦ προκειμένου διάνοιαν, ἐπενεγκὼν εὐθὺς, Τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πέπονθε γὰρ, ὡς ἔφην, ὑπὲρ ἡμῶν. Πάντες μὲν γὰρ ὡς πρόβατα ἐπλανήθημεν· | |
45 | ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ Κύριος παρ‐ έδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. Οὐκοῦν πεπλανή‐ μεθα μὲν ἡμεῖς, ἀπέστημεν Θεοῦ ζῶντος, κατακολου‐ θήσαντες ταῖς ἑαυτῶν ἡδοναῖς. Ὁ δέ γε τῶν ὅλων Κύριος, τουτέστιν ὁ Θεὸς καὶ Πατὴρ, διὰ τὰς ἡμῶν | |
70.1176(50) | ἁμαρτίας παρέδωκεν αὐτὸν, ἵνα ἡμᾶς ἀπαλλάξῃ δίκης, καὶ διασώσῃ πιστεύσαντας. Καὶ τοῦτο εἰδὼς αὐτὸς ἔφη Χριστός· «Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδω‐ | |
κεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπώληται, ἀλλ’ ἕξῃ ζωὴν αἰώνιον.» | 1175 | |
70.1177 | Καὶ αὐτὸς δὲ διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν | |
5 | τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Ἐμφανὴς μὲν λίαν τῶν προκειμένων ὁ νοῦς, εἰ‐ | |
10 | ρήσεται δὲ καὶ οὕτως ἀνὰ μέρος ἕκαστα πρὸς ἡμῶν, μὴ ἄρα πως καὶ ἀσυμφανὲς εἶναί τι δόξειεν ἔσθ’ ὅτε τισίν. Ἐκρίνετο μὲν γὰρ παρὰ τοῖς τῶν Ἰουδαίων καθηγηταῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Εἶτά τινες ἦκον εἰς μέσον συκοφαντοῦντες αὐτὸν, καί τινα | |
15 | παρ’ αὐτοῦ κατὰ τῆς τοῦ Θεοῦ δόξης εἰρῆσθαι διαβε‐ βαιούμενοι. Ἀλλ’ οὐδὲν πρὸς ταῦτα Χριστὸς ἀπεκρί‐ νατο· ἠπίστατο γὰρ ὀνήσουσαν μὲν οὐδὲν παντελῶς τὴν ἀπολογίαν· ἐκρίνετο γὰρ παρ’ ἐχθροῖς. Ὅτι δὲ θερμοτέροις κατ’ αὐτοῦ κεχρήσονται θυμοῖς Υἱὸν ἑαυ‐ | |
20 | τὸν εἶναι λέγοντος τοῦ Θεοῦ, Σωτῆρά τε καὶ Λυτρωτὴν τῆς ὑπ’ οὐρανὸν, οὐκ ἠγνόησε πάλιν. Σεσίγηκε τοίνυν, παρά γε αὐτοῖς καὶ Πιλάτῳ κρινόμενος, πλὴν ὀλίγα καὶ μόλις εἰπὼν, εἰς τὸ ἀπροφάσιστον αὐτοῖς κατα‐ στῆσαι τὴν ἁμαρτίαν. Ὁ μὲν γὰρ ἀπηνὴς καὶ ἀνό‐ | |
25 | σιος Καϊάφας ἤρετο λέγων· «Ὁρκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς, εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ.» Ὁ δὲ πρὸς τοῦτο εὐθύς· «Ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ | |
30 | οὐρανοῦ.» Ἤρετο δὲ καὶ Πιλάτος, εἰ βασιλεύς ἐστι τοῦ Ἰσραὴλ, καὶ πρός γε ταῦτα Χριστός· «Σὺ εἶπας τοῦτο.» Ἐντεῦθεν ταῖς τῶν Ἰουδαίων ἀπονοίαις σύνδρομος ἦν ὁ Πιλάτος· καὶ μαστιγώσας τὸν Ἰησοῦν, ἀποφέρειν ἐκέλευσε τοῖς ὑπ’ αὐτὸν στρατιώταις | |
35 | λῃσταῖς ἀναμὶξ ἐπὶ τὸ χρῆναι παθεῖν τὸν ἐπὶ τῷ σταυρῷ θάνατον. Ἀληθὲς οὖν, ὅτι, καθά φησιν ὁ προφήτης, Διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα. Μυρία γὰρ ὅσα πεπονθὼς κατὰ τὸν τῆς συλλήψεως καιρὸν, ὕβρεις τε ὑπομείνας, καὶ ἐμπτύσματα, καὶ | |
40 | τὰ ἐκ τῶν ἀνοσίων ὑπηρετῶν ῥαπίσματα, ἕτερά τε πρὸς τούτοις, ἅπερ ἦν εἰκὸς δύνασθαι κακῶς διαθεῖ‐ ναι τὸν πεπονθότα, προσεκομίσθη τῷ Πιλάτῳ. Ἀπὸ δὴ τοῦ κεκακῶσθαι, φησὶν, οὐκ ἀνοίγει τὸ στόμα· | |
ἀλλ’ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς | 1177 | |
70.1180 | ἐναντίον τοῦ κείροντος αὐτὸν, ἄφωνος. Ἀποφέρονται μὲν γὰρ εἰς τὸ καθαρθῆναι κατὰ καιροὺς τὰ πρόβατα, καὶ τὰς κουρίδας αὐτοῖς μαχαίρας ἐπιφέρουσιν οἱ ποιμένες. Τὰ δὲ, καίτοι πάσχοντα (παραψαύουσα γὰρ | |
5 | ἔσθ’ ὅτε τῶν δερμάτων ἡ μάχαιρα λυπεῖ), φέρει καὶ σιωπᾷ, καὶ τοῖς τοῦτο δρῶσιν οὐκ ἐπιπηδᾷ. Οὕτω καὶ ὁ Χριστὸς, λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δι‐ καίως. Ἀληθὲς οὖν, ὅτι Ἐν τῇ ταπεινώσει ἡ κρίσις | |
10 | αὐτοῦ ἤρθη. Ἐπειδὴ γὰρ ἔδοξεν εἶναί τις αὐτοῖς εὐτελὴς, καὶ ἐν τοῖς ἄγαν ὑφειμένοις, προχειροτάτην κατ’ αὐτοῦ τὴν ψῆφον, ἤτοι κρίσιν, ἐξενηνόχασι. Δρῶσι δὲ τοῦτο τῶν δικαζόντων τινὲς, οἷς ὀλίγος μὲν κομιδῇ τῆς ἀκριβείας, ἤτοι τῆς ἀληθείας, ὁ λόγος· | |
15 | προσώποις δὲ μᾶλλον, ἢ τοῖς γεγονόσι δικάζουσιν. Εἰ μὲν γάρ τις εἴη τῶν ἐν κόσμῳ λαμπρῶν ὁ κρινό‐ μενος, ἀκριβεῖς τῶν πραγμάτων ἐξετασταὶ εὑρίσκον‐ ται, τάχα που καὶ τότε τῇ ἀληθείᾳ μαχόμενοι, καὶ τρόπους ἐπικουρίας ἀνευρεῖν πειρώμενοι· ἀσήμου δέ | |
20 | τινος προσκεκομισμένου, τότε δὴ, τότε θερμοὶ, καὶ θρασεῖς, καὶ ἀοκνότατοι λίαν, καὶ τὴν ἐπὶ τοῖς ἐσχάτοις αὐτοῦ καταφέρουσι ψῆφον. Ἤρθη τοίνυν ἡ κρίσις αὐτοῦ ἐν τῇ ταπεινώσει αὐτοῦ, φησίν. Ἐπειδὴ δὲ ὅλως ἔδοξέ τισιν εἶναι παρὰ τοῖς Ἰουδαίοις, ἤτοι | |
25 | τοῖς κρίνουσι, ταπεινὸς, ἐννοήσας ὁ προφήτης τῆς ἐνούσης εὐκλείας αὐτῷ τὸ περιφανὲς, καὶ ὅτι Θεὸς ἦν, ἐν εἴδει τῷ καθ’ ἡμᾶς ὁρώμενος τοῖς ἐπὶ τῆς γῆς· μονονουχὶ κατασείει τὴν κεφαλὴν, καὶ κατολο‐ φύρεται τοὺς τὴν ἐπ’ αὐτῷ κρίσιν ὁρίσαντας, καί | |
30 | φησι· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Οὐ γὰρ κατὰ τοῦ τυχόντος, φησὶν, ὡς γοῦν ᾠήθητε, σκληροὶ καὶ ἄδικοι γεγόνατε δικασταί· κατὰ τούτου δὲ μᾶλ‐ λον, οὗ τὴν γενεὰν, ἤτοι τὴν γέννησιν, οὐδεὶς ἂν ἡμῖν διερμηνεύσει[ε] λόγος. Διχῆ δὲ τοῦτο νοήσεις. Γεγέννη‐ | |
35 | ται μὲν γὰρ ἐκ Θεοῦ Πατρὸς Θεὸς ὢν ὁ Λόγος, ἄῤῥητος δὲ καὶ ἀπερινόητος παντελῶς ὁ τῆς γεννήσεως τρόπος. Οὐ γὰρ κατὰ σῶμα γέγονεν, ἀλλ’ ὡς ἂν πρέποι τῇ νοερᾷ τε καὶ ἀσωμάτῳ φύσει. Φῶς γὰρ ἐξέλαμψεν ἐκ φωτὸς, ἀνέφυ δὲ καὶ ζωὴ ἐκ ζωῆς· καὶ ὅτι μὲν | |
40 | ἐγεννήθη κατὰ ἀλήθειαν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ἀνενδοιάστως πιστεύομεν· τὸ δὲ ὅπως, εἰπεῖν ἢ νοεῖν οὐκ ἔστι. Θεὸς δὲ ὢν φύσει, καθῆκεν ἑαυτὸν εἰς τὸ ἑλέσθαι παθεῖν δι’ ἡμᾶς τὴν κένωσιν. Ἔλαβε δὲ δούλου μορφὴν, καὶ ὑπέμεινε γέννησιν τὴν κατὰ | |
45 | σάρκα ἐκ γυναικὸς, οὐ τοῖς τῆς ἀνθρωπείας φύσεως; ἀκολουθήσας νόμοις. Οὐ γὰρ ἐξ ἀνδρὸς, ἢ γυναικὸς ἡ πρόοδος· μυστικὴ δὲ μᾶλλον, καὶ ξένη, καὶ ὑπὲρ ἡμᾶς, καὶ ἐγγὺς ἀδιήγητος. Εἴρηται γὰρ πρὸς τὴν ἁγίαν Παρθένον, ὅτι «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ | |
70.1180(50) | σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ.» Ἐπειδὴ δὲ καὶ ὑπὲρ φύσιν τὴν καθ’ ἡμᾶς πεπράχθαι πι‐ στεύεται τὸ τῆς κατὰ σάρκα γεννήσεως αὐτοῦ μυστή‐ ριον, διὰ τοῦτό φησιν ὁ προφήτης, ὅτι Τὴν γενεὰν | |
55 | αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Τὸ δὲ, Αἴρεται, φησὶν, ἀντὶ τοῦ, Ἐπαίρεται, | |
καὶ ὑψηλοτέρα τῶν ἐπὶ τῆς γῆς ἐστιν ἡ ζωὴ αὐτοῦ, | 1179 | |
70.1181 | τουτέστιν ἡ πολιτεία καὶ ὁ κατὰ σάρκα βίος. Μόνος γὰρ ἐκ πάντων, καίτοι καθ’ ἡμᾶς ὁρώμενος ἄνθρω‐ πος, οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καίτοι τοῦτο κατωρθωκότος οὐδ‐ | |
5 | ενὸς τῶν ἐπὶ τῆς γῆς· ἀμώμητος γὰρ παντελῶς ἐν ἡμῖν οὐδείς. Αἴρεται δὲ καὶ ἑτέρως, καὶ ὑπὲρ πάντας ἐστὶ τοὺς ἐπὶ τῆς γῆς ἡ ζωὴ, τουτέστιν ἡ ὕπαρξις τοῦ Μονογενοῦς, ὅταν ἔξω νοῆται σαρκὸς, καὶ οὔπω καθ’ ἡμᾶς γενόμενος ἄνθρωπος. Οὗ τοίνυν παράδο‐ | |
10 | ξος καὶ ὑπὲρ φύσιν ἡ κατὰ σάρκα γέννησις, τούτου καὶ ἡ ζωὴ καὶ ὁ βίος ὑπερνήχεται τὸ μέτρον τῶν ἐπὶ τῆς γῆς. Ἀλλ’ ὥσπερ τινὸς πρὸς ταῦτα λέγον‐ τος· Πῶς ὁ μὴ εἰδὼς ἁμαρτίαν, ψήφοις ὑπενήνεκται θανάτου, καὶ μετὰ τῶν ἀνόμων ἐλογίσθη; Κατακέκρι‐ | |
15 | ται γὰρ ὡς ἁμαρτωλός· μονονουχὶ καὶ ἀντανίσταται λέγων ὁ Θεὸς καὶ Πατήρ· Ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Ἢ γὰρ τοῦτό φησιν, ὅτι Ὑπὲρ τῆς ἁμαρτίας τοῦ λαοῦ μου τὴν τοῦ θανάτου ψῆφον ὑπομεμένηκεν ἑκὼν, ἤγουν ἐκεῖνό που τάχα. | |
20 | Ἐπειδὴ γὰρ ἀνομώτατοι, φησὶ, γεγόνασιν οἱ τελοῦν‐ τες εἰς τὸν ἐμὸν λαὸν, διὰ τοῦτο τῆς αὐτῶν ὠμότητος, καὶ μιαιφονίας, καὶ ἐπ’ αὐτὸν ἦλθον οἱ βρόχοι, ἤχθη δὲ οὗτος εἰς θάνατον. Ἀληθὲς δὲ πάντως τοῦτό τε κἀκεῖνο. Ἀπέθανε γὰρ ἵνα καταργήσῃ τὴν ἁμαρ‐ | |
25 | τίαν τῶν ἐπὶ τῆς γῆς, καὶ σὺν αὐτῇ τὸν ἐξ αὐτῆς ἀναφύντα καταλύσῃ θάνατον. Ἀπέθανε καὶ ἑτέρως, ἀνομησάντων εἰς αὐτὸν Ἰουδαίων. Καίτοι γὰρ ἐπεγνωκότες ὅτι αὐτός ἐστιν ὁ κληρονόμος, εἶπον ἐν ἑαυ‐ τοῖς· «Δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ.» Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐ‐ | |
30 | τοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. Ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ἕοικεν ἐν τούτοις ἐκεῖνο βούλεσθαι δηλοῦν, καὶ ἀληθὲς ὂν ἀποφαίνειν, ὅπερ ἔφαμεν ἀρτίως, ὅτι | |
35 | διὰ τὸ εἶναι δυσσεβεῖς σφόδρα, καὶ ἀνομωτάτους τοὺς τελοῦντας εἰς λαὸν Θεοῦ, ἤχθη Χριστὸς εἰς θά‐ νατον. Ἐπειδὴ γὰρ, φησὶν, πεπαρῳνήκασιν εἰς αὐ‐ τὸν ἀνοσίως, καὶ ἀρχηγὸν ὄντα τῆς ζωῆς ἀπεκτόνασι, δυσσεβοῦντες ἀφυλάκτως καὶ εἰς αὐτὸν τὸν σώζοντα· | |
40 | ταύτῃτοι καὶ μάλα δικαίως τοὺς πονηροὺς καὶ πλουσίους δώσω, φησὶν, εἰς χεῖρας ἐχθρῶν, ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ ἀντὶ τοῦ θανάτου αὐτοῦ. Πεπλημ‐ μελήκασι γὰρ Ἰουδαῖοι κατὰ δύο τρόπους, καὶ ἀπεκτονότες τὸν Κύριον, καὶ συκοφαντοῦντες αὐτοῦ | |
45 | τὴν ταφήν. Καὶ τίνα τρόπον, ἐροῦμεν. Ἐτάφη μὲν γὰρ ὑπομείνας τὸν κατὰ σάρκα θάνατον· πλὴν ἀνεβίω τριήμερος, σεισμοῦ γεγονότος ἐν τῷ μνημείῳ· ὥστε καὶ τοὺς φυλάσσοντας στρατιώτας ἐν αἰσθήσει γενέ‐ σθαι τοῦ πράγματος, ἀφικέσθαι τε πρὸς τοὺς τῶν | |
70.1181(50) | Ἰουδαίων καθηγητὰς, ἀπαγγεῖλαί τε τοῦτο, καὶ αὐ‐ τὴν δὲ τὴν ἀνάστασιν. Οἱ δὲ, καθά φησιν ὁ εὐαγ‐ γελιστὴς, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, ἵνα εἴπωσιν, ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες νυκτὸς ἔκλεψαν αὐτόν. Καὶ ἐφημίσθη ὁ λόγος οὗτος παρὰ | |
55 | τοῖς Ἰουδαίοις μέχρι τῆς σήμερον ἡμέρας. Οὐκοῦν διττοῖς πλημμελήμασι γράφεται τοὺς ἠσεβηκότας ὁ | |
Θεὸς καὶ Πατήρ· πονηροὺς δὲ αὐτοὺς καὶ πλουσίους | 1181 | |
70.1184 | ἀποκαλεῖ· πονηροὺς μὲν ὡς συκοφαντήσαντας, καὶ ἐπ’ αἰτίαις μὲν ἑώλοις ἀπεκτονότας τὸν Ἰησοῦν· πλουσίους δὲ, ὅτι χρήμασι πεπείκασι τοὺς Πιλάτου δορυφόρους, τὸ σεπτὸν καὶ μέγα τῆς ἀναστάσεως | |
5 | συκοφαντῆσαι μυστήριον. Εἰκὸς δὲ καὶ καθ’ ἕτερον τρόπον πλουσίους αὐτοὺς ὠνομάσθαι, ὡς αἰνιττομένου τε καὶ ὑποπλήττοντος τοῦ λόγου, ὅτι ταύτης ἕνεκα τῆς αἰτίας ἐπεβούλευσαν τῷ Χριστῷ, ἵνα ἔχοιεν αὐ‐ τοὶ πλοῦτον ἀδίκως σεσωρευμένον, τὸν ἀπό γε τοῦ | |
10 | μὴ κρίνειν ὀρθῶς, καὶ οὓς ἂν δύνωνται πλεονεκτεῖν. Ἔφη γοῦν περὶ αὐτῶν διὰ φωνῆς Ἡσαΐου· «Οἱ ἄρ‐ χοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες.» Ἀπαράδεκτον | |
15 | δὲ καὶ τὸν τῆς πίστεως ἐποιοῦντο λόγον, ἐννοοῦντες, ὅτι παυσομένης τῆς ἐν νόμῳ λατρείας, ἐκπίπτουσι κερδῶν τῶν ἀπό γε τῆς ἱερωσύνης· ἐκομίζοντο γὰρ ἀπαρχὰς, καὶ δεκάτας, καὶ μέχρις αὐτῶν τῶν εὐτελε‐ στάτων ἀκριβολογούμενοι. Καὶ γοῦν ὠνειδίζοντο | |
20 | παρὰ Χριστοῦ λέγοντος· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ ἄνηθον, καὶ τὸ κύμινον· καὶ ἀφ‐ ήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν.» Ἁλίσκονται δὲ φιλόπλουτοι, | |
25 | καὶ καθ’ ἑτέραν αἰτίαν· ὡς γὰρ ἔφην φθάσας, τὸν δεσποτικὸν εἰς αὑτοὺς μετατιθέντες κλῆρον, ἐπεβού‐ λευσαν τῷ τοῦ ἀμπελῶνος δεσπότῃ· ὅτι δὲ τῇ θείᾳ ψήφῳ δέδωκεν ὁ Θεὸς τοὺς πονηροὺς καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου καὶ τῆς ταφῆς τοῦ Χρι‐ | |
30 | στοῦ, διαδείκνυσιν ἐναργῶς, ἐπιφέρων εὐθύς· «Ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Ποῖος οὖν ἄρα τοῖς Ἰουδαίοις ἐπι‐ κουρήσει λόγος ἐν ἡμέρᾳ κρίσεως; Ὁ μὲν γὰρ Θεὸς καὶ Πατὴρ μεμαρτύρηκεν ἐναργῶς τὸ ἀνα‐ | |
35 | μάρτητον τῷ Υἱῷ. Οὔτε γὰρ εὑρέθη δόλος, τουτέστι ψεῦσμα, ἐν τῷ στόματι αὐτοῦ, οὔτε μὴν ἐποίησεν ἀνομίαν. Οὐκοῦν ἔργῳ τε καὶ λόγῳ πανάμωμος ἦν, καὶ εἰς λῆξιν ἁπάσης καθαρότητος διελήλακεν. Οἱ δὲ κατεψεύδοντο καὶ κατεμαρτύρουν αὐτοῦ, Πιλάτῳ | |
40 | λέγοντες, ποτὲ μὲν, ὅτι «Οὗτος ἀνασείει τὸν λαὸν, καὶ κωλύει διδόναι φόρους Καίσαρι·» καὶ πάλιν, «Εἰ μὴ ἦν οὗτος κακοποιὸς, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.» Ἀντιπράττουσι τοίνυν ταῖς τοῦ Πατρὸς μαρτυρίαις, τὸν ἀμώμητον καὶ δίκαιον αἰτιάμασιν | |
45 | ὑποφέροντες τοῖς οὐκ ἀληθέσι, καὶ ταύτης ἕνεκα τῆς αἰτίας παρεδόθησαν ἐχθροῖς. «Ἐπειδὴ βούλεται Κύ‐ ριος καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς.» Δίκας μὲν γὰρ οὐκ ἐκτετικότων τῶν εἰς αὐτὸν πεπαρῳνηκότων, ἦν τάχα πού τινας εἰκὸς ὑπονοῆσαι λέγειν, ὡς ὁσίᾳ | |
70.1184(50) | ψήφῳ κατεδικάσθη Χριστὸς, ἅτε δὴ καὶ ἔνοχος κατα‐ στὰς ἐπενεχθείσης αἰτίας αὐτῷ. Ἐξενεχθείσης δὲ τῆς ὀργῆς, καὶ τοῖς εἰς αὐτὸν δεδυσσεβηκόσιν ἀνα‐ λόγου κολάσεως ἐπενηνεγμένης, καθαρίζεται τῆς πληγῆς. Οὐ γὰρ ἂν ἠγανάκτησε Θεὸς, οὐδ’ ἂν | |
55 | ὑπερεῖδε τὸν ἑαυτοῦ λαὸν, οὐδ’ ἂν τοῖς ἐσχάτοις αὐτοὺς ἐνῆκε κακοῖς, εἰ μὴ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο, συκοφαντοῦντες αὐτὸν, καὶ προσηλοῦντες | |
αὐτὸν τῷ ξύλῳ, καὶ ὑπεράνω πάσης ἰόντες ἀπανθρωπίας. | 1183 | |
70.1185 | Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψε‐ ται σπέρμα μακρόβιον. Καὶ βούλεται Κύριος ἀφ‐ ελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον | |
5 | εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνήσει [vulg. ἀνοίσει]. Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκύλα, ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐ‐ τοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς | |
10 | ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη. Ἐγκαλέσας τοῖς ἐξ Ἰσραὴλ, ὡς ἀπεκτονόσιν ἀδί‐ κως τὸν τῆς ζωῆς χορηγὸν, καὶ τῆς ἁπάντων σωτη‐ ρίας πρύτανιν, μεθίστησι τοὺς λόγους ἐπὶ τὰς τῶν ἐθνῶν ἀγέλας, καὶ δὴ καί φησιν ὡς πρὸς αὐτάς· | |
15 | Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρ‐ μα μακρόβιον. Ὅμοιον δὲ ὡς εἰ λέγοι σαφῶς· Τέ‐ θεικεν ὑπὲρ ὑμῶν τὴν ἑαυτοῦ ψυχὴν ὁ Χριστός· ἠγό‐ ρασεν ὑμᾶς ἐν αἵματι τῷ ἰδίῳ, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἵνα ὑμῶν κατορθώσῃ τὴν | |
20 | σωτηρίαν. Ἂν τοίνυν ἀμείψησθε καὶ ὑμεῖς αὐτοὶ, καὶ καταθῆσθε ὥσπερ ἐν ὀφλήματος τάξει τὸ εὐ‐ ήνιον, καὶ ὑπαγάγητε τὸν αὐχένα τοῖς αὐτοῦ ζυγοῖς· τότε ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον, τουτ‐ έστιν, ἔσεσθε κοινωνοὶ τῶν εἰς μακραίωνα βίον τετη‐ | |
25 | ρημένων, ἁγίων δὲ δηλονότι, οἳ τῆς εἰς αἰῶνα ζωῆς τὴν ἐλπίδα πεπλουτήκασιν. Οὐδεὶς μὲν γὰρ παρ’ Ἕλλησι λόγος τῆς τῶν νεκρῶν ἀναστάσεως ἦν, ἀπι‐ στεῖται δὲ καὶ εἰς δεῦρο τὸ μυστήριον. Μονονουχί φα‐ σι τὸ, ὅτι Καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμῶν, οὗ σβε‐ | |
30 | σθέντος, τέφρα ἀποβήσεται τὸ πᾶν, καὶ τὸ πνεῦμα διαχυθήσεται ὡς χαῦνος ἀνήρ. Παρὰ δέ γε τοῖς τῆς Ἐκκλησίας τροφίμοις, ἐλπὶς ἀκράδαντος ἡ ἀνάστα‐ σις τῶν κεκοιμημένων ἦν, καὶ τοῖς ἔθνεσιν ὑπισχνεῖ‐ ται Θεὸς, εἴπερ ἕλοιντο τὴν ἀντέκτισιν τῆς ἑαυτῶν | |
35 | ψυχῆς προσκομίσαι Χριστῷ τῷ παθεῖν ἑλομένῳ διὰ τὴν αὐτῶν ἁμαρτίαν. Ὀφείλημα δὲ τὸ πρὸς ἡμῶν ὁποῖον ἄρα ἐστὶ, σαφηνιεῖ λέγων ὁ Παῦλος· «Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυ‐ τοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ | |
40 | ἐγερθέντι.» Οὐκοῦν ἐπωφλήσαμεν αὐτῷ τὴν ἑαυτῶν ζωήν. Διὰ τοῦτό φησιν· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.» Ὅ γε μὴν ἑαυτὸν ἀρνούμενος, οὐ τὴν αὐτῷ καθ’ ἡδονὴν ἔτι διαβιώσεται | |
45 | ζωὴν, ἐκείνην δὲ μᾶλλον, ἥπερ ἂν νοοῖτο Χριστοῦ, τουτέστιν ἁγίαν, καὶ ἀμώμητον, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Παῦλος, ὃς δὴ καὶ γέγραφεν ἐναργῶς· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον· ἵνα Θεῷ ζήσω, Χριστῷ συνεσταύρωμαι. Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν | |
70.1185(50) | ἐμοὶ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ πα‐ ραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ, Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ.» Ἄθρει δὴ οὖν ὅπως δέδωκε περὶ ἁμαρτίας, ἀναθεὶς ὥσπερ τῷ δι’ αὐτὸν παθόντι τὴν ἑαυτοῦ | |
55 | ζωήν. Ἀκηκόαμεν γὰρ λέγοντες τοῦ Χριστοῦ τοῖς ἑαυτοῦ γνωρίμοις· «Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα | |
ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Καὶ ὁ ἀγαπῶν υἱὸν, | 1185 | |
70.1188 | ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» Μήτηρ μὲν γὰρ ἀνθρώπου καὶ πατὴρ, ἀρχὴ καὶ πρόφασις αὐτῷ γεγόνασι τῆς εἰς τὸ εἶναι προόδου σωματικῆς· ὁ δέ γε τῶν ὅλων Θεὸς καὶ Πατὴρ, κεκρατημένους | |
5 | θανάτῳ, καὶ μαραινομένους ἐν ἴσῳ πόαις, ἀνεγέννη‐ σεν εἰς ἀφθαρσίαν διὰ Χριστοῦ ἐν Πνεύματι, καὶ κρείττους ἀπέφηνε τῆς φθορᾶς, μακρᾷ καὶ ἀτελευ‐ τήτῳ στεφανώσας ζωῇ. Οὐκοῦν ἥττηται ἂν εἰκότως τῆς εἰς αὐτὸν ἀγάπης ἡ εἰς γονέας αἰδώς· τὸ δὲ ἀγα‐ | |
10 | πῆσαι Χριστὸν ἐξ ὅλης ψυχῆς καὶ καρδίας, καὶ τοῖς αὐτοῦ νεύμασιν, ἤγουν ἱεροῖς θεσπίσμασι, κατακο‐ λουθεῖν, τὸ δοῦναί ἐστι περὶ ἁμαρτίας, μετὰ τοῦ τὴν εἰς αὐτὸν πίστιν ὀρθῶς τε καὶ ἀμωμήτως ἔχου‐ σαν ἑλέσθαι τηρεῖν. Ὄψεται τοίνυν ἡ ψυχὴ ὑμῶν, | |
15 | φησὶ, σπέρμα μακρόβιον. Βούλεται γὰρ Κύριος ἀφ‐ ελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, καὶ δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει. Γέγονε μὲν γὰρ περί‐ λυπος ἕως θανάτου πρὸ τοῦ τιμίου σταυροῦ· γέγρα‐ πται γὰρ οὕτω παρὰ τοῖς ἁγίοις εὐαγγελισταῖς. | |
20 | Ἐπειδὴ δὲ πατήσας τὸν ᾅδην ἀνεβίω τριήμερος, εἶτα τεθέαται τὴν ἀνθρώπου φύσιν ἐν ἑαυτῷ μεταμορφω‐ θεῖσαν εἰς ἀφθαρσίαν, καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς εὐδοκίαν πάσης ἤδη κατευρυνομένην τῆς γῆς, μέλ‐ λουσάν τε καταφωτίζεσθαι τῶν ἐθνῶν τὴν πληθὺν, | |
25 | καὶ τῆς μὲν ἀρχαίας καὶ συντρόφου πλάνης ἀποφοι‐ τᾷν, καλεῖσθαι δὲ πρὸς ἐπίγνωσιν ἑαυτοῦ τε καὶ τοῦ Πατρός· ἀποβέβληκε τὸν ἐπὶ τῷ παθεῖν πόνον, καὶ τοῖς εὖ φρονοῦσι δέδωκε τὸ νικᾷν. Ἅμα γὰρ ἐκ νε‐ κρῶν ἐγήγερται, καὶ ἐπείπερ ἐστὶν ἀγαθὸς, ἡσθεὶς | |
30 | ἄγαν ἐπὶ τῇ τοῦ κόσμου σωτηρίᾳ καὶ ζωῇ, τοῖς ἁγίοις ἔφη μαθηταῖς· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἔν τε οὐ‐ ρανῷ, καὶ ἐπὶ γῆς· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πα‐ τρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Οὐκ‐ | |
35 | οῦν ἐὰν δῶτε περὶ ἁμαρτίας, ἔσεσθε μέτοχοι καὶ αὐτοὶ μακροβίου σπέρματος, τοῦ τῶν ἁγίων δηλονότι. Βού‐ λεται γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δῆλον δὲ ὅτι Χριστοῦ, τουτέστι, τὴν ἐπὶ τῷ σταυρῷ λύπην μεταστῆσαι πρὸς χαρὰν, διὰ | |
40 | τοῦ δεῖξαι αὐτῷ μεταποιηθέντας εἰς φῶς τούς ποτε σκότος, τουτέστι τούς ποτε πλανωμένους· οἷς καὶ ὁ πάνσοφος Παῦλος ἐπιστέλλει, λέγων· «Οἱ ποτὲ σκό‐ τος, νυνὶ δὲ φῶς ἐν Κυρίῳ.» Βούλεται πλάσαι τῇ συνέσει. Καὶ τί δὴ τοῦτό ἐστι, διδάξει λέγων ὁ πάν‐ | |
45 | σοφος Παῦλος· «Ἡμεῖς γὰρ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐ‐ τὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Οἱ μὲν γὰρ ὄντες ἐν ἁμαρτίαις, καὶ τὴν κτίσιν παρὰ τὸν Κτίστην λα‐ | |
70.1188(50) | τρεύοντες, δυσειδῆ πως ἔχουσι τὴν καρδίαν, καὶ ἀκαλλεστάτην σφόδρα τὴν διάνοιαν. Εἴρηται γοῦν πρός τινα διὰ τῆς Ἱερεμίου φωνῆς· «Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλή.» Ἐπειδὰν δὲ τὴν εἰς Χριστὸν παραδέξωνται, μεταπλάττονται | |
55 | νοητῶς πρὸς τὸ θεῖον αὐτοῦ καὶ ἐξαίρετον κάλλος. Γράφει γοῦν τισιν ὁ πάνσοφος Παῦλος· «Τεκνία, οὓς | |
πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» | 1187 | |
70.1189 | Βούλεται τοίνυν ὁ Θεὸς καὶ Πατὴρ τῇ συνέσει, τουτ‐ έστι τῇ ἑαυτοῦ σοφίᾳ, θεοπρεπεῖ δὲ δηλονότι, διαπλά‐ σαι πρὸς αὐτὸν τοὺς πιστεύοντας, ἀποφῆναί τε συμ‐ μόρφους αὐτῷ δι’ ἁγιασμοῦ ἐν πνεύματι. «Οὓς γὰρ | |
5 | ἔγνω, φησὶ, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσε.» Κτίσαι δὲ λέγεται Θεὸς καὶ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄν‐ θρωπον. Βούλεται δὲ, οἶμαι, ὁ Θεὸς, καὶ Πατὴρ δικαιῶ‐ σαι δίκαιον, εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας | |
10 | αὐτῶν αὐτὸς ἀνήσει. Ὁ μὲν οὖν δίκαιος εὖ δουλεύων πολλοῖς, νοηθείη ἂν οὐχ ἕτερος, οἶμαι, τὶς, παρά γε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Οὐ γὰρ ἦλθε διακονηθῆναι, καθά φησιν αὐτὸς, διακονῆσαι δὲ μᾶλ‐ λον, κατὰ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν. Ταύτῃ‐ | |
15 | τοι διάκονον ἐδόκει λέγειν τῷ μακαρίῳ Παύλῳ. Ἔφη γὰρ περί τε τοῦ νόμου καὶ τῆς Καινῆς Διαθήκης· «Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα (δεδόξαστο γὰρ τὸ Μωσέως πρόσωπον), πολλῷ μᾶλλον διαφέρει ἡ δια‐ κονία τῆς δικαιοσύνης ἐν δόξῃ.» Δίκαιος τοίνυν καὶ | |
20 | ἄμωμος ὁ Χριστὸς εὖ δουλεύων πολλοῖς. Ἔλαβε γὰρ δούλου μορφὴν Θεὸς ὢν ὁ Λόγος, οὐχ ἵνα τὴν οἰκείαν αὐτὸς ὀνήσῃ φύσιν, ἀλλ’ ἡμῖν καὶ τοῦτο δωρούμενος, καὶ ὥσπερ τινὰ διακονίαν ἀποπληρῶν εἰς ἡμᾶς, δι’ ἧς καὶ σεσώσμεθα. Δικαιοῦταί γε μὴν τὴν τοῦ δοκεῖν | |
25 | εἶναι πονηρὸς, ἤτοι δικαίως παθεῖν τὸν ἐπὶ ξύλου θά‐ νατον, ὑποψίαν ἀποκρουόμενος διὰ τοῦ καὶ δίκας ἐκ‐ τῖσαι τῆς εἰς αὐτὸν δυσσεβείας τοὺς ἐξ Ἰσραὴλ, καὶ τοῦ βασιλεῦσαι τοῖς ὑπ’ οὐρανὸν ἁπάντων αὐτῷ προσ‐ δεδραμηκότων ἐθνῶν. Ὅτι γὰρ διακονίας ἰσχὺν ὁ τῆς | |
30 | ἐνανθρωπήσεως ἔχει λόγος, παρέδειξεν εἰπών· «Καὶ αὐτὸς τὰς ἁμαρτίας αὐτῶν ἀνήσει.» Ἵνα γὰρ ἀπο‐ στήσῃ τοῦ κόσμου τὴν ἁμαρτίαν, αὐτὸς ἐφ’ ἑαυτῷ ταύτην ἀναλαβὼν, καὶ εἷς ὑπὲρ πάντων ἀποθανὼν ὁ πάντων ἀντάξιος, διὰ τοῦτο δεδούλευκε πολλοῖς. Τὸ | |
35 | Πολλοῖς δὲ λέγων, τὰ ἔθνη δηλοῖ. Ἓν γὰρ ἦν ἔθνος Ἰσραήλ. Ἐπειδὴ δὲ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀν‐ ήνεγκε, φησὶ, διὰ τοῦτο κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκύλα. Πάλιν ἐνθάδε πολλοὺς συνήσεις τοὺς ἐξ ἐθνῶν· μυριοπλασίους γάρ εἰσι τῶν ἐξ Ἰσ‐ | |
40 | ραήλ· ἰσχυροὺς δέ γε, ἢ τοὺς ἁγίους ἀποστόλους, ἢ καὶ ἅπαντας ἁπλῶς τοὺς ἐν Χριστῷ δυνατοὺς, καὶ εὐανδρίαν ἔχοντας τὴν πνευματικὴν, οἷς ἅτε νενικη‐ κόσι τὸν Σατανᾶν, διαδίδωσι σκύλα. Διανέμει γὰρ τοῖς ἁγίοις πλουσίᾳ χειρὶ τῶν πνευματικῶν χαρισμάτων | |
45 | τὰς χορηγίας. ᾯ μὲν γὰρ δίδοται, φησὶ, διὰ τοῦ πνεύ‐ ματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, προφη‐ τεῖαί τε καὶ διακρίσεις πνευμάτων, καὶ τὰ τῶν ἰα‐ μάτων χαρίσματα. Περιστήσαντες δὲ τοῦ λόγου τὴν δύναμιν εἰς τοὺς ἁγίους ἀποστόλους, ἐκεῖνό φαμεν· | |
70.1189(50) | ἦσαν μὲν γὰρ κτῆσις ὥσπερ τοῦ Σατανᾶ πάντα τὰ ἔθνη, ἀλλ’ ἐμέρισεν αὐτὰ τοῖς ἁγίοις μυσταγωγοῖς ὁ κληρονομήσας πολλούς. Οἱ μὲν γὰρ, διὰ τοῦ θεσπεσίου Πέτρου κέκληνται πρὸς ἐπίγνωσιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· οἱ δὲ διὰ τῆς τοῦ θεσπεσίου Παύ‐ | |
55 | λου μυσταγωγίας, ἤγουν ἑτέρου τινὸς τῶν ἁγίων ἀπο‐ | |
στόλων, εἰς τὸ τῆς ἀληθείας ἐσαγηνεύθησαν φῶς. Ἐμέ‐ | 1189 | |
70.1192 | ρισε τοίνυν αὐτοῖς ὁ Σωτὴρ, ὤσπερ τινὰ σκύλα, τουτ‐ έστι, πολέμου λάφυρα, τὴν τῶν ποτε πλανωμένων ἐπιστροφήν τε καὶ κλῆσιν· ὅτι δ’ ἐχρῆν τὸν ὑπὲρ πάντων ἀποθανόντα Χριστὸν, πάντων ὁρᾶσθαι δεσπό‐ την, ἀναπείθει λέγων· Ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ | |
5 | αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ δι’ ἁμαρτίας αὐτῶν παρεδόθη. | |
6t | ΤΟΜΟΣ Βʹ. | |
7 | Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. | |
10 | Εἶπε γὰρ Κύριος· Πλάτυνον τὸν τόπον τῆς σκη‐ νῆς σου καὶ τῶν αὐλαιῶν σου· πῆξον, μὴ φείσῃ· μάκρυνον τὰ σχοινίσματά σου, καὶ τοὺς πασσά‐ λους κατίσχυσον, ἔτι καὶ εἰς [Vulg. ἔτι εἰς] τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον. Καὶ τὸ | |
15 | σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς. Τίνα δὴ τρόπον τὸν τίμιον ὑπὲρ ἡμῶν ὑπέμεινε σταυρὸν, καὶ τὴν ὑπὲρ τοῦ κόσμου σφαγὴν ὁ ἀμνὸς ὁ ἀληθινὸς, τουτέστι Χριστὸς, διειπὼν εὖ μάλα, καὶ | |
20 | πρός γε τούτοις, ὅτι κληρονομήσει πολλοὺς προηγο‐ ρευκὼς, μεθίστησι τῆς προφητείας τοὺς λόγους ἐπ’ αὐτοὺς ἤδη τοὺς εἰς κλῆρον αὐτῷ δοθέντας παρὰ Θεοῦ, τουτέστι τὰ ἔθνη. Τοῦτο γάρ που καὶ αὐτὸς ὁ Υἱὸς διὰ τῆς τοῦ Ψάλλοντος λύρας προανακεκράγει | |
25 | λέγων· «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Πολλοὺς δὲ αὐτοὺς εἶναί φησι· πολλαπλασίους γὰρ καὶ ἀριθμοῦ κρείττονες οἱ | |
30 | ἐξ ἐθνῶν νοηθεῖεν ἂν, ὡς πρός γε τοὺς ἐξ αἵματος Ἰσραὴλ, εἰς ἓν καὶ μόνον τελοῦντας ἔθνος. Γυναικί γε μὴν στείρᾳ καὶ ἀποβεβλημένῃ, ἤγουν ἐρήμῃ, παρ‐ εικάζειν ἀξιοῖ τῶν ἐθνῶν τὴν πληθύν· καὶ δὴ καί φησι πρὸς αὐτήν· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα. | |
35 | Ἀλλ’ ἴσως ἐκεῖνο ἐρεῖ τις· Στεῖραν ὀνομάζει τῶν ἐθνῶν τὴν πληθὺν, ἤτοι τὴν ἐξ ἐθνῶν συναγηγερμέ‐ νην Ἐκκλησίαν, διὰ ποίαν αἰτίαν; καίτοι προμεμή‐ νυκεν ὁ λόγος, ὅτι πολλῷ πλείους ἦσαν οἱ πλανώμε‐ νοι, καὶ τῇ κτίσει παρὰ τὸν Κτίστην λατρεύοντες, τῶν | |
40 | λελυτρωμένων διὰ Μωσέως, καὶ διὰ τοῦτο καὶ ἠριθμη‐ μένων καὶ εἰς κλῆρον Θεοῦ; «Ὄτε» γὰρ, φησὶ, «διε‐ μέρισεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοινί‐ | |
45 | σματα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Στεῖρα οὖν κατὰ τίνα τρόπον ἡ πολύπαις οὕτω καὶ οἷον γονιμωτάτη; Οὐδεὶς γὰρ ἦν παρά γε τοῖς οὐκ εἰδόσι τὸν τῶν ὅλων Θεὸν, ὡς διά τε γνῶσιν καὶ ἀρετὴν καταλογισθῆναι πρέπων ἐν τέκνοις Θεοῦ. Καὶ καθ’ ἕτερον δὲ τρόπον | |
70.1192(50) | οὐκ ἦν παρ’ αὐτοῖς ἡ δι’ ὕδατός τε καὶ πνεύματος ἀναγέννησις, ἀλλ’ ἦσαν ἐκ φθορᾶς ἔτι φθαρτῆς, φθαρτοὶ καὶ γήϊνοι, καὶ καθά φησιν ὁ Ψαλμῳδὸς, «Ἐκ μήτρας ἀπηλλοτριωμένοι τῆς πρὸς Θεὸν οἰκειότητος, καὶ ἐξ αὐτῆς πλανώμενοι τῆς γαστρὸς,» ἅτε δὴ καὶ | |
55 | ὄντες ἐξ ἁμαρτωλῶν ἁμαρτωλοὶ, καὶ εἰδωλολάτραι, | |
καὶ ἐλπίδα μὴ ἔχοντες, καθά φησιν ὁ πάνσοφος Παῦ‐ | 1191 | |
70.1193 | λος. Ἡ οὖν στεῖρα τῷ ἐπὶ πάντας Θεῷ τίκτουσα μη‐ δένα τῶν ὀφειλόντων, ἢ δυναμένων ἐν τέκνοις αὐτοῦ καταλογισθῆναι, καὶ τελεῖν διά τε πίστιν καὶ ἀρε‐ τήν. Ἀλλ’ ἰδοὺ προστέτακται ῥῆξαί τε καὶ βοῆσαι. | |
5 | Ἔθος δὲ τοῦτο δρᾷν ταῖς ἐπὶ δίφρῳ λοιπὸν καὶ τικτού‐ σαις γυναιξὶν, ἃς δή φασι παροτρύνειν τὰς μαίας ἔντονόν τι καὶ τορὸν ἀναβοᾷν, ἵν’ ἐκθλίβοιτο τῆς μή‐ τρας τὸ βρέφος, εὐρυνομένου τοῦ σπλάγχνου πρὸς τὴν βοήν. Τοῦτο, οἶμαι, ἐστὶ τὸ, «Ῥῆξον, καὶ βόησον.» | |
10 | Ἄρξαι δὴ οὖν τοῦ τίκτειν, φησὶ, καὶ ὡς ὠδίνουσα πολ‐ λοὺς, δίδου συχνῶς τὴν ταῖς τικτούσαις ἀεὶ πρέπου‐ σαν βοήν· ὡς ἐσομένη δὲ μήτηρ ἀναριθμήτων λαῶν, εὐφροσύνην δέχου τὴν πνευματικήν. Σαφηνίζων δὲ τοῦ προκειμένου ῥητοῦ τὴν διάνοιαν ὁ τῶν ὅλων Θεὸς, | |
15 | ἐπιφέρει λέγων· Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἔθος μὲν οὖν τῇ θεοπνεύστῳ Γραφῇ ἔρημον ἀποκαλεῖν τὴν χήραν. Ἐχήρευσε δὲ τῶν ἐθνῶν ἡ πληθύς. Οὐ γὰρ ἐπλούτει τὴν κοινωνίαν τὴν πρός γε, φημὶ, τὸν ἁπάσης γνώσεως | |
20 | ἀληθοῦς, καὶ τὸν τῶν εἰς εὐσέβειαν σπουδασμάτων σπορέα λόγον, ὃν ἄν τις εἰπὼν γηπόνον, ὡς περὶ πάσης κτίσεως λογικῆς, οὐκ ἂν ἁμάρτοι τ’ ἀληθοῦς. Δι’ αὐτοῦ γὰρ πᾶσα καρποφορία πνευματικὴ ἔν τε τοῖς ἁγίοις ἀγγέλοις καὶ ἡμῖν αὐτοῖς ἐμφύεται. Οὐ‐ | |
25 | κοῦν χήρα μὲν ἦν πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, ἄγονός τε διὰ τοῦτο καὶ ἄτεξ. Ἐπειδὴ δὲ παρεδέ‐ ξατο διὰ πίστεως τὸν ἐξ οὐρανοῦ νυμφίον, πολλὰ γέ‐ γονεν αὐτῆς τὰ τέκνα μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄν‐ δρα, τουτέστι τῆς τῶν Ἰουδαίων Συναγωγῆς, ἣν | |
30 | δὴ προσηγάγετο Θεὸς διὰ τοῦ πανσόφου Μωσέως πρὸς οἰκειότητα τὴν πνευματικὴν, καὶ ὥσπερ σύνοι‐ κον καὶ πολλῶν ἐποιήσατο καὶ ἀπέφηνε μητέρα καὶ τροφόν. Ἀλλ’ ἠτεκνώθη διὰ Χριστὸν, καίτοι, καθά φη‐ σιν ὁ προφήτης Ἱερεμίας, εὔτεκνος οὖσα πολλή. | |
35 | Πλείους γὰρ, ὡς ἔφην, οἱ τῆς ποτε στείρας υἱοὶ, πρὸς ἣν καί φησι τὸ, «Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου.» Ἐπειδὴ γὰρ εὔπαις τε καὶ πολύπαις ἀδοκήτως ἀνέφυ τὸν ἐξ οὐρανοῦ λα‐ βοῦσα λόγον, ἤτοι νυμφίον, ἀναγκαίως ἐκτείνειν εἰς | |
40 | εὖρός τε καὶ μῆκος τὰς ἑαυτῆς αὐλὰς προστέτακται, καὶ καταπηγνύναι τοὺς πασσάλους, ἵνα τὸ ἀκράδαν‐ τον τῆς ἐξ ἐθνῶν Ἐκκλησίας διὰ τούτου νοῇς· καὶ τὸ μακρύνεσθαι δὲ τὰ σχοινίσματα, τὸ ἀπαραβλήτως πλούσιον εἰς εὐρυχωρίαν τῶν ἁγίων Ἐκκλησιῶν | |
45 | ὑποφαίνει, καίτοι τῆς ἀρχαίας σκηνῆς ὀλίγης οὔσης παντελῶς, καὶ στενοτάτας ἐχούσης αὐλάς. Πλὴν καὶ ἐν ἐκείνῳ τῷ τεχνήματι κατίδοι τις ἂν ὡς ἐν τύπῳ γραφόμενον τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὸ εἰς εὖρός τε καὶ μῆκος ἀμφιλαφές. Περὶ γάρ τοι τὰς δέκα | |
70.1193(50) | αὐλὰς τὰς ἐκ δέρεων τριχίνων κατεσκευασμένας, αὐ‐ λαὶ τετάχατο κύκλῳ τέσσαρες, οἷον εἰς ἕκαστον τῆς οἰκουμένης τρέχουσα μέρος, εἰς μῆκος μὲν ἑκατὸν, πεντήκοντα δὲ εἰς πλάτος. Διὰ τοῦτό φησιν· Ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον, τουτέστιν, | |
55 | ἁπλούσθωσαν πανταχοῦ τὰ σὰ σχοινίσματα. Μεστὴ γὰρ ἁγίων Ἐκκλησιῶν ἡ ὑπ’ οὐρανὸν, εἰσὶ δὲ καὶ εὐμεγέ‐ | |
θεις, εὐρεῖαί τε καὶ εὐμήκεις πανταχοῦ, καὶ παντὸς | 1193 | |
70.1196 | εἰς λῆξιν ἰοῦσαι κάλλους. Οὔτω γάρ πού φησιν ὁ τῶν ὅλων Θεὸς ἐγηγερμένου τοῦ ναοῦ τοῦ ἐν Ἱεροσολύ‐ μοις, μετά γε τὸ διὰ τῆς Ἀσσυρίων χειρὸς κατεμ‐ πρησθῆναι τὸν πρῶτον. «Τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν | |
5 | οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; Καὶ πῶς νῦν, φησὶν, ὁρᾶτε αὐτὸν, καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν; Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου, ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ.» Τοῦ γὰρ ἐν τοῖς | |
10 | Ἱεροσολύμοις ὄντος ναοῦ, πολλῷ μείζους, καὶ πλού‐ σιοι κατὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν ὠρθώθησαν ναοὶ, τουτέστιν ἐκκλησίαι, τὸ σεπτὸν ἔχουσαι θυσιαστή‐ ριον εἰς δόξαν Χριστοῦ. Πλάτυνον δὴ οὖν, φησὶ, τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου. Τὸ γὰρ | |
15 | σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημω‐ μένας κατοικιεῖς. Πλείστων μὲν γὰρ ὅσων ἀνδρῶν ἁγίων καὶ ἀγαθῶν μήτηρ καὶ τροφὸς ἡ ἐξ ἐθνῶν γέγονεν Ἐκκλησία, ἐκτέτοκε δὲ πολλοὺς ἄρχοντάς τε καὶ ἡγουμένους λαῶν· ὥστε καὶ ἐθνῶν καθηγεῖ‐ | |
20 | σθαι πολλῶν, διά τοι τὸ δύνασθαι τὸν ἀμώμητον τῆς μυσταγωγίας ποιεῖσθαι λόγον, καὶ ποιμενικῆς εὐτε‐ χνίας οὐκ ἀμοιρεῖν. Οἷς καὶ αὐτὸς ὁ Σωτὴρ, ἅτε δὴ τὴν εὐκλεᾶ καὶ εὐδόκιμον κατωρθωκόσι ζωὴν, κλῆρον ἐπαγγέλλεται, καὶ εἰς αἰῶνα τὸν μέλλοντα τὸ καθ‐ | |
25 | ηγεῖσθαι λαῶν. Ἐν γάρ τοι τῇ τῶν ταλάντων διανομῇ, τοῖς προσάγουσιν ἐν διπλῷ τὸ δοθὲν, «Ἔσο, φησὶν, ἐπάνω δέκα πόλεων·» ἑτέρῳ δὲ αὖ, «Ἔσο ἐπάνω πέντε πόλεων.» Οὐκοῦν ἔθνη κληρονομήσει τὸ σπέρμα σου. Πρέποι δ’ ἂν τοῦτο, καθάπερ ἔφην ἀρτίως, τοῖς ἡγου‐ | |
30 | μένοις Ἐκκλησιῶν, οἳ δὴ καί φασιν ἐκ περιχαρείας τῆς ἄγαν· «Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ» Κλῆρος μὲν γὰρ ὁ μόνῳ καὶ ἀληθῶς πρεπωδέστατος Χριστῷ τὸ καθηγεῖσθαι τῶν ἄλλων. Διὰ τοῦτο καὶ προ‐ | |
35 | τέταχε μηδενὶ λέγειν· Ῥαββί· «Εἷς γάρ ἐστι,» φησὶν, «ὑμῶν καθηγητὴς ὁ Χριστός.» Ἀλλ’ ὥσπερ φῶς ὑπάρ‐ χων αὐτὸς τὸ ἀληθινὸν, φῶς ἐκάλεσε τοὺς ἁγίους ἀποστόλους, καὶ ὥσπερ αὐτὸς ὢν φύσει καὶ μόνος ἀληθῶς Υἱὸς, δέδωκεν ἡμῖν ἐξουσίαν τοῖς πιστεύσασιν | |
40 | εἰς αὐτὸν, Πατέρα καλεῖν τὸν Θεὸν, ἅτε δὴ τὸ τῆς υἱότητος πλουτοῦσιν ἀξίωμα· οὕτω καὶ αὐτὸς ὑπάρ‐ χων τῶν ὅλων καθηγητὴς, καὶ κλῆρον ἔχων τὴν ὑπ’ οὐρανὸν, δέδωκε τοῖς ἁγίοις τὸ χρῆμα, δόξῃ τῇ ἰδίᾳ στεφανῶν αὐτούς· ὅτι συνεργάται γεγόνασιν αὐτοῦ, | |
45 | καὶ γνήσιοι λαῶν κηδεμόνες κεκερδήκασι πολλοὺς, προσκομίσαντες αὐτῷ διὰ πίστεως τοὺς τῇ κτίσει παρ’ αὐτὸν λατρεύσαντας, καὶ τῆς ἐξαιρέτου ζωῆς οὐκ εἰδότας τὴν ὁδόν. Τὸ δέ γε, Πόλεις ἠρημωμένας κατοικιεῖς, τοιῶσδε συνήσεις· Τοσαύτη γὰρ ἔσται, | |
70.1196(50) | φησὶ, τοῦ σοῦ σπέρματος ἡ πληθὺς, ὥστε μηδὲ ἀρκέσαι τὰς πόλεις αὐτοῖς, τὰς τῶν οἰκητόρων μεμεστωμένας, ἀλλὰ γὰρ καὶ τὰς ἐρήμους δύνασθαι πληροῦν. Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης· ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ, | |
55 | καὶ τὸ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνη‐ | |
σθήσῃ· ὅτι Κύριος ὁ ποιῶν σε, Κύριος Σαβαὼθ | 1195 | |
70.1197 | ὄνομα αὐτῷ, καὶ ὁ ῥυσάμενός σε, αὐτὸς Θεὸς Ἰσραὴλ πάσῃ τῇ γῇ κληθήσεται. Δεδικαιώμεθα μὲν ἐν Χριστῷ, καὶ οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ | |
5 | τὸ πολὺ αὐτοῦ ἔλεος. Γράφει δὲ οὕτως ὁ πάνσοφος Παῦλος. Ἀπηλλάγμεθα γὰρ καὶ σκότους, καὶ πλά‐ νης. καὶ ἀνοσιότητος πατροπαραδότου, καθὸ τῇ κτί‐ σει παρὰ τὸν Κτίστην λελατρεύκαμεν, καὶ τρόπος φαυλότητος ἦν οὐδεὶς ταῖς τῶν ἐθνῶν ἀγέλαις ἀνεπι‐ | |
10 | τήδευτος· ὡς γάρ φησιν ὁ Ψαλμῳδὸς, «Πάντες ἐξέκλι‐ ναν, ἅμα ἠχρειώθησαν, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός.» Ὀνειδισμὸς οὖν ἄρα τοῖς ἔθνεσι τὸ χρῆμα γέγονεν, αὐτὸ δὴ τουτὶ τὸ πεπλανῆσθαί φημι, καὶ τὰ ἐκ τοῦ πεπλανῆσθαι συμβαίνοντα βλάβη. Τί | |
15 | γὰρ οὕτως ἀσχήμονα καὶ ἀκαλλεστάτην, καὶ μυρίοις αἰτιάμασιν ἔνοχον ἀποφήνειεν ἂν τὴν τοῦ ἀνθρώπου ψυχὴν, ὡς τὸ ἀποστῆναι Θεοῦ ζῶντος, ἑλέσθαι δὲ προσκυνεῖν παρ’ αὐτὸν τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ τοῖς τῆς ἁμαρτίας οἷά τινι πηλῷ καὶ βορβόρῳ | |
20 | ἐγκαθιέναι τέλμασιν; Ἀλλὰ τί φησιν ὁ φιλάνθρωπος τοῖς κεκλημένοις εἰς ἄφεσιν ἁμαρτίας διὰ πίστεως, δῆλον δὲ ὅτι τῆς εἰς αὐτόν; Μὴ φοβοῦ, ὅτι κατῃσχύν‐ θης. Ἐπειδὴ γὰρ ὅλως, καθὼς κατοικτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτὸν, | |
25 | καὶ καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν ἐμά‐ κρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν· πῶς οὐκ ἔδει τοῖς πάλαι διεπταισμένοις, καὶ τὸν ἐπ’ αὐτοῖς ἡμᾶς συναποπτύσαι φόβον, μνησικάκῳ χάριτι δικαιοῦντος Θεοῦ, καὶ οὐκ ἐξαιτοῦντος δίκας τὸν ἀλιτήριον; Καὶ | |
30 | γοῦν ἔφη Χριστὸς τῆς ἐπιδημίας τὸν καιρὸν εἰς ἡμε‐ ρότητα καταδεικνύς· «Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.» Οὐκοῦν ὡς δίκης ἀπηλλαγμένοι, καὶ τὴν ἐν τοῖς πεπλημμελημένοις οὐ | |
35 | προσδοκῶντες κόλασιν, καὶ δειμάτων ἐλευθέραν ἐσχή‐ καμεν τὴν διάνοιαν, οὐδὲ τῶν προλαβόντων ὀνειδι‐ σμῶν μεμνήμεθα. Νικᾷ γὰρ ἡ χάρις δικαιοῦσα τὸν ἀσεβῆ, καὶ μώμου παντὸς ἀπαλλάττουσα τοὺς ἠλεη‐ μένους. Ὡς γὰρ ὁ πάνσοφος Παῦλός φησι, «Θεὸς ὁ | |
40 | δικαιῶν, τίς ὁ κατακρίνων;» Ἀμνησικακοῦντος δὲ τοῦ πάντων Δεσπότου, τίς ἡμῖν ὀνειδίσει τῶν ἐν ἀγνοίᾳ πταισμάτων τὸν ῥύπον; Ἐπιλήσῃ τοίνυν, φησὶν, αἰ‐ σχύνην αἰώνιον (ἀντὶ τοῦ, μακρὰν), καὶ τὸ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ. Ὄνειδος δὲ χηρείας, τὸ | |
45 | μηδένα τρόπον καρποφορῆσαι Θεῷ τοὺς ἐξ ἐθνῶν ἰσχύσαι ποτὲ, καθ’ ὃν ἐπλανῶντο καιρόν. Οὐ γὰρ ἦν παρ’ αὐτοῖς, ὡς ἔφην, ὁ ἐξ οὐρανοῦ νυμφίος, ὁ πνευ‐ ματικῆς εὐκαρπίας δοτὴρ, ὁ σπερμάτων ἀγαθῶν ἐν‐ τιθεὶς ἀφορμὰς ἑκάστῃ ψυχῇ. Καὶ γοῦν ἐν παραβολαῖς | |
70.1197(50) | εὐαγγελικαῖς τοιοῦτον ἡμῖν ἑαυτὸν διαδείκνυσι, λέ‐ γων· «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐ‐ τοῦ.» Τίνα δὲ τρόπον ἀφανισθήσεται τὸ ὄνειδος τῆς χηρείας αὐτῆς, διατρανοῖ λέγων, ὅτι Κύριος ὁ ποιῶν σε, Κύριος Σαβαὼθ ὄνομα αὐτῷ. Τὸ δὲ, Ποιῶν σε, φη‐ | |
55 | σὶν, ἀντὶ τοῦ, κτίζων σε, καὶ μεταμορφῶν εἰς ἑτερό‐ | |
τροπον πολιτείαν, καὶ εἰς εὐσχήμονα ζωήν· μετα‐ | 1197 | |
70.1200 | στοιχειούμεθα γὰρ ἐν Χριστῷ εἰς καινότητα ζωῆς ἁγίας καὶ εὐαγγελικῆς, ἀναβαίνοντες εἰς εὐμορφίαν αὐτοῦ διὰ πνεύματος, ὥστε καὶ ἑτέρους ἡμᾶς ἐξ ἑτέρων ὁρᾶσθαι λοιπόν. Ἔφη γοῦν περὶ τῶν ἐθνῶν | |
5 | διὰ φωνῆς Ἰεζεχιὴλ, ὅτι «Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγὼ Κύριος.» Ἐρχομένην δὲ γενεὰν καὶ λαὸν κτιζό‐ μενον τοὺς ἐξ ἐθνῶν ἐπιστρέφοντας ὀνομάζει πλει‐ | |
10 | σταχοῦ. Καὶ ὁ θεσπέσιος Παῦλος· «Ἡμεῖς δὲ πάντες,» φησὶν, «ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύμα‐ τος.» Ἔκτισε τοίνυν ἡμᾶς ὁ Χριστὸς, ἤτοι τοὺς δύο | |
15 | λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Καὶ γοῦν προστετάγμεθα τὸν μὲν πα‐ λαιὸν ἄνθρωπον ἀποθέσθαι, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἐνδύσασθαι δὲ τὸν νέον τὸν | |
20 | ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτὸν, δῆ‐ λον δὲ ὅτι Χριστοῦ. Ἐγὼ τοίνυν εἰμὶ Κύριος Σαβαὼθ ὁ ποιῶν σε, φησὶ, τουτέστιν ὁ κτίζων καὶ ἀναμορ‐ φῶν. Ἵνα δὲ μὴ ἀπιστῆται πρός τινων διὰ τὸ μεγαλο‐ πρεπὲς τοῦ πράγματος, Κύριον τῶν δυνάμεων ἑαυτὸν | |
25 | ὀνομάζει πάλιν, χρησίμως τε καὶ ἀναγκαίως. Τίς δὲ καὶ ὁ τῆς μεταμορφώσεως, ἤγουν ὁ τοῦ ἀνακτίζεσθαι καιρὸς, διεσάφησε λέγων, ὅτι Ὁ ῥυσάμενός σε, αὐτὸς Θεὸς Ἰσραὴλ πάσῃ τῇ γῇ κληθήσεται. Πηνίκα δὲ ὅλως καὶ τοῦτο κατώρθωται; κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν | |
30 | δηλονότι. Βεβασίλευκε γὰρ ὁ Χριστὸς ἐπὶ πάντα τὰ ἔθνη, καὶ τοῦτο διδάσκει λέγων ὁ Προφήτης· Καὶ ἔσται Κύριος εἷς, καὶ ὄνομα αὐτοῦ ἓν κυκλοῦν πᾶσαν τὴν γῆν. Πάλαι μὲν γὰρ ἦν κατὰ μόνην τὴν Ἰουδαίαν γνωστὸς ὁ Θεός. Ἐπειδὴ δὲ κέκληται διὰ πίστεως εἰς ἐπίγνωσιν | |
35 | αὐτοῦ τῶν ἐθνῶν ἡ πληθὺς, αὐτῷ λοιπὸν κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται· ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. Θεὸς οὖν ἄρα ἐν πάσῃ τῇ γῇ κληθήσεται ὁ ῥυσάμενος ἡμᾶς, καὶ τῆς τοῦ διαβόλου σκαιότητος ἐξελὼν, καὶ τοῖς | |
40 | ἰδίοις σκήπτροις ὑπενεγκών. Καὶ τοῦτο διδάσκει λέ‐ γων ὁ μακάριος Δαβὶδ, ποτὲ μὲν, ὅτι «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ· ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν·» ποτὲ δὲ πάλιν, «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.» | |
45 | Οὐχ ὡς γυναῖκα ἐγκαταλελειμμένην καὶ ὀλι‐ γόψυχον κέκληκέ σε Κύριος, οὐδὲ ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην, εἶπεν ὁ Θεός· Χρόνον μι‐ κρὸν κατέλιπόν σε, καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε. Ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσ‐ | |
70.1200(50) | ωπόν μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε, εἶπεν ὁ ῥυσάμενός σε Κύριος. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ καταλελειμμένην γυ‐ ναῖκα τὴν ἐπί τισιν αἰτίαις ἐκβεβλημένην ἀποκαλεῖν, ᾗ προσεῤῥίπτετο κατὰ τὸν Μωσέως νόμον καὶ βι‐ | |
55 | βλίον ἀποστασίου παρὰ τοῦ συνοικοῦντος αὐτῇ, με‐ μισημένην δὲ πάλιν ἐπ’ ἀκοσμίᾳ καὶ ἀσέμνῳ ζωῇ | |
διαβεβλημένην. ᾟπερ ἂν πρέποι καὶ τὸ τῆς ὀλιγοψυ‐ | 1199 | |
70.1201 | χίας αἰτίαμα, ὡς οὐ δυναμένῃ διακαρτερεῖν, καὶ τῶν γαμικῶν ἀνέχεσθαι ζυγῶν, ἢ μεθισταμένην ἐφ’ ἃ μὴ θέμις, καὶ ὀλιγώρως ἔχουσαν περὶ τὸ πληροῦν τὰ ὅσαπέρ ἐστι τελοῦντα πρὸς εὐκοσμίαν. Τοιαύτη τις | |
5 | γέγονεν ἡ τῶν Ἰουδαίων Συναγωγὴ περὶ τὸν τῶν ὅλων κρατοῦντα Θεόν. Προσηγάγετο μὲν γὰρ αὐτὴν πρὸς οἰκειότητα πνευματικὴν διὰ τοῦ πανσόφου Μωσέως, καὶ ὥς τινα γυναῖκα πορνεύσασαν ἐν Αἰγύπτῳ, διά γε τοῦ τὰ αὐτῶν ἑλέσθαι φρονεῖν, καὶ αὐτόθι λατρεῦ‐ | |
10 | σαι θεοῖς, μονονουχὶ καὶ εἰσοικισάμενος. Εἶτα τοῖς ἀρχαίοις τέλμασιν ἐγκαταπηδήσασαν, καὶ παλινδρο‐ μεῖν ἐθέλουσαν εἰς ἀπόστασιν (προσκεκύνηκε γὰρ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν), ἀπεώσατό τε καὶ ἀλ‐ λοτρίαν ἀπέφηνε τῆς πρὸς αὐτὸν οἰκειότητος, καὶ ὥς | |
15 | τινα γυναῖκα μεμισημένην καὶ ὀλιγόψυχον, ἔξοικον ἐποιήσατο. Καὶ γοῦν ἔφη δι’ ἑνὸς τῶν ἁγίων προφη‐ τῶν πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ· «Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε, ὅτι αὕτη οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς. Καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς πρὸ | |
20 | προσώπου μου, καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου τῶν μαστῶν αὐτῆς, καὶ ἀποκτενῶ αὐτὴν ἐν δίψει, καὶ τὰ τέκνα αὐτῆς οὐ μὴ ἐλεήσω, ὅτι τέκνα πορνείας ἐστίν· ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῄσχυνεν ἡ τεκοῦσα αὐτά.» Ὁποῖος δὲ γέγονεν αὐτῇ τῆς πορνείας ὁ τρόπος, | |
25 | διεσάφησε λέγων διὰ φωνῆς Ἰεζεχιήλ· «Υἱὲ ἀνθρώ‐ που, οὐ κρινεῖς τὴν Ὀολὰν καὶ τὴν Ὀολιβὰν (τουτέστι τὴν Ἱερουσαλὴμ καὶ τὴν Σαμάρειαν), καὶ ἀναγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν, ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν ταῖς χερσὶν αὐτῶν; [Τὰ ἐνθυμήματα αὐτῶν] | |
30 | ἐμοιχῶντο· καὶ τὰ τέκνα αὐτῶν, ἃ ἐγέννησάν μοι, διήγαγον αὐτοὶ δι’ ἐμπύρων. Ἕως καὶ ταῦτα ἐποίησάν μοι· Τὰ ἅγιά μου ἐμίαναν, καὶ τὰ Σάββατά μου ἐβε‐ βήλουν, καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν, καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά | |
35 | μου τοῦ βεβηλοῦν αὐτά.» Ἦσαν μὲν γὰρ ἐν τῇ Σα‐ μαρείᾳ δέκα φυλαὶ, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραΐμ· ἐν δέ γε τοῖς Ἱεροσολύμοις Ἰούδα φυλὴ, καὶ τὸ ἥμισυ φυλῆς Βενιαμίν· ἀλλ’ οὗτοί τε κἀκεῖνοι δεδυσσεβήκα‐ σιν οὐ μετρίως, μᾶλλον δὲ εἰς λῆξιν ἁπάσης ἐμβρον‐ | |
40 | τησίας ἀκαθέκτοις ὁρμαῖς διελάσαντες, τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο· τουτέστιν, Ἅπερ ἐπένθησαν αὐτοὶ εἴδωλα, ταῦτα μοιχείας ὥσπερ τινὸς καὶ πορ‐ νείας νοητῆς ἐποίουν πρόφασιν, ἀποστήσαντες ἑαυ‐ τῶν τὰς καρδίας τοῦ ἐν τάξει γυναικὸς παραλαβόντος | |
45 | Θεοῦ. Καὶ γοῦν ἔφη πρὸς τὴν τῶν Ἰουδαίων Συναγω‐ γὴν ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ἱερεμίου· «Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας· οὐχ ὡς οἶκόν με ἐκάλεσας, καὶ πατέρα, καὶ ἀρχηγὸν τῆς παρθενίας σου;» Ἐκπορνεύσασαν τοίνυν τὴν | |
70.1201(50) | τῶν Ἰουδαίων μητέρα, καταλελειμμένην γυναῖκα, καὶ ὀλιγόψυχον, ἐκ νεότητος μεμισημένην εἰκότως ἀποκαλεῖ· διαλέγεται δὲ πρὸς τὰ ἔθνη, καί φησιν οὐχ οὕτω κεκλῆσθαι καὶ αὐτὰ πρὸς ἐπίγνωσιν τοῦ Χρι‐ στοῦ, καθάπερ ἀμέλει καὶ ἡ καταλελειμμένη, καὶ | |
55 | ὀλιγόψυχος, καὶ ἐκ νεότητος μεμισημένη κέκληται | 1201 |
70.1204 | γυνή. Πλείστη γὰρ ὅση τῆς κλήσεως ἡ διαφορά. Τῇ μὲν γὰρ Ἰουδαίων Συναγωγῇ καὶ πόρωσις ἀπὸ μέ‐ ρους γέγονε, καθά φησιν ὁ πάνσοφος Παῦλος· ἐσκο‐ τίσθησαν δὲ καὶ οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, | |
5 | συνεκάμφθη δὲ καὶ τὰ νῶτα, τουτέστι, τὸν νοῦν ἐσχή‐ κασιν ἀεὶ κάτω βλέποντα, καὶ τοῖς γηΐνοις ἐνορῶντα πράγμασι. Τοῖς γε μὴν ἐξ ἐθνῶν οὐδὲν συνέβη τοιοῦτον. Οὐ γὰρ ἐσκοτίσθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, ἀλλ’ ἐφωτίσθησαν μᾶλλον, καὶ οὐ συνεκάμφθη τὸν | |
10 | νῶτον, ἀλλ’ ὠρθώθη νοητῶς, ἀλλ’ οὐδὲ σέσωσται καὶ παρ’ αὐτοῖς τὸ κατάλειμμα τοῦ παντὸς, καθὰ καὶ ἐν τῷ Ἰσραήλ· πᾶσα δὲ μᾶλλον αὐτῶν ἡ πληθὺς σεσα‐ γήνευται διὰ Χριστοῦ, καὶ ἐκομίσθη πρὸς σωτηρίαν, καὶ τῶν τῆς πλάνης αἰτιαμάτων ἀπήλλακται, καὶ | |
15 | τῶν τῆς ἁμαρτίας βρόχων διέδρα τὴν ἐπήρειαν. Κέ‐ κληται τοίνυν οὐχ οὕτως, ὡς ἡ ἀπόβλητος καὶ με‐ μισημένη γυνή. Ἀλλ’, Εἰς χρόνον μικρὸν, φησὶ, κατ‐ έλιπόν σε, καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε. Ἐν μὲν γὰρ ταῖς παρῳχημέναις γενεαῖς, καθά φησιν ὁ | |
20 | Χριστοῦ μαθητὴς, συγκεχώρηκε Θεὸς τὰ ἔθνη πο‐ ρεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· καὶ τοῦτο, οἶμαι, ἐστὶν ἡ ἐγκατάλειψις ἡ εἰς χρόνον μικρόν. Εἰ γὰρ καὶ δοκεῖ πως εἰς μακροὺς γενέσθαι καιροὺς, ἀλλὰ καὶ οὕτω συστέλλεται πρὸς τὸ βραχύ. Πολλαπλασίων ἄρα ὁ τοῦ | |
25 | ἐλέους καιρὸς, καὶ εἰς ἀπεράντους αἰῶνας τρέχει. Οὕτω συνήσεις καὶ τὸ ἐφεξῆς, τουτέστιν, Ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπον μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε· βραχὺς γὰρ καὶ συνεσταλ‐ μένος τῆς ὀργῆς ὁ καιρὸς, ὡς πρός γε τὸ μῆκος τῆς | |
30 | ἀκαταλήκτου φιλανθρωπίας τῆς δοθείσης ἡμῖν παρὰ Θεοῦ· ὃς δὴ καὶ ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ ἐν φωτί. Ἔλεος δὲ μέγα τὸ διὰ Χριστοῦ νοοῖτο ἂν εἰκότως, ὃ καὶ παντὸς ἀπαλλάττει ῥύπου, κολάσεώς τε καὶ δίκης ἐκφέρει, καὶ ἀνακο‐ | |
35 | μίζει πρὸς οἰκειότητα τὴν πρὸς αὐτὸν δι’ ἁγιασμοῦ, καὶ τοῖς τῆς υἱοθεσίας αὐχήμασι στεφανοῖ, καὶ τῆς τῶν οὐρανῶν βασιλείας καθίστησι κληρονόμους. Ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστιν· ὅτι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ τῇ γῇ, μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι, μηδὲ ἐν ἀπειλῇ σου | |
40 | τὰ ὄρη μεταστήσεσθαι, οἱ δὲ οἱ βουνοὶ οὐ μετακινηθήσονται. Οὕτως οὐδὲ σοὶ τὸ παρ’ ἐμοῦ ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης μου οὐ μὴ μετασταθῇ. Ἐν ταῖς Μωσέως βίβλοις γέγραπται σαφῶς, ὡς | |
45 | ἁπάσης τῆς γῆς ἀπονευσάσης εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, καὶ ἀσχέτως κατενηνεγμένης εἰς πολύτροπον ἁμαρτίαν, καὶ τοῖς τῆς φιλοσαρκίας ἐμπαρείσης τέλ‐ μασιν· ὁ ἐπὶ πάντων Θεὸς, ἐπ’ αὐτοῖς δὴ τούτοις εἰκότως λελυπημένος, «Οὐ μὴ καταμείνῃ, «φησὶ,» τὸ | |
70.1204(50) | πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας,» τουτέστιν, ἐν μόνῳ φρονήματι σαρ‐ κικῷ· βδελυρὸν δὲ τοῦτο καὶ ἀπηχθημένον αὐτῷ, καὶ ἀκαθαρσίας ἁπάσης ἔμπλεων. Ταύτῃτοι, καθά φησι τοῦ Σωτῆρος ὁ μαθητὴς, «Καὶ ἀρχαίου κόσμου | |
55 | οὐκ ἐφείσατο, ἄρδην δὲ πάντας ἀπολώλεκε, κατα‐ | 1203 |
70.1205 | κλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας·» σέσωσται δὲ παν‐ οικὶ μόνος ὁ Νῶε, ξένιον εὐπειθείας καὶ ὑπακοῆς τὸ χρῆμα κερδαίνων. Ἐπειδὴ δὲ λωφήσαντος τοῦ κα‐ τακλυσμοῦ, καὶ τῆς τῶν ὑδάτων πληθύος συνεσταλ‐ | |
5 | μένης, ἐξῆλθε τῆς κιβωτοῦ, τέθυκέ τε καὶ ὠσφράνθαι φησὶν αὐτὸν ὀσμὴν εὐωδίας τὸ Γράμμα τὸ ἱερόν· εἶτα τῷ δικαίῳ κατεπαγγείλασθαι τὸ μηκέτι κατακλυσμὸν ἐπάξειν ὅλῃ τῇ γῇ. Οὐκοῦν ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε, φησὶ, τοῦτό μοί ἐστι, τουτέστιν, ὡρίσθη τοῦτο, | |
10 | καὶ κεκράτηκε παρ’ ἐμοὶ τὸ μηκέτι θυμωθήσεσθαι πάσῃ τῇ γῇ, μήτε μὴν τοῖς ἀνθρωπίνοις φιλονεικῆσαι πταίσμασι, καὶ μίαν κατὰ πάντων ὁρίσαι δίκην. Ὑπεμφαίνει δὲ διὰ τούτων τῶν λόγων, ὅτι καὶ ἐν καιρῷ καθ’ ὃν ἐπέλαμψεν ἐν τῷ κόσμῳ Χριστὸς, | |
15 | ἀπάσης ὥσπερ τοῖς τῆς ἀπάτης βρόχοις ἐνειλημμέ‐ νης, καὶ πάντων ἐκκεκλικότων, καὶ τὸν μὲν φύσει Θεὸν οὐκ εἰδότων, λελατρευκότων δὲ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ ταῖς τῶν δαιμονίων ἀγέλαις ὑπ‐ εζευγμένων, θείᾳ ψήφῳ πάντας ἐχρῆν τὴν ἀρχαίαν | |
20 | ἐκείνην ὑπομεῖναι κόλασιν. Ἔνθα γὰρ ὅλως ἰσοπαλῆ τὰ ἐγκλήματα, ἐκεῖ που πάντως εἴη ἂν οὐκ ἀπεοικὸς τὸ ἰσοῤῥόπως κολάζεσθαι τοὺς κατεγνωσμένους. Ἀλλὰ παρίημι τοῦτο, φησὶ, καὶ μένει βέβαιον παρ’ ἐμοὶ τὸ ἐπηγγελμένον· ὥσπερ δέ φησιν· Οὐκ ἂν ἐν | |
25 | θυμῷ μεταστήσαιμι τὰ ὄρη, οὐδ’ ἂν σαλεύσαιμι τοὺς βουνοὺς, τουτέστιν, οὐκ εἰς ἕτερόν τι σχῆμα μετα‐ βαλῶ τὴν γῆν, οὐδὲ πρόωρον ἐποίσω τὴν καινουργίαν αὐτῇ· οὕτως οὐδὲ τὸ παρ’ ἐμοῦ σοι ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης μου οὐ [μὴ] μετασταθῇ· ὁ | |
30 | δὲ τῆς εἰρήνης βραβευτὴς, καὶ τῆς διαθήκης εἴη ἂν ἕτερος οὐδεὶς παρὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ τὴν πρὸς αὐτὸν οἰκειότητα τὴν πνευμα‐ τικὴν πλουτοῦντες ἐμπεπλήσμεθα παντὸς ἀγαθοῦ. Καὶ | |
35 | τοῦτο ἦν ἄρα τὸ διὰ Ἡσαΐου σαφῶς εἰρημένον πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· «Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.» Οὐκοῦν ἐν Χριστῷ διαθήκην εἰρήνης κεκερδήκαμεν τὴν παρὰ τοῦ Θεοῦ· καὶ Πατρός· συνήφθημεν γὰρ | |
40 | αὐτῷ διὰ μέσου τοῦ Χριστοῦ, καὶ αὐτὸς τὴν διασπά‐ σασαν ἡμᾶς ἐκ μέσου τέθεικεν ἁμαρτίαν, ἵνα μηδὲν κέοιτο τοῖς πρὸς Θεὸν ἰοῦσιν ἐμποδών. Γέγραπται γοῦν, ὅτι «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν,» τρεχόντων δη‐ λονότι κατ’ οἰκειότητα τὴν πρὸς Θεὸν μεσιτευούσης εἰς τοῦτο τῆς ἁπάντων εἰρήνης, δῆλον δὲ ὅτι | |
45 | Χριστοῦ. Εἶπε γὰρ Κύριος, Ἵλεώς σοι. Ταπεινὴ καὶ ἀκα‐ τάστατος οὐ παρεκλήθης. Ἀγαθὸς ὢν φύσει καὶ ἀσυγκρίτως φιλάνθρωπος ὁ τῶν ὅλων Θεὸς, ἀφορμὰς ἀεί πως συλλέγει πρός γε | |
70.1205(50) | τὸ δεῖν ἀμνησικάκως χάριτι δικαιοῦν τοὺς ἡμαρτη‐ κότας. Οὐ γὰρ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ μᾶλλον, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτόν. Οὐκοῦν αὐτὸς ὁ τῶν ὅλων Θεὸς ἵλεως ἔσται σοι, φησί. Καὶ διὰ ποίαν αἰτίαν; | |
55 | Πρῶτον, ὅτι Χριστός ἐστι καὶ ἐπιεικὴς, ἀγαθός τε καὶ πολυέλεος· εἶτα ὅτι γέγονας ταπεινὴ καὶ ἀκατά‐ | |
στατος. Ἔνεστι δὲ ταῦτα ἰδεῖν ταῖς τῶν πλανωμένων | 1205 | |
70.1208 | διανοίαις, καθάπερ τινὰ νόσον ἐνσκήψαντα. Ταπειναὶ γὰρ λίαν, τουτέστι χθαμαλαὶ καὶ πεπατημέναι, καὶ οἷον χαμαιῤῥιφεῖς αὗται, καὶ τοῖς ἐθέλουσιν ἐγκεῖσθαι πρὸς καταπάτημα, τῆς τῶν ἁγίων καρδίας ὡς οὐχ | |
5 | οὕτως ἐχούσης ποθέν. Οὐ γάρ εἰσι βάσιμοι ταῖς τῶν δαιμονίων ἐφόδοις, ἀνῳκισμέναι δὲ ὥσπερ καὶ ταῖς ἐκτόποις τῶν ἐπιθυμιῶν ὑποκεῖσθαι μὴ ἀνεχόμεναι. Ταπεινὴ δὲ, ὡς ἔφην, ἡ τῶν πλανωμένων καρδία, καὶ πρός γε τούτῳ καὶ ἀκατάστατος, διά τοι τὸ μεθύειν | |
10 | τρόπον τινὰ, καὶ κατασείεσθαι πρὸς ἐπιθυμίας τὰς τῷ θείῳ νόμῳ διαβεβλημένας, καὶ ταῖς εἰς φαυλό‐ τητα ψήφοις καταδεδικασμένας. Περιφέρονται γὰρ ὥσπερ παντὶ πνεύματι, καὶ καθά φησιν ὁ Παροιμια‐ στὴς, ῥεμβασμὸν ἐπιθυμιῶν ὑπομένουσιν. Ὅπερ | |
15 | παθοῦσαν τὴν Ἱερουσαλὴμ, διὰ τὸ προσνεῦσαι ταῖς τῶν δαιμονίων ἀπάταις, ᾐτιᾶτο λέγων ὁ τῶν ὅλων Θεός· Ἐν’ ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφο‐ ρεῖτο. Πνευματοφορουμένη δὲ ψυχὴ, πάντως που καὶ ἀκατάστατος. Καὶ γοῦν οἱ Θεῷ προσκείμενοι φεύ‐ | |
20 | γουσι τὴν νόσον, ὡς ὀλέθρου πρόξενον, καὶ δὴ καὶ χαριστηρίους ᾠδὰς ἀναφέρουσιν, ὡς ἀπηλλαγμένοι τοῦ κακοῦ· φασὶ γὰρ, ὅτι «Ἔστησεν ἐπὶ τὴν πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.» Εἴρηται δὲ παρὰ Θεοῦ καὶ πρὸς τὴν τῶν Ἰουδαίων | |
25 | μητέρα· «Στῆσον σεαυτὴν, Σιών.» Καὶ μὴν καὶ ὁ πάν‐ σοφος Παῦλος ἐπιστέλλει τισίν· «Ὥστε ὁ δοκῶν ἑστά‐ ναι, βλεπέτω μὴ πέσῃ.» Ἔξω δὴ οὖν τῶν ἁγιοπρεπῶν αὐχημάτων ἡ τῶν πλανωμένων ψυχή. Καὶ γάρ ἐστιν ἀκατάστατος. Ἐπειδὴ δὲ οἰκτίρμων ἐστὶν, ὡς ἔφην, | |
30 | ὁ τῶν ὅλων δημιουργὸς, ὑπεραπολογεῖται τρόπον τινὰ τῆς τοῦτο παθούσης, καί φησιν· Οὐ παρεκλήθης. Τοῖς μὲν γὰρ ἐξ Ἰσραὴλ πλείστη γέγονε παρὰ Θεοῦ παράκλησις, εἰς εὐρωστίαν αὐτοὺς ἀναφέρουσα τὴν πνευματικὴν, καὶ τὴν τοῦ χρησίμου καὶ ἀναγκαίου | |
35 | πρὸς σωτηρίαν εἰσφέρουσα γνῶσιν. Δέδοται γὰρ αὐ‐ τοῖς νόμος ὁ διὰ Μωσέως, καὶ προφητῶν ἁγίων ἀνεδείχθη χορὸς, τοῖς ἐξ οὐρανοῦ νάμασιν ἐπικλύζων αὐτοὺς, καὶ παράκλησιν ἀφθονοτάτην ὑετοῦ δίκην καθιέντος αὐτοῖς τοῦ Θεοῦ· τοῖς γε μὴν ἔθνεσι προσ‐ | |
40 | λελάληκεν οὐδεὶς τῶν ἁγίων παντελῶς· οὔτε γὰρ πεπαιδαγώγηται νόμῳ τῷ διὰ Μωσέως, ἀπείρατοι δὲ παντελῶς καὶ προφητικῶν μεμενήκασι λόγων. Οὐκ‐ οῦν οὐ παρεκλήθη. Καὶ τοῦτο δέδεικται σαφῶς διὰ τῆς εὐαγγελικῆς παραβολῆς· ἔφη γάρ που Χριστὸς, | |
45 | ὡς ὁ μισθούμενος τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ, πέπραχε μὲν τοῦτο περὶ πρώτην, καὶ τρίτην, ἕκτην τε, καὶ ἐννάτην ὥραν. Περὶ δέ γε τὴν ἑνδεκά‐ την ὥραν, εὐρὼν ἑτέρους ἑστῶτας ἀργοὺς, ἔφη πρὸς αὐτούς· «Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;» Οἱ δὲ πρὸς τοῦτο ἔφασαν τὸ «Οὐδεὶς ἡμᾶς ἐμισθώσατο.» | |
70.1208(50) | Ἐκάλεσε γὰρ οὐδεὶς τῶν ἐθνῶν τὴν πληθὺν, πλὴν ὅτι μόνος ἐν ἐσχάτοις καιροῖς ὁ τοῦ ἀμπελῶνος Δε‐ σπότης. Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον, καὶ τὰ θεμέλιά σου σάπφειρον, καὶ θήσω τὰς ἐπ‐ άλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους | |
55 | κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς, καὶ πάντας τοὺς υἱούς σου διδα‐ | |
κτοὺς Θεοῦ, καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου. | 1207 | |
70.1209 | Ἄθρει δή μοι πάλιν τοῦ λόγου τὸ εὐτεχνὲς, καὶ τῶν ἐννοιῶν τὸ εὐμήχανον. Διαλέγεται μὲν γὰρ ὡς ὅσον οὐδέπω πόλεως ὀφθησομένης τῆς ἐξ ἐθνῶν Ἐκκλησίας μεγαλοπρεποῦς τε καὶ περι‐ | |
5 | καλλεστάτης, λίθοις γε μὴν τοῖς ὅτι μάλιστα δια‐ πρεπεστάτοις ἐξωραϊσμένην ἀποφανθήσεσθαι λέ‐ γει. Θήσω γὰρ, φησὶν, ἄνθρακα τὸν λίθον σου. Ἔοικε δὲ διὰ τούτων κατασημαίνειν βούλεσθαι τὸν Ἰησοῦν, ὃν δὴ τεθεῖσθαί φησι τὸ Γράμμα τὸ | |
10 | ἱερὸν εἰς τὰ θεμέλια Σιὼν, εἰς ὃν εἴ τις πιστεύσειεν, οὐ μὴ καταισχυνθῇ. Ἄνθρακα μὲν αὐτὸν ἐν τού‐ τοις ὀνομάζει. Διαμέμνηται δὲ καὶ ἑτέρως αὐτοῦ διὰ προφητῶν ἁγίων. Ἔφη γοῦν διὰ φωνῆς Ἀμώς· «Ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου | |
15 | Ἰσραήλ.» Διὰ δέ γε φωνῆς Ζαχαρίου· «Ἰδοὺ ἐπάγω ἐπὶ τὸν δοῦλόν μου ἀνατολήν· διότι λίθος ὃν δέδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν.» Ἔνεστι γὰρ τὰ πανταχοῦ δύνασθαι καθορᾷν τῷ παντεπόπτῃ Χριστῷ. Τέθειται τοίνυν ὁ | |
20 | ἄνθραξ εἰς λίθον καὶ ἀκατάσειστον ὑποβάθραν τῆς πόλεως τῆς ἁγίας. Ἐπ’ αὐτῷ δὲ λίθοι σαπφείρου, τάχα που τὸ τῶν ἁγίων ἀποστόλων στῖφος ὑποσημαί‐ νοντες. Ἐγγύτεροι γὰρ οὗτοι Χριστοῦ, καὶ οἷόν τινες θεμέλιοι μετ’ αὐτὸν γεγόνασι τῆς ὑπ’ οὐρανόν. Οὕτω | |
25 | πού φησιν ὁ Δαβὶδ ἐν ἑπτακαιδεκάτῳ ψαλμῷ, ὅτι «Ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη‐ σαν τὰ θεμέλια τῆς οἰκουμένης, ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου.» Ἐπιτημηθέντων γὰρ τῶν ἐξ Ἰσραὴλ, καὶ τῷ πνεύ‐ | |
30 | ματι τῆς θείας ὀργῆς ὑπενηνεγμένων, ἐπεί τοι πε‐ παρῳνήκασιν εἰς Χριστὸν, ὤφθησαν αἱ τῶν ὑδάτων πηγαὶ, τουτέστιν ἡ διὰ τοῦ ἁγίου βαπτίσματος κάθαρσις, ἐμφανῆ δὲ γεγόνασι καὶ τὰ θεμέλια τῆς οἰκουμένης, τουτέστι πάλιν οἱ θεσπέσιοι μαθηταὶ | |
35 | ἀπόστολοί τε καὶ εὐαγγελισταί. Θήσω δὲ, φησὶ, καὶ τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς. Ἐπάλξεις, καὶ πύλας, καὶ περίβολον ὀνομάζων τῶν ἁγίων μυσταγωγῶν τὸ θεοφιλὲς, καὶ σοφώτατον σύ‐ | |
40 | στημα, οἳ καὶ προμαχῶνές εἰσι καὶ πύλαι τῆς πό‐ λεως τῆς ἁγίας, περίβολοί τε καὶ τεῖχος. Μάχονται μὲν τοῖς πολεμεῖν ἐθέλουσιν αὐτὴν, ἤτοι τοὺς ἐν αὐτῇ, τουτέστι τὴν τῶν διὰ πίστεως σεσωσμένων πληθὺν ἀντεξάγοντες ἐμφρόνως τοῖς τῶν ἀνοσίων | |
45 | αἱρέσεων εὑρεταῖς, καὶ ταῖς τοῦ διαβόλου δυστρο‐ πίαις ἀνθιστάμενοι, καὶ τῶν σεσωσμένων οὐδένα περιπίπτειν που τῆς σκαιότητος συνεχῶς ἐπιτρέπον‐ τες, καὶ οἷον ἐν τάξει εἰσκομίζοντες εἰς θεογνωσίαν τοὺς ἐξ ἀπάτης Ἑλληνικῆς, περιφράττοντές τε καὶ | |
70.1209(50) | περιβάλλοντες νουθεσίαις αὐτοὺς καὶ μυσταγω‐ γίαις, ὥστε καὶ ἀλήπτους εἶναι, καὶ δυνάμεσι πονη‐ ραῖς, καὶ βωμολοχίαις ψευδοδιδασκάλων, οἳ τῆς ψευδ‐ ωνύμου γνώσεως τὸν ἰὸν ἐκχέουσι ταῖς τῶν ἀκεραιο‐ τέρων ψυχαῖς. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ λίθοις | |
55 | πολυτελεστάτοις ἀφομοιοῦν ἔσθ’ ὅτε τοὺς τὴν ἁγίαν ἔχοντας ζωὴν, καὶ πολυειδέσιν ἀρεταῖς ἐμπρέποντας. | |
Καὶ γοῦν ἔφη που περὶ τῶν ἀγίων ἀποστόλων, ὅτι | 1209 | |
70.1212 | λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς. Περιεφοίτησαν γὰρ τὴν ὑπ’ οὐρανὸν οἱ θεσπέσιοι μαθηταὶ, διακη‐ ρύττοντές τε καὶ εὐαγγελιζόμενοι τοῖς ἁπανταχοῦ τῆς διὰ Χριστοῦ σωτηρίας τὴν χάριν. Ἔφη δὲ πάλιν | |
5 | καὶ ὁ προφήτης Ἡσαΐας, ὡς ἐκ προσώπου τοῦ Θεοῦ· «Καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερ‐ ηφάνων ταπεινώσω, καὶ ἔσονται οἱ ἐγκαταλελειμμέ‐ νοι ἔντιμοι μᾶλλον, ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ὁ ἄνθρωπος ἔντιμος μᾶλλον, ἢ ὁ λίθος ὁ ἐκ σουφείρ.» | |
10 | Ἀπολώλασι μὲν γὰρ παρανομήσαντες εἰς Χριστὸν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, οἱ δέ γε διὰ πίστεως ἀνασεσωσμένοι, χρυσίου παντὸς καὶ λίθου τιμιώτε‐ ροι καταλογισθεῖεν ἂν εἰκότως· ναὶ μὴν καὶ ὁ πάν‐ σοφος Παῦλος, θεμέλιον λέγων Ἰησοῦν τὸν Χριστὸν, | |
15 | τοὺς εἰς αὐτὸν πιστεύσαντας, ὡς λίθους ἐκλεκτοὺς ἐποικοδομεῖσθαί φησιν εἰς ναὸν ἅγιον, εἰς κατοικη‐ τήριον τοῦ Θεοῦ ἐν πνεύματι. Οὐκοῦν τῇ τῶν ἀρί‐ στων πολυειδίᾳ καὶ κάλλει τῷ νοητῷ διαπρέποντας τοὺς ἁγίους μυσταγωγοὺς παρεικάζει λίθοις ταῖς | |
20 | τιμιωτάταις· καὶ τοὺς μὲν εἰς θεμέλια τεθεῖσθαι τῇ ἁγίᾳ πόλει φησὶ, τοὺς δὲ εἰς ἐπάλξεις· ἑτέρους δὲ πυλῶν καὶ περιβόλου χρείαν ἀναπληροῦν. Καὶ ταυτὶ μὲν περὶ τῶν τῆς πόλεως προεστηκότων, ἣν ὁ λόγος ἡμῖν ζωγραφεῖ. Περὶ δέ γε τῶν οἰκούντων αὐτὴν τί | |
25 | ἄρα φησί; Καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς Θεοῦ. Πάλαι μὲν γὰρ διὰ τοῦ πανσόφου Μωσέως καὶ προφητῶν ἁγίων πεπαιδαγώγηκε τὸν Ἰσραήλ. Ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς διδακτοὶ γεγόνα‐ μεν Θεοῦ· καὶ τούτου μάρτυς ὁ Παῦλος λέγων· | |
30 | «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Καθηγητὴν γὰρ ἐλάχομεν, οὐ προφήτην τινὰ μεσιτεύοντα, καὶ τοῖς παρὰ Θεοῦ λόγοις διακονοῦντα, καθὰ καὶ πάλαι· | |
35 | αὐτὸν δὲ μᾶλλον τὸν ἐκ Θεοῦ καὶ Πατρὸς γεννηθέντα Λόγον, ἐν εἴδει τῷ καθ’ ἡμᾶς γεγονότα, καὶ ἐν σαρκὶ πεφηνότα. Διὰ τοῦτο καὶ ἐν εἰρήνῃ πολλῇ τὰ τῆς Ἐκκλησίας εἰσὶ τέκνα, τῆς μητρὸς ἡμῶν οἰκοδομου‐ μένης ἐν δικαιοσύνῃ. Τοὺς γὰρ ὅλως Θεοῦ διδακτοὺς | |
40 | γεγονότας, καταλωβήσαιτο δ’ ἂν οὐδεὶς τῶν κενοφω‐ νεῖν εἰωθότων, εἰρηνεύουσι δὲ πρὸς Θεὸν ἀγάπῃ τῇ πρὸς αὐτὸν συνδούμενα, καὶ τοὺς τῆς δικαιοσύνης τιμῶντα τρόπους· οἰκοδομεῖ δὲ τοῦτο τὴν Ἐκκλησίαν, καὶ τὸ ἀκραδάντως ἔχειν αὐτῇ πραγματεύεται, Χρι‐ | |
45 | στοῦ συνασπίζοντος, καὶ τὸ ἀκλονήτως ἔχειν νέμον‐ τος αὐτῇ· Πύλαι γὰρ ᾅδου, φησὶν, οὐ κατισχύσουσιν αὐτῆς. Γέγραπται γὰρ καὶ ἐν βίβλῳ Ψαλμῶν περὶ αὐτῆς· «Καὶ ᾠκοδόμησεν ὡς μονοκέρωτος τὸ ἁγίασμα αὐτοῦ, εἰς τὴν γῆν ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.» Ἁγίασμα δὲ αὐτοῦ τὴν Ἐκκλησίαν εἶναί φαμεν, ἣ καὶ ἀπόβλητον ἐγείρει τοῖς ἐχθροῖς τὸ κέ‐ | |
70.1212(50) | ρας, καὶ καθάπερ ἀμέλει καὶ ὁ μονόκερως τοῖς ἑτέροις τῶν ζώων. Τεθεμελίωται γὰρ εἰς τὸν αἰῶνα παρὰ Χριστοῦ. Ἀπέχου ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι. Ἰδοὺ προσήλυτοι δι‐ ελεύσονταί σοι δι’ ἐμοῦ, καὶ ἐπὶ σὲ καταφεύ‐ | |
55 | ξονται. | 1211 |
70.1213 | Εἰπὼν, ὅτι τίθησι μὲν τὸν περίβολον αὐτῆς λίθους ἐκλεκτοὺς, πάντας δὲ τοὺς υἱοὺς αὐτῆς διδακτοὺς Θεοῦ, διαδείκνυσιν εὐθὺς εἰς πέρας ἐκβεβληκὸς τὸ ἐπηγγελμένον. Μυσταγωγεῖ γὰρ ὥσπερ, οὐ διὰ με‐ | |
5 | σίτου τινὸς, καθὰ καὶ πάλαι διὰ Μωσέως, ἤγουν ἑτέρων τῶν ἁγίων προφητῶν, δι’ ἑαυτοῦ δὲ μᾶλλον, ἤτοι φωνῆς ἰδίας. Ἦν γὰρ τοῦτο τὸ, «Ἔσονται πάντες διδακτοὶ Θεοῦ.» Γέγραφε δὲ καὶ ὁ σοφώτατος Παῦλος, ὅτι «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λα‐ | |
10 | λήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίη‐ σεν.» Οὐκοῦν δι’ ἑαυτοῦ τῶν αἰώνων ὁ ποιητὴς ἐξυφαίνει τὰς μυσταγωγίας τοῖς δι’ αὐτοῦ κεκλημέ‐ | |
15 | νοις εἰς τὴν διὰ πίστεως χάριν. Διὰ τοῦτο καὶ ἡ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων γραφομένη νύμφη περὶ αὐτοῦ πού φησι· «Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ.» Κατησπάζετο μὲν γὰρ ὤσπερ καὶ πάλαι διὰ στόματος αὐτοῦ προφητῶν ἁγίων, κα‐ | |
20 | λῶν εἰς συνάφειαν τὴν πρὸς αὐτὸν δι’ ἁγιασμοῦ καὶ δικαιοσύνης. Ἐπειδὴ δὲ προῆλθεν ἄνθρωπος ἐκ γυ‐ ναικὸς, ἀπὸ φιλημάτων στόματος αὐτοῦ πεφιλήμεθα. Στόμα γὰρ πρὸς στόμα λελάληκε πρὸς ἡμᾶς. Ὅταν τοίνυν ἀπόσχῃ, φησὶν, ἀπὸ παντὸς ἀδίκου καὶ πονη‐ | |
25 | ροῦ πράγματος, τότε οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι· ἔσῃ γὰρ ἀνάλωτος τοῖς ἐχθροῖς, καὶ πέρα φόβου παντὸς, κἂν ἐξοπλίζωνταί σοι καταδῃοῦν ἐθέ‐ λοντες τῶν ἐν κόσμῳ τινὲς, πλείστην ὅσην λαχόντες τὴν δυναστείαν, ἤγουν αἱ ἀντικείμεναί τε καὶ πο‐ | |
30 | νηραὶ δυνάμεις, ἢ τάχα που καὶ αὐτὰ τῆς ἐκτόπου καὶ μυσαρᾶς ἡδονῆς τὰ κύματα, φέροντα τοὺς φιλ‐ αμαρτήμονας εἰς ᾅδου πυθμένα, καὶ εἰς αὐτὸ τῆς ἀπωλείας τὸ κάτω βάραθρον. Ἀξιόληπτα τοίνυν τῆς δικαιοσύνης τὰ γέρα, καὶ λαμπροὶ μὲν λίαν οἱ στέ‐ | |
35 | φανοι, τεθαυμασμένη δὲ παρά γε τοῖς ἀρτίφροσι τῶν πνευματικῶν χαρισμάτων ἡ κτῆσις. Προσεπάγει δέ τι καὶ ἕτερον· Ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι’ ἐμοῦ, καὶ ἐπὶ σὲ καταφεύξονται. Προσηλύτους δέ φησιν, ἢ τοὺς ἐν ἑκάστῳ καιρῷ προσιόντας τὴν πί‐ | |
40 | στιν καὶ καλουμένους ἐξ ἔθνων, ἢ τάχα που καὶ αὐτοὺς τοὺς ἐξ Ἰσραὴλ, οἳ κατόπιν τέθεινται τῶν ἐθνῶν, καίτοι τὴν πρώτην ἔχοντες τάξιν, καὶ οἱ προσηλύτους δεχόμενοι τοὺς ἐκ πλάνης Ἑλληνικῆς πρὸς Θεὸν ἐπιστρέφοντας, αὐτοὶ προσήλυτοι γεγό‐ | |
45 | νασι τῶν ἐθνῶν, πλὴν καὶ τοῦτο διὰ Χριστοῦ. Ση‐ μαίνει γὰρ τοῦτο τὸ, δι’ ἐμοῦ. Δι’ αὐτοῦ γὰρ ἡ πάντων ἐπιστροφή τε καὶ κλῆσις, καὶ ἡ πρὸς Θεὸν καὶ Πατέρα πρόσοδος [al. πρόοδος]. «Οὐδεὶς γὰρ ἔρχεται,» φησὶ, «πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.» Καὶ πάλιν· «Ἐγώ εἰμι ἡ ὁδός·» καὶ, «Ἐγὼ ἡ θύρα.» | |
70.1213(50) | Ἰδοὺ ἐγὼ κτίζω σε, καὶ οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας, καὶ ἐκφέρων σκεύη εἰς ἔργα. Ἐγὼ δὲ ἔκτισά σε οὐκ εἰς ἀπώλειαν φθεῖραι. Πᾶν σκεῦος φθαρτὸν ἐπὶ σὲ οὐκ εὐοδώσω, καὶ πᾶσα φωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν, | |
55 | πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοί σου ἔσον‐ | 1213 |
70.1216 | ται ἐν αὐτῇ. Ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον, καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει Κύριος. Τὸ κτίζεσθαί φαμεν ἐν τούτοις καταδηλοῦν, οὐχὶ | |
5 | δήπου πάντως τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάροδον. Διαλέγεται γὰρ ὡς πρὸς ὄντας ἤδη καὶ ὑφεστηκότας, ἀνακαινισμὸν δὲ μᾶλλον ὑποδηλοῖ τὸν διὰ τοῦ ἁγίου Πνεύματος ἀναστοιχειοῦντά τινας εἰς ἁγίαν καὶ ἀμώμητον πολιτείαν καὶ ζωήν. Οὕτω | |
10 | γὰρ κτίσαι λέγεται Χριστὸς τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσ‐ σων τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πα‐ τέρα. Παρεγγυᾷ δὲ ἡμῖν καὶ ὁ πάνσοφος Παῦλος ὡδὶ γεγραφώς· «Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, | |
15 | ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον.» Προστετάγμεθα δὲ καὶ ἀπολύσασθαι μὲν τὸν παλαιὸν ἄνθρωπον, ἐνδύσασθαι δὲ τὸν νέον, τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ | |
20 | κτίσαντος αὐτόν. Κτίζω σε τοίνυν ἐγὼ, φησὶν, οὐχ ὡς ἄνθρωπος χαλκουργὸς τὰ ἐξ ὕλης σκεύη ποιῶν δι’ ὀργάνων καὶ πυρὸς, ἀλλὰ μᾶλλον ἀῤῥήτῳ τινὶ καὶ νοητῇ μεταστοιχειώσει, καὶ ἀναπλασμῷ, καὶ οἷον ἀναγεννήσει πνευματικῇ, ἣν δὴ καὶ αὐτὸς ὁ Σωτὴρ | |
25 | Νικοδήμῳ ποτὲ διεσάφει, λέγων· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.» Γεγεννή‐ μεθα γὰρ οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ διὰ Λόγου ζῶντος Θεοῦ καὶ μένοντος. Οὕτω κτίζει Χριστὸς, | |
30 | ἀναμορφῶν δι’ ἁγιασμοῦ πρὸς ἑαυτὸν τοὺς πιστεύον‐ τας, καὶ ἀνακομίζων εἰς σωτηρίαν. Κτίζει γὰρ ἡμᾶς οὐκ εἰς ἀπώλειαν, τουτέστιν οὐκ εἰς φθορὰν ἔτι καὶ θάνατον ἀλλ’ εἰς μακραίωνα βίον καὶ ἀτελεύτητον ζωήν. Ὅτι δὲ τοῖς ἅπαξ εἰς τοῦτο λαμπρότητος | |
35 | ἀνηνεγμένοις, καὶ καινουργίαν λαχοῦσι τὴν διὰ Χριστοῦ, δοθήσεται παρ’ αὐτοῦ καὶ πνευματικῆς εὐανδρίας ἀνανταγώνιστος χάρις, καὶ σύνεσις οὐκ εὐάντητος τοῖς τῆς ἀληθείας ἐχθροῖς, διαδείκνυσι λέ‐ γων· Πᾶν σκεῦος φθαρτὸν, [καὶ] ἐπὶ σὲ οὐκ εὐοδώσω, | |
40 | καὶ πᾶσα φωνὴ, [ἣ] ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν, πάντας αὐτοὺς ἡττήσεις. Σκεύη μὲν φθαρτὰ φαίη ἂν εἶναί τις τῆς τοῦ διαβόλου δυστροπίας τοὺς ὑπουρ‐ γοὺς, οἳ καὶ φθορᾶς εἰσι καὶ ἀπωλείας τέκνα. Οὗτοι κατεπιφύονται τῶν ἁγίων, ἔσθ’ ὅτε καὶ τοξεύουσι | |
45 | πολυτρόπως τὰ τῆς ἑαυτῶν σκαιότητος ἐπαφιέντες βέλη, διωγμοὺς καὶ θλίψεις ἐπάγοντες, καὶ πολύ‐ τροπα πειρασμῶν εὑρέματα. Ἀλλ’ οὐκ εὐοδωθήσον‐ ται παρὰ Χριστοῦ, ὥστε καὶ ἰσχύσαι τὰς τῶν ἁγίων καταφθεῖραι ψυχάς· οἱ δέ γε τῶν ἀνοσίων αἱρέσεων | |
70.1216(50) | εὑρεταὶ παλιμφήμους φωνὰς κατὰ τῆς ἀῤῥήτου δό‐ ξης ἱέντες μονονουχὶ δικάζονται τοῖς ἁγίοις, οἳ τῆς ἀληθείας προμάχονται, καὶ προεστήκασι νεανικῶς τῆς ἀκραιφνοῦς ὀρθότητος τῶν ἐκκλησιαστικῶν δο‐ γμάτων. Πλὴν ἡττῶνται, Χριστοῦ νέμοντος τοῖς ἁγίοις | |
55 | καὶ τοῦτο. Παρ’ αὐτοῦ γὰρ τὸ δύνασθαι νικᾷν, καὶ πᾶσαν ἐχθρῶν ἐπανάστασιν, καὶ πᾶσαν ἀντίστασιν | |
ἀνοσίου φωνῆς· ὡς γὰρ ὁ Ψάλλων φησίν· «Ἐν τῷ | 1215 | |
70.1217 | Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Πλὴν οἱ ἔνοχοί σου, φησὶν, ἔσονται ἐν αὐτῇ. Καὶ τῶν μὲν ἑτέρων ἑρμηνευόντων οὐδεὶς τοῦ προκειμένου διαμνημονεύει στίχου, πλὴν οἶμαι | |
5 | δηλοῦν ἐκεῖνό που τάχα· Κρείττους μὲν γὰρ ἐχθρῶν, καὶ ἁπάσης φωνῆς οἱ καινουργίαν λαχόντες τὴν διὰ Χριστοῦ γενήσονται, οὗτοι δέ εἰσιν οἱ ἀναμορφούμε‐ νοι πρὸς ἁγιασμὸν ἐν Πνεύματι, καὶ τοὺς τῆς ἁμαρ‐ τίας διαπηδῶντες βόθρους. Ἀλλ’ οἱ ἔνοχοί σου, φησὶ, | |
10 | τουτέστιν, οἵπερ ἂν εἶεν ἔνοχοι ταῖς ἁμαρτίαις, καὶ μετὰ τὴν κλῆσιν καὶ τὴν ἐν Χριστῷ δικαίωσιν, ἔσονται ἐν αὐτῇ. Ἐν αὐτῇ δὲ, τίνι; Ἦ πάντως τῇ φθορᾷ. Διὰ τοῦτο γὰρ ἐπήνεγκεν εὐθὺς, ὅτι Ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον. Οὐ γὰρ τοῖς | |
15 | εἰωθόσι καταλυπεῖν διὰ τοῦ τετράφθαι καὶ βλέπειν εἰς τὸ ἐξήνιον ὁ παρὰ Θεοῦ δοθήσεται κλῆρος, ἀλλὰ τοῖς εὐφραίνουσιν, ἤγουν θεραπεύουσι, τουτέστι δουλεύουσιν. Ἔσεσθε τοίνυν ἐμοὶ δίκαιοι, φησὶν, ἵνα τοῦ κλήρου γενήσεσθε μέτοχοι, τοῦ τοῖς θεραπεύουσιν ἐπηγγελμένου τε καὶ μὴν καὶ δοθησομένου κατὰ καιρούς. | |
20 | Οἱ διψῶντες, πορεύεσθε ἐφ’ ὕδωρ· καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ. Ἵνα τί τιμᾶσθε ἀργυρίου, καὶ τὸν μόχθον ὑμῶν οὐκ εἰς πλησμονήν; Ἀκούσατε, καὶ φάγε‐ | |
25 | σθε ἀγαθὰ, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Προσέχετε τοῖς ὠτίοις ὑμῶν, καὶ ἐπακο‐ λουθήσατε ταῖς ὁδοῖς μου. Ἐπακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Ὁ θεσπέσιος Δαβὶδ, τῇ διὰ τοῦ Πνεύματος δᾳδουχίᾳ | |
30 | καταλαμπόμενος, τὰς πρὸς Θεὸν μελῳδίας ἐποιεῖτο, λέγων περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός! οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. Μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου, καὶ τὸν | |
35 | χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτοὺς, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς·» καὶ ἑτέρωθί που πάλιν, «Τοῦ πο‐ ταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Καὶ μὴν καὶ διὰ φωνῆς προφητῶν αὐτός πού φησιν ὁ Υἱὸς ἡ παντὸς ἀγαθοῦ πηγὴ, τὸ ἐκ τῆς τοῦ Πατρὸς | |
40 | οὐσίας προχεόμενον νᾶμα ζωοποιόν· «Ἰδοὺ ἐγὼ ἐκ‐ κλίνω ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χει‐ μάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.» Ἔφη δὲ καὶ ὁ προφήτης Ζαχαρίας, ὅτι «Πηγὴ ἐξ οἴκου Κυρίου ἐξ‐ ελεύσεται, καὶ ποτιεῖ τὸν χειμάῤῥουν τῶν σχοίνων.» | |
45 | Πλεισταχοῦ δὲ τῆς θεοπνεύστου Γραφῆς, πηγήν τε καὶ ποταμὸν τὸν τοῦ Θεοῦ Λόγον ὠνομασμένον εὑρή‐ σομεν. Διὰ τοῦτο καὶ αὐτὸς τοῖς Ἰουδαίοις προ[σ]διελέ‐ γετο, καὶ δὴ καὶ πρὸς ἑαυτὸν ἐκάλει λέγων· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς | |
70.1217(50) | ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζωῆς.» Ποιούμενος δὲ τοὺς λόγους πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα, πάλιν ὧδέ φησι· «Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψή‐ σει πάλιν. Ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω | |
55 | αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς | 1217 |
70.1220 | ζωὴν αἰώνιον.» Οὐκοῦν εἴ τις διψᾷ, φησὶ, προσίτω τῷ Χριστῷ, καὶ δὴ καὶ πινέτω δεχόμενος ἀμφιλαφῆ τὴν διὰ τοῦ ἁγίου Πνεύματος παράκλησιν, καὶ χάριν, καὶ ἀκραιφνεστάτην μυσταγωγίαν. Δέξεται δὲ οὐ χρη‐ | |
5 | μάτων ὠνούμενος, ἀφθονοτάτῃ δὲ μᾶλλον φιλοτιμίᾳ τοῦ καλοῦντος ἐντρυφῶν. Προσιόντες δὲ, φησὶν, ἤγουν βαδίσαντες, καὶ ὡς ἐκ τόπου μεταπηδήσαντες εἰς τόπον ἕτερον, τουτέστιν ἐξ ἀπάτης πάλιν πρὸς ἐπίγνωσιν ἀληθείας, ἀγοράσατε καὶ πίετε ἄνευ | |
10 | ἀργυρίου καὶ τιμῆς. Πῶς οὖν ἀγοράζουσι, καὶ δέ‐ χονται δωρεὰν, καὶ ἀργυρίου δίχα; Πίστεως γὰρ ἀντέκτισιν τὴν παρὰ Χριστοῦ δεχόμεθα χάριν, κατα‐ τιθέμενοι μὲν τῶν προσκαίρων καὶ ἀπολλυμένων μηδὲν («Εἶπα γὰρ τῷ Κυρίῳ μου,» φησί· «Κύριός μου | |
15 | εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις),» ἐν τάξει δὲ δώρων καὶ τιμημάτων προσκομίζοντες τῷ Χρι‐ στῷ τῆς εἰς αὐτὸν πίστεως τὴν ὁμολογίαν. Οὐκοῦν ἄνευ ἀργυρίου καὶ τιμῆς ἡ πόσις καὶ ἡ τῶν παρ’ αὐτοῦ χαρισμάτων ἀφθονοτάτη δωρεά. Τί δὲ δὴ τι‐ | |
20 | μώμεθα, καὶ ποίαν ὠνούμεθα πόσιν; Τὴν οἴνου, φησὶ, βρῶσίν τε πρὸς τούτῳ τὴν στέατος καὶ πυροῦ. Καὶ ὁμολογουμένως μὲν τῶν παρὰ Χριστοῦ χαρι‐ σμάτων ἡ ἀμφιλαφὴς ἐπίδοσις κατευφραίνει ψυχὴν, καὶ οἶνος αὐτῇ γίνεται νοητός· καὶ μὴν καὶ στέαρ, | |
25 | τουτέστι τροφή· στερεοῖ γὰρ αὐτὴν καὶ εὐσθενεστά‐ την ἀποτελεῖ. Οὐκ ἀπίθανον δὲ, καὶ τὸ Χριστοῦ μυ‐ στήριον ὑπαινίττεσθαι λέγειν τῶν προκειμένων στίχων τὴν δύναμιν. Οἱ γάρ τοι πίνοντες τὸ ὕδωρ τὸ ζῶν, τουτέστι, τὴν διὰ τοῦ Πνεύματος καταπλουτή‐ | |
30 | σαντες χάριν διὰ τοῦ μετασχεῖν αὐτοῦ, καὶ ἀγορά‐ σαντες τοῦτο διὰ τῆς πίστεως, ἐν μεθέξει γενήσονται καὶ οἴνου καὶ στέατος, τουτέστι τοῦ ἁγίου σώματος, καὶ τοῦ αἵματος τοῦ Χριστοῦ· εἶτα τούτοις ἐπιφέρει· Ἵνα τί τιμᾶσθε ἀργυρίου, καὶ τὸν μόχθον [al. ὁ μό‐ | |
35 | χθος] ὑμῶν οὐκ εἰς πλησμονήν; Οἱ μὲν γὰρ Ἑλλήνων λογάδες, κατὰ τὸ αὐτοῖς δοκοῦν μᾶλλον, καὶ τὸ πνεῦ‐ μα λαβόντες τοῦ κόσμου, καὶ λαλοῦντες ἐν Βεελζε‐ βοὺλ πεπλανήκασι τὴν ὑπ’ οὐρανὸν, δογμάτων οὐκ ἀληθῶν, ἀσυστάτων δὲ μᾶλλον καὶ κατεψευσμένων | |
40 | ἐκθέσεις συγγεγραφότες, καὶ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου, καθὰ γέ‐ γραπται. Πλὴν οὐκ ἔχοντες τῆς ἀληθείας τὴν γνῶσιν, οὔτε μὴν τὸ θεῖόν τε καὶ οὐράνιον φῶς, οἱ πλανώ‐ μενοι προσῄεσαν τῇ μαθήσει τῶν ὀλεθρίων δογμά‐ | |
45 | των, πλεῖστα προσάγοντες χρήματα τοῖς αὐτὰ διδά‐ σκειν ὑπισχνουμένοις. Ἀλλὰ ταῦτα, φησὶν, ἵνα τί τιμᾶσθε ἀργυρίου; Ποία γὰρ ὄνησις τὸ εἰδέναι θέλειν εὐγλωττίᾳ τῇ τινων οἷάπερ μέλι[τι] καταχριομένων [al. κατακεχρισμένον] τὸ ψεῦδος, καὶ ἐν λαμπρότητι λέ‐ | |
70.1220(50) | ξεων μάθημα φθοροποιὸν, καὶ οἷον ἐν σκεύει χρυσῷ βορβόρου δίκην σεσωρευμένον τὸ ψεῦδος; ἡμεῖς γὰρ ἐν σκεύεσιν ὀστρακίνοις τὸν Χριστὸν [al. Χριστοῦ] θησαυρὸν κεκτήμεθα. Ἵνα τί οὖν ταῦτα τιμᾶσθε, φησὶν, ἀργυρίου; καὶ ὁ μόχθος ὑμῶν, ὃς ἂν γένοιτο | |
55 | διαπονουμένοις εἰς τὸ μαθεῖν, οὐκ εἰς πλησμονὴν ἔσται, τουτέστιν, οὐκ ἀπόχρη πρὸς τὸ διαθρέψαι καὶ | |
ζωοποιῆσαι ψυχήν. Ἀδικεῖ γὰρ μᾶλλον, ἢ ὀνίνησιν | 1219 | |
70.1221 | αὐτὴν τῶν ὀλεθρίων δογμάτων ἡ συλλογή. Ὀρθῶς οὖν ἆρα καὶ ὁ πάνσοφος Παῦλός φησι· «Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τού‐ | |
5 | του;» Καὶ πάλιν· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκη‐ σεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος τοὺς πι‐ στεύσαντας σῶσαι. Μωρίαν δὲ τοῦ κηρύγματος τὴν κοινότητα τῆς λέξεως τῆς ἐνούσης τῇ θεοπνεύστῳ | |
10 | Γραφῇ φησίν. Ἀφέντες οὖν τὸ εἰκῆ πονεῖν, καὶ ἀκαρπίαν συλλέγειν, καὶ δαπανᾷν ἀνέχεσθαι πόνους ἐπ’ ἀνωφελέσι πράγμασι, μᾶλλον ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ τὰ διὰ τῶν εὐαγγελικῶν δηλονότι, οἷς δὴ καὶ περιττῶς, φησὶν, ἐντρυφήσειεν ἡ ψυχὴ | |
15 | ὑμῶν. Ἐκεῖ γνῶσις ἀληθὴς τοῦ κατὰ φύσιν Θεοῦ, καὶ ἀρετῆς ἁπάσης καὶ ἁγιοπρεποῦς εὐκοσμίας μά‐ θημα καὶ σύνεσις, θαυμαστῶς ἕκαστα τῶν πρακτέων ὀρθῶς διακρίνοντα, καὶ τεχνίτην εἰς ἀγαθουργίαν ἀποτελοῦσα τὸν νοῦν· ὥστε καὶ ἅπασι μὲν νοουμένοις | |
20 | προσκεῖσθαι φιλεῖν, ἀποφοιτᾷν δὲ τῶν ὅσα ἐστὶ δια‐ βεβλημένα, καὶ τῆς φαυλότητος αἴτια [γρ. αἰτίᾳ] οὐ μετρίως ἐνισχημένους. Προσέχετε τοίνυν τοῖς ὠσὶν ὑμῶν· τουτέστι, Τὸ δὲ τὸ εὐθὲς καὶ εὐήκοον, ἐπ‐ ακουληθήσατε ταῖς ὁδοῖς μου. Καὶ γὰρ ἔφη Χριστός· | |
25 | «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.» Χρὴ τοιγαροῦν τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθεῖν ἐπείγεσθαι τοὺς ὄντας αὐτοῦ. Καὶ τί ὑπάρξει τοῖς ἐθέλουσι τοῦτο δρᾷν; Ζήσεται, φησὶν, ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Τὴν ἀτελεύτητον ἐλπίδα, τὴν τοῖς ἁγίοις ηὐτρεπισμένην, ἔοικε διὰ τούτων ἡμῖν ὑποδηλοῦν. Ὡς γὰρ ὁ Παῦλός φησιν, «Ὀφθαλμὸς οὐκ εἶδεν, οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ | |
30 | ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαβὶδ τὰ πιστά. Ἰδοὺ μαρτύριον ἐν ἔθνεσι δέ‐ δωκα αὐτὸν, ἄρχοντα, καὶ προστάσσοντα ἔθνε‐ σιν. Ἰδοὺ ἔθνη ἃ οὐκ ᾔδεισάν σε, ἐπικαλέσονταί | |
35 | σε· καὶ λαοὶ, οἳ οὐκ ἠπίσταντό σε, ἐπὶ σὲ κατα‐ φεύξονται, ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, τοῦ ἁγίου Ἰσραὴλ, ὅτι ἐδόξασέ σε. Ὑποσχόμενος, ὅτι Φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, διαδείκνυσιν εὐθὺς τίνα | |
40 | τρόπον αὐτοῖς εἰς πέρας ἐκβήσεται τὸ ἐπηγγελμένον. Διδόναι γὰρ ἐπαγγέλλεται διαθήκην αἰώνιον εὖ μάλα φησίν. Οὐ γὰρ εἶχεν ὁ νόμος τὸ διηνεκὲς καὶ ἀσάλευτον, ἔκειτο δὲ μέχρι καιροῦ διορθώσεως, καθά φησιν ὁ πάνσοφος Παῦλος, καὶ παλαιωθείσης | |
45 | τῆς ἀρχαίας ἐντολῆς ὡς οὐκ ἐχούσης τὸ ἄμεμπτον, δευτέρας ἐζητήθη τόπος, δῆλον δὲ ὅτι τῆς νέας, καὶ ἐν Χριστῷ πολὺ τὸ παρηλλαγμένον ἐχούσης παρὰ τὴν πρώτην. Ἡ μὲν γὰρ ἦν ἐν σκιαῖς, ἡ δὲ τῆς ἀληθείας τὸ κάλλος ἀπαστράπτει πνευματικῶς. Ἔφη | |
70.1221(50) | γοῦν ὁ τῶν ὅλων Θεὸς δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰακὼβ καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ δια‐ θήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαμβανομένου μου τῆς | |
55 | χειρὸς αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· | 1221 |
70.1224 | ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος· ὅτι αὔτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διά‐ | |
5 | νοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.» Τὴν δέ γε διαφορὰν τῆς τε παλαιᾶς καὶ τῆς νέας διαθήκης διέδειξεν ἡμῖν καὶ ὁ σοφὸς Ἰωάν‐ νης λέγων, ὅτι «Ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.» Χάριν | |
10 | δὲ καὶ ἀλήθειαν τὴν διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων ἀποκαλεῖ παίδευσιν, τῆς ἀληθοῦς καὶ ἐν πνεύματι λα‐ τρείας τὴν δύναμιν ἔχουσαν· ἔδει γὰρ, οἰκέτην μὲν ὅντα Μωσέα, τῆς μὴ μενούσης σκιᾶς γενέσθαι διάκο‐ νον· ἐξαγγελέα δὲ τῆς διηνεκοῦς καὶ μενούσης λα‐ | |
15 | τρείας, τὸν αἰώνιον, φημὶ δὴ τὸν Χριστόν. Ποία τοίνυν ἐστὶν αἰώνιος διαθήκη, ἣν δὴ συντελέσει τοῖς προσ‐ ιοῦσιν αὐτῷ διὰ πίστεως, καθίστησιν ἐναργὲς, ἐπ‐ ενεγκὼν εὐθύς· Τὰ ὅσια Δαβὶδ τὰ πιστά. Ἢ γὰρ τὴν τῷ θεσπεσίῳ Δαβὶδ δοθεῖσαν ἐπαγγελλίαν περὶ τοῦ | |
20 | πάντων ἡμῶν Σωτῆρος Χριστοῦ δοθήσεσθαί φησι τοῖς ἐξ ἐθνῶν ἐπιστρέφουσιν, ἤγουν θεῖα καλεῖ τὰ ἱερὰ θεσπίσματα τοῦ ἐκ σπέρματος Δαβὶδ τὸ κατὰ σάρκα Χριστοῦ· ὅσια δέ φησιν αὐτὰ, ὡς ὁσίους ἀπο‐ τελοῦντα τοὺς ἐν οἷς ἂν γένοιντο, καθάπερ ἀμέλει | |
25 | καὶ τὸν τοῦ Θεοῦ φόβον ἁγνὸν ὠνόμασε, καὶ ἁγνοποιὸν ὄντα, καὶ ζωὴν τὸ ῥῆμα τὸ εὐαγγελικὸν ὡς ζωοποιόν. Ἔφη γάρ που Χριστὸς, ὅτι «Τὰ ῥήματα, ἃ ἐγὼ ἐλά‐ λησα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωὴ,» τουτέστι πνευμα‐ τικὰ καὶ ζωοποιά. Ὅσια δὴ οὖν τὰ ὁσιουργὰ, καὶ | |
30 | δικαίους καὶ ἀμώμους ἀποφαίνοντα τοὺς δεχομέ‐ νους αὐτά· πιστὰ δὲ, ὅτι πάλιν πιστοποιά εἰσι, καὶ τὸ ἱδρυμένον ἐν πίστει καὶ τῇ κατ’ εὐσέβειαν ζωῇ τοῖς λαβοῦσιν ἐνεργάζεται. Δύναμις γὰρ αὕτη τῶν διὰ Χριστοῦ θεσπισμάτων. Οὐκοῦν Δαβὶδ ὀνομάσας, τὸν ἐκ | |
35 | σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστὸν, περὶ αὐτοῦ φησι παραχρῆμα· «Ἰδοὺ μαρτύριον ἔθνεσι δέδωκα αὐτὸν, ἄρχοντα, καὶ προστάσσοντα ἔθνεσι.» Διαμαρτύρεται ὥσπερ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὰς ἐξ ἐθνῶν ἀγέλας, ὅτι δεκταὶ γεγόνασι καὶ αὗται, καὶ μέτεστι | |
40 | τοῖς ἐθέλουσιν ἀπείργοντος οὐδενὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας καταπλουτῆσαι φῶς. Ἔφη γοῦν διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκου‐ μένην, οἱ γηγενεῖς, καὶ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ | |
45 | αὐτὸ πλούσιος καὶ πένης. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.» Ἔδει γὰρ, ἔδει σοφίας καὶ συνέσεως τοῖς πεπλανη‐ μένοις, οἳ διὰ πολλὴν ἀβελτηρίαν προσεκύνησαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, ξύλοις καὶ λίθοις ἐπεγρά‐ | |
70.1224(50) | φοντο θεοῦς. Ἐνηνθρώπησε δὲ ὁ Λόγος, ὅτου χάριν καὶ ἐπένευσεν αὐτοῖς, λέγων· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυ‐ φλοῖς ἀνάβλεψιν, ἰάσασθαι τοὺς συντετριμμένους τὴν | |
55 | καρδίαν.» Ταῦτα γὰρ ἦν τὰ τῶν ἐθνῶν ἀῤῥωστή‐ ματα, λελύτρωται δὲ δι’ αὐτοῦ· πεπλουτήκασι γὰρ | |
τὴν παρ’ αὐτοῦ σοφίαν, καὶ συνετοὶ γεγόνασι, καὶ | 1223 | |
70.1225 | ἀσθενῆ καὶ συντετριμμένην οὐκέτι τὴν διάνοιαν ἔχου‐ σιν, [ἀλλ’] ὑγιῆ τε καὶ ἐῤῥωμένην, καὶ ἐπιτηδείως ἔχουσαν πρὸς παραδοχὴν, καὶ κατόρθωσιν ἀγαθοῦ παν‐ τὸς καὶ σωτηρίου πράγματος. Πλὴν ἄθρει τὸ ἀκριβὲς | |
5 | τοῦ λόγου. Εἰπὼν γὰρ, Εἰς μαρτύριον τοῖς ἔθνεσι δέδωκα αὐτὸν, ἵνα μή τίς τινα τῶν ἁγίων προφητῶν αὐτὸν ὑπάρχειν ὑποτοπήσειεν, ἐνειδείη δὲ μᾶλλον πᾶς ὁστισ‐ οῦν, ὅτι τῇ τῆς κυριότητος διαπρέπει δόξῃ· Θεὸς γὰρ ὢν ἐπέφανεν ἡμῖν· οὐ μόνον αὐτὸν μαρτύριον δεδό‐ | |
10 | σθαι φησὶν, ἀλλὰ γὰρ καὶ ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. Οἱ μὲν γὰρ μακάριοι προφῆται, καὶ πρὸ αὐτῶν ἔτι Μωσῆς, μέτρον ἔχοντες τὸ οἰκετικὸν, τὸ, «Τάδε λέγει Κύριος,» ἐπεφώνουν ἀεὶ τοῖς ἀκροω‐ μένοις, οὐχ ὡς προστάσσοντες μᾶλλον, ἀλλ’ ὡς θείαις | |
15 | διακονοῦντες φωναῖς· ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς θεοπρεπεστάτους ἐποιεῖτο λόγους. Ἐθαυ‐ μάζετο γοῦν καὶ παρ’ αὐτοῖς τοῖς Ἰουδαίοις, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτῷ, καὶ ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ Γραμματεῖς αὐτῶν. | |
20 | Οὐ γὰρ ἦν ὁ λόγος αὐτῷ τῆς τοῦ νόμου σκιᾶς, ἀλλ’ ὡς αὐτὸς ὢν ὁ νομοθέτης μετετίθει τὸ γράμμα πρὸς ἀλήθειαν, καὶ τοὺς τύπους εἰς ἐμφάνειαν τὴν πνευ‐ ματικήν· ἄρχων γὰρ ἦν, καὶ τοῦ προστάττειν ἔχων τὴν ἐξουσίαν. Ὅτι δὲ περὶ τῶν ἐθνῶν ὁ τῆς προφη‐ | |
25 | τείας ἐξυφαίνεται λόγος, ἀναμάθοι τις ἂν, καὶ λίαν ἀμογητὶ, τοῦ Θεοῦ καὶ Πατρὸς ποιουμένου τοὺς λόγους ὡς πρὸς αὐτὸν τὸν ἴδιον Υἱόν. Ἔθνη γὰρ, φησὶν, ἃ οὐκ ᾔδεισάν σε, ἐπικαλέσονταί σε, καὶ λαοὶ, οἳ οὐκ ἠπίσταντό σε, ἐπὶ σὲ καταφεύξονται. Οἱ γὰρ πάλαι | |
30 | Χριστὸν οὐκ εἰδότες, διὰ τὸ ἐν ἀχλύϊ καὶ σκότῳ δια‐ τελεῖν, ἐπεκαλέσαντο, τουτέστιν, Θεὸν ἐπεγράψαντο τὸν Ἰησοῦν, καὶ ἐπ’ αὐτὸν κατέφυγον, ἐλπίδα, καὶ σκεπαστὴν, καὶ σωτηρίας πρόξενον ὀνομάζοντες, καὶ ὡς Θεὸν ἐπικαλούμενοι· καὶ διὰ ποίαν αἰτίαν; Ἕνεκεν | |
35 | Κυρίου τοῦ Θεοῦ σου, φησὶ, τοῦ ἁγίου Ἰσραὴλ, ὅτι ἐδόξασέ σε· πρόσεισι μὲν γὰρ τῷ Υἱῷ δοξάζοντες αὐτὸν ὡς ἐκ Θεοῦ Πατρὸς γεννηθέντα κατὰ φύσιν, καὶ τὴν αὐτοῦ τοῦ τεκόντος ἔχοντα δόξαν. Ὁ γὰρ δοξάζων τὸν Πατέρα δοξάζει τὸν ἐξ αὐτοῦ, καὶ ὁ δοξάζων τὸν Υἱὸν | |
40 | συνδοξάζει πάντως αὐτῷ καὶ τὸν ἐξ οὗ γεγέννηται κατὰ φύσιν· ἤγουν καὶ καθ’ ἕτερον, εἰ βούλει, τρόπον τοῖς εἰρημένοις προσβάλῃς· «Ὑπάρχων μὲν γὰρ ἐν μορφῇ τοῦ Θεοῦ, καὶ Πατρὸς ὁ Υἱὸς, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορ‐ | |
45 | φὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμε‐ νος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρί‐ σατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι | |
70.1225(50) | Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπι‐ γείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογή‐ σεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.» Ἐπειδὴ γὰρ διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον ἀκλεής τις εἶναι ἐνομίσθη Χριστὸς, ἀναφοιτᾷ | |
55 | πάλιν εἰς τὴν ἐνοῦσαν αὐτῷ θεοπρεπῆ τε καὶ ὑπερ‐ τάτην ὑπεροχήν τε καὶ δόξαν, καὶ μετὰ σαρκός. Καὶ | |
τοῦτο, οἶμαι, ἐστὶ τὸ δεδόσθαι λέγειν τῷ Υἱῷ παρὰ τοῦ | 1225 | |
70.1228 | Πατρὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Καὶ γοῦν ἔφη πρὸς αὐτόν· «Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Ζητήσατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν, | |
5 | ἐπικαλέσασθε. Ἡνίκα δ’ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολι‐ πέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ, καὶ ἐπιστραφήτω πρὸς Κύ‐ ριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν. | |
10 | Τῆς εἰς αὐτὸν πίστεως τὴν ὁδὸν ἐναργῆ καθιστὰς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἔφη που πρὸς Ἰου‐ δαίους· «Μὴ γογγύζετε μετ’ ἀλλήλων. Οὐδεὶς δύνα‐ ται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ πέμψας με ἑλκύ‐ σῃ αὐτόν.» Εἰσφέρεται δὲ καὶ τὸ αὐτοῦ πρόσωπον | |
15 | τοῦ Πατρὸς, οὕτω λέγον πρὸς τὸν Υἱόν· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Ἐχθροὺς γὰρ ὄντας τοὺς πεπλανη‐ μένους ποτὲ, καὶ τοῖς τοῦ κόσμου στοιχείοις λατρεύον‐ τας, καὶ τοῖς τῆς ἁμαρτίας βρόχοις ἀφύκτως ἐν‐ | |
20 | ισχημένους, ὑπέθηκεν ὁ Πατὴρ τῷ Υἱῷ. Καὶ οὐ δή που φαίη τις ἂν, ὡς ἀδυνάτως ἔχοντι προσνέμων [ἴς. προσνέμειν] τὸ χρῆμα. Πάντα γὰρ ἐνεργεῖ, καὶ αὐτός ἐστιν ἡ τοῦ τεκόντος δεξιὰ πανσθενὴς καὶ ἀλκιμωτάτη. Ἐπειδὴ δὲ τὸ τῆς ἀνθρωπότητος μέ‐ | |
25 | τρον, καὶ εἰς τὸ χρῆναι λαβεῖν κέκληκεν αὐτὸν οἰκο‐ νομικῶς, ταύτης ἕνεκα τῆς αἰτίας ὁ Πατὴρ λέγεται πάντας ὑποφέρειν, ὡς ἰδίᾳ δυνάμει, καὶ σοφίᾳ τῷ Υἱῷ· δυναμοῖ γὰρ δι’ αὐτοῦ τὸ ἠσθενηκὸς, καὶ σοφοῖ τὸ ἀσύνετον· καὶ οὐκ ἄν τις νοῦν ἔχων οἰηθείη ποτὲ | |
30 | μὴ δεδυνῆσθαι τὸν Υἱὸν ὑποτάξαι τινὰ ἑαυτῷ· διαλο‐ γιεῖται δὲ μᾶλλον ὅτι πάντα δι’ αὐτοῦ, καθάπερ ἔφην ἀρτίως, ὁ Θεὸς καὶ Πατὴρ ἐργάζεται. Τί οὖν ἄρα καὶ νῦν βούλεται τῆς προφητείας ὁ λόγος; Εἰσκομί‐ ζει τὸ τοῦ Πατρὸς πρόσωπον, ἐπιφωνῶν καὶ λέγων | |
35 | ταῖς τῶν ἐθνῶν ἀγέλαις· Ζητήσατε τὸν Θεὸν, ὃν ἀρτίως ἔφη μαρτύριον δεδόσθαι τοῖς ἔθνεσιν, ἄρχοντά τε αὐτῶν, καὶ προστάττοντα· τοῦτον εὐθὺς καὶ Θεὸν ἀποκαλεῖ, καὶ ζητεῖσθαι προστέταχεν. Ἡ δὲ ζήτησις οὐ τοπική· τὸ γὰρ Θεῖον ἀσώματον, καὶ οὐκ ἐν τόπῳ | |
40 | νοεῖται. Πληροῖ γὰρ ἅπαντα, καὶ οὐδενὸς τῶν ὄντων ἀποδημεῖ, ἀλλ’ ὡς ἐν προθυμίᾳ ψυχῆς οἰκειότητα διψώσης τὴν πρὸς αὐτὸν διὰ τῶν εἰς εὐσέβειαν σπου‐ δασμάτων, καὶ θεογνωσίας τῆς ἀληθοῦς. Πρέποι γὰρ ἂν ἡ τοιαύτη ζήτησις τοῖς ἔτι μακρὰν, καὶ ἀφεστη‐ | |
45 | κόσιν αὐτοῦ, μεσολαβούσης δηλονότι τῆς ἁμαρτίας, καὶ τῆς ἐνεργούσης αὐτοῖς ἀγνοίας, ὧν ἐκ μέσου γε‐ γενημένων ἐγγὺς ἔσονται Θεοῦ. Οὕτω γάρ που καὶ ὁ πάνσοφος Παῦλος τοῖς ἐξ ἐθνῶν ἐπιστέλλει, λέγων· «Νυνὶ δὲ οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγύς.» | |
70.1228(50) | Οὕτω ζητεῖται πρὸς ὑμῶν ὁ τῶν ὅλων Θεός. Ἀλλ’ ἐν τῷ εὑρίσκειν, ἐπικαλέσασθε, φησί. Τὸ δὲ, ἐπι‐ καλέσασθε, κατασημήνειεν ἂν ἕτερον οὐδὲν, πλὴν ὅτι τὸ, ὡς Θεὸν ὑμνήσατε, καὶ ζητεῖτε παρ’ αὐτοῦ δύναμίν τε καὶ προθυμίαν ἀποχρῶσαν ὑμῖν εἰς | |
55 | ἐπιστροφήν. Αἰτήσατε παρ’ αὐτοῦ τὴν λύτρωσιν, καὶ | |
τὸ δύνασθαι διαφυγεῖν τὰ τῆς ἁμαρτίας δεσμὰ, | 1227 | |
70.1229 | καὶ τὴν τοῦ πλεονεκτήσαντος χεῖρα, τοῦτ’ ἔστι, τοῦ Σατανᾶ. Γέγραπται γὰρ, ὅτι «Αἰνῶν ἐπικα‐ λέσομαι τὸν Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθή‐ σομαι.» Ἐν δὲ τῷ εὑρίσκειν, γενέσθαι δὲ καὶ ἐγ‐ | |
5 | γὺς, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται. Οἱ γὰρ ὅλως ἀξιωθέντες κλήσεώς τε καὶ ἐπιστροφῆς, καὶ τῶν παρ’ αὐτοῦ χα‐ ρισμάτων, προσδοκῶντες τὴν μέθεξιν, ἀποφοιτᾷν | |
10 | ὀφείλουσι τῶν ἀρχαίων ἐπιτηδευμάτων, καὶ τῆς εἰς τὸ φαῦλον ὁδοῦ, καὶ ῥοπῆς τῆς εἰς ἁμαρτίαν, καὶ φιλη‐ δονίας σαρκικῆς. Ἐλεηθήσεται γὰρ οὕτως ἐξ ἀληθι‐ νῆς καρδίας ποιησάμενος τὴν ἐπιστροφὴν, ὅτι ἀφήσει ἐπὶ πολὺ τὰς ἁμαρτίας ὑμῶν. Τὸ δὲ, ἐπὶ πολὺ, φησὶ | |
15 | ἀντὶ τοῦ, παντελῶς καὶ εἰσάπαν· «Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερπερίσσευσεν ἡ χάρις,» κατὰ τὸ γε‐ γραμμένον· δυσαπόνιπτον γὰρ τῶν ἐν ὑμῖν αἰτιαμά‐ των οὐδὲν, διασμήχειν ἐθέλοντος Θεοῦ. Γέγραπται γὰρ περὶ τοῦ πάντων Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι | |
20 | «Ἰδοὺ αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων. Καὶ καθιεῖται χωνεύων, καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον.» Βαπτίζει γὰρ ἡμᾶς Πνεύματι ἁγίῳ καὶ πυρί. Πῦρ δὲ εἶναί φαμεν τὴν οἶον σμηκτικὴν τοῦ ἁγίου Πνεύματος δύναμιν, πυρὸς δίκην ἐκτήκουσαν τῶν ἐν ἡμῖν πλημμελημάτων τὸν ῥύπον. | |
25 | Οὐ γάρ εἰσιν αἱ βουλαί μου, ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοί μου, αἱ ὁδοὶ ὑμῶν, ἀλλ’ ὥσπερ ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὔ‐ τως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. | |
30 | Ἀπιστεῖν οὐκ ἐᾷ διὰ Χριστοῦ χάριτι τοὺς καλου‐ μένους εἰς ἐπιστροφὴν, καὶ λύτρωσιν, καὶ ἀποκάθαρ‐ σιν ἁμαρτίας. Τοῦτο πεπόνθασιν οἱ ἐξ αἵματος Ἰσραήλ· Θεοῦ γὰρ καλοῦντος εἰς ἐπιστροφὴν καὶ μετάγνωσιν, τοῖς τοῦ συνειδότος ἐλέγχοις καταδακνό‐ | |
35 | μενοι, καὶ δυσέκνιπτον κομιδῇ τὸν τῆς ἑαυτῶν φαυ‐ λότητος ῥύπον λογιζόμενοι, Αἱ πλάναι ἡμῶν, ἔφα‐ σκον, ἐν ἡμῖν εἰσιν, καὶ ἐν αὐταῖς ἡμεῖς τικτόμεθα. Καὶ πῶς ζησόμεθα; Καὶ τί πρὸς ταῦτα Θεός; Ἐπι‐ στροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν, οἶκος τοῦ | |
40 | Ἰσραὴλ, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας. Ὅταν τοίνυν ἀπιστῆτε, καὶ ὑμεῖς, αὐτός φησι, διαβε‐ βαιουμένου τε καὶ λέγοντος ἐμοῦ τοῦ πάντα ἰσχύον‐ τος, ὅτι Πάσης ὑμᾶς ἀπαλλάξω κηλῖδος, καὶ τῶν πάλαι διεπταισμένων ἐλευθέρους ἀποφανῶ, τότε καθ’ | |
45 | ἑαυτοὺς ἐννοήσατε, τίς μὲν ἐγὼ, τίνες δὲ καὶ ὑμεῖς, καὶ ὅτι τοσοῦτον διεστήκασιν ἐκ τῶν ὁδῶν ὑμῶν αἱ ὁδοί μου, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου, ὅση τίς ἐστι καὶ τῶν φύσεων ἡ διαφορά. Ἄν‐ θρωποι μὲν γὰρ ὑμεῖς, ἐγὼ δὲ Θεός. Οὐκοῦν ἀμέ‐ | |
70.1229(50) | τρητόν τε τὸ μεταξὺ, καὶ ἀπαράβλητα παντελῶς τὰ Θεοῦ. Νικᾷ γὰρ ἰσχύϊ, καὶ δόξῃ, καὶ ἡμερότητι, καὶ οὐδὲν ἔστι παντελῶς ἐν γεννητοῖς, ὃ τοῖς ἐνοῦσιν αὐ‐ τῷ πλεονεκτήμασι συνεκτείνεται, ἤγουν ἐγγὺς ὁρᾶ‐ ται καὶ παραβραχύ. Ἄνθρωποι μὲν γὰρ ἀοργησίαν | |
55 | οὐκ ἔχουσιν· ἔνεστι δὲ τοῦτο τῇ ὑπὲρ πάντα φύσει· οὐ γὰρ κρατεῖται θυμῷ. Πικρὸς ὁ ἅνθρωπος καὶ πολὺς | |
εἰς πονηρίας, ἀγαθὸς δὲ τῇ φύσει Θεὸς, μᾶλλον δὲ | 1229 | |
70.1232 | αὐτόχρημα τὸ ἀγαθόν. Ἀνήσει δὴ οὖν ὡς Θεὸς, καὶ δικαιώσει τὸν ἀσεβῆ, καταχωννὺς ἀμνηστείαις τὰ ἐξ ἀγνοίας πταίσματα, ἀφανίζων δὲ καὶ τοὺς ἐκ τοῦ πεπλανῆσθαι ῥύπους. Καὶ καθ’ ἕτερον δὲ τρόπον | |
5 | τῇ τῶν προκειμένων θεωρίᾳ προσβαλεῖς. Πάλαι μὲν γὰρ τῶν ἐθνῶν ἡ πληθὺς ἀσύνετος ἦν, εὔκολος εἰς ἀποφορὰν τὴν εἰσάπαν ὁτιοῦν τῶν ἐκτόπων, καὶ ὅλοις ὥσπερ ἱστίοις ἀποφερομένη πρὸς τὸ δρᾷν ἐθέλειν, ἃ μὴ θέμις εἰπεῖν. Ἐπειδὴ δὲ διὰ τῆς | |
10 | πίστεως ἐζήτησαν τὸν Θεὸν, ἀπεκαλέσαντό τε καὶ ἀπέλιπον ἑαυτῶν τὰς πρώτας ὁδοὺς καὶ ἀνόμους βου‐ λὰς, ἠλέηνται μὲν παρ’ αὐτοῦ, μετεστοιχειώθησαν δὲ ὥσπερ εἰς ἑτέραν ζωὴν, σοφοὶ γεγόνασιν ὡς σο‐ φίας μέτοχοι, καὶ ἀγαθοῦ παντὸς πράγματος ἐπιστή‐ | |
15 | μονες, ἀπεσείσαντο τῆς ἀρχαίας ἀπάτης τὸν ζυγὸν, νενικήκασι τὴν ἁμαρτίαν, οὐκ εὐπαρακόμιστον ἔτι τὴν διάνοιαν ἔχοντες, ἐρηρεισμένην δὲ μᾶλλον, καὶ εὐσθενῆ, καὶ πολὺ βλέπουσαν ἐπὶ τὸ χρῆναι πληροῦν τὰ ἐφ’ οἷσπερ ἂν ἡσθείη Θεός. Ἀλλ’ ὅταν ἐπαγγεί‐ | |
20 | λωμαι ταῦτα, φησὶ, μὴ ἀπιστήσητε, μήτε μὴν ἀμήνυτον [ἴς. ἀνήνυτον] ἔσεσθαι τῆς αὐτῶν γνώμης τὴν μεταβολὴν ὑπολαμβάνετε· οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοί μου, αἱ ὁδοὶ ὑμῶν. Ὑμῖν γὰρ ἀνθρώποις οὖσι φύσει | |
25 | πλεῖστά τέ ἐστι τῶν πραγμάτων τὰ δυσεργῆ καὶ ἀνήνυτα. Οὐ γὰρ πᾶν, ὅπερ ἕλοισθε δρᾷν, τοῦτο πάντη τε καὶ πάντως δραμεῖται πρὸς πέρας· ἐμοὶ δὲ ὄντι Θεῷ λεῖα πάντη καὶ εὐήλατα, καὶ οὐδὲν ἄναντες ὅλως. Τοσοῦτον γὰρ ἀφεστήκασιν αἱ ὁδοί μου ἀπὸ | |
30 | τῶν ὁδῶν ὑμῶν, ὅσον ἂν νοοῖτο τὸ μεταξὺ γῆς τε καὶ οὐρανοῦ· ἀκατάληπτον δὲ τοῦτο παντελῶς, καὶ μέτρου πέρα, καὶ ταῖς ἀνθρώπων διανοίαις οὐχ ἁλώσι‐ μον. Ἔφη γοῦν καὶ ὁ θεσπέσιος προφήτης Ἡσαΐας· «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὅρια σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; ἢ τίς ἔγνω νοῦν Κυρίου;» | |
35 | Ὡς γὰρ καταβῇ ὑετὸς, ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ καὶ βλαστήσει, καὶ δῷ σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν· οὕτως ἔσται τὸ ῥῆμα ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου· οὐ μὴ | |
40 | ἀποστραφῇ, ἕως ἂν συντελέσῃ ὅσα ἠθέλησα. Ὡς ἐκ παραδείγματος ἐναργοῦς καὶ πᾶσι γνωρι‐ μωτάτου πειρᾶται πληροφορεῖν, ὅση τίς ἐστι τῶν αὐτοῦ νευμάτων ἡ δύναμις. Πίπτει μὲν γὰρ ὑετὸς ἢ χιὼν ἐξ οὐρανοῦ, καθιεμένην δὲ παρὰ Θεοῦ διακω‐ | |
45 | λύσειεν ἂν οὐδείς· τρέχει δὲ μᾶλλον εἰς πέρας τοῦ καθιέντος αὐτὸν ὁ σκοπός· εὔκαρπον γὰρ ἀποφαίνει ἅπασαν τὴν γῆν, ὥστε τοὺς γηπόνους ἐν ἀμφιλα‐ φείᾳ γενέσθαι πολλῇ καὶ σπερμάτων, καὶ τροφῆς. Καιροῦ γὰρ ὄντος καθ’ ὃν ἂν εὐτραφὴς ὁ στάχυς ἀνα‐ | |
70.1232(50) | δοθείη τῆς γῆς, οὐχὶ μόνα τὰ διαρκέσαι δυνάμενα πρὸς τροφὴν ζητοῦσι γηπόνοι, ἀλλὰ γὰρ καὶ ὅσα πάλιν ἀποχρήσειεν ἂν αὐτοῖς, καιροῦ καλοῦντος ἐπὶ τὸ χρῆναι πονεῖν. Οὕτω, φησὶν, οὐκ ἄν τις τὸν ἐμὸν εἴρξῃ λόγον, οὐδ’ ἂν ἀποστραφείη, τουτέστιν, οὐ παύ‐ | |
55 | σεται, ἄχρις ἂν εἰς πέρας ἔλθοι τὸ δοκοῦν ἐμοί. Καὶ | 1231 |
70.1233 | ἀληθὴς ὁ λόγος· ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαΐας, «Ἃ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει, καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;» Τίς γὰρ ἔσται τοσοῦτος, ὡς θείαις ἀντιστῆναι ψήφοις, καὶ θε‐ | |
5 | λήμασιν ἀνταναστῆναι δεσποτικοῖς; Οὐδεὶς παντελῶς. Οὐκοῦν ὅπερ ἂν ἐκ στόματος ἐξέλθοι τοῦ κατὰ ἀλή‐ θειαν ὄντος Θεοῦ, τοῦτο πάντη τε καὶ πάντως δρα‐ μεῖται πρὸς πέρας· ἔνεστι γὰρ τὸ πάντα δύνασθαι κατορθοῦν αὐτῷ, καὶ πρός γε τούτῳ τὸ ἀψευδεῖν. | |
10 | Πλὴν κατέπεμψεν ἡμῖν τοῖς ἐπὶ γῆς ὁ Θεὸς καὶ Πα‐ τὴρ ὑετὸν ὥσπερ τινὰ θεῖόν τε καὶ νοητὸν τὴν διὰ Χριστοῦ παράκλησιν, ἤτοι τῶν εὐαγγελικῶν κηρυγ‐ μάτων τὴν χορηγίαν, δι’ ἧς εὔκαρπος καὶ γονιμω‐ τάτη γέγονεν ἡ σύμπασα γῆ. Ψάλλει γοῦν ὁ θεσπέσιος | |
15 | Δαβὶδ, καί φησιν· «Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυ‐ σας αὐτὴν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν· τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γεννήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνα‐ τέλλουσα.» Καὶ μὴν καὶ διὰ φωνῆς Μωσέως, «Κατα‐ | |
20 | βήσεται, φησὶν, ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματα μου.» Ἐπιστέλλει δέ τισι καὶ ὁ πάνσοφος Παῦλος· «Ὁ δὲ Θεὸς τῆς εἰρήνης αὐξήσαι τὸν σπόρον ὑμῶν, καὶ πληθύναι τὰ γεννή‐ ματα τῆς δικαιοσύνης ὑμῶν.» Οὐκοῦν εὐκαρπίαν | |
25 | ἐσχήκαμεν τὴν πνευματικὴν, τὴν διὰ Χριστοῦ χορη‐ γίαν λαβόντες εἰς νοῦν, ὥστε μὴ μόνον τὴν ἱερὰν συλλέξαι τροφὴν, ἤτοι τὸν ἄρτον ἔχειν ἡμᾶς τὸν ζωο‐ ποιὸν, ἀλλὰ γὰρ καὶ σπέρμα τῷ σπείροντι. Οἱ γάρ τοι λαῶν προεστηκότες, καὶ δογμάτων ἱερῶν ἐπιστή‐ | |
30 | μονες, καὶ παιδαγωγεῖν ἑτέρους οἷοί τε καὶ τὸν τῆς μυσταγωγίας τοῖς ὑπὸ χεῖρα λαοῖς ἐξυφαίνοντες λό‐ γον, σπείρουσιν ἐν ταῖς καρδίαις αὐτῶν, ὃν ἐθησαύ‐ ρισαν αὐτοῖς σπόρον, προκατασωρεύσαντες ἐν ταῖς ἑαυτῶν ψυχαῖς. Ὡς γὰρ ὁ πάνσοφος Παῦλός φησιν, | |
35 | «Θεοῦ γεώργιόν ἐσμεν·» συνεργοὶ γὰρ Θεοῦ τοῦ σπείροντος ἐν ἡμῖν, καὶ δογματικῆς εὐτεχνίας γνῶσιν ἀκριβῆ, καὶ πολιτείας εὐαγοῦς ἐπιστήμην, καὶ παν‐ τὸς ἔφεσιν ἀγαθοῦ πράγματος· οὗτος δέ ἐστιν ὁ Χριστὸς, ὃς δὴ καὶ περὶ αὑτοῦ φησιν· «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ.» | |
40 | Καὶ εὐοδώσω τὰς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου. Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, καὶ ἐν χαρᾷ διδαχθήσεσθε. Ὑποσχόμενος ὅτι πάντη τε καὶ πάντως ἐλεηθήσον‐ ται τοὺς τῆς ἁμαρτίας ἀπονιψάμενοι ῥύπους, εἶτα | |
45 | καθαροὶ γεγονότες αὐτῷ συναφθήσονται πνευματικῶς, ἔσονται δὲ οἱ μακρὰν ἐγγὺς, καὶ ταῖς παρ’ αὐτοῦ φι‐ λοτιμίαις καταπιανθήσονται, καὶ διὰ μέσου παρενθεὶς τὰ δι’ ὧν ἦν δύνασθαι πιστεύειν αὐτοὺς, ὅτι καὶ ἀψευ‐ δὴς ᾖ, Θεὸς ὢν φύσει, καὶ τῶν δυνάμεων Κύριος, | |
70.1233(50) | ἔχεται πάλιν τῶν ἐφεξῆς, ἤτοι τῆς ἀπαριθμήσεως τῶν δοθησομένων αὐτοῖς πνευματικῶν χαρισμάτων. Εὐοδώσω γὰρ, φησί, τὰς ὁδούς μου, καὶ τὰ ἐντάλ‐ ματά μου· μέγα τοῦτο καὶ ἀξιόληπτον ἀγαθὸν, καὶ ξένιον οὐρανοῦ· καὶ τίνα τρόπον, ἐροῦμεν. Τοῖς μὲν | |
55 | γὰρ ἐκ φιληδονίας κοσμικῆς εἰς εὐσχήμονα ζωὴν μεθ‐ ορμίζεσθαι βουλομένοις οὐκ ἄτραχυ τὸ χρῆμά ἐστιν. | |
ἀλλ’ οὐδὲ βάσιμον ἐν ἀρχαῖς. Ἀντανίσταται γὰρ αὐ‐ | 1233 | |
70.1236 | τοῖς ὥσπερ τῆς ἐντριβοῦς συνηθείας τὸ γλυκὺ, καὶ καταμεθύσκει ταῖς λύπαις τὸν ἐν αὐτοῖς ὄντα νοῦν. Οὐκ εὐδιάφυκτα γὰρ τὰ τῆς σαρκὸς πάθη, οὔτε μὴν τοῖς ἐθέλουσιν εὐτριβὲς τὸ τρέχειν εἰς ἀρετήν. Εὐ‐ | |
5 | οδοῦντός γε μὴν τοῦ Θεοῦ, καὶ τὰ δυσπόρευτα καὶ ἀνάντη ψιλὰ τιθέντος καὶ εὐήλατα, φύγοι τις ἂν καὶ μάλα ῥᾳδίως καὶ τὰς τῶν παθῶν προσβολὰς, εὐσθε‐ νέστατα δὲ καὶ εἰς τὰ τῶν ἀρετῶν ὑψώματα διαπη‐ δήσειεν. Γέγραπται γάρ· «Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλά‐ | |
10 | φοις.» Τί τοίνυν Θεὸς ἐπαγγέλλεται τοῖς εἰς αὐτὸν πιστεύσασιν; Εὐοδώσω τὰς ὁδούς μου, καὶ τὰ ἐντάλ‐ ματά μου, καὶ οὐκ ἐν λύπῃ ἐξελεύσεσθε, ἀλλ’ ἐν χαρᾷ διδαχθήσεσθε. Τοῦτο, οἶμαι, ἐστὶν, ὅπερ ἔφη πάλιν ἑτέρωθί που τὸ γράμμα τὸ προφητικόν· «Ὁδὸς εὐσε‐ | |
15 | βῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.» Ἡ γὰρ ὁδὸς Κυρίου κρίσις. Ἕτερος δὲ τῶν ἁγίων προφητῶν, «Εὐθεῖαι, φησὶν, αἱ ὁδοὶ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθε‐ νήσουσιν ἐν αὐταῖς.» Θεοῦ γὰρ αὐτοῖς τὰς ὁδοὺς οὐ | |
20 | καταλειαίνοντος, οὐκ ἂν ἰσχύσειαν φέρεσθαι δι’ αὐτῶν. Ὅτι γὰρ ξένιόν ἐστιν, ὡς ἔφην, οὐρανοῦ τὸ τὰς θείας δύνασθαι βαδίζειν ὁδοὺς, καὶ πληροῦν τὰ ἐντάλματα, δι’ ὧν ἄν τις ἐλάσαι πρὸς Θεὸν, ἐδίδαξεν εἰπὼν ὡς περὶ τῆς Ἰουδαίων Συναγωγῆς· Διὰ τοῦτο ἰδοὺ ἐγὼ, | |
25 | φησὶ, φράσσω τὰς ὁδοὺς αὐτῆς ἐν σκόλοψι, καὶ ζητή‐ σει τὰς ὁδοὺς αὐτῆς, καὶ οὐ μὴ εὕρῃ. Οὐκοῦν ἐμοῦ, φησὶν, εὐοδοῦντος τὰ ἐντάλματα, ἐν εὐφροσύνῃ ἐξελεύ‐ σεσθε, τουτέστιν, ἀμείνους ἔσεσθε λύπης, οὐ καταδη‐ χθήσεσθε τὴν καρδίαν, ἔξω γεγονότες παθῶν, καὶ εἰς | |
30 | τὴν ἀμείνω καὶ τεθαυμασμένην μετατρέχοντες ζωήν. Διδαχθήσεσθε γὰρ χαίροντες, καὶ τοῖς ἱεροῖς ἐντρυ‐ φῶντες λόγοις. Καὶ γοῦν ὁ θεσπέσιος Δαβίδ· «Ὡς γλυκέα, φησὶ, τῷ λάρυγγί μου τὰ λόγιά σου! ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου.» Χαίρειν δὲ μᾶλλον | |
35 | ἐπ’ αὐτοῖς διεβεβαιοῦτο, καὶ μάλα ἐμφρόνως ὡς ἐπὶ παντὶ πλούτῳ· ἐν χαρᾷ δὲ καὶ ἑτέρως νοηθεῖεν ἂν ἐκτρέχοντες· ἀπαλλαττόμενοι γὰρ τῆς ἀρχαίας ἀπάτης, ἁρπάζουσι χαίροντες τὴν παρὰ Θεοῦ κλῆσιν, καὶ ἀληθὲς τοῦτο ὑπάρχον ἐξ αὐτῶν ἔνεστι τῶν πραγμάτων ἰδεῖν. Τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδε‐ | |
40 | χόμενα ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις, καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κο‐ νύζης ἀναβήσεται μυρσίνη. Καὶ ἔσται Κύριος εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει. | |
45 | Ὄρη φησὶν ἐν τούτοις τάχα που τὰς ἄνω τε καὶ ἐν οὐρανῷ δυνάμεις, αἳ δὴ καὶ τετάχαται παρὰ Θεοῦ πρὸς ἐπικουρίαν τῶν ἐπὶ τῆς γῆς. Πνεύματα γάρ εἰσι λειτουργικὰ πεμπόμενα πρὸς διακονίαν διὰ τοὺς μέλ‐ λοντας κληρονομεῖν σωτηρίαν, χαίρουσι δὲ καὶ ἐφ’ | |
70.1236(50) | ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Ναὶ μὴν καὶ ὄρεσι παρει‐ κάζοιντο ἂν εἰκότως ὡς τὸ ὑψοῦ λίαν εἶναι λαχόντες κατά τε τῆς ἐνούσης αὐτοῖς ἀρετῆς τὸ μέγεθος. Ἤγουν ὄρη μὲν ἐκλήψῃ τοὺς τὸ διδασκαλικὸν ἐν Ἐκκλησίαις ἔχοντας ἐπιτήδευμα, καὶ φρονοῦντας μὲν | |
55 | τῶν χαμαιπετῶν οὐδὲν, ζητοῦντας δὲ μᾶλλον τὰ ἄνω, καὶ τῶν γηΐνων ἀναπηδήσαντας· βουνούς γε μὴν | |
τοὺς τῆς ἐκείνων ὑπεροχῆς ἡττωμένους, καὶ οἷον | 1235 | |
70.1237 | ὑποκαθημένους αὐτῶν τὴν δόξαν. Μέτρα γὰρ ἐν Ἐκ‐ κλησίαις εἰσὶ καὶ τιμῆς καὶ λειτουργιῶν· ταῦτά φησι τὰ ὄρη τὰ νοητὰ, καὶ σὺν αὐτοῖς οἱ βουνοὶ ἐξ‐ αλοῦνται, τουτέστιν ἀνασκιρτήσουσι, χαίροντα δηλονότι | |
5 | διὰ τὴν ὑμῶν ἐπιστροφήν τε καὶ κλῆσιν, καὶ προσ‐ δέξονται ὑμᾶς μετὰ χαρᾶς· ἐπιγαννύμεθα γὰρ οὐ μετρίως, ὅταν τινὲς τῶν πεπλανημένων, τὸ ἐν ἀχλύϊ καὶ σκότῳ διατελεῖν ἔτι μεθέντες, πρὸς τὸ τῆς ἀλη‐ θοῦς θεοπτίας ἄττουσι φῶς, Οὕτως αὐτοῖς καὶ ὁ πάν‐ | |
10 | σοφος Παῦλος προσεφώνει, λέγων· «Χαρὰ καὶ στέφα‐ νός μου.» Ἀλλὰ καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ, φη‐ σὶν, ἐπικροτήσει τοῖς κλάδοις. Καὶ ξύλα νοήσεις ἀγροῦ τοὺς τελοῦντας ἐν λαοῖς. Εὐανθὴς γὰρ τοῦ Σωτῆρος ὁ κῆπος. Καὶ γοῦν ἐπείπερ ἐστὶν εὐθαλής τε καὶ εὔ‐ | |
15 | καρπος ἡ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων γραφομένη νύμφη, φησί· «Καταβήτω ὁ ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.» Οὐκ‐ οῦν τὰ ξύλα τὰ νοητὰ τοῖς κλάδοις ἐπικροτήσει, φησί. Χαίρουσι γὰρ οἱ πιστεύσαντες, καθάπερ ἀμέλει καὶ | |
20 | τὰ ὄρη καὶ οἱ βουνοὶ, τουτέστιν, οἱ καθηγεῖσθαι λα‐ χόντες λαῶν, ἐπὶ τῇ σωτηρίᾳ τῶν καλουμένων εἰς ζωὴν, καὶ τῆς ἀχράντου μυσταγωγίας εἰς πέρας, δι’ ἧς τὸ θεῖον αὐτοῖς ἐνίεται φῶς. Εἶτα ὅτι πλείστη τις ἔσται τῶν κεκλημένων μεταβολὴ πρὸς τὸ ἀσυγκρίτως | |
25 | ἄμεινον, διαδείκνυσιν εὐθὺς λέγων, ὡς ἀντὶ τῆς στοι‐ βῆς ἔσται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσε‐ ται μυρσίνη. Στοιβὴν καὶ κόνυζαν πικρὰς, καὶ ἀπροσ‐ βλήτους [al. ἀποβλήτους] ἀκάνθας εἶναί φασιν, ἐντε‐ θήλασι δὲ χωρίοις μὲν τοῖς ὑπὸ γηπόνους οὐδαμῶς, | |
30 | χέρσῳ δὲ καὶ ἁλμάδι χαίρουσι γῇ. Τοιοῦτοί τινες ἦσαν οἱ πλανώμενοι, καὶ τῇ κτίσει παρὰ τὸν κτί‐ σαντα λατρεύοντες. Ἐπειδὴ δὲ κέκληνται πρὸς ἐπί‐ γνωσιν ἀληθείας, ἀφέντες τὸ εἶναι στοίβη, καὶ κόνυζα, μετακεχωρήκασι νοητῶς εἰς τὰ εὐμήκη καὶ εὐοσμό‐ | |
35 | τατα τῶν φυτῶν. Χρηματίζουσι γὰρ κυπάρισσος καὶ μυρσίνη. Μέγα τοίνυν τὸ θαῦμα τοῦ γηπονοῦντος τὴν Ἐκκλησίαν, τουτέστι, τοῦ Χριστοῦ. Μεθίστησι γὰρ τὰς ἀκάνθας εἰς τὰ εὐγενῆ καὶ ἐξαίρετα τῶν φυτῶν, καὶ ἑτέρους ἀνθ’ ἑτέρων ἀποφαίνει πατρικῶς [γρ. | |
40 | πνευματικῶς]. Εὑρήσομεν δὲ τουτὶ γεγονὸς καὶ ἐν τοῖς ἐξ αἵματος Ἰσραήλ. Στοιβὴ γὰρ ὄντες καὶ κόνυζά ποτε Ματθαῖος καὶ Παῦλος· ὁ μὲν γὰρ ἦν τελώνης, ὁ δὲ διώκτης καὶ ὑβριστής· φωστῆρες γεγόνασιν οἰκουμενικοὶ, καὶ Χριστὸν εὐωδιάζουσιν ἐν παντὶ | |
45 | τόπῳ, ἔν τε τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμέ‐ νοις, καθά φησιν ὁ ἱερώτατος Παῦλος. Ὅτι δὲ ὁ τού‐ των πάντων χορηγὸς καὶ πρύτανις ἐν ἀτελευτήτῳ κείσεται δόξῃ καὶ διαμονῇ, διδάσκει λέγων, ὅτι Ἔσται Κύριος εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ | |
70.1237(50) | ἐκλείψει· ὄνομα δέ φησιν ἐν τούτοις τὴν δόξαν, ση‐ μεῖον δὲ, ὥς γε οἶμαι, τὴν διὰ σταυροῦ φαιδρότητα, δι’ οὗ καὶ σεσώσμεθα, ἐσόμεθα δὲ ἀκαταλήκτως ἐν τούτῳ. Ἐκλείψει γὰρ ἡμῖν ἡ παρ’ αὐτοῦ χάρις κατ’ οὐδένα καιρὸν ἢ τρόπον. | |
54t | ΤΟΜΟΣ ΤΡΙΤΟΣ. | |
55 | Τάδε λέγει Κύριος· Φυλάσσεσθε κρίσιν, ποιή‐ | |
σατε δικαιοσύνην. Ἤγγικε γὰρ τὸ σωτήριόν μου | 1237 | |
70.1240 | παραγενέσθαι, καὶ τὸ ἔλεός μου ἀποκαλυφ‐ θῆναι. Περὶ τῆς τῶν ἐθνῶν κλήσεως τῆς διὰ πίστεως, δη‐ λονότι τῆς ἐν Χριστῷ, μακροὺς πεποίηται λόγους ἐν | |
5 | τοῖς ἀνόπιν βραχὺ, διαπεράνας δὲ τοῦτο μέτεισι πάλιν ἐπὶ τὸ χρῆναι νουθετεῖν τοὺς ἐξ αἵματος Ἰσραήλ. Φύσει γὰρ ὑπάρχων ἀγαθὸς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Ἐπειδὴ δὲ ἦν ἔθος αὐτοῖς ἐπὶ τῇ τῶν πατέρων εὐγενείᾳ τὴν | |
10 | ὀφρὺν ἀνασπᾷν, καὶ μέγα φρονεῖν, ἐπ’ αὐτῷ δὴ τούτῳ, καὶ μόνῳ, καὶ ἀποχρήσειν αὐτοῖς οἴεσθαι ταυτὶ, καὶ εἰ μὴ μετὸν ὁρῷτο τῆς εὐζωΐας τὸ καύχημα, πειρᾶ‐ ται πληροφορεῖν, ὡς εἰκαῖον αὐτοῖς ἔσται παντελῶς τὸ ἐπὶ τούτῳ φύσημα, δόξαν δὲ μᾶλλον ἀποφαίνει | |
15 | λαχόντας θεοπρεπῆ, τὸ πληροῦν ἑλέσθαι τὰ διατεταγ‐ μένα, καὶ τὸ τὴν ἐν ἔργοις φαιδρότητα μεταποιεῖ‐ σθαι φιλεῖν. Οὐκοῦν φυλάσσεσθε, φησὶ, κρίσιν, τουτ‐ έστι, τὴν ὀρθοκρισίαν, ἤτοι τὰ θεῖα κρίματα, δῆλον δὲ ὅτι τὰς ἐντολάς. Ποιεῖτε δικαιοσύνην· οὐ γὰρ ἀρκέσει | |
20 | μόνον τὸ βούλεσθαι μὲν τοῖς θείοις προσκεῖσθαι νό‐ μοις, ἀποφοιτᾷν δὲ τοῦ χρῆναι διαπεραίνειν αὐτούς· δεῖ δὲ φύλακας ὁρᾶσθαι τῶν ἱερῶν κριμάτων, διαπρέ‐ πειν τε πρὸς τούτῳ διὰ πάσης ἀγαθουργίας. Ἵνα δὲ μή τις οἴηται τῶν καθ’ ἡμᾶς ἐπὶ τὴν τοῦ νόμου τή‐ | |
25 | ρησιν, τὴν ὡς ἔν γέ φημι σκιαῖς τε καὶ τύποις πα‐ ραθήγεσθαι διὰ τούτων τοὺς ἐξ Ἰσραήλ· δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ παρὰ Θεῷ, καθὰ γέγραφέ τισιν ὁ πανάριστος Παῦλος· ἐγγὺς εἶναί φησι τὸ σωτήριον, καὶ τὸ ἔλεος αὐτοῦ ἀποκαλυφθῆναι. Ἔλεος δὲ καὶ | |
30 | σωτήριον ὀνομάζει Χριστόν· ἠλεήμεθα γὰρ δι’ αὐτοῦ, τὴν διὰ πίστεως ἄφεσιν καὶ σωτηρίαν ἀποκερδαίνον‐ τες. Ἐοικὸς εἶναί φαμεν τούτῳ τὸ εἰρημένον [al. τοῦτο τῷ εἰρημένῳ] παρὰ Θεοῦ πρὸς τὸν μακάριον Ἀββα‐ κούμ· «Ἔτι μικρὸν, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.» | |
35 | Τὸ δέ γε ἀποκαλυφθῆναί φησιν, ἀντὶ τοῦ φανερωθῆ‐ ναι· προαπήγγελλον μὲν γὰρ οἱ μακάριοι προφῆται τοῦ Σωτῆρος τὴν ἄφιξιν· γέγονε δὲ τοῖς ἐπὶ τῆς γῆς ἐναργὴς ἐν καιροῖς, καθ’ οὓς ἠθέλησεν ὁ δυνάστης· καὶ τοῦτο διδάξει λέγων ὁ θεσπέσιος Δαβίδ· «Ἐγνώ‐ | |
40 | ρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ.» Πεφανέρωται γὰρ τοῖς ἔθνεσι Χριστὸς, ὅς ἐστι σωτήριον, καὶ δι‐ καιοσύνη ὡς γὰρ ἔφην ἀρτίως, σέσωκέ τε καὶ δεδι‐ καίωκεν ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ ἐν αὐτῷ. | |
45 | Μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα, καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν, καὶ φυλάσσων τὰ Σάββατά μου μὴ βεβηλοῦν, καὶ διατηρῶν τὰς χεῖρας αὐ‐ τοῦ μὴ ποιεῖν ἀδίκημα. Ἀδελφὰ καὶ ταῦτα τοῖς ἀρτίως ἡμῖν εἰρημένοις, | |
70.1240(50) | καὶ διὰ τῶν ἴσων ἔρχεται, ἐπιτήρησίν γε μὴν ὁ λόγος ἔχει πολλήν. Ἄθρει γὰρ ὅπως μακάριον εἶναί φησιν, οὐχὶ δήπου πάντως τὸν ἐκ σπέρματος Ἀβραὰμ, οὔτε μὴν τὸν σαρκὶ καὶ εὐγενείαις ἐπικομπάζοντα, καὶ εἰκαῖον ἔχοντα τὸ ἐπὶ τούτῳ φρόνημα, ἐκεῖνον δὲ | |
55 | μᾶλλον, ὥσπερ ἂν ἐνυπάρχον ὁρῷτο τὸ διαπρέπειν | |
ἐν ἀγαθοῖς, καὶ τῆς ἀβεβήλου ζωῆς τὸ λαμπρὸν, καὶ | 1239 | |
70.1241 | περιφανὲς ἀξίωμα. Τοιοῦτόν τι καὶ ὁ μακάριος Βα‐ πτιστὴς Ἰωάννης ταῖς Ἰουδαίων ἀγέλαις ἐπιφωνήσας ὁρᾶται· προσῄεσαν μὲν γὰρ τὸ παρ’ αὐτοῦ τιμῶντες βάπτισμα, μετανοίας δὲ ἦν, καὶ πικροὺς ὄντας λίαν | |
5 | διήλεγχε λέγων· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ.» Ὁ δέ φησιν· «Εἰ πατέρα εἴχετε τὸν Ἀβραὰμ, τὰ ἔργα | |
10 | τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν.» Μακάριος τοίνυν, φησὶν, οὐκ εἴ τις υἱός ἐστιν Ἀβραὰμ, ἀλλ’ ὁ φυλάσσων ταῦτα· ποῖα δὲ ταῦτα; Κρίμα καὶ δικαιοσύνην, καὶ πρός γε τούτῳ φυλάττων καὶ κατορθῶν αὐτὰ, καὶ ἀντεχόμενος αὐτῶν, τουτέστιν, οὐ παρέργως ἢ παρ‐ | |
15 | ειμένως ἐπ’ αὐτὰ χωρῶν, ἀλλ’ οἷον ἐν πάσῃ σπουδῇ, καὶ νεανικῶς, ὥστε καὶ ἀντέχεσθαι λίαν αὐτῶν, καὶ φυλάσσειν τὰ Σάββατα μὴ βεβηλοῦν αὐτά. Ἵνα πάλιν τοιοῦτο νοῇς· οὐκ ἐξῆν ἐν Σαββάτῳ φροντίδα ποιεῖ‐ σθαί τινα τῶν περὶ τὴν σάρκα πόνων ἢ σπουδασμά‐ | |
20 | των. Ἔδει δὲ μᾶλλον ἀργεῖν τοῦτο τοῦ θείου προσ‐ τάσσοντος νόμου, πλὴν ἀργοῦντες τὰς νενομισμένας θυσίας προσεκόμιζον τῷ Θεῷ, τοῦ νομικοῦ γράμμα‐ τος αἰνιγματωδῶς ὑποφαίνοντος, ὅτι φροντίδος σαρ‐ κικῆς ἀποσχομένους ἐμφρόνως ἱερουργεῖν προσήκει | |
25 | τῷ Θεῷ θυσίας πνευματικὰς, καὶ τὰς εἰς ὀσμὴν εὐ‐ ωδίας τῆς νοητῆς. Ἀργίας οὖν ἄρα τῆς ἐξ ἁμαρτιῶν καὶ σαρκικῶν ἐπιθυμιῶν τύπον ἐπλήρου τῆς κατὰ τὸ Σάββατον ἀργίας ἡ δύναμις· οὕτω προσήκει φυ‐ λάττεσθαι καὶ ἡμᾶς τοῦ μὴ βεβηλοῦν τὰ Σάββατα· | |
30 | ἀποπαυσάμενοι γὰρ, ὡς ἔφην, φροντίδος ἁπάσης γεώ‐ δους καὶ σαρκικῆς, νοητῶς σαββατίζομεν, οὐ τὰς δι’ αἱμάτων καὶ καπνῶν τελοῦντες θυσίας, ἀλλ’ ἱεροῖς σπουδάσμασι κατευφραίνοντες αὐτὸν, καὶ εἰς ὀσμὴν εὐωδίας ἑαυτοὺς ἀναφέροντες. Τοιαύταις γὰρ θυσίαις | |
35 | εὐαρεστεῖται ὁ Θεὸς, καθὰ γέγραπται. Δεῖ δὴ οὖν ἄρα μὴ βεβηλοῦν τὰ Σάββατα, διατηρεῖν δὲ πρὸς τούτῳ καὶ τὰς χεῖρας κεκαθαρμένας· καὶ τίνα τρόπον, αὐ‐ τὸς ἐδίδαξεν εἰπών· Τοῦ μὴ ποιεῖν ἀδίκημα οὐ γὰρ ἔστι φυλάσσειν δύνασθαι κρίσιν, καὶ ποιεῖν δικαιοσύ‐ | |
40 | νην ἀδικεῖν ἐθέλοντας, καὶ τοῖς τῆς ἁμαρτίας ῥύποις τὴν χεῖρα καταμιαίνοντας. Χεῖρα δὲ οὐχὶ πάντως τὴν τοῦ σώματος, ἀντὶ δέ γε τῆς χειρὸς τὴν πρακτικὴν νοήσεις ἐνέργειαν, καθ’ ἣν ἑκάστῳ πρόσιμεν τῶν πραγμάτων. | |
45 | Μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς Κύριον· Ἀφοριεῖ με ἄρα Κύριος ἀπὸ τοῦ λαοῦ τούτου. Καὶ μὴ λεγέτω ὁ εὐνοῦχος, ὅτι Ἐγώ εἰμι ξύλον ξηρόν. Τάδε λέγει Κύριος τοῖς εὐνούχοις· Ὅσοι ἂν φυλάξωνται τὰ Σάββατά μου, καὶ ἐκλέ‐ | |
70.1241(50) | ξωνται ἃ ἐγὼ θέλω, καὶ ἀντέχωνται τῆς διαθήκης μου, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τεί‐ χει μου τόπον ὀνομαστὸν, κρεῖσσον υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει. | |
55 | Ἑτέραν ὀφρὺν τῶν ἐξ αἵματος Ἰσραὴλ, ἤγουν | 1241 |
70.1244 | ἀλαζονείας πρόφασιν, σαθράν τε καὶ ἕωλον κατασύ‐ ρει Θεός· ἐφρόνουν μὲν γὰρ, ὡς ἔφην, μέγα, λέγον‐ τες, «Πατέρα ἔχομεν τὸν Ἀβραὰμ,» καὶ μὴν ὅτι Λαὸς ἅγιός ἐσμεν ἐξειλεγμένος, τετάγμεθα δὲ καὶ | |
5 | εἰς κλῆρον Θεοῦ. Ἔφευγον δὲ καὶ τὴν ἀπαιδίαν, ἅτε δὴ τοῦ προπάτορος Ἀβραὰμ ἐν εὐλογίας τάξει λαβόν‐ τος παρὰ Θεοῦ τὸ εἰς πληθὺν ἐκταθήσεσθαι τὴν ἀμέτρητον τὸ σπέρμα αὐτοῦ· ἰσάριθμον γὰρ τοῖς ἄστροις ἐπηγγέλλετο Θεὸς ἀναδείξειν αὐτό. Εἴρητο δὲ | |
10 | πρὸς αὐτοὺς καὶ διὰ τοῦ πανσόφου Μωϋσέως τό· «Οὐκ ἔσται ἐν ὑμῖν ἄγονος οὐδὲ στεῖρα.» Ὅτι δὲ μέγα τι χρῆμα καὶ ἐξαίρετον ἡ πολυπαιδία νενόμιστο παρ’ αὐτοὺς, πληροφορήσει τις λέγων τῶν ἁγίων προφητῶν· «Αἱ δόξαι αὐτῶν ἐκ τόκων καὶ ὠδίνων, | |
15 | καὶ συλλήψεων.» Ἑπτὰ δὲ γυναῖκας ἐπιλήψεσθαι ἑνὸς ἀνδρὸς, ὁ προφήτης φησὶν Ἡσαΐας· εἶπόν τε ὅτι «Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα, πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ’ ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν.» Οὐ γὰρ ἤθελον, | |
20 | ὡς ἔφην, ὡς ἄγονοί τε καὶ στεῖραι κατονειδίζεσθαι. Οὐκοῦν ἐπειδήπερ ἐπ’ εὐγενείᾳ σαρκικῇ, καὶ προσέτι τῇ πολυπαιδίᾳ μέγα φρονεῖν ἐδόκει τοῖς ἐξ Ἰσραὴλ, ἀναγκαίως αὐτοὺς καὶ ταύτης ἐξίστησι τῆς ἀμαθίας, εἰπών· Μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς | |
25 | Κύριον, Ἀφοριεῖ με ἄρα Κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ. Οὐ γὰρ ἐπείπερ ἀλλογενὴς, τουτέστιν, οὐκ ἐξ αἵματος Ἰσραὴλ, διὰ τοῦτο καὶ ἀμέτοχος τῶν παρ’ αὐτοῦ χαρισμάτων, ἤγουν τῆς πρὸς αὐτὸν οἰκειότητος, δη‐ λονότι πνευματικῆς· ἀλλ’ εἰ προσκέοιτο τῷ Κυρίῳ, | |
30 | τάξεται πάντως ἐν οἰκείοις, καὶ ἐγνωσμένοις, καὶ εἰς ἔθνος ἅγιον, καὶ εἰς βασίλειον ἱεράτευμα, καὶ εἰς κλῆρον Θεοῦ· τελέσει δὲ καὶ ἐν τέκνοις Ἀβραάμ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ, καθά φησιν ὁ πάνσοφος Παῦλος, οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, | |
35 | πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζε‐ ται εἰς σπέρμα. Δέδοται δὲ τῷ Ἀβραὰμ ἡ ἐπαγγελία παρὰ Θεοῦ, οὐκ ἐπὶ μόνοις τοῖς ἐξ αὐτοῦ κατὰ σάρ‐ κα, ἀλλὰ γὰρ καὶ ἅπασι τοῖς διὰ τῆς πίστεως· ἐδι‐ καιώθη γὰρ οὕτως Ἀβραάμ. Οὐκοῦν τοῖς στοιχοῦσι | |
40 | τοῖς ἴχνεσι τῆς πίστεως Ἀβραὰμ δοθήσεται πάντως τὸ τελεῖν ἐν τέκνοις. Οὐκ ἀφοριεῖ τοιγαροῦν τὸν προσ‐ ήλυτον ἐκ τοῦ λαοῦ αὐτοῦ, τὸν δὲ ἅπαξ προστεθέντα καὶ κεκλημένον ἐν πίστει προσδέξεται, καὶ λαὸν ἅγιον ὀνομάσει. Ἀλλὰ εἴ τις εὐνοῦχός ἐστι, φησὶν, τουτέστιν, | |
45 | ἄπαις ἢ ἄγονος, μὴ λεγέτω καθ’ ἑαυτὸν, ὅτι Ἐγώ εἰμι ξύλον ξηρὸν, τουτέστι, μὴ λυπείσθω διὰ τὴν ἀπαιδίαν. Οὐδὲν γὰρ τοῦτο παρὰ Θεῷ, οὔτε μὴν ἀπό‐ βλητον ἀποφαίνει. Ὁποῖος γὰρ τρόπος ἀρετῆς, ἢ ποίων κατορθωμάτων λαμπρότης, ἡ πολυπαιδία, | |
70.1244(50) | Σαρκὸς ἔργα ταυτὶ μώμου τε καὶ ἐπαίνου μακράν. Εἰ γὰρ καὶ δέδοταί τισιν ἐν εὐλογίας τάξει τὸ χρῆμα, καιροῦ καλοῦντος εἰς τοῦτο, ἀλλ’ οὐκ ἀδικήσειεν ἂν οὐδὲν τοὺς μὴ λαχόντας αὐτό. Ἐπεὶ ποῖος ἂν γένοιτο καταῤῥήσεως τρόπος τοῖς τεθνεῶσι πρὸ ὥρας, ἢ πρὸ | |
55 | γάμου καὶ μίξεως, τῶν καθ’ ἡμᾶς πραγμάτων ἀπο‐ δημήσασιν, οἷς παίδων οὐχ ὑπῆρξε γονή; ὀνήσει δὲ | |
τρόπον τινὰ τοὺς φιλαμαρτήμονας ἐν τῷδε τῷ βίῳ, | 1243 | |
70.1245 | πολλῶν πατέρας υἱῶν καὶ θυγατέρων; Μηδὲ λεγέτω, φησὶν, ὁ παῖδας οὐκ ἔχων, ὅτι Ἐγώ εἰμι ξύλον ξηρόν. Λυπεῖ δὲ οὐδὲν, μᾶλλον δὲ ἀναγκαῖον εἶναί φημι δια‐ μνημονεῦσαι καὶ νῦν τῶν εὐνουχισάντων ἑαυτοὺς διὰ | |
5 | τὴν βασιλείαν τῶν οὐρανῶν, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, οἷς ἂν ἐφαρμόσειέ τις, καὶ μάλα εἰκότως, τὸν ἔν γε τούτοις παρὰ Θεοῦ λόγον. Δώσω γὰρ αὐτοῖς, φησὶν, ἐν τῷ οἴκῳ μου, καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν. Οἶκον δὲ καὶ τεῖχος, ἤτοι τὸν περίβολον | |
10 | καὶ ἀσφάλειαν ἀποκαλεῖν ἔοικε τὴν Ἐκκλησίαν, τὴν ἄνω που τάχα καὶ ἐν οὐρανοῖς, ἤγουν τὴν ἐπὶ γῆς, εἰς ἣν διαπρέπουσιν ἄνδρες ἁγνείᾳ καὶ σεμνότητι σύντροφοι, καὶ τὸ τῆς ἐγκρατείας ἀναδούμενοι καύ‐ χημα, καὶ πολυπαιδίας κρείττονα τὴν ἐπὶ τούτῳ δόξαν | |
15 | ἡγούμενοι, καὶ τό γε ἧκον εἰς σεμνότητα πολιτείας εὐνούχων οὐδὲν διαφέροντες. Οὗτοι δέχονται παρὰ Θεοῦ δόξαν αἰώνιον· δηλοῖ δὲ τοῦτο τοὔνομα, καὶ οὐκ ἂν ἐκλείψοι ἐν αὐτοῖς ἡ παρ’ αὐτοῦ χάρις· ἐξαίρετα γὰρ τῆς ἐγκρατείας τὰ γέρα, πλὴν οὐχ ἁπλοῖς εὐ‐ | |
20 | νούχοις τὴν τῶν οὕτω λαμπρῶν ἀξιωμάτων ἐπαγγέλ‐ λεται χορηγίαν, ἀλλὰ τοῖς φυλάττουσι τὰ Σάββατα αὐτοῦ, Χριστοῦ δὲ δηλονότι· ἕτερα δὲ, ὡς ἔφην, τὰ αὐτοῦ Σάββατα παρὰ τοῦ νόμου. Τὰ μὲν γὰρ ἦν ἐν τύποις, τὰ δὲ τῷ τῆς ἀληθείας καταφαιδρύνεται κάλ‐ | |
25 | λει. Καὶ ἐπεὶ τοῖς ἐπιλεξαμένοις [ἅπερ] αὐτὸς βούλε‐ ται, καὶ ἀντεχομένοις τῆς διαθήκης αὐτοῦ. Βούλεται δὲ Χριστὸς οὐ τὰ ἐν σκιαῖς καὶ γράμμασι νομικῶς, ἀλλὰ καὶ τὰ ἐν τῇ διαθήκῃ τῇ παρ’ αὐτοῦ· δῆλον δὲ ὅτι τῇ νέᾳ τε καὶ εὐαγγελικῇ. | |
30 | Καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις Κυρίῳ δουλεύειν αὐτῷ, καὶ ἀγαπᾷν τὸ ὄνομα Κυρίου, τὸ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας, καὶ πάντας τοὺς φυλασσομένους τὰ Σάββατά μου μὴ βεβη‐ λοῦν, καὶ ἀντεχομένους τῆς διαθήκης μου, εἰσ‐ | |
35 | άξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου, καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου. Τὰ ὁλο‐ καυτώματα αὐτῶν, καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τὸ θυσιαστήριόν μου. Ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς προκληθήσεται πᾶσι τοῖς ἔθνε‐ | |
40 | σιν, εἶπε Κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ. Συναπτέον τοῖς ἀνόπιν καὶ ταῦτα, ἵν’ ᾖ τοιοῦτον τὸ λεγόμενον· Τάδε λέγει Κύριος τοῖς εὐνούχοις, καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις Κυρίῳ δουλεύειν αὐτῷ. | |
45 | Οὐκοῦν διαλέγεται τοῖς ἐξ ἐθνῶν, καὶ οὔτι που μόνοις τοῖς ἐξ αἵματος Ἰσραὴλ, οἳ τὴν ὀφρὺν ἀνασπῶντες ὑψηλὴν κατεπεφύοντο τῶν ἀλλογενῶν, μερίδα καὶ κλῆρον Θεοῦ καὶ λαὸν ἅγιον ἑαυτοὺς ὀνομάζοντες· φάσκοντες τὸ, «Μακάριοί ἐσμεν Ἰσραὴλ, ὅτι τὰ | |
70.1245(50) | ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστι.» Πρόδηλον οὖν, ὅτι οὐ σαρκικῆς εὐγενείας δύναμις συνάπτει Θεῷ· οὐ γὰρ ὅτι γεγόνασιν ἐξ Ἀβραὰμ, κλῆρος Θεοῦ με‐ μενήκασι, καταλογισθεῖεν δ’ ἂν εἰς λαὸν αὐτοῦ διὰ συναφείας τῆς πνευματικῆς οἱ αὐτῷ προσκείμενοι, | |
55 | κἂν εἴ τινες εἶεν ἀλλογενεῖς, προσκείμενοι δὲ διὰ πίστεώς τε, καὶ τὴν ὑπ’ αὐτῷ δουλείαν ἡγεῖσθαι | |
καύχημα, καὶ ἀγαπᾷν τὸ ὄνομα αὐτοῦ· ἀγαπᾷν δὲ | 1245 | |
70.1248 | οὕτως ὡς διὰ τῆς εἰσάπαν ὑποταγῆς τῆς αὐτοῦ βασι‐ λείας ὑποτρέχειν ἀεὶ τὸν ζυγὸν, μὴ ἐξισταμένους ἐφ’ ἃ μὴ θέμις, μήτε μὴν εὐπαραφόρως ἔχοντας εἰς τὸ ἑλέσθαι παλινδρομεῖν, ἐπί γε τὸ δεῖν προσκεῖσθαι | |
5 | θεοῖς ἑτέροις, ἐρηρεισμένην δὲ μᾶλλον καὶ ἀκράδαν‐ τον ἔχοντας διάνοιαν, οὕτω τε φυλασσομένους τὰ Σάββατα αὐτοῦ, ὥστε μὴ βεβηλοῦν αὐτὰ, Χριστοῦ δὲ δηλονότι. Σαββατίζουσι γὰρ Ἰουδαῖοι κατὰ τὸν νόμον, τὴν σάρκα τηροῦντες ἔξω πόνου παντὸς, καὶ ἀργίαν | |
10 | ἐπιτηδεύοντες τὴν ὡς ἐν ἔργοις σωματικοῖς. Ἀλλ’ ὁ τοιοῦτος σαββατισμὸς ἀπόβλητος ἦν παρὰ Θεῷ· ὁ δὲ εἰσελθὼν εἰς τὴν κατάπαυσιν τοῦ Χριστοῦ, καὶ νοη‐ τῶς σαββατίζων, κατέπαυσεν ἀπὸ τῶν ἰδίων ἔργων. Γράφει γοῦν οὕτως ὁ πάνσοφος Παῦλος. Τοὺς νῦν ἀλ‐ | |
15 | λογενεῖς εἰσάξειν ἐπαγγέλλεται εἰς τὸ ὄρος τὸ ἅγιον αὐτοῦ, καὶ κατευφραίνειν αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς αὐτοῦ. Ἐνταῦθά μοι βλέπε τὴν τοῦ νόμου σκιὰν ἀνατετραμμένην, καὶ τὴν παλαιότητα τοῦ γράμματος ἀπρακτοῦσαν ἤδη πως. Πάντα γὰρ γέγο‐ | |
20 | νεν ἐν Χριστῷ καινὰ, τὰ ἀρχαῖα παρῆλθεν. Ἀπέφησε μὲν ὁ νόμος τοῦ δεῖν εἰς οἶκον ἰέναι Θεοῦ τοὺς ἀλλο‐ γενεῖς· ἔφη γάρ· «Οὐκ εἰσελεύσεται Ἀμμονίτης καὶ Μωαβίτης εἰς Ἐκκλησίαν Κυρίου.» Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος εἰς καινότητα τὴν πνευματικὴν | |
25 | τὰ καθ’ ἡμᾶς μεθιστὰς, εἰσάξειν εἰς τὸν οἶκον τὸν ἅγιον ἑαυτοῦ κατεπαγγέλλεται τοὺς ἀλλογενεῖς. Ὄρος γὰρ ἅγιον οὐδὲν ἕτερον εἶναί φησι, πλὴν ὅτι τὴν ἑαυ‐ τοῦ Ἐκκλησίαν, εἰς ἢν εἰσελάσαντες κατευφραίνονται τοῖς παρ’ αὐτοῦ χαρίσμασιν, ἐντρυφῶντες δηλονότι, | |
30 | καὶ τὴν τῶν ἁγίων πλουτοῦντες ἐλπίδα· ὅτι δὲ πολι‐ τεύσονται καθαρῶς, εὐμενῆ τε καὶ ἵλεω τὸν τῶν ὅλων ἕξουσι Θεὸν, διαμεμήνυκεν εἰπὼν, ὅτι Τὰ ὁλο‐ καυτώματα αὐτῶν, καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δε‐ κταὶ ἐπὶ τὸ θυσιαστήριόν μου. Γέγονε δὲ ὁ λόγος ὡς | |
35 | ἐκ παραδείγματος καὶ τύπου τῆς κατὰ νόμον λα‐ τρείας. Πάλαι μὲν γὰρ κριοὺς καὶ ταύρους ὁλοκαυτοῦν ἔθος ἦν τοῖς ἐξ Ἰσραὴλ, θυσίας τε προσάγειν. Ἐπειδὴ δὲ, ὡς ἔφην, παρελήλακεν ἡ σκιὰ, οὐ τὴν δι’ αἱμάτων ποιοῦνται πρόσοδον οἱ ἐξ ἐθνῶν κεκλημένοι, ἀλλ’ | |
40 | οἷον ἑαυτοὺς ἱερουργοῦσι τῷ Θεῷ, κόσμῳ μὲν ἀπο‐ θνήσκοντες, ζῶντες δὲ τῇ δικαιοσύνῃ, καθὰ γέγρα‐ πται. Ἔσονται δὲ δεκτοὶ, καὶ εἰς ὀσμὴν εὐωδίας, οἱ μὲν ὅλην ἑαυτῶν τὴν ζωὴν ὥσπερ ἱερὰν ἀποφαίνοντες, ὡς ἐν τάξει νοεῖσθαι τῶν ὁλοκαυτωμάτων· οἱ δὲ ὡς | |
45 | θυσίαν μερικὴν, ὁποία τίς ἐστιν ἡ τῶν ἐν Κυρίῳ γεγαμηκότων ζωὴ, μεμερισμένων τρόπον τινὰ Θεῷ τε καὶ κόσμῳ. Τὰ γὰρ εἰς θυσίας προσφερόμενα τῶν ζώων οὐχ ὁλόκληρα τοῖς θυσιαστηρίοις ἐναπετίθετο μᾶλλον, ἀλλ’ ἐξ ἡμισείας, ἤγουν ἐκ μέρους. Δεκτοὶ | |
70.1248(50) | τοιγαροῦν οἱ ἀλλογενεῖς, ἑαυτοὺς ἀνατιθέντες εἰς εὐ‐ οσμίαν πνευματικήν. Ὅτι δὲ οὐχὶ μόνοις τοῖς ἐξ Ἰσραὴλ ὁ θεῖος ἐκνενέμηται νεὼς, ἤγουν ὁ οἶκος τῆς προσευχῆς τοῦ ἐπὶ πάντας Θεοῦ, αἰνεῖται δὲ μᾶλλον τοῖς ἀνὰ πᾶσαν τὴν γῆν δι’ ἐπιστροφῆς καὶ πίστεως | |
55 | καλουμένοις εἰς ἐπίγνωσιν αὐτοῦ, καθίστησιν ἐναργὲς εἰπὼν, ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσε‐ | |
ται πᾶσι τοῖς ἔθνεσι. Τίς οὖν ἄρα ἐστὶν ὁ ταῦτα | 1247 | |
70.1249 | προϋπισχνούμενος; Ἆρ’ ὁ θεσπέσιος προφήτης Ἡσαΐας ὡς ἀπὸ γνώμης ἰδίας; Οὐ μὲν οὖν. Εἶπε γὰρ ὁ Κύ‐ ριος, φησὶν, ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ. Οὗτοι τοιγαροῦν οἱ λόγοι, καὶ τοῦ κατοικτείροντος αἱ | |
5 | φωναί· φύσει γὰρ ὑπάρχων ἀγαθὸς πάντας ἀνθρώ‐ πους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλ‐ θεῖν. Πλὴν ὅτι τὸ τῆς ἡμερότητος μέγεθος οὐκ ἐπὶ μόνοις ὤφθη τοῖς ἐξ ἐθνῶν, ἐπιλάμψαντος τῷ κόσμῳ Χριστοῦ, ἀλλὰ γὰρ καὶ ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ, | |
10 | σαφὲς ἂν γένοιτο διειπόντος αὐτοῦ τὸ, Εἶπεν ὁ Κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ. Ἦσαν οὖν ἄρα καὶ αὐτοὶ κατεσκεδασμένοι, καὶ οὐχὶ μᾶλλον σω‐ ματικῶς, ἤγουν ἔξω που τῆς Ἰουδαίας ἀπενηνεγμέ‐ νοι, καὶ εἰς πόλεις ὄντες ἑτέρας ἢ χώρας, ἀλλ’ ὡς | |
15 | τῆς ἐννόμου πολιτείας ἀποφοιτήσαντες, καὶ τῆς εἰς Θεὸν ἀγάπης ἀποπηδήσαντες· οὐ γὰρ τετηρήκασι τὴν δοθεῖσαν ἐντολήν· εὑρήσομεν δὲ πλεισταχοῦ, καὶ ταῖς τῶν εἰδώλων θεραπείαις προσνενευκότας αὐτοὺς, καὶ χείλεσι μὲν τιμῶντας Θεὸν, ἀπεσχοινισμένην δὲ αὐτῶν τὴν διάνοιαν ἔχοντας, καὶ μάτην αὐτὸν σεβο‐ | |
20 | μένους, διδάσκοντάς τε διδασκαλίας, ἐντάλματα ἀνθρώπων. Οὐκοῦν μὴ καυχάσθω τῶν ἀλλογενῶν ὁ δυσ‐ άγωγος Ἰσραήλ· ἠλέηνται γὰρ ἐν ἴσῳ τρόπῳ καὶ αὐτοὶ παρὰ Θεοῦ· κατελήφθησαν γὰρ, οὐκ ἀκράδαντον ἔχοντες τὸ γνήσιον, οὔτε μὴν ἀμώμητον εἰσάπαν τὸ εὐπαθὲς, κατεσκεδασμένοι δὲ μᾶλλον καὶ ἐσπαρμένοι, καθάπερ ἔφην ἀρτίως. Ὅτι συνάξω ἐπ’ αὐτὸν συναγωγήν. Πάντα τὰ | |
25 | θηρία τὰ ἄγρια, δεῦτε, φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ. Ἴδετε ὅτι πάντες ἐκτετύφλωνται, καὶ οὐκ ἔγνωσαν φρονῆσαι. Πάντες κύνες ἐν‐ νεοὶ οὐ δυνάμενοι ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοί‐ την, φιλοῦντες νυσταγμὸν, καὶ ὡς κύνες ἀναι‐ | |
30 | δεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονὴν, καὶ εἰσὶ πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ αὐτό. Διχῆ τοῖς γεγραμμένοις προσβαλεῖς· ἢ γὰρ θηρία | |
35 | φησὶν ἀτίθασσά τε καὶ ἀνήμερα, τοὺς ἐξ ἐθνῶν, ἅτε δὴ καὶ ὑπὸ τυράννῳ τεθραμμένα τοιούτῳ, τῷ διαβόλῳ φημὶ, καὶ οἷον ἐκτεθηριωμένοι, καὶ ζῶντες οὐκ ἀνθρωπίνως· ἤγουν θηρία καλεῖν ἔοικε τοὺς καταδῃώσαντας τὸν Ἰσραὴλ, καὶ ὅλῳ τῷ στόματι | |
40 | φαγόντας αὐτὸν διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν. Καὶ εἰ μὲν τῶν ἐθνῶν ὡς θηρίων διαμέμνηται, φαμὲν αὐτοῖς προσπεφωνῆσθαι παρὰ Θεοῦ τὸ, Δεῦτε, φά‐ γετε. Σημαίνει δὲ τοῦτο πᾶσαν αὐτοῖς ἀμφιλαφίαν δεδόσθαι παρ’ αὐτοῦ τῶν ἱερῶν χαρισμάτων, καὶ | |
45 | παρατεθεῖσθαι τράπεζαν τὴν ζωοποιόν· κατεδηδό‐ κασι γὰρ καὶ αὐτοὶ τὸν ἄρτον τῆς ζωῆς, μέτοχοι γὰρ γεγόνασι τοῦ Χριστοῦ, καὶ σύσσωμοι τῶν ἁγίων, ὥστε καὶ χαίροντας λέγειν· «Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει, εἰς τόπον χλόης ἐκεῖ με κατ‐ | |
70.1249(50) | εσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψεν. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν.» Ἔφη δὲ καὶ δι’ ἑνὸς τῶν ἁγίων προφη‐ τῶν· «Φάγετε, πίετε, καὶ μεθύσθητε, οἱ πλησίον.» Μακρὰν γὰρ ὄντες Θεοῦ γεγόνασιν ἐγγὺς διὰ τῆς | |
55 | πίστεως, οἱ ποτὲ πλανώμενοι καὶ τῆς ἱερᾶς ἐμπέ‐ πληνται τροφῆς· γέγραπται γὰρ, ὅτι «Ἄρτος στηρί‐ | |
ζει καρδίαν ἀνθρώπου.» Εἰ δὲ δὴ θηρία νοοῖντο πρὸς | 1249 | |
70.1252 | ἡμῶν οἱ καταφαγόντες τὸν Ἰσραὴλ, τὸ Δεῦτε, φάγετε, μονονουχὶ παραῤῥιπτοῦντός ἐστιν αὐτοῖς τοὺς ἠσεβη‐ κότας, καὶ οἷς τὸ παθεῖν πρέπει, καὶ μάλα εἰκότως· ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, τὴν πίστιν | |
5 | οὐ προσηκάμενοι, καὶ γεγόνασι μακρὰν οἱ ἐγγὺς, καὶ λαὸς οὐκέτι Θεοῦ, κατεστυγημένοι δὲ μᾶλλον ὡς Κυ‐ ριοκτόνοι. Ἵνα δὲ μὴ φαίνηται Θεὸς κολάζων εἰκῆ, καὶ δίκας αἰτῶν τὰς ἐπ’ οὐδενὶ, παρατίθησιν εὐθὺς τὰς αἰτίας, αἷς δὴ καὶ ἔνοχοι γεγονότες δέδονται πρὸς | |
10 | ὄλεθρον τοῖς ἐχθροῖς, ἤτοι τοῖς θηρσὶ πρὸς κατά‐ βρωμα. Ἴδετε γὰρ, φησὶν, ὅτι πάντες ἐκτετύφλωνται, οὐκ ἔγνωσαν φρονῆσαι. Τυφλοὶ γὰρ ὄντως οἱ ἐξ Ἰσραὴλ, μάλιστα δὲ τῶν ἄλλων οἱ Γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, καὶ οἱ καθηγεῖσθαι λαχόντες τῆς | |
15 | Συναγωγῆς. Οὐ γὰρ παρεδέξαντο φῶς τὸ ἀληθινὸν, οὔτε μὴν ἠθέλησαν γνῶναι Χριστὸν, καίτοι βοῶντα σαφῶς ποτὲ μὲν, ὅτι «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,» ποτὲ δὲ πάλιν, «Ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλή‐ λυθα· ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσῃ ἐν τῇ | |
20 | σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.» Ἐξὸν οὖν ἄρα καταπλουτῆσαι τὸ φῶς προσηκαμένους τὴν πίστιν, τοῦτο μὲν οὐ πεπράχασιν, ὡς δὲ ὁ προφήτης φησὶν, Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος, μεί‐ ναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. Ἔφη δὲ καὶ | |
25 | αὐτὸς ὁ Σωτὴρ περί τε αὐτῶν καὶ τῶν ὑπὸ χεῖρα λαῶν, ὅτι «Τυφλοί εἰσι καὶ τυφλῶν ὁδηγοί.» Ἅπαντες τοίνυν ἐκτετύφλωνται, φησὶ, καὶ οὐκ ἔγνωσαν φρο‐ νῆσαι. Καὶ γὰρ ἦν κατὰ τὸ ἀληθὲς ἀνδρῶν ἐμφρό‐ νων καὶ συνετῶν, τὸ ἐπιδράξασθαι γοργῶς τοῦ τῆς | |
30 | σωτηρίας παρόντος καιροῦ· προέτρεπε γοῦν αὐτοὺς εἰς τοῦτο λέγων ὁ θεσπέσιος Δαβίδ· «Δράξασθε παιδείας μήποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ ἐφ’ ὑμᾶς.» Ἐπειδὴ δὲ οὐκ ἐπεδράξαντο τῆς διὰ | |
35 | Χριστοῦ παιδείας, ἐξεκαύθη κατ’ αὐτῶν ὁ θυμὸς, καὶ ἀπολώλασιν ἐξ ὁδοῦ δικαίας, τουτέστιν, ἔξω γεγόνασι πολιτείας εὐαγγελικῆς, δι’ ἧς καὶ μόνης οἱ τῆς ἀρεσκούσης Θεῷ δικαιοσύνης ἐκλάμπουσι τρόποι. Πρὸς δέ γε τὸ εἶναι τυφλοὶ, φησὶ, καὶ κύνες ἦσαν | |
40 | ἐννεοὶ, οὐ δυνάμενοι ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοί‐ την, φιλοῦντες νυσταγμόν· ὡς ἐκ παραδείγματος ἐναργοῦς τοὺς περὶ αὐτῶν ποιεῖται λόγους. Οἱ μὲν γὰρ ταῖς ποίμναις ἑπόμενοι κύνες κύκλῳ περινο‐ στοῦντες ἀεὶ, κρείττους εἰσὶ καὶ ὕπνου καὶ νυσταγ‐ | |
45 | μοῦ. Εἰ γάρ πού τι τῶν ἀτιθάσσων ὀφθείη θηρίων, καθυλακτοῦσιν εὐτόνως, καὶ παντὶ σθένει χρώμενοι τῶν θρεμμάτων ἀποσοβεῖν ἐπείγονται, καὶ τοῦτο ἔργον αὐτοῖς. Τούτοις ἐοικέναι χρὴ τοὺς τῶν λογι‐ κῶν ποιμνίων προεστηκότας, καθηγητὰς δηλονότι | |
70.1252(50) | καὶ διδασκάλους, ὥστε κήδεσθαι καὶ τῶν ὑπεζευγ‐ μένων, καὶ ἀπελαύνειν τοὺς καθ’ ὁντιναοῦν τρό‐ πον ἀδικεῖν ἐθέλοντας, καὶ ἀποφέροντας μὲν τῆς εἰς Θεὸν ἀγάπης, κατολιγωρεῖν ἀναπείθοντας τῆς εἰς αὐτὸν αἰδοῦς, εἰς δὲ τὸ αὐτοῖς δοκοῦν ἁρπάζοντας. | |
55 | Ἀλλ’ οὐκ ἤθελον εἶναι τοιοῦτο τῆς Ἰουδαίων Συναγω‐ γῆς οἱ προεστηκότες· μᾶλλον γὰρ ἦσαν κύνες ἐννεοὶ, | |
νυσταγμὸν φιλοῦντες, καὶ κοίτην ἐνυπνιαζόμενοι. | 1251 | |
70.1253 | Καίτοι γὰρ δέον τοῖς ὑπὸ χεῖρα λαοῖς εἰσηγεῖσθαι τὰ χρήσιμα, καὶ τῶν ἑτεροδιδασκαλεῖν εἰωθότων τὰς ἐφόδους ἀποσοβεῖν, τοῦτο μὲν οὐκ ἔδρων, αὐτοὶ δὲ μᾶλλον αὐτοὺς τοῖς τῆς ἀπωλείας ἐνίεσαν βόθροις. | |
5 | Καὶ τοῦτο διδάξει λέγων ὁ τῶν ὅλων Θεός· «Οἱ ἱε‐ ρεῖς σου οὐκ εἶπαν· Ποῦ ἐστι Κύριος; καὶ οἱ ἀντεχό‐ μενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμὲ, καὶ οἱ προφῆται ἐπροφήτευον τῇ Βάαλ.» Οὐκοῦν ὥσπερ κύνες καθυλακτεῖν μὲν τῶν | |
10 | ταῖς ποίμναις ἐπηρεαζόντων οὐκ ἤθελον, ἐμιμοῦντο δὲ τῶν κυνῶν τὴν ἀναισχυντίαν, καὶ τὸ μὴ εἰδέναι πλησμονήν. Φιλόπλουτοι γὰρ ὄντες, καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι, καὶ δωροδοκίαις ἐπιγαννύμενοι παρηνόμουν, οἳ καὶ αἰσχυνόμενοι ψῆφον ἄδικον κα‐ | |
15 | ταφέροντες ἔσθ’ ὅτε τῶν ἀδικούντων μηδὲν, δικαιοῦν‐ τες δὲ τὸν ἀσεβῆ, οὐ γὰρ ᾔδεισαν πλησμονὴν, τουτ‐ έστι, κόρον λημμάτων αἰσχρῶν δηλονότι· καὶ ἐπὶ τούτοις αὐτοὺς καὶ αὐτὸς ὁ Σωτὴρ ᾐτιᾶτο λέγων· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, | |
20 | ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ ἄνηθον, καὶ Τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸν ἔλεον καὶ τὴν πίστιν.» Ἔφη δὲ περὶ αὐτῶν καὶ ὁ θεσπέσιος προφήτης Ἡσαΐας· «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν, πλήρης | |
25 | κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη, νῦν δὲ φονευταί; Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχον‐ | |
30 | τες.» Ναὶ μὴν καὶ ὁ θεσπέσιος Ἀββακοὺμ, ἐπ’ αὐτῷ δὴ τούτῳ, μονονουχὶ καὶ δεδακρυμένως, προσεφώνει πρὸς Θεόν· «Ἕως τίνος, Κύριε, Κύριε, κράξομαι καὶ [οὐκ] εἰσακούσῃ; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις; Ἵνατί μοι ἔδειξας κόπους, καὶ πόνους, ἐπι‐ | |
35 | βλέπειν ταλαιπωρίαν, καὶ ἀσέβειαν; ἐξ ἐναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. Διὰ τοῦτο δι‐ εσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον. Ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον.» Οὐκ‐ | |
40 | οῦν τὸ μὲν φιλογρήγορον τῶν ἐν ἀγέλαις κυνῶν ζη‐ λοῦν οὐκ ἤθελον, ἀπεμιμοῦντο δὲ μόνον αὐτοὺς κατά γε τὸ εἶναι καταφρονητὰς μὲν ἁπάσης αἰδοῦς, ἐγκεῖ‐ σθαι δὲ ἀκορέστως ταῖς τῶν λημμάτων συλλογαῖς. Καὶ πρός γε τούτῳ, πονηροὺς αὐτοὺς εἶναί φησι, καὶ οὐκ | |
45 | εἰδέναι σύνεσιν. Οὐκοῦν ἀσύνετος ὁ πονηρός· ἡ γὰρ σύνεσις πρέποι ἂν μάλιστα τοῖς εἰωθόσιν ἀγαθουρ‐ γεῖν, πονηρία δὲ φρενὸς ἀπέστω τῆς ἀγαθῆς. Ἴσον γὰρ ἰδεῖν ψώραν τε καὶ ἕλκος ἐν σώματι, καὶ πο‐ νηρίαν εἰς νοῦν· ἀσύνετον γὰρ αὐτὸν ἀποφαίνει κα‐ | |
70.1253(50) | ταφέρουσα πρὸς σκαιότητα, καὶ ἀποτελοῦσα δύστρο‐ πον. Ἐπειδὴ δὲ πονηροὶ γεγόνασι καὶ ἀσύνετοι, ταύτης ἕνεκα τῆς αἰτίας πάντες, φησὶν, ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν ἕκαστος κατὰ τὸ αὐτό· ἀφέντες γὰρ ὥσπερ τὸ εὐθὺ φέρεσθαι παντὸς ἀγα‐ | |
55 | θοῦ, καὶ τὸ δεῖν ἕπεσθαι τοῖς τεθεσπισμένοις, τοῖς σφῶν θελήμασιν ὅλας ὥσπερ ἀφέντες ἡνίας, ἔπραττον τὸ καθ’ ἡδονὴν, καὶ οὐ καθ’ ἕνα μόνον, ἀλλὰ γὰρ | |
καὶ κατὰ τὸ αὐτὸ, τουτέστιν, ὁμοῦ καὶ κατὰ πληθύν. Εὑρήσομεν δὲ τοὺς τῶν Ἰουδαίων καθηγητὰς ἔκτοπά | 1253 | |
70.1256 | τε καὶ τοῖς θείοις ἀπᾴδοντα νόμοις, καὶ ἐν συλλόγοις αὐτῶν, καὶ συνεδρίοις βουλευομένους, καὶ πράττον‐ τας. Πεπτώκασι γὰρ οὕτω καὶ εἰς τὰ τῆς Κυριοκτονίας ἐγκλήματα, ἐτράποντο δὲ καὶ ἑτέρως ἕκαστος εἰς τὴν ὁδὸν αὐτοῦ. Φιλήδονοι γὰρ ἦσαν μᾶλλον ἢ φιλόθεοι, κα τοῖς τοῦ παρόντος βίου περισπασμοῖς ἐφ‐ ήδοντο μᾶλλον, τῆς ἐννόμου τε καὶ ἀρίστης ζωῆς εἰσάπαν ὀλιγωρήσαντες. | |
5 | Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέ‐ χεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. Ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρ‐ ται ὁ δίκαιος, ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται ἐκ τοῦ μέσου. | |
10 | Ἀποφήνας ὅτι κύνες γεγόνασιν ἐννεοὶ, καὶ ἀκό‐ ρεστοι πρὸς φιλοκερδίαν, προσαποδείκνυσιν ἐν τού‐ τοις ῥᾳθύμους ὄντας, καὶ καταφρονητὰς, ὡς καὶ ἐπὶ τοῖς ἐσχάτοις τῶν πλημμελημάτων ἀτέγκτως ἔχειν, καὶ τὸ χρῆναι μετανοεῖν οὐδὲ εἰς νοῦν βούλεσθαι | |
15 | προθυμουμένους. Ἀπώλετο γὰρ, φησὶν, ὁ δίκαιος, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. Ἔοικε δὲ διὰ τούτων ὑποδηλοῦν τὰ εἰς Χριστὸν τολμήματα τῆς Ἰουδαίων ἀγέλης, καὶ ὅσα πεπράχασι κατὰ τῶν ἁγίων ἀποστό‐ | |
20 | λων· ἀπεκτόνασι μὲν γὰρ τὸν Ἰησοῦν, μονονουχὶ τὸ προφητικὸν ἐκεῖνο βοῶντες, καὶ λέγοντες· «Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι,» καὶ τό γε ἧκον εἰς τὸν ἐνόντα σκοπὸν αὐτοῖς, ἀπώλετο δίκαιος ὢν, τουτέστιν, οὐκ εἰδὼς ἁμαρτίαν· οὐ γὰρ ἐπ’ αἰ‐ | |
25 | τίαις εὐλόγοις ἀπεκτόνασιν αὐτὸν, ἄνδρας τε ὄντας δικαίους, τοὺς τὸ θεῖον αὐτοῖς καὶ εὐαγγελικὸν πρε‐ σβεύοντας λόγον, καὶ καλοῦντας εἰς μετάγνωσιν τῆς ἐνούσης αὐτοῖς ὠμότητος, εἰς πεῖραν ἐλθεῖν ἀφιλοι‐ κτιρμόνως παρεσκεύασαν. Ἀνῄρηται γοῦν παρ’ αὐ‐ | |
30 | τοῖς ὁ θεσπέσιος Στέφανος μακρὸν πρὸς αὐτοὺς κατα‐ τείνας λόγον, καὶ δι’ ὧν ἦν εἰκὸς σαγηνεύεσθαι πρὸς μετάγνωσιν, διὰ τούτων αὐτῶν κατεθήγοντο πρὸς τὸ δυσμενές. Αἴρονται τοίνυν ἄνδρες δίκαιοι, φησὶ, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, τουτέστιν, εἰς νοῦν | |
35 | ἀξιοῖ βαλέσθαι τῆς δυσσεβείας τὸ μέγεθος· κατηγω‐ νίσαντο τοὺς δικαίους, καὶ κεκρατήκασιν οἱ πονηροὶ τοῦ μὴ εἰδότος πλημμελεῖν. Ἔσται δὴ οὖν ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ· ἦρται ἐκ τοῦ μέσου. Ἄθρει δή μοι πάλιν τοῦ λόγου τὸ σχῆμα· τὸν γάρτοι σκοπὸν τῶν | |
40 | ἀνῃρηκότων, καὶ οὔτι που πάντως τὸ τοῦ πράγματος οὕτως ἔχον ὡς λέγεται διαδείκνυσι πέρας. Οὐ γὰρ ἦρται ἐκ τοῦ μέσου Χριστὸς, οὔτε μὴν οἱ τὰ αὐτοῦ πρεσβεύοντες, δίκαιοι καὶ αὐτοὶ τυγχάνοντες, ὡς παρ’ αὐτοῦ δικαιούμενοι· γεγόνασί γε μὴν οἷον ἐκ | |
45 | μέσου, κατά γέ φημι τὸ τῶν ἀνῃρηκότων ἐγχείρημα· ὅτι δὲ τῶν ἀνῃρηκότων ἁπάντων κατατρέχει τὸ κατ‐ ηγόρημα, καὶ οὐδεὶς ἦν ἐν τοῖς Ἰουδαίοις, ὃς ἔξω κείσεται τῆς αἰτίας, ὑπέφηνεν, εἰπών· Ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ. Καὶ ταφὴν μὲν ὀνομάζει τὸν | |
70.1256(50) | θάνατον, τὸ δὲ, ἐν εἰρήνῃ, προστεθεὶς, ὑπέφηνεν ὅτι οὐδεὶς ἦν ὅλως ἐν τοῖς τῶν Ἰουδαίων τάγμασιν ἀνθ‐ εστηκὼς ταῖς ἀνοσίαις αὐτῶν βουλαῖς, ἤγουν ἀνταν‐ ιστάμενος, καὶ τοῖς ἀνοσιουργεῖν ἐθέλουσιν ἐπιτι‐ μῶν· ἐκ μιᾶς γὰρ ἅπαντες βουλῆς καὶ γνώμης | |
55 | τετολμήκασι κατὰ Χριστοῦ, εἰρηνεύοντές τε πρὸς | |
ἀλλήλους ἀπεκτόνασιν αὐτόν. | 1255 | |
70.1257 | Ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. Ἐν τίνι ἐνετρυφή‐ τατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; Οὐχ | |
5 | ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον; Ἐκ πολλῆς ἄγαν φιλοθεΐας ὁ θεσπέσιος προφήτης ταῖς τῶν Ἰουδαίων ἀθυροστομίαις ἐπιπηδᾷ, καὶ κατ‐ αλγύνεται λίαν ἐπὶ ταῖς ἀνοσίαις αὐτῶν φωναῖς, ἃς εἰρήκασι κατὰ Χριστοῦ. Διατετελέκασι γὰρ μέχρι | |
10 | παντὸς οἱονεὶ χαλῶντες ἐπ’ αὐτῷ τὴν γλῶσσαν, καὶ ὅλοις ὥσπερ ἱστίοις τῆς ἐνούσης ἀνεξικακίας αὐτῷ κατατρέχοντες. Τί γὰρ τῶν ἐκτόπων οὐχ ἁλοῖεν ἂν κατειρηκότες αὐτοῦ; Σαμαρείτην, καὶ οἰνοπότην, καὶ ἐκ πορνείας γεγεννημένον ὠνόμαζον αὐτὸν, καὶ δαι‐ | |
15 | μονᾷν ἔφασκον τὸν ἐπιτιμῶντα δαίμοσι, καὶ ἐν Βεελ‐ ζεβοὺλ ἐργάζεσθαι τὰς θεοσημίας, τὸν συντρίβοντα τὸν Βεελζεβούλ. Εἶτα τελευτῶντες Πιλάτῳ προσῆγον, καὶ κατηγόρευον αὐτοῦ, τῶν μὲν ἀληθῶν οὐδὲν, ψευδο‐ επείαις δὲ μᾶλλον καὶ συκοφαντίαις χρώμενοι. Ἔφα‐ | |
20 | σκον γὰρ, ὅτι Οὗτος ἀνασείει τοὺς ὄχλους, καὶ κωλύει φόρους διδόναι Καίσαρι· ἕτερα δὲ πρὸς τούτοις, ἃ τῆς αὐτῶν κεφαλῆς τὴν ἄσβεστον καταντλήσει φλόγα. Ἐπὶ τούτοις αὐτοὺς καὶ αὐτὸς ὁ Σωτὴρ ᾐτιᾶτο, λέγων διὰ φωνῆς Ὠσηέ· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ’ | |
25 | ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ’ ἐμοῦ ψευδῆ.» Καὶ διά γε τῆς Ἱερεμίου φωνῆς· «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρο‐ νομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς | |
30 | χεῖρας ἐχθρῶν αὐτῆς. Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ, ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν.» Πρὸς γὰρ ταῖς ἑτέραις συκοφαντίαις, αἷς πεποίηνται κατ’ αὐτοῦ, πλεισταχοῦ τετολμήκασιν εἰπεῖν Πιλάτῳ προσάγον‐ | |
35 | τες· «Αἶρε, αἶρε, σταύρου αὐτόν.» Δεδράκασι τοῦτο μάλιστα τῶν ἄλλων τῆς Ἰουδαίων Συναγωγῆς οἱ προ‐ εστηκότες. Καίτοι γὰρ εἰδότες, ὅτι αὐτός ἐστιν ὁ κληρο‐ νόμος, εἶπον ἐν ἑαυτοῖς· «Δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν αὐτοῖς τὴν κληρονομίαν αὐτοῦ.» Ἀλλ’ | |
40 | ἡμάρτανον τῆς ἐλπίδος. Ἀπεκτόνασι μὲν γὰρ, πλὴν οὐ μεμένηκε τῷ θανάτῳ κάτοχος· ἀνεβίω γὰρ, καὶ τὸν ἀμπελῶνα δέδωκε γεωργοῖς ἑτέροις, κακοὺς κα‐ κῶς ἀπολέσας τοὺς ἀγνώμονας καὶ Κυριοκτόνους. Ὦ τοίνυν υἱοὶ, φησὶν, ἄνομοι, ὦ σπέρμα μοιχῶν καὶ | |
45 | πόρνης. Καὶ μοιχοὺς μὲν ἐν τούτοις ἀποκαλεῖ τοὺς καθηγεῖσθαι λαχόντας Γραμματεῖς τε καὶ νομοδι‐ δασκάλους, οἳ μονονουχὶ κατεμοίχωντο τὴν Συναγω‐ γὴν, καὶ τὰ ἐκ νόμου τοῦ θείου λαλοῦντες αὐτῇ. Παρατρέπονται δὲ μᾶλλον ἐφ’ ἃ μὴ θέμις, καὶ διδά‐ | |
70.1257(50) | σκοντες διδασκαλίαν ἐντάλματα ἀνθρώπων. Πόρνη δὲ εἰκότως ἡ τῶν Ἰουδαίων Συναγωγὴ, τὰ τῶν μοιχω‐ μένων δεχομένη σπέρματα, καὶ τὸν τοῦ πανσόφου Μωσέως ἀθετοῦσα νόμον. Ταύτῃτοι καὶ μάλα εἰκό‐ τως υἱοὺς αὐτοὺς ἀποκαλεῖ ἀνόμους. Εἴπατε δὴ οὖν | |
55 | ἐν τίνι, φησὶν, ἐνετρυφήσατε, καὶ ἐπὶ τίνα ἠνοίξατε | |
τὸ στόμα ὑμῶν, καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν | 1257 | |
70.1260 | ὑμῶν. Πολλὰς πλειστάκις ἐποιήσασθε, φησὶ, λοιδο‐ ρίας κατὰ προφητῶν ἁγίων, ἀλλ’ ἦσαν ἐκεῖνοι, γνή‐ σιοι μὲν τῷ ἐπὶ πάντων Θεῷ, πλὴν οἰκέται, καὶ ὑπεζευγμένοι, καὶ μέτρον ἔχοντες τὸ ἀνθρώπινον, | |
5 | καὶ εἰς ὁμοδούλους ἦν τὰ παρ’ αὐτῶν πλημμελήματα. Νυνὶ δὲ ἐπὶ τίνα τὴν γλῶσσαν ἐχαλάσατε; Οὐ γὰρ ἠθελήσατε λαβεῖν τὸν σώζοντα· καὶ σπέρμα ἄνομον· οὐ γὰρ ἠνέχεσθε τοῦ καταρυθμίζοντος εἰς εὐσέβειαν διὰ θεσπισμάτων εὐαγγελικῶν. | |
10 | Οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φά‐ ραγξιν ἀνὰ μέσον τῶν πετρῶν. Ἐκείνη σου ἡ μερὶς, οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς, κἀκείνοις ἀνήνεγκας θυσίας. Ἐπὶ | |
15 | τούτοις οὖν οὐκ ὀργισθήσομαι; Ἐπ’ ὄρος ὑψη‐ λὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας, καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνόν σου. Κυριοκτόνους αὐτοὺς ἀποφήνας, δείκνυσιν ὅτι τὸ | |
20 | μισόθεον αὐτοῖς ἀῤῥώστημα, καὶ τὸ πρόχειρον εἰς μιαιφονίαν, οὐ νέον ἦν ἐν αὐτοῖς, ἀλλὰ γὰρ ἐκ πολ‐ λοῦ καὶ ἄνωθεν ἐνυπάρχον αὐτοῖς. Ὑμεῖς γάρ ἐστε οἱ κατὰ τοὺς ἄνωθεν, φησὶ, καιροὺς παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα. Καίτοι γὰρ βρα‐ | |
25 | βεύοντος αὐτοῖς τοῦ διὰ Μωσέως νόμου τὰ χρήσιμα, διαῤῥήδην τε λέγοντος, «Κύριον τὸν Θεόν σου προσ‐ κυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,» φρενοβλα‐ βείας εἰς τοῦτο κατώλισθον, μᾶλλον δὲ δυσσεβείας ἀσχέτου καὶ τῆς πέρα μέτρου παντὸς, ὥστε καὶ εἰ‐ | |
30 | δώλων γενέσθαι δημιουργοὺς, καὶ ἱερουργεῖν αὐτοῖς, καὶ παρακαλεῖν, ἤτοι διδάσκειν ἑτέρους ὑπὸ δένδρα δασέα προσκυνεῖν, καὶ τιμαῖς ταῖς θεοπρεπέσιν αὐτὰ στεφανοῦν. Τοῦτο καθίστησιν ἐναργὲς ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ἱερεμίου λέγων· «Εἶδες ἃ ἐποίησέ | |
35 | μοι ἡ κατοικία τοῦ Ἰσραήλ· ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ.» Καταλαμβάνοντες γὰρ τὰς τῶν ὀρῶν κορυφὰς καὶ τὰ τῶν ἀλσέων εὐανθέστερα, βωμοὺς καὶ τεμένη κατεσκεύαζον, θυσίας τε καὶ | |
40 | σπονδὰς προσεκόμιζον αὐτόθι τοῖς ἀκαθάρτοις δαί‐ μοσιν· εἰσὶ δὲ καὶ οἱ τῶν ἰδίων ἀφειδήσαντες τέ‐ κνων. Ἔσφαξε γοῦν Ἰεχονίας τὸν ἴδιον υἱὸν τοῖς οὐκ οὖσι θεοῖς. Τοῦτο καὶ αὐτὸς ἔφη που Θεὸς δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, τὴν ὠμότητα καταδεικνὺς τῶν τὰ | |
45 | τοιάδε δρᾷν εἰωθότων· «Θύσατε ἀνθρώπους· μόσχοι γὰρ ἐκλελοίπασιν.» Ὑμεῖς τοίνυν ἐστὲ, φησὶν, οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα, ὑπὸ δένδρα δασέα σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνα‐ μέσον τῶν πετρῶν. Τί οὖν ἐπὶ τούτοις; Ἐκείνη σου | |
70.1260(50) | μερὶς, οὗτός σου ὁ κλῆρος. Προσκεκύνηκας μὲν γὰρ, φησὶ, τοῖς ματαίοις· ἕξεις δὲ μερίδα τοιαύτην, καὶ κλῆρος ἔσται σοι μάταιος. Ἤγουν ἐκεῖνό που τάχα βούλεται δηλοῦν· Ἐσφάξατε τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξι, φησίν. Οὐκοῦν ἐκείνη σου μερὶς, οὗτός σου | |
55 | ὁ κλῆρος, τουτέστι, τοῖς ἴσοις ἐνσχεθήσῃ κακοῖς, καὶ γενήσεταί σοι μερὶς καὶ κλῆρος ἡ σφαγή. Διὰ ποίαν | |
αἰτίαν; Πρῶτον μὲν ὅτι γέγονας παιδοκτόνος, εἶτα | 1259 | |
70.1261 | ὅτι δαίμοσιν ἀκαθάρτοις καὶ ἀψύχοις εἰδώλοις ἐξ‐ έχεας σπονδὰς, κἀκείνοις ἀνήνεγκας θυσίας. Ἆρ’ οὖν ἐπὶ τούτοις οὐκ ὀργισθήσομαι; φησίν· οὐκ εὐ‐ άφορμος καθ’ ὑμῶν ὁ θυμὸς, καὶ τὰ τῆς δίκης οὐκ | |
5 | εὔλογον ἔχει τὴν ἀφορμήν; Ἐπ’ ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, ἐκεῖ ἀνεβίβασας θυσίας, καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνη‐ μόσυνόν σου. Ὅτι μὲν οὖν ἐν τοῖς ὄρεσιν ἐκάθευδον ἐνυπνίων ἕνεκα, πλεισταχοῦ διαμεμήνυκεν ὁ προφη‐ | |
10 | τικὸς ἡμῖν λόγος. Φασὶ δὲ εἰς τοῦτο πλάνης κατολι‐ σθῆσαι τὸν Ἰσραὴλ, ὥστε καὶ ἐν ταῖς θύραις καὶ ἐν τοῖς σταθμοῖς ἐντορνεῦσαι τὰς τῶν εἰδώλων μορφὰς, ἵνα καὶ εἰσβάλλοντες ταῖς οἰκίαις ἔξω τε καὶ βαδί‐ ζοντες ὁρῶσιν αὐτὰ, καὶ ἐν ἀτελευτήτοις ἔχωσι μνή‐ | |
15 | μαις. Ἀφιλοθεΐας δὲ τῆς εἰσάπαν ἀπόδειξις ἐναργὴς καταλογισθείη ἂν τὸ χρῆμα αὐτοῖς, καὶ μάλα εἰκό‐ τως· ἐκάλουν δὲ τὰ τῶν εἰδώλων ἐντετορ[ν]ευμένα σωτηρίας [al. σωτῆρας] καὶ οἰκουρούς. ᾬου ὅτι ἐὰν ἀπ’ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἔξεις. Ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ, καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ’ αὐτῶν, | |
20 | καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ, καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου. Ἅπασα μὲν ἔκτοπος ἡδονὴ, καὶ πᾶσα κακία, τὸν ἀνθρώπινον καταγοητεύουσα νοῦν, μονονουχὶ κατ‐ επαγγέλλεται πεῖράν τινα πράγματος ἀγαθοῦ, καὶ | |
25 | ὅτι μεθέξει τῶν οὐ πάλαι διεγνωσμένων, ἔσται δὲ καὶ ἐν ἀμείνοσιν, ἢ πρότερον ἦν. Λαβοῦσα γὰρ οὕ‐ τως αἰχμάλωτον, οἷπερ ἂν ἕλοι[ν]το λοιπὸν ἀποφέρει. Ἀλλ’ οἱ μὲν ἀσύνετοι, πείρᾳ μαθόντες ἵνα εἰσὶ κα‐ κοῦ, μεταφοιτῶσι μόλις ἐπὶ τὸ ἐν ἀρχαῖς· οἵ γε μὴν | |
30 | τοῖς τῆς διανοίας ὄμμασι περιαθροῦντες εὖ μάλα τὸ ἑκάστου πράγματος πέρας, ἀποφορᾶς οὐκ ἀνέχονται· φυλάττουσι δὲ μᾶλλον ἀπλῆγα, τὸν νοῦν πρὸ πείρας ὁρῶντες τὰ μετὰ ταύτην. Ἀλλ’ οὐ τοιαύτη γέγονεν ἡ τῶν Ἰουδαίων Συναγωγή· ἦν μὲν γὰρ ὑπὸ χεῖρα τοῦ | |
35 | πάντα ἰσχύοντος Θεοῦ, καὶ τὴν παρ’ αὐτοῦ δόξαν ἠμφιεσμένη, δεινὴ καὶ ἀφόρητος τοῖς ὁμόροις ἦν, καὶ τριπόθητον ἔχουσα τὴν ἐλπίδα, καὶ ἁπάσης εὐημε‐ ρίας ἔμπλεω[ς]. Ἑπομένη γὰρ τῷ διὰ Μωσέως νόμῳ τῷ φύσει καὶ ἀληθῶς λελάτρευκε Θεῷ· διατετέλεκε δὲ | |
40 | καιροὺς ἕτερον ἐπ’ αὐτῷ Θεὸν οὐκ ἀνεχομένη καλεῖν, ἤγουν εἰδέναι προσκυνεῖν. Ἐπειδὴ δὲ προσεκλήθη τισὶ διδασκάλοις καὶ ἀνοσίοις ποιμέσι, πέπτωκεν εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, καὶ προσεκύνησε τοῖς ἔρ‐ γοις τῶν ἰδίων χειρῶν· οἰηθεῖσα τάχα που, καὶ ἐν | |
45 | ἀμείνοσιν ἔσεσθαι, τῆς πρὸς Θεὸν ἀγάπης ἐξολισθή‐ σασα. Ἐπὶ τούτοις αὐτὴν αἰτιᾶται λέγων· ᾬου ὅτι ἐὰν ἀπ’ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἕξεις. Ἀλλ’ οὐκ ἐκ‐ βέβηκεν εἰς πέρας αὐτῇ τὰ προσδοκηθέντα τῆς οὕτω ψυχρᾶς καὶ ματαίας ἐλπίδος· γεγόνασι γὰρ μᾶλλον | |
70.1261(50) | ἐν παντὶ κακῷ. Ἐσχήκασι τοίνυν εἴς γε τὸ εὐημε‐ ρεῖν τὸ περιττὸν οὐδὲν, ἀποβαλόντες τὸ γνήσιον, καὶ τὸ ἑδραῖον ἐν τούτοις μικροῦ παντελῶς ἀξιοῦντες λόγου. Καὶ τὸ ἔτι τούτου παραλογώτερον, Ἠγάπησας, φησὶ, τοὺς κοιμωμένους μετὰ σοῦ, καὶ ἐπλήθυνας τὴν | |
55 | πορνείαν σου μετ’ αὐτῶν· καὶ διαλέγεται μὲν ὡς πρὸς γυναῖκα πόρνην. Τίνες δὲ ἦσαν οἱ κοιμώμενοι μετ’ | |
αὐτῆς, ἢ τάχα που «Ψευδοποιμένες ἄνθρωποι τὸν | 1261 | |
70.1264 | νοῦν κεκαυτηριασμένοι,» καθά φησιν ὁ μακάριος Παῦ‐ λος, καὶ ἀχλύος ἔμπλεῳ διαβολικῆς; Οὗτοι γεγόνασιν αὐτῇ, καὶ ὁδὸς, καὶ πρόφασις ἀπωλείας, ἀποφέροντες μὲν τῆς πρὸς Θεὸν γνησιότητος, ἐνιέντες δὲ ὥσπερ | |
5 | τὰ τῆς δυσσεβείας σπέρματα, καὶ καρποφορεῖν ἀνα‐ πείθοντες τῷ Σατανᾷ τῆς κατὰ Θεοῦ παροινίας τὰ ἐγκλήματα. Πληθύνεσθαι δέ φαμεν τήν τινων πορ‐ νείαν, ἤτοι τὴν ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, ὅτε τῶν αἰτιαμάτων ἡ δύναμις, οὐ μονότροπος οὖσα καὶ μο‐ | |
10 | νοειδὴς ὁρᾶται τυχὸν, ἀλλ’ ὡς ἐκ πολλῆς ἄγαν σκαιό‐ τητος ἐπιτελουμένη, καὶ πολλὰ κατ’ αὐτῶν ὠδίνουσα τὰ ἐφ’ οἶς ἄν τις καταμωμήσαιτο, καὶ μάλα δικαίως, τοὺς δρῶντας αὐτά· οἷόν τί φημι· Παρέπεται πάντως τῷ θεραπεύειν ἑλέσθαι τὸν Σατανᾶν τὸ μηδὲν ὑγιὲς | |
15 | ἀνέχεσθαι δρᾷν· διαῤῥιπτεῖσθαι δὲ ὥσπερ εἰς πᾶσαν ὁδὸν βεβήλου τε καὶ βδελυρᾶς ἡδονῆς· σύνδρομα δὲ τοῖς τοιούτοις αἰτιάμασιν εἶεν ἂν καὶ τὰ ἕτερα τῶν τοιούτων κακῶν, γοητεῖαί τε καὶ νεκυομαντεῖαι, καὶ τὰ τῶν τερατοσκόπων ἀχρεῖα μυθάρια, ψευδο‐ | |
20 | μαντεῖαί τε καὶ ἐπῳδαὶ, καὶ αἱ τῶν ἀστρολογούντων συκοφαντίαι, καὶ ἡμερῶν ἐπιτήρησις, ὡρῶν τε πρὸς τούτῳ, καιρῶν καὶ ἐνιαυτῶν. Οὕτω, φησὶ, τὴν σεαυ‐ τῆς πορνείαν πληθύνουσα, πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ. Καὶ τίνες ἂν εἶεν οὗτοι, ἀναγκαῖον | |
25 | πάλιν ἰδεῖν. Ἢ γὰρ τοὺς ἁγίους προφήτας φησὶν, οἲ πέρα θράσους ἰοῦσαν παντὸς ὁρῶντες αὐτὴν, καὶ εἰς λῆξιν ἁπάσης ἀφιλοθεΐας ἐλαύνουσαν, ἀπεφοίτησαν αὐτῆς ὡς μεμολυσμένης, μονονουχὶ βοῶντες, καὶ λέ‐ γοντες· «Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· | |
30 | ἐγκαταλίπωμεν αὐτὴν, καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν ἑαυτοῦ· ὅτι ἤγγικεν εἰς οὐρανὸν τὸ κρῖμα αὐτῆς, καὶ ἐξῆρεν ἕως ἄστρων·» (ἐπεὶ γὰρ γῆ τῶν γλυπτῶν ὠνομάσθη Βαβυλὼν, ἐκτόπως δὲ τοῦτο νε‐ νόσηκεν Ἱερουσαλὴμ, καὶ ταύτῃτοι καὶ μάλα εἰκό‐ | |
35 | τως Βαβυλῶνά φασιν αὐτὴν οἱ θεσπέσιοι προφῆται·) ἢ τάχα που, πολλοὺς πεποίηκε τοὺς μακρὰν ἀφ’ ἑαυ‐ τῆς. Περιεργαζόμενοι γὰρ τὰ τῶν ὁμόρων ἐθνῶν σε‐ βάσματα, καὶ τοὺς παρ’ ἑκάστῳ ψευδωνύμους θεοὺς, τούτους μετεπέμποντο· προσέκειντο δὲ καὶ λελατρεύ‐ | |
40 | κασιν, οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις. Καὶ γοῦν ἔφη που Θεὸς διὰ τῆς Ἱερεμίου φωνῆς, ὅτι «Κατὰ ἀρι‐ θμὸν τῶν πόλεών σου ἦσαν οἱ θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ ἐτάξατε βω‐ μοὺς θυμιᾷν τῷ Βαάλ.» Τουτὶ δὲ οἶμαι καταδηλοῦν | |
45 | καὶ τὸ, Ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου. Οὐ γὰρ ἀρκούμενοι τοῖς παροῦσι παρὰ σφίσι θεοῖς, μετ‐ επέμποντο, καθάπερ ἔφην, καὶ πολλοὺς ἑτέρους, ἕκαστοι κατὰ τὸ αὐτοῖς εὖ ἔχειν ὑπειλημμένον. Ἢ τάχα που τὸ, Ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου, | |
70.1264(50) | κατασημήνειεν ἂν, ὅτι πέρα μέτρου παρ’ αὐτοῖς τὰ τῆς πορνείας ἐπράττετο, ἵν’ ὡς ἐν τρόπῳ παραβολῆς τὸ λεγόμενον ᾖ, καὶ σύνηθες ἐπιφώνημα, τοῖς ἐπέκεινα τοῦ εἰκότος ἐφ’ ἑκάστῳ τῶν πραγμάτων ἰοῦσι λεγόμενον. Καὶ ἀπέστρεψας, καὶ ἐταπεινώθης ἕως ᾅδου. Ταῖς πολυοδίαις σου ἐκοπίασας, καὶ οὐκ εἶπας· | |
55 | Παύσομαι ἐνισχύουσα. Ὅτι ἔπραξας ταῦτα, διὰ | 1263 |
70.1265 | τοῦτο οὐ κατεδεήθης μου· σὺ τίνα εὐλαβηθεῖσα ἐφοβήθης, καὶ ἐψεύσω με; Τί τὸ πέρας τῆς ἀποστάσεως τῆς ἀπὸ Θεοῦ, τῆς ἀμετρήτου πορνείας, καὶ τῶν ἀνοσίων ἐγχειρημάτων, | |
5 | ἤτοι τῆς ἀποστροφῆς ἀπό γε τῶν ἀμεινόνων ἐπὶ τὰ χείρω; Ἡ εἰς ἄκρον ταπείνωσις, καὶ τὸ καθικέσθαι, φησὶν, εἰς τὸ τῆς ἀπωλείας κατωτάτω βάραθρον. Ἐπειδὴ γὰρ οὐκ ἠθέλησας ὑψηλὴ διαμεῖναι, καὶ ἀκράδαντον ἔχειν τὴν εὐημερίαν, ταύτῃτοι γέγονας | |
10 | ταπεινή. Ὅτι γὰρ ὑψηλοί τινες ἦσαν οἱ ἐξ Ἰσραὴλ, τό γε ἧκον εἰς δόξαν τὴν παρὰ Θεοῦ, σαφὲς ἂν γένοιτο, λέγοντος αὐτοῦ διὰ φωνῆς Ἡσαΐου περὶ αὐτῶν· «Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα.» Οὐκοῦν αὐτόκλητον ἔχει τὴν ταπείνωσιν· δεδυσσέβηκε γὰρ εἰς τὸν ὑψοῦντα Θεόν· | |
15 | τεταπείνωται δὲ τίνα τρόπον, διαδείκνυσιν εὐθύς· ἔφη γάρ· Ταῖς πολυοδίαις σου ἐκοπίασας. Εἰς πᾶσαν γὰρ ὥσπερ ἀπωλείας ἐρχόμενοι ὁδὸν, δεδαπανηκάσι μὲν ἐπ’ οὐδενὶ τῶν χρησίμων τὰς τῆς ψυχῆς εὐτο‐ νίας, δῆλον δὲ ὅτι τὰς νοητὰς, κεκμήκασι δὲ οὐ | |
20 | μετρίως, ἐπ’ ὀλεθρίοις πράγμασι τιθέμενοι τὰς σπουδάς. Ἢ τάχα που καὶ πολυοδίας ἐν τούτοις φησὶ τὸ ἀεὶ μεθίστασθαι πρὸς θεοὺς ἑτέρους, καὶ τῶν μὲν ἤδη πεπορισμένων ὀλιγωρεῖν, ζητεῖν δὲ τοὺς παρ’ ἑτέροις ὄντας τισὶ, καὶ καταμεθύειν ὥσπερ διαῤῥι‐ | |
25 | πτουμένοις πανταχοῦ, ἔρεισμά τε καὶ κατάστασιν οὐκ ἔχειν τὸν ἐν αὐτοῖς ὄντα νοῦν. Συμβαίνει δὲ τοῦτο πάσχειν ἡμᾶς καὶ ἐν ταῖς ἐκτόποις τῶν ἡδο‐ νῶν. Ἀποφέρεται γὰρ ὁ νοῦς ἔσθ’ ὅτε πρὸς πᾶν εἶδος ἀκαθαρσίας, καὶ ποτὲ μὲν τὸ πλουτεῖν ἐπαινεῖ, ποτὲ | |
30 | δὲ σαρκὸς ἐρᾷ, καὶ δόξης ἡττᾶται κενῆς, καὶ οἷον παντὶ πνεύματι περιφέρεται, κατά γε τὸ εἰρημένον διὰ φωνῆς Ἱερεμίου περί τινος· «Ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο· παρεδόθη, τίς ἐπι‐ στρέψει αὐτήν;» Ἡ γὰρ τοῦτο παθοῦσα ψυχὴ παραδο‐ | |
35 | θήσεται πάντως ταῖς τῶν παθῶν προσβολαῖς· καὶ τοῦτο διδάσκει λέγων ὁ Παροιμιαστής· «Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.» Χρὴ τοίνυν ἡμᾶς ἀνασειράζειν τὸν νοῦν, εἰ δὴ βούλοιτό πως ἀσχέτως | |
40 | ἰέναι κατὰ πετρῶν, καὶ ταῖς τῶν ἡδονῶν ἐκτόποις ἐφήδεσθαί τε καὶ ὁμιλεῖν, ἵνα μὴ καμὼν ἐκ πολυ‐ οδίας θήρωμα γένηται διαβολικόν. Ταῦτ’ οὖν ποιή‐ σασα, φησὶν, ὦ Ἱερουσαλὴμ, οὐκ εἶπας· Παύσομαι ἐνισχύουσα, τουτέστιν, οὐκ ἀνέκοψας τοῖς ἐπιλο‐ | |
45 | γισμοῖς τὴν ἐπὶ τὰ αἰσχίω πρόοδον, οὐ μεμέτρηκας τὴν ἀπόστασιν, οὐ κατέλυσας τὴν εἰς τὰ φαῦλα σπουδὴν, ἐπίκεισαι δὲ μᾶλλον ἐντονώτερον τῷ δρᾷν ἐθέλειν, ἃ χρῆν δή που μηδὲ γενέσθαι τὴν ἀρχήν. Ψυχῆς μὲν γὰρ ἔργον ἐστὶ, κἂν γοῦν μετρίαν ἐχού‐ | |
70.1265(50) | σης σύνεσιν, τὸ μὴ ἁλῶναι θέλειν αἰτιάμασι τοῖς εἰς ἁμαρτίαν· εἰ δὲ δή που γένοιτο καὶ παθεῖν αὐτὸ, κἂν γοῦν ἑλέσθαι μετανοεῖν, καὶ διὰ τὴς εἰς τὸ ἄμει‐ νον ἀναδρομῆς ἀποσκευάσασθαι τὰ ἐγκλήματα. Εἰ δὲ ἀσχέτως καταφέροιτο πρὸς τὰ αἰσχίω, παραιτοῖτό τε | |
55 | προσεπιτούτῳ τὸ χρῆναι μετανοεῖν, προσέθηκεν ἁμαρ‐ τίαν ἐφ’ ἁμαρτίᾳ, ἀῤῥώστημα δὲ ἐπ’ ἀῤῥωστήματι | |
παθοῦσαν αὐτὴν ἔνεστιν ἰδεῖν. Αἰτιᾶται γοῦν τοὺς ἐν | 1265 | |
70.1268 | τούτοις ὄντας ὁ τῶν ὅλων Θεὸς, καί φησι· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέ‐ φει; διατί ἀπέστρεψεν ὁ λαὸς οὗτος ἀποστροφὴν ἀναιδῆ, καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν, | |
5 | καὶ οὐκ ἠθέλησαν τοῦ ἐπιστρέψαι;» Ἀλλ’ ὅτι ταῦτα πέπραχας, φησὶ, διὰ τοῦτο οὐ κατεδεήθης μου. Καί‐ τοι πῶς οὐ μᾶλλον ἐχρῆν, ἐπειδὴ τὰ οὕτως αἰσχρὰ καὶ ἀπόβλητα δράσαι τετόλμηκας, ἀνατεῖναι τὰς ἱκετηρίας, αἰτῆσαί τε παρὰ Θεοῦ τὸν ἔλεον; δέχεται | |
10 | γὰρ τοὺς μετανοεῖν ἐθέλοντας, ἀγαθὸς ὢν φύσει, καὶ εἰδὼς τὸ πλάσμα ἡμῶν, κατὰ τὸ γεγραμμένον. Ἔφη γοῦν δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἐπιστράφητε, υἱοὶ, ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν.» Ἀπονοίας οὖν ἀπόδειξις τῆς ἐσχάτης καὶ τῆς | |
15 | εἰσάπαν ἀποστροφῆς, τὸ ἐν κακοῖς γεγονότα τοσούτοις, μὴ ἀνασχέσθαι παρὰ Θεοῦ καὶ γοῦν τὸ ἐλεεῖσθαι ζητεῖν μετὰ τῆς τῶν πταισμάτων ὁμολογίας. Γέγρα‐ πται γὰρ, ὅτι «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.» Ψάλλει δέ τις, καί φησιν· «Εἶπα· Ἐξαγο‐ | |
20 | ρεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.» Ἀλλ’ ἦν τις τοῖς Ἰουδαίοις λόγος, σαθρός τε καὶ ἄναλκις, καὶ ἀμαθίας ἔμπλεως· διετείνοντο γὰρ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, καὶ προσνεῦσαι θεοῖς ἑτέροις, | |
25 | ἐπείπερ αὐτοῖς ὁ Βαβυλωνίων ὄχλος ὡς ὅσον οὐδέπω παρεσόμενος ἀπηγγέλλετο. Ἀλλ’, ὦ παράφρων, φησὶ, τίνα φοβηθεῖσα ηὐλαβήθης, καὶ ἐψεύσω με; Ἄνθρω‐ πος ὢν ὁ Βαβυλωνίων τύραννος, καὶ ὡς πρός γε τὴν θείαν ἰσχὺν, οὐδὲν παντελῶς ἡ ἐπ’ αὐτῷ στρατιά. | |
30 | Γέγραπται γὰρ περὶ Θεοῦ· «Ὁ κατέχων τὸν γύρον τῆς γῆς· καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες.» Ἔφη δὲ πάλιν ὁ προφήτης Ἡσαΐας· «Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς σίελος λογισθή‐ σονται, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, τίνι ὡμοιώ‐ | |
35 | σατε Κύριον, καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν;» Ἀνούστατοι τοίνυν οἱ Θεοῦ κρείττονα τὸν ἀπὸ γῆς ἄνθρωπον εἶναι νομίσαντες, καὶ ψευσάμενοι μὲν τὴν εἰς αὐτὸν εὐσέβειαν, οἰηθέντες δὲ ὅτι σωθήσονται διὰ τῶν οὐκ ὄντων θεῶν. Ποία γὰρ ὄνησις γένοιτ’ | |
40 | ἂν ἐκ λίθου καὶ ξύλου; Εἴρηται γοῦν περὶ αὐτῶν· Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν· Ἀνάστα καὶ σῶσον ἡμᾶς. Καὶ ποῦ εἰσὶν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται, καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς σου. Ἐψεύσαντο δὲ τὸν Θεὸν, οὐ λόγῳ τοῦτο δρῶντες μόνον, ἀλλὰ γὰρ δι’ αὐτῶν τῶν πρα‐ | |
45 | γμάτων, ὁποῖόν ἐστι τὸ περὶ αὐτῶν εἰρημένον ὡς ἐν τρόπῳ παραδείγματος· «Καὶ ἐπέμεινα του ποιῆ‐ σαι σταφυλὴν, ἐποίησαν δὲ ἀκάνθας, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κρίσιν.» Ἔφη δέ που καὶ ὁ θεσπέσιος Μελῳδὸς ὡς ἐκ προσώπου Χριστοῦ περὶ αὐτῶν· «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Καὶ οὐκ ἐμνήσθης μου, οὐδὲ ἔλαβές με εἰς τὴν | |
70.1268(50) | διάνοιάν σου, οὐδὲ εἰς τὴν καρδίαν σου. Κἀγώ σε ἰδὼν παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης. Κἀγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου, καὶ τὰ κακά σου, ἃ οὐκ ὠφελήσουσί σε. Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου. Τούτους | |
55 | γὰρ πάντας ἄνεμος λήψεται, καὶ ἀποίσει καταιγίς. | |
Ἔφη που Θεὸς διὰ φωνῆς Ἰεζεχιὴλ πρὸς τὴν τῶν | 1267 | |
70.1269 | Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Συναγωγήν· «Καθὼς ἐποίησας, οὔτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀντ‐ αποδοθήσεται εἰς κεφαλήν σου.» Ναὶ μὴν καὶ ὁ προφή‐ της Ἡσαΐας· «Οὐαὶ τῷ ἀνόμῳ,» φησί· «πονηρὰ κατὰ τὰ | |
5 | ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.» Τοιοῦτόν τι καὶ νῦν διὰ τῶν προκειμένων σημαίνεται. Ἐπειδὴ γὰρ τὴν περὶ ἐμοῦ γνῶσιν ἀπεώσω, φησὶν, ὑπερ‐ οραθήσῃ παρ’ ἐμοῦ, καὶ ἰσοπαλῆ τοῖς πλημμελήμασιν ὑπομενεῖς τὴν δίκην. Ἐπιλανθάνεται δέ τις τοῦ | |
10 | Θεοῦ τοῦ κατὰ φύσιν καὶ ἀληθῶς, καὶ τοῦ κατεξου‐ σιάζοντος τῶν ὅλων, οὐχὶ δήπου πάντως εἰς ἀμνη‐ στίαν ἐλθὼν τοῦ ὅτι Θεὸς ἔστι (καὶ τὰ δαιμόνια γὰρ πιστεύουσι, καὶ φρίττουσι, κατὰ τὴν τοῦ ἀποστόλου φωνὴν), ἀφειδήσας δὲ μᾶλλον τοῦ ὑποκεῖσθαι θέλειν | |
15 | αὐτῷ, καὶ τῶν παρ’ αὐτοῦ διατεταγμένων ὀλίγα φροντίσας· ὡς ἐξήνιον ὁρᾶσθαι καὶ ἀπειθῆ, καὶ ὁλοτρόπως ἐκνενευκότα πρὸς πᾶν τοὐναντίον, ὧν ἔδει πληροῦν. Ἐπιλανθάνεται δὲ Θεὸς, ἤγουν ὑπερορᾷ τῶν ἀμνημονούντων αὐτοῦ, μονονουχὶ τὴν ἐπίκουρον | |
20 | χεῖρα συστέλλων, καὶ φειδοῦς ἁπάσης ἀπογυμνῶν αὐτούς· ὃ δὴ πέπονθεν Ἰσραήλ. Οὐ γὰρ ἐφοβήθη τὸν οὐρανοῦ τε καὶ γῆς Κύριον, καὶ τῶν ὅλων δη‐ μιουργόν τε καὶ τεχνίτην· ἀπολύσας δὲ ὥσπερ τῶν αὐτοῦ σκήπτρων τὸν αὐχένα, δεδούλευκε τοῖς οὐκ | |
25 | οὖσι θεοῖς. Ταύτῃτοί φησιν, ὅτι Σὺ οὐκ ἐφοβήθης με, καὶ ἐγὼ ἀναγγελῶ τὴν δικαιοσύνην μου, καὶ τὰ κακά σου· κακὰ λέγων τὴν ἀπόστασιν τὴν ἀπ’ αὐτοῦ δηλονότι, καὶ τὸ προσκλίνεσθαι λέγειν, οἷς αὐτὸς εἰργάσατο θεοῖς. Ἐπαγγέλλει δὲ τὴν αὐτοῦ | |
30 | δικαιοσύνην ἐπὶ τῶν τοιάδε δρᾷν εἰωθότων ὁ τῶν ὅλων Θεὸς, ψῆφον ἐπ’ αὐτοῖς θείαν ἐκφέρων, καὶ ἰσόῤῥοπον κόλασιν ἐπιτιθείς. Οὐ γὰρ εἰς ἕνα τὸν καθ’ ἡμᾶς τὰ τολμήματα, ἀλλ’ εἰς αὐτὴν πράττεται τὴν ὑψοῦ τε καὶ ἄνω, καὶ τῶν ὅλων κατάρχουσαν | |
35 | φύσιν. Ὅτι δὲ ἀνήνυτος [al. ἀνόνητος] αὐτοῖς ἡ τῶν ψευδωνύμων εὕρεσις θεῶν, διαδείκνυσιν εἰπὼν, ὅτι «Οὐκ ὠφελήσουσί σε·» καὶ ὅτι τὸ χρῆμά ἐστιν ἀλη‐ θὲς, προσαποφαίνει λέγων· «Ὅταν ἀναβοήσῃς, ἐξελέ‐ σθωσάν σε ἐν τῇ θλίψει σου.» Οὐκοῦν, ὡς ὁ προφήτης | |
40 | φησὶ, «Τί ὠφελεῖ γλυπτὸν, ὅτι ἔγλυψαν αὐτό; ἔπλα‐ σαν αὐτὸ χώνευμα φαντασίαν ψευδῆ, καὶ αὐτὸ τέκτων ἐποίησε, καὶ οὐ Θεός ἐστιν.» Εἶτα πῶς ἐπι‐ κουρήσειεν ἂν τοῖς πεπλανημένοις, ἐκ ξύλου καὶ λίθου πεποιημένον ἄγαλμα, καὶ τέχνης ἀνθρώπων εὑρή‐ | |
45 | ματα μᾶλλον, ἢ Θεός; Διὰ τοῦτό φησιν, ὅτι Τοὺς πάντας ἄνεμος λήψεται, καὶ ἀποίσει καταιγίς. Τού‐ τους δὲ, τίνας; Ἢ τοὺς παρ’ αὐτῶν ἐπινοηθέντας θεοὺς, ἢ τάχα που τοὺς προσκυνοῦντας αὐτοὺς, οἳ, καθάπερ χοῦς καὶ κόνις, ταῖς τῶν ἀνέμων ἀναῤῥι‐ | |
70.1269(50) | πτοῦνται πνοαῖς. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐν βίβλῳ Ψαλμῶν εἰρημένον· «Γενηθήτωσαν ὡσεὶ χοῦς κατὰ πρόσωπον ἀνέμου·» τουτέστι, βαδιοῦνται πρὸς τὸ μηδέν.» Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ τὰς τῶν πειρασμῶν, ἤτοι τῶν κολάσεων ἐφόδους, λαίλαπι καὶ καταιγίδι πολλάκις ἀφομοιοῦν. Οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν, καὶ | |
55 | κληρονομήσουσι τὸ ὄρος τὸ ἅγιόν μου· καὶ ἐροῦσι· Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς, | |
καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου. | 1269 | |
70.1272 | Ἀναγκαίως ἐπενήνεκται τοῖς ἀνόπιν καὶ ταῦτα. Ἔδει γὰρ, ἔδει καὶ τῶν φιλαμαρτημόνων καὶ ἀποστα‐ τῶν ἐναργῆ γενέσθαι τὴν κόλασιν, καὶ τῶν ἀγαπών‐ των αὐτὸν τὰ ἔργα. Καὶ καθόλου μὲν ἀληθὴς ἡ | |
5 | ὑπόσχεσις· ἅπας γὰρ εἴτις ἀντέχεται Θεοῦ, καὶ τῆς εἰς αὐτὸν ἀγάπης ὁλοτελοῦς οὐδὲν ἡγεῖται τὸ ἄμει‐ νον, διαπρέπει δὲ καὶ δι’ ἁπάσης ἀγαθουργίας· οὗτος ἔσται κληρονόμος τῆς ἡτοιμασμένης γῆς τοῖς ἁγίοις, ἣν δὴ καὶ αὐτὸς ἡμῖν ὁ Σωτὴρ κατεσήμαινε | |
10 | λέγων· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομή‐ σουσι τὴν γῆν.» Ὄρος δὲ ἅγιον ἐν τούτοις φημὶ, τάχα που τὴν ἄνω πόλιν, τὴν ἐπουράνιον Ἰερουσαλὴμ, τὴν τῶν ἁγίων καλλίπολιν. Ψάλλει γάρ που, καί φησι περὶ αὐτῆς ὁ θεσπέσιος Δαβίδ· «Τίς ἀναβή‐ | |
15 | σεται εἰς τὸ ὄρος Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; Ἀθῶος χερσὶ, καὶ καθαρὸς τῇ καρδίᾳ.» Οὐκοῦν ἅπασι τοῖς ἀντεχομένοις Θεοῦ, κλῆρος ἔσται τῶν ἁγίων ἡ γῆ, καὶ τὸ σεπτόν τε καὶ διαβόητον ὄρος. Ἔοικε δὲ νυνὶ περὶ τῶν πιστευσάντων εἰς αὐτὸν | |
20 | ἐκ τῶν Ἰουδαϊκῶν ταγμάτων ποιεῖσθαι τοὺς λόγους, ὦν ἀπαρχὴ καὶ πρῶτοι γεγόνασιν οἱ θεσπέσιοι μαθη‐ ταὶ, τῆς εἰς Χριστὸν ἀγάπης ἀπρὶξ ἐχόμενοι, ἀκρά‐ δαντον ἔχοντες ἐπ’ αὐτῷ τὴν πίστιν, καὶ ἀδιάβλητον τὴν ὑποταγὴν, καὶ ἀδιάσπαστον τὴν ἀγάπην. Φασὶ | |
25 | γοῦν, ὅτι «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;» Οὗτοι γεγό‐ νασι τῆς τῶν οὐρανῶν βασιλείας κληρονόμοι, καὶ κατεκτήσαντο γῆν τὴν ἄνω τὴν τοῖς πραέσιν ηὐτρε‐ | |
30 | πισμένην. Πρέποι δ’ ἂν τὸ τῆς πραότητος ὄνομα τοῖς τὴν εὐαγγελικὴν διαβιοῦσι ζωὴν, οἷς καὶ προστέτα‐ χεν ὁ Χριστὸς τὸ μὴ ὀργίζεσθαι δεῖν, μήτε μὴν ἀμύνεσθαί τινας τῶν λελυπηκότων, ἐπείγεσθαι δὲ μᾶλλον εὐεργετεῖν καὶ τοὺς ἐν τάξει γεγονότας τῶν | |
35 | ἐχθρῶν. «Εὖ ποιεῖτε» γὰρ, φησὶ, «τοὺς ἐχθροὺς ὑμῶν, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, καὶ τῷ παίοντί σε εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.» Ἀνεξικακίας δὲ καὶ πραότητος τῆς εἰς ἄκρον ἀπόδειξις ἂν εἴη τὸ διαπρέπειν ἐν τού‐ | |
40 | τοις. Τοῖς δέ γε κτησαμένοις τὴν γῆν καὶ τὸ ὄρος τὸ ἅγιον, ὡς ἐν ὑποσχέσει καὶ ἐν ἐλπίδι ῥηθήσεται, φησί· «Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδούς·» τοῦτό ἐστιν ἐναργῶς τὸ, «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Τίνα δὲ τρόπον | |
45 | ἡ ἑτοιμασία πράττεται, διεσάφησεν εἰπών· «Ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου·» τουτέστι, λείαν καὶ εὐήλατον ἀποδείξατε τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τῆς διὰ πίστεως σωτηρίας τὴν ὁδόν· μηδὲν ἔστω τὸ τραχὺ καὶ ἄναντες. Ὁ μὲν γὰρ νόμος διὰ Μωσέως | |
70.1272(50) | ἐλεεῖν οὐκ ἠπίστατο, καὶ δυσκατόρθωτος ἦν· πολλὰ γὰρ πταίομεν ἅπαντες, καὶ δυσεύρετος ἦν ὁ εἰσάπαν ἐλεύθερος, καὶ ἀμωμήτως αὐτὸν ἀποπεράναι δυνά‐ μενος. Καὶ γοῦν ἔφασκον οἱ θεσπέσιοι μαθηταὶ τοῖς μετὰ τὴν πίστιν ἐπὶ τὰς τοῦ νόμου σκιὰς ὑπονοστεῖν | |
55 | ἐθέλουσι· Καὶ νῦν τί πειράζετε τὸν Θεὸν, ἐπιθεῖναι τὸν ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε | |
ἡμεῖς, οὔτε οἱ πατέρες ἡμῶν ἴσχυσαν βαστάσαι; Ἔφη | 1271 | |
70.1273 | δὲ καὶ ὁ Παῦλος, ὅτι καὶ ὁ νόμος, τῶν παραβάσεων χάριν προσετέθη· ἔλεγχος γὰρ ἁμαρτίας ὁ νόμος, καὶ αὐτῷ προσπταίοντες, ὑπὸ μῶμον ἦσαν καὶ γρα‐ φήν. Ἐκώλυον οὖν ἄρα τῆς ἐννόμου ζωῆς τὸ δυσήνυ‐ | |
5 | τον. Ἀλλ’ αἰρέσθω, φησὶν, ἐκ μέσου· ἡ δὲ εὐστιβὴς καὶ ἀνιδρωτὶ βάσιμος ἀναδεικνύσθω τρίβος, τουτέστι, τῆς εὐαγγελικῆς πολιτείας ἡ δύναμις τὴν ἀληθῆ λατρείαν εἰσφέρουσα. Ἔφη τι τοιοῦτον καὶ ἑτέρωθί που Θεὸς πρὸς τοὺς ἁγίους μυσταγωγούς· | |
10 | «Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε·» τουτέστι, δυσχερείας ἀπάσης ἀπαλλάξατε τὴν ὁδὸν, ἤπερ ἂν ἀποφέροιτο πρὸς Θεὸν διὰ τῆς ἐν πνεύματί τε καὶ ἀληθοῦς λατρείας, καὶ τῆς ἐν πίστει φαιδρότητος. Τάδε λέγει Κύριος ὁ ὕψιστος, ὁ ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ἀναπαυό‐ | |
15 | μενος, καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν, καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν· Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς, οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμῖν. Πνεῦμα γὰρ παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ | |
20 | ἐποίησα. Οἱ μακάριοι προφῆται, ὅτε τι μέγα καὶ θεοπρε‐ πὲς ὑπισχνεῖταί τισιν ὁ τῶν ὅλων Κύριος, πολὺ τὸ θαῦμα δέχονται τῆς δόξης αὐτοῦ καὶ τῆς ἡμερότη‐ τος, καὶ οἷον ἀνασκιρτῶντες ἐκ θυμηδίας τρέπονται | |
25 | πρὸς δοξολογίαν. Τοιοῦτόν τι πεπονθότα νυνὶ τὸν προφήτην εὑρήσομεν· οὐ γὰρ ἁπλῶς ἔφη· Τάδε λέγει Κύριος, προσεπάγει δὲ ἀναγκαίως, ὁ ὕψιστος, τουτ‐ έστιν, ὁ πάντων ἐπέκεινα καὶ ἀνωτάτω κατὰ φύσιν παντὸς τοῦ παρενεχθέντος εἰς ὕπαρξιν· λέγων δὲ τὸ, | |
30 | κατοικῶν ἐν ὑψηλοῖς, ὑποφαίνει πάλιν ὡς ἐν ἀκλο‐ νήτοις ἐστὶν ὑπεροχαῖς, καὶ ἐν ἀῤῥήτοις ὑψώμασιν ἡ θεία τε καὶ ὑπερτάτη φύσις. Καίτοι τοῦτο, οἶμαι, ἐστὶ τὸ κατοικεῖν ἐν ὑψηλοῖς εἰς τὸν αἰῶνα αὐτήν· ἔχει γὰρ ἀναλλοιώτως ἔν γε τοῖς καθ’ ἑαυτὴν, καὶ | |
35 | οὐκ ἂν γένοιτό πως ἐν ἀμείνοσιν, ἢ ὅπερ ἐστὶν, ἔν‐ εστι δὲ μᾶλλον ἀμεταπτώτως αὐτῇ τὸ ἐν οἷς ἐστιν εἶναι διηνεκῶς. Ἅγιον δὲ ἐν ἁγίοις ἀναπαύεσθαί τε καὶ κατοικεῖν αὐτόν φησιν, ὑπεμφαίνων ὅτι παραι‐ τεῖται μὲν ὡς μεμολυσμένους διὰ πολλὴν ἁμαρτίαν | |
40 | τοὺς ἐξ αἵματος Ἰσραὴλ, ἐναυλίζεται δὲ φιλαγάθως τοῖς διὰ πίστεως ἐκκεκαθαρμένοις, καὶ ἡγιασμένοις ἐν πνεύματι. Δίδωσι δὲ καὶ ὀλιγοψύχοις μακροθυ‐ μίαν, καὶ ὀλιγοψύχους φησὶ τοὺς ἔσθ’ ὅτε βραχύ πως ἀσθενεῖν εἰωθότας, περὶ τὸν προτεθέντα αὐτοῖς τοῦ | |
45 | βίου σκοπόν. Δίδωσι δὲ τούτοις μακροθυμία[ν], τουτ‐ έστι καρτερίαν καὶ ὑπομονὴν, μονονουχὶ βοῶν τε καὶ λέγων· «Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.» Δίδωσι δὲ καὶ ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν, τουτ‐ | |
70.1273(50) | έστι τοῖς πτωχοῖς τῷ πνεύματι· τοιοῦτοι δὲ πάντες οἱ ἐν ὑπακοῇ Θεοῦ, καὶ εἰκτικὸν ἔχοντες νοῦν· οὗτοι δ’ ἂν εἶεν οἱ διὰ πίστεως κεκλημένοι πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ· ὀνομάζονται δὲ πτωχοὶ τῷ πνεύματι, τὴν ἐναντίαν τοῖς ἐξ Ἰσραὴλ ἐρχόμενοι τρίβον. Οἱ | |
55 | μὲν γὰρ ἦσαν ἀλαζόνες, ἀπειθεῖς τε καὶ ἄθραυστοι· | 1273 |
70.1276 | οἱ δὲ ἀγαθοὶ, καὶ εὐκάρδιοι, καὶ τοῖς τοῦ Θεοῦ νό‐ μοις τὸ χρῆναι κρατεῖν ἀπονέμοντες, καὶ ὑποτιθέντες τῇ ζεύγλῃ Χριστοῦ τὸν τῆς διανοίας αὐχένα. Καὶ ταῦτα μὲν τῶν ἐν Χριστῷ τὰ ἔργα. Τί δέ φησιν ὁ | |
5 | Ὕψιστος τοῖς ἐξ ἀπειθείας ὠλισθηκόσιν εἰς τὰ τῆς εἰς αὐτὸν δυσσεβείας ἐγκλήματα; Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς, οὐδὲ διαπαντὸς ὀργισθήσομαι ὑμῖν. Οὐκ ἀποκείρει τοῦ σώζεσθαι τὴν ἐλπίδα τοῖς ἐξ Ἰσραήλ· σέσωσται γὰρ τὸ κατάλειμμα· κέκληται | |
10 | μὲν πλείστη τις μοῖρα τῆς αὐτῶν πληθύος, κεκλή‐ σονται δὲ καὶ ἐν ἐσχάτοις καιροῖς; ἀνακόπτοντος Θεοῦ τὴν ἐπ’ αὐτοῖς ὀργὴν, καὶ τὴν δίκην ἀνασειρά‐ ζοντος, ὡς μὴ εἰσάπαν ἐκτείνεσθαι κατ’ αὐτῶν. Ἀγαθὸς γὰρ ὑπάρχων, τετήρηκε τοῖς πατράσιν αὐ‐ | |
15 | τῶν ἀψευδῆ τὴν ὑπόσχεσιν. Ἀποδίδωσι δὲ καὶ ἑτέ‐ ραν αἰτίαν, ὡς φιλοικτίρμων Θεός. Πνεῦμα γὰρ, φησὶ, παρ’ ἐμοῦ ἐξελεύσεται. Ἐξελεύσεται δὲ τίνα τρόπον, διεσάφησεν εἰπών· Πνοὴν πᾶσαν ἐποίησα ἐγώ. Ἔστι μὲν γὰρ πνευμάτων Πατήρ. Νοεῖταί γε μὴν | |
20 | οὐχ ὡς ἐξ ἰδίας φύσεως τετοκὼς αὐτὰ, καθὰ καὶ τὸν ἴδιον Υἱὸν, ἀλλ’ οὐδὲ ἐν ἴσῳ τῷ ἁγίῳ Πνεύματι τὴν ἐκ τῆς οὐσίας πρόοδον, ἤγουν ἐκπόρευσιν, ἐσχηκέναι φαμὲν αὐτά· δημιουργικῶς δὲ μᾶλλον ἐκ Θεοῦ προ‐ ελθεῖν εἰς τὸ εἶναι διαβεβαιούμεθα, φρονοῦντες ὀρθῶς· | |
25 | αὐτὸς γὰρ πᾶσαν ἐποίησε πνοήν. Ὅπου δὲ ποίησις ὅλως ὠνόμασται, ἐκεῖ που πάντως εἴη ἂν ἡ ἐξέλευσις, ἤγουν ἡ ἔξοδος, οὐκ οὐσιωδῶς μᾶλλον, ἀλλ’ ὡς ἐν λέξει καταχρηστικῇ τὸ περιποιεῖσθαι σημαίνουσα. Δι’ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ | |
30 | ἐπάταξα αὐτὸν, καὶ ἀπεστρέψατο πρόσωπόν μου ἀπ’ αὐτοῦ· καὶ ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ. Τὰς ὁδοὺς αὐτοῦ ἑώρακα, καὶ ἰασάμην αὐτὸν, καὶ παρεκάλεσα αὐτὸν, καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινὴν, εἰρήνην ἐπὶ | |
35 | εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσι. Καὶ εἶπε Κύριος· Ἰάσομαι αὐτούς· οἱ δὲ ἄδικοι οὕτως κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ δυνή‐ σονται. Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπε Κύριος ὁ Θεός. | |
40 | Ἐκτετίκασι μὲν Ἰουδαῖοι δίκας τῆς εἰς Χριστὸν παροινίας, ἀνθρώπῳ μὲν ἀφορήτους παντὶ, μεμε‐ τρημένας δὲ ὅμως, τό γε ἧκον εἰς ἰσότητα τῶν ἡμαρτημένων. Δεδυσσεβήκασι γὰρ τὰ πέρα μέτρου παντὸς, ἀπεκτονότες δικαίους, καὶ προφητῶν ἁγίων | |
45 | αἵμασιν ἐνόχους ἑαυτοὺς καταστήσαντες. Τελευτῶν‐ τες δὲ καὶ αὐτῷ τὰς χεῖρας ἐπήγαγον τῷ Χριστῷ, ὃν Υἱὸν ὄντα πέπομφεν ὁ Πατὴρ μετὰ τοὺς οἰκέτας. Οἱ δὲ καὶ οὕτως ἠλαζονεύοντο κατ’ αὐτοῦ, καίτοι πρὸς ἀλλήλους λέγοντες· «Οὗτός ἐστιν ὁ κληρονόμος.» | |
70.1276(50) | Οὐκοῦν διὰ ταύτην τὴν ἁμαρτίαν ἐλύπησα αὐτὸν, φησὶ, καὶ ἐπάταξα, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτοῦ. Ἔφη γάρ· «Ὅταν τὰς χεῖρας ὑμῶν ἐκ‐ τείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσ‐ | |
55 | ακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλή‐ ρεις.» Ἀλλ’ ἐν ὑστέροις καιροῖς μεταγινώσκοντος τοῦ | |
Ἰσραὴλ (πορεύσεται γὰρ στυγνὸς), πεπαύσεται μὲν τὰ | 1275 | |
70.1277 | τῆς ἀποστροφῆς· εἰσδεχθήσεται δὲ διὰ πίστεως, καὶ τῶν ἀρχαίων ἁμαρτημάτων ἀπαλλαχθήσεται, Θεοῦ κατοικτείροντος· λήψεται δὲ καὶ παράκλησιν ἀληθι‐ νήν. Καὶ ποίαν εἶναι ταύτην φαμὲν, ἢ δηλονότι τὴν | |
5 | διὰ Χριστοῦ χάριν, δικαιοῦσαν ἐν πίστει, καὶ ἁμαρ‐ τιῶν ἀπαλλάττουσαν, προξενοῦσαν δὲ καὶ τὸν διὰ Πνεύματος ἁγιασμὸν, καὶ τῆς υἱοθεσίας τὴν δόξαν, καὶ γερῶν ἐλπίδα τῶν τοῖς ἁγίοις ηὐτρεπισμένων; Ἀληθινὴ τοιγαροῦν ἡ παράκλησις, πρὸς τοῖς ἄλλοις | |
10 | ἅπασιν ἀγαθοῖς εἰσκομίζουσα τοῖς ἀξιωθεῖσιν αὐτῆς καὶ εἰρήνην ἐπὶ εἰρήνην, τουτέστι διηνεκῆ καὶ ἀνέκλειπτον τὴν τῆς εἰρήνης εὐδίαν, ἢν ἔδωκεν ὁ Σωτὴρ καὶ τοῖς μακρὰν, καὶ τοῖς ἐγγὺς, τουτέστι, καὶ τοῖς ἐξ ἐθνῶν, καὶ τοῖς ἐξ αἵματος Ἰσραήλ. | |
15 | Προσπεφώνηκε γὰρ τοῖς ἔθνεσιν ὁ μακάριος Παῦλος, ὅτι «Νυνὶ δὲ ὅλως, οἱ ποτὲ ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.» Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸ κατεζεῦχθαι νόμῳ τὸν Ἰσραὴλ, καὶ λα‐ τρεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, κατά γε τὸ τοῖς | |
20 | ἱεροῖς κηρύγμασι δοκοῦν (εἴρηται γὰρ πρὸς αὐτούς· «Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν»), ἐγγὺς εἶναί πως ἐδόκουν· μακρὰν δὲ τὰ ἔθνη, διὰ τὸ εἰσάπαν ἀπηλλοτριῶσθαι, καὶ μαθημάτων ἁγίων, καὶ τοῦ εἰ‐ δέναι τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Κύριον. Ἀλλ’ | |
25 | εἰρήνη δέδοται τούτοις τε κἀκείνοις παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἡ διὰ Χριστοῦ δηλονότι, τοῦ ποιήσαντος τὰ ἀμφότερα ἓν, καὶ τοὺς δύο λαοὺς κτίσαντος εἰς ἕνα καινὸν ἄνθρωπον, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντος, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι | |
30 | καταργήσαντος. Οὐκοῦν δι’ αὐτοῦ τὴν καταλλαγὴν ἐσχήκαμεν, καὶ ἀδιάτμητον τὴν εἰρήνην, πρὸς Θεὸν καὶ πρὸς ἀλλήλους. Ἔφη γάρ που Χριστὸς πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· «Θέλω ἵνα, ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν | |
35 | ὦσιν.» Ἐπιφέρει δὲ τούτοις ὁ προφήτης· Καὶ εἶπε Κύριος, Ἰάσομαι αὐτοὺς, ἀνακεφαλαίωσιν ὥσπερ τινὰ τοῦ παντὸς λόγου ποιούμενος διὰ τούτου, καὶ ὑπό‐ σχεσιν ἀψευδῆ τοῦ πάντων κρατοῦντος Θεοῦ καθιστὰς ἐναργῆ· ἐπηγγείλατο γὰρ, φησὶ, λέγων, ὡς ἰάσεται | |
40 | αὐτούς· οἱ δὲ ἄδικοι οὕτως κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ δυνήσονται. Ἐπειδὴ γὰρ τῶν κλη‐ θησομένων διεξῆλθε τὰ γέρα, ταύτῃτοι, καὶ μάλα εἰκότως, καὶ τὰς τῶν ἀπειθούντων κολάσεις, καὶ τὸν ἐν αὐτοῖς κλύδωνα, καὶ τὰς ἀπεράντους αἰκίας προσ‐ | |
45 | απαγγέλλει χρησίμως. Οὐ γὰρ ἔστι χαίρειν αὐτοῖς, φησὶν, εἶπε Κύριος ὁ Θεός. Τοῦ δὲ Κυρίου καὶ πάν‐ των Θεοῦ τὸ χαίρειν αὐτῶν ἀποστήσαντος, ποῖος αὐ‐ τοῖς θυμηδίας ὑπάρξει τρόπος; Ὅτι δὲ καὶ ἐν καιρῷ τῆς κλήσεως τῶν ἐξ Ἰσραὴλ, ἀπομενοῦσί τινες ἐν | |
70.1277(50) | ἀπειθείᾳ τῷ τῆς ἀνομίας υἱῷ προσκείμενοι, σαφηνιεῖ λέγων ὁ πάνσοφος Παῦλος· «Ἀνθ’ ὧν τὴν ἐπίγνωσιν τῆς ἀληθείας οὐκ ἐδέξαντο, διὰ τοῦτο πέμψει αὐ‐ τοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης.» Ἔφη δὲ καὶ αὐτὸς ὁ Σωτήρ· «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός | |
55 | μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ,» τουτέστιν ὁ τῆς ἀνομίας υἱὸς, ὡς | |
ἔφην, «ἐκεῖνον λήψεσθε.» Οὐκοῦν κεκλήσεται μὲν | 1277 | |
70.1280 | κατὰ καιροὺς ὁ Ἰσραὴλ εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ τὴν διὰ πίστεως τῆς εἰς αὐτὸν καταπλουτήσει χάριν· ἀσεβεῖς δὲ καὶ ἄδικοί τινες ἀπομενοῦσι· καὶ τότε καθάπερ ἐν κλύδωνι πεσόντες ἀστάτῳ, καὶ τὸ χαίρειν εἰσάπαν ἀποβεβληκότες, ἀναπαύσασθαι οὐ μὴ δύνωνται· συντριβήσονται γὰρ μακρᾷ καὶ ἀτε‐ λευτήτῳ δίκῃ κατισχημένοι. | |
5 | Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ· ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγ‐ γειλον τῷ λαῷ μου τὰς ἁμαρτίας αὐτῶν, καὶ τῷ οἴκῳ Ἰακὼβ τὰς ἀνομίας αὐτῶν. Τοὺς περὶ τῆς κλήσεως τῶν ἐξ Ἰσραὴλ διαπεράνας | |
10 | λόγους, ἐφ’ ἕτερόν τινα νουθεσίας ἔρχεται τρόπον, καλὸν καὶ ἐπωφελῆ, καὶ ἁπάσης εὐκοσμίας πρόξενον, καὶ λαμπρῶν στεφάνων ἐμποιητικόν· χρῆναι δέ φημι τὸν τῆς προφητείας σκοπὸν προαπογυμνῶσαι τοῖς ἐντευξομένοις, ὡς ἂν εἰδεῖεν ἐφ’ ὅτῳ λοιπὸν ὁ τῶν εἰρη‐ | |
15 | μένων συντείνεται νοῦς. Οὐκοῦν ἐν τοῖς ἀνόπιν λόγοις, οἷς πεποίηται Θεὸς περὶ τῶν ἐξ Ἰσραὴλ, ἐμφανεῖς ἦσαν πολέμου καὶ εἰς ὅσον οὐδέπω παρεσομένης ἀδια‐ φύκτου συμφορᾶς [προαπαγγελίαι]. Ἔφη γάρ· «Καὶ οὐκ ἐμνήσθης μου, οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιάν σου, | |
20 | οὐδὲ εἰς τὴν καρδίαν σου· κἀγὼ ἰδών σε παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης· κἀγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου, καὶ τὰ κακά σου, ἃ οὐκ ὠφελήσουσί σε. Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου.» Ἐλέγομεν δὲ, ὅτι κακά φησιν ἐν τούτοις τῶν ἐξ | |
25 | Ἰσραὴλ, τὰ ἐπὶ τοῖς εἰδώλοις εὑρήματα. Διὰ τοῦτο καὶ ἔφασκεν· «Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου.» Ἦν οὖν ἄρα τισὶ προαπαγγελία πολέμου, καὶ ἐκτεθρύλλητο παρὰ τοῖς Ἰουδαίων δήμοις τοῦτο· ἀλλ’ ἦσάν τινες ἐν αὐτοῖς εὐλαβείας | |
30 | δόκησιν περικείμενοι, καὶ δρῶντες μὲν ἀφυλάκτως, ἃ μηδὲ θέμις εἰπεῖν, ὡραϊσμοῖς δὲ τοῖς ἔξωθεν ἑαυ‐ τοὺς κατακαλλύνοντες, καὶ δόξαν ἐπιεικείας, ὡς ἔφην, ἁρπάζοντες. Οὗτοι καὶ νηστείας ὑπεπλάττοντο, καὶ συχνὰς ποιεῖσθαι τὰς προσευχὰς, ἀποσκευάζεσθαι | |
35 | διὰ τούτου νομίζοντες τὰ ἐκ τῆς θείας ὀργῆς. Οὐκοῦν ἐπειδήπερ εἰς λήθην ἐνηνεγμένοι τῶν ἰδίων πλημ‐ μελημάτων, ᾠήθησαν ὅτι τοῖς τὰ αἴσχιστα δρᾷν εἰωθόσιν ἀπόχρη πρὸς δικαίωσιν καὶ ἁγιασμὸν ἀσιτία μόνη καὶ προσευχή· προστάττει Θεὸς τῷ προφήτῃ, | |
40 | λέγων· «Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ· ὡς σάλ‐ πιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν.» Μὴ γὰρ δὴ λεληθό‐ τως, φησὶ, μήτε μὴν ἐν παραβύστῳ λάλει τισί· κέχρησο δὲ μᾶλλον ὑψηλῇ τινι καὶ ἐπηρμένῃ φωνῇ, | |
45 | καὶ ἐν πάσῃ παῤῥησίᾳ τοὺς πλημμελοῦντας ἐλέγχει, καὶ μανθανέτωσαν ἑαυτῶν τὰ πλημμελήματα, καὶ ὧν ἀποσχέσθαι χρῆν, εἴπερ ἤθελον εἶναι παρὰ Θεῷ τίμιοι, καὶ φειδοῦς ἄξιοι τοῖς [ἴς. τῆς] παρ’ αὐτοῦ. Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί | |
70.1280(50) | μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλε‐ λοιπώς. Συνάπτουσι, φησὶν, ἡμέραν ἡμέραις, τὴν παρ’ ἐμοῦ ζητοῦντες ἐπικουρίαν, καὶ γνῶναι θέλοντες τὰς ἐμὰς | |
55 | ὁδοὺς, τουτέστι τὰς ἐφ’ ἑκάστῳ πράγματι διοικήσεις. Πολέμου γὰρ περιηγγελμένου, καὶ φόβου τὰ πάντα | |
διακυκήσαντος, νενηστεύκασι μὲν, ᾠήθησαν δὲ ὅτι | 1279 | |
70.1281 | μαθήσονται, καὶ ὅποι ποτὲ τὸ τοῦ πράγματος ἥξει πέρας. Τοῦτο, οἶμαι, ἐστὶ τὸ, Γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν. Ἐπιθυμοῦσι δὲ ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοι‐ | |
5 | πώς· τουτέστιν, ὡς ἐννόμως πολιτευσάμενοι, καὶ τῶν δοθέντων αὐτοῖς θεσπισμάτων ἄριστοι γεγονότες φύ‐ λακες, καὶ ἀμώμητον ἔχοντες ζωὴν, καὶ πολιτείας εὐαγοῦς αὐχήματι περικείμενοι. Τοῖς γὰρ τοιούτοις πρέποι ἂν τὸ καὶ ζητεῖν τὸν Θεὸν, τουτέστιν, ἐγγὺς εἶ‐ | |
10 | ναι θέλειν αὐτοῦ, καὶ φειδοῦς ἀπολαύειν τῆς ἄνωθεν, γνῶναί τε πρὸς τούτῳ τὰς ὁδοὺς αὐτοῦ. Εἴρηται γοῦν δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ζητήσατε τὸν Κύ‐ ριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε. Ἡνίκα δ’ ἃν ἐγγίζῃ ὑμῖν, ἀπολειπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν | |
15 | αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ, καὶ ἐπι‐ στραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται· ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας αὐτῶν.» Αἰτοῦσί με νῦν κρίσιν δικαίαν, καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι, λέγοντες· Τί ὅτι ἐνηστεύσαμεν, | |
20 | καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως; Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε, εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς τα‐ | |
25 | πεινόν. Ἐγκαλοῦσί μοι, φησὶν, ὡς μὴ τὰ δίκαια νέμοντι διὰ τοῦ μὴ βούλεσθαι κατελεεῖν τοὺς ταπεινοὺς διὰ νηστείας καὶ προσευχῆς εἶτα βούλονται καὶ ἐγγὺς εἶναι Θεοῦ, ἐπ’ οὐδενὶ μὲν τῶν εἰς εὐσέβειαν ἀνδρα‐ | |
30 | γαθημάτων καυχώμενοι, ἀλλ’ οὐδὲ τὴν ἐξ ἀρετῶν φαιδρότητα περικείμενοι, διὰ ψιλὴν δὲ καὶ μόνην τὴν ἀσιτίαν· καὶ δή φασιν· «Ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες· ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως.» Καὶ οὐχ ὡς ἀγνοήσαντος Θεοῦ τὴν διὰ νηστείας αὐ‐ | |
35 | τῶν ταπείνωσιν τὰ τοιάδε φασίν· ἐπειδὴ δὲ οὐ γεγό‐ νασιν ἐν αἰσθήσει τῶν αἰτιαμάτων, τὸ, Οὐκ εἶδες, καὶ τὸ, Οὐκ ἔγνως, φασίν. Εἰδέναι γὰρ τότε φαμὲν τούς τινων πόνους, τοὺς διά γε, φημὶ, προσευχῆς καὶ ἀσκήσεως, τὸν τῶν ὅλων Θεὸν, ὅτε κατανεύει τοῖς | |
40 | αἰτήμασιν αὐτῶν. Πῶς οὖν ἄρα νηστεύοντας οὐ προσ‐ ίετο, καὶ ἀνευπαραδέκτους ἐποιεῖτο τὰς λιτὰς τῶν ἑαυτοὺς τεταπεινωκότων, ἀπολογεῖται, λέγων· Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θε‐ λήματα ὑμῶν. Χρῆμα μὲν γὰρ ἐξαίρετον ἡ νηστεία, | |
45 | ὀνησιφόρος δὲ καὶ ἡ προσευχή· καὶ τὸ ταπεινοῦν ἑαυτοὺς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ, πλείστην ὅσην ἔχει τὴν ὄνησιν. Γέγραπται γὰρ, ὅτι «Ἐταπείνουν ἐν νη‐ στείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλ‐ πον μου ἀποστραφήσεται.» Ἔφη δὲ καὶ ὁ θεσπέσιος | |
70.1281(50) | Δαβίδ· «Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλεον·» ναὶ μὴν καὶ αὐτὸς ὁ τῶν ὅλων Θεός· Ἐπιστράφητε πρός με, φησὶν, ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ, καὶ ἐν κοπετῷ. Ἐλεεῖ γὰρ ἑτοίμως τοὺς αὐτόκλητον ποιουμένους τὴν διὰ πόνου | |
55 | ταπείνωσιν. Ἀλλ’ ἔστι τῶν ἀτοπωτάτων, τοὺς ἐλεεῖ‐ σθαι θέλοντας παροτρύνειν ἑτέρως τὸν νομοθέτην, | |
καὶ καλεῖν εἰς ὀργὰς διὰ τοῦ μηδὲν ἐργάζεσθαι φιλεῖν | 1281 | |
70.1284 | τῶν προστεταγμένων· ὁλοτρόπως γὰρ ἁγίους εἶναι χρὴ τοὺς προσιόντας Θεῷ, καὶ διαπρέπειν ἐν ἀγαθ‐ ουργίαις, καὶ ῥύπου παντὸς ἐλευθέρους ὄντας ὁρᾶσθαι. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας φησί· Νενη‐ | |
5 | στεύκατε μὲν, ἐγὼ δὲ οὐκ εἶδον, τουτέστιν, οὐ προσ‐ έσχον· ἐταπεινώσατε τὰς ψυχὰς ἑαυτῶν, καὶ οὐκ ἔγνων, τουτέστιν, οὐκ ἠξίωσά τινος ἀμοιβῆς τὴν ὑμῶν ταπείνωσιν· ἐπειδήπερ ἐν ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν. Δεῖ | |
10 | δὴ οὖν ἄρα, τοὺς νηστεύειν ἐθέλοντας καθαρῶς καὶ ἁγίως, ἀποφοιτῆσαι μὲν τῶν ἰδίων θελημάτων, ἀνθ‐ ελέσθαι δὲ τὸ τῷ Θεῷ δοκοῦν, καὶ εὐήνιον ὑποσχεῖν τοῖς αὐτοῦ θελήμασι τὸν αὐχένα· ἀλλ’ οὐκ ἔδρων τοῦτο οἱ ἐξ Ἰσραήλ ποθεν· εἴποντο δὲ μᾶλλον τοῖς ἑαυ‐ | |
15 | τῶν θελήμασι τὸ τῷ νομοθέτῃ δοκοῦν ἀτιμάζοντες, ὑπένυττον δὲ καὶ τοὺς ὑποχειρίους εἰς κρίσιν καὶ μάχας· καίτοι δέον εἰς ὁμοψυχίαν συλλέγειν τοὺς ἀλλήλοις ἀντανισταμένους, καὶ βραβεύειν εἰρήνην τοῖς διενηνεγμένοις εἰς διαφοράς. Ἀλλ’ εἰς πᾶν | |
20 | τοὐναντίον τὰς σπουδὰς ἐκεῖνοι μεθίστασαν. Ἔτυπτον δὲ καὶ ταπεινὸν, καὶ οὐχὶ πάντως χερσὶν, ἀλλ’ ὕβρεσι καὶ πλεονεξίαις, ἤγουν καθ’ ἕτερόν τινα τρόπον ἀδικίας. Εἶτα πῶς ἦν ἐπαινέσαι νηστεύοντας, τῆς τοιαύτης ἀκαθαρσίας ἐνούσης αὐτοῖς; ἢ πῶς ἂν ἐδέ‐ χθησαν εὐχαὶ τῶν οὕτως ἀλιτηρίων; Ἵνα τί μοι νηστεύετε, ὡς σήμερον ἀκουσθῆναι | |
25 | ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν; Οὐ ταύτην τὴν νη‐ στείαν ἐξελεξάμην, καὶ ἡμέραν ταπεινοῦν ἄν‐ θρωπον τὴν ψυχὴν αὐτοῦ. Οὐδ’ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σπο‐ δὸν ὑποστρώσῃ, οὐδ’ οὕτως καλέσετε νηστείαν | |
30 | δεκτήν. Τῆς ἀληθοῦς νηστείας ἡ δύναμις ἐξαίσιον ἔχει τὴν βοὴν παρὰ τῷ πάντων κρατοῦντι Θεῷ. Δέχεται γὰρ ἴσως ἀσμένως τῶν σεβομένων αὐτὸν τὰς λιτάς· κἂν ἴδῃ ταπεινουμένους διὰ πόνων καὶ ἀσκήσεων, μελ‐ | |
35 | λησμοῦ δίχα παντὸς ὀρέγει τὰ αἰτήματα. Τῆς γε μὴν, ἥπερ ἂν γένοιτο ῥᾳθύμως τε καὶ ἀτημελῶς, ἀπόβλητον ποιεῖται τὸν τρόπον. Καὶ νηστείαν μὲν εἷναί φαμεν ἁγιοπρεπῆ, τὴν ἐκ καθαροῦ συνειδότος ἐπιτελουμένην· ἢν ἄν τις ποιοῖτο προαποφοιτήσας | |
40 | εὐσθενῶς τῶν τῆς φαυλότητος τρόπων, καὶ πᾶσαν κηλίδα τῆς ἑαυτοῦ διανοίας ἀποπεμψάμενος, ἀπο‐ τριψάμενός τε τῆς φιλοσαρκίας τοὺς ῥύπους, καὶ νιψάμενος ἐν ἀθώοις τὰς χεῖρας, κατὰ τὸ γεγραμ‐ μένον· καὶ ἁπαξαπλῶς, ἁπάσης ἀγαθουργίας ἐκμε‐ | |
45 | λητὴς ἀναδεδειγμένος. Ἡ δὲ οὐκ οὖσα τοιαύτη, πε‐ πλανημένη μὲν ὥσπερ, καὶ ἐν εἴδει μὲν οὖσα νηστείας, ἔχουσα δὲ τῶν αὐτῇ πρεπόντων παντελῶς οὐδὲν, γελᾶ τε καὶ ἀσχημονεῖ. Οἱ γὰρ τὸ εἶναι χρηστοί τε καὶ ἀγαθοὶ παντελῶς ὀλιγωρήσαντες, καὶ τῶν ἀρίστων | |
70.1284(50) | ἀνδραγαθημάτων οὐδὲν προκατωρθωκότες· εἶτα τὴν ἀσιτίαν τὴν ἀκερδῆ, καὶ ἀνόνητον, ὡς μέγα τι χρῆ‐ μα καὶ παρὰ Θεῷ τίμιον ἐπιτηδεύοντες· εἰκῆ πυκτεύ‐ ουσι, καὶ εἰς ἀέρα δέρουσιν· οὐ γὰρ ἔμμισθος ὁ πόνος αὐτοῖς, ὅτι καὶ ἀπαράδεκτος τῷ Θεῷ. Ἵνα τί τοίνυν | |
55 | νηστεύετέ μοι, φησὶν, ὥστε ἐν ἡμέρᾳ μιᾷ τὴν κραυγὴν τῆς φωνῆς ὑμῶν ἀκουσθῆναι; Κραυγὴν δέ φησιν, ἤτοι τὴν προσευχὴν τὴν μετά γε, φημὶ, τῆς ἀνωφελοῦς νηστείας, ἤγουν τὴν ἀπ’ αὐτοῦ τοῦ πράγ‐ | |
ματος. Ἔχειν γάρ τινα λέγονται φωνὴν πρὸς τὸν | 1283 | |
70.1285 | Θεὸν τὰ δρώμενα παρ’ ἡμῶν, κατά γε τὸ εἰρημένον τῷ Κάϊν παρ’ αὐτοῦ· «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ γῆς.» Ἀλλ’ οὐ ταύτην τὴν νη‐ στείαν ἐξελεξάμην, φησί· καὶ ποίαν ταύτην, προαπ‐ | |
5 | έφηνεν εἰπὼν, ὅτι «Ἐν ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε εἰς κρίσιν καὶ μάχας. Νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν.» Οὐκοῦν, οὐδ’ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ | |
10 | σάκκον καὶ σποδὸν ὑποστρώσῃ[ς], τουτέστι, κἂν τὴν εἰς ἄκραν ἐπιτηδεύσῃς ταπείνωσιν, καὶ πόνου τρίβον ἐλάσῃς οὐ φορητὴν, μετὰ τῶν οὕτως αἰσχρῶν αἰτια‐ μάτων, οὐδ’ οὕτω καλέσετε νηστείαν δεκτήν. Εἰ γὰρ βούλεσθε, φησὶν, ἀληθὲς εἰπεῖν, οὐδ’ ἂν ὑμεῖς αὐτὴν | |
15 | νηστείαν δεκτὴν ὀνομάσετε αὐτήν. Οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην, λέ‐ γει Κύριος, ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν | |
20 | συγγραφὴν ἄδικον διάσπα. Διάθρυπτε πεινῶν‐ τι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσ‐ άγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνὸν, περί‐ βαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. | |
25 | Ἔδει τοῖς οὐκ εἰδόσι τῆς ἀληθοῦς νηστείας τὸν τρόπον, ἐπιδειχθῆναι τοῦτον παρὰ Θεοῦ. Παρ’ αὐτοῦ γὰρ πᾶσα σοφία, καὶ σύνεσις, καὶ ἡ πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ὁδὸς ἀναδείκνυται. Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος Δαβὶδ, καί φησιν· «Ὁδήγησόν με, Κύριε, | |
30 | ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου.» Οὐκοῦν ἀπόβλητον μὲν ἐποιήσατο τὴν ἀτεχνεστάτην καὶ κατ’ οὐδένα τρόπον ὀνησιφόρον τῶν Ἰουδαίων νηστείαν, ἐμφανίζει δὲ τῆς ἀληθινῆς τὴν δύναμιν. Λύε γὰρ, φησὶ, πάντα σύνδεσμον ἀδικίας, τουτέστιν, | |
35 | ἀπαλλάττου τοῦ πλεονεκτεῖν βούλεσθαί τινας· ἀδικίας γὰρ σύνδεσμος ἡ πλεονεξία, καὶ τὸ ἐπιφύεσθαί τισι τῶν ἀσθενεστέρων, καὶ οἷον ἐπιπλοκαῖς ἀφύκτοις αἰτιαμάτων καταδεσμεῖν αὐτοὺς, ὑπέρ γε τοῦ κατα‐ στῆσαι περιδεεῖς, οὕτω τε ζητεῖν ἅπερ ἂν βούλωνται | |
40 | παρ’ αὐτῶν λαμβάνειν. Διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων. Συναλλάγματα δὲ βίαια, καὶ τὰ ἐκ στραγγαλιᾶς, ἤγουν δυστροπίας, ἐπίμεστά φαμεν εἶναι τὰ ἐμπορικά. Καὶ πρός γε τούτοις τὰ ἕτερα τῶν καλουμένων δόσεών τε καὶ λήψεων, ἃ πλεον‐ | |
45 | ασμούς τινας ἔχει, καὶ λημμάτων αἰσχρῶν ἐραστὰς ἀποδείκνυσι τοὺς αὐτὰ δρᾷν εἰωθότας. Καὶ τεθραυσμέ‐ νους δὲ, φησὶν, ἀπόστειλον ἐν ἀφέσει, τουτέστι, τοὺς ὑπομένοντας συντριβὴν, ἢ κάματον, ἢ ἐκ τοῦ συν‐ δέσμου τῆς ἀδικίας, ἤγουν ἐκ τῶν βιαίων συναλ‐ | |
70.1285(50) | λαγμάτων. Ἀπόλυσον ἐν ἀφέσει, τουτέστιν, ἐλευθέ‐ ρωσον τῆς ἐπενεχθείσης στενοχωρίας· ἐπίτρεψον κάμνουσιν ἀναπαῦσαι λοιπόν. Διάσπα δὲ καὶ πᾶσαν ἄδικον συγγραφήν· ὥς γε οἶμαι, τὰ τῶν τοκιζόντων γραμματεῖά φησιν, συνταχθέντα πολλάκις οὐδὲ ἐπι‐ | |
55 | δόσει χρημάτων τοσούτων, ὅσωνπερ ὠδίνει μέτρον ἡ συγγραφή. Ὅταν δὲ τούτων ἀπόσχῃ, φησὶ, τότε | |
προστίθει τὸ λεῖπον. Ἔστι δὲ τοῦτο καρποφορεῖν τῷ | 1285 | |
70.1288 | πέλας τὰ ἐξ ἀγάπης ἀγαθά. Πλήρωμα γὰρ νόμου ἀγάπη, κατὰ τὸ γεγραμμένον. Ἀγάπης δὲ πλήρωσις τῆς εἰς ἀδελφοὺς, καὶ εὐσπλαγχνίας ἀπόδειξις τῆς τετιμημένης παρὰ Θεῷ, τὸ πεινῶντι μὲν διαθρύπτειν | |
5 | τὸν ἄρτον, πτωχοὺς δὲ ἀστέγους εἰσοικίσασθαι, καὶ γυμνοὺς ἀμφιέσαι, καὶ τοῖς οἰκείοις τοῦ σπέρματος, τουτέστι, τοῖς ἐκ γένους, τὴν ἀρκοῦσαν, οἶμαι, φειδῶ, [ἀπονεῖμαι] καὶ μερίσασθαι πρὸς αὐτοὺς τῆς παρὰ Θεοῦ δοθείσης εὐθηνίας τὸ πλάτος. Ἐπιτήρησον δὲ, ὅτι | |
10 | οὐ ταυτόν ἐστι τὸ ἀποσχέσθαι κακῶν τῷ ἐργάσασθαι τὸ ἀγαθόν. Οὐδ’ ἂν ἀρκέσειέ τισιν εἰς καύχημα τὸ παρὰ Θεῷ τὸ μὴ δρᾶσαι τὸ φαῦλον, ἀλλ’ ἕπεσθαι δεῖ πάντη τε καὶ πάντως, καὶ τὸ χρῆναι πληροῦν τὴν ἀγαθουργίαν, καὶ ἀντέχεσθαι τῶν εἰς εὐσέβειαν σπουδασμάτων. Τὸ | |
15 | μὲν γὰρ διαλύειν στραγγαλιὰς βιαίων συναλλαγμά‐ των, καὶ πάντα σύνδεσμον ἀδικίας, καὶ πᾶσαν συγ‐ γραφὴν ἄδικον διασπᾷν, οὐδὲν ἕτερόν ἐστι, πλὴν ὅτι μόνον ἀποφοιτῆσαι φαυλότητος. Τό γε μὴν ἑλέσθαι τὰ τῆς ἀγάπης ἔργα πληροῦν διὰ τοῦ διαθρύψαι | |
20 | πεινῶντι τὸν ἄρτον, καὶ πτωχοὺς ἀστέγους εἰσοικίσα‐ σθαι, καὶ γυμνοὺς περιβαλεῖν, καὶ μὴ[ν] ἀνέχεσθαί τινας τῶν ἐκ τῶν οἰκείων τοῦ σπέρματος, τῶν ἀρίστων ἀνδραγαθημάτων ἀπόδειξιν ἔχει σαφῆ. Διὰ τοῦτο καὶ ὁ πάλαι νόμος, παιδαγωγὸς ὑπάρχων ἐπὶ Χριστὸν, οὐ τὴν ἀγαθοῦ πλήρωσιν εἰσκεκόμικε τοῖς τὸ τηνικάδε, | |
25 | ἐδίδασκε δὲ μᾶλλον φαυλότητος προαποφοιτᾷν. Τὸ γὰρ, Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐκ ἐπιορκήσεις, ταύτην ἔχει τὴν δύναμιν. Τετήρητο δὲ τὸ τέλειον, καὶ ἡ παντὸς ἀγαθοῦ πλήρωσις τοῖς διὰ Χριστοῦ θεσπίσμασι, παρ’ ὧν ἐμάθομεν τὰ τῆς εἰς Θεόν τε καὶ ἀδελφοὺς ἀγάπης ἔργα πληροῦν. | |
28t | ΤΟΜΟΣ Δʹ. | |
29 | Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ | |
30 | ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε. Τότε βοήσεις, καὶ ὁ Θεὸς εἰσακούσεταί σου. Ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι. | |
35 | Εἰ καθαρῶς, φησὶ, νηστεύσειας, καὶ διεσμηγμένας τὰς χεῖρας ἀποδείξειας τῷ Θεῷ, καὶ ῥύπου παντὸς ἀπηλλαγμένον τὸν νοῦν, ἤγουν ὅταν ἀποσμήχῃ τοῦ καταπαίειν πυγμαῖς ταπεινὸν, καὶ ὑπονύσσειν μὲν τοὺς ὑποχειρίους εἰς κρίσιν καὶ μάχας, ἕπεσθαι δὲ | |
40 | τοῖς αὐτοῦ [γρ. σοῦ] θελήμασι καὶ φιληδονίαις, ὅταν διαθρύψῃς πεινῶντι τὸν ἄρτον, γυμνὸν ἀμφιέσῃς, πτωχοὺς ἀστέγους εἰσαγάγῃς εἰς τὸν οἶκόν σου· τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου. Ἔμφασιν ἔχει πλεί‐ στην ὅσην ὁ λόγος. Οὐ γὰρ ἁπλῶς ἔφη, Δοθήσεταί σοι | |
45 | παρὰ Θεοῦ τὸ φῶς, ῥαγήσεται δὲ μᾶλλον, οἷον ἀστρα‐ πῆς τινος δίκην, σὺν ὁρμῇ καὶ δρόμῳ καθιέμενον παρὰ Θεοῦ, δι’ οὗ διαδείκνυται σαφῶς τοῦ χορηγοῦν‐ τος ἡ προθυμία. Πρώϊμον δὲ λέγων, ὅτι καὶ πρὸ καιροῦ καταφοιτήσει, διδάσκει. Οἶδε μὲν γὰρ, οἶδεν ὁ | |
70.1288(50) | τῶν καθ’ ἡμᾶς ταμίας Θεὸς, ὁ πνευματικῶν χαρισμά‐ των δοτὴρ, ταῖς ἐφ’ ἑκάστῳ φιλοτιμίαις τὸν καιρὸν ἐοικότα. Ἀλλ’ εἴ τις γένοιτο καλός τε καὶ ἀγαθὸς, καὶ προσέτι φιλοικτίρμων καὶ εὐήνιος, τούτῳ καὶ πρώϊμα τὰ παρ’ αὐτοῦ δοθήσεται γέρα, ὥστε καὶ ἀσταχύων | |
55 | δίκην ἀνατέλλειν ἐν αὐτῷ· καὶ τὰ ἰάματα αὐτοῦ, | |
τουτέστιν, ἁπάσης ἀῤῥωστίας ἀποβολὴν, καὶ τῶν | 1287 | |
70.1289 | ἀμεινόνων ἀντεισδρομήν. Ψυχικῶν γὰρ ἀῤῥωστημά‐ των ὅταν ἀπαλλάττηταί τις, καρποφορήσει πάντως τὴν εἰς ἅπαν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίν τε καὶ προ‐ θυμίαν. Φωτὸς οὖν ἐν ἡμῖν διαυγάσαντος τοῦ θείου τε | |
5 | καὶ νοητοῦ, συνανατέλλει πάντη τε καὶ πάντως καὶ τὰ ἰάματα, Θεοῦ μοτοῦντός τε ἡμᾶς καὶ ἀπονευροῦν‐ τος τὰ πάθη, καὶ ἀντεισκρίνοντος ἐν ἡμῖν τὸ θέλειν ἀγαθουργεῖν, καὶ διαπρέπειν ἐν δικαιοσύνῃ. Ταύτῃτοί φησιν, ὅτι «Προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιο‐ | |
10 | σύνη σου.» Προπορεύσεται δὲ προεξευμαρίζουσα δηλονότι τὴν εἰς εὐσέβειαν ὁδὸν, καὶ τὸ τραχὺ μεθ‐ ιστῶσα πρὸς τὸ λεῖόν τε καὶ βάσιμον, καὶ τὸ ἄναντες καταφέρουσα, καὶ τὸν ἐφ’ ἅπασι τοῖς ἀρίστοις οἱονεὶ κατευθύνουσα δρόμον. Προσεπάγει δέ τι καὶ ἕτερον. | |
15 | «Ἡ γὰρ δόξα τοῦ Θεοῦ, φησὶ, περιστελεῖ σε,» τουτ‐ έστι, κυκλώσει σε, καὶ ἀπόβλεπτόν σε καταστήσει, καὶ κοινὸν ὠφέλημα πολλοῖς. Ἡ γὰρ τῶν ἁγίων φαιδρότης ὀνίνησι μὲν οὐ μετρίως τοὺς ἐνορῶντας αὐτοῖς. Καὶ γοῦν ἔφη Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις· «Λαμψάτω | |
20 | τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Οὐκοῦν ἐσόμεθα λαμπροὶ πε‐ ριφοιτώσης ἡμᾶς καὶ οἷον ἀμφιεννύσης τῆς παρὰ Θεοῦ δόξης, οἷς ἂν χαρίσαιτο τοῖς [ἴς. τῆς] δικαιοσύνης | |
25 | ἐπιμεληταῖς· τούτων δὴ οὖν ὑπαρξάντων σοι, φησὶ, βοήσῃ τότε, καὶ ὁ Θεὸς εἰσακούσεταί σου, ἔτι λαλοῦν‐ τός σου ἐρεῖ· Ἰδοὺ πάρειμι· «Εὐχαῖς γὰρ δικαίων ἐπ‐ ακούει,» κατὰ τὸ γεγραμμένον. Καὶ καθά φησιν ὁ Μελῳδὸς, «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα | |
30 | αὐτοῦ εἰς δέησιν αὐτῶν.» Κατανεύσει μὲν γὰρ τοῖς αἰτοῦσιν ὡς ἀγαθὸς, ἀλλ’ οὐχ ἅπασι παραχρῆμα. Τοῖς γε μὴν διαπρέψασιν ἐν δικαιοσύνῃ, μελλησμοῦ δίχα παντὸς ὀρέγει τὰ αἰτήματα, καὶ ἑτοιμοτάτην αὐτοῖς ὑπέχει τὴν ἀκοὴν, ὥστε καὶ ἐφ’ ἑκάστῳ τῶν | |
35 | αἰτημάτων χαίροντας λέγειν· «Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.» Οὐκοῦν τὸ ἀνυπέρθετον τῆς φιλοτιμίας, καὶ τὸ λίαν ἕτοιμον τοῦ διδόντος Θεοῦ παρίστησιν ἐναργῶς τὸ, Ἰδοὺ πάρειμι, βοᾷν, ἔτι λαλοῦντος δικαίου, ἀνατείνοντός τε τὰς λιτάς. | |
40 | Ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον, καὶ χειροτο‐ νίαν, καὶ ῥῆμα γογγυσμοῦ, καὶ δῷς πεινῶντι τὸν ἄρτον σου, καὶ ψυχὴν τεταπεινωμένην ἐμ‐ πλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ἐν μεσημβρίᾳ, καὶ ἔσται ὁ | |
45 | Θεός σου μετὰ σοῦ διαπαντός. Τὰ τῶν μαθημάτων ἐξαίρετα κἂν πολλάκις λέγηταί τισιν, ἀλλ’ οὖν ἔχει τὸ ὀνησιφόρον. Γράφει γοῦν ὁ πάνσοφος Παῦλος τοῖς δι’ αὐτοῦ πιστεύσασι· «Τὰ αὐτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.» | |
70.1289(50) | Οὐκοῦν πολυτρόπως διὰ τῶν αὐτῶν ἡμῖν ἔρχεται λέ‐ γων καὶ τὰς τῆς εὐδοκιμήσεως ὁδοὺς ἐναργεῖς καθ‐ ιστὰς, καὶ τῶν δοθησομένων τοῖς ἁγίοις γερῶν τὴν φαιδρότητα διηγούμενος, ἵνα καὶ ἔτι μειζόνως προ‐ θυμοτέρους ἐργάσηται πρὸς τὸ ἑλέσθαι δρᾷν τὰ δι’ ὧν | |
55 | ἂν γένοιντο σεπτοὶ, καὶ τὴν ἄνωθεν καὶ παρ’ αὐτοῦ | 1289 |
70.1292 | φιλοτιμίαν εὑρήσουσιν. Οὐκοῦν, «Ἐὰν ἀφέλης, φη‐ σὶν, ἀπὸ σοῦ σύνδεσμον, καὶ χειροτονίαν.» Καὶ σύνδεσμον μὲν, ὥς γε οἶμαι, φησὶ τὴν τῶν ἐθνῶν μοχθηρίαν, σκαιότητά τε καὶ τὸ φιλόνεικον, καὶ τὸ | |
5 | οἷον συνδέσμους πραγμάτων ἐργάζεσθαι κατά τινων, καὶ σκολιῶν εὑρεμάτων ποιεῖσθαι ζητήσεις, ὡς κατα‐ δεσμεῖν ἔσθ’ ὅτε τινὰς, καὶ ἀφύκτοις περιστάσεων ἐνιέναι βρόχοις. Δεῖ γὰρ ἁπλοῦν, καὶ εὐπρόσιτον εἶναι τὸν ἄνθρωπον, εἴπερ ἔχοι σκοπὸν ἐφορᾶσθαι παρὰ | |
10 | Θεοῦ, καὶ τῶν παρ’ αὐτοῦ γλίχεσθαι χαρισμάτων. Χειροτονίαν δὲ τάχα πού φησι τὴν δωροδοκίαν, καὶ τὸ λημμάτων αἰσχρῶν ἐφίεσθαι, φαμὲν γὰρ ἔσθ’ ὅτε περί τινων, ὡς δὲ τὴν χεῖρα πρὸς τὸ λαβεῖν ἐκτετα‐ μένην ἔχει, καὶ περὶ τῶν ἀποσειομένων αἰσχροκερ‐ | |
15 | δείαις, ὅτι συνεσταλμένην ἔχει τὴν χεῖρα. Εἴρηται δὲ περὶ τῶν ἡγουμένων τῆς Ἰουδαίων Συναγωγῆς· «Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο,» καὶ ὅτι γεγόνασι κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀντ‐ | |
20 | απόδομα. Ἔφη δέ που καὶ ὁ θεσπέσιος Ἀββακούμ· «Ἐξ ἐναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμ‐ βάνει.» Οὐκοῦν ἢ δωροληψίας ἔσται σημαντικὸν τοὔνομα, τουτέστιν, ἡ χειροτονία, ἢν δὴ καὶ ἀφελεῖν, ἤγουν ἀποστῆσαι προστέταχεν· ἢ καὶ καθ’ ἕτερον | |
25 | τρόπον τὸ ἀνταμύνασθαι δηλοῖ, καὶ τὸ ἀνταποδιδόναι κακὸν ἀντὶ κακοῦ. Ἔφη γοῦν ὁ Ψαλμῳδὸς περί τινων, ὅτι «Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι.» Προσεπάγει δὲ, ὅτι «Ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ.» Οὐκοῦν ἡ τῆς χειρὸς ἔκτασις κατασημήνειεν ἂν, ὡς | |
30 | ἔφην, καὶ τὴν ἀνταπόδοσιν, ἣν ἄν τις ποιοῖτο τοὺς καταλυπήσαντας ἀμυνόμενος, καὶ τοῖς προσκρούσασιν ἀντεπαγαγὼν τὰ ἐξ ὀργῆς. Μεμνήμεθα δὲ καὶ αὐτοῦ τοῦ Σωτῆρος λέγοντος, ὅτι «Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.» | |
35 | Πραότητος γὰρ καὶ ἀοργησίας τῆς εἰς λῆξιν ἀπόδει‐ ξις γένοιτ’ ἂν τὸ εἰδέναι διακαρτερεῖν ἐν πλεονεξίαις, καὶ μὴ ἀνταμύνεσθαι φιλεῖν τοὺς λελυπηκότας, ἀμνησικάκως δὲ μᾶλλον διακεῖσθαι περὶ αὐτούς. Ἀφελεῖν δὲ βούλεται πρὸς τούτῳ καὶ ῥήματα γογ‐ | |
40 | γυσμοῦ. Δεῖ γὰρ ἡμᾶς ἱλαρῷ φρονήματι τοῖς θείοις ὑποκεῖσθαι νόμοις, καὶ τῆς ἐξαιρέτου πολιτείας μη‐ δεμίαν ποιεῖσθαι καταβοὴν, μονονουχὶ τὸν ζυγὸν ἀποσειομένους, καὶ καταφοιτῶντος τοῦ νοῦ πρὸς ἔφεσιν τὴν ἐπί γε τοῖς χείροσι, καὶ φιληδονίαν μᾶλ‐ | |
45 | λον ἐπαινοῦντος ἢ ἐγκράτειαν, καὶ τὰς ἐν κόσμῳ τρυφὰς προτάττοντος τοῦ διαβιοῦν ἑλέσθαι σεπτῶς. Ὃ δὴ καὶ πεπράχασιν οἱ ἐξ Ἰσραὴλ τὴν βαθείαν ἐκεί‐ νην διατρέχοντες ἔρημον. Καθιέντος γὰρ τοῦ Θεοῦ τὸ μάννα αὐτοῖς, τὴν πρὸς τὰ αἰσχίω ῥοπὴν εἰσεδέχοντο | |
70.1292(50) | λέγοντες, «Ὄφελον ἀπεθάνομεν, πληγέντες ὑπὸ Κυ‐ ρίου ἐν γῇ Αἰγύπτου, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβή‐ των τῶν κρεῶν, καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν.» Ἀλλ’ ἐκβέβηκεν αὐτοῖς εἰς ὄλεθρον ὁ κατὰ Θεοῦ γογγυσμὸς, ἀπώλοντο γὰρ ὑπὸ τῶν ὄφεων. Ταύτῃτοι | |
55 | καὶ ὁ σοφώτατος Παῦλος, «Μὴ γογγύζετε, φησὶ, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ὑπὸ τῶν ὄφεων | |
ἀπώλοντο.» Οὐκοῦν ἱλαρῷ φρονήματι προσήκει τὸν | 1291 | |
70.1293 | ἀπάσης εὐκοσμίας ἐπιμελητὴν, καὶ τῶν ἐξαιρέτων ἐφιέμενον ἀνδραγαθημάτων, ἀφελὼν δὲ τὸ ῥῆμα τοῦ γογγυσμοῦ, ἐὰν δῷς τὸν ἄρτον πεινῶντι, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τουτέστιν, εἰ γένοιο φιλοι‐ | |
5 | κτίρμων, φιλάγαθός τε καὶ φιλάλληλος, εὐμετάδοτος, καὶ κοινωνικὸς, καὶ τὸν πλησίον ἀγαπῶν ὡς σεαυτὸν, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου. Πῶς δὲ δὴ ἄρα καὶ τοῦτο; Ὡς γὰρ ἐκ νυκτὸς ἡμέρα γίνεται, οὕ‐ τως ἐν ἡμῖν, ἐκπεμπομένου τοῦ νοητοῦ σκότους τὸ | |
10 | θεῖον ἀντεισκρίνεται φῶς, ὡς δοκεῖν εἶναι ἐν μεσημ‐ βρίᾳ, τουτέστιν, ἐν ἀκμῇ λαμπρότητος. Μεσημβρίζων γὰρ ὁ τοῦ ἡλίου κύκλος ἀκμαιότατον τότε δὴ μάλιστα τοῖς ἐπὶ γῆς ἐνίησι τὸ φῶς. Ἔσται δὴ οὕτως ὁ Θεός σου μετὰ σοῦ διὰ παντός. Πάμμεγα δὲ πρὸς τοῖς ἄλ‐ | |
15 | λοις καὶ τοῦτο. Τί γὰρ οὐχ ὑπάρχει τῶν ἀγαθῶν τοῖς τοῦτο λαχοῦσιν; ἢ ποίων οὐκ ἔσται χαρισμάτων ἐπί‐ μεστος ἄνθρωπος, Θεοῦ συνόντος αὐτῷ τοῦ πάντα ἰσχύοντος, καὶ πλουσίᾳ χειρὶ διανέμοντος τὰ ὧνπέρ ἐστι χορηγὸς καὶ δοτὴρ, καὶ ἀποσοβοῦντος μὲν τὰς | |
20 | τῶν πειρασμῶν ἐφόδους, εὐσθενῆ δὲ οὕτω τιθέντος, ὥστε καὶ ἀντανίστασθαι γενικῶς καὶ αὐτῷ τῷ Σατανᾷ, καὶ ταῖς ἐκ παθῶν ἐπηρείαις; Καὶ ἐμπλησθήσῃ, καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσονται, ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ, ἣν μὴ ἐξέλιπεν ὕδωρ, καὶ | |
25 | τὰ ὀστᾶ σου ὡς βοτάνη ἀνατελεῖ καὶ πιανθήσον‐ ται, καὶ κληρονομήσουσι γενεὰς γενεῶν. Καὶ τίνος ἄρα ἐμπλησθήσεσθε; φησί. Θείων δηλον‐ ότι χαρισμάτων, καὶ τροφῆς ἁγιοπρεποῦς· ὡς γὰρ αὐτὸς ἔφη που Χριστός· «Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται | |
30 | ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ,» τοῦτο καὶ πάλαι τοῖς ἐξ αἵματος Ἰσραὴλ ὡς ἐν τύπῳ ἐνεγράφετο, καθιέντος Θεοῦ τὸ μάννα ἐξ οὐρανοῦ· ἐπεί τινα τρόπον ἄρτος ἀγγέλων νοηθείη ἂν, καὶ ἄρτος οὐρανοῦ. Εἰ δὲ καί τινες εἶεν, | |
35 | οἷς τὸ θεῖον ἐνήστραψε φῶς πλουσίως εἰς νοῦν, καὶ τῶν ἱερῶν Γραμμάτων ἀκριβῆ καὶ ἀμώμητον ἐνειρ‐ γάσατο γνῶσιν, καὶ τούτους ἐμπεπλῆσθαί φαμεν, καὶ εἰς κόρον ἐλάσαι τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ τρυφῆς· ἀλλὰ τούτου μὲν ἐκπέπτωκεν ὁ Ἰσραήλ· | |
40 | γεγόνασί γε μὴν ἐν κτήσει καὶ κατοχῇ τὰ ἔθνη διὰ τῆς πίστεως, καὶ ὅσοι τὸν εὐαγγελικὸν καὶ σωτήριον προσιόντες λόγον. Καὶ γοῦν ἔφη τοῖς ἁγίοις ἀποστόλοις ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὅτι «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, | |
45 | ἐκείνοις δὲ οὐ δέδοται,» τοῖς ἀπιστήσασι δηλονότι, οἷς δὴ καὶ ὁ θεῖος ἐπεφώνησε λόγος, «Οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσητε.» Ἐπείνασαν γὰρ καὶ ἐδίψησαν, ἀμέτοχοι γεγονότες τῶν διὰ τοῦ πνεύ‐ | |
70.1293(50) | ματος ἀγαθῶν, καὶ ἄγευστοι παντελῶς τῶν διὰ Χρι‐ στοῦ χαρισμάτων, ἤτοι τῆς θείας τε καὶ εὐαγγελικῆς παιδεύσεως. Ἔφη γάρ που δι’ ἑνὸς τῶν ἁγίων προφη‐ τῶν· «Ἰδοὺ ἐγὼ λιμὸν ἐπάγω ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι | |
55 | λόγον Κυρίου, καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν περι‐ δραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ | |
εὕρωσιν.» Ἐξῄρηται γὰρ τῆς Ἰουδαίων ἀγέλης ὁ | 1293 | |
70.1296 | ζωοποιός τε καὶ τροφιμώτατος τοῦ Θεοῦ λόγος. Δέ‐ δοται δὲ, ὡς ἔφην, τοῖς ἀγαπῶσι Χριστὸν, οἷς δὴ καὶ ἐπεφώνησε λέγων· «Φάγετε, καὶ μεθύσθητε οἱ, πλη‐ σίον.» Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος Δαβὶδ, ἅτε δὴ καὶ | |
5 | ἐν μεθέξει γεγονὼς τῆς οὕτως σεπτῆς καὶ ἀμφιλα‐ φοῦς φιλοτιμίας· «Ἡτοίμασας ἐνώπιόν μου τράπε‐ ζαν ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου με‐ θύσκον με, ὡς κράτιστον.» Οὐκοῦν ὅσοι τῶν θείων | |
10 | αὐτοῦ μυστηρίων ἐσχήκασι γνῶσιν, ἤτοι ἐνεπλήσθη‐ σαν τούτων, κατεπιάνθησαν τὰ ὀστᾶ. Ἐσχηματίσθη δὲ ὁ λόγος ὡς ἀπό γε τῶν τρυφᾷν εἰωθότων σαρκι‐ κῶς· τῶν τοιούτων ἡ ψυχὴ γένοιτο ἂν ὡς κῆπος μεθύων, τουτέστιν εὐανθὴς, καὶ εὐδενδρότατος, καὶ | |
15 | ποικίλαις ἀνθέων ἰδέαις ἐξωραϊσμένος, καὶ παντοδα‐ ποὺς ἐκφέρων καρπούς. Οἱ μὲν γὰρ ἄνυδροι τῶν κήπων πολὺ λίαν ἔχουσι τὸ εἰδεχθές· ξηροὶ γάρ εἰσι καὶ παντὸς ἔρημοι καρποῦ, ἢ τάχα που καὶ αὐτῶν ἐν ἐνδείᾳ τῶν φυτῶν. Οἵ γε μὴν ὑδάτων | |
20 | ἀταμιεύτοις ὁρμαῖς ἐκμεμεθυσμένοι παντοδαποῖς, ὡς ἔφην, στεφανοῦνται καρποῖς. Κῆπός γε μὴν Χριστοῦ γέγονεν ἡ Ἐκκλησία, ἧς δὴ καὶ ἀναλα‐ βοῦσα τὸ πρόσωπον ἡ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων γραφομένη νύμφη, «Καταβήτω, φησὶν, ἀδελφιδός μου | |
25 | εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ·» ὅπερ γάρ ἐστιν ἐν φυτοῖς τὸ ἀκρόδρυον, ἤτοι καρπὸς ὡραῖος, τοῦτο καὶ ἐν ψυχαῖς ἁγίων ἀρετὴ καλὴ καὶ ἡδίστη τῷ Θεῷ. Οὐκοῦν ὡς κῆπος μεθύων ἔσται, φησὶν, ἡ ψυχή σου, ναὶ μὴν καὶ ὡς πηγὴ, ἣν | |
30 | μὴ ἐξέλιπεν ὕδωρ. Τοιοῦτοι γεγόνασιν οἱ θεσπέσιοι μυσταγωγοὶ, καθάπερ ἀπὸ πηγῆς ἀεννάου τῆς ἑαυ‐ τῶν καρδίας τὰ τῆς εὐσεβοῦς διδασκαλίας προϊόντες νάματα, καὶ τὰς τῶν παιδευομένων ψυχὰς πλουσίως καταρδεύοντες. Καὶ πιστώσεται λέγων αὐτὸς ὁ τῶν | |
35 | οὕτως ἐξαιρέτων χαρισμάτων διανομεύς. «Ὁ πι‐ στεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζωῆς.» Καὶ πάλιν· «Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω | |
40 | αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Τοιούτους εἶναί φαμεν τοὺς ἁγίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς, καὶ ὅσοι τὸν θεῖον πρεσβεύουσι λόγον, τοῦτο μὲν δογματικῆς εὐτεχνίας ἐν καλῷ γεγονότες, τοῦτο δὲ καὶ τῆς ἐν ἔργοις φαι‐ | |
45 | δρότητος τὴν ὁδὸν ἐκκαλύπτοντες. Καὶ τὰ ὀστᾶ σου δὲ, φησὶν, ὡς βοτάνη ἀνατελεῖ, καὶ πιανθήσονται, καὶ κληρονομήσουσι γενεὰς γενεῶν. Ἔοικεν ἐν τούτοις τὸ τῆς ἀναστάσεως καταδηλοῦν μυστήριον· ἀναστή‐ σεται γὰρ τότε τὸ σῶμα, καθάπερ τις ἐν ἀγρῷ πόα, | |
70.1296(50) | κατὰ μὲν τὴν τοῦ χειμῶνος ὥραν μαρανθεῖσα καὶ καταμύσασα, γελώσης γε μὴν ἐαρινῆς εὐδίας, ἀνα‐ φυεῖσα πάλιν, καὶ οἶον ὑπονοστήσασα πρὸς τὸν ἐνόντα αὐτῇ κατὰ φύσιν ὡραϊσμόν. Ἀνατείλαντά γε μὴν ὡς βοτάνη τὰ ὀστᾶ καταπιανθήσονται, φησὶ, | |
55 | τῇ ζωοποιῷ δηλονότι χάριτι τῇ παρὰ Θεοῦ. Ψάλλει | |
γάρ που καί φησιν ὁ θεσπέσιος Δαβίδ· «Ἐξαποστε‐ | 1295 | |
70.1297 | λεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαι‐ νιεῖς τὸ πρόσωπον τῆς γῆς,» τουτέστι, τῶν ἐπὶ γῆς. Τότε κληρονομήσομεν γενεὰς γενεῶν, μακροημέρευ‐ σιν δηλονότι καταργηθέντος θανάτου, καὶ ἀνῃρημένης | |
5 | εἰσάπαν τῆς φθορᾶς. Εἴρηται δὲ πλεισταχοῦ τῆς θεοπνεύστου Γραφῆς, ὀστᾶ ψυχῆς νοητὰ, πρακτικαί τινες αὐτῆς δυνάμεις καὶ ἐνέργειαι, ὡς ἔν γε τῷ φάναι, ὅτι «Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέ‐ σκων.» Οὐ γάρ τοι τὰ τοῦ σώματος ὀστᾶ διασκίδνησι | |
10 | Θεὸς, συνθραύει δὲ μᾶλλον τὰς τῆς ψυχῆς αὐτῶν δυνάμεις, ὥστε μηδὲν δύνασθαι κατορθοῦν τῶν ὁρών‐ των αὐτοὺς, καὶ οὐκ εἰς δόξαν Θεοῦ μᾶλλον, οὔτε μὴν εἰς ὄνησιν τῆς αὐτῶν ψυχῆς πράττεσθαί τι τῶν παρ’ ἐκείνοις φιλεῖ. Ἔφη δὲ πάλιν ὁ θεσπέσιος Μελῳ‐ | |
15 | δὸς, «Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν,» τουτέστι, δοξολογεῖν καὶ προσεύχεσθαι, σεσίγηκα πεσὼν εἰς ἀνθρωπίνην μικροψυχίαν. Ἐπαλαιώθη μου τὰ ὀστᾶ, τουτέστιν, ἐσαθρώθησαν αἱ τῆς διανοίας, ἤτοι τῆς ψυχῆς δυνά‐ | |
20 | μεις. Αὗται τοίνυν ἐκ ῥᾳθυμίας ἔσθ’ ὅτε παραλυ‐ θεῖσαι βραχὺ πάλιν ὡς βοτάνη ἀνατέλλουσι, κατα‐ πιαίνοντος Θεοῦ παρακλήσεσι ταῖς διὰ τοῦ ἁγίου Πνεύματος, καὶ ἀναῤῥωννύντος αὐτὴν, ὥστε διὰ τοῦτο κληρονόμους ἡμᾶς καταστῆναι τῆς εἰς μακραίωνα ζωῆς· σημαίνει γὰρ τοῦτο, καὶ ἕτερον οὐδὲν τὸ, εἰς γενεὰς γενεῶν. | |
25 | Καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι, καὶ ἔσται σου τὰ θεμέλια γενεῶν γενεαῖς, καὶ κληθήσῃ οἰκοδόμος φραγμῶν, καὶ τὰς τρίβους τὰς ἀναμέσον παύσεις. Δι’ ἑτέρων δύο παραδειγμάτων ὁ προφητικὸς ἡμῖν | |
30 | ἔρχεται λόγος, καὶ τῶν κεκρυμμένων ἐννοιῶν τὸ κάλλος ἐκφαίνεται. Ὡς γὰρ ἐπὶ πόλεως ἐρημωθεί‐ σης ποτὲ, καὶ κατασεσεισμένης εἰσάπαν, ὡς καὶ ἀτείχιστον αὐτὴν ἀπομεῖναι, τὸ τοῦ λόγου πλάττεται σχῆμα. Αἱ γὰρ ἔρημοί σου, φησὶν, οἰκοδομηθήσονται | |
35 | αἰώνιοι, τουτέστιν, οὐκ ἔσῃ γυμνὴ τῶν οἰκούντων τὴν σὴν καρδίαν λογισμῶν ἀγαθῶν, οὔτε μὴν ἀτεί‐ χιστος, ἢ ἀφρούρητος ἀπομενεῖς, καὶ βάσιν ἑδραίαν οὐκ ἔχουσα. Γενήσεται γάρ σοι θεμέλιος ὁ Χριστὸς καὶ ἀσφάλεια διηνεκὴς, καὶ ὡς πόλις ἔσῃ πολυαν‐ | |
40 | δροῦσα καὶ ἀναριθμήτους ἔχουσα τοὺς οἰκήτορας. Αἱ γὰρ τῶν ἁγίων ψυχαὶ λόγων τε καὶ ἐννοιῶν εἰσι μεσταὶ, τῶν περὶ Θεοῦ δηλονότι. Πλεῖστοι δὲ οὗτοι, καὶ διὰ τῆς εἰς λῆξιν ἀκριβείας ἐρχόμενοι, ἄνω τε καὶ κάτω περιθέοντες αὐτὴν, πλήρη τε αὐτὴν ἀπο‐ | |
45 | φαίνοντες ἀγαθοῦ παντός. Κληθήσῃ δὲ πρὸς τούτῳ καὶ οἰκοδόμος φραγμῶν, καὶ τὰς τρίβους τὰς ἀνὰ μέσον παύσεις· τοὺς μὲν γὰρ ἐρήμους τῶν κήπων πολλοὶ λίαν οἱ διαστοιχίζοντες. Ἐφεστηκότος γὰρ ὅλως οὐδενὸς, ἤγουν περιφράττοντος ἀπρὶξ εἶεν ἂν | |
70.1297(50) | οὐδὲν κωλύοντες τοὺς διὰ μέσου βαδίζειν ἐθέλοντας. Εἰ δὲ δὴ γένοιντό πως ὑπὸ γηπόνον ἀσφαλῆ, τότε καὶ ἀποβάλλουσι τὸ τοῖς τῶν πολλῶν ὑποκεῖσθαι πο‐ σὶν, ἐγηγερμένου δηλονότι φραγμοῦ. Πεπαύσονται γὰρ οὕτως αἱ διὰ μέσου τρίβοι. Ἔσῃ τοίνυν, φησὶν, | |
55 | ὡς ἐπιμελὴς γηπόνος φραγμοὺς ἐγείρων, καὶ παύων | 1297 |
70.1300 | τὰς ἀναμέσον τρίβους. Ἕως μὲν γὰρ ἀφρούρητός ἐστι ψυχὴ, ῥέγχουσα πρὸς τὸ ῥᾴθυμον, καὶ ταῖς τῶν ἡδονῶν ἐκτόποις ταύτης ἕνεκα τῆς αἰτίας οὐκ ἀστι‐ βὴς, ἀλλ’ ἔοικε κήπῳ διοδευομένῳ παρὰ παντὸς | |
5 | ὁτουοῦν. Ἐπὰν δὲ διανήψασα τῶν τῆς φαυλότητος ἀποπηδήσῃ βρόχων, ἐπιδράξηται δὲ μᾶλλον τοῦ θέ‐ λειν ἀγαθουργεῖν, καὶ ὥσπερ τινὰ φραγμὸν ἀναστήσῃ τῷ νῷ τὴν ἀσφάλειαν, τὴν ἀπό γε, φημὶ, τοῦ θείου φόβου, καὶ ἀποσοβήσῃ τῆς διανοίας τοὺς πάλαι κρα‐ | |
10 | τοῦντας αὐτῆς διαλογισμοὺς, οἳ διὰ μέσης ὥσπερ ᾔεσαν αὐτῆς ὑπὸ πόδας ἔχοντες ταύτην, καὶ θέντες εἰς καταπάτημα διὰ τοῦ κατακρατεῖν αὐτῆς, τότε κεκλήσεται καὶ οἰκοδόμος φραγμῶν. Ἰστέον δὲ ὅτι καὶ αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις κατατρέ‐ | |
15 | χουσιν ἔσθ’ ὅτε τῆς ἀθλίας ψυχῆς, μυσαρὰς ἡδονὰς ἐκτίκτουσαι, καὶ ἀποφέρουσαι τυραννικῶς οἷπερ ἂν βούλωνται, καὶ ὡς διὰ κήπου κεχερσωμένου βαδί‐ ζουσαι. Πεπαύσονται δὲ τοῦ καταπατεῖν αὐτὴν, ἐγη‐ γερμένου φραγμοῦ, ὃν ὁ θεῖος ἐν ἡμῖν ἀνίστησι φό‐ | |
20 | βος. Ἐφαρμόσεις δὲ τὸν τοιόνδε λόγον καὶ ἑκάστῳ τῶν ἁγίων μυσταγωγῶν. Γεγόνασι γὰρ οἰκοδόμοι φραγμῶν, ἀσφαλιζόμενοι ταῖς εἰς ἀρετὴν νουθεσίαις τὰς τῶν παιδευομένων ψυχὰς, ὥστε καὶ ταῖς τῶν ἡδονῶν ἐφόδοις ἀστιβῆ τρόπον τινὰ τὴν διάνοιαν ἔχειν | |
25 | καὶ βωμολοχίαις, ἔκ τε τῶν κενοφωνεῖν εἰωθότων, οἳ τὸν ὀρθὸν τῆς πίστεως ἐκκαπηλεύουσι λόγον, μὴ εἰ‐ δότες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Ἐὰν ἐπιστρέψῃς τὸν πόδα σου ἀπὸ τῶν Σαβ‐ βάτων, τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρα τῇ ἁγίᾳ, καὶ καλέσῃς τὰ Σάββατα τρυ‐ | |
30 | φερὰ, τῷ Θεῷ σου ἅγια, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ’ ἔργῳ, οὐδὲ λαλήσῃς λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου, καὶ ἔσῃ πεποιθὼς ἐπὶ Κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ἰακὼβ τοῦ Πατρός σου. Τὸ | |
35 | γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Ὁ θεσπέσιος Παῦλος τὴν τοῦ νόμου σκιὰν ὡς ἀδρανῆ παρωθούμενος εἰς πνευματικὴν θεωρίαν μεθ‐ ίστησι τὰ ἐν αὐτῷ. Οὔτε γὰρ τὴν κατὰ σάρκα περι‐ τομὴν, οὔτε τὴν κατὰ τὸ Σάββατον ἀργίαν ἀποδεξά‐ | |
40 | μενον καταθρῆσαί τις ἂν αὐτὸν, περιτομὴν δὲ μᾶλλον πνευματικὴν, καὶ σαββατισμὸν ὁμοίως διακηρύττων ὁρᾶται. Ἔφη γὰρ, ὅτι «Οὐχ ὁ ἐν τῷ φανερῷ Ἰου‐ δαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρ‐ | |
45 | δίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἄλλ’ ἐκ τοῦ Θεοῦ.» Περὶ δὲ τοῦ Σαββάτου ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ | |
70.1300(50) | τῶν ἰδίων ὁ Θεός. Οὐκοῦν εἴ τις παύσαιτο τῶν ἰδίων ἔργων, ἤτοι τῶν ἑαυτοῦ θελημάτων τὸ χρῆναι κρα‐ τεῖν ἐπιδοὺς τοὶς ἱεροῖς θεσπίσμασιν, οὕτως Σαββα‐ τίζει πνευματικῶς, καὶ ἁγίαν ἀληθῶς ἡμέραν ἐπι‐ τελεῖ. Τοῦτο καὶ τῆς ἐν χερσὶ προφητείας διαδεί‐ | |
55 | κνυσιν ἡμῖν ὁ λόγος. Ἐὰν γὰρ ἀποστρέψῃς, φησὶ, τὸν πόδα σου ἀπὸ τῶν Σαββάτων, τοῦ μὴ ποιεῖν τὰ | |
θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ. Τὸ δὲ, ἀποστρέ‐ | 1299 | |
70.1301 | ψεις τὸν πόδα σου ἀπὸ τῶν Σαββάτων, οὐδὲν ἕτερον εἴη ἂν, ὥς γε οἶμαι πλὴν ὅτι τὸ μὴ χρῆναι δρᾷν, ἃ ἂν βούλοιτό τις, καὶ τὰς τῶν ἰδίων ἐπιθυμιῶν ἰέναι τρίβους. Ὅτι γὰρ τῶν ἀνθρωπίνων θελημάτων ὁ σκο‐ | |
5 | πὸς εἰς τὸ φιλήδονον βλέπει, πιστώσεται γράφων ὁ πάνσοφος Παῦλος· «Οὐ γὰρ ὃ θέλω τοῦτο ποιῶ ἀγαθὸν, ἀλλ’ ὃ μισῶ κακὸν τοῦτο πράσσω, συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ | |
10 | τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου.» Δεῖ δὴ οὖν ἄρα καὶ μάλα νεανικῶς καταγωνίσασθαι μὲν τὸ ἴδιον θέλημα τοὺς εὐδοκιμεῖν ἐθέλοντας παρὰ Θεῷ, τοῖς δὲ θείοις αὐτοῦ νόμοις πανταχοῦ ἑπομένους τὴν ἀξι‐ | |
15 | άγαστον τῆς δικαιοσύνης διάττειν ὁδόν. Τρυφερὰ δὲ Σάββατά φησι τὰ μηδὲν ἔχοντα τῶν ἀπὸ γνώμης. Σκληρὰ δὲ γνώμη καὶ ἀπηνὴς, τὸ μὴ ὑποκεῖσθαι θέ‐ λειν, οἷς ἂν βούληται Θεός· τοιοῦτον ὄντα τὸν Ἰσραὴλ διήλεγξε λέγων, «Γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, | |
20 | καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.» Τὸ εὐπειθὲς οὖν ἄρα, καὶ τὸ εὐήνιον, καὶ τὸ εἰκτικὸν τοῦ τρόπου, τρυφερὰν ἀποφαίνει τῷ Θεῷ τὴν κατὰ τὸ Σάββατον ἀργίαν, ἤτοι τὸν κατὰ πνεῦμα σαββατισμὸν, ὃν οἱ κατορθοῦν ἐθέλοντες | |
25 | ἀμωμήτως οὐκ ἀροῦσιν ἐπ’ ἔργῳ τὸν πόδα, τουτ‐ έστιν, οὐ βαδίζουσι πρακτικῶς, ἐπιτελοῦσι δὲ μᾶλλον τὴν εὐαγῆ, καὶ ὀνησιφόρον ἀργίαν, τὴν ἐπί γε, φημὶ, τοῖς αἰσχίστοις, καὶ βδελυροῖς, καὶ ἀπηχθημένοις τῷ Θεῷ πράγμασι. Βούλεται δὲ τοὺς τοιούτους καὶ | |
30 | ὀργῆς καὶ θυμοῦ κατευμεγεθοῦντας ὁρᾶσθαι, καὶ θύραν ἔχοντας ἐπὶ γλώττῃ καὶ μοχλόν. Οὐ γὰρ λαλήσεις λόγον, φησὶν, ἐν ὀργῇ ἐκ τοῦ στόματός σου. Δύο δὴ οὖν ἐνταῦθα περιτέμνει δεινὰ καὶ παγχάλεπα, ὧν ἄν τις ἀποφοιτήσας τέλειος ἔσται | |
35 | παρὰ Θεῷ. Ἔφη γάρ τις τῶν ἁγίων ἀποστόλων, «Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ δυνά‐ μενος χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.» Ὁ δὲ κρε‐ ίττων ὀργῆς, πάντως που καὶ εὐσχήμων, εἴπερ ἐστὶν ἀληθὲς καὶ τὸ ἔμπαλιν· γέγραπται γὰρ ὅτι «Ἀνὴρ | |
40 | θυμώδης οὐκ εὐσχήμων.» Πράους οὖν ἄρα καὶ πλεί‐ στην ὅσην ἔχοντας τὴν ἀρετὴν εἶναι βούλεται ὁ Θεὸς τοὺς σαββατίζοντας νοητῶς, καὶ ἁγίως, καὶ τρυφε‐ ρῶς, καὶ πεποιθέναι κελεύει, οὐκ ἐπὶ πλούτῳ μᾶλλον ἢ δυναστείαις κοσμικαῖς, οὐκ ἐπὶ ῥώμῃ σωμάτων, | |
45 | οὐκ ἐφ’ ἑτέρῳ τινὶ τῶν τοιούτων, ἃ πόαις ἐν ἴσῳ ταῖς ἐν ἀγροῖς πρόσκαιρά τέ ἐστι καὶ εὐμάραντα, ἐπὶ Κύριον δὲ μᾶλλον τὸν ἁπάσης εὐθυμίας καὶ χορηγὸν καὶ πρύτανιν. Τὰ τῶν οὕτω ζῇν εἰωθότων, ὅτι οἶοί τινες εἶεν, ἀνθρώπους στεφανοῖ, διαδείκνυσι | |
70.1301(50) | λέγων, ὅτι «Ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, καὶ ψωμιεῖ σε ἐπὶ τὴν κληρονομίαν Ἰακὼβ τοῦ πα‐ τρός σου.» Ἐπηγγείλατο μὲν γὰρ τοῖς τῶν Ἰουδαίων πατράσιν ὁ τῶν ὅλων Θεὸς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ δὴ καὶ εἰσεκομίσθησαν εἰς αὐτὴν στρατηγοῦντος | |
55 | Ἰησοῦ μετὰ τὸν ἱεροφάντην Μωσέα· Εἶτα πῶς διὰ τῶν προκειμένων στίχων, ὡς οὕπω λαβοῦσι τὸν | |
κλῆρον τὸν ἐπαγγελθέντα τῷ πατριάρχῃ Ἰακὼβ, | 1301 | |
70.1304 | δώσειν αὐτοῖς ἐπαγγέλλεται; Οὐκοῦν οὐ περὶ τῆς αἰσθητῆς, ἤτοι τῆς κατακληροδοθείσης αὐτοῖς ἡ ἐπαγ‐ γελία ἦν τῷ Θεῷ πρὸς τὸν θεσπέσιον Ἰακὼβ, ἤγουν ἐπὶ Ἀβραάμ τε καὶ Ἰσαὰκ, περὶ ἐκείνης δὲ μᾶλλον, ἣν αὐτὸς ἡμῖν ὁ Σωτὴρ κατεσήμαινε λέγων· «Μακάριοι | |
5 | οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Ὅτι δὲ πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσονται τὰ ἐπηγγελμένα, πιστοῦται λέγων· Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα· ἀμήχανον δὲ τοὺς θείους διαπεσεῖν λόγους· Θεὸς γάρ ἐστιν ἀλήθεια. Μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ σῶσαι; ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; Ἀλλὰ | |
10 | τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀναμέσον ὑμῶν καὶ τοῦ Θεοῦ, διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀφ’ ὑμῶν, τοῦ μὴ ἐλεῆσαι. Αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις. Τὰ δὲ χείλη ὑμῶν | |
15 | ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ· οὐδεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστι κρίσις ἀληθινή. Πεποίθασιν ἐπὶ ματαίοις. καὶ λαλοῦσι κενά. Ἐν τοῖς ἀνόπιν βραχὺ τὸ τοῦ Θεοῦ πρόσωπον εἰσ‐ | |
20 | εκομίσθη, λέγον τῷ θεσπεσίῳ προφήτῃ· «Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ, ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰς ἀνομίας αὐτῶν, καὶ τῷ οἴκῳ Ἰσραὴλ τὰς ἁμαρτίας αὐτῶν. Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί μου | |
25 | τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιη‐ κὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς. Αἰ‐ τοῦσί με νῦν κρίσιν δικαίαν, καὶ ἐγγίζειν Θεῷ ἐπι‐ θυμοῦσι, λέγοντες, Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶ‐ δες; ἐταπεινώσαμεν τὰς ψυχὰς ὑμῶν, καὶ οὐκ ἔγνως; | |
30 | Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε, εἰς κρίσιν καὶ μάχας νηστεύσετε· οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος.» Ἐλέγομεν δὲ τὴν τῆς προφητείας δύναμιν, ὡς ἔνι, | |
35 | διερμηνεύοντες, ὅτι τοῖς τεθεσπισμένοις διὰ τοῦ παν‐ σόφου Μωσέως ἀντανιστάμενοι, καὶ ὀλίγου παντε‐ λῶς ἀξιοῦντες λόγου τὸ διαζῇν ὀρθῶς, ἔδρων δὲ τὰ συνήθη, στυγητὸν τῷ Θεῷ καὶ φιλαμαρτήμονα πολι‐ τείας τρόπον ἐπιτηδεύοντες, εἶτα πολέμου περιαγ‐ | |
40 | γελθέντος ἔσθ’ ὅτε τὸ ἀσιτεῖν ἐσκέπτοντο διὰ γυ‐ μνῆς καὶ μόνης νηστείας, ἤγουν ἀσιτείας, ἵλεων καταστήσειν ἐφ’ ἑαυτοῖς οἰόμενοι τὸν κριτήν. Εἶτα διεγόγγυζον τῆς ἐλπίδος ἡμαρτηκότες, καὶ δὴ καὶ ἔφασκον· Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐτα‐ | |
45 | πεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως; Ἄθρει δὴ οὖν, ἄθρει τὸν θεσπέσιον προφήτην, ὡς ἐκ πολλῆς ἄγαν φιλοθεΐας ἐπιτιμῶντα αὐτοῖς, καὶ λέγοντα, Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι, ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ ἐπακοῦσαι; Οὐ γὰρ ἠτόνησε, φησὶν, | |
70.1304(50) | ἡ πανσθενὴς τοῦ Κυρίου δεξιὰ, ἀλλ’ οὐδὲ τὸ οὖς βα‐ ρυνθὲν ἔχει καὶ ἀπεστραμμένον, ὥστε μὴ εἰσακοῦ‐ σαι. Τὰ δὲ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀναμέσον ὑμῶν καὶ αὐτοῦ. Οὐκοῦν εἴ τις ἀφέλοιτο τὴν διαφο‐ ρὰν, καὶ ἀποστῆσαι τὸ διατειχίζον τῆς πρὸς Θεὸν | |
55 | γνώσεως, τουτέστι, τὴν ἁμαρτίαν, οὐ μακρὰν ὁ | |
σώζων ἐστὶν, ἀλλὰ δέξεται πάντως τὰς ἱκετηρίας. | 1303 | |
70.1305 | Ἔνεστι γὰρ αὐτῷ καὶ τὸ πανσθενὲς, καὶ τὸ προσίεσθαι φιλαγάθως τὰς παρὰ τῶν καμνόντων λιτάς. Ποῖαι τοίνυν ἁμαρτίαι διιστῶσιν ἀναμέσον τοῦ Θεοῦ, καὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ἐπιφέρει, λέγων· «Αἱ γὰρ | |
5 | χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις. Τὰ δὲ χείλη ἐλάλησαν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ.» Ἀπεκτόνασι μὲν γὰρ προφήτας ἁγίους τοὺς ἀπεσταλμένους παρὰ Θεοῦ, κατελάλησαν δὴ καὶ αὐτοῦ. Ἔφη γοῦν Ἱερε‐ | |
10 | μίας, Ἡ ἰσχύς μου ἐξέλιπεν ἐκ τῶν καταρωμένων με· παρεὶς δὲ τὰ τοιάδε νῦν τὴν κατὰ Χριστοῦ δυσ‐ σέβειαν ἐγκαλεῖν ἔοικε, τὰς χεῖρας αὐτῶν αἵματι μεμολύνθαι λέγων. Γεγόνασι δὲ κυριοκτόνοι, ἐλάλη‐ σαν δὲ καὶ τὰ χείλη αὐτῶν ἀνομίαν, καὶ ἡ γλῶσσα | |
15 | αὐτῶν ἀδικίαν ἐμελέτησε· οὐ γὰρ διαλελοίπασι μα‐ χόμενοί τε καὶ ὀνειδίζοντες, καὶ καταλαλοῦντες Χρι‐ στοῦ, καὶ ποτὲ μὲν διασύροντες τὰς θεοσημείας, καὶ καταψευδόμενοι τῆς θεοπρεποῦς μεγαλουργίας, ποτὲ δὲ κατηγοροῦντες καὶ λέγοντες· «Αἶρε, αἶρε, σταύ‐ | |
20 | ρου αὐτόν.» Ποτὲ δὲ ταύτης ἕνεκα τῆς αἰτίας, ὡς ψῆφον ἄδικον ὑπομείναντος Χριστοῦ, μετὰ παῤῥη‐ σίας ἁγιοπρεποῦς ὁ προφήτης ἀναφθέγγεται, Οὐδεὶς ἐλάλει δίκαια, οὐδ’ ἔστι κρίσις ἀληθινή. Πεποίθασιν ἐπὶ ματαίοις, καὶ καλοῦσι κενά. Ποία δὲ αὐτῶν ἡ | |
25 | ματαία πεποίθησις; ᾨήθησαν γὰρ ὅτι τὸν κληρονό‐ μον ἐκ μέσου ποιησάμενοι, καθέξουσι τὸν κλῆρον αὐτοῦ· καὶ ταῦτα πρὸς ἀλλήλους κενοφωνοῦντες οἱ δείλαιοι δεδυσσεβήκασι εἰς αὐτόν. Ἢ τοίνυν τὴν εἰς Χριστὸν δυσσέβειαν ὁ προφητικὸς ἐγκαλεῖ λόγος τοῖς | |
30 | ἐξ αἵματος Ἰσραὴλ, ἤγουν ὅτι κατ’ οὐδένα τρόπον ἐπιεικεῖς ὄντες ἁλοῖεν ἂν, οἵ γε καὶ χεῖρας ἔχουσι μεμολυσμένας αἵματι, χείλη τε καὶ γλῶσσαν οὐδὲν εἰδυῖαν ἕτερον μελετᾷν, πλὴν ὅτι τὰ εἰς δυσσέβειαν, καὶ ἀνομίαν, καὶ ἀδικίαν βλέποντα, καὶ ὅτι πρὸς | |
35 | τούτοις ἄδικοι γεγόνασι δικασταὶ, δωροδοκοῦντες δη‐ λονότι, καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι. Εἴρηται γὰρ ἑτέρωθί που, «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ, Σιὼν πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί; Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, | |
40 | οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες.» Ὅτι κύουσι πόνον, καὶ τίκτουσιν ἀνομίαν. Ὠὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι, | |
45 | καὶ ὁ μέλλων τῶν ὠῶν αὐτῶν φαγεῖν, συντρίψας οὔριον, εὗρε καὶ ἐν αὐτῷ βασιλίσκον. Ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴν περιβα‐ λοῦνται ἀπὸ τῶν ἔργων τῶν χειρῶν αὐτῶν. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ πόνον ἀεί πως τὸν | |
70.1305(50) | φθόνον ἀποκαλεῖν. Ἔχει δὲ πολὺ τὸ εἰκὸς ὁ λόγος· ἐκτήκει γὰρ καὶ καταμαραίνει τὰς τῶν δεχομένων αὐτὸν καρδίας. Τοιοῦτόν τι καὶ ὁ Ψάλλων φησὶ περί τινος, ἤτοι τοῦ τῶν Ἰουδαίων δήμου, «Συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν.» Προωδινήσαντες γὰρ τὸν κατὰ | |
55 | Χριστοῦ φθόνον, ἐκτετόκασι τὴν κατ’ αὐτοῦ δυσ‐ σέβειαν, ἤγουν ἀνομίαν· μόνον γὰρ οὐχὶ τὸ προφη‐ | |
τικὸν ἐκεῖνο λέγοντες ἁλοῖεν ἂν διά γε τῶν ἐπιχειρη‐ | 1305 | |
70.1308 | μάτων· «Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν.» Εὑρήσομεν δὲ καὶ ἐν συλλόγοις αὐτοῦ ἐκ‐ τοπωτάτην λαβόντας βουλήν. Ἔφασκον γὰρ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Τί ποιοῦμεν, ὅτι | |
5 | οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸ ἔθνος, καὶ τὴν χώραν· εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, οὗτος τῆς κατὰ Χριστοῦ δυσσεβείας γέγονεν εὑρετής· ἔφη γὰρ πάλιν, Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, ὅτι | |
10 | συμφέρει ἡμῖν, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.» Σαφέστατα τοίνυν ἐκ τῶν εἰρημένων ἔνεστιν ἰδεῖν, ὅτι κυήσαντες πόνον, τουτέστι, τὸν κατ’ αὐτοῦ πόνον προσωδινή‐ σαντες ἐκτετήκασι τὴν ἀνομίαν. Τί οὖν ὁ προφητι‐ | |
15 | κὸς ἐν τούτοις ἡμῖν κατασημαίνει λόγος; Ὠὰ ἀσπί‐ δων ἔῤῥηξαν, καὶ ὁ μέλλων τῶν ὠῶν αὐτῶν φαγεῖν, συντρίψας οὔριον εὗρεν. ᾬοντο μὲν γὰρ οἱ Ἰουδαῖοι τὰς κατὰ Χριστοῦ διασκέψεις εἰς αἴσιον αὐτοῖς ἐκ‐ βήσεσθαι πέρας, καὶ εἰς ὄνησιν ἔσεσθαι τῷ ἔθνει | |
20 | παντί. Ἀλλ’ ἡμάρτανον τοῦ σκοποῦ, καί τι τοιοῦτον συμβέβηκε παθεῖν αὐτοὺς, ὁποῖόν τι πάσχουσιν ἐκ πολλῆς ἄγαν ἀσυνεσίας οἱ τὰ τῶν ἀσπίδων ῥηγνύντες ὠά. Συντρίψαντες γὰρ οὐδὲν εὑρήσουσιν ἕτερον, πλὴν ὅτι βασιλίσκον ἐν αὐτῷ· ὄφεως δὲ κύημα τουτὶ τὸ | |
25 | παγχάλεπον, οὔριόν τε πρὸς τούτῳ. Οὐκοῦν ἀνόνητον Ἰουδαίοις, μᾶλλον δὲ καὶ ὀλέθρου πρόξενον τῶν κατὰ Χριστοῦ τολμημάτων τὸ πέρας. Ὄφις γὰρ ὥσπερ ἐκβέβηκεν αὐτοῖς, καὶ ἀπότεξις ὁμολογουμένη, ἡ πρὸς πέταυρον ᾅδου παρακομίζουσα· ὅτι δὲ γέγονε, | |
30 | εἰσάπαν ἀνωφελὴς ἡ κατὰ Χριστοῦ σκευωρία, δια‐ δείκνυσιν εὐθὺς καὶ δι’ ἑτέρου παραδείγματος· Ἱστὸν γὰρ, φησὶν, ἀράχνης ὑφαίνουσιν. Ὁ μὲν γὰρ ἀρά‐ χνης, τουτὶ δέ φημι τὸ σμικρὸν καὶ εὐτελέστατον ζῶον, ἐν τοῖς ἀργοτέροις τῶν δωματίων μέρεσιν | |
35 | ἱστοὺς ἀναπλέκει, στήμοσιν ἰσχνοῖς εὐτέχνως ἐξυφα‐ σμένοις, οἱ δὲ οὖν πλείστῳ μόλις γενόμενοι πόνῳ τὸ σύμπαν αὐτοὺς ὠφελοῦσιν οὐδέν· οὐ γὰρ ἔσονται περίβλημα τῷ πεποιηκότι, ἀλλ’ εἰσὶν εὐδιάτμητοι πρὸς περιβολὴν, καὶ αὐτῆς τῆς τέχνης ἀμείνους. Οὕτω, | |
40 | φησὶ, καὶ τὰ τῶν Ἰουδαίων εὑρήματα, δῆλον ὅτι τὰ κατὰ τοῦ Χριστοῦ· δόλους γὰρ ἐξυφαίνοντες, καὶ ψευδηγορίας συμπλέκοντες, ᾤοντο μὲν γὰρ, ὡς ἔφην, θανάτῳ σαρκὸς περιβαλόντες αὐτὸν, ἐξανύσαι τι τῶν ὀνησιφόρων αὐτοῖς, καὶ τὴν ἀπὸ τῶν ἰδίων ἐπιχειρη‐ | |
45 | μάτων καταπλουτῆσαι σκέπην, ἀλλ’ εἰς οὐδὲν αὐτοῖς τὸ τῶν ἐλπισθέντων ἐξέβη πέρας. Γυμνοὶ γὰρ γεγό‐ νασι τῆς ἄνωθεν εὐμενείας, ἀποβεβλήκασί τε τὸν σκεπαστὴν, τουτέστι Χριστόν· οἱ μὲν γὰρ ἐξ ἔργων ἀγαθῶν τοῖς αὐτὰ κατορθοῦν ἐθέλουσι συμβήσεται | |
70.1308(50) | σκέπη, νέμοντος αὐτοῖς καὶ τοῦτο Θεοῦ· τοῖς γε μὴν τῶν φαύλων ἐργάταις εἰς περιβολὴν οὐκ ἔσται τὰ ἐξ αὐτῶν, ἀλλ’ ἔρημοι σκέπης ἔσονται μᾶλλον τῆς παρὰ Θεοῦ. Τὰ γὰρ ἔργα αὐτῶν, ἔργα ἀνομίας, οἱ δὲ πόδες | |
55 | αὐτῶν ἐπὶ πονηρίαν τρέχουσι, ταχυνοὶ τοῦ ἐκχέαι αἷμα, καὶ οἱ διαλογισμοὶ αὐτῶν, διαλογι‐ | |
σμοὶ ἀπὸ φόνων· σύντριμμα καὶ ταλαιπωρία ἐν | 1307 | |
70.1309 | ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ οἴδα‐ σιν. Οὐκ ἔσται κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν. Αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι, ἂς διοδεύουσι, καὶ οὐκ οἴδασιν εἰρήνην. Διὰ τοῦτο ἀπέστη ἡ | |
5 | κρίσις ἀπ’ αὐτῶν. Ἕκαστα τῶν Ἰουδαϊκῶν πλημμελημάτων ἀπ‐ αριθμεῖται λεπτῶς, ἵν’ ἐπειδήπερ ἐκβέβληνται τῆς πρὸς αὐτὸν οἰκειότητος, ψήφῳ δικαίᾳ τοῦτο παθόντες ἁλίσκωνται. Ἔργα γὰρ ἀνομίας φησὶ πάντα τὰ ἔργα | |
10 | αὐτῶν, καὶ συλλήβδην ἐν τούτοις ἁπάσης αὐτῶν τῆς ζωῆς ἀληθὴς γέγονεν ἡ κατάῤῥησις· ἐπιτρέχει δὲ καὶ οὕτω τῶν αἰτιαμάτων ἕκαστον, τοὺς μὲν πόδας ἐπὶ πονηρίαν τρέχειν εἰπὼν, καὶ εἶναι ταχυνοὺς εἰς τὸ ἐκχέαι αἷμα, καὶ λογισμοὺς ἐσχηκέναι τοὺς ἐπὶ | |
15 | φόνοις αὐτοῖς. Ἄθρει δή μοι πάλιν, ὅτι, καίτοι πλεί‐ στων ὄντων τῶν πλημμελημάτων, πρῶτος διαμέμνη‐ ται τῆς ἑτοιμότητος τῆς εἰς τό γε, φημὶ τὸ ἑλέσθαι φονᾷν. Τρέχειν γὰρ ἔφη πρὸς τοῦτο τοὺς πόδας αὐ‐ τῶν, καὶ ὀξεῖς ἤτοι ταχυνοὺς εἶναι πρός γε τὸ δεῖν | |
20 | εἰσδέχεσθαι διαλογισμοὺς τοὺς ἐφ’ αἵματί τε καὶ φόνοις· σύντριμμα δὲ καὶ ταλαιπωρίαν ἐν ταῖς ὁδοῖς αὐτῶν εἶναι διατείνεται, οὐκ εἰδέναι τε τὴν εἰρήνην, ἤτοι τὴν τῆς εἰρήνης ὁδόν. Ἃ γὰρ ἔδρων ἀνοσίως, καὶ πέρα παντὸς ἱέντες θράσους, συντριβῆς καὶ ταλαιπω‐ | |
25 | ρίας αὐτοῖς, ἤγουν παρ’ αὐτῶν ἑτέροις γέγονε πρόξενα. Ἦσαν δέ που πάντως φιλοπραγματίαι, καὶ δικαῤῥά‐ φοι, καὶ πολὺ νοσοῦντες τὸ δύσερι· καὶ ἡ τούτου πρό‐ φασις λημμάτων ἔφεσις καὶ δωροληψίας. Ταύτῃτοι καὶ μάλα εἰκότως, Οὐκ ἔστι κρίσις, φησὶν, ἐν ταῖς ὁδοῖς | |
30 | αὐτῶν. Κρίσιν δέ φησιν ἐνταῦθα τὴν δικαιοσύνην, ἤτοι τὴν ἐννομωτάτην καὶ ἀδιάβλητον πολιτείαν. Οὕτω γάρ πού φησιν ὁ θεσπέσιος Δαβὶδ περὶ τῆς διὰ Μωσέως ἐντολῆς, «Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.» Οὐκοῦν εὐθύτης, ἤτοι δικαιοσύνη, οὐκ | |
35 | ἔστιν ἐν ταῖς ὁδοῖς αὐτῶν. Διεστραμμέναι γάρ εἰσι, καὶ φεύγουσι τὴν εἰρηνὴν, ἤτοι πρὸς ἑτέρους εἰρηνι‐ κοὶ παραιτούμενοι, ἤγουν εἰρηνὴν ἐνθάδε φησὶν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὃν οὐκ ἠθέλησαν εἰδέναι, τὸν τῆς ἀπωλείας ἑαυτοῖς ὀρύττοντες βόθρον. | |
40 | Διὰ τοῦτο γὰρ, φησὶν, ἀπέστη ἡ κρίσις ἀπ’ αὐτῶν, τουτέστι, ταύτης ἕνεκα τῆς αἰτίας ἀπεφοίτησεν αὐ‐ τῶν ἡ δικαιοσύνη, ἤγουν τὸ εἰδέναι δρᾷν, ἃ τὸν τῆς δικαιοσύνης περιποιεῖται στέφανον τοῖς κατορθοῦν ᾑρημένοις αὐτά. Ἔξω δὲ πάσης εἰσὶν εὐτεχνίας πνευματικῆς Ἰουδαῖοι, καὶ οἷον ἀπέπτη τῆς διανοίας αὐτῶν τὸ καὶ ὅλως εἰδέναι δύνασθαί τι τῶν ἀρεσκόν‐ | |
45 | των Θεῷ διαπεραίνειν ὀρθῶς. Ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σκό‐ τος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. Ψηλαφήσουσιν ὡς τυφλὸς τοῖχον, καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι, καὶ πε‐ | |
70.1309(50) | σοῦνται ἐν μεσημβρίᾳ, ὡς ἐν μεσονυκτίῳ. Ὡς ἀποθνήσκοντες στενάξουσιν, ὡς ἄρκος καὶ πε‐ ριστερὰ ἅμα πορεύσονται. Ἐπάρατον αὐτῶν, καὶ ἐκνομωτάτην ἀποφήνας τὴν ζωήν· ἔφη γὰρ, τίνα ἔργα αὐτῶν ἔργα ἀνομίας, καὶ | |
55 | ταῦτα λεπτῶς ἀπαριθμησάμενος, τίνα τέ ἐστι, καὶ | 1309 |
70.1312 | δι’ ὅσων ἔρχεται τρόπων εἰπὼν, ἀναγκαίως ἐπάγει καὶ παρατίθησι, καὶ τὴν ἐντεῦθεν αὐτοῖς ἐντετριμ‐ μένην ζημίαν, καὶ τῆς ἀσχέτου φαυλότητος τὴν ἀντ‐ έκτισιν, ἤτοι τοὺς τῆς ἐνούσης αὐτοῖς ἀσεβείας καρ‐ | |
5 | πούς. Προσεδόκων μὲν γὰρ Ἰουδαῖοι τὸν παρὰ Χριστῷ φωτισμόν. Ἤκουον προφητῶν ἁγίων ἀναβοώντων ἀναφανδὸν, «Φωτίζου, φωτίζου, Ἱερουσαλὴμ, ἥκει γὰρ τὸ φῶς σου, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλ‐ κε.» Καὶ τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ | |
10 | τό γε ἧκον εἰς τὴν τῶν ἁγίων προφήτων προαγόρευ‐ σιν, οὐκ ἔξω χρηστῆς ἐλπίδος ἦσαν οἱ τάλανες. Καὶ γοῦν προσελάλουν ἀλλήλοις ποτὲ τῆς Ἰουδαίων Συν‐ αγωγῆς οἱ προεστηκότες, «Μὴ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; οὐχ ἡ Γραφὴ εἶπεν, ὅτι ἐκ σπέρμα‐ | |
15 | τος Δαβὶδ, καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης ὁ Χριστὸς ἔρχεται;» Καὶ ἡ Σαμαρεῖτις ἐκείνη γυνὴ διωμολόγη‐ κεν ἐναργῶς αὐτῷ προσλαλοῦσα Χριστῷ τῆς ἐπιδη‐ μίας τὴν δύναμιν. Ἔφη γὰρ, ὅτι «Οἴδαμεν ὅτι Μεσ‐ σίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, | |
20 | εὐαγγελεῖ ἡμῖν πάντα.» Οὐκοῦν προσεδόκων μὲν, ὡς ἔφην, τὸν παρὰ Χριστοῦ φωτισμὸν, ἀλλ’ ἐκβέβηκεν αὐ‐ τοῖς εἰς πᾶν τοὐναντίον τὰ τῆς ἐλπίδος. Οὐ γὰρ προσεδέ‐ ξαντο τὸ φῶς τὸ ἀληθινὸν, αὐτόκλητον δὲ ὥσπερ ταῖς ἑαυτῶν διανοίαις εἰσοικισάμενοι σκότον, τυφλοὶ γεγόνα‐ | |
25 | σι, καὶ τυφλῶν ὁδηγοὶ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Φῶς τοίνυν ὑπομεινάντων αὐτῶν, τουτέστιν ἐλπισάν‐ των ἤτοι προσδοκησάντων, γέγονεν αὐτοῖς σκότος, καὶ μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. Αὐτὸ δὴ πάλιν ἑτέρως, ἤτοι περὶ τοῦ αὐτοῦ τίθησιν ὁ προφή‐ | |
30 | της, τῶν εἰρημένων καταλευκαίνων τὸν νοῦν. Οἱ γὰρ αὐγὴν προσδοκήσαντες, ἐν σκότῳ βαθεῖ περιεπάτη‐ σαν. Τοῦτο γὰρ τὸ τῆς ἀωρίας ὄνομα δηλοῖ. Εἶτα τῆς ἐγγενομένης αὐτοῖς τυφλώσεως ἐμφανίζων τὸ μέγε‐ θος, ψηλαφήσειν ὡς τυφλὸς ἔφη τοῖχον. Οὕτω γὰρ | |
35 | ἔσθ’ ὅτε περιπατεῖν ἔθος τοῖς τῶν ὀμμάτων ἠῤῥω‐ στηκόσι τὴν πήρωσιν. Μεσημβρίας δὲ οὔσης, φησὶν, ὡς ἐν μεσονυκτίῳ πεσοῦνται. Καὶ μεσημβρίαν μὲν τὸ μεσαίτατον τῆς ἡμέρας ὀνομάζει συνήθως, ὅτε καὶ ἀκμαιοτάτην ἐπαφίησιν ἀκτῖνα τοῖς ἐπὶ γῆς μεσου‐ | |
40 | ρανῶν ὁ ἡλίου κύκλος, καὶ οἷον πεπλουσιωτέραις αὐ‐ γαῖς περιαστράπτει τὰ σύμπαντα· μεσονύκτιον δὲ τῆς νυκτὸς τὸ μεσαίτατον, ὅτε καὶ βαθὺς ἅπασι τοῖς ὑπ’ οὐρανὸν καταχεῖται σκότος. Ἐν μεσημβρίᾳ τοίνυν, φησὶ, τουτέστιν, ἀμφιλαφεστάτου φωτὸς, θείου δὲ | |
45 | δηλονότι καὶ νοητοῦ, καταυγάζοντος τὴν ὑπ’ οὐρανὸν, διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, πεσοῦνται καθάπερ τυφλοὶ μηδὲ εἰδότες, ὅποι βαδίζουσιν Ἰου‐ δαῖοι· οὐ γὰρ ἠθέλησαν ὑπακούειν λέγοντι τῷ Χρι‐ στῷ, «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῳ φωτὶ, ἵνα | |
70.1312(50) | μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.» Κατελήφθησαν τοίνυν ὑπὸ τῆς σκοτίας οὐκ ἀνασχόμενοι περιπατεῖν ἐν τῷ φωτί· πείσονται δέ τι καὶ ἕτερον. Στενάξουσι γὰρ ὡς ἀποθνήσκοντες, φησὶ, τουτέστιν, ὡς βαρείᾳ καὶ ἀσχέτῳ νόσῳ κατισχημένοι. Πορεύσονται δὲ καὶ ὡς | |
55 | ἄρκος ἅμα, καὶ περιστερὰ, καὶ οὐχ ὡς δύο τινὲς ἀλ‐ λήλοις συμβιβάζοντες, ὧν ὁ μὲν ὡς ἄρκος νοηθείη ἂν, | |
ὁ δὲ ὡς περιστερὰ, ἀλλ’ ἕκαστος αὐτῶν ἐν ταυτῷ κατὰ | 1311 | |
70.1313 | τὴν ἕξιν, καὶ κατά γε τὴν ἐνοῦσαν αὐτοῖς διάνοιαν, ὡς ἄρκος ὑπάρχων ὁμοῦ καὶ περιστερά. Ἐπειδὴ γὰρ ἔφη στενάζειν αὐτοὺς, διαδείκνυσιν εὖ μάλα ποῖος ἔσται καὶ ὅσος ὁ στεναγμὸς αὐτῶν. Φασὶ | |
5 | γὰρ τὰς ἄρκους, εἰ ἀτεκνωθεῖεν ὑπό του διηρ‐ πασμένων αὐταῖς τῶν σκυμνίων, δεινῶς ὀλοφύρεσθαι, καὶ πίμπλασθαι μὲν ἀκράτου μανίας, ὄρη δὲ καὶ νάπας περινοστεῖν, καὶ τοῖς ὑπαντῶσιν ἀσχέτως ἐπιπηδᾷν· καί που δι’ ἑνὸς τῶν ἁγίων | |
10 | προφητῶν τοιοῦτόν τι σημαίνει, λέγων ὁ τῶν ὅλων Θεὸς περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ, Ὑπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἀπορουμένη, τουτέστιν, ὠμῶς καὶ ἀγρίως. Αἱ δὲ περιστεραὶ ταῖς ἑαυτῶν καλιαῖς ἐνιζά‐ νουσαι διαγογγύζουσι συχνῶς, καὶ οἷόν τινα γοερὰν | |
15 | πέμπουσι φωνήν. Τοιοῦτοί τινες γεγόνασιν οἱ Ἰου‐ δαῖοι· πεπορθημένης γὰρ αὐτῶν ἁπάσης τῆς χώρας ὁμοῦ τῇ ἁγίᾳ πόλει, φημὶ δὴ τῇ Ἱερουσαλὴμ, κατεμ‐ πρησθέντος δὲ καὶ αὐτοῦ τοῦ ναοῦ, θηριοπρεπῆ μὲν ἔχουσι γνώμην, κατὰ τῶν ᾑρηκότων αὐτήν. Θρηνοῦσί | |
20 | γε μὴν παθοῦσαν ὡς περιστεραί. Γέγραπται γὰρ, ὅτι «Καὶ ἔσονται ἐπὶ τῶν ὀρέων ὡς περιστεραὶ μελετητι‐ καί.» Ἢ τάχα που καὶ ἕτερόν τι καταδηλοῦν τὸν προ‐ φητικὸν ἐν τούτοις οἰησόμεθα λόγον. Πορεύσονται γὰρ, φησὶν, ὡς ἄρκος καὶ περιστερὰ, τουτέστι, διαζήσου‐ | |
25 | σιν ἐν ἀγριότητι νοῦ, συνεζευγμένης ἀσυνεσίας· καὶ ἀγριότητος μὲν ἡ ἄρκος εἰκὼν, ἤτοι παράδειγμα, εὐηθείας δὲ καὶ ἀσυνεσίας ἡ περιστερά. Εἴρηται γοῦν περὶ τοῦ Ἰσραὴλ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, Καὶ ἦν Ἐφραῒμ περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν· | |
30 | εὑρήσομεν δὲ τοὺς Ἰουδαίους ἀγριομώρους ὄντας τι‐ νὰς κατὰ ἀλήθειαν. Οὐ γάρ ἐστιν ἐν αὐτοῖς ἡ παρὰ Χριστοῦ σύνεσις καὶ πραότης· ἠρνήσαντο γὰρ αὐτὸν σοφίας ὄντα καὶ συνέσεως χορηγὸν, ἡμέρους τε καὶ πράους ἀποφαίνοντα τοὺς ἀγαπῶντας αὐτόν. Ἔφη | |
35 | γοῦν ὁ προφήτης Ἱερεμίας περὶ αὐτῶν ποτὲ μὲν, ὅτι «Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως,» ποτὲ δὲ πάλιν, «Οὐ σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν.» Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι σωτηρία, μακρὰν ἀφέστηκεν ἀφ’ ἡμῶν· πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν | |
40 | ἀντέστησαν ἡμῖν· αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν. Ἠσεβήσαμεν, καὶ ἐψευσάμεθα, καὶ ἀπέστημεν ἀπὸ ὄπισθεν τοῦ Θεοῦ ἡμῶν. Ἐλαλήσαμεν ἄδικα, καὶ ἠπειθή‐ σαμεν· ἐκύομεν, καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας | |
45 | ἡμῶν λόγους ἀδίκους, καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστη‐ κεν. Ἀεὶ φιλαλήθης ἐστὶ τῶν ἁγίων προφητῶν ὁ λόγος. Λαλεῖ γὰρ ἐν αὐτοῖς τῆς ἀληθείας τὸ πνεῦμα, τουτ‐ | |
70.1313(50) | έστι Χριστοῦ. Ταύτης ἕνεκα τῆς αἰτίας, ἐπειδὰν ποιῶνται μνήμην τῆς ἀποβολῆς τοῦ τῶν Ἰουδαίων ἔθνους, καὶ τῆς ἐπενηνεγμένης αὐτοῖς ὀργῆς διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, διαμέμνηνται χρησίμως, καὶ τῆς ἐσομένης ἐπιστροφῆς αὐτῶν ἐν ἐσχάτοις τοῦ | |
55 | αἰῶνος καιροῖς, κλήσεώς τε τῆς ἐν Χριστῷ διὰ πί‐ στεως. Οἰκονομικώτατα τοίνυν, ἵνα μή τις οἴηται | |
ψευδοεπεῖν τὴν ἀλήθειαν, αὐτοὺς εἰσκομίζει μετα‐ | 1313 | |
70.1316 | γινώσκοντας, καὶ τὸ αὐτῶν πρόσωπον ἀναλαβὼν, μονονουχὶ παρίστησι Θεῷ λέγοντας· Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστιν. Κρίσιν δέ φασι τὴν δικαιο‐ σύνην, τὴν διὰ Χριστοῦ δηλονότι, ἢν λήψεσθαι μὲν | |
5 | προσεδόκουν, παρ’ αὐτοῖς δὲ οὐκ ἔστι, γεγόνασι δὲ σκληροὶ καὶ ἀπειθεῖς. Διὰ τοῦτό φησιν, ὅτι Σω‐ τηρία μακρὰν ἀφέστηκεν ἀφ’ ἡμῶν. Πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἐν ἡμῖν. Ἐπειδὴ γὰρ ὅλως ἐκπεπτώκασι τοῦ δι‐ | |
10 | καιοῦντος ἐν πίστει, μακρὰν γεγόνασι καὶ τῆς παρ’ αὐτοῦ σωτηρίας, οὐκ ἀποβαλόντες τῆς ἁμαρτίας τοὺς μολυσμοὺς, οὐκ ἀποτριψάμενοι τῆς ἀνομίας τὰ ἐγ‐ κλήματα, ἀλλ’ οἷον ἐντετηγμένον αὐτοῖς τὸν ἐντεῦθεν ἔχοντες ῥύπον. Διὰ τοῦτο προσεφώνει λέγων αὐτοῖς | |
15 | ὁ Χριστὸς, «Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύ‐ σητε, ὅτι ἐγὼ εἰμὶ, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀπο‐ θανεῖσθε.» Οὐκοῦν ἐπειδήπερ οὐ πεπιστεύκασιν, ἐν‐ απέθανον ταῖς ἁμαρτίαις αὐτῶν· ἐπειδὴ δὲ πολυτρό‐ πως δεδυσσεβήκασι κατὰ Χριστοῦ, καὶ τούτων | |
20 | αὐτῶν ποιοῦνται τὴν ἐξομολόγησιν. Φασὶ γὰρ, ὅτι Τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν, ἠσεβήσαμεν, καὶ ἐψευ‐ σάμεθα, καὶ ἀπέστημεν ἀπὸ ὅπισθεν τοῦ Θεοῦ ἡμῶν. Ἠσέβησαν γὰρ οὐ φορητῶς καταψευσάμενοι τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ | |
25 | ἀποστάντες τοῦ θέλειν κατακολουθεῖν αὐτῷ. Προσ‐ ομολογοῦσι δὲ, ὅτι Ἐλαλήσαμεν ἄδικα, καὶ ἠπει‐ θήσαμεν, ἐκύομεν, καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους. Ἄδικα γὰρ λελαλήκασι κατὰ Χριστοῦ· ποτὲ μὲν γὰρ διασύροντες αὐτοῦ τὴν δό‐ | |
30 | ξαν, καὶ διαβάλλοντες τὰς θεοσημίας, ἔφασκον, ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια, ποτὲ δὲ καὶ τίκτοντες ἀπὸ τῆς ἑαυτῶν καρδίας λόγους ἀδίκους· κατηγόρευσαν γὰρ αὐτοῦ, Σαμαρείτην καὶ δαιμονῶντα, φάγον τε καὶ οἰνοπότην | |
35 | ὀνομάσαι τολμήσαντες, σεσυκοφαντήκασι δὲ καὶ ἐπὶ Πιλάτου λέγοντες, ὅτι «Ἀνασείει τοὺς ὄχλους, καὶ κωλύει φόρους διδόναι Καίσαρι.» Διὰ τοῦτό φασιν, ὅτι «Ἀπέστημεν ἀπὸ ὅπισθεν τοῦ Θεοῦ ἡμῶν, ἐλα‐ λήσαμεν ἄδικα, καὶ ἠπειθήσαμεν· ἐκύομεν, καὶ | |
40 | ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδικίας, καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιο‐ σύνη μακρὰν ἀφέστηκε,» τουτέστιν, ἐῤῥίψαμεν κατ‐ όπιν τὴν δικαιοσύνην, καὶ οἷον νῶτα δεδώκαμεν ἀποστραφέντες αὐτήν. Διὰ τοῦτο μακρὰν ἀφέστηκεν | |
45 | ἀφ’ ἡμῶν. Αὗται δὴ οὖν μετανοούντων φωναὶ, καὶ ζητούντων ἐλεεῖσθαι παρὰ Χριστοῦ. Χρῆμα γὰρ σωτήριον τὸ μετανοεῖν, καὶ τὰς τῶν πλημμελημάτων ὁμολογίας ποιεῖσθαι σαφῶς. Γέγραπται γὰρ, «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.» Ἔφη δὲ καὶ ὁ θεσπέσιος Μελῳδός· «Εἶπα, Ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας | |
70.1316(50) | τὴν ἀσέβειαν τῆς καρδίας μου.» Ὅτι κατηναλώθη ἐν τοῖς ὁδοῖς αὐτῶν ἡ ἀλή‐ θεια, καὶ δι’ εὐθείας οὐκ ἠδύναντο ἐλθεῖν. Καὶ ἡ ἀλήθεια ᾖρται, καὶ μετέστησαν τὴν διάνοιαν, τοῦ συνειδέναι, καὶ εἶδε Κύριος, καὶ οὐκ ἤρεσεν αὐ‐ | |
55 | τῷ, ὅτι οὐκ ἦν κρίσις. Καὶ εἶδε καὶ οὐκ ἦν ἀνὴρ, | |
καὶ κατενόησε, καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος. Καὶ | 1315 | |
70.1317 | ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ, καὶ τῇ ἐλεη‐ μοσύνῃ, ᾗ ἐστηρίσατο, καὶ ἐνεδύσατο δικαιο‐ σύνην, ὡς θώρακα, καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς. Καὶ περιεβάλετο ἱμά‐ | |
5 | τιον ἐκδικήσεως, καὶ περιβόλαιον, ὡς ἀνταποδώ‐ σων ἀνταπόδοσιν, ὄνειδος τοῖς ὑπεναντίοις. Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπὸ ἀνατολῶν τὸ ὄνομα τὸ ἔνδοξον. Ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ Κυρίου, ἥξει μετὰ θυμοῦ. Διαμνημονεύσας ὁ προφήτης, ὧν ἐροῦσιν ἐν καιρῷ | |
10 | κλήσεως αὐτῶν οἱ ἐξ Ἰσραὴλ, αἰτοῦντες παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τῆς διὰ Χριστοῦ σωτηρίας τὴν χάριν, μεθίστησι πάλιν τοὺς λόγους εἰς τὸ ἑαυτοῦ πρόσωπον, καὶ καταγορεύει τῶν ἐξ Ἰσραὴλ, μᾶλλον δὲ συναινεῖ, ὅτι γεγόνασι πονηροὶ, καὶ ἀποστάται, | |
15 | καὶ τῆς ἀληθείας ἐχθροί· διϊσχυρίζεται δὲ λέγων, ὅτι Κατηναλώθη ἡ ἀλήθεια ἐν ταῖς ὁδοῖς αὐτῶν, τουτέστι, μονονουχὶ δεδαπάνηται, καὶ εἰσάπαν ᾤχετο. Οὐ γὰρ ἦν ὅλως ἐν τοῖς ἔργοις αὐτῶν ἀλή‐ θεια, τουτέστι, τῆς ἀληθείας ὁ νόμος. Διὰ τοῦτο δι’ | |
20 | εὐθείας οὐκ ἠδύναντο διελθεῖν οἱ γὰρ ὅλως διολισθή‐ σαντες τοῦ εἰδέναι τὸ πολιτεύσασθαι συννόμως, καὶ κατά γε τὸ τῇ ἀληθείᾳ δοκοῦν, ἀλήθεια δὲ ὁ νόμος τοῦ Θεοῦ ὠνόμασται πανταχοῦ, πῶς ἂν ἦλθον εὐθὺ τοῦ πρέποντος; ἢ πῶς οὐ καμπύλας καὶ διεστραμ‐ | |
25 | μένας ἐσχήκασι τὰς ὁδούς; Προστιθεὶς δὲ καὶ λέ‐ γων, ὅτι Ἡ ἀλήθεια ἦρται, καὶ μετέστησαν τὴν διά‐ νοιαν τοῦ συνιέναι, διαδείκνυσιν ὅτι παντελῶς ἀπεφοίτηκεν αὐτῶν ἡ ἀλήθεια, καὶ μετέστησαν ὁλο‐ τρόπως τοῦ δύνασθαί τε συνιέναι τῶν τελούντων εἰς | |
30 | σωτηρίαν. Ταῦτα, φησὶν, εἶδε Κύριος, καὶ οὐκ ἤρε‐ σεν αὐτῷ. Οὐ γὰρ ἦν παρ’ αὐτοῖς κρίσις, τουτέστι, δικαιοκρισία, καὶ νόμος. Εἶτα· Τεθέαται, φησὶ, καὶ οὐκ ἦν ἀνὴρ, κατενόησε καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος, Ἐπειδὴ γάρ ἐστι φιλοικτίρμων, ὡς Θεὸς ἀνίησιν, | |
35 | ἔσθ’ ὅτε, καὶ ὁλοκλήρῳ πόλει ἐγκλήματα, δι’ ἕνα, καὶ μόνον εὑρεθέντα δίκαιον ἐν αὐτῇ· καὶ γοῦν ἔφη διὰ φωνῆς Ἱερεμίου· «Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, καὶ ἴδετε ἂν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν πίστιν, καὶ | |
40 | ἀγαπῶν ἔλεος, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος.» Ὑπέσχετο δὲ καὶ Σοδόμοις τὴν διὰ πυρὸς ἀνήσειν κόλασιν, εἰ πέντε δικαίους ἔσχον παρ’ ἑαυτοῖς, τουτ‐ έστι, ἐν ἑκάστῃ πόλει δίκαιον ἕνα. Κατενόησε τοί‐ νυν, φησὶ, καὶ οὐκ ἧν ἀνὴρ, οὐκ ἦν ὁ ἀντιληψόμε‐ | |
45 | νος. Ὁ γὰρ δίκαιος τὸν θεῖον κατευνάσας θυμὸν, καὶ ἀρκέσας μόνος εἴς γε τὸ δύνασθαι καταπραῦναι Θεὸν, ἀντιλαμβάνεται πάντως ἐκείνων, ὑπὲρ ὧν ἂν προσάγῃ τὰς λιτάς. Ἐπεὶ δὲ ἦν τοιοῦτος οὐδεὶς, ἠμύ‐ νατο αὐτοὺς, φησὶ, τῷ βραχίονι αὐτοῦ, τουτέστι, | |
70.1317(50) | τῇ δυνάμει, ἐστηρίσατο δὲ καὶ τῇ ἐλεημοσύνῃ· οὐ γὰρ ὁλόῤῥιζον ἀνεῖλε τὸν Ἰσραὴλ, σέσωκε δὲ κατά‐ λειμμα φιλάνθρωπος ὢν, καὶ τοῖς ἁγίοις αὐτῶν πα‐ τράσιν ἀψευδῆ τετήρηκε τὴν ὑπόσχεσιν. Εἶτά φησιν ὁ προφήτης, ὅτι Θώρακα μὲν ἐνεδύσατο, περιέθετο δὲ | |
55 | περικεφαλαίαν καὶ ἱμάτιον ἐκδικήσεως, ὡς ἀνταπο‐ | 1317 |
70.1320 | δώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις. Μόνον γὰρ οὐχὶ πολεμάρχην ἔφη τινὰ γενέσθαι κατ’ αὐτῶν τὸν τῶν ὅλων Θεὸν, παντευχίαν ἔχοντα, καὶ εὖ εἰδότα τὰ τακτικά. Δείκνυσι δὲ διὰ τούτων τῆς ἐπ’ αὐτοῖς | |
5 | ὀργῆς τὴν ἔφοδον· ἀντετάξατο γὰρ αὐτοῖς ὁ παναλ‐ κὴς, πρὸς ὃν εἴρηται δικαίως· «Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τῆς ὀργῆς σου;» Ἐπενηνεγ‐ μένων δὲ τοῖς Ἰουδαίοις τῶν κολαστηρίων, Φοβηθήσονται οἱ ἀπὸ δυσμῶν καὶ ἀνατολῶν τὸ ὄνομα τὸ ἔνδοξον. Ἥξει γὰρ, ἥξει, φησὶ, κατὰ τῶν ἀπειθησάντων ἡ ὀργὴ, καθάπερ τις βιαιότατος ποταμὸς | |
10 | πάντα κατασύρων, καὶ ἀπρόσβλητον ἔχων τὴν τῶν ναμάτων καταφοράν. Καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, καὶ ἀπο‐ στρέψει ἀσεβείας ἀπὸ Ἰακὼβ, καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη λέγει Κύριος. Τὸ Πνεῦμα τὸ ἐμόν ἐστιν ἐπὶ σοὶ, καὶ τὰ ῥήματα, ἃ ἔδωκα εἰς | |
15 | τὸ στόμα μου, οὐ μὴ ἐκλείπῃ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου. Εἶπε γὰρ Κύριος ἀπὸ τοῦ νῦν, καὶ εἰς τὸν αἰῶνα. Ὥσπερ ἐν τοῖς ἀνόπιν βραχὺ καὶ τῆς ἐπενεχθη‐ σομένης τοῖς Ἰουδαίοις ὀργῆς διεμέμνητο σαφῶς, | |
20 | ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ πεπαρῳ‐ νήκασιν ἀνοσίως εἰς τὸν τῶν ὅλων Σωτῆρα, καὶ Λυ‐ τρωτήν· εἶτα τῆς δοθησομένης αὐτοῖς ἐν ὑστέροις καιροῖς ἐλεημοσύνης, καὶ φιλανθρωπίας ἐποιεῖτο τὴν προαγόρευσιν· ἔφη γὰρ ὅτι, Καὶ ἠμύνατο αὐτοὺς | |
25 | τῷ βραχίονι αὐτοῦ, καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο· οὕτω κἀνθάδε, καθάπερ τινὰ χειμάῤῥουν ἀφόρητόν τε καὶ βιαιότατον καταβήσεσθαι κατ’ αὐτῶν τὸν τοῦ Κυρίου θυμόν. Εἰπὼν δὲ, καὶ τὸν περὶ τῆς δοθησο‐ μένης αὐτοῖς εὐλογίας ἐν ἐσχάτοις τοῦ αἰῶνος και‐ | |
30 | ροῖς ποιεῖται λόγον. Ἥξει γὰρ ἕνεκεν Σιὼν ὁ ῥυόμε‐ νος. Καταπεφοίτηκε γὰρ ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν, γενό‐ μενος ἄνθρωπος, ἵνα καὶ πρό γε τῶν ἄλλων καλέσῃ τὸν Ἰσραὴλ, διασώσῃ δὲ καὶ τῶν ἐθνῶν τὴν πληθύν· | |
35 | καὶ μαρτυρήσει γράφων ὁ πάνσοφος Παῦλος· «Λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς, ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν.» Μεμνήμεθα δὲ καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ, | |
40 | «Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολω‐ λότα οἵκου Ἰσραήλ.» Ἥξει δὴ οὖν ὁ ῥυόμενος, ἐξ ἁμαρτιῶν δηλονότι, ἐκ θανάτου καὶ φθορᾶς, ἐξ ὠμό‐ τητος διαβολικῆς, ἐκ τῆς τῶν δαιμονίων ἀπάτης καὶ πλεονεξίας. Καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, | |
45 | εἶπε Κύριος. Τὸ δὲ ἅπαξ ὁρισθὲν διὰ βουλῆς τοῦ Θεοῦ καὶ ἐπαγγελθὲν, πάντη τε καὶ πάντως, ἀραρὸς ἔσται, καὶ οὐκ ἀρνηθήσεται. Ποία τοίνυν ἔσται, φη‐ σὶν, ἡ παρ’ ἐμοῦ διαθήκη; Τὸ Πνεῦμα τὸ ἐμὸν, καὶ τὰ ῥήματα, ἃ ἔδωκα ἐν τῷ στόματί σου, οὐ μὴ ἐκ‐ | |
70.1320(50) | λείπῃ ἀπὸ τοῦ νῦν, καὶ εἰς τὸν αἰῶνα χρόνον. Σαφε‐ στάτη γὰρ ἀπόδειξις τοῦ λελυτρῶσθαι τὸ γένος τὸ ἀνθρώπινον, ἤγουν καὶ πρό γε τῶν ἄλλων τοὺς ἐξ Ἰσραὴλ, πιστεύσαντας τὸ ἐν μεθέξει γενέσθαι | |
Πνεύματος ἁγίου, δι’ οὗ καὶ τὸ τῆς υἱοθεσίας εἰσ‐ | 1319 | |
70.1321 | φέρεται καύχημα, καὶ λαλεῖν ἐν γλώττῃ τὸ ῥῆμα τῆς πίστεως, καθὰ γέγραφεν ὁ πάνσοφος Παῦλος· «Μὴ γὰρ εἴπῃς, φησὶν, ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν, ἢ, | |
5 | Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἀλλὰ τί λέγει ἡ Γραφή; ἐγγύς σου τὸ ῥῆμα ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου, ὅτι ἐὰν εἴπῃς, Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νε‐ | |
10 | κρῶν, σωθήσῃ. Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιο‐ σύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.» Ἐλά‐ βομεν τοίνυν παρὰ Θεοῦ τὸ ῥῆμα τῆς πίστεως, ἤτοι τὴν ὁμολογίαν· σωτήριον δὲ χρῆμα, καὶ δικαιοσύνης πρόξενον· δικαιοῖ γὰρ οὕτω τὸν ἀσεβῆ Χριστὸς, ὁ | |
15 | καὶ πάλαι βοῶν, «Ἰδοὺ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου.» Τοῦτο τὸ ῥῆμα τῆς πίστεως ἐν ἡμῖν ἔστω διηνεκῶς, καὶ ἐκ τοῦ στόματος ἡμῶν οὐ πεπαύ‐ σεται. Παραπέμψομεν δὲ αὐτὸ εἰς γενεὰς γενεῶν, δικαιωθήσονται γὰρ οὕτω καὶ οἱ μεθ’ ἡμᾶς. Εἰ γὰρ ἀεὶ Χριστὸς καὶ ἔστι Θεὸς καὶ Κύριος, οὐ καταλήξει πώποτε τῆς εἰς αὐτὸν πίστεως ἡ ὁμολο‐ | |
20 | γία, παρὰ τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Φωτίζου, φωτίζου, Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ γὰρ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ’ ἔθνη· ἐπὶ δέ σε φανήσεται Κύριος, καὶ ἡ δόξα | |
25 | αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. Καὶ πορεύσονται βασι‐ λεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου. Ὡς δοθείσης τῆς ἐπαγγελίας τοῦ ὅτι σωθήσεται κατὰ καιροὺς ὁ Ἰσραὴλ, ἀνασκιρτᾷ τρόπον τινὰ πρὸς εὐθυμίαν ὁ λόγος ἐν τούτοις ἡμῖν ὁ προφητικὸς, | |
30 | μονονουχὶ γὰρ μεγάλην αἴρων εἰς ὕψος τὴν βοὴν ἐπι‐ φθέγγεται· «Φωτίζου, φωτίζου, λέγων, ἥκει γάρ σου τὸ φῶς.» Ἄθρει δὲ ὅπως πρό γε τῶν ἄλλων τοῖς ἐξ Ἰσραὴλ ἐκνεμηθέντος παρὰ Θεοῦ τοῦ θείου φωτὸς, δῆλον δὲ ὅτι τοῦ διὰ Χριστοῦ, τὸ, ἥκει σου τὸ φῶς, ὁ | |
35 | προφήτης φησὶ, μονονουχὶ παρόντα καταδεικνύων αὐτοῖς τὸν πάλαι μὲν διὰ νόμου, καὶ προφητῶν ἁγίων προαπηγγελμένον, ἐπιλάμψαντα δὲ τοῖς ἐπὶ γῆς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς μετὰ σαρκός. Δόξαν δὲ Κυρίου τὸν ἐπιφανέντα φησὶν, ἀνέτειλε γὰρ | |
40 | οἷά τις ἥλιος ὁ Χριστὸς φωτὶ τῷ θείῳ καὶ νοητῷ πε‐ ριαστράπτων τὰ σύμπαντα, καὶ τῆς ἀληθοῦς θεογνω‐ σίας καθιεὶς τὴν αἴγλην τοῖς ἑτοιμοτέροις εἰς πίστιν. Ἔστι δὲ καὶ δόξα τοῦ Θεοῦ, καὶ Πατρός. Ἐν αὐτῷ γὰρ, καὶ δι’ αὐτοῦ, καὶ σὺν αὐτῷ δοξάζεται. Ζωγραφεῖ δὲ | |
45 | ὥσπερ ἐν ἰδίᾳ φύσει τὸν τεκόντα αὐτόν. Καὶ ἐπείπερ ἐγνώκαμεν τὸν Υἱὸν, τεθεάμεθα δὲ δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὴν μεγαλειότητα τοῦ Πατρὸς, καὶ τὴν ἀπα‐ ράβλητον δόξαν, καὶ τῶν θεοπρεπῶν ἀξιωμάτων τὴν ὑπεροχήν. Καὶ γοῦν ἔφη που Χριστός· «Πάτερ, | |
70.1321(50) | δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.» Ὤφθη τοίνυν ἐν ἡμῖν ἡ δόξα τοῦ Θεοῦ καὶ Πατρὸς, εἶτα τῶν ἄλλων ἁπάντων ἐθνῶν ἀποκρίνας τὸν Ἰσ‐ ραὴλ, ὡς ἐξαιρέτως τετιμημένον παρὰ Θεοῦ, καὶ κλῆρον ὄντα αὐτοῦ, προσεπάγει, καὶ φησίν· «Ἰδοὺ | |
55 | σκότος καὶ γνόφος καλύψει γῆν ἐπ’ ἔθνη, ἐπὶ δέ σε | 1321 |
70.1324 | φανήσεται Κύριος.» Καὶ οὐχ ὡς σκότους μέλλοντος κατασκίδνασθαι τῶν ἐθνῶν ἐπιλάμψαντος τῷ κόσμῳ Χριστοῦ, τὰ τοιάδε φησὶ, κατεφωτίσθη δὲ μᾶλλον, καὶ τὸν τῆς ἀρχαίας ἀπάτης ἀποβέβληκε σκότον. | |
5 | Ἀδιαφοροῦσι δὲ πλειστάκις περὶ τὴν τῶν χρόνων ἀπόδοσιν οἱ τὴν θείαν διερμηνεύσαντες Γραφήν. Τε‐ θείκασι τοίνυν, ἀντὶ τοῦ «καλύπτει,» τὸ, «καλύψει.» Ἀληθὲς γὰρ ὅτι καὶ ἐπιλάμψαντος τοῦ Χριστοῦ, καὶ πρό γε τῶν ἄλλων τοῖς ἐξ Ἰσραὴλ, ἔτι κεκράτητο | |
10 | σκότῳ τῶν ἐθνῶν ἡ πληθὺς, οὔπω μετατιθεμένης ἐπ’ αὐτὰ τῆς χάριτος. Ἰδοὺ τοίνυν, φησὶ, κεκάλυπται σκότῳ καὶ γνόφῳ, τῆς ἀμαθίας δηλονότι, καὶ τῷ τῆς πλάνης, ἡ γῆ πᾶσα τῶν ἐθνῶν, ἐπὶ δὲ σὲ φανήσεται Κύριος, ἐπέλαμψε γὰρ, ὡς ἔφην αὐτοῖς, καὶ πρώτως | |
15 | ὤφθη τε αὐτοῖς ἡ δόξα αὐτοῦ, διὰ τῆς ἐξαιρέτου με‐ γαλουργίας, καὶ σημείων, καὶ τεράτων. Τεθαυμα‐ τούργηκε γὰρ ὡς Θεὸς παρ’ αὐτοῖς, τοῦτο μὲν νεκροὺς ἀνιστὰς ἐκ μνημάτων, τοῦτο δὲ τυφλῶν ὀφθαλμοῖς τὸ φῶς ἐνιεὶς, λεπροὺς ἐκκαθαίρων νεύματι, δαίμοσιν | |
20 | ἐπιπλήττων μετ’ ἐξουσίας, καὶ ἁπαξαπλῶς οὐδένα τρόπον ἀφεὶς, ὃς ἦν ἱκανὸς εἰς πληροφορίαν, ὅτι Θεός ἐστι κατὰ ἀλήθειαν, καὶ Θεοῦ τοῦ κατὰ φύσιν Υἱός. «Πορεύσονται δὲ, φησὶ, βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου.» Συνάπτει πάλιν ὁ προ‐ | |
25 | φήτης τῇ ἐπισκέψει τῶν ἐξ Ἰσραὴλ, καὶ τὴν τῶν ἐθνῶν κλῆσιν, ἵν’ εἰδοῖεν, ὅτι κἂν ταῖς ἀπειθείαις ἀτι‐ μάσωσιν αὐτοὶ τὸν Λυτρωτὴν, καὶ ἀποπηδήσειαν τῆς εἰς αὐτὸν ἀγάπης, ἐπ’ ὀλέθρῳ τῆς αὐτῶν κεφαλῆς, ἔρημος οὐκ ἔσται προσκυνητῶν, σαγηνεύσει δὲ μᾶλ‐ | |
30 | λον διὰ τῆς πίστεως, ἔθνη τε καὶ βασιλεῖς· τῇ γὰρ λαμ‐ πρότητι τῇ δοθείσῃ σοι, φησὶ, τουτέστι τῷ φωτισμῷ τῷ παρὰ Χριστοῦ, πορεύσονται βασιλεῖς καὶ ἔθνη. Πορ‐ εύσονται δὲ ὅποι; Εἰς τὴν διὰ πίστεως σωτηρίαν δηλον‐ ότι, εἰς εὐκλεᾶ καὶ ἀμώμητον ζωὴν, εἰς τὸ εἰδέναι | |
35 | καὶ ὁμολογεῖν, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι τῶν ὅλων Γενεσιουργὸς καὶ τεχνίτης. Προσεκύνουν μὲν γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ξύλοις, καὶ λίθοις ἀν‐ ῆπτον τὸ σέβας. Ἐπειδὴ δὲ τῷ δοθέντι σοι φωτὶ κατ‐ ελαμπρύνθησαν, καὶ αὐτοὶ, φησὶ, πορεύσονται τὴν | |
40 | εὐθεῖαν καὶ βασιλικὴν ὁδὸν, οὐδενὶ προσπταίοντες τῶν διὰ μέσου κειμένων, ἀλλ’ ὡς ἐν αὐγῇ, καὶ ἡμέρᾳ, καίτοι νυκτὸς, καὶ σκότους ὄντες υἱοὶ, πάντα τὰ σκάνδαλα παρατρέχοντες. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συν‐ ηγμένα τὰ τέκνα σου· Ἰδοὺ ἥκασι πάντες οἱ | |
45 | υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ’ ὤμων ἀρθήσονται· τότε ὄψει, καὶ φοβηθήσῃ, ἐκστήσῃ τῇ διανοίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦ‐ τος θαλάσσης, καὶ ἐθνῶν, καὶ λαῶν, καὶ ἥξουσί σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι | |
70.1324(50) | Μαδιὰμ καὶ Γεφάρ. Πάντες ἐκ Σαββᾶ ἥξουσι, φέροντες χρυσίον καὶ λίβανον, οἴσουσι καὶ λίθον τίμιον, καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦν‐ ται· καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσον‐ ταί σοι, καὶ οἱ κριοὶ Ναβαιὼθ ἥξουσί σοι, καὶ ἀν‐ | |
55 | ενεχθήσονται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. | |
Οἰκονομίαν ἔχει πλείστην τε ὅσην καὶ σοφὴν ὁ λό‐ | 1323 | |
70.1325 | γος. Εὐαγγελίζεται γὰρ καὶ τὴν τῶν ἐθνῶν κλῆσιν, καὶ τῶν δύο λαῶν τὴν ἕνωσιν ἐν Χριστῷ, καὶ τῆς τοῦ νόμου σκιᾶς τὴν μεταβολὴν εἰς λατρείαν πνευματι‐ κήν. Πάντα γὰρ ἐν Χριστῷ καινὰ, καὶ τὰ ἀρχαῖα | |
5 | παρῆλθεν, ἔκτισε δὲ αὐτὸς τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσ‐ σων τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Τούτων ἁπάντων ποιεῖται τὴν προαγόρευσιν, καὶ δή φησι πρὸς τὴν νοητὴν Ἱερουσαλὴμ, τουτέστι τὴν | |
10 | Ἐκκλησίαν, τὴν ἀπ’ ἀρχῆς συστᾶσαν ἐξ Ἰουδαίων· πρῶτοι γὰρ αὐτοὶ πεπιστεύκασιν· «Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου. Ἰδοὺ γὰρ ἥκασι πάντες υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ’ ὤμων ἀρθήσονται.» Ὡς γὰρ ἐκ | |
15 | παντὸς ἔθνους τε καὶ χώρας συλλέγοντος τοὺς πιστεύ‐ σαντας τοῦ θείου καὶ εὐαγγελικοῦ κηρύγματος σα‐ γηνεύοντος τὴν ὑπ’ οὐρανὸν, καὶ ὡς εἴς τινα πόλιν εὐπυργοτάτην ἀποφοιτᾷν ἀναπείθοντος εἰς τὴν διὰ πίστεως χάριν, ἤγουν εἰς τὴν τῶν ἁγίων τροφὴν, | |
20 | φημὶ δὴ τὴν Ἐκκλησίαν, τὰ τοιάδε φησὶ, καθάπερ ἀμέλει, καὶ ἑτέρωθί που· «Ἔσται γὰρ, φησὶν, ἐν ἐσχά‐ ταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπερ‐ άνω τῶν βουνῶν, καὶ ἥξουσιν εἰς αὐτὸ ἔθνη πολλὰ, | |
25 | καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ. Καὶ πορευσόμεθα ἐν αὐτῇ.» Τέκνα δὴ τῆς Ἱερουσαλὴμ οὐχὶ μόνοι λέγοιντο ἂν οἱ ἐξ αἵ‐ ματος Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ ἅπαντες οἱ ἐκ παντὸς | |
30 | ἔθνους καὶ χώρας κεκλημένοι διὰ πίστεως εἰς τὸ τῆς ἀληθείας φῶς. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος, «Οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδ’ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.» Εἴρηται δὲ | |
35 | παρὰ Θεοῦ πρὸς τὸν θεσπέσιον Ἀβραὰμ, ὅτι «Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.» Οὐκοῦν ὡς ἤδη πληθύος συναγηγερμένης ἐξ ἐθνῶν, καὶ προσκυνούσης Χρι‐ στῷ· Ἆρον, φησὶ, κύκλῳ τοὺς ὀφθαλμούς σου, τουτ‐ έστιν, ἅπασαν περιάθρει τὴν οἰκουμένην, καὶ ἐκ παν‐ | |
40 | τὸς μέρους αὐτῆς ὄψει τρέχοντα πρὸς σὲ τὰ σὰ τέκνα, ἥξουσι δὲ καίτοι μακρὰν ὄντες ποτὲ, μακρὰν δὲ οὐ τοπικῶς, ἀλλὰ κατὰ γνώμην, καὶ διάθεσιν νοῦ. Καὶ γοῦν ἔφη τις τῶν ἁγίων προφητῶν τοῖς ἀποδραμοῦσι τοῦ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν· «Μνή‐ | |
45 | σθητε, οἱ μακρὰν τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν.» Γέγραφε δὲ καὶ ὁ πάνσοφος Παῦλος περὶ Χριστοῦ, ὅτι «Ἐλθὼν εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν, καὶ τοῖς ἐγγύς.» Ἐπιστέλλει δὲ καὶ τοῖς ἐξ ἐθνῶν· «Διαμνημονεύετε ὑμεῖς τὰ ἔθνη, οἱ | |
70.1325(50) | λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης ἐν σαρκὶ περιτομῆς χειροποιήτου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ ἀπηλλοτριωμένοι τῆς ἐλπίδος τοῦ Ἰσ‐ ραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ, νῦν δὲ ὑμεῖς οἱ | |
55 | ποτὲ ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ.» Οἱ γὰρ ὅλως Θεὸν οὐκ εἰδότες τὸν φύσει | |
τε καὶ ἀληθῶς, μακρὰν εἶναι λέγονται, καὶ εἰσὶ, κατὰ | 1325 | |
70.1328 | διάθεσίν τε καὶ γνώμην, ὡς ἔφην. Ἀλλ’ ἰδοὺ ἥκασι, φησὶ, τουτέστιν, οὐκ εἰς μακρὰν, οὐδὲ εἰς ἀνάβλησιν ἡ κλῆσις αὐτῶν ἔσται· δραμοῦνται γὰρ ὥσπερ κατὰ πόδα τῶν εὐαγγελικῶν κηρυγμάτων, ποιήσονται δὲ | |
5 | τὴν ἄφιξιν τὴν πρὸς Θεὸν διὰ πίστεως δίχα πόνου παν‐ τὸς δυσχερείας τε ἁπάσης καὶ ἱδρῶτος ἐξῃρημένων. Ἐπ’ ὤμων γὰρ ἀρθήσονται· πέπλασται γὰρ τὸ σχῆμα τοῦ λόγου ὡς ἐκ παραδείγματος τοῦ καθ’ ἡμᾶς· τὰ γάρ τοι νεογνὰ τῶν βρεφῶν τιθηνεῖσθαι φιλεῖ, καὶ τοῖς τῶν | |
10 | μητέρων κόλποις καὶ βραχίοσιν ἐπαναπαύεσθαι ζη‐ τεῖ. Γίνεταί τι τοιοῦτον ἐπὶ τῶν καλουμένων ἐκ πλά‐ νης Ἑλληνικῆς, θεραπεύονται γὰρ παρὰ τῶν μυστα‐ γωγῶν, σκληραγωγούμενοι μᾶλλον, οὐδὲ τὴν τραχεῖαν εὐθὺς ἰόντες τρίβον, ἀλλ’ οἷον διὰ τρυφερᾶς ἀγωγῆς | |
15 | γαλακτοτροφούμενοί τε καὶ ἀναβαίνοντες κατὰ βραχὺ πρὸς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Καὶ γοῦν ἐνετέλλετο μὲν τοῖς ἁγίοις ἀποστόλοις βαπτίζειν πάντα τὰ ἔθνη εἰς τὸ ὅνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου | |
20 | Πνεύματος, διδάσκειν τε αὐτὰ τηρεῖν πάντα ὅσαπερ αὐτοῖς ἐνετείλατο. Οἱ δὲ καὶ τοῦτο δρᾷν ἐθέλοντες φορτικὸν οὐδὲν ἐπετίθεσαν ἐν ἀρχαῖς τοῖς πιστεύου‐ σιν εὐτεχνίᾳ χρώμενοι διδασκαλικῇ. Γεγράφασι γὰρ τοῖς ἐξ ἐθνῶν, ὅτι «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι καὶ | |
25 | ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν ἀπέχεσθαι ὑμᾶς πορνείας, καὶ πνικτοῦ, καὶ αἵμα‐ τος.» Γράφει δέ τισι καὶ ὁ πανάριστος Παῦλος, ὅτι «Γάλα ἐπότισα ὑμᾶς, οὐ βρῶμα, οὔπω γὰρ ἠδύ‐ νασθε, ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε.» Τελείων δέ ἐστιν ἡ | |
30 | στερεὰ τροφὴ τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια τῆς καρδίας γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν κα‐ λοῦ τε καὶ κακοῦ. Οὐκοῦν ἐπ’ ὤμων ἀρθήσονται, φησὶν, οἱ υἱοί σου, καὶ αἱ θυγατέρες σου, τότε δὲ ὄψει, καὶ φοβηθήσῃ, καὶ ἐκστήσῃ, ἀντὶ τοῦ, θαυμά‐ | |
35 | σεις· οὕτω γάρ που καὶ ὁ θεσπέσιος Ἀββακούμ· «Κύριε, φησὶν, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. Κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.» Κατειθίσμεθα δέ πως καὶ ἡμεῖς αὐτοὶ, τὸ, ἐξέστην, ἔσθ’ ὅτε λέγειν, ὅταν τι τῶν παραδόξων ὑπό του γε‐ | |
40 | νέσθαι συμβῇ. Θαυμάσεις τοίνυν, φησὶ, καὶ ποία τού‐ του γενήσεται πρόφασις; Μεταβαλεῖ γὰρ εἰς σὲ πλοῦτος θαλάσσης, καὶ ἐθνῶν, καὶ λαῶν. Σαφεστέραν ἐν τούτοις ποιεῖται τὴν προαγόρευσιν, τοῦ ὅτι κε‐ κλήσεται κατὰ καιροὺς εἰς ἐπίγνωσιν ἀληθείας τῶν | |
45 | ἐθνῶν ἡ πληθύς. Ἦν μὲν γὰρ ἐν τοῖς νοτιωτέροις κλίμασι τῶν Ἰουδαίων ἡ χώρα, τά γε μὴν πρὸς ἄρκτον, καὶ θάλασσαν, καὶ πόλεις, καὶ τὰς ἐπ’ αὐτῇ κειμένας χώρας αἱ τῶν ἐθνῶν ἀγέλαι διεμοιρώσαντο. Ἐπειδὴ δὲ τῆς ἀρχαίας ἀπάτης ἀπονοστήσαντες τὴν εἰς τὰ | |
70.1328(50) | ἀμείνω μεταβολὴν ἐσχήκασι κεκλημένα πρὸς ἐπί‐ γνωσιν τοῦ κατὰ φύσιν ὄντος Θεοῦ διὰ τῶν ἱερουρ‐ γούντων τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ· ταύτῃτοί φησι μεταβαλεῖν εἰς τὴν Ἐκκλησίαν τῆς θαλάσσης τὸν πλοῦτον· πλοῦτος δὲ, ὡς ἔφην, τῶν πρὸς θαλάσσης | |
55 | κειμένων πόλεων καὶ χωρῶν, οἱ κατοικοῦντες ἐν αὐταῖς. «Ἥξουσι δέ σοι, φησὶ, καὶ ἀγέλαι κα‐ | |
μήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γε‐ | 1327 | |
70.1329 | φάρ.» Ἔθνη μὲν γὰρ περίοικα τῆς Ἱερουσαλὴμ, καὶ τὰς ὁμόρους ἔχοντα, Μαδιηναῖοί τε καὶ οἱ ἐκ Γεφάρ. Ἦσαν γὰρ βδελυροὶ, καὶ ἀκρόβυστοι, καὶ εἰδωλολάτραι, ἀλλ’ ὅτι κεκλήσονται καὶ αὐτοὶ, καὶ | |
5 | καρποφορήσουσι τῷ Θεῷ, διαδείκνυσιν ἐν τούτοις. Ἦσαν μὲν γὰρ ἐμβάται καμήλων, καὶ τὰς τοῦ ζῇν ἀφορμὰς ἀπό γε τοῦ μάχεσθαι, καὶ κτηνοτροφεῖν ἐπορίζοντο· ἦσαν δὲ ὅτι μάλιστα τοῖς ἐξ Ἰσραὴλ, ἀλλ’ οἱ ποτὲ πλανώμενοι βέβηλοί τε καὶ ἄμικτοι τοῖς | |
10 | ἡγιασμένοις ἥξουσι, φησὶν, οὐ καθ’ ἕνα μᾶλλον, ἀγε‐ ληδὸν δὲ ὥσπερ, καὶ κατὰ πληθὺν, ἢ καμήλοις ἐπ‐ οχούμενοι, ἤγουν ἅπερ ἔχουσι προσκομίζοντες, καὶ τοῖς κατὰ χεῖρα τιμῶντες Θεόν. «Ἥξουσι δὲ πάντες ἐκ Σαββᾶ φέροντες χρυσίον καὶ λίβανον, οἴσουσι καὶ | |
15 | λίθον τίμιον, καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦν‐ ται.» Χώρα πάλιν ἐστὶν ἡ Σαββὰ τῆς Ἀράβων ἐπ‐ έκεινα, καὶ ἀγχοῦ μᾶλλον θαλάσσης Ἐρυθρᾶς, ἐξ ἧς ἡ Σαββὰ ἡ τῶν Αἰθιόπων βασίλισσα ἐν τοῖς Σολομῶν‐ τος καιροῖς ἐπεφοίτησε τῇ Ἱερουσαλήμ. Γονιμωτάτη | |
20 | δὲ ἡ χώρα λιβανωτοῦ, χρυσοῦ τε καὶ λίθων τῶν Ἰνδικῶν. Ἥξουσι τοίνυν, φησὶ, καρποφοροῦντες εἰς δόξαν Θεοῦ, καὶ προσάγοντες λίβανον, καὶ χρυσὸν, καὶ λίθους, ἤγουν τὴν ἐξ ἔργων ἀγαθῶν εὐοσμίαν, καὶ φαιδρότητα νοητὴν, καὶ πλοῦτον πνευματικόν. | |
25 | «Εὐαγγελιοῦνται δὲ καὶ τὸ σωτήριον τοῦ Θεοῦ.» Πλεῖστοι μὲν γὰρ ὅσοι κέκληνται μὲν ἐξ ἐθνῶν, σε‐ σοφωμένοι δὲ τὴν καρδίαν, καὶ τῶν ἱερῶν δογμάτων νοῦν λαβόντες ἐπιστήμονα διδασκαλικὸν ἐσχήκασι τὸ ἀξίωμα, καὶ τὴν παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος | |
30 | Χριστοῦ σωτηρίαν τε καὶ χάριν ἑτέροις διακηρύτ‐ τοντες, τὸν τῆς γνησιότητος ἀνεδήσαντο στέφανον. «Ἥξουσι δέ σοι, φησὶ, καὶ τὰ πρόβατα Κηδὰρ, καὶ οἱ κριοὶ Ναβαιὼθ, καὶ ἀνενεχθήσονται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου.» Κηδὰρ δὲ, καὶ Ναβεὼθ χῶ‐ | |
35 | ραι πάλιν ἕτεραι λιπαραί τε καὶ εὔβοτοι, καὶ πλεί‐ στους μὲν ἔχουσαι τοὺς ἐνοικοῦντας αὐταῖς, πλὴν εἰδωλολάτρας, καὶ πεπλανημένους. Ἀλλὰ καὶ οὗτοι, φησὶ, κριοὺς, καὶ πρόβατα προσοίσουσι, καὶ πάντα ἔσται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου· καίτοι κατά | |
40 | γε τὸν Μωσέως νόμον οὐκ ἐξῆν ἀλλογενέσι προσ‐ άγειν θυσίας τῷ Θεῷ. Οὐδ’ ἂν εἰ προσῆγον δεκτὰς ἐποιήσατό τις αὐτάς. Ἀλλ’ ἰδοὺ προστάττει Θεὸς δεκτὰς εἶναι καὶ ταύτας τοῖς ἁγίοις θυσιαστηρίοις. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθε‐ | |
45 | ρος, βάρβαρος, Σκύθης, Ἕλλην τε καὶ Ἰουδαῖος, ἀλλὰ πάντα, καὶ ἐν πᾶσι Χριστός. Ἓν γὰρ γεγόνασιν οἱ δύο λαοὶ, κατενεγκόντος αὐτοῦ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσαντος. Δεκταὶ τοίνυν αἱ πάντων θυσίαι, | |
70.1329(50) | προσιόντων Θεῷ διὰ τῆς πίστεως ἐν Χριστῷ. Ἐδοξά‐ σθη δὲ ὁ οἶκος τῆς προσευχῆς τοῦ Θεοῦ. Καί μοι πάλιν ἄθρει τοῦ λόγου τὸ βάθος· οὐ γὰρ θυσιῶν, καὶ καπνῶν οἶκον ἔτι βούλεται καλεῖσθαι τὴν Ἐκκλη‐ σίαν, καθάπερ ἀμέλει καὶ τὸν ἐν τοῖς Ἱεροσολύμοις | |
55 | ναὸν, εὐχῆς δὲ μᾶλλον, τουτέστι, λατρείας πνευμα‐ τικῆς. Ψάλλει δέ που καὶ φησὶν ὁ θεσπέσιος Δαβίδ· «Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν | |
σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.» Σημειωτέον δὲ ὅτι τοῦτον τὸν στοῖχον καὶ αὐτὸς ὁ | 1329 | |
70.1332 | Σωτὴρ διεμνημόνευσέ που ταῖς Ἰουδαίων ἐμπορίαις ἐπιτιμῶν, καὶ λέγων· «Γέγραπται· Ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν.» Ὅτε τοίνυν οἶκος γέγονε προσ‐ ευχῆς, τότε καὶ δεδόξασται. Τίνες οἵδε ὡς νεφέλαι πέτανται, καὶ ὡς περι‐ | |
5 | στεραὶ σὺν νεοσσοῖς; Ἐμὲ νῆσοι ὑπέμειναν, καὶ πλοῖα Θαρσεῖς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν, καὶ τὸν ἄργυρον, καὶ τὸν χρυσὸν μετ’ αὐτῶν διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον, καὶ διὰ τὸ τὸν Ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι. | |
10 | Ἔνεστι πάλιν ἐν τούτοις ἰδεῖν τὸ τῆς Ἐκκλησίας πρόσωπον εἰσκεκομισμένον, ἤτοι τῆς νοητῆς Ἱερου‐ σαλὴμ, ἆρον ὥσπερ ἐν κύκλῳ τοὺς ὀφθαλμοὺς, καθὰ προστέτακται παρὰ Θεοῦ, εἶτα καταπεπλανημένης τῶν ἐπ’ αὐτῇ τρεχόντων τὸ πλῆθος, καὶ τῶν διὰ πίστεως | |
15 | συναγηγερμένων τὸν ἀριθμοῦ παντὸς ἐπέκεινα δῆμον. «Τίνες γὰρ οἵδε πέτανται, φησὶν, ὡς νεφέλαι, καὶ ὡς περιστεραὶ σὺν νεοττοῖς;» Σαγηνεύονται γὰρ διὰ πί‐ στεως, οὐ πρεσβύται μόνον, ἀλλὰ γὰρ σὺν αὐτοῖς καὶ νέοι, καὶ ὁμοῦ παισὶ πατέρες, καὶ θυγατράσι μητέ‐ | |
20 | ρες. Οὐκοῦν κατὰ πάσης ἡλικίας, τὸ τῶν εὐαγγελικῶν κηρυγμάτων ἁπλοῦται λῖνον, καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐν τῇ βίβλῳ Ψαλμῶν γεγραμμένον· «Νεανίσκοι καὶ παρθένοι, πρεσβύται μετὰ νεωτέρων αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.» Πετᾶσθαι δέ φησιν αὐτοὺς, ἢ ὅτι | |
25 | βαδιοῦσιν ἐπ’ αὐτὴν, οὐκ ἀτημελῶς τε καὶ παρει‐ μένως, ἀλλ’ οἷον πτηνοὶ, καὶ δρομαῖοι, ἤγουν τὸ γεῶδες καὶ χθαμαλὸν ἀφέντες φρόνημα μετεωροπο‐ λοῦσι τρόπον τινὰ, καὶ ὥσπερ ἐκ θαλάττης νεφέλαι, ἐκ θορύβου τε καὶ τρυφῆς κοσμικῆς, ἄττουσί τε ὑψοῦ, | |
30 | καὶ ἀνανήχονται πρὸς τὴν ἄνω σπεύδοντες πόλιν. Θαυμαζούσης τοίνυν τῆς Ἐκκλησίας τὴν ἐξ ἁπάσης χώρας τὴν διὰ πίστεως συνδρομὴν, τὴν τοῦ πράγμα‐ τος αἰτίαν ἀπογυμνοῖ πάλιν ὁ σαγηνεύων αὐτοὺς, καί φησιν· «Ἐμὲ νῆσοι ὑπέμειναν, καὶ πλοῖα Θαρσεῖς ἀγα‐ | |
35 | γεῖν τὰ τέκνα σου μακρόθεν, καὶ τὸν χρυσὸν καὶ τὸν ἄργυρον μετ’ αὐτῶν.» Καὶ νήσους ἐνθάδε συνήσεις, οὐχὶ δὴ πάντως αὐτὰ τὰ τῶν νήσων ἐδάφη, εὔηθες γὰρ, οὔτε μὴν αὐτὰ τὰ τῆς Θαρσεῖς πλοῖα, τοὺς ἐνοικοῦντας δὲ μᾶλλον αὐταῖς, ἤτοι τῶν νήσων τοὺς ἐμβάτας. Θαρ‐ | |
40 | σεῖς δὲ ἡ θεία Γραφὴ τὰς Ἰνδικὰς ὀνομάζει πλειστα‐ χοῦ· φασὶ δὲ εἶναι καὶ ἐν τῇ Κύπρῳ Θαρσεῖς πόλιν ὠνομασμένην. Οὐκοῦν ἐπειδήπερ αἵ τε νῆσοι, φησὶ, καὶ οἱ ἐκ τῆς Ἰνδῶν ἥκοντες χώρας ἐμὲ ὑπέμειναν, τουτέστιν, ὑπέστησαν τὸν ἐπενεχθέντα αὐτοῖς παρ’ | |
45 | ἐμοῦ ζυγὸν, διὰ τοῦτο συῤῥεῖ πανταχόθεν ἡ τῶν πι‐ στευόντων πληθύς. Ἥκουσι γὰρ, καὶ ἐξ αὐτῆς τῆς Βαρβάρου γῆς ἄνδρες οὐκ ὀλίγοι τὸ Χριστοῦ φοροῦν‐ τες ὄνομα, καὶ καρποφοροῦντες εἰς δόξαν αὐτοῦ τὰ ὅσαπερ ἂν αὐτοῖς ἡ χώρα δύνηται φέρειν. Εὔφορον | |
70.1332(50) | δὲ εἶναι χρυσοῦ, καὶ ἀργύρου φασὶν αὐτήν. Προσκο‐ μίζουσι δὲ οὐ κατά γε τὸ παρῳχηκὸς ἔθος ἀψύχοις τισὶν εἰδώλοις, καὶ δαιμονίων ἀγέλαις, ἀλλ’ ἐπει‐ δήπερ ἅγιον γέγονε παρ’ αὐτοῖς τὸ ὄνομα Κυρίου, ἔνδοξος δὲ ὁ Ἅγιος τοῦ Ἰσραήλ· καὶ οὐχ ἕτερος μὲν ὁ | |
55 | Κύριος, ἕτερος δὲ πάλιν ὁ Ἅγιος τοῦ Ἰσραὴλ, ἀλλ’ εἷς | 1331 |
70.1333 | καὶ ὁ αὐτὸς ὑπάρχων Κύριός τε καὶ ἅγιος, καὶ δεδο‐ ξασμένος. Ἰστέον δὲ ὅτι νῆσοι καλοῦνται, καὶ πόλεις αἱ κύκλῳ, πολλὴν ἔχουσαι καὶ ἀοίκητον ἐρημίαν. Εἰ δὲ λέγοιντο καὶ αὐταὶ ὑπομεῖναι τὸν Κύριον, τουτ‐ | |
5 | έστιν, αὐτῷ δουλεῦσαι, συνήσεις, ὅτι καὶ οἱ τὰς ἀβά‐ τους, καὶ ἐξωσμένας ἐρημίᾳ πολλῇ κατοικοῦντες χώ‐ ρας, ἢ πόλεις ἥξουσι διὰ πίστεως, καὶ καρποφορή‐ σουσι τῷ Χριστῷ χρυσὸν, καὶ ἄργυρον, καὶ οὐχὶ δή που πάντως τὴν ὕλην, ἀλλ’ οἷον τὰ ἐν ἡμῖν τίμια, | |
10 | καὶ λαμπρὰ, καὶ τοῦ παντὸς ἄξια λόγου, πίστιν δηλον‐ ότι, καὶ τὴν ἐξ ἁπάσης ἀρετῆς φαιδρότητα· ξένια γὰρ ταῦτα Θεῷ, καὶ πνευματικῆς λατρείας ἀναθέ‐ ματα λαμπρὰ, καὶ τεθαυμασμένα. Γέγραπται δὲ καὶ ἐν βίβλῳ Ψαλμῶν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος | |
15 | Χριστοῦ, ὅτι «Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσάξουσι, βασιλεῖς Ἀράβων καὶ Σαββᾶ δῶρα προσοίσουσι. Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.» Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι. | |
20 | Ἐξαίσιον καὶ τοῦτο, καὶ θεοπρεποῦς δυνάμεως ἀποτέλεσμα. Τεύχη μὲν γὰρ καὶ περίβολοι σώζοντες τῆς Ἐκκλησίας τὰ τέκνα, νοηθεῖεν ἂν πίστις ὀρθὴ, καὶ ἀμώμητος, ἔργων τε φαιδρότης ἐξ ἁπάσης ἀρε‐ τῆς συλλέγουσα κάλλος, γνώσεως δὲ δογματικῆς, καὶ | |
25 | μέντοι καὶ ἠθικῶς [ἴς. ἠθικῆς] εἶεν ἂν εἰσηγηταὶ, καὶ διδάσκαλοι τῶν θείων κηρυγμάτων ἱερουργοὶ πάντες ὅσοι ψήφῳ θείᾳ καλοῦνται πρὸς τοῦτο. Καὶ ἀπαρχὴ μὲν τούτων τῶν ἱερῶν κηρυγμάτων γεγόνασιν ἡμῖν οἱ θεσπέσιοι μαθηταὶ, πλεῖστοι δὲ μετ’ ἐκείνους, οἱ | |
30 | τὸν παρ’ αὐτῶν ἰχνηλατοῦντες λόγον, οὐκ ἐκ μόνων Ἰουδαίων, ἀλλὰ γὰρ καὶ ἐκ ταγμάτων Ἑλληνικῶν, οἳ καὶ τῆς ἐν κόσμῳ σοφίας ἐν καλῷ γεγονότες, καὶ εὐγλωττεῖν εἰδότες ἄριστοι γεγόνασι παιδευταὶ τὸν μὲν ἀκλινῆ τῆς πίστεως λόγον οἰκοδομοῦντες ἀστείως | |
35 | ἐν ταῖς τῶν μυσταγωγούντων ψυχαῖς, ἐνιέντες δὲ αὐτοῖς πολιτείας τὴν ἀξιάγαστον συνείδησιν. Οὐκοῦν ἀλλογενεῖς μὲν, ὅτι μὴ ἐξ αἵματος Ἰσραὴλ κατὰ σάρκα, πλὴν ἀρχιτέκτονες σοφοὶ, κατὰ τὸν θεσπέσιον Παῦλον, καὶ εὖ εἰδότες θεμελιοῦν ἐν ἡμῖν τὸν Χριστὸν, | |
40 | διὰ πίστεως δὲ δηλονότι, καὶ εἰσηγήσεως ἀγαθῶν. Τοῦτο, οἶμαι, ἐστὶ τὸ, «Οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι.» Τίνων δὲ οἱ βασιλεῖς; Ἦ δηλονότι τῶν ἀλλογε‐ νῶν. Βασιλεῖς δέ φησιν ἐν τούτοις, ἢ τοὺς ἄρχοντας | |
45 | καὶ ἡγουμένους λαῶν, οἳ παρεστήκασι τῇ Ἐκκλησίᾳ Χριστοῦ, δορυφοροῦντες ὥσπερ αὐτὴν, καὶ συνασπί‐ ζοντες τοῖς αὐτῆς τέκνοις, καὶ ἀποσοβοῦντες πᾶσαν ἔφοδον ἐχθρῶν ὁρατῶν τε καὶ ἀοράτων, ἢ κατὰ ἀλή‐ θειαν τοὺς ταῖς ἀνωτάτω τιμαῖς ἐστεφανωμένους, καὶ | |
70.1333(50) | τὸ τῆς βασιλείας ἔχοντας σκῆπτρον, οἳ καὶ παρέστη‐ σαν τῇ Ἐκκλησίᾳ. Ἡ δὲ παράστασις ἐν τούτοις ση‐ μαίνει τὴν ὑπακοήν. Εἴκουσι γὰρ τοῖς θείοις, καὶ ἱεροῖς θεσπίσμασι, καὶ τὸ τῆς Ἐκκλησίας κήρυγμα παντὸς ἀξιοῦσι λόγου. | |
55 | Διὰ γὰρ ὀργὴν ἐπάταξά σε, καὶ δι’ ἔλεον ἠγά‐ πησά σε. Καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ | |
παντὸς, ἡμέρας καὶ νυκτὸς, καὶ οὐ συγκλει‐ | 1333 | |
70.1336 | σθήσονται εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν, καὶ βασιλεῖς ἀγομένους. Τὰ γὰρ ἔθνη, καὶ οἱ βασιλεῖς οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημωθήσονται. | |
5 | Ἐπειδὴ γὰρ, φησὶ, πλείστοις τε ὅσοις καὶ ἀφορή‐ τοις πλημμελήμασιν εὑρέθης ἔνοχος τὴν ἰσόῤῥοπον ὑπομεμένηκας δίκην. Ἦν γὰρ ἀνάγκη τοιαύτην οὖ‐ σαν ὑπομεῖναι τὰ ἐξ ὀργῆς. Ἐπειδὴ δέ σοι πάλιν ἐχρῆν ὡς ἐξ ἀγαθοῦ τε καὶ φιλοικτίρμονος Κυρίου | |
10 | καὶ Θεοῦ δοθῆναι τὸν ἔλεον, δέδοται, καὶ διώξω τὰ ἐξ ὀργῆς. Τί οὖν ὑπάρξει, τί δὲ δοθήσεται πεπαυμένων τῶν σκυθρωπῶν; «Ἀνεωχθήσονται, φησὶν, αἱ πύλαι σου διὰ παντὸς, ἡμέρας καὶ νυκτὸς, καὶ οὐ συγκλεισθήσονται.» Ἔοικεν ἐν τούτοις εἰρήνην αὐ‐ | |
15 | τοῖς ὑπισχνεῖσθαι, καὶ τὴν ἐντεῦθεν εὐδίαν. Αἱ μὲν γὰρ ἐν ὑποψίᾳ πολεμίων ἐμβολῆς οὖσαι πόλεις, οὐκ ἀεὶ τὰς πύλας ἀναπετασμένας ἔχουσιν, ἀλλ’ ὡς ἐν καιρῷ καὶ χρείᾳ, καὶ ἐν ἡμέρᾳ μόλις, καὶ οὐ δίχα δει‐ μάτων· αἱ δὲ εἰσάπαν ἀπηλλαγμέναι τοῦ προσδοκᾷν | |
20 | τι τοιοῦτο ὑπομεῖναι ἀνευρύνουσιν αὐτὰς τοῖς εἰσ‐ βάλλουσι, κἂν εἰ ἐν νυκτὶ τοῦτο δρῶσί τινες. Εἰ τοί‐ νυν εἰρήνην αὐτοῖς ἐπαγγέλλεται Θεὸς, καὶ πλάτος εὐημερίας, ἤγουν ἀδιαλείπτως ἔσται τῶν πρὸς αὐτὴν ἰόντων ἡ συνδρομὴ, καὶ οἷον διηνεκὴς ἡ εἴσοδος, | |
25 | ἑλκομένων τρόπον τινὰ διὰ τῆς πίστεως εἰς ἐπίγνω‐ σιν τοῦ Χριστοῦ, ὥστε δοκεῖν ἀνανεῶχθαι τὰς πύλας, καὶ καιρὸν οὐκ εἶναί τινα, καθ’ ὃν αὐτὰς κλείεσθαι πρέπει, καὶ οὐχὶ μόνοις τοῖς ἐν ὑφέσει βίου, καὶ ὑπὸ ζυγὰ βασιλείας, ἀλλὰ γὰρ καὶ αὐτοῖς τοῖς τὸ κατὰ | |
30 | πάντων ἔχουσι κράτος. Ἔξεστι δὲ διὰ πραγμάτων ἰδεῖν τῆς προφητείας τὴν δύναμιν κρατοῦσαν εἰς δεῦρο. Δέχεται γὰρ ἡ Ἐκκλησία κατὰ πάντα καιρὸν τοὺς πιστεύειν ἐθέλοντας, ἐκκλείει δὲ ὅλως οὐδενὶ τὴν εἰς τοῦτο σπουδήν· ἔξεστι δὲ τοῖς ἐθέλουσι παρα‐ | |
35 | ποδίζοντος οὐδενὸς, καθ’ ὃν ἂν βούλωνται καιρὸν, πρὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας ἄγεσθαι φῶς· ἄγει δὲ ἅπαντας Θεὸς καὶ Πατὴρ εἰς ἐπίγνωσιν τοῦ Υἱοῦ, δι’ οὗ, καὶ ἐν ᾧ, καὶ μεθ’ οὗ δοξάζεται. Καὶ τοῦτο αὐτὸς ἡμῖν καταμεμήνυκε, λέγων· «Οὐδεὶς δύναται | |
40 | ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατήρ μου ὁ πέμψας με ἑλκύσῃ αὐτόν.» Ἐθνῶν δὲ δύναμιν εἰσαχθήσεσθαί φησιν, ἵνα μὴ μόνους ἐννοῇς, ὡς ἔφην, τοὺς ἐν σμι‐ κρότητί τε καὶ ἐν ὑφέσει, ἀλλὰ γὰρ καὶ αὐτοὺς τοὺς ἐν δυνάμει, καὶ δόξῃ τῇ κατὰ τόνδε τὸν βίον. Προσ‐ | |
45 | επάγει δὲ ὅτι, «Καὶ ἔθνη, καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται, καὶ ἐρημωθήσονται.» Οἱ γὰρ ἄπιστοι, καὶ ἀμυσταγώγητοι, καὶ τῆς διὰ Χριστοῦ σωτηρίας ἀμέτοχοι, κἂν εἴτε τινὲς εἶεν τῶν περιφανῶν, εἴτε τῶν ἀσημοτέρων, εἰς πέταυρον ᾅδου, | |
70.1336(50) | καὶ εἰς παγῖδα θανάτου πεσοῦνται· ἐντεθνήξονται γὰρ ταῖς ἑαυτῶν ἁμαρτίαις, καὶ τὴν ἁπασῶν ἐσχάτην ὑπομενοῦσι δίκην. Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπα‐ ρίσσῳ, καὶ πεύκῃ, καὶ κέδρῳ, ἅμα δοξάσαι τὸν | |
55 | τόπον τὸν ἅγιόν μου. Ὄρος ἐστὶ τῆς Φοινίκης ὁ Λίβανος, κέδροις τε, καὶ | |
κυπαρίσσοις, καὶ πεύκῃ κατάκομον, καὶ αὐτοῖς δὲ | 1335 | |
70.1337 | τοῖς τοῦ Λιβάνου φυτοῖς. Θαυμάζεται δὲ ταύτης ἕνεκα τῆς αἰτίας τὸ μνημονευθὲν ὄρος, ὡς ἀφθονω‐ τάτην ἔχον τὴν ὕλην, καὶ δένδρεσι τοῖς εὐμηκεστά‐ τοις, καὶ εὐοσμοτάτοις καταπλουτοῦν. Αὕτη τοίνυν ἡ | |
5 | δόξα δοθήσεταί σοι, φησὶ, νοητῶς δηλονότι, καὶ πνευ‐ ματικῶς. Τρέφει γὰρ ἡ Ἐκκλησία Χριστοῦ πλείστας τε ὅσας, καὶ εὐδοκίμους ἁγίων κεφαλὰς ὑψοῦ τε ἠρμένας ἐξ ἀρετῶν, ναὶ μὴν καὶ εὐοσμοτάτας. Χρι‐ στὸν γὰρ εὐοδιάζουσιν· ἔνεστι δὲ αὐτοῖς καὶ τὸ πέρα | |
10 | κεῖσθαι φθορᾶς τῆς ἐκ φρονήματος σαρκικοῦ, καθά‐ περ ἀμέλει καὶ τὸ μὴ φθείρεσθαι πεύκῃ τε καὶ κέδρῳ. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ τοῖς τοιοῖσδε τῶν φυτῶν ἀφομοιοῦν ἔσθ’ ὅτε τὴν τῶν ἁγίων πλη‐ θὺν, καὶ γοῦν ἔφη που πάλιν Θεὸς διὰ φωνῆς Ἡσαΐου· | |
15 | «Καὶ ποιήσω ὕδωρ ἐν τῇ ἐρήμῳ, καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς. Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην.» Γῇ μὲν γὰρ ξηρᾷ τε καὶ ἀνύδρῳ παρεικάζει τὰ ἔθνη· οὐ γὰρ ἦν παρ’ αὐτοῖς θεῖος λόγος ὁ ζωοποιεῖν δυνά‐ | |
20 | μενος, καὶ εἰς αὔξησιν ἀναφέρειν τὴν ἐν εὐσεβείᾳ τε καὶ γνώσει Θεοῦ, ἀλλὰ γεγόνασι παρ’ αὐτοῖς κέδρος, καὶ πύξος καὶ μυρσίνη, καὶ κυπάρισσος, καὶ λεύκη, τουτέστιν, εὐμήκη τε καὶ ἀξιάγαστα φυτὰ, ὧν καὶ ὁ θεσπέσιος Μελῳδὸς διαμνημονεύει λέγων· «Ἄρτος | |
25 | καρδίαν ἀνθρώπου στηρίζει, χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, καὶ αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευ‐ σας.» Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος, «Θεοῦ γεώργιόν ἐσμεν.» Αὕτη τοίνυν ἡ δόξα τοῦ Λιβάνου, φησὶ, δοθήσεταί σοι, τουτέστιν, ὀφθήσῃ κατάνομος | |
30 | πολλαῖς καὶ τεθαυμασμέναις ἁγίων κεφαλαῖς. Ἔσται δὲ τοῦτο, ὥστε δοξασθῆναι τὸν τόπον τὸν ἅγιόν μου. Καύχημα μὲν γὰρ Ἐκκλησιῶν οἱ τοῖς τῶν ἀρετῶν ὑψώμασιν ἐμβεβηκότες, καὶ χθαμαλὸν οὐδὲν, ἤγουν γήϊνον, καὶ χαμαιῤῥιφὲς ἔχοντες εἰς νοῦν διὰ τοῦ | |
35 | φρονεῖν τὰ σαρκὸς, ἄττοντες δὲ μᾶλλον ὑψοῦ, καὶ τὰ ἄνω φρονοῦντες, καὶ οἷον ἀποφοιτῶντες τῆς γῆς, καὶ περιπατοῦντες μὲν ἐπ’ αὐτῆς, ἄνω δὲ καὶ ἐν οὐρα‐ νοῖς ἔχοντες τὸ πολίτευμα. Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες οἱ υἱοὶ τῶν | |
40 | ταπεινωσάντων σε, καὶ παροξυνάντων σε, καὶ κληθήσῃ πόλις Κυρίου Σιὼν ἁγίου Ἰσραήλ. Αὐτὸ τῶν πραγμάτων τὸ πέρας διαδείκνυσιν ἀκρι‐ βῶς τῆς προφητείας τὴν δύναμιν, οὐκ ἔξω βαίνουσαν τ’ ἀληθοῦς· ἐμπαροινησαμένη γὰρ τῷ πάντων Σωτῆρι | |
45 | ἡμῶν Ἰησοῦ Χριστῷ ταπεινὴ γέγονεν ἡ Ἱερουσαλὴμ τῆς πρὸς Θεὸν οἰκειότητος ἀποβεβλημένη, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος ἀπολισθήσασα, καὶ φειδοῦς ἐρήμη τῆς ἄνωθεν γενομένη, πεσοῦσα δὲ καὶ εἰς χεῖρας ἐχθρῶν, οἳ δὴ καὶ πᾶσαν τὴν Ἰουδαίαν καταδῃώ‐ | |
70.1337(50) | σαντες, καὶ αὐτὸν ἐνέπρησαν τὸν θεῖόν τε καὶ δια‐ βόητον ναόν. Ἐπειδὴ δὲ σέσωσται τὸ κατάλειμμα Θεοῦ κατοικτείραντος, πεπιστεύκασι γὰρ εἰς Χρι‐ στὸν οὐκ εὐαρίθμητοι τῶν ἐξ Ἰσραὴλ, κεχρημάτικεν Ἐκκλησία Χριστοῦ, καὶ γέγονε μήτηρ ὥσπερ ἐθνῶν. | |
55 | Οἱ γὰρ υἱοὶ τῶν ποτε ταπεινωσάντων αὐτὴν, τουτ‐ έστιν, οἱ τῶν ἐπιγείων κρατοῦντες πραγμάτων, καὶ | |
ταῖς τῶν σκήπτρων διαδοχαῖς ὡς ἐξ ἐκείνων ἐρχό‐ | 1337 | |
70.1340 | μενοι σεπτὴν ἡγοῦνται τὴν Ἐκκλησίαν, καὶ δεδοι‐ κότες, τουτέστι, μετ’ εὐλαβείας, καὶ τὸν θεῖον εἰς νοῦν ἔχοντες φόβον προσίασιν αὐτῇ· «Κέκληται γὰρ πόλις Κυρίου Σιὼν ἁγίου Ἰσραήλ.» Θεοῦ γὰρ πόλις ἡ | |
5 | Ἐκκλησία, καὶ τοῦτο διδάσκει ὁ θεσπέσιος Δαβὶδ ὡς πρὸς αὐτὴν, «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Καὶ αὐτὸς δέ που φησὶν ὁ τῶν ὅλων Κύ‐ ριος διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτὴν, τὴν θύραν αὐτῆς εὐλογήσω, | |
10 | τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτον, τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν.» Εἰ δὲ δὴ βούλοιτό τις καὶ τῶν ποτε διωξάντων τὴν Ἐκκλησίαν βασιλέων υἱοὺς τοὺς καθεξῆς ὀνομάζειν, οἳ μετὰ τιμῆς καὶ δέους προσέρχονται νῦν αὐτῇ, καὶ ὡς θείαν τιμῶσι πόλιν, οὐκ ἔξω φέρεται τοῦ σκοποῦ. Ὁρῶμεν γὰρ εἰς τοῦτο ἐκβεβηκὸς τὸ τῶν πραγμάτων πέρας. | |
15 | Διὰ τὸ γενέσθαι σε ἐγκαταλελειμμένην, καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν. Καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεαῖς γενεῶν. Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι. Καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος | |
20 | ὁ σώζων σε, καὶ ὁ ἐξαιρούμενός σε ὁ Θεὸς Ἰσραήλ. «Γέγονας μὲν γὰρ, φησὶν, ἐγκαταλελειμμένη, καὶ μεμισημένη, καὶ οὐκ ἦν ὁ βοηθῶν.» Αὕτη σοι πρόφασις τῆς ταπεινώσεως ἦν, πεπαρῴνηκας γὰρ εἰς | |
25 | τὸν ὑψοῦν δυνάμενον, καὶ ἀκράδαντόν σοι φυλάξαι τὸ εὐημερεῖν, ἀλλ’ οὐδεὶς ἦν ὁ χεῖρα νέμων ἐπίκουρον, ἐπείπερ ἦσθα θεομισής· πεπαρῴνηκας γὰρ οὐκ εἰς ἕνα τινὰ τῶν ἐν τάξει κειμένων οἰκετικῇ, καὶ διακο‐ νικὴν ἐχόντων τὴν λειτουργίαν, ἀλλ’ εἰς αὐτὸν τὸν | |
30 | τῶν ὅλων βασιλέα καὶ Κύριον. Ἐπειδὴ δὲ ἅπαξ πέπονθας τὴν ταπείνωσιν παρελάσει τὰ μοχθηρὰ, καὶ τοῖς δευτέροις ἀνακτήσεταί σε. Ὥσπερ γὰρ ἀπει‐ θήσασαν ἔδει κολάζεσθαι ψήφῳ δικαίᾳ Θεοῦ, οὕτως ἐπιστρέψασαν ἐλεεῖσθαι πρέπει. «Θήσω σε τοίνυν, | |
35 | φησὶν, εὐφροσύνην γενεαῖς γενεῶν·» στυγνὸν γὰρ οὐδὲν ἐν Ἐκκλησίᾳ Χριστοῦ, ὅπου δὲ ὅλως ἐλπὶς ἀφθαρσίας, καὶ ἀτελευτήτου ζωῆς, καὶ ἀμηρύτου δόξης, καὶ βασιλείας οὐρανῶν, ποῖον ἂν ἔχοι τὸ κατη‐ φές; Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων | |
40 | φάγεσαι. Καὶ δοκεῖ μέν τισι τοιοῦτόν τι διδάσκειν τῆς προφητείας ὁ νοῦς, ὅτι πολλοὶ τῶν ἐξ ἀγέλης Ἑλλη‐ νικῆς σεσοφωμένοι τὸν νοῦν ταῖς θεοπνεύστοις Γρα‐ φαῖς, καὶ δογματικῆς εὐτεχνίας εἰς γνῶσιν ἀναπηδή‐ σαντες, ἔσονται διδάσκαλοι τῆς ἐξ Ἰουδαίων Συναγω‐ | |
45 | γῆς. Δοκεῖ δέ πως εἰς τὸ παρὸν ὁ λόγος, οὐχὶ ταύτην ἰέναι μᾶλλον τῶν ἐννοιῶν τὴν ὁδὸν, ἐκεῖνο δὲ ἴσως βούλεσθαι καταδηλοῦν, ὅτι ταῖς ἐξ ἐθνῶν καρποφο‐ ρίαις, καὶ βασιλικοῖς ἀναθήμασιν ἐμπλησθήσεται. Διαδείκνυσι γὰρ ἀληθὲς ὂν καὶ τοῦτο τῶν πραγμάτων | |
70.1340(50) | ἡ πεῖρα. Τούτων δὲ οὕτω τετελεσμένων φησὶν, ὅτι «Ἐγὼ Κύριος ὁ σώζων σε.» Ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαΐας· «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γό‐ μοῤῥα ἂν ὡμοιώθημεν.» Χάριτι γὰρ καὶ φιλανθρω‐ | |
55 | πίᾳ Θεοῦ σέσωσται τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, ὥστε | |
μὴ εἰσάπαν ἀπολέσθαι τὸ ἐξ ἁγίων πατέρων ἔθνος. | 1339 | |
70.1341 | Καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων, οἴσω σοι χαλκὸν, ἀντὶ δὲ λίθων, σίδηρον. Καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκό‐ | |
5 | πους σου ἐν δικαιοσύνῃ. Δέχεται μὲν τὰς ὕλας ὡς ἐν τάξει παραδειγμάτων, πλείστην ὅσην ἐχούσας τὴν πρὸς ἀλλήλας διαφοράν. Σημαίνει δέ τι πλαγίως πνευματικὸν καὶ βαθύ. Βού‐ λεται γὰρ εἰπεῖν ὅτι πάντα πρὸς τὰ ἀμείνω μεταστή‐ | |
10 | σεται, καὶ τῶν πρώτων διοίσει τὰ δεύτερα. Παραχω‐ ρήσει γὰρ πάντως ἡ ἐν νόμῳ παίδευσις τῇ διὰ Χρι‐ στοῦ, τουτέστι τοῖς εὐαγγελικοῖς θεσπίσμασι, καὶ τοσοῦτον ἔσται τὸ μεταξὺ, ὅσονπερ ἂν καὶ εἰ τὸ διὰ μέσου χαλκοῦ καὶ χρυσοῦ. Χρυσοφανὴς μὲν γὰρ ὁ | |
15 | χαλκὸς, πλὴν οὐκ ἔστι χρυσὸς, ἀργυροφανὴς δὲ καὶ ὁ σίδηρος, ἔνεστι γὰρ τὸ λαμπρὸν αὐτῷ, πλὴν οὐκ ἄργυρος, ἀλλ’ ἡττᾶται πολὺ τοῦ προὔχοντος. Οὐκοῦν τὴν ἐν νόμῳ παίδευσιν παρεικάσαι τις δύναιτ’ ἂν χαλκῷ, χρυσῷ γε μὴν τὴν διὰ Χριστόν· καὶ πάλιν | |
20 | τῆς ἐν νόμῳ πολιτείας τὴν δύναμιν παρεικάσαι τις ἂν σιδήρῳ, μεμετρημένον ἔχοντι τὸ φαιδρὸν, τήν γε μὴν ἐν Χριστῷ καὶ εὐαγγελικὴν, ἀργύρῳ μᾶλλον· τελεωτάτην γὰρ ἔχει φαιδρότητα, νοητῶς. Ταύτῃτοι, καὶ ὁ πάνσοφος Παῦλος, καίτοι πλεῖστον ὅσον ἐσχη‐ | |
25 | κέναι λέγων διὰ τῆς ἐν νόμῳ ζωῆς τὸ καύχημα, γνώσεώς τε τῆς ὑπ’ αὐτοῦ, σκύβαλα μὲν ἡγεῖτο τὰ πάντα, Χριστὸν δὲ κερδαίνειν ἤθελε, καὶ τὸ ὑπερέ‐ χον τῆς γνώσεως αὐτοῦ. Ξύλα δὲ καὶ λίθοι χρήσιμα πρὸς οἰκοδομήν· εὑρήσομεν δὲ τὸν πάνσοφον Παῦλον | |
30 | τῆς παρά τινων μυσταγωγίας τὴν δύναμιν ταύταις παρεικάζοντα ταῖς ὕλαις. «Εἰ γάρ τις, φησὶν, ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον, ξύλα, χόρτον, λίθους, καλάμην.» Τούτου δὲ οὕτως ἔχοντος, ἐκεῖνό φαμεν, ὅτι τῶν Γραμματέων, καὶ Φαρισαίων ἡ διδασκαλία, | |
35 | ἤγουν καθάπαξ τῶν ἀπίστων Ἰουδαίων ἡ ὑφήγησις, οὐ συνιέντων ὅλως τὸ Χριστοῦ μυστήριον, ὅτι μηδὲ πεπιστεύκασιν εἰς αὐτὸν, παρεικάζοιτο ἂν ξύλοις τυχὸν, καὶ λίθοις, ἡ δὲ ἐν Χριστῷ, καὶ εὐαγγελικὴ, τοσοῦτον ἔχει τὸ ἄμεινον, ὅσον χαλκὸς καὶ ξύλον, | |
40 | σιδηρός τε πρὸς λίθον. Εὐδιάθρυπτα μὲν γὰρ τὰ παρ’ ἐκείνοις ἦν διδάγματά τε καὶ ἐνθυμήματα, στερεὰ δὲ, καὶ οἷον ἄθραυστα μετὰ τοῦ λαμπροῦ, καὶ τιμίου, τὰ τῶν ἐν Χριστῷ. Ἰουδαῖοι μὲν γὰρ ἐκπί‐ πτουσιν εἰς γενεαλογίας, καὶ μύθους ἀπεράντους τοῖς | |
45 | ὑπὸ χεῖρα λαοῖς ἐξηγούμενοι, λήρους τε τινὰς ἐμπλέ‐ κοντες, καὶ γραώδη τερετίσματα· οἱ δὲ τὸν Χριστὸν φοροῦντες εἰς νοῦν, πᾶσαν ὁδὸν εὐτεχνίας ἁγιοπρε‐ ποῦς τοὺς ὑπὸ χεῖρα διδάσκουσι, καὶ δογματικῆς ἀκριβείας ἀποφέρουσιν ἐραστὰς, καὶ ἁπάσης ἀρετῆς | |
70.1341(50) | ἐργάτας τοὺς προσιόντας αὐτοῖς· διαδείκνυσι δέ πως εὐθὺς τὸ ἐπενηνεγμένον, ὅτι τοῦτον ἔχει τὸν σκοπὸν τῆς προφητείας ὁ νοῦς. «Δώσω γὰρ, φησὶ, τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ.» Ὡς γὰρ τῶν πρώτων, φησὶν, ἐξωσμέ‐ | |
55 | νων, ἑτέρους ἀνίστησιν ἄρχοντάς τε καὶ ἐπισκόπους λαῶν ὁ τῶν ὅλων Σωτὴρ διαπρέποντας ἐν εἰρήνη, | |
καὶ δικαιοσύνῃ. Εἰρηνεύουσι γὰρ πρὸς Θεὸν, οἱ τὰ | 1341 | |
70.1344 | αὐτῷ δοκοῦντα φρονεῖν σπουδάζοντες, καὶ τοῖς τῆς δικαιοσύνης αὐχήμασι στεφανούμενοι. Ἔφη τι τοιοῦ‐ τον ἑτέρωθί που πάλιν ὁ προφήτης Ἡσαΐας, μᾶλλον δὲ διὰ τοῦ προφήτου Θεὸς πρὸς τὴν τῶν Ἰουδαίων | |
5 | μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλήμ· «Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ πυρώσω εἰς καθαρὸν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ, καὶ πάντας ὑπερηφάνους ταπεινώσω καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς | |
10 | συμβούλους σου ὡς τὸ ἀπ’ ἀρχῆς, καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών.» Ναὶ μὴν καὶ αὐτὸς ὁ Σωτὴρ τοῖς Ἰουδαίων καθηγηταῖς ἐπετίμα λέγων· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ δοθήσεται ἔθνει ἑτέρῳ, ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» | |
14t | ΤΟΜΟΣ Εʹ. | |
15 | Καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύντριμμα, καὶ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου γλύμμα. Καὶ πολύ γε τὸ εἰκὸς ὁ λόγος ἔχει. Εἰ γὰρ οἱ ἄρ‐ | |
20 | χοντες αὐτῆς ἐν εἰρήνῃ, καὶ διαπρέποντες ἐν αὐχή‐ μασι δικαιοσύνης οἱ ἐπίσκοποι, κρατήσει πάντως που, καὶ παρὰ τοῖς ὑπεζευγμένοις, τὸ ἐν ἁπάσῃ δι‐ καιοσύνῃ, καὶ εὐσεβείᾳ τῇ κατὰ Χριστὸν ἐπείγεσθαι διαβιοῦν. «Οὐκ ἔστι δὲ, φησὶν, οὐδὲ σύντριμμα ἐν τοῖς | |
25 | ὁρίοις σου.» Σύντριμμα δέ φησι τὴν πλεονεξίαν, τὴν κατά γε τῶν ἐν ὑφέσει, καὶ ἀσθενείᾳ. Εὔδρομοι γὰρ οἱ τοιοίδε, καὶ τοῖς διαρπάζειν ἐθέλουσιν ἑτοιμοτάτη πρόκεινται θήρα. Ἄδικοι δὲ καὶ πλεονέκται γεγόνασι κατὰ καιροὺς οἱ τῆς Ἰουδαίων Συναγωγῆς ἡγούμε‐ | |
30 | νοι, καὶ τοῖς θείοις νόμοις ἀντανιστάμενοι, διαστρό‐ φους ἐποιοῦντο τὰς ἐφ’ ἑκάστῳ πράγματι κρίσεις. Αἰτιᾶται γοῦν αὐτοὺς πλεισταχοῦ τὸ Γράμμα τὸ ἱερὸν, ὡς ἀνοσιότητος εἰς τοῦτο διελάσαντας μέτρον, ὥστε καὶ ἀφορήτοις ἐγκλήμασιν ἐνόχους ὄντας ὁρᾶσθαι· | |
35 | ποτὲ μὲν γάρ φησιν, ὅτι οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκριναν, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυ‐ ρίου ἐμαντεύοντο. Ψάλλει δὲ καὶ ὁ θεσπέσιος, «Σύν‐ τριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, οὐκ ἔστι φόβος Θεοῦ ἀπέν‐ | |
40 | αντι τῶν ὀφθαλμῶν αὐτῶν.» Ἐπετίμα δὲ καὶ νενη‐ στευκόσιν ὁ τῶν ὅλων Θεὸς, οὕτω λέγων· «Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν, εὑρίσκετε τὰ θε‐ λήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑπονύσ‐ σετε εἰς κρίσεις, καὶ μάχας, νηστεύετε, καὶ τύπτετε | |
45 | πυγμαῖς ταπεινόν·» καὶ προσέτι τούτοις διὰ τῆς Ἡσαΐου φωνῆς· «Καὶ ἐπεθύμουν ἀγροὺς, καὶ διήρ‐ παζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ.» Ἐπειδὴ πέπαυται μὲν τὰ ἐκεί‐ | |
70.1344(50) | νων, ἀντεγήγερται δὲ τῶν ἁγίων ἀποστόλων ὁ χορὸς, καὶ οἱ μετ’ ἐκείνους ἔτι τοῖς αὐτῶν ἴχνεσι κατακολου‐ θεῖν σπουδάζοντες ὀρθοτομοῦσι μὲν τῆς ἀληθείας τὸν λόγον, ἄριστοι δὲ τῶν ὑπὸ χεῖρα γεγόνασι παιδαγω‐ γοί. Ταύτῃτοι, καὶ μάλα εἰκότως, οὐκ ἔτι μὲν ἀδικίαν | |
55 | ἐν τῇ γῇ αὐτῶν ἀκουσθήσεσθαί φησιν, ἀλλ’ οὐδὲ | 1343 |
70.1345 | σύντριμμα, καὶ ταλαιπωρίαν· κληθήσεσθαι δὲ μᾶλλον σωτήριον τὰ τείχη αὐτῆς, γλύμμα δὲ καὶ τὰς πύλας, τείχη δὲ, ὥς γε οἶμαι, φησὶ τοὺς ἁγίους παιδαγωγοὺς, δογματικαῖς τε καὶ ἠθικαῖς εἰσηγήσεσιν ἀσφαλιζο‐ | |
5 | μένους τὴν Ἐκκλησίαν, ὥστε καὶ ἀνάλωτον εἶναι τοῖς ἐχθροῖς, κἂν εἴτε τινὲς εἶεν ὁρατοὶ, εἴτ’ οὖν καὶ ἀόρατοι. Οἱ αὐτοὶ δ’ ἂν εἶεν καὶ πύλαι, ἅτε δὴ καὶ εἰσαγωγικῷ χρώμενοι λόγῳ, καὶ εἰσφέροντες διὰ πίστεως εἰς ἐπίγνωσιν ἀληθείας τοὺς ἔξω τέως ὄντας | |
10 | αὐτῆς. Γλύμμα δὲ ὅτι περικαλλὴς ἦν ἄγαν ὁ λόγος αὐτοῖς, καὶ οἷον εἰς ἀλήθειαν ἐκτετορνευμένος· εὐπρε‐ πὲς γὰρ ἅπαν τὸ γεγλυμμένον· καὶ οἱ μὲν Ἑβδομή‐ κοντα ταύτην δεδώκασι τὴν ἑρμηνείαν, οἱ δὲ ἕτεροι τῶν ἑρμηνευτῶν, ἀντὶ τοῦ γλύμμα τεθείκασι τὸν | |
15 | Ἰησοῦν. Ἔστι δὲ καὶ τοῦτο ἀληθές. Ὡραῖος γὰρ κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων κεχρημάτικέ τε καὶ ἔστι, τείχη δὲ αὐτὸν, καὶ πύλας πεπλουτή‐ καμεν. Ἀσφαλίζεται γὰρ ἡμᾶς ἀῤῥήτῳ δυνάμει, καὶ ταῖς τῶν ἁγίων ἀγγέλων ἐπικουρίαις· «Ἐντελεῖται | |
20 | γὰρ, φησὶ, τοῖς ἀγγέλοις αὐτοῦ περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου·» καὶ «Παρ‐ εμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύεται αὐτούς.» Ἐρχόμεθα δὲ δι’ αὐτοῦ εἰς ἐπίγνωσιν τοῦ Πατρὸς, καὶ γέγονε πρὸς τοῦτο | |
25 | καὶ θύρα, καὶ πύλη, καὶ ὁδός. Ἔφη γοῦν ὅτι «Ἐγώ εἰμι ἡ θύρα, καὶ ἡ ὁδὸς, καὶ οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.» Ἔστι δὲ καὶ γλύμμα, τουτέστιν ἡ μορφὴ, καὶ τὸ εἶδος τοῦ τεκόντος αὐτὸν, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καὶ εἰκὼν, καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ. Καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς ἡμέρας, | |
30 | οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα, ἀλλ’ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου. Οὐ γὰρ δύσεται ὁ ἥλιός σοι, καὶ ἡ σε‐ λήνη οὐκ ἐκλείψει. Ἔσται γάρ σοι Κύριος φῶς αἰώνιον. | |
35 | Βούλονταί τινες διὰ τῆς τῶν προκειμένων ἐννοίας ἀποφέρειν ἡμᾶς εἴς γε τὸ χρῆναί τι τοιοῦτον ὑπο‐ νοεῖν. Ἐν ἐσχάτοις γὰρ τοῦ αἰῶνος καιροῖς ἐγηγερ‐ μένων τῶν ἐν γῇ κειμένων, καὶ καταφοιτήσαντος ἐξ οὐρανοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ μετὰ | |
40 | τῶν ἁγίων ἀγγέλων ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἀπρακτή‐ σει μὲν ἡ τῶν στοιχείων λαμπρότης, καινοὺς δὲ οὐ‐ ρανοὺς, καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν, κατὰ τὸ γεγραμμένον. Ἔφη δέ τι τοιοῦ‐ τον καὶ αὐτὸς ὁ Σωτὴρ, ὅτι «Ἐν ταῖς ἡμέραις ἐκεί‐ | |
45 | ναις ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς.» Ἀρκέσει γὰρ τοῖς ἁγίοις εἰς φω‐ τισμὸν αὐτὴ τοῦ Σωτῆρος ἡ δόξα. Ἀλλ’ ἵνα δοκῇ πως ἕπεσθαι τῇ τῶν ἀνόπιν ἐννοίᾳ τὰ προκείμενα, τὴν ἑρμηνείαν ἐπαινέσαντες ταυτηνὶ, καὶ ἕτερόν τι | |
70.1345(50) | δηλοῦσθαί φαμεν διὰ τῶν προκειμένων στίχων. Φῶς μὲν γὰρ τὸ ἡλιακὸν, καὶ προσέτι τὸ σεληνιαῖον, χρειῶδές τε καὶ ἀναγκαῖόν ἐστι τοῖς τοῦ σώματος ὀφθαλμοῖς. Ἀλλ’ ἐν νυκτὶ μὲν τὸ ἡλιακὸν συστέλλε‐ ται φῶς, ἐν ἡμέρᾳ δὲ τὸ σελήνης. Παραλλὰξ γὰρ | |
55 | ἀλλήλοις παραχωροῦσι τὸ φαίνειν. Τὸ δέ γε θεῖον καὶ νοητὸν, ὃ ταῖς τῶν πιστευσάντων καρδίαις ἐνίησι, | |
φησὶν, ὁ τῶν ὅλων Σωτὴρ διὰ τοῦ ἁγίου Πνεύματος, | 1345 | |
70.1348 | καὶ διὰ τῶν εὖ εἰδότων μυσταγωγεῖν, ἄσβεστον ἔσται, καὶ ἀκατάληκτον, καὶ ἀειφανὲς, ὥστε μήτε ἡλίου μήτε σελήνης ἐν χρείᾳ καθεστηκέναι τὸν ἑκάστου νοῦν πρὸς φωτισμὸν, ἢ ἀνάβλεψιν· οὐ γὰρ αἰσθητῷ | |
5 | φωτὶ καταλάμπεται νοῦς, ἀρκεῖται δὲ μᾶλλον τῇ διὰ τοῦ ἁγίου Πνεύματος φωταγωγίᾳ, καὶ φαιδρότητι πρὸς τὸ δύνασθαι καθορᾷν τὴν δόξαν Χριστοῦ, καὶ ὅσον ἂν ἔχοι πρὸς τὸν τεκόντα αὐτὸν τὴν ἐμφέρειαν, οὐσιωδῶς δὲ δηλονότι, ναὶ μὴν καὶ τῆς ἀρίστης ζωῆς | |
10 | ἀπλανῶς εἰδέναι τὴν ὁδόν. Γέγονε τοίνυν φῶς αἰώ‐ νιον ἡμῖν ὁ Σωτὴρ, καὶ τοῦτο ἡμῖν ἐναργὲς καθ‐ ίστησι, λέγων· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,» καὶ πάλιν· «Ὅταν ὦ ἐν τῷ κόσμῳ, φῶς εἰμι τοῦ κόσμου.» «Ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκο‐ | |
15 | τίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.» Καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου, καὶ ὁ λαός σου πᾶς δίκαιος, καὶ δι’ αἰῶνος κληρονομήσουσι τὴν γῆν, φυλάσσων τὸ φύτευμα ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν. Ὁ ὀλιγοστὸς ἔσται | |
20 | εἰς χιλιάδας, καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα. Ἐγὼ Κύριος κατὰ καιροὺς συνάξω αὐτούς. Οἱ τὸν τῆς συντελείας καιρὸν καταδηλοῦσθαι λέ‐ γοντες διὰ τοῦ μηκέτι τὸ ἡλιακὸν, ἤτοι τὸ σεληναῖον ἐνεργῆσαι φῶς, συσταλῆναι δὲ μᾶλλον, ἵν’ ὁ Κύριος | |
25 | ἡμῶν φῶς αἰώνιον γένηται, φασὶν ὅτι τοῖς πενθοῦσι νῦν, οὓς δὴ καὶ παρακληθήσεσθαί φησιν ὁ Σωτὴρ, τέλος ἔσται τοῦ πενθεῖν κατ’ ἐκεῖνό που τοῦ καιροῦ· πεπαύσονται γὰρ τοῦ ποιεῖν ἔτι, καὶ κατατρύχεσθαι, καὶ τῶν εἰς αἰῶνα τεύξονται γερῶν. Τοῦτο γὰρ, οἶμαι, | |
30 | τὸ παρακληθῆναί ἐστιν. Ἐπειδὴ δὲ πάλιν τῶν θεωρη‐ μάτων ἕπεσθαι χρὴ τοῖς ἀνόπιν, ἐκεῖνό φαμεν, ὅτι τοῖς μένουσιν ἐν πλημμελείαις τὸ κατηφὲς οἰκεῖον, καὶ ἁρμοδιώτατον. Προσδοκῶσι γὰρ οὐ τιμὰς καὶ στεφάνους, οὐ παράκλησιν τὴν παρὰ Θεοῦ, κόλασιν | |
35 | δὲ μᾶλλον, καὶ πῦρ, καὶ σκότος· οἵ γε μὴν ὄντες ἐν ἀγαθουργίαις τῇ ἐλπίδι χαίρουσι, καθά φησιν ὁ πάνσοφος Παῦλος· διαδέχεται γὰρ τὸ ἐπιεικὲς αὐτῶν ἡ εἰς ἀπεράντους αἰῶνας δόξα, καὶ τρυφή· πλὴν ὅταν ἐπιστρέψῃ πρὸς Κύριον, καὶ ὁ πλείσταις ὅσαις ἁμαρ‐ | |
40 | τίαις ἐνισχημένος, εἶτα δικαιωθῇ διὰ τῆς πίστεως, καὶ κομίσηται μὲν τῶν αἰτιαμάτων τὴν ἄφεσιν, προσδοκήσει δὲ λαβεῖν καὶ τὰς τοῖς ἁγίοις ηὐτρε‐ πισμένας τιμάς. Τότε δὴ πεπαύσονται μὲν αἱ ἡμέραι τοῦ πένθους αὐτοῦ, καταλήξει δὲ ἱδρῶτος, καὶ κατη‐ | |
45 | φείας, βεβαιοῖ δὲ ὥσπερ ταυτηνὶ τὴν διάνοιαν τὸ ἐφεξῆς κείμενον· «Ἔσται γὰρ, φησὶν, πᾶς ὁ λαός σου δίκαιος,» τουτέστι, δικαιωθήσεται πᾶς ὁ σοὶ ἑπόμενος λαός· ἔστι δὲ ὁ λόγος ὡς πρὸς τὴν Ἐκκλησίαν· δι‐ καιοῖ δὲ Χριστὸς τὸν ἀσεβῆ χάριτι καὶ φιλανθρω‐ | |
70.1348(50) | πίᾳ, καὶ ἀνίησι παντὸς αἰτιάματος τοὺς ἁλόντας αὐτός. Τίς γὰρ ἔσται τῶν τοιούτων ὁ χορηγὸς, δια‐ μεμήνυκεν, εἰπών· Φυλάσσων τὸ φύτευμα, ἔργα χει‐ ρῶν αὐτοῦ εἰς δόξαν. Φύτευμα γάρ ἐσμεν τῶν φυτῶν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ ἔργον αὐ‐ | |
55 | τοῦ· ἀγριέλαιοι γὰρ ὄντες ἐνεκεντρίσθημεν εἰς καλ‐ | |
λιέλαιον, μονονουχὶ καὶ αὐτουργοῦντος εἰς ἡμᾶς τοῦ | 1347 | |
70.1349 | Χριστοῦ· οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς. Ἔφη γοῦν αὐτός· «Ὁ λαλῶν πάρειμι.»—«Ἔσται δὲ, φησὶ, καὶ ὁ ὀλιγοστὸς εἰς χιλιά‐ δας, καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα.» Νῦν μὲν γὰρ, | |
5 | τουτέστιν, ἐν τῷ αἰῶνι τούτῳ κέκρυπται τῶν ἀγίων ἡ δόξα, καὶ τό γε ἧκον εἰς ἀλαζονείας κοσμικὰς ἐλά‐ χιστοί τινες εἶναι δοκοῦσιν οὐκ ἔχοντες δόξαν ἐμ‐ φανῆ. Ἐπιλάμψαντος δὲ πάλιν ἐξ οὐρανῶν τοῦ Χρι‐ στοῦ τὸ τηνικάδε, καὶ ὁ νομισθεὶς ἐλάχιστος εἶναι, | |
10 | καὶ ὀλιγοστὸς ἔσται εἰς ἔθνος μέγα. Καθηγήσεται γὰρ λαῶν, καὶ ἡγεμονεύσει πολλῶν, ἅτε δὴ τὸν εὐ‐ δόκιμον ἐν τῷδε τῷ βίῳ διανύσας δρόμον· καὶ τοῦτο ἔστιν ἰδεῖν ἐξ ὧν ἔφη Χριστός· τοῖς γὰρ ἀποστόλοις προσλαλῶν· «Ὅταν ὁ Υἱὸς τοῦ ἀνθρώπου καθίσῃ, | |
15 | φησὶν, ἐπὶ θρόνου δόξης αὐτοῦ, τότε καὶ ὑμεῖς κα‐ θίσεσθε ἐπὶ δώδεκα θρόνων, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» Ἀλλὰ γὰρ καὶ ἐν τῇ τῶν τα‐ λάντων διανεμήσει εὑρίσκεται λέγων, «Ἔσο ἐπάνω δέκα φυλῶν·» ἑτέροις δὲ τὴν μείω δίδωσι μοίραν· | |
20 | «Ἔσο γὰρ, φησὶν, ἐπάνω πέντε πόλεων.» Ἰσο‐ στατοῦσάν που πάντως ταῖς ἐπιεικείαις αὐτῶν τὴν ἀντιμισθίαν ὀρέγων, καὶ τὴν ἑκάστῳ πρέπουσαν τα‐ λαντεύων τιμήν. Ἐπ’ αὐτῷ δὴ οὖν τούτῳ χαίροντες οἱ ἅγιοί φασιν· «Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ | |
25 | τοὺς πόδας ἡμῶν.» Τούς γε μὴν ἐλαχίστους νομι‐ σθέντας εἶναι κατὰ τὸν βίον, εἶτα γεγονότας εἰς χι‐ λιάδας, καὶ εἰς ἔθνος μέγα. «Ἐγὼ, φησὶν, ὁ πάν‐ των Κύριος, συνάξω κατὰ καιροὺς» τοὺς τῆς ἐξ οὐρανῶν ἐπιδημίας δηλονότι. Τότε γὰρ ἔσται τοῖς | |
30 | ἁγίοις ἡ παντὸς ἀπόλαυσις ἀγαθοῦ· οἳ καὶ ἁρπασθή‐ σονται, καθά φησιν ὁ πάνσοφος Παῦλος, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, οὕτω τε πάντοτε σὺν Κυρίῳ ἐσόμεθα ταῖς ἀτελευτήτοις ἐντρυφῶντες τιμαῖς Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, | |
35 | εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς πεν‐ | |
40 | θοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καὶ καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκη‐ δίας. Ὁ ἐν τοῖς ἀνόπιν εἰπὼν περὶ τῶν ἐν πίστει κλη‐ | |
45 | θησομένων· «Ἐγὼ Κύριος κατὰ καιροὺς συνάξω αὐτοὺς,» ὡς ἐνεστηκότος ἤδη τοῦ καιροῦ, καθ’ ὃν ἐπήγγελται συναγείρειν αὐτοὺς, καὶ ὡς ἤδη γενόμε‐ νος ἄνθρωπος, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν, «Πνεῦμα Κυρίου, | |
70.1349(50) | φησὶν, ἐπ’ ἐμὲ,» καίτοι φύσει Θεὸς ὑπάρχων ὁ Μονο‐ γενὴς Ἅγιος ἁγίων ἐστὶ, καὶ πᾶσαν αὐτὸς ἁγιάζει τὴν κτίσιν, ἅτε δὴ καὶ ἐξ ἁγίου Πατρὸς πεφυκὼς, καὶ τὸ ἐξ αὐτοῦ προχεόμενον Πνεῦμα, καὶ ταῖς ἄνω δυνάμεσιν ἐνιεὶς, ὡς ἑαυτοῦ, καὶ προσέτι τοῖς | |
55 | ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Πῶς οὖν ἡγιάζετο; Θεὸς γὰρ ὑπάρχων ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτὸς, δί‐ | |
δωσι μὲν θεϊκῶς τὸ πνεῦμα τῇ κτίσει, δέχεται δὲ αὐ‐ | 1349 | |
70.1352 | τὸ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, κατὰ τὸ ἀνθρώπινον. Ταύτην εἶναί φαμεν τὴν χρῆσιν [al. χρίσιν]. Ἐναργῆ δὲ καθίστησι τῆς ἐνανθρωπήσεως τὴν αἰτίαν. Εἰπὼν γὰρ ὅτι παρὰ τοῦ Πατρὸς, προσεπήνεγκεν ἀναγκαίως, | |
5 | «Οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, ἄφεσίν τε κηρύξαι τοῖς ἐν αἰχμαλωσίᾳ, χαρίσασθαι δὲ καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι τε πρὸς τούτοις καὶ ἡμέραν ἀνταποδόσεως·» πολλὰ | |
10 | κατὰ ταὐτὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὰ περιφανῆ κατορθώματα. Ἵνα γὰρ κατακτήσηται τὴν ὑπ’ οὐρανὸν, καὶ τοὺς ἀνὰ πᾶσαν ὄντας τὴν οἰκου‐ μένην προσκομίσῃ τῷ Θεῷ καὶ Πατρὶ μεταστοιχει‐ ώσας τὰ πάντα πρὸς τὸ ἀμεινόνως ἔχειν, καὶ οἷον | |
15 | ἀνακαινίσας τὸ πρόσωπον τῆς γῆς, ἔλαβε δὲ δούλου μορφὴν, καίτοι Κύριος ὑπάρχων τῶν ὅλων. Εὐηγ‐ γελίσατο γοῦν πτωχοῖς, ἀπεστάλθαι διὰ τοῦτό φησι. Πτωχοὶ δ’ ἂν εἶεν, ἤγουν νοηθεῖεν, οἱ παντὸς ἀγαθοῦ νενοσηκότες ποτὲ τὴν ἔνδειαν, ἐλπίδα τε μὴ ἔχοντες, | |
20 | καὶ ἄθεοι ἐν τῷ κόσμῳ, κατὰ τὸ γεγραμμένον. Οὗτοι δ’ ἂν εἶεν οἱ ἐξ ἐθνῶν, οἱ τὴν εἰς αὐτὸν πίστιν πλουτή‐ σαντες, τὸν θεῖόν τε καὶ οὐράνιον κεκερδηκότες θη‐ σαυρὸν, τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, δι’ οὗ γεγόνασι καὶ τῆς τῶν οὐρανῶν βασι‐ | |
25 | λείας μέτοχοι, καὶ συμμερισταὶ τῶν ἁγίων, κληρο‐ νόμοι τῶν ὑπὲρ νοῦν καὶ λόγον. «Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, φησὶ, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγα‐ πῶσιν αὐτόν.» Ἢ τάχα που καὶ τοῖς πτωχοῖς τῷ | |
30 | πνεύματι δεδωρῆσθαί φησιν ὁ λόγος ἐν τούτοις τῶν διὰ Χριστοῦ χαρισμάτων τὴν ἄφθονον χορηγίαν. Συντετριμμένους δέ φησι τὴν καρδίαν, τοὺς ἀσθενῆ καὶ εὐδιάθρυπτον ἔχοντας νοῦν, καὶ ταῖς τῶν παθῶν προσβολαῖς ἀντιφέρεσθαι μὴ δυναμένους, ὑπενηνεγ‐ | |
35 | μένους δὲ οὕτως αὐταῖς, ὡς αἰχμαλώτους εἶναι δοκεῖν. Τούτοις ἴασίν τε καὶ ἄφεσιν ἐπαγγέλλεται, τυφλοῖς δὲ οὖσιν αὐτοῖς δίδωσι καὶ ἀνάβλεψιν. Οἱ γὰρ τῇ κτίσει λατρεύοντες, καὶ τῷ ξύλῳ λέγοντες· «Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με,» εἶτα τὸν φύσει, | |
40 | καὶ ἀληθῶς ὄντα Θεὸν οὐκ ἐπεγνωκότες, πῶς οὐκ ἂν εἶεν τυφλοὶ, καὶ φωτὸς τοῦ θείου καὶ νοητοῦ γυμνὴν ἔχοντες τὴν καρδίαν; τούτοις ἐνίησιν ὁ Πατὴρ τῆς ἀληθοῦς θεογνωσίας τὸ φῶς. Κέκληνται γὰρ διὰ πί‐ στεως, καὶ ἔγνωσαν αὐτὸν, μᾶλλον δὲ ἐγνώσθησαν | |
45 | ὑπ’ αὐτοῦ, καὶ υἱοὶ νυκτὸς ὄντες, καὶ σκότους, φωτὸς γεγόνασι τέκνα· διηύγασε γὰρ αὐτοὺς ἡ ἡμέρα, καὶ ὁ τῆς δικαιοσύνης ἀνέσχεν Ἥλιος, καὶ λαμπρὸς ἀνέτειλεν Ἑωσφόρος. Λυπεῖ δὲ οὐδὲν καὶ τοῖς ἐξ αἵ‐ ματος Ἰσραὴλ ἐφαρμόσαι πάντα τὰ εἰρημένα. Καὶ | |
70.1352(50) | γὰρ ἦσαν πτωχοὶ, καὶ συντετριμμένοι τὴν καρδίαν, καὶ οἷον αἰχμάλωτοι, καὶ ἐσκοτισμένοι. «Οὐ γὰρ ἦν ἐπὶ γῆς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν.» Ἀφῆκται δὲ ὁ Χριστὸς καὶ πρό γε τῶν ἄλλων εὐαγγελιζόμενος | |
55 | τοῖς ἐξ Ἰσραὴλ τῆς ἑαυτοῦ παρουσίας τὰ κατορθώ‐ ματα. Καὶ πρός γε δὴ τούτοις, ἵνα καὶ ἐνιαυτὸν Κυ‐ | |
ρίου καλέσῃ δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως. Καὶ | 1351 | |
70.1353 | δεκτὸς μὲν ἐνιαυτὸς, καθ’ ὃν ἐσταυρώθη ὑπὲρ ἡμῶν Χριστός. Δεκτοὶ γὰρ τότε γεγόναμεν τῷ Θεῷ καὶ Πατρὶ, καὶ καρποφορηθέντες δι’ αὐτοῦ, καὶ τοῦτο αὐτὸς ἡμᾶς ἐδίδαξεν, εἰπὼν, «Ἀμὴν, ἀμὴν λέγω | |
5 | ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φέρει.» Καὶ πάλιν, «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ γοῦν ἀνεβίω τριήμερος πατήσας τοῦ θανάτου τὸ κράτος. | |
10 | Εἶτα τοῖς ἁγίοις μαθηταῖς προσεφώνει, λέγων· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Δεκτὸς οὗν ἐνιαυτὸς ἐκεῖνός | |
15 | που πάντως, καθ’ ὃν εἰσεδέχθημεν τὴν πρὸς αὐτὸν λαχόντες οἰκείωσιν, ἀπονιψάμενοι τὴν ἁμαρτίαν διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ τῆς θείας αὐτοῦ φύσεως γενόμενοι κοινωνοὶ διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος. Ἤγουν δεκτὸς ἐνιαυτὸς, καθ’ ὃν πεφανέρωκε τὴν | |
20 | δόξαν αὐτοῦ διὰ τῆς ὑπὲρ λόγον θεοσημείας· ἐδεξά‐ μεθα γὰρ ἀσμένως τὸν τῆς παρ’ αὐτοῦ σωτηρίας καιρὸν, ὃν δὴ καὶ ὁ πάνσοφος Παῦλος καταμεμήνυκε λέγων· «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας.» ἡμέραν γε μὴν ἀνταποδόσεως | |
25 | εἶναί φαμεν οὐδὲν ἧττον αὐτὸν τὸν τῆς ἐπιδημίας καιρὸν, καθ’ ὃν ἡ ἀνταπόδοσις δέδοται παρ’ αὐτοῦ τοῖς πιστεύσασιν εἰς αὐτὸν διὰ τῆς ἐν ἐλπίσιν ἐπαγ‐ γελίας· οἷον δὲ δή τι φημί· Ἡ κατὰ τὸν Μωσέως νό‐ μον πολιτεία ἐπαινουμένη πρόξενος ἦν τοῖς ἀμωμήτως | |
30 | αὐτὴν ἐθέλουσι κατορθοῦν τῆς ἐνταῦθα εὐπραγίας, ὑπόσχεσιν δὲ γερῶν τῶν εἰς τὸ μέλλον οὐκ εἶχε. Μόνης δὲ τάχα που τῆς κατὰ τόνδε τὸν βίον εὐημερίας ἐποιεῖτο μνήμην· ἐκέλευε μὲν γὰρ ἀπέχεσθαι πλημ‐ μελημάτων, ἐπιφωνῶν, ἵνα «Μὴ ἀποθάνης ἐν οὐ | |
35 | καιρῷ σου.» Ἐπεφώνει δὲ καὶ τέκνοις· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.» Ἐπηγγέλλετο δὲ καὶ καρπῶν ἀφθονίαν, ἔσθ’ ὅτε, καὶ πολέμου παῦλαν, καὶ εἰρήνης πλάτος, καὶ τὴν ἐπ’ αὐτῆς | |
40 | εὐθυμίαν. Ἔφη γοῦν διὰ φωνῆς Ζαχαρίου· «Κατα‐ κάρπως κατοικηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν τῶν ἐν αὐτῇ, καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.» Καὶ πάλιν· «Ἔτι | |
45 | καθίσονται πρεσβύτεροι ἐν ταῖς πλατείαις Ἱερουσα‐ λήμ. Ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἐν τῇ χειρὶ ἔχων ἀπὸ πλήθους ἡμερῶν, καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς.» Προσκαίρων οὖν ἄρα γερῶν | |
70.1353(50) | ἀπόλαυσιν ὁ διὰ Μωσέως νόμος ὑπισχνεῖτο τοῖς πά‐ λαι· τὸ δὲ θεῖον καὶ σωτήριον κήρυγμα τὰς εἰς τὸ μέλλον ἀνταποδόσεις· «Μακάριοι γὰρ, φησὶν, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν·» καὶ τοὺς ἐφεξῆς κειμένους μακα‐ | |
55 | ρισμοὺς εἴ τις ἕλοιτο πολυπραγμονεῖν ἀνταποδόσει | |
ἐπηγγελμένας, λαμπρὰς καὶ μεγάλας εὑρήσει παρὰ | 1353 | |
70.1356 | Θεοῦ. Εἰ δὲ δή τις βούλοιτο καὶ καθ’ ἕτερον τρόπον τὴν ἀνταπόδοσιν τὴν γεγενημένην παρὰ Χριστοῦ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οὐκ ἂν ἔξω βάλοι σκοποῦ. Πάλαι μὲν γὰρ κατηλαζονεύετο τῶν ἐπὶ τῆς | |
5 | γῆς ὁ παμβέβηλος Σατανᾶς· πεπλεονέκτηκε γὰρ τὴν ὑπ’ οὐρανὸν ἀποβουκολήσας αὐτὴν τῆς ἀληθοῦ; γνώσεως τῆς ἐπί γέ φημι τῷ κατὰ φύσιν Θεῷ, τέλ‐ μασι δὲ ὥσπερ τοῖς τῆς ἁμαρτίας ἐμβαλὼν, ἑαυτοῦ τε καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν ἀπέφηνε | |
10 | προσκυνητάς. Ἔφασκε γοῦν, ὅτι «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξε‐ ταί με, ἢ ἀντείπῃ μοι·» ἀλλ’ ἥλω κενὰς ἔχων ἐπ’ αὐτῷ δὴ τούτῳ καὶ τὰς ἐλπίδας. Ἀντεγήγερται γὰρ, | |
15 | καὶ ἀντείρηκεν ὑπὲρ ἡμῶν ὁ Χριστὸς, εἰσεπράξατο δὲ καὶ δίκας αὐτὸν τῆς καθ’ ἡμῶν ἀσεβείας, καθεῖλε γὰρ αὐτοῦ πᾶσαν ἰσχὺν, ἐκβέβληται τῆς καθ’ ἡμῶν τυραννίδος, «Καὶ σειραῖς ζόφου ταρταρώσας,» κατὰ τὸ γεγραμμένον, «παρέδωκεν εἰς κρίσιν με‐ | |
20 | γάλης ἡμέρας κολασθησομένους τηρεῖν» αὐτόν τε καὶ τοὺς ἑτέρους, οἳ συναποστάται γεγόνασιν αὐτῷ. Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος Δαβὶδ ὡς ἐκ προσώπου τῶν λελυτρωμένων, καί φησιν· «Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ | |
25 | θαυμάσιά σου. Εὐφρανθήσομαι, καὶ ἀγαλλιάσομαι ἐν σοί. Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε, ὅτι ἐποίησας τὴν κρίσιν μου, καὶ τὴν δίκην μου. Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην· ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν | |
30 | αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· «Ναὶ μὴν καὶ ἑτέρωθί που πάλιν φησὶ περὶ αὐτοῦ ὧδε. «Ζητηθήσε‐ ται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ δι’ αὐτήν.» Ἔφη δὲ καὶ αὐτὸς ὁ Σωτήρ· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ἄρχων τοῦ κόσμου τούτου ἐκ‐ | |
35 | βληθήσεται ἔξω.» Καιρὸς οὖν ἀνταποδόσεως, καὶ κατὰ τοῦτον τὸν τρόπον, καθ’ ὃν ἐπέλαμψε τῷ κόσμῳ Χριστός· ἐληλυθέναι δέ φησιν, ὥστε παρακαλέσαι πάντας τοὺς πενθοῦντας Σιὼν, δοῦναι αὐτοῖς δόξαν ἀντὶ σποδοῦ, καὶ ἄλειμμα εὐφροσύνης, καὶ κατα‐ | |
40 | στολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας. Γεγόνασι μὲν γὰρ κατὰ καιροὺς παρὰ τοῖς Ἰουδαίοις ἄνδρες ἅγιοι, καὶ νομομαθεῖς, καὶ προφητικῶν κηρυγμάτων ἐρευνη‐ ταὶ, καὶ ἐπιστήμονες. Οὗτοι θεωροῦντες τοὺς ἐξ αἵματος Ἰσραὴλ τῆς διὰ Μωσέως ἐντολῆς ὀλίγα | |
45 | πεφροντικότας, τραπομένους δὲ μᾶλλον εἰς τὸ αὐτοῖς δοκοῦν, καὶ διδάσκοντας μὲν διδασκαλίαν ἐντάλματα ἀνθρώπων, ἐκνομωτάτην δὲ καὶ φιλαμαρτήμονα διαβιοῦντας ζωὴν, τὴν ἁγίοις πρέπουσαν ἐπ’ αὐτοῖς ἐδέχοντο λύπην. Προσεδόκουν δὲ τὴν διὰ Χριστοῦ | |
70.1356(50) | λύτρωσιν. Οὐ γὰρ ἠγνόησαν ὄντες πνευματοφόροι τὸν δικαιοῦντα πίστει τὸν ἀσεβῆ, καὶ ἀμνησικάκῳ χάριτι διασμήχοντα τοὺς μεμολυσμένους. Καὶ γοῦν ὁ μὲν δίκαιος Συμεὼν βρέφος ὄντα Χριστὸν ἐν ἀγκάλαις λαβὼν προσηύχετο λέγων· «Νῦν ἀπολύεις τὸν δοῦλόν | |
55 | σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον | |
οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ | 1355 | |
70.1357 | πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.» Εὑρήσομεν δὲ καὶ τὸν θεσπέσιον Ζαχαρίαν τὸν Ἰωάννου πατέρα λέ‐ γοντα· «Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι | |
5 | ἐπεσκέψατο, καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ, καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν.» Εὐηγγελίζετο δὲ καὶ Φίλιππος τῷ Ναθαναὴλ οὕτω λέγων· «Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ, καὶ οἱ προφῆται, ηὕραμεν Ἰη‐ σοῦν τὸν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζάρετ.» Γράφει δέ | |
10 | που καὶ ὁ πάνσοφος Παῦλος, ὅτι «Λύπη μοί ἐστι καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ, ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα.»—«Δέδοται τοίνυν τοῖς πενθοῦσι Σιὼν παράκλησις,» ἡ διὰ Χριστοῦ, «καὶ ἀντὶ σποδοῦ δόξα.» Κατέληξαν μὲν γὰρ τοῦ πενθεῖν, | |
15 | καὶ κλαίειν αὐτὴν, ἐδέχοντο δὲ τὴν διὰ Χριστοῦ χά‐ ριν, εὐαγγελιζόμενοί τε καὶ ἐπαγγέλλοντες. «Ἐδόθη δὲ αὐτοῖς ἄλειμμα εὐφροσύνης ἀντὶ πένθους, καὶ καταστολὴ δόξης, ἀντὶ πνεύματος ἀκηδίας.» Ἄλειμ‐ μα δέ φησιν ἐν τούτοις τὸ ἱλαρὸν, ἤτοι τὴν ἱλαρότητα, | |
20 | καὶ τὴν εὐφροσύνην, ἀντὶ τοῦ πενθεῖν, καὶ κλαίειν, καὶ δόξης καταστολὴν, τουτέστι, περίβλημα, ἤγουν στολὴν, καὶ ἄμφιον ἀντὶ πνεύματος ἀκηδίας, τουτέστιν, ἀντὶ τῆς πάλαι μικροψυχίας. Ἐδοξάσθησαν γὰρ οἱ πάλαι θρηνοῦντες αὐτὴν, καὶ ἀκηδιῶντες ὑπὲρ αὐτῆς· ἐδοξάσθησαν δὲ πῶς; τέθεινται γὰρ αὐτῆς καθ‐ ηγηταὶ καὶ διδάσκαλοι, καὶ τοῦτο ἦν ἄρα τὸ πρὸς αὐτὴν εἰρημένον διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἀντὶ | |
25 | τῶν πατέρων σου, ἐγενήθησάν σοι υἱοί.» Τέκνα γὰρ ὄντες τῆς τῶν Ἰουδαίων Συναγωγῆς οἱ πάνσοφοι μα‐ θηταὶ, γεγόνασι πατέρες. Γράφει γοῦν τισιν ὁ πάνσοφος Παῦλος, «Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Τέθεινται οὖν ἐν τάξει πατέρων οἱ γεγονότες αὐτῆς υἱοί· ὅτι δὲ τῆς παρὰ Θεοῦ δόξης ἐσχήκασιν τὴν περιστολὴν οἱ θεσπέσιοι μαθηταὶ, σαφὲς ἂν γένοιτο, Χριστοῦ λέγον‐ τος αὐτοῖς, ποτὲ μὲν, ὅτι «Ἀσθενοῦντας θεραπεύετε, δαιμόνια ἐκβάλλετε, νεκροὺς ἐγείρετε·» | |
30 | ποτὲ δὲ πάλιν· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύ‐ τευμα Κυρίου εἰς δόξαν. Καὶ οἰκοδομήσουσι πόλεις ἐρήμους αἰωνίας, ἐξερημωμένας πρότε‐ ρον ἐξαναστήσουσι, καὶ καινιοῦσι πόλεις ἐρήμους | |
35 | ἐξερημωμένας εἰς γενεάς. Χρηματίζουσι γὰρ οἱ ἐν Χριστῷ «Γένος ἐκλεκτὸν, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν,» διά τοι τὸ κάλλος τῆς ἐνούσης αὐτοῖς δικαιοσύνης, καὶ οὔτι πού φημι τῆς κατὰ νόμον, ἐκείνης δὲ μᾶλλον, ἣν διὰ τῶν τοῦ | |
40 | Σωτῆρος ἐσχήκασι θεσπισμάτων· ἀμείνων δ’ ἀσυγκρί‐ τως ἡ διὰ Χριστοῦ τῆς ἐν νόμῳ· καὶ γοῦν ἔφη τοῖς ἁγίοις ἀποστόλοις· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν Γραμ‐ ματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βα‐ | |
45 | σιλείαν τῶν οὐρανῶν.»—«Κεκλήσονται τοίνυν, φησὶ, δικαιοσύνης γενεαὶ, καὶ προσέτι φύτευμα Κυρίου.» Καὶ γάρ ἐσμεν ἀληθῶς Θεοῦ γεώργιον, καὶ περὶ ἡμῶν ὁ θεσπέσιος Δαβίδ φησι· «Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθή‐ | |
70.1357(50) | σουσι.» Καὶ γοῦν ὁ πάνσοφος Παῦλος Θεοῦ γεώργιον ὀνομάζει τοὺς κεκλημένους διὰ πίστεως τῆς ἐν Χρι‐ στῷ. Ἔφη δὲ πάλιν, ὅτι «Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξανε.» Γεωργεῖ γὰρ ἡμᾶς ὁ Σωτὴρ διὰ τῶν ἁγίων μυσταγωγῶν· ταύτῃτοι καὶ | |
55 | μάλα εἰκότως φασὶν ἑαυτοὺς συνεργοὺς γενέσθαι | |
Θεοῦ. Ψάλλει δὲ καὶ ὁ πάνσοφος Δαβίδ· «Δίκαιος | 1357 | |
70.1360 | ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυν‐ θήσεται.» Ἐσμὲν δὴ οὖν ἄρα φύτευμα Κυρίου, καὶ εἰς δόξαν αὐτοῦ. «Οἰκοδομήσουσι δὲ, φησὶ, πόλεις ἐρήμους αἰωνίας, καὶ καινιοῦσι πόλεις ἐρήμους.» | |
5 | Ἔοικε βούλεσθαι διὰ τούτου δηλοῦν, ἢ τὸ πλῆθος τῶν κληθησομένων, ὡς ἔσται τοσοῦτον, ὥστε καὶ πόλεις ἑτέ‐ ρας παρὰ τὰς οὔσας ἐπιζητεῖν, καὶ ἀνανεοῦν αὐτὰς ἐρημωμένας ποτέ· ἤγουν ἐκεῖνό που τάχα· Στενοχω‐ ροῦντες γὰρ, φησὶ, τῷ πλήθει τὰς ἐκκλησίας, καίτοι | |
10 | γυμνὰς οὔσας καὶ ἐρήμους ποτὲ, δράσουσί τι τοιοῦ‐ τον, ὁποῖον εἰώθασιν δρᾷν οἱ πόλεις ἠρημωμένας οἰκοδομεῖν ἐθέλοντες, καὶ οἷον χαμαὶ κειμένας ἐγείρειν σπουδάζοντες. Εἴρηται γοῦν πρὸς τὴν Ἐκκλησίαν· «Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου, καὶ αὐλαιῶν | |
15 | σου· πῆξον, μὴ φείσῃ· ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.» Ἀληθῆ δὲ οὖσαν τὴν περὶ τού‐ του προαγόρευσιν, αὐτὴ τῶν πραγμάτων ἡ ἔκβασις ἐκδείξειεν ἂν, καὶ μάλα ῥᾳδίως. Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρό‐ | |
20 | βατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπε‐ λουργοί· ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ. Ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε. [Ἀντὶ τῆς αἰσχύνης ὑμῶν τῆς διπλῆς, καὶ ἀντὶ τῆς ἐντροπῆς | |
25 | ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν, καὶ οὕτως] ἐκ δευ‐ τέρας κληρονομήσουσι τὴν γῆν. Καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐνταῦθα σαφῶς τοῦ νόμου μετάθεσιν καὶ τῆς κατ’ αὐτὸν ἱερωσύνης ἔσεσθαί φησιν. Οὐ γὰρ ἔτι τοῖς | |
30 | αἵματος τοῦ Λευῒ τὸ ἱερουργεῖν ἁρμόσει, καὶ τὸ τῆς λειτουργίας ὄνομά τε καὶ χρῆμα, ἀλλ’ ἐξώσθησαν μὲν ἐκεῖνοι, δέδοται δὲ τοῖς ἐξ ἐθνῶν κεκλημένοις διὰ τῆς πίστεως ἡ ἐπὶ τῷδε δόξα. Ψήφῳ γὰρ στεφανοῦνται Θεοῦ, καὶ αὐτοὶ τετάχαται λειτουργοί τε καὶ ἱερεῖς· | |
35 | «Ἥξουσι γὰρ, φησὶν, ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου.» Ἔστι δὲ ὁ λόγος, ὡς πρός γε τὴν Ἐκκλησίαν, ἧς ἂν νοηθεῖεν πρόβατα τῶν διὰ πίστεως σεσωσμένων ἡ ἁγία πληθύς· αὕτη ποιμαίνεται δι’ ἀλλογενῶν. Οἱ μὲν γὰρ πάλαι Γραμματεῖς τε καὶ | |
40 | Φαρισαῖοι, οἱ τὸ καθηγεῖσθαι λαχόντες τῶν ἐξ αἵματος Ἰσραὴλ, ῥᾴθυμοί τε καὶ ἀναπεπτωκότες, καὶ ἀτεχνέ‐ στατοι γεγόνασι ποιμένες. Ἀπόλωλε γοῦν ἡ ὑπ’ αὐτοῖς τεταγμένη πληθὺς, ἐπειδήπερ ἦν αὐτοῖς ἀδόκιμον τὸ ἀργύριον. Ἐδίδασκον δὲ καὶ διδασκαλίαν ἐντάλματα | |
45 | ἀνθρώπων, καὶ τοῦ εἰδέναι Χριστὸν ἀπεκόμιζον τοὺς ὑπεζευγμένους, ποτὲ μὲν λέγοντες· «Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί·» ποτὲ δὲ πάλιν· «Δαιμόνιον ἔχει, καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;» Διεμαρτύρατο γοῦν | |
70.1360(50) | διὰ φωνῆς προφητῶν ὁ τῶν ὅλων Θεὸς, ὡδὶ λέγων, ὅτι «Οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν. Διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν·» καὶ μὴν διὰ φωνῆς τοῦ Ἰεζεχιήλ· «Ὦ ποιμένες τοῦ Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες | |
55 | ἑαυτοὺς, οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; | 1359 |
70.1361 | Ἰδοὺ τὸ γάλα κατεσθίετε, καὶ τὰ πρόβατά μου οὐ βόσκετε·» ἔτι τε πρὸς τούτοις· «Τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ ὑπόλοιπα κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν, καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ ἐπί‐ | |
5 | λοιπον ἐταράσσετε τοῖς ποσὶν ὑμῶν, καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον.» Ὕδωρ μὲν γὰρ καθεστηκὸς τὴν διὰ νόμου παίδευσιν ὀνομάζει, καὶ ἀρίστην νομήν· οἱ δὲ πάντα φύροντες, | |
10 | καὶ καταθολοῦντες αὐτὴν διὰ τοῦ μὴ διδάσκειν ὀρθῶς τοὺς ὑπὸ χεῖρα λαοὺς, παρεσκεύαζον ὕδωρ ὥσπερ ἐκπίνειν οὐ καθαρὸν, οὔτε μὴν ἐνανθῆ νέμεσθαι νο‐ μήν. Ἐξώσθησαν τοιγαροῦν, καὶ μάλα εἰκότως, τοῦ ποιμαίνειν ἔτι τὸν τοῦ Κυρίου λαόν. Κέκληνται γὰρ | |
15 | πρὸς τοῦτο ἀλλογενεῖς. Διδάσκαλοι γὰρ Ἐκκλησιῶν χειροτονοῦνται παρὰ Χριστοῦ σοφοὶ, καὶ ἀγχίνοι, καὶ δογματικῆς εὐτεχνίας ἐπίμεστον ἔχοντες νοῦν, ἄνδρες ἐξ ἀγέλης ἑλληνικῆς, καὶ οὐκ ἐξ αἵματος ὄντες Ἰσ‐ ραὴλ, οὗτοι γεγόνασι καὶ ἀροτῆρες, καὶ ἀμπελουργοί. | |
20 | Ἐπειδὴ γὰρ ἐκλεκτὴ γῆ κέκληνται πλεισταχοῦ τῆς θεοπνεύστου Γραφῆς οἱ πιστεύσαντες, καὶ ἀμπελὼν, καὶ κῆπος· ταύτῃτοί φησιν ὁ λόγος, ὡς ἀροτῆρας ἔσεσθαι, καὶ ἀμπελουργοὺς, τοὺς οἵπερ ἂν γένοιντο κατὰ καιροὺς ἱερεῖς Κυρίου καὶ λειτουργοὶ Θεοῦ, τὶν | |
25 | τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον, καὶ ἱερουργοῦντες τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καθὰ γέγραπται· οὐκοῦν οὐχ ἑαυτοῖς ἁρπάζουσι τὴν τιμὴν, κέκληνται δὲ μᾶλ‐ λον παρὰ Θεοῦ, καθὼς καὶ ὁ πάνσοφός φησι Παῦλος. Καίτοι γὰρ φυλῆς ὑπάρχων Βενιαμὶν, ἱερουργὸν αὑ‐ | |
30 | τὸν ὀνομάζει πανταχοῦ, καὶ κλητὸν ἀπόστολον Ἰησοῦ Χριστοῦ. «Ὑμεῖς δὴ οὖν ἅπαντες οἱ τὸ τῆς ἱερουρ‐ γίας λαχόντες ἀξίωμα, ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε.» Ἰσχὺν δέ φησιν ἐθνῶν, ἢ τὰς τιμὰς τὰς ἐκ τῶν δυνατωτάτων, οἵπερ | |
35 | ἂν εἶεν ἐξ ἐθνῶν κεκλημένοι, ἢ καθ’ ἕτερον συνήσεις τρόπον. «Οὐδεὶς γὰρ ὑμῶν, φησὶ, διαφεύξεται τὸ στόμα,» τουτέστι τὸν λόγον, ἀντὶ γὰρ τοῦ λόγου τὸ στόμα τίθησι πανταχοῦ τὸ Γράμμα τὸ ἱερὸν, οἷον, «Ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει.»—«Κατα‐ | |
40 | νεμηθήσεσθε τοιγαροῦν, φησὶ, τὴν ἰσχὺν τῶν ἐθνῶν.» Ἐθνῶν δὲ δύναμιν, ἢ τοὺς παρ’ ἐκείνοις λαμ‐ προὺς, ἤγουν ἐλλογιμωτάτους, καὶ σοφίαν ἔχοντας κοσμικὴν ὀνομάζειν ὁ λόγος ἔοικεν ἐν τούτοις. Εὑ‐ ρήσομεν δὲ καὶ αὐτὸν τὸν τῶν ἁγίων μυσταγωγῶν | |
45 | κατισχύσαντα λόγον, καὶ τὴν αὐτῶν κλῆσιν πλουτή‐ σαντες ἐδοξάσθησαν. Καύχημα γὰρ διδασκάλων, στέ‐ φανός τε καὶ δόξα, οἱ διὰ τῆς αὐτῶν σεσωσμένοι φωτ‐ αγωγίας. Διὰ τοῦτό φησιν, ὅτι «Ἐν τῷ πλούτῳ αὐ‐ τῶν θαυμασθήσεσθε.» Ὅτι δὲ τὸ θεσπέσιον κήρυγμα | |
70.1361(50) | καταδράξεται τῶν χωρῶν, καὶ παντὸς ἔθνους, καὶ μονονουχὶ κληρονόμοι τῆς ὑπ’ οὐρανὸν ἔσονται κατὰ καιροὺς οἱ τῶν ἁγίων Ἐκκλησιῶν ἡγούμενοι, Χριστῷ τὴν δόξαν ἀνάπτοντες, ὑπεμφαίνει, λέγων· «Οὕτως ἐκ δευτέρας κληρονομήσουσι τὴν γῆν.» Πάλαι μὲν | |
55 | γὰρ κατεκληροδότησε τοῖς ἐξ Ἰσραὴλ Ἰησοῦς ὁ τοῦ Ναυῆ τὰς τῶν ἐθνῶν χώρας· ἕλαβον γὰρ τὴν γῆν | |
τῶν Ἀμοῤῥαίων, καὶ Ἰδουμαίων, καὶ Εὐαίων, καὶ | 1361 | |
70.1364 | τὰς τῶν ἑτέρων. Ἐπιλάμψας δὲ τῷ κόσμῳ Χριστὸς, οὗ καὶ εἰς τύπον ἦν Ἰησοῦς ὁ πάλαι κατεκληροδότησε τοῖς ἰδίοις ἱερουργοῖς, οὐχὶ δή που μόνον τὴν Ἰου‐ δαίαν, ἀλλὰ γὰρ ἅπασαν τὴν γῆν. Καὶ δευτέρα μετὰ | |
5 | τὴν πρώτην κληροδοσίαν γέγονε. Διενείμαντο γὰρ τάς τε χώρας καὶ πόλεις ψήφῳ τῇ παρ’ αὐτοῦ μυσταγωγοὶ καὶ διδάσκαλοι, καὶ εἰσὶν εἰς δεῦρο χαίροντες ἐν Χριστῷ, καὶ νοητὴν εὐφροσύνην, ὥσπερ τινὰ στέφανον ἔχοντες ἐπὶ κεφαλῆς. Αἰώνιος δὲ ἡ εὐφροσύνη· οὐ γὰρ ἐν προσκαίροις πράγμασι προσδοκῶμεν ἔσεσθαι τὴν ἀντιμισθίαν, ἀλλ’ ἐν ἐλπίδι μακρᾷ, καὶ ἀτελευ‐ τήτῳ βίῳ, καὶ ἐν τοῖς ὑπὲρ νοῦν καὶ λόγον ἀγαθοῖς. | |
10 | Ἐγὼ γάρ εἰμι Κύριος ὁ ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ γνώσονται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν. Καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ | |
15 | τῶν λαῶν. Πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐ‐ τοὺς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ, εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ Κύριον. Εἰπὼν, ὅτι «Ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπελουρ‐ | |
20 | γοὶ,» ὡς ἐξωσθέντων δηλονότι τῶν πρώτων, καὶ τοῦ καθηγεῖσθαι λαῶν ἐκσεσοβημένων, διαδείκνυσι τὰς αἰ‐ τίας, ἐφ’ αἷς τοῦτο πεπόνθασιν, ὁσίᾳ ψήφῳ τοῦ τὰ δίκαια κρίνοντος. Ἐπειδὴ γὰρ ἀγαπῶ, φησὶ, τὴν δικαιοσύνην, ἁρπάγματα δὲ τὰ ἐξ ἀδικίας | |
25 | μισῶ, γεγόνασι δὲ τοιοῦτοι τῆς Ἰουδαίων Συναγωγῆς οἱ προεστῶτες, παρῆκα, φησὶ, καὶ ἐξεωσάμην αὐ‐ τούς. Τῶν γὰρ ἁρπαζόντων ἁρπάγματα ἐξ ἀδικίας τὸν μόχθον ἑτέροις δίδωμι. Οἱ γὰρ ἀδίκως πλουτοῦν‐ τες, καὶ, καθά φησιν ὁ προφήτης, θησαυρίζοντες ἑαυ‐ | |
30 | τοῖς ἀσέβειαν καὶ θαλαιπωρίαν, εἰς ἑτέρους αὐτὰ παραπέμπουσιν. Ἔφη γοῦν ὁ Σολομὼν, ὅτι «Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, ἐξ οἰκίας αὐτοῦ ἑλκύσει αὐτὸν ἄγγελος.» Καὶ πάλιν· «Ὁ συνάγων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκου, καὶ πλεονασμῶν, τὸ ἐλ‐ | |
35 | εοῦντι πτωχοὺς καταλείψει αὐτὸν, καὶ οὐ δή που πάν‐ τως ἀγαθοῖς ἀνδράσι, καὶ φιλοικτίρμοσιν, ἀλλὰ ἀσώ‐ τοις μᾶλλον.» Εὐφήμως γὰρ τοὺς τοιούτους ἐλεεῖν ἔφη πτωχούς. Τοῖς γὰρ ζῶσιν ἐν ἀσωτίᾳ πλεῖστοι λίαν οἱ κολλώμενοι, καὶ συνδαπανῶντες αὐτοῖς τὰ | |
40 | πολλοῖς ἱδρῶσιν ἀδίκως σεσωρευμένα. Ψάλλει δὲ καὶ ὁ θεσπέσιος Δαβὶδ περὶ τῶν τοιούτων, καί φησι· «Πλὴν μάτην ταράσσεται· θησαυρίζει, καὶ οὐ γινώ‐ σκει τίνι συνάξει αὐτά·» Καὶ καθ’ ἕτερον δὲ τρόπον ὁ μόχθος, ἤγουν ἡ φροντὶς τῶν Γραμματέων καὶ | |
45 | Φαρισαίων ἑτέροις ἐδόθη, δῆλον δὲ ὅτι «Ἀρθήσε‐ ται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» Οὐκοῦν ἐκεῖνοι μὲν ἐξώσθησαν, φησὶν, ἡμῖν δὲ τοῖς κεκλημένοις ἐξ ἐθνῶν εἰς ἱερουργίαν διαθήκην αἰώνιον διαθήσομαι, | |
70.1364(50) | ἣ τὸ κήρυγμα τὸ εὐαγγελικὸν διὰ τοῦτο δηλῶν, ἤγουν ἐλπίδα τὴν ἀτελεύτητον. «Ἐν δὲ τοῖς ἔθνεσι γνωσθή‐ σεται,» φησὶ, «τὸ σπέρμα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτοὺς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ.» Οἱ γὰρ | |
55 | κατὰ μαθητείαν υἱοὶ τῶν ἁγίων μυσταγωγῶν ἐκ πολ‐ | 1363 |
70.1365 | λῆς ἄγαν ἀγαθουργίας, καὶ τῆς κατ’ εὐσέβειαν ζωῆς, γνωριμώτατοι πᾶσίν εἰσιν, ὅτι καὶ ἁγίων ἔκγονα γε‐ γόνασι κατὰ μαθητείαν, ὡς ἔφην, «Καὶ ὅτι σπέρμα εἰσὶν εὐλογημένον ὑπὸ Θεοῦ,» οἷον τὰ τῶν ἁγίων | |
5 | μοναστῶν συστήματα, περὶ ὧν φησιν ὁ Παῦλος· «Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις,» οἱ τὸν ἐπιεικῆ καὶ φιλόπονον διαζῶντες βίον· τῶν ἐν παρθενίᾳ τὰ στίφη, καὶ χοροὶ γέμοντες εὐλογίας Θεοῦ, οὗτοι σπέρμα | |
10 | εἰσὶν εὐλογημένον ὑπὸ Θεοῦ, οὗτοι χαίρουσι, καὶ εὐ‐ φραίνονται ἐπὶ Κύριον· οὐ γὰρ ἐφήδονται πράγμασι κοσμικοῖς, ἐμπίμπλασι δὲ μᾶλλον τὰς ἑαυτῶν καρδίας ἀγάπης τῆς εἰς Χριστὸν, σωτήριον δὲ τὸ χρῆμά ἐστι, καὶ θυμηδίας ἁπάσης ἐμποιητικόν. | |
15 | Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐν‐ έδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐ‐ φροσύνης, ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ, καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπον τὰ | |
20 | σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ Κύριος δικαιο‐ σύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Φιλότιμον ἐπ’ αὐτοῖς ἁπλώσας τὴν χεῖρα, πλεί‐ στοις τε ὅσοις καὶ ἀξιοκτήτοις χαρίσμασι στεφανώ‐ | |
25 | σειν εἰπών· «Πᾶς γὰρ ὁ ὁρῶν, φησὶν, αὐτοὺς ἐπιγνώσεται, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ,» εἶτα προσεπενεγκὼν ὅτι «Καὶ εὐφρανθή‐ σονται ἐπὶ Κύριον,» δίδωσιν εὐθὺς τὴν εὐφροσύνην αὐτοῖς. Ταύτῃτοι καὶ μάλα εἰκότως τὸ τῆς Ἐκκλησίας | |
30 | εἰσεκομίσθη πρόσωπον ἐκ περιχαρείας τῆς ἄγαν ἀναφω‐ νοῦν, «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης.» Χι‐ τῶνα εὐφροσύνης τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν φησι. Γράφει γοῦν καὶ ὁ πάνσοφος Παῦλος τοῖς εἰς αὐτὸν | |
35 | πιστεύσασιν· «Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν.» Οἵ γε μὴν ἀμφίου δίκην ἐσχηκότες αὐτὸν πρὸς τῇ σωτηρίᾳ κερδαίνουσι τὸ εὐημερεῖν, καὶ τὸ ἐν εὐφροσύναις εἶναι μακραῖς. Ἔφη γοῦν αὐ‐ | |
40 | τὸς ὁ Σωτήρ· «Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν.» Οὐ γὰρ σώζει μόνον, ὡς ἔφην, ἀλλὰ γὰρ καὶ ἀτελευτήτῳ κατευφραίνει χαρᾷ· καὶ τοῦτό ἐστι τὸ περιττὸν προστεθησόμενον | |
45 | ἡ τοῖς ἁγίοις ζωή. Χριστὸς οὖν ἄρα τὸ ἐξ οὐρανοῦ, καὶ ἄνωθεν ἄμφιον ὁ τῆς ἀφθαρσίας χιτὼν, ὃν εἴ τις λάβοι στεφανωθήσεται κόσμῳ παντὶ, νοητῷ δηλονότι, καὶ τοῖς ἐξ ἀγαθουργίας αὐχήμασιν. Ἔσται γὰρ ὡς νυμφίος, ὡς μίτραν διεζωσμένος, καὶ ὡς νύμφη κό‐ | |
70.1365(50) | σμῳ παντὶ διαπρέπουσα. Εἰσὶ γὰρ, εἰσὶν οἱ ἐν Χρι‐ στῷ δεινοὶ μὲν, καὶ ἀλκιμώτατοι, πρός γε τὸ δεῖν ἀνδρίζεσθαι νοητῶς, καταπλουτοῦσι δὲ λίαν καὶ τὸ εὐπρεπὲς εἰς ἅπαν εἶδος ἀρετῆς. Ἐοίκασι δὲ καὶ νύμφαις διὰ τὸ καρπογόνον μετὰ τοῦ ποικίλον ἔχειν | |
55 | ὡς ἐν ἀρετῶν φαιδρότητι κάλλος. Ἔφη γοῦν τις τῶν ἁγίων προφητῶν, ἐγκάρπους ὄντας ἀποδεικνὺς | |
τοὺς τὸν εὐαγῆ κατορθοῦντας βίον· «Διὸ τὸν φόβον | 1365 | |
70.1368 | σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς.» Οὐκοῦν νυμφίῳ καὶ νύμφῃ τοὺς ἁγίους παρει‐ καστέον, διάτοι τὸ εὐσθενὲς, καὶ πρός γε τούτῳ τὸ | |
5 | καρπογόνον· πλὴν ἐκεῖνο ἄθρει, πανταχοῦ γὰρ αὐ‐ τοῖς ἔνεστι τὰ ὡς ἐν κάλλει διαπρέπειν. Σώζεται δὲ τοῦτο παρ’ αὐτοῖς, καὶ ἐν τῷ καρπογονεῖν τὰ ἐξαίρε‐ τα τῶν ἀνδραγαθημάτων, καὶ ἐν τῷ κατανδρίζεσθαι παθῶν. Ὅτι δὲ τοῖς ἔθνεσιν ἐπιλάμψαντος τοῦ Χρι‐ | |
10 | στοῦ δικαιοσύνην, καὶ ἀγαλλίαμα, καθάπερ τις εὐαν‐ θὴς πόα στεφανοῖ τὴν ὑπ’ οὐρανὸν, διέδειξεν εἰπών· «Ὡς γῆν αὐξάνουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπον τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ Κύριος δικαιο‐ σύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.» | |
15 | Ἔοικε δὲ διὰ τούτων τὸ ἀνίσχον, ἤγουν ἀνατέλλον, σπέρμα τε καὶ ἄνθος ἐναντίον τῶν ἐθνῶν, αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὀνομάζειν. Ἔφη γὰρ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων· «Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων·» ἤγουν τὸ εὐαγγελι‐ | |
20 | κὸν καὶ σωτήριον κήρυγμα, καὶ τὴν αὐτοῦ δικαίω‐ σιν προφερεστέραν οὖσαν τῆς κατὰ τὸν νόμον, ἢ πάντη τε καὶ πάντως τὸ χαίρειν ἀκολουθεῖ, ὅ ἐστιν ἀγαλλίαμα. Τοῖς γὰρ ὅλως κατωρθωκόσιν αὐτὴν τὸ ἐν θυμηδίαις εἶναι μακραῖς νεμηθήσεται παρὰ Θεοῦ. | |
25 | Ἀκούσονται γὰρ λέγοντος τοῦ πάντων ἡμῶν Σωτῆ‐ ρος Χριστοῦ· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου·» ἀγαλλίαμα δὲ τὸ σω‐ τήριον κήρυγμα, καὶ καθ’ ἕτερον τρόπον νοηθείη ἄν. | |
30 | Ὁ μὲν γὰρ νόμος ἦν κολαστὴς, καὶ πολὺ τὸ κατη‐ φὲς ἔχων· ἀθετήσας γάρ τις νόμον Μωσέως χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει, ζωὴν δὲ καὶ γερῶν ὑπόσχεσιν, καὶ ἀληθινὴν ἐλπίδα τῶν ὑπὲρ νοῦν ἀγαθῶν τὸ εὐαγγελικὸν ἡμῖν εἰσκομί‐ ζει θέσπισμα. | |
35 | Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται, καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, καὶ βα‐ σιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά | |
40 | σου τὸ καινὸν, ὃ ὁ Κύριος ὀνομάσει αὐτὸ, καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διά‐ δημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. Σιὼν ἐν τούτοις τὴν Ἐκκλησίαν ἀποκαλεῖ ἧς γεγόνασιν ἀπ’ ἀρχῆς καὶ τέκνα πρωτόγονα οἱ θε‐ | |
45 | σπέσιοι μαθηταὶ, καὶ οἱ δι’ αὐτῶν κεκλημένοι πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ πρό γε τῶν ἄλλων οἱ ἐξ αἵματος Ἰσραήλ. Σέσωσται γὰρ τὸ κατάλειμμα, καὶ πλεῖστοι λίαν οἱ ἀπ’ αὐτῶν πιστεύσαντες. Οὐκοῦν οὐκ ἀνήσω, φησὶ, τουτέστιν, οὐκ ἂν καταπαύσαιμι τοῦ | |
70.1368(50) | χρῆναι πρὸς πέρας ἐξενεγκεῖν ἅπερ ἐπήγγελμαι τῇ Σιών. Ὑπέσχετο δὲ ὁ Θεὸς καὶ Πατὴρ τὴν διὰ Χρι‐ στοῦ σωτηρίαν Ἰουδαίοις τε καὶ Ἕλλησιν, εἴπερ «Εἷς ὁ Θεὸς.» καθά φησιν ὁ πάνσοφος Παῦλος, «ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυ‐ | |
55 | στίαν διὰ τῆς πίστεως. Οὐ γὰρ Ἰουδαίων μόνον ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν.» Οὐκοῦν οὐκ ἀνήσω, φησὶν, ἕως | |
ἃν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου. Τὸ δὲ σωτήριόν | 1367 | |
70.1369 | μου ὡς λαμπὰς καυθήσεται. Δικαιοσύνη τε καὶ σω‐ τήριον τοῖς ἐπὶ τῆς γῆς ὤφθη τε καὶ γέγονε Χριστὸς, δικαιοῖ γὰρ, καὶ σώζει, φῶς ὑπάρχων αὐτὸς τὸ ἀλη‐ θινὸν, καὶ οἷά τις ἐν σκότῳ λαμπάς. Ἔφη γοῦν αὐ‐ | |
5 | τὸς, ὅτι «Ὅταν ὦ ἐν τῷ κόσμῳ, φῶς εἰμι τοῦ κό‐ σμου.» Ἀχλύϊ μὲν γὰρ καὶ σκότῳ τὰ πάντα κατείληπτο, τὰς ἁπάντων καρδίας τοῦ διαβόλου καταμελαίνοντος, καὶ οὐδεὶς ἦν ὁ ποιῶν χρηστότητα, καὶ δικαιοσύνην εἰδὼς, ἤγουν τὴν ἀπάγουσαν [al. | |
10 | ἐπάγουσαν] ἐπὶ τὸ σώζεσθαι τρίβον. Ἀλλ’ οὐδὲ ἦν ὁ φῶς ἔχων τὸ θεῖον εἰς νοῦν, καὶ τοῖς τῆς διανοίας ὄμμασι καταθρῆσαι δυνάμενος, τίς ὁ φύσει καὶ ἀλη‐ θῶς ἐστι Θεὸς, καὶ τῶν ὅλων γενεσιουργὸς, καὶ Κύ‐ ριος· ἐπεὶ δὲ ὡς φῶς ἀνέσχε, καὶ ὡς λαμπὰς ἀνέλαμ‐ | |
15 | ψεν ὁ Σωτὴρ, κατεφωτίσθη λοιπὸν ἡ ὑπ’ οὐρανὸν, καὶ τὴν τῆς δι’ αὐτοῦ σωτηρίας τεθεάμεθα τρίβον. Εἶτα πρὸς τὴν Ἐκκλησίαν φησὶ τὴν ἀπό γε τῆς Ἰουδαίων ἀγέλης, καὶ ὡς οὔπω τῆς τῶν ἐθνῶν πληθύος σεσα‐ γηνευμένης, ὅτι «Ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, | |
20 | καὶ βασιλεῖς τὴν δόξαν σου.» Δικαιοσύνην δὲ πάλιν ἐν τούτοις, καὶ μέν τοι καὶ δόξαν, οὐδὲν ἕτερον εἶναί φησι πλὴν ὅτι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ τὴν παρ’ αὐτοῦ πε‐ πλουτήκαμεν δόξαν. Αὐτοῦ γὰρ γεγόναμεν, καὶ κλῆ‐ | |
25 | ρος αὐτοῦ χρηματίζομεν. Τετάγμεθα δὲ καὶ ὑπὸ ζυγὰ καὶ σκῆπτρα, τὴν τοῦ καθ’ ἡμῶν τυραννήσαν‐ τος πλεονεξίαν ἀπονιψάμενοι· ὅτι δὲ τῆς κατὰ νόμον λατρείας ἀποφοιτήσασα, καὶ οἷον μεταβαλοῦσα πρὸς καινότητα ζωῆς εὐαγγελικῆς, καὶ τὴν ἀρχαίαν κλῆ‐ | |
30 | σιν συναποβαλεῖ, μετονομασθήσεται δὲ λοιπὸν ὀνό‐ ματι καινῷ, κατὰ τὸ δοκοῦν τῷ ἐπὶ πάντας Θεῷ, διαδείκνυσι λέγων· «Καλέσει τὸ ὄνομά σου τὸ και‐ νὸν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό·» κέκληται γὰρ οὐκέτι συναγωγὴ μᾶλλον, ἀλλ’ Ἐκκλησία Θεοῦ ζῶντος, πό‐ | |
35 | λις τε καὶ οἶκος αὐτοῦ. Διαμέμνηται γὰρ αὐτῆς καὶ ὁ θεσπέσιος Δαβὶδ, οὕτω λέγων· «Δεδοξασμένα ἐλα‐ λήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ.» Ἔσται δὲ ὅτι καὶ εὐπρεπὴς ἄγαν, καὶ ἀπαραβλήτῳ κάλλει κατεστεμ‐ μένη, διδάσκει λέγων· «Ἔσῃ στέφανος κάλλους ἐν | |
40 | χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου.» Ἑκάστην γὰρ ἁγίαν ψυχὴν, καὶ συλλήβδην τὴν Ἐκκλησίαν, τουτέστι, τὰ τῶν ἁγίων συστήματα, στεφάνῳ παρεικαστέον ἐκ πολλῶν ἀνθέων συντεθει‐ μένῳ, ἤγουν διαδήματι βασιλικῷ, λίθοις Ἰνδικοῖς | |
45 | ἐκλάμποντι, καὶ πολυειδῶς ἔχοντι τὸ διαπρεπές· πλεῖστα δὲ ὅσα καὶ τὰ τῶν ἁγίων ἀνδραγαθήματα, καὶ οὐχ εἷς μᾶλλον τῶν αὐχημάτων ὁ τρόπος, πολὺς δὲ καὶ διάφορος. Καὶ γοῦν ὁ θεσπέσιος Δαβὶδ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ ἐν ἱματισμῷ διαχρύσῳ περι‐ | |
70.1369(50) | βεβλημένην πεποικιλμένην εἰσφέρει, τὸ δὲ «Ἐν χειρὶ Κυρίου,» φησὶ, τουτέστιν, ὑπὸ σκέπην τῆς χειρός μου σκεπάσω σε· καὶ αὐτὸς δέ που Χριστὸς περὶ τῶν ἰδίων θρεμμάτων, καὶ ἤτοι τῆς τῶν πιστευ‐ σάντων εἰς αὐτὸν ἀγέλης φησὶν, ὅτι «Οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατρός μου.» Καὶ οὐκέτι κληθήσῃ καταλελειμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔρημος· σοὶ γὰρ κληθήσεται | |
55 | θέλημα ἐμὸν, καὶ τῇ γῇ σου οἰκουμένη. | 1369 |
70.1372 | Διαδιδάσκει πάλιν, ὅτι τῆς ἀρχαίας ἀποστροφῆς, ἧς πεποίηται πολλάκις ἐπὶ τῇ τῶν Ἰουδαίων Συν‐ αγωγῇ, καταλήξει λοιπὸν, καὶ πεπαύσεται τῆς ὀργῆς, θελητὴν δὲ ποιήσεται, καὶ προσέτι τούτῳ καὶ ἔγκαρ‐ | |
5 | πον, καὶ τῷ πλήθει τῶν πεπιστευκότων στεφανου‐ μένην ἀποφανεῖ. Ἀθετήσασα μὲν γὰρ ἡ Σιὼν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, δέδοται πρὸς ἐρήμω‐ σιν, καὶ ἡ τῶν ἀπιστησάντων διόλωλε πληθύς. Ἐπει‐ δὴ δὲ παρεδέξατο τὴν πίστιν τὸ κατάλειμμα, εἶτα κέ‐ | |
10 | κληται πρὸς αὐτῷ τῶν ἐθνῶν ἡ πληθὺς, καὶ εἰς ἕνα λαὸν ἐκτίσθησαν οἱ δύο, μία τε λοιπὸν ἐξ ἀμφοῖν κε‐ χρημάτικεν Ἐκκλησία, χαρίζεται Θεὸς αὐτῇ τὸ κατὰ μηδένα τρόπον τοῖς ἀρχαίοις ἁλῶναι κακοῖς, μήτε μὴν κληθήσεσθε [al. αι] καταλελειμμένην, ἢ ἔρημον, ἀλλ’ | |
15 | ὅτι μᾶλλον θελητὴ γενήσεται αὐτῷ, καὶ ἔρημος μὲν οὐκέτι, κατοικουμένη δὲ μᾶλλον κληθήσεται. Ὁρῶμεν δὲ τοῦτο διὰ πραγμάτων αὐτῶν εἰς πέρας ἐκβεβηκός. Ἐν εὐδίᾳ γὰρ καὶ γαλήνῃ τὰς ἁπανταχοῦ κειμένας Ἐκκλησίας ὁρῶμεν, καὶ εἰς πληθὺν ἀεὶ τὴν ἐπέκεινα | |
20 | μέτρου τοὺς πιστεύοντας ἐκτεινομένους, καὶ εὐδο‐ κοῦντα Θεὸν ἐπ’ αὐτοῖς. Διωγμοὶ μὲν γὰρ κεκίνηνται κατὰ καιροὺς, ἀλλ’ οὐκ ἐν χρόνῳ μακρῷ, συνεσταλ‐ μένοι δὲ, καὶ γυμνάσαντες μᾶλλον ἁγίους, ἢ ἀδική‐ σαντες· εὐδόκιμοι γὰρ γεγόνασι διὰ καρτερίας, καὶ ὑπομονῆς, τὸν τῆς εἰς Χριστὸν γνησιότητος ἀράμενοι | |
25 | στέφανον, καὶ τὴν τοῦ μαρτυρίου δόξαν καταπλουτήσαντες. Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτως κατοικήσουσιν οἱ υἱοί σου μετὰ σοῦ, καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται ἐπὶ σοὶ Κύριος. | |
30 | Εἶτα πρὸς τὴν Ἐκκλησίαν ποιεῖται τοὺς λόγους ὡς ἀπό γε τῶν Ἰουδαϊκῶν ταγμάτων συστᾶσαν ἐν ἀρ‐ χαῖς. Ταύτης γεγόνασιν υἱοὶ κατὰ σάρκα οἱ θεσπέσιοι μαθηταὶ, ἀλλ’ ἦσαν ἐν αὐτῇ προὔχοντες μὲν τῶν ἄλ‐ λων, καὶ ἡγεμονεύοντες, ὡς ἐν ἀξιώμασιν ὄντες ἀπο‐ | |
35 | στολικοῖς, πλὴν τὴν εἰς ἄκρον αὐτῇ σώζοντες ἀγά‐ πην καὶ διάθεσιν, ὥστε καὶ δοκεῖν τοιαύτην εἶναι τὴν ἐπ’ αὐτῇ γενομένην φιλοστοργίαν, οἷά περ ἂν πρέποι νεανίσκῳ συνῳκηκότι παρθένῳ, τουτέστι τῇ ἐκ παρθενίας αὐτῷ συνημμένῃ· φασὶ δὲ εἰς λῆξιν | |
40 | ἁπάσης ἐλάσαι φιλοστοργίας τοὺς ἐπὶ τῷ τοιῷδε δεσμῷ μονονουχὶ κατεσφιγμένους. Καὶ γοῦν ὁ πάν‐ σοφος Παῦλος· «Λύπη μοι,» φησὶν, «ἔστι καὶ ὀδύνη ἀδιάλειπτος ἐν τῇ καρδίᾳ μου ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖ‐ | |
45 | ται.» Ηὔχετο δὲ καὶ ἀνάθεμα γενέσθαι ὑπὲρ αὐτῶν, πλὴν ὅτι πολὺς τῶν πραγμάτων ὁ καινισμὸς διὰ τῆς προκειμένης ἡμῖν προφητείας σημαίνεται, καὶ ἀξιο‐ θαύμαστος ἡ μεταβολή· ἡ γὰρ ἀρχαία Συναγωγὴ, καὶ τρόπον τινὰ πεπολιωμένη [al. πεπαλαιωμένη], διὰ | |
70.1372(50) | τὸν χρόνον νεάνιδι παρεικάζεται· «Κατοικήσουσι γὰρ ὡς μετὰ παρθένου,» φησὶν, «οἱ υἱοί σου·» Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Ἀνα‐ καινισθήσεται, ὡς ἀετοῦ ἡ νεότης σου,» κατῳκή‐ κασί γε μὴν ἐν αὐτῇ χειραγωγοῦντες ὡς τροφὸν, | |
55 | παρακαλοῦντες ὡς μητέρα, τῶν ἐν σκιαῖς καὶ τύ‐ ποις ἀποκομίζοντες, ἀναβιβάζοντές τε σοφῶς πρός | |
γε τὸ δεῖν τῆς ἀνονήτου σκιᾶς ἀνθελέσθαι τὴν ἀλή‐ | 1371 | |
70.1373 | θειαν· ἔφη τι τοιοῦτον καὶ ὁ θεσπέσιος Δαβὶδ πρὸς αὐτήν· «Ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοι υἱοί.» Οἱ γὰρ αὐτῆς ὄντες υἱοὶ κατὰ σάρκα γεγό‐ νασιν αὐτῆς πατέρες, ἀρχὴ τῶν νέων αὐτῆς ὄντες | |
5 | τέκνων, τῶν διὰ πίστεως δηλονότι κεκλημένων εἰς ἐπίγνωσιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· τούτων δὲ οὕτως ἐχόντων, φησίν· «Οὕτως εὐφραν‐ θήσεται Κύριος ἐπὶ σοὶ, καθάπερ ἀμέλει καὶ νυμ‐ φίος ἐπὶ νύμφῃ.» Καθίκετο γὰρ ἐξ οὐρανῶν ὁ μονο‐ | |
10 | γενὴς τοῦ Θεοῦ Λόγος, ἵνα ἔγκαρπον ἀποφήνῃ τὴν Ἐκκλησίαν, ἣν αὐτὸς ἑαυτῷ παρέστησε παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον. Δεξαμένη τοίνυν παρ’ αὐτοῦ εὐαγγελι‐ κῆς πολιτείας τὰ σπέρματα, κεκυοφόρηκέ τε καὶ | |
15 | τέτοκεν, οὐκ ἔτι τὴν δι’ αἱμάτων καὶ καπνῶν λα‐ τρείαν, ἐκείνην δὲ μᾶλλον, ᾗ δὴ μάλιστα τὸ τῆς ἀληθείας ἐντετόρνευται κάλλος. Ταύτῃτοι καὶ μάλα εἰκότως εὐφραίνεται μετατιθεμένους ὁρῶν τοὺς τοῦ νόμου τύπους εἰς ἀλήθειαν εὐαγγελικὴν, καὶ πνευ‐ ματικαῖς θυσίαις, καὶ ἁγιοπρεπέσιν ἀληθῶς κατορθώμασιν τὴν νύμφην ἐκλάμπουσαν. | |
20 | Καὶ ἐπὶ τῶν τειχέων σου, Ἱερουσαλὴμ, κατ‐ έστησα φύλακας ὅλην τὴν ἡμέραν, καὶ ὅλην τὴν νύκτα, οἳ διὰ τέλους οὐ σιωπήσονται μι‐ μνησκόμενοι Κυρίου. Οὐκ ἔστι γὰρ ὑμῖν ὅμοιος. Ὡς πρὸς πόλιν διαλέγεται λαμπρὰν, καὶ συνῳκι‐ | |
25 | σμένην· ἀεὶ δέ πως τὰς τῶν πόλεων διαφανεστέρας πλεῖστοί τε ὅσοι καὶ νηφάλιοι περιέπουσι φύλακες, μὴ ἄρα τις ἀδοκήτως τῶν πολεμίων ἐμβάλῃ· οὕτω καὶ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἀφράστῳ δυνά‐ μει καὶ ταῖς τῶν ἀγγέλων ἐπικουρίαις πυργώσας | |
30 | τὴν Ἐκκλησίαν κεχειροτόνηκεν αὐτῇ φύλακας σο‐ φοὺς καὶ ἐγρηγορότας, καὶ ἀκατεύναστον ἔχοντας ἐπ’ αὐτῇ τὴν φροντίδα, τοὺς ἁγίους δηλονότι μυστ‐ αγωγοὺς, οἳ κατ’ οὐδένα τρόπον καταλήγουσι τοῦ δια‐ μεμνῆσθαι τῆς δόξης αὐτοῦ, καὶ τῶν θαυμασίων αὐ‐ | |
35 | τοῦ, καθὰ γέγραπται. Κατειθίσμεθα γὰρ ἐν ἐκκλη‐ σίαις τοῖς ὑπὸ χεῖρα λαοῖς διακηρύττειν ἀεὶ τὰς τοῦ Σωτῆρος μεγαλουργίας, καὶ τῆς θεοπρεποῦς ὑπερ‐ οχῆς τὴν ἔνδειξιν, ἵνα κἀντεῦθεν ἀσφαλῆ καὶ ἀκρά‐ δαντον ἔχωσι περὶ αὐτοῦ τὴν πίστιν. Ἢ τάχα που | |
40 | μνησθήσεσθαί φησι τοῦ Κυρίου τοὺς φύλακας ἐπι‐ φωνοῦντάς τε καὶ λέγοντας, ὅτι «Οὐκ ἔστιν ὑμῖν ὅμοιος.» Οὐ γάρ ἐστι καθ’ ἡμᾶς, ἀλλ’ ὅσον ὑπερνή‐ χεται τὰ ἀνθρώπινα τῇ τῆς εὐκλείας ὑπεροχῇ, καὶ τῇ τῆς θεότητος δόξῃ, τοσοῦτο νικᾷ καὶ κατά γε τὸ | |
45 | εἶναι χρηστὸς καὶ φιλάνθρωπος. Ὡς γὰρ ὁ Ψάλλων φησίν· «Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.» Σέσωκε γὰρ ὄντας ἁμαρτωλοὺς, καὶ προσηγάγετο φιλανθρώπως οὐκ ὄντας ἀξίους τοῦ σώζεσθαι. Ἔφη | |
70.1373(50) | τι τοιοῦτον καὶ δι’ ἑτέρου προφήτου· «Τί σοι ποιήσω, Ἐφραΐμ; Τί σοι ποιήσω, Ἰούδα; ὡς ἀδάμαντα θήσομαί σε, καὶ ὡς Σεβωῒμ μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν | |
τοῦ θυμοῦ μου· οὐ μὴ ἐγκαταλείπω τοῦ ἐξαλειφθῆ‐ | 1373 | |
70.1376 | ναι τὸν Ἐφραῒμ, διότι Θεός εἰμι ἐγὼ, καὶ οὐκ ἄνθρωπος, ἐν σοὶ ἅγιος.» Ἐπειδὴ γὰρ οὐκ ἄνθρωπός εἰμι, φησὶν, ἅγιος δὲ μᾶλλον ἐν σοὶ Θεὸς, διὰ τοῦτο οὐ μὴ ἐγκαταλείπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραΐμ. Ἐὰν διορθώσῃ, καὶ ποιήσῃ, Ἱερουσαλὴμ, γαυ‐ ρίαμα ἐπὶ τῆς γῆς, ὤμοσε Κύριος κατὰ τῆς δό‐ | |
5 | ξης αὐτοῦ, καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ, Εἰ ἔτι δώσω τὸν σῖτόν σου, καὶ τὰ βρώ‐ ματά σου τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίωνται ἀλλότριοι τὸν οἶνόν σου, ἐφ’ ᾧ ἐμόχθησας, ἀλλ’ ἢ οἱ συνάγοντες φάγονται αὐτὰ, καὶ αἰνέσουσι | |
10 | Κύριον, καὶ οἱ συνάγοντες πίωνται αὐτὰ ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις μου. Ὡς ἐξ ὁμοιότητος πραγμάτων, ἤτοι συμφορῶν ἐπενηνεγμένων πλειστάκις τοῖς ἐξ Ἰσραὴλ ἐπωφε‐ λεστάτων ἡμῖν θεωρημάτων ἐξυφαίνει διήγησιν. | |
15 | Ἡμάρτανον μὲν γὰρ πολυτρόπως, Θεὸν ἀφέντες τὸν φύσει καὶ ἀληθῶς, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προσκείμενοι· προσεκύνησαν γὰρ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἀπολακτίσαντες δὲ ὥσπερ καὶ τῆς ἐν‐ νόμου ζωῆς πρὸς τὸ αὐτοῖς δοκοῦν ἀπεφέροντο. Ταύ‐ | |
20 | της ἕνεκα τῆς αἰτίας ἐπλήττοντο παρὰ Θεοῦ ἀφο‐ ρίαις ἔσθ’ ὅτε, σωμάτων καταφοραῖς, πολέμων ἐμ‐ βολαῖς, οἳ πᾶσαν αὐτῶν καταδῃοῦντες τὴν χώραν ἐληΐζοντο καὶ τὰ ἐν ἀγροῖς. Εἴρηται γὰρ πρὸς αὐτούς· «Σὺ σπερεῖς, καὶ οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίας, | |
25 | καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον οὐ μὴ πίητε.» —«Ἂν τοίνυν διορθώσῃ, φησὶν, ὦ Ἱερουσαλὴμ,» τουτέστιν, ἐὰν μεταβάλῃς εἰς λατρείαν τὴν πνευμα‐ τικὴν, ἂν ἀποδράμῃς τῶν τύπων, καὶ ἐπιγνῷς ὅτι περὶ ἐμοῦ γέγραφεν ὁ Μωσῆς, ἐὰν παραδέξῃ τὴν διὰ | |
30 | πίστεως χάριν, «καὶ ποιήσῃς γαυρίαμα σαυτῇ ἐπὶ γῆς,» τουτέστι, καύχημα λαμπρὸν, τὸ ἐν Χριστῷ δηλονότι, «ὤμοσε Κύριος κατὰ τῆς δόξης αὐτοῦ,» κατ’ οὐδενὸς γὰρ ἔχει μείζονος ὁμόσαι, «καὶ κατὰ τοῦ βραχίονος αὐτοῦ,» ὅτι τῶν πάλαι σοι, διὰ πολλὴν | |
35 | ἀπείθειαν ἐπενηνεγμένων, οὐδὲν ἔτι συμβήσεται. Οὐ γὰρ ἄμισθον ἕξεις τὸν τῆς γηπονίας ἱδρῶτα· συνήσεις δὲ τοῦτο πνευματικῶς· ἀλλ’ ὥς φησιν ὁ θεσπέσιος Δαβίδ· «Τοὺς καρποὺς τῶν πόνων σου φάγεσαι.» Καὶ ὡς ὁ Παῦλός φησιν, ὅτι «Ὃ ἐὰν σπείρῃ ἄν‐ | |
40 | θρωπος, τοῦτο καὶ θερίσει, καὶ ὁ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον·» ὅτι τοίνυν ἑαυτῇ κατασωρεύσει πλουσίως τὰ ἐκ τῆς πνευματικῆς εὐκαρπίας, διὰ τῶν προκειμένων ὑπο‐ δηλοῖ· «Οἱ δὲ τούτων τυχόντες δοξολογήσουσι, φησὶ, | |
45 | τὸν Κύριον, καὶ οἱ συνάγοντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις.» Ἐντρυφήσουσι γὰρ ταῖς ἄνω μοναῖς οἱ τῆς ἐξαιρέτου ζωῆς ἀποτρυγή‐ ταντες τὰ αὐχήματα, καὶ τοὺς τῆς ὀρθῆς τε καὶ ἀμωμήτου πίστεως καρποὺς συναγείροντες. | |
70.1376(50) | Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ ὁδοποιή‐ σατε τῷ λαῷ μου, καὶ τοὺς λίθους τοὺς ἐκ τῆς ὁδοῦ διαῤῥίψατε, ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη. Ἰδοὺ γὰρ Κύριος ἐποίησεν ἀκουστὸν, ἕως ἐσχά‐ του τῆς γῆς. | |
55 | Αὐτοῖς ἤδη τοῖς φύλαξιν, ἤγουν διδασκάλοις ἐπι‐ φωνεῖ· προστέταχε γὰρ ἀνοιγῆναι μὲν τῆς ἁγίας | |
πόλεως τὰς εἰσβολὰς, ψιλὴν δὲ καὶ εὐήλατον, καὶ δὴ | 1375 | |
70.1377 | πταισμάτων ἐλευθέραν τοῖς εἰσβάλλειν ἐθέλουσιν ἀποφῆναι τὴν εἰσδρομήν· διὰ γάρ τοι τῶν λίθων ὑπο‐ δηλοῖ τὰ σκάνδαλα. Εἰ μὲν γάρ τις εἴη τυχὸν ἐκ τῆς Ἰουδαίων ἀγέλης κεκλημένος, προσπταίει πολ‐ | |
5 | λάκις τοῖς νομικοῖς ἐντάλμασιν, ἐμφιλοχωρεῖ γὰρ τοῖς τύποις, καὶ οἷον ἐνιζήσας ταῖς σκιαῖς ἀπαράδεκτον ποιεῖται τὴν ἀλήθειαν. Εἰ δὲ δή τις ᾖ τῶν ἐκ πλη‐ θύος Ἑλληνικῆς, προσπταίει καὶ οὗτος τῷ ξένῳ τῆς διδασκαλίας, θορυβεῖ τε λίαν αὐτὸν τὸ ἀσύνηθες | |
10 | τῆς λατρείας, ἢ τάχα που καὶ μέμνηται λόγων, οὓς ἐπί γε τοῖς σφῶν αὐτῶν ποιοῦνται θεοῖς οἱ παρ’ αὐ‐ τοῖς λογάδες. Παλαιοὺς γὰρ καὶ γεγηρακότας συγ‐ γεγράφασι μύθους πλανῶντες, καὶ πλανώμενοι, καὶ διαβολικῆς ἀχλύος ἀναπιμπλάντες τὴν γῆν. Ἀλλ’ οἱ | |
15 | νηφάλιοι φύλακες, καὶ μυσταγωγοὶ τὰς τῶν σκανδά‐ λων περικόπτουσιν ἀφορμὰς, ἕκαστα λύοντες εὐτέχ‐ νως τὰ ἀνθεστᾶναι δοκοῦντα τῇ παραδόσει τῆς πί‐ στεως, τῆς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· τοῦτο δρῶσιν ὀρθῶς, λογισμοὺς καθαιροῦντες, καὶ | |
20 | πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπ‐ ακοὴν αὐτοῦ. Εὑρήσομεν δὲ τὸν ἱερώτατον Παῦλον, Ἰουδαίους μὲν σκανδαλισθέντας ἐπανορθούμενον, ἐπιπλήττοντα δὲ τοῖς ἐξ ἐθνῶν τοιοῦτόν τι πεπον‐ | |
25 | θόσιν. Ἔφη μὲν γὰρ τοῖς ἐξ αἵματος Ἰσραήλ· «Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ.» Καὶ πάλιν· «Λέγω γὰρ ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Ἀπηλλοτριώθητε ἀπὸ Χριστοῦ, οἵτινες | |
30 | ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.» Ἡμεῖς γὰρ διὰ τῆς πίστεως ἐλπίδα δικαιοσύνης ἐκδεχό‐ μεθα· τῆς [ἴς. τοῖς] γε μὴν ἐκ τῆς Ἑλλήνων πληθύος· «Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιροὺς, καὶ ἐνιαυτοὺς, φοβοῦμαι ὑμᾶς, μήποτε εἰκῆ κεκο‐ | |
35 | πίακα εἰς ὑμᾶς.» Ὁρᾷς πανταχοῦ διαῤῥιπτοῦντας τοὺς λίθους, καὶ ἐκ μέσου τιθέντας τὰ ἀμφοῖν σκάν‐ δαλα. Λίθους δὲ εἶναί φαμεν καὶ ἑτέρως, οἷς ἂν ἔσθ’ ὅτε προσπταίσειάν τινες, τὰ τῶν ἀνοσίων αἱρετικῶν βέβηλά τε καὶ μυσαρὰ τερετίσματα. Κενοφωνοῦσι | |
40 | γὰρ οἱ δείλαιοι τοῖς ὀρθοποδοῦσιν ἐπιβουλεύοντες, καὶ τῶν τῆς ἀληθείας δογμάτων ἀποκομίζοντες, τῶν εὐσυναρπάστων τινάς· ἀλλὰ καὶ ταῦτα διαῤῥίπτουσιν ἐκ μέσου τῶν τῆς Ἐκκλησίας τειχῶν οἱ φύλακες. Τείχη δὲ αὐτῆς εἶναί φαμεν καὶ τῶν τῆς ἀληθείας | |
45 | δογμάτων τὴν ἑδραιότητα, ὧν οὐκ ἂν κατισχύσαιεν αἱ ᾅδου πύλαι. «Ἄρατε γὰρ σύσσημον, φησὶν, εἰς τὰ ἔθνη. Ἰδοὺ γὰρ Κύριος ἀκουστὸν ἐποίησεν ἕως ἐσχάτου τῆς γῆς.» Καὶ ποῖον ἄρα τοῦτ’ ἕστι τὸ ἀκουστὸν σύσσημον, ὃ καὶ τοῖς ἔθνεσι, καὶ ἕως ἐσχά‐ | |
70.1377(50) | του τῆς γῆς ἀρθῆναι δεῖν ἔφη, τουτέστιν, ἐπαρθῆναί τε καὶ γενέσθαι γνωριμώτατον τὸ ῥῆμα τῆς πίστεως, ὃ κηρύσσομεν, ἢ τάχα που καὶ τοῦ σωτηρίου πάθους τὸ σύμβολον. Ἔστι δὲ καὶ τοῦτο τῆς πίστεως ὁμολο‐ γία. Δεῖ γὰρ εἰπεῖν, ὅτι Κύριος Ἰησοῦς, πιστεῦσαί | |
55 | τε, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν. Σώζει δὲ τοῦτο καὶ ἐκ θανάτου, καὶ ἁμαρτίας. Οὐκοῦν οὐ Ἰου‐ | |
δαίων μόνον, ἀλλὰ καὶ ἐθνῶν. Αἴρεται γὰρ τὸ σύσ‐ | 1377 | |
70.1380 | σημον οὐχὶ μόνοις τοῖς πιστεύσασιν ἐξ αἵματος Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ τοῖς ἁπανταχόσε γῆς· σεσαγή‐ νευται γὰρ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ ὑπ’ οὐρανόν. Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδού σοι ὁ Σωτὴρ παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν, καὶ τὸ | |
5 | ἔργον πρὸ προσώπου αὐτοῦ· καὶ καλέσει αὐτὸν λαὸν ἄγιον, λελυτρωμένον ὑπὸ Κυρίου· σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις, καὶ οὐκ ἐγκαταλε‐ λειμμένη. Προϋπαγορεύει δὲ τοῦ Σωτῆρος τὴν ἄφιξιν, ὅσα τε | |
10 | δι’ αὐτῆς κεκερδήκαμεν, καὶ τὸν δοθησόμενον τοῖς εἰς αὐτὸν πιστεύουσι πλοῦτον. Θυγατέρα γε μὴν ὀνομάζει τὴν Σιών. Καὶ εἰ μὲν βούλοιτό τις τὴν ἀρχαίαν νοείτω ὡς ἠλεημένην ἤδη, καὶ δεδικαιωμένην ἐν πίστει. Εἰ δὲ δὴ τὴν νέαν, τουτέστι τὴν Ἐκκλησίαν, λέγοιτο | |
15 | ἂν οὐκ ἀπεικότως καὶ αὔτη θυγάτηρ εἶναι τῆς Σιών. Πρῶτοι γὰρ οἱ ἐξ αἵματος Ἰσραὴλ πεπιστεύκασι, καὶ οἷόν τις θυγάτηρ τῆς ἀπ’ αὐτῶν συστάσης ἐν ἀρχαῖς Ἐκκλησίας ἡ ἐξ ἐθνῶν ὀνομάζεται. Τίσι δὲ κελεύει τὸ εὐαγγελίσασθαι τῇ Σιών; ἢ πάντως που τοῖς ἁγίοις | |
20 | μυσταγωγοῖς τοῖς καθηγεῖσθαι λαχοῦσιν Ἐκκλησιῶν, οἷς καὶ ἀνοιγνύναι τὰς πύλας, καὶ τοὺς λίθους ἐκ μέ‐ σου διαῤῥίπτειν εὖ μάλα παρεκελεύετο; Τί δὲ δὴ ἄρα τὸ κηρυττόμενον; «Ἰδού σοι ὁ Σωτὴρ παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν, καὶ τὸ ἔργον πρὸ προσώπου | |
25 | αὐτοῦ.» Δύο τίθησιν ὁμοῦ θεοπρεπῆ τε καὶ ἐξαίρετα, δι’ ὧν ἂν γένοιτο καταφανὴς τοῦ Σωτῆρος ἡ δόξα. Οἱ μὲν γὰρ θεσπέσιοι προφῆται παρεκάλουν εἰς εὐζωΐαν αὐτὴν, καὶ εἰς ἔννομόν τε καὶ εὐσχήμονα πολιτείαν. Εἶτα διεμέμνηντο τῶν γερῶν, ἃ παρὰ Θεοῦ λήψονται | |
30 | κατὰ καιροὺς, οἷς ἂν γένοιτο τὸ εὐδοκιμεῖν ἐν λόγῳ, ἀλλ’ οὐκ αὐτοὶ χαρισμάτων δοτῆρες ἦσαν τῶν πνευ‐ ματικῶν. Προηγόρευον δὲ, ὡς ἔφην, ὑποσχέσεις Θεοῦ. Ὁ δέ γε τῶν ὅλων Σωτὴρ, ἅτε δὴ Θεὸς ὑπ‐ άρχων, ἔχει τὸ δύνασθαι διδόναι μισθοὺς, καὶ προσ‐ | |
35 | επιτούτῳ τὸ ἐφορᾷν ἑκάστῳ τὸν τρόπον, ἤτοι τὸ ἔργον· θεοπρεπὲς γὰρ καὶ τοῦτο. Γέγραπται γὰρ, ὅτι «Ἐνώπιόν εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει.»—«Ἥξει τοίνυν,» φησὶν, «ἔχων τὸν ἑαυτοῦ μισθὸν,» τουτ‐ | |
40 | έστιν, αὐτὸς τὰ γέρα διδοὺς, οἷς ἂν πρέποι τὸ λαβεῖν. Καὶ γοῦν ὁμολογήσαντι μὲν τὴν πίστιν ὀρθῶς τῷ θεσπεσίῳ Πέτρῳ, «Δώσω σοι,» φησὶ, «τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὅσα ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς, καὶ ὅσα ἐὰν | |
45 | λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς.» Ἐχαρίζετο δὲ καὶ συλλήβδην ἅπασι τοῖς ἁγίοις ἀπο‐ στόλοις κατὰ πνευμάτων ἀκαθάρτων ἐξουσίαν, καὶ τὸ θεραπεύειν δύνασθαι πᾶσαν νόσον, καὶ πᾶσαν μα‐ λακίαν ἐν τῷ λαῷ. Ναὶ μὴν καὶ τῷ συγκρεμαμένῳ | |
70.1380(50) | λῃστῇ τὴν πίστιν οὐκ ἄμισθον εἰπὼν ἀπέφηνεν· «Ἀμὴν λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Ἀφιγμένος δὴ οὖν, φησὶ, τοὺς μὲν εἰς αὐτὸν πιστεύοντας «καλέσει λαὸν ἅγιον, καὶ λελυ‐ τρωμένον ἀπὸ Κυρίου.» Οὐ γὰρ πρέσβυς, οὐκ ἄγγε‐ | |
55 | λος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς, καθὰ γέγρα‐ πται· «Σὺ δὲ, Σιὼν,» ἤγουν Ἐκκλησία, «κληθήσῃ | |
ἐπιζητουμένη πόλις, καὶ οὐκ ἐγκαταλελειμμένη·» | 1379 | |
70.1381 | τὸ δὲ, ἐπιζητουμένη, φησὶν, ἀντὶ τοῦ, μνήμης ἀξιου‐ μένη. Μνημονεύεται γὰρ τὸ ζητούμενον· καὶ οὐ κα‐ ταλελειμμένη, καθὰ καὶ ἡ πρώτη, τουτέστιν ἡ τῶν ἀπιστησάντων πληθύς. Εἴρηται μὲν οὖν παρὰ Χρι‐ | |
5 | στοῦ διὰ μὲν τῆς Ἱερεμίου φωνῆς, «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου,» διὰ δὲ τῆς αὐτοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ὑμῖν.» Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; Οὗτος ὡραῖος ἐν στολῇ, | |
10 | βοᾷ μετὰ ἰσχύος· Ἐγὼ διαλέγομαι δικαιοσύνην, καὶ κρίσιν σωτηρίου. Διατί σου ἐρυθρὰ τὰ ἱμά‐ τια, καὶ τὰ ἐνδύματά σου, ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης; Καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ’ ἐμοῦ. Καὶ κατεπάτησα αὐτοὺς ἐν | |
15 | θυμῷ, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν. Καὶ κατήγα‐ γον τὸ αἷμα αὐτῶν εἰς γῆν, καὶ πάντα τὰ ἐν‐ δύματά μου ἐμόλυνα. Ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρ‐ εστι. Καὶ ἐπέβλεψα, καὶ οὐδεὶς βοηθός. Καὶ προσ‐ | |
20 | ενόησα, καὶ οὐδεὶς ἀντελάβετο, καὶ ἐῤῥύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη. Καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου, καὶ ἐμέ‐ θυσα αὐτοὺς ἐν τῷ θυμῷ μου, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. | |
25 | Σοφῶς καὶ ἐντέχνως τῆς προφητείας ὁ λόγος μο‐ νονουχὶ ζωγραφεῖ τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἐξαγαγεῖν γὰρ εἰς πέρας τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα, καὶ Θεόν. | |
30 | Ὤφθη γε μὴν ταῖς ἄνω δυνάμεσιν οὐκ ἐν εἴδει μόνον τῷ καθ’ ἡμᾶς, τουτέστιν, ὡς ἄνθρωπος, ἀλλὰ γὰρ καὶ τὰ τοῦ πάθους σημεῖα δεικνύς· καὶ οὔτι πού φαμεν ὡς μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν αἱ διατρή‐ σεις τῶν ἥλων, καὶ τὰ ἕτερα τῶν στιγμάτων ἐνυπῆρ‐ | |
35 | χον ἔτι τῇ ἁγίᾳ σαρκὶ, ἐκεῖνο δὲ μᾶλλον· ὥσπερ γὰρ ἀπιστήσαντι τῷ Θωμᾶ τοῖς ἁγίοις ἀποστόλοις φά‐ σκουσιν, ὅτι τεθέανται τὸν Κύριον ἐγηγερμένον ἐκ νεκρῶν, ἐπέδειξε τοὺς τύπους τῶν ἥλων, καὶ τὴν πλευρὰν, οὕτω συνίεμεν ὅτι ἵνα γνωρισθῇ νῦν ταῖς | |
40 | ἀρχαῖς, καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, ἣν ἐποίησεν ἐν τῷ Χριστῷ μετὰ τῶν τοῦ πάθους σημείων ἀναφοιτῶν, ξένον καὶ ἀσύνηθες παντελῶς ταῖς ἄνω δυνάμεσιν ἐποιεῖτο θέαμα. Κατατεθήπασι γοῦν ἀνιόν‐ | |
45 | τα βλέπουσαι, καὶ δὴ καὶ ἔφασκον· «Τίς οὗτος ὁ παρα‐ γενόμενος ἐξ Ἐδώμ;» Διερμηνεύεται δὲ τὸ Ἐδὼμ ἑλλάδι φωνῇ «πύρινον,» ἢ «γήϊνον·» τὸ δὲ Βοσὸρ, ἢ «σαρκὸς,» ἢ «σάρκινος.» Τίς οὖν ἄρα, φησὶν, οὗτός ἐστιν ὁ ἐκ γῆς, ἤτοι γήϊνος, «ἐρύθημά τε ἱματίων ἐκ | |
70.1381(50) | Βοσὸρ,» τουτέστι, πεφοινιγμένος τὸ ἄμφιον ὡς ἀπὸ σαρκὸς, ἤγουν αἵματος; «Οὗτος ὡραῖος ἐν στολῇ.» | |
Ὡς γὰρ ἰσχναὶ καὶ σοφαὶ δυνάμεις, καὶ θεοπρεποῦς | 1381 | |
70.1384 | δόξης ἔμπλεοι κατεθεῶντο Χριστὸν, εἰ καὶ ἦν ἐν σαρκὶ, ναὶ μὴν καὶ ἰσχύος ὄντα μεστὸν τῆς ἀμάχου, τοῦτο γὰρ, οἶμαι, τὴν θείαν ὑπεδήλου. Ἐρομένων δὴ οὖν τῶν ἀγγέλων, ἢ τάχα που καὶ πρὸς ἀλλήλους | |
5 | τὸ «Τίς οὗτος;» διηγορευκότων ἀποκρίνεται, καί φη‐ σιν· «Ἐγὼ διαλέγομαι δικαιοσύνην, καὶ κρίσιν σω‐ τηρίου·» δικαιοσύνην δέ φησιν, ἢ τὸ εὐαγγελικὸν καὶ θεσπέσιον κήρυγμα, ἤγουν ὅτι Θεοῦ πᾶς λόγος δίκαιος· σωτηρίου δὲ κρίσιν τάχα που τὸ ἐφ’ ἡμῖν | |
10 | ὀνομάζει κρῖμα, δεδίκακε γὰρ τὴν ὑπ’ οὐρανὸν, καὶ τῷ ταύτην ἀδικήσαντι Σατανᾷ, καὶ τοὺς ταῖς ἀφορή‐ τοῖς πλεονεξίαις κατηχθισμένους σέσωκεν· ἐκβέβληκε δὲ τῆς κατ’ αὐτῶν ἀρχῆς τὸν ἀποστάτην, καὶ ἀλλό‐ τριον· ἔφη γοῦν νῦν ὅτι «Κρίσις ἐστὶ τοῦ κόσμου | |
15 | τούτου. Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθή‐ σεται ἔξω, κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Ταῦτα δὲ εἰπόντος τοῦ Χρι‐ στοῦ, πάλιν ἀναπυνθάνονται, καί φασι· «Διατί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πα‐ | |
20 | τητοῦ ληνοῦ πλήρους καταπεπατημένης;» Ἐνταῦθά μοι μέμνησο τοῦ πατριάρχου λέγοντος Ἰακὼβ τό· «Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι στα‐ φυλῆς τὴν περιβολὴν αὐτοῦ.» Πεφοινιγμένα γὰρ τῷ αἵματι τὰ ἐνδύματα κατεφαίνετο, καὶ οἷον ἐξ οἴνου | |
25 | κατακεχωσμένα πρὸς τὸ ἐρυθρόν. Εἶτα πάλιν εὐθὺς ὁ Σωτήρ· «Καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ’ ἐμοῦ·» ἔχεται τοῦ λόγου, καὶ συνάπτει κατόπιν καὶ ταῦτα· «Ἐγὼ γὰρ, ἔφη, διαλέγομαι δικαιοσύνην, καὶ κρί‐ σιν σωτηρίου, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ’ | |
30 | ἐμοῦ.» Οὐδεὶς γάρ μοι πάσχοντι παρίστη, φησὶν, ἐξ οὐδενὸς ἦν ἔθνους ὁ συναλγῶν, καὶ τό γε ἧκον εἰς ἀνθρώπους, ἀνεπικούρητος ἦν παντελῶς, ἐπιπηδώσης αὐτῷ τῆς τε σπείρας τῶν στρατιωτῶν, καὶ τῆς τῶν ὑπηρετῶν ἀγριότητος, «οἳ καὶ ἀπήγαγον αὐτὸν πρὸς | |
35 | Καϊάφαν, καθά φησιν ὁ εὐαγγελιστὴς, τότε πάντες ἀφέντες αὐτὸν οἱ μαθηταὶ ἔφυγον,» πλὴν καὶ τοῦτο προηγόρευσεν ὁ Χριστός· ἔφη γάρ· «Ἰδοὺ ἔρχεται ὥρα, καὶ ἐλήλυθεν, ἵνα ἕκαστος σκορπισθῆτε εἰς τὰ ἴδια, κἀμὲ μόνον ἀφῆτε, καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ | |
40 | Πατὴρ μετ’ ἐμοῦ ἐστιν.» Ἔφη δὲ καὶ διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου, καὶ ταλαιπωρίαν, καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα καὶ οὐχ εὗρον, καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν | |
45 | δίψαν μου ἐπότισάν με ὄξος.» Οὐκοῦν «Οὐδεὶς ἦν μετ’ ἐμοῦ, φησὶν, ἐκ πάντων τῶν ἐθνῶν.» Ἆρ’ οὖν, ἐπεὶ μόνος ἦσθα, καὶ τῶν συναθλούντων ἔρημος, ἥττων γέγονας τῆς τῶν πολεμούντων χειρός; Ἆρα κεκρατήκασι, καὶ τῆς σῆς ἰσχύος κατευμεγεθήσαντες, | |
70.1384(50) | χαίρουσί τε λοιπὸν, ὡς νενικηκότες; Οὐδαμῶς, φησί. Καίτοι γὰρ ἔχων οὐδένα τὸν παραστάτην, κατεπά‐ τησα αὐτοὺς ἐν θυμῷ, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν· μετὰ γάρ τοι τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν τοῦ Χριστοῦ, πᾶν εἶδος | |
55 | ἀφορήτου συμφορᾶς τοῖς Ἰουδαίων δήμοις ἐκ θείας | 1383 |
70.1385 | ὀργῆς ἐπενήνεκται. «Ἡμέρα γὰρ ἀνταποδόσεως,» φησὶν, «ἐπῆλθεν αὐτοῖς.» Οἷς γὰρ ἐξὸν ἁρπάσαι τὴν πίστιν, καὶ τὴν δι’ αὐτῆς καταπλουτῆσαι χάριν, εἶτα ῥᾴθυμοι γεγονότες, μᾶλλον δὲ ἀλαζόνες, καὶ ὑβρι‐ | |
5 | σταὶ, καὶ μέχρι παντὸς θεομάχοι, πῶς οὐ σφόδρα εἰκότως παντὸς εἴσω γεγόνασι κακοῦ; Πλὴν ὁ τῆς ἐκείνου ἀνταποδόσεως καιρὸς, λυτρώσεως ἦν τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ἐν ταυτῷ γὰρ ὁ μὲν ἐξήνιος ἐκολάζετο, ὁ δὲ εὐπειθὴς καὶ ὑφειμένος | |
10 | ἐλυτρώθη παρὰ Χριστοῦ. «Ἐπέβλεψα γὰρ,» φησὶ, «καὶ οὐκ ἦν ὁ βοηθός· προσενόησα, καὶ οὐδεὶς ἀντ‐ ελάβετο·» καὶ ἐῤῥύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη. «Καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου.» Ἔοικεν ἐν τούτοις τῆς τῶν Γραμματέων | |
15 | καὶ Φαρισαίων ῥᾳθυμίας ποιεῖσθαι καταβοὴν, οἳ τε‐ τάχαντο μὲν εἰς τὸ καθηγεῖσθαι λαῶν, καὶ ἀπευθύνειν αὐτοὺς εἰς δικαιοσύνην, καὶ παιδαγωγεῖν εὖ μάλα πρὸς τὸ Θεῷ δοκοῦν. Ῥᾴθυμοι δὲ ἦσαν οὕτω, καὶ ἀναπεπτωκότες, ὡς ἐπικουρεῖν μὲν οὐδενὶ τῶν ὑπ‐ | |
20 | εζευγμένων, καὶ ταῖς νουθεσίαις ἐπανορθοῦν, ἐκ δὲ τῶν ἐναντίων καὶ ἀποκομίζειν εἰς ἀπιστίαν. Τετολ‐ μήκασι γὰρ εἰπεῖν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί.» Καὶ πάλιν· | |
25 | «Δαιμόνιον ἔχει καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;» Οὐκοῦν ἐπειδήπερ οὐδεὶς ἦν, φησὶν, ὁ βοηθῶν, ἢ ἀντιλαμβανόμενος, σέσωκε μὲν ἐκείνους ὁ ἐμὸς βραχίων, τουτέστι, δύναμις, πλεῖστοι γὰρ, ὡς ἔφην, ἐξ Ἰουδαίων πεπιστεύκασι. Τοῖς γε μὴν οὐκ ἐθελήσασι βοηθεῖν ὁ θυμός μου ἐπέστη, γεγόνασι καταπάτημα τῆς ὀργῆς. Κακοὶ γὰρ κακῶς διολώλασι, καὶ ἰσοῤῥόπους τοῖς αἰτιάμασιν ἐξῄτηνται δίκας. | |
30 | Τὸν ἔλεον Κυρίου ἐμνήσθην, τὰς ἀρετὰς Κυ‐ ρίου ἐν πᾶσιν, οἷς ὁ Κύριος ἡμῖν ἀνταποδίδωσι. Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραὴλ, ἐπάγει ἡμῖν καὶ κατὰ τὸ ἔλεος αὐτοῦ, καὶ κατὰ τὸ πλῆ‐ θος τῆς δικαιοσύνης αὐτοῦ. | |
35 | Θεοῦ λέγοντος ὡς ἐπέστη μὲν τοῖς ἀπειθήσασιν ὁ θυμὸς, κατεπάτησε δὲ αὐτοὺς ἡ ὀργὴ, καὶ ὅτι κατ‐ εκομίσθη τὸ αἷμα αὐτῶν εἰς γῆν, διὰ μέσου κεχώρη‐ κεν ὁ προφήτης, καὶ ἀπογινώσκειν οὐκ ἐᾷ τοὺς καθ’ ὧν οἱ λόγοι, μέτεισι δὲ τὸ χρῆμα, καὶ λίαν εὐτέχνως. | |
40 | Ἐμνήσθην γὰρ, φησὶ, κατ’ ἐμαυτὸν, ὡς ἔστιν οὐκ ἀπηνὴς ὁ τῶν ὅλων κριτής. Οἶδα γὰρ τὸν ἔλεον καὶ τὰς ἀρετὰς αὐτοῦ, τουτέστι, τὰς δυναστείας ἐν πᾶσιν, οἷς ἀνταποδίδωσιν ἠμῖν. Εἰ γὰρ καὶ ἀπέστραπται, φησὶ, πεπαρῳνηκότα τὸν Ἰσραὴλ, καὶ ἀπειθεῖν ᾑρη‐ | |
45 | μένον, καὶ οἷον ἀνταποδίδωσιν ἡμῖν τὰ ἐξ ὀργῆς, οὐκ ἀκράτου μᾶλλον, ἀλλ’ ἡμερότητι κεκρατημένης, ἀλλ’ οὖν εὖ ἐπίσταμαι τὰς ἀρετὰς αὐτοῦ, τουτέστι, τὰς δυναστείας γεγενημένας κατὰ καιροὺς ἐπὶ τῇ λυτρώσει τοῦ Ἰσραήλ. «Ἔσται τοίνυν,» φησὶν, | |
70.1385(50) | «ὁ Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραὴλ,» οὐκ ἀκριβὴς μᾶλλον, ἀλλὰ χρηστὸς, ἤγουν ἀγαθός. Δικα‐ στοῦ μὲν γὰρ ἀκριβοῦς ἔργον ἂν γένοιτο, τὸ δίκας αἰτεῖν τοὺς ἡμαρτηκότας ἀναλόγως ἐχούσας τοῖς αἰτιάμασιν· ἀγαθοῦ γε μὴν, τὸ ἐλεεῖν ὡς ἠσθενηκότας. | |
55 | Οὐκοῦν ἐπειδήπερ κριτὴς ἀγαθὸς, ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ, τουτέστι, συμμετρήσει τὰ ἐξ ὀργῆς, | |
καὶ ἀναμὶξ ἐλέῳ ποιήσει τὴν ἀγανάκτησιν. Πλῆθος | 1385 | |
70.1388 | γὰρ ἔνεστιν αὐτῷ δικαιοσύνης, τουτέστιν, εἰς λῆξιν ἁπάσης διελήλακε δικαιοσύνης. Ταύτῃτοι, καὶ μάλα εἰκότως, οὐκ ἀθῶον εἰσάπαν ἀφήσει τὸν Ἰσραὴλ, ἡμερότητι δὲ μᾶλλον, ὡς ἔφην, κεράσει τὰ ἐξ ὀργῆς. | |
5 | Σέσωσται γὰρ τὸ κατάλειμμα. Καὶ εἶπε Κύριος. Οὐχ ὁ λαός μου; τέκνα μου οὐ μὴ ἀθετήσουσι. Καὶ ἐγένετο αὐτοῖς εἰς σωτη‐ ρίαν ἐκ πάσης θλίψεως αὐτῶν· οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς, | |
10 | διὰ τὸ ἀγαπᾷν αὐτοὺς, καὶ φείδεσθαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος. Αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ· καὶ ἐστράφη αὐτοῖς εἰς | |
15 | ἔχθραν, Κύριος αὐτὸς ἐπολέμησεν αὐτούς. Ἄθρει δή μοι πάλιν τὸ τοῦ Θεοῦ πρόσωπον εἰσκε‐ κομισμένον εὐθὺς, μονονουχὶ κατακεκραγὸς τῆς τοῦ Ἰσραὴλ ἀπειθείας. Εἶπε γὰρ, φησὶ, Κύριος, τουτ‐ έστιν, αὐτὸς ὁ τῶν ὅλων Θεός· Οὐκ ἐν τάξει τέκνων | |
20 | κατελογισάμην τὸν λαόν; Ἐπειδὴ δὲ τοῦτο ἐστὶν ἀληθές· ἔφη γὰρ, ὅτι Υἱὸς πρωτότοκός μου Ἰσραήλ· οὐκ ἂν ἐνδοιάσειέ τις, ὡς οὐκ ἔσται σκληρὸς, καὶ ἀπειθής. Προσδέξεται δὲ μᾶλλον ἀποσταλέντα τὸν Υἱόν. Ἀλλ’ οὐκ ἐκβέβηκε τοῦτο πρὸς πέρας, καὶ οὐχ ἥμαρτεν | |
25 | ἐλπίδος ὁ πάντα εἰδώς· ἠπίστατο γὰρ τὰ ἐσόμενα. Λανθάνει δὲ αὐτὸν παντελῶς οὐδέν. Πέπλασται δὲ ἀνθρωπίνως τοῦ λόγου τὸ σχῆμα. Ταῦτα Θεοῦ λέγον‐ τος διαλαβὼν ὁ προφήτης ἀναισθησίας τε ὁμοῦ καὶ ἀχαριστίας γράφεται τὸν Ἰσραὴλ, ἀποφαίνει δὲ καὶ | |
30 | ἀμνημονήσαντα παντελῶς τῶν ὑπαρχθέντων αὐτοῖς ἀγαθῶν. «Ἐγένετο γὰρ αὐτοῖς,» φησὶν, «εἰς σωτη‐ ρίαν ἐκ πάσης θλίψεως αὐτῶν·» ἔτερος δὲ παρ’ αὐτὸν οὐδεὶς σέσωκεν αὐτοὺς, οὐ πρέσβυς, οὐκ ἄγγε‐ λος, ἀλλ’ αὐτὸς Κύριος δι’ ἑαυτοῦ. Τεθαυματούργηκε | |
35 | γὰρ ἐν Αἰγύπτῳ μεσολαβοῦντος μὲν τοῦ Μωσέως, πλὴν ἐνεργῶν αὐτὸς τὰ παράδοξα. Καὶ γοῦν ὅτε με‐ μοσχοποίηκεν ὁ Ἰσραὴλ, εἶτα πρὸς τοῦτο λελύπηται Θεὸς, καὶ συνεκπέμψειν αὐτοῖς ἄγγελον ἐπηγγέλλετο, δεδυσφόρηκεν ὁ Μωσῆς λέγων· «Εἰ μὴ σὺ αὐτὸς | |
40 | πορεύσῃ μετ’ ἐμοῦ, μή με ἀναγάγῃς ἐντεῦθεν.» Αὐτὸς οὖν ἄρα δι’ ἑαυτοῦ σέσωκεν αὐτοὺς, ἐσχηκὼς μὲν παρ’ αὐτῶν τὸ σύμπαν οὐδὲν, μόνον δὲ διὰ τὸ ἀγαπᾷν αὐτοὺς, καὶ κήδεσθαι αὐτῶν. Τοῦτο δέ ἐστιν ἀπόδειξις ἐναργὴς τῆς ἀπαραβλήτου φιλανθρωπίας, | |
45 | καὶ γαληνότητος τῆς θεοπρεποῦς· ἐλυτρώσατο τοίνυν αὐτοὺς ἐξ οἴκου δουλείας, ἀνέλαβεν, ὕψωσε· καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἐν ἀρχαῖς ἔφη, «Υἱοὺς ἐγέν‐ νησα, καὶ ὕψωσα,» τουτέστιν, ἐξέθρεψα, ἤγουν ἐπι‐ σήμους ἀπέφηνα, «αὐτοὶ δέ με ἠθέτησαν.» Τὸ δὲ πάσας | |
70.1388(50) | τὰς ἡμέρας τοῦ αἰῶνος κατασημήνειεν ἂν, τὸ, ἀκα‐ ταλήκτως, καὶ διηνεκῶς, ἀλλ’ ἦν μὲν οὕτω περὶ αὐτοὺς ἀγαθὸς ὁ τῶν ὅλων Θεὸς, αὐτοὶ δὲ γεγόνασιν ἀπειθεῖς καὶ παροτρύνοντες οὐ διαλελοίπασι τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ. Καὶ τοῦτο διδάξει λέγων ὁ | |
55 | θεσπέσιος Δαβίδ· «Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ;» Ἢ | |
τάχα παρώξυναν τὸ Πνεῦμα Χριστοῦ, σκληροὶ καὶ | 1387 | |
70.1389 | ἀμείλικτοι γεγονότες, ἐξήνιοί τε καὶ ἀπειθεῖς; Οὐ γὰρ ὑπήκουον αὐτῷ, καλοῦντι πρὸς σωτηρίαν. «Ἐσ‐ τράφη» τοίνυν «αὐτοῖς εἰς ἔχθραν, καὶ πεπολέμηκεν αὐτούς·» ἔδει γὰρ, ἔδει τοὺς τῶν παραδόξων ἀμνήμο‐ | |
5 | νας, καὶ κατ’ οὐδένα τρόπον ὠφελημένους, δι’ ὦν ἦν εἰκὸς εἰς πᾶν ὁτιοῦν ἐλάσαι τῶν ἀνδραγαθημάτων, καὶ φειδοῦς, καὶ ἀγάπης ἀπολισθεῖν τῆς παρὰ τοῦ σώζειν ἐθέλοντος, ὥστε καὶ ἐν τάξει πολεμίου λοιπὸν δοκεῖν αὐτοῖς ἀντανίστασθαι. Ἐμνήσθη ἡμερῶν αἰωνίων. Ποῦ ὁ ἀναβιβάσας | |
10 | ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων; ποῦ ἔστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον; ὁ ἀναγαγὼν τῇ δεξιᾷ Μωσῆν; Ὁ βραχίων τῆς δόξης αὐτοῦ κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ, ποιῆσαι αὐτῷ ὄνομα αἰώνιον· ἤγαγεν αὐτοὺς | |
15 | διὰ τῆς ἀβύσσου, ὡς ἵππον δι’ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν, καὶ ὡς κτήνη διὰ πεδίου· κατέβη πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου, τοῦ ποιῆσαι σεαυτῷ ὄνομα δόξης. | |
20 | Εἰς ἔχθραν αὐτοῖς μεταβληθῆναι λέγων τὸν φειδοῖ καὶ ἀγάπῃ τὸ πρὶν κατευφραίνοντα, τὰς τοῦ πρά‐ γματος αἰτίας ἐξηγεῖται χρησίμως. Διεμνημόνευσε γὰρ, φησὶν, ἤγουν ἀνεπόλησε τὰς ἡμέρας τὰς αἰω‐ νίους, τουτέστι, τὰς ἀειμνημονεύτους, διὰ τὸ ἐν | |
25 | αὐταῖς πλεῖστά τε ὅσα καὶ ἐξαίρετα γενέσθαι θαύ‐ ματα. Τίς δὲ ὁ μνημονεύσας; ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων; Ἔοικεν ἐν τούτοις τῆς ἀναστάσεως ποιεῖσθαι μνήμην τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ὁ γὰρ ἀναβιβάσας, φησὶν, ἀντὶ | |
30 | τοῦ, ὁ ἀναστήσας ἀπὸ γῆς τὸν πάντων ἀρχιποιμένα, ἀναστήσας δὲ οὐχὶ πάντως ἐκ νεκρῶν, ἀλλ’ οἷον ἀνα‐ δείξας ἐξ ἀνθρώπων· γέγονε γὰρ ὡς εἷς ἐξ ἡμῶν, γέννησιν ὑπομείνας τὴν κατὰ σάρκα ἐκ γυναικὸς ὁ μονογενὴς τοῦ Πατρὸς Λόγος. Ἐπειδὴ δὲ, ὡς ἔφην, | |
35 | ἀμνημόνευτα εἰσάπαν τῆς παρὰ Θεοῦ μεγαλουργίας ἐθεᾶτο τὸν Ἰσραὴλ, μονονουχὶ κατατέθηπεν ὁ προ‐ φήτης, καὶ εἰς τοῦτο πεσόντας ἀναισθησίας ὀλοφύρε‐ ται λέγων· «Ποῦ ἔστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον,» τουτέστιν, ὁ ἐπιστήσας ἐν αὐτοῖς τὸ θεῖον | |
40 | αὐτοῦ καὶ σωτήριον Πνεῦμα. Κατέβη γὰρ Πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτοὺς, φησίν. Ἔφη δὲ καὶ ὁ θεσπέσιος Δαβὶδ, ὅτι «Ἐξαπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς.» Ὁ δὲ Κύριος τὸ πνεῦμα ἐστὶν, ἐνεργεῖ γὰρ διὰ τοῦ ὁμοουσίου Πνεύματος. | |
45 | Ποῦ τοίνυν ἐστίν; ἀντὶ τοῦ, ἐπελάθοντο, καὶ οὐκ ἐξεζήτησαν αὐτὸν, διὰ τοῦ μεμνῆσθαι δηλονότι, καὶ ἀγαπᾷν αὐτόν. Ποῦ ὁ ἀναγαγὼν τῇ δεξιᾷ τὸν Μωσῆν; Μέγας ἦν ὁ Μωσῆς ὁ διαβόητός τε καὶ ὑψηλὸς ἐν εὐκλείᾳ· ὑπεμφαίνει δὲ τοῦτο τὸ, ἀναγαγὼν, ἐνερ‐ | |
70.1389(50) | γούσης δι’ αὐτοῦ τῆς τοῦ Θεοῦ δεξιᾶς. «Ὁ βραχίων τῆς δόξης κατίσχυσεν,» ἢ κατηγωνίσατο, καὶ νενίκηκε τὴν τῶν ὑδάτων φύσιν συμπήξας αὐτά. Ἐπάγει γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα, φησὶν, ἤγουν αὐτὰ κατίσχυσε τὰ ὕδατα, ὥστε καὶ πῆξιν ὑπομεῖναι, καίτοι φύσιν | |
55 | ἕχοντα τὴν ὑγράν. Πεπλήρωκε δὲ καὶ τοῦτο, φησὶν, | 1389 |
70.1392 | ἵνα ἑαυτῷ περιποιήσῃ ὄνομα αἰώνιον· εἴ τι γὰρ γέγο‐ νεν, ἤγουν καὶ ἐνηργήθη διὰ τοῦ πανσόφου Μωσέως, τοῦτο εἰς δόξαν πέπρακται Θεοῦ. Πήξας δὲ τὰ ὕδατα, φησὶν, ὡς ἵππον, ἢ ὡς κτήνη, ὡδήγησε διὰ θαλάσσης, | |
5 | ὡς διὰ πεδίου. Τοῦτο καὶ ὁ Ψαλμῳδὸς διδάσκει λέγων· «Καὶ ἀνήγαγεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ ὡδήγησεν αὐτοὺς ὡς ποίμνιον ἐν ἐρήμῳ.» Ὡδήγησε δὲ αὐτοὺς, ὡς ἔφην, Πνεῦμα Κυρίου. Οὕτως ἤγαγες τὸν λαόν σου, τοῦ ποιῆσαι αὐτῷ ὄνομα δόξης. | |
10 | Δύο γὰρ ἐπράττετο κατὰ ταυτόν. Οὐ γὰρ σέσωσται μόνον ὁ Ἰσραὴλ, καὶ τῆς τῶν πλεονεκτούντων ἐλυ‐ τρώθη χειρὸς, ἀλλὰ γὰρ καὶ τῶν παραδόξως τετελε‐ σμένων τὸ πέρας τῷ τῶν ὅλων κρατοῦντι Θεῷ τὴν αὐτῷ πρέπουσαν δόξαν ἐπραγματεύετο. | |
15 | Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου, καὶ δόξης σου. Ποῦ ἔστιν ὁ ζῆλός σου, καὶ ἡ ἰσχύς σου; Ποῦ ἔστι τὸ πλῆ‐ θος τοῦ ἐλέους σου, καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν; Σὺ γὰρ εἶ ἡμῶν Πατὴρ, ὅτι Ἀβραὰμ | |
20 | οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς. Ἀπ’ ἀρχῆς τὸ ὄνομά σου ἐφ’ ἡμᾶς ἐστι. Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλή‐ ρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε; Ἐνταῦθα λοιπὸν ὁ προφήτης τὰς ὑπὲρ παντὸς τοῦ | |
25 | ἔθνους ποιεῖται λιτὰς, καὶ ἐκ προσώπου τῶν ἐξ Ἰσ‐ ραὴλ ἀνατείνει τὴν ἱκετηρίαν· καταλῆξαι γὰρ παρα‐ καλεῖ τῆς ἐπ’ αὐτοῖς ὀργῆς, παῦσαί τε τὴν ἀποστρο‐ φὴν, καὶ οἷον ὑπονοστῆσαι πρὸς αὐτοὺς τὸν ἀποφοι‐ τήσαντα αὐτῶν, ἅτε δὴ καὶ οὐχ ἕνα τινὰ τὸν [ἴς. | |
30 | τῶν] ἐπὶ γῆς ὄντα, Θεὸν δὲ μᾶλλον ἀληθινὸν, καὶ ὡς οἶκον δόξης ἔχοντα τὸν οὐρανόν. Εἰ δὲ λέγοιτό που κατοικεῖν ἐν οὐρανῷ Θεὸς, μηδὲν νοείσθω σωματικὸν ἐπ’ αὐτοῦ. Οὐ γὰρ ἐν τόπῳ, καὶ περιγραφῇ τὸ Θεῖον εἶναι φαμὲν, ὅτι καὶ ἁπλοῦν ἐστι καὶ ἀσώματον, | |
35 | καὶ πάντα πληροῦν. Ἐπειδὴ δὲ τοῖς ἄνω πνεύμασιν, ὡς ἁγίοις ἐπαναπαύεται, ταύτῃτοί φαμεν θρόνον τε καὶ οἶκον αὐτοῦ τὸν οὐρανόν. Ἐπίστρεψον τοίνυν, φα‐ σίν· «Ποῦ γάρ ἐστιν ὁ ζῆλός σου, καὶ ἰσχύς σου;» Καὶ οὐ δή που φαίη ἂν, οἶμαι, τὶς, ὡς ἦν ἐν σπάνει | |
40 | τῶν τοιούτων ὁ τῶν ὅλων Θεὸς, ἀλλ’ ὡς οὐκέτι μετ‐ έχοντες αὐτῶν τὰ τοιάδε φασί. Ζήλῳ γὰρ ἀεὶ, καὶ ἰσχύϊ τῇ θεοπρεπεῖ χρώμενος σέσωκε τὸν Ἰσραήλ. Οἷόν τί φημι, δεδουλεύκασιν Αἰγυπτίοις οἱ καὶ κατ‐ ωδύνοντες αὐτῶν τὴν ζωὴν [al. κατώδυνον τὴν ζωὴν | |
45 | αὐτῶν] πηλῷ, καὶ πλινθείᾳ, καὶ τῇ τῶν ἐργοκη‐ δεστῶν ὠμότητι κατατρύχοντες, ἀλλ’ ἐζήλωσεν ὁ τῶν ὅλων Θεός. Ἔφη γοῦν· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ πάντα τὰ ἔθνη τὰ συνεπιτιθέμενα.» | |
70.1392(50) | Ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπ‐ έθεντο εἰς κακά· εἶτα πάλιν εἰργάζετο τὰ παράδοξα. Καίτοι γὰρ ἄθραυστον οὖσαν τὴν Βαβυλωνίων, καὶ δυσαντήτῳ δυνάμει χρωμένην, δέδωκεν εἰς ἐρήμωσιν. Ἐπαφῆκε γὰρ αὐτοῖς τὸν Καμβύσου Κῦρον. Τῆς | |
55 | τοιαύτης φειδοῦς ἀπολαῦσαι γλιχόμενοι φασὶ τό· | 1391 |
70.1393 | «Ποῦ ἔστι ὁ ζῆλός σου, καὶ ὁ θυμός σου; Ποῦ ἔστι τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν;» Διψῶσι δὲ πάλιν τὸν ἔλεον, καὶ τὴν ἐπὶ πολλοῖς παραπτώμασι δοθεῖσαν αὐτοῖς | |
5 | ἡμερότητα, καὶ φιλανθρωπίαν. Ἠνέσχετο γὰρ αὐ‐ τῶν, καὶ οὐ φορητῶς ἔσθ’ ὅτε παροτρυνόντων αὐτῶν αὐτὸν κατελάλησαν ἐν τῇ ἐρήμῳ, καὶ ἐξεπείρασαν αὐτὸν ἐν ταῖς καρδίαις αὐτῶν λέγοντες, Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ, ὅτι ἐπάταξε | |
10 | πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατ‐ εκλύσθησαν; Μὴ καὶ ἄρτον δύναται δοῦναι; Καὶ πρὸς τούτοις ἔτι μεμοσχοποιήκασιν ἀπόντος Μωσέως, πλὴν ἠλέηνται παρακαλοῦντος αὐτοῦ. Ἀνέσχου τοίνυν ἡμῶν, φασὶ, καίτοι πλειστάκις προσκεκρουκότων. | |
15 | «Σὺ γὰρ εἶ Πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς.» Οὐκ ἀρνοῦν‐ ται τοὺς πατέρας. Ἀσυντελὲς γὰρ τοῦτο αὐτοῖς πρὸς μετάγνωσιν. Οὐ γὰρ ἐκβέβληνται δι’ αὐτοὺς, ἀπονέ‐ μουσι δὲ μᾶλλον τῷ φιλαγάθῳ Θεῷ τὸ πλεονεκτεῖν | |
20 | εἰς φιλοστοργίαν, καὶ τοὺς κατὰ σάρκα πατέρας· Πατὴρ γάρ ἐστι πατέρων. Γεγόναμεν γὰρ ἐξ αὐτῶν, φασὶ, πλὴν οὐ τεθέανται ἡμᾶς. Σύ γε μὴν οὐ διαλέλοιπας τὴν Πατρὶ τῷ φιλόπαιδι πρέπουσαν εἰς ἡμᾶς ἀποσώζων, καὶ φειδῶ, καὶ ἀγάπην. Ῥῦσαι | |
25 | τοίνυν ἡμᾶς· ἐπεκλήθη γὰρ ἡμῖν τὸ ὄνομα τὸ σόν· κλῆρος γάρ σου, καὶ λαὸς χρηματίζομεν. Ἐπειδὴ δὲ διὰ πολλὴν ἀπείθειαν, καὶ σκαιότητα τρόπων ἐμ‐ παροινίσαντες τῷ Χριστῷ ἐκπεπτώκασι τῆς πρὸς αὐτὸν οἰκειότητος, πνευματικῆς δηλονότι, καὶ ἀμέτο‐ | |
30 | χοι γεγόνασι τῶν παρ’ αὐτοῦ χαρισμάτων, καὶ τῆς εὐαγγελικῆς πολιτείας οὐκ ἔγνωσαν τὴν ὁδόν· ταύ‐ τῃτοι, καὶ μάλα εἰκότως, θρηνοῦντες φασίν· Ἵνα τί ἐπλάνησας ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας ἡμῶν τὴν καρδίαν, τοῦ μὴ φοβεῖσθαί σε; Ἐσκλήρυναν μὲν γὰρ | |
35 | αὐτοὶ τὰς ἑαυτῶν καρδίας. Εἴρηται γοῦν πρὸς αὐ‐ τοὺς διὰ τῆς τοῦ προφήτου φωνῆς· «Διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν.» Πλὴν κατα‐ μαλθάξαι δυνάμενος ὁ τῶν ὅλων Θεὸς, ἀπηνῆ καὶ ἄθραυστον ἔχειν αὐτοὺς συγκεχώρηκε νοῦν. Καὶ | |
40 | ταύτης ἔνεκα τῆς αἰτίας, ὅτι μὴ τρυφερὰς ἀπέφηνεν αὐτὰς, αὐτὸς σκληρῦναι λέγεται, τοῖς δὲ τοῦτο πεπονθόσι πᾶσά πως ἀνάγκη καὶ τὸ ἕτερον ἐπελθεῖν, φημὶ δὴ τὸ ἔξω τοῦ θείου γενέσθαι φόβου. Βλέπει δὲ τοῦτο πρὸς ὄλεθρον, καὶ εἰς πέταυρον ᾅδου κατακο‐ μίζει ψυχάς. Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς | |
45 | φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρόν τι κλη‐ ρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου. Ἐγενό‐ μεθα ὡς τὸ ἀπ’ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ’ ἡμᾶς. Αἰτοῦσι πάλιν τὴν πρὸς αὐτοὺς ἐπιστροφὴν, τὴν | |
70.1393(50) | διά γε φημὶ γαληνότητα, καὶ φιλανθρωπίαν. Δούλους δὲ καὶ κλῆρον εἶναι φασίν· οὐχ ὡς πεπραχότες τι δουλοπρεπὲς, ἤγουν ταῖς αὐτοῦ ζεύγλαις ὑποσχόντες τὸν αὐχένα, ἀλλ’ οὐδὲ ὡς τελοῦντες εἰς κλῆρον τὸν ἐκνεμηθέντα αὐτῷ μελετήσαντες τὸ εὐήνιον. Ἐπειδὴ | |
55 | δὲ ἅπαξ κεχρηματίκασιν αὐτοῦ, καὶ τὴν πρὸς αὐτὸν | 1393 |
70.1396 | οἰκειότητα πεπλουτήκασιν ἐν ἀρχαῖς, διὰ τοῦτο καὶ μόνον αἰτοῦντες τὸ σώζεσθαι· «Ἐπίστρεψον γὰρ,» φησὶν, «ἵνα μικρόν τι κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου.» Ὄρος μὲν οὖν ἅγιον τὴν Ἐκκλησίαν | |
5 | πλεισταχοῦ φησι τὸ Γράμμα τὸ ἱερὸν, ἧς γεγόνασι βραχύ τι μέρος οἱ ἐξ Ἰσραήλ· εἰ μὲν γὰρ παρεδέξαντο τὴν πίστιν, τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, συναγήγερτο ἂν ἐξ αὐτῶν εἰς πολύ τι μέρος τῆς Ἐκκλησίας τὸ σύστημα, προσεπενεχθείσης αὐ‐ | |
10 | τοῖς καὶ τῆς τῶν ἐθνῶν πληθύος. Ἐπειδὴ δὲ διὰ πολλὴν ἀπείθειαν κατόπιν γεγόνασι τῶν ἐθνῶν, καὶ ἀριθμοῦ μὲν κρείττων ἡ ἐκείνων ἐστὶ πληθὺς, αὐτοὶ δὲ δὴ κομιδῇ βραχεῖς· σέσωσται γὰρ τὸ κατάλειμμα· διὰ τοῦτο μικρόν τι κεκληρονομήκασι μέρος ἐν τῷ | |
15 | ὄρει τῷ ἁγίῳ, τουτέστι, τῇ Ἐκκλησίᾳ. Εἰ δὲ δή τις λέγοι τὴν ἄνω πόλιν, τὴν ἐν οὐρανοῖς Ἐκκλησίαν, τὴν τῶν ἁγίων μητέρα καὶ τροφὸν, ὄρος ἄγιον ὀνο‐ μάζεσθαι παρ’ αὐτῶν, καὶ ἐν αὐτῷ βούλεσθαι κλήρου μέρος λαχεῖν, ὀρθῶς συνήσεις, καὶ κατὰ τοῦτον τὸν | |
20 | τρόπον· γενέσθαι δέ φησι τὸ ὡς ἀπαρχῆς, ὅτε οὐκ ἦρχεν αὐτῶν, οὔτε μὴν ἐπεκλήθη τὸ ὄνομα αὐτοῦ ἐπ’ αὐτούς· ἔχει δὲ πολὺ τὸ εἰκὸς ὁ λόγος· ἐκπεπτωκό‐ τες γὰρ ἅπαξ τῆς παρ’ αὐτοῦ φειδοῦς, καὶ σκέπης ὑπενόστησαν εἰς τὸ ἐν ἀρχαῖς. Καὶ ποῖα ταῦτά ἐστιν; | |
25 | Ἐδούλευον Αἰγυπτίοις πηλῷ καὶ πλινθείᾳ, καὶ τοῖς εἰς τοῦτο καμάτοις καταικιζόμενοι διετέλουν· πε‐ πτώκασι δὲ καὶ νῦν ὑπὸ πόδας διαβολικοὺς, καὶ τοῖς τῆς σαρκὸς πάθεσι καὶ κοσμικαῖς ἐπιθυμίαις κατα‐ μιαίνονται· πλινθεία γὰρ αὕτη νοοῖτο ἂν εἰκότως ἡ | |
30 | κεκρυμμένη. Ἐλάτρευον ἐν Αἰγύπτῳ πνεύμασι πο‐ νηροῖς, καὶ νῦν ἐν αὐτοῖς ἐστι πνεῦμα τὸ ἀκάθαρ‐ τον. Καὶ τοῦτο αὐτὸς ἡμᾶς ὁ Σωτὴρ ἐδίδαξε λέγων περὶ αὐτῶν, «Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, πορεύεται δι’ ἀνύδρων τόπων | |
35 | ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει. Τότε λέγει· Εἰς τὸν οἶκόν μου ἐπιστρέψω, ὅθεν ἐξῆλθον. Καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, καὶ σεσαρωμένον· τότε παραλαμβάνει, φησὶν, ἕτερα ἑπτὰ πνεύματα πονη‐ ρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ | |
40 | γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου, χείρονα τῶν πρώτων. Οὕτως ἔσται,» φησὶ, «τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.» Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τήκεται· καὶ κατακαύσει πῦρ | |
45 | τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομα Κυρίου ἐν τοῖς ὑπεναντίοις. Ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται, ὅταν ποιήσῃς τὰ ἔνδοξα. Τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Ἔθος τοῖς ἁγίοις προφήταις τὰς ὑπὲρ τοῦ Ἰσραὴλ | |
70.1396(50) | ποιεῖσθαι λιτὰς, πλημμελοῦντος ἔσθ’ ὅτε, καὶ εἰσ‐ πράττεσθαι μέλλοντος τῶν αἰτιαμάτων τὰς δίκας, ἀποσκευαζόμενοι δὲ ὥσπερ τὰ ἐξ ὀργῆς, εἰς ἑτέρους αὐτὴν πέμπεσθαι παρεκάλουν, καὶ εἰς τὰς τῶν ἀλ‐ λοφύλων τρέπεσθαι κεφαλάς. Καὶ γοῦν ὁ θεσπέσιος | |
55 | Μελῳδὸς, ἐν ἑβδομηκοστῷ καὶ ὀγδόῳ ψαλμῷ, πε‐ πορθημένην ἐθρήνει τὴν Ἱερουσαλὴμ, καὶ δὴ καὶ | |
ἔφασκεν· «Ὁ Θεὸς, εἰσήλθοσαν ἔθνη εἰς τὴν κληρο‐ | 1395 | |
70.1397 | νομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἄγιόν σου.» Ἕτερά τε πρὸς τούτοις ἐπενεγκὼν διὰ μέσου φησίν· «Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέ‐ | |
5 | σαντο.» Τοιοῦτόν τι καὶ νῦν ὁ προφήτης φησίν· «Ἐὰν γὰρ ἀνοίξῃς τὸν οὐρανὸν,» τῇ καθόδῳ τῆς ὀργῆς δηλονότι, καθάπερ ἀμέλει καὶ ἐν τῷ καιρῷ τοῦ κατακλυσμοῦ· ἀνεῴχθησαν γὰρ οἱ καταράκται τοῦ οὐρανοῦ· τότε τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ | |
10 | τακήσονται, «ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τήκε‐ ται.» Ὄρη δέ φησιν ἐν τούτοις, οὐχὶ δή που πάντως τὰ αἰσθητὰ, δυνάμεις δὲ μᾶλλον τὰς πονηρὰς, διὰ πολλὴν ἄγαν ὑπεροψίαν, ὄρεσι τοῖς ὑψηλοτάτοις εὖ μάλα παρεικασμένας. Ταύτας δὴ οὖν τὰς τῆς ἀλαζο‐ | |
15 | νείας συντρόφους δυνάμεις τρόμος λήψεται. «Κατα‐ τακήσονται γὰρ ὡς ὑπὸ πυρός.» Ὑπεναντίους ὄντας τοῖς σοῖς δηλονότι θεσπίσμασι, πυρὸς δίκην ἐμπί‐ πτουσα κατακαύσειεν ἂν ὀργή. «Καὶ φανερὸν ἔσται τὸ ὄνομα Κυρίου ἐν τοῖς ὑπεναντίοις.» Καὶ τί δὴ | |
20 | τοῦτό ἐστι; Θαυματουργεῖ μὲν γὰρ πλειστάκις ὁ τῶν ὅλων Θεὸς, τῆς ἐνούσης δυνάμεως αὐτῷ καὶ ὑπερ‐ οχῆς τὸ μέγεθος ἐναργὲς καθιστάς. Διὰ τούτου ἐκό‐ λαζε, καὶ ἁμαρτωλοὺς ἔσθ’ ὅτε, καὶ διὰ τῆς ἐπ’ αὐ‐ τοῖς ὀργῆς ἐναργῆ καθιστὰς ἑαυτόν· ὁποῖόν τι γέ‐ | |
25 | γονεν, ὅτε Σοδομίταις ἐπηφίετο πῦρ, ἤγουν ὅτε τὸν ἀπόπληκτον Φαραῶ πολλαῖς καὶ ἀφορήτοις ὑπετίθει πληγαῖς. Οὐκοῦν, ὦ Δέσποτα, φασὶ, μὴ φανερώσῃς τὴν σεαυτοῦ δόξαν ἤτοι τὸ ὄνομα, διὰ τῆς καθ’ ἡμῶν ὀργῆς· ἐπάγαγε δὲ μᾶλλον αὐτὴν δυνάμεσι πονηραῖς, ἤγουν τοῖς ἀναφανδὸν τῇ σῇ μαχομένοις δόξῃ, καὶ ἐκ | |
30 | πολλῆς ἄγαν ὑπεροψίας παρενηνεγμένοις εἰς τοῦτο. Ἔσῃ γὰρ καὶ οὕτως ἐμφανής. Ὅτε γὰρ ποιήσῃς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη· καὶ πάλιν ἐκεῖνα τὰ ὄρη φησὶν, ὧν ἐμνήσθημεν ἀρτίως. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλὴν σοῦ, καὶ τὰ ἔργα σου, ἃ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον· | |
35 | συναντήσεται γὰρ τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. Ἀόρατον μὲν τῇ φύσει τὸ Θεῖόν ἐστι· «Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε,» κατὰ τὸ γεγραμμένον· θεωρεῖταί γε μὴν τοῖς τῆς διανοίας ὄμμασιν, ἐξ ὧν | |
40 | ἂν ἐργάσαιτο παραδόξως, καὶ ὑπὲρ λόγον. «Τὰ γὰρ ἀόρατα αὐτοῦ,» φησὶν, «ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμίς τε καὶ θειότης·» ἐπιγινώσκεται δὲ πλειστά‐ κις, καὶ δι’ ὧν ἂν εὐεργετεῖ, καὶ τῆς ἐνούσης αὐτῷ | |
45 | γαληνότητος ποιεῖται τὴν ἔνδειξιν, διασώζων ἀδοκή‐ τως τοὺς ἐξ ἁπάσης ἐλπίδος ὠλισθηκότας, καὶ χεῖρα νέμων σωτήριον τοῖς χαμαί που, καὶ ὡς ἐν γῇ κει‐ μένοις. Τοιοῦτόν τί φασιν οἱ τὴν προκειμένην λιτὴν ἀναφέροντες. Ἀπὸ γὰρ τῆς τοῦ κόσμου καταβολῆς | |
70.1397(50) | οὔτε ἠκούσαμεν, οὔτε μὴν τεθεάμεθα τοιοῦτόν τινα Θεὸν, πλὴν ἄρα σοῦ τε καὶ μόνου· τοῖς γὰρ ὑπο‐ μένουσί σε, τουτέστι, τοῖς εἰς σὲ πεποιημένοις τὴν ἐλπίδα, ἐπιδαψιλεύει τὸν ἔλεον· ἕψεται γὰρ πάντως τοῖς τῆς δικαιοσύνης ἐργάταις, κἀκείνοις αὐτὸν ἁρ‐ | |
55 | μόσει λαβεῖν, οἵπερ ἂν εἶεν ἐν μνήμῃ τῶν σῶν ὁδῶν, τουτέστι, τῶν σῶν θελημάτων ἀποτελεσταί· ὁδοὺς | |
γὰρ Κυρίου φαμὲν εἶναι τὰς ἐντολὰς αὐτοῦ. Καὶ γοῦν | 1397 | |
70.1400 | ὁ θεσπέσιος ψάλλει Δαβὶδ, ποτὲ μὲν, ὅτι «Ἐν τῇ ὁδῷ σου ζήσομαι,» ποτὲ δὲ πάλιν· «Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.» | |
4t | ΤΟΜΟΣ ϛʹ. | |
5 | Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν. Διὰ τοῦτο ἐπλανήθημεν, καὶ ἐγενήθημεν ὡς ἀκάθαρ‐ τοι πάντες ἡμεῖς, καὶ ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν· καὶ ἐξεῤῥύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν· οὕτως ἄνεμος | |
10 | οἴσει ἡμᾶς ὡς χοῦν, καὶ οὐκ ἔστιν ὁ ἐπικαλού‐ μενος τὸ ὄνομά σου, καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου, ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ’ ἡμῶν, καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. | |
15 | Ἔδοξε τισὶ τῶν ἐξηγητῶν, καθ’ ἑτέραν ἔννοιαν τοῖς προκειμένοις προσβαλεῖν. Ἀναστρέφουσι γὰρ τῶν λέξεων τὴν ἀπόδοσιν, ἤτοι τῶν ἐννοιῶν τὴν δύναμιν, ἵνα τοιοῦτον ᾖ τὸ λεγόμενον· «Ἰδοὺ ἡμεῖς ἡμάρτομεν, ὠργίσθης δὲ σύ.» Οὐ γάρ τοι, φασὶ, παρ‐ | |
20 | αίτιος αὐτοῖς τοῦ πλημμελεῖν ἡ θεία γέγονεν ὀργή. Ἐπειδὴ δὲ αὐτοὶ πεπαρῳνήκασιν, ὠργίσθη Θεὸς, δεδίασι γὰρ κατὰ τὸ εἰκὸς μὴ ἄρα πως ἁμαρτίας πρόξενος ὁ θεῖος νοεῖται θυμός. Οἶμαι δὲ δεῖν ἐκεῖνο εἰπεῖν, οὐ γάρ τοι κατάῤῥησιν ἔχει τῆς θείας ὀργῆς, | |
25 | τὸ τοὺς ὑπ’ αὐτῇ γεγονότας ἀνικάνως ἔχειν πρός γε τὸ δύνασθαι διαφυγεῖν τῆς ἁμαρτίας τὴν ἔφοδον. Ἕως μὲν γὰρ ἐφ’ ἡμῖν ὁ σώζων εὐφραίνεται, κατευμεγε‐ θοῦμεν τῆς ἁμαρτίας, καὶ τῶν ἐκ φαυλότητος ῥύπων ἀποφοιτῶντες εὐσθενῶς τοῖς εἰς εὐανδρίαν πνευμα‐ | |
30 | τικὴν αὐχήμασι στεφανούμεθα. Καταπικραίνοντες δὲ τῆς ἰσχύος τὸν χορηγὸν, καὶ τῆς εὐανδρίας τὸν πρύτανιν, πίπτομεν εἰς τὸ ἄναλκι, καὶ ἀδρανῆ πως, καὶ παρειμένον τὸν ἑαυτῶν εὑρήσομεν νοῦν. Θεὸς γάρ ἐστιν ὁ τῶν δυνάμεων Κύριος. Καὶ γοῦν ἔφη Χρι‐ | |
35 | στὸς, ὅτι «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.» Ἔφη δέ που καὶ ὁ θεσπέσιος Δαβὶδ πρὸς αὐτὸν περὶ παντὸς ἁγίου, ὅτι «Τὸ καύχημα τῆς δυνάμεως αὐ‐ τῶν οὐ εἶ.» Καὶ μὴν καὶ ἑτέρωθί που τὸ δύνασθαί τι τῶν ἀγαθῶν κατορθοῦν, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλὰ | |
40 | καὶ ταῖς τοῦ Θεοῦ δυνάμεσιν ἀνατεθεὶς ψάλλει, καί φησιν· «Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόν‐ των ἡμᾶς.» Ὥσπερ τοίνυν τὸ τῆς ἄνωθεν ἡμερότη‐ τος εὐμενὲς, ἀλκιμωτάτους ἡμᾶς ἀποφαίνει, καὶ | |
45 | διανευροῖ πρὸς ἀντίστασιν τοῦ κακοῦ· κατὰ τὸν ἴσον τουτονὶ τρόπον, ὅταν ὑπὸ θείαν πίπτωμεν ὀργὴν, τὸ τηνικάδε πᾶσά πως ἀνάγκη δουλοπρεπῶς ὑποφέ‐ ρεσθαι ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς· ὠργίσθης τοίνυν ἐφ’ οἷς δηλονότι πεπαρῳνήκαμεν, καὶ γεγόναμεν | |
70.1400(50) | ἁμαρτωλοὶ, καὶ βέβηλοι, ὥστε καὶ πᾶσαν ἡμῶν, φησὶ, τὴν δικαιοσύνην ἐοικέναι ῥάκει γυναικὸς ἀποκαθ‐ ημένης, τουτέστι, βδελυρὰν εἶναι καὶ ἀκάθαρτον. Οὐ γὰρ ἔστι δικαιοσύνην ἰδεῖν παρὰ τοῖς ἐξ αἵματος | |
Ἰσραὴλ, νυνὶ δὴ μάλιστα μετὰ τὴν εἰς Χριστὸν | 1399 | |
70.1401 | ἀσέβειαν, ἄμωμόν τε καὶ ἀκατάσκοπον· οἱ γὰρ ὅλως φωτὸς τοῦ θείου καὶ νοητοῦ γυμνὴν καὶ ἐρήμην ἔχοντες τὴν καρδίαν, πῶς ἂν εἰδεῖεν τὴν εὐθὺ τῶν ἱερῶν νόμων ἀποφέρουσαν τρίβον; Ἢ πῶς ἂν δίκαιοι | |
5 | κατὰ τὸ ἀληθὲς τῶν εὐαγγελικῶν κηρυγμάτων ἠμοιρηκότες, δι’ ὧν ἔστι μαθεῖν τῆς ἀξιαγάστου πο‐ λιτείας τὴν ὁδόν; ἀκάθαρτοι δὴ οὖν, κἂν εἰ δοκοῖεν εἶναι τινὲς χρηστοὶ καὶ ἐπιεικεῖς. Ὥσπερ δὲ φύλλα πεπτώκασιν ἐκ φυτοῦ, καὶ οὐδὲν ἀπεικὸς εἰ τοῦτο | |
10 | παθόντες, καὶ διαῤῥιπτεῖσθαι πανταχοῦ προσδοκῶσιν οἱ τάλανες· εὐπαρακόμιστον γὰρ ἐσχήκασι τὴν καρ‐ δίαν, καὶ οἷον παντὶ περιφερομένην πνεύματι, καὶ οὐδείς ἐστι παρ’ αὐτοῖς ὁ γνησίως ἐπικαλεῖσθαι Θεὸν εἰδὼς, ἤγουν διὰ μνήμης ἔχων, ὅτι χρὴ τῆς πρὸς | |
15 | αὐτὸν οἰκειότητος ἀντιλαβέσθαι νεανικῶς· πεπτώκα‐ μεν δὲ, φασὶ, πρὸς τοῦτο ταλαιπωρίας, «ὅτι ἀπ‐ έστρεψας τὸ πρόσωπόν σου ἀφ’ ἡμῶν, καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν.» Οὐ γὰρ ἦν εὐπράξαι τοὺς ἀποστροφὴν ὑπομείναντας τὴν παρὰ Θεοῦ, ἀλλ’ ἦν πᾶσά πως ἀνάγκη παντὶ περιπείρεσθαι κακῷ τοὺς ταῖς οὕτω πολλαῖς ἁμαρτίαις κατηχθισμένους. | |
20 | Καὶ νῦν, Κύριε, Πατὴρ ἡμῶν σὺ εἶ. Ἡμεῖς δὲ πηλὸς, ἔργα τῶν χειρῶν σου πάντες ἡμεῖς. Μὴ ὀργίζου ἡμῖν σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. Καὶ νῦν ἐπίβλε‐ ψον, ὅτι λαός σου πάντες ἡμεῖς, πόλις τοῦ | |
25 | Ἁγίου σου. Παραιτοῦνται σφόδρα τὸ εἰσάπαν ἀπολισθεῖν τῆς πρὸς αὐτὸν οἰκειότητος. Ἐπειδὴ δὲ διὰ πολλὴν ἁμαρ‐ τίαν παρηνέχθησαν εἰς τοῦτο, πλέκουσί πως ἀρίστῃ τέχνῃ τὰς λιτάς· οὐ γὰρ ἔχοντες ἐξ ἔργου καὶ ἐξ | |
30 | ἀμωμήτου ζωῆς ἐκδυσωπῆσαι τὸν σώζοντα, ἐφ’ ἕτε‐ ρόν τι βαδίζουσι. Παρακαλοῦσι γὰρ ὡς Δημιουργὸν ποιημάτων ἰδίων θέσθαι τινὰ λόγον, καὶ νεῖμαι φειδῶ τοῖς παρ’ αὐτοῦ παρενηνεγμένοις εἰς τὸ εἶναι, καὶ ζῇν. «Πατὴρ γὰρ ἡμῶν κεχρημάτικας,» φησὶν, | |
35 | «ἐσμὲν δὲ ἡμεῖς τῶν σῶν ἔργα χειρῶν. Οὐκοῦν μὴ ὀργίζου ἡμῖν σφόδρα.» Οὐκ ἀγνοοῦσιν, ὅτι προσκε‐ κρούκασιν, ὁμολογοῦσι δὲ μᾶλλον, ὅτι καὶ δίκης ἀξίους ἑαυτοὺς ἀπέφηναν, πεπαρῳνηκότες ἀγρίως εἰς τὸν Υἱόν· διὰ τοῦτο μονονουχὶ κολάζουσι τὴν | |
40 | λιτὴν, καὶ οὐκ ἐλευθέραν παντελῶς ποιοῦνται τὴν πρόσοδον· βραχὺ δέ πως τὴν παῤῥησίαν συστείλαντες, οὐ τὸ μηδὲ ὅλως ὀργίζεσθαι κατ’ αὐτῶν αἰτοῦσιν ἐλεεινῶς τὸν Θεὸν, ἀναπλέκεσθαι δὲ μᾶλλον γαληνό‐ τητι τὸν θυμόν. Ἄξιοι μὲν γὰρ ὀργῆς ὁμολογουμέ‐ | |
45 | νως, φησὶν, οἱ τοῖς οὕτως δεινοῖς ἐνισχημένοι κακοῖς, ἀλλὰ τῆς σῆς ἡμερότητος ἄξιον γένοιτο ἂν τὸ κολοβοῦν ἐφ’ ἡμῖν, καὶ τὰ ἐκ δικαίας ὀργῆς. «Ἐν καιρῷ» τοί‐ νυν θλίψεως, φησὶ, «μὴ μνησθῇς τῶν ἁμαρτιῶν ἡμῶν, ἐννοῶν ὅτι ὁ λαός σου πάντες ἡμεῖς, καὶ πόλις | |
70.1401(50) | τοῦ Ἁγίου σου,» τουτέστιν, ἐν ᾗ τὸ σὸν ἁγίασμα. Σημαίνουσι δὲ διὰ τούτων τὸν νεών. Ἐγενήθη ἔρημος Σιὼν, ὡς ἔρημος ἐγενήθη Ἱερουσαλὴμ, εἰς κατάραν ὁ οἶκος τὸ ἅγιον ἡμῶν, ἡ δόξα ἣν εὐλόγησαν οἱ πατέρες ἡμῶν, | |
55 | ἐγενήθη πυρίκαυστος, καὶ πάντα τὰ ἔνδοξα | 1401 |
70.1404 | συνέπεσε. Καὶ ἐπὶ πᾶσι τούτοις ἠνέσχου, Κύ‐ ριε, καὶ ἐσιώπησας, καὶ ἐταπείνωσας ἡμᾶς ἕως σφόδρα. Τὰς ἐν ψυχῇ ζημίας προαπαγγείλαντες, καὶ ὅτι | |
5 | γεγόνασι ταῖς ἁμαρτίαις εὐάλωτοι προηγορευκότες, εὐπαράφοροί τε καὶ φύλλων δίκην ὑπὸ παντὸς πνεύ‐ ματος τῇδέ τε κἀκεῖσε διαῤῥυπτούμενοι, διαμνημο‐ νεύουσι λοιπὸν καὶ τῶν ἔξωθεν αὐτοῖς ἐπενηνεγμέ‐ νων συμφορῶν· ἐοίκασι δὲ τὴν τῶν Ἱεροσολύμων | |
10 | πόρθησιν ὀλοφύρεσθαι, καὶ τὸν ἐμπρησμὸν τοῦ ναοῦ· μετὰ γάρ τοι τὸν τοῦ Σωτῆρος σταυρὸν, ταυτὶ δὴ πάντα τετέλεσται· «Ἔρημος δὲ οὖν ἐγενήθη ἡ Σιὼν,» φησὶν, ἡ διαπρεπὴς οὕτω, καὶ διαβόητος, καὶ πολυανδροῦσα ποτέ. «Γέγονε δὲ καὶ εἰς κατάραν τὸ | |
15 | ἅγιον ἡμῶν·» τὸ δὲ, κατάραν φασὶν, ἀντὶ τοῦ, εἰς κα‐ τάῤῥησιν καὶ λοιδορίαν τοῖς οὐκ εἰδόσι Θεόν· οἱ γὰρ τῶν δαιμόνων θεραπευταὶ πασχόντων ἁγίων, ἤγουν τῶν καθ’ ὁντιναοῦν τρόπον ἀνακειμένων Θεῷ, πλατὺ γελῶσι, καὶ κατεπαίρονται, καὶ τὴν τοῦ σώζοντος | |
20 | αὐτοὺς διασύρουσι δόξαν. Οἴονται γὰρ ἴσως τὴν αὐ‐ τοῦ χεῖρα παθεῖν τὸ μὴ ἰσχῦσαι σώζειν αὐτοὺς, καὶ οὐκ ἐννοοῦσιν, ὅτι πεπτώκασιν ὑπὸ δίκην πεπραχότες τινὰ τῶν ἀπᾳδόντων αὐτῷ. «Εἰς κατάραν» τοίνυν «ὁ οἶκος τὸ ἅγιον ἡμῶν.» Ἅγιος γὰρ ἦν παρ’ αὐτοῖς | |
25 | ὁ ναὸς, γέγονε δὲ καὶ πυρίκαυστος, φησὶν, ὁ διὰ φωνῆς τῶν ἁγίων πατέρων, ὥστε περιφανὴς, καὶ ἀοίδιμος προαπηγγελμένος· συμπεπτωκέναι δέ φασι πάντα τὰ ἔνδοξα· σέβασμα γὰρ ἦν ὅλως οὐδὲν τῶν ἐν τῷ θείῳ ναῷ κειμένων σκευῶν ἱερῶν, τοῖς διαρπάζουσιν | |
30 | αὐτὰ, καὶ καταπιμπρᾶσιν· «Ἠνέσχου δὲ,» φησὶν, «ἐπὶ πᾶσι τούτοις, καὶ κατεσίγησας, καὶ κατεκόμι‐ σας ἡμᾶς ἕως ἐδάφους.» Ἐπειδὴ γὰρ ἀποσοβῆσαι δυνάμενος τῶν πολεμίων τὴν ἔφοδον, συγκεχώρηκεν ἰσχῦσαι, καὶ καταδραμεῖν, καὶ αὐτοῦ τοῦ νεὼ, δια‐ | |
35 | τεκμαίρονται λοιπὸν, ὅτι παρεώρανται δι’ ὀργὴν, καὶ ἁμαρτιῶν ἐπίχειρα, τὴν ἐπ’ αὐτοῖς δὴ τούτοις σιγὴν ἐσχήκασιν. ᾯ γὰρ ἐνὸν εὐκόλως ἀποστῆσαι τὴν ὕβριν, εἶτα τοῦτο μεθεὶς, καὶ προελθεῖν εἰς πέ‐ ρας ἐφιεὶς τὰ δεινὰ, δῆλος ἂν εἴη δήπουθεν δριμεῖαν | |
40 | αὐτοῖς ἐπιστάξας ὀργὴν, ὡς καὶ δόξης ἰδίας ὑπερ‐ ιδεῖν, καὶ ἀνασχέσθαι γέλωτος ἐχθρῶν, ὅταν ἐκβαίνῃ καλῶς τὸ ἐκτιννύναι δίκας τοὺς οἷς ἂν πρέποι κολάζε‐ σθαι διὰ πολλὴν ἁμαρτίαν. Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, | |
45 | εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπα· Ἰδοὺ εἰμὶ τῷ ἔθνει, οἳ οὐκ ἐπεκαλέσαντο τὸ ὄνομά μου. Ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα, καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθείας, ἀλλὰ ὀπίσω τῶν | |
70.1404(50) | ἁμαρτιῶν αὐτῶν. Ἀναγκαίως τοῖς ἤδη προειρημένοις ἐπιφέρεται ταῦτα. Ἐπειδὴ γὰρ ἔφασκον· «Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε·» προσεπήγαγον δὲ, ὅτι | |
55 | «Ἐγενήθη ἔρημος Σιὼν, ὡς ἔρημος ἐγενήθη Ἱερου‐ σαλὴμ, εἰς κατάραν ὁ οἶκος ὁ ἅγιος ἡμῶν.» λοιπὸν | |
ἀναγκαίως τὸ αὐτοῦ πρόσωπον εἰσβέβηκε τοῦ Χρι‐ | 1403 | |
70.1405 | στοῦ, τὰς αἰτίας ὥσπερ ἀπαγγέλλων, ἐφ’ αἷς εἰκό‐ τως ταυτὶ πεπονθότες, οὐχ ἑαυτοῖς μᾶλλον ἐπιγρά‐ φουσι τὰς αἰτίας, ἐγκαλοῦσιν, ὥσπερ τῷ τὴν ἰσόῤ‐ ῥοπον αὐτοῖς ἐπάγοντι δίκην. «Ἐμφανὴς γὰρ γέγονα,» | |
5 | φησὶ, «καὶ τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν·» αὐτόμολος γὰρ ὁ Σωτὴρ εἰστρέχων ἐν ταῖς συναγωγαῖς, ἐδίδασκεν αὐτοὺς κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ, καθὰ γέ‐ | |
10 | γραπται. Τί γὰρ οὐ πέπρακται παρ’ αὐτοῦ τῶν ἐπέκεινα καὶ λόγου καὶ θαύματος; Ἀπηλλάττοντο λεπροὶ, καὶ χειρὸς ἁφῇ, καὶ νεύματι τῷ θεοπρεπεῖ, ἠγέρθησαν ἐκ μνημάτων νεκροὶ, τυφλοὶ τὸ τριπόθη‐ τον ἐδέχοντο φῶς, ἀνεσκίρτησαν ὡς ἔλαφοι τῷ ποδὶ | |
15 | λελωβημένοι. Καὶ γοῦν τοῖς ταῦτα τεθεαμένοις ἔφασκεν ὁ Χριστός· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πα‐ τρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε.»—«Εἶπον» τοίνυν, φησὶν, «Ἐγώ εἰμι τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσαν | |
20 | τὸ ὄνομά μου·» εὑρίσκεται γὰρ ποτὲ μὲν λέγων, «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,» ποτὲ δὲ πάλιν, «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πι‐ στεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος·» ἀλλ’ οὐκ | |
25 | ἤθελον ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ, καίτοι διαῤῥήδην τὸ «Ἐγώ εἰμι» λέγοντος πλεισταχοῦ. Ὅτι δὲ γεγό‐ νασιν ἀνουθέτητοι καὶ ἐν ἴσῳ τάχα που τοῖς οὐκ ἔχουσιν ὦτα, σκληροί τε καὶ ἀπειθεῖς, διαδείκνυσι λέγων, ὅτι «Ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν | |
30 | ἀπειθοῦντα, καὶ ἀντιλέγοντα·» κατειθίσμεθα γὰρ ἀείπως τοῖς ἀνηκόοις προσδιαλεγόμενοι μετὰ βοῆς τὰς χεῖρας ἁπλοῦν, καὶ πλείστην ὅσην κατ’ αὐτῶν ποιεῖσθαι τὴν ἐπίπληξιν· «ἀλλ’ οὐκ ἐπορεύθησαν,» φησὶν, «ὁδῷ ἀληθινῇ.» Παρεδέξαντο γὰρ οὐδαμῶς | |
35 | τὸ σωτήριον κήρυγμα, «εἵποντο δὲ μᾶλλον ταῖς ἑαυ‐ τῶν ἁμαρτίαις,» τουτέστιν, ἀσχέτῳ φορᾷ κατεφέροντο πρὸς ἀτημελῆ καὶ ἐκνομωτάτην ζωὴν, δίκης τε αὐ‐ τοῖς καὶ ὀλέθρου πρόξενον. Τοῦτο πάλιν ὁ Σωτὴρ αὐτοῖς εὑρίσκεται λέγων· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ | |
40 | πιστεύσητε, ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Ἀντεπράττοντο γὰρ νουθετούμενοι, παρήγγειλον δὲ καὶ τοῖς ὑπὸ χεῖρα λέγοντες· «Δαιμό‐ νιον ἔχει, καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;» Ναὶ μὴν κἀκεῖνο πρὸς τούτῳ βοῶντες· «Περὶ καλοῦ ἔρ‐ γου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν.» | |
45 | Ὁ λαὸς οὗτος ὁ παροξύνων με, ἐνώπιον ἐμοῦ αὐτοὶ διὰ παντός. Θυσιάζουσιν ἐν τοῖς κήποις, καὶ θυμιῶσιν ἐν τοῖς πλίνθοις τοῖς δαιμονίοις, ἃ οὐκ ἔστι. Καὶ ἐν τοῖς μνήμασι, καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι’ ἐνύπνια, οἱ ἐσθίοντες | |
70.1405(50) | κρέα ὕεια, καὶ ζωμὸν θυσιῶν, μεμολυσμένα πάντα τὰ σκεύη αὐτῶν· οἱ λέγοντες, Πόῤῥω ἀπ’ ἐμοῦ, ὅτι καθαρός εἰμι, μὴ ἐγγίσῃς μοι. Οὗτος ὁ καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας. | |
55 | Ἀνοσίους ὄντας ἐλέγχει τοὺς ἐξ Ἰσραὴλ, καὶ οὔτι | |
που μόνον κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, ἀλλὰ γὰρ | 1405 | |
70.1408 | ἄνωθεν, καὶ οἷον ἐκ ῥίζης, καὶ ἐκ πατέρων οἱ τὸν θεῖον αὐτοῦ παρωσάμενοι νόμον, καὶ μονονουχὶ τὸ ἐῤῥῶσθαι φθάσαντες ταῖς διὰ Μωσέως ἐντολαῖς, λε‐ λατρεύκασιν εἰδώλοις, καὶ τεθύκασι τοῖς ψευδωνύμοις | |
5 | θεοῖς, καὶ πνευμάτων ἀκαθάρτων γεγόνασι θεραπευ‐ ταί. «Οὗτος ὁ λαὸς ἀεὶ γέγονε,» φησὶ, «παροξύνων με. Τεθύκασι γὰρ ἀκαταλήκτως,» τουτέστιν, ἐν χρό‐ νοις μακροῖς, «ἐνώπιόν μου.» Εἶτα πῶς ἦν δύνασθαι λαθεῖν αὐτοὺς, καίτοι πάντα ἐφορῶντος Θεοῦ; Ἔφη | |
10 | γάρ που, καὶ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤ‐ ῥωθεν, μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τι;» Οὐκοῦν εἰ μηδὲν ἀπ’ αὐτοῦ κρύπτεται, πῶς ἂν ἔλαθον τινὲς θυμιῶντες ἐν κήποις, ἤγουν ἐν δρυμοῖς, ὄρεσί τε καὶ νάπαις; | |
15 | Τί οὖν ἄρα τὸ «ἐνώπιόν μου» δηλοῖ, ἀντὶ τοῦ, καὶ εἰς αὐτὸν τὸν ἀφιερωθέντα μοι νεών. Ἔφη γάρ τοι τοιοῦτον καὶ διὰ φωνῆς Ἱερεμίου περὶ τῆς Ἱερουσα‐ λήμ· «Τί ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυ‐ γμα;» Βδέλυγμα δὲ τὸ εἴδωλον ὀνομάζειν ἔθος τοῖς | |
20 | ἱεροῖς Γράμμασιν. Οὐκοῦν κατ’ ὀφθαλμοὺς ἐμοὺς «θυμιῶσι,» φησὶ, «καὶ ἐν τοῖς κήποις,» τουτέστιν, ἐν ὄρεσιν, ὡς ἔφην, «ὑποκάτω δρυὸς, καὶ λεύκης, καὶ δένδρου συσκιάζοντος,» κατὰ τὸ γεγραμμένον. Ἔθυον δὲ, κατὰ τὸ εἰκὸς, τοῖς Ἑλλήνων ἀκολουθήσαν‐ | |
25 | τες θυμοῖς, δαίμοσι τισὶν, ἃς νύμφας ἐκεῖνοι καλοῦ‐ σιν, ἁμαδρυάδας καὶ ὀρειάδας· ἀλλ’ οὔκ εἰσι, φησὶν, οὐχ ὅτι μὴ ὑπάρχουσιν οἱ ἀλιτήριοι δαίμονες, ἀλλ’ ὅτι θεοὶ μᾶλλον οὔκ εἰσι, κατά γε τὰς τῶν θυόντων αὐτοῖς ὑπονοίας. Ἔθυον δὲ καὶ ἐν μνήμασι, καὶ ἐν | |
30 | σπηλαίοις, νεκυομαντείας τὰς καλουμένας ἐπιτηδεύον‐ τες κατὰ τὸ εἰκός. Ἐκοιμῶντο δὲ καὶ ἐν μνήμασιν, ὀνειροπομπείοις τισὶ καὶ φάσμασιν ἀπατώμενοι, καὶ τῶν ἐσομένων πολυπραγμονοῦντες τὴν γνῶσιν. Τοιαῦ‐ τα γάρ πώς εἰσι τῆς τῶν Ἑλλήνων ἀνοσιότητος τὰ | |
35 | εὑρήματα. Ὅτι δὲ καὶ τὴν τοῦ νόμου πεπατήκασιν ἐντολὴν, διαδείκνυσιν εἰπὼν, «Ἐσθίοντες κρέα ὕεια·» ἀπείρητο γὰρ τὰ τοιάδε τοῖς ἐξ Ἰσραήλ· ἐξεῤῥόφουν δὲ καὶ ζωμοὺς θυσιῶν, ἁπάσης ἀκαθαρσίας ἀναπιμ‐ πλάμενοι, καὶ δυσαπότριπτον ἔχοντες μολυσμόν· εἶτα | |
40 | νομίζοντες, ὅτι καὶ εἰς λῆξιν ἁπάσης ἐληλάκασι κα‐ θαρότητος, ὥστε καὶ λέγειν τοῖς ἐγγὺς εἶναι θέλουσιν αὐτῶν· «Πόῤῥω ἀπ’ ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι κα‐ θαρός εἰμι.» Οἱ γὰρ πονηροὶ καὶ ἀκάθαρτοι δαίμονες ἀναπείθουσι φρονεῖν τοὺς προσκυνοῦντας αὐτοῖς, ὅτι | |
45 | πάντα δρῶντες, καὶ τὰ πέρα νόμου, καὶ πάσης ἐπιει‐ κείας, μᾶλλον δὲ τὰ εἰς ἄκρον ἥκοντα μολυσμοῦ, ἔσον‐ ται καθαροὶ, δᾳδὸς ἁφθείσης παρ’ [al. ἐπ’] αὐτοῖς, καὶ κύκλῳ πυρὸς περιθέοντες, ἢ τάχα που, καὶ ὕδα‐ τος ῥαντισμοῦ, καὶ μυθολογίας γραοπρεποῦς ἐπᾳδο‐ | |
70.1408(50) | μένης αὐτοῖς. Ἀλλὰ ταυτὶ σύμπαντα φησὶ, τὰ δυσσε‐ βῶς τε καὶ ἀνοσίως παρ’ αὐτῶν γεγονότα· «Καπνός εἰσι τοῦ θυμοῦ μου, καὶ πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας.» Ἴσμεν δὲ, ὅτι πυρὸς ἐξάπτεσθαι μέλ‐ λοντος προανίσχουσι καπνοί. Οὐκοῦν πρὸ μὲν τῆς τοῦ | |
55 | Σωτῆρος ἐπιδημίας, ἐν μολυσμοῖς ὄντος τοῖς ἀρτίως ἡμῖν εἰρημένοις τοῦ Ἰσραὴλ, καπνοί τινες ὥσπερ, | |
καὶ ἀρχαὶ τῆς θείας ὀργῆς ἀνεφαίνοντο. Ἐπειδὴ δὲ | 1407 | |
70.1409 | ταῖς προτέραις ἑαυτῶν δυσσεβείαις προσεπήγαγον, καὶ τὴν εἰς αὐτὸν παροινίαν τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν· ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, ἐξήφθη λοιπὸν ὁ θυμὸς, καὶ εἰς φλόγα τρόπον τινὰ μετέστησαν οἱ καπνοί. Ἰδοὺ γέγραπται ἐνώπιόν μου· Οὐ σιωπήσω ἕως | |
5 | ἂν ἀποδῶ, καὶ ἀνταποδώσω εἰς τὸν κόλπον αὐτῶν τὰς ἁμαρτίας αὐτῶν, καὶ τῶν πατέρων αὐτῶν, λέγει Κύριος· οἳ ἐθυμίων ἐπὶ τῶν ὀρέων, καὶ ἐπὶ τῶν βουνῶν αὐτῶν ὠνείδισάν με· ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν. | |
10 | Ὅμοιον ὡς εἰ λέγοι· Τὰ εἰς λύπην ἐμὴν παρά τε τῶν πατέρων αὐτῶν, καὶ παρ’ αὐτῶν ἀνοσίως γεγε‐ νημένα, μονονουχὶ καὶ ἐν πίνακι γεγραμμένα θεωρῶ, καὶ ἐν τοῖς ἐμοῖς εἰσιν ὀφθαλμοῖς, ἢ πῶς ἂν ἀνασχοί‐ μην τῶν οὕτω δεινῶν, καὶ ἀπαραβλήτων κακῶν; | |
15 | Ἀποδώσω πάντως εἰς τὸν κόλπον αὐτῶν, δεχόμενος ἐν μνήμαις καὶ τοὺς πατέρας αὐτῶν, οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων, καὶ ἐπὶ τῶν βουνῶν, ὧν ὠνείδισάν με. Ἐπιτήρησον, ὅτι θυμιᾷν αὐτοὺς ἐν κήποις εἰπὼν ἐπὶ τῶν ὀρέων καὶ τῶν βουνῶν, ἐνθάδε φησὶ κήπους, | |
20 | οἶμαι, λέγων τοὺς ἐν ὄρεσι δρυμοὺς, καθὰ προειρήκα‐ μεν. Θύοντες δὲ τοῖς ἀκαθάρτοις δαίμοσιν, εἶτα τὴν ὀφειλομένην τῷ Θεῷ δόξαν, ὀλίγου παντελῶς ἀξιοῦν‐ τες λόγου, μονονουχὶ καὶ ὠνείδιζον αὐτὸν ὡς οὐκ ὄντα Θεόν. Τὸ γὰρ ὅλως τοῖς οὐκ οὖσι θεοῖς προσκεῖσθαι | |
25 | θέλειν οὐδὲν ἔτερον εἴη ἂν, πλὴν ὅτι τὴν θείαν καὶ ἀνωτάτω περιυβρίζειν δόξαν. «Ἀποδώσω» τοίνυν, φησὶ, «τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν·» ἀπο‐ πεπτώκασι γὰρ ἀγαθοῦ παντὸς, δειναῖς τε καὶ ἀφύ‐ κτοις ἐνολισθήσαντες συμφοραῖς, κακοὶ κακῶς διολώ‐ | |
30 | λασιν. Οὕτως λέγει Κύριος· Ὃν τρόπον εὑρεθήσεται ῥὰξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσι· Μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ· οὕτω ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι. Τούτου ἕνεκα οὐ μὴ ἀπολέ‐ | |
35 | σω πάντας. Καὶ ἐξαρῶ τὸ ἐξ Ἰακὼβ σπέρμα, καὶ τὸ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοὶ, καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ. Ἐπηνέχθη μὲν Ἰουδαίοις τὰ ἐκ θείας ὀργῆς, καὶ | |
40 | ἰσοστάθμους τοῖς ἑαυτῶν πλημμελήμασιν ἐκτετίκασι δίκας, πλὴν οὐκ ἄρδην ἅπαντες, καὶ ἀδιακρίτως δι‐ ολώλασι. Δίκαιος γὰρ ὁ κριτὴς, καὶ οὐκ ἂν τοῖς ἀσεβέσι συναπολέσαι τοὺς ἀγαθούς· εἰκόνα δὲ ὥσπερ ποιεῖται λαμπρὰν, καὶ ἐν τάξει παραδείγματος δέχεται βότρυν, | |
45 | μιᾶς ἐν αὐτῷ σωζομένης ῥαγὸς, καίτοι τῶν ἄλλων τεθαυμασμένων· εἶτα τὸν γηπόνον, ἤγουν τὸν τοῦ χω‐ ρίου δεσπότην εἰσκομίζει λέγοντά τινι· «Μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ· οὕτω ποιήσω,» φησὶν, «ἕνεκεν τοῦ δουλεύοντός μοι,» τουτέστιν, | |
70.1409(50) | ἀκριβείᾳ τοσαύτῃ κεχρήσομαι, ὥστε κἂν ἐν πόλει μιᾷ τῶν ἄλλων ἁπάντων ἀπονευσάντων εἰς τὸ ἐξίτηλον, εἷς καὶ μόνος εὑρίσκηται πιστὸς, καὶ εὐήνιος, οὗτος τεύ‐ ξεται φειδοῦς, καὶ οὐκ ἂν τοῖς ἑτέροις συγκινδυνεύ‐ σειε καθ’ ὧν ἂν ἴοι τὸ κρίμα δικαίως. «Οὐ γὰρ μὴ | |
55 | ἀπολέσω πάντας,» φησί. Κατέθορε γὰρ ὥσπερ τῆς Ἰουδαίων ἀλαζονείας ὁ τοῦ Κυρίου θυμὸς, μονονουχὶ καταφλέγων τὸν ἀπειθῆ καὶ δυσάγωγον· ἐσώζετο δὲ προνοίᾳ Θεοῦ, πᾶς εἴ τις ἦν ἐν αὐτοῖς τῆς διὰ Χρι‐ | |
στοῦ σωτηρίας ἄξιος· καὶ γοῦν ὁ θεσπέσιος Παῦλος | 1409 | |
70.1412 | λῆμμα κατ’ ἐκλογὴν χάριτος γενέσθαι φησὶ καὶ ἀπολογάδην, ὥσπερ ἐξ ἁπάσης τῆς Ἰουδαίων χώρας σαγηνευθῆναι πρὸς πίστιν τὸ κατάλειμμα τοῦ Ἰσ‐ ραήλ. «Οὐκοῦν οὐ μὴ ἀπολέσω πάντας,» φησὶν, | |
5 | «ἀλλ’ ἐξαρῶ τὸ ἐξ Ἰακὼβ σπέρμα, καὶ τὸ ἐξ Ἰούδα.» Τὸ δὲ «ἐξαρῶ,» συνήσεις ἐνταῦθα, οὐ τὸ ἀπολέσω μᾶλλον, ὑψηλὸν δὲ καὶ ἀπόβλεπτον ἀποφανῶ· τὸ γὰρ ἐξαίρειν ἔσθ’ ὅτε τὸ ὑψοῦν ἐστι. Γεγόνασι δὲ τοιοῦτοι, κατά γε φημὶ τὴν δόξαν, οἱ θεσπέσιοι μαθηταὶ ὑψηλοὶ | |
10 | καὶ περίοπτοι τοῖς ἁπανταχοῦ, καὶ οἷα πόλις ἐν ὄρει κειμένη, καὶ λύχνος ἐπὶ λυχνίαν κείμενος, καὶ φαίνων πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Τοῦτο δὴ οὖν τὸ ἐξ Ἰακὼβ, καὶ ἐξ Ἰούδα σπέρμα· «Κληρονομήσει,» φησὶ, «τὸ ὄρος τὸ ἅγιόν | |
15 | μου·» δῆλον δὲ ὅτι τὴν Ἐκκλησίαν. Οὕτω γὰρ αὐ‐ τὴν καὶ ἑτέρωθί που κατασημαίνει λέγων αὐτὸς ὁ πάνσοφος Ἡσαΐας περὶ τῶν διὰ πίστεως τῆς ἐν Χρι‐ στῷ κεκλημένων εἰς μέθεξιν, ἤγουν καὶ κοινωνίαν τῆς θείας αὐτοῦ φύσεως· «Ὅτι πίωνται εὐφροσύνην, | |
20 | καὶ πίωνται οἶνον, χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ.» Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν. Ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. Ἐν τούτῳ δὴ οὖν τῷ ὄρει, φησὶ, κλῆρος ἔσται τοῖς ἐμοῖς ἐκλεκτοῖς, καὶ ἐν αὐ‐ τοῖς κατοικήσουσι πάντες, ὅσοι τὸν τῆς ἐμῆς βασι‐ | |
25 | λείας ὑποτρέχουσι ζυγόν· τὸ δὲ ἀπεικὸς οὐδὲν, καὶ τὴν ἄνω πόλιν τὴν ἐπουράνιον Ἱερουσαλὴμ ὄρος ὀνο‐ μάζεσθαι λέγειν, ἐν ᾧ τῶν ἁγίων ὁ κλῆρος διανέμον‐ τος Θεοῦ τὰ ὑπὲρ νοῦν καὶ λόγον αὐτοῖς ἀγαθά. «Ὀφθαλμὸς» γὰρ, φησὶν, «οὐκ εἶδε, καὶ οὖς οὐκ | |
30 | ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἂ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῳ λαῷ μου, οἳ ἐζήτησάν με. | |
35 | Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ δρυμοῖς παρεικάζειν εὐδενδροτάτοις, καὶ ἄνθεσι τοῖς δασέσι τὰς πολυαν‐ δρούσας πόλεις, ἢ χώρας ἔσθ’ ὅτε, καὶ γοῦν ἔφη τις τῶν ἁγίων προφητῶν, ὡς πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλήμ· «Διάνοιξον, ὁ | |
40 | Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου· ὀλολύξατε, δρῦες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος.» Καὶ οὐ δή που φαίη τις ἂν, ὡς πίτυσί τε καὶ μέντοι δρυσὶν ὀλολύ‐ ζειν ἐντέλλεται· κομιδῇ γὰρ εὔηθες τὸ χρῆμά ἐστι· | |
45 | ξύλοις δὲ, ὡς ἔφην, ἀφομοιοῦν ἀξιοῖ τὴν ἀριθμοῦ κρείττονα πληθὺν τῶν ἐν ταῖς πόλεσί τε καὶ χώραις. Ὠλόλυζον δὲ ταῖς τῶν πολεμίων μαχαίραις ὑποπί‐ πτοντες Ἰουδαῖοι διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν. Ψάλ‐ λει δέ που καὶ ὁ θεσπέσιος Δαβὶδ, ἅτε δὴ μέλλοντος | |
70.1412(50) | ἐπιφαίνεσθαι τῷ κόσμῳ Χριστοῦ· «Τότε ἀγαλλιάσον‐ ται πάντα τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου Κυρίου, ὅτι ἔρχεται κρῖναι τὴν γῆν.» Οὐκοῦν, «Ἐν τῷ δρυ‐ μῷ,» φησὶ, τουτέστιν, ἐν τῇ τῶν ἐθνῶν πληθύϊ, ἤτοι ταῖς αὐτῶν πόλεσί τε καὶ χώραις, «ἐπαύλεις | |
55 | ἔσονται ποιμνίων,» Ἐκκλησίαι δηλονότι Χριστοῦ. «καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ | |
μου, οἳ ἐζήτησάν με.» Ἀχὼρ οὗτος, γέγονε μέν τις | 1411 | |
70.1413 | τῶν ἐξ αἵματος Ἰσραήλ· πεπορθημένης δὲ τῆς Ἱε‐ ριχὼ, εἶτα Θεοῦ προστάξαντος ἀναθεματίσαι πάντα τὰ ἐν αὐτῇ, κέκλοφεν ἐκ τοῦ ἀναθέματος. Ἐπειδὴ δὲ παρεδείχθη παρὰ Θεοῦ, πικρὰς ἐζητήθη δίκας· | |
5 | ἀπόλωλε γὰρ πανοικὶ, καθορίσαντος αὐτοῦ τὴν δίκην Ἰησοῦ τοῦ Ναυῆ. Ἧν οὖν ἄρα εἰς κατάραν ἡ φάραγξ ἡ Ἀχώρ. Τοιαῦται δέ πως καὶ αἱ τῶν ἐθνῶν χῶραι· κεκατηραμέναι γὰρ, καὶ θεομισεῖς, ὡς οὐδενὸς ὄντος ἐν αὐταῖς τοῦ τὸν φύσει Θεὸν εἰδότος· ἀλλ’ ἡ ἐπικα‐ | |
10 | τάρατος χώρα, φησὶ, κατὰ τοὺς παλαιοὺς εἰς ἀνάπαυ‐ σιν ἔσται βουκολίων, τουτέστι, σηκοὶ προβάτων νοη‐ τῶν, ὑπὸ χεῖρα Χριστοῦ τοῦ πάντων ἀρχιποιμένος, ὃς τοῖς Ἰουδαίων δήμοις προσπεφώνηκε λέγων περὶ τῶν ἐθνῶν, «Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν | |
15 | ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.» Ἐζήτησαν γὰρ αὐτὸν διὰ τῆς πίστεως οἱ ποτὲ πλανώμενοι, καὶ δὴ καὶ εὑρόντες, οἰκεῖοι γεγόνασιν αὐτοῦ, καὶ συμπολῖται τῶν ἁγίων, καὶ συγκληρονόμοι τῶν ἐπηγγελμένων αὐτοῖς ἀγαθῶν. | |
20 | Ὑμεῖς δὲ, οἱ ἐγκαταλιπόντες με, καὶ ἐπιλανθα‐ νόμενοι τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῷ δαίμονι τράπεζαν, καὶ πληροῦντες τῇ Τύχῃ κέρασμα· ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, καὶ πάντες ἐν σφαγῇ πεσεῖσθε, ὅτι ἐκάλεσα ὑμᾶς, | |
25 | καὶ οὐχ ὑπηκούσατε· ἐλάλησα, καὶ παρηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον μου, καὶ ἃ οὐκ ἐβουλόμην, ἐξελέξασθε. Ὥσπερ γέγονεν οὐκ ἀζήμιον τοῖς ἐξ αἵματος Ἰσραὴλ τὸ ἀπειθῆσαι Χριστῷ, δέδονται γὰρ εἰς σφα‐ | |
30 | γὴν, ἐλέῳ Θεοῦ καὶ φιλανθρωπίᾳ σεσωσμένου τοῦ καταλείμματος, οὕτω καὶ ἐπὶ τῇ τῶν ἐθνῶν κλήσει συνήσεις. Οἱ μὲν γὰρ τὴν διὰ Χριστοῦ σωτηρίαν ἁρπάσαντες, ἔξω γεγόνασι καὶ πυρὸς, καὶ δίκης, καὶ τῶν ἐκ θείας ὀργῆς· οἱ δὲ ταῖς ἑαυτῶν ἀμαθίαις | |
35 | ἐναπομείναντες, καὶ ἀναπόνιπτον ἐσχηκότες τῶν ἀρχαίων αἰτιαμάτων τὸν μολυσμὸν, διὰ τοῦ προσκεῖ‐ σθαι θέλειν ταῖς τῶν εἰδώλων λατρείαις, δοθήσονται πρὸς σφαγήν. Κατοιχήσονται γὰρ εἰς ᾅδου, καὶ ἀτε‐ λεύτητον ἕξουσι τὴν διὰ πυρὸς ἀκοιμήτου κόλασιν. | |
40 | Ὑμεῖς τοίνυν, φησὶν, οἱ ἐγκαταλιπόντες με, τουτ‐ έστιν, οἱ μέχρι παντὸς ἀποστάται, καὶ οἷον εἰς λήθην κατενηνεγμένοι παντελῆ τοῦ ὄρους τοῦ ἁγίου μου. Οὐ γὰρ ἀνέχονταί τινες τῶν πεπλανημένων, καὶ τῶν τῇ κτίσει λελατρευκότων, οὐδ’ ὅσον εἰπεῖν εἰδέναι τὸ | |
45 | τῆς Ἐκκλησίας ὄνομα· «οἱ τοῖς δαιμονίοις τραπέζας τελοῦντες, καὶ κεράσματα πληροῦντες τῇ Τύχῃ.» Ἔδρων δέ τι τοιοῦτον οἱ διαβολικῆς ἀχλύος μεμε‐ στωμένην ἔχοντες τὴν καρδίαν. Εἰς σφαγὴν παραδοθή‐ σεσθε, κἂν εἴ τις ὅτου χάριν τολμήσῃ λέγειν, ἐρῶ πρὸς | |
70.1413(50) | αὐτόν· Ἐκάλεσα καὶ οὐχ ὑπηκούσατε, ἀλλ’ ἔμμονον καὶ ἀναπόβλητον ἔχετε πονηρίαν, μόνα δρῶντες τὰ τοῖς ἐμοῖς ἀπᾴδοντα νόμοις, καὶ κατακιβδηλεύοντες μὲν πάντα τρόπον ἀγαθουργίας, ἀπόλεκτα δὲ ποιεῖσθαι σπουδάζοντες, τὰ δι’ ὧν ἄν τις γένοιτο παντὸς ἀνάμε‐ | |
55 | στος ῥύπου. Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ οἱ δουλεύον‐ | |
τές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ | 1413 | |
70.1416 | δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσητε. Ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε. Ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξετε | |
5 | διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συν‐ τριβῆς πνεύματος ὀλολύζετε. Κατελείψατε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου· ὑμᾶς δὲ ἀνελεῖ Κύριος. Ἀεὶ παρατίθησιν ἀναγκαίως τοῖς στεφάνοις τὰ | |
10 | μοχθηρὰ, δι’ ἀμφοῖν ἀποφέρων εἰς τὸ δεῖν ἑλέσθαι τὰ ἀρέσκοντα αὐτῷ, καὶ φρονεῖν τε καὶ δρᾷν· ὥσπερ γὰρ σαγηνεύει τὰ γέρα πρὸς ἄφεσιν ἀρετῆς, οὕτω τῆς δίκης τὸ πικρὸν ἐξίστησι μὲν ἔσθ’ ὅτε τῶν τῆς φαυλότητος τρόπων, μετασοβεῖ δὲ πρὸς τὰ βελτίω. | |
15 | Εὐτεχνέστατα τοίνυν τὰς τῶν καλουμένων ὑποτρέχει διανοίας, γέρα τε ὑπισχνούμενος αὐτοῖς, καὶ κολά‐ σεις ἀπειλῶν. «Φάγονται γὰρ οἱ δουλεύοντές μοι,» φησὶν, «ὑμεῖς δὲ πεινάσετε, καὶ πίωνται μὲν ἐκεῖνοι, διψήσητε δὲ ὑμεῖς.» Εὐφραινομένων δὲ αὐτῶν, ὑμεῖς | |
20 | αἰσχυνθήσεσθε· οἱ γὰρ τὸν φύσει καὶ ἀληθῶς ἐπ‐ εγνωκότες Θεὸν, καὶ τῶν ψευδωνύμων ἀποπηδήσαντες, καὶ τὸ τῆς ἀληθοῦς λατρείας θαυμάσαντες κάλλος, ἐν‐ τρυφήσουσιν ὄντως ταῖς ἄνωθεν εὐλογίαις καταπιαι‐ νόμενοι τὰς καρδίας, καὶ τραπέζῃ προσβάλλοντες τῇ | |
25 | ζωοποιῷ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ τὸν ἄρτον ἐσθίοντες τῆς ζωῆς, καὶ πόμα τὸ θεῖον, δι’ οὗ‐ περ ἂν γένοιντο θυμηδίας τῆς ἄνωθεν μέτοχοι· δια‐ καθαίρει γὰρ ἁμαρτίας, καὶ ἐξίστησι τὸ λυποῦν, καὶ τὸν ἐπὶ τῷ κολάζεσθαι φόβον κατισχύειν οὐκ ἐᾷ τῶν | |
30 | ἡμετέρων διανοιῶν. Εὐφραινόμεθα γὰρ μᾶλλον ἐπ’ ἐλπίδι ἀγαθῶν, ἃ τοῖς ἀγαπῶσι τὸν Θεὸν ηὐτρεπίσθαι φησὶ τὸ Γράμμα τὸ ἱερὸν, «Ἀλλ’ ὑμεῖς,» φησὶν, οἱ μεμενηκότες ἐν πλάνῃ, «κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύ‐ | |
35 | ξετε.» Καταφοιτήσαντος γὰρ ἐξ οὐρανῶν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, εἶτα νέμοντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, θρηνήσουσι πάντες, καὶ κατοιμώξου‐ σιν οἱ μήτε Θεὸν ἐπεγνωκότες. τὸν ἀληθινὸν, ἐναπο‐ θανόντες δὲ μᾶλλον ταῖς ἑαυτῶν ἁμαρτίαις. Κατελεί‐ | |
40 | ψατε γὰρ, φησὶ, τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς ἀνελεῖ Κύριος. Ἄθρει δή μοι πάλιν τῆς ἐννοίας τὸ βάθος. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὸ εἰς πλησμονὴν ἔσθ’ ὅτε λέγειν, ἀντὶ τοῦ εἰς κόρον, καὶ μῖσος. Ἔφη γάρ που Θεὸς τοῖς ἐξ αἵ‐ | |
45 | ματος Ἰσραήλ· «Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν· ἐγενήθητέ μοι εἰς πλησμονήν.» Ὑμεῖς τοίνυν, φησὶν, οἱ μήτε τῶν ψευδωνύμων ἀποστάντες θεῶν, ἐντε‐ θνεῶτες δὲ καὶ ταῖς ἑαυτῶν ἁμαρτίαις, τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν, ἤγουν εἰς μῖσος κατελείψατε τοῖς | |
70.1416(50) | ἐκλεκτοῖς μου· τοῖς γὰρ ἅπαξ ἐξειλεγμένοις, οὐδεὶς τὸ τῶν δεισιδαιμόνων ὅνομα ποιεῖται παράδεκτον. Φεύγει δὲ ἅπας τὸ καλεῖσθαι θεομισὴς, καὶ εἰδωλο‐ λάτρης ἀνόσιός τε καὶ βέβηλος· ἐφίεται δὲ μᾶλλον τοῦ καλεῖσθαι λαὸς ἅγιος, ἔθνος ἐκλεκτὸν, βασίλειον | |
55 | ἱεράτευμα, κατὰ τὴν θεσπεσίου Πέτρου φωνήν. Εἰ δὲ δὴ βούλοιτό τις τοῖς ἐξ αἵματος Ἰσραὴλ ἐφαρμόσαι τὸ | |
εἰρημένον, ἵνα πρὸς αὐτοὺς λέγηται τὸ, «Κατελεί‐ | 1415 | |
70.1417 | ψατε τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου·» φαμὲν, ὅτι τέκνα Θεοῦ, καὶ λαὸς αὐτοῦ, καὶ κλῆρος ἐκαλεῖτο μὲν ὁ Ἰσραήλ· ἐπειδὴ δὲ κατώλισθον ἀσχέτως εἰς τὸ ἐξήνιον, ἐκπεπτώκασι μὲν τῆς τοιαύ‐ | |
5 | της δόξης αὐτοὶ, κεκληρονομήκασι δὲ ὥσπερ αὐτὸν οἱ ἐξ ἐθνῶν κεκλημένοι· καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἔφη Θεὸς διὰ φωνῆς Ὠσηέ· «Καλέσω τὸν οὐ λαόν μου, λαόν μου, καὶ ἐρῶ τῷ οὐ λαῷ μου· Λαός μου εἶ σύ.» Τοῖς δὲ δουλεύουσιν αὐτῷ, κληθήσεται ὄνομα | |
10 | καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογή‐ σουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν. Καὶ οἱ ὀμνύον‐ τες ἐπὶ τῆς γῆς, ὀμοῦνται τὸν Θεὸν τὸν ἀλη‐ θινόν· ἐπιλήσονται γὰρ τὴν θλίψιν αὐτῶν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρ‐ | |
15 | δίαν. Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινὴ, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ’ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, ἀλλ’ εὐ‐ φροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ. Πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ λατρεία, καὶ | |
20 | ζωὴ, καὶ νομοθεσία· οὐ γὰρ σκιαῖς ἔτι καὶ τύποις ἀνονήτοις προσκείμεθα· τελοῦμεν δὲ μᾶλλον τῷ ἐπὶ πάντων Θεῷ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσ‐ κύνησιν καὶ λατρείαν. Χρηματίζομεν δὲ οὐ κατά γε τοὺς ἐξ αἵματος Ἰσραὴλ, ὡς ἐκ τῶν γενεαρχῶν, ἤτοι | |
25 | πατέρων, Ἐφραῒμ, ἢ Μανασσῆ, ἢ καὶ ὡς ἐξ ἑτέρας φυλῆς, ἀλλ’ οὐδὲ τὴν τῶν Γραμματέων καὶ Φαρι‐ σαίων ἐρχόμεθα τρίβον, τὴν τοῦ γράμματος παλαιό‐ τητα τοῦ παντὸς ἀξιοῦντες λόγου, ἀλλ’ ἐν καινότητι ζωῆς εὐαγγελικῆς προσίεμεν τῷ Χριστῷ, καὶ τὴν | |
30 | ἀπ’ αὐτοῦ κλῆσιν, ὥσπερ τινὰ στέφανον ἀναδούμενοι, χρηματίζομεν Χριστιανοί. Τοῦτο δὴ τὸ διαβόητον, καὶ εὐλογημένον ὄνομα κατὰ πᾶσάν ἐστι τὴν ὑπ’ οὐ‐ ρανόν. Ἐπειδὴ δὲ ηὐλογήθημεν παρὰ Χριστοῦ, καὶ ἡμεῖς αὐτὸν ταῖς εὐλογίαις καὶ ἀκαταλήκτοις δοξο‐ | |
35 | λογίαις κατευφραίνειν σπουδάζομεν. Πάλαι μὲν γὰρ, ἤτοι πρὸ τῆς εἰς αὐτὸν πίστεως, τοῖς οὐκ οὖσι θεοῖς ἐξυφαίνοντες τὰς ᾠδὰς, ἐγελώμεθα δικαίως. Ἐπειδὴ δὲ τὸν φύσει Θεὸν ἐγνώκαμεν, ὑμνοῦμεν αὐτὸν, καὶ καρπὸν χειλέων καὶ γλώττης αὐτῷ προσκομίζομεν, | |
40 | τὰς δοξολογίας αὐτοῦ μεμνημένοι, κἂν εἰ γένοιτό πως ἀνάγκη καὶ χρεία τῆς διὰ τῶν ὅρκων πληροφορίας, ἐφ’ ὅτῳ οὖν τῶν πραγμάτων ὀμοῦνται τὸν Θεὸν τὸν ἀληθινόν. Ἔθος μὲν γὰρ τοῖς τῶν εἰδώλων θεραπευ‐ ταῖς, ὅρκιον ἔσθ’ ὅτε ποιεῖσθαι τὸν οὐρανὸν, ἢ καὶ | |
45 | ἕτερόν τι τῶν ἐν αὐτῷ στοιχείων. Οἱ δὲ τὴν πίστιν παραδεξάμενοι, καὶ τῶν εἰς τοῦτο πλημμελημάτων ἀποφοιτῶσι νεανικῶς· ὅρκιον γὰρ ποιοῦνται μόνον τὸν τῶν ὅλων Θεὸν, αὐτὸν εἰδότες φύσει τε καὶ ἀλη‐ θῶς Δεσπότην, καὶ ἕτερον ἐπ’ αὐτῷ παντελῶς οὐδένα. | |
70.1417(50) | Τοῦτο καὶ ὁ διὰ Μωσέως προστέταχε νόμος· «Κύριον γὰρ, φησὶ, τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ·» εἶτά φησιν, ὅτι «Ἐπιλήσονται τὴν θλίψιν αὐτῶν τὴν πρώ‐ την, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν·» | |
55 | καὶ θλίψιν ἔοικεν ἐν τούτοις ὀνομάζειν, ἣν ὑπέστη‐ σαν μοχθηρίαν, ὅτε Θεὸν οὐκ εἰδότες τὸν ἀληθινὸν, τῇ | |
τῶν δαιμονίων σκαιότητι δεδουλεύκασι. Προσέταττε | 1417 | |
70.1420 | [γρ. προσετάττοντο] γὰρ καταθύειν αὐτοῖς, οὐχὶ δή‐ που μόνον πρόβατά τε καὶ βοῦς, ἀλλὰ γὰρ καὶ τὰ ἔκγονα τῆς κοιλίας αὐτῶν, καθὰ γέγραπται· «Τεθύ‐ κασι γοῦν τινες υἱούς τε καὶ θυγατέρας.» Μοχθηρία | |
5 | δὲ καὶ ἑτέρως ἦν, τὸ ἀναριθμήτοις οὕτω λατρεύειν θεοῖς, καὶ θεραπεύειν ἐπείγεσθαι τοὺς μὴ ἐγνωσμέ‐ νους· εἰκὸς δὲ τοῦτο, καὶ ἐπιβουλεύεσθαί τινας παρὰ τῶν ἠμελημένων· τὸ ἀπεικὸς γὰρ οὐδὲν ἐννοεῖν, ὅτι κρατοῦντες αὐτῶν οἱ βδελυροὶ καὶ μιαιφόνοι δαίμο‐ | |
10 | νες, καὶ ἀδικεῖν ἐδύναντο, σκέπην οὐκ ἔχοντας τὴν παρὰ Θεοῦ. «Ταύτην, φησὶ, τὴν ἑαυτῶν θλίψιν ἐπι‐ λήσονται. Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινή.» Πῶς, ἢ τίνα τρόπον; Πάλαι μὲν γὰρ ἐνόμι‐ ζον, θεοὺς εἶναι γῆν τε καὶ οὐρανόν· φῶς δὲ τὸ θεῖον | |
15 | λαβόντες εἰς νοῦν διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καινὰς ὥσπερ ἐννοίας ἕξουσιν ἐπ’ αὐτοῖς. Εἴσονται γὰρ ὅτι οἱ μὲν οὐκ εἰσὶ [θεοὶ], ποιήματα δὲ τοῦ πάντων τεχνίτου καὶ δημιουργοῦ. «Οὕτω δὲ διατε‐ θέντες, φησὶν, οὐκ ἔτι μεμνήσονται τῶν προτέ‐ | |
20 | ρων·» ἀποβαλοῦσι γὰρ ὁμοῦ τῷ Ἑλληνισμῷ, καὶ ἃς ἐσχήκασι δόξας περί τε τῶν στοιχείων αὐτῶν, καὶ τῶν πάλαι πεπλανηκότων, ἢ δαιμόνων, ἢ ἀνθρώπων, οἳ τῇ πλάνῃ συνήγορον τὴν ἑαυτῶν παρέστησαν γλῶσσαν. Ἀντὶ δὲ τῆς θλίψεως τῆς πάλαι, φησὶν, | |
25 | εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ. Καὶ ἐν αὐτῇ, τίνι; Ἢ πάντως φήσειεν· Τῇ Ἐκκλησίᾳ Χριστοῦ. Ἐπισημήνασθαι δὲ ἀναγκαῖον, ὅτι ταῦτα τινὲς τῶν ἐξηγητῶν ἀνάπτουσι τοῖς καιροῖς, οὐ τοῖς τῆς ἐπιδημίας μᾶλλον, ἀλλὰ τοῖς ἐσομένοις μετὰ τὸν | |
30 | αἰῶνα τὸν ἐνεστηκότα· ἔσεσθαι γὰρ τοὺς δικαίους ἐν εὐφροσύνῃ καὶ χαρᾷ φησι, καὶ ἐν ἀτελευτήτοις τρυ‐ φαῖς, πνευματικαῖς δηλονότι, καὶ αὐτῆς τῆς κτίσεως μεταβαλούσης εἰς ἀνακαινισμόν. Ἔφη γάρ τις τῶν ἁγίων ἀποστόλων· «Ἥξει γὰρ ἡμέρα Κυρίου, ὡς κλέπτης, ἐν ᾗ οὐρανοὶ μὲν ῥοιζηδὸν παρελεύσονται, | |
35 | στοιχεῖα δὲ καυσούμενα λυθήσεται. Γῆ δὲ καὶ τὰ ἐν αὐτῇ πάντα καυθήσεται, καινοὺς δὲ οὐρανοὺς, καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.» Ἐξέστω δὴ οὖν τοῖς ἐχέφροσι τὸ δοκοῦν ἑλέ‐ σθαι τῶν θεωρημάτων, μᾶλλον δὲ τοῦτό τε κἀκεῖνο. Ἀπόβλητον γὰρ κατ’ οὐδένα τρόπον τὸ πεφυκὸς ὠφελεῖν. Ὅτι ἰδοὺ ἐγὼ ποιῶ Ἱερουσαλὴμ ἀγαλλίαμα, καὶ | |
40 | τὸν λαόν μου εὐφροσύνην, καὶ ἀγαλλιάσομαι ἐπὶ Ἱερουσαλὴμ, καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου. Καὶ οὐκέτι οὐ μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κραυγῆς, καὶ οὐ μὴ γένηται ἐκεῖ ἄωρος, καὶ πρε‐ σβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ. | |
45 | Ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν, καὶ ἐπικατάρατος ἔσται. Βαθὺ τὸ θεώρημα, καὶ ἀσυμφανὴς ἄγαν τῆς προ‐ κειμένης ἡμῖν προφητείας ὁ νοῦς. Πλὴν, ὡς ἔνι, δι‐ ειπεῖν πειράσομαι. Ἱερουσαλὴμ τοιγαροῦν ὀνομάζειν | |
70.1420(50) | ἔοικεν ἐν τούτοις, οὐ τὴν ἀρχαίαν ἐκείνην, ἀλλὰ μᾶλ‐ λον τήν τε ἐξ Ἰουδαίων καὶ ἐθνῶν Ἐκκλησίαν, ταύ‐ την ἀγαλλίαμα καὶ εὐφροσύνην ἀναδείξειν ἐπαγγέλ‐ λεται, καὶ τὸ πρᾶγμά ἐστιν ἀληθὲς, ὡς ἀπὸ τῆς πείρας αὐτῆς μαρτυρούμενον· κατηφὲς γὰρ οὐδὲν ἐν | |
55 | Ἐκκλησίᾳ Χριστοῦ· πλουτεῖ ἐλπίσι ταῖς εἰς ἀτελεύ‐ | |
τητον ζωὴν καὶ ἀμήρυτον δόξαν· ἔχει δὲ πολὺ τὸ | 1419 | |
70.1421 | περιφανὲς ἐν τῷδε τῷ κόσμῳ· ἢ τάχα που καὶ ἑτέ‐ ρως· Ἀγαλλίαμα καὶ εὐφροσύνην ἐμαυτοῦ θήσομαι, φησὶ, τὴν Ἱερουσαλήμ. Ἡσθήσομαι γὰρ ἐπὶ τῷ λαῷ μου· καὶ τῆς θυμηδίας τὰς ἀφορμὰς ἐπιφέρει λέγων· | |
5 | Οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ, οὐδὲ φωνὴ κραυγῆς· ὡς ἐκ διαβολῆς δὲ τῶν ἀρχαιοτέρων πραγμάτων τὸν τῆς Ἐκκλησίας ἔπαινον ἐξυφαίνει Θεός. Πάλαι μὲν γὰρ οἱ τῆς Ἰουδαίων Συναγωγῆς ἡγούμενοι, μετὰ δώρων ἔκρινον, καὶ οὐκ ᾔδεσαν δι‐ | |
10 | καιοῦν ὀρφανὸν ἢ χήραν. Ἐπειδὴ δὲ ἦσαν λημμάτων αἰσχρῶν ἐρασταὶ, ἀθώου καὶ δικαίου κατεψηφί‐ ζοντο, καὶ τοὺς ταῦτα πεπονθότας πᾶσά πως ἀν‐ άγκη, καὶ δακρυῤῥοεῖν, καὶ κατολοφύρεσθαι μετὰ κραυγῆς, ὡς ἠδικημένους. Εἴρηται γοῦν που περὶ | |
15 | τῆς Ἱερουσαλὴμ διὰ φωνῆς Ἱερεμίου· «Ὦ πόλις ψευδής· ὅλη καταδυναστεία ἐν αὐτῇ. Ὡς ψύχει λάκκος ὕδωρ, οὕτως ψύχει κακία αὐτῆς. Ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διὰ παντός.» Ἔφη δέ τις καὶ ἕτερος τῶν ἁγίων | |
20 | προφητῶν· «Καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν.» Ἡσθήσομαι τοίνυν, φησὶν, ἐπὶ τῷ λαῷ μου, δικαιοσύνης ὄντα τῆς ἀληθοῦς ἐργάτην ὁρῶν. Δακρύσει γὰρ οὐδεὶς παρ’ αὐτοῖς, δῆλον δὲ ὅτι πλεονεκτούμενος· κατακράξεται δὲ πάλιν | |
25 | οὐδεὶς, ὡς ἠδικημένος. «Καὶ οὐ μὴ γένηται ἐκεῖ, φησὶν, ἄωρος καὶ πρεσβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ. Ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν, καὶ ἐπικατά‐ ρατος ἔσται.» Οἶμαι δὲ ἐγὼ βούλεσθαί τι τοιοῦτον | |
30 | ὑποδηλοῦν τῆς προφητείας τὸν νοῦν. Ἄωρον μὲν γὰρ νομίζειν ἔοικε τὸν ἐξ ἐθνῶν ἔτι νέον λαὸν, περὶ οὗ φησιν ὁ Δαβίδ· «Ὁ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον·» τούτοις δὲ ἐπιστέλλει καὶ ὁ Χριστοῦ μα‐ θητὴς, λέγων· «Ὡς ἀρτιγέν[ν]ητα βρέφη τὸ λογικὸν | |
35 | καὶ ἄδολον γάλα ἐπιποθήσατε.» Οὐκοῦν ἄωρος ὁ νέος, πρεσβύτης γε μὴν ὁ ἐκ περιτομῆς, ἤγουν ἐξ αἵματος Ἰσραὴλ, ἅτε δὴ προσκεκλημένος, καὶ κατά γε τὴν νοητὴν Ἐκκλησίαν προειληφώς· Ἀλλ’ ἐν τῇ κλήσει, φησὶ, τῇ διὰ Χριστοῦ, καὶ ἐν καιροῖς τῆς ἐπιδημίας, | |
40 | οὔτε ἄωρος, οὔτε πρεσβύτης διαφορὰν ἕξουσι τὴν κατὰ τοῦτο αὐτὸ πρὸς ἀλλήλους· πάντες γὰρ ἔσονται τέ‐ λειοι, καὶ πάντες ἐμπλήσουσι τὸν χρόνον, τουτέστιν, εἰς ἄνδρα τέλειον ἀναβήσονται, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Ὁ γὰρ νέος, τουτ‐ | |
45 | έστιν, ὁ ἐξ ἐθνῶν λαὸς, ἔσται ἑκατὸν ἐτῶν, ἀντὶ τοῦ, τέλειος, καὶ πεπολιωμένος τὰς φρένας, καὶ πνευμα‐ τικῆς ἡλικίας εἰς λῆξιν ἐλάσας· τελειότητος γὰρ σημεῖον, ἤτοι σύμβολον, ὁ ἑκατὸν ἐτῶν ἀριθμός. Εἶτά φησιν, ὅτι «Ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν, | |
70.1421(50) | καὶ ἐπικατάρατος ἔσται.» Διαδείκνυσιν ἐν τούτοις, ὅτι καὶ ἡ κατὰ νόμον τελείωσις, ἀνόνητος τοῖς ἔχουσιν αὐ‐ τὴν, οὐ προσηκαμένοις τὴν πίστιν τὴν διὰ Χριστοῦ, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος λύτρωσιν, δι’ ἧς καὶ μόνης τοὺς ἐκ τῆς ἁμαρτίας ἀποτριβόμεθα λογι‐ | |
55 | σμούς. Οὐκοῦν κἂν εἴτις ἑκατὸν ἐτῶν ὑπάρχων, φησὶ, τουτέστι, τὴν τελειότητα τὴν κατὰ τὸν νόμον ἔχοι· | |
εἶτα τελευτήσειεν ἁμαρτωλὸς, τουτέστι, τὴν ἐν πίστει | 1421 | |
70.1424 | δικαιοσύνην οὐ λαβὼν, ἔσται καὶ ἐπικατάρατος, ἀντὶ τοῦ, καὶ ταῖς τοῦ νόμου παραβάσεσιν ἔνοχος εὑρεθή‐ σεται. Οὐδεὶς γὰρ γέγονε τοσοῦτος ἐν Ἰουδαίοις, ὡς κατὰ μηδένα τρόπον διαπεσεῖν· «Πάντες γὰρ ἥμαρ‐ | |
5 | τον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμε‐ νοι δωρεὰν τῇ αὐτοῦ χάριτι. Ὅτι δὲ ἀνόνητος καὶ τοῖς κατὰ νόμον τετελειωμένοις ἡ εἰς τοῦτο σπουδὴ, τῆς διὰ Χριστοῦ χάριτος οὐ προσειλημμένης, διαδείκνυσιν εὖ μάλα τισὶ γεγραφὼς ὁ πάνσοφος Παῦλος, ὅτι σκύ‐ | |
10 | βαλα μὲν ἡγήσατο τὰ ἐν νόμῳ πάντα, ἵνα Χριστὸν κερδάνῃ, καὶ εὑρεθῇ ἐν αὐτῷ μὴ ἔχων τὴν αὐτοῦ δικαιοσύνην, τουτέστι, τὴν ἐν νόμῳ, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ. Γράφεται δὲ ὥσπερ ἀνοίας τοὺς Ἰουδαίους, οὕτω λέγων· «Ἀγνοοῦντες γὰρ τὴν | |
15 | τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.» Ἔφη δὲ πάλιν· «Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί· εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄν‐ | |
20 | θρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ἐπιστεύσαμεν.» Κεχρημάτικε δὲ διὰ τοῦτο κατάρα Χριστὸς, ἵνα τῆς τοῦ νόμου κατάρας ἐξέληται τοὺς ὑπ’ αὐτῇ γεγονότας· γέγραπται γὰρ, ὅτι «Ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ νόμῳ τοῦ βιβλίου τούτου, τοῦ ποιῆσαι αὐτά.» Καὶ οἰκοδομήσουσιν οἰκίας, καὶ αὐτοὶ ἐνοική‐ | |
25 | σουσι· καὶ καταφυτεύσουσιν ἀμπελῶνας, καὶ αὐτοὶ φάγονται τὸν καρπὸν αὐτῶν. Καὶ οὐ μὴ οἰκοδομήσωσι, καὶ ἄλλοι οἰκήσουσι· καὶ οὐ μὴ φυτεύσωσι, καὶ ἄλλοι φάγονται. Κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι | |
30 | τοῦ λαοῦ μου· τὰ ἔργα τῶν πόνων αὐτῶν παλαιώ‐ σουσιν. Οἱ δὲ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν, οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν· ὅτι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ ἐστι. Καὶ ἔσται πρὶν κεκράξαι αὐτοὺς, ἐγὼ εἰσακούσομαι αὐτῶν. | |
35 | Ἔτι λαλούντων αὐτῶν, ἐρῶ· Τί ἐστιν; Εἰρήνην αὐτοῖς τὴν ἀκράδαντον, φειδῶ καὶ εὐμέ‐ νειαν, χρηστότητα καὶ φιλανθρωπίαν ἐπαγγέλλεται. Πάλαι μὲν γὰρ οἱ ἐξ αἵματος Ἰσραὴλ, διὰ πολλῆς ἄγαν ἀπονοίας, καὶ πολυειδοῦς φαυλότητος, καὶ τοῦ | |
40 | μὴ ἀνέχεσθαι ζῇν ὀρθῶς, παροτρύνοντες διετέλουν τὸν τῶν ὅλων κρατοῦντα Θεόν· ταύτης ἕνεκα τῆς αἰτίας κατὰ πολλοὺς ᾐκίζοντο τρόπους· ποτὲ μὲν γὰρ κατ‐ εφθείροντο τὰ ἐν ἀγροῖς, καὶ τοὺς ἐπὶ ταῖς γηπονίαις ἱδρῶτας ὑφιστάμενοι μάτην, λιμῷ κατετρύχοντο· γέ‐ | |
45 | γραπται γὰρ, ὅτι «Καὶ ἔδωκε τῇ ἐρυσίβῃ τοὺς καρ‐ ποὺς αὐτῶν, καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι.» Εἴρηται δέ που πρὸς αὐτοὺς καὶ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Σὺ σπερεῖς, καὶ οὐ μὴ ἀμήσεις· σὺ πιέσεις ἐλαίαν, καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον | |
70.1424(50) | οὐ μὴ πίητε.» Καὶ πάλιν· «Οἴκους ξυστοὺς οἰκο‐ δομήσετε, καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς· ἀμπελῶ‐ νας ἐπιθυμητοὺς φυτεύσετε, καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν.» Ἐπεφέροντο γὰρ αὐτοῖς ἔσθ’ ὅτε καὶ πολέ‐ μων ἐμβολαὶ, ὥστε τοὺς μὲν τοῖς αὐτῶν δαπανᾶσθαι | |
55 | ξίφεσι, τοὺς δὲ τὸ παθεῖν δεδιότας, καὶ οἴκων αὐ‐ | |
τῶν καὶ τῆς ἐνεγκούσης ἀποπηδᾷν, καὶ εἰς ἑτέρας | 1423 | |
70.1425 | μετανίστασθαι χώρας· ἀλλὰ ταυτὶ μὲν οἱ παλαιοὶ πεπόνθασι, καὶ οὐχ ἅπαξ, διὰ πολλὴν ἁμαρτίαν· οἵ γε μὴν ἐν Χριστῷ τὴν διὰ πίστεως ἁρπάσαντες χάριν, καὶ τοὺς ἐκ τῆς ἁμαρτίας ἀπονιψάμενοι μολυσμοὺς | |
5 | διὰ τοῦ ἁγίου βαπτίσματος, οὐ τοῖς ἐκείνων περι‐ πεσοῦνται κακοῖς, οὔτε μὴν τῶν αὐτοῖς πεπονημέ‐ νων πνευματικῶς ἀδόκητον ὑπομενοῦσι ζημίαν· ἐν‐ τρυφήσουσι δὲ μᾶλλον τοῖς ἑαυτῶν κατορθώμασι, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Τοὺς πόνους τῶν καρ‐ | |
10 | πῶν σου φάγεσαι·» καρπῶν λεγομένων τῶν κάτωθεν τῆς παλάμης σαρκῶν. Ἐκβάλλει γὰρ αὐτοὺς οὐδείς· οὔτε μὴν ἀποσοβήσει ποτὲ τῆς δοθησομένης αὐτοῖς παρὰ Θεοῦ μονῆς. Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρί· ἀλλ’ οὐδ’ ἂν ἀποπεσοῦνται τοῦ κλήρου τοῦ δοθησομέ‐ | |
15 | νου καὶ πρέποντος ταῖς νοηταῖς αὐτῶν εὐκαρπίαις· ἔσται γὰρ, φησὶν, ἡ ζωὴ αὐτῶν κατὰ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς, τουτέστιν ἁγία[ν]. Τοιαύτη γὰρ ἦν πρὸ τῆς παραβάσεως ἐν τοῖς πρωτοπλάστοις, ὅτε καὶ ἐξῆν αὐτοῖς ἐν μεθέξει γενέσθαι τοῦ ξύλου τῆς ζωῆς, | |
20 | οὔπω τῆς βδελυροτάτης καὶ θεομισοῦς ἁμαρτίας λα‐ βούσης τόπον ἐν αὐτοῖς. Προσεπάγει τι τοιοῦτον καὶ ἕτερον τῆς προφητείας ὁ λόγος· «Τὰ γὰρ ἔργα, φησὶ, τῶν χειρῶν αὐτῶν παλαιώσουσι,» τουτέστιν, ἀναμετάβλητον ἕξουσι τὴν τῶν πρακτέων ὁδόν. Οἷον | |
25 | δή τί φημι. Δέδοται μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ διὰ Μω‐ σέως ὁ νόμος· ἀλλ’ ἦν ἐν αὐτῷ σκιὰ καὶ τύπος, ἔχων μὲν τῆς ἀληθείας τὴν μόρφωσιν, πλὴν οὔπω καὶ αὐ‐ τὴν τὴν ἀλήθειαν. Ἐπειδὴ δὲ ἐπέλαμψεν ὁ Χριστὸς, μετέβαλον οἱ τύποι πρὸς ἀλήθειαν, καὶ οἷον μετεκλί‐ | |
30 | θησαν αἱ σκιαὶ καὶ πεπαλαίωνται, τουτέστιν, οὐ μέ‐ χρι παντὸς κεκράτηκε τῆς ἐν νόμῳ πολιτείας ἡ δύναμις. Οὐκοῦν οἱ μὲν ἐξ αἵματος Ἰσραὴλ οὐκ ἐπα‐ λαίωσαν τὰ ἔργα αὐτῶν (ἀνόνητος γὰρ ἡ νομικὴ λατρεία, τό γε ἧκον εἰς τύπους), παλαιώσουσι δὲ οἱ ἐν | |
35 | Χριστῷ. Οὐ γὰρ ἕτερος αὐτοῖς δοθήσεται νόμος, ὡς μεθιστᾷν ἐπὶ τὸ ἄμεινον τῶν εὐαγγελικῶν θεσπισμά‐ των τὴν δύναμιν. Εἴρηται γάρ που πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ | |
40 | νόμος σου ἀλήθεια. —Οἱ δὲ ἐκλεκτοί μου, φησὶν, οὐ κοπιάσουσιν εἰς κενὸν, οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν.» Διδάσκει πάλιν ὡς ἐκ παραθέσεως, ἤγουν ἀντεξαγωγῆς τῶν πάλαι συμβεβηκότων τοῖς Ἰου‐ δαίων καθηγηταῖς· Γραμματεῖς δὲ οὗτοι καὶ Φαρι‐ | |
45 | σαῖοι, οἳ τὸν νόμον ἀφέντες, καὶ διδάσκοντες διδασκα‐ λίαν ἐντάλματα ἀνθρώπων, πατέρες μὲν γεγόνασι τέκνων τῶν κατὰ μάθησιν δηλονότι, πλὴν εἰς κενὸν, καὶ εἰς κατάραν· ἡμᾶς καὶ τοῦτο ἐδίδαξεν ὁ Σωτὴρ, τοῖς Γραμματεῦσι καὶ Φαρισαίοις ἐπιτιμῶν· ἔφη | |
70.1425(50) | γὰρ, ὅτι «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξη‐ ρὰν, ποιῆσαι ἕνα προσήλυτον· καὶ ἐὰν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.» Οὐκοῦν ἐκεῖ‐ νοι μὲν ἐτεκνοποίησαν εἰς κατάραν καὶ εἰς κενόν· | |
55 | οἱ δὲ ἐκλεκτοί μου, φησὶ, τουτέστιν, οἱ θεσπέσιοι μα‐ θηταὶ, ἤγουν καθάπαξ οἱ τῶν ἐμῶν θεσπισμάτων | |
ἱερουργοὶ, οὐκ εἰς κατάραν τεκνοποιήσουσιν, οὔτε | 1425 | |
70.1428 | μὴν εἰς κενὸν, κατ’ ἐκείνους· σπέρμα γὰρ εὐλογη‐ μένον ἔσται τὸ σπέρμα αὐτῶν, εὐλογημένον δὲ ὑπὸ Θεοῦ. Ὅτι δὲ προσκείσεται λίαν αὐτοῖς, τὰ ἐξ· ἡμερότητος καὶ φιλανθρωπίας δωρούμενος, ἑτοιμότατόν τε τὸ οὖς ὑπέχων ταῖς παρ’ αὐτῶν ἱκετείαις, διαδείκνυσιν εἰπὼν, ὅτι «Πρὶν κεκράξαι αὐτοὺς, ἐγὼ εἰσ‐ | |
5 | ακούσομαι αὐτῶν. Ἔτι λαλούντων αὐτῶν, ἐρῶ· Τί ἐστιν;» Τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον. Οὐκ ἀδικήσουσιν, οὐδ’ οὐ μὴ λυμανοῦν‐ ται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει Κύριος. | |
10 | Κατὰ δύο τρόπους ἐκλήψῃ καὶ ταῦτα· ἢ γὰρ τῶν δύο λαῶν τὴν διὰ πίστεως ἕνωσιν κατασημήνειεν ἂν τῆς προφητείας ἡ δύναμις, ἤγουν ὅτι καὶ οἱ ποτὲ θη‐ ρίων ἀγρίων δίκην τοῖς ἁγίοις ἐπιπηδήσαντες, καὶ διώξαντες τὴν Ἐκκλησίαν, ὄφεών τε διενεγκόντες οὐδὲν, | |
15 | συμβήσονται πρὸς αὐτοὺς, κατὰ διάθεσιν καὶ ὁμοψυχίαν τῷ συνδέσμῳ τῆς εἰρήνης κατεσφιγμένοι πρὸς τοῦτο διὰ Χριστοῦ, τοῦ δικαιοῦντος τὸν ἀσεβῆ, καὶ συλλέγον‐ τος τὸ ἐσκορπισμένον, καὶ φωτὶ τῷ θείῳ καταφαι‐ δρύνοντος τὸ ἐσκοτισμένον, καὶ τὰ πάντα μεθιστῶν‐ | |
20 | τος ἐπὶ τὸ ἄμεινον. Ποιεῖ γὰρ πάντα καὶ μετασκευά‐ ζει, κατὰ τὸ γεγραμμένον. Ἔριφοι μὲν οὖν καὶ ἄρνες, ἱερά τέ ἐστι καὶ καθαρὰ ζῶα κατὰ τὸν νόμον, ὥστε καὶ τῷ θείῳ προσφέρεσθαι θυσιαστηρίῳ, καὶ εἰς ὀσμὴν εὐωδίας ἀναφέρεσθαι τῷ Θεῷ· λύκος δὲ καὶ λέων, | |
25 | ἀνίερα, καὶ ἀκάθαρτα, καὶ ἐχθρὰ τοῖς ὠνομασμένοις· ὄφις δὲ πρὸς τούτοις ἀνθρώπῳ πολεμιώτατος, καὶ τοῖς τῆς φύσεως νόμοις εἰς τοῦτο ἠκονημένος, ἀλλὰ τοῖς ἐν Χριστῷ κεκαθαρμένοις, ἱεράν τε καὶ ἐξῃρη‐ μένην ἐσχηκόσι ζωὴν, διὰ τῶν εὐαγγελικῶν κηρυγ‐ | |
30 | μάτων συμβήσονται, πρὸς ὁμοψυχίαν τὴν διὰ πίστεως, οἱ βδελυροί ποτε καὶ ἀκάθαρτοι, καὶ ὠμό‐ τητος θηριοπρεποῦς μεστὴν ἔχοντες τὴν καρδίαν. «Οὗτοι, φησὶν, οὐδὲν ἀδικήσουσιν, οὔτε μὴν δια‐ λυμανοῦνταί τισι τῶν ἐν τῷ ὄρει τῷ ἁγίῳ μου,» | |
35 | τουτέστι, τῇ Ἐκκλησίᾳ. Φάγονται γὰρ σὺν τοῖς ἡμέροις τὰ ἄγρια· τροφὴ δὲ αὐτοῖς ὁ Χριστὸς ὁ ἄρ‐ τος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν δι‐ δοὺς τῷ κόσμῳ· τρέφει δὲ καὶ σαρκὶ τῇ ἰδίᾳ, πρὸς ἀφθαρσίαν ἡμᾶς ἀναμορφῶν καὶ ζωὴν, καὶ τοῖς | |
40 | ἑαυτοῦ κηρύγμασι, τουτέστι, τοῖς εὐαγγελικοῖς· οὐ γὰρ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται, φησὶν, ὁ ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ἐπιτήρησον δὲ ὅτι οὐκ ἄρνες καὶ ἔριφοι, τὰς τῶν λεόντων καὶ λύκων ἔδονται τροφὰς (οὐ γὰρ ἔφη· | |
45 | Φάγονται κρέα), ἀλλ’ οἱ λύκοι καὶ λέοντες ταῖς τῶν ἡμέρων κεχρήσονται, αἳ διὰ τῶν ἀχύρων σημαίνον‐ ται· οὐχ ἕψονται δὲ ἀκαθάρτοις αὐτοῖς μᾶλλον οἱ καθαροὶ, οὐδὲ τὴν ἐκείνων ζηλώσουσι πολιτείαν καὶ ζωήν· ἀλλ’ οἱ βέβηλοι μᾶλλον, ταῖς τῶν πράων καὶ | |
70.1428(50) | κεκαθαρμένων ἐπιεικείαις ἀκολουθήσουσιν. Οὕτω λέγει Κύριος· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκο‐ δομήσετέ μοι; ἢ ποῖος τόπος τῆς καταπαύσεώς μου; Πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, | |
55 | καὶ ἔστιν ἐμὰ πάντα ταῦτα, λέγει Κύριος. Καὶ ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν, καὶ | |
ἡσύχιον, καὶ τρέμοντα τοὺς λόγους μου; Ὁ δὲ | 1427 | |
70.1429 | ἄνομος ὁ θύων μοι μόσχον, ὡς ὁ ἀποκτείνων κύνα· ὁ δὲ ἀναφέρων σεμίδαλιν, ὡς αἷμα ὕειον· ὁ δὲ διδοὺς λίβανον εἰς μνημόσυνον, ὡς βλάσ‐ φημος. | |
5 | Ἐξυφήνας ἀποχρώντως τὸν πρός γε τὰ ἔθνη λό‐ γον, μεθίστησι τὴν μυσταγωγίαν πρὸς αὐτὸν ἤδη τὸν Ἰσραήλ. Βούλεται γὰρ καὶ αὐτοὺς τῆς κατὰ νόμον ἀποστῆσαι κακίας, καθάπερ ἀμέλει κἀκείνους ἀποφοιτᾷν ἐκέλευε τῆς ἀρχαίας ἀπάτης, καὶ τῆς ἐν | |
10 | τῷ πλανᾶσθαι βεβήλου ζωῆς· ὅτι τοίνυν τῆς ἐν πνεύματι λατρείας μεταποιεῖται μᾶλλον, λόγου δὲ ἀξιοῖ παντελῶς οὐδενὸς, τὴν ὡς ἐν σκιαῖς καὶ τύποις διδάσκει σαφῶς· βούλεται δέ τι πρὸς τούτῳ καὶ ἕτερον αὐτοὺς εἰδέναι, ὡς καὶ ἄνω αἴρουσι τὴν | |
15 | ὀφρὺν, καὶ ἐπ’ οὐδενὶ τῶν ἀναγκαίων πεφρονήκασι μέγα, τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀναστήσαντες ναόν· ᾤοντο γὰρ, ὅτι καὶ τόπῳ περιληπτὸν τὸ Θεῖόν ἐστι, καὶ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ περιεκτικῶς, καθὰ καὶ οἱ τῶν ἐθνῶν ψευδώνυμοι, καὶ οὐδὲν ὄντες | |
20 | παντελῶς, πλὴν ὅτι ξύλα τε καὶ λίθοι· καὶ διὰ τοῦτό φησιν· Ὢ τῆς θείας δόξης οὐκ εἰδότες τὴν ὑπερ‐ οχήν! ὢ τῶν ἐμοὶ προσόντων ἀξιωμάτων οὐκ ἐν‐ νοοῦντες τὸ μέγεθος! «Οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ | |
25 | μοι; ἢ ποῖος τόπος τῆς καταπαύσεώς μου;» Πληροῖ γὰρ τὰ πάντα τὸ Θεῖον· μετὰ δὲ αὐτοῦ γῆ τε καὶ οὐρανός; Εἰρήσθω δὴ ἀνθρωποπρεπῶς, ὅτι θρό‐ νον ἔχων τὸν οὐρανὸν, ὑποπόδιον δὲ ὥσπερ τι ποιεῖ‐ ται τὴν γῆν. Ποῖος οὖν αὐτὸν δέξεται χῶρος; ἢ ποῖος | |
30 | οἶκος ἀρκέσει περιληπτός; «Πάντα γὰρ ταῦτα, φησὶν, ἐποίησεν ἡ χείρ μου· καὶ ἔστιν ἐμὰ ταῦτα πάντα.» Ποῖα δὲ ταῦτα; Δῆλον δὲ ὅτι καὶ τὰ ὁρώ‐ μενα, καὶ τῶν ὁρωμένων ἐπέκεινα· καὶ αὐτοῦ γὰρ ἡ κτίσις ἅπασα, καὶ τοῖς αὐτοῦ νεύμασι παρήχθη | |
35 | πρὸς γένεσιν τὰ οὐκ ὄντα ποτέ. Τί τοίνυν αὐτῷ προσοίσομεν ὡς οὐκ αὐτοῦ; τοιοῦτόν τί φησι καὶ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. Ἔγνωκα πάντα τὰ | |
40 | θηρία τοῦ ἀγροῦ, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ’ ἐμοῦ ἐστιν.» Ἐπὶ τίνα δὴ οὖν ἐπιβλέψω, φησίν; ἢ πάντως που ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον, τουτέστι, τὸν εἰκτικὸν καὶ πρᾶον, καὶ τῶν ἐμῶν θελημάτων γνήσιον ὑπουργὸν, | |
45 | ὥστε καὶ τρέμειν τοὺς οἵπερ ἂν γένοιντο παρ’ ἐμοῦ λόγοι; Σημαίνει δὲ διὰ τούτων τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα· τούτους ἐφορᾷν ἀξιοῖ, καὶ ὡς ταπεινοὺς ἐπισκέπτεσθαι. Θρασὺς γὰρ καὶ ἀλαζὼν ὁ τοῖς θείοις αὐτοῦ νόμοις ἀντανιστάμενος, καὶ διὰ | |
70.1429(50) | πολλῆς ἀπειθείας, γαῦρον ὥσπερ τινὰ καὶ σκληρὸν ἀνατείνει αὐτῷ τὸν τῆς ἑαυτοῦ διανοίας αὐχένα· ὅτι δὲ ἀπαράδεκτον ποιεῖται τὴν διὰ νόμου λατρείαν, καὶ διὰ μίσους ἔχει, σαφηνιεῖ λέγων· «Ὁ θύων μοι μό‐ σχον, ὡς ὁ ἀποκτείνων κύνα· ὁ δὲ ἀναφέρων σεμί‐ | |
55 | δαλιν, ὡς αἷμα ὕειον· ὁ δὲ δοὺς λίβανον εἰς μνημό‐ | 1429 |
70.1432 | συνον, ὡς βλάσφημον.» Ἄθρει δὴ οὖν ὅπως τὰ ὡς ἐν σκιαῖς καὶ τύποις, οὐκ ἀπόβλητα ποιεῖται μόνον, ἀλλὰ γὰρ καὶ μεμίσηκεν, ὡς ἔφην· τὴν γάρτοι μό‐ σχου σφαγὴν, κυνὸς ἡγεῖται θάνατον, ἀκάθαρτον δὲ | |
5 | καὶ σεμίδαλιν ἐλεόδευ[σ]τον. Δηλοῖ γὰρ, οἶμαι, τουτὶ τῷ συὸς αἵματι παρεικάζειν αὐτήν· ἀκάθαρτον δὲ κατὰ τὸν νόμον ὁ ὗς· τοὺς δέ γε ἐκ λιβάνου καπνοὺς, ἐν ἴσῳ τίθεται παλιμφήμου φωνῆς. Μεθίστησι τοίνυν διὰ τούτων αὐτοὺς εἴς γε τὸ βούλεσθαι διαζῇν εὐ‐ αγγελικῶς, καὶ οὕτως [ἴς. οὔτοι] που μᾶλλον κατά γε τὴν οὖσαν ἐν τῷ νόμῳ σκιάν. Καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν, καὶ τὰ | |
10 | βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησε. Κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀνταποδώσω αὐτοῖς, ὅτι ἐκάλεσα αὐτοὺς, καὶ οὐχ ὑπήκουσαν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον μου. Καὶ ἃ οὐκ ἠβουλόμην, | |
15 | ἐξελέξαντες. Ἀπολογεῖται πάλιν, καὶ ἐμφανῆ καθίστησι τὴν αἰτίαν, ἐφ’ ᾗ καὶ ἀπόπεμπτος γέγονεν ὁ Ἰσραὴλ, καίτοι πρωτότοκος ὠνομασμένος, καὶ κλῆρος Θεοῦ χρηματίσας. «Ἐπελέξαντο γὰρ, φησὶν, αὐτοὶ τὰς | |
20 | ὁδοὺς αὐτῶν, καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησε·» τὸ δὲ, «Ἐπελέξαντο,» λέγων, οὐκ ὀρθῶς ἀπέφηνε δικαστὰς ἐν ἀναγκαίοις πράγμασιν, «Εἰπόντας δὲ μᾶλλον καὶ τὸ καλὸν πονηρὸν, καὶ θε‐ μένους τὸ σκότος εἰς φῶς, καὶ τὸ φῶς σκότος, καὶ τὸ | |
25 | πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν.» Ἐξὸν γὰρ αὐτοῖς διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων πρὸς πᾶν ὁτιοῦν ἀποφέρεσθαι τῶν ἀρίστων ἀνδραγαθημάτων, καὶ προκειμένης αὐτοῖς ἐξουσίας ἀποστῆναι μὲν τῶν τῆς φαυλότητος τρόπων, ἀνθελέσθαι δὲ τὸ πεφυκὸς | |
30 | ὠφελεῖν· αὐτοὶ, φησὶν, ἠθέλησαν τὰς ὁδοὺς αὐτῶν τὰς ἔξω νόμων τῶν ἱερῶν, τὰς παγίδας θανάτου, καὶ εἰς πέταυρον ᾅδου κατακομιζούσας αὐτούς· ἀναβαί‐ νει δὲ καὶ εἰς ἀνάμνησιν ἀρχαιοτέρας αὐτοῖς ἁμαρ‐ τίας· γεγόνασι γὰρ κατὰ καιροὺς, καὶ εἰδωλολάτραι, | |
35 | καὶ βδελυγμάτων προσκυνηταί. «Ἐπειδὴ τοίνυν κέκληνται, φησὶ, καὶ οὐχ ὑπήκουσαν,» οὔτε μὴν προσεσχήκασιν, οἷς πρὸς αὐτοὺς πεποίημαι λόγους. Ἔφην γὰρ, ὅτι «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, καὶ ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ ζήσεται·» | |
40 | καὶ πάλιν· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Ταύτῃ τῇ ψήφῳ λοιπὸν κεχρήσομαι τῇ κατ’ αὐτῶν ὁσίᾳ, κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν, τουτέστι, τοὺς ἐμπαίζοντας, ἤγουν ἐμπαροινοῦντας αὐτοῖς. | |
45 | Δηλοῖ δὲ πάντως τοὺς πεπορθηκότας τὴν Ἰουδαίαν, καὶ κατεμπρήσαντας τὴν ἁγίαν ποτὲ καὶ διαβόητον πόλιν· δῆλον δὲ ὅτι τοὺς Ῥωμαίων στρατηγούς. «Ἀνταποδώσω γὰρ αὐτοῖς, φησὶ, τὰς ἁμαρτίας αὐτῶν.» Ἃ γὰρ μεμίσηκα, καὶ οὐκ ἠβουλόμην, ἐξελέξαντο. Ἀκούσατε τὸ ῥῆμα Κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μι‐ | |
70.1432(50) | σοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ ὑμῶν, κἀκεῖνοι αἰσχυνθήσονται. Μεθίστησι τοὺς λόγους ἐπὶ πάντα ταπεινὸν καὶ ἡσύχιον, καὶ τρέμοντα τοὺς λόγους αὐτοῦ, ὧν δὴ καὶ | |
55 | γεγόνασιν ἀπαρχὴ, καὶ πρῶτοι, καὶ ἀπολέγδην ἐξει‐ λεγμένοι οἱ θεσπέσιοι μαθηταί. Τρέχει δὲ τῆς ἐντο‐ | |
λῆς ἡ δύναμις καὶ ἐπὶ πάντας ἐφεξῆς τοὺς λαῶν | 1431 | |
70.1433 | ἡγουμένους, οἳ ψήφῳ θείᾳ κεχειροτόνηνται τῶν ἁγίων Ἐκκλησιῶν, καὶ τῶν ἱερῶν κηρυγμάτων ἱερουργοί. Τούτοις ἐπιτάττει λέγων· «Εἴπατε τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις· Ἀδελφοὶ ἡμῶν.» | |
5 | Ἢ γὰρ πράους αὐτοὺς βούλεται καὶ ἀνεξικάκους εἶναι, κατά γε τὰς εὐαγγελικὰς παραδόσεις, καὶ διὰ τῆς εἰς λῆξιν μακροθυμίας σαγηνεύειν εἰς οἰκειότητα πνευματικὴν, τοὺς ἀνανεύοντας, καὶ παραιτουμένους τὴν πρὸς αὐτοὺς κοινωνίαν· ἤγουν ἐκεῖνό που τάχα | |
10 | διακελεύεται, τὸ κηρύξαι, φημὶ, τοῖς ἔθνεσι, καὶ κα‐ λέσαι πρὸς θεογνωσίαν τὴν ἀληθῆ, τοὺς πεπλανημέ‐ νους, καὶ τῶν ἀκαθάρτων πνευμάτων προσκυνητὰς Ἰουδαίους, ὅτι μὴ κατ’ αὐτοὺς ἐδέχοντο τὴν πο‐ λυθεΐαν, ἕνα δὲ καὶ φύσει καὶ μόνον ὡμολόγουν | |
15 | Θεόν· ἀλλ’ εἰ καὶ «Μεμισήκασι, φησὶν, ὑμᾶς, βδελυ‐ ροὺς εἶναι καταλογιζόμενοι, προτεινέσθω καὶ οὕ‐ τως αὐτοῖς ὁ παρ’ ὑμῶν λόγος, καὶ ἐν τάξει κατα‐ λογιζέσθωσαν ἀδελφῶν, ἵνα τὸ ὄνομα Κυρίου δοξα‐ σθῇ.» Σεσαγήνευται γὰρ τῶν ἐθνῶν ἡ πληθὺς εἰς | |
20 | δόξαν Χριστοῦ, καὶ γέγονεν ἐμφανὴς ἐν τῇ εὐφρο‐ σύνῃ αὐτῶν· εὐφραινομένων γὰρ τῶν ἐθνῶν ἐπὶ τῇ παρ’ αὐτοῦ χάριτι καὶ σωτηρίᾳ, κατῃσχύνθησαν οἱ ἐξ Ἰσραὴλ ὡς ἀπόβλητοι, καὶ μεμισημένοι, καὶ ἀμέτοχοι παντελῶς τῆς τῶν ἁγίων ἐλπίδος, καὶ τῶν | |
25 | παρ’ αὐτοῦ δεδωρημένων τοῖς πιστεύουσιν εἰς αὐτόν· εἰδέναι δὲ ἀναγκαῖον, ὅτι νομικὴν λέλυκεν ἐντολὴν, ἀδελφοὺς ὀνομάζειν κελεύσας τοὺς ἐξ ἐθνῶν. Ἀπεί‐ ρητο γὰρ τοῖς ἐξ Ἰσραὴλ τὸ συναναπλέκεσθαι φιλεῖν τοῖς πεπλανημένοις. «Οὐ γὰρ λαλήσεις αὐτοῖς εἰρη‐ | |
30 | νικὰ,» φησὶν ὁ διὰ Μωσέως νόμος, «οὐδὲ μὴ ἐπι‐ γαμβρεύσεις αὐτοῖς· τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, οὐδὲ τὴν θυγατέρα αὐτοῦ λήψῃ τῷ υἱῷ σου· ἵνα μὴ ἀποστήσῃ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ πορευθεὶς λατρεύσῃ θεοῖς ἑτέροις.» Ἀλλ’ ἐν Χριστῷ | |
35 | γέγονε τὰ ἀμφότερα ἓν, καὶ λέλυται τὸ μεσότοιχον τοῦ φραγμοῦ, κατήργηται δὲ καὶ ὁ νόμος, τῶν ἐντολῶν ἐν δόγμασι· «Καὶ γάρ ἐστιν αὐτὸς ἡ εἰρήνη ἡμῶν.» Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ Κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις. | |
40 | Εἰπὼν, ὅτι «Κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐ‐ τῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀνταποδώσω αὐτοῖς,» διαδείκνυσιν εὐθὺς τῶν ἀπειληθέντων τὴν ἔκβασιν, καὶ ὡς ἤδη τῶν πολεμίων τήν τε πόλιν αὐτῶν, καὶ τὸν ναὸν ᾑρηκότων, φωνὴν ἐκ πόλεως, καὶ φωνὴν ἐκ | |
45 | ναοῦ γενέσθαι φησὶν, ὡς ἀναμὶξ κλαιόντων ἱερουρ‐ γῶν, καὶ συνθρηνούντων ἀλλήλοις τῶν λαῶν· καὶ γὰρ ἦν εἰκὸς, τῆς τοῦ πολέμου συμφορᾶς κατακρα‐ τούσης αὐτῶν, θρηνεῖν τε καὶ ὀλοφύρεσθαι· οὐ γὰρ ἦν ἀπόνευσις τοῦ κακοῦ, Κυρίου δὲ φωνὴν γενέσθαι | |
70.1433(50) | φησὶν «ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμέ‐ νοις,» οἷον ἐπιτάττοντος καὶ διακελευομένου τοῖς ὀλοθρευταῖς, φείδεσθαι τῶν ἁλόντων οὐδενὸς, ἐπι‐ πηδᾷν δὲ μᾶλλον ἀγρίως τοῖς ἀντικειμένοις, καὶ οὔτι που πάντως ταῖς τῶν πολεμούντων ὁρμαῖς, ἀλλὰ | |
55 | γὰρ θελήμασι τοῖς δεσποτικοῖς· τοῦτο γὰρ αὐτοῖς γέγονε πρόξενον τοῦ καὶ ἁλῶναι, καὶ παθεῖν. | |
Πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν | 1433 | |
70.1436 | πόνον τῶν ὠδίνων ἐξέφυγε, καὶ ἔτεκεν ἄρσεν. Τίς ἤκουσε τοιοῦτον; καὶ τίς ἑώρακεν οὕτως; Εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ, ἢ καὶ ἐτέθ[χ]η ἔθνος εἰσ‐ άπαξ, ὅτι ὤδινε καὶ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς; | |
5 | Ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην, καὶ οὐκ ἐμνήσθη μου, εἶπε Κύριος. Οὐκ ἰδοὺ ἐγὼ γεννῶ‐ σαν καὶ στεῖραν ἐποίησα, εἶπε Κύριος; Ὅτι μὴ ὁλόῤῥιζος ὁ Ἰσραὴλ ἀπολεῖται, διδάσκει πάλιν. Ἐπειδὴ γὰρ ὅλως προαναπεφώνηκε τῇ Ἱε‐ | |
10 | ρουσαλὴμ τὴν ἅλωσιν, διαμέμνηται πάλιν τοῦ κατ’ ἐκλογὴν καταλείμματος· σέσωσται γὰρ οὐκ ὀλίγη πληθὺς, διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ· βούλεται δέ τι τοιοῦτον ὑποδηλοῦν· πεπαρῳνήκασι γὰρ εἰς αὐτὸν Ἰουδαῖοι, καὶ ἀπεκτόνασι τὸν ἀρχηγὸν | |
15 | τῆς ζωῆς. Ἐπειδὴ δὲ ἀνεβίω, πατήσας τὸν θάνατον, ἀναπεφοίτηκέ τε πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, διεκήρυττον αὐτὸν οἱ θεσπέσιοι μαθηταὶ προσλα‐ λοῦντες ἅπασι, καὶ τοῖς πεπαρῳνηκόσι, καὶ καλοῦντες εἰς μετάγνωσιν, καὶ εἰς σωτηρίαν τὴν διὰ πίστεως, | |
20 | καὶ εἰς ἄφεσιν ἁμαρτιῶν τὴν διὰ τοῦ ἁγίου βαπτί‐ σματος. Ἔφη γὰρ ὁ Πέτρος; «Καὶ νῦν, ἀδελφοὶ, οἶδα, ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. —Μετανοήσατε οὖν, καὶ βαπτι‐ σθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χρι‐ | |
25 | στοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ὑμῶν γάρ εἰσιν αἱ ἐπαγγελίαι, καὶ τοῖς τέκνοις ὑμῶν.» Ταῦτα λέγοντος τοῦ θεσπεσίου Πέτρου πεπι‐ στεύκασι πολλοί. Γέγραπται γοῦν ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων, ὅτι προσετέθησαν ἐν τῇ | |
30 | ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. Διατετελέκασι τοίνυν οἱ θεσπέσιοι μαθηταὶ νουθετοῦντες τοὺς ἐξ Ἰσραὴλ σαγηνεύοντες εἰς πίστιν· εἶτα χρόνου δια‐ γεγονότος, ἐπηνέχθη λοιπὸν τῇ τε τῶν Ἰουδαίων χώρᾳ, καὶ αὐτοῖς δὲ τοῖς Ἱεροσολύμοις τὰ ἐκ θείας | |
35 | ὀργῆς, ὡς εἰσβεβηκότων ἤδη, καὶ κεκλημένων τῶν ἐπιεικεστέρων, ἦσαν δὲ οὗτοι τὸ κατάλειμμα· τοῦτο διδάσκει λέγων· «Πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων ἐξέφυγε, καὶ ἔτεκεν ἄρσεν.» Πρὶν γὰρ ἐπιστῆναι τὰ δεινὰ, καὶ | |
40 | οἷόν τινας πικρὰς ὠδῖνας τὰς ἐκ τοῦ πολέμου συμ‐ φορὰς κατασκῆψαι τῆς Ἱερουσαλὴμ, ἐξέφυγε, τουτ‐ έστι, πρὸ τοῦ κινδύνου ἔτεκεν ἄρσεν, ὅ ἐστι κύημα καλὸν καὶ τριπόθητον· ταῖς γὰρ τικτούσαις ἀῤῥενο‐ τοκία μᾶλλον θατέρου προτέτακται· ἢ τάχα που καὶ | |
45 | ἄρσεν τὸ τεχθέν· οὐ γὰρ θηλύνεται πρὸς μαλακισμοὺς ὁ ἐν Χριστῷ λαός. Φρόνημα γὰρ ἀνδροπρεπές ἐστιν ἐν αὐτῷ καὶ νεανικὸν, καὶ τούτου μάρτυς ὁ μακά‐ ριος Παῦλος γράφων· «Οἱ δὲ τοῦ Ἰησοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν, σὺν τοῖς παθήμασι καὶ ταῖς | |
70.1436(50) | ἐπιθυμίαις.» Εἶτα τῆς θείας δυνάμεως τὴν ὑπερβο‐ λὴν, ὡς ἐνεργησάσης καὶ τοῦτο, πολὺ θαῦμα ποιεῖται λέγων· «Τίς ἑώρακεν οὕτως; εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ, ἢ καὶ ἐτέχθη ἔθνος εἰσάπαξ, ὅτι ὤδινε καὶ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς;» Τίς γὰρ ὁ ἀκούσας, | |
55 | φησὶν, ἢ τίς ἑώρακε γῆν, ἤτοι χώραν ὁλόκληρον, ἀναβλαστήσασαν ἐν ἡμέρᾳ μιᾷ τοὺς πληρῶσαι δυνα‐ | |
μένους αὐτήν; Ἆρα γὰρ εἰσάπαξ, τουτέστιν, ὑφ’ ἓν | 1435 | |
70.1437 | ἔθνος ὅλον ἐτέχθη πώποτε; ἀλλ’ οὕτω, φησὶν, «Ἡ Σιὼν ἔτεκε τὰ παιδία αὐτῆς.» Τὸ γὰρ ἐν ἡμέρᾳ μιᾷ τρεῖς χιλιάδας προστεθεῖναι ψυχὰς, καὶ πνευματικὴν ἀναγέννησιν ὑπομεῖναι διὰ τῆς πίστεως καὶ τοῦ ἁγίου | |
5 | βαπτίσματος, πῶς οὐκ ἐναργῶς εἵη ἂν ἔθνους ὁλο‐ κλήρου κύησις καὶ ἀπότεξις; Ἀλλ’, «Ἐγὼ, φησὶ, δέδωκα τὴν προσδοκίαν ταύτην.» Προείρηται γὰρ καὶ τοῦτο διὰ φωνῆς ἁγίων προφητῶν, καὶ προεπήγ‐ γελται Θεὸς αὐτῇ τὴν πολυπαιδίαν· «Πλὴν οὐκ | |
10 | ἐμνήσθη μου, φησὶ Κύριος, καίτοι στεῖραν καὶ γεννῶσαν ἐγὼ πεποίηκα.» Ὁ δὲ τούτων ἔχων τὴν ἐξουσίαν, πῶς ἂν ἄπαιδα γενέσθαι συνεχώρησεν αὐτὴν, εἴπερ ἠθέλησε, τὴν εἰς αὐτὸν πίστιν προσ‐ ηκαμένη, πολύπαις τε καὶ εὔπαις ὀφθῆναι τοῖς ἀνὰ | |
15 | πᾶσαν τὴν γῆν; ἐπειδὴ δὲ γέγονεν ἀπειθὴς, σκληρὰ, καὶ δυσάγωγος, ἐστειρώθη μὲν αὕτη, γεγέννηκε δὲ ἡ τῶν ἐθνῶν χώρα τὸν ἀριθμοῦ κρείττονα καὶ ἐπέ‐ κεινα λαόν· καὶ αὐτὸ δὴ τουτὶ διδάσκει λέγων ὁ θεσπέσιος προφήτης Ἡσαΐας, ὡς πρός γε τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν· «Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι | |
20 | πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» Εὐφράνθητι Ἱερουσαλὴμ, καὶ πανηγυρίσατε ἐν αὐτῇ, πάντες οἱ ἀγαπῶντες αὐτήν. Χάρητε χαρᾷ πάντες ὅσοι πενθεῖτε ἐπ’ αὐτῆς, ἵνα θηλά‐ σητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως | |
25 | αὐτῆς, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσ‐ όδου δόξης αὐτῆς. Ὅτι τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν. Χαίρειν ἐπιτάττει τῇ νέᾳ καὶ νοητῇ Σιὼν, ἤγουν | |
30 | Ἱερουσαλὴμ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, ἣν αὐτὸς ἑαυτῷ παρέστησεν ὁ Χριστὸς ἄσπιλον καὶ ἄμωμον, ἔκ τε τῶν Ἰουδαϊκῶν ταγμάτων, καὶ ἐκ τῆς τῶν ἐθνῶν ἀγέλης. Συνῆψε γὰρ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλ‐ | |
35 | λάξας τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πα‐ τέρα. Πρέποι δ’ ἂν τὸ χαίρειν αὐτῇ· μεμέστωται γὰρ ἐλπίδων τῶν ὑπὲρ νοῦν καὶ λόγον. «Οὐ γὰρ εἶδεν ὀφθαλμὸς, φησὶ, καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ | |
40 | Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν·» ἡσθῆναί γε μὴν προστέ‐ ταχε τούς τε ὄντας ἐν αὐτῇ καὶ ἀγαπῶντας αὐτήν· εἶεν δ’ ἂν οὗτοι πάλιν οἱ ἀνέχοντες ὥσπερ αὐτὴν, καὶ ταῖς ἀμωμήτοις διδασκαλίαις πολυτρόπως στηρί‐ ζοντες, καὶ ὅσοι πενθοῦσιν ἐπ’ αὐτῆς, κατά γε τὴν | |
45 | αὐτοῦ τοῦ Σωτῆρος φωνήν· «Μακάριοι, φησὶν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.» Τὸ δέ γε πένθος ἐν τούτοις τὴν τῶν εὐαγῶν ἀνδραγαθημάτων ὑποφαίνει κατόρθωσιν· ἱδρῶτα γὰρ ἔχουσι τὸν ὀνη‐ σιφόρον, καὶ τληπαθοῦσι νεανικῶς, οὐχ ἵνα τι τῶν | |
70.1437(50) | ἐπιγείων κερδάνωσιν, ἀλλ’ ἵνα τῶν παρὰ Θεοῦ χαρι‐ σμάτων ἀναπιμπλάμενοι, θυμηδίας ἁπάσης γένωνται μεστοί· τοῦτο γὰρ αὐτοῖς ὑπισχνεῖται λέγων· «Ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς.» Πρόσωπον δὲ ἅπαξ γυναικὸς περιθεὶς τῇ νέᾳ | |
55 | Σιὼν, ἐπιμένει τῇ τοῦ λόγου τροπῇ, καὶ τὴν ἐν αὐτῇ παράκλησιν τὴν διά γε, φημὶ, τοῦ ἁγίου Πνεύματος, | |
μαστοῖς παρεικάζει καὶ γάλακτι. Εἴρηται γάρ που | 1437 | |
70.1440 | πρὸς αὐτὴν καὶ ἐν τῇ τῶν Ἀσμάτων, ὅτι «Ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον.» Πρώτη δὲ πάντως τοῖς τὴν πίστιν προσιεμένοις τὴν εἰς τὸν Θεὸν ἡμῶν Ἰησοῦν τὸν Χριστὸν νηπιοπρεπὴς προσάγεται τροφὴ, τουτ‐ | |
5 | έστιν, ὁ τρυφερὸς καὶ ἁπλοῦς τῆς κατηχήσεως λόγος· οὕτω γάρ που καὶ ὁ Παῦλος προσπεφώνηκέ τισιν, εἰπών· «Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε, ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε.» Ὅτι δὲ οὐκ ἀεὶ νηπίους τε εἶναι καὶ ὁρᾶσθαι πρέπει, τοὺς | |
10 | οἵπερ ἂν ὅλως τὸν τῆς κατηχήσεως ἐκπίνουσι λόγον, χρῆναι δὲ μᾶλλον ἀναφοιτᾷν, καὶ εἰς ἄνδρα τέλειον, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα τὸν ἀκριβῆ καὶ ἐξητασμένον ἐπ’ αὐτῷ λόγον συνιέναι δύνωνται λοιπὸν, ἐδίδαξε προστιθείς· «Ἵνα | |
15 | ἐκθηλάσαντες τρυφήσητε, ἀπὸ εἰσόδου δόξης αὐτῆς.» Τὸ ἐκθηλάσαντες δέ φησιν, ἀντὶ τοῦ, μαστῶν ἔξω καὶ θηλῆς γεγονότες, ἤγουν ἀπογεγαλακτισμένοι, τουτέστιν, οὐκ ἔτι μένοντες νήπιοι, τελοῦντες δὲ ὥσπερ ἐν ἐφήβοις ἤδη καὶ ἀνδράσι, καὶ τῆς στερεᾶς | |
20 | ἐφιέμενοι τροφῆς, ἐντρυφύσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς· καὶ δόξαν μὲν ὀνομάζει Χριστὸν (οὕτω γάρ που καὶ ὁ Ψάλλων φησὶ περὶ αὐτοῦ, «Τοῦ κατασκη‐ νῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν»)· εἴσοδον δὲ, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον· Θεὸς ὣν φύσει | |
25 | γέγονεν ἄνθρωπος, καὶ οἷον εἰσβέβηκεν εἰς τόνδε τὸν κόσμον διὰ τὴν σάρκωσιν. Ἐντρυφῶσι τοίνυν οἱ τὸν ἀκριβῆ τῆς περὶ αὐτοῦ πίστεως εἰδότες [al. δόντες] λόγον, καὶ τίνα τρόπον εἰσβέβηκεν εἰς τὴν οἰκουμένην ἡ δόξα, τουτέστι Χριστὸς, μανθάνοντες· | |
30 | διὰ τοῦτο καὶ ὁ θεσπέσιος προφήτης εὐθὺς, καὶ παρ‐ εζευγμένως, τὴν ἐμφάνειαν αὐτοῦ τὴν μετὰ σαρκὸς καθίστησιν ἐναργῆ· ἵστησι γὰρ τὸ αὐτοῦ πρόσωπον λέγοντος, ὅτι «Ἰδοὺ ἐκκλίνω ἐπ’ αὐτοὺς, ὡς ποτα‐ μὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν | |
35 | ἐθνῶν.» Ποταμὸς μὲν οὖν εἰρήνης, καὶ χειμάῤῥους τρυφῆς, ὁ Χριστὸς (οὕτω γὰρ αὐτὸν καὶ ὁ θεσπέσιος Δαβὶδ ὀνομάζει λέγων· «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου ὁ Θεός! οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων, ἐν σκέπῃ τῶν πτε‐ ρύγων σου ἐλπιοῦσι· μεθυσθήσονται ἀπὸ τῆς πιό‐ | |
40 | τητος τοῦ οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς.» Καὶ πάλιν· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ»)· ἐκκέ‐ κλικε δὲ, καὶ οἷον ἀμφιλαφεστάτοις νάμασιν ἐπέκλυσε τῶν ἐθνῶν τὴν δόξαν, τουτέστι, τὸ τίμιον τῶν ἐθνῶν, | |
45 | ἤτοι τὸ δεδοξασμένον ἅπαν. Οὐ γὰρ πάντες πεπι‐ στεύκασιν, οὔτε μὴν ἐδοξάσθησαν, ἀλλ’ ὡς ὁ Παῦλός φησι περὶ τοῦ Θεοῦ καὶ Πατρὸς, «Οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν· οὓς δὲ ἐκάλεσε, τού‐ | |
70.1440(50) | τους καὶ ἐδόξασε.» Τό γε μὴν, «Ἐκκλίνω[ν],» λέγων, δίδωσι τοιοῦτον ἐννοεῖν· Ἡ μὲν γὰρ ὁδὸς αὐτῷ καὶ πορεία, κατὰ πρόθεσιν καὶ εὐδοκίαν τοῦ Πατρὸς πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ· ἔφη γοῦν ὅτι «Οὐκ ἀπ‐ εστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Ἐπειδὴ δὲ ἀπεώσαντο τὴν πίστιν, ἐξ‐ | |
55 | έκλινεν ἀπ’ αὐτῶν καθὰ γέγραπται, καὶ ταῖς τῶν ἐθνῶν ἀγέλαις τὴν ἐκ τῶν ἱερῶν ναμάτων παράκλη‐ σιν ἐχαρίσατο, τουτέστι, τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, δι’ οὗ τὴν πρὸς αὐτὸν εἰρήνην κεκερ‐ | |
δήκασι, καὶ δι’ αὐτοῦ συνήφθησαν κατ’ οἰκειότητα τὴν πνευματικὴν τῷ Θεῷ καὶ Πατρί. | 1439 | |
70.1441 | Τὰ παιδία αὐτῶν ἐπ’ ὤμων ἀρθήσονται, καὶ ἐπὶ γόνατα παρακληθήσονται. Ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτως κἀγὼ παρακαλέσω ὑμᾶς. Καὶ ἐν Ἱερουσαλὴμ παρακληθήσεσθε, καὶ ὄψε‐ | |
5 | σθε, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ. Καὶ γνωσθήσεται ἡ γῆ Κυρίου τοῖς σεβομένοις αὐτόν. Ἀμφιλαφεστάτην ἡμῖν τὴν παράκλησιν ἐπαγγέλ‐ λεται, καὶ φειδοῦς ἁπάσης ἐπίδοσιν, ὥστε καὶ πόνου | |
10 | δίχα παντὸς κατορθοῦν δύνασθαι τὸ ἀρέσκον αὐτῷ. Οἱ γὰρ ἔτι νηπιάζοντες ἐν αὐτοῖς, φησὶ, καὶ τὰς φρένας οὔπω τετελειωμένοι, βρέφεσιν ἐν ἴσῳ μικροῖς ἐπ’ ὤμων ἀρθήσονται, καὶ ἐπὶ γονάτων παρακληθή‐ σονται· ἔθος γὰρ οὕτω μητράσιν ἐπιμελεῖσθαι νη‐ | |
15 | πίων. Ὀλίγα τοίνυν, φησὶ, παραχωρήσω μητρὶ, παρακαλέσω δὲ οὕτω τοὺς ἀδρανῆ τέως ἔχοντας νοῦν, ὡς ἐλλεῖψαι μηδὲν τῶν τελούντων εἰς ἀνάπαυ‐ σιν αὐτοῖς· τιθηνούμενοι δὲ οὕτω, φησὶ, καὶ διὰ πάσης ἰόντες φειδοῦς καὶ ἀγάπης, ὄψεσθέ τε διὰ | |
20 | καιροῦ καὶ τὴν ἄνω πόλιν τὴν ἐπουράνιον Ἱερουσα‐ λήμ· πλησθήσεσθε θυμηδίας, καὶ ὡς ἐν τάξει πόας ἀναθαλήσει τὰ πάντων ὑμῶν ὀστᾶ. Ἐγερθήσονται γὰρ οἱ νεκροὶ, καὶ ἀναστήσονται οἱ ἐν τοῖς μνημείοις, τὴν παρὰ Χριστοῦ πλουτήσαντες δρόσον, τουτέστι, | |
25 | τὸ πνεῦμα τὸ ζωοποιόν· οὕτω γάρ πού φησιν ὁ Ψάλλων πρὸς τὸν Θεὸν περὶ τῶν ἐν γῇ κειμένων· «Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Ὥσπερ οὖν τὰ ἐν ἀγροῖς ἀνθήσαντα μετὰ βραχὺ πίπτει, καὶ μαραίνε‐ | |
30 | ται ἐαρινοῦ γε μὴν ἐνστάντος καιροῦ, πάλιν ἀνίσχει· καὶ φαίνεται· οὕτω τὰ ἐν τῇ γῇ τῶν τεθνεώτων λείψανα, κατὰ τὸν τῆς παλιγγενεσίας καιρὸν ἀῤῥήτῳ δυνάμει Θεοῦ πάλιν ἀνατελοῦσιν. Ἐγερθήσονται γὰρ, ὡς ἔφην. «Τότε δὴ, τότε γνωσθήσεται ἡ χεὶρ | |
35 | Κυρίου τοῖς σεβομένοις αὐτόν.» Χεῖρά γε μὴν ἐν τούτοις, ἢ τὴν δύναμιν αὐτοῦ φησιν, ἤγουν τὸν Κύ‐ ριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, δι’ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα. Δι’ αὐτοῦ γὰρ πάλιν καὶ ἡ τῶν νεκρῶν ἀναβίωσις. Ἀποτέλεσμα γὰρ τῆς αὐτοῦ δυνάμεως | |
40 | εἴη ἂν, καὶ τὸ ἰσχύσαι παρενεγκεῖν εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτὲ, καὶ πεπονθότα τὴν φθορὰν, ἀνακαι‐ νίσαι πάλιν εἰς τὸ ἐν ἀρχαῖς. Καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν· Ἰδοὺ γὰρ Κύ‐ ριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἅρματα | |
45 | αὐτοῦ, τοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν, καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός. Ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ, καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου, οἱ ἁγνιζόμενοι καὶ καθαρι‐ | |
70.1441(50) | ζόμενοι εἰς τοὺς κήπους, καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέα ὑῶν καὶ τὰ βδελύγματα καὶ τὸν μῦν, ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπε Κύριος. Κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι. | |
55 | Ἀποχρώντως παρακαλέσας τοὺς ἐν τῇ νέᾳ Σιὼν, τουτέστι, τῇ Ἐκκλησίᾳ, καὶ διαρκεστάτην αὐτοῖς | |
ἐπαγγειλάμενος τὴν παράκλησιν, καὶ πνευματικῶν | 1441 | |
70.1444 | ἀγαθῶν χορηγίαν, ἔτι τε πρὸς τούτοις τὴν ἐκ νεκρῶν ἀναβίωσιν, καὶ τὰς ἄνω μονὰς, καὶ τὴν αὐτόθι δόξαν οὐκ ἀζήμιον ἔσεσθαί φησι τοῖς ἀπειθεῖν ἑλομένοις αὐτῷ τὸ ἐπὶ τούτοις ἐγχείρημα. Ἥξει γὰρ ὡς πῦρ, | |
5 | φησί· καταβήσεται γὰρ ἐξ οὐρανῶν, ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων. Τοῦτο γὰρ τὸ ἅρμα αὐτοῦ, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον, «Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθη‐ νούντων.» Ἥξει δὲ ἀποδώσων ἐκδίκησιν ἐν θυμῷ, | |
10 | καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός. Ὁ δὲ ἀποσκο‐ ρακισμὸς δηλοῖ τὴν ἀποβολήν· ἐρεῖ γὰρ τοῖς τεθνεῶ‐ σιν ἐν ἁμαρτίαις· «Πορεύεσθε ἀπ’ ἐμοῦ, κατηρα‐ μένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ δια‐ βόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ·» κριθήσεται γὰρ | |
15 | οὕτω, φησὶν, ἡ σύμπασα γῆ, καὶ ὥσπερ ἀπὸ ῥομ‐ φαίας τῆς θείας ὀργῆς πληγέντες πολλοὶ τραυματίαι γενήσονται. Οὗτοι δ’ ἂν εἶεν οἱ τὴν ἄφυκτον δεχό‐ μενοι δίκην, καὶ εἰς ἄσβεστον τρέχοντες φλόγα, καὶ σειραῖς τῶν ἰδίων πλημμελημάτων κατεσφιγμένοι· | |
20 | μάλιστα δὲ τῶν ἄλλων ὑπενεχθήσονται τῇ δίκῃ, φησὶν, οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους, τουτέστιν, οἱ παρωσάμενοι μὲν τὴν διὰ Χριστοῦ λύτρωσιν, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσμα‐ τες ἀτιμάσαντες χάριν, δικαιοῦσαν τὸν ἀσεβῆ, καὶ | |
25 | παντὸς αἰτιάματος ἀπαλλάττουσαν τοὺς ταῖς ἁμαρ‐ τίαις μεμολυσμένους· ἀγαπήσαντες δὲ μᾶλλον τὸ ἐν πλάνῃ καὶ ἀγνοίᾳ περιπατεῖν, καὶ θεοῖς τοῖς οὐκ οὖσι προσκυνεῖν, οἳ καὶ κέχρηνται περιῤῥαντηρίοις ἀκαθάρτοις καὶ ῥυπαροῖς. Περιαγνίζονται γὰρ, ὡς | |
30 | γοῦν οἴονται, κατὰ σφᾶς αὐτοὺς πλανῶντες καὶ πλα‐ νώμενοι. Ἢ γὰρ ὕδασι κατεῤῥαίνοντο, ἤγουν δᾷδας πῦρ περιενεγκόντες κύκλῳ, διασμήχειν τὰς ἑαυτῶν ψυχὰς τῶν ἐκ φαυλότητος λογισμῶν [al. μολυσμῶν] ᾤοντο. Ὅτι δὲ κοσμιότητος καὶ ἐπιεικείας οὐδείς | |
35 | ἐστι παντελῶς παρά γε τοῖς τοιούτοις ὁ λόγος, ἀλλ’ οὐδὲ νοῦς ἀνθρωποπρεπὴς, παρασυνεβλήθησαν δὲ μᾶλλον τοῖς κτήνεσι τοῖς ἀνοήτοις, διαδείκνυσιν εἰπὼν, ὅτι ἁγνίζονται μὲν ἐν κήποις, τουτέστιν, ἐν τοῖς ἄλσεσιν, ἤγουν δρυμοῖς, ὑποκάτω δρυὸς καὶ | |
40 | λεύκης, καὶ δένδρου συσκιάζοντος. Ἐξῳκοδόμηνται γὰρ παρ’ αὐτῶν αὐτόσε βωμοὶ καὶ τεμένη τοῖς δαί‐ μοσιν, ἐν δὲ τοῖς προθύροις τῶν τεμενῶν ἤσθιον κρέας ὕειον. Ἀπόδειξις δὲ καὶ τοῦτο τρυφῆς. Προσ‐ εκύνουν δὲ καὶ τὰ βδελύγματα καὶ τὸν μῦν. Καθ‐ | |
45 | ίκοντο γὰρ ἴσως εἰς τοῦτο φρενοβλαβείας τῶν δεισι‐ δαιμόνων τινὲς, ὡς καὶ μυῶν ἔχειν ἐν σηκοῖς ἱδρύ‐ ματά τε καὶ τύπους. Ἀλλ’ οὗτοι πάντες, φησὶν, ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, τουτέστιν, ὁμοῦ τοῖς ἀπειθήσασιν ἐξ Ἰσραήλ· «Ἐγὼ γὰρ ἔγνων τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν.» Λογισμὸν δέ φησι τὰς ἐνθυμήσεις, αἷς ἀκολουθήσαντες αἰσχρῶν ἐπιχει‐ | |
70.1444(50) | ρημάτων γεγόνασιν εὑρεταὶ, δι’ ὧν αὐτοῖς καὶ ἡ τῶν βδελυγμάτων γέγονεν εἰσφορὰ, καίτοι δέον ἑνὶ τῷ φύσει καὶ ἀληθῶς λατρεύειν Θεῷ. Ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη, καὶ τὰς γλώσσας. Καὶ ἥξουσι, καὶ ὄψονται τὴν δόξαν μου, καὶ καταλείψω ἐπ’ αὐτοὺς σημεῖα, καὶ | |
55 | ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη, καὶ εἰς Θαρσεῖς, καὶ Φοὺδ, καὶ Λοὺδ, καὶ Μοσὸχ, | |
καὶ Θοβὲλ, καὶ εἰς τὴν Ἑλλάδα, καὶ εἰς τὰς νή‐ | 1443 | |
70.1445 | σους τὰς πόῤῥω, οἳ οὐκ ἀκηκόασί μου τὸ ὄνομα, οὐδὲ ἑωράκασι τὴν δόξαν μου, καὶ ἀναγγελοῦσί μοι τὴν δόξαν ἐν τοῖς ἔθνεσιν. Ἀνακεφαλαίωσιν ὥσπερ τινὰ τοῦ παντὸς λόγου, | |
5 | καὶ ἁπάσης προφητείας διὰ τουτωνὶ ποιεῖται Χρι‐ στὸς, καὶ ὡς ἐν βραχέσι καὶ συνεσταλμένοις ἀπαγ‐ γέλλει τὰ ἀπ’ ἀρχῆς μέχρι τέλους, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν. Διαμέμνηται γὰρ καὶ τῆς κλήσεως τῶν ἐθνῶν, καὶ τῆς τῶν ἁγίων ἀπο‐ | |
10 | στόλων ἀναδείξεως, καὶ ὅτι προσκυνηθήσεται παρὰ πάσης τῆς ὑπ’ οὐρανόν. Ὁ μὲν γὰρ πάλαι νόμος, ἓν καὶ μόνον συνήγαγεν ἔθνος, δῆλον δὲ ὅτι τὸ ἐξ Ἰσραὴλ, καὶ μίαν ἐκάλεσε γλῶσσαν. Ὁ δὲ Κύριος ἡμῶν Ἰη‐ σοῦς Χριστὸς οὐχὶ μόνοις τοῖς ἐξ αἵματος Ἰσραὴλ, | |
15 | τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν ἐχαρίζετο, ἀλλὰ γὰρ ἔθνει παντὶ καὶ ἁπάσαις γλώσσαις. Ἔφη γοῦν διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοι‐ κοῦντες τὴν οἰκουμένην·» οὐκοῦν ἅπαντας μὲν συν‐ | |
20 | άξω, φησίν· «Ἥξουσι, καὶ ὄψονται τὴν δόξαν μου.» Κέκληνται γὰρ διὰ πίστεως, καὶ οἱ ποτὲ μακρὰν ὄντες γεγόνασιν ἐγγὺς, καὶ τεθέανται τὴν δόξαν αὐτοῦ· πῶς, ἢ τίνα τρόπον; Ἀκηκόασι γὰρ διὰ τῶν εὐαγγε‐ λικῶν κηρυγμάτων, ὅτι καὶ ἰσουργὸς καὶ ἰσοσθενής | |
25 | ἐστι τῷ Θεῷ καὶ Πατρὶ, καὶ τῶν ὑπὲρ λόγον γέγονεν ἀποτελεστὴς, ὥστε καὶ νεκροὺς ἐκ μνημάτων ἐγεῖραι, καὶ τυφλοῖς ἐνεῖναι τὸ φῶς, ἕτερά τε πρὸς τούτοις ἐργάσασθαι τὰ παντὸς ἄξια καὶ λόγου, καὶ θαύμα‐ τος. Ἤγουν καθ’ ἕτερον τρόπον· τεθέανται τὴν δόξαν | |
30 | αὐτοῦ, μυσταγωγηθέντες ὅτι Θεὸς ἦν ὁ Λόγος, καὶ γέγονεν ἄνθρωπος· οὐ γὰρ κατὰ τοὺς Ἰουδαίους οἱ ἐξ ἐθνῶν εἰρήκασι· «Διατί σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν;» Ἐπεγνωκότες δὲ μᾶλλον τὸ ἐπ’ αὐτῷ μυστήριον, τὰς ἱερὰς ἐκείνας ἀναβοῶσι φωνάς· | |
35 | «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος,» καὶ μὴν κἀκεῖνο πρὸς τούτῳ τὸ διὰ τῶν ἁγίων ἀποστό‐ λων, «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.» Τέθειται δὲ καὶ ἐπ’ αὐτοῖς σημεῖον· ὡς γὰρ ὁ Παῦλός φησιν, «Ἐσφρα‐ γίσθημεν τῷ πνεύματι τῆς ἀπολυτρώσεως, καὶ ταῖς | |
40 | ἁπάντων ἡμῶν καρδίαις ἐνεμορφώθη Χριστὸς διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος.» Ἀπὸ δέ γε τῶν ἀνασε‐ σωσμένων, φησὶν, ἀποστελῶ εἰς τὰ ἔθνη, εἰς τούσδε καὶ τούσδε. Ἔθνη δὲ ταῦτα τὰ μὲν εἰς ἑσπέραν, τὰ δὲ εἰς ἠῶ, τὰ δὲ καὶ ἐν τοῖς βορειοτέροις, ἤγουν κατὰ | |
45 | τὴν Ἑλλήνων χώραν, καὶ εἰς τὰς ἐπέκεινα νήσους. «Ἐκεῖ, φησὶν, ἀναγγελοῦσι τὴν ἐμὴν δόξαν.» Οὐ γὰρ σεσιγήκασιν οἱ μαθηταὶ, διεκήρυξαν δὲ πανταχοῦ τὸ Εὐαγγέλιον τῆς βασιλείας, καὶ τῶν ἱερῶν κηρυγμά‐ των τὴν δύναμιν. | |
70.1445(50) | Καὶ ἄξουσι τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον Κυρίῳ μεθ’ ἵππων καὶ ἁρμά‐ των, ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων, εἰς τὴν ἁγίαν πόλιν Ἱερουσαλὴμ, εἶπε Κύριος, ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ Ἰσραὴλ ἐμοὶ τὰς θυσίας | |
55 | αὐτῶν μετὰ ψαλμῶν εἰς τὸν οἶκον Κυρίου, καὶ ἀπ’ αὐτῶν λήψομαι ἱερεῖς καὶ Λευΐτας, εἶπε | |
Κύριος. | 1445 | |
70.1448 | Ὅτι πάντη τε καὶ πάντως ἐνεργὸν ἔσται καὶ ἔγκαρπον τὸ διὰ τῶν ἁγίων ἀποστόλων κήρυγμα παρὰ τοῖς ὠνομασμένοις ἔθνεσι καὶ ταῖς αὐτῶν χώ‐ ραις, διαδείκνυσιν ἐν τούτοις· «Τοὺς γὰρ ἀδελφοὺς | |
5 | ὑμῶν,» φησὶν, ἵν’ ὁ λόγος ᾖ πρὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ πιστεύσαντας, «ἀπὸ τῶν ἐθνῶν ἄξουσι δῶ‐ ρον τῷ Κυρίῳ.» Ἀνάθημα γὰρ ὥσπερ εἰς δόξαν Θεοῦ τῶν ἐθνῶν γέγονεν ἡ πληθὺς, ἀπηλλαγμένη μὲν παν‐ τὸς αἰτιάματος διὰ τῆς πίστεως, καὶ πάντα ῥύπον | |
10 | ἀποβαλοῦσα διὰ τοῦ ἁγίου βαπτίσματος, ξένιον δὲ ὥσπερ ἀποστολικῶν σπουδασμάτων προσκομισθὲν τῷ Θεῷ. Καυχῶνται γοῦν ἐπ’ αὐτῷ δὴ τούτῳ, χαρὰν αὐ‐ τοὺς καὶ στέφανον ἑαυτῶν ὀνομάζοντες. Ὅτι δὲ ἀπο‐ νωτάτη λίαν, καὶ ἱδρῶτος δίχα παντὸς, καὶ ἀγῶνος, | |
15 | καὶ πόνων ἡ πρὸς Θεὸν ἐπιστροφὴ τῶν ἐθνῶν, καθ‐ ίστησιν ἐναργῶς, ὡς ἐκ παραδείγματος τοῦ καθ’ ἡμᾶς λέγων, ὅτι ἀχθήσονται μεθ’ ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις καὶ σκιαδίοις· ὥσπερ γὰρ οἱ διὰ τούτων ὁδοιπορεῖν εἰωθότες, ἀπονωτάτην τὴν προκειμένην | |
20 | αὐτοῖς κατορθοῦσι τρίβον· οὕτως οἱ ἐκ πλάνης Ἑλ‐ ληνικῆς πρὸς Θεὸν ἐπιστρέφοντες διὰ λείας ὥσπερ καὶ ἐστρωμένης ἥξουσιν ὁδοῦ, καὶ μονονουχὶ καὶ δο‐ ρυφορούμενοι, καὶ ἁπάσης αὐτοὺς ἀναπαύλης ἀξιοῦν‐ τος Θεοῦ· ἥξουσι δὲ, ποῦ; Εἰς τὴν ἁγίαν πόλιν, ἤγουν | |
25 | Ἱερουσαλὴμ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος· ἔσονται δὲ οὕτως ἡδεῖς καὶ εὐπρόσδεκτοι προσιόντες Θεῷ, ὡσανεὶ καὶ θυσία προσαγομένη, φησὶ, μετ’ ᾠδῆς καὶ δοξολογίας. Ἀλλὰ καὶ» Ἀπ’ αὐτῶν λήψομαι, φησὶ, καὶ ἱερεῖς, καὶ Λευΐτας. Ἀπ’ αὐτῶν δὲ, τί‐ | |
30 | νων; Οὔπω μάλα σαφὲς, πότερον ἐκ τῶν ἀποσταλέν‐ των εἰς τὸ καλέσαι τοὺς ἐξ ἐθνῶν, ἤγουν ἐξ αὐτῶν τῶν κεκλημένων· πλὴν ἀληθὲς ὂν εὑρήσομεν τοῦτό τε κἀκεῖνο. Ἱερουργοὶ γὰρ γεγόνασι τῶν διὰ Χρι‐ στοῦ θεσπισμάτων καὶ οἱ θεσπέσιοι μαθηταί· κέ‐ | |
35 | κληνται δὲ πρὸς ἱερωσύνην, καὶ εἰς δεῦρο καλοῦνται πολλοὶ τῶν ἐξ ἀγέλης ὄντες Ἑλληνικῆς, Θεοῦ μεθ‐ ιστάντος εἰς καινότητα ζωῆς καὶ γνώμης αὐτούς. Ἀναχαλκεύει γὰρ ὥσπερ ἡ πίστις εἰς τὸ αὐτῷ δο‐ κοῦν τοὺς ἐξειλεγμένους. Ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινὴ, ἃ ἐγὼ ποιῶ μένει ἐνώπιόν μου, λέγει Κύ‐ | |
40 | ριος· οὕτως στήσεται τὸ σπέρμα ὑμῶν, καὶ τὸ ὄνομα ὑμῶν, καὶ ἔσται μὴν ἐκ μηνὸς, καὶ Σάβ‐ βατον ἐκ Σαββάτου. Ἥξει πᾶσα σὰρξ ἐνώπιόν μου προσκυνῆσαι ἐν Ἱερουσαλὴμ, εἶπε Κύριος ὁ Θεός. | |
45 | Τὸ ἀκράδαντον τῆς ἐλπίδος τοῖς ἐφ’ ἅπασιν ἀγα‐ θοῖς ὑπισχνεῖται Χριστὸς τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ὥσπερ γὰρ, φησὶ, καινουργήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, οὕτω μένειν ἐάσω, καὶ οὐδεὶς αὐτὰ καταλύσει χρόνος | |
70.1448(50) | οὕτω τὸ σπέρμα ὑμῶν, καὶ τὸ ὄνομα στήσεται ἐν‐ ώπιόν μου. Καινοὺς γὰρ οὐρανοὺς, καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν, κατὰ τὸ γεγραμμένον. Ὅτι δὲ καὶ ἡ τῶν ἁγίων ἐλπὶς στήσε‐ ται ἀεὶ καὶ διαμενεῖ, πιστώσεται γράφων ὁ πάνσο‐ | |
55 | φος Παῦλος, ὅτι ἀμεταμέλητα τὰ χαρίσματα, καὶ ἡ κλῆσις τοῦ Θεοῦ. Οὐκοῦν τὸ σπέρμα τὸ εὐλογημένον | |
τὸ διὰ τῶν ἁγίων ἀποστόλων προσκομισθὲν τῷ Θεῷ, | 1447 | |
70.1449 | σωθήσεται διὰ παντὸς, καταφθαρήσεται γὰρ κατ’ οὐδένα τρόπον, ἀλλ’ οἷον οὐρανῷ τε καὶ γῇ συνδια‐ μενεῖ, συνέχοντος εἰς τοῦτο τοῦ πάντων ἡμῶν Σωτῆ‐ ρος Χριστοῦ. Ὅτι δὲ καὶ εἰς ἐπίδοσιν ἀεὶ μείζονα ἡ τῶν | |
5 | πιστευσάντων ἀεὶ προβήσεται πληθὺς, διδάσκει λέ‐ γων, ὅτι «Μὴν ἐκ μηνὸς, καὶ Σάββατον ἐκ Σαββά‐ του, ἥξει πᾶσα σὰρξ ἐνώπιόν μου προσκυνῆσαι ἐν Ἱερουσαλήμ.» Οὐ γὰρ διαλελοίπασιν οἱ πιστεύ‐ σαντες εἰς Χριστὸν, ἀλλ’ ἐξ ἐκείνου τοῦ καιροῦ, καθ’ | |
10 | ὃν διεκήρυξαν οἱ θεσπέσιοι μαθηταὶ, καὶ εἰς δεῦρο βαδίζουσιν, οἱ μὲν ἐκ τῆς πολυθέου πλάνης τὸ τῆς ἀληθοῦς θεογνωσίας διψῶντες φῶς, οἱ δὲ καὶ ἐκ τα‐ γμάτων Ἰουδαϊκῶν, εἰ καὶ καθ’ ἕνα, καὶ οὐ πολλοί. Πλὴν ἥξουσι καὶ αὐτοὶ, κεκλήσονται γὰρ ἐν ἐσχάτοις | |
15 | τοῦ αἰῶνος καιροῖς, ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καθά φησιν ὁ πάνσοφος Παῦλος Καὶ ἐξελεύσονται οἱ ἅγιοι, καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί. Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν | |
20 | οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὄρασιν πάσῃ σαρκί. Ἔοικε διὰ τούτων τὰς ἐπενεχθείσας τοῖς Ἰουδαίοις συμφορὰς βούλεσθαι δηλοῦν, ἃς ὑπομεῖναί φαμεν αὐτοὺς διὰ τῆς Ῥωμαίων χειρὸς, καταδῃωθέντος δη‐ | |
25 | λονότι τοῦ ναοῦ, καὶ ὠμοτάτην σφαγὴν ὑπομεινάν‐ των ἁπάντων. Γεγόνασι γοῦν ταῦτα παθόντες, καὶ εἰς ὅρασιν πάσῃ σαρκὶ, καὶ μονονουχὶ τὴν δίκην ἀτε‐ λεύτητον ἔχουσιν. Τοῦτο γὰρ ἴσως ὑποδηλοῖ μήτε τεθνήξεσθαι λέγειν τὸν σκώληκα αὐτῶν, μήτε μὴν | |
30 | κατευνασθῆναι τὸ πῦρ. Βούλονται δέ τινες, καὶ εἰς τὸν καιρὸν τῆς συντελείας τοῦ αἰῶνος τοὺς περὶ τού‐ των ἀνακομίζειν λόγους, ὅτε τῶν παραβεβηκότων οἱονεὶ τὰ κῶλα ῥιφήσεται πεμπόμενα εἰς κόλασιν, καὶ εἰς φλόγα τὴν ἀτελεύτητον. Ἐκεῖ γὰρ ὁ σκώληξ | |
35 | τῶν κεκολασμένων ζήσει διηνεκῶς, καὶ οὐκ ἂν σβε‐ σθείη τὸ πῦρ. Ἡμᾶς δὲ τούτων ἁπάντων ἀπαλλάξει Χριστὸς, δι’ οὗ, καὶ μεθ’ οὗ ἡ δόξα τῷ Θεῷ καὶ Πατρὶ | |
σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 1449 |