TLG 4090 102 :: CYRILLUS :: Fragmenta in Canticum canticorum

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Fragmenta in Canticum canticorum

Citation: Volume — page — (line)

13tΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ
14tΑΛΕΧΑΝΔΡΕΙΑΣ
15tΕΙΣ ΤΑ ΑΣΜΑΤΑ ΤΩΝ ΑΣΜΑΤΩΝ ΑΠΟΣΠΑΣΜΑΤΙΑ
18tΜῦρον ἐκκενωθὲν ὄνομά σου.
19Δηλοῖ δὲ καὶ τὴν εἰς πάντα τὰ ἔθνη τοῦ Μονογε‐
20νοῦς κληθεῖσαν ἐπωνυμίαν, καθ’ ὃ πάντα τὰ ἔθνη εὐωδιάζουσι πρὸς αὐτὸν τὴν αὐτοῦ φέροντα προσ‐ ηγορίαν. Διὰ τοῦτο νεάνιδες, κ.τ.λ. Νεᾶνις ἦν καὶ Παῦλος, «Πάντα, λέγων, ἰσχύω ἐν
25τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Διὸ καὶ λίαν ἠγάπησε φάσκων· «Τίς ἡμᾶς χωρήσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; «Πῶς δὲ αὐτὸν εἵλκυσαν; Ἀκολουθήσασαι τοῖς ἴχνεσιν αὐτοῦ, καὶ τῶν εὐαγγελικῶν ἀπολαύσα‐
σαι μύρων. Εἰ δὲ δραμοῦμεν, ἔχων [cod. ἔχον] τῶν1277

69

.

1280

νεανίδων ὁ λόγος, κατὰ τὸ ὀπίσω Κυρίου τοῦ Θεοῦ πορευσόμεθα. —Ἥντινα βασιλείαν ταμιεῖον ἐν ταῖς παροῦσι προσαγορεύει. Ἔθεντό με φυλάκισσαν, κ.τ.λ.
5 Τάχα δὲ κατηγορεῖ ἑαυτῆς, ὅτι τὸν ἴδιον οὐκ ἐφύ‐ λαξεν ἀμπελῶνα, πορθεῖν αὐτὸν ἀφεῖσα πάντα τὸν παραπορευόμενον τὴν ὁδόν· λυμήνασθαί τε αὐτὸν ἦν ἐκ δρυμοῦ, καὶ μονιὸν ἄγριον κατανεμήσασθαι αὐ‐ τόν. Τάχα δὲ καὶ δοξάζει τὸν Θεὸν, ὅτι μὴ δυνηθεῖσα
10φυλάξαι τὸν ἴδιον ἀμπελῶνα, τῷ μήτε γεωργῆσαι μήτε φυλάξαι ἐπὶ τοσοῦτον προέκοψεν, ὡς πολλοὺς ἀμπελῶνας δυνηθῆναι φυλάξαι. —Ἤγουν υἱοὺς μη‐ τρὸς αὐτῆς λέγει τῆς Συναγωγῆς, τοὺς Γραμματεῖς καὶ Φαρισαίους οἵτινες ἐπολέμουν τοῖς πιστεύουσιν
15εἰς Χριστὸν, τηρεῖν ἐντελλόμενοι τὴν κατὰ τὸν νό‐ μον λατρείαν· αὕτη γὰρ ἀμπελών. Ἀλλ’ ἐγὼ ταύτην, φησὶν, οὐκ ἐφύλαξα· ἅτινα γὰρ ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν, ὥς φησιν ὁ μακά‐ ριος Παῦλος.
20Ὡς περιβαλλομένη ἐπ’ ἀγέλαις ἑταίρων σου. Ἑταίρους αὐτοῦ τοὺς ἀποστόλους καλεῖ. Ἔφη γάρ· «Οὐκ ἔτι λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους· φίλοι γάρ ἐστε.» Περιβαλλομένη δὲ λέγει Καλυπτο‐ μένη· λέγοντος Παύλου, ὅτι «Ἄχρι τῆς σήμερον
25ἡμέρας, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.» Φωνὴ οὖν, ἡ μετα‐ νοοῦσα Συναγωγὴ πρὸς Χριστόν· Δήλωσόν μοι σαυ‐ τὸν, ὅπως μὴ [cod. μοι] τῶν ἑταίρων σου ποιμαίνων τὰς Ἐκκλησίας, ἐγὼ ἐπὶ τὴν καρδίαν μείνω τὸ κά‐
30λυμμα ἔχουσα. Ἐὰν μὴ γνῷς σεαυτήν. Ἤγουν, εἰ μὴ μετανοήσῃς, φησὶν, ὀπίσω τῶν ἐθνῶν εὑρεθήσῃ· ἅτε μὴ ἔχουσα καρποὺς δικαιοσύ‐ νης, ἄκαρπος μένουσα, καὶ ὀπίσω ποιμνίων ὧν
35ἐμαυτῷ συνεστησάμην. Τῇ ἵππῳ μου ὡμοίωσά σε. Ἤγουν δεξαμένη τὴν ἐμὴν, ὦ Ἐκκλησία, πίστιν, τοῖς ἀποστόλοις εἰκάσθης· περὶ ὧν τὸ, «Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία·»
40οἳ καὶ κατὰ τῶν ἁρμάτων εὐτρεπίσθησαν τοῦ νοητοῦ Φαραώ. Σιαγόνες σου ὡς τρυγόνος. Ἤγουν τὴν αἰδὼ τὴν πρὸς τὸν νυμφίον παρίστησι διὰ τῆς τρυγόνος. Ἐρυθραὶ γὰρ τῆς τρυγόνος αἱ σια‐
45γόνες. Τῇ δὲ Συναγωγῇ τοὐναντίον, «Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας.»— Λέγει τράχηλον τὸ ὑποτακτικὸν τῆς ψυχῆς· πῶς γὰρ κόσμος καλὸς, αὐχὴν μελετήσας φέρειν τοῦ Χριστοῦ τὸν ζυγόν.

69

.

1280

(50)

Ἤγουν ἀργύριον μὲν ἐν τῇ Γραφῇ συνήθως, ἡ1279

69

.

1281

θεία διδασκαλία· χρυσίον δὲ, τὰ θεῖα χαρίσματα. Πάντα δὲ, πρὸ τῆς ἐπιδημίας Χριστοῦ, ὁμοιώματα ἦν καὶ σκιὰ τῶν μελλόντων, κατὰ τὸν Ἀπόστολον, ἀγαθῶν. Ἀναστὰς δὲ Χριστὸς τὰ τέλεια τοῖς ἀνθρώ‐
5ποις δεδώρηται· πρὸ δὲ τῆς ἀναστάσεως ὁμοιώματα εἴχομεν, παρὰ τῶν ἐπαίνων [ita cod.] αὐτοῦ, τοῦ τε νόμου καὶ τῶν προφητῶν. Νάρδῳ καὶ ἀποδέσμῳ στακτῆς ὁ ἐνταφιασμὸς ση‐ μαίνεται Χριστοῦ· ἃ Νικόδημος φέρων ἐνετύλιξε τὸ
10σῶμα αὐτοῦ. Μαστοὺς δὲ φέρει τὰς δύο Διαθήκας ἡ νύμφη, ὧν ὁ Χριστὸς ἀνὰ μέσον αὐλίζεται. Καλὴν αὐτήν φησιν, οὐχ ὡς πρότερον ἐν γυναιξὶ λέγων μόνον, ἀλλ’ ἤδη καὶ ὡς πλησίον αὐτοῦ, ἀνα‐ διπλασιάζει τῆς νύμφης ὁ νυμφίος τὸν ἔπαινον, τό
15τε θεωρητικὸν αὐτῆς ἐπαινῶν καὶ τὸ πρακτικόν. Ὀφθαλμοὺς δὲ τοὺς εἰς νοῦν καὶ καρδίαν φησίν· καὶ περιστερᾶς τὸ διορατικοὺς, καθ’ ὃ καὶ εἰς Πνεῦμα λαμβάνεται. Λέγει οὖν ὡς ἐδέξατο νοῦν ἡ νύμφη μό‐ νον ὁρῶντα Θεόν. Ὀφθαλμοὶ δὲ καὶ οἱ ἄκακοι καὶ
20ὀξυδερκεῖς τῆς Ἐκκλησίας διδάσκαλοι. Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. Ὡς δεξαμένη ἡ νύμφη τὸν ἄνωθεν ὑετὸν, καὶ τεκοῦσα τὴν ἀρετὴν, ἄνθει ἑαυτὴν παραβάλλει πεδίου· δείκνυσι δὲ ὅσον ὠφέλησεν ἡ τοῦ Χριστοῦ ἐπιδημία, ὅσου γε
25καὶ τὰς κοιλάδας τὰς ἀνεπιτηδείους πρὸς ἅπαντα σπόρον, τοιούτων μεστὰς ἔδειξεν ἀνθέων. Κοιλάδα γὰρ λέγει τὴν ἀποκοιλανθεῖσαν ἀπὸ τῶν οἰκησάντων αὐτὴν πάλαι δαιμόνων. Στοιβάσατέ με ἐν μήλοις.
30 Τοῖς εὐαγγελικοῖς με ἀσφαλίσατε λόγοις· οὗτοι γὰρ ἡμῖν εὐωδιάζουσι Χριστόν. Συνταχθείην δὲ, φησὶ, κἀγὼ μετὰ τῶν ἁγίων αὐτοῦ· ὡς γὰρ αὐ‐ τὸς μῆλον, οὕτως σύσσωμοι καὶ συμμέτοχοι αὐτοῦ μῆλα.
35Εὐώνυμος αὐτοῦ, κ.τ.λ. Εὐώνυμος ὁ νόμος, δεξιὰ τὸ Εὐαγγέλιον. Ἢ καὶ εὐώνυμος ὁ παρὼν βίος, δεξιὰ ὁ μέλλων, ἥτις με περιλήψεται ὅταν τοῖς ἐκ δεξιῶν εἴπῃ· «Δεῦτε, οἱ εὐ‐ λογημένοι τοῦ Πατρός μου.» Λέγει δὲ καὶ ἑτέρωθι·
40«Μῆκος βίου καὶ ἔτη ζωῆς, ἐν δεξιᾷ τῆς σοφίας· ἐν δὲ τῇ ἀριστερᾷ, πλοῦτος καὶ δόξα.» Δεξιὰ γοῦν αὐτῆς ἡ τῶν θείων ἐπιστήμη, ἐξ ἧς ἡ αἰώ‐ νιος ζωή· ἀριστερὰ δὲ ἡ τῶν ἀνθρωπίνων γνῶσις, ἐξ ὧν πλοῦτος καὶ δόξα. Λέγει τοίνυν, ὅτι Ὑπερέχει ὁ
45νοῦς μου τὰ ἀνθρώπινα· καὶ ἡ θεία γνῶσις καλύψει με. Καὶ γὰρ εἴρηται πάλιν· «Τίμησον αὐτὴν, ἵνα σε περιλάβῃ.» Δείκνυσι τοίνυν, ὅτι ὁ αὐτὸς καὶ νυμφίος καὶ τοξότης ἡμῶν ἐστι, νύμφη τε καὶ βέλος ἡ κεκαθαρμένη ψυχή· ὡς βέλος οὖν πρὸς τὸν ἀγαθὸν

69

.

1281

(50)

εὐθύνει σκοπόν. Ὡς νύμφην εἰς κοινωνίαν ἀναλαμ‐ βάνει τῆς ἀφθάρτου ἀϊδιότητος, μῆκος βίου καὶ ἔτη ζωῆς, διὰ τῆς δεξιᾶς χαριζόμενος· διὰ δὲ τῆς ἀριστε‐ ρᾶς, τὸν τῶν αἰωνίων ἀγαθῶν πλοῦτον καὶ τὴν τοῦ Θεοῦ δόξαν, ἧς οἱ τὴν τοῦ κόσμου ζητοῦντες δόξαν
55ἀμέτοχοι γίνονται. Διὰ τοῦτό φησιν, ὅτι «Εὐώνυμος
αὐτοῦ ἐπὶ τὴν κεφαλήν μου,» δι’ ἧς εὐθύνεται ὑπὸ1281

69

.

1284

τὸν σκοπὸν τὸ βέλος· ἡ δὲ δεξιὰ αὐτοῦ πρὸς ἑαυτόν με διαλαβοῦσα καὶ ἐφελκυσαμένη, κούφην με πρὸς ἄνω φορὰν ἀπεργάζεται· κἀκεῖ πεμπομένην, καὶ τοῦ τοξότου μὴ χωριζομένην, μᾶλλον ἐπαναπαύεσθαι.
5Εἶτα πρὸς τὰς θυγατέρας τῆς ἄνω Ἱερουσαλὴμ τρέ‐ πει τὸν λόγον. Ὁ δὲ λόγος παράκλησίς ἐστιν ἐν ὅρ‐ κῳ προσαγομένη, τοῦ πλεονάζειν καὶ ἐπαύξειν ἀεὶ τὴν ἀγάπην, ἕως ἂν ἐνεργὸν ἑαυτοῦ ποιήσῃ τὸ θέλη‐ μα, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπί‐
10γνωσιν ἀληθείας ἐλθεῖν. Διὰ μὲν τοῦ εὐωνύμου τὰ τοῦ παρόντος βίου αἰνίττεται, ὡς ἔοικε, καλὰ, ὧν τὴν ἀπόλαυσιν ἤδη ἔχει· διὰ δὲ τῆς δεξιᾶς, τὴν τῶν μελλόντων ἐν ἐπαγγελίαις προσδοκίαν· ὧν τὴν χρῆσιν ἐν ἐπαγγελίαις, ὡς λέλεκται, καὶ ἐλπίσι προσκεῖσθαί
15φησιν. Εὖ δὲ καὶ τὸ φάναι, τῇ μὲν δεξιᾷ περιλαμβά‐ νεσθαι, τῇ δὲ ἀριστερᾷ τὴν κεφαλὴν ἐπαναπαύεσθαι· δεῖ γὰρ τὰ τοῦ παρόντος βίου κἂν πολὺ νομίζηται χρηστὰ καὶ περίβλεπτα, ὑποτετάχθαι τῇ κεφαλῇ τῆς τελείας ψυχῆς, μόνην τὴν ἀναγκαίαν χρείαν παρ‐
20έχοντα τῷ σώματι, ὡς τὸ προσκεφάλαιον τῇ κεφαλῇ. Τὰ δὲ τοῦ μέλλοντος αἰῶνος, ἐπειδὴ θεῖα ὄντα ἐπάνω τῆς ἀνθρωπίνης ἐφέστηκε φύσεως, διὰ τῆς περιλή‐ ψεως τὸ ὑπερέχον ᾐνίξατο, Τάχα δὲ, ἐπειδήπερ αἱ χεῖρες πράξεών εἰσι σύμβολον· αἱ δὲ τῆς ἀριστερᾶς
25χειρὸς πράξεις τὰ τοῦ σώματος σημαίνουσιν, αἱ δὲ τῆς δεξιᾶς, τὰ τῆς ψυχῆς· δεξιὰ ὄντα τὸν ἀμείνω κλῆρον εἴληχε, περιέχονται τὰς σωματικὰς ἀνάγκας. Ὡς γὰρ ἡ περιλαμβάνουσα χεὶρ καὶ ἐπάνω ἐστὶ καὶ ἐντὸς ἀγκάλην ἔχει τὸ περιληφθὲν, οὕτως αἱ πρὸς
30τὸν σκοπὸν τῆς μελλούσης ζωῆς ἀποτεταγμέναι πρά‐ ξεις, πᾶν κίνημα τοῦ σώματος ἄλογον περισφίγγου‐ σαι, εὔτακτον καὶ συνδεδεμένην φυλάττουσι τὴν ζωήν· οὐδ’ ἑνὸς ἐπιβουλεύειν δυναμένου τῇ περι‐ ληφθείσῃ ὑπὸ τοῦ νυμφίου ψυχῇ. Ταῦτα πρὸς τὴν τῶν δραματικῶς ἐπαγομένων σα‐
35φηνίαν, μέχρι τοῦ, «Ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.» Καὶ δῆλον ὡς ἡ νύμφη τοῦ Λόγου ψυχὴ, ἤγουν Ἐκκλησία Χριστοῦ, φωνῆς πρὶν νοῆσαι αὐτὴν ὡς θείας ἀντιλαμβάνεται, ὅπερ πάσχομεν οἱ πιστοὶ, πρὶν νοῆσαι τὰς νομικὰς καὶ προφητικὰς φωνὰς, ὡς
40θείας χάριτος πλήρεις καταπληττόμενοι. Τοιοῦτόν ἐστι τὸ, «Φωνὴ τοῦ ἀδελφιδοῦ μου,» προστεταγμέ‐ νον τῆς μακρόθεν ἐπιφανείας τοῦ Λόγου· ὃν ἰδοῦσα μεγάλων θεωρημάτων ἁπτόμενον, μετὰ τοῦ μηδὲ τῶν βραχυτέρων καταφρονεῖν, φησίν· Ἰδοὺ αὐτὸς
45ἥκει πηδῶν ἐπὶ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς.» Δι’ ὅλου δὲ τοῦ λόγου, τινὰ μὲν ὡς παρόντι λέγεται τῷ νυμφίῳ· τινὰ δὲ ὥσπερ ζητουμένου παρὰ τῆς νύμφης· ἐπεὶ καὶ τῶν προβλημάτων ποτὲ μέν τινα ζητοῦμεν ἀποροῦντες τῆς λύσεως· ποτὲ δὲ τῆς λύ‐

69

.

1284

(50)

σεως ἀπολαύομεν, τοῦ νυμφίου Λόγου καταυγάζον‐ τος ἡμῶν τὰς καρδίας. Εἶτα πάλιν ἀποροῦμεν ἐν ἑτέροις, καὶ πάλιν ἡμῖν ἐπιφαίνεται· καὶ τοῦτο πολ‐ λάκις, μέχρι τελειωθέντες τοῦ νυμφίου τύχωμεν οὐ μόνον ἐρχομένου πρὸς ἡμᾶς, ἀλλὰ καὶ μονὴν ποιου‐
55μένου. Καὶ ἡ Ἐκκλησία ποθεῖ μὲν ἐγκαταλειπομέ‐ νη τοῖς πειρασμοῖς, ἐπιφαίνεται δὲ αὐτῇ τοῖς χαρί‐
σμασι. Διό φησιν· «Ἰδοὺ, φησὶν, οὗτος ἥκει πηδῶν1283

69

.

1285

ἐπὶ τὰ ὄρη.» Ἔρχεται δὲ καὶ ἐπὶ τὰ δίκτυα τὰ πε‐ τασμένα ὑπὸ τοῦ πονηροῦ πλησίον τῆς Ἐκκλησίας· ἅπερ σχίσας, καταφρονητικῶς αὐτῶν ἐπιβαίνειν δι‐ δάσκει. Τῇ ὑπερβάσῃ Ἐκκλησίᾳ πάντα χειμῶνα πει‐
5ρασμοῦ, τὰ σημεῖα τοῦ ἀέρος δείκνυται, καὶ τὸ ἐγ‐ γίζειν τὸ θέρος, περὶ οὗ ἐν Ψαλμοῖς· «Τὸ θέρος καὶ ἔαρ.» Ὤφθη γὰρ αὐτῇ ἄνθη, καὶ ἤγγισεν ἡ παντελὴς, κάθαρσις, καιρὸς τῆς τομῆς ὀνομαζομένης. Ἐκκύπτων διὰ τῶν δικτύων.
10 Ἴσως δὲ καὶ τοὺς ἀποστόλους ἐδήλωσεν διὰ τῆς ἁλιευτικῆς τέχνης. Ταῦτα τοίνυν ἀκούει τοῦ Λόγου ἡ Ἐκκλησία διὰ τῶν προφητικῶν θυρίδων καὶ τῶν νομικῶν δικτύων δεχομένη τὴν τῆς ἀληθείας αὐγήν· ἔτι συνεστῶτος τοῦ τυπικοῦ τῆς διδασκαλίας τοίχου,
15τοῦ νόμου λέγω, τοῦ τὴν σκιὰν ποιοῦντος τῶν μελ‐ λόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμά‐ των δεικνύντος· οὗ ὀπίσω στᾶσα ἡ ἀλήθεια ἐχομένη τοῦ τόπου ὕστερον ἐπιλάμπει. Ἢ καὶ τὸ τῆς τομῆς ἔφη τοῦ νοητοῦ θερισμοῦ·
20περὶ οὗ ὁ Σωτήρ φησιν· «Ὁ μὲν θερισμὸς πολύς.» Ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχί‐ σματος. Ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχί‐ σματος.
25ἀσφάλεια διὰ τοῦ προτειχίσματος δηλουμένη· ἔνθα γενομένη, φησὶ, τεύξῃ πάσης ἐπικουρίας. Ἀπόστρεψον. Αἰτεῖ τὸν νυμφίον, τὴν ἄκαρπον ἀπολεῖψαι Συναγω‐ γὴν, καὶ ἐλθεῖν ἐπὶ τοὺς ἐκ τῆς κοίλης καὶ τεταπει‐
30νωμένης πάλαι καὶ εἰδωλολατρούσης ψυχῆς ἐπὶ οὐ‐ ράνιον ὕψος ἀναβάντας. Ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα. Τὰς γυναῖκας δηλοῖ, τὰς ἐλθούσας μιᾷ Σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα τοῦ Ἰησοῦ, καὶ μὴ εὑ‐
35ρούσας αὐτόν. Τὸ οὖν, ἐπὶ τὴν κοίτην, ἢ ἀπὸ κοί‐ της φησὶν, ἢ κοίτην ἑαυτῆς τὸ τοῦ Κυρίου μνῆμα καλεῖ, καθ’ ὃ συνθαπτόμεθα αὐτῷ. Ἀλλ’ οὐχ εὗρεν αὐτὸν, ἀκούσασα· «Οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ.» Καὶ εὗρον αὐτὴν οἱ τηροῦντες ἄγγελοι, οὓς καὶ ἐρωτᾷ·
40«Ποῦ τεθείκατε τὸν Κύριον;» Ἀλλὰ παρελθούσῃ τοὺς ἐρωτηθέντας, ὑπήντησε λέγων· «Χαίρετε.» Διό φησιν ὡς μικρὸν παρῆλθον ἀπ’ αὐτῶν ἕως εὗρον, καὶ οὐκ ἀφήσω αὐτόν. Ἐκράτησε γὰρ οὗτος πόδας αὐτοῦ, καὶ ἤκουσε· «Μή μου ἅπτου.» Οἶκον δὲ μη‐
45τρὸς τὴν συναγωγὴν ἀποστόλων φησὶ, εἰς ἣν ἀπελ‐ θοῦσα εὐαγγελίζετο τοῦ Χριστοῦ τὴν ἀνάστασιν. Τεθυμιαμένη σμύρναν καὶ λίβανον. Σμύρνα μὲν, ὅτε συντέθαπται διὰ τοῦ λιβάνου· λίβανος δὲ, ὅτε συναναστὰς αὐτῷ κεκοινώνηκε τῆς

69

.

1285

(50)

θεότητος αὐτοῦ. Καὶ οὐ μόνοις τούτοις ἡ ἐκκλησια‐ στικὴ τεθυμίασται ψυχὴ, ἀλλὰ καὶ ποικίλοις γνώσεως θεωρήμασιν. Ὁ γὰρ ἄκρως διαιρῶν καὶ μέχρι τοῦ τυχόντος λεπτῶς ἐρευνῶν τὰ πράγματα, λέγοιτ’ ἂν μυρεψός πως εἶναι, λεπτύνων καὶ εἰς κόνιν ἄγων
55πάντα τὰ τῆς εὐωδίας λόγια· ἃ νῦν ἡ νύμφη λέγεται1285

69

.

1288

τεθυμιᾶσθαι. Τάχα δὲ καὶ ὁ μὴ κατὰ σάρκα βιοὺς, ἀλλὰ κατὰ πνεῦμα, μηδαμῶς παχυνθεὶς τὴν καρδίαν, τὸ ποικίλον καὶ παντοδαπὸν σῶζον τῆς εὐωδίας, εὐωδίαν ἀπὸ πάντων ποιεῖ τῶν νῦν οὕτως ὀνομαζο‐
5μένων κονιορτῶν μυρεψοῦ. Λέγοι δ’ ἄν τις καὶ ὡς ἡ ἁγία καὶ ἐκκλησιαστικὴ ψυχὴ, τὸ τέκνον ποτὲ ἔρη‐ μον Θεοῦ, ἀπὸ συναγωγῆς ἐθνῶν ἀναβαίνει ἀπὸ τῆς ἐρήμου· καταλιποῦσα μὲν δόγματα καὶ λόγους καὶ πράξεις, τὰ ἔρημα Θεοῦ, ἀναβαίνουσα ἐπὶ τὰ τοῦ
10Θεοῦ. Ἡ πνευματικὴ δὲ συνάφεια νοείσθω χρυσίον, ἡ τιμία καὶ θεία. Καὶ τὴν κατὰ τὴν ἔρημον γὰρ κιβω‐ τὸν ἔσωθεν καὶ ἔξωθεν, χρυσίον ὑπήλειφεν εἰς ἐμφά‐ νειαν τῆς θείας ἑνώσεως. Ἐπιβαίνει δὲ πορφύρα
15τῷ πλήθει τῶν εἰς βασιλείαν κληθέντων. Ἐπὰν δέ τις πιστεύσῃ, δέχεται τῇ καρδίᾳ Χριστὸν, ὅς ἐστι τίμιος μαργαρίτης. Ἀλλὰ καὶ τὸ φορεῖον, φησὶν, ἐκ τῶν θυγατέρων πεποίηται τῆς Ἱερουσαλὴμ διὰ μόνην ἀγάπην· «Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον,
20ὥστε τὸν μονογενῆ αὐτοῦ ἀπέστειλεν Υἱόν· ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.» Ἐξ ἐθνῶν Ἐκκλησία φησὶ τό· «Ἐξέλθετε καὶ ἴδετε.» Ἡμέραν δὲ νυμφεύσεως τὴν ἡμέραν τοῦ
25πάθους καλεῖ, καθ’ ἣν ἐνυμφεύσατο τὴν Ἐκκλησίαν διὰ τοῦ αἵματος αὐτοῦ. Ἡ σιωπὴ αὐτῆς σημαίνει τὴν εἰς ἅπαν ὑπακοὴν κατὰ τὸ, «Σιώπα καὶ ἄκουε, Ἰσραήλ.» Ἢ καὶ δύο νεβροὶ, ἡ ἠθικὴ καὶ δογματικὴ διδασκα‐
30λία, οἱ δύο τῆς νύμφης μαστοί· ἐξ ὧν οἱ τρεφόμενοι ὀξύτητι βλέπουσι πρὸς Θεόν. Ῥῖνα δὲ τῶν ἀποστο‐ λικῶν καὶ εὐαγγελικῶν λόγων τὴν εὐωδίαν, ἅπερ νε‐ μόμεθα μέχρι συντελείας. Δεῦρο ἀπὸ Λιβάνου, νύμφη.
35 Διδάσκει ἡμᾶς πόθεν ἡ νύμφη, καὶ ὅτι ἐξ εἰδωλο‐ λατρείας ἔρχεται. Κατείδωλον γὰρ ὄρος ὁ Λίβανος· ὅθεν ἐλεύσῃ, φησίν· διελεύσῃ δὲ διὰ τοῦ νόμου· ἀγνοοῦσα γὰρ αὐτὸν, τὸ Χριστοῦ κατηχήθης μυστή‐ ριον.
40Ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη. Ἤγουν εἰς πόθον ἡμᾶς ἤγαγες σεαυτῆς, ἑνὶ ῥή‐ ματι τῆς ὁμολογίας, ὅπερ ἔσχες ὀρθῶς, ὁρῶσα τοῖς ἔνδον ὀφθαλμοῖς σου. Ὑποταγεῖσα γὰρ ἐνθέματι τοῦ τραχήλου σου, τὴν ὁμολογίαν ἐποίησας. Ταῦτα παρὰ
45τῶν φίλων τοῦ νυμφίου, ἀγγελικῶν, φημὶ, δυνάμεων, λέγεται πρὸς αὐτήν. Διττῆς γὰρ οὔσης τῆς ὀπτικῆς ἐνεργείας, καὶ τῆς μὲν τὴν ἀλήθειαν ὁρώσης, τῆς δὲ ἑτέρας περὶ τὰ μάταια πλανωμένης, ἐπειδὴ περὶ μόνην τοῦ ἀγαθοῦ τὴν φύσιν ἀνέῳκται τῆς νύμφης ὁ

69

.

1288

(50)

καθαρὸς ὀφθαλμὸς, ἀργεῖ δὲ ὁ ἕτερος, τούτου χάριν ἑνὶ τῶν ὀφθαλμῶν προσάγουσιν οἱ φίλοι τὸν ἔπαινον· ἀδελφὴν μὲν αὐτὴν καλοῦντες, διὰ τῆς ἀπαθείας συγγένειαν· νύμφην δὲ, διὰ τὴν πρὸς τὸν Λόγον συν‐
άφειαν. Ἐπεὶ οὖν, φησὶν, ὁ ὀφθαλμός σου εἶς ἐν τῷ1287

69

.

1289

πρὸς τὸ ἒν βλέπειν, καὶ ψυχὴ μία διὰ τὸ μὴ πρὸς διαφόρους διαθέσεις μερίζεσθαι, καὶ ἡ θέσις τοῦ τραχήλου σου τὸ τέλειον ἔχει, τὸν θεῖον ζυγὸν ἐφ’ ἑαυτῆς ἀραμένη (τοῦτο γὰρ τὸ ἐνθέματι τραχήλου
5σου, εἶτ’ οὖν ὁ τοῦ Κυρίου ζυγὸς), τούτου χάριν ὁμο‐ λογοῦμεν ὅτι τοῖς θαύμασιν ἡμᾶς ἐκαρδίωσας· ὅπερ ἐστὶ ψυχήν τινα καὶ διάνοιαν πρὸς τὴν τοῦ φωτὸς κατανόησιν δι’ ἑαυτῆς ἡμῖν ἐνεποίησας. Καὶ γὰρ ἐν σοὶ τὸν τῆς δικαιοσύνης ἥλιον, ὡς ἐν κατόπτρῳ,
10κατανοοῦμεν· διὰ δὲ τῆς δευτερώσεως ἀξιοπιστίαν προτιθέασι τῷ λεγομένῳ. Κῆπος κεκλεισμένος. Κέκλεισται μὲν τῷ κόσμῳ, τῷ δὲ ἐπουρανίῳ νυμφίῳ ἠνέῳκται. Ἡ δὲ πηγὴ τῷ ἁγίῳ Πνεύματι ἐσφράγι‐
15σται, ᾧ χριόμεθα μετὰ τὸ βάπτισμα. Αἱ γὰρ ἀρεταὶ μὲν διὰ τῶν ἀρωμάτων σημαίνον‐ ται. Ξύλα δὲ τοῦ Λιβάνου τοὺς προφήτας φησίν. Διὰ δὲ τῆς σμύρνης καὶ τῆς ἀλόης, ὅτι ἐνταφιασθεὶς ὁ Χριστὸς ἐκοινώνησε τοῖς προλαβοῦσιν ἁγίοις· κατ‐
20ελθὼν γὰρ εἰς ᾅδου τούτους ἀνήγαγεν. Ἐν τῷ σταυρῷ, φησὶ, τὸν ὑπὲρ ἀνθρώπων ἀναδε‐ χόμενος θάνατον· ἀγρυπνεῖ δὲ ἡ καρδία, καθ’ ὃ ὡς Θεὸς τὸν ᾅδην ἐσκύλευσεν. Ἤγουν, τί πεποίηκεν ὁ ἀδελφιδός σου, ἢ τί ἀπὸ
25ἀδελφιδοῦ σου ἔχεις; Τὰ στάζοντα σμύρναν λέγει τὰ ὁμολογοῦντα χείλη τὸν θάνατον. Κνῆμαι αὐτοῦ στύλοι μαρμάρινοι. Εἶεν δ’ ἂν οὗτοι καὶ βάσεις. Οἱ γὰρ οἰκοδομούμενοι
30ἐποικοδομοῦνται τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προ‐ φητῶν. Ἀκολούθως τὰς κνήμας μετὰ τὴν κοιλίαν ἐπαινεῖ, ἅς φησι στύλους εἶναι μαρμαρίνους τεθεμε‐ λιωμένους ἐπὶ βάσεις χρυσᾶς. Στύλοι δὲ τῆς Ἐκκλη‐ σίας, οἷον Πέτρος καὶ Ἰωάννης, οἳ θεμέλιον τὸν Χρι‐
35στὸν χρυσὸν λεχθέντα. Μαρμάρινοι δὲ, οὕσπερ εἶπε Παῦλος ἑδραίωμα· διὰ τὸ ἑδραῖον καὶ ἀσάλευτον, καὶ τῷ λαμπρῷ βίῳ καὶ τῷ ὑγιαίνοντι λόγῳ τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας βαστάζοντές τε καὶ ἐρείδοντες. Ἀλλὰ καὶ τὸ τὸν Θεὸν ἀγαπᾷν ἐξ ὅλης τῆς καρδίας,
40καὶ τὸν πλησίον ὡς ἑαυτὸν, ὡς διὰ στύλων μαρμαρί‐ νων, τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας βαστάζειν. Ὁ γὰρ ἐν ταῖς δυσὶ ταύταις τελειωθεὶς ἐντολαῖς, στύλος καὶ ἑδραίωμα τῆς Ἐκκλησίας κατασκευάζεται· ὥστε τοῖς δυσὶ τούτοις κατορθώμασιν, ὅλον τὸ σῶμα τῆς
45Ἐκκλησίας, καθάπερ κνήμαις τισὶν ἐπερείδεσθαι, τοῦ χρυσίου θεμελίου τῆς κατὰ πίστιν βάσεως τὸ ἀκλινὲς καὶ ἀμετάθετον καὶ τὸ ἐν παντὶ ἀγαθῷ πά‐ γιον τοῖς λογισμοῖς ἐμποιοῦντος. Ἐγὼ αὐτῷ τὴν πίστιν, καὶ αὐτὸς ἐμοὶ τὴν βασι‐

69

.

1289

(50)

λείαν. Ποιμαίνει δὲ ἐν τῇ καθαρότητι τῶν Γραφῶν καὶ τῶν ἁγίων δογμάτων.
Ἀπὸ τῶν ἀπειθούντων σοι τοὺς σοὺς ἀπόστρε‐1289

69

.

1292

ψον ὀφθαλμοὺς, καὶ εἰς ἐμὲ κλῖνον· αὐτοὶ γὰρ, φησὶν, τὴν ἀγάπην ἐξήγειράν μοι [cod. σε]. Ἔργον τεχνίτου Τεχνίτην δὲ τὸν δημιουργὸν ὀνομάζει Χριστόν· ὡς
5γὰρ ὑπήκοος γέγονεν, οὕτως ἡ Ἐκκλησία. —Λέγει δὲ καὶ τὴν σωφροσύνην αὐτῆς καὶ τὴν ὑποταγήν· τῆς ψυχῆς ταύτης ὑποτεταγμένης τῇ πίστει, τοῦ δὲ σώματος τῇ σωφροσύνῃ. Δηλοῖ δὲ καὶ τὸ ἱερατεῖον αὐτῆς λέγων· «Μὴ
10ὑστερούμενος κράματι,» δηλονότι τῷ τοῦ Χριστοῦ αἵματι· τοῦτο γὰρ τοῖς ἱερεῦσιν ἐν χερσίν. Τράχηλον δὲ αὐτῆς τοὺς διακόνους τοῦ Χριστοῦ λέγει, διὰ τὸν Χριστὸν βαστάζειν τῆς Ἐκκλησίας τὴν κεφαλήν. Βαστάζουσι γὰρ αὐτοῦ τὸ ἅγιον σῶμα
15ἐν καθαρᾷ συνειδήσει, ὁμολογοῦντες αὐτοῦ τὰ μυστή‐ ρια. Διόπερ ἐλεφάντινον εἴρηκεν, ὁποίους ὁ Παῦλός φησιν διακόνους σεμνοὺς, μὴ οἴνῳ πολλῷ προσ‐ έχοντας. Βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς.
20 Ἢ καὶ ἄλλως, σύνδεσμον τῆς τῶν λαῶν ἀγάπης ἄγεσθαί φησιν εἰς βασίλειον ἱεράτευμα. Ἢ καὶ ἐν τρυφῇ σου, τῇ ἀγάπῃ σου, διὰ τό τινα καὶ αὐτῶν τῶν δικαίων νομίζεσθαι. Τοῖς δὲ βότρυσιν οἱ μασθοὶ ἀπεικάζονται, τοῖς ἔχουσι τὴν πνευματικὴν
25εὐφροσύνην. Ἢ ὅτι ἐγὼ τὴν ὁμολογίαν προσάγω, καὶ ἐπ’ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ· ἢ ἐν τῇ παρουσίᾳ τῇ δευτέρᾳ, ἢ καὶ ἀπὸ τοῦ λαοῦ τῶν Ἰουδαίων. Ἁγιάζεται τοίνυν ἡ τροφὴ τῆς νύμφης, συνευ‐
30ωχουμένου Χριστοῦ. Ἤγουν εὔχεται τὴν ἐπιδημίαν τοῦ Σωτῆρος εἰς τὴν Ἰουδαίαν ἡ Ἐκκλησία γενέσθαι, κατὰ πρόνοιαν τοῦ διδόντος αὐτὸν τοῖς ἀνθρώποις, ἵνα θηλάσῃ τὴν Θεοτόκον. Εὑροῦσά σε.
35 Ἤγουν ἔξω Ἱερουσαλὴμ ὅπου ἐσταυρώθη. Ἢ τὸν ἐνταφιασμὸν λέγει, ὃν ἤνεγκεν Ἰωσὴφ καὶ Νικόδημος. Ῥοῶν δὲ λέγει τῶν ἁγίων. Περίπτερα αὐτῆς, περίπτερα πυρός. Τὰ τείχη, φησὶν, τῆς Ἐκκλησίας πῦρ ἐστι.
40 Τῷ πνευματικῷ Σαλομὼν ἀμπελὼν ἐγενήθη· λέγει δὲ τὴν Ἐκκλησίαν. Τὸ δὲ Βεελαμὼν Ἐν τοῖς πεπι‐ στευκόσιν ἑρμηνεύεται. Τίνες δὲ πεπιστεύκασιν, ἢ οἱ τὰς ἐντολὰς αὐτοῦ δεξάμενοι; Ὁ μὲν καθήμενος ἐν κήποις, τὰς Ἐκκλησίας
45ἐπισκοπεῖ· οἱ ἑταῖροι δὲ προσέχουσιν, οὐδὲ κρίνου‐1291

69

.

1293

σιν, ἀλλὰ τὴν κρίσιν πᾶσαν ὁ Υἱὸς ποιεῖ. Ἐπιθυμεῖ δὲ ἡ νύμφη ἀκοῦσαι· «Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Ἀξιοῖ δὲ αὐτὸν καὶ τοὺς πονηροὺς
ἐκβαλεῖν, Φύγε, λέγουσα, ἐπὶ τοὺς ἁγίους ἐλθεῖν.1293