TLG 4090 100 :: CYRILLUS :: Expositio in Psalmos CYRILLUS Theol. Expositio in Psalmos Dup. partim 4090 125 Citation: Volume — page — (line) | ||
69.717(1t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
2t | ΚΥΡΙΛΛΟΥ | |
---|---|---|
3t | ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ | |
4t | ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ. | |
8t | ΠΡΟΟΙΜΙΟΝ. | |
9 | Ἱεροὶ μὲν λόγοι καὶ θείων ἄθροισις μαθημάτων, | |
10 | εὐκλεᾶ τοῖς εἰρηκόσιν περιποιοῦσι τὴν ὄνησιν· «Κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.» Χρῆναι δὲ οἶμαι πονεῖν, καὶ μάλα προθύμως, ἔν γε δὴ τοῖς οὕτως ὀνησιφόροις, ὄκνου τε εἶναι καὶ ῥᾳθυμίας κρείττονα τῶν ἀξιαγά‐ | |
15 | στων ἐρῶντα πραγμάτων· οὐ γὰρ τοῖς εἰωθόσιν ἀναπίπτειν εἰς ῥᾳθυμίαν, ἁλώσιμα γένοιτ’ ἂν τὰ ἐξαίρετα τῶν κατορθωμάτων, ἀλλὰ τοῖς ἱδροῦν ἐθέ‐ λουσιν περὶ αὐτῶν. Ἔνθεν τοι κἀγὼ παρατέθηγμαι καὶ νῦν ἐπί γε τὸ δεῖν ὀλίγα ἄττα κατὰ δύναμιν καὶ | |
20 | εἰς τὴν τῶν ψαλμῶν ἀφηγήσασθαι βίβλον. Σφόδρα γὰρ αὐτῇ ἐν Ἐκκλησίᾳ Κυρίου ταῦτα ψάλλουσιν εἰς ὑπακοὴν τοῦ λαοῦ· δύνανται δὲ οἱ περὶ τὸν Ἀσὰφ προφῆται δείκνυσθαι καὶ ἀρχηγοὶ καὶ διδάσκαλοι κα‐ τασταθέντες ὑπὸ τοῦ Δαβὶδ εἰς τοὺς λαοὺς εἰς τὸ αἰ‐ | |
25 | νεῖν τὸν Κύριον καὶ ἐξομολογεῖσθαι αὐτῷ. Καὶ ταῦτα μὲν οὕτως ἡμῖν εἴρηται. Περὶ δὲ τῶν λοιπῶν τῶν εὑρισκομένων, εἰ τύχοι, διαψάλματος, ἢ ὀβέλου, ἢ λημνίσκου, ἤ τινος ἑτέρου μνήμην ἑκάστου ψαλμοῦ, τῇ τοῦ Κυρίου χάριτι ὁδηγούμενος καὶ συμ‐ | |
30 | βιβαζόμενος τῇ ἐκείνου δυνάμει, λέξω καὶ πάλιν. Καὶ περὶ αὐτῶν δὲ τῶν προλεχθέντων ἐν τοῖς ἑξῆς πλατύτερον τὸν λόγον διηγήσομαι τῇ τοῦ Κυρίου | |
χάριτι. | 717 | |
69.720 | ΨΑΛΜΟΣ Αʹ. Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται (Cod. B. f. 3 b.) Πρὸ μὲν γὰρ τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἦν οὐκ ἄτραχυ τοῖς ἐπὶ τῆς γῆς τὸ δύνα‐ | |
5 | σθαι κατευμεγεθεῖν τῆς ἐκτόπου φιληδονίας, καὶ ὑπερφέρεσθαι κοσμικῶν ἐπιθυμιῶν. Ἐπειδὴ δὲ ἐπ‐ έφανεν ἡμῖν Θεὸς ὢν ὁ Κύριος, λεία καὶ ὁμαλὴ καὶ οὐδὲν ἔχουσα τὸ ἄναντες ἢ τραχὺ γέγονεν ἡ εἰς ἀρε‐ τὴν ἡμᾶς ἀποφέρουσα τρίβος. | |
10 | Οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει. (A f. 10 b, B f. 4, E f. 1 b.) Ἕπεται δέ τις αὐτοῖς ἔσθ’ ὅτε καὶ οἰκτιρμὸς, ὡς μὴ ταῖς ἴσαις τοῖς ἀσε‐ βέσιν κολάσεσι περιπεσεῖν. —Ἀναστήσονται δὲ καὶ οἱ ἁμαρτωλοὶ, ἀλλ’ οὐκ ἔσονται ἐν τῇ βουλῇ καὶ τῷ | |
15 | τάγματι τῶν δικαίων· βουλὴν δὲ δικαίων φησὶν οἷον τὴν τάξιν καὶ τὸ ἀξίωμα. Εἰ γὰρ καὶ εἶέν τινες τῶν ἡμαρτηκότων ἐλέους [B. E. addunt ἢ συγγνώ‐ μης] ἄξιοι, ἀλλ’ οὐκ ἂν τοῖς τῶν ἁγίων ἐναριθμηθεῖεν χοροῖς· ἕτερος γὰρ ἐκείνων κλῆρος, καὶ ἀνεστηκότα | |
20 | τὰ αὐχήματα, περίοπτός τε ἡ χάρις, καὶ ἀτελεύτητος ἡ τρυφή. Τετρυγήκασι γὰρ καρπὸν ἀνδραγαθημάτων, καὶ τῆς εἰς πᾶν ἀγαθὸν εὐανδρίας καταπλουτοῦσι τὰς ἀμοιβάς. Σὺ δὲ σημείωσαι ὅτι πρῶτος Δαβὶδ ἀνάστασιν καὶ κρίσιν καὶ ἐπαγγελίαν ζωῆς μελλούσης | |
25 | σαφῶς ἐδίδαξε, Μωσέως μηδὲν παραδεδωκότος. | |
27 | ΨΑΛΜΟΣ Βʹ. Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; | |
30 | (A f. 12.) Καὶ ἐνταῦθα δὲ σαφέστερον τὰς τῶν Ἰουδαίων ἀπονοίας, καὶ τὸ ἀχάλινον θράσος τὸ κατὰ Χριστοῦ, καὶ τὸ εἰκαῖον ἐν σκέμμασι, καὶ μειρακιῶ‐ δες ἐν λογισμοῖς, μονονουχὶ καταιτιᾶται λέγων· «Ἵνα τί ἐφρύαξαν ἔθνη; —Καὶ ἑτέρως δὲ μάτην | |
35 | ἐμελέτησαν τὰ τῶν προφητῶν βιβλία, τὸν ὑπ’ αὐτῶν κηρυττόμενον Σωτῆρα τοῦ γένους μὴ παραδεξάμενοι. Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ. (B f. 6, 7, E f. 4, K f. 27.) Ἀνενδεὴς δὲ κατὰ φύσιν ὑπάρχων, ὅσα λέγεται λαμβάνειν, ἵνα ἡμεῖς | |
40 | μετάσχωμεν, εἴληφεν. —Κεχειροτόνημαι, φησὶν, εἰς βασιλέα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὥστε διαγ‐ γέλλειν τὸ πρόσταγμα αὐτοῦ, καὶ πρό γε τῶν ἄλλων τοῖς ἐν Σιών. Καὶ τοῦτο, οἶμαι, ἔστιν ὅπερ ἔφη Χρι‐ στός· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ | |
45 | ἀπολωλότα οἴκου Ἰσραήλ.» Ἐπειδὴ γὰρ αὐτοῖς τῆς | 719 |
69.721 | ἐπαγγελείας ὠφείλετο χάρις, αὐτοῖς καὶ πρώτοις τὸ τῆς εὐαγγελικῆς ἀφηγήσεως ἐχαρίζετο λόγον, καὶ τὴν διὰ πίστεως τῆς εἰς αὐτὸν δικαίωσιν. Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. | |
5 | (A f. 13 b.) Οἶδεν οὖν ὁ Δαβὶδ τὸν Χριστὸν καὶ προαιώνιον ἔχοντα τὸν τῆς θεότητος θρόνον, διὰ τὴν ἐκ Πατρὸς ἀπόῤῥητον γέννησιν· «Ὁ θρόνος σου γὰρ, φησὶν, ὁ Θεὸς, εἰς τὸν αἰῶνα.» Οἶδεν αὐτὸν καὶ βασι‐ λείαν δεχόμενον ἀνθρωπίνως ἐν χρόνῳ, διὰ τὸ τῆς | |
10 | οἰκονομίας νεώτερον. Καὶ πάλιν τὴν προαιώνιον αὐτοῦ δηλοῖ γέννησιν εἰπών· «Υἱός μου εἶ σύ.» Ἦν γὰρ ἀεὶ Υἱός. Καὶ τὴν κατὰ σάρκα δὲ αὖθις δεικνύει ἐπενεγκών· «Ἐγὼ σήμερον γεγέννηκά σε·» τὸ γὰρ σήμερον, χρόνου ἐστίν. Ἐχαρίσατο δὲ αὐτῷ | |
15 | ὁ Θεὸς ὡς ἀνθρώπῳ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τὸ τῆς υἱότητος δηλαδή. (I f. 8.) Τὸ σήμερον, καιροῦ τοῦ ἐνεστηκότος, καθ’ ὃν καὶ γέγονε σὰρξ, ποιεῖται τὴν δήλωσιν, ὑπάρχων δὲ φύσει καὶ τῶν ὅλων Κύριος· μεμαρτύ‐ | |
20 | ρηκεν γὰρ Ἰωάννης περὶ αὐτοῦ, ὅτι εἰς τὰ ἴδια ἦλθεν, ἴδια λέγων αὐτοῦ τὸν κόσμον. Ὡς εἰς δόξαν συνήθη τὴν τῆς βασιλείας καλούμενος, ἔφασκεν· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ,» δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός. Ἠνέσχετο δὲ τῶν τοιού‐ | |
25 | των, ἵν’ ὡς ἄνθρωπος υἱοποιηθεὶς, καίτοι κατὰ φύ‐ σιν ὑπάρχων Υἱὸς, ὁδοποιήσῃ δι’ αὐτοῦ τῇ ἀνθρώπου φύσει τῆς υἱοθεσίας τὴν μέθεξιν, καὶ καλέσῃ πρὸς βασιλείαν οὐρανῶν τοὺς ὑπὸ τῆς ἁμαρτίας τυραννου‐ μένους. Ὥσπερ γὰρ οἷά τινα κλῆρον, ἐκ πατρὸς εἰς | |
30 | ὅλον τὸ ἐξ αὐτοῦ διῆκον γένος τὰς ἐκ τῆς ἐν Ἀδὰμ παραβάσεως συμφορὰς ἐσχήκαμεν, ἀρᾷ καὶ θανάτῳ πεφορτισμένοι, οὕτω πάλιν εἰς ἅπαν τὸ ἀνθρώπινον γένος τὰ ἐν Χριστῷ διαδραμεῖται λαμπρά. Δέχεται γὰρ ἡμῖν, οὐχ ἑαυτῷ δὲ πάντως ὁ Μονογενής· πλή‐ | |
35 | ρης γάρ ἐστιν ὅτι καὶ φύσει Θεός· δεῖται δὲ ὅλως οὐδενός· καταπλουτίζει δὲ μᾶλλον αὐτὸς τοῖς ἄνωθεν ἀγαθοῖς τὴν σύμπασαν κτίσιν. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη. (A f. 13 b. B f. 8. K f. 27 b.) Ἑνὸς ἔθνους παρ‐ | |
40 | οιστρήσαντος τοῦ ἐξ Ἰσραὴλ, καὶ διὰ τοῦτο ἀποβλη‐ θέντος, πάντα τὰ ἔθνη δίδοται τῷ Χριστῷ πιστεύ‐ σαντα εἰς αὐτόν. Αὐτὸς γὰρ ἡ τῶν ἐθνῶν προσδοκὴ, καὶ ἐν αὐτῷ ἔθνη ἐλπιοῦσι. Καὶ ἀντὶ μιᾶς γῆς τῆς τῶν Ἰουδαίων, τὰ τῆς οἰκουμένης πέρατα [A. πλη‐ | |
45 | ρώματα] ᾠκειώσατο. Καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. (C f. 4.) Τέθειται γὰρ ὡς ἄνθρωπος κληρονόμος πάντων, ἵνα λοιπὸν ὡς ἴδιον ἀνασώσῃ κλῆρον τοὺς | |
ἐπὶ γῆς διηρπασμένους ὑπὸ τῶν ἀντικειμένων δυνά‐ | 721 | |
69.724 | μεων. Οὗ δὴ πρὸς πέρας ἀχθέντος, ἔφη πρὸς τὸν Πατέρα ὁ Υἱός· «Οὓς δέδωκάς μοι, ἐκ σοῦ ἦσαν, κἀμοὶ αὐτοὺς δέδωκας.» Εἰ δὲ τοῦ Πατρὸς ἦσαν, καὶ τοῦ συμβασιλεύοντος αὐτῷ κατὰ φύσιν Λό‐ | |
5 | γου, εἰς τὸν ὑπάρχοντα αὐτοῦ πλοῦτον ἄνεισιν καὶ μετὰ σαρκός. Τοιγαροῦν ἔφασκε· «Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά.» Οὐκοῦν ἂν εἰ λέ‐ γοιτο λαβεῖν καὶ τεθεῖσθαι κληρονόμος, διὰ τὸ ἀν‐ θρώπινον λέγεται. Γέγονε γὰρ ἄνθρωπος ἵνα κη‐ | |
10 | ρύξῃ αἰχμαλώτοις ἄφεσιν τοῖς ἀποσκιρτήσασι τοῦ Θεοῦ· ἀλλ’ ἔμεινεν οὐδὲν ἧττον Θεὸς, καίτοι πτω‐ χεύσας καθ’ ὃ γέγονεν ἄνθρωπος. Διὸ καὶ πρὸς τοὺς Ἑβραίους ἔφασκε Παῦλος· «Δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.» | |
15 | (C f. 4, D f. 39.) Οὐκ ἐν χρείᾳ δόξης ἢ ἑτέρου τινὸς καθεστηκὼς ὁ Υἱὸς, ὃς Λόγος ἐστὶν, αἰτεῖν παρὰ τοῦ Πατρὸς ἢ καὶ λαμβάνειν λέγεται· οἰκονομικῶς δὲ τοῦτο ποιεῖ. Δέχεται μὲν γὰρ ἀνθρωπίνως διὰ τὸ σχῆμα τῆς πρὸς ἡμᾶς ὁμοιώσεως· ἔστι δὲ πλήρης | |
20 | ὡς Θεός. Καὶ μετ’ ὀλίγα· Αἰτεῖ τοίνυν καὶ δέχεται παρὰ τοῦ Πατρὸς δι’ ἡμᾶς, ἅπερ ἔχει μὲν φυσικῶς ὡς Θεός. Ἐπειδὴ σάρκα τοῦ δοξάζεσθαι χρῄζουσαν ἀνέλαβεν, καὶ οὐχ ἑτέρου τινὸς, ἀλλ’ αὐτοῦ γέγονεν, εἰκότως ἰδιοποιεῖται τὰ εἰς αὐτὴν ἢ περὶ αὐτὴν γινό‐ | |
25 | μενα· καὶ ὡς ἄνθρωπος μὴ ἔχων, δέχεται παρὰ τοῦ Πατρὸς ἅπερ ἔχει φυσικῶς ὡς Υἱὸς καὶ Θεός. Καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. (K f. 27 b.) Τοῦτο δείκνυσιν, ὅτι οὔτε ἐπὶ τοῦ Ζοροβάβελ, ὡς Ἰουδαῖοί φασιν, ἔχει λόγον· ποῖα γὰρ | |
30 | ἔλαβεν, ἢ ποίαν κατάσχεσιν περάτων γῆς; ἐπὶ δὲ τοῦ Κυρίου τοῦ πάντα τὸν κόσμον ὑπαγομένου εἰς τὴν ἑαυτοῦ δεσποτείαν. Ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. (A f. 14.) Ἕως μὲν γὰρ ἐλπίδα εἶχον ἀναπλάσεως, | |
35 | πηλὸς ἤκουον· «Μὴ γὰρ, φησὶ, καθὼς ὁ κεραμεὺς οὐ δυνήσομαι ὑμᾶς ἀναπλάσαι, οἶκος Ἰσραήλ;» Ὅτε δὲ ἐξοπτηθέντες πρὸς τὸ κακὸν γεγόνασιν ὄστρακα, συντριβὴν αὐτοῖς ἀπειλεῖ ἀδιόρθωτον. Ποιμαίνει δὲ καὶ τὰ ἔθνη Χριστὸς ὡς ἐν ῥάβδῳ τῷ σταυρῷ, καὶ τῇ | |
40 | ἀῤῥαγεῖ καὶ ἰσχυρᾷ αὐτοῦ βασιλείᾳ. Ἡ γὰρ ῥάβδος καὶ βασιλείας ἐστὶ σύμβολον, ὡς τὸ, «Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.» Καὶ συντρίβει ταῦτα | |
οὐχ ὥστε ἀπολέσαι καὶ ἀναλῶσαι, ἀλλ’ ὥστε ἀναπλά‐ | 723 | |
69.725 | σαι. Πρὸς τοῦτο γὰρ σκοπὸς τῷ κεραμεῖ συντρίβειν τὰ οἰκεῖα σκεύη, ὅταν μὴ ἀκέραιον σώζῃ τὴν διά‐ πλασιν οὐδέπω πυρὶ προσωμιληκότα. Δράξασθε παιδείας. | |
5 | (C f. 5.) Τὸ Δράξασθε, τὸ Ἐν τάχει ἀποδοτέον, καθ’ ὑπέρβατον εἰρημένον. Δράξασθε παιδείας ἐν τά‐ χει, καὶ ἔτι ἐν τῷ βίῳ τούτῳ τυγχάνοντες, μήποτε ὀργισθῇ Κύριος, καὶ ἀλλοτριώσῃ ὑμᾶς τῆς χαρᾶς τῶν δικαίων. Ἀπρὶξ ἡμᾶς ἔχεσθαι τῆς τοῦ Κυρίου διδα‐ | |
10 | σκαλίας βουλόμενος, εἰκότως τῇ τοῦ δράξασθαι φωνῇ κέχρηται. | |
12t | ΨΑΛΜΟΣ Γʹ. | |
13 | Κύριε, τί ἐπληθύνθησαν; (A f. 16 b, B f 11, D f. 59 b.) Φησὶ γοῦν· «Τί | |
15 | ἐπληθύνθησαν;» τὸ τί ἀντὶ τοῦ σφόδρα λέγων. Κα‐ ταπλήττεται γὰρ ἀναριθμήτους ὁρῶν τοὺς ἀρτύοντας αὐτῷ τὰς ἐπιβουλάς· καὶ δέδιε μὲν ὡς ἄνθρωπος, πλὴν οὐχ ἡττᾶται τοῖς δείμασιν, ἀλλ’ ἐῤῥωμένην ἔχων ἐπὶ Θεῷ τὴν καρδίαν, προσδοκᾷ ὅτι τῶν ἐπι‐ | |
20 | βουλευόντων περιγενήσεται. Ἔθλιβον δὲ τὸν Δαβὶδ πληθυνόμενοι οἱ προστιθέμενοι τῷ Ἀβεσσαλὼμ δια‐ κόσιοι ἄνδρες ἐξ Ἰερουσαλὴμ, ὅτε αὐτῷ καὶ Ἀχιτό‐ φελ καὶ Θεκὼν προσετέθησαν, καὶ σύστρεμμα ἰσχυρὸν καὶ λαὸς πολὺς σὺν αὐτῷ. Οὗτοι γὰρ πάντες ἔθλιβον | |
25 | τὸν Δαβίδ· ἐν οἷς καὶ ὁ Σεμεεὶ, ὃς ἐκπορευομένῳ κατηρᾶτο τῷ Δαβίδ. Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ. (A f. 17 b.) Τὴν γενομένην ἐκ τῆς τῶν ἐχθρῶν ἐπ‐ αναστάσεως αὐτῷ συνοχήν τε καὶ ἀμηχανίαν προειπὼν | |
30 | ὁ Δαβὶδ, νῦν διαστέλλει τὸ μέλος τῷ διαψάλματι, καὶ τῷ κατὰ τὸ ἀπόῤῥητον αὐτῷ ἐνηχήσαντι ἐπιθαρσή‐ σας, τὴν σωτήριον ταύτην φωνὴν φθέγγεται· «Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ.» Ἐκεῖνοι μὲν, φησὶν, ὅπλα κινοῦσι, καὶ περιέσεσθαί μου προσδοκῶσι, διὰ | |
35 | τὸ τῆς σῆς γεγυμνῶσθαί με χάριτος· ἐγὼ δὲ οἶδα τὸν ἐμαυτοῦ Σωτῆρα καὶ Λυτρωτήν. Οὐκ ἐπὶ τόξῳ ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με· ἀλλὰ τεῖχος ἄῤῥηκτον ἐμοὶ καὶ δορυφόρων πλῆθος οὐκ εὐκαταγώ‐ νιστον τὸ σὸν εὐμενὲς, ὦ Δέσποτα, καὶ ἡ παρὰ σοῦ | |
40 | ἀντίληψις· δεηθήσομαι δὲ οὐδενὸς, τῆς σῆς ἡμερότη‐ τος ἐμοὶ καὶ δόξαν νεμούσης, καὶ τὴν ἐμὴν ὑψούσης κεφαλὴν, τουτέστιν ἐν περιφανείᾳ τιθείσης, καὶ οἷον ἐπέκεινα τῶν ἐχθρῶν. Ἢ κεφαλὴν τὴν ἀρχὴν λέγει τὴν ἑαυτοῦ, ἣν πρὸς βραχὺ ταπεινωθεῖσαν, πάλιν | |
45 | ὑψωθεῖσαν ἀνέλαβεν. Εἴποι δ’ ἂν καὶ ὁ Σωτὴρ πρὸς τὸν Πατέρα ὡς ἄνθρωπος, ὅτι Σὺ ἀντιλήπτωρ μου εἶ, καὶ οὐκ ἐγκαταλιμπάνων τὴν ψυχήν μου εἰς ᾅδην, καὶ δόξα μου, εἰπών· «Καὶ ἐδόξασα, καὶ πάλιν δο‐ | |
ξάσω,» καὶ τὴν ἐμὴν κεφαλὴν τὴν θεότητα ὕψωσας, | 725 | |
69.728 | τουτέστι διὰ τῶν θεοσημειῶν φανερὰν ἐποίησας. Τὰ γὰρ ἐπὶ τῷ σταυρῷ θαύματα, τῆς τοῦ Μονογενοῦς θεότητος σαφὴς ὄντως ἀπόδειξις. Ὑψοῖ δὲ καὶ ἡμῶν τὴν κεφαλὴν ὁ Θεὸς, ἤγουν τὸν νοῦν καὶ τὸ ἡγεμονι‐ | |
5 | κὸν, ὅταν ἄνω βλέπωμεν, πᾶν σωματικὸν ὑπερκύ‐ πτοντες. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, κ.τ.λ. (A f. 18) Τὰ οἰκεῖα πάθη διηγούμενος ὁ προφήτης, καὶ ὅπως ἤνεγκε τὰ συμπίπτοντα γενναίως, διὰ τοῦ | |
10 | καθ’ ἑαυτὸν ὑποδείγματος διδασκαλίαν ἡμῖν ἐναργε‐ στάτην τῆς ὑπομονῆς καταλιμπάνει, καὶ διδάσκει ὡς ἐν ταῖς περιστάσεσιν οὐκ ἄλλῳ ἢ Θεῷ προσιέναι δεῖ, καὶ ὅτι ὁ καρπὸς τῆς τοιαύτης προσόδου, τὸ εἰσ‐ ακούεσθαι. Νῦν μέν τοι ἀποστρέφει τὸ πρόσωπον | |
15 | πρὸς ἡμᾶς, καὶ διηγεῖται πῶς εὐξάμενος ἐπηκούσθη, καί φησι· «Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.» Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα. (A f. 18, B f. 12 b, D f. 40.) Ὕπνον ἐνταῦθα τὸν | |
20 | περὶ τὸν νοῦν φησι, δι’ οὗ καὶ εἰς τὴν ἁμαρτίαν κατ‐ έπεσε. [Codd. B. D. Ὁμολογεῖ τὸ πλημμέλημα, καὶ ὕπνου τοῦ κατὰ νοῦν συμβάντος ἔγκλημα ποιεῖται τὸ γεγονός. Νοῦ μὲν γάρ, etc.] Νοῦ μὲν γὰρ ἐγρηγορό‐ τος ἔργον ἂν γένοιτο καὶ σπουδὴ τὸ παραιτεῖσθαι τὸ | |
25 | φαῦλον, καὶ ἀποφοιτᾷν ἐπείγεσθαι τοῦ πεφυκότος ἀδικεῖν· ῥέγχοντος δὲ καὶ ἠῤῥωστηκότος τὸ ῥᾴθυμον, τὸ ἡττᾶσθαι παθῶν καὶ τοῦτο σαρκικῶν. Οὐκοῦν ἐν ταυτῷ καὶ τῆς ἁμαρτίας ποιεῖται τὴν μνήμην, καὶ ᾠδὴν ἀναφέρει χαριστήριον τῷ Θεῷ, λέγων· Ἐγὼ | |
30 | μὲν ὕπνωσα τῇ ῥᾳθυμίᾳ εἰς ἁμαρτίαν, τῇ Βηρσαβεὲ συμφθαρεὶς καὶ τὸν Οὐρίαν ἀπεκτονώς. Οὐκ ἂν δὲ ἐξηγέρθην τῇ μετανοίᾳ, εἰ μὴ Κύριος ἀντελάβετό μου. Τοῦτο δέ ἐστιν ὁμολογοῦντος μὲν ἐναργῶς τῆς ἀνθρωπίνης διανοίας τὸ ἀσθενὲς, στεφανοῦντος δὲ | |
35 | ταῖς εὐφημίαις τὸν ἀεὶ σώζοντα καὶ ἐπικουροῦντα Θεὸν, καὶ τὴν τοῦ διαβόλου παγίδα συνθραύοντα, καὶ ἐξέλκοντα αὐτῆς τοὺς ἁλόντας αὐτῇ. Ἀλλὰ καὶ τοῦ Ἀβεσσαλὼμ, φησὶν, ἐπιβουλεύοντος, Ἐγὼ ἐῤῥᾳθύ‐ μουν καὶ οἷον ἐκάθευδον· νῦν δὲ ἀνέστην καὶ οἶδα, | |
40 | ὅτι Κύριος ἀδικουμένου μου ἀντιλήψεται. Ἐκτινάξο‐ μαι καὶ τὸν ὕπνον τὸν ἐξ ἀθυμίας, ὃν ἡ νύξ μοι τῆς συμφορᾶς ἐπήνεγκε· καὶ διεγερθήσομαι πρὸς εὐθυ‐ μίαν, λευκὴν ὥσπερ ἰδὼν ἡμέραν τὴν φαιδροτέραν τῶν πραγμάτων κατάστασιν. Ἡ γὰρ προσδοκία τῆς | |
45 | τοῦ Θεοῦ ἀντιλήψεως οὐκ ἐᾷ με καθεύδειν καὶ ἀνα‐ πίπτειν. Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ. (A f. 18 b.) Ἐπειδὴ, φησὶν, ὁ Κύριος ἀντελάβετό μου, διεγήγερμαι, καὶ οὕτω νεανικὸν πεπλούτηκα | |
69.728(50) | φρόνημα, ὡς κατὰ μηδένα δεδιέναι τρόπον, κἂν μυ‐ ριάδες λαῶν τῶν μετὰ τοῦ Ἀβεσσαλὼμ περιστοιχί‐ ζοιντό με. Καλὴ τοιγαροῦν τῶν ἁγίων ἡ πίστις· δε‐ δίασι γὰρ οὐδαμῶς κατατεθηγμένης αὐτῶν ἀναριθμή‐ | |
του πληθύος ἐχθρῶν, ὅταν ἐπαμύνῃ Θεός. Ἀρκεῖ | 727 | |
69.729 | γὰρ καὶ μόνος παρὼν τὰς πολλὰς μυριάδας διασκε‐ δάσαι. Οὐκ ἐφοβήθη οὐδὲ ὁ Κύριος τοὺς κατὰ τὸν καιρὸν τοῦ πάθους κυκλοῦντας αὐτῷ Ἰουδαίους καὶ ἐθνικούς· διὸ καὶ λεγεῶνας ἀγγέλων παρῃτήσατο. | |
5 | Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου. (A f. 19.) Χρῆμα μὲν οὐκ ἀζήμιον τοῖς κάμνουσιν ἡ σιγή· χρήσιμον δὲ καὶ σωτήριον τὸ λέγειν· «Ἀνά‐ στα, Κύριε, σῶσόν με, ὁ Θεός μου.» Πλὴν οὐχ ἅπα‐ σιν οἶμαι πρέπειν αὐτό. Οἱ γὰρ τῶν θείων μὲν κα‐ | |
10 | ταφρονοῦντες θελημάτων, ταῖς δὲ ἰδίαις ἡδοναῖς ὥσπερ ὅλας ἀνέντες ἡνίας, πῶς ἢ πόθεν ἂν σχοῖεν πρὸς Θεὸν παῤῥησίαν; Τοῖς γε μὴν εὐάγωγον τοῖς παρὰ Θεοῦ νόμοις ὑπέχουσι τὸν αὐχένα, παῤῥησία πολλὴ πρὸς αὐτόν· φαῖεν δ’ ἂν εἰκότως τὸ, Ἀνάστα, σῶσόν | |
15 | με τὸν σὸν γνήσιον οἰκέτην. Καὶ ὁ Δαβὶδ οὖν Κύριον ἑαυτοῦ τὸν Θεὸν ὀνομάζει, ὡς ποιῶν αὐτοῦ τὸ θέλημα, καί φησι· «Σῶσόν με, ὁ Θεός μου·» μετὰ πολλῆς διαθέσεως τὸν τῶν ἁπάντων Θεὸν ἰδιοποιούμενος, καὶ ἀναστῆναι παρακαλῶν εἰς βοήθειαν. Ἀξία δὲ τῆς | |
20 | πραότητος αὐτοῦ ἡ προσευχή· οὐ γὰρ εἶπεν· Ἀπ‐ όλεσον τοὺς ἐχθρούς μου· ἀλλὰ τί; «Σῶσόν με.» Τοῦτο, φησὶ, μόνον ζητῶ ἵνα ἐγὼ σωθῶ, οὐ μὴν ἵνα οἱ ἐχθροί μου ἀπόλωνται. Τάχα καὶ ὡς Προφήτης εἰδὼς ὅτι τὴν ψυχὴν αὐτοῦ ἐν ᾅδου κατασχεθεῖσαν ὁ Χρι‐ | |
25 | στὸς ἐκεῖθεν ἐλευθερώσει ἐκ νεκρῶν ἀναστὰς, προλέ‐ γει τὸ μέλλον· καὶ τοῦ Κυρίου ἐπιταχῦναι εὔχεται τὴν ἀνάστασιν, ὅπως δι’ αὐτῆς τύχοι καὶ αὐτὸς σω‐ τηρίας. Τέως μέντοι κατὰ τὸ ἰδίωμα τῆς Γραφῆς ὑπνοῦν λέγεται ὁ Θεὸς, ὅταν μακροθυμεῖ· ὡς τὸ, | |
30 | «Ἵνα τί ὑπνοῖς, Κύριε;» ἀνίστασθαι δὲ πάλιν, ὅταν ἐκδικῇ καὶ ἐπισκέπτηται. Καὶ ἐνταῦθα οὖν, Ἀνάστα, φησὶ, Κύριε· τουτέστιν, Ἀπόθου τὴν πολλὴν μακρο‐ θυμίαν, καὶ ἐξεγέρθητι εἰς ἐμὴν ἀντίληψιν. Ὅτε δὲ καὶ ὁ Σωτὴρ ὑπὲρ ἡμῶν παρεδίδοτο, οἱονεὶ ἐκοιμᾶτο | |
35 | αὐτῷ ὁ Πατὴρ ἀνεχόμενος. Πρὸς ὃν καὶ ἔλεγε· «Σῶ‐ σόν με ἐκ τῆς ὥρας ταύτης.» Τὸ αὐτὸ δὲ καὶ ἡμεῖς ἐν πειρασμοῖς λέγειν δυνάμεθα. Πλὴν ὅρα ὅτι, ὅταν ἐκνήψωμεν, τότε καὶ ὁ Θεὸς πρὸς τὴν ἡμῶν σωτηρίαν ἀνίσταται. Καὶ ὁ Δαβὶδ οὖν αὐτὸς πρότερον τὸν | |
40 | ὕπνον τῆς ῥᾳθυμίας ἀπέθετο, εἶτα καὶ τὸν Θεὸν ἀνα‐ στῆναι παρακαλῶν εἰς βοήθειαν. Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως. (A f. 19 b, B f. 12 b, E f. 7.) Σκόπει δὲ τοῦ λόγου | |
45 | τὸ ἀσφαλές· οὐ γὰρ ἁπλῶς εἶπε τοὺς ἐχθραίνοντας, ἀλλὰ τοὺς τοῦτο δρῶντας ματαίως, τουτέστιν εἰκῆ καὶ περιττῶς καὶ ἐπ’ οὐδενὶ πλημμελήματι. Ἐχθραί‐ νει δέ τις ματαίως, ὅταν μὴ προαδικηθῇ, μηδέ τι πάθοι τῶν εἰωθότων λυπεῖν καὶ παροξύνειν. Κἀκεῖνος | |
69.729(50) | ἔχει ματαίως ἐχθροὺς, ὁ μὴ παρέχων πρόφασιν ἔχ‐ θρας καὶ μίσους, ὁποῖοι πάντες οἱ διωκόμενοι διὰ τὸ ζῇν εὐσεβῶς. Πρὸς οὕς φησιν ὁ Σωτήρ· «Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι, ἕνεκεν | |
55 | ἐμοῦ,» καὶ τὰ ἐξῆς. Καὶ ὁ Δαβὶδ πολλοὺς εἶχε μάτην | 729 |
69.732 | ἐχθραίνοντας, τὸν Σαοὺλ καὶ τὸν Ἀβεσσαλὼμ, καὶ τοὺς σὺν αὐτοῖς· αὐτοῦ γὰρ πολλὴν πρὸς αὐτοὺς ἐπιδεικνυμένου πραότητα, μάτην ἦσαν ἐχθροί. Ὀδόντας ἀμαρτωλῶν συνέτριψας. | |
5 | (A f. 19 b.) Τὸ δὲ, «Ὀδόντας συνέτριψας,» ὡς ἐπὶ θηρίων ἀγρίων εἶπε· μιαιφόνοι γὰρ ὡς ἐπίπαν οἱ φιλαμαρτήμονες καὶ ταῖς τῶν ἁγίων εὐδοκιμήσεσιν ἐπιτρίζοντες τοὺς ὀδόντας. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ θηρίοις ἐξομοιοῦν τοὺς ἀγρίως τισὶν ἐπιφύε‐ | |
10 | σθαι μεμελετηκότας. Τὸ οὖν Συνέτριψας ὀδόντας, ἀντὶ τοῦ Πάσης ἰσχύος αὐτοὺς ἐγύμνωσας εἴρηται, ἐκ μεταφορᾶς τῶν θηρίων, ἃ τῶν ὀδόντων στερού‐ μενα, εὐκαταφρόνητα λίαν ἐστὶ καὶ εὐκαταγώνιστα. Ἐρεῖ δὲ καὶ ὁ Σωτὴρ πρὸς τὸν Πατέρα, ὅτι Σὺ ἐπά‐ | |
15 | ταξας μὲν Ἡρώδην τὸν βρεφοκτόνον ἐχθραίνοντά μοι ματαίως· πατάξεις δὲ καὶ τοὺς Ἰουδαίους, Ῥωμαίοις αὐτοὺς παραδούς· καὶ τοὺς ὀδόντας αὐτῶν συντρίψεις, διότι εἶπον· «Οὐκ ἔχομεν βασιλέα·» καὶ, «Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς.» Πατάσσονται δὲ ὑπὸ Κυρίου καὶ | |
20 | οἱ δαίμονες, διότι μηδὲν παρ’ ἡμῶν ἀδικηθέντες, μά‐ την ἡμῖν διὰ τὴν ἑαυτῶν κακίαν ἐπιβουλεύουσι· καὶ οἱ νοητοὶ ὀδόντες αὐτῶν, τὰ πάθη φημὶ, δι’ ὧν κατ‐ εσθίουσι τοὺς ἁπλουστέρους, συντρίβονται. Σὺ γὰρ, φησὶ, «συνέθλασας τὰς κεφαλὰς τῶν ἐμφωλευόντων | |
25 | δρακόντων τοῖς ὕδασιν,» ὁ τὸ μέγα κῆτος διὰ τῆς ἀναστάσεως χειρωσάμενος, ὁ ᾄδην καθελὼν καὶ θά‐ νατον πατήσας, καὶ καταργήσας διάβολον. Σὺ δέ μοι ὅρα, ὅτι οἱ ἀδικοῦντες ἐκεῖνοί εἰσιν οἱ βλαπτόμενοι, πατάσσονται γὰρ ὑπὸ Θεοῦ· οἱ δὲ ἀδικούμενοι, οὗτοι | |
30 | καὶ προσωφέληνται· σώζονται γάρ. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. (A f. 20.) Ἁγιοπρεπὲς δὲ τὸ καὶ τοῖς ἄλλοις ὑπάρ‐ ξαι παρακαλεῖν, ὅπερ ἑαυτῷ συμβῆναι βούλεται· οὐ | |
35 | γὰρ μόνος τῶν θεοσδότων ἀγαθῶν ἐν μεθέξει γενέ‐ σθαι ζητεῖ, ἀλλὰ κοινὴν ἅπασι τοῖς ἀγαπῶσι τὸν Θεὸν τὴν ἐπὶ τούτοις προκεῖσθαι φιλοτιμίαν. Καὶ μὴ θαυμάσῃς εἰ τοιοῦτος ἔνεστι τοῖς ἁγίοις σκοπὸς, ὅπου καὶ συναλγοῦσι τοῖς πάσχουσι, καὶ συνδακρύ‐ | |
40 | ουσι τοῖς κλαίουσι, καὶ τὴν τοῖς φιλαμαρτήμοσιν ὀφειλομένην ὀργὴν ποιοῦνται κοινήν. Τάχα δὲ καὶ θεολογεῖ ἐνταῦθα ὁ Δαβὶδ λέγων, ὅτι Παρὰ σοῦ τοῦ Κυρίου καὶ Πατρὸς ἀποσταλήτω ὁ Σωτὴρ Ἰησοῦς, ἡ σωτηρία τῆς ἀνθρωπίνης φύσεως, καὶ ἡ τοῦ ἁγίου | |
45 | Πνεύματος εὐλογία ἐπὶ τὸν λαόν σου καταπεμφθήτω, τουτέστιν ἐπὶ τὰ ἔθνη· ἂ καὶ εὐλόγησον πάσῃ εὐλο‐ γίᾳ πνευματικῇ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ εὐλογηθή‐ σονται πάντα τὰ ἔθνη, Ἰουδαῖοι δὲ ἐξωσθήσονται. Καὶ ὁ Χριστὸς δὲ τὴν ἑαυτοῦ σωτηρίαν, ἣν ἐσώθη ἐκ | |
69.732(50) | νεκρῶν ἀναστὰς, τοῦ Πατρὸς εἶναι λέγει, ὁμοίως καὶ τὴν ἐπὶ τοὺς πιστεύοντας εὐλογίαν αὐτῷ ἀνατίθησι. Διὸ λέγει· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε.» Δικαίως δὲ ὁ ψαλμὸς καὶ τῇ ἀν‐ θρωπίνῃ φύσει προσαρμοσθήσεται, ἣν ἔθλιβον μὲν οἱ | |
55 | δαίμονες πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας· ἐπατάχθη‐ | 731 |
69.733 | σαν δὲ τῇ ἀληθεῖ τοῦ Χριστοῦ δυνάμει ἐνανθρωπή‐ σαντος· ἡ δὲ ὑπ’ αὐτῶν πολεμηθεῖσα φύσις καὶ σω‐ τηρίας καὶ εὐλογίας ἀπέλαυσεν. | |
4t | ΨΑΛΜΟΣ Δʹ. | |
5 | Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ Δαβίδ. (A f. 20.) Τὸν μὲν τρίτον ψαλμὸν συνέταξεν ὁ μα‐ κάριος Δαβὶδ, ἔτι τοῦ πρὸς τὸν Ἀβεσσαλὼμ συνεστῶ‐ τος πολέμου, ὅθεν καὶ ὀλοφυρμοὺς περιεῖχε· τὸν δὲ τέταρτον τοῦτον, μετὰ τὸ νικῆσαι τὸν πόλεμον, ἀνα‐ | |
10 | τίθησι τῷ νικοποιῷ Θεῷ εὐχαριστήριον. Διὸ ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ Εἰς τὸ τέλος, Τῷ νικο‐ ποιῷ ἤγουν ἐπινίκιον ἀναγράφουσι τὴν ᾠδήν. Εἰς τὸ τέλος μὲν οὖν ἐπιγέγραπται, ὅτι ἐπὶ καταλύσει τῆς τυραννίδος ὁ ψαλμὸς συνετέθη· Ἐν ὕμνοις δὲ, | |
15 | ὅτι οὐκ ἔτι δακρύει ὁ Δαβὶδ, ἀλλ’ ὑμνεῖ τὸν τῆς νί‐ κης δοτῆρα Θεόν· ψαλμὸς δὲ ᾠδῆς, ὅτι πανηγυρίζων, ᾠδικώτερον ᾄδει τὸ ἐπινίκιον. [Ἐν τῷ ἐπικαλεῖσθαί με. Ἄτοπόν ἐστι σιγῇ καταχωννύναι τὸν τῆς εὐεργε‐ | |
20 | σίας τρόπον, ὅπερ οἱ ἐν Εὐαγγελίοις ἐννέα λεπροὶ ὀνειδίζονται. Ἢ τοίνυν τὴν θείαν καταθαυμάζει φιλο‐ τιμίαν, οὐκ ἐν παρατάσει χρόνου τὰ αἰτήματα πλη‐ ρώσασαν· ἢ τάχα διδάσκει, ὡς οὐκ ἐν τῷ σιγᾷν, ἀλλ’ ἐν τῷ μᾶλλον ἐπικαλεῖσθαι, σέσωσται. Δείκνυται δὲ | |
25 | διὰ τοῦτο, μέγα καὶ ὀνησιφόρον τὸ ἀδιαλείπτως προσεύχεσθαι.] Ὁ Θεὸς τῆς δικαιοσύνης μου. (A f. 21.) Εὑρήσομεν δὲ αὐτὸν, τὸν ἐνθάδε χρησί‐ μως δίκαιον ἑαυτὸν εἶναι λέγοντα, καὶ πλημμελείαις | |
30 | ἔνοχον ὁμολογοῦντα ὑπάρχειν. Εἶτα πῶς ἂν εἴη, φησὶν, ἀληθὲς, ὅτι δίκαιος ὁ αὐτὸς καὶ πλημμελείαις ἔνοχος; Ὅτι παρέπεται τοῖς δικαίοις καὶ ὀλισθήμα‐ τα, κατὰ τὸ, «Ἑπτάκις πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται.» Ἕτερον τοίνυν ἐστὶ τὸ ἀκαταλήκτως | |
35 | πλημμελεῖν, καὶ ἕτερον τὸ ἐν τῷ πειρᾶσθαι κατορ‐ θοῦν τὴν δικαιοσύνην, ὀλιγάκις ἔσθ’ ὅτε τὴν κοινὴν τῆς φύσεως ὑπομένειν ἀσθένειαν. «Παραπτώματα γὰρ τίς συνήσει;» κατὰ τὸ γεγραμμένον. «Τίς δὲ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν;» | |
40 | Ἐν θλίψει ἐπλάτυνάς με. (A f. 21 b.) Ἐπειδὴ εἶπεν ὅτι Εἰσήκουσέ μου ὁ Θεὸς, ὡσανεί τινος αὐτὸν ἐρωτήσαντος, Κατὰ τί εἰσ‐ ηκούσθης, ὦ προφήτα; τί δέ σοι καταθύμιον εἰς πέ‐ ρας ἐκβέβηκε; διαλευκαίνει τῆς ἐπικουρίας τὸν | |
45 | τρόπον, καί φησιν, ὅτι «Ἐπλατύνθην ἐν θλίψει·» τουτέστιν, οὐκ ἀπήλλαγμαι μόνον τῶν περιστάσεων καὶ τοῦ ἐν μοχθηροῖς εἶναι πράγμασιν, ἀλλὰ γὰρ | |
ἰδοὺ καὶ πρὸς εὐθυμίαν κατευρύνομαι. Εἰσήκουσέ | 733 | |
69.736 | μου γὰρ, οὐκ ἐν χρήμασιν, οὐδ’ ἵνα ἐχθρῶν κρατήσω (οὐ γὰρ ταῦτα ᾔτησα), ἀλλ’ ἐν ἀνέσει τῇ ἐν μέσῳ τῆς θλίψεως γενομένῃ. (A f. 22.) Παῦλός γ’ οὖν ἤκουσεν· «Ἀρκεῖ σοι ἡ | |
5 | χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦ‐ ται.» Καὶ οἱ διελάσαντες δὲ τῆς ἁμαρτίας τοὺς βρό‐ χους, καὶ οἱ ἐν πίστει τελειωθέντες καὶ θλίψεις ὑπὲρ Χριστοῦ καὶ αἰκίας ἀναδεξάμενοι, τοῖς ἄνωθεν ἐν‐ τρυφήσουσιν ἀγαθοῖς. Ἔλθοι δ’ ἂν ὁ λόγος καὶ ἐπὶ | |
10 | τὸν Σωτῆρα, δεικνὺς καὶ αὐτὸν διὰ παθημάτων τε‐ λειωθέντα, καὶ ἐκ τοῦ παθεῖν γενόμενον ὑψηλότερον. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι τὰ περιστατικὰ ἐπὶ μὲν τῶν ἁγίων θλίψεις ὀνομάζει ἡ θεία Γραφὴ, διότι γυμνασίου ἕνεκεν αὐτοῖς συμβαίνουσιν· ὡς τὸ, «Πολ‐ | |
15 | λαὶ αἱ θλίψεις τῶν δικαίων·» ἐπὶ δὲ τῶν ἁμαρτωλῶν, μάστιγας· ὡς τὸ, «Πολλαὶ αἱ μάστιγες τῶν ἁμαρ‐ τωλῶν.» Μαστίζονται γὰρ, διὰ τὰς ἁμαρτίας αὐ‐ τῶν παιδευόμενοι. Καὶ εἰσάκουσον τῆς προσευχῆς μου. | |
20 | (A f. 22 b.) Ἀλλὰ πῶς ὁ εἰσηκοῦσθαι λέγων, ἀκου‐ σθῆναι πάλιν παρακαλεῖ; Ἢ χρόνος ἐστὶν ἀντὶ χρό‐ νου· ἀντὶ γὰρ τοῦ, ᾨκτείρησάς με καὶ εἰσήκουσας, εἴρηται τὸ, «Οἰκτείρησον καὶ εἰσάκουσον·» ἢ τάχα που καὶ διηνεκῶς ἀκούεσθαι παρακαλεῖ· ἐπειδὴ | |
25 | τοὺς ζῇν εὐσεβῶς ἐθέλοντας οὐκ ἐνδέχεται μὴ οὐχὶ πάντως ταῖς κατὰ τόνδε τὸν βίον ὁμιλεῖν θλίψεσιν. Εἰ οὖν καὶ κατὰ πάντα εἰσηκούσθη ὅσα προσηύξατο, ἀλλ’ ὅμως δέδοικε περὶ τοῦ μέλλοντος· διὸ καὶ πάλιν προσεύχεται, τὸ κέρδος τῆς προσευχῆς ἐπιστάμε‐ | |
30 | νος. Εἰ γὰρ καὶ ἀπηλλάγη τῶν ἀλγηδόνων καὶ τῆς ἀθυμίας, ἀλλ’ ἄνθρωπος ὢν καὶ πρὸς τὸ μέλλον ἀγωνιῶν, μὴ οὐκ ἰσχύσῃ διὰ παντὸς ἐπικειμένων τῶν πειρασμῶν, πλατύνεσθαι αἰτεῖται, καὶ αὐτὰ ταῦτα τὰ ποιητικὰ τῶν ἀλγηδόνων παρελθεῖν. Διὸ | |
35 | καὶ, Οἰκτείρησόν με, φησὶ, τουτέστι Λῦσον τὸν ἀγῶνα, δὸς παντελῶς ἀπαλλαγῆναι. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; (A f. 23.) Κατὰ μὲν τὴν ἱστορίαν, ὡς πρὸς τοὺς οἰομένους τῷ πλήθει τοῦ στρατοῦ ἑλεῖν τὸν δίκαιον, | |
40 | ταῦτα εἴρηται. Διὰ πείρας γὰρ αὐτῆς μαθὼν ὅσην ἔχει τὴν ὄνησιν τὸ ἐπὶ Θεῷ πεποιθέναι, καὶ παρ’ αὐτοῦ μόνου σώζεσθαι ζητεῖν, κοινωφελὲς μάθημα προτίθεται τὸ συμβεβηκὸς αὐτῷ, καί φησιν· Ὦ τυ‐ φλοὶ τὰς φρένας, τὸν νοῦν τε παχεῖς, μέχρι τίνος | |
45 | οὐκ ἀποβαλεῖσθε τὴν ἀῤῥωστίαν; ἕως τίνος οὐ γνώ‐ σεσθε, ὅτι ἡ ἐπ’ ἀνθρώποις ἐλπὶς ματαιότης ἐστὶ καὶ ψεῦδος; Γίγας γὰρ οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Καὶ ἁπλῶς δὲ ὁ Δαβὶδ υἱοὺς ἀνθρώπων καλεῖ τοὺς ἐν πονηρίᾳ ζῶντας, τοὺς πρὸς ἀσέβειαν | |
69.736(50) | ἐπιῤῥεπεῖς· ἐπεὶ οἱ μὴ τοιοῦτοι, τῇ φύσει μὲν ἀν‐ θρώπων υἱοὶ, τῇ χάριτι δὲ οὐκ ἔτι, ἀλλ’ υἱοὶ Θεοῦ. Καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ. (A f. 24.) Ἡ μὲν γὰρ τῶν ἐπιγείων ἀπόλαυσις | |
55 | κατ’ οὐδὲν, οἶμαι, διαφέρει τῶν ἐν ὁράμασι τερπνῶν, | 735 |
69.737 | ἃ μόνον ὀφθέντα καταλήγει πρὸς τὸ μηδὲν, τὸν τοῦ ῥέγχοντος νοῦν διαπαίξαντα· τὰ δέ γε λαμπρὰ τῆς δικαιοσύνης αὐχήματα, καὶ τὰ ἐπ’ αὐτῇ παρὰ τοῦ Θεοῦ γέρα, μακρὰν καὶ ἀκράδαντον ἔχει τὴν μέθ‐ | |
5 | εξιν καὶ περιφανὲς τὸ ἀξίωμα. Δέχεται γὰρ ὁ Θεὸς τὰς τῶν ὁσίων φωνὰς, καὶ ἀποπεραίνει τὰ αἰτήμα‐ τα· οὗ τί γένοιτ’ ἂν τὸ ἰσοστατοῦν; Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε. (A f. 24.) Ἄπασι μὴν ἀνθρώποις συμβαίνει τὸ | |
10 | τῆς ὀργῆς πάθος, μητέρα ἔχον λύπην ἢ μικροψυχίαν ἢ πλεονεξίαν ἢ τὴν παρά τινων λοιδορίαν. Ἔξεστι δὲ ταύτην ἀνακόπτειν, καθάπερ καὶ τὰς σωματικὰς ὀρέξεις. Τὸ μὲν γὰρ μηδόλως αὐτὰς ἐν ἡμῖν κινεῖ‐ σθαι, τάχα που καὶ ἀνέφικτον καὶ οὐκ ἐφ’ ἡμῖν. Ἐν | |
15 | ἡμῖν δὲ τὸ ἐπιτιμᾷν τοῖς κινήμασιν· οὕτω καὶ ἐπὶ τῆς ὀργῆς· δριμὺ μὲν γὰρ ἐν ἡμῖν ἐστιν, ὅτε ποιεῖ‐ ται τὸ κίνημα, πλὴν ὥσπερ τισὶ χαλινοῖς ἀνακόπτε‐ ται, τοῖς εἰς τὸ ἄμεινον ἐπιλογισμοῖς. Καὶ ἕως μὲν ἀδρανές ἐστι ἔτι τὸ πάθος ἐν ἡμῖν, συγγνώμης ἀξιοῦ‐ | |
20 | ται παρὰ τοῦ Θεοῦ· ἐπειδ’ ἂν δὲ τὰ ἐξ αὐτοῦ ἐμ‐ φαίνηται κακὰ, τότε τὰς δίκας ὑφέξομεν. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν σαρκικῶν ὀρέξεων· ἀπρακτούσης γὰρ ἐν ἡμῖν τῆς φαύλης ἡδονῆς, συνηρεμήσει πάντως καὶ αὐτῇ ὁ κολάζων νόμος· ἐνηνεγμένης δὲ ἤδη πρὸς | |
25 | πέρας, τὰ τῆς δίκης συνεκτείνεται. Φησὶν οὖν καὶ νῦν ὁ Δαβὶδ, ὅτι Κἂν ἀπροαιρέτως ὀργισθῆτε, ὅπερ οὐχ ἁμάρτημα τέλειον, μὴ προσθῆτε καὶ τὴν πρᾶ‐ ξιν, ἵνα μὴ τέλειον ᾖ τὸ ἁμάρτημα. Εὐφυῶς γὰρ συγχωρεῖ τὸ ἔλαττον ὡς ἀσθενεστέροις, τὴν ὀργὴν | |
30 | λέγω, ἵνα κωλύσῃ τὸ μεῖζον, τουτέστι τὸν φόνον καὶ ὅσα ἐκ τοῦ θυμοῦ μὴ κολαζομένου τίκτεται. Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. (A f. 25 b.) Τίθησι δὲ τὰ καθ’ ἑαυτὸν εἰς παρά‐ | |
35 | δειγμα ὁ Δαβίδ· καὶ ὅτι τοῖς θύουσι τῷ πανάγνῳ Θεῷ τοὺς ἐκ τῆς δικαιοσύνης καρποὺς οὐκ ἄμισθος ἡ εἰς αὐτὸν ἐλπὶς, πειρᾶται διδάσκειν. Καὶ γὰρ μο‐ νονουχὶ, φησὶ, τέθυκα τὴν δικαιοσύνην, ἐποιησάμην δὲ καὶ ἐπ’ αὐτῷ τὴν ἐλπίδα, καὶ κεκράτηκα τῶν | |
40 | ἐχθρῶν, εἰ καὶ τεθρήνηκα πεσόντα τὸν νεανίαν. Λέ‐ γων δὲ, «Θύσατε θυσίαν δικαιοσύνης,» οὐ τὴν ἐν σκιαῖς ἀποδέχεται ταῖς κατὰ τὸν νόμον, τὴν ἐν Χρι‐ στῷ δὲ μᾶλλον καὶ εὐαγγελικήν. Ὁ μὲν γὰρ ἀρχαῖος ἐδίδασκε νόμος τὰς δι’ αἱμάτων ποιεῖσθαι προσαγω‐ | |
45 | γὰς, ἀλλ’ οὐκ ἦν ἐν αὐταῖς τελειοῦσθαι τὸν ἄνθρω‐ πον κατὰ συνείδησιν· προσεκομίζοντο γὰρ τῆς ἀλη‐ θοῦς λατρείας προανατυποῦσαι τὴν εὐοσμίαν, καὶ ἦσαν μέχρι καιροῦ διορθώσεως ἐπικείμεναι. Τοιγάρ‐ τοι καὶ ἐν Χριστῷ κατηργήθη μὲν ἡ σκιά· περι‐ | |
69.737(50) | αστράπτει δὲ λοιπὸν τὰς τῶν πιστευσάντων καρδίας τῆς ἀληθείας τὸ φῶς. Λέγοι δ’ ἂν καὶ Ἰουδαίοις ὁ Κύριος, ὅτι Αἱ διὰ τῶν θυμάτων θυσίαι καὶ αἱμά‐ των ὑμᾶς εἰς οὐρανὸν οὐκ ἀναβιβάσουσιν· ἀλλ’ ὁ ἐξ οὐρανοῦ καταβὰς ἐγὼ, ἐφ’ ὃν μόνον ἐλπίζετε, μηδένα | |
55 | τοῦ γράμματος ποιούμενοι λόγον. | 737 |
69.740 | Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν ἀγαθὰ; (A f. 25 b.) Οἱ μὲν γὰρ ὀλίγοι, φησὶ, καὶ δόκιμοι καὶ φιλοσοφεῖν εἰδότες, ἀκατάσειστον ἐπὶ Θεῷ τὴν ἐλπίδα ἔχουσι· τεθαρσήκασι γὰρ ἐπαγγελλομένῳ τὰ | |
5 | ὑπὲρ νοῦν ἀγαθά· οἱ δὲ πολλοὶ, τουτέστι τὸ κεχυμέ‐ νον πλῆθος, τὸ ἀδιάκριτον, τὸ ἀνοίᾳ προσηλωμένον, τὴν παραυτίκα μέθεξιν τῶν σαρκικῶν ἀκαθαρσιῶν τῶν ἐν ἐλπίδι ἀγαθῶν προτιμήσαντες, φασί· «Τίς δείξει ἡμῖν τὰ ἀγαθά;» Ταῦτα τῶν περὶ τὰς διοική‐ | |
10 | σεις τοῦ Θεοῦ ὀλιγωρούντων τὰ ῥήματα· Ποῦ τοῦ Θεοῦ πρόνοια, τοσαύτης συγχύσεως ἐν τῷ βίῳ οὔσης; Καὶ ἄλλων μὲν τρυφώντων, ἡμῶν δὲ ἐν πτωχείᾳ καὶ τοῖς ἐσχάτοις ὄντων κακοῖς, τί τεκμήριον τῆς θείας κηδεμονίας; | |
15 | Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. (A f. 26.) Κρυφιωδέστερον δὲ καὶ μυστικώτερον, πρόσωπον μὲν τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, φῶς δὲ τὸ ἐξ αὐτοῦ πεμπόμενον Πνεῦμα εἰς ἡμᾶς· δι’ οὗ | |
20 | κατεσφραγίσμεθα, εἰς εἰκόνα τὴν πρώτην ἀναμορ‐ φούμενοι· δι’ οὗ καὶ δεδιδάγμεθα τὰ ὄντως ἀγαθὰ, δι’ ἃ καὶ τὴν νοητὴν εὐφροσύνην ἐσχήκαμεν τὴν εἰς νοῦν καὶ καρδίαν, βεβαιούμενοι πρὸς ἐλπίδα τὴν ἐπὶ τοῖς ἐσομένοις ἀγαθοῖς. | |
25 | (C f. 8.) Οἱ μὲν ἄγγελοι βλέπουσι διὰ παντὸς τὸ πρόσωπον τοῦ Θεοῦ, οἱ δὲ ἄνθρωποι τὸ φῶς τοῦ προσ‐ ώπου αὐτοῦ. Πρόσωπον δὲ Κυρίου ἐστὶ θεωρία πνευματικὴ πάντων τῶν ἐπὶ γῆς· φῶς δὲ προσώπου ἐστὶν ἡ μερικὴ γνῶσις τούτων αὐτῶν· εἴπερ, κατὰ | |
30 | τὴν σοφὴν Θεκωΐτιδα, ὡς ἄγγελος Θεοῦ ἦν ὁ Δαβὶδ εἰδὼς τὰ ἐπὶ τῆς γῆς πάντα. (K f. 31.) Καὶ ποῖον ἄρα ἐστὶν τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, οὗ τὸ φῶς ἐφ’ ἡμᾶς σεσημείωται; Ὁ τοῦ Θεοῦ Υἱὸς, ἡ ἀπαράλλακτος εἰκών· καὶ διὰ | |
35 | τοῦτο λέγων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέ‐ ρα μου.» Ἐσημάνθη δὲ ἡμῖν, συμμόρφους ἡμᾶς ἀποδείξας ἑαυτῷ, καὶ τὸν διὰ πνεύματος τοῦ ἰδίου φωτισμὸν ἐγχαράξας ὡς θείαν εἰκόνα τοῖς πιστεύου‐ σιν εἰς αὐτόν. | |
40 | Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. (A f. 26 b.) Οὕτως τεθαύμακα, φησὶ, τοὺς τολ‐ μῶντας λέγειν· «Τίς δείξει ἡμῖν τὰ ἀγαθά;» καί‐ τοι παρὸν ἀπὸ τῶν ἐν χερσὶ βεβαιοῦσθαι πρὸς τὰ μέλλοντα. Ἐσχήκαμεν γὰρ ἐνέχυρα τῆς μελλούσης | |
45 | ἡμερότητος ἔσεσθαι πλουσίως, τὴν ἐν τῷδε τῷ κόσμῳ φειδώ τε καὶ πρόνοιαν τοῦ Δημιουργοῦ. Χαρίζεται γὰρ τῇ φιλοτίμῳ δεξιᾷ τὰ ἀναγκαῖα πρὸς τὸ ζῇν· καὶ καθίησι μὲν ὑετοὺς, τὰς δὲ ἐξ ἀγρῶν εὐκαρπίας ἀνίησι κατὰ καιρούς. Ὁ τοίνυν ἀμφιλαφῶς χορηγή‐ | |
69.740(50) | σας τὰ ζωαρκῆ, πῶς ἂν διαψεύσαιτο χαριεῖσθαι λέ‐ γων τὰ μετὰ τόνδε τὸν βίον; Ἐμοὶ οὖν ἔδωκας εὐ‐ φροσύνην εἰς τὴν καρδίαν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώ‐ σω· ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ’ ἐλπίδι κατ‐ | |
55 | ῴκισάς με. | |
(A f. 27 b, C f. 8 b.) Κατὰ δὲ τὸν θεῖον Κύριλλον, | 739 | |
69.741 | ἐπὶ τὸ αὐτὸ καὶ ὁμοῦ τοῖς ἄλλοις ἁγίοις τὸν ὕπνῳ ἐοικότα δέξομαι θάνατον· πλὴν ἐν εἰρήνῃ, μὴ ἔχων τὴν ἁμαρτίαν, ἡ ἐστιν ἔχθρα εἰς Θεόν· καὶ οὕτω κα‐ ταλύσας τὸν βίον, κατοικισθήσομαι παρὰ Θεοῦ καὶ | |
5 | ἐπ’ ἀγαθαῖς ἐλπίσι, τουτέστι βεβαίαν καὶ ἀκράδαν‐ τον τὴν ἐλπίδα ἕξω. Τὸ δὲ κατὰ μόνας ὑπεμφήνειεν ἂν, ὅτι ἰδικὸς καὶ ἐξαίρετός ἐστι τῶν ἁγίων ὁ κλῆ‐ ρος· οὐ γὰρ ἀναμὶξ ἔσονται τοῖς πονηροῖς, ἀλλ’ οἷον ἐξῃρημένοι καὶ κατὰ μόνας. Ἐκείνοις μὲν γὰρ πῦρ | |
10 | καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ τοῦ ποτηρίου μερὶς, τούτοις δὲ τὸ βασιλεύειν ἡτοίμασται καὶ ἀκα‐ ταλήκτως ἐντρυφᾷν τοῖς ἄνωθεν ἀγαθοῖς. | |
13t | ΨΑΛΜΟΣ Εʹ. | |
14 | Σύνες τῆς κραυγῆς μου. | |
15 | (D f. 42 b, E f. 8 b.) Τὸ σύνες ἐνταῦθα ἀντὶ τοῦ Κατεξέτασον καὶ βασάνισον τῆς ἐμῆς κραυγῆς τὸν σκοπόν. Οὐ γὰρ αἰτῶ τι τῶν ἀνθρωπίνων ἢ τῶν ἀπᾳδόντων τοῖς σοῖς, ὦ Δέσποτα, νόμοις· ἐκεῖνα δὲ μᾶλλον, ἃ καὶ τοῖς λαβοῦσι χρήσιμά τε καὶ ἀναγ‐ | |
20 | καῖα πρὸς σωτηρίαν, καὶ τῇ σῇ φιλοτιμίᾳ χαρίζε‐ σθαι πρέπει. Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. (A f. 95) Εἴη δ’ ἂν πρωΐα καὶ ὁ τῆς τοῦ Σωτῆ‐ ρος ἐπιδημίας καιρός· τότε γὰρ δεκταὶ γεγόνασιν αἱ | |
25 | πάντων εὐχαί. (C f. 9.) Μέγα εἰς ἁγνείαν καύχημα τὸ ἐκ πρωΐας τῆς αὐτῆς παρίστασθαι τῷ Θεῷ, καὶ φθάνειν ἐν εὐχαριστίᾳ τὸν ἥλιον· Οὕτω γὰρ, φησὶν, ἐπόψομαι τὰ θεῖα καὶ ἅγιά σου μυστήρια, ἃ ἡτοίμασας τοῖς ἀγα‐ | |
30 | πῶσί σε. Ἐμίσησας, Κύριε, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, κ.τ.λ. (C f. 9.) Τοὺς μὲν ἐν τῇ πολιτείᾳ πταίοντας, ἐρ‐ γαζομένους τὴν ἀνομίαν ὠνόμασεν· τούτους δὲ μισεῖ | |
35 | ὁ Θεὸς τοὺς ἀποπεσόντας τῆς ἀληθείας. Ἑτεροδό‐ ξους, λαλοῦντας ψεῦδος εἶπεν, οὓς ἀπολεῖ ὁ Θεός· καὶ τήρει διαφορὰν τοῦ Ἐμίσησας καὶ Ἀπολεῖς· πρῶτον μὲν εἰ χεῖρον τοῦ Ἀπολεῖς τὸ Ἐμίσησας· δεύτερον δὲ, διὰ τί τὸ μὲν εἰς παρεληλυθότα ἔκλινε | |
40 | χρόνον, τὸ δὲ εἰς μέλλοντα. Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου, κ.τ.λ. (C f. 9 b.) Ἐγὼ, φησὶν, ἐλέῳ τῷ σῷ εἰσελεύσομαι εἰς τὸν οἶκόν σου· οὕτω γὰρ λέγειν δυνήσομαι, τὸ Πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι, καὶ ὡς ἠλεη‐ | |
45 | μένος σὺν εὐλαβείᾳ προσκυνήσω σοι ἐν πνεύματι καὶ ἀληθείᾳ. Καὶ γὰρ ἀμελούμενα, μείζονα γίνεται τῶν ἁμαρτημάτων τὰ τραύματα· καὶ οὐ μέχρι τραυμά‐ των ἵσταται τὰ τῆς νόσου καὶ τῆς ἀῤῥωστίας, ἀλλὰ | |
69.741(50) | καὶ θάνατον τίκτει τὸν ἀθάνατον. | 741 |
69.744 | ΨΑΛΜΟΣ ϛʹ. Κυρίλλου ἐκ τοῦ εἰς Ψαλτήριον ὑπομνήμα‐ τος, ῥητοῦ προκειμένου· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.» Καίτοι ταῦτα ἀκούσας παρὰ | |
5 | τοῦ προφήτου, μεμένηκεν ἀσφαλής· οὐ κατώλισθεν εἰς τὸ ῥᾴθυμον, οὐκ ἀνῆκε τοῦ τόνου· ἀλλὰ καίτοι λίαν ἡσθεὶς ἐπὶ τῇ τοῦ συγχωρήσαντος ἡμερότητι, καὶ χαριστηρίους ἀνατείνας ᾠδὰς, οὐδὲν ἧττον ἄθυ‐ μος ἦν ὅτι προσκέκρουκεν ὅλως· πρέπει γὰρ ἁγίοις | |
10 | ἐπαινεῖσθαι μᾶλλον ἢ συγγινώσκεσθαι. Μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. (A f. 33.) Λέγων δὲ, «Μὴ τῇ ὀργῇ σου παιδεύσῃς με,» παραιτεῖσθαί πως ἔοικε τοῦ νομικοῦ γράμμα‐ τος τὴν ἀποτομίαν. Ἀθετήσας γάρ τις νόμον Μω‐ | |
15 | σέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· τοιγάρτοι καὶ κατακρίσεως διακονίαν ὁ θεσπέσιος Παῦλος τὸν νόμον ὀνομάζει· δεδικαίωκε γὰρ οὐδένα, πικρὰς δὲ τοὺς ἁμαρτάνοντας ἐζήτει δίκας. Οὐκοῦν τῆς ἐν νόμῳ παιδεύσεως ἀμείνων | |
20 | ἐστὶν ἀσυγκρίτως ἡ διὰ Χριστοῦ· ἡ μὲν γὰρ εἰς ἔλεγχον ἔκειτο τῶν ἠσθενηκότων, καὶ εἰς κατάκριμα τῶν παραβαινόντων, ἡ δὲ εἰς δικαίωσιν τῶν ἠσθενη‐ κότων. Ὃ τοίνυν εἴπομεν, οὐ παρακαλεῖ μὴ ἐλεγ‐ χθῆναι, ἀλλὰ μὴ θυμῷ. | |
25 | Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. (A f. 34 b.) Οὐκ εἶπεν· Ἄνες μοι, οὐδὲ ἔνδος μοι, ἀλλ’ Ἴασαι· τὰ γὰρ πρότερα ἀξιοῖ τραύματα ἀφα‐ νισθῆναι. Προσελθὼν γὰρ ὡς ἰατρῷ πνευμάτων τῷ Θεῷ, καὶ ὁμολογήσας τῆς φύσεως τὴν ἀσθένειαν, | |
30 | αἰτεῖ τὴν ἐπικουρίαν· καὶ Διψῶ τὴν ἴασιν, λέγων, ἐν κακοῖς με γεγονότα ἐλέῳ θεράπευσον. Ἐξ ἀσθενείας γὰρ ἦλθον ἐπὶ τὸ πάθος. Τίς δὲ ἡ ἀσθένεια; Ἐξηρ‐ θρώθη τὰ ὀστᾶ μου, καὶ διελύθη ἀπὸ τῆς μετ’ ἀλλή‐ λων ἁρμονίας. Ὀστᾶ δὲ λέγει τοὺς σώφρονας λογι‐ | |
35 | σμοὺς, τοὺς τὴν ψυχὴν διερείδοντας, καὶ τὰς λόγῳ ληπτὰς τῆς ψυχῆς δυνάμεις, αἳ καὶ ἀνέχουσιν αὐτὴν εἰς νοητικὴν εὐρωστίαν· οἷον ἐγκράτεια, φρόνησις, ἡ κατὰ Θεὸν ἀνδρεία, σωφροσύνη, δικαιοσύνη, καὶ ἅπαξ ἁπλῶς πᾶν εἶδος ἀρετῆς· ὧν οὐκ οὐσῶν ἐν | |
40 | ἡμῖν ἀσυγχύτως, ἤγουν ἐν κόσμῳ τῷ δεόντι διὰ τοῦ τὴν ἰδίαν ἔχειν ἰσχὺν, πᾶσά πως ἀνάγκη ταράττε‐ σθαι τὴν ψυχὴν, ἀτακτούντων ἐν αὐτῇ τῶν παθῶν. Τότε γὰρ οἷον ἐν σάλῳ γινομένη κοσμικῶν ἡδονῶν κινδυνεύει δεινῶς· ἀτονούσης γὰρ ἐν ἡμῖν τῆς ἀρε‐ | |
45 | τῆς, κατακρατεῖ πάντως εἰς φαυλότητα κατασείουσα ἡδονή. Ὅτι δὲ ὀστᾶ τροπικῶς νοηθεῖεν ἂν αἱ νοηταὶ τῆς ψυχῆς δυνάμεις, καθ’ ἃς ἔχει τὴν εἰς τὸ εὖ εἶναι σύστασιν καὶ διαμονὴν, αὐτὸς ὁ Δαβὶδ ἑρμηνεύει τοῦ λόγου τὸ αἴνιγμα, δι’ ὧν ἐπήγαγε τοῖς εἰρημένοις. | |
69.744(50) | ὅτι Ἡ ψυχή μου ἐταράχθη σφόδρα. Ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. | |
(A f. 35 b.) Οἶμαι δὲ καὶ ἕτερόν τι κατασημαίνε‐ | 743 | |
69.745 | σθαι, διὰ τοῦ φάναι τὸν Ψάλλοντα ταραχὴν ὑπομεῖ‐ ναι τὰ ὀστᾶ αὐτοῦ. Ἔκτισε μὲν γὰρ ἐπὶ ἀφθαρσίᾳ τὸν ἄνθρωπον ὁ Θεός· ἐπεὶ δὲ τὴν δοθεῖσαν πεπά‐ τηκεν ἐντολὴν ὁ προπάτωρ Ἀδὰμ καὶ παρώλισθεν | |
5 | εἰς παράβασιν, ἐπάρατος ἦν εὐθύς. Εἴρηται γὰρ πρὸς αὐτόν· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Τετα‐ ράχθαι τοίνυν καὶ κατὰ τοῦτον οἶμαι τὸν τρόπον τὰ πάντων ὀστᾶ, ἅτε δὴ λυθείσης εἰς θάνατον τῆς σαρ‐ κός· εἰσέδραμον γὰρ καὶ αὐτὴν τὴν ψυχὴν θόρυβοί | |
10 | τε καὶ πτοῖαι, καὶ ἡ τῶν παθῶν τυραννίς. Φθαρτοῦ γὰρ ἅπαξ γεγονότος τοῦ σώματος, τὰ τῆς φθορᾶς ἐν αὐτῷ βεβλάστηκε πάθη, καὶ ὁ τῆς ἁμαρτίας εἰσέδυ νόμος, ὁ ἐν τοῖς μέλεσι τῆς σαρκὸς, ὁ ἀντιστρατευό‐ μενος καὶ αἰχμαλωτίζων τὸν νοῦν εἰς πᾶν ὁτιοῦν | |
15 | τῶν ἐκτόπων. Γέγονε τοίνυν ἴασις τῇ ἀνθρώπου φύ‐ σει, τῆς τοῦ Μονογενοῦς ἐνανθρωπήσεως ἡ δύναμις ἔπαυσε γὰρ τὴν φθορὰν, συνήγαγε τὰ πάντων ὀστᾶ κατεσκεδασμένα· πτοίας καὶ θορύβου παντὸς καὶ δειμάτων καὶ προσέτι παθῶν καὶ πλεονεξίας διαβο‐ | |
20 | λικῆς ἐλευθέραν ἀπέφηνε τὴν ἀνθρώπου φύσιν. Καὶ σὺ, Κύριε, ἕως πότε; (A f. 35 b) Μᾶλλον δὲ εἰ χρή τι καὶ μυστικώτε‐ ρον εἰπεῖν, οὐκ ἐπιτιμᾷ τοῖς τοῦ Θεοῦ κρίμασιν ὁ προφήτης, οὔτε μὴν ὡς μέλλοντα καὶ ἀναδυόμενον | |
25 | τὴν ἐπικουρίαν καταιτιᾶται τὸν τῶν ὅλων Δεσπότην, περιεργάζεται δὲ μᾶλλον τὸν τῆς ἐπιδημίας καιρὸν τοῦ εἰς τέλος ἐγηγερμένου Χριστοῦ κατὰ τὴν ὀγδόην. Πότε γὰρ, φησὶν, ἐλεύσῃ ὁ διὰ τῆς ἀναστάσεώς σου τὴν ἴασιν ἡμῖν χαρισόμενος; Ἔστι δὲ τὸ ἕως πότε | |
30 | καὶ τῆς χρονίας μετανοίας παραστατικόν. Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου. (A f. 36, B f. 24, E f. 11) Ὁ γὰρ ἅπαξ τοῖς τοῦ θανάτου βρόχοις ἁλοὺς, ἀπρακτήσει ἂν πρὸς πᾶσαν ἀρετήν. «Οὐκ ἔστιν, φησὶν, ἐν τῷ θανάτῳ ὁ μνη‐ | |
35 | μονεύων σου,» τουτέστιν ὁ τὰς ἐντολὰς τηρῆσαι δυνά‐ μενος, τῆς βοηθείας τοῦ πνεύματος μὴ συμπαρού‐ σης. [Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου. Τὸ Ἐκοπίασα φησὶν ἀντὶ τοῦ Κοπιάσω. Ἔσται δὲ | |
40 | τοῦτο σαφὲς διά γε τῶν ἐφεξῆς κειμένων. Οὐ γὰρ Ἔλουσα τὴν κλίνην μου, φησὶν, ἀλλ’ οὐδὲ Ἔβρεξα τὴν στρωμνήν μου, ἀλλ’ ἐπ’ ἀμφοῖν τὸ Λούσω, καὶ Βρέξω φησίν. Ὑπισχνεῖται γὰρ ἔσεσθαί τις φιλο‐ πονώτατος, καὶ τὸν ἀνειμένον καὶ ἄφετον οὐκ ἀγα‐ | |
45 | πήσειν βίον.] (A f. 87) Διδάσκει δὲ καὶ ἡμᾶς ὅτι τοὺς εὐαρε‐ στεῖν ἐθέλοντας τῷ Θεῷ, οὐκ ἀργίας καιρὸν ὕπνου τε καὶ ῥᾳθυμίας ἡγεῖσθαι προσήκει τὰ τῶν νυκτῶν διαστήματα (κτηνοπρεπὲς γὰρ τοῦτο καὶ ἀλογώτα‐ | |
69.745(50) | τον), πόνου δὲ μᾶλλον καὶ ἀϋπνίας τῆς ἐπ’ ἀγαθοῖς. Ἄριστον γὰρ τὸ ἐν ἡσυχίαις μάλιστα καὶ κατὰ μόνας μονονουχὶ Θεῷ διαλέγεσθαι διὰ συχνῆς προσευχῆς, | |
καὶ ἐφ’ οἶς μὲν ἤδη κατεγνώσμεθα, συγγνώμην | 745 | |
69.748 | αἰτεῖν· τὰ δὲ ψυχωφελῆ ζητεῖν παρ’ αὐτοῦ, καὶ ᾠδὴν αὐτὸν καὶ μέλος ποιεῖσθαι. Ἐταράχθη ἐν θυμῷ [in marg. γρ. ἀπὸ θυμοῦ] ὁ ὀφθαλμός μου. | |
5 | (A f. 37 b) Τάχα δὲ ὑπονοστεῖ ὁ Προφήτης πρὸς ἀνάμνησιν τῶν τῇ ἀνθρώπου φύσει συμβεβηκότων διὰ τὸ προσκροῦσαι Θεῷ τὴν τοῦ γένους ἀρχὴν, του‐ τέστι τὸν Ἀδάμ. Πρὶν μὲν γὰρ ὀλιγωρῆσαι τῆς θείας ἐντολῆς, καθαρὸν εἶχε τὸν ὀφθαλμὸν, θεοπτίας ἔμ‐ | |
10 | πλεων καὶ ἐννοιῶν ἀγαθῶν, καὶ ἦν ἀθώλοτος, ἕτι τῷ θείῳ φωτὶ καταλαμπόμενος. Εἰσήκουσε Κύριος τῆς δεήσεώς μου. (A f. 38) Ἐξηγεῖται δὲ τίνα τρόπον εἰς πέρας ἐκβέβηκε τὰ τῆς εὐθυμίας αὐτῷ· εἰσηκοῦσθαι γάρ | |
15 | φησι τὴν φωνὴν τοῦ κλαυθμοῦ αὐτοῦ, δεκτήν τε γενέσθαι τὴν προσευχήν. Φωνὴν δέ φησιν, οὐχὶ πάν‐ τως τὴν διὰ χειλέων, ἐκείνην δὲ μᾶλλον τὴν ἐκ πρα‐ γμάτων μονονουχὶ πρὸς Θεὸν πεμπομένην. Ὥσπερ γάρ ἐστιν ἁμαρτίας φωνὴ, κατὰ τὸ εἰρημένον πρὸς | |
20 | Κάϊν, «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με,» οὕτω καὶ μετανοίας ἐστὶ φωνὴ, ἧς ἀκούει Θεός. Καὶ οὐ δήπου φαίη τις ἂν, ὅτι φωνὴν ἔντονον αἰτεῖ, οὐ γὰρ οὕτω προσεύχεσθαι προστετάγμεθα. Κραυγὴν δὲ πάλιν ἐν τούτοις φησὶ τὴν ἐκ πόνου λιτὴν, ᾗ κε‐ | |
25 | χρῆσθαι τοὺς ἁγίους ἔθος. Αἰσχυνθείησαν καὶ ταραχθείησαν. (A f. 38 b) Καὶ οἱ τῆς κακίας δὲ εὑρεταὶ καὶ διδά‐ σκαλοι δαίμονες ἀποστρέφονται καὶ ὀπίσω πίπτου‐ σιν, ἀφόρητον ὑπομένοντες τὴν τροπήν· πρῶτον | |
30 | μὲν διὰ τὴν παρὰ τοῦ σώζοντος Θεοῦ ἀντίλεξιν, ἔπειτα δὲ διὰ τὸ θέλειν ἡμᾶς ἀπανίστασθαι μὲν τῶν ἀρχαίων ἀῤῥωστημάτων, μεταφοιτᾷν δὲ νεανικῶς εἰς τὸ κατευμεγεθεῖν ἁπάσης φιλοσαρκίας, καὶ τῆς ἐν τῷδε τῷ βίῳ τύρβης οὐδένα ποιεῖσθαι λόγον, εἰς μόνα | |
35 | δὲ βλέπειν τὰ ἀρέσκοντα Θεῷ, καὶ ἐπ’ αὐτὰ τρέχειν ἀμεταστρεπτί. Ἀνδριζομένοις γὰρ οὕτω συνέσται Χριστὸς ὁ πάντων ἡμῖν τῶν ἀγαθῶν καὶ δοτὴρ καὶ πρύτανις. | |
39t | ΨΑΛΜΟΣ Ζʹ. | |
40 | Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 39 b) Σὺ δέ μοι ὅρα, ὅτι σε τοσαύταις ἐγγυ‐ μνασθέντα νίκαις, πάλιν ἀπολύει πρὸς ἑτέρους ἀγῶ‐ νας ὁ λόγος, πάλιν ἀλείφει τῇ τῶν πειρασμῶν προσ‐ βολῇ. Ὁ αὐτὸς γὰρ πολέμιος, ὁ Ἀβεσσαλὼμ ἐκεῖνος, | |
45 | ὥσπερ ἀναγεννηθεὶς ἐξ ἡμῶν, τὸν καθ’ ἡμῶν ἐξαρ‐ τύεται πόλεμον· ὃν ἀνατρέπει φονῶντα καθ’ ἡμῶν ἡ ἡμετέρα περὶ τοῦ πράγματος εὐβουλία· μᾶλλον δὲ ἡ παρὰ τοῦ Θεοῦ συμμαχία. Ἥ γε μὴν σώζουσα ἡμᾶς γνώμη, ἀγχόνη γίνεται τοῦ ἀντικειμένου· αὕτη | |
69.748(50) | δέ ἐστιν, τὸ ἴσον εἰς κακίαν ἡγεῖσθαι, ἄρχειν τε ἀδικίας καὶ ἀμύνεσθαι τὸν κατάρξαντα. Ὁριστὴς | |
γὰρ τῆς καθ’ ἑαυτοῦ τιμωρίας ὁ Δαβὶδ γίνεται, εἰ | 747 | |
69.749 | εὑρεθείη κακοῦ τὸ κακὸν ὥσπερ ἐν συναλλάγματι διαμείψας, καὶ ἀντιδοὺς παρεσχημένοις ὃ ἔλαβε. Εἰ ἔστιν ἀδικία ἐν χερσί μου. (A f. 41) Τάχα δὲ οὐ τὸ πάντη ἐλεύθερον ἀδικίας | |
5 | ἑαυτῷ ὁ Δαβὶδ μαρτυρεῖ (ἠδίκησε γὰρ τὸν Οὐρίαν), ἀλλὰ τοῦτο λέγει, ὅτι Ἐν τῇ κατὰ τὸν παῖδα ὑποθέ‐ σει, καθαρός εἰμι καὶ ἀνυπαίτιος· οὐδὲν γὰρ αὐτὸν ἠδίκησα, οὔτε τοὺς μετ’ αὐτοῦ, ὥστε καὶ εὐάφορμον αὐτοῖς γενέσθαι τὴν κατ’ ἐμοῦ δίωξιν. Εἶτα καὶ τὸ | |
10 | ἀμνησίκακον προβάλλεται, ἐκκαλούμενος δι’ αὐτοῦ εἰς ἔλεον τὸν Θεόν. Καὶ δῆλον ἀφ’ ὧν ἐπάγει· λέγει γάρ· «Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά.» Ἀποπέσοιμι ἄρα τῶν ἐχθρῶν μου κενός. (E i. 12) Τουτέστιν ἀπολισθήσαιμι καὶ τιμῆς καὶ | |
15 | δόξης ἁπάσης, καὶ γενοίμην ὡς χοῦς ὑπὸ πόδας ἐχθρῶν μου. Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου. (A f. 42 b) Ὅπερ οὖν ἔφην, μεταπεφοίτηκεν ὁ λό‐ γος εἰς Χριστὸν, καὶ αὐτὸν ἀναστῆναι παρακαλεῖ οὐ | |
20 | κατὰ τοῦ Ἀβεσσαλὼμ (πῶς γὰρ, ὑπὲρ οὗ παρεκά‐ λει λέγων· «Φείσασθέ μου τοῦ παιδαρίου Ἀβεσσα‐ λώμ;»), ἀλλ’ ὑπὲρ πάσης τῆς ἀνθρωπότητος ἀναστῆ‐ ναι παρακαλεῖ τὸν Θεὸν, ὥσπερ ἐξ ἠρεμίας τῆς πάλαι μακροθυμίας ἐν ὀργῇ καὶ κινήσει κατὰ τῶν περά‐ | |
25 | των τῶν ἐχθρῶν αὐτοῦ. Πλεῖστοι μὲν οὖν οἱ τῆς ἀν‐ θρωπότητος ἐχθροὶ, τουτέστιν οἱ πονηροὶ καὶ ἀλιτή‐ ριοι δαίμονες· πέρατα δὲ αὐτῶν νοηθεῖεν ἂν οἱ προὔ‐ χοντες τῶν ἄλλων καὶ ὑπερκείμενοι, οἷον ὁ Σατανᾶς καὶ οἱ ἐγγὺς, ἤγουν οἱ κοσμοκράτορες τοῦ σκότου. | |
30 | Τούτων κατεξανέστη Χριστός. Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστά‐ γματι, ᾧ ἐνετείλω. (A f. 43 b) Ἐνταῦθα σαφῶς περὶ τῆς θεοφανείας τοῦ Σωτῆρος εὐαγγελίζεται. Ἄνωθεν γὰρ διὰ τῶν | |
35 | πατριαρχῶν ταύτην ἡμῖν τὴν σωτηρίαν ὑπέσχετο· καί γε μεμέστωται ἡ θεία Γραφὴ τῶν τοῦ Σωτῆρος φωνῶν, προϋπισχνουμένου διὰ προφητῶν ἁγίων ὡς ἥξει κατὰ καιροὺς, καὶ ἐξελεῖται τὴν ὑπ’ οὐρανὸν, καὶ οὐκ ἐν μόνῃ τῇ Ἰουδαίᾳ ποιήσεται τῆς ἐνούσης | |
40 | αὐτῷ ἡμερότητος τὴν ἐπίδειξιν, ἀλλὰ γὰρ καὶ ἐπι‐ σκέψεται πάντα τὰ ἔθνη· καὶ γοῦν ἐλπὶς ὠνόμασται τῶν ἐθνῶν. Ἐπέφανε γὰρ τῷ κόσμῳ παντὶ Θεὸς ὢν Κύριος καὶ φῶς τὸ ἀληθινὸν, δι’ οὗ καὶ αὐτὸν ἐγνώ‐ καμεν τὸν Πατέρα, τῆς ἀρχαίας ἀχλύος ἐσκεδασμέ‐ | |
45 | νης, τῆς ἐν τῷ πλανᾶσθαι, φημὶ, καὶ ἀναλάμψαντος ἡμῖν ἑωσφόρου κατὰ τὸν νοῦν, καὶ διαυγαζούσης ἡμέρας, ἀνίσχοντος δὲ καὶ τοῦ τῆς δικαιοσύνης ἡλίου, τουτέστι τοῦ Χριστοῦ. Ἐξεγέρθητι τοίνυν, φησὶ, κατὰ τὸ πρόσταγμα, ὃ ἐνετείλω, ἤγουν ὃ ἐπηγγείλω | |
69.749(50) | ποιήσειν· τοῦτο γὰρ ἐνταῦθα δηλοῖ τὸ ἐντείλασθαι. | 749 |
69.752 | Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. (L f. 44) Τάχα δὲ τὸ, εἰς ὕψος ἐπίστρεψον, ἢ τὸν τίμιον αἰνίττεται σταυρὸν, εἰς ὃν ἀνήνεγκεν ἡμῶν τὰς ἁμαρτίας· ἢ τὴν εἰς οὐρανοὺς τοῦ Χριστοῦ ἀνα‐ | |
5 | φοίτησιν· ἐπορεύθη γὰρ ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Πατρὸς ὑπὲρ ἡμῶν. Πῶς ὑπὲρ ἡμῶν; Ἡμῖν ἐγ‐ καινίζων πρόσφατον ὁδὸν καὶ ζῶσαν, ἵνα καὶ αὖθις βάσιμος ὑπάρχῃ λοιπὸν ὁ οὐρανὸς, καὶ εἰσερχώμεθα εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ἀρξαμένου καὶ | |
10 | τοῦδε τοῦ ἐν πᾶσι πρωτεύοντος, δηλονότι Χριστοῦ. Κύριος κρινεῖ λαούς. (A f. 44) Εἴρηται δὲ ἐνταῦθα, τὸ κρινεῖ, ἀντὶ τοῦ, δικάσει. Ἐδίκασε γὰρ ἡμῖν τε καὶ τῷ Σατανᾷ· καὶ τὸν μὲν ὡς πλεονεκτήσαντα τὴν ὑπ’ οὐρανὸν, τῆς | |
15 | κατὰ πάντων τυραννίδος ἀπώσατο· τοὺς δὲ τὴν ἀφό‐ ρητον ὑπομείναντας πλεονεξίαν, κατηλέησεν ὡς Θεὸς καὶ τῇ πίστει ἐδικαίωσε. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου. (A f. 45) Ἑτέρως δὲ εἰπὼν ὁ προφήτης, ὅτι Κύ‐ | |
20 | ριος κρινεῖ λαοὺς, εἰσφέρει νῦν καὶ τὸ τῶν κρινο‐ μένων πρόσωπον, τὴν οἰκείαν ὁμολογούντων ἀσθέ‐ νειαν, οὔτω τε κριθῆναι παρακαλούντων, ὡς ἂν πρέ‐ ποι τοῖς τῆς ἀνθρωπότητος μέτροις· ἑτέρα μὲν γὰρ, ὡς ἔφημεν, ἀγγέλων δικαιοσύνη πρέπουσα πάντως τῇ | |
25 | αὐτῶν φύσει· ἑτέρα δὲ ἡ ἀνθρώπων, σμικρὰ δηλον‐ ότι καὶ ἀναλόγως ἔχουσα τῇ τῆς φύσεως ἀσθενείᾳ. Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν. (A f. 46) Συντελεσθήτω οὖν πονηρία ἁμαρτωλῶν, τουτέστι καταργηθήτω τοῦ διαβόλου ἡ τυραννὶς, καὶ | |
30 | τῶν σὺν αὐτῷ πονηρῶν δυνάμεων· ἵνα λοιπὸν δι’ εὐθείας ὥσπερ καὶ λειοτάτης ἔρχοιτο τρίβου πρὸς τὴν εὐδόκιμον πολιτείαν πᾶς εἴτις ἐστὶ δικαιοσύνης ἐρ‐ γάτης. Παροτρύνοντος γὰρ μηδενὸς ἐπὶ θάτερα, κατ‐ ευθυνεῖ πάντως ὁδὸν αὐτοῦ ὁ δίκαιος· ἢ τάχα συν‐ | |
35 | τελεσθῆναι τὴν ἐν τοῖς ἁμαρτωλοῖς πονηρίαν εὔχεται ὁ Προφήτης, τουτέστι παύσασθαι μετατιθεμένων αὐτῶν πρὸς ἀρετήν. Οὐκοῦν κατάληξιν ἁμαρτίας αἰτεῖ ἐν ἑκάστῳ τῶν ἐξ ἀσθενείας ὠλισθηκότων, ἵνα λοιπὸν ὁ δίκαιος κατευθύνηται. Οὐ γὰρ ἔστιν, οὐκ | |
40 | ἔστιν ἀποφανθῆναί τινα τῶν εἰς ἀρετὴν ἀνδραγαθη‐ μάτων ἀποτελεστὴν, πρὶν ἂν παύσηται τοῦ εἶναι πονηρός. Δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ. (A f. 46 b) Ἁρμόσει δὲ ὁ λόγος καὶ Ἰουδαίοις | |
45 | καὶ Ἕλλησιν· ἐπειδὴ γὰρ τὸ μὲν ἐν γνώσει πλημμε‐ λεῖν, καταφρόνησίς ἐστιν ὁμολογουμένως· τό γε μὴν ἐν ἀγνοίᾳ τοῦτο δρᾷν, εὐάφορμον ἔχει τῆς συγγνώ‐ μης τὴν αἴτησιν (πεπλάνηντο δὲ καὶ Ἰουδαῖοι καὶ Ἔλληνες, οἱ μὲν ταῖς τῶν ἡγουμένων δυστροπίαις | |
69.752(50) | ἀποκομιζόμενοι πρὸς τὸ εὐπειθὲς, καὶ τὸν Λυτρωτὴν ἀγνοήσαντες· οἱ δὲ οὔπω τὸ θεῖον φῶς λαβόντες εἰς νοῦν, οὔτε μὴν ἐγνωκότες τίς ἐστιν ὁ φύσει καὶ ἀλη‐ θῶς Θεός)· διὰ τοῦτο ὁ ἐτάζων καρδίαν καὶ νεφροὺς, | |
ἔγνω τούτους τε κἀκείνους πλημμελοῦντας ἐξ ἀμα‐ | 751 | |
69.753 | θίας, καὶ ὡς ἀπό γε τοῦ μὴ εἰδέναι τὸ θέλημα τὸ Δε‐ σποτικὸν, καὶ δικαίαν αὐτοῖς ἐκνενέμηκε τὴν ἐπικου‐ ρίαν. Ὀφείλεται γὰρ τοῖς πεπλανημένοις ἡ ἐπι‐ στροφὴ, τοῖς ἐσκοτισμένοις ὁ φωτισμὸς, τοῖς ἠσθενη‐ | |
5 | κόσι τὸ ἐνισχύεσθαι παρ’ αὐτοῦ. Διό φησιν· «Ἡ βοήθεια δικαία παρὰ τοῦ Θεοῦ.» Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρό‐ θυμος, κ.τ.λ. (A f. 47 b) Ἐπωφελὲς μὲν οὖν τὸ παράγγελμα | |
10 | τοῖς τὸν ἄφετον καὶ ἀνειμένον ζῶσι βίον, ὅτι κριτὴς δίκαιος ὁ τῶν ὅλων Θεός. Ἔστι δὲ πρὸς τοῦτο καὶ ἰσχυρός. Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοί‐ ξει; καὶ, Τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Ναὶ μὴν καὶ μακρόθυμος, μὴ παρὰ πόδας μηδὲ ὁμοῦ | |
15 | τῇ κακίᾳ τὴν ὀργὴν ἐπάγων τοῖς ἁμαρτάνουσι. Πλὴν εἰ καὶ ἀνεξίκακος, οὐ χρὴ διὰ τοῦτο ἡμᾶς ῥᾳθυμεῖν. Μετακομιστέον δὲ πάλιν τοὺς λόγους καὶ ἐπὶ τὸν Ἰσραὴλ καὶ τοὺς ἐξ ἐθνῶν· ἐπιφωνήσοι γὰρ ἄν τις αὐτοῖς, ὡς εἰ μὴ θᾶττον ἀπόσχοιντο τῶν οἰκείων | |
20 | ἐπιτηδευμάτων, καὶ οἱ μὲν τοῦ τῇ κτίσει λατρεύειν ἀποσταῖεν, οἱ δὲ τὴν εἰς Χριστὸν πίστιν εἰσδέξαιντο, κριτῇ περιπεσοῦνται δικαίῳ καὶ ἰσχυρῷ, καὶ μα‐ κροθύμῳ μὲν, πλὴν εἰ μὴ ἀποδύσονται τὰ ἐγκλήματα, καὶ κολάζοντι· τοῦτο γὰρ διὰ τῶν ἐφεξῆς στίχων | |
25 | διδάσκει. Ἵνα γὰρ μὴ ἀκούοντες, ὅτι μακρόθυμος, ῥᾳθυμότεροι γένωνται, ἐπήγαγεν, ὅτι Τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινε. (A f. 48 b, B f. 29) Στιλβώσει, ἀντὶ τοῦ, Γυμνώσει | |
30 | καθ’ ὑμῶν τὴν μάχαιραν. Φιλάνθρωπον δὲ τὸ κή‐ ρυγμα καὶ ἐξ ἡμερότητος τοῦ Θεοῦ προτεινόμενον τοῖς οὖσιν ἐν ἀσθενείαις· οὐ γὰρ ἁπλῶς, ὅτι γεγόνασιν ἐργάται τῶν πονηρῶν, ἠπείλησεν τὴν ῥομφαίαν αὐ‐ τοῖς· ἀλλ’ εἰ μὴ βούλοιντο θᾶττον ἐπιστρέφειν, ὅτι | |
35 | πάντη τε καὶ πάντως περιπεσοῦνται δεινοῖς, ἐφήσει νοεῖν. Ἐνέτεινε δὲ καὶ τὸ τόξον, ἕτοιμον ἔχων αὐτὸ τῶν τοῦ θανάτου σκευῶν, ἤτοι τῶν βελῶν, ἐπίμεστον, ἃ καὶ ἐξειργάσθαι φησὶν τοῖς καιομένοις, τοῖς τῆς γεέννης υἱοῖς [cod. υἱοὺς], οἳ κατὰ καιροὺς ἀκούσον‐ | |
40 | ται τοῦ Κριτοῦ λέγοντος· «Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι,» καὶ τὰ ἑξῆς. Ῥομφαίαν γε μὴν τόξον τε καὶ βέλη καὶ σκεύη θανάτου, ἢ τὰς διαφορὰς τῶν κολάσεών φαμεν ὑποδηλοῦν, ἤγουν δυνάμεις τινὰς ἐπιφερούσας ἀναλόγως τοῖς ἑκάστου πλημμε‐ | |
45 | λήμασι τὰς δίκας. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ ἐκ τῶν καθ’ ἡμᾶς πραγμάτων σχηματίζειν ἔσθ’ ὅτε τὰ μὴ ἐμφανῶς, ἀλλ’ ὡς ἐν κρυπτῷ καὶ νοήσει δρώ‐ μενα. Τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. | |
69.753(50) | (A f. 49) Ἀκουέτωσαν ταῦτα καὶ Ἰουδαῖοι καὶ Ἔλληνες, ὡς ταῖς ἀφύκτοις περιπεσοῦνται δίκαις, εἰ μὴ ἐπιστρέφειν ἕλοιντο, καὶ οἱ μὲν τῆς ἀρχαίας ἀπό‐ σχοιντο πλάνης, οἱ δὲ τῇ μετανοίᾳ τὰ τῆς κυριοκτο‐ νίας ἐγκλήματα διασμήχοιντο. | |
55 | Ὠδίνησεν ἀδικίαν, κ.τ.λ. Λάκκον ὤρυξε, κ.τ.λ. | |
(A f. 50 b) Ἀλλὰ γὰρ προσεξεργαστέον καὶ ἔτι τὴν | 753 | |
69.756 | ψαλμῳδίαν. Οὐκοῦν λέγοιτο ἂν εἰκότως καὶ περὶ παν‐ τὸς ἁμαρτήματος, ὅτι ὁ ἁμαρτάνων συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν· ἀεὶ γάρ πως προανίσχουσι τῶν ἐν κακοῖς ἀποτελεσμάτων, διαλογισμοὶ πονηροί. | |
5 | Ἁρμόσειε δ’ ἂν τὸ ῥητὸν καὶ τοῖς Ἰουδαίων καθηγη‐ ταῖς, οἳ συλλαβόντες, ἤγουν ἐν ὠδῖσι προεισδεξάμενοι, τῆς κατὰ Χριστοῦ δυσσεβείας τὰ σπέρματα, τῆς τοῦ διαβόλου σκαιότητος ταῦτα αὐτοῖς ἐνσπειράσης, ἐξέτεκον ἀνομίαν, τὴν κατ’ αὐτοῦ δηλονότι. Ὠδίνησεν | |
10 | ἀδικίαν καὶ ἔτεκεν ἀνομίαν καὶ αὐτὸς ὁ Σατανᾶς· πειράζων μὲν γὰρ προσῆλθε κατὰ τὴν ἔρημον· εἶτα ἀπέστη μέχρι καιροῦ, καὶ εἰς πέρας ἤγαγε τὸν ἐξ ἀρχῆς τεθέντα σκοπόν. Κατέθηξε γὰρ ἐν αὐτῷ τὰς τῶν Ἰουδαίων καρδίας καὶ τὴν τοῦ προδότου ψυχὴν, | |
15 | ὃς δὴ καὶ κατ’ αὐτὸν τὸν τῆς ἑαυτοῦ δυσσεβείας πα‐ τέρα, φημὶ δὴ τὸν Σατανᾶν, συνέλαβε μὲν ἀδικίαν κατὰ τοῦ Χριστοῦ, αἰσχρῶν ἕνεκα λημμάτων, κατα‐ προδοῦναι τοῖς φονῶσιν αὐτὸν βουλόμενος. Εἶτα καὶ ἔτεκεν ἀνομίαν· λαβὼν γὰρ τριάκοντα δηνάρια, παρ‐ | |
20 | έδωκεν αὐτὸν, σύνθημα φόνου τὸ τῆς ἀγάπης σύμβο‐ λον ποιησάμενος, τουτέστι τὸ φίλημα, καὶ αὐτὴν ἀδικήσας τὴν ἀρετήν. Εἶτα δέχεται μὲν ὁ προφήτης, ὡς ἐν λόγῳ παραδείγματος, τὸ ὀρύξαι λάκκον καὶ ἀνασκάψαι αὐτόν· καταλευκαίνει δὲ τοῦ φαινομένου | |
25 | τὴν διάνοιαν, ἐπενεγκὼν εὐθὺς τὸ, Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ. Πόνον δὲ οἶμαι λέ‐ γειν αὐτὸν, ἢ τὴν ἐπὶ τῷ τὸν βόθρον ὀρύξαι ματαιοπο‐ νίαν, ἢ τὸν φθόνον ὃς κατατήκει τὴν τῶν ἐχόντων καρδίαν· ἀδικίαν δὲ τὴν πλεονεξίαν, ἤγουν τὴν ἐπι‐ | |
30 | βουλὴν ἣν ἄν τις ἐργάσαιτο κατὰ τοῦ πέλας. Τοιοῦτόν τι καὶ ὁ Παροιμιαστὴς εὑρίσκεται λέγων· «Ὁ ὀρύσ‐ σων βόθρον τῷ πλησίον, ἐμπεσεῖται εἰς αὐτόν·» καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ τοιαύτην συγκληρῶσαι τῇ ἐπιβουλῇ τὴν φύσιν, ὥστε εἰς τοὺς | |
35 | ἐπιβουλεύοντας περιτρέψεσθαι. Ἐντεῦθεν καὶ ἡ εὐ‐ μηχανία τοῦ Θεοῦ μάλιστα διαλάμπει, καὶ τοῖς πονηροῖς πολὺς ὁ σωφρονισμὸς, καὶ τοῖς διαφεύγουσιν ἡ ἡδονή. Ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύ‐ νην αὐτοῦ, ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψί‐ | |
40 | στου. (A f. 51 b, B f. 30, E f. 13 b) Αὕτη φωνὴ καὶ τῶν ἐν Χριστῷ σεσωσμένων, ὡς καταργηθέντος τοῦ Σα‐ τανᾶ καὶ ἀναιρεθέντος τοῦ θανάτου καὶ τῆς ἁμαρτίας ἀνῃρημένης, καὶ ἐπιγνωσθέντος ἤδη τοῦ κατὰ ἀλή‐ | |
45 | θειαν Υἱοῦ τοῦ Θεοῦ. Τὸ δὲ, Ἐξομολογήσομαι, φησὶν, ἀντὶ τοῦ, Μετ’ ᾠδῆς ποιήσομαι τὴν εὐχαριστίαν κατὰ τὴν ἐνοῦσαν αὐτῷ (cod. E. μοι) δικαιοσύνην, ἤτοι κατὰ τὸ μέγεθος τῆς δικαιοκρισίας ἧς ἐποιήσατο, διασώσας τὴν ἁρπαζομένην ἀνθρωπότητα ὑπό τε τοῦ | |
69.756(50) | Σατανᾶ, καὶ τῶν σὺν αὐτῷ πονηρῶν δυνάμεων. Μεγάλη τοίνυν ἡ Θεοῦ δικαιοσύνη· διὸ ψάλλειν ἐπαγγέλλονται τῷ ὀνόματι Κυρίου τοῦ Ὑψίστου· ὃν γὰρ οὐκ ᾔδεισαν πάλαι, νῦν Κύριον καὶ Ὕψιστον ὀνομάζουσι. | |
53t | ΨΑΛΜΟΣ Ηʹ. | |
54 | Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαβίδ. | |
55 | (A f. 52) Προαναφωνεῖται τοίνυν διὰ τῆς προ‐ | 755 |
69.757 | κειμένης ᾠδῆς ἡ τῶν ἐθνῶν κλῆσις· ἐπεγράφη δὲ αὕτη· Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν. Καὶ τὸ μὲν Εἰς τὸ τέλος, δηλοῖ τὴν ἐπὶ συντελείᾳ τῶν αἰώνων γενο‐ μένην ἐπιδημίαν, ἤγουν ἐνανθρώπησιν τοῦ Μονογε‐ | |
5 | νοῦς· τὸ δὲ ὑπὲρ τῶν ληνῶν τοιάνδε τὴν διάνοιαν ἔχει· τινὲς μὲν γὰρ βούλονται ληνοὺς ὠνομάσθαι τρο‐ πικῶς τὰς Ἐκκλησίας Χριστοῦ, εἰς ἃς οἷά τινας βότρυας συγκομίζουσιν οἱ μυσταγωγοὶ τοὺς ἔκ τε τῆς Ἰουδαίων ἀγέλης καὶ ἐκ τῶν ἐθνῶν πιστεύοντας εἰς | |
10 | Χριστὸν, καὶ οἷον ἐξ ἀμπελῶνος Δεσποτικῆς καρποὺς συναγείρουσιν· ἢ ληνοὺς εἶναί φασι τὰ θυσιαστήρια, διὰ τὸ ἐν αὐτοῖς συμφέρεσθαι τὰς παρὰ πάντων δω‐ ροφορίας. Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά | |
15 | σου ἐν πάσῃ τῇ γῇ! (A. f. 53) Πάλαι μὲν γὰρ ἡ τοῦ Θεοῦ δόξα μονον‐ ουχὶ συνεστέλλετο κατὰ μόνην τὴν Ἰουδαίαν· γνω‐ στὸν γὰρ ἦν ἐν αὐτῇ ὁ Θεὸς, καὶ ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ· ἐπειδὴ δὲ Θεὸς ὢν Κύριος ἐπέφανεν | |
20 | ἡμῖν, τεθαύμασται τὸ ὄνομα αὐτοῦ παρὰ τοῖς ἀνὰ πᾶσαν τὴν γῆν. Ἐκπλήττεται τοίνυν ὁ προφήτης τὴν εἰς ἀνθρώπους χυθεῖσαν γνῶσιν τοῦ ὀνόματος τοῦ Θεοῦ· οὐκέτι γὰρ μόνοις γνωστὸς τοῖς ἐν τῷ Ἰούδᾳ ὁ Θεός. | |
25 | Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου. (A. f. 53 b) Τάχα δὲ οὐκ ἄλλη τῆς οἰκονομίας αὐ‐ τοῦ ἡ ἐπαρθεῖσα μεγαλοπρέπεια. Τί γάρ ἐστιν ἐν αὐτῇ μὴ ἔχον ἐν μεγάλοις τὸ πρέπον; ἐκ παρθένου τόκος, ἐν θαλάσσῃ πορεία, ἐν θανάτῳ ἀφθαρσία, καὶ | |
30 | ὅσα τούτοις ἐοικότα. Αὕτη τοίνυν ἡ μεγαλοπρέπεια ἐπήρθη, καθίσαντος ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, μετὰ τὸ καθαρισμὸν τῶν ἁμαρτιῶν πεποιη‐ κέναι. Οὕτω νοητέον καὶ τὸ ὑψηλότερον αὐτὸν τῶν οὐρανῶν γεγονέναι μετὰ τὴν ἀνάστασιν. | |
35 | Ἐκ στόματος νηπίων καὶ θηλαζόντων, κ.τ.λ. (C. f. 14) Τὴν νέαν καὶ καινὴν συναγωγὴν, ἐκ νηπίων λέγει συνεστάναι ψυχῶν, διὰ τὴν ἀναγέννησιν τὴν ἐν τῷ Χριστῷ πανταχοῦ συνιστᾶσαν τῆς οἰκου‐ μένης μετὰ τὴν ἀνάληψιν αὐτοῦ. Διὸ καὶ βοώντων | |
40 | αὐτὸν τῶν παίδων· «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις,» ἀγανακτοῦσι τοῖς Ἰουδαίοις φησί· «Οὐδέποτε ἀν‐ έγνωτε;» καὶ τὰ ἑξῆς. Τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. (A. f. 54) Τὸν διάβολον δηλονότι, ἐπειδὴ μετὰ τὸ | |
45 | ἀναγκάσαι πληρῶσαι τὴν ἁμαρτίαν, καὶ τιμωρεῖται τοὺς ἁμαρτάνοντας, τὸ μέγεθος αὐτοῖς τοῦ ἁμαρτή‐ ματος ἐν ὀφθαλμοῖς παριστῶν. Ὁ αὐτὸς γὰρ καὶ εἰς τὸ πλημμελὲς κατωθεῖ, καὶ κατήγορος τῶν ἡμαρτη‐ κότων γίνεται· ὡς μὲν οὖν ἐχθρὸς, ἁμαρτάνειν | |
69.757(50) | καταναγκάζει, ὡς δὲ ἐκδικητὴς, παραδεδομένους κολάζει. Ὑμέναιον γοῦν καὶ Ἀλέξανδρον αὐτὸς βλασφήμους ἀπεργασάμενος, πάλιν ἐπαίδευσε διὰ | |
τὰς εἰς Θεὸν βλασφημίας. | 757 | |
69.760 | Τίς ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; (A f. 56) Ἄπερ οὖν καὶ ὁ Δαβὶδ ἐννοῶν, θαυμάζε‐ ται καὶ λέγει· Εἰ καὶ θαυμαστά σου δημιουργήματα ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ τὰ ἐν αὐτοῖς ἅπερ ἥδρασας | |
5 | δι’ ὅλου τοῦ αἰῶνος ἑστάναι, οὐ μήν σοι μεγάλα πρὸς ὕπαρξιν, ἀλλὰ βραχείας δυνάμεως δακτύλοις ἀναλο‐ γούσης· οὕτω γὰρ τὰς μικρὰς δυνάμεις ἐκάλεσε τοῦ Θεοῦ. Ἀλλά γε τὰ κατὰ τὸν ἄνθρωπον μᾶλλον ἐκπέ‐ πληγμαι θεωρῶν, ὅπως καὶ μέμνησαι τούτου καὶ | |
10 | προνοῇ· ὅπερ οὐκ ἂν ὑπῆρξεν, εἴπερ σμικρόν τι παρὰ σοὶ καὶ οὐδαμινὸν ἐτύγχανε ζῶον. (B f. 32) Ἄλλοι μὲν τῶν Ἰουδαίων καθηγηταὶ πε‐ πλάνηνται, μὴ συνιέντες τὸ μυστήριον· ἐγὼ δὲ, φη‐ σὶν, τοῖς τῆς διανοίας ὄμμασιν ἐνορῶν τὴν κτίσιν, σὰ | |
15 | τὰ πάντα δημιουργήματα βλέπω. Σὺ κατηρτίσω ἥλιον καὶ σελήνην, καὶ τὸν ἐπ’ αὐτοῖς τέθεικας νόμον διηνεκῆ· τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, «Ἐθεμελίωσας αὐτά.» Καὶ μετ’ ὀλίγα· Οὐκοῦν εἰ καὶ γέγονας, φη‐ σὶν, καθ’ ἡμᾶς, καὶ τὸ τῆς ἀνθρωπότητος μέτρον οἰ‐ | |
20 | κονομικῶς ὑπελθὼν οὐκ ἐπεγνώσθης παρά τινων, ἀλλ’ ἐγὼ τὴν σὴν ἐπίσταμαι δόξαν· οἶδα τῆς κατὰ πάντων ὑπεροχῆς τὸ ἀξίωμα, ὁμολογῶ καὶ ἐν σαρκὶ γεγονότα δημιουργὸν τῶν ὅλων, οἶδά σε Κύριον καὶ παρενεγκόντα πρὸς σὲ ἥλιον καὶ σελήνην. Δέχεται δὲ | |
25 | ἀπὸ μέρους, ἵνα πᾶσαν νοῇς τὴν κτίσιν. Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους. (A f. 56 b, B f. 32 b, K f. 35 b.) Λογικαὶ μὲν οὖν αἱ ἄνω δυνάμεις, μακράν τε καὶ ἀτελεύτητον τρίβουσαι ζωήν. Ὁμοίως δὲ λογικὸς ἐπὶ γῆς ὁ ἄν‐ | |
30 | θρωπος, εἰ καὶ μὴ ἐν ἴσῳ μέτρῳ τοῖς ἄνω, βραχὺ δὲ ὑποβέβηκε τὴν τῶν ἀγγέλων ἀξίαν διὰ τὴν πρὸς τὸ γεῶδες σῶμα συνάφειαν· καὶ ἐλάττων, καθ’ ὃ ὑπὸ δίκην ἐστὶ θανάτου καὶ φθορᾶς, καὶ τοῦτο μετὰ τὴν παράβασιν· αὕτη γὰρ εἰσῆξε τὴν φθορὰν καὶ τὸν | |
35 | θάνατον. Ἠλαττῶσθαι τοίνυν ἀγγέλων λέγεται ὁ Χριστὸς διὰ τὸ πάθημα τοῦ θανάτου· παθεῖν γὰρ ἠνέσχετο σαρκὶ τῇ ἰδίᾳ, καίτοι μεμενηκὼς ἀπαθὴς τῇ τῆς θεότητος φύσει. [Ἐστεφάνωσε δὲ ἡμᾶς δόξῃ καὶ τιμῇ, δι’ ὧν ὑπάρ‐ | |
40 | χων Θεὸς κατὰ φύσιν, ἠλάττωται δι’ ἡμᾶς. ὡς ἂν ἡμεῖς ὑπὲρ φύσιν πλουτήσωμεν ἐν αὐτῷ. «Συνήγειρε γὰρ ἡμᾶς, καὶ συνεκάθισεν ἐν τοῖς οὐρανίοις ἐν Χριστῷ.» Συνεδρεύοντος γὰρ αὐτοῦ, ἐφ’ ὅλην τὴν ἀνθρώπου φύσιν δραμεῖται τὸ καύχημα. Οὕτω γὰρ | |
45 | τῇ αὐτοῦ πτωχίᾳ πεπλουτήκαμεν, δι’ οὓς δόξῃ καὶ τιμῇ ἐστεφάνωται, καίτοι τῆς δόξης Κύριος ὢν ὡς Θεός. Ἄτιμοι γὰρ ἐν τῇ τοῦ Ἀδὰμ παραβάσει γε‐ γενημένοι, ἐν τῇ ὑπὲρ ἡμῶν ὑπακοῇ τοῦ Χριστοῦ δεδοξάσμεθα.] | |
69.760(50) | Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! (A f. 58) Ἀναδιπλασιάζει τὸ θαῦμα, καὶ πάλιν αὐτὸ τὸ προοίμιον ἀκροτελεύτιον τίθησιν, ἐκπληττό‐ | |
μενος ἐπὶ τῇ γενομένῃ τῶν ἀνθρώπων θεογνωσίᾳ. | 759 | |
69.761 | Καὶ πρὸ τῆς ἀποδείξεως καὶ μετὰ τὴν ἀπόδειξιν τὰ αὐτὰ λέγει ῥήματα, καὶ ὡς ἀπό γε τοῦ πλείστου θαύ‐ ματος ἔρχεται πρὸς δοξολογίαν· καὶ κατευθυνομένην ὁρῶν τῆς ὑφ’ ἥλιον πάσης τὴν δόξαν τοῦ Σωτῆρος, | |
5 | μονονουχὶ καὶ ἀνασκιρτᾷ, καὶ τὸν ἑαυτοῦ λόγον ἀνα‐ λαβὼν λέγει· «Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὅνομά σου ἐν πάσῃ τῇ γῇ!» | |
8t | ΨΑΛΜΟΣ Θʹ. | |
9 | Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ. | |
10 | (A f. 58 b) Ἡ Εἰς τὸ τέλος ἐπιγραφὴ δείκνυσιν, ὅτι συντέθειται τῷ Δαβὶδ ὁ ψαλμὸς οὐκ ἐπί τισιν ἤδη συντετελεσμένοις πράγμασιν, ἀλλ’ ἐπὶ τοῖς ἐσο‐ μένοις ἐπὶ συντελείᾳ τοῦ αἰῶνος. Ταῦτα δὴ ἦν τὰ κρύφια τοῦ υἱοῦ, τουτέστι τὸ Χριστοῦ μυστήριον, ὃ | |
15 | προέγνωστο μὲν τοῖς ἁγίοις προφήταις, ἀποκαλύπτον‐ τος αὐτοῖς τοῦ ἀγίου Πνεύματος, ἐκβέβηκε δὲ εἰς πέρας καιροῖς ἰδίοις. Κρύφια τοίνυν τοῦ υἱοῦ, τὰ κρυφίως πεπραγμένα τῷ Σωτῆρι· πολλὰ δὲ ταῦτα ἦν, ἥ τε ἐκ Παρθένου διὰ Πνεύματος ἁγίου κατὰ σάρκα | |
20 | γέννησις, τά τε θαύματα, ὅ τε θάνατος αὐτὸς, καὶ ἡ εἰς ᾅδου κάθοδος, καὶ ἡ ἐκ νεκρῶν ἀναβίωσις, καὶ ἁπλῶς ὁ τῆς ἐνανθρωπήσεως τρόπος, καὶ τὰ ἐντεῦ‐ θεν τῷ βίῳ κατωρθωμένα. Ταῦτα γὰρ πάντα κρυφίως αὐτῷ πέπρακται· ἀπέκρυψε γὰρ αὐτὰ καὶ τοὺς | |
25 | ἄρχοντας τοῦ κόσμου τούτου· «Μυστήριον γὰρ, φησὶ, τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν.» Καὶ πάλιν· «Σοφίαν λαλοῦμεν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἢν οὐδεὶς τῶν ἀρ‐ χόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν.» Ἐλάνθανε δὲ | |
30 | καὶ τοὺς μαθητὰς ὁ θάνατος Χριστοῦ, καὶ ἡ κατὰ τοῦ θανάτου νίκη. Ἦν γὰρ, φησὶ, τοῦτο κεκρυμμένον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Εἰκότως τοίνυν οἱ Ἑβδο‐ μήκοντα, τοῦ υἱοῦ τὸν θάνατον ὠνόμασαν κρύφιον. (A f. 59) Περιέχει δὲ ὁ ψαλμὸς ἐθνῶν κλῆσιν καὶ | |
35 | εὐχαριστίαν ὑπὲρ αὐτῶν, ἤγουν παρ’ αὐτῶν· καὶ τῆς Χριστοῦ οἰκονομίας μεμέστωται, καὶ προσώπων ἔχει διαφορὰς, καὶ προσέτι θεωρημάτων ἄλλοτε ἄλλων ἐφ’ ἕτερα μεταστάσεις, πλὴν οὐκ ἔξω τοῦ εἰκότος ἀποκο‐ μιζούσας τὸν νοῦν. Ἄρχεται δὲ τοῦ ψαλμοῦ, τὸ τῶν | |
40 | ἐθνῶν πρόσωπον ὑποδὺς, ἤτοι τὸ τῆς ἀνθρωπό‐ τητος. Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί. (A f. 59) Μεγάλα μὲν οὖν πάντα καὶ ἀξιάκουστα τὰ διὰ Χριστοῦ, τοῖς γε μὴν ὁρῶσιν αὐτὰ καὶ ἐπεγνω‐ | |
45 | κόσιν. Αὐτὸς ὁ τούτων ἀποτελεστὴς, εὐφροσύνη γίνεται, καὶ πρόφασις εὐθυμίας, καὶ πανηγύρεως ἀφορμὴ, ὥστε καὶ λέγειν ἕκαστον· Εὐφρανθήσομαι | |
ἐν σοί. Φιλοθέου δὲ ψυχῆς ἀπόδειξις τὸ χρῆμά ἐστι· | 761 | |
69.764 | τὸ γὰρ χαίρειν ἐπὶ Θεῷ καὶ εὐφραίνεσθαι διαδείκνυσι σαφῶς, ὅτι ὁ νοῦς τῶν ἐπὶ Θεῷ εὐφραινομένων ἔξω γέγονε τοῦ θέλειν ἐφήδεσθαι τοῖς κατὰ τόνδε τὸν βίον πράγμασιν, ἃ ματαιότητα καὶ μανίας ψευδεῖς εἴποι | |
5 | ἄν τις. Εὐφραίνεται δὲ νοῦς ἐπὶ Θεῷ, φιλάρετος ὢν, καὶ τῆς παρ’ αὐτοῦ δόξης ἐραστὴς, καὶ τῶν θαυμα‐ σίων τῶν παραδόξων αὐτοῦ θεωρὸς γεγονώς. Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω. | |
10 | (A f. 60) Ἐπειδὴ δὲ δεδώκαμεν τοὺς ἐξ ἐθνῶν πιστεύσαντας ποιεῖσθαι τὴν ἐξομολόγησιν, ὅταν ἀκούσωμεν λεγόντων αὐτῶν, «Εὐφρανθήσομαι ἐν σοὶ,» καὶ τὰ ἑξῆς, νοοῦμεν ὅτι πρέποι ἂν τοῖς ἤδη πιστεύσασι καὶ πεφωτισμένοις καὶ ἐπεγνωκόσι τὴν | |
15 | ἀλήθειαν ἡ φωνὴ αὕτη. Ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου. (A f. 60 b) Κατὰ δὲ ἀναγωγὴν, πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ὅς ἐστιν εἰκὼν αὐτοῦ ἀπαρ‐ | |
20 | άλλακτος· ἠσθένησαν δὲ ἀπ’ αὐτοῦ πάντες οἱ τῆς αὐτοῦ δόξης ἐχθροὶ, τουτέστιν ὁ Σατανᾶς καὶ αἱ σὺν αὐτῷ δυνάμεις. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἐπι‐ δημίας, δυσάντητος ἦν καὶ ὅλης κατεθρασύνετο τῆς ὑπ’ οὐρανὸν, λέγων· «Τὴν οἰκουμένην ὅλην καταλή‐ | |
25 | ψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ.» Ἐπειδὴ δὲ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν ὁ Μονογενὴς γέγονεν ἄνθρωπος, ἠσθένησεν ὁ ἐχθρός· πεπτώκασιν αἱ δυνάμεις αἱ δειναὶ καὶ ἀφόρητοι, καὶ γεγόνασιν ὑπὸ πόδας ἁγίων. | |
30 | Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην. (A f. 61) Ἐπεξεργάζεται προθύμως ὅπερ ἔφη, καὶ διδάσκει σαφῶς ὅ τι ἂν βούλοιτο δηλοῦν τὸ, ὅτι «Ἐποίησας τὴν δίκην μου.» Καθίσαι γὰρ αὐτὸν ἐπὶ θρόνου φησὶν, ἀνθρωπινώτερον φθεγγόμενος, καὶ | |
35 | ὡς ἐξ ὁμοιότητος τῶν καθ’ ἡμᾶς πραγμάτων δια‐ πλάττων τὰ νοητά. Οἱ γὰρ βασιλεῖς ὅταν ἀκούσωσιν, ὅτι κάμνουσιν ἢ πόλεις ἢ χῶραι ἐκ βαρβαρικῆς ἐπι‐ δρομῆς ἢ τυραννικῆς ἀπονοίας, ἐπὶ τοὺς τῆς βασι‐ λείας ἀναπηδῶσι θώκους, οἷον δικάζοντες τοῖς τετολ‐ | |
40 | μημένοις, καὶ ψῆφον ἐκφέρουσι κατὰ τῶν ἠδικηκό‐ των, καὶ τοὺς μὲν κακοὺς κακῶς ἀπολέσθαι προσ‐ τάσσουσι, σώζουσι δὲ τοὺς ἠδικημένους· οὕτω καὶ ὁ Σωτὴρ ἐκάθισεν ἐπὶ θρόνου, καὶ οὐχ ἵδρυσίν τινα ἐν τούτοις δηλοῖ τὸ, ἐκάθισεν, ἀλλ’ οἷον ἐξουσίας ἐπί‐ | |
45 | δειξιν, καὶ δικαστικῆς λαμπρότητος δόξαν· ὡς εἶναι τὸ, Ἐκάθισας, ἀντὶ τοῦ, Ἐδίκασας, ἐπεξῆλθες, ἤμυνας. (A f. 61) Ἔοικε δὲ ἐν τούτοις ὁ Ψάλλων διὰ μὲν τοῦ, Ἐκάθισας, τὴν εἰς τὸ κρίνειν ἐπισκοπὴν δηλοῦν | |
69.764(50) | τοῦ Θεοῦ· Ἔθνη δὲ τὰς τῶν πονηρῶν δαιμόνων ἀγέ‐ λας ἀποκαλεῖν ἀναγωγικῶς, αἳ διεμοιράσαντο τὴν ὑπ’ οὐρανὸν, εἰς πολυειδῆ καὶ πολύτροπον ἀποφέρου‐ σαι πλάνην καὶ ἁμαρτίαν· ἀσεβῆ δὲ ἀπολλύμενον ἢ καθόλου πάντα τοιοῦτον, ἢ καὶ αὐτὸν τὸν διάβολον. | |
55 | Ἵνα δὲ μάθῃς τοῦ Θεοῦ τὴν ἰσχὺν, ἄκουε τῶν ἑξῆς· | 763 |
69.765 | Τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα. (B f. 35) Οὐ μόνον, φησὶν, ἠσθένησαν καὶ ἀπολώ‐ λασιν ἐπιτιμηθέντες οἱ δυσμενεῖς, ἀλλὰ γὰρ καὶ ἐξ‐ ηλείφθη τὸ ὄνομα αὐτῶν. Ὄνομα δέ φησιν ἐν τούτοις | |
5 | οὐχ ἁπλῶς τὴν κλῆσιν, ἐπεὶ μηδὲ τοῦτο γέγονεν (μεμνήμεθα γὰρ εἰς δεῦρο καὶ τοῦ Σατανᾶ καὶ τῶν σὺν αὐτῷ δαιμονίων ἀκαθάρτων)· δηλοῖ δὲ τὴν δόξαν. Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος. (A f. 61 b) Ἐξέλιπον καὶ τοῦ διαβόλου αἱ ῥομφαῖαι | |
10 | εἰς τέλος, ὅ ἐστι παντελῶς· αὗται δὲ εἶεν ἂν ἤτοι αἱ ἀντικείμεναι δυνάμεις, δι’ ὧν ἦν ἰσχυρός· ἢ τὰ καθ’ ἡμῶν τυραννήσαντα πάθη, δι’ ὧν ἐχειροῦτο τοὺς ἐπὶ τῆς γῆς, καὶ τραυματίας ἀποφαίνων, τοῖς ἰδίοις ὑπ‐ ετίθει ζυγοῖς· ἢ τῆς ἐνούσης αὐτῷ δυστροπίας τὰ εὑ‐ | |
15 | ρήματα, καὶ αἱ πολύτροποι μηχαναὶ, ἂς ἐπ’ ὀλέθρῳ τῶν ἀνθρωπίνων ψυχῶν εἰργάσατο. Πᾶν γὰρ εἶδος αἰσχρᾶς ἡδονῆς καὶ τῶν ἑτέρων ἁμαρτιῶν, μαχαίρας εἶναί φαμεν διαβολικὰς, ἤτοι βέλη τῶν ἀκαθάρτων πνευμάτων, δι’ ὧν καρδίαν κατατοξεύουσι καὶ κατα‐ | |
20 | νεκροῦσιν εἰς ἁμαρτίαν, ἀλλ’ ἐκλελοίπασιν αἱ ῥομ‐ φαῖαι· ἐνεδυσάμεθα γὰρ καὶ ἡμεῖς τὴν πανοπλίαν τοῦ Θεοῦ, δι’ ἧς αὐτὰς ἀπημβλύναμεν. Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ. (B f. 35. b) Οὐκοῦν ὁ ἀεὶ βασιλεὺς Χριστὸς ὡς | |
25 | Θεὸς βεβασίλευκε καὶ τῶν ἐθνῶν, καὶ αὐτοὺς ὑποθεὶς τοῖς εὐαγγελικοῖς θεσπίσμασι. Τοῦτο γάρ ἐστι τὸ, ἐν κρίσει τὸν ἑαυτοῦ θρόνον ἑτοιμάσαι, καὶ κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, | |
30 | κρινεῖ λαοὺς ἐν εὐθύτητι. (A f. 62 b) Ἐπεὶ δὲ ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, τὸ κρίνειν ἀντὶ τοῦ δικάζειν λαμβάνειν, ἢ ἀντὶ τοῦ καθηγεῖσθαι καὶ προεστάναι πόλεων ἢ χωρῶν, κατὰ τὸ, «Παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν,» | |
35 | ῥητέον ὅτι ἐξαλειφθέντος εἰς τὸν αἰῶνα τοῦ ὀνόματος τῶν ἐθνῶν, καὶ εἰς ἄπαν ἀνῃρημένης ἀρχῆς ἁπάσης καὶ ἐξουσίας διαβολικῆς ἐν δικαιοσύνῃ, κατάρξει καὶ κατακυριεύσει Χριστός. Ὁ γάρ τοι θρόνος, τὴν βασι‐ λείαν ὑποδηλοῖ, ἤτις, οὐδενὸς ἀνθεστηκότος, ἑτοιμο‐ | |
40 | τάτη τις ἔσται, τουτέστιν ἀδιακωλύτως ἐκλάμπουσα, καὶ κατακρατοῦσα τῶν ὅλων. Δικάσει γὰρ ὁ Χριστὸς ἐν δικαιοσύνῃ, καὶ κατάρξει λαῶν τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην· βεβασίλευκε γὰρ τῆς ὑπ’ οὐρανόν. Νοή‐ σεις δὲ τοὺς στίχους καὶ οὕτως· ὅτι ὁ τὴν τοῦ δια‐ | |
45 | βόλου τυραννίδα καθελὼν, καὶ τῆς ἐκείνου σκαιότη‐ τος ὅλην ἀπαλλάξας τὴν ὑπ’ οὐρανὸν, αὐτὸς ἥξει κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Πᾶσαν γὰρ τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, καὶ δεῖ πάντας ἡμᾶς φα‐ | |
69.765(50) | νερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ. Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις, ἐν θλίψεσι. (C f. 16 b) Ποίῳ φησὶ πένητι; Τῷ ἑκουσίως πενο‐ μένῳ καὶ διὰ τὸν Θεόν. Ἀντὶ γὰρ τῆς ἑκουσίου πε‐ | |
55 | νίας τούτῳ τὸν ἑαυτοῦ πλοῦτον ὁ Θεὸς χαρίζεται, καὶ ἐν τῷ τῆς θλίψεως καιρῷ ῥύστης καὶ βοηθὸς αὐ‐ | |
τοῦ εὑρίσκεται. | 765 | |
69.768 | (A f. 63) Νοητέον δὲ ταῦτα καὶ κατὰ ἀναγωγὴν, ὅτι τῷ πτωχῷ τῷ πνεύματι λαῷ, τουτέστι τῷ πτω‐ χεύοντι πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, οὐ πρέσβυς, οὐκ ἄγγελος, οὐχ ἑτέρα τις δύναμις ἢ ἐξουσία | |
5 | λογικὴ βεβοήθηκεν, ἀλλ’ αὐτὸς ὁ Κύριος, ὁ τοῦ νοητοῦ πλούτου χορηγὸς, αὐτὸς βεβοήθηκεν ἐν εὐκαιρίαις, εἴτουν ἐν καιρῷ δεκτῷ θλίψεως σέσωκεν ἐπὶ καιροῦ. Ποία δὲ ἦν ἡ θλίψις; Ἡ δυσφόρητος ἁμαρτία φορτίου δίκην ἐπηρτημένη, ὥστε καὶ ἕκαστον τῶν ὑπ’ αὐτῇ | |
10 | γεγονότων ἀναφωνεῖν, ὅτι «Αἱ ἀνομίαι μου ὡσεὶ φορ‐ τίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ.» Καὶ αὐτὸς δὲ ὁ Σατανᾶς βαρὺς ἦν, καὶ φορτίου παντὸς δυσαχθέστερος ἐπιπίπτων μετὰ τῆς πονηρᾶς φάλαγγος. Πεπιεσμένης τοίνυν τῆς ὑπ’ οὐρανὸν καὶ οἷον ἐκτεθλιμμένης, ἐπὶ | |
15 | καιροῦ ἐπεφοίτησε τοῖς ἐπὶ γῆς ὁ Κύριος, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησεν. Οἱ δέ γε ἀλιτήριοι δαί‐ μονες, τὸ μὴ ἐν καιρῷ πεπράχθαι τὴν οἰκονομίαν κατ‐ εψεύδοντο λέγοντες· «Ἦλθες ὧδε πρὸ καιροῦ βα‐ σανίσαι ἡμᾶς.» Ἀλλ’, ὦ παμπόνηροι, φαίη τις ἂν, | |
20 | οὐ πρὸ καιροῦ μᾶλλον, ἀλλ’ ἐν εὐκαιρίᾳ καὶ ἐν θλί‐ ψει βεβοήθηκεν ἡμῖν, καὶ καταφυγὴ γέγονεν ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. Καὶ ἐλπισάτωσαν ἐπὶ σὲ [var. lect., σοὶ] οἱ γι‐ νώσκοντες τὸ ὄνομά σου. | |
25 | (A f. 63. b) Τίνες δέ εἰσιν οἱ ἐλπίζοντες ἐπ’ αὐτῷ καὶ γινώσκοντες τὸ ὄνομα αὐτοῦ; Οἱ τοῖς θεσπίσμασιν ὑπέχοντες τὸν αὐχένα. Καὶ τοῦτο διδάξει λέγων αὐ‐ τός· «Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρεῖ.» Ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, | |
30 | Κύριε. (A f. 63 b) Ἰσχυρίζεται διὰ πείρας ἔχειν τὸ πρᾶγμα, εἰδέναι τε ὅτι τὸ ἀκράδαντον ἔχει. Ἀληθὲς γὰρ τὸ τοῦ Ἱερεμίου, ὅτι «Εὐλογημένος ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς | |
35 | αὐτοῦ· καὶ ἔσται ὡς ξύλος εὐθηνοῦν παρ’ ὕδατι.» Οὕτω καὶ ἕτερός φησιν· Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε, τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατ‐ ῃσχύνθη, ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ἐγκατ‐ έλιπεν αὐτόν. | |
40 | Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. (A f. 64) Εἰ τοίνυν λέγοιτο κατοικεῖν ὁ Θεὸς ἐν Σιὼν, οὐ κατὰ τὰς Ἰουδαίων ὑπονοίας αἰσθητῶς τοῦτο πράττεσθαι νοοῦμεν· οὐ γὰρ ἐν τῇ ἐπιγείῳ Σιὼν, οὐδὲ ἐν μόνῃ τῇ Ἱερουσαλὴμ κατοικεῖ ὁ Θεός· ἀλλὰ | |
45 | Σιὼν εἶναί φαμεν τὴν νοητὴν ἐπὶ γῆς Ἐκκλησίαν, ἣ καὶ ἀδελφὴ τῆς ἄνω νοεῖται. Πρέποι δ’ ἂν ὀνομάζε‐ σθαι Σιὼν τήν τε ἄνω καὶ ἐπὶ γῆς Ἐκκλησίαν· ἑρ‐ μηνεύεται γὰρ Σιὼν σκοπευτήριον· τοῦτο δέ ἐστιν | |
αὕτη τε κἀκείνη. Οὐκοῦν κατοικεῖ Θεὸς ἐν τῇ Σιὼν | 767 | |
69.769 | οὐ περιγραφόμενος (πληροῖ γὰρ τὰ πάντα), ἀλλ’ οἷον ἐμφιλοχωρῶν καὶ ἀναπαυόμενος ἐν αὐτῇ. «Ὧδε γὰρ, φησὶ, κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.» Ἀπεφοί‐ τησε μὲν γὰρ τῆς Ἰουδαίων Συναγωγῆς, λέγων· | |
5 | «Ἰδοὺ ἀφίεται ὁ οἷκος ὑμῶν ὑμῖν.» Πεπλούτηκε δὲ αὐτὸν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, πρὸς ἣν ὁ Ψάλλων φησίν· «Ἄκουσον, θύγατερ,» καὶ τὰ ἑξῆς, «ὅτι ἐπεθύ‐ μησεν ὁ βασιλεὺς τοῦ κάλλους σου.» Τοῖς γε μὴν κατ‐ οικοῦσιν ἐν ταύτῃ τῇ Σιὼν, τουτέστι τοῖς ἠλεημένοις | |
10 | καὶ σεσωσμένοις διὰ πίστεως, μηκέτι ζωοθυτεῖν· ἀλλ’ ἐπειδὴ εἰς πνευματικὴν λατρείαν μετεφοίτησε τὰ ἐν νόμῳ, τὰς ᾠδὰς ἀνιέναι τῷ Θεῷ, καὶ ψάλλειν αὐτῷ θυσίας αἰνέσεως θύοντας· ψάλλειν δὲ τὰ αὐτοῦ καὶ μόνα λαλοῦντας μεγαλεῖα καὶ κατορθώματα. | |
15 | Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. (A f. 64 b) Χριστοῦ δέ φαμεν ἐπιτηδεύματα, ἤτοι τὰς θεοσημείας, ἢ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ εὐτεχνές. Βαθὺς γὰρ λίαν ὁ τοῦ μυστηρίου λόγος, | |
20 | καὶ ἰσχναῖς ἐρεύναις ἐκ μέρους ἁλώσιμος, καὶ πίστει δεκτός· πολὺ γὰρ ἐν αὐτῷ τὸ θαῦμα. Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν, ἐμνήσθη. (A f. 64 b) Καὶ τίνα τρόπον; Ἐνηνθρώπηκε γὰρ, καὶ τὴν καθ’ ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, ὑπέμεινε | |
25 | σταυρὸν, ἵνα πάντας ἀγοράσῃ τῷ ἰδίῳ αἵματι, καὶ διαβολικῶν ἁρπάσῃ βρόχων τοὺς ἁλόντας αὐτοῖς. Οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων. (A f. 65) Κατὰ δὲ ἀναγωγὴν, πένητας ἐν τούτοις ἢ τοὺς ἐξ ἐθνῶν ὀνομάζει, ἢ τοὺς ὑπὲρ αὐτῶν πλει‐ | |
30 | στάκις παρακαλοῦντας ἁγίους· τοὺς μὲν, ὡς οὐκ ἔχοντας πλοῦτον τὸν νοητὸν (οἱ γὰρ ὅλως τὸν φύσει Θεὸν οὐκ εἰδότες, ποίαν ἂν ἔχοιεν λαμπρότητα νοη‐ τήν)· τοὺς δὲ, ὡς ταπεινὸν καὶ συνεσταλμένον ἔχοντας φρόνημα. Εἰ μὲν οὖν πένητας εἶναί φαμεν τοὺς | |
35 | ἁγίους, οὐκ ἐπελάθετο τῆς κραυγῆς αὐτῶν, ἧς πε‐ ποίηνται, πλειστάκις παρακαλοῦντες τὸν τῶν ὅλων Σωτῆρα Θεὸν, ἐπισκέψασθαι τὴν ὑπ’ οὐρανὸν, καὶ ἀντιλαβέσθαι τῶν ἐπὶ τῆς γῆς. Ἔφασκον γάρ· «Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι· ἐξέγειρον | |
40 | τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς·» καὶ πάλιν· «Κύριε, κλῖνον οὐρανοὺς καὶ κατά‐ βηθι.» Εἰ δὲ τὰ ἔθνη νοοῦμεν τοὺς πένητας, ἐπειδὴ φωνὰς ὑπὲρ ἑαυτῶν οὐκ ἂν ἔχοι τις αὐτὰ καταδεῖξαι ῥήξαντά ποτε (πῶς γὰρ ἂν ἐπεκαλέσαντο Θεὸν ὃν οὐκ | |
45 | ᾔδεισαν)· φαμὲν, ὅτι διὰ πραγμάτων μᾶλλον ἢ ῥημά‐ των παρ’ αὐτῶν γέγονεν ἡ φωνή. Πᾶσα γάρ πως ἀδικία μονονουχὶ κατακέκραγε τοῦ δρῶντος αὐτὴν, | |
καὶ ὑπὲρ τῶν ἀδικουμένων προσάγει λιτὴν, τοῦ | 769 | |
69.772 | πλημμελοῦντος τὸ ἀπηνὲς καταγγέλλουσα, καὶ δι‐ ανιστῶσα πρὸς ἐπικουρίαν τὸν ἐπαμῦναι δυνάμενον. Κατεβόησε γοῦν τοῦ Κάϊν τὸ αἷμα τοῦ ὑπ’ αὐτοῦ ἀναιρεθέντος. «Φωνὴ γὰρ, φησὶν, αἵματος τοῦ ἀδελ‐ | |
5 | φοῦ σου βοᾷ πρός με.» Δέδωκε δὲ καὶ ὁ θεῖος παῦ‐ λος φωνὴν τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ· κρεῖττον γὰρ ἔφη λαλεῖν αὐτὸ παρὰ τὸ Ἄβελ· τὸ μὲν γὰρ κατέκρινε τὸν φονευτὴν, καὶ οἷα κατηγοροῦσαν ἠφίει φωνὴν, τὸ δὲ γέγονε τῷ κόσμῳ σωτήριον, καὶ πλημ‐ | |
10 | μελημάτων ἄφεσιν ἐκάλεσεν ἐπ’ αὐτόν. Καθαρίζει γὰρ ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας τὸ αἷμα Χριστοῦ, καθὰ γέγραπται. Οὐκοῦν ἡ ἀπώλεια τῶν ἐθνῶν, ἤγουν τὰ αἵματα αὐτῶν τὰ ζητηθέντα παρὰ Θεοῦ, κραυγῆς δύναμιν ἀπετέλεσε, καὶ κέκληκε τὸν τῶν ὅλων Δη‐ | |
15 | μιουργὸν εἰς ὀργὰς τὰς κατὰ τῶν ἀνῃρηκότων. Ὥσ‐ περ γὰρ τὸ αἷμα τοῦ Ἄβελ βοῆσαι λέγεται πρὸς τὸν Θεὸν, οὐκ αὐτό που πάντως ἰδίαν ἔχον φωνὴν, ἀλλ’ οἱονεὶ τὴν τοῦ πράγματος ἀτοπίαν κατεστυγηκότος Θεοῦ· οὕτω νοήσει τις καὶ ἐπὶ τῶν προσκυνούντων | |
20 | τοῖς δαίμοσιν. Εἰ γὰρ οὐκ ἴσασι τὸν τῶν ὅλων Θεὸν, καὶ διὰ τοῦτο οὐδὲ ἐβόησαν πρὸς αὐτὸν, ἀλλ’ ὅτι πε‐ πλεονέκτηνται παρὰ τοῦ Σατανᾶ, δι’ αὐτοῦ τρόπον τινὰ τοῦ πράγματος ἀνακεκράγασι, τὴν ἐφ’ ἑαυτοῖς πάντως αἰτοῦντες ἐπικουρίαν. | |
25 | Ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου. (A f. 66) Κατὰ δὲ ἀναγωγὴν, μνημονεύσας ὁ Ψαλμ‐ ῳδὸς πενήτων κραυγῆς ἧς οὐκ ἐπελάθετο ὁ Θεὸς, εἰσεκόμισεν εὐθέως ὁποία γέγονεν ἡ κραυγὴ παρὰ τῶν πενήτων ἐθνῶν. Οἷον γὰρ ἤδη πεφωτισμένοι | |
30 | καὶ ἀνανήψαντες, καὶ τῆς τῶν δαιμόνων κατεγνω‐ κότες ἀπάτης, καὶ ἐν ἐπιγνώσει γεγονότες τῆς αὐ‐ τῶν ἐπιβουλῆς, ὡς καὶ ἐν πολεμίων ποιεῖσθαι μοίρᾳ τοὺς πάλαι προσκυνουμένους, παρακαλοῦσι τῆς ἄνωθεν ἐπικουρίας τυχεῖν, καί φασι τεταπεινῶσθαι, | |
35 | οὐχ ὑπὸ τῆς ἑαυτῶν φύσεως (ἐπὶ ἀφθαρσίᾳ γὰρ ἔκτισεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐπὶ ἔργοις ἀγαθοῖς), ἀλλ’ ἐκ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς. Φθόνῳ γὰρ διαβόλου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Ἀλλ’, ὦ Δέσποτα, φησὶν, ἐλέησόν με· σὺ γὰρ, ὁ ὑψῶσαι | |
40 | δυνάμενος ἐκ τῶν πυλῶν τοῦ θανάτου τοὺς ἁλόντας αὐταῖς. Πύλαι δὲ θανάτου, αἱ πονηραὶ δυνάμεις, κατακομίζουσαι εἰς πυθμένα θανάτου τοὺς ὑπ’ αὐ‐ τοῖς γεγονότας, καὶ αἱ πολυειδεῖς ἁμαρτίαι, ἐξ ὧν τοὺς ἐνειλημμένους ἐξαιρεῖται Θεός. Θυγατέρα δὲ | |
45 | Σιὼν, τῆς ἐν οὐρανοῖς ἤτοι τῆς τῶν πρωτοτόκων Ἐκκλησίας τὴν ἐπὶ γῆς ὀνομάζουσι· πεποίηται γὰρ ὡς πρὸς ἐκείνην. «Ὅρα γὰρ, φησὶ ἡ Γραφὴ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει·» τύπος γὰρ ἦν Ἐκκλησίας, ἡ σκηνή. Ἐν ταύτῃ τοίνυν | |
69.772(50) | γεγονὼς τῇ Σιὼν, φησὶν, μελῳδήσω σοι, τὰς αἰνέσεις ἐξαγγελῶ καὶ πάσας ἀπαραλείπτως, ὡς μηδένα τρό‐ πον ἐλλεῖψαι δοξολογίας. Ἐοίκασι δὲ διὰ τούτου δη‐ λοῦν, ὡς οὐχὶ τοῖς ἔξω τῶν Ἐκκλησιῶν, ἀλλὰ τοῖς ἐν αὐταῖς εἰσελαύνουσι διὰ τῆς πίστεως, πρέπει τὸ | |
55 | δοξολογεῖν· «Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρ‐ | 771 |
69.773 | τωλοῦ.» Καὶ πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Φασὶν οὖν οἱ ἐξ ἐθνῶν, ὅτι Διὰ τοῦτο ἐγεί‐ ρεις ἡμᾶς ἐκ τῆς ταπεινώσεως, ἵνα ἐν τῇ ἐπουρανίῳ Σιὼν χορεύσωμεν. | |
5 | [Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου. Πύλαι θανάτου κατὰ Διαφόρους ἂν νοοῖντο τρόπους. Καὶ γὰρ καὶ αὐτὸς ὁ δράκων ὁ ἀποστάτης, ὁ φαυλό‐ τητος ἁπάσης εὑρετὴς, καὶ αἱ σὺν αὐτῷ δυνάμεις πονηραὶ, λέγοιντο ἂν οὐκ ἀπεικότως θανάτου πύλαι· | |
10 | κατακομίζουσι γὰρ εἰς πέταυρον ᾅδου, καὶ εἰς πυ‐ θμένα θανάτου, τοὺς ὑπ’ αὐτοὺς γεγονότας. Νοηθεῖεν δὲ ἂν θανάτου πύλαι καὶ αἱ πολυειδεῖς ἁμαρτίαι, καὶ μὴν καὶ οἱ παρ’ Ἕλλησιν σοφοὶ, συνασπίζοντες τῇ πλάνῃ, καὶ τῆς εἰδωλολατρείας τὸ ἀκαλλὲς ταῖς ἑαυ‐ | |
15 | τῶν εὐγλωττίαις ἐξωραΐζειν σπουδάζοντες.] Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου. (A f. 66 b) Κατὰ δὲ ἀναγωγὴν, ἀσμενίζουσι τὴν οἰκονομίαν οἱ ἐξ ἐθνῶν, ἢν ἐν Χριστῷ πεποίηκεν ὁ Θεὸς καὶ Πατὴρ, Σωτῆρα καὶ Λυτρωτὴν ἀναδείξας | |
20 | αὐτὸν τῷ κόσμῳ παντί· εὐδόκησε γὰρ ἀνακεφα‐ λαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Οὐκοῦν προσιέντες τὴν πίστιν, ὡς εἰσκομίζειν ἰσχύουσαν ἐν ταῖς πύλαις τῆς θυγα‐ τρὸς Σιών. Σωτήριον δὲ πανταχοῦ ἡ Γραφὴ τὸν Χρι‐ | |
25 | στὸν ὀνομάζει. ᾌδεται γοῦν ὡς ἐκ προσώπου τινῶν δεδιψηκότων ἰδεῖν τὴν ἐπιφάνειαν αὐτοῦ· «Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.» Ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν. | |
30 | (A f. 66 b) Κατὰ δὲ ἀναγωγὴν, ἔθνη χρὴ λέγειν τὴν ἀκάθαρτον τῶν δαιμόνων πληθὺν, οἳ κατεσκεύα‐ σαν μὲν τῷ Σωτῆρι, καθάπερ ᾠήθησαν, τὴν ἐπὶ τῷ θανάτῳ διαφθοράν. Ἐστρατήγησαν αὐτοὶ ταῖς Ἰουδαίων μανίαις, στήσαντες ὑπουργὸν τὸν κλεπτί‐ | |
35 | στατον μαθητήν· ἐνεπάγησαν δὲ αὐτοὶ μᾶλλον, ἤπερ ὁ τὴν παρ’ αὐτῶν ὑπομείνας ἐπιβουλήν. Ἐξεπρίατο γὰρ τῷ ἰδίῳ αἵματι τὴν ὑπ’ οὐρανὸν, καὶ τῆς τοῦ διαβόλου σκαιότητος ἠλευθέρωσεν. Ἔφη γὰρ τὸν τῷ κόσμῳ σωτήριον μέλλων ὑπομεῖναι σταυρόν· «Νῦν | |
40 | κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται·» Καὶ, «Ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ οἱ διῶκται δὲ ταῦτα πεπόνθασιν, ἃ τοῖς πολλοῖς ἐξήρ‐ τυσαν. | |
45 | Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ. (A f. 67, C f. 18) Κατὰ δὲ ἀναγωγὴν, ὀρθοῦ κρί‐ ματος γεγονότος, καὶ κολάσεως ἐπενηνεγμένης τοῖς ἀνόσια πεπλημμεληκόσιν, ἐπιγινώσκεται ὁ Κύριος παρὰ τῶν πιστευσάντων εἰς αὐτὸν, ὡς ὑπάρχων δί‐ | |
69.773(50) | καιος, ὅσιός τε καὶ δυνατός· ἐν γὰρ τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Τοῦτο δὲ διχῆ νοητέον· ἢ γὰρ ἐν ταῖς χερσὶ τοῦ Θεοῦ καθάπερ εἴς | |
τινα παγίδα ἐμπεσὼν ὁ ἁμαρτωλὸς, τὰς τῆς δυσσε‐ | 773 | |
69.776 | βείας δίδωσι δίκας, ἢ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν περιπεσὼν, συλληφθήσεται· ὁ γὰρ τῷ πλησίον ὀρύσ‐ σων βόθρον, ἐμπεσεῖται εἰς αὐτόν. Καὶ κρῖμα ἀλη‐ θῶς δίκαιον, τὸ, τοὺς κατασκευάσαντας ἀνθρώπῳ τὸν | |
5 | θάνατον, ἐν αὐτῷ περιληφθῆναι, τοῦ Θεοῦ τὴν ἀπά‐ την κατὰ τοῦ μηχανωμένου τρέποντος. Ἁμαρτωλὸν δὲ ἐνταῦθα καλεῖ ὁ Δαβὶδ, ἤτοι καθ’ ὅλου τὸν ἁμαρ‐ τίαις ἔνοχον (πᾶσα γὰρ ἀνάγκη τὸν οὕτω ζῇν εἰωθότα, κολάζεσθαι τοῖς ἰδίοις ἔργοις ἐμπεπαρμένον· σειραῖς | |
10 | γὰρ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται)· ἢ ἁμαρτωλὸν τὸν Ἰουδαίων δῆμον ὀνομάζει, καὶ μάλα εἰκότως· ἀπέμεινε γὰρ ἐν μολυσμοῖς, οὐ προσηκά‐ μενος τὴν διασμήχουσαν χάριν, ἐναπέθανε τοῖς ἑαυ‐ τοῦ πλημμελήμασι. Κληθείη δ’ ἂν ἁμαρτωλὸς καὶ ὁ | |
15 | τῆς ἁμαρτίας εὑρετὴς Σατανᾶς, ὃς δικαίῳ κρίματι συνελήφθη, τοῖς ἰδίοις ἔργοις περιπεσών· κατ‐ εσκεύασε μὲν γὰρ καὶ γέγονεν ὑπὸ πόδας δικαίων. Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην. (A f. 67 b) Κατὰ δὲ ἀναγωγὴν, ἐκ πολλῆς ἄγαν | |
20 | φιλοθεΐας οἱ πιστεύσαντες ἐοίκασιν ἐπαρᾶσθαι τοῖς ἠθετηκόσι τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ καὶ τὴν πο‐ λύευκτον χάριν, δι’ ἧς ἠδύναντο τῆς τῶν οὐρανῶν βασιλείας ἀποφαίνεσθαι κληρονόμοι. Ἢ τάχα ἔθνη Θεοῦ ἐπιλανθανόμενα, οἱ δαίμονές εἰσι· κατ’ οὐδένα | |
25 | γὰρ τρόπον πρακτικῶς Θεοῦ διαμέμνηνται, ἀλλ’ ἔξω πάσης εἰσὶν ἀρετῆς καὶ ἀγαθουργίας. Ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός. (A f. 68) Κατὰ δὲ ἀναγωγὴν, πένητας ἐνταῦθα ἢ πάντας τοὺς ἁγίους ὀνομάζει ἁπλῶς, ὑφειμένον καὶ | |
30 | ταπεινὸν ἔχοντας φρόνημα, ἢ τοὺς ἐξ ἐθνῶν κεκλη‐ μένους, οἳ πάλαι ἐν ἐνδείᾳ ἦσαν παντὸς ἀγαθοῦ. Τού‐ τους οὐκ εἰς τέλος ἐπιλησθήσεσθαί φησι· μνήμη γὰρ γέγονεν αὐτῶν παρὰ τῷ φιλοικτίρμονι Θεῷ, καὶ κέ‐ κληνται διὰ Χριστοῦ πρὸς ἐπίγνωσιν, τὸν τῆς ἀρχαίας | |
35 | ἀπάτης ἀπολυσάμενοι ζυγόν. Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος. (A f. 68) Κατὰ δὲ ἀναγωγὴν, ἐπιλάμψειν τοῖς ἐπὶ τῆς γῆς εὔχεται τὸν Μονογενῆ καὶ διεγερθῆναι, ὅπως ὁ ὑψηλόφρων ἐκεῖνος διάβολος (ὂν καὶ ἄνθρωπον ἐπὶ | |
40 | τοῦ παρόντος καλεῖ διὰ τὸ ἀσθενὲς, καὶ τό γε πρὸς Θεὸν μηδὲν ὅλως ὑπάρχειν αὐτὸν, ἀλλ’ οἷον ἐν τάξει τῶν γηγενῶν) μὴ ἐπὶ πλεῖον ἐπαίρῃ τὴν ὀφρὺν, μη‐ δὲ κραταιὸς φαίνηται. Κριθήτωσαν ἔθνη ἐνώπιόν σου. | |
45 | (A f. 68 b) Κατὰ δὲ ἀναγωγὴν, τὴν ἐπὶ σωτηρίᾳ γενησομένην τῶν ἐθνῶν κρίσιν γενέσθαι εὔχεται· Κριθήτωσαν γὰρ, φησὶν, ἔθνη, οὐχ ἵνα τὰς τῶν ἐπται‐ σμένων δοῖεν δίκας, ἀλλ’ ἵνα γνωσθεῖεν ὡς ἠδικη‐ μένοι, καὶ τῆς τοῦ τυραννήσαντος ἔξω γένοιντο χει‐ | |
69.776(50) | ρός· ὡς εἶναι κρίσιν ἐνταῦθα τὴν τοῦ Θεοῦ δικαιο‐ κρισίαν, καθ’ ἣν ἠλέηται τὰ ἔθνη καὶ κέκληνται πρὸς τὴν θείαν ἐπίγνωσιν αὐτοῦ. Γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσιν. | |
(A f. 68 b) Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πολλοὶ καὶ | 775 | |
69.777 | τοῦτο ἀπολωλέκασιν, ἐπελάθοντο τῆς φύσεως, εἰς μανίαν ἐξώκειλαν, ἠγνόησαν ἑαυτούς. Ὁρᾷς πῶς ὑπὲρ αὐτῶν ποιεῖται τὴν δέησιν, καὶ τὴν μανίαν ἀξιοῖ διορθωθῆναι; Τὸ γὰρ ἑαυτοὺς ἀγνοεῖν, ἐσχάτης | |
5 | μανίας καὶ φρενίτιδος χαλεπώτερον· τὸ μὲν γὰρ, ἀνάγκης σώματος· τὸ δὲ, διεφθαρμένης προαιρέ‐ σεως. Κατὰ δὲ ἀναγωγὴν, εὔχεται τοῖς ἔθνεσι νομο‐ θέτην καταστῆναι Χριστόν· καὶ τὴν αἰτίαν ἐπιφέρει, δι’ ἢν τοῦτο εὔχεται· «Γνώτωσαν ἔθνη, φησὶν, ὅτι | |
10 | ἄνθρωποί εἰσι.» Πρὶν μὲν γὰρ εἰς ἐπίγνωσιν ἀλη‐ θείας ἐλθεῖν, καὶ τοῖς τοῦ Σωτῆρος ζυγοῖς ὑπενεγκεῖν τὸν αὐχένα, κτηνοπρεπῆ διέζησαν βίον, οὐδὲν ὄντες ἔτερον πλὴν ὅτι σάρκα, καὶ οἷον βοσκήματα ταῖς τῆς γαστρὸς ἡδοναῖς προσκείμενοι· ὥστε τὸν Δαβὶδ ἐπι‐ | |
15 | στενάζοντα λέγειν· «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσιν.» Ἀνεκομί‐ σθησαν δὲ διὰ Χριστοῦ πρὸς σύνεσιν ἀνθρωποπρεπῆ, καὶ τοῖς εὐαγγελικοῖς θεσπίσμασι πρὸς ἀρετὴν ἀπευ‐ θύνονται. | |
20 | Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν; (A f. 69.) Κατὰ δὲ ἀναγωγὴν, ἐπιταχῦναι τὴν μικρὸν ὕστερον γενησομένην τῶν ἐθνῶν κλῆσιν εὔ‐ χεται. Τοῦτο δὲ αὐτῷ πεποίηκεν ἢ τοῦ διαβόλου ὑπεροψία, ἢ καὶ οὕτως· Ἵνα τί ἀφέστηκας μακρό‐ | |
25 | θεν, οἷον ἀποφέρων ἑαυτὸν τῶν ἠδικημένων, καὶ πλεονεκτεῖν ἐφιεὶς τοῖς τὰ σὰ διαρπάζουσι, καὶ οὐχὶ δὲ μᾶλλον ἔγγιον ἔρχῃ διὰ τῆς ἐπικουρίας, ὑπερορᾷς δὲ συντεθλιμμένους καί τοι καιροῦ καλοῦντος εἰς τὸ ἐπαμῦναι; Πρέπει γὰρ οὐχ ἑτέροις ἢ τοῖς παθοῦσιν | |
30 | ὁ ἔλεος. Οὐκοῦν ἡ θλῖψις, ὡς ἐπὶ καιροῦ βοήθειαν αἰτεῖ· «Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες.» Ἐσχημάτισται δὲ ὁ λόγος ὡς ἐφ’ ἡμῶν· οὐ γὰρ ἀπέστη Θεὸς, πληροῖ δὲ μᾶλ‐ λον τὰ πάντα, καὶ οὐδὲν αὐτοῦ κενόν. Εἰ δὲ ἀφεστά‐ | |
35 | ναι λέγεται μακρὰν, μὴ τὴν ὡς ἐν τόπῳ νοήσῃς ἀπόστασιν, ἀπεριόριστον γὰρ τὸ Θεῖον, ἀλλὰ καθ’ ὃ συγκεχώρηκεν ἀδικηθῆναι καὶ παθεῖν, οὐ χαριζόμενος τὴν ἐπικουρίαν· ταύτῃ τοι καὶ ἀφεστάναι λέγεται. Ἔτι ἀφέστηκεν ὥσπερ ἡμῶν ὁ Θεὸς τῇ τῆς φύσεως | |
40 | διαφορᾷ· πολὺ γάρ τι τὸ μεσολαβοῦν Θεὸν καὶ κτίσιν, καὶ ἀσύγκριτος ἡ διαφορά. Ἔοικε τοίνυν ἐνταῦθα καλεῖν τὸν μονογενῆ Λόγον εἰς ἐνανθρώπησιν· οὕτω γὰρ γέγονεν ἐγγὺς ἡμῶν ὁ μακρὰν, ὅτι Θεὸς ὢν φύσει, γέγονε σάρξ. Ἐπὶ καιροῦ δὲ πέπρακται τῆς | |
45 | μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, ὅτε καὶ εἰς λῆξιν κακοῦ διελήλακεν ἡ ὑπ’ οὐρανὸν, πάντα τρόπον ἐπιβουλῆς ἐπαρτυσάντων αὐτῇ τῶν ἐχθρῶν. Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ἐμπυρίζεται ὁ πτωχός. | |
69.777(50) | (C f. 18 b.) Οὐ μόνον ἐν τοῖς ἀνθρωπικοῖς ἀδικού‐ μενος πράγμασιν, ἀλλὰ καὶ εἰς ἁμαρτίαν ἐρεθιζόμε‐ νος· ὅταν γὰρ ἴδῃ τὸν ἀσεβῆ εὐοδούμενον, ὑπὸ τῶν λογισμῶν ἐμπυρίζεται, τοῦ Σατανᾶ ὑποβάλλοντος αὐτῷ ζηλῶσαι τὸν ἄνομον. | |
55 | (A f. 69 b.) Οὐκοῦν ἀληθὴς ὁ λόγος καὶ κατὰ παντὸς | |
ἀλαζόνος καὶ ἀπηνοῦς λεγόμενος, ἀφύκτοις ὥσπερ | 777 | |
69.780 | πλεονεξίαις καταφλέγοντος τοὺς ἀσθενεστέρους. Ἀλη‐ θὲς γὰρ κἀκεῖνο· οἱ γὰρ τὴν ἐγκόσμιον ταύτην καὶ δαιμονιώδη καὶ ψυχικὴν σοφίαν ἐξησκηκότες, ἀλαζο‐ νεύονται διὰ τοῦτο, καὶ τοὺς ἐν πτωχείᾳ φρενῶν | |
5 | ἐμπυρίζουσι, τουτέστιν υἱοὺς γεέννης ἀποφαίνουσι, συνηγοροῦντες τῷ ψεύδει, καὶ ταῖς αὐτῶν εὐγλωττίαις τὴν ἀπάτην κατακαλλύνοντες, καὶ ἀποφέροντες διὰ τούτου πρὸς τὸ πλανᾶσθαι πολλούς· οὗτοι συλλαμβά‐ νονται, καθάπερ εἰς παγίδα πεσόντες εἰς τὰ τῶν | |
10 | πλάνων διαβούλια· ὃ γὰρ ἂν ἐκεῖνοι συμβουλεύσειαν, τοῦτο τοῖς ἀσθενεστέροις πάγη καὶ βρόχος γίνεται. Ἑτέρως δὲ ὑπερήφανος μὲν ὁ Σατανᾶς· ἐπειδὴ δὲ τοιοῦτός ἐστιν, ἕως ἐξῆν αὐτῷ τοῦτο δρᾷν καὶ κατ‐ επαίρεσθαι τῶν ἐπὶ τῆς γῆς, ἐνεπυρίσθη πᾶς ὁ πτω‐ | |
15 | χὸς, τουτέστιν ὁ ἐν ἐνδείᾳ φρενῶν, καὶ πνευματικῆς ἰσχύος ἐπιδεής· ἡ γὰρ ὑπεροψία τοῦ πονηροῦ, πύρω‐ σις τῷ πτωχῷ γίνεται λαῷ. «Συνελήφθησαν γὰρ ἐν διαβουλίοις οἷς διαλογίζονται.» Καὶ τίνες οἱ διαλο‐ γιζόμενοι; Ἢ αὐτὸς ὁ τῆς ἁμαρτίας εὑρετὴς, καὶ οἱ | |
20 | κοσμοκράτορες τοῦ κόσμου τούτου, ὧν τὰ διαβούλια καὶ αἱ κακουργίαι καὶ κατὰ πάντων μηχανήματα, παγίδες εἰσὶ τοῖς ἁλισκομένοις· ἢ αὐτοὶ οἱ πλεον‐ εκτούμενοι, ἐν τοῖς ἑαυτῶν διαβουλίοις συλλαμβάνον‐ ται· ὃ γὰρ ἂν βουλεύσωνται, τοῦτο πάντως ἔσται | |
25 | κατ’ αὐτῶν. Ὡς ἐν κεφαλαίῳ τοίνυν εἰπεῖν, ἐκ μέσου γενέσθαι παρακαλεῖ τὸν ἀλαζόνα δράκοντα καὶ τὰς σὺν αὐτῷ πονηρὰς δυνάμεις, ὧν τοῖς διαβουλίοις ὁ πτωχὸς ἐμπυρίζεται, πρὸς πᾶν εἶδος φαυλότητος κατ‐ ωθούμενος· διὰ τοῦ μὴ εἰδέναι τίς ὁ φύσει Θεὸς, μήτε μὴν τοῖς θείοις νόμοις πρὸς τὸ καλὸν ἀπευθύ‐ | |
30 | νεσθαι. Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ. (A f. 70.) Ἢ καὶ οὕτως. Εἰς τοῦτο, φησὶ, φαυλό‐ τητος καὶ ἀθλιότητος πραγμάτων κατεκομίσθη τὰ | |
35 | ἀνθρώπινα ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ὡς εἶναι μὲν παντελῶς οὐδένα τῆς ἀγαθουργίας τὸν ἐπι‐ μελητὴν, ἐκ δὲ τῶν ἐναντίων καὶ ἐπαινεῖσθαι παρὰ πάντων τοὺς ταῖς τῶν ἰδίων ψυχῶν ἐπιθυμίαις ἀκο‐ λουθοῦντας, οἳ τάχα που καὶ ἐναβρύνονται τῷ κακῷ | |
40 | καὶ ἐπὶ τῷ εἶναι πονηροὶ μέγα φρονοῦσι, κατασκώ‐ πτοντος μὲν αὐτοὺς οὐδενὸς, εὐλογοῦντος δὲ μᾶλλον ἤγουν εὐφημοῦντος. Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός. (A f. 70.) Νοήσεις δὲ καὶ οὕτως ὅτι παρώξυνε τὸν | |
45 | Κύριον, χλευάζων τοὺς περὶ τῆς προνοίας καὶ τῆς κρίσεως αὐτοῦ λόγους. Πολλοὶ γοῦν ἀκούοντες τοιοῦ‐ τόν τι, γελῶσιν εὐθέως· τούτῳ δὲ συναπτέον καὶ τὸ, «Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ,» ἵνα ᾖ τὸ ὅλον οὕτω· Παρώξυνε γὰρ, φησὶ, τὸν Κύριον ὁ ἁμαρτωλὸς, | |
69.780(50) | πλῆθος ὀργῆς ἑαυτῷ θησαυρίζων· τὸ γὰρ αὐτοῦ ἐπὶ τοῦ παροξύνοντος αὐτὸν ληπτέον. Εἶτα τὸ οὐκ ἐκζη‐ τήσει, καθ’ ὑποστιγμὴν ἀναγνωστέον· ἵνα ᾖ τὸ νοούμενον οὕτως· Ἆρ’ οὖν ὁ μὲν παροξύνει τὸν Θεὸν καὶ τὸ πλῆθος ἑαυτῷ ἐκκαίων ὀργῆς; ὁ δὲ οὐ· | |
55 | ἐκζητήσει; Ἢ καὶ οὕτως· Παροξύνει μὲν τὸν Θεὸν ὁ | 779 |
69.781 | ἁμαρτωλὸς, οὐκ ἔχων αὐτὸν εἰς νοῦν. Εἶτα ὡς ἐν ἐπερωτήσει· Τί δέ; Ὁ Θεὸς οὐκ ἐκζητήσει κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὅτε καὶ τὸ πλῆθος καὶ ἡ ἔκκαυσις ἔσται τῆς ὀργῆς αὐτοῦ; | |
5 | Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ· βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ. (A f. 70 b, B f. 39.) Ὁ γὰρ μὴ ἐπιστάμενος ὅτι ἔστι Θεὸς, οὐδὲ ὅτι κριτής ἐστιν οἶδε. Ἐπὶ μὲν οὖν ἀνθρώπων, οὕτως ἂν νοηθεῖεν οἱ προκείμενοι λόγοι | |
10 | τῶν στίχων, ὅτι παντὸς φιλαμαρτήμονος, καὶ ἀσχέτως βλέποντος εἰς τὸ πλημμελὲς, καὶ ὁλοτρόπως ἐκνε‐ νευκότος εἰς τὸ παροξύνειν Θεὸν, διὰ τὸ μὴ ἔχειν αὐτὸν ἐνώπιον αὐτοῦ, βεβηλοῦνται πάντως αἱ ὁδοὶ, τουτέστιν αἱ πράξεις, καὶ ἀκαθαρσίας εἰσὶ μεσταὶ, | |
15 | καὶ τῷ τῆς φαυλότητος βορβόρῳ καταμιαίνονται, καὶ οἶον βλέπουσι πρὸς ἀναίρεσιν τῶν τοῦ Θεοῦ κρι‐ μάτων, ἤτοι νόμων. Πᾶσα γὰρ ἁμαρτία μάχεται τῷ σκοπῷ τῶν ἱερῶν θεσπισμάτων, καὶ τό γε ἧκον εἰς αὐτὴν, ὁ τῆς ἀρετῆς βραβευτὴς ἀναιρεῖται νόμος, | |
20 | καὶ ἀνατέτραπται θέλημα τὸ Δεσποτικόν. Ἐπὶ δὲ τοῦ Σατανᾶ λεγόμενα ταῦτα, πολὺ τὸ εἰκὸς ἔχει· ἀεὶ γὰρ ἀκάθαρτοι αἱ ὁδοὶ αὐτοῦ, καὶ τοῖς τοῦ Θεοῦ νόμοις ἀντανίστανται. Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ. | |
25 | [Παντὸς ἀνθρώπου φιλαμαρτήμονος, καὶ ἀσχέτως βλέποντος εἰς τὸ πλημμελὲς, καὶ ὁλοτρόπως ἐκνε‐ νευκότος εἰς τὸ παροξύνειν Θεὸν, διὰ τοῦ μὴ ἔχειν αὐτὸν ἐνώπιον αὐτοῦ, βεβηλοῦνται πάντως αἱ ὁδοὶ, τουτέστιν αἱ πράξεις, καὶ ἀκαθαρσίας εἰσὶν μεσταὶ, | |
30 | καὶ τῷ τῆς φαυλότητος βορβόρῳ καταμιαίνονται, καὶ οἷον βλέπουσι πρὸς ἀναίρεσιν τῶν τοῦ Θεοῦ κριμάτων, ἤτοι νόμων. Πᾶσα γὰρ ἁμαρτία μάχεται τῷ σκοπῷ τῶν ἱερῶν θεσπισμάτων] Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει. | |
35 | (C f. 19.) Οὐ πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυ‐ ριεύσει ὁ Σατανᾶς. Πάντες δὲ οἱ δίκαιοι ἐχθροὶ αὐτοῦ ὄντες, πάντων ἆρα τούτων κατακυριεύσει; Οὐκ ἐν παντὶ δηλονότι κατακυριεύσει πράγματι, ἀλλ’ ἔν τινι· μόνος γὰρ ὁ Χριστὸς «ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ | |
40 | εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου. (A f. 71.) Καὶ τοῦ διαβόλου δὲ τὸ στόμα πικρίας καὶ δόλου πεπλήρωται· καὶ μὴν καὶ ἐνεδρεύει πτω‐ | |
45 | χοὺς πρὸς τὸ ἀποκτεῖναι διὰ τῶν οἰκείων παγίδων. Τὸ δὲ «μετὰ πλουσίων,» τί ἂν ἔτερον νοηθείη, ἢ τῶν πλουτούντων ἐν κακοῖς; Οὗτοι γὰρ δὴ τῷ διαβόλῳ κατὰ τῶν πτωχῶν τῷ πνεύματι συμπράττουσι. Νοή‐ σεις δὲ ταῦτα καὶ ἐπὶ τῶν αἱρετικῶν. Ὥσπερ γὰρ οἱ | |
69.781(50) | δεινοὶ καὶ πικροὶ τῶν ὄφεων ἐν τοῖς δήγμασιν ὅλην ἔχουσι τὴν ἰσχὺν, οὕτως καὶ οὗτοι· μεστοὶ γάρ εἰσι ῥημάτων πικρῶν καὶ ἐπαράτων ἐννοιῶν καὶ ἀπάτης | |
καὶ δόλου, καὶ πόνον ὑπὸ τὴν γλῶτταν ἔχουσι. Συν‐ | 781 | |
69.784 | τρίβουσι γὰρ αἱ τῶν ἀνοσίων φωναὶ τὰς τῶν ἁπλου‐ στέρων καρδίας, διὰ δόλου καὶ ἀπάτης, ἀποφέρουσαι πλειστάκις ἐφ’ ἃ μὴ θέμις. Ἐπάρατον δὲ μάλιστα τοῦ Σατανᾶ τὸ δολερὸν καὶ ἀπατηλόν· ἀποφέρει γὰρ | |
5 | οὕτως εἰς τὸ πλημμελὲς, ψιθυρίζων ὁ πονηρὸς εἰς νοῦν καὶ καρδίαν, καὶ συναγορεύων ἀεὶ τῷ κακῷ, καὶ τὸ πικρὸν γλυκὺ λέγων αὐτός τε καὶ οἱ μιμηταὶ τῆς αὐτοῦ σκαιότητος· ἔργον γὰρ αὐτοῖς τὸ ὑποσκε‐ λίζειν ἀγαθοὺς καὶ ἀποκτείνειν ἀθώους· ἐνεδρεύον‐ | |
10 | τας ἐν ἀποκρύφοις, τουτέστι κρύπτοντας τὴν πονηρίαν, καὶ οἷς ἂν δύνωνται τρόποις κατασκιάζον‐ τας τὸ κακόν. Οἱ γὰρ ἀπατῶντες τοὺς ὀρθοποδοῦντας, ὑποπλάττονται πολλάκις εἶναι χρηστοί· εἶτα κολλώ‐ μενοι ἐπιπλέκουσι τὸν τῆς ἀπάτης ἰὸν, καὶ κατὰ | |
15 | βραχὺ παρακλέπτουσι τῶν ἀκεραίων τὸν νοῦν, ἀπο‐ φέροντες αὐτοὺς εἰς τὰ οἰκεῖα. Πλὴν τοῦτο δρῶσιν, οὐ κατὰ πάντων ἀδιακρίτως, κατ’ ἐκείνων δὲ μᾶλλον οἷς πτωχός ἐστι νοῦς, τὸν ἐκ φρονήσεως δηλονότι πλοῦτον οὐκ ἔχων. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, «Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι.» | |
20 | Ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ. (C f. 19 b.) Τὸν γὰρ ἐν ἀρετῇ ζῶντα κἂν ἑλκύσῃ αὐτὸν πρὸς μικρὸν, ὅμως εἰς τέλος νήψαντος καὶ ἀποστάντος οὐ περιγίνεται· τὸν δὲ πτωχὸν τῇ ἀρετῇ καὶ ἀσύνετον | |
25 | ὅταν ἑλκῦσαι φθάσῃ, εἰς τὸ σπήλαιον τῆς κακίας λαβὼν μασᾶται, καθάπερ λέων ἐν ἀποκρύφῳ πρόβατον. (A f. 71 b, B f. 39 b.) Τί δὲ βούλεται τὸ ἐνεδρεύει ὡς λέων; Φασὶν γὰρ ἐν τοῖς ὄρεσι τὸν λέοντα ἐν ταῖς οἰκείαις μάνδραις ἠρεμεῖν, καὶ οἷον κατακρύπτεσθαι, | |
30 | μὴ ἄρα πως τῇ θέᾳ καταπτοήσῃ τι τῶν ἑτέρων ζώων, ἃ δὴ ποιεῖται τροφήν· ἐπ’ ἂν δὲ ἴδῃ τὸ γεγονὸς ἐγγὺς, ἀναπηδήσας εὐθὺς καταβρυχᾶται μέγα, καὶ κατα‐ βροντήσας ἀφορήτως ἐπιπηδᾷ, καὶ ἁρπάζει τὸ πα‐ ρατυχὸν, προαπονευρώσας τοῖς δείμασι. «Λέων γὰρ | |
35 | ἐρεύξεται, φησὶ, καὶ τίς οὐ φοβηθήσεται; Λέοντι τοίνυν παραπλησίως ὁ Σατανᾶς ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν· δέδιε γὰρ τοῦ πλουτοῦντος κατ’ ἀρετὴν τὴν ἀντίστασιν· τοὺς δὲ ἐν ἐνδείᾳ φρενῶν καὶ πνευματικῆς ἰσχύος, ἑτοιμότατα λαβὼν, γλυκὺ | |
40 | ποιεῖται τὸ θήραμα. Πλεῖσται δὲ λίαν αἱ τοῦ διαβόλου παγίδες, καὶ πρός γε τῶν ἄλλων, τὸ μὴ εἰδέναι τὸν φύσει Θεόν. Τὸ δὲ «Κύψει καὶ πεσεῖται,» διχῆ νοη‐ τέον. Ἤτοι γὰρ ἐν τῷ κατακυριεῦσαι τὸν ἀσεβῆ τῶν πενήτων, πᾶς ὁ τοῦτο πεπονθὼς, ὑπὸ τὴν ἐκείνου | |
45 | χεῖρα καὶ τυραννίδα γεγονὼς, κύψει καὶ πεσεῖται· τουτέστι ταπεινωθήσεται, καὶ οἷον ἐν γῇ κείσεται, τοῖς ἐν πολέμῳ τεθνεῶσι προσεοικώς. Ἢ αὐτὸς ὁ ἀσεβὴς ἐπειδὰν κυριεύσῃ τῶν πτωχῶν, τουτέστι τῶν ἀσθενῶν, πεσεῖται· ὥσπερ οὖν καὶ ὁ Σατανᾶς, ὅτε | |
69.784(50) | κεκυρίευκε τῶν πενήτων, τότε τεταπείνωται. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Ἐπιλέλησται ὁ Θεός. (L f. 72.) ᾨήθη δὲ καὶ ὁ Σατανᾶς ὅτι κατακυριεύ‐ σει τῶν πενήτων, οὐκ ἐφορῶντος ἔτι τοῦ Θεοῦ τὴν γῆν, ἀλλ’ ἅπαν ἀποστρεφομένου, καὶ μὴ κηδομένου | |
55 | τοὺς ἐν αὐτῇ. | 783 |
69.785 | Ὑψωθήτω ἡ χείρ σου. (A f. 72, B f. 40:) Καταπαιέτω ἡ χείρ σου, φησὶ, καὶ ὑψούσθω λοιπὸν, ἐπιφέρουσα τοῖς πλημμελοῦσι τὴν μάστιγα, κατά γε τὸ εἰρημένον διὰ τῆς Ἡσαΐου | |
5 | φωνῆς· «Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυ‐ μὸς, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή·» αἴρεται γὰρ ἀεί πως ὑψοῦ τῶν παιόντων ἡ χείρ. Εἰ γὰρ οὕτως συνήσεις τὸν στίχον, ἤγουν καὶ ἑτέρως δὲ χείρ ἐστι Θεοῦ, ἡ πάντα ἰσχύουσα αὐτοῦ, ζῶσά τε καὶ ἐνυπόστατος | |
10 | δύναμις, τουτέστιν ὁ Υἱὸς, ὃς ὑψωθεὶς ὑπὲρ ἡμῶν, καὶ τὸν τίμιον ὑπομείνας σταυρὸν, ἐδοξάσθη. Κατ‐ ήργηκε γὰρ οὕτω τοῦ θανάτου τὸ κράτος, καὶ ἀνεκό‐ μισεν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ἐκ φθορᾶς τὴν ἀνθρώπου φύσιν· καὶ γὰρ δι’ Υἱοῦ τὰ πάντα κατερ‐ | |
15 | γάζεται. Οὕτω γάρ πού φησιν ὁ Θεὸς καὶ Πατήρ· Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. Ἔνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; (A f. 72, B f. 40 b.) Ὁ μὲν οὖν παράνομος ταῦτά φησιν, ὁ ἁρπάζων, ὁ πλεονεκτῶν, ὁ μὴ διδοὺς δίκην· | |
20 | ὁ δὲ προφήτης, ἀναιρῶν αὐτοῦ τὰ δόγματα, τὸν περὶ μακροθυμίας ἐξαπλοῖ λόγον. Ἐκεῖνος μὲν γάρ φησιν, ὅτι ἀπέστρεψεν ὁ Θεὸς τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν· ὁ δὲ Δαβὶδ ἀπεναντίας λέγει, ὅτι καὶ βλέ‐ πεις καὶ κατανοεῖς καὶ τὸν κόπον τῶν ἀδικουμένων | |
25 | καὶ τὸν θυμὸν τῶν ἀδικούντων αὐτούς· μακροθυμεῖς δὲ ἕως ἂν αὐτοὶ ἐμπέσωσιν εἰς χεῖράς σου. Οὐχ ἕτε‐ ροι δὲ ἡμᾶς εἰς χεῖρας Θεοῦ πέμπουσιν, ἀλλ’ ἕκα‐ στος ὑπὸ τῶν ἰδίων πλημμελημάτων μονονουχὶ καὶ προσάγεται. Τὸ μέν τοι ἕνεκεν τίνος, οὐκ ἐνδοιά‐ | |
30 | ζοντός ἐστιν, οὐδὲ ἀγνοοῦντος τὴν αἰτίαν δι’ ἣν ἐθάῤ‐ ῥησεν ὁ ἀσεβὴς παροξύναι τὸν Θεὸν, ἐξηγουμένου δὲ μᾶλλον αὐτήν. Ὡς ἐν ἐρωτήσει καὶ ὑποστιγμῇ οὖν τὸν πρῶτον στίχον ἀναγνωστέον, ὡς ἀπόδοσιν αἰτίας τὸν δεύτερον ποιησώμεθα. Ἀλλ’ ὁ μὲν ἀσεβὴς | |
35 | ᾠήθη καθ’ ἑαυτὸν μὴ ἐκζητεῖν τὸν Θεὸν, μήτε μὴν ἐφορᾷν τὰ ἀνθρώπινα. Ὅτι δὲ τῆς ἀληθείας ἐσφάλ‐ λετο, καὶ τοῦ εἰδέναι τὴν ἐνοῦσαν ἡμερότητα τῷ Θεῷ καὶ φιλανθρωπίαν ἀπεκομίσθη μακρὰν, αὐτὰ δι’ ἑαυτῶν βοήσει τὰ πράγματα. Κατημέλησε γὰρ τῶν | |
40 | τῇδε ὁ Θεὸς οὐδαμῶς, ἀλλ’ ἔπεμψεν ἐξ οὐρανῶν τὸν Υἱὸν αὐτοῦ ζητῆσαι τὸ ἀπολωλὸς, ἐπιστρέψοντα τὸν πεπλανημένον, ἀναῤῥωννύντα τὸ ἀσθενὲς, ἀπαλλάσ‐ σοντα τοῦ νοσεῖν τὸν συντετριμμένον. Σοὶ ἐγκαταλέλειπται ὁ πτωχός. | |
45 | (A f. 72 b, B f. 40 b.) Τὸν ἀσθενῆ φησι καὶ τὸν ἀνεπικούρητον, τὴν παρὰ σοῦ μόνου ζητουμένους ἐπικουρίαν· δύναται γὰρ διασώζειν τοὺς πτωχούς τε καὶ ὀρφανούς. Αὐτοὶ δ’ ἂν εἶεν καὶ μάλα εἰκότως οἱ οὔπω Θεὸν τὸν φύσει καὶ ἀληθῶς ἐπεγνωκότες· καὶ | |
69.785(50) | πτωχοὶ μὲν ὡς πλοῦτον οὐκ ἔχοντες τὸν ἐκ θείων τε καὶ ἱερῶν χαρισμάτων, ἤγουν τῶν ἐκ πολιτείας εὐαγοῦς καὶ ζωῆς τῆς κατὰ Χριστόν· ὀρφανοὶ δὲ ὡς οὔπω λαχόντες Πατέρα τὸν Θεόν. Δέδωκε γὰρ ἐξου‐ | |
σίαν ὁ Υἱὸς τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ τέ‐ | 785 | |
69.788 | κνα Θεοῦ γενέσθαι· οἱ τοίνυν οὔπω πιστεύσαντες, οὔτε μὴν τὴν ἐξ ὕδατός τε καὶ Πνεύματος ἔχοντες ἀναγέννησιν, ὀρφανοὶ πάντως νοηθεῖεν. Ὀρφανῷ σὺ ἦσθα βοηθός. | |
5 | (Cf. 20.) Οὐκ εἶπε· Σὺ εἶ, ἀλλ’, Ἦσθα. Πρότερον γὰρ πάντων παρανομούντων, σὺ μόνος βοηθὸς τῶν ὀρφα‐ νῶν ἐτύγχανες· νῦν δὲ καὶ οἱ σοὶ, οἱ τοῦ νόμου τὰς ἐντολὰς φυλάσσοντες. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ | |
10 | πονηροῦ. (A f. 72 b, E f. 18.) Καὶ τοῦ Σατανᾶ δὲ τοσαύ‐ τη γέγονεν ἡ ἁμαρτία, ὥστε διερευνηθεῖσαν παρὰ Θεοῦ, δίκης ἄξιον αὐτὸν τῆς ἐσχάτης ἀποφῆναι· τοι‐ γάρτοι καὶ συνετρίβη καὶ ἠτόνησεν ὁ βραχίων αὐτοῦ, | |
15 | τουτέστιν ἡ καθ’ ἡμῶν δυναστεία. Πλὴν ἁγιο‐ πρεπὴς ἡ αἴτησις καὶ παντὸς ἐπαίνου μεστὸν τῆς προσευχῆς τὸ χρῆμα. Ὅσιον γὰρ καὶ παντὶ τῷ βίῳ χρήσιμον τὸ παντὸς ἁμαρτωλοῦ συντρίβεσθαι βρα‐ χίονα, τουτέστι τὴν δυναστείαν· ἐπ’ οὐδενὶ γὰρ ἔχου‐ | |
20 | σιν αὐτὴν ἑτέρῳ, ἐπὶ δὲ τῷ συντρίβειν πτωχούς. Ἁμαρτωλοῦ τούτου ὁ βραχίων ὑπὸ Κυρίου συντρί‐ βεται, καὶ ἡ ἁμαρτία αὐτοῦ ζητουμένη οὐχ εὑρίσκε‐ ται. Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐχ εὑρεθῇ. | |
25 | (B f. 41.) Εἰ γὰρ ἐρευνῷτο, φησὶν, ἡ [ἁμαρτία] τοῦ τὰ φαῦλα δρῶντος ἁμαρτωλοῦ, οὐκ ἀνευρεθείη δι’ αὐτὴν, τουτέστι δικαίως ἀφανισθήσεται. Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ. (A f. 73.) Ἐν γὰρ τῇ βασιλείᾳ αὐτοῦ βληθήσονται | |
30 | εἰς τὸ πῦρ τὸ αἰώνιον. Ἔθνη δὲ λέγει τοὺς ἀκαθάρ‐ τους δαίμονας, ἀλλ’ οὐκ ἀνθρώπους οὓς ἦν ἐλπὶς σωθήσεσθαι διὰ Χριστοῦ δικαιωθέντας ἐν πίστει. Πῶς ἂν ηὔξατο δραμεῖν εἰς ἀπώλειαν καὶ ἔθνη τὰ ἄπιστα; | |
35 | Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος. (A f. 73.) Αὕτη ἦν αὐτῶν ἡ ἐπιθυμία, τὸ τῶν μελ‐ λόντων ἀξιωθῆναι ἀγαθῶν· εἰς τοῦτο γὰρ ἑτοιμαζό‐ μενοι, πάντα ὑπομένειν τὴν καρδίαν ηὐτρέπιζον. Ἀλλ’ ἴσως ἐρεῖ τις· Καὶ ποία τις ἦν ἐπιθυμία τοι‐ | |
40 | αύτη παρὰ τοῖς ἔτι πλανωμένοις; Φαμὲν οὖν ὅτι συντριβέντος τοῦ βραχίονος τοῦ πονηροῦ, καὶ οὐκ ἐνεργοῦντος ἐν αὐτοῖς καθὰ καὶ πάλαι τὸ ἐν ἀγνοίᾳ κεῖσθαι Θεοῦ, κέκληνται τὰ ἔθνη πρὸς ἐπιθυμίαν τῆς διὰ Χριστοῦ σωτηρίας καὶ τοῦ εἰδέναι τὴν ἀλή‐ | |
45 | θειαν, καὶ ἑτοιμοτάτην ἔσχον τὴν καρδίαν εἰς τὸ πιστεύειν εἰς αὐτόν. Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν. (A f. 73.) Κατὰ δὲ ἀναγωγὴν, πτωχὸς καὶ ταπει‐ | |
69.788(50) | νὸς οἱ οὔπω πιστεύσαντες. Τούτοις εὔχεται γενέσθαι κριτὴν τὸν Χριστὸν, καταδικάζοντα μὲν τὸν Σατα‐ νᾶν, δικαιοῦντα δὲ τοὺς ἠπατημένους. Τούτου γὰρ | |
γεγονότος, οὐκ ἂν ἔτι μεγαλαυχήσειεν ἄνθρωπος | 787 | |
69.789 | ἐπὶ τῆς γῆς, ἢ αὐτὸς ὁ Σατανᾶς ἄνθρωπος κληθεὶς, διὰ τὴν ἐνοῦσαν αὐτῷ ἀσθένειαν· οὐδεὶς γάρ ἐστι παντελῶς ὡς πρός γε τὴν θείαν ἰσχὺν, ἢ ἁπλῶς πᾶς ἄνθρωπος τῆς τοῦ διαβόλου σκαιότητος ὑπουργὸς καὶ | |
5 | τῶν αὐτοῦ θελημάτων ὅργανον. Ὁ γὰρ τοιοῦτος, οὐκ ἔτι μέγα φρονήσει περιγινόμενος τῶν ἀσθενεστέρων. Δῴη δὲ καὶ ἡμῖν ὁ Θεὸς νικῆσαι τὸν ἐν κρυφίοις ἐνεδρεύοντα καθ’ ἡμῶν θῆρα, ὥστε μηκέτι τοῦ ἐχθροῦ τὸ καθ’ ἡμῶν περιλειφθῆναι καύχημα. | |
10t | ΨΑΛΜΟΣ Ιʹ. | |
11 | Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου; κ.τ.λ. (A f. 73 b, B f. 42, C f. 21.) Ὁ μὲν οὖν σκοπὸς τοῦ Ψάλλοντος ἐναργής· πεποιθέναι γάρ φησιν ἐπὶ | |
15 | τῷ Κυρίῳ. Ὁ δὲ ἐπιφερόμενος στίχος διαφόρους ἡμῖν ἐννοίας εἰσκομίζει. Τίκτει γὰρ ὑπόνοιαν, ὅτι προσδιαλέγεταί τισι, καὶ οἷον ἐπιπλήττει λέγουσιν αὐτῷ· «Μεταναστεύου ἐπὶ τὰ ὄρη.» Διὰ τί γάρ μοι, φησὶν, ἐπὶ τῷ Θεῷ πεποιθότι, στρουθίῳ παρεικάζε‐ | |
20 | σθαι συμβουλεύετε, καὶ ἐν ὄρεσιν ἀναπτῆναι τοῖς ὑψηλοτάτοις; Ἔδει τοίνυν, φησὶν, ἐπὶ τῷ Κυρίῳ με πεποιθότα, μὴ μᾶλλον ἀκούειν «Μεταναστεύου ἐπὶ τὰ ὄρη,» ἀλλ’ ἐπαινεῖσθαι τῆς γνώμης, καὶ ὡς τῶν ἀρίστων βουλευμάτων ἐπιδραξάμενον, εὖ μάλα κατα‐ | |
25 | θαυμάζεσθαι. Μία μὲν οὖν αὕτη διάνοια· ἑτέρα δέ· Πειρασμοῦ γὰρ ἐπικειμένου καὶ πολέμου κινεῖσθαι μέλλοντος, ἢ νοητοῦ τυχὸν ἢ αἰσθητοῦ, πῶς ἡμᾶς χρὴ διακεῖσθαι, μετασχηματίσας ἐφ’ ἑαυτῷ τὸν λό‐ γον, πειρᾶται διδάσκειν, καί φησιν· «Ἐπὶ τῷ Κυ‐ | |
30 | ρίῳ πέποιθα.» Μέχρι τούτου στήσας τὸν λόγον, τοῖς εἰωθόσι παρακαλεῖν τοὺς ἐν περιστάσει, ἐπιφθέγγε‐ ται· «Πῶς ἐρεῖτε τῇ ψυχῇ μου;» τουτέστι, Τίνα ἐστὶν ἄπερ ἂν εἰσηγησαμένους ὑμᾶς ἐπαινέσαι δικαίως, Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Ταῦτά μοι | |
35 | παρ’ ὑμῶν λεγέσθω, φησί. Τοὺς γὰρ ἐπὶ τῷ Θεῷ πεποιθότας, νοητῶς ἀναπτῆναι προσήκει καὶ ἁγίοις ὄρεσιν ἐμφιλοχωρεῖν, τουτέστι τὰς τῶν ἁγίων ἐκεί‐ νων κατασκέπτεσθαι πολιτείας, καὶ τοὺς τῆς εὐδο‐ κιμήσεως περιεργάζεσθαι τρόπους, οὕτω τε κατ’ | |
40 | ἴχνος ἰέναι τῆς ἐκείνων ἀγωγῆς. Ὄρη δὲ ἅγιά φα‐ μεν εἶναι τοὺς ἁγίους προφήτας καὶ δικαίους. Εἴ τις οὖν ἀναπτὰς οἷάπερ στρουθίον τούτοις τοῖς νοητοῖς ὄρεσιν ἐνιζήσειεν, ὄψεται πάντως λαμπροὺς γεγονό‐ τας, οὐ διὰ τὴν ἐνοῦσαν αὐτοῖς ἰσχὺν, ἀλλ’ ὅτι πε‐ | |
45 | ποιθότες ἦσαν ἐπὶ τῷ Κυρίῳ. Καὶ καθ’ ἕτερον δὲ τρόπον τοὺς ἐπὶ τῷ Κυρίῳ πεποιθότας ὡς στρουθίον ἀνίπτασθαι δεῖ ἐπὶ τὰ ὄρη. Ὄρη δὲ εἶναί φαμεν τὰς ἀρετὰς, οὐδὲν ἐχούσας χαμαιριφές· ἐν οἷς ὄρεσι πέμποντες τὰ φρονήματα, καὶ τὸ χαμαίζηλον τῶν | |
69.789(50) | ἐπὶ γῆς πραγμάτων διωθούμενοι, ἀνάλωτοι τῶν εἰς τὸ φαῦλον ἡδονῶν ἐσόμεθα. Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον. (A f. 74 b.) Κατὰ δὲ ἀναγωγὴν, ἀναγκαίαν εἶναί φησι τὴν εἰς τὰ ὄρη νοητὴν ἀναφοίτησιν, ὡς ἐντει‐ | |
55 | νάντων τὸ τόξον τῶν ἁμαρτωλῶν καὶ ηὐτρεπισμέ‐ | 789 |
69.792 | νων ἤδη πρὸς μάχην. Τούτοις γὰρ τοῖς λόγοις φυγεῖν ἠρέθιζον, φάσκοντες, εἰ μὴ φύγοι, κατατοξεύειν αὐτὸν τοὺς ἁμαρτωλοὺς ἐν σκοτομήνῃ, ἀντὶ τοῦ λε‐ ληθότως καὶ ὡς ἐν σελήνης ἀμυδροῖς φέγγεσι. Τοι‐ | |
5 | αῦτα γὰρ τῶν νοητῶν ἐχθρῶν τὰ τοξεύματα· τῷ ζόφῳ γὰρ ἑαυτὸν ἐγκρύπτων, ὁ πονηρὸς κατατοξεύει τὸ καλὸν σῶμα τῆς Ἐκκλησίας. (A f. 74 b) Εἶεν δ’ ἂν ἁμαρτωλοὶ, καὶ οἱ τὴν πί‐ στιν διώκοντες, καὶ οἱ τοῖς εὐαγῶς ἐθέλουσι ζῇν | |
10 | ἀνέδην ἐπιβουλεύοντες. Δρῶσι δὲ τοῦτο καὶ μάλα ἐντόνως καὶ αἱ πονηραὶ δυνάμεις, πάντα τρόπον ἐπι‐ βουλῆς τοῖς ἁγίοις ἀρτύουσαι. Τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. | |
15 | (C f. 21.) Εὐτρεπῆ μὲν τῶν πολεμίων τόξα ἐν σκο‐ τομήνῃ· οὕτω δὲ τὸ τὴν σελήνην ὑποτρέχον σκότος καὶ σκιάζον αὐτὴν ὠνόμασεν. Τότε τοίνυν πολεμοῦ‐ σιν οἱ ἁμαρτωλοὶ δαίμονες· τοξεῦσαι γὰρ ἐν φωτὶ τοὺς δικαίους οὐ δύνανται, ἀλλ’ ἐν τῷ σκότει τῆς | |
20 | ἀγνοίας, ὅταν νεφέλη ῥᾳθυμίας ἐπελθοῦσα ἀμαυροῖ τὸ φῶς τῆς ἡμετέρας σελήνης, ἤτοι τῆς διανοίας ἐρ‐ γάσηται. Ὅτι ἂ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον. (A f. 75 b.) Κατὰ δὲ ἀναγωγὴν, δείκνυσιν ἐναρ‐ | |
25 | γῶς ὡς Θεῷ μαχόμενος ὁ Σατανᾶς, καὶ αἱ σὺν αὐτῷ πονηραὶ δυνάμεις τοῖς εὖ βιοῦν ᾑρημένοις ἐπιβου‐ λεύουσι. Σκοπὸς γὰρ αὐτοῖς τὸ οἰκοδομούμενον ὑπὸ Θεοῦ καταστρέφειν, καὶ τοῖς αὐτοῦ θελήμασιν ἀντ‐ ανίστασθαι· Κατήνεγκε γὰρ, φησὶν, ὁ ἐχθρὸς τὸν ἄν‐ | |
30 | θρωπον εἰς φθορὰν, καί τοι ἐπὶ ἀφθαρσίαν κατηρ‐ τισμένον.—(B. f. 42 b) Μάχονται τῷ θείῳ σκοπῷ, καὶ ἅπερ ἂν αὐτὸς ὁ τῶν ὅλων Δεσπότης καταρτίσαιτο πρός γε τὸ εὖ ἔχειν, καθαιροῦσιν αὐτοί. Πλάττει γὰρ κόπον ἐπὶ προστάγματι ὁ τῆς ἀνομίας θρόνος, | |
35 | τουτέστιν ὁ Σατανᾶς. Ὁ δὲ δίκαιος τί ἐποίησε; Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, κ.τ.λ. (C f. 21.) Δίκαιον νῦν τὸν Θεὸν ὁμολογεῖ, πάντων μὲν, ἐξαιρέτως δὲ τῆς τῶν δικαίων σωτηρίας, νοή‐ | |
40 | σωμεν λέγεσθαι.—(A f. 76.) Κατὰ δὲ ἀναγωγὴν, τὴν τοῦ διαβόλου δυστροπίαν εἰρηκὼς ὁ Δαβὶδ, ἐναργῆ καθίστησι τὸν σώζειν εἰδότα καὶ τῆς ἐκείνου πλεον‐ εξίας ἐξέλκοντα. Τοῦ γὰρ διαβόλου, φησὶ, καθαιρεῖν ἐπιχειροῦντος ἄπερ ἂν εἰς σωτηρίαν τῶν ἐπὶ τῆς γῆς | |
45 | καταρτίσαιτο Θεὸς νομοθετῶν καὶ διδάσκων τί πε‐ ποίηκεν ὁ δίκαιος; ὁ ἐν τῷ ἰδίῳ ναῷ κατοικῶν, ὁ θρόνον ἔχων τὸν οὐρανὸν, οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἐπιβλέπουσι. Δεῖ γὰρ συνάψαι τοὺς στίχους, ὡς εἰς μίαν τελοῦντας διάνοιαν. Ἡ δὲ ἐπίβλεψις ἐν‐ | |
69.792(50) | ταῦθα τὴν ἐπισκοπὴν κατασημαίνει. Σώζει δὲ πάν‐ τως ἐφορῶν, καὶ ἔξω παγίδος τίθησι· ἐπιβλέπει δὲ τὸν πένητα, τὸν πτωχὸν δηλαδὴ τῷ πνεύματι· «Ἐπὶ τίνα γὰρ, φησὶν, ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον;» Ὅταν δὲ ἡ θεία Γραφὴ τοὺς περὶ | |
55 | Θεοῦ ποιεῖται λόγους, εἶτα μορίων μνημονεύσει σω‐ | 791 |
69.793 | ματικῶν, μὴ τοῖς αἰσθητοῖς ἐνορμιζέσθω τῶν ἀκροω‐ μένων ὁ νοῦς, ἀλλ’ ἐκ τῶν αἰσθητῶν ὡς ἐξ εἰκότων πραγμάτων, πρὸς τὸ τῶν νοητῶν ἀναφοιτάτω κάλλος, ἔξω τε σχημάτων καὶ ποσότητος καὶ περιγραφῆς, | |
5 | εἴδους τε καὶ τῶν ἑτέρων, ἃ τοῖς σώμασιν ἀκολουθεῖ, νοείτω Θεόν· ἔστι μὲν γὰρ ὑπὲρ πάντα νοῦν. Ἀνθρω‐ πίνως δὲ τὰ περὶ αὐτοῦ λαλοῦμεν· οὐ γὰρ ἦν ἑτέρως ἡμᾶς νοεῖν τὰ ὑπὲρ ἡμᾶς. Βλέφαρα τοίνυν, ἤγουν ὀφθαλμοὶ, ἡ ἐποπτικὴ ἐνέργεια τοῦ Θεοῦ λέγεται, | |
10 | ἤπερ ἂν νοοῖτο κατὰ τὴν αὐτοῦ φύσιν· ἐξετάζει δὲ, ἤγουν ἀκριβῶς ἐρευνᾷ καὶ κατασκέπτεται, τόν τε δίκαιον καὶ τὸν ἀσεβῆ· καὶ τῷ μὲν χεῖρα νέμει τὴν ἐπίκουρον, καὶ φῶς ἐνίησιν εἰς νοῦν, ἵνα μὴ ἐν σκο‐ τομήνῃ τοξεύηται· τὸν δὲ ὡς ἀχαλίνως ἐρχόμενον, | |
15 | κατὰ πετρῶν καὶ κρημνῶν ἀφίησιν. Τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀν‐ θρώπων. (C f. 21.) Ὅτε κρίσεως καιρὸς, τοῖς βλεφάροις ὡς ἀπειλὴν μηνύουσιν κέχρηται· ταῦτα γὰρ καὶ ἡμεῖς | |
20 | ἀνασπᾷν ἐν τῷ θυμοῦσθαι εἰώθαμεν· ἀλλὰ μὴν καὶ ὄταν ἀκριβῶς τι κατοπτεῦσαι βουλώμεθα. Ὅθεν οὐδὲ Σολομὼν αὐτῶν ἐν τῷ τὸν νυμφίον ἢ τὴν νύμφην, ὡς θυμῷ καὶ κρίσει μᾶλλον, οὐχὶ δὲ γάμῳ καὶ χαρᾷ πρεπόντων ἐμνημόνευσεν. Ἢ ὀφθαλμὸς τὸ ἀλάθη‐ | |
25 | τον τοῦ Θεοῦ σημαίνει. Πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. (A f. 76. b.) Ποτήριον δὲ ἐνταῦθα τὴν τιμωρίαν ὀνομάζει, ὡς τὸ ποτήριον ἐν χειρὶ Κυρίου ἐξ οὗ πίον‐ ται ἁμαρτωλοί. Τὸ μὲν οὖν τῶν δικαίων ποτήριον | |
30 | ἀποφέρει πρὸς σωτηρίαν αὐτούς· ποιεῖται γὰρ εὐφρο‐ σύνην καὶ ζωὴν, κατὰ τὸ, «Ποτήριον σωτηρίου λή‐ ψομαι.» Τὸ δέ γε τῶν ἁμαρτωλῶν κατακομίζει πρὸς θάνατον, καὶ ἀκατεύναστον ἔχει φλόγα· πῦρ γάρ ἐστι, θεῖον καὶ πνεῦμα καταιγίδος, ἵν’ ἐννοῶμεν ὅτι κα‐ | |
35 | θάπερ ἄνεμος ἐμπεσὼν εἰς φλόγα διανίστησιν αὐτὴν καὶ ἀποφέρει πως ἐνεργεστέραν, οὕτω καὶ ὁ τοῦ κρί‐ νοντος θυμὸς, οἷον πνεῦμα καταιγίδος ἐμπίπτων τοῖς κολαζομένοις, ἄσβεστον ἀεὶ ἀποφαίνει τὴν τιμωρίαν. Ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν. | |
40 | (C f. 22.) Τουτέστιν ἰσότητα, ἤτις τότε σώζεται καὶ φανεροῦται μάλιστα ὅταν ὑψωθῶσι τοῖς ἀγαθοῖς οἱ διὰ τὸν Θεὸν ἑαυτοὺς ταπεινώσαντες· ταπεινωθῶσι δὲ ταῖς τιμωρίαις πάλιν, οὓς ὁ διάβολος ὕψωσε· ταύ‐ την γὰρ ὁ Θεὸς ὁρᾷ καὶ οἰκεῖ τὴν εὐθύτητα. | |
45 | (A f. 76 b.) Κολασθήσονται τοίνυν οἱ τῆς ἀδικίας ἐρασταί· ἐφορᾷ δὲ τὸν εὐθῆ, τουτέστι τὸν ὅσιόν τε καὶ ἀδιάστροφον, καὶ ὥσπερ τινὰ κανόνα τῆς ἑαυτοῦ πο‐ λιτείας καὶ ζωῆς τὸν θεῖον νόμον ποιούμενον. | |
49t | ΨΑΛΜΟΣ ΙΑʹ. | |
69.793(50) | Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαβίδ. (A f. 77.) ᾌδεται μὲν καὶ ὁ προκείμενος ψαλμὸς, τῆς εἰς Θεὸν εὐνοίας καὶ γνησιότητος ἔχων ἐπίδειξιν. | |
Διαβάλλει δὲ ὁ Δαβὶδ τοὺς διπλόῃ κεχρημένους, καὶ | 793 | |
69.796 | φιλίαν μὲν ὑπισχνουμένους, προϊεμένους δὲ αὐτὸν τῷ πολεμίῳ Σαοὺλ, καὶ μηνύοντας ἔνθα διῆγε. Πρέποι δ’ ἂν τὰ τοῦ ψαλμοῦ ῥήματα καὶ ἁγίῳ παντὶ, λαμ‐ πρὰν καὶ ἐξῃρημένην ἔχοντι τὴν ζωὴν, καὶ οὐχὶ δὴ | |
5 | μόνης τῆς ἰδίας κηδομένῳ ψυχῆς, ἀλλὰ γὰρ καὶ ταῖς τῶν πεπλανημένων ἀμαθίαις ἐπιστυγνάζοντι, γλιχο‐ μένῳ τε καὶ αὐτοὺς ἰδεῖν ὑποπίπτοντας τῷ Θεῷ. Ἡ δέ γε τῆς ᾠδῆς δύναμις ἔντευξιν μὲν ἔχει κατὰ παν‐ τὸς ἀδίκου καὶ πονηροῦ διψύχου τε καὶ ἑτερογνώμο‐ | |
10 | νος, ψευδοεποῦς τε καὶ βωμολόχου, δόλοις καὶ ἀπά‐ ταις ἐντεθραμμένου. Ἔοικε δέ πως καὶ τῆς Ἑλλή‐ νων σοφίας καταβοᾷν· ποιεῖται δὲ καὶ μνήμην τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· περιέχει δὲ καὶ ἐπαγγελίαν, ὡς παρ’ αὐτοῦ γενομένην, ὡς ὅσον οὐ‐ | |
15 | δέπω παρεσομένου πρὸς ἐπικουρίαν τῶν ὑπὸ τοῦ δια‐ βόλου πλεονεκτουμένων. ᾌδεται δὲ περὶ τῆς ὀγδόης, καθ’ ἣν ἡ ἀνάστασις, καὶ ἡ τῶν ἐθνῶν γέγονε κλῆ‐ σις, καὶ ἡ τοῦ ἁγίου Πνεύματος δόσις, καὶ τῆς νοητῆς ἤγουν τῆς ἐν πνεύματι περιτομῆς ἡ δύναμις· | |
20 | εὔχεται δὲ ὁ προφήτης ῥυσθῆναι τῆς γενεᾶς τῆς πο‐ νηρᾶς· αὕτη δ’ ἂν εἴη γενεὰ, ἡ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, περὶ ἧς αὐτὸς ἔλεγεν· «Ἄνδρες Νινευῖται κρινοῦσι τὴν γενεὰν ταύτην.» Ἄρχεται τοίνυν τῆς ᾠδῆς οὕτως. | |
25 | Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. (A f. 77 b.) Τοσαύτην οὖν φησιν ὁ Δαβὶδ τῶν ἀγαθ‐ ουργεῖν εἰωθότων εἶναι τὴν σπάνιν, ὡς τάχα που συναρπάζεσθαι εἰς φαυλότητα καὶ αὐτοὺς τοὺς τῷ θείῳ νόμῳ παιδαγωγουμένους· δεῖσθαι δέ φησιν ἑαυ‐ | |
30 | τὸν, ἤγουν ἅπαντας τοὺς περὶ ὧν ὁ λόγος, τῆς φρου‐ ροῦ χειρὸς, τουτέστι Χριστοῦ καὶ οὐχὶ μόνους Ἰου‐ δαίους, ἀλλὰ καὶ τοὺς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανόν· αὐτὸς γάρ ἐστι προσδόκησις ἐθνῶν, κατὰ τὸ γεγραμ‐ μένον. | |
35 | Ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. (A f. 78.) Ψευδῆ δὲ καὶ τὰ Ἑλλήνων ἅπαντα, σοφία καὶ λόγοι καὶ ζωή· καὶ τῶν ἀληθῶν, ἤγουν ἀναγκαίων καὶ ἐπωφελῶν, εὕροι τις ἂν παρ’ αὐτοῖς οὐδὲν, οἵ γε | |
40 | τεθεοποιήκασι τὴν κτίσιν, τὸν φύσει ἀφέντες Θεόν. Ὠλιγώθησαν τοίνυν αἱ ἀλήθειαι παρ’ αὐτοῖς. Μάταια ἐλάλησεν ἔκαστος πρὸς τὸν πλησίον αὐτοῦ. (A f. 78.) Τοῦτο καὶ ἐπὶ Ἰουδαίων ἀληθές· ἔκα‐ | |
45 | στος ἐλάλησε μάταια πρὸς τὸν πλησίον, τὰς κατὰ τοῦ Σωτῆρος ἡμῶν συνάγων ἐπιβουλάς. Καὶ οἱ παρ’ Ἕλλησι δὲ ποιηταὶ καὶ λογογράφοι, κατ’ οὐδένα τρό‐ πον τοῦ ἀληθεῖς εἶναι φροντίσαντες, συντεθείκασιν ἀβασανίστως τὸ αὐτοῖς δοκοῦν, σκοπὸν ἔχοντες ἕνα, τὸ | |
69.796(50) | ἐπίδειξιν ποιήσασθαι γλώττης. | 795 |
69.797 | Ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλοῤῥήμονα. (A f. 79.) Κατὰ δὲ ἀναγωγὴν, πῶς οὐ μεγαλοῤῥή‐ μων ἡ γλῶσσα ἐκείνη ἡ τολμήσασα τῷ Σωτῆρι λέ‐ | |
5 | γειν; «Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Καὶ τίς σοι δέδωκε τὴν ἐξουσίαν ταύτην;» Τῆς Ἰουδαίων δὲ τόλμης καὶ τὸ λέγειν· «Τὰ χείλη ἡμῶν παρ’ ἡμῖν ἐστι· τίς ἡμῶν Κύριός ἐστιν;» ὡς τοῦτο διανοουμέ‐ νων ἐκείνων, τὸ ἐξουσίαν ἔχειν πᾶν ὅ τι ἂν βούλοιντο | |
10 | κατὰ τοῦ Σωτῆρος εἰπεῖν. Τὰ χείλη ἡμῶν παρ’ ἡμῶν ἐστι. (E f. 19 b.) Τουτέστιν ἡμεῖς εὑρεταὶ γεγόναμεν τῆς καλλιεπείας. Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν. | |
15 | (A f. 79 b.) Ὑπεξίσταται δὲ λοιπὸν ἐνταῦθα τὸ τῶν λιτανευόντων πρόσωπον· αὐτὸς δὲ ὁ τὰς ἐντεύ‐ ξεις δεχόμενος ἀποκρίνεται, ἐπαγγελλόμενος τοῖς αἰ‐ τοῦσι τὴν ἄφιξιν καὶ τῆς ἐπικουρίας τὴν ἐπίδοσιν. Καὶ πένητας ὀνομάζει τοὺς πτωχοὺς τῷ πνεύματι, | |
20 | ὧν καὶ τοῦ στεναγμοῦ ἀκούσας, ἀναστήσομαι, φησίν. Νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σω‐ τηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. (B f. 44 b.) Ἐξεγερθήσεσθαι λέγει· καὶ οὔ τί πού φαμεν σωματικὴν εἶναι τὴν ἀνάστασιν, ἤτοι τὴν | |
25 | ἔγερσιν, ἀλλ’ οἷον τὸ διανεῦσαι λοιπὸν ἐπὶ τῷ θέλειν τοῖς κάμνουσι χεῖρα νεῖμαι τὴν σώζουσαν. (A f. 79 b.) Κατὰ δὲ ἀναγωγὴν, φανερὸν πᾶσι κατ‐ έστη τὸ διὰ Χριστοῦ σωτήριον, καὶ ἐξάκουστον πᾶ‐ σιν· ἐκηρύχθη γὰρ εἰς πᾶσαν τὴν γῆν μετὰ παῤῥη‐ | |
30 | σίας. Τὰ λόγια Κυρίου λόγια ἀγνὰ, ἀργύριον πεπυρω‐ μένον. (B f. 44 b, K f. 42.) Τουτέστιν ἁγνοποιά· νοσεῖ γὰρ κατ’ οὐδένα τρόπον, λαμπρὰ δὲ οὕτως ἐστὶν καὶ | |
35 | κεκαθαρμένα, ὥστε δοκεῖν ἀργύριον εἶναι, πεπυρω‐ μένον δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ πλειστάκις· τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἑπταπλασίως. Δεδοκιμασμένα τοί‐ νυν τοῖς ἐπὶ τῆς γῆς τοῦ Σωτῆρος τὰ λόγια. (A f. 80.) Ἰουδαίοις δὲ διὰ Ἡσαΐου ὀνειδίζει λέ‐ | |
40 | γων· «Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον,» τουτέστιν, ὁ λόγος τῆς πίστεως παρατετυπωμένος ἐστὶ καὶ πα‐ ράσημος, τὸν ἀκριβῆ χαρακτῆρα τῆς βασιλικῆς εἰ‐ κόνος μὴ διασώζων. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις | |
45 | ἡμᾶς. (A f. 80.) Κατὰ δὲ ἀναγωγὴν, εὔχεται ὁ Προφήτης ῥυσθῆναι τῆς ἐπὶ τοῦ Σωτῆρος γενεᾶς τῶν Ἰουδαίων, τῆς ἀπίστου καὶ φονευτρίας καὶ μοιχαλίδος. Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι. | |
69.797(50) | (A f. 80.) Κατὰ δὲ ἀναγωγὴν, διὰ τοῦτό φησι, «Φυ‐ λάξεις ἡμᾶς,» ἐπειδὴ κυκλοῦντες κυκλοῦσιν ἡμᾶς οἱ | |
ἀσεβεῖς, ἐπιβουλεύοντες τῇ ἡμῶν σωτηρίᾳ. | 797 | |
69.800 | ΨΑΛΜΟΣ ΙΒʹ. Εἰς τὸ τέλος ψαλμὸς τῷ Δαβίδ. (A f. 80 b.) Τοῦτον ᾄδει τὸν ψαλμὸν ἐν μετανοίᾳ τοῦ ἁμαρτήματος γεγονὼς, ἅμα δὲ καὶ τὸ σωτήριον | |
5 | ἡμῖν εὐαγγελιζόμενος, δι’ οὗ ἐλάβομεν ὑπογραμμὸν, πῶς δεῖ ἡμᾶς ἐν ἁμαρτίᾳ γενομένους προσιέναι Θεῷ. Ἔως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ; κ.τ.λ. | |
10 | (C f. 23.) Ἀποστρέφει τὸ πρόσωπον ὁ Θεὸς ἀπὸ τῶν ἁμαρτωλῶν, τί πράττων; ἀναξίους εἶναι κρίνας τῆς ἐποπτίας αὐτοῦ. Διὸ ὑπὸ τοῦ συνειδότος νυττό‐ μενος, καὶ τὴν τοῦ Θεοῦ δεδιὼς κρίσιν, ὡς καὶ μα‐ κρὰν γινόμενος αὐτῷ διὰ τὴν ἁμαρτίαν, ἐν τῇ με‐ | |
15 | τανοίᾳ ἀνανεῶμαι, φησὶ, βουλόμενος κατὰ ψυχὴν, μήπως ἄρα ἐν τῇ ἁμαρτίᾳ ἀποθανοῦμαι. Καὶ τοῦτό ἐστι μάλιστα ὃ ὀδύνας μου τῇ ψυχῇ παρασκευάζει. Ἀνθ’ οὗ Σύμμαχος ἔφη· «Μέριμναν ἐν τῇ καρδίᾳ μου καθ’ ἡμέραν.» Ταῦτα δὲ ἐγράφη πρὸς νου‐ | |
20 | θεσίαν ἡμῶν, πῶς δεῖ μετανοεῖν ἐφ’ ἁμαρτήμασιν ἐκδιδάσκοντα, τοῖς παροῦσι ῥήμασιν οἷα δὴ ὡς φαρ‐ μάκοις χρωμένους. Ἢ καὶ λήθην καλεῖ τὴν τῆς βοη‐ θείας ἀναβολὴν, καὶ παρακαλεῖ μὴ τελέως τῆς θείας γυμνωθῆναι προνοίας. | |
25 | Ἔως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ’ ἐμέ; (C f. 23 b.) Ἐρωτᾷ δὲ περὶ τούτων τὸν Θεὸν οὐχ ὡς αὐτὸν αἴτιον, ἀλλ’ ὡς κωλῦσαι διὰ τῆς ῥοπῆς τῆς οἰκείας δυνάμενον. (A f. 81) Εἰ γὰρ θεοσεβούν‐ των ἡμῶν ταπεινοῦται ὁ ἐχθρὸς, δηλονότι ἁμαρτανόν‐ | |
30 | των ὑψοῦται· ὕψος γὰρ τοῦ Σατανᾶ, ἡ τῶν ἀνθρώ‐ πων ταπείνωσις· ἐπεὶ καθάπερ ὁ Θεὸς ὑψοῦσθαι ἐν τῇ σωτηρίᾳ τῆ ἡμετέρᾳ, οὕτως ὁ διάβολος ἐν τῇ ἀπωλείᾳ ἐπαίρεσθαι λέγεται. Ἀρκεῖ, φησὶν, αὐτῷ ὅτι ἅπαξ ὑψώθη, ἐμοῦ τῇ ἁμαρτίᾳ ταπεινωθέντος. | |
35 | Ἴνα τί μέχρι πολλοῦ κατ’ ἐμοῦ ὑψοῦται; Μήποτε ὑπνώσω εἰς θάνατον. (C f. 23 b) Ὕπνον τὴν ῥᾳθυμίαν ὠνόμασεν, ἐν ᾗ ταῖς τοῦ βίου φαντασίαις ῥεμβόμεθα, ἀργοὶ δὲ ἐπὶ κλίνης τῆς ἡδονῆς ἀναπεσόντες κείμεθα. Ὥστε | |
40 | τοίνυν μὴ τῷ ὕπνῳ τῆς ῥᾳθυμίας τὸν χαλεπὸν ἀκο‐ λουθῆσαι θάνατον, φωτισθῆναι τοὺς ὀφθαλμοὺς, τουτ‐ έστι τὰ τῆς ψυχῆς αἰσθήσεις, προσεύχεται, ἵνα βλέπωσι τὴν ἀλήθειαν. Δέδια μὴ εἰς θάνατον ὁ ὕπνος μεταπέσῃ, ἰσχυροτέρας τῆς λύπης γενομένης τῶν | |
45 | συμφορῶν. Οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ. (C f. 23 b.) Ὥσπερ ἀθλητὴς ἀπὸ τοῦ σκάμματος ἀποπηδήσας ἥττηται, οὕτως καὶ ὁ πιστὸς ἀφεὶς ἂ ἐξ ἀρχῆς παρέλαβεν, σαλευόμενος πίπτει. Μὴ τοίνυν | |
69.800(50) | ἀλλοιωθῶμεν, ἵνα μὴ χαρὰν τοῖς ἡμετέροις ἐχθροῖς ἐμποιήσωμεν. ᾌσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με. (C f. 24.) Ἰστέον καὶ τοῦτο, ὡς καὶ τὸ πρότερον, | |
οὐχ ὅτι νῦν ὁ προφήτης οὐκ οἶδεν, ἀλλ’ ὅτι τελεώτε‐ | 799 | |
69.801 | ρον ᾄσει προκόπτων καὶ τελειούμενος. Τίνι δὲ ᾄσει; τῷ εὐεργέτῃ δηλονότι τῷ πλάσαντι καὶ ἀναπλά‐ σαντι. Καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου. | |
5 | (C f. 24.) Μακάριος ὃς ψάλλει τῷ πνεύματι καὶ τῷ νοῒ, εἰδὼς ᾧ ψάλλει, καὶ τοῖς ἔργοις συνιστῶν ὡς ἐπίσταται. Ὁ γὰρ οὗτος ψάλλων, τὸν οὐρανὸν τέ‐ μνει, τὰς νεφέλας ὑπερβαίνει, καὶ τῷ Ὑψίστῳ, οὗ τῷ ὀνόματι μελῳδεῖ, παρίσταται μηδενὸς ἐμποδί‐ | |
10 | ζοντος. | |
11t | ΨΑΛΜΟΣ ΙΓʹ. | |
12 | Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. (A f. 82 b) Κορυφὴ τοῦτο πάσης πονηρίας ἐστί. Τὸ γὰρ οἴεσθαι μὴ εἶναι Θεὸν, ἀλλ’ ἀπὸ ταυτομάτου | |
15 | γεγενῆσθαι τὸ πᾶν, ἀρχὴ πάσης ἀκολασίας καὶ πα‐ ρανόμου καθέστηκε πράξεως. Δηλοῖ οὗν ὁ λόγος ὡς εἰς τοσοῦτον ἀσεβείας τὸ γένος ἐλήλακεν, ὡς μηδὲ Θεὸν ἐφιστάνειν τοῖς οὖσιν, ἀλλ’ ἡγεῖσθαι τὸν σύμ‐ παντα τοῦτον κόσμον, τυχαίαν καὶ αὐτόματον εἰ‐ | |
20 | ληφέναι τὴν σύστασιν. Τί δέ ἐστιν, «Εἶπεν ἐν καρ‐ δίᾳ;» Ἐπειδὴ τῶν λόγων ὁ μὲν ἔστι προφορικὸς, ὁ δὲ ἐνδιάθετος, οὐ περὶ τοῦ προφορικοῦ λόγου φησὶν ὁ προφήτης, ἀλλὰ περὶ τῆς ἐν τῇ ψυχῇ δόξης. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ, τουτέστιν ἐλογίσατο ὅτι οὐκ | |
25 | ἔστι Θεός. Καὶ πᾶς δὲ ὁ ἀνέδην ἁμαρτάνων, δι’ ὧν ὁρᾶται καταφρονῶν, κἂν εἰ μὴ λέγοι φωναῖς, ἀλλ’ ἔργοις αὐτοῖς καὶ τῇ τοῦ βίου σκαιότητι μονονουχὶ διακέκραγε τὸ, «Οὐκ ἔστι Θεός.» Οἱ γὰρ οὕτως ζῇν εἰωθότες ὡς μὴ ἐφορῶντος Θεοῦ, πάντα τε | |
30 | δρῶντες ἀπερισκέπτως, ἔργοις αὐτοῖς καὶ πράγμα‐ σιν ἀρνοῦνται Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα. (A f. 83 b.) Νοήσεις δὲ ταῦτα καὶ ἐπὶ τῶν ἐθνῶν· | |
35 | ἡ γὰρ ἀπὸ γῆς σὰρξ, τὸν τῆς ἁμαρτίας ἐν αὐτῇ κατηῤῥώστησε νόμον, καὶ ὁ ἀνθρώπινος νοῦς, εὐπα‐ ράφορος λίαν εἰς τὸ ἐκνεῦσαι ἐπὶ τὰ πονηρὰ ἐκ νεό‐ τητος κατὰ τὸ γεγραμμένον. Δικαίως οὖν ὁ ἱερὸς ἐπιστυγνάζει λόγος ἡμῖν· «Πάντες γὰρ, φησὶν, ἐξ‐ | |
40 | έκλιναν.» Δέον γὰρ τὴν εὐθεῖαν τραπέσθαι, καὶ ἀπὸ τῆς τῶν κτισμάτων καλλονῆς τε καὶ τάξεως ἀναλό‐ γως τὸν γενεσιουργὸν κατιδεῖν, καὶ διὰ τῶν προφη‐ τικῶν φωνῶν ὁδηγηθῆναι πρὸς τὴν ἀλήθειαν, τοῦτο μὲν οὐ γέγονεν· εἰς μυρίας δὲ πλάνης καὶ ἀπωλείας | |
45 | ὁδοὺς ἐξετράπησαν, καὶ τοῖς ἔργοις τῆς αἰσχύνης ἠχρειώθησαν, καὶ οὐδεὶς ἦν ὁ ποιῶν τὸ ἀγαθόν. Τάφος ἀνεῳγμένος λάρυγξ αὐτῶν, κ.τ.λ. (K f. 43 b.) Διόδωρος, καὶ Θεόδωρος, καὶ Κύριλλος, καὶ Δίδυμος, «Τάφος ἀνεῳγμένος,» κ.τ.λ. usque | |
69.801(50) | «Ἐν ταῖς ὁδοῖς αὐτῶν.» Ἐν δὲ τῷ Ἐξαπλῷ ταῦτα | |
οὐχ εὕρηται. | 801 | |
69.804 | Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; (A f. 83 b.) Τοῦτον τὸν στίχον ὡς ἐν ἐρωτήσει ἀναγνωστέον. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι «Πάντες ἐξέκλι‐ | |
5 | ναν» καὶ ἐργάζονται τὴν ἀνομίαν, νῦν φησι· «Καὶ ἆρα οὐ μέλλουσι γινώσκειν οὗτοι τὸν Κύριον, καὶ πιστεύειν εἰς αὐτόν;» Ναὶ πάντως πολλοὶ πιστεύσου‐ σιν· εἰσὶ δὲ οἳ καὶ μενοῦσιν ἐν ἀπιστίᾳ, καὶ διώξουσι καὶ τυραννήσουσι τοὺς πιστεύσαντας εἰς Χριστόν. | |
10 | Ἐκεῖ ἐδειλίασαν φόβον οὗ οὐκ ἦν φόβος. (A f. 84.) Καταγινώσκει γὰρ τῶν τοιούτων ὁ Ψαλμ‐ ῳδός. Ἰουδαῖοι γοῦν οἱ ἐν ἀπιστίᾳ μεμενηκότες, ψοφοδεῆ φόβον ἐφοβήθησαν, ὃν οὐκ ἔδει αὐτοὺς φο‐ βηθῆναι. Τίς δὲ ὁ ἀνόητος φόβος; Ἐδειλίασαν, μή‐ | |
15 | ποτε παραδεξάμενοι τὸν Χριστὸν, καὶ εἰς αὐτὸν πι‐ στεύσαντες προσκρούωσι τῷ Θεῷ. Λεχθείη δ’ ἂν καὶ περὶ τῶν πιστευσάντων ἡ τοῦ στίχου δύναμις, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον· Ὁ μὲν νόμος, φησὶ, Μωσέως κόλασιν ἐποίει· ὁ δὲ τοῦ Χριστοῦ φόβος | |
20 | ἁγνός ἐστιν, ὡς υἱοὺς γὰρ φοβεῖσθαι Πατέρα παρ‐ εσκεύασε. Μετὰ τὸν καιρὸν τοίνυν ἐκεῖνον, καθ’ ὃν δηλονότι ἡ ἐπιφάνεια· φόβον φοβηθήσονται οὗ οὐκ ἔστι φόβος, ἐκ νομικῆς δηλονότι ἀπειλῆς, ἀλλ’ ἡ πρέ‐ | |
πουσα μᾶλλον ἐλευθέροις εὐλάβεια. | 803 | |
69.805 | Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; (A f. 84.) Ὅρα πῶς διψῇ τὸν Κύριον, καὶ οἶον μέλλοντος οὐκ ἀνέχεται, καθ’ ὃν ἐπιλάμψειν ἔμελλε καιρὸν τὸ σωτήριον τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστι | |
5 | Χριστός. Φησὶ δὲ αὐτὸν σωτήριον τοῦ Ἰσραὴλ, διὰ τὸ ἀφικέσθαι τάχα πρωτοτύπως ἕνεκα τοῦ Ἱσραήλ. Ἔφη γάρ· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Ἢ καθ’ ἕτερον τρό‐ πον· ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος, Ἰουδαίων | |
10 | ἦσαν αἱ ἐπαγγελίαι, αἱ νομοθεσίαι, καὶ ἡ διαθήκη, καὶ οἱ πατέρες ἐξ ὧν γεγένηται τὸ κατὰ σάρκα Χριστός. Διψῶ οὖν τὴν παρουσίαν αὐτοῦ, ὁ προφήτης φησί. Τίς μοι δώσει ἰδεῖν τὸν Σωτῆρα ἢ ἐκ τῆς ἄνω Σιὼν καὶ τοῦ οὐρανοῦ ἐπιδημήσαντα, ἢ ἐκ τῆς κάτω | |
15 | Σιὼν διὰ τῆς κατὰ σάρκα γεννήσεως προερχό‐ μενον; | |
17t | ΨΑΛΜΟΣ ΙΔʹ. | |
18 | Τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου; (C f. 25.) Ὄρος ἅγιόν ἐστιν ἡ βασιλεία τοῦ μέλ‐ | |
20 | λοντος αἰῶνος· ὄρος, διὰ τὸ ὑψηλὸν καὶ ὑπερκείμε‐ νον· ἅγιον, ἐπειδὴ ἐν αὐτῷ οὐ κατοικεῖ βέβηλος. Ὁ τοίνυν παροικῶν ἐν τῷ βίῳ τούτῳ, καὶ τῇ νῦν πολι‐ τείᾳ ὡς σκιᾷ καὶ χόρτῳ κατὰ πάροδον χρώμενος, οὗτος κατασκηνοῦν, τουτέστι κατοικεῖν, ἐν τῇ μελ‐ | |
25 | λούσῃ βασιλείᾳ δυνήσεται. Τίς δὲ ὁ τοιοῦτος, καὶ πῶς πολιτευόμενος, ἔχει τοῦ ψαλμοῦ τὰ ἐπαγό‐ μενα. Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ. | |
30 | (B f. 50) Ἔχει τι τὸ ἀσαφὲς ὁ λόγος· ἄδηλον γὰρ πότερόν ποτε παρὰ τῶν ἔγγιστά τισιν οὐκ ἔλαβεν ὀνειδισμὸν, ἤγουν αὐτὸς κατ’ ἐκείνων τὸν ὀνειδισμόν; Καὶ οἶμαι δὲ ἔγω γε τοῖς δικαιοσύνης ἐπιμεληταῖς ἐπεῖναι πρέπειν κατ’ αὐτὸν ἀμφότερα. Καρπὸς γὰρ | |
35 | εἰς λῆξιν τῆς ἐπιεικείας τὸ σεπτὸν οὕτω ποιεῖσθαι τοῦ βίου ἀγωγὴν, ὥστε μὴ παρ’ ἑτέρων ὀνειδίζεσθαι τυχὸν ἐπὶ τῇ τῶν καλλίστων ῥᾳστώνῃ, μήτε μὴν αὐ‐ τὸν κατονειδίζειν ἑτέροις, κἂν εἴ πού τι διαπέσειάν τε καὶ διαπταίσειαν· νοσεῖ γὰρ ἀνθρώπου φύσις, καὶ | |
40 | πίπτει ῥᾳδίως εἰς τὸ πλημμελές. (B f. 50.) Ἡ ἐξουδένωσις οὐκ ἐξ ὑπερόπτου φρο‐ νήματος, ἀλλ’ ἐκ μισοκάκου μᾶλλον καὶ βδελυττομέ‐ νου τὰ πονηρά. | |
44t | ΨΑΛΜΟΣ ΙΕʹ. | |
45 | Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. (C f. 26.) Πάλιν καὶ τοῦτο πρέπον τῇ τοῦ δούλου μορφῇ· δηλοῖ δὲ ἅμα καὶ τὴν ἐν πίστει δι’ ὁμολογίας δικαίωσιν. (A f. 88 b) Ἐνταῦθα τὸ κοινὸν ὥσπερ πρόσωπον | |
69.805(50) | τῆς ἀνθρωπότητος ἀναλαβὼν ὁ Σωτὴρ, τοὺς πρὸς τὸν Θεὸν καὶ Πατέρα ποιεῖται λόγους οὐχ ὑπὲρ ἑαυτοῦ μᾶλλον, ἀλλὰ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, ὡς εἷς ἐξ ἡμῶν διὰ τὴν οἰκονομίαν. Κύριον οὖν ὀνομάζει τὸν Πατέρα, διὰ τὸ ἐν τῇ τοῦ δούλου αὐτὸς γενέσθαι μορφῇ. | |
55 | Φυλαχθῆναι δὲ ἑαυτὸν αἰτεῖ, διὰ τὴν Ἐκκλησίαν, ἥ | |
ἐστιν ἡ σὰρξ αὐτοῦ. Ἡ γὰρ σὰρξ αὐτοῦ Ἐκκλησία· | 805 | |
69.808 | φυλαχθῆναι δὲ ταύτην αἰτεῖ εἰκότως· καὶ εἰς τὸ αὐτοῦ πρόσωπον ἀναφέροιτ’ ἂν ἡ Ἐκκλησία καὶ ἡ φυλακή. Τίθησι δὲ καὶ τὴν αἰτίαν τοῦ δεῖν αὐτὸν φυλάττεσθαι· Διὰ τοῦτο γὰρ, φησὶν, ὦ Πάτερ, αἰτῶ παρὰ σοῦ φυ‐ | |
5 | λαχθῆναι, διότι ἐπὶ σοὶ ἤλπισα· ἐμαυτὸν δὲ λέγων, τὴν Ἐκκλησίαν λέγει. Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγα‐ θῶν μου οὐ χρείαν ἔχεις. (A f. 88. b.) Καὶ ἐν τῷ Εὐαγγελίῳ ἔλεγεν· «Ἀνα‐ | |
10 | βαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Καὶ νῦν ὡς φύσει γενό‐ μενος ἄνθρωπος, Κύριον ἑαυτοῦ τὸν Πατέρα καλεῖ. Προσθεὶς δὲ, «Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις,» τῆς νομικῆς λατρείας ἔδειξε τὸ ἀνόνητον. Ἀγαθὰ | |
15 | γὰρ ἐνταῦθα, τὰς κατὰ νόμον προσφερομένας θυσίας ὠνόμασεν, ἃς οὐ παραδεχόμενος φαίνεται· τὸ γὰρ τῆς πίστεως ῥῆμα ἐκείνας ἀναιρεῖ. «Μὴ φάγομαι κρέα ταύρων, καὶ αἷμα τράγων πίομαι;» Καὶ πάλιν· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατ‐ | |
20 | ηρτίσω μοι.» Ὅρα δὲ ὅτι Θεοῦ μόνου τὸ ἀνενδεές· οἱ δὲ ἄλλοι λεγόμενοι κύριοι, χρῄζουσιν ὧν προσ‐ άγουσιν αὐτοῖς οἱ ὑπ’ αὐτοὺς, οἷον τῆς τῶν οἰκετῶν γεωργίας, τῆς οἰκοδομῆς, καὶ τῶν ἄλλων. Τοῦτο οὖν καὶ ὁ Χριστὸς τεκμήριον τίθησι τοῦ ἀληθῶς Κύριον | |
25 | εἶναι τὸν Πατέρα, ὅτι οὐ χρῄζει τῶν ἀγαθῶν τῶν προσαγομένων παρ’ αὐτοῦ, τουτέστι παρὰ τῆς σαρ‐ κὸς αὐτοῦ τῆς Ἐκκλησίας. Καὶ μέν τοι κἂν προσεύ‐ χηται ὁ Υἱὸς, κἂν δακρύῃ, κἂν παρακαλῇ, οὐκ ἔχει ὁ Πατὴρ χρείαν τῶν τοιούτων ἀγαθῶν· εἰδὼς γὰρ | |
30 | πάντα, οὔτε προσευχῆς δέεται, οὔτε λόγων χρῄζει προφητικῶν. Τοῖς ἁγίοις τοῖς ἐν γῇ αὐτοῦ.» (C f. 26. b.) Ἁγίους εἶναί φησι τοὺς ἡγιασμέ‐ νους ἐν πνεύματι· γῆν δὲ τὴν τοῦ Χριστοῦ Ἐκκλη‐ | |
35 | σίαν. Τὸ δὲ ἐθαυμάστωσεν, ἀντὶ τοῦ ἔδειξεν ἢ ἐδό‐ ξασεν τέθειται. Τὸ δὲ αὐτοῦ, τὸν Πατέρα σημαίνει· ἵνα ᾖ τὸ ὅλαν οὕτω, τοῖς ἡγιασμένοις ἐν πίστει γνω‐ στὸν ἐποίησε τὸ θέλημα τοῦ Πατρός. Διὸ καὶ καλεῖται μεγάλης βουλῆς Ἄγγελος. | |
40 | Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν. (C f. 26. b.) Τῶν ἐθνῶν δηλονότι. Μήπω τῆς ἀλη‐ θείας φανερωθείσης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, ἐπληθύνθησαν αἱ ἁμαρτίαι καὶ τὰ πάθη. Μετὰ ταῦτα, φανερωθείσης τῆς σωτηρίας, ἐτάχυναν εἰς | |
45 | γνῶσιν, καὶ τῶν κακῶν ἀθέτησιν. (L f. 59 b.). Τινὲς δὲ τὰς ποικίλας τῶν ἐθνῶν εἰδω‐ λολατρείας καὶ ἀσθενείας ἐδήλωσαν, ἐξ ὧν οἱ με‐ ταβάλλοντες ἅγιοι γεγόνασι τοῦ Θεοῦ· περὶ ὧν ἔφη | |
«τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ,» οἳ καὶ ταχέως ἀπέστη‐ | 807 | |
69.809 | σαν τῶν εἰδώλων, ἢ τῶν διαπονημάτων. ἣ τῶν ἀσθε‐ νειῶν αὐτῶν τῶν πρὸ τῆς πίστεως, θαυμαστωθέντων τῶν τοῦ Σωτῆρος ἐν αὐτοῖς θελημάτων. Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱ‐ | |
5 | μάτων. (B f. 52.) Εἰ μέν τις βούλοιτο νοεῖν ταῦτα ὡς ἐπὶ τῶν Ἰουδαίων, ἀποφαντικῶς ἀναγνωστέον τοὺς στί‐ χους, οἷον ἐναργῶς διαγορεύοντος τοῦ Θεοῦ τὰς αἰτίας τῆς ἀποβολῆς τοῦ Ἰσραήλ. Οὐκ ἂν συνάξαιμι, φησὶν, | |
10 | τὰς συναγωγὰς αὐτῶν, ἀλλ’ οὐδ’ ἂν μνησθείην ἔτι αὐτῶν τῶν ὀνομάτων διὰ χειλέων μου. Καὶ διὰ ποίαν αἰτίαν; Ἐξ αἱμάτων, φησὶν, τουτέστιν διὰ τὸ πλείστοις αὐτοὺς αἵμασιν ἐνησχολῆσθαι καὶ φόνοις. Εἰ δέ τις λέγοι καὶ περὶ ἐθνῶν χρῆναι νοεῖν αὐτὸν, ἐκδέξαι κατὰ | |
15 | τοιόνδε τινὰ τρόπον. Ἐπειδὴ γὰρ ἐτάχυναν περὶ τὴν πίστιν, φησὶ, καὶ ἀμελ[λ]ητὶ παρεδέξαντο τὸν ἐπιλάμ‐ ψαντα Κύριον, καὶ πρὸς τὸ θεῖον αὐτοῦ δεδραμήκασι φῶς, οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν; Ἀνα‐ γνωστέον δὲ ὡς ἐν ἐρωτήσει καὶ ὑποστιγμῇ· Ἀλλὰ ναὶ | |
20 | συνάξω, φησὶν, ἐξ αἱμάτων· τουτέστιν, ἐπειδὴ πάν‐ τες ἀνῄρηνται, καὶ τὰ πολλὰ αὐτῶν ἐξεχύθη αἵματα, κομίζοντος εἰς ἀπώλειαν τοῦ Σατανᾶ, καὶ τῆς τῶν δαιμονίων ἀγέλης ὀλέθρου οὔσης αὐτοῖς. Δηλοῖ δὲ τὸ αἷμα τὴν ἀναίρεσιν, ἤγουν τὴν ἀπώλειαν ἣν ὑπέστη‐ | |
25 | σαν αὐτοὶ, διὰ τὸ μὴ εἰδέναι τὸν τῶν ὄλων Δημιουρ‐ γόν. Καταφέρεσθαι δὲ ἀγέλη[ν] δεῖ εἰς τὸν ᾅδην. Οὕτω γὰρ γέγραπται περὶ αὐτῶν καὶ τοῦ Σατανᾶ· «Ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη·» καὶ τὸ, «Ὡς πρόβατα ἐν ᾄδῃ ἔθεντο· θάνατος ποιμανεῖ αὐτούς.» | |
30 | Αὐτὸς γὰρ ἦν ὁ θάνατος, τουτέστιν ὁ θανάτου πρό‐ ξενος Σατανᾶς καταποιμένων αὐτοὺς, καὶ ὥσπερ ἔν τισι σηκοῖς κατακλεῖ[ω] τοῖς ᾅδου μυχοῖς. Ἐπειδὴ τοί‐ νυν, φησὶ, πολλὰ γέγονεν αὐτῶν τὰ αἵματα, καὶ ὅτι ἐτάχυναν εἰς πίστιν, οὐκ ἂν εἰκότως ἐλεήσας συν‐ | |
35 | άξαιμι τὰς συναγωγὰς αὐτῶν; (A f. 89.) Ὁ μέντοι θεῖος Κύριλλος ἐν ἐρωτήσει τοὺς στίχους ἀναγινώσκεσθαι βούλεται. Ἐπειδὴ γὰρ, φησὶν, οἱ ἐξ ἐθνῶν κεκλημένοι περὶ τὴν πίστιν ἐτά‐ χυναν, ἆρά γε οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν; | |
40 | Τὸ δὲ ἐξ αἱμάτων ἀντὶ τοῦ, Ἐπειδὴ πάντες ἀνῄρην‐ ται, etc. ut supra. (C. f. 26 b.) Ἢ κατὰ τὸν Ἀκύλαν· «Οὐ σπείσω σπονδὰς αὐτῶν ἐξ αἱμάτων.» Πάλαι μὲν ἔσπενδον οἱ Ἰουδαῖοι κατὰ τὸν νόμον Θεῷ, Ἕλληνες δὲ τοῖς εἰδώ‐ | |
45 | λοις. Ἐγὼ δὲ παραδώσω καινὰ μυστήρια πᾶσι καὶ θυσίαν ἀναίμακτον, μηκέτι δεχόμενος τὰς κατὰ νό‐ μον σπονδάς. [Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτη‐ ρίου μου. | |
69.809(50) | Ποτήριον δὲ τὴν δοθεῖσαν αὐτῷ κληρονομίαν παρὰ τοῦ Πατρὸς ὀνομάζει, ὡς εὐφραίνειν αὐτὸν δυναμέ‐ νην, οὐκ οὔσης τοιαύτης τῆς πάλαι, τουτέστιν τοῦ Ἰσραὴλ, στυγητῆς δὲ μᾶλλον καὶ ἀπηχθημένης. Ὡς εὐφραινούσης τοίνυν αὐτὸν τῆς Ἐκκλησίας ποτήριον | |
55 | ὀνομάζει. Ἔφη γάρ που πρὸς αὐτὸ Ἡσαΐας· «Καὶ ὡς εὐφραίνεται νεανίσκος ἐπὶ παρθένῳ, οὕτως εὐ‐ | |
φραίνεται Κύριος ἐπὶ σοί.»] | 809 | |
69.812 | Σχοινία ἐπέπεσέ μοι ἐν τοῖς κρατίστοις μου. (C f. 27.) Σχοινίον μέτρον ἐστὶν, ὡς γέγραπται ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ τὸ, «Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ πνεῦμα.» Ἢ τάχα τὸ μέτρον οὐ | |
5 | πρὸς τὴν γνῶσιν αὐτὴν ὀνομάζεται, ἀλλ’ ὡς πρὸς τὸν ὑποδεχόμενον αὐτὴν, τῷ μὴ εἶναι αὐτὸν γνώσεως μεί‐ ζονος δεκτικόν. Καὶ γὰρ ὁ αὐτὸς μὲν ὑετός ἐστι, μετρεῖται δὲ ἐν τοῖς ὑποδεχομένοις ἀγγείοις. Ἡ κληρονομία μου κρατίστη. | |
10 | (A f. 89 b.) Ἡ μὲν πρώτη κληρονομία, τουτέστιν ὁ Ἰσραὴλ, οὐ κρατίστη ἧν ἀλλὰ καὶ θεοστυγὴς μᾶλλον. Ἀγάπης δὲ σχοινίοις καὶ ἐντονωτάτῃ διαθέσει Χριστῷ συνῆπται, κλῆρος ὥσπερ ἐξαίρετος, ἡ ἐξ ἐθνῶν Ἐκ‐ κλησία, ἣν καὶ κρατίστην εἰκότως ἀποκαλεῖ· ἔνεστι | |
15 | γὰρ αὐτῇ πολὺ τὸ εὐπειθὲς καὶ εὐήνιον, καὶ κάλλος ἐκλάμπει τὸ νοητὸν, διὰ πάσης ἀρετῆς κοσμούμενον. Ἢ τάχα τὰ σχοινία, οὐ τοὺς δεσμοὺς τῆς ἀγάπης δηλοῖ, ἀλλ’ ἐκ μεταφορᾶς τῶν γεωμετρούντων εἴρη‐ ται· ὅτι Σχοινίοις ὁ Πατὴρ τὴν κληρονομίαν μοι δι‐ | |
20 | εμέτρησε, καὶ ὁροθεσίοις περιέλαβε καὶ κύκλῳ πε‐ ριετείχισε καὶ κατησφαλίσατο, ὥστε μηκέτι τὴν κρα‐ τίστην παρ’ ἐμοὶ καὶ πατρῴαν διαρπαγῇ κληρονο‐ μίαν, εἰς ἣν ἔπεσέ μοι τὰ τῆς κληροδοσίας σχοινία, τουτέστιν ἥτις ἐκληρώθη μοι. | |
25 | (K f. 59. b.) Κληρονομία ἐστὶ φύσεως λογικῆς, ἢ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων· κληρονομία δὲ Χριστοῦ ἐστιν ἡ γνῶσις ἐκ τοῦ Θεοῦ. Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός. (A f. 90). Τοῦτο ὅμοιον τῷ εὐαγγελικῷ ἐκείνῳ ῥητῷ | |
30 | τῷ λέγοντι· «Οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατήρ μου μετ’ ἐμοῦ ἐστι.» Καθ’ ὃ μὲν οὖν νοεῖται Θεὸς ὁ Χριστὸς, αὐτός ἐστιν ὁ πάντα στηρίζων καὶ ἀνέχων· καθ’ ὃ δὲ γέγονεν ἄνθρωπος, πρέποι ἂν αὐτῷ καὶ τὸ λέγειν ἐκ δεξιῶν ἐσχηκέναι τὸν Κύριον, ἵνα μὴ σαλευθῇ. | |
35 | Συμπλάττεται γὰρ αὐτοῦ τοῖς τῆς ἀνθρωπότητος μέτροις, καὶ τὸ τῇ κενώσει πρέπον οὐκ αἰσχύνεται διὰ τὴν οἰκονομίαν. Προσεδεχόμην οὖν, φησὶν, ὅτι ὁ Πατήρ μου βοηθεῖ καὶ οὐκ ἐᾷ περιτραπῆναι. Τὸ, «Ἐκ δεξιῶν μου ἐστὶν,» εἶπεν ἀντὶ τοῦ, Βοηθεῖ μοι, ἀπὸ | |
40 | τοῦ δεξιοῦ καὶ κρείττονος τὴν βοήθειαν καλέσας. Σὺ δέ μοι ὅρα ὅπως γέγονεν ἡ φύσις ἡμῶν εὐδόκιμος ἐν Χριστῷ· προσηνέχθημεν εἰς πρόσωπον τοῦ Πατρὸς οἱ ἐκβεβλημένοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ ἐσχήκαμεν αὐτὸν ἐπαμύνοντα καὶ στηρίζοντα. Ἔχοι‐ | |
45 | μεν οὖν καὶ ἡμεῖς ἀεὶ τὸν Θεὸν πρὸ ὀφθαλμῶν, καὶ ὡς παρόντος καὶ βοηθοῦντος, οὕτω διανοώμεθα, ἵνα μὴ μετακινηθῶμεν ἀπὸ τοῦ καθήκοντος· ἀλλὰ παυ‐ θείη μὲν ὁ ἀπὸ τῶν δεξιῶν ἡμῖν ἀντικείμενος διάβο‐ | |
λος· μὴ δεχοίμεθα δὲ τὴν ἀρὰν, ἣν Ἰούδας λαμβάνει | 811 | |
69.813 | λέγουσαν· «Στήτω ὁ διάβολος ἐκ δεξιῶν αὐτοῦ·» ἐκ δεξιῶν γὰρ τοῦ μὲν δικαίου ὁ Κύριος, τοῦ δὲ ἁμαρ‐ τωλοῦ ὁ διάβολος. [Θεὸς γὰρ φύσει καὶ ζωὴ, καὶ ζωοποιὸς, ἐζωοποίησε | |
5 | τὸν ἑαυτοῦ ναὸν, οὐχ ἑαυτῷ τὸ χρῆμα κατορθῶν, ἀλλ’ εἰς ὅλην τοῦ ἀνθρώπου παραπέμπων τὴν φύσιν ὃ ἐντεῦθεν ἀγαθόν. Οὐκ ἠγνόησε τοίνυν τὴν ὁδὸν τῆς ζωῆς, καίτοι τοῦ προπάτορος Ἀδὰμ ἠγνοηκότος αὐτήν.] | |
10 | Ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ. (C f. 27.) Διὰ τὸ, «Κάθου ἐκ δεξιῶν μου,» καὶ τὸ κεκαθηκέναι μετὰ τὴν ἀνάληψιν ἐκ δεξιῶν τοῦ Πατρὸς τῆς μεγαλοσύνης· πῶς οὖν ὁ Υἱὸς λέγει· «Προωρώ‐ μην τὸν Κύριον ἐκ δεξιῶν μου διὰ παντὸς,» τὸν Πα‐ | |
15 | τέρα δηλῶν; Οὐκοῦν δεξιὸς τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ τοῦ Υἱοῦ ὁ Πατὴρ, κατὰ τὸ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Ἔοικε δὲ τὸ πρῶτον κατὰ τὸ ἀνθρώπινον εἰρῆσθαι· καθ’ ὃ γὰρ Θεὸς, οὐ σα‐ λεύεται. Οὐκ ἄψυχος δὲ ἡ σὰρξ αὐτοῦ· οὐ γὰρ αὐτῆς | |
20 | τὸ λέγειν ἐκ δεξιῶν ἔχειν τὸν Θεὸν καὶ προορᾷν αὐ‐ τὸν διὰ παντὸς, ἵνα μὴ ἁμαρτάνῃ. Κίνησιν γὰρ ἁμαρ‐ τικὴν τὸ σαλευθῆναι δηλοῖ. Μετὰ τοῦ προσώπου σου τερπνότητες ἐν τῇ δε‐ ξιᾷ σου εἰς τέλος. | |
25 | (B f. 54.) Ἦν οὖν ἄρα πρέπον τε ἐοικῶς τῷ τῶν ὅλων Δημιουργῷ, καὶ Κυρίῳ, καὶ Θεῷ τὸ ἀγαλλιᾶσθαι καὶ εὐφραίνεσθαι τῶν, αὐτοῦ κτισμάτων ἀναμορφου‐ μένων ἐπὶ τὸ ἄμεινον, καὶ εἰς ὅπερ ἦσαν ἐν ἀρχαῖς ἀναστοιχειουμένων παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, δι’ | |
30 | αὐτοῦ τοῦ Υἱοῦ· ὥσπερ γὰρ δι’ αὐτοῦ τὰ πάντα παρ‐ ήχθη πρὸς γένεσιν, δι’ αὐτοῦ τὴν εἰς τὰ ἀμείνω δέχεται διασκευήν. (C f. 28.) Δεξιὰ μὲν τοῦ Πατρὸς ὁ Υἱὸς ὡραῖος, τερπνότητα τῆς σαρκὸς αὐτοῦ· ὃς τὴν ἄμορφον καὶ | |
35 | ἀκαλλῆ φύσιν ὑψώσας, ἐν δεξιᾷ τοῦ Πατρὸς θεώσει Θεὸν ἐκάθησεν. | |
37t | ΨΑΛΜΟΣ ΙϚʹ. | |
38 | Εἰσάκουσον, Κύριε, δικαιοσύνης μου. (A f. 91 b) Δικαιοσύνην ἐνταῦθα οὐ τὴν τελείαν | |
40 | ἀρετὴν λέγει (κομπηρὸν γὰρ τοῦτο καὶ φαρισαϊκὸν), ἀλλὰ τὴν δικαίαν αἴτησιν. Αἰτεῖ γὰρ ὁ Δαβὶδ οὐκ ἀπώλειαν τοῦ Σαοὺλ, ἀλλ’ ἑαυτοῦ σωτηρίαν. Ἴσως δὲ, ἐπεὶ οὐ ψιλῶν ῥημάτων ἀκούει Θεὸς, ἀλλ’ ἀρετῆς ὥσπερ βοώσης διὰ τῶν πραγμάτων, διδάσκει ἡμᾶς | |
45 | ὁ προφήτης, πῶς καὶ αὐτοὶ παρακαλοῦντες εἰσακου‐ σθησόμεθα ὅτι μετὰ δικαιοσύνης. Εἰ δὲ ὁ χορὸς τῶν ἀποστόλων ἐστὶν ἐνταῦθα ὁ παρακαλῶν, δικαιοσύνης Κύριον ὀνομάζει τὸν Χριστὸν, οὐχὶ τῆς ἐν τῷ νόμῳ (ἐκείνη γὰρ οὐκ ἦν ἄμεμπτος, ἀλλ’ ἔκειτο μέχρι και‐ | |
69.813(50) | ροῦ διορθώσεως), ἀλλὰ τῆς ἐν ἀληθείᾳ δικαιοσύνης, τουτέστι τῆς εὐαγγελικῆς. Ἀγαπῶντες οὖν οἱ ἀπό‐ στολοι, [τὴν] ἐν πνεύματι προσκύνησιν καὶ λατρείαν φασίν· «Εἰσάκουσον ἡμῶν, ὦ Κύριε, καὶ Θεέ·» οὐχὶ τῆς ἐν τύποις δικαιοσύνης, ἀλλὰ τῆς ἐμῆς, τουτέστι τῆς | |
55 | ἀληθινῆς καὶ πνευματικῆς, καθ’ ἣν καὶ διαβιοῦν | |
ἐθέλομεν, ἣν καὶ τοῖς ἄλλοις κηρύττομεν. Αὐτῷ δὲ | 813 | |
69.816 | τῷ Χριστῷ μάλιστα πάντων ἁρμοδιώτατον τὸ λέγειν κατὰ τὸ ἀνθρώπινον πρὸς τὸν Θεὸν καὶ Πατέρα· «Εἰσάκουσον δικαιοσύνης μου·» αὐτὸς γὰρ ἁμαρ‐ τίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι | |
5 | αὐτοῦ. [Ἐκ προσώπου σου τὸ κρῖμά μου. Ὅμοιον ὡς εἰ λέγοι· Αὐτὸς δικαστὴς τῶν ἐπ’ ἐμοὶ γενοῦ, καὶ τὴν σὴν εὐθύτητα, ἤτοι τὴν σὴν δικαιοκρι‐ σίαν, ἐπιδέτωσάν μου οἱ ὀφθαλμοί.] | |
10 | Ἐπεσκέψω νυκτὸς, ἐπύρωσάς με, καὶ οὐχ εὑ‐ ρέθη ἐν ἐμοὶ ἀδικία. (C f. 28 b.) Ὁ καὶ νυκτὸς καὶ ἐν ὕπνοις ἀνεπίδεκτος αἰσχρῶν καὶ παραλόγων φαντασιῶν, εἴ γε δυνατὸν ταῦτα λεγέτω. Σημειωτέον δὲ τὸ, Ἐπεσκέψω, οὐκ ἐπὶ | |
15 | κολάσεως κείμενον. Καὶ πάλιν ἰστέον ὅτι ἐναντίως ὁ διάβολος πυροῖ τῷ Θεῷ· Θεὸς δὲ πυροῖ, εἴτε τὴν προ‐ ϋπάρχουσαν εὑρίσκῃ ἀδικίαν, ἢ ἐπεὶ οὐ προϋπάρχει, οὐχ εὑρίσκει. Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου | |
20 | (C f. 29.) Ἀνθεστηκότας τῇ δεξιᾷ τοῦ Θεοῦ τοὺς δαίμονάς φησι· δεξιὰ δὲ τοῦ Θεοῦ πᾶς εὐσεβὴς καὶ δίκαιος, περὶ ὧν ἐν ἑτέρῳ λέγει· «Γενηθήτω ἐπ’ ἄνδρα δεξιᾶς μου·» Τούτου τῇ σωτηρίᾳ οἱ δαίμονες ἀνθίστανται, ἐξ ὧν ὁ Θεὸς ἐλευθεροῖ τοὺς ἐλπίζοντας | |
25 | ἐπ’ αὐτόν. (A f. 94.) Ἀνθεστήκασι καὶ τῷ Κυρίῳ, ὅς ἐστι δεξιὰ τοῦ Πατρὸς, Ἰουδαῖοι καὶ Ἕλληνες, καὶ οἱ τῶν βεβήλων αἱρέσεων εὑρεταί· ἐξ ὧν ῥυσθῆναι παρακαλοῦσιν οἱ ἀπόστολοι· καὶ τὸ ἀσφαλὲς ὅπερ ἡ φύσις τῇ κόρῃ | |
30 | τοῦ ὀφθαλμοῦ δεδώρηται, τοῦτο ζητοῦσι παρὰ Θεοῦ, ἵνα κατὰ μηδένα τρόπον ἀδικηθῇ αὐτοῖς ὁ τῆς δια‐ νοίας ὀφθαλμὸς, καὶ πάθοι τὸ σκοτισθῆναι. Ταυτὸ τοῦτο καὶ ὁ Σωτὴρ ἂν εὔξαιτο πρὸς τὸν Πατέρα, ἵνα φυλαχθῇ αὐτὸς, τουτέστι τὸ σῶμα αὐτοῦ, ἡ τῶν | |
35 | πιστῶν Ἐκκλησία, ἐκ τῶν πολεμούντων αὐτῇ, καθά‐ περ τις κόρη ὀφθαλμοῦ ἀνεπιθόλωτος καὶ ὀρθὰ βλέ‐ πουσα. Φυλαχθείημεν καὶ ἡμεῖς ἀπὸ δαιμόνων τῶν ἐναντιουμένων τῇ δεξιᾷ καὶ ἀγαθῇ ἡμῶν πράξει· ἥτις τοῦ Θεοῦ εἶναι λέγεται, ὡς διὰ τῆς αὐτοῦ χάριτος | |
40 | καὶ ἐνεργείας κατορθουμένη, μήποτε τοῦ ἐντὸς ἡμῶν ὀφθαλμοῦ σκοτισθέντος, εἰς τὴν ἀχλὺν τῆς ἁμαρτίας ἐμπέσοιμεν. Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσαις με. (A f. 94.) Καὶ οἱ ἀπόστολοι δὲ ἀναγκαίαν ποιοῦνται τὴν αἴτησιν, ὑπὸ σκέπην γενέσθαι τὴν ἐν Χριστῷ, | |
45 | ταλαιπώρους αὐτοὺς ἀποφαίνειν ἐπιχειρούντων ἐχθρῶν καὶ πᾶν εἶδος ἐπιῤῥιπτούντων ἀγρίως ἐπιβουλῆς. Πάντες γὰρ «οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται.» Ἤθελε καὶ ὁ Σωτὴρ τῆς Ἱερουσαλὴμ τὰ τέκνα συναγαγεῖν, ὃν τρόπον ὄρνις συνάγει τὰ | |
69.816(50) | νοσσία ὑπὸ τὰς πτέρυγας, ἀλλ’ οὐκ ἠθέλησε. Διὸ ὑπὲρ τῆς Ἐκκλησίας ὡς ὑπὲρ ἰδίου σώματος αἰτεῖ παρὰ τοῦ Πατρὸς τὴν φρουρητικὴν δύναμιν. Καταπονοῦσι καὶ ἡμᾶς, καὶ ἀθλίους καὶ ταλαιπώρους ἐργάζονται, | |
οἱ τῆς ἀσεβείας καὶ τῆς ἁμαρτίας εὑρεταὶ δαίμονες· | 815 | |
69.817 | ἀλλ’ ὁ Θεὸς φρουρήσει τὰς καρδίας ἡμῶν καὶ τὰ νοήματα ἡμῶν, ὡς διά τινων πτερύγων συμφυῶν αὐτῷ καὶ ὁμοουσίων, τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ καὶ τοῦ ζωοποιοῦ καὶ ἁγίου Πνεύματος. | |
5 | Ἐκβαλόντες με νυνὶ, περιεκύκλωσάν με. (C f. 29 b.) Καὶ τίνος ἡμᾶς ἐκβάλλουσιν, ὅταν κυ‐ κλῶσαι καὶ συλλαβέσθαι βούλονται; Τοῦ νόμου πάντως καὶ τῶν ἐντολῶν· ὃς ἀντὶ τείχους καὶ πόλεως ἰσχυ‐ ρᾶς ὑπάρχει τοῖς νήφουσι· περὶ ἧς εὑρήσεις τὸν προ‐ | |
10 | φήτην φθεγξάμενον. «Τίς ἀπάξει με εἰς πόλιν πε‐ ριοχῆς;» Μὴ τοίνυν ποτὲ ἐκ ταύτης ἀπατηθέντες ἐκπέσωμεν, μήποτε ὑπὸ τὰς χεῖρας τῶν πολεμίων γενώμεθα. (A f. 95.) Καὶ οἱ πολεμοῦντες δὲ τοῖς ἁγίοις, οὐ‐ | |
15 | δὲν ἄλλο ἑώρων, ἤγουν ἐνενόουν, πλὴν αὐτὸ δὴ τοῦτο καὶ μόνον, τὸ ἐκβαλεῖν τοὺς ἁγίους ἀπὸ τῶν ἀγαθῶν σπουδασμάτων, καὶ ἐκκλῖναι αὐτοὺς καὶ ἐκτρέψαι τῆς κατὰ Θεὸν ὁδοῦ. Ποῦ δὲ βούλονται οἱ ἐχθροὶ ἀποστῆσαι τοὺς ἁγίους τῆς φιλοθεΐας; Ἐν τῇ γῇ, τουτέστιν ἕως | |
20 | ζῶσι, καὶ τὸν ἐπίγειον χῶρον τοῦτον οἰκοῦσιν οἱ ἅγιοι. Μετὰ γὰρ τὴν ἐντεῦθεν ἐκδημίαν, ἐπηρεάζειν οἱ πολεμοῦντες οὐ δύνανται. Λέγουσι μέντοι οἱ ἅγιοι, πάντα τρόπον ἐπιβουλῆς ὑπομένοντες· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;» Ἐξέβαλον | |
25 | καὶ τὸν Κύριον Ἰουδαῖοι ἔξω τῆς πόλεως καὶ περι‐ εκύκλωσαν, καὶ μέντοι καὶ ἐσκόπουν πῶς αὐτὸν ἀπολέσωσι, καὶ εἰς γῆν καταστρέψωσι· καὶ σκοποῦν‐ τες εὗρον ἀρέσκοντα αὐτοῖς τὸν διὰ σταυροῦ ἀτιμότα‐ τον θάνατον. | |
30 | Ὑπέλαβόν με ὠσεὶ λέων ἔτοιμος εἰς θήραν. (C f. 29 b.) Φοβερὰν ἡμῖν τὴν ἐπιβουλὴν τῶν δαιμόνων ὑποτίθεται· τί γὰρ λέοντος ἁρπακτικώτερον ἢ φονι‐ κώτερον; Οὕτως τοίνυν ἡμῖν οἱ ἀόρατοι ἐχθροὶ μετὰ τὴν θήραν κέχρηνται. Ἀλλ’ ὅταν ἀντιστῶμεν ἡμεῖς τῷ Πέ‐ | |
35 | τρῳ πειθόμενοι· «Νήψατε, φησὶ, γρηγορήσατε, ὅτι ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περι‐ πατεῖ, ζητῶν τίνα καταπίει·» ᾧ ἐὰν ἀντιστῆτε τῇ πίστει, παραχρῆμα ταπεινοῦται, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις. Διὰ δειλίαν εὑρίσκονται [οἱ | |
40 | δαίμονες,] φοβούμενοι μὲν ὡς ἰσχυροῖς ἐπελθεῖν, καιρὸν δὲ ὅμως ζητοῦντες· τούτου γὰρ χάριν κρύ‐ πτονται. [Ἰστέον γε μὴν, ὅτι καὶ ἐμφανῶς ἐπιπηδᾷ διὰ τῶν οἰκείων ὑπασπιστῶν ὁ παγχάλεπος λέων, τουτέστιν | |
45 | ὁ Σατανᾶς· ὁ αὐτὸς δὲ καὶ ὡς σκύμνος κρύπτεται· ἀρτύει γὰρ λεληθότως ἐπιβουλάς. Περιθείη δ’ ἄν τις τὰ τοιάδε καὶ τοῖς αὐτοῦ τέκνοις· φρονοῦσι γὰρ τὰ αὐτά.] Ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου. | |
69.817(50) | (C f. 30.) Ῥομφαίαν αὐτοῦ Θεοῦ, καλεῖ τὸν δίκαιον, μαχαίρας δίκην τὰς τῶν δαιμόνων παρατάξεις | |
τέμνοντα. Δικαίου γὰρ ψυχὴ, ἁμαρτίας ἀναίρεσις· | 817 | |
69.820 | δικαίου ζωὴ, θάνατος ἡδονῶν. Καὶ διὰ τοῦτο ῥυσθῆναι αὐτὴν ἀπὸ ἀσεβοῦς καὶ χειρὸς ἐχθρῶν, τουτέστι τοῦ διαβόλου καὶ τῶν δαιμόνων, ὡς σφόδρα παρὰ πάντων ἐπιβουλευόμενος προσεύχεται. | |
5 | Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς, καὶ ὑπο‐ σκέλισον αὐτούς. (B f. 58.) Τὸ μὲν πρόφθασον δηλοῖ τὸ, Μὴ ἐπιτρέψῃς εἰς πέρας αὐτοῖς ἐκβῆναι τὸ σπουδαζόμενον· προ‐ λαβὼν δὲ τὸν ἐμὸν κίνδυνον, τὸ τέλος ἀχρεῖον αὐτῶν | |
10 | ἀποφῆναι τὴν σκαιότητα. Τὸ δ’ ὑποσκέλισον, ἀντὶ τοῦ, Μὴ εὐοδώσῃς τρέχοντας κατ’ ἐμοῦ· πιπτέτωσαν δὲ μᾶλλον ὡς ὑπαντῶντός τινος, καὶ τὸν πανχάλεπον αὐτῶν ἀνακόπτων δρόμον. [Κύριε, ἀπ’ ὀλίγων ἀπὸ γῆς. | |
15 | Ὀλίγους, ὥσγε οἶμαι, φησὶν τοὺς ἐξειλεγμένους ἐν τούτοις, δῆλον δὲ ὅτι τοὺς ἁγίους, καὶ τὸν ἀπό‐ βλεπτον παρὰ Χριστοῦ λαχόντας κλῆρον. Καὶ αὐτὸς δέ φησιν ὁ Σωτήρ· «Πολλοὶ μὲν οἱ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.»—«Διαμέρισον τοίνυν αὐτοὺς ἐν τῇ ζωῇ | |
20 | αὐτῶν.» Ἀποδίελε, φησὶ, τῶν ἁγίων, καὶ ἀπόστησον τῶν ἱερωτάτων τοὺς πονηρούς· πρέπει γὰρ τοῦτο τῇ ζωῇ αὐτῶν. Τοῖς γὰρ ἀποσειομένοις τὸν ἐπὶ Θεῷ ζυγὸν, καὶ ἀπηνῆ τοῖς αὐτοῦ θεσπίσμασιν ἀντανα‐ τείνουσι τὸν αὐχένα, πῶς ἂν δοθείη κλῆρος ἢ μερὶς | |
25 | μετὰ τῶν εὐήνιον ἐχόντων τὸν νοῦν, καὶ ὅπερ ἂν βούλοιντο πρὸς τοῦτο μάλιστα ἐσπουδακόσιν;] | |
27t | ΨΑΛΜΟΣ ΙΖʹ. | |
28 | Εἰς τὸ τέλος, τῷ παιδὶ Κυρίου τῷ Δαβίδ· ἐλάλησε τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης, | |
30 | κ.τ.λ. (A f. 97 b.) Τὸ δὲ ἀληθὲς καὶ μυστικὸν, οἱ πιστεύ‐ σαντες εἰς Χριστὸν τὸν ἐκ σπέρματος Δαβὶδ γεγονότα, καὶ σὺν αὐτῷ υἱοὶ τοῦ Δαβὶδ χρηματίσαντες, οὗτοι τῷ Χριστῷ τὴν ᾠδὴν ταύτην ἀνακομίζουσιν, ὡς ἐκ πάν‐ | |
35 | των ἐχθρῶν ῥυσθέντες, καὶ ἐκ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, ὃν τῆς καθ’ ἡμῶν τυραννίδος ἐξέβα‐ λεν ὁ Υἱὸς, καθ’ ἃ καὶ πάλαι Θεὸς τὸν Σαοὺλ ἀπώσατο τοῦ βασιλεύειν ἐπὶ τὸν Ἰσραήλ. Εἰσφέρεται δὲ ἐν τῷ ψαλμῷ, ποτὲ μὲν τὸ πρόσωπον τῶν πιστευσάντων, | |
40 | ποτὲ δὲ τὸ τοῦ Χριστοῦ, ταῖς ἀνθρωπίναις κεχρημέ‐ νον φωναῖς. Ταύτῃτοι καὶ Εἰς τὸ τέλος ἡ ἐπιγραφή. Περιέχει γὰρ ὁ ψαλμὸς τὴν κάθοδον τοῦ Μονογενοῦς, τὴν ἀνάληψιν, τὴν κατὰ τῶν δαιμόνων νίκην, τοῦ Ἰσραὴλ τὴν ἐκβολὴν, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν, | |
45 | ἅτινα πάντα ἐν τῷ τέλει τῶν αἰώνων ἐγένετο, ὅτε ὁ Μονογενὴς ἐνηνθρώπησεν. Εἴημεν καὶ ἡμεῖς παῖδες Κυρίῳ, ὅ ἐστι δοῦλοι· καὶ ὡς ἐν ἡμέρᾳ τῇ ἀρετῇ καὶ τοῖς ἔργοις τοῦ φωτὸς εὐσχημόνως περιπατοῦν‐ τες, ῥυσθείημεν ἐκ πάντων τῶν ἐχθρῶν, μάλιστα δὲ | |
69.820(50) | τῆς χειρὸς τοῦ Σαοὺλ, τουτέστι τῆς πράξεως καὶ τῆς ἐνεργείας τοῦ Σατανᾶ. Ἡ γὰρ χεὶρ, πράξεως σύμ‐ βολον· καὶ εἰς τὸ τέλος τῆς νίκης ἐλθόντες, εὐχα‐ | |
ριστεῖν ἀξιωθείημεν τῷ νικοποιῷ Χριστῷ. | 819 | |
69.821 | Ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου. (C f. 31.) Ταῦτα δὲ πάντα δικαίως ὀνομάζεται, περὶ οὗ ψάλλειν ἡμᾶς αὐτὸς οὗτος ὁ προφήτης ἐδί‐ | |
5 | δαξεν· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Οὔ‐ τως ἡμῶν ὑπερασπιστὴς διὰ τῆς σαρκὸς, καθάπερ ἐν ἀσπίδι βέλη τὰ ὑπὲρ ἡμῶν πάθη δεξάμενος. Ἀντιλήπτωρ διὰ τῆς θεότητος· μόνη γὰρ ἡμῶν ἀντι‐ λαβέσθαι διὰ τῆς ἀπαθείας ἐδύνατο. Κέρας ἡμῶν | |
10 | σωτηρίας διὰ τοῦ σταυροῦ ἐγένετο· οὐδὲν γὰρ τοῖς δαίμοσιν τοῦ σταυροῦ φοβερώτερον. Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσ‐ ώπου αὐτοῦ. (A f. 100, Κυρίλλου καὶ Ὑπατίου.) Ὥσπερ γὰρ | |
15 | καπνὸς προηγεῖται πυρὸς, ἀνακαιομένου δὲ πυρὸς καὶ ξυλικὴν δαπανῶντος ὕλην, ἄνθρακας γίνεσθαι συμβαίνει, οὕτω καὶ ἡ τοῦ Θεοῦ ὀργὴ, ἤρξατο μὲν ὡς διὰ καπνοῦ, ηὔξησε δὲ ὡς πῦρ, καὶ τέλος ἀπην‐ θράκωσε τοὺς ἐχθροὺς τοῦ Δαβίδ. Εἰκότως δὲ κα‐ | |
20 | πνὸς καὶ τιμωρία λέγεται, ὡς δακρύων ἐμποιητική· ἐξέλκει γάρ πως ἀεὶ τῶν ὀμμάτων τὸ δάκρυον ὁ καπνὸς ἐμπίπτων τοῖς ὀφθαλμοῖς. Ὀργισθέντος δὲ τοῦ Δημιουργοῦ καὶ κατὰ δαιμονίων διὰ τὴν τοῦ πλάσματος ἀπώλειαν, προηγήσατο τῆς ἐκδικήσεως ὁ | |
25 | καπνὸς, ἡ μετρία τοῦ τυραννήσαντος ἐποχή· ἠκολού‐ θησε δὲ καὶ πῦρ, ἡ παντελὴς πάντως τοῦ πολεμίου φθορὰ γενομένη ἀπὸ προσώπου τοῦ Θεοῦ, τουτέστιν ἀπὸ Χριστοῦ, ὅς ἐστι τοῦ Θεοῦ πρόσωπον καὶ χα‐ ρακτὴρ τῆς αὐτοῦ ὑποστάσεως. Ἐνανθρωπήσαντος | |
30 | γὰρ τοῦ Μονογενοῦς, ἀνήφθη ἀπ’ αὐτοῦ πῦρ ὀργῆς κατὰ τῶν δαιμονίων, ὥστε κράζειν αὐτά· «Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Καὶ ἐπὶ τῶν Ἰουδαίων δὲ προανεδόθη ὥσπερ καπνὸς ἡ παρὰ τοῦ Χριστοῦ ἐπ’ αὐτοὺς ἀπειλή. Ἔφασκε γάρ· «Ὅταν | |
35 | ἴδητε κυκλουμένην τὴν Ἱερουσαλὴμ ὑπὸ στρατο‐ πέδων, τότε ἐρεῖτε τοῖς ὄρεσι· Καλύψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς· Πέσετε ἐφ’ ἡμᾶς.» Εἶτα ἐπηκολού‐ θησε καὶ πῦρ ἡ ὀργὴ, καὶ τοσοῦτον ἐπ’ αὐτοῖς ἐξ‐ εκαύθη, ὥστε καὶ ἄνθρακας αὐτοὺς ἀποτελέσαι, τουτ‐ | |
40 | έστι δαπανῆσαι καὶ διαφθεῖραι. Οἶδα καὶ πῦρ κα‐ λὸν, ὅπερ ἦλθε Χριστὸς βαλεῖν ἐπὶ τὴν γῆν. Τοῦτο τὸ πῦρ ἐπαινετοὺς ἄνθρακας ἀποτελεῖ· διὰ γὰρ τῆς τοῦ ἁγίου Πνεύματος θερμότητος, τῷ πνεύματι ζέοντες ἀποφαίνονταί τινες. Ἀνήφθησαν γοῦν ἀπὸ Θεοῦ ἄνθρακες οἱ ἀπόστολοι, τῇ πρὸς αὐτὸν ἑνώσει | |
45 | πυρούμενοι, καὶ φωστῆρες ἐν κόσμῳ φαινόμενοι· καὶ περὶ αὐτῶν λέλεκται πρὸς τὴν Ἱερουσαλήμ· «Ἔχεις ἄνθρακας πυρὸς καθίσαι ἐπ’ αὐτοὺς, οὗτοι ἔσονταί σοι βοήθεια.» Ἔκλινεν οὐρανοὺς καὶ κατέβη, κ.τ.λ. (C f. 31 b.) Κατέβη ἵνα τὴν γῆν τῷ οὐρανῷ συν‐ άψῃ, καὶ τοῖς κάτω πρὸς τὰ ἄνω κοινωνίαν χαρί‐ | |
69.821(50) | σηται. Οὐκ ἂν δὲ τοῦτο ἐγένετο, εἰ μὴ καταβὰς τοῦ‐ τον τὸν τρόπον ἐπεδήμει τῇ γῇ καθ’ ὃν ἐδύνατο | |
δέχεσθαι, τουτέστιν ἐν σαρκὶ, ἥντινα γνόφον ὑπὸ | 821 | |
69.824 | τοὺς πόδας ἐκάλεσεν. Αὔτη γὰρ τοῦ Θεοῦ τὴν παρ‐ ουσίαν τὴν ἐπὶ συντελείᾳ πρὸς ἡμᾶς γενομένην ἀπέκρυψεν. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ. | |
5 | (K f. 48). Σκότος ἐνταῦθα τὴν ἐκ τῆς ἀκαταληψίας ἀχλὺν, ἣ καὶ τοῖς εἰς νοῦν τὸν ἡμέτερον ὀφθαλμοῖς ἐμπίπτουσα, τὸν ἀϊδίως ὄντα μετὰ Πατρὸς, χρόνου μέτροις μετρεῖν οὐκ ἐᾷ. (C f. 31 b). Σκότος τὸ ἀσαφὲς τοῦ μυστηρίου νόη‐ | |
10 | σον, ὅπερ ἀπὸ τῆς σαρκὸς τοῖς ἀπίστοις συνέβαι‐ νεν· ὅθεν καὶ ἀποκρυφὴν εἰκότως προσηγόρευσεν· οὔτως ἑαυτὸν ὁ Χριστὸς ἀπὸ τοῦ διαβόλου καὶ τῶν δαιμόνων ἔκρυψεν, οἳ θεωροῦντες αὐτὸν καὶ παρὰ τῶν Ἰουδαίων ἀπιστούμενον, ἐπὶ τὸν σταυρὸν ἔτρε‐ | |
15 | χον, οὐκ εἰδότες τοῦ σταυρωθέντος τὴν δύναμιν. Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. (F f. 23.) Κεκρυμμένον γὰρ οὕτως ἐστὶ τὸ τοῦ Χριστοῦ μυστήριον. Ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, προσ‐ | |
20 | ελάβετό με ἐξ ὑδάτων πολλῶν. (A f. 102 b.) Ὁμολογεῖ καὶ ἡ τῶν πιστῶν Ἐκκλη‐ σία, Σωτῆρα ἐξ οὐρανοῦ τὸν Κύριον παρὰ τοῦ Πα‐ τρὸς ἀποσταλῆναι, ὡς ἀκτῖνα ἐξ ἡλίου, καὶ ἐλευ‐ θερῶσαι αὐτὴν ἀπὸ τῶν πολλῶν ὑδάτων, τουτέστι | |
25 | τῶν ἀντικειμένων δυνάμεων, καὶ τῶν ἀλμυρῶν καὶ ταραχωδῶν τοῦ βίου πραγμάτων καὶ περιστάσεων. Πολλὰ δὲ λέγει τὰ ὕδατα· διάφοροι γὰρ τῶν πειρα‐ σμῶν οἱ τρόποι, καὶ τῶν πονηρῶν πνευμάτων αἱ ἐπιβουλαί. Ἀλλ’ ἐκ πάντων τούτων σέσωκεν ἡμᾶς ὁ | |
30 | Χριστός. Κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπο‐ δώσει μοι. (C f. 34.) Συζύγως δὲ καθαρότητα χειρῶν ἐρεῖς τὰ λαμπρὰ καὶ ἀμολύντως ἐνεργούμενα τῆς πίστεως | |
35 | ἔργα, ὧν χωρὶς ἡ πίστις νεκρά ἐστιν. Ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ. (C f. 35 b.) Ὁ τοῦ Θεοῦ Λόγος μόνος Θεὸς ἀληθής· διὸ καὶ Μονογενὴς διὰ τὸ μόνος εἶναι ὥσπερ Θεός· πάντες γὰρ οἱ ἄλλοι παρουσίᾳ τοῦ Θεοῦ Λόγου θεοὶ | |
40 | κατασκευάζονται. Ἐκείνους γὰρ θεοὺς εἶπεν, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο. Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου. (A f. 105 b.) Ἁρμόζει δὲ ταῦτα καὶ τοῖς ἱερουρ‐ | |
45 | γοῖς τοῦ Εὐαγγελίου, οἷς ἔλεγεν ὁ Σωτήρ· «Καθ‐ ίσατε ἐν Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους·» ἣν περιζωσάμενοι καὶ, τῷ ἁγίῳ καθοπλι‐ σθέντες Πνεύματι (τοῦτο γὰρ ἡ ἐπηγγελμένη δύνα‐ μις), ἀκαταγώνιστοι ἐγίνοντο καὶ δαίμοσι καὶ διώ‐ | |
69.824(50) | κταις καὶ πάθεσι, καὶ τὴν ὁδὸν τῆς ζωῆς ἀνεπιλή‐ πτως διῆλθον. Καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με. (A f. 105 b.) Φασὶ τὰς ἐλάφους εὐδρομωτάτας εἶναι, | |
55 | καὶ μὴν καὶ ὀφιοκτόνους, καὶ διωκομένας ὑπὸ τῶν | 823 |
69.825 | θηρευτῶν, ὑψοῦ φέρεσθαι. Ἐδίωξαν οὖν καὶ τὸν Δαβὶδ ἄλλοι τε καὶ ὁ Σαούλ· ἀλλ’ οὐ κατέλαβεν αὐ‐ τὸν, τοῦ Θεοῦ τάχος αὐτῷ ἐμπαρέχοντος, καὶ κατα‐ πατεῖν ὡς ἰοβόλα θηρία τοὺς πολεμίους ποιοῦντος. | |
5 | Ἐπεὶ δὲ ἴδιόν ἐστι τῆς τῶν νεβρῶν φύσεως τὸ ἀνα‐ λωτικὸν τῶν θηρίων, καὶ τὸ φυγαδεύειν τῷ ἄσθματι καὶ τῇ τοῦ χρωτὸς ἰδιότητι τὸ τῶν ὄφεων γένος, εἰκότως νεβρὸς ὁ Κύριος λέγεται, ὡς πατῶν καὶ ἀναλίσκων τὴν ἐναντίαν ἐνέργειαν, καὶ τοὺς μαθη‐ | |
10 | τὰς εἰς τὴν τῶν ἐλάφων καταρτιζόμενος φύσιν, ἐν οἶς λέγει· «Δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων.» Διώκει μὲν οὖν ὁ Σατανᾶς οἷά τις ὄφις· ἀλλ’ οὗτοι λαβόντες ἐξουσίαν παρὰ τοῦ Σωτῆρος πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, τῶν | |
15 | νοητῶν δηλαδὴ, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, οὐχ ἁλίσκονται· ἀλλὰ τὸ χαμαιριφὲς ἀφέν‐ τες φρόνημα, ἀναφοιτῶσιν ὥσπερ εἰς ὄρος τὴν ἀξιό‐ κτητον ἀρετήν. Πλὴν οὐκ ἀρκεῖ τὸ ἀναφοιτῆσαι μόνον, ἀλλὰ χρὴ προσεῖναι καὶ τὸ ἐμμένειν τοῖς ἄνω καὶ | |
20 | ἐμφιλοχωρεῖν τοῖς τῶν ἀρετῶν ὑψώμασι. Διὸ καὶ τὸν δίκαιον, τὸν τοὺς πόδας κατηρτισμένους ἔχοντα, οὐ μόνον ἀνάγει ἐπὶ τὰ ὑψηλὰ ὁ Θεὸς, ἀλλὰ καὶ ἱστᾷ ἄνω, τουτέστιν ἵστασθαι παρασκευάζει ἐν τῇ ἀρετῇ, καὶ μὴ καταπίπτειν. | |
25 | Ἐπλάτυνας τὰ διαβήματά μου. (C f. 36.) Διαβήματα λέγει καθ’ ἃ ἐκ κακίας εἰς ἀρετὴν, καὶ ἐξ αἰσθητῶν ἐπὶ νοητὰ, καὶ ἀπὸ τοῦ παρόντος αἰῶνος εἰς τὸν μέλλοντα διαβαίνει. Κατ’ ἀρχὰς μὲν οὖν τὰ στενὰ καὶ ἐπίπονα τῷ τὴν τεθλιμ‐ | |
30 | μένην ὁδεύοντι, καὶ τῶν ἐχθρῶν βουλομένῳ διαβαί‐ νειν τὰ σκάνδαλα· τῇ δὲ προκοπῇ, πλατυνόμενα. Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι. (D f. 67.) Οὐκ ἀγνοίας ἐστὶ σημαντικόν· ταῦτα γὰρ οἶδεν ὡς Θεός· ἀλλ’ ὅτι οἱ κατὰ καιροὺς τὴν | |
35 | οἰκειότητα τὴν εἰς ἐμὲ μὴ λαχόντες. (L f. 67.) Λέγοιτο δὲ ταῦτα καὶ ἐκ προσώπου Χριστοῦ καὶ Δαβὶδ, οὗπερ ἐκ σπέρματος αὐτοῦ γε‐ νομένου τὸ πρόσωπον ἀνείληφεν ὁ Χριστός. Εἰ δὲ μὴ τῶν ἐθνῶν ἐβασίλευσεν ὁ Δαβὶδ, ἐπὶ τὸν ἐξ αὐτοῦ | |
40 | Χριστὸν τὸν λόγον ἀνύσωμεν, τὸν ἀεὶ μὲν ὡς Θεὸν ἀπάντων δεσπόζοντα, μετὰ δὲ τὴν ἐνανθρώπησιν καὶ τὴν ἐθελούσιον τῶν εἰς αὐτὸν πεπιστευκότων δουλείαν δεξάμενον. Διττὸν δὲ τὸ γινώσκει[ν] τὰς καρ‐ δίας ἡμῶν, ἢ τὸ ἐπίστασθαι ἢ τὸ ἡνῶσθαι γνωστῷ | |
45 | τὸ γινῶσκον. Κατὰ πρότερον σημαινόμενον, καὶ τοὺς φαύλους γινώσκει Θεὸς, πρὸς οὓς εἶπεν ὁ Σωτήρ· «Ὑμεῖς ἐστε ὡς δικαιοῦντες αὐτοὺς ἔμπροσθεν τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν.» Καὶ ἐν τῷ προφήτῃ· «Διότι ἔγνω πάσας τὰς ἁμαρ‐ | |
69.825(50) | τίας ὑμῶν.» Κατὰ δὲ τὸ βʹ, μόνους λέγεται τοὺς δικαίους εἰδέναι· ἔγνω γὰρ Κύριος τοὺς ὄντας αὐ‐ τοῦ. Πρὸς γὰρ φαύλους ἔλεγεν ὁ Σωτήρ· «Ἀποχω‐ ρεῖτε ἀπ’ ἐμοῦ, ἐργάται ἀνομίας, οὐδέποτε ἔγνων ὑμᾶς.» Καὶ ὁ ἀπὸ τῶν ἐθνῶν τοίνυν λαὸς εἰδωλολα‐ | |
55 | τρῶν πάλαι καὶ ἁμαρτάνων, καὶ τούτου χάριν ὑπὸ | |
τοῦ Σωτῆρος μὴ γινωσκόμενος, μεταβαίνων διὰ με‐ | 825 | |
69.828 | τανοίας, εἴρηται δουλεύειν αὐτῷ. Διόπερ οὐκ εἶπεν· Ὃν οὐ γινώσκω (ὁ γὰρ ἔτι τὰ τῆς κακίας ἐνερ‐ γῶν, οὐ γινώσκεται), ἀλλ’ ὃν οὐκ ἔγνω πάλαι, νῦν δὲ δῆλόν ἐστι γινώσκειν. Ὁποῖον τὸ ἀποστολικόν· | |
5 | «Ἀλλὰ τότε μὲν οὐδ’ εἰδότες Θεὸν ἐδουλεύσατε, τοῖς φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπ’ αὐτοῦ.» Ἀγνοοῦντες γὰρ, ἠγνοοῦντο· γνόντες δὲ, ἐγνώσθησαν. Υἱοὶ ἀλλότριοι. | |
10 | (D f. 67, L f. 67.) Ὁ κληθεὶς υἱὸς πρωτότοκος Ἰσραὴλ, ἀλλότριος ἐκλήθη διὰ τὴν ἀπιστίαν υἱός. Ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτοῦ. (L f. 67.) Ἀντὶ δὲ τοῦ, Ἐπαλαιώθησαν καὶ ἐχώ‐ | |
15 | λαναν, Ἀτιμασθήσονται καὶ ἐντραπήσονται Σύμμα‐ χος εἴρηκεν. Ζῇ Κύριος. (C f. 37.) Τὸ, «Ζῇ Κύριος,» ἀντὶ τοῦ, Μὰ τὸν ζῶν‐ τα Κύριον, ἔχει ἡ Γραφή· καθὼς καὶ ὁ Ἰώβ φησι· | |
20 | «Ζῇ Κύριος ὃς οὕτω με κέκρικεν, καὶ ὁ πικράνας μου τὴν ψυχήν· ᾗ μὲν ἔτι τῆς πνοῆς μου ἐνού‐ σης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν. | |
23t | ΨΑΛΜΟΣ ΙΗʹ. | |
24 | Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. | |
25 | (A f. 109 b.) Ἡ μὲν τῶν Ἑλλήνων πληθὺς τῷ μεγέθει καὶ τῷ κάλλει τῶν ὁρωμένων κτισμάτων οὐ προσβάλλουσα συνετῶς, ὑπέλαβον θεὸν εἶναι οὐρανὸν ἤγουν τὸ στερέωμα, καὶ προσεκύνησαν αὐτῷ. Καί‐ τοι ἐδύναντο συνιδεῖν τὸν τεχνίτην ἀπὸ τοῦ θαυμαστῶς | |
30 | ἔχειν τὸ ποίημα. Εἰ γὰρ μέγα καὶ ἐξαίρετον τὸ ποιη‐ θὲν, οὐ τὴν ἰδίαν μᾶλλον ἀλλὰ τὴν τοῦ τεχνίτου δόξαν διαβοήσειεν ἄν. Διηγοῦνται τοίνυν οἱ οὐρανοὶ τὴν τοῦ Θεοῦ δόξαν ἄνευ φωνῆς, καὶ τὸ στερέωμα μονονουχὶ βοᾷ ὅτι αἱ χεῖρες τοῦ Θεοῦ αὐτὸ ἐποίησαν. | |
35 | Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. (A f. 110 b.) Συμφώνως τῷ Μωϋσῇ, οὐρανοῦ μνη‐ μονεύσας πρῶτον, εἶτα στερεώματος, ἐφεξῆς καὶ περὶ τοῦ ποιοῦντος τὴν ἡμέραν φωτὸς διαλέγεται, | |
40 | καὶ δείκνυσιν ὅτι δυνατὸν καὶ ἐξ ἡμερῶν καὶ νυκτῶν καταθαυμάσαι τὴν οἰκονομίαν τοῦ τάξιν καὶ μέτρα καὶ ἀνακύκλησιν τὴν ἐξ ἀμοιβῆς ἐπιθέντος αὐτοῖς. Αὐτὸς γάρ ἐστιν ὁ ἐκτρέπων εἰς τὸ πρωῒ σκιὰν, τουτ‐ έστιν ὁ μεθιστὰς εἰς ὄρθρον καὶ φῶς τὴν νύκτα, καὶ | |
45 | ποιῶν ὄρθρον καὶ ὁμίχλην, ἤγουν ἡμέραν καὶ νύκτα. Αὐτὸς προστάττει ἡμέρας μὲν ἡμέραις παραχωρεῖν τὰ τῶν ὡρῶν διαστήματα, νύκτας δὲ νυξίν· ὡς ποτὲ μὲν εἶναι μείζους αὐτὰς, ποτὲ δὲ ἐλάττους· καὶ γὰρ μονονουχὶ λέγει ἡ ἡμέρα ἐν θέρει τυχὸν τῇ ἐν χει‐ | |
69.828(50) | μῶνι· Παραχώρει μοι τὸ πλέον ἐν διαστήματι τῶν ὡρῶν. Τοῦτο γὰρ τῷ πατριάρχῃ δοκεῖ. Ἡ νὺξ δὲ τῇ νυκτὶ ἀναγγέλλει γνῶσιν, τὴν περὶ τοῦ ποιήσαντος | |
δηλαδή· ἢ ὅτι χρὴ πάντως τὰς ἐν τῷ χειμῶνι νύκτας | 827 | |
69.829 | μακροτέρας εἶναι, ἥττους γε μὴν τὰς ἐν θέρει. Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ ἡμέραν μὲν τῇ ἡμέρᾳ ἐρεύγε‐ σθαι ῥῆμα, καὶ μονονουχὶ φωνὴν ἀφιέναι, τὸ περιττὸν ἐν διαστήματι τῶν ὡρῶν ἀπαιτοῦσαν· νύκτα δὲ νυκτὶ | |
5 | τὴν αὐτὴν ἀπαγγέλλειν γνῶσιν. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. (A f. 111 b.) Ὁ δὲ ἅγιος Κύριλλος καὶ ὁ πάμμεγας Ἀθανάσιος, ἐν ἐρωτήσει ἀναγινώσκουσι τὸ, «Οὐκ εἰσὶ | |
10 | λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν·» τουτέστιν, Ἆρα οὐκ εἰσὶ καὶ τῶν ἀφώνων ἢ πραγμά‐ των ἢ ἔργων φωναὶ χωρὶς λόγου καὶ γλώττης; Ναὶ, φαίη ἄν τις· ὥσπερ γὰρ τοῦ ὑφάντου τὴν τέχνην ἡ παμποίκιλος ἐσθὴς ἀναβοᾷ, καὶ τὸν ναυπηγὸν ἡ ἀδια‐ | |
15 | βλήτως ἔχουσα ναῦς ἀνακηρύττει, καὶ τὸν σιδηρέα τὸ ἔργον αὐτοῦ· οὕτω καὶ ἡ κτίσις, ἧς ἀρτίως δι‐ εμνημονεύσαμεν, ἄφωνος μὲν, ἤγουν ἄλογος· λαλιαὶ δὲ ὥσπερ αὐτῆς τὸ θαῦμά ἐστι, καὶ οἷον φωνὴ τὸ κάλλος καὶ ἡ εὐταξία. Τὸ γὰρ διήγημα τὸ οὐράνιον, | |
20 | καὶ τὸ ῥῆμα τὸ παρὰ τῆς ἡμέρας βοώμενον, φωνὴ μὲν ἔναρθρος οὐκ ἔστιν, οὔτε λαλιὰ διὰ στόματος, διδασκαλία δὲ θείας δυνάμεως γίνεται τοῖς ἐπαΐειν ἐπισταμένοις σιωπώσης φωνῆς. Πλὴν ἄφωνον τὴν κτίσιν εἰπὼν ὁ Δαβὶδ ἀπέφηνεν, ὅτι μήτε ἔμπνους | |
25 | μήτε λογικὴ κατὰ τὸ δοκοῦν τοῖς Ἑλλήνων σοφοῖς· ζῶον γὰρ εἶναί φασιν ἒν τὸν σύμπαντα τοῦτον κό‐ σμον· ζῶα δὲ ὁμοίως καὶ τὰ μέρη, ἐξ ὧν συμπλη‐ ροῦται. Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ | |
30 | αὐτοῦ. (A f. 112.) Διαμέμνηται χρησίμως ὁ Δαβὶδ τῆς εὐτάκτου πορείας τοῦ ἡλίου, καὶ ὅτι ἀναφοιτᾷ ὥσπερ ἀπὸ παστοῦ τῆς ἐσχατιᾶς, οἷά τις νυμφίος εὖ μάλα διαπρεπής· εἶτα καθάπερ ἀπὸ βαλβίδος τὸ τοῦ δρό‐ | |
35 | μου σύνθημα λαβὼν, ὀξεῖάν τε καὶ εὐσθενῆ ποιεῖται τὴν πτῆσιν, καὶ ἀμογητὶ διατρέχει. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐ‐ τοῦ. Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς | |
40 | (A f. 113.) Οὐκ ἀνόνητος τοῖς νουνεχεστέροις ἡ φυ‐ σικὴ γίνεται θεωρία παριστῶσα τοῖς ὁρᾷν ἐθέλουσι τὴν τοῦ Θεοῦ δόξαν, ὡς ἀπό γε τῆς τῶν κτισμάτων καλλονῆς τε καὶ εὐταξίας· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται. | |
45 | Ἀλλ’ ὧδε τούτων ἐχόντων, καὶ αὐτὸς ἐπέφανεν ἡμῖν ὁ Χριστὸς, καὶ τῷ Πατρὶ ἡμᾶς προσεκόμισεν, οὐ διὰ νομικῆς λατρείας, διὰ νουθεσίας δὲ μᾶλλον εὐαγγελι‐ κῆς. Οὐκοῦν πρὸς τῇ φυσικῇ θεωρίᾳ, τουτέστι τῇ ἀπό γε τῆς τῶν κτισμάτων ποιήσεώς τε καὶ εὐταξίας, | |
69.829(50) | καὶ τὸ δι’ αὐτοῦ πεπλουτήκαμεν κήρυγμα. Ἀπέχρη | 829 |
69.832 | μὲν καὶ ἡ κτίσις δεῖξαι τοῖς ἀνθρώποις τὸν Ποιητὴν, ἀλλ’ ὅμως καὶ νόμον ἔδωκεν εἰς βοήθειαν, ἐπιστρέ‐ ψαι τοὺς πλανωμένους δυνάμενον. Τῷ μὲν οὖν ἀπ‐ ερισκέπτως ἐξετάζοντι τὰ τοῦ ψαλμοῦ ῥήματα, δοκεῖ | |
5 | μὴ ἀκολουθεῖν τοῖς προλαβοῦσιν ὁ περὶ τοῦ νόμου καὶ τῶν δικαιωμάτων οὑτοσὶ λόγος. Ἔστι δὲ πολλὴ μᾶλλον ἡ συμφυΐα. Καὶ ὅπως, ἔνθεν ἐρῶ· Τρεῖς εἰσιν οὗτοι θεῖοι σύμπαντες νόμοι· εἷς μὲν ὁ φυσικὸς ὁμοῦ καὶ δημιουργικὸς, καθ’ ὃν ἐκ τῆς συνειδήσεως καὶ | |
10 | ἐκ τῶν κτισμάτων, τὸ δέον γινώσκομεν, καὶ τὸν Δη‐ μιουργὸν ἐπιγινώσκομεν· ἕτερος δὲ ὁ γραπτὸς, ὁ διὰ Μωσέως δοθείς· καὶ τρίτος ὁ πνευματικὸς καὶ εὐαγ‐ γελικός. Ἐπεὶ οὖν περὶ τοῦ νόμου τοῦ ἐκ τῆς δη‐ μιουργίας ἱκανῶς διέλαβεν ὁ Δαβὶδ, καὶ ἔδειξεν ὅτι | |
15 | καὶ ὁ οὐρανὸς καὶ τὸ στερέωμα καὶ ἡμέρα καὶ νὺξ καὶ ἥλιος τὸν ποιήσαντα καταγγέλλουσι, συμπεριέλαβε δὲ καὶ τὸν φυσικὸν νόμον διὰ τῆς κτίσεως (ἓν γάρ ἐστι τῶν κτισμάτων καὶ ἡ φύσις), μεταβαίνει λοιπὸν ἐπὶ τοὺς λοιποὺς τόν τε γραπτὸν καὶ τὸν πνευματι‐ | |
20 | κὸν, καὶ ἑκάτερον ὑποδιαιρεῖ εἰς ἐντολὰς, καὶ νόμους, καὶ κρίματα, καὶ μαρτυρίας, καὶ δικαιώματα. (A f. 114.) Πρῶτα τοίνυν τὸ εὐαγγελικὸν κήρυγμα, νόμον Κυρίου λέγει· οὐ γὰρ δι’ ἑνὸς ἐξεφωνήθη τῶν προφητῶν, ἀλλὰ δι’ αὐτοῦ τοῦ πάντων Δεσπότου. | |
25 | Ἔπειτα ἄμωμον ὀνομάζει· ὁ γὰρ διὰ Μωσέως νόμος, οὐκ ἦν ἄμεμπτος, ὡς ὁ πάνσεπτος Παῦλος γράφει· οὐδένα γὰρ ἐτελείωσεν. Ἔφη δέ που καὶ ὁ Θεὸς περὶ τῶν Ἰουδαίων, ὅτι «Ἐγὼ δέδωκα αὐτοῖς νόμιμα οὐ καλὰ, καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς.» | |
30 | Ἀντιπαραθέσει γὰρ τῶν εὐαγγελικῶν θεσπισμάτων, οὐ καλὸς ὁ νόμος· ἄμωμα δὲ ὁμολογουμένως τὰ Χριστοῦ παιδεύματα, ἃ καὶ ἐπιστρέφει ψυχὰς ἐκ φαυλότητος πρὸς ἀρετὴν, ἐκ πλάνης Ἑλληνικῆς πρὸς εὐσέβειαν, ἐξ ἀγνοίας καὶ σκότου εἰς φῶς καὶ σύν‐ | |
35 | εσιν. Νόμος δὲ ὠνόμασται τὸ Εὐαγγέλιον, διὰ τὸ ἀπο‐ νέμειν ἑκάστῳ τὰ ταῖς αὐτοῦ πράξεσι πρεπωδέ‐ στατα, ἐπαίνους μὲν τοῖς ἀγαθοῖς, ποινὰς δὲ τοῖς κα‐ ταφρονηταῖς. Ὁ φόβος Κυρίου ἁγνὸς, διαμένων εἰς αἰῶνα | |
40 | αἰῶνος. (A f. 114 b, Κυρίλλου καὶ Ὑπατίου.) Καθαρὸς μὲν οὐδεὶς ἀπὸ ῥύπου, οὐδ’ ἂν ᾖ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς. Πλὴν ὥσπερ τὴν πόαν σμηκτικὴν εἶναί φασι τοῦ ῥύπου τῶν ἱματίων, οὕτως ὁ τοῦ Θεοῦ | |
45 | φόβος ὁ ἁγνὸς, τουτέστιν ὁ ἁγνοποιὸς, εἰς νοῦν εἰ γέ‐ νοιτο τὸν ἀνθρώπινον, πᾶσαν αὐτοῦ διασμήχει κηλίδα. Τηρήσει δὲ καὶ εἰς μακραίωνα βίον τὸν τοιοῦτον· ὁ γὰρ ἐν ἁγνείᾳ διαπεράνας τὸν βίον, τοιοῦτος ἔσται καὶ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα. | |
69.832(50) | Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό. (A f. 115.) Κρίματα πάλιν καλεῖ τὰς ἐφ’ ἑκάστῳ πράγματι θείας ψήφους καὶ ἀποφάσεις· ταῦτα δὲ ἀληθινὰ καὶ δίκαιά εἰσιν ἐπὶ τὸ αὐτὸ, τουτέστιν οὐκ | |
55 | ἀσύμφωνα καὶ ἀλλήλοις μαχόμενα, ἀδελφὰ δὲ μᾶλλον καὶ ἀλλήλοις συμβαίνοντα. Οὐδὲ μία γὰρ ἐναντιότης | |
ἐν τοῖς τοῦ Σωτῆρος εὑρίσκεται νόμοις. Διττῶς δὲ | 831 | |
69.833 | κρίνει ὁ Θεὸς, ἢ φιλαγάθως ἢ δικαίως· καὶ φιλαν‐ θρώπως μὲν ὡς ὅτε τῷ περὶ ἑνδεκάτην ὥραν κλη‐ θέντι εἰς τὸν ἀμπελῶνα, ἴσον μισθὸν ἀπονέμει τοῖς προκεκμηκόσι· δικαίως δὲ ὡς ἐν τῇ στάσει τῶν | |
5 | προβάτων καὶ ἐρίφων, τοῖς μὲν λέγων· «Δεῦτε, κλη‐ ρονομήσατε τὴν βασιλείαν·» τοῖς δὲ, «Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον.» Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι, καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας με‐ | |
10 | γάλης. (A f. 115 b.) Ὁμολογήσας ὁ προφήτης ὅτι καὶ τὸν ἰσχνὸν νομοφύλακα πολλὰ παριππεύει, φησὶν ὅτι, Ὦ Δέσποτα, τὰ κρύφιά τε καὶ ἀλλότριοι μή μου κατα‐ κυριεύσωσι, σοῦ τοῦ κρίνοντος μὴ ἱστῶντος αὐτὰ, | |
15 | μηδὲ εἰς ἁμαρτίαν ἐμοὶ καταγράφοντος· ἢ, Ὅταν οἱ πονηροὶ λογισμοὶ, οὓς ὁ διάβολος τῷ νῷ ἐνίησι, μὴ κατακυριεύσωσί μου, ὥστε συγκαταθέσθαι αὐτοῖς, τότε καὶ ἄμωμος ἂν εἴην, καὶ ἀπὸ τῆς κατ’ ἐνέρ‐ γειαν ἁμαρτίας καθαρισθήσομαι, ἥτις μεγάλη ἐστὶν, | |
20 | ὡς πρὸς σύγκρισιν τῆς κατὰ διάνοιαν. Προφητικῶς δὲ καὶ ἡ φύσις πᾶσα βοᾷ πρὸς τὸν Θεόν· Ὁ μὲν νό‐ μος, ὦ Δέσποτα, τὸ σῶμα μόνον προσκαίροις ἥγνιζε ῥαντισμοῖς· σὺ δὲ καὶ ἐκ τῶν κρυφίων καθάρισόν με διὰ τοῦ βαπτίσματος, καὶ φεῖσαί μου ἀπὸ τῶν ἀλλο‐ | |
25 | τρίων δαιμόνων· ἐὰν γὰρ οὗτοι μή μου κατακυριεύ‐ σωσι, τότε ἀληθῶς ἄμεμπτος ἔσομαι καὶ καθαρισθή‐ σομαι ἀπὸ τῆς ἀπιστίας, ἢ καὶ τῆς παραβάσεως, ἥτις ἁμαρτία ἐστὶ μεγάλη. (C f. 38.) Ἁμαρτίαν μεγάλην τὴν ἀποτελεσματι‐ | |
30 | κὴν λέγει, ἣν ὁ τῶν κρυφίων κωλύει καθαρισμός. | |
31t | ΨΑΛΜΟΣ ΙΘʹ. | |
32 | Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται πρὸς Θεὸν ὁ σκοπὸς, καὶ πρὸς μόνον αὐτὸν ἀποβλέποντες, τὴν | |
35 | παρ’ αὐτοῦ ζητοῦσι βοήθειαν, κἄν πού τι σαλεύηται κῦμα, καὶ χαλεπὸς ἐκ τῆς τῶν δαιμόνων ἐπιβουλῆς ἐγείρηται χειμών. Τοῦτο καὶ Ἱερεμίας ἐπιστάμενος ἔλεγε· «Κύριε, ἰσχύς μου, καὶ βοηθέ μου, καὶ κατα‐ φυγή μου, ἐν ἡμέρᾳ κακῶν μου.» Ἡ μὲν γὰρ ἐξ | |
40 | ἀνθρώπων ἐπικουρία σαθρὰ, ἀσφαλὴς δὲ ἡ ἄνωθεν βοήθεια. Διά τοι τοῦτο καὶ οἱ ἅγιοι ταλαίπωρον εἶναί φασι τὸν ἄνθρωπον, μᾶλλον δὲ κεκατηραμένον, τὸν τὴν ἐλπίδα ἔχοντα ἐπ’ ἄνθρωπον, καὶ ἀπὸ Κυρίου τὴν ἑαυτοῦ καρδίαν ἀποστήσαντα. Ἔοικε δὲ νῦν ὁ | |
45 | Δαβὶδ ἡμέραν θλίψεως λέγειν, ἱστορικῶς μὲν καθ’ ἣν ὁ Σεναχηρεὶμ τοῦ Ῥαψάκου τὰ ἀτάσθαλα ἐκεῖνα ἔπεμψε γράμματα· «Μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας ὅτι ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.» Ἀλληγορικῶς δὲ τὴν τοῦ πάθους ἡμέραν, ὅτε ἔλεγεν | |
69.833(50) | ὁ Σωτήρ· «Περίλυπός ἐστιν ἡ ψυχή μου.» Εὔχονται οὖν καὶ οἱ περὶ τὸν Ἐζεκίαν ἐπακοῦσαι αὐτοῦ τὸν Θεὸν, θλιβομένου ἐφ’ οἷς ἐβλασφήμησε ὁ Σεναχηρείμ· | |
καὶ οἱ μαθηταὶ τοῦ Σωτῆρος, ἵνα ἐπακούσῃ αὐτοῦ ὁ | 833 | |
69.836 | Θεὸς καὶ Πατήρ. Μανθάνομεν δὲ καὶ ἡμεῖς ἐν καιρῷ θλίψεως μὴ καταπίπτειν, ἀλλ’ εὔχεσθαι, καὶ μὴ ἀν‐ θρώποις πιστεύειν τὴν σωτηρίαν ἡμῶν, τῷ Θεῷ δὲ τῷ πάντα ἰσχύοντι. | |
5 | Μνησθείη πάσης θυσίας σου. (C f. 38 b.) Λέγοι δ’ ἂν ταῦτα καὶ πρὸς τὴν τοῦ ἀθυμοῦντος παραμυθίαν, ἢ ὁ ἐνυπάρχων τῇ ψυχῇ λόγος, ἢ τὸ ἅγιον Πνεῦμα. Εὐχῆς δὲ δεῖ τῷ θλιβο‐ μένῳ, καὶ τοῦ μὴ καταβαλεῖν τὰς ἐλπίδας· οὕτω γὰρ | |
10 | Θεὸς ὑπήκοος γίνεται. Τοῦ ἁγίου Κυρίλλου ἐκ τῆς ἑρμηνείας τοῦ ιθʹ ψαλμοῦ. Ἀλλ’ ἦν οὐ δυσεύρετος ἡ ὁδὸς ἡ ἀγαθή· προσεφώνει γὰρ λέγων ὁ Χριστός· «Ἐγώ εἰμι ἡ ὁδός.» | |
15t | ΨΑΛΜΟΣ Κʹ. | |
16 | Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. (A f. 119.) Παραταξάμενος ὁ Δαβὶδ πρὸς Ἀμμα‐ νίτας νενίκηκε, καὶ εἷλεν αὐτοὺς κατὰ κράτος, καὶ | |
20 | ἔλαβε τὸν στέφανον τοῦ Μολχώμ· τοῦτο δὲ εἴδωλον ἦν τῶν Ἀμμανιτῶν, καὶ εὑρὼν ἐν τῷ στεφάνῳ λίθον πολύτιμον, ἐνέθηκε τῷ ἰδίῳ στεφάνῳ. Ταύτης τῆς ἱστορίας νῦν μνημονεύει, καί φησι πρὸς τὸν Θεὸν, ὅτι Ταῖς φιλοτιμίαις φθάνεις, ὦ Δέσποτα, καὶ αὐτήν | |
25 | μου τὴν αἴτησιν· οὐ γὰρ ἱκέτευσα περὶ λίθου τιμίου, ἀλλὰ σὺ καὶ τοῦτον δέδωκας, προλαβών μου τὴν αἴ‐ τησιν. Καὶ ἄλλως δὲ πρὸ τῆς χειροτονίας εὐλόγησας, τουτέστιν ἐπῄνεσας λέγων· «Εὗρον Δαβὶδ ἄνδρα κατὰ τὴν καρδίαν μου, καὶ ἔσται μοι εἰς βασιλέα.» Καὶ | |
30 | ἔτι· Ἐγὼ μὲν σωτηρίαν παρὰ τῶν ἐχθρῶν ἐκ σοῦ ἐζήτησα, σὺ δὲ ἐν εὐλογίαις, τουτέστιν ἐν δαψιλείᾳ καὶ πλεονασμῷ ἀγαθότητος, καὶ νίκην μοι δέδωκας, καὶ βασιλείαν, καὶ προφητείαν, καὶ τὸ μέγιστον, θεοπατο‐ ρίαν. Ἀλλὰ καὶ ὁ Ἐζεκίας ἐλευθερίαν μόνον ᾔτησεν, | |
35 | εὕρατο δὲ νίκην τοσαύτην καὶ τῶν ἐχθρῶν πανολε‐ θρίαν· καὶ τὴν βασιλείαν δὲ μὴ αἰτήσας, ἔλαβε. Λίθοι δὲ τίμιοι καὶ οἱ Χριστοῦ μαθηταὶ, καὶ ἁπλῶς οἱ πιστοὶ, κόσμος ὄντες αὐτοῦ καὶ δόξα καὶ οἱονεὶ στέφανος τῇ κεφαλῇ ἐπικείμενος. Ἐν μὲν οὖν τῷ | |
40 | Εὐαγγελίῳ ὁ πατὴρ λέγεται ποιεῖν τῷ υἱῷ τοὺς γάμους, ἐνταῦθα δὲ ὁ προφήτης πρὸς τὸν Θεὸν λέγει· «Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον.» Στέ‐ φανος δὲ Χριστῷ ἡ Ἐκκλησία γίνεται, διὰ τῶν ἐμ‐ ψύχων λίθων τὴν κεφαλὴν ἐν κύκλῳ διαλαμβάνουσα. | |
45 | Λίθον ἂν εἴποις πολύτιμον καὶ αὐτὸν τὸν Χριστὸν, ὡς ἐκλεκτὸν δηλονότι καὶ ἀξιάγαστον μαργαρίτην, ὃν δέ‐ δωκεν ἡμῖν στέφανον δόξης ὁ Θεὸς καὶ Πατὴρ, εὐ‐ λογῶν ἡμᾶς εὐλογίᾳ ἁγιασμοῦ καὶ χρηστότητος.— (C f. 39 b.) Ἐκ τῶν ἔργων καὶ τῶν ἐπιτηδευμάτων | |
69.836(50) | αὐτοῦ τις στεφανοῦται. Ἀμέλει ὁ δικαστὴς τὸ δίκαιον διώξας, ἀπολήψεται τὸν τῆς δικαιοσύνης στέφανον. Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου. | |
(C f. 40.) Ἄλλως τοῖς ἐπιμένουσι τῇ ἁμαρτίᾳ, καὶ | 835 | |
69.837 | ἄλλως τοῖς μετανοοῦσιν εὑρίσκεται· τοῖς μὲν γὰρ κριτὴς, τοῖς δὲ λυτρωτὴς εὑρίσκεται. Πλὴν ὅτι πρῶ‐ τον ἡμᾶς τὸν Θεὸν εὑρεῖν ὁ προφήτης, καὶ τότε παρ’ αὐτοῦ εὑρεθήσεσθαι [λέγει,] σαφῶς οὖν τοῦτο δηλοῖ | |
5 | ὅτι ἐν ἡμῖν ἡ σωτηρία. Ὅτι θήσεις αὐτοὺς νῶτον. Εἰς δὲ τὸν Χριστόν τινες ἐξειληφότες τὸν παρόντα ψαλμὸν, εἰς τοὺς Ἰουδαίους τὰς τιμωρίας ἐξέλαβον, ἀπὸ τοῦ, «Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς | |
10 | σου. «Ταῦτα γὰρ ἐπενεχθήσεται, φασὶν, αὐτοῖς εἰς τὸν καιρὸν τῆς τοῦ προσώπου σου παρουσίας, δι’ ἅπερ ἐμηχανήσαντο κατὰ σοῦ, νομίσαντες ἀδυνάτως τὸν τῆς δόξης Κύριον θανάτῳ περιβάλλειν. Διὸ καὶ τέθεινται νῶτον τοῖς ἐξ ἐθνῶν πιστοῖς. Πρῶτον μὲν | |
15 | υἱοὶ Θεοῦ καὶ λαὸς χρηματίσαντες, ὕστερον δὲ ἄλλοις τῆς υἱοθεσίας παραχωρήσαντες τοῖς ἐπ’ ἐσχάτων κληθεῖσιν ἐθνικοῖς, οἵτινες καὶ πρῶτοι γεγένηνται, κατὰ τὸ, «Ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι.» Ἐν δὲ τοῖς περιλοίποις φησὶν, ἐπείπερ ὅτε | |
20 | τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ πᾶς Ἰσραὴλ σωθήσεται. | |
22t | ΨΑΛΜΟΣ ΚΑʹ. | |
23 | Εἰς τὸ τέλος ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, ψαλμὸς τῷ Δαβίδ. | |
25 | (A f. 122 b.) Τινὲς δὲ ἀντίληψιν ἑωθινὴν λέγουσι τὸν τῆς ἀναστάσεως τοῦ Σωτῆρος καιρόν· ἐγήγερται γὰρ ὄρθρου βαθέος πατήσας τὸν θάνατον. Ἀντίληψις οὖν ἡ ἀνάστασις, ὡς ἀποσοβοῦσα μὲν τῶν σωμάτων τὴν φθορὰν, καθαίρουσα δὲ τῇ πίστει τοὺς ἐπὶ τῆς | |
30 | γῆς. Ἐὰν γὰρ εἴπῃς, φησὶν, ἐν τῷ στόματί σου, Κύ‐ ριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. Ἀλλ’ ἴδωμεν ὁποῖα πρὸς τὸν Πατέρα ὡς ἄνθρωπος ὁ Κύριος φθέγ‐ γεται, μεσιτεύων ὑπὲρ τῆς ἀνθρωπότητος, καὶ πλη‐ | |
35 | ροφορῶν ὅτι παράκλητος ἡμῶν ἐστιν. Ὄνειδος ἀνθρώπων, καὶ ἐξουθένημα λαοῦ. (A f. 125 b.) Τοῦτο δὲ λέγοντες, κατὰ τοῦ Θεοῦ τὸν ὀνειδισμὸν ἀπέῤῥιπτον, ὡς ἀδυνατοῦντος σῶσαι τὸν Υἱὸν αὐτοῦ ὃν θέλει, τουτέστιν ὃν ἀγαπᾷ. Θαυ‐ | |
40 | μάσειε δ’ ἄν τις τὴν ἀμέτρητον τῶν Ἰουδαίων νωθείαν, πῶς ταῦτα ἀναγινώσκοντες τὰ ὡς ἐκ προσώπου Χρι‐ στοῦ λεγόμενα κατ’ αὐτῶν, οὐ συνίεσαν ὁρῶντες αὐ‐ τὸν σταυρούμενον, καὶ τοῖς ἑαυτῶν τολμήμασι συμ‐ φωνοῦσαν τὴν προφητείαν. | |
45 | Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. (C f. 43.) Διδασκάλου φωνὴ ὅταν ἴδῃ τοὺς ἑαυτῷ γεννηθέντας συμφορὰν ὑπομένοντας, ὁποίαν ὁ Σωτὴρ περὶ τοὺς μαθητὰς συμπαθητικὴν ἐξ ἀγάπης ἔσχεν | |
69.837(50) | διάθεσιν, ἐν μέσῳ τῆς κοιλίας συμπαθοῦσαν οἷς | |
ἔτεκεν. Ἀλλὰ καὶ τὸ γλυκὺ τῆς καρδίας, ὥς τε κηρὸς | 837 | |
69.840 | ὑπῆρχεν ἐτάκη, ὅτε τροφὴ γέγονεν, εἰς γαστέρα κεχώρηκε. Λέγει δὲ τὰς νοήσεις διὰ συνεχοῦς μελέ‐ της λεπτυνομένας, ὥστε πρὸς τὴν τοῦ τραφέντος ἀναδίδοσθαι σύστασιν. | |
5 | Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. (A f. 125 b.) Ὄνομα ἐνταῦθα τὴν δόξαν λέγει, κατὰ τὸ, «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώ‐ ποις.» Κατέστησε γὰρ ἐναργῆ τὴν δόξαν αὐτοῦ, οὐχ ὅτι μόνον Πατήρ ἐστιν, εἰπὼν καὶ διδάξας, ἀλλ’ | |
10 | ἐμφανῆ καθιστὰς τήν τε ἡμερότητα καὶ τὴν δόξαν αὐτοῦ ἡμῖν τοῖς γενομένοις αὐτοῦ ἀδελφοῖς καθ’ ὃ γέγονε καθ’ ἡμᾶς. Ἔφη γὰρ, ὅτι «Οὕτως ἠγάπη‐ σεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μο‐ νογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ | |
15 | ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.» Πεφανέρωκε δὲ καὶ ἑτέρως ἡμῖν τὴν τοῦ Πατρὸς δόξαν· ὅσοι γὰρ τεθέανται τὸν Υἱὸν τοῖς τῆς διανοίας ὄμμασι, θεοπρε‐ πεστάτην ἔχοντα τὴν ἐξουσίαν καὶ τὸ ἐφ’ ἅπασι παναλκὲς, τεθέανται τὸν Πατέρα καὶ ἐγνώκασιν αὐ‐ | |
20 | τόν. Ἔφη γοῦν καὶ αὐτὸς, ὅτι «Ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν Πατέρα.» Ἀλλὰ καί· «Ἐν μέσῳ Ἐκ‐ κλησίας ὑμνήσω σε.» Ἐκκλησίας δὲ ποίας, ἢ ἐκείνης πάντως ἢν αὐτὸς ἑαυτῷ παρέστη ὁ Υἱὸς, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἁγίαν δὲ καὶ ἄμωμον; Ὑμνεῖ γε | |
25 | μὴν τὸν Πατέρα, τὴν δόξαν αὐτοῦ καθιστὰς φανεράν· τοῦτο γὰρ δηλοῖ τὸ ὄνομα. | |
27t | ΨΑΛΜΟΣ ΚΒʹ. | |
28 | Ψαλμὸς τῷ Δαβίδ. (A f. 128.) Ὁ ἐν χερσὶ ψαλμὸς τὴν αὐτὴν ἔχει | |
30 | διάνοιαν τοῖς λεχθεῖσιν ἐν τῷ τέλει τοῦ πρὸ τούτου ψαλμοῦ. Οἱ γὰρ ἐξ ἐθνῶν πιστεύσαντες, διδακτοὶ Θεοῦ γεγονότες, κατὰ τὸ γεγραμμένον, φαγόντες καὶ ἐμπλησθέντες πνευματικῶς, τὸν τῆς σωτηρίου τρο‐ φῆς χορηγὸν ἐπιγινώσκουσι, καὶ ποιμένα καὶ τροφέα | |
35 | καλοῦσι, καὶ δὴ καί φησιν, ὡς ἒν ὄντες διὰ τὴν πίστιν καὶ εἰς μίαν τελοῦντες ἀγέλην. Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. (A f. 128.) Μέγα φρονοῦσιν οἱ διὰ Χριστοῦ ταῖς θείαις αὐλαῖς ἐνσεσηκασμένοι, ποιμανθέντες τε παρ’ | |
40 | αὐτοῦ· καὶ οὐχ ἕνα τινὰ τῶν ἁγίων ἁπλῶς λαχόντες καθηγητὴν, ὥσπερ ὁ Ἰσραὴλ τὸν Μωσέα, ἀλλὰ τῶν ποιμένων τὸν ἀρχιποίμενα, καὶ τῶν διδασκόντων τὸν παιδευτὴν, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Καὶ τοῦτο εἰδότες φασὶ | |
45 | τὸ, Οὐδέν με ὑστερήσει· παναλκὴς γὰρ ὁ Χριστὸς καὶ ἀμφιλαφῆ ποιεῖται τὴν χορηγίαν τῶν ἑαυτοῦ χαρισμάτων τοῖς ἐπεγνωκόσιν αὐτοῦ τὴν ἐπιφάνειαν. Δίδωσι γὰρ ἐξ οἰκείου πληρώματος, καὶ χορηγεῖ τὰς παρὰ Πατρὸς εὐλογίας, καὶ ἔστιν αὐτὸς ἀγαθοῦ | |
69.840(50) | παντὸς καὶ πηγὴ καὶ πρύτανις. Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν. (A f. 128.) Ἐπειδὴ φωνὴ πρέπουσα προβάτοις ἐστὶ τὸ, «Κύριος ποιμαίνει με,» ἐπιμένουσι τῇ τοῦ λόγου τροπῇ οἱ παρὰ Χριστοῦ ποιμαινόμενοι, καὶ | |
55 | προσεπάγουσι τὰ ἐκ τῆς ποιμενικῆς εὐτεχνίας ἐκ‐ | 839 |
69.841 | βεβηκότα αὐτοῖς ἀγαθὰ, χλόην καὶ ὕδωρ αὐτὰ ὀνομά‐ ζοντες. Νοηθείη δ’ ἂν τόπος μὲν χλόης, τὰ τοῦ Θεοῦ ἀειθαλῆ λόγια, ἡ ἁγία καὶ θεόπνευστος Γραφὴ πρὸς εὐανδρίαν τρέφουσα πνευματικὴν τὰς τῶν πιστευόν‐ | |
5 | των καρδίας· ὕδωρ δὲ τὸ ζῶν καὶ ζωοποιὸν, ἡ τοῦ ἁγίου Πνεύματος χορηγία. (A f. 128 b) Ἢ τάχα κυριώτερον τόπος χλόης, ὁ παράδεισός ἐστιν οὗ ἐκπεπτώκαμεν, εἰς ὃν ἡμᾶς ἐπανάγει Χριστὸς καὶ κατασκηνοῖ, διὰ τοῦ ὕδατος | |
10 | τῆς ἀναπαύσεως, τουτέστι διὰ τοῦ βαπτίσματος. «Ἐὰν γὰρ μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου. (A f. 128 b) Ἐπεὶ δὲ εἰς τὸν θάνατον Χριστοῦ | |
15 | βαπτιζόμεθα, λεχθήσεται καὶ τὸ βάπτισμα σκιὰ θανάτου καὶ μίμημα, ὃν οὐ χρὴ φοβεῖσθαι. Νοοῖτο δ’ ἂν σκιὰ θανάτου καὶ ὁ φυσικὸς καὶ κοινὸς θάνατος, πρὸς ἀντιδιαστολὴν τοῦ προαιρετικοῦ θανάτου, τοῦ τῆς ψυχῆς, φημὶ, ὃς οὐκ ἔστι σκιὰ θανάτου, ἀλλὰ θά‐ | |
20 | νατος ἀληθής. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με. (A f. 129 b) Γευσάμενοι οἱ ἐξ ἐθνῶν πιστεύσαν‐ τες τῆς εὐαγγελικῆς τραπέζης, λέγουσι πρὸς τὸν | |
25 | παρατεθεικότα ταύτην Χριστὸν, ὅτι Ἡ τράπεζα ἣν ἡμῖν ἡτοίμασας, ἐναντίως ἔχει πρὸς τὴν τῶν Ἐλλή‐ νων τράπεζαν. Οἱ γὰρ παρ’ Ἕλλησι σοφοὶ, οὐδὲν τῶν ἀναγκαίων ἡμᾶς ἐδίδαξαν· ἀλλ’ ἐπίεζόν τε καὶ ἔθλι‐ βον ἐν λιμῷ καὶ σπάνῃ παντὸς ὀνησιφόρου μαθήμα‐ | |
30 | τος. Ἡ δὲ θεία τε καὶ ἱερὰ τράπεζα, ἡ θεόπνευστος Γραφὴ, ἐναντίως ἔχει πρὸς τὴν τῶν θλιβόντων ἡμᾶς ἐκείνην τὴν φθοροποιὸν καὶ ἄτροφον, πλουσία οὖσα καὶ πολυτελὴς, καὶ ὄψων, ἤγουν ἐδεσμάτων, ποικιλίαν ἔχουσα πολλὴν καὶ παράθεσιν. Νουθεσίαι γὰρ ἐν | |
35 | αὐτῇ πλεῖσται καὶ σωτηριώδεις, καὶ τῆς ἀληθοῦς εὐζωΐας παραδεικτικαὶ, καὶ εἰς εὐεξίαν πνευματικὴν φέρουσαι. Τάχα δὲ καὶ τοῦτό ἐστιν ὃ λέγουσιν οἱ πι‐ στεύσαντες, ὅτι Ἡτοίμασας ἡμῖν πνευματικὴν τρά‐ πεζαν, ἵνα φαγόντες καὶ ἰσχύσαντες, δυνηθῶμεν ἐλ‐ | |
40 | θεῖν ἀπεναντίας τῶν ποτε θλιβόντων ἡμᾶς. Ἡ γὰρ πνευματικὴ εὐτροφία, τὴν ψυχὴν εὖ ῥώσασα, ἀνθίστα‐ σθαι αὐτὴν ποιεῖ καὶ ἀκαθάρτοις πνεύμασι καὶ τοῖς ἐν πλάνῃ διδασκάλοις. Ἀλλὰ καὶ ἡ μυστικὴ τρά‐ πεζα, ἡ σὰρξ τοῦ Κυρίου, ἰσχυροὺς ἡμᾶς κατὰ | |
45 | παθῶν καὶ κατὰ δαιμόνων ἐργάζεται. Φοβεῖται γὰρ ὁ Σατανᾶς τοὺς μετ’ εὐλαβείας τῶν μυστηρίων μετα‐ λαμβάνοντας Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέ‐ ρας τῆς ζωῆς μου. (A f. 130 b) Ἔψεται πάντως τοῖς ἡγιασμένοις ἐν | |
69.841(50) | Χριστῷ καὶ ἠξιωμένοις τῶν παρ’ αὐτοῦ χαρισμάτων, ὥστε καὶ τραπέζης ψαῦσαι τῆς ἱερᾶς, καταλιπανθῆ‐ ναι δὲ καὶ ἐλαίῳ τὴν κεφαλὴν, καὶ μὴν καὶ ἐκ τοῦ κρατίστου ποτηρίου πιεῖν εἰς μέθην, τὸ ἐν μεθέξει | |
πλουσίᾳ γενέσθαι διηνεκοῦς εὐθυμίας. Τοῦτο γὰρ, | 841 | |
69.844 | οἶμαι, δηλοῖ, τὸ οἷον διώκεσθαι διὰ παντὸς καὶ ἐν πάσαις ταῖς ἡμέραις τοῦ αἰῶνος ὑπὸ ἐλέους Θεοῦ. Ἀναφαίρετος γὰρ ἡ δοθεῖσα παρὰ Χριστοῦ τοῖς ἁγίοις χάρις, καὶ ἀμεταμέλητα τὰ χαρίσματα αὐτοῦ καὶ ἡ | |
5 | κλῆσις. Γράφει γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς οὔτω τετιμημένοις, ὅτι βασιλείαν ἀσάλευτον παραλαμβά‐ νουσιν· οὐ γὰρ ἔστιν ἀποπεσεῖν τῶν δοθησομένων ἀγα‐ θῶν· ἑδραιότατος γὰρ καὶ ἀκράδαντος ἡ τῶν ἁγίων ἐλπίς. Καὶ ὁ πάλαι δὲ νόμος, καίτοι σκιὰν ἔχων καὶ | |
10 | τύπους, καὶ οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, τὸ ἀμετάστατον τῆς τῶν ἁγίων ἐλπίδος ὑπεδήλου πλαγίως· προσέταττε γὰρ ἐν Σαββάτῳ μηδένα τῆς ἑαυτοῦ προϊέναι σκηνῆς, ἐμφιλοχωρεῖν δὲ μᾶλλον αὐτῇ, καὶ εἴσω μένοντα τοῖς ἤδη πεπορισμένοις ἐν‐ | |
15 | τρυφᾷν· αἴνιγμα δὲ ἦν τοῦτο τοῦ, ὅτι ἐν ταῖς ἄνω μο‐ ναῖς διηνεκῶς ἀπομενοῦσιν οἱ ἅγιοι· ἐκεῖθεν γὰρ ἀπ‐ έδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Εἰκότως οὖν ἄρα φασὶν οἱ τῆς εἰς Χριστὸν ἐλπίδος ἀπηρτημένοι, καὶ εἰς τὰς ἄνω γενέσθαι προσδοκῶντες μονὰς, ὅτι | |
20 | πάντως ἕψεται τὸ ἔλεος αὐτοῖς εἰς μακραίωνα χρόνον. Τινὲς δὲ ἔλεος Θεοῦ αὐτὸν τὸν Χριστὸν ἐνόησαν, ὃς διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ διώκει, ἕως ἂν πάντας καταλάβῃ τοὺς σωθησομένους. Ἁπλῶς δὲ ἐπεὶ οὐ τοσοῦτον ἐξ ἔργων ἔστιν ἡμᾶς δικαιοῦσθαι, ὅσον ἐκ | |
25 | χάριτος καὶ ἐλέους Θεοῦ· διὰ τοῦτο οἱ πιστεύσαντες εἰκότως τὸ ἔλεος τοῦ Θεοῦ ἐπικαλοῦνται, καὶ ἐπὶ τοὺς οἰκτιρμοὺς αὐτοῦ καταφεύγουσι. | |
28t | ΨΑΛΜΟΣ ΚΓʹ. | |
29 | Ψαλμὸς τῷ Δαβὶδ ὑπὲρ τῆς μιᾶς τῶν Σαββάτων. | |
30 | (A f. 131) Ἐν μὲν τῷ προλαβόντι ψαλμῷ, οἱ ἐξ ἐθνῶν εἰσήγοντο χαίροντες καὶ οἷον μέγα φρονοῦν‐ τες, ὅτι ἐκλήθησαν παρὰ Χριστοῦ διὰ τῆς πίστεως, καὶ ὅτι μέτοχοι τῶν παρ’ αὐτοῦ χαρισμάτων γεγό‐ νασιν· ἐν δὲ τῷ προκειμένῳ ψαλμῷ πρόσωπον εἰσ‐ | |
35 | φέρεται μυσταγωγῶν ἁγίων, ἢ καὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος, περιαγγέλλον, ὅτι σεσαγήνευται διὰ τῆς εἰς Χριστὸν πίστεως ἡ ὑπ’ οὐρανόν. Εἰδέναι δὲ χρὴ ὡς τὴν Δεσποτικὴν ἀνάστασιν προλέγει διὰ «τῆς μιᾶς Σαββάτων·» οὕτω γὰρ τὰ Εὐαγγέλια τὴν Κυ‐ | |
40 | ριακὴν ὀνομάζουσι. Προφητεύει δὲ καὶ περὶ τῆς ἀν‐ τιλήψεως, καὶ μέντοι καὶ διδασκαλίαν εἰσφέρει, πῶς ἂν καὶ οἱ πιστεύσαντες ἄξιοι γένωνται τῶν ἐπουρανίων σκηνῶν. Ἀλλ’ ἴδωμεν τί τὸ μέγα καὶ ἱερὸν καὶ ἀξιάγαστον κήρυγμα. | |
45 | Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. (A f. 132) Τὸ δὲ, Ἡτοίμασεν, ἐπὶ ποταμῶν, τὸ διεκόσμησε δηλοῖ· ἔδει γὰρ ἅπαξ γενομένην τὴν γῆν, καὶ ταῖς ἀβύσσοις παραδόξως ἐπικρεμαμένην, πλήρη | |
69.844(50) | ποτίμων ὑδάτων γενέσθαι παρὰ Θεοῦ, ὥστε δύνασθαι τρέφειν τὰ ἐν αὐτῇ. Πνευματικῶς δὲ νοηθεῖεν ἂν οἱ ἀπόστολοι ποταμοὶ, οἵτινες νοητοῖς ῥεύμασι τὴν ὑπ’ | |
οὐρανὸν [cod. αὐτὸν] ἐπικλύζουσι, καὶ τὸν ἐξ οὐρανοῦ | 843 | |
69.845 | καὶ ἄνωθεν λόγον τοῖς ἐπὶ τῆς γῆς διακομίζουσι. Δυνατὸν δὲ ἀλληγορῆσαι οἰκουμένην μὲν τὴν Ἐκκλη‐ σίαν, θαλάσσας δὲ τοὺς πειρασμοὺς, καὶ ποταμοὺς τὰ γλυκέα τοῦ Πνεύματος χαρίσματα, καὶ εἰπεῖν ὅτι τὴν | |
5 | Ἐκκλησίαν, ἐν ᾗ κατοικεῖ ὁ Θεὸς, ταύτην ἐν τοῖς πειρασμοῖς μάλιστα συνεστήσατο ἐν τῇ πίστει, καὶ ἐθεμελίωσε, καὶ εὐτρεπῆ ἐποίησε δέξασθαι Πνεῦμα ἅγιον, ἀφ’ οὗ ὡς ἐκ πηγῆς ποταμοὶ τὰ ποικίλα χα‐ ρίσματα ῥέουσι. | |
10 | Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ. (A f. 132 b) Πρὸς τὴν ἐρώτησιν ἀποκρίνεται τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι ὁ μέλλων ἀναβῆναι εἰς τὸ νοη‐ τὸν ὄρος Κυρίου, ἄμωμος ἔστω καὶ τῷ σώματι καὶ τῷ πνεύματι· ἀθῶος μὲν χερσὶ, τουτέστιν ἀνεύθυνος | |
15 | ἐν τῇ πρακτικῇ· ἔργου γὰρ σημεῖον ἡ χείρ. Ἀμόλυν‐ τος δὲ τῇ καρδίᾳ, σύμφωνον ἔχων τῇ κατὰ τὸ ἐμφανὲς πρακτικῇ τὴν ἔσω καὶ εἰς νοῦν πνευματικὴν φαι‐ δρότητα. Τὸν γὰρ διὰ πάντων καθαρὸν, τοῦτον ἐπὶ τὸ τοῦ Θεοῦ ὄρος ὁ λόγος ἀνάγει, ὃς μήτε γνώσει, μήτε | |
20 | ἐννοίᾳ, μήτε ταῖς πράξεσιν εἰς τέλος κατεμίανε τὴν ψυχὴν, ἐμμείνας τοῖς κακοῖς. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός. (A f. 134) Καὶ τῷ νῦν πολέμῳ καὶ τροπαίῳ περὶ | |
25 | τῆς ἀνθρωπότητος. Ἐντεῦθεν συνίεμεν, ὅτι οὐ πά‐ σαις ἦν ταῖς ἄνω δυνάμεσι φανερὸν τὸ κατὰ Χριστὸν μυστήριον, πλὴν ἐκείναις αἵτινες πρὸς τὴν τοῦ πρά‐ γματος διακονίαν παρελήφθησαν, ὡς ὁ Γαβριὴλ καὶ οἱ ἐν τῇ γεννήσει λέγοντες· «Δόξα ἐν ὑψίστοις Θεῷ·» | |
30 | ἐλειτούργουν γὰρ καὶ ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότι τῷ Μονογενεῖ, ἐπειδὴ δὲ συμπεπερασμένης τῆς οἰκο‐ νομίας ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα μετὰ τῆς ἑνωθείσης σαρκὸς αὐτῷ, κατεπλήττοντο τὸ τοῦ πρά‐ γματος ξένον αἱ λογικαὶ δυνάμεις, μηδέ ποτε ἑωρα‐ | |
35 | κυῖαι τοῦτο τὸ θέαμα. Ἐπεὶ δὲ καὶ τοῦ Πνεύματος ἤκουον λέγοντος, «Ἄρατε πύλας, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης,» τάχα που διελογίζοντο, τίς οὗτος εἴη καὶ ποταπὸς, ἄνθρωπος μὲν ὁρώμενος τό γε ἧκον εἰς τὴν τῆς σαρκὸς φύσιν, βασιλεὺς δὲ τῆς | |
40 | δόξης εἶναι λεγόμενος. Τί οὖν τὸ Πνεῦμα πρὸς αὐ‐ τάς; Ἐνδυάζετε, φησὶ, καὶ τίς οὗτος, βούλεσθε μα‐ θεῖν; Ἀκούετε τοίνυν, ὅτι οὗτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. | |
44t | ΨΑΛΜΟΣ ΚΔʹ. | |
45 | Ψαλμὸς τῷ Δαβίδ. (A f. 135) Εἰσηγεῖται δὲ καὶ παραίνεσιν πᾶσιν ἀν‐ θρώποις ὠφέλιμον· ἁρμόζει δὲ μάλιστα ὁ προκείμε‐ νος ψαλμὸς τοῖς ἐξ ἐθνῶν κεκλημένοις, καὶ πολλὴν ἀκολουθίαν ἔχει πρὸς τὸν πρὸ αὐτοῦ. Ἐν μὲν γὰρ | |
69.845(50) | ἐκείνῳ κλῆσις ἦν ἐθνῶν καὶ μυσταγωγία, διὰ τοῦ ἁγίου Πνεύματος διδάσκουσα τίσιν ἄρα γένοιτο βάσι‐ μος ἡ ἄνω πόλις, ὅτι τοῖς ἀθώοις χερσὶ καὶ καθαροῖς τῇ καρδίᾳ, καὶ ὅτι Χριστὸς ὁδοποιήσει τῇ ἀνθρώπου φύσει τὴν εἰς τὸ ἄνω βάδισιν, πρόδρομος ὑπὲρ ἡμῶν | |
55 | εἰς οὐρανοὺς ἀναβάς· ἐν δὲ τῷ προκειμένῳ ψαλμῷ, | |
τὸ τῶν κεκλημένων εἰσφέρεται πρόσωπον, ἤγουν | 845 | |
69.848 | ἁπάντων τῶν συνειλεγμένων ἐν πίστει πρὸς ἐνότητα πνευματικήν. Καὶ ἀπευθύνεσθαι ζητεῖ παρὰ τοῦ κα‐ λέσαντος Θεοῦ πρὸς τὴν τοῦ χρησίμου τε καὶ ἀναγ‐ καίου θήραν, καὶ καθυπισχνεῖται τὸ γνήσιον. Ἄκουε | |
5 | γὰρ οἷα, μετὰ τὸ ἐπιστρέψαι ἐκ πλάνης, χορὸς εἷς οἱ πάντες γενόμενοι λέγουσι. Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρί‐ βους σου [δίδαξόν με]. (A f. 135 b) «Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ | |
10 | Ὑψίστου.» Οἱ γὰρ πάλαι τὰς τοῦ διαβόλου τρέχοντες ὁδοὺς, νῦν τὰς ὁδοὺς τοῦ Κυρίου περιεργάζοντες, τουτέστι τὰ εὐαγγελικὰ θεσπίσματα, καὶ τοὺς τρό‐ πους τῆς ἁγιοπρεποῦς πολιτείας· αὗται γάρ εἰσιν αἱ τρίβοι τοῦ Κυρίου. Καὶ ὁ μὲν νόμος σκιὰν ἔχει καὶ | |
15 | μόρφωσιν τῆς ἀληθείας· τὸ δὲ Εὐαγγέλιον, αὐτή ἐστιν ἡ ἀλήθεια, εἰς ἣν ὁδηγεῖσθαι παρακαλοῦσιν ὑπὸ Θεοῦ. Καὶ ὁ Χριστὸς δὲ ἀλήθειά ἐστι, καὶ φέρει ἐπ’ αὐτὸν ὁ Πατὴρ τοὺς ἐπιζητοῦντας αὐτὸν διὰ πίστεως. Οὕτω γάρ που πρὸς Ἰουδαίους φησίν· Οὐδεὶς δύναται ἐλθεῖν | |
20 | πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐ‐ τόν.» Τάχα δὲ καὶ ἡ τοῦ νόμου παιδαγωγία, ὁδὸς καὶ τρίβος τοῦ Κυρίου λέγεται ἄγουσα ἐπὶ τὴν ἀλή‐ θειαν, τουτέστιν ἐπὶ τὸν Χριστόν· περὶ αὐτοῦ γὰρ ἔγραψεν ὁ Μωσῆς· Γνώρισον οὖν μοι τὰς ἐν τῷ νόμῳ | |
25 | σκιὰς, αἵτινες εἰκονίζουσι τὴν ἀλήθειαν. Παρακαλεῖ δὲ καὶ ὁ Δαβὶδ μαθεῖν τὰς ὁδοὺς τοῦ Θεοῦ, τουτέστι τὰς οἰκονομίας καὶ τὰς διοικήσεις καθ’ ἂς ἄγει τὰ πάντα· καὶ ὁδηγηθῆναι εἰς αὐτὴν τὴν ἀλήθειαν εὔχε‐ ται, ἵνα μὴ τὸ ψεῦδος ἀντ’ αὐτῆς λαθὼν προτιμήσῃ. | |
30 | Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνη‐ σθῇς. (A f. 136 b) Ἤκουσαν γὰρ οἱ ἐξ ἐθνῶν κληθέντες λέγοντος τοῦ Κυρίου· «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς·» καὶ διὰ τοῦτο προσέρχονται | |
35 | ὁμολογοῦντες ὅτι νεότητος ἔχουσιν ἁμαρτήματα, εἴτε σωματικῆς, εἴτε νοητῆς, τουτέστιν ἀφροσύνης· πᾶσα γὰρ ἁμαρτία ἐξ ἀφροσύνης· κἄν τις γηραιὸς ὢν ἁμαρ‐ τάνῃ, αὐτὸ τοῦτο νεωτερικὸν ποιεῖ καὶ ἀφρονέστατον ὅτι ἁμαρτάνει· διὸ καὶ νέος ὁ τοιοῦτος λέγεται, ὡς | |
40 | ἐκεῖνος ὁ ἐν Εὐαγγελίοις ἄσωτος· νεώτερος γὰρ υἱὸς κἀκεῖνος ὠνόμασται. Ἐπιλήσθητι οὖν, φασὶν, ὦ Δέ‐ σποτα, ὧν ἡμάρτομεν ἐν τῷ τῆς εἰδωλολατρείας καιρῷ, ὃς ἀφροσύνη σαφὴς ἦν. Καὶ ὑπευθύνους ὄντας κολάσει καὶ δίκῃ διὰ τὰ πολλὰ ἡμῶν πταίσματα, τῆς | |
45 | παρὰ σοὶ μνήμης ἡμᾶς ἀξίωσον· οὐ διὰ τὰ ἔργα ἡμῶν, διὰ ταῦτα γὰρ δικαίως ἂν ἐκολάσθημεν, ἀλλὰ διὰ μόνην τὴν σὴν χρηστότητα καὶ τὸ σοὶ πρέπον, ὅτι ἐλεεῖς τοὺς ὑποπίπτοντας, καὶ τὴν παρὰ σοῦ ζη‐ τοῦντας φιλανθρωπίαν. Σὺ γὰρ ἔφης· «Οὐ δι’ ὑμᾶς | |
69.848(50) | ἐγὼ ποιῶ, ἀλλ’ ἢ διὰ τὸ ὄνομά μου.» Ὅρα δὲ ὅτι ἁλισκόμεθα πλημμελοῦντες, ἤτοι διὰ τὸ τὸν θεῖον οὐκ εἰδέναι νόμον, ἢ διὰ τὸ ἀνεθελήτως ἐκβεβιάσθαι εἰς τὰ μὴ δοκοῦντα Θεῷ. Ταύτῃτοι καὶ Δαβὶδ ἡμῖν ἐφώνει· «Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνη‐ | |
55 | σθῇς.» Ὁ δὲ Ἰὼβ, ὡς ἀγαθὸν ὄντα τὸν Θεὸν, καὶ τῆς | 847 |
69.849 | ἡμετέρας φύσεως οὐκ ἀγνοήσαντα τὴν ἀσθένειαν, μο‐ νονουχὶ καὶ αἰτιᾶται, μέλλοντα καὶ ἀναδυόμενον περὶ τὸ ἀνεῖναι αὐτῷ τὰς ἁμαρτίας· οὕτω τέ φησιν· «Ἵνα τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην, καὶ καθαρι‐ | |
5 | σμὸν τῆς ἁμαρτίας μου;» Πᾶσαι αἱ ὁδοὶ Κυρίου, ἔλεος καὶ ἀλήθεια. (A f. 137) Οἱ μὲν πιστεύοντες καὶ τὰ κεκρυμμένα συνιέναι δύνανται, κατὰ τὸ, «Ἡμεῖς δὲ ἀνακεκα‐ λυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζό‐ | |
10 | μενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν.» Περὶ δὲ τῶν μὴ πιστευόντων εἴρηται· «Ἐὰν μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε·» οὕτως ἀδίδακτοι οἱ Ἰουδαῖοι ἀπέμειναν. Κάλυμμα γοῦν κεῖ‐ σθαι ἐπὶ τὴν καρδίαν αὐτῶν φησιν ὁ ἱερώτατος | |
15 | Παῦλος, ἡνίκα ἀναγινώσκεται Μωσῆς. Οἱ τοίνυν ἐξ ἐθνῶν κεκλημένοι διὰ τῆς πίστεως, ὡς ἤδη σοφι‐ σθέντες διὰ τῆς τοῦ Πνεύματος ἐλλάμψεως, καὶ τὰ εὐαγγελικὰ συνιέντες θεσπίσματα, φασὶν ὅτι πᾶσαι αἱ ὁδοὶ Κυρίου, ἔλεός εἰσι καὶ ἀλήθεια· οὐ κατὰ τὸν | |
20 | Μωσέως νόμον, ἀποτομία καὶ σκιά. Οὔτε γὰρ ἔλεος ἦν τοῖς τὰς Μωσέως παραβαίνουσιν ἐντολάς· ἀπέθνη‐ σκον γὰρ ἄνευ οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶ μάρτυ‐ σιν. Οὔτε μὴν ἦσαν ἀλήθεια τὰ νομικά· σκιὰ γὰρ καὶ τύπος ὁ νόμος ἦν. Οὐκοῦν οἱ ἐξ ἐθνῶν, ἀντιδια‐ | |
25 | στέλλοντες ὥσπερ τῷ νόμῳ τὰ διὰ Χριστοῦ, αὐτοῦ τὰς ὁδοὺς ἔλεος εἶναί φασι καὶ ἀλήθειαν· πῶς γὰρ οὐκ ἔλεος, εἰ καλοῦσι πρὸς ἄφεσιν ἁμαρτιῶν αἱ τοῦ Χριστοῦ ἐντολαὶ, καὶ λύτρωσιν ἔχουσι τῶν τετυραν‐ νημένων ὑπό τε τῆς ἁμαρτίας καὶ τοῦ Σατανᾶ; | |
30 | Ἀληθείᾳ δὲ λατρεύουσιν οἱ εἰς Χριστὸν πιστεύσαν‐ τες, οὐ κατὰ τὰς ἐν νόμῳ θυσίας τὰς δι’ αἱμάτων καὶ καπνοῦ προσάγοντες· τελοῦντες δὲ μᾶλλον τὴν πνευματικὴν καὶ εὐάρεστον τῷ Θεῷ πολιτείαν, καὶ τὴν ἐξ ἔργων ἀγαθῶν προσκομίζοντες εὐοσμίαν. | |
35 | Ἀλλὰ τίσιν ἂν γένοιντο αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια, διατρανοῦσι λέγοντες, ὅτι τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ, τουτ‐ έστι τοῖς ἀντεχομένοις αὐτοῦ, καὶ ἀγαπᾷν αὐτὸν ᾑρημένοις, διὰ τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ, οὐ | |
40 | μὴν τοῖς ἀπειθοῦσι καὶ τὰς παρὰ Χριστοῦ δοθείσας ἀποσειομένοις ἐντολάς· ἀλλ’ οὐδὲ τοῖς παθοῦσι τοιοῦ‐ τον, ὁποῖον Γαλάται πρὸς τὰς τοῦ νόμου σκιὰς, ἀνό‐ πιν ἰόντες μετὰ τὴν πίστιν. Πρὸς οὓς γράφει Παῦ‐ λος· «Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν | |
45 | ὠφελήσει.» Καὶ πάλιν· «Ἀπηλλοτριώθητε ἀπὸ Χρι‐ στοῦ· οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξ‐ επέσατε τοῖς τοιούτοις.» Οὐκ ἃν εἶεν αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια, οὐδὲ γένοιτο ἐντεῦθεν ὄνησις. Ὅτι ὑπέμεινά σε, Κύριε. | |
69.849(50) | (Cod. M f. 38 b) Ἀντὶ τοῦ, Προσεδόκησα, βοηθὸν ἔσεσθαί μοι δηλαδή. Δέχεται γὰρ οὕτω τὴν λέξιν ἡ | |
θεία Γραφή. | 849 | |
69.852 | ΨΑΛΜΟΣ ΚΕʹ. Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι ἐνταῦθα εἰσφερόμενον πρόσ‐ | |
5 | ωπον, κρίνεσθαι ζητεῖ, οὐκ ἐπί γε τοῖς πεπλημμε‐ λημένοις. Οὐ γὰρ εἰκὸς, ἄνθρωπον ὄντα καὶ πολλὴν ἀῤῥωστοῦντα τὴν εἰς τὸ πλημμελεῖν ἀσθένειαν, καὶ ὀλισθημάτων οὐκ ἐλεύθερον παντελῶς, ἐκ παῤῥησίας εἰπεῖν τὸ, «Κρῖνόν με, Κύριε.» Οὐ τοίνυν ἐπὶ τοῖς | |
10 | πλημμελήμασι κριθῆναι ἀξιοῖ, ἀλλ’ ἐπὶ μόνῳ τῷ κατὰ μηδένα τρόπον Ἰουδαίοις συμφρονῆσαι δεδυσ‐ σεβηκόσι κατὰ Χριστοῦ. Ἅτε γὰρ ἀγαθῷ συνειδότι μαρτυρούμενος, ὅτι καὶ γνήσιον ἔχει τὸ φρόνημα, καὶ τῆς Ἰουδαίων σκαιότητος εἰς ἅπαν ἀπηλλαγμέ‐ | |
15 | νον, φησί· Κρῖνόν με, Κύριε· πεπόρευμαι γὰρ ἐν ἀκακίᾳ· ἀκακίαν λέγων τὸ μὴ μετασχεῖν τῆς φαυλό‐ τητος καὶ τῆς ἀπονοίας τῶν Ἰουδαίων. Δεῖ γὰρ τοὺς πιστεύοντας εἰς Χριστὸν, μὴ πονηροὺς εἶναι ζητη‐ τὰς, ὁποῖοι ἦσαν οἱ λέγοντες περὶ Χριστοῦ· Πόθεν | |
20 | τούτῳ τὰ σημεῖα καὶ ἡ σοφία αὕτη; καὶ πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἢ καὶ, «Διὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» Ἀλλ’ οὗτος ἐν ἁπλῇ τῇ πίστει τὸν ἐπ’ αὐτῷ παραδεξάμενος λόγον, Ἐν ἀκακίᾳ πεπόρευμαι, φησίν. Οὕτω καὶ γέγρα‐ | |
25 | πται· «Φρονήσατε περὶ τοῦ Κυρίου ἀληθῆ, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν.» Ἐμφανῆ γὰρ τοῖς τοιούτοις ἑαυτὸν καθίστησιν, ὡς τῷ ἐκ γεννητῆς τυφλῷ. Οὐκοῦν τὸ ἐν ἀκακίᾳ καὶ ἁπλότητι καρδίας πιστεύειν αὐτῷ, τοῦ παντὸς ἂν εἴη πρόξενον ἀγαθοῦ. | |
30 | Ἐπὶ τῷ Κυρίῳ ἐλπίζων, οὐ μὴ ἀσθενήσω (C f. 50) Οὐ κατοκνήσω, οὐ περιπατήσομαι· βεβαίαν δὲ ἕξω τὴν αἴτησιν, εἰς σὲ τὰς ἐλπίδας ἀπο‐ γραψάμενος· ἔχω γὰρ σὲ τὸν δυναμοῦντά με. Ὁ μὲν ἐφ’ ἑαυτῷ ἢ ἄλλῳ τινὶ ἔχων τὰς ἐλπίδας, ἀσθενή‐ | |
35 | σεται ἄν· ὁ δὲ ἐπὶ τῷ Κυρίῳ, οὐδὲν σαλευθείη. Εἰ ἐτάσεις, φησὶ, τῆς ψυχῆς μου τὰ πάθη, ἐπὶ τῷ σῷ εὑρήσεις ἐλέει μόνῳ πάντα με τῆς διανοίας πόνον ἔχοντα· τοῦτο δὲ ποιῶν, εὐάρεστος ἔσομαι παρὰ σοὶ, τὴν σὴν ἀγαπήσας ἀλήθειαν. | |
40t | ΨΑΛΜΟΣ Κϛʹ. | |
41 | Ψαλμὸς τῷ Δαβὶδ πρὸ τοῦ χρισθῆναι. (A f. 145) Ἐφαρμοσθήσεται μὲν καὶ ὁ προκεί‐ μενος ἡμῖν ψαλμὸς τῷ προσώπῳ τοῦ νέου λαοῦ, τοῦ διὰ πίστεως ἐν Χριστῷ τετελειωμένου. Εἰσκομίζεται | |
45 | γὰρ ἐνταῦθα πνευματικῶς ἀνδριζόμενος, καὶ τὴν ἐφ’ ἅπασι τοῖς ἀγαθοῖς ἐλπίδα πήξας ἐπὶ Χριστῷ, καὶ μελετῶν ὅτι μάλιστα τὸ ἄθραυστον εἰς πόνους, καὶ παρακαλῶν τοῖς παρὰ Χριστοῦ νόμοις ἰθύνεσθαι, καὶ πρὸς ὁδὸν εὐθεῖαν ἀποφέρεσθαι. Ἐφαρμοσθείη | |
69.852(50) | δ’ ἂν ὁ αὐτὸς ψαλμὸς, οὐκ ἔξω λόγου, καὶ τῷ προσώπῳ τοῦ θεσπεσίου Δαβὶδ, παρ’ οὖ καὶ συντέθειται πρὸ | |
τοῦ χρισθῆναι εἰς βασιλέα. Προεγνωκὼς γὰρ τὰ ἐσό‐ | 851 | |
69.853 | μενα διὰ τῆς τοῦ Πνεύματος φωταγωγίας, καὶ εὖ εἰδὼς ὅτι προχειρισθήσεται εἰς τὸ βασιλεύειν τῶν ἐξ Ἰσραὴλ, περιπεσεῖται δὲ πάντως καὶ ἀδοκήτοις πειρασμοῖς, πολέμοις τε καὶ μάχαις, καὶ τοῖς ἐκ τῶν | |
5 | περιστάσεων κύμασι (πολλοὶ γὰρ οἱ ἀνέδην τοῖς οὕτω λαμπροῖς ἐπιβουλεύοντες, μονονουχὶ προαναζώννυ‐ ται τὴν ὀσφὺν), καὶ ὡς ἤδη παρόντα καὶ ἐνεστηκότα τὰ ἐσόμενα βλέπων, καὶ πρὸς τὸ παθεῖν ἑτοιμάζων τὴν ἑαυτοῦ καρδίαν, ὅπλον δὲ ποιούμενος ἀῤῥαγὲς τὴν παρὰ Θεοῦ ἐπικουρίαν, καὶ ὅτι πάντως περι‐ | |
10 | γενήσεται τῶν αὐτῷ μαχομένων προσδοκῶν, ποιεῖται τὴν προσευχήν. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ, ἐν ἡμέρᾳ κακῶν μου ἐσκέπασέ με, κ.τ.λ. (A f. 147) Προσαπτέον δὲ τοὺς στίχους καὶ τοῖς κεκλημένοις διὰ πίστεως, καὶ ῥητέον ὅτι ὅτ’ ἄν τινες | |
15 | αὐτοῖς θλίψεις καὶ διωγμοὺς ἐπισωρεύσωσι, τότε ὁ Θεὸς, καθ’ ἅ φησιν ὁ Μωσῆς, ὡς ἀετὸς σκεπάζει νοσσιὰν αὐτοῦ, οὕτω διεὶς τὰς πτέρυγας δέχεται αὐ‐ τοὺς, καὶ οὐκ ἐφίησι τοῖς ἐθελοκακοῦσι κατευμεγε‐ θεῖν αὐτῶν. Τοῦτο γὰρ οἶμαι λέγειν σκηνὴν καὶ | |
20 | σκηνῆς ἀπόκρυφα. Οὐ μόνον δὲ, φησὶν, ἔκρυψέ με καὶ ἐσκέπασεν, ἀλλὰ καὶ ἐν πέτρᾳ ὕψωσέ με. Πέ‐ τραν δὲ εἶναί φαμεν ἐνταῦθα, ἢ τὴν ἀῤῥαγῆ καὶ ἄθραυστον τῆς διανοίας παράστασιν εἰς τὸ καρτε‐ ρεῖν, ἢ τὸν Χριστὸν ἐφ’ ᾧ πάντες ἐρειδόμεθα· καὶ | |
25 | γάρ ἐστιν αὐτὸς ἡ πάντων ἰσχὺς, ἡ ἀκατάσειστος ὑποβάθρα. Ἐν αὐτῷ δὴ οὖν γεγονότες, διὰ πίστεώς τε καὶ ἁγιασμοῦ ὑψούμεθα. Χθαμαλὸν γὰρ οὐδὲν ἐν Χριστῷ· ἀποφέρει δὲ μᾶλλον ὑψοῦ τὰ αὐτοῦ θεσπί‐ σματα τοὺς ἀνακειμένους αὐτῷ· ὑψοῦ δέ φημι κατ’ | |
30 | ἀρετὴν, καὶ ὅτι χαμαιριφὲς ἐν τοῖς ἁγίοις οὐδὲν, καθ’ ἃ γέγραπται, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. | |
33t | ΨΑΛΜΟΣ ΚΖʹ. | |
34 | Ψαλμὸς τῷ Δαβίδ. | |
35 | (A f. 150 b) ᾌδει τὸν παρόντα ψαλμὸν ἐκ προσ‐ ώπου τῶν πιστευσάντων εἰς Χριστὸν, διὰ δεήσεως εἰς ἐπικουρίαν καλῶν τὸν Θεόν· ἅμα δὲ καὶ τῆς ἀπονοίας τῶν Ἰουδαίων ποιεῖται κατάῤῥησιν, καὶ τῆς πρὸς αὐτοὺς κοινωνίας ἀποφοιτᾷ, καὶ προσοι‐ | |
40 | κειοῦσθαι ζητεῖ τῷ Χριστῷ, πνευματικῶς δηλονότι. Πρὸς σὲ, Κύριε, ἐκέκραξα. (A f. 151) Τὴν δέ γε κραυγὴν ἐνταῦθά φαμεν, οὐχ ὑψηλὴν ἢ μεγάλην φωνὴν (ἀνάρμοστον γὰρ ἁγίοις τὸ οὕτω προσεύχεσθαι), ἀλλὰ τὸ τῆς διανοίας | |
45 | ἔντονον καὶ ἐρηρεισμένον ἀπερισπάστως πρὸς Θεόν. Δέχεται γάρ πως τὰς τοιαύτας τῶν εὐχομένων φω‐ νὰς, ὅταν ὁσίους ἐπαίρωσι χεῖρας ἐν καιρῷ προσ‐ ευχῆς. Καὶ ἀσύνηθες μὲν Ἰουδαίοις τὸ χεῖρας ἐπαίρειν ἐν καιρῷ λιτῆς, ἐντριβὲς δὲ τοῖς ἐν Χριστῷ· | |
69.853(50) | δεικνύουσι γὰρ διὰ τῆς τῶν χειρῶν ἐκτάσεως τὸ τί‐ | 853 |
69.856 | μιον σχῆμα τοῦ σωτηρίου σταυροῦ· δι’ αὐτοῦ τοῦ πράγματος ὁμολογοῦντες, ὅτι Χριστῷ καθιεροῦνται, ποιούμενοι καύχημα τὸν σταυρὸν αὐτοῦ. Ὥσπερ γὰρ κοινωνοὶ τῶν παθημάτων αὐτοῦ γεγονότες, αἴ‐ | |
5 | ροντες τὸν ἑαυτῶν σταυρὸν, καὶ ἀκολουθοῦντες αὐτῷ, καθ’ ἅ φησιν αὐτὸς, τὸ τοῦ σταυροῦ πλαττόμεθα σχῆμα. Πλὴν οὐκ ἐν γωνίαις τῶν πλατειῶν Ἰουδαϊ‐ κῶς προσευχόμεθα πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώ‐ πων, ἀλλ’ ἐν ναῷ ἁγίῳ Θεοῦ συνεσταλμένως χεῖρας | |
10 | ἐπαίρομεν, καὶ τὰς αἰτήσεις προσάγομεν· «Ὁ γὰρ οἶκός μου,» φησὶν ὁ Θεὸς διὰ τοῦ προφήτου, «οἶκος προσευχῆς κληθήσεται.» Τοῦ ἁγίου Κυρίλλου ἐκ τῆς ἑρμηνείας τοῦ κζʹ ψαλμοῦ. Ἀγαθὴ ἡ ὁδὸς Κυρίου, καὶ οὐ σάρκα | |
15 | μᾶλλον, ἢ ψυχὰς καθαγνίζουσα, τὸ εὐαγγελικόν ἐστι κήρυγμα· αὐτὸ δὲ εἶναί φαμεν καὶ τὴν εἰς εὐθὺ διακομίζουσαν τρίβον. Σκολιὸν γὰρ οὐδὲν ἐν αὐτῷ, ἀλλ’ οἷον εὐθεῖά τίς ἐστιν ὁδὸς καὶ βασιλικὴ καὶ ἁμαξιτὸς εὐτριβὴς, οὐδὲν ἔχουσα τὸ δρασὺ καὶ δυσχε‐ | |
20 | ρὲς, ὀρθὴ δὲ μᾶλλον καὶ τοῖς εὐσεβεῖν ᾑρημένοις εὐήλατος· τὸ μὴ τοιούτοις οὐκέτι. | |
22t | ΨΑΛΜΟΣ ΚΘʹ. | |
23 | Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. | |
25 | (A f. 163 b) Ἐν προσώπῳ μὲν σώματος τὸ κάλλος νοεῖται. Πλεῖστα δὲ αὐτοῦ τὰ μέρη συνεισφέροντα τοῦ ἑνὸς κάλλους τὸ ἀποτέλεσμα, οἷον ὀφθαλμὸς, ὀφρὺς, παρειαὶ, καὶ τὰ λοιπά. Κατὰ τὸν ἴσον τρόπον καὶ τὸ κάλλος ἐννοοῦμεν τὸ πνευματικόν· ἓν γάρ ἐστιν ἐκ | |
30 | πολλῶν ἀρετῶν συνηγμένον εἰς τὸ ἀρτίως ἔχειν. Καὶ ἐν τάξει μὲν ὀφθαλμοῦ τιθέμεθα τὴν πίστιν· ὡς ἐν τάξει δὲ στόματος τὸν ἐν προφορᾷ λόγον, καὶ τὰ ἄλλα ἀνάλογον. Πλὴν ἵνα καὶ κάλλος ἐπιγένηται τῇ ψυχῇ καὶ δύναμις τῶν δεόντων ἐπιτελεστικὴ, θείας | |
35 | εἰς τοῦτο χάριτος χρῄζομεν. Ὡς τοίνυν ἄνω εἴρηκεν, ὅτι ζωὴ ἐν τῷ θελήματι αὐτοῦ, οὕτως νῦν ὑψοῖ τὸν Θεὸν διὰ τῆς εὐχαριστίας λέγων, ὅτι «Ἐν τῷ θελή‐ ματί σου παρέσχου τῷ κάλλει μου δύναμιν.» Καλὸς ἤμην, φησὶ, κατὰ τὴν φύσιν, ἀσθενὴς δὲ γέγονα διὰ | |
40 | τὸ ἐξ ἐπιβουλῆς τοῦ ὅφεως νεκρωθῆναι τῷ παραπτώ‐ ματι. Τῷ οὖν κάλλει μου, ᾧ παρὰ σοῦ ἔλαβον ἐκ τῆς πρώτης κατασκευῆς, προσέθηκας δύναμιν τὴν τῶν δεόντων πρακτικήν. Καλὴ μὲν οὖν πᾶσα ψυχὴ ἡ ἐν συμμετρίᾳ τῶν οἰκείων δυνάμεων θεωρουμένη· | |
45 | ἐπεὶ καὶ σώματος κάλλος, ἡ τῶν μελῶν συμμετρία. Καὶ ὁ αἰσθόμενος τῆς ἑαυτοῦ ἀρετῆς, τὴν εὐχαρι‐ στικὴν ταύτην ἀφίησι φωνήν. Προνοητέον τοίνυν ἡμῖν τοῦ κάλλους, ἵνα καὶ ὁ νυμφίος λόγος ἀποδεξά‐ μενος ἡμᾶς εἴπῃ· «Ὅλη καλὴ, ἡ πλησίον μου, καὶ | |
69.856(50) | μῶμος οὐκ ἔστιν ἐν σοί.» Μὴ ἐξομολογήσεταί σοι χοῦς; ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου; | |
(A f. 165) Οἱ γὰρ ἅπαξ τεθνεῶτες, ἀποπαύσονται | 855 | |
69.857 | τάχα που καὶ τοῦ δοξολογεῖν, προσεπιθεῖεν δ’ ἂν οἶς εἰργάσαντο παντελῶς οὐδὲν, μένουσι δὲ μᾶλλον ἐν οἷς κατελήφθησαν, καὶ τὸν τῆς καθόλου κρίσεως ἐκ‐ δέχονται καιρόν. Οὐκοῦν οἱ ζῶντες, καὶ τοῦ δρᾷν ἔτι | |
5 | τὸ ἀγαθὸν ἔχοντες ἐξουσίαν, ἐπειδὰν εὖ πάθοιεν, εὐλογήσουσί σε, ὃν τρόπον κἀγώ. Δέομαι οὖν ἀν‐ αχθῆναι ἐκτοῦ λάκκου, ἐπειδὴ «οὐκ ἐξομολογήσεταί σοι χοῦς·» ζώντων γὰρ ἴδιον τὸ ὑμνεῖν σε· οἱ δὲ εἰς χοῦν διαλυόμενοι, πῶς ἂν δυνηθεῖεν τοῦτο; Λέγοι δ’ ἂν | |
10 | καὶ Δαβὶδ πρὸς Θεὸν περὶ ἑαυτοῦ· Μαθεῖν βούλομαι τίς ὠφέλεια ἢ ἐμοὶ ἢ ἑτέροις ἐκ τοῦ αἵματός μου; ἢ τί πλέον ὑπάρξει ἐκ τοῦ ἐμὲ ἐλθεῖν εἰς διαφθοράν; | |
13t | ΨΑΛΜΟΣ Λʹ. | |
14 | Ἐπὶ σοὶ, Κύριε, ἤλπισα· μὴ καταισχυνθείην εἰς | |
15 | τὸν αἰῶνα. (A f. 166 b) Πειραζομένου μὲν ἡ φωνὴ, πλὴν οὔπω κατεπτηχότος, ἤγουν κατενηνεγμένου πρὸς ἀναν‐ δρίαν, ὑφορωμένου δὲ μᾶλλον μὴ ἄρα πως ἥττων γένοιτο τοῦ διώκοντος. «Ἐπὶ σοὶ, φησὶν, ἤλπισα·» | |
20 | σοῦ γὰρ μὴ βοηθοῦντος, ἀνόνητος εἰς τὸ σῶσαι πε‐ ριβολή. Μακάριος οὖν ὁ πάσης ἐλπίδος τῶν κατὰ τὸν κόσμον τοῦτον ἑαυτὸν ἀποστήσας, καὶ μόνην ἔχων ἑαυτοῦ ἐλπίδα τὸν Θεόν. Ὡς γὰρ ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, οὕτως | |
25 | εὐλογημένος ὁ ἐπιστηριζόμενος τῷ Κυρίῳ. Οὐ γὰρ ἐπιδέχεται ἐπαμφοτερισμὸν ἡ εἰς Θεὸν ἐλπίς· οὐδὲ καταδέχεται ὁ Κύριος ὁλόκληρον τὴν παρ’ ἑαυτοῦ παρέχειν βοήθειαν τῷ ποτὲ μὲν ἐπὶ χρήμασιν ἠλπι‐ κότι καὶ δόξῃ ἀνθρωπίνῃ καὶ δυνάμει τῇ κατὰ κόσμον, | |
30 | ποτὲ δὲ αὐτὸν ὡς ἐλπίδα ἑαυτοῦ προβαλλομένῳ· ἀλλὰ δεῖ ἀληθινῶς ἐπαναπαύεσθαι τῇ παρὰ Θεοῦ βοηθείᾳ, ὥστε λέγειν μετὰ τοῦ Δαβίδ· «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.» ᾘσχύν‐ θην, φησὶν, ἡμαρτηκὼς, ἱκετεύω δὲ μὴ μέχρι πολ‐ | |
35 | λοῦ τὴν αἰσχύνην ἐπιμεῖναί μοι, διὰ τὴν ἐπὶ σοί μοι γενομένην πεποίθησιν. Μὴ τοίνυν εἰς τὴν ἐμὴν ἀπο‐ βλέψῃς ἁμαρτίαν, ἀλλ’ εἰς τὴν τῶν διωκόντων με παρανομίαν. Εἰ γὰρ καὶ βασιλεὺς ἦν ὁ Δαβὶδ, καὶ πλούτῳ περιεῤῥεῖτο, καὶ νίκαις ἐκόμα ταῖς κατ’ | |
40 | ἐχθρῶν, ἀλλὰ τούτων οὐδὲν πρὸς ἀσφάλειαν αὐτῷ συμβαλεῖσθε ἐπέπειστο, μόνην δὲ τὴν ἐπὶ Κύριον ἐλπίδα· διὸ ἱκέτευε ταύτης μήποτε ἐκπεσεῖν. Καὶ ὁ ἐλπίσας δὲ τυχεῖν τοῦ τέλους τοῦ ἀποκειμένου τοῖς ἁγίοις, οἶδε μὴ καταισχυνθήσεσθαι εἰς τὸν αἰῶνα. Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦμαι (C f. 60 b) Τουτέστιν ἐν τῷ Χριστῷ ῥῦσαί με ἀπὸ | |
45 | τῆς αἰχμαλωσίας τοῦ διαβόλου, καὶ ἐξελοῦμαι ἀπὸ τῆς ἐν γεέννῃ κολάσεως. Γέγονε γὰρ ἡμῖν δικαιοσύνη· οὐκ ἔστιν γὰρ ὄνομα ἕτερον τὸ δεδομένον ἐν ἀνθρώ‐ ποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Ἔφη γάρ· «Ἐγώ εἰμι ἡ ὁδὸς, ἡ θύρα· καὶ χωρὶς ἐμοῦ οὐ δύνασθέ τι | |
69.857(50) | ποιεῖν ἀγαθόν.» Καὶ ἕνεκεν τοῦ ὀνόματός σου, ὁδηγήσεις με καὶ διαθρέψεις με. (A f. 167) Ἕπεται καὶ ταῦτα τῇ πρὸ αὐτῶν θεω‐ | |
ρίᾳ. Κραταίωμα γὰρ καὶ καταφυγὴν ὀνομάσας ἑαυ‐ | 857 | |
69.860 | τοῦ τὸν τῶν ὅλων Θεὸν, διατρανοῖ προστιθεὶς ὅτι ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ, τουτέστι τῆς δόξης, ὁδ‐ ηγεῖ καὶ διατρέφει τοὺς ἐκ διανοίας εἰλικρινοῦς καὶ ἀγάπης βεβαίας ὑπ’ αὐτῶ[ν] γεγονότας, καὶ τὰ αὐτῷ | |
5 | δοκοῦντα φρονεῖν καὶ δρᾷν ᾑρημένους. Εὖ δὲ δὴ σφόδρα τὸ, «Ὁδηγήσεις με, φησὶ, καὶ διαθρέψεις με·» κατορθοῦται γὰρ οὐχ ἑτέρως ἀρετὴ, πλὴν ὅτι διὰ δύο πραγμάτων, γνώσεως, φημὶ, καὶ εὐσθενείας πνευ‐ ματικῆς. Μετριάζει δὲ μὴ δι’ ἑαυτὸν ἀξιῶν τυχεῖν, | |
10 | διὰ δὲ τὸ θεῖον ὄνομα. Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. (A f. 167 b) Κατὰ δὲ διάνοιαν, ἐφεδρεύσαντες αὐτοῦ τῇ ψυχῇ, συνελάβοντο αὐτὸν ἐν τῇ ἁμαρτίᾳ· πολλαὶ γὰρ αἱ τοῦ βίου παγίδες μέχρι τῆς ἐσχάτης | |
15 | ἀναπνοῆς. Ὡς τὴν ψυχὴν οὖν πολεμούμενος, σώμα‐ τος γὰρ τοῖς ἁγίοις ὀλίγη φροντὶς, καὶ πρὸς τῶν ἀπατεώνων τρωθῆναι φοβούμενος, τὸ πνεῦμα παρα‐ τίθεται τῷ Θεῷ, τὰς προνοητικὰς αὐτοῦ δυνάμεις χεῖρας καλῶν. Τῷ δὲ παρόντι ῥητῷ καὶ ὁ Σωτὴρ ἐπὶ | |
20 | τοῦ σταυροῦ προσηλωμένος ἐχρήσατο. Πνεῦμα δὲ, ποτὲ μὲν τὴν διάνοιαν ἡ Γραφὴ καλεῖ· ὡς ὅταν λέγῃ ὁ Ἀπόστολος περὶ τῆς παρθένου· «Ἵνα ᾖ ἁγία πνεύ‐ ματι καὶ σώματι·» ποτὲ τὴν ψυχὴν, ὡς παρ’ Ἰα‐ κώβῳ, «Ὥσπερ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν | |
25 | ἐστι·» ποτὲ δὲ τὸ συνεζ[ε]υγμένον τῇ ψυχῇ συνειδὸς, ὡς τὸ, «Τίς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ;» Τὸ δὲ προκείμενον, κατὰ τοὺς τρεῖς νοηθήσεται τρόπους. Ὁ μέντοι Δαβὶδ παρὰ τῶν πο‐ λεμίων ἁλοὺς, ὑπὸ Θεοῦ λελυτρῶσθαί φησι, καὶ ὡς | |
30 | μηδὲ ψευσθεὶς τῶν ἐλπίδων, οἰκείως Θεὸν ἀλήθειαν αὐτὸν ὀνομάζει. Ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. (A f. 168, C f. 61 b) Εἰ μὲν οὖν τὸ εὐρύχωρον ταυτόν ἐστι τῇ ὁδῷ τῇ πλατείᾳ, ἥτις ἐστὶν ἡ φιληδο‐ | |
35 | νία· εὐχαριστεῖ ὁ δίκαιος διότι ἐν τῷ περιγείῳ τόπῳ τυγχάνων, ἐν ᾧ διὰ τὰς ἐμφωλευούσας κακίας τὸ ζῇν ἐστιν ἐπισφαλὲς, στάσιν ἔσχε τοῦ μὴ τῇδε κἀκεῖσε πρὸς τῶν παθῶν περιφέρεσθαι. Εἰ δὲ ὡς ἐπαινετόν φησι τὸ εὐρύχωρον, ὁμολογεῖ χάριν ὅτι θλιβόμενος | |
40 | οὐ στενοχωρεῖται, πλατυνόμενος καὶ τοῖς πόνοις ἐγκαρτερῶν. Ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι. (A f. 168, D f. 91) Δοκεῖ μέν πως οὐ σφόδρα συν‐ ᾴδειν τοῖς ἀνωτέρω στίχοις ἡ τοῦ προκειμένου διά‐ | |
45 | νοια. Ἐρεῖ γάρ τις ἴσως, ὅτι ὁ ἐν εὐρυχώρῳ λέγων τοὺς ἑαυτοῦ στῆναι πόδας, πῶς ἐνθάδε θλίβεσθαί φη‐ σιν, ὥσπερ εἰς λήθην ἐνεχθεὶς ὧν ἔφησε; Τί οὖν ἐροῦ‐ μεν; Αἰσθάνεται μὲν τῆς χάριτος τῆς διὰ Χριστοῦ, καὶ δὴ τεθαύμακε τῆς ἐπικουρίας τὸν τρόπον· ἀλλ’ | |
69.860(50) | οἷον οὔπω τυχὼν, ἀναμασσᾶται τὰ διηγήματα, καὶ τῶν πρὸ τῆς χάριτος διαμνημονεύει κακῶν, ἵνα καὶ ἔτι μειζόνως ὁ σώσας θαυμάζηται. Τίς δὲ ἡ θλίψις, διεξοδικώτερον ἐκφράζει. Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος, | |
55 | κ.τ.λ. | |
(A f. 168. b) Κἂν ἐπὶ τὸν ἐξομολογούμενον δὲ ἐν | 859 | |
69.861 | τῷ ψαλμῷ λαμβάνηται, τὴν πολλὴν αὐτοῦ τά τε πρὸ τούτων ῥητὰ καὶ τὰ νῦν παρίστησι κάκωσιν. Γέγονα γὰρ, φησὶν, ὄνειδος παρ’ ἐχθροῖς, ὡς ἐμαυτὸν κατακόπτων εἰκῆ, καὶ τοῖς γνωστοῖς καὶ γείτοσι φό‐ | |
5 | βος, δεδιόσιν, οἶμαί που, μὴ ἄρα πως καὶ ἀπολοίμην διὰ τὴν ἐν τῇ πρὸς Θεὸν ἐξομολογήσει βλεπομένην ταλαιπωρίαν, καὶ τὴν ὑπερβολὴν ἧς ἐνεδεικνύμην μετανοίας· σάκκῳ καὶ σποδῷ κατατρυχόμενος, καὶ νυκτὸς καὶ ἡμέρας κλαίων, καὶ τοῖς οὕτως ἀνιαροῖς | |
10 | ἐκτηκόμενος πόνοις. Καὶ οἱ θεωροῦντες ἔξω ἀπ’ ἐμοῦ πεφεύγασιν, ἀπεγνωκότες μου τὴν σωτηρίαν ὡς ἤδη γεγονότος νεκροῦ· τάχα που μαίνεσθαι λέγοντες, καὶ οὐδὲ ὅλως ἐφίεσθαι τοῦ ζῇν. Ὥστε καὶ εἰς λήθην πέμψαι τὰ κατ’ ἐμὲ, οἰηθῆναί τε ὅτι σκεῦός εἰμι | |
15 | ἀχρεῖον καὶ ἀπολωλός. Φευγόντων γὰρ αὐτῶν ἐν λήθῃ γεγένημαι, ὥσπερ ἀμέλει καὶ νεκρός. Ἐδόκουν δὲ καὶ παρεῤῥίφθαι ὥσπερ τῶν σκευῶν τὰ ἀτιμώτατα καὶ τοῦ μηδενὸς ἄξια, καὶ διὰ τοῦτο μὴ ἐπιζητού‐ μενα. | |
20 | Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας. (D f. 91 b) Ἀπὸ καρδίας, τουτέστι ἀπὸ τοῦ νοὸς καὶ τῆς μνήμης. Ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν. | |
25 | (A f. 169) Τάχα δὲ τὸ, Ἤκουσα ψόγον, αἰτία ἐστὶ τῶν ἀνωτέρω ῥηθέντων· ὡς ἂν εἰ λέγοι· Οὐ μάτην ἐμαυτὸν ἐκάκουν, ἀλλὰ διότι οἱ ἀφανεῖς ἐχθροὶ, περι‐ πεσόντος μου τῇ ἁμαρτίᾳ, συνετάσσοντο πρὸς ἀλ‐ λήλους, ὅπως τὴν ἐμὴν ψυχὴν διαρπάσωσι· διὸ τῇ | |
30 | πολλῇ κακώσει, τὸν Θεὸν ἐπεσπώμην εἰς ἔλεον. Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου. (A f. 169) Ἢ οἱ παρὰ Θεῷ κλῆροι, περὶ ὧν ὁ θεῖός φησι Δαβίδ. Τὰ ἐν ἐλπίσιν εἰσὶν ἀγαθὰ τοῖς εὐσεβοῦ‐ σιν ἐπηγγελμένα· ἃ καὶ ἀποδώσει αὐτοῖς [κατὰ] | |
35 | καιρόν. Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου. (A f. 169 b) Ἐποπτείας μὲν ἀξιοῖ Θεὸς τὸν ἐπιεικῆ καὶ εὐήνιον καὶ τῷ θείῳ φόβῳ κατεσταλμένον· ἀπο‐ στρέφεται δὲ τὸν δυσάγωγόν τε καὶ δυσμαχῆ, καὶ ἐν | |
40 | οὐδενὶ τιθέμενον τὸ δοκοῦν αὐτῷ. Ἔστι δὲ οὐδενὶ τῶν εὖ φρονούντων ἀμφίβολον, ὡς ἀμείνους ἔσονται παντὸς πειρασμοῦ καὶ τῆς τῶν πολεμούντων ἐπι‐ βουλῆς, οἵπερ ἂν ἔχοιεν αὐτοῦ τὴν ἀντίληψιν. Ὥσπερ γὰρ ἡλίου μὲν ἀνατείλαντος λύεται τὸ σκότος, ὑπὸ | |
45 | γῆν δὲ γενομένου διαδέχεται νὺξ, ἐν ᾗ προΐασιν ἐκ τῶν οἰκείων καταδύσεων θῆρες ἄγριοι, καὶ ἄνδρες κακουργίας ἐργάται· οὕτως ἀποστρεφομένου μέν τινα | |
τοῦ Θεοῦ, οἱ τῆς ψυχῆς ἐχθροὶ ἐπανίστανται. Ἐπι‐ | 861 | |
69.864 | λάμψαντος δὲ αὐτοῦ τὸ φῶς τῆς θεότητος, ὂ δὴ Θεοῦ πρόσωπόν φησιν ἡ Γραφὴ, ἀποτρέπονται πάντες οἱ τὰ σκότους ἄξια δρῶντες· οὗ δὴ τυχεῖν ἀξιοῖ καὶ ὁ προφήτης, οὐ διὰ πράξεις ἰδίας, δι’ ἔλεος δὲ τοῦ Θεοῦ. | |
5 | Οὗτος γάρ μοι, φησὶ, μόνος τρόπος τῆς σωτηρίας, εἰ τὸ σὸν ἐπιφάνοις πρόσωπον. Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε. (A f. 169 b) Τοῖς ἀθέοις, οὐκ ἐμοὶ, προσῆκόν ἐστιν αἰσχύνεσθαι. Πάθοιεν δ’ ἂν τοῦτο δικαίως οἱ ἀσεβεῖς, | |
10 | τουτέστιν οἱ μὴ εἰδότες σε, μήτε μὴν τὴν σὴν ὁμολο‐ γοῦντες θεότητα καὶ ὑπεροχὴν, ἀνατιθέντες δὲ μᾶλ‐ λον τοῖς δαιμονίοις τὴν κυριότητα, καὶ τὸ κατάρχειν τῶν ὅλων ἐκνενεμηκότες τῷ Σατανᾷ, καὶ τοὺς ἑαυτῶν κλήρους ἀνατιθέντες ἐκείνοις. Αὐτῶν δ’ ἂν εἴη καὶ τὸ | |
15 | βαδίζειν εἰς ᾅδου, καὶ συνταρταροῦσθαι τοῖς αὐτόθι καθειργμένοις, οὓς καὶ ἰδίους θεοὺς ἐπεγράφοντο. Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύ‐ ριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε· ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν | |
20 | ἀνθρώπων. (A f. 170, K f. 66 b) Δοκεῖ δέ πως ἀσυμφανὲς εἶναι τὸ ἔκρυψας, πρὸς τὸ ἐξειργάσω· εἰ γὰρ ἔκρυψε τὸ τῆς χρηστότητος πλῆθος, πῶς ἐξειργάσατο πάλιν αὐτὴν ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων; Οὐκοῦν τὸ | |
25 | ἔκρυψε νοητέον, ἀντὶ τοῦ ἀπόθετον, ἤγουν τεθησαυ‐ ρισμένην, τοῖς οἰκείοις καὶ μόνοις τὴν χρηστότητα ἐποιήσατο, πλὴν ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων, τουτέστιν ἀγνοοῦντος οὐδενός. Τίς γὰρ οὐκ οἶδεν, ὅτι ἀγαθός ἐστιν ὁ τῶν ὅλων Δημιουργὸς, οὐκ εἰς ἅπαν‐ | |
30 | τας ἁπλῶς, ἀλλ’ εἰς ἐκείνους μᾶλλον οἵπερ ἂν ἐν ἰδίαις ψυχαῖς τὸν θεῖον ἔχοντες φόβον; Τούτοις γὰρ ἀπ‐ έκρυψε, τουτέστιν ἀπέθετο, ἰδικὸν ὥσπερ τινὰ κλῆρον τὸ τῆς χρηστότητος πλῆθος· καὶ οὐκ ἐν μόναις ἐλπίσι τὸ χρῆμα αὐτοῖς, ἀλλὰ γὰρ καὶ ἐξειργάσατο πλειστά‐ | |
35 | κις, τουτέστι καὶ διὰ πραγμάτων αὐτῶν γέγονεν ἐμ‐ φανές. Οἷον ἐπεπόλασέ ποτε σκότος τοῖς Αἰγυπτίοις βαθὺ καὶ τριήμερον, ἀλλ’ ἡ χρηστότης τοῦ σώζοντος τοὺς ἀνακειμένους αὐτῷ, τοῦ σκότους ἀπείρατον ἐτήρει τὸν Ἰσραήλ. Ἀπολώλασι τὰ πρωτότοκα τῶν | |
40 | Αἰγυπτίων ἐν μιᾷ νυκτὶ, ἐν δέ γε τοῖς υἱοῖς Ἰσραὴλ οὐδὲ κύων ἔβρυξεν, ἀλλ’ ἦσαν ἐκτὸς πληγῆς παντε‐ λῶς, ἀπείργοντος Θεοῦ τὸν ὀλοθρευτήν. Ὁρᾷς ὅπως ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων, τουτέστι παῤῥησίᾳ καὶ φανερῶς ἐξειργάσατο τὸ τῆς ἑαυτοῦ χρηστότητος | |
45 | πλῆθος εἰς τοὺς ἐλπίζοντας ἐπ’ αὐτόν; ἣν καὶ οἷον ἔκρυψεν, ἐπεὶ μὴ πᾶσιν ἐξὸν μετασχεῖν αὐτῆς· τετήρηται γὰρ μόνοις, ὡς ἔφην, τοῖς φοβουμένοις αὐτόν. Καὶ οὐκ ἄμισθος ἡ εἰς Θεὸν ἐλπὶς, σωτηρίας δὲ μᾶλλον τῆς παρ’ αὐτοῦ προμνήστρια, καὶ πολλὴν | |
69.864(50) | τοῖς κεχρημένοις ἐμποιοῦσα τὴν ὄνησιν. Κρύπτεις οὖν, φησὶ, τὴν σὴν χρηστότητα, τουτέστι φυλάττεις τοῖς φοβουμένοις σε· ἐπεὶ καὶ εἰς τοῦτο αὐτὴν ἐξειρ‐ γάσω, εἰς τὸ παρασχεῖν τοῖς ἐλπίζουσι εἰς σέ· καὶ παρέξεις γε αὐτὴν ἐνώπιον, ὥστε πάντας ἰδεῖν ἐν | |
55 | καιρῷ ἀμοιβῆς διδομένην τοῖς ἀξίοις. Ἑτέρως δὲ τὸ | |
πλῆθος τῆς χρηστότητος τοῦ Θεοῦ κεκρυμμένην ἔχει | 863 | |
69.865 | τὴν ὠφέλειαν, καὶ οὔτω νῦν τηλαυγῶς καθορᾶται, ἀναμένει δὲ τοὺς ἐπερχομένους αἰῶνας, ὥστε ἐν αὐ‐ τοῖς ἀποκαλυφθῆναι. Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος | |
5 | αὐτοῦ ἐν πόλει περιοχῆς. (A f. 170 b, D f. 92 b) Τὴν πρὸς Θεὸν ἔντευξιν εἰς ἀγαθὸν κατέστρεψε τέλος, εὐλογῶν τὸν Θεὸν ἐφ’ οἷς εὖ πέπονθε. Δι’ ἐμοῦ γὰρ, φησὶν, ὁ Θεὸς ἐδοξάσθη, ὅτι μυρίων ἐπ’ ἐμὲ συστάντων πολέμων, καὶ δίκην | |
10 | μεγάλης πόλεως τὴν ἐμὴν ψυχὴν πολιορκεῖν πειρω‐ μένων, ὁ ἐμὸς φύλαξ φραγμόν μοι περιβαλὼν, τὸ ἔλεός σου θαυμαστὸν ἔδειξας· οὕτως με σώσας, ὡσεὶ καὶ πόλιν τείχει περιβεβλημένην ὀχυρῷ. Μᾶλλον δὲ πόλιν περιοχῆς αὐτὸν τὸν Υἱὸν ὀνομάζει, τὸν ἀποκρύ‐ | |
15 | πτοντα τοὺς ἁγίους καὶ οἷον καταπυκάζοντα καθάπερ ἐν σκηνῇ, ἔξω τε τιθέντα καὶ ἀνθρώπων ταραχῆς καὶ ἀντιλογίας γλωσσῶν. Ἢ τάχα που τὴν Ἐκκλη‐ σίαν αὐτοῦ, τὴν τῶν ἁγίων καλεῖ πόλιν, τὴν ἀπόρθητον τῷ Σατανᾷ, τὴν ἀνάλωτον παντελῶς, τὸ μέγα καὶ | |
20 | ἀσφαλὲς καὶ ἀκαταμάχητον τεῖχος. «Πύλαι γὰρ ᾅδου οὐ κατισχύουσιν αὐτῆς.» Πλὴν ὅτι τὸ ἔλεος οὐκ ἔξω τῆς ἁγίας πόλεως δίδοται μᾶλλον, ἀλλὰ τοῖς οὖσιν ἐν αὐτῇ· ἐν αὐτῇ γὰρ τεθαυμαστῶσθαί φησιν αὐτό. Ἦν πόλις περιοχῆς, ἤγουν τετειχισμένη, ἡ ἀπαθὴς ψυχὴ | |
25 | τοῦ Δαβίδ· ἀλλὰ τὸ τῆς ἀπαθείας τεῖχος καθελόντες οἱ ἐχθροὶ μετὰ τῆς Βηρσαβεὲ, εἰσῆλθον πρὸς τὸν Δαβίδ. Διόπερ καὶ ἐν τῷ πεντηκοστῷ ψαλμῷ παρακαλεῖ τὸν Κύριον ἵν’ οἰκοδομηθῇ τὰ τείχη Ἱερουσαλήμ. | |
29t | ΨΑΛΜΟΣ ΛΑʹ. | |
30 | Ψαλμὸς τῷ Δαβὶδ συνέσεως. Μακάριοι ὧν ἀφέθη‐ σαν αἱ ἀνομίαι. (A f. 171 b) Τὴν κακοπάθειαν αὐτοῦ τὴν πολλὴν ὁ Δαβὶδ προβαλλόμενος, ἣν ἐν τῇ μετανοίᾳ ὑπέμεινε, μακαρίζει τοὺς ἀταλαιπώρως ἀφέσεως τετυχηκότας | |
35 | διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας. Συνέσεως δὲ ἐπιγέγραπται ὁ ψαλμὸς, διὰ τὸ ταύτης μάλιστα δεῖσθαι τοὺς ἀνθρώπους· ὅτι δὴ σφόδρα ἐκνενευκότες ἐπὶ τὰ πάθη, ἵπποις καὶ ἡμιόνοις ἀπεικάσθησαν. Ἢ ἐπὶ σύνεσιν προτρέπεται, ἐπεὶ πολλὰ κεκρυμμένα ὁ | |
40 | ψαλμὸς ἔχει, καὶ χρεία συνέσεως τῷ ἐντυγχάνοντι. Μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρ‐ τίαν. (A f. 171 b) Τρίτη τις αὔτη τάξις τῶν ἁμαρτανο‐ μένων, ὧν ἡ μὲν πρᾶξις οὐκ ἐπαινετὴ, τὸ δὲ τῆς | |
45 | γνώμης ἀνεύθυνον. Ὁ μὲν οὖν πρῶτος στίχος ἁρ‐ μόσειεν ἂν τοῖς ἠλεημένοις διὰ τοῦ ἁγίου βαπτίσμα‐ | |
τος· ἐκείνων γὰρ ἀφέθησαν αἱ ἀνομίαι. Ὁ δεύτερος | 865 | |
69.868 | δὲ τοῖς ἐθέλουσι μετανοεῖν· ἐπικαλύπτονται γὰρ αὐ‐ τῶν αἱ ἁμαρτίαι διὰ τῆς μετανοίας, καταχωννύντος ὥσπερ αὐτὰς ταῖς ἀμνηστίαις τοῦ φιλαγάθου Θεοῦ, ὡς μηκέτι βούλεσθαι μηδὲ ὁρᾷν αὐτάς. Τοῖς γὰρ | |
5 | ἁμαρτοῦσι μετὰ τὴν ἄφεσιν, οὐκέτι δευτέραν ἄφεσιν, ἀλλ’ ἐπικάλυψιν ἁμαρτιῶν παρέχει. Διὰ γὰρ τῶν δευτέρων κατορθωμάτων, καλύπτειν τὰ προημαρτη‐ μένα συνεχώρησεν. Ὁ δὲ τρίτος τοῖς σφαλεῖσι μὲν, πλὴν οὐκ ἀπὸ γνώμης ἐθελοκάκου καὶ πονηρᾶς. | |
10 | Σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχού‐ σης με. (A f. 172 b) Μέγα τὸ μὴ φρονεῖν ἐφ’ ἑαυτῷ, εἰ‐ δέναι δὲ μᾶλλον τὸν ἐξελέσθαι δυνάμενον, ὅταν ἡμῶν κατατρέχωσι λογισμοὶ καὶ θλίψεις αἱ δι’ εὐσέβειαν | |
15 | σκηπτοῦ δίκην ἐμπίπτουσαι καὶ θορυβοῦσαι. Τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυ‐ κλωσάντων με. (A f. 172 b) Ταῦτά φησιν ὡς ἐκ προσώπου τῶν δεδιψηκότων τὴν διὰ Χριστοῦ σωτηρίαν, δι’ οὗ τὴν | |
20 | ἐκ τῆς ἀρχαίας ἀρᾶς διεκρουσάμεθα δυσθυμίαν· μετημφιασάμεθα δὲ ὥσπερ εὐφροσύνην καὶ χαρὰν, θανάτου καὶ ἁμαρτίας ἀπηλλαγμένοι, καὶ τί γὰρ οὐχὶ τῶν ἄνωθεν καταπλουτήσαντες ἀγαθῶν; Κυ‐ κλοῦσι δὲ τοὺς ἁγίους οὐκ ἄνθρωποι μόνον δυσσεβεῖς | |
25 | καὶ ἀλιτήριοι, ἀλλὰ γὰρ καὶ αὐτὰ τὰ φιλοκάκουργα τῶν δαιμόνων στίφη. Συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ μου ταύτῃ ᾗ σὺ πορεύσῃ. (A f. 173) Εὐξαμένῳ λύτρωσιν ἐχθρῶν, ἀντιφθέγ‐ | |
30 | γεται Θεὸς ὁδηγήσειν ἐπαγγελλόμενος ἐν εὐθείᾳ ὁδῷ· Συνετίσω σε γὰρ, φησὶ, καὶ ὑποδείξω σοι ὁδὸν ἣν ὁδεύσεις ἐπὶ τὸ τρισμακάριον ἄγουσαν τέλος, καὶ ἔσομαι πάντως τε ἐποπτεύων τὰ κατὰ σὲ, ὅπως ἐκ τῶν φωτιστικῶν αὐγῶν φωτιζόμενος, τὴν ὁδὸν βλέ‐ | |
35 | πειν ἔχῃς τὴν ἐπηγγελμένην σοι. Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις. (A f. 173 b, C f. 66 b) Ὡς πρὸς τὸν Θεὸν ἀποστρέφει τὸν λόγον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τοὺς μὴ βου‐ λομένους μετανοεῖν, οἷά τινι χαλινῷ τῇ παιδείᾳ ἐπί‐ | |
40 | στρεψον πρὸς ἑαυτὸν, καὶ τὸ σκιρτητικὸν καὶ ἀφ‐ ηνιαστικὸν ἀποθεμένους, τό τε ἀπειθὲς καὶ σκλη‐ ρόστομον, τῷ σῷ ζυγῷ τούτους ὑπόβαλον· καὶ μὴ ἐάσῃς τὸν χαλινὸν τούτους ἐνδακόντας ὁρμῆσαι ἐπὶ τὸν κρημνὸν ἢ τὸ βάραθρον· ἀλλὰ περιαγαγὼν τὸν | |
45 | αὐχένα τῇ χειρὶ, ἐπὶ τὴν σώζουσαν ὁδὸν κατεύθυνον. Εἰ γάρ τις ἀπόσχοιτο τοῦ κακοῦ, καὶ εἰς σύνεσιν ἀναδραμὼν τὴν ἀνθρώπῳ πρέπουσαν ἀποσκευάσοιτο μὲν φρόνημα τὸ κτηνοπρεπὲς, γένοιτο δὲ σοφὸς καὶ ἀρτίφρων ἀνὴρ, τότε δὴ ἐλπίδα καὶ καταφυγὴν ἑαυ‐ | |
69.868(50) | τοῦ ποιήσει τὸν συνετίσαντα Θεόν· τότε κυκλωθή‐ σεται καὶ αὐτὸς ἐλέῳ καὶ οἰκτιρμοῖς, καὶ ὑπὸ χεῖρα γενήσεται τοῦ σώζειν εἰδότος καὶ δυναμένου Θεοῦ. Εὐφράνθητε ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε, δίκαιοι. (A f. 173 b, C f. 66 b) Ὡς ἄγαν σοφὸν τῆς ᾠδῆς | |
55 | τὸ συμπέρασμα! Ἀποτρέπει γὰρ ἐπί τινι τῶν κοσμι‐ | |
κῶν ἐπαγάλλεσθαι, ἐπὶ Θεῷ δὲ μᾶλλον χαίρειν παραι‐ | 867 | |
69.869 | νεῖ. Εἶεν δ’ ἂν ταῦτα χαρισμάτων δηλονότι πνευμα‐ τικῶν διανομαὶ, καὶ γερῶν ἐλπίς. Πλὴν οὐχ ἅπασιν ἃν πρέποι χαίρειν ἐπὶ Θεῷ, ἁρμόσοι δ’ ἂν μᾶλλον τοῖς δικαιοσύνης ἐρασταῖς. Τούτων ἐστὶ τὸ ἐπὶ μόνῳ | |
5 | Θεῷ ἀγαλλιᾶσθαι, καὶ ἐπ’ αὐτῷ καυχᾶσθαι, κατὰ τὸν θεῖον Ἀπόστολον, «Ὁ καυχώμενος, ἐν Κυρίῳ καυ‐ χάσθω,» παρεγγυώμενον. | |
8t | ΨΑΛΜΟΣ ΛΒʹ. | |
9 | Ψαλμὸς τῷ Δαβὶδ ἀνεπίγραφος παρ’ Ἑβραίοις. | |
10 | (A f. 174 b, C f. 66 b) Καί γε ᾄδεσθαί φαμεν τὸν μετὰ χεῖρας ψαλμὸν ὡς ἐκ προσώπου τοῦ μακαρίου Δαβὶδ, εἴτουν εἰς τιμὴν καὶ δόξαν Χριστοῦ, ὃς καὶ ὠνομάσθη Δαβὶδ διὰ τὴν κατὰ σάρκα γέννησιν· ἐξέφυ γὰρ ἐξ αἵματος Ἰεσσαὶ καὶ Δαβίδ. Περιέχει δὲ τῆς | |
15 | προκειμένης ᾠδῆς ἡ δύναμις πρῶτον μὲν πρόκλησίν τινα καὶ προτροπήν· ἁγίοις γὰρ χρῆναι δοξολογεῖν, καὶ ᾠδὰς τὰς χαριστηρίους ἀνάπτειν Θεῷ σώσαντι τὴν ὑπ’ οὐρανὸν, ἀνακεφαλαιωσαμένῳ τε τὰ πάντα ἐν Χριστῷ τά τε ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ὃς | |
20 | πάντας ἡμᾶς ἐξείλετο τῆς τοῦ διαβόλου τυραννίδος καὶ σκαιότητος. Εἶτα πρὸς τοῦτο, λόγος εὐθὺς εἰσκο‐ μίζεται μυσταγωγικὸς, δι’ οὗ μανθάνομεν ὡς ἄμαχον ἔχει τὴν χεῖρα Χριστὸς καὶ τὸ νεῦμα παναλκὲς, καὶ μὴν καὶ τὸ κατὰ πάντων κράτος, καὶ δόξαν θεοπρεπῆ, | |
25 | καὶ ὑπερκόσμιον ὑπεροχήν. Ἀποφαίνει γὰρ αὐτὸν Δημιουργὸν τῶν ὅλων· «Τῷ γὰρ Λόγῳ, φησὶ, Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.» Διδάσκει δὲ πρὸς τούτοις ὡς ἔστι καὶ πανεπίσκοπος, καὶ πανδερκὲς τοῖς ἐπὶ τῆς γῆς ἀφίησιν ὄμμα, καὶ ἑκάστου τροχιὰς περι‐ | |
30 | σκέπτεται. Ἐπιφέρει δὲ ὥσπερ χρήσιμόν τι καὶ ἀναγκαῖον τῇ προτεθείσῃ μυσταγωγίᾳ τὸ συμπέ‐ ρασμα· καταδείκνυσι γὰρ ὅτι σαθρὰ μὲν καὶ εὐδιά‐ κλαστος ἡ ἐπ’ ἀνθρώποις ἐλπίς· καὶ οὐκ ἂν ἀρκέ‐ σειέ τις τῶν ἐπὶ τῆς γῆς εἰς τὸ δύνασθαι σώζειν | |
35 | ἑαυτὸν, εἰ μὴ ἐπαμύνοι Θεός. Διακεῖσθαί τε οὕτω παρασκευάζει τοὺς ἀγαπῶντας αὐτὸν, ὡς τὰ αὐτοῦ φρονεῖν, καὶ τοῖς αὐτοῦ νεύμασιν ἐπείγεσθαι κατακο‐ λουθεῖν, καὶ ἐπ’ αὐτῷ πεποιθέναι, εἰδέναι τε βεβαίως ὅτι παντὸς ἔξω τίθησι πειρασμοῦ, καὶ ἀμογητὶ δια‐ | |
40 | σώζει τοὺς ἐπ’ αὐτῷ πεποιθότας. Ἄρχεται οὖν τῆς ᾠδῆς καί φησιν. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ. (A f. 175) Ἐν αὐτῷ οὖν γενόμενοι τῷ Κυρίῳ, καὶ καθ’ ὅσον ἐσμὲν δυνατοὶ κατοπτεύοντες αὐτοῦ τὰ | |
45 | θαυμάσια, οὕτως συναγάγωμεν ἐκ τῆς θεωρίας ταῖς καρδίαις ἡμῶν εὐφροσύνην. Καὶ ἵνα συνελὼν εἴπω, τοῦτό ἐστι τὸ ἀγαλλιᾶσθαι τοὺς δικαίους ἐν Κυρίῳ, τὸ φρονεῖν ἑλέσθαι μόνα τὰ αὐτῷ θυμήρη καὶ φίλα, καὶ γλίχεσθαι μὲν τῶν ἀρίστων ἐπιτηδευμάτων, ἀπο‐ | |
69.869(50) | φοιτᾷν δὲ τῶν κοσμικῶν ἐπιθυμιῶν καὶ τῆς ἐν τῷδε τῷ βίῳ τύρβης. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτη‐ ρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. (A f. 175 b) Ἐν ἑτέροις γέγραπται ψαλμοῖς, πῆ | |
55 | μὲν, ὅτι «Ἑκουσίως θύσω σοι·» πῆ δὲ αὖ, «Ἐκ | 869 |
69.872 | θελήματός μου ἐξομολογήσομαι αὐτῷ·» δι’ ὦν ση‐ μαίνει τὸ μὴ ἀβουλήτως μηδὲ οἷον ἐν κατηφείᾳ καὶ ὀκνηρῶς ποιεῖσθαι δεῖν τὰς εὐχὰς, ἀλλ’ ἐκ διανοίας ἀγαθῆς καὶ ἐκ φρονήματος ἱλαροῦ. Τοῦτο κἀνθάδε | |
5 | παραδηλοῦσθαί φαμεν, ὡς ἐν τάξει παραδείγματος παρενεγκόντος τοῦ λόγου τοὺς κιθάρᾳ καὶ ψαλτηρίῳ κεχρῆσθαι κατειθισμένους. Οὐ γάρ τοι τὸ διὰ χορδῶν ἀνακρούειν μέλος ἐπιτάττει τὸ Πνεῦμα, οὔτε μὴν κοσμικῶν ἀθυρμάτων ἅπτεσθαι κελεύει τοὺς τῆς | |
10 | νοητῆς εὐθύτητος ἐπιμελητὰς, ἀλλὰ μετὰ τῆς ἁγιο‐ πρεποῦς θυμηδίας ποιεῖσθαι κελεύει τὰς δοξολογίας. Εἰκὸς δὲ ὅτι τοῖς ἀρχαίοις ἔθεσιν ἀκολουθῶν ὁ Ψάλ‐ λων, ἐνταῦθα διαμέμνηται τῶν ὀργάνων. Ἔθος γὰρ Ἰουδαίοις καὶ λυροκτυπεῖν ἔσθ’ ὅτε, κυμβάλοις τε | |
15 | καὶ νάβλαις καὶ ἑτέροις τισὶ κεχρῆσθαι τοιούτοις, καὶ ὑμνολογεῖν ἐν τῷ παρ’ αὐτοῖς ὄντι ναῷ. (B f. 97) Ἄθρει ὅπως οὐ βουθυτεῖν τοῖς ἁγίοις, εἴτουν τοῖς εὐθέσιν, ἐπιτάττει μᾶλλον, οὔτε μὴν κα‐ πνοῖς κεχρῆσθαι καὶ λιβάνῳ· τὸ ὑμνολογεῖν δὲ μᾶλ‐ | |
20 | λον, καὶ ἀναιμάκτους προσάγειν θυσίας, ὅπερ ἐστὶν τῆς ἐν Χριστῷ πολιτείας σύμβολον. Ἀποφήσας γὰρ τὰς δι’ αἱμάτων θυσίας, διὰ τοῦ φάναι ὡς τὸν Ἰσραὴλ, «Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδ’ ἐκ τῶν ποιμνίων σου χιμάρους,» εἰς ᾠδὰς καὶ μέλη προ‐ | |
25 | τρέπει λέγων «Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως.» ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ. (A f. 176 b) Ἴδοι τις ἂν κἀντεῦθεν, ὅτι μὴ τοῖς τὴν ἐν νόμῳ τελοῦσι λατρείαν προσδιαλέγεται νυνὶ τὸ | |
30 | Πνεῦμα διὰ τοῦ Ψάλλοντος, ἀλλὰ τοῖς ἐρασταῖς τῆς ἐν Χριστῷ πολιτείας, καὶ τὴν ἐν πίστει δικαίωσιν παρ’ αὐτοῦ πεπλουτηκόσιν. Εἶεν δ’ ἂν οὗτοι, περὶ ὧν ἔλεγεν ἐν ἀρχῇ τοῦ προλαβόντος ψαλμοῦ· «Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.» Τίσι γὰρ ἀφῆκε τὰς ἁμαρ‐ | |
35 | τίας, εἰ μὴ τοῖς εἰς καινότητα ζωῆς ἀναμορφωθεῖσι δι’ ἁγιασμοῦ ἐν πνεύματι, οἳ καὶ πάντα μολυσμὸν ἀπελούσαντο διὰ τοῦ ἁγίου βαπτίσματος; Τούτοις ᾄδειν κελεύει, καὶ οὐχ ἁπλῶς, ἀλλὰ κατά τινα τρόπον τὸν ἀσυνήθη τάχα τοῖς πρὸ ἡμῶν. Δεῖν γὰρ εἶναί | |
40 | φησι τὸ ᾆσμα καινὸν, ὅπερ σαφῶς δηλοῖ ὅτι διὰ Μω‐ σέως νόμος τέλος ἔσχηκε. Ψάλλειν δὲ καλῶς, τουτ‐ έστιν ἐμφρόνως ὡς ἐν ἀλαλαγμῷ. Τὸν δὲ ἀλαλαγμὸν, κραυγὴν ἐπινίκιον εἶναί φαμεν ἀναφωνουμένην ὑπὸ στρατιᾶς ἐπὶ πεσοῦσιν ἐχθροῖς. | |
45 | [Ὅτι εὐθὺς ὁ λόγος τοῦ Κυρίου. Ἐπεὶ, φησὶν, εὐθύς ἐστιν ὁ λόγος τοῦ Κυρίου, καὶ ἐν πίστει δὲ τὰ ἔργα αὐτοῦ, ἀγαλλιᾶσθε ἐν τῷ Κυρίῳ. Εὐθὺν δὲ τὸν λόγον τοῦ Κυρίου λέγων, διαμεμνῆσθαί μοι δοκεῖ τῶν εὐαγγελικῶν θεσπισμάτων, ὡς οὐδὲν | |
69.872(50) | ἐχόντων σκολιὸν, ἢ αἰνιγματῶδες, ἢ δυσκάτοπτον ὅλως, καὶ τῇ τοῦ γράμματος ἀσαφείᾳ κατημφιασμένον, καθὰ καὶ ὁ νόμος ὁ διὰ Μωσέως. Διὰ κύκλου γὰρ μακροῦ, καὶ περιόδου δυσχεροῦς, ἀμυδρῶς καὶ μόλις | |
συνίεμεν τὰ Μωσέως. «Ὁ δὲ τοῦ Κυρίου λόγος,» | 871 | |
69.873 | τουτέστι τὸ μάθημα τὸ εὐαγγελικὸν, εὐθύς ἐστι, καὶ εὐσύνοπτος, καὶ ἀπευθύνειν δυνατὸς εἰς πᾶν εἶδος ἀρετῆς.] Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. | |
5 | (B f. 100) Οὕτω που περὶ τῆς θαλάσσης φησίν· «Ἐθέμην αὐτῇ ὅρια, ἐπιθεὶς κλεῖθρα καὶ πύλας, εἶπα δὲ αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερ‐ βήσῃ, ἀλλ’ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.» Ἔφη δέ που καὶ πρός τινας τῶν ἀρχαιοτέρων δι’ | |
10 | ἐνὸς τῶν ἁγίων προφητῶν· «Μὴ ἐμὲ οὐ φοβηθή‐ σεσθε, λέγει Κύριος, ἢ ἀπὸ τοῦ προσώπου μου οὐκ εὐλαβηθήσεσθε, τὸν τάξαντα ἄμμον ὄριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό;» Ὅτι γὰρ ὑποβρύχιον οὖσαν τὴν γῆν, νεῦμα θεῖον | |
15 | ἐξεκάλυψεν ἐν ἀρχαῖς, διεσάφησεν ὁ Μωσῆς, ὡς ἐκ προσώπου τοῦ Θεοῦ λέγων· «Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά.» Οὐκοῦν δυναμένην τὴν ἄβυσσον ὅλην καταχῶσαι τὴν γῆν, θεῖα περιέχουσα δύναμις, δίκην ἀσκοῦ συνέχει· καὶ | |
20 | οἷον ἀνασειράζουσα, τοὺς ἐκνεμηθέντας αὐτῇ τόπους ὑπεραίρειν οὐκ ἐᾷ. Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ. (B f. 100, A f. 180, C f. 68) Ὅτι μὴ μάτην, ὀνη‐ σιφόρως δὴ μᾶλλον, καὶ ὑπέρ γε τοῦ πᾶσι χρησίμου | |
25 | καὶ ἀναγκαίου πρὸς σωτηρίαν, τοὺς περὶ τῆς θείας δόξης, καὶ τῆς κατὰ πάντα ὑπεροχῆς πρὸς ἡμᾶς πε‐ ποίηται λόγους, ἡ τῶν προκειμένων ἡμῖν σαφηνιεῖ δύναμις. Συμβουλεύει γὰρ ἅπασαν τὴν ὑπ’ οὐρανὸν μηκέτι τοῖς δαιμονίοις προσάγειν τὸ σέβας, ἀλλὰ τῷ | |
30 | θείῳ κατακαλλύνεσθαι φόβῳ, καὶ εἰσοικίσασθαι κατὰ νοῦν τὴν περὶ τοῦ πάντων κρατοῦντος ἔννοιαν, ὃς λόγῳ μὲν παρήγαγε τὰ πάντα εἰς ὕπαρξιν, ἐστε‐ ρέωσε δὲ οὐρανοὺς, καὶ συνέχει πρὸς τὸ εὖ εἶναι καὶ ὑφεστάναι τὰ γεγονότα, διὰ τῆς ἐνεργείας τοῦ ἁγίου | |
35 | Πνεύματος. Διὰ τοῦτο γὰρ τοὺς περὶ τῆς θείας δόξης πεποίηται λόγους ὁ Δαβὶδ, ἵνα τῆς ἐνούσης ὑπεροχῆς τὸ μέγεθος τῇ θείᾳ καὶ ἀποῤῥήτῳ φύσει μανθάνοντες, ἀποπεμψώμεθα μὲν ὡς ὀλέθριον χρῆμα τὸ ῥᾴθυμον εἰς ἀγαθουργίαν· ἐμβάλλοντες δὲ ταῖς ἑαυτῶν καρ‐ | |
40 | δίαις τὸν τοῦ Θεοῦ φόβον, ἀντεχώμεθα παντὸς ἀγαθοῦ, καὶ οὕτως ἀναβαίνωμεν εἰς οἰκειότητα τὴν πρὸς αὐτόν. Ὅτι γὰρ σωτήριος τοῖς ἀγαπῶσιν αὐτὸν ὁ θεῖός ἐστι φόβος, διδάξει τὸ Γράμμα τὸ ἱερόν· «Φόβος γὰρ Κυρίου, φησὶ, τέρψει καρδίαν, καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν. | |
45 | Ἀπ’ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοι‐ κοῦντες τὴν οἰκουμένην. (A f. 180 b, B f. 100 b, C f. 68) Ἀκούοντες, φη‐ σὶν, αὐτοῦ οἱ τὴν οἰκουμένην οἰκοῦντες ἄνθρωποι, ἀπὸ τῆς προτέρας στάσεως ἧς εἶχον, εἰδωλολατροῦν‐ | |
69.873(50) | τες δηλονότι, σαλευθήτωσαν, τῷ ἰδίῳ δημιουργῷ ὑπακούοντες. Τὸ γὰρ σαλευθῆναι ἐνταῦθα ὑποδηλοῖ | |
οὐ κίνησίν τινα σωματικὴν ἢ κλόνον τοιοῦτον· ἐκεῖνο | 873 | |
69.876 | δὲ μᾶλλον ἔθος καὶ τῇ θεοπνεύστῳ Γραφῇ καὶ ἡμῖν αὐτοῖς ἐπὶ τῶν ἐπισήμως δρωμένων λέγειν, ὅτι ἐσα‐ λεύθη. Οἷον ὅτε ἐποχούμενος τῷ πώλῳ μειρακίων ὑμνολογούντων αὐτὸν, ἀνέβη εἰς Ἱεροσόλυμα, τότε | |
5 | τὸ ἐπίσημον τῆς εἰσβολῆς διερμηνεύων ὁ εὐαγγελι‐ στὴς γέγραφεν, ὅτι εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα, ἐσείσθη πᾶσα ἡ πόλις· ἀντὶ τοῦ, ἔγνω, καὶ ἔλαθεν οὐδένα, καὶ τεθαύμαστο παρὰ πάντων. Οὔτω καὶ ἐνθάδε νοήσεις τὸ σαλευθῆναι πάντας τοὺς κατοικοῦν‐ | |
10 | τας τὴν οἰκουμένην, καταπληττομένους οἱονεὶ καὶ θαυμάζοντας, ὡς ἀγνοῆσαι παντελῶς οὐδένα τὴν τοῦ Θεοῦ δόξαν, καὶ τὸ ὑπερφερὲς ἀξίωμα τῆς ἐνούσης αὐτῷ δυνάμεως καὶ ὑπεροχῆς. Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετεί‐ | |
15 | λατο, καὶ ἐκτίθησαν. (A f. 180 b, C f. 68) Ἦν μὲν καὶ ἔστιν αὐτὸς, ἡμεῖς δὲ ἐκτίσμεθα διὰ τοῦ ζῶντος αὐτοῦ καὶ ἐν‐ υποστάτου Λόγου, ὅς ἐστιν αὐτοῦ καὶ σοφία καὶ δύνα‐ μις. Τὸ δὲ ἐνετείλατο μὴ νομίσῃς ἀνθρωποπρεπῶς, | |
20 | ἐννόει δὲ μᾶλλον ὅτι καὶ τῶν βαναυσικῶν τεχνῶν οἱ ἐπιστήμονες, ὅταν τι διατεκτήνασθαι βούλωνται τῶν ἐγνωσμένων αὐτοῖς, μονονουχὶ καὶ ἐντέλλονται τῇ ἑαυτῶν ἐπιστήμῃ καὶ τέχνῃ διά γε τοῦ ἐθέλειν ἐργά‐ σασθαί τι· καὶ ἡ τοῦ νοῦ πρὸς τὰ ἔργα ῥοπὴ, δύνα‐ | |
25 | μιν ἔχει προστάγματος καὶ αὐτοκελεύστου φορᾶς. Ἀλλ’ ἐπὶ μὲν ἀνθρώπων, ἀνυπόστατος αὐτὴ καθ’ ἑαυτὴν ἥ τε σοφία καὶ ἡ δύναμις αὐτῶν· ἐπὶ δὲ Θεοῦ οὐκέτι. Ὑφέστηκε γὰρ ὁ Λόγος δι’ οὗ τὰ πάντα ἐργάζεται, διά γε, φημὶ, τῆς ἐνούσης αὐτῷ δυνάμεως | |
30 | καὶ σοφίας. (A f. 181) Ὅρα δὲ ὅτι πρὸς δύο ταῦτα προάγοντα, τὸ «Φοβηθήτω πᾶσα ἡ γῆ,» καὶ τὸ «Σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην,» δύο ἐπήγαγε· τὸ, «Αὐτὸς εἶπε καὶ ἐγενήθησαν·» καὶ τὸ, «Αὐτὸς | |
35 | ἐνετείλατο καὶ ἐκτίσθησαν.» Ἐπειδὴ γὰρ σύνθετος ὁ ἄνθρωπος ἔκ τε τοῦ γηΐνου πλάσματος καὶ ἐκ τῆς ἐνοικούσης ψυχῆς τῷ σώματι, γῆ μὲν λέγεται τὸ ἐκ τῆς γῆς πεπλασμένον· κατοικῶν δὲ τὴν οἰκουμένην, ἡ τὴν ἐν σώματι διαγωγὴν λαχοῦσα ψυχή. Καταλλή‐ | |
40 | λως οὖν τῇ μὲν γῇ, ἤγουν τῷ πλάσματι ἡμῶν τῷ ἀπὸ τῆς γῆς, τὸ ἐγενήθη ἀποδέδοται· ἐπὶ δὲ τῆς κατ’ εἰκόνα Θεοῦ κτισθείσης ψυχῆς, τὸ ἐκτίσθη. Ἐπειδὴ δὲ ἡ κτίσις ἐπὶ τῆς μετακοσμήσεως καὶ βελτιώσεως πολλάκις λαμβάνεται, ὡς τὸ, «Εἴ τις ἐν Χριστῷ | |
45 | καινὴ κτίσις·» καὶ τὸ, «Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον·» τάχα τὸ μὲν ἐγενήθη ἐπὶ τῆς πρώτης τοῦ ἀνθρώπου οὐσιώσεως λέγεται, τὸ δὲ ἐκτίσθη ἐπὶ τῆς δευτέρας διὰ τῆς χάριτος τοῦ Χριστοῦ ἀναγεννήσεως. Ὅσον δὲ λόγου ψιλοῦ ἐντολὴ | |
69.876(50) | Θεοῦ διαφέρει, τοσοῦτον κτίσεως πρὸς γένεσίν ἐστι τὸ διάφορον. Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει. (A f. 181 b) Ἀναπηδᾷ τοίνυν ἐνταῦθα εἰς ἔννοιαν τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς, καὶ οἷα | |
55 | κατώρθωται δι’ αὐτῆς περιαθρεῖ. Ὁ μὲν γὰρ νομι‐ | |
σθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου, καὶ τὰ τῶν δαι‐ | 875 | |
69.877 | μονίων ἔθνη, πικρὰ καθ’ ἡμῶν ἐσκέπτοντο· πλείστη γὰρ ἦν ἡ τοῦ θανάτου πάγη πανταχοῦ, καὶ οἱ τῆς ἁμαρτίας βρόχοι διεῤῥιμμένοι. «Ἐν ὁδῷ γὰρ, φησὶ, ταύτῃ ᾗ ἐπορευόμην ἔκρυψαν παγίδα μοι·» καὶ οὐκ | |
5 | ἦν διαφυγεῖν τῆς ἐκείνων σκαιότητος τὰ ἐπιτηδεύ‐ ματα. Προσεκύνουν μὲν γὰρ οἱ ἄνθρωποι αὐτοῖς τε τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ μὴν καὶ ξύλοις, καὶ λίθοις, καὶ τοῖς τοῦ κόσμου στοιχείοις· καὶ οὐκ ἦν ἐν αὐτοῖς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἐν | |
10 | ταῖς οὕτω δειναῖς ἀῤῥωστίαις πεπιεσμένων ἁπάντων, καὶ ἰσχύοντος οὐδενὸς τῆς ἐκείνων πλεονεξίας ἀπο‐ λῦσαι τὸν αὐχένα· ἤθελον γὰρ ἡμῶν κατάρχειν αὐ‐ τοί. Διεσκέδασε δὲ αὐτῶν τὰς βουλὰς τῶν ἀρχόντων· ἐξείλετο γὰρ καὶ σέσωκεν, αἰχμαλώτους ὄντας ἐλυ‐ | |
15 | τρώσατο, καὶ τυραννικῶν ἀπαλλάξας βρόχων, τοῖς ἰδίοις ἐγκατέδησε ζυγοῖς. Ἀνεκεφαλαιώσατο γὰρ ἐν Χριστῷ τὰ πάντα, καὶ τῆς κατὰ πάντων ἀρχῆς ἀπ‐ εσόβησε τὸν Σατανᾶν. Καὶ οὐ μέχρι τινὸς, ἤτοι χρόνων μεμετρημένων, ἐν τούτοις ἐσόμεθα, ἀλλ’ εἰς αἰῶνας | |
20 | παρατείνει μακρούς τε καὶ ἀπεράντους ἡ παρ’ αὐτοῦ χάρις. «Ἃ γὰρ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, φησὶ, τίς διασκεδάσει;» Οὐκοῦν «ἡ βουλὴ τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα, καὶ οἱ λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.» Οὐ γὰρ ὑφ’ ἑτέρῳ πάλιν ἐσόμεθα, | |
25 | ἀλλ’ αὐτὸς καὶ μόνος ἡμῶν κατάρξει Χριστός· βασιλεύσει γὰρ εἰς τοὺς αἰῶνας· καὶ, ὡς ὁ Ψάλλων φη‐ σὶν, «Αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς αἰῶνας.» Μακάριον τὸ ἔθνος οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ. (G f. 68 b) Μακάριος ὁ λαὸς, ὁ μηδένα μὲν τῶν ψευδωνύμων θεῶν εἰδὼς ἢ ὀνομάζων ἔτι, Κύριον δὲ | |
30 | καὶ Θεὸν ἐπιγραψάμενος τὸν φύσει καὶ ἀληθῶς, καὶ αὐτῷ τὴν οἰκείαν καταζεύξας ψυχήν· οὕτω τε ἐξει‐ λεγμένος, ὥστε καὶ κλῆρον γενέσθαι καὶ μερίδα Θεοῦ Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος. | |
35 | (B f, 102, C f. 68 b) Τοῦτο, οἶμαι, ἔστιν τὸ καὶ ἑτέρωθί που δι’ ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον, ὡς πρὸς ἡμᾶς τοὺς ἐν Χριστῷ κεκλημένους εἰς δι‐ καίωσιν, «καὶ ἐπισκέψαι ἡμᾶς ἀνατολὴ ἐξ ὕψους.» Ἀκούω δὲ πάλιν καὶ τοῦ θεσπεσίου Δαβὶδ ψάλλοντός | |
40 | τε καὶ λέγοντος πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· Ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου. Σωτήριον δὲ τοῦ Θεοῦ καὶ Πατρὸς ὠνόμασταί τε καὶ ἔστιν ἀληθῶς ὁ Υἱός. Ἀλλ’ ἔπεμψεν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ ἐξ οὐρανοῦ καθάπερ τι φῶς καὶ λαμπάδα τὴν | |
45 | δικαιοσύνην καὶ τὸ σωτήριον ἑαυτοῦ, τουτέστιν τὸν Υἱόν· δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ τὸ θεῖόν τε καὶ νοητὸν τεθεάμεθα φῶς. Οὐκοῦν ἡ ἐνανθρώπησις τοῦ Λόγου νοοῖτ’ ἂν εἰκότως ἐπίσκεψις εἶναι τοῦ Θεοῦ καὶ Πατρὸς, ἤγουν ἐπίβλεψις ἐνθάδε λεγομένη. | |
69.877(50) | [Ἐπιτήρει δὲ ὅτι γενέσθαι δεῖ, φησὶ, τὴν ἐπίβλεψιν τὴν ἐξ οὐρανῶν οὐκ ἐπὶ μόνον τὸν Ἰσραὴλ, καθὰ καὶ πάλαι μεσιτεύοντος τοῦ πανσόφου Μωϋσέως, ἀλλ’ ἐπὶ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοὺς κατοι‐ κοῦντας τὴν οἰκουμένην. Κέκληται γὰρ εἰς σωτηρίαν | |
55 | διά γε τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ τῶν ἐθνῶν | |
ἡ πληθὺς, ἡ κατὰ πᾶσαν οὖσα τὴν γῆν· γενικωτάτη | 877 | |
69.880 | γὰρ, καὶ κατὰ παντὸς ἔθνους τε καὶ γένους ἀνθρώ‐ πων, ἡ διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ κε‐ χώρηκε χάρις.] Ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ | |
5 | πάντας τοὺς κατοικοῦντας τὴν γῆν. (B f. 102) Ἕτοιμον δὲ κατοικητήριον ἡ θεία Γραφὴ τὸν οὐρανὸν εἴωθεν ὀνομάζειν, ἤτοι τοὺς ἐν τῷ οὐρανῷ κατοικοῦντας ἁγίους ἀγγέλους· διά τοι, καθάπερ ἐγᾦμαι, τὸ μὴ πόνῳ καθαίρεσθαι τὰς ἄνω δυνάμεις, | |
10 | καθάπερ ἡμεῖς, εἶναι δὲ μᾶλλον ἁγίας, ὥστε αὐταῖς καὶ ἐπαναπαύεσθαι τὸν Θεόν. Γεγόναμεν γὰρ καὶ ἡμεῖς κατοικητήριον τοῦ Θεοῦ· ναοὶ γοῦν αὐτοῦ χρηματίζομεν, πλὴν οὐχ ἑτοίμως πρὸς τοῦτον ἐρχό‐ μεθα, ἀλλ’ ἢ χάριτι καὶ δωρεᾷ Θεοῦ δικαιούμενοι· | |
15 | ἤγουν πόνῳ καὶ ἱδρῶτι τὸν οἰκεῖον διασμήχοντες νοῦν· ὥστε καὶ ἁγίους γεγονότας, ἔναυλον ἔχειν τὸν πάναγνόν τε καὶ ἄγιον ἀληθῶς. (B f. 102 b) Ἐπιτήρει δὲ, ὅτι γενέσθαι φησὶ τὴν ἐπίβλεψιν ἐξ οὐρανοῦ οὐκ ἐπὶ μόνον τὸν Ἰσραὴλ, | |
20 | καθ’ ἃ καὶ πάλαι μεσιτεύοντος τοῦ πανσόφου Μωσέως, ἀλλ’ ἐπὶ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων τοὺς κατ‐ οικοῦντας τὴν οἰκουμένην. Κέκληται γὰρ εἰς σωτη‐ ρίαν διά γε τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ τῶν ἐθνῶν ἡ πληθὺς, ἡ κατὰ πᾶσαν οὖσα τὴν γῆν. Γενι‐ | |
25 | κωτάτη γὰρ, καὶ κατὰ παντὸς ἔθνους τε καὶ γένους ἀνθρώπων, ἡ διὰ τοῦ πάντων ἠμῶν Σωτῆρος Χριστοῦ κεχώρηκε χάρις. Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συν‐ ιεὶς πάντα τὰ ἔργα αὐτῶν. | |
30 | (B f. 102 b, C f. 68 b) Θεὸς οὖν ἄρα κατὰ ἀλή‐ θειαν ὁ Υἱὸς, ὁ καὶ τὰς καρδίας ἡμῶν εἰδὼς, ὁ πλά‐ σας αὐτὰς κατὰ μόνας· καὶ πάντα τὰ ἔργα συνιεὶς τῶν ἐπὶ τῆς γῆς, οὐ μαρτυροῦντός τινος, ἤγουν ἀπαγ‐ γέλλοντος, ἀλλ’ ὡς ἐπόπτης διανοιῶν, καὶ εἰς καρδίας | |
35 | ὁρῶν, καὶ γινώσκων τὰ ἐγκεκρυμμένα. Τὸ γὰρ φῶς μετ’ αὐτοῦ ἐστιν, καθάπερ γέγραπται, μᾶλλον δὲ αὐτός ἐστιν τὸ φῶς. [Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν. «Οὐ σώζεται, φησὶ, βασιλεὺς διὰ πολλὴν δύναμιν,» | |
40 | τουτέστι, διὰ πολυχειρίαν τῶν ὑπ’ αὐτῷ δορυφόρων. Ἀλλ’ οὐδ’ ἂν εἴ τις εἴη γίγας ἰσχυρὸς, δῆλον ὅτι καὶ μέγα πεφρονηκὼς ἐπ’ εὐσθενείᾳ πολλῇ, καὶ ῥώμῃ σώματος, οὐδ’ ἂν οὕτω σωθείη, καὶ κρείττων ἔσται χειρὸς τῆς τῶν μαχομένων αὐτῷ, μὴ οὐχὶ Θεοῦ κα‐ | |
45 | τανεύοντος τὸ νικᾷν.] Ψευδὴς ἵππος εἰς σωτηρίαν. (B f. 103 b) Ἔσται δὲ ψευδὴς εἰς σωτηρίαν ἵππος, τουτέστιν ἱππικὴ παράταξις. Σφάλλεται γὰρ ἔσθ’ ὄτε τῆς ἐλπίδος ὁ ἐπ’ αὐτῇ πεποιθὼς, καὶ προέσεσθαι | |
69.880(50) | προσδοκῶν, ὑπὸ χεῖρα πέπτωκεν ἐχθρῶν. Ἐν γὰρ τῷ πλήθει τῆς δυνάμεως αὐτοῦ σωθήσεται τίς· οὐ σωθήσεται ὁ βασιλεὺς, ἤγουν ἡ παράταξις, ὡς ἔφην, ἡ ἱππική. Ἐφαρμόσεις γὰρ εὐτέχνως, ὅπερ ἂν ἕλοιο τῶν ὠνομασμένων, τοῦ στίχου τὴν δύναμιν. Θεὸς | |
55 | οὖν ἄρα ἐστὶν ὁ τῶν δυνάμεων Κύριος, καὶ παρ’ αὐ‐ | |
τοῦ τὸ νικᾷν ἐστιν· ἐκρύεται δὲ καὶ ἀνασώζει ῥᾳδίως | 879 | |
69.881 | τοὺς ἐπ’ αὐτῷ πεποιθότας· οἷς καὶ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν ὧδέ πή φησι· «Καὶ ἔσται ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐ‐ τοῦ.» | |
5 | Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν. (B f. 103 b. C f. 69) Ἀποδείκνυσιν ὅτι κήδεται Θεὸς τῶν τὴν πρὸς αὐτὸν οἰκειότητα πεπλουτηκότων, πνευματικὴν δηλονότι· καὶ μὴν ὅτι τὴν ἐξ ἀγάπης | |
10 | αὐτοῖς ἐποπτείαν ἐπιδιδοὺς, παντὸς ἐπέκεινα τίθησι κακοῦ. «Ἰδοὺ» γὰρ, φησὶν, τόδε· Ἰδοὺ λέγων, μονον‐ ουχὶ καταδείκνυσιν ἀληθὲς ὂν τὸ χρῆμα, καὶ διὰ πείρας αὐτῆς ἐγνωσμένον. «Οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν.» Εἶτα τί τοῦτο τὸ ἰσο‐ | |
15 | στατοῦν εἰς εὐημερίαν; Ἢ πῶς οὐκ ἁπάσης ἂν εἶεν ἔμπλεῳ θυμηδίας, οἷς ἂν ὑπάρχοι τὸ ἐποπτεύεσθαι παρὰ Θεοῦ; Καὶ γοῦν τὸ μὴ τούτου τυχεῖν δεδίασιν ἀναγκαίως οἱ τῆς εἰς αὐτὸν ἀγάπης ἀπηρτημένοι· οἳ καὶ τεθαρσήκασιν οὐκ ἐφ’ ἑαυτοῖς μᾶλλον, ἀλλ’ ἐπὶ τῶ κατοικτείροντι Θεῷ, ἐλπίδα τιθέντες τὸ ἔλεος | |
20 | αὐτοῦ. Ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν. (B f. 103 b, C f. 69) Ἐφορᾷ γὰρ, φησὶν, ὥστε καὶ ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ οὐ πάν‐ τως σαρκικοῦ, νοητοῦ δὲ μᾶλλον. Ψυχῆς δὲ θάνατον | |
25 | εἶναί φαμεν, τὸ ἁλῶναι βρόχοις διαβολικοῖς, καὶ τοῖς τῆς ἁμαρτίας τέλμασιν περιπεσεῖν· καὶ πρός γε δὴ τούτοις, τὸ ἀσθενεῖν ἐν πειρασμοῖς, καὶ ὀκλάζειν ἐν δοκιμασίαις. Σκοπὸς οὖν ἄρα τῷ ἐπόπτῃ τῶν ἁγίων θεῷ, καὶ ἐκ θανάτου ῥύσασθαι τὰς τῶν φοβουμένων | |
30 | αὐτὸν ψυχὰς, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. Καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. (B f. 104, C f. 69) Ἐμπίπλησι γὰρ αὐτὰς νοητῶς τε καὶ ἱερῶς, ἄρτον αὐταῖς ἐπιδιδοὺς τὸν ἐξ οὐρανοῦ, τουτέστιν τὸ ζωοποιὸν ἀληθῶς καὶ σωτήριον μάθημα, | |
35 | καὶ παράκλησιν τὴν διὰ τοῦ ἁγίου Πνεύματος, δι’ ἧς πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν νευρούμεθα. Οὐ γὰρ λιμοκτονήσῃ Κύριος ψυχὴν δικαίαν. Ἔφη γοῦν, τὴν πνευματικὴν ἡμῖν ἁπλώσας τράπεζαν· «Φάγετε, καὶ πίετε, καὶ μεθύσθητε, οἱ πλησίον.» | |
40 | Ἡ δὲ ψυχή μου ὑπομένει τῷ Κυρίῳ. (B f. 104) Τὸ ὑπομένειν τῷ Κυρίῳ, οὐδὲν ἕτερον εἶναί φαμεν, πλὴν ὅτι τὸ ἑλέσθαι τληπαθεῖν ὑπέρ γε τῆς εἰς αὐτὸν ἀγάπης, καὶ ὀνησιφόροις ἱδρῶσιν ὁμι‐ λεῖν, ἵνα τὸ αὐτῷ δοκοῦν κατορθώσειαν. Ὑπομονῆς | |
45 | γὰρ ἔχετε χρείαν, φησὶν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. Ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν. (B f. 104) Ἆρ’ οὖν ταῖς ἰδίαις δυνάμεσιν ψιλαῖς τε καὶ μόναις ἐπιθαῤῥήσαντες τὰ τοιάδε φασὶν, καὶ | |
69.881(50) | μέγα φρονοῦσιν ἐφ’ ἑαυτοῖς; Οὐ μὲν οὖν· ἴσασι δὲ μᾶλλον ὅτι συνασπίζει Θεὸς, καὶ ὅτι συμπαραστάτην ἔχουσιν αὐτὸν ἐνισχύοντά τε καὶ σώζοντα. Τοιγάρτοι καὶ προσεπάγουσιν· «Ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν. Οὐκοῦν ὑπομενοῦμεν διὰ τοῦτο, φασὶν, | |
55 | καὶ διὰ πάσης καρτερίας δοκιμωτάτους ἑαυτοὺς πα‐ | 881 |
69.884 | ραστήσομεν, καὶ τὸν τῆς γνησιότητος ἀναδησόμεθα στέφανον, ὡς ἐπίκουρον καὶ προασπιστὴν ἔχοντες αὐτόν. Γένοιτο τὸ ἔλεός σου, Κύριε, ἐφ’ ἡμᾶς. | |
5 | (C f. 69) Ἀκολουθείτω τὸ σὸν ἔλεος, ἤγουν ὑπαρ‐ ξάτω τοῖς ἐλπίζουσιν ἐπὶ σέ. Γνησιότητος δὲ τοῦτο σημεῖον γένοιτο καὶ μάλα σαφές. Ὡς γὰρ ἐν αὐτῷ προσοικειωθέντες, καὶ ἐπ’ αὐτῷ χαίροντες μόνῳ, καὶ τὰς ἐλπίδας ἔχοντες ἐπ’ αὐτῷ, ζητοῦσι τὸ κατοικτεί‐ | |
10 | ρεσθαι. | |
11t | ΨΑΛΜΟΣ ΛΓʹ. | |
12 | Τῷ Δαβὶδ, ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ· καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθε. | |
15 | (B f. 105, C f. 69) Τῶν ἐξ ἔθους οὐδὲν ἐπιγέγρα‐ πται τοῖς προκειμένοις· οὔτε γὰρ ᾨδὴν, οὔτε Ψαλ‐ μὸν ὠνόμασεν αὐτά. Ἔοικε τοίνυν χαριστηρίου τρό‐ πον ἐπέχειν ἀνακομισθέντος Θεῷ, ὡς ἐκ προσώπου μὲν τοῦ θεσπεσίου Δαβὶδ, ὄντος γε μὴν οὐκ ἀνωφε‐ | |
20 | λοῦς καὶ ἑτέροις οἵπερ ἂν διὰ Θεοῦ ῥυσθεῖεν ἐκ πει‐ ρασμῶν, καὶ ἀπεκρούσαντο διὰ Θεοῦ τὰς τῶν διωκόν‐ των αὐτοὺς καὶ τὰς λίαν ἀφορήτους οὔσας ἐπιβουλάς. Πότε δὲ ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ, καὶ τίς ὁ Ἀβιμέλεχ, ἢ πῶς ἀπέλυσεν αὐτὸν, εἰπεῖν ἀναγκαῖον, | |
25 | ἐκ τῶν ἱερῶν Γραμμάτων ἐξυφαίνοντας τὴν ἀφήγη‐ σιν. Ἐδιώκετο τοίνυν κατὰ καιροὺς ὑπὸ τοῦ Σαοὺλ ὁ τρισμακάριος Δαβίδ· ἀντιφέρεσθαι δὲ οὔπω δυνάμε‐ νος, διὰ τὸ ἕπεσθαι τέως τοῖς ἐκείνου νεύμασιν τὸ μάχιμον ἅπαν τὸ ἐξ Ἰσραὴλ, ἐβουλεύσατο φυγεῖν | |
30 | πρὸς Ἀγχοῦν βασιλέα Γὲθ, ἤτοι τῶν ἀλλοφύλων, συμβούλῳ τῷ Ἰωνάθαν χρησάμενος. Εἶτα τῆς ὁδοι‐ πορίας ἐχόμενος, περιέτυχεν τῷ ἱερεῖ Ἀβιμέλεχ ἐν τῇ πόλει Νομβάν· καὶ ἔκρυψε μὲν τὴν φυγὴν, ἀπεστάλ‐ θαι δὲ εἴρηκεν ὑπὸ τοῦ βασιλέως, ὡς καὶ τὴν ῥομ‐ | |
35 | φαίαν αἰτῆσαι τοῦ Γολιάθ. Καὶ οὐχ ὡμολόγησεν μὲν ὡς αὐτὸς εἴη Δαβὶδ ὁ κεχρισμένος εἰς βασιλέα διὰ χειρὸς τοῦ θεσπεσίου προφήτου Σαμουὴλ, ἀλλ’ ὡς εἷς τις τῶν ἀγελαίων, ἄρτους ἐζήτει παρ’ αὐτοῦ· ὁ δὲ ἔφασκεν ἑτέρους οὐκ εἶναι παρ’ αὐτῷ πλὴν μό‐ | |
40 | νους τοὺς τῆς προθέσεως κατὰ τὸν Μωσέως νόμον. Αἰτοῦντος δὲ καὶ αὐτοὺς τοῦ μακαρίου Δαβὶδ, καὶ τοῦ ἱερέως φάσκοντος μὴ ἄρα πώς ἐστιν ἐν μολυ‐ σμοῖς τὰ παιδάρια, ἔφασκεν ὅτι γυναικὸς ἀπέσχοντο τρίτην ταύτην ἡμέραν οἱ σὺν αὐτῷ πάντες τῆς ὁδοι‐ | |
45 | πορίας ἐχόμενοι. Λαβὼν οὖν τοὺς ἄρτους ἔφαγεν. Ἐπεὶ τοίνυν ἄλλα μὲν εἶπεν, ἕτερα δὲ ἐφρόνει, ἠλ‐ λοιωκέναι αὐτὸν τὸ πρόσωπον αὐτοῦ φασιν. Εἶτα γεγονὼς ἐν Γὲθ, καὶ φοβηθεὶς τὰς τῶν ἐναντίων ἐπι‐ βουλὰς, ὑπεπλάττετο μωρίαν, ὅτε, καθ’ ἃ γέγραπται, | |
69.884(50) | καὶ σίελον κατέῤῥει κατὰ τοῦ πώγωνος, καὶ περι‐ εφέρετο βαδίζων, ἔξω φρενὸς γεγονὼς καὶ κορυβαν‐ τιῶν. Καὶ τούτῳ τῷ τρόπῳ τῆς σωτηρίας τετύχηκεν. Ταυτησὶ τῆς ἱστορίας ποιεῖται μνήμην ἡ προγραφή. Ἰστέον δὲ ὅτι καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς | |
55 | ἔφη πρός τινας τῶν Φαρισαίων κατηγοροῦντας τῶν μαθητῶν, ὅτι περιτρίβοντες στάχυας ἤσθιον ἐν Σαβ‐ | |
βάτῳ· «Οὐ κατέγνωτε τί ἐποίησεν Δαβὶδ ὅτε ἐπείνα‐ | 883 | |
69.885 | σεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφα‐ γεν, οὓς οὐκ ἐξῆν αὐτῷ φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;» Σεσωσμένος δὴ οὖν ὁ θεσπέσιος Δαβὶδ, καὶ πάντα πόλεμον διαφυγὼν, ἀνακομίζει τὸ χαριστήριον, καί φησιν· | |
5 | Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. (C f. 69 b) Οὐδεὶς τῶν κατὰ σάρκα ζώντων, ἀλλ’ εἴ τίς ἐστι τῶν πνευματικῶν καὶ ζωῆς τῆς τεθαυμα‐ σμένης ἔγκριτος ἐραστὴς, ἐρεῖ· «Τῷ Κυρίῳ ἐπαι‐ νεθήσεται ἡ ψυχή μου.» Οἱ γὰρ ψυχικόν τε καὶ γεῶ‐ | |
10 | δες ἔχοντες φρόνημα, «τὴν δόξαν ἔχουσιν ἐν τῇ αἰ‐ σχύνῃ αὐτῶν.» Οὐ γὰρ τοῦ βουλομένου τὸ ἔργον, ἀλλὰ τοῦ κατευθύνοντος ἡ χάρις. Ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν. (C f. 69 b) Εὐφρανθήτωσαν οἱ πραεῖς ἐπὶ τοῖς ψυχ‐ | |
15 | ωφελέσι λόγοις, καὶ δὴ χαιρέτωσαν ἐπ’ αὐτοῖς. Οἱ γὰρ σοφοὶ τὴν καρδίαν, σοφῶν ῥημάτων εἰσὶν ἐρα‐ σταὶ, καὶ προβλήσεις δέχονται τὰς ἐπ’ ἀγαθοῖς, με‐ λισμοῦ τινος δίχα. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί. | |
20 | (C f. 70) Ἐπεὶ δὲ εἷς νοῦς, καὶ ἑνὸς ἀνδρὸς μελέτη, οὐδὲ πρὸς βραχὺ αὐταρκεῖ πρὸς τὴν τῶν μεγαλείων τοῦ Θεοῦ κατάληψιν, πάντας ὁμοῦ τοὺς πραεῖς εἰς τὴν κοινωνίαν ταύτης τῆς ἐνεργείας παραλαμβάνει. Προσέλθατε πρὸς αὐτὸν, καὶ φωτίσθητε. | |
25 | (C f. 70) Οἱ θέλοντες λέγειν τι περὶ τῆς θείας τε καὶ ἀνωτάτης φύσεως, οὐδὲν τῶν κατεῤῥιμμένων, ἤτοι ἀνθρωποπρεπῶν ἢ καὶ ἑτέρως ἐοικότων, τῇ γε‐ νητῇ καὶ πεποιημένῃ φύσει φρονοῦσι περὶ αὐτῆς ἢ λέγουσι, ἀλλ’ ὅσα μᾶλλόν ἐστιν ὑψοῦ τε ἠρμένα, καὶ | |
30 | οὐδενὶ τῶν ἄλλων ἐνόντα. —Ζητεῖται ὁ Θεὸς οὐ το‐ πικῶς, ἐπεὶ μὴ ἐν τόπῳ [τὸ] Θεῖον, ἔξω δὲ πάσης περι‐ γραφῆς, πληροῦν τὰ πάντα, κατὰ διάθεσιν δὲ δηλον‐ ότι, καὶ κατὰ τῆς λατρείας τὸν τρόπον· εὑρίσκεται γὰρ διά τε πρακτικῆς ἀρετῆς, καὶ δογματικῆς ὀρθό‐ | |
35 | τητος, κατὰ τὸ κρῖμά τε καὶ δικαιοσύνην ποιεῖν.— Ἔως τίς ἐστιν ἐν τοῖς τῆς φαυλότητος τρόποις καὶ βορβόροις ἐμβεβηκὼς τῶν σαρκικῶν ἐπιθυμιῶν, οὔπω πρόσεισι τῷ Θεῷ· ἀποφοιτᾷ γὰρ αὐτοῦ. Ἐπ’ ἂν δὲ γένηται λάτρης Θεοῦ, καὶ διψήσῃ τὸ ἀγαθὸν, καὶ | |
40 | πάσης ἀρετῆς ἐπιστήμονα τὸν νοῦν ἀποφήνῃ, τότε πρόσεισι Θεῷ. —Τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου παρακελεύεται προσελθεῖν τῷ Κυρίῳ, καὶ ἐγγίσαι αὐτοῦ ταῖς ἀκτῖσι τῆς θεότητος, ἵνα ἐκ τοῦ προσεγγισμοῦ ἐλλαμφθέντες, χάριτι τῶν φωτισμῶν | |
45 | αὐτοῦ εἰς ἑαυτοὺς χωρήσωσιν. Ὁ Κύριος εἰσήκουσεν αὐτοῦ. | |
(C f. 70 b) Εἴ τίς ἐστι μετριόφρων, τούτῳ ὁ Θεὸς | 885 | |
69.888 | ἀνευρύνει τὸ οὖς· χαρίζεται δὲ καὶ λίαν ἑτοίμως αὐτοῦ τὰ αἰτήματα, ὥστε ἐκ πασῶν αὐτὸν ῥύεσθαι τῶν αὐτοῦ θλίψεων. Παρεμβαλεῖ ἄγγελος Κυρίου, κ.τ.λ. | |
5 | (C f. 70 b) Πειραζομένοις τοῖς ἁγίοις παρίστησιν ἀγγέλους ἀκονῶντας εἰς εὐανδρίαν, καὶ τὰς τῶν πλεονεκτούντων ἐφόδους ἀποσοβεῖν δυναμένους· οὐ γὰρ ἂν ἡ ἀνθρώπου διάνοια μόνη ἀντέσχε πρὸς τοσαύ‐ την ἔφοδον ἐχθρῶν. | |
10 | [Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Ὥσπερ τῶν ὄψων αἱ γεύσεις σαφῶς παριστῶσι τῆς ἐνούσης αὐτοῖς ποιότητος μετ’ αὐτοῦ ἡδέος τὸ γλυκὺ, οὕτω καὶ τῶν θείων χαρισμάτων ψιλαὶ οὐ μᾶλλον ἐπαγγελίαι τὴν δύναμιν ἑρμηνεύουσιν· ἀλλ’ | |
15 | εἰ γένοιτό πώς τινας καὶ εἰς πεῖραν ἐλθεῖν, τότε δὴ μᾶλλον εἴσονται, καὶ μάλα σαφῶς τῆς ἐνούσης αὐτοῖς χάριτος τὴν ἐνέργειαν. Οὐκοῦν τοῖς ἀγεύστοις ἔτι τῆς τοῦ Θεοῦ γαληνότητος εὖ μάλα προσφωνητέον· «Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος.»] | |
20 | Μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ’ αὐτόν. (B f. 108) Τί οὖν ἄρα τὸ ἐπέκεινα πρὸς ἡμερότη‐ τα καὶ φιλανθρωπίαν τοῦ παντάπασιν ὀρέγοντος τοῖς ἀγαπῶσιν αὐτόν; Ὁ γὰρ ἐπ’ αὐτῷ θέμενος τὴν ἐλπίδα, πάντη τε καὶ πάντως τρισμακάριος εἴη. | |
25 | «Ἀγαθὸν γὰρ τὸ ἐλπίζειν ἐπὶ Κύριον, φησὶν, ἢ ἐλπίζειν ἐπ’ ἄρχοντας, οἷς οὐκ ἔστιν σωτηρία.» Σαθρὰ μὲν καὶ εὐδιάκλαστος ἡ ἐπ’ ἀνθρώπου ἐλπίς· ἀσφαλὴς δὲ καὶ μένουσα πάντη τε καὶ πάντως ἡ ἐπὶ τῷ τῶν ὅλων Θεῷ. | |
30 | Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ. (B f. 108 b, C f. 70 b) Τοῖς ἁγίοις ἤδη καὶ ἀγα‐ θοῖς τὴν φρένα, καὶ τὸν τῶν ὅλων εἰδόσι Θεὸν, εἰκό‐ τως ἐπιφωνεῖ τὸ, «Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ.» Ἀλλ’ ἴσως ἐκεῖνο ἐρεῖ τις· Εἶτα πῶς, | |
35 | εἰπέ μοι, τοῖς ἡγιασμένοις ἤδη τὸ, «Φοβήθητε τὸν Κύ‐ ριον,» ἐπιφθέγγεται; Ἔστιν γὰρ ὅλως ἐφικτὸν ἁγίοις εἶναί τισιν, οὔπω τὸν θεῖον ἐν ἑαυτοῖς ἐσχηκόσι φό‐ βον; Εἶτα πῶς τοῦτο οὐκ ἀμαθές; Πεφόβηνται γὰρ πρῶτον, εἶθ’ οὕτω γεγόνασιν ἅγιοι. Καὶ ἡ τῶν πραγ‐ | |
40 | μάτων τάξις ἀναγκαῖον ἔχει τουτονὶ τὸν λόγον. Τί οὖν ἄρα φαμέν; Τὸ, Φοβήθητε, τέθεικεν ἐν τούτοις ἀντὶ τοῦ Θαυμάσατε, ἤγουν καταπλάγητε. Καθάπερ ἀμέλει ὁ προφήτης Ἀμβακοὺμ τὰς τοῦ Σωτῆρος ἡμῶν θαυμάζων οἰκονομίας, «Κύριε, φησὶν, εἰσ‐ | |
45 | ακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.» Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν. (C f. 70 b) Διαπίπτει ἐνίοτε τὰ ἀνθρώπινα, καὶ ἀδοκήτους δέχεται τὰς μεταβολὰς, ὡς τὸν χθὲς πλού‐ | |
69.888(50) | σιον, ἐσχάτῃ πτωχείᾳ περιπεσεῖν· καὶ τὸν τρυφῶν‐ τα, ἄρτου λείπεσθαι στενοῦ. Ἀσφαλὲς γὰρ ἢ βέβαιον | |
ἐν ἀνθρωπίνοις οὐδέν. | 887 | |
69.889 | [«Οἱ ζητοῦντες τὸν Θεὸν,» τουτέστιν, οἱ ἀγαπῶντες αὐτὸν, καὶ τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθεῖν σπου‐ δάζοντες, καὶ κατορθοῦν ἐθέλοντες τὰ, οἷς αὐτὸς ἐπιγάννυται (δῆλον δὲ ὅτι πάντα τρόπον ἀρετῆς), οὐκ | |
5 | ἂν δεηθεῖεν πώποτε τῶν ἀναγκαίων εἰς ζωήν. Ἕψε‐ ται γὰρ αὐτοῖς, ὡς ἀγαθουργεῖν ᾑρημένοις, τὰ πα‐ ρὰ Θεοῦ, καὶ χαρισμάτων τῶν ἄνωθεν πλουσία δια‐ νομὴ, καὶ τῶν ἐπιγείων ἡ μέθεξις· οὐκ εἰς τρυφὰς ἀποφέρουσα κοσμικὰς, ἐπιμετροῦσα δὲ μᾶλλον ταῖς | |
10 | τοῦ σώματος χρείαις τὸ ἀποχρὼν εἰς ζωήν.] Δεῦτε, τέκνα, ἀκούσατέ μου. (C f. 71) Διδασκαλίαν ἐθνῶν περιτίθεται, ἧς πρῶ‐ τον, τὸν φόβον τοῦ Θεοῦ εἶναί φησι· δεύτερον, τὸ μὴ καταλαλεῖν τῶν ἀδελφῶν· τρίτον, δόλου παντὸς | |
15 | παύειν τὰ χείλη· τέταρτον, ἀποχὴν παντὸς κακοῦ, καὶ ἐπιτήδευσιν ἀγαθοῦ· ἐπὶ πᾶσι τούτοις, εἰρήνης ἀντέχεσθαι· εἰρήνη δὲ ὁ Χριστός. Τούτων δὲ τὴν ἐπιτήδευσιν, ζωὴν εἶναι λέγει καὶ ἡμέρας ἀγαθάς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν; | |
20 | (B f. 109 b) «Τίς ἄρα, φησὶν, ἔστιν ἄνθρωπος,» τουτέστιν λογικός τε καὶ συνετὸς, ὃς δὴ καὶ βούλε‐ ται τὴν εἰς ἀπεράντους αἰῶνας ἀποκερδᾶναι ζωὴν, καὶ τυχεῖν εὐημερίας ἀκαταλήκτου καὶ μακρᾶς; Ἡκέτω τῶν ἐμῶν ἀκροασόμενος λόγων, ἁπλούτω | |
25 | τὸν νόμον, εἰσοικιζέσθω μάθημα τὸ σωτήριον. Ηὐτρέ‐ πισται γὰρ τοῖς τῆς ἐννόμου ζωῆς ἐρασταῖς ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Μόνον ἔστω ποιητὴς ἔργων ὁ διδασκόμενος. Ὁ γάρ τοι μεμαθηκὼς, εἶτα | |
30 | δρὰς τῶν ἀρίστων οὐδὲν, ἔοικε φαύλῃ τε καὶ ἁλμάδι γῇ, δεχομένῃ μὲν παρὰ τῶν γηπόνων σπέρματα, τικτούσῃ δὲ παντελῶς οὐδέν. Ὁ δὲ λόγων ἀκροατὴς καὶ ποιητὴς ἔργων, παρεικάζοιτο ἂν εἰκότως εὐκάρ‐ πῳ τε καὶ γονιμωτάτῃ γῇ. | |
35 | (C f. 71) Τίς ἐστιν ἄνθρωπος οὐρανικός τε καὶ συνετὸς, ὁ θέλων ζωὴν, οὐ τὴν κοινὴν ταύτην, ἢν καὶ τὰ ἄλογα ζῇ, ἀλλὰ τὴν ὄντως ζωὴν, τὴν θανάτῳ μὴ διακοπτομένην; Ἔστι δὲ ἡ ὄντως ζωὴ, ὁ Χριστός· οὐκοῦν καὶ ἡ ἡμετέρα ἐν αὐτῷ διαγωγὴ, ζωή ἐστιν | |
40 | ἀληθινή. Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ. (C f. 71) Τὸ μὲν οὖν θύραν ἐπιθεῖναι τῇ γλώττῃ, καὶ μὴ ἐᾷν ἀσχημόνως τοὺς πρὸς ἡμῶν ἰέναι λόγους, κατόρθωμά ἐστι καὶ εὐκαρπία σοφῆς καὶ ἁγίας ψυ‐ | |
45 | χῆς. (B f. 110) Χρὴ δὲ παραιτεῖσθαι καὶ πρό γε τῶν ἄλλων δυσφημίας τε καὶ ψευδορκίας, ψιθυρισμοὺς, καταλαλιὰς, λοιδορίας, αἰσχρολογίας, εἰκαιομυθίας, εὐτραπελίας· εὐλογεῖν δὲ μᾶλλον, καὶ μὴ καταρᾶ‐ | |
69.889(50) | σθαι, καὶ ταῖς εἰς Θεὸν ὑμνῳδίαις μονονουχὶ κατα‐ ρυθμίζειν τὴν γλῶτταν, λαλεῖν ἀλήθειαν πρὸς τὸν πλησίον, ἀποπαύειν δὲ τὰ χείλη τοῦ μὴ λαλῆσαι δό‐ λον. Δόλος δέ ἐστιν τὸ ψεῦδος, καὶ ἡ ἀπάτη, καὶ | |
συκοφαντία, καὶ διαβολαὶ τὸ ἀληθὲς οὐκ ἔχουσαι. | 889 | |
69.892 | Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. (C f. 71) Ἐπειδὴ ἀρχὴ πρὸς τὴν ἀνάληψιν τῶν καλῶν, ἡ ἀναχώρησις τῶν κακῶν, ἔστιν ὅτε οὐ κα‐ κοποιεῖ μέν τις, οὐ μὴν οὐδὲ ἀγαθοποιεῖ. | |
5 | Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. (B f. 110 b, C f. 71 a, b) Ἐφορᾷ μὲν τοὺς δι‐ καίους ὁ Κύριος, καὶ τῆς ἄνωθεν ἐποπτείας ἀξιοῖ τοὺς τὰ αὐτοῦ [cod. αὐτῷ] φρονεῖν ᾑρημένους. | |
10 | Ἀνευρύνει δὲ καὶ τὸ οὖς ταῖς παρ’ αὐτῶν ἱκετείαις. Ἐπιφέρει τε τὸ πρόσωπον ἐπὶ τοὺς τῶν φαύλων ἐργάτας, οὐχ ἵνα μᾶλλον ὠφελῇ διὰ τῆς ἐποπτείας αὐτοὺς, καθάπερ ἀμέλει καὶ ἐπὶ τῶν δικαίων ἐλέ‐ γομεν, ἀλλ’ ἵν’ ἐκ γῆς ἐξολοθρεύσειεν αὐτῶν τὸ | |
15 | μνημόσυνον· γῆς δὲ οὐχὶ πάντως τῆς ὑπὸ πόδας ἡμῖν κειμένης, ἐκείνης δὲ μᾶλλον περὶ ἧς φησιν ὁ Σωτήρ· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομή‐ σουσιν τὴν γῆν.» Οὐ γὰρ βάσιμος τοῖς πονηροῖς ἡ ἄνω πόλις, οὔτε μὴν τῶν ἁγίων ὁ κλῆρος ἐκνεμηθή‐ | |
20 | σεταί τινι τῶν φιλαμαρτημόνων· μερὶς γὰρ οὐδεμία πιστῷ μετὰ ἀπίστου, καθ’ ἃ γέγραπται. Ἐφορᾷ τοίνυν, φησὶν, τοὺς δικαίους ὁ Κύριος ἱλαρῷ δηλονότι βλέμματι, καθ’ ἃ καὶ φιλόπαις πατὴρ ἐπιτηρῶν πανταχοῦ μὴ ἄρα πως περιπταίσειαν σκανδάλοις | |
25 | βιωτικοῖς [al. cod. διαβολικοῖς], ἤγουν ἁλώσιμοι γέ‐ νοιντο τοῖς ἐκείνου βρόχοις· διανευρούμενοι δὲ μᾶλ‐ λον τῇ παρ’ αὐτοῦ χάριτι, ὡς πᾶν ὁτιοῦν τῶν ἀρί‐ στων ἀμογητὶ διατρέχωσιν. Ἐπιφέρει δὲ τὸ πρόσωπον τοῖς πονηροῖς, ὡς ἂν νοοῖτο Δεσπότης πλημμε‐ λοῦσιν οἰκέταις καὶ προσκεκρουκόσιν αὐτῷ πολυτρόπως, σκληρόν τε καὶ ἀμειδὲς ἐνερείδων τὸ ὄμμα καὶ | |
30 | οἷον ἀπειλοῦν αὐτοῖς, ὡς ὅσον οὐδέπω, ἤγουν παραυτίκα, τὰς ἐσχάτας ὑπομένουσι δίκας. [Ὅτι καὶ ἑτοιμότατα κατανεύει Θεὸς ταῖς τῶν ἀγαπώντων αὐτὸν ἱκετ[ε]ίαις, καὶ εἰς πέρας αὐτοῖς τὸ πολύευκτον ἐκβιβάζει τὰ αἰτήματα, διαδείκνυσι σα‐ φῶς. Δύο γὰρ τίθησιν ἰσάμιλλά τε καὶ ἰσοπαλῆ δωρή‐ | |
35 | ματα, τό τε εἰσακοῦσαί φημι τὸν Θεὸν τῆς δικαίων εὐχῆς, καὶ τὸ ἀπαλλάττειν αὐτοὺς οὐκ ἐκ μιᾶς ἁπλῶς, ἀλλ’ ἐξ ἁπάσης θλίψεως, αἵπερ ἂν αὐτοῖς συμβαίνουσιν. Ὀνίνησι δὲ διὰ τούτου σφόδρα. Καθ‐ ίστησι γὰρ εἰς ἀγαθουργίαν εὐτολμωτάτως καὶ νεα‐ | |
40 | νικῶς, οὐ παρέργως ἰόντας εἰς τοῦτο, οὔτε μὴν ἀτη‐ μελῶς καὶ ῥᾳθύμως, ἀλλὰ σπουδῆς τῆς προθυμοτά‐ της ἀξιοῦντας τὸ σῶμα, καὶ πρὸς ἔφεσιν ἀναβαίνον‐ τας τοῦ χρῆναι τληπαθεῖν ὑπέρ γε τοῦ κατορθοῦν ἅπερ ἂν ἀρέσκει Θεῷ.] | |
45 | Ἐκ πασῶν τῶν θλίψεων ἐῤῥύσατο αὐτούς. (C f. 71 b) Οὐκ ἐκ μιᾶς ἀλλ’ ἐξ ἁπάσης αὐτῶν θλίψεως αὐτοὺς ἐῤῥύσατο. Καθίστησι γὰρ εἰς ἀγαθ‐ ουργίαν εὐτολμωτάτους, πρὸς ἔφεσιν ἀναβαίνοντας τοῦ τληπαθεῖν. | |
69.892(50) | Ἐγγὺς ὁ Κύριος. (C f. 71 b) Πειρᾶται ἐνταῦθα δεικνύειν, ὅτι οὐκ ἄπεστι τῶν ἁγίων ὁ Θεὸς, σύνεστι δὲ μᾶλλον αὐτοῖς διαπαντός. «Θεὸς γὰρ ἐγγίζων ἐγώ εἰμι,» λέγει. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων. | |
55 | (C f. 71 b) Ἀεὶ οἱ τῶν φαύλων ἐργάται τοὺς | |
ὀδόντας ἐπιτρίζουσι τοῖς εὐαγγελικὴν κατορθοῦσι | 891 | |
69.893 | ζωὴν, καὶ θηριοπρεπῶς ἐπιμαίνονται. Παροτρύνει δὲ καὶ ὁ Σατανᾶς κατασωρεύειν τὰς τῶν ἁγίων θλί‐ ψεις· πλὴν ἐξ αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν. | |
5 | (C f. 71 b) Ὀστᾶ τὰς τῆς ψυχῆς δυνάμεις λέγει, τὰς ἐπὶ παντὶ πράγματι καλῷ τε καὶ ἀγαθῷ. Ὡς γὰρ ὀστῶν δίχα τῶν αἰσθητῶν, οὐκ ἂν συσταίη τὸ ἀνθρώπινον σῶμα, οὕτως οὐδ’ ἀνθρώπου ψυχὴ κα‐ τορθώσειέ τι τῶν ἀγαθῶν, μὴ τὰς ἑαυτῆς ἐνεργείας | |
10 | ἐῤῥωμένας ἔχουσα, καὶ κατ’ οὐδένα τρόπον συντε‐ θραυσμένας. (B f. 112) Ἐν μὲν τοῖς φιλαμαρτήμοσιν καὶ φιλ‐ ηδόνοις καὶ ταῖς τοῦ παρόντος βίου τύρβαις ἐνειλημ‐ μένοις [καὶ] συντετριμμένοις, πῶς ἔστιν ἤδη τὰ | |
15 | τῆς ψυχῆς ὀστᾶ; Τὰ δέ γε τῶν ἁγίων ὁ Κύριος φυ‐ λάττει, ὡς μηδ’ ὁτιοῦν ἐξ αὐτῶν ὑπομεῖναί τινα συντριβήν· ἢ τῆς τοῦ διαβόλου σκαιότητος ἐπενε‐ χθείσης αὐτοῖς, ἢ ἀνθρώπων πονηρῶν κατεξανιστάν‐ των αὐτοῖς θορύβους καὶ περιστάσεις καὶ διωγμούς. | |
20 | «Οὐαὶ γὰρ τῷ κόσμῳ, φησὶν ὁ Σωτὴρ, ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γὰρ τοῦ ἐλθεῖν τὰ σκάνδαλα.» Καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ’ αὐτόν. (B f. 112 b, C f. 71 b) Τὸ μηδ’ ὅλως πλημμελεῖν, | |
25 | οὐδενὶ τῶν ἐπὶ γῆς ἁρμόσειεν ἄν· «Πολλὰ γὰρ πταίο‐ μεν ἅπαντες·» καὶ, «Ἀπὸ ῥύπου καθαρὸς οὐδεὶς, οὐδ’ ἂν μία ἡμέρα ᾖ ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς.» Τετήρη‐ ται δὲ μόνῳ τῷ πάντων Σωτῆρι Χριστῷ· Θεὸς γὰρ ἦν ἐν εἴδει τῷ καθ’ ἡμᾶς. Ἔξω γε μὴν καὶ ἡμεῖς | |
30 | ἐσόμεθα τοῦ πλημμελεῖν, παραιτούμενοι τὰ φορτικὰ καὶ δύσοιστα καὶ πρὸς θάνατον ἄγοντα τῶν πλημμε‐ λημάτων. Οὐ γὰρ πᾶσα ἁμαρτία πρὸς θάνατον (cod. B. addit κατὰ τὴν ἁγίου φωνήν). | |
34t | ΨΑΛΜΟΣ ΛΔʹ. | |
35 | [Δίκασον, Κύριε. Δικάζεται πρὸς τοὺς Ἰουδαίους ὁ τῶν ὅλων κρι‐ τὴς, καὶ οἷόν τινα μεσίτην τοῦ πράγματος γενέσθαι βούλεται τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν. Ἀλλ’ ὅ γε θεσπέσιος Δαβὶδ δύσσοον ἀληθῶς τὸ χρῆμα εἰδὼς, | |
40 | προσέπιπτε Θεῷ λέγων· «Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου.» Νικᾷ γὰρ κρινόμενος, καὶ πε‐ ριέσται ῥᾳδίως τῶν ἐγκαλουμένων, ἐνόχους ὄντας ἀποδεικνύς. Οἱ δὲ δὴ Χριστὸν ἀδικήσαντες, νοηθεῖεν ἂν, ὡς ἔφην, τῶν Ἰουδαίων οἱ δῆμοι. Ἀπέστειλεν | |
45 | μὲν γὰρ τὸν Υἱὸν ὁ Πατὴρ μετὰ τοὺς οἰκέτας, αἰτή‐ σοντα παρ’ αὐτῶν τοὺς τοῦ ἀμπελῶνος καρπούς· οἱ δὲ καίτοι τὸν κληρονόμον ἰδόντες, πονηρὰ ἀντὶ ἀγα‐ θῶν ἀπεδώκασιν αὐτῷ.] Πολέμησον τοὺς πολεμοῦντάς με. | |
69.893(50) | (B f. 113) Ἄθρει δὴ οὖν ὅπως πεπολεμήκασιν αὐ‐ τῷ, καὶ τοῦ εἶναι Θεὸν, καὶ Υἱὸν Θεοῦ, τό γε ἧκον | |
εἰς αὐτοὺς, ἐκπέμποντες. Καὶ πρὸς τούτοις ἕτι τῶν | 893 | |
69.896 | ὑπερόγκων θαυμάτων ἀποτελεστὴν ὁρῶντες αὐτὸν διασύρειν ἀπετόλμων Ἐν Βεελζεβοὺλ, λέγοντες, ἄρ‐ χοντι τῶν δαιμόνων ἐκβάλλει τὰ δαιμόνια. Καὶ οὔτε πιστεύειν ἤθελον αὐτοὶ, γεγόνασι δὲ καὶ ἐμπόδιον | |
5 | ἑτέροις. Ἔφη γοῦν ὁ Χριστός· «Καὶ ὑμῖν τοῖς νομι‐ κοῖς οὐαὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως, οὔτε ὑμεῖς εἰσέρχεσθε, καὶ τοὺς εἰσερχομένους ἐκωλύ‐ σατε.» Ἔφασκον δήπου καὶ τοῖς ὄχλοις περὶ αὐτοῦ· «Δαιμόνιον ἔχει, καὶ μαίνεται· τί ἀκούετε αὐτοῦ;» | |
10 | [Ἔκχεον ῥομφαίαν. Ὅτι γὰρ οὐκ ἔπεμψεν ἁπλῶς κατ’ αὐτῶν ῥομ‐ φαίαν, ἀλλ’ οἷον ἐξέχεεν ποταμίου νάματος δίκην, ἀνιδρωτὶ κατοψόμεθα, τὰς τῶν Ἰουδαίων ἀναμε‐ τρήσαντες συμφοράς. Μετὰ γάρ τοι τὸν τοῦ Σωτῆρος | |
15 | σταυρὸν, ἔργον γεγόνασι ῥομφαίας· δεδαπάνηνται γὰρ τοῖς ξίφεσι τῶν καταπιπράντων πόλεις τε ὁμοῦ καὶ κώμας. Καὶ τοῦτο αὐτοῖς προμεμήνυκεν ὁ Σωτὴρ λέγων· «Ὅταν ἴδητε κυκλουμένην ὑπὸ στρατοπέ‐ δων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι· Καλύ‐ | |
20 | ψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς· Πέσετε ἐφ’ ἡμᾶς.» Εἰς τοσοῦτον γὰρ ἀθλιότητος καὶ ἀνηκέστου συμφορᾶς τὰ τῶν Ἰουδαίων κατηνέχθη πράγματα, ὥστε πολὺ δή τι τὸ ἄμεινον ἦν αὐτοῖς ὑπὸ πετρῶν καὶ ὀρῶν συν‐ θραύεσθαι μᾶλλον, ἢ τοῖς ἀνημέροις ξίφεσι τῶν φο‐ | |
25 | νώντων περιπεσεῖν. Ὅτι δὲ καὶ συνεκλείσθησαν, τουτέστι πεπολιόρκηνται, πάλιν ἡμᾶς ὁ τῆς ἐπ’ αὐ‐ τοῖς ἱστορίας διδάξει λόγος. «Οὐκοῦν σύγκλεισον, φησὶν, ἐξ ἐναντίας τῶν καταδιωκόντων με.»] Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες | |
30 | τὴν ψυχήν μου. (B f. 113 b) Τὴν οὕτω πικρὰν καὶ τό γε ἧκον εἰς αὐτοὺς ἀδιάφυκτον τῷ Σωτῆρι στήσαντες πάγην, οἷα τοῖς τοῦ θανάτου βρόχοις περιβαλόντες αὐτὸν, ᾐσχύν‐ θησαν καὶ ἐνετράπησαν, ὅταν κατασείσας ὡς Θεὸς | |
35 | τοῦ θανάτου τὸ κράτος, ἤγειρεν τὸν ἑαυτοῦ ναόν. Ἀνεβίω γὰρ ἐκ νεκρῶν, καὶ ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν. Τότε δὴ τότε κατῃσχύν‐ θησαν μὲν καὶ ἐνετράπησαν, ὡς ἔφην· ἀπεστράφη‐ σαν δὲ καὶ εἰς τὰ ὀπίσω. | |
40 | Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω. (B f. 113 b) Ἑπεὶ δὲ οὐ προσήκαντο τὴν πίστιν, ἀλλ’ ἔκ τε τῶν ἐναντίων ἐζήτησαν αὐτοῦ τὴν ψυχὴν, ἀπεστράφησαν εἰς τὰ ὀπίσω· γεγόνασι γὰρ ἀπόβλη‐ τοι, καὶ θεοστυγεῖς ἐκπεπτώκασι τῆς πρὸς Θεὸν οἰκειό‐ | |
45 | τητος, ἄγευστοι τῶν τῆς ἐπιδημίας μεμενήκασιν ἀγαθῶν, καὶ πρὸς τούτοις πᾶν εἶδος ἀνηκέστου συμ‐ φορᾶς αὐτοῖς ἐπενήνεκται. Καὶ πεπλήρωτο τὸ γε‐ γραμμένον ἐπ’ αὐτοῖς· «Καθὼς ἐποίησας, οὕτως ἔσται σοι τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς | |
69.896(50) | κεφαλήν σοι·» καὶ πάλιν, «Οὐαὶ τῷ ἀνόμῳ, πονη‐ ρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐ‐ τῷ.» Ἃ γὰρ συνέβη παθεῖν αὐτοὺς, εἰδόσι λέγειν περιττὸν οἶμαί που. Αἰσχυνθῆναι δὲ καὶ ἐντραπῆναι συνέβη, καὶ μὴν καὶ ὀπίσω πεσεῖν καὶ αὐτοῖς τοῖς | |
55 | ἀκαθάρτοις πνεύμασιν καὶ πρό γε τῶν ἄλλων τῷ Σα‐ | |
τανᾷ, οὗ τοῖς στρατηγήμασιν ἀκολουθήσαντες οἱ Ἰου‐ | 895 | |
69.897 | δαῖοι, σταυρῷ παρέδοσαν τὸν ἀρχηγὸν τῆς ζωῆς. Φαίη δ’ ἂν, οἶμαι, τὶς καὶ οὐκ ἀπὸ σκοποῦ, καὶ τοῖς ἀνοσίοις αἱρετικοῖς πρέπον ὅτι μάλιστα, τὴν τῶν προ‐ κειμένων στίχων ἁρμόσαι δύναμιν. [Γενηθήτωσαν ὡσεὶ χνοῦς. | |
5 | Εἴρηταί που παρὰ Θεοῦ δι’ ἑνὸς τῶν ἁγίων προφη‐ τῶν περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ, ὅτι «Διασπερῶ αὐτοὺς εἰς πάντα ἄνεμον.» Οὐ γάρ τοι μεμενήκασιν ἐν ταῖς αὐτῶν πόλεσί τε καὶ χώραις· ἐσκορπίσθησαν δὲ μᾶλλον, καὶ ἐπηλύται γεγόνασι ξένοι καὶ πάροι‐ | |
10 | κοι, καὶ διαριπτούμενοι πανταχοῦ. Οὐκοῦν εἶεν ἂν ὡς χνοῦς, ὁ παντὶ πνεύματι παράφορος καὶ εὐρί‐ πιστος. Οὕτω γάρ που καὶ ὁ Ψάλλων ἑτέρωθί που περὶ αὐτῶν φησιν· «Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ’ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ἄνεμος ἀπὸ | |
15 | προσώπου τῆς γῆς.»] Καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς. (B f. 114) Καὶ τὸ ἔτι τούτου φορτικώτερον· ἀγγέ‐ λου γὰρ ἐπιπίπτοντος, καὶ πᾶσαν αὐτῶν ἐπισωρεύον‐ τος θλίψιν, ταῖς ἁπασῶν ἐσχάταις ὑποκείσονται | |
20 | συμφοραῖς. Οὕτως ἀνῃρῆσθαί φαμεν καὶ τὰ τῶν Αἰγυπτίων πρωτότοκα· καὶ μὴν καὶ τὰς τῶν Ἀσσυ‐ ρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας, ὅτε Ῥα‐ ψάκης παλιμφήμους ἠφίει φωνὰς, καὶ τῆς θείας ὑπεροχῆς ἀνοσίως κατεθρασύνετο. «Ἐξῆλθεν γὰρ | |
25 | ἄγγελος Κυρίου, φησὶν, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμ‐ βολῆς τῶν ἀλλοφύλων ρπεʹ χιλιάδας.» Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος. (B. f. 114. b) Εὑρήσομεν πλεισταχοῦ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν τοῖς εὐαγγελικοῖς προστάγ‐ | |
30 | μασιν τῆς αὐτοῦ παρουσίας, τῆς ἐν τῷδε τῷ κόσμῳ φημὶ, τὴν ὄνησιν ἐναργῆ καθιστῶντα καὶ λέγοντα· «Ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλήλυθα.» Ἀπει‐ θήσαντες τοίνυν οἱ Ἰουδαῖοι τῷ ἀληθινῷ, καὶ τὸν τῆς ἑαυτῶν διανοίας καμμύοντες ὀφθαλμὸν μεμενήκασιν | |
35 | ἐν σκότῳ. Καὶ τοῦτο ἡμῖν προφητικῶς ἄνωθεν ἀν‐ εκεκράγει λόγος· «Ὑπομεινάντων γὰρ αὐτῶν, φησὶν, φῶς ἐγένετο αὐτοῖς σκότος· μείναντες αὐγὴν, ἐν ἀωρὶ περιεπάτησαν.» Τὸ δὲ, ὑπομεινάντων, φησὶν ἀντὶ τοῦ, προσδοκησάντων. | |
40 | Καὶ ἅγγελος Κυρίου καταδιώκων αὐτούς. (B f. 114 b) Περιολισθαίνουσιν τοίνυν, καὶ ἐν σκότῳ βαδίζουσιν, συνελαύνοντος καὶ εἰς τοῦτο αὐ‐ τοὺς ἀγγέλου Θεοῦ. Οὐ γὰρ δὴ συμπράττουσιν αὐτοῖς, ὡς ἔφην, αἱ λογικαί τε καὶ ἅγιαι δυνάμεις· ἀνταν‐ | |
45 | ίστανται δὲ μᾶλλον ὡς μεμισημένοις παρὰ Χριστοῦ, καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος ἐκσεσοβημένοις. Ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθοράν. (B f. 114 b) Ἐγκαλεῖν ἔχοντες μηδὲν, εἰς τοσοῦτο καὶ σκαιότητος ἐννοιῶν καὶ μὴν καὶ θράσους καὶ | |
69.897(50) | ἀνοσίων καθήκοντο τολμημάτων, ὥστε καὶ θανάτου καὶ φθορᾶς αὐτῷ διαπῆξαι πάγην· καίτοι λέγοντι | |
σαφῶς· «Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; | 897 | |
69.900 | Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;» Ἔνθα δὲ ὅλως οὐκ ἦν ἁμαρτίας εὕρεσις, ἐκεῖ που πάντως ἐστὶν τῶν διωκόντων τὸ μῖσος ἀπροφάσιστον παντελῶς. Ἕδραν δὲ καὶ βάσιν ἤγουν, ἀφορμὴν, τὸ | |
5 | φονᾷν οὐκ ἔχει. Μάτην ὠνείδισαν τὴν ψυχήν μου. (B f. 114 b) Ἆρ’ οὐ δωρεὰν, οὐ μάτην αὐτοῦ τὴν ψυχὴν ὠνείδιζον, ποτὲ μὲν Σαμαρείτην καὶ φιλοπό‐ την εἶναι διαβεβαιούμενοι, ποτὲ δὲ καὶ δαιμόνιον | |
10 | ἔχειν λέγοντες, καὶ πλανᾷν τοὺς ὄχλους, καὶ μὴν καὶ ἐν τῷ Βεελζεβοὺλ ἐργάζεσθαι τὰς θεοσημείας; Οὐκ‐ οῦν ἁλοῖεν ἂν εἰκῆ καὶ μάτην ἐπ’ αὐτῷ θρασυστο‐ μήσαντες Ἰουδαῖοι, καὶ λαλήσαντες κατὰ τοῦ Θεοῦ ἀδικίαν, ἄραντές τε τὸ κέρας εἰς ὕψος, κατὰ τὴν τοῦ | |
15 | Ψάλλοντος φωνήν. [Ἐλθέτω αὐτῷ παγὶς ἢν οὐ γινώσκει. Ἣν γὰρ οὐκ ἐγίνωσκον παγίδα, οὐκ ἃν πώποτε προσεδόκησαν, αὐτοῖς συμβήσεσθαι συμφορὰς, αὗται κατέλαβον αὐτούς. Ἐκβέβληνται γὰρ τοῦ καθηγεῖ‐ | |
20 | σθαι λαῶν, μᾶλλον δὲ συνδιολώσασιν αὐτοῖς, ἔργον γεγονότες ἐχθρῶν ἥλωσαν, καὶ πεπόρθηνται, καὶ[τί] γὰρ οὐχὶ τῶν ἐσχάτων αὐτοῖς συνέβη κακῶν;] Καὶ ἡ θήρα ἣν ἔκρυψαν, συλλαβέτω αὐτούς. (B f. 115) Ἡ θήρα ἣν ἔκρυψαν τῷ Χριστῷ, | |
25 | αὕτη συνέλαβεν αὐτοὺς, καὶ τῇ ἰδίᾳ παγίδι συνεπε‐ πτώκασιν. Τεθήρανται γὰρ, ὡς ἔφην, ὑπενηνεγμένοι ταῖς δίκαις, καὶ πεπτώκασιν ὑπὸ τὸ λίνον τῆς θείας ὀργῆς· ὡς γάρ φησιν ὁ Παροιμιαστὴς, «Οὐκ ἀδί‐ κως ἐκτείνεται δίκτυα πτερωτοῖς· αὐτοὶ γὰρ οἱ φό‐ | |
30 | νου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά· ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή.» Γέγραπται δὲ πάλιν· «Ὁ κυλίων λίθον, ὑφ’ ἑαυτῷ κυλίει.» Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ. (B f. 115) Χρῆναί φημι διαμεμνῆσθαι τῶν λόγων | |
35 | ὧν ἐποιησάμην ἐν ἀρχαῖς τοῦ ψαλμοῦ. Ἔφην γὰρ ὅτι τὸ Χριστοῦ πρόσωπον εἰσκεκόμισται τῆς Ἰου‐ δαίων ἀνοσιότητος, μονονουχὶ κατακεκραγὸς, πλὴν τοὺς τῇ κακώσει πρέποντας οὐ παραιτούμενον λόγους, ἀνθρωπίνως δὲ μᾶλλον ἢ θεοπρεπῶς διαλεγόμενον | |
40 | πλεισταχοῦ διὰ τὸ τῆς μετὰ σαρκὸς οἰκονομίας μυ‐ στήριον. Ἰδοὺ γὰρ ἰδοὺ κἀνθάδε ἐπὶ τῷ σωτηρίῳ τοῦ Πατρὸς εὐφραίνεσθαί φησιν, ὡς παρ’ αὐτοῦ δηλον‐ ότι σεσωσμένος. Εὑρήσομεν δὲ καὶ αὐτοὺς τοὺς ἁγίους ἀποστόλους, οἲ καὶ αὐτόπται καὶ ὑπηρέ‐ | |
45 | ται γεγόνασι τοῦ Λόγου, καὶ ταμίαι γνήσιοι τῶν ἱερῶν κηρυγμάτων, ἐγηγέρθαι λέγοντες αὐτὸν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, δόξαν τε καὶ κυριότητα λα‐ βεῖν, ὑποταγέντων αὐτῷ τῶν ἐχθρῶν αὐτοῦ. Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, κ.τ.λ. | |
69.900(50) | (B f. 115) Ὅταν τί λέγῃ Χριστὸν ἀνθρωπίνως, | |
τοῦτο ἡμεῖς ἁρπάζομεν εἰς ὄνησιν ἑαυτῶν. Τί δὲ δὴ | 899 | |
69.901 | καί φησιν; «Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, Κύριε, τίς ὅμοιός σοι;» Ὅμοιον ὡσεὶ καὶ ἔφη τυ‐ χόν· Ἐξ ὅλης δυνάμεως καὶ ἰσχύος καὶ ἐξ αὐτῶν ὥσ‐ περ τῶν ἐκ βάθους μυελῶν ποιήσομαι τὴν ὁμολογίαν· | |
5 | ἀπαράβλητον εἰς ἡμερότητα καὶ φιλανθρωπίαν ἀνα‐ τίθησιν [οἱ] τῷ τῶν ὅλων κρατοῦντι καὶ βασιλεύοντι. Ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ. (B f. 115 b, C f. 73) Γενικὸς ὁ λόγος καὶ ἀληθὴς κατὰ πάντων. Τὸν γὰρ πτωχὸν τῷ πνεύματι. καὶ | |
10 | συνεσταλμένον ἔχοντα τὸ φρόνημα, καὶ πᾶσαν ἐπὶ Θεῷ θέμενον τὴν ἐλπίδα, καταβιάζονταί τε καὶ διαρ‐ πάζουσιν, βαρβάρων ἀγρίων ἐπιπηδῶντες δίκην, ἄνδρες ἀλιτήριοι καὶ διαβολικῶν σκεμμάτων ὑπουρ‐ γοὶ, καὶ δαιμονιώδους μανίας ἐκμεμεστωμένοι· καὶ | |
15 | προσέτι τούτοις καὶ αὐτὴ τῶν ἀκαθάρτων πνευμάτων ἡ ἀπηνεστάτη πληθύς. Ἐπιτρίζουσι γὰρ τοὺς ὀδόν‐ τας τοῖς εὐδοκιμεῖν ἐθέλουσιν, καὶ τοῖς θείοις νόμοις εὐήνιον ὑπέχουσι τὸν αὐχένα. Πλὴν οὐ κατὰ τὸ αὐ‐ τοῖς δοκοῦν πάντως τὸ τῶν πραγμάτων ἔρχεται πέ‐ | |
20 | ρας· σώζει γὰρ τοὺς δικαίους ὁ πανσθενὴς τοῦ Θεοῦ Λόγος. Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἂ οὐκ ἐγίνω‐ σκον ἠρώτων με. (B f. 115 b) Ἐνταῦθα σαφῶς τῆς Ἰουδαϊκῆς ἀν‐ | |
25 | οσιότητος διαμνημονεύει Χριστὸς, καὶ τῶν εἰς αὐτὸν πεπαρῳνημένων ποιεῖται κατάλογον. Σεσυκοφαντή‐ κασιν μὲν γὰρ αὐτὸν Πιλάτῳ προσάγοντες οἱ τῶν Ἰουδαίων καθηγηταί. Εἰσεκόμισαν γὰρ ψευδομαρτυ‐ ροῦντάς τινας· «Οὗτος ἔφη, ὅτι Δύναμαι καταλῦσαι | |
30 | τὸν ναὸν τοῦ Θεοῦ, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῆσαι αὐτόν.» Καὶ αὐτοὶ δὲ τὰς αἰτίας εἰπεῖν ἐξαιτούμε‐ νοι δι’ ἃς ἐπεφωνοῦντο, «Ἆραι, ἆραι, σταυροῦ αὐ‐ τὸν,» κατεψεύδοντο λέγοντες, ὅτι «Κωλύει φόρους διδόναι Καίσαρι, καὶ ὅτι ἀνασείει τοὺς ὄχλους.» | |
35 | Σεσυκοφαντήκασι δὲ καὶ πρὸ τοῦ τιμίου σταυροῦ, καὶ καθ’ ἑτέρους τρόπους· ἔφασκον γὰρ τοῖς ὑπὸ χεῖρα λαοῖς· «Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυεν τὸ Σάββατον.» Διετείνοντο δὲ ὅτι καὶ δαιμόνιον ἔχει καὶ μαίνεται, φάγον τε καὶ οἰνοπότην, | |
40 | ἐνεργοῦντά τε διὰ τοῦ Βεελζεβοὺλ, ὠνόμαζον αὐτόν. [Ἀνταπεδίδοσάν μοι πονηρά. Εὐεργετοῦντα γὰρ ἐλοιδόρουν, παρακαλοῦντα πρὸς σωτηρίαν, λίθοις ἔβαλλον αὐτὸν, νουθετοῦντα παν‐ σόφως, καὶ ἐμβιβάζοντα ταῖς εἰς εὐσέβειαν ἀποκο‐ | |
45 | μιζούσαις τρίβοις, ὕβριζον οἱ τάλανες, καὶ προσέτι καὶ ἐπεβουλεύοντο, ὥστε καὶ ἀτεκνίαν αὐτῷ κατασκευά‐ ζειν.] Καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. (B f. 116 b) Ἔθος τῇ θείᾳ Γραφῇ υἱοὺς ὀνομάζειν | |
69.901(50) | κατὰ μαθητείαν τῶν μυσταγωγεῖν εἰωθότων τοὺς μυσταγωγουμένους. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλων τισίν· «Ἐν γὰρ Χριστῷ Ἰησοῦ, φησὶν, διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα·» καὶ μὴν | |
καὶ Γαλάταις· «Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ | 901 | |
69.904 | μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Ὠνομάζοντο δὲ καὶ υἱοὶ τῶν ἁγίων προφητῶν, οἱ κατὰ διάθεσίν τε καὶ μάθησιν οἰκεῖοι καὶ προσεδρεύοντες αὐτοῖς. Ὅτι γὰρ οὐ συνεχώρουν ὑπὸ Χριστοῦ μαθητεύεσθαί τινας οἱ | |
5 | καθηγεῖσθαι λαχόντες τῶν Ἰουδαϊκῶν ταγμάτων, σαφὲς ἂν γένοιτο κἀντεῦθεν ἀκονιτί. Προσεφώνουν μὲν γὰρ, ὡς ἔφην, τοῖς ὄχλοις, ὅτι «Δαιμόνιον ἔχει καὶ μαίνεται;» τί ἀκούετε αὐτοῦ, Ἔτυπτον δὲ καὶ τοὺς ἁγίους ἀποστόλους ἐν συνεδρίῳ πολλάκις, ἐγκαλοῦντες | |
10 | αὐτοῖς τὴν μυσταγωγίαν. [Ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν. Ὁποῖος δέ ἐστιν ὁ πένθους τρόπος, παρά γε τοῖς τὴν ἁγίαν κατορθοῦν εἰωθόσι ζωὴν, οὗτος ὁ στίχος εὗ μάλα διατρανοῖ. «Ἐταπείνουν γὰρ ἐν νηστείᾳ | |
15 | τὴν ψυχήν μου,» φησί. Καὶ ἐντεῦθεν τὸν τοῦ πέν‐ θους παραχρῆμα δεικνύει καρπὸν, καὶ τῶν ἁγιοπρε‐ πῶν ἱδρώτων τὴν ὄνησιν.] Ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφή‐ σεται. | |
20 | (B f. 117) «Ἡ προσευχή μου γὰρ, φησὶν, εἰς κόλπον μου ἀποστραφήσεται, τουτέστιν οὐκ ἄπρα‐ κτος οὐδὲ ἀνήνυτος γέγονεν παρὰ Θεῷ, δεκτὴ δὲ μᾶλ‐ λον, καὶ οἷον εἰς κόλπον δοθεῖσα τοὺς ἐμούς. Εἰθί‐ σμεθά πως ἐν κόλπῳ δέχεσθαι τὰ παρ’ ὅτου οὖν προσ‐ | |
25 | φερόμενα δῶρα. Ὅτι γὰρ τὰς τῶν ὁσίων ἱκετηρίας προσίεται Θεὸς, πῶς ἂν ἐνδοιάσειέ τις; αὐτοῦ λέγον‐ τος ἐναργῶς ποτὲ μὲν, ὅτι, «Κέκραξον πρός με καὶ εἰσακούσομαί σου·» ποτὲ δὲ πάλιν ἑκάστῳ τῶν προσ‐ αγόντων τὰς ἱκετηρίας· Ἔτι σοῦ λαλοῦντος ἐρῶ· | |
30 | Ἰδοὺ πάρειμι. (Cod. M. f. 55) Ἀντὶ τοῦ, Προσευχόμενος, ἐδεχό‐ μην παρὰ τοῦ Θεοῦ τὰς αἰτήσεις, καὶ τὸν κόλπον μου ἐπλήρουν. Τοῦτο σημαντικὸν ἂν εἴη τοῦ ἐναπομεῖναι ἐκείνους τῇ ἁμαρτίᾳ· οὐδὲν γὰρ ὠφελήθησαν, φησὶ, | |
35 | τῇ ὑπερβολῇ τῆς ἀνοίας τὴν προσευχὴν ὥσπερ εἰς ἑαυτὸν ἐπανακάμψαι ποιήσαντες. [Ὡς πλησίον, καὶ ὡς ἀδελφόν. Ἑκάστῳ, φησὶν, οὕτως ἀρέσειν ἐσπούδαζον, ὥστε δοκεῖν εἶναί τινα τῶν ἀγχιστέων καὶ τῶν τεταγμένων | |
40 | εἰς ἀδελφούς.] Διεσχίσθησαν, καὶ οὐ κατηνύγησαν. (B f. 117 b) Τουτέστιν ἀκαμπὴς ἀπομεμένηκεν καὶ ἀφιλοικτίρμων ὁ νοῦς αὐτοῖς. Πλὴν ἐγὼ, φησὶν, οὐκ ἔγνων. Τί δὲ οὐκ ἔγνων; Τὴν αἰτίαν δηλονότι | |
45 | δι’ ἣν αἱ μὲν μάστιγες κατεῤῥήγνυντο· οἱ δὲ οὐ κατ‐ ηνύγησαν. Οὐδὲν γὰρ, ὡς ἔφην, ἐγκαλεῖν ἔχοντες, ἐπεμαίνοντο τῷ Χριστῷ. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ ἀλή‐ θειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;» Οὐκοῦν | |
69.904(50) | ἁμαρτίαν ἐμαυτοῦ, φησὶν, οὐδεμίαν ἔγνων. Ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν. (B f. 117 b) Ὁ τοῖς εὐαγγελικοῖς συγγράμμασιν ὁμιλῶν, εὑρήσει καὶ τοῦτο τολμήσαντας Ἰουδαίους | |
κατὰ τοῦ καλέσαντος εἰς ζωὴν, δῆλον δὲ ὅτι Χριστοῦ. | 903 | |
69.905 | Μυρίας γὰρ καὶ πικρὰς ἐπεσώρευον αὐτῷ τὰς θλί‐ ψεις· καὶ προσεῖσαν πλεισταχοῦ, διδάσκαλον μὲν ἀποκαλοῦντες αὐτὸν, ἀρτύοντες δὲ παγίδας καὶ βρό‐ χους. Ἐπέπεμψαν γὰρ ὁμοῦ τοῖς ἰδίοις μαθηταῖς | |
5 | τοὺς Ἡρωδιανοὺς λέγοντες· «Οἴδαμεν ὅτι ἐν ἀλη‐ θείᾳ τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀν‐ θρώπου. Ἔξεστι δοῦναι φόρους Καίσαρι, ἢ οὔ;» Ποτὲ δὲ καὶ νομικὰς προτάσεις προσάγοντες καὶ φι‐ | |
10 | λομαθείας δόκησιν ἑαυτοῖς περιπλάττοντες ἐζήτουν τι θηρεῦσαι ἐκ τοῦ στόματος αὐτοῦ, καθ’ ἃ γέγρα‐ πται. Ἀλλ’ ἤκουον τότε· «Τί με πειράζετε, ὑποκρι‐ ταί;» Οὐ γὰρ ἦν δύνασθαι λαθεῖν τὸν εἰς καρδίαν ὁρῶντα καὶ νεφροὺς, καὶ εἰδότα τὰ κεκρυμμένα. | |
15 | Ὅτι δὲ καὶ ἐξεμυκτήρισαν αὐτὸν, χαλεπὸν οὐδὲν ἐκ τῶν περὶ αὐτοῦ γεγραμμένων ἰδεῖν. Ὁ μὲν γὰρ τῶν ὅλων Σωτὴρ καὶ Κύριος· «Ἀμὴν, ἀμὴν, φησὶν, λέγω ὑμῖν· ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον·» προσετίθει | |
20 | δὲ ὅτι «Θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα.» Οἱ δὲ ὑπήντουν σκληροὶ καὶ ἀγέρωχοι, καὶ ἐκ πολλῆς ἄγαν ἀσυνεσίας οὐ συνιέντες τὸ εἰρημένον, ἀντανίσταντο λέγοντες· «Ἀβραὰμ ἀπέθανεν, καὶ οἱ προφῆται ἀπέθανον, καὶ σὺ λέγεις· Ἐάν τις τὸν λόγον μου | |
25 | ἀκούσῃ, θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα; τίνα σεαυτὸν ποιεῖς;» [Οὐκοῦν ποτὲ μὲν ἐπείραζον, ποτὲ δὲ καὶ ἐξεμυ‐ κτήριζον ἐπιβρύχοντες αὐτῷ τοὺς ὀδόντας, καὶ μανίας διαβολικῆς, καὶ δαιμονιώδους ὠμότητος ἐκμεμεστω‐ | |
30 | μένην ἔχοντες τὴν καρδίαν. Ἀλλ’, ὦ Κύριε, φησὶ, πότε ἐπόψῃ; Ἄθρει δέ μοι πάλιν κἀν τούτῳ τὸ τῆς ἀνθρωπότητος σχῆμα, καὶ τὸ τῆς κενώσεως μέτρον, εὖ μάλα τετηρημένον· ἵνα πάλιν ὑποτύπωσις ἐπιει‐ κείας αὐτὸς εὑρίσκηται Χριστός· καίτοι γὰρ δυ‐ | |
35 | νάμενος ὡς Θεὸς τὴν ἰσοπαλῆ τοῖς Ἰουδαϊκοῖς τολ‐ μήμασιν ἐπιμετρῆσαι δίκην, τὸ χρῆναι τοῦτο δρᾷν ἀνατίθησι τῷ Πατρὶ, ἵνα καὶ εἰς ἡμᾶς ὀρθῶς λέγηται τὸ διὰ τοῦ θεσπεσίου Παύλου· «Μὴ ἑαυτοὺς ἐκδι‐ κοῦντες, ἀγαπητοὶ, ἀλλὰ δότε τόπον ὀργῇ.»] | |
40 | Ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κα‐ κουργίας αὐτῶν. (B f. 118) Τῆς Ἰουδαίων ἀνοσιότητος διαμνημο‐ νεύσας πανταχοῦ, πλεῖστά τε ὅσα περὶ τοῦ σωτηρίου πάθους εἰπὼν, εἰσκεκόμικεν ἀναγκαίως διὰ τῆς τῶν | |
45 | προκειμένων ἐννοίας καὶ τὸν περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἐπ’ αὐτοῦ λόγον. Χάριτι μὲν γὰρ Θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, κατὰ τὸ γεγραμ‐ μένον. Πλὴν οὐ μεμήνηκεν τῷ θανάτῳ κάτοχος. Οὐκ‐ οῦν κἂν εἰ ὁ Πατὴρ ἀποκατασταθῆσαι λέγοιτο, ἀλλ’ | |
69.905(50) | ἐν Υἱῷ καὶ τοῦτο πεπρᾶχθαι φαμέν· σοφία γάρ ἐστι Θεοῦ καὶ δύναμις τοῦ Πατρός. Ἀπὸ λεόντων τὴν μονογενῆ μου. (B f. 118 b) Λέοντας φησὶν ἢ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, αἱ μονονουχὶ κατεβρυχήσαντο | |
55 | τοῦ Χριστοῦ· ἢ τάχα που καὶ αὐτοὺς τοὺς τῶν Ἰου‐ | |
δαίων καθηγητάς. Οὕτω γὰρ αὐτῶν διαμνημονεύει | 905 | |
69.908 | λέγων διὰ φωνῆς Ἡσαΐου· «Ἐγενήθη ἡ κληρονο‐ μία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς· διὰ τοῦτο ἐμίσησα αὐτήν.» Μονογενῆ γε μὴν τὴν ἑαυτοῦ ψυχὴν ὀνομάζει, τὸ μονογενῆ | |
5 | τιθὲν ἀντὶ τοῦ ἠγαπημένην· ἀεὶ γάρ πώς ἐστιν ἐν ἀγάπῃ πλείστῃ τὸ μονογενὲς ἐν τέκνοις. Ἐξομολογήσομαί σοι ἐν Ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. (B f. 118 b) Ἐκκλησίαν ἐν τούτοις μεγάλην τὴν | |
10 | ἐξ ἐθνῶν ὀνομάζει· καὶ μάλα εἰκότως, ὡς ἀναρι‐ θμήτῳ πληθύϊ κομῶσαν, καὶ τὸ τῶν Ἰουδαίων ἔθνος καὶ κατὰ τοῦτο ὑπερκειμένην. Μεγάλη δὴ καὶ ἑτέ‐ ρως, ὡς τὴν ἐν Χριστῷ δικαιοσύνην ἔχουσα, καὶ διὰ πολιτείας εὐαγγελικῆς τελειουμένη πρὸς ἁγιασμόν. | |
15 | Ἐν ὑπεροχῇ δὲ τῆς ἐν νόμῳ λατρείας ἡ πνευματικὴ, καὶ τῶν ἐν σκιαῖς ἡ ἀλήθεια· οὐκοῦν τὸ μέγα κατά τε πληθὺν νοοῖτ’ ἂν εἰκότως, καὶ πρός γε τοῦτο κατὰ τὴν ἀρετήν. —Βαρὺς δὲ λαὸς ὀνομάζεται, ἅτε δὲ καὶ ἀπηλλαγμένος κουφότητος Ἰουδαϊκῆς, καὶ τὸ εὐ‐ | |
20 | παράφορον οὐκ ἔχων, οὔτε μὴν παντὶ ἀνέμῳ περι‐ φερόμενος, βεβηκὼς δὲ μᾶλλον, καὶ τὸ ἀκράδαντον ἐν πίστει τηρῶν· οὐκοῦν καὶ τὸν μέχρις αἵματος ἀγῶνα διήνεγκαν μαρτυροῦντι Χριστῷ, καὶ τετηρήκασιν τὸ γεγραμμένον· «Ἕως θανάτου ἀγώνισαι περὶ τῆς | |
25 | ἀληθείας.» Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως. (B f. 119) Πῶς ἂν ἐπέχαιρον Ἰουδαῖοι Χριστῷ, ἢ ποίας ἂν ἐσχήκασιν ἀφορμὰς τῆς κατ’ αὐτοῦ θυμ‐ ηδίας, εἰ μεμένηκεν ἐν νεκροῖς; Δηλονότι εἰ καὶ | |
30 | αὐτὸς ἐν ἴσῳ τοῖς ἄλλοις κάτοχος ἐγεγόνει ταῖς ᾅδου πύλαις, καὶ μηδεὶς ἦν αὐτοῦ λόγος ἔτι μετὰ τὸ παθεῖν ὑπὲρ ἡμῶν τὰ ἐπὶ τῷ σταυρῷ πάθη. Οἱ μισοῦντές με δωρεὰν, καὶ διανεύοντες ὀφθαλμοῖς. | |
35 | (B f. 119) Ἑπ’ οὐδενὶ γὰρ ἐδίωκον τὸν Κύριον, τουτέστιν ἀφορμὴν οὐδεμίαν ἐσχηκότες κατ’ αὐτὸν, δι’ ἣν ἐχρῆν ὁρᾶσθαι μεμισηκότας τοὺς διανεύοντας τοῖς ὀφθαλμοῖς. Περιτυγχάνοντες γὰρ, ὡς ἔφην, αὐτῷ καὶ διδάσκαλον ὀνομάζοντες, καὶ τὴν ὁδὸν τοῦ | |
40 | Θεοῦ διδάσκειν ἐν ἀληθείᾳ λέγοντες, διέλεγον ἀλλήλοις κατειρωνευόμενοι πάντως που, καὶ τὴν ὑπόκρισιν ὑπεμφαίνοντες, εἰς ἀπολογίαν τοῦ μὴ δοκεῖν ἀληθές τι λέγειν περὶ αὐτοῦ, ὅτι διδάσκαλον ὀνομάζειν ἤθελον. | |
45 | Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν. (B f. 119) Προσιόντες γὰρ, ὡς ἔφην, τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ τῶν Φαρισαίων τινὲς, καὶ φι‐ λομαθείας ὑπόληψιν περιτιθέντες ἑαυτοῖς, εὐφημεῖν ὑπεκρίνοντο, καὶ προσηνεστάτους αὐτῷ προσεκόμιζον | |
69.908(50) | λόγους, οὐκ εὐλογοῦντες κατ’ ἀλήθειαν, ἀλλ’ ἵνα | |
παγιδεύσωσιν αὐτὸν καὶ θηρεύσωσίν τι ἐκ τοῦ στό‐ | 907 | |
69.909 | ματος αὐτοῦ, κατὰ τὸ γεγραμμένον· ἀλλ’ ἠλέγχοντο λέγοντος τοῦ Χριστοῦ· «Τί με πειράζετε, ὑποκρι‐ ταί;» Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς· Κύριε, μὴ ἀπο‐ | |
5 | στῇς ἀπ’ ἐμοῦ. (B f. 119) Αἰτεῖ παρὰ τοῦ Πατρὸς κατὰ τῶν εἰς αὐτὸν πεπαρῳνημένων γενέσθαι τὴν κίνησιν. Καὶ μονονουχὶ διαμαρτύρεται λέγων· «Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς.» Βούλεται γὰρ οὐκ ἕτι μὲν ἐπ’ αὐ‐ | |
10 | τοῖς ἀνεξικακῆσαι τὸν Θεὸν καὶ Πατέρα, κατεξανα‐ στῆναι δὲ ὥσπερ, καὶ συστείλαντα τὴν μακροθυ‐ μίαν, αἰτῆσαι δίκας αὐτοὺς τῶν εἰς αὐτὸν οὐχ ὁσίως πλημμελημένων. Καὶ ταῦτά φησιν οὐκ ἀεργὴς ὢν αὐτός· οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶ‐ | |
15 | σαν τὴν κρίσιν δέδωκεν τῷ Υἱῷ.—(B f. 119 b) Λέγων δὲ τὸ Μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, διαδείκνυσιν ἐναργῶς ὅτι πάμμεγα πρὸς σωτηρίαν ἐφόδιον τὸ μόνον ἔχειν παρεστηκότα καὶ συνασπίζοντα τὸν τῶν ὅλων Θεόν. Οἱ γὰρ τούτου λαχόντες τὴν μέθεξιν, | |
20 | πάντη τε καὶ πάντως περιέσονται τῶν ἐχθρῶν, καὶ τὰς τῶν πολεμούντων αὐτοῖς ἐφόδους διακρούσονται γεννικῶς, καὶ οὐκ ἀνελοῖεν πώποτε γεγονότες ὑπ’ αὐτοῖς. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου. (B f. 119 b) Ἐξήνεγκεν ὁ Θεὸς καὶ Πατὴρ ὅσιον | |
25 | ἐφ’ Υἱῷ τὸ κρῖμα· οὐ γὰρ συγκεχώρηκεν ἀκαταλή‐ κτως ἐπιχειρεῖν αὐτῷ τοὺς εἰς αὐτὸν δυσσεβήσαντας, ἔσβεσε δὲ μᾶλλον αὐτῶν τὸν γέλωτα. —Ὡς κρῖμα δίκαιον αἰτεῖ τῇ τοῦ Πατρὸς δικαιοσύνῃ πρεπωδέστα‐ τον τὸ μὴ ἀφεῖναι τοῖς ἀποκτείνασιν αὐτὸν ταῖς κατ’ | |
30 | αὐτοῦ θυμηδίαις ἐντρυφᾷν, μήτε μὴν ἐπιγάννυσθαι πεπονθότι, καὶ τοῦτο μέχρι παντός. Μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν· Εὖγε, εὖγε, τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴποισαν· Κατεπίομεν αὐτόν. (B f. 119 b) Διὰ τοῦτο ἔσβεσε τῶν Ἰουδαίων ὁ | |
35 | Θεὸς καὶ Πατὴρ τὸν γέλωτα, ἵνα μὴ λέγοιεν ἐν ταῖς ἑαυτῶν καρδίαις· «Εὖγε, εὖγε, τῇ ψυχῇ ἡμῶν.» Εἰ γὰρ μεμένηκεν ὁ Χριστὸς ἐν μόνῳ τῷ σταυ‐ ρωθῆναι καὶ ἀποθανεῖν, ἔφασαν ἂν εἰκότως οἱ ἀπο‐ κτείναντες αὐτόν· «Εὖγε, εὖγε, τῇ ψυχῇ ἡμῶν,» | |
40 | καὶ προσέτι τοῦτο τὸ, «Κατεπίομεν αὐτόν.» Ἐπειδὴ δὲ αὐτοὶ μὲν γεγόνασιν ἐν παντὶ κακῷ, κατεμπρη‐ σθείσης αὐτῶν ἁπάσης τῆς χώρας καὶ πολέμου δαπανήσαντος τοὺς ἐν αὐτῇ· ὁ δὲ πεπονθὼς δοξάζεται λέγοντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρός· «Αἴτησαι παρ’ | |
45 | ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς·» ἔτι τε πρὸς τοῦτο· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου·» πέπτωκεν ἡ τῶν Ἰουδαίων ὀφρὺς, εἰς γῆν κατηνέχθη τὸ φρό‐ | |
69.909(50) | νημα, καὶ οὐκ ἐπέχαρον αὐτῷ, οὔτε μὴν ἴσχυσαν εἰπεῖν· «Κατεπίομεν αὐτόν.» Ἀγαλλιάσθωσαν καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου. (B f. 120) Οὐδὲν ἧττον τῶν ἐννοιῶν ἡ δύναμις | |
55 | κατὰ παντὸς ὁτουοῦν ἔρχεται τοῦ θέλοντος αὐτοῦ τὴν | 909 |
69.912 | δικαιοσύνην, καὶ τὴν πρὸς αὐτὸν ἀγαπῶντες εἰρήνην· οἷς καὶ ἀγαλλίασιν καὶ εὐφροσύνην δοθῆναι βούλεται, χορηγουμένην δηλονότι δι’ αὐτοῦ παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Γέγραπται γὰρ περὶ δικαίου παντός· «Ἐπὶ | |
5 | γὰρ κεφαλῆς αὐτῶν αἴνεσις, καὶ εὐφροσύνη καταλή‐ ψεται αὐτούς.» Πλὴν ὁποία τίς ἐστιν ἡ δικαιοσύνη περὶ ἧς νῦν ὁ λόγος αὐτῷ, ζητητέον. Ἐδόκει μὲν γὰρ ὁ δι’ ἀγγέλων τοῖς ἀρχαιοτέροις λαληθεὶς νόμος, μεσιτεύοντος τοῦ πανσόφου Μωσέως, διδάσκαλος ἡμῖν | |
10 | δικαιοσύνης, πλὴν οὐ τῆς τελεωτέρας. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος οὐκ ἄμεμπτον εἶναί φησιν αὐτὴν δευτέρας τύπον, τῆς ἐν Χριστῷ δηλονότι, ἣ διά γε τῶν εὐαγγελικῶν θεσπισμάτων εἰσφέρεται, καὶ ἔστιν τελεωτάτη. Ταύτην οὖν ἄρα τὴν δικαιοσύνην οἱ θέ‐ | |
15 | λοντες ἀγαλλιάσαιντο, φησὶν, καὶ εὐφρανθήτωσαν. Οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. (B f. 120 b) Εἰ μὲν ἐξ αἵματος Ἰσραὴλ τίοιντό τινες τὴν πρὸς αὐτὸν εἰρήνην, οὗτοι τοὺς τύπους ἀπολελοιπότες καὶ τὰς ἐν τῷ νόμῳ σκιὰς, μετακεχω‐ | |
20 | ρήκασιν εἰς ἀλήθειαν, ἤτις ἐστὶν ἡ δικαιοσύνη. Τοῦτο διδάσκει λέγων ὁ ἱερώτατος Παῦλος· «Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί· εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν | |
25 | Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῷ.» Εἰ δὲ ἐξ ἐθνῶν νοοῖντο τυχὸν οἱ κεκλημένοι διὰ τῆς πίστεως, καί τοι τὴν εἰρήνην ἠσπάσαντο τὴν πρός γε μὴν, φησὶ, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὴν διιστῶσαν αὐτοῦ ἀπάτην διαπηδήσαντες καὶ καταλύ‐ | |
30 | σαντες τὴν ἔχθραν, καὶ ἐκ μέσου ποιήσαντες τὸ μεσο‐ λαβοῦν, οἷς καὶ ὁ πάνσοφος Παῦλος προσπεφώνηκεν λέγων· «Δικαιωθέντες οὖν ἐκ πίστεως.» Εἰ δὲ δοῦλον ἑαυτὸν ὀνομάζει Χριστὸς, ταρασσέσθω μηδεὶς, ἐννοήσας ὅτι μορφὴν δούλου λαβὼν, καὶ σχήματι | |
35 | εὑρεθεὶς ὢν ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν. Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου. (B f. 120 b) Ἄθρει δή μοι πάλιν ἐν τούτοις τὸ τῆς ἀνθρωπότητος πρόσωπον εὖ μάλα διαμορφούμενον ἐν | |
40 | Χριστῷ. Ἐπειδὴ γὰρ γέγονεν καθ’ ἡμᾶς, ταύτῃ τοι καὶ σφόδρα εἰκότως ὡς μέτροις ἐμβεβηκὼς τοῖς δου‐ λοπρεπέσιν, ἀνθρωπίνην δικαιοσύνην πληροῦν ἐπαγ‐ γέλλεται. Ἔργον δὲ δικαιοσύνης τῆς καθ’ ἡμᾶς τὸ μελέτην ποιεῖσθαι καὶ τοῦτο διηνεκῆ τῷ Θεῷ πρέ‐ | |
45 | πουσαν καὶ ὀφειλομένην δοξολογίαν. —Ἐπαγγέλ‐ λεται Χριστὸς καὶ καθάπερ τινὰ θυσίαν πνευματι‐ κὴν ἀνακομίζειν τῷ Πατρὶ τὴν δοξολογίαν, κατὰ πᾶ‐ σαν ἡμέραν τὸν ἔπαινον αὐτοῦ. Καί τοι τοῖς ἐξ αἵ‐ ματος Ἰσραὴλ, εἰ τελεῖν ἕλοιντο χαριστήρια, βουθυ‐ | |
69.912(50) | τὴν ἐκέλευεν ἡ τοῦ νόμου σκιὰ, ἢ μηλοσφαγίαις κεχρῆσθαι τυχὸν, ἢ τρυγόνας προσάγειν, ἢ δύο νεοττοὺς περιστερῶν, λάγανά τε καὶ σεμίδαλιν ἐλαιόδευτον· ἀλλ’ οὐκ ἐν Χριστῷ τοὺς τύπους ἔδει κρατοῦντας ὁρᾶσθαι. | |
54t | ΨΑΛΜΟΣ ΛΕʹ. | |
55 | Εἰς τὸ τέλος, τῷ δούλῳ Κυρίου τῷ Δαβίδ. | |
(A f. 186, C f. 74 b) Καὶ οὕτω μὲν ἱστορικώτερον, | 911 | |
69.913 | ὑψηλότερον δὲ κατηγορίαν ὁ ψαλμὸς περιέχει τῆς ὑπερηφανίας τοῦ λαοῦ Ἰουδαίων, καὶ τῆς κακίας ἔλεγχον, καὶ μὴν ὑμνολογίαν τῶν δικαίων κριμάτων, δι’ ὧν ἔσωσε τὴν ὑπ’ οὐρανὸν ὁ Κύριος· πρὸς δὲ τού‐ | |
5 | τοις εὐχαριστίαν πρὸς τὸν Πατέρα ὑπὲρ ὧν εὐηργέ‐ τησε διὰ τοῦ Υἱοῦ· ἐφ’ ἅπασι δὲ τούτοις εὐχὴν ἀσφα‐ λιζομένην τοῦ μὴ πεσεῖν εἰς ὑπερηφανίαν. Τὸ μὲν οὖν εἰς τέλος, ὅ τί ποτέ ἐστι, πολλάκις εἴρηται, καὶ φορτικὸν ἴσως τὸ ταυτολογεῖν. Τό γε μὴν ἐπιγε‐ | |
10 | γράφθαι «Τῷ δούλῳ Κυρίου τῷ Δαβὶδ,» διαδείκνυ‐ σιν ὅτι πρέποι ἂν τὴν ᾠδὴν ἀνακεῖσθαι τῷ προσώπῳ τοῦ θεσπεσίου Δαβὶδ, ἅτε δὴ καὶ ἁγίῳ γεγονότι καὶ τῆς ἑαυτοῦ διανοίας τὸν αὐχένα τοῖς θείοις ὑποτιθέντι ζυγοῖς. Ἔφη γὰρ περὶ αὐτοῦ πρὸς τὸν Σαμουὴλ ὁ | |
15 | Θεός· «Εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.» Εἰ δὲ δή τις εἴη καὶ ἕτερος δοῦλος Θεοῦ, καὶ πολιτείαν ἔχων ἁγιοπρεπῆ, κεχρήσεται καὶ αὐτὸς τῇ τοιᾷδε προσευχῇ πρὸς τὸν Θεόν· περιέχει γὰρ αὐτῆς ἡ δύ‐ | |
20 | ναμις ψόγον μὲν τῶν ὁλοτρόπως κεκλικότων εἰς τὸ πλημμελεῖν. Εἶτα τὴν τοῦ Θεοῦ γαληνότητα τοῖς αὐτῇ πρέπουσιν ἐπαίνοις στεφανοῖ, καὶ καθίστησιν ἐραστὰς τῆς παρ’ αὐτοῦ μεγαλοδωρεᾶς τοὺς μονοτρόπως αὐτῷ δουλεύοντας καὶ τὴν οἰκείαν αὐτῷ ζωὴν ἀνατεθεικό‐ | |
25 | τας. Πρὸς δὲ τῷ τέλει, τὰ τοῖς παρανόμοις συμβησό‐ μενα δηλοῖ· συνελαύνων πανταχόθεν ἑαυτόν τε καὶ τοὺς ἐντευξομένους, εἰς ὁσίαν καὶ ἀβέβηλον ζωήν. Ἄρχεται δὲ οὕτως τῆς προσευχῆς. Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ· | |
30 | οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. (A f. 186 b, B f. 121, C f. 75) Τουτέστιν ἡγεῖται μηδένα βλέπειν αὐτοῦ τὰ βουλεύματα· ἅπαξ δὲ προθέμενος τοῦ παρανομεῖν, ἔξω τῶν ὀφθαλμῶν αὐ‐ | |
35 | τοῦ τὸν τοῦ Θεοῦ τίθεται φόβον. Φαμὲν δὲ εἶναι παράνομον τὸν τοῖς θείοις νόμοις εἰς ἅπαν ἀπειρη‐ κότα, ὡς μηδὲ εἶναι θέλειν αὐτοὺς, ἀγέρωχον δὲ παντελῶς καὶ ἐξίτηλον διαβιῶναι ζωὴν, καὶ οἷον ἀμεταστρεπτὶ τρέχουσαν εἰς πέταυρον ᾅδου, καὶ εἰς | |
40 | παγίδα θανάτου. Τῶν οὕτω βιοῦν εἰωθότων μέμνηταί που τὸ Γράμμα τὸ ἱερὸν, οὕτω τέ φησιν περὶ ἑκά‐ στου· «Λέγει δὲ Κυρίῳ· Ἀπόστα ἀπ’ ἐμοῦ, εἰδέναι ὁδούς σου οὐ βούλομαι.» Ὁ τοιοῦτος τετύφλωται, φησὶ, καὶ τοῖς τῆς διανοίας ὄμμασι τὸν τοῦ Θεοῦ φό‐ | |
45 | βον οὐχ’ ὁρᾷ, δι’ οὗπερ ἂν γένοιτο θερμὴ μὲν ἔφεσις εἰς ἀγαθουργίαν, ἄμαχος δέ τις καὶ δυσάντητος προ‐ θυμία πρός γε τὸ χρῆναι βιῶναι λαμπρῶς. Οἱ γὰρ ἀφοβίαν Θεοῦ νοσοῦντες, οὐδὲν μὲν εἶδος κακίας ὀκνοῦσι· κρύπτουσι δὲ ὑπὸ φόβου πολλάκις ἢ αἰσχύ‐ | |
69.913(50) | νης τῷ πλησίον κωλυόμενοι ταύτην ἐξαγαγεῖν. | 913 |
69.916 | Ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ. Ἑτέραν ἀποδίδωσι πρόφασιν τῆς ἀρτίως ἡμῖν εἰ‐ ρημένης νόσου. Οὐ γὰρ πεπόρευται, φησὶ, μετὰ ἀληθείας ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. Τοῦτο γὰρ, «Ἐδό‐ | |
5 | λωσε,» κατασημαίνειεν ἂν, οἶμαί που. Ἀκολουθεῖ δὲ πλειστάκις τοῦ παρανομεῖν εἰωθόσι, καὶ βούλεσθαί τινα δόξαν ἔχειν ἐπιεικείας ἐν ὀφθαλμοῖς ἀνθρώπων, καὶ ὑποκρίνεσθαι μὲν τὸ εἶναι χρηστοὶ, δόλον δὲ ὥσπερ καὶ ἀπάτην ἐργάζεσθαι, οὐχ ὅπερ εἰσὶ κατὰ ἀλήθειαν | |
10 | ὁρᾶσθαι ζητῶντες, ὑποκλέπτοντες δὲ μᾶλλον τῆς ἐπιεικείας τὴν δόξαν. Ἴδοι δ’ ἄν τις τοιοῦτον καὶ δι’ ὧν αἰσχύνεται τὸ δοκεῖν εἶναι κακὸς, τῆς ἑαυτοῦ ζωῆς τὸ ἀτερπὲς καθορίζοντα. Εἰ γὰρ οἶδεν ὅτι κοσμεῖ ἡ ἁμαρτία, πῶς αὐτὴν ἡγεῖται φευκτήν; Εἰ δὲ τοῖς | |
15 | ἰδίοις τρόποις ἐπερυθριᾷ, ψηφοφορεῖ καθ’ ἑαυτοῦ τῆς παρανομίας τὰ ἐγκλήματα. Δεῖ δὴ οὖν ἄρα βιοῦν ἡμᾶς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ δίχα δόλου παντὸς, ἵν’ εὑρεθῶμεν κατὰ τὸν μακάριον Ναθαναὴλ, περὶ οὗ φησιν ὁ Σωτήρ· «Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δό‐ | |
20 | λος οὐκ ἔστιν.» Τοῦ εὐρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι. (B f. 121 b) Εἰ ἔσχεν ἐν ὀφθαλμοῖς τὸν τοῦ Θεοῦ φόβον, εὗρεν ἂν τὴν ἀνομίαν ἑαυτοῦ, καὶ ἐμίσησεν αὐτὴν, ὥστε καὶ ἀποφοιτῆσαι μὲν τῆς εἰς τὰ φαῦλα | |
25 | ῥοπῆς, μεθορμισθῆναι δὲ πρὸς ἀγαθουργίαν, καὶ οἷον ἐκ βυθοῦ κακῶν ἀνενεγκεῖν δύνασθαι πρὸς ἀγαθὴν καὶ φιλάρετον ἕξιν τε καὶ ζωήν. Οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι. (B f. 121 b) Πάμμεγα πρὸς ἐγκλήματος δύναμιν τὸ | |
30 | μηδὲ ἀνασχέσθαι μαθεῖν τίνα τρόπον χρηστὸς ἂν καὶ ἀγαθουργός· καὶ ἀπόδειξις ἂν εἴη σαφὴς τοῦ κατολι‐ σθῆναι εἰς πυθμένα φαυλότητος τὸν κατώτατον, μηδὲ ὅσον εἰπεῖν κἂν γοῦν ἄκρῳ δακτύλῳ θέλειν ἀποθίγειν μαθημάτων τῶν ἱερῶν, δι’ ὧν ἄν τις ἐν ἑαυτῷ συλλέ‐ | |
35 | ξαιτο τὴν ἐφ’ ἅπασιν τοῖς ἀρίστοις ἡμᾶς ἀποκομίζου‐ σαν ἐπιστήμην. Ἀπαίδευτος οὖν ὁ παράνομος, καὶ μαθημάτων τῶν εἰς σωτηρίαν καὶ ζωὴν ἀμέτοχος παντελῶς. Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος. | |
40 | (C f. 75) Οὐ γλώσσῃ κέχρηται σοφῇ τε καὶ ἐπιστή‐ μονι, καὶ θύρας ἐχούσῃ καὶ μοχλὸν, ἀθυροστομεῖ δὲ οὕτως καὶ κίβδηλον πανταχοῦ ποιεῖται τὸν λόγον, ὡς ἐπίμεστον ὁρᾶσθαι καὶ ἀνομίας καὶ δόλου· ἀνομίας μὲν, ὡς ἐπὶ τῶν Ἰουδαίων δι’ ἃς ἐπήγαγον ὕβρεις Χριστῷ· | |
45 | δόλου δὲ, ὅτι καὶ παγιδεύειν αὐτὸν βουλόμενοι, χρη‐ στοῖς προσῄεσαν λόγοις. Ἀνομίαν ἐλογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ. (B f. 121 b) Οἱ μὲν γὰρ τοῖς ἱεροῖς εἴκοντες νό‐ μοις, οἱ καυχήμασιν ἁγιοπρεπέσιν ἐνιδροῦν εἰωθότες, | |
69.916(50) | οἱ τὴν εὐκλεᾶ καὶ ἀκατάψεκτον διαβιοῦντες ζωὴν, καὶ ταῖς καθηκούσαις δοξολογίαις τὸν ἁπάντων Σωτῆρα καταγεραίρουσιν· «Μεσονύκτιον γὰρ, φησὶν, ἐξηγει‐ ρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς | |
δικαιοσύνης σου,» ἤγουν ταῖς θείαις περιτυγχάνον‐ | 915 | |
69.917 | τες Γραφαῖς, εὐωδίας πάσης πνευματικῆς τὸν οἰκεῖον ἀναπιμπλῶσι νοῦν, καὶ τὰς ἐφ’ ἅπασιν τοῖς ἀγαθοῖς περιεργάζονται τρίβους, καὶ ἀναζητοῦσι λεπτῶς τίνα δὲ τρόπον γένοιντ’ ἂν ἑαυτῶν ἀμείνους, τρέχοντες εἰς | |
5 | εἴδησιν ἐπιεικείας τε ὁμοῦ καὶ λαμπρότητος ἁγιοπρε‐ ποῦς. Οἱ δέ γε φαῦλοι καὶ παράνομοι τὸν τῆς ἡσυχίας καιρὸν δαπανῶσιν εἰς πονηρίας, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν φαύλων διασκέψεσιν τὴν ἑαυτῶν καρδίαν καταμολύνοντες, τὸν τῶν ἐκτόπων ἐννοιῶν καρπὸν, | |
10 | μονονουχὶ διαυγαζούσης αὐτοῖς ἡμέρας, ἐκφέρουσιν· παρίστανται γὰρ ὁδῷ οὐκ ἀγαθῇ. Παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ. (B f. 122) Προήκει δὲ φαυλότητος εἰς τοῦτο αὐτοῖς ὁ νοῦς, ὥστε μηδὲ προσοχθῆσαι τῇ κακίᾳ πώποτε. Οὐ | |
15 | γὰρ γεγόνασιν μισηταὶ τῶν ἐκτόπων οἱ παρανομεῖν εἰωθότες· οὐ γὰρ ἂν ἔδρασαν αὐτὰ μισεῖν εἰρημένοι. Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. (A f. 188, B f. 122, C f. 75) Τινὲς δὲ ἀκούσαντες | |
20 | ὅτι «Ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν,» καὶ ἀπα‐ τηθέντες ἐντεῦθεν, ἀπρονόητα τὰ ὑπὸ σελήνην ἀπεφῄναντο· ὧν ἐστι καὶ Ἀριστοτέλης. Ἀλλ’ οὕτω μέν τινες τὸ τῆς ἱστορίας φεύγοντες πάχος, εἰς τρο‐ πολογίας ἀναβαίνουσιν, οὐρανοὺς μὲν λέγοντες τοὺς | |
25 | ἐν οὐρανοῖς ἀγγέλους, νεφέλας δὲ τοὺς προφήτας, ὄρη δὲ Θεοῦ λογικὰς καὶ ὑψηλὰς δυνάμεις, ἢ τοὺς ἠρμέ‐ νους ὑψοῦ κατ’ ἀρετὴν ἀνθρώπους. Ἀλλ’ ἔν γε τοῖς προκειμένοις, οὐκ ἐπὶ καιροῦ τὰ τοιάδε νοηθεῖεν. Οὐ γὰρ ἐν μόνοις τοῖς ἁγίοις ἀγγέλοις ἐστὶ τὸ ἔλεος τοῦ | |
30 | Θεοῦ, οὔτε μὴν ἐν μόνοις τοῖς ἐν ὕψει γενομένοις κατ’ ἀρετὴν ἡ τοῦ Θεοῦ δικαιοσύνη γίνεται, ἀλλ’ εἰς πάν‐ τας ἀνθρώπους ἡ τῆς θείας ἡμερότητος ἐκτείνεται χάρις. Ἐν δὲ τῷ οὐρανῷ τὸ ἔλεος τοῦ Θεοῦ, καὶ ἕως τῶν νεφελῶν τὴν ἀλήθειαν ᾖρθαί φησιν, ἐοικέναι δὲ | |
35 | καὶ ὄρεσι τὴν δικαιοσύνην αὐτοῦ, ἵνα τὸ ὑψηλὸν καὶ ὑπερηρμένον καὶ ὑπερκείμενον νοῶμεν διὰ τῶν ὠνο‐ μασμένων. Τί γὰρ ὑψηλότερον οὐρανοῦ καὶ νεφῶν καὶ ὁρῶν; Ὃ δὲ κατασκευάζει, τοιοῦτόν ἐστιν· Ὁ ἐλεήμων, φησὶ, καὶ ἀληθινὸς καὶ δίκαιος οὐ κατοι‐ | |
40 | κτείρειν ἐπίσταται μόνον, ἀλλὰ γὰρ καὶ ὡς ἀληθινὸς μισεῖ τοὺς δόλον ἔχοντας εἰς νοῦν, καὶ ἀπάτῃ συντε‐ θραμμένους. Καὶ ὡς δικαιοσύνην ἔχων, ἥτις φιλονεικεῖ τοῖς λίαν ἠρμένοις τῶν ὀρῶν, ἐποίσει πάντως τοῖς μὲν ἀγαθοῖς τὴν αὐτοῖς πρέπουσαν τῶν χαρισμάτων | |
45 | διανομὴν, τοῖς δ’ αὗ πονηροῖς τὴν ἰσόῤῥοπον δίκην. Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε. (A f. 188 b, C f. 75 b) Καὶ ἐνταῦθα δέ τι ὅμοιόν ἐστι τοῦ Παύλου· ἐπειδὴ γὰρ ἔμελλε τῶν δύο λαῶν τὴν σωτηρίαν διηγήσασθαι, οἳ καὶ σημαίνονται διὰ | |
69.917(50) | τῶν ἀνθρώπων καὶ τῶν κτηνῶν, ἀνθρώπων μὲν τῶν | 917 |
69.920 | ἐξ Ἰσραὴλ ὡς κατηχουμένων ἐκ τοῦ νόμου καὶ νοούν‐ των τὰ διαφέροντα, κτηνῶν δὲ ὡς ἀλογωτέρων τῶν ἐξ ἐθνῶν. Παιδευθέντες γὰρ οἱ ἐξ Ἰουδαίων τὸ μυστή‐ ριον διὰ νόμου καὶ προφητῶν, ἐξέπεσον· οἱ δὲ οὐδέ‐ | |
5 | ποτε ἀκηκοότες οἱ ἐξ ἐθνῶν, προελήφθησαν. Τούτου χάριν εἴρηκεν ὁ Δαβίδ· «Τὰ κρίματά σου ἄβυσσος πολλὴ,» ἤγουν ἀκατάληπτα καὶ ἀζήτητα παντελῶς· τὸ γάρ τοι πολυπραγμονεῖν ἑλέσθαι τὰ ὑπὲρ νοῦν τὸν ἀνθρώπινον, ἐπισφαλὲς καὶ ἐπιζήμιον. Γέγρα‐ | |
10 | πται γοῦν· «Βαθύτερά σου μὴ ζήτει·» καὶ πάλιν· «Μὴ σοφίζου περιττὰ, μήποτε ἐκπλαγῇς.» (B f. 123) Τῆς τοῦ Θεοῦ γαληνότητος τὸ ὑπερφερὲς, καὶ τῆς ἡμερότητος τὴν ἀπαράβλητον ὑπεροχὴν κὰν τούτῳ δὴ πάλιν ἔνεστιν ἰδεῖν. Καὶ γοῦν τὴν παρ’ ἑαυ‐ | |
15 | τοῦ φειδὼ νέμειν ἀξιοῖ πᾶσι τοῖς παρ’ αὐτοῦ γεγονό‐ σιν, καὶ οὐχὶ μόνον ἀνθρώποις, ἀλλὰ γὰρ καὶ αὐτοῖς ἀλόγοις τῶν ζώων. Ἔφη γάρ που καὶ πρὸς τὸν θεσπέ‐ σιον Ἰωνᾶν· «Σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας οὐδὲ ἐκοπίασας, ἣ ὑπὸ νύκτα | |
20 | ἀπώλετο· ἐγὼ οὐ φείσομαι ὑπὲρ Νινευῆ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά;» Θαυμάζεται δὲ καὶ διὰ τῆς τοῦ ψάλλοντος λύρας, ὡς ἐξανατέλλων | |
25 | χόρτον τοῖς κτήνεσιν καὶ χλόην τῇ δουλείᾳ τῶν ἀν‐ θρώπων. Ναὶ μὴν τὸν ἐπὶ τῷ Σαββάτῳ τιθεὶς νόμον, καὶ τὴν τοῦ χρῆναι παντελῶς ἐργάζεσθαι μηδὲν, δια‐ τρανῶν αἰτίαν, Ἵνα ἀναπαύσηται, φησὶν, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ τὸ ὑποζύγιόν σου, καὶ πᾶν | |
30 | κτῆνός σου. Εἰ δὲ δοκεῖ πως τοῖς εἰρημένοις ἀντιφέ‐ ρεσθαι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς εἰρημένον· «Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ;» φαμὲν, ὅτι τὰς ἐν τῷ νόμῳ σκιὰς ἀναιρεῖν ἀκόλουθον ὠδινούσας τὴν ἀλήθειαν, οὔτε μὴν ἀφιλοικτίρμονα νομίζειν εἶναι τὸν τῶν | |
35 | ὅλων Δημιουργόν. Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός. (B f. 123) Ὅτε Θεὸς ὢν ὁ Λόγος ἐπέλαμψεν τοῖς ἐπὶ τῆς γῆς ἐν ὁμοιώματι ἀνθρώπων, καὶ τὸν ὑπὲρ τῆς ἁπάντων σωτηρίας ὑπέμεινε θάνατον, δῆλον δὲ | |
40 | ὅτι τὸν κατὰ σάρκα, τότε καὶ πεπλήθυνται τὸ ἔλεος τοῦ Θεοῦ. Οὐ γὰρ ἔτι μόνον ἐλυτρώσατο τὸν Ἰσραὴλ καθὰ πάλαι διὰ Μωσέως, ἀλλ’ εἰς πάντας ἀνθρώπους ἡ τῆς σωτηρίας ἐκτέταται χάρις, σαγηνεύουσα διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν ἀληθείας καὶ τοῦ κατὰ | |
45 | φύσιν ὄντος Θεοῦ, καὶ προσοικειοῦσα δι’ ἁγιασμοῦ τῷ Θεῷ καὶ Πατρί. Ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν. (B f. 123) Γεγόναμεν τοίνυν ὑπὸ πτέρυγας, ἤτοι σκέπην τὴν ὑπὸ Χριστῷ, ὥστε λέγειν ἡμᾶς τὸ ἐν τῷ | |
69.920(50) | ᾌσματι τῶν ᾀσμάτων· «Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύ‐ | |
μησα, καὶ ἐκάθισα.» Καὶ αὐτὸς δή πού φησιν ὁ | 919 | |
69.921 | Σωτήρ· «Ἐγὼ ὡς ἄρκευθος πυκάζουσα.» Γεγόνασί γε μὴν ὑπὸ πτέρυγας αὐτοῦ. Πεπλήθυνται καὶ τὸ ἔλεος κατὰ τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους. Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. | |
5 | (A f. 190) Εἰ φῶς ἐστιν ἐκ φωτὸς τοῦ Πατρὸς ὁ Υἱὸς, πότε οὐκ ἦν ἐν τῷ Πατρὶ τὸ φῶς αὐτοῦ; Ὡς γὰρ ἀχώριστον τοῦ πυρὸς τὸ φωτίζειν, οὔτω καὶ τοῦ Πατρὸς τὸ ἐξ αὐτοῦ γεννώμενον φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. | |
10 | (A f. 190, B f. 124) Λιτὴν ἀνατείνει τὴν ὑπὲρ τῶν ἀγαπώντων τὸν Κύριον καὶ τὴν αὐτοῦ ἐπεγνωκότων ἐπιφάνειαν. Οἷς καὶ πρέποι ἂν τὸ ἐν παντὶ γενέσθαι καλῷ καὶ τοῖς παρ’ αὐτοῦ χαρίσμασιν ἐντρυφᾷν· τοῖς μὲν οὗν γινώσκουσιν αὐτὸν, παρατείνεσθαι τὸ | |
15 | ἔλεος παρακαλεῖ· τοῖς δὲ τὴν καρδίαν εὐθέσι, τὴν δικαιοσύνην αὐτοῦ καθ’ ἣν αὐτοῖς τὰ πρὸς ἀξίαν ἀπονεμηθήσεται. Εἶεν δ’ ἂν οὐχ’ ἕτεροι παρὰ τοὺς πρώτους οἱ δεύτεροι· τουτέστι παρὰ τοὺς γινώσκον‐ τας οἱ εὐθεῖς. Ἕπεται γὰρ τῇ παρὰ Θεοῦ γνώσει τὸ | |
20 | καὶ εὐθῆ τὴν διάνοιαν ἔχειν, τουτέστι κατ’ οὐδένα τρόπον διεστραμμένην. (C f. 76) Οἱ μὲν τὴν γνῶσιν μόνην ἔχοντες, τουτ‐ έστι τὴν πίστιν, ἐλέῳ δικαιοῦνται καὶ σώζονται· οἱ δὲ καὶ τὸ εὐθὲς ἐν ταῖς πράξεσι, τὸν τῆς δικαιοσύνης | |
25 | ἀπολαμβάνουσι στέφανον, ἤτοι τῆς ὁσίας ψήφου. Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανείας. (A f. 190 b) Ἔξω τοῦ πάθους ἀξιοῖ γενέσθαι. Ὅμοιον ὡσεὶ λέγοι· Παρατείνοντός σου τὸ ἔλεος εἰς ἐμὲ τὸν γινώσκοντά σε, καὶ τὴν δικαιοσύνην ἤτοι | |
30 | τὴν ὁσίαν ψῆφον ὀρέγοντος, μὴ κατολισθήσαιμί ποτε πρὸς τοῦτο σκαιότητος ἐννοιῶν, ὡς μέγα φρονεῖν ἑλέσθαι καὶ βαδίζειν ἐν ὑπεροψίᾳ, καὶ τὴν οὕτως ἐπισφαλῶς ἔχουσαν ἰέναι τρίβον. Μὴ δὲ παρακινη‐ σάτω με τῆς παρὰ σοὶ στάσεως πρᾶξις ἄτοπος. | |
35 | Καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σαλεύσοι με. (B f. 124 b) Χεὶρ ἁμαρτωλοῦ διαβολικὴ ἐνέργεια· χεὶρ ἁμαρτωλοῦ ἡ τοῦ πλεονέκτου· χεὶρ ἁμαρτωλοῦ ἡ τοῦ δῶρα διδόντος ἐπὶ φθορᾷ καὶ λαμβάνοντος· χεὶρ ἁμαρτωλοῦ ἡ τοῦ ἱερέως τοὺς ἀναξίους τῷ θυ‐ | |
40 | σιαστηρίῳ προσάγοντος. Ὑπὸ ταύτης τῆς χειρὸς μὴ σαλευθῆναι, τουτέστι μὴ παρατραπῆναι, καὶ ἡμεῖς προσευξώμεθα· χρὴ γὰρ ἑδραίους καὶ ἀσαλεύτους ἐν τῇ δικαιοσύνῃ, κἂν παρανομῶσιν ἄλλοι, τοὺς νή‐ φοντας κτᾶσθαι. | |
45 | Ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τὴν ἀνο‐ μίαν. (A f. 190 b, C f. 76, Κυρίλλου καὶ Χρυσοστόμου.) Τὸ ἐκεῖ εἶπεν ἀντὶ τοῦ Ἀπὸ τούτου τοῦ πράγματος, τουτέστι τῆς ὑπερηφανίας· ἢ καὶ ἀντὶ τοῦ Ὅπου, | |
69.921(50) | ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον· Μὴ γενοίμην ἐκεῖ ἔνθα οἱ σαλευθέντες πίπτουσι, καὶ πεσόντες ἐξ‐ ωθοῦνται, καὶ ἐξωσθέντες οὐκέτι ἐπανελθεῖν δυνήσον‐ ται. Ἢ ἐκεῖ, τουτέστιν ἐν τῷ μέλλοντι βίῳ, κατὰ τό· | |
«Ἐκεῖ ἔσται ὁ κλαυθμός.» | 921 | |
69.924 | Ἐξώσθησαν, καὶ οὐ μὴ δύνωνται στῆναι. (B f. 124 b) Δεῖ δὴ οὖν ἅρα προσιόντας Θεῷ τῶν μὲν ἀγαθῶν ποιεῖσθαι τὴν αἴτησιν, παραιτεῖσθαι δὲ καὶ τὸ ἁλῶναι ψυχικοῖς ἀῤῥωστήμασιν, καὶ τὸ ὑπὸ | |
5 | χεῖρα γενέσθαι δαιμονικὴν τὴν ἀεὶ σαλεύουσαν καὶ τοὺς ἑστάναι δοκοῦντας εἰ ῥᾳθυμοῦντες εὑρίσκοιντο, καὶ οὐκ ἐῶσαν στῆναι τοὺς διὰ πλείστην ὅσην ἀσέβειαν ἐξωσθέντας παρὰ Θεῷ· ὃ δὴ πέπονθεν ὁ κατὰ σάρκα Ἰσραὴλ πεπαρῴνηκεν γὰρ ἀφορήτως | |
10 | εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. | |
11t | ΨΑΛΜΟΣ Λϛ | |
12 | Ψαλμὸς τῷ Δαβίδ. (A f. 190 b) Ἠθικός ἐστιν ὁ ψαλμὸς καὶ θεραπευ‐ τικὴν ἡμῶν τῆς ψυχῆς διδασκαλίαν περιέχων, εἰσ‐ | |
15 | ηγούμενος τῷ νέῳ λαῷ ἀποχὴν μὲν τῶν πονηρῶν, ἐπιτήδευσιν δὲ τῶν ἀγαθῶν, ἐξ ἑκατέρων πείθων ἔκ τε τῆς τοῖς ἀγαθοῖς ἀποκειμένης ἐλπίδος, ἔκ τε τῆς τοῖς πονηροῖς τεταμιευμένης κολάσεως. Ἀνακείσε‐ ται μέν τοι τῷ Δαβὶδ μονονουχὶ κατεπᾴδοντι τοῖς ὀρ‐ | |
20 | θότητος ἐρασταῖς καὶ παροτρύνοντι αὐτοὺς εἰς τὸ μεταποιεῖσθαι προθύμως τῆς οὐκ ἀθαυμάστου ζωῆς. Ποιεῖ δὲ τοῦτο ἐπὶ καιροῦ· ἐν μὲν γὰρ τῷ τετελε‐ σμένῳ ψαλμῷ πλείστη γέγονε κατάῤῥησις παντὸς πα‐ ρανόμου· ἐν δὲ τῷ προκειμένῳ νουθεσίαν ἡμῖν εἰσ‐ | |
25 | κομίζει, ἀποφέρουσαν μὲν τῆς πρὸς ἐκείνους ταυ‐ τοεργίας, ἀναβιβάζουσαν δὲ πρὸς τὸ ἄμεινον. [Οὐ γάρ τοι φαίην ἂν εἶναί πως ἀξιοζήλωτα τοῖς ἐθέλουσι ζῇν ἁγιοπρεπῶς τὴν τῶν πονηρευομένων πρόσκαιρον εὐημερίαν. Ἐννοεῖν δὲ χρὴ μᾶλλον, εἰς | |
30 | οἷον αὐτοῖς ἐκβήσεται πέρας, τὸ διαβιοῦν ἑλέσθαι κακῶς, καὶ ἀπᾴδειν τῷ Θεῷ] Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. (A f. 191) Μήτε πάλιν μιμοῦ ἢ μακάριζε τοὺς | |
35 | τοιούτους εὐθηνοῦντας ὁρῶν· πρὸς ὀλίγον γὰρ ἀν‐ θοῦντες, ξηραίνονται· πᾶσα γὰρ σὰρξ χόρτος. Τί οὖν ἔχουσι ζηλωτὸν οἵτινες πρὸς ὀλίγον ἀνθήσαντες, αὔριον εἰς κλίβανον βάλλονται, καθ’ ἅ φησιν ὁ Σω‐ τήρ; Οὐ γάρ τοι φαίην ἂν εἶναί πως ἀξιοζήλωτον | |
40 | τοῖς ἐθέλουσι ζῇν ἁγιοπρεπῶς τὴν τῶν πονηρευο‐ μένων πρόσκαιρον εὐημερίαν· ἐννοεῖν δὲ χρὴ μᾶλ‐ λον, εἰς οἷον αὐτοῖς ἐκβήσεται πέρας τὸ διαβιοῦν ἑλέσθαι κακῶς, καὶ ἀπᾴδειν τῷ Θεῷ. Μὴ τοίνυν ζήλου τοὺς τοιούτους, φησὶν, μὴ δὲ κατερεθίζου πρὸς | |
45 | μίμησιν τῶν φιλαμαρτημόνων. Κἂν εἰ δοκοῖεν ἔχειν τὰς ἐν τῷ παρόντι βίῳ τρυφὰς, κἂν ἴδῃς ἀσεβῆ εὐ‐ πράττοντα, φεῦγε τὴν ἰσοτροπίαν, εἰς τὰ ἐσόμενα βλέπων· οὐ γὰρ ἐν τούτοις ἔσται διηνεκῶς τὰ πρά‐ γματα. Διὸ ἐπάγει· | |
69.924(50) | Ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται. (A f. 191 b) Παραινεῖ φεύγειν πονηρίαν, ἔκπτωσιν εἷναι παντὸς ἀγαθοῦ, ταύτης ὑπογράφων τὸ τέλος. | |
Τί δὲ οὕτως εὐμάραντον ὡς χόρτος ἀγροῦ, καὶ λα‐ | 923 | |
69.925 | χάνου φύσις; Βραχὺ γάρ πως ἀνθήσαντα τὰ τοιάδε μαραίνεται. Οὕτω πού φησι περὶ τῶν ἐν κόσμῳ λαμπρῶν· Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων· οἱ γὰρ ἐν δώμασι τικτόμενοι τῶν χόρτων, ῥίζαν οὐκ | |
5 | ἔχοντες, ἄκαρποί τέ εἰσι καὶ πρὸς μαρασμὸν ἑτοιμό‐ τεροι διὰ τοῦτο. —Οὐ δεῖ τοίνυν ταῦτα ζηλοῦν, ὧν τὰ μὲν ἐπ’ ἀτιμίᾳ ῥίπτεται, τὰ δὲ πυρὶ παραδίδο‐ ται, τῆς ἀκμῆς τῆς προσκαίρου παυσάμενα, ὡς τὰ τῆς χλόης λάχανα, ἃ τὴν χρῆσιν ἐν τῷ χλοάζειν | |
10 | ἔχουσι· τούτοις γὰρ ἡ τῶν ἀνθρώπων εὐπραγία, διὰ τὸ σαθρὸν καὶ πρόσκαιρον ἔοικε· καὶ ὅτι πῦρ αὐ‐ τὴν τὸ τῆς γεέννης ἐκδέχεται. Ἁγιοπρεπὲς δὲ ζη‐ λοῦν ἐκείνους, οἷς ἂν ἕποιτο διηνεκὴς ἡ παρὰ Θεοῦ δόξα τῇ τῶν ἀνδραγαθημάτων φιλονεικοῦσα λαμ‐ | |
15 | πρότητι. Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα, καὶ κατασκήνου τὴν γῆν. (A f. 191 b, B f. 125 b, C f. 76 b) Τουτέστιν Ἀγάπησον τὸ εὐδοκιμεῖν, δίψησον τῶν ἱερῶν χαρι‐ | |
20 | σμάτων τὴν κτῆσιν, ἀγάπησον τὰ τοῖς ἁγίοις τετη‐ ρημένα καὶ παρὰ Θεῷ τεθησαυρισμένα. Ἢ τὸ μὲν κατασκήνου τέθεικεν ἀντὶ τοῦ κατα‐ σκηνώσεις. Γῆν δὲ ἐκείνην λέγει τὴν τοῖς πραέσιν ἐπηγγελμένην δηλονότι, ἐν ᾗ γεγονὼς ποιμανθήσῃ, | |
25 | φησὶν, ἐπὶ τῷ πλούτῳ αὐτῆς. Πλοῦτος δὲ τῆς τῶν πραέων γῆς, ἤτοι τῆς ἄνω πόλεως ἐν τοῖς οὐρανοῖς, ἡ τῶν θείων χαρισμάτων ἀμφιλαφὴς χορηγία, καὶ τὸ τελείως ἔχον ἐν τούτοις. Τάχα δὲ σκηνῇ ἀπεικάζει τὸν πρόσκαιρον βίον, καὶ βούλεται ἡμᾶς χρᾶσθαι | |
30 | αὐτῷ ὡς σκηνῇ κατὰ πάροδον, κυριεύοντας αὐτοῦ οὐ κυριευομένους ὑπ’ αὐτοῦ, καὶ πρὸς τὸ συμφέρον οὐ πρὸς ἡδονὰς ἀποχρωμένους· οὕτω γὰρ ποιμανθη‐ σόμεθα ὑπὸ ποιμένι καλῷ. Εἴ τις πλοῦτός ἐστιν ἐν ἀνθρώποις θείων δογμάτων, τοῦτον καρπούμενοι, | |
35 | ὥστε λέγειν· «Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.» Κατατρύφησον τοῦ Κυρίου. (B f. 126) Οἱ δὲ κατατρυφῶντες Χριστοῦ, καὶ τῶν παρ’ αὐτοῦ χαρισμάτων ἔμπλεω τὴν διάνοιαν ἔχον‐ | |
40 | τες, εἰς πέρας ἐνηνεγμένων τῶν ἀγαθῶν θελημάτων αὐτοῦ, γυμνὴν καὶ ἀναμφίεστον τῷ Θεῷ τὴν ἑαυ‐ τῶν δεικνῦσιν ὁδὸν, τουτέστι τῆς πολιτείας τὸν τρό‐ πον. [Τρυφὴ τοιγαροῦν, ὡς ἔφην, τὸ ἔνοικον ἔχειν τὸν τὰ | |
45 | πάντα ζωογονοῦντα τοῦ Θεοῦ Λόγον, τὸν ἄρτον τῆς ζωῆς, τὸν ἐξ οὐρανοῦ καταβάντα, καὶ ζωὴν διδοῦντα τῷ κόσμῳ. Αὐτὸν ἔχοντες ἐν ἑαυτοῖς, λήψονται πάν‐ τως τὰ αἰτήματα τῆς ἑαυτῶν καρδίας, τότε δυνή‐ σονται καὶ ἀποκαλύπτειν αὐτῷ τὴν ὁδὸν αὐτῶν. | |
69.925(50) | Ἐποπτεύει μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς τὴν τῶν σεβο‐ μένων αὐτὸν εὐαγῆ πολιτείαν, ἀποστρέφεται τὴν τῶν οὐκ ὀρθῶς διαζῇν ἑλομένων.] Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπ’ αὐτὸν, κ.τ.λ. | |
55 | (A f. 192 b, C f. 76 b) Ἔσο, φησὶ, φανερὸς τὴν | |
ἀρέσκουσαν αὐτῷ βαδίζων ὁδὸν, τουτέστι γυμνὴν καὶ | 925 | |
69.928 | ἀναμφίεστον τῷ Θεῷ τὴν σεαυτοῦ δεικνὺς πολιτείαν. Αὐτὸς δὲ τί ποιήσει; Ἐν τῷ μέλλοντι αἰῶνι ἐμφανῆ καταστήσει. καὶ οἷον περίοπτον ἀποφανεῖ, λαθεῖν οὐκ ἐῶν τῆς σῆς εὐζωΐας τὸ κάλλος. Ἔσται γὰρ | |
5 | ἅπασιν ἐναργὴς ἡ δικαιοσύνη σου δίκην φωτὸς ἀνα‐ λάμπουσα, φωτὸς μεσημβρινοῦ· μεσημβρία γε μὴν ὀνομάζεται τῆς ἡμέρας αὐτὸ τὸ μεσαίτατον· καί σε κρινεῖ ἄξιον εἶναι φωτὸς ἐκεῖ. Ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτόν. | |
10 | (A f. 193, B f. 126) Αὐτὸς μέν σε ἄξιον φωτὸς ἀπο‐ δείξει ἐν τῷ μέλλοντι αἰῶνι, σὺ δὲ ἐνταῦθα ὑποτά‐ γηθι αὐτῷ. Δύο δὲ ταῦτα τίθησιν ἁγιοπρεπῆ κατορ‐ θώματα καὶ οἷον ἀλλήλων ἐχόμενα, τὸ ὑποτάσσεσθαί φημι τῷ Κυρίῳ, καὶ τὸ ἱκετεύειν αὐτόν· ἑκάτερον δὲ | |
15 | αὐτῶν πρέποι ἂν ταῖς ὅτι μάλιστα τῶν ἁγίων ἱκε‐ τείαις, καὶ τοῖς τὴν χρηστότητα μελετᾷν εἰωθόσιν. Ἐν μὲν γὰρ τῷ ὑποτάττεσθαι Κυρίῳ ἁπάσης ἐντο‐ λῆς νοεῖται πλήρωσις· ἥκει [al. cod. εἴκει] γὰρ τοῖς αὐτοῦ νόμοις καὶ τρυφερὸν, καὶ εὐήνιον ὑποφέρει τὸν | |
20 | αὐχένα, ὁ θελήμασι τοῖς δεσποτικοῖς ἐνευδοκῶν, ἀλλὰ μὴ ἀπειθείας καταδεχόμενος ὑπομένειν γραφήν. Ἐν δὲ τῷ ἱκετεύειν αὐτὸν, τὸ δοξολογεῖν ἐστι, καὶ τὰς εὐρύθμους ἀναφέρειν ᾠδὰς συμπεπλεγμένης εὐχῆς, καὶ οἷόν τινος νοητοῦ θυμιάματος τῆς τῶν ἔργων | |
25 | φαιδρότητος, συνευοδιαζούσης παρὰ Θεῷ. Ὑποταγὴν οὖν ἐνταῦθα λέγει, τὴν τῶν κακῶν ἀναχώρησιν· οὐ‐ δεὶς γὰρ ἁμαρτάνων ὑποτέτακται τῷ Κυρίῳ. Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν. (A f. 193 b, B f. 126 b) Ἐπωφελὲς τὸ παράγγελμα, | |
30 | καὶ τοῖς ὑποτεταγμένοις Θεῷ πρεπωδέστατον. Χρὴ γὰρ, φησὶ, πράους τε αὐτοὺς ὑπάρχειν καὶ εὖ μάλα καθεστηκότας, καὶ ἀταραξίαν ἔχοντας εἰς νοῦν, ἀγα‐ πῶντάς τε διαπαντὸς τὴν ἀπό γε τῆς μακροθυμίας εὐδίαν, καὶ τῶν ἐξ ὀργῆς κυμάτων ἀποφοιτᾷν. Γέ‐ | |
35 | γραπται γὰρ ὅτι Ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους. Καὶ πάλιν· «Ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων.» Τῶν γὰρ παθῶν τινα μὲν οὐ πίπτει εἰς πολλοὺς, ἀλλὰ καὶ οἱ τυχόντες ἀπέβαλον αὐτὰ προκόπτοντες· τὸ δὲ μιαρὸν τοῦτο πάθος ἡ ὀργὴ, ἐκκαίει καὶ τοὺς δοκοῦν‐ | |
40 | τας εἶναι φρονίμους· καὶ ταράσσει, οὐ τινὰ μὲν, τινὰ δὲ οὒ, ἀλλὰ κινδυνεύω λέγειν πάντας ἀνθρώπους, παρὲξ τοῦ τελείου, ἐάν που εὑρεθῇ τις τέλειος. Μὴ παραζήλου ὥστε πονηρεύεσθαι, ὅτι οἱ πονη‐ ρευόμενοι ἐξολοθρευθήσονται. | |
45 | (A f. 193 b) Λεγέσθω καὶ παρὰ Δαβὶδ τὰ τοῦ Παύ‐ λου, ὅτι «Τὰ αὐτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνη‐ ρὸν, ὑμῖν δὲ ἀσφαλές.» Οὐ γὰρ ἔχει κόρον παρά γε τοῖς φιλομαθέσι, τὸ πλειστάκις εἰς νοῦν τοὺς περὶ τῶν αὐτῶν ὀνησιφόρους εἰσοικίζεσθαι λόγους. Τοῦτό | |
69.928(50) | τοι καὶ νῦν ὁ Ψάλλων ἐργάζεται, ἄνω τε καὶ κάτω ἀνακυκλῶν τὸ σοφὸν δὴ τοῦτο καὶ ἀξιάκουστον ἄκου‐ σμα· τὸ Μὴ παραζήλου, φημὶ, ὥστε πονηρεύεσθαι, ἵνα μὴ ὁλόῤῥιζος ἐκ γῆς ἀπολῇ· καὶ γὰρ οἱ πονηρευ‐ όμενοι ἐξολοθρευθήσονται ἐν τῷ αἰῶνι, δηλαδὴ τῷ | |
55 | μέλλοντι. Ἐξολοθρευθῆναι δέ ἐστι, τὸ ἐκπεσεῖν Θεοῦ. | 927 |
69.929 | Ἴδιον μέν τοι κακόν ἐστιν ἡ πονηρία παρὰ τὰς λοι‐ πὰς ἁμαρτίας· ἔνθεν θαυμασίως ὁ λόγος, ἄλλον μὲν εἶπε τὸν ἁμαρτωλὸν, ἄλλον δὲ τὸν πονηρόν· «Σύν‐ τριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ.» | |
5 | Ὡρίσαντο δέ τινες τὴν πονηρίαν οὐκ ἀγεννῶς εἶναι ἑκούσιον κακοποιΐαν· ἄλλο γάρ ἐστι κατὰ ἄγνοιαν κακοποιεῖν καὶ οἱονεὶ νικώμενον, καὶ ἄλλο αὐτὸ τοῦτο θέλειν κακῶς ποιῆσαι· ὅπερ ἐστὶ καὶ πονηρία, δι’ ἢν καὶ ὁ διάβολος πονηρὸς λέγεται. | |
10 | Οἱ δὲ ὑπομένοντες τὸν Κύριον, αὐτοὶ κληρονο‐ μήσουσι τὴν γῆν. (A f. 193 b, B f. 126 b) Ἐπειδὴ εἰώθαμέν πως ἀεὶ τῶν μὲν πονηρῶν ἀφίστασθαι, τῷ τοῦ κολάζεσθαι δέει συνωθούμενοι πρὸς τὸ ἄμεινον, ἐφέσει δὲ τῶν | |
15 | παρὰ Θεοῦ χαρισμάτων συνελαύνεσθαι εἰς τὸ διαζῇν ἐννόμως, διὰ τοῦτο δείξας ὁ Ψάλλων ὀλέθριον τῶν πονηρευομένων τὸ τέλος, ἐπάγει ὅτι οἱ τὸν Κύριον ὑπομένοντες, τουτέστιν οἱ διὰ καρτερίας καὶ ὑπομο‐ νῆς τὸν εὐδόκιμον κατορθοῦντες βίον, κληρονομή‐ | |
20 | σουσι τὴν γῆν· ἥτις οὐκ ἔστι μέρος ταύτης τῆς γῆς τῆς ὑπὸ κατάραν γενομένης, ἣν ἐν λύπαις ἐσθίει πάσας τὰς ἡμέρας αὐτοῦ ὁ ἐργαζόμενος αὐτὴν, ἀλλὰ γῆν ἐκείνην τὴν τοῖς ἁγίοις ηὐτρεπισμένην. Κλῆρος γὰρ αὐτοῖς ἡ τῶν ἁγίων καλλίπολις, ἡ ἱερά τε καὶ | |
25 | ἄνω. Ἐκεῖ γὰρ τοῖς τῶν ἀγγέλων συνέσονται χοροῖς, δοξολογοῦντες ἀκαταλήκτως τὸν κληροδοτήσαντα Θεὸν, καὶ τῶν ὑπὲρ λόγον αὐτοῖς χαρισμάτων χορηγὸν γε‐ γονότα. Ὥσπερ δέ ἐστιν ὁ Σωτὴρ, σοφία, λόγος, εἰρήνη καὶ δικαιοσύνη, οὕτως καὶ ὑπομονή. Γέγρα‐ | |
30 | πται γάρ· «Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ Κύ‐ ριος;» Ἀφ’ οὗ ἀρύεσθαι ἔστι καὶ λαμβάνειν πάντα ἃ λέγεται εἶναι κατὰ τὰς Γραφὰς ὁ Χριστός. Ὡς γὰρ μετοχῇ αὐτοῦ δίκαιοι γινόμεθα καὶ σοφοὶ καὶ εἰρη‐ νεύομεν, οὕτως καὶ μετοχῇ αὐτοῦ ὑπομένομεν· ἡσύ‐ | |
35 | χαζε οὖν ὑπομένων καὶ ἐκδεχόμενος τὸν Θεὸν, μὴ ταραττόμενος τοῖς παροῦσι. Καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός. (A f. 194) Ἔτι βραχὺ, καὶ οὐκ ἂν ἴδῃς ὑπάρχοντα τὸν ἁμαρτωλόν· καταληφθήσεται γὰρ τῷ τῆς ζωῆς | |
40 | τέλει, καὶ ὁμοῦ τῇ σαρκὶ συναπεμπολήσει ταῦτα, ὅσα περ ἐδόκει κεκτῆσθαι χρηστά. Βραχὺς γὰρ λίαν ὁ ἀνθρώπου βίος, καὶ ὁ τῆς ἐν σώματι ζωῆς συνέσταλ‐ ται χρόνος. Οὐκοῦν οὔτε αὐτὸς ὁ τῷ τῆς ζωῆς τέλει κατειλημμένος τὸν ἑαυτοῦ τόπον ὄψεται· μεταχωρήσει | |
45 | γὰρ πάντως εἰς ᾅδου, οὔτε μὴν οἱ ζῶντες ἔτι τὸν αὐτοῦ ἐπιγνώσονται τόπον. (B f. 127 b) Οἱ φρονοῦντες τὰ κοσμικὰ, καὶ τῇ τοῦ παρόντος βίου τύρβῃ τὸν ἑαυτῶν ἐνδήσαντες νοῦν, καὶ βρόχοις ἐνειλημμένοι τῆς ἐπαράτου φιλο‐ | |
69.929(50) | σαρκίας, ἀεί πως ἐπιμεμήνασιν τοῖς τὸν εὐαγῆ καὶ ἀπόλεκτον διαβιοῦσι βίον, καὶ ἐχθρὸν ἡγοῦνται τῆς δικαιοσύνης τὸν ἐραστήν. Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν. (A f. 194) Οἰκονομικώτατα δὲ λίαν ὁ Δαβὶδ ἀντι‐ | |
55 | παρεξάγει ταῖς τῶν παρανόμων κολάσεσι, τὰ τῶν | |
ἀγίων γέρα. Ἀκονᾷ γὰρ διὰ τούτων αὐτοὺς εἰς ἔφε‐ | 929 | |
69.932 | σιν εὐανδρίας πνευματικῆς, δι’ ἧς ἂν γένοιτο κατορ‐ θοῦν πάντα τρόπον ἀρετῆς. Ταύτῃ τοι φησίν· «Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν,» τὴν ἄνω δηλαδή. Καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. | |
5 | (A f. 194 b) Ποῖον ἂν νοοῖτο τῆς εἰρήνης τὸ πλῆ‐ θος τῆς τοῖς πραέσιν ἐπηγγελμένης, ἄξιον ἰδεῖν· Φαμὲν οὖν ὅτι ζῶντες μὲν ἔτι μετὰ σωμάτων ἐν τῷδε τῷ κόσμῳ οἱ ἅγιοι πλείστην ὅσην πολέμων ὑπομέ‐ νουσιν ἔφοδον, τοῦτο μὲν τῆς σαρκὸς πανέμφυτον | |
10 | τῆς ἁμαρτίας ἀῤῥωστούσης νόμον, καὶ κατεξανιστα‐ μένης ἀεὶ τοῦ πνεύματος· ταῦτα γὰρ ἀντίκειται ἀλ‐ λήλοις· «Συνήδομαι γὰρ, φησὶ, τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου·» τοῦτο δὲ | |
15 | καὶ τῶν κοσμοκρατόρων τοῦ αἰῶνος τούτου, κατασω‐ ρευόντων αὐτοῖς πολέμους ἀεὶ καὶ μάχας, τοῦτο δὲ καὶ τῶν ἀνοσίων αἱρετικῶν ἀνθεστηκότων αὐτοῖς. Οὐκοῦν ἕως εἰσὶν ἐν τῷδε τῷ βίῳ οἱ ἅγιοι, πολλοὶ λίαν οἱ μαχόμενοι· γεγονόσι γε μὴν εἰς τὴν τοῖς πραέ‐ | |
20 | σιν ηὐτρεπισμένην γῆν, ὑπάρξει πλῆθος εἰρήνης. Νοήσεις δὲ πλῆθος εἰρήνης, ἀπάθειαν ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθῶς. Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ βρύξει ἐπ’ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ, κ.τ.λ. | |
25 | (A f. 194 b, B f. 127 b) Τοῦτο διδάσκει λέγων ὁ Ψάλλων ἐν τούτοις, ὅτι παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, τουτέστιν φιλέχθρως διακείμενος ὁ φαῦ‐ λος καιροφυλακήσει πολλάκις τάχα πως τὸν δίκαιον λοχήσας ἑλεῖν δυνηθῇ· ἐπιτρίζει γὰρ αὐτῷ τοὺς ὀδόν‐ | |
30 | τας ἀεί. Πλὴν ὁ Κύριος γέλωτος ἄξιον ἀποφαίνει· προβλέπει γὰρ ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ ἡ τελευταία πάντως, καθ’ ἢν ἐκποδὼν ἔσται πεσὼν εἰς θάνατον. (A f. 194 b) Ἢ τάχα που φορτικὸν αὐτοῖς καὶ δύσοιστον εἶναι δοκεῖ τὸ διὰ τῆς ἐκείνων ἐπιεικείας | |
35 | κατακρίνεσθαι δοκεῖν, ὅτι μὴ τῶν ἀρίστων καὶ αὐτοὶ γεγόνασιν ἐρασταί. Τὸ δὲ Βρύξει τοὺς ὀδόντας, οὐ πάντως ἐπὶ τοῦ σώματος ἀκουστέον, ἀλλὰ σιωπὴν μὲν ἀπὸ φωνῆς, κραυγὴν δὲ ἐν τῇ καρδίᾳ λογιζομένην κατὰ τοῦ δικαίου πονηρά. Πλὴν ὁ μὲν ἁμαρτωλὸς | |
40 | μέμηνε κατὰ τῶν δικαίων· ὁ δὲ Κύριος διαγελᾷ τὰς κατ’ αὐτῶν ἐπιβουλὰς τῶν ἁμαρτωλῶν, εἰδὼς ὡς ἔστησεν ἡμέραν, καθ’ ἣν τοῖς μὲν ἀποδώσει τὴν αἰώ‐ νιον ζωὴν, τοῖς δὲ τὴν αἰώνιον κόλασιν. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ διαβόλου ληφθῆναι πρόσφορον. Αὐτὸς γάρ | |
45 | ἐστιν ὁ ἁμαρτωλὸς, ὁ βρύχων τοὺς ὀδόντας κατὰ τῶν ἁγίων, ὃς εἰς γέλωτα τέτακται· παίζεται γὰρ παρὰ τῶν δικαίων ἡττώμενος· ἥξει δὴ ἡ ἡμέρα καθ’ ἣν εἰς τὸ ἡτοιμασμένον αὐτῷ πῦρ πεμφθήσεται. Τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα. | |
69.932(50) | (B f. 127 b) Σκοπὸς τῷ ἁμαρτωλῷ οὐχ ἵνα τινὰ τῶν ἀδικησάντων αὐτὸν ἀμύνηται, ἢ κατά τι ὅλως προσκεκρουκότων αὐτῷ, καὶ προφάσεις τῷ πολέμῳ δεδωκότων εὐλόγους, ἀλλ’ ἵνα καταβάλῃ πτωχὸν καὶ πένητα, καὶ ἀποσφάξει τοὺς εὐθεῖς τῇ καρδίᾳ. Πτω‐ | |
55 | χὸν δὲ καὶ πένητά φησιν, τὸν ἐπιεικῆ καὶ μετριόφρονα καὶ φιλοκομπίας ἀμείνω, καὶ ταπεινὸν τῇ καρδίᾳ. | |
Τὸν τοιοῦτον δὲ καὶ αὐτὸς ὁ Σωτὴρ πτωχὸν ἔφη τῷ | 931 | |
69.933 | πνεύματι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἄξιον εἶναί φησιν· μάλιστα γὰρ κατὰ τῶν πενήτων οἱ συκοφάν‐ ται στρατεύονται. Ἔτι δὲ καὶ κατὰ τῶν δικαίων τῶν εὐθῆ τὴν γλῶσσαν ἐχόντων οἱ παράνομοι, βασκαίνον‐ | |
5 | τες αὐτῶν τῇ δικαιοσύνῃ, καταδιαβολὰς καθάπερ ῥομφαίας ὁπλίζειν εἰώθασιν. Ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὰς καρδίας αὐτῶν. (A f. 195 b) Ταῦτα, φησὶ, πεπόνθασιν οἱ πονηροὶ δαίμονες, ἃ ποιήσειν τοῖς ἁγίοις ἐπεβούλευσαν. Καὶ | |
10 | τοῖς ἁγίοις δὲ ἐπιμεμήνασι μὲν οἱ φιλαμαρτήμονες, καὶ τὸ τῆς βασκανίας τόξον ἐντείνουσι κατ’ αὐτῶν, καὶ τὴν τῆς ἑαυτῶν σκαιότητος ἀπογυμνοῦσι ῥομ‐ φαίαν, οὐδένα τρόπον ἐπιβουλῆς ἐῶντες ἀνεπιτήδευ‐ τον· ἀλλ’ οἷον διὰ πάσης ἐρχόμενοι δυσσεβείας, τὰς | |
15 | ὁσίας πολιορκοῦσι ψυχάς. Τίνα δὲ τρόπον αὐτοὺς ἀντ‐ αμύνεσθαι χρὴ, καὶ ὅπως ὑπαντιάζειν, ἐντεῦθεν μα‐ θησόμεθα. Τὰ ὅπλα ἡμῶν οὐ σαρκικά· καὶ ἐν σαρκὶ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα. Ἀλλ’ οὐδὲ τὴν τῶν ἁμαρτωλῶν ἀνοσιότητα μιμησόμεθα· | |
20 | οὐ γὰρ ὡς ἐκεῖνοι ἐντενοῦμεν τόξα καὶ ἡμεῖς, ἢ ξίφος ἀπογυμνώσομεν· ἐσόμεθα δὲ μαχομένων ἀμείνους καὶ τὴν βελτίω ψῆφον ἀποισόμεθα, Θεῷ προσφεύ‐ γοντες, καὶ χεῖρας ὁσίας ἀνατείνοντες, χεῖρά τε τὴν ἀεὶ σώζουσαν ὑποτρέχοντες, καὶ τὸν παναλκῆ καὶ | |
25 | ἄτρεπτον καλοῦντες εἰς ἐπικουρίαν, λέγοντες περὶ εἰσέλθοι εἰς τὰς καρδίας αὐτῶν.» Κρεῖσσον ὀλίγον τῷ δικαίῳ, ὑπὲρ πλοῦτον ἁμαρ‐ τωλῶν πολύν. (A f. 196, B f. 128) Εὐτεχνέστατα καὶ νῦν ἐξυφαί‐ | |
30 | νει τὴν ὑφήγησιν. Ἀντιπαρεξάγει γὰρ ὥσπερ καὶ ἐκ παραλλήλου τίθησι τά τε τῶν ἁμαρτωλῶν ἡττήματα καὶ τῶν δικαίων τὰ πλεονεκτήματα, πανταχοῦ τὴν ἀρετὴν ἀποφαίνων ἔγκαρπον, ἀνόνητον δὲ τὸν εἰκαῖον τοῦ βίου περισπασμὸν καὶ τὴν ἐπάρατον ζωήν. Πλου‐ | |
35 | τεῖ μὲν γὰρ, φησὶν, ὁ ἁμαρτωλὸς ἔσθ’ ὅτε, καὶ ταῖς ἐντεῦθεν ἐμπλατύνεται τρυφαῖς, καὶ μεγαλοφρονεῖ δόξαν ἔχων εὐμάραντον, καὶ σάρκα πιαίνων, πλέον ἔχων οὐδὲν τοῦ τοῖς γηΐνοις ἐφήδεσθαι. Ὁ δέ γε πτω‐ χὸς τῇ καρδίᾳ καὶ δικαιοσύνης ἐραστὴς, ἁπάντων | |
40 | τῶν τοιούτων ἀποφοιτᾷ, καὶ τὴν ἐπιεικῆ καὶ σώφρονα πτωχείαν ἀγαπᾷ. Ἀλλὰ κρεῖττον τοῦτο αὐτῷ ὑπὲρ πλοῦτον ἁμαρτωλοῦ πολύν. Ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται, ὑπο‐ στηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος. | |
45 | (A f. 196, B f. 128) Ὅτι ἄμισθον μὲν τοῖς φιλ‐ αμαρτήμοσι τὸ πλουτεῖν καὶ ὀλέθριον [Cod. B. Ὅτι δὲ ἀνόνητον μὲν τοῖς φιλαμαρτήμοσι τὸ πλουτεῖν, ἢ καὶ ἄμεινον καὶ ἀληθὲς εἰπεῖν, τῆς ἐσχάτης πρόξε‐ νον δίκης], τό γε μὴν τῶν δικαίων ὀλιγαρκὲς ἔγκαρ‐ | |
69.933(50) | πον καὶ ἀρέσκον Θεῷ, ἐντεῦθεν δείκνυται. Καρπὸς μὲν γὰρ, φησὶ, τοῦ τῶν ἀνόμων πλούτου, συντριβὴ καὶ ἰσχύος ἁπάσης ἀπόθεσις· δηλοῖ γὰρ, οἶμαι, τοῦτο τῶν βραχιόνων ἡ συντριβὴ, τῆς γε μὴν αὐταρκείας τὸ ὑποστηρίζεσθαι παρὰ Θεοῦ· ἀνέχει γὰρ τοὺς δι‐ | |
55 | καίους, καὶ ἀκράδαντον αὐτοῖς νέμει τὴν εὐθυμίαν, | |
καὶ ἀκατάσειστον ἔχουσι τὸ εὐημερεῖν, παραλύοντος | 933 | |
69.936 | οὐδενὸς ἢ κομίσαι δυναμένου πρὸς τὸ ἐναντίον. «Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν, τίς ἀποστρέψει;» κατὰ τὸ γεγραμμένον. Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων. (A. f. 196 b, B f. 128, K f. 76) Κατὰ τὰς Γραφὰς | |
5 | ὁ Κύριος μόνα τὰ καλὰ γινώσκει, ἀγνοεῖ δὲ τὰ κακὰ, ὡς ἀνάξια ὄντα τῆς γνώσεως αὐτοῦ. Διὸ ἔγνω Κύ‐ ριος τοὺς ὄντας αὐτοῦ, καὶ τὰς ὁδοὺς τῶν ἀμώμων ἀστείας οὔσας· τὸ δὲ γινώσκει, ἐνταῦθα εἴρηται ἀντὶ τοῦ Ἀποδέχεται καὶ τιμᾷ, εἴτουν ἀγαπᾷ, καὶ | |
10 | ἐφορᾷν ἀξιοῖ. Ἐπεὶ πῶς οὐχ ἅπασιν ἐναργὲς, ὅτι καὶ τὰς τῶν φιλαμαρτημόνων εἶδεν ὁδοὺς, λανθάνει δὲ αὐτὸν παντελῶς οὐδέν; Οὐκοῦν ἡ γνῶσις ἐν τούτοις τὴν ἀνάκρασιν καὶ οἰκειότητα σημαίνει. Εἰώθαμεν δὲ καὶ ἡμεῖς τοῖς προσκρούουσι λέγειν τὸ, Οὐκ οἶδά | |
15 | σε, πολλάκις, οὐχ ὡς ἀγνοοῦντες πάντως, ἀλλ’ ὡς τῆς πρὸς ἡμᾶς ἀγάπης καὶ σχέσεως ἀλλοτριοῦν ἐθέλοντες. Οἶδε τοίνυν τὰς τῶν ἁγίων ὁδοὺς καὶ πρά‐ ξεις, τουτέστιν ἐφορᾷ αὐτὰς ἀσμένως· εἰσὶ γὰρ ἀγα‐ θαὶ καὶ παντὸς ἐπαίνου μεσταί. | |
20 | Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ. (A f. 196 b, B f. 128 b) Πονηρὸν ἐν τούτοις ὀνο‐ μάζει καιρὸν τῶν διωγμῶν καὶ τῶν περιστάσεων ἤτοι τῶν πειρασμῶν. Οὕτω γάρ που καὶ ὁ πάνσοφος Παῦλος ἐπιστέλλει τισὶν, ποτὲ μέν· «Ὅτι ὁ καιρὸς | |
25 | πονηρός ἐστιν·» ποτὲ δὲ πάλιν· «Ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.» Ὅταν τοίνυν καιρῷ πονηρῷ περιπταίωσιν, φησὶν, οὐ καταισχυν‐ θήσονται πεσόντες εἰς τὸ πλημμελὲς, καὶ τῆς πρε‐ πούσης αὐτοῖς εὐκοσμίας ἐξολισθήσαντες· χαριεῖται | |
30 | γὰρ αὐτοῖς ὁ τῶν ὅλων Θεὸς τὴν ἁπάντων τῶν ἀρί‐ στων μητέρα καὶ τροφὸν καρτερίαν καὶ ὑπομονήν. Ἢ τάχα Κληρονομήσουσι τὰς ἐπαγγελίας οἱ δίκαιοι. καὶ ἐν τῷ καιρῷ τῆς κρίσεως οὐ καταισχυνθήσονται, ὅταν οἱ μὲν εἰς ζωὴν ἀνίστανται, οἱ δὲ εἰς ὀνειδισμὸν | |
35 | καὶ αἰσχύνην αἰώνιον. Καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται. (A f. 197, B f 128 b) Συνίεμεν δὲ καὶ τοῦτο κατὰ τοιόνδε τινὰ τρόπον. Ἔοικεν γάρ πως ὁ λόγος δι’ αἰνίγματος ὑποδηλοῦν, ὅτι ἐν καιρῷ θλίψεως αὐτοὶ | |
40 | τὸ τῆς ἄνωθεν εὐημερίας ἕξουσι πλάτος· τὸ μὲν γὰρ Ἐν ἡμέραις λιμοῦ χορτάζεσθαι, κατασημαίνει τι τοιοῦτον. Πλὴν εἰ βούλοιτό τις καὶ ἑτέρως τὴν τοῦ στίχου διάνοιαν ἐκλαβεῖν, ἐκεῖνο συνήσῃς· εὑρήσομεν γὰρ τὸν τῶν ὅλων Θεὸν πλεισταχοῦ μὲν τοῖς τῆς ἀνο‐ | |
45 | μίας ἐρασταῖς ἀποστρέφειν ἐπιφέροντα καὶ μαθημά‐ των λιμὸν ἱερῶν. Εἴρηται γοῦν παρ’ αὐτοῦ, πεπα‐ ρῳνηκότων οὐ φορητῶς τῶν ἐξ αἵματος Ἰσραήλ· «Ἰδοὺ ἐγὼ ἐπάγω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦ‐ | |
69.936(50) | σαι λόγον Κυρίου.» Ἀλλ’ ἐπενήνεκται μὲν τοῖς προσκεκρουκόσιν ὁ τῶν ἱερῶν μαθημάτων λιμὸς, οὐ μὴν ἕτι καὶ τοῖς τῶν θείων ἐνταλμάτων ἐπιμε‐ ληταῖς· ἀλλὰ κατὰ τὸν καιρὸν τῶν διωγμῶν ἐκ‐ λειπόντων τῶν διδασκάλων, αὐτὸς ὁ Κύριος τῷ ἑαυτοῦ πνεύματι θρέψει τοὺς εἰς αὐτὸν πεπιστευ‐ | |
55 | κότας. | 935 |
69.937 | Ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται, οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψω‐ θῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον. (A f. 197, B f. 128 b) Ἀντιπαρατίθησι πάλιν ταῖς | |
5 | τῶν δικαίων τιμαῖς τὰ τοῖς φιλαμαρτήμοσι συμβησό‐ μενα κατὰ καιροὺς ἐκ θείας ὀργῆς· εἶεν δ’ ἂν οἶμαι ταυτὶ τὰ εἰς ἐσχάτην αὐτοὺς κατακομίζοντα συμφο‐ ράν. Εἰ γὰρ καὶ δόξειαν ἔσθ’ ὅτε πράττειν δεξιῶς κατά γε τὸν ἐνεστηκότα καιρὸν, τρυφῶντες δηλονότι | |
10 | καὶ ταῖς παρὰ πάντων εὐφημίαις στεφανούμενοι, καὶ δυναστείαις ἀξιωμάτων ἐπαυχοῦντες κοσμικῶν, ἀλλ’ οὖν ἀπολοῦνται· καταστρέφει γὰρ αὐτοῖς τοῦ βίου τὸ πέρας εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ἐχθροὺς δὲ εἶναί φαμεν τοῦ Κυρίου, καὶ τοὺς γεγονότας μὲν ὑπ’ | |
15 | αὐτῷ διὰ τῆς πίστεως, ἀντενηνεγμένους δὲ ὥσπερ διὰ πολλῆς ἀπειθείας, καὶ τοῖς θείοις αὐτοῦ θεσπίσμασιν ἀκαταλήκτως μεμαχημένους. Εἶεν δ’ ἂν ἐχθροὶ καὶ οἱ τῶν δαιμόνων θεραπευταὶ, καὶ οἱ προσκυνοῦντες τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, ἤγουν τῇ κτίσει παρὰ | |
20 | τὸν κτίσαντα λατρεύοντες, καὶ ἔτι οἱ τῶν αἱρέσεων εὑρεταὶ, ἅτε δὴ τὸ ψεῦδος ἀντανιστᾷν εἰωθότες τῇ τῶν ἀληθῶν δογμάτων ὀρθότητι. Οὗτοι βραχὺ ἀνθή‐ σαντες, καὶ χόρτοις ἐν ἴσῳ μεμαρασμένοι, πεσοῦνται πρὸς θάνατον, καὶ τὰς τῶν ἡμαρτημένων ἐκτίσουσι | |
25 | δίκας, ὡς ἐχθροὶ τοῦ Κυρίου κολαζόμενοι, καὶ κα‐ πνοῦ δίκην ἐκλείποντες. Λείψανον δὲ πυρός ἐστιν ὁ καπνὸς, καταμαρανθέντος ἤδη καὶ ἀπεσβηκότος, καὶ οἱονεὶ καταλήξαντος εἰς τὸ εἶναι τέφρα καὶ σποδός. Καπνῷ οὖν συγκρίνονται, ἐπειδὴ καθάπερ τοῦ πυρὸς σβεσθέντος ὁ καπνὸς ἀφανίζεται, οὕτω καὶ τῶν | |
30 | ἁμαρτωλῶν ἀποθανόντων, ἡ περὶ αὐτοὺς πᾶσα δόξα ἀπόλλυται. Δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει, ὁ δὲ δίκαιος οἰκτείρει καὶ δίδωσιν. (A f. 197 b. B f. 129) Οὐκ ἀντιδίδωσι, φησὶν, ὁ ἁμαρτωλὸς εὐχαριστίαν ὑπὲρ ὧν εὐηργέτηται παρὰ | |
35 | Θεοῦ· ἀλλ’ οὐδ’ ἂν εἰ εὖ πάθοι παρά τινων, βελτίων ἔσται· οὔτε μὴν ἐκ τῶν εἰς αὐτὸν γεγονότων, τὴν τοῦ κατοικτείρειν διδάσκεται τρίβον· οὐδ’ ἀνέχεται διὰ τῶν ἴσων ἀμείψασθαι τοὺς αὐτὸν ὠφελήσαντας· ἀλλ’ οἷά τις κλέπτης εὕρημα [al cod. εὕρεμα] ποιεῖται | |
40 | τὸ δοθὲν, καὶ εἰς μόνον ὁρῶν τὸ κερδῆσαι, αὔχημα ποιεῖται τὸ κατατῆξαι ταῖς λύπαις τὸν δεδανεικότα. Ὁ δέ γε δίκαιος ἀντιδίδωσιν οἰκτιρμοὺς, τὸν ἑαυτοῦ Δεσπότην μιμούμενος· κἂν γὰρ μὴ λάβοιτο δοθὲν, ἀλλὰ καὶ οὕτω μένει φιλότιμος, καὶ κοινωνικὸς ὢν | |
45 | οὐ παύεται. Μιμεῖται γὰρ τὸν ἑαυτοῦ Πατέρα Θεὸν, ὃς ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. (B f. 129) Ἕκαστος ἡμῶν δέχεται παρὰ Θεοῦ πλείστας τε ὅσας καὶ μεγάλας εὐεργεσίας αἰσθητάς | |
69.937(50) | τε καὶ νοητάς. Ἀλλ’ εἴ τις ᾖ φιλαμαρτήμων καὶ ἀσχέτως ἀπονενευκὼς εἰς φιληδονίαν, καὶ τῇ τύρβῃ τῶν ἐν τῷδε κόσμῳ πραγμάτων τὸν ἑαυτοῦ καταχώ‐ σας νοῦν, πολλὰ παρὰ Θεοῦ οὐδὲν ἀποτίσει, τουτέστιν οὐ προσοίσει τὴν ὑπακοὴν, οὐ ταῖς αὐτοῦ ζεύγλαις | |
55 | ὑποθήσει τὸν αὐχένα, οὐχ ἕψεται τοῖς αὐτοῦ θελήμα‐ | 937 |
69.940 | σιν, οὐ καρποφορήσει τὴν ἀρετὴν, ἀλλ’ οὐδὲ ὤσπερ τινὰ τόκον καταθήσει τῷ Θεῷ τὸ ἐπιεικὲς εἰς τρό‐ πους, οὐ δογματικῆς εὐτεχνίας ἐπιμελήσεται, μένει δὲ σκληρὸς καὶ ἄκαρπος. Πλὴν κἂν εἰ οὕτω διατε‐ | |
5 | θείη, φησὶν, ὁ δίκαιος καὶ ἀγαθὸς, δῆλον δὲ ὅτι Θεὸς οὐ παύσεται τοῦ κατοικτείρειν αὐτὸν, καὶ διδόναι τὰ παρ’ ἑαυτοῦ· ἵνα λοιπὸν λέγηται πρὸς αὐτόν· «Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχλῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς;» | |
10 | καὶ τὰ ἐξῆς. Ὅτι οἱ εὐλογοῦντες αὐτὸν, κληρονομήσουσι γῆν. (A f. 198, B f. 129 b, Κυρίλλου καὶ Ὠριγένους) Ὅμοιον τῷ εἰρημένῳ πρὸς Ἀβραάμ· «Τοὺς εὐλο‐ γοῦντάς σε εὐλογήσω, τοὺς δὲ καταρωμένους σε κατ‐ | |
15 | αράσομαι.» Οὐκοῦν εἰ μὲν ὁ Θεὸς εἴη ὁ κατοικτείρων καὶ διδοὺς, οἱ δοξολογοῦντες αὐτὸν διὰ τοῦτο, ἤγουν εὐλογοῦντες, ἔσονται κληρονόμοι τῆς ἐπηγγελμένης τοῖς ἁγίοις γῆς, καὶ λήψονται γῆν τὴν ἀγαθὴν τὴν πολλὴν, τὴν οὐ κέντρου καὶ σημείου λόγον ἔχουσαν. Κίνδυνος | |
20 | δὲ ἐν τῷ κατάραν ἡμᾶς τιθέναι τῷ δικαίῳ, ὀλέθρου τοῦ ἐσχάτου. Λέγει γὰρ πρὸς τὸν δίκαιον ὁ Κύριος· «Ἐχθρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι.» Καὶ ὥσπερ λέγει· «Τοῦτον ἔθρε‐ ψας, ἐμὲ ἔθρεψας,» οὕτως ἀκόλουθον εἰπεῖν· Τοῦ‐ | |
25 | τον ἐλοιδόρησας, ἐμὲ ἐλοιδόρησας. Καταρῶνται δὲ Θεὸν οἱ μὴ εἰδότες αὐτὸν εἰς τέλος ὀλοθρεύοντα, οἱ κατὰ τῆς αὐτοῦ δόξης παλιμφήμους ἔσθ’ ὅτε ῥί‐ πτοντες φωνάς· πρὸς τῷ μηδὲ ἑτέρους, ἐφ’ οἷς εὖ πεπόνθασιν, ἀνέχεσθαι προσάγειν αὐτῷ τὰς εὐχα‐ | |
30 | ριστίας. Χριστὸν μὲν οὖν εὐλογοῦσι τὰ ἔθνη, διὸ κληρονομοῦσι τὴν βασιλείαν· οἱ Ἰουδαῖοι δὲ βλασφημοῦντες αὐτὸν, εἰς τέλος ἀφανίζονται καὶ ὀλο‐ θρεύονται. Καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει. (A f. 198 b, B f. 130) Ἄμεινον δὲ ἴσως νοεῖν ὅτι ὁ | |
35 | Κύριος θελήσει τὴν ὁδὸν τοῦ ἀνθρώπου, τουτέστι, ποιήσει θελητὴν καὶ ἀποδέξεται. Ὥσπερ γὰρ ἀνεθε‐ λήτους ἔχει τὰς τῶν παρανόμων ὁδοὺς, οὕτω ποιεῖται θελητὰς τὰς τῶν ἀγαθουργεῖν ᾑρημένων. Ὃ δὲ ἀρέ‐ σκει Θεῷ, τοῦτό που πάντως ἐστὶ καὶ ἐξαίρετον καὶ | |
40 | παντὸς ἐπαίνου μεστόν· οὐ γὰρ ἂν ἠθέλησε Θεὸς τὸ μὴ οὕτως ἔχον. Ὅταν πέσῃ οὐ καταῤῥαχθήσεται, ὅτι Κύριος ἀν‐ τιστηρίζει χεῖρα αὐτοῦ. (A f. 198 b, B f. 130) Εἰ καὶ συμβῇ, φησὶν, ὀλίγον | |
45 | τι παρασφαλῆναι τὸν δίκαιον, οὐκ ἀδικηθήσεται· ἀλλ’ οἷα γενναιότατος ἀθλητὴς ἐκβιασθεὶς, καὶ πρὸς ὀλίγον ἐνδοὺς, παραχρῆμα ἑαυτὸν ἀναλήψεται. Διὰ τί; Ὅτι ἔχει τὸν Θεὸν ἀντιστηρίζοντα· τοῦτο γὰρ τοῖς δικαίοις ἀεὶ ὁ Θεὸς κατανεύει, ταῖς ἀνθρωπίναις μικροψυχίαις | |
69.940(50) | ἀπονέμων τὸν ἔλεον. «Ἑπτάκις γὰρ, φησὶ, πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται·» δεῖ γὰρ ὥσπερ ἐκ κυ‐ μάτων ἀνανήχεσθαι φιλεῖν τοὺς πλεονεξίαν ἔσθ’ ὅτε | |
διαβολικὴν ὑπομείναντας, καί τι βραχὺ παραπταί‐ | 939 | |
69.941 | σαντας. Οὐ γὰρ πᾶσα ἁμαρτία πρὸς θάνατον, καθ’ ἂ γέγραπται. Οὐκοῦν εἴ τι πάθοι τοιοῦτον ὁ δίκαιος, ἀντιστηρίζει Θεὸς, τὴν αὐτοῦ χεῖρα προτείνων τὴν ἀνέχουσαν πρὸς τὸ εὖ εἶναι· ἧς οὐκ ἐπαμυνούσης, | |
5 | ἀτονήσει πᾶς νοῦς· ἀντιστηριζούσης δὲ καὶ διακρα‐ τούσης φιλαγάθως, εὐτονήσει πάντως τὸ ἀσθενὲς καὶ ἀνανήξεται τὸ βεβαπτισμένον. Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον. | |
10 | (A f. 199, B f. 130) Ἀξιόχρεως τῶν λεγομένων ὁ μάρτυς, ἄτε δὴ καὶ ὑπάρχων πνευματοφόρος, καὶ τῇ τῆς προφητείας χάριτι στεφανούμενος, καὶ ὡς ἐν μήκει χρόνου διὰ πολλῆς ἐλάσας πραγμάτων πείρας, ὃ μεμάθηκεν ἀκριβῶς, ταῖς παρ’ αὐτοῦ ψήφοις δια‐ | |
15 | κυροῦν εὖ μάλα βεβουλημένος· Ἐκ νεότητος, φησὶν, εἰς δεῦρο, γεγήρακα γὰρ, οὐκ εἶδον δίκαιον ἐγκατα‐ λελειμμένον. Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος. (A f. 200) Καὶ ἑτέρως δὲ δανείζει ὁ δίκαιος τὰ ἐν | |
20 | ἠθικαῖς ἐντολαῖς, ἐπὶ τῷ τοὺς εἰληφότας δι’ ἔργων τὸν καρπὸν ἀποδοῦναι τοῦ δάνους. Καρποί γε μὴν τῶν ἀγαθῶν δανεισμάτων ἕψονται παρὰ Θεοῦ τοῖς δεδανεικόσιν αὐτῷ, τὸ μήτε αὐτοὺς ἐγκαταλειφθῆναι πώποτε διὰ τὸ εἶναι κοινωνικοὺς καὶ εὐμεταδότους, | |
25 | μήτε τὸ σπέρμα αὐτῶν, ἤτοι τοὺς ἐξ αὐτῶν υἱοὺς ἢ κατὰ σάρκα νοουμένους, ἢ κατὰ μαθητείαν καὶ ταυ‐ τοεργίας, δεδεῆσθαι τῶν ἀναγκαίων εἰς ζωὴν, ἀλλὰ τῆς θείας αὐτοὺς εὐλογίας μετεσχηκέναι. Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, καὶ | |
30 | κατασκήνου εἰς αἰῶνα αἰῶνος. (A f. 200, B f. 130 b) Πολιτείας ἡμῖν ἀκραιφνοῦς ἐξηγεῖται τρόπον, καὶ τοῖς εὐαγγελικοῖς οὐκ ἀπᾴδοντα νόμοις. Ὁ μὲν γὰρ παλαιὸς νόμος ἀπεσόδει μὲν τοῦ κακοῦ, οὐ μὴν εἰσεκόμιζε τοῖς παιδευομένοις τὸ τε‐ | |
35 | λέως ἀγαθὸν, ἤγουν τῆς ἀμωμήτου ζωῆς τὴν εἴδησιν. Ἔσται δὲ τοῦτο ἡμῖν ἐναργὲς, εἰ τοῖς τοῦ Σωτῆρος λόγοις ἀκριβῶς τὴν διάνοιαν ἐπιστήσαιμεν. Ἔφη γὰρ ὡδὶ, τῆς νομικῆς πολιτείας ἐπέκεινα τιθεὶς τοὺς εἰς αὐτὸν πιστεύοντας· «Ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ | |
40 | φονεύσεις.» Τοῦτό ἐστι τὸ Ἐκκλίνειν ἀπὸ κακοῦ· τὸ γὰρ μὴ φονᾷν, οὐκ ἐργάσασθαί τι τῶν ἀγαθῶν ἐστιν, ἀπέχεσθαι δὲ μᾶλλον ἁμαρτίας. Ὁμοίως καὶ τὸ «Οὐ μοιχεύσεις, οὐκ ἐπιορκήσεις, οὐ ψευδομαρτυ‐ ρήσεις.» Ποῦ δὲ τὸ Ποίησον ἀγαθόν; ἐν τῷ λέγειν, | |
45 | ὅτι «Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει·» καὶ ἐν τῷ, «Πᾶς ὁ βλέπων γυναῖκα,» καὶ τὰ ἑξῆς. Ὅταν οὖν, φησὶν, ἐκκλίνῃς ἀπὸ κακοῦ, ποιήσῃς δὲ τὸ ἀγαθὸν, τότε κατασκηνώ‐ σεις εἰς αἰῶνα αἰῶνος, καὶ εἰς ἑδραίαν καὶ ἀκράδαν‐ | |
69.941(50) | τον εἰσελάσεις ἐλπίδα, καθ’ ἅ φησιν ὁ προφήτης Ἡσαΐας· «Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, ἥτις ἐστὶν πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶ‐ | |
σιν.» | 941 | |
69.944 | Ὅτι Κύριος ἀγαπᾷ κρίσιν, καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ. (A f. 200 b, B f. 130 b) Κρίσιν ἐνταῦθα τὴν Δι‐ καιοκρισίαν φησὶ, κατὰ τὸ ἑτέρωθι ἐκ παραλλήλου | |
5 | ὑμνούμενον περὶ τοῦ τὰ δίκαια βραβεύοντος νόμον· «Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.» Ἀγαπᾷ τοίνυν τὴν δικαιοσύνην ὁ Θεὸς, καὶ τοὺς ταύ‐ της ἐργάτας ἀτελευτήτῳ χάριτι στεφανοῖ· καὶ οὐκ ἂν περιΐδοι ποτὲ τοὺς ὁσίους αὐτοῦ (Ι), ἤγουν τοὺς | |
10 | τὴν πρὸς αὐτὸν πλουτήσαντας οἰκειότητα, ἀλλ’ ἐκδι‐ κήσει αὐτούς. Ὅπερ δηλοῖ, ὅτι κατὰ τὸν παρόντα βίον οὐκ ἐν εὐδίᾳ πάντως ὁ τῶν ἁγίων ἐστὶν χορὸς, ἀλλ’ οἷον ἐν ἀγῶσι καὶ πόνοις καὶ διωγμοῖς, τοῦ Σα‐ τανᾶ τοὺς ἰδίους ὑπασπιστὰς ἐπ’ αὐτοὺς καταθήγον‐ | |
15 | τος· ὥστε καὶ μέχρις αἵματος ἀντικαθίστασθαι τῇ ἁμαρτίᾳ μαχομένους. Πλὴν οὐκ ἀνεκδίκητοι μενοῦσι· τοῦτο γὰρ δηλοῖ τὸ, Οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ, ἀλλ’ ἐποίσει Θεὸς τὴν χεῖρα τοῖς πολεμοῦσιν αὐτοῖς. Φυλαχθῆναί γε μὴν εἰς τὸν αἰῶνά φησιν αὐ‐ | |
20 | τούς· οὐ γὰρ πρόσκαιρος ἡ ἐπ’ αὐτοῖς χάρις, οὔτε μὴν εἰς καιροὺς περιωρισμένους ἡ τῆς ἐλπίδος φιλο‐ τιμία τοῖς ἀγαθοῖς ἐκνεμηθήσεται παρὰ Θεοῦ, ἀλλὰ καὶ μακρὰ καὶ διηνεκῶς, τοῖς ἀπεράντοις αἰῶσι συνεκτεινομένη τε καὶ οἱονεὶ συνεκτρέχουσα. Ἄμωμοι δὲ ἐκδικηθήσονται, καὶ σπέρμα ἀσε‐ | |
25 | βῶν ἐξολοθρευθήσεται. (A f. 200 b, B f. 130 b) Σκοπὸς τῷ Ψάλλοντι καὶ διὰ τῶν προκειμένων στίχων πληροφορεῖν, ὅτι πλεῖ‐ στα μὲν τῶν ἁγίων τὰ γέρα, κόλασις δὲ καὶ πᾶν ὁτιοῦν τῶν ὀλοθρεύειν εἰδότων τῆς τῶν φιλαμαρτη‐ | |
30 | μόνων καταρτηθήσεται κεφαλῆς. Ἐκδικηθήσονται μὲν γὰρ οἱ δίκαιοι, φησὶν, ὀλέθρῳ δὲ περιπεσοῦνται οἱ ἀσεβεῖς, καὶ ὁλόῤῥιζοι ἀπολοῦνται, ἐκδιωκόμενοι ἀπὸ βασιλείας εἰς γέενναν, ἀπὸ τῶν χωρίων τοῦ φωτὸς εἰς τὸ σκότος τὸ ἐξώτερον. Χρησίμως δὲ ὁ | |
35 | Ψαλμῳδὸς καὶ τὰς τῶν δικαίων ἀφηγεῖται τιμὰς, καὶ τὰς τῶν φιλαμαρτημόνων ποινὰς παραδείκνυσι· τῷ μὲν φόβῳ τοῦ κολάζεσθαι τοὺς πονηροὺς ἀφιστὰς τῶν ἐν χερσὶν ἐπιχειρημάτων, τῇ δὲ τῶν δώρων ἐπι‐ θυμίᾳ πρὸς ἀκμαιοτέραν ἔφεσιν τοῦ ἀγαθοῦ τοὺς εὖ | |
40 | βιοῦν ᾑρημένους ἀνακομίζων ἀστείως. Τὸ δέ γε σπέρμα τῶν ἀσεβῶν, ὃ δὴ καὶ ἐξολοθρευθήσεσθαί φησιν, ἢ τὰ ἔργα αὐτῶν χρὴ νοεῖν· Ὃ γὰρ ἐὰν σπεί‐ ρει ἄνθρωπος, φησὶ, τοῦτο καὶ θερίσει· ἢ τοὺς ἐξ αὐτῶν ἐσομένους υἱοὺς, ἢ κατὰ σάρκα τυχὸν, ἢ καθ’ ἔτερον τρόπον, εἰ πατρῴζειν ἕλοιντο, καὶ προγονικῆς | |
45 | σκαιότητος γένοιντο μιμηταί. Ὅτι Κύριος ἀγαπᾷ κρίσιν. Κρίσιν ἀεί πως τὸ Γράμμα τὸ ἱερὸν τὴν Δικαιο‐ σύνην ὀνομάζει· κατά γε τὸ ἑτέρωθί που πρὸς Θεὸν ὑμνούμενον περὶ τοῦ τὰ δίκαια βραβεύοντος νόμου· | |
69.944(50) | «Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.» Κρίσιν γὰρ καὶ δικαιοσύνην ἐκ παραλλήλου τίθησι, | |
τὴν κρίσιν οὐδὲν ἕτερον οὖσαν ἀποφαίνων πλὴν ὅτι | 943 | |
69.945 | δικαιοσύνην. Τὴν κρίσιν οὖν, ἤτοι τὴν δικαιοσύνην ἀγαπᾷ ὁ Θεὸς, καὶ τοὺς ταύτης ἐργάτας ἀτελευτήτῳ χάριτι στεφανοῖ, καὶ οὐκ ἂν περιΐδοι ποτὲ τοὺς ὁσίους αὐτοῦ. | |
5 | Δίκαιοι δὲ κληρονομήσουσι γῆν. (A f. 201, B f. 131) Ἀλλ’ οὗτοι μὲν κακοὶ κακῶς ὀλοῦνται, δίκαιοι δὲ τὴν τῶν πρᾳέων κληρονομήσουσι γῆν, ἧς πολλάκις ἐμνήσθημεν, καὶ εἰς αἰῶνα ἐπ’ αὐτῆς κατασκηνώσουσιν· ἤγουν ἀσάλευτον παραλή‐ | |
10 | ψονται βασιλείαν, καὶ διηνεκῶς ἐντρυφήσουσι τοῖς ἄνωθεν ἀγαθοῖς οἱ διὰ τῆς ἀρετῆς δικαιωθέντες, καὶ τὰς ἐν οὐρανοῖς εἰληφότες κληρονομίας τὰς αἰωνίους καὶ ἀνωλέθρους. Ἡ γλῶσσα αὐτοῦ (δικαίου) λαλήσει κρίσιν. | |
15 | (B f. 131) Κρίσιν εἶναί φαμεν ἤτοι τὴν ἐφ’ ἑκάστῳ τῶν πραγμάτων ὀρθὴν καὶ ἀδιαβλήτως ἔχουσαν ὑφήγησιν, καὶ εὐθὺ τοῦ πρέποντος ἀποφέρουσαν τοὺς παιδευομένους, ἤγουν τὸν τοῦ Θεοῦ νόμον· κέκτηται γὰρ οὕτω πλεισταχοῦ. Γέγραπται γοῦν περί τε Θεοῦ | |
20 | καὶ τοῦ Ἰσραὴλ, ὅτι «Ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσιν.» Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ. (A f. 201 b, B f. 131 b) Οὐκ εἰς μακρὰν ἀποφαίνει | |
25 | τὴν ἐκ τοῦ πράγματος ὄνησιν, ἀλλ’ οἷον κατὰ πόδας δείκνυσι τὸν καρπὸν τοῦ λαλεῖν τὴν σοφίαν καὶ με‐ λέτην ποιεῖσθαι τὴν δικαιοσύνην. Τὸν γὰρ τοῦ Θεοῦ νόμον εἰσοικισάμενος, καὶ οἷον ἀπόθετον ἔχων εἰς νοῦν καὶ καρδίαν, τὸ μηδένα τρόπον ὑποσκελισθήσεσθαι | |
30 | κερδανεῖ, ἥξει δὲ μᾶλλον εὐθὺ παντὸς ἀγαθοῦ πρά‐ γματος· καὶ παραποδίζοντος οὐδὲν ἢ κατασείοντος, τὴν βασιλικὴν καὶ εὐθείαν διελάσει τρίβον. Ὃν γὰρ τρόπον αἱ νῆες ᾄττουσιν δὴ πάντως ὀρθῶς καὶ ἀδια‐ στρόφως εὖ μάλα πηδαλιουχούμεναι, καὶ μὴν καὶ | |
35 | ἵππος ὁ δρομικώτατος εὐτάκτῳ χρήσεται δρόμῳ, χαλινῷ πρὸς τοῦτο διοικούμενος, οὕτω καὶ ἡ τοῦ δικαίου ψυχὴ πηδαλίου δίκην τὸν θεῖον ἔχουσα νόμον, ὀρθὰς ποιεῖται τὰς τροχιὰς, καὶ τὰ ἐκ τῶν περιστά‐ σεων διαπερᾷ κύματα, καὶ τοῦ παρόντος βίου τὸν | |
40 | κλύδωνα διανήχεται· δέδοται γὰρ εἰς βοήθειαν [al. cod. ἐπικουρίαν] ὁ νόμος. Ταύτῃ τοι καὶ ὁ θεσπέσιος Δαβὶδ ψάλλει που πρὸς τὸν Θεὸν, καί φησιν· «Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, πάλαι ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.» Ἐπαινετὸς οὖν ὁ τοῖς ἱεροῖς | |
45 | λόγοις ἐφηδόμενος, καὶ τὸν τοῦ Θεοῦ νόμον εἰς νοῦν ἕχων ἀεὶ οἷά τι λύχνον ἐν νυκτὶ φαίνοντα. Τί δὲ τὸ ἐντεῦθεν ὄφελος; τὸ μὴ ὑποσκελίζεσθαι τὰ διαβή‐ ματα. Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτὸν, κ.τ.λ. | |
69.945(50) | (A f. 201 b, B f. 131 b) Ὅτι τοίνυν οἱ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων ἐπιμεληταὶ πικρὰν ἐν τῷδε τῷ βίῳ καὶ οὐκ ἀφθόνητον ἔχουσι τὴν ζωὴν, ἀλλὰ δυσάρεστον σφόδρα τοῖς οὐκ οὖσιν ἀγαθοῖς, διαδείκνυσιν εὖ μάλα, κατανοεῖν λέγων τὸν ἁμαρτω‐ | |
55 | λὸν αὐτοὺς, καὶ ζητεῖν τοῦ θανατῶσαι αὐτούς. Τίς | |
δ’ ἃν νοοῖτο πάλιν ὁ ἁμαρτωλός; ὁ δράκων ὁ ἀποστά‐ | 945 | |
69.948 | της, ὁ φαυλότητος ἁπάσης εὑρετὴς καὶ πατὴρ πρέ‐ ποι γὰρ ἂν αὐτῷ κυρίως ἡ τοιάδε κλῆσις. Οὗτος ἐπιτρίζει τοῖς ἁγίοις τοὺς ὀδόντας καὶ τῷ τῆς βασκα‐ νίας ἐπ’ αὐτοῖς καταφλέγεται πυρὶ, καὶ διακυκᾷ | |
5 | θανατῶσαι ζητῶν τοὺς εὐαρεστεῖν ἐθέλοντας τῷ Θεῷ. Ἐπιπηδᾷ δὲ ὡς ὄφις, τὸν τῆς ἁμαρτίας ἐκχέων ἰὸν, ἡδονὰς ἐνσπείρων αἰσχρὰς, καὶ κατερεθίζων ἀεὶ πρὸς ἐκτόπους ἐπιθυμίας, καὶ οἷον μέλιτι καταχρίων τοὺς τῆς φαυλότητος τρόπους, ἵνα παγιδεύῃ πολλούς. | |
10 | Ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, κ.τ.λ. (A f. 201 b, B f. 131 b) Ἀλλ’ ὁ Κύριος, φησὶν, οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς χεῖρας αὐτοῦ· παραδεί‐ ξας τὴν ἔφοδον, οὐκ ἐᾷ καταπίπτειν τῶν ἁγίων τὸν | |
15 | νοῦν, παραστήσας εὐθὺς τὸν ἐπίκουρον, τῆς ἐκείνου σκαιότητος τὴν ἔφοδον ἀφανίζοντα· Θεοῦ γὰρ προ‐ εστηκότος, τίς ὁ κακώσων ἐστί; Καὶ ψῆφος μέν τοι ὀρθὴ καὶ ἀδέκαστος ἐξενεχθήσεται πάντως παρὰ Θεοῦ, κατακρίνουσα μὲν τοὺς βεβήλους καὶ πονηροὺς, | |
20 | ἀπαλλάττουσα δὲ καὶ κινδύνου καὶ φόβου πάντας τοὺς ἀνακειμένους αὐτῷ, καὶ τὸν ἱερὸν αὐτοῦ νόμον εἰς νοῦν ἔχοντας καὶ καρδίαν, καὶ μελέτην ποιουμέ‐ νους τὴν δικαιοσύνην· ἐν γὰρ τῷ κρίνεσθαι, φησὶ, τὸν δίκαιον, οὐ μὴ καταδικάσηται αὐτόν. | |
25 | Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ. (A f. 202, B f. 131 b) Χρῆμα ἄριστον ἡ ὑπομονὴ, τίκτει γὰρ τὴν δοκιμὴν, ἡ δὲ δοκιμὴ τὴν ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνῃ. Ψάλλει γοῦν καί φησιν ὁ θε‐ | |
30 | σπέσιος Μελῳδός· «Ὑπομένων ὑπέμεινα τὸν Κύ‐ ριον, καὶ προσέσχε μοι.» Καὶ ἕτερος τῶν ἁγίων· «Ὑπομονῆς γὰρ, φησὶ, χρείαν ἔχετε, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν.» Εὑρήσομεν δὲ διὰ πάσης θεοπνεύστου Γραφῆς, ὡς | |
35 | παντὸς ἀγαθοῦ προμνήστριαν ᾀδομένην τὴν ὑπομο‐ νήν. Τὸ δὲ «Φύλασσε τὴν ὁδὸν Κυρίου,» εἴη ἂν, οἶμαί που, τὸ τοῖς θείοις πηδαλιουχεῖσθαι νόμοις πρὸς τὸ ἀμωμήτως ἔχον, καὶ εἰς ἐξαίρετόν τινα καὶ τεθαυ‐ μασμένην ζωὴν ἀναφέρεσθαι, προθυμίαις ἀσχέτοις | |
40 | εἰς τοῦτο διᾴττοντα. Εἴη δ’ ἂν τληπαθείας τῆς ἐπ’ ἀγαθοῖς καὶ ἱδρώτων ἁγιοπρεπῶν πέρας, τὸ ὑψοῦσθαι παρὰ Θεοῦ, ὥστε τῶν γηΐνων ὑψοῦ γενέσθαι περι‐ σπασμῶν. Γέγραπται γάρ· «Ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ, τῆς γῆς σφόδρα ἐπήρθησαν.» Ἐπιτείνων | |
45 | δὲ τὴν παράκλησιν ὁ Ψάλλων· Σὺ μὲν, φησὶν, ὑψω‐ θήσῃ, ὥστε κατακληρονομῆσαι τὴν ἄνω που ἱδρυμέ‐ νην καὶ ἐν ὕψει κειμένην γῆν τῶν πρᾳέων. Δῆλον γὰρ ὅτι οὐκ ἐπὶ τῷ τὴν ἐν ποσὶ κληρονομῆσαι γῆν ὑψοῦταί τις, ἀλλὰ τὴν οὕτως ὑψηλὴν οὖσαν, ὡς Θεοῦ | |
69.948(50) | δεῖσθαι τοῦ ἐπ’ αὐτὴν ἀναβιβάζοντος ὥστε αὐτὴν κληρονομῇ. Τούς γε μὴν παρανόμους τοὺς ἐπὶ σοὶ βρύχοντας τοὺς ὀδόντας, ἐκκοπτομένους θεάσῃ· ἐξο‐ λοθρευθήσονται γὰρ, καὶ τοῦτο αὐτὸς ὄψει. Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον | |
55 | ὡς τὰς κέδρους τοῦ Λιβάνου, κ.τ.λ. | |
(A f. 202, B f. 132, Κυρίλλου καὶ Βασιλείου) | 947 | |
69.949 | Θεασάμενος, φησὶν, ἄνδρας πονηροὺς εὐημεροῦντας, ἐνενόουν πῶς τούτου ἐπέτυχον. Εἶτα τοιαῦτα ἐννοῶν καὶ θαυμάζων ἐν ἐμαυτῷ, δεύτερον βουλόμενος αὐ‐ τοὺς θεωρῆσαι, ἐπῇρα τοὺς ὀφθαλμοὺς, οἱ δὲ ἦσαν | |
5 | οὐδαμοῦ. Εἶτα μνημεῖον αὐτῶν βουληθεὶς καταλαβεῖν, οὐδὲ τὸν τόπον ἐν ᾧ ἑστάναι ἐδόκουν εὑρεῖν δεδύνη‐ μαι. Ὁρᾷς πῶς τὰ τοῖς ἀσεβέσι συμβαίνοντα, μονον‐ ουχὶ καὶ ἐν ὄψει τῇ πάντων κεῖσθαί φησιν, ἀγνοεῖν δὲ αὐτὰ παντελῶς οὐδένα; Τὸ γὰρ ἴδιον, κοινὸν | |
10 | ὥσπερ ποιεῖται τοῖς ἄλλοις· οὐ γάρ που μόνος αὐτὸς τεθεᾶσθαί φησιν, ἀλλὰ τὸ πᾶσιν εἰς θέαν ἐκκείμενον κατασημαίνει ἐνταῦθα τὸ εἶδον. Τεθέαμαι οὖν, φησὶ, τὸν ἀσεβῆ τοῖς τῶν κέδρων ἀναστήμασι φιλονεικοῦντα συμμετεωρίζεσθαι, καὶ ἐν ἴσῳ τοῖς ἄγαν εὐμηκεστά‐ | |
15 | τοις τῶν φυτῶν ὑψούμενον, ἐξ ὑπεροψίας δηλονότι καὶ διακένου φυσήματος καὶ δοξαρίων κοσμικῶν καὶ τῆς ἑτέρας ἐξιτηλίας. [Ἀλλ’ οὗτος διὰ βραχέως] καιροῦ γέγονεν ἐκ μέσου, καὶ εἰς τοῦτο κατεβιβάσθη ταλαιπωρίας, ὡς μὴ εὑρίσκεσθαι τὸν τόπον αὐτοῦ· | |
20 | διὰ δὲ τοῦ τόπου, τὴν μνήμην ἐδήλωσεν. Φύλασσε ἀκακίαν, καὶ ἴδε εὐθύτητα, ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. (A f. 202 b. B f. 132 b) Καὶ ἡ τιμωρία, φησὶ, τῶν ἀσεβῶν, καὶ τὸ ἐγκατάλειμμα ἤτοι ἡ κληρονομία τῶν | |
25 | ἀγαθῶν, παρασκευαζέτω σε ἐπιτηδεύειν ἁπλότητα· ἀκακίαν γὰρ ἐνταῦθα τὴν ἁπλότητα νοητέον, καθ’ ἣν ἄδολόν τε καὶ ἀκραιφνῆ καὶ ὑποκρίσεως δίχα καὶ οἶον διπλόης ἀπηλλαγμένην ζῶμεν ζωήν· ὁποῖός τις ἦν ὁ θεσπέσιος Ναθαναὴλ, περὶ οὗ φησιν ὁ Χριστός· | |
30 | «Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν.» Ἔφη δέ που καὶ τὸ Γράμμα τὸ ἱερὸν, ὅτι Καὶ ἦν Ἰακὼβ ἀνὴρ ἄπλαστος, οἰκῶν οἰκίαν. Οὐκοῦν τὸ μὲν ἁπλοῦν ἐν τρόποις καὶ ἀκακόηθες, τοῦτο εἶναί φαμεν τὴν ἀκακίαν. Εὐθύτητα δὲ οὐκ ἄλλο τι νοήσομεν, ἢ | |
35 | τὸ ἐν γνώσει τῶν θείων δογμάτων οἷον εὐθυτενὲς καὶ ἀδιάστροφον, ὀρθοτομεῖσθαι γὰρ χρὴ τῆς ἀληθείας τὸν λόγον, ἢ τὸ ἐν ἀρετῇ τῇ πρακτικῇ κατ’ οὐδένα τρόπον διεστραμμένον. Εἴρηται γάρ που περὶ τῶν ἁμαρτωλῶν, Ὧν αἱ τρίβοι σκολιαὶ, καὶ καμπύλαι αἱ | |
40 | τροχιαὶ αὐτῶν. Φύλασσε δὴ οὖν, φησὶ, τὴν ἀκακίαν καὶ τὴν εὐθύτητα· καὶ τί τὸ ἐντεῦθεν; ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. Ἐπειδὴ γὰρ ὁλόῤ‐ ῥιζον ἐκ γῆς ὄλλυσθαι τὸν ἀσεβῆ φησιν, ὡς μηδὲ εὑρίσκεσθαι τὸν τόπον αὐτοῦ, τετήρηκε τοῖς φιλοθέειν | |
45 | ᾑρημένοις καὶ φυλάττουσι τὴν ἀκακίαν τὸ κατά‐ λειμμα. Τὸν δὲ τοιοῦτον, εἰρηνικὸν ὀνομάζει· εἰρη‐ νεύει γὰρ καὶ πρὸς Θεὸν καὶ πρὸς ἀνθρώπους ἁγίους ὁ εὐθής τε καὶ ἄκακος. Οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται ἐπὶ τὸ αὐτό. | |
69.949(50) | (A f. 203, B f. 133) Ἐξολοθρευθήσονται δὲ, φη‐ σὶν, οἱ παράνομοι· καὶ τοῦτο, οἶμαι, ἔστι, τὸ μὴ εὑρίσκεσθαι τὸν τόπον αὐτῶν. Τὸ δὲ ἐπὶ τὸ αὐτὸ, ἀντὶ τοῦ εὐθὺς [al. cod. εὐθὺ] καὶ παραχρῆμα· ὡς δοκεῖν ἕνα καὶ τὸν αὐτὸν εἶναι καιρὸν, καὶ τῆς ὑψώ‐ | |
55 | σεως αὐτῶν, καὶ τοῦ καταβιβασθῆναι πρὸς ὄλεθρον· | 949 |
69.952 | οὐ γάρ τοι μακρὸς μεταξὺ διϊππεύσει χρόνος, ἔσται δὲ μᾶλλον ἀκαριαῖος καὶ βραχύς. Ἅμα γὰρ ὑψώθη, καὶ πέπτωκεν· ὤφθη, καὶ συνεστάλη· ἤνθη, καὶ μεμάρανται. Καὶ τοῦτό ἐστι τὸ, ἐπὶ τὸ αὐτό. | |
5 | Σωτηρία δὲ τῶν δικαίων παρὰ Κυρίου. (B f. 133) Ἐκρύεται μὲν τοὺς ἀνακειμένους αὐτῷ Θεὸς, καὶ τῆς τῶν φαύλων σκαιότητος ἄπρακτον ἀποφαίνει τὸ βέλος. Οὐ γὰρ ἀφίησιν πλήττεσθαι τοὺς ἁγίους, ἀλλ’ ἔξω σκοποῦ πέμπουσιν οἱ κατ’ αὐτῶν· | |
10 | καὶ πᾶν αὐτῶν ἐπιχείρημα στρέφεται κατὰ τῆς αὐτῶν κεφαλῆς. | |
12t | ΨΑΛΜΟΣ ΛΖʹ. | |
13 | Ψαλμὸς τῷ Δαβὶδ εἰς ἀνάμνησιν περὶ τοῦ Σαββάτου. | |
15 | (A f. 203 b, B f. 133 b) Ἀνατίθεται μὲν καὶ ὁ ἐν χερσὶ ψαλμὸς ὥσπερ τῷ προσώπῳ τοῦ θε‐ σπεσίου Δαβὶδ ἀλύοντος καὶ τεταραγμένου διὰ τὸ πλημμελείαις περιπεσεῖν, καὶ ἰδεῖν μὲν οὐχ ὁσίοις ὄμμασι τὴν Οὐρίου γαμετὴν, ἐπιβουλεῦσαι δὲ αὐτῷ | |
20 | καὶ θανάτου ψῆφον ἀδίκως ἐπενεγκεῖν· εἶτα ταύτης ἕνεκα τῆς αἰτίας παρὰ Θεοῦ παιδεύεσθαι, φροντίσι καὶ λύπαις κατατήκοντος αὐτοῦ τὴν καρδίαν, καὶ τοῖς ἐντεῦθεν πόνοις αὐτὴν διασμήχοντος. Γέγρα‐ πται γὰρ ὅτι Ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν | |
25 | καὶ τῶν θυγατέρων Σιὼν ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως. Καὶ πάλιν· «Ὃν ἀγαπᾷ Κύ‐ ριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέ‐ χεται.» Διόλωλε τοίνυν τῷ Δαβὶδ ὁ υἱὸς Ἀμνών· ὁ Ἀβεσσαλὼμ ἐπανέστη, οὐ τῆς βασιλείας μόνον, ἀλλὰ | |
30 | καὶ αὐτοῦ τοῦ ζῇν ἐξελάσαι κρίνων τὸν γεγεννηκότα. Τούτων δὴ εἰς αἴσθησιν ἐλθὼν, καὶ τοῖς τοῦ συνειδό‐ τος ἐλέγχοις καταπαιόμενος, ἐννενοηκὼς δὲ καὶ τὴν παναλκῆ τοῦ Θεοῦ χεῖρα μαχομένην αὐτῷ, προσ‐ άγει τὴν ἱκετηρίαν, ὁμολογεῖ τὸ πλημμέλημα. καὶ | |
35 | ὡς ἰατρῷ πνευμάτων τὸ τραῦμα γυμνοῖ, καὶ θερα‐ πείας τυχεῖν ἀξιοῖ. Καί γε ᾄδει τὸν ψαλμὸν ἀνα‐ μιμνήσκων ἑαυτὸν τῆς συνεχούσης ταλαιπωρίας ἧς ὑπέμεινε διὰ τὴν ἁμαρτίαν, καὶ ἀξιοῖ δι’ ἑαυτοῦ τὸν Θεὸν, σαββατισμὸν αὐτῷ δοῦναι ἤτοι ἀνάπαυσιν τῶν | |
40 | συμφορῶν· ἢ τάχα ἐπειδὴ τὸ Σάββατον ἐν διπλῷ τὰ τῆς θυσίας προσκομίζεσθαι δεῖν ὁ νόμος διεκε‐ λεύετο, ἀνεφέρετο δὲ πᾶσα θυσία παρὰ τῶν υἱῶν Ἰσραὴλ εἰς ἀνάμνησιν, τουτέστιν ἵνα ἐν μνήμῃ γέ‐ νοιτο τῇ παρὰ Θεῷ πᾶς ὁ προσάγων αὐτὴν, διὰ τοῦτο | |
45 | πνευματικὸς ὢν Δαβὶδ, καὶ προεγνωκὼς ὅτι κατὰ καιροὺς ἡ σκιὰ παυθήσεται, εἰσκεκριμένης τῆς ἀληθοῦς λατρείας τῆς διὰ τοῦ Χριστοῦ, ἀντὶ τῆς κατὰ τὸν νόμον ἐν τοῖς Σάββασι διατεταγμένης θυσίας, ποιεῖται τὴν ἐξομολόγησιν. (A f. 204, B f. 133 b) Ἁρμόσει δὲ ἡ ᾠδὴ καὶ ἡμῖν αὐτοῖς, ἤγουν ἀνθρώπῳ παντὶ πληττομένῳ μὲν ὑπὸ | |
69.952(50) | τοῦ συνειδότος ἐφ’ οἷς ἂν εἰδείη πεπαρῳνηκὼς εἰς τὸν τοῦ Θεοῦ νόμον, πολλὰ γὰρ πταίομεν ἅπαντες, αἰτοῦντι δὲ παρ’ αὐτοῦ τὸν ἔλεον, καὶ τὸ ἐκ μετα‐ νοίας δάκρυον τῶν ὀμμάτων ἐκθλίβοντι. Εἰ γὰρ μὴ | |
οὕτως ἔχει, πῶς εἰς δεῦρο καὶ πρὸς ἡμῶν ὁ ψαλμὸς | 951 | |
69.953 | ἀναφέρεται; Τί γὰρ πρὸς ἡμᾶς ἑτέρου τυχὸν ἐξ‐ ομολόγησις, εἴπερ ἐκείνῳ μόνῳ, καὶ οὐδενὶ τῶν ἑτέ‐ ρων, ἥρμοσε; Πρόκειται δὴ οὖν τοῖς ἐφ’ ἁμαρτίαις ταῖς ἑαυτῶν δακρυῤῥοεῖν ᾑρημένοις, τὸ προσάγειν | |
5 | Θεῷ τὸν προκείμενον ψαλμὸν ἤτοι τὴν ἐξομολόγησιν ὡς θυσίαν τὴν ἐν Σαββάτῳ, ἥτις ἦν ἐν διπλῷ, καὶ εἰς ἀνάμνησιν ἄγουσα τὴν παρὰ Θεῷ τοὺς προσάγον‐ τας. Τὰ μέν τοι τοῦ ἕκτου ψαλμοῦ ῥήματα, συγ‐ γενῆ τυγχάνει τοῖς ἐν τῷ προκειμένῳ φερομένοις. | |
10 | Ἀλλ’ ἐν τῷ ἕκτῳ ἡ προγραφὴ εἶχεν, «εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης·» ἐν δὲ τῷ παρόντι, τούτων μὲν οὐδὲν, μόνον δὲ «Ψαλμὸς τῷ Δα‐ βὶδ εἰς ἀνάμνησιν» ἐπιγέγραπται. Καὶ ἔοικεν ἡ προσθήκη ἀναπέμπειν ἡμᾶς εἰς ἀνάμνησιν | |
15 | τῆς ἐν τῷ ἕκτῳ προγραφῆς· ὥστε εἶναι καὶ τὰ παρόντα, εἰς τέλος καὶ ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης. Δοκεῖ δέ μοι ὁ Δαβὶδ, διαφόρως ἐν πολλοῖς περὶ τοῦ πραχθέντος αὐτῷ πλημμελήματος ἐξομο‐ λογησάμενος, ἰδίως τὸν παρόντα ψαλμὸν ἀφορίσαι | |
20 | εἰς ἀνάμνησιν ὡς ἀεὶ φέρειν αὐτὸν ἀνὰ στόμα· κε‐ χρῆσθαι δὲ αὐτῷ ἀντ’ ἐπῳδῆς ἐπὶ θεραπείᾳ τῆς ἑαυ‐ τοῦ ψυχῆς. Ἱκετηρίαν γοῦν ἀναφέρει τῷ Θεῷ, δι’ ἧς ἀποστρέφει μὲν τὴν ὀργὴν τὴν πᾶσιν ἁμαρτάνου‐ σιν ἐπηρτημένην, ἱλάσκεται δὲ τὸν ἀγαθὸν Κύριον | |
25 | ταῖς μεθ’ ὑπερβαλλούσης ἐξομολογήσεως φωναῖς. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. (A f. 204 b, B f. 133 b) Ὡς εἰ καὶ ἰατρῷ τις τὰ διὰ καυτῆρος καὶ σιδήρου καὶ πικρῶν ἀντιδότων | |
30 | προσφέροντι βοηθήματα ἐπὶ θεραπείᾳ πάθους ὑπο‐ κειμένου, λέγει· μὴ διὰ πυρός με θεραπεύσῃς, μὴ διὰ καυτῆρος καὶ τομῶν, διὰ δὲ ἠπίων καὶ πρᾳοτέ‐ ρων φαρμάκων. Ὁ γὰρ τοιοῦτος, οὐ τὴν θεραπείαν ἀρνεῖται, ἀλλὰ τὸ ἐπίπονον τῶν βοηθημάτων. Ὥστε | |
35 | ἀγάσαιτο ἂν, οἶμαι, τὶς καὶ σφόδρα εἰκότως τῆς τῶν ἁγίων ψυχῆς τὸ ἐπιεικές. Ἐν γάρ τοι τοῖς ὀλισθή‐ μασιν, ἅπερ ἂν αὐτοῖς συμβαίνει παθεῖν, ἅτε δὴ καὶ τῆς ἀνθρωπίνης ἀσθενείας οὐκ εἰς ἅπαν ἀπηλλαγ‐ μένοις, οὔτε δυσφοροῦντας ἄγαν κατίδοι τις ἂν | |
40 | αὐτοὺς, οὔτε μὴν ὁλοτρόπως κατενηνεγμένους εἰς ἀδικίαν, ἀλλ’ οὐδὲ τὸ παιδεύεσθαι παρὰ Θεοῦ φεύ‐ γοντάς τε καὶ ἀποσειομένους, αἰτοῦντας δὲ μᾶλλον τὸ μὴ ἐν ὀργῇ τοῦτο παθεῖν, μήτε μὲν ἐλέγχεσθαι πικρῶς· τοῦτο γάρ ἐστι τὸ κολάζεσθαι. Ἅπασι μὲν | |
45 | γὰρ ἀνθρώποις καὶ ἀβουλήτως ἔσθ’ ὅτε συμβαίνει τοῦ τοῖς θείοις προσκρούειν νόμοις· ἀλλ’ ἔτι ἀνορθοῖ τὸ συμβὰν ὁ τῶν πνευμάτων ἰατρὸς συμμέτροις ἔσθ’ ὅτε κινήσεσιν. Γράφει γάρ που ὁ Σολομῶν· «Παίδευε υἱόν σου, οὕτω γὰρ ἔσται εὔελπις· σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ, καὶ οὐ μὴ ἀποθάνῃ, τὴν δὲ ψυ‐ | |
69.953(50) | χὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ.» Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστή‐ ριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. (A f. 205 b, B f. 134 b) Ἐμπεπῆχθαι δὲ οὖν φησιν αὐτῷ τὰ βέλη τοῦ Θεοῦ, καὶ τὴν χεῖρα ἐπεστη‐ | |
55 | ρίχθαι αὐτῷ δηλονότι τὴν νύττουσαν, καὶ τοῦτο ἐν‐ | |
δελεχῶς καὶ ἀδιαστάτως· ἄλλο γὰρ ἐπ’ ἄλλῳ συμ‐ | 953 | |
69.956 | βαίνει πολλάκις τῶν καταλυπεῖν εἰωθότων τοῖς παι‐ δευομένοις παρὰ Θεοῦ ἢ τοῖς πειραζομένοις· καθ’ ἃ καὶ τῷ Ἰὼβ συμβέβηκεν, ἄλλα γὰρ ἐπ’ ἄλλοις συ‐ χνῶς ἀπηγγέλλετο, εἰ καὶ ἀκλόνητος ἦν. Εἰ δὲ δή τις | |
5 | ἕλοιτο νοεῖν τὸ Ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου τὴν παιδευτικὴν, ἀντὶ τοῦ Βεβάρημαι σφόδρα καὶ δυσαχθεστάτην ἥγημαι τὴν πληγὴν, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. Ὁ γὰρ ἐπιστηρίζων τὴν ἑαυτοῦ χεῖρά τινι, δυσδιακόμιστον ἄχθος ἐπιτίθησιν αὐτῷ. | |
10 | Μὴ οὖν τῷ θυμῷ σου, φησὶ, μηδὲ τῇ ὀργῇ σου παι‐ δεύσῃς με. Διὰ τί; «Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι·» παραλαβόντα γὰρ τὸν θυμὸν καὶ τὴν ὀργὴν τὰ παρὰ σοῦ καθικνούμενα βέλη, ἤγουν αἱ τιμωρη‐ τικαὶ δυνάμεις, ἱκανῶς με τιμωρεῖται· διὸ ἱκετεύω | |
15 | μὴ ὀργῆς ἑτέρας πειραθῶ. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσ‐ ώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου. (A f. 206) Ἁπλούστερον δὲ ἐπιτείνει τὴν ἐξήγη‐ | |
20 | σιν τῆς ἐπενεχθείσης αὐτῷ πληγῆς ἀπὸ τῶν θείων βελῶν, καὶ τοῦ ἐπεστηρίχθαι αὐτῷ τὴν χεῖρα· καί φησιν ὅτι οὐδεὶς ἂν ἐπινοηθείη τρόπος ἰάσεως παντε‐ λῶς ἀρκέσαι δυνάμενος τῇ κακώσει τῆς σαρκὸς, ἤγουν τῇ κοπώσει τῶν μονονουχὶ καὶ ἐξαρμοσθέντων | |
25 | ὀστῶν. Τὸ γὰρ μὴ ἔχειν αὐτὰ πρὸς ἄλληλα τὴν εἰ‐ ρήνην, δηλοῖ τὸ ἐξηρμόσθαι καὶ οἷον ἀποφοιτᾷν τῆς κατὰ φύσιν ἁρμονίας αὐτά. Ἐν δέ γε ταῖς σφοδρο‐ τέραις τῶν κακώσεων κατειθίσμεθά πως καὶ τοῦτο λέγειν, ὅτι Ἐξηρμόσθη τὰ ὀστᾶ μου. Οὐκοῦν ἐγγὺς | |
30 | ἀνιάτων αὐτῷ φησι γενέσθαι τὸ ἀῤῥώστημα τῆς σαρ‐ κὸς, ἢ φροντίσιν ἐκτρυχωμένης καὶ πικραῖς μερί‐ μναις ἐκτηκομένης, ἢ καὶ καθ’ ἕτερον τρόπον μαραι‐ νομένης διά τε νηστείας καὶ μακρῶν ἀσιτιῶν καὶ ἀϋπνίας. Ἄτοπον δὲ οὐδὲν ὀστᾶ τοὺς οἰκείους ἀπο‐ | |
35 | καλεῖν. Εἰ γάρ ἐσμεν ἀλλήλων μέλη, καὶ ὡς ἓν οἱ πάντες κατελογίσθημεν σῶμα, τί τὸ ἀπεῖργον ὀστᾶ τοὺς κατὰ μέρος καὶ χρειωδεστάτους μάλιστα λέ‐ γειν; ὥστε δυσφοροτέρας εἶναι τοῦ παρ’ ἐχθρῶν πολέμου, τὰς τῶν οἰκείων ἐπαναστάσεις, οὓς καὶ | |
40 | ὀστᾶ φαμεν ὠνομάσθαι τροπικῶς. Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου. (A f. 206 b, B f. 135) Διδάσκει δὲ ἡμᾶς ὁ λόγος μὴ κρύπτειν τὰ ἑαυτῶν κακὰ, μήδε ὥσπερ τινὰ με‐ | |
45 | λανίαν καὶ σῆψιν κατὰ βάθους τῆς ψυχῆς συνέχειν τὰ ἁμαρτήματα, τὴν συνείδησιν καυτηριαζομένους. Ὥσπερ γὰρ ἐπὶ τῶν πυρεττόντων, εἴσω μὲν κατὰ βάθους χωρῶν ὁ πυρετὸς, μείζονα τὴν νόσον ἐργά‐ ζεται, προκόψας δὲ εἰς τὸ ἐμφανὲς, ἐλπίδα παρακμῆς | |
69.956(50) | ὑποφαίνει, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς ἂν γένοιτο. Καὶ τοῦτο εἶναί φημι τὸ ὑπὸ τοῦ Σοφοῦ εἰρημένον· «Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ’ ἁμαρτίαις σου,» καὶ «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.» Καὶ γάρ ἐστιν τῶν ἀτοπωτάτων τοὺς μὲν τῶν ἰατρῶν | |
55 | ὀφθαλμοὺς μὴ αἰσχύνεσθαι, γυμνοῦν δὲ αὐτοῖς καὶ | |
τὰ κεκρυμμένα τῶν παθῶν ὑπέρ γε τοῦ ἀλγῆσαι | 955 | |
69.957 | μειζόνως, ἀλλ’ ἐκκοπήν τινα σχεῖν τὴν εἰς τὸ πρόσω πάροδον τῶν παθῶν, μὴ ἀνέχεσθαι δὲ τῷ τῶν πνευ‐ μάτων ἰατρῷ τὰ ἐν ψυχαῖς γεγονότα δεικνύναι πάθη, καί τοι πάντα εἰδότι, κἂν μή τις ἕλοιτο τοῦτο δρᾷν. | |
5 | Ὑπερῆρθαι τοίνυν φησὶ τῆς ἑαυτοῦ κεφαλῆς τὰς ἁμαρτίας· τοῦ ὑπερῆρθαι σημαίνοντος τὸ οἷον φορ‐ τίου δίκην ἐπενηνέχθαι δυσαχθεστάτου. Τουτὶ γὰρ ἡμῖν καὶ ὁ γείτων εὐθὺς διερμηνεύει στίχος, βεβα‐ ρύνθαι λέγων αὐτὰς ὡς φορτίον βαρύ· δυσδιακόμι‐ | |
10 | στον γὰρ φορτίον νοῦ καὶ φρενὸς, ἔλεγχος ὁ ἐφ’ ἁμαρτίαις. Πλὴν ἀπαλλάττει τοῦ κακοῦ τοὺς ἠῤῥω‐ στηκότας ὁ Κύριος, λέγων· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Καὶ ἄλλο δέ τι διδάσκει περὶ ἑαυτὸν γεγονὸς | |
15 | ὁ Δαβὶδ λέγων· «Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ.» Ἐβάρει γὰρ αὐτοῦ τὴν συνείδησιν τὰ τετολμημένα αὐτῷ, ὡς μὴ δύνασθαι βαστάζειν αὐτὰ, δι’ εὐγένειαν καὶ εὐγνωμοσύνην ψυχῆς. Ὁ μὲν γὰρ ἀτεράμων καὶ ἀπόσκληρος, κατὰ τὴν σκληρότητα | |
20 | ἑαυτοῦ θησαυρίζει ἑαυτῷ ὀργὴν, αὔξων τὰ ἑαυτοῦ κακά· «Ὅταν γὰρ ἔλθῃ ἁμαρτωλὸς εἰς βάθη κακῶν, καταφρονεῖ·» ὁ δὲ εὐγνώμων, εἰ καὶ ἅπαξ ποτὲ ὀλισθήσειε κατά τινα τοῦ διαβόλου συναρπαγὴν, δεινῶς βαρεῖται τὴν συνείδησιν, ὡς μὴ δύνασθαι | |
25 | σιγᾷν, μηδὲ κρύπτειν τὸ ἑαυτοῦ κακόν. «Ἐκ περισ‐ σεύματος γοῦν τῆς καρδίας τὸ στόμα λαλεῖ.» Ὅθεν μὴ φέρων σιωπᾷν, ἐξέφῃνε τὰ συνέχοντα αὐτὸν, λέγων· «Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμὲ,» δηλονότι αἱ ἀνομίαι μου. Οὐκ ἔστι δὲ τοῦτο εἰπεῖν | |
30 | τοὺς μὴ τῶν ἰδίων ἁμαρτημάτων αἰσθανομένους. Τινὲς γοῦν καὶ ἥδονται καὶ ἐγκαυχῶνται τοῖς αὐτῶν πλημμελήμασιν, ὡς ἡδέως ταῦτα βαστάζοντες. Κε‐ φαλὴν δὲ λέγει τὸ ἡγεμονικόν. Φύσει δὲ τῆς κακίας κατωφεροῦς οὔσης καὶ βαρυτάτης ὡς ταλάντῳ μο‐ λίβδου παραβάλλεσθαι, μόνος ὁ μετανοῶν τοῦ βάρους αὐτῆς αἰσθάνεται. | |
35 | Προσώζεσαν καὶ ἐσάπησαν οἱ μόλωπές μου. (A f. 207 b, B f. 135) Πληγῶν δὲ καὶ τραυμάτων λείψανα φαίη τις ἂν εἶναι τοὺς ἐναπομένοντας τῇ σαρκὶ μώλωπας, εἰ συμβαίη πλήττεσθαι παρ’ ὁτουοῦν. Πλὴν εἰ μὴ καὶ οὗτοι θεραπεύοιντο, καταλγύνουσιν | |
40 | οὐ μικρῶς· ἀνευρύνονται δὲ καὶ εἰς ἑλκώσεις ἔσθ’ ὅτε, καὶ παλινδρομοῦσιν εἰς τὸ ἐν ἀρχαῖς. Τοιοῦτον καὶ ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ὁρᾶται συμβαῖνον· πλήττει μὲν γὰρ ἡ ἁμαρτία, καὶ τραύματος δίκην αὐτοῖς ἐμφύεται τὸ κακὸν, εἰ διεξάγοιτό πως εἰς πέ‐ | |
45 | ρας. Ἀλλ’ εἰ καὶ παύσαιτό πως ἐνεργῶν τις τὸ πλημμέλημα, ἤγουν τῆς ἐκτόπου καὶ βδελυρᾶς ἡδονῆς τὴν ἀπόλαυσιν, ἕως ἐστὶν ἐν αὐτῷ τῆς ἐπιθυ‐ μίας ἡ δύναμις κρατυνομένη τε καὶ ἰσχύουσα, εἰ καὶ ἀνακόπτοιτό πως τοῖς εἰς τὸ ἄμεινον ἐπιλογισ‐ | |
69.957(50) | μοῖς, τοὺς τῶν τραυμάτων μώλωπας ἔχει· εἰ δὲ δὴ συμβαίνοι καὶ ἐγχρονίζειν αὐτοὺς, μεταφοιτήσειεν ἂν ἴσως, ὡς ἔφην, καὶ εἰς ἑλκώσεις ἔσθ’ ὅτε, τῆς εἰς τὸ φαῦλον ἡδονῆς διεξαγομένης εἰς πέρας. Οἱ μὲν οὖν τοῖς ἁμαρτήμασιν ἐπιμένοντες, χαίροντες ἐπ’ | |
55 | αὐτοῖς καὶ ἐνηδόμενοι, χοίροις ἐοίκασιν ἐγκυλιομέ‐ | 957 |
69.960 | νοις βορβόρῳ· ὁ δ’ εἰς ἄπαξ ὀλισθήσας, ἔπειτα ἀνα‐ λαβὼν ἑαυτὸν, καὶ τὴν χοιρώδη ζωὴν καὶ, ἴν’ οὕτως ὀνομάσω, αἴσθησιν ἀποθέμενος, ἀναλαβὼν δὲ θείαν αἴσθησιν ὡς αἰσθάνεσθαι τῆς δυσωδίας τῶν ἰδίων | |
5 | ἁμαρτημάτων, τὴν μιαρὰν ἐκείνην πρᾶξιν ὡς δυσώδη καὶ ἀκάθαρτον βδελύσσεται. Τοιοῦτόν τι πεπονθὼς ὁ Δαβὶδ ὑπὸ συναισθήσεως ὑγιοῦς, ὁμολογεῖ λέγων· Ὅσα πεποίηκα δι’ ἀφροσύνην, ταῦτά μοι ἐσάπη μὴ ἀνακαινιζόμενα παρ’ ἐμοῦ καὶ πάντα μοι ἥξει με‐ | |
10 | τανοοῦντι. Ἐπεὶ τοίνυν ὑπερήρθησαν αἱ ἀνομίαι μου πληθυνθεῖσαι, καὶ τῆς κεφαλῆς ἀνώτεραι γενόμεναι, ἐβαρύνθησαν ἐπ’ ἐμὲ, καὶ προσώζεσαν καὶ ἐσάπησαν, τούτου χάριν ἰατρεύων ἐμαυτόν. Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἔως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. | |
15 | (A f. 208, B f. 135) Ἐνταῦθα σαφῶς ἀπαριθμεῖται τὰ ὡς ἀπό γε τοῦ συνειδότος ἀνθρώπῳ παντὶ συμβαί‐ νοντα, ὅταν ἔχῃ πολὺ τὸ κατηφὲς ἐφ’ ἁμαρτίαις δὲ δηλονότι καὶ πράξεσιν οὐκ ὀρθαῖς. Ἐπιπίπτει γὰρ καρδίαις φορτίου δίκην, καὶ ἀνανεύειν οὐκ ἐᾷ, ἀλλὰ | |
20 | τὴν ἐσχάτην αὐτὰς ὑπομένειν παρασκευάζει ταλαι‐ πωρίαν, ὥστε καὶ κατάγχεσθαι [al. cod. κατεάγνυ‐ σθαι] δοκεῖν καὶ συγκαλύπτεσθαι, καὶ σκυθρωπάζειν ἀεὶ, καὶ οὐχ ἑκούσας καταβιάζεται· καὶ τοῦτο μέ‐ χρι παντὸς, τουτέστιν εἰς ἔσχατον τοῦ πάθους, ἄχρις | |
25 | ἂν ἐλεήσῃ Θεὸς καὶ ἀπαλλάξῃ τοῦ κακοῦ, κατανεύ‐ σας τὴν ἀμνηστίαν, καὶ διανευρώσας τὸν νοῦν εἰς τὸ ἀνακύψαι λοιπὸν, καὶ ἀποσείσασθαι μὲν τὸ κατηφὲς, ἀναθαρσῆσαι δὲ εἰς τὸ δύνασθαι κρατεῖν καὶ ἀντιφέ‐ ρεσθαι γεννικῶς ταῖς τῆς ἁμαρτίας ἐφόδοις· ὑφ’ ἧς | |
30 | καὶ ἠνάγκασται ταλαιπωρῆσαί τε καὶ κατακαμφθῆ‐ ναι, καὶ κατὰ πᾶσαν ἡμέραν σκυθρωπάζων πορεύε‐ σθαι. Καρδίας γὰρ, φησὶν, εὐφραινομένης θάλλει πρόσωπον, ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει. Εὐ‐ φραίνει δὲ πάντως ἐφ’ ἅπασι τοῖς ἀρίστοις τὸ συν‐ | |
35 | ειδὸς, μαρτυροῦν αὐτοῖς ἀστειότητα βίου λαμπρὰν καὶ εἰλικρινῆ καὶ ἀξιεπαινετάτην ζωήν· καταλγύνει δὲ οὐ μικρῶς καὶ σκυθρωπὸν αὐτοῖς ἀποφαίνει τὸ πρόσωπον, ὅταν ἐπὶ πταίσμασι κατηγορῇ καὶ πικροῖς ἐλέγχοις κατατιτρώσκῃ τὸν νοῦν. Ὅτι αἱ ψύαι [marg. ψῶαι, et ψόαι] μου ἐπλή‐ σθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν | |
40 | τῇ σαρκί μου. (A f. 208 b, B f. 135 b) Ἑτέραν τινὰ πρὸς τούτοις ἀθλιότητα δηλοῖ πλημμελοῦσι συμβαίνουσαν. Ἡ γὰρ ψυχή μου, φησὶν, ἐπλήσθη ἐμπαιγμῶν. Ἐμπαιγ‐ μὸν δέ φησιν ἡ θεόπνευστος Γραφὴ τὴν παρά τινων | |
45 | χλευασίαν, ἤτοι τὸν γέλωτα τὸν παρ’ ἐχθρῶν. Εἰσὶ γὰρ, εἰσί τινες τῶν ἐν ἡμῖν σκαιοί τε καὶ φιλοσκώμ‐ μονες, φιλεγκλήμονές τε καὶ δεινοί· καὶ τῶν μὲν ἰδίων πλημμελημάτων οὐδ’ ὅσον εἰπεῖν τίθενταί τινα λόγον, ἐπιτωθάζουσι δὲ τοῖς ἄλλοις, εἰ δήπου συμ‐ | |
69.960(50) | βαίνοι παρολισθεῖν καὶ ὑπενεχθῆναι. Διὰ τοῦτο ταῖς τῶν ἀθυροστομεῖν εἰωθότων συκοφαντίαις ἤγουν λοιδορίαις τῶν τοιούτων ἐμπαιγμῶν ἐμπεπλῆσθαί φησιν τὴν ἑαυτοῦ ψυχὴν, κατηγορούντων πάντως που τῶν ὠνομασμένων. Καὶ τοῦτο, φησὶν, οὐκ οὔσης ἰάσεως ἐν τῇ ἐμῇ σαρκὶ, τουτέστιν ἀγρίως οὕτω δε‐ | |
55 | δαμασμένης ὑπό γε τῶν τῆς ἀσκήσεως πόνων, ὡς πέρα γενέσθαι λαβεῖν τὴν ἴασιν. | 959 |
69.961 | Ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. (A f. 208 b) Κακοῦσθαί φησιν ὠρύεσθαί τε ἀπὸ στεναγμοῦ τῆς ἑαυτοῦ καρδίας. Μαστίζον γὰρ τὸ συνειδὸς τὴν καρδίαν στεναγμοὺς ἀφιέναι ποιεῖ. Ὁ | |
5 | γὰρ ἁλοὺς ὅλως ἐπὶ πταίσματι, καὶ ὑπὸ τοῦ συνει‐ δότος κατηγορούμενος, συνεὶς δὲ ὅτι προσκέκρουκε τῷ Θεῷ, οὐ ῥᾳθυμεῖν ὀφείλει, λύπῃ δὲ μᾶλλον μονον‐ ουχὶ καταμεθύουσαν ἔχειν τὴν διάνοιαν, καὶ τὴν καρδίαν κεκακωμένην ὡς ἀπό γε πικρᾶς ὀδύνης, | |
10 | ὥστε καὶ ὠρύεσθαι δοκεῖν ἀνιεμένων ἐκ βάθους τῶν στεναγμῶν, καὶ ἐκ τῶν κατωτάτω τῆς καρδίας μυ‐ χῶν βαρείας καὶ ἀλαλήτου πεμπομένης ἠχῆς. Οὐ γὰρ ἵνα, φησὶ, τοῖς πολλοῖς φανερὸς γένωμαι, τοῖς χείλεσιν ἐξομολογοῦμαι, ἐν αὐτῇ δὲ τῇ καρδίᾳ τὸ | |
15 | ὄμμα μύων σοι μόνῳ τῷ βλέποντι τὰ ἐν κρυπτῷ τοὺς ἐμαυτοῦ στεναγμοὺς ἐπεδείκνυον, ἐν ἐμαυτῷ ὠρυόμενος. Οὐδὲ γὰρ μακρῶν μοι λόγων χρεία ἧν πρὸς τὴν ἐξομολόγησιν, ἀλλ’ ἤρκουν πρὸς ταύτην οἱ τῆς καρδίας στεναγμοὶ, καὶ οἱ ἀπὸ βάθους τῆς ψυχῆς πρὸς τὸν Θεὸν ἀναπεμπόμενοι ὀδυρμοί. | |
20 | Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου. (A f. 209) Ἡδοναὶ μὲν γὰρ αἱ πρὸς τὰ τῆς φαυ‐ λότητος ἔργα τὴν τοῦ ἀνθρώπου διάνοιαν καταφέ‐ ρουσαι, ἐξ ὀφθαλμῶν εἰσι τοῦ πανάγνου Θεοῦ· οὐ γὰρ ἂν ἐπισκέψαιτο τὸ ἀπηχθημένον αὐτῷ. Ἐπιθυ‐ | |
25 | μία δὲ πᾶσα καλοῦσα πρὸς ἀρετὴν ἐφορᾶται παρ’ αὐτοῦ. Ἀναθετέον δὴ οὖν τῷ Θεῷ αὐτὴν, οἱονεί πως ἁπάσης ἡμῶν ἐπιθυμίας τὴν πηγὴν, ὥστε ὅλον τὸ ἐπιθυμητικὸν προσφέροντας δύνασθαι λέγειν· «Κύ‐ ριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου.» Ὁ δὲ Δα‐ | |
30 | βὶδ καὶ τοιοῦτόν τι λέγει· «Ὁ τῆς ἐμῆς πόθος με‐ τανοίας, στήτω ἐναντίον σου.» Καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. (A f. 209, B f. 136 b) Προστίθησι δὲ ὁ Ψάλλων ὅτι Οὐκ ἐκρύβη ἀπὸ σοῦ ὁ στεναγμός μου, ἵνα τι | |
35 | τοιοῦτον ἐννοῶμεν καταδηλοῦν αὐτόν· σὲ γὰρ, φησὶ, τὸν παντεπόπτην, τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, ποιοῦμαι μάρτυρα τῶν ἐμῶν στεναγμῶν. Οὐ γὰρ ἐφ’ ἑτέρῳ, φησὶ, πέπρακται παρ’ ἐμοῦ, πλὴν ὅτι ἐπὶ μόνῳ τῷ λελυπῆσθαι καὶ κλαίειν, ὅτι τοῖς σοῖς προσ‐ | |
40 | κέκρουκα νόμοις. Ἔθος δὲ τοῖς ἀνατείνουσι λιτὰς τὸ ἀναβράττειν ἐκ βάθους, ὡς ἔφην, τοὺς στεναγμοὺς, Θεοῦ καὶ τοῦτο δόντος ἀνθρώποις εἰς ἄκεσιν καὶ ἀνα‐ κωχὴν τοῦ καταβρίθοντος πόνου. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς | |
45 | μου. (A f. 209 b, B f. 136 b) Ἀπαριθμεῖται πάλιν τὰ συμβαίνειν εἰωθότα τοῖς ἔσθ’ ὅτε νενικημένοις ἐκ πικρᾶς ἡδονῆς, καὶ καταληϊζομένης τρόπον τινὰ τὸν νοῦν, καὶ ἐφ’ ἃ μὴ προσῆκε κατακομιζούσης αὐτόν. | |
69.961(50) | Τίνα γὰρ τρόπον συμβέβηκεν αὐτῷ τὸ παρολισθεῖν, διαδείκνυσιν εὖ μάλα. Θόρυβος γὰρ ἤτοι ταραχὴ τὴν ἐμὴν εἰσέδυ καρδίαν, κατεσκοτίσθη δὲ καὶ ὁ νοῦς· ἕως μὲν γὰρ ἀνάλωτός ἐστι ταῖς εἰς τὸ φαῦλον ἡδο‐ ναῖς, καὶ ἱδρυμένην ἔχει τὴν στάσιν εἰς τὸ βούλε‐ | |
55 | σθαι διὰ πάσης ἐπιεικείας τὴν εὐφυᾶ καὶ ἐξαίρετον | |
διᾴττειν τοῦ βίου τρίβον εὐδίαν ἔχει καὶ γαλήνην | 961 | |
69.964 | καὶ πλείστην ὅσην ἐν ἑαυτῷ τὴν ἀταραξίαν· καὶ πρός γε τούτῳ, καθαρὸν αὐτῷ τῆς παρὰ Θεοῦ νή‐ ψεως ἐναστράπτει τὸ φῶς. Ὡς γὰρ ὁ πάνσοφος γρά‐ φει Παῦλος· «Ἡ εἰρήνη τοῦ Χριστοῦ, ἡ ὑπερέχουσα | |
5 | πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν.» Ἐπὰν δὲ μονονουχὶ καὶ δορύλη‐ πτος ἡ καρδία γένηται, τῆς ἐκτόπου καὶ πονηρᾶς ἡδονῆς ἐπιχεομένης αὐτῇ, ἐμπίπλησι μὲν αὐτὴν θο‐ ρύβων ὁ Σατανᾶς, καὶ λογισμοὺς ἐντίκτει πονηροὺς, | |
10 | καταθολοῖ δὲ, καὶ σκότους τοῦ νοητοῦ μεμεστωμένην εὐθὺς ἀποφαίνει, καὶ μονονουχὶ πολέμου καὶ μάχης ἀναμεστοῖ, τοῦτο μὲν λογισμῶν ἀγαθῶν ἀπεχόντων αὐτῆς εἴς γε τὸ δεῖν τῆς ἀρετῆς ἀντέχεσθαι, τοῦτο δὲ τοῦ τῆς ἁμαρτίας νόμου καθέλκοντος εἰς τὸ πλημμελές. Τάχα δὲ καὶ τοῦτο αἰνίττεται, ὅτι καὶ μεσού‐ | |
15 | σης ἡμέρας, ὡς ἐν σκότῳ διῆγον ὑπὸ τῆς ἀθυμίας, καὶ τῷ πολλῷ θρήνῳ τὴν ἐμὴν ἰσχὺν ἀπολώλεκα. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, κ.τ.λ. (A f. 210) Ἕτερόν τί φησιν ἁγίοις εἰωθὸς ἐπισυμ‐ βαίνειν ἔσθ’ ὅτε, καὶ ἁπλῶς τοῖς ἐκ Θεοῦ δι’ ἁμαρ‐ | |
20 | τίας παιδευομένοις· ἀφίστησι γὰρ αὐτῶν τὴν ἑαυτοῦ χάριν, ὥστε καὶ εἰς τοῦτο ἀφικέσθαι ταλαιπωρίας αὐτοὺς, ὡς μηδένα παντελῶς εὑρεῖν δύνασθαι τὸν παραστάτην ἢ φιλαλλήλως συναλγοῦντα· ἐν τάξει δὲ μᾶλλον ἐχθρῶν γεγονότας, καὶ τοὺς ἐγγὺς κατὰ | |
25 | γένος ἢ κατὰ διάθεσιν ἢ καθ’ ἔτερόν τινα φιλίας καὶ οἰκειότητος τρόπον. Τῶν οὖν φίλων μου, φησὶ, καὶ τῶν πλησίον, οἱ μὲν καὶ φανερῶς ἐξ ἐναντίας ἤγγι‐ σαν καὶ ἔστησαν, τουτέστιν ἀντέστησάν μοι, ὡς ὁ Ἀβεσσαλὼμ καὶ ὁ Ἀχιτόφελ· οἱ δὲ τὸ φιλανθρωπό‐ | |
30 | τατον, ἀπὸ μακρόθεν ἔστησαν, τῆς πρὸς ἐμὲ διαθέ‐ σεως ὡς ἀπωτάτω δραμόντες. Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου. (A f. 210, B f. 137 b) Πρός γε τούτοις οἱ ζητοῦντές μου τὴν ψυχὴν ἐξεβιάσαντο· καὶ ἐθέλοντές μοι τὰ | |
35 | κακὰ, ματαιότητας ἐλάλησαν, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐπαμύνοντος γὰρ οὐδενὸς ἢ κατοικτείροντος ἤγουν συμπαρεστῶτος, οἱ ἐχθροὶ κατεβιάζοντο καὶ συνέτριβον, τοῦτο μὲν συ‐ κοφαντίαις, τοῦτο δὲ καταλαλιαῖς ταῖς κατεψευσμέ‐ | |
40 | ναις, προσεπάγοντες καὶ δόλους, τουτέστι παγίδα ἀρτύοντες. Καὶ τί γὰρ οὐχὶ ποικίλως ἐκμηχανώμε‐ νοι τῶν κακοῦν εἰωθότων; Καὶ ταύτῃ μὲν πλείστοις τῶν ἁγίων συνέβη παθεῖν. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ταῦτα πρὸ ἡμῶν δι’ ἡμᾶς τε καὶ ὑπὲρ ἡμῶν ὑπομε‐ | |
45 | μένηκεν ὁ Χριστός. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, κ.τ.λ. (A f. 211, B f. 138) Ἐπεὶ οὖν εἰς σὲ ἤλπισα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, διὰ τοῦτο εἰσακούσῃ, ὅτι θελητὴς ἐλέους εἶ σὺ, καὶ οὐ βούλει τὸν θάνατον τοῦ | |
69.964(50) | ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. Οὐκοῦν ἐγὼ, φησὶν, ὡσεὶ κωφὸς οὐκ ἤκουον, γέγονα δὲ παραπλή‐ σιος τοῖς μὴ λόγον ἔχουσιν ἐν γλώσσῃ, μήτε μὴν ἀκούουσιν ὅλως, ἢ γοῦν ἔχειν δυναμένοις ἐλέγχους | |
ἐν τῷ στόματι. Οἱ γὰρ τοῖς συκοφαντοῦσιν ἀντιλέ‐ | 963 | |
69.965 | γειν ἐθέλοντες, ὡς ψεύστας ἐλέγχουσιν, ἐφ’ ἑκάστῃ τῶν λοιδοριῶν ἀπολογούμενοι δηλονότι, καὶ τὰ τῆς φιλοψογίας ἐγκλήματα παραλύοντες. Ἀλλ’ ἐγὼ, φη‐ σὶν, οὐ γέγονα τοιοῦτος· σεσίγηκα δὲ διακαρτερῶν, | |
5 | ἵνα μὴ κατ’ ἐμαυτοῦ πικροτέρους τοὺς μισοῦντας ἐργάσωμαι. Χρὴ γὰρ ἐν πειρασμοῖς εἴκειν μᾶλλον, ἀλλὰ μὴ ἐν ἴσῳ τρόπῳ τοῖς διώκουσιν ἀντιφέρεσθαι. Ὅτι δὲ τὸ κεκωφῶσθαι δοκεῖν ἐν καιρῷ πειρασμῶν, καὶ ἀλάλους ἐοικέναι, οὐ κτηνοπρεποῦς ἀναισθησίας | |
10 | ἔργον ἐστὶ, καρτερίας δὲ μᾶλλον ἐπαινουμένης καρ‐ πὸς, ἐνταῦθα διαδείκνυσι· σεσίγηκα γὰρ, φησὶ, διὰ μόνον τὸ ἐπὶ σοὶ τὰς τῆς σωτηρίας ἔχειν ἐλπίδας, καὶ ὅτι σε τῶν ἁπάντων ἐπέκεινα ἐπεγραφόμην ἐκδικητὴν, ὃς καὶ τοῖς ἐπεμβαίνουσι τῷ Ἰὼβ φίλοις | |
15 | ἐπιτιμήσας, ὡς ἀπηνῶς προσλαλοῦσιν ἀνδρὶ δοκιμα‐ ζομένῳ καὶ πυρουμένῳ, ἔδειξας ὅτι ἀπήχθηταί σοι τὸ κατεπιφύεσθαί τινας τῶν ἐν περιστάσει καὶ πειρα‐ σμοῖς. Σὺ μὲν οὖν, ὦ Δέσποτα, ἀκούσῃ τοὺς ἐπ’ ἐμοὶ γενομένους παρὰ τῶν ἐχθρῶν τωθασμοὺς, ἤγουν | |
20 | τὰ τῶν λοιδοριῶν εἴδη, ὄψει δὲ καὶ ἅπερ ἐξεμηχανή‐ σαντο κατ’ ἐμοῦ· ἐγὼ δὲ καὶ λόγους καὶ θυμοὺς ἀνακόψας, καὶ μονονουχὶ κεκωφωμένος, ἐπὶ σοὶ πᾶσαν ἐθέμην τὴν ἐλπίδα, εἰδὼς ὅτι σὺ ἀκούεις, κἂν ἐγὼ κωφεύω πρὸς τὰς κατ’ ἐμοῦ βλασφημίας. Ὅτι εἶπα· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, κ.τ.λ. | |
25 | (A f. 211 b, B f. 138) Ἐγὼ, φησὶν, ἐπὶ σοὶ ἐλπί‐ σας, τὰ μὲν ἄλλα κεκωφῶσθαι ἐδόκουν, πλὴν ἐκεῖνο μόνον ἐζήτουν, τὸ μὴ ὑπὸ χεῖρα γενέσθαι τῶν ἐχ‐ θρῶν, μήτε μὴν ἐφησθῆναί μοί τινας τῶν πολεμεῖν εἰωθότων, ὥς γε τὸν εἰς ἅπαν ὑπομείναντι κλόνον, | |
30 | καὶ ἀνατετραμμένῳ παντελῶς, καὶ ἐξωσθέντι παρὰ σοῦ, καὶ ἀλλοτρίωσιν ὑπομείναντι τὴν ἐξ ἀκράτου θυμοῦ. Ἐδεδίην δὲ πρὸς τούτῳ, μὴ ἄρα πως σεσα‐ λευμένους ὁρῶντες τοὺς ἐμοὺς πόδας, ὑπέρκομπόν τι καὶ ἀπηχὲς, κατὰ τῆς σῆς λέγωσι δόξης. Τοῦτο | |
35 | γὰρ σημαίνει, καὶ ἕτερον οὐδὲν, τὸ μεγαλοῤῥημονῆ‐ σαί τινας δοκιμαζομένων ἁγίων. Οἴονται γὰρ ἔσθ’ ὅτε, μὴ διαρκέσειν δύνασθαι πρὸς σωτηρίαν αὐτοῖς τὴν τοῦ διασώζοντος χεῖρα, ὡς ἀτονήσαντος πρὸς τὰς παρ’ αὐτῶν ἐφόδους τοῦ ἐφ’ ᾧ πεποίηνται τὴν | |
40 | ἐλπίδα. Καθάπερ ἀμέλει καὶ Ῥαψάκης ὁ Βαβυλώνιος ἀμετρήτῳ γλωσσαλγίᾳ κατὰ Θεοῦ χρώμενος ἔφα‐ σκεν· «Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου;» Ὅτι ἐγὼ εἰς μάστιγας ἔτοιμος, καὶ ἡ ἀλγηδών | |
45 | μου ἐνώπιόν μου διὰ παντός. (A f. 212) Ταύτην ἰάσασθαι καὶ Δαβὶδ φροντίζων, αὐτὸς ἑαυτοῦ κατηγόρει διὰ τῶν πρὸς τὸν Θεὸν ἐξο‐ μολογήσεων. Διό φησιν· «Ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διὰ παντός·» ἀλγηδόνα ἴσως τὴν τοῦ ἀλγεῖν | |
69.965(50) | ὀνομάζων πρόφασιν, τουτέστι τὴν ἁμαρτίαν ἢν καὶ τραῦμα νοῦ καὶ καρδίας πληγὴν, οὐκ ἄκομψον εἰπεῖν. Τό γε μὴν ἀεὶ μεμνῆσθαι τῆς ἰδίας ἁμαρτίας πρέποι ἂν ἁγίοις. Ἐνταῦθα μέν τοι σαφῶς ἐκεῖνό φησι, τὸ διὰ φωνῆς τοῦ Δαβὶδ ἐν βίβλῳ Βασιλειῶν· «Ἐμπε‐ | |
55 | σούμεθα εἰς χεῖρας Κυρίου, καὶ οὐκ εἰς χεῖρας ἀν‐ | |
θρώπων·» ὁ μὲν γάρ ἐστιν ἀγαθὸς καὶ φιλοικτίρ‐ | 965 | |
69.968 | μων καὶ θᾶττον μετανοῶν ἐπὶ ταῖς κακίαις, κατὰ τὴν Γραφὴν, οἱ δὲ τραχεῖς καὶ ἀνήμεροι, καὶ εἰς ἄμε‐ τρον πολλάκις ἐκτείνοντες τὰς ὀργάς. Φεύγει μὲν οὗν ὁ Δαβὶδ τὸ ἐπιχαρῆναί τινας τῶν ἐχθρῶν αὐτῷ σα‐ | |
5 | λευομένῳ τε καὶ πίπτοντι· τοῦτο γὰρ ὑπεμφαίνει τὸ, σαλευθῆναι τοὺς πόδας. Τό γε μὴν Θεοῦ πλήτ‐ τοντος ὑπενεχθῆναι τῇ μάστιγι, καὶ ἀσπαστὸν ἡγεῖ‐ ται, καί τοι πικρὸν ὂν, διὰ τὸ ἐκ τοῦ παιδεύεσθαι χρήσιμον· ἑαυτὸν γὰρ ὑποφέρει τῇ μάστιγι, ἑτοι‐ | |
10 | μότατά τε πρὸς τοῦτο ἰέναι διισχυρίζεται. Ἀποχρῶ‐ σα δὲ τοῦτο φιλαρέτου ψυχῆς ἀπόδειξις, δυσφορούσης μὲν λίαν ἐφ’ οἷς ἂν ἀῤῥωστήσειε παρενεχθεῖσα πρὸς ἃ μὴ θέμις, ἐνομιλούσης δὲ τοῖς ἀγαθοῖς σπουδάσμα‐ σιν ἥδιστά τε καὶ προθυμότατα. Τουτὶ γὰρ, οἶμαι, | |
15 | καὶ μάλιστα σαφῶς ἐκδείξειε, τὸ ἑτοίμως ἔχειν εἰς μάστιγας, καὶ ἐν ὀφθαλμοῖς ἀεὶ τὴν ἀλγηδόνα φέ‐ ρειν, τουτέστι τὴν ἁμαρτίαν τὴν τοῦ ἀλγεῖν αἰτίαν. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μερι‐ μνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. | |
20 | (A f. 212 b) Πιστῆς ψυχῆς καὶ ἀκριβῶς πεπει‐ σμένης περὶ τῆς κρίσεως τοῦ Θεοῦ τυγχάνουσιν αἱ τοιαῦται φωναί. Τὸ μέν τοι Ἀναγγελῶ τέθεικεν ἐν‐ ταῦθα ἀντὶ τοῦ Ἀνήγγειλα· ὁμοίως δὲ καὶ τὸ Μερι‐ μνήσω, ἀντὶ τοῦ Ἐμερίμνησα ἤτοι Πεφρόντικα· | |
25 | ἀδιαφορεῖ γὰρ ἔσθ’ ὅτε περὶ τὴν τῶν χρόνων προφο‐ ρὰν ἡ θεία Γραφή Οὐ γέγονα τοίνυν, φησὶ, μελλη‐ τὴς εἰς μετάγνωσιν, οὐ βραδὺς εἰς δάκρυον, οὐδὲ ὀκνηρὸς εἰς ἐξομολόγησιν, ἀλλ’ οἷον εὐθὺ κατ’ ἴχνος τῶν πεπλημμελημένων, ἡ ὑπὲρ αὐτῶν γέγονεν ἱκε‐ | |
30 | τεία πρὸς Θεόν. Ὀνίνησι δὲ καὶ τοῦτο ἡμᾶς οὐ μετρίως, τὸ εἰδέναι φημὶ τοὺς τῆς μεταγνώσεως τρό‐ πους. Οἱ ἐχθροί μου ζῶσι, καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. (A f. 213, B f. 138 b, 139) Εἰ δὲ τοὺς ἐχθροὺς | |
35 | αἰσθητοὺς νοήσεις, οὕτως ἐπιβαλεῖς· ὅτι Ἐγὼ μὲν οὗν, φησὶν, δεδάκρυκα καὶ πεφρόντικα, καὶ τὸ ἐπὶ ταῖς μεταγνώσεσι προσεκόμισα δάκρυον, ὅτι πεπαρ‐ ῴνηκα μὲν, καὶ τοῖς ἱεροῖς προσκέκρουκα νόμοις· οἱ δὲ τὰ ἐχθρά μοι φρονοῦντες ζῶσι καὶ κεκραταίων‐ | |
40 | ται ὑπὲρ ἐμέ. Τὸ ζῶσιν ἐν τούτοις θετέον ἀντὶ τοῦ, Ἐν ἀκμαῖς εἰσιν τοῦ δύνασθαι κατορθοῦν ἅπερ ἂν βούλοιντο κατ’ ἐμοῦ. Οὕτω καὶ ἡμεῖς αὐτοὶ κατει‐ θίσμεθα πολλάκις περί τινος τῶν εὐζωνοτάτων καὶ εὐδρανὲς ἐχόντων τὸ κίνημα λέγειν, ὅτι ὁ δεῖνα | |
45 | τυχὸν ζῶν ἐστιν ἄνθρωπος· οὐ γὰρ ἂν ᾔτησεν ὁ δίκαιος παρὰ Θεοῦ θάνατον τῶν ἰδίων ἐχθρῶν, ἀπα‐ θεῖ δὲ τοῦτο τῷ φιλαγάθῳ Θεῷ. Οὐκοῦν τὸ ζῶσιν ἐνταῦθα ἀντὶ τοῦ, Ἐν ἀκμαῖς εἰσι δυνάμεως καὶ εὐη‐ μερίας. Ἐπιφέρει γοῦν εὐθὺς ὅτι καὶ κεκραταίωνται | |
69.968(50) | ὑπὲρ αὐτόν· πληθυνθῆναι δέ φησι τοὺς μισοῦντας αὐτὸν, καὶ τοῦτο ἀδίκως, ἐκ θείας ἀποστροφῆς δηλαδὴ καὶ τούτου συμβαίνοντος τοῖς πλημμελημάτων ἔνεκεν διασμηχομένοις, πόνοις τε ὁμιλοῦσι καὶ πειρασμοῖς. Εἰ γὰρ γένοιτό τινα παθεῖν ἀποστροφὴν Θεοῦ, καὶ ἐξ | |
55 | ὀφθαλμῶν εὑρεθῆναι τοῦ πᾶσαν νέμειν εἰδότος ἀσφά‐ λειαν καὶ ἐπικουρίαν, οὗτος ἔσται μεμισημένος καὶ | |
τοῖς πάλαι φίλοις, κἂν μηδὲν εἴη τὸ διακόπτον τὴν | 967 | |
69.969 | φιλίαν, καὶ ποιοῦν τὴν διαφοράν· τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ μισεῖσθαι μάτην, ἤγουν ἀδίκως. Τίνες δ’ ἂν εἶεν οἱ μισοῦντες ἀδίκως, διαλευκαίνει πάλιν ἐν τού‐ τοις· «Οἱ ἀνταποδιδόντες μοι γὰρ, φησὶν, ἀντὶ ἀγα‐ | |
5 | θῶν κακὰ,» κατηγόρευόν μου, καὶ οὐκ ἐπί τινι τῶν ἀτόπων, ἀλλ’ ἐφ’ οἷς ἔδει καὶ ἐπαινεῖσθαι ὅτι γέγονα τῆς δικαιοσύνης ἐραστής. Οἱ γὰρ Θεῷ προσκρούοντες, ὡς ἔφην, καὶ τοὺς πάλαι φίλους εὑρίσκουσι πολε‐ μίους, εἰκῆ κατατεθηγμένους καὶ ἐπ’ οὐδενὶ καὶ εἰς | |
10 | μάτην λελυττηκότας, πονηρά τε ἀντὶ ἀγαθῶν ἀποτιν‐ νύναι σπουδάζοντας. Ἀπογυμνώσας οὖν τὰ τραύματα τῷ τῶν ὅλων Θεῷ, λύσιν ἐπιζητεῖ τῶν συμβεβηκότων, καὶ μότωσιν αἰτεῖ τὴν ἀπὸ τοῦ πατάξαντος. Γέγραπται γὰρ, ὅτι «Ὁ πλήξας καὶ μοτώσει.» Ἡ δὲ μότωσις | |
15 | καὶ ἀπαλλαγὴ τῶν συμβεβηκότων, εἴη ἂν τὸ μὴ εἰς ἅπαν ἐγκαταλειφθῆναι παρὰ Θεοῦ, προσέχειν δὲ μᾶλλον εἰς τὸ στῆναί τε καὶ ἐπαμῦναι καὶ σώζειν αὐτόν. Κύριον δὲ τῆς σωτηρίας ἀποκαλεῖ τὸν Θεόν· τοῖς γὰρ αὐτοῦ νεύμασι, καὶ ἡ τῆς σωτηρίας ὁδὸς εὐήλατος ἔσται καὶ ὁμαλή. | |
20t | ΨΑΛΜΟΣ ΛΗʹ. | |
21 | ᾨδὴ τῷ Δαβίδ· εἰς τὸ τέλος, τῷ Ἰδιθούμ. (A f. 214) Ἱεροψάλτης ὑπάρχων ὁ Ἰδιθοὺμ καὶ προφητικῇ χάριτι κατεστεμμένος, ᾠδὴν ἀναβάλλεται, προσωποποιΐαν εἰσφέρων αὐτοῦ τοῦ Δαβὶδ ἐξομολο‐ | |
25 | γουμένου ἐπὶ τῇ ἁμαρτίᾳ. Ἢ τὴν μὲν ᾠδὴν ὁ Δαβὶδ συνέταξε, δέδωκε δὲ τῷ Ἰδιθοὺμ εἰς τὸ ψάλλειν· εἰς τὸ τέλος δὲ παραπέμπει ἡμᾶς, ἐπειδὴ τῆς ἀν‐ θρωπείας φύσεως τραγῳδεῖ τὴν εὐτέλειαν, καὶ τὸ ταύτης ὑποδείκνυσι τέλος. Εἶπε δὲ τὸν ψαλμὸν ὁ | |
30 | Δαβὶδ ὑπὸ Ἀβεσσαλὼμ διωκόμενος, καὶ ὑπὸ Σεμεεὶ λοιδορούμενος. Ἐμφέρεια δὲ πλείστη τῆς παρούσης ᾠδῆς πρὸς τὸν προλαβόντα ψαλμόν· ἀλλ’ ἐκεῖνον μὲν ὁ Δαβὶδ εἰς ἀνάμνησιν συνέταξεν ἑαυτῷ, ταύτην δὲ παρέδωκεν ἑτέροις, ὡς ἡμαρτηκότας μετάνοιαν | |
35 | τὴν ἴσην ζηλοῦν. Εἶπα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου, κ.τ.λ., ἐσίγησα ἐξ ἀγαθῶν. (A f. 214, B f. 140 b, I f. 192 b) Ἀπόδειξις σαφὴς ἱδρυμένης καρδίας. Ἐπειδὴ γὰρ πολύτροπος | |
40 | ἁμαρτία ἡ διὰ γλώσσης ἐνεργουμένη, καὶ σχεδὸν πά‐ σης ἁμαρτίας ἀρχὴ διὰ λόγου γίνεται, συνθήκας, φησὶ, πρὸς ἐμαυτὸν ἐποιησάμην, ὅπως μὴ ἁμάρτω τῇ γλώσσῃ, διὰ τὸ καὶ ὑπὲρ ἀργοῦ λόγου μέλλειν λόγους ὑπέχειν, καὶ ἐκ τῶν λόγων τῶν οἰκείων ἢ δικαιοῦσθαι | |
45 | ἢ κατακρίνεσθαι. Ἀλλὰ φαίη τις ἄν· Καὶ πῶς ἦν ἁμαρτάνειν, τὸ τοῖς ὀνειδίζουσιν ἀντιφέρεσθαι; Πρὸς τοῦτο ἐροῦμεν ὡς ὁ σοφὸς διδάσκει Πέτρος· «Ὥστε μὴ οὐδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι, ἢ λοιδορίαν ἀντὶ λοιδορίας.» Ἔφη δὲ Παῦλος, ὅτι «Καὶ καταρώ‐ | |
69.969(50) | μενοι εὐλογοῦμεν, δυσφημούμενοι παρακαλοῦμεν.» Καὶ περὶ τοῦ Σωτῆρος δὲ ὁ Πέτρος φησίν· «Ὃς | |
λοιδορούμενος οὐκ ἐλοιδόρει, πάσχων οὐκ ἠπείλει, | 969 | |
69.972 | παρεδίδου δὲ τῷ κρίνοντι δικαίως.» Τὸ δὲ ἐξ ἀγαθῶν, εὐφήμως ἀντὶ τῶν κακῶν τὰ ἀγαθὰ τέθεικεν· καθ‐ άπερ ἀμέλει καὶ τοὺς τὰς ὄψεις ἠδικημένους, βλέπον‐ τας πολλάκις κατονομάζειν ἔθος ἐστίν. Καὶ καθ’ ἕτε‐ | |
5 | ρον νοήσεις τρόπον. Οὐ γάρ τοι, φησὶν, εἷς ὑπάρχων κἀγὼ τῶν ἐξ ἔθους ἀτιμάζεσθαι πεφυκότων, οἷς καὶ οὐχ ἑκοῦσιν τοὺς τῶν κρατούντων [ἀνάγκη] φέρειν ὀνειδισμοὺς, ἀλλ’ εἷς ὑπάρχων τῶν ἐν πᾶσι τοῖς ἀγα‐ θοῖς, ἅτε δὴ καὶ βασιλικῇ δόξῃ κατεστεμμένος, τὴν | |
10 | ἀτιμίαν ὅμως ὑπήνεγκα, καὶ φυλακὴν ἐθέμην τῷ στόματί μου. Ἀλλ’ οὔτε ἐξ ἀναισθησίας τοῦτο παθὼν, ἀλλ’ ἐκ τοῦ φιλοσοφεῖν ἑλέσθαι, καὶ ταπεινοῦν ἑαυτὸν ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου. | |
15 | (A f. 215, B f. 141, L f. 106 b, I f. 195 b) Ἡ μνήμη, φησὶ, τῆς ἁμαρτίας, οἷα πῦρ εἰς τὴν καρδίαν μου ἐγένετο. Ἢ ἐπειδὴ ἔθος τοῖς ὀργιζομένοις ἀνά‐ πτεσθαι, τοῦ περικαρδίου αὐτοῖς αἴματος περιζέοντος, Ἐθερμάνθη, φησὶν, ἡ καρδία μου ἐφ’ οἷς ἐλοιδορούμην. | |
20 | Ἀκολούθως δὲ εἴρηκε τὸ ἐπὶ τοῦ πυρὸς συμβαῖνον· προηγεῖται γὰρ τοῦ πυρὸς ἡ τῆς φλογὸς θέρμη· πρῶ‐ τον οὖν ἐθερμάνθη, εἶτα ἐξήφθη. Μελετῶν τὴν ἀρε‐ τὴν, δῆλον δὲ ὅτι τὴν ἀνεξικακίαν, ἐν τοῖς ἐμοῖς σπλάγχνοις ἐξεκαύθη πῦρ· καταφλέγουσι γὰρ αἱ | |
25 | λύπαι καὶ αὐτὰς τῶν ἁγίων ψυχὰς, ἀλλ’ οὐκ εἰς πέρας ἄγεταί τι τῶν ἐκ θυμοῦ καὶ ὀργῆς. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ, «Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε.» Τὸ μὲν γὰρ μηδ’ ὅλως εἰσδέξασθαι τὴν ὀργὴν, μηδὲ θερμαν‐ θῆναι, κρεῖττον ἴσως ἢ καθ’ ἡμᾶς καὶ οὐκ ἐφ’ ἡμῖν | |
30 | τάχα που· τὸ δὲ ἀνακόπτειν δύνασθαι τοῖς εἰς τὸ ἄμεινον λογισμοῖς, ἐφικτὸν ἁγίοις. Ἐθερμάνθη οὖν, φησὶν, ἐντὸς ἡ καρδία μου, οὐ μὴν καὶ εἰς τὸ ἔξω τὴν ὀργὴν προήνεγκα, ἀλλ’ ἐν ἐμαυτῷ ταύτην κατ‐ έσχον καὶ οἷον ἀπέπνιξα, μηδὲν μήτε εἰπὼν μήτε δρά‐ | |
35 | σας ἀπὸ θυμοῦ, ἀλλ’ ἢ μόνον ἐν τῷ μελετᾷν καὶ ἀνα‐ λογίζεσθαι τὴν λοιδορίαν, ἐκκαιόμενος ἔνδον ὑπὸ τῆς λύπης. Ὅτι δ’ ἐστὶ τοῦτο κατορθωμάτων ἄριστον, διδάξει λέγων ὁ Σολομών· «Ὁ κρατῶν ὀργῆς, κρείσ‐ σων τοῦ καταλαμβανομένου πόλιν.» | |
40 | [Ἐλάλησα ἐν γλώσσῃ μου. Περὶ ὧν ἐσίγησα, φησὶν, οὐχ ὡμολογημένην τὴν δικαίωσιν ἔχων, ἐξεζήτησα παρὰ Κυρίου πληροφορίαν λαβεῖν ἀναμφίβολον παρὰ τῆς τοιαύτης σιγῆς καὶ κωφεύσεως, καὶ παρὰ πάντων ἄλλων τῶν κατὰ τὸν | |
45 | βίον πρακτέων, ἵνα διαγνῶ μετὰ βεβαιώσεως, ὁποῖόν τί ἐστι τὸ ὑστέρημα τῆς κατ’ ἀρετὴν τελειότητος, πρὸς τὸ, κατὰ τὴν ἀναλογίαν τοῦ πλημμελήματος, ἐπι‐ δείξασθαι καὶ τὴν μετάνοιαν καὶ διόρθωσιν.] Ἵνα γνῶ τί ὑστερῶ ἐγώ. | |
69.972(50) | (A f. 215 b. B f. 141. I f. 194) Ἐγὼ οἶμαι τὸ | |
ἀπίθανον ἐνεῖναι τοῖς τοιοῖσδε λόγοις τῶν οὕτως ἑρμη‐ | 971 | |
69.973 | νευσάντων. Ἦν μὲν γὰρ ἅγιος καὶ προφήτης ὁ Δαβίδ. Ἀλλ’ οὖν ἐπείπερ ὑπὲρ ἀφέσεως πλημμελημάτων ἐναργῶς ἐποιεῖτο τὴν ἱκετηρίαν, οὐκ ἐν καιρῷ τάχα που διαμαθεῖν ἠπείγετο τί τὸ λεῖπον αὐτῷ κατὰ ἀρε‐ | |
5 | τήν. Ἔδει δὲ μᾶλλον ἔλεον αἰτεῖν ἐφ’ οἷς ᾔδει πεπαρ‐ ῳνηκὼς εἰς τοὺς ἱεροὺς καὶ θείους νόμους, ἀλλ’ οὐκ ἀκριβῆ ποιεῖσθαι κατάσκεψιν τῶν αὐτῷ κατωρ‐ θωμένων. Τί οὖν ἐστιν ὅ φησιν; Διακαρτερήσας ἐν πόνοις, καὶ παρατεινομένης τῆς ἐπ’ ἐμοὶ πληγῆς, | |
10 | λοιπὸν τὰ ἐξ ἀνθρωπίνης μικροψυχίας ἐλάλουν, πλὴν οὐκ ἐναργῶς, ἀλλ’ ἠρέμα καὶ ἐν γλώσσῃ· ἔφην τε· «Ὦ Δέσποτα, γνώρισόν μοι τῆς ἐμῆς ζωῆς τὸ πέρας, καὶ τῶν ἐτῶν μου τὸν ἀριθμόν.» Ἀντιπαραθήσει γὰρ τῆς σῆς ὑπάρξεως, τοῦ ἀεὶ ὄντος, γνωσθήσεται | |
15 | τί ὑστερῶ ἐγὼ, τουτέστιν ὅσον ἀπολιμπάνομαι τῆς σῆς δόξης καὶ ὑπεροχῆς, ὁ χόρτοις ἐν ἴσῳ τοῖς ἐν ἀγρῷ, βραχὺ μὲν ἀνθήσας, μαραινόμενος δὲ διὰ τοῦ πίπτειν εἰς θάνατον. [Ἰδοὺ παλαιστὰς ἔθου. | |
20 | Ἄγαν σοι, φησὶν, εὐπετὲς καὶ ῥᾷστον γνωρίσαι μοι, Κύριε, τῶν ἡμερῶν τὸν ἀριθμόν· οἶδα γὰρ με‐ μετρημένας ἔχεις ταύτας ἐπὶ τῆς γῆς. Ἐπειδὴ πᾶσά μου τῆς ζωῆς ἡ ὑπόστασις ὡσεὶ οὐθὲν ἐνώπιόν σου λελόγισται καὶ διέγνωσται. Ταύτην γὰρ ὑπόστασιν | |
25 | προσηγόρευσεν, ἢ κατὰ τὸν Σύμμαχον τὴν ἀναστρο‐ φὴν καὶ διατριβήν· βίωσιν γὰρ ἐκεῖνο εἶπεν. Καὶ τοιοῦτον εἶναι σαφῶς τὸ λεγόμενον· «Γνώρισόν μοι, Κύριε, τῶν ἡμερῶν μου τὸν ἀριθμὸν,» τουτέστι τὸν ἐπίλοιπον τῆς παρούσης ζωῆς μου καιρὸν, ἵνα δι‐ | |
30 | ερευνήσας κἀγὼ τὸ ἴδιον συνειδὸς, γνῶ πόσον ἐλλείπω πρὸς τὴν κατ’ ἀρετὴν τελειότητα, καθάπερ σὺ πολλῷ πρώην γινώσκεις, ἐπειδὴ μετρητὰς ἔθου τὰς ἡμέρας μου, καὶ πᾶσαν ἐπίστασαι τὴν ἐμὴν ἀναστροφὴν καὶ διατριβήν.] | |
35 | Καὶ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου. (I f. 194 b, L f. 107) Ἢ καὶ οὕτως· Ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου, ὅτι χίλια ἔτη ἐν ὀφθαλ‐ | |
μοῖς σου ὡσεὶ ἡμέρα ἡ ἐχθὲς ἥτις παρῆλθεν, ἢ | 973 | |
69.976 | φυλακὴ ἐν νυκτὶ, τουτέστιν ὧραι τρεῖς ἢ τέσσαρες. Οὐκοῦν ἐπειδήπερ αὐτὸς μὲν ὑπάρχεις ἀεὶ, ἡ δ’ ἐμὴ ὑπόστασις ὀλίγη παντελῶς ἐστιν καὶ συνεσταλμένη, καὶ ὡς οὐδὲν ὅλως ἐν τοῖς ὀφθαλμοῖς, μὴ ἀφῇς κολά‐ | |
5 | ζεσθαι μακρὰ τὸν ἐξ ἀσθενείας ὠλισθηκότα, μήτε μὴν τῷ παντὶ τοῦ βίου μήκει σύνδρομον ἔχοιμι τὴν πλη‐ γήν. Ἀντὶ δὲ τοῦ ὑπόστασις, ὁ μὲν Ἀκύλας κα‐ τάδυσις εἶπεν· ὁ δὲ Σύμμαχος βίωσις. Ὁ γὰρ ἀν‐ θρώπινος βίος οὐδέν ἐστιν, ὡς πρὸς τὴν θείαν ἀϊδιό‐ | |
10 | τητα· κατὰ τὸ, «Σὺ δὲ αὐτὸς εἶ· ἀλλὰ καὶ πᾶσα ἡ παρ’ ἀνθρώποις σπουδὴ, ματαιότης ματαιοτήτων.» Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου. (L f. 107) Ἀνθ’ οὗ ὁ Σύμμαχος· «Ὡς σπιθαμὴν ἔδωκας τὰς ἡμέρας μου.» Ἢ καὶ παλαιστὰς τὸ | |
15 | πλήρης εἶναι τοῦ ἐκ τῶν πειρατηρίων ἀγῶνος. Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται, κ.τ.λ. (A f. 216 b, Κυρίλλου καὶ Ἀθανασίου) Κατὰ δὲ τοὺς πάνυ Ἀθανάσιον καὶ Κύριλλον, ἐπειδὴ ἐν εἰκόνι | |
20 | καὶ οὐκ ἐν ἀληθείᾳ νῦν διαπορεύεται ὁ ἄνθρωπος (ἡ γὰρ ἀληθὴς ζωὴ κατὰ τὸν μέλλοντα αἰῶνά ἐστιν), εἰκότως ὁ Ψάλλων τὴν εἰκόνα ματαιότητα προσεῖπεν· ἐπειδὴ οὐ τὴν ἀληθινὴν νῦν ζῶμεν ζωὴν, ἀλλὰ τὴν ὡς ἐν εἰκόνι, οὐδὲ περὶ τὰ ὄντως ἀγαθὰ ποιούμεθα | |
25 | τὴν σπουδήν. Διὸ μάτην ταρασσόμεθα περὶ κοσμικὰς ἐπιθυμίας στρεφόμενοι καὶ συνάγοντες θησαυροὺς, ὧν οὐκ ἴσμεν τοὺς διαδόχους. (B f. 141 b, I f. 195, L f. 107 Κυρίλλου καὶ Θεο‐ δωρήτου) Τῶν ἐν εἰκόνι γεγραμμένων οἱ ζῶντες | |
30 | οὐδὲν διαφέρουσιν ἄνθρωποι, ἀπανθοῦντες ὡς χρώ‐ ματα· ὁμοίως γὰρ καὶ τούτων κἀκείνων ἡ φύσις ὑποῤ‐ ῥεῖ τῷ χρόνῳ καὶ διαφθείρεται. Ἀλλ’ ὅμως οὐδὲν ἧττον διαταράττονται, φιλονεικοῦντες, διαμαχόμενοι, πολεμοῦντες, ἐμπορευόμενοι. Καὶ ζάλης ἅπας ὁ βίος | |
35 | μεστὸς, τέλος ἔχων τὸν θάνατον· σὺν πόνῳ δὲ πολλῷ καὶ ἱδρῶτι τὸν πλοῦτον ἀθροίζοντες, τὸν ἐσόμενον οὐκ ἴσασιν κληρονόμον. Τοῦτο δὲ ὁ μακάριος Δαβὶδ καὶ ἐκ τῶν καθ’ ἑαυτὸν κινούμενος γέγραφεν. Τοῖς γὰρ ἐκ τῶν πολέμων λαφύροις, καὶ τῷ παρὰ τῶν | |
40 | ἀλλοφύλων φερομένῳ δασμῷ, μεγίστην καὶ περι‐ φανῆ λίαν ἀποφήνας τὴν βασιλείαν, ἠγνόει τοῦ παιδὸς τὴν δυσσεβῆ καὶ παράνομον γνώμην. Εἶτα θεασάμενος αὐτὸν ἐγκρατῆ τῶν βασιλείων γενόμενον, καὶ τὸν ἀποκείμενον σφετερισάμενον πλοῦτον, τὴν | |
45 | θαυμασίαν ἀφῆκεν φωνήν· «Πλὴν μάτην ταράσσεται· θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.» Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ Κύριος; Καὶ ἡ ὑπόστασίς μου παρὰ σοί ἐστιν. (A f. 217, I f. 195 b) Εἰκότως ἐπὶ τὸν Χριστὸν | |
69.976(50) | τὴν ἐλπίδα ἔχειν φησὶν, ἅτε καταγνοὺς τῶν ἐν βίῳ περισπασμῶν. Τίς γάρ μοι, φησὶ, δέδωκε τὸ δύνα‐ σθαι καρτερεῖν, καὶ νεανικῶς διακεῖσθαι ἐν καιρῷ πληγῆς, καθυφεῖναι δὲ κατ’ οὐδένα τρόπον εἰς τὸ δεῖν | |
δρᾶσαί τι τυχὸν ἢ καὶ εἰπεῖν ἑλέσθαι τῶν ἐξ ἀνθρωπί‐ | 975 | |
69.977 | κης μικροψυχίας; οὐχὶ Κύριος; Τίς δέ μου ἡ ὑπό‐ στασις; τουτέστι τίς ὁ ἐνισχύσας ὑφίστασθαί με καὶ φέρειν τὰ ἐξ ὀργῆς ἐπενηνεγμένα τῆς ἄνωθεν, Θεοῦ παιδεύοντος φιλόπαιδος ἐν τάξει πατρὸς ἐπὶ τῷ ἐκλέ‐ | |
5 | γεσθαι τὰ βελτίω; Οὐκοῦν κἂν εἰ παιδεύοι Θεὸς διὰ συμμέτρου κινήσεως, ἀλλ’ οὖν αὐτὸς εὑρίσκεται χο‐ ρηγὸς τοῖς πάσχουσι καρτερίας καὶ ὑπομονῆς· τοῦτο γὰρ δηλοῖ ἡ ὑπόστασις. Εἰ δέ τις εἴποι καὶ τὴν ὕπαρ‐ ξιν καὶ κατασκευὴν τῆς φύσεως ἢ καὶ τὴν καραδοκίαν | |
10 | δηλοῦσθαι διὰ τῆς ὑποστάσεως, οὐδ’ οὕτω κακῶς· παρὰ Θεοῦ γὰρ καὶ εἰς τὸ εἶναι ὑπέστημεν, καὶ αὐτὸν προσδοκίαν καὶ ἐλπίδα ἔχομεν. Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με. (B f. 142, I f. 105 b) Σύ μοι τὸ δύνασθαι φέρειν | |
15 | κεχάρισαι, τὸ μηδὲν ἐξ ἀνθρωπίνης ἀσθενείας εἰπεῖν ἢ δρᾶσαι· σὺ δὲ καὶ παιδεύσας ὑποστῆναί με ταῦτα, καὶ δύνασθαι φέρειν ἐποίησας. Ἡ δὲ σύνταξις τοῦ προκειμένου ῥητοῦ τοιαύτη ἐστίν· Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με, ὅτι σὺ ἐποίησας, τουτέστιν | |
20 | ἔπλασας, καὶ ὡς δημιουργὸς τὴν ἐνοῦσαν ἀσθένειαν τῇ ἀνθρωπείᾳ φύσει ἐπίστασαι. Γέγραπται δὲ καὶ ἑτέρωθι, ὅτι «Φθαρτὸν σῶμα βαρύνει ψυχὴν, καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα.» Εὑρή‐ σομεν δὲ καὶ τὸν τληπαθέστατον Ἰὼβ τοιαύταις χρη‐ | |
25 | σάμενον λέξεσιν· «Μνήσθητι γὰρ, φησὶν, ὅτι χοῦν με ἔπλασας.» Καὶ πάλιν· «Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρασας δέ με ἴσα τυρῷ, δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας;» Καὶ πάλιν ὁ αὐτὸς Δαβίδ· «Μνήσθητι ὅτι χοῦς ἐσμεν· | |
30 | ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὠσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει.» Τοιαύταις γὰρ φωναῖς οἱ ἅγιοι κέχρηνται, ἀμνηστίας ἁμαρτιῶν τυχεῖν ἐφιέμε‐ νοι παρὰ τοῦ τῶν ὅλων Θεοῦ, τὴν ἀνθρωπίνην ἀσθέ‐ | |
35 | νειαν ἐνδεικνύμενοι. Καί γε πάντες τὸ τῆς φύσεως εὐόλισθον πρὸς ἁμαρτίας εἰς συγγνώμην προτείνουσι. Αἰτεῖ τοίνυν συγγνώμην ὡς ἀποχρώντως ἤδη πεπαι‐ δευμένος. Ἐκωφώθην, καὶ οὐκ ἤνοιξα τὸ στόμα μου. | |
40 | (K f. 80 b) Φέρω, φησὶν, ὀνειδιζόμενος νῦν, καὶ οὐδὲν ἀντιφθέγγομαι, ὡς παρὰ σοῦ τοῦτο εἰδὼς βουλομένου με τοῖς ὀνείδεσι ἐγγυμνάζεσθαι. Ἄνες μοι ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν. (A f. 218) Τάχα δὲ καὶ τὰ λυπηρὰ καὶ δακρύων | |
45 | αἴτια, ἤδη ποτὲ παυθῆναι παρακαλεῖ· οὐχ ὅσον εἰς μακαριότητα παντελῆ (οὐ γάρ ἐστιν αὕτη νῦν), ἀλλ’ ὅσον εἰς ἀνάψυξιν καὶ παραμυθίαν, ἣν ἐν τῷ βραχεῖ βίῳ ζητοῦμεν, ὃν ἐν γῇ ζῶμεν, ὥσπερ ξένοι καὶ πάρ‐ οικοι, ἐκ πατέρων ἔχοντες τὸ ὑφ’ ἁμαρτίας εἶναι, | |
69.977(50) | καὶ ταῖς δι’ ἁμαρτίας κακώσεσι κατεχόμενοι καὶ τῷ ἐξ Ἀδὰμ θανάτῳ· ὃν πρὶν ἐπιπεσεῖν, ἀξιοῦμέν τινα | |
καὶ ἀνάπαυσιν τῶν πόνων γενέσθαι. | 977 | |
69.980 | ΨΑΛΜΟΣ ΛΘʹ. Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ. (A f. 218, B f. 143 b, I f. 198) Τινὲς ἐκ προσ‐ ώπου τοῦ Δαβὶδ εἰρῆσθαί φασι τὸν προκείμενον | |
5 | ψαλμὸν, ὡς ἐξῃρημένου λοιπὸν θλίψεώς τε πάσης καὶ τῶν ἐκ θείας ὀργῆς ἐπενηνεγμένων αὐτῷ διὰ τὴν εἰς Οὐρίου γυναῖκα, καὶ αὐτὸν τὸν Οὐρίαν, ἁμαρ‐ τίαν· καὶ εἶναί γε αὐτὸν χαριστήριον ἐπὶ τῇ τῶν συσχόντων αὐτὸν πειρασμῶν [al. cod. τιμωριῶν] | |
10 | ἀπαλλαγῇ. Ἀλλ’ εὑρήσομεν, φησὶν, ἐν τῷ μεταξὺ καὶ τοῦ Σωτῆρος τὸ πρόσωπον εἰσκεκομισμένον, τῆς τε ἐνανθρωπήσεως ἀπαγγέλλον τὴν οἰκονομίαν, καὶ ὅτι ἀνακηρύξει τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τὴν διὰ πί‐ στεως χάριν. Εἶτα μετὰ τοῦτο πρόσωπον ἕτερον | |
15 | ἀνδρὸς εἰσκομίζεται κατοικτείρεσθαι γλιχόμενον παρὰ Θεοῦ, καὶ ὁμολογοῦν ὅτι μονονουχὶ κατακέχωσται τοῖς ἰδίοις παθήμασιν. Εἶτα πῶς ἥρμοσεν αὐτῷ θεσ‐ πεσίῳ Δαβὶδ, ἢ πῶς ἂν τοῦ Σωτῆρος ἔφη φωνὰς, ἢ ἑτέρῳ τινὶ τῶν καθ’ ἡμᾶς ὡς σεσωσμένῳ παρὰ Θεοῦ | |
20 | καὶ ᾠδὰς ἀνάπτοντι χαριστηρίους; Ἡμεῖς δ’ εἰρῆ‐ σθαι αὐτὸν νομίζομεν ἐκ προσώπου τοῦ νέου λαοῦ, καὶ εὐδοκιμήσαντος ἐν πίστει τῇ ἐν Χριστῷ, καὶ ἀνακομισθέντος ἀληθῶς ἐκ λάκκου ταλαιπωρίας, τουτέστιν ἐκ βάθους ἁμαρτιῶν, ἐκ πηλοῦ τε ἰλύος | |
25 | Εἰσβάλλει γὰρ μεταξὺ καὶ οὐκ ἔξω σκοποῦ τοῦ αὐ‐ τοῦ πρόσωπον τοῦ Χριστοῦ, τοῖς εὐχαριστοῦσιν οἱονεί πως ἀνοιγνύντος τοῦ μυστηρίου βάθος, καὶ τῆς οἰ‐ κονομίας διδάσκοντος τὸν τρόπον, δι’ οὗ καὶ σεσώ‐ σμεθα. Εἶτα μετά γε τοὺς παρ’ αὐτοῦ λόγους, πάλιν | |
30 | τὸ τοῦ λαοῦ πρόσωπον εἰσφέρεται, ὁμολογοῦντος οὐ‐ δὲν ἧττον τὰ ἐν οἷς ἦν κακὰ, καὶ τὸ πλῆθος τῶν αἰτιαμάτων, ἵνα καὶ ἔτι μειζόνως δοξάζηται Χριστὸς ὁ ἐκ βάθρων αὐτοὺς ἁρπάσας, καὶ τῶν τῆς ἀπ‐ ωλείας τελμάτων ἔξω τιθεὶς, διὰ πίστεως δηλονότι. | |
35 | Ἀξιοῦσι γὰρ οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες ῥυσθῆναι τῆς διὰ τὴν ἀπείθειαν ἁμαρτίας, ἅμα δὲ καὶ δι‐ ηγοῦνται τὰ συμβεβηκότα αὐτοῖς διὰ τὴν ἀπιστίαν κακά. Ἄλλοι δὲ καὶ εἰς τοὺς ἐν Βαβυλῶνι τὴν ᾠδὴν ἀναφέρουσιν, ὠφεληθέντας τῇ ἐκεῖσε θλίψει καὶ ἐπαναχθέντας. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, κ.τ.λ. | |
40 | (A f. 218 b, B f. 144, I f. 199 b) Ἀλλὰ φαίη τις· Πῶς ἂν ὑπομεμενήκασιν οὗτοι τὸν Κύριον, ἢ πῶς εἰσηκούσθησαν ὅλως οἱ τάχα που μηδὲ βοήσαν‐ τες πρὸς αὐτὸν, ἀφεστηκότες δὲ καὶ αὐτοῦ τοῦ εἰ‐ | |
δέναι τίς ὁ φύσει τῶν ὅλων ἐστὶ γενεσιουργὸς καὶ | 979 | |
69.981 | δεσπότης; Φαμὲν οὖν ὅτι σεσαγήνευκεν ὁ Σωτὴρ διὰ τῆς πίστεως τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, καταργήσας τοῦ διαβόλου τὸ κράτος, καὶ τῶν πονηρῶν δυνάμεων τὴν σκαιότητα καταλύσας, πνευματικῇ τετίμηκεν | |
5 | ἐλευθερίᾳ τοὺς διὰ πίστεως τῆς εἰς αὐτὸν κεκλημέ‐ νους εἰς ἐπίγνωσιν αὐτοῦ. Πλὴν οὐχὶ μόνη τῶν ἐθνῶν ἡ πληθὺς εἰσβέβηκε διὰ πίστεως, ἀλλὰ γὰρ καὶ πρὸ αὐτῶν οἱ ἐξ αἴματος Ἰσραήλ. «Ἀνέκτισε γὰρ ὁ Χριστὸς τοὺς δύο λαοὺς, εἰς ἕνα καινὸν ἄνθρωπον | |
10 | ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα,» καθ’ ἃ γέγραπται. Ἄμφω δὴ οὖν εἷς γεγόνασι λαὸς, κατὰ τὴν αὐτοῦ Σωτῆ‐ ρος φωνήν. Καὶ ἄλλα γὰρ, φησὶν, «ἔχω πρόβατα, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγα‐ | |
15 | γεῖν· καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.» Οὐκοῦν ὅπερ ἂν ἐξ ἑνὸς λέγηται προσώπου, τοῦτο πάντως ἁρμόσειεν ἂν τούτοις τε κἀκείνοις, διὰ τὸν τῆς ἑνότητος σύνδεσμον τῆς ἐν Χριστῷ διὰ Πνεύμα‐ τος. Ὅτι δὲ τὸ Χριστοῦ μυστήριον προαπηγγέλλετο | |
20 | τοῖς ἐξ Ἰσραὴλ διά τε νόμου καὶ προφητῶν, εἴη ἂν οὐκ ἀσυμφανὲς τοῖς τῶν ἱερῶν Γραμμάτων ἐπιστή‐ μοσιν. Ἔφη γάρ που Χριστὸς Ἰουδαίοις προσδιαλε‐ γόμενος· «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Προσεδόκων | |
25 | γὰρ αὐτὸν ἀφίξεσθαι κατὰ καιροὺς Ἰουδαῖοι Σωτῆρα καὶ Λυτρωτὴν, οὐχὶ μόνων ἑαυτῶν, ἀλλὰ καὶ ἁπάν‐ των τῶν ἐθνῶν. Καὶ γοῦν Συμεὼν ὁ δίκαιος, ὅτε βρέφος ὄντα Χριστὸν ἐν τῷ θείῳ τεθέατο ναῷ, «Νῦν ἀπολύεις, ἔφη, τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ | |
30 | ῥῆμά σου, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπόν σου· φῶς εἰς ἀπο‐ κάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ Ἰσραήλ.» Ἀλλὰ καὶ τὸ ἐκ Σαμαρείας γύναιον, ὅτε Χριστῷ διελέγετο, διωμο‐ λόγηκεν ἐναργῶς. Ἔφη γάρ· «Οἴδαμεν ὅτι Μεσσίας | |
35 | ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος ἀπαγγελεῖ ἡμῖν πάντα.» Εἴρηται δὲ καὶ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν τοῖς Ἰουδαίων δήμοις, ἐπαγγελλο‐ μένου τοῦ Χριστοῦ τὴν ἑαυτοῦ πρὸς ἡμᾶς ἄφιξιν· «Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν | |
40 | ἀναστάσεώς μου εἰς μαρτύριον, διότι τὸ κρῖμά μου εἰς συναγωγὰς ἐθνῶν.» Οὐκοῦν φαῖεν ἃν εἰκότως, ὅτι τὴν τοῦ Σωτῆρος ἄφιξιν ὡς ἕσται κατὰ καιροὺς προσδοκήσαντες· «Ὑπομένων ὑπέμεινα τὸν Κύ‐ ριον,» ἀντὶ τοῦ, Προσδοκῶν προσεδόκησα· «καὶ | |
45 | προσέσχεν μοι,» τουτέστιν, Ἐπεσκέψατό με. Θεὸς γὰρ ὣν Κύριος ἐπέφανεν ἡμῖν, καὶ ἀνήγαγεν ἡμᾶς ἐκ λάκκου ταλαιπωρίας τῶν τοῦ θανάτου πυλῶν καὶ τῆς ἐκεῖσε φθορᾶς, ἧς καὶ ἀπηλλάγμεθα διὰ Χριστοῦ μεταμορφοῦντος εἰς ἀφθαρσίαν ἐν ἑαυτῷ καὶ πρώτῳ | |
69.981(50) | τὴν ἀνθρώπου φύσιν, καὶ ἀναπλάττοντος εἰς τὸ ἐν ἀρχαῖς, καὶ ἀπὸ πηλοῦ ἰλύος τῶν τοῦ κόσμου περι‐ σπασμῶν, καὶ τῆς δυσώδους ἁμαρτίας. Ἐκ τούτων γὰρ ἀνίμησεν ἡμᾶς διὰ τῆς ἀῤῥήτου χειρὸς καὶ τῆς ἀφράστου δυνάμεως τοῦ πάντων ἡμῶν Σωτῆρος | |
55 | Χριστοῦ. Καὶ ἔστησεν ἐπὶ πέτρᾳ τοὺς πόδας μου, κ.τ.λ. | |
(I f. 200) Στερεὸς γὰρ νοῦς τοῖς ἐν Χριστῷ, καθ’ | 981 | |
69.984 | ἅ φησιν ὁ Παῦλος· «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχο‐ μεν.» Πέτρα δὲ καὶ ἑτέρως νοεῖται Χριστὸς, τὸ πάν‐ των ἔρεισμα, ὁ ἐκλεκτὸς λίθος, ὁ εἰς τὰ θεμέλια Σιὼν τεθειμένος παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐφ’ ᾧ πάντες | |
5 | οἰκοδομούμεθα, οἶκος πνευματικὸς καὶ ναὸς ἅγιος εἰς κατοικητήριον Θεοῦ ἐν πνεύματι. Κατεύθυνεν δὲ καὶ τὰ διαβήματα ἡμῶν· ἐδιδάχθημεν γὰρ ὀρθὰς ποιεῖσθαι τροχιὰς οἱ πάλαι καμπύλας ποιοῦντες καὶ διεστραμμένας ὁδούς. | |
10 | Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν. (I f. 200 b) Ἐν μοίρᾳ καὶ τοῦτο θετέον τῶν παρὰ Χριστοῦ χαρισμάτων. Οὐ γάρ τοι πᾶσιν ἀδιακρίτως ἕποιτο ἂν τὸ ἐξεῖναι δοξολογεῖν· ἀλλ’ οὐδ’ ἂν γένοιτό τις δεκτὸς παρὰ Θεῷ τοῦτο δρᾷν ἐθέλων, εἰ μή τις | |
15 | εἴη τῶν εὖ βιοῦν εἰωθότων· ὅτι «Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ.» Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, ἀντὶ τοῦ παλαιοῦ τοῦ διὰ Μωσέως· ἐπὶ καινοῖς γὰρ κατορθώμασιν, καινόν που πάντως εἴη ἂν καὶ τὸ ᾆσμα, καὶ οὐ τοῖς ἀρχαίοις ὕμνοις | |
20 | προσεοικός. Καὶ ἀντὶ δὲ τοῦ τοῖς πονηροῖς δαίμοσίν τε καὶ εἰδώλοις προσαγομένου ᾄσματος, τοὺς διὰ τοῦ ἁγίου Πνεύματος ἀναφωνεῖν ἐδιδάχθημεν ὕμνους. Ὄψονται πολλοὶ καὶ φοβηθήσονται, καὶ ἐλπιοῦ‐ σιν ἐπὶ Κύριον. | |
25 | (A f. 219 b, B f. 144 b, I f. 200 b) Ὑπόδειγμα, φησὶν, ἑτέροις ἔσομαι τοῦ κατὰ ζῆλον ἐμὸν παύσα‐ σθαι τῶν κακῶν, καὶ τὴν ὁμοίαν ἔχειν πρὸς τὸ κρεῖτ‐ τον ἐλπίδα. Ἀεὶ γάρ πως οἱ μήπω πιστεύσαντες, τῶν ἤδη πεπιστευκότων ἀναδείκνυνται ζηλωταὶ, καὶ τῆς | |
30 | ἐκείνων πολιτείας καὶ ἐπιεικείας κατ’ ἴχνος ἰέναι σπουδάζοντες ἀνανήφουσι πρὸς ἀλήθειαν, καὶ πρὸς τὸ τῆς ἀληθείας ἴασι φῶς. Εἶτα τί τὸ ἐντεῦθεν; Τὸν θεῖον εἰς νοῦν δέχονται φόβον, περὶ οὗ εἴρηται· «Ἀρχὴ σοφίας φόβος Κυρίου·» καὶ, «Τῷ φόβῳ | |
35 | Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.» Οἱ τοίνυν, φησὶ, ζηλωταὶ γενόμενοι τῶν πεπιστευκότων, καὶ ἤδη τὸν θεῖον ὠδινήσαντες φόβον, οὗτοι καὶ τὰς ἑαυτῶν ἐλ‐ πίδας ἱδρύσαντες ἐπὶ Θεῷ, παρ’ αὐτοῦ καὶ μόνου τὰς τῶν ἀγαθῶν ζητοῦσι χορηγίας, καίτοι πάλαι τύχῃ | |
40 | τινὶ καὶ γενέσει καὶ εἱμαρμένῃ τὰς τῶν καθ’ ἡμᾶς πραγμάτων ἡνίας ἀνάπτοντες. Καὶ ἄλλως δὲ τὸ ὄψονται, ἀντὶ τοῦ Ἀναβλέψουσιν εἴρηται. Ἔφη γάρ που Θεὸς διὰ φωνῆς Ἡσαΐου περὶ τῶν ἐθνῶν ἐν Ἡσαΐᾳ· «Ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ | |
45 | τρίβους ἃς οὐκ ᾔδεισαν πατῆσαι ποιήσω αὐτούς.» Λέγει δὲ καὶ τοῖς Ἰουδαίοις ὁ Χριστός· «Ἐγώ εἰμι τὸ φῶς.» Ἀλλὰ καὶ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν ἀπ‐ εστάλη παρὰ τοῦ Πατρός. Ὄψονται δὴ οὖν, τουτέστιν ἀναβλέψουσιν, καὶ τὰ ἑξῆς. | |
69.984(50) | Μακάριος ἀνὴρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, κ.τ.λ. (I f. 201) Ἡμεῖς ἐσμεν πάντως οἱ τὸν τοιοῦτον | |
λαχόντες μακαρισμόν· ὠνομάσμεθα γὰρ Χριστιανοί· | 983 | |
69.985 | καὶ τοῦτό ἐστιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ’ ἡμᾶς. Εἰ δὲ δή τις βούλοιτο πρὸς τοῖς εἰρημένοις, ματαιότητάς τε καὶ μανίας ψευδεῖς εἶναι λέγειν τὴν Ἑλληνικὴν λατρείαν, καὶ τὰ δοκοῦντα αὐτοῖς εἶναι | |
5 | τίμια, φημὶ δὴ μαντικὴν πᾶσαν, ἢ καὶ πάσας τὰς ἑτεροδιδασκαλίας, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. Γέγραπται γοῦν περί τινων, ὅτι «Μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν·» μανίαν δὲ τὴν μαντείαν φησίν. Τετολμήκασι γὰρ, φησὶ, τινὲς τῶν ἐξ Ἰσραὴλ | |
10 | τὰ ἀπὸ καρδίας αὐτῶν λαλεῖν, καὶ οὐκ ἀπὸ στόματος Κυρίου· καὶ πλεῖστοι γεγόνασι ψευδοπροφῆται παρ’ αὐτοῖς. Ἀλλ’ ἧν ἴσως φορητὸν, εἰ ἐν τοῖς τῶν εἰδώ‐ λων τεμένεσι τετόλμητό τι τοιοῦτον· ἐπειδὴ δὲ ἐν αὐτῷ τῷ οἴκῳ Κυρίου γέγονε, πῶς οὐ παγχάλεπον | |
15 | εἴη ἄν; Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυ‐ μάσιά σου, κ.τ.λ. (A f. 220, B f. 145 b, I f. 202. Κυρίλλου καὶ Θεοδωρήτου) Καθ’ ἑτέραν δὲ διάνοιαν νοήσεις καὶ | |
20 | οὕτως· Ἃ πέπραχας, φησὶν, ἐν τῷ τῆς οἰκονομίας καιρῷ, πολλά ἐστι καὶ θαυμάσια· ταῦτα καὶ τοῖς ἑτέροις ἀπήγγειλα, ἡ δὲ ἀπαγγελία ὅλην διέδραμε τὴν ὑπ’ οὐρανόν. Εὐφημοῦσι διὰ τούτων τὸν ὅλων Σωτῆρα Χριστὸν, μόνον δὲ οὐχὶ καὶ ἀληθὲς ὂν ἀπο‐ | |
25 | φαίνουσιν οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν σεσωσμέ‐ νοι, ὡς ἔλαβον ᾆσμα καινὸν, ὕμνον τε τὸν πρέποντα αὐτῷ. Ἰδοὺ γὰρ, ἰδοὺ πολλὰ πεποιῆσθαι παρ’ αὐτοῦ φησι τὰ θαυμάσια, καὶ ἀριθμοῦ κρείττονα γενέσθαι τερατουργήματα, καὶ τὰ ὑπὸ τῆς αὐτοῦ προμηθείας | |
30 | οἰκονομούμενα, τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐρήμῳ, τὰ ἐπὶ Ἰησοῦ, τὰ ἐπὶ τοῦ Σαμουὴλ, καὶ τὰ τούτων πρεσβύτερα, τὰ κατὰ τὸν Ἀβραὰμ καὶ τοὺς ἐξ αὐ‐ τοῦ πατριάρχας, ἵνα μὴ καθ’ ἕκαστον διεξέρχωμαι· ἀλλὰ τὸ νῦν γεγενημένον τούτων ἁπάντων θαυμασιώ‐ | |
35 | τερον. Οὐ γὰρ ἑνὸς ἀνδρὸς, οὐδὲ ἑνὸς ἔθνους, ἀλλὰ τῶν ἐθνῶν ἁπάντων ἐπραγματεύσω τὴν σωτηρίαν· καὶ τὴν νομικὴν λατρείαν καταπαύσας, τῇ Ἰουδαίων ἀσθενείᾳ συμβαίνουσαν, τὴν καινὴν ἔδωκας χάριν, τὴν λογικὴν λατρείαν νομοθετοῦσαν, δι’ ἧς οἱ τυφλοὶ | |
40 | τὴν καρδίαν τὸ θεῖον καὶ νοητὸν εἰσεδέξαντο φῶς, ὀρθοποδεῖν ἔμαθον οἱ πάλαι χωλεύοντες, καὶ τρανὴ γέγονε γλῶσσα μογιλάλων, ὦτα κωφῶν ἤκουσαν, κατηργήθη θάνατος, ἐξῄρηται δὲ καὶ ἡ πάντων ἁμαρ‐ τία, ἀνέλαμψεν ἀφθαρσίας ἡ χάρις· καὶ ταῦτα πάντα διώρθωται διὰ Χριστοῦ. Τοιγάρτοι φασὶν ὅτι πλεῖστα | |
45 | πεποίηκεν τὰ θαυμάσια. (Ibidem.) Τοῖς γε μὴν αὐτοῦ διαλογισμοῖς οὐκ ἔστι τίς ὁμοιωθήσεται. Τίνες δὲ ἄρα γεγόνασιν οἱ τοῦ Θεοῦ διαλογισμοὶ, καὶ τὸ ἐφ’ ἡμῖν εὐτεχνές; Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος, καὶ μεμένηκεν ὅπερ | |
69.985(50) | ἦν. Καὶ ποία τις ἧν τοῦ γενέσθαι καθ’ ἡμᾶς ἡ πρό‐ φασις, σαφηνιεῖ λέγων ὁ τῶν αὐτοῦ μυστηρίων ἱε‐ ρουργός· «Ἐπειδὴ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν | |
αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος | 985 | |
69.988 | ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας.» Ταῦτα, φησὶν, ἀπήγ‐ γειλα καὶ ἐλάλησα μαρτυρῶν, ὅτι παντός εἰσιν ἐπ‐ | |
5 | έκεινα λόγου. Ταῦτα πεπραχότας εὑρίσκομεν τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστάς. Καὶ γοῦν ὁ πάνσοφος Ἰωάννης πρὸς οἷς ἔφη τερατουργήμασι προσεπενεγκὼν εὑρίσκεται· «Ἔστι δὲ καὶ ἕτερα πολλὰ, ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἃ οὐκ ἔστιν γεγραμμένα | |
10 | ἐν τῷ βιβλίῳ τούτῳ· καὶ μὴν ὅτι ἅτινα ἐὰν γράφηται, οὐδὲ αὐτὸν οἶμαι χωρήσειν τὸν κόσμον τὰ γραφόμενα βιβλία.» Ἐπειδὴ ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέ‐ ρους προφητεύομεν· καὶ οὔτε τὰ εἰς Χριστὸν δόγ‐ ματα, οὔτε τὰ θαύματα χωροῦμεν διηγήσασθαι· | |
15 | ἀλλὰ κἂν πολλὰ ὦσι τὰ λαληθέντα, πλεῖον τὸ περιτ‐ τεῦον καὶ μὴ λαληθὲν εὑρίσκεται. Ὑπὲρ ἀριθμὸν γὰρ τὰ τοῦ Χριστοῦ, ἤτοι ὡς μὴ ὄντα τῇ φύσει ἀρι‐ θμητὰ, ἢ ὡς ὑπερβαίνοντα διὰ τὸ πλῆθος τὴν φύσιν τοῦ ἀριθμοῦ. | |
20 | Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. (A f. 220 b, B f. 146, I f. 202 b) Προφητικῇ χάριτι στεφανούμενος ὁ τὸν προκείμενον συνθεὶς ψαλμὸν ὡς ἐξ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἑαυτοῦ λόγους | |
25 | ἀνίησιν ἀγαθοὺς, οἵπερ ἂν εἶεν οὐκ ἀνάρμοστοι τῷ προσώπῳ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑποδεδυκότι, σαρκωθέντι τε καὶ ἐνανθρωπήσαντι, καὶ τὴν τοῦ δούλου λαβόντι μορ‐ φήν. Ἐπειδὴ γὰρ, φησὶν, ὦ Πάτερ, τὰς κατὰ νόμον | |
30 | θυσίας οὐκ ἠθέλησας, ἀνάμνησιν μόνον ἐχούσας ἁμαρτιῶν καὶ ἔλεγχον, οὐ μὴν καὶ ἄφεσιν, ἥκω σῶμα λαβὼν ὅπερ μοι αὐτὸς κατηρτίσω. Πνεῦμα γὰρ ἅγιον καὶ Ὑψίστου δύναμις ἐπεσκίασε τῇ ἁγίᾳ Παρθένῳ. Ἥκω δὲ, ἵνα τὸ σὸν ποιήσω θέλημα· ὅπερ ἐστὶ τὸ, | |
35 | ἐμαυτὸν προσενεγκεῖν ὥσπερ ἄμωμον ἱερεῖον, ἴνα στήσω τὰ ἐν νόμῳ περιελεῖν ἁμαρτίας οὐ δυνάμενα. Τούτῳ φαμὲν ἐοικέναι τὸ δι’ αὐτοῦ Χριστοῦ σαφῶς εἰρημένον, ὅτι «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχὶ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ | |
40 | πέμψαντός με.» Παρέσχεν οὖν ἀφορμὴν τοῦ ὅλον ψαλμὸν εἰρῆσθαι ὑπ’ αὐτοῦ, τηροῦντα τὸ αὐτὸ πρόσ‐ ωπον μέχρι τέλους τοῦ λέγοντος. Παρελθόντος τοίνυν τοῦ καιροῦ τῆς σκιᾶς, καθ’ ὃν θυσία καὶ προσφορὰ προσήγετο, οὐκέτι τὴν διὰ τούτων λατρείαν βουληθεὶς | |
45 | ὁ Θεὸς, κατηρτίσατο ἐκ τῆς Παρθένου σῶμα τῷ Υἱῷ, ὡς μηκέτι εὐδοκεῖν ὁλοκαυτώματα· καὶ περὶ ἁμαρ‐ τίας εἰπόντος τοῦ Σωτῆρος τῷ Πατρί· Ἰδοὺ ἥκω κατὰ τὸ θέλημά σου· καθ’ ὃ θέλημα ἦρεν τὴν ἁμαρ‐ τίαν τοῦ κόσμου, αὐτὸς τυθεὶς καὶ προσενεχθεὶς ὑπὲρ | |
69.988(50) | τῆς πάντων ἁμαρτίας· ἵνα ἀφέσεως γενομένης, μη‐ κέτι χρεία ᾖ τῆς περὶ ἁμαρτιῶν θυσίας. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. | |
(A f. 220 b, I f. 205) Κεφαλίδα ἔφη τὴν οἱονεὶ πε‐ | 987 | |
69.989 | ριοχὴν τῶν οὐσῶν ἐννοιῶν ἐν αὐτῇ· αὖται δέ εἰσιν αἱ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ὁ προφήτης Ἰεζεκιὴλ κεφαλίδα βιβλίου τὴν οἱονεὶ σύμπασαν περιοχὴν τῆς ἑαυτοῦ προφητείας | |
5 | ὀνομάσας εὑρίσκεται. Τὸ δὲ, «Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ,» οὕτω νοητέον· Βιβλίον μὲν πενταμερὲς ὅλον ἐστὶ τὸ Μωσέως σοφώτατον σύγ‐ γραμμα, κεφαλὴ δὲ ὥσπερ καὶ ἀρχὴ τοῦ βιβλίου παντὸς ἡ ἐπίκλην Γένεσις, ἐν ᾗ τὰ κατὰ τὸν Ἰσαὰκ | |
10 | γέγραπται εἰς Χριστὸν ὀρθῶς ἀναφερόμενα. Ὅτι δὲ πάλιν ἡ κεφαλὴ τὴν ἀρχὴν παρὰ ταῖς θείαις σημαίνει Γραφαῖς, πληροφορηθήσῃ καλῶς ἐκεῖνο συνεὶς ὅπερ ὁ Παῦλός φησιν, ὅτι «Παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνὴρ, κεφαλὴ δὲ | |
15 | Χριστοῦ ὁ Θεός.» Ἀρχὴ μὲν γὰρ τοῦ ἀνδρὸς ὁ Χρι‐ στὸς, ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών. Ἀρχὴ δὲ πάλιν τῆς γυναικὸς ὁ ἀνὴρ, ὅτι ἐκ τοῦ ἀν‐ δρὸς αὐτῆς ἐλήφθη· Χριστοῦ δὲ ἀρχὴ ὁ Θεὸς, ἐπείπερ ἐξ αὐτοῦ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ ἀρχὴν ἄναρ‐ | |
20 | χον ἔχει τὸν γεννήσαντα μετὰ καὶ τοῦ συνυπάρχειν ἀϊδίως αὐτῷ. Τούτους τοὺς στίχους καὶ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, ἐκ προσώπου τοῦ Σωτῆ‐ ρος εἰρῆσθαί φησιν. Εἰπὼν γὰρ ὅτι τὸ αἷμα τῶν ζώων ἀφελεῖν ἁμαρτίας οὐκ ἠδύνατο, ἐπάγει· «Διὸ εἰσερ‐ | |
25 | χόμενος ὁ Χριστὸς εἰς τὸν κόσμον, λέγει πρὸς τὸν Πατέρα, ὅτι Οὐδένα τρόπον προσφορᾶς ᾑρετίσω τῆς κατὰ νόμον, οὐ περὶ σωτηρίας, οὐ περὶ ἁμαρτίας, ἐμοὶ δὲ σῶμα κατηρτίσω· καὶ ἀφῖγμαι, φησὶν, ἤγουν, ἔφην, ἥκω, ἵνα τὸ σὸν ποιήσω θέλημα.» Εἶτα προστί‐ | |
30 | θησιν· «Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ·» τουτέστιν ἐκβάλλει τὰς θυσίας, ἵνα κυρώσῃ τὴν ὑπ’ αὐτοῦ προσενεχθεῖσαν θυσίαν· ἀναβαίνει γὰρ εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρὶ διὰ τοῦ ἰδίου σώματος. Καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς καρδίας μου. | |
35 | (A f. 220 b, B f. 146) Ἔχων δὲ τὸ σὸν θέλημα κε‐ κρυμμένον ἐν ἐμαυτῷ (τοῦτο γὰρ, οἶμαι, δηλοῖ τὸ, «Ἐν μέσῳ τῆς κοιλίας μου»), τοῖς γνησίοις αὐτὸ ἐναργὲς καταστήσω. Εἰδέναι γὰρ ἡμᾶς ἀναγκαῖον, ὅτι τὰ τῶν μαθημάτων ἐξῃρημένα τοῖς ἐξειλεγμένοις | |
40 | προσελάλει Χριστὸς, καὶ οὐχ ἅπασιν ἁπλῶς καὶ ἀδιακρίτως προσδιελέγετο. Καὶ γοῦν τοῖς μὲν Ἰου‐ δαίοις ἐν παραβολαῖς ἐλάλει· τοῖς γε μὴν ἁγίοις ἀποστόλοις, ἅτε δὴ καὶ ἀκραιφνῆ τὴν διάνοιαν ἔχουσι καὶ τελεωτάτων μαθημάτων δεκτικὴν, Ὑμῖν δέδοται, | |
45 | φησὶ, γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται. Καλὸν δὲ ἡμᾶς τὴν κοιλίαν καθαίρειν ὅτι μάλιστα καὶ ποιεῖν λεπτοτέραν, ὥστε τὸν νόμον Κυρίου ἐν μέσῳ δέχεσθαι. Ψυχῆς δὲ κοιλία, τὸ δοχεῖον τῶν πνευ‐ | |
69.989(50) | ματικῶν τροφῶν, εἴτουν τὸ διανοητικόν. Εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ με‐ γάλῃ. (B f. 146 b, I f. 203 b, L f. 109) Μεγάλη ἐκκλησία ἡ ἐκ μεγάλων καὶ τελείων συμπληρουμένη, ἐν ᾗ | |
55 | εὐηγγελίζετο δικαιοσύνην τὴν διὰ πίστεως Ἰησοῦ· | 989 |
69.992 | ἔγνω δὲ αὐτὸς ταύτην ὡς ἀποδεξάμενός τε καὶ οἰ‐ κειούμενος ὡς ἀδιαστάτως. Ὅτι δὲ τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις κατεβρόντησε τὴν ὑπ’ οὐρα‐ νὸν, καὶ πεπλήρωκε τὴν μεγάλην Ἐκκλησίαν, τουτ‐ | |
5 | έστι τὴν δι’ αὐτοῦ συστᾶσαν καὶ συναγηγερμένην πληθὺν τῶν ἐπεγνωκότων τὴν ἐπιφάνειαν αὐτοῦ, δῆλον ἂν εἴη δήπουθεν· οὐ γὰρ κεκώλυκεν ἑαυτοῦ τὰ χείλη· λαλεῖ γὰρ εἰς δεῦρο διὰ τῶν ἀγίων εὐαγ‐ γελιστῶν καὶ τῶν κατὰ καιροὺς διδασκάλων. Τούτους | |
10 | καὶ Χριστοῦ χείλη καλεῖν, τῶν ἀπεοικότων οὐδέν. Γράφει γοῦν ὁ θεσπέσιος Παῦλος· «Εἰ δοκιμὴν ζη‐ τεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ.» Ἐγνωκέναι δέ φησι τὸν Πατέρα τὴν δικαιοσύνην αὐτοῦ, τὴν κε‐ κρυμμένην, τὴν ὑπὲρ νόμον καὶ σκιὰν, δῆλον δὲ ὅτι | |
15 | τὴν εὐαγγελικὴν, ἣν καὶ αὐτὸς ὁ Υἱὸς τῆς διὰ Μω‐ σέως λαληθείσης τοῖς ἀρχαιοτέροις ἀποφαίνει κρείτ‐ τονα, τοῖς ἁγίοις ἀποστόλοις παρεγγυῶν τε καὶ λέ‐ γων· «Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσ‐ | |
20 | έλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» [Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας. Τὸν ποικίλον καὶ παντοδαπὸν ἐσμὸν τῶν λυπηρῶν ὁ προφητικὸς λόγος προκαταγγέλλει· ὧν τὴν πεῖραν ἡ τοῦ Χριστοῦ Ἐκκλησία δι’ αὐτῶν εἴληφε τῶν πρα‐ | |
25 | γμάτων. Ὃ δέ φησι, «Καὶ ἡ καρδία μου ἐγκατ‐ έλιπέ με,» ἀντὶ τοῦ, Ὤκλασε καὶ κατωλιγώρησεν, εἶ‐ πεν, ἵνα δείξῃ τὴν τῶν ἀθέων ἐπίνοιαν.] | |
28t | ΨΑΛΜΟΣ Μʹ. | |
29 | Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ. | |
30 | (A f. 223, Κυρίλλου καὶ Θεοδωρήτου) Τινὲς μὲν τῷ Δαβὶδ ἀνέθεσαν τὸν παρόντα ψαλμὸν, τινὲς δὲ τὰ κατὰ τὸν Ἐζεκίαν ἐν τούτῳ φασὶ προφητεύεσθαι, ὅπως τε δι’ ἔπαρσιν ἐνόσησε, καὶ πῶς περὶ αὐτὸν οἱ φίλοι διετέθησαν, καὶ ὅτι διὰ τὴν εἰς τοὺς πένητας | |
35 | ἐπιμέλειαν τῆς ὑγείας ἔτυχεν. Οὐκ ἐᾷ δὲ ἡμᾶς τὸ θεῖον Εὐαγγέλιον οὐδέτερον δέξασθαι. Τοῦ γὰρ Κυ‐ ρίου εἰπόντος· «Ἵνα ἡ Γραφὴ πληρωθῇ, ὁ τρώγων μετ’ ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ’ ἐμὲ πτέρναν αὐτοῦ·» καὶ δεικνύντος αὐτῷ καὶ οὐκ ἄλλῳ προσήκοντα τὸν | |
40 | ψαλμὸν, θρασὺ νομίζω καὶ τολμηρὸν ἄλλην αὐτῷ διαπλάσαι ὑπόθεσιν. Μακαρίζει τοίνυν ὁ προκεί‐ μενος ψαλμὸς τοὺς πιστεύσαντας εἰς Χριστόν· καὶ | |
μὴν καὶ ἀμοιβὰς αὐτοῖς τῆς πίστεως δίδωσι τὴν παρ’ | 991 | |
69.993 | αὐτοῦ ἐπικουρίαν. Εἰσφέρεται δὲ καὶ αὐτὸ τοῦ Κυρίου τὸ πρόσωπον καταλέγον τε τῶν ἀρχόντων τοῦ Ἰου‐ δαίων λαοῦ, καὶ αὐτοῦ τοῦ προδότου ἐξαιρέτως· διὸ καὶ «Εἰς τὸ τέλος» ἐπιγέγραπται, ἀναπέμπων ἡμᾶς | |
5 | ἐπὶ τὴν συντέλειαν τοῦ αἰῶνος, καθ’ ἣν ἐπληροῦτο τὰ γεγραμμένα. Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα. (A f. 223) Μακαρίζει τὸν δυνάμενον συνιέναι τὴν πτωχείαν, ἣν δι’ ἡμᾶς ἀνείληφεν ὁ Χριστός. Τοῦτον | |
10 | γὰρ λέγει πτωχὸν, διότι πλούσιος ὢν, ἐπτώχευσε δι’ ἠμᾶς, ἴν’ ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ. (A f. 223 b) Αὗται τῆς εἰς Χριστὸν πίστεως αἱ | |
15 | ἀμοιβαὶ, ἡ παρὰ τοῦ Κυρίου φυλακὴ, ἡ μέθεξις τῆς αἰωνίου ζωῆς, ἡ ἐν τῇ γῇ τῶν πραέων μακαριότης, καὶ ἡ τῶν νοητῶν ἐχθρῶν ἀπαλλαγή. Αὗται καὶ τῆς φιλοπτωχίας· οὐ μόνον γὰρ τὰ μέλλοντα δίδωσι τῷ φιλοπτώχῳ ὁ Κύριος καὶ τὴν ἀληθινὴν ἐκείνην ζωὴν, | |
20 | ἀλλὰ καὶ ἐνταῦθα μακαριστὸν ἀποδείκνυσι. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. (A f. 223 b, Κυρίλλου καὶ Θεοδωρήτου) Καὶ ὑπὲρ τῆς ἰδίας ἁμαρτίας ὁ Δαβὶδ εὔχεται, ἅτε δὴ | |
25 | ἑαυτὸν εἰδὼς ἕνα τῶν συνιέντων ἐπὶ πτωχὸν καὶ πένητα. Ἀλλ’ ὁ μὲν Δαβὶδ οὐ θαυμαστὸν εἰ καὶ νῦν ἐξομολογούμενος τοῦτό φησιν· ὁ δὲ Σωτὴρ ταῦτα ἂν λέγοι, τὰς ἁμαρτίας ἡμῶν οἰκειούμενος, ὡς ἀπαρχὴ τῆς φύσεως. Χριστὸς γὰρ ὑπὲρ ἡμῶν ἀπέθανε, γενό‐ | |
30 | μενος ὑπὲρ ἡμῶν κατάρα· καὶ τὸν μὴ γνόντα ἁμαρ‐ τίαν, ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν· οἷς ἁρμόζει καὶ τὸ ἐλέους δέεσθαι. (I f. 207, Κυρίλλου καὶ Διδύμου) Τὰ δὲ ἑξῆς κυρίως ἁρμόττειν τοῖς περὶ τοῦ πάθους τοῦ Σωτῆρος | |
35 | λόγοις, πάντες φασίν. Τὸ δὲ «Ἥμαρτόν σοι,» ὅτι εἰς τοὺς σοὺς, ὦ Δέσποτα, πεπαρῴνηκα νόμους· πᾶσα γὰρ ἡμῶν ἡ ἁμαρτία καταφωρᾶται τοιαύτη. Οἱ ἐχθροί μου εἶπον κακά μου πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; | |
40 | (A f. 224) Ἐντεῦθεν τὸ πρόσωπον εἰσφέρεται τοῦ Χριστοῦ διηγούμενον τὰ παρὰ τῶν Ἰουδαίων αὐτῷ γεγενημένα, οὓς καὶ ἐχθροὺς καλεῖ, βασκαίνοντας αὐτῷ καὶ τὸν θάνατον καττύοντας· οἳ καὶ ὁρῶντες αὐτοῦ τὸ ὄνομα πολλῆς πεπληρωμένον δυνάμεως, ὡς | |
45 | δι’ αὐτοῦ ἀπελαύνεσθαι ἀκάθαρτα πνεύματα καὶ πᾶσαν νόσον θεραπεύεσθαι, ἐνόμιζον αὐτὸ ὡς ἐπὶ τῶν λοιπῶν ἀνθρώπων μετὰ θάνατον σβέννυσθαι. Ἀλλ’ ἡ Ἐκκλησία τἀναντία τοῖς ἐχθροῖς τοῦ Χριστοῦ φρονοῦσα, εἰς αὐτοῦ πρόσωπον ἀνεφώνει λέγουσα ἐν | |
69.993(50) | ὕμνοις· «Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ | |
γενεᾷ καὶ γενεᾷ·» καὶ, «Μύρον ἐκκενωθὲν ὅνομά | 993 | |
69.996 | σου.» Πεπεισμένη κεχαρίσθαι αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει (A f. 224) Περιΐστησι τὸν λόγον ἡ προφητεία εἰς | |
5 | τὸν Ἰούδαν, ὡς μαθητὴν μὲν εἰσιόντα, πονηρὰ δὲ κατὰ τοῦ Κυρίου διαλεγόμενον καὶ διανοούμενον, καὶ Ἰουδαίοις συνταττόμενον τοῖς τὰς πονηρὰς ἐπὶ τῷ Κυρίῳ βουλευομένοις βουλὰς, καὶ παρὰ τὸν νόμον ἀποκτεῖναι τὸν ἀθῶον ὄντως σπεύδουσα. Οἱ μὲν οὖν | |
10 | ἄλλοι, φησὶν, ἐχθροὶ μονονουχὶ λέγοντες, Βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος, θάνατον αὐτῷ κατεσκεύαζον· ὁ δὲ Ἰούδας εἰσεπορεύετο ὡς οἰκεῖος τοῦ κατασκοπῆ‐ σαι· ἐκαιροφυλάκει γὰρ τὸν προδοσίας καιρὸν, τοὺς ἀνόμους περὶ ταύτης ἀνακινῶν καὶ συνάγων λογι‐ | |
15 | σμούς. Ἐκεκρίκει γὰρ τοῖς φονῶσι παραδοῦναι τὸν Κύριον, καὶ λανθάνειν αὐτὸν ᾤετο ἐν τῷ μάτην λα‐ λεῖν, ἤγουν Ῥαββὶ αὐτὸν ὀνομάζειν καὶ διδάσκαλον. Ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό. (A f. 224) Ἔξω, φησὶ, προϊὼν συνετάττετο τοῖς | |
20 | Γραμματεῦσι καὶ ἀρχιερεῦσι καὶ Φαρισαίοις, οὐκ ἔτι ἐν τῇ καρδίᾳ λαλῶν, ἀλλὰ προδήλως διαλεγόμενος. Τί δὲ ἐλάλει; «Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;» Κατ’ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου. | |
25 | (A f. 224) Τὰς κατ’ αὐτοῦ τῶν Ἰουδαίων συσκευὰς σημαίνει καὶ τὰ λεληθότα σκέμματα· εὐλαβούμενοι γὰρ τὸ πλῆθος, οὐκ ἐτόλμων φανερῶς ταῦτα τίθεσθαι, ἀλλὰ συμβούλιον λαθραίως ἐποιοῦντο. Ψιθυρισμὸς γάρ ἐστιν ἀπαῤῥησίαστον φθέγμα καὶ λαθραία κα‐ | |
30 | κολογία, ὡς λοιδορία ἡ ἐν φανερῷ καὶ κατὰ πρόσ‐ ωπον κακηγορία. Λόγον παράνομον κατέθεντο κατ’ ἐμοῦ. (A f. 224 b) Τὸ «Αἷρε, αἷρε, σταύρωσον αὐτόν.» Οὗτος δὲ ὅτι παράνομος ἦν ὁ λόγος, δῆλον ἐκ τοῦ | |
35 | εἰρημένου· «Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς.» Οὐ μὴν ἀλλὰ καὶ τυραννίδος γραφὴν κατ’ αὐτοῦ ἐποιήσαντο λέγοντες, ὅτι βασιλέα ἑαυτὸν ποιεῖ, καὶ κωλύει Καίσαρι φόρον δοῦναι. Ἀλλὰ καὶ ψευδομάρ‐ τυρας κατὰ Χριστοῦ ἐζήτουν, καὶ τὰ ψευδῆ ἐπλάτ‐ | |
40 | τοντο. Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τὸ ἀναστῆναι; (A f. 224 b) Διαγελᾷ τῶν Ἰουδαίων ὁ Σωτὴρ τὰ σκέμματα, ὡς οἰομένων διὰ τοῦ θανάτου θραύειν αὐ‐ τὸν, ὡς ἕνα τῶν καθ’ ἡμᾶς. Καί φησι· Πῶς νομίζετε | |
45 | θανάτῳ περιβαλεῖν τὴν ζωήν; Ὕπνος γάρ ἐστιν ἐν ἐμοὶ τὸ θανεῖν, καὶ ὁ θάνατος οὐκ ἐπ’ ἀναιρέσει τῆς ζωῆς, ἀλλ’ ἐπὶ ἀναστάσει γίνεται. Εἰ γὰρ τριήμερος ἀνίσταμαι, πῶς οὐχ ὕπνος ὁ ἐμὸς θάνατος; Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ ὃν | |
69.996(50) | ἤλπισα, κ.τ.λ. (A f. 224 b, B f. 151) Εἰρήνης ἄνθρωπον τὸν Ἰού‐ | |
δαν φησὶ, διά τοι τὸ δοκεῖν ἐν τοῖς εὐνοοῦσιν αὐτῷ | 995 | |
69.997 | τετάχθαι καὶ φίλοις, τό γε ἦκον εἰς τὸ εἶναι μαθητήν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τί θαυμαστὸν εἰ οἱ ἐχθροὶ κατ’ ἐμοῦ κατέθεντο τοιαῦτα, ὅπου γε ὁ οὕτως οἰκεῖος καὶ ὁμοτράπεζος ὤν μοι καὶ σύσσιτος, τὴν πτέρναν | |
5 | αὐτοῦ ὥσπερ λὰξ ἐντείνων κατ’ ἐμοῦ ἐπῆρε, καὶ ὃν εἶχε δόλον ἐγύμνωσε, σκελίσαι με διὰ τῆς προδοσίας ἐπιχειρήσας; Πτέρναν γὰρ τὸν δόλον καὶ τὴν κακουρ‐ γίαν ὠνόμασε, ἐκ μεταφορᾶς τῶν περὶ τάχους ἀγωνιζομένων, καὶ τῇ πτέρνῃ προσπταίειν καὶ πί‐ | |
10 | πτειν παρασκευαζόντων τοὺς συνθέοντας. Σὺ δὲ, Κύριε, ἐλέησόν με, καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. (A f. 224 b, I f. 208) Ταῦτα ἁρμόττει τῷ Χριστῷ διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον. Ἄθρει γάρ μοι | |
15 | πάλιν τὸν ὑπάρχοντα μὲν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸν Λόγον, τὸν ἐκ τῆς οὐσίας αὐ‐ τοῦ πεφηνότα, σύνθρονόν τε αὐτοῦ καὶ συγκατάρχοντα τῶν ὅλων, ὡς ἐν ὑφέσει τε ὄντα καὶ ἐν μείοσιν διά τοι τὴν πρὸς ἡμᾶς ὁμοίωσιν, καὶ ἀνθρωπίνως μᾶλλον | |
20 | διὰ τὴν κένωσιν, ἤγουν θεοπρεπῶς, τοὺς πρός γε τὸν ἑαυτοῦ Πατέρα ποιούμενον λόγους· «Ἐλέησόν με γὰρ, φησὶν, καὶ ἀνάστησόν με.» Καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς ὡς αὐτός ἐστιν κατὰ φύσιν τὸ ἔλεος τοῦ Θεοῦ καὶ Πατρός; αὐτὸς δὲ ὁμοίως ἡ ἀνάστασις | |
25 | καὶ ἡ ζωὴ, κατὰ τὴν αὐτοῦ φωνήν. Ἀλλ’ ἦν ἀναγ‐ καῖον πᾶσαν αὐτὸν πληρῶσαι δικαιοσύνην· καὶ ἐπειδὴ γέγονεν ἄνθρωπος, τὸ τῆς ἀνθρωπότητος μὴ παραιτεῖσθαι σμικροπρεπὲς, μήτε μὴν τοὺς αὐτῇ πρέποντας ἀπαξιῶσαι λόγους, διὰ τὸ τῆς οἰκονομίας | |
30 | εὐτεχνές. Φαμὲν δὲ ὅτι τὸν ἔλεον, καὶ συνεζευγμένως αὐτῷ τὴν ἀνάστασιν, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ’ ἡμῖν αἰτεῖ τοῖς ἐν χρείᾳ καθεστηκόσιν ἐλέου καὶ ἀναστά‐ σεως. Ὥσπερ γὰρ εἰσελθούσης εἰς τὸν κόσμον τῆς ἁμαρτίας, συνεισήλατο καθάπερ ἰδίᾳ μητρὶ, καὶ ὁ | |
35 | δι’ αὐτήν τε καὶ δι’ αὐτῆς ἀναφὺς θάνατος· οὕτως ἐξωσθείσης ἐκ τοῦ κόσμου τῆς ἁμαρτίας, συνεξήλατο καὶ ὁ θάνατος. Δικαιούμεθα γὰρ ἐν Χριστῷ κατοι‐ κτείροντος ἡμᾶς τοῦ Θεοῦ καὶ Πατρός. Λύσιν οὖν ὁ θάνατος ἔχει τὴν ἀνάστασιν τοῦ Χριστοῦ, δι’ οὗ καὶ | |
40 | ἐν ᾧ πρὸς ἀφθαρσίαν καὶ ζωὴν ἀνέθαλεν ἡ ἀνθρώπου φύσις. Ὅταν τοίνυν ἀναστήσῃς με, φησὶν, ὦ Πάτερ, τότε καὶ ἀνταποδώσω αὐτοῖς, δῆλον δὲ ὅτι τοῖς εἰς αὐτὸν πεπαρῳνηκόσιν. Ἐπιτήρει δ’ ὅμως, ὡς ἐκ τῆς καθ’ ἡμᾶς σμικροπρεπείας ἀναφοιτᾷ πάλιν .. | |
45 | [εἰς τὸ] θεοπρεπές. Οὐ γὰρ ἔφη πρὸς τὸν ἐν τοῖς οὐ‐ ρανοῖς Πατέρα, ὅτι Ὅταν ἀναστήσῃς με, τότε καὶ ἀνταποδώσεις αὐτοῖς, ἀλλ’ ὡς αὐτὸς ἐσόμενος τῶν ὅλων κριτὴς καὶ ἔστι καὶ νοεῖται Θεὸς, «Ἀνταποδώσω, φησὶν, αὐτοῖς.» Ὡς γὰρ αὐτός που πάλιν φησὶν, «Ὁ | |
69.997(50) | Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν πᾶσαν κρίσιν δέδωκεν τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Ὅτι δὲ τοῦ Πατρὸς ἀναστῆσαι λεγο‐ | |
μένου τὸν Κύριον ἡμῶν Ἰησοῦν ἐκ νεκρῶν, δι’ αὐ‐ | 997 | |
69.1000 | τοῦ καὶ τοῦτο κατώρθωται, πῶς ἂν ἐνδοιάσειέ τις; Αὐτὸς γάρ ἐστιν, ὡς ἔφην, ἀνάστασις καὶ ἡ ζωή· Τοιγάρτοι καὶ ἔφη πρὸς Ἰουδαίους περὶ τοῦ ἰδίου σώματος· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν | |
5 | ἡμέραις ἐγερῶ αὐτόν.» Ὅτι δὲ δίκας ἐκτετίκασιν Ἰουδαῖοι τῆς εἰς αὐτὸν γενομένης δυσσεβείας, οὐ μακρῶν ἂν γένοιτο χρεία λόγων, αὐτῶν τοῦτο κεκραγότων τῶν συμβεβηκότων αὐτοῖς. Ἀνταπέδωκε γὰρ, Ῥωμαίοις αὐτοὺς παραδούς. Εἶτα πάλιν ἀνθρωπίνως φησίν· Ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με. (A f. 225, B f. 151, I f. 208 b) Λαλεῖ πάλιν ὡς | |
10 | ἄνθρωπος, καὶ ὡς διὰ τοῦτο γενόμενος ἄνθρωπος, ἵν’ ἡμᾶς ἐν ἑαυτῷ παραθῆται τῷ Θεῷ καὶ Πατρὶ ἐν ἀποστροφῇ, διὰ τὴν παράβασιν, καὶ τὴν καθ’ ἡμῶν τυραννήσασαν ἁμαρτίαν. Ἐν Χριστῷ γὰρ ἐσχήκαμεν τὴν πρὸς αὐτὸν οἰκειότητα, καὶ τὸ ἀγαπᾶσθαι λοιπόν. | |
15 | Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, θύρα τε καὶ ὁδὸς πρὸς οἰκειότητα τὴν πνευματικήν. Ὅταν οὖν, φησὶν, ὧ Πάτερ, ἐλεήσας με ἀναστήσῃς, εἴσομαι δὴ τότε ὅτι τεθέληκάς με, ἀντὶ τοῦ, ἠγάπησας. Ἐν ἀγάπῃ γὰρ ὄντως πᾶν εἴ τί ἐστι θελητόν. Καὶ τότε οὐ μὴ | |
20 | ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ’ ἐμέ. Ἐχθρὸν δὲ νοήσεις πάσης τῆς ἀνθρωπότητος τὸν διάβολον, τὸν εἰσαγα‐ γόντα διὰ τῆς ἁμαρτίας τὸν θάνατον. Οὗτος τοίνυν καταλήξει τοῦ χαίρειν, ὅταν ἴδῃ μεταστοιχειουμένην εἰς ἀφθαρσίαν τὴν ἀνθρώπου φύσιν, καὶ ἀναμορφου‐ | |
25 | μένην εἰς εἶδος τὸ ἐν ἀρχαῖς, ἐκποδὼν γεγενημένης τῆς ἁμαρτίας, καὶ σὺν αὐτῇ τῆς φθορᾶς. Ἰδικῶς δὲ καὶ καταμόνας ἐχθροὺς τοῦ Χριστοῦ νοητέον ἀρχιερεῖς, καὶ Γραμματεῖς, καὶ Φαρισαίους, τοὺς καταμισθωσα‐ μένους τὸν Ἰούδαν, καὶ πρὸς Πιλάτον ἀπα[γαγόντας | |
30 | τὸν Ἰησοῦν.] Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, κ.τ.λ. (A f. 225 b) Κατακλείει καὶ νῦν εἰς εὐχαριστίαν τὸν ψαλμὸν, ὡς ὑπὲρ πάντων τε καὶ παρὰ πάντων ἀναφερομένην τῷ Θεῷ καὶ Πατρί. Καὶ ἄξιος εἶ, | |
35 | φησὶ, τοῦ εὐλογεῖσθαι αἰωνίως, ἀπὸ μὲν τοῦ παρόν‐ τος παρ’ ἡμῶν ἀρχομένης τῆς εὐλογίας, τελειουμένης δὲ ἐν τῷ μέλλοντι ὄταν τὸ ἐκ μέρους καταργηθή‐ σεται. | |
39t | ΨΑΛΜΟΣ ΜΑʹ. | |
40 | Εἰς τὸ τέλος, εἰς σύνεσιν, τοῖς υἱοῖς Κορέ. (A f. 225 b, B f. 152, I f. 209, L f. 112 b) Οἱ τοῦ πρώτου μέρους ψαλμοὶ τῷ Δαβὶδ ἦσαν οἱ τεσσα‐ ράκοντα· τὸ δὲ νῦν δεύτερον τμῆμα τριάκοντα περιέχει καὶ ἕνα, ὧν ὀκτὼ μὲν τοῖς υἱοῖς Κορὲ ἐπι‐ | |
45 | γράφονται· εἷς δὲ τῷ Ἀσάφ· καὶ Σολομῶντος εἷς· οἱ δὲ λοιποὶ τῷ Δαβίδ. Πρῶτοι δὲ τούτων οἱ τῶν υἱῶν Κορέ. Ἱεροψάλται δὲ γεγόνασιν οὗτοι, καὶ τὴν ᾠδὴν ᾄδουσιν, οὐκ αὐτοὶ δὴ πάντως συνθέντες αὐτὴν, ἀλλ’ ἐξ ἀνδρῶν πνευματοφόρων δεχόμενοι, οἷς ἡ τῶν | |
69.1000(50) | ἐσομένων κατὰ καιροὺς ἐδέδοτο γνῶσις παρὰ τοῦ πάντα εἰδότος Θεοῦ. Λαβόντες τοίνυν τὸν ψαλμὸν παρὰ τοῦ συνθέντος αὐτὸν Δαβὶδ, τὰ ἐπ’ ἐσχάτων σημαίνουσι τῶν καιρῶν. Εἰσφέρουσι δὲ τὸ αὐτοῦ τοῦ Ἰσραὴλ πρόσωπον ἐξομολογούμενον Χριστῷ διὰ τῆς | |
55 | μεταγνώσεως ἧς ποιήσονται ἐπὶ συντελείᾳ τῶν αἰώ‐ | |
νων. Διὸ καὶ «Εἰς τὸ τέλος» ἐπιγέγραπται, διὰ τὸ | 999 | |
69.1001 | περὶ τῶν μελλόντων εἶναι τὸν λόγον. Καὶ εἰς σύν‐ εσιν προτρέπεται τοὺς ἐντευξομένους ἡ προγραφὴ, ἐπεὶ θείας ἔδει συνέσεως τοῖς νοεῖν μέλλουσι τὰ μετὰ χρόνους ὅσους ἐσόμενα. Ἀλλὰ τίς ὁ Κορέ; Οὗτος | |
5 | γέγονε μὲν ἐπὶ Μωσέως, ἀπώλετο δὲ μεθ’ ὧν συν‐ έστη καταστασιάσας αὐτοῦ· οἱ δὲ τούτου παῖδες οὕτε τῆς δυσσεβείας οὔτε τῆς ἀπωλείας ἐκοινώνησαν τοῦ πατρός· τοσοῦτον δὲ γεγόνασιν εὐλαβεῖς, ὡς καὶ ψαλτῳδοὶ χρηματίσαι. | |
10 | Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ζῶντα, κ.τ.λ. (A f. 227 a. b, B f. 153) Ἐπείπερ ἐν τῷ πρὸ τού‐ του ψαλμῷ ἐκ τοῦ Σωτῆρος εἴρητο· «Κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς,» νῦν | |
15 | τὸ τῶν ἐσταυρωκότων ὑπόκειται πρόσωπον, οἳ πε‐ πόνθασιν ἀνήκεστα, προδήλου ὄντος ὡς ὕστερον προσ‐ ληφθήσονται. Καὶ διψῇν λέγουσι τὸν Θεὸν, καὶ τῆς παρ’ αὐτῷ πηγῆς ἐπιθυμεῖν, περὶ ἧς εἴρηται, ὅτι «Παρὰ σοὶ πηγὴ ζωῆς.» Περὶ αὐτῶν γοῦν ὁ Παῦλος | |
20 | ἔφησεν· «Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλ‐ λιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἳ κατὰ φύσιν ἐγκεντρι‐ σθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;» Ταῦτα τοίνυν Ἰσραὴλ με‐ ταγινώσκων, φησὶ ποθεῖν ἐγγὺς γενέσθαι Θεοῦ κατὰ | |
25 | διάθεσιν καὶ ἁγιασμὸν τὸν διὰ πίστεως τῆς ἐν Χρι‐ στῷ· καὶ ὃν ἀπεκτόνασιν ὡς ἄνθρωπον, τοῦτον Θεὸν ὀνομάζουσιν ζῶντα, πλάνην ὁμολογοῦντες καθ’ ἣν τὸν ἀρχηγὸν τῆς ζωῆς τῷ θανάτῳ παρέδωκαν. Τὸ δὲ, «Πότε ἥξω,» γλιχομένων ἐστὶ τῆς εἰς ὕστερον κλή‐ | |
30 | σεως, καὶ ζητούντων μαθεῖν τὸν καιρὸν καθ’ ὃν καὶ αὐτοὶ ἐμφανεῖς ἔσονται τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ καὶ νῦν εἰσιν ἐν ἀποστροφῇ τοῦ Θεοῦ. Καθ’ ἃ δι’ Ἡσαΐου φησίν· «Ὅταν τὰς χεῖρας ἐκ‐ τείνῃς πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ | |
35 | ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακού‐ σομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.» Ὅταν δὲ κληθῶσιν, ὀφθήσονται τῷ προσώπῳ τοῦ Θεοῦ· γέγραπται γὰρ, ὅτι «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους.» | |
40 | Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός. (A f. 228, B f. 153 b, L f. 212, L f. 113) Ἐκ‐ πεπτωκότα τὸν Ἰσραὴλ φειδοῦς τῆς ἄνωθεν δειναὶ κατειλήφασι συμφοραί· πεπόρθηνται γὰρ αἱ τῆς | |
45 | Ἰουδαίας πόλεις ὑπὸ τῆς Ῥωμαίων στρατιᾶς. Καὶ ὅτι ταῦτα αὐτοῖς συμβήσεται, προκαταμεμήνυκεν ὁ Χριστός· «Ὅτ’ ἂν γὰρ ἴδητε, φησὶν, κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς | |
ὄρεσιν· Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς· Πέσατε ἐφ’ | 1001 | |
69.1004 | ἡμᾶς.» Ταῦτα δὴ οὖν ὑπομένοντι τῷ Ἰσραὴλ ἐπετώ‐ θαζον, κατὰ τὸ εἰκὸς, τῶν ἀστυγειτόνων τινές· ἐπ‐ έχαιρον γὰρ ἀεὶ πολεμουμένοις καὶ κάμνουσιν τὰ περίοικα τῶν ἐθνῶν. Οὐκοῦν ἀντὶ τῶν ἡδίστων καὶ | |
5 | ἀναγκαίων, φησὶ, τουτέστι τραπέζης καὶ τροφῆς, γέ‐ γονέ μοι τὸ δακρυῤῥοεῖν καὶ κατολοφύρεσθαι πικρῶς τὴν ἀδόκητον τῶν πραγμάτων ἐπὶ τὰ χείρω φοράν. Ποίων δὲ ἄρα μνησθῆναί φησι; Πρῶτον μὲν, ὅτι Θεῷ προσκέκρουκε διὰ τῆς εἰς Χριστὸν παροινίας. | |
10 | Εἶτα, ὅτι τῆς δι’ αὐτοῦ σωτηρίας ἠμοιρηκὼς, ἠχρειώθη τρόπον τινὰ, καὶ ἁπάσης ἐλπίδος ἀπώλι‐ σθεν ἀγαθῆς, ἥλω τε ταῖς οὕτω δειναῖς συμφο‐ ραῖς. Καὶ τρίτον, ὅτι ταυτὶ πεπονθότα ἐπετώθαζόν τινες, ἐπιφωνοῦντες ἀεὶ τὸ, «Ποῦ ἐστιν ὁ Θεός σου;» | |
15 | Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως, ἤχου ἑορτάζοντος. (A f. 229 b, B f. 154, I f. 214) Οἱ ἐπὶ τοῖς τῶν ἐχθρῶν τωθασμοῖς ἀλύοντες, οὐ μετρίως τῇ τῶν | |
20 | ἀγαθῶν ἐλπίδι καταπιαίνονται, καὶ μεταπηδῶσιν ἐπὶ τὸ χαίρειν τε καὶ ἁπάσης δυσθυμίας ἀμείνω τὴν διάνοιαν ἔχειν, καὶ εὐαγγελίζονται ἑαυτοῖς ὡς ἐν καιρῷ τευξόμενοι τῆς διὰ Χριστοῦ σωτηρίας τε καὶ ζωῆς, καὶ ταῖς θείαις αὐλαῖς ὁμοῦ τοῖς ἄλλοις ἁγίοις | |
25 | ἐνδιαιτησόμενοι, καὶ συμμεθέξοντες τῆς ἑορτῆς τῆς ἐπί γε, φημὶ, ταῖς ἀκαταλήκτοις δοξολογίαις πρατ‐ τομέναις εἰς Θεόν. Ἁγιοπρεπὴς γὰρ ἡ τοιάδε παν‐ ήγυρις· καὶ πιστώσεται λέγων ἑτέρωθί που πάλιν ὁ θεσπέσιος Δαβίδ· «Μακάριοι πάντες οἱ κατοικοῦν‐ | |
30 | τες ἐν τῷ οἴκῳ σου· εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε.» Θαυμαστὴν δὲ σκηνὴν ὀνομάζει καὶ οἶκον Θεοῦ, τῆς ἐν οὐρανοῖς Ἐκκλησίας τὸ μίμημα τὴν ἐπὶ γῆς δηλονότι. Ἔτι δὲ ὑψηλότερον προσδο‐ κῶσιν οἱ ἅγιοι, ὅτι μετὰ τὰς ἐνταῦθα κακοπαθείας | |
35 | διαδέξεται αὐτοὺς τὸ τρισμακάριον τέλος, ἡ θαυμα‐ στὴ σκηνὴ τοῦ Θεοῦ ἡ ἄνω, καὶ ὁ ἐνδοτάτω αὐτῆς οἶκος, εἰς ὃν ὑπ’ ἀγγελικῶν δυνάμεων αἰρόμενοι εἰσ‐ αχθήσονται, κατὰ τὸν Σύμμαχον εἰπόντα· Διαβασταχθή‐ σομαι ἕως τοῦ οἴκου τοῦ Θεοῦ· ὄθεν καὶ τὸ, «Ἁρπαγη‐ | |
40 | σόμεθα ἐν νεφέλῃ.» Πρὸς τὴν αἰσθητὴν δὲ διὰ Μωσέως σκηνὴν, τὴν νοητὴν ἐκάλεσε θαυμαστὴν, τὴν ἀληθινὴν, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Εἰ δὲ χαρὰ γί‐ νεται ἐν τοῖς οὐρανοῖς τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, πῶς οὐκ εἰκὸς, ψυχῆς | |
45 | μετὰ γυμνασίαν αὐτάρκη ἀναγομένης εἰς τὰ ἅγια τὰ ἐπουράνια, φωνὴν εὔφημον γίνεσθαι πλήθους τῶν πανηγυριζόντων ἐπὶ τῇ τῶν σωζομένων σωτη‐ ρίᾳ; Ἔνθα φησίν· «Ἀφίξομαι ἐν φωνῇ ἀγαλλιά‐ σεως καὶ ἐξομολογήσεως, ἤχου ἑορταζόντων,» ὑμνολογῶν δηλονότι, καὶ τοῖς ἑορτάζουσιν ἀναμὶξ ἀν‐ | |
69.1004(50) | άπτων τὰς ὑμνῳδίας τῷ σεσωκότι Χριστῷ. Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογεύσομαι αὐτῷ· σωτήριον τοῦ προσ‐ ώπου μου ὁ Θεός μου. | |
55 | (A f. 229, B f. 154, I f. 214) Ἐπιτιμᾷ ταῖς λύ‐ | |
παις τῇ εἰς Χριστὸν ἐλπίδι χρώμενος ὁ σταυρωτὴς | 1003 | |
69.1005 | λαὸς, καί φησιν· Εἰ τετήρηται, ὦ ψυχὴ, καιρὸς, καθ’ ὃν ἡ διὰ πίστεως ἡμῶν κλῆσις ἀγάγοι ἡμᾶς μετὰ τῶν ἑορταζόντων εἰς τὴν σκηνὴν, διὰ τί περίλυπος εἶ, καὶ κατατρύχῃ ταῖς λύπαις; Ἔλπισον ἐπὶ τὸν | |
5 | Θεόν· ἐξομολογήσομαι γὰρ αὐτῷ, καὶ αὐτὸς ἔσται σωτήριον τοῦ ἐμοῦ προσώπου. Τὸ δέ γε πρόσωπον ἔοικεν ἐν τούτοις ἀντὶ τοῦ κάλλους εἰπεῖν· τοῖς μὲν γὰρ πιστεύουσιν εἰς Χριστὸν τὸ θεῖον ἐμπρέπει κάλλος· μορφοῦται γὰρ ἐν αὐτοῖς δι’ ἁγιασμοῦ τε | |
10 | καὶ δικαιοσύνης [al. cod. σωφροσύνης]. Τοῖς γε μὴν ἀπίστοις ἕψεται δὲ πάντως τὸ εἰδεχθές· οὐ γὰρ ἔχουσιν ἐμπρέπον ἑαυτοῖς τὸ θεῖόν τε καὶ ἀκήρατον κάλλος. Διὰ τοῦτο καὶ τοῖς τὴν ἐν νόμῳ δικαιοσύνην τετιμηκόσιν μετὰ τὴν πίστιν ὁ θεσπέσιος Παῦλος | |
15 | ἐπιστέλλει λέγων· «Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Οὐκοῦν ὅτε Χριστὸς ἐν ὑμῖν μορφοῦται, τότε τοῦ τῆς ψυχῆς προσώπου, τουτέστι τοῦ κάλλους αὐτῆς, τὴν σωτηρίαν ἐργάζε‐ ται. Εὖ δὲ δὴ σφόδρα Θεὸν ὁμολογεῖ τὸν Ἐμμανουὴλ | |
20 | ὁ σταυρωτὴς λαὸς, καίτοι διώκων αὐτόν ποτε καὶ λέγων· «Διὰ τί σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» Ἀλλ’ ὡς ἤδη καὶ ἐγνωκὼς τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ προσενεγκὼν τὴν ἐξομολόγησιν, Θεὸν αὐτὸν ἑαυτοῦ φησιν, καὶ τὸ καλὸν ὅνομα μεθ’ ἡμῶν ἐπιγράφεται, τὸ εἶναί τε καὶ καλεῖσθαι Χριστιανός. | |
25 | Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρ‐ μωνιεὶμ ἀπὸ ὄρους μικροῦ. (A f. 229 b) Ἐπειδὴ ἐταράχθη, φησὶν, ἡ ψυχή μου, ἀναμνήσας ἐμαυτὸν τῶν σῶν θαυμασίων, ὧν τε κατὰ | |
30 | τὸν Ἰορδάνην ἡμῖν ἔδειξας, ὧν τε κατὰ τὸ γειτονοῦν αὐτῷ ὄρος τὸ Ἀερμὼν, παραμυθήσομαι ἐμαυτόν. Ὑψη‐ λῶς δὲ οὕτω φησί· Γενησόμενος ἐν τῷ Ἰορδάνῃ, τουτ‐ έστιν ἀξιωθεὶς τοῦ ἁγίου βαπτίσματος, τὸ τηνικαῦτά σου μνησθήσομαι διὰ τοῦ ῥήματος τῆς ὁμολογίας· | |
35 | μνησθήσομαι δὲ καὶ τοῦ Ἑρμωνιεὶμ, ὃ ἑρμηνεύεται ὁδὸς λύχνου, ὡς τοῦ ἁγίου βαπτίσματος ὁδὸν ἀνοίγοντος φωτισμοῦ. Δοκεῖ δέ μοι ἡ τῶν εἰρημένων διάνοια τοῦτον ἔχειν τὸν νοῦν, κατὰ τὸ ῥητόν. Μετὰ τὴν Μωσέως τελευτὴν, Ἰησοῦ τὸν λαὸν εἰς τὴν γῆν τῆς | |
40 | ἐπαγγελίας εἰσάγοντος, ὡς οἱ ἱερεῖς ἐπέβησαν τῷ Ἰορ‐ δάνῃ, τὴν κιβωτὸν ἐπ’ ὤμοις φέροντες, ὁ Ἰορδάνης, ὥς φησιν ἡ Γραφὴ, ἐπληροῦτο καθ’ ὅλην τὴν κρηπίδα αὐτοῦ. Καὶ ἔστη τὰ ὕδατα καταβαίνοντα ἄνωθεν πῆγμα ἕν· τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν τῶν | |
45 | ἀλῶν. Καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ διέβησαν διὰ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου, τοῦ μὲν κάτω φερομένου ῥεύ‐ ματος χωροῦντος εἰς τὴν θάλασσαν τὴν ἁλυκὴν, τοῦ δὲ ἄνωθεν κατιόντος, παραδόξως Θεοῦ δυνάμει ἀνα‐ στελλομένου, καὶ εἰς τοὐπίσω χωροῦντος· καὶ δὴ τὰ | |
69.1005(50) | ἀπὸ τῶν πηγῶν ἄνωθεν προχεόμενα τοῦ Ἰορδάνου | |
ῥεύματα, μὴ ἔχοντα διέξοδον, ἐκυρτοῦτο, καὶ σωρὸς | 1005 | |
69.1008 | εἷς ἐγίνετο, ἐπαιρομένων τῶν ὑδάτων καταλλήλων, διὰ τὸ ἀποκεκλεῖσθαι αὐτοῖς τὴν διέξοδον. Ἀναπο‐ λῶν οὖν, φησὶ, τῇ μνήμῃ τῆς τότε γενομένης τῷ λαῷ ἐπισκοπῆς τὴν χάριν, εἰκότως ἐπὶ τοῦ παρόντος | |
5 | τὴν ψυχὴν κατατήκομαι, μηδεμιᾶς τοιαύτης καὶ ἐφ’ ἡμῶν γενομένης τοῦ Θεοῦ προνοίας. Οἱ μὲν γὰρ παραδόξως τὸν Ἰορδάνην διῆλθον, καὶ τὸ παρακεί‐ μενον ὄρος τὸ Ἀερμών· ἐπ’ ἐμοῦ δὲ τοῦ ταῦτα λέ‐ γοντος τοιοῦτον οὐδὲν πέπρακται. Ταῦτα τῶν αἰχ‐ | |
10 | μαλώτων τὰ ῥήματα. Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταῤῥακτῶν σου. (E f. 79 b, L f. 114) Ἄβυσσος δηλοῖ τὸ τῆς πο‐ λυπληθίας ἄπειρον· ἀντὶ τοῦ εἰπεῖν· Τὴν ἀλλήλων | |
15 | συμμαχίαν ἐπὶ τῇ καθ’ ἡμῶν συγκαλοῦνται [al. cod. ἐγκαλ.] συνδρομῇ, διὰ τὸ τὴν συγχώρησιν τῆς ἐκεί‐ νων συνδρομῆς [al. cod. ὁρμῆς] εἶναι διάβασιν· κα‐ ταῤῥακτῶν γὰρ εἰκότως τὴν τοῦ Θεοῦ συγχώρησιν ὡς πρὸς τὰς ἀβύσσους ἐκάλεσεν. | |
20 | (A f. 250, I f. 225 b, L f. 114) Οὐ μόνον τοῦ ἐν τῷ Ἰορδάνῃ γενομένου θαύματος ποιοῦνται μνήμην ἐπὶ σωτηρίᾳ τῶν ἐξ Ἰσραὴλ, ἀλλὰ καὶ ἑτέρων πάλιν θαυμάτων ποιοῦνται κατάλογον, τιθέντες ἐφεξῆς ἅπερ συνέβη γενέσθαι κατὰ καιρούς. Ἀλλόφυλοι μὲν γάρ | |
25 | ποτε κατεστρατεύοντο τῶν ἐξ Ἰσραὴλ εἰς Μασσηφάτ· γέγραπται γὰρ οὕτως ἐν ταῖς Βασιλείαις. Ὡς δὲ προσήγαγον εἰς μάχην, τὸν τοῦ πολέμου νόμον ἐξηρ‐ τυμένοι, δεδιότες τὴν ἔφοδον οἱ ἐξ Ἰσραὴλ, προσῄε‐ σαν τῷ θεσπεσίῳ Σαμουὴλ, καὶ τὰς ὑπέρ γε σφῶν | |
30 | αὐτῶν ποιεῖσθαι λιτὰς ἐλιπάρουν. Ὁ δὲ τέθυκεν ἄρνα γαλαθηνὸν, καὶ ὕδωρ ἐξέχεεν ἐπὶ τὴν γῆν, εἰς τύπον μυστηρίου τοῦ κατὰ Χριστόν. Καὶ τοιαύτης γενομένης ὑπὲρ αὐτῶν θυσίας, κατηνέχθη τῶν πολεμίων χάλαζα τοσαύτη, ὥστε σχεδὸν ἅπαντας οὐδενὸς αὐτοῖς ἀν‐ | |
35 | θρώπου μαχομένου πεσεῖν. Ἔοικεν δὴ οὖν τὴν τῆς χαλάζης ἄσχετον φορὰν, ἄβυσσον ἐπ’ ἀβύσσῳ τρέ‐ χουσαν ὀνομάζειν· τὸ γὰρ ἐπικαλεῖται, ἀντὶ τοῦ ἐκκαλεῖταί [al. cod. ἀνακαλεῖται] φησιν. Ἀλλεπάλ‐ ληλος γὰρ ἦν ἡ ταύτης φορὰ, καὶ ὥσπερ ἐξεκαλεῖτο τὴν δευτέραν ἡ πρώτη. Φωναὶ δὲ καταῤῥακτῶν αἱ | |
40 | τῆς χαλάζης καταφοραὶ νοηθεῖεν ἄν. Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ’ ἐμὲ διῆλθον. (A f. 230 b, I f. 215 b, L f. 114) Εἶτ’ εὐθὺς ἑτέ‐ ρου διαμνημονεύουσι θαύματος· διῆλθον γὰρ διὰ τῆς | |
45 | Ἐρυθρᾶς θαλάσσης, τὴν τοῦ Φαραὼ φυγόντες μο‐ χθηρίαν· καὶ οἷον ἐδόκουν μὲν οἱ τῶν κυμάτων μετεωρισμοὶ, τουτέστιν αἱ ὑψώσεις, φέρεσθαι κατ’ αὐτῶν, ἀλλ’ ἠδίκουν οὐδέν· τοῦτο οἶμαι, ἔστι τὸ, «Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου | |
69.1008(50) | ἐπ’ ἐμὲ διῆλθον·» ἐπάγη γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα, καὶ ξηρὰ ἐφυλάχθη ἡ διάβασις. Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ αὐτῷ [var. lect. αὐτοῦ]. (A f. 251, K f. 84 b. Κυρίλλου καὶ Θεοδωρήτου.) | |
55 | Καὶ μέντοι μεθ’ ἡμέραν ὁ Θεὸς, τουτέστι φανερῶς | |
καὶ οἱονεί πως ἐν φωτὶ, καθυπισχνεῖται τὸν ἔλεον διὰ | 1007 | |
69.1009 | φωνῆς ἁγίων· δηλοῖ δὲ αὐτὸν, τουτέστι καθίστησιν ἐμφανῆ, καὶ εἰς πέρας ἄγει διὰ νυκτὸς, τουτέστι κατὰ τὸ ἀφανές. Ἴσως δὲ καὶ τὸ τάχος βούλεται εἰπεῖν τῆς τοῦ Θεοῦ βοηθείας. Ὥσπερ γὰρ βουληθεὶς κύ‐ | |
5 | ματα πολεμίων ἐπήγαγές μοι, οὕτω βουληθεὶς ἀπαλ‐ λάξαι με, ὀξυτάτην νεμεῖς τὴν ἐπικουρίαν, ὥστε ἅμα τῷ προστάξαι σε, μηδὲν κωλῦσαί με εὐχαριστῆσαί σοι, καὶ μηδὲν μέσον εἶναι τοῦ σοῦ προστάγματος καὶ τῆς ἀπολύσεως [cod. ἀπολαύσεως]. | |
10 | (B f. 156) Τρίτον ἐπισυνάπτει τοῖς εἰρημένοις σημεῖον, ἡνίκα Ῥαψάκης πολιορκήσας τὴν Ἱερουσα‐ λὴμ, τὸν τῶν ὅλων ὡς μὴ δυνάμενον αὐτοὺς σώζειν ἐβλασφήμει Θεὸν, ὅτε τῶν σὺν αὐτῷ διὰ μιᾶς νυκτὸς ὑπ’ ἀγγέλου χιλιάδες ρπεʹ ἀνῄρηνται· τοῦ Θεοῦ τῇ | |
15 | πρὸ τῆς νυκτὸς ἡμέρᾳ τῷ Ἐζεκίᾳ προειρηκότος· «Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι’ ἐμὲ καὶ διὰ Δαβὶδ τὸν παῖδά μου·» ὡς ἐν ἡμέρᾳ μὲν γενέ‐ σθαι τὴν ὑπόσχεσιν, ἐν νυκτὶ δὲ τὸ ἔργον. Ὃ δηλοῖ τὸ, «Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ | |
20 | νυκτὸς δηλώσει.» Ἐπὶ τοσαύτῃ τοίνυν προνοίᾳ Θεοῦ πῶς οὐκ ἄξιον ἀποθέσθαι τὴν λύπην, ἐπ’ αὐτῷ θέ‐ μενον τὴν ἐλπίδα; Παρ’ ἐμοὶ προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου. (A f. 231, B f. 156) Ὁ δέ γε θεῖος Κύριλλος στί‐ | |
25 | ζων εἰς τὸ, «καὶ νυκτὸς ᾠδὴ αὐτῷ,» εἶτα ἐπάγων τὸ, «Παρ’ ἐμοὶ προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου,» οὕτως ἑρμηνεύει τὸν στίχον· ὅτι ὡς πιστὸς ἤδη ὁ ἀπόβλητος Ἰσραὴλ προσευχὴν ἔχειν ἐν ἑαυτῷ φησι τὴν ὑπέρ γε μόνης τῆς ἑαυτοῦ ζωῆς, καὶ μηδενὸς ἄλλου τῶν | |
30 | προσκαίρων. Ἢ ὅτι πάλαι μὲν κατὰ τὸν νόμον θυσίας ἐπηγγέλλοντο τῷ Θεῷ τὰς δι’ αἱμάτων, μεταβαλούσης δὲ τῆς σκιᾶς εἰς ἀλήθειαν, τὴν ἑαυτῶν ζωὴν καθιε‐ ροῦμεν αὐτῷ· κατὰ τὸ, «Παραστήσατε τῷ Θεῷ τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν.» Ἡ προσευχὴ | |
35 | τοίνυν ἐνταῦθα σημαίνει τὴν ὑπόσχεσιν· ὡς εἶναι τὸν νοῦν τοιοῦτον, ὅτι Παρ’ ἐμοὶ τῷ Ἰσραὴλ ἡ τῆς ζωῆς μου εὐχὴ καὶ ἡ ὑπόσχεσις τῷ Θεῷ καθιέρωται. Εἶτα διδάσκει τῆς προσευχῆς τὰ ῥήματα. Ἐρῶ τῷ Θεῷ· Ἀντιλήπτωρ μου εἶ· διὰ τί μου | |
40 | ἐπελάθου; κ.τ.λ. (A f. 231 b) Ἐπαναλαμβάνει πάλιν ὁ μεταγινώ‐ σκων λαὸς τὴν ἱκετηρίαν, ἐπὶ πλέον ἐκκαλούμενος εἰς ἔλεον τὸν Θεόν. Ἐγὼ μὲν γὰρ, φησὶν, οὐκ ἐπιλανθά‐ νομαι τοὺς σοὺς εἰδὼς οἰκτιρμοὺς καὶ τὰς ἀποκειμέ‐ | |
45 | νας ἐλπίδας· σὺ δὲ οὐκ οἶδα τίνος μου χάριν ἐπιλέλη‐ σαι. Λήθην δὲ ἐπὶ Θεοῦ μὴ πάθος εἶναι νόμιζε, ἀλλὰ τὴν ἐγκατάλειψιν. Ἡ γὰρ λήθη τὸ ἀνθρώπινον πάθος, μνήμης οὖσα ἀποβολὴ, θείας φύσεως οὐχ ἅπτεται· ἀπαθὲς γὰρ τὸ Θεῖον καὶ ἀμετάβλητον. Διὰ τοῦτο καὶ | |
69.1009(50) | ἐρωτᾷ τὸ, «Διὰ τί μου ἐπελάθου;» Οὐδεὶς δὲ περὶ | |
ἀκουσίου πάθους τῆς λήθης λέγει τὸ, Διὰ τί; ἀλλ’ | 1009 | |
69.1012 | ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφρον‐ τιστίαν, τὸν τῆς παρὰ Θεοῦ ἀνάξιον ἐπιμελείας. Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνείδισάν με οἱ θλίβοντές με. | |
5 | (I f. 218) Ἐχθρῶν δὲ διαμνημονεύσας, διαβάλλει μὲν αὐτῶν τὸ ἀνήμερον καὶ ἀνηλεές· Συνέθλων γὰρ τὰ ὀστᾶ μου, φησὶν, τουτέστιν ἀφορήτως ἐπεπήδων, καὶ ἀδεῶς ἐναλλόμενοι πᾶσαν ἐπῆγον συντριβήν. Ἀλλ’ ἦν μοι τοῦτο δυσφορητότερον τὸ κατονειδίζεσθαι | |
10 | παρ’ αὐτῶν, ἀεὶ κεκραγότων· Ποῦ ἐστιν ὁ Θεός σου; ὅπερ ἐστὶ, Τίς δὴ ἄρα σε τῶν διωγμῶν ἐξαρπάσει; ποῦ δὲ καὶ ὁ πάλαι βοηθεῖν ὑπισχνούμενος, ἐφ’ ᾧ πᾶσαν ἔθου τὴν ἐλπίδα; Οὐκ ἀνεκτὴ γὰρ τοῖς ἁγίοις ἡ κατὰ Θεοῦ γλωσσαλγία. | |
15 | Ἵνα τί περίλυπος εἷ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, κ.τ.λ. (A f. 252. Κυρίλλου καὶ Θεοδωρήτου.) Ἴδιον τῶν πασχόντων τὸ συνεχεῖς λογισμοὺς στρέφειν ἐν | |
20 | ἑαυτοῖς, ποτὲ μὲν ἀπογνώσεως, ποτὲ δὲ ἐλπίδος. Τοῦτο κἀνταῦθα ὅ τε μεταγινώσκων ὁ Ἰσραὴλ, ὅ τε αἰχ‐ μάλωτος ποιεῖ· ἱκανῶς γὰρ τῇ συμφορᾷ ἑκάτερος ἐπι‐ δακρύσας, πάλιν τῇ ἑαυτοῦ ψυχῇ ἐγκελεύεται μὴ κατατήκεσθαι τῇ λύπῃ μηδὲ ταράττεσθαι, ἀλλ’ ἐλπίδα | |
25 | τὸν Θεὸν τίθεσθαι, καὶ αὐτῷ εὐχαριστεῖν· ὅστις δού‐ λου μορφὴν ἀναλαβὼν, σωτηρία γέγονε τοῦ ἡμετέρου προσώπου, τουτέστι τοῦ κάλλους τῆς εἰρήνης ἣν ἐρυ‐ πώσαμεν.—(I f. 218) Εἶτα πάλιν εἰς εὐθυμίαν ἀναβι‐ βάζων τὴν ἑαυτοῦ ψυχὴν, καὶ [οὐκ] ἐῶν εἰς ἅπαν ταῖς | |
30 | δυσθυμίαις καταμαραίνεσθαι, βλέπει σοφῶς εἰς ἐλπίδα τὴν παρὰ Θεῷ, καὶ δὴ καί φησιν· «Ἵνα τί περίλυ‐ πος εἶ, ἡ ψυχή μου; καὶ ἵνα τί συνταράσσεις με· Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ· ἡ σωτηρία τοῦ προσώπου μου ὁ Θεός μου.» Τούτων δὲ | |
35 | τὴν ἑρμηνείαν φθάσαντες εἰρήκαμεν. | |
36t | ΨΑΛΜΟΣ ΜΒʹ. | |
37 | Ψαλμὸς τῷ Δαβίδ. (A f. 232 b, B f. 157, I f. 219, L f. 115 b) Κύριλ‐ λος ὁ θεῖός φησιν, ὡς ἐν μὲν τῷ πρὸ τούτου ψαλμῷ | |
40 | τὸ τοῦ Ἰσραὴλ εἰσεκομίσθη πρόσωπον, οἷα δὴ τὴν κλῆσιν ἑαυτοῦ τὴν ἐν ἐσχάτοις καιροῖς εἰδὸς, καὶ δε‐ διψηκὸς δὲ οὕτω τὸ προσοικειοῦσθαι λοιπὸν διὰ πί‐ στεως τῷ Θεῷ· ἐν δέ γε τῷ προκειμένῳ ψαλμῷ τὸ τῆς τῶν ἐθνῶν πληθύος εἰσκομίζεται πρόσωπον, σω‐ | |
45 | θῆναι παρακαλούντων διὰ πίστεως τῆς εἰς Χριστόν. Βούλονται δὲ καὶ βασανισθῆναι τὴν αἰτίαν ὑφ’ ἧς δι‐ ολώλασιν· αὕτη δὲ ἦν ἡ τοῦ διαβόλου σκαιότης, καὶ ᾑ τῶν ἀκαθάρτων πνευμάτων πλεονεξία· τούτους γὰρ καὶ ἀνόσιον ἔθνος ὀνομάζουσιν· ἢ τάχα που καὶ τοὺς τῆς | |
69.1012(50) | ἐκείνων ἀνοσιότητος ὑπουργοὺς, τοὺς Ἑλλήνων φημὶ λογάδας καὶ ποιητάς· τούτους δὲ καὶ ἀδίκους καὶ δο‐ λίους ὀνομάζουσιν, ὡς ἀπαταιῶνας καὶ ψεύστας. Φησὶ γάρ· Κρῖνόν μοι, ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην μου | |
55 | ἐξ ἔθνους οὐχ ὁσίου, κ.τ.λ. | |
(A f. 232 b) Σὺ, φησὶν, αὐτὸς γενοῦ μοι κριτὴς, | 1011 | |
69.1013 | Κύριε, ὁ μὴ ἐξ ἀκροάσεως δικάζων, ἀλλ’ ἐξ ἐπιστή‐ μης τὸ δίκαιον ἐπιφέρων, καὶ τῆς τοῦ Σατανᾶ πλεον‐ εξίας καὶ τῶν ἀλλοτρίων [num ἄλλων?] δαιμόνων ἀπάλλαξον. Ἄνθρωπον γὰρ τὸν διάβολον καὶ Ἡσαΐας | |
5 | ὀνομάζει λέγων· Αἰγύπτιον ἄνθρωπον, καὶ οὐ Θεὸν εἶπον βοηθῆσαι αὐτοῖς. Ὅτι σὺ εἶ, ὁ Θεὸς, κραταίωμά μου, κ.τ.λ. (A f. 232, I f. 219 b, L f. 115 b) Καὶ οἱ ἐκ περι‐ τομῆς μεταγινώσκοντες, κραταίωμα ἑαυτῶν τὸν Θεὸν | |
10 | ἐπιγράφονται· καὶ οἱ ἐξ ἐθνῶν πιστεύσαντες, τοῦτον ἰσχὺν ἑαυτῶν τίθενται· καὶ οἱ αἰχμάλωτοι παρ’ ἄλλου λυτρωθῆναι οὐκ ἐλπίζουσιν. Ὅτ’ ἂν δὲ οἱ μὴ πιστεύ‐ σαντες Θεῷ λέγωσιν, ὅτι Σὺ εἶ, ὁ Θεὸς, κραταίωμά μου, φαμὲν ὅτι Θεός ἐστιν τῶν ὄλων δημιουργὸς, | |
15 | καὶ πάντα πρὸς τὸ εὖ εἶναι συνέχων· αὐτὸς κρα‐ ταίωμα τῶν ὅλων, κατά γε τὴν ἐν ἀρχῇ τῇ κοινῇ φύσει δοθεῖσαν χάριν. Εἰ δὲ προσκεκρούκασίν τινες, ὄλισθον ὑπομείναντες προαιρετικὸν, καὶ μακρὰν γε‐ γόνασι Θεοῦ, διά τε τῆς ἁμαρτίας, καὶ προσέτι τοῦ | |
20 | λατρεῦσαι παρ’ αὐτὸν τῇ κτίσει .. οὐδὲν [κωλύει] κραταίωμα καὶ αὐτὸν εἶναι λέγειν τὸν Θεόν. Ἀλλ’ ἐξώσθησαν διὰ τὴν μεταξὺ χωρήσασαν ἁμαρτίαν, καταθλίβοντος καὶ ἐγκειμένου τοῦ Σατανᾶ, καὶ σκυθρωπάζειν παρασκευάζοντος διὰ προσδοκίαν. | |
25 | Πῶς γὰρ ἦν ἔχειν δύνασθαι τὸ χρῆναι δὴ χαίρειν τοῖς ὅσον οὐδέπω κολασθησομένοις διὰ τὴν ἁμαρτίαν; Ἵνα τί ἀπώσω με, κ.τ.λ. (A f. 232. b) Οἱ τῆς ἐν Χριστῷ ἐπιθυμοῦντες κλή‐ σεως, ἐπιταχύνουσι ταύτην, καὶ τὴν τοῦ Θεοῦ ἀπο‐ | |
30 | στροφὴν λυθῆναι παρακαλοῦσιν, ἵνα μὴ ἐπὶ πλέον ἐκθλίβῃ αὐτοὺς ὁ Σατανᾶς. Καὶ οἱ δορυάλωτοι εἰδότες ὡς παρὰ Θεοῦ ἦν αὐτοῖς τὸ κρατεῖν, εἰκότως ἀπ‐ ωσμὸν Θεοῦ τὸ κρατεῖσθαι ὀνομάζουσι. Τὸ δὲ, ἵνα τί; οὐχ ὡς ἐγκαλοῦντες ἢ ἀποδυσπετοῦντες λέγουσιν, ἀλλ’ | |
35 | ὡς τῆς κακοπαθείας πέρας ἔχειν ὀφειλούσης διὰ τὸν ἔλεον. Ἵνα τί γὰρ, φασὶ, Κύριε, τὸ σὸν οὐκ ἐπιτε‐ λεῖται, ὅπερ ἐστὶν ὁ ἔλεος, ἀλλὰ τὸ ἐξ ἡμῶν πλεον‐ έξει; Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. | |
40 | (A f. 233, E f. 80, I f. 219 b) Ἐναργῶς γὰρ ἐν τούτοις τὸν διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ κατασημαίνουσι φωτισμόν. Τοῦτο γὰρ καὶ πάλαι Θεὸς διὰ φωνῆς Ἡσαΐου καθυπισχνεῖται λέγων· «Ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ πάντα τὰ σκολιὰ εἰς | |
45 | εὐθεῖαν.» Καὶ πρὸς αὐτὸν λέγεται τὸν Υἱόν· Ἰδοὺ δέδωκά σε εἰς διαθήκην, γενοῦ εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν.» Ἱκετεύουσι δὴ τὸν ἐν τοῖς οὐ‐ ρανοῖς Θεὸν καὶ Πατέρα, τὸ ἴδιον αὐτοῖς ἀποστεῖλαι φῶς, τουτέστι τὸν ἐκ τῆς οὐσίας αὐτοῦ θεοπρεπῶς | |
69.1013(50) | ἀπαστράψαντα Λόγον, ὃν δὴ καὶ ἀλήθειαν ὀνομάζουσιν, ἀντιδιαστέλλοντες τοῖς ψευδωνύμοις θεοῖς. Καὶ γὰρ ἦν ἀκόλουθον, ἀποπηδῶντας αὐτοὺς τῆς ἀρχαίας ἀπάτης, καὶ πρὸς τὸ φῶς τρέχοντας τὸ ἀληθινὸν, ταῖς τοιαύ‐ | |
ταις κεχρῆσθαι φωναῖς. Καὶ αὐτὸς δὲ περὶ ἑαυτοῦ | 1013 | |
69.1016 | φησιν ὁ Χριστός· «Ἐγώ εἰμι τὸ φῶς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή.» Οὐχ ἕτερον δὲ τὸ φῶς τῆς ἀληθείας κατ’ οὐσίαν (ἀμφότερα γάρ ἐστιν ὁ τοῦ Θεοῦ Υἱὸς), ἀλλ’ ἐπινοίᾳ μόνῃ· καθ’ ὃ γὰρ σκιᾶς καὶ ψεύδους ἐλευθε‐ | |
5 | ροῖ, ἀλήθεια· καθ’ ὃ δὲ πλάνης καὶ ἀγνοίας, φῶς ἐστιν. Ἀποσταλῆναι μέντοι αἰτοῦσι τὸ φῶς καὶ τὴν ἀλήθειαν, ὡς μὴ ἔχοντες ταῦτα δηλαδή. Οἱ δὲ αἰχμάλωτοι ὡς ἐν σκότει ταῖς συμφοραῖς διάγοντες | |
10 | καὶ ταῖς θλίψεσι, τὴν τούτων ἀπαλλαγὴν φῶς ὀνομά‐ ζουσι, καὶ τὴν ἀληθινὴν καὶ βεβαίαν τοῦ Θεοῦ ἀντί‐ ληψιν. Αὐτά με ὡδήγησαν, καὶ ἤγαγόν με εἰς ὄρος ἄγιόν σου καὶ εἰς τὰ σκηνώματά σου. | |
15 | (A f. 233, B f. 157 b, I f. 220) Τὸ, ὡδήγησαν, φασὶν ἀντὶ τοῦ, ὁδηγήσουσιν, χρόνον ἀντὶ χρόνου λαβόντες. Οὐ γὰρ ὡς ἤδη τοῦ θείου φωτὸς ἐν μεθέξει γεγονότες, καὶ τῆς ἀληθείας ἐπιδραξάμενοι, δι’ αὐτῶν ὁδηγεῖσθαι διατείνονται, ἐκεῖνο δὲ μᾶλλον ὡς εἰ ἐν | |
20 | μεθέξει γένοιντο φωτός τε καὶ ἀληθείας, ὁδηγηθήσονται εἰς τὸ ὄρος τὸ ἅγιον αὐτοῦ καὶ εἰς τὰ σκηνώματα αὐτοῦ. Ὅτι δὲ χρόνος ἀντὶ τοῦ χρόνου παρελήφθη, διδάξειεν ἂν εὐκόλως ἡ τῶν ἐφεξῆς στίχων ἀπόδοσις. Οἱ αὐτοὶ γάρ φασιν, ὅτι Καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστή‐ | |
25 | ριον τοῦ Θεοῦ, καὶ ἐξομολογήσομαί σοι. Ὁ δὲ νοῦς οὖτος· Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου, ἅτινα ὀδηγήσει με καὶ ἄξει με εἰς τὸ οὐράνιον ὄρος καὶ τὰ ἐν αὐτῷ σκηνώματα. Ἢ ὄρος ἅγιον Ἐκκλησίαν νοοῦμεν· οὕτω γὰρ αὐτὴν ὀνομάζειν ἔθος | |
30 | τοῖς ἁγίοις προφήταις, ἅτε δὴ καὶ ὑψοῦ κειμένην νοη‐ τῶς, καὶ χθαμαλὸν ἔχουσαν οὐδέν. Ἡ γὰρ τῶν εἰς Χριστὸν πιστευσάντων πληθὺς οὐκ ἀξιοῖ φρονεῖν τὰ ἐπὶ τῆς γῆς, ἀλλ’ ἐν οὐρανοῖς πολιτεύεται. κἂν ἐπὶ γῆς περιπατῇ. | |
35 | Καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ. (A f. 233 b, B f. 158, I f. 220 b) Εἰ δὲ καὶ ἐκ τοῦ ἐξ ἐθνῶν εἴη προσώπου, προσεπάγουσι τοῖς ἄλλοις καὶ ταῦτα, ὡς οὔπω μὲν εἰσελάσαντες εἰς τὸ θυσιαστή‐ ριον τοῦ Θεοῦ, εἰσελευσόμενοι δὲ κατὰ τὸν τῆς κλή‐ | |
40 | σεως καιρὸν εἰς τὸ θεῖον καὶ πάναγνον τοῦ Σωτῆρος θυσιαστήριον, τουτέστι τὴν Ἐκκλησίαν, ἐν ᾗ τὴν ἁγίαν καὶ καθαρωτάτην καὶ ἀναίμακτον τελοῦμεν λατρείαν· καὶ ἀντὶ τοῦ λεπτοῦ καὶ συνθέτου θυμιάματος, προσ‐ κομίζομεν τῷ Θεῷ τὰς δοξολογίας, οἷάπερ κιθάρᾳ | |
45 | χρώμενοι. Καὶ τὸν ἐκ τοῦ πράγματος δὲ καρπὸν, ὡς εὖ εἰδότες ὅποι ἔσται, φασὶ πρὸς τὸν Θεὸν τὸν εὐ‐ φραίνοντα τὴν νεότητά μου. Νεότητα δὲ οὐ σωματικὴν ἐν τούτοις νοοῦμεν, νοητὴν δὲ μᾶλλον, τὴν ὡς ἔν γε φημὶ, ἀνακαινώσει τοῦ νοὸς παρὰ Θεοῦ τελουμένην. | |
69.1016(50) | Ἐκδύσασθε γὰρ, φησὶ, τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδύσασθε τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα ἐν ὁσιό‐ | |
τητι καὶ δικαιοσύνῃ. Περὶ οὗ καὶ ὁ Ψάλλων φησίν· | 1015 | |
69.1017 | «Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου,» καθ’ ἣν εὐφραίνεταί τις τὰ τῆς εὐσεβείας ἔργα πληρῶν. Ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, κ.τ.λ. (A f. 233 b. Κυρίλλου καὶ Ἀθανασίου.) Κιθάραν | |
5 | τὸ σῶμα λέγει, δι’ οὗ πέφυκεν ὁ νοῦς ἀνακρούεσθαι, καθάπερ διὰ χορδῶν τῶν αἰσθητηρίων μελῳδίαν ἀνα‐ πεμπομένων Θεῷ. Δηλοῖ δὲ ἡ κιθάρα καὶ τὴν νέκρω‐ σιν τοῦ σώματος, καὶ τὴν συμφωνίαν τῶν ἀρετῶν· τὴν μὲν γὰρ νέκρωσιν αἱ νευραὶ, τὴν δὲ συμφωνίαν | |
10 | αἱ ἁρμονίαι αἰνίττονται. Δέδειχε δὲ τὴν μὲν φαιδρό‐ τητα τῇ τῆς κιθάρας προσθήκῃ, τὴν δὲ ἀγάπην ἐν τῇ προσφωνήσει τῇ δὶς ἐπαναλαμβανομένῃ· «Ὁ Θεὸς γὰρ, φησὶν, ὁ Θεός μου,» ἵνα μάθῃς ὅτι τὸν ἐπὶ πάντων Θεὸν, τοῦτον ἐξαίρετον Θεὸν διὰ ζῆλον καὶ | |
15 | πίστιν οἱ ἐκ περιτομῆς μεταγινώσκοντες, καὶ οἱ ἐξ ἐθνῶν πιστεύοντες ἐπιγράφονται· οἷς καὶ ἡ πνευμα‐ τικὴ νεότης εὐφραίνεται, ἀντικειμένως ἔχουσα πρὸς τὸν παλαιὸν ἄνθρωπον. Μόνος γὰρ ὁ πνεύματι καὶ φρονήματι νεάζων, συγγενῶς τῷ καινῷ ἀνθρώπῳ | |
20 | καὶ τῇ καινότητι τοῦ πνεύματος, εἴσεισι πρὸς τὸν Θεὸν, τὸν εὐφραίνοντα τὴν τοιαύτην νεότητα. Ἔλπισον ἐπὶ τὸν Θεόν. (A f. 234) Ἀντὶ τοῦ ἔλπισον, ἀνάμεινον εἶπεν ὁ Σύμμαχος. Οὕτω γάρ σοι λέγειν ἐξέσται. «Ὑπομέ‐ | |
25 | νων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.» Καὶ, «Ἡ ἐλπὶς δὲ οὐ καταισχύνει.» Τί δὲ δεῖ καὶ λυ‐ πεῖσθαι, ἀγαθῶν τοιούτων ἐλπιζομένων; Ἔτι γὰρ μικρὸν ὅσον, καὶ ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ, ὅς ἐστι φῶς καὶ ἀλήθεια. | |
30t | ΨΑΛΜΟΣ ΜΓʹ. | |
31 | Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν. (B f. 159, I f. 222) Τῆς αὐτῆς οὔσης προγραφῆς τῆς τοῦ τεσσαρακοστοῦ πρώτου ψαλμοῦ, καὶ τὸν ἴσον περιεχούσης τῇ πρώτῃ λόγον, ὁποῖός τις ἄρα ἐστὶν | |
35 | ὁ τῶν ψαλλόντων σκοπὸς, εἰπεῖν ἀναγκαῖον. Περιθή‐ σομεν τοίνυν αὐτοῖς τὸ πρόσωπον τῶν ἀμέμπτως ἐν νόμῳ πολιτευσαμένων, καὶ κατωρθωκότων εὖ μάλα τῆς ἐπαινουμένης τὸ τηνικάδε πολιτείας τὰ αὐχή‐ ματα· ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος γράφων, | |
40 | ὅτι γέγονεν ἄμεμπτος κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ. Εἰσὶ δὲ οἷς ἄμεινον εἶναι φαίνεται τὰ ῥηθέντα κατὰ τὴν πρώτην ἔκδοσιν, φημὶ δὴ ὑπὸ Εὐσεβίου τοῦ Και‐ σαρείας. Οὐκοῦν πρέποι ἂν φέρεσθαι τὸν ψαλμὸν ἢ ἐκ προσώπου τῶν ἁγίων προφητῶν, ἤγουν παρὰ τῶν ἀδιαβλήτως τὴν ἐν νόμῳ λατρείαν κατωρθω‐ | |
45 | κότων. Καὶ κατεφύτευσας αὐτούς. (B f. 159 b, I f. 223) Ὡς ἐπὶ ἀμπέλου δὲ τὸ κατ‐ εφυτεύθησαν λέλεκται· ἄμπελος γὰρ εὐκληματοῦσα ὁ Ἰσραήλ. Καὶ ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐκά‐ | |
69.1017(50) | κωσας λαοὺς, καὶ ἐξέβαλες αὐτούς. Ἡ δεξιά σου, καὶ ὁ βραχίων σου, καὶ ὁ φωτι‐ σμὸς τοῦ προσώπου σου. | |
(B f. 159 b, I f. 223) Προστιθέντες, φησὶν, ὅτι | 1017 | |
69.1020 | «καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου,» τῆς τοῦ ἁγίου Πνεύματος ἐνεργείας, κατὰ τὸ εἰκὸς, διαμέ‐ μνηνται. Πρόσωπον μὲν γὰρ τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, εἰκὼν ἀπαράλλακτος ὑπάρχων αὐτοῦ, | |
5 | καὶ τῆς ὑποστάσεως χαρακτήρ. Φωτισμός γε μὴν ὁ ἐξ αὐτοῦ πεμπόμενος εἰς νοῦν καὶ καρδίαν τῶν κα‐ λουμένων εἰς ἀπολύτρωσιν, ἡ διὰ τοῦ ἁγίου Πνεύμα‐ τος σύνεσις Θεῷ προσάγουσα τοὺς φωτιζομένους, Οὐκοῦν ἐνηργῆσθαί φασιν τήν τε λύτρωσιν Ἰσραὴλ, | |
10 | καὶ μὴν καὶ τὸ κατισχύσαι τῶν ἐθνῶν αὐτοὺς, ὡς ἐκ Θεοῦ Πατρὸς διὰ τῆς πανσθενοῦς αὐτοῦ χειρὸς, ἤτοι βραχίονος, τουτέστι τοῦ Υἱοῦ, καὶ ὡς ἔν γε φωτισμῷ τῷ διὰ τοῦ ἁγίου Πνεύματος. Τὸν αὐτὸν δὲ Σωτῆρα, Λόγον τὸν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν ὄντα, διαφόροις | |
15 | ἐπινοίαις χεῖρα τοῦ Θεοῦ καὶ δεξιὰν καὶ βραχίονα ὀνομάζουσιν αἱ θεῖαι Γραφαὶ, ὡς καὶ σοφίαν Θεοῦ καὶ δικαιοσύνην καὶ ἁγιασμὸν καὶ δύναμιν· ὡς ὀνό‐ ματα εἶναι διάφορα καθ’ ἑνὸς ὑποκειμένου. Ἡσαΐας γοῦν φησι· «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; | |
20 | καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» Δαβὶδ δὲ αὐτὸν ἐνταῦθα οὐ μόνον βραχίονα, ἀλλὰ καὶ δεξιὰν χεῖρα ὀνομάζει. Πρὸς δὲ διάνοιαν, τοῦ Ἰσραὴλ ἐκβε‐ βλημένου μετὰ τὸ προδοῦναι τὸν Σωτῆρα, ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν κατηχήσει θείᾳ ταῖς θείαις Γραφαῖς | |
25 | ἐνεφυτεύθημεν. Καὶ ὁ βραχίων ἡμῶν καὶ ἡ ἐργασία οὐκ ἔσωσεν ἡμᾶς, χάριτι δὲ τὴν σωτηρίαν ἐσχήκα‐ μεν. Οὐ γὰρ ἐξ ἔργων, ἀλλ’ ἐκ πίστεως τῆς εἰς Χριστὸν ἐδικαιώθημεν. Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ. (B f. 160, I f. 224) Σύμμαχος· «Σὺ εἶ βασιλεύς | |
30 | μου, ὁ Θεός· ἔντειλαι περὶ τῆς σωτηρίας Ἰακώβ.» Ταῦτα δὲ τοῖς ἐν τῷ λαῷ κατορθοῦσι καὶ τοῖς προ‐ φήταις ἁρμόσει, μὴ οἰκείᾳ σώζεσθαι ὁμολογοῦσι δυ‐ νάμει. Νοήσεις δὲ καὶ οὔτως· ἐοίκασιν ὁμολογεῖν διὰ τοῦ, «Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου,» ὅτι | |
35 | ἀεὶ καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχεις. Οὐκοῦν ὁπότε, φησὶν, ἐπίκουρος τῶν ἐξ Ἰσραὴλ ὁ παναλκὴς καὶ ἀνίκητος, καὶ οὐκ ἔστιν ἡμᾶς ὑποπτεῦσαι τὴν αὐτοῦ ἐξατονῆσαι δύναμιν, λείπεται λοιπὸν οὐδὲν ἕτερον ἐννοεῖν, πλὴν ὅτι προσκεκρούκαμεν· ταύτῃτοι | |
40 | καὶ παρεωράμεθα καὶ πεπτώκαμεν, καὶ μόνην ἔχο‐ μεν ἐλπίδα τὴν παρὰ τῆς σῆς γαληνότητος καὶ φιλ‐ ανθρωπίας ἐπίδοσιν. Σὺ γὰρ εἶ ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακὼβ, ἀντὶ τοῦ, ὑπισχνούμενος· ἐπήγ‐ γελτο δὲ Θεὸς τοῖς περὶ τὸν θεσπέσιον Ἀβραὰμ καὶ | |
45 | τοῖς ἐξ αὐτοῦ, διασώσειν ἅπαν τὸ ἐξ αὐτῶν ἐσόμενον γένος. (K f. 86, I f. 224) Γέγραπται γὰρ, ὅτι «Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.» Ἢ τὸ ἔντειλαι, νεῦσον μόνον, καὶ σωτηρίας ὁ σὸς λαὸς ἀπολαύ‐ σηται. | |
69.1020(50) | Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. (L f. 116 b) Τὰ κερασφόρα ζῶα ὅπλον τὸ κέρας παρὰ τῆς φύσεως εἴληφε· ἡμεῖς δὲ κέρας σωτηρίας καὶ νικηφόρον ὅπλον τὸ σὸν ἔχομεν ὄνομα. Οὔτε γὰρ τόξῳ, οὔτε ἄλλοις ὅπλοις θαῤῥῶ· πεῖραν γὰρ τῆς σῆς | |
55 | δυνάμεως ἔλαβον, διὰ σοῦ τῶν ἐναντίων ἤδη κρα‐ | |
τήσας. | 1019 | |
69.1021 | (B f. 160) Τῶν δὲ ἁγίων κέρας ὁ Κύριος. Παρὰ δὲ τῷ Δανιὴλ βασιλείας σημαίνει τὰ κέρατα. Καὶ ἀλλαχοῦ δέ φησιν· «Ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου.» Πῶς οὖν ἑτέρωθι λέγει, «Καὶ | |
5 | ὑψώσει κέρας λαοῦ αὐτοῦ,» ὡς ἑτέρου ὄντος τοῦ ὑψοῦντος παρὰ τὸ κέρας; Σαφῶς ἄρα τοῦ λαοῦ κέρας ὁ τοῦ Θεοῦ Λόγος ὑψούμενος ὑπὸ τοῦ Πατρὸς, ἐπεί‐ περ ἐκένωσεν αὐτόν. Διὰ τοῦτο ὁ Θεὸς αὐτὸν ὑπερ‐ ύψωσε, κατὰ τὸν Ἀπόστολον. Τούτῳ οὖν τῷ κέρατι | |
10 | αὐτῶν καὶ τῷ βασιλεῖ θαῤῥεῖν φασι πρὸς σωτηρίαν, ἀλλ’ οὐ τῇ σφετέρᾳ δυνάμει. Διόπερ ἐπάγουσιν· «Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν·» ἣ κατὰ Ἀκύλαν, καυχησόμεθα· ἢ κατὰ Σύμμαχον, ὑμνοῦμεν. Λέγουσι δὲ καὶ ἐξομολογεῖσθαι αὐτῷ, | |
15 | συνήθως τῆς Γραφῆς ἀντὶ εὐχαριστίας ταττούσης ἐξομολόγησιν. Καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν. (B f. 160 b, I f. 224 b, L f. 116 b) Ὄνομα αὐτοῦ, | |
20 | ἐν ᾧ ἐξουδενῶσι τοὺς ἐπανισταμένους, τὴν δόξαν δηλοῖ· ἴνα γὰρ δοξάζηται Θεὸς, ἐδίδου τὸ δύνασθαι. Ἐλυτρώσατο γοῦν Θεὸς τὸν Ἰσραὴλ ἐκ χειρὸς Αἰγυ‐ πτίων, ταῖς θεοπρεπέσιν εὐκλείαις ἑαυτὸν στεφανῶν. Καὶ γοῦν ἔφη πρὸς Φαραὼ, ὅτι «Δι’ αὐτὸ τοῦτο ἐξ‐ | |
25 | ήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Ἔφη δέ που ὁ Θεὸς καὶ δι’ ἑνὸς τῶν ἁγίων προφη‐ τῶν· «Τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν· καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ, | |
30 | οὔτε ἐν ῥομφαίᾳ, οὔτε ἐν πολέμῳ, οὔτε ἐν ἅρμασιν, οὔτε ἐν ἵπποις, οὔτε ἐν ἱππεῦσιν.» Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς. (L f. 117) Ὡς ἰδίου σώματος ἀναλαμβάνουσιν εἰς ἑαυτοὺς οἱ ταῦτα λέγοντες προφῆται τὰ τοῦ ἀσε‐ | |
35 | βοῦντος λαοῦ. Οἱ μὲν γὰρ πατέρες ἡμῶν ταῦτα, φη‐ σὶν, ἀνήγγειλαν ἡμῖν. Εἶτα μέσον διάψαλμα, εἰς πα‐ ράστασιν τῆς μεταβολῆς. Νυνὶ δὲ τἀναντία πάρεστιν θεωρεῖν· ἀβοηθήτους γὰρ ἐν τῷ πολέμῳ κατέλιπες· οὐδὲ γὰρ συνεξῆλθες ταῖς δυνάμεσιν ἡμῶν. | |
40 | Καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν ἡμῶν. (B f. 161 b, I f. 225 b, K f. 86 b) Ὁ μὲν οὖν ἀλα‐ λαγμὸς ἐπινίκιός ἐστι φωνὴ τῶν νενικηκότων. Ἐπειδ’ ἂν δὲ καὶ ὀλίγους εἶναι συμβαίνῃ τοὺς τοῦτο δρᾷν εἰωθότας, τότε φαμὲν μηδὲ εἶναι πλῆθος ἐν τοῖς | |
45 | ἀλαλάγμασιν αὐτῶν. Ἡττήμεθα οὖν καὶ διηρπάσθη‐ μεν παρ’ ἐχθρῶν, καὶ τούτων εὐαριθμήτων· οὐ γὰρ ἦν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν αὐτῶν. Ὡς ἂν εἰ ἔλεγεν· Εἰς τοῦτο ἥκομεν κακῶν καὶ ἀσυγκρίτου ταλαιπωρίας, ὡς ἁλῶναι κατὰ κράτος, καὶ οὐ πολλῇ | |
69.1021(50) | τῶν μαχομένων πληθύϊ. Ἔθου ἡμᾶς εἰς παραβολὴν τοῖς γείτοσιν ἡμῶν. | |
(A f. 239 b) Τί δέ ἐστι παραβολὴ νῦν; διήγημα, | 1021 | |
69.1024 | ὑπόδειγμα, καὶ ὀνειδισμός. Καὶ οἱ πόῤῥωθεν γὰρ τὰ ἡμέτερα διηγοῦνται. Αἰχμάλωτοι γὰρ γεγονότες οἱ ἐξ Ἰσραὴλ, καὶ ταῖς τῶν ἑλόντων πλεονεξίαις ἐνει‐ λημμένοι, κεχρηματίκασιν ἐπάρατοι, φασκόντων | |
5 | ἡμῖν, κατά γε τὸ εἰκὸς, οὕτω· Μὴ γενοίμην ὡς οἱ Ἰσραηλῖται. Καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὀδοῦ σου. (A f. 240 b, B f. 162 b, I f. 226 b) Κατὰ τὸν ἄγιον | |
10 | Κύριλλον τὸ, «Ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου,» οὕτω νοήσεις· Ἀπειθήσας ὁ Ἰσραὴλ τοῖς διὰ Χριστοῦ κηρύγμασιν, προσαποβέβληκε καὶ τὸ εὐδοκιμεῖν δύνασθαι διὰ νομικῆς λατρείας· πέπαυται γὰρ ἡ τοῦ νόμου σκιὰ, καὶ μετεσκευάσθησαν οἱ τύ‐ | |
15 | ποι πρὸς ἀλήθειαν. Τοῦτο διδάσκουσι λέγοντες, ὅτι «Ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου.» Ἔφη δέ που καὶ δι’ ἑνὸς τῶν προφητῶν περὶ τῆς Ἱερουσαλήμ· «Ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψι, καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτῆς, καὶ | |
20 | τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ.» Οὐ γὰρ οἶδεν ὅλως ἡ τῶν Ἰουδαίων Συναγωγὴ τοὺς τῆς κατὰ Θεὸν εὐ‐ δοκιμήσεως τρόπους. Ἀλλ’ οὐδ’ ἂν εἰ μάθοι τυχὸν, βάσιμον ἔχει τὸ χρῆμα· Χριστὸν γὰρ οὐκ οἶδεν τὸν ἐμφανίζοντα τὴν ὁδὸν, δι’ ἧς ἄν τις εἰσελάσειε πρὸς | |
25 | ζωήν. Ταῦτα οὖν φασιν, ὅτι ἀσεβήσαντες εἰς Χριστὸν, καὶ τοῦ τελεῖν τὴν κατὰ νόμον λατρείαν ἐξώσθησαν. Ἤδη δὲ ἔφαμεν ὡς οἱ προφῆταί εἰσιν οἱ ἀναφέροντες τὴν ἱκετείαν ἐκ προσώπου τοῦ λαοῦ, οἰκειοποιούμε‐ νοι τὰ διὰ τὰς αὐτῶν ἁμαρτίας συμβάντα κακά. | |
30 | Ἐπεὶ ἄλλως, πῶς ἐνταῦθά φησι μήτε ἐπιλαθέσθαι, μήτε μὴν ἀδικῆσαι ἐν τῇ διαθήκῃ αὐτοῦ, καὶ οἷον ἀνόπιν πέμψαι τὰς ἑαυτῶν καρδίας, εἶτα παθεῖν τὴν ἀποστροφὴν, καὶ τὰ ἐξ ὀργῆς ὑπομεῖναι βλάβη· Ἢ γὰρ ψεύσονται, μὴ ἀδικῆσαι λέγοντες ἐν τῇ διαθήκῃ | |
35 | αὐτοῦ, ἢ τῶν θείων κριμάτων οὐ μετρίαν ποιήσονται τὴν καταβοὴν, ὡς οὐκ ἐν δίκῃ παθόντες κεκολασμένοι. Οὐκοῦν οἱ προφῆται ὄντες δίκαιοι, καὶ νομοφύλακες γεγονότες, ὡς ἐξ αἵματος τοῦ Ἰσραὴλ, οἰκειοῦνται τὰ πάθη τῆς ἀγελαίου πληθύος, ἥτις καὶ πεπαρῴνηκεν | |
40 | εἰς Χριστόν· καὶ τὰς τῶν προσκεκρουκότων ποιοῦν‐ ται λιτὰς, εὖ εἰδότες ὅτι κατοικτείρειν ἔθος τῷ πάν‐ των Δεσπότῃ, καὶ πολλοὺς ἔσθ’ ὅτε τῶν ἁμαρτωλῶν δι’ ὀλίγους δικαίους. Καὶ ὥσπερ ἐν τῇ ἐρήμῳ ἀσε‐ βήσαντός ποτε τοῦ λαοῦ, καὶ παραδοθέντος τῷ ὀλο‐ | |
45 | θρευτῇ, λαβὼν Ἀαρὼν τὸ θυμιατήριον προσήνεγκεν ὑπὲρ αὐτοῦ τὸ θυμίαμα, καὶ ὁ Θεὸς ἱλάσθη τῷ πλήθει διὰ τὴν τοῦ ἱερέως ἀναφορὰν, οὕτως καὶ οἱ ἐν τῷ λαῷ κατορθοῦντες, τὴν λογικὴν αὐτῶν θυσίαν ἀνα‐ πέμπουσιν ὑπερευχόμενοι τοῦ λαοῦ, καὶ τὰ οἰκεῖα | |
69.1024(50) | προσάγοντες κατορθώματα. Τῷ γὰρ πλήθει ταῦτα λέγειν οὐχ ἥρμοζεν, ὅπερ ἀσεβῆσαν τοῖς ἐχθροῖς πα‐ ραδέδοτο· ἀλλ’ ὥσπερ εἰς ἑαυτοὺς ἀνέλαβον οἱ προ‐ φῆται τὰ πάθη τοῦ πλήθους, οὕτω τὰ ἑαυτῶν ἐκοινο‐ ποίησαν κατορθώματα. Ἀκόλουθον γὰρ, πάσχοντος μέλους ἑνὸς, συμπάσχειν πάντα τὰ μέλη, καὶ δοξα‐ | |
55 | ζομένου συγχαίρειν. | 1023 |
69.1025 | Οὐχὶ Θεὸς ἐκζητήσει ταῦτα; Αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας. (L f. 118 b) Αὐτὸν ποιεῖ μάρτυρα λόγων τε καὶ διανοημάτων, ὅτι μηδὲν αὐτοὺς τῆς εὐσεβείας | |
5 | μετέστρεψεν. Ἐν γὰρ τῷ σῷ ὀνόματι παῤῥησίαν ἔχοντες, φασὶν, ἐγκαυχώμεθα. Οἶσθα δὲ καὶ τοὺς λογισμοὺς αὐτοὺς, ἐν οἷς καθ’ ἑκάστην ἡμέραν ἕνεκα τῆς εὐσεβείας ἐθανατούμεθα. Ὁ γὰρ τῇ προθέσει λογισάμενος ἐφ’ ἑκάστῳ πειρασμῷ τὸν ὑπὲρ ἀλη‐ | |
10 | θείας ἀναδέξασθαι θάνατον, δυνάμει τέθνηκεν· ὅπερ ἔφη καὶ Παῦλος, διαφόρους ὑφιστάμενος πειρασμοὺς, καὶ λέγων· «Καθ’ ἑκάστην ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν.» Ἐν τοῖς οὖν κρυφίοις ἡμῶν ἐθανατούμεθα πᾶσαν ἡμέραν, καὶ παραδεδωκότες | |
15 | ἄπαξ ἑαυτοὺς θυσίαν ὑπὲρ τοῦ λαοῦ, τῷ λογισμῷ τοῦτο πεπόνθαμεν. Ὡς οὖν ταῦτα παθόντες ἐπιστρέ‐ φομέν σε πρὸς ἡμᾶς, καὶ διεγείρομεν ὥσπερ καὶ καθ‐ εύδοντα εἰς τὰ φαῦλα. Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσον | |
20 | ἡμᾶς ἔνεκεν τοῦ ὀνόματός σου. (B f. 163 b) Τὴν ἐν ὑστέροις καιροῖς ἐσομένην τοῦ Ἰσραὴλ ἐπιστροφὴν καὶ κλῆσιν, διὰ τῶν προκειμέ‐ νων ἡμῖν κατασημαίνουσι στίχων· προσεπάγοντες δὲ τοῖς ἑαυτῶν λόγοις, ἤτοι ταῖς πρὸς Θεὸν ἱκετείαις τὸ, | |
25 | «ἕνεκεν τοῦ ὀνόματός σου,» διαῤῥήδην ὁμολογοῦ‐ σιν, ὡς οὐκ ἄξιοι μὲν τοῦ ἐλεεῖσθαι δεῖν, οἱ τῆς ἑαυ‐ τῶν ἀγνοίας τὸ κέρας ἀκονήσαντες τῷ Χριστῷ. Πρέ‐ πει γε μὴν τὸ ἐλεεῖν αὐτὸν, καὶ τοῖς ἀνθρωπίνοις πταίσμασιν μὴ συνεκτείνειν τὰ ἐξ ὀργῆς, κατοικτεί‐ | |
30 | ρειν δὲ μᾶλλον δι’ ἑαυτόν. Καὶ γοῦν ἔφη δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Οὐ δι’ ὑμᾶς ἐγὼ ποιῶ, λέγει Κύριος, ἀλλὰ διὰ τὸ ὄνομά μου.» | |
33t | ΨΑΛΜΟΣ ΜΔʹ. | |
34 | Εἰς τὸ τέλος, ὑπὲρ ἀλλοιωθησομένων, τοῖς υἱοῖς | |
35 | Κορὲ, εἰς σύνεσιν, ὑπὲρ τοῦ ἀγαπητοῦ. (B f. 164, K f. 87 b) ᾌδεταί γε μὴν ὁ ψαλμὸς εἰς τὸ τέλος· διήγησιν γὰρ, ἤγουν προαναφώνησιν, ἔχει τοῦ κατὰ Χριστὸν μυστηρίου, ὂ γέγονεν ἐπὶ συντε‐ λείᾳ τοῦ παρόντος αἰῶνος. Οὕτω γὰρ ἡμῖν ἐπέφανεν | |
40 | ὁ Υἱός. Ἡ δέ γε τῆς ᾠδῆς δύναμις, ὑπὲρ τῶν ἀλ‐ λοιωθησομένων, καὶ ὑπὲρ τοῦ ἀγαπητοῦ, συντεθεῖ‐ σθαι λέγεται. Ἠλλοιῶσθαι δέ φαμεν Ἰουδαίους τε καὶ Ἕλληνας, ὥστε καὶ εἰς ἕνα καὶ ἀγαπητὸν γενέσθαι λαὸν τοὺς ἐξ ἀμφοῖν κεκλημένους. Ὡς γὰρ ὁ Παῦλός | |
45 | φησιν, «Τοὺς δύο λαοὺς ἔκτισεν ὁ Χριστὸς εἰς ἕνα καινὸν ἄνθρωπον.» Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. | |
(B f. 165, L f. 231) Ἐνταῦθά μοι νόει τοῦ ἐκ | 1025 | |
69.1028 | τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς Θεοῦ Λόγου πρόοδον, ἤτοι γέννησιν, οὐχ ὡς σῶμα ἐκ σώματος, ἀλλὰ ἀσύν‐ θετον, ἄϋλόν τε καὶ νοητὴν, ὡς λόγον ἐκ νοῦ, οὐ κατὰ μερισμὸν ἢ διαίρεσιν. Τίς γὰρ ἀποστήσει καρδίας | |
5 | ἤτοι νοῦ λόγον, τὸν ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ καὶ ἀεὶ σὺν αὐτῷ; ἀποστήσει δὲ οὕτως, ὡς ἔξω γενέσθαι παντελῶς αὐτοῦ; Δοκεῖ μὲν γάρ πως ὁ ἐν προφορᾷ καὶ διὰ γλώττης προϊέμενος λόγος, ἕτερος εἶναί τις παρὰ τὴν ἀναβράττουσαν αὐτὸν καρδίαν· πρόεισί γε | |
10 | μὴν ἐξ αὐτῆς, καὶ ἔστιν ἐν αὐτῇ, καὶ οὐκ ἀλλότριος αὐτῆς. Οὐ γὰρ ἐνδέχεται νοῦν, ἤτοι καρδίαν, ἄλογον εἶναί ποτε· οὔτε μὴν λόγον, ὃς οὐκ ἔστιν ἐκ νοῦ καὶ εἰς νοῦν, ἤτοι καρδίαν καὶ ἐν καρδίᾳ. Οὐκοῦν ὡς ἐν τάξει πα[ραδείγματός τινος] ἐπὶ Θεοῦ δεξάμενοι | |
15 | καρδίαν καὶ λόγον, τὸν τῆς ἑαυτῶν διανοίας ὑπερτεί‐ νωμεν ὀφθαλμὸν εἰς τὸ ἐπέκεινα τῶν αἰσθητῶν, καὶ θεοπρεπῆ τοῦ Θεοῦ Λόγου τὴν γέννησιν γενέσθαι πι‐ στεύωμεν· ὃν ὡς λόγον ὁ Πατὴρ ἐκ καρδίας ἐξηρεύξατο. Ἀγαθὸν δὲ αὐτὸν ἀποκαλεῖ, καὶ μάλα εἰκότως, ἔν γε δὴ | |
20 | μάλιστα τῷ προκειμένῳ σκοπῷ. Ἐπειδὴ γὰρ τῆς τοῦ κόσμου σωτηρίας ἔνεκα καὶ ζωῆς εἴλετο παθεῖν τὴν ἑκούσιον κένωσιν, ἐξ ἡμερότητος ἐμφύτου καὶ γαλη‐ νότητος τῆς θεοπρεποῦς, ἀναγκαῖον ἦν ἀγαθὸν ὀνο‐ μάζεσθαι νυνὶ μάλιστα, καίτοι καὶ φῶς ὄντα καὶ | |
25 | ζωὴν καὶ σοφίαν καὶ δύναμιν. Ὡς ἤδη δὲ προειρημέ‐ νης διὰ τοῦ προλαβόντος στίχου τῆς ἀφράστου γεννή‐ σεως τοῦ Μονογενοῦς, ὁ περὶ τῆς ἐνανθρωπήσεως εἰσφέρεται λόγος· ἔστι μὲν γὰρ, ὡς ἔφην, ἐν ὑπεροχῇ καὶ δόξῃ θεότητος ὁ Υἱός· ἐπειδὴ δὴ [δὲ] ἅπαξ κεκέ‐ | |
30 | νωκεν ἑαυτὸν, τῶν τῆς ἀνθρωπότητος ἀνέχεται μέ‐ τρων. Ἐοικὸς δὲ ἀνθρώπῳ τὸ διδακτῶς ἔχειν ἅπερ οὐκ οἶδεν. ᾟ γὰρ Θεὸς εἰς νοῦν ἐνήχει τὴν παντὸς εἴδησιν ἀγαθοῦ, ἤγουν .. παραινέσεις ἀποτελοῦσιν σοφούς. | |
35 | Ἄθρει δὴ οὖν ἐν τούτοις, ὡσπερεὶ ἐνανθρωπή‐ σαντος τοῦ Υἱοῦ, λέγοντα τὸν Πατέρα· «Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ.» Μόνον γὰρ οὐχὶ καθ‐ υπισχνεῖται διδάσκειν αὐτὸν ὁποίοις τισὶν κεχρήσεται λόγοις, ἐμβιβάζων ἡμᾶς εἰς τὸ δρᾷν ἐθέλειν τὰ ἔργα | |
40 | αὐτοῦ. Ἔργα δὲ Θεοῦ εἶναί φαμεν τὴν εὐσεβῆ πολι‐ τείαν, καὶ τῶν ἁγιοπρεπῶν ἀνδραγαθημάτων τὴν δύ‐ ναμιν, ἣ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων γέγονεν ἡμῖν ἐμφανής. Ἔφασκε γὰρ ὁ Σωτήρ· «Ἀπ’ ἐμαυ‐ τοῦ οὐ ποιῶ οὐδὲν, ἀλλ’ ὁ πέμψας με Πατὴρ, αὐτός | |
45 | μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω.» Καὶ πάλιν· «Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ, οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός με.» Γράφει δὲ καὶ ὁ σοφὸς Ἱωάννης περὶ αὐτοῦ, ὅτι «Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν· ὃν γὰρ ἀπ‐ | |
69.1028(50) | έστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ.» Ἐπειδὴ | |
γὰρ παρωσάμενος τὴν ἐν νόμῳ σκιὰν, ἑαυτὸν ἔφα‐ | 1027 | |
69.1029 | σκεν εἶναι τὴν ἀλήθειαν, ἐδίδασκε δὲ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησίν τε καὶ λατρείαν, ὡς ἂν μὴ τοῖς Ἰουδαίοις παρά γε τὸ τῷ Θεῷ δοκοῦν τοὺς περὶ τῶν τοιούτων γίνεσθαι λόγους, τῷ προσώπῳ | |
5 | τοῦ Θεοῦ καὶ Πατρὸς οἰκονομικῶς, ὡς ἔφην, ἀνατί‐ θει τὰς ἑαυτοῦ φωνάς. Μεμνήμεθα δὲ, ὅτι καὶ ἐν τῷ ὄρει Χωρὴβ συναγηγερμένῳ τῷ Ἰσραὴλ ἐπαγγελίαν ἐδίδου Θεὸς τὴν περὶ Χριστοῦ, λέγων πρὸς τὸν ἱερο‐ φάντην Μωσέα, ὅτι «Προφήτην αὐτοῖς ἀναστήσω ἐκ | |
10 | τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ· καὶ δώσω τὰ ῥήματά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ.» Ἔφη δέ που καὶ αὐτὸς ὁ Χριστός· «Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ· καὶ μείζονα τούτων | |
15 | δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε.» Τὸ γὰρ δείκνυσθαι τὰ ἔργα τοῦ Πατρὸς τῷ Υἱῷ, οὐκ ἀπηλ‐ λάχθαι μὲν ἴσως φαίη τις ἂν ἀνθρωπίνης σμικρο‐ πρεπείας, ἔοικέ γε μὴν τῷ τῆς κενώσεως σκοπῷ. Εὖ δὲ δὴ σφόδρα βασιλέα τὸν Υἱὸν ὁ Πατὴρ ἀποκαλεῖ, | |
20 | ἵνα μὴ τῷ τῆς ἐνανθρωπήσεως μέτρῳ τὸ μυστήριον ἀποφέρειν αὐτόν πως δοκῇ τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν ἀξίας καὶ τῆς κατὰ πάντων ὑπεροχῆς. Εἰ γὰρ καὶ γέγονεν ἐν τῇ [γῇ ἄνθρωπος,] οὐδὲν ἧττον ὡς ἐκ βασιλέως γεννηθεὶς τοῦ Πατρὸς, μεμένηκε βασιλεὺς καὶ ἐν τοῖς κατὰ φύσιν ὑψώμασιν, θεοπρεπέσιν δὲ δηλονότι καὶ τοῖς ὑπὲρ πᾶσαν τὴν κτίσιν. | |
25 | Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυ‐ γράφου. (B f. 165 b, I f. 232) Ἑτεροίως ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ τὸν ἐκ τῆς οὐσίας ἑαυτοῦ κατασημαίνει Λό‐ γον. Γλῶσσαν γὰρ ἰδίαν αὐτὸν ὀνομάζει, οὐχ ὡς | |
30 | ἕτερόν τι λαλοῦντα, πλὴν ὅτι τὰ ἐν αὐτῷ· δρᾷ γὰρ τοῦτο καὶ ἐν ἡμῖν ἡ γλῶττα τὰ εἰς νοῦν καὶ καρδίαν τοῖς ἔξω διαπορθμεύουσα. Καὶ ὀξυγράφου δὲ κάλα‐ μον αὐτὸν εἶναί φησιν· ὁ γὰρ τοῦ ὀξυγράφου κάλα‐ μος ὀξέως ταῖς δέλτοις ἐναποσημαίνεται τάς τινων | |
35 | φωνάς. Ὁ δέ γε μονογενὴς τοῦ Θεοῦ Λόγος αὐτὸ δὴ τουτὶ πληροῖ, ταῖς τῶν πιστευόντων καρδίαις νοη‐ τῶς ἐγχαράττων τὸ μέγα καὶ σοφὸν καὶ ἀληθὲς βού‐ λημα τοῦ Πατρός. Τί δὲ τὸ θέλημα τοῦ Πατρὸς, αὐ‐ τὸς ἐν Εὐαγγελίοις διασαφεῖ λέγων· «Ἵνα πᾶν ὃ | |
40 | δέδωκέν μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλ’ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ.» Καὶ καθ’ ἕτερον τρόπον· ἐγγράφει γὰρ ἡμῖν τὸ θέλημα τοῦ Πατρὸς τὸ ἀγα‐ θὸν καὶ εὐάρεστον. Ὀξὺς δὴ οὖν λίαν ὁ τοῦ Πατρὸς κάλαμος. Ὁ μὲν γὰρ νόμος ὁ διὰ Μωσέως διὰ κύκλου | |
45 | μακροῦ καὶ περισκελίας πολλῆς, τῆς κατὰ τὸ γράμ‐ μα φημὶ, ἀμυδρῶς καὶ μόλις ὑπεδήλου τὰ χρήσιμα· ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος, περιαγωγῆς ἁπάσης δίχα, συντόμως ἡμῖν, ὡς ἔφην, ἀπεκάλυψεν τὸ θέλημα τοῦ Πατρός. Ἔστι γὰρ μεγάλης βουλῆς | |
69.1029(50) | Ἄγγελος. Ἔφη δέ που καὶ δι’ ἑνὸς τῶν ἁγίων προ‐ φητῶν περὶ τῶν κεκλημένων ἐν πίστει, ὅτι «Ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος, διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐ‐ τῶν ἐπιγράψω αὐτούς.» Γράφει δὲ πρὸς αὐτοὺς καὶ | |
55 | ὁ πάνσοφος Παῦλος· «Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀν‐ | |
θρώπων· φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ, | 1029 | |
69.1032 | διακονηθεῖσα ὑφ’ ἡμῶν, γεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος.» Ἀλλ’ οὗτος ὁ κάλαμος πρὸς τῷ εἶναι ταχὺς καὶ ὀξὺς, ἔχει καὶ τὸ ὡραῖον ἐν κάλ‐ λει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Προσπεφώνηκε | |
5 | μὲν γὰρ τοῖς ἀρχαιοτέροις ὁ θεσπέσιος Μωσῆς τὸν δι’ ἀγγέλων διακονηθέντα νόμον· προσελάλουν δὲ καὶ οἱ προφῆται τὰ ἐξ ἀποκαλύψεως Θεοῦ τοῖς ἀρχαιο‐ τέροις· ἀλλ’ ὡραῖος ἐν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὁ τοῦ Πατρὸς κάλαμος. Τίς γὰρ τῶν | |
10 | ἁγίων ἁμιλλήσεται τῷ Χριστῷ; Οὐδεὶς παντελῶς. Διὰ γάρ τοι τοῦτο καὶ ἡ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων εἰσφερομένη νύμφη, τὸ τῆς Ἐκκλησίας φοροῦσα πρόσωπον, καίτοι προκείμενον αὐτῇ ταῖς τοῦ παν‐ σόφου Μωσέως ἐντυγχάνειν συγγραφαῖς, καὶ ταῖς τῶν | |
15 | ἁγίων προφητῶν, τὸν παρὰ Χριστοῦ δεδίψηκε λόγον καὶ δὴ καὶ ἔφασκεν· «Δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τὴν φωνήν σου· ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.» Τὰ ὅμοια κατὰ διάνοιαν πρὸς τοῖς ἤδη ῥηθεῖσιν, ἐν δευτέρᾳ Ἐξηγήσει Εὐ‐ σέβιος ὁ Καισαρεύς φησιν· εἰ καὶ μὴ μετὰ τοσαύτης τῶν Γραφικῶν μαρτυρίας. | |
20 | (A f. 246) Νοήματα δὲ ἡμῖν ἐγγράφει τὸ Πνεῦμα κατὰ τὴν ἀναλογίαν τοῦ πλάτους τῆς καρδίας, καὶ πλείονα ἢ ἐλάττονα, ἢ ἐμφανῆ πᾶσιν ἢ ἀμυδρότερα κατὰ τὴν προπαρασκευὴν τῆς καθαρότητος. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. | |
25 | (B f. 166, I f. 233 b) Τοῦ Θεοῦ καὶ Πατρὸς διὰ τῶν προλαβόντων στίχων τὰ πρῶτα εἰπόντος, ἁρπάζει τὴν ἀποκάλυψιν τῶν ἁγίων προφητῶν ὁ χορὸς, καὶ οἱονεὶ ἐπικροτεῖ τοῖς τοῦ Πατρὸς λόγοις, καὶ τῇ συν‐ αινέσει τιμᾷ τὸ μυστήριον, καὶ οἷον ἐκ πολλῆς ἄγαν | |
30 | φιλοθεΐας ἀναφωνεῖ· Ἐπειδή σοι πρόσεστιν τὸ ὡραῖον ἐν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὁμολο‐ γοῦμεν ὅτι ἐξεχύθη ἡ χάρις ἐν χείλεσίν σου, καὶ διὰ τοῦτο ηὐλόγησέν σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Τὸ δὲ, ηὐ‐ λόγησεν, ἀντὶ τοῦ, ηὐλογημένον ἐποίησεν. Δοξολο‐ | |
35 | γοῦμεν γὰρ ἀκαταλήκτως αὐτὸν οἱ πιστεύσαντες· δοξασθήσεται δὲ καὶ εἰς ἀεὶ, Θεὸς ὢν ἀληθινὸς καὶ Υἱὸς τοῦ ἐπὶ πάντας Θεοῦ, καὶ αὐτὸς ὑπάρχων ὁ τῆς δόξης Κύριος. Εἰ δὲ δή τις λέγοι δοτὸν γενέσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς τὸ εὐλογεῖσθαι πρὸς ἡμῶν, | |
40 | διενθυμείσθω κἀκεῖνο· ὥσπερ γὰρ, ἐπειδὴ γέγονεν ἄνθρωπος, δέδωκεν αὐτῷ ὁ Πατὴρ «τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵν’ ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμ‐ ψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς | |
45 | Χριστός·» οὕτω καὶ εὐλογητὸς [ὑπὸ τοῦ Θεοῦ δοτὸν αὐτῷ] λέγεται τὸ εὐλογεῖσθαι παρὰ πάντων. Καὶ τοῦτό ἐστιν ἡ κένωσις· ἃ γὰρ ἔχει ὡς Θεὸς φυσικῶς, ταῦτα λέγεται λαβεῖν ἀνθρωπίνως. Καὶ καθ’ ἕτερον δὲ τρόπον ἔδει τὸν Υἱὸν γενόμενον ἄνθρωπον χρημα‐ | |
69.1032(50) | τίσαντα δεύτερον Ἀδὰμ, καὶ εἰς ῥίζαν τοῖς ἐπὶ τῆς γῆς τεθέντα δευτέραν, εὐλογηθῆναι παρὰ τοῦ Πα‐ | |
τρὸς ὡς ἄνθρωπον, ἵνα παύσηται λοιπὸν ἡ τῆς ἀρᾶς | 1031 | |
69.1033 | δύναμις τῆς ἐπενεχθείσης τῷ ἐκ γῆς τε καὶ χοϊκῷ, ἤτοι τῇ πρώτῃ ῥίζῃ τῆς ἀνθρωπότητος, τουτέστιν Ἀδάμ. Ὥσπερ γὰρ ἐν ἐκείνῳ γεγόναμεν ἐπάρατοι, οὕτως ηὐλογήθημεν ἐν Χριστῷ· πέμποντος εἰς ἅπαν | |
5 | τὸ γένος τὴν ὡς ἀνθρώπῳ δοθεῖσαν αὐτῷ χάριν. Καὶ ἐπ’ αὐτῷ δὴ τούτῳ χαίρων ὁ Μελῳδὸς ἀνεφώνει· «Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐ‐ ρανὸν καὶ τὴν γῆν.» Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, | |
10 | δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. (I f. 234) Ὦ Δέσποτα, φασὶ, πρὸς τῷ κάλλει σου τῷ ὑπὲρ πάντας καὶ ἀπαραβλήτῳ, περίζωσαι καὶ ῥομφαίαν, καὶ οὔ τί που ἀλλοτρίαν, τὴν σὴν δὲ μᾶλ‐ λον. Οὐδὲν γὰρ τῶν ἔξωθεν ἢ εἰσκεκριμένον προσεῖ‐ | |
15 | ναί φαμεν τῷ Χριστῷ, ἀλλ’ ἴδια αὐτῷ τὰ θεοπρεπῆ νοοῖντ’ ἂν εἰκότως ... δυνατὸς γάρ ἐστιν, τουτέστι τῶν δυνάμεων Κύριος· οὐ παρ’ ἑτέρου τὸ δύνασθαι λα‐ βὼν, ἀλλ’ ἴδιον καὶ ἐμπεφυκὸς οὐσιωδῶς μετὰ τῶν ἑτέ‐ ρων θεοπρεπεστάτων ἀξιωμάτων. Ἔστι γε μὴν ὡραῖος | |
20 | μὲν τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ τοῖς ἐπεγνωκόσιν τὴν ἐπι‐ φάνειαν αὐτοῦ, καὶ τοῖς τῆς διανοίας ὄμμασιν κατα‐ θρεῖν δυναμένοις τὸ ἐξαίσιον αὐτοῦ καὶ ὑπερκόσμιον κάλλος. Τῷ δὲ μηρῷ τὴν ῥομφαίαν ἡρμοσμένην ἔχων, ἵνα τὰς τῶν ἀντικειμένων φάλαγγας θορυβῇ, ἢ καὶ | |
25 | τὰς τῶν ἀπειθούντων ἀπονοίας καταπτοῇ, δίκην αὐ‐ τοῖς καὶ κόλασιν ἀπειλῶν. Τοῦτο γάρ που καὶ ἑτέ‐ ρωθί φησιν ὁ Ψάλλων· «Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτὸ, καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη | |
30 | θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργά‐ σατο.» Καὶ ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε, ἔνε‐ κεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης. (A f. 248 b, B f. 167 b, I f. 235) Τὸ κατευοδοῦ, | |
35 | ἀντὶ τοῦ, Παντὸς ἀγαθοῦ πράγματος εὐθὺ κέλευε τρέ‐ χειν τοὺς τὰ σὰ φρονεῖν ἑλομένους, οὕτω τε βασίλευε τῶν κατευοδουμένων. Ἔνεστί γε μὴν τῷ λόγῳ πλεί‐ στην τε ὅσην ἰδεῖν ἐνοῦσαν ἀκολουθίαν. Οὐ γὰρ ἦν ὅλως ἰσχύσαι τινὰς δι’ εὐθείας ὥσπερ ᾄττειν ὁδοῦ | |
40 | πρὸς τὸ αὐτῷ δοκοῦν, ἐγκειμένου τοῦ Σατανᾶ· ταύ‐ τῃ τοι καὶ μάλα εἰκότως πρῶτον ἐντείνει τὸ τόξον· ἵν’ ἐκ μέσου γεγονότος ἐκείνου, καὶ σὺν αὐτῷ τῶν ἑτέρων, οἳ ταῖς τῶν ἁγίων εὐδοκιμήσεσιν ἐπιμαί‐ νονται, δυνηθῶσιν εὐοδοῦσθαι λοιπὸν, καὶ διὰ ψιλῆς | |
45 | ὥσπερ ἰέναι τρίβου, μαχομένου τε καὶ ὑπαντιάζον‐ τος οὐδενὸς, πρός τε τὸ χρῆναι τῆς ὑπ’ αὐτῷ βασι‐ λείας ὑπελθεῖν τὸν ζυγόν. Ὀρθῶς οὖν ἄρα φασὶ πρῶτον μὲν τὸ Ἔντεινον, εἶτα τὸ Κατευοδοῦ, καὶ τρίτον εὐθὺς τὸ Βασίλευε. Προσεπάγουσι δὲ τὸ, «ἕνε‐ | |
69.1033(50) | κεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης.» Πραό‐ τητα, καθάπερ ἐγᾦμαι, καὶ μὴν καὶ ἀλήθειαν καὶ δικαιοσύνην, οὐδὲν ἕτερον εἶναι λέγοντες, πλὴν ὅτι τὸ κήρυγμα τὸ εὐαγγελικὸν δι’ οὗ γεγόναμεν ὑπὸ Χρι‐ στῷ· βεβασίλευκε γὰρ δι’ αὐτοῦ τῆς ὑπ’ οὐρανόν. | |
55 | Ἔστι δὲ ἀλήθεια μὲν, ὅτι τύπων ἐπέκεινα καὶ σκιᾶς | 1033 |
69.1036 | ἐστιν τῆς κατὰ τὸν Μωσέα, γυμνῶς τε καὶ ἀπημ‐ φιεσμένως τὸ Χριστοῦ μυστήριον διδάσκει. Πραότη‐ τος δὲ πάλιν· οὐ γὰρ ἔχει τὴν ἀποτομίαν τὴν ἔν γε τῷ νόμῳ. Ὡς γὰρ ὁ Παῦλός φησιν· «Ἀθετήσας τις | |
5 | νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνήσκει.» Πραότητος δὲ καὶ ἑτέρως τὸ εὐαγγελικόν ἐστι κήρυγμα· πράους γὰρ ἀποτελεῖ τοὺς πιστεύοντας εἰς Χριστὸν, οὐκ ἀμυντικοὺς καὶ ὀργίλους, οὔτε μὴν ἀπαιτεῖν ἐθέλοντας ὀφθαλμὸν | |
10 | ἀντὶ ὀφθαλμοῦ, καὶ πόδα ἀντὶ ποδὸς, καὶ χεῖρα ἀντὶ χειρὸς, ἀλλὰ τῷ παίοντι τὴν δεξιὰν σιαγόνα, στρέ‐ φοντας καὶ τὴν ἄλλην· ἑπομένους τε αὐτῷ λέγοντι· «Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» | |
15 | Εἰ δὲ δή τις προσεῖναι λέγοι καὶ αὐτῷ τῷ Χριστῷ τό τε ἀληθὲς ἐν πᾶσιν (οὐδὲν γὰρ ἐψευσμένον ἐν αὐτῷ τῶν θεοπρεπῶν), καὶ μὴν καὶ τὴν εἰς ἄκρον πραότητα καὶ δικαιοσύνην, οὐκ ἂν ἔξω γένοιτο τοῦ εἰκότος. Ἀληθὲς γὰρ καὶ ταυτὸ ἔνεστί γε μὴν τοῖς εὐαγγελικοῖς θεσπίσμασιν καὶ ἡ δικαιοσύνη. Ὁσίους γὰρ | |
20 | καὶ ἀμώμους ἀποτελεῖ. Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. (B f. 167 b, I f. 236) Ὁ θεσπέσιος Παῦλος τὸν τῆς διανοίας ἑαυτοῦ ὀφθαλμὸν ἀνατείνων εἰς θεο‐ πτείαν, «Ὦ βάθος, φησὶ, πλούτου, καὶ σοφίας, καὶ | |
25 | γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Δεῖται γὰρ τὸ σύμπαν οὐδενὸς εἴς γε τὸ εἰδέναι καλῶς τε καὶ ἀμωμήτως τὸ τελοῦν εἰς ὄνησιν τοῖς ὑπ’ αὐτῷ | |
30 | γενομένοις, ἀλλ’ οἷόν τινα ποδηγὸν εἰς ἕκαστα τῶν πρακτέων αὐτὸς ἑαυτὸν ἔχει. Μόνος τὰ πάντα γὰρ οἶδε, καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστι, καὶ ἐν αὐτῷ πάν‐ τες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπό‐ κρυφοι. Τί δὴ οὖν ἄρα φασὶν οἱ ἅγιοι τῷ Χριστῷ; | |
35 | «Ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.» Βλέποντι γὰρ, φησὶν, τὰ εἰς κατόρθωσιν σωτηρίας τῶν ἐπὶ τῆς γῆς, σύμβουλος ἔσται τῶν καθ’ ἡμᾶς, ἤγουν ἕτερός τις τῶν ἐπέκεινα παντελῶς οὐδείς· ἀρκέσει γὰρ πρὸς τοῦτο ἡ σὴ δεξιά. Καὶ οὐχ ὡς ἑτέραν τινὰ | |
40 | παρ’ αὐτὸν οὖσαν τὴν δεξιὰν αὐτοῦ, ἤτοι τὴν δύναμιν, ἐν τούτῳ κατασημαίνουσιν, ἀλλ’ οἷον ὡσεὶ ἔλεγον, «ἡ δεξιά σου,» ἤγουν ἡ μεγαλοπρέπειά σου, οὐχ ἕτε‐ ρόν τινα παρ’ αὐτὸν ἔδει νοεῖν. Οὕτω κἂν εἰ λέγοιεν ἡ δεξιὰ, τουτέστιν ἡ δύναμις, αὐτὸν δὴ μόνον ὡς ἐν | |
45 | περιφράσει σημαίνουσιν. Οἶδε γὰρ, οἶδεν ἡ δεξιά σου, φασὶ, τίσι μὲν ἂν πρέποι τὴν ῥομφαίαν ἐπενεγ‐ κεῖν, ἢ καὶ κατὰ τίνων τὸ ἀδιάφυκτον ἐντεῖναι τόξον, τίνας δὲ αὖ καὶ κατευοδοῦσθαι πρέποι ἂν καὶ τοῖς σοῖς ὑποφέρεσθαι ζυγοῖς, ἵνα σὲ καὶ μόνον ὁμολογῶ‐ σιν Θεόν τε καὶ βασιλέα, Σωτῆρα καὶ Λυτρωτήν. | |
69.1036(50) | Τὰ βέλη σου ἠκονημένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βα‐ σιλέως. (A f. 249 b) Οὐδεὶς δὲ θεομάχος ἢ ἀλαζὼν ὑπο‐ κάτω πίπτει τοῦ Θεοῦ, ἀλλ’ οἱ τὴν ἐκ πίστεως ὑπο‐ | |
55 | ταγὴν καταδεξάμενοι. Βέλη οὖν τοῦ δυνατοῦ, τουτ‐ έστι τοῦ Χριστοῦ, οἱ ἀπόστολοι· ἐχθροὶ δὲ τοῦ | |
βασιλέως, ἤγουν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Σατανᾶς, | 1035 | |
69.1037 | καὶ ἁπλῶς οἱ τοῖς θείοις δόγμασιν ἀντεξάγοντες. Κατατοξευθέντος οὖν τοῦ Σατανᾶ, καὶ τρωθείσης τῆς καρδίας τῶν νοητῶν ἐχθρῶν διὰ τῶν βελῶν τοῦ δυνατοῦ, ὑποπεπτώκασι λαοὶ ὑπὸ πόδας Χριστοῦ, καὶ | |
5 | τοῖς ζυγοῖς τῆς αὐτοῦ βασιλείας ὑπέπεσον καὶ ὑπ‐ ετάγησαν. Οἱ γὰρ μυσταγωγοὶ πλήττουσι τοὺς πεπλα‐ νημένους καὶ τὸν φύσει Θεὸν οὐκ εἰδότας, πλὴν οὐκ εἰς θάνατον, ἀλλ’ εἰς ἀγάπην αὐτοὺς ἀποφέροντες τὴν ἐν Χριστῷ, ἵνα ὑποκάτω πίπτοιεν αὐτοῦ, καὶ λέ‐ | |
10 | γοιεν· «Τετρωμένη ἀγάπης ἐγώ.» Εἶδες τοῦ πολέ‐ μου τὸ κατόρθωμα, τὴν προσαγωγὴν τῶν πρὸ τούτου στασιαζόντων; Ἡ γὰρ πρόσπτωσις αὕτη ὕψους ἐστὶν ὑπόθεσις καὶ ῥίζα. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς αἰῶνα αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. | |
15 | (A f. 250, B f. 168 b, I f. 239) Ἄθρει τοίνυν ὅτι Θεὸν τὸν ἐνανθρωπήσαντα καλεῖ, καὶ θρόνον αὐτῷ νέμει τὸν ἀνωτάτω. Θεὸς γὰρ ἦν ἐν εἴδει τῷ καθ’ ἡμᾶς, καὶ οὐκ ἔξω γεγονὼς διὰ τοῦτο τοῦ εἶναι ὃ ἦν, μεμενηκὼς δὲ μᾶλλον ἐν ταῖς ἰδίαις ὑπεροχαῖς, καὶ | |
20 | τὴν τῆς εὐθύτητος ἔχων ῥάβδον. Ῥάβδος δὲ, καὶ βα‐ σιλείας σύμβολον· βασιλεύει γὰρ ἐν δικαιοσύνῃ Χρι‐ στός. Ἔφη γάρ τις τῶν ἁγίων προφητῶν περί τε αὐτοῦ καὶ τῶν ἁγίων μυσταγωγῶν· «Ἰδοὺ δὴ βα‐ σιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρί‐ | |
25 | σεως ἄρξουσιν.» Οὐκοῦν ὡς ἐκ παραδείγματος τῶν ἐπὶ γῆς βασιλέων σκηπτροφορεῖν εἰωθότων, τὸ τοῦ λόγου γέγονε σχῆμα. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ὁ Χρι‐ στὸς ῥάβδος ὠνομάσθη πολλαχοῦ τῆς θεοπνεύστου Γραφῆς. Ἐπειδὴ δὲ μικτός ἐστιν ὁ περὶ τοῦ Σωτῆρος | |
30 | λόγος, διά τε τὴν φύσιν τῆς θεότητος καὶ τὴν οἰκο‐ νομίαν τῆς ἐνανθρωπήσεως, πάλιν εἰς τὸ ἀνθρώπι‐ νον τοῦ Χριστοῦ ἀποβλέψας ὁ Δαβὶδ φησί· Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, κ.τ.λ. | |
35 | (B f. 168 b, D f. 123 b, I f. 239) Εὑρίσκεται παρὰ τῇ θείᾳ Γραφῇ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς κείμενα τοιαῦτα πολλὰ, ὅτι Δίκαιος Κύριος καὶ δικαιοσύνην ἠγάπησεν. Καὶ πάλιν· «Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.» Καὶ πάλιν· «Ἐγώ εἰμι | |
40 | Κύριος ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας.» Ἆρ’ οὖν, εἴπερ καὶ διὰ ταῦτα λέγει μέγας ὁ Κύριος ἡμῶν, ὅτι τὴν μὲν δικαιοσύνην ἀγαπᾶ, μισεῖ δὲ τὴν ἀδικίαν, μισθὸς ἔσται τῷ Θεῷ καὶ Πατρὶ τὸ μέγας; καὶ ἀρετῆς ἀνταπόδοσις, ὅτι | |
45 | τάδε μὲν ἀγαπᾷ, μισεῖ δὲ ἐκεῖνα; Ἀλλ’ οὐκ ἄν τις τοῦτο μανείη ποτέ. Ὥσπερ οὖν ἐπὶ τοῦ Πατρὸς εὐσε‐ βῶς νοεῖται τὰ τοιῶσδε λεγόμενα, ὡσαύτως ἐκληφθείη καὶ ἐφ’ Υἱοῦ· πρὸς γὰρ τὸ ἀρχέτυπον ἡ εἰκὼν, καὶ τὸ ἀρχέτυπον πρὸς τὴν εἰκόνα. Εἶτ’ ἐπειδὴ, φησὶ, | |
69.1037(50) | Θεὸς ὢν πλημμελεῖν οὐκ οἶσθα (δικαιοσύνην γὰρ ἀγαπᾷς, καὶ ἀποστρέφῃ ἀνομίαν, ἄβατον, ἵν’ οὕτως εἴπω, τὴν σαυτοῦ φύσιν ἔχων παντὶ πονηρῷ), «διὰ τοῦτο ἔχρισέν σε ὁ Θεὸς, ὁ Θεός σου.» Κέχρισται γὰρ εἰς ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν, | |
55 | γενόμενος ἄνθρωπος ὁ Υἱὸς, ἵν’ ἡμᾶς προσαγάγῃ τῷ | 1037 |
69.1040 | Θεῷ καὶ Πατρὶ τὴν εἰς αὐτὸν πίστιν εὐωδιάζοντας. Χρίεται δὲ τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, ἵνα τὴν διὰ τοῦ ἁγίου Πνεύματος ἐννοήσωμεν χάριν, πρὸς εὐθυ‐ μίαν ἡμᾶς καὶ ἀγαλλίασιν ἀναφέρουσαν διηνεκῆ. Εἰ | |
5 | γὰρ καὶ ἐπὶ Χριστῷ πεπράχθαι λέγεται, ἀλλ’ οἰκονο‐ μίας ἧν τὸ χρῆμα μεστόν. Ἔστι μὲν γὰρ ὁ Υἱὸς, τοῦ ἁγίου Πνεύματος χορηγός· ἔνεστι γὰρ αὐτῷ φυσικῶς πάντα τοῦ Πατρός. Δέχεται δὲ ἀνθρωπίνως μεθ’ ἡμῶν τὸ Πνεῦμα καὶ αὐτὸς, ὅτε γέγονε καθ’ ἡμᾶς, | |
10 | οὐχ ἑαυτῷ τι προστιθεὶς καθ’ ὃ νοεῖται καὶ Θεὸς καὶ Λόγος, ἀλλ’ ἐν ἑαυτῷ καὶ πρώτῳ τῇ τοῦ ἀνθρώ‐ που φύσει προξενῶν τὸ τῆς ἀγαλλιάσεως Πνεῦμα. Ὅπου γὰρ θείας φύσεως μέθεξις, καὶ χάρις υἱοθε‐ σίας, καὶ ζωῆς ὑπόσχεσις τῆς εἰς μακρὸν αἰῶνα καὶ | |
15 | οὐρανῶν βασιλείαν, ἐκεῖ που πάντως τὸ ἀγαλλιᾶσθαί ἐστιν. Πλὴν παρὰ τοὺς μετόχους αὐτοῦ κέχρισται Χρι‐ στός· ἡμεῖς μὲν γὰρ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ἑαυτοῖς ἐσχήκαμεν· ὡς δὲ ὁ Παῦλός φησι, πᾶν τὸ πλήρωμα τῆς θεότητος ἐν Χριστῷ νοεῖται σωματι‐ | |
20 | κῶς. Διὰ τοῦτο οὐδὲ ἐκ μέρους αὐτὸν διδόναι φασὶ τὸ Πνεῦμα οἱ ἅγιοι, ὁμολογοῦσι δὲ μᾶλλον ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ λαμβάνουσιν‐ (A f. 250 b) Πότε δὲ ἐχρίσθη ὁ Χριστός; Ὅτε ὡς ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα ἦλθεν ἐπ’ αὐτόν. Τότε | |
25 | καὶ τὸ καινὸν ὄνομα ἐδέξατο, κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἔφη γὰρ ὅτι καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ τὸ καινὸν, ὃ Κύριος ὀνομάσει αὐτῷ. Πρὸ μὲν γὰρ τῆς ἐνανθρωπήσεως γυμνὸς ἔτι καὶ ἄσαρκος ὁ λόγος ὢν, θεοπρεπῶς ὠνομάζετο φῶς καὶ ζωὴ καὶ τὰ τοιαῦτα. | |
30 | Μετὰ δὲ τὴν ἐνανθρώπησιν, ἧς τὴν οἰκονομίαν ἡ τοῦ κεχρίσθαι δύναμις εἰσφέρει, ὡς κεχρισμένος ἤδη παρὰ τοῦ Πατρὸς τὸ καινὸν ὄνομα δέχεται, τουτέστι τὸ Χριστός. Αὐτὸς γὰρ ὢν ὁ τοῖς ἄλλοις ἁγιασμοῦ χορηγὸς ὡς Θεὸς, μεθ’ ἡμῶν ἁγιάζεται κατὰ τὸ ἀν‐ | |
35 | θρώπινον· περὶ ὃ καὶ ἡ χάρις, καὶ τῆς σαρκὸς ὁ ἁγιασμὸς, τῆς οὐ κατὰ φύσιν ἁγίας, ἀλλ’ ὡς ἐν μεθ‐ έξει τῇ παρὰ Θεῷ. Τοὺς δὲ μαθητὰς ἀδελφοὺς ὠνό‐ μασε, καὶ μετόχους ἑαυτοῦ κατεστήσατο. Ἁγιάζει γὰρ ὡς Θεὸς, τῷ ἰδίῳ καταχρίων Πνεύματι τοὺς ἐν | |
40 | μεθέξει γεγονότας αὐτοῦ διὰ πίστεως. Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν ηὔφρα‐ νάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. (E f. 83, I f. 239 b) Ἰμάτια Χριστοῦ νοητέον τοὺς | |
45 | ἐγγὺς αὐτοῦ γεγονότας, καὶ οἱονεί πως ἐν χρῷ καὶ περὶ αὐτὸν, διά τε πίστεως καὶ ἁγιασμοῦ καὶ οἰκειό‐ τητος τῆς πνευματικῆς. Βάρεις γε μὴν ἐλεφαντίνας, τὰς Ἐκκλησίας ἐν τούτοις φασί. Βάρις μὲν γὰρ | |
καλεῖται πύργος ἅπας· πεπυργῶσθαι δέ φαμεν τὰς | 1039 | |
69.1041 | Ἐκκλησίας τῇ τοῦ Χριστοῦ δυνάμει καὶ χάριτι· τεθε‐ μελίωνται γὰρ ἐπὶ τὴν πέτραν· Ἐλεφαντίνας δὲ, ἀντὶ τοῦ λαμπρὰς καὶ τιμίας καὶ περικαλλεστάτας· ἔνεστι γὰρ καὶ τοῦτο αὐταῖς, καθάπερ ἀμέλει καὶ | |
5 | τοῖς ἐξ ἐλέφαντος κατεσκευασμένοις τῶν σκευῶν. Αὗται δὲ αἱ ἐξ ἐλέφαντος βάρεις, καὶ βασιλέων εἰσὶ θυγατέρες. Πῶς ἢ τίνα τρόπον; Υἱοὶ γὰρ ὅντες τῆς βασιλείας οἱ θεσπέσιοι μαθηταὶ, ὀνομάζοιντο ἂν καὶ βασιλεῖς εἰκότως. Γεγόνασι δὲ καὶ πατέρες τῶν Ἐκ‐ | |
10 | κλησιῶν· ἐγέννησαν γὰρ αὐτὰς διὰ τοῦ Εὐαγγελίου καὶ τῶν ἱερῶν κηρυγμάτων. Τοῦτο γάρ φησι καὶ ὁ μακάριος Παῦλος· «Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Οὐκοῦν ἀπὸ τῶν ἱματίων σου, καὶ ἀπὸ τῶν βάρεων τῶν ἐλεφαντίνων, | |
15 | τουτέστι τῶν περικαλλεστάτων ἐκκλησιῶν, ἐκδίδο‐ ται σμύρνα καὶ στακτὴ καὶ κασία, τουτέστι τρόπος ἅπας εὐωδίας πνευματικῆς. Τούτοις γάρ σε τοῖς ἀρώμασιν, ἤτοι ταῖς νοηταῖς εὐοσμίαις, αἱ τῶν βα‐ σιλέων ηὔφραναν θυγατέρες ἐν τῇ τιμῇ σου, τουτ‐ | |
20 | έστιν ἐν καιρῷ καθ’ ὃν ἔδει τιμηθῆναί σε παρ’ αὐτῶν. Ὅτε γὰρ κέκληνται, τότε καὶ τετιμήκασιν. Ἰστέον δὲ ὅτι, κατά γε τὸν Μωσέως νόμον, ἡ τοῦ ἁγίου ἐλαίου σύνθεσις, ὑφ’ οὗ κατεχρίοντο καὶ ἡ σκηνὴ καὶ σκεύη τὰ ἱερὰ καὶ οἱ καλούμενοι πρὸς ἱερουργίαν, διὰ τῶν ὠνομασμένων ἀρωμάτων ἐδέχετο τὴν κατασκευήν. | |
25 | Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. (B f. 171, I f. 241) Τὰς κατὰ πᾶσαν τὴν οἰκουμέ‐ νην Ἐκκλησίας, μίαν νῦν ὀνομάζει, διὰ τὸ ἑνὸς εἶναι Δεσπότου καὶ μίαν εἶναι τὴν πίστιν ἐν αὐταῖς, ἔν τε ὁμοίως τὸ σωτήριον βάπτισμα. Οὐ γὰρ μερίζονται | |
30 | πρὸς διχόνοιαν· ὥστε καὶ ἀναριθμήτους οὔσας, μίαν εἶναί τε καὶ ὀνομάζεσθαι. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου. (B f. 171, I f. 241) Μυσταγωγοῦσι τὴν βασιλίδα | |
35 | καὶ σοφωτάτην ἀποτελεῖν σπουδάζουσιν οἱ νυμφαγω‐ γοὶ, καὶ τὰ δι’ ὧν ἔσται τῷ νυμφίῳ θυμηρεστάτη παραφωνοῦσιν αὐτῇ. Πρόεισί γε μὴν ἐν κόσμῳ τῷ δέοντι καὶ νῦν ὁ λόγος αὐτοῖς. Δεῖ γὰρ πρῶτον ἡμᾶς ἀκοῦσαι, τουτέστιν εἰς οὖς δέξασθαι τὸ λαλούμενον, | |
40 | καὶ ἀνασχέσθαι μυσταγωγίας· εἶθ’ οὕτως ἐν κατα‐ νοήσει γενέσθαι τῶν εἰρημένων· κατακλίνεσθαι τὸ οὖς μετὰ τοῦτο, τουτέστιν προσκομίσαι λοιπὸν τὸ εἰς ἅπαν εὐήκοον. Θυγατέρα γε μὴν καλοῦσι τὴν Ἐκ‐ κλησίαν, ἅτε δὴ δι’ αὐτῶν προσκεκοσμημένην τῷ | |
45 | ἄνωθεν καὶ ἐξ οὐρανῶν νυμφίῳ, τουτέστι Χριστῷ. Θεοῦ γὰρ γεγόνασι συνεργοὶ Θεοῦ διάκονοι, καταλλάσσοντες αὐτῷ διὰ τῆς πίστεως καὶ τοῦ ἁγίου βα‐ πτίσματος τὴν ὑπ’ οὐρανόν. Καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ | |
69.1041(50) | κάλλους σου· ὅτι αὐτός ἐστιν κύριός σου· καὶ προσκυνήσουσιν αὐτῷ. (I f. 241 b) Ἐν τούτοις εὖ μάλα καὶ ἐναργῶς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ὁ τῶν ἁγίων προφητῶν αἰνίτ‐ | |
τεται λόγος. Οὐ γὰρ ἂν εἶπεν τὸ Πνεῦμα τὸ ἅγιον | 1041 | |
69.1044 | τοῖς ἐξ Ἰσραὴλ τὸ, «Ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου·» τοῖς δ’ ἐξ ἐθνῶν προσ‐ ιοῦσιν ταῦτα ἂν λέγοιτο εἰκότως, ἐπειδήπερ ἦμέν ποτε ἀνόητοι καὶ τέκνα ὀργῆς, πατέρα τὸν διάβολον | |
5 | ἐπιγραφόμενοι, λαός τε ἡμῶν ἦν πᾶς τε ἄθεος καὶ εἰδωλολάτρης. Ἐπεὶ οὖν ἐκ τοιούτων μεταβέβληται ἡ ἐπὶ γῆς Ἐκκλησία, εἰκότως ὁ λόγος προσφωνεῖ φάσκων αὐτῇ· «Ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου.» Οὕτω ποτὲ καὶ τῷ Ἀβραὰμ | |
10 | ἐλέγετο· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγ‐ γενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω.» Τετήρηται δὲ καὶ εἰς δεῦρο παρ’ ἡμῖν, τὸ χρῆναι τοὺς ἐπιστρέφοντας εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, ἐπιλανθάνεσθαι τρό‐ | |
15 | πον τινὰ τοῦ οἴκου τοῦ πρώτου πατρὸς καὶ τοῦ λαοῦ αὐτοῦ. Εἰσιόντας γοῦν ἐπὶ τὸ σωτήριον βάπτισμα, εἶτα στραφέντας πρὸς δυσμὰς, βοᾷν ἀναπείθομεν· «Ἀποτάσσομαί σοι, Σατανᾶ, καὶ πᾶσι τοῖς ἔργοις σου, καὶ πᾶσι τοῖς ἀγγέλοις σου, καὶ πάσῃ τῇ πομπῇ | |
20 | σου, καὶ πάσῃ τῇ λατρείᾳ σου. Ὁποῖον δ’ ἕξει μισθὸν ἡ Χριστοῦ θυγάτηρ ταῦτα ποιοῦσα, ἑξῆς παρ‐ ίστησι λέγων· «Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστιν κύριός σου.» Ἐὰν γὰρ, φησὶν, καθαρθεῖσα λήθην ποιήσαιο τῶν προτέρων | |
25 | κακῶν, καὶ τὸ φυσικὸν κάλλος τῆς ψυχῆς τὸ κατ’ εἰ‐ κόνα Θεοῦ πεποιημένον ἀναλαβοῦσα, τὸν ἀγαπητὸν τοῦ Θεοῦ ἕξεις ἐρώμενον· αὐτὸς γὰρ ὁ μέγας βασιλεὺς ἐπιθυμήσει τοῦ κάλλους σου· οὐκ ἀπαξιώσει cod. ἀξιώσει τε Κύριός σου χρηματίζειν, καίπερ ὢν | |
30 | ἁπάντων τῶν ἁγίων αὐτοῦ βασιλεύς. Ἀντὶ δὲ τοῦ «Προσκυνήσουσιν αὐτῷ,» ὁ μὲν Ἀκύλας, Καὶ προσ‐ εκύνησεν αὐτῷ, ἑρμήνευσεν· ὁ δὲ Σύμμαχος, Καὶ προσκύνει αὐτόν· ἀξίαν σεαυτὴν παραστήσασα τῆς αὐτοῦ προσκυνήσεως, προσκαλούμενος δὲ αὐτὴν ἐπὶ τὴν ἀκρόασιν. —Ἕτεροι δὲ κατὰ πρόγνωσιν οὕτω | |
35 | αὐτὴν καλεῖσθαί φασιν. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσω‐ θεν ἐν κροσσωτοῖς χρυσοῖς. (A f. 253) Κρυπτὸς, φησὶν, ὁ κόσμος τῆς Ἐκκλη‐ σίας εἰς νοῦν καὶ διάνοιαν. Κροσσοὶ δὲ, εἴτουν σειραὶ, | |
40 | αἱ πολυειδεῖς ἀρεταὶ, μονονουχὶ καὶ ἀπηρτημέναι τῆς τῶν ἁγίων πληθύος. Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοὶ, καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. | |
45 | (A f. 254, L f. 122 b) Νοήσεις δὲ καὶ οὕτως. Πάλαι μὲν ἐβασίλευον τῆς Ἱερουσαλὴμ οἱ ἐκ τῆς Ἰούδα φυλῆς· τετάχαντο δὲ πρὸς τὸ κρίνειν οἱ ἐν τῇ ἁγίᾳ σκηνῇ προσεδρεύοντες· «Χείλη γὰρ, φησὶν, ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στό‐ | |
69.1044(50) | ματος αὐτῶν.» Ἐπεὶ δὲ τῆς σκιᾶς συνεσταλμένης, καὶ τῆς ἐν πνεύματι λατρείας λαμψάσης, ἔδει τῷ | |
κόσμῳ λαμπροτέρων κριτῶν, εἰσκέκληνται πρὸς τοῦτο | 1043 | |
69.1045 | λοιπὸν οἱ θεσπέσιοι μαθηταί. Διὸ πρὸς τὴν Ἰουδαίων μητέρα τὴν Ἱερουσαλήμ φησιν· «Ἀντὶ τῶν πατέ‐ ρων σου ἐγεννήθησαν υἱοὶ,» τουτέστι τὴν τῶν πατέ‐ ρων τάξιν διέλαχον. Πρὸς δὲ τὸν Κύριον· «Καταστή‐ | |
5 | σεις αὐτοὺς ἄρχοντας·» ὃ καὶ ἐξέβη· ἄρχοντας γὰρ πεποιήμεθα, καὶ κριτὰς ἐσχήκαμεν οἰκουμενικοὺς τοὺς ἁγίους μαθητὰς, ὧν ταῖς ὑποθήκαις καὶ αὐτὸ τὸ τοῦ Χριστοῦ λαλεῖται μυστήριον. Ἐπείπερ εἰσὶν αὐ‐ τοὶ καὶ ταμίαι τοῦ σώζοντος λόγου, καὶ τῶν πρακτέων | |
10 | εἰσηγηταὶ, τὸ μὲν κίβδηλον ἀποκρίνοντες, τὸ δ’ ὠφέ‐ λιμον συμβουλεύοντες. Οὐκοῦν οὕτως συντακτέον, οἱ υἱοὶ ἀντὶ πατέρων σου γεννήσονται. (I f. 243 b, B f. 173) Ἔκτισεν ὁ Χριστὸς τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην καὶ | |
15 | ἀποκαταλλάξας τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Ἐκ τούτων τε κἀκείνων τὸ τῆς Ἐκ‐ κλησίας νοεῖται πλήρωμα. Φασὶ δὴ οὖν πρὸς αὐτὴν οἱ προφῆται· «Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί·» ἐοίκασι δὲ διὰ τουτωνὶ τῶν ἁγίων ἀπο‐ | |
20 | στόλων τε καὶ εὐαγγελιστῶν ποιεῖσθαι μνήμην. Ἦσαν μὲν γὰρ πατέρες τῆς Ἰουδαίων Συναγωγῆς Ἀβραάμ τε καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ οἱ μετ’ ἐκείνους πα‐ τριάρχαι τε καὶ προφῆται· ἐπεὶ δὴ δὲ Θεὸς ὢν Κύ‐ ριος ἐπέφανεν ἡμῖν, κεχειροτόνηνται παρ’ αὐτοῦ τῆς | |
25 | Ἐκκλησίας Πατέρες, καὶ ἐν τάξει γεγόνασι τῶν πρώτων οἱ θεσπέσιοι μαθηταί. Ὅτι γὰρ ἐθνῶν τε καὶ Ἰουδαίων πατὴρ ἦν ὁ θεσπέσιος Ἀβραὰμ, πῶς ἔστιν ἀμφιβαλεῖν; Τοῦ μὲν γὰρ Ἰσραὴλ, κατὰ σάρκα γέ‐ γονε πατήρ· τοῖς γε μὴν ἐξ ἐθνῶν, δι’ ἐπαγγελίας· | |
30 | εἴρηται γὰρ πρὸς αὐτὸν, ὅτι «Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε·» ἠκολούθησαν γὰρ τοῖς ἴχνεσιν αὐτοῦ δικαιωθέντες ἐκ πίστεως, καὶ ἐπειδὴ γεγόνασι πιστοὶ, ηὐλογήθησαν σὺν αὐτῷ. Ἐν τάξει δὴ οὖν πατέρων τέθεινται τῇ Ἐκκλησίᾳ οἱ πάνσοφοι μαθηταί. Ἔστι | |
35 | γοῦν [ἀληθὲς τὸ τοῦ Παύλου, «Ὥστε κἂν] μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πα‐ τέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Ναὶ μὴν καὶ ὁ σοφὸς Ἰωάννης ὡς τέκνοις ἄνω τε καὶ κάτω τοῖς εἰς Χριστὸν πιστεύ‐ | |
40 | σασι διαλέγεται. Μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (I f. 244 b) Εἰ γὰρ καὶ τῶν καθ’ ἡμᾶς ἀπηλλάχθη‐ σαν πραγμάτων, ἔτι διαμέμνηνται καὶ οὕτω Χρι‐ | |
45 | στοῦ, Βίβλοις τε ἱεραῖς ἐναπέθεντο τὰς μυσταγωγίας, καὶ εἰς δεῦρο κηρύττουσι Θεὸν αὐτόν. | |
47t | ΨΑΛΜΟΣ ΜΕʹ. | |
48 | Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν. | |
69.1045(50) | (K f. 91, I f. 246. Κυρίλλου καὶ Βασιλείου.) Κἂν εἰ πᾶσα, φησὶ, ταραχθείη καθ’ ἡμῶν ἡ γῆ, τουτέστιν οἱ κατοικοῦντες ἐν αὐτῇ, κἂν εἰ τοσαῦτα πως ἰσ‐ χύσειαν οἱ παρ’ ἡμῶν κηρύγμασιν τὴν ἑαυτῶν σκαιό‐ | |
τητα κατεξανιστᾷν ἐθέλοντες, ὥστε καὶ ὄρη δύνασθαι | 1045 | |
69.1048 | μεθιστᾷν, καὶ εἰς θάλασσαν ἐμβαλεῖν, ἀλλ’ ἡμῖν εἰς ἐπικουρίαν ἀρκέσει ἡ παναλκὴς δεξιὰ, καὶ θορύβου πέρα τιθεῖσα παντὸς τοὺς ἀνακειμένους Θεῷ· καὶ τὰ ἀνάντη καταλειαίνουσα, καὶ τὰ δυσχερῆ μεθιστᾶσα | |
5 | πρὸς εὐχέρειαν, καὶ βάσιμον ἀποφαίνουσα ἠρμένον ὑψοῦ, καὶ τὴν τῶν ὑπερηφάνων ὀφρὺν καταφέρουσα. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐτα‐ ράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. (B f. 175, I f. 246 b) Ὕδατα δὲ ἠχοῦντα καὶ τα‐ | |
10 | ραττόμενα νοήσεις τὴν τῶν ἐθνῶν πληθύν· οὕτω γὰρ εἴωθεν ἡ θεόπνευστος Γραφὴ ταῦτα καλεῖν· οὕτω γάρ πού φησι καὶ περὶ τῆς Νινευὴ, ὅτι Νινευὴ ὡς κολυμ‐ βήθρα ὕδατος τὰ ὕδατα αὐτῆς.» Ἔφη δέ τις καὶ ἕτερος τῶν ἁγίων προφητῶν· «Τάδε λέγει Κύριος κατάρ‐ | |
15 | χων ὑδάτων πολλῶν,» ἀντὶ τοῦ ἐθνῶν. Βεβασίλευκε γὰρ ἐπὶ πάντα τὰ ἔθνη Χριστός.—(E f. 84 b, i f. 246 b. Κυρίλλου καὶ Βασιλείου) Ἀλλὰ «καὶ τὰ ὄρη, φησὶν, ἐταράχθησαν ἐν τῇ κραταιότητι αὐτοῦ.» Ὄρη δέ φησι τοὺς τῶν ἐν κόσμῳ τάχα που φανερω‐ | |
20 | τέρους, καὶ ἐπὶ κενοῖς δοξαρίοις [al. cod. ἐπὶ δόξῃ κενῇ] φρονοῦντας μέγα. Ἀλλὰ καὶ οὗτοι ἐταράχθη‐ σαν καὶ κατεξανέστησαν τῶν ἁγίων μυσταγωγῶν. Ἠδίκησε δὲ αὐτοὺς οὐδὲν ὁ ἀλιτήριος Σατανᾶς· οἱ γὰρ ἐν ἀρχαῖς τοῖς ἁγίοις ἐπιπηδῶντες μυσταγω‐ | |
25 | γοῖς ...τητα τὴν ἐν Χριστῷ, καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων γεγόνασιν ἐρασταί. Ὃ δὴ κατεθαύμακεν ὁ μακάριος Δαβίδ· ἔφη γὰρ· «Τοιαύτη ἡ ἀλ‐ λοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.» Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. | |
30 | (I f. 247) Ὅτι δὲ ποταμὸς καὶ ὁ Χριστὸς ὠνομά‐ σθη πλεισταχοῦ τῶν ἱερῶν Γραμμάτων, οἶδέ που πάντως ὁ φιλομαθής. Ἔφη μὲν γὰρ αὐτὸς περὶ ἡμῶν δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς | |
35 | χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.» Εὖ δὲ δὴ σφόδρα τὸἐκκλίνω φησίν· ἦν μὲν γὰρ ἡ πορεία, φησὶν, ἤτοι ἡ ὁδὸς αὐτῷ πρὸς τοὺς ἐξ αἵματος Ἰσ‐ ραήλ· ἐπειδὴ δὲ ἀπεώσαντο τὴν πίστιν, καὶ τῶν ἱερῶν αὐτοῦ ναμάτων τὴν μέθεξιν οὐδενὸς ἠξίωσαν | |
40 | λόγου, ταύτῃ τοι καὶ μάλα εἰκότως ἐγκέκλικεν εἰς ἡμᾶς τοὺς ἐξ ἐθνῶν κεκλημένους, καὶ γέγονεν ἡμῖν ποταμὸς εἰρήνης καὶ χείμαῤῥος ἐπικλύζων— «Ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος·» σκή‐ νωμα δὲ οὐδὲν ἧττον αὐτὴν εἶναί φαμεν τὴν Ἐκκλη‐ | |
45 | σίαν. Κατοικεῖ γὰρ ἐν ἁγίαις καὶ ὁσίαις ψυχαῖς, ἁγίας αὐτὰς ἀποφαίνων, διὰ τοῦ μετόχους ἀποτελεῖν τοῦ ἁγίου Πνεύματος. Βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωΐ. (B f. 176, I f. 248, L f. 123 b. Κυρίλλου καὶ | |
69.1048(50) | Διδύμου.) Ἐπειδὴ ὄρθρου βαθέως ἡ ἀνάστασις Κυρίου, αὐτὴν καλεῖ τὴν βοήθειαν. Βοηθεῖται ἡ | |
πόλις τοῦ Θεοῦ ἐγγυζούσης ἡμέρας. Ἑτέρα δ’ ἔστιν | 1047 | |
69.1049 | γραφὴ ἡ λέγουσα· «Βοηθήσει αὐτῇ ὁ Θεὸς τῷ προσ‐ ώπῳ·» σώζει γὰρ αὐτῆς τὸ κάλλος ἄτρωτόν τε καὶ ἀπαράφθορον, τὸ νοητὸν δηλονότι, ὅταν ταραχὴν δέ‐ ξηται ἀπὸ τῶν ἀντικειμένων. Ἕως μὲν γὰρ ἀδιά‐ | |
5 | βλητον ἔχει τὴν πίστιν ἐν ἑαυτῇ ψυχὴ, καὶ τοὺς ἐξ ἁπάσης ἀρετῆς ὡραϊσμοὺς ἑαυτῇ περιτίθησιν, κάλ‐ λος ἕχει τὸ νοητὸν, ᾧ καὶ αὐτὸς ἐπιγάννυται Χρι‐ στός. Παρενεχθεῖσά γε μὴν τοῦ εἰκότος, παραχρῆμα τὸ εἰδεχθὲς καὶ ἀτερπὲς ἔχει. Ἀλλ’ οὐ πείσεται | |
10 | τοῦτο, φησὶν, ἡ Ἐκκλησία· σώζει γὰρ αὐτῆς τὸ κάλλος. Πρόσωπον δὲ νοηθεῖεν ἂν Ἐκκλησίας οἱ ἡγούμενοι αὐτῆς, οὓς καὶ νευροῖ συντόνως πρὸς τὸ δύνασθαι ἀντιλαμβάνεσθαι τοῦ κηρύγματος. Κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν, ἀντιλήπτωρ | |
15 | ἡμῶν ὁ Θεὸς Ἰακώβ. (A f. 258 b, E f. 84 b, I f. 249) Εἰ δὲ δή τις βού‐ λοιτο καὶ καθ’ ἕτερον ἐκδέχεσθαι τρόπον, οὐκ ἂν ἀμοιρήσειεν ἐννοιῶν ἀγαθῶν. Μεθ’ ἡμῶν γὰρ γέ‐ γονεν ὁ τῶν δυνάμεων Κύριος, ὅτε γέγονεν καθ’ | |
20 | ἡμᾶς, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Διὰ τοῦτο γὰρ καὶ Ἐμμανουὴλ ὠνό‐ μασται, ὅ ἐστι μεθερμηνευόμενον, μεθ’ ἡμῶν ὁ Θεός. Τότε γὰρ ἡμῶν ἀντελάβετο καὶ σέσωκε κεκινδυνευ‐ κότας· ἀπήλλαξε γὰρ ἁμαρτιῶν καὶ φθορᾶς, καὶ τοῦ | |
25 | καταδυναστεύεσθαι παρ’ ἐχθρῶν, αἰσθητῶν τε καὶ νοητῶν. Εἶδεν οὖν ὁ Δαβὶδ τὸν ἐνανθρωπήσαντα Θεόν. Εἶδε τὸν ἐκ Παρθένου γεννηθέντα Ἐμμανουὴλ, καὶ διὰ τοῦτο προφητικῶς ἐβόα· «Κύριος τῶν δυ‐ νάμεων μεθ’ ἡμῶν·» δεικνὺς ὅτι οὗτός ἐστιν ὁ τοῖς | |
30 | ἁγίοις προφήταις καὶ πατριάρχαις ἐμφανισθείς. Ἀντιλήπτωρ ἡμῶν, φησὶ, οὐχὶ ἄλλος Θεὸς παρὰ τὸν ὑπὸ τῶν προφητῶν παραδιδόμενον, ἀλλ’ ὁ Θεὸς Ἰα‐ κὼβ, ὁ ἐν τῷ χρηματισμῷ πρὸς τὸν ἑαυτοῦ θερά‐ ποντα διαλεχθείς· «Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ | |
35 | ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ.» Ἴδετε τὰ ἔργα τοῦ Κυρίου, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς. (I f. 249 b. L f. 123 b) Πλεῖστα γὰρ ὅσα γέγονε τὰ τερατουργήματα λαμπρά τε καὶ διαβόητα, καὶ οὔ | |
40 | τί που κατὰ μόνην τὴν Ἰουδαίαν, ἀλλὰ γὰρ καὶ πᾶσιν ἐγνωσμένα τοῖς ἐπὶ γῆς διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων τῶν ἁγίων ἱερουργῶν, οἳ πᾶσαν φοι‐ τῶντες τὴν ὑπ’ οὐρανῶν, τὴν ἀξιάγαστον δύναμιν καὶ ὑπεροχὴν τοῦ Χριστοῦ κατέστησαν ἐναργῆ, | |
45 | τοῦτο μὲν τὰ δι’ αὐτοῦ γεγονότα λέγοντες, τοῦτο δὲ καὶ ἐν ὀνόματι αὐτοῦ κατορθοῦντες. Εἰ δὲ δή τις λέγοι χρῆναι μαθεῖν τοὺς ἐξ ἐθνῶν καλουμένους τὰ ἔργα τοῦ Θεοῦ, τουτέστιν τὴν ὁρωμένην κτίσιν, πολὺ λίαν ἔχουσαν τὸ ἀξιοθαύμαστον καὶ τερατουργίας οὐ | |
69.1049(50) | μακρὰν, ὥστε εἰδέναι σύμπαντας ὅτι τῶν ὅλων ἐστὶ δημιουργὸς, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. | |
52t | ΨΑΛΜΟΣ Μϛʹ. | |
53 | Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορέ. | |
(A f. 260 b, B f. 178, K f. 92, I f. 250 b, L f. | 1049 | |
69.1052 | 124) Διακονοῦσί τινες τοῖς υἱοῖς Κορὲ ἱεροψάλται πάντως που, οἳ δὴ καὶ ἀναφέρουσιν τὴν λιτήν. Ἐπι‐ γέγραπται γοῦν ὑπὲρ τῶν υἱῶν Κορὲ, οὐχ ὡς ὑπέρ γε πάντως ἐκείνων γενομένης τῆς ᾠδῆς, ἀλλ’ ὡς δι’ | |
5 | αὐτῶν ὑπηρετεῖν τεταγμένων τῇ ἀναφορᾷ τῆς ᾠδῆς. Ἔστι δὲ τῶν ἁγίων ἀποστόλων τὸ πρόσωπον, ὡς ἤδη κεκελευσμένων μαθητεῦσαι μὲν πάντα τὰ ἔθνη, βαπτί‐ σαι τε αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἐπειδὴ δὲ πλείστων | |
10 | ὅσων αὐτοῖς καὶ μεγάλων ἀγαθῶν προμνήστρια γέ‐ γονεν ἡ πίστις (κέκληνται γὰρ δι’ αὐτῆς εἰς υἱοθε‐ σίαν Θεοῦ, εἰς μέθεξιν τοῦ ἁγίου Πνεύματος θείας τε φύσεως γεγόνασι κοινωνοὶ, καὶ τὴν τῶν ἐξ οὐρα‐ νοῦ χαρισμάτων πεπλουτήκασι χάριν, καὶ τῆς τῶν | |
15 | ἁγίων ἐλπίδος γεγόνασι κοινωνοὶ), ταύτῃ τοι καὶ μάλα εἰκότως πανηγυρίζειν αὐτοῖς ἐπιτάττουσι λέγοντες· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ. (I f. 251, L f. 124) Τὸ δ’ αἴτιον τῆς πανηγύρεως, | |
20 | ὅτι τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἐγνώσθη Χριστὸς τοῦτο ὑπάρχων, ὅπερ ἐστὶ κατὰ ἀλήθειαν, βασιλεὺς δηλον‐ ότι καὶ Θεὸς ὕψιστός τε καὶ φοβερός· βασιλεὺς δὲ τῶν ἐθνῶν οὐκ ἀρχὴν ἕχων καὶ τῆς βασιλείας, ὅτε κεκράτηκεν αὐτῶν, ἀλλ’ ὅτι Κύριος ὢν τῶν ὅλων καὶ | |
25 | βασιλεὺς ὡς Θεὸς, ὑπὸ σκῆπτρα τέθεικε τῆς ἑαυτοῦ βασιλείας καὶ αὐτὰ, τῆς τῶν πάλαι κρατούντων πλεονεξίας ἐξελών.—(A f. 261) Ἐπινίκιος ᾠδή ἐστιν ὁ ψαλμός. Ὡς οὗν πεπτωκυιῶν τῶν ἀντικει‐ μένων δυνάμεων, ᾄδειν τὰ ἔθνη παρακελεύεται. Ἀλα‐ | |
30 | λάξουσι δὲ ὡς νικήσαντες ἐν Χριστῷ. Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐ‐ τοῦ, τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν. (B f. 179, E f. 85, I f. 252, L. f. 124 b) Δοκεῖ γε | |
35 | μὴν ἑτέροις τὸ, «Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν,» καὶ ἑτέρως χρῆναι νοεῖν· λαοὺς γὰρ δὴ καὶ ἔθνη τὰ ὑπὸ πόδας ἁγίων αὐτόν τε τὸν Σατανᾶν καὶ τὰς σὺν αὐτῷ πονηρὰς δυνάμεις εἶναί φασι. Περὶ ὧν ἔφη ὁ Χριστός· «Ἰδοὺ δέδωκα | |
40 | ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶ‐ σαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Καταθαυμάζουσι δὲ καὶ τὴν τοῦ Σωτῆρος φιλοτιμίαν, ὅτι ψήφῳ δικαίᾳ Θεοῦ πάντα τὰ γέρα τῶν ἐξ Ἰσραὴλ, καὶ τὰ ἐκείνοις ἐπηγγελμένα παρὰ Θεοῦ, δέδοται μᾶλλον τοῖς ἐξ | |
45 | ἐθνῶν, ἅτε δὴ προσηκαμένοις τὴν πίστιν, καὶ ἐπ‐ εγνωκόσι τὸν εὐεργέτην. Καὶ γοῦν περὶ αὐτοῦ τοῦ θείου κηρύγματος εἴρηταί που πρὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ παρὰ τῶν ἁγίων μυσταγωγῶν· «Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν λόγον τοῦ Θεοῦ· | |
69.1052(50) | ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ ἀναξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος.» Χαί‐ ρουσι τοίνυν ὡς λαβόντες παρὰ Χριστοῦ τὸ εἶναι κλῆρος αὐτοῦ, καταλογισθῆναι δὲ ὥσπερ καὶ ἐν τῇ | |
55 | καλλονῇ Ἰακώβ. Πάλαι μὲν γὰρ ἐγενήθη μερὶς Κυ‐ ρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας | |
αὐτοῦ Ἰσραήλ· ἐπειδὴ δὲ πεπαρῴνηκεν εἰς Χριστὸν, | 1051 | |
69.1053 | ἐξώσθη τοῦ εἶναι κλῆρος αὐτοῦ Σεσαγήνευται δὲ διὰ πίστεως τῶν ἐθνῶν ἡ πληθὺς, καὶ ἀνεκομίσθη παρὰ Θεοῦ εἰς τὸ εἶναι σχοίνισμά τε καὶ κλῆρος αὐτοῦ. Καὶ καθ’ ἕτερον δὲ τρόπον νοήσεις, ὅτι πρὸς τῇ τῶν | |
5 | ἐθνῶν πληθύϊ, καὶ αὐτὸν ἐσχήκασιν ὑπὸ πόδας τὸν Ἰακὼβ, ἤτοι τοὺς ἐξ αἵματος Ἰακώβ· εἰ γὰρ καὶ μὴ ἅπας πεπίστευκεν Ἰακὼβ, ἀλλ’ οὖν ἡ καλλονὴ παν‐ τὸς τοῦ λαοῦ δεδράμηκεν εἰς τοῦτο, ἵνα νοῇς τὸ κα‐ τάλειμμα. Ἐννοεῖν γὰρ ἀκόλουθον, ὅτι τῆς Ἰου‐ | |
10 | δαίων ἀγέλης οἱ συνετώτεροι πεπιστεύκασιν εἰς Χριστὸν, ἔκ τε νόμου καὶ προφητῶν τὸ περὶ αὐτοῦ συνέντες μυστήριον, καὶ δι’ ὧν ἔφη τε ὁμοῦ καὶ τε‐ θαυματούργηκεν ὁ Χριστός. Καὶ γοῦν ὁ μὲν Φίλιπ‐ πος ἔφη τῷ Ναθαναήλ· «Ὃν ἔγραψεν Μωσῆς ἐν | |
15 | τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν Ἰησοῦν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέθ.» Εἶτα πρὸς ταῦτα ἐκεῖνος· «Ἐκ Ναζαρὲθ δύναταί τι ἀγαθὸν εἶναι;» Ἅμα γὰρ ἀκήκοεν τὴν Ναζαρὲθ, καὶ εἰς ἀρχὰς ἀνεπήδα τῆς ἐπὶ Χριστῷ γνώσεώς τε καὶ ἀκριβείας. Ταύτην εἶναί | |
20 | φαμεν τὴν καλλονὴν Ἰακώβ. Οἱ γὰρ οὕτω διατεθέν‐ τες, καθ’ ἃ καὶ αὐτὸς ὁ Ναθαναὴλ ὁ ἀληθῶς Ἰσραη‐ λίτης, καὶ ἐν ᾧ δόλος οὐκ ἦν, εἰκότως ἂν λέγοιντο καλλονὴ τοῦ Ἰακὼβ, καὶ δὴ καὶ ἠγαπῆσθαι παρὰ Θεοῦ, οἳ δὴ καὶ ὁμοῦ τούτοις ὑπετάχθησαν τοῖς ἁγίοις μυσταγωγοῖς. | |
25 | Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Ψάλατε τῷ Θεῷ ἡμῶν, κ.τ.λ. (I f. 252 b) Συγχορευτὰς ἀποφαίνουσιν τῶν ἐν οὐ‐ ρανοῖς ἁγίων ἀγγέλων τοὺς ἐπὶ τῆς γῆς, καὶ μίαν ὥσπερ ἁρμοσαμένους τὴν λύραν, εὔρυθμόν τε καὶ | |
30 | εὔηχον ἀνακρούειν μέλος, χαίροντας ὅτι τὴν καθ’ ἡμᾶς πληρώσας οἰκονομίαν ἀνέβη πρὸς τὸν ἐν οὐ‐ ρανοῖς Πατέρα καὶ Θεὸν, ἀπαρχή τις ὥσπερ ἀνθρω‐ πότητος γεγονὼς ἀνανεωθείσης εἰς ἀφθαρσίαν· καὶ τοῦτο γὰρ ἐν Χριστῷ πεπλουτήκαμεν. Ψάλατε δὴ | |
35 | οὖν, φησὶ, καὶ ἔτι ψάλατε, καὶ ἀκατάληκτον ποιεῖσθε τὴν ὑμνῳδίαν. Ἀνέβη γὰρ ὁ Θεὸς ἐν ἀλαλαγμῷ, καὶ ὁ Κύριος ἐν φωνῇ σάλπιγγος, οὐχ ἕτερος ὢν ὁ Θεὸς, καὶ ἕτερος Κύριος, ἀλλ’ εἷς τε καὶ ὁ αὐτός· ἕψεται γὰρ πάντως τῷ εἶναι Θεὸν ἡ τῆς κυριότητος δόξα, | |
40 | καθάπερ ἀμέλει καὶ τῷ κατὰ φύσιν ὄντι Κυρίῳ, τὸ εἶναι Θεόν. Ἐπειδὴ δὲ καὶ ἀλαλαγμοῦ ποιεῖται μνή‐ μην καὶ σάλπιγγος φωνῆς, εἰς ἐννοίας ἄνιμεν τοιαύ‐ τας οἱ τὰ Χριστοῦ φρονοῦντες καὶ λέγοντες. Ἀν‐ έβη μὲν γὰρ ἐν τοῖς οὐρανοῖς νῦν ἐμφανισθῆναι τῷ | |
45 | προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν, ἀλλ’ ἦν τοῖς ἐν οὐ‐ ρανῷ πνεύμασιν θέαμα ξένον θεοπρεπεῖ δόξῃ δια‐ πρέπων ἄνθρωπος, καὶ ἐν ὑπεροχαῖς ὁρώμενος ταῖς ἐπέκεινα λόγου. Ἦν οὖν ἀναγκαῖον μυσταγωγεῖσθαι παρὰ τοῦ ἁγίου Πνεύματος τὰς ἄνω δυνάμεις, ὅτι | |
69.1053(50) | Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος. Ταύτῃτοι καὶ προσέταττεν αὐτοῖς αἴρειν τε τὰς ἄνω πύλας, καὶ μὴν τὸ εἰδέναι σαφῶς, τὸν ἐν εἴδει τῷ καθ’ ἡμᾶς ἀναφοιτῶντα Θεὸν εἰς τὴν αὐτῷ καὶ μόνῳ πρέπουσαν καὶ οὐσιωδῶς ἐνυπάρχουσαν δόξαν | |
55 | Ἔφασκε γὰρ, ὅτι «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται | |
ὁ βασιλεὺς τῆς δόξης.» Ἐρομένων δὲ τῶν ἄνω | 1053 | |
69.1056 | πνευμάτων ἢ καὶ ἐνδοιαζόντων ὑπό γε τοῦ μὴ εἰδέναι σαφῶς τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης, ἐμάν‐ θανον ὅτι Κύριος ἦν τῶν δυνάμεων, καὶ Κύριος δυ‐ νατὸς ἐν πολέμῳ. Γράφει δὲ καὶ ὁ πάνσοφος Παῦλος· | |
5 | «Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρόθεσιν τῶν αἰώνων ἢν ἐποίησεν ἐν τῷ Χριστῷ.» Ἐδιδάσκοντο τοίνυν ἀλαλάζειν αὐτῷ καὶ δυνάμεις αἱ νοηταὶ, καὶ οἷά τινος σάλπιγγος ἠχὴ διαπρύσιος ἡ διὰ τοῦ Πνεύ‐ | |
10 | ματος ἀποκάλυψις ἐν αὐταῖς ἦν, τὸ βαθὺ τῆς ἐναν‐ θρωπήσεως μυστήριον ἐκκαλύπτουσα. Ἦν οὖν ἀναγ‐ καῖον τοῖς ἄνω πνεύμασιν συναλαλάζειν τοὺς σεσω‐ σμένους, ψάλλειν τε διηνεκῶς, καὶ ἀκατεύνεστον αὐτῷ προσάγειν τὴν ὑμνῳδίαν. Πλὴν τὸ ἀνέβη λέ‐ | |
15 | γοντες, διδάσκουσιν ὅτι κατέβη. Συνιεὶς γὰρ οὕτως καὶ ὁ πάνσοφος Παῦλός φησι· «Τὸ δὲ Ἀνέβη, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώ‐ τερα μέρη τῆς γῆς;» Καὶ πάλιν· «Ὁ καταβὰς, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πλη‐ | |
20 | ρώσῃ τὰ πάντα.» Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς. (B f. 180, I f. 253 b) Οὐκ ἐπὶ μόνης τῆς Ἰουδαίας Θεός τε καὶ βασιλεὺς ὑπάρχων ὁ Υἱὸς γνωρίζεται, | |
25 | ἀλλὰ γὰρ ἤδη καὶ ἐν πάσῃ τῇ γῇ. Ὑποδεδράμηκε γὰρ τῆς ὑπ’ αὐτῷ βασιλείας τὸν ζυγὸν ἡ πολλὴ καὶ ἀμέτρητος τῶν ἐθνῶν πληθὺς τῶν ἀνὰ πᾶσαν ὅντων τὴν ὑπ’ οὐρανόν. Ψάλατε δὴ οὖν συνετῶς, τουτέστιν ἁγιοπρεπεῖ συνέσει χρώμενοι, καὶ συνιέντες ὀρθῶς | |
30 | τοῦ Χριστοῦ μυστήριον· νοῦ γὰρ καὶ καρδίας δεῖται σοφῆς. Οὕτω γάρ που καὶ ὁ προφήτης φησί· «Τίς σοφὸς, καὶ συνήσει ταῦτα; καὶ συνετὸς, καὶ ἐπι‐ γνώσεται αὐτά;» οἶμαι δὲ δεῖν καθ’ ἑτέραν ἔννοιαν τοῖς προκειμένοις προσβαλεῖν. Ψάλατε γὰρ δὴ καὶ | |
35 | δοξολογεῖτε· βεβασίλευκε γὰρ ὁ Θεὸς συνετῶς ἐπὶ πάντα τὰ ἔθνη. Τὸ δὲ συνετῶς, ἀντὶ τοῦ μετὰ σο‐ φίας καὶ ἀποῤῥήτου τινὸς οἰκονομίας. Καὶ γάρ ἐστιν ἀληθῶς σοφίας ἔμπλεων τὸ Χριστοῦ μυστήριον. Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. | |
40 | (I f. 253 b) Θρόνον ὀνομάζει Θεοῦ τὸν οὐρανὸν ἡ θεόπνευστος Γραφή· καὶ οὐχ ἵνα τι νοῶμεν σωμα‐ τικὸν (οὐ γὰρ ἐν τάξει τῇ καθ’ ἡμᾶς τὸ Θεῖον· ἀσώ‐ ματον γὰρ καὶ ἀπερινόητον παντελῶς), διὰ δὲ τοῦ θρόνου τὴν βασιλείαν ἔθος ὀνομάζειν αὐτῇ. Ὅταν | |
45 | οὖν θρόνον ἔχειν λέγηται τὸν οὐρανὸν, ἰστέον ὅτι τὴν κατὰ τῶν ἁγίων ἀγγέλων ἀρχὴν διὰ τούτου νοεῖ‐ σθαι πρέπει. Γεγόνασι δὲ θρόνος αὐτοῦ καὶ οἱ πιστεύ‐ σαντες εἰς αὐτὸν, οἳ καὶ εἰσὶν ἅγιοι, ἅτε δὲ καὶ ἀπόνιψιν μὲν ἐσχηκότες τῶν ἡμαρτημένων, κατα‐ | |
69.1056(50) | κεχριμένοι δὲ τὰς καρδίας τῇ τοῦ ἁγίου Πνεύματος ἐνεργείᾳ καὶ χάριτι. Γεγόνασι δὲ οὕτω καὶ τῆς θείας φύσεως αὐτοῦ κοινωνοί. Ὅτι τοίνυν ἐπανεπαύσατο καὶ ἡμῖν τοῖς ἐπὶ τῆς γῆς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, χαίροντες οἱ πνευματοφόροι καὶ τοῦτό φασιν· | |
55 | ὅτι Κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ, τουτέστιν ἐπαναπαύεται τοῖς ἑαυτοῦ γνωρίμοις, καὶ ἔστιν ἐν | |
ἡμῖν, καθάπερ ἀμέλει καὶ ἐν τοῖς ἄνω πνεύμασιν. | 1055 | |
69.1057 | Εἰ δὲ δὴ βούλοιτό τις διὰ τοῦ θρόνου τὸ ἱδρυμένον καὶ ἀκατάσειστον παντελῶς τῆς Χριστοῦ βασιλείας σημαίνεσθαι, συνήσει καὶ οὕτως ὀρθῶς. Διηνεκὴς γὰρ ἡ βασιλεία Χριστοῦ, καὶ εἰς ἀτελευτήτους αἰῶνας | |
5 | πέμπεται· οὐ γὰρ ἔσται τέλος τῆς βασιλείας αὐτοῦ, κατὰ τὴν τοῦ ἀγγέλου φωνήν. Ἄρχοντες λαῶν συνήχθησαν μετὰ [τοῦ Θεοῦ] Ἀβραὰμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. | |
10 | (B f. 180 b. I f. 254) Ἐοίκασιν ἐν τούτοις ἢ τὴν ἑαυτῶν ἀνάῤῥησιν καταδηλοῦν οἱ θεσπέσιοι μαθηταὶ, ἤγουν ὡς ἐν τάξει προφητείας τὴν τῶν ἐσομένων μετ’ αὐτοὺς ποιμένων ἁγίων πληθὺν ὑπομένειν. Ἄρχοντες γὰρ γεγόνασι λαῶν πρῶτοι μὲν αὐτοὶ, μετ’ | |
15 | αὐτοὺς δὲ καὶ καθ’ ἑξῆς ἕτεροι πλεῖστοί τε ὅσοι καὶ σοφοὶ, καὶ τῆς αὐτῶν εὐσεβείας κατόπιν ἰέναι σπου‐ δάζοντες, καὶ τὸ θεῖόν τε καὶ ἀγγελικὸν περιαγγέλ‐ λοντες κήρυγμα τοῖς ἁπανταχοῦ. Οὗτοι δὴ οὖν συν‐ ήχθησαν, τουτέστι συνῆλθον, ἤτοι συνέβησαν εἰς | |
20 | ὁμοπιστίαν τε καὶ ὁμοψυχίαν, προσθείην δ’ ἂν ὅτι καὶ ταυτοέπειαν· εἷς γὰρ Κύριος, μία πίστις, ἒν βά‐ πτισμα, καὶ εἷς ὁ παρὰ πάντων ἐστὶ λόγος ἐπὶ Χριστῷ τῶν συνιέντων ὀρθῶς τὸ ἐπ’ αὐτῷ μυστήριον. Εἰ δὲ παρασημαίνουσί τινες καὶ παρευθύνουσι τὴν ἀλή‐ | |
25 | θειαν, ἀλλ’ οὐδεὶς τῶν τοιούτων ἡμῖν ὁ λόγος, οἷς καὶ σύνεστιν ὁ Χριστός· καὶ οὐ πρόσφατος ὑπάρχων Θεὸς, ἀλλ’ ἐκεῖνος αὐτὸς ὁ καὶ τοῦ προπάτορος Ἀβραάμ. Οὕτω συνήχθησαν οἱ ἄρχοντες, οἱ περὶ ὧν ἀρτίως γέγονεν ἡμῖν ὁ λόγος, μετὰ τοῦ Θεοῦ Ἀβραάμ. | |
30 | Ὅτι δὲ γεγόνασιν ἐπίσημοι καὶ ἀπόβλεπτοι τοῖς ἁπανταχοῦ, Χριστοῦ νέμοντος αὐτοῖς τὸ εἶναι τοιού‐ τους, διασαφοῦσι λέγοντες, ὅτι «Τοῦ Θεοῦ οἱ κραταιοὶ,» τουτέστιν οἱ πνευματικὴν ἔχοντες εὐανδρίαν, οἱ εὐ‐ σθενέστατοι μαχηταὶ, οἱ ταῖς τοῦ διαβόλου δυστρο‐ | |
35 | πίαις ἀντιταττόμενοι, καὶ ταῖς τῶν φλυαρούντων κενοφωνίαις ἀντανιστάμενοι, τῆς γῆς σφόδρα ἐπήρ‐ θησαν· τουτέστιν οὐ χθαμαλοὶ καὶ ἄσημοι καὶ ἀπεῤ‐ ῥιμμένοι νοηθεῖεν ἂν, ἀλλ’ οἷον ὑψοῦ βεβηκότες κατὰ ἀρετὴν, καὶ ἀνῳκισμένην ἔχοντες ζωὴν, καὶ οὐ βά‐ | |
40 | σιμον τοῖς πολλοῖς. Ἢ τάχα που καὶ τὸ ἐπῆρθαι λέγειν αὐτοὺς ἀπὸ τῆς γῆς, κατασημαίνειεν τὸ νοῦν ἔχειν αὐτοὺς οὐ τοῖς ἐπιγείοις ἐμπεπηγότα πράγμα‐ σιν, ἀλλ’ ὑπερορῶντα τῶν σαρκικῶν, καὶ ἄνω βλέ‐ ποντα, διά τοι τὸ βούλεσθαι δογματικῆς εὐτεχνίας καὶ | |
45 | πρακτικῆς ἀστειότητος εἰς λῆξιν ἐλθεῖν. | |
46t | ΨΑΛΜΟΣ ΜΖʹ. | |
47 | Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ αὐτοῦ. | |
(B f. 181, I. f. 256, L. f. 125) Μέγας δὲ κυ‐ | 1057 | |
69.1060 | ρίως, ἅτε δὴ καὶ ἐκ μεγάλου γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρός. Ἔφη γὰρ, ὅτι «Ὁ Πατὴρ ὃς δέ‐ δωκέν μοι, πάντων μείζων ἐστίν.» Εἰ γὰρ κεχώρηκεν καθ’ ἑτέρων ἡ κλῆσις, καί τινες εἴρηνται μεγάλοι | |
5 | καὶ τῶν ἐν οὐρανοῖς πνευμάτων, καὶ τῶν ἐπὶ γῆς, ἀλλ’ οὖν κατὰ μέθεξιν καὶ μίμησιν τοῦ κυρίως τε καὶ ἀληθῶς καὶ φύσει μεγάλου, κεκερδάκασι καὶ αὐ‐ τοὶ τὴν ἐπωνυμίαν. Οὐκέτι ἐπὶ τὴν Ἰουδαίαν μόνον μέγας ὁ Θεὸς, ἀλλὰ | |
10 | καὶ ἐπὶ τὸ ὄρος τὸ ἡγιασμένον, ἤγουν τὴν Ἐκκλη‐ σίαν διὰ τὸ ὑψηλὸν τῶν περὶ Θεοῦ δογμάτων. Εὐρίζων ἀγαλλιάματι πάσης τῆς γῆς, ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ. (A f. 265 b. B f. 181, I f. 256 b, L f. 125, b) Καὶ | |
15 | ἀγαλλίαμα δὲ τυγχάνει πάσης τῆς γῆς. Οὕτω δὴ αὐτὸν ἑτέρωθί που κατωνόμασε λέγων ὁ θεσπέσιος Δαβίδ· «Τὸ ἀγαλλίαμά μου λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με.» [Εὐφρο]σύνη γὰρ καὶ ἀγαλλίαμα, καὶ τῆς ἀνωτάτω θυμηδίας ὑπόθεσις τοῖς ἀνὰ πᾶσάν | |
20 | ἐστιν τὴν γῆν Χριστὸς, πᾶσαν ἡμῖν κατήφειαν ἐξ‐ ιστὰς, καὶ περιστέλλων τὸ δάκρυον, κατά γε τὴν Ἡσαΐου φωνήν. Ἔφη γὰρ, ὅτι «Κατέπινεν ὁ θάνα‐ τος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.» Καὶ ὅπως ἀγαλλίαμα τυγ‐ | |
25 | χάνει πάσης τῆς γῆς, σαφῶς εἴρηται. (I f. 257) Ἐπισημήνασθαι δὲ ἀναγκαῖον, ὅτι καὶ ὁ νόμος ὁ διὰ Μωσέως ἀμνὸν ἐκέλευε σφάζεσθαι ἐκ πλαγίων τοῦ θυσιαστηρίου βλέποντα πρὸς βοῤῥᾶν, ὑποδηλοῦντος τοῦ τύπου ὅτι ... γῆν ὁ Χριστὸς εἰς τὰ | |
30 | βόῤῥεια τῆς οἰκουμένης τετράψεται μέρη, καὶ ἐπ’ αὐτὰ χωρήσει λοιπὸν, καὶ αὐτοῖς χαριεῖται τὴν ἐπ‐ οπτείαν, κατά γε τὸ ἐν Ψαλμοῖς εἰρημένον· «Οἱ ὀφ‐ θαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν.» Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται. | |
35 | (I f. 259 b, L f. 126) Νοήσεις δὲ καὶ οὕτως. Βά‐ ρεις ὠνομάσθαι φαμὲν τοὺς ἐπισήμους μάλιστα τῶν πύργων, οἵπερ ἂν εἶεν ἐν τειχῶν περιβολαῖς. Οὐδὲν οὖν ἄρα ἀπεικὸς, ἅτε δὴ πόλεως ἅπαξ τῆς Ἐκκλη‐ σίας ὠνομασμένης, βάρεις αὐτῆς εἶναι λέγειν τοὺς | |
40 | ἁγίους ἀποστόλους, ἤγουν τοὺς καθάπαξ κατὰ και‐ ροὺς τῶν ἁγίων Ἐκκλησιῶν διδασκάλους καὶ μυστ‐ αγωγούς. Οὗτοι πύργων δίκην ὑπερανεστήκασιν τῶν ἄλλων, καὶ εἰσὶν ἐπισημότεροι, καὶ οἷον ἔρεισμα τοῦ παντὸς τῆς Ἐκκλησίας σώματος. Ἐν ταύταις δὴ | |
45 | οὖν ταῖς βάρεσιν, πᾶς ὅστις ἐστὶν εἰς εὐσθένειαν, ἐπι‐ γινώσκεται Χριστὸς, ὅταν ἀντιλαμβάνηται αὐτῆς, | |
δῆλον δὲ ὅτι τῆς Ἐκκλησίας .... ἀνωτάτω διανέμων | 1059 | |
69.1061 | ἀεὶ τοῖς προεστηκόσιν αὐτῆς καὶ δὴ καὶ ἀμείνους ἀποφαίνων ἀεὶ πανταχοῦ τῶν ἀνθεστηκότων. Δῆλον ἂν εἴη δήπουθεν παντὸς ἀξιῶν λόγου τὴν Ἐκκλησίαν. Ἰστέον γε μὴν κἀκεῖνο πρὸς τούτῳ· βάρεις γὰρ εἶ‐ | |
5 | ναι λέγουσιν οὐ τοὺς ἐν τοῖς τείχεσι πύργους μόνον, ἀλλὰ γὰρ καί τινα τῶν πλοίων εὖ καὶ ἐντέχνως διηρ‐ τισμένα. Παρεικαστέον δὲ πάλιν καὶ τούτοις αὐτοῖς τὰς τῶν ἁγίων κεφαλὰς, διά τοι τὸ πανταχοῦ μονον‐ ουχὶ διαπλεῖν, καὶ τὸν τῆς εὐσεβείας φόρτον διακο‐ | |
10 | μίζειν τοῖς ἁπανταχοῦ· ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος, ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ δια‐ τρέχων καὶ κηρύσσων τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Ἔφη δέ που καὶ ὁ θεσπέσιος Δαβὶδ, ἐν τῇ πλατείᾳ καὶ εὐρυχώρῳ θαλάσσῃ πλοῖά τε διαπορεύεσθαι· καὶ | |
15 | μὴν καὶ δράκοντα τὸν πεπλασμένον εἰς τὸ ἐμπαίζε‐ σθαι· πλοῖα .. ἱερῶν κηρυγμάτων διακομιστάς· δρά‐ κοντά τε τὸν ἐφεδρεύοντα αὐτοῖς Σατανᾶν, ὃν καὶ νενικήκασιν οἱ πλοῖα χρηματίζοντες ἅγιοι, ἀντίληψιν αὐτοῖς τὴν ἀποχρῶσαν εἰς σωτηρίαν νέμοντος τοῦ Χριστοῦ. Τὰ δ’ ἄλλα τῷ πρώτῳ ὁμοίως. | |
20 | Συντρίψεις πλοῖα Θαρσεῖς. (L f. 126) Θαρσεῖς θαλάσσης· λέγεται δὲ μέρος τῆς Αἰθιοπίας. Καὶ Ταρσὸς ἡ πόλις, παρὰ Ἰωνᾶ Θαρ‐ σεῖς καλεῖται. Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν, ἐν πόλει | |
25 | Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. (B f. 182 b, I f. 260 b, L f. 126 Κυρίλλου καὶ Θεοδώρου.) Συνέδραμον μὲν ὡς πολεμήσοντες οἱ τῆς Ἐκκλησίας ἐχθροί· θεασάμενοι δὲ τῆς πολεμουμένης | |
30 | τὸ ἄμαχον κατεπλάγησαν, καὶ τοῦ πολεμεῖν καὶ βάλ‐ λειν παυσάμενοι, βοῶσι· Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν· τὰς γὰρ περὶ αὐτῆς προῤῥήσεις οὐ βου‐ λόμενοι δέχεσθαι, δι’ ἑαυτῶν ἐθεασάμεθα τὴν ἐκείνων ἀλήθειαν. Πῶς δὲ λέγειν ἐδύναντο, «Ἐν πόλει τοῦ | |
35 | Θεοῦ ἡμῶν,» μὴ πιστοὶ γεγονότες; Οἱ γὰρ Θεόν τε ὁμοῦ καὶ τῶν δυνάμεων Κύριον ὁμολογοῦντες ὑπάρ‐ χειν αὐτὸν, ἱδρυμένην πάντως που τὴν πίστιν ἐν ἑαυτοῖς [ἔχειν σημαίνουσιν.] Ποῦ δὲ τὴν ἐπαγγελίαν εἶδον πληρωθεῖσαν, ἢ ἐν τῇ Ἐκκλησίᾳ, ἥτις ἐστὶν | |
40 | πόλις τοῦ Θεοῦ; Ὅσον διὰ τῆς πίστεως ἀκούομεν Θεοῦ, ταῦτα διὰ τοῦ καθαροῦ βίου γινώσκομεν πεπι‐ στευμένως, τὰς ἀποδείξεις διὰ τῆς ἀπαθείας λαμβά‐ νοντες. Δείξας τῶν πολεμίων τὴν μεταβολὴν, προλέγει λοιπὸν ὁποίοις χρήσονται λόγοις οἱ τῆς σωτηρίας τε‐ | |
45 | τυχηκότες ὑμνοῦντες τὸν εὐεργέτην. Ὑπελάβομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ ναοῦ σου, κ.τ.λ. (E f. 86, I f. 260 b, L f. 126 b) Τὸ ὑπελάβομεν ἐν τούτοις ἢ ἐκληπτέον ἀντὶ τοῦ Εἰκάσαμεν, ἐνενοήσα‐ | |
69.1061(50) | μεν, ἢ διετέθημεν βεβαίως ἀραρότως, ὅτι τὸ ἔλεός σου πάντη τε καὶ πάντως ὑπάρξει τοῖς ἐν μέσῳ γε‐ γονόσι τοῦ ναοῦ. Οὐ γάρ τοί φαμεν τοῖς ἀπίστοις ὅτι ἡ τῶν παρὰ Θεοῦ χαρισμάτων ἐκνεμηθήσεται μέθ‐ εξις, ἀλλὰ τοῖς ἤδη πιστεύσασιν. Εἴρηται γὰρ τοῖς | |
55 | ἀρχαιοτέροις, ὅτι «Τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν, θαρσεῖτε.» Ὁμοίως δὲ καὶ ἐν τοῖς πρὸ | |
τούτου, ὅτι «Θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται.» | 1061 | |
69.1064 | Κατὰ τὸ ὅνομά σου, ὁ Θεὸς, οὔτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς. Ὄνομα τὴν δόξαν ἔθος τῇ θείᾳ λέγειν Γραφῇ· ἕπε‐ σθαι δὲ τῇ τοῦ Θεοῦ δόξῃ τὴν περὶ αὐτοῦ φησιν εὐ‐ | |
5 | φημίαν, ἀναλόγως τε καὶ εἰκότως· ὑμνεῖται γὰρ πρὸς ἁπάντων τῶν ἐπὶ τῆς γῆς κατὰ τὸ ὕψος τῆς ὑπερ‐ οχῆς αὐτοῦ. Τί γὰρ δὴ καί φαμεν ὑμνοῦντες αὐτόν· «Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι;» Καί· «Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή | |
10 | ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω ἥλιον καὶ σελήνην.» Καὶ ἁπλῶς ὡς Θεὸν τῶν ὅλων καὶ Κύριον ὑμνολογοῦμεν αὐτόν. «Δικαιοσύνης πλήρης ἡ δεξιά σου.» Τεθαυμάκασι | |
15 | μὲν τὴν αἴνεσιν τοῦ ἐπὶ πάντας Θεοῦ τὴν ἐξ ἁπάσης αὐτῷ γινομένην τῆς γῆς, ὡς ἀναλόγως ἔχουσαν τῇ αὐτοῦ δόξῃ καὶ ὑπεροχῇ. Θαυμάζουσι δὲ καὶ ἕτερόν τι πρὸς τούτοις· τὴν γάρ τοι τοῦ Θεοῦ καὶ Πατρὸς δεξιὰν πλήρη φασὶν εἶναι δικαιοσύνης, ἤτοι δικαιο‐ | |
20 | κρισίας. Τίς δ’ ἂν νοοῖτο πρὸς ἡμῶν ἡ δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς, πλὴν ὅτι κατὰ ἀλήθειαν ὁ ἐξ αὐτοῦ πε‐ φηνὼς μονογενὴς Θεοῦ Λόγος; Αὕτη ἡ μεγάλη καὶ ὑπερφυὴς καὶ πάντων ἐπέκεινα δεξιὰ τοῦ Πατρὸς δικαίᾳ ψήφῳ τὸν ἀλιτήριον Σατανᾶν ἀπεσόβησε μὲν | |
25 | τῶν ἐπὶ τῆς ... πάλαι κεκρατημένους καὶ πεσόντας ὑπ’ αὐτῷ. Δεδικαίωκε γὰρ διὰ τῆς πίστεως, καὶ τῶν ἀρχαίων ἐλευθερώσας αἰτιαμάτων, ἁγίους αὐτοὺς καὶ ἀμώμους προσεκόμισεν τῷ Θεῷ καὶ Πατρί. Πιστώ‐ σεται δὲ καὶ αὐτὸς ὁ Υἱὸς ὧδε λέγων· «Νῦν κρίσις | |
30 | ἐστὶν τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Οὐκοῦν ἐφ’ ὁσιότητι καὶ δι‐ καιοσύνῃ τεθαύμασται λίαν πρὸς ἁπάντων τῶν ἐθνῶν ἡ ἀξιάγαστος δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς ἐπαμύ‐ νασα τοῖς ἠδικημένοις, καὶ ἀναστήσασα τοὺς κατεῤῥαγμένους, καὶ φωτίσασα τοὺς ἐσκοτισμένους. | |
35 | Εὐφρανθήτω τὸ ὄρος Σιὼν, ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ἰουδαίας. (B f. 183, I f. 261 b, L f. 126 b) Οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὸ τῆς ἀληθείας διελάσαντες φῶς, χαίρουσι μὲν λίαν ἐπί γε σφίσιν αὐτοῖς, ὡς ἠλεημέ‐ | |
40 | νοι καὶ ἐν μεθέξει παντὸς γεγονότες καλοῦ διὰ τῆς θείας καὶ πανσθενοῦς δεξιᾶς τοῦ Θεοῦ καὶ Πατρός. Ἐοίκασι δέ πως καὶ τῷ ἑτέρῳ συγχαίρειν λαῷ, φημὶ δὲ τῷ Ἰσραὴλ, ὡς κληθησομένῳ κατὰ καιροὺς εἰς ἐπίγνωσιν τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Χρι‐ | |
45 | στοῦ, καὶ εἰς μέθεξιν χαρισμάτων ὧν ἐσχήκασιν ἤδη προεισβαλόντες αὐτοί. Τοῦτο δὲ καὶ προφητικὸς ἐμπε‐ δοῖ λόγος, «Μετὰ ταῦτα, φήσας, ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσιν Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσον‐ | |
69.1064(50) | ται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ’ ἐσχάτου τῶν ἡμερῶν.» Εὐφραινέσθω δὴ οὖν, φασὶ, τὸ ὄρος Σιὼν, τουτέστιν ἡ Ἱερουσαλὴμ, καὶ αἱ θυ‐ γατέρες τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων σου, | |
Κύριε, τῶν ἀγαθῶν δηλονότι. Θυγατέρες δὲ τῆς Ἱε‐ | 1063 | |
69.1065 | ρουσαλὴμ νοηθεῖεν ἂν αἱ περὶ αὐτήν τε καὶ ὑπ’ αὐτὴν κείμεναι πόλεις. Νοήσεις δὲ καὶ οὕτως· Ὄρος μὲν Σιὼν τὴν Ἐκκλησίαν λέγων Χριστοῦ· θυγατέρας δὲ αὐτῆς, τὰς ἐν αὐτῇ τεθραμμένας τῶν ἁγίων ψυχὰς, | |
5 | ἤτοι τῆς Ἐκκλησίας τέκνα, τῆς τὴν ἐν πνεύματι λα‐ χούσης περιτομὴν, ἣ καὶ ἀμείνων ἐστὶ τῆς πρώτης καὶ ἀληθεστέρα. Σκιὰ γὰρ ἦν νόμος, ἀλήθεια δὲ Χριστὸς, καὶ τὰ δι’ αὐτοῦ. Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτὴν, διηγή‐ σασθε ἐν τοῖς πύργοις αὐτῆς. | |
10 | (E f. 86 b. Κυρίλλου καὶ Εὐσεβίου.) Τὸ Πνεῦμα τὸ ἅγιον προσφωνεῖ ταῖς θείαις δυνάμεσι τὴν Ἐκκλησίαν τοῦ Θεοῦ φρουρῆσαι, ὥστε πανταχόθεν αὐτὴν περιλαβεῖν καὶ φυλάττειν. Ἀντὶ δὲ τοῦ περι‐ λάβετε, Περιτειχίσατε εἶπεν ὁ Σύμμαχος· ἀντὶ δὲ | |
15 | τοῦ διηγήσασθε, ὁ μὲν Ἀκύλας, Ψηφίσατε, φησὶ, τοὺς πύργους αὐτῆς· ὁ δὲ Σύμμαχος, Ἀριθμήσατε. (B f. 183 b, I f. 264.) Ἐπιβαλεῖς καὶ οὕτως· Χοροῦ κελεύει πλάττεσθαι σχῆμα, καὶ οἷον ἐχούσας μέσην ὡς μητέρα τὴν Σιὼν τὰς ἁγίας αὐτῆς θυγατέρας | |
20 | λέγειν εἰς εὐφημίαν Χριστοῦ. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, «Διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς.» Βάρεις μὲν οὖν, ἤτοι πύργους τῆς Ἐκκλησίας, τοὺς ἁγίους εἶναί φαμεν ἀποστόλους τε καὶ εὐαγγελιστάς. Δι‐ ηγούμεθά γε μὴν ἐν αὐτοῖς ἀποστοματίζοντες, καὶ | |
25 | ταῖς αὐτῶν κεχρημένοι φωναῖς καὶ ἀκραιφνέσι μυστ‐ αγωγίαις, ἵν’ ὦμεν, κατὰ τὸ εἰρημένον, ὡς Περι‐ στεραὶ μελετητικαί. Μεμνήμεθα δὲ καὶ προφήτου λέ‐ γοντος· «Λάβετε μεθ’ ἑαυτῶν λόγους,» τοὺς ἐξ ἁγίου Πνεύματος δηλονότι, δι’ ὧν ἔστι μαθεῖν τὸ | |
30 | Χριστοῦ μυστήριον. Χρῆμα γὰρ ὄντως σωτήριον τὸ μεμνῆσθαι Θεοῦ, καὶ ἐπὶ γλώττης ἔχειν τὰ εἰς δό.... Καὶ ἑτέρωθί πού φησιν ὁ Ψάλλων· «Ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου.» Ἔτι γε μὴν ἐπιφωνεῖ τὸ Πνεῦμα | |
35 | σαφῶς τοῖς ἐν Χριστῷ δεδικαιωμένοις, ἀνευρύνειν εὖ μάλα τῆς διανοίας τοὺς ὀφθαλμοὺς, καὶ ἀκριβῶς κατα‐ σκέπτεσθαι τῆς Ἐκκλησίας τὸν Λυτρωτὴν, ὅς ἐστιν Χριστὸς Ἰησοῦς. Πᾶσα γὰρ ἡμῶν ἡ δύναμις αὐτός τε καὶ ἐν αὐτῷ. Καὶ γοῦν ἔφη πρὸς ἡμᾶς ὅτι, «Χωρὶς | |
40 | ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.» Ὀψόμεθα δὲ Χριστὸν μάλιστα μὲν ὡς ἀπό γε ἀοράτου καὶ ὁρατῆς κτίσεως (καὶ γάρ ἐστι τῶν ὅλων δημιουργὸς, Θεὸς ὢν καὶ Κύ‐ ριος καὶ σύνθρονος τῷ γεννήσαντι Πατρὶ, καὶ ὡς ἀπό γε τῶν κατωρθωμένων κατὰ τὸν τῆς ἐπιδημίας αὐτοῦ | |
45 | καιρόν. Καθεῖλεν γὰρ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, σέσωκε τὴν ὑπ’ οὐρανὸν, δικαιώσας τῇ πίστει τοὺς πεπλανημένους, καὶ καλέσας εἰς υἱοθεσίαν τοὺς ἀπ’ ἐσχάτου τῆς γῆς, τοῦτο μὲν πανσόφοις μυσταγωγίαις, τοῦτο δὲ καὶ παραδόξοις θεοσημείαις, δι’ ὧν ἦν δύ‐ | |
69.1065(50) | νασθαι κατιδεῖν ὅσος .. οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρός. Ὅπου δὲ ἰσχύος ἰσότης ἀπαραλλάκτως ὁρᾶ‐ | |
ται, ἐκεῖ δὲ πάντως ἂν εἴη καὶ ἡ τῆς οὐσίας ταυτότης. | 1065 | |
69.1068 | (A f. 266, B f. 184 b.) Βάρεις δὲ πάλιν ὠνο‐ μάσθαι φαμὲν τοὺς ἐπισήμους μάλιστα τῶν πύργων· εἶεν δὲ βάρεις οἱ μεγάλοι καὶ ἐξαίρετοι τῆς τοῦ Θεοῦ πόλεως, οἱ ἐν αὐτῇ ὑπερέχοντες, ἐν οἷς γινώσκεται | |
5 | ὁ Θεὸς ἀντιλαμβανόμενος καὶ σώζων αὐτοὺς ἐκ τῶν πειρασμῶν. Τούτοις ἡμεῖς οἱ μετ’ ἐκείνους μυστ‐ αγωγοὶ μονονουχὶ μεριζόμεθα, τὰ παρ’ αὐτῶν ὀρθῶς τε καὶ ἀπλανῶς εἰρημένα δεχόμενοι πρὸς βεβαίωσιν ὧν ἂν ποιώμεθα λόγων, τοῖς τῆς ἀληθείας δόγμασι | |
10 | συναγορεύειν ἐθέλοντες, ἤγουν τοῖς ὑπὸ χεῖρα λαοῖς ὑφήγησιν ἐξυφαίνοντες ἠθικήν. Διηγούμεθα δὲ ταῦτα καὶ εἰς γενεὰν ἑτέραν παραπεμπομένης ἀεὶ τῆς μυστ‐ αγωγίας καὶ τοῖς μεθ’ ἡμᾶς. Ἰσχυρίζεται δὲ τῶν μυσταγωγούντων ὁ λόγος, ἀεί τε καὶ ἐν παντὶ καιρῷ, | |
15 | ὅτι Θεὸς ὢν οὐ πεπαύσεται, βασιλεύσει δὲ μᾶλλον ἡμῶν διηνεκῶς. | |
17t | ΨΑΛΜΟΣ ΜΗʹ. | |
18 | Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορέ. (A f. 269.) Διὰ τοῦ παρόντος ἠθικοῦ ψαλμοῦ τὰ | |
20 | περὶ τοῦ θείου δικαστηρίου τοῖς πᾶσιν ἀνθρώποις κηρύττεται, καὶ ἡ ἡμέρα ἐκείνη καθ’ ἣν ἄξει ὁ Θεὸς τὸ ποίημα εἰς κρίσιν. Ἔχοιεν δ’ ἂν οἱ υἱοὶ Κορὲ τῶν ἀποστόλων τὸ πρόσωπον τῶν μυσταγωγησάντων τὴν ὑπ’ οὐρανόν· ὅθεν δι’ ἀκολούθου ἐνταῦθα εἰς πᾶσαν | |
25 | τὴν γῆν διαφοιτᾷ τοῦ λόγου τὸ κήρυγμα· καὶ ὥσπερ ἦν πρὸ τῆς συγχύσεως τῶν γλωσσῶν χεῖλος ἓν πᾶσι καὶ μία φωνὴ, οὕτω καὶ νῦν πάντα ἔθνη καὶ ἡ οἰ‐ κουμένη πᾶσα καὶ πάντες ἄνθρωποι μία γίνονται ἀκοὴ καὶ καρδία μία, ἑνὸς τοῖς πᾶσιν ἐνηχοῦντος τοῦ | |
30 | λόγου. Βραδύγλωσσος μὲν γὰρ ὁμολογουμένως καὶ εὐστομεῖν οὐκ εἰδὼς ὁ πάλαι νόμος, διὰ κύκλου μόλις μακροῦ τοῦ κατὰ τὸ γράμμα μονονουχὶ καὶ ὑποψελί‐ ζων ἡμῖν τὸ τῷ Θεῷ δοκοῦν. Στόμα δὲ Μωσέως τὸ εὐφωνότατον ὁ Χριστὸς, μεθιστὰς τοὺς τύπους εἰς | |
35 | ἀλήθειαν, καὶ προτιθεὶς ἑτοίμην ἁπανταχοῦ τῶν ἀν‐ αγκαίων τὴν εἴδησιν. Καὶ ὁ μὲν νόμος πεπαιδαγώγηκε μόνον τὸν κατὰ σάρκα Ἰσραὴλ, ὁ δὲ Χριστὸς τὸ τῆς ἡμερότητος ἁπλώσας λῖνον ὅλην σεσαγήνευκε τὴν οἰκουμένην. Εἰκότως οὖν ἄρα καὶ τοῖς ἀνὰ πᾶσαν τὴν | |
40 | γῆν συμβουλεύει· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη,» κ.τ.λ. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλ‐ τηρίῳ τὸ πρόβλημά μου. (I f. 267 b.) Ὅμοιον ὡσεὶ λέγοι· Κατείθισμαι μὲν | |
45 | φιλοζητητής τις εἶναι, καὶ ἥδιστα μανθάνω τὰ σκο‐ τεινὰ καὶ ἀσυμφανέστατα τῶν θεωρημάτων. Εἰ δὲ δή τις γένοιτο χρεία καὶ ἀνοῖξαι ταῦτα, τουτέστιν ἐμφανῆ καταστῆσαι τοῖς πολλοῖς, μεθ’ ἡδονῆς τοῦτο δρῶ. Οὐ γὰρ ἄχαρις ὁ παρ’ ἐμοῦ γενήσεται λόγος, | |
69.1068(50) | ἀλλ’ οἷόν τις ᾠδὴ ψαλτηρίου. Τὸ δὲ πρόβλημα, φησὶν, ἅπερ ἂν πρόθωμαι λαλεῖν. Ἀεὶ δέ πως ἡδονῇ συγκέ‐ κραται τῶν ἁγίων ὁ λόγος. Οὕτω γάρ που καὶ ὁ πάν‐ | |
σοφος γράφει Παῦλος, ὅτι «Ὁ λόγος ὑμῶν ἐν χάριτι | 1067 | |
69.1069 | ἅλατι ἠρτυμένος,» ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. Ἐνδοιάσειε δ’ ἂν οὐδεὶς ὡς ἔσται που πάντως ἡδὺς καὶ φίλος ταῖς τῶν φιλαρέτων ψυχαῖς. Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; κ.τ.λ. Οἱ πε‐ | |
5 | ποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, κ.τ.λ. Ἀδελ‐ φὸς οὐ λυτροῦται, κ.τ.λ. (I f. 270. Κυρίλλου, Εὐσεβίου, Θεοδωρήτου.) Νοήσεις δὲ καὶ οὕτως. Ἐγὼ μὲν ὁ θεσπίζειν ἁγίῳ Πνεύματι τὰ θεῖα λόγια κατηξιωμένος, περίφοβός | |
10 | εἰμι, τὴν κρίσιν τοῦ Θεοῦ πεφρικώς· ὑμεῖς δὲ ἀκού‐ σατε, οἱ ἄφοβοι, οἱ διὰ τὴν παροῦσαν τρυφὴν καθηδυ‐ παθοῦντες τοῦ βίου, οἱ μὴ ἐπὶ Θεῷ, ἀλλ’ ἐπὶ τῇ δυνά‐ μει ἑαυτῶν πεποιθότες, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλού‐ του ὑμῶν καυχώμενοι. Γινώσκετε ὅτι ταῦτα ὑμῖν οὐ | |
15 | παραστήσεται ἐν τῇ προλεχθείσῃ ἡμέρᾳ. Οὔτε δὲ ἀδελφὸς ἀδελφὸν λυτρώσεται, οὔτε φίλος φίλον· Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται· καὶ, «Ἑκά‐ στου τὸ ἔργον ποῖόν ἐστιν, τὸ πῦρ δοκιμάσει.» Τίς οὖν ἄλλος ἀνθρώπων λυτρώσεται τὸν τοιοῦτον; Διὸ | |
20 | λέλεκται· «Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄν‐ θρωπος; Ἀλλ’ οὐδὲ δώσει τις τῷ Θεῷ ἐξίλασμα ὑπὲρ ἑαυτοῦ κατ’ ἐκείνην τὴν ἡμέραν, οὐδ’ ὥσπερ ἐξωνού‐ μενος ἑαυτὸν, τιμὴν ἀντὶ τῆς ἑαυτοῦ ψυχῆς καταθή‐ σεται· ὥστε μάταιος ὁ πλοῦτος τῷ κεκτημένῳ, καὶ | |
25 | ματαία ἡ θνητὴ δύναμις τῶν ἐπ’ αὐτῇ πεποιθότων. Εἰ μὲν γὰρ κατὰ τὸν παρόντα βίον καὶ τὴν ἐνεστῶσαν ζωὴν χρήσαιτό τις πλούτῳ καλῶς, ἐπιστημόνως χρώ‐ μενος αὐτοῦ τῇ κτήσει κατὰ τὴν σωτήριον παραγγε‐ λίαν, ἥ φησι· «Τίς ἄρα ὁ πιστὸς καὶ φρόνιμος οἰκο‐ | |
30 | νόμος, ὃς ἐν καιρῷ δώσει τὸ σιτομέτριον τοῖς συν‐ δούλοις;» ἐλπίδας ἕξει ἀγαθάς. Ἐντεῦθεν ἤδη σπεί‐ ρας ἑαυτῷ εἰς δικαιοσύνην, τρύγησον δὲ τότε καρποὺς ζωῆς. Λύτρον γὰρ ἀνδρὸς, ᾗ φησιν ὁ σοφὸς, ἴδιος πλοῦτος. Εἰ δὲ μηδὲν τούτων πράξειε, ναυάγιον πε‐ | |
35 | πονθὼς, σὺν αὐτῷ τῷ φόρτῳ τοῦ πλούτου, τὴν ἑαυτοῦ ψυχὴν ζημιωθήσεται, οὐκέτι χρῆσθαι δυνάμενος τῷ πλούτῳ μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν. Διὸ ἐν τῇ προ‐ λεχθείσῃ ἡμέρᾳ, οὔτε αὐτὸς ὑπὲρ ἑαυτοῦ ἐξίλασμα δώσει, οὐδὲ τιμὴν λυτρώσεως καὶ ἐλευθερίας τῆς | |
40 | ἑαυτοῦ ψυχῆς, οὔτε ὑπὸ ἀδελφοῦ καὶ συγγενέως ὠφε‐ ληθήσεται. Οἱ δὲ μήτ’ ἐπὶ πλούτῳ πεποιθότες, μήτ’ ἐπὶ δυνάμει ἀλαζονευόμενοι, ἔγκοπον δὲ καὶ ἐπίπονον τὸν παρόντα κτησάμενοι βίον, τῆς ὑπὸ τοῦ λόγου ἐπηγγελμένης ζωῆς καταξιωθήσονται. Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα. —Οὐκ ὄψεται κα‐ | |
45 | ταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας. (I f. 270. b.) Ἀντὶ τοῦ, «Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα,» ὁ Σύμμαχος, Ἀλλὰ παυσάμενος, φησὶ, τῷ αἰῶνι τούτῳ, ζῶν εἰς αἰῶνα διατελέσει· κατὰ δὲ τὸν Ἀκύλαν, Καὶ ἐπαύσατο εἰς αἰῶνα, καὶ ζήσεται εἰς | |
69.1069(50) | νῖκος· ἡ δὲ πέμπτη ἔκδοσις, Καὶ ἐκοπίασεν, φησὶν, εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς νῖκος. Ὁ γὰρ ἐν τῷ παρόντι αἰῶνι κοπιάσας ὑπὲρ εὐσεβείας καὶ δικαιο‐ σύνης, τῆς πολλῆς τύρβης καὶ ταραχῆς παυσάμενος, ἤρεμον καὶ ἡσύχιον βίον διάξει, τευξόμενος ἐπὶ τέλει | |
55 | τῆς αἰωνίου ζωῆς. Ὁ τοιοῦτος οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας. Ἢ κατὰ τὸν Σύμ‐ | |
μαχον, Οὐκ ὄψεται τὴν διαφθορὰν ὅταν βλέπῃ σοφοὺς | 1069 | |
69.1072 | ἀποθνήσκοντας. Εἰς τοσοῦτον γὰρ μακρὰν τῶν ἀσε‐ βῶν, ὡς μηδὲ πλησιάζειν αὐτῶν τῇ ἀπωλείᾳ, πόῤ‐ ῥωθεν δὲ καὶ ἄνωθέν ποθεν ὡς ἀφ’ ὑψηλοῦ σκοποῦ τὴν διαφθορὰν τῶν σοφῶν πεύσεται. Ποίων δὲ σοφῶν, | |
5 | ἢ ὧν ὁ Θεὸς ἐμώρανεν τὴν σοφίαν, Ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν. (A f. 277.) Ὅταν τοίνυν, φησὶν, ἡμεῖς οἱ τὴν σε‐ πτὴν καὶ ἀβέβηλον ἀγαπῶντες ζωὴν, τοῖς οὐχ οὕτω ζῇν εἰωθόσιν ἐπιστυγνάζωμεν λέγοντες, ὅτι «Ἄν‐ | |
10 | θρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε,» καὶ τὰ ἑξῆς, τότε καὶ αὐτοὶ, εἰ καὶ μὴ νῦν ὁμολογεῖν ἀνέχονται ἕως εἰσὶν ἐν τῷδε τῷ κόσμῳ, ἀλλ’ οὖν μετὰ ταῦτα τοῖς παρ’ ἡμῶν εὐδοκήσουσι λόγοις· ὅτι γάρ εἰσιν ἀλη‐ θεῖς, ἐξ αὐτῶν ἤδη τῶν συμβεβηκότων αὐτοῖς ἀνα‐ | |
15 | πεπεισμένοι συννεύσουσι. (B f. 189. E f. 87 b. I f. 273 b. L f 129. b.) Ἑτέρα δὲ φέρεται γραφή· Μετὰ ταῦτα ἐν τῷ στόματι αὐ‐ τῶν εὐλογήσουσιν, ἀντὶ τοῦ Καταράσονται ἑαυ‐ τοῖς, μετανοοῦντες ἐφ’ οἷς τοιαῦτα διεπράξαντο. Ἐν | |
20 | ἐκείνῃ γὰρ, φησὶ, τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν. Θάνατος ποιμανεῖ αὐτοὺς, καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τοπρωΐ. (A f. 278, B f. 189 b, E f. 87 b, I f. 274, L f. 129 b.) | |
25 | Θάνατον τοίνυν ποιμαίνοντα αὐτοὺς, τὴν ἐν θανάτῳ συνήσεις κόλασιν. Πᾶσαν γὰρ ἀποβαλόντες τὴν ἐνοῦ‐ σαν αὐτοῖς ἰσχύν τε καὶ δόξαν, κατακυριευθήσονται τρόπον τινὰ παρὰ τῶν ἁγίων ὅταν γένηται πρωῒ, τουτέστιν ὅταν αὐτοῖς ὁ τῆς Χριστοῦ δόξης ἐπιλάμψῃ | |
30 | καιρός. Καταβήσεται γὰρ ἐξ οὐρανοῦ μετὰ τῶν ἁγίων ἀγγέλων, μετὰ τῆς δόξης τοῦ Πατρὸς αὐτοῦ, τοῖς μὲν ἁγίοις ἀποκαταστήσων τὰ ηὐτρεπισμένα τῶν γερῶν, τοὺς δὲ ἁμαρτωλοὺς κολάσεσι καὶ δίκαις ὑποτιθείς. Τότε καὶ ἡ τούτων βοήθεια παλαιωθήσε‐ | |
35 | ται, τουτέστιν ἀφανισθήσεται· τὸ γὰρ παλαιούμενον, φησὶ, καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. Ἀπὸ δέ γε τῆς ἑαυτῶν δόξης ἧς εἶχον ἐν τῷ κόσμῳ μετοιχήσονται πρὸς ἀτιμίαν. Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χει‐ ρὸς ᾅδου, ὅταν λαμβάνῃ με. (B f. 190, E f. 87 b, I f. 274 b.) Αἱ γὰρ τῶν ἁγίων | |
40 | ψυχαὶ εἰς χεῖρας δραμοῦνται Θεοῦ· προὐξένησεν δὲ καὶ τοῦτο ἡμῖν ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἐν καιρῷ τοῦ τιμίου σταυροῦ, πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν εἰπών· «Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου.» Καὶ βάσιμον ταῖς | |
45 | ἀνθρώπων ψυχαῖς ἀπένειμεν τὸν παράδεισον, πρῶτος εἰσελάσας, καὶ πρὸς τὸν συγκρεμάμενον αὐτῷ λῃστὴν εἰπών· «Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Ταύτῃτοι καὶ ὁ μακάριος Στέφανος λιθαζόμενος | |
ἔλεγε· «Κύριε Ἰησοῦ Χριστὲ, δέξαι τὸ πνεῦμά | 1071 | |
69.1073 | μου.» Οὐκέτι γὰρ εἰς τὸν ᾄδην χωροῦσιν αἱ τῶν ἀγίων ψυχαὶ, ὥσπερ αἱ τῶν ἁμαρτωλῶν. Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅ φησι· «Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με.» | |
5 | Εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς. (E f. 88.) Ὁ τοιοῦτος ἐστέρηται φωτὸς, μετὰ τῶν καθ’ ὁμοιοτροπίαν πατέρων αὐτοῦ. Οἱ γὰρ τὰ τοῦ σκότους πράξαντες ἔργα, εἰς σκότος χωροῦσι τὸ | |
10 | ἐξώτερον, οἵτινες ἔσχον τὴν κτηνώδη ζωήν. | |
11t | ΨΑΛΜΟΣ ΜΘʹ. | |
12 | Ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν. (A f. 280 b, B f. 191 b.) Καλοῦνται ὑπὸ τοῦ Θεοῦ | |
15 | οἱ ἅγιοι, ὅτε ἐνανθρωπήσας ἐλάλησε καὶ πᾶσαν συν‐ εκάλεσε τὴν γῆν. Τί δὲ ἐλάλησε; «Μαθητεύσατε πάντα τὰ ἔθνη.» Καὶ τὸ, Δεῖ κηρυχθῆναι τὸ Εὐαγ‐ γέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ. Χριστὸς γὰρ ἡ μεγάλη τε καὶ διαπρύσιόν τι βοῶσα σάλπιγξ. Οὕτω | |
20 | γὰρ τῶν δι’ αὐτοῦ κηρυγμάτων διαμνημονεύει λέγων ὁ προφήτης Ἡσαΐας· «Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν τῇ σάλπιγγι τῇ μεγάλῃ.» Κέκληκε τοίνυν οὐ κατά γε τὸν ἱεροφάντην μόνον Μωσέα τὸν Ἰσραὴλ, ἅπαντας δὲ μᾶλλον τοὺς ἐξ ἀνατολῆς ἡλίου | |
25 | μέχρι δυσμῶν.—(I f. 275.) Νοήσεις καὶ οὕτως· Μωσῆς ὁ θεσπέσιος μόνον ἐκάλει τὸν Ἰσραὴλ, ἅτε δὴ καὶ μέτρον ἔχων οἰκετικὸν, ἰσχνόφωνός τε καὶ βρα‐ δύγλωσσος ὤν. Ταύτῃτοι κατὰ τὴν Ψάλλοντος φωνὴν, «Γνωστὸς ἦν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, καὶ ἐν τῷ Ἰσραὴλ | |
30 | μέγα τὸ ὄνομα αὐτοῦ.» Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος, ἅτε δὴ καὶ ὑπάρχων ἐκ Θεοῦ Θεὸς, ἐπέ‐ φανεν ἡμῖν, ἵνα πᾶσαν καλέσῃ τὴν οἰκουμένην, τοὺς ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν. Ἔφη γάρ· «Δεῦτε, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, | |
35 | κἀγὼ ἀναπαύσω ὑμᾶς.» Ἐνετέλλετο δὲ καὶ πᾶσι τοῖς ἁγίοις μαθηταῖς καὶ ἀποστόλοις λέγων· «Πο‐ ρευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.» Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. (A f. 280 b, B f. 192, I f. 275.) Ἦν μὲν γὰρ καὶ | |
40 | ἔστι Θεὸς ὁ Λόγος ὁμοούσιος τῷ Πατρὶ, καὶ τῇ κατὰ πᾶν ὁτιοῦν ἐμφερείᾳ διαπρεπής. Ἀλλ’ ὧδε φύσεως ἔχων, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, ἔλαβέν τε δούλου μορφήν. Ἐδόκει δὴ οὖν οὐκ ἐν τῷ τῆς ὡραιότητος ὁρᾶσθαι κάλλει, διά τοι τὸ ἐν ὁμοιώσει γενέσθαι τῇ | |
45 | πρὸς ἡμᾶς. Ὅτι τοίνυν κατίδοι τις ἂν οὐκ ἀπό γε τῶν τῆς ἀνθρωπότητος μέτρων τὸ θεῖον αὐτοῦ καὶ ἐξαίρετον κάλλος, ἀλλ’ ἐξ ὧν ἐστι Θεὸς καὶ ἰσοσθενὴς τῷ Πατρὶ, διαδείκνυσι λέγων· «Ἐκ Σιὼν ἡ εὐπρέ‐ πεια τῆς ὡραιότητος αὐτοῦ·» Τὸ δὲ, ἐκ Σιὼν, νοήσεις | |
69.1073(50) | ἀντὶ τοῦ, ἐκ τῆς ἄνω Σιών· ἤγουν διὰ τῆς Σιὼν τὸ ἐξ | |
οὐρανῶν καὶ ἄνωθεν. Οὐ γὰρ ἦν ἁπλῶς ἄνθρωπος ὁ | 1073 | |
69.1076 | Χριστὸς, ἐπουράνιός γε μᾶλλον· οὐχ ὡς ἐξ οὐρανοῦ τὴν σάρκα καταγαγὼν (γεγέννηται γὰρ ἐκ τῆς ἁγίας Παρθένου)· ἐπειδὴ δὲ ἦν ἐξ οὐρανῶν ὁ ἑνωθεὶς τῇ σαρκὶ Λόγος, οὐράνιος ἄνθρωπος ὠνομάσθη Χριστός· | |
5 | διὰ τοῦτο ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐ‐ τοῦ. Συνέντας αὐτοῦ τὸ κάλλος τοὺς ἁγίους ἀποστό‐ λους εὑρήσομεν. Ἔφη γὰρ ὁ πάνσοφος Παῦλος· «Εἰ γὰρ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.» Μετὰ γὰρ τὴν ἐκ νεκρῶν | |
10 | ἀναβίωσιν καὶ τὴν ἀναφοίτησιν τὴν εἰς οὐρανοὺς, οὐκ ἐκ τῶν τῆς κενώσεως μέτρων, ἀλλ’ ἐκ λαμπρότητος τῆς θεοπρεποῦς ἐπιγινώσκομεν αὐτόν. Ὁ Θεὺς ἡμῶν ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. | |
15 | (A f. 280 b, B f. 192, I f. 275 b.) Πότε ἦλθεν ἐμφανῶς, εἰ μὴ ὅτε γέγονε σὰρξ, κατὰ τὴν Ἰωάννου φωνήν; ὅτε τὴν καθ’ ἡμᾶς ὁμοίωσιν ἀναλαβὼν, διὰ τῆς ἁγίας ἐγεννήθη Παρθένου καὶ τοῖς ἀνθρώ‐ ποις συνανεστράφη. Τότε γὰρ ὁρατὸς γέγονεν ὁ κατὰ | |
20 | φύσιν ἰδίαν οὐχ ὁρατὸς, ἁπτὸς ὁ ἀναφὴς, καθ’ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν. Ἀφίκετο τοίνυν ἐμφανῶς. Ἐλθὼν δὲ, φησὶν, οὐ παρασιωπήσεται, τουτέστιν ἐλέγξει τοῦ κόσμου τὴν ἁμαρτίαν, ἤγουν ὅτι τὴν τοῦ Πατρὸς βούλησιν ἀπαγγελεῖ· καλεῖται γὰρ τὸ ὄνομα | |
25 | αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος. Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐ‐ τοῦ καταιγὶς σφόδρα. (A f. 281, B f. 192, I f. 275 b.) Ἐπὶ δὲ τῆς προτέ‐ ρας παρουσίας νοούμενον τὸ πῦρ, ἢ ἀντὶ τοῦ φωτὸς, | |
30 | ὡς φωτὸς γένεσιν ὀνομάζει τὸ πῦρ· ἵν’ ἐννοῶμεν ὅτι φῶς προσελάσει τὸ νοητὸν τῆς ἐπὶ Χριστῷ γνώ‐ σεως, δι’ ἧς ἡ εἰς αὐτὸν πράττεται πίστις. Οὗ καὶ τύ‐ πος ὁ τῆς Ἰουδαίων συναγωγῆς ἐν νυκτὶ προβιβάζων στύλος τοῦ πυρὸς, καὶ καταδεικνύων αὐτὸς τὴν ὁδόν. | |
35 | Ἢ τάχα που τοῦτο περινοεῖν ἀκόλουθον· ἀπεψυγμέ‐ νους γὰρ ὥσπερ εἰς πολύτροπον ἁμαρτίαν τοὺς ἀνὰ πᾶσαν τὴν γῆν ὁ τοῦ Θεοῦ Λόγος εὑρὼν ἀνεζωπύρη‐ σεν εἰς ἔφεσίν τε καὶ προθυμίαν παντὸς ἀγαθοῦ πράγ‐ ματος, πῦρ ὥσπερ τι νοητὸν ἐμβαλὼν αὐτῇ τὴν τοῦ | |
40 | ἁγίου Πνεύματος μέθεξιν. Ἔφη γοῦν, ὅτι «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀν‐ ήφθη;» Γεγόναμεν γὰρ τῷ πνεύματι ζέοντες ὅσοι τῆς τοιαύτης ἠξιώμεθα χάριτος· καὶ τῆς θείας φύσεως γεγόναμεν κοινωνοὶ διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύ‐ | |
45 | ματος. Ταύτῃτοι καὶ ἐν τῇ τοῦ ἁγίου Πνεύματος χάριτι πυρὸς δήλωσις συνεισφέρεται. Βαπτιζόμεθα γὰρ ἐν Χριστῷ, κατά γε τὴν Ἰωάννου φωνὴν, ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ἔφη δέ πού τις περὶ αὐ‐ τοῦ τῶν ἁγίων προφητῶν, ὅτι «Ἐξαίφνης ἥξει εἰς | |
69.1076(50) | τὸν ναὸν αὐτοῦ Κύριος ὃν ὑμεῖς ζητεῖτε, καὶ ἄγγελος | 1075 |
69.1077 | τῆς διαθήκης ὃν ὑμεῖς θέλετε. Ἰδοὺ ἔρχεται Κύριος, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; Ἢ τίς ὑπο‐ στήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Ὅτι αὐτὸς εἰσπο‐ ρεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων. | |
5 | Καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύ‐ ριον καὶ τὸ χρυσίον.» Ἐκτήκει γὰρ πάντα ῥύπον τὸν ἐν ἡμῖν ἡ τοῦ ἁγίου Πνεύματος ἐνέργειά τε καὶ δύναμις, πυρὸς δίκην τὸν τῆς ἁμαρτίας δαπανῶσα συρφετόν. Ὤνησέ γε μὴν τὴν τῶν Ἰουδαίων σκληρο‐ | |
10 | καρδίαν οὐδὲν, ὅτι μὴ προσήκαντο τὴν χάριν. Ταύτῃ‐ τοι καὶ διὰ τῆς Ἰερεμίου φωνῆς ἔφη περὶ αὐτῶν ὁ τῶν ὅλων Θεός· «Ἐξέλιπεν φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπεν μόλιβδος· εἰς κενὸν ἀργυροκόπος ἀργυρο‐ κοπεῖ. Πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν. Κύκλῳ δὲ | |
15 | αὐτοῦ καταιγίς.» Ὅσοι γὰρ θέλουσιν εὐσεβῶς ζῇν ἐν Χριστῷ, διωχθήσονται. (A f. 281, B f. 192, I f. 276.) Νοήσεις δὲ καὶ οὕτως. Ἑωρᾶτο μὲν γὰρ, ὥς φησιν, Χριστὸς ἐν εἴδει τῷ καθ’ ἡμᾶς, τουτέστιν ἄνθρωπος, ἀλλ’ ἦν καὶ οὕτως ἐν | |
20 | ἐξουσίᾳ τε καὶ δυνάμει θεότητος· καθάπερ τι πῦρ καὶ καταιγίδα σφοδρὰν ἐπαφιεὶς τοῖς ἀντικειμένοις τοῖς παρ’ αὐτοῦ θεσπίσμασιν, καὶ καταφλέγων μὲν πᾶσαν ἰσχὺν διαβολικὴν, δαπανῶν δὲ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις. Οὕτω γάρ που καὶ ἑτέρωθί | |
25 | φησιν ὁ Ψάλλων πρὸς αὐτὸν περὶ τῶν ἀνθεστηκότων αὐτοῦ τῇ δόξῃ· «Ὁ Θεός μου, θοῦ αὐτοὺς τροχὸν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου, ὡσεὶ πῦρ ὃ καταφλέξει δρυμοὺς, ὡσεὶ φλὸξ κατακαύσαι ὄρη· οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ | |
30 | ἐν τῇ ὀργῇ σου συνταράξεις αὐτούς.» Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. (Ibidem) Ἐνταῦθα δὲ πάλιν τῆς τοῦ Σωτῆρος οἰ‐ κονομίας τῆς ἐφ’ ἡμῖν γενομένης εὑρήσεις τὸ εὐτε‐ | |
35 | χνές. Πάλαι μὲν γὰρ οἱ ἐπὶ τῆς γῆς κτηνοπρεπῆ δια‐ ζῶντες βίον διετέλουν, καὶ «μερίδες ἀλωπέκων» κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Λελατρεύκασι γὰρ τοῖς ἀκαθάρτοις πνεύμασιν, κατὰ χώρας τε καὶ πόλεις σέβας ἔχοντες, καὶ θεὸν εἶναι νομίζοντες τὸ ἑκάστῳ | |
40 | δοκοῦν. Ἐπειδὴ δὲ Θεὸς ὢν Κύριος ἐπέφανεν ἡμῖν, ἐνέστραψεν ταῖς ἁπάντων καρδίαις τῆς ἀληθοῦς θεο‐ γνωσίας τὸ φῶς, ἐπέστρεψε τὸ πεπλανημένον, κατ‐ έδησε τὸ ἠῤῥωστηκός· ἅτε δὴ ποιμὴν ὑπάρχων ἀγα‐ θὸς, ἀπεσόβησε τοὺς θῆρας τῆς τῶν προβάτων αὐλῆς, | |
45 | ἡγίασε Πνεύματι, ἠσφαλίσατο δυνάμεσιν ἀγγελικαῖς, ἐπέστησε τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἁγίους μυσταγω‐ γούς. (I f. 276 b.) Προσκαλέσεται τοίνυν, φησὶν, τὸν οὐ‐ ρανὸν ἄνω, τουτέστιν τοὺς ὅντας ἄνω καὶ ἐν οὐρανοῖς ἁγίους ἀγγέλους, καὶ τὴν γῆν, ἤτοι τοὺς ἐξειλεγμέ‐ | |
69.1077(50) | νους ἐν αὐτῇ καὶ προχειρισθέντας εἰς ἀποστολὴν, πρὸς τὸ διακρῖναι τὸν λαὸν αὐτοῦ. Οἱ γὰρ τὸ θεῖον | |
ἱερουργοῦντες κήρυγμα, τοὺς μὲν πειθηνίους προσ‐ | 1077 | |
69.1080 | εκόμιζον τῷ Θεῷ, τοὺς δὲ μὴ τοιούτους ἠφίεσαν τῷ Σατανᾷ, μονονουχὶ λέγοντες· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ἐξεκαύσατε. Καὶ γοῦν Ἰου‐ δαίοις προσελάλουν· ἐπειδὴ δὲ τεθέανται σκληροὺς | |
5 | ὄντας, καὶ πολὺ βλέποντας εἰς τὸ ἐξήνιον, διαῤῥήδην ἔφασκον· «Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ ἀναξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.» Ἄθρει δὴ οὖν ὅπως δια‐ | |
10 | κρίνουσι τὸν τοῦ Κυρίου λαόν. Ὅτι δὲ καὶ τοῖς ἁγίοις μυσταγωγοῖς ἐπικουροῦσιν ἄγγελοι, καὶ αὐτοῖς μυστ‐ αγωγουμένοις, σαφηνιεῖ Παῦλος λέγων περὶ αὐτῶν· «Οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς δια‐ κονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονο‐ | |
15 | μεῖν σωτηρίαν;» Οὕτω καὶ ὁ θεσπέσιος Ἰακὼβ τὴν κλίμακα τεθεᾶσθαί φησι τὴν ἐκ γῆς ἄνω διήκουσαν εἰς τὸν οὐρανὸν, καὶ ἐπεστηρίχθαι μὲν ἐπ’ αὐτῇ τὸν Κύριον, ἄνω δὲ καὶ κάτω διαθεῖν τοὺς ἀγγέλους. Ἐν Κυρίῳ γὰρ τοῖς ἄνω συνήφθη τὰ κάτω, καὶ κοινωνία | |
20 | γέγονεν ἀνθρώποις καὶ ἀγάπης δεσμὸς πρὸς τοὺς ἁγίους ἀγγέλους. Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δα‐ βίδ· «Παρεμβαλεῖ ἄγγελος κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Συμπράττοντες τοίνυν τοῖς ἁγίοις μυσταγωγοῖς διακρίνουσι καὶ αὐτοὶ τὸν | |
25 | λαὸν Κυρίου. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ. (B f. 193, I f. 278.) Νοήσεις καὶ οὕτως, ἅπερ μοι δοκεῖ ἄμεινον εἰρῆσθαι. Τοῦτό ἐστιν ἐναργῶς τὸ δια‐ κρίνεσθαι τὸν λαὸν Κυρίου παρά τε δυνάμεων λογι‐ | |
30 | κῶν, καὶ παρὰ τῶν τεταγμένων ἱερουργεῖν τὸ εὐαγ‐ γελικὸν καὶ σωτήριον κήρυγμα. Αὐτοῖς γὰρ δὴ τὸ Πνεῦμα διακελεύεται συναγείρειν Χριστῷ τοὺς ὁσίους αὐτοῦ. «Οὓς προέγνω, φησὶ, καὶ προώρισε συμμόρ‐ φους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκά‐ | |
35 | λεσεν· οὓς δὲ ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.» Οὐκοῦν ἐξ ἁπάσης τῆς γῆς τοὺς ἤδη προεγνωσμένους ὡς ἔσονται πιστοὶ καὶ γνήσιοι, συγκομίσατε, φησίν· οἱ δὲ καὶ διατίθενται, τουτέστι πληροῦν ἐπείγονται τὴν δια‐ | |
40 | θήκην Χριστοῦ ἐπὶ θυσίαις οὐχὶ ταῖς δι’ αἱμάτων καὶ καπνῶν, ἐπὶ πνευματικαῖς δὲ μᾶλλον. Γέγραπται γάρ· «Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον.» Ταῖς τοιαύταις θυσίαις ἐπιγάννυται Θεός· προσδέξεται δὲ πάλιν ἐν εὐωδίας τάξει τῆς νοητῆς | |
45 | τὴν δοξολογίαν. Ἔφη γοῦν ὁ θεσπέσιος Μελῳδός· «Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ.» Πλεῖστα δ’ ἄν τις καὶ ἕτερα τούτοις ἐπισωρεύσειεν εὐκόλως, δι’ ὧν ἔνεστιν ἰδεῖν ὅτι τῆς δοξολογίας τὸ χρῆμα γένοιτ’ ἂν εἰς θυσίαν εὐπαρά‐ | |
69.1080(50) | δεκτον τῷ Θεῷ. Εἶτ’ ἐφεξῆς φησι· Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην σου, Κύριε. | |
(A f. 282 b, B f. 193 b, I f. 278.) Ὅτι πρό γε τῶν | 1079 | |
69.1081 | ἄλλων προὔθηκε τὸ σωτήριον κήρυγμα τοῖς ἐξ Ἰσ‐ ραήλ· ἧσαν γὰρ αὐτῶν αἱ ἐπαγγελίαι, καὶ ἡ νομο‐ θεσία, καὶ ἡ διαθήκη, καὶ οἱ πατέρες. Ἐπειδὴ δὲ γεγόνασι πονηροὶ καὶ ἀμείλικτοι, καὶ τῶν εὐαγγελι‐ | |
5 | κῶν κηρυγμάτων ὀλίγα πεφροντικότες, τὴν τοῦ κα‐ λοῦντος εἰς σωτηρίαν ἀπεώσαντο χάριν, μεταπεφοίτη‐ κεν δὲ ἀναγκαίως ἐπὶ τὰς ἐθνῶν ἀγέλας, καὶ πᾶσαν ἐκτήσατο τὴν ὑπ’ οὐρανόν. Καὶ ταύτης ἕνεκα τῆς ὁσίας ψήφου ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύ‐ | |
10 | νην αὐτοῦ· κριτὴς γάρ ἐστι δίκαιος, ὅσιός τε καὶ ἀγαθός. Ἐδίκασε δὲ καὶ ἑτέρως τοῖς τε ἀνὰ πᾶσαν τὴν γῆν, καὶ τῷ πονηρῷ καὶ ἀποστάτῃ δράκοντι. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκ‐ | |
15 | βληθήσεται ἔξω· καὶ ἐγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καίτοι φησὶν αὐτός· «Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κό‐ σμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.» Πῶς οὖν γέγονε κρίσις τοῦ κόσμου τούτου; | |
20 | Κατεψηφίσατο ὡς πλεονεκτοῦντος τοῦ Σατανᾶ καὶ σὺν αὐτῷ τῶν ἀλιτηρίων δαιμόνων· δεδικαίωκε δὲ τοὺς ἐπὶ τῆς γῆς ὡς ἠδικημένους. Ἐνταῦθα κριτὴν σαφῶς οἶδεν ὁ Δαβὶδ τὸν Χριστόν· καὶ ὅτι τὴν κρίσιν πᾶσαν παρὰ τοῦ Πατρὸς ἔλαβεν, οὐκ ἔκρυψεν εἰπὼν, | |
25 | ὅτι Ὁ Θεὸς κριτής ἐστι. Οὕτω δικάσας ἐδοξολογήθη παρὰ τῶν ἄνω καὶ ἐν οὐρανοῖς ἁγίων πνευμάτων, ὡς Θεὸς κριτὴς ὅσιος, καὶ ὀρθότητι τῇ κατὰ πᾶν ὁτιοῦν ἀδεκάστῳ χρώμενος. Διάψαλμα. Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι· Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι· ὁ Θεὸς, ὁ Θεός σού | |
30 | εἰμι ἐγώ. (I f. 278 b.) Ἀναφανδὸν ἐν τούτοις τὸ τοῦ Θεοῦ πρόσωπον εἰσκεκόμισται, τοὺς ἐν νόμῳ τύπους μεθ‐ ιστάντος εἰς ἀλήθειαν. Μέχρι γὰρ καιροῦ διορθώ‐ σεως τεθεῖσθαί φησιν ὁ πάνσοφος Παῦλος τὴν διὰ | |
35 | Μωσέως ἐντολήν. Ὁ δέ γε τῆς διορθώσεως καιρὸς οὐχ ἕτερος ἦν παρ’ ἐκεῖνον καθ’ ὃν ἔλαμψεν τοῖς ἐπὶ τῆς γῆς ὁ Χριστὸς ἐναργέστατα λέγων· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Ἀνόνητα δὲ οὖν τὰ ἐν τύποις, τῆς ἀλη‐ θείας παρούσης· αὐτὴν γὰρ ὠδίνουσιν αἱ σκιαὶ, καὶ | |
40 | τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν μόρφωσιν ἐν τοῖς τοῦ νόμου γράμμασιν καταθρήσαι τις ἂν, εἴπερ εἴη πνευματικός. Οὐκοῦν ἐπειδήπερ ἔμελλεν ὁ Σωτὴρ τῆς ὑπὲρ νόμον μυσταγωγίας εἰσηγητὴς ἀναφαίνεσθαι τοῖς ἐπὶ τῆς γῆς, ἀναγκαίως διὰ τῆς τοῦ Ψάλλοντος | |
45 | λύρας προσεγγυᾷ καὶ διαμαρτύρεται τοῖς ἐξ Ἰσραὴλ λέγων· «Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι· Ἰσ‐ ραὴλ, καὶ διαμαρτύρομαί σοι.» Ἵνα δὲ μή τις ὑπο‐ λάβοι, μὴ τὰ ἀπὸ στόματος Κυρίου μᾶλλον, ἀλλ’ ἐκ καρδίας τῆς ἑαυτοῦ τὸν Ψάλλοντα ποιεῖσθαι τοὺς | |
69.1081(50) | λόγους, προσεπήνεγκεν· «Ὁ Θεὸς, ὁ Θεός σού εἰμι ἐγώ.» Ποῖος οὖν; Ἀγαθὸς, ὁ ἐκ καμίνου σιδηρᾶς ἀπαλλάξας τὸν Ἰσραὴλ τῆς Αἰγυπτίων πλεονεξίας, ὁ τὴν διὰ θαλάττης ὁδὸν δωρησάμενος, ὁ ἐν ἐρήμῳ διαθρέψας, ὁ τὸν νόμον ἐκεῖνόν σοι δεδωκώς. Μὴ γὰρ δὴ ἄλλον με νομοθέτην νομίσῃς, τῶν νόμων ὁρῶν τὸ | |
55 | διάφορον. Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω. | |
(B f. 194 b, I f. 281 b, L f. 132.) Ὡς ἐν ἔθει δὲ | 1081 | |
69.1084 | ληπτέον τὸ, «Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω.» Τὸ γὰρ ἀνέφικτον ὡς ἐφικτὸν ὑποτίθεται, διελέγχων τοὺς ἀνοήτους. Ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαΐας, «Θεὸς αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς | |
5 | γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδ’ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ.» Τῷ ἁμαρτωλῷ εἶπεν ὁ Θεὸς, κ.τ.λ. (B f. 195.) Ὅτι μὴ τοῖς τῶν εἰδώλων θεραπευ‐ ταῖς, καὶ τοῖς οὔπω τὸ θεῖον πλουτήσασιν φῶς τὰ | |
10 | τοιάδε προσδιαλέγεται Θεὸς, ἀλλὰ τοῖς ἐξ αἵματος Ἰσραὴλ, δῆλον ἂν εἴη δήπουθεν. Ποία γὰρ ἦν ὅλως παρ’ ἐκείνοις τοῦ θείου νόμου μελέτη, οἳ μηδὲ ὅτι τέθειται διεγνώκασιν; Τίς δὲ παρ’ ἐκείνοις ἦν ὁ τὴν θείαν διαθήκην ἀναλαβὼν ἐπὶ στόματος; Ἁμαρτω‐ | |
15 | λὸν οὖν ἄρα φησὶν ἐν τούτοις τὸν ἀπειθῆ καὶ ἀλύτρω‐ τον Ἰουδαῖον τὸν ἔτι δοῦλον τῆς ἁμαρτίας. «Πᾶς γὰρ, φησὶν, ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστιν τῆς ἁμαρτίας.» Οὐ γὰρ ἠλευθέρωσεν αὐτοὺς ὁ Υἱός. [Εἶτα ἐγὼ μὲν ἀνεξικακῶν σεσίγηκα, καὶ οὐχ | |
20 | ὑπήρτησά σοι παραχρῆμα πλημμελοῦντι τὰς δίκας, περιμένων τὴν μετάγνωσιν· ὑπέλαβες δὲ σὺ ὅτι ἔσομαί σοι ὅμοιος, τουτέστιν, ᾠήθης ὅτι οὐκ ἀνεξι‐ κακῶν σεσίγηκα μᾶλλον, ἀλλ’ ἐπαίνων τὸν σὸν ἀξιώσας βίον, ἢ τάχα που καὶ ἡσθεὶς ἐφ’ οἷς ἔδρασας | |
25 | παρὰ νόμον. Ἐλέγξω δὴ οὖν σε, τὴν δίκην ἐπιθεὶς, καὶ τῶν ἐκτόπως βεβιωμένων πραττόμενος λόγους, καὶ οἷον κατὰ πρόσωπόν σου τὴν σὴν ἀνομίαν ἱστὰς, ἵνα σε κολάσῃ τὸ συνειδός· καὶ αὐτὸ συμμαχεῖται τὸ πλημμέλημα τὸ σὸν κατηγοροῦν σου καὶ κατακρί‐ | |
30 | νον· δεινὸν γὰρ εἰς ἐλέγχους τὸ συνειδός.] | |
32 | Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. (B f. 195 b.) Καθήμενοι δὲ καὶ ἐν συνεδρίοις κατ‐ ελάλουν Χριστοῦ λέγοντες· «Τί ποιοῦμεν, ὅτι οὗτος | |
35 | ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; Ἐὰν ἀφῶμεν αὐ‐ τὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῖν καὶ τὸ ἔθνος καὶ τὴν χώραν.» Τότε καὶ τὸ κατ’ αὐ‐ τοῦ σκάνδαλον ἐτεκτήναντο, καὶ τὴν τοῦ θανάτου πάγην ἐσκεύασαν· προσήγαγον γὰρ Πιλάτῳ καὶ | |
40 | σταυροῦσθαι παρεκάλουν. Εἰ δὲ ἀδελφὸν τῶν Ἰου‐ δαίων καὶ υἱὸν τῆς μητρὸς αὐτῶν ὀνομάζει Χριστὸν, οὐκ ἔξω φέρεται τοῦ καθήκοντος τὸ χρῆμα λόγου. Γέγονεν γὰρ κατὰ σάρκα ἐξ Ἰουδαίων, καὶ υἱὸς ἂν λέγοιτο διὰ τοῦτο τῆς Συναγωγῆς. | |
45 | Καὶ ἐκεῖ ὁδὸς ᾗ δείξω αὐτῷ τὸ σωτήριον Θεοῦ. (A f. 286 b, I f. 283 b.) Ἐπιτήρησον γὰρ ὅτι, καί‐ τοι πάλαι δοθέντος τοῦ νόμου, ὡς οὔπω δειχθείσης τῆς ὁδοῦ δι’ ἧς ἄν τις ἐλάσαι πρὸς σωτηρίαν, ἐπιδεί‐ ξειν αὐτὴν ἐπαγγέλλεται. Ἀσυγκρίτως δὴ οὖν ἐν | |
69.1084(50) | ἀμείνοσι τῶν διὰ Μωσέως τὰ διὰ Χριστοῦ, εἴπερ ἐν αὐτοῖς ἡ τῆς σωτηρίας ὁδὸς, αὐτὸς ἂν νοοῖτο ὁ Χρι‐ στὸς, καὶ τὰ δι’ αὐτοῦ θεσπίσματα. Ἔφη γοῦν Ἡσαΐας μὲν ὁ θεσπέσιος· [«Ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κλη‐ | |
55 | θήσεται.» Καὶ πάλιν Ἱερεμίας· «Στῆτε ἐν ταῖς | 1083 |
69.1085 | ὁδοῖς, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐ‐ τῇ, καὶ εὐρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν.» Ἑαυ‐ τόν γε μὴν ὁ Σωτὴρ τὴν ὁδὸν ὄντα τὴν σωτήριον | |
5 | ἀπέφηνε, λέγων· «Ἐγώ εἰμι ἡ ὁδός.» Ὡς γὰρ ὁ αὐτοῦ φησι μαθητὴς, «Οὐκ ἔστι ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς·» οὕτω καὶ ὁ θεῖος Δαβὶδ αὐτὸν εἶναί φησι τὸ ἀληθὲς καὶ μέγα καθάρσιον.] | |
10t | ΨΑΛΜΟΣ Νʹ. | |
11 | [Ἐπακούσας ὁ Δαβὶδ προφητικοῦ Πνεύματος θεσ‐ πίσαντος διὰ τοῦ προλεχθέντος ψαλμοῦ περὶ τῆς κρίσεως τοῦ Θεοῦ, καὶ ὡς ἔλεγε τῷ ἁμαρτωλῷ· «Εἰ ἐθεώρεις κλέπτην συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν | |
15 | τὴν μερίδα σου ἐτίθεις·» πληγεὶς ἐπὶ τῇ μνήμῃ τῆς κλεψιγάμου μοιχείας, φθάνει τοῦ Θεοῦ τὴν κρί‐ σιν, ὥσπερ στήλην κατηγορίας καθ’ ἑαυτοῦ τὸν προ‐ κείμενον συνάψας ψαλμόν. Ἐφοβήθη γὰρ ἀκούσας· «Ὡς Θεὸς ἐμφανῶς ἥξει, καὶ τὸ πῦρ ἐνώπιον αὐτοῦ | |
20 | καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα.» Διὸ πρὸς τὸν ἔλεον κατέφυγε τοῦ Θεοῦ. Καὶ πάλιν ἀκούσας· «Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητα· καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς | |
25 | μητρός σου ἐτίθεις σκάνδαλον·» εἰς ἔννοιαν ἦλθε τῆς κατ’ Οὐρίου σκευωρίας, ἣν περὶ τοῦ δεῖν ἀναιρεθῆ‐ ναι κατὰ πόλεμον ἔγραψε. Καί φησιν· «Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω.» Καὶ πάλιν· «Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός.» Καὶ πάλιν ἀκούσας, «Ἐλέγ‐ | |
30 | ξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου,» φησίν· «Ἀπό[σ]τρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου.» Ἦν δὲ πάλιν πυθόμενος· «Οὐ προσδέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους·» πρὸς ὃ ἐπήγαγεν· «Ὅτι εἰ ἐθέ‐ | |
35 | λησας θυσίαν, ἔδωκα ἄν.» Τὰ δὲ κατὰ τὸν Οὐρίαν καὶ τὸν ἔλεγχον τοῦ Νάθαν, ἐν τῇ δευτέρᾳ γέγραπται τῶν Βασιλειῶν. Πρὶν δὲ τὸν Νάθαν ἐλθεῖν πρὸς αὐ‐ τὸν οὐκ ἐξωμολογεῖτο, περὶ τῆς ἁμαρτίας, κεκρατη‐ μένος ὥσπερ ὑπὸ κάρου καὶ μέθης. Ἀλλὰ οὐδὲ | |
40 | μετὰ τὴν ἁμαρτίαν εὐθὺς ὁ προφήτης ἀφίκετο. Τὸ γὰρ, «Οὔπω ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων,» καὶ ἐπὶ τοῦ Δαβὶδ ἦν εἰπεῖν. Οὐ γὰρ ἐχρῆν αὐτοῦ περικοπῆναι τὸ αὐτεξούσιον, καὶ χείρονα γενέσθαι κρυπτομένης ἐν βάθει τῆς μοχθηρίας. Ὅτε | |
45 | δὲ πᾶσαν εἰς τὸ ἐμφανὲς ἤγαγε τὴν κακίαν, καὶ ἡ νόσος χρόνου μεταξὺ γεγονότος παρήκμασε, κατά‐ στασίν τε ἀνελάμβανεν, ἐν εὐσταθείᾳ τότε κατὰ και‐ ρὸν ὁ προφήτης ἰατρικῶς ἐπάγει τὸ διὰ τῶν ἐλέγχων βοήθημα, οὐκ ὠμοῦ τοῦ πάθους ὄντος, οὐδὲ μὴν ἔτι | |
69.1085(50) | φλεγμαίνοντος. Εἰκότως οὖν ἡ Γραφὴ καὶ τὸν χρόνον ἐπισημαίνεται λέγουσα· «Καὶ συνήγαγε αὐτὴν μετὰ τὸν θάνατον τοῦ αὐτῆς ἀνδρὸς εἰς τὸν οἶκον αὐτοῦ ὁ Δαβὶδ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ ἔτεκεν | |
αὐτῷ υἱὸν, καὶ ἐφάνη πονηρὸν τὸ ῥῆμα ὃ ἐποίησε | 1085 | |
69.1088 | Δαβὶδ ἐν ὀφθαλμοῖς Κυρίου. Καὶ ἀπέστειλε Κύριος τὸν Νάθαν πρὸς Δαβίδ.» Ὡς εἶναι μεθ’ ὅλον ἐνιαύ‐ σιον χρόνον. Πρὸ δὲ τούτου τῆς ψυχῆς ἔτι τεθολωμέ‐ νης, ἢ καὶ οὐκ ἂν ἐνέσχετο τῶν ἐλέγχων, ἤ τι καὶ | |
5 | δεδράκει κατὰ τοῦ προφήτου δεινὸν, κατὰ τοὺς ἐν νόσῳ παρακόπτοντας, οἳ καὶ γονεῦσι καὶ φιλτάτοις καὶ αὐτοῖς ἰατροῖς ἐπανίστανται. Τί οὖν ἄρα τῆς τοσ‐ αύτης ἁμαρτίας ἀνδρὶ τοσούτῳ τὸ αἴτιον; αὐτὸς ἐδίδαξεν ὁ Νάθαν διὰ τοῦ παραδείγματος· Δύο φησὶν | |
10 | ἄνδρας γεγονέναι, τὸν μὲν πλούσιον, δηλαδὴ τὸν Δα‐ βὶδ, τὸν δὲ πένητα, τὸν Οὐρίαν· εἶτα παροδίτην εἰσ‐ άγει ξένον ἐπιδημήσαντα τῷ πλουσίῳ, αἰνιττόμενος ξένον ἐπιδημῆσαι πνεῦμα τῇ ψυχῇ τοῦ Δαβίδ· χωρὶς γὰρ δυνάμεως διαβολικῆς οὐκ ἂν εἰς τοσαύτην ἀφρο‐ | |
15 | σύνην ἤλασεν τοσοῦτος ἀνὴρ, ὁ καὶ ἐν ἀκμῇ τῆς ἡλι‐ κίας γεγονὼς ἐγκρατής. Τοιγαροῦν ἐν τῷ τὸν Σαοὺλ ὑποφεύγειν εἶχε μὲν ἐπὶ τῆς ἐρήμου τὴν Ἀχιναάν· εἶχε δὲ τὴν Ἀβιγαίαν τελευτήσαντος τοῦ αὐτῆς ἀν‐ δρός· ἀλλ’ οὐδαμοῦ φαίνεται παρὰ τὴν φυγὴν πλη‐ | |
20 | σιάσας αὐταῖς· οὐδὲ γὰρ παῖδας ἔσχεν, εἰ μὴ μετὰ τελευτὴν τοῦ Σαούλ. Ἱκετηρίας γὰρ καὶ προσευχῶν ὁ τῆς φυγῆς ὑπῆρχε καιρός. Μετὰ δὲ τὴν βασιλείαν, φησὶν ἡ Γραφὴ, παῖδες αὐτῷ γεγόνασιν ἐν Χεβρών. Τὸ δὲ πνεῦμα τὸ καταστρέφον μεγάλας ψυχὰς εἰδὼς | |
25 | ὁ Σολομὼν ἔλεγεν· «Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς.»] Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. (A f. 287 b, B f. 197 b, L f. 134.) Οὐδὲν δὲ οὕτως εἰς ἔλεον ἐπισπᾶται Δεσπότην, ὡς ὁμολογία πλημ‐ | |
30 | μελήματος· διὸ καὶ ὁ Δαβὶδ ὅλον εἰς ἑαυτὸν ἱκετεύει χεθῆναι τὸν ἔλεον, πᾶσαν τῶν οἰκτιρμῶν τὴν πηγήν. Ὡς γὰρ ἐπὶ τοῦ ἐλέου τὸ μέγα ᾔτησεν, οὕτως καὶ ἐπὶ τῶν οἰκτιρμῶν τὸ πλῆθος ἐξῄτησεν, ὡς μεγάλου ὄντος τοῦ πλημμελήματος, καὶ μὴ δυναμένου ἄλλως | |
35 | ἐξαλειφθῆναι, εἰ μὴ ἀναλόγου τύχῃ φιλανθρωπίας. Μόνων γάρ ἐστιν τῶν τοῦ Θεοῦ οἰκτιρμῶν τῆς μιαι‐ φονίας ἀπολοῦσαι τὰς χεῖρας. Ἐλεεῖ δὲ τὴν φύσιν ὁ πλάσας αὐτήν· οἶδε γὰρ ὅτι πολὺ νοσοῦσα τὸ ἀδρα‐ νὲς, κατασείεται προχείρως εἰς τὰ βέβηλα τῆς σαρ‐ | |
40 | κὸς πάθη. Καταληΐζεται γὰρ εὐκόλως τὸν ἀνθρώπι‐ νον νοῦν ὁ τῆς ἁμαρτίας εὑρετὴς, συνεργὸν ἔχων τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα νόμον. Προσιτέον οὖν τῷ ἰατρῷ τῶν πνευμάτων, ἵνα τὸ εὐσθενὲς ἐργάσηται τῷ νῷ· πᾶσα γὰρ, ἰσχὺς παρ’ | |
45 | αὐτοῦ. Τάχα δὲ προγνοὺς ὁ Δαβὶδ, ὅτι κατὰ καιροὺς ἐπιλάμψει τοῖς ἐπὶ γῆς ὁ Χριστὸς ἐξαλείφων πᾶσαν ἁμαρτίαν τοῦ κόσμου, ἔλεος μέγα τὴν οὕτων λαμπρὰν εἰκότως χάριν καλεῖ. Γέγραπται γὰρ ὅτι «Πᾶσα ἁμαρτία ἐμφράξει τὸ στόμα αὐτῆς.» Κατὰ γὰρ τὸν | |
69.1088(50) | Ἀπόστολον· «Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων;» Ἀνόμημα δὲ τὸ πλημμέλημα, ὅτι διπλῆν ἔχει τοῦ | |
νόμου παράβασιν. | 1087 | |
69.1089 | Ἐπιπλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, κ.τ.λ. (A f. 287 b, B f. 197 b, I f. 288, K f. 98 b.) Λέγων δὲ τὸ, «Ἐπιπλεῖον πλῦνόν με,» πάλιν ὅρα, κατὰ τὸ εἰκὸς, εἰς τοῦ Χριστοῦ μυστήριον. Εἶχεν μὲν γὰρ καὶ | |
5 | ὁ νόμος τὴν δι’ ὕδατος κάθαρσιν, ἧς καὶ ὁ πάνσοφος Παῦλος διαμνημονεύει λέγων· «Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντί‐ ζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα.» Πλὴν ὁ τύπος ἦν ἀδρανὴς εἰς | |
10 | ἀπόνιψιν ἁμαρτίας, ἐπράττετο δὲ μόνον πρὸς τὴν καθαρότητα τῆς σαρκός· ἡ δέ γε διὰ Χριστοῦ καὶ ἡ διὰ τοῦ ἁγίου βαπτίσματος χάρις καὶ δύναμις, ὑπερ‐ βαίνουσα τὴν ἐν νόμῳ κάθαρσιν, ἐπιπλεῖον ἐκπλύνει· μᾶλλον δὲ καὶ τὸν εἰς ἅπαν ἐργάζεται καθα‐ ρισμὸν καὶ αὐτῆς τῆς ψυχῆς. | |
15 | Σοὶ μόνῳ ἤμαρτον, κ.τ.λ. (A f. 288, B f. 198, I f. 288 b, K f. 99.) Ἀσεβὴς ὁ λέγων βασιλεῖ· Παρανομεῖς, ἔφη που ἡ θεία Γρα‐ φή. Ἐπειδὴ τοίνυν οὐδεὶς ἦν ὁ ἐλέγχειν με δυνάμε‐ νος ἡμαρτηκότα, ἐπηνώρθωσας δὲ σὺ μόνος, «Σοὶ | |
20 | καὶ μόνῳ ἥμαρτον.» Καλῶς δὲ προστέθεικε· «Καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα·» τοῦτο γὰρ καὶ ἐν τῇ ἱστορίᾳ τέθειται· ὤφθη γὰρ, φησὶ, τὸ γεγονὸς πονηρὸν ἐνώπιον Κυρίου. Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ | |
25 | νικήσῃς ἐν τῷ κρίνεσθαί σε. (I f. 288 b.) [Ἐγὼ] μὲν, φησὶ, πρόξενος ἐγενόμην κακῶν, τὸ δὲ σὸν δίκαιον ἀναλάμπει καὶ οὕτως. Κρί‐ σεως γὰρ γενομένης, καὶ τῶν παρὰ σοῦ εἰς ἐμὲ γενο‐ μένων φερομένων εἰς μέσον, καὶ τῶν παρ’ ἐμοῦ τε‐ | |
30 | τολμημένων παρεξεταζομένων ἐκείνοις, σὺ μὲν ἀπο‐ φανθήσῃ δίκαιος καὶ φιλάνθρωπος, ἐγὼ δὲ παράνο‐ μος ὀφθήσομαι καὶ ἀχάριστος. Τὸ τοίνυν ὅπως οὐκ ἔστιν αἰτίας ἐνταῦθα δηλωτικόν· οὐ γὰρ διὰ τοῦτο ἥμαρτεν ὁ Δαβὶδ ἵνα ὁ Θεὸς δικαιωθῇ, ἀλλὰ τοὐναν‐ | |
35 | τίον καὶ ὑπὸ τῆς ἁμαρτίας τούτου, τοῦ Θεοῦ τὸ δί‐ καιον ἀναδείκνυται. Πάντων γὰρ ἀνθρώπων πεποίη‐ ται πρόνοιαν. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην. (A f. 288 b.) Τοῦτο δὲ λέγει οὐχ ὅτι φυσικὴ ἡ τῆς | |
40 | ἁμαρτίας ἐνέργεια (ἀτιμώρητος γὰρ ἂν ἦν), ἀλλ’ ὅτι τὸ εὐόλισθον τῇ φύσει συγκεκλήρωται· νικᾷ δὲ ὅμως γνώμῃ καὶ πόνοις, ἀλλ’ οὐκ ἀνάγκῃ κρατεῖται διὰ τὸ αὐτεξούσιον. (A f. 289.) Λέγοιεν δ’ ἂν καὶ οἱ ἐν Βαβυλῶνι κατά | |
45 | τινας πρὸς Θεόν· Εἰ δίκας με ἀπαιτῆσαι βούλει ὧν ἐπλημμέλησα εἰς σὲ, ὥρα σοι καὶ τοὺς προγόνους εἰσπράττεσθαι· οὐδὲ γὰρ ἐκεῖνοι εὐγνώμονες ὤφθη‐ σαν. Τρόπον οὖν τινα, τὴν τῶν πατέρων ἀγνωμοσύ‐ νην ἐκληρονόμησα, καὶ ἐξ ἐκείνων τὸ ἁμαρτάνειν | |
69.1089(50) | ἐπισύρομαι. | 1089 |
69.1092 | (B f. 198 b, I f. 298.) Ἔθος τοῖς ἁγίοις ἐκμειλίσσεσθαι Θεὸν καὶ καλεῖν εἰς ἔλεον διὰ πλείστων μὲν ὅσων ἔσθ’ ὅτε φωνῶν, πλὴν καὶ διά γε τοῦ κατηγορεῖν ἐπείγεσθαι τῆς ἐνούσης ἀσθενείας τῇ ἀνθρώπου φύσει. Ἔστι | |
5 | γοῦν ἀκοῦσαι βοώντων· «Μνήσθητι ὅτι χοῦς ἐσμεν· ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ.» Καὶ πά‐ λιν· «Μνήσθητι τίς μου ἡ ὑπόστασις.» Ἐναργέστε‐ ρον δὲ τοῦτο τιθεὶς ὁ τληπαθέστατος Ἰὼβ, ἀνεφώνει πρὸς Θεόν· «Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύ‐ | |
10 | ρασας δέ με ἴσα τυρῷ; Δέρμα καὶ κρέα με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνείρας; ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ’ ἐμοί.» Τοσοῦτον δή τοι καὶ νῦν διὰ τῶν προκειμένων στίχων ὑποδηλοῦσθαί φαμεν. Αὐτὴν γὰρ ἡμῶν τῆς γενέσεως τὴν ἀρχὴν οὐ δίχα ῥύπου φιλο‐ | |
15 | σαρκίας γενέσθαι φησί. Τίμιος μὲν γὰρ ὁμολογου‐ μένως ὁ γάμος καὶ πέρα διαβολῆς τὸ χρῆμα παρὰ Θεῷ. Πλὴν εἴ τις περιεργάσαιτο τῆς συνόδου τὴν πρόφασιν, ὄρεξιν εὑρήσει σαρκὸς ... αὐτὴν, κἂν μὴ ἐπα[μύνηται ὡς ἁ]μαρτία τὸ δρώμενον. Κολάζεται | |
20 | γοῦν ἡ σύνοδος, ἐὰν μὴ νόμον ἔχῃ τὸν βραβευτὴν, καὶ παιδοποιίας ἔφεσιν τὴν ἀληθῆ τοῦ πράγματος ἀφορμήν. Οὐκοῦν, τό γε ἧκον εἰς ὀρέξεις μόνας καὶ κίνημα σαρκικὸν, ἐν ἀνομίαις ἡμῶν ἡ σύλληψις, καὶ ἐν ἁμαρτίαις κισσῶσιν αἱ μητέρες. Εἰ δὲ ῥίζαν ἔχει | |
25 | τὴν φιλοσαρκίαν τῶν σωμάτων ἡ γένεσις, νοσεῖ που πάντως αὐτὴ, καὶ τὰ ἐξ αὐτῆς γεννώμενα. Καὶ γοῦν ὁ ἱερώτατος Παῦλος πλείστην ὅσην τὴν καταβοὴν τῶν σαρκικῶν ἐποιήσατο κινημάτων οὕτω λέγων· «Συν‐ ήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρω‐ | |
30 | πον· βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσίν μου. Ταλαί‐ πωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώμα‐ τος τοῦ θανάτου τούτου;» Χάρις δὲ τῷ Θεῷ διὰ Ἰη‐ | |
35 | σοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δι’ οὗ καὶ τῆς ἁμαρ‐ τίας ἐτιθασσεύθη νόμος, καὶ τῶν σαρκικῶν κινημάτων ἡ προσβολὴ τοῖς ..αν νεύμασι, καὶ οὐχ ἐκου... χωρεῖ. Κατώρθωκε ... καὶ τοῦτο μετὰ τῶν [ἄλλων ὁ μο]νογενὴς τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος. | |
40 | Καὶ πιστώσεται [πάλιν ὁ] θεσπέσιος Παῦλος· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρ‐ κὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιότητι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου | |
45 | πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα» Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. (A f. 289, B f. 199 b.) Ἔδειξεν ὡς ἐξ ἀρχῆς ἡ ἀν‐ | |
69.1092(50) | θρώπων φύσις ὑπὸ τὴν ἁμαρτίαν πέπτωκεν ἀπὸ τῆς ἐν Εὔᾳ παραβάσεως, καὶ ὑπὸ κατάρᾳ ἡ γένεσις γέγονεν. | |
Ἄνωθεν δὲ ὑφαίνει τὸν λόγον ἵνα δείξῃ τὸ μέγεθος | 1091 | |
69.1093 | τῆς τοῦ Θεοῦ δωρεᾶς, ὡς τῆς οὕτω μακρᾶς κα‐ | |
τάρας διὰ λουτροῦ τῆς παλιγγενεσίας ῥυσαμένου. | 1093 | |
69.1096 | Ἔοικε μέντοι ἐνταῦθα ἀλήθειαν ὀνομάζειν τὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ ἀνυπόκριτον βίον· ὁ γὰρ μὴ οὕτω ζῇν ᾑρημένος, ψεύδεται τῷ Θεῷ. Ὁ γὰρ ἐπὶ ἔργοις ἀγαθοῖς παρενεχθεὶς εἰς γένεσιν, καθ’ ἅ φησιν | |
5 | ὁ σοφώτατος Παῦλος, εἰ πονηρὸς γένοιτο, ψεύδεται τῷ Δημιουργῷ, τοὺς τῆς δικαιοσύνης οὐκ ἔχων καρ‐ πούς. Οὕτω φησὶ καὶ ἑτέρωθι ὁ θεῖος Δαβὶδ ἐκ προσ‐ ώπου τοῦ Χριστοῦ περὶ τῶν ἐξ Ἰσραήλ· «Υἱοὶ ἀλ‐ λότριοι ἐψεύσαντό μοι.» Τοιοῦτον καὶ τὸ, «Ψεύσε‐ | |
10 | ται ἔργον ἐλαίας.» Καὶ ἑτέρως δὲ προσβαλεῖς· ὅτι ἀδρανὴς ὁ νόμος πρὸς ἀποκάθαρσιν ἁμαρτίας, ὕδατι περιῤῥαίνων εἰς ἔκπλυσιν τῆς σαρκός. Ἔνεστι δὲ τὸ ἄμεινον ἀσυγκρίτως τῇ διὰ Χριστοῦ χάριτι πάντα ῥύπον ἀφανίσαι δυναμένῃ. Μαρτυρεῖ τοίνυν ὅτι τὴν | |
15 | ἀλήθειαν ἀγαπᾷ ὁ Θεός. Ἀλήθεια δὲ ὁ Χριστὸς καὶ τὰ δι’ αὐτοῦ, ὥσπερ οὖν ὁ νόμος, τύποι καὶ σκιαί. Σὺ οὖν, φησὶ, Κύριε, ἡ ἀλήθεια ὢν καὶ ἀλήθειαν ἀγαπῶν, βουλόμενος ἡμᾶς ἐν ἀληθείᾳ διάγειν, ἀπο‐ καθαριεῖς ἡμᾶς τῆς ἀρχαίας ἁμαρτίας καὶ ὥσπερ χιόνα | |
20 | λευκανθῆναι. Τὸ δὲ, «Τὰ κρύφια ἐδήλωσάς μοι,» ὡς πάντα αὐτῷ τὰ ἐσόμενα, ἃ ἐν τῇ ἰδίᾳ σοφίᾳ ἔθετο ὁ Θεὸς, διὰ τοῦ ἁγίου Πνεύματος ἀπεκάλυψεν. Ἴσως δὲ καὶ ὀγκοῖ τὴν ἑαυτοῦ ἁμαρτίαν πρὸς ἐντροπὴν, δει‐ κνὺς ὅτι οὐ κατὰ ἄγνοιαν ἥμαρτεν, ἀλλ’ ἔχων τὴν | |
25 | γνῶσιν ἀπὸ τοῦ νόμου, καὶ μετὰ τῆς βασιλείας καὶ προφητείᾳ τετιμημένος. Δείξας οὖν ἐντεῦθεν τὸ κραταιὸν τῆς ἁμαρτίας, τὴν λύσιν ἐν τοῖς ἑξῆς αἰτεῖ, λέγων· Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι. | |
30 | (A f. 289 b, F f. 77 b, K f. 99 b.) Ὑσσώπῳ τὴν τοῦ ἁγίου Πνεύματος ἐνέργειαν ἀφομοιοῖ, ἅτε θερ‐ μαίνουσαν, καὶ πάντα τὸν ἐν ἡμῖν ῥύπον ἀποσμήχου‐ σαν. Ἡ ἀποκάθαρσις οὖν δι’ ὑσσώπου γενήσεται, ἤτοι διὰ τοῦ ἁγίου Πνεύματος. Τὴν γὰρ ὕσσωπον | |
35 | πόαν εἶναί φασι θερμοτάτην καὶ συνεκτικὴν ἔχουσαν τὴν ἐνέργειαν· καὶ δὴ καὶ ἰατρῶν παῖδες ταύτην θαυμάζουσιν, ὡς δυναμένην τὴν ἐν σπλάγχνοις ἐκτή‐ κειν ἀκαθαρσίαν καὶ καταλεπτύνειν εὖ μάλα τὰ τῶν φλεγμάτων συμπεπηγότα, καὶ τὴν ἐξ ἑτέρων χυμῶν | |
40 | σύστασιν καὶ παχύτητα, διὰ τὸ τῆς ἐνούσης αὐτῇ φυσικῆς θερμασίας εὐσθενές. Πλαγίως οὖν ὑπεμ‐ φαίνει τὴν ἐν ἡμῖν γινομένην τοῦ ἁγίου Πνεύματος ἐνέργειαν, οὖ ἡ χάρις ζέοντας ἡμᾶς ἀποτελεῖ τῷ πνεύματι, καὶ πάντα ῥύπον ἐκτήκει τὸν ἐν ἡμῖν, | |
45 | πυρὸς δίκην ἀοράτως εἰσχεομένη. Διὰ γάρ τοι τοῦτο βαπτίζεσθαί φασιν ἡμᾶς οἱ πνευματοφόροι παρὰ Χριστοῦ Πνεύματι ἁγίῳ καὶ πυρί. Καὶ τὸ τίμιον δὲ αἷμα Χριστοῦ οὐ μόνον ἡμᾶς ἀπαλλάττει φθορᾶς, ἀλλὰ γὰρ καὶ ἁπάσης ἀκαθαρσίας τῆς εἰς τὸ ἔσω κεκρυμμένης, καὶ ἀποψύχεσθαι οὐκ ἐᾷ πρὸς ῥᾴθυ‐ | |
69.1096(50) | μον. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, κ.τ.λ. | |
(A f. 290) Ἀκουστὴν, φησὶ, γενέσθαι μοι παρα‐ | 1095 | |
69.1097 | σκευάσεις διὰ τοῦ Πνεύματος τὴν ἐν ἐσχάτοις και‐ ροῖς ἐσομένην ἀγαλλίασιν. Τίς δὲ ἂν εἴη αὕτη, ἢ ἐκείνη ἡ γνῶσις ἡ περὶ τῆς ἀναστάσεως; Ἣν καὶ ἔδειξεν εἰπών· «Ἀγαλλιάσονται ὀστέα τεταπεινω‐ | |
5 | μένα.» Πότε δὲ ἄλλοτε ἀγαλλιάσονται τὰ σεσημμένα ἡμῶν ὀστᾶ, ἢ κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν, καθ’ ὃν, ὡσεὶ προφητεία, «Τὰ ὀστᾶ ἡμῶν ὡς βοτάνη ἀνατελεῖ;» Εἰκότως δὲ μετὰ τὸ, «Ῥαντιεῖς με,» ταῦτα ἐπήγαγεν· ἕπεται γὰρ τῇ τοῦ ἁγίου βαπτίσμα‐ | |
10 | τος χάριτι ἡ τῆς ἀναστάσεως ἐλπὶς, εἰς ἀρχὰς ἀνα‐ φέρουσα τοὺς πιστεύοντας εἰς Χριστὸν ἀτελευτήτου καὶ τρισμακαρίας ζωῆς. Τότε γὰρ οἱ δίκαιοι ἐκλάμ‐ ψουσιν ὡς ὁ ἥλιος, καὶ τοῖς ὑπὲρ νοῦν ἐντρυφῶντες ἀγαθοῖς ἀκατάληκτον ἕξουσι τὴν εὐφροσύνην. Οὐκοῦν | |
15 | ἡ μὲν διὰ τοῦ ἁγίου βαπτίσματος κάθαρσις πράττεται παραχρῆμα· δίδοται γὰρ ἡ χάρις ἐν Χριστῷ, τοῦ ἁγίου Πνεύματος ἁγιάζοντος καὶ διασμήχοντος τὰς τῶν πιστευόντων καρδίας. Ἀκούεται δὲ, καὶ τέως ἐστὶν ἐλπὶς οὐκ ἐψευσμένη, ἡ ἐπὶ τοῖς ἐσομένοις | |
20 | ἀγαθοῖς ἀγαλλίασίς τε καὶ εὐφροσύνη. Δοκεῖ δέ τισι τῶν ἐξηγητῶν ἀγαλλίασις καὶ εὐφροσύνη, ἀκοαῖς θείαις ἐνηχουμένη, οὐχ ἑτέρα τις εἶναι παρὰ τὸν ταύτης πάροχον, φημὶ δὴ Χριστὸν, ὃς ἀνανεώσει καὶ ἀναστήσει τῆς ἑκάστου ψυχῆς τὰς δυνάμεις παθού‐ | |
25 | σας τὴν συντριβήν. Ὀστᾶ γὰρ νοητέον ἐνταῦθα τὰς εὐτονίας τοῦ νοῦ. Ἁπλούστερον δέ φημι· Ἀκούσαιμι, φησὶ, τὴν φωνὴν τῆς ἀγαλλιάσεως, ὅτι ἀφεῖταί μοι καὶ συγκεχώρηται ἡ διπλῆ ἁμαρτία. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρ‐ τιῶν μου, κ.τ.λ. | |
30 | (A f. 290, L f. 135.) Μὴ εἴδῃς, φησὶ, τὰς ὑπ’ ἐμοῦ τετολμημένας ἀνομίας, ἀλλ’ ἐμὲ τὸν ταύτας ὀλοφυρό‐ μενον. —Τὸ δὲ ταῦτα αἰτεῖν, οὐδὲν ἦν ἕτερον, πλὴν ὅτι τὴν ἐν Χριστῷ βούλεσθαι δοθῆναι χάριν τοῖς ἐπὶ τῆς γῆς. | |
35 | Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. (A f. 290.) Κτίσις ἐν τῇ Γραφῇ λέγεται οὐ μόνον ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴ, ἀλλὰ καὶ ἡ ἐκ τοῦ ὄντος ἐπὶ τὸ βέλτιον μεταβολή. Ἔκτισεν ὁ Θεὸς τὸν οὐρανὸν, τοῦτό ἐστιν ἐκ τοῦ μὴ ὄντος ἐργάσα‐ | |
40 | σθαι. Κτίζει δὲ καὶ ὅταν τὸν πονηρὸν ἄνθρωπον καλὸν ἀπεργάσηται· ἐνταῦθα τὸ κτίζειν πραγμάτων ἐστὶ μεταβολὴ πρὸς τὸ βέλτιον. Καὶ ἄκουσον τοῦ Δαβίδ· ἐπειδὴ γὰρ ἦν αὐτὸς καὶ ἡ καρδία αὐτοῦ | |
ἐκτισμένη, συνεπεώθη δὲ τῇ μοιχείᾳ καὶ τῷ φόνῳ, | 1097 | |
69.1100 | καὶ πρὸς φθορὰν κατεφέρετο, «Κτίσον, φησὶν, ἐν ἐμοὶ καρδίαν καθαράν·» οὐχ ὅτι πρότερον οὐκ εἶχε καρδίαν, οὐδὲ περὶ τῆς οὐσίας τῆς ψυχῆς λέγων, ἀλλὰ περὶ τῆς ἀρίστης πολιτείας.—(A f. 290 b, I. | |
5 | f. 135.) Τάχα δὲ καὶ ὡς ῥυπώσης τῆς ἁπάντων καρ‐ δίας, διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως καὶ τῆς εἰς τὸ φαῦλον παρατροπῆς, ἀναστοιχείωσίν τινα τῶν καθ’ ἡμᾶς γενέσθαι πραγμάτων οἱ ἅγιοι παρακαλοῦσι παρὰ τοῦ πάντων δημιουργοῦ τοῦ καὶ εἰδότος τὸ | |
10 | πλάσμα ἡμῶν καὶ πάντα ποιεῖν ἰσχύοντος, ὃ δὴ καὶ πεποίηκεν. Ἀνεκτίσθημεν γὰρ ἐν Χριστῷ τῇ ἀνακαινώσει τοῦ νοὸς ἡμῶν, καὶ καρδίαν ἐσχήκαμεν καθαρὰν, μεθορμισθέντες εἰς ἔφεσιν ἀρετῆς. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμα τὸ ἄγιόν σου μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. | |
15 | (A f. 291, B f. 201.) Ἐκ τῶν καθ’ ἑαυτὸν κινηθεὶς ὁ Δαβὶδ, τὸ κοινὸν τῆς ἀνθρωπότητος πρόσωπον ἀναλαβὼν, τὰς ὑπὲρ τῆς ὑπ’ οὐρανὸν ποιεῖται λιτάς. Ἀπὸ γὰρ τῆς ἐν Ἀδὰμ παραβάσεως, ὥσπερ ἐν ἀπαρχῇ τοῦ γένους, ἐν ἀποστροφῇ τοῦ Θεοῦ γέγονεν | |
20 | ἡ ἀνθρώπου φύσις· καὶ γοῦν ἔξω τέθειται τοῦ παρα‐ δείσου, καὶ ἐπάρατος ἦν ἡ πάλαι ὑπὸ τοῦ Δημιουργοῦ εὐλογηθεῖσα. Ἐκτεινομένου δὲ τοῦ γένους εἰς πλῆ‐ θος, καὶ τυραννούσης κατὰ πάντων τῆς ἁμαρτίας. ἀπέπτη καὶ τὸ ἐν ἀρχαῖς ἐμφυσηθὲν ἡμῖν ἅγιον | |
25 | Πνεῦμα Θεοῦ, καὶ τὸ τῆς εἰκόνος παρεχαράττετο κάλλος. Ἔφη γὰρ ὁ τῶν ὅλων Θεὸς, ὅτι «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις. διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» Λέγων τοίνυν· «Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά | |
30 | σου τὸ ἄγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ,» δύο κατὰ ταυτὸν αἰτεῖ, ἀπόλυσιν μὲν τῆς συμβάσης ἀποστρο‐ φῆς, τοῦ γε μὴν ἁγίου Πνεύματος ὑποστροφὴν εἰς ἡμᾶς. Ὅτι γὰρ ἀπεφοίτησεν εἰκότως, ἅτε δὴ τῆς ἁπάντων καρδίας ἐγκειμένης ἐπὶ τὰ πονηρὰ ἐκ νεό‐ | |
35 | τητος, διαδείκνυσιν εὖ μάλα τὸ, «Μὴ ἀντανέλῃς,» εἰπών. Πλὴν ἐξ ἡμερότητος Θεοῦ, τῶν ἀδοκήτως συμβεβηκότων τὴν λύσιν γενέσθαι παρακαλεῖ· αὕτη δ’ ἦν ἡ ἀπόδοσις τοῦ ἀποπτάντος ἡμῶν ἁγίου Πνεύ‐ ματος, ὃ δὴ καὶ γέγονεν ἐν Χριστῷ· τὴν γὰρ πρὸς | |
40 | ἡμᾶς ὁμοίωσιν λαβὼν, ἔλυσε τὴν ἀποστροφὴν, κα‐ θαρὰν καὶ ἄμωμον ἐν ἑαυτῷ τὴν ἀνθρώπου φύσιν παραστήσας τῷ Θεῷ καὶ Πατρί. Ἔλαβε δὲ καὶ τὸ Πνεῦμα· καίτοι καθ’ ὃ νοεῖται, αὐτός ἐστιν ὁ τοῦ Πνεύματος χορηγὸς, καὶ δι’ αὐτοῦ τοῖς ἁγίοις ἐνίησιν | |
45 | αὐτὸ ὁ Πατήρ. Ἐνεφύσησε γοῦν τοῖς ἀποστόλοις εἰ‐ πών· «Λάβετε Πνεῦμα ἅγιον.» Οὕτω γὰρ ἐδόθη καὶ ἐν ἀρχαῖς τῇ ἀνθρώπου φύσει. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου. (A f. 291.) Ὑπάρξαι δὲ καὶ τῇ τοῦ ἀνθρώπου φύ‐ | |
69.1100(50) | σει παρακαλεῖ τῶν ἐν ἀρχαῖς ἀγαθῶν τὴν μέθεξιν, ὃ καὶ γέγονεν αὐτῇ μεσιτεύοντος τοῦ Χριστοῦ, ὅς ἐστιν ἀγαλλίαμα καὶ σωτήριον. Ἠλευθερώθημεν γὰρ τῆς ἐπὶ τῷ φθείρεσθαι κατηφείας, καθῃρημένου θα‐ νάτου· σεσώσμεθα δὲ, τὸ τῆς ἁμαρτίας φορτίον ἀπο‐ | |
55 | πεμψάμενοι διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ ἐστη‐ | 1099 |
69.1101 | ρίχθημεν τῷ ἡγεμονικῷ Πνεύματι, ὅπερ ἐστὶν ἡ διὰ τοῦ ἁγίου Πνεύματος εὐανδρία· ἢν εἴπερ τις ἕλοιτο καὶ ἐνοικίσαιτο κατὰ νοῦν, ἄρξει πάντως τῶν ἑαυτοῦ θελημάτων, καὶ πλεονεξίας ἀμείνων ἔσται διαβολι‐ | |
5 | κῆς, ἡγεμονοῦν ἔχων ἐν ἑαυτῷ τὸ Πνεῦμα. «Ὅσοι γὰρ, φησὶ, Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ.» Καὶ πάλιν· «Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.» Ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην | |
10 | σου. (B f. 202.) Ἢ καὶ οὕτως· Πρόφασιν πνευματικῆς ἑορτῆς τὴν σὴν ποιήσεται δικαιοσύνην, διὰ πίστεως χάριν δικαιοῦσαν τὸν ἀσεβῆ· ἤγουν αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὃς γέγονεν ἡμῖν παρὰ τοῦ | |
15 | Θεοῦ τε καὶ Πατρὸς δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Κύριε, τὰ χείλη μου ἀνοίξεις. (A f. 291 b.) Ἡ ἁμαρτία πέφυκε τὴν γλῶσσαν δεσμεῖν καὶ ἐμφράττειν τὸ στόμα. Ἐπεὶ οὖν καὶ τοῦ | |
20 | Δαβὶδ κεκλεισμένα τὰ χείλη διὰ τὴν ἁμαρτίαν ἐτύγ‐ χανεν, εὔχεται ταῦτα ἀνοιγῆναι, καὶ τῆς προτέρας παῤῥησίας μεταλαχεῖν. «Τὰ χείλη μου ἀνοίξεις·» θεόσδοτον γὰρ τὸ χρῆμά ἐστιν· «Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ.» Ἀνοίγεται δὲ διὰ μετα‐ | |
25 | νοίας, καὶ τοῦ Θεοῦ διηγεῖσθαι τὴν αἴνεσιν ἄρχεται. Καὶ οἱ δορυάλωτοι δὲ διὰ τὸ μὴ ἐξεῖναι αὐτοῖς ᾄδειν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας, ἢ θυσίας ἐπιτε‐ λεῖν, εὔχονται τὴν ἐπάνοδον. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον. | |
30 | (B f. 202.) Τῆς πνευματικῆς λατρείας ἡ δύναμις οὐ διὰ ψιλῆς καὶ μόνης διανοίας ἔρχεται, συνδρομὴν δὲ ἀεί πως δέχεσθαι φιλεῖ καὶ τὴν ἐξ ἔργων ἀγαθῶν εὐοσμίαν, ἢν δὴ κατορθοῦντες τὴν δι’ ὑπακοῆς καὶ εὐπειθείας. Τὴν δέ γε ὑπακοὴν καρπὸν εἶναί φαμεν | |
35 | τρυφερᾶς καὶ εὐαφοῦς καρδίας καὶ οὐδὲν ἐχούσης τὸ ἀπηνές· ὁποία τις ἦν ἡ τῶν ἀτέγκτων Ἰουδαίων σκληρὰ καὶ δυσάγωγος. Καὶ γοῦν τὸ αὐτῶν πρόσωπον ἀναλαβὼν ἔφη τις τῶν ἁγίων προφητῶν· «Τί ἐπλά‐ νησας ἡμᾶς, Κύριε, τῆς ὁδοῦ σου; ἐσκλήρυνας ἡμῶν | |
40 | τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε;» Σκληραῖς δὲ καρδίαις ἀπαράδεκτος παντελῶς ὁ τοῦ Θεοῦ λόγος. Οὐκοῦν εἴη ἂν καὶ μάλα εἰκότως εἰς θυσίαν τῷ Θεῷ καὶ εἰς ἀφιέρωσιν πνευματικῆς εὐοσμίας πνεῦμα συντετριμμένον, τουτέστι ψυχὴ τρυφερὰ καὶ τοῖς | |
45 | θείοις εἴκουσα λόγοις. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών. (A f. 292 b. Κυρίλλου καὶ Εὐσεβίου.) Κατὰ δὲ ἀναγωγὴν, ὅταν, φησὶν, ἀγαθύνῃς τὴν Σιὼν, εἴτουν τὴν Ἐκκλησίαν, εὐδοκήσας ἀνακεφαλαιώσασθαι τὰ | |
69.1101(50) | πάντα ἐν τῷ Υἱῷ, καὶ ὅταν οἰκοδομηθῇ τὰ τείχη τῆς | |
Ἐκκλησίας, ἅπερ εἰσὶν οἱ ταύτην περιφράττοντες | 1101 | |
69.1104 | ἱερουργοὶ καὶ μυσταγωγοὶ, τότε καὶ ἀνενεχθήσονται θυσίαι οὐχὶ δι’ αἱμάτων, ἀλλ’ αἱ τῆς δικαιοσύνης, εἴτουν αἱ τῆς αἰνέσεως. Ὁμοίως καὶ ἀναφορὰ καὶ ὁλοκαυτώματα, καὶ ταῦτα δικαιοσύνη. | |
5 | Τότε ἀνοίσουσι ἐπὶ τὸ θυσιαστήριόν σου μό‐ σχους. (A f. 292 b, B f. 203, K f. 100 b.) Ἱερὸν μὲν ζῶον καὶ κατὰ νόμον ὁ μόσχος· προσκομίζεται γὰρ εἰς θυσίαν ὡς καθαρὸν, μεῖζόν γε μὲν καὶ αἰγὸς καὶ | |
10 | προβάτου· μεγέθει σώματος εἰς τύπον καὶ αὐτὸ τῆς τελεωτάτης θυσίας, καὶ τῆς εἰς λῆξιν ἰούσης εὐ‐ οσμίας, δῆλον δὲ ὅτι τῆς νοητῆς. Ὁ γὰρ τοῦ σώματος ὄγκος εἰκὼν ἂν εἴη τῆς πνευματικῆς ποσότητος τῆς ὡς ἔν γε ταῖς ἀρεταῖς νοουμένης. «Ἀνοίσουσι δὴ οὖν, | |
15 | φησὶ, μόσχους ἐπὶ τὸ θυσιαστήριόν σου,» τουτέστι τε‐ λεωτάτας θυσίας. Ἢ τάχα που μόσχους, τοὺς τῶν λαῶν ἡγουμένους αἰνιγματωδῶς ἐνθάδε ὀνομάζει, διὰ τὴν πνευματικὴν καὶ νοητὴν εὐανδρίαν, ὧν ἐστι καὶ ἱερὸς βίος. Ἐφίστησι δὲ ἡμᾶς τοιαύταις ἐννοίαις ὁ πάνσο‐ | |
20 | φος Παῦλος εἰπὼν γεγράφθαι ἐν τῷ νόμῳ· «Οὐ φιμώσεις βοῦν ἁλοῶντα.» Εἶτα τούτοις ἐπενεγκών· «Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Ἢ δι’ ἡμᾶς πάντως λέγει;» Κυρίλλου, ἐκ τῆς εἰς τὸν νʹ ψαλμόν. Ἐνταῦθά | |
25 | μοι θαύμαζε τὸν μακάριον Δαβίδ. Οὐ νενίκηται παντελῶς ταῖς εἰς ἡδονὴν ἐπιθυμίαις, οὐδὲ φορτικὸν ἡγήσατο τὸν προφήτην, οὐ δεδυσφόρηκε περὶ τὸν ἔλεγχον· ἥρπασεν ὡς δῶρον τὸν ἐπανορθοῦντα λόγον· ὡμολόγηκεν εὐθὺς τὸ πλημμέλημα· τεθρήνηκεν ὑπὲρ | |
30 | τῆς ἁμαρτίας. Καὶ ὥσπερ τις ἡνίοχος εὐσθενὴς καὶ τεχνίτης, ταῖς τῶν ἵππων ἀκαθέκτοις ὁρμαῖς ἔξω τοῦ σταδίου παρενηνεγμένος, ἐρυθριᾷ καὶ αἰσχύνεται· οὕτω καὶ ὁ μακάριος Δαβὶδ παρηνέχθη μὲν ἠρέμα τοῦ πρέποντος, ἀλλ’ ὡς ἔφην, ἥρπασε τὴν ὑπόθεσιν, | |
35 | τεθρήνηκεν ὑπὲρ τῆς ἁμαρτίας. | |
36t | ΨΑΛΜΟΣ ΝΑʹ. | |
37 | Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν; (A f. 293. Κυρίλλου καὶ Θεοδωρήτου.) Δυνατὸν καλεῖ τὸν Δωὴκ ὡς τῷ Σαοὺλ προσῳκειωμένον, ἢ καὶ | |
40 | ὡς ἐν τῇ κακίᾳ πολύν· ἢ τὸν Ῥαψάκην ὡς στρα‐ τηγεῖν πεπιστευμένον κατὰ τῆς Ἱερουσαλὴμ, ἀφ’ ἧς ὡρμημένος ὑπὸ τῶν Ἀσσυρίων ᾐχμαλωτίσθη. Θαυ‐ μάζοντος δὲ καὶ ἀποροῦντος, ὡς εἰκὸς, τὸ προοίμιον, ὅτι τοσοῦτόν τινες εἰς κακίαν προέκοψαν, ὥστε ἐφ’ | |
45 | οἷς ἔδει πενθεῖν, ἐπὶ τούτοις καυχῶνται. Πλὴν ὅτι τὸν μὲν Δωὴκ ἡ ἱστορία περιέχει, Ἰούδαν δὲ τὸν προδό‐ την αἰνίττεται, δυνατὸν λίαν ἐν κακίᾳ γενόμενον, ὡς τὸν εὐεργέτην προδοῦναι. Ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. | |
69.1104(50) | (A f. 293 b.) Τοῦτο περὶ μὲν τοῦ Δωὴκ εἴρηται διὰ | 1103 |
69.1105 | τὸ ξυρῆσαι καὶ ἐκκόψαι πᾶσαν τῶν ἱερέων τὴν πόλιν, οὕτως ὀξεῖα ἦν ἡ διαβολή· περὶ δὲ τοῦ Ῥαψάκου, ὡς ἀπατῆσαι βουλομένου τὸν λαὸν, ὥστε προδοῦναι τὴν πόλιν. Ὀξὺς δὲ ἦν καὶ ἀνεπαισθήτως τέμνων καὶ | |
5 | ὁ τοῦ Ἰούδα δόλος. Τί γὰρ τοῦ δόλου ἐκείνου ὀξύ‐ τερον, ὃν τῇ γλώσσῃ τῆς προδοσίας ἀκονήσας πρὸς τοὺς συλλαβόντας τὸν Ἰησοῦν συνέθετο· «Ὃν ἂν φιλήσω, αὐτός ἐστι, κρατήσατε αὐτόν;» Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν | |
10 | ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην. (A f. 294. Κυρίλλου καὶ Θεοδωρήτου.) Ἠδίκει ὁ Δωὴκ καταψευδόμενος τοῦ ἱερέως καὶ τὰ μὴ πρα‐ χθέντα κατ’ αὐτοῦ λέγων· τὸ γὰρ εἰπεῖν ὡς ἐπηρώ‐ τησε τὸν Θεὸν περὶ τοῦ Δαβὶδ, ψεῦδος ἦν καὶ οὐκ | |
15 | ἀλήθεια. Ἐξῆν δὲ αὐτῷ λαλῆσαι δικαιοσύνην, διδά‐ ξαντι τὸν Σαοὺλ, ὅτι τὴν μὲν αἰτίαν τῆς ἀναχωρήσεως τοῦ Δαβὶδ ἠγνόει ὁ ἱερεὺς, ὡς φίλον δὲ αὐτὸν ὑπεδέ‐ χετο τοῦ βασιλέως, καὶ ὡς ἀπεσταλμένον ἐπὶ διακο‐ νίᾳ βασιλικῇ, εἰς τιμὴν τοῦ πέμψαντος ἐδεξιοῦτο. | |
20 | Ταῦτα καὶ τοῦ Σατανᾶ ἰδιώματα, τὸ κακίᾳ χαίρειν, φημὶ, καὶ ἀδικίᾳ. Ἐπιτιμᾷ οὖν καὶ τοῖς Ἰουδαίοις τὴν ἐν Χριστῷ δικαιοσύνην οὐ προσιεμένοις. Ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσ‐ σαν δολίαν. | |
25 | (A f. 294.) Λέγοιτο δ’ ἂν ταῦτα δικαίως καὶ ἐπὶ τῶν ἀρχόντων τῶν Ἰουδαίων καὶ αὐτοῦ τοῦ Ἰούδα· δε‐ δυσφημήκασι γὰρ κἀκεῖνοι ἀκαθέκτως εἰς τὸν Κύριον, καὶ ὁ προδότης δὲ ῥήμασιν ἐκέχρητο δόλου μεστοῖς καὶ ὑποκρίσεως. Εἶεν δ’ ἂν ῥήματα καταποντισμοῦ | |
30 | τὰ εἰς θάνατον καὶ εἰς ᾅδην καταφέροντα τὴν τοῦ ἀνθρώπου ψυχὴν, ψιθυρισμοὶ, καταλαλιαὶ, καὶ ἡ κατὰ τοῦ Θεοῦ βλασφημία. Μεταναστεύσαι σε ἀπὸ σκηνώματος, καὶ τὸ ῥί‐ ζωμά σου ἐκ γῆς ζώντων. | |
35 | (A f. 294 b.) Καὶ ἀπὸ τῆς σκηνῆς, τουτέστιν ἀπὸ τοῦ τόπου τῆς μαθητείας μετέστησε, καὶ τὴν ῥίζαν ὡς ἀκανθώδους φυτοῦ ἐκ τῆς τῶν ζώντων γῆς καὶ τοῦ γεωργίου τῶν ἀποστόλων ἐξέτιλε. Καὶ τοῖς Ἰου‐ δαίων δὲ λαοῖς ταῦτα συνέβη, τὴν ἐν Χριστῷ μὴ προσ‐ | |
40 | ιεμένοις δικαίωσιν. Ὅμοιον δὲ τοῦτο τῷ, «Ἐξαλει‐ φθήτωσαν ἐκ βίβλου ζώντων.» Μετετέθησαν δὲ καὶ τῆς ἱερατικῆς σκηνῆς, γεγονότες αἰχμάλωτοι διὰ τὸν τοῦ Κυρίου σταυρόν [pro σταύρωσιν]. Ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα. | |
45 | (A f. 295.) Ἐγὼ, φησὶν, οὐδενὶ τῶν ματαίων καὶ χαμαιριφῶν ἐπεποίθησα, ἀλλ’ εἰς τὸ καταδιῶκον τοὺς ἀδικουμένους θεῖον ἔλεος. Ἀναγωγικῶς δὲ ἔλεος τοῦ Θεοῦ αἱ θεῖαι Γραφαὶ τὸν Χριστὸν ὀνομάζουσι, διὰ τὸ γεγενῆσθαι ἡμῖν δι’ αὐτοῦ ἔλεος. Ἀνεκεφαλαιώσατο | |
69.1105(50) | γὰρ ἐν ἑαυτῷ τὰ πάντα καὶ ἀνεστοιχείωσεν ὁ Πατήρ. Καὶ ὁ ἐλεημοσύνας δὲ καρποφορήσας, ἐλπίζει ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, εἰδὼς ὅτι οἱ ἐλεήμονες ἐλεηθήσονται. Ἕχει δὲ τὴν ἐλπίδα οὐκ ἐφ’ ἕνα αἰῶνα, ἀλλὰ καὶ τὸ ὑπὲρ τούτων διάστημα, οὗ μέτρον ἐστὶν ἡ ἀπειρία, | |
55 | ὅπερ αἰώνων ὀνομάζει αἰῶνα. | 1105 |
69.1108 | ΨΑΛΜΟΣ ΝΒʹ. Εἰς τὸ τέλος, ὑπὲρ μαελὲθ, συνέσεως τῷ Δαβίδ. (A f. 259 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Διὰ τῶν αὐτῶν ῥημάτων σχεδὸν τῷ τρισκαιδεκάτῳ καὶ ὁ | |
5 | παρὼν ψαλμὸς ἔρχεται, καὶ τὴν αὐτὴν ὑπόθεσιν ἔχει τὴν εἰς τὸν Ῥαψάκην καὶ τὰ τότε γενόμενα, καὶ τὴν περὶ τῆς σωτηρίου θεοφανείας προφητείαν. Βραχεῖαι δὲ λέξεις τὴν ἐν ἀμφοτέροις διαφορὰν ἐργάζονται· ὁ μὲν γὰρ τρισκαιδέκατος, «Εἰς τὸ τέλος τῷ Δαβὶδ» | |
10 | ἐλέγετο· ὁ δὲ παρὼν ἔχει μὲν καὶ τὴν «Εἰς τὸ τέλος» ἐπιγραφὴν, πλεονάζει δὲ ἐν τῷ λέγειν· «Ὑπὲρ μα‐ ελὲθ,» συνέσεως· ὅπερ σημαίνει ἐπινίκιον εἶναι τὸν ψαλμὸν, διὰ χορείας ἐν συνέσει γενόμενον. Τέρψις μὲν γὰρ, ἤτοι χορεία, τὸ μαελὲθ ἑρμηνεύεται. Ἀντὶ | |
15 | δὲ τοῦ «Εἰς τὸ τέλος,» ἕτεροι τῶν ἑρμηνέων, Ἐπι‐ νίκιον, ἐκδεδώκασι. Καὶ ἵνα τὴν ἐπιγραφὴν πᾶσαν ἰσχνῶς θεωρήσωμεν, τὸ μὲν «Εἰς τέλος» σημαντι‐ κὸν ἂν εἴη τοῦ χρόνου καθ’ ὃν ἔμελλε πληροῦσθαι τὰ προφητευόμενα, τά τε κατὰ τὸν Ῥαψάκην καὶ τοὺς | |
20 | Ἀσσυρίους, τά τε κατὰ τὴν Χριστοῦ παρουσίαν. Ὅ τε γὰρ τῶν Ἀσσυρίων παράδοξος ὄλεθρος χρόνοις πολλοῖς ὕστερον ἐγένετο μετὰ τὸν Δαβὶδ (οὗ χάριν καὶ «Ὑπὲρ χορείας» ἐπιγράφεται ἣν ἐποιήσαντο οἱ τῆς σωτηρίας τετυχηκότες,) τό τε σωτήριον τοῦ Θεοῦ κατὰ | |
25 | τὴν συντέλειαν τοῦ αἰῶνος ἐπιφανὲν τοῖς ἐπὶ γῆς. χορείαν συνεστήσατο τὴν ἐξ ἁπάντων ἐθνῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ συγκεκροτημένην. Καίτοιγε πεποίη‐ ται ὁ ψαλμὸς ἐπὶ τέρψεσι καὶ χορείαις ταῖς ἐν ἐσχά‐ τοις τοῦ αἰῶνος καιροῖς γεγενημέναις, ὅτε κεχρημά‐ | |
30 | τικεν ἄνθρωπος ὁ Μονογενής. Τὸ δὲ συνέσεως ἀναγ‐ καίως πρόσκειται, ἐπειδήπερ συνέσεως ἡμῖν δεῖ πρὸς τὸ νοῆσαι τὴν τῆς ψαλμῳδίας διάνοιαν. Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων. (K f. 102.) Ὀστᾶ τὰς δογματικάς φησι δυνάμεις | |
35 | τῶν ἀσεβῶν, ἃ ταῖς ἰδίαις ἐνέθηκαν συγγραφαῖς, προσκυνεῖν ἀναπείθοντες τῇ κτίσει παρὰ τὸν κτί‐ σαντα. | |
38t | ΨΑΛΜΟΣ ΝΖʹ. | |
39 | Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ. | |
40 | (A f. 298.) Οὐ μάτην δὲ πρόσκειται τὸ «ἐν τῇ γῇ·» κἂν γὰρ ἐν καρδίᾳ τίς ἀνομίαν ποιήσῃ, ἐν τῇ γῇ ἐνεργεῖ αὐτὴν, τουτέστι περὶ τὰ ὑλικά. Ἀκούσαιεν | |
δ’ ἂν καὶ Ἰουδαῖοι· Κρίνατε εὐθεῖα, καὶ λογίσασθε | 1107 | |
69.1109 | παρ’ ἑαυτοῖς εἰ τοῖς ὑμετέροις λόγοις συμφωνεῖ τὰ ἔργα· δείκνυσθε γὰρ ἀδικίαν ἐν τῇ καρδίᾳ λογιζόμε‐ νοι, καὶ ἕτερα μὲν διανοούμενοι, ἕτερα δὲ τῷ στό‐ ματι λαλοῦντες. Εἰ γὰρ καὶ οἱ λόγοι χρηστοὶ, δι’ ὧν | |
5 | ἐκδικεῖν βούλεσθε τὸν νόμον, ἀλλ’ ἡ καρδία πικρίας ἐστὶ πλήρης, καὶ αἱ πράξεις δὲ ὁμοίως ἀδικίας πε‐ πλήρωνται, ἔλεγχος οὖσαι τῶν ἐν καρδίᾳ νοημάτων, ἄπερ ἐν γῇ δύνανται λανθάνειν, οὐ μὴν καὶ ὅταν πάντα γυμνὰ κρίνηται. Εἶτα ἐπάγει, σχετλιάζων | |
10 | ὑπὲρ τῶν τῆς σωτηρίας ἐκπεπτωκότων, τὰς μετὰ ταῦτα φωνὰς, λέγων· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας. (A f. 298 b.) Εἰσὶ δέ τινες οἱ μὴ εἰδότες τὸ ἔθος τῆς ἐν ταῖς θεοπνεύστοις Γραφαῖς φράσεως, καὶ | |
15 | νομίζουσιν ἀπηλλοτριῶσθαί τινας ἀπὸ Θεοῦ ἐκ μή‐ τρας αὐτῆς, καὶ οἱονεὶ ἐξ αὐτῆς πεπλανῆσθαι γαστρὸς καὶ πρὸ τῆς τοῦ λόγου συμπληρώσεως. Ἔστι δὲ τοῦτο οὐδὲν ἕτερον εἰπεῖν, ἢ ἐκεῖνό που πάντως, ὅτι κατὰ φύσιν ἐστὶ τὸ κακὸν, καὶ γεγόνασί τινες ἐξ | |
20 | αὐτῆς τῆς δημιουργίας, οἱ μὲν ἀγαθοὶ τὸν τρόπον, οἱ δὲ κακοί. Ἔστι δὲ Μανιχαίων τὸ οὕτω φρονεῖν, μᾶλλον δὲ παραφρονεῖν· οὕτω γὰρ εἰπεῖν ἀληθέστε‐ ρον. Ἐπιτήρει τοίνυν, ὅτι οὐκ εἴρηκεν ὁ μακάριος Δαβὶδ ἀπηλλοτριώθησαν ἀπὸ Θεοῦ τινες, ἁπλῶς δὲ | |
25 | μᾶλλον καὶ ἀπολελυμένως οὐκ ἀπὸ Θεοῦ μᾶλλον, ἀλλ’ ἀπὸ μήτρας. Ὡς γὰρ ἤδη γεγονότες, φησὶν, ἁμαρ‐ τωλοὶ ἀπηλλοτριώθησαν μήτρας καὶ γαστρὸς, τουτ‐ έστι ξένοι γεγόνασι καὶ μακρὰν, οὐ μήτραν ἔχοντες καὶ γαστέρα νοητὴν, τίκτειν δυναμένην καρποὺς | |
30 | ἀγαθούς. Τὰ μὲν γὰρ ἀπὸ γῆς ἡμῶν σώματα τί‐ κτουσι κατὰ τὴν ἰδίαν φύσιν· αἱ δὲ τῶν ἀνθρώπων ψυχαὶ, καθάπερ ἀπὸ γαστρὸς καὶ μήτρας τῆς ἑαυ‐ τῶν καρδίας, ἐκφέρουσι καρποὺς ἀγαθοὺς, ἄνωθεν καὶ παρὰ Θεοῦ τὰ τῆς εὐσεβείας δεχόμεναι σπέρ‐ | |
35 | ματα. Ἐπλανήθησαν, ἀπὸ γαστρὸς ἐλάλησαν ψευδῆ. (A f. 299.) Δείκνυσι δὲ ἡ προφητεία καὶ τοὺς Ἰουδαίους, μηδεμίαν τὸ παράπαν ἐσχηκότας αἰτίαν εἰς σωτηρίαν, οἳ τῇ προγνωστικῇ τοῦ Θεοῦ προ‐ | |
40 | νοίᾳ, ἐν πεπλανημένοις ἐλογίσθησαν παρ’ αὐτῷ, καὶ πρὸ τοῦ συλληφθῆναι οὐκ ἠγνοοῦντο. Ἐλάλησαν δὲ ψευδῆ οὐκ ἀπὸ γαστρὸς, ἀλλ’ εἰς ἡλικίαν ἐλθόντες. Συνήθως μέντοι τῇ ἀναδιπλώσει ὁ Δαβὶδ κέχρηται· τὸ γὰρ «Ἀπηλλοτριώθησαν» ταυτὸν τῷ «Ἐπλανή‐ | |
45 | θησαν,» καὶ «ἡ μήτρα» τῇ «γαστρὶ,» ἵνα ᾗ τὸ δι’ ἀμφοτέρων δηλούμενον τοιοῦτον· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, καὶ ἐλάλησαν ψευδῆ· ὧν ὁ θυμὸς πρὸς τὸν πατέρα τοῦ ψεύδους τὸν πρῶτον ὄφιν ἔχει τὴν ὁμοιότητα. Ἄκουε γάρ· «Θυμὸς αὐτοῖς | |
69.1109(50) | κατὰ τὴν ὁμοιότητα τοῦ ὄφεως.» Ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευόμενον. (F f. 86 b.) Τὸ διατρέχον ὕδωρ οὐχ ἕστηκεν ἐν τῷ | |
αὐτῷ. Κατὰ τὸν ἴσον οὖν τρόπον καὶ οἱ δυσσεβεῖς οὐ | 1109 | |
69.1112 | μένουσιν ἐν εὐημερίαις, ἀλλ’ οἷον ὡσεὶ ὕδωρ τρέχον, δρομαῖοι βαδιοῦνται πρὸς ὄλεθρον. Ἐντενεῖ τὸ τόξον αὐτοῦ. (F f. 86 b.) Τόξον δὲ ὅταν ἀκούσῃς ἐπὶ Θεού, ὀρ‐ | |
5 | γὴν ἐννόει θανατηφόρον. Ὡσεὶ κηρὸς ὁ τακεὶς ἀνταναιρεθήσονται. [Cod. M f. 95.] Δίκην δὲ κηροῦ πυρὶ πελάζοντος καὶ τηκομένου διαλυθήσονται, καὶ τῆς ζωῆς στερη‐ θήσονται. Τοῦτο γάρ ἐστι· «Καὶ οὐκ εἶδον τὸν | |
10 | ἥλιον.» Καὶ ἐρεῖ ἄνθρωπος· Εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, κ.τ.λ. (E f 106.) Τὸ ἄρα ἐν τούτοις οὐκ ἀμφιβάλλοντός ἐστιν, πεπληροφορημένου δὲ μᾶλλον καὶ πεπιστευ‐ | |
15 | κότος καὶ οἷον ἤδη συννεύοντος, ὅτι καρπὸν ἔχει τῆς εἰς Θεὸν ἀγάπης, καὶ τὴν παρ’ αὐτοῦ φειδὼ καὶ ἐπι‐ κουρίαν. Ἦ γὰρ σώζεται μὲν αὐτὸς, ὡς ἔφην, ἐπ‐ αμύνοντος τοῦ Θεοῦ· κολάζεται δὲ δι’ αὐτὸν ὁ ἁμαρτωλός. | |
20t | ΨΑΛΜΟΣ ΝΗʹ. | |
21 | Ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου. (E f. 106 b.) Οὐ γὰρ διελελοίπασιν οἱ τάλανες Ἰουδαῖοι τὰ τῆς αὐτῶν δυστροπίας ἐπιφέροντες τῷ Χριστῷ, καὶ παγίδας ἀρτύοντες καὶ δόλους, καὶ | |
25 | πάντα τρόπον ἀνόσιον ἐγχειρημάτων κατασκευάζον‐ τες. Καὶ σὺ, Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς τοῦ Ἰσραὴλ, κ.τ.λ. (A f. 306.) Τὸ ἀναμάρτητον ὁ Δαβὶδ ἐν μόνῳ θεω‐ | |
30 | ρήσας τῷ ἐξ αὐτοῦ κατὰ σάρκα Χριστῷ, καὶ τὴν τῶν ὁμοφυλίων Ἰουδαίων κατ’ αὐτοῦ μανίαν προ‐ θεωρήσας τῷ πνεύματι, τὸν τῶν δυνάμεων τῶν ἀγγε‐ λικῶν Κύριον καὶ τοῦ Ἰσραὴλ ἱκετεύει Θεὸν, κατα‐ λιπεῖν μὲν Ἰουδαίους ἀτημελήτους, μᾶλλον μὲν οὖν | |
35 | μηδεμιᾶς αὐτοὺς συγγνώμης ἀξιῶσαι ὡς θεοκτόνους, πᾶσαν δὲ εἰς τὰ ἔθνη μεταθεῖναι τὴν πρόνοιαν καὶ τῷ τῆς θεογνωσίας καταυγάσαι φωτί. Οὐ μόνος δὲ ὁ Δαβὶδ εὔχεται ἐπιστροφὴν μὲν τῶν εἰδωλολατρῶν γενέσθαι ἐπὶ τὴν εἰς Χριστὸν πίστιν, ἀποβολὴν δὲ | |
40 | τοῦ Ἰσραὴλ διὰ τὴν ἀνομίαν αὐτῶν, ἀλλὰ καὶ ὁ Κύριος. Ἄκουε γοῦν ὅπως καὶ πρὸ τῆς ἐνανθρωπή‐ σεως, ὡς ἤδη γεγονὼς καθ’ ἡμᾶς, ὑπὲρ παντὸς τοῦ κόσμου τὰς διαλέξεις ποιεῖται πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν. —Ἐπεσκέψατο μὲν γὰρ καὶ | |
45 | πάλαι Θεὸς τοὺς ἐπὶ τῆς γῆς, ἀλλ’ ἦν ἐπὶ μόνον τὸν Ἰσραὴλ ἡ ἐπίσκεψις· καὶ πεπαιδαγώγηκεν ὁ Μωσῆς διὰ τύπου καὶ σκιᾶς ἀναφέρων ἐπὶ τὸ μυστήριον τοῦ Χριστοῦ. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός. Ἠκούετο μὲν γὰρ ὁ πάλαι νόμος, ἀλλὰ κατὰ μόνην | |
69.1112(50) | τὴν Ἰουδαίαν· τὸ δὲ θεῖον καὶ οὐράνιον κήρυγμα ὅλην περιπεφοίτηκε τὴν ὑπ’ οὐρανόν. Ἔφη γὰρ τοῦτο περὶ τῶν ἁγίων ἀποστόλων· «Εἰς πᾶσαν τὴν | |
γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,» καὶ τὰ ἑξῆς. | 1111 | |
69.1113 | (E f. 107. Κυρίλλου καὶ Ἡσυχίου) Καὶ ταῦτα ἀνθρωπίνως πρὸς τὸν αὐτοῦ Πατέρα καὶ Κύριον τῶν δυνάμεων καὶ Θεὸν τοῦ Ἰσραὴλ τυγχάνοντα, καὶ ἰδεῖν ὁ Χριστὸς βούλεται καὶ προσεύχεται. | |
5t | ΨΑΛΜΟΣ ΝΘʹ. | |
6 | Σῶσον τῇ δεξιᾷ σου. (E f. 110.) Δεξιὰν εἶναί φαμεν τοῦ Πατρὸς τὸν Υἱὸν, δι’ ὃν τὰ πάντα ἐγένετο. Ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν, καὶ αὐτὸς ἐξου‐ | |
10 | δενώσει τοὺς θλίβοντας ἡμᾶς. (A f. 313.) Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Καὶ πάλιν· «Οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις ἡ σὺν ἐμοί.» | |
14t | ΨΑΛΜΟΣ Ξʹ. | |
15 | Ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος. (A f. 315, E f. 111 b, F f. 90 b. Κυρίλλου καὶ Ἀθανασίου.) Ἐπεὶ δὲ τῶν ὁδηγούντων ἴδιον τὸ δεικνύειν ποία μὲν ἀσφαλὴς ὁδὸς, ποία δὲ σφαλερὰ | |
20 | καὶ βλαβερὰ μαρτύρεσθαι, καὶ τοῦτο Χριστὸς πε‐ ποιηκὼς εὑρίσκεται, ἐν τῷ λέγειν· «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ θύρα.» Τὸ δὲ, πύργος ἰσχύος, ὅμοιον ὡσεὶ λέγοι· Τεῖχος καὶ ἀσφάλεια γέγονας, εἰς τὸ μηδὲν παθεῖν ἐπηρεαζόντων τῶν ἐχθρῶν. Ὥσπερ γὰρ πο‐ | |
25 | λεμίων ἐμβεβληκότων, οἱ πύργον ἔχοντες ἰσχυρὸν κερδαίνουσι τὴν σωτηρίαν, οὕτως μαχομένων ἡμῖν ἐχθρῶν, πύργος ἑδραῖος καὶ ἀκατάσειστος γίνεται ὁ Χριστὸς, καὶ ἀνασώζει ῥᾳδίως τοὺς ἐπ’ αὐτῷ πε‐ ποιθότας. | |
30 | Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶ‐ νας, σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου. (A f. 315. Κυρίλλου καὶ Ἀθανασίου.) Πρὸς δὲ νοῦν, ἀφ’ ὧν ἤδη εἴληφεν ἀγαθῶν, καὶ περὶ τῶν | |
35 | μελλόντων ἐλπίζει, ὅτι δὴ εἰς τὰς ἄνω σκηνὰς γεγο‐ νὼς ὑπὸ τὴν αὐτοῦ διὰ παντὸς γενήσεται σκέπην. Ὥσπερ γὰρ οἱ μέλλοντες ἐπιτελεῖν ἑορτὴν, ἐγγύς τε καὶ ἐπὶ θύραις ἔχοντες αὐτὴν προαναπίπλανται θυμ‐ ηδίας, καὶ τὴν οὔπω παροῦσαν ὡς ἤδη παροῦσαν | |
40 | ὁρῶσιν, οὕτω καὶ οἱ ἅγιοι χρηστὰς ἔχοντες ἐλπίδας ἐπὶ τῇ μελλούσῃ ζωῇ, χαίρουσιν ἐπ’ αὐτῇ. Πτέρυγας δὲ καλεῖ τὰς τοῦ Θεοῦ προνοητικὰς δυνάμεις, ὑφ’ ἃς σκέπεται ὁ θεοφιλὴς, μηδέποτε τῆς σκηνῆς ἀναχω‐ ρῶν τοῦ Θεοῦ, ἀλλὰ δι’ αἰῶνος ἐν αὐτῇ κατοικῶν. | |
45 | Ἡμέρας ἐφ’ ἡμέρας τοῦ βασιλέως προσθήσεις. (A f. 316, F f. 90 b. Κυρίλλου καὶ Ἀθανασίου.) Πρὸς δὲ νοῦν, σημαίνει ὁ λόγος, ὡς καὶ τοῦτο μέρος κληρονομίας ἐστὶν ἡ αἰώνιος ζωή. Τοῦτο γάρ ἐστι τὸ ἡμέρας ἡμερῶν τοῖς ἔτεσι τοῦ βασιλέως προσ‐ | |
69.1113(50) | θεῖναι· σημαίνει γὰρ διὰ τῶν ἡμερῶν χρόνους τινὰς καὶ αἰῶνας· μὴ ὑπολάβῃς δὲ ὅτι περὶ ἑνός τινος βα‐ σιλέως τὰ τοιάδε φησὶν, ἴσθι δὲ μᾶλλον ὅτι περὶ παντὸς τοῦ κεκλημένου πρὸς βασιλείαν οὐρανῶν· ὃν καὶ διαμένειν φησὶν εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ | |
55 | Θεοῦ. Οἱ γὰρ σύμμορφοι γενόμενοι τῶν παθημάτων | 1113 |
69.1116 | αὐτοῦ, καὶ συμβασιλεύσουσιν αὐτῷ διηνεκῶς. Προει‐ πὼν μέντοι ὁ προφήτης· «Ὅτι σὺ, ὁ Θεὸς, εἰσ‐ ήκουσας τῶν εὐχῶν μου,» καθ’ ὑπέρβατον συνῆψε τὸ, «Ἡμέρας ἐφ’ ἡμέρας τοῦ βασιλέως προσθήσεις.» | |
5 | Ἀκούσας γὰρ, φησὶ, τῶν εὐχῶν μου, ἡμέρας ἐφ’ ἡμέρας προσέθηκας. Διὰ μέσου δὲ ἐνεβλήθη ἡ περὶ τῶν φοβουμένων τὸ ὄνομα Κυρίου μνήμη, ἐπειδὴ καὶ αὐτοῖς ἐπήγγελται τὴν κληρονομίαν ἡ προφη‐ τεία· ἦν δὲ ἡ αἰώνιος ζωή. | |
10t | ΨΑΛΜΟΣ ΞΑʹ. | |
11 | Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; (A f. 316. b. Κυρίλλου καὶ τοῦ Νύσσης.) Τὸ ὑπο‐ ταγῆναι τῷ Θεῷ τὴν ψυχὴν, σωτηρίαν εἶναι ὁ Δαβὶδ ἀπεφήνατο. Ἄριστον καὶ ἐπωφελὲς καὶ ἁπάσης | |
15 | ἡμῖν ἐλπίδος πρόξενον ἀγαθῆς, τὸ ὑποτάττεσθαι τῷ Κυρίῳ καὶ ὑποφέρειν αὐτῷ τῆς διανοίας τὸν αὐχένα, καὶ προσοικειοῦσθαι αὐτῷ διὰ πάσης ἐπιεικείας, τὸ προφητικὸν ἐκεῖνο λέγοντας· «Ἰδοὺ οἴδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν εἶ.» | |
20 | Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον; φονεύετε πάντες ὑμεῖς; (A f. 317 b.) Φονευτὴς γάρ ἐστιν ὁ Σατανᾶς ψυχῶν καὶ πνευμάτων, καὶ τὰ τούτου τέκνα· καὶ τοὺς ἤδη διανενευκότας πρὸς τὸ πλημμελὲς, διὰ τὴν | |
25 | ἐνοῦσαν ἀσθένειαν τῇ φύσει, προσωθεῖν καταστρέ‐ φων. Τάχα δὲ καὶ τοῖς πονηροῖς ὑπηρέταις τοῦ διαβόλου ὁ λόγος μάχεται, αἰτιώμενος τὴν ἀμετρίαν τῆς παρ’ αὐτῶν ἐπαγομένης ἐπιβουλῆς· ὅτι οἱ μὲν ἄνθρωποί εἰσι ζῶον ἀσθενὲς, ὑμεῖς δὲ ἐπιτίθεσθε, | |
30 | οὐκ ἀρκούμενοι πρώτῃ προσβολῇ, ἀλλὰ καὶ δευτέ‐ ραν καὶ τρίτην ἐπάγετε· ἕως ἂν οὕτω τὴν ψυχὴν τοῦ περιπεσόντος ἡμῖν καταστρέψητε, ὥστε γενέ‐ σθαι παραπλησίαν τοίχῳ κλιθέντι καὶ φραγμῷ ἀνα‐ τραπέντι. | |
35 | Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι. (A f. 317 b.) Μόνον γὰρ οὐχὶ καὶ αὐτοῦ τοῦ λο‐ γικοῦ οἱ δαίμονες ἡμᾶς ἀπεστέρησαν, ξύλα καὶ λίθους ἀναγκάσαντες προσκυνεῖν, ὡς καὶ λέγεσθαι περὶ ἡμῶν· «Ἄνθρωπος ἐν τιμῇ ὣν οὐ συνῆκε.» | |
40 | Ἔδραμον ἐν δίψει. (A f. 318.) Τὸ σύντονον λέγει τῆς τῶν δαιμόνων ἐπιβουλῆς, ὅτι τρέχουσι καθ’ ἡμῶν διψῶντες ἡμῶν τὴν ἀπώλειαν καὶ τὴν ἀποστέρησιν τῆς τιμῆς. Ἀκούεις ὅπως οἱ τῆς ἀνομίας υἱοὶ ἐξωθεῖν [cod. | |
45 | ἔξωθεν] ἡμᾶς σπουδάζουσι τῆς ἐκνεμηθείσης παρὰ Θεοῦ τιμῆς, καὶ ἀποστερεῖν ἐπείγοντες τῶν δεδω‐ ρημένων ἡμῖν ἄνωθεν ἀγαθῶν; Θέλοντες δὲ τιμῆς ἐξῶσαι τοὺς ἡγιασμένους, δεδιψήκασι τοῦ πράγμα‐ τος τὴν κατόρθωσιν, καὶ πᾶσαν εἰς τοῦτο πεποίην‐ | |
69.1116(50) | ται τὴν σπουδήν. Τοῦτο γάρ ἐστι τὸ, «Ἔδραμον ἐν | |
δίψει.» Ποίαις δὲ κέχρηνται μηχαναῖς· | 1115 | |
69.1117 | Τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. (E f. 112 b.) Εἰσὶ γὰρ, εἰσὶν οἳ μὲν τὴν γλῶτταν ἔχουσι διφυᾶ, διπρόσωπον δὲ τὴν καρδίαν, οἳ χρη‐ | |
5 | στοὶ μὲν εἰσὶν, ὅσον ἧκον εἰς λόγους, ἰοῦ δὲ μεμεστω‐ μένον καὶ πονηρίας ἁπάσης ἔχουσι τὸν νοῦν. Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου. (A f. 318. Κυρίλλου, Βασιλείου, Θεοδωρήτου.) Πάλιν τῇ ἰδίᾳ ψυχῇ διαλέγεται, τὴν ὑποταγὴν αὐτῆς | |
10 | τὴν πρὸς Θεὸν ἐπιτείνων. Ἐνδείκνυται δὲ τὸ μέγε‐ θος τῶν πειρασμῶν, καὶ τὸ τοῦ Ἀποστόλου λέγει· «Ὅτι οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν.»—«Παρ’ αὐτοῦ γὰρ ἡ ὑπομονή μου.» Καὶ γὰρ αὐτὸς Θεός μου καὶ σωτήρ μου, ἀντι‐ | |
15 | λήπτωρ μου, οὐ μεταναστεύσω. (A f. 318 b.) Ὁμολογοῦμεν οὐχ ὑπεσταλμένως, ἀλλ’ ἐν παῤῥησίᾳ τεθαρσηκότες καὶ ἀληθεύοντες ὅτι Θεὸς ἡμῶν ὁ Ἐμμανουὴλ, ὃν ἡ ἁγία θεοτόκος Παρ‐ θένος ἀπεκύησεν. Αὐτὸν οὖν εἰδότες ἀληθινὸν Θεὸν | |
20 | καὶ σωτηρίας πηγὴν, οὐκ ἀνεξόμεθα τὴν δουλείαν ἀμεῖψαι καὶ πρὸς ἑτέραν δεσποτείαν ἀναδραμεῖν. Τὸ γὰρ «Οὐ μὴ μεταναστεύσω,» ἀντὶ τοῦ «οὐ μεταθή‐ σομαι» τέθεικεν. Οὐ γενήσομαι, φησὶ, μετανάστης ἀπὸ τῆς ἀληθείας εἰς πλάνην, καὶ δοῦλος τῆς ἁμαρτίας. | |
25 | Ἐλπίσατε ἐπ’ αὐτὸν, πᾶσα συναγωγὴ λαῶν. (A f. 318 b, E f. 113.) Συναγωγὴν οὐ μερικήν τινα λέγει, καθὰ καὶ πάλιν Μωσῆς. Ἅμα δὲ καὶ προφητικώτερον τὴν τῶν ἐθνῶν πάν‐ των προαναφωνεῖ κλῆσιν. Ἐπεφάνη γὰρ ὁ Μονογε‐ | |
30 | νὴς οὐ μερικήν τινα ποιούμενος κλῆσιν, οὐδὲ σώζων ἔτι μόνον τὸν Ἰσραὴλ καθὰ καὶ διὰ τῶν ἁγίων προφη‐ τῶν, ἀλλὰ τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην προσφω‐ νῶν τε καὶ λέγων· «Ἀκούσατε, πάντα τὰ ἔθνη,» καὶ τὰ ἑξῆς. Ὁ μὲν γὰρ διὰ Μωσέως [νόμος] ἓν | |
35 | ἐπαίδευσεν ἔθνος τὸν Ἰσραήλ· ἡ δὲ διὰ Χριστοῦ χάρις εἰς πᾶσαν τὴν ὑπ’ οὐρανὸν ἐπευρύνεται. Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων. (F f. 91 b.) Μάταιοι δὲ κατὰ τὸ ἀληθὲς οἱ υἱοὶ τῶν ἀνθρώπων, τουτέστιν οἱ μόνα φρονοῦντες τὰ ἐπὶ τῆς | |
40 | γῆς, οἱ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις προσκείμενοι, καὶ μόνα ζητοῦντες τὰ πρόσκαιρα. Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. (B f. 255 b, H f. 88.) Μηδὲν μέγα τὸ πρᾶγμα εἶναι νομίσῃς. Παρατρέχει γὰρ, ὡς ἔφην, ὁ πλοῦτος, καὶ | |
45 | μόνον ὀφθεὶς σκιᾶς ἐν ἴσῳ φεύγει. Ζητῶμεν δὲ παν‐ ταχοῦ τὴν δικαιοσύνην τοῦ Θεοῦ, ἐρευνῶμεν τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέ‐ λειον. Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα. | |
69.1117(50) | (A f. 319 b.) Τί φὴς, ὦ μακάριε Δαβίδ; Ἅπαξ λαλῆσαι διισχυρίζῃ τὸν τῶν ὅλων Θεόν; Εἶτα πῶς ὁ λόγος ἐστὶν ἀληθής; Λελάληκε γὰρ οὐχ ἅπαξ, ἀλλὰ | |
πλειστάκις, πολυμερῶς τε καὶ πολυτρόπως τοῖς πα‐ | 1117 | |
69.1120 | τράσιν. Πῶς οὖν ἔφης ἐνταῦθα, ἅπαξ λαλῆσαι τὸν Θεόν; Νοήσωμεν τοῦ λόγου τὴν δύναμιν· βούλεται δέ τι τοιοῦτον δηλοῦν ὁ πνευματοφόρος· Κἂν ἄπαξ, φησὶν, ἐλάλησεν ὁ Θεὸς, ἀλλ’ ἔχων πᾶσαν εὐθὺς τὴν | |
5 | τοῦ συμφέροντος γνῶσιν, οὐ μακρῶν εἰς τοῦτο δεη‐ θήσομαι λόγων. Ἅπαξ λαλείτω, καὶ πείθομαι· καὶ διττὴν ἐν ἐμαυτῷ συλλέγω τὴν παίδευσιν, ψυχικήν τε ἅμα καὶ πνευματικήν. Διττὸς γὰρ ἀεί πώς ἐστι τῆς ἐν ἡμῖν ἐπιεικείας ὁ τρόπος, καὶ διπλοῦν ἡμῶν | |
10 | τὸ ἐπιτήδευμα, τὸ εἰς ὀσμὴν εὐωδίας προσφερόμενον παρ’ ἡμῶν τῷ Θεῷ. Δεῖ γὰρ ἡμᾶς καθαροὺς εἶναι τῷ σώματι καὶ τῷ πνεύματι. Ἢ τὸ, «Ἄπαξ ἐλάλησεν,» ἀντὶ τοῦ, Ἕστηκε βεβαίως ὁ τοῦ Θεοῦ λόγος Μωσῇ ῥηθεὶς ἅπαξ καὶ μηκέτι μετακινούμενος, ὅτι Κύριος | |
15 | ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων καὶ δικαιοσύνην δια‐ τηρῶν. Τὸ τοίνυν ἄπαξ οὐκ ἐπὶ ἀριθμοῦ τέθεικεν, ἀλλ’ ἐπὶ τοῦ πάντως ἐσομένου. Ἀδύνατον γὰρ μὴ γενέσθαι ὃ ὁ Θεὸς ἀπεφήνατο. Οὐκ ἀναβαλεῖται τὴν ἀπόφασιν· ὡς τὸ, «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου,» | |
20 | ἀντὶ τοῦ βεβαίως. Ἢ τὸ ἅπαξ, ὅτι κἂν πολλάκις ἐλάλησεν, εἶς αὐτῷ σκοπὸς τῶν πολυμερῶν διαλέ‐ ξεων, τὸ γνῶναι ἡμᾶς ἰσχυρὸν εἶναι τὸν Θεὸν καὶ φιλάνθρωπον, ἵν’ ὡς μὲν ἰσχυρὸν φοβηθῶμεν, ὡς δὲ φιλανθρώπῳ προσδράμωμεν. | |
25 | Ὅτι τὸ κράτος, τοῦ Θεοῦ· καὶ σοῦ. Κύριε, τὸ ἔλεος. (A f. 220, B f. 256, H f. 89 b.) Ὅτι δυνατὸς, φησὶν, ὁ Θεὸς ἐν τῇ κρίσει, ὁ αὐτὸς καὶ ἐλεήμων. Ἀπεφή‐ νατο γὰρ λόγον περὶ τῆς κρίσεως, δι’ οὗ δύο ταῦτα | |
30 | ἀκήκοα, ἒν μὲν ὅτι τοῖς δεηθεῖσιν ὀργῆς διὰ τὴν τῶν ἁμαρτημάτων ὑπερβολὴν, ὀργὴν ἀποδώσει· τοῖς δὲ ἄξια πεποιηκόσιν ἐλέους, ἀπονέμει ἔλεον. Τὸ γὰρ κράτος τὴν ὀργὴν σημαίνει καὶ τὴν ἀποτομίαν τὴν κατὰ τῶν ἀξίων αὐτῆς γινομένην. Κατακρατεῖ γὰρ | |
35 | τῶν ὅλων ὁ πάντων ἔχων τὴν ἐξουσίαν Θεός· καὶ ἰσχυρᾷ μὲν χειρὶ καταστρέφει τὸν ἀλαζόνα, καὶ κο‐ λάζει τὸν ἀποστάτην, ἐλεεῖ δὲ τοὺς ἀγαπῶντας αὐτόν. Ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Μήτε οὖν ἐλπίζετε ἐπ’ ἀδικίαν, μήτε ἐπὶ πλοῦτον προστί‐ | |
40 | θεσθε. | |
41t | ΨΑΛΜΟΣ ΞΒʹ. | |
42 | Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. (F f. 92 b.) Ὀρθρίζειν δέ φησι πρὸς τὸν Θεὸν, οὐχ ὡς ἑτέροις πράγμασι τὴν διάνοιαν ἔχοντας, ἀλλ’ ἐπὶ | |
45 | μόνοις τοῖς αὐτῷ δοκοῦσι καὶ φίλοις. Αὕτη γάρ ἐστιν ἡ ἁγιοπρεπὴς ἀληθῶς πολιτεία, καὶ τῆς ἐξαιρέτου ζωῆς τὰ κατορθώματα. Ἐδίψησέν σοι ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. | |
69.1120(50) | (A f. 320 b, E f. 114 b. Κυρίλλου καὶ τοῦ Νύσσης.) Λέγει δὲ ταῦτα ψυχὴ οὖσα μὲν ἐν γῇ ἐρήμῳ διδα‐ σκαλίας ὑγιαινούσης, ζητοῦσα δὲ θείαν ἐπιῤῥοήν· δύ‐ ναται δὲ λέγειν τὸ, Ἐδίψησέ σε ἡ ψυχή μου, καὶ ἡ σάρξ μου, καὶ ὅστις ὑποτάξει τὴν σάρκα τῷ πνεύ‐ | |
55 | ματι καὶ συμφωνοῦσαν τῇ ψυχῇ ἀπεργάσεται, ἔρη‐ | |
μον οὖσαν παθῶν καὶ ἄβατον αὐτοῖς καὶ ἄνυδρον, εἴ‐ | 1119 | |
69.1121 | τουν τῆς λαγνείας ἀπηλλαγμένην καὶ τῆς μιαρᾶς ῥεύσεως καὶ τῆς κατὰ ἡδονὰς ὑγρότητος. Ὅταν οὗν καὶ ἡμεῖς κατανεκρώσωμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, τότε ἐροῦμεν ἐκ παῤῥησίας τὰ τοῦ Δαβίδ· «Οὕτως | |
5 | ἐν τῷ ἁγίῳ,» καὶ τὰ ἑξῆς. Ἢ διψῶν καὶ ἐπιποθῶν τὴν περὶ τὸν ἅγιόν σου συνάφειαν. Τίς δὲ ὁ ἅγιος, ἢ ὁ μονογενής σου Υἱός; Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς. (A f. 321, E f. 114 b.) Οἱ τῷ ἐλέῳ προσελθόντες | |
10 | Θεοῦ, τουτέστι Χριστοῦ, οὐδὲν ἡγούμενοι τοῦ παρόν‐ τος βίου τὴν ζωὴν, τὴν τοιαύτην ἀναφθέγγονται φω‐ νήν· ὑπὲρ πλῆθος ζωῆς τῆς παρούσης δηλονότι λέγοντες εἶναι τὸ δεδομένον αὐτοῖς παρὰ τοῦ Μονο‐ γενοῦς ἔλεος. Ἢ ἔλεος μὲν ὀνομάζει τὴν ἐν Χριστῷ | |
15 | σωτηρίαν· ζωὰς δὲ τὸν νόμον, ἤτοι τῆς κατὰ νόμον πολιτείας τὴν ὁδόν. Μεῖζον τοίνυν, φησὶν, ὑπὲρ ζωὰς τὸ ἔλεός σου. Τὰ χείλη μου ἐπαινέσουσί σε, οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου. | |
20 | (A f. 321.) Καρπὸν χειλέων τὴν ὑμνῳδίαν ἐπαγ‐ γέλλεται, καὶ τὸν Θεὸν οὐ μόνον στόματι εὐλογεῖν συντίθεται, ἀλλὰ καὶ διὰ τῆς ζωῆς τοῦτο ποιεῖν, τουτέστι δι’ ἐναρέτου πολιτείας δοξάζειν αὐτόν· καί φησιν, ὅτι Οὐ πρὸς Θεὸν ἀλλότριον τὰς χεῖρας ἐκτενῶ, | |
25 | ἀλλ’ ἢ σοὶ μόνῳ, καὶ τὸ σὸν ἐπικαλούμενος ἐν προσ‐ ευχαῖς ὄνομα, οὐκ αἰτήσω παρά τινος αἴτημα τῶν ψευδωνύμων θεῶν· σοὶ δὲ τῷ κατὰ φύσιν ὄντι Θεῷ προσκομιῶ τὰς λιτάς. Καύχημα δὲ τοῦτο ἀξιοπρε‐ πὲς καὶ ἐξαίρετον, τὸ μόνον εἰδέναι τὸν τῶν ὅλων | |
30 | Θεὸν, καὶ αὐτῷ προσκομίζειν τὰς προσευχάς. Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου. (A f. 321). Δείκνυσιν πόσον τὸ κέρδος τῶν ἐπ’ αὐτῷ μόνῳ τὰς ἐλπίδας ἐχόντων. Ὥσπερ γὰρ τὸ σῶμα τοῖς | |
35 | ἐστεατωμένοις ὅ ἐστι τοῖς λιπαροῖς ὄψοις πιαίνεται μᾶλλον, οὕτως ἡ ψυχὴ τῇ δαψιλεῖ χορηγίᾳ τοῦ Πνεύ‐ ματος καὶ τῇ εὐφροσύνῃ, ἧς ἐμπλησθῆναι ὁ προφή‐ της εὔχεται, ἵνα ἐν χείλει ἀγαλλιάσεως αἰνέσῃ τὸν Κύριον, τῆς πνευματικῆς τροφῆς κορεσθείς. Ὅτε | |
40 | γὰρ, φησὶ, τοῦ σοῦ ἐν μνήμῃ ὀνόματος γένωμαι, τότε δὴ, τότε χαρᾶς πληροῦται τὸ στόμα μου. Ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. D f. 159, G f. 32 b.) Τὴν φρουρητικὴν δύναμιν τοῦ Θεοῦ σημαίνει ἢ τὴν Παλαιὰν καὶ τὴν Νέαν. | |
45 | Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου. (A f. 321 b, E f. 115.) Κόλλησιν ὀνομάζει τὸ οἱονεί πως πεπηγὸς φρόνημα, καὶ τὸ ἐκτενὲς εἰς ἀρετὴν, καὶ τὸ ἀδιάσπαστον εἰς ἀγάπην. Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ | |
69.1121(50) | Χριστοῦ;» Ὅταν δέ τις τῷ καθαρῷ συναφθείη διὰ καθάρσεως, ὑπὸ τῆς ἐκείνου λοιπὸν ἄγεται δεξιᾶς, τουτέστι Χριστοῦ· αὐτὸς γάρ ἐστιν ἡ δεξιὰ τοῦ Θεοῦ, | |
δι’ ἧς τὰ πάντα κατορθοῖ καὶ πάντα ἐργάζεται. | 1121 | |
69.1124 | Ἐκεῖνος δὲ δύναται κολληθῆναι τῷ Κυρίῳ, ὁ ἐπ’ αὐτὸ φθάσας τὸ τῆς μακαριότητος τέλος· ὃς καὶ ἀκούει παρὰ Θεοῦ· «Σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ.» | |
5 | Εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς. (A f. 322.) Κατακράζει λοιπὸν τῶν ἀντικειμένων δυνάμεων δι’ ἢν ὑπέμεινε βίαν, εὐχόμενος ταῖς αἰω‐ νίαις αὐτοὺς παραδοθῆναι κολάσεσιν· ἢ καὶ προφη‐ τεύει ὅτι στραφήσεται ἐπὶ τοὺς ἐχθροὺς ἃ κατ’ αὐτοῦ | |
10 | ἐμηχανήσαντο, θάνατος, καὶ ἡ εἰς ᾅδου κατάβασις. καὶ ξίφος ὅπερ ἤραντο κατ’ αὐτοῦ, καὶ θηρίων ἅλωσις. Παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται. | |
15 | (A f. 322, B f. 259, C f. 132, E f. 115 b, H f. 97.) Τὴν ἐκεῖ δὲ τιμωρίαν ἡ ῥομφαία δηλοῖ· ταύτης δὲ χεῖρας ἢ τοὺς ὑπ’ αὐτῆς πόνους, ἢ τοὺς ὑπηρετοῦν‐ τας αὐδῇ, σκεύη λεγομένους ὀργῆς· καὶ διὰ τὴν πο‐ νηρίαν αἱ πονηραὶ δυνάμεις ἀλώπεκες λέγονται· με‐ | |
20 | ρίζονται γὰρ τὰς τῶν ἀσθενεστέρων ψυχὰς αἱ ἀλώ‐ πεκες αἱ νοηταὶ, αἱ νεκροῖς καὶ ὀδωδόσι τρεφόμεναι σώμασι, τουτέστι τὰ πονηρὰ καὶ δυστροπώτατα πνεύ‐ ματα. Πανοῦργον γὰρ καὶ ἀκάθαρτον οὖσα θηρίον ἡ ἀλώπηξ, εἰς εἰκόνα τῶν ἀκαθάρτων τῆς πονηρίας | |
25 | πνευμάτων λαμβάνεται, ὑφ’ ὧν τῇδέ τε κἀκεῖσε πε‐ ριελεύσονται οἱ πρὸς τὸ ῥᾴθυμον νενευκότες, οὐ μὴν καὶ οἱ νομοφύλακες. Ὀρθῶς γὰρ περὶ τοῦ δικαίου εἴρηται· «Ὁ νόμος τοῦ Θεοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.» Ἀπορ‐ | |
30 | θοῖ γὰρ ὁ νόμος εἰς τὸ ἀρέσκον Θεῷ. Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ. (A f. 322. E f. 115 b.) Οὔτω, φησὶ, καύχημα αὐτῶν ἔσται Χριστὸς, τῶν βασιλευσάντων δηλονότι, ὡς καὶ ὅρκον αὐτὸν ποιουμένους ἐπαινεῖσθαι δικαίως. Ὀμοῦν‐ | |
35 | ται γὰρ τὸν Θεὸν τὸν ἀληθινὸν, κατὰ τὸ γεγραμμένον. Φησὶ δὲ καὶ ὁ θεσπέσιος Μωσῆς· «Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ,» τουτ‐ έστιν Ὀμώσεις. Χρὴ γὰρ καὶ ἡμᾶς καὶ ἐν ταῖς τῶν ὅρκων χρείαις, Θεοῦ τοῦ φύσει καὶ ἀληθῶς διαμε‐ | |
40 | μνῆσθαι μόνου, ἑτέρου δὲ παρ’ αὐτὸν παντελῶς οὐδε‐ νός. Τοιοῦτόν τι καὶ νῦν μακάριος Δαβὶδ ἐξηγεῖται λέγων· «Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ·» δεῖγμα γὰρ μετὰ τῶν ἄλλων καὶ τοῦτο τῆς εἰς αὐτὸν ἀγάπης, τὸ εἰ γένοιτο τυχὸν ὅρκου χρεία, αὐτοῦ δια‐ | |
45 | μνημονεῦσαι μόνου. Ἆρ’ οὖν ἐκεῖνό φαμεν, ὅτι προ‐ τρέπει πρὸς ὅρκους ἡμᾶς ὁ τοῦ προφήτου λόγος; Καί‐ τοι πῶς οὐκ ἄμεινον μηδὲ ὀμνύναι ποτέ; Τοῦτο γὰρ ἡμῖν ποιεῖν καὶ αὐτὸς προστέταχεν ὁ Σωτήρ. Τί οὖν ἆρά ἐστι τὸ ἐν τούτοις δηλούμενον; Πῶς ἐπαινετὸς ὁ | |
69.1124(50) | ὀμνύων κατ’ αὐτοῦ; Ἔχει τινὰ σοφὴν καὶ ἀναγ‐ καίαν οἰκονομίαν ὁ λόγος. Ἄκουε δέ· Οἱ ἐξ αἵματος Ἰσραὴλ, καίτοι τῷ θείῳ παιδαγωγούμενοι νόμῳ, ἕνα | |
τε καὶ μόνον Θεὸν κεκελευσμένοι προσκυνεῖν, ἐκ πολ‐ | 1123 | |
69.1125 | λῆς ἄγαν ἀνοσιότητος εἰς ἀτόπους εἰδωλολατρείας ἐτράποντο κατὰ καιροὺς, καὶ προσκεκυνήκασι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, τὸν φύσει Θεὸν ἀφέντες, καὶ ὤμνυον κατὰ τῶν οὐκ ὅντων θεῶν. Ἦν οὖν ἄρα | |
5 | τὸ τηνικάδε πιστὸς καὶ γνήσιος, καὶ τῶν τῆς εἰδω‐ λολατρείας ἐγκλημάτων ἀπηλλαγμένος, ὅστις μὴ ὤμνυε κατά τινος ἑτέρου Θεοῦ, ἐν δὲ ταῖς τῶν ὅρκων χρείαις ὠνόμαζε τὸ ὄνομα τοῦ κατὰ φύσιν ὄντος Θεοῦ. Ἀπὸ τῆς τοίνυν τότε κρατούσης συνηθείας, | |
10 | τὸν πιστὸν ἀληθῶς καὶ γνήσιον προσκυνητὴν κατα‐ σημαίνει λέγων· «Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν τῷ Θεῷ.» | |
13t | ΨΑΛΜΟΣ ΞΓʹ. | |
14 | Εἰσάκουσον, ὁ Θεὸς, φωνῆς μου, ἐν τῷ δέεσθαί | |
15 | με πρὸς σὲ, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. (A f. 323.) Τὸ δὲ, «Εἰσάκουσόν μου ἐν τῷ δέεσθαι,» ἀντὶ τοῦ, Οὐ σιωπῶντος, ἀλλ’ εὐχομένου· χρῆμα γὰρ ἐπιζήμιον ἐν τοῖς τοιούτοις ἡ σιωπή. Ἢ ὅτι Ταχύ | |
20 | μου εἰσάκουσον καὶ ἐν αὐτῷ τῷ δέεσθαι, κατὰ τὸ, «Ἔτι λαλοῦντός σου, ἐρῶ· Ἰδοὺ πάρειμι.» Ὅρα δὲ ὅπως ἐστὶν ἀκριβὴς τῆς προσευχῆς ὁ λόγος· οὐ γὰρ εἴρηκεν· Ἀπὸ ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου, ἀλλ’ «Ἀπὸ φόβου ἐχθροῦ.» Οὐ δέδιε τοὺς ἀγῶνας, | |
25 | οὐ παραιτεῖται τὴν μάχην, οὐ φεύγει τὴν ἀντίστασιν, αἰτεῖ δὲ μᾶλλον τὸ δύνασθαι παρὰ Θεοῦ, ἵνα μὴ κα‐ ταθραύηται τῷ φόβῳ. Τοῦτο γὰρ, οἶμαι, δηλοῖ τὸ, «Ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.» Ἀν‐ δρείαν γὰρ αἰτεῖ τὸν Θεὸν, εἰς τὸ πάντως καταβαλεῖν | |
30 | τὸν ἀντικείμενον. Ἐνέτειναν τόξον πρᾶγμα πικρὸν, τοῦ κατατο‐ ξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον. (A f. 323 b, E f. 116.) Πρᾶγμα δὲ πικρὸν, τὴν κατὰ τοῦ ἀμώμου, εἴτουν ἀθώου, συκοφαντίαν ἐκάλεσεν· | |
35 | ἐπειδὴ ἄτοπον καὶ τὸν τυχόντα συκοφαντεῖν, τὸ δὲ τὸν δίκαιον, δεινότερον· ὃν ἐν ἀποκρύφῳ τοξεύουσι, τουτέστι κατὰ τὸ λεληθός· οὐδὲ γὰρ τολμῶσιν εἰς τὸ ἐμφανὲς αὐτὸν διαβάλλειν. Οὐ γὰρ ὁρατοῖς μάχονται βέλεσιν οἱ τὰ ἐπίγεια φρονοῦντες, οὔτε μὴν τοῖς ἐκ | |
40 | καλάμου καὶ ξύλου πεποιημένοις, ἀλλ’ οἱονεί τι τό‐ ξον τὴν ἑαυτῶν δυστροπίαν ἐντείνοντες, βέλεσι πι‐ κροῖς καὶ φιλοκακούργως κατεσκευασμένοις τὰς τῶν ὁσίων κατατιτρώσκουσι ψυχάς. Καὶ οὐ φοβηθήσονται. | |
45 | (E f. 116.) Τίνα φοβηθήσονται; Οὐδὲ γὰρ δεδίασιν, φησὶ, τὸν τῶν ἁγίων προεστηκότα Θεόν· οἴονται δέ που τάχα καὶ λανθάνειν ἐκεῖνον, λέγοντες· «Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς Ἰακώβ.» Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν. | |
69.1125(50) | (B f. 260 b, E f. 116 b.) Πονηρὰ γὰρ, ὡς ἤδη πλειστάκις ἔφην, τὰ τῶν ἀνοσίων ἐστὶ βουλεύματα· καὶ πάντα σκαιότητος διερευνώμενοι τρόπον προσ‐ κρούουσι τῷ φιλαρέτῳ Θεῷ. | |
54t | ΨΑΛΜΟΣ ΞΔʹ. | |
55 | Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καὶ σοὶ ἀπο‐ δοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ. | |
(A f. 325, E f. 117 b) Σιών φησιν οὐ τὴν ἐπίγειον | 1125 | |
69.1128 | τὴν ἐν τῇ Ἰουδαίᾳ χώρᾳ κειμένην, ἀλλὰ τὴν ἄνω καὶ ἐν τοῖς οὐρανοῖς, τὴν ἀληθῶς Καλλίπολιν, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν, τὴν τῶν ἁγίων μη‐ τέρα, τὸ τῶν ἀγγέλων πανάγιον ἐνδιαίτημα. Πρὸς | |
5 | ὁμοιότητα δὲ ταύτης καὶ ἡμεῖς τὴν ἐπίγειον πλη‐ ροῦμεν Σιὼν, τουτέστι τὴν Ἐκκλησίαν, καὶ ταῖς καθ‐ ηκούσαις δοξολογίαις στεφανοῦμεν τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν. Ἐκεῖ γὰρ οἱ τέλειοι καὶ ἀλη‐ θεῖς ὕμνοι ἀποδίδονται τῷ Θεῷ· ὁ τοίνυν ὕμνος ὁ ἐν | |
10 | τῇ Σιὼν, ἤτοι τῇ ἐπουρανίῳ, ἢ καὶ τῇ ἐπὶ γῆς Ἐκ‐ κλησίᾳ, τῷ Θεῷ ἀποδιδόμενος, πρέποι ἂν μόνῳ τῷ ὑμνουμένῳ Θεῷ, ᾧ καὶ τὰς εὐχὰς ἀποδιδόναι προσ‐ ήκει. Εὐχὴν δὲ σύνηθες τῇ Γραφῇ καλεῖν τὴν ἐπαγ‐ γελίαν ἣν ἐπαγγέλληταί τις τῷ Θεῷ. Διὰ μέντοι τοῦ | |
15 | εἰπεῖν, «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει,» εἴτουν πιστεύσει πᾶς ἄνθρωπος (συνεκδοχικῶς γὰρ τὰ τοιαῦτα λέγε‐ ται, ἀπὸ μέρους τοῦ παντὸς δηλουμένου), τὴν κλῆσιν πάντων τῶν ἐθνῶν εὐαγγελίζεται, ἀλλ’ οὐχὶ μόνου τοῦ Ἰσραὴλ ὡς διὰ τοῦ νομικοῦ γράμματος. | |
20 | Λόγοι ἀνόμων ὑπερ[ε]δυνάμωσαν ἡμᾶς. (E f. 118.) Λόγους ἀνόμων φησὶ τὴν σοφίαν τῶν σοφῶν τοῦ αἰῶνος τούτου, δι’ ἧς καὶ ἐξησθένησαν τῆς ἀληθοῦς ἐκπεσόντες γνώσεως. Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ σου. | |
25 | (E f. 118 b.) Ἑτοιμάζων φησὶν ἀντὶ τοῦ κατα‐ λεαίνειν καὶ εὐπρεπεῖς ἀποφαίνειν· δύνασθαι δέ τινας ἀποπηδᾷν καὶ ἐν ὄρεσι, τουτέστιν ἐν ταῖς ὑψηλοτά‐ ταις γίνεσθαι ἀρεταῖς. Ὁ συνταράσσων τὸ κῦτος τῆς θαλάσσης.— | |
30 | Ταραχθήσονται τὰ ἔθνη. (A f. 326 b, B f. 264, D f. 161 b, G f. 35 b et 36, H f. 110 b, L f. 151 b. Κυρίλλου καὶ Ἀθανασίου.) Θάλασσαν ὀνομάζει τὸν κόσμον, καὶ τὸ πλῆθος ἁπάν‐ των ἐν αὐτῷ κατοικούντων ἐθνῶν. Πρὸς δὲ διάνοιαν, | |
35 | συνταράσσει Χριστὸς οἷόν τι κῦτος καὶ πλάτος θα‐ λάσσης, τὰ πλήθη τῶν ἐθνῶν· μὴ συγχωρήσας αὐτὰ ἠρεμεῖν ἐν ταῖς ἀρχαίαις ἀπάταις, κεκινηκὼς δὲ μᾶλλον εἰς ἐπίγνωσιν τῆς ἑαυτοῦ δυνάμεως καὶ ὑπερ‐ οχῆς, καὶ ὥσπερ τινὰς ἤχους κυμάτων ἀνασαλεύσας | |
40 | ἁπάντων τὰς ἐπ’ αὐτῷ δοξολογίας. Ποῦ γὰρ ἢ παρὰ τίνων οὐ δοξολογεῖται Χριστός; Καὶ μετ’ ὀλίγα. Καὶ τίνα τρόπον ταραχθήσονται, πάλιν αὐτὸς διερμηνεύει λέγων· «Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέ‐ ρατα ἀπὸ τῶν σημείων σου.» Πεφόβηνται γὰρ τὰ | |
45 | ἔθνη τὸν Χριστόν· ἀκηκόασι γὰρ αὐτοῦ τὰ παράδοξα τὰ διὰ τῆς αὐτοῦ δυνάμεώς τε καὶ ἐξουσίας τετελε‐ σμένα· ἐγνώκασιν ἐκ μνημάτων τοὺς νεκροὺς ἐγει‐ ρομένους· ἑνὶ λόγῳ καὶ νεύματι τὸν παράλυτον ἐξ οὕτω μακρᾶς ἀπήλλαξεν ἀῤῥωστίας· τυφλοῖς ἀδοκή‐ | |
69.1128(50) | τως ἐνετίθει τὸ βλέπειν· θάλασσαν ἀγριαίνουσαν κατ‐ εκοίμισε παραδόξως. Τούτων τῶν σημείων ἀκη‐ κοότα τὰ ἔθνη πεφόβηνται δικαίως τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν· καὶ τὴν ἀρχαίαν σύντροφον | |
ἀφέντα πλάνην, παρεδέξαντο τὴν πίστιν. Ἢ θάλασ‐ | 1127 | |
69.1129 | σαν ἐνταῦθα τὸ πλῆθος τῶν ἀκαθάρτων πνευμάτων φησὶν, ὃ συνταράσσεται τῇ τοῦ Χριστοῦ παρουσίᾳ. Διὸ καὶ φοβούμενοι ἔλεγον· «Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς·» ἢ θάλασσαν μὲν τὸ πλῆθος καλεῖ | |
5 | τῶν τυράννων, διὰ τὸ ἁλμυρὸν τῆς εἰδωλολατρείας αὐτῶν· ἤχους δὲ κυμάτων, τὰς κατὰ τῶν μαρτύρων ἐπιβουλὰς καὶ βασάνους, ἃς τίς ὑπέμεινεν εἰ μὴ τῇ δυνάμει Χριστοῦ ἐνεδυναμοῦτο καὶ ἐστηρίζετο; Ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις. (A f. 327. Κυρίλλου, Ἀθανασίου, Εὐσεβίου.) Καὶ | |
10 | ὅταν ἄρξηται τρέχειν ἡ πρωΐα τῆς ἡμέρας, καὶ ἐν τῇ ἑσπέρᾳ, ὅ ἐστιν ἐν τῇ ἀρχῇ τῆς ἡμέρας καὶ ἐν τῷ τέλει. Καὶ μέντοι ὅταν τὰ μεγάλα σημεῖα θεωρή‐ σαντες οἱ τὴν οἰκουμένην οἰκοῦντες φοβηθῶσι τὸν ἀγαθὸν φόβον, τότε δὴ καὶ εἰς τὰς πρωΐας καὶ εἰς | |
15 | τὰς ἑσπέρας ἐξόδους, τουτέστιν ἐν παντὶ καιρῷ, τέρψις ἔσται αὐτοῖς ἀγαλλιωμένοις ἐφ’ οἷς κατώρθω‐ σεν ἡ Χριστοῦ παρουσία. Καὶ αὐτοῦ δὲ τοῦ Χριστοῦ δύο ἔξοδοι, ἤγουν πρόοδοι, ἡ μὲν πρωΐας πρὸ πάντων τῶν αἰώνων ἐκ Πατρὸς γενομένη, κατὰ τὸ, «Αἱ | |
20 | ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος·» ἡ δὲ ἑσπέρας, ἡ ἐκ Παρθένου, ἥτις ἐπὶ συντελείᾳ τῶν αἰώνων ἀπήντησεν· ἑκάτερα δὲ τέρψις ἐστὶ καὶ ἀγαλλίασις. Ὁ μέντοι Σύμμαχος εἰπών· «Τὰς προσ‐ ελεύσεις τοῦ ὄρθρου καὶ τῆς ἑσπέρας ὑμνολογοῦσι,» | |
25 | τοῦτο δοκεῖ λέγειν, ὅτι καὶ ἀρχομένης καὶ ληγούσης ἡμέρας, τὴν ἀρεστὴν τῷ Θεῷ προσοίσουσιν ὑμνῳδίαν οἱ τὴν πλάνην καταλιπόντες, τὸν δὲ φύσει γνόντες Θεόν. Τινὲς δὲ ἐξόδους μὲν πρωΐας τὰ ἀνατολικὰ μέρη τῆς γῆς νοοῦσιν· ἐξόδους δὲ ἑσπέρας τὰ δυ‐ | |
30 | τικά. Ἐνανθρωπήσας οὖν, φησὶ, καὶ πολιτευσάμενος ἐπὶ γῆς, εὐφρανεῖς καὶ τοὺς ἐπὶ τῆς ἀνατολῆς καὶ τοὺς ἐπὶ δυσμῶν.—(C f. 154 b) Ἐν τῷ φωτί σου ἐξαγάγῃς τὰ ἔθνη, καὶ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος πληρώσῃς ταῦτα ἀγαλλιάσεως. | |
35 | Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν. (E f. 119) Κατεκόρεσας, φησὶ, τῶν ἄνωθεν ἀγα‐ θῶν τὴν σύμπασαν γῆν, πεπλήρωκας αὐτὴν τῶν πνευ‐ ματικῶν χαρισμάτων, τοὺς κατὰ πᾶσαν ὄντας τὴν ὑπ’ οὐρανόν· ἡμᾶς δὲ τοὺς πεπλανημένους, γῆν ὄν‐ | |
40 | τας ξηρὰν ὥσπερ καὶ ἄνυδρον, καρποφόρον ἔδειξας καὶ γονιμωτάτην. Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων. (E f. 119 b) Θεοῦ ποταμὸς ὁ λόγος αὐτοῦ τυγχάνει. Αὐτὸς καὶ ζωῆς πηγὴ, καθ’ ἃ εἴρηται· «Παρὰ σοῦ | |
45 | πηγὴ ζωῆς.» Τούτου τὰ ὁρμήματα, τουτέστιν αἱ δι‐ δασκαλίαι, εὐφραίνουσι τὴν Ἐκκλησίαν. Ὅτι οὕτως ἡ ἑτοιμασία. (Cod. M f. 105.) Οὕτως προνοητικώτατα καὶ θεοπρεπῶς· ἐντεῦθεν δηλονότι πρόῤῥησις μελλόντων, | |
69.1129(50) | καὶ οὐ γεγενημένων διήγησις. | 1129 |
69.1132 | Τοὺς αὔλακας αὐτῆς μέθυσον. (E f. 116 b. Κυρίλλου καὶ Ἡσυχίου.) Αὔλακάς φησι τὰ βάθη τῆς καρδίας· ἅπερ ὅτ’ ἂν μεθυσθῇ τῇ χορηγίᾳ τοῦ Πνεύματος, πλῆθος ἐν ἡμῖν ἀρετῶν | |
5 | βλαστάνει. Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρη‐ στότητός σου. (A f. 328 b, D f. 162, E f. 119 b, L f. 152) Πρὸς δὲ νοῦν, Ἐνιαυτὸς χρηστότητος καρπὸν φέρων εὐσέ‐ | |
10 | βειαν, ὁ τῆς ἐπιδημίας Χριστοῦ, ὅτε καὶ εὐλογήμεθα, ἐμφύτῳ χρηστότητι καὶ φιλανθρωπίᾳ χρησαμένου Θεοῦ. Οὕτω καὶ αὐτὸς ὁ Χριστὸς διὰ φωνῆς Ἡσαΐου τοῦ προφήτου φησί· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλ‐ | |
15 | κέν με,» καὶ ἑξῆς· «καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν.» Δεκτὸς γὰρ ἐνιαυτὸς ἦν, καθ’ ὃν ἐνηνθρώ‐ πησεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· εἰσδεδέγμεθα δὲ καὶ ἡμεῖς διὰ πίστεως, προσκομίζοντος ἡμᾶς αὐτοῦ τῷ Θεῷ καὶ Πατρί. Καὶ μετ’ ὀλίγα· Ὅταν τοίνυν | |
20 | εὐλογήσῃς τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότη‐ τός σου, τότε καὶ τὰ πεδία σου πλησθήσονται πιότη‐ τος. Πεδίοις δὲ καὶ γαίαις παρεικάζει τὰς τῶν πι‐ στευόντων ψυχὰς, ἃς τοῖς θείοις καὶ πνευματικοῖς χαρίσμασι καταπιαίνει ὁ Θεὸς, ἵνα δύνωνται φέρειν | |
25 | τοὺς τῆς εὐσεβείας καρπούς. Καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. (A f. 328 b, C f. 134 b, D f. 162, F f. 95 b. Κυ‐ ρίλλου καὶ Ἀθανασίου.) Πρὸς δὲ νοῦν, Τῆς τοῦ Θεοῦ φανείσης χρηστότητος ἡ πάλαι ἔρημος καρποφορήσει· | |
30 | καὶ οἱ βουνοὶ οἱ ταῖς εἰδωλικαῖς θυσίαις μιαινόμενοι, τοὺς τὸν ἀγγελικὸν αἱρουμένους βίον δεξάμενοι εὐ‐ φρανθήσονται. Ἢ βουνοῖς ἀπεικάζει τοὺς κατὰ και‐ ροὺς τῶν ἁγίων Ἐκκλησιῶν ἡγουμένους, καὶ λαῶν προεστηκότας, ἤτοι ποιμένας καὶ διδασκάλους. Ὥσπερ | |
35 | γὰρ τῆς ἄλλης ἁπάσης γῆς ὑπερανέχουσι τὰ ὄρη καὶ οἱ βουνοὶ, τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν ἁγίων μυστ‐ αγωγῶν ἀξία ὑψηλοτέρα τῶν ἄλλων ἐστίν. Οὗτοι καὶ ἀγαλλίασιν περιζώννυνται, τουτέστιν, τὴν τοῦ Πνεύ‐ ματος παράκλησιν ἔχουσιν ἐν ἑαυτοῖς. | |
40 | Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον. (E f. 120) Τότε καὶ αἱ κοιλάδες, τουτέστιν αἱ Ἐκ‐ κλησίαι, τὸν σῖτον ἐκεῖνον ἐπλήθυναν, περὶ οὗ ὁ Κύ‐ ριος ἔλεγεν· «Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀπο‐ | |
45 | θάνῃ, πολὺν καρπὸν φέρει.» Καὶ τίνος χάριν αἱ Ἐκκλησίαι κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται. | |
48t | ΨΑΛΜΟΣ ΞΕʹ. | |
49 | Εἰς τὸ τέλος, ᾠδὴ ψαλμοῦ ἀναστάσεως. | |
69.1132(50) | (A f. 329) Προλέγει δὲ κατὰ ταυτὸν καὶ τὴν τῶν ἐθνῶν κλῆσιν καὶ σωτηρίαν, καὶ τὴν ἀνάστασιν τῶν ψυχῶν αὐτῶν τὴν γενομένην εὐαγγελίζεται· κατὰ τὸ εἰρημένον· «Ὁ ἀνιστῶν ἀπὸ γῆς πτωχόν.» Καὶ | |
μὴν καὶ τῶν ἀποστόλων εἰσφέρεται τὸ πρόσωπον, | 1131 | |
69.1133 | διδασκόντων ὅσα ὑπὲρ τοῦ κηρύγματος πεπόνθασι τοῦ εὐαγγελικοῦ, καὶ ὡς αἱ θλίψεις εἰς αἰωνίους εὐφροσύνας ἐξήγαγον αὐτούς. Ἔτι μὴν καὶ τοῦ Ἰου‐ δαίων λαοῦ σημαίνεται ἡ ἀποβολή. | |
5 | Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! (A f. 329 b, C f. 135, D f. 162 b, E f. 120 b, F f. 96, G f. 37 b. Κυρίλλου καὶ Ἀθανασίου.) Καὶ οὕτω μὲν πρὸς ἱστορίαν· πρὸς δὲ πνευματικὴν ἔκληψιν, λίαν φοβερὰ τὰ ἔργα Χριστοῦ, εἴτουν αἱ θεοσημεῖαι, | |
10 | καὶ τὸ ἐκποδὼν γενέσθαι τῶν ἀκαθάρτων δαιμόνων τὰ πλήθη· πλῆθος δὲ καὶ περιουσία δυνάμεως ἡ ἀνάστασις αὐτοῦ, καταστρέφουσα μὲν τοῦ θανάτου τὸ κράτος, ἅπασαν δὲ τὴν ἀνθρώπου φύσιν εἰς ἀφθαρ‐ σίαν ἀνακαινίζουσα. Ἀλλ’ οἱ τῶν Ἰουδαίων δῆμοι, | |
15 | καίτοι τῶν μεγάλων Χριστοῦ θαυμάτων γεγονότες θεωροὶ, δέον ἀποθαυμάζειν τὸν τερατουργὸν, ἐκ δὲ τῶν ἐναντίων δυσφημοῦντες ἔλεγον· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.» Καὶ μετ’ ὀλίγα. Ἐπιπλήττει τοίνυν | |
20 | αὐτοῖς ὁ μακάριος Ψαλμῳδὸς λέγων· «Εἴπατε τῷ Θεῷ· Φοβερὰ τὰ ἔργα σου.» Παύσασθε, φησὶ, τὴν οὕτως ἀσελγῆ καὶ ἀχάλινον ἀφιέντες γλῶτταν τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Ἔθος δὲ τοῖς ἁγίοις οὐ μετρίως ἀγανακτεῖν ἐφ’ οἷς ἂν πλημμελῶσί τινες | |
25 | εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. Καὶ ὁ μὲν μακά‐ ριος προφήτης Δαβὶδ πραότερον αὐτοῖς ἐπιτιμᾷ λέ‐ γων· «Εἴπατε,» καὶ τὰ ἑξῆς. Ὁ δέ γε προφήτης Ἡσαΐας θερμότερον τοῖς ὑβρίζουσιν ἐπιπηδᾷ λέγων· «Υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης.» Καὶ | |
30 | μετ’ ὀλίγα· «Οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας;» Οὐκοῦν ἐπειδὴ ἀπειθοῦντας ἑώρα, ἀφεὶς τὸ πρὸς αὐτοὺς διαλέγεσθαι, τῷ συκοφαντουμένῳ Χριστῷ προσομιλεῖ λέγων· Πολλή σου ἡ δύναμις, εἰ καὶ οἱ ἐχθροί σου ἐψεύσαντό σε· ἑκουσίως πρὸς τὸ φανὲν τῷ | |
35 | κόσμῳ θεῖόν σου φῶς μύσαντες, καὶ μηδὲ τῶν θαυ‐ μάτων τῆς ὑπερβολῆς παρενεγκούσης αὐτοὺς εἰς τὸ πείθεσθαι. Πλήθει γὰρ δυνάμεως τοῦ Κυρίου ἡμῶν ἐκτελέσαντος τὴν οἰκείαν ἐκ νεκρῶν ἀνάστασιν κατὰ τὸ ἀνθρώπινον, οἱ ἐχθροὶ αὐτοῦ Ἑβραῖοι ἐψεύσαντο | |
40 | αὐτὸν, τουτέστιν ἐνδιέβαλλον τὴν ἀνάστασιν.— Ἐχθροὺς δὲ καὶ ψεύστας τοὺς τῶν Ἰουδαίων διδασκά‐ λους δηλοῖ, ψευσαμένους τὴν ἀνάστασιν, καὶ τοῖς στρατιώταις δόντες ἀργύρια. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλάτω‐ | |
45 | σάν σοι. (A f. 330. Κυρ., Ἀθαν., καὶ τοῦ Νύσσης.) Εἰ καὶ Ἰουδαῖοι, φησὶν, ἀρνήσονταί σε, ἀλλ’ ἀντ’ ἐκείνων ὑποκλιθήσεταί σοι καὶ προσκυνήσει πᾶσα ἡ γῆ, ἤτοι τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν. Οὐκέτι γὰρ ἐν Ἱερου‐ | |
69.1133(50) | σαλὴμ ἡ προσκύνησις, τῆς νομικῆς παυσαμένης σκιᾶς, κατὰ τὸ, «Προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου | |
αὐτοῦ·» καὶ τῆς προσκυνήσεως γενομένης ἐν πνεύ‐ | 1133 | |
69.1136 | ματι καὶ ἀληθείᾳ, καταλλήλων ἔργων πραττομένων τῇ προσκυνήσει Θεοῦ, τῆς αὐτοῦ προσηγορίας ἐπι‐ κληθείσης αὐτοῖς. Πρόῤῥησις δὲ ταῦτα τοῦ παρόντος καιροῦ, καθ’ ὃν ἐν ἅπασι τοῖς ἔθνεσιν ὁ τῶν ὅλων | |
5 | ὑμνεῖται Θεὸς, καὶ ὁ Δεσπότης Χριστὸς Ὕψιστος παρὰ πάντων καλεῖται. Ἐκεῖ εὐφρανθησόμεθα ἐπ’ αὐτῷ. (A f. 330 b. Κυρίλλου καὶ Ἀθανασίου.) Πὸς δὲ νοῦν, Ἐκεῖ σὺν Χριστῷ βασιλεύσομεν, ἡνίκα τοῦ | |
10 | νέου αἰῶνος βασιλεύσει, καὶ εὐφρανθησόμεθα ἐπ’ αὐτῷ· εὐφραινόμεθα δὲ ἐν τῷ ποιήσαντι τὰ δυσχερῆ ῥᾴδια. —Ἐκεῖ γὰρ ἡμῶν ἀπομάττεται τὸ δάκρυον, ἐκεῖ πάσης ἡμᾶς ἐξίστησι λύπης, φιλανθρώπως ἐπι‐ φωνῶν τε καὶ λέγων· «Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξ‐ | |
15 | αλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι.» Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. (E f. 121 b, F f. 96 b) Παραπικραίνοντας Ἰου‐ δαίους καλεῖ. —Τουτέστι, μὴ μέγα φρονείτω καὶ νῦν ὁ ὑπέροπτος λαὸς, τουτέστιν ὁ Ἰσραὴλ, μηδὲ κατὰ | |
20 | τῆς τῶν ἐθνῶν πληθύος ὑψηλὴν ἐπαιρέτω τὴν ὀφρύν. Μὴ λεγέτω καθ’ ἑαυτόν· Ἐγὼ γέγονα πρωτότοκος ἐν τέκνοις Θεοῦ, ἐγὼ πατέρα τὸν Ἀβραὰμ ἔχω. Μὴ μέγα φρονείτω, ἴστω δὲ μᾶλλον ὅτι διὰ τῆς ἀπει‐ θείας παρεπίκραναν ἐφ’ ἑαυτοῖς τὸν τιμήσαντα Θεόν. | |
25 | Ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ. (B f. 268, E f. 121 b, H f. 120 b) Ὅταν, φησὶν, ἀκούσητε παρ’ ἡμῶν τίνα τρόπον προσήκει δοξολο‐ γεῖν, τότε μεθ’ ἡμῶν εὐλογήσατε, οὐκέτι ὡς πάλαι τοὺς ψευδωνύμους θεοὺς, ἀλλὰ τὸν Θεὸν ἡμῶν. | |
30 | Τουτέστι, διδάχθητε παρ’ ἡμῶν, καὶ τότε δοξολογή‐ σατε μεθ’ ἡμῶν, στεφανοῦντες ἀεὶ ταῖς ἀκαταλήκτοις εὐφημίαις τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν. Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον. | |
35 | (A f. 331 b, B f. 268, H f. 121 b. Κυρίλλου καὶ Ἀθανασίου.) Πρὸς δὲ νοῦν, Τὰς θλίψεις τὰς γενο‐ μένας διὰ τὸ κήρυγμα τοῖς ἀποστόλοις τὸ Πνεῦμα προαναφωνεῖ ἐκ προσώπου αὐτῶν ταύτας καταλέγον. Ὥσπερ γὰρ ὁ ἄργυρος πυρὶ τηκόμενος εὖ μάλα δια‐ | |
40 | καθαίρεται, οὕτω καὶ αἱ τῶν ἁγίων ψυχαὶ παντὸς ἀπαλλάττονται ῥύπου, ταῖς τῶν πειρασμῶν ἐφόδοις προσβάλλουσαι νεανικῶς· καὶ ἡ αὐτῶν εὐδοκίμησις διὰ πυρώσεων γίνεται, δοκιμαζομένων ὡς διὰ πυρός. Ταύτας τὰς φωνὰς τοῖς ἁγίοις μάρτυσιν ὁ Παῦλος | |
45 | ἀνατίθησιν. Ἀλλὰ καὶ οἱ διὰ πυρὸς καὶ ὕδατος τοῦ ζέοντος θυμοῦ, καὶ τῆς διακεχυμένης ἡδονῆς καὶ ἐπιθυμίας διελθόντες, καὶ μὴ ἐναπομείναντες τούτοις τοῖς πάθεσιν, εὑρίσκουσι τὴν ἀνάψυξιν. (D f. 163 b, G f. 39, L f. 154) Ὁ τοῦ Σωτῆρος | |
69.1136(50) | ἡμῖν προσπεφώνηκε μαθητής· «Ἀδελφοὶ, μὴ ξενί‐ ζεσθε τῇ ἐν ὑμῖν πυρώσει, πρὸς πειρασμὸν ὑμῖν | |
ἐγγινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος· ἀλλὰ καθ’ | 1135 | |
69.1137 | ὃ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε.» Πύρωσιν δέ φησιν ἐν τούτοις τὴν διὰ πόνων δοκιμα‐ σίαν. Χρὴ γὰρ ἡμᾶς ἐν τούτοις ὁρᾶσθαι νεανικοὺς, «Εἰδότας ὅτι τὸ δόκιμον ἡμῶν τῆς πίστεως κατεργά‐ | |
5 | ζεται ὑπομονήν. Ἀλλ’ ἡ ὑπομονὴ, φησὶ, ἔργον τέ‐ λειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.» Καὶ μετ’ ὀλίγα. Οὐκοῦν οἱ γενναίως διενεγκόντες τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, καὶ εὐδοκιμεῖν εἰωθότες διὰ πειρασμῶν, εἶτα νενικηκότες, | |
10 | καὶ εἰς τὸ τῆς ἐλπίδος καταντήσαντες τέλος, λέγουσι· «Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.» (E f. 122) Πύρωσιν δὲ, ὡς ἔφην, ὀνομάζει τὴν ἐν τοῖς ἀγῶσι θλίψιν· ὕδασι δὲ πάλιν ἀφομοιοῖ τὰς τῶν | |
15 | διωκόντων ἐπηρείας, ἤτοι τὰς ἀκαθέκτους ὁρμὰς καὶ τὰς ἀφορήτους ἐφόδους· ἀφόρητος γάρ ἐστιν τῶν ποταμίων ὑδάτων ἡ ἔφοδος. Ἔθου θλίψεις ἐπὶ τῶν νώτων ἡμῶν. (K f. 118 b) Ποῦ γὰρ ἡ τοῦ παλαίειν εἰδότος εὐ‐ | |
20 | τεχνία διαγινώσκεται, ἢ δῆλον ὅτι προτεθέντων ἀγώ‐ νων, καὶ στεφάνων ἐπηγγελμένων; Ποῦ δὲ ὁ στρα‐ τιώτης; ἆρ’ οὐχὶ καιροῦ καλοῦντος εἰς μάχην; Οὐκοῦν καὶ τὸν γενναῖον τῆς ἀσεβείας ἐραστὴν δοκιμάζουσιν οἱ πόνοι, καταλαμπρύνουσιν οἱ πειρασμοί. Θεὸς γὰρ | |
25 | εἰσήγαγεν εἰς τὴν παγίδα, οὐκ ἀρτύσας τὸν πειρα‐ σμὸν, συγχωρήσας δὲ μᾶλλον τὸ πειράζεσθαι, ἵνα φαίνωνται γνήσιοι, ἵνα τὸν ἀμαράντινον κομίσωνται στέφανον. Ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι, κ.τ.λ. | |
30 | (A f. 331 b. Κυρίλλου, Ἀθανασίου, Βασιλείου.) Πρὸς δὲ διάνοιαν, πνευματικὰ πάντα καὶ τὰ ὁλο‐ καυτώματα καὶ οἱ βόες καὶ οἱ χίμαροι, οὓς ἀποδώσειν ἐπαγγέλλεται. Καὶ μετὰ κριῶν δὲ ἡ προσφορὰ γίνε‐ ται. Εἰσὶ δὲ κριοὶ κινήσεις καὶ ὁρμαὶ ἀπὸ τοῦ θυμι‐ | |
35 | κοῦ τῆς ψυχῆς τὴν ὁρμὴν ἔχουσαι· ἢ λογισμοὶ ἡγε‐ μονικοὶ τὰ πάθη κερατίζοντες. Βοῦν δὲ ἱερουργεῖ ὁ προσάγων θυσίαν ζῶσαν ἑαυτὸν διὰ πράξεως· ἀναλο‐ γεῖ γὰρ τῷ ἐκ τῆς γῆς πλασθέντι σώματι γεωπόνον ὑπάρχον τὸ ζῶον ὁ βοῦς. Χίμαροι δὲ, τὰ μετανοίας | |
40 | ἔργα· περὶ ἁμαρτίας γὰρ προσεφέροντο. Θυμίαμα δὲ ἡ ἀποπνέουσα τῶν καθαρῶν ψυχῶν εὐωδία. Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι. (B f. 269, H f. 124) Οὐκ ἀρχαίων διηγημάτων ποιεῖται μνήμην, ἀλλ’ οὐδὲ τίνα τρόπον ἐξ Αἰγύπτου | |
45 | λελύτρωται κατὰ καιροὺς ὁ Ἰσραήλ· διδάσκει δὲ οὐ καθ’ ἅ φησιν τὸ γράμμα τὸ νομικὸν, ἀλλ’ ὡς νέας διαθήκης κηρύξας τὰ νέα, τοῦ Σωτῆρος ἡμῶν θαυ‐ μάζει κατορθώματα, ὅσα ταῖς ἁπάντων ἡμῶν ἐχαρί‐ σατο ψυχαῖς. | |
69.1137(50) | Πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα, καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου. (A f. 332, B f. 269, E f. 123, G f. 59 b, H f. 124, L. f. 154 b) Τί δὴ ἆρά ἐστι τὸ, «Ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου,» ἀναγκαῖον ἀκριβολογουμέ‐ | |
55 | νους ἰδεῖν. Τινὲς μὲν γὰρ προσευχόμενοι, τὰς Ἰου‐ | 1137 |
69.1140 | δαϊκὰς μιμοῦνται κακίας, καὶ τὴν τῶν ἀνοσίων Φα‐ ρισαίων ζηλοῦσι φιλοδοξίαν, ὑψηλῇ καὶ μεγάλῃ κεχρημένοι τῇ φωνῇ· νομίζουσι γὰρ, κατὰ τὸ εἰκὸς, ἐκ πολλῆς ἄγαν ἀμαθίας, ὡς εἰ μὴ μέγα κράξαιεν, | |
5 | οὐκ ἂν ἀκούσοι Θεός. Δεῖ οὖν, ἡμᾶς πάντας εἰδότος Θεοῦ καὶ τὰ ἐν τῇ καρδίᾳ, ἠρέμα καὶ λεληθότως πρὸς αὐτὸν εὔχεσθαι· καὶ ἀνακεκραγέτω μὲν ὁ νοῦς πρὸς τὸν Θεὸν διὰ τὸ συντείνεσθαι τὴν αἴτησιν. Οὕτως ἡμᾶς αὐτὸς προσεύχεσθαι ἐδίδαξεν ὁ Σωτὴρ λέγων· | |
10 | «Σὺ δὲ ὅτ’ ἂν προσεύχῃ,» καὶ τὰ ἑξῆς. Τί οὖν δηλοῖ τὸ, «Πρὸς αὐτὸν ἐκέκραξα;» Τὴν ἔνδον ἐνταῦθα λέγει κραυγὴν τὴν σύντονον, ἣν ἡ πεπυρωμένη καρ‐ δία ἔτικτεν. Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσ‐ ακουσάτω μου Κύριος. | |
15 | (E f. 123, G f. 39 b) Καλὴ τῶν ἁγίων παῤῥησία· καθαρὸν γὰρ ἔχουσι τὸ συνειδὸς ἀπὸ πάσης ἀδικίας. Καὶ ἕτερόν τι καύχημα προσφέρει Θεῷ, τὸ ἔξω πάσης ἀδικίας γενέσθαι· διὸ καὶ εἰσακούεσθαι θαῤῥεῖ. Ὁ δὲ Σύμμαχος οὕτως· «Ἀδικίαν εἰ προεῖδον ἐν | |
20 | καρδίᾳ μου, μὴ ὑπακούσῃ Κύριος.» Εἰ παρακαλῶν, φησὶ, τῆς δουλείας ἀπαλλαγῆναι καὶ τῆς ἐπανόδου τυχεῖν, ἄδικά τινα δράσσειν μετὰ τὴν ἐπάνοδον ἐφαντάσθην, τῆς θείας εὐμενείας μὴ τύχοιμι· ὅτι δὲ οὐ ψεύδομαι, τὰ πράγματα μαρτυρεῖ. Οὐκ εἶπεν εἰ | |
25 | ἐθεώρησα, ἀλλ’ εἰ ἐθεώρουν. Τὸ μὲν πρῶτον, ὀλιγο‐ χρόνιον σημαίνει τὸν πονηρὸν λογισμόν· τὸ δὲ δεύ‐ τερον, πολυχρονιώτερον. Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἀπέστησε τὴν προσ‐ ευχήν μου. | |
30 | (G f. 39 b) Καθαρὸν γάρ με τοιούτων λογισμῶν θεασάμενος, φιλοτιμίᾳ τῶν οἰκείων ἠξίωσε δωρεῶν· οὕτω ταῦτα διηγησάμενος, τῶν εὐσεβῶν ὁ χορὸς εἰς ὕμνον συμπεραίνει τοὺς λόγους· τοῦ καθαρὰν ἔχοντος τὴν καρδίαν μὴ ἀφίστατο ἡ καθαρὰ προσευχή. Ἡ | |
35 | δὲ προσευχὴ, καὶ τὸ ἔλεον δηλονότι· διὰ γὰρ τῆς προσευχῆς τὸν ἔλεον αἰτοῦμαι παρὰ Θεῷ. | |
37t | ΨΑΛΜΟΣ Ξϛʹ. | |
38 | [Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς. «Ἐπεσκέψατο γὰρ ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,» | |
40 | καθά φησιν ὁ μακάριος Δαβὶδ, «Θεὸς Κύριος, καὶ ἐπ‐ έφανεν ἡμῖν.» Ἔδειξεν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ τὸ ἑαυτοῦ πρόσωπον, τουτέστι τὸν Υἱόν· εἰκὼν γάρ ἐστι καὶ «χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·» καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν | |
45 | Πατέρα.» «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.»] Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου. (A f. 333) Ἱκετεύω, φησὶν, ὦ Δέσποτα, τὸ σὸν ἐπιφανῆναι πρόσωπον, ὥστε καταυγάσαι τὰ ἐν σκότῳ καθήμενα ἔθνη καὶ πρὸς σωτηρίαν ἑλκύσαι, ὥστε | |
69.1140(50) | τοὺς ἐν τῇ γῇ καὶ τοὺς ἐν τοῖς ἔθνεσι γνῶναι τὴν ὁδὸν τῆς σωτηρίας. Ἐπιφάναντος γάρ σου τὸ πρόσ‐ ωπον, γινώσκεται ἡ ὁδὸς ἡ πρὸς σὲ ἄγουσα. Τίς δὲ αὕτη, ἢ ὁ εἰπών· «Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ οὐδεὶς ἔρ‐ χεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ;» δι’ ἧς καὶ | |
55 | σεσώσμεθα διὰ τῆς πίστεως. Ἐγνώκαμεν τὴν ὁδὸν | 1139 |
69.1141 | τὴν ἀποκομίζουσαν πρὸς τὸν Πατέρα, αὐτὸν δὴ πά‐ λιν τὸν Υἱόν. Ὁδὸς τοῦ Θεοῦ καὶ αἱ ἐντολαὶ, κατὰ τὸ, «Ὁδὸν δικαιωμάτων σου συνέτισόν με·» ἃς αἰτεῖ, οὐκ ἐν τῇ Ἰουδαίᾳ μόνῃ ἔνθα νόμος ἐδόθη κηρύττε‐ | |
5 | σθαι, ἐν πᾶσι δὲ γνωσθῆναι τοῖς ἔθνεσιν. Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεός. (A f. 333. Κυρίλλου καὶ Θεοδωρήτου.) Πάντων τῶν ἐθνῶν τὴν εἰς Χριστὸν ὁμολογίαν προφητεύει τὸ προφητικὸν Πνεῦμα, καὶ τῇ σωτηρίᾳ τῆς οἰκουμένης | |
10 | ἡδόμενον, πολλάκις τὰ αὐτὰ φθέγγεται, τῇ συνεχεῖ διηγήσει εὐφροσύνης ἀπολαῦον. Φησὶ γοῦν ὅτι προσ‐ ήκει λαοὺς ἅπαντας καὶ τὰ κατὰ τὴν οἰκουμένην ἔθνη εὐφραίνεσθαι, καὶ χορεύειν, καὶ τὰς σὰς εὐερ‐ γεσίας διεξιέναι. Ἔγνωσαν γὰρ ὅτι οὐδὲν τῶν ὄντων | |
15 | ἀκηδεμόνευτον, ἀλλὰ πάντων ὑπάρχεις κριτὴς δι‐ καίας ἐκφέρων τὰς ψήφους, καὶ ὁδηγῶν μὲν τοὺς πλανωμένους πρὸς τὴν ἀλήθειαν, τοὺς δὲ πείθεσθαι μὴ βουλομένους κολάζων. Γνωσθείσης γὰρ τῆς ὁδοῦ τοῖς ἐν γῇ, καὶ σωτηρίου τοῦ Θεοῦ ἐν πᾶσι τοῖς ἔθνε‐ | |
20 | σιν, ἐλευθερωθέντα πάσης κακίας καὶ πολυθέου ἀ‐ πάτης τὰ ἔθνη εὐφραίνεται, κατορθοῦντα ἠθικὴν ἀρε‐ τὴν, καὶ ἀγάλλεται λαβόντα γνῶσιν Θεοῦ. Λαοὶ δὲ καὶ ἔθνη ἐκ παραλλήλου οἱ αὐτοί. [Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη. | |
25 | Πάλιν ἑνὸς τούτων Ἑβραίων λαοῦ ἐξομολογου‐ μένου τῷ λέγοντι Θεῷ· «Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου· διὸ λέγε πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς,» τούτου τοῦ λαοῦ πρόσωπον φέρων ὁ ἅγιος, Τῷ Θεῷ, φησὶ, τὰς ἁμαρτίας μου ἐγνώρισα, | |
30 | καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα. Ὁ δὲ Σωτὴρ ἐλ‐ θὼν πάντα τὰ ἔθνη ἐπὶ μετάνοιαν καλεῖ, τυχεῖν ἀφέσεως δι’ ἐξομολογήσεως ὑποτιθέμενος· ἥτις καὶ τὸ εὐχαριστῆσαι δηλοῖ, ἐπιφανέντος αὐτοῖς τοῦ προσ‐ ώπου τοῦ Θεοῦ.] | |
35 | Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομο‐ λογησάσθωσάν σοι λαοὶ πάντες. (G f. 40 b, L f. 155) Πῶς γὰρ οὐκ ἔμελλον οἱ ἑπὶ τῆς γῆς ἄνθρωποι αἰνεῖν τε καὶ καρποφορεῖν, ἐν παντὶ τόπῳ προσαγομένου θυμιάματος καὶ θυσίας | |
40 | καθαρᾶς; κατὰ τὴν ἐνταῦθα λέγει προφητείαν. Αἱ δὲ ταυτολογίαι προθύμους ἐργάζονται τοὺς ἀκούον‐ τας. Εἰδέναι μέντοι προσήκει, ὡς εὐλογοῦντες ἄν‐ θρωποι τὸν Θεὸν, λόγους αὐτῷ προσφέρουσι μόνους, ἔργῳ δὲ αὐτὸν εὐεργετῆσαι οὐ δύνανται. Ὁ δὲ Θεὸς | |
45 | εὐλογῶν βεβαιοῖ τοὺς λόγους τῷ ἔργῳ, καὶ παντοδα‐ πῶν ἀγαθῶν παρέχει τοῖς εὐλογημένοις φοράν. Εἶτα διδάσκει τῆς θείας εὐλογίας τυχεῖν. Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς ὁ Θεός. | |
69.1141(50) | (B f. 271, E f. 124, F f. 98, K f. 119) Τότε γὰρ ἑκάστου ἀνθρώπου ὁ καρπὸς εὑρίσκεται τῶν ἔργων. Γῆ γὰρ ὁ ἄνθρωπος· αἰνίττεται δὲ καὶ σταυρόν. Ὡσαύτως τὴν εὐλογίαν ἐζήτησεν. Εὐλογεῖσθαι δὲ | |
παρακαλοῦντες οἱ ἐξ ἐθνῶν, ἐοίκασί πως παραιτεῖ‐ | 1141 | |
69.1144 | σθαι τὴν διὰ τοῦ νόμου κρίσιν, διψῇν δὲ μᾶλλον τὴν διὰ Χριστοῦ σωτηρίαν καὶ χάριν. Καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς. | |
5 | (A f. 333 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Συν‐ ελαύνει γὰρ ὁ τοῦ Θεοῦ φόβος εἰς κατόρθωσιν ἀρετῆς· οὗ δὴ γεγονότος, πάντη τε καὶ πάντως συμβήσεται τοῖς ἔχουσιν τὸ ἐν παντὶ γενέσθαι καλῷ. Ὁ γὰρ εὐλαβῶς περὶ τοὺς θείους διακείμενος νόμους, καὶ τὸ | |
10 | μέλλον δειμαίνων κριτήριον, διὰ τῆς τούτων φυλα‐ κῆς τὸν Θεὸν θεραπεύει. Ἡ δὲ θεία θεραπεία τὴν εὐλογίαν προξενεῖ. Ὅρα δὲ ὅτι καὶ αὐτὸ τὸ τέλος οὐκ Ἰουδαίοις μόνοις, ἀλλὰ πᾶσιν ἀνθρώποις τὸν θεῖον ἔχειν εἰσηγήσατο φόβον. Πᾶσαι γὰρ φυλαὶ, πᾶ‐ | |
15 | σαι γλῶσσαι τὴν Τριάδα πεφόβηνται καὶ δοξάζουσιν. Ἐπισημαντέον δὲ ὅτι τῷ τριπλασιασμῷ τὸ Θεὸς, ἐπαγαγὼν ἑνικῶς τὸ «Φοβηθήτωσαν αὐτὸν,» καὶ τὸ τῆς ἁγίας Τριάδος παρεγύμνωσε μυστήριον, καὶ τὸ ἑνιαῖον τῆς Θεότητος. | |
20t | ΨΑΛΜΟΣ ΞΖʹ. | |
21 | Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ. (E f. 124 b) Ἕως μὲν γὰρ ἀνεξικακῇ καὶ οὐκ ἐπιφέρῃ τοῖς πλημμελοῦσιν τὴν αὐτοῖς πρέπουσαν | |
25 | κόλασιν, νοεῖταί πως καθεύδειν καὶ ἠρεμεῖν· ὅταν δὲ τῆς ἀγανακτήσεως κινήσῃ τὸ μέτρον, τότε πως καὶ ἐξανίστασθαι καὶ καταστρατεύεσθαι τῶν ἰδίων ἐχθρῶν· καὶ πρὸς τοῦτο αὐτὸ ἐγκαλοῦνται τῶν ἁγίων οἱ λόγοι. | |
30 | Ὅτε τοίνυν γέγονεν ἄνθρωπος, τότε γὰρ καὶ δι‐ εσκορπίσθησαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ πεφεύγασιν οἱ μισοῦντες αὐτόν. ᾌσατε τῷ Θεῷ, κ.τ.λ. Τὴν γὰρ ὁδὸν, τὴν ἄγουσαν ἐπὶ τοὺς οὐρανοὺς, | |
35 | ὁδοποιεῖν παρακελεύεται τοῖς ἐπουράνιον ἀγνοοῦσι Πατέρα, καὶ ταῖς ἐστερημέναις τοῦ νυμφίου χήραις ψυχαῖς. Τούτων γὰρ καὶ ἔκδικος καὶ κριτὴς ἦλθε γενέσθαι. Ἐπιτήρει τοῦ λόγου τὸ ἀκριβές· οὐ γὰρ εἴρηκεν ἁπλῶς, «Ἀγαλλιᾶσθε,» προστέθεικε δὲ | |
40 | ἀναγκαίως τὸ «ἐνώπιον αὐτοῦ,» δῆλον δὲ ὅτι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Καὶ τίς ἡ τοῦ λό‐ γου ἐπιτήρησις ἀναγκαῖόν ἐστιν ἰδεῖν· ἀγαλλιῶνται μὲν γὰρ ἔσθοτε καὶ οἱ φρονοῦντες τὰ ἐν κόσμῳ, πλὴν οὐκ ἐνώπιον αὐτοῦ· οὐ γὰρ ἀξιοῖ βλέπειν αὐτοὺς | |
45 | ἑορτάζοντας. Καὶ διὰ ποίαν αἰτίαν, ὁ προφήτης ἡμᾶς διδάξει λέγων περὶ αὐτῶν· «Μετὰ γὰρ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι· τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χει‐ ρῶν αὐτοῦ οὐ κατανοοῦσι.»] | |
69.1144(50) | Ταραχθήτωσαν ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν, καὶ κριτοῦ τῶν χηρῶν. (A f. 337, F f. 98 b) Τὸ κηδεμονικὸν τοῦ Θεοῦ | |
παρέστησε, πατέρα εἰπὼν, καὶ τὸ δικαστικὸν κριτὴν, | 1143 | |
69.1145 | καὶ ὅτι κηδεμών ἐστι τῶν ἀπροστατεύτων, καὶ κρι‐ τὴς τῶν ἀδικουμένων. Ἀλλὰ τίνες οἱ ταραττόμενοι, ἢ οἱ ἀλιτήριοι δαίμονες; Ἐπειδὴ γὰρ κέκληνται τὰ ἔθνη εἰς ἐπίγνωσιν ἀληθείας, ἀναγκαίως ἐκεῖνοι τα‐ | |
5 | ράττονται ὡς καὶ βοᾷν· «Τί ἡμῖν καὶ σοί;» Οἱ δὲ πάλαι πλανώμενοι καὶ τῇ κτίσει παρὰ τὸν Κτίστην λελατρευκότες, ὀρφανοί τινες ὄντες κατὰ τόνδε τὸν κόσμον ἀνεπικούρητοι παντελῶς, καὶ πρὸς πᾶσαν πλεονεξίαν ἕτοιμοι, καὶ χῆραι μὴ ἔχουσαι τὸν νυμ‐ | |
10 | φίον Λόγον, διηρπασμένοι τε παρὰ τοῦ Σατανᾶ, καὶ μερίδες ἀλωπέκων γεγονότες, ἐπειδὴ πεπιστεύκασιν εἰς Χριστὸν, πεπλουτήκασι πατέρα τὸν Θεὸν ὡς κηδε‐ μόνα, καὶ νυμφίον τὸν Χριστὸν τὰς θείας αὐτοῖς ἐνιέντα γονὰς, ὡς συναφθέντες αὐτῷ διὰ τῆς πί‐ στεως. | |
15 | Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. (E f. 125 b) Τόπος ἅγιος τοῦ Θεοῦ οἱ ἀγαπῶντες αὐτὸν, ἢ καὶ παντὸς ἁγίου ψυχή. Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ. (A f. 337 b) Βεβαίαν αὐτοῖς, φησὶ, καὶ ἀσφαλῆ | |
20 | χαρίζεται τὴν ἐφ’ ἅπασι τοῖς ἀγαθοῖς διαμονήν. Τοῦτο γάρ ἐστι τὸ ἐν οἴκῳ κατοικίζεσθαι παρὰ Θεοῦ. Τίς δὲ ὁ μονότροπος, εἰπεῖν ἀναγκαῖον. Πολλοὶ μὲν γὰρ παρεδέξαντο τὴν εἰς τὸν Κύριον πίστιν, ἀλλ’ οὔπω παντελῶς τὴν ἑαυτῶν διάνοιαν ἀποστήσαντες | |
25 | τῆς ἀρχαίας ἀπάτης, νοσοῦσι ἐκ μέρους. Θεὸν μὲν γὰρ εἶναι πιστεύουσι Χριστὸν, ἀλλ’ ἔχουσιν Ἑλληνι‐ κὰς διαθέσεις ἐν ἑαυτοῖς· καὶ γὰρ παραιτοῦνται τῶν ἐδεσμάτων τινὰ ὡς βδελυρὰ, καὶ ἡμέρας παρατη‐ ροῦνται· ἀλλὰ καὶ εἱμαρμένην τινὰ καλοῦσι καὶ τύ‐ | |
30 | χην καὶ γένη ἀναπλάττοντες, δι’ αὐτῶν νομίζουσι διοικεῖσθαι τὰ ἀνθρώπινα πράγματα. Ὁ δὲ οὕτω πεφρονηκὼς, καὶ τοῦτο μετὰ πίστιν, οὐκ ἔστι μονό‐ τροπος, πολυγνώμων δὲ μᾶλλον καὶ πολύτροπος καὶ ἀνασφαλὴς καὶ σεσαλευμένος. | |
35 | Ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ. (A f. 338) Ὅμοιον τῷ, «Ὁ λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύπτεσθε.» Δεσμοὶ δὲ καὶ σκότος ἡ τῶν εἰδώλων λατρεία καὶ ἡ ἐν ᾅδῃ κατοχή. Τοῦτο οὖν φησιν, ὅτι καὶ ἐν ᾅδῃ | |
40 | πορευθεὶς ἐν ἰσχύϊ θεότητος καὶ τοῖς ἐκεῖ πνεύμασιν ἐκήρυξεν ἀπειθήσασί ποτε, καὶ τοὺς σειραῖς ἁμαρ‐ τημάτων πεπεδημένους καὶ δεσμοῖς πρότερον διαβο‐ λικοῖς κατεσφιγμένους ἠλευθέρωσε, δοὺς ἄφεσιν ἁμαρτιῶν. Ἀλλὰ καὶ τοὺς ἐν τῷ θανάτῳ δεσμίους | |
45 | ὅντας ἐξ αἰῶνος συνανέστησεν ἑαυτῷ, λύσας τῶν | |
τοῦ θανάτου δεσμῶν. Οὐ μόνον δὲ τοὺς ἐξ ἐθνῶν πι‐ | 1145 | |
69.1148 | στεύσαντας ἠθέλησεν ἐλευθεροῦν, ἀλλὰ καὶ τοὺς ἐκ περιτομῆς· τούτους γὰρ ἀποκαλεῖ παραπικραίνοντας. Ἢ παραπικραίνοντας τοὺς ἀπιστοῦντας λέγει, οὓς καὶ αὐτοὺς ἐβούλετο ἐξαγαγεῖν. Ἐπιμένοντες δὲ τῇ | |
5 | ἀπιστίᾳ ὡς ἐν τάφοις δυσώδεσι τοῖς οἰκείοις σώμασι κατοικοῦσι. Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου. (A f. 338, H f. 138 b) Ὅτε τοῖς εἰδώλοις λελατρευ‐ | |
10 | κότα τὸν Ἰσραὴλ, καὶ τοῖς Αἰγυπτίων ἔθεσιν ἐντε‐ θραμμένον ἐλευθεροῦν ὁ Θεὸς ἐσκέπτετο, καὶ πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν μετακομίζειν, μονονουχὶ καὶ καταδονήσας ὁρᾶται τὰ πάντα, τῶν μὲν ὑδάτων εἰς αἷμα μετεσκευασμένων, οὐρανοῦ δὲ χάλαζαν καθ‐ | |
15 | ιέντος, τεμνομένης θαλάσσης καὶ πηγνυμένων τῶν ἐν αὐτῇ κυμάτων, οὐρανοῦ τε μάννα καταστάζοντος. Καὶ νῦν ὁ Ψαλμῳδὸς δεικνὺς, ὡς ὁ καταβὰς μέχρις ᾅδου αὐτός ἐστιν ὁ καὶ πάλαι διὰ Μωσέως ἐξαγα‐ γὼν ἐξ Αἰγύπτου τὸν Ἰσραὴλ, φησὶ πρὸς αὐτὸν, ὅτι | |
20 | Καὶ τότε καθ’ ὃν καιρὸν ἐξήγαγες τοὺς Ἰουδαίους καὶ προηγοῦ αὐτῶν ἐν στύλῳ πυρὸς καὶ νεφέλῃ κατὰ τὴν ἔρημον, ἡ σύμπασα γῆ ἐσείετο, τῆς φήμης τὰς ἁπάντων ἀκοὰς πληρούσης, ὡς ἐπισήμου γενομένης τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ, καὶ λαθούσης οὐδένα | |
25 | τῶν ἐπὶ τῆς γῆς. Ἐξάκουστα γὰρ γέγονε τὰ παρὰ σοῦ, καὶ ἔγνω ἡ σύμπασα γῆ. Ὥσπερ γὰρ εἴ τις λέγοι τυχὸν, Ἐσείσθη πᾶσα ἡ πόλις, ἀντὶ τοῦ ἤκουσε καὶ τεθαύμακεν, οὕτω νοήσεις ἐνθάδε τὸ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Γῆ ἐσείσθη.» Τεθαύμακε γὰρ | |
30 | τὰ παραδόξως ἀποτετελεσμένα παρὰ σοῦ τοῦ ἐν ὄρει Σινᾷ τοῖς υἱοῖς Ἰσραὴλ χρηματίσαντος. Ὑψηλότερον δέ. Ὅτε ἐξεπορεύετο ἀπὸ τοῦ λαοῦ αὐτοῦ ὁ Θεὸς, λέγων, «Ἀφῆκα τὴν κληρονομίαν μου καὶ μετέβην εἰς τὴν ἔρημον,» τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, τότε | |
35 | σεισμὸς καὶ μεταβολὴ πραγμάτων μεγίστη ἐγένετο. Καὶ γὰρ οἱ οὐρανοὶ τοὺς θείους καὶ πνευματικοὺς λόγους καὶ νόμους ἔσταξαν, τουτέστιν οἱ τὰ οὐράνια φρονοῦντες ἀπόστολοι. Τοῦτο καὶ διὰ τῶν δύο χιμά‐ ρων ἐδηλοῦτο, ὧν ὁ μὲν ἐθύετο, ὁ δὲ ἀπελύετο εἰς | |
40 | τὴν ἔρημον, ἵνα καὶ Χριστὸν σαρκὶ πάσχοντα νοῶμεν ὑπὸ Ἰουδαίων, καὶ ἀπαθῆ κατὰ τὴν θεότητα μείναντα, καὶ ὡς εἰς ἔρημον ἀπὸ τῶν θεοκτόνων εἰς τὰ ἔθνη μεταβαίνοντα. Ἐπεφοίτησε δὲ καὶ ἡ τοῦ Πνεύματος χάρις, οἷόν τινας δρόσου ψεκάδας μιμουμένη. Βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεὸς, τῇ κληρονο‐ | |
45 | μίᾳ σου. (A f. 338 b, E f. 126) Κατὰ μὲν τὸ γράμμα βρο‐ χὴν ὀνομάζει τὸ μάννα, ὅπερ ἰδίως καὶ ἀφωρισμένως τοῖς Ἰουδαίοις ὑπετίζετο· κατὰ δὲ τὸ πνεῦμα βροχὴν μὲν λέγει τὸν εὐαγγελικὸν λόγον, τὸν ἄνωθεν καὶ ἐξ | |
69.1148(50) | οὐρανοῦ παρὰ Χριστοῦ πρὸς ἡμᾶς γεγονότα, ἢ αὐτὸν τὸν ἐπιδημήσαντα Σωτῆρα τῇ ἀνθρωπότητι, καθώσ‐ περ καὶ ἐν ἑτέρῳ ψαλμῷ «Καταβήσεται ὡς ὑετὸς,» καὶ τὰ ἑξῆς. Ἑκούσιον δὲ, πρὸς ἀντιδιαστολὴν τῆς νομικῆς λατρείας. Τὰ γὰρ τῆς Παλαιᾶς τρόπον τινὰ | |
55 | οὐκ ἦν αὐτῷ ἑκούσια, οὐδὲ προηγουμένως ἐδόθη τῷ | 1147 |
69.1149 | ἀνθρώπῳ, ἀλλ’ ἐμετρήθη τῇ φύσει τῶν παραδεχομέ‐ νων. Διὸ ἔλεγε· «Τίς ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» Κληρονομία δὲ Χριστοῦ ἡ ἐξ ἐθνῶν Ἐκ‐ κλησία, κατὰ τὸ, «Δώσω σοι ἔθνη τὴν κληρονομίαν | |
5 | σου.» Ταύτῃ οὖν ἀφωρίσθη κατὰ βουλὴν Θεοῦ καὶ εὐδοκίαν ὁ λόγος ὁ εὐαγγελικός. Τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. (E f. 126 b. Κυρίλλου καὶ Ἡσυχίου.) Δηλαδὴ τοῖς ἀποστόλοις· πολλὴν γὰρ δύναμιν διασημειῶν | |
10 | καὶ θαυμάτων δίδωσιν. Ὡραιότητι τοῦ οἴκου διελέσθαι σκύλα. (E f. 126 b, F f. 99 b) Διεμερίσαντο γὰρ τὴν ὑπ’ οὐρανὸν οἱ μακάριοι μαθηταί· καὶ οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις ἐκήρυξαν. Διείλοντο τοίνυν σκύλα· τοὺς | |
15 | γὰρ πάλαι τῷ διαβόλῳ λελατρευκότας ταῖς νουθεσίαις ἁρπάζοντες, προσεκόμιζον τῷ Χριστῷ εἰς ὡραιότητα τοῦ οἴκου αὐτοῦ. Ὡραιότης γὰρ καὶ κόσμος ἐστὶν Ἐκκλησιῶν ἡ τῶν εἰς Χριστὸν πιστευόντων ἁγία πληθύς. | |
20 | [Πτέρυγες περιστερᾶς περιηργυρωμέναι. Εὐειδεστάτην ἡμῖν ὁ λόγος ζωγραφεῖ περιστερὰν, καὶ οἷον περιηργυρωμένην τὸ χρῶμα· ὥσπερ ὅταν εἴ τις ἐπὶ ἀργύρῳ λαμπρῷ καὶ διαστίλβοντι χρυσὸν ἐν‐ δύσῃ, ἢ εἶδος ἐγχαράξῃ περιστερᾶς, καὶ φαίνηται | |
25 | συμμιγὲς χλωρὸν τὸ ἐν τοῖς μεταφρένοις χρυσίον, οἱονεί πως ὠχρῷ συμμεμιγμένον χρώματι, τότε περικαλλεστάτην ἀπεργάζεται τὴν περιστεράν. Ἂν τοίνυν ἐπαναπαύσωνται τοῖς ἐμοῖς κλήροις, φησὶ, δοθήσονται αὐτοῖς πτέρυγες περιστερᾶς περιηργυ‐ | |
30 | ρωμέναι, ἐχούσης δὲ καὶ τὰ μετάφρενα ἐν χλωρότητι χρυσίου· τουτέστιν, ὡς περικαλλεστάτη γενήσεται περιστερά. Οὐ γὰρ ἔτι φρονοῦσι τὰ ἐπὶ τῆς γῆς· ἀναπτήσονται δὲ ὥσπερ ἐν τοῖς οὐρανοῖς· ἤτοι ὡς φρονεῖν τὰ ἐν τοῖς οὐρανοῖς. | |
35 | Ἀνωνύμου. Πτέρυγας λέγει περιστερᾶς τὴν χάριν τοῦ Πνεύματος· ἐν εἴδει γὰρ περιστερᾶς ἐπὶ τὰ Ἰορδάνου ἐπεφοίτησε ῥεῖθρα· ταύτης δὲ τὰ μὲν ἁπλούστερα καὶ λευκότερα τοῖς ἁπλουστέροις προσ‐ φέρεται, τοῖς τε τελειοτέροις δὲ τὰ βαθύτατα. Τὰ | |
40 | μυστήρια γὰρ, φησὶ, μοῦ ἐμοὶ καὶ τοῖς ἐμοῖς. Καὶ τοὺς μὲν ὡς ἀτελεῖς γάλα ποτίζει, τοῖς δὲ τὴν στε‐ ρεὰν προσφέρει τροφήν. Κλήρους δὲ τὰς δύο Διαθή‐ κας καλεῖ. Ἐὰν οὖν ἑκατέρᾳ, φησὶ, διδασκαλίᾳ προσέλθητε, ὄψεσθε τὴν παντοδαπὴν τοῦ ἁγίου Πνεύ‐ | |
45 | ματος χάριν. Οὐχ ἁπλῶς μέντοι προσελθεῖν, ἀλλὰ καὶ διηνεκῶς προσεδρεῦσαι προσέταξεν. Ἀκίνητος γὰρ ὁ ὑπνῶν.] Χιονωθήσονται ἐν Σελμών. (A f. 339, E f. 127, H f. 144 b) Οἱ ἀπόστολοι δη‐ | |
69.1149(50) | λονότι λαμπρυνθήσονται· οὗτοι τοίνυν ἐχιονώησαν | |
ἐν Σελμών. Τὸ δὲ ἐν Σελμὼν Ἑβραϊκὴ μέν ἐστιν ἡ | 1149 | |
69.1152 | φωνὴ, ἑρμηνεύεται δὲ ἀνταπόδοσις. Καὶ αὐτοὶ γοῦν οἱ διασταλέντες χιονωθήσονται ὡς ἐν ἀνταποδόσει, τουτέστι λαμπροὶ γενήσονται, μισθὸν ὥσπερ τῆς εἰς Χριστὸν γνησιότητος λαβόντες τὴν λαμπρότητα. | |
5 | Προλέγει οὖν τὴν τῆς Πεντηκοστῆς ἡμέραν, καθ’ ἣν τὸ Πνεῦμα ἐν Σελμὼν, τουτέστιν ἐν Ἱερουσαλὴμ, ἐδέξαντο καὶ ἐλαμπρύνθησαν οἱ ἀπόστολοι, οἷς διῄρει τὴν τῆς οἰκουμένης βασιλείαν, καὶ τῷ μὲν τῶνδε τῶν ἐθνῶν, τῷ δὲ ἐκείνων προστατεῖν ἐκέλευεν. | |
10 | [Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον. Πῖον δὲ ὄρος φησὶν εἶναι, καὶ μὴν καὶ τετυρωμέ‐ νον· πῖον μὲν, ὡς ἔνυδρόν τε καὶ πρὸς τούτῳ καὶ εὐανθὲς, διά τε τοῦτο πολλὰς ἔχειν δυνάμενον προ‐ βάτων ἀγέλας. Πλεῖστα γάρ εἰσιν ἐν Ἐκκλησίαις | |
15 | τοῦ Σωτῆρος τὰ θρέμματα τοῖς τῆς θεοπνεύστου Γραφῆς ἐνσπαταλοῦντα λόγοις, καὶ τὸν θεῖόν τε καὶ οὐράνιον ἐκπίνοντα λόγον. Ἐν ταύταις γάρ ἐστιν ὁ Χριστὸς, ὁ λέγων· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω.» Πῖον τοίνυν ὄρος, ὡς ἔνυδρόν τε καὶ | |
20 | εὐανθὲς νοητῶς· ἔστι δὲ καὶ τετυρωμένον, τουτέστι, πεπηγὸς καὶ συνεστραμμένον. Ἔκλυτον γὰρ οὐδὲν ἢ ὑδαρὲς ἐν Ἐκκλησίᾳ, ἀλλ’ ἔστι τὰ πάντα συνεσφιγ‐ μένα πρὸς εὐσέβειαν.] Τὸ ἄρμα τοῦ Θεοῦ μυριοπλάσιον. | |
25 | (A f. 340, E f. 127 b) Ἅρμα τοῦ Θεοῦ τὰς οὐρα‐ νίους καὶ νοητὰς δυνάμεις φησὶν, ἐν οἷς ἐποχεῖται Θεός. Εἶεν δ’ ἂν ἅρμα καὶ οἱ ἀπόστολοι, οἷς ἐποχού‐ μενος ὁ Θεὸς Λόγος διατρέχει τὴν ὑφήλιον· καὶ οἱ μετ’ ἐκείνους καθαροὶ, εὐθηνοῦντες ταῖς ἀρεταῖς, καὶ | |
30 | καρποφοροῦντες Θεῷ τὴν εὐσέβειαν, καὶ μυριοπλα‐ σίους ὄντες, τῶν παρ’ Ἰουδαίοις πάλαι τῆς θείας ἐπιβάσεως ἀξίων. Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν. (A f. 340) Εἰς ποῖον ὕψος ἀναβέβηκεν ὁ Κύριος; | |
35 | Εἰς τὸ τοῦ σταυροῦ, ὡς αὐτός σε διδάσκει λέγων· «Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς,» τουτέστιν, ὅταν τὸν ὑπὲρ τῆς πάντων ζωῆς ὑπομείνω σταυρὸν, «πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Βεβασίλευκε γὰρ τῆς ὑπ’ οὐρανὸν διὰ τοῦ τιμίου σταυροῦ, καταργήσας | |
40 | τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ πάντας ἑλκύσας πρὸς ἑαυτόν. Ἔλαβες δόματα ἐν ἀνθρώπῳ. Καὶ γὰρ ἀπειθοῦν‐ τας, κ.τ.λ. (E f. 127 b, F f. 100. Κυρίλλου καὶ Ἀθανα‐ | |
45 | σίου.) Καὶ ποῖα ταῦτά ἐστιν, αὐτὸς ὁ Υἱὸς σαφηνιεῖ λέγων ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρός· «Αἴ‐ τησαι παρ’ ἐμοῦ,» καὶ τὰ ἑξῆς. Τοὺς γὰρ ἀπειθοῦντας πάλαι καὶ πλανωμένους ἔδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, ἵνα ἐν αὐτοῖς κατοικήσας | |
69.1152(50) | διὰ τοῦ Πνεύματος, υἱοὺς αὐτοὺς ἀποφήνῃ Θεοῦ. | 1151 |
69.1153 | [Κύριος ὁ Θεὸς εὐλογητός. Οἱ γὰρ ἀεὶ καθ’ ἑκάστην ἡμέραν προστιθέμενοι, καὶ διὰ πίστεως τῆς ἐν Χριστῷ καλούμενοι πρὸς ζωὴν, ἀκαταλήκτοις αὐτὸν εὐφημίαις δοξολογεῖν | |
5 | σπουδάζουσι.] Κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηριῶν ἡμῶν. (A f. 340 b, F f. 100) Ὁ τὴν σωτηρίαν ἡμῖν, φησὶ, δωρησάμενος, οὗτος ἡμῖν καὶ τὴν ὁδὸν ἐξομα‐ λίσει, ὥστε τοσούτων μὴ διαμαρτεῖν ἀγαθῶν· καὶ | |
10 | θύραν ἀνοίξει τοῦ λόγου, εἰς τὸ τὴν ὁδὸν τοῦ κη‐ ρύγματος κατευοδωθῆναι ἡμῖν. Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, καὶ τοῦ Κυ‐ ρίου αἱ διέξοδοι τοῦ θανάτου. (A f. 340 b, E f. 128, F f. 100, H f. 150 b) Θαρ‐ | |
15 | σοῦσι σαφῶς οἱ ἀπόστολοι, οὓς καὶ μέχρι θανάτου ἐλθόντας διὰ τὸ κήρυγμα ἐξάγει γενναίως ὁ Θεός. Τῆς αὐτοῦ δυνάμεως εἶναί φασι τὰς διεξόδους τοῦ θανάτου, ἤτοι τὴν ἀπαλλαγὴν, διδόντος τοῖς ἀγαπῶ‐ σιν αὐτὸν τὸ διεξελθεῖν δύνασθαι ἤτοι ἐκφυγεῖν τοῦ | |
20 | θανάτου τοὺς βρόχους. Μόνος γὰρ αὐτὸς Θεὸς ὢν τοῦ σώζειν καὶ πηγὴ σωτηρίας, ἐξόδους εὕρατο τοῦ θανά‐ του, ἀναστὰς ἐκ νεκρῶν. Ἐπειδὴ πᾶς ἄνθρωπος εἰς μὲν τὴν εἴσοδον τοῦ θανάτου ἔφθασε, οὐκέτι δὲ διεξελ‐ θεῖν δεδύνηται αὐτόν· ὁ δὲ διὰ τῶν παρόντων δηλούμε‐ | |
25 | νος Κύριος, διεξόδους ποιησάμενος τοῦ θανάτου, καὶ τὴν ἀδιεξόδευτον αὐτοῦ φρουρὰν ἡμῖν διανοίξας, γέ‐ γονε Θεὸς τοῦ σώζειν· διὸ καὶ τῷ Ἰὼβ ἔλεγεν· «Ἦλ‐ θες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου πε‐ ριεπάτησας; Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, | |
30 | πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;» Ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης. (E f. 128, K f. 122) Τοὺς κατενεχθέντας, φησὶν, εἰς τῶν ἡδονῶν τὸν βυθὸν, καὶ εἰς τὰς κοσμικὰς φιληδονίας βεβαπτισμένους, ἐπιστρέψω πρὸς ἐμαυ‐ | |
35 | τόν. Ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι. (A f. 341 b) Πῶς ἐπιστρέψουσι διδάσκει, ὅτι ἀναι‐ ρεθεισῶν τῶν πονηρῶν δυνάμεων. Κατήγαγε γὰρ εἰς γῆν τὸ αἷμα αὐτῶν καὶ κατεῤῥαντίσθη τῷ κατανι‐ | |
40 | κήματι αὐτῶν, κατὰ τὴν Ἡσαΐου φωνὴν, ὡς καὶ τὸν πόδα αὐτοῦ βαφῆναι ἐν αἵματι. Ἱστορικώτερον δὲ τὰ τοιαῦτα διαγράφει ὁ λόγος, καὶ οἷον ὡς ἐπὶ πολέ‐ μου καὶ στρατηγοῦ διαπλάττεται. Οἱ γὰρ ἐν πολέμῳ καὶ μάχαις νικᾷν εἰωθότες, τοῖς τῶν πεσόντων αἵ‐ | |
45 | μασι βαπτίζουσι τὸν πόδα ἐν τῷ ἐπεμβαίνειν τοῖς ἀνῃρημένοις. Κἀνταῦθα οὗν, ἐπειδὴ ἔδειξε τὸν τῶν ὅλων Θεὸν, οἷόν τινα ἀριστέα τοὺς πολεμίους κατ‐ αγωνιζόμενον, καὶ τοὺς ἀδίκως δεδουλωμένους ἐλευ‐ θεροῦντα, διαγράφει τῷ λόγῳ καὶ αἱμάτων ῥύακας, | |
69.1153(50) | καὶ συμπατουμένους νεκροὺς καὶ τούτους ἀτάφους ἐῤῥιμμένους, καὶ κυσὶ βορὰν προκειμένους. Σώζεις τοιγαροῦν, φησὶ, τοὺς κινδυνεύοντας, καταστρατεύῃ δὲ τῶν ἐχθρῶν, ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι, βαφῇ δὲ καὶ ἡ γλῶσσα τῶν κυνῶν σου ἐν αἵματι τῶν | |
55 | ἐχθρῶν. Δέχεται πάλιν ὡς ἀπὸ πράγματος ἐναρ‐ | 1153 |
69.1156 | γοῦς τὸ παράδειγμα· ταῖς γὰρ τῶν θρεμμάτων ἀγέ‐ λαις σύνεισιν ἀεὶ καὶ κύνες, ὑλακαῖς καὶ δήγμασι καταπτοοῦντες τοὺς θῆρας. Σύνεισι δὲ καὶ ταῖς λογικαῖς τοῦ Σωτῆρος ἀγέλαις ἱεροὶ καὶ πάνσοφοι | |
5 | κύνες, ταῖς ἑαυτῶν εὐστομίαις καθάπερ τισὶν ὑλα‐ καῖς τοὺς ἀλλοτρίους ἐλαύνοντες θῆρας. Κύνας οὖν Κυρίου τοὺς τῆς νοητῆς ποίμνης φύλακάς φησιν, τοὺς ἁγίους ἀποστόλους καὶ τοὺς ἐπισκόπους, ὧν δὴ καὶ ἡ γλῶσσα μονονουχὶ τοῦ αἵματος τῶν νοητῶν | |
10 | ἐχθρῶν ἀπογεύεται. Λέγει τοίνυν ὡς μονονουχὶ θα‐ νάτου αἰτία τῶν πονηρῶν δαιμόνων γενήσεται ἡ τῶν ἀποστόλων φωνὴ, παρ’ αὐτοῦ, τουτέστι παρὰ τοῦ Θεοῦ, βοηθουμένη. Τοῦτο δὲ μεταφορικόν· τῶν γὰρ ἐχθρῶν ἀναιρεθέντων, καὶ οἱ κύνες τῶν ἀνελόν‐ | |
15 | των λάπτουσι τοῦ αἵματος αὐτῶν, καὶ τὰ τούτων διασπαράσσουσι σώματα. Ἑτέρως δὲ, ποῦς Χριστοῦ ὁ ἐκ Μαρίας ἄνθρωπος, ὅστις διὰ τοῦ πάθους ἐβάφη τῷ αἵματι. Ἡ γλῶσσα δὲ τῶν κυνῶν, ἤγουν τῶν ἀκαθάρτων πάλιν ἐθνῶν, ἐγεύσατο τοῦ ἀχράντου αἵματος, ὅτε ἐπέστρεψαν ἐκ τοῦ διαβόλου. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ | |
20 | πηγῶν Ἰσραήλ. (A f. 342) Πηγαὶ τοῦ Ἰσραὴλ εἶεν ἂν οἱ μακά‐ ριοι προφῆται, καὶ πρό γε τούτων ὁ νόμος. Λέγει οὖν, ὡς ἄλλοθεν οὐ προσῆκεν ἡμῖν τὸν Θεὸν ἢ ἐκ τού‐ των αὐτῶν ἀρυομένους ὑμνολογεῖν. Τοῦτο δέ φησι | |
25 | διὰ τὰ ἑτερόδοξα τῶν αἱρετικῶν συγγράμματα. Ἐκ γὰρ τῶν νομικῶν καὶ προφητικῶν Γραφῶν ὁ Κύριος εὐλογεῖται πρὸς τῶν δυναμένων ἀντλεῖν ἐξ αὐτῶν σωτηρίου πηγῶν οὐσῶν μετ’ εὐφροσύνης ὕδωρ. Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει. | |
30 | (A f. 342 b) Ἐκεῖ ποῦ; Ἐν ταῖς Ἐκκλησίαις, ἢ ἐν μέσῳ τῶν ψαλλόντων. Τίς δὲ ὁ Βενιαμὶν, ἢ ὁ μακά‐ ριος Παῦλος ὁ ἐκ φυλῆς Βενιαμίν; Τὸ δὲ, νεώτερος, διὰ τὸ ὕστερον αὐτῷ τῶν ἀποστόλων ὀφθῆναι τὸν Κύριον. Ἐν ἐκστάσει δὲ διὰ τὴν εἰς τρίτον οὐρανὸν | |
35 | ἁρπαγὴν, καὶ διὰ τὰς ὑπερβολὰς τῶν ἀποκαλύψεων, κατὰ τὸ παρ’ αὐτοῦ εἰρημένον· «Εἴτε ἐξέστημεν Θεῷ, εἴτε σωφρονοῦμεν ὑμῖν·» καὶ διὰ τὸ θειοτέρας αὐτὸν τυχεῖν ἀλλοιώσεως. Ἐφ’ οὗ καὶ ἀληθεύει τὸ, «Πρωῒ ἔδεται·» καὶ τὸ, «Ἑσπέρας διαδώσει τροφήν.» | |
40 | Ὁ γὰρ διώκων τὴν Ἐκκλησίαν, ἐν ὀλίγῳ τὴν πίστιν εὐηγγελίσατο. Ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν. (A f. 342 b) Μέμνηται καὶ τῶν λοιπῶν τῆς Ἐκ‐ κλησίας παιδευτῶν τε καὶ ἀποστόλων, οἳ σχεδὸν ἐξ | |
45 | ἁπάσης φυλῆς τῆς ἐξ Ἰσραὴλ ἀπόλεκτοι γεγόνασι καὶ φωστῆρες οἰκουμενικοὶ, καί φησιν ὅτι αὐτῶν τῶν ψαλλόντων ἄρχοντες καὶ ἡγεμόνες ἐχειροτονή‐ θησαν· ἔκ τε τῆς Ἰούδα φυλῆς, ὡς οἱ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Λευῒς ἤτοι Ματθαῖος· ἔκ τε τῆς Ζαβου‐ | |
69.1156(50) | λὼν καὶ τῆς Νεφθαλεὶμ, ὡς Πέτρος καὶ Ἀνδρέας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ Φίλιππος, ἀπὸ Βηθσαϊδὰ | |
τῆς κώμης ὄντες, καὶ Ἰάκωβος ὁ Ἀλφαίου ἐκ Κα‐ | 1155 | |
69.1157 | περναοὺμ, Σίμων δὲ ὁ Ζηλωτὴς Κανανίτης ὠνόμα‐ σται. Ταῦτα δὲ πάντα τὰ χωρία τῆς Γαλιλαίας ἐστί· Ζαβουλὼν δὲ καὶ Νεφθαλεὶμ ἐκεῖνον ἔσχον τὸν κλῆρον· καὶ τούτου μάρτυρες δύο, ὁ μὲν προφήτης, | |
5 | ὁ δὲ εὐαγγελιστής· ὁ μὲν προλέγων, ὁ δὲ τὴν μαρ‐ τυρίαν προφέρων· ὥστε ἐκ τούτων τῶν φυλῶν οὗτοι οἱ ἀπόστολοι ὥρμηντο, οἱ καταστάντες ἄρχοντες καὶ ἡγεμόνες τῶν Ἐκκλησιῶν. Ἔντειλαι, ὁ Θεὸς, τῇ δυνάμει σου. | |
10 | (A f. 342 b, B f. 282, E f. 129, H f. 156, K f. 122 b) Δύναμιν τοῦ Πατρὸς τὸν Υἱόν φησι, κατὰ τὸ, «Χρι‐ στὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.» Παρακαλεῖ τοί‐ νυν τὸν Πατέρα ὁ ἀποστολικὸς χορὸς, ἵνα ἐντεί‐ ληται τῷ Υἱῷ τὰ περὶ τοῦ κηρύγματος· «Ἀπ’ | |
15 | ἐμαυτοῦ γὰρ, φησὶ, λαλῶ οὐδὲν,» ἀλλ’ ὅσα ἂν ἀκούσῃ παρὰ τοῦ Πατρός· καὶ ἵνα δυναμώσῃ αὐτοῖς ὃ κατήρτισεν αὐτοῖς, μονονουχὶ καὶ δακτύλῳ δει‐ κνὺς, ὅτι τὸ ἠσθενηκὸς σῶμα, καὶ πεπτωκὸς εἰς θά‐ νατον διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ὅτι τοῦτο δυνα‐ | |
20 | μώσει κατὰ καιροὺς ὁ Χριστός· αἰτοῦσιν οὖν ἵνα τῆς φθορᾶς ἀπαλλάξας τὸ σῶμα, τὴν ἀφθαρσίαν ἐνδύσῃ, ἀναγαγὼν αὖθις εἰς τὸ ἐν ἀρχῇ, τουτέστιν εἰς τὴν ἐν ἀρχῇ μακαρίαν καὶ ἀκήρατον ζωήν· ὃ καὶ ποιήσει Κύριος κατὰ καιροὺς, ὅτε καταβήσεται ἐξ οὐρανοῦ, | |
25 | καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι. Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου. (A f. 345, E f. 129 b) Ἐπειδὴ πολλοὶ οἱ τῇ κατὰ Θεὸν πολιτείᾳ τῶν ἁγίων δυσμεναίνοντες, καὶ μά‐ λιστα οἱ ἀκάθαρτοι δαίμονες, τούτου χάριν εὔχεται | |
30 | ἐπιτιμηθῆναι αὐτοὺς θηρία ὄντας καλάμου. Ἰστέον δὲ, ὅτι τόπος ἐστὶν ἐν Παλαιστίνῃ, ἐν παρόδῳ τῆς Ἱερουσαλὴμ, ᾧ ὄνομα Κάλαμος, διὰ τὸ πλείστους εἶναι τοὺς καλάμους ἐν αὐτῷ· ἐν τούτῳ λανθάνουσι λέοντες δεινοὶ ὠμοβόροι, καὶ ἕτεροι θῆρες ἄγριοι | |
35 | περὶ τὸ ἄλσος ἐμφωλεύοντες, οἳ καὶ ἐπεβούλευον τοῖς ἀνιοῦσιν εἰς Ἱερουσαλήμ. Οὐκοῦν ὡς ἀπὸ πράγμα‐ τος ἐμφανοῦς εἰς ἐννοίας ἡμᾶς κεκρυμμένας καὶ πνευματικὰς ὁ τοῦ Ψάλλοντος ἀποφέρει λόγος. Τί πράττουσιν οἱ ἐν τῷ Καλάμῳ θῆρες; Ἐπιβουλεύουσι | |
40 | δεινῶς τοῖς ἀναβαίνουσιν εἰς Ἱεροσόλυμα. Τοῦτο αὐτὸ καὶ τοὺς ἀκαθάρτους δαίμονας ποιοῦντας εὑρή‐ σομεν· ἐπιβουλεύουσι γὰρ τοῖς ἐν τῇ νοητῇ Ἱερου‐ σαλὴμ ἀπιοῦσιν οἱ νοητοὶ λέοντες, οἱ τῇ ἀκαρπίᾳ καὶ κουφότητι τῶν ἀστηρίκτων ἐμφωλεύοντες, καὶ ἐπ‐ | |
45 | αναπαυόμενοι τοῖς ξηροῖς πρὸς ἀρετὴν, καὶ ὑγροῖς πρὸς φιληδονίαν· κατὰ τὸ ἐν Ἰὼβ περὶ τοῦ διαβόλου εἰρημένον, ὅτι Ὑπὸ πᾶν δένδρον κοιμᾶται, παρὰ κάλαμον καὶ βούτομον καὶ πάπυρον. Εἰσὶ δὲ καὶ ἕτεροι τοῦ Καλάμου θῆρες ἀνοσίων αἱρέσεων εὑρε‐ | |
69.1157(50) | ταὶ, καὶ λανθανόντως καὶ θηριωδῶς συγγράφοντες τὰ διεστραμμένα, οἳ καθάπερ ὀδόντι τῷ καλάμῳ | |
χρώμενοι, τὰς τῶν ἁπλουστέρων ψυχὰς κατεσθίουσιν. | 1157 | |
69.1160 | Διασκόρπισον ἔθνη. —Ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου· Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ. (A f. 343 b. Κυρίλλου καὶ τοῦ Νύσσης.) Ὡς δια‐ | |
5 | σκορπισθέντων τῶν νοητῶν ἐχθρῶν, λοιπὸν ἐπὶ τὸ κήρυγμα οἱ ἀπόστολοι δραμοῦνται. Πιστεύσουσι δὲ Αἰγύπτιοί τε καὶ Αἰθίοπες, τουτέστι τὰ πέρατα τῆς γῆς· ἔσχατοι γὰρ πάντων ἐν ἀνατολῇ καὶ δύσει Αἰθίο‐ πες. Σημαίνει δὲ διὰ μὲν τῶν Αἰγυπτίων τοὺς ἄγαν | |
10 | εἰδωλολάτρας καὶ ἐναντίους τῇ λατρείᾳ τοῦ Ἰσραήλ· ἡ γὰρ Αἴγυπτος τῆς ἀσεβείας τὸ κράτος ἀνεδήσατο· διὰ δὲ τῶν Αἰθιόπων τὰ πέρατα τῆς γῆς. Πῶς δὲ προσέδραμεν ἡ Αἰθιοπία εἰς τὸ κήρυγμα, καὶ τὸ περὶ αὐτῆς προφητευόμενον τέλους τετύχηκεν, ἔξ‐ | |
15 | εστιν ἀπὸ τοῦ εὐνούχου ἰδεῖν τοῦ Αἰθίοπος, ὃν Φίλιπ‐ πος πρὸς τὴν ἀλήθειαν ἐποδήγησε, χεῖρα ὄντα τῆς βασιλίσσης τῶν Αἰθιόπων, ὡς δυνάστην Αἰθιοπίας, καὶ καθ’ ὃ ἐπὶ πάσης τῆς γάζης αὐτῆς εἴτουν τοῦ θησαυροῦ ἐτέτακτο. Ὅτι γε μὴν ἡ Αἰθιοπία πάντα | |
20 | τὰ ἔθνη δηλοῖ μέλανα ὄντα ἐν ἁμαρτίᾳ, παρίστησιν ἡ ἐν τῷ ᾌσματι διὰ μετανοίας λέγουσα νύμφη· «Μέλαινά εἰμι καὶ καλὴ,» τὸ μὲν διὰ τὴν εἰδωλο‐ λατρείαν καὶ τὴν κακίαν, τὸ δὲ διὰ τὴν ἐξ αὐτῶν ἀναχώρησιν· ὥστε τὴν Αἰθιοπίαν προφθάσαι χεῖρα | |
25 | αὐτῆς τῷ Θεῷ, ἤτοι ἐν τῷ εὔχεσθαι, ἢ καὶ ἐν τῷ προσάγειν δῶρα τῷ βασιλεῖ τά τε τῆς εὐσεβείας ἀρώματα καὶ τὸ τῆς θεογνωσίας χρυσίον. Ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις. | |
30 | (A f. 344) Ἐξ Ἰσραὴλ γὰρ τὸ γένος κατάγοντες οἱ ἱεροὶ ἀπόστολοι, τὴν τοῦ Θεοῦ μεγαλουργίαν δι’ ὧν εἰργάζοντο θαυμάτων ὑπέδειξαν. Καὶ οἱ μετ’ ἐκείνους δὲ τὸ διδασκαλικὸν δεξάμενοι χάρισμα, κα‐ θάπερ τινὲς νεφέλαι ἐκ τῆς τοῦ παναγίου Πνεύματος | |
35 | θαλάττης τὸν ὑετὸν ἀνιμώμενοι, τὴν ἀρδείαν τοῖς ἀνθρώποις προσφέρουσιν. Ἢ τὸ, «Ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις,» ἀντὶ τοῦ μεγάλη καὶ ὑψηλὴ καὶ περίοπτος. Ἑτέρως δὲ τῷ θεωρητικωτάτῳ Ἰσραὴλ τὰ μεγαλεῖα τοῦ Θεοῦ γνωρίζονται, καὶ ἡ δύναμις | |
40 | αὐτοῦ τῷ ὑπερκειμένῳ τῶν γεηρῶν. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραήλ. (A f. 344) Οἱ τῆς ἀρετῆς ἐρασταὶ τὸν Θεὸν δι’ ἑαυτῶν εὖ βιοῦντες ὑμνεῖσθαι παρασκευάζουσι, καὶ | |
45 | αὐτοὶ δὲ μόνοι θαυμάζουσι τὸν Θεὸν, οἷα δυνάμενοι κατανοεῖν τὰς μεγαλοπρεπεῖς οἰκονομίας αὐτοῦ. Αὐ‐ τὸς οὖν ὁ τοῦ πνευματικοῦ Ἰσραὴλ Θεὸς, ἴσον δὲ εἰπεῖν ὁ τῶν ἁγίων Θεὸς, ἐνισχύσει καὶ τὸν νέον λαὸν, ὥστε πάντα καὶ λαλεῖν καὶ δρᾷν ὑπὲρ τῆς δό‐ | |
69.1160(50) | ξης αὐτοῦ· καὶ δύναμιν μὲν δώσει εἰς τὸ ῥυσθῆναι τῆς πλάνης τῶν εἰδώλων, κραταίωσιν δὲ εἰς τὸ ἐμ‐ μεῖναι τῇ ἀμωμήτῳ πίστει Χριστοῦ· ὃς εὔνοός ἐστιν, ὡς καὶ πλάσας καὶ ἀναπλάσας καὶ τοσούτων ἀγαθῶν καταξιώσας τὸν λαὸν αὐτοῦ. | |
55t | ΨΑΛΜΟΣ ΞΗʹ. | |
56 | Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, τῷ Δαβίδ. | |
(A f. 344 b. B f. 284 b. G f. 50) Περιέχει μέντοι | 1159 | |
69.1161 | ὁ ψαλμὸς προσευχὴν τοῦ Σωτῆρος ἐκ προσώπου τῆς ἀνθρωπότητος προσφερομένην, τάς τε αἰτίας δι’ ἃς αὐτῷ τὸν ἐπὶ σταυροῦ κατεσκεύασαν θάνατον, ἔτι τε αὐτὸ τὸ πάθος διηγεῖται σαφῶς, καὶ τὰς μετὰ τὸ | |
5 | πάθος τοῖς Ἰουδαίοις συμβησομένας συμφοράς· πρὸς δὲ τούτοις καὶ εἰσαγωγὴν τῆς εὐαγγελικῆς πο‐ λιτείας, τῆς τε ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείας διδασκαλίαν, εἰς ἣν καὶ περιγράφει τὸν ψαλμόν. Ὅτι δὲ πᾶσαν ἢν ηὔξατο ὁ Σωτὴρ προσευχὴν, ἐκ προσ‐ | |
10 | ώπου τῆς ἀνθρώπου φύσεως ηὔξατο, αὐτὸ τοῦτο ἐπι‐ σημαίνει ἐπὶ τέλους τοῦ ψαλμοῦ, καί φησιν· «Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδη‐ μένους αὐτοῦ οὐκ ἐξουδένωσεν.» Ἐπὶ συντελείᾳ γὰρ τοῦ παρόντος αἰῶνος ἐπέφανεν ἡμῖν Θεὸς Κύριος, | |
15 | καὶ τὴν νοητὴν ἀλλοίωσιν ἠλλοιώθημεν, οὐκ ἐξ ἀγα‐ θῶν πεσόντες ἐπὶ τὰ χείρονα, καθὰ καὶ ἐν τῷ Ἀδὰμ, ἀλλ’ ἐκ παντὸς κακοῦ μεθιστάμενοι πρὸς πᾶν ἀγα‐ θόν. Γράφει δὲ καὶ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους περὶ Χριστοῦ, ὅτι ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐ‐ | |
20 | τοῦ δεήσεις καὶ ἱκετηρίας, πρὸς τὸν δυνάμενον σώ‐ ζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσήνεγκε. Καὶ κατὰ τὸ Εὐαγγέλιον· «Μετὰ ἱδρώτων, ἀγγέλου ἐνισχύοντος, ἐν ἀγωνίᾳ γενόμενος, ἐκτενέστερον προσηύχετο.» Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως | |
25 | ψυχῆς μου. (A f. 345) Ἔοικε δὲ καὶ ἐκ προσώπου τοῦ Κυρίου λέγεσθαι τὰ συμβάντα, ὅτε γενόμενος ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου. Ἐπειδὴ γὰρ περὶ ἡμῶν ὀδυνᾶται, εἰκότως καὶ εὔχεται ῥυσθῆναι | |
30 | ἐκ τῶν πειρασμῶν τῶν χειμάῤῥου δίκην περικλυσάν‐ των αὐτοῦ τὴν ψυχήν. Καὶ ὁ τύπος δὲ Χριστοῦ, Ἰω‐ νᾶς, «Περιεχύθη μοι ὕδωρ, φησὶν, ἕως ψυχῆς μου.» Καὶ ἐν Ἰώβ· «Ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας, δι’ ὧν τὰ τοῦ ᾅδου | |
35 | χωρία δηλοῦται.» (H f. 166) Διὰ τῶν ὑδάτων τοὺς πειρασμοὺς ση‐ μαίνει ἡ θεόπνευστος Γραφή. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. | |
40 | (A f. 345, B f. 285 b, F f. 102. Κυρίλλου, Εὐσε‐ βίου, Θεοδωρήτου.) Ποικίλλει τὸν λόγον ταῖς διαφό‐ ροις εἰκόσιν, οὐχ εὑρίσκων ἀξίαν εἰκόνα τῶν κατ‐ εχόντων τοὺς αἰχμαλώτους ἀνιαρῶν. Αἰνίττεται δὲ καὶ τὰ τοῦ ᾅδου χωρία, ἔνθα μόνος ὁ Σωτὴρ καταβὰς | |
45 | διεξῆλθε. Τὸ δὲ «Ἦλθον,» ὅμοιον τῷ, «Ἐγὼ τίθημι τὴν ψυχήν μου ἀπ’ ἐμαυτοῦ.» Ἑκουσίως δὲ Χριστὸς ὑπέστη τὸν θάνατον, ὃν καταιγίδα καλεῖ. Πρέπουσα δὲ φωνὴ καὶ τῷ πᾶσαν ὁμοῦ τὴν ἀρετὴν ναυαγήσαν‐ τι· «Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καται‐ | |
69.1161(50) | γὶς κατεπόντισέ με.» Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν. (A f. 346. Κυρίλλου, Γρηγορίου, Εὐσεβίου.) Ἢ | |
ὅτι Εἰ καὶ ἦσάν τινες πλημμέλειαι, δι’ ἃς τῷ σταυρῷ | 1161 | |
69.1164 | με προσήλων, τάχα που σὺ πρῶτος ἔγνως, ὁ Θεὸς, ὃν οὐδὲν οἷόν τε λανθάνειν· ἢ ἀφροσύνην μέν φησι τὴν νομισθεῖσαν παρὰ τοῖς ἀνθρώποις μωρίαν, τὴν τοῦ πάθους φημί. Γέγονε γὰρ ὁ τοῦ Κυρίου σταυ‐ | |
5 | ρὸς Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρία. Μωρίαν μὲν οὖν τοῦ Χριστοῦ τὸ πάθος, ἀσθένειαν δὲ τὸν σταυρὸν ὠνόμαζον. Σὺ οὖν, ὦ Πάτερ, φησὶν, ἔγνως τὴν διὰ τοῦ σταυροῦ οἰκονομίαν· σῇ γὰρ κρί‐ σει γεγένηται. Τοῦτο δὲ λέγει ἐπειδὴ γέγονεν ὑπ‐ | |
10 | ήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Τὸ δὲ, «Αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη‐ σαν,» ὅμοιον τῷ, «Τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε.» Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου. | |
15 | (E f. 131 b) Τῇ τοιαύτῃ χρήσαιτο φωνῇ, ὅστις ἐστὶν θεοσεβὴς ἀληθῶς καὶ πίστιν ἔχων ὀρθὴν καὶ ἀκαπήλευτον. Διωκομένης γὰρ τῆς εὐσεβείας ἀπὸ τῶν τῆς ἀληθείας ἐχθρῶν, ἀσθενείτω διάθεσις ἡ πρὸς γενεὰς καὶ γένη· καὶ τῆς τοῦ Θεοῦ δόξης καταπε‐ | |
20 | φρονημένης, ἀργείτω τότε καὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης ὁ νόμος· ἀγαπάσθω δὲ μόνος καὶ ὑπὲρ πάν‐ τας ὁ τῶν ὅλων Θεός· αὐτῷ γὰρ τὴν οἰκείαν ὀφείλο‐ μεν ζωήν. Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ | |
25 | ἐγενήθη εἰς ὀνειδισμούς μοι. (A f. 347) Εἴποι δ’ ἄν τις· Καὶ μὴν φάγου καὶ οἰνοπότου δόξαν ἠνέγκατο παρὰ τοῖς κακοήθεσιν· πῶς οὖν νῦν φησιν ὅτι ὠνειδίζετο ὡς νηστεύων; Πρὸς ὃ ῥητέον, ὅτι σπανίως καλούμενος ἀπῄει πρὸς | |
30 | τὰ συμπόσια αὐτός τε καὶ οἱ μαθηταί. Οἱ δὲ διαβάλ‐ λοντες, τούτοις ἐχρῶντο τοῖς λόγοις, τὸν λοιπὸν τῆς αὐτοῦ διαίτης ἀγνοοῦντες καιρόν. Πλὴν ἀρκείτω πρὸς ἀπόδειξιν ἡ συνεχὴς τεσσαρακονθήμερος νηστεία. Ἐπληροῦτο δὲ ταῦτα καὶ κατὰ τὸν καιρὸν τοῦ πά‐ | |
35 | θους, ὅτε, λοιπὸν αἰρομένου τοῦ νυμφίου, ἐνήστευον οἱ μαθηταὶ, ὥστε καὶ αὐτὸν εἰκὸς προορῶντα τὸ πά‐ θος καὶ τὰ παρακολουθοῦντα τοῖς Ἰουδαίοις κακὰ, καταπονεῖν τὴν ψυχὴν ἐν νηστείᾳ· κωλυτικὴ γὰρ τῆς ἐξ ἀλόγων παθῶν ἐπάρσεως ἡ νηστεία. | |
40 | (E f. 132) Γελῶσί τινες τῶν ἁγίων τοὺς πόνους, καὶ ὀνειδισμοῖς ποιοῦνται πρόφασιν τὰ ὄντως τεθαυ‐ μασμένα. Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. | |
45 | (A f. 347) Καὶ ὁ Σωτὴρ δὲ ὑπὲρ ἡμῶν ἐξομολο‐ γεῖται καὶ κακοῦται· ὁ γὰρ σάκκος τὴν σκληρὰν αἰνίττεται δίαιταν καὶ τὸ πένθος. Ἀλλὰ καὶ τοῦτο εἰς παραβολὴν γέγονε τῷ Κυρίῳ, τουτέστιν εἰς ὄνει‐ δος. Σύνηθες γὰρ τοῖς φαύλοις ὀνειδίζειν τοῖς ἀγα‐ | |
69.1164(50) | θοῖς δι’ ἃς ἔχουσι κακοπαθείας· εἰκὸς δὲ τὸν Χριστὸν μετὰ τὸ ἀναιρεθῆναι, παραβολὴν γενέσθαι τοῖς Ἰου‐ δαίοις· οἷον, Τοιαῦτα πάθοι ὁ ἐχθρὸς ἡμῶν οἷα καὶ ὁ ἐσταυρωμένος. Κατὰ δέ τινας διὰ τοῦ σάκκου, τὸ | |
σῶμα σημαίνεται σκληρὸν ὂν καὶ ἀντίτυπον· διὰ | 1163 | |
69.1165 | γοῦν τὴν τῆς σαρκὸς περιβολὴν ὠνειδίσθη ὁ Κύ‐ ριος. Κατ’ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις, κ.τ.λ. | |
5 | (A f. 347) Καὶ Ἰουδαῖοι δὲ Χριστὸν ἔν τε συμπο‐ σίοις ὠνείδιζον, παροίνιον αὐτὸν διήγημα ποιούμενοι καὶ κωμῳδίαν, ἔν τε ταῖς πρὸς ἀλλήλων ὁμιλίαις κατεγέλων αὐτοῦ. Τὰ γὰρ συνέδρια τῶν ἀκαιρουμέ‐ νων εἰς αὐτὸν εὐκαίρουν, καὶ ἠδολέσχουν, εἴτουν | |
10 | ἐσχόλαζον, καὶ συνεχῶς διηγοῦντο. [Καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες. Ταῦτα λέγει, τὸ παγχάλεπον τῆς Ἰουδαίων Συν‐ αγωγῆς ὑπεμφαίνων ναυάγιον, καὶ τὸ σὺν ἐκείνοις ἐναποπνίγεσθαι τῷ τῆς ἀγνωσίας βυθῷ παραιτού‐ | |
15 | μενος.] Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύριε. (A f. 347 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Ὁ Σύμ‐ μαχος· «Ἐμοὶ δὲ προσευχὴ σὺ, Κύριε.» Τούτων, φησὶ, γινομένων, ἐγὼ πρὸς σὲ τείνω τὸ ὄμμα, καὶ τὴν παρὰ | |
20 | σοῦ προσμένω βοήθειαν. Φαίη δ’ ἂν καὶ ὁ Σωτὴρ πρὸς τὸν Πατέρα· Εἰ καὶ ἐχλεύαζόν με, καὶ πονηρὰ ἀντὶ ἀγαθῶν ἀνταπεδίδοσάν μοι, ἀλλ’ οὖν ὑπὲρ αὐ‐ τῶν ἐγὼ οὐ παύσομαι πρὸς σὲ χρώμενος τῇ προσ‐ ευχῇ. Καὶ τοῦτο δῆλον ἐξ ὧν παρέθηκεν αὐτὸν ὁ | |
25 | εὐαγγελιστὴς καὶ ἐν τῷ σταυρῷ ὑπὲρ τῶν σταυρούν‐ των εὐχόμενον. Εἶτα τίθησιν ἑξῆς καὶ τὰ ῥήματα τῆς προσευχῆς. Καιρὸς εὐδοκίας, ὁ Θεός. (A f. 347 b, E f. 132) Εὐδόκησε γὰρ ὁ Θεὸς καὶ | |
30 | Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ· τὸ δὲ ἀνακεφαλαιώσασθαι ἔστι τὸ ἀναλαβεῖν καὶ ἀνακομίσαι τῶν πραγμάτων τὴν φύσιν εἰς τὸ ἐν ἀρχαῖς. Εὐδοκίαν δὲ καλεῖ τὴν βουλὴν τοῦ Θεοῦ, ὥστε ἡμᾶς σωθῆναι καλῶς αὐτῷ δόξασαν. «Ὅτε οὖν ἦλθε | |
35 | τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ.» Εἰς τοῦτο ἐλθὼν, φησί· «Καιρὸς εὐδοκίας» ὅμοιον τῷ, «Ἐλή‐ λυθεν ἡ ὥρα.» | |
40 | Ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. (A f. 347 b) Τοῦτο δὲ ποιήσεις, ὑπὲρ αὐτῶν ἀπο‐ θανόντα με σώσας διὰ τῆς ἀναστάσεως. Ὑπὲρ αὐτῶν γὰρ ἀναδέχομαι ζωὴν καὶ σωτηρίαν· σὺν ἐμοὶ γὰρ | |
45 | ζωοποιηθήσονται οἱ δι’ ἁμαρτίαν νεκροί. Μόνη μέν τοι ἀληθὴς ἡ παρὰ Θεοῦ σωτηρία, τυπικῆς οὔσης τῆς ὑπὸ ἰατρῶν καὶ στρατηγῶν σωτηρίας. Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βα‐ θέων τῶν ὑδάτων. | |
69.1165(50) | (A f. 347 b) Αἰτεῖ καὶ ὁ Σωτὴρ ἀπὸ τῶν Ἰουδαίων ῥυσθῆναι, οἳ ἐμίσουν αὐτὸν ὡς εἰς πρόσωπον αὐτῶν ἐλέγχοντα τὴν ἐν βάθει κρυπτομένην πονηρίαν. Ἢ βάθος ὑδάτων τὸν θάνατον λέγει καὶ τοὺς πειρασμοὺς οὓς ἐν Χριστῷ νικῶμεν. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς | |
55 | πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. | 1165 |
69.1168 | Μή με καταποντισάτω καταιγὶς ὕδατος, κ.τ.λ. (A f. 348, B f. 288 b, E f. 132 b, H f. 173 b, Κυρίλλου καὶ Εὐσεβίου.) Ὕδατος δὲ καταιγίδα καὶ βυθὸν καὶ φρέαρ ὀνομάζειν ἔοικεν ἢ τοὺς ἐν τῷ | |
5 | πειράζεσθαι κινδύνους, ἢ καὶ αὐτὸν ἔσθ’ ὅτε τὸν ᾅδην. Φησὶ γάρ· «Ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου·» ὡς οἱ εἰς φρέαρ ἐμπεσόντες, οὗ τὸ στόμα ἐνεφράγη. Δηλώσας δὲ καὶ ὁ Κύριος διὰ τοῦ, «Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ,» τὴν τοῦ σώματος ἐν τῷ θανάτῳ λύσιν, | |
10 | καὶ παραστήσας τὴν εἰς ᾅδου κάθοδον, νῦν περὶ τῆς ἀνόδου φησί· «Ῥυσθείην, λέγων, ἐκ τῶν βαθέων τῶν ὑδάτων,» καὶ τὰ ἑξῆς. Τὰς μὲν γὰρ ἄλλας ψυ‐ χὰς κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ τὸ φρέαρ συν‐ έσχεν ἀποκλεῖσαν τῷ ἑαυτοῦ στόματι. Φρέαρ δὲ στόμα | |
15 | ἔχον ὁ θάνατος, ἐξ αἰῶνος ἅπαντας καταπεπωκὼς τοὺς εἰς αὐτὸν καταπεπτωκότας, καὶ μετὰ τὸ κατα‐ πιεῖν, ἐπικλείσας τὸ ἑαυτοῦ στόμα πρὸς τὸ μή τινα πρὸς ζωὴν παλινδρομῆσαι. Ἐπ’ ἐμοὶ δὲ, φησὶ, μὴ γένοιτο τοῦτο. Λέγει δὲ καταιγίδα, ὑπεμφαίνων τὸ | |
20 | παγχάλεπον τῆς Ἰουδαίων Συναγωγῆς ναυάγιον, καὶ τὸ σὺν ἐκείνοις ἀποπνίγεσθαι τῷ τῆς ἀγνωσίας βυθῷ παραιτούμενος. Πῶς δὲ, εἰπὼν ἄνω· «Καταιγὶς κατ‐ επόντισέ με,» νῦν λέγει· «Μή με καταποντισάτω;» Ὅτι ἐπεὶ ἔστι βυθισθέντα πάλιν ἀνανήξασθαι, εὔχε‐ | |
25 | ται ὧν ἐπειράθη μὴ πάλιν πεῖραν λαβεῖν. Κύματα οἶδα καὶ ἄλλα καὶ κλύδωνα φοβερὸν ἐπανιστάμενον τῇ ψυχῇ τὸν ἐκ τῶν παθῶν τῆς σαρκὸς, οἷς χρὴ δυσ‐ πρόσιτον ὄντα, μηδαμῶς τῆς ἀπ’ αὐτῶν πικρίας ἀναπίμπλασθαι· ἀλλ’ ἀεὶ προσευχόμενον λέγειν· | |
30 | «Ῥυσθείην ἐκ τῶν βαθέων τῶν ὑδάτων,» καὶ τὰ ἑξῆς. Εἰσάκουσόν με, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου. (A f. 348 Κυρίλλου καὶ Εὐσεβίου). Διὰ τί δὲ καὶ ὁ Μονογενὴς χρῄζει τοῦ εἰσακουσθῆναι, ἴσος ὢν τῷ | |
35 | Πατρὶ καὶ ὁμότιμος, αὐτὸς τὴν αἰτίαν λέγει· «Ὅτι χρηστὸν τὸ ἔλεός σου,» τουτέστι, Διὰ τοῦτο εἰσ‐ ακουσθῆναι χρῄζω, ἐπειδὴ ἄνθρωπος διὰ τὴν σὴν φιλανθρωπίαν γέγονα, καὶ ὑπὲρ ἀνθρώπων εἰκότως ταῦτα ἀναδέχομαι. | |
40 | Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παι‐ δός σου. (A f. 348 b, Κυρίλλου καὶ Εὐσεβίου.) Ἐπεὶ δὲ καὶ ὁ Πατὴρ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν ἀποστρα‐ φεὶς ἦν τὴν τοῦ ἀνθρώπου φύσιν, τούτου χάριν πάλιν | |
45 | πρὸς αὐτὴν ἐπιστρέψαι τὸν Πατέρα τὸ πρόσωπον ὁ Χριστὸς παρακαλεῖ, καὶ μὴ ἐπιμεῖναι ὀργιζόμενον, ἐκ μεταφορᾶς τῶν ἐν ταῖς ὀργαῖς ἀποστρεφόντων τὸ πρόσωπον. Ἀποστροφὴ δὲ Θεοῦ ἡ ἐγκατάλειψις. Ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου. | |
69.1168(50) | (A f. 348 b, H f. 174 b, Κυρίλλου καὶ Εὐσεβίου.) Διὰ τὴν τῆς ὀδύνης ὑπερβολὴν, ταχεῖαν μοι παρά‐ σχου παραψυχήν. Τί τὸ θλίβον; εἰπέ· ἐξήγησαι τὸ λυποῦν, ὦ Δαβίδ. Ἄκουε τοίνυν λέγοντος ἐναργῶς· | |
«Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, | 1167 | |
69.1169 | ὡσεὶ φορτίον ἐβαρύνθησαν ἐπ’ ἐμέ.» Οὐκοῦν πρόσ‐ ελθε τῷ λέγοντι· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶν‐ τες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» (A f. 348 b) Φαίη δ’ ἂν καὶ ὁ Χριστὸς πρὸς τὸν | |
5 | Πατέρα· Ὑπὲρ τοῦ κοινοῦ κτήματος θλίβομαι τοῦ ἀνθρώπου, ὥστε ἐλευθερῶσαι τὸν ἀφ’ ἡμῶν αἰχ‐ μάλωτον. Ταχὺ δὲ εἰσάκουσον, ἐπειδὴ χρῄζει ταχύτη‐ τος τὸ κατ’ αὐτὸν μυστήριον. Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν. | |
10 | (A f. 348 b, E f. 133, F f. 104 b) Εἴποι δ’ ἂν καὶ ὁ Σωτὴρ πρὸς τὸν Πατέρα· Λύτρωσαι τὴν ψυχήν μου ἀπὸ τοῦ κατασχόντος, δηλονότι θανάτου. Καὶ ποῖος ἄρα ἐστὶν ὁ τῆς λυτρώσεως τρόπος; Ἡ ἐν Χριστῷ δικαίωσις, ἡ διὰ πίστεως σωτηρία, τῶν πλημμελη‐ | |
15 | μάτων ἡ ἄφεσις ἡ διὰ τοῦ ἁγίου βαπτίσματος. Οὕτως ἐλυτρώσατό ποτε τοὺς ἐξ Ἰσραὴλ, ὡς ἐν σκιαῖς καὶ τύποις προκαταγράφων ἡμῖν τοῦ Χριστοῦ τὸ μυστή‐ ριον, καὶ τὸ τοῖς ἀγγέλοις ἄγνωστον. Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. | |
20 | (A f. 348 b) Καὶ ὁ Σωτὴρ δὲ ἐξ ἧς πεπόνθαμεν ἀδικίας παρὰ τῶν νοητῶν ἐχθρῶν, ἀπὸ ταύτης ἐπὶ τὸν ἔλεον τὸν ἡμέτερον διεγείρει τὸν Πατέρα. Εἰ δέ τις ἐπαπορήσοι πῶς τοσαῦτα δεηθεὶς ὁ Χριστὸς, οὐκ ἐξέφυγε τοὺς πειρασμοὺς, ἀκουσάτω ὅτι ηὔχετο μὲν | |
25 | ὡς ἄνθρωπος μὴ εἰσελθεῖν εἰς πειρασμὸν, ἐπεὶ δὲ συνέφερε παθεῖν αὐτὸν διὰ τὴν ἡμετέραν σωτηρίαν, κατεδέξατο τὰ πάθη, προελόμενος τὸ θεῖον θέλημα παρὰ τὸ ἀνθρώπινον. Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου. | |
30 | (A f. 349) Καὶ ὁ Σωτὴρ δὲ πρὸς τὸν Πατέρα, Οἶδας, φησὶ, τὸν ὀνειδισμὸν ὃν ὑπὲρ τοῦ σοῦ ὠνειδίσθην ὀνό‐ ματος, τὴν αἰσχύνην ἣν ὑπὲρ ἀληθείας ἀνέτλην τῆς σῆς, τὴν ἐντροπὴν ἣν ὑπὲρ τῆς δόξης ὑπέσχον τῆς σῆς. Οἱ γὰρ θλίβοντές με, οἱ κολαφίζοντες, οἱ σταυ‐ | |
35 | ροῦντες, ἐνώπιον πάντα δρῶσι τῶν σῶν ὀφθαλμῶν. Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ τα‐ λαιπωρίαν. (A f. 349, B f. 289 b) Ἐντεῦθεν καὶ ὁ Χριστὸς τὸ πάθος διηγεῖται, ὃ καὶ σαφῶς ἡμῖν οἱ εὐαγγελισταὶ | |
40 | διηγήσαντο. Οὐχ ὑπῆρχε δὲ ὁ συλλυπούμενος καὶ ὁ παρακαλῶν, διὰ τὸ καὶ τοὺς μαθητὰς ἄλλον ἀλλαχοῦ φυγεῖν. Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. | |
45 | (A f. 349, B f. 289 b, E f. 133 b, H f. 177, Κυ‐ ρίλλου καὶ Θεοδωρήτου.) Καὶ αὐτήν μοι, φησὶ, τὴν τροφὴν, πικρὰν καὶ ἀνιαρὰν κατεσκεύασαν· ἀνήδονος γὰρ τοῖς μετ’ ὀδύνης ἐσθίουσι καὶ ἡ ἡδίστη τροφή. Ἐπισημαίνονται δὲ καὶ οἱ μακάριοι εὐαγγελισταὶ, | |
69.1169(50) | ὅτι δεδιψηκότι τῷ Χριστῷ, κατὰ τὸν τοῦ σταυροῦ καιρὸν, καὶ πιεῖν αἰτήσαντι προσεκόμισαν «ὄξος | |
χολῇ συμμιγέν· καὶ γευσάμενος, φησὶν, οὐκ ἤθελεν πιεῖν·» ἵνα ἡ Γραφὴ πληρωθῇ ἡ ψαλμικὴ αὕτη. | 1169 | |
69.1172 | Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα. (A f. 349. Κυρίλλου καὶ Θεοδωρήτου.) Οὕτω καὶ ὁ Σύμμαχος ἡρμήνευεν· «Γένοιτο ἡ τράπεζα αὐτῶν | |
5 | ἔμπροσθεν αὐτῶν εἰς παγίδα καὶ εἰς τιμωρίαν·» ὥστε συλληφθῆναι ἐντεῦθεν καὶ τὰ συμβησόμενα τοῖς Ἰουδαίοις μετὰ τὸ πάθος κατασημαίνειν. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Τὰ παραπλήσια ὑπομείνειαν, ὧν πεῖ‐ ράν με λαβεῖν παρεσκεύασαν. Οὐαὶ γὰρ τῷ ἀνόμῳ, | |
10 | ὅτι πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέ‐ πειν. (A f. 349 b, B f. 290, II f. 178. Κυρίλλου καὶ Θεοδωρήτου.) Ἐπάγαγε αὐτοῖς τὸ ζοφῶδες νέφος | |
15 | τῶν πειρασμῶν, ἵνα, μηδαμόθεν πρὸς τὴν τῶν θείων μυστηρίων ἀνανεύοντες ἔλλαμψιν, Ἰουδαῖοι κακοὶ κακῶς ἀπόλωνται, διὰ τὰς σφῶν ἀπονοίας καὶ τὸ λίαν ἀκρατὲς εἰς ἀπείθειαν. Πῶς δὲ καὶ Ἰουδαῖοι οὐκ ἐσκοτίσθησαν, μὴ δεξάμενοι τὸν τῆς δικαιοσύνης | |
20 | ἥλιον; Οἳ ἐπειδὴ σταυρῷ παρέδωκαν τὸν τῶν ὅλων Κύριον, ἔδυ μὲν αὐτοῖς ὁ ἥλιος, συνεσκότασε δὲ ἐν ἡμέρᾳ τὸ φῶς, σημεῖον ἐναργὲς τοῦ κατεσκοτίσθαι καὶ νοητῶς τὰς τῶν σταυρωσάντων ψυχάς. Πώρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, καὶ κάλυμμα | |
25 | ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, καὶ ὀφθαλμοὺς ἔχον‐ τες οὐ βλέπουσι, διὰ τὸ παραιτήσασθαι τὸ φῶς τὸ ἀληθινὸν, καὶ ἑκουσίως μῦσαι τοὺς ὀφθαλμοὺς τῆς καρ‐ δίας. Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. (A f. 349 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Καὶ τὰς | |
30 | ὀσφύας αὐτῶν διαπαντὸς ἐξάρθρωσον· δουλείαν τῶν Βαβυλωνίων καταψήφισαι, Δέσποτα, ἵνα οἷς ποιοῦσι περιπέσωσιν εἰς ἐπίπονον ἐργασίαν συγκεκυφότες ἀεί. Ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς. | |
35 | (A f. 350) Θυμὸν τοίνυν ὀργῆς τὴν ὀξεῖαν καὶ ἐπί‐ πονον ἐκάλεσε τιμωρίαν. Καὶ ἐπὶ τοὺς σταυρωτὰς δὲ ὁ θυμὸς τῆς θείας ὀργῆς, οὐ μερικῶς ὡς πολλάκις, ἀλλὰ τελέως ἐξεκενώθη, καὶ κατέλαβεν αὐτοὺς πᾶν εἶδος τιμωρίας. | |
40 | Ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν. (A f. 350. Κυρίλλου καὶ Θεοδωρήτου.) Σὺ μὲν, φησὶ, δίκας με τῆς παροινίας εἰσπραττόμενος, οἶόν τισι δημίοις παρέδωκας τοῖς Βαβυλωνίοις· οὗτοι δὲ πλείοσί με ἢ προσέταξαν κακοῖς περιέβαλον, καὶ | |
45 | ἐπηύξησάν μοι τὴν διὰ τὴν ἁμαρτίαν ὀδύνην. Ταύτην αὐτῶν καὶ ὁ τῶν ὅλων Θεὸς κατηγορεῖ τὴν ὠμότητα, καί φησιν· «Ἐγὼ αὐτοὺς παρέδωκα εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος· τοῦ πρεσβυτέ‐ | |
ρου ἐβάρυνας τὸν ζυγὸν, καὶ νεώτερον οὐκ ἠλέησας.» | 1171 | |
69.1173 | Εἰ δὲ περὶ τῶν σταυρωτῶν ὁ λόγος, αἰτίας ἐστὶ τοῦτο παράθεσις δι’ ἢν τὰ τοιαῦτα πείσονται. (A f. 350) Ὅμοιον δὲ τῷ παρὰ τῷ Ζαχαρίᾳ· «Πα‐ τάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρό‐ | |
5 | βατα.» Συγχωρήσας γὰρ παθεῖν τὸν Υἱὸν, αὐτὸς παραδοῦναι λέγεται. Πέπονθε δὲ καὶ ὁ Υἱὸς οὐκ ἐξ ἀνάγκης, ἀλλ’ ἑκών· ἦν γὰρ αὐτῷ τὸ πάθος τῷ κόσμῳ σωτήριον. Τοῦτον οὖν, φησὶ, τὸν κατὰ τὴν σὴν εὐδο‐ κίαν ἐν παταγμοῖς διὰ τὸ πάθος γενόμενον αὐτοὶ | |
10 | οὐ παραδεξάμενοι, ἔξω που τῆς ἑαυτῶν σωτηρίας ἀπήλασαν. Οὐχ ὅτι οὖν ὁ Πατὴρ, ἀλλ’ ὅτι κρεῖττον οἰκονομούμενος εἰς θάνατον, καθὼς προώριστο, παρ‐ έδωκε τὸν Υἱὸν, ἀνεύθυνοι ἂν εἶεν διὰ τοῦτο οἱ ταύτῃ ὑπηρετησάμενοι τῇ βουλῇ. Οὐ γὰρ ἀρέσαι Θεῷ σπεύ‐ | |
15 | δοντες τοῦτο ποιεῖν ἐδοκίμασαν, ἀλλὰ ψυχῆς αὐτοκι‐ νήτῳ παρανομοῦντες βουλῇ καὶ φθόνῳ στρατηγού‐ μενοι φονικῷ, τοῦτο κατεπράξαντο. Εἶτα ἐπάγει, ὅτι «Ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.» Ἐπειδὴ αὐτὸς μὲν ἐταπείνωσεν ἑαυτὸν, οἱ δὲ θανάτῳ | |
20 | περιέβαλον· ἢ ὅτι οὐ μόνον ἀπέκτειναν, ἀλλὰ καὶ τὴν ἀνάστασιν αὐτοῦ διέβαλον καὶ ἐσυκοφάντησαν· διὰ τοῦτο πάλιν αὐτοῖς ἐπαρᾶται τὰ ἑξῆς. Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν. (A f. 350 b, E f. 134. Κυρίλλου καὶ Εὐσεβίου.) | |
25 | Τοῦτό φησιν διὰ τὴν πρόσθεσιν τῆς Ἱερουσαλήμ. Ἀνομίαν ἐκάλεσε τὴν διὰ τὴν ἁμαρτίαν ἐπαγομένην τιμωρίαν. Εἰ δὲ περὶ τῶν σταυρωτῶν ὁ λόγος, ὅτι τῇ κατὰ τὸν Κύριον ἀνομίᾳ καὶ ἑτέραν ἀνομίαν προσ‐ θήσουσι, τὸν μὲν τοῦ Ζεβεδαίου Ἰάκωβον μαχαίρᾳ | |
30 | ἀπεκτονότες, ξύλῳ δὲ τὸν ἀδελφόθεον, καὶ λίθοις Στέφανον. Ἢ μία μὲν ἀνομία, ὅτι τὴν ἀλήθειαν ἐλ‐ θοῦσαν οὐκ ἐδέξαντο, τῇ σκιᾷ τοῦ νόμου παρανόμως προσκαθήμενοι· ἑτέρα δὲ ἀνομία, ὅτι ἐξωσθέντες τῆς Ἰουδαίας καὶ τοῦτό που τῆς τυπικῆς λατρείας, τε‐ | |
35 | λοῦσιν αὐτὴν ὅπου οὐκ ἔξεστι. Διὸ οὐκ εἰσέρχονται ἐν δικαιοσύνῃ τῆς διὰ πίστεως Ἰησοῦ Χριστοῦ, πόῤῥω δὲ γενήσονται καὶ τῆς τοῖς δικαίοις ἀποδοθησομένης τρυφῆς. Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ | |
40 | δικαίων μὴ γραφήτωσαν. (A f. 350 b) Καὶ οἱ σταυρωταὶ δὲ, εἰ καὶ πρῶτοι ἐνεγράφησαν διὰ τοὺς παρὰ Θεῷ ζῶντας πατέρας αὐτῶν, ὡς καὶ αὐτοῖς δεδόσθαι τὰς ἐπαγγελίας, ἀλλ’ οὖν, ἐπειδὴ τοιαῦτα ἐτόλμησαν, εἰκότως ἐξαλειφθή‐ | |
45 | σονται, οὐδὲ παρὰ Θεῷ ἐγγραφήσονται μετὰ τῶν ἐκλεγομένων δικαίων καὶ τῆς παρ’ αὐτῷ ζωῆς ἀξίων, ὡς τὸν ἀρχηγὸν τῆς ζωῆς καὶ τῆς σωτηρίας παραι‐ τησάμενοι. Τὰ γὰρ προστακτικῶς εἰρημένα, προ‐ αγορευτικῶς χρὴ ἐξακούεσθαι. Βίβλος δὲ ζωῆς, ἡ | |
69.1173(50) | μνήμη καὶ ἡ γνῶσις τοῦ Θεοῦ· ἐκεῖ γράφεται τὰ ἔργα. Μακάριος οὖν ὁ τῆς ἐν τῇ ἄνω Ἱερουσαλὴμ | |
γραφῆς ἀξιούμενος. | 1173 | |
69.1176 | Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγὼ, ἡ σωτηρία σου, ὁ Θεὶς, ἀντελάβετό μου. (A f. 351, B f. 291 b, F f. 104 b, 105, H f. 181 b) Τὸ δὲ «Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγὼ,» τοῦτο σημαί‐ | |
5 | νει ἐκ προσώπου τῶν δορυαλώτων λεγόμενον· Ἐν πτωχείᾳ με ἰδὼν καὶ ἐν πολλαῖς ὀδύναις ἐξεταζόμενον, τῆς σῆς σωτηρίας ἠξίωσας. Φησὶ καὶ ὁ Κύριος ὅτι Πτωχός εἰμι, καθ’ ὃ ἐκένωσεν ἑαυτὸν καὶ γέγονεν ἄνθρωπος· ἀλγῶν δὲ καθ’ ὃ σταυρὸν ὑπέμεινεν καὶ | |
10 | τὰς ἐκ τῶν Ἰουδαίων πληγὰς, εἰπὼν πρὸς τὸν Πα‐ τέρα· «Ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου.» Λέγει μὲν ἀνθρωπίνως καὶ τοῦτο, τετήρηκε δὲ παν‐ ταχοῦ τῆς οἰκονομίας τὸν τρόπον· ἔδει γὰρ γενόμε‐ νον ἄνθρωπον καὶ ἐγηγέρθαι λέγεσθαι παρὰ τοῦ Πα‐ | |
15 | τρὸς αὐτόν. Ἐντεῦθεν δὲ καὶ ἡ εὐαγγελικὴ πολιτεία κηρύττεται, ἧς ἦρξεν ὁ κατὰ Θεὸν χορὸς, πτωχὸς τῷ πνεύματι, ὃς εἰσέρχεται εὐχαριστῶν ἐπὶ τῇ γενομένῃ αὐτῷ σωτηρίᾳ παρὰ τοῦ Μονογενοῦς. Ἐπαγγέλλεται δὲ μηκέτι τὰς δι’ αἱμάτων προσφέρειν θυσίας, τὰς | |
20 | δι’ αἰνέσεων δὲ μᾶλλον καὶ πνευματικάς. Διὸ ἐπάγει· Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ’ ᾠδῆς. (A f. 351 b) Θρηνῆσαι δὲ ἄξιον τὴν Ἰουδαίων παρα‐ νομίαν, συνιδεῖν οὐ βουλομένων τῆς νομικῆς λα‐ τρείας τὸ νηπιῶδες, καίτοι τῶν ἐν Βαβυλῶνι δορυ‐ | |
25 | αλώτων ὑμνεῖν τὸν Θεὸν μετὰ τὴν ἐπάνοδον ὑπισχνου‐ μένων. Ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον. (A f. 351 b, B f. 292, E f. 134 b, H f. 182 b) Τουτέστι τριετῆ καὶ τέλειον· τοιαῦτα γὰρ ἦσαν τὰ | |
30 | κατὰ τὸν νόμον θύματα. —Ἰστέον δὲ ὅτι τότε μό‐ σχος ἄῤῥην ἐθύετο, ἡνίκα ἡ Συναγωγὴ περιέπιπτεν ἁμαρτίᾳ· προσεφέρετο δὲ καὶ ὑπὲρ ἀρχιερέως. Ἐπεὶ οὖν ἀρχιερεῖς καὶ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Χριστοῦ, καὶ κατ’ αὐτοῦ τοὺς ὑπὸ χεῖρα | |
35 | διήγειραν, καὶ αἴτιοι τῆς αὐτῶν ἁμαρτίας ἐγένοντο, ἔδει δὲ τούτοις τῆς διὰ νόμου καθάρσεως, Οὐκ αἰσθη‐ τὸν, ἔφη, μόσχον ἐγὼ προσφέρω, τὴν καθαρὰν δὲ θυσίαν καὶ ἀναίμακτον ἢν ἐν τῇ ἐμῇ Ἐκκλησίᾳ κατέστησα. Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν. | |
40 | (A f. 351 b) Φασὶ δὲ καὶ οἱ ἀπόστολοι περὶ τῶν δι’ αὐτῶν πιστευσάντων εἰς Χριστὸν, ὅτι, ταῦτα γνόντες, οἱ τῷ πνεύματι πτωχοὶ ἀγαλλιαθήσονται. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ, καὶ ἡ γῆ, θά‐ λασσα, κ.τ.λ. | |
45 | (A f. 352. Κυρίλλου καὶ Θεοδωρήτου.) Ἅπασαν, φησὶ, τὴν κτίσιν εἰς κοινωνίαν τῆς ὑμνῳδίας καλῶ καὶ αὐτὰ τὰ στοιχεῖα· οὐκ ἀπόχρη γὰρ ἡ μία γλῶττα τὰς θείας διηγήσασθαι χάριτας. Δοξολογοῦσι δὲ καὶ Θεὸν ἀκαταλήκτως αἱ ἄνω δυνάμεις, συμπάσης ἐλευ‐ | |
69.1176(50) | θερωθείσης τῆς γῆς. Γέγονε δὲ καὶ τοῦτο κατόρθωμα τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, τοῦ συνάψαντος τοῖς ἄνω πνεύμασι τοὺς ἐπὶ τῆς γῆς, ἵνα μία καὶ ἡ αὐτὴ παρὰ πάντων τελεῖται λατρεία. Εἰ δὲ οἱ ἐν | |
οὐρανοῖς ἐπὶ τῇ τῶν ἀνθρώπων χαίρουσι σωτηρίᾳ, καὶ | 1175 | |
69.1177 | αἰνοῦσιν ἐπὶ τούτῳ τὸν Θεὸν, πολλῷ μᾶλλον αὐτοὶ οἱ σωθέντες ἐπὶ τῆς γῆς αἰνέσουσι τὸν σώσαντα. Διὸ πρόσ‐ κειται «καὶ ἡ γῆ,» ἵνα εἴπῃ· Πάντα αὐτὸν ὑμνεί‐ τω τὰ ἄνω, τὰ κάτω. Ἀπὸ γὰρ τῶν κυριωτέρων | |
5 | τὰ κατὰ μέρος συμπεριέλαβεν. Ἐν δὲ τῇ θαλάσσῃ εἶπεν, ἐπειδὴ καὶ ἐν ταῖς νήσοις ἔμελλον τὸ σωτήριον τοῦ Θεοῦ παραδέχεσθαι. Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας. —Καὶ τὸ σπέρμα τῶν | |
10 | δούλων αὐτοῦ καθέξουσιν αὐτήν. (A f. 352) Ὑψηλότερον δὲ, Σιὼν ἡ ἁγίων Ἐκκλη‐ σία, ἧς καὶ αἱ πόλεις ᾠκοδομήθησαν, αἱ ἀνεγηγερ‐ μέναι ψυχαὶ ἐκ τοῦ τῆς ἀπιστίας ὀλίσθου δι’ ἐξομο‐ λογήσεως· Ἰουδαία γὰρ ἐξομολόγησις ἑρμηνεύεται. | |
15 | Δοῦλοι δὲ Θεοῦ οἱ ἅγιοι ἀπόστολοι· σπέρμα δὲ αὐτῶν οἱ δι’ αὐτῶν εἰς Χριστὸν πιστεύσαντες. | |
17t | ΨΑΛΜΟΣ ΞΘʹ. | |
18 | Εἰς τὸ τέλος, τῷ Δαβὶδ εἰς ἀνάμνησιν, εἰς τὸ σω‐ σαί με Κύριον. | |
20 | (A f. 352 b) Δύναται δὲ καὶ ἀπὸ Χριστοῦ προσ‐ άγεσθαι ὑπὲρ τῆς ἀνθρωπότητος, ἀξιούσης εἰς τὸ βοη‐ θῆσαι αὐτῇ διαναστῆναι τὸν Θεόν. Οὕτω γὰρ συν‐ έβαινεν ἐντραπῆναι μὲν τοὺς ἀνακειμένους αὐτῇ πολεμίους δαίμονας, εὐφρανθῆναι δὲ τοὺς ὅσοι χαί‐ | |
25 | ρουσιν ἐπὶ τῇ σωτηρίᾳ αὐτῆς. Διὸ βοᾷ· Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. (A f. 352 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Δια‐ μάρτοιεν, φησὶν, οἱ τῆς ἐμῆς σφαγῆς ἐφιέμενοι, καὶ | |
30 | τὴν ἐντεῦθεν αἰσχύνην καρπώσαιντο. Ὑψηλότερον δὲ, οἱ δαίμονες οἱ ἐπὶ τῷ γενομένῳ μοι πάλαι πτώ‐ ματι, διὰ τὴν τοῦ θανάτου κατάραν, ἐπαρθέντες καὶ ἐπιχαρέντες, μηκέτι μου κυριευσάτωσαν. Ἀξία δὲ τοῦ Δαβὶδ ἡ εὐχή· οὐ γὰρ κατεύχεται τῶν εἰς χρή‐ | |
35 | ματα ἐπιβουλευόντων, ἢ περὶ γῆς ὅρων, ἀλλὰ τῶν εἰς ψυχὴν, ἤτοι δαιμόνων, καὶ τῶν συνεργούντων τοῦτοις πονηρῶν καὶ ἀπίστων ἀνθρώπων. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω—οἱ λέγοντές μοι· Εὖγε, εὖγε. | |
40 | (A f. 352 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Οἱ τοῖς ἐμοῖς, φησὶ, κακοῖς ἐφηδόμενοι, τράποιντο εἰς φυγὴν μετ’ αἰσχύνης, τὴν ἐμὴν ὁρῶντες μεταβολὴν, καὶ μὴ ἀπολαύσαιεν τῆς εὐφροσύνης. Τὸ γὰρ, Εὖγε, ἔθος ἐστὶ λέγειν τοῖς ἀνθρώποις, ὅταν τινὸς τύχωσι τῶν | |
45 | καθ’ ἡδονήν. Λέγουσι δὲ τοῦτο καὶ οἱ δαίμονες ἁμαρ‐ τανόντων ἡμῶν· ἔστι δ’ ὅτε καὶ γέλωτα ἐκπέμπουσιν ἐμπαίζοντες ἡμῖν. Πλὴν τῷ ἁμαρτάνοντι συμφέρει ἀποστραφῆναι εἰς τὰ ὀπίσω, διὰ μετανοίας παλινδρο‐ μοῦντι ἐφ’ ὃ καταλέλοιπεν ἀγαθὸν, μετὰ τοῦ αἰσχύ‐ | |
69.1177(50) | νεσθαι θέλειν. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ὁ Θεὸς, βοήθη‐ σόν μοι. (A f. 353) Ἴσως δὲ καὶ ἐκ προσώπου ταῦτα τοῦ λαοῦ τῶν ἐθνῶν λέγεται, τοῦ πτωχοῦ καὶ πένητος | |
55 | διὰ τὴν ἁμαρτίαν καὶ τὴν ἀσέβειαν, παρακαλοῦντος | 1177 |
69.1180 | ἐπιταχῦναι τοῦ Χριστοῦ τὴν βοήθειαν, καὶ καται‐ σχυνθῆναι τοὺς νοητοὺς ἐχθρούς. | |
3t | ΨΑΛΜΟΣ Οʹ. | |
4 | Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. | |
5 | (A f. 354. Κυρίλλου καὶ Βασιλείου.) Ἔστι δι‐ καιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, δι’ οὗ ἐῤῥύσθημεν τῆς κατεχούσης ἡμᾶς ἁμαρτίας εἰς φθοράν. Ὁ μὲν οὖν ἔχων εἰς Θεὸν ἐλπίδα, μέχρι τοῦ παντὸς αἰῶνος οὐ καταισχυνθήσεται· καθάπερ ὁ ἐπί τι πεποιθὼς ἔτε‐ | |
10 | ρον, ἡνίκα τῆς ἐλπίδος ἐκπέσῃ· ὁ πεποιθὼς γὰρ, φησὶν, ἐπὶ πλούτῳ, οὗτος πεσεῖται. Καὶ μὴ ἐλπίζετε ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. Καὶ ἐπι‐ κατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον· εὐλογη‐ μένος δὲ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ. Κἀγὼ | |
15 | τοίνυν, φησὶν, εἰ μὲν ἐπ’ ἄνθρωπον ὅλως ἢ ἐπ’ ἄλλο τι τῶν ἐπιβούλων καὶ σφαλερῶν ἀνῆψά μου τῆς ψυ‐ χῆς τὴν ἐλπίδα, ἄξιος εἴην καταισχύνεσθαι. Εἰ δὲ πάντων μὲν τῶν ἄλλων ὑπερεῖδον, πρὸς σὲ δὲ μόνον ἐπήρεισά μου τὴν ὅλην πεποίθησιν, μὴ δὴ, ὁ Θεὸς, | |
20 | καταισχυναίμην δι’ αἰῶνος. Μνησθεὶς δὲ τῆς συμφύ‐ του δικαιοσύνης τῆς πᾶσι διανεμητικῆς τοῦ κατ’ ἀξίαν, ῥῦσαί με τῶν ἐπιτιθεμένων ἀνθρώπων ἢ δια‐ μόνων, καὶ τῆς αὐτῶν ἐξελοῦ σκαιότητος. | |
24t | ΨΑΛΜΟΣ ΟΑʹ. | |
25 | Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δός. (E f. 141) Καὶ ποῖον κρῖμα διαδεξάμενος, ὡς ἐν ὀλίγοις εἰπὼν ὁ μακάριος Παῦλος, ὅτι εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ. | |
30 | Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην. (E f. 141 b. Κυρίλλου, Διδύμου, Ἀθανασίου) Ὄρη καὶ βουνοὺς ἐνταῦθα ἀγγελικὰς δυνάμεις φησὶν, τὰ πάλαι μὲν διὰ τὴν κεχυμένην ἀσέβειαν μὴ ἐπιχω‐ | |
35 | ριαζούσας τῇ γῇ, νῦν δὲ εἰρήνην πρὸς πάντας ἀν‐ θρώπους κελευομένας ἀναλαμβάνειν. Σώσει τοὺς υἱοὺς τῶν πενήτων. (E f. 141 b) Καὶ τίνες εἶεν ἄρα ἐνθάδε οἱ σημαινό‐ μενοι πένητες, τίνες δὲ καὶ οἱ τούτων υἱοὶ, ἀναγκαῖον | |
40 | ἰδεῖν. Πένητας τοίνυν ὀνομάζει τοὺς ἁγίους ἀποστό‐ λους· ἧσαν γὰρ πτωχοὶ τῷ πνεύματι· σέσωκε τοίνυν ἡμᾶς τοὺς τῶν πενήτων υἱοὺς, κατὰ Πνεῦμα δικαιώ‐ σας ἐν τῇ πίστει καὶ ἁγιάσας. Καὶ συμπαραμενεῖ τῷ ἡλίῳ. | |
45 | (E f. 142) Τὸ Συμπαραμένει, τουτέστι, τῷ παντὶ χρόνῳ συνεκτείνεται ὁ Θεὸς ὁμοῦ καὶ ἄνθρωπος· ὅτι καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν ἦν. Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ σελήνη. | |
69.1180(50) | (E f. 142) Ἀνατελεῖ ἡμῖν ἐν ἡμέραις Χριστοῦ δι‐ καιοσύνη διὰ πίστεως· πλῆθος δὲ εἰρήνης, διὰ τῆς πρὸς Θεὸν ἐπιστροφῆς. Καὶ πρὸς τούτοις ἔτι ἀντ‐ | |
αναιρεῖται ὁ διάβολος.—[Cod. M. f. 120.] Ἐπιτήρει | 1179 | |
69.1181 | ὅπως οὐκ εἶπεν ἀναιρεῖσθαι, ἀλλ’ ἀνταναιρεῖσθαι τὴν σελήνην· ὡς γὰρ ἤδη ἀνελὼν τὸν ἄνθρωπον, ἀντ‐ αναιρεῖται ὁ διάβολος. [Καὶ ἄλλως κατὰ πᾶσαν ἐδοξάζετο τὴν οἰκουμένην | |
5 | ὁ τῆς νυκτὸς ἄρχων ὁ διάβολος, ὡς ἐν τύπῳ διὰ τῆς σελήνης δηλούμενος, ἥτε τέθειται εἰς ἀρχὰς τῆς νυ‐ κτὸς, νόθον τι φῶς, τὴν τοῦ κόσμου σοφίαν διδούς· ἀλλὰ τὴν τούτου κατέλυσε δόξαν ὁ αἴρων τὴν ἁμαρ‐ τίαν τοῦ κόσμου· οὗ ἐν ταῖς ἡμέραις ἀνέτειλε δικαιο‐ | |
10 | σύνη μὲν διὰ πίστεως, πλῆθος δὲ εἰρήνης διὰ τῆς πρὸς Θεὸν ἐπιστροφῆς. Καλῶς δὲ τὸ, ἀνταναιρεθή‐ σεται· ἀνθ’ ὧν ἀνεῖλεν ἄνθρωπον, ἀναιρεθήσεται.] [Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης. Καὶ τί ἐστιν, «Ἀπὸ θαλάσσης ἕως θαλάσσης;» | |
15 | Πρῶτον ἡμῖν ὁρίζει τῆς Ἰουδαίων χώρας τοὺς ὅρους· εἶτα καὶ κατὰ πᾶσαν, φησὶ, τὴν οἰκουμένην ἐκταθή‐ σεται τὴν βασιλείαν αὐτοῦ. Ὅρος δὲ τῇ τῶν Ἰουδαίων χώρᾳ, ὡς ἐκ μὲν βορειοτέρων, παράκειται τῇ θα‐ λάσσῃ τῇ κατὰ Παλαιστίνην καὶ Φοινίκην· ἐκ δὲ τῶν | |
20 | νοτιωτέρων παράκειται πάλιν θαλάσσῃ τῇ Ἁλυκῇ ἤγουν τῇ Ἐρυθρᾷ. Ὁρίζει τοίνυν τῆς Ἰουδαίων χώρας τὸ μέτρον, καί φησι· «Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης.» Ἀλλὰ μικρὸν τοῦτο τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ· οὐ γὰρ ἦν ἀκόλουθον | |
25 | μέχρι μόνης τῆς Ἰουδαίων χώρας τὸ τῆς βασιλείας αὐτοῦ στέλλεσθαι μέτρον.] [Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες. Αἰθίοπας μὲν ἐν τούτοις εἶναι νοητούς φησι, τοὺς κατεσκοτισμένην ἔχοντας τὴν καρδίαν καὶ οἱονεὶ με‐ | |
30 | λαινομένους τὸν νοῦν· ἐχθροὺς δὲ τοὺς ἀντιπίπτοντας τῷ ἀπταίστῳ κηρύγματι, καὶ μαχομένους τέως τῇ ἀληθείᾳ. Οἱ γὰρ πάλαι μισοῦντες Χριστὸν καὶ πολέ‐ μιον ἔχοντες πρὸς αὐτὸν τὸ φρόνημα, τουτέστιν, οἱ τῇ ἀληθείᾳ μαχόμενοι, διὰ τοῦ προσκυνεῖν ἀψύχοις | |
35 | εἰδώλοις καὶ ὑποκεῖσθαι τῷ Σατανᾷ, χοῦν λείξουσι, τουτέστιν, εἰς γῆν πεσοῦνται, προσκυνοῦντες αὐτῷ δηλονότι, καὶ οἱονεὶ τῶν γονάτων προκυλιόμενοι.] Βασιλεῖς Θαρσεῖς. —Βασιλεῖς Σαββᾶ. (G f. 62 b, L f. 170) Θαρσεῖς ἐθνῶν Αἰθιοπίους | |
40 | ἐστί. Ἔτι δὲ τὸ Θαρσεῖς σημαίνει τὸ χρῶμα τὸ ὑα‐ κίνθινον, ὡς παρὰ τῷ προφήτῃ ἔχομεν· «Ὁμοίωμα αὐτῶν ὡς Θαρσεῖς.» Σημαίνει δὲ παρὰ τῷ Ἰωνᾷ καὶ Ταρσὸν πόλιν. Σαββᾶ πόλις τῆς Ἰνδίας, ἀφ’ ἧς ἦλθεν ἡ βασίλισσα Νότου πρὸς Σολομῶντα. | |
45 | Προσκυνήσουσιν αὐτῷ. —Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου. (F f. 109 b) Προσκυνήσουσιν ἅπαντες, τῆς πικρᾶς τοῦ διαβόλου τυραννίδος ἀπαλλαγέντες· δυνάστην γὰρ αὐτὸν ὠνόμασεν, πτωχὸν δὲ τὴν ἀνθρωπείαν φύσιν, | |
69.1181(50) | ὡς ἔρημον γενομένην τηνικαῦτα Θεοῦ. | 1181 |
69.1184 | [Καὶ τίνα δέ φησιν ἐν τούτοις πτωχὸν καὶ πένητα, ἢ δῆλον ὅτι τὸν ἐξ ἐθνῶν λαόν; Οὕτω γὰρ αὐτῶν καὶ ὁ Σωτὴρ διεμέμνητο λέγων διὰ φωνῆς Ἡσαΐου· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, | |
5 | εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.» Πτωχοὶ γὰρ ἦσαν οἱ πλανώμενοι, πλοῦτον μὲν οὐκ ἔχοντες τὸν ἐξ ἀρετῶν, ἐστερημένοι δὲ καὶ τῆς ἀληθοῦς γνώσεως· καὶ, καθά φησιν ὁ μακάριος Παῦλος, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ.] | |
10 | Καὶ προσεύξονται περὶ αὐτοῦ διὰ παντός. (E f. 143 b. Κυρίλλου καὶ Εὐσεβίου.) Καὶ τίνες οἱ προσευξάμενοι, ἢ δῆλον ἡμεῖς οἱ τὴν αὐτοῦ παρα‐ δεξάμενοι πίστιν; Ἀνατείνοντες γὰρ πρὸς Θεὸν τὰς εὐχὰς, τὴν τῶν ἀγαθῶν χορηγίαν αἰτοῦμεν δοθῆναι | |
15 | διὰ Χριστοῦ. Ἔστω τὸ ὄνομα αὐτοῦ εὐλογημένον. (D f. 181, E f. 144, H f. 218 b) Ποῦ γὰρ οὐκ ἔστι Χριστὸς, ἢ ποῖον ἔθνος οὐ τετίμηται τῇ τοιᾷδε κλήσει; | |
20 | Πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ. Πῶς οὗν ἔλαβεν ὅπερ ἔχων ἀεὶ φαίνεται; [Πῶς ἢ τίνα τρόπον προέγνως; Καὶ γὰρ πρὸ καταβολῆς κόσμου τὸ Χριστοῦ μυστήριόν φησιν· ὃ, καθὼς ὁ πάνσοφος γράφει Παῦλος, σεσίγηται μὲν χρόνοις | |
25 | αἰωνίοις, ἐφανερώθη δὲ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Εἰ τοίνυν προεγνώσθη Χριστὸς, προεγνώ‐ σμεθά που πάντως καὶ ἡμεῖς σὺν αὐτῷ.] Ὁ ποιῶν θαυμάσια μόνος. (G f. 64, L f. 171) Διεξελθὼν πάντα ἃ κατώρθωσεν | |
30 | ἐν τῇ οἰκονομίᾳ, ὕμνον ἀναπέμπει αὐτῷ λέγων, ὡς Αὐτὸς εἶ ὁ Θεὸς Ἰσραὴλ, ὁ μόνος δυνηθεὶς ταῦτα ποιῆσαι τὰ θαυμάσια, ἢ τὸ καταργῆσαι τὴν δυνα‐ στείαν τοῦ Σατανᾶ, καὶ ἐξελέσθαι τοὺς ἐπιβουλευομέ‐ νους τῆς τῶν δαιμόνων τυραννίδος. Σκόπει δὲ ὡς οὐχ | |
35 | ἁρμόσει τῷ Σολομῶντι τῷ ἐκ τῆς Οὐρίου οὐδὲν τῶν εἰρημένων ἐν τῷ ψαλμῷ, οὔτε τὸ, «Πρὸ τοῦ ἡλίου τὸ ὄνομα αὐτοῦ·» οὐδὲ τὸ, «Πρὸ τῆς σελήνης γενεὰς γενεῶν εἶναι.» Ἐκ πάντων οὖν δῆλον ὅτι εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λέλεκται. | |
40 | Καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ. Κάμπτει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ, δοξαζομένου τοῦ Υἱοῦ, συνδοξάζεται καὶ ὁ γεννήσας αὐτόν· δόξαν γὰρ εἶναί φησιν τοῦ Πατρὸς τὸν Υἱόν. Οὕτω γάρ που τὰς πρὸς αὐτὸν διαλέξεις ποιούμενος ὡς Υἱός· | |
45 | «Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱὸς δοξάσῃ σε.» Τοῦτο τοίνυν τὸ ὅνομα, φησὶν, τουτέστι τὸ Υἱὸς ἤτοι Χριστὸς Ἰησοῦς, εὐλογημένον ἔσται εἰς τοὺς | |
αἰῶνας. | 1183 | |
69.1185 | ΨΑΛΜΟΣ ΟΒʹ. Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξου‐ δενώσεις. (E f. 147) Πόλιν ὀνομάζει τοῦ Θεοῦ τὴν ἄνω καὶ | |
5 | νοητὴν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Εἰ μὲν γὰρ ἦσαν φυλάξαντες τὴν σὴν εἰκόνα, εἰκότως καὶ τῆς ἐπουρα‐ νίου πόλεως κατηξίωντο. Ἐν τῇ βουλῇ σου ὡδήγησάς με. [Cod. M. f. 124] Ἐπειδὴ ὁ τῆς δικαιοσύνης ἐργάτης | |
10 | ἐπὶ τῇ τοῦ Θεοῦ χάριτι καυχώμενος ἔλεγεν· «Ἐκρά‐ τησας,» κ.τ.λ., τουτέστι, φύλακά με τῶν σῶν κατ‐ έστησας θελημάτων, ταύτης ἕνεκα τῆς αἰτίας μέγα καὶ ἐξαίρετον ἀποφαίνων ὁ τῶν ὅλων Θεὸς, οἱονεί πως ἀναφωνεῖ, καί φησι· «Τί γάρ μοι ὑπάρχει;» | |
15 | κ.τ.λ. Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπ‐ ολοῦνται. (E f. 148) Μακρύνονταί τινες ἀπὸ τοῦ Κυρίου οὐ τοπικοῖς διαστήμασιν, ἀλλ’ ὡς ἐντεύξει [cod. ἐν τά‐ | |
20 | ξει, uel ἐντάξει] καὶ γνώσει καὶ τρόποις. Οἱ μὲν γὰρ πονηροί τε καὶ ἄδικοι καὶ τοῖς ἑτέροις πλημμελήμα‐ σιν ἔνοχοι, μακρὰν εἶναι λέγονται Θεοῦ. «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;» Οἱ δὲ ἀγαθοὶ καὶ δί‐ καιοι καὶ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων ἐπι‐ | |
25 | στήμονες, ἐγγύς εἰσι τοῦ Θεοῦ. Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. (A f. 368, B f. 313, C f. 153 b, H f. 236 b) Μήτηρ πορνείας ἐστὶν ἀπιστία. Τίς γὰρ πιστεύων εἶναι πανταχοῦ τὸν Θεὸν, καὶ ἑκάστῃ πράξει παρεστάναι, | |
30 | καὶ ταῖς βουλαῖς τῶν καρδιῶν ἐφορᾷν, ἢ τὴν ἔννοιαν τὴν πονηρὰν παραδέχηται, ἢ τελεσιουργῇ τὸ κακόν; Ὅθεν ὡς μὴ μέλλειν τῶν γινομένων ὑπ’ αὐτῶν τὸν Θεὸν ὑπολαμβάνοντες, εἰκότως ἐξολοθρευθήσονται. Παύσωμεν τῆς νοητῆς πορνείας τοὺς τρόπους, ἵνα μὴ | |
35 | τὸν τοῖς φιλαμαρτήμοσι πρέποντα καὶ ὀφειλόμενον ὄλεθρον ὑπομείνωμεν. Εἴη δ’ ἂν νοητὴ πορνεία πᾶν εἶδος φαυλότητος καὶ ἀκαθαρσίας. Καὶ ἐπειδὴ αἱ ἁμαρτίαι διιστῶσιν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ τοῦ ἐγγίζον‐ τος, περιέλωμεν τὸ χαλεπὸν τοῦτο διάφραγμα καὶ τὸ | |
40 | κωλύον οὐδὲν γενέσθαι ἐγγύς. «Θεὸς γὰρ, φησὶν, ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. [Ἐμοὶ δὲ προσκολλᾶσθαι τῷ Θεῷ. Κολλώμεθα δὲ Θεῷ, κατὰ διάθεσιν ἐγγίζοντες αὐτῷ, καὶ τοῖς θείοις αὐτοῦ κατακολουθοῦντες θε‐ | |
45 | σπίσμασιν. Οὔτω γάρ πού φησι καὶ αὐτὸς ὁ Σωτήρ· «Ὁ ἐμὲ ἀγαπῶν, ἐμοὶ ἀκολουθεῖ, καὶ, ὅπου ἐγώ | |
εἰμι, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμός.»] | 1185 | |
69.1188 | ΨΑΛΜΟΣ ΟΓʹ. Ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. (A f. 372) Αἰθίοπας γὰρ νοητέον τοὺς οἱονεὶ σκο‐ τεινήν τε καὶ ἀλαμπῆ τὴν διάνοιαν ἔχοντας, τὴν οὔπω | |
5 | κατηυγασμένην καὶ τὸ θεῖον οὐκ ἔχουσαν φῶς. Ἀλλ’ οἱ μὲν προσπίπτοντες τῷ Υἱῷ, περὶ ὧν εἴρηται· «Ἐναντίον αὐτοῦ προπεσοῦνται Αἰθίοπες,» λαμπρύ‐ νονται παρ’ αὐτοῦ καὶ διακεκράγασιν· «Ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς.» Οἱ δὲ | |
10 | δυσαπόνιπτον ἔχοντες τὴν ἀκαθαρσίαν, καὶ ἐν τῷ μελαίνεσθαι μεμενηκότες, καταθοινήσονται τὰς τοῦ ἀποστάτου δράκοντος κεφαλὰς, ὑποκείσονται δὲ τῇ ῥομφαίᾳ. Σὺ ἐξήρανας ποταμοὺς Ἠθάμ. | |
15 | (C f. 155 b, D f. 187, G f. 70) Τὰ ἐν τῇ ἐρήμῳ γεγενημένα φησὶ, ὅτε ἐπότισε τὸν λαὸν ἐκ πέτρας. Τὸ δὲ Ἠθὰμ ἑρμηνεύεται νότος· εἰς νότον δὲ τῆς Ἰουδαίων χώρας ὁ Ἰορδάνης ἀνάκειται. Θέρος καὶ ἔαρ σὺ ἐποίησας. | |
20 | (A f. 372 b) Τάχα δὲ καὶ τὰ τέσσαρα τῆς ὑπ’ οὐ‐ ρανὸν κλίματα σημᾶναι θέλων ὁ Προφήτης, ἀναφωνεῖ πρὸς Θεόν· «Θέρος καὶ ἔαρ σὺ ἐποίησας,» τουτέστι τὰ θερινὰ καὶ νότια τῆς οἰκουμένης μέρη καὶ τὰ βό‐ ρεια καὶ ψυχρά. Ὡς τὸ, «Τὸν βοῤῥᾶν καὶ τὴν θά‐ | |
25 | λασσαν σὺ ἔκτισας.» Παρῆκε δὲ τὸ μετόπωρον καὶ τὸν χειμῶνα, ὅτι ἀντίκειται τὸ μὲν θέρος τῷ μετ‐ οπώρῳ, ὁ δὲ χειμὼν τῷ ἔαρι. | |
28t | ΨΑΛΜΟΣ ΟΔʹ. | |
29 | Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς | |
30 | ἁμαρτάνουσι· Μὴ ὑψοῦτε κέρας. (A f. 375 b) Κατὰ μὲν ἱστορίαν τοῖς Ἀσσυρίοις καὶ Βαβυλωνίοις ἐντέλλεται μὴ βλασφημεῖν κατὰ τοῦ Θεοῦ, μηδὲ μέγα φρονεῖν ἐπὶ τῇ ἰδίᾳ ἰσχύϊ. Τὸ γὰρ κέρας λαμβάνεται μὲν εἰς εἰκόνα ἰσχύος, ἤγουν βα‐ | |
35 | σιλείας, κατὰ τὸ περὶ Χριστοῦ εἰρημένον· «Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ,» τουτέστιν ἡ βα‐ σιλεία, καὶ ἡ τοῦ κατάρχειν τῶν ὅλων ἰσχύς τε καὶ ἐξουσία. Κατασημαίνει δὲ καὶ ὑπεροψίαν, ὡς ἐνταῦθα τὸ, Μὴ ὑψοῦτε κέρας. Πρὸς δὲ νοῦν, λέγοι ἂν ὁ Σωτὴρ, | |
40 | ὅτι Στερεώσας τῆς Ἐκκλησίας τοὺς στύλους, τουτ‐ έστι τοὺς ἀποστόλους, τοῖς ἄλλοις παρῄνεσα μὴ παρανομεῖν· δύναται δὲ ταῦτα πρὸς τὸ ἕτερον τάγμα τῶν ἐκ περιτομῆς λέγεσθαι, τῶν καταστασιασάντων τοῦ Σωτῆρος καὶ κατεπαρθέντων αὐτοῦ· δι’ οὓς ἐτάκη | |
45 | αὐτῶν ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ. Ὅλας γὰρ ὥσπερ τῇ θεομάχῳ γλώσσῃ τὰς ἡνίας οἱ Φαρισαῖοι χαλάσαν‐ τες, εὐτροχωτάτην ὥσπερ κατὰ Χριστοῦ τὴν δυσφη‐ | |
μίαν ἐποιοῦντο, καὶ παρηνόμουν, ὃν ἥκιστα ἐχρῆν | 1187 | |
69.1189 | δυσσεβῶς κατακρίνοντες. Ὕψουν δὲ καὶ τὸ κέρας, ἐπίστασθαι τὸ θέλημα τοῦ Θεοῦ διισχυριζόμενοι ἐν τῷ λέγειν· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεός.» | |
5 | Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ Θεοῦ ἀδικίαν. (A f. 375 b, G f. 72, H f. 257 b, L f. 177) Ἁμαρ‐ τάνουσι δὲ καὶ λαλοῦσι κατὰ τοῦ Θεοῦ ἀδικίαν οἱ ἀπὸ τῶν ἐθνῶν εἰδωλολατροῦντες· ἐπαίρουσι δὲ ὥσπερ | |
10 | εἰς ὕψος τὸ κέρας, καὶ γαῦρον ἐκτείνουσι τὸν αὐχένα Θεῷ προσκρούοντες οἱ τοῖς τῆς ἀληθείας μαχόμενοι δόγμασι, καὶ ψευδηγορεῖν εἰωθότες, καὶ μὴ εἰδότες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Καὶ γὰρ τὰ κερασφόρα ζῶα σφόδρα ἐπὶ τοῖς κέρασι γαυ‐ | |
15 | ριᾷ. Παρεγγυᾷ δὲ αὐτοῖς ὁ λόγος μὴ αὔξειν τὴν ἀνο‐ μίαν, μηδὲ κατὰ τοῦ Θεοῦ τὴν γλῶτταν κινεῖν. Ὅτι οὔτε ἀπὸ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων. (G f. 72) Διὰ τούτων τὸν πάντα κόσμον τῆς οἰ‐ | |
20 | κουμένης [σημαίνει·] ἔξοδον μὲν τὴν ἀνατολὴν, ἀφ’ ἧς ὁ ἥλιος ἔξεισι· δυσμὸν δὲ τὴν ἑσπερίαν· ὄρη τε ἔρημα τὸ ἀρκτῷον καὶ νότιον· ταῦτα γὰρ δι’ ἀμε‐ τρίαν κρυοῦ τε καὶ καύσωνος ἀοίκητά ἐστι. Μὴ πα‐ ρανομεῖτε τοίνυν, φησὶν, ὅτι οὐδὲν τῶν ἐν πάσῃ τῇ | |
25 | οἰκουμένῃ παρανομούντων λάθοι τὸν Θεόν. | |
26t | ΨΑΛΜΟΣ ΟΕʹ. | |
27 | Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. (A f. 378 b, E f. 152 b) Καὶ προφῆται καὶ ἀπόστο‐ λοι ὄρη λεχθεῖεν ἂν διὰ τὸ ὑψηλὸν τῆς ἐνούσης αὐτοῖς | |
30 | ἀρετῆς, καὶ ὅτι χθαμαλὸν καὶ χαμαιριφὲς ἐν αὐτοῖς οὐδέν· αἰώνια δὲ, σώζεται γὰρ καὶ διαμένει διηνεκῶς ὁ παρ’ αὐτῶν κηρυχθεὶς παρὰ Θεοῦ λόγος. Φωτιζόμεθα οὖν δι’ αὐτῶν, τουτέστιν ὁδηγούμεθα, διδασκόμεθα. Σὺ φοβερὸς εἶ. —Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι | |
35 | δῶρα. (E f. 1 53. Κυρίλλου, Διδύμου, Ἐφρ.) Τὸ φοβερὸν αἰνίττεται διὰ πάντων. —Κύκλῳ δὲ αὐτοῦ τοὺς ἁγίους καλεῖ τὰς ἀρετὰς προσφέροντας. | |
39t | ΨΑΛΜΟΣ Οϛʹ. | |
40 | [Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα. Οἱ μὲν γὰρ πλοῦτον ἔχοντες τὸν ἐπίγειον καὶ δι’ αὐτοῦ πολλάκις τὰς τῶν ἐπιβουλευόντων ἐφόδους ἀποσκευάζονται. Ὅπλον δὲ τῷ δικαίῳ Θεὸς, καὶ τὸ διὰ τῆς ἄνωθεν ἐπικουρίας σώζεσθαι προσδοκᾷν.] | |
45 | Ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. (D f. 191 b) Τὸ δὲ «Ἠδολέσχησά» φησιν ἀντὶ τοῦ Πεφρόντικα καὶ ἐν μερίμναις γέγονα λεπταῖς, ὥστε καὶ ἐγγὺς γενέσθαι μικροψυχίας. Εἶτα τί γέ‐ γονεν, ἢ ποῖον ἦν ὅλως τὸ πρᾶγμα τὸ ἀδολεσχεῖν ἤτοι | |
69.1189(50) | μεριμνᾷν ἀναπείθων, διαδείκνυσιν ἐφεξῆς λέγων· «Προκατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου.» Καὶ δὴ τοῦτο τί πάλιν ἐστίν· Ὅτε πολέμιοι περι‐ καθέζονται πόλιν, ἐὰν μὲν ὁρῶσιν τὰς φυλακὰς ἤτοι τὰς ἐπάλξεις, οἱ οἰκοῦντες αὐτὴν ἐν ἐλπίσιν εἰσὶ τοῦ | |
55 | σώζεσθαι· ἐὰν δὲ νυστάξωσιν, εἶτα ἐπελθόντες οἱ | 1189 |
69.1192 | ἐχθροὶ λάβωσι τὰς φυλακὰς καὶ ὑπερβῶσι τὰ τείχη, τότε καὶ νενικήκασιν. Ὅταν οὖν ὁ Ψαλμῳδὸς, ὡς ἐξ ὁμοιώματος τοῦ τοιούτου πράγματος, λέγει· «Προ‐ κατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου,» διδάξαι | |
5 | βούλεται, ὅτι Νενικήκασί με πάντες οἱ ἐχθροί μου, καὶ κεκρατήκασιν οἱ πολέμιοι. Καὶ μετ’ ὀλίγα. Ὡς πό‐ λιν νενικήκασιν καὶ κεκρατήκασιν οἱ ἐχθροί. [Αὔτη ἡ ἀλλοίωσις δεξιᾶς τοῦ Ὑψίστου Δεξιὰν ἀντιλαμβανομένην ἁγίων, καὶ σώζουσαν | |
10 | αὐτοὺς, καὶ καταφέρουσαν ἐχθροὺς, καὶ ἀνατρέπου‐ σαν τοὺς ἀνθεστηκότας, τὴν τοῦ Πατρός φησι, τὴν ἄχρονον καὶ ἀΐδιον· ἥτις ἐστὶν ὁ Μονογενής. Διὰ γὰρ τοῦτο αὖθίς με βαλὼν, ἐπάγει· Ἠλλοίωμαι κἀγὼ, πεφρόνηκα λοιπὸν ὀρθῶς. Διάκειμαι δὲ ὅτι καὶ ἀγαπᾷ | |
15 | καὶ σώζει Θεὸς τοὺς ἁγίους.] (A f. 384, E f. 119, Κυρίλλου καὶ τοῦ Θεολό‐ γου.) Νοήσεις δὲ καὶ ὧδε· Νῦν ἠρξάμην νοεῖν ὀρθῶς καὶ ἐπιστημονικῶς ὅπερ ἂν οἰκονομικῶς ἐργάζεται Θεός· ὅτι ὁ Χριστὸς καθ’ ἡμᾶς γέγονε καὶ εἰς τὸ | |
20 | κρεῖττον ἠλλοίωσεν. Ἠλλοίωμαι γὰρ κἀγὼ ἐκ δια‐ θέσεως εἰς διάθεσιν· πεφρόνηκα λοιπὸν ὀρθῶς· διά‐ κειμαι δὲ ὅτι καὶ ἀγαπᾷ καὶ σώζει Θεὸς τοὺς ἀξίους. Καὶ πᾶς δὲ, ἤτοι ἐκ κακίας ἐπιστρέφων, ἢ ἐν ἀρετῇ μένων καὶ προκόπτων, λεγέτω· «Νῦν ἠρξάμην·» | |
25 | αὕτη ἡ ἀλλοίωσις, ἣν ἡ δεξιὰ τοῦ Ὑψίστου χαρίζεται, τὸ ἀεὶ διὰ τῶν γυμνασίων τῆς εὐσεβείας ἐπὶ τὸ μεῖ‐ ζον προκόπτειν. Ὁ γὰρ προκόπτων εἰς ἀρετὴν, οὐκ ἔστιν ὅτε οὐκ ἀλλοιοῦται. Λέγεται δὲ καὶ ὁ Μονογε‐ νὴς ἀλλοιωθῆναι, ὡς τῆς θείας φύσεως συγκαταβάσεσι | |
30 | πρὸς τὸ ἡμέτερον σχῆμά τε καὶ εἶδος ἀλλοιωθείσης, οὐ κατὰ βολὴν, ἀλλὰ κατὰ πρόσληψιν. Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου. (E f. 155) Ὁδὸν γὰρ εἶναί φησι τοῦ Θεοῦ τὰς ἀλη‐ θείας οἰκονομίας, τὰς ἐφ’ ἑκάστῳ πράγματι διοι‐ | |
35 | κήσεις, τουτέστιν ἐν παντὶ πράγματι δικαίῳ καὶ ἁγίῳ. Σὺ εἶ, ὁ Θεὸς, ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου. Αὐτὸς γάρ ἐστιν ὁ ποιῶν θαυμάσια, ὅτι μόνος ἐστὶ φύσει καὶ ἀληθείᾳ Θεός. | |
40 | Ἐλυτρώσω ἐν τῷ βραχίονί σου. (E f. 155, Κυρ., Ἡσυχ., Διδ.) Δύναμιν καὶ βρα‐ χίονα νοήσεις εἶναι τὸν τοῦ Θεοῦ Υἱόν. [Κολαζομένων γὰρ Αἰγυπτίων καὶ τὰς ἀφορήτους ἐκείνας ὑπομενόντων πληγὰς, ὁ Ἰσραὴλ ἐπαιδεύετο, | |
45 | καὶ ὡς ἥτις ἐστὶν ἡ τοῦ σώζοντος δύναμις δι’ αὐτῶν ἐπαιδεύετο τῶν πραγμάτων.] Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν ἄβυσσοι. (B f. 329, C f. 162 b, G f. 77 b, H f. 281 b, L f. | |
69.1192(50) | 181) Λυτροῦται τὸ σωτήριον βάπτισμα, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἀπαλλάττει γοργῶς. Κατακρατεῖ γὰρ ἡμῶν διὰ τῆς ἁμαρτίας τῆς οὔσης ἐν τοῖς μέλε‐ σιν ἡμῶν. Φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου | |
55 | διαπορεύονται, κ.τ.λ. | |
(A f. 385 b) Κατὰ δὲ τροπολογίαν, τὰ πλήθη τῶν | 1191 | |
69.1193 | ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ συγκροτουμένων λαῶν, ὕδασι παρωμοιωμένα, ἰδόντα τὸν εἰς ἀνθρώπους ἐπιδεδημέντα Θεὸν, φόβον ἀνέλαβον σωτήριον ὃς ἀρχή ἐστι σοφίας. Αἱ δὲ ἄβυσσοι, τὸ τάγμα τῶν | |
5 | ἀπίστων, ἐταράχθησαν ἐπανιστάμεναι κατὰ τῆς Ἐκκλησίας. Αἱ δὲ νεφέλαι αἳ ἐκελεύσθησαν μὴ βρέ‐ χειν ἐπὶ τὸν πρότερον ἀμπελῶνα τὸν Ἰσραὴλ, οἱ τοῦ Σωτῆρος μαθηταὶ, οἳ τὸν εὐαγγελικὸν διακονοῦντες λόγον, καὶ καθ’ ὅλης τῆς οἰκουμένης τὸν οὐράνιον | |
10 | ὑετὸν διαδεδωκότες, φωνὴν ἔδωκαν· εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Καὶ τὰ σωτήρια βέλη καὶ ἐκλεκτὰ τὰ, τιτρώσκοντα τὰς τῶν σωζομέ‐ νων ψυχὰς, αὐτοὶ πάλιν οἱ ἀπόστολοι, ἢ τὰ πεπυρω‐ μένα τοῦ Θεοῦ λόγια, καὶ ἡ τοῦ Πνεύματος ἐνέργεια, | |
15 | πανταχοῦ διεπορεύθησαν. Ἀλλὰ καὶ ἡ βροντὴ, ὁ εὐαγγελικὸς λόγος ὁ κατακτυπήσας τὴν ὑπ’ οὐρανὸν, ἐξ οὗ καί τινες υἱοὶ βροντῆς ὠνομάσθησαν. Ἐν τῷ τροχῷ διεδόθη, τουτέστιν ἐν τῷ κόσμῳ τούτῳ τῷ σφαιροειδεῖ καὶ κυκλοφορικῶς κινουμένῳ· ἐν ᾧ ἕτε‐ | |
20 | ρος τροχός ἐστιν ὁ τῶν ἀνθρώπων βίος, κατὰ τὸ ἐν Ἰεζεκιὴλ, «Τροχὸς ἐν τροχῷ.» Ἀλλὰ καὶ ἀστραπαὶ αἱ τὸ νοητὸν ἡμῖν ἐξαστράπτουσαι φῶς, οἱ τοῦ Εὐαγγε‐ λίου ἱερουργοὶ, πρὸς οὓς ἐῤῥέθη· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου,» μέχρι τῶν περάτων τῆς γῆς ἔφα‐ | |
25 | ναν. Οὐ γάρ πού φαμεν ὅτι τῆς εἰς ὑετοὺς γεγενη‐ μένης ἀστραπῆς ἐποιεῖτο μνήμην ὁ Δαβὶδ, ἀλλὰ τὴν τοῦ νοητοῦ καὶ θείου φωτὸς ἀνάλαμψιν τῷ τῆς ἀστρα‐ πῆς ἤθελε κατασημαίνειν ὀνόματι. Ἰστέον δὲ ὅτι καὶ πᾶς ἅγιος οὐ γεγωνίωται οὐδὲ ἔχει τι σκολιὸν, ἀλλὰ | |
30 | τροχός ἐστιν ὀλίγῳ μέρει τῆς γῆς ἐφαπτόμενος· καὶ ἡ φωνὴ τῆς σοφίας ἐν τῷ τοιούτῳ γίνεται μηδὲν ἔχοντι καμπύλον. Ὁ δὲ ἁμαρτωλὸς τά τε ἄλλα σκο‐ λιός ἐστι· κἂν εὔχηται, ἐν ταῖς γωνίαις εὔχεται, κατὰ κεκλιμένας εὐθείας καὶ οὐ τὴν ἐπ’ εὐθείας φέρουσαν | |
35 | ὁδὸν τῆς ψυχῆς αὐτοῦ. Ἡμᾶς δὲ καὶ αἰσθηταὶ μὲν ἀστραπαὶ ἐπιστρεφέτωσαν πρὸς τὸν βροντῶντα καὶ ἀστράπτοντα Θεόν· ἔχουσι γάρ τι θαυμαστὸν, τὸ τὰς αὐγὰς ἀθρόον φαινομένας φαίνειν τῇ οἰκουμένῃ, ὤστε λύεσθαι τὸ τῆς νυκτὸς σκότος· οὐ μόνον γὰρ ἤλιος | |
40 | λόει τὸ σκότος, ἀλλὰ καὶ ἀστραπή. Εἰ δὲ δεῖ κἀνταῦθα προσαναμεῖναι τῷ λόγῳ, ὥσπερ κατά τι παράδειγμα, τροχοὶ ὄντες δέχονται τὴν φωνὴν οἱ μεγαλόφωνοι ἀπόστολοι τοῦ κατὰ τὸ Εὐαγγέλιον λόγου· οὕτω καὶ ἀστράπτουσι, καὶ λάμπει αὐτῶν τὸ φῶς ἔμπροσθεν | |
45 | τῶν ἀνθρώπων, καὶ ἔστιν ἰδεῖν ἀστραπὰς τῶν νοη‐ μάτων αὐτῶν καὶ τῶν πράξεων. | |
47t | ΨΑΛΜΟΣ ΟΖʹ. | |
48 | Διέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐτούς. (F f. 122) Σέσωκε δὲ καὶ ἡμᾶς κατὰ τὸν ἴσον τρό‐ | |
69.1193(50) | πον ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· διεβίβασε γὰρ ἡμᾶς καὶ παρεσκεύασεν, καθάπερ τινὰ θάλασσαν, τοῦ παρόντος βίου τὸν κλύδωνα, τὰς ἐπαναστάσεις, τοὺς πειρασμοὺς, τὰ κύματα. Κεκρατήκαμεν δι’ | |
αὐτοῦ καὶ τῶν ἀνθεστηκότων. Δέδωκεν ἡμῖν πατεῖν | 1193 | |
69.1196 | ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύ‐ ναμιν τοῦ ἐχθροῦ. Εἰσήγαγεν δὲ ἡμᾶς καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἧς διεμέμνητο λέγων· «Μακά‐ ριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. | |
5 | Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. (E f. 159 b) Ἄρτος οὐρανοῦ ὁ τοῦ Θεοῦ Μονογενής· δηλονότι αὐτό ἐστι τὸ μάννα τὸ ἀληθές· ὁ ἄρτος ἐκ τοῦ οὐρανοῦ πάσῃ τῇ λογικῇ κτίσει χορηγούμενος. | |
9t | ΨΑΛΜΟΣ ΟΗʹ. | |
10 | Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος; (C f. 171 b, D f. 202, G f. 86, L f. 191) Ὅτι δέ‐ χεται Χριστὸς καὶ σφόδρα ἑτοίμως τὰς τῶν ἁγίων πρεσβείας, ἃς ἀντιποιοῖντο πολλάκις ὑπὲρ τῶν πε‐ πλημμεληκότων, συναγωνίζονται γὰρ ὡς ἀδελφοῖς, | |
15 | καὶ μερίζονται τῶν ἐν θλίψει τὸ δάκρυον, καὶ ἰδίας ποιοῦνται τὰς ἑτέρων συμφορὰς, καὶ ὡς αὐτοὶ πά‐ σχοντες δι’ ἀγάπην, τῷ φιλαγάθῳ Θεῷ προσπίπτουσι λέγοντες· «Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου;» Μὴ μέχρι παν‐ | |
20 | τὸς, φησὶν, καὶ ἀκαταλήκτως ἐπαφήσῃς τὴν ὀργὴν τοῖς ἡμαρτηκόσιν. Οὐ πέφυκας εἶναι τοιοῦτος· πλήτ‐ τει γὰρ ὁ τῶν ὅλων Θεὸς τοὺς ἠμεληκότας τοῦ ζῇν ἐθέλειν ὀρθῶς· ἐπειδὴ δέ ἐστιν πολὺς καὶ ἀπαρά‐ βλητος [cod. ἀπαραβόητος] εἰς φιλανθρωπίαν, οὐ | |
25 | κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. Συστέλλει γὰρ ἀεὶ τὰς ὀργὰς, καὶ οὐκ ἰσοῤῥόπως τοῖς παρ’ ἡμῶν ἁμαρτήμασιν ἐπιφέρει τὰς τιμωρίας· καὶ γοῦν διὰ τὸ μέγεθος τῆς ἐνούσης αὐτῷ ἡμερότητος καὶ | |
30 | ἀμνησικακίας, μονονουχὶ καὶ ἐγκαλοῦσίν τινες αὐτῷ ὅτι καὶ ὅλως ὀργίζεται. Καὶ γοῦν ὁ καρτερικώτατος Ἰὼβ αὐτὸ δὴ τοῦτο ποιῶν προσήρχετο λέγων· «Διὰ τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην, καὶ καθαρισμὸν τῆς ἁμαρτίας;» Καὶ διὰ τί, λέγω, ἐγκαλεῖς τῷ | |
35 | Δεσπότῃ; Οὐκ ἐγκαλῶ, φησὶν, αἰτῶ δὲ μᾶλλον τὴν αὐτῷ συνήθη καὶ ἔμφυτον ἡμερότητα. Ταῦτα μὲν οὖν ὁ γενναῖος ἀθλητής. Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ ἐπεγνωκότα σε, κ.τ.λ. (D f. 202 b, G f. 86 b, L f. 191) Ὠφελοῦσιν ἡμᾶς | |
40 | αἱ τῶν ἁγίων εὐχαί· προσπίπτουσι γὰρ ὑπὲρ ἡμῶν τῷ Θεῷ, καὶ τὴν καθ’ ἡμῶν ἐρχομένην ὀργὴν οἱονεί πως ἐφ’ ἑτέρους μεθιστῶσι λέγοντες· «Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο.» Ἆρ’ | |
45 | οὖν καθ’ ἑτέρων ἁπλῶς καὶ οὐδὲν ἡμαρτηκότων ἐκ‐ χεῖσθαι βούλεται τὰ ἐκ τῆς θείας ὀργῆς; Εἶτα πῶς ἂν ἠνέσχετο ὁ Θεὸς προτρέποντος ἀδικεῖν; Ἢ πῶς ἂν ἦν ὅλως ἅγιος ὁ τὴν οὕτω σκληρὰν ποιούμενος προσευχήν; Τί οὖν ἐστιν ὅ φησιν; Ὅτ’ ἂν μὲν γὰρ | |
69.1196(50) | πλημμελῶσί τινες τῶν ὑπὸ Θεῷ γεγονότων, καὶ τὴν ὑπ’ αὐτῷ λατρείαν τετιμηκότων, τότε πάντως παι‐ δεύει ἐπιμετρήσας τὴν κίνησιν, καὶ φειδοῖ κεράσας τὰ ἐξ ὀργῆς· ὅτ’ ἂν δὲ ὦσί τινες τῶν οὐκ εἰδότων αὐτὸν οἱ διηνεκῶς παροξύνοντες, τότε καὶ ἀχάλινον | |
αὐτοῖς ἐπαφίησι τὸν θυμόν. | 1195 | |
69.1197 | Ὅτι ἐπτωχεύσαμεν σφόδρα. (C f. 171 b, D f. 202 b, G f. 86 b, L f. 191) Καὶ ποῖος ἆρά ἐστι τῆς καθ’ ἡμᾶς νοουμένης πτωχείας ὁ τρόπος, καὶ ποῖον ὅλως ἀποβεβλήκαμεν πλοῦτον, | |
5 | ἀναγκαῖόν ἐστιν ἰδεῖν. Γυμνὴ γέγονεν ἡ ἀνθρώπου φύσις παντὸς ἀγαθοῦ, ἔρημος τῶν ἄνωθεν χαρισμά‐ των, ἔξω τῆς πρὸς Θεὸν οἰκειότητος. Διά τε τὴν με‐ σολαβήσασαν ἁμαρτίαν, ἀπεδυσάμεθα τὴν ἀφθαρσίαν, ὠμῷ καὶ ἀνοσίῳ περιπεσόντες λῃστῇ, φημὶ δὴ τῷ | |
10 | Σατανᾷ. Ὁ γὰρ Θεὸς θάνατον οὐκ ἐποίησεν, ἀλλ’ ἐπὶ ἀφθαρσίᾳ ἔκτισε τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου· φθόνῳ δὲ διαβόλου ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν. Οὐκοῦν ἐπτωχεύσαμεν σφόδρα, ἀλλ’ ἐν Χριστῷ πεπλουτήκαμεν, ἀναλαβόντες τὰ ἐν ἀρχῇ. | |
15 | Συνεπτώχευσε γὰρ ἡμῖν πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. | |
17t | ΨΑΛΜΟΣ ΟΘʹ. | |
18 | [Ἐναντίον Ἐφραῒμ καὶ Βενιαμὶν καὶ Μανασσῆ. Ἀπὸ τῶν ἐπιφανεστάτων τριῶν φυλῶν ἅπαν τὸ | |
20 | γένος τοῦ Ἰσραὴλ σημαίνει.] Ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. (B f. 343 b, C f. 173. E f. 166 b, H f. 316 b) Εἴ‐ ρηται μὲν γὰρ τὰ τοιαῦτα προφητικῶς. Ἐκβέβηκε δὲ εἰς πέρας, ὡς ἔφην, εἰς ἡμᾶς εἰς οὓς τὰ τέλη τῶν | |
25 | αἰώνων κατήντησεν. Ἐν ἐσχάτοις γὰρ τοῦ αἰῶνος καιροῖς γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος. Ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα. (B f. 343 b, F f. 131 b, H f. 317, K f. 147) Πρόσ‐ | |
30 | ωπον τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζουσιν τὸν Υἱόν· εἰκὼν γάρ ἐστιν καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καὶ ἐν αὐτῷ καὶ μόνῳ τὸ τοῦ Θεοῦ καὶ Πατρὸς δια‐ φαίνεται κάλλος. —Ἐπιλάμψαντος ἡμῖν τοῦ προσώπου τοῦ Πατρὸς, τουτέστι τοῦ Υἱοῦ, ἐπεστρέ‐ | |
35 | ψαμεν πρὸς Θεὸν ζῶντα καὶ ἀληθινὸν ἐκ ματαίας ἡμῶν πατροπαραδότου ἀναστροφῆς, καὶ σεσώσμεθα δι’ αὐτοῦ. Ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τοῦ δούλου σου; (E f. 167, F f. 131 b) Οὐκέτι αἰτιᾶται βραδύνοντα, | |
40 | παρακαλεῖ δὲ μᾶλλον ἐπιταχῦναι τὴν χάριν· πλὴν ὁ πάντα γινώσκων Θεὸς οἶδε καὶ τὸν ἑκάστων τῶν πραγμάτων ἐοικότα καιρόν. Ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ. [Cod. M f. 142.] Ὀδυρόμενοι καὶ στένοντες μετα‐ | |
45 | λαγχάνομεν τῆς ἀναγκαίας. Τοῦτο δὲ πεποίηκας, ἀντιμετρήσας ταῖς ἁμαρτίαις ἡμῶν τὴν τιμωρίαν. Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν. (B f. 344, H f. 317 b) Τέθεινται δὲ υἱοὶ Ἰσραὴλ πρὸς ἀντιλογίαν τοῖς γείτοσιν, καὶ εἰς μυκτηρισμὸν | |
69.1197(50) | τοῖς ἐχθροῖς, ἆρα τίνα τρόπον; Ἀσθενοῦντες δηλονότι | |
καὶ πεπατημένοι καὶ πεσόντες ὑπὸ πόδας ἐχθρῶν· | 1197 | |
69.1200 | οὐ γὰρ ἦν εὐπράττειν δύνασθαι καταλυποῦντας. [pro καταλυπουμένους?]—Οὐκ ἐγκαλοῦσιν ὡς ἀδική‐ σαντι, θρηνοῦσι δὲ μᾶλλον ὡς ἔρημον γεγονότα τῆς παρ’ αὐτοῦ βοηθείας τὸν Ἰσραήλ. | |
5 | Ὡδοποίησας ἔμπροσθεν αὐτῆς, καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, κ.τ.λ. (G f. 88 b, L f. 193) Προπορευόμενος γὰρ ἐξέβα‐ λεν ἀπὸ προσώπου αὐτῶν ἔθνη. Ῥίζα δὲ τῆς Ἰου‐ δαϊκῆς ἀμπέλου Μωσῆς ἢ Ἰησοῦς. Οὗτοι τὴν γῆν | |
10 | τῆς ἑαυτῶν εὐσεβείας ἐπλήρωσαν· πανταχοῦ γὰρ αὐτῶν αἱ ἀρεταὶ διέβησαν. Ἄμπελον τροπικῶς τὸν λαὸν ὀνομάσας, ἐπέμενε τῇ τροπῇ. Καὶ ὄρη μὲν καλεῖ τὴν τῶν ὁμόρων ἐθνῶν ἰσχύν· σκιὰν δὲ ταῦτα καλύ‐ πτουσαν, τὴν τοῦ Ἰσραὴλ δυναστείαν τούτοις ἐπιτε‐ | |
15 | θεῖσαν· κέδρους δὲ τοῦ Θεοῦ, τοὺς ὑψηλοὺς ἄρχοντας, τοὺς ὑπὸ τοῦ Θεοῦ τὸ ἄρχειν εἰληφότας· ἀναδενδρά‐ δας δὲ τὰς κέδρους συγκαλυπτούσας, τὴν Ἰσραηλιτι‐ κὴν βασιλείαν περιφανεστέραν τούτων γεγενημένην· τοῦτο δὲ καὶ ἐπὶ τοῦ μακαρίου Δαβὶδ καὶ ἐπὶ τοῦ | |
20 | Σολομῶντος μεμαθήκαμεν γενέσθαι. Ὁ μὲν γὰρ μέγας Δαβὶδ, οὐ μόνον παρὰ τῶν ἀλλοφύλων καὶ Ἰδουμαίων καὶ Ἀμμανιτῶν καὶ Μωαβιτῶν, ἀλλὰ καὶ παρὰ Σύρων ἑκατέρων δασμοὺς ἐκομίζετο. Πρὸς δὲ τὸν Σολομῶντα καὶ Αἰθιόπων ἔδρακεν βασίλισσα· | |
25 | οὕτω παρὰ πᾶσιν ἐγένετο πολυθρύλλητος. Κλήματα δὲ, τοῦ λαοῦ λέγει τὸ πλῆθος· παραφυάδας δὲ, τοὺς προσηλύτους τοὺς ἐκ τῶν ἐθνῶν προσεληλυθότας, καὶ τὴν θείαν δεξαμένους ἐπίγνωσιν. Διὰ πάντων δὲ τὴν προτέραν εὐκαρπίαν ἐδήλωσε τοῦ λαοῦ. Καὶ μονιὸς ἄγριος. | |
30 | (E f. 168. Κυρίλλου καὶ Ἡσυχίου.) Νοήσεις ταῦτα καὶ εἰς τὸν διάβολον. Ἐπίστρεψον δὴ καὶ ἐπίβλεψον. [Cod. M f. 143] Παῦσον τὴν ἀποστροφήν· ἐπι‐ μελήθητι τῆς κεχερσωμένης, καθεὶς ἐπ’ αὐτῇ τὸν | |
35 | νοητὸν ὑετόν. Περίβαλε, καθάπερ τινὶ φραγμῷ, δυ‐ νάμεσι λογικαῖς, καὶ τῇ σαυτοῦ δυνάμει καὶ χάριτι κατάρτισαι, «ἣν ἐφύτευσεν ἡ δεξιά σου.» Δεξιὰ δὲ τοῦ Πατρὸς ὁ Υἱός· δι’ αὐτοῦ γὰρ, ὡς διὰ χειρὸς, τὰ πάντα ἐργάζεται. Τότε γὰρ ἡ ἐμπεπυρισμένη ἀναβλαστήσει | |
40 | καὶ ἀναβιώσεται, καὶ ἀγαθοὺς ἐκδώσει καρπούς· οἱ γὰρ ἐμπυρίσαντες αὐτὴν ἀπολοῦνται. Πρόσωπον δὲ Θεοῦ ὁ Υἱός· εἰκὼν γάρ ἐστι καὶ χαρακτὴρ τῆς ὑπο‐ στάσεως αὐτοῦ, καὶ ἐν αὐτῷ τεθεάμεθα τὸν Πατέρα. Ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι | |
45 | αὐτὴν, κ.τ.λ. (F f. 132 b, K f. 148) Ἑτοίμασον δέ πως ἐπὶ Υἱὸν ἀνθρώπου, τουτέστι, χάρισον αὐτοῖς καρδίαν ἀγαθὴν, ὡς καὶ ἐπιγνῶναι καὶ δέξασθαι διὰ τῆς πίστεως τὸν γενόμενον ἄνθρωπον. Καὶ μετ’ ὀλίγα· Ὅτε τοίνυν | |
69.1200(50) | καταρτίσει, φησὶ, τὴν ἄμπελον ταύτην, καὶ ἑτοιμά‐ σει αὐτῆς τὴν καρδίαν εἰς τὸ παραδέξασθαι διὰ τῆς πίστεως τὸν γενόμενον Υἱὸν ἀνθρώπου, τότε δὴ πάν‐ | |
τως ἡ ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη εἰς | 1199 | |
69.1201 | ἀχρειότητα καταντήσασα παντελῆ, ἀναβλαστήσει πάλιν καὶ ἀναβιώσεται, καὶ ἀγαθοὺς ἐκδώσει καρ‐ πούς· οἱ γὰρ ἐμπυρίσαντες αὐτὴν καὶ ἀνασκάψαντες ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται. | |
5 | Πρόσωπον δὲ πάλιν τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζει τὸν Υἱόν· εἰκὼν γάρ ἐστιν καὶ χαρακτὴρ τῆς ὑπο‐ στάσεως αὐτοῦ, καὶ ἐν αὐτῷ τεθεάμεθα τὸν Πατέρα. Ἐπ’ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου. (E f. 168 b) Ὁμολογοῦμεν ὡς ἐν τούτοις αὐτὸν ὀνομάζει τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, τουτέστι | |
10 | τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον· ἐπειδὴ γέγονεν ἄν‐ θρωπος, ἀνθρωπίνως καλεῖ τὰ περὶ αὐτοῦ. —Οὗτός ἐστιν ὁ Χριστὸς, οὗτός ἐστιν ὁ ἐνανθρωπήσας τοῦ Θεοῦ Λόγος, καὶ τὴν δι’ ἡμᾶς ὑπομείνας κένωσιν, καὶ μεμενηκὼς ὅπερ ἦν. | |
15t | ΨΑΛΜΟΣ Πʹ. | |
16 | Ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου, γλῶσ‐ σαν ἣν οὐκ ἔγνω ἤκουσεν. (D f. 206 b) Μέγα τι τοῦτο καὶ ἐξαίρετον, καὶ ἀρ‐ κεῖ πρὸς πᾶσαν εὐημερίαν τῷ γε ἅπαξ ἀνδρὶ φιλο‐ | |
20 | θεωτάτῳ. Ἐξεκομίσθη γὰρ ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ βραχίονι ὑψηλῷ, καθ’ ἃ γέγρα‐ πται, διέφυγε τὰς ἐκεῖσε πλεονεξίας. Καὶ μετ’ ὀλίγα. Ταῦτα πάντα παρελάσας ὁ τὴν ᾠδὴν ἀναφέρων δια‐ μέμνηται τῆς ἐν Σινᾷ νομοθεσίας. Ἐκεῖ γὰρ ἤκουσεν | |
25 | ὁ Ἰσραὴλ γλῶσσαν ἣν οὐκ ἔγνω. Ἐκεῖ πρώτη γέ‐ γονεν αὐτῷ προφητεία περὶ τοῦ πάντων ἡμῶν Σωτῆ‐ ρος Χριστοῦ. Καὶ τίνα τρόπον, ἐρῶ. Παρέστησαν μὲν γὰρ ὑπὸ τὸ ὄρος Σινᾶ, καταβεβηκότος ἐπ’ αὐτῷ τοῦ Θεοῦ ἐν εἴδει πυρός. Εἶτα, καθὼς ἐν τῇ Ἐξόδῳ | |
30 | γέγραπται, ἐλάλησε Κύριος τοὺς λόγους τούτους· «Ἄκουε, Ἰσραήλ· Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας.» Καὶ μετ’ ὀλίγα, εἶτά φησι τὸ Γράμμα τὸ ἱερόν· «Καὶ ὁ λαὸς ἅπας ἑώρακε φωνὴν, καὶ τὰς λαμπάδας | |
35 | τοῦ πυρὸς, καὶ τὴν φωνὴν τῆς σάλπιγγος, καὶ τὸ ὄρος καπνίζον. Καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς, καὶ ἀπ‐ έστησαν μακρόθεν. Καὶ εἶπον τῷ Μωσεῖ λέγοντες· Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν.» Ἀκούεις ὅπως ἀσυν‐ | |
40 | ήθους οὐκ ἀνέχονται φωνῆς· Οὐ φέρουσι λαλοῦντα τὸν Θεόν; Καὶ μετ’ ὀλίγα, διὰ τοῦτο θαυμάζων φησὶν ὁ Ψαλμῳδὸς περὶ αὐτοῦ· «Ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου,» καὶ τὰ ἑξῆς. Ἤκουσε γὰρ νομοθε‐ τοῦντος τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἅπαξ ἀφόρητον ἦν τὸ | |
45 | πρᾶγμα αὐτοῖς, ἐξήτουν μεσίτην, λέγοντες τῷ μακα‐ ρίῳ Μωσεῖ· «Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν.» Εἶτα τί τὸ ἐντεῦθεν; Συνεῖδεν εὐθὺς ὁ Θεὸς καὶ Πατὴρ ὅτι χρῄ‐ ζομεν τοῦ μεσιτεύοντος. Ἀλλ’ οὐκ ἐνεδέχετο Μωσέα, | |
69.1201(50) | θνητὸν ὄντα καθ’ ἡμᾶς, μεσίτην ἀεὶ γενέσθαι Θεοῦ καὶ ἀνθρώπων· διὰ τοῦτο παραχρῆμα τὴν ἐπὶ Χριστῷ προφητείαν ἐποιεῖτο λέγων· «Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σέ· καὶ θήσω τοὺς λόγους μου ἐν τῷ στόματι αὐτοῦ, καὶ | |
55 | λαλήσει κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ. Καὶ | |
ἔσται ὃς ἂν μὴ ἀκούσῃ ὅσα ἂν λαλήσῃ ὁ προφήτης | 1201 | |
69.1204 | ἐκεῖνος ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.» Γέγονε τοίνυν ἡμῶν καὶ Θεοῦ μεσίτης ὁ Υἱός. Μεσίτης δὲ πῶς; Καθῆκεν ἑαυτὸν εἰς κένωσιν, ἔλαβε δούλου μορφὴν, συνανεστράφη τοῖς ἐπὶ τῆς γῆς ὡς ἄνθρω‐ | |
5 | πος. Καὶ μετὰ πολλὰ ὁ Πατὴρ ἔφη, ὅτι Θήσω τοὺς λόγους μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ. Ὁ δὲ Υἱὸς ἔφη· «Ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ’ ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν δέδωκεν τί εἴπω καὶ τί λαλήσω.» | |
10 | Καὶ πάλιν· «Τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν, οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός με.» Λαλεῖ δὲ τὰ τοῦ Πατρὸς οὐχ ὡς διάκονος λόγων, ἀλλ’ ὡς αὐτὸς ὢν ὁ Λόγος τοῦ Πατρός. Διὰ τοῦτό φησιν Ἡσαΐας ὁ προ‐ φήτης περὶ αὐτοῦ, ὅτι «Παιδίον ἐγεννήθη ἡμῖν, οὗ ἡ | |
15 | ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐ‐ τοῦ μεγάλης βουλῆς Ἄγγελος.» Μεγάλη δὲ βουλὴ τοῦ Θεοῦ καὶ Πατρὸς, ἣν ἐξήγγειλεν ἡμῖν ὁ Υἱὸς, Λόγος ὢν, ὡς ἔφην, τοῦ Πατρός. Αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν. | |
20 | (D f. 207, E f. 169 b) Οἱ γὰρ τοῖς τῆς πλινθίας ὑπηρετοῦντες πόνοις, κοφίνῳ τὸν πηλὸν ἐμβάλλοντες φέρουσι κατὰ νώτου. Κόφινος δὲ καλεῖται καὶ μέχρι νῦν τὸ σκεῦος ἐν ᾧ ποιοῦνται τὰ βαστάγματα. Τὸν τοίνυν νῶτον αὐτῶν, φησὶν, ἀπέστησεν ἀπὸ ἄρσεων, | |
25 | τουτέστιν, ἠλευθέρωσε βασταγμάτων. Ἠλευθέρωσε δὲ καὶ τὰς χεῖρας τοῦ μὴ δουλεύειν ἐν τῷ κοφίνῳ. Αὕτη μὲν οὖν ὡς ἐν ὀλίγοις ἡ τῶν στίχων διάνοια, τὸ δυσχερὲς ἔχουσα παντελῶς οὐδέν. Καὶ μετὰ πολλά· Ἀλλὰ τῶν μὲν ἐλευθερουμένων σαρκικῶς διά‐ | |
30 | κονος ἦν ὁ Μωσῆς· ἡμῶν δὲ τῶν κατὰ πνεῦμα μεσί‐ της γέγονεν ὁ Χριστός· αὐτὸς γὰρ τὸν νοητὸν κατ‐ έλυσε Φαραὼ, τουτέστιν τὸν Σατανᾶν· ἀπεσόβησεν αὐτὸν τῆς κατὰ πάντων πλεονεξίας. Αὐτὸς ἡμᾶς ἀπήλλαξεν οὐ σωματικῆς μᾶλλον, ἀλλὰ νοητῆς δου‐ | |
35 | λείας. Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ. (E f. 170 b) Προσδοκηθέντες γὰρ ὅτι πάντη τε καὶ πάντως τῆς εἰς Θεὸν εὐσεβείας ἀποδώσουσι τὸν καρπὸν, ἐκ τῶν ἐναντίων γεγόνασι πονηροί. | |
40 | Ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. (D f. 208 b, G f. 91 b, L f. 195 b) Ὡσεὶ καὶ ἔφασκεν· ὡσεὶ παιδίον, ἔφη, ἀρτιγενὲς καὶ βραχὺ καὶ πολλῆς δεόμενον τῆς ἐπιμελείας ἐξέθρεψε Θεὸς, ἄρτον μὲν εἰς κόρον παρατιθεὶς αὐτοῖς, τροφῇ δὲ τῇ | |
45 | διὰ μέλιτος ἐμπλησθῆναι παρασκευάσας οἰκειοτάτη γὰρ αὕτη νηπίοις τροφή. | |
47t | ΨΑΛΜΟΣ ΠΑʹ. | |
48 | Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν. (D f. 208 b, F f. 135) Καὶ Θεὸν μὲν ἐν τούτοις | |
69.1204(50) | ἀναμφιλόγως τὸν Σωτῆρα καλεῖ, Θεὸν ἀληθινὸν, οὐ νόθον, οὐ ψευδώνυμον, ἀλλ’ οὐδὲ ἐν χάριτος μέρει παρ’ ἑτέρου λαχόντα τὴν κλῆσιν, ἀλλ’ ὄντα τοῦτον | |
κατὰ φύσιν καὶ ἀληθῶς ὅπερ ἦν, ὃ καὶ λέγεται. | 1203 | |
69.1205 | Θεοὺς δὲ πάλιν φησὶν τοὺς οὐκ ὅντας μὲν τοῦτο κατὰ ἀλήθειαν, ὠνομασμένους δὲ οὕτω κατὰ χάριν· ὧν καὶ ὁ πάνσοφος Παῦλος διαμνημονεύει λέγων· «Καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ καὶ κύριοι πολλοὶ ἔν | |
5 | τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς ἐξ αὐτοῦ· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὖ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ.» Εἰσὶν οὖν ἄρα τινὲς κατὰ χάριν ὠνο‐ μασμένοι θεοί. Καὶ γοῦν εἴρηται καὶ πρὸς ἡμᾶς διὰ | |
10 | τῆς τοῦ Ψάλλοντος φωνῆς· «Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Θεὸς οὖν ὑπάρχων ἀλη‐ θινὸς, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἔστη ἐν συν‐ αγωγῇ θεῶν. Καὶ ποίων ἄρα θεῶν; Τῶν διὰ τῆς ἱερωσύνης ἀξίωμα τῇ τοῦ Θεοῦ κλήσει τετιμημένων. | |
15 | Οὕτω γὰρ αὐτοὺς καὶ ὁ Παῦλος ὀνομάζει λέγων· «Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.» [Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου. Ἐπειδὴ γὰρ υἱοὶ γεγόναμεν αὐτοῦ, ἅτε τὸν φύ‐ | |
20 | σει καὶ ἀληθῆ Υἱὸν λαβόντες εἰς νοῦν διὰ τοῦ ἁγίου Πνεύματος, διὰ τοῦτο καὶ τετιμήμεθα τῇ κλήσει καὶ ὠνομάσθημεν θεοὶ, καίτοι κατὰ φύσιν οὐκ ὄντες τοῦ‐ το, ἀλλὰ τιμῆς ἕνεκα καὶ δόξης. Πλὴν εἰ καὶ λεγό‐ μεθα θεοὶ, ἀλλ’ εἷς ἐστι φύσει καὶ ἀληθῶς, καὶ ἐπά‐ | |
25 | νω πάντων· ἡμεῖς δὲ κατὰ μέθεξιν, ὡς ἔφην.] | |
26t | ΨΑΛΜΟΣ ΠΒʹ. | |
27 | [Ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν. Ἰδοὺ ἕτερον εἶδος τῆς πρὸς Θεὸν ἔχθρας ὁ Προφή‐ της ἐξέθετο. Οἱ γὰρ τῷ λαῷ τοῦ Θεοῦ καὶ τοῖς ἁγίοις | |
30 | ἐχθραίνοντες, πρὸς αὐτὸν ἂν αἱροῦνται πόλεμον· οὗπερ ἐκεῖνοι δοῦλοι καὶ οἰκεῖοι φίλοι τυγχάνουσιν.] [Καὶ τίς κατὰ Θεοῦ βουλεύσασθαί τι ἢ διαθέσθαι ἢ καὶ ὅλως φαντασθῆναι, τοῦ μὴ μόνον ὄψεσιν, ἀλλὰ καὶ λογισμοῖς ἀπροσίτου δυνήσεται; Ἀλλ’ ἑαυτῷ τὰ | |
35 | τῶν εἰς αὐτοὺς πεποιθότων λογίζεται· καὶ τούτου χάριν αἱ κατ’ ἐκείνων ἐπιβουλαὶ κατ’ αὐτοῦ τοῦ Θεοῦ, ὡς πατρὸς τῶν ἐπιβουλευομένων καὶ προστά‐ του καὶ κηδεμόνος λέγονται. —Τίνες δὲ οἱ τὰς ἐπι‐ βουλὰς ἐργαζόμενοι;] | |
40 | Οἱ μισοῦντές σε ἦραν κεφαλήν. (B f. 349 b, C f. 178 b, F f. 136, G f. 95, H f. 331 b, L f. 196 b) Πάλιν ὡς ἐπὶ ὄφεων καὶ ἀσπί‐ δων φησὶ τὸ «Ἦραν κεφαλήν.» Ὥσπερ γὰρ οἱ ὄφεις δάκνοντες αἴρουσιν ἠρέμα τὴν κεφαλὴν καὶ | |
45 | ἀνακουφίζουσι τῆς γῆς, οὕτω καὶ οἱ μαχόμενοι τῇ δόξῃ Χριστοῦ ἐπαίρουσιν ἠρέμα τὴν κεφαλήν· ἀλλὰ πίπτουσι παραχρῆμα· πλήττονται γὰρ παρ’ αὐτοῦ, ὅτι αὐτός ἐστιν ὁ συντρίβων τὰς κεφαλὰς τῶν δρα‐ κόντων. | |
69.1205(50) | Τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ οἱ Ἰσμαη‐ λῖται, κ.τ.λ. | |
(B f. 549 b, G f. 93 b, H f. 332 b) Ἔθνη δὲ ταῦ‐ | 1205 | |
69.1208 | τα βάρβαρα καὶ πολέμια τῷ κατὰ σάρκα Ἰσραὴλ, ἀλλόφυλοι διαφερόντως ἐκλήθησαν. Ἀλλ’ ἔσωζε μὲν κἀκείνους τὸ τηνικαῦτα δὲ Θεὸς, ἀπράκτους τὰς τῶν ἐθνῶν ἀποφαίνων ἐφόδους. | |
5 | Καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ’ αὐτῶν. (G f. 93 b) Εἰς αὐτὴν ἁμαρτάνει τὴν γνῶσιν, ὁ τὸν πεφυκότα νοῦν ὁρᾷν τὴν γνῶσιν ἁμαρτάνειν [cod. ἁμαρτάνων] ἀναγκάζει. Οἱ δὲ τὸν κατὰ σοῦ πόλεμον ἀναδεξάμενοί εἰσιν Γεβὰλ, ἔτι καὶ Ἀσσοὺρ, καὶ ἑξῆς. | |
10t | ΨΑΛΜΟΣ ΠΓ. | |
11 | Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου. (E f. 173 b) Αἰώνια καὶ ἐπουράνια ταῦτα τὰ σκη‐ νώματα λέγει. [Ἐπειδὴ δὲ χάριτι καὶ φιλανθρωπίᾳ τοῦ πάντας | |
15 | οἰκτείροντος Θεοῦ κέκληνται παρὰ Χριστοῦ, καὶ τὸν τῆς διανοίας ἀνοίξαντες ὀφθαλμὸν εἰσεδέξαντο τῆς ἀληθείας τὸ φῶς, ἐπέγνωσαν τὴν ἀλήθειαν, ἔμαθον τῆς εὐσεβείας τὰς ὁδοὺς, εἰσῆλθον εἰς τὰς θείας αὐ‐ λὰς, ὑμνολογοῦσι λοιπὸν τὸν τῶν ὅλων σωτῆρα Χρι‐ | |
20 | στόν.] Τρυγὼν [εὗρεν] νοσσιὰν ἑαυτῇ. (B f. 351, E f. 173 b, F f. 138 b, G f. 95 b, H f. 336 b, K f. 152, L f. 198 b) Θαυμάζουσιν, ὡς ἔφην, τῆς Ἐκκλησίας τὸ κάλλος· ἐπαινοῦσι δὲ καὶ τῶν ἐν αὐταῖς | |
25 | διδασκάλων τὸ ἐπιεικὲς, ὅτι καθάπερ τινὲς τρυ‐ γόνες τοὺς ἑαυτῶν θάλπουσι νεοττοὺς παρὰ τοῖς θείοις θυσιαστηρίοις. Νεοττοὶ δὲ διδασκάλων, οἱ δι’ αὐτῶν πιστεύοντες· πατέρες γάρ εἰσι πνευματικοί. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ τρυγόσιν ἀφομοιοῦν | |
30 | τοὺς ἁγίους μυσταγωγούς. Καὶ διὰ ποίαν αἰτίαν; Λαλίστατος καὶ εὔφωνός ἐστιν ἡ τρυγών· ἡμῖν δὲ τοῖς φιλομαθέσιν, οἱ τῶν μυσταγωγούντων εἰσὶ λό‐ γοι. Τρυγόνες οὖν οὗτοι ἄρα εἰσὶ πνευματικοί. Οὐχὶ ἡ ψυχὴ δὲ μόνη γάννυται καὶ ἀγάλλεται, ἀλλὰ | |
35 | καὶ τὸ σῶμα κεκοινώνηκε τῆς θυμηδίας, δεξάμενον τὴν ἐλπίδα τῆς ἀναστάσεως. Τοῦτο γὰρ ὁ λόγος αἰ‐ νίττεται. Διὰ τοῦτο καὶ ζῶντα τὸν Θεὸν προσηγό‐ ρευσεν, ὡς ζωῆς ὑπάρχοντα χορηγόν. Ἐπειδὴ γὰρ καὶ οἱ Βαβυλώνιοι θεοὶ, καὶ μὲν δὴ καὶ οἱ τῶν ἡμε‐ | |
40 | τέρων προγόνων, καὶ ἄψυχοι ἦσαν καὶ ἀναίσθητοι παντελῶς, καὶ μάλα εἰκότως οἱ ἐκείνων ἀπαλλαγέντες, ζῶντα τὸν ἀληθῆ Θεὸν ὀνομάζουσι. [Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου. Ἐν γὰρ ταῖς ἐκκλησίαις μάλιστα τὰς τῆς σωτη‐ ρίας συλλέγουσιν ἀφορμὰς οἱ τῶν ἁγιοπρεπῶν σπου‐ | |
45 | δασμάτων ἐπιστήμονες· λαλεῖ γὰρ ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον διὰ προφητῶν ἁγίων, διὰ φωνῆς ἀποστόλων καὶ εὐαγγελιστῶν. Καὶ ὥσπερ ἐν ἰατρείῳ πολλοὶ μὲν οἱ νοσοῦντές εἰσιν, ἐσθότε καὶ κατὰ δια‐ φόρους τρόπους, ἔξεστι δὲ ἑκάστῳ τῆς προσφόρου | |
69.1208(50) | θεραπείας τυχεῖν· οὕτω καὶ ἐν ταῖς ἐκκλησίαις εὑρίσκομεν.] Ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο. (E f. 174) Καὶ ποίας ἀναβάσεις; Τὰς εἰς οὐρανὸν δηλονότι. Διενθυμούμεθα γὰρ καθ’ ἑαυτοὺς, καὶ ἐν | |
55 | ἐλπίσιν ἐσμὲν ὅτι εἰς τὴν ἄνω πόλιν ἀναβησόμεθα, | 1207 |
69.1209 | τὴν τῶν ἁγίων μητέρα, τὴν ἐν οὐρανοῖς Ἐκκλησίαν, κἀκεῖ συνεσόμεθα τῷ πάντων Σωτῆρι Χριστῷ. [Θεὸς θεῶν ὁ ὀφθεὶς κατὰ σάρκα. Μὴ τοίνυν ταῖς Ἰουδαϊκαῖς ἀμαθίαις κατακολουθεῖν σπουδάζωμεν, | |
5 | πιστεύωμεν δὲ μᾶλλον ὅτι καὶ Υἱός ἐστιν ἀληθῶς, καὶ ἐκ Θεοῦ Θεὸς, ὁ κατὰ σάρκα ἐκ γυναικὸς ὁ δι’ ἡμᾶς καταβεβηκὼς ἐν τοῖς καθ’ ἡμᾶς, ἵνα ἡμᾶς εἰς τὴν ἰδίαν ἀνακομίσῃ δόξαν, ἵνα ἐν αὐτῷ τὸ δοῦλον υἱοποιηθῇ· πλουτήσῃ τὸ ἐν πτωχείᾳ· κρεῖττον γέ‐ | |
10 | νηται θανάτου τὸ ὑπὸ φθορὰν, ἅγιον τὸ ὑφ’ ἁμαρ‐ τίαν. Ταῦτα γὰρ πάντα πεπλουτήκαμεν διὰ τῆς ἐπι‐ φανείας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ.] Κύριε ὁ Θεὸς τῶν δυνάμεων. (B f. 360, E f. 174 b, G f. 96, H f. 338, K f. 152 b, | |
15 | L f. 199) Κύριον δὲ τῶν δυνάμεων καὶ Θεὸν Ἰακὼβ ὀνομάζει Χριστὸν, ἵνα μή τις πρόσφατον αὐτὸν νο‐ μίσῃ Θεὸν διὰ τὴν κατὰ σάρκα γέννησιν, πιστεύω‐ μεν δὲ μᾶλλον ἐκεῖνον ὑπάρχειν, ᾧ καὶ αὐτοὶ λελα‐ τρεύκασιν οἱ τοῦ Ἰσραὴλ πατέρες, ὃν ἐν προγνώσει | |
20 | τεθέανται, οὗ τὸ μυστήριον οὐκ ἠγνόησαν, ἀποκα‐ λύπτοντος δηλονότι τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ διὰ τῆς φωταγωγίας τοῦ ἁγίου Πνεύματος. Ἐξελεξάμην παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μᾶλλον ἢ οἰκεῖν με ἐπὶ σκηνώμασιν ἁμαρτω‐ | |
25 | λῶν. (G f. 96 b) Τῆς σῆς κηδεμονίας, ὦ Δέσποτα, ὁ σὸς λαὸς ἀπολαύων ἀεὶ τῷ σῷ προσεδρεύει ναῷ, πολλὴν ἐντεῦθεν τὴν ὠφέλειαν καρπούμενος. Ἃ γὰρ ἐν μιᾷ τῇ σῇ ἡμέρᾳ ἐδρέψατο, οὐκ ἂν ἐτέρωθεν | |
30 | συναγάγοι, πολλὰς ἀναλώσας ἡμερῶν χιλιάδας. Ταῦ‐ τα μὲν καὶ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις λέγειν ἥρμοττεν, ἀσεβέσιν ἀνθρώποις συμβιωτεύειν ἠναγ‐ κασμένοις, κέρδος δὲ ἐντεῦθεν ποριζομένοις οὐδὲν, λογιζομένοις τὴν ἀπὸ τοῦ Θεοῦ νεῶ πάλιν ὠφέλειαν. | |
35 | [Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος. Καλὴν τῷ ψαλμῷ ὁ προφήτης σφραγίδα ἐπέθηκε τὴν εἰς Θεὸν ἐλπίδα, ἧς μακάριον ἔχεσθαι· ἄγκυρα γὰρ τῷ χειμαζομένῳ, τῷ δὲ πολεμουμένῳ τεῖχος ἀῤῥαγὲς γίνεται.] | |
40t | ΨΑΛΜΟΣ ΠΕʹ. | |
41 | Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ καθ’ ὅλην τὴν ἡμέραν, ἤγουν ἐν παντὶ καιρῷ. Χρὴ γὰρ ἡμᾶς ἀδιαλείπτως προσπίπτειν τῷ Θεῷ, | |
45 | καὶ παρ’ αὐτοῦ τὸν ἔλεον ἐπιζητεῖν. | |
46t | ΨΑΛΜΟΣ ΠΖʹ. | |
47 | Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. | |
(E f. 179) Ὄρεσι παρεικάζει τὴν Ἐκκλησίαν ἡ | 1209 | |
69.1212 | θεόπνευστος Γραφὴ, διὰ τὸ ὑψηλὸν τῶν ἐν αὐτῇ θείων δογμάτων. —Ὄρη οὖν νοοῦμεν τὰς Ἐκκλη‐ σίας, ἤτοι τοὺς ἐν αὐταῖς. Ναοὶ γάρ ἐσμεν Θεοῦ ζῶντος, καὶ οἶκος Θεοῦ κατὰ τὰς Γραφάς. Ποῖα δὲ | |
5 | αὐτά ἐστι τὰ θεμέλια ἃ τίθησιν ἐν ἡμῖν Χριστὸς, διδάξει λέγων ὁ Παῦλος· «Πίστις, ἐλπὶς, ἀγάπη· καὶ πρὸς ἐπὶ τούτοις ἀνδρεία καὶ ὑπομονὴ, σωφρο‐ σύνη καὶ ἐγκράτεια, πραότης καὶ μακροθυμία,» καὶ ἅπαξ ἁπλῶς πᾶν εἶδος ἀρετῆς. | |
10 | (F f. 143 b) Ἡ ἐπίγειος Σιὼν, ἡ κατὰ τὴν Ἰου‐ δαίαν χώραν, μέρος μέν ἐστι τῆς Ἱερουσαλὴμ, ὑψηλὴ δὲ καὶ ὥσπερ ἐν ὄρει διακειμένη· διὰ τοῦτο καὶ ἑρμηνεύεται σκοπευτήριον. Ταύτῃ τοίνυν τῇ ὡς ἐν ὄρει διακειμένῃ Σιὼν ἀπεικάζει τὴν Ἐκκλησίαν, | |
15 | ἤγουν τὴν τῶν πιστευσάντων πληθὺν, τὸ Γράμμα τὸ ἱερόν. Ὑψηλὴ γὰρ, οὐδὲν ἔχουσα ταπεινόν· οὐδὲ γὰρ ἀξιοῖ φρονεῖν τὰ ἐπὶ τῆς γῆς, ζητεῖ δὲ μᾶλλον τὰ ἄνω· καὶ οἱ τῆς Ἐκκλησίας δὲ τρόφιμοι περιπατοῦσι μὲν ἐπὶ γῆς, ἔχουσι δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς. | |
20t | ΨΑΛΜΟΣ ΠΗʹ. | |
21 | Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου. (F f. 147, K f. 158 b) Ἐγήγερται ἐκ σπέρματος αὐτοῦ τὸ κατὰ σάρκα Χριστὸς, καὶ ἐκ τῆς Ἰούδα φυλῆς, ἐξ ἧς καὶ αὐτὸς ἦν ὁ μακάριος Δαβίδ. | |
25 | Ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου. (F f. 148 b) Βραχίονα δὲ τοῦ Πατρὸς ὀνομάζει τὸν Υἱόν· ἐνεργεῖ γὰρ δι’ αὐτοῦ τὰ πάντα, καθάπερ ἀμέλει καὶ ἡμεῖς αὐτοὶ διὰ τῆς ἑαυτῶν χειρὸς πάντα ποιεῖν εἰθίσμεθα. | |
30 | Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύ‐ σονται. (F f. 148 b) Ἐν τῷ φωτὶ τῷ διὰ τοῦ Πνεύματος τῷ ἐκπεμπομένῳ διὰ τοῦ σοῦ προσώπου, τουτέστι τοῦ σοῦ Υἱοῦ, πορεύσονται. Ὁδηγεῖ γὰρ ἡμᾶς τὸ | |
35 | Πνεῦμα τὸ ἅγιον εἰς ἕκαστα τῶν ἐν φωτὶ πρακτέων. Ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. (F f. 148 b, K f. 159) Ἀεὶ γὰρ ἡμᾶς στεφανοῖ τὸ καλὸν ὄνομα τοῦ Χριστοῦ τὸ ἐπικληθὲν εἰς ἡμᾶς· ὠνομάσμεθα γὰρ διὰ Χριστὸν Χριστιανοί. | |
40 | [Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. Ὁ Σωτὴρ ἔφασκε· «Τὰ ἔργα ἃ δέδωκέ μοι ὁ Πα‐ τὴρ ἵνα ποιήσω αὐτά· αὐτὰ τὰ ἔργα ἃ ἐγὼ ποιῶ μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι αὐτός με ἀπέσταλκε.» Καὶ | |
45 | πάλιν· «Ἀπ’ ἐμοῦ λαλῶ οὐδέν· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός.» Καὶ τοῦτό ἐστιν ὃ λέγει νῦν ὁ Πατὴρ περὶ αὐτοῦ· «Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν.]» | |
69.1212(50) | Τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. (F f. 149 b, K f. 160) Μετὰ γὰρ τὸν τοῦ Σωτῆρος σταυρὸν δειναῖς καὶ ἀφύκτοις περιπέπτωκε συμφο‐ ραῖς ἡ τῶν Ἰουδαίων συναγωγή. Παρεδόθησαν γὰρ εἰς χεῖρας ἐχθρῶν, οἳ καὶ πᾶσαν αὐτῶν ἠρήμωσαν | |
55 | τὴν χώραν· καὶ διεσκορπίσθησαν. | 1211 |
69.1213 | Ὑψωθήσεται τὸ κέρας αὐτοῦ. (F f. 149 b) Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ κέρας ὀνομάζειν, ἐπὶ μὲν τῶν ἁμαρτωλῶν, τὴν ὑπεροψίαν· ἐπὶ δὲ τῶν δικαίων, τὴν δόξαν. | |
5 | [Τοῖς ὀνόμασι τοῖς μάλιστα πρέπουσι τῷ Πατρὶ καὶ αὐτὸς ὁ Υἱὸς δοξάζεται· οἷόν τί φημι, Θεὸς ἀληθινὸς, ὁ Πατὴρ τοῦτό ἐστι καὶ ὁ Υἱός· αὐτὸς γάρ ἐστιν «ἡ ἀλήθεια καὶ ἡ ζωή.» Καὶ τοῦτο ἔλεγε πρὸς τὸν ἑαυτοῦ Πατέρα· «Ὅτι πάντα τὰ ἐμὰ σά ἐστι, καὶ | |
10 | τὰ σὰ ἐμά.»] [Αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σύ. Θήσει δὲ αὐτὸν ὁ Θεὸς καὶ πρωτότοκον, καθὰ καὶ Παῦλος ὁ μέγας φησίν· «Εἰς τὸ εἶναι αὐτὸν πρωτό‐ τοκον ἐν πολλοῖς ἀδελφοῖς·» καὶ πάλιν· «Πρωτότο‐ | |
15 | κος ἐκ τῶν νεκρῶν, καὶ πρωτότοκος πάσης κτίσεως.» Ἔλεγε δὲ καὶ ὁ Σωτὴρ τῇ Μαρίᾳ· «Πορευθεῖσα, εἶπε τοῖς ἀδελφοῖς μου· Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Καὶ γὰρ μονογενὴς μέν ἐστιν ὡς Θεὸς, | |
20 | πρωτότοκος δὲ ὡς ἄνθρωπος· ἀδελφοὺς γὰρ ἔχει τοὺς πεπιστευκότας, καὶ Πατέρα ἑαυτοῦ καλεῖ τὸν Θεὸν ὡς Θεός· Θεὸν δὲ αὐτοῦ πάλιν ὡς ἄνθρωπος.] Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. | |
25 | (F f. 150, K f. 160 b) Αὐτῷ μὲν τῷ πεπιστευκότι δι’ αὐτοῦ λαῷ φησι· ἔλεος δὲ τὴν διὰ πίστεως ἄφ‐ εσιν. Πιστὴ δὲ διαθήκη ἀντὶ τοῦ ἀσφαλὴς καὶ βεβαία καὶ μένουσα· ἡ μὲν γὰρ πρώτη διαθήκη πέπαυται διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. «Οὐδὲν γὰρ | |
30 | ἐτελείωσεν ὁ νόμος.» Πέπαυται μὲν γὰρ ἡ πρώτη διαθήκη σκιᾶς ἔχουσα τύπον, καὶ μόνον τῆς ἀληθείας τὴν μόρφωσιν· εἰσαγωγὴ δὲ γέγονεν ἡμῖν κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ, ὡς ὁ μακάριος γράφει Παῦλος. | |
35 | Ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος. (F f. 150 et 151, K f. 160 b) Θρόνον φησὶν ἐν τού‐ τοις τὴν ἀρχὴν αὐτοῦ, τουτέστι τὴν Ἐκκλησίαν. Χριστοῦ δὲ θρόνος ἡ Ἐκκλησία· ἐπαναπαύεται γὰρ αὐτῇ, καθ’ ἃ καὶ ἐν τοῖς ἁγίοις ἀγγέλοις. Γέγραπται | |
40 | γάρ· «Ὁ οὐρανός μοι θρόνος.» Καὶ ἡ μὲν ἐν τοῖς οὐρανοῖς Ἐκκλησία θρόνος ἐστίν· ὁμοίως δὲ πάλιν καὶ ἡ ἐπὶ γῆς θρόνος τοῦ πάντων ἡμῶν κρατοῦντος Θεοῦ. Ἔσται οὖν, φησὶ, ἡ Ἐκκλησία Χριστοῦ κατ‐ αστράπτουσα καὶ φωτίζουσα τὴν ὑπ’ οὐρανὸν, καὶ | |
45 | μένουσα διηνεκῶς ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη. Ὥσπερ οὐδεὶς ἐν οὐρανοῖς τὸν ἡλίου καὶ σελήνης κύκλον σβέσαι δυνήσεται, οὕτως οὐδεὶς ἐν ἀνθρώποις ἀμαυρώσει ποτὲ τὰς τῆς Ἐκκλησίας αὐγὰς, ἤτοι τὴν λαμπρότητα τὴν νοητήν· φαίνει δὲ ἀεὶ καθάπερ ὁ ἥλιος καὶ ἡ σελήνη. | |
69.1213(50) | Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου, κ.τ.λ. (F f. 151 b, K f. 161) Ἀντὶ τοῦ, ἀπωσθῆναι καὶ ἐξουδενωθῆναι συγκεχώρηκας. Οὐ γὰρ ὁ Πατὴρ ἀπ‐ ώσατο καὶ ἐξουδένωσεν τὸν ἴδιον Υἱὸν, Ἰουδαῖοι δὲ | |
55 | μᾶλλον τοῦτο πεπράχασι, πλὴν κατὰ συγχώρησιν | 1213 |
69.1216 | τοῦ Θεοῦ καὶ Πατρός. «Ἀνεβάλου τὸν Χριστόν σου,» τουτέστιν, ὑπερέθου πληρῶσαι τὰς ἐπαγγελίας τὰς περὶ αὐτοῦ. Πῶς δὲ ὑπερέθετο; Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου. Ἐπηγγείλω, φησὶν, ὅτι | |
5 | εἰς τὸν αἰῶνα μένει· αὕτη γὰρ γέγονεν ἡ παρὰ σοῦ περὶ αὐτοῦ διαθήκη· ἀλλ’ ἐσταύρωσαν αὐτὸν Ἰου‐ δαῖοι, κατελογίσθη μετὰ νεκρῶν. Πέπονθε, φησὶ, καὶ ἐσταυρώθη. Οὐκοῦν κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου· εἰς τὴν γῆν ἐβεβήλωσας τὸ ἁγίασμα αὐ‐ | |
10 | τοῦ· ἔῤῥιψας, φησὶν, εἰς τὴν γῆν τὴν δόξαν αὐτοῦ. Ὅσον γὰρ ἧκεν εἰς τὸ παθεῖν, ψιλὸς ἄνθρωπος ἐνο‐ μίσθη. Ἀλλ’ οὐ μεμένηκεν ἐν νεκροῖς, οὔτε μὴν ἀδοξίαν τινὰ προσετρίψατο τὸ πάθος αὐτῷ, ἀλλ’ ἐδο‐ ξάσθη μᾶλλον δι’ αὐτοῦ. Πλὴν τὰ συμβεβηκότα φασὶν | |
15 | οἱ προφῆται. Οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ. (F f. 152, K f. 161) Ἐπειδὴ γὰρ ὅλως Θεὸς ὢν φύσει καὶ Υἱὸς ἀληθινὸς καὶ τῶν δυνάμεων Κύριος ἠνέσχετο παθεῖν, καί τοι μὴ παθεῖν δυνάμενος, | |
20 | εἴπερ ἤθελεν μὴ παθεῖν, σεσίγηκας δὲ καὶ αὐτὸς, ὦ Πάτερ, διὰ τοῦτό φαμεν ὅτι οὐκ ἀντελάβου αὐτοῦ. Πόλεμον δὲ ὀνομάζει τὸν καιρὸν τοῦ τιμίου σταυροῦ, ὅτε κατεστρατεύοντο τῆς δόξης τοῦ Χριστοῦ Ἡρώδης τε καὶ Πόντιος Πιλάτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραὴλ, | |
25 | καὶ αὐτὸς πάντως ὁ Σατανᾶς. Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτόν. [Cod. M f. 159] Τὸ κατέλυσας, ἀντὶ τοῦ κατ‐ ήνεγκας· τὸ γὰρ λυόμενον καταφέρεται. Κατήνεγκας τοίνυν ἀπὸ καθαρισμοῦ αὐτοῦ, τουτέστι, ἀπὸ τοῦ πι‐ | |
30 | στεύεσθαι ὅτι καθαρός ἐστιν. Ὑπενοήθη γὰρ εἶναι πονηρὸς, καὶ ὡς ἁμαρτωλὸς κατεκρίθη. [Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας. Ἐπειδὴ πέπονθε σαρκικῶς, καὶ γέγονεν ἐν νεκροῖς ἐλεύθερος, καὶ ἐνόμισαν οἱ σταυρώσαντες ὅτι πεπον‐ | |
35 | θὼς συνεστάλη, καὶ πέπαυται τοῦ καὶ ὅλως εἶναι καὶ ὀνομάζεσθαι· διὰ τοῦτο τὰς τῶν σταυρωσάντων ὑπονοίας διερμηνεύει λέγων· «Καὶ τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας.»] Ἕως πότε, Κύριε, ἀποστρέφῃ εἰς τέλος, | |
40 | (K f. 161 b) Ὁρᾷς ὅπως βούλεται μαθεῖν τὴν οἰ‐ κονομίαν; «Ἕως πότε, Κύριε;» τουτέστι, μέχρι τίνος ἰσχύσει τὰ τῶν Ἰουδαίων τολμήματα; Ἀπ‐ έκτειναν, φησὶ, τὸν ἀρχηγὸν τῆς ζωῆς. Ἆρα κείσεται νεκρός; Ἆρα ἀποστρέψει εἰς τέλος, καὶ ἐκκαυθήσε‐ | |
45 | ται ὡς πῦρ ἡ ὀργή σου; Ἡ ἀποστροφὴ δὲ καὶ ὀργὴ οὐ κατὰ Χριστοῦ· μὴ τοῦτο νόμισον, ἀλλ’ ἡ καθ’ ἡμῶν· ἡμεῖς γὰρ πολυτρόπως πεπλημμελήκαμεν, τῆς τρυφῆς ἐκπεπτώκαμεν, ὡς ἔν γε τοῖς πρωτο‐ πλάστοις φημί. | |
69.1216(50) | Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον; (F f. 152 b, K f. 161 b) Ἀληθὲς οὖν ὅτι οὐ μα‐ ταίως ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων· μαρτυρή‐ σει καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις· ἀπεθάνομεν | |
55 | ἐν Ἀδὰμ, ἀλλ’ ἐζήσαμεν ἐν Χριστῷ. | 1215 |
69.1217 | Ποῦ ἐστιν τὰ ἐλέη σου τὰ ἀρχαῖα; (M f. 160.) Ἀρχαῖα ἐλέη τοῦ Θεοῦ φησιν, ἡ πρὸ καταβολῆς κόσμου ὡρισμένη, εἰς ἀφθαρσίαν ἀναστοι‐ χείωσις. | |
5 | Οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν. (F f. 153) Δεχόμεθα γάρ πως εἰς κόλπους τὰ δῶρα ὅταν προσφέρουσί τινες. Μνησθῆναι δὲ παρακαλοῦσι Θεὸν τῆς ὑποσχέσεως δοθείσης ἐν τῷ κόλπῳ πολλῶν ἐθνῶν. Τί γὰρ ὑπέσχετο τοῖς ἔθνεσιν ὁ Σωτήρ; | |
10 | Ἁμαρτίας ἄφεσιν, θανάτου λύσιν, σωτηρίαν καὶ ζωήν. Οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. (F f. 153) Τουτέστι τὴν Ἐκκλησίαν, ἤτοι τοὺς πι‐ στεύοντας εἰς αὐτόν· τούτους γὰρ εἶναί φαμεν τὴν | |
15 | Ἐκκλησίαν. Εἴρηται δὲ ἀντάλλαγμα διὰ ποίαν αἰ‐ τίαν; Ἀντὶ γὰρ τῆς Ἰουδαίων Συναγωγῆς δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. | |
18t | ΨΑΛΜΟΣ ϙʹ. | |
19 | Ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν. | |
20 | (B f. 373 b, H f. 393 b) Ὁρᾷς ὅσην ἔχει παῤῥη‐ σίαν παρὰ Θεῷ; ὅλον γὰρ ἑαυτὸν ὥσπερ ἀναθεὶς αὐτῷ, ἐπ’ αὐτῷ πᾶσαν ἔχει τοῦ σώζεσθαι τὴν ἐλπίδα. Τρισμακάριος δὲ ὁ τοιοῦτος, καὶ ἁπάσης εὐημερίας ἔσται μεστός. Ψάλλει γοῦν ὁ μακάριος Δαβὶδ καί | |
25 | φησιν· «Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἅνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.» Αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους. (B f. 373 b, H f. 394) Καὶ ποῖός ἐστιν ὁ ταραχώ‐ | |
30 | δης λόγος; Ὁ παρὰ τοῖς ἀνοσίοις αἱρετικοῖς· συγχέ‐ ουσι γὰρ τὰς τῶν ἀκεραίων καρδίας, δυσφημοῦντες ἀφυλάκτως, καὶ μὴ νοοῦντες μήτε ἃ λέγουσιν, μήτε περὶ τίνων διαβεβαιοῦνται. Οἱ μὲν γὰρ τῆς πρὸς τὸν Πατέρα Θεὸν ὁμοουσιότητος, τό γε ἧκον ἐπ’ αὐτοῖς, | |
35 | κατασύρουσι τὸν Υἱὸν, καὶ τῶν ἀνωτάτω καταφέρουσι θρόνων, ἐναριθμοῦντες τοῖς κτίσμασι, καὶ τὸν τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην πεποιῆσθαι λέγοντες, καὶ ἐξ οὐκ ὄντων παρῆχθαι πρὸς ὕπαρξιν. Ἕτεροι δὲ τοῦ ἁγίου καταψεύδονται Πνεύματος, κτίσμα λέγοντες | |
40 | καὶ αὐτό· καὶ πῦρ καὶ κόλασιν ταῖς ἑαυτῶν κατα‐ χέοντες κεφαλαῖς. Τί οὖν ὁ Ψάλλων περὶ αὐτῶν; «Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν· γεγόνασι γὰρ τῆς ἀληθείας κατήγοροι, καὶ τοῦ ψεύδους συνασπισταί.» Ταραχώδης οὖν ὁ λόγος | |
45 | αὐτῶν, οὐ γὰρ ἔχει τῆς ἀληθείας τὴν ἀσφάλειαν. Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας. (B f. 374, H f. 395) Καὶ τί δὴ τοῦτό ἐστιν; Δύο τρόπους ἴσμεν ἐπιβουλῆς. Ἢ γὰρ ἀφανῶς καὶ λελη‐ | |
69.1217(50) | θότως, καὶ ὡς ἐν νυκτὶ καὶ σκότῳ λανθάνοντες, | 1217 |
69.1220 | ἀρτύουσί τινες οἷς ἂν βούλωνται παγίδας καὶ κατα‐ σκευάζουσι δόλους· ἢ ἐναργῶς καὶ ὡς ἐν ἡμέρᾳ καὶ ἐμφανῶς. Οὐκοῦν φόβον μὲν ὀνομάζει νυκτερινὸν τὸν ἔτι λανθάνοντα κίνδυνον, καὶ ὡς ἐν νυκτὶ καὶ | |
5 | σκότῳ κρυπτομένην πανουργίαν· βέλος ἐν ἡμέρᾳ πετόμενον, τὴν ὡς ἐν φωτὶ καὶ ἐναργῶς ἐπιβουλήν. Ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. (B f. 374 b, H f. 395 b) Δαιμόνιον δὲ μεσημβρινὸν ὀνομάζει τὴν ἀκηδίαν, ἤτοι τὴν ὀλιγωρίαν· συμβαίνει | |
10 | δὲ τοῦτό τισιν ἔσθ’ ὅτε. Καὶ μετ’ ὀλίγα· Σύμπτωμα τοίνυν πάσχουσί τινες ὅτ’ ἂν ὁ νοῦς ὀκλάσῃ πρὸς φι‐ ληδονίαν, ὅτ’ ἂν ἀτονήσῃ καρδία καὶ κατενεχθῇ πρὸς φιλοσαρκίαν, ὅτ’ ἂν ἀκηδιάσῃ πρὸς τὰ τῆς εὐσεβείας ἔργα, καὶ ὀλιγωρήσῃ πρὸς πόνους τοὺς ὑπὲρ τῆς | |
15 | ἀρετῆς. Ἀλλὰ καὶ τότε σώζει Θεὸς, ἀπαλλάττει γὰρ ἀπὸ συμπτώματος καὶ ἐξ ἀκηδίας, τουτέστι δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς. (C f. 374 b, H f. 396 b) Κλῖτος μὲν γάρ φησιν τὸ | |
20 | μέρος τὸ ἀριστερὸν ἤτοι τὸ πλάγιον. Οὐκοῦν καὶ εἰ πολλοί τινες εἶεν, φησὶν, καὶ ἀριθμοῦ κρείττονες οἱ τοῖς σεβομένοις Θεὸν ἐπιβουλεύοντες, ἀλλ’ ὄψει πί‐ πτοντας αὐτοὺς ἐντεῦθεν κἀκεῖθεν, σὲ αὐτὸν δὲ πα‐ ραδόξως σωζόμενον διὰ τὸν προεστηκότα καὶ προμα‐ | |
25 | χόμενον. Ὡς γάρ φησιν τὸ Γράμμα τὸ ἱερὸν, «Ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ Ἀμαλὴκ, ἀπὸ γενεῶν εἰς γενεάς.» Οὐ γὰρ πεπαύσεται σώζων τοὺς ἀγαπῶντας αὐτόν. Ὅτι σὺ, Κύριε, ἡ ἐλπίς μου· τὸν Ὕψιστον ἔθου | |
30 | καταφυγήν σου. (B f. 375, H f. 397 b) Ἐπισημήνασθαι δὲ ἀναγ‐ καῖον ὅτι τοὺς προκειμένους στίχους ἑτέρως νοοῦσί τινες, κακῶς καὶ κεκιβδηλευμένως· ἀναφέρουσι γὰρ αὐτοὺς εἰς τὸ αὐτοῦ πρόσωπον τοῦ Χριστοῦ, συν‐ | |
35 | άπτοντες τοὺς στίχους καὶ λέγοντες, Ὅτι σὺ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Καὶ μετ’ ὀλίγα· Φασὶ γὰρ αὐτὸν καταφυγὴν ἔχειν τὸν Ὕψιστον, δῆλον δὲ ὅτι τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα. Γέγονε δὲ πρόφασις αὐτοῖς τῆς τοιαύτης ἐννοίας ὁ | |
40 | Σατανᾶς· αὐτὸς γὰρ οὕτω νενόηκεν τοὺς στίχους· καὶ τοῦτο ἰσώμεθα ἐκ τῶν εὐαγγελικῶν Γραμμάτων. Ὅτε γὰρ ἐπείραζεν αὐτὸν, ἀνήγαγεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ δὴ καὶ ἔφασκεν· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω ἐνταῦθα. Γέγραπται | |
45 | γὰρ, ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.» Συκο‐ φάντης γὰρ ὑπάρχων καὶ πλάνος ὁ Σατανᾶς τὰ περὶ ἡμῶν εἰρημένα καὶ αὐτῷ προσάπτει τῷ προσώπῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἀλλ’ ἡμεῖς | |
69.1220(50) | οὐχ οὕτως νοοῦμεν ὡς νοεῖν ἔθος τῷ Σατανᾷ Εἰ δὲ οὕτω νενοήκασιν Ἀρειανοὶ, θαυμαστὸν οὐδέν· ἀκο‐ λουθοῦσι γὰρ τῷ ἰδίῳ πατρί. Ψεύστης γάρ ἐστιν ὁ | |
Σατανᾶς, καὶ ἡ ἀλήθεια ἐν αὐτῷ οὐχ ἕστηκεν, κατὰ | 1219 | |
69.1221 | τὴν τοῦ Σωτῆρος φωνήν. Καὶ μετ’ ὁλίγα· Εἰ γάρ ἐστι κατ’ αὐτοὺς ἀληθὲς τὸ τοιοῦτον, ἐλπίδα μὲν αὐτὸν ἡμεῖς τὸν Χριστὸν πεποιήμεθα, αὐτὸς δὲ καταφυγὴν ἔχει τὸν Πατέρα· οὐκοῦν βοηθουμένῳ προσπεφεύγα‐ | |
5 | μεν, Σωτῆρα καλοῦμεν τὸν παρ’ ἑτέρου σωζόμενον. Οὐκ ἔστι ταῦτα, μὴ γένοιτο. Λέγομεν τοίνυν τοῖς οὕτω φρονεῖν εἰωθόσιν· Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν. Ἔξω τῆς εὐ‐ θείας ἔρχεσθε τρίβου, τὴν βασιλικὴν ἀφέντες ὁδὸν, | |
10 | εἰς ἀκάνθας πίπτετε καὶ βόθρους, τῆς ἀληθείας ἐκ‐ πεπτώκατε. Ἴσος καὶ ὅμοιος κατὰ πάντα ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ, εἰκὼν καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ, Ὕψι‐ στός ἐστι καθ’ ἃ ὁ Πατήρ. | |
15 | Μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. (B f. 275 b, H f. 598) Τὸ σκήνωμα παρὰ τῇ θεο‐ πνεύστῳ Γραφῇ οὐ πάντως τὸ σῶμα δηλοῖ, ἀλλ’ ἢ πόλιν, ἢ χώραν, ἢ οἶκον. Πιστώσεται δὲ τοῦτο λέ‐ γων ὁ μακάριος Δαβίδ· «Εἰ ἀναβήσομαι ἐπὶ κλίνης | |
20 | στρωμνῆς μου· εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ.» Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ. | |
25 | (B f. 375 b, H f. 398 b) Τούτοις ἐχρήσατο τοῖς στίχοις ὁ Σατανᾶς, ὡς ἐπ’ ἀνθρώπου κοινοῦ τὰ τοιαῦτα λέγων τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Ἐπειδὴ γάρ ἐστιν ὅλος σκότος, καὶ κατεσκοτισμένην ἔχει τὴν διάνοιαν, οὐ συνῆκε τῶν εἰρημένων τὴν δύναμιν· | |
30 | ὅτι ὁ ψαλμὸς ἐκ προσώπου παντὸς δικαίου εἴρηται βοηθουμένου ὑπὸ τοῦ Ὑψίστου, ὄντος Θεοῦ τοῦ οὐρα‐ νοῦ. Ἠγνόησε δὲ πρὸς τούτῳ ὅτι Θεὸς ὢν ὁ Λόγος γέγονεν ἄνθρωπος, καὶ αὐτὸς ἦν ὁ οἰκονομικῶς πει‐ ραζόμενος. Ἀλλ’ ὁ μὲν Σατανᾶς, ὡς ἔφην, ὡς ἐπὶ | |
35 | ἀνθρώπου κοινοῦ, ἢ καὶ ὡς ἐφ’ ἑνὸς τῶν ἁγίων προφητῶν, εἰρῆσθαι τοὺς λόγους ὑπελάμβανεν. Ἔστι δὲ τῶν ἀτοπωτάτων ἡμᾶς τοὺς εἰδότας ἀκριβῶς τὸ μυστήριον, καὶ πεπιστευκότας ὅτι Θεός ἐστιν, καὶ Υἱὸς Θεοῦ, καὶ ὅτι δι’ ἡμᾶς καθ’ ἡμᾶς γέγονεν ἄν‐ | |
40 | θρωπος, ὑπονοεῖν περὶ αὐτοῦ τοὺς στίχους εἰρῆσθαι. Οὐχ ἁρμόζει τοίνυν τῷ προσώπῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὸ λέγεσθαι· «Τὸν Ὕψιστον ἔθου καταφυγήν σου·» αὐτὸς γάρ ἐστιν ὁ Ὕψιστος, ἡ πάντων καταφυγὴ, ἡ πάντων ἐλπὶς, ἡ πάντα ἰσ‐ | |
45 | χύουσα τοῦ Πατρὸς δεξιά. Ἔδει τοίνυν ἐφ’ ἑκάστου τῶν γνησίων προσκυνητῶν νοεῖσθαί τε καὶ λέγεσθαι | |
παρὰ τοῦ Πατρός· «Τὸν Ὕψιστον ἔθου καταφυγήν | 1221 | |
69.1224 | σου· οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.» Ἀσφαλίζεται γὰρ ὁ Ὕψιστος, τουτέστι Χριστὸς, τοὺς ἐπ’ αὐτῷ πεποι‐ θότας, καὶ τοὺς προσιόντας αὐτῷ μετὰ πίστεως. | |
5 | Ἐπὶ χειρῶν ἀροῦσί σε, κ.τ.λ. (B f. 376, H f. 399) Ὥσπερ γὰρ οἱ κατὰ σάρκα πατέρες, ὅτ’ ἂν ἴδωσιν ὁδὸν τραχεῖαν καὶ δύσβατον, ἁρπάζουσιν εἰς χεῖρας τὰ βρέφη, μὴ ἄρα πως ἀδι‐ κηθῇ, τρυφερὸν ἔχοντα τὸν πόδα, καὶ οὔπω διὰ σκλη‐ | |
10 | ρᾶς ὁδοῦ βῆναι δυνάμενα, οὕτω καὶ αἱ λογικαὶ δυνά‐ μεις τοὺς οὔπω πονεῖν ἰσχύοντας, νηπιοπρεπῆ δέ πως τὴν διάνοιαν ἔχοντας, οὐκ ἐῶσι πονεῖν ὑπὲρ δύ‐ ναμιν, ἀλλὰ παντὸς ἐξέλκουσι πειρασμοῦ, μὴ ἄρα πως ὀλιγωρήσαντες, ὑπὸ πόδας γένωνται τοῦ Σατανᾶ, | |
15 | καὶ ἀπαγορεύσωσι τὸ βουλεύεσθαι δουλεύειν Θεῷ. Ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ. (B f. 376, H f. 399) Καὶ μὴν αὐτὸν καταπεπάτη‐ κεν ὁ Χριστὸς, καὶ εἰς ἔτι καὶ νῦν καταπατεῖ, διδοὺς τοῖς αὐτοῦ μαθηταῖς ἐξουσίαν τοῦ πατεῖν ἐπάνω | |
20 | ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. (B f. 376, H f. 399 b) Λέων μὲν οὖν καὶ δράκων καὶ βασιλίσκος νοηθείη ἂν αὐτός τε ὁ Σατανᾶς, καὶ | |
25 | οἱ συναποστάντες αὐτῷ ἄγγελοι πονηροὶ, οἱ τὴν ἑαυ‐ τῶν ἀρχὴν μὴ τηρήσαντες, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. Ἀσπὶς καὶ βασιλίσκος νοηθεῖεν ἂν λέων τε καὶ δράκων καὶ οἱ τοῖς ἐκείνου θελήμασιν ὑπηρετεῖν εἰωθότες, καὶ τῆς ἐνούσης αὐτῷ δυστρο‐ | |
30 | πίας μιμηταὶ, οἱ πικροὶ καὶ δεινοὶ καὶ παγχάλεποι, οἱ τῶν ἀγρίων θηρῶν οὐδὲν διαφέροντες, ἀπομιμού‐ μενοι δὲ καὶ τὴν τῶν ἰοβόλων πικρίαν. Καὶ, εἰ βούλει, δέχου ὄφεις τε καὶ βασιλίσκους τοὺς τῶν ἀνοσίων αἱρέσεων εὑρετάς. | |
35 | Ὅτι ἔγνω τὸ ὄνομά μου. (B f. 376 b, H f. 400 b) Τίς ἄρα ἐστὶν ὁ γινώσκων τὸ ὄνομα αὐτοῦ; Ὁ αὐτῷ καὶ μόνῳ λατρεύων, καὶ μόνῳ προσκυνῶν αὐτῷ, καὶ ἐπ’ αὐτῷ Θεὸν ἕτερον οὐκ εἰδώς· ὁ ἐκ καθαροῦ συνειδότος λατρεύων αὐτῷ, | |
40 | καὶ εἰς ἅπαν ἀπηλλαγμένος τῶν τῆς εἰδωλολατρείας αἰτιαμάτων· ὁ ὑποτιθεὶς εὐήνιον αὐτῷ τὸν τῆς δια‐ νοίας αὐχένα· ὁ τοῖς αὐτοῦ δουλεύων θελήμασιν· οὗτος εἶδεν τὸ ὄνομα αὐτοῦ. Ὄνομα δὲ ὅτ’ ἂν ἀκούσῃς, τὴν δόξαν νόει. Γέγραπται γὰρ ὅτι «Κρεῖττον ὄνομα | |
45 | καλὸν, ἢ πλοῦτος πολὺς,» τουτέστι δόξα. Μακρότητι ἡμερῶν ἐμπλήσω αὐτόν. (B f. 376 B, H f. 401) Καὶ τίνα τοῦτον ἐμπλήσειν ἐπαγγέλλεται τῇ τῶν ἡμερῶν μακρότητι; Ἀναδρά‐ μωμεν ἐπὶ τὴν ἀρχὴν τῆς ὅλης ᾠδῆς. Ἔφη τοίνυν· | |
69.1224(50) | «Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.» Εἴ τις τοίνυν ἐστὶν ὑπὸ τὴν βοήθειαν τοῦ Ὑψίστου, καὶ ὑπὸ τὴν | |
σκέπην τοῦ Θεοῦ τοῦ οὐρανοῦ, οὗτος ἐμπλησθήσεται | 1223 | |
69.1225 | τῇ μακρότητι τῶν ἡμερῶν, ὄψεται δὲ καὶ τὸ σωτή‐ ριον τοῦ Θεοῦ, τουτέστι τὴν σωτηρίαν τὴν διὰ Χρι‐ στοῦ. Ἐπαγγέλλεται τοίνυν τοῖς ἀγαπῶσιν αὐτὸν τὴν εἰς αἰῶνα τὸν μέλλοντα ζωὴν, τὴν μακαρίαν καὶ ἀπονωτάτην, καὶ ἄμωμον, καὶ εἰς ἀπεράντους αἰῶνας | |
5 | ἐκτεινομένην. | |
6t | ΨΑΛΜΟΣ ϟΑʹ. | |
7 | [Ψαλμὸς ᾠδῆς. (B f. 377, H. f. 402 b. Corderio Diodori.) Ἔστι τῆς ᾠδῆς ὅλος ὁ σκοπὸς εἰς τὴν ἡμέραν τοῦ Σαββά‐ | |
10 | του· εἰκὼν δὲ ὥσπερ ἐστὶ τὸ Σάββατον τῆς ἐν Χρι‐ στῷ ζωῆς, καὶ τῆς εὐαγγελικῆς πολιτείας, ἣν αὐτὸς ἡμῖν κεκαινοτόμηκεν ὁ Σωτὴρ, μεταβαλὼν τὰς τοῦ νόμου σκιὰς εἰς τὴν πνευματικὴν λατρείαν.] [Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ. | |
15 | (B f. 377, H f. 402 b. Cord. Athanasii.) Ἡ ἐξομο‐ λόγησις ὕμνος ἐστὶ μετ’ εὐχαριστίας εἰς δόξαν Θεοῦ συγκείμενος. Ὀφείλομεν δὲ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ τὰς ὑπὲρ ὧν εὖ πεπόνθαμεν εὐχα‐ ριστίας· εὐηργετήθημεν δὲ παρ’ αὐτοῦ πολυτρόπως. | |
20 | Θεὸς γὰρ ὢν, Κύριος ἐπέφανεν ἡμῖν, δόξῃ θεο‐ πρεπεῖ περιαστράπτων τὰ σύμπαντα, καὶ τὴν τῆς ἀληθοῦς θεογνωσίας ἀκτῖνα δωρούμενος.] [Τοῦ ἀναγγέλλειν τοπρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. | |
25 | (B f. 377 b, H f. 403 b. Cord. Anonymi.) Μὴ ὑπο‐ λάβῃς ὅτι διΐστησιν ἐν τούτοις ὁ Ψάλλων τὴν τῆς ᾠδῆς δύναμιν, ὡς χρῆναι μὲν τῷ πρωῒ τὸ ἔλεος ἀναγ‐ γεῖλαι, τὴν δὲ ἀλήθειαν κατὰ νύκτα. Οὐ τοῦτό φη‐ σιν· ἀναγνωσόμεθα δὲ οὕτως τὸν στίχον· «Τοῦ ἀναγ‐ | |
30 | γέλλειν τῷ πρωῒ καὶ κατὰ νύκτα, τουτέστιν ἐν ἡμέρᾳ καὶ νυκτὶ, τὸ ἕλεος καὶ τὴν ἀλήθειαν.» Τὸ δὲ ἀναγ‐ γέλλειν τὸ Ἀνακηρύττειν ἐστιν· ὅ ἐστι δοξολογεῖν Καὶ τί τὸ ἀναγγελλόμενον; Τὸ ἔλεος καὶ ἡ ἀλήθεια τοῦ Θεοῦ καὶ Πατρός· τουτέστι Χριστός· ἐλεήθημεν | |
35 | γὰρ ἐν αὐτῷ, ἐδικαιώθημεν ἐν πίστει, ἡγιάσθημεν διὰ τοῦ Πνεύματος, ἐλυτρώθημεν ἐκ τῆς τοῦ διαβόλου πλεονεξίας, εἰς υἱοὺς τετάγμεθα, κληρονόμοι γεγό‐ ναμεν τῆς τῶν οὐρανῶν βασιλείας. Ἠλέησε τοίνυν ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ· ἐδίδαξε δὲ ἡμᾶς | |
40 | δι’ αὐτοῦ τὴν ἀλήθειαν, τουτέστι τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκύνησιν καὶ λατρείαν.] [Ἐν τῷ ποιήματί σου. (B f. 377 b, H f. 404 b. Corderio Anonymi.) Ποίημα δὲ τὸ κάλλιστον, ἤγουν κατόρθωμα τῆς βουλῆς τοῦ | |
45 | Θεοῦ καὶ Πατρὸς, καὶ οἷον ἔργον τῆς αὐτοῦ χειρὸς, τῆς ἐφ’ ἡμῖν οἰκονομίας ἡ δύναμις, ὡς αὐτὸς ἐδίδα‐ ξεν ἡμᾶς ὁ Χριστός· «Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, φησὶν, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μο‐ | |
νογενῆ ἔδωκεν· ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.»] | 1225 | |
69.1228 | Ἀσύνετος οὐ συνήσει ταῦτα. (B f. 378, H f. 405.) Οὐ γὰρ πάντων ἐστὶν ἁπλῶς τὸ συνιέναι δύνασθαι τὸ οὕτω βαθὺ καὶ σεπτὸν μυστή‐ ριον τοῦ Χριστοῦ· ἐκείνων δὲ μᾶλλον οἷς ἂν αὐτὸς ὁ | |
5 | Πατὴρ ἀποκαλύψειεν. [Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλούς. (B f. 378, H f. 405. Cord. Anonymi.) Ἀνέτειλαν γοῦν, φησὶν, ὡς χόρτος, ἤγουν ὡς ἐν ἀγρῷ βοτάνη· βραχὺ δὲ ὥσπερ ἀνθήσαντες μετὰ τοῦτο διέκυψαν· | |
10 | τουτέστι κατεκάμφθησαν καὶ ἐταπεινώθησαν, καὶ εἰς παντελῆ κατέβησαν ὄλεθρον, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν κατὰ Χριστοῦ.] [Σὺ δὲ Ὕψιστος, κ.τ.λ. (B f. 378 b. H f. 405 b Cord. Anonymi) Ὕψι‐ | |
15 | στος γάρ ἐστιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ εἰ καθῆκεν ἑαυτὸν εἰς ἑκούσιον κένωσιν, καὶ τὸ τῆς ἀνθρωπότητος ὑπέδυ σμικροπρεπὲς, ἵνα τὴν ἀνθρώπου φύσιν ἀναχαλκεύσῃ πρὸς ἀφθαρσίαν, καὶ ὑψώσῃ τὸ ταπεινὸν, καὶ τιμήσῃ τὸ ἠτιμωμένον, ἵνα τῇ τῆς | |
20 | υἱοθεσίας χάριτι καταλαμπρύνῃ τὸν δοῦλον· «Συνεπτώ‐ χευσε γὰρ ἡμῖν, πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.» Ὕψιστος τοίνυν ὁ τοῦ Θεοῦ Λόγος, καὶ εἰ γέγονεν ἄνθρωπος· οὐ γὰρ ἀπέστη τοῦ εἶναι Θεὸς, ἀλλὰ μεμένηκεν ὅπερ ἦν. Σὺ μὲν γὰρ, | |
25 | φησὶν, ὦ Κύριε, κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων, Ὕψιστος ἐν ὑψηλοῖς διαμένεις, τὸν σύμπαντα αἰῶνα οὐ τρεπόμενος, οὐκ ἀλλοιούμενος, ἀλλ’ εἰς ἄπειρον ἑαυτοῦ διαμένων ὅμοιος· ἡμεῖς δὲ οἱ ταπεινοὶ, καὶ μακρὰν τῆς σῆς ἀπέχοντες δυνάμεως, ἄλλοτε ἄλλο‐ | |
30 | θεν φερόμεθα καὶ μεταβαλλόμεθα.] [Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος. (B f. 378 b, H f. 406. Cord. Diodori.) Τὸν μονο‐ κέρωτά φασι ζῶον εἶναι ᾧ κέρας ἐπὶ τοῦ μετώπου ἐγήγερται, ὑψηλόν τε καὶ ἄθραυστον· ᾧ κεχρημένον | |
35 | πρὸς τὰ ἕτερα τῶν ζώων, ἀεὶ νικᾷ καὶ περιγίνεται· καὶ ἔστιν ἰσχυρὸν καὶ δυσάντητον. Τούτῳ τῷ μονο‐ κέρωτι παρεικάζει τὸν νέον λαὸν ἡ θεία Γραφή. Νέον δὲ ὅταν εἴπω λαὸν, τοὺς διὰ πίστεως νόει, οἳ πάντα νενικήκασι τὰ ἔθνη.] | |
40 | [Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου. (H f. 407. Cord. Theodori.) Τὸ ἐπεῖδεν ἐστὶ τὸ ἰδεῖν πεπτωκότας ἐχθροὺς ἀτονήσαντας τοὺς δι’ ἐναν‐ τίας. Οὗτοι δέ εἰσιν οἱ τῇ ἀληθείᾳ μαχόμενοι καὶ τῇ | |
45 | τοῦ Θεοῦ δόξῃ, τὸ ἑαυτῶν ὁπλίζοντες θράσος. Τοιοῦ‐ τοί τινες ἦσαν οἱ τῆς Ἰουδαίων Συναγωγῆς ἡγού‐ μενοι, Γραμματεῖς τε καὶ Φαρισαῖοι· οὐ διαλελοίπασι γὰρ ἐπιπηδῶντες Χριστῷ, καὶ ἀνοσίως αὐτοῦ τῇ δόξῃ μαχόμενοι.] | |
69.1228(50) | [Δίκαιος ὡς φοῖνιξ ἀνθήσει. (B f. 379, H f. 407 b. Cord. Diodori.) Φοίνιξι δὲ καὶ κέδροις τοὺς ἐν Χριστῷ δεδικαιωμένους παρει‐ κάζειν ἀξιοῖ τὸ Γράμμα τὸ ἱερόν. Φυτὸν γάρ ἐστιν ὁ φοῖνιξ ἀειθαλὲς, εὔριζόν τε καὶ ὑψηλὸν, καὶ εὐκάρ‐ | |
55 | διον, εὐώδη καὶ γλυκὺν ἔχον τὸν καρπόν. Τοιοῦτοι | 1227 |
69.1229 | δὲ πάντες οἱ τὴν ἐν Χριστῷ δικαιοσύνην ἔχοντες· ἑστήκασι γὰρ ἑδραῖοι καὶ ἀκατάσειστοι, λευκὴν ἔχοντες τὴν καρδίαν. Οὕτω που καὶ ὁ Ψάλλων φησί· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.»] | |
5 | [Ἔτι πληθυνθήσονται ἐν γήρει πίονι. (H f. 409. Cord. theodori.) Οὐκ ἔσται, φησὶν, αὐτῶν ἡ εὐθηνία πρόσκαιρος, μήποτε τοῦτό τις περὶ τῶν ἐθνῶν διὰ τὸ ἐξανθῆσαι στοχάσηται, ἀλλ’ ἐν γήρει λιπαρῷ πληθύνονται καὶ προκόπτουσι· τοῦ γὰρ | |
10 | χρόνου προϊόντος πληθύνεται τῶν ἐθνῶν ἡ εὐσέβεια.] Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν. (B f. 379 b, H f. 408 b.) Οἶκον δὲ Κυρίου καὶ αὐλὰς τὰς ἁγίας Ἐκκλησίας εἶναί φησιν, ἐν αἷς οἱ πεφυ‐ | |
15 | τευμένοι διὰ τῆς πίστεως καρποφοροῦσιν ἐν ὑπομο‐ νῇ. Ἐξανθοῦσι δηλαδὴ ἐν ταῖς ἀνὰ μέρος Ἐκκλη‐ σίαις. Οἶκον γὰρ Θεοῦ περιεκτικῶς τὴν καθόλου Ἐκκλησίαν προσηγόρευσεν. | |
19t | ΨΑΛΜΟΣ ϟΒʹ. | |
20 | [Ὁ Κύριος ἐβασίλευσεν. (H f. 409 b. Cord. Theodori.) Ὁ γὰρ μεθ’ ἡμῶν ἄνθρωπος πρὸ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ὅτε πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ἀνέβη Πατέρα, τότε τὴν ἰδίαν εὐπρέπειαν ἐνεδύσατο, καὶ τὴν ἐξ ἀρχῆς ὑπάρχου‐ | |
25 | σαν αὐτῷ περιεζώσατο δύναμιν· κεκάθικε γὰρ βασι‐ λεύων μετὰ τοῦ Πατρός.] [(B f. 380, H f. 410. Cord. Theodoreti et Ano‐ nymi.) Καίτοι γὰρ καθ’ ἡμᾶς γενόμενος ἄνθρωπος, καὶ ὡς εἷς ἐξ ἡμῶν ὁρώμενος ἐπὶ τῆς γῆς, θεοπρε‐ | |
30 | πεστάτην δύναμιν ἐνεδύσατο· καὶ πεφόρηκεν ἐξου‐ σίαν ἣν ἔχει καὶ αὐτὸς ὁ Πατήρ· κατήργηκε γὰρ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, δυνάμει δηλονότι θεο‐ πρεπεστάτῃ χρώμενος. Ἐπλάσθη δὲ τὸ σχῆμα τοῦ λόγου ὡς ἐπὶ βασιλέως μέλλοντος πολεμίοις συμ‐ | |
35 | βάλλειν, καὶ τὴν τοῦ πολέμου σκευὴν περιτιθεμέ‐ νου. «Ἐνεδύσατο, φησὶ, δύναμιν.» Πεπολέμηκε γὰρ ὑπὲρ ἡμῶν· κατήργηκε δὲ διὰ τοῦ σταυροῦ ἀρχὰς καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τού‐ του· καὶ τεθριάμβευκε θρόνους καὶ ἐξουσίας· παρ‐ | |
40 | έστησε δὲ ἡμᾶς δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. Ταύ‐ την ἐνεδύσατο τὴν δύναμιν. Ἐνεδύσατο δὲ πρὸς τούτοις καὶ εὐπρέπειαν· καὶ τίνα τρόπον; Καίτοι γενόμενος ἄνθρωπος καθ’ ἡμᾶς· τουτέστιν, ἔδειξεν ἡμῖν ἐν ἑαυτῷ τὸ τῆς θεότητος κάλλος. Εἴδομεν γὰρ | |
45 | αὐτὸν καὶ ἐν ἀνθρωπότητι Θεόν.] Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν. (B f. 380 b, H f. 411, 412.) Μέγα γάρ τοι καὶ ἐξαί‐ σιον ὁ τῶν ἁγίων ἐφώνησε λόγος, καὶ εἰς πᾶσαν τὴν | |
69.1229(50) | γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καθ’ ἃ γέγραπται, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ποταμοὺς γὰρ ἐν τούτοις ὠνομάσθαι φαμὲν τοὺς ἁγίους ἀποστόλους· ὧν αἱ φωναὶ, τουτέστιν αἱ διδα‐ σκαλίαι, γεγόνασι γνώριμοι τοῖς ἁπανταχοῦ. | |
55 | (B f. 380. H. f. 411 b. Cord. Anonymi.) [Βασιλεύ‐ | 1229 |
69.1232 | σαντος γὰρ τοῦ Κυρίου, καὶ περιζωσαμένου δύναμιν, ἐνδυσαμένου τε εὐπρέπειαν, τότε καὶ «ἐπῆραν οἱ πο‐ ταμοὶ φωνὰς αὐτῶν.» Ποταμῷ μὲν γὰρ καὶ πηγῇ καὶ χειμάῤῥῳ παρεικάζει πολλάκις τὸ Γράμμα τὸ | |
5 | ἱερὸν τὸν τοῦ Θεοῦ Λόγον. Καὶ γοῦν ἔφη που ψάλλων ὁ Δαβίδ· «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» Πρόεισι γὰρ ὡς ποταμὸς ἐκ πηγῆς τοῦ Θεοῦ καὶ Πα‐ τρὸς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν γεννηθεὶς Θεὸς Λόγος.] (B f. 381, H f. 412. Cord. Athanasii.) [Οὐ γὰρ | |
10 | σεσιγήκασιν οἱ μακάριοι μαθηταὶ, ἐπῆραν δὲ μᾶλλον τὰς ἑαυτῶν φωνάς· τουτέστι, διεκήρυξαν εἰς ἅπασαν γῆν τοῦ Χριστοῦ μυστήριον.] Ἀπὸ φωνῶν ὑδάτων πολλῶν. (B f. 381 b, H f. 413 b.) Ὥσπερ γὰρ, φησὶν, ἀπὸ | |
15 | πολλῶν ὑδάτων, καὶ ὡς ἐκ τῆς τῶν κυμάτων ἠχῆς οἱ τῆς θαλάσσης μετεωρισμοὶ, τουτέστιν εἰς ὕψος ἤγουν εἰς μετέωρον αἰρομένη φωνὴ θαυμάζεται, οὕτω καὶ ἡ δοξολογία τῶν ἐθνῶν· ὑμνοῦσι γὰρ τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. | |
20 | [Θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. (B f. 381 b, H f. 413 Cord. Athanasii.) Εἰ γὰρ καὶ «γέγονε σὰρξ ὁ Λόγος,» κατὰ τὴν Ἰωάννου φω‐ νὴν, καὶ πεφόρηκεν δούλου μορφὴν, καὶ καθῆκεν ἑαυτὸν εἰς ταπείνωσιν· ἀλλὰ μὴν καὶ οὕτως ἐν ὑψώ‐ | |
25 | μασι τοῖς θεοπρεπέσι καὶ ἐν τῇ τοῦ δούλου μορφῇ Δεσπότης ἐστίν.] | |
27t | ΨΑΛΜΟΣ ϟΓʹ. | |
28 | [Ἕως πότε ἁμαρτωλοὶ, Κύριε; (B f. 382 b, H f. 415. Cord. Athanasii.) Καὶ τίνες | |
30 | οὗτοί εἰσιν; οἱ Γραμματεῖς δηλονότι καὶ Φαρισαῖοι, οἱ τολμῶντες ἐξουδενῶσαι Χριστόν.] [Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν. (B f. 382 b, H f. 416. Cord. Anonymi.) Ἐκάκωσαν γὰρ ἀληθῶς τὸν τοῦ Θεοῦ κλῆρον· οὐ γὰρ συνεχω‐ | |
35 | ρήκασι αὐτοῖς ἐπιγνῶναι Χριστὸν, οὐδὲ τῶν διὰ πί‐ στεως μετασχεῖν ἀγαθῶν. Ὅταν δὲ ποιμὴν ἐπιβου‐ λεύσῃ προβάτοις, καὶ ὁ τῆς ἀγέλης ἡγούμενος οὐδένα ποιῆται τὸν λόγον τῶν ποιμνίων, τότε καλεῖται πρὸς δικαίας ὀργὰς ὁ τῆς ἀγέλης Δεσπότης. Τοῦτο πεπον‐ | |
40 | θότας Ἰουδαίους εὑρήσομεν ὁμοῦ τοῖς ἰδίοις καθηγη‐ ταῖς.] (B f. 383, H f. 416. Cord. Alterius.) [Διττὸν αὐ‐ τοῖς ὁ λόγος ἐπιφέρει τὸ αἰτίαμα. Οὐ γὰρ ἀδικοῦσι μόνον τοὺς ἀσθενεστέρους, καὶ οὓς ἧν εἰκὸς ἐλεεῖσθαι | |
45 | μᾶλλον, τούτοις ἀφορήτοις περιβάλλουσι συμφοραῖς (τοῦτο γὰρ δηλοῖ τὸ ἀπέκτειναν), ἀλλὰ καὶ εἰς αὐτὴν τὴν ἀνωτάτω βλασφημοῦσι φύσιν, οὔτε ἐφορᾷν αὐ‐ τὴν λέγοντες τὰ ἀνθρώπινα, οὔτε μὴν ἐπισκέπτεσθαι τὰ καθ’ ἡμᾶς. Ἑλλήνων ἐστὶ τῶν ἀθέων ἡ τοιαύτη | |
69.1232(50) | δόξα, τῶν μήτε εἰδότων τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, μήτε νοεῖν ἀνεχομένων ὅτι τοῖς αὐτοῦ νεύμασι διοικεῖται τὰ πάντα. Ἀλλὰ νενοσήκασί τινες τῶν ἐξ Ἰσραὴλ τὴν τοιαύτην ἀπόνοιαν.] [Καὶ εἶπαν· Οὐκ ὄψεται Κύριος. Σύνετε δὴ | |
55 | ἄφρονες ἐν τῷ λαῷ. | |
(B f. 383, H f. 416 b) Ὁ ἔλεγχος ἐν τούτοις τὴν | 1231 | |
69.1233 | ἐπιτίμησιν καὶ τὴν ἀγανάκτησιν δηλοῖ. Ἔφη γὰρ ὁ Σολομῶν· «Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παρα‐ | |
5 | δέχεται.» Οὐκοῦν τῶν ἐλέγχων ἡ δύναμις τὸ μα‐ στίζεσθαι δηλοῖ.—(K f. 168.) Φυσικὸς λογισμὸς μη‐ δαμῶς ἔλαττον εἶναι τοῦ ποιηθέντος τὸ πεποιηκός. Ἄφρονες οὖν εἰκότως καὶ μωροὶ, οἱ μηδὲ τοσοῦτον γινώσκοντες τῶν κατὰ φύσιν πράξεων, εἰς τοὺς παρὰ | |
10 | φύσιν ἀναγωγοὺς λογισμούς· καὶ τῷ μὴ βούλεσθαι κρίσιν ὑποσχεῖν ἐπὶ τοιούτοις τοῖς πεπραγμένοις· ἤδη καὶ δοξάζειν ἀναπείθουσιν ὡς οὐδ’ ἔσται κρίσις· τὸ δὲ ἀδύνατον ὑπολαβεῖν· εἰ μὴ καὶ ἀνηκουστεῖν περὶ τὰ λεγόμενα, καὶ ἀβλεπτεῖν περὶ τὰ γενόμενα, | |
15 | καὶ ἀγνοεῖν ταῦτα νομίσειέ τις τὸν Θεόν. (B f. 383, H f. 416. Cord. Diodori.) [Ἐλέγχων αὐ‐ τῶν τὴν ἁμαρτίαν ὁ Θεὸς οὐκ εὐθὺς ἐπήγαγε τὰ ἐξ ὀργῆς, ἀλλ’ ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, καὶ ἀπα‐ ράβλητον ἔχων τὴν ἡμερότητα, χαρίζεται μᾶλλον | |
20 | αὐτοῖς τῆς νουθεσίας τὸ φάρμακον, καὶ τὸν τῆς κατ‐ ηχήσεως ἐξαρτύει λόγον· «Σύνετε δὴ, ἄφρονες.» Ὡσεὶ λέγων· Κἂν ὀψὲ ἢ καὶ νῦν γοῦν φρονήσατε, ἐκεῖνο καθ’ ἑαυτοὺς ἐννενοηκότες· «Ὁ φυτεύσας ἑτέροις ἀκοὴν, αὐτὸς οὐκ ἀκούει; Ὁ πλάσας ἡμῖν | |
25 | ὀφθαλμὸν, οὐχ ὁρᾷ;» Ὁ πάντων ἡμῖν τῶν ἀγαθῶν χορηγὸς αὐτὸς ἐστέρηται τούτων; Οὐκοῦν τὰς τῶν ἀσυνέτων ἀφέντες γνώμας, μνημονεύσωμεν λέγοντος τοῦ Παροιμιαστοῦ· «Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶ, καὶ τὰς ὁδούς σου κατεύθυνον.» Ἐνώπιον γάρ εἰσι τῶν | |
30 | Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός· εἰς δὲ πάσας τὰς τρο‐ χιὰς αὐτοῦ σκοπεύει. Οὕτω διακείμενοι τὸν ὀρθὸν καὶ ἀμώμητον διαζήσομεν βίον, ὡς ἐφορῶντος Θεοῦ.] [Ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει; (B f. 383, H f. 417. Cord. Eusebii.) Βούλεται μα‐ | |
35 | ταιότητος μὲν ἀποστῆναι τοὺς ἐπὶ τῆς γῆς καὶ προσ‐ καίρων καὶ φθαρτῶν, καὶ ἀπολλυμένων πραγμάτων· ἀνθελέσθαι δὲ μᾶλλον τὰ πεπηγότα καὶ μένοντα, καὶ εἰς ζωὴν ἀποφέροντα τὴν αἰώνιον. Διαλογισμοὺς δέ φησιν ἐν τούτοις τὰς ἐνθυμήσεις, ἤτοι τὰς ἐπιθυ‐ | |
40 | μίας, ἃς ἐφ’ ἑκάστῳ πράγματι ποιοῦνταί τινες.] [Μακάριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς. (B f. 383, H f. 417. Cord. Anonymi.) Ἐπαίδευε μὲν τοὺς ἀρχαιοτέρους ὁ Μωσῆς τὰς νομικὰς αὐτοῖς τελῶν λατρείας, ἀλλ’ οὐκ ἦσαν μακάριοι· οὐ γὰρ | |
45 | εἶχον τὴν ἐν πίστει δικαιοσύνην, οὐδὲ τὸν διὰ τοῦ Πνεύματος ἁγιασμόν. Μακάριοι δὲ κατὰ τὸ ἀληθὲς οἱ ἐν Χριστῷ τελειούμενοι, καὶ τὸν διὰ τοῦ ἁγίου Πνεύ‐ ματος φωτισμὸν παρ’ αὐτοῦ κερδαίνοντες, καὶ τῶν περὶ αὐτοῦ μυστηρίων ἀκριβῆ τὴν γνῶσιν καταπλου‐ | |
69.1233(50) | τήσαντες. Καὶ μετ’ ὀλίγα· Παιδεύσεις δὲ τίνα τρόπον; Ἆρα διὰ μαστίγων; Οὐ τοῦτό φησιν· ἀλλὰ πῶς ἐνθάδε νοεῖσθαι χρὴ, αὐτὸς ὁ Ψαλμῳδὸς ἑρμη‐ νεύει, λέγων· «Καὶ ἐκ τοῦ νόμου σου διδάξεις αὐ‐ | |
τόν.»] | 1233 | |
69.1236 | Ἀφ’ ἡμερῶν πονηρῶν. (B f. 383, H f. 417 b.) Ἡμέραι γὰρ ὅντως ἀπο‐ φράδες καὶ πονηραὶ τοῖς ἀποτμηθεῖσιν ὁλοτελῶς. καὶ εἰς κόλασιν τῆς διὰ πυρὸς κατοιχήσεσθαι μέλλουσιν, | |
5 | αἱ τῆς ἀδεκάστου κρίσεως. [Ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. (B f. 383, H f. 417 b. Cord. Alterius.) Τοῖς φιλ‐ αμαρτήμοσι δὲ ὁ βόθρος ὀρυγήσεται· καταπεμφθή‐ σονται γὰρ εἰς ᾅδου, ὡς κολασθησόμενοι σὺν τῷ | |
10 | Σατανᾷ.] [Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαόν. (H f. 417 b. Cord. Anonymi.) Οὐ γὰρ μέχρι παντὸς συγκεχώρηκεν ἡμᾶς τοῖς τῆς ἁμαρτίας ὑποφέρεσθαι βόθροις, ἀλλ’ ἐξείλετο καὶ σέσωκεν ἀμνησικάκῳ χά‐ | |
15 | ριτι δικαιώσας τοὺς ἀσεβεῖς, καὶ ῥύπου παντὸς ἀπαλλάξας τοὺς μεμολυσμένους.] (B f. 383 b, H f. 418) Ἀπεδήμησε γὰρ ἀφ’ ἡμῶν τό γε ἧκον εἰπεῖν εἰς τὴν σάρκα, μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἀνελθὼν ἐν τοῖς οὐρανοῖς καὶ καθίσας ἐν | |
20 | δεξιᾷ τοῦ Θεοῦ καὶ Πατρός. Ἐπειδὴ δὲ Θεός ἐστι τὰ πάντα πληρῶν, καὶ μεστὸς μὲν ἔστιν ὁ οὐρανὸς αὐ‐ τοῦ, μεστὴ δὲ καὶ ἡ σύμπασα γῆ, διακείμεθα καὶ πιστεύομεν, ὅτι καὶ νῦν ἐστι μεθ’ ἡμῶν, καὶ δι’ αὐτοῦ κερδαίνομεν τὸ δύνασθαι νικᾷν τὰς μεθοδείας | |
25 | τοῦ διαβόλου, καὶ τῆς ἁμαρτίας τὴν τυραννίδα, καὶ τῶν ἐμφύτων ἡδονῶν τὴν ἔφοδον. Καὶ μετ’ ὀλίγα. Ἆρ’ οὖν ἐπειδήπερ ἡμεῖς μὲν ἐν τῷ κόσμῳ μεμενήκαμεν, αὐτὸς δὲ ἀνέβη πρὸς τὸν Πατέρα, ἀπέστη τῶν ἀγα‐ πώντων αὐτόν; Οὐδαμῶς· αὐτὸς γὰρ ἡμᾶς πεπλη‐ | |
30 | ροφόρηκεν εἰπών· «Οὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, ἀλλὰ ἔρχομαι πρὸς ὑμᾶς.» Ἦλθεν γὰρ πρὸς ἡμᾶς, ἀποστείλας ἡμῖν ἀνθ’ ἑαυτοῦ καὶ ὡς ἑαυτὸν τὸν Πα‐ ράκλητον, τουτέστι τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα, ἴδιον δὲ ὑπάρχον καὶ αὐτοῦ τοῦ Υἱοῦ. | |
35 | [Ἕως οὗ δικαιοσύνη ἐπιστρέφῃ εἰς κρίσιν. (B f. 383 b. H f. 418 b. Cord. Athanasii.) Δικαιο‐ σύνην μὲν ὀνομάζει Χριστόν· ἐπιστρέψειν δέ φησιν εἰς κρίσιν αὐτόν· ἀνελήφθη μὲν γὰρ πατήσας τὸν θάνατον, καὶ ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα | |
40 | καὶ Θεὸν, ἀλλ’ ἐπιστρέψει κατὰ καιροὺς εἰς κρίσιν, καὶ σὺν αὐτῷ πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, τουτέστιν οἱ ἅγιοι.] (B f. 383 b, H f. 418 b.) Δικαιοσύνη ἐστὶν αὐτὸς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. Οὕτω γὰρ αὐτὸν ὁ Θεὸς | |
45 | καὶ Πατὴρ διὰ τῶν ἁγίων προφητῶν ὀνομάζει λέγων· «Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι.» Καὶ μετ’ ὀλίγα· Ἐπιστρέψει εἰς κρίσιν, τουτέστιν ἐξ οὐρανοῦ παραγενήσεται ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων, ἵνα | |
69.1236(50) | κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Τότε γὰρ, φησὶν, «ὅταν ἡ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, ἐχόμενοι αὐτῆς ἔσονται,» τουτέστιν ἐγγὺς καὶ περὶ αὐτὴν, ἤτοι σὺν αὐτῇ, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, τουτέστιν | |
οἱ δίκαιοι. | 1235 | |
69.1237 | [Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένοις; (B f. 384, H f. 419. Cord. Anonymi.) Μαχομένῳ μοι, φησὶ, κατὰ τῶν πονηρευομένων τίς συναντιστή‐ σεται; ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοῖς ἐργα‐ | |
5 | ζομένοις τὴν ἀνομίαν; Καὶ οὐκ ἀγνοούντων ἐστὶν ἡ φωνὴ, ἀλλ’ εὖ εἰδότων καὶ πεπιστευκότων ὅτι πάντη τε καὶ πάντως συμπαραστάτην ἔξουσι Χριστὸν, καὶ αὐτὸς αὐτοὺς ἐξελεῖται, καὶ κρείττονας ἀποφανεῖ τῆς τῶν ἐχθρῶν δυστροπίας.] | |
10 | [Εἰ ἔλεγον· Σεσάλευται ὁ ποῦς μου. (B f. 384, H f. 419. Cord. Anonymi.) Πόδα δέ φη‐ σιν ἐν τούτοις οὐ τὸν τοῦ σώματος (μὴ γὰρ τοῦτο ὑπολάβῃς), ἀλλὰ τὴν τῆς διανοίας ῥοπὴν, καὶ τῆς ψυχῆς τὴν θέλησιν, ἀφ’ ἧς ἐφ’ ἕκαστον τῶν πρα‐ | |
15 | κτικῶν ἐρχόμεθα. Ἕκαστος γὰρ ἡμῶν πεπίστευται τῆς ἑαυτοῦ διανοίας τὸ πηδάλιον. Οὐκοῦν ὁ μὲν τῆς ἁγνείας ἐραστὴς, καὶ τὴν θεοφιλεστάτην ἐγκρά‐ τειαν ἀσκῶν ὑποσαλεύεται, πολλάκις καταστρέφοντος τοῦ Σατανᾶ, προσηκόντως, πρὸς ἐκτόπους ἡδονάς· | |
20 | πλὴν ἐπαμύνει καὶ σώζει ὁ Θεός.] Αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. (B f. 384, H f. 419 b.) Παρακαλεῖ Θεὸς τοὺς κά‐ μνοντας ὑπὲρ ἀρετῆς, τοὺς πονοῦντας δι’ εὐσέβειαν, | |
25 | τοὺς κατορθοῦν ἐθέλοντας τὴν ἀρέσκουσαν αὐτῷ πο‐ λιτείαν, τοὺς κατανεκροῦντας τὸ κίνημα τῆς σαρκὸς, καὶ μαχομένους τοῖς ἰδίοις θελήμασιν, ἕως ἂν τὸ σπουδαζόμενον κατορθώσωσιν. Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας; | |
30 | (B f. 384, H f. 420.) Ἀνομίαν μὲν ὀνομάζει τὸν Σατανᾶν· ἀνομίας γάρ ἐστι καὶ ἁμαρτίας εὑρετὴς καὶ διδάσκαλος· ὁ δὲ θρόνος σημαίνει τὴν ἀρχὴν, ἤτοι τὴν ἐξουσίαν. Ἆρ’ οὖν, ὦ Δέσποτα, φησὶν, ἔστι τις οὕτως ἀμαθὴς καὶ ἀσύνετος, ὡς οἰηθῆναι καὶ κατὰ | |
35 | νοῦν λαβεῖν, ὅτι τῆς σῆς βασιλείας κοινωνός ἐστιν ὁ τῆς ἀνομίας θρόνος, τουτέστιν ἡ τοῦ διαβόλου τυ‐ ραννὶς καὶ ἀρχή; Μὴ γένοιτο, φησίν· μόνος γὰρ εἶ Θεὸς καὶ τῶν δυνάμεων Κύριος, καὶ κατάρχεις τῶν ὅλων μετὰ τοῦ ἰδίου Πατρός. | |
40 | (B f. 384 b, H 421. Cord. Anonymi.) [Ἐπὶ γὰρ παντὶ θείῳ προστάγματι πλάσσει κόπον ὁ Σατανᾶς· οὐ γὰρ ἐᾷ τοὺς κατορθοῦν ἐθέλοντας τὴν ἀρετὴν εὐ‐ κόλως τοῦτο δύνασθαι δρᾷν, ἐπιβουλεύει δὲ καὶ ἐπι‐ πηδᾷ, καὶ εἰς τοὺς τῆς ἀνομίας βόθρους κατασύρειν | |
45 | ἐπιχειρεῖ τοὺς ἐθέλοντας τὴν εὐαγῆ καὶ ἐννομωτάτην κατορθῶσαι ζωήν. «Πλάττει τοίνυν κόπον ἐπὶ προσ‐ τάγματι,» μαχόμενος δηλονότι ταῖς θείαις ἐντολαῖς, καὶ οὐκ ἐῶν τοὺς ἀγαθοὺς ἄνδρας κατορθοῦν αὐτάς. Ἀποτραχύνει δὲ μᾶλλον τῆς εὐσεβείας τὴν ὀδὸν, | |
69.1237(50) | λειοτάτην οὖσαν καὶ εὐτροχωτάτην τοῖς ἐθέλουσι βα‐ δίζειν αὐτήν.] Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου. | |
(B f. 385, H f. 421. Cord. Anonymi.) [Ἐπιβου‐ | 1237 | |
69.1240 | λεύουσι γὰρ τοῖς ἁγίοις οἵ τε πονηροὶ καὶ ἀλιτήριοι δαίμονες, καὶ ἄνθρωποι σὺν αὐτοῖς ἄδικοι καὶ βδελυ‐ ρώτατοι, καὶ θεοστυγεῖς· οἶς τὰ ἐκείνων μέλει φρο‐ νεῖν· καὶ πολυτρόπους ἱστῶσι παγίδας· ἀλλ’ ὥς | |
5 | φησιν ὁ Σολομῶν, «Οὐκ ἐπιτεύξεται δόλιος θήρας.» Ἐκρύεται γὰρ καὶ σώζει Θεὸς τοὺς ἀνακειμένους αὐτῷ, ὥστε καὶ χαίροντας ἐπὶ τούτῳ λέγειν· «Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤ‐ | |
10 | ῥύσθημεν.»] Καὶ μετ’ ὀλίγα· Τεθηρεύκασι δὲ τὰς τῶν ἁγίων ψυχὰς, καὶ παγίδας ἔστησαν αὐταῖς οἵ τε πονηροὶ καὶ ἀλιτήριοι δαίμονες, καὶ αὐτὸς δὲ ὁ τούτων ἡγού‐ μενος Σατανᾶς. Ἐπιβουλεύουσι γὰρ ἁγίῳ παντὶ καὶ | |
15 | ἐπιτρίζουσι τοὺς ὀδόντας κατὰ τῶν εἰωθότων εὐδοκι‐ μεῖν. Γέγραπται γὰρ ὅτι «Τὰ βρώματα αὐτοῦ ἐκ‐ λεκτά.» | |
18t | ΨΑΛΜΟΣ ϟΔʹ. | |
19 | [Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ. | |
20 | (B f. 385 b, H f. 422. Cord. Theodori.) Οἱ ταῦτα λέγοντες, πρὸς συνάφειαν καλοῦσι τοὺς ἀφεστηκότας ἑαυτῶν. Οὐ γὰρ τοῖς παροῦσιν, ἀλλὰ τοῖς κεχωρι‐ σμένοις πρέπει τὸ «Δεῦτε.» Ἐχωρίσθη δέ τινα τρό‐ πον ὁ Ἰσραὴλ, ἄρα τοῖς κατὰ τόπον νοουμένοις διαστή‐ | |
25 | μασιν οὐδαμῶς, ἀλλὰ τῇ κατὰ γνώμην ἀνυποταξίᾳ. «Δεῦτε» τοίνυν, ἀφέντες τὸ ἐξήνιον, καὶ ἀποβαλόν‐ τες τὸ ἀνυπότακτον, «ἀγαλλιασώμεθα τῷ Κυρίῳ·» τουτέστιν, Ἐπιλαβώμεθα τῆς εἰς αὐτὸν πίστεως, κλη‐ ρονομήσωμεν τῶν παρ’ αὐτοῦ χαρισμάτων τὴν μετου‐ | |
30 | σίαν, ἤτις τὴν υἱοθεσίαν ἡμῖν χαρίζεται, Πνεύματος ἁγίου μέθεξιν, ἁμαρτιῶν ἄφεσιν, καὶ οὐρανῶν βασι‐ λείαν.] (B f. 383 b, H f. 422 b. Cord. Anonymi.) [Ὁ ἀλαλαγμὸς φωνή τίς ἐστιν ἐπινίκιος, ἀναφερομένη | |
35 | πεπτωκότων ἐχθρῶν καὶ πολεμίων ἀπολωλότων. Δεῦτε τοίνυν, ἀλαλάξωμεν τῷ Σωτῆρι καὶ Λυτρωτῇ· ἐλυ‐ τρώσατο γὰρ τόν τε Ἰσραὴλ καὶ τοὺς ἐξ ἐθνῶν ἐκ τῆς τοῦ διαβόλου πλεονεξίας, ἐκ τῆς τῶν ἐχθρῶν τυ‐ ραννίδος, ἐξ ἁμαρτιῶν καὶ αἰτιαμάτων· ἀπήλλαξε | |
40 | τοῦ κατακρίνοντος νόμου καὶ δίκας ἀπαιτοῦντος τοὺς ἡμαρτηκότας· ἐδικαίωσε δὲ διὰ τῆς πίστεως Ἕλληνάς τε καὶ Ἰουδαίους καὶ τὰ λοιπὰ ἔθνη.] (B f. 385 b, H f. 422 b.) Κατορχησώμεθα τῷ Σα‐ τανᾷ, καταλαλάξωμεν αὐτοῦ κειμένου καὶ πεπτωκό‐ | |
45 | τος· κατασκιρτήσωμεν ἀνοσίου θηρὸς ἀφύκτῳ παγίδι συνειλημμένου. [Ὅτι Θεὸς μέγας Κύριος. (B f. 386, H f. 423. Cord. Anonymi.) Ἆρα οὗν τὸ μέγας φησὶν ὡς πρὸς σύγκρισιν ἑτέρων μικρῶν; | |
69.1240(50) | Οὐ τοῦτό φησιν, ἐκεῖνο δὲ μᾶλλον, ὅτι μόνῳ πρέπει τῷ κατὰ φύσιν Θεῷ τὸ τῆς μεγαλειότητος ἀξίωμα. Αὐτὸς γάρ ἐστιν ἀληθῶς ἡ τοῦ Θεοῦ δόξα καὶ ἡ ἀσύγ‐ κριτος μεγαλειότης. Ὅτι δὲ μέγας Θεός ἐστι Χρι‐ στὸς, οὕτω τε ὠνομάσθη καὶ παρὰ ταῖς θεοπνεύστοις | |
55 | Γραφαῖς. πιστώσεται λέγων ὁ μακάριος Παῦλος | 1239 |
69.1241 | «Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ.»] (B f. 386. H f. 423. Cord. Diodori.) [Ποίους θεούς; | |
5 | Ἆρα ψευδωνύμους; Οὐ τοῦτό φησιν, ἀλλὰ τοὺς ἐν οὐ‐ ρανῷ καὶ ἐπὶ τῆς γῆς· τουτέστι, τὰς λογικὰς καὶ ἄνω δυνάμεις, καὶ ἁγίους δὲ τοὺς ὄντας ἐπὶ τῆς γῆς· οἷς τὸ τῆς θεότητος ὄνομα δέδοται παρὰ τοῦ πάντων ἐπέκεινα τιμῆς ἕνεκα καὶ δόξης. Οὕτως αὐτῶν καὶ ὁ | |
10 | Ψαλμῳδὸς διαμνημονεύει λέγων· «Θεὸς θεῶν Κύριος ἐλάλησε,» καὶ τὰ ἑξῆς.] [Καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ ἐστιν. (B f. 386, H f. 423 b. Cord. Anonymi.) Ποῖά ἐστιν ὑψηλὰ τῶν ὀρέων;» τουτέστι, τὰ ἐπηρμένα κατὰ | |
15 | τὴν δόξαν, καὶ περιφανέστερα τῶν ἐν οὐρανοῖς· Ἀρ‐ χαὶ, Θρόνοι, Δυνάμεις, Ἐξουσίαι, Κυριότητες, Ἀρχ‐ άγγελοι, καὶ αὐτὰ τὰ Σεραφίμ. Ἀλλὰ ταῦτα πάντα αὐτοῦ ἐστιν· ὁ μὲν γὰρ ὡς Υἱὸς συγκάθηται τῷ Πατρὶ, οἱ δὲ παρεστήκασι λειτουργοῦντες αὐτῷ, καὶ | |
20 | δοξολογίαις στεφανοῦντες αὐτόν.] [Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα. (B f. 386, H f. 423 b. Cord. Alterius.) Εἶδες πῶς Δεσπότην αὐτὸν ἀποφαίνεται τῶν ἁπάντων; Πῶς ἡμεῖς θαυμάζομεν τοὺς ἐπὶ γῆς βασιλέας; Γῆς καὶ | |
25 | θαλάσσης δεσπότας αὐτοὺς ὀνομάζομεν· ἀλλὰ μέχρι τούτων ἐπιμετροῦντες αὐτοῖς τὰς εὐφημίας, οὐκέτι ποιητὰς αὐτοὺς τῶν στοιχείων γενέσθαι φαμέν· πρέπει γὰρ τοῦτο μόνῳ τῷ ἐπὶ πάντων Θεῷ· αὐτὸς γάρ ἐστι τῶν ὅλων γενεσιουργὸς καὶ τεχνίτης. Ἡκέ‐ | |
30 | τωσαν τοίνυν οἱ πλανώμενοι, καὶ πρὸς τὸ τῆς ἀληθείας ἐρχέσθωσαν φῶς· ἐπιγινωσκέτωσαν μεθ’ ἡμῶν τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον· ὁμολογείτωσαν ὅτι καὶ Θεός ἐστι καὶ Θεοῦ Υἱὸς κατὰ ἀλήθειαν.] [Δεῦτε, προσκυνήσωμεν, καὶ προσπέσωμεν. | |
35 | (H f. 424. Cord. Theodori.) Ὅταν ἴδητε, φησὶν, εἴδει τῷ καθ’ ἡμᾶς, ἤγουν ἐν ἀνθρωπείᾳ μορφῇ, πεφηνότα τὸν τῶν ὅλων βασιλέα καὶ Κύριον, τὸν σύνθρονον τῷ Πατρὶ Θεὸν Λόγον, μὴ ἀγνοήσητε τὴν οἰκονομίαν, μὴ φύγητε τὸ προσκυνεῖν αὐτῷ, μὴ παραιτήσησθε | |
40 | τὸ προσπίπτειν αὐτῷ· ἐπίγνωτε δὲ μᾶλλον, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς αὐτοῦ.] [Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε. (H f. 425. Cord. Eusebii.) Καὶ τί ἐστι τὸ σήμερον; Κατὰ τὸν ἐνεστηκότα δηλονότι καιρὸν, καθ’ ὃν γέγονεν | |
45 | ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· τότε γὰρ ἅπαντες ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ. Οὐ γὰρ λελά‐ ληκε πρὸς ἡμᾶς δι’ ἑνὸς τῶν ἁγίων τινός· ἀλλ’ οὐδὲ ἐν τάξει προφητῶν παραγέγονε πρὸς ἡμᾶς, ἀλλ’ ὡς Θεὸς τῶν ὅλων καὶ Κύριος.] | |
69.1241(50) | [Τεσσαράκοντα ἔτη προσώχθισα. (B. f. 386 b. Cord. Eusebii.) Οἱ γὰρ ἐξ Ἰσραὴλ ταῖς ἀπειλαῖς προσέχειν οὐκ ἠθέλησαν, οὐδὲ μετα‐ μελείᾳ λῦσαι τὴν ἀπειλὴν ἠβουλήθησαν· οὗ δὴ χάριν τῆς τοῖς πατράσιν ἐπηγγελμένης οὐκ ἀπήλαυσαν γῆς· | |
55 | τὴν γὰρ ἐκείνην κατάπαυσιν αὐτοῦ προσηγόρευσεν.] | 1241 |
69.1244 | ΨΑΛΜΟΣ ϟΕʹ. [ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν. (B f. 387 b. Cord. Eusebii.) Πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ τὰ ἀρχαῖα παρῆλθε· καὶ ἐφ’ ἡμῖν | |
5 | πεπλήρωται τὸ ἐν βίβλῳ Ψαλμῶν γεγραμμένον· «Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.» Ἀν‐ εκαινίσθημεν γὰρ ἐν Χριστῷ, «τὸν μὲν παλαιὸν ἄνθρωπον ἀποδυσάμενοι, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· ἐνδυσάμενοι δὲ τὸν νέον, τὸν | |
10 | ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν.»] Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ, κ.τ.λ. (B f. 388, H f. 429.) Αὐτοῦ δὲ τίνος; Δηλονότι τοῦ Θεοῦ καὶ Πατρός· τουτέστι τὸν Υἱὸν, περὶ οὗ φησι | |
15 | πρὸς ἡμᾶς δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἐγγί‐ ζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ τὸ ἔλεός μου ἀποκα‐ λυφθῆναι· τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσε‐ ται.» Ἔλεος δὲ καὶ δικαιοσύνην ὀνομάζει τὸν Υἱόν· ἠλεήθημεν γὰρ δι’ αὐτοῦ, καὶ μεμαθήκαμεν πᾶσαν | |
20 | ὁδὸν δικαιοσύνης. Καὶ μετ’ ὀλίγα· Τὸ δὲ ἡμέραν ἐξ ἡμέρας, ἀντὶ τοῦ Κατὰ πᾶσαν ἡμέραν· ὃ δὴ καὶ κατ‐ ώρθωσαν οἱ μακάριοι μαθηταί· οὐδένα γὰρ παρα‐ λελοίπασι καιρὸν, καθ’ ὃν οὐ περιῆσαν κατὰ πᾶσαν χώραν τε καὶ πόλιν, εὐαγγελιζόμενοι τὸν Χριστὸν, | |
25 | καὶ τὸ θεῖον ἱερουργοῦντες κήρυγμα. —Διεκήρυξαν δὲ τοῖς ἁπανταχόσε λαοῖς τὰ ἔνδοξα αὐτοῦ, τὰ θαυ‐ μάσια αὐτοῦ, τουτέστι τὰς μεγαλοπρεπεῖς μεγαλουρ‐ γίας, τὰ παραδόξως τετελεσμένα. [Ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα. | |
30 | (B f. 388 b, H f. 430, Cord. Anonymi.) Μέγας ὄν‐ τως ὁ Κύριος ἡμῶν, καὶ θεοπρεπεστάτην ἔχει τὴν κατὰ πάντων ὑπεροχήν· ἴσος δὲ καὶ ὁμοούσιος αὐτῷ παντελῶς οὐδείς. Εἷς γάρ ἐστιν Υἱὸς φύσει ἀληθὴς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τοῖς τοῦ τεκόντος αὐτὸν | |
35 | ἀξιώμασι στεφανούμενος, αἰνετὸς σφόδρα, τουτέστι, δοξολογούμενος παρά τε τῶν ἄνω καὶ ἐν τοῖς οὐρανοῖς πνευμάτων, καὶ παρὰ τῶν ὄντων ἐπὶ γῆς. Τὸ καινὸν οὖν ᾆσμα πρὸς τοῖς εἰρημένοις διδάσκει, τὸν Κύριον τοῦ καινοῦ ᾄσματος μέγαν τινὰ εἶναι καὶ αἰνετὸν | |
40 | σφόδρα, καὶ πρὸς τούτοις φοβερὸν ἐπὶ πάντας τοὺς θεούς· μέγαν μὲν ὡς Θεοῦ Λόγον, καὶ πάντων Δη‐ μιουργόν· αἰνετὸν δὲ ὡς εὐεργέτην καὶ Σωτῆρα πάν‐ των· φοβερὸν δὲ οὐ πᾶσιν, ἀλλὰ τοῖς πάλαι νομιζο‐ μένοις θεοῖς, δηλαδὴ τοῖς πονηροῖς δαίμοσιν, οὓς | |
45 | καθεῖλεν, ἀπελάσας τῆς κατὰ τῶν ἀνθρώπων ἐπιβου‐ λῆς. Διόπερ ἵνα μὴ κατὰ τῶν ἁγίων, τῶν δὴ θεῶν προσηγορευμένων, ὑπολάβοις αὐτὸν φοβερὸν εἰρῆσθαι, ἀναγκαίως ἐπήγαγεν· «Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια.» Αὐτὸς δὲ ὁ Κύριος μέγας ἐστὶ καὶ αἰνε‐ | |
69.1244(50) | τὸς σφόδρα.] [Οἱ Θεοὶ τῶν ἐθνῶν δαιμόνια. (B f. 388 b, H f. 430. Cord. Alterius.) Τουτέστι πονηρὰ καὶ ἀκάθαρτα πνεύματα, τὴν τοῦ Θεοῦ δόξαν ἐφ’ ἑαυτοῖς ἁρπάζοντα, καὶ ὥσπερ τινὰ κόνιν τὴν ἐκ | |
55 | τῆς ἀμαθίας ἀχλὺν ταῖς διανοίαις τῶν ἀνθρώπων | 1243 |
69.1245 | ἐπιτάττοντα, ἵνα μὴ ἀναβλέψαντες τὸν τῶν ὅλων ἴδωσι Δημιουργὸν καὶ Κύριον. Ἀλλ’ ἵνα ἡμεῖς οἱ πεφωτισμένοι, καὶ τὴν τῆς ἀληθείας πλουτήσαντες γνῶσιν, καταδεικνύωμεν αὐτοῖς ὃν ἠγνόουν λέγοντες· | |
5 | «Ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν.» Ἀπὸ γὰρ τῆς τῶν ἔργων μεγαλουργίας καὶ ἀπὸ καλλονῆς κτι‐ σμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. Ἔστι μὲν ὁρατὸν τῇ φύσει τὸ Θεῖον, καὶ οὐκ ἄν τις ἴδοι εἴ ποτέ τί κατὰ φύσιν ἐστίν· ἀπὸ δὲ τῆς καλλο‐ | |
10 | νῆς τῶν κτισμάτων, καὶ ἀπὸ τοῦ κάλλους τῆς ὁρω‐ μένης κτίσεως, τὸ ὑπερφυὲς τῆς δόξης αὐτοῦ θεω‐ ρεῖται.] [Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ. (B f. 388 b, H f. 430 b. Cord. Eusebii.) Καὶ τί | |
15 | ἐστι τὸ, «Ἐνώπιον αὐτοῦ;» ἢ καὶ τί βούλεται εἰπεῖν ὁ στίχος; Οὐδένα γὰρ, φησὶν, ἐφορᾷν ἀξιοῖ, εἰ μή τις εἴη ὡραιότητα τὴν πνευματικὴν ἔχων εἰς νοῦν καὶ καρδίαν, εἰδὼς δὲ καὶ ἐξομολογεῖσθαι, τουτέστι, δο‐ ξολογεῖν μεγαλοπρεπῶς, καὶ ἀξίως τῆς τοῦ Θεοῦ | |
20 | δόξης. Τοῦτό ἐστιν «Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ,» τουτέστιν ἐν ὀφθαλμοῖς αὐτοῦ.] Ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ. (B f. 389, H f. 432.) Εἰσπορεύεσθε δὲ διὰ ποίας | |
25 | ἐρχόμενοι τρίβους; διὰ πίστεως δηλονότι· αὐτὴ γάρ ἐστιν ἡ τῆς σωτηρίας εἰσβολή. Καὶ μετ’ ὀλίγα· Καὶ ποίας θυσίας, ὁ μακάριος Παῦλος διαμνημονεύει λέγων· «Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν κα‐ θαρὰν, ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λα‐ | |
30 | τρείαν ὑμῶν.» Κρινεῖ λαοὺς ἐν εὐθύτητι. (B. f. 389 b, H f. 433.) Ἔκρινε λαοὺς ἐν εὐθύτητι ὁ Κύριος, σέσωκεν τὴν ὑπ’ οὐρανὸν, τῶν τοῦ διαβό‐ λου χειρῶν ἐξείλατο, ἠλευθέρωσε τῆς τῶν δαιμόνων | |
35 | τυραννίδος, δεδικαίωκεν ἐν πίστει, τοὺς πεπλανημέ‐ νους ποτὲ ὑπέθηκε τοῖς ἑαυτοῦ ζυγοῖς, ἁγίους ἀπ‐ έφηνε προσκυνητὰς, κατεδίκασε τὸν ὄλεθρον τοῦ Σα‐ τανᾶ καὶ τῶν ἀγγέλων αὐτοῦ. Σαλευθήτω ἡ θάλασσα. | |
40 | (H f. 433 b.) Ad. v. 11. Θάλασσαν δὲ ὅταν ἀκούσῃς ἐν τούτοις, μὴ ταύτην ὑπολάβῃς εἶναι τὴν σημαινο‐ μένην, ἑτέραν δὲ μᾶλλον, τουτέστι τὸν περίγειον τοῦτον χῶρον, ἤτοι τὴν οἰκουμένην ἅπασαν καὶ τοὺς ἐν αὐτῇ. | |
45 | [Εὐφραινέσθωσαν οἱ οὐρανοί. (B f. 390, H f. 433 b. Cord. Athanasii.) Ὁ μὲν γὰρ ἀρχέκακος Σατανᾶς, ὁ τῶν ζιζανίων σπορεὺς, ὁ πάσης φαυλότητος εὑρετὴς καὶ διδάσκαλος, ἥρπασεν εἰς θά‐ νατον τὴν τοῦ ἀνθρώπου φύσιν ἐν ἀρχαῖς διὰ τῆς ἐν | |
69.1245(50) | Ἀδὰμ παραβάσεως· ἀνεμόρφωσε δὲ πάλιν εἰς ἀφθαρ‐ σίαν αὐτὴν ὁ πάντων Δημιουργὸς, καταργήσας τὸν θάνατον ἐν Χριστῷ, καὶ ἀποστήσας τοῦ κόσμου τὴν ἁμαρτίαν. Οὐκοῦν ἐπὶ τούτοις ἑορτάζειν κελεύει τούς τε ὄντας ἐν οὐρανῷ καὶ ἅπαντας δὲ τοὺς ἐπὶ τῆς γῆς | |
55 | τὸ Πνεῦμα τὸ ἄγιον λέγον· «Εὐφραινέσθωσαν οἱ οὐ‐ | |
ρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῇ.»] | 1245 | |
69.1248 | Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ. (B f. 390.) Οὔ τί πού φαμεν ὡς τῶν ἀναισθήτων ξύλων τὸ χαίρειν ἐστί· πρέπει δ’ ἂν μᾶλλον ἁγίοις τὸ χρῆμα, οὓς δὴ μᾶλλον ἡσθῆναί φησιν, ἐπιλάμψαν‐ | |
5 | τος τῷ κόσμῳ Χριστοῦ. Ὅτι ἔρχεται κρίνειν τὴν γῆν. (B f. 390, H f. 434 b.) Ἦλθε γὰρ ὁσίᾳ ψήφῳ καὶ θεοπρεπεῖ χρησάμενος. Καταδικάσει μὲν τὸν ἀρχέ‐ κακον θῆρα, καὶ εἰς τὴν φλόγα πέμψει τὴν ἀκοίμη‐ | |
10 | τον. Λυτρώσεται δὲ τοὺς ὑπ’ αὐτὸν γεγονότας, του‐ τέστιν ἡμᾶς, καὶ δικαιώσει πίστει. | |
12t | ΨΑΛΜΟΣ ϙϛʹ. | |
13 | Τῷ Δαβὶδ, ὅτε ἡ γῆ αὐτοῦ καθίσταται. (B f. 390 b, H f. 435 b.) Δαβὶδ μὲν ὠνομάσθη | |
15 | πλεισταχοῦ παρὰ τῆς θεοπνεύστου Γραφῆς ὁ ἐκ σπέρ‐ ματος Δαβὶδ γεγονὼς κατὰ σάρκα Χριστός· καθάπερ ἀμέλει καὶ Ἰσραὴλ, οἱ ἐξ Ἰσραὴλ, καὶ Ἰακὼβ, οἱ ἐξ Ἰακώβ. ᾌδεται τοίνυν ὁ ψαλμὸς τῷ Δαβὶδ τῷ κατὰ σάρκα Χριστῷ. ᾌδεται δὲ πότε καὶ ἐπὶ τίσιν; | |
20 | Ὁπότε, φησὶν, ἡ γῆ αὐτοῦ κατέστη. Καὶ μετ’ ὀλίγα. Ἐπέφανεν γὰρ ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἔπαυσε τοὺς θορύβους, κατέστησε τὴν γῆν. Καὶ τίνα τρόπον, ὁ ψαλμὸς διδάξει λέγων· «Ὁ Κύριος ἐβα‐ σίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι | |
25 | πολλαί.» Οὕτω κατέστη τὰ καθ’ ἡμᾶς· βεβασίλευκε γὰρ ὁ Χριστός. Αὕτη γέγονεν τῆς ἑορτῆς ἡ πρό‐ φασις. [Δικαιοσύνη καὶ κρῖμα κατόρθωσις. (B f. 391, H f. 437. Cord. Anonymi.) Βεβασίλευκε | |
30 | γὰρ ἡμῶν ὁ Χριστὸς, ἵνα δικαιώσῃ τῇ πίστει τοὺς ἐν ἁμαρτίαις. Ἐχρήσατο δὲ καὶ θεοπρεπεῖ καὶ φιλ‐ αγάθῳ κρίματι· δεδικαίωκε γὰρ οὐκ ἐξ ἔργων δικαιο‐ σύνης, ἀλλὰ κατὰ πολὺ αὐτοῦ ἔλεος. Σέσωκε δὲ ἡμᾶς καὶ δι’ ὕδατος. Δι’ ὕδατος δὲ ποίου; τοῦ ἁγίου μυ‐ | |
35 | στικοῦ δηλονότι, ἐν ᾧ συνετρίβη καὶ πεπάτηται, μᾶλ‐ λον δὲ καὶ ἀπόλωλεν ὁ πολυκέφαλος δράκων, καὶ αἱ σὺν αὐτῷ δυνάμεις πονηραί.] [Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται. (B f. 391 b, H f. 437. Cord. Alterius.) Πῦρ φησιν | |
40 | οὐ πάντως τοῦτο τὸ αἰσθητὸν, οὔτε μὲν τὴν ὁρωμένην φλόγα, ἀλλὰ θείαν τινὰ δύναμιν ἄμαχον, καὶ δυσάν‐ τητον, καὶ δυσδιάφευκτον, πυρὸς δίκην κατεσθίουσαν τοὺς ἐχθρεύοντας αὐτῷ. Οὗτοι δὲ ἦσαν καὶ πρό γε τῶν ἄλλων οἱ ἀλιτήριοι δαίμονες, καὶ τῆς ἀγέλης | |
45 | αὐτῶν ἐπιστάτης· τοῦτον κατέφλεξεν ὁ Σωτὴρ τοῖς ἄλλοις ὁμοῦ. Οὐ γὰρ ἦν ἑτέρως ἐξελέσθαι τοὺς ἐπὶ τῆς γῆς ὑπ’ αὐτῷ γενομένους, εἰ μὴ καθάπερ τι πῦρ ἀφῆκεν αὐτῷ τὴν δαπανῶσάν τε καὶ ἀφανίζουσαν αὐτὴν ὀργήν. Οὕτως οὖν ἐξείλετο τοὺς ὑπ’ αὐτῷ γε‐ | |
69.1248(50) | γονότας, σέσωκε τοὺς ἐν αἰχμαλωσίᾳ, ἐῤῥύσατο τοὺς πεπλανημένους, καὶ εἰς τὸ τῆς ἀληθείας ἐκάλεσε φῶς.] [Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ. | |
(B f. 391 b, H f. 458 Cord. Anonymi.) Πεφανέρω‐ | 1247 | |
69.1249 | ται γὰρ ἡ ἔκλαμψις τοῦ Χριστοῦ τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, καὶ πεφώτικεν τὰς ἁπάντων καρδίας. Καὶ μετ’ ὀλίγα· Ἔοικεν ἐν τούτοις ὁ μακάριος Ψαλμ‐ ῳδὸς ἀστραπὰς ὀνομάζειν Χριστοῦ τοὺς τὸ θεῖον καὶ | |
5 | εὐαγγελικὸν ἱερουργοῦντας κήρυγμα, τουτέστιν ἀπο‐ στόλους καὶ εὐαγγελιστὰς, οἷς καὶ αὐτὸς ἔφη Χριστός· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Φῶς μὲν γὰρ τὸ ἀληθινὸν αὐτός ἐστιν ὁ Υἱὸς, καταφωτίζων ἅπα‐ σαν κτίσιν λογικήν. Ἐπειδὴ δὲ γεγόνασι μέτοχοι τοῦ | |
10 | παρ’ αὐτοῦ φωτὸς, καὶ αὐτοὶ χρηματίζουσι φῶς τοῦ κόσμου. Οὗτοι τοίνυν οἱ τῶν εὐαγγελικῶν κηρυγμά‐ των ἱερουργοὶ καθάπερ ἀστραπαὶ γεγόνασι, τὴν ὑπ’ οὐ‐ ρανὸν διατρέχοντες πανταχοῦ, καὶ τὸ θεῖον καὶ νοητὸν ταῖς τῶν μυσταγωγουμένων καρδίαις εἰσπέμποντες | |
15 | φῶς.] [Εἶδε, καὶ ἐσαλεύθη ἡ γῆ. (B f. 392, H f. 439. Cord. Anonymi.) Τὸ δὲ εἶδε, ἀντὶ τοῦ ἀνέβλεψεν. Προειπὼν γὰρ ὅτι ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, διαδείκνυσιν εὐθὺς | |
20 | ὅσον ὠφέλησε τὴν ὑπουράνιον τὸ ἀποσταλῆναι παρὰ Χριστοῦ τὰς νοητὰς ἀστραπὰς, δι’ ὧν ἐλέγομεν ση‐ μαίνεσθαι τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελι‐ στὰς, ὧν ταῖς πανσόφοις μυσταγωγίαις ἀνέβλεψεν ἡ γῆ. Κατόρθωμα δὲ καὶ τοῦτο τοῦ πάντων ἡμῶν Σω‐ | |
25 | τῆρος Χριστοῦ.] Τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν. (B f. 392, H f. 439.) Ὅρη δέ φησιν τὰς ὑψηλὰς καὶ ὑπερηφάνους δυνάμεις τὰς ἀντικειμένας, ἤγουν τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, διὰ πολλὴν | |
30 | ἄγαν ὑπερηφανίαν ὄρεσι παρεικαζομένους. Ἃς κατ‐ έτηξεν ὁ Σωτὴρ ὡσεὶ κηρὸν, οἷόν τι πῦρ κηρῷ προσ‐ βεβληκός. [Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ. (B f. 392, H f. 439. Cord. Alterius.) Οὐρανούς | |
35 | φησιν ἐν τούτοις οὐκ αὐτὸ τὸ στοιχεῖον, ἀλλὰ τοὺς ὄντας ἐν οὐρανοῖς, τουτέστι τοὺς ἁγίους ἀγγέλους· οὗτοι τὴν δικαιοσύνην τοῦ Θεοῦ καὶ Πατρὸς ἀναγγε‐ λοῦσι. Σέσωκε γὰρ τοὺς ἐπὶ γῆς, δικαιώσας ἐν πίστει τῇ ἐν Χριστῷ. Οὕτω γὰρ πλήρης γέγονεν ἡ γῆ τῆς | |
40 | δόξης αὐτοῦ. Ἀλλ’ ἐπεὶ καὶ ἡ πρακτικὴ ἀρετὴ πολ‐ λαχοῦ δικαιοσύνη καλεῖται, ταύτην ἀναγγέλλειν πραγματικῶς μόνοι ἴσασιν οἱ οὐρανοὶ, ὄντες ἄνδρες δίκαιοι. Ἐπιδεικνυμένην γὰρ πίστιν ἀναγγελεῖ δί‐ καιος, τῆς πίστεως αὐτῶν εἰς δικαιοσύνην λογιζο‐ | |
45 | μένης.] [Προσκυνήσατε αὐτῷ, πάντες ἄγγελοι. (B f. 392 b, H. f. 440. Cord. Anonymi.) Τίνι προσ‐ κυνεῖν ἐπιτάττονται; Χριστῷ δηλονότι, τουτέστιν ἐνανθρωπήσαντι τῷ Μονογενεῖ. «Ὅταν γὰρ, φησὶν, | |
69.1249(50) | εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Ἀναγκαίως δὴ ἐνταῦθα τὴν προσκύνησιν τῶν ἀγγέ‐ λων εἰσήγαγεν, ἵνα μὴ αἰσχυνθῶμεν προσκυνῆσαι Θεῷ ὃν προσκυνοῦσιν ἄγγελοι· ἅμα δὴ γνῶμεν, ὡς | |
55 | εἰς ἀγγέλων τάξιν οἱ προσκυνοῦντες τὸν Θεὸν ἀνερχό‐ | 1249 |
69.1252 | μεθα. Πρὸς τούτοις ὅτι τῶν ἀγγέλων τὸ προσκυνεῖν ἴδιον, οὐ τὸ προσκυνεῖσθαι. Οἱ τοίνυν δαίμονες, ἀπο‐ πεσόντες καὶ ταύτης τῆς ἀξίας τῶν ἀγγέλων, προσκυ‐ νεῖσθαι δυνήσονται, ἀλλ’ ἀπάτῃ τῶν προσκυνούντων.] | |
5 | [Ἤκουσε, καὶ εὐφράνθη Σιών. (B f. 392, H f. 440 b, Cord. Anonymi.) Ἔοικεν οὖν ἐν τούτοις ἡμῖν ὁ λόγος τὴν πρώτην τῶν Ἰουδαίων κλῆσιν βούλεσθαι καταδηλοῦν, ἣν δὴ καὶ πρώτην ἐποιήσατο Χριστός. Τοῦτο καὶ πάλαι διὰ φωνῆς τοῦ | |
10 | Δαβὶδ ἔφη λέγων· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Τουτέστι, φανερὸν καταστή‐ σει τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ καὶ Πατρός.] [Φῶς ἀνέτειλε τῷ δικαίῳ. | |
15 | (B f. 393 H f. 442. Cord. Anonymi.) Τὸ ἀνέτειλέ φησιν ἀντὶ τοῦ ἀνατέλλει. Πᾶς γὰρ εἴ τίς ἐστιν ἀγα‐ θὸς καὶ δίκαιος, τούτῳ πάντως εἰς νοῦν καὶ καρδίαν τὸ νοητὸν καὶ θεῖον ἀνατέλλει φῶς. Οὐ γὰρ ἄμοιροι τῶν ἱερῶν ἔσονται χαρισμάτων οἱ τῶν ἀρίστων σπου‐ | |
20 | δασμάτων ἐπιμεληταί. Τῷ τοίνυν τὴν πρακτικὴν ἀρε‐ τὴν, δικαιοσύνην καλουμένην, κατορθώσαντι ἀνέτειλε φῶς γνώσεως, οὐκ ἄλλο τυγχάνον τοῦ φωτὸς τοῦ ἀληθινοῦ, περὶ οὗ ὁ Πατὴρ εἶπε· «Τοῖς δὲ φοβουμέ‐ νοις τὸ ὄνομά μου ἀνατελεῖ ἥλιος δικαιοσύνης.»] | |
25 | Τοῖς εὐθέσι τῇ καρδίᾳ. (B f. 393 b, H f. 442 b.) Καὶ τί ἐστι τὸ εὐθῆ τὴν καρδίαν ἔχειν; Τὸ οἷον ὀρθὴν καὶ ἀδιάστροφον. [Εὐφράνθητε, δίκαιοι, ἐν τῷ Κυρίῳ. (B f. 393 b. H f. 442 b. Cord. Anonymi.) Πρέπει | |
30 | γὰρ ὄντως τοῖς ἀγαπῶσι Χριστὸν καὶ τοῖς τῆς εὐσε‐ βείας ἐρασταῖς, τὸ ἐπ’ αὐτῷ λίαν εὐφραίνεσθαι, καὶ ἐπὶ τοῖς δοθησομένοις ἡμῖν ἀγαθοῖς παρ’ αὐτοῦ, δη‐ λονότι πνευματικοῖς, ἃ καὶ ἀσφαλῆ καὶ ἀναπόβλητον ἔχει τὴν κτίσιν (ed., κίνησιν)]. | |
35 | Ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. (B f. 393 b. H f. 443.) Ἡ ἐξομολόγησις τὴν εὐχα‐ ριστίαν δηλοῖ. Δεῖ τοίνυν εὐχαριστεῖν ὅτι Θεὸς ὢν φύ‐ σει καὶ Κύριος τῶν ὅλων καὶ σύνθρονος τῷ Πατρὶ, ὁ ἐπάνω πάντων καὶ ὑπὲρ πάντας, κατηξίωσεν ἡμῶν | |
40 | ποιήσασθαι μνήμην· μνημονεύσας δὲ, καὶ ηὐλόγησε. Καὶ τοῦτο διδάξει λέγων ὁ μακάριος Δαβίδ· «Κύριος ἐμνήσθη ἡμῶν, καὶ ηὐλόγησεν ἡμᾶς.» | |
43t | ΨΑΛΜΟΣ ϟΖʹ. | |
44 | ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν. | |
45 | (B f. 393 b, H f. 443.) Καινὸν τὸ ᾆσμα· πάντα γὰρ ἐν Χριστῷ καινὰ, τὰ ἀρχαῖα παρῆλθεν. Καὶ μετ’ ὀλίγα. [Καὶ ποῖα ταῦτά ἐστι τὰ καινά; τὰ διὰ Χριστοῦ δηλονότι. Πάλαι μὲν γὰρ, ὡς ἔφην, ἐλυτρώσατο διὰ Μωϋσέως τὸν Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, καὶ πικρᾶς | |
69.1252(50) | αὐτοὺς ἐξείλετο δουλείας· κατεπνίγετο δὲ καὶ ἐν θα‐ λάσσῃ διώκων ὁ Φαραὼ, καὶ ἐπ’ αὐτῷ δὴ τούτῳ Θεὸς ἐδοξάζετο. Ἀλλ’ ἐν τούτοις μὲν τὰ ἐκείνων. Ἴδωμεν δὲ τὰ καινὰ τὰ διὰ Χριστοῦ. Οὐχ ἓν ἔθνος ἐλυτρώθη. | |
καθὰ καὶ πάλαι μόνος ὁ Ἰσραὴλ, σέσωσται δὲ μᾶλλον | 1251 | |
69.1253 | ἡ σύμπασα γῆ. Οὐκ ἄνθρωπον Αἰγύπτιον πεπνιγμέ‐ νον ὁρῶμεν ἐν θαλάσσῃ, ἀλλ’ αὐτὸν τὸν ἀλαζόνα καὶ ἀλιτήριον Σατανᾶν πεσόντα, καὶ κείμενον ὑπὸ πόδας ἁγίων. Ἔφη γάρ που Χριστός· «Ἰδοὺ δέδωκα ὑμῖν | |
5 | ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.» Ὄφεις δὲ καὶ σκορπίους ὀνομάζει τοὺς πονηροὺς καὶ ἰοβόλους δαίμονας· ὧν τῆς σκαιότητος ἀπηλλάγημεν.] | |
10 | Καὶ μετ’ ὀλίγα· Ἐπὶ τίσιν ἄρα καὶ ποίας ἔχοντες τοῦ ψάλλειν τὰς ἀφορμὰς, αὐτός σε πάλιν διδάξει λέγων· «Ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος.» Καὶ ποῖα ταῦτά ἐστι; Τὰ ἐξαίρετα καὶ τεθαυμασμένα, ἃ πεποίηκεν ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. | |
15 | [Ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ. Ἔσωσε γὰρ τὴν ὑπ’ οὐρανὸν ἡ δεξιὰ τοῦ Πατρὸς, τουτέστιν ὁ Υἱός· οὔτως αὐτὸν καὶ αὐτὸς ὁ Πατὴρ ὀνομάζει λέγων· «Ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τὴν δεξιάν μου,» ἐν ᾗ ἐστερέωσα | |
20 | τὸν οὐρανὸν, καὶ ἐθεμελίωσα τὴν γῆν. [Διέσωσε γὰρ ἡ δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς, τουτ‐ έστιν ὁ Υἱὸς, τῷ ἰδίῳ γεννήτορι τὴν οἰκουμένην πρὸς θεογνωσίαν ἀναγαγὼν, καὶ θανάτου καὶ φθορᾶς ἐξ‐ ελὼν τὸ ἐξ ἁμαρτίας συντετριμμένον ποίημα, καίτοι | |
25 | κατ’ εἰκόνα γεγονὸς τοῦ Κτίσαντος. [Δεξιὰν τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζει τὸν Υἱόν· δι’ αὐτοῦ γὰρ ὡς διὰ χειρὸς ἰδίας τὰ πάντα εἰς τὸ εἶναι παρήνεγκεν ὁ Πατήρ· καὶ μαρτυρήσει λέγων ὁ σοφώτατος Ἰωάννης περὶ αὐτοῦ· «Ἐν ἀρχῇ ἦν ὁ | |
30 | Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λό‐ γος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Ἀλλ’ ὥσπερ ἡ τοῦ ἀνθρώπου χεὶρ οὐκ ἀλλοτρία τοῦ σώ‐ ματός ἐστιν, ἀλλ’ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ· αὕτη | |
35 | τοίνυν ἡ πάντων ἰσχύουσα τοῦ Πατρὸς δεξιὰ, ἡ πάν‐ των δημιουργὸς καὶ τεχνῖτις, ἣν πάντα τὰ ἔργα τρέ‐ μει, σέσωκεν ἑαυτῷ τε καὶ τῷ Πατρί. Τί δὲ σέσωκεν; ἅπασαν δηλονότι τὴν ὑπ’ οὐρανόν· σεσαγήνευκε γὰρ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων εἰς ἐπίγνωσιν τῆς | |
40 | δόξης αὐτοῦ.] [Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ Σωτήριον καὶ δικαιοσύνην ὀνομάζει Χριστόν· σέ‐ σωκε γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ, καὶ δεδικαίωκεν ἐν πίστει.] | |
45 | [Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Τουτέστιν, Οὐδεὶς ἀπομεμένηκεν ἀμέτοχος τῆς διὰ Χριστοῦ σωτηρίας. Κέκληται γὰρ, ὡς ἔφην, διὰ τῆς πίστεως ἡ σύμπασα γῆ.] | |
69.1253(50) | [Ποταμοὶ κροτήσουσι χειρί. Ποίας ἔχουσι χεῖρας οἱ ποταμοί; Ἢ πῶς κροτῆσαι δύνανται; Ἐπειδὴ δεσποζομένων τῶν ἐθνῶν, καὶ κα‐ λουμένων διὰ τῆς πίστεως, ἔχαιρον οἱ μαθηταὶ, τοῖς | |
κροτοῦσι παραπλησίως ᾠδῶν ἐπινικίων ἐξάρχοντες | 1253 | |
69.1256 | ἐκ περιχαρείας, ποταμοῖς αὐτοὺς παρεικάζει λέγων· «Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό.» [Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ πηγαῖς τε καὶ πο‐ ταμοῖς ἐσθότε παρομοιοῦν τοὺς ἁγίους προφήτας, | |
5 | ἀποστόλους καὶ εὐαγγελιστὰς, ἔτι τε πρὸς τούτοις τοὺς τῶν ἁγίων Ἐκκλησιῶν ἡγουμένους, τοὺς τὸν θεῖον τοῖς λαοῖς πρεσβεύοντας λόγον, καὶ τῶν ἱερῶν δο‐ γμάτων ὄντας ἐπιστήμονας, καὶ μυσταγωγικὸν ἔχον‐ τας ἐπιτήδευμα. Καὶ γοῦν ἔφη περὶ αὐτῶν διὰ φωνῆς | |
10 | Ἡσαΐου τοῦ προφήτου· «Ἀντλήσατε τὸ ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.» Σωτηρίους δὲ αὐτοὺς ὀνομάζει πηγάς· ἀναβρύουσι γὰρ ὥσπερ τοῖς ὑπὸ χεῖρα λαοῖς τὸν ἐξ οὐρανοῦ λόγον, αὐτοὶ δε‐ χόμενοι παρὰ Χριστοῦ. Ὡς γὰρ αὐτοί φασιν οἱ ἅγιοι· | |
15 | «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβο‐ μεν.» [Ὅταν τοίνυν ἀκούσῃς περὶ τῶν ἁγίων ποταμῶν ὅτι κροτήσουσι χεῖρας, ἀντὶ τοῦ εὐφρανθήσονται, νόει, τερφθήσονται, καὶ χαρήσονται, καὶ ἑορτάσουσι. Διὰ | |
20 | ποίαν αἰτίαν; Ὅτι ἔσωσε Κύριος τὴν ὑπουράνιον, ὄτι καταβέβηκεν ἐξ οὐρανοῦ ὁ Μονογενὴς ὢν Λόγος, καὶ γέγονεν ὅμοιος ἡμῖν, ἵνα καταργήσῃ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, ἵνα παραλύσῃ τὴν φθορὰν, ἀναστρέψῃ θάνατον, ἀποστήσας τοῦ κόσμου τὴν ἁμαρτίαν, καὶ | |
25 | ἡμᾶς καθαροὺς ἀπεργάσῃ διὰ τοῦ βαπτίσματος, ἁγιάσῃ διὰ τοῦ Πνεύματος, υἱοὺς ἀποφήνας Θεοῦ. Αὕτη τῆς τῶν ἁγίων θυμηδίας ἡ πρόφασις ἐπὶ τού‐ τοις κελεύονται κροτεῖν, τουτέστιν εὐφραίνεσθαι.] [Τὰ ὄρη ἀγαλλιάσονται. | |
30 | Ὄρη φησὶν οὐ ταῦτα τὰ αἰσθητὰ καὶ ὁρώμενα, ἀλλὰ τὰς νοερὰς καὶ ὑψηλὰς δυνάμεις, ἤτοι τοὺς τὸν θεῖον θρόνον περιεστῶτας ἀγγέλους. Ὑψηλαὶ γοῦν εἰσιν αἱ ἀρεταί. Αὗται τοίνυν αἱ λογικαὶ καὶ ἀνωτάτω δυνάμεις χαίρουσι λίαν ἐπὶ τοῖς ἐν Χριστῷ διασε‐ | |
35 | σωσμένοις· χαίρουσι δὲ δι’ ἡμᾶς δοξολογοῦσαι τὸν σώσαντα.] | |
37t | ΨΑΛΜΟΣ ϟΗʹ. | |
38 | [Ὁ Κύριος ἐβασίλευσεν. Πεμπέτωσαν εἰκῆ τῆς ἑαυτῶν βασκανίας τὰ βέλη | |
40 | κατὰ Χριστοῦ, ἀρτυέτωσαν ἐπιβουλὰς οὐδὲν ἀδικῆσαι δυναμένας τὸν οὐδὲν εἰδότα παθεῖν.] [Κύριος ἐν Σιὼν μέγας. Οὐ παρὰ τῇ Σιὼν σωματικῇ μέγας ἦν ἢ ὑψηλὸς ὁ Σωτὴρ, παρὰ τῇ νοητῇ δὲ μᾶλλον, τουτέστι τῇ | |
45 | Ἐκκλησίᾳ· ἢν αὐτὸς ἑαυτῷ παρέστησε μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον, κατὰ τὸ γεγραμμένον] [Οὐ γὰρ καθ’ ἕνα τῶν ψευδωνύμων θεῶν γινωσκό‐ μενος μὲν παρά τινων, ἀγνοούμενος δὲ παρ’ ἑτέρων· | |
69.1256(50) | ἀλλ’ αὐτὸς ἐν οὐρανῷ μὲν δοξαζόμενος παρὰ τῶν ἄνω πνευμάτων, ἐπὶ γῆς δὲ προσκυνούμενος παρ’ ἡμῶν. Ὑψηλὸς τοιγαροῦν ἐν δόξῃ καὶ τὸν ἑαυτοῦ φόβον ἐν‐ τιθεὶς τοῖς εἰδόσιν αὐτὸν, σωτηρία δὲ καὶ τοῦτο ψυ‐ χῆς.] | |
55 | [Ἐξομολογησάσθωσαν πάντες τῷ ὀνόματί σου. | |
Αἱ τιμαὶ, φησὶ, τῶν βασιλέων ἀγαπῶσιν ἔχειν τὸ | 1255 | |
69.1257 | δύνασθαι κρίνειν καὶ νομοθετεῖν. Ἀκολουθεῖ γὰρ πάντως τῇ τοῦ βασιλέως τιμῇ τὸ χρῆναι κρίνειν καὶ νομοθετεῖν. Ἤδη κριτής ἐστι καὶ νομοθέτης Θεὸς τοῦ παντός. Γέγραπται γάρ· «Ὅτι Θεὸς κριτής | |
5 | ἐστι.» Καὶ πάλιν· «Εἷς ἐστι νομοθέτης καὶ κριτής.» Καὶ, «Τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ.» Πρόσεστι δὲ τῷ Υἱῷ τὸ δύνασθαι κρίνειν καὶ νομοθετεῖν. Καὶ γοῦν ἔφη πρὸς ἡμᾶς· «Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες | |
10 | τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.»] Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ. (B f. 396 b, H f. 450) Μέγα γὰρ καὶ ὑψηλὸν τὸ τῆς θεότητος ὄνομα, ἤγουν ἡ δόξα. Οὐ γάρ ἐστιν καθ’ ἒν τῶν κτισμάτων ὁ τῶν ὅλων Δημιουργὸς, ἀπαραβλή‐ | |
15 | τοις δὲ μᾶλλον ὑπεροχαῖς τὰ πάντα ὑπέρκειται. Ὅμοιον δὲ αὐτῷ κατὰ φύσιν οὐδὲν, πλὴν ὅτι μόνος ὁ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ καὶ ὁμοούσιος αὐτῷ Θεὸς Λό‐ γος, ὃς δοξολογεῖται γενόμενος ἄνθρωπος παρὰ τῶν Σεραφείμ. Αὐτὸς γάρ ἐστιν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν | |
20 | ὄνομα· καὶ γὰρ ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμ‐ πτει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χρι‐ στὸς εἰς δόξαν Θεοῦ Πατρός. Μέγα δὴ οὖν καὶ τεθαυ‐ μασμένον τὸ τῆς θεότητος ὄνομα, εἴπερ αὐτῷ κάμπτει | |
25 | πᾶν γόνυ, προσκυνούσης δηλονότι τῆς κτίσεως, καὶ ταῖς θεοπρεπέσι τιμαῖς στεφανούσης αὐτόν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν. (H f. 451 b) Τουτέστιν, Ὕψιστον εἶναι πιστεύετε τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, μηδὲν ταπεινὸν | |
30 | φρονήσαντες περὶ αὐτοῦ, καθάπερ ἀμέλει καὶ οἱ τά‐ λανες Ἰουδαῖοι. [Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἆρ’ οὖν καὶ πόδας τοιούτους ἔχει Θεὸς ἐπικειμέ‐ νους τῷ ὑποποδίῳ; ἆρα καὶ χεῖρας καὶ ὀφθαλμούς; | |
35 | Μὴ τοῦτο ὑπολάβῃς. Σκευάζεται μὲν γὰρ ὁ ὑπ’ αὐτῷ λόγος ὡς ἐκ τῶν καθ’ ἡμᾶς καὶ ἐκ τῶν ἀνθρωπίνων πραγμάτων· νοεῖται δὲ τὰ ἐπ’ αὐτῷ θεοπρεπῶς. Ἐπειδὴ τοίνυν ἔθος ἐστὶ τοῖς προσκυνοῦσι τοὺς ἐπὶ γῆς βασιλέας φιλεῖν τοὺς πόδας αὐτῶν, ἐκ τῆς παρὰ | |
40 | ἀνθρώποις συνηθείας ἐπὶ Θεοῦ τὸν λόγον ἀναφέρει λέγων ὁ Ψαλμωδός· «Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.»] [Ὅτι ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ. Οὐκοῦν τετίμηκεν ὡς τιμήσαντας, ἠγάπησεν ὡς | |
45 | γνησίους οἰκέτας, ὡς τῶν αὐτοῦ θεσπισμάτων γεγο‐ νότας φύλακας. Οὐκοῦν οὐκ ἄμισθος ἡ ὑπακοὴ, μᾶλ‐ λον δὲ τῆς ἀνωτάτω τιμῆς πρόξενος διὰ τὸ εὐπειθὲς καὶ εὐάγωγον.] | |
49t | ΨΑΛΜΟΣ ϟΘʹ. | |
69.1257(50) | [Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ. Τουτέστι, μὴ στυγνοὶ, μὴ κατηφεῖς, μηδὲ ὀκνηροὶ | |
πρὸς ἀγαθουργίαν, πρόθυμοι δὲ μᾶλλον καὶ ἱλαροὶ καὶ | 1257 | |
69.1260 | τῇ ἐλπίδι χαίροντες· ἐλπίδι δὲ πάντως τῇ τοῖς ἀγίοις ηὐπρεπισμένῃ.] Εἰ δέ τις μὴ δουλεύοι αὐτῷ ἐν εὐφροσύνῃ, μὴ τολμάτω παριέναι ἐνώπιον αὐτοῦ, ἀνίπτοις ποσὶ πα‐ | |
5 | ραβάλλων εἰς τὴν Ἐκκλησίαν αὐτοῦ.] Γνῶτε ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός. (Cod. M f. 176.) Οὗτός ἐστιν ὁ Χριστὸς, ὁ τῷ ἰδίῳ αἵματι πᾶσαν λυτρωσάμενος τὴν γῆν. Αὐτός ἐστιν ὁ καὶ τοῦ ἡμετέρου ποιήματος δημιουργός. Οὐ γὰρ | |
10 | αὐτομάτως συνέστημεν, ἀλλὰ τῶν χειρῶν αὐτοῦ ἔργον ἐσμέν. Διὸ καὶ λαὸς αὐτοῦ, καὶ πρόβατα αὐτοῦ τυγχάνομεν. Εἴη δὲ λαὸς ὁ λογικωτέραν τάξιν ἐπέχων· πρόβατα δὲ οἱ μὴ τοσαύτην ἔχοντες διάκρισιν, μηδὲ πεῖραν τῶν θείων λογίων, κατὰ τό· «Ἐπλανήθην ὡς | |
15 | πρόβατον ἀπολωλός.» | |
16t | ΨΑΛΜΟΣ Ρʹ. | |
17 | [Ψαλμὸς τῷ Δαβίδ. Τῷ Δαβὶδ ψαλμός. Τουτέστιν, ὕμνος καὶ δοξολογία τῷ ἐκ σπέρματος Δαβὶδ τῷ κατὰ σάρκα | |
20 | Χριστῷ. Ἀνέφυ γὰρ ἐξ Ἰεσσαὶ καὶ Δαβὶδ τὸ τῆς εἰρήνης φυτὸν, τὸ θεῖόν τε καὶ εὐγενὲς καὶ ὑπερκό‐ σμιον βλάστημα. Καὶ μετ’ ὀλίγα· Εἰσκεκόμισται δὲ πρόσωπον ἀνδρὸς ἁγίου, πολιτείας ἡμῖν τῆς ἐξαιρέ‐ του καταγράφον τοὺς τύπους, καὶ οὐχ ἵνα τοὺς παρά | |
25 | τινων τύπους ἁρπάσῃ, οὐδ’ ἵνα δόξαν θηράσηται κενὴν (ἀλλότριον γὰρ τοῦτο ἁγίων), ἀλλ’ ἵνα μᾶλλον ἡμᾶς ὠφελήσῃ διὰ τούτου, καὶ μάθωμεν τίνα τρόπον πο‐ λιτεύεσθαι χρὴ τοὺς ἐθέλοντας ἀρέσκειν Θεῷ.] [Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. | |
30 | Οἶδά σε, φησὶν, ἐλεήμονα καὶ δίκαιον ὄντα κριτὴν, καὶ ἐπ’ αὐτοῖς δὴ τούτοις ὑμνήσω σε. Ἐλέησε γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ, ἐν Χριστῷ δικαιώσας τῇ πίστει, καὶ χαρισάμενος ἡμῖν τὴν ἄφεσιν τῶν ἀρ‐ χαίων πλημμελημάτων, καὶ κρίσιν ἐφ’ ἡμῖν δικαίαν | |
35 | ἐξενεγκών.] [Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ. «Ψαλῶ» σοι, φησὶν, ὦ Δέσποτα, καὶ δοξολογήσω σε διηνεκῶς· «συνήσω δὲ καὶ ἐν ὀδῷ ἀμώμῳ.» Τουτ‐ έστι, μετὰ συνέσεως καὶ σοφίας βαδιοῦμαι τὴν | |
40 | ὀρθὴν καὶ ἀδιάστροφον καὶ ἀμώμητον ὁδόν. Χρὴ γὰρ ἡμᾶς εἶναι συνετωτάτους τοὺς ἐθέλοντας εὐαρεστεῖν τῷ Θεῷ, καὶ σοφίας μεμεστωμένην ἔχειν τὴν καρ‐ δίαν· σοφίας δὲ οὐ τῆς ἐπιγείου καὶ κοσμικῆς, ἐκεί‐ νης δὲ μᾶλλον ἣν χαρίζεται Χριστός. Ἐν αὐτῷ γὰρ | |
45 | «πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι·» καὶ αὐτὸς σοφοῖ τυφλοὺς, καὶ συνέσεως ἀπάσης ἐστὶ χορηγός.] [Καὶ τί δὴ τοῦτό ἐστιν; Ἕως μὲν γάρ ἐσμεν ἐν ῥύποις καὶ ἁμαρτίαις, οὐκ ἔχομεν ἑαυτοῖς κατοι‐ | |
69.1260(50) | κοῦντα Χριστόν· ὅταν δὲ τοὺς τῆς ἁμαρτίας ἀπονιψώ‐ μεθα ῥύπους, καὶ καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελέσωμεν δὲ καὶ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ, τότε γὰρ παρ’ ἡμῖν | |
69.1261 | γίνεται, καὶ ἐν ἡμῖν αὐλίζεται, καὶ οἶκός ἐσμεν αὐτοῦ]. [Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας. Τί ἐστι τὸ, «Ἐν ἀκακίᾳ καρδίας μου;» Ἀντὶ τοῦ, | |
5 | Ἀπονήρως καὶ ἀφιλοπραγμόνως, οὐ θορύβους ἀγα‐ πῶν πραγμάτων κοσμικῶν καὶ περισπασμῶν εἰκαίων’ ἔχων δὲ μᾶλλον ἐν ἐμαυτῷ τὸν νοῦν εὐσταθῆ καὶ ἠρε‐ μοῦντα, κατ’ ἐκεῖνόν που πάντως τὸν ἀρχαῖον Ἰακὼβ, περὶ οὗ γέγραπται· «Καὶ ἦν Ἰακὼβ ἄπλαστος ἀνὴρ | |
10 | οἰκῶν οἰκίαν.»] [Οὐ προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα πα‐ ράνομον. Οὐδενὶ, φησὶ, προσέσχον φαύλῳ τε καὶ ἀνοσίῳ πράγματι, καὶ καλοῦντι πρὸς παρανομίαν. Πολλὰ δὲ | |
15 | ταῦτα καὶ περὶ ἡμᾶς. Παρανομεῖ γάρ τις, ὅταν εἰς ἐπιθυμίαν ἐμπέσῃ τῶν οὐδὲν αὐτῷ προσηκόντων, καὶ γίνηται τῶν ἀλλοτρίων ἄδικος ἐραστής. Παρανομεῖ δὲ ὁμοίως ὁ σωματικαῖς ἡδοναῖς ἡττώμενος, καὶ τοῖς μοιχείας ἐγκλήμασιν ἔνοχος γεγονώς. Παραλύει νόμον | |
20 | ὁ καταλαλῶν ἀδελφοῦ, καὶ πλεονεκτῶν οὓς ἂν δύνηται τῶν ἀσθενεστέρων. Καὶ ἵνα μὴ καθ’ ἕκαστον λέγων διατρίβω, πᾶν εἶδος φαυλότητος καὶ παρανομίας ἔγκλημα φέρει. Καὶ μετ’ ὀλίγα· Ἀλλ’ ἴσως ἐρεῖς· Ἆρ’ οὖν ἀναμάρτητος ἦν; Εἶτα πῶς τοῦτό ἐστιν | |
25 | ἐφικτόν; Τὸ γὰρ ἐλεύθερον εἰς ἁμαρτίας τετήρηται, καὶ τὸ ἀναμάρτητον πρέπει μόνῳ τῷ ἐπὶ πάντων Θεῷ. «Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ ηὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Καὶ μετ’ ὀλίγα· Πῶς οὖν ἄρα νοῆσαι πρέπει τό· «Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν | |
30 | μου πρᾶγμα παράνομον;» Οὐκ εἶπεν· Οὐδέποτε ἐμ‐ πέπτωκα παρανόμῳ πράγματι, ἀλλ’, ὅτι «Οὐ προετι‐ θέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον·» Τουτέστιν, Ἠθέλησα καὶ προτεθύμημαι μηδέποτε ἐνορᾷν παρανόμῳ πράγματι. Εἰ δὲ καὶ ἀστοχῆσαι | |
35 | συνέβη, φησὶν, ὡς ἄνθρωπον, θαυμαστὸν οὐδέν· ὅτι κυβερνῆται πολλάκις καὶ αὐτοὶ καλῶς εἰδότες τὴν τέ‐ χνην κινδυνεύουσι μετὰ τῆς νηὸς, ἀγρίου καταιγίζον‐ τος πνεύματος.] Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. | |
40 | (B f. 399 b, H f. 459) Τουτέστιν, ἄνθρωπος σκαμ‐ βὴν ἔχων τὴν καρδίαν, ὅ ἐστι διεστραμμένος. [Ἐκκλίνοντος ἀπ’ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγί‐ νωσκον. Τουτέστιν, Οὐδὲ εἰδέναι προσεποιούμην. Οὐ γὰρ | |
45 | ἠξίουν εἶναι φίλος αὐτῶν. Ἆρα ὡς ὑπερήφανος; Οὐ‐ δαμῶς, φησὶν, ἀλλ’ εἰδὼς, ὅτι «Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.»] (B f. 400, H f. 459 b) Καρπὸς διανοίας ἁγιοπρε‐ ποῦς τὸ παραιτεῖσθαι τοὺς πονηρούς· ἐσχάτης δὲ πο‐ | |
69.1261(50) | νηρίας ἀπόδειξις τὸ καταλαλεῖν ἀδελφῶν. [Ὑπερηφάνῳ ὀφθαλμῷ. Πλεῖστα γὰρ ἐν ἡμῖν εἰσι πάθη ψυχικά· ἓν δὲ καὶ | |
μάλιστα τῶν ἄλλων ἐκτοπώτερον καὶ πᾶσιν ἀφόρητον, | 1259 | |
69.1264 | ᾧ καὶ αὐτὸς μάχεται Θεός· τοῦτο δέ ἐστιν ὑπερηφανία, ἣ καὶ ἀδελφὴν καὶ σύντροφον ἔχει τὴν πλεονεξίαν, ἤτοι τὸ ἀπλήστως πλεονεκτεῖν. Ταῦτα δύο βάραθρα ψυχῶν καὶ ὀλέθρου πύλαι, καὶ ἀκοιμήτου φλογὸς ἄξια. | |
5 | Τίς οὐ φεύγει τὸν ἀλαζόνα; Τίς οὐ παραιτεῖται τὸν ἀπλήστῳ χειρὶ συλλέγοντα χρημάτων πορισμοὺς καὶ πλεονεκτοῦντα πολλούς;] [Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς. Τουτέστι τοὺς ἁγίους, ὥστε καὶ «συγκαθῆσθαι | |
10 | αὐτοὺς μετ’ ἐμοῦ·» τουτέστι, συνεῖναι, καὶ συμβα‐ σιλεύειν ἀεὶ, καὶ ἀποφέρειν εἰς τὰ χρήσιμα. Ἐξαί‐ ρετον γὰρ ἀγαθὸν ἀνθρώπῳ σύμβουλος ἀγαθός. Σε‐ πτὸν αὐτὸν καὶ ἀξιοζήλωτον ἀποτελεῖ, τὸ ἀποφέρειν πρὸς πᾶν ὁτιοῦν τῶν χρησίμων, καὶ εἰς σωτηρίαν δι‐ | |
15 | δάσκει τὰ συμφέροντα, ὑποτίθεται δὲ τὸ τελοῦν εἰς ὄνησιν.] | |
17t | ΨΑΛΜΟΣ ΡΑʹ. | |
18 | [Κλῖνον πρός με τὸ οὖς σου. «Κλῖνον, φησὶ, πρός με τὸ οὖς σου.» Διὰ τί; Ὅτι | |
20 | θλιβόμενος οὐ δύναμαι σὺν παῤῥησίᾳ προσεύξασθαι. Θλίψιν δὲ λέγει τὴν τῶν πειρασμῶν εἴτε τῶν αἰσθη‐ τῶν εἴτε τῶν νοητῶν ἐπαγωγήν.] | |
23t | ΨΑΛΜΟΣ ΡΓʹ. | |
24 | [Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. | |
25 | Νοητὸς δέ που πάντως ὁ τοιοῦτός ἐστι, καὶ τῆς σωτηρίου μέθης ἐμποιητικός.] [Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου. Οὐ περὶ ξύλων ἦν ὁ λόγος αὐτῷ, περὶ ἁγίων δὲ μᾶλλον τῶν ἐῤῥιζωμένων ἐν τῇ πίστει, καὶ καρποφο‐ | |
30 | ρούντων ἐν δικαιοσύνῃ.] [Αὔτη ἡ θάλασσα ἡ μεγάλη. Νηῒ παρεικάζει τὴν Ἐκκλησίαν, ἐν σχήματι θα‐ λάσσης τοῦδε τοῦ καθ’ ἡμᾶς νοουμένου κόσμου. Θα‐ λάττῃ τοιγαροῦν τῇ καθ’ ἡμᾶς παραβάλλει τὸν βίον | |
35 | τὸν ἀνθρώπινον διὰ τὸ ἀστάθμητον, καὶ ἀεικίνητον τῶν ἐν αὐτῷ πραγμάτων· ἑρπετῶν δὲ γένος τὸ ἀναρίθμητον τὴν πολυειδῆ καὶ οἱονεὶ πολυπρόσωπον τῶν ἀνθρώπων πληθὺν, εἰς τὸ τῆς ἕξεως ποικίλον νοουμένης τῆς ἐξαλλαγῆς. Φύσις μὲν γὰρ πᾶσιν ἡ αὐτὴ, καὶ ὁ τῆς | |
40 | γενέσεως τρόπος οὐχ ἑτεροῖος, πολυσχεδὴς δὲ ὁ νοῦς, καὶ πολυγνώμων ἐν ἡμῖν ἡ καρδία. Καὶ τοῦτο εἰδώς τις ἔφασκεν· Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων. Πλοῖα δὲ εἶναί φαμεν ἃ καὶ ἐν τῇδε τῇ νοητῇ θαλάσσῃ διαπορεύεται, | |
45 | κατὰ τὸ γεγραμμένον, τὰς ἁγίας τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας, οὔσας μὲν ἐν κόσμῳ, πλὴν ἀνωτέρω τοῦ κόσμου· καθάπερ ἀμέλει καὶ τὰς ὁλκάδας ἔστιν ὁρᾷν. ὅσας μὲν ἐν ὕδασι, πλὴν ὑδάτων ἀνωτέρω. Αἱ τοίνυν ἐν τάξει πλοίων Ἐκκλησίαι τὴν νοητὴν ταύτην δια‐ | |
69.1264(50) | νηχόμεναι θάλασσαν, δέχονται μὲν τοὺς πιστεύοντας | |
ἀποκομίζουσι δὲ καθάπερ εἰς ἑτέραν τινὰ ἁγνὴν χώ‐ | 1261 | |
69.1265 | ραν, τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ ἐλπίδα τὴν ἐν Χριστῷ, καὶ εἰς ἁγιασμὸν τὸν διὰ τοῦ Πνεύματος, καὶ εἰς τὴν τῶν ἁγίων πατρίδα, τὴν ἀρετήν. Πάροικοι γὰρ ὄντες καὶ παρεπίδημοι, κατὰ τὸ γεγραμμένον, ἐπὶ | |
5 | τῆς γῆς, οὐκ ἔχουσιν ὧδε μένουσαν πόλιν, ἐπείγονται δὲ πρὸς ἐκείνην, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Σκάφος οὖν ἢ πλοῖον ἡ Ἐκκλησία νοηθήσεται, πλο‐ τῆρας ἔχουσα τοὺς ἡγιασμένους· οἳ καὶ, διὰ τοῦ κα‐ ταδέξασθαι τὴν πίστιν, συνόντα διὰ παντὸς ἔχουσι | |
10 | τὸν Χριστόν. Ἀλλὰ καὶ δεινὸς ἐσθότε χειμὼν καταῤ‐ ῥήγνυται, καὶ μυρία περιστάσεων τοῦ ἁγίου σκάφους κατεξανίσταται κύματα, ἀναρίθμητοι δὲ φλογίζουσι πειρασμοὶ, καὶ μὴν καὶ πνευμάτων πονηρῶν ἀγριότης ἐγκατασκήψασα, πρὸς αὐτὸ καταφέρει τοῦ θανάτου | |
15 | τὸ δεῖμα· καὶ σύνεστι μὲν τοῖς ἑαυτοῦ γνωρίμοις Χριστὸς, διὰ δὲ τὸ πολλάκις ἐφεῖναι παθεῖν οἰκονομι‐ κῶς, ἀπομιμεῖσθαί πως δοκεῖ τὸν νυστάζοντα. Ὅταν τοίνυν ὑπέρμετρος ἀληθῶς, καὶ οὐκέτι τοῖς πλοτῆρσι φορητὸς ὁ θόρυβος ᾖ, καὶ πρὸς ἄκρον ἤδη τοῦ κακοῦ | |
20 | τὰ πράγματα βλέπῃ, τότε δὴ, τότε προσήκει βοᾷν μονονουχὶ λέγοντας· «Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; Ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος. Ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις; Ἐπιλανθάνῃ τῆς πτω‐ χίας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν;» Ἀμελλητὶ γὰρ | |
25 | διαναστήσεται, καὶ πάντα μὲν ἐκ ποδῶν ποιήσει φό‐ βον· ἐπιτιμήσει δὲ τοῖς πειράζουσι, καὶ μεταστήσει τὸ πένθος εἰς εὐθυμίαν, εὐδίαν ἁπλώσας τὴν ἁπαλὴν καὶ ἀκύμονα. Περιόψεται γὰρ οὐδαμῶς τοὺς ἐπ’ αὐτῷ πεποιθότας.] | |
30 | Ζῶα μικρὰ μετὰ μεγάλων. (K f. 181 b) Καὶ τοῦτο τῆς θείας κηδεμονίας τε‐ κμήριον, τὸ τὰ σμικρὰ γένη τοῖς μεγάλοις ἐνδιαιτᾶ‐ σθαι, καὶ μὴ παντελῶς ὑπ’ ἐκείνων καταναλίσκεσθαι. [Δράκων οὗτος ὃν ἔπλασας. | |
35 | Καὶ οὐ δή πού φαμεν ὡς περὶ τῶν ἐν τῇ θαλάσσῃ νηχομένων ὁ λόγος ἦν αὐτῷ, οὔτε μὴν τὰς τῶν ἰχθύων διαφορὰς ὑπεμφαίνειν ἤθελεν, ἀλλ’ οὐδὲ δράκοντά τινα σωματικόν τε καὶ αἰσθητὸν τοῖς τῆς θαλάσσης ὕδασι νηχόμενον, δηλοῖ δὲ, ὡς ἔφην, διά γε τούτων ἡμῖν τὴν | |
40 | ἐν τῷ τε βίῳ τύρβην, καὶ τῶν ἐν αὐτῷ τὸν ἐν σάλῳ βίον· καὶ μὴν καὶ δράκοντα τὸν ἀρχέκακον, τουτέστι τὸν Σατανᾶν, ὃς πάντας περίεισιν ἀνθρώπους, καὶ τὴν καθ’ ἡμᾶς οἰκουμένην περινοστεῖ, ταῖς τῶν ἁγίων ἐπιβουλεύων ψυχαῖς.] | |
45 | Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου. (B f. 420, E f. 216 b, K f. 182 b) Διαλογήν φησιν τὴν αἴνεσιν· ὁ γὰρ ψάλλων Θεῷ διαλέγεται. Ἐκλείποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς. (B f. 420, H f. 508 b) Ἀλλ’ ἐρεῖ τί τις πρὸς τοῦτο | |
69.1265(50) | τυχόν· Ἆρ’ οὖν ὁ μακάριος Προφήτης κατεύχεται cod. ποτ’ εὔχεται] τῶν ὄντων ἐν ἁμαρτίαις; Ἆρα πάντας τοὺς ταῖς ἁμαρτίαις κατειλημμένους ἀπολέ‐ | |
σθαι καὶ ἀφανισθῆναι βούλεται; Καί τοι μᾶλλον ἐχρῆν | 1263 | |
69.1268 | ἅγιόν τε καὶ πνευματοφόρον ὑπερεύχεσθαι μᾶλλον τῶν ἠσθενηκότων. Καὶ μετ’ ὀλίγα· Ἄκουε λοιπόν· ἐρῶ γὰρ διὰ βραχέων. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, ἅπαντες ἧμεν ἐν ἁμαρτίαις, κατεκράτει | |
5 | τῆς ὑπ’ οὐρανὸν ὁ Σατανᾶς, οὐκ ἦν ὁ ποιῶν χρηστό‐ τητα, οὐκ ἦν ἕως ἑνὸς, πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. Ἕλληνες μὲν γὰρ οἱ τῶν εἰδώλων προσ‐ κυνηταὶ, τοὺς τῆς ἐπιεικείας οὐκ ᾔδεισαν τρόπους, τῆς εὐζωΐας τὴν ὁδὸν οὐκ ἠπίσταντο, μᾶλλον δὲ | |
10 | οὐδὲ αὐτὸν ἐγίνωσκον ὅλως τὸν τῶν ὅλων Γενεσιουρ‐ γὸν καὶ Σωτῆρα Χριστόν. Ἰουδαῖοι δὲ πάλιν εἶχον νόμον τὸν παιδαγωγὸν, ἀλλ’ οὐκ ἦν ἐν νόμῳ δικαιω‐ θῆναι τὸν ἄνθρωπον. Καὶ μετ’ ὀλίγα· Οὐκοῦν ἅπαντες ἦμεν ἐν ἁμαρτίαις, ἀνομίας ἦν πλήρης ἡ γῆ. Ἐπειδὴ | |
15 | δὲ ἐπέφανεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ γέγο‐ νεν ἄνθρωπος, ἐξέλειψαν οἱ ἁμαρτωλοὶ, ἐκλελοίπασιν οἱ ὄντες ἐν ἀνομίαις. Πῶς ἢ τίνα τρόπον; Δεδικαίωκε γὰρ ἅπαντας, ἀπήλλαξε τῶν πεπλημμελημένων, ἐλευθέρους ἀπέφηνε καὶ διεσμηγμένους. Οὐκοῦν ὀλίγοι γεγόνασιν οἱ ἐν ἁμαρτίαις, πολλοὶ δὲ λίαν οἱ | |
20 | δεδικαιωμένοι. | |
21t | ΨΑΛΜΟΣ ΡΔʹ. | |
22 | [Μὴ ἅψησθε τῶν χριστῶν μου. Καὶ γάρ ἐστι τῶν ἀτόπων ἐννοεῖν τοὺς μὲν λαμπρο‐ τέρους κατὰ τόνδε τὸν βίον πᾶσαν ἀπονέμοντας φρον‐ | |
25 | τίδα τοῖς γνησίοις οἰκέταις, καὶ τῆς καθηκούσης αὐ‐ τοῖς ἐπιμελείας ἀξιοῦν· τὸν δὲ δυνάμεων Κύριον, οὗ πάντα ἐστὶ πρὸς κατόρθωσιν εὐχερῆ, μηδένα ποιεῖ‐ σθαι λόγον τῶν ἀγαπώντων αὐτόν.] | |
29t | ΨΑΛΜΟΣ ΡΘʹ. | |
30 | Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών. (B f. 449 b, H. f. 557 b) Γέγονε γὰρ ἡμῖν ῥάβδος δυνάμεως ὁ Χριστὸς, ὅς ἐστιν ἐκ Σιὼν, τῆς ἄνωθεν δηλονότι. Διὰ τοῦτο καὶ ἐπουράνιος ὀνομάζεται. Οὐ | |
35 | γάρ ἐστι κατὰ τὸν πρῶτον Ἀδὰμ ἐκ γῆς χοϊκὸς, ἀλλ’ ἐξ οὐρανοῦ καὶ ἄνωθεν, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. [Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεως. Ἡμέραν δυνάμεως τοῦ Θεοῦ λέγει καθ’ ἢν ὅλην | |
40 | κρινεῖ τὴν οἰκουμένην, καὶ «ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Ἥξει πάντως καὶ τότε αὐτός τε ὣν ἐν Πατρὶ, καὶ ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, τὴν ἄναρχον τῆς οἰκείας φύσεως οἱονεί πως ἀρχὴν, κατὰ μόνον τὸ ἐξ οὗ· διὰ τὸ ὑπάρχειν ἐκ Πατρός.] | |
45t | ΨΑΛΜΟΣ ΡΙΓʹ. | |
46 | Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. (C f. 252 b) Εἰ καὶ ποιοῦμεν ὁμοίωμα ἀνθρώπων θεοσεβῶν, οὐκ ἐπὶ τὸ προσκυνεῖν ὡς θεοῖς, ἀλλ’ ἵνα, ὁρῶντες αὐτοὺς, εἰς ζῆλον αὐτῶν ἔλθωμεν· εἰ δὲ | |
69.1268(50) | ποιοῦμεν ὁμοίωμα τοῦ Χριστοῦ, ἵνα ἡ διάνοια ἡμῶν | |
πρὸς τὸν πόθον αὐτοῦ ἀναπτερωθῇ. Οὐ γὰρ εἰκόνι | 1265 | |
69.1269 | φθαρτῇ ἢ φθαρτοῦ ἀνθρώπου προσκυνοῦμεν· ἀλλ’ ἐπειδὴ ὁ Θεὸς ἠξίωσεν ἀτρέπτως γενέσθαι ἄνθρωπος, ποιοῦμεν αὐτοῦ εἰκόνα ὡς ἀνθρώπου, καίπερ εἰδό‐ τες αὐτὸν φύσει Θεὸν ὄντα. Οὐκ αὐτὸν οὗν Θεὸν τὴν | |
5 | εἰκόνα λέγομεν, ἀλλὰ Θεὸν εἰδότες τὸν ἐν τῇ εἰκόνι γραφέντα, οὗ τὸ ὁμοίωμα ἔχει ἡ εἰκών. Ἕλληνες δὲ πλανώμενοι τὰ ὁμοιώματα θεοὺς δοξάζουσιν. | |
8t | ΨΑΛΜΟΣ ΡΙΔʹ. | |
9 | Ἠγάπησα. | |
10 | (E f. 242 b. Κυρίλλου καὶ ἄλλων.) Οὐ παντός ἐστι τὸ Ἠγάπησα, ἀλλὰ τοῦ τετελειωμένου ἤδη καὶ ὑπερβαίνοντος τὸν τῆς δουλείας φόβον. Οὐ πρόσκει‐ ται δὲ τὸ, τίνα, προσυπακουστέον δὲ παρ’ ἡμῶν ὅτι τὸν Θεὸν τῶν ὅλων. | |
15 | [Ποτήριον σωτηρίου λήψομαι. Σωτηρίου γὰρ ὄντως ἐστὶ ποτήριον, τὸ ὑμνολο‐ γεῖν τὸν τῶν ὅλων Σωτῆρα Θεόν. Τούτῳ Θεὸς ἐφήδε‐ ται, τοῦτο δέχεται παρ’ ἡμῶν τὸ θυμίαμα. Ὡς γὰρ ἔφη Χριστός· «Πνεῦμα ὁ Θεός· καὶ τοὺς προσκυ‐ | |
20 | νοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυ‐ νεῖν.»] | |
22t | ΨΑΛΜΟΣ ΡΙΖʹ. | |
23 | Αὔτη ἡ πύλη τοῦ Κυρίου. (B f. 471 b, H f. 595) Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν | |
25 | καθ’ ἕτερόν τινα τρόπον ἐπὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἀφικέσθαι γνῶσιν, ἢ κατὰ τοῦτον αὐτὸν ὂν ἔφη Χρι‐ στός· «Οὐδεὶς γὰρ, φησὶν, ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ.»—Εἰσερχόμεθα γὰρ εἰς οἰκειότητα ὡς πρὸς Θεὸν, ἀλλὰ καὶ εἰς τὴν οὐρανῶν βασιλείαν, | |
30 | καθάπερ διά τινος θύρας ἢ πύλης, τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ. Ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. (B f. 472 b, H f. 597) Οἱ μὲν γὰρ ἀφήκονται, τὸ τῆς δουλείας περικείμενοι σχῆμά τε καὶ μέτρον· ὁ | |
35 | δὲ ἐν δόξῃ τῇ θεοπρεπεῖ καὶ ἐν ὀνόματι Κυρίου, δῆ‐ λον δὲ ὅτι τοῦ κατὰ φύσιν καὶ ἀληθινοῦ. —Καὶ τί ἐστιν, «Ἐν ὀνόματι Κυρίου;» Τουτέστιν, ἐν δόξῃ θεοπρεπεῖ καὶ ἐν κυριότητι καὶ ὑπεροχῇ τῇ πάντων ἐπέκεινα. | |
40t | ΨΑΛΜΟΣ ΡΙΗ. | |
41 | Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου. (B f. 476, H f. 602 b) Ὥσπερ γὰρ εἴ τις ἐν ἀγγείῳ χαλκῷ πυρὸς ἀπόθοιτο σπέρμα, πάντως δή που καὶ τῆς παρ’ αὐτοῦ θερμότητος ἀποτελέσοι μέτοχον, οὕ‐ | |
45 | τως ὁ ἐν ψυχῇ γε καὶ καρδίᾳ τὸν θεῖόν τε καὶ οὐράνιον λόγον διακατέχων νοῦς, δι’ ἐφέσεως τῆς εἰς ἅπασαν ἀρετὴν, ἀεὶ πρὸς ταῦτα δι’ αὐτοῦ θερμαίνει. | |
(C f. 262 b, D f. 294 b, G f. 174 b) Ὥσπερ γάρ | 1267 | |
69.1272 | ἐστιν οὐκ ἀσυντελὲς εἰς ζωὴν καὶ χρῆμα σωτήριον τὸ τῶν τοῦ Θεοῦ λόγων μεμνῆσθαι διαπαντὸς, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον ὀλέθρου πρόξενον τὸ ἐπιλαν‐ θάνεσθαι φιλεῖν. —Κρύπτειν δεῖ τὰς ἐντολὰς τοῦ | |
5 | Θεοῦ ἐν τῇ καρδίᾳ, διὰ τοὺς ἁρπάζοντας αὐτὰς δαί‐ μονας. Τὸ δ’ αὐτὸ καὶ Σολομῶν ἐν ταῖς Παροιμίαις παραινεῖ· «Υἱὲ, φησὶ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, ὑπακούσεται σοφίας τὸ οὗς σου.» Τὰς οὖν ἐνταῦθα ἐντολὰς λεγομένας | |
10 | ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος σπόρον ὠνόμασεν ὑπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ ἁρπαζόμενον. Οὗτος οὖν κρύπτει τὴν ἐντολὴν ὁ διαπαντὸς αὐτὴν ἐργαζόμενος· εἴπερ οἱ ἁρπάζοντες αὐτὴν ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν ἡμᾶς, ἁρπάζειν λέγονται. Ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. | |
15 | (B f. 480, H f. 609) Ζωοποεῖ γὰρ ἡμᾶς διὰ τῆς ἰδίας δικαιοσύνης ὁ Θεὸς καὶ Πατήρ· ἔστιν δὲ αὕτη Χριστός. Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα. (B f. 482 b, H f. 614 b) Ἐν γὰρ ταῖς τοῦ νοῦ | |
20 | προπαθείαις, καὶ, ἴν’ οὕτως εἴπω, προαπονευρώσε‐ σιν ταῖς διὰ νοημάτων φυσικῶν, ἡ τοῦ πειράζοντος τυραννὶς ἀφορητοτέρα γίνεται· καὶ πρὶν ὑπομεῖναι τὴν παρὰ τοῦ διαβόλου ταπείνωσιν, προπλημμελοῦ‐ μεν ἡμεῖς, πρεσβυτέραν τῆς ἐφόδου τὴν εἰς τὸ ἔσω | |
25 | νοσοῦντες καταστροφήν. —Πρὸ τοῦ γὰρ παθεῖν τε‐ λείως, ἡμεῖς τῇ συναινέσει τῶν λογισμῶν τιμῶντές τε τὴν ἁμαρτίαν καὶ καταδεχόμενοι, καὶ τόπον εἰσ‐ όδου διδόντες διὰ τούτου τῷ Σατανᾷ· Ἔσται δὲ τύπος καὶ εἰκὼν τοῦ πράγματος τοῦ προδότου τὸ πάθος. | |
30 | Πλατεῖα ἡ ἐντολή σου σφόδρα. (B f. 486 b, H f. 621) Ἀποδέχεται γὰρ ὁ Θεὸς τὴν πνευματικὴν εὐανδρίαν, τὴν ἐγκράτειαν, τὴν ὑπομο‐ νὴν, καὶ πρὸς ταύτας ἔτι τὰς ἀρετάς. Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός. | |
35 | (B f. 489, H f. 625 b) Χεῖρας εἶναι λέγων τὰς πρακτικὰς ἐνεργείας δι’ ὧν ὁρᾶται Θεός. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. (B f. 490, H f. 628.) Τὸ Καθήλωσον ἀντὶ τοῦ Πῆξον. Πῆξον οὖν, φησὶν, εἰς ἁγνείαν τὰς σάρκας μου | |
40t | ΨΑΛΜΟΣ ΡΙΘʹ. | |
41 | Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη. | |
(F f. 227) Βαρούμενος τῇ παρούσῃ ζωῇ, τῷ μα‐ | 1269 | |
69.1273 | κρύνεσθαι αὐτῷ τὴν παροικίαν ταύτην, ὀδύρεται στενάζων ἐν οἰμωγῇ καὶ θρήνῳ τὴν παράτασιν τῆς ἐν σαρκὶ παροικίας. [Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται. | |
5 | Βίβλους δὲ νοητέον τὴν πάντα περιέχουσαν τοῦ Θεοῦ γνῶσιν, καὶ τὴν ἄληστον μνήμην.] [Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου. Ὁ δυνάμενος ἀπὸ τῶν καρπῶν γνωρίζειν τοὺς φίλους τοῦ Θεοῦ, λίαν αὐτοὺς τιμήσει· ἐπεὶ καὶ αἱ | |
10 | ἀρχαὶ αὐτῶν, τουτέστιν, ἃ φρονοῦσι περὶ ἀρχῶν, | |
λίαν ἐκραταιώθησαν.] | 1271 |