TLG 4090 099 :: CYRILLUS :: Fragmenta in libros Regum

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Fragmenta in libros Regum

Citation: Volume — page — (line)

69

.

680

(4t)

ΕΚ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ
5tΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ
6tΕΙΣ ΤΑΣ ΒΑΣΙΛΕΙΩΝ ΒΙΒΛΟΥΣ
11tΒΙΒΛΟΣ Αʹ.
12Καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἔνα. Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας. Ὁρᾷς ὅπως μεσίτην ὁμοῦ καὶ τῆς σωτηρίας πρύτανιν
15ἐποιεῖτο Χριστόν; καὶ τὸ ἐπ’ αὐτῷ μυστήριον, ὅπλον οἷάπερ ἀῤῥαγὲς, ταῖς τῶν ἀλλοφύλων ἐφόδοις ἀντανιστὰς σέσωκε τὸν Ἰσραήλ; Ἄρνα γὰρ γαλαθη‐ νὸν ἔθυσεν εἰς τύπον Χριστοῦ, καὶ πάλαι βοῶντος διὰ φωνῆς προφητῶν· Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον
20ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων. Ἐπιτήρει δὲ ὅπως τῆς θυσίας ἡ δύναμις ἑτοιμότερον πρὸς τὴν ἐπικουρίαν τοῖς ἐπὶ τοῖς κάμνουσιν ἀποτετέλεκεν τὸν Πατέρα. Κατεβρόντησεν γὰρ τῶν δι’ ἐναντίας μέγα τι καὶ ἐξαίσιον· καὶ τοῖς προσάγουσι τὴν θυ‐
25σίαν μισθὸν ἐδίδου τὴν σωτηρίαν εἰς τύπον μυστη‐ ρίου τοῦ κατὰ Χριστόν. Καὶ νῦν κατάστησον ἐφ’ ἡμᾶς βασιλέα. Κυρίλλου. Ἀπεφοίτησε μὲν ὁ Ἰσραὴλ τοῦ βασι‐ λεύεσθαι παρὰ Θεοῦ διὰ προφητῶν· ἐκαλέσατο δὲ
30βασιλέα ἄνθρωπον. Ταύτῃ τοι καὶ ἀπώλισθε τῆς ἐν‐

69

.

681

τολῆς· πρῶτος γὰρ Σολομὼν προσεκύνησε τοῖς Βαα‐ λείμ· εἶτα μετ’ αὐτὸν Ἱεροβοὰμ τὰς δαμάλεις ἀν‐ έστησεν. Καὶ εἶπεν Κύριος πρὸς Σαμουήλ· Ἄκουε τῆς
5φωνῆς αὐτῶν, κ.τ.λ. Κυρίλλου. Ἐχόντων εὖ τῶν πραγμάτων αὐτοῖς, καὶ ἐν τάξει τῇ παναρίστῃ κειμένων, πικρὰ καθ’ ἑαυτῶν οἱ δείλαιοι πεφρονήκασιν. Ἀποσειόμενοι δὲ ὥσπερ τῆς ὑπὸ Θεῷ βασιλείας τὸν ζυγὸν, προσῄεσαν
10λέγοντες τῷ μακαρίῳ Σαμουήλ· «Κατάστησον ἐφ’ ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς,» καὶ τὰ ἑξῆς· Εἶτα τοῦ μακαρίου Σαμουὴλ τὰ δικαιώματα τοῦ βασιλέως κατ‐ αγγέλλοντος αὐτοῖς, καὶ πολλοῖς ἄγαν καταπτοοῦν‐ τος δείμασιν, ἀφιστάντος δὲ καὶ μάλα γοργῶς τῶν
15οὔτω σαθρῶν καὶ ἀνοσίων σκεμμάτων, οὐδὲν ἧττον ἐπεφύοντο λέγοντες· «Οὐχὶ, ἀλλ’ ἢ βασιλεία ἔσται ἐφ’ ἡμᾶς.» Καὶ εἶπεν ὁ Σαοὺλ τῷ παιδαρίῳ, κ.τ.λ. Καὶ τί οἴσομεν; κ.τ.λ.
20 Κυρίλλου, ἐκτοῦ κατὰ Ματθαῖον. Προσ[π]έφυ‐ κεν ἀεὶ τοῖς ὠφελουμένοις, ἤγουν ὑπὸ τῶν τυχόντων ἡδίστων μετεσχηκόσιν, ἀνταποτιννῦναι θέλειν τὰς κατὰ δύναμιν ἀμοιβὰς, καὶ ταῖς ἰσοστάθμοις ἤγουν καὶ ἔτι καὶ μείζοσιν κατευφραίνειν τιμαῖς· καὶ ἀπό‐
25δειξιν τῆς εὐγνωμοσύνης τὴν ἐν τούτοις ἀεί πως ἐπιτηδεύουσι προθυμίαν, οἷσπερ ἂν ἀγαθὸς καὶ εὐγνώ‐ μων ἐνυπάρχοι τρόπος. Καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαούλ. —Καὶ ὄνομα αὐτῷ Δωήκ.
30 Κυρίλλου. Γέγονεν ἀνήρ τις Ἰδουμαῖος τὸ γένος, ᾧ ὄνομα Δωήκ. Οὗτος ἀπεστρέφετο παρὰ τοῖς δορυ‐ φόροις τοῦ μακαρίου Δαβὶδ, καὶ ἧν κτηνοτρόφος, πλὴν ἀνὴρ πικρὸς καὶ βάρβαρος καὶ οὐδαμόθεν ἔχων τὸ γνήσιον. Περιετύγχανε δὲ λάθρα τῷ Σαοὺλ,
35καὶ ἀπήγγελλεν αὐτῷ τὰς σκέψεις καὶ πάντα τὰ βουλεύματα· ἐπηγ[γ]έλλετο δὲ κατὰ καιροὺς καὶ παρα‐ δώσειν αὐτόν. Καὶ δήποτε θεασάμενος τὸν μακάριον Δαβὶδ εἰσελθόντα εἰς τὸν οἶκον τοῦ Θεοῦ, ὅτε τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, καὶ περιτυχὼν τῷ
40Ἀβιμέλεχ τῷ ἱερεῖ, ἀπήγγελλε τῷ Σαοὺλ, ὅτι μετ’ ὀλίγων ἐστὶ παντελῶς, καὶ δύναται ῥᾳδίως αὐτὸν λα‐ βεῖν ἐπελθὼν, καὶ εὐκόλως χειρώσασθαι. Οὐκοῦν προδέδωκε μὲν ὁ Δωὴκ ἀπαγγείλας τῷ Σαοὺλ, ὅτι συντετύχηκε τῷ Ἀβιμέλεχ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ·
45διέσωζε δὲ τὸν προφήτην ὁ τῶν ὅλων Δεσπότης, καὶ τῆς ἐκείνου δυστροπίας μάταιον ἐποίει τὸ ἐγχεί‐
ρημα.

69

.

684

ΒΙΒΛΟΣ Βʹ. Καὶ ἐῤῥέθη τῷ Δαβὶδ Οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ χωλοί. Κυρίλλου. Οὐκοῦν τῷ μὲν μακαρίῳ Δαβὶδ οἱ ἀπό
5τε τῆς Ἱερουσαλὴμ, ἤτοι τῆς Ἰεβοῦς, ἀντέστησαν τυφλοὶ καὶ χωλοί· καὶ τοῦτο πεποιηκότες, οἰκτρῶς διολώλασι· κατελάβετο γὰρ αὐτήν. Ἀντέστησαν τῷ πάντων Σωτῆρι Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας αὐτοῦ και‐ ρὸν οἱ τῆς Ἱερουσαλὴμ οἰκήτορες χωλοὶ καὶ τυφλοί·
10οὐ γὰρ ᾔδεσαν ὀρθοποδεῖν· ἀλλ’ οὐδὲ τὸ θεῖον εἰς νοῦν ἐδέξαντο φῶς οἱ τὴν πίστιν οὐ προσιέμενοι, Γραμματεῖς δὲ μάλιστα καὶ Φαρισαῖοι. Καὶ ἀπέστειλεν Δαβὶδ ἀγγέλους, καὶ ἔλαβεν αὐ‐ τὴν, καὶ εἰσῆλθε πρὸς αὐτήν.
15 Κυρίλλου. Μὴ ταραχθῇς ἑτοίμως περὶ τῶν ἁγίων, εἰ γεγόνασιν ἐν παροράμασιν ἔσθ’ ὅτε καὶ αὐτοί· καὶ γάρ ἐστιν ἀληθὲς ὅτι καὶ οἱ σφόδρα γενναιότατοι τῶν στρατιωτῶν, οἱ ἐπ’ ἀνδρείᾳ σωμάτων καὶ εὐτε‐ χνίᾳ τεθαυμασμένοι, πλήττονται μὲν ἔσθ’ ὅτε μαχό‐
20μενοι, πλὴν οὐ καταπίπτουσιν. Ἄλλως τε χρῆναι γὰρ ὑπολαμβάνω προσεπενεγκεῖν τοῖς εἰρημένοις καὶ τοῦτο· Μόνῳ τετήρηται τῷ φιλανθρώπῳ Σωτῆρι Χριστῷ, τὸ μὴ παθεῖν ἁμαρτίαν· ὅτι Θεὸς κατὰ φύ‐ σιν ὢν, γέγονε σάρξ. Διὰ τοῦτο καὶ αὐτὸς ἔλεγε
25περὶ ἑαυτοῦ· «Ἔρχεται ὁ ἄρχων τοῦ αἰῶνος τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν· Καὶ μετ’ ὀλίγα· Καὶ ταῦτά φημι περὶ τῆς ἁμαρτίας τοῦ Δαβὶδ ὅτε εἰσῆλ‐ θε πρὸς τὴν Βερσαβεὲ τὴν τοῦ Οὐρίου γαμετήν. Προσήκει δὲ ἅπασι τῆς ἱστορίας ὁ λόγος· εἰ γὰρ καὶ
30ἠσθένησεν ὡς ἄνθρωπος, καί τι τῶν ἀδοκήτων εὑρί‐ σκεται πεπονθὼς, ἀλλ’ ἔδειξεν ὡς τὰ τῶν ἁγίων πταίσματα ταχεῖαν ἔχει τὴν ἐπανόρθωσιν. Καὶ εἶπε Δαβὶδ τῷ Νάθαν· Ἡμάρτηκα τῷ Κυρίῳ. Κυρίλλου, ἐκ τῆς εἰς τὸν νʹ ψαλμόν. Ἐν‐
35ταῦθά μοι θαύμαζε τὸν μακάριον Δαβίδ· ..., τεθρή‐ νηκεν ὑπὲρ τῆς ἁμαρτίας. Καί γε ὁ υἱός σου ὁ τεχθείς σοι, θανάτῳ ἀπο‐ θανεῖται. Κυρίλλου, ἐκ τοῦ εἰς ψαλτήριον ὑπομνήματος,
40ῥητοῦ προκειμένου. «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγ‐ ξῃς με.» Καίτοι ταῦτα ἀκούσας παρὰ τοῦ προ‐ φήτου, ... μᾶλλον ἢ συγγινώσκεσθαι. Καὶ ἔλαβε τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως. Κυρίλλου. Παρετάξατο μὲν πρὸς τοὺς υἱοὺς Ἀμ‐
45μὼν, καὶ τοὺς ταῖς ἐκείνων ἀπονοίαις συνησπισκότας τοὺς ἀπὸ γέας φημὶ τῆς Σύρων· νενίκηκε δὲ, καὶ εἷλε μὲν αὐτοὺς κατὰ κράτος· λαβὼν δὲ τὸν στέφα‐ νον τοῦ Μολχὼμ, εἶτα λίθον ἐν αὐτῷ παμμεγέθη καὶ πολύτιμον εὑρὼν, ἐνέδησε τῷ ἰδίῳ στεφάνῳ.

69

.

684

(50)

Καὶ Δαβὶδ ἀνέβαινε κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος.
Κυρίλλου. Ἐπειδὴ συνέβη πρὸ τοῦ πολέμου τοῦ

69

.

685

πρὸς Ἀβεσσαλὼμ, τὴν ἁμαρτίαν γενέσθαι παρὰ τοῦ μακαρίου Δαβὶδ, τὴν εἰς Οὐρίαν φημὶ, θρῦλος ἦν ἀνὰ πᾶσαν, ὡς ἔπος εἰπεῖν, τὴν Ἰουδαίων χώραν, καὶ ὑποψίαν τινὲς οὐκ ἀπιθάνως ἔχοντες περὶ αὐτοῦ·
5ᾤοντο γὰρ αὐτὸν τῶν εἰς Οὐρίαν πλημμελημάτων πράττεσθαι δίκας· καὶ ἐν προσκρούσει δὲ γεγονότα τῇ παρὰ Θεῷ, τοῖς ἐθέλουσι κᾆτα δὴ οὖν εὐάλωτον ἔσεσθαι, καὶ πανταχοῦ νοσοῦντα τὸ ἄναλκι. Διασκέδασον δὴ τὴν βουλὴν Ἀχιτόφελ.
10 Κυρίλλου. Διασκέδασον, φησὶ, τὴν βουλὴν Ἀχι‐ τόφελ, Κύριε ὁ Θεός μου. Ἦν γὰρ ὁ Ἀχιτόφελ βα‐ θὺς καὶ πικρὸς καὶ πολυγνώμων, καὶ ὁδοὺς ἀνευρεῖν ἱκανὸς ἐφ’ ἑκάστῳ πράγματι, καὶ πρός γε τοῦτο στρατηγικώτατος. Ἐδεδίει τοίνυν μάλιστα τῶν ἄλ‐
15λων τὸν Ἀχιτόφελ, διὰ τὸ πικρὰς εἰσφέρειν ἀεὶ γνώ‐ μας, καὶ τὸ εἰδέναι στρατηγεῖν. Καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσί. Κυρίλλου. Ἔνα ὑπάρχοντα τῶν ἑαυτοῦ φίλων τὸν Χουσὶ, πείθει προσποιήσασθαι τὴν ἀπόστασιν τὴν
20ἀπ’ αὐτοῦ, καὶ τὸ προσκεκλῆσθαι θέλειν τὸν Ἀβεσ‐ σαλὼμ, ἵνα ταῖς τοῦ Ἀχιτόφελ λεληθότως μάχηται συμβουλαῖς ὃ δὴ καὶ γέγονεν. Καὶ οὔτως ἔλεγε Σεμεῖ ἐν τῷ καταρᾶσθαι αὐτόν. Κυρίλλου. Ὑβρίσας Σεμεῒ καὶ πικραῖς αὐτὸν μο‐
25νονουχὶ κατασφενδονήσας φωναῖς, οὐδὲν ὑπ’ αὐτοῦ τῷ τηνικάδε παθὼν ἀπηλλάττετο· εἰ καὶ δυσχερεῖς μετὰ τοῦτο καὶ τὰς αὐτῷ πρεπούσας ἐκτέτικε δίκας· πλὴν ὅτι διεκαρτέρησεν ὁ Δαβὶδ, καὶ παρατρυνόντων αὐτὸν πολλῶν, τοῦ παντὸς ἀξίαν ἡγεῖτο τὴν σιωπὴν,
30ἐκ πολλῆς ἄγαν καὶ ἀξιαγάστου συνέσεως. Ἐνενόει γὰρ ὅτι διά τοι τοῦ προσκεκροῦσθαι Θεῷ, δέδοταί πως εἰς μάστιγας, καὶ μοῖραν εἶναι κατελογίζετο τῆς πληγῆς, τοὺς παρά τινων ὀνειδισμοὺς τωθασμούς τε καὶ γέλωτας. Ἔνθα γὰρ ἀποστροφὴ Θεοῦ καὶ ἐγκα‐
35τάλειψις, κἂν γοῦν ἡ μετρία γένοιτο κατά τινος, ἐκεῖ που πάντως ἔσται καταλυπεῖν εἰωθότα πολλὰ καὶ πικρά. Ὅτι Κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαβίδ. Κυρίλλου. Τούτου μέμνηται ἐν τῷ ληʹ ψαλμῷ·
40φησὶν, «Ὄνειδος ἄφρονι ἔδωκάς με.» Καὶ εἶπεν Ἀχιτόφελ πρὸς Ἀβεσσαλὼμ, κ.τ.λ. Κυρίλλου. Ὁ μὲν Ἀβεσσαλὼμ φεύγοντα τὸν πατέρα διώκειν ἤθελε· καὶ ὅτι χρὴ τοῦτο πράττεσθαι, νεανικῶς συνεβούλευεν Ἀχιτόφελ. Ὁ δέ γε Χουσὶ
45πιθανῶς αὐτὸν ἀφιστὰς τῆς τοῦ πατρὸς ἀγριότητος ἐπιδεῖν, οὐχ ἁπλῶς εὐθυδρομῆσαι πρὸς τοῦτο, προ‐ ετοιμάσασθαι δὲ μᾶλλον τὴν ἀρκοῦσαν χεῖρα, καὶ στρατιωτῶν ὄχλον συνενεγκεῖν, διὰ τὸ εἶναι δυνατὸν καὶ ἐμπειροπόλεμον καὶ τῶν ὅτι μάλιστα μαχιμωτά‐

69

.

685

(50)

των τὸν μακάριον Δαβίδ. Καὶ ἔλαβεν ἡ γυνὴ καὶ διεπέτασε τὸ ἐπικάλυμμα, κ.τ.λ. Κυρίλλου. Οὐκοῦν κἂν δι’ ἀνθρώπων ἔσθ’ ὅτε
συμβαίνῃ τινὰ χρηστὰ, μὴ ἐκείνοις μᾶλλον εὐχα‐

69

.

688

ριστῶμεν, ἀλλὰ Θεῷ τῷ δι’ αὐτῶν τὰ θυμήρη χαρι‐ σαμένῳ. Καὶ Ἀχιτόφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ.
5 Κυρίλλου. Κεκράτηκε μὲν ἡ τοῦ Χουσὶ γνώμη· λυπηθεὶς δὲ πρὸς τοῦτο λίαν ὁ Ἀχιτόφελ, βρόχῳ κατέλυσε τὸν βίον, αὐτὸς καθ’ ἑαυτοῦ δικαίαν ψῆφον ἐξενεγκών. Καὶ ἔκλαυσε, καὶ οὕτως εἶπεν, κ.τ.λ.
10 Κυρίλλου. Πεπολέμηκε μὲν τῷ μακαρίῳ Δαβὶδ ὁ Ἀβεσσαλὼμ, καὶ ἀδοκήτως τὰ τῆς δυσμενείας ὅπλα κεκίνηκε κατὰ τοῦ φύσαντος ὁ νεανίας· ἑάλω δὲ καὶ ἀπόλωλε. Πλὴν οὐκ ἐπεγάννυτο παθόντι τὸν θάνατον ὁ πατὴρ, ἀλλ’ ἐθρήνησεν ὡς υἱόν.
15tΒΙΒΛΟΣ Γʹ.
16Καὶ ὁ βασιλεὺς Δαβὶδ πρεσβύτερος προβεβηκὼς ἡμέραις. Κυρίλλου. Ἀφορήτους μὲν ἀγῶνας διενεγκὼν, κατευμεγεθήσας δὲ τῶν ἐχθρῶν, καὶ ἀχείρωτος γε‐
20γονὼς τοῖς ἐπιβουλεύουσιν αὐτῷ. Κεκράτηκε γὰρ οὐκ ἀλλοφύλων μόνον, οὐδὲ τὰς τῶν αἱμοβόρων βαρβά‐ ρων ἐτρέψατο φάλαγγας, ἀλλὰ γὰρ καὶ τοὺς κατὰ καιρὸν ἀνταίροντας καὶ τοὺς τοῖς ἀνταίρουσιν αὐτῷ συνασπίζοντας.
25Καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ. Κυρίλλου. Χρὴ γὰρ εἶναι σοφοὺς καὶ τῶν συμ‐ φερόντων ἐπιστήμονας, τοὺς ἐθέλοντας δουλεύειν Θεῷ, καὶ νῷ διεγηγερμένους πρὸς τοὺς χρωμένους,
30καὶ διαδιδράσκειν ἐθέλοντας τοῦ παρόντος βίου τὸν κλύδωνα. Ὥσπερ γὰρ τὰ πλοῖα πηδαλίων μὲν ὄντων αὐτοῖς, κατ’ εὐθὺ φέρεται τοῦ σκοποῦ, καὶ τὰς τῶν κυμάτων διαφεύγει προσβολὰς, κἂν ἀγριαίνῃ ποτὲ κατ’ αὐτῶν ἡ θάλασσα· πηδαλίων δὲ οὐκ ὄντων, τῇδε
35κἀκεῖσε διαῤῥίπτεται ῥᾳδίως, καὶ καταμεθύει ταῖς πλάναις, καὶ λίθοις καὶ πέτραις προσβάλλοντα συν‐ θραύεται· οὕτω καὶ ἀνθρώπου ψυχὴ, ἀγαθαῖς μὲν φρεσὶ διοικουμένη, διαφεύξεται ῥᾳδίως τὸν χειμάζοντα Σατανᾶν· ἀπράκτους δὲ οὕτως ἀποφαίνει καὶ τὰς
40τῶν ἐπιβουλευόντων αὐτῇ κακουργίας. Καρδία δὲ οὐκ ἔχουσα σοφίαν, χαλεπὸν ὑπομένει τὸ ναυάγιον. Καὶ ἤρεσεν ἐνώπιον Κυρίου, κ.τ.λ. Κυρίλλου. Καὶ ἤρεσε, φησὶν, ἐνώπιον Κυρίου ὅτι ᾐτήσατο Σολομὼν τὸ ῥῆμα τοῦτο· ἐπῃνέθη μὲν οὐ
45μετρίως, ἠξιώθη δὲ τοῦ χαρίσματος. Κατένευσε γὰρ αὐτῷ πλουσιόδωρος ὢν ὁ τῶν ὅλων Δεσπότης· ἐπι‐ νεύει γὰρ ὁ Θεὸς προθύμως τοῖς αἰτοῦσι καλῶς.— Δῶρον γὰρ ἀληθῶς ἐξαίρετον παρὰ Θεοῦ σοφία τέ ἐστι καὶ σύνεσις· τοῖς οὕτω λαμπροῖς ξενίοις κατα‐

69

.

688

(50)

φαιδρύνεται καὶ αὐτὴ τῶν ἀγγέλων ἡ φύσις, καὶ τῶν ἄνω καὶ ἐν οὐρανοῖς πνευμάτων ἡ μακαρία πληθύς. Τί γὰρ ἂν γένοιτο κτῆμα ψυχῆς ἕτερον παρὰ τοῦτο; Ἆρα χρυσὸς καὶ ἄργυρος; Ἀλλὰ τοῦτό ἐστιν οὐδὲν πρὸς ἡμᾶς, ὅτι καὶ πρόσκαιρά ἐστι καὶ παραλυόμενα
55καὶ εὐαπόβλητα παντελῶς, καὶ οὐδὲν ὠφελεῖν ἰσχύοντα

69

.

689

τὴν ἀνθρώπου ψυχήν. Κτῆμα δὴ οὖν τίμιόν τε καὶ ἐπέραστον ἀληθῶς τῇ ἀνθρώπου ψυχῇ σοφία καὶ γνῶσις, ἡ περὶ Θεοῦ δηλονότι. Καὶ ἃ οὐκ ᾐτήσω δέδωκά σοι, καὶ πλοῦτον, κ.τ.λ.
5 Κυρίλλου. Διδάσκων ἡμᾶς τίνα μὲν αἰτεῖν χρὴ, τίνα δὲ ὡς ἐν προσθήκης μέρει λαμβάνειν· αἰτήσαντι γὰρ καλῶς τὴν σοφίαν, μετὰ δοῦναι ταύτην, τἄλλα πάντα προστέθεικεν. Ἐπείπερ αὐτός ἐστιν ὁ ἐν Εὐ‐ αγγελίοις εἰπών· «Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ
10Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον. Κυρίλλου. Καὶ ἔστωσαν, φησὶν, οἱ ὀφθαλμοί σου,
15καὶ τὰ ὦτά σου ἠνεῳγμένα. Εἰ δὲ μορίων, ἤτοι μελῶν, ἡ θεία μέμνηται Γραφὴ πρὸς ἡμᾶς λαλοῦσα περὶ τοῦ Θεοῦ, ἰστέον ὅτι ἐξ ὧν ἴσμεν τε καὶ πεφύκαμεν εἶναι πρὸς ἡμᾶς διαλέγεται· οὐ γὰρ ἦν ἑτέρως ἡμᾶς νοεῖν δύνασθαι τὰ περὶ Θεοῦ. Αἰτία τοίνυν καὶ πρόφασις
20ἀληθῶς τοῦ σωματικῶς περὶ Θεοῦ τοὺς πρὸς ἡμᾶς ποιεῖσθαι λόγους τὴν θεόπνευστον Γραφὴν, καὶ νοῦ καὶ γλώττης ἐν ἡμῖν ἡ πτωχεία· ἄῤῥητα γὰρ παντε‐ λῶς τὰ περὶ αὐτοῦ. Καὶ οὐκ ἧν συνιέναι τι τῶν ἀναγκαίων δύνασθαι τοὺς ἐν ἁπτοῖς καὶ παχέσιν ὄντας
25σώμασιν, εἰ μὴ ἐν τάξει παραδειγμάτων τὰ ἑαυτῶν δεχόμενοι μέλη, μόλις οὕτως ἄνιμεν εἰς ἐννοίας ἰσχνὰς τὰς περὶ Θεοῦ. Ἡ δὲ βασίλισσα Σαβὰ, κ.τ.λ. Κυρίλλου, ἐκ τοῦ εἰς τὸν κατὰ Λουκᾶν.
30Γυνὴ βάρβαρος, μακρῶν αὐτὴν εἰργόντων διαστημά‐ των, ὄκνου γέγονε κρείττων, οὐχ ἵνα χρημάτων ποιή‐ σηται συλλογὴν, ἀλλ’ ἵνα ἀκούσῃ τὴν σοφίαν Σολο‐ μῶντος, παραβολὰς λαλοῦντος καὶ αἰνίγματα, καὶ ἀν‐ θρωπίνων ἠθῶν ὑπογράφοντος κάλλη τε καὶ ψόγους.
35Τότε ᾠκοδόμησε Σολομὼν ὑψηλὸν τῷ Χαμὼς εἰ‐ δώλῳ Μωάβ. Κυρίλλου. Καὶ τί ἂν γένοιτο τῶν οὕτως ἐκτόπων πλημμελημάτων τὸ δυσαχθέστερον, τιμῆς καὶ ἀγάπης τῆς εἰς ἕνα καὶ φύσει Θεὸν ἀξίωμα ταῖς τῶν δαιμο‐
40νίων ἀπονέμειν ἀγέλαις, μᾶλλον δὲ λίθοις ἀναπλάτ‐ τειν καὶ ξύλοις, καὶ τούτοις οἰκοδομεῖν ναούς; Καὶ ὠργίσθη Κύριος ἐπὶ Σολομὼν, κ.τ.λ. Κυρίλλου. Τί δὲ ἧν ἄρα τὸ ἐνταλθὲν αὐτῷ τε καὶ πᾶσι τοῖς ὑπὸ τὸν νόμον ἀνδράσι μὴ κηδεύειν ἀλλο‐
45γενέσιν; Ἔφη γὰρ, ὅτι «Τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ· καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου. Ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ πορευθεὶς λατρεύσει θεοῖς ἑτέροις. Ἀμνημονήσας τοίνυν τῆς τοιαύτης ἐντολῆς, ταῖς τῶν ἀλλοφύλων

69

.

689

(50)

συνεπλέκετο θυγατράσιν. Ἐπειδὴ τοίνυν, φησὶ, δι’ οὐδενὸς ἐποίησας λόγου τὴν δοθεῖσαν ἐντολὴν, κατ‐ ολισθήσας πρὸς ἀπόστασιν τοῖς τῶν ἀλλοφύλων λελά‐
τρευκας θεοῖς, καὶ δούλην ἐμὴν τὴν κτίσιν οὖσαν εἰ‐

69

.

692

δὼς, τὴν ἐμὴν καὶ μόνην πρεπωδεστάτην ἐκνενέμη‐ κας αὐτῇ τιμήν τε καὶ δόξαν, κἀγὼ τὴν σὴν διαῤ‐ ῥήξω βασιλείαν, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου, ἴν’ ὃ πεποίηκας, μάθῃς ἐξ αὐτοῦ τοῦ συμβεβηκότος.—
5Ἐπειδὴ γὰρ ταῖς εἰς γυναῖκας ἐπιθυμίαις ἡττώμενος, καίτοι σοφὸς ὢν ἄγαν ὁ Σολομὼν, μονονουχὶ καὶ ὅσον ἧκεν εἰπεῖν εἰς ἐγχειρημάτων δύναμιν, τὴν τοῦ Θεοῦ βασιλείαν διέῤῥηξεν, εἰδώλοις ἀνάπτων τὴν αὐ‐ τῷ μόνῳ πρεπωδεστάτην τιμήν τε καὶ δόξαν· ταύτῃ‐
10τοι καὶ μάλα εἰκότως διαῤῥηγνύναι Θεὸς ἐπηπείλει τὴν βασιλείαν αὐτοῦ, τοῖς ἴσοις ἀντιλυπῶν, κατὰ τὸ ἐν προφήτῃ γεγραμμένον Ἰεζεκιήλ· «Καθὼς ἐποίη‐ σας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδο‐ θήσεται σοι εἰς κεφαλήν σου.»
15Καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ ἐπορεύθη καὶ ἐποίησε δύο δαμάλεις. Κυρίλλου Πρόξενος [cod. πρόξενον] ὀλέθρου γέ‐ γονε τοῖς ἐξ Ἰσραὴλ Ἱεροβοὰμ, τὸ ἀνθελέσθαι τὴν τῶν ἀνθρώπων βασιλείαν δεικνὺς, καὶ ἀποφοιτῆσαι
20τοῦ βασιλεύεσθαι παρὰ Θεοῦ διὰ προφητῶν. Ἰδοὺ γὰρ ὁ Ἱεροβοὰμ ἐμὲ τὸν Δεσπότην παρώργισε και‐ νοτομήσας δαμάλεις, καὶ τὸ ἐμὸν αὐταῖς ἀξίωμα περιθείς. Καὶ πάλιν· Ἐπενόησεν ἐν ἀρχαῖς Ἱερο‐ βοὰμ τὰς δαμάλεις, καὶ πληροῦν ἐκέλευσεν ἐπ’ αὐταῖς
25τὰ νενομισμένα, τὴν τῷ Θεῷ πρέπουσαν δόξαν τοῖς ἰδίοις εὑρέμασιν ἀνάπτων ὁ δείλαιος· ἵν’ ἔχοι μὲν αὐτὸς τὴν βασιλείαν ἀσφαλῶς, ἀποστερεῖ δὲ ὥσπερ τῶν ἰδίων Θεόν [cod. Θεός]. Καὶ ἀμπελὼν εἶς ἦν τῷ Ναβουθαί. Κυρίλλου. Ἀμπελῶνα νοεῖν τὸν Ἰσραὴλ Ἡσαΐας
30ἡμῖν ὑποτίθεται. Ἀλλ’ οἱ τούτου ἡγούμενοι, ὧν φέρει τύπον ὁ Ἀχαὰβ, ἐπεθύμουν αὐτὸν ἔχειν, ἀλλ’ οὐκ ἔπειθον καταπροδοῦναι σφίσιν τὸν τοῦ πατρὸς ἐξαί‐ ρετον ἀμπελῶνα, ἵνα καὶ εἰς κῆπον αὐτὸν λαχανίας μετασκευάσωσι, διδάσκοντες διδασκαλίας ἐντάλματα
35ἀνθρώπων, καὶ ποτίζοντες αὐτὸν ἀνατροπὴν θολεράν. Εἶτα τί δέδρακεν ἡ θεομίσητος Ἰεζάβελ, τουτέστιν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, ταῖς τῶν ἡγουμένων συνδραμοῦσα λύπαις; Δόλῳ μέτεισι τὸν δίκαιον Να‐ βουθαὶ, τουτέστι τὸν ἐρχόμενον. Ἀνῄρηται γὰρ
40συκοφαντούμενος ὁ Ἐμμανουήλ. Θεὸς ὀρέων Θεὸς Ἰσραήλ. Κυρίλλου. ᾬοντο γὰρ ὅτι νενικήκασιν οἱ ἐξ Ἰσ‐ ραὴλ, μόνοις τοῖς ὄρεσιν ἢ καὶ ἐν τοῖς βουνοῖς δυνα‐ μένου σώζειν Θεοῦ· ἡττήμεθα δὴ οὖν, φησὶν, ὅτι
45Θεὸς ὀρέων Θεὸς Ἰσραήλ· εἰ δὲ δὴ γένοιτο συνελθεῖν εἰς μάχην ἐν πεδίοις ἐψιλωμένοις, περιεσόμεθα πάν‐ τως, ἀτονοῦντος ἐν κοιλάσι τοῦ Θεοῦ Ἰσραήλ. Ἑλλη‐ νικῆς δὲ ταῦτα φρενοβλαβείας ἐγκλήματα, καὶ τῶν οὐκ εἰδότων τὸν ἀληθῆ καὶ κατὰ φύσιν Θεὸν ἀθυρο‐

69

.

692

(50)

στομία δεινή. Οὐκοῦν ἠγανάκτει κατὰ τῶν ἀλλοφύλων
καὶ σφόδρα εἰκότως ὁ πάντα ἰσχύων Θεὸς, ὅτι καὶ

69

.

693

νικῶντες, ὡς ἔφη[ν], τὸν Ἰσραὴλ, τοῖς ἰδίοις θεοῖς ἀνῆπτον τὰ χαριστήρια, ληροῦντες ᾤοντο καὶ αὐτοῦ κρατῆσαι Θεοῦ. Καὶ εὑρίσκει ἄνθρωπον ἄλλον, καὶ εἶπε· Πάτα‐
5ξόν με. Κυρίλλου. Ἀκούεις ὅπως ὁ πατάξαι τὸν προφή‐ την παραιτούμενος, ἐλεεινῶς ἀνῃρέθη, δεινῷ θηρίῳ περιπεσών; Καίτοι πῶς οὐκ ἀληθὲς εἰπεῖν ὡς ἦν εὐλαβείας καρπὸς τὸ καταπαίειν μὴ ἀποτολμᾷν ἅγιον
10καὶ προφήτην; Ἀλλ’ ἐν λόγῳ Κυρίου καὶ δυσδιάφυ‐ κτον ἔγκλημα γέγονεν παρακοή. —Οὕτως δυσδιά‐ φυκτον ἔγκλημα τὸ ποιεῖν τι παρὰ τὸ δοκοῦν τῷ Θεῷ ἢ τὸ μὴ ἀμελ[λ]ητὶ ποιεῖν τὰ παρ’ αὐτοῦ προσταττόμενα Οὐκοῦν ἀναγκαῖον ὄκνου τε δίχα καὶ μελλησμοῦ
15ἀποπεραίνεσθαι πρὸς ἡμῶν, ὅπερ ἂν ἁνδάνοι Θεῷ. Τὸ δὲ ἕτερόν τι παρὰ τοῦτο δρᾷν, ἢ καὶ ἑλέσθαι φρο‐ νεῖν, ὑπεροψίας ἔγκλημα φέρει· μόνον γὰρ οὐχὶ καὶ ἐπιτιμᾷν ἐγνώκασιν οἱ τοιοίδε λοιπὸν, ὡς οὐκ ὀρθῶς ἔσθ’ ὄτε βουλευσαμένῳ Θεῷ.
20tΒΙΒΛΟΣ Δʹ.
21Καὶ νῦν ἔλαβες τὸ ἀργύριον, κ.τ.λ. Κυρίλλου. Τοῦτο καὶ ὁ Χριστὸς ἐν τοῖς ἁγίοις Εὐαγγελίοις φησί· «Μὴ βαστάσητε βαλάντιον μη‐ δὲ πήραν ἢ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν
25ἀσπάσησθε.» Χρὴ γὰρ εὐθείᾳ ὁρμῇ ἐπὶ τὸ ἔργον χωρεῖν, καὶ μηδὲ εὐλογοῦντα ἀντευλογεῖν· ζημία γὰρ τῆς σπουδῆς ἡ πρὸς ἑτέρους ἀπόνευσις, καὶ τὸν τοῖς κηρύγμασι πρέποντα καιρὸν εἰκῆ δαπανᾷν οὐκ ἐπ’ ἀναγκαίοις πράγμασι, μηδὲ χαρίζεσθαι φιλίαις
30τὸν ἀνωφελῆ μελλησμόν. Καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν. Κυρίλλου. Οὗτοι δὴ οὖν οἱ κλῆρον ἑλόντες τὴν Σαμαρειτῶν κατῳκηκότες γῆν, καὶ τέκνων που τάχα γεγόνασι πατέρες· καὶ τοῖς Ἰουδαίων ἤθεσι προσνε‐
35νεύκασι, τὰς τῶν λεόντων ἐφόδους κατοῤῥωδήσαντες. Ἐξ αὐτῶν γεγόνασι Σαρασάρ τε καὶ Ἀρβεσέσερ, ὃς καὶ ὠνόμασται βασιλεὺς, διά τοι τοῦτον καθηγεῖσθαι τὸ τηνικάδε τῶν ἐν Σαμαρείᾳ μετῳκισθέντων ἐκ τῆς Περσῶν.
40Ἐβασίλευσεν Ἐζεκίας υἱὸς Ἀχὰζ βασιλέως Ἰούδα. Κυρίλλου. Προβέβηκε δὲ δόξης τε καὶ ὁμοῦ ἰσχύος εἰς τοῦτο, ὡς κατακρατῆσαι τῶν ἐθνῶν τῶν προσοι‐ κούντων τὴν Ἰουδαίαν, καὶ μὴν καὶ δασμοὺς ἐπιθεῖ‐
45ναι πολλούς. Καὶ μετ’ ὀλίγα· Εἶτα πέπονθέ τι τῶν ἀνθρωπίνων· ἀπὸ γάρ τοι τῆς ἄγαν τρυφῆς, καὶ τῇ τῆς εὐκλείας ὑπεροχῇ νενικημένος, τρόπον τινὰ πε‐ φρόνηκεν ὑψηλὰ, καὶ τῇ τῆς ὑπεροψίας νόσῳ κεκρα‐ τημένος, καὶ αὐτοῦ τοῦ θείου κατεξανέστη νόμου.

69

.

693

(50)

ᾨήθη γὰρ δεῖν καὶ τοῖς τῆς θείας ἱερωσύνης αὐχή‐ μασιν ἑαυτὸν στεφανοῦν. Ἐπεχείρησε γὰρ εἰς τὸν
θεῖον εἰσελάσαι νεὼν, αὐτὸς δὲ δι’ ἑαυτοῦ θυμιᾷν τῷ

69

.

696

Θεῷ, καὶ πληροῦν ἐννόμως τὰ νενομισμένα. —Ταύ‐ της ἕνεκα τῆς αἰτίας λελέπρωται παραχρῆμα, καὶ ἧν ἀτιμώτατος· μιαρὸς γὰρ κατὰ τὸν νόμον ὁ τῷ τῆς λέπρας πάθει κατισχημένος.
5Ποῦ ἔστιν ὁ Θεὸς Αἰμάθ; κ.τ.λ. Ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου; Κυρίλλου. ᾨήθη γὰρ ἴσως ὁ βάρβαρος ἔχων μετὰ τοῦ φρονήματος καὶ τὴν γλῶτταν, ὅτι καθ’ ἕνα τῶν ψευδωνύμων θεῶν ἐστιν ὁ γῆς τε καὶ οὐρανοῦ δε‐
10σπότης καὶ τῶν ὅλων γενεσιουργὸς καὶ Κύριος· ἔθος δὴ εἶναι τοῖς οὐκ εἰδόσι Θεὸν κατακερτομεῖν ἔσθ’ ὅτε τὴν τῶν ἁγίων ἐλπίδα· καὶ ὅτι οὐκ ἂν ῥυσθεῖεν παρὰ Θεοῦ λέγειν ἀποτολμᾷν. —Οὐκ ἠγνόησε δὲ, ὅτι τοὺς μὲν ψευδωνύμους θεοὺς αἱ ἀνθρώπων εἰργάσαντο
15χεῖρες· ὁ δὲ φύσει τε καὶ ἀληθῶς, ὑπ’ οὐδενὸς πε‐ ποίηται, παρήγαγε δὲ μᾶλλον αὐτὸς εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ.—Ἥλω οὖν Σαμάρεια, Θεοῦ συστέλ‐ λοντος τὴν ἐπικουρίαν. Καὶ, ὡς ἔφην φθάσας, κἂν μηδεὶς τῶν παρ’ Ἕλλησι λεγομένων θεῶν σέσωκε
20τὴν ἑαυτοῦ, τοῦτο πρὸς Θεὸν οὐδὲν, τὸν ἀληθῶς καὶ φύσει ὅντα καὶ μέγαν. Οἱ μὲν γὰρ ἐκ τέχνης ἀνθρω‐ πίνης διέλαχον τὸ κἂν γοῦν ὁρᾶσθαι μόνον ὁ δὲ κατ‐ εξουσιάζει τῶν ὅλων, τῶν δυνάμεων ὑπάρχων Κύ‐ ριος.
25Διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ. Κυρίλλου. Ὁρᾷς ὅπως, ἀμελήσας τῶν καθ’ ἑαυ‐ τὸν, λυπεῖται διὰ Θεὸν, καὶ ζητεῖ τὴν ἐκδίκησιν; «Διέῤῥηξε, φησὶ, τὰ ἱμάτια αὐτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Κυρίου» Καὶ ποία
30τις ἦν ἡ πρόφασις τοῦ περιῤῥήγνυσθαι τὰ ἄμφια; Ἔθος ἦν Ἰουδαίοις ἐπὶ ταῖς κατὰ Θεοῦ δυσφη‐ μίαις τοῦτο δρᾷν· ὅπερ καὶ ἐν τοῖς Εὐαγγελίοις ὑπὸ Καϊάφα γεγενῆσθαι ἱστόρηται. Ἔκοψα τὸ μέγεθος τῆς κέδρου αὐτοῦ.
35 Κυρίλλου. Αὐτοῦ, τίνος; Τοῦ Λιβάνου, ἤτοι τῆς Ἰουδαίας. Ὕψος δὲ κέδρου τὴν παρ’ αὐτοῖς βασιλείαν φησί. —Ἔμελλε γὰρ τῆς Ἐζεκίου βασιλείας εἰς ὕψος αἴρεσθαι τὰ αὐχήματα. Καὶ θήσω, φησὶ, τὰ ἄγκιστρά μου ἐν τοῖς μυ‐
40 κτῆρσί σου, καὶ χαλινὸν ἐν τοῖς χείλεσί σου. Κυρίλλου. Πρὸς τὸ μὴ τοιαῦτα φθέγγεσθαι τολ‐ μᾷν. Πλὴν εἰ καὶ μὴ συναπήλαυσε τῷ πλήθει διὰ τὴν εἰρημένην αἰτίαν, δι’ ἣν καὶ Φαραὼ τῶν λοιπῶν Αἰγυπτίων κολαζομένων θεωρὸς ἐφυλάττετο, ὅμως
45γοῦν τοὺς αὐτοῦ παῖδας εὗρεν ἑαυτοῦ φονέας, ἐπὶ
τῆς οἰκείας γενόμενος γῆς.

69

.

697

Καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι’ ἐμέ. Κυρίλλου. Τοῦτο γὰρ Θεῷ ὄντι πρέπει. Διὸ ταῦτα πράξω δι’ ἐμὲ, ἀλλ’ οὐ διὰ τὸ ἀξίους εἶναι τοὺς βοη‐ θουμένους.
5Καὶ ἐξῆλθεν ἄγγελος Κυρίου, καὶ ἐπάταξεν ἐν τῇ παρεμβολῇ τῶν Ἀσσυρίων ρπεʹ χιλιάδας. Κυρίλλου. Καὶ λέλυται μὲν ὁ πόλεμος, φεύγουσι δὲ μετὰ τῶν κινδύνων αἱ ἀπειλαί· ὡς ἐντεῦθεν τοὺς τῆς Ἱερουσαλὴμ οἰκήτορας ἐπὶ τῇ παρὰ τοῦ Θεοῦ
10βοηθείᾳ μεγάλα χαίροντας λέγειν· «Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί.» Ὅρα τῶν πραγμάτων τὴν ἀντιστροφήν· νόησον ἀκριβῶς ὃ λέγει· «Ἔστρε‐ ψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί.» Μέγας ἦν ὁ κοπετὸς διὰ τὸ πλῆθος τῶν πολεμούντων· μεγάλη
15γέγονεν ἡ χαρὰ διὰ τὸ πλῆθος τῶν πεπτωκότων.