TLG 4090 098 :: CYRILLUS :: Fragmenta duo in Numeros CYRILLUS Theol. Fragmenta duo in Numeros Citation: Volume — page — (line) | ||
69.641(12t) | FRAGMENTA DUO IN NUMEROS. | |
13t | Ἀφελεῖτε ὑμεῖς ἀπ’ αὐτοῦ ἀφαίρεμα. | |
---|---|---|
14 | Οἱ μὲν κατὰ νόμον τοῦ Μωσέως ἱερᾶσθαι κεκλη‐ | |
15 | μένοι, δεκάτας ἐδέχοντο παρὰ τῶν υἱῶν Ἰσραὴλ, ὡς μερίδα καὶ κλῆρον Θεοῦ. Προσεκομίζοντο δὲ αὐτοὶ τὸ ἐπιδέκατον τῷ κατάρχοντι καὶ ἡγουμένῳ τῆς ἱερωσύ‐ νης, τουτέστι τῷ Ἀαρών· ὃς καὶ εἰς τύπον τέθειται τοῦ Χριστοῦ, οὐκ ἐν τῇ πρώτῃ σκηνῇ τῇ τὴν στάσιν | |
20 | ἐχούσῃ λειτουργῶν, ἀλλ’ ἐν τῇ ἐσωτέρᾳ καὶ κεκρυμ‐ μένῃ. | |
22t | Λαβὲ τὴν ῥάβδον καὶ ἐκκλησίασον τὴν συν‐ | |
23t | αγωγήν. | |
24 | Ἐπιτήρησον ὅτι βεβαιῶν εἰς πίστιν, πρὸς ἀνά‐ | |
25 | μνησιν τῆς ἐν Αἰγύπτῳ τερατουργίας ἀποφέρει λέγων· «Λαβὲ τὴν ῥάβδον ἐν τῇ χειρί σου ἐν ᾗ ἐπάταξας τὸν ποταμόν.» Ei mox: «Πέτρᾳ παρεικάζεται Χρι‐ | |
στὸς διὰ τὸ ἄθραυστον καὶ ἀκλόνητον.» | 641 |