TLG 4090 097 :: CYRILLUS :: Glaphyra in Pentateuchum

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Glaphyra in Pentateuchum

Citation: Volume — page — (line)

69

.

9

(1t)

ARGUMENTA
2tGLAPHYRORUM S. CYRILLI
3tALEXANDRINI ARCHIEPISCOPI.
4tIN GENESIM.
5tΛΟΓ. Αʹ.
6Ὅτι διὰ πάσης τῆς Μωσέως γραφῆς, τὸ τοῦ Χρι‐ στοῦ μυστήριον αἰνιγματωδῶς σημαίνεται. Περὶ τοῦ Κάϊν καὶ τοῦ Ἄβελ.
9tΛΟΓ. Βʹ.
10Περὶ τοῦ Νῶε, καὶ τῆς κιβωτοῦ. Περὶ τῆς γυμνώσεως τοῦ Νῶε, καὶ Χάμ. Περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδέκ.
13tΛΟΓ. Γʹ.
14Περὶ τοῦ Ἀβραὰμ, καὶ τῆς ἐπαγγελίας τῆς κατὰ
15 τὸν Ἰσαὰκ, καὶ ὅτι δι’ αὐτῶν προετυποῦτο τῆς πίστεως τὸ μυστήριον. Περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαάκ. Περὶ τοῦ Ἰσαὰκ καὶ τῆς Ῥεβέκκας. Περὶ τοῦ Ἡσαῦ, καὶ τοῦ Ἰακὼβ, ὅτι εἰς τύπον
20τέθεινται τῶν δύο λαῶν, τοῦ τε Ἰσραὴλ καὶ τοῦ διὰ πίστεως τῆς ἐν Χριστῷ.
22tΛΟΓ. Δʹ.
23Περὶ τοῦ πατριάρχου Ἰακώβ. Ἔτι περὶ τοῦ αὐτοῦ.
25tΛΟΓ. Εʹ.
26Περὶ τοῦ Ἰακώβ. ................. Ἔτι περὶ τοῦ Ἰακώβ. Ἔτι περὶ τοῦ αὐτοῦ.
30tΛΟΓ. ϛʹ.
31Περὶ τοῦ Ἰωσήφ. Περὶ τοῦ Ἰούδα καὶ τῆς Θάμαρ. Ἔτι περὶ τοῦ Ἰωσήφ. Περὶ τοῦ Ἰωσὴφ καὶ τῶν υἱῶν αὐτοῦ Ἐφραῒμ
35καὶ Μανασσῆ.
36tλΟΓ. Ζʹ.
37Περὶ τῆς εὐλογίας τῶν ιβʹ πατριαρχῶν. Περὶ τοῦ Ῥουβείμ. Περὶ τοῦ Ἰούδα.
40Περὶ τοῦ Ἰσάχαρ. Περὶ τοῦ Γάδ. Περὶ τοῦ Νεφθαλείμ. Περὶ τοῦ Βενιαμίν. Περὶ τοῦ Συμεὼν καὶ Λευΐ.
45Περὶ τοῦ Ζαβουλών. Περὶ τοῦ Δάν. Περὶ τοῦ Ἀσήρ.
Περὶ τοῦ Ἰωσήφ.9

69

.

12

(1t)

IN EXODUM.
2tΛΟΓ. Αʹ.
3................. Ἔτι περὶ Μωσέως.
5Περὶ τῆς Μωσέως ὀπτασίας τῆς ἐν τῷ βάτῳ.
6tΛΟΓ. Βʹ.
7Περὶ τῆς θυσίας τοῦ ἀμνοῦ. Περὶ τῆς ἀναθέσεως τῶν πρωτοτόκων. Περὶ Μεῤῥᾶς, καὶ τοῦ ξύλου παραδειχθέντος τῷ
10 μακαρίῳ Μωσῇ. Περὶ τοῦ μάννα καὶ τῆς ὀρτυγομήτρας. Περὶ τῶν διὰ Μωσέως γεγονότων τριῶν σημείων.
13tΛΟΓ. Γʹ.
14Περὶ τῆς παταχθείσης πέτρας.
15Περὶ τῆς ἐν τῷ ὄρει Σινᾶ καθόδου, καὶ τῆς πα‐ ραστάσεως τοῦ Ἰσραήλ. Περὶ τῆς εἰς τὸ ὄρος ἀνόδου Μωσέως καὶ Ἀαρὼν, καὶ Ναδὰβ καὶ Ἀβιοὺδ, καὶ τῶν ἑβδομήκοντα πρεσβυτέρων τοῦ λαοῦ.
20Περὶ μοσχοποιίας Ἰσραήλ. Περὶ τοῦ καλύμματος τοῦ ἐν τῷ προσώπῳ Μω‐ σέως.
23tIN LEVITICUM.
24Ὅτι Χριστοῦ τὸ πάθος σωτήριον.
25Ὅτι τῆς μυστικῆς εὐλογίας ἐν μεθέξει γεγο‐ νότες, ἅγιοι καὶ ἱεροὶ πάντη καὶ πάντως ἐσό‐ μεθα. Περὶ τοῦ καθαρισμοῦ τῆς λέπρας. Περὶ τῆς τῶν Ἰουδαίων συναγωγῆς, ὅτι συνέβη
30 πεσεῖν αὐτὴν ἐξ ἀπειθείας. Περὶ τοῦ μὴ εἰσέρχεσθαι τὸν Ἀαρὼν διὰ παν‐ τὸς εἰς τὰ Ἅγια τῶν ἁγίων.
33tIN NUMEROS.
34Περὶ Χριστοῦ καὶ τῆς Ἰουδαίων Συναγωγῆς
35Περὶ τῶν κατασκεψαμένων τὴν γῆν τῆς ἐπαγ‐ γελίας. Ὅτι γέγονεν ἡμῖν ἄρτος ζωῆς ὁ Χριστός. Περὶ τῆς δαμάλεως τῆς πυῤῥᾶς, τῆς κατακαεί‐ σης ἔξω τῆς παρεμβολῆς.
40Περὶ τοῦ ὄφεως τοῦ χαλκοῦ.
41tIN DEUTERONOMIUM.
42Περὶ τῆς νενευροκοπημένης δαμάλεως ἐν τῇ φάραγγι. Περὶ τῆς αἰχμαλώτου γυναικὸς ξυρομένης καὶ
45 ὀνυχιζομένης. Περὶ τοῦ πολεμοῦντος πρὸς τοὺς ἐναντίους. Περὶ τῶν λίθων κεκονιαμένων.
Περὶ ἐκλογῆς τοῦ Ἰησοῦ.11

69

.

13

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΚΥΡΙΛΛΟΥ
3tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
4tΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ
5tΛΟΓΟΣ ΠΡΩΤΟΣ
10tὍτι διὰ πάσης τῆς Μωσέως γραφῆς, τὸ τοῦ
11tΧριστοῦ μυστήριον αἰνιγματωδῶς σημαίνεται.
12 «Ἐρευνᾶτε τὰς Γραφὰς,» τοῖς Ἰουδαίων δήμοις προσπεφώνηκεν ὁ Χριστός· οὐχ ἑτέρως ἂν ἰσχύσαι τῆς αἰωνίας ζωῆς ἐφικέσθαι τινὰς, ἐναργέστατα
15λέγων, εἰ μὴ καθάπερ τινὰ θησαυρὸν ἀνορύττοντες τὸ γράμμα τὸ νομικὸν, τὸν ἐν αὐτῷ κεκρυμμένον περιεργάζοιντο μαργαρίτην, τουτέστι, Χριστὸν, «ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως οἱ ἀπόκρυφοι,» κατὰ τὴν τοῦ μακαρίου Παύλου
20φωνήν. Περὶ τῆς οὕτω σεπτῆς καὶ ἀξιαγάστου σο‐ φίας ἤτοι γνώσεως ἔφη που καὶ Σολομῶν· «Ἐὰν ζητήσῃς αὐτὴν ὥσπερ ἀργύριον, καὶ ὡς θησαυροὺς ἀνερευνήσῃς αὐτὴν, τότε συνήσεις φόβον Κυρίου, καὶ ἐπίγνωσιν Θεοῦ εὑρήσῃς.» Γένοιτο δ’ ἂν οὐδὲ
25τοῦ τοιοῦδε τὸ ἰσοστατοῦν, παρά τε τοῖς τὴν ἀμώμη‐ τον ἐπαινοῦσι ζωὴν, καὶ κατορθοῦν ᾑρημένοις τὰ πάντων ἄριστα καὶ ἐξαίρετα, καὶ φωτὸς τοῦ θείου τὸν οἰκεῖον ἀναπιμπλᾶσι νοῦν· διά τοι τοῦ δεῖν τοῖς περὶ Θεοῦ λόγοις ἀκαταλήπτως ἐντρυφᾷν, καὶ λύχνον
30ὥσπερ τινὰ ποιεῖσθαι τὸ Γράμμα τὸ ἱερὸν, κατὰ τὸν ἅγιον Ψαλμῳδὸν διακεκραγότα τε καὶ λέγοντα· «Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.» Οὐκοῦν ἐπειδήπερ σαφῶς καὶ ἀναφαν‐ δὸν ζωῆς ἐστι τῆς αἰωνίου πρόξενον, καὶ ἁπάσης
35ἡμῖν εὐθυμίας ὁδὸς τὸ περιεργάζεσθαι φιλεῖν τὸ Χρι‐ στοῦ μυστήριον· φέρε δὴ πάλιν ἱδρῶτα προσθέντες τὸν ὀνησιφόρον, καὶ πρό γε τῶν ἄλλων καὶ ἡμῖν αὐ‐
τοῖς, τὰ δι’ ὧν ἂν ἡμῖν τὸ Χριστοῦ μυστήριον εὖ μάλα13

69

.

16

κατασημαίνοιτο, συναγεῖραί τε ἅμα, καὶ ὅπως ἂν ἕκαστον ἐννοιῶν ἔχοι, διειπεῖν σπουδάσωμεν· ὡς ἂν γένοιτο τὰ πρὸς ἡμῶν εἰρημένα λεπτὰς ἔχοντα φαν‐ τασίας, ἔσθ’ ὅτε τὸ ἀληθέστερον θεωρημάτων, πρό‐
5φασις ἀγαθὴ τοῖς εὐμαθεστέροις, καὶ ἀναβασμοὶ τρόπον τινὰ, πρὸς τὴν ἀμείνονά τε καὶ ὑπερτάτω κειμένην ἀνακομίζοντες γνῶσιν. Ἐκθησόμεθα δὲ χρη‐ σίμως, πρότερον μὲν, τὰ ἱστορικῶς πεπραγμένα· διασαφήσαντες δὲ τὰ τοιάδε συμμέτρως, καὶ οἷά περ
10ἐκ τύπου καὶ σκιᾶς μεταπλάττοντες τὸ διήγημα, σαφῆ ποιησόμεθα τὴν ἀφήγησιν, ἀπονενευκότος ἡμῖν τοῦ λόγου πρὸς τὸ Χριστοῦ μυστήριον, καὶ αὐτὸν ἔχοντος πέρας, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι τέλος νόμου καὶ προφητῶν ὁ Χριστός. Εἰ δέ πη γένοιτο καὶ
15ἀφαμαρτεῖν τῶν πρεπωδεστέρων ὡς ἐν ἰσχνότητι νοημάτων καὶ ἀσαφείᾳ πολλῇ, συγγνώμονας εἶναι προσήκει τρὺς ἐντευξομένους. Ἰστέον δὲ δὴ, ὅτι Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ λατρείας ἑπτακαίδεκα συνθέντες βιβλία, καὶ
20πολλὴν ἐν ἐκείνοις ἀθροίσαντες νοημάτων πληθὺν, παρήκαμεν οἰκονομικῶς τῇ προκειμένῃ συγγραφῇ τὰ ἐντεταμένα κεφάλαια, καὶ ἀβασάνιστα τετηρή‐ καμεν· κἂν εἴ που συνέβη μνημονεῦσαί τινος ὡς ἐξ ἀναγκαίου λόγου. Ἀρξόμεθα τοίνυν τῶν ἐπὶ τῇ Γε‐
25νέσει γλαφυρωτέρων· οὕτω τε λοιπὸν ἐφεξῆς τὰ πέντε Μωσέως δραμόντες βιβλία, περιεργασόμεθα πρὸς αὐτοῖς καὶ τὰ ἐκ τῆς ἑτέρας γραφῆς τῷ προ‐ κειμένῳ χρήσιμα σκοπῷ.
29tΠερὶ τοῦ Ἀδάμ.
30 αʹ. Ὁ νομομαθὴς ἀληθῶς καὶ ἱερώτατος Παῦλος, τῆς διὰ Χριστοῦ σωτηρίας ἐννενοηκὼς τὸ μυστήριον, ἀνακεφαλαίωσιν ἐν αὐτῷ γενέσθαι φησὶ τῶν τε ἐν οὐρανῷ καὶ τῶν ἐπὶ τῆς γῆς, ἐν εὐδοκίᾳ τε καὶ θε‐ λήσει τοῦ Θεοῦ καὶ Πατρὸς, τὴν τῶν ὅλων ἐπανόρ‐
35θωσιν, καὶ τὴν εἰς ὅπερ ἦν ἐν ἀρχῇ ἀναφοίτησιν τῶν κατεφθαρμένων, τῷ τῆς ἀνακεφαλαιώσεως σαφηνί‐ ζων ὀνόματι. Διεμέμνητο γάρ που, κατά γε τὸ εἰκὸς, Θεοῦ λέγοντος διὰ φωνῆς προφητῶν· «Μὴ μνημο‐ νεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε.
40Ἰδοὺ ἐγὼ ποιῶ καινὰ, ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά.» Τοιγάρτοι καὶ αὐτὸς ἅτε καὶ θείοις ἐντεθραμ‐ μένος λόγοις, τὴν ἐν τούτοις ἡμῖν προαγόρευσιν ἐκ‐ πεπερασμένην ἤδη πως ἐν Χριστῷ παρέδειξε λέγων· «Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα
45παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Ἀνεστοι‐ χειώμεθα γὰρ ἐν Χριστῷ, καὶ γεγόναμεν καινὴ κτίσις. Καὶ ἐν αὐτῷ δὴ καὶ μόνῳ τὸ καινὸν ὄνομα πεπλουτή‐ καμεν· κεκλήμεθα γὰρ Χριστοῦ. Καὶ γοῦν πάλιν αὐτός πού φησιν ὁ θεσπέσιος Παῦλος περὶ ἡμῶν· «Οἱ δὲ τοῦ

69

.

16

(50)

Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς πα‐ θήμασι καὶ ταῖς ἐπιθυμίαις.» Ἁγιοπρεπὴς γὰρ ὁ βίος τοῖς ἐν Χριστῷ, καὶ σαρκικῶν ἐπέκεινα παθῶν, καὶ γεώδους ἀκαθαρσίας. Ὅτι δὲ ἔμελλεν ἥξειν ἐφ’ ἡμᾶς τὸ καινὸν ὅνομα τὸ ἐπικληθὲν ἡμῖν ἐν Χριστῷ,
55σαφὲς ἂν γένοιτο, Θεοῦ διακεκραγότος διὰ φωνῆς
ἁγίων· «Τοῖς δουλεύουσί μοι κληθήσεται ὄνομα και‐15

69

.

17

νὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς.» Εὐλογήσουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν. Οὐκοῦν ἐπειδήπερ οὐκ ἂν ἐνδοιάσειέ τις, ὀρθὰ καὶ εἰκότα φρονεῖν ᾑρημένος, ὅτι καινὰ γέγονεν ἐν Χριστῷ, φέρε, καταθρήσωμεν
5τὴν παλαίωσιν ἥτις ποτέ ἐστι, καὶ τίνος ἂν λέγοιτο γενέσθαι τυχὸν ἡ πρὸς ἄμεινον ἐπανόρθωσις, ὡς ἀπό γε τοῦ μὴ εἰς ἅπαν ἐῤῥῶσθαι τε καὶ ἀλωβήτως ἔχειν· ἤγουν ἀπὸ τοῦ κατεφθαρμένου, καὶ εἰς ὅπερ οὐκ ἦν ἐν ἀρχαῖς ἀδοκήτως ὑπενηνεγμένου. Εἰδείη γὰρ ἂν
10ὦδέ τις, καὶ μάλα ὀρθῶς, τὸ ὅποιπερ ἂν ἡμῖν ὁ τοῦ προτεθέντος λόγου διᾴττει σκοπὸς, καὶ τὸ ἀμωμήτως ἔχον, ἐξοίχοιτο ἂν οὐδαμῶς. βʹ. Οὐκοῦν ὁ τῶν ὅλων ἀριστοτέχνης Θεὸς, δυνάμει τῇ ἰδίᾳ καὶ παντουργικῇ, τουτέστι, τῷ Υἱῷ, πρὸς πᾶν
15ὁτιοῦν τῶν πρακτέων χρώμενος· «Γέγονε γὰρ δι’ αὐτοῦ τὰ πάντα, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·» οὐρανόν τε καὶ γῆν καὶ πρό γε τῶν ἄλλων ἐν ἀρχῇ διετεκτήνατο, καὶ πρὸς γένεσιν ἐκάλει, καίτοι μὴ ὅντα ποτέ. Πῶς δὲ ἄρα, τυχὸν εἴ τις ἔροιτο, καὶ πόθεν,
20ἀκούσεται πρὸς ἡμῶν τὸ σοφὸν δὴ τοῦτο καὶ ἄριστον ἀληθῶς· «Τίς ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Εἰ γὰρ δή τις ἕλοιτο τὰ τοιάδε δια‐ μαθεῖν, ὅτι δεήσει πάντως αὐτῷ καὶ νοῦ καὶ φρενὸς, κατά γε τὴν ἐν Θεῷ νοουμένην, οὐκ ἀμφίλογον.
25Ἀλλ’ ὅτι μικρὰ τὰ ἐν ἡμῖν ἢ καὶ οὐδὲν ὅλως ὡς πρὸς Θεὸν, σαφηνιεῖ δὲ λέγων αὐτός· «Οὐ γάρ εἰσιν αἱ βουλαί μου, ὡς αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν, αἱ ὁδοί μου. Ἀλλ’ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν
30ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.» Ἀνείσθω δὴ οὖν, ὡς περιττὴ καὶ οὐδαμόθεν ἁλώσιμος, ἡ περὶ τούτων βάσανος. Δημιουργεῖ γὰρ ὡς οἶδε, καὶ ὅπως ἂν δύναιτο Θεός. Ἐκπεποιημένων δὴ οὖν οὐρανοῦ καὶ γῆς ἐν ἀρχαῖς, εἶτα τῆς τῶν
35ὑδάτων πληθύος εἰς ἔνα χῶρον συνεσταλμένης· εἴκειν γὰρ ἦν ἀνάγκη τῷ λέγοντι· «Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν·» ἐξεκαλύπτετο μὲν ἡ γῆ, πόαις δὲ ταῖς οὕτω πολυειδέσι πανταχοῦ ἠνθίζετο, καὶ ἦν ἀσυνήθως εὐπρεμνοτάτη ξύλων ἐγκάρπων
40λαχοῦσα γένεσιν. Ἡλίου δὲ καὶ σελήνης ἐφαίνοντο κύκλοι, καὶ νόμος ἦν ὁ παρὰ τοῦ Θεοῦ βραβεύων ἑκάστῳ τὸ τῆς ἀρχῆς μέτρον. Τετάχατο γὰρ, ὁ μὲν εἰς ἠῶ καὶ αὐγάς· ἡ δὲ εἰς νύκτα καὶ σκότος· καὶ αὐτὸς δὲ τοῖς ἄστροις ὁ σύμπας ἡμῖν οὐρανὸς κατεῤ‐
45ῥαίνετο. Καὶ μὴν καὶ ἐφ’ ὅτῳ γεγόνασιν, ἐθεσμοθέτει λέγων· «Καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς, καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαί‐ νειν ἐπὶ τῆς γῆς.» Ἐπειδὴ δὲ ζωὴ κατὰ φύσιν ἐστὶν

69

.

17

(50)

ὁ τῶν ὅλων Δημιουργὸς, καὶ αὐτὴν τῶν ὑδάτων τὴν φύσιν μητέρα νηκτῶν καὶ τῶν εἰς ἀέρα πτηνῶν εἰρ‐ γάζετο. Γῆν δὲ δὴ πάλιν ἐκέλευε καὶ κτηνῶν πολύ‐ μορφον ἐκδοῦναι φύσιν, καὶ θηρῶν ἀγρίων ἀτίθασσα γένη. Καὶ ἀμελητὶ τὸ δοκοῦν καὶ ὑπὲρ νοῦν ἐξεπράτ‐
55τετε. Ἐφ’ ἐκάστῳ τῶν πεποιημένων, Λόγος ἦν ὁ δη‐17

69

.

20

μιουργὸς, καὶ νεῦμα μόνον ἡ γένεσις. Ἁνδανούσης δὲ καὶ αὐτῷ τῷ τῶν ὅλων τεχνίτῃ τῆς ἐν τοῖς γεγο‐ νόσιν εὐκοσμίας, σκέψις εἰσῄει λοιπὸν ἑτέρα τὸν δι’ ὃν ἐκεῖνα παρήχθη πρὸς ὕπαρξιν, τελευταῖον εἰσφέ‐
5ρουσα, φημὶ δὲ τὸν ἄνθρωπον. Ἔδει γὰρ, ἔδει τὸν τῶν ὅλων Δημιουργὸν ἀγαθὸν ὄντα κατὰ φύσιν, μᾶλ‐ λον δὲ αὐτὸ τὸ ἀγαθὸν τοῦθ’ ὅπερ ἐστὶ, καὶ πρὸς ἡμῶν γινώσκεσθαι. Ἔδει πλήρη γενέσθαι τὴν γῆν τῶν εἰδότων δοξολογεῖν, καὶ ἀπὸ καλλονῆς κτισμάτων,
10καθὰ γέγραπται, τὴν τοῦ δεδημιουργηκότος κατα‐ σκέπτεσθαι δόξαν. Ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαΐας, «Οὐκ εἰς κενὸν ἐποίησας αὐτὴν,» δῆλον δὲ ὅτι τὴν γῆν, «ἀλλ’ εἰς τὸ κατοικεῖσθαι.» Ἦν οὖν ἀναγ‐ καῖον, ζῶον ἐν αὐτῇ πλάττεσθαι λογικὸν, προαναδει‐
15χθέντων αὐτοῦ τῶν ὅσα ἐστὶ τελοῦντα πρὸς τέρψιν, καὶ πρός γε εὖ πεποιῆσθαι δοκεῖν. Ταύτῃτοι προανα‐ φήνας ἐν κόσμῳ τῷ δέοντι γῆν τε καὶ οὐρανὸν, καὶ τὰ ἐν αὐτοῖς, ἐπὶ τὴν τοῦ ἀνθρώπου κεχώρηκε κατα‐ σκευήν· οὗ τῆς γενέσεως πρεσβυτέραν ἐποιεῖτο
20τὴν σκέψιν· καίτοι τὴν ἄλλην ἅπασαν κτίσιν ἀπο‐ σχεδιάζων ῥήματι, καὶ τῷ ἰδίῳ λόγῳ συνιστὰς ὡς Θεός. Ἐπειδὴ δέ ἐστιν ἄνθρωπος ζῶον ἀληθῶς εὐφυὲς καὶ θεοειδέστατον· ὡς ἂν μὴ δοκῇ τῆς ἀνωτάτω δόξης τὸ μίμημα, τῶν ἴσων εἰς ποίησιν τοῖς οὐχ ὧδε
25ἔχουσι λαχεῖν, καὶ προβουλίοις ἐτίμα καὶ αὐτουργίᾳ τὸ τέχνημα. Ἄγαλμα δὲ διαπλάσας ἐκ γῆς, ζῶον αὐτὸ λογικὸν ἀποτελεῖ, καὶ ἵνα τοὺς τῆς ἰδίας φύσεως ἀνατρέχοι λόγους, ἄφθαρτον, ζωοποιὸν εὐθὺς ἐνεχά‐ ραττε πνεῦμα· γέγραπται γάρ· «Καὶ ἐνεφύσησεν εἰς
30τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρω‐ πος εἰς ψυχὴν ζῶσαν.» Εἶτα παραδείσου καὶ τρυφῆς ἠξίου, καὶ τὸ κατὰ πάντων τῶν ἐπὶ γῆς αὐτῷ προσνε‐ νέμηκε κράτος· νηκτοῖς ἐπετίθει καὶ πτηνοῖς ἡγού‐ μενον, καὶ ἀγέλας μὲν ἀγρίων αὐτῷ κατεζεύγνυ θη‐
35ρῶν, ὑπεστρώννυ δὲ καὶ αὐτὰ τοῖς ἄλλοις ὁμοῦ τῶν ἰοβόλων τὰ γένη. Ἐκδεδιέναι δὲ ὅτι προσήκει τὸν ἄν‐ θρωπον, φυσικοῖς ἐκέλευσεν ἀναπείθειν νόμοις. Ἦν οὖν ἄρα τῆς ἀνωτάτω δόξης τὸ ἐκμαγεῖον, καὶ θεοπρε‐ ποῦς ἐξουσίας εἰκὼν ἐπὶ γῆς ὁ ἄνθρωπος. Ἐπειδὴ δὲ
40τὸν εἰς τοῦτο ἥκοντα λοιπὸν εὐκλείας καὶ τρυφῆς διειδέναι δή που πάντως ἐχρῆν, ὅτι Θεὸν ἔχει τὸν ἐφεστηκότα, βασιλέα τε καὶ κύριον· ἵνα μὴ ταῖς ἄγαν εὐημερίαις ἑτοιμότατα διολισθήσῃ εἰς τὸ οἴεσθαι τυχὸν ἀπηλλάχθαι καὶ ἐξουσίας καὶ τῆς τοῦ κρα‐
45τοῦντος ὑπεροχῆς, νόμον εὐθὺς ἐδίδου, καὶ ταῖς παρα‐ βάσεσιν ἐποιεῖτο γείτονα τὴν κολάζουσαν ἀπειλήν. Ἁμαρτίας μὲν γὰρ οὔπω τις ἦν ἐπὶ τῆς γῆς ὁ τρό‐ πος, ἑνὸς ὄντος καὶ μόνου. Ἵνα δὲ γένοιτο καὶ ὑπὸ νόμον, ἐπενοεῖτό τις αὐτῷ καὶ φυλακῆς τρόπος· «Ἀπὸ

69

.

20

(50)

γὰρ παντὸς ξύλου, φησὶ, τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ. Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ’ αὐτοῦ. Ἣν δ’ ἂν ἡμέραν φάγητε ἀπ’ αὐτοῦ, θάνατον ἀποθανεῖσθε.» Εἶτα μιᾶς τοῦ Ἀδὰμ παραιρεθείσης πλευρᾶς, τὸ γύναιον
55δὲ πλάττεται, καὶ πρὸς παίδων γονὴν ὑπηρετῆσον αὐτῷ, καὶ συμβιοτεῦσον ὡς ὁμογενὲς, καὶ δὴ καὶ
συνδιαιτώμενον ἐν ἀπλότητι διατελεῖ· Ἐπειδὴ δὲ19

69

.

21

ταῖς τοῦ διαβόλου παρηνέχθη συκοφαντίαις πρὸς πα‐ ράβασιν, καὶ τὸ ἀπόῤῥητον τῶν ξύλων ἐδώδιμον ἐποιήσατο· συγκατώλισθε δὲ καὶ αὐτὸς ὁ προπάτωρ Ἀδὰμ, ἡ φύσις εὐθὺς θανάτῳ κατεδικάζετο. Καὶ τῷ
5μὲν γυναίῳ τὸ, «Ἐν λύπαις τέξῃ τέκνα,» τῷ δὲ Ἀδὰμ, «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου,» προσεφώνει Θεός. Καὶ πρός γε δὴ τούτοις, τῶν πο‐ λυεύκτων καὶ ἐν ἀρχαῖς ἐνδιαιτημάτων καὶ τῆς τοῦ παραδείσου τρυφῆς ἐξεπέμποντο. Γυμνοὶ δὲ ὅτι καὶ
10ἀνείμονες, καὶ ἐν χρείᾳ λοιπὸν ἐσθημάτων ὄντες, τότε δὴ μόλις ἐμάνθανον· καὶ χιτῶνες ἧσαν αὐτοῖς πρὸς τοῦτο δερματινοὶ, Θεοῦ κατοικτείραντος· καὶ γῆν ἐπεγράφοντο μητέρα, καὶ τοῖς τῆς φθορᾶς ὑπεφέ‐ ροντο λίνοις, ἐλελοίπει δὲ, οἶμαι, παντελῶς οὐδὲν τῶν
15εἰς ἐσχάτην ταλαιπωρίαν αὐτοῖς. γʹ. Ἀλλὰ τί δῆτα; φήσειεν ἂν, οἶμαι, τίς· εἰ πρὸς τοσαύτην ἔμελλεν ἀθλιότητα κατοιχήσεσθαι γεγονὼς ὁ ἄνθρωπος, πῶς οὐκ ἄμεινον αὐτῷ παρὰ πολὺ νοοῖτ’ ἂν εἰκότως τὸ μὴ ὑπάρχειν αὐτόν; Λαμπρὸν δὲ οὕτως
20καὶ ἀξιάγαστον ἀποτελεῖ τὸν οὐκ εἰς μακρὰν ἐσόμε‐ νον οἰκτρὸν καὶ ἐλεεινὸν, καὶ ἐν ἀρᾷ καὶ δίκῃ. Ἠγνόει μὲν οὖν ἥκιστά γε τὸ μέλλον Θεὸς ὢν κατὰ φύσιν ὁ Δημιουργός. Ἐπειδὴ δὲ εἰδὼς εἰργάζετο, πῶς οὐκ ἀδικήσας μᾶλλον ἢ γοῦν ὀνήσας ἁλώσεται, εἴπερ
25ἐστὶν ἄμεινον ἀληθῶς τοῖς ἐσομένοις ἀθλίως τὸ μηδό‐ λως ἐλθεῖν εἰς γένεσιν, κατά γε τὴν αὐτοῦ τοῦ Σω‐ τῆρος φωνὴν, ἣν ἐπὶ τῷ προδότῃ λελάληκε μαθητῇ· «Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖ‐ νος;» Πρὸς δὴ τὰ τοιαῦτα φαίην ἃν, ὅτι σφαλερὸν
30ἄγαν καὶ τῆς εἰς λῆξιν ἡκούσης ἐμβροντησίας ἐγγὺς, μᾶλλον δὲ εἴσω τε καὶ ἐπέκεινα πολὺ, τὸ τοῖς θείοις σκέμμασιν ὡς οὐκ ὀρθῶς γεγονόσιν ἐπιτιμᾷν· καὶ τὴν ἀνωτάτω φύσιν, ἢ τοῦ πρέποντος ἀλογῆσαι τυχὸν, ἢ γοῦν οἴεσθαι διαμαρτεῖν τοῦ χρησίμου τε καὶ ἐν
35ἀμείνοσιν ὡς ἔν γε τοῖς καθ’ ἡμᾶς. Πρέποι δ’ ἂν μᾶλλον ἐν ταῖς βουλαῖς καὶ πράγμασι τὸ ἀμωμήτως ἔχον ἀπονέμοντας αὐτῇ, παραιτεῖσθαι τὸ φρονεῖν ὑπὲρ ἃ δεῖ φρονεῖν, καὶ τὸ περίεργον ἐν τούτοις οὐκ ἀνεπίπληκτον ἐᾷν. Καὶ πρός γε δὴ τούτῳ κἀκεῖνο,
40οἶμαί που, καταλογίζεσθαι χρή· πότερον τοῖς τὸ εἶναι μετὰ τοῦ εὖ εἶναι λαχοῦσιν, ἄμεινον δή που τὸ μὴ ἐλθεῖν εἰς γένεσιν, ἤγουν τὸ ὑπάρξαι, καὶ τῆς τοῦ Δημιουργοῦ μεταλαχεῖν ἡμερότητος· ἀλλ’ οὐκ ἂν ἐνδοιάσειέ τις, καθάπερ ἐγᾦμαι. Ὥσπερ γὰρ τοῖς
45ἐσομένοις ἀθλίως, εἰ παρενεχθεῖεν εἰς γένεσιν, τὸ μὴ τούτου τυχεῖν νοοῖτ’ ἂν εἰκότως ἄμεινόν τε καὶ αἱρε‐ τώτερον· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον καὶ τοῖς ὡς ἥκιστα διακεισομένοις χρῆμα καλόν τε καὶ ἀξιόληπτον τὸ ἐν ὑπάρξει γενέσθαι καὶ ζῇν. Τί οὖν, εἰπέ μοι;

69

.

21

(50)

Χρῆναι γὰρ ἔγωγέ φημι τὸν ἐπὶ τόδε λόγον ἀναβιβά‐ ζεσθαι πρὸς ἡμῶν καὶ εἰς τὰ πολὺ λίαν τῶν καθ’ ἡμᾶς ἐπέκεινα· φημὶ δὲ δὴ πάλιν τοὺς μακαρίους ἀγγέλους. Πεποίηνται δὲ δὴ παρὰ Θεοῦ, καὶ τὴν ἐξ οὐκ ὅντων ἔχουσιν εἰς τὸ εἶναι πάροδον Ἄγγελοί τε
55καὶ Ἀρχάγγελοι, Θρόνοι τε καὶ Ἐξουσίαι, Δυνάμεις καὶ Ἀρχαὶ, καὶ αὐτὰ δὲ πρὸς τούτοις τὰ ἀνώτατα Σερα‐
φίμ. Ἐτέλει δὲ καὶ αὐτὸς ἐν τοῖς γεγονόσιν ὁ δράκων21

69

.

24

ὁ ἀποστάτης, καὶ αἱ σὺν αὐτῷ δυνάμεις αἱ πονηραὶ, καὶ ἦσαν ὁμοῦ τοῖς ἄλλοις ἁγίοις καὶ λογικοῖς κτί‐ σμασι, τὰς ἄνω πληροῦντες μονὰς, διαπρέποντες ἐν δόξῃ, καὶ τῶν καθ’ ἡμᾶς πολὺ δὴ λίαν ἐν ἀμείνοσι, καὶ
5ἀσύγκριτον ἔχοντες τὴν ὑπεροχήν. Καὶ γοῦν εἴρηταί που παρὰ Θεοῦ· «Μετὰ τῶν Χερουβὶμ τέθεικά σε.» Ἀλλ’ ἐρηρεισμένην μὲν ἔχουσι τὴν δόξαν τὰ ἅγια Χερουβὶμ, καὶ σώζει βεβαίως τὴν οἰκείαν ἀρχήν. Καὶ χίλιαί τε χιλιάδες λειτουργοῦσι Θεῷ, καὶ μύριαι
10μυριάδες παρειστήκεισαν αὐτῷ. Κατώλισθε δὲ μεθ’ ἑτέρων ὁ Σατανᾶς, καὶ τῆς οἰκείας δόξης ἐστέρηται. Ἄρ’ οὖν ἐπειδήπερ ἀπολιπεῖν ἔμελλε τὴν οἰκείαν ἀρχὴν ἐθελοντὴς διανεύσας ἐπὶ τὸ προσκρούειν Θεῷ· ὄκνον εἰσδέχεσθαι, τὸν ἐπὶ τῇ ποιήσει φημὶ τῶν ἁγίων
15ἀγγέλων, τὸν τῶν ὅλων ἐδέησε Δημιουργὸν, καὶ τὴν οὕτω λαμπρὰν καὶ ἀξιάγαστον ἀποσείσασθαι κτίσιν. Εἶτα πῶς οὐκ ἂν ἠδικῆσθαι δόξειεν, εἰ μὴ παρήχθη πρὸς γένεσιν ἡ παρεστῶσά τε εἰς δεῦρο καὶ λειτουρ‐ γοῦσα πληθὺς, καὶ Θεῷ τῷ τεκτηναμένῳ τηροῦσα τὸ
20γνήσιον, καὶ τὸ εἰς λήθην ἐλθεῖν τῆς ἰδίας ἀρχῆς οὐκ ἀνεχομένη παθεῖν; Τί γὰρ, εἰπέ μοι, τὸ σφόδρα λυ‐ ποῦν, εἰ διημαρτήκασί τινες ἐξ ὑπεροψίας τοῦ εὖ εἶναι τυχόν; Ἀλλ’ οἵγε τούτων ἀμείνους, ἑστᾶσι μετὰ Θεοῦ, καὶ τῆς ἡμερότητος αὐτοῦ πλουσίως ἀναπιμ‐
25πλάμενοι, μακραῖς καὶ ἀκαταλήκτοις δοξολογίαις καταγεραίρουσι. Καὶ περὶ αὐτῶν, οἶμαί που, φησὶν ὁ μακάριος Δαβίδ· «Μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε.» Ἔχοντος δὲ ὧδε τοῦ περὶ τούτων λόγου, φέρε
30καθέντες τὴν βάσανον καὶ ἐν τοῖς καθ’ ἡμᾶς αὐτοὺς, ἐκεῖνο διασκεψώμεθα. δʹ. Πεποίητο μὲν γὰρ ὁ ἄνθρωπος ἐν ἀρχαῖς τῶν ἰδίων θελημάτων τὰς ἡνίας πεπιστευμένος, καὶ τὴν ἐφ’ ᾧπερ ἂν ἕλοιτο ῥοπὴν ἀνειμένην ἔχων. Ἐλεύθε‐
35ρον γὰρ τὸ Θεῖον, πρὸς ὃ καὶ μεμόρφωτο. Ὧδε δὲ ἦν, οἶμαι, καὶ οὐχ ἑτέρως κεκτῆσθαι τὸ ἀξιάγαστον, εἰ ἐθελοντὴς ὁρῷτο τῆς ἀρετῆς ἐργάτης, καὶ γνώμης ἔχων καρπὸν, τὸ ἐν ἔργοις εἰλικρινὲς, οὐκ ἀνάγκης ὥσπερ ἀποτέλεσμα φυσικῆς, οὐκ ἐφιείσης ὅλως ἔξω
40φέρεσθαι τοῦ καλοῦ, κἂν εἰ δρᾷν ἕλοιτο τὸ μὴ οὕτως ἔχον. Οὐκοῦν ἀνῆπτο μὲν ἐν ἀρχαῖς ὁ ἄνθρωπος τὴν ἐφ’ ἅπασι τοῖς πρακτέοις ἀνειμένην τε καὶ ἄφετον τῆς διανοίας ῥοπήν· ἀλλὰ τοῖς τοῦ δράκοντος φενακισμοῖς, ἐφ’ ἃ μὴ προσῆκεν, ἀσυνέτως παρεκομίζετο, καὶ δι’
45οὐδενὸς ἐποιεῖτο λόγου τὴν παράβασιν. Ταύτῃτοι κατεδικάζετο θανάτῳ καὶ φθορᾷ, προαναθροῦντος, οἶμαι, Θεοῦ τὸ ὡς ἔν γε τῷ συμβεβηκότι λυσιτελέστε‐ ρον. Διανενευκὼς γὰρ ἅπαξ εἰς ἁμαρτίαν ὁ ἄνθρωπος, καὶ ἀῤῥωστούσης αὐτῷ τῆς φύσεως τὴν εἰς τὰ φαῦλα

69

.

24

(50)

ῥοπὴν, ἐν ἴσῳ που τάχα τοῖς ἀκαθάρτοις πνεύμασι, διηνεκὲς ἐπὶ γῆς κατεφωρᾶτο κακόν. Ἐπενοεῖτο τοί‐ νυν χρησίμως ὁ τῆς σαρκὸς θάνατος, οὐκ εἰς ὄλεθρον ὁλοτελῆ παραπέμπων τὸ ζῶον· εἰς καινουργίαν δὲ μᾶλλον, καὶ, ἵν’ οὕτως εἴπωμεν, εἰς ἀνασκευὴν οἷά τι
55σκεῦος συντεθλασμένον κατὰ καιροὺς ἐφυλάττετο.23

69

.

25

Ὅτι μὲν γὰρ συμβήσεται μεταξὺ τῷ ζώῳ τὸ παθεῖν τὴν φθορὰν, οὐκ ἠγνόηκεν ὁ Δημιουργὸς, ἀλλ’ ἠπί‐ στατο, μετὰ τούτου καὶ τῶν ἀτόπων τὴν λύσιν, καὶ τῆς φθορᾶς τὴν ἀναίρεσιν, καὶ εἰς τὸ ἄμεινον ἀνακο‐
5μιδὴν, καὶ τῶν ἐν ἀρχαῖς ἀγαθῶν τὴν ἀνάληψιν. ᾜδει γὰρ ὅτι πέμψει κατὰ καιροὺς τὸν ἴδιον Υἱὸν ἐν ἀν‐ θρωπείᾳ μορφῇ τεθνηξόμενον ὑπὲρ ἡμῶν, καὶ τοῦ θανάτου καταλύσοντα κράτος, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Τί γάρ; εἰ μὴ πάντες πεπιστεύ‐
10κασιν, ἀλλ’ ἥγε τῶν σεσωσμένων πληθὺς ἀριθμῶν κρείττων ὑπάρχουσα, τῆς ἐκείνων ἀπωλείας οἱονεὶ κατορχήσεται· καὶ τὸ λυποῦν ἐπ’ ἐκείνοις, ἕωλον ἀποφανεῖ, μονονουχὶ λέγουσα· Τοιγαροῦν «ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς.» Διασώζεσθαι γὰρ
15ἐξὸν, εἰ βεβούλοιντο, καὶ διαδρᾶναι μὲν τῶν μεταξὺ παρεισδεδυκότων τὰ βλάβη, τὸν λυτρωτὸν οὐ προσ‐ ίενται, τουτέστι, Χριστόν. Ἆρα γὰρ εἴ τις, εἰπέ μοι, τὰ εἰς γηπονίαν τεχνίτης, τοῖς τῶν δένδρων εὐ‐ φυεστέροις τὸν ἴδιον ἐνεπίμπλη κῆπον· εἶτα μὴ πάντα
20διαφυγεῖν τὰ ἐκ διαφόρων αἰτιῶν συμβέβηκε βλάβη· οὐκ ἂν οἴοιτό τις μὴ ὀρθῶς ἑλέσθαι πονεῖν τὸν γηπο‐ νεῖν ᾑρημένον; Ἀλλ’ οὐκ ἂν, οἶμαι, τὶς καταμωμή‐ σαιτο. Πολλοῦ γε καὶ δεῖ· ὁ μὲν γὰρ τὴν δέουσαν τῶν πεφυτευμένων ἐποιεῖτο φροντίδα, τὰ δὲ ἠῤῥώστησε
25τὸ παθεῖν. Ἆρ’ οὖν ἐροῦμεν ὡς ἦν ἄμεινον τὸ μηδόλως χρῆναί τινας ἰέναι ἐπὶ τὸ γηπονεῖν· μήτε μὴν τοῖς εὐγενεστάτοις ἐντεθηλέναι φυτοῖς τὸν παράδεισον, ἐᾷν δὲ μᾶλλον ἀνελεῖν εἰς ἅπαν τῆς φυτουργίας τοὺς τρόπους, ἵνα μὴ ἀδικοῖντο τῶν πεφυτευμένων τινά;
30Καὶ πῶς οὖν οὐκ ἀπόπληκτον κομιδῇ τὸ ὀρθῶς ἔχειν οἴεσθαι ταυτί· εʹ. Οὐκ οὖν οὐκ ἐν δίκῃ γραψόμεθα τὸν Δημιουργὸν παρενεγκόντα πρὸς ὕπαρξιν, ἑαυτοὺς δὲ μᾶλλον αἰ‐ τιασόμεθα τὴν ἐθελούσιον παθόντες βλάβην, εἰ νοῦ
35καὶ φρενός ἐσμεν ἐν καλῷ. Ὅτι γὰρ παρακομίζων εὐθὺς εἰς τὸ εἶναι τὸν ἄνθρωπον, ἐνενόει μὲν ὅτι πε‐ σεῖται εἰς τὴν φθοράν· οὐκ ἠγνόει δὲ καὶ τοὺς τῆς θεραπείας τρόπους, ἀναπείθει σαφῶς ὁ θεσπέσιος Παῦλος, τῆς διὰ Χριστοῦ σωτηρίας τὴν ὡς ἐν προγνώ‐
40σει πνεύματος ἀρχαιότητα μαρτυρῶν. Ἐπιστέλλει γὰρ οὕτως Τιμοθέῳ τῷ οἰκείῳ μαθητῇ· «Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς,
45καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ ἐπ’ ἐσχάτων τῶν χρόνων διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἑτέροις δὲ αὖ·

69

.

25

(50)

«Οἴδαμεν, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Οὓς δὲ προώρισε, τούτους καὶ
55ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν.
Οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν.» Ἀκούεις25

69

.

28

ὅπως δεδόσθαι φησὶ τὴν ἐν Χριστῷ χάριν πρὸ χρόνων αἰωνίων· προεγνῶσθαι δὲ καὶ προωρίσθαι σαφῶς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τοὺς συμμόρφους ἐσομέ‐ νους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. Προέγνωστο γὰρ,
5ὡς ἔφην, ὁ τῆς ἐνανθρωπήσεως τρόπος· ἐταμιεύετο δὲ καιρῷ τῷ προσήκοντι τῶν ἀῤῥωστημάτων ἡ λύσις, καὶ μαρτυρήσει πάλιν ὁ Παῦλος, ὡδὶ ἐγγράψας· «Τῷ δὲ δυναμένῳ ἡμᾶς στηρίξαι κατὰ τὸ Εὐαγγέλιόν μου, καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν
10μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέν‐ τος νῦν διά τε Γραφῶν προφητικῶν κατ’ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χρι‐ στοῦ, ᾧ ἡ δόξα εἰς τὸν αἰῶνα. Ἀμήν.» Σεσίγητο μὲν
15γὰρ τὸ μυστήριον, πεφανέρωτο δὲ νῦν, διά τε νόμου καὶ προφητῶν, κατὰ θέλησιν τοῦ Θεοῦ καὶ Πατρός. Ἀνεστοιχειώμεθα καὶ γὰρ ἐν Χριστῷ πρὸς τὸ ἐν ἀρχαῖς, ἀνατετραμμένων τῶν μεταξὺ παρεισβεβλη‐ κότων ἐξ ἀπάτης διαβολικῆς. Ἔφη γὰρ ὧδε πάλιν ὁ
20Παῦλος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐ‐ τοῦ, τὴν ἄφεσιν τῶν ἁμαρτημάτων κατὰ τὸν πλοῦτον τῆς χρηστότητος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς, ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, γνωρίσας ἡμῖν τὸ μυστή‐
25ριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ. Ἐν ᾧ καὶ ἐκληρώθημεν, προορισθέντες κατὰ
30πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ Χριστῷ.» Ἰδοὺ δὴ πάλιν προωρίσμεθα μὲν, κατὰ πρόθεσιν τοῦ Πα‐ τρός· πρεσβυτέραν δὲ ὥσπερ καὶ τὴν ἐλπίδα τοῦ εἶναι
35πεπλουτήκαμεν, Θεοῦ τὸ χρῆμα προεγνωκότος, καὶ ἐν ἰδίαις βουλαῖς τὰ ἐφ’ ἡμῖν ἑπόμενα καταγράφον‐ τος. Ἐπειδὴ γὰρ πεφενάκικε τὸν Ἀδὰμ, καὶ τοῖς τῆς ῥᾳστώνης ἐγκλήμασιν ἔνοχον ἀπέφηνεν ἐν ἀρχαῖς ὁ τῆς ἁμαρτίας εὑρετὴς κατακομισθῆναί τε οὕτω
40συνέβη πρὸς θάνατον, διαβέβηκε δὲ εἰς πάντας ἀν‐ θρώπους ἡ δίκη, καθάπερ ἐκ ῥίζης ἐπὶ τὰ ἐξ αὐτῆς ἰόντος τοῦ πάθους· βεβασίλευκε γὰρ ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ λοιπὸν ἀναγκαίως
45προενόησε τῶν ἰδίων κτισμάτων ὁ Δημιουργὸς, καὶ ῥίζαν ἡμῖν ὥσπερ τοῦ γένους ἐμηχανᾶτο δευτέραν, εἰς ἀφθαρσίαν ἡμᾶς τὴν προτέραν ἀναβιβάζουσαν, ἵν’ ὥσπερ ἡμᾶς ἡ τοῦ πρώτου τε καὶ ἀπὸ τῆς γῆς ἐχάραξεν εἰκὼν, τὸ ἐκτεθνάναι δεῖν, καὶ τοῖς τῆς

69

.

28

(50)

φθορᾶς ἐναλῶναι βρόχοις· οὕτω πάλιν ἡμῖν ἡ δευτέρα καὶ μετ’ ἐκεῖνον ἀρχὴ, τουτέστι, Χριστὸς, καὶ ἡ πρὸς αὐτὸν ὁμοίωσις διὰ πνεύματος, τὸ ἀνώλεθρον ἐνση‐ μήνηται· καὶ ὥσπερ ἡμᾶς ἐν ἐκείνῳ τὸ δυσήκοον ταῖς τιμωρίαις ὑπήνεγκεν, οὕτως ἐν τούτῳ τὸ εἰκτι‐
55κὸν καὶ τὸ εἰς ἅπαν εὐπειθὲς εὐλογίας τῆς ἄνωθεν καὶ παρὰ Πατρὸς ἀποφήνῃ μετεσχηκότας. «Ἐγένετο
γὰρ,» φησὶν, «ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν27

69

.

29

ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν.» Καὶ πάλιν ἑτέρως ἡμῖν αὐτὸ διεσάφει, λέγων· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρω‐ πος ὁ Κύριος ἐξ οὐρανοῦ. Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ
5οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.» Καὶ αὖθις· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατά‐ ρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.»—«Τε‐
10ταπείνωκε γὰρ ἑαυτὸν,» καθὰ γέγραπται· καθίκετο δὲ καὶ ἐθελοντὴς ἐν τοῖς καθ’ ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οὐχ ἵνα μεθ’ ἡμῶν βασιλεύηται τῷ θα‐ νάτῳ, παραπέμποντος τοῦ Ἀδὰμ καὶ εἰς αὐτὸν τὴν νέκρωσιν· ἐπειδή ἐστιν αὐτὸς ὁ τὰ πάντα ζωογονῶν·
15ἀλλ’ ἵνα τὸ τῇ φθορᾷ κάτοχον εἶδος ἀποφήνας, με‐ ταστοιχειώσῃ πρὸς ζωήν. Ταύτῃτοι γέγονε σάρξ. Οὕτω καὶ ὁ σοφὸς γράφει Παῦλος· «Ἐπειδὴ γὰρ δι’ ἀνθρώπου θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νε‐ κρῶν, καὶ ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν,
20οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Ἀμαθὲς γὰρ οἴεσθαι, γηγενῆ μὲν ὄντα καὶ ἄνθρωπον τὸν Ἀδὰμ τῆς ἐπ’ αὐτῷ γενομένης ἀρᾶς τὴν δύναμιν, καθάπερ τινὰ κλῆρον, διᾴττοντα φυσικῶς, εἰς ὅλον πέμψαι τὸ γένος· ἄνωθεν δὲ ὄντα καὶ ἐξ οὐρανοῦ,
25καὶ Θεὸν κατὰ φύσιν τὸν Ἐμμανουὴλ, καὶ τὸν πρὸς ἡμᾶς ὁμοίωσιν ἐσχηκότα, καὶ δεύτερον ἡμῖν Ἀδὰμ γεγονότα, μὴ οὐχὶ τῆς οἰκείας ζωῆς πλουσίως μετ‐ εσχηκότας ἀποφῆναι πάλιν τοὺς οἵπερ ἂν ἕλοιντο τῆς πρὸς αὐτὸν οἰκειότητος ἐν πίστει μεταλαχεῖν. Σύσσω‐
30μοι μὲν γὰρ γεγόναμεν αὐτῷ δι’ εὐλογίας τῆς μυ‐ στικῆς. Ἡνώμεθα δὲ καὶ καθ’ ἕτερον τρόπον, ὅτι τῆς θείας αὐτοῦ φύσεως γεγόναμεν κοινωνοὶ διὰ τοῦ πνεύματος. Ἐναυλίζεται γὰρ ταῖς τῶν ἁγίων ψυ‐ χαῖς, καὶ ὡς ὁ μακάριος Ἰωάννης φησίν· «Ἐν
35τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύμα‐ τος οὗ ἔδωκεν ἡμῖν.» Οὐκοῦν αὐτός ἐστιν ἡμῶν ἡ ζωὴ, αὐτὸς ἡ δικαίωσις. Γέγραπται δὲ πάλιν· «Ἄρ’ οὖν ὡς δι’ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτω καὶ δι’ ἑνὸς δικαιώματος εἰς
40πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.» Καὶ πάλιν· «Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς ἀνθρώπου δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Ἔστι τοίνυν οὐκ ἀσυμφανὲς, ὡς καὶ ἐν
45Ἀδὰμ τῷ πρώτῳ τὸ ἐπὶ Χριστὸν μυστήριον διεμορ‐ φοῦτο τότε, οὐ διά γε τὸ ἶσον ἀπαραλλάκτως ἀνατυ‐ πούμενον, ἀλλ’ ἑτέρως τε ἔχον καὶ ἐν ἀντιστρόφῳ σχήματι. Ὁ μὲν γὰρ ἦν ἀρχὴ τῷ γένει, πρὸς θάνα‐ τον, πρὸς ἀρὰν, πρὸς κατάκρισιν· ὁ δὲ πρὸς πᾶν

69

.

29

(50)

τοὐναντίον, εἰς ζωὴν, εἰς εὐλογίαν, εἰς δικαίωσιν. Καὶ ὁ μὲν εἰς σάρκα μίαν ἐδέχετο τὴν γυναῖκα, καὶ διόλωλε δι’ αὐτῆς· Χριστὸς δὲ τὴν Ἐκκλησίαν ἑαυτῷ συνάπτων διὰ τοῦ πνεύματος, ἐκρύεταί τε καὶ ἀνα‐ σώζει, καὶ ἀπάτης διαβολικῆς ἀποτελεῖ κρείττονα.
55Τοιγάρτοι καὶ ἀναπείθει βοᾷν· «Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.» Καὶ ὁ μὲν προπάτωρ Ἀδὰμ,
ἁμαρτίας ὀψώνιον καὶ παραβάσεως δίκην ἐδέχετο τὴν29

69

.

32

φθοράν· ἔγκλημα δὲ ἦν ἡ δικαιοσύνη Χριστῷ, κατά γε τὴν τῶν Ἰουδαίων ἐμβροντησίαν. Τοιγάρτοι διὰ τὸ πάθημα τοῦ θανάτου τιμῇ στεφανοῦται καὶ δόξῃ, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Καὶ τῷ μὲν
5Ἀδὰμ μόνα τε καὶ μόλις τὰ ἐπὶ γῆς ὑπετάττετο· Χριστῷ δὲ τὰ πάντα. Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶ‐ σα γλῶσσα ἐξομολογεῖται, ὅτι Κύριος Ἰησοῦς Χρι‐ στὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
10tΠερὶ τοῦ Κάϊν, καὶ τοῦ Ἄβελ.
11αʹ. Ὑπενήνεκται μὲν ἡ ἀνθρώπου φύσις, ὡς ἐν ἀρχῇ τοῦ γένους ἐν Ἀδὰμ, καθάπερ ἔφην ἀρτίως, θανάτῳ καὶ ἁμαρτίᾳ· λελύτρωται δὲ οὐχ ἑτέρως, πλὴν ὅτι διὰ μόνου Χριστοῦ. Ὡς γὰρ ὁ αὐτοῦ γέγραφε
15μαθητὴς, «Οὐκ ἔστιν ὄνομα ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.» Ἔδει γὰρ, ἔδει τὸν δι’ οὗ τὰ πάντα παρήχθη πρὸς ὕπαρξιν, ἀνακαινιστὴν γενέσθαι τῶν κατεφθαρμένων, καὶ τὴν ἐκ τῆς ἁμαρτίας ἐξελᾶσθαι πήρωσιν· κατ‐
20αργῆσαι δὲ τὸ λυποῦν, καὶ τὸ εὖ εἶναι πάλιν διανεῖ‐ μαι πλουσίως τοῖς δι’ αὐτοῦ γεγονόσι. Δυνάμεως γὰρ τῆς θεοπρεποῦς, καὶ μέντοι καὶ ἐξουσίας, δοίην ἂν ἔγωγε λαμπρὰν γενέσθαι κατόρθωσιν, καὶ τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι δύνασθαι παρενεγκεῖν, καὶ τὰ
25τοῦ καλῶς τε καὶ ἀλωβήτως ἔχειν ἡμαρτηκότα μονον‐ ουχὶ παλινάγρετα πρὸς τὸ εὖ εἶναι καλεῖν. Δέδεικται μὲν οὖν ἐν Ἀδὰμ ὁ ἐπὶ τῷδε τύπος. Ἴδοι δ’ ἄν τις οὐδὲν ἧττον αὐτὸν καὶ ἐν τοῖς ἐξ αὐτοῦ γεγόνασι γραφόμενον. Ἀνακεφαλαιοῦται γὰρ ἐν Χριστῷ τά τε
30ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ὁ Θεὸς καὶ πα‐ τήρ. Καὶ τὸ ἐφ’ ἃ μὴ προσῆκεν ὀλισθῆσαν, ἀναβιβά‐ ζεται πρὸς τὸ ἐν ἀρχαῖς, δι’ αὐτοῦ δὴ καὶ μόνου τῶν μεταξὺ παρεισβεβληκότων, οἰχομένων ἤδη πρὸς τὸ μηδὲν, καὶ εἰς καινότητα κτίσεως ἀναστοιχειουμένων
35τῶν ἐπὶ τῆς γῆς. Καινὴ γὰρ κτίσις ἐν αὐτῷ, καὶ ἀληθὴς ὁ λόγος. Ἄθρει δὴ οὖν, ἄθρει καὶ ἐν Ἄβελ τε καὶ Κάϊν, τὸ Χριστοῦ μυστήριον, δι’ οὗ καὶ σεσώ‐ σμεθα. Γέγραπται τοίνυν ἐν τῇ Γενέσει· «Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε
40τὸν Κάϊν, καὶ εἶπεν· Ἐκτησάμην ἅνθρωπον διὰ τοῦ Θεοῦ, καὶ προσέθετο τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ. Καὶ ἐγένετο Ἄβελ ποιμὴν προβάτων. Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν. Καὶ ἐγένετο μεθ’ ἡμέρας, ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ
45Κυρίῳ, καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτο‐ τόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐ‐ τοῦ οὐ προσέσχε. Καὶ ἐλύπησε τὸν Κάϊν λίαν, καὶ

69

.

32

(50)

συνέπεσε τὸ πρόσωπον αὐτοῦ. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν· Ἱνατί περίλυπος ἐγένου, καὶ ἱνατί συνέπεσε τὸ πρόσωπόν σου; Οὐκ ἐὰν ὀρθῶς προσ‐ ενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσύχασον, πρὸς σὲ ἡ ἐπιστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ.» Καὶ
55μετ’ ὀλίγα· «Καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐ‐ τοῦ· Διέλθωμεν δὴ εἰς τὸ πεδίον. Καὶ ἐγένετο ἐν τῷ εἶναι
αὐτοὺς ἐν τῷ πεδίῳ, καὶ ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν31

69

.

33

ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν. Καὶ εἶπε Κύ‐ ριος ὁ Θεὸς πρὸς Κάϊν· Ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός σου; Ὁ δὲ εἶπεν· Οὐ γινώσκω· μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ; Καὶ εἶπεν ὁ Θεός· Τί ἐποίησας; Φωνὴ
5αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. Καὶ νῦν ἐπικατάρατος σὺ ἐπὶ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. Ὅτι ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι· στένων καὶ τρέμων ἔσῃ
10ἐπὶ τῆς γῆς. Καὶ εἶπε Κάϊν πρὸς Κύριον· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με. Καὶ εἰ ἐκβαλεῖς με σή‐ μερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ
15με. Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· Οὐχ οὕτως· πᾶς ὁ ἀποκτείνας Κάϊν, ἑπτὰ ἐκδικούμενα παραλύ‐ σει. Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν, τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ.» βʹ. Κάϊν μὲν τοίνυν καὶ μέντοι καὶ Ἄβελ, ἄμφω μὲν ἐγενέσθην ἐξ Ἀδὰμ, κλῶνες δὲ ἦσαν ὥσπερ
20τρυφεροί τε καὶ εὐανθεῖς, ῥίζης ἀνίσχοντες ἐν ἀρχαῖς τε καὶ πρώτης καὶ ἐπ’ αὐτοῖς ἡ ἀνθρώπου φύσις ἐμελέτα τὸ καρπογόνον, καὶ τὸ αὐξάνεσθαι καὶ πλη‐ θύνεσθαι μόλις ἦν ἐν ἀρχῇ τοῦ φαίνεσθαι, καὶ ἐν ἰσχύι λοιπόν. Ἀλλ’ ὁ μὲν Κάϊν προεπήδα χρόνῳ τῷ
25κατὰ γένεσιν. Εἴπετο δὲ καὶ ἦν μετ’ αὐτὸν ὁ Ἄβελ· καὶ ἕως μὲν ἤστην ἀπαλοί τε καὶ νέοι, καθάπερ τινὲς νεοττοὶ παρετρέφοντο τοῖς γεγεννηκόσιν. Ἐπειδὴ δὲ εἰς ἤβην οἱ νεανίαι ἦλθον, καὶ λοιπὸν τελοῦντες ἐν ἀνδράσιν ἐφαίνοντο, πρὸς διαφόρους ἐτράποντο φιλ‐
30εργίας. Καὶ ὁ μὲν Κάϊν, ἡσθεὶς, οἶμαί που, χλοηφο‐ ρούσῃ τῇ γῇ, καὶ πολὺ δὴ λίαν εὔξυλόν τε καὶ εὐερ‐ γεστάτην ὁρῶν, καὶ καρποῖς ὡραίοις πεποικιλμέ‐ νην, δεῖν ᾠήθη ταῖς ἐπιεικείαις ἀποφαίνειν ἡμε‐ ροτέραν τῶν ὁρωμένων τὴν ὄψιν· καὶ τὰ οἴκοθέν
35τε καὶ φυσικῶς ἀξιέραστα καὶ αὐτομάτως εἰς τοῦτο διήκοντα κάλλους διενοεῖτό που, κατά γε τὸ εἰ‐ κὸς ὡς εἰ τύχοιεν ἱδρῶτος γεωπονικοῦ, ῥᾳδίως ἂν εἰς ὄψιν ἐλθεῖν, τὴν ἀσυγκρίτως προφερεστέ‐ ρον Ἐσκευάζετο δὴ οὖν ἀγροικοπρεπῶς, καὶ παντὶ
40δὴ σθένει χρώμενος, ἀποπεραίνειν ἤθελε τὸν σκο‐ πόν. Ἐδίδου δὲ αὐτῷ ἴσως ἡ φύσις τὸ εἰδέναι καὶ ταῦτα, καὶ θεῖος εἰς νοῦν καὶ ἀπόῤῥητος νόμος ἐν‐ εχάραττέ που τὴν ὧν ἂν ἕλοιτο γνῶσιν. Ἀλλὰ ταυτὶ μὲν ὁ Κάϊν σπουδῆς ἠξιοῦτο, καὶ πόνων· Ἄβελ δὲ ὁ
45σοφὸς τὸν ἐπὶ ξύλοις ἱδρῶτα, καὶ σκαπάνῃ μεθεὶς, καὶ μὴν καὶ ἅρπης οὐκ ἀνεχόμενος, ἀγέλαις ὀΐων ἐπετρέπετο. Παρεκόμιζον δὲ ἴσως εἰς τοῦτο γνώμης αὐτὸν, ἀρνειοὶ μὲν μητράσιν λεπτὸν ὑπηχοῦντες ἔτι, καὶ μόλις ἀναβληχόμενοι, ἁπαλοῖς δὲ καὶ νεοπαγέσι

69

.

33

(50)

ποσὶν εὐανθεῖ πόᾳ βραχὺ διασκαίροντες· καὶ μὴν ἐπὶ τοῦτο καὶ αἱ μηκάδες αἶγες τὰ ὑψηλότατα τῶν πετρῶν ἀμογητὶ διαθρώσκουσαι. Ψήφῳ δὲ, οἶμαι, παγκάλῃ τὴν ποιμενικὴν στεφανοῦν ἠξίου σοφὸς ὢν ἄγαν, τῆς ἐπ’ ἀνθρώποις ἡγεμονίας προμελέτησιν
55ὥσπερ τινὰ τὸ χρῆμα τιθεὶς, ὦδέ τε ἔχειν ἡγούμε‐
νος. Λαῶν ποιμένας τοὺς ἐθνῶν ἢ πόλεων, ἢ δήμων33

69

.

36

προεστηκότας ὀνομάζειν ἔθος καὶ αὐτῇ τῇ Γραφῇ τῇ θεοπνεύστῳ, καὶ τοῖς Ἑλλήνων λογάσιν. Ἀπονενευ‐ κότοιν δὴ οὖν τοῖν νεανίαιν, τοῦ μὲν ἐπὶ γηπονίαν, θατέρου γε μὴν ὡς ἐπί τι τῶν ἀμεινόνων, τὴν ποι‐
5μενικὴν, προϊὼν, ὁ χρόνος τῷ Κάϊν μὲν δασὺ κομῶν‐ τας τοὺς κήπους καὶ καρποῖς ὡραίοις ἐπίθει διαβρι‐ θεῖς· τῷ δὲ Ἄβελ προήκουσαν εἰς πληθὺν ὡς πλείστην ὅσην ἀπετέλει τὰ συναγηγερμένα. Εἶτα νόμος ὁ ἐν ἡμῖν τῆς ἐμφύτου θεογνωσίας, ἐκάλει
10τοὺς ἄνδρας πρὸς τὸ δεῖν ἀνάπτειν τὰ χαριστήρια τῷ πάντων Δημιουργῷ, καὶ παντὸς ἡμῖν ἀγαθοῦ δοτῆρι Θεῷ. Εἰ γάρ ἐστι κατεφθαρμένος καὶ οὐκ ἀληθὴς ὁρᾶται τυχὸν ἐν τοῖς εἰδώλων προσκυνηταῖς ὁ τοῦ διειδέναι σκοπὸς τίς ὁ τῶν ὅλων ἐστὶ ποιητὴς, ἀλλ’
15οὖν ἔμφυτός τε καὶ ἀναγκαῖος διανύττει νόμος, καὶ αὐ‐ τοκέλευστος ἐγείρει γνῶσις, εἴς γε τὸ χρῆναι νοεῖν τὸ ὑπερτεροῦν, καὶ ἄμεινον ἀσυγκρίτως ἢ καθ’ ἡμᾶς, τουτ‐ έστι Θεόν. Ἄγει δὴ οὖν ὁ μὲν ἱερός τε καὶ πάνσοφος Ἄβελ τὰ τῆς ἀγέλης ἀπόλεκτα, καὶ ἀριστίνδην ἐγκε‐
20κριμένα· «Ἤνεγκε γὰρ,» φησὶν, «ἀπὸ τῶν πρω‐ τοτόκων τῶν ἀμνῶν, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν,» τουτέστι τὰ προὔχοντα καὶ ἐξαίρετα. Καὶ τὸν τῆς ἱερουργίας οὐκ ἀγνοήσας τρόπον, παρετίθει τὰ στέατα. Κάϊν δὲ οὐχ οὕτως, πολὺ δὲ λίαν ἀτημελῶς·
25τὰ μὲν γὰρ ὅτι μάλιστα τῶν ὡρίμων ἐκπρεπῆ, ταῖς ἰδίαις ἐχαρίζετο τρυφαῖς, ἐλύπει δὲ τοῖς δευτέροις τὸν ἐπὶ πάντων Θεόν. Οὐκοῦν ἐπὶ μὲν τοῖς τοῦ Ἄβελ δώροις πῦρ καθιὲν οὐρανόθεν, δαπανᾶσθαι παρεσκεύασε τὰ ἱερώματα· «Ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ
30ταῖς θυσίαις αὐτοῦ, οὐ προσέσχε,» φησίν. Οὐ γὰρ τὸ σύνηθες ἐπηφίει πῦρ τοῖς προσενηνεγμένοις. Ἐν‐ τεῦθεν ὁ Κάϊν ἀνιᾶται σφόδρα, καὶ ἀλύει δεινῶς. Διδασκόμενος δὲ τῆς ἀποστροφῆς τὴν αἰτίαν, καὶ ψῆφον ἑλόντος τὴν ἀμείνω τοῦ Ἄβελ, οὐκ ἐτράπετο
35μᾶλλον πρὸς ἐπανόρθωσιν τῶν διεπταισμένων· εἰς ὀργὰς δὲ ἀκαίρους ἀποταυρούμενος πρῶτος ἐν ἀν‐ θρώποις τὸν ἀτίθασσον ὠδίνει φθόνον· μονονουχὶ δὲ τῆς ἀποστροφῆς ἀμυνόμενος τὸν τῶν ὅλων Θεὸν, δόλῳ μέτεισι τὸν τεθαυμασμένον. Καὶ νόμον ἐπάτει
40φιλοστοργίας, διαβολικῆς μὲν φαυλότητος καὶ ἀν‐ οσίων σκεμμάτων, ἐκμεμεστωμένον ἔχων τὸν νοῦν· πλαττόμενος δὲ τὸ χρηστὸν εἰς λόγους· «Διέλθωμεν γὰρ, φησὶν, εἰς τὸ πεδίον.» Ἀκούεις ὅπως ἐκάλει μὲν ἐπ’ ἀγροὺς ὡς ἐπόπτης ἔσοιτο τῆς ἐπιεικείας
45αὐτοῦ, καὶ τῆς τῶν ἀνθέων πολυειδοῦς ἀπολαύσοι θέας; Ἀνοσιεύεται δὲ, καὶ πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴν τῷ θανάτῳ δίδωσι τὸν ὁμαίμονα, καὶ τῆς εἰς μιαιφονίαν ὁδοῦ τῇ ἀνθρώπου φύσει διδά‐ σκαλος ἦν. Διαπυνθανομένου δὲ τοῦ Θεοῦ καὶ λέγον‐

69

.

36

(50)

τος, «Ποῦ Ἄβελ ὁ ἀδελφός σου;» ψευδοεπεῖ μὲν ὁ δείλαιος, καὶ ὑπαντιάζει σκληρῶς τὸ, «Οὐκ οἶδα,» λέγων. Ἐπειδὴ δὲ φονευτὴς ἠλέγχετο, καὶ ὑπενή‐ νεκται ταῖς ἀραῖς, ᾠήθη δὲ πάλιν ὅτι τεθνήξεται καὶ αὐτὸς, καὶ εἰ μὴ βούλοιτο Θεὸς, καὶ λύσις ἔσται τὸ
55χρῆμα αὐτῷ τῆς ἐκ Θεοῦ ὀργῆς. Ἔφασκε γάρ· «Εἰ ἐκβάλῃς με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στέ‐ νων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται, πᾶς ὁ εὑ‐
ρίσκων με ἀποκτενεῖ με.» Ἀλλ’ ὅτι πάντη τε καὶ35

69

.

37

πάντως ὑποκείσεται ταῖς ἀραῖς καὶ τῶν οἰκείων ἀν‐ οσιουργημάτων ὑφέξει τὰς δίκας τρισάθλιον ἐν γῇ διατρίβων βίον, ἐπληροφορεῖτο σαφῶς Θεοῦ λέγοντος· «Οὐχ οὕτως, ὅτι πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκ‐
5δικούμενα παραλύσει.» Τὸ δὲ ἑπτὰ τίθησιν ἀντὶ τοῦ πολλὰ, ὅμοιον οὖν ὡς εἰ λέγει, πολλῶν καὶ ἀνοσίων πλημμελημάτων χαριεῖται δίκην τῷ ἀδελφοκτόνῳ Κάϊν, ὁ τῆς ἐνσωμάτου ζωῆς ἀνιεὶς αὐτόν. Εἰ δὲ δή τις ἕλοιτο καὶ ἑπτὰ τὸν ἀριθμὸν εἶναι λέγειν τὰ ἐκ‐
10δικούμενα, χαλεπὸν οὐδὲν ἀναμετροῦντα εἰπεῖν, ὅτι πρώτη μὲν ἁμαρτία τῷ Κάϊν, τὸ μὴ διελεῖν ὀρθῶς, μήτε μὴν ἀναθῆναι Θεῷ τὰ πάντων ἐξαίρετα. Δεύ‐ τερον δὲ δὴ τὸ μαθόντα τὴν ἁμαρτίαν μὴ τραπέσθαι πρὸς μετάγνωσιν, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρο‐
15μαῖς ἐπανορθοῦν τὰ διεπταισμένα, καταθήγεσθαι δὲ πρὸς ὀργὰς, καὶ ταῖς τοῦ πέλας εὐδοκιμήσεσιν ἐποτρύνεσθαι· ὃν ἔδει που πάντως ἑλέσθαι ζηλοῦν, οὐκ ἐχθρὸν ἡγεῖσθαι, καὶ ἀδίκοις ὄμμασιν ὑποβλέ‐ πεσθαι. Τρίτη δὲ καὶ προεισβολή τις ὥσπερ τῆς εἰς
20τὸ χρῆναι φονᾷν ἀγριότητος, ὁ ἀνήμερος φθόνος. Τετάρτη δ’ αὐτὸ, «Διέλθωμεν εἰς τὸ πεδίον,» δόλου καὶ ἀπάτης ἀπόδειξιν ἔχον. Πέμπτη δὲ τῆς ἀνοσίου μιαιφονίας τὰ ἐγκλήματα. Καταλογισθείη δ’ ἂν εἰς ἔκτον αὐτῷ πλημμέλημα, τὸ ψευδοεπῆσαι τὸν Θεόν.
25Εἰς ἕβδομον δὲ, τὸ ἄκοντος τοῦ Θεοῦ, νομίζειν δύνα‐ σθαι διαδρᾶναι τὰς δίκας, τῆς ἐν σώματι ζωῆς οὐκ ἀνεθελήτως ἀπηλλαγμένον. «Ἀλλὰ δέδωκε, φησὶν, ὁ Θεὸς σημεῖον τῷ Κάϊν τοῦ μὴ ἀποκτεῖναι αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ.» Ὑπέκειτο δὲ παραχρῆμα ταῖς ἀραῖς, καὶ ὁ τῆς ἀποστροφῆς ἠκολούθει τρόπος. Τὸν γάρ τοι πρὸς λῆξιν τοῦ παντὸς ἤδη διελάσαντα
30κακοῦ ἐποπτεύσειεν ἂν πῶς ἡ πάναγνος καὶ ἁγιωτάτη φύσις; γʹ. Καὶ ταυτὶ μὲν ἡμῖν ὡς ἐν πάχει πραγμάτων καὶ ἱστορικῶς εἰρήσθω τέως. Μεταχρωννύντες δὲ ὤσπερ τῆς εἰκόνος τὴν γραφὴν, καὶ τὴν ἐν τῷ γράμ‐ ματι σκιὰν μεταχαράττοντες εἰς ἀλήθειαν, φέρε δὴ,
35φέρε, καὶ λίαν ἰσχνῶς ἕκαστα βασανίζοντες, ἐκεῖνο λέγωμεν, ὅτι τὸ Χριστοῦ μυστήριον καταθρήσαι τις ἂν προανατυπούμενον ἐν ἀρχαῖς ὡς ἐν σκιᾷ τῷ συμ‐ βεβηκότι. Ἔδει γὰρ, ἔδει τῆς ἀνθρώπου φύσεως δια‐ τεθείσης εἰς ἁμαρτίαν, καὶ τοῖς τοῦ θανάτου βρόχοις
40ἀδοκήτως ἐνειλημμένης, τὸ τῆς εἰς τὸ ἄμεινον ἀνα‐ κομιδῆς προαναφωνεῖσθαι μυστήριον, καὶ τὸν δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τεθνηξόμενον κατὰ καιροὺς μὴ ἀγνοηθῆναι Χριστόν. Πεποίηται τοίνυν ὁ προπά‐ τωρ Ἀδὰμ κατά γε τὴν πίστιν τῶν ἱερῶν Γραμμά‐
45των, κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν Θεοῦ. Γεγέννην‐ ται δὲ καὶ προῆλθον ἀπ’ αὐτοῦ, πρῶτος μὲν ὁ Κάϊν, δεύτερος δὲ μετ’ ἐκεῖνον ὁ Ἄβελ. Ἀλλὰ τῷ μὲν Κάϊν τὸ ἐξ Ἰσραὴλ πρόσωπον περιθήσομεν. Ἐπεί τοι καὶ αὐτὸς ὁ Χριστὸς ἰσοτρόπους ὄντας τῷ Κάϊν τοὺς τῶν

69

.

37

(50)

Ἰουδαίων δήμους, αὐτὸν προσημαίνειν ἠξίου. Αὐτὸς γὰρ ἔφασκεν· «Ἐὰν ὑμεῖς μένητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἔσεσθε, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.» Οἱ δὲ τῆς πατρικῆς ἐλευθερίας οὐ συνιέντες τὸ κάλ‐
55λος, σαρκικοῖς αὐχήμασιν ἐναγλαΐζεσθαι δεῖν ἐπ‐ εχείρουν, λέγοντες· «Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ
οὐδενὶ δεδουλεύκαμεν πώποτε. Πῶς σὺ λέγεις, ὅτι37

69

.

40

Ἐλεύθεροι ἔσεσθε;» Τί οὖν πρὸς ταῦτα Χριστός; «Εἰ τέκνα,» φησὶν, «τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν. Νυνὶ δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα
5παρὰ τοῦ Πατρός· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησε.» Πατέρα δὲ αὐτοῖς ἀπονέμει τὸν Σατανᾶν, λέγων· «Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. Ἐκεῖ‐ νος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἔστηκεν, ὅτι ψεύστης ἐστὶ, καθὼς καὶ ὁ πατὴρ
10αὐτοῦ.» Καὶ οὐδέπου νομιοῦμεν, νοοῦντες ὀρθῶς, τοῦ πονηροῦ τε καὶ ἀρχεκάκου δαίμονος διαμεμνῆσθαι Χριστόν· ἐκλελυττηκόσι δὲ τοῖς Ἰουδαίοις, καὶ τὴν ἀνοσίαν κατ’ αὐτοῦ μιαιφονίαν ὠδίνουσι, τὸν πρῶτον ἀνθρωποκτόνον καὶ τοῦ ψεύδους ἐπιτηδευτὴν, φημὶ
15δὴ τὸν Κάϊν, δίδωσι πατέρα, κἀκείνου τὸν Σατανᾶν, τὸν τῆς ἁμαρτίας εὑρετήν. Ἐπιδιδασκόντων τινῶν τίνα πατέρα τῷ διαβόλῳ δώσομεν, ἢ ποῖον εἶναί φα‐ μεν τῆς ἐκείνου δυστροπίας τὸ ἀρχέτυπον, ἀρχε‐ τύπῳ δὲ ὥσπερ τῷ Κάϊν καθάπερ εἰκόνα προσνέμει
20τοὺς τῆς ἐνούσης αὐτῷ δυσσεβείας τὴν εἰς πᾶν ὁτι‐ οῦν ἐμφέρειαν νοσεῖν εἰρημένους. Ὅτι γὰρ ἔθος τῷ Σωτῆρι Χριστῷ, Σατανᾶν ἀποκαλεῖν τὸν τοῖς ἐκείνου προσεοικότα τρόποις, καταθρήσωμεν ἂν καὶ λίαν ἀμογητὶ τοῖς ἁγίοις λέγοντα μαθηταῖς· «Οὐκ ἐγὼ
25ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἰδοὺ εἷς ἐξ ὑμῶν διάβολός ἐστι; Παρεικαστέον τοίνυν τῷ Κάϊν τὸν Ἰσραὴλ, περὶ οὗ γέγραπται· «Υἱὸς πρωτότοκός μου Ἰσραήλ.» Μετὰ δέ γε τὸν πρωτότοκον Ἰσραὴλ, δεύτερος ὥσπερ ἐν χρόνῳ, καὶ νεώτατος ἀνεφάνη
30Χριστὸς, υἱὸς καὶ αὐτὸς τοῦ Ἀδάμ. Τοιγάρτοι καὶ Υἱὸν ἀνθρώπου σοφῶς τε καὶ οἰκονομικῶς ἑαυτὸν ὠνόμαζε πανταχῆ· ἀλλ’ ὁ μὲν Ἰσραὴλ, τιμᾷν ἐδόκει Θεὸν προσφέρων τὰ πρόσκαιρα καὶ εὐμάραντα, καὶ ὧν οὐ σφόδρα πολὺς ὁ λόγος, καὶ τοῖς περὶ γῆν
35σπουδάσμασιν, ὅλον ὥσπερ ἐτίθει τὸν νοῦν. «Ἐτρά‐ πετο γὰρ εἰς γεηπονίαν ὁ Κάϊν, Ἄβελ δὲ ἦν ποιμὴν προβάτων. Καθηγεῖτο γὰρ τῆς λογικῆς ἀγέλης ὁ Ἐμμανουὴλ, καὶ αὐτός ἐστιν ὁ Ποιμὴν ὁ καλὸς ὁ «ἐν τόπῳ πίονι, καὶ ἐν νομῇ ἀγαθῇ,» καθὰ
40γέγραπται, τὰς ἄνω τε καὶ ἐπὶ γῆς διαποιμαίνων ἀγέλας. Πρὸς ὃν καὶ ὁ προφητικὸς ἀναπεφώνηκε λόγος· «Ποίμαινε τὸν λαόν σου ἐν ῥάβδῳ φυλακῆς σου, πρόβατα κληρονομίας σου.» Οὐκοῦν ὁ μὲν Ἰσραὴλ τοῖς γεωδεστέροις ἠξίου τιμᾷν τὸν Θεὸν, καρ‐
45ποφορῶν τὰ ἐν νόμῳ, καὶ τὰς ἀνεθελήτους αὐτῷ θυσίας ἀνατιθείς. Τοιγαροῦν καὶ ἤκουσε διὰ φωνῆς ἁγίων· «Ὁλοκαύτωμα τῶν κριῶν σου, καὶ στέαρ ἀρνῶν, καὶ αἷμα τράγων καὶ ταύρων, οὐ βούλομαι, οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησε

69

.

40

(50)

ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε. Ἐὰν φέρετε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοί ἐστι.» Καὶ πάλιν, «Ἵνα τί μοι λίβανον ἐκ Σαββᾶ φέρετε, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐ εἰσὶ δεκτὰ,
55καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν με.» Τοῦτό ἐστιν ἐναργῶς τὸ ἐπὶ ταῖς θυσίαις τοῦ Κάϊν μὴ προσεσχη‐
κέναι Θεόν. Ἄβελ δὲ ὁ δίκαιος, τουτέστι Χριστὸς,39

69

.

41

ἐδωροφόρει Θεῷ τὰ τῶν λογικῶν ποιμνίων πρωτότοκα, τουτέστι, τοὺς τρυφεροὺς τὴν καρδίαν, καὶ νηπιά‐ ζοντας τῇ κακίᾳ, καὶ ἀπολέκτους ἐν ἀρεταῖς, καὶ εἰκόνι τῇ πρὸς αὐτὸν τὴν τοῦ πρωτοτόκου φοροῦντας
5δόξαν. Ἐκκλησία γὰρ πρωτοτόκων ἀπογεγραμμέ‐ νων ἐν τοῖς οὐρανοῖς, ἡ τῶν διὰ πίστεως κεκλημένων εἰς ἁγιασμὸν πληθὺς ὀνομάζεται παρά γε τῷ θεσ‐ πεσίῳ Παύλῳ· ταύτης οὖν ἄρα τῆς ἁγίας πληθύος καὶ τῆς τῶν πρωτοτόκων ἀγέλης ἱερουργὸς γέγονεν
10ὁ Χριστός. Δι’ αὐτοῦ γὰρ «ἐσχήκαμεν τὴν προσ‐ αγωγὴν ἐν πνεύματι πρὸς τὸν Θεὸν καὶ Πατέρα.» Καὶ θυσία καλὴ γεγόναμεν καὶ εὐπρόσδεκτος, ὑπὲρ μό‐ σχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς. Ἡ μὲν γὰρ δι’ αἱμάτων προσαγωγὴ χθαμαλή τέ ἐστι καὶ γεω‐
15δεστέρα, καὶ τὸ εὐῶδες οὐκ ἔχουσα παρὰ Θεῷ. Ἡ δέ γε ἐν πνεύματι καὶ διὰ Χριστοῦ λατρεία πολὺ δὴ λίαν ἐστὶν ἁνδάνουσα τῷ Πατρί. Καὶ γοῦν τοῖς ἐξ Ἰσραὴλ προσκομίζουσι τὰ ἀπὸ γῆς, ἐφώνει Θεός· «Οὐ δέξο‐ μαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων
20σου χιμάῤῥους· ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ’ ἐμοῦ ἐστιν ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· Ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη, καὶ τὸ πλήρωμα αὐτῆς.» Ἡμῖν
25δὲ τοῖς ἐν Χριστῷ δεδικαιωμένοις καὶ ἡγιασμένοις ἐν πνεύματι, προσεφώνει λέγων· «Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Οὐκοῦν ἐν ἀμείνοσι τῶν ἀπὸ
30τῆς γῆς τὰ πνευματικὰ, καὶ πολὺ προφερεστέρα τῆς κατὰ νόμον θυσίας, ἡ διὰ Χριστοῦ. Προσεκλίνετο δὴ οὖν οὐχὶ ταῖς τοῦ Κάϊν θυσίαις, ἀλλὰ ταῖς τοῦ Ἄβελ, ὁ Θεός. Καὶ διὰ ποίαν αἰτίαν; Ὁ μὲν γὰρ Ἰσραὴλ προσεκόμιζε μὲν ὀρθῶς. Θύειν γὰρ ἔδει Θεῷ. Διεῖλε
35δὲ οὐκ ὀρθῶς, προσεδρεύων ἀεὶ τοῖς τύποις, καὶ τοῖς ἐν σκιαῖς ἐφήδεσθαι νομίσας Θεόν. Τοιγάρτοι καὶ ἥμαρτε καὶ ἡσυχάζειν ἐκελεύετο, τουτέστι, τῶν ἀρ‐ χαίων καὶ κατὰ νόμον καταλήγειν ἐθῶν, καὶ ἡγού‐ μενον ποιεῖσθαι Χριστόν. Εἴρηται γὰρ τῷ Κάϊν·
40«Ἥμαρτες, ἡσύχασον·» καὶ πρός γε τὸν Ἄβελ· «πρὸς σὲ ἡ ἐπιστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ.» Ἀλλ’ εἴπερ ἠθέλησεν ὁ Ἰσραὴλ τὴν ἐκ τῶν γεωδεστέ‐ ρων προσαγωγὴν, καὶ τῆς κατὰ νόμον λατρείας τὸ ἀνωφελὲς παρωθούμενος, ἄρχοντα καὶ καθηγητὴν
45τῆς εἰς τὸ ἄμεινον ὁδοῦ ποιεῖσθαι Χριστὸν, ἦν ἂν ἐλεύθερος μεθ’ ἡμῶν, καὶ «ἐν βιβλίῳ τῶν ζώντων,» κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ ἴσῳ τῷ Κάϊν φθόνου πρόφασιν καὶ μιαιφονίας ἀρχὴν τὴν τοῦ Σωτῆρος ἡμῶν εὐδοκίμησιν ἐποιήσατο, πέπτωκεν εἰς ἀρὰν,

69

.

41

(50)

καὶ ἑπτὰ γέγονεν ἐκδικουμένων ἔνοχος. Πολλαῖς γὰρ ἔνοχοι γεγόνασι δίκαις καὶ ποιναῖς ἀγρίαις ὑπενη‐ νεγμένοι, στένοντές τε καὶ τρέμοντες διατελοῦσιν οἱ δείλαιοι· πανταχῆ γὰρ ξένοι, καὶ ἐπήλυτοι καὶ περι‐ δεεῖς, καὶ τὴν ὅτι μάλιστα τοῖς ἐλευθέροις πρεπωδε‐
55στάτην οὐκ ἔχοντες παῤῥησίαν. Πλὴν ἐδέξατο σημεῖον ὁ Κάϊν τοῦ μὴ ἀνελεῖν αὐτόν· ἀπόλωλε γὰρ οὐκ εἰς
ἅπαν ὁ Ἰσραὴλ, σέσωσται δὲ τὸ κατάλειμμα, κατὰ41

69

.

44

τὴν τοῦ προφήτου φωνὴν, καὶ τοῦτο εἰδὼς προανεφώ‐ νει, λέγων· «Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν.» Καὶ μέν τοι καὶ πρὸς τῷδε
5καὶ ὁ θεσπέσιος Μελῳδὸς, μὴ εἰς ἅπαν ἀφανίζεσθαι τὸν Ἰσραὴλ ἐλιπάρει πρὸς τὸν τῶν ὅλων Θεόν· «Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου.» Πλὴν ἐκβέβηκεν ὁ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ. Γέγραπται γὰρ οὕτως· «Ἐξῆλθε δὲ Κάϊν ἀπὸ
10προσώπου τοῦ Θεοῦ·» πεπόνθασι δέ τι τοιοῦτον οἱ ἐξ Ἰσραὴλ, πρὸς οὓς εἴρηται διὰ φωνῆς τοῦ προφήτου· «Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρός με, ἀπο‐ στρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν, καὶ ἐὰν πλη‐ θύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Αἱ γὰρ
15χεῖρες ὑμῶν αἵματος πλήρεις.» Ἀπέκτειναν γὰρ τὸν τῶν ὅλων Κύριον, καὶ τετολμήκασιν εἰπεῖν ἐκ πολλῆς ἅγαν ἀνοσιότητος, «Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.» Ἀλλὰ τὸ μὲν αἷμα τοῦ Ἄβελ μόνον τάχα που κατακεκράγει τοῦ φονευτοῦ· τὸ δέ γε
20τίμιον αἷμα τοῦ Χριστοῦ κατακέκραγε μὲν καὶ τῆς τῶν Ἰουδαίων ὠμότητος καὶ ἀχαριστίας· ἐξῆρε δὲ τὸν κόσμον τῆς ἁμαρτίας, ὡς κεχυμένον ὑπὲρ αὐτοῦ. Τοι‐ γάρτοι φησὶν ὁ θεσπέσιος Παῦλος· «Προσελθεῖν ἡμᾶς τοὺς ἐν πίστει δεδικαιωμένους, αἵματος ῥαντισμῷ
25κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ.» Πρέποι δ’ ἂν κἀκεῖνο, οἶμαι, τοῖς εἰρημένοις ἐπενεγκεῖν.» Μετὰ γάρ τοι τὸ ἐκτεθνάναι, φησὶ, τὸν Ἄβελ, ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ, λέγουσα· Ἐξανέστησε
30γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπ‐ έκτεινε Κάϊν.» Εἶτα μεθ’ ἕτερα· «Ἔζησε δὲ,» φησὶν, «Ἀδὰμ τριάκοντα καὶ διακόσια ἔτη· καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ.» Ἄθρει δὴ οὖν ὅτι
35μετὰ τὸν Ἄβελ θάνατον, ἐμφερέστατος τῷ κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, τουτέστι τῷ Ἀδὰμ, τίκτεται πάλιν υἱὸς Σήθ. Μετὰ γάρ τοι τὸ ἀποθανεῖν κατὰ σάρκα τὸν Ἐμμανουὴλ, ἕτερον εὐθὺς ἀνέφυ σπέρμα τῷ Ἀδὰμ, καταπλουτοῦν ἐν ἑαυτῷ τῆς θείας εἰκόνος
40τὸ ὑπέρτατον κάλλος· «Ἀναμορφούμεθα γὰρ εἰς Χρι‐ στὸν διὰ πνεύματος οἱ πιστεύοντες.» Ὅτι δὲ τούτοις γένους ῥίζα τις ὥσπερ καὶ πρόφασις ὁ Χριστοῦ γέγονε θάνατος, αὐτὸς τοῦτο πιστώσεται λέγων· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· ἑὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀπο‐ θάνῃ, πολὺν καρπὸν φέρει.» Ὅτε τοίνυν πέπτωκεν οἷά τις κόκκος εἰς γῆν, ἀστάχυος δίκην, πολλοστὸς
45ἀνέφυ, τῆς ἀνθρώπου φύσεως ἀναπλαττομένης ἐν αὐτῷ, πρὸς τὴν ἐν ἀρχαῖς εἰκόνα, καθ’ ἣν ὁ πρῶτος γέγονεν ἄνθρωπος. δʹ. Ἄξιον δὲ καὶ τὸ ἐξ ἀμφοῖν ἡμᾶς πολυπραγμονεῖν γένος, τό τε τοῦ Κάϊν φημὶ καὶ τοῦ Σήθ· περιέσται γὰρ δή τι κἀντεῦθεν ἡμῖν τὸ τελοῦν εἰς ὄνησιν· γέ‐

69

.

44

(50)

γραπται δὲ οὕτως· «Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνὼς, καὶ ἧν οἰ‐ κοδομῶν πόλιν, καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνό‐ ματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώς. Ἐγεννήθη δὲ τῷ Ἐνὼς, Γαϊδὰδ, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαουΐαν. Καὶ Μα‐
55ουΐας ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέν‐ νησε τὸν Λάμεχ, καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖ‐
κας· ὄνομα δὲ μιᾷ Ἀδὰ, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά.43

69

.

45

Εἶπε δὲ γυναιξὶν Ἀδᾷ καὶ Σελλᾷ· Ἀκούσατε τῆς φωνῆς μου, γυναῖκες Λάμεχ· ἐνωτίσασθέ μου τοὺς λόγους· ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί· ὅτι ἑπτάκις ἐκδεδίκηται
5ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά.» Ἔχεις ἐν τούτοις τῆς ἐκ Κάϊν τεκνολογίας σαφῆ τὴν ἀφ‐ ήγησιν· ἴδωμεν καὶ τίς ἦν ἡ ἀπὸ Σήθ. Γέγραπται δὲ πάλιν οὕτως· «Ἔζησε δὲ Σὴθ πέντε καὶ διακόσια ἔτη, καὶ ἔτεκε τὸν Ἐνώς·» περὶ οὗ τὸ ἱερὸν Γράμμα
10φησί· «Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.» Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ, δώ‐ δεκα καὶ ἐννακόσια ἔτη. καὶ ἀπέθανε. Καὶ ἔζησεν Ἐνὼς ἔτη ἑκατὸν ἐννενήκοντα, καὶ ἐγέννησε τὸν Καϊνάν· καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼς πέντε
15καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε. Καὶ ἔζησε Καϊνὰν ἑβδομήκοντα ἔτη καὶ ἑκατὸν, καὶ ἐγέννησε τὸν Μαλε‐ λεήλ. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Καϊνὰν δέκα ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε. Καὶ ἔζησε Μαλελεὴλ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν
20Ἰάρεδ. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεὴλ ἔτη πέντε καὶ ἐννενήκοντα καὶ ὀκτακόσια, καὶ ἀπέθανε. Καὶ ἔζησεν Ἰαρὲδ δύο καὶ ἑξήκοντα ἔτη καὶ ἑκατὸν, καὶ ἐγέννησε τὸν Ἐνώχ·» εἶτά φησιν· «Εὐηρέστησε δὲ Ἐνὼχ τῷ Θεῷ, καὶ οὐχ εὑρίσκετο, διότι μετέθη‐
25κεν αὐτὸν ὁ Θεός.» Ἄθρει δὴ οὖν, καὶ πρό γε δὴ τῶν ἄλλων, ὡς ὀνομάζονται μὲν οἱ ἐκ Κάϊν, καὶ ὁ τῆς τῶν γενῶν διαδοχῆς ἔρπει λόγος. Οὐ μὴν ὅτι καὶ εἰς πόσον ἐτῶν ἀριθμὸν ὁ τῆς ἑκάστης ζωῆς ἐκτέταται χρόνος προενήνεκται σαφῶς, καθάπερ ἀμέλει καὶ ἐπὶ
30τῶν γεγονότων ἀπὸ Σήθ. Ἀναγέγραπται γὰρ ἀκρι‐ βῶς ὁ ἑκάστου χρόνος, τίνα τε καὶ πόσον ἐβίω, καὶ πρὸ τέκνων γονῆς, καὶ μετὰ τοῦτο, ἔτι λεπτῶς καὶ ἀκριβῶς ἀναμάθοι τις ἂν ἐκ τῶν ἱερῶν Γραμμάτων. Μήνυσις οὖν ἄρα καὶ τοῦτό ἐστι οὐκ ἀσυμφανὴς τοῖς
35γε ὅλως τὰ τοιάδε φιλοκρινεῖν ᾑρημένοις, ὡς οὐκ ἂν ἀνάσχοιτο Θεὸς τὴν τῶν φιλαμαρτημόνων εἰδέναι ζωήν. Ἀκούσονται γοῦν ἐπὶ τοῦ θείου βήματος λέγοντος τοῦ Χριστοῦ· «Ἀμὴν λέγω ὑμῖν, οὐδέποτε ἔγνων ὑμᾶς.» Διαπίπτει μὲν γὰρ οὐδὲν τό γε ἧκον εἰς εἴδησιν, λέγω
40τὸν τῶν ὅλων Θεόν. Εἰδὼς δὲ οὐκ οἶδε τοὺς φιλαμαρ‐ τήμονας, διά γε τῆς εἰς αὐτοὺς ἀποστροφῆς τὸ ἄγαν ἐντενές. Οὐκοῦν σεσιώπηται μὲν τοῖς ἐκ Κάϊν, ὁ τῆς ζωῆς χρόνος. Πεπράχασι γὰρ ἀξιάκουστον μὲν οὐ‐ δέν· ἂ δὲ ἦν εἰκὸς, καὶ πρὸς ζημίαν ἔσεσθαι τοῖς
45ἐντευξομένοις τῇ περὶ αὐτῶν συγγραφῇ. Ηὐμοιρήκα‐ σι δὴ οὖν, καὶ μάλα δικαίως, καὶ τῆς παρὰ Θεῷ μνήμης. Ποιεῖταί γε μὴν ἐν λόγῳ, τὸ εἰδέναι λεπτῶς τὴν τῶν ἁγίων ζωὴν, καὶ οὐδὲν, οἶμαι, τῶν κατ’ αὐ‐ τοὺς ἐξοίχοιτο ἂν τὸν θεῖόν τε καὶ ἀκήρατον νοῦν.

69

.

45

(50)

Καὶ πιστώσεται λέγων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χρι‐ στός· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τῆς γῆς ἄνευ τοῦ Πα‐ τρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς· ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν.» Εἰ
55δὲ ἐν λόγῳ τέθειται παρὰ Θεῷ καὶ ὁ τῶν τριχῶν ἀριθμὸς, διά τοι τὸ πάντα σαφῶς εἰδέναι τὰ κατ’
αὐτοὺς, καὶ ἐν φροντίδι ποιεῖ· κατὰ τίνα45

69

.

48

δὴ τρόπον, ὁ αὐτῆς τῆς ζωῆς ἀγνοηθείη καιρός; «Ὀφθαλμοὶ γὰρ,» φησὶ, «Κυρίου ἐπὶ δικαίους.» Καὶ ὁ μὲν δεύτερος εὐθὺς ἀπὸ Κάϊν Ἐνὼς, ἐπώνυ‐ μον ἔσχεν ἐν τῇ γῇ πόλιν· καίτοι τῶν ἁγίων ὡς ἐν
5αὐχήματος τάξει πεποιημένων τὸ χρῆναι φρονεῖν καὶ λέγειν· Οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν· ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν, ἧς τεχνίτης καὶ δημιουρ‐ γὸς ὁ Θεός.» Ἡγουμένων τε καὶ ὀνομαζόντων παρ‐ οικίαν τὴν ἐν τῷδε τῷ βίῳ ζωήν. Ψάλλει δέ που
10καὶ ὁ θεσπέσιος Δαβίδ· «Ἄνες μοι, ὅτι ἐγὼ πάροι‐ κός εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου.» Περὶ δὲ τῶν τὰ ἐπίγεια φρονούν‐ των, ἐν τῷ μηʹ ψαλμῷ λέγει· «Ἐπεκαλέσαντο τὰ ὀνό‐ ματα αὐτῶν ἐπὶ τῶν γενῶν αὐτῶν.» Ἀνέφυ δὲ ἀπὸ
15Σὴθ ὁ θεσπέσιος Ἐνὼς, περὶ οὗ γέγραπται· «Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ.» Τὸ γὰρ ἐν Χριστῷ γένος ἅγιον καὶ ἱερὸν, καὶ ἐν ἐλπίδι δόξης τῆς ὑπὲρ ἄνθρωπον. Εἴπερ ὄν‐ τες ἐκ γῆς, κεκλήμεθα πρὸς υἱοθεσίαν τοῦ πάντων
20Δεσπότου, καὶ εἰς ἀδελφότητα τοῦ Χριστοῦ, ὃς δι’ ἡμᾶς γέγονε καθ’ ἡμᾶς, ἵνα καὶ ἡμεῖς δι’ αὐτὸν ἐν ἀμείνοσί τε καὶ ὑπὲρ ἄνθρωπον θεοὶ, δηλονότι χά‐ ριτι καὶ φιλανθρωπίᾳ, τὴν δόξαν ἀποκερδαίνοντες.» «Ἐγὼ γὰρ εἶπα,» φησί·» Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου
25πάντες.» Ἤλπισε τοίνυν Ἐνὼς κληθήσεσθαι παρ’ ἑτέρων ἐπ’ ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ· τουτέστι, Θεός. Ἐπειδὴ γὰρ ἦν οὐκ ἀθαύμαστος τοῖς τῆς ὁσιό‐ τητος ἐμπρέπων αὐχήμασι, Θεὸν ὠνόμαζον αὐτὸν τῶν ἐπιεικεστέρων τάχα πού τινες τῇ ὑπερτάτῃ τιμῇ
30στεφανοῦν ᾑρημένοι. Ἡκέτω δὴ οὖν ὁ λόγος ἡμῖν ἐπὶ τὸν οἰκεῖον σκοπόν. Ἰουδαῖοι μὲν γὰρ, οἳ καὶ εἰσὶν εἰκόνες τῶν ἀπὸ Κάϊν· ὅτι μέν εἰσι, γινώσκονται παρά γε τοῦ πάντων Θεοῦ· ὅτι δὲ τὴν ἀπογραφὴν ἐν βίβλῳ ζωῆς οὐκ ἔχουσι, σαφὲς ἂν γένοιτο διά γε τοῦ
35σεσιγῆσθαι τῶν ἀπὸ Κάϊν τὴν ζωήν. Ὅτι γὰρ ἀνά‐ γραπτον τὸ ἐν Χριστῷ γένος, καὶ ἐν μνήμῃ τῇ παρὰ Θεῷ, παραδείξειεν ἂν, οἶμαί που, τὸ ἀναγεγράφθαι σαφῶς, τὴν τῶν δικαίων ζωὴν, φημὶ δὴ τῶν ἀπὸ Σήθ. Καὶ ὁ μὲν Ἐνὼς δεύτερος εὐθὺς ἐκ Κάϊν, πό‐
40λιν ἔσχεν ἐπώνυμον. Φρονοῦσι γὰρ μόνα τὰ ἐπὶ γῆς οἱ τάλανες Ἰουδαῖοι, τὴν τῶν πρωτοτόκων οὐκ εἰδό‐ τες ἐκκλησίαν, οὔτε μὴν εἰς τὴν ἄνω σπεύδοντες πό‐ λιν. Εὐδοκιμεῖ δὲ λίαν ὁ ἀπὸ Σὴθ, τουτέστι, Ἐνώς. Ὀνομάζεται γὰρ ἤδη καὶ Θεός. Πεπλουτήκαμεν δὲ
45διὰ πίστεως τὴν ἐπὶ τῷδε δόξαν, οἱ Χριστῷ προσδε‐ δραμηκότες, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος, ἀπρὶξ ἡμ‐ μένοι. Προσθείην δ’ ἂν ἔτι καὶ ἑτέραν, οἷς ἔφην, ἐπιτήρησιν ἀναγκαίαν. Γενεαλογεῖν γὰρ εἴπερ ἕλοιτό τις τούς τε ἀπὸ Κάϊν καὶ Σὴθ, προαναθεὶς ἑκατέρου

69

.

48

(50)

ῥίζαν ὥσπερ τινὰ τὸν Ἀδὰμ, ἕβδομον μὲν εὑρήσει Λάμεχ διὰ τοῦ Κάϊν ἐρχόμενον· ἕβδομον δὲ αὐτὸν Ἐνὼχ διὰ τοῦ Σὴθ γεγονότα. Ἔχει δὲ οὕτως ἡ ἐπ’ ἀμφοῖν τῶν γενητῶν ἀπαρίθμησις· «Ἀδὰμ, Κάϊν, Ἐνὼς, Γαϊδὰδ, Μαουΐας, Μαθουσάλα, Λάμεχ.» Καὶ
55πάλιν· «Ἀδὰμ, Σὴθ, Ἐνὼς, Καϊὰν, Μαλελεὴλ, Ἰάρεδ, Ἐνώχ.» Ἴδωμεν τοίνυν ἐν τίσιν ἑκάτερος.
Ὁ μὲν γὰρ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξὶν ἀνεκοινοῦτο,47

69

.

49

λέγων· «Ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λά‐ μεχ, ἐνωτίσασθέ μου τοὺς λόγους· ὅτι ἄνδρα ἀπέκτει‐ να εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπά μοι, ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν· ἐκ δὲ Λάμεχ ἑβδο‐
5μηκοντάκις ἑπτά·» ὁ δὲ δίκαιος «Ἐνὼχ πίστει μετ‐ ετέθη τοῦ μὴ ἰδεῖν θάνατον,» κατὰ τὴν τοῦ μακα‐ ρίου Παύλου φωνὴν, «Καὶ οὐχ ηὑρίσκετο, διότι μετ‐ έθηκεν αὐτὸν ὁ Θεός.» Ἐν ἐσχάτοις γὰρ καιροῖς καθ’ οὓς ὁ ἐν Χριστῷ πέφηνε σαββατισμὸς, περιδεὴς
10μὲν ὁ Ἰσραὴλ, καὶ εἰς τὸν τοῦ κολάζεσθαι φόβον ὁρᾶται πεσὼν, ὡς ἄνδρα ἀπεκτονὼς, καὶ ἐφ’ αἵματι λοιπὸν τῷ ἁγίῳ κρινόμενος· πολὺ δὲ μειζόνως ἢ Κάϊν αὐτός. Ὁ μὲν γὰρ εἰς ἕνα τῶν καθ’ ἡμᾶς πε‐ πλημμεληκὼς, ἑπτὰ γέγονεν ἐκδικουμένοις ἔνοχος·
15ὁ δὲ εἰς αὐτὸν δὲ δεδυσσεβηκὼς τὸν Ἐμμανουὴλ, πολὺ δὴ μειζόνως εὐθύνεται. Ἐκδεδίκηται μὲν γὰρ ἐκ Κάϊν ἑπτάκις· ἐκ δὲ τοῦ Ἰσραὴλ ἑβδομηκοντά‐ κις ἑπτά. Ἕψεται γὰρ ἀναλόγως ταῖς δυσσεβείαις ἡ δίκη. Οἱ δὲ ἐν Χριστῷ διὰ πίστεως εὐδοκιμήσαντες
20κατὰ τὸν τῆς ἐπιδημίας αὐτοῦ καιρὸν, οὐκ ἂν εὑρε‐ θεῖεν ἔτι ζητοῦντος τοῦ Σατανᾶ. Μετατεθήσονται γὰρ παρὰ Θεοῦ πρὸς τὴν ἀσυγκρίτως ἀμείνονα καὶ εὐκλεεστέραν ζωὴν παρὰ Θεοῦ ἐκ θανάτου καὶ φθο‐ ρᾶς εἰς μακραίονα βίον, ἀπὸ τοῦ φρονεῖν τὰ σαρκὸς,
25εἰς τὸ δρᾷν ἐθέλειν τὰ ἁνδανοῦντα Θεῷ, ἐξ ἀτιμίας εἰς δόξαν, ἐξ ἀσθενείας εἰς δύναμιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
28tΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ
29tΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ.
31tΠερὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ.
32 αʹ. Νῶε γέγονεν ἀνὴρ ἀγαθὸς, καὶ φιλοθεΐας μὲν τῆς ἀνωτάτω γνήσιος ἐραστὴς, εὐδοκιμήσεως δὲ τῆς εἰς τοῦτο προτιθεὶς οὐδέν. Ἐπειδὴ δὲ ἦν λαμπρὸς,
35καὶ περίοπτος, καὶ εὐκλεὴς ἄγαν, καὶ διαβόητος, τοῖς αὐχήμασιν εὖ μάλα κατεστεμμένος, εἰκότως ἐθαυμάζετο. Ἕρπει δὴ οὖν ἐπ’ αὐτὸν ὁ λόγος, καὶ τῆς διὰ Χριστοῦ σωτηρίας εἰκόνα καὶ τύπον ἀναθεὶς ὥσπερ τινὰ τὴν ἐπ’ αὐτῶν γενομένην οἰκονομίαν,
40ὀνήσειεν ἂν, ὥς γε οἶμαι, καὶ οὐ μετρίως τοὺς ἐν‐ τευξομένους. Φέρε δὴ οὖν ἕκαστα τῶν κατ’ αὐτὸν ὡς ἔνι διηγησώμεθα, τὸ τῆς ἱστορίας ἀπολεπτύνον‐ τες πάχος, καὶ εἰς θεωρίαν τὴν πνευματικὴν μετα‐ χρωννύντες ἀστείως τὰ ἐμφανῶς γεγονότα.
45 βʹ. Γεγένηται τοίνυν ἐξ Ἀδὰμ ὁ Σὴθ μετὰ τὴν Ἄβελ σφαγήν. Ἀπὸ δέ γε τοῦ Σὴθ ὁ Ἐνὼς, ὃς ἤλπι‐
σεν ἐπικαλεῖσθαι τὸ ὅνομα Κυρίου τοῦ Θεοῦ αὐτοῦ.49

69

.

52

Κέκληται γὰρ παρὰ τοῖς τηνικάδε Θεὸς ὁ Ἐνώς. Ἐπειδὴ γὰρ ἐτεθήπεσαν τῆς ἐνούσης αὐτῷ δικαιο‐ σύνης τὸ μέγεθος, Θεὸν ὠνόμαζον εὐθὺς, πρέπειν ὅτι μάλιστά γε τῇ τοῦ ἀνδρὸς ἀρετῇ τὴν ἐπωνυμίαν
5ἡγούμενοι. Ἀπὸ δὲ τοῦ Ἐνὼς, ἤτοι τοῦ ἐπίκλην Θεοῦ, γεγόνασιν ἕτεροι, μεθ’ οὓς καὶ Λάμεχ ὁ Νῶε πατὴρ, ὃς ἐπὶ τῇ τοῦ παιδὸς γενήσει, προφήτης εὐ‐ θὺς ἀναδείκνυται· καθάπερ ἀμέλει καὶ Ζαχαρίας ἐπὶ τῷ μακαρίῳ Βαπτιστῇ. Νῶε μὲν γὰρ ὁ Λάμεχ ὠνό‐
10μαζε τὸν υἱόν· ὅ ἐστιν ἀνάπαυσις, εἰ γλώσσῃ τῇ καθ’ ἡμᾶς ἡ λέξις διερμηνεύοιτο. Ἀποδιδοὺς δὲ ὥσπερ τὴν αἰτίαν τῆς τοιᾶσδε κλήσεως ὁ Λάμεχ, «Οὗτος,» φησὶ, «διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο Κύριος ὁ Θεός.» Ἐπὶ
15λαμπραῖς οὖν οὕτω καὶ λιπαρωτάταις ἐλπίσιν, ἡ Νῶε γένεσις προανεφωνεῖτο τοῖς πάλαι. Καὶ ἦν δέ‐ κατος ἐξ Ἀδὰμ διὰ Σὴθ γενεαλογούμενος, μέχρις αὐτοῦ διήκοντος, τοῦ διακεκλῆσθαι δεῖν, πρὸς ἁπάν‐ των Θεοὺς, τοὺς ἐξ Ἐνὼς γεγονότας τοῦ ἐπίκλην
20Θεοῦ. «Ἀλλ’ ἦν ὁ Νῶε,» φησὶ, «πεντακοσίων ἐτῶν, καὶ ἐγέννησε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰά‐ φεθ.» Καὶ ὁ μὲν Σὴμ τελειότης, ἤτοι φύτευμα μετ‐ ονομάζοιτο ἂν ἐξ Ἑβραίων εἰς Ἑλλάδα φωνήν· θερμασία δὲ ὁ Χάμ· πλατυσμὸς δὲ ὁ Ἰάφεθ. Εἶτά
25φησι τὸ Γράμμα τὸ ἱερόν· «Ἐγένετο δὲ ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς. Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξ‐
30ελέξαντο. Καὶ εἶπε Κύριος ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἔσονται δὲ αἱ ἡμέραι αὐτοῦ ρκʹ ἔτη. Οἱ δὲ γίγαντες ἧσαν ἐπὶ τῆς γῆς, ἐν ταῖς ἡμέραις ἐκείναις.» Καὶ μετ’ ἐκεῖνο·
35«Ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυ‐ γατέρας τῶν ἀνθρώπων, καὶ ἐγέννησαν ἑαυτοῖς· ἐκεῖ‐ νοι ἦσαν οἱ γίγαντες οἱ ἀπ’ αἰῶνος οἱ ἄνθρωποι οἱ ὀνομαστοί.» Ἐπειδὴ γὰρ εἰς πολλὴν ἤδη πληθὺν τὸ τῶν ἀνθρώπων ἐξετείνετο γένος, εἰς ἐπιθυμίαν ἐκτο‐
40πωτάτην γυναίων ἐκπεπτωκότες οἱ υἱοὶ, φησὶ, τοῦ Θεοῦ, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξ‐ ελέξαντο. Οἴδαμεν οὖν ὅτι τῶν ἀντιγράφων τινὰ πε‐ ριέχει σαφῶς· «Ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων.» Εἶτα περιτρέπουσί τι‐
45νες τῆς φιλοσαρκίας τὰ ἐγκλήματα, καὶ τῆς οὕτω μυσαρωτάτης ἐπιθυμίας ἀνάπτουσι τὰς αἰτίας ὠλι‐ σθηκόσιν ἀγγέλοις, οἳ τὴν ἰδίαν ἀρχὴν οὐ τετηρήκασι, κατὰ τὸ γεγραμμένον. Ἐγὼ δὲ ὅτι πᾶν ἀῤῥώστημα νοῦ πρέποι ἂν ἐκείνοις, φαίην ἂν καὶ συνθήσομαι·

69

.

52

(50)

τὸ δέ γε τοῦ εἰκότος λογισμοῦ τὴν ἐπὶ τῷ πράγματι πίστιν ὡς ἀπωτάτω φέρεσθαι συγχωρεῖν, εἴη ἂν, ὥς γέ μοι φαίνεται, τῶν ἀτοπωτάτων. Σκοπὸς γὰρ ἡμῖν τὴν ἐφ’ ἑκάστῳ τῶν γεγραμμένων ἀλήθειαν κατα‐ σκέπτεσθαι φιλεῖν, καὶ οὐχὶ δὴ πάντως τὰ τῆς τῶν
55δαιμόνων ἀγέλης ἐννοεῖν ἀῤῥωστήματα. Μάλιστα μὲν γὰρ ἀεὶ τὰς ἐπιθυμίας ἑπομένας ὁρῶμεν τοῖς ἐν
ἡμῖν αὐτοῖς καὶ ἐμφύτοις κινήμασιν. Ἢ γὰρ τὰ σαρ‐51

69

.

53

κὸς ἀγαπῶμεν πάθη, ἢ δι’ ὧν ἂν γένοιτο τὰ σαρκὸς, ταῦτα περὶ πλείστου ποιεῖν εἰθίσμεθα. Ἔξω δὲ νό‐ μων τῶν φυσικῶν, οὐκ ἀποκομίζουσιν ἡμᾶς ἡδοναὶ, κατά γε τὸ αὐτῷ μοι καλῶς τε καὶ ἀληθῶς ἔχειν
5δοκοῦν. Οἷον φέρε εἰπεῖν, βρῶσίς τε καὶ πόσις, καὶ ἡ γυναίων τυχὸν ὁμιλία φυσικὴ, σαρκὸς ἂν εἶεν ἔργα τε καὶ πάθη. Πλούτου δὲ αὖ καὶ δόξης ἐπιθυμίαι, ταῖς τῆς σαρκὸς ὑπηρετοῦσιν ἡδοναῖς, καὶ σχεδὸν ἄπαντα διὰ τούτων ἔρχεται τὰ ἐν κόσμῳ πάθη, κατὰ
10τὸ λεχθὲν τῷ σοφῷ μαθητῇ, ὅτι «πᾶν τὸ ἐν κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλ‐ μῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου.» Τῶν τοιούτων ἡμᾶς αἱ πικραὶ ἐπιθυμίαι καὶ δειναὶ, σαγηνεύουσιν εὐκό‐ λως ἐπὶ τὸ φρονεῖν ἑλέσθαι καὶ δρᾷν τὰ τῆς σαρκός·
15τῶν γε μὴν ἔξω σώματος καὶ παρὰ φύσιν ἐρᾷν, οὐ‐ δεὶς ἀναπείσει λόγος. Εἶτα πῶς οὐκ ἂν γένοιτο μω‐ ρίας ἐγγὺς τὸ σαρκικῶν ἐρᾶσθαι λέγειν τὰ σαρκὸς ἀνωτέρω καὶ ἐξεστηκότα πνεύματα· ποίαν εἰς τοῦτο κίνησιν ἔχοντα φυσικὴν, ἢ ποίου νόμου κατερεθίζοντος,
20καθάπερ ἀμέλει, καὶ ἡμᾶς αὐτοὺς εἴς γε τὸ χρῆναι διψᾷν τὰ τοιάδε τῶν παθῶν, ἄλλως τε; Μὴ γὰρ δὴ τυ‐ χὸν τῆς ἐπὶ τούτοις αἰτίας ἀπαλλάττομεν τῶν δαιμο‐ νίων τὸ στίφος. Ἀνόσιον γὰρ καὶ βέβηλον, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὐπετές. Καὶ νοσείτω μετὰ τῶν
25ἄλλων, εἰ δοκεῖ, καὶ τὰς παρὰ φύσιν ἡδονάς. Ἀλλ’ ὅταν ἡ θεία λέγει Γραφὴ, ὡς συνῄεσαν μὲν τοῖς γυναίοις, τὰ δὲ ἔτεκε τοὺς καλουμένους γίγαντας· τουτέστιν, ἐξαίσια τέρατα, πλὴν ἀνθρώπους λογικούς· τί δὴ ἄρα πρὸς τοῦτο διαλογίζεσθαι χρή; Οὐ γὰρ ἀπό γε
30πνευμάτων τῶν ἀπωτάτω σαρκὸς γένοιτ’ ἂν εἰς γύ‐ ναιον ἀνθρώπου καταβολή. Εἰκαιομυθοῦσι δέ τινες, καὶ κατασοφίζονται τὸ χρῆμα, πιθανοῖς ὡς οἴονται λογισμοῖς τὸ ἀδύνατον ὑποκλέπτοντες· γεγονότα γὰρ ἐν ἀνδράσι τὰ πονηρά φασι δαιμόνια, δι’ αὐτῶν εἰρ‐
35γάζετο τὰς τῶν σπερμάτων καταβολάς. Ἀκαλλῆ δὲ σφόδρα καὶ ἀμαθίας ἔμπλεων τὸν λόγον αὐτοῖς εὑρή‐ σομεν. Ὃ γὰρ οὐκ εἴρηκεν ἡ θεία Γραφὴ, τίνα δὴ τρόπον παραδεξόμεθα, καὶ ἐν τοῖς ἀληθῶς ἔχουσι καταλογιούμεθα; Οὐκοῦν ἀναγνωσόμεθα μᾶλλον·
40«Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀν‐ θρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο.» Ἐμπεδοῖ δὲ μᾶλλον ἡμῖν ὀρθῶς ἔχουσαν τὴν τοιάνδε γραφὴν, καὶ ἡ παρὰ τῶν ἑτέρων ἑρμηνευτῶν ἀπόδοσις. Ἀκύλας μὲν γάρ
45φησιν, Ἰδόντες δὲ οἱ υἱοὶ τῶν θεῶν τὰς θυγατέ‐ ρας τῶν ἀνθρώπων. Σύμμαχος δὲ αὖ ἀντὶ τοῦ, υἱοὶ τῶν θεῶν, ἐκδέδωκεν οἱ υἱοὶ τῶν δυναστευόν‐ των. Υἱοὺς δὲ θεῶν καὶ μὴν καὶ δυναστευόντων τοὺς ἀπό γε τοῦ Σὴθ καὶ τοῦ Ἐνὼς ὠνόμαζον, διά τε τὴν

69

.

53

(50)

ἐνοῦσαν αὐτοῖς ὁσιότητα καὶ φιλοθεΐαν, καὶ τὸ πάν‐ των δύνασθαι καταθλεῖν τῶν ἀνθεστηκότων· ἐπαμύ‐ νοντός που κατὰ τὸ εἰκὸς τοῦ Θεοῦ, καὶ περιφανὲς ἀποφαίνοντος τὸ ἱερώτατόν τε καὶ ἅγιον γένος· ὅπερ ἦν ἄμικτον τῷ ἑτέρῳ, τουτέστι, τοῖς ἀπὸ Κάϊν καὶ
55μὴν καὶ Λάμεχ· ὃς δὴ καὶ κατ’ ἴχνος ἱὼν τοῦ πατρὸς, γέγονε φονευτής· ὡμολόγει γὰρ, «Ὅτι ἄνδρα ἀπ‐
έκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα53

69

.

56

ἐμοί.» Ἔως μὲν οὗν τὸ ἱερὸν γένος αὐτὸ καθ’ ἑαυτὸ καὶ ἀμιγὲς τοῦ χείρονος διετέλει, τῆς εἰς Θεὸν εὐ‐ σεβείας τὸ κάλλος ἀκραιφνὲς ἔτι καὶ ἀπαραποίητον ἐναστράπτον ἐν αὐτοῖς ἦν, καὶ ἀξιαγάστους ἐτίθει.
5Ἐπειδὴ δὲ παρώλισθον εἰς φιλοσαρκίας, καὶ γυναίων ὥραις ἐκσεσοβημένοι πρὸς ἀπόστασιν ἦσαν, «Ἔλα‐ βον γὰρ,» φησὶν, «ἀπὸ πασῶν ὧν ἐξελέξαντο ἐκ τῶν θυγατέρων τῶν ἀνθρώπων·» τουτέστι, τῶν ἀπὸ Κάϊν· καίτοι θεοὶ καὶ θεῶν υἱοὶ, καὶ δυναστευόντων
10ὀνομαζόμενοι, παρεκομίζοντο λοιπὸν πρὸς τὰ ἐκεί‐ νων ἔθη, καὶ εἰς αἰσχράν τε καὶ βέβηλον πολιτείαν καὶ ζωήν. Καὶ ἔτικτον μὲν αἱ γυναῖκες τέρατα. πα‐ ραχαράττοντος Θεοῦ καὶ αὐτὰ λοιπὸν τῶν ἀνθρωπί‐ νων σωμάτων τὰ κάλλη, διὰ τὸ ἀκρατὲς εἰς ὀρέξεις
15πορνικὰς τῶν τηνικάδε. Ἦσαν δὲ οἱ τικτόμενοι γί‐ γαντες, τουτέστιν, ἄγριοί τε καὶ εὐσθενεῖς, καὶ πολὺ παθόντες τὸ εἰδεχθὲς, καὶ τοῖς τῶν σωμάτων μεγέ‐ θεσι πλεονεκτοῦντες τῶν ἄλλων. Ἰστέον δὲ ὅτι τοὺς ἄγαν εὐρωστάτους, γίγαντας ἀποκαλεῖν κατείθισταί
20πως τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος. Καὶ γοῦν ἔφη περί τε Περσῶν καὶ Μήδων διὰ φωνῆς προφη‐ τῶν· «Γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες.» Προσκεισόμεθα δὲ οὐδαμῶς ταῖς Ἑλλήνων ψευδοεπίαις. Εἰώθασι γὰρ οἱ
25παρ’ αὐτοῖς λογάδες, ποιηταὶ δὲ μάλιστα, κατὰ τὸ αὐτοῖς εὖ ἔχειν δοκοῦν, τὰς τῶν πραγμάτων ἀφ‐ ηγεῖσθαί τε καὶ διαπλάττειν φύσεις· αἴρειν τε ὑψοῦ τὰ μικρὰ καὶ κατεῤῥιμμένα, καὶ ταῖς ἅγαν ψευδο‐ μυθίαις κατασεμνύνειν οἴεσθαι δεῖν, κἂν εἰ πολὺ τοῦ
30πρέποντος ἐξοίχοιτο τὸ διήγημα. Ὧν ὁ μὲν τὴν Σι‐ κελίαν ὅλην ὑφ’ ἑνὸς τῶν γιγάντων ἀνεῤῥίφθαι φησὶ εἰς τὸν οὐρανὸν, ὁ δὲ καὶ ἔτι μεῖζόν τε καὶ ἀπηχέστερον ἐφ’ ἑτέρῳ ψεύδεται. Γεγόνασι μὲν γὰρ, ὡς ἔφην, δεινοὶ μὲν ἰδεῖν, ἄπλετοι δὲ εἰς ἀλκὴν σκληροὶ καὶ δυσάντητοι, καὶ ταῖς τῶν σωμάτων ὑπεροχαῖς, βραχὺ κατὰ τὸ εἰκὸς τῶν ἄλλων ὑπεραιρόμενοι, πλὴν οὐ, καθάπερ οἱ τὰ ἐπ’ αὐτοῖς μυθοπλαστεῖν εἰωθότες,
35καὶ αὐτῶν ἥπτοντο νεφῶν. γʹ. Μεμιγμένων τοιγαροῦν ἀλλήλοις τῶν γενῶν, καὶ πάντων ἀπονενευκότων εἰς ἀχάλινον ἁμαρτίαν· «Εἶδε,» φησὶ, «Κύριος ὁ Θεὸς, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις δια‐
40νοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς πονηρὰ πάσας τὰς ἡμέρας, καὶ ἐνεθυμήθη ὁ Θεὸς,» ἤτοι μετεμελή‐ θη· καὶ καθ’ ἑτέραν δὲ ἔκδοσιν, τὴν Ἀκύλου φημὶ, «Ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ διενοήθη, καὶ εἶπεν· Ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ
45προσώπου τῆς γῆς· ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἀπὸ τῶν ἑρπετῶν ἕως τῶν πετεινῶν τοῦ οὐρανοῦ· ὅτι ἐνεθυμήθην ὅτι ἐποίησα αὐτούς. Νῶε δὲ εὗρε χάριν ἐνώπιον Κυρίου τοῦ Θεοῦ.» Συνίης ὅτι κατὰ παντὸς ἀνθρώπου βούλεται τὴν ἀπάλειψιν. Ἐπειδὴ

69

.

56

(50)

δὲ τοῖς τῆς εὐσεβείας τρόποις ὁ Νῶε κατεκαλλύνετο, δυσωπεῖται μόνον· καὶ οὐ συνδιόλλυσι τοῖς ἑτέροις αὐτὸν, ἀνασώζει δὲ πανοικί. Καὶ δή φησιν πρὸς αὐ‐ τόν· «Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ’ αὐτῶν, καὶ ἰδοὺ ἐγὼ
55καταφθείρω αὐτοὺς, καὶ τὴν γῆν. Ποίησον οὖν σεαυ‐ τῷ κιβωτὸν ἐκ ξύλων τετραγώνων· νοσσιὰς ποιήσεις κατὰ τὴν κιβωτὸν, καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθέν
τε καὶ ἔξωθεν, τῇ ἀσφάλτῳ. Καὶ οὕτω ποιήσεις τὴν55

69

.

57

κιβωτόν· τριακοσίων πήχεων τὸ μῆκος τῆς κιβωτοῦ, καὶ πεντήκοντα πήχεων τὸ πλάτος, καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτῆς. Ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν.»
5Καὶ μεθ’ ἕτερα πάλιν· «Εἰσελεύσῃ δὲ εἰς τὴν κιβω‐ τὸν σὺ καὶ οἱ υἱοί σου, καὶ ἡ γυνή σου, φησὶν, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ, καὶ ἀπὸ πάν‐ των τῶν θηρίων καὶ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάσης σαρκὸς δύο δύο. Ἀπὸ πάντων εἰσάξεις
10εἰς τὴν κιβωτὸν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ· ἄρσεν καὶ θῆλυ ἔσονται ἀπὸ τῶν πετεινῶν πάντων κατὰ γένος· καὶ ἀπὸ τῶν κτηνῶν κατὰ γένος, καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς, κατὰ γένος αὐτῶν δύο δύο. Ἀπὸ πάντων εἰσελεύσον‐
15ται πρὸς σὲ τρέφεσθαι μετὰ σοῦ, ἄρσεν καὶ θῆλυ. Καὶ ἀπὸ μὲν τῶν καθαρῶν, ἑπτὰ ἑπτὰ συλλέξεις,» φησί· «δύο δὲ αὖ ἐκ τῶν ἀκαθάρτων.» Τούτων τοιγαροῦν ἁπάντων ἐκπεπερασμένων, καθάπερ προσ‐ έταξεν ὁ τῶν ὅλων Θεὸς, κατεπνίγετο μὲν πᾶσα
20σάρξ· ὅλην ἐπικλυζόντων τὴν ὑπουράνιον ὑετῶν καὶ χαλάζης, καὶ ῥαγδαιοτάτης ὑδάτων καταφορᾶς τῆς ἄνωθεν καὶ ἐξ οὐρανοῦ· ἐπενήχετο δὲ ἡ κιβωτὸς φόρτον ἔχουσα δικαίων ψυχάς. Ἀλλὰ βραχὺ τῶν ὑδά‐ των ὑφιζηκότων, «Ἐκάθισε,» φησὶν, «ἡ κιβωτὸς ἐπὶ
25τὰ ὄρη τὰ Ἀραράτ· καὶ ἀνοίξας ὁ Νῶε τὴν θύραν τῆς κιβωτοῦ, πέμπει τὸν κόρακα ἰδεῖν εἰ κεκόπακε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς· ὁ δὲ οὐχ ὑπέστρεψεν. Εἶτα μετ’ ἐκεῖνον ἠφίει περιστερὰν, καὶ οὐχ εὑροῦσα,» φησὶν,» ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς,
30ὑπέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτόν· ὅτι ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Καὶ ἐκτείνας Νῶε τὴν χεῖρα αὐτοῦ, ἔλαβεν αὐτὴν, καὶ εἰσήγαγεν αὐ‐ τὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν. Ἐξεπέμπετο δὲ καὶ δευτέρα μεθ’ ἡμέρας ἑπτὰ, καὶ ὑπενόστησε πρὸς
35ἑσπέραν, κάρφος ἐλαίας ἔχουσα ἐν τῷ στόματι αὐ‐ τῆς· καὶ τρίτην ἠφίει πάλιν μεθ’ ἡμέρας ἑπτὰ, ἡ δὲ οὐ προσέθετο,» φησὶ, «τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι.» Συνῆκε δὲ οὕτω λοιπὸν ὡς κατεπόθη μὲν ἅπαν ἐκ τῆς γῆς τὸ ὕδωρ. Ὤφθη δὲ πάλιν ἡ ξηρὰ καὶ τὰ
40ἐν αὐτῇ. Ἐπειδὴ δὲ ὁμοῦ τοῖς ἰδίοις τέκνοις, καὶ ἅπασι τοῖς συνειλεγμένοις ἐξέτορέ τε λοιπὸν καὶ τῶν ὑδάτων ἀπηλλαγμένην τὴν γῆν ἐθεάσατο, θυσιαστή‐ ριον εὐθὺς ἀνεδείματο· καὶ ὁλοκαυτοῦν ἐσπούδαζε τὰ καθαρὰ καὶ ἀβέβηλα τῶν κτηνῶν καὶ τῶν πετει‐
45νῶν· ἀνατιθεὶς, οἶμαί που, τὰ χαριστήρια τῷ διασώ‐ σαντι Θεῷ. Οὗ γεγονότος, «Ὠσφράνθη,» φησὶ, «Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας, καὶ εἶπε Κύριος ὁ Θεὸς δια‐ νοηθείς· Οὐ μὴ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων· ὅτι ἔγκειται ἡ διά‐

69

.

57

(50)

νοια ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ. Οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν, καθὼς ἐποίησα, πάσας τὰς ἡμέρας τῆς γῆς, σπέρμα καὶ θερισμὸς, ψύχος καὶ καῦμα, θέρος καὶ ἔαρ, ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσι.» Καὶ πρὸς τούτοις, «Ἔτι καὶ εὐλόγησε,» φησὶ, «Κύριος
55ὁ Θεὸς τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς. Καὶ ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος ὑμῶν ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πᾶσι τοῖς κτήνεσι, καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα
ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης, ὑπὸ χεῖρας ὑμῖν δέδωκα.»57

69

.

60

δʹ. Ἀφιγμένου δὲ ἤδη πρὸς τοῦτο ἡμῖν τοῦ λόγου, ὡς ἐν ἀφηγήσει λοιπὸν τῇ κατὰ τὸ γράμμα καὶ ἱστορικῶς, ἐνδεῖ, ὥς γε οἶμαι, παντελῶς οὐδέν. Φέρε δὴ οὖν κατ’ ἴχνος τῶν εἰρημένων τὴν ἔσω κεκρυμμέ‐
5νην διακομίζοντες θεωρίαν, τὸ Χριστοῦ μυστήριον διαπλάττωμεν, καὶ τῆς δι’ αὐτοῦ σωτηρίας εἰκόνα δεικνύωμεν Νῶέ τε αὐτὸν, καὶ τὴν ἐπὶ τῇ κιβωτῷ σοφὴν καὶ ἀπόῤῥητον οἰκονομίαν. Γεγέννηται τοίνυν Νῶε διὰ Λάμεχ, οὐχὶ τοῦ προπεφονευκότος ἄνδρα καὶ
10νεανίσκον, ἀλλ’ ἐξ ὁμωνύμου τοῦ διὰ Σήθ. Ἀνέφυ δὲ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐξ Ἰσραὴλ, ἁγίου μὲν διὰ τοὺς πατέρας· ἐξ ὁμοτροποῦντος δὲ λαοῦ τοῦ Λάμεχ καὶ ὁμογνωμονοῦντος τῷ φονευτῇ· ὁμωνύμου τε ἤδη καθὸ φονευτῇ. Εἴρηται δέ που
15πρὸς Ἰουδαίους· «Τίνα τῶν προφητῶν οὐκ ἀπ‐ έκτειναν οἱ πατέρες ὑμῶν;» Καὶ παρὰ Χριστοῦ· «Καὶ ὑμεῖς ἀναπληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.» Καὶ μὴν καὶ διὰ φωνῆς Ἡσαΐου φησίν· «Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω
20τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.» Καὶ ἑνδέκατος μὲν ἐξ Ἀδὰμ ὁ Νῶε· Χριστὸς δὲ δὴ πάλιν ὡς ἐν ἐσχάτῳ τε καὶ ἑνδεκάτῳ καιρῷ γεγέννηται κατὰ σάρκα, καὶ
25τῆς ἐφ’ ἡμῖν οἰκονομίας ἄρχεται. Τοῦτο δ’ ἂν μά‐ θοις ὧδέ τε ἔχειν καὶ ἀληθὲς, ὅτι πάντη τε καὶ πάν‐ τως ἐρεῖς, ἀπό γε τῶν ἱερῶν Γραμμάτων ἀναπεπει‐ σμένος. Ὁ γάρ τοι τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα μισθούμενος ἐν ὥρᾳ τῇ ἑνδεκάτῃ προσπεφώνηκέ τι‐
30σιν· οὗτοι δ’ ἂν εἶεν οἱ ἐξ ἐθνῶν, «Τί ἑστήκατε ὧδε ὅλην τὴν ἡμέραν ἀργοί;» Τῶν δὲ ἀναφανδὸν εἰρηκό‐ των, ὅτι Οὐδεὶς ἡμᾶς ἐμισθώσατο· κέκληκε γὰρ οὐ‐ δεὶς πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας εἰς θεο‐ γνωσίαν τὰ ἔθνη· χρηστῶς καὶ φιλοικτιρμόνως,
35«Ὑπάγετε καὶ ὑμεῖς,» φησὶν, «εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον, δώσω ὑμῖν.» Καὶ ὁ διὰ Μω‐ σέως νόμος τὴν τοῦ προβάτου σφαγὴν ἀναμέσον τῶν ἑσπερινῶν, πρὸς ἑσπέραν τε καὶ ὑπὸ λύχνους ἤδη τελεῖσθαι προστέταχεν. Οἱονεὶ γάρ πως ἐπ’ αὐταῖς
40ἤδη δυσμαῖς ἥκοντος τοῦ καιροῦ, μονονουχὶ δὲ καὶ συστελλομένου λοιπὸν τοῦ παρόντος αἰῶνος, γέγονεν ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τὴν ὑπὲρ πάντων ἀνέτλη σφαγὴν, ποινῆς καὶ δίκης ἐλευθερῶν, καὶ παντὸς τοῦ τοιοῦδε δείματος ἀπωτάτω τιθεὶς
45τοὺς πεπιστευκότας. Αὐτὸς γάρ ἐστιν ὁ κατὰ ἀλή‐ θειαν Νῶε, τουτέστιν, ἡ δικαιοσύνη καὶ ἡ ἀνάπαυ‐ σις· ἑρμηνεύεται γὰρ ὧδε τὸ ὄνομα. «Δεδικαιώ‐ μεθα γὰρ, κατὰ τὰς Γραφὰς, οὐκ ἐξ ἔργων δικαιο‐ σύνης, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ

69

.

60

(50)

αὐτοῦ ἔλεος.» Γέγονε τοίνυν ἡμῖν τοῖς πεπιστευκόσι δικαιοσύνη Χριστὸς, καὶ μὴν καὶ ἀνάπαυσις, εἴπερ ἐστὶν ἀληθὲς. «Ὡς μεμαλάκισται μὲν αὐτὸς διὰ τὰς ἀνομίας ἡμῶν, καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν παρ‐ εδόθη, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Καὶ,
55Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Χριστοῦ οὖν πα‐
θόντος ὑπὲρ ἡμῶν σαρκὶ, μακάριοι καὶ ἀξιοζήλωτοι59

69

.

61

Καὶ τί γάρ; οὐχὶ τῶν τοιῶνδε μετακεκλήμεθα, καὶ τῶν οὐρανίων χαρισμάτων κατατρυφῶμεν, καὶ κα‐ ταπλουτοῦμεν τὴν μέθεξιν, καὶ τὸ δυσαχθὲς τῆς ἁμαρτίας ἀποβαλόντες φορτίον, ἀνιέμεθα λοιπὸν εἰς
5εὐημερίαν πνευματικήν; Ἐκάλει γὰρ ἡμᾶς εἰς τοῦ‐ το λέγων αὐτός· «Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶν‐ τες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ
10εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Ὅτι γὰρ ἔμελλεν ἀναπαῦσαι ἡμᾶς ὁ Χριστὸς, καὶ ὁ ἀρχάγγε‐ λος Γαβριὴλ προανεφώνει τῇ ἁγίᾳ Παρθένῳ λέγων· «Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ· καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξεις υἱόν· καὶ
15καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» Καὶ μὴν καὶ οἱ θεσπέσιοι προφῆται τὴν δ’ αὐτοῦ γενη‐ σομένην ἀνάπαυσιν προαναφωνεῖν ἐσπούδαζον. Ὁ μὲν γὰρ ἔφασκε· «Θάρσει, Σιὼν, μὴ παρείσθωσαν
20αἱ χεῖρές σου, Κύριος ὁ Θεός σου ἐν σοὶ δυνατὸς, σώσει σε, καὶ ἀνακαινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ.» Ἡσαΐας δὲ αὖ μονονουχὶ καὶ ἐν ὄψει λοιπὸν ἐποιεῖτο λέγων· «Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα, παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ δια‐
25νοίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν. Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρείας. Ὡς ὁ ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλέσει.» Γέγονε τοί‐
30νυν ἡμῖν δικαιοσύνη τε καὶ ἀνάπαυσις ὁ Χριστός· σέσωκε δὲ ἡμᾶς καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο Κύριος ὁ Θεός. Ταυτὶ γὰρ ἡμῖν ἐπὶ Νῶε προφη‐ τεύων ἔφασκεν ὁ Λάμεχ. Ἔστι δὲ οὐκ ἀμφίλογον ὅτι τῆς ἐν Ἀδὰμ παραβάσεως τὰ ἐγκλήματα, λέλυται
35πάλιν ἐν Χριστῷ. «Γέγονε γὰρ ὑπὲρ ἡμῶν κατάρα,» κατὰ τὸ γεγραμμένον, τῆς ἀρχαίας ἀρᾶς ἀπαλλάτ‐ των τὴν γῆν. Δι’ αὐτοῦ γὰρ ἅπαντα πρὸς τὸ ἐν ἀρ‐ χαῖς ἀνακεφαλαιοῦσθαί φαμεν τὸν Πατέρα καὶ Θεόν· «Καὶ τὰ μὲν ἀρχαῖα παρῆλθε, γέγονε δὲ τὰ πάντα
40καινὰ, καὶ εἴ τις ἐν Χριστῷ καινὴ κτίσις.» Εἴπερ ἐστὶ δεύτερος Ἀδὰμ δι’ ὑπακοῆς ἀνατρέπων τὸ τοῦ πρωτοπλάστου κατηγόρημα· φημὶ δὴ τὴν ἐν ἀρχαῖς παραίτησιν γεγενημένην παρακοήν. Ὧδε φρονεῖν ἐδόκει καὶ τῷ θεσπεσίῳ Παύλῳ. Γράφει γὰρ οὕτως·
45«Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν, οὕτω καὶ διὰ τῆς ὑπ‐ ακοῆς τοῦ ἑνὸς, δίκαιοι κατασταθήσονται πολλοί. Γέ‐ γονε δὲ ὁ Χριστὸς ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» Ὥσπερ οὖν ἐπάρατος ἦν ἡ γῆ

69

.

61

(50)

διὰ τὴν ἐν ἀρχαῖς παράβασιν ἐν Ἀδὰμ, οὕτω γέγο‐ νεν εὐλογημένη διὰ τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ἐλυ‐ τρώσατο δὲ καὶ ἑτέρως ἡμᾶς ἀπὸ τῆς γῆς ἐπαράτου γεγενημένης. «Καινοὺς γὰρ οὐρανοὺς, καὶ καινὴν γῆν, κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ, προσδοκῶμεν,»
55καθὰ καὶ ὁ σοφὸς τοῦ Σωτῆρος εἴρηκε μαθητής.
Ἐνεκαίνισε δὲ ἡμῖν καὶ τὴν εἰς τὰ ἄνω τε καὶ εἰς61

69

.

64

οὐρανοὺς ἀναφοίτησιν· καὶ πρόδρομος ὑπὲρ ἡμῶν εἰς τὴν ἁγίαν εἰσέφρησε γῆν· ἣν κληρονομήσειν ἔφασκε τοὺς πραεῖς, τουτέστι, τοὺς τοῖς εὐαγγελι‐ κοῖς μαθήμασιν εἰς πραότητα παιδαγωγουμένους.
5Εἴπερ ὁ μὲν νόμος, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, τραῦμά τε ἀντὶ τραύματος, ἀντ‐ επάγεσθαι δεῖν τοῖς ἀδικοῦσιν ἐκέλευσεν. Ἡμῖν δὲ Χριστὸς, «Τῷ παίοντί σε,» φησὶν, «εἰς τὴν δεξιὰν σια‐ γόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.» Νῶε τοίνυν
10γέγονεν ἑνδέκατος ἐξ Ἀδὰμ διά τε Σὴθ καὶ Ἐνὼς, «Ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ αὐτοῦ,» διὰ πλείστην ὁσιότητα καὶ θεοφιλῆ πολιτείαν. Γενεαλογεῖται δὲ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς παρὰ τῶν ἁγίων εὐαγγελιστῶν ἐξ Ἀδὰμ, καὶ μέχρις αὐτοῦ τοῦ Ἰωσὴφ διὰ παντὸς, ὡς ἔπος εἰπεῖν, ἁγίου, τοῦ τῆς γενεαλογίας ἥκοντος λό‐ γου.
15 εʹ. Ἀλλὰ φέρε, λέγωμεν τὸν οἱονεὶ φυρμὸν καὶ τὴν εἰς ἄλληλα γενομένην ἀνάχυσιν τῶν γενεῶν, τοῦ τε ἁγίου φημὶ, καὶ τοῦ μὴ τοιοῦδε, τουτέστι, τοῦ βεβήλου καὶ μυσαρωτάτου. Ὅνπερ γὰρ τρόπον οἱ ἐξ Ἐνὼς γεγονότες τοῦ ἐπίκλην Θεοῦ, ταῖς τῶν ἀνθρώ‐
20πων ἐπεμαίνοντο θυγατράσιν, οὗ γεγονότος ἑτερότρο‐ ποί τε ἦσαν εὐθὺς, καὶ τοῖς ἐκείνων ἤθεσί τε καὶ νό‐ μοις διαβιοῦν ᾑρημένοι, τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἐκτό‐ πων κατηῤῥώστουν ἀποφθοράν· οὕτως καὶ οἱ ἐξ αἵ‐ ματος τοῦ Ἰσραὴλ, ἕως μὲν ἦσαν ἁγιοπρεποῦς πο‐
25λιτείας ἐργάται, καὶ προγονικῆς εὐσεβείας ἄριστοι μιμηταὶ, πάντα μὲν ἀπεσπούδαζον φαυλότητος τρό‐ πον, ἀπαραποίητά τε παντελῶς ὡς ἔν γε δή σφισιν αὐτοῖς, τῆς εὐκλεοῦς πολιτείας τετηρήκασι τὰ αὐχή‐ ματα. Ἐπειδὴ δὲ τοῖς ὁμόροις ἔθνεσιν ἐνεπλέκοντο,
30καίτοι διαβεβληκότος τὸ χρῆμα τοῦ νόμου ἀναπιμ‐ πλάμενοι παραχρῆμα τῆς ἐνούσης αὐτοῖς βδελυρίας, εὐπάροιστοί τε καὶ ἐλαφροὶ λίαν, καὶ τί γὰρ οὐχὶ τῶν ἀνωτάτω κακῶν νοσοῦντες ἡλίσκοντο; Καὶ τόγε πα‐ ραδοξότερον. Τὰ μὲν γὰρ ἔθνη τῇ κτίσει καίτοι λελα‐
35τρευκότα παρὰ τὸν κτίστην, καὶ ποιητὴν, καὶ εἰς πολύθεον πλάνην ἀπονενευκότα τῇ πρὸς τοῦτο γνη‐ σιότητι, τὰς τῶν δαιμόνων ἀγέλας ἐτίμων. Ὁ δὲ ἄνωθέν τε καὶ ἐκ πατέρων ἅγιος Ἰσραὴλ, ἐν ὀλίγῳ παντελῶς ἐποιεῖτο λόγῳ τὴν ἀπόστασιν. Τοιγάρτοι
40Θεὸς διὰ φωνῆς ἁγίας φησὶ πρὸς αὐτούς· «Ἀπέλθετε εἰς νήσους Χετιεὶμ, καὶ ἴδετε, καὶ εἰς Κηδὰρ ἀπο‐ στείλατε, καὶ νοήσατε σφόδρα, καὶ ἴδετε εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ οὗτοι οὐκ εἰσὶ θεοί. Ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐ‐
45τῶν, ἐξ ἧς οὐκ ὠφεληθήσονται. Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα, λέ‐ γει Κύριος· ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται

69

.

64

(50)

ὕδωρ συνέχειν. Καὶ πάλιν· Ὅτι κατὰ ἀριθμὸν πόλεών σου, ἦσαν θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ, ἔθυον τῇ Βάαλ· ἵνα τί λαλεῖτε πρός με; Πάντες ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσε‐ βήσατε εἰς ἐμὲ, λέγει Κύριος.» Κατῴχοντο γὰρ εἰς
55τοῦτο σκαιότητος λογισμῶν, μᾶλλον δὲ καὶ ἐγχειρη‐ μάτων, ὡς γυναίοις μὲν ἐπιμίσγεσθαι πλανωμένοις
ἔτι. Ἐπειδὴ δὲ ἔτικτον, καίτοι δέον εὐθὺς τῆς Ἰου‐63

69

.

65

δαίων λατρείας ἐναποσημαίνεσθαι τοῖς βρέφεσι τὰ γνωρίσματα, τὴν ἐν ὀγδόῃ περιτομὴν, καὶ τὰς ἐπὶ τούτων θυσίας, ἀνάθημα τοῖς ἀκαθάρτοις δαίμοσι τὰ ἐκ τῶν ἡγιασμένων ἀπεφέροντο λαῶν. Καὶ τοῦτο,
5οἶμαι, ἐστὶ τὸ διὰ φωνῆς προφήτου περὶ αὐτῶν εἰρη‐ μένον· «Ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς.» Συναφείᾳ τοιγαροῦν τῇ πρὸς τὸ χεῖρον κατεφθαρμέ‐ νου λοιπὸν τοῦ ἁγίου γένους, καὶ ὅσον ἧκεν εἰς ποιό‐ τητα καὶ διαφορὰν γνώμης τε καὶ τρόπου, καὶ μὴν
10καὶ ἐθῶν συνενηνεγμένων εἰς ἓν τοῦ τε Ἰσραὴλ, καὶ τῶν ἐθνῶν ὄλεθρον ἁπάντων τῶν ὅντων ἐπὶ τῆς γῆς ὁ τῶν ὅλων Δημιουργὸς εἰκότως κατεψηφίζετο. Ἡμε‐ ρότητι δὲ τῇ ἐμφύτῳ νικώμενος, οὐκ ἰσοπαλῆ ταῖς ἁμαρτίαις αὐτῶν ἐποιεῖτο τὴν ὀργήν. Ἵνα δὲ μὴ εἰς
15ἅπαν καταφθείρηται τὸ ἐπὶ γῆς γένος, τὴν ὡς ἐν πί‐ στει δικαίωσιν, καὶ τὴν δι’ ὕδατος ἔφεσιν προανέδειξε διὰ Νῶε. Ταύτῃτοι γέγονεν ἄνθρωπος, «καὶ τοῖς ἀν‐ θρώποις συνανεστράφη ὁ Μονογενὴς,» κατὰ τὸ γε‐ γραμμένον· ὁ ἀληθέστερος Νῶε· καὶ δὴ καὶ ὡς ἐν
20τύπῳ τῆς ἐν ἀρχαῖς ἐκείνης καὶ διαβοήτου κιβωτοῦ, μονονουχὶ καὶ ἐπήξατο τὴν Ἐκκλησίαν· εἰς ἣν οἱ εἰσπεπηδηκότες, τὸν ἐπηρτημένον τῷ κόσμῳ διαδι‐ δράσκουσιν ὄλεθρον. Οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τὸ ἐπὶ τῇ κιβωτῷ μυστήριον διερμηνεύει λέγων·
25«Πίστει χρηματισθεὶς Νῶε, κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ.» Εἰς ἣν, ὥσπερ καὶ Πέτρος φησὶν, «ὀλίγαι, τουτέστιν, ὀκτὼ ψυχαὶ, δι‐ εσώθησαν δι’ ὕδατος.» Ὃ καὶ ἀντίτυπον ἡμᾶς νῦν σώζει βάπτισμα, «οὐ σαρκὸς ἀπόθεσις ῥύπου,
30ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν.» Τίνα δὴ οὖν ἄρα τρόπον ἡ κιβωτὸς διεπήγνυτο; «Τριακοσίων πήχεων,» φησὶ, «ποιήσεις τὸ μῆκος τῆς κιβωτοῦ, καὶ εὖρος πεντήκοντα· ὕψος δὲ τριάκοντα. Ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν, καὶ εἰς πῆχυν
35συντελέσεις αὐτὴν ἄνωθεν.» Ὅτι δὲ τὸ Χριστοῦ μυστήριον ὑποσημήνειεν ἂν, εἰ καὶ λίαν ἀμυδρῶς, ἡ τοιάδε κατασκευὴ, παντί τῳ σαφὲς ἂν γένοιτο καὶ μάλα ῥᾳδίως, τοῦ θεσπεσίου Παύλου γράφοντος τοῖς ἐν πίστει δεδικαιωμένοις, ὡς ἀδιάλειπτον περὶ αὐτῶν
40ποιοῖτο τὴν προσευχήν· «Ἵνα ἐξισχύσωσι καταλαβέ‐ σθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ μῆκος, καὶ ὕψος, καὶ βάθος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. ϛʹ. τίς οὖν ἄρα ἐστὶ τῶν τῆς κιβωτοῦ μέτρων ὁ λόγος; Τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, ὀρθὴ καὶ
45ἀπεξεσμένη δήλωσις, καὶ τῆς μιᾶς Θεότητος τὸ ἀρ‐ τίως ἔχον, καὶ τὸ εἰς πᾶν ὁτιοῦν παντέλειον. Τοῦτο γὰρ ἡμῖν ὡς ἔν γε δὴ τοῖς προκειμένοις ἀριθμοῖς ὑποδηλούμενον κατίδοι τις ἂν, ἐκεῖνο διενθυμούμενος· ὡς ἔστιν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, τοὺς τὴν ἀνόπιν

69

.

65

(50)

ἔχοντας ἀνακύκλησιν ἀριθμοὺς, τελειότητος ποιεῖσθαι σύμβολον. Οἷον δὲ δή τί φημι· ἀρχομένη γὰρ ἐκ πρώτης ἡ ἑβδομὰς, ἐν Σαββάτῳ διαπεραίνεται κατὰ τὴν ἑβδόμην. Εἶτα πάλιν ἀριθμοῦμεν τὴν ἐφεξῆς ἀπὸ πρώτης ἀρ‐ χόμενοι μέχρι πάλιν ἑβδόμης. Ὁμοίως εἰς ἀριθμὸν
55ἰόντες τὸν δέκα, πάλιν ἐκ πρώτης τῆς ἐφεξῆς δεκά‐ δος ἀρχόμεθα· κατὰ τὸν ἴσον δὲ τοῦτον τρόπον τε καὶ
λόγον, συγκείσεται καὶ ὁ τέλειος ἐκ τελείων ἀριθμὸς,65

69

.

68

τουτέστι, ὁ ἑκατὸν ἐκ δεκάδων δέκα· καὶ ἀνακύκλη‐ σιν ἔχων καὶ ἀναδρομὴν τὴν εἰς μονάδα πάλιν. Ὅπερ οὖν ἔφην, τελειότητος σύμβολον παρά γε τῇ θείᾳ Γραφῇ, πᾶς ἀριθμὸς ἀνόπιν ὥσπερ ἰὼν μετὰ τὸ εἰς
5πέρας ἥκειν τὸ αὐτῷ πρέπον τε καὶ ὡρισμένον. Ὅρα τοίνυν τῆς ἁγίας Τριάδος τὸ παντέλειον ὡς ἐν τρισὶ πήχεων ἑκατοντάσι. Τοῦτο γὰρ μῆκος τῇ κιβωτῷ. Ὅτι δέ ἐστι, ἵν’ οὕτως εἴπωμεν, τελειότης τελειοτή‐ των ἡ ὡς ἐν μονάδι Θεότης, ὑπεμφήνειεν ἂν τὸ εὖρος,
10εὖ μάλα ἐπὶ πήχεις ἰὸν πεντήκοντα· τουτέστιν, ὡς ἐν ἑβδομάσιν ἑπτὰ προσενηνεγμένης αὐταῖς καὶ μο‐ νάδος, διὰ τὸ μίαν εἶναι Θεότητος φύσιν. Καὶ αὐτὸ δὲ τὸ ὕψος, οὐχ ἑτέραν ἡμῖν ἢ ταύτην ὠδίνει τὴν ἔννοιαν. Ἀποπεραίνεται μὲν γὰρ εἰς πήχεων δεκάδα τρίτην·
15εἰς ἕνα δὲ δὴ τὸν ὑπερκείμενόν τε καὶ ἀνωτάτω κα‐ ταλήγει πάλιν. «Τριάκοντα γὰρ,» φησὶ, «πήχεων τὸ ὕψος αὐτῆς· καὶ εἰς ἕνα πῆχυν συντελέσεις αὐ‐ τήν.» Εὐρυνομένη γὰρ ὥσπερ εἰς τρεῖς ὑποστά‐ σεων καὶ μὴν καὶ προσώπων ἰδικῶν διαφορὰς ἡ ἁγία
20Τριὰς, εἰς μίαν Θεότητος οἱονεὶ συστέλλεται φύσιν. Ἕλληνες μὲν γὰρ τὴν εἰς πολύθεον πλάνησιν τιμῶ‐ σιν ὁδόν. Ἡμεῖς δὲ Πατέρα, καὶ μὴν καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα καταλογιζόμενοί τε καὶ τιθέντες ἀλη‐ θῶς ἐν ὑποστάσεσιν ἰδικαῖς, ἑνότητι φύσεως στεφα‐
25νοῦν εἰθίσμεθα. Καὶ τῇ τῆς οὐσίας ταυτότητι συνεγεί‐ ροντες μονονουχὶ καὶ εἰς ἔνα πῆχυν τὴν μακρὰν καὶ εὐρεῖαν, καὶ μέν τοι καὶ ὑψηλὴν, συντελοῦμεν κιβω‐ τόν. Ἀνασώζει τοιγαροῦν ἡμᾶς ἐν πίστει Χριστὸς, καὶ οἷά περ εἰς κιβωτὸν εἰσοικίζεται τὴν Ἐκκλησίαν,
30ἐν ᾗ γεγονότες ὑπερνηξόμεθα μὲν τοῦ θανάτου τὸ δεῖμα, διαδιδράσκομεν δὲ τὸ συγκατακρίνεσθαι τῷ κόσμῳ. Συνέσται γὰρ ἡμῖν ὁ δίκαιος Νῶε, τουτέστι Χριστός. ζʹ. Ἄξιον δὲ οἶμαι πολυπραγμονῆσαι λεπτῶς τίνες ἂν νοοῖντο τυχὸν οἱ τῷ Νῶε συνεισθέοντες εἰς τὴν
35κιβωτὸν, καὶ τὴν διὰ πίστεώς τε καὶ ὕδατος σωτηρίαν ἀποκερδαίνοντες. Γέγραπται τοίνυν, ὅτι «Εἰσῆλθε Νῶε εἰς τὴν κιβωτὸν, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ.» Συνεισκεκόμικε δὲ τούτοις, καὶ ἀπὸ παντὸς ζώου καὶ
40τῶν πετεινῶν, ἑπτὰ μὲν τῶν καθαρῶν, ἀνὰ δύο δὲ τῶν ἀκαθάρτων. Ἐδόκει γὰρ ὧδε θεσμοθετεῖν τῷ Θεῷ. Ὀνόματα δὲ τοῖς υἱοῖς αὐτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ· διερμηνεύεται δὲ ὁ μὲν Σὴμ, φύτευμα καὶ τέλειοις· θερμασία δὲ ὁ Χὰμ, καὶ πλατυσμὸς ὁ Ἰάφεθ. Σεσώ‐
45σμεθα γὰρ ἐν Χριστῷ διὰ πίστεως οἱ ἐξ ἀτελοῦς ὥσπερ πολιτείας τῆς κατὰ νόμον εἰς τὴν τῆς εὐαγ‐ γελικῆς παιδεύσεως τελειότητα, καθάπερ τινὰ μόσχια πεφυτευμένοι λεπτά. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Δα‐ βὶδ τοῖς μὲν τῶν Ἰουδαίων λαοῖς τὴν ἐν Χριστῷ δι‐

69

.

68

(50)

καίωσιν οὐ προσιεμένοις ἐπετίμα, λέγων· «Ἠγά‐ πησας κακίαν ὑπὲρ ἀγαθοσύνην· ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην· ἠγάπησας πάντα ῥήματα κα‐ ταποντισμοῦ, γλῶσσαν δολίαν.» Δεδυσφημήκασιν γὰρ ἀκαθέκτως εἰς τὸν Υἱόν. «Διὰ τοῦτο,» φησὶν, «ὁ
55Θεὸς καθελεῖ σε εἰς τέλος· ἐκτίλαι σε καὶ μετανα‐ στεύσαι σε ἀπὸ σχηνώματός σου, καὶ τὸ ῥίζωμά σου
ἐκ γῆς ζώντων.» Περὶ δὲ τῶν ἠγαπηκότων τὴν ἐν67

69

.

69

Χριστῷ δικαίωσιν καὶ ζωήν· «Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθή‐ σουσιν.» Ὅτι δὲ οὐ δίχα τοῦ θείου πυρὸς καὶ νοητοῦ, καὶ οἱονεὶ τῆς διὰ πνεύματος θερμασίας ἐνήργηκεν
5εἰς ἡμᾶς τὴν παρ’ ἑαυτοῦ χάριν ὁ Ἐμμανουὴλ, πι‐ στεύσεται καὶ ὁ θεσπέσιος Παῦλος· «Τῷ πνεύματι ζέοντας ὁρᾶσθαι θέλων τοὺς ἐν ἁγιασμῷ κεκλημέ‐ νους.» Οὐδὲν δὲ ἧττον ἡμᾶς ἐμπεδοῖ καὶ ὁ σοφὸς Ἰωάννης λέγων· «Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι
10εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν· οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστά‐ σαι. Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.» Ἀπέψυκται μὲν γὰρ ἡ τῶν Ἰουδαίων ἀγάπη διὰ τὸ «Πληθυνθῆναι τὴν ἀνομίαν παρ’ αὐτοῖς,»
15καθὰ γέγραπται. Θερμοὶ δὲ δὴ λίαν καὶ πρός γε τοῦτο ἡμεῖς. Τοιγάρτοι φαμέν· «Τί ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχω‐ ρία; ἢ λιμὸς, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;» Οὐκοῦν τῶν ζεόντων τῷ πνεύματι τύπος
20ἂν γένοιτο καὶ μάλα σαφὴς ὁ Χὰμ, ὃς νοεῖται θερμα‐ σία. Ὅτι δὲ καὶ εἰς πλατυσμὸν καρδίας ἀπενενήγμεθα τῆς ἐν νόμῳ ζωῆς τὴν θλίψιν ἐκβαίνοντες, ὑπεμφή‐ νειεν ἂν ὁ τρίτος ἡμῖν Ἰάφεθ, εἰς πλατυσμὸν μετονο‐ μαζόμενος. Ἰουδαίοις μὲν γὰρ προσεφώνει Θεὸς διὰ
25φωνῆς Ἡσαΐου· «Ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τοῦ ἐν Ἱερουσα‐ λήμ·» Καὶ πάλιν· «Μάθετε ἀκούειν στενοχωρού‐ μενοι.» Ἐκβεβηκὼς δὲ ὁ Παῦλος τὴν ἐν νόμῳ στέ‐ νωσιν προσπεφώνηκέ τισι τῶν ἤδη πεπιστευκότων·
30«Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. Ἡ καρδία ἡμῶν πεπλάτυται· οὐ στενοχωρεῖσθε ἐν ἡμῖν. Στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς. Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις.» Ἠκο‐
35λούθουν γὰρ ἔτι τοῖς Ἰουδαίων ἐντάλμασι, καὶ ἀνο‐ νήτοις εἰκαιοβουλίαις. Ψάλλει δέ που καὶ ὁ Δαβὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, ὡς ἐκ προσ‐ ώπου τοῦ νέου λαοῦ καὶ ἐν Χριστῷ· «Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.»
40Πεπλάτυται γὰρ ἡμῶν ὁ νοῦς εἰς σοφίαν, ἐνηυλισμέ‐ νου τε καὶ ᾠκηκότος ἐν ταῖς ἁπάντων ψυχαῖς διὰ πνεύματος τοῦ Ἐμμανουήλ. Τοιοίδε μὲν οὖν οἱ ἐν Χριστῷ διὰ πίστεως. ηʹ. Ὅτι δὲ πλείστη μὲν ἡ τῶν ἐν πίστει δεδικαιωμέ‐
45νων καθαρωτάτη πληθὺς, μείων γε μὴν ἡ ἐξ Ἰου‐ δαίων, ἀναμάθοι τις ἂν ἐντεῦθεν ἀμογητί. Ἑπτὰ μὲν γὰρ ἐν τῇ κιβωτῷ τὰ ἐκ τῶν καθαρῶν εἰσκεκόμικε ζώων, ἀνὰ δύο δὲ αὖ τὰ ἐκ τῶν ἀκαθάρτων· τουτ‐ έστι, τῶν κυριοκτόνων Ἰουδαίων. «Σέσωσται γὰρ τὸ

69

.

69

(50)

κατάλειμμα,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Πλὴν ὅτι κατὰ καιροὺς ἀπανίστασθαί τε καὶ ἀποφοιτᾷν τῆς πίστεως ἔμελλόν τινες τῶν ἐξ αἵματος Ἰσραὴλ, ὑπετύπου πάλιν. «Ἀπέστειλε γὰρ,» φησὶν, «ἐκ τῆς κιβωτοῦ τὸν κόρακα ἰδεῖν εἰ κεκόπακε τὸ ὕδωρ·
55ὁ δὲ οὐχ ὑπέστρεψεν.» Ἐνεπνίγη δὲ, οἶμαι, τοῖς ὕδα‐
σιν, ἔρεισμά τε καὶ στάσιν οὐχ εὑρηκώς. Οὐκοῦν τὸ69

69

.

72

τῆς πίστεως ἀπολισθῆσαι τοῦ Χριστοῦ καὶ ἀπονο‐ σφίζεσθαι, πάντως πρόξενον ἀπωλείας. Οὔτω καὶ ὁ μακάριος Παῦλος τοῖς μετὰ τὴν πίστιν ἐν νόμῳ τε‐ λειουμένοις, ἤγουν οἰηθεῖσιν ἔσεσθαι τελείοις, «Κατ‐
5ηργήθητε,» φησὶν, «ἀπὸ Χριστοῦ, οἵτινες ἐν νόμῳ δι‐ καιοῦσθε, τῆς χάριτος ἐξεπέσατε· ἡμεῖς γὰρ πνεύ‐ ματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.» Ἄθρει δὲ ὅπως ἐκ τῶν ἀκαθάρτων πτηνῶν ὁ κόραξ ἀποστάτης. Ἦσαν γὰρ ἐξ Ἰουδαίων οἱ μετὰ τὴν ἐν
10Χριστῷ δικαίωσιν ἀνόπιν ἰόντες ἐπὶ τὰς τοῦ νόμου σκιάς. Καὶ περὶ αὐτῶν, οἶμαί που, καὶ ὁ σοφὸς Ἰωάννης γράφει· «Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεσαν ἂν μεθ’ ἡμῶν.» Λέγοντος δὲ καὶ τοῦ Πνεύματος ἐναργῶς, ὅτι «Ἐν
15ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προ‐ σέχοντες πνεύμασι πλάνοις,» ὅρα καὶ τοῦδε σαφῆ τύπον διὰ Νῶε γεγενημένον. Ἀπέστειλε μὲν γὰρ πρώτην τε καὶ δευτέραν περιστερὰν κατασκεψομένας, ὥσπερ εἰ ἐν ὑφιζήσει γέγονεν ὁ κατακλυσμός. Αἱ δὲ ὑπενόστη‐
20σαν ὡς εἰς καλιὰν εἰς τὴν κιβωτὸν, καί τι κάρφος ἐχούσης μιᾶς ἐν τῷ στόματι αὐτῆς, καθὰ γέγραπται, θαλὸς δὲ τοῦτο ἐλαίας ἦν. Ἀποστέλλονται μὲν γὰρ οἱ ἅγιοι παρὰ Χριστοῦ κατασκεψόμενοί τε τὸν κόσμον, καὶ τοὺς ἐν αὐτῷ. Ὑπονοστοῦσι δὲ ὥσπερ λαλοῦντες
25εἰρήνην. Τουτὶ γὰρ οἶμαι πλαγίως ὑποδηλοῦν τὸ ἐν στόματι κεῖσθαι τῆς περιστερᾶς τὸν τῆς ἐλαίας θαλόν. Σύμβολον γὰρ εἰρήνης ἀεί πώς ἐστι τὸ φυτόν. Φιλό‐ θεοι μὲν οὖν οἱ πίστει κεκαθαρμένοι, καὶ ὡς ἐν πραότητι πολιτείας εὐαγγελικῆς, ἀπόλεκτοι τῷ Θεῷ.
30Πλὴν, ὅτι καὶ ἐξ αὐτῶν ἀποστήσονταί τινες ἐν ἐσχά‐ τοις καιροῖς, καθάπερ ἔφην ἀρτίως, ἐμφήνειεν ἂν ὁ τύπος. Τρίτη γὰρ καὶ τελευταία πέμπεται περιστε‐ ρὰ, καὶ οὐκ ἐμελέτα τὴν ὑποστροφήν. Ἀπομεμένηκε γάρ. «Ὑπολοφήσαντος δὲ τοῦ κατακλυσμοῦ, κεκάθι‐
35κεν ἡ κιβωτὸς ἐπὶ τὰ ὄρη Ἀραρὰτ,» ἃ διερμηνεύε‐ ται μαρτυρία καταβάσεως. Ὑψηλοὶ γὰρ ὥσπερ καὶ οἱονεί πως ἐν ὄρεσι διὰ τὸ τῆς εὐαγγελικῆς πολιτείας ὑπερανεστηκὸς, οἱ ἐν Χριστῷ διὰ πίστεως, τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβεβηκότα Θεὸν Λόγον, τοῖς ἁπαν‐
40ταχῆ κηρύττοντες, οἷς καὶ αὐτὸς ἐπεφώνει Θεὸς διὰ προφήτου φωνῆς· «Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός· καὶ ὁ παῖς ὃν ἐξελεξά‐ μην.» Ἀνωτέρω δὴ οὖν τῆς ἐν κόσμῳ χθαμαλότητος τῶν ἐν Χριστῷ τὰ αὐχήματα.
45 θʹ. Γέγονε δὲ ὅτι καὶ Ἀρχιερεὺς ἐφ’ ἡμᾶς ὁ Ἐμ‐ μανουὴλ, δι’ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν πρὸς τὸν Πατέρα καὶ Θεὸν, καὶ ἀνεκαινίσθημεν πρὸς τὸ ἐν ἀρχαῖς, λελυμένης τῆς ἀρᾶς, τῆς ἐπὶ τῷ πρωτο‐ πλάστῳ φημὶ, ὅρα δὴ τοῖς ἐφεξῆς γεγραμμένοις ἐμ‐

69

.

72

(50)

βαλεῖν. «Ἐπειδὴ γὰρ ἐξηράνθη,» φησὶν, «ἡ γῆ, ἐξῆλ‐ θεν ὁ Νῶε τῆς κιβωτοῦ, καὶ πάντες οἱ σὺν αὐτῷ. Καὶ ᾠκοδόμησε,» φησὶ, «θυσιαστήριον τῷ Θεῷ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀνήν‐
55εγκεν ὁλοκαρπώσεις ἐπὶ τὸ θυσιαστήριον. Καὶ ὠσ‐ φράνθη ὁ Θεὸς ὀσμὴν εὐωδίας. Καὶ εἶπε Κύριος ὁ
Θεὸς διανοηθείς· Οὐ προσθήσω ἔτι καταράσασθαι τὴν71

69

.

73

γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων. Καὶ μεθ’ ἕτερα πά‐ λιν· «Καὶ εὐλόγησε Κύριος ὁ Θεὸς τὸν Νῶε, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυ‐
5ριεύσατε αὐτῆς, καὶ ὁ φόβος ὑμῶν, καὶ ὁ τρόμος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις, καὶ ἐπὶ πᾶσι τοῖς κτήνεσι τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν δέδωκα.»
10Οὐκοῦν ὅτε γέγονεν ἡμῶν ἀρχιερεὺς ὁ Χριστὸς, καὶ προσεκομίσθημεν δι’ αὐτοῦ νοητῶς εἰς ὀσμὴν εὐ‐ ωδίας τῷ Θεῷ καὶ Πατρὶ, τότε καὶ εὐμενείας τῆς παρ’ αὐτοῦ πλουσίως ἠξιώμεθα, καὶ βεβαίαν ἐσχήκαμεν τὴν ὑπόθεσιν, τοῦ μηκέτι καθ’ ἡμῶν ἰσχῦσαι τὸν
15θάνατον. Λέλυται καὶ τὰ ἐξ ὀργῆς, οἴχεται δέ ποι καὶ τὰ ἐκ τῆς ἀρχαίας ἀρᾶς ἐκείνης. Ηὐλογήμεθα γὰρ ἐν Χριστῷ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
19tΠερὶ τῆς γυμνώσεως τοῦ Νῶε καὶ τοῦ Χάμ.
20 αʹ. Συμπεπερασμένων ἁπάντων τῶν ἐπὶ τῇ κιβω‐ τῷ, καὶ παρῳχηκότος μὲν τοῦ κατακλυσμοῦ, γηπο‐ νοῦντος δὲ ἤδη τοῦ Νῶε, τίνα δὴ ἄρα τὰ ἐν αὐτῷ πε‐ πραγμένα παρὰ τοῦ Χὰμ, πολυπραγμονήσει πάλιν ἡμῖν ὁ λόγος. Ἀναπείσει γὰρ δὴ τοὺς οἵπερ ἂν
25ἕλοιντο διαβιοῦν ἐννόμως τῆς εἰς τοὺς πατέρας αἰδοῦς οὐδὲν τὸ παράπαν ἡγεῖσθαι ἰσοστατοῦν, καὶ παραι‐ τεῖσθαι σαφῶς ὥς τι τῶν σφαλερωτάτων τὸ κατά τι γοῦν ὅλως ἐπιμειδιᾷν αὐτοῖς, κἂν εἰ τοῦ πρέποντος ἔξω φέροιντο βραχὺ ταῖς τῆς φύσεως ἀσθενείαις
30ὑπενηνεγμένοι. Ὅτι γὰρ σεπτὸν ἀεί πώς ἐστι τῶν γονέων τὸ χρῆμα, καὶ αὐτὸς ὁ θεῖος ἡμᾶς ἐκπαιδεύει νόμος· προεπιτάξας γὰρ δεῖν ἐξ ὅλης ψυχῆς καὶ καρ‐ δίας τὸν ἕνα τε καὶ φύσει Θεὸν ἀγαπᾷν, «Τίμα,» φησὶ, «τὸν πατέρα σου, καὶ μητέρα σου, ἵνα εὖ σοι
35γένηται, καὶ ἔσῃ μακρόβιος ἐπὶ τῆς γῆς.» Ἐν εἰ‐ κόνι γὰρ ὥσπερ καὶ ἐν μιμήσει Θεοῦ καταλογισθεῖεν ἂν οἱ γεγεννηκότες. «Μνήσθητι γὰρ,» φησὶν, «ὅτι δι’ αὐτῶν ἐγεννήθης.» Ταύτῃ τοι πάλιν φησὶν, «Ὀφθαλ‐ μὸν καταγελῶντα πατρὸς, καὶ ἀτιμάζοντα γῆρας
40μητέρος, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγ‐ γων.» Ὅτι τοίνυν καὶ ἐν ἀρᾷ καὶ δίκῃ τὸ μὴ δεῖν οἴεσθαι τιμᾷν πατέρας, καὶ μὴν καὶ αἰδοῦς ἁπάσης ἀξιοῦν, καὶ διά γε τοῦ Χὰμ ἀναμάθοι τις ἂν καὶ λίαν εὐκόλως. «Ἦσαν γὰρ,» φησὶν, «οἱ υἱοὶ Νῶε
45οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ. Χὰμ δὲ ἦν πατὴρ Χαναάν. Τρεῖς οὗτοί εἰσιν οἱ υἱοὶ Νῶε. Ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πασᾶν τὴν γῆν. Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύ‐ τευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμε‐

69

.

73

(50)

θύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ· καὶ εἶδε Χὰμ ὁ πατὴρ Χαναὰν τὴν γύμνωσιν τοῦ πατρὸς αὐ‐ τοῦ, καὶ ἐξελθὼν ἐπήγγειλε τοῖς ἀδελφοῖς αὐτοῦ ἔξω. Καὶ λαβόντες Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφα‐
55νῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐ‐
τῶν, καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανὲς, καὶ τὴν73

69

.

76

γύμνωσιν τοῦ πατρὸς οὐκ εἶδον. Ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος, καὶ εἶπεν· Ἐπικατάρατος Χαναὰν, παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν·
5Εὐλογητὸς Κύριος ὁ Θεὸς Σὴμ, καὶ ἔσται Χαναὰν παῖς αὐτοῦ. Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοι‐ κησάτω ἐν τοῖς σκηνώμασι Σὴμ, καὶ γενηθήτω Χα‐ ναὰν παῖς αὐτοῦ.» Νῶε μὲν γὰρ ἀμπελῶνα πεφυ‐ τευκὼς, τῶν οἰκείων ἐνεφορεῖτο πόνων, καὶ κάτοινος
10μὲν ἀσυνήθως ἦν. Ἀδόκητον δὲ φιλοινίας ἔγκλημα, τὴν ἀνεθέλητον ὑπομείνας γύμνωσιν, οἴκοι τε καὶ ἄποπτος ἦν τοῖς πολλοῖς. Ὁ δὲ τὰς φρένας οὐκ ἀσφα‐ λὴς, φημὶ δὴ τὸν Χὰμ, τῆς θέας τὸ ἀπρεπὲς ἀνοσίου γέλωτος ἐποιεῖτο πρόφασιν· καίτοι καταμφιάσαι δὲ,
15μονονουχὶ δὲ καὶ ἐπαμῦναι τῷ φύσαντι, μέθῃ πλεον‐ εκτουμένῳ, καὶ τοῖς ἐξ οἴνου πταίσμασιν ὑπενηνεγ‐ μένῳ. Ἀλλὰ παρεὶς τὰ τοιάδε, καὶ τῆς εἰς τὸν φύ‐ σαντα τιμῆς οὐ μετρίως ὀλιγωρῶν, προξενεῖν ἐπεί‐ γεται τοῖς ἄλλοις τὴν θέαν, καὶ σκηνὴν οἷά τινα
20προσθεὶς τὸν πρεσβύτην, γελᾷν ἀναπείθει τοὺς ἀδελ‐ φούς. Οἵδε ἦσαν ἀμείνους τῆς ἐν αὐτῷ δυσβουλίας· κατασοφιζόμενοι δὲ τὸ συμβεβηκὸς, καὶ τῆς θέας τὸ ἀκαλλὲς τοῖς περιβλήμασιν ἀφανίζοντες, ἀνόπιν ἐβά‐ διζον. Ἐδόκει γὰρ εὐσεβεῖν αὐτοῖς, καὶ μηροὺς αἰ‐
25δεῖσθαι πατρὸς, δι’ ὧν καὶ γεγόνασιν. Ἐπεὶ δὲ διεγη‐ γερμένος ἐν αἰσθήσει τοῦ πράγματος γέγονεν ὁ πα‐ τὴρ, ἐπαρᾶται μὲν εὐθὺς τὸν τοῦ πρέποντος, καὶ τῆς εἰς αὐτὸν αἰδοῦς ἠφειδηκότα παραλόγως, καὶ ζυγὸν αὐτῷ τὸν οἰκετικὸν ἐπετίθει δικαίως, Χαναὰν ὀνομά‐ ζων διὰ τοὺς ἐξ αὐτοῦ Χαναναίους, οἳ καὶ τῆς δίκης αὐτῷ συμμεθέξειν ἔμελλον. Παγγενῆ γὰρ ἐκο‐
30λάζετο. Εὐλόγηκε δὲ τοὺς τιμήσαντας. βʹ. Ἐμφήνειε δ’ ἂν αἰνιγματωδῶς καὶ τόδε δὴ πά‐ λιν τὸ ἐπὶ τοῖς Ἰουδαίοις μυστήριον. Τρεῖς μὲν γὰρ οἱ πάντες γεγόνασι λαοὶ, ὅ τε ἐν πρώτῳ καιρῷ καθά‐ περ καὶ ὁ Σὴμ, καὶ μὴν καὶ ὁ διὰ μέσου κατὰ
35τὸν ἐπάρατον Χὰμ, καὶ ὁ τρίτος ὁ λοῖσθος νοοῖτο δ’ ἂν ὡς ἐν τελευταίοις Ἰάφεθ, ὃς ἑρμηνεύεται πλα‐ τυσμός. Ἐπειδὴ δὲ ἡμῖν ἀπεκάλυψεν ὁ Θεὸς καὶ Πα‐ τὴρ τὸν ἴδιον Υἱὸν, ὃς διὰ μηρῶν σημαίνεται, καὶ ὅσον ἧκεν εἰπεῖν εἰς τὸ νοητὸν τῆς θεότητος κάλλος,
40ἀσχήμονά τε καὶ ἀτερπῆ διὰ τὸ ἀνθρώπινον· «Οὐδὲ γὰρ εἶχεν εἶδος, οὐδὲ κάλλος,» κατὰ τὴν τοῦ προ‐ φήτου φωνήν· τότε δὴ τότε, καθὰ καὶ αὐτὴ τῶν πραγμάτων ἐπιμαρτυρήσειεν ἂν ἡ ἔκβασις, ὁ μὲν πρῶτός τε καὶ λοῖσθος λαὸς, τουτέστιν, οἱ ἐν ἀρχῇ
45καὶ πρῶτοι πιστεύσαντες, καὶ μὴν καὶ ὁ κληθησάμε‐ νος ἐν ἐσχάτοις, δεδυσώπηνται τὸν Ἐμμανουήλ. Εὐ‐ λόγηνται δὲ δι’ αὐτοῦ παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Ὁ δέ γε τοῖν δυοῖν μεταξὺ γεγονὼς, καταμειδιάσας ὥσπερ Χριστοῦ διὰ τὸ τῆς ἀνθρωπότητος ἀκαλλὲς,

69

.

76

(50)

καὶ τὸν ἐκ Θεοῦ πεφηνότα Υἱὸν κατὰ πολλοὺς ἀτιμά‐ σας τρόπους, ἐν τῷ τῆς δουλείας ἀπομεμένηκε τρόπῳ, καὶ τῆς τῶν πατέρων ἐλευθερίας ἀπώλισθεν. Ὅτι δὲ ἔμελλον οἱ ἐν ἐσχάτοις καιροῖς ἐκ τῶν Ἰουδαίων πιστεύσαντες τῶν πρώτων ἔσεσθαι κοινωνοὶ μονονουχὶ
55καὶ ὁμέστιοι· ἅτε δὴ καὶ εἰς μίαν συνενεχθέντες πό‐ λιν, ἤγουν αὐλὴν ἢ ἑστίαν, τουτέστι τὴν Ἐκκλησίαν,
ὑπέφηνεν εἰπὼν, «Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ,» τουτ‐75

69

.

77

έστι, τῷ τρίτῳ καὶ ἐν ἐσχάτοις· τρίτος γὰρ ὁ Ἰά‐ φεθ· «καὶ κατοικησάτω «ἐν τοῖς σκηνώμασι τοῦ Σὴμ,» τουτέστι, τοῦ πρώτου· καὶ γενηθήτω Χαναὰν παῖς αὐτῶν·» τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἔφη Χριστὸς τοῖς
5Ἰουδαίων δήμοις· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἀμαρ‐ τίας. Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα·» ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ἐλεύθεροι ἔσεσθε. Καταμειδιάσαντες γὰρ
10οἱ τάλανες Ἰουδαῖοι τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονο‐ μίας, καὶ τὴν ἀποκάλυψιν αὐτοῦ τὴν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς ἡμᾶς γενομένην οὐ τετιμηκότες, ἐν τῷ τῆς δουλείας μεμενήκασι πνεύματι.
13tΠερὶ τοῦ πύργου καὶ τῆς αὐτοῦ κατασκευῆς.
14Ἐλελοίπει μὲν οὐδὲν τῇ ἀνθρωπείᾳ φύσει πρὸς τὸ
15εὖ εἶναι καὶ εὐημερεῖν. Πλήρη γὰρ αὐτὴν ἀπετέλει καὶ παντὸς ἐπίμεστον ἀγαθοῦ ὁ τῶν ὅλων Ποιητής. Ὑπενήνεκται δὲ πρὸς τὸ μεῖον ἡ πρὶν μεγάλη ζη‐ μιουμένη κατὰ βραχὺ, τὰ δι’ ὧν ἦν εἰκὸς ὁρᾶσθαι σεπτὴν, καὶ ἀρτίως ἔχουσαν εἰς τὸ λίαν ἐπιπρεπές.
20Οἷον φέρε εἰπεῖν, ἀπημπόληκε μὲν τὸ ἄφθαρτον ἐν Ἀδάμ. Εἴρηται γὰρ πρὸς αὐτὸν, «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Ἐστέρηται δὲ μετὰ τοῦτο τοῦ πνεύμα‐ τος. Ἐπειδὴ γὰρ μόνα φρονεῖν ἐθέλοντας τὰ σαρκὸς ἀνόσιά τε καὶ μυσαρώτατα πάθη τοὺς ἐπὶ γῆς ἑώρα
25Θεὸς, «Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου,» φησὶν, «ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» Ἀλλ’ ἰδοὺ δή τι καὶ ἕτερον ὑπομένει πάλιν. Ἐπ’ ἀνοσίοις γὰρ σκέμμασι καὶ ἀποπλήκτοις εἰκαιο‐ βουλείαις κατεγνωσμένοι τινὲς εἰς ἑτεροίαν αὐτὴν καὶ
30ἀσύμφωνον ἐκκομίζουσι γλῶσσαν. «Ἦν μὲν γὰρ,» φησὶ, «πᾶσα ἡ γῆ χεῖλος ἒν, καὶ φωνὴ μία πᾶσι. Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σεναὰρ, καὶ κατῴκησαν ἐκεῖ, καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον· Δεῦτε, πλινθεύσωμεν
35πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί. Καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον· καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πιλός. Καὶ εἶπαν, Δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρα‐ νοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπα‐
40ρῆναι ἐπὶ πᾶσαν τὴν γῆν. Εἶτα κάτεισιν ὁ Θεὸς, οὕτω γὰρ ἔφη τὸ Γράμμα τὸ ἱερὸν, καὶ συγχεῖ μὲν αὐτῶν τὰς γλώσσας, κατασκεδάννυσι δὲ καὶ εἰς πᾶσαν αὐ‐ τοὺς τὴν γῆν.» Ἐπετίμα μὲν γὰρ τοῖς ἐπιχειρήμασιν ὁ τῶν ὅλων Θεὸς, οὐ δέδιε δὲ τὸ συμπέρασμα· ὡς δὲ
45ὑπέροπτόν τι βεβουλευμένους, ἡμερότητι τῇ ἐμφύτῳ χρώμενος, ὑποπαύει τῶν ἐγχειρημάτων τῇ πολυ‐ γλωσσίᾳ· σημαίνων ὅτι τὰς ὑπὲρ ἄνθρωπον σκέψεις, καὶ εἰ φέροιντό πως διὰ τῶν ἀμηχάνων, οὐκ ἀνεπι‐ πλήκτους ἐᾷ. Αὐτὰς δὲ συγχεῖ τὰς γλώσσας, τὰ γάρ

69

.

77

(50)

τοι μόνης τῆς τοῦ Δημιουργοῦ δεόμενα τέχνης, καὶ μέν τοι καὶ ἐξουσίας, ἁρμόσειεν ἂν οὐχ ἑτέρῳ τῳ ποθεν, ἀλλ’ αὐτῷ δὴ καὶ μόνῳ. Γλώσσης δὲ μεταπλα‐ σμὸν, καὶ τὸ ἐξευρύνεσθαι λόγον εἰς ἠχὼ τὴν διάφο‐ ρον, ἀναθείη τις ἂν εἰκότως τῷ γε ἀληθῶς μόνῳ τε
55καὶ κατὰ φύσιν Δημιουργῷ. Ἀμοιρήσειε δ’ ἂν οὔτι
που τὸ γεγονὸς, τοῦ σφόδρα εἰκότως διαγελᾶσθαι δεῖν.77

69

.

80

Ὑπειλήφασι γὰρ, οὐκ οἶδ’ ὅπως, πάντη τε καὶ πάντως ἰσχύσειν καὶ ἄχρις ἂν αὐτῶν οὐρανῶν τὸν ἐκ πλίνθου τε καὶ γῆς ἀναδείμασθαι πύργον. Εἶεν δ’ ἂν εἰς τύπον, οἶμαί που, καὶ αὐτοὶ δὴ πάλιν τῆς Ἰουδαίων
5ἀσυνεσίας, εὑρήσειν ὑπειληφότων τὴν πρὸς Θεὸν οἰ‐ κειότητα· μονονουχὶ δὲ καὶ αὐτὴν τὴν εἰς τὰ ἄνω πορείαν, οὐ διά γε τοῦ δρᾷν ἑλέσθαι τυχὸν τὰ αὐτῷ δοκοῦντα καὶ φίλα, οὔτε μὴν διὰ πίστεως τῆς εἰς Χρι‐ στὸν, ἀλλ’ ὥσπερ τινὰ πύργον ἐξανιστάντων, ἀμαθῶς
10τὸ ἐπὶ γυμνῇ καὶ μόνῃ τῇ τῶν πατέρων εὐκλείᾳ φρο‐ νῆσαι τὰ ὑψηλά. Ἄνω τε γὰρ καὶ κάτω τὸν Ἀβραὰμ ὀνομάζοντες, καὶ γηΐνοις αὐχήμασι τὴν ἰδίαν ὥσπερ οἰκοδομοῦντες δόξαν, ἀεί πως κατεγινώσκοντο. Ἀλλ’ ἐπετίμα μὲν τοῖς τὸν πύργον τεκταινομένοις ὁ Θεὸς,
15καὶ εἰς πολλὰς αὐτοὺς κατεμέριζε γλώσσας. Προανα‐ φώνησιν δὲ ὥσπερ τινὰ γενέσθαι φαμὲν, τὸ ἐπ’ ἐκεί‐ νοις τότε, τῶν τοῖς Ἰουδαίοις συμβεβηκότων. Φρο‐ νοῦντας γὰρ λίαν τὰ ὑψηλὰ, καὶ δι’ ὧν ἥκιστα χρὴ τὴν εἰς τὰ ἄνω ζητοῦντας πορείαν, κατεσκέδασεν εἰς
20πολυγλωσσίαν, τουτέστιν, εἰς πάντα τὰ ἔθνη. Διεσπά‐ ρησαν γὰρ χώρας τε τῆς σφῶν καὶ πόλεως, καὶ οἴκων ἀπηλαμένοι, καὶ γεγόνασι πλανῆται ἐν τοῖς ἔθνεσι, κατὰ τὴν Προφήτου φωνήν. Ἀλλ’ ἐν Χριστῷ τὸ πολύγλωσ‐ σον, σημεῖον ἦν ἀγαθόν. Συνηγμένων γὰρ τῶν μαθη‐
25τῶν κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς εἰς οἶκον ἕνα· «Ἐγένετο,» φησὶν, «ἐκ τοῦ οὐρανοῦ ἄφνω ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι. Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, ἐκάθισέ τε ἐφ’
30ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἄπαντες Πνεύ‐ ματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.» Τί δὲ δὴ καὶ ἐλάλουν; χορηγοῦντος τοῦ Πνεύματος τὴν εἰς τὰ ἄνω πορείαν, τὴν εἰς οὐρανοὺς ἀνάβασιν ἐν
35Χριστῷ διὰ πίστεως, τὴν ἁπάντων τῶν κατὰ τὴν οἰκουμένην γλωσσῶν, ἤτοι λαῶν ἢ ἐθνῶν εἰς ἑνότητα συνδρομὴν ἐν Πνεύματι. Ἐξωμολογεῖτο γὰρ ἅπασα γλῶσσα βροτῶν τῷ Χριστῷ, καὶ τὰ αὐτοῦ ἐλάλει μυ‐ στήρια. Οὐκοῦν ἐπὶ μὲν τοῦ πύργου σκεδασμοῦ καὶ
40ἀποδρομῆς τῆς εἰς πάντα τὰ ἔθνη, σημεῖον ἦν ἡ πολυγλωσσία· ἐπὶ δὲ τοῦ Χριστοῦ, τῆς εἰς ἑνότητα διὰ Πνεύματος συνδρομῆς, καὶ τῆς εἰς τὰ ἄνω πορείας. Γέγονε γὰρ ἡμῖν ὁ Χριστὸς, «πύργος ἰσχύος,» κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, εἰς τὴν ἄνω διακομίζων πόλιν, καὶ τοῖς τῶν ἁγίων ἀγγέλων συνάπτων χοροῖς
45τοὺς ἐπὶ τῆς γῆς.
46tΠερὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδέκ.
47 αʹ. Νόμον μὲν εἰς βοήθειαν δέδωκεν ὁ τῶν ὅλων Θεός· γέγραπται γὰρ ὡδί. Πλὴν ὅτι παιδοκομεῖ μὲν ὁ νόμος, τελειοῖ δὲ λοιπὸν τὸ Χριστοῦ μυστήριον,

69

.

80

(50)

χαλεπὸν οὐδὲν ἐξ αὐτῶν ἡμᾶς καταθρεῖν τῶν ἱερῶν Γραμμάτων, τὴν ἐπὶ τῷδε πίστιν ἐρανιζομένους εὖ μάλα, καὶ τὰ ἀληθῆ συλλέγοντας· ἀπόχρη δὲ, οἶμαι, καὶ ὁ θεσπέσιος λέγων Παῦλος περὶ ταῖν δυοῖν δια‐ θήκαιν· «Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης
55ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Οὐδὲν
γὰρ ἐτελείωσεν ὁ νόμος· ἐπεισαγωγὴ δὲ κρείττονος79

69

.

81

ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ.» Οὐκοῦν ἴοι μέν τις καὶ μάλα ῥᾳδίως εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, οὐ διά γε τῆς πρώτης καὶ Μωσαϊκῆς ἐντολῆς· διὰ τῆς λεγομένης δὲ ἐπεισῆχθαι ἐλπίδος, ἢν ταῖς εἰς
5τὸ ἄμεινον ψήφοις στεφανοῦν ἐδόκει τῷ μυσταγωγῷ πρὸς ἀλήθειαν βλέποντι. Ἠθετῆσθαι δὲ σαφῶς τὰ ἐν νόμῳ φησὶ, καὶ τῆς προαγούσης ἐντολῆς τὸ μηδὲν δύνασθαι τελειοῦν καθορίζων, ἐπιστέλλει Ἑβραίοις· «Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευ‐
10τέρας ἐζητεῖτο τόπος. Μεμφόμενος γὰρ αὐτῇ λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα δια‐ θήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἢν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς
15χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ὅτι αὕτη ἡ διαθήκη ἢν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διδοὺς νόμους μου εἰς τὴν
20διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσον‐ ταί μοι εἰς λαόν. Καὶ οὐ μὴ διδάξουσιν ἔκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέ‐ γοντες· Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με
25ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.» Ἐπιφέρει δὲ τούτοις εὐθύς· «Ἐν δὲ τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.» Οὐκ‐
30οῦν ἀσθενὴς ὁ νόμος, καὶ πολὺ τὸ ἀδρανὲς ἔχον ὁρᾶται λοιπὸν πρός γε τὸ δύνασθαί φημι τελειοῦν εἰς ἁγια‐ σμόν. Ὅτι δὲ ἀμείνων ἡ ἐν Χριστῷ δικαίωσις καὶ ἡ λατρεία, Θεοῦ διακεκραγότος ἀκούσῃ σαφῶς διὰ προ‐ φητῶν φωνῆς, τοῖς τὴν ἔννομον τετιμηκόσι λατρείαν,
35καὶ οἱονεί πως ἀπρὶξ ἡμμένοις τῆς παλαιωθείσης ἐντολῆς, ποτὲ μὲν, «Λούσασθε, καθαροὶ γένεσθε·» ποτὲ δὲ δὴ αὗ, «Ἔλεον θέλω καὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα.» Ἠλεήμεθα γὰρ ἐν Χριστῷ, καὶ ἐν αὐτῷ τεθεάμεθα νοητῶς τὸν Πα‐
40τέρα, καὶ τὸν φύσει Θεὸν ἐγνώκαμεν. βʹ. Εὐπετοῦς δὲ ἄγαν ὄντος μυρία μὲν ὅσα τοῖς εἰρημένοις ἐπισωρεύειν ἔτι, προσεπενεγκεῖν δὲ φω‐ νὰς προφητῶν ἁγίων, δι’ ὧν ἄν τις ἴδοι καὶ μάλα σαφῶς ἀπαράδεκτον τῷ Θεῷ τὴν κατὰ νόμον λα‐
45τρείαν· ἵνα μὴ τοῦ προκειμένου σκοποῦ τὸν λόγον ἐξελκύσωμεν, καὶ οἴχοιτό που μακρὰν τὸ διήγημα, τρίβον ὥσπερ ἐφ’ ἑτέραν ἰὸν, ἐπ’ αὐτὸν ἤδη βα‐ διούμεθα τὸν θεσπέσιον Ἀβραάμ. Ὃς ἐπείπερ ἐπύθετο τὸν ἀδελφόπαιδα Λὼτ ἀδοκήτως κεκινδυνευ‐

69

.

81

(50)

κότα, κατῴκει γὰρ ἐν Σοδόμοις, καὶ ἐν οἰκέταις ἤδη ἦν δορίληπτος ὢν, ἐξοπλίζει μὲν τοὺς οἰκογενεῖς, καὶ ἑτέρους τινὰς τῶν συνωμότων Ἐσχὸλ, Ἀννὰν, καὶ Μαμβρῆ· ἀντεξάγει δὲ τοῖς νενικηκόσιν, οὐκ ἀγεννῶς, καὶ τῆς ἐκείνων πλεονεξίας ἀπαλλάττει τὸν
55ἄνθρωπον. Καὶ σὺν αὐτῷ πλείστην ὄσην ἀνασώζει81

69

.

84

πληθὺν, συνηδικημένην καὶ κινδυνεύουσαν. Ὑπο‐ νοστοῦντι δὲ οἴκοι, καὶ τῆς κατ’ ἐχθρῶν εὐανδρίας σεπτὰ φέροντι τὰ γνωρίσματα, προσυπήντων αὐτῷ ἀναγκαίως οἱ διὰ τῶν αὐτοῦ πόνων ὠφελημένοι.
5Γέγραπται γὰρ οὕτως· «Ἐξῆλθε δὲ βασιλεὺς Σοδό‐ μων εἰς ἀπάντησιν αὐτῷ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολογόμορ, καὶ τῶν βασιλέων τῶν μετ’ αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαυῆ.» Τοῦτο δὲ ἧν πεδίον βασιλέως· προσεπάγει δὲ ὅτι «Καὶ
10Μελχισεδὲκ, βασιλεὺς Σαλὴμ, ἐξήνεγκεν αὐτῷ ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. Καὶ εὐλόγησε τὸν Ἀβραὰμ, καὶ εἶπεν· Εὐλογημένος Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς
15παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σου, καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων.» Ἄθρει δὴ οὖν τῆς ἐν Χριστῷ τελειώσεως τοὺς τύπους ἐναστράπτον‐ τας ἐναργῶς τῷ Μελχισεδὲκ, καὶ τῆς κατὰ νόμον λατρείας τὸ μέτρον ἐν μείοσιν. Εἴπερ ἐστὶν οὐκ ἐν‐
20δοιαστὸν ὅτι πάντη τε καὶ πάντως τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται, κατὰ τὸ γεγραμμένον, Ῥίζα δὲ ὥσπερ τῶν ἐξ Ἰσραὴλ, ὁ θεσπέσιος Ἀβραὰμ, καὶ τὸ ἐν αὐτῷ προὖχόν τε καὶ ἐξαίρετον, ὁ Λευῒ, τοῖς τῆς θείας ἱερωσύνης κατεστεμμένος
25αὐχήμασιν. «Ἀλλ’ ἦν ἐν ὀσφύϊ κείμενος ἔτι.» Δυ‐ νάμει γὰρ ἦν τῶν ἐξ αὐτοῦ κατὰ καιροὺς ἐσομένων πατὴρ ὁ μακάριος Ἀβραάμ. Καὶ τοῦτο, οἶμαι, ἐστὶ, τὸ σοφῶς εἰρημένον περὶ τοῦ Λευΐ. Ἔτι γὰρ ἦν ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισε‐
30δέκ. Εὐλόγηται τοίνυν ἡ κατὰ νόμον δικαιοσύνη παρὰ τῆς ἐν Χριστῷ λατρείας, ἧς τύπος ὁ Μελχι‐ σεδέκ. Προφερεστέρα δὲ ὅτι καὶ ἀσυγκρίτως ἡ εὐλο‐ γία, οἵα τε τῆς οὐχ ὧδε ἐχούσης, πῶς ἂν ἐνδοιάσειε τις; Ἀλλὰ περὶ μὲν τῶν τοιούτων ἰσχνῶς καὶ διεσμι‐
35λευμένως, οὐκ εἰς μακρὰν θεωρήσομεν. γʹ. Φιλοπευστήσει δὲ ἴσως καὶ πρό γε τῶν ἄλλων, ὁ χριστομαχεῖν ᾑρημένος, τίς δὴ ἄρα γέγονεν ὁ Μελχισεδέκ. Διαφόροις γὰρ δόξαις ταῖς ἐπ’ αὐτῷ καταμεθύουσί τινες, ὕθλοις εἰκαίοις ἀσυνέτως ἐνολι‐
40σθήσαντες, καὶ τοῖς ἔθεσι τῆς θεοπνεύστου Γραφῆς οὐ σφόδρα προσεσχηκότες. Οἱ μὲν γὰρ ὡς ἐν φάσματι καὶ εἴδει μόνῳ τῷ καθ’ ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ὑπαντῆσαι, καὶ μόνον ὀφθῆναί φασι νενικηκότι τῷ Ἀβραάμ. Οἱ δὲ τοῦτο μὲν οὐχί· δεδίασι γὰρ, οἶμαί
45που, τὸ πολὺ λίαν ἀπονενευκὸς εἰς τὸ ἀκαλλὲς, δύνα‐ μιν δὲ εἶναι διϊσχυρίζονται τῆς τῶν ἀγγέλων πληθύος περιφανῆ τε καὶ ἔκκριτον. Παρεκόμισε δὲ αὐτοὺς εἰς τὴν ἐπὶ τούτῳ δόξαν, ἀδρανὴς, ὡς ἔοικε, καὶ ἀσύφηλος νοῦς. Ἐπειδὴ γὰρ, φασὶν, ἑρμηνεύεται

69

.

84

(50)

Σαλὴμ εἰρήνη· βασιλεὺς δὲ Σαλὴμ ὁ Μελχισεδὲκ κατωνόμασται, μὴ ἄνθρωπος νοείσθω, φασὶν, ἀλλ’ ἔστω τὸ Πνεῦμα δηλούμενον. Ἴδιον γὰρ ἡ εἰρήνη Θεοῦ, καὶ αὐτὸς εἰρήνης κατάρξει μόνος. Προσεπ‐ άγουσι δὲ τούτοις, Εἰ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς
55τέλος ἔχει, τὸ ἄναρχόν τε καὶ ἀτελεύτητον ἀνθρώπῳ προσνέμειν, πῶς οὐκ ἂν γένοιτο μωρίας γραφή;
Νοείσθω δὴ οὖν τὸ Πνεῦμα πάλιν. Εἰ γὰρ καὶ ἀφ‐83

69

.

85

ωμοίωται, φησὶ, τῷ Υἱῷ τοῦ Ὑψίστου, μένει δὲ καὶ ἱερεὺς εἰς τὸ διηνεκὲς, πῶς οὐ διὰ πάντων οἰηθείη‐ μεν ἂν οὐκ ἄνθρωπον εἶναι τὸν Μελχισεδέκ; Εἶτα τούτοις ἑτέρους συνεπιπλέκοντες λογισμοὺς ἐμπεδοῦν
5οἴονται πρὸς ἀλήθειαν τὸν οὐκ οἶδ’ ὅθεν αὐτοῖς πορι‐ σθέντα λόγον. Ἡμᾶς δὲ ἀνάγκη τὸ εἰς νοῦν ἧκον εἰπεῖν, ταῖς ἐκείνων ὑποψίαις τὸ ὡς ἄριστά τε καὶ ὀρθῶς ἔχειν δοκοῦν ἀνθυπενεγκεῖν ᾑρημένους. Πρῶ‐ τον μὲν γὰρ εἰ φρονεῖν ἐγνώκασι τὰ εἰκότα, πόλιν
10εἶναι καὶ αὐτοὶ συνομολογήσουσι τὴν Σαλὴμ, ἧς οὐ πρῶτός τε καὶ μόνος βεβασίλευκεν ὁ Μελχισεδὲκ, ἀλλ’ ἦσάν που πάντως πλεῖστοι, ὅσοι μὲν πρὸ αὐτοῦ, γεγόνασι δὲ καὶ ἕτεροι μετ’ αὐτόν. Εἰ δέ τις ἡμᾶς οἴοιτο ψευδοεπεῖν, ἡκέτω καὶ δεικνύτω καὶ εἰς δεῦρο
15τῆς Σαλὴμ βασιλεύοντα τὸν Μελχισεδέκ· καί τοι πόλεως οὔσης τῶν κατὰ τὴν Ἰουδαίαν μιᾶς, ἣ μετ‐ ωνόμασται τάχα που Ἱερουσαλήμ. Ὅρασις δὲ εἰρήνης καὶ τοῦτο διερμηνεύεται. Ἀλλ’ οὐκ ἂν ἐπιδείξειέ τις. Ἀμαθὲς οὖν ἄρα ταῖς ὀνομάτων ἑρμηνείαις προσ‐
20εσχηκότας ἀναιρεῖν ἀποτολμᾷν τὰ σαφῆ τε καὶ ὡμο‐ λογημένα. Ὅτι δὲ ἀμαθὲς τὸ χρῆμα καὶ ἀσυνεσίας ἔμπλεως ὁ ἐπὶ τῷδε λόγος, ἀκονιτὶ διοψόμεθα κἀκεῖνο εἰς νοῦν δεχόμενοι. Ἑρμηνεύεται γὰρ Ἱερουσαλὴμ, καθάπερ ἔφην ἀρτίως, Ὅρασις εἰρήνης, ἢ, Μετέωρος
25θανάτου. Ἰσραὴλ δὲ αὖ, Νοῦς ὁρῶν τὸν Θεόν. Αἶνος δὲ καὶ ὕμνησις, Ἰούδας. Ἀλλ’ ὅσοι γεγόνασι κατὰ καιροὺς ἀνόσιοί τε καὶ βέβηλοι βασιλεῖς τῆς Ἱερου‐ σαλὴμ ἐπί τε τὸν Ἰσραὴλ, καὶ Ἰούδαν, διαβεβόηκεν ἐναργῶς τὸ Γράμμα τὸ ἱερόν. Οὐκοῦν ἐπειδήπερ
30ὁράσεως εἰρήνης, αἴνου τε καὶ ὑμνήσεως, καὶ νοῦ Θεὸν βλέποντος οὐκ ἂν ἐπίγειος γένοιτο βασιλεύς. Ἀλλ’ οὐδ’ ἂν ἀνθρώπῳ τὸ χρῆμα πρέποι, φέρε λέ‐ γωμεν, ταῖς τῶν ὀνομάτων ἑρμηνείαις προσεσχηκό‐ τες, τοὺς κατὰ καιροὺς βεβασιλευκότας σκιὰς εἶναι
35καὶ εἴδωλα, καὶ οὐδὲ ἀνθρώπους ὅλως· τὸ Πνεῦμα δὲ μᾶλλον, καθὰ καὶ ἐπὶ τοῦ Μελχισεδέκ. Ὅτι δὲ ἡ τῶν ὀνομάτων δύναμις, ἤτοι τῶν ἑρμηνειῶν, κατ’ οὐδένα τρόπον τὴν τῶν πραγμάτων εἰς ἑαυτὴν καταβιάσε‐ ται φύσιν, κἀντεῦθεν ἂν μάθοις. Ἆρα γὰρ οὐκ οἰήσε‐
40ταί τις, μᾶλλον δὲ καὶ ἀληθὲς εἶναι πάντη τε καὶ πάντως ἐρεῖ, ὡς εἴπερ ἐστὶν ὅρασις εἰρήνης ἡ Ἱε‐ ρουσαλὴμ, ἔδει δὴ πάντως αὐτὴν μὴ ἀγνοῆσαι Χρι‐ στόν; «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν,» κατὰ τὰς Γραφάς. Ἀλλ’ οὐ τεθέαται τοῖς τῆς διανοίας ὄμμασι
45τὸν δι’ οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν, καὶ εἰς ἑνό‐ τητα τὴν ἐν πνεύματι κεκολλήμεθα τῷ Πατρὶ, «τὸν ποιήσαντα τὰ ἀμφότερα ἓν,» καὶ εἰς ἕνα καινὸν ἄν‐ θρωπον τοὺς δύο κτίσαντα λαούς. Πῶς οὖν ὅρασις εἰρήνης εἰ μὴ τεθέαται τὸν Χριστόν; καὶ εἴπερ ἐστὶν

69

.

85

(50)

μετέωρος θανάτου, τουτέστι, θανάτου κρείττων καὶ ἀνωτέρα, πῶς ἡ ἀθλία διόλωλε διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν; προσεφώνει γὰρ λέγων τοῖς Ἰουδαίοις αὐτός· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.»
55Καὶ εἰ Νοῦς ὁρῶν Θεὸν, Ἰσραὴλ ἑρμηνεύεται, τί μὴ τεθέαται τὴν δόξαν Χριστοῦ, δι’ οὗ καὶ ἐν ᾧ αὐ‐
τὸν ἐγνώκαμεν τὸν Πατέρα; πῶς δὲ κατελήφθησαν85

69

.

88

ὑπὸ τῆς σκοτίας; ἢ πῶς ἐλέγετο περὶ αὐτῶν, καὶ τῶν ἡγεῖσθαι λαχόντων, «Ἄφετε αὐτοὺς, τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν;» Ποία γὰρ ἂν νοοῖτο τυφλότης εἰς νοῦν ὁρῶντα Θεόν; Οὐκοῦν ἀμαθίας ἔμπλεων τὸ
5ταῖς ὀνομάτων ποιότησι πάντη τε καὶ πάντως καὶ αὐτῶν τῶν πραγμάτων ἀπονέμειν τὸ κράτος. Ἀπείρ‐ ξει δὲ, οἶμαι, λοιπὸν παντελῶς οὐδὲν ὀρθῶς καὶ καθηκόντως ὑπονοεῖν ἄνθρωπον ὄντα τὸν Μελχισεδέκ, βεβασιλευκέναι δὲ κατὰ καιροὺς τῆς Σαλὴμ, κἂν ἑρμηνεύοιτο τυχὸν εἰρήνη. δʹ. Προσεπαθρητέον δὲ τοῖς εἰρημένοις καὶ τόδε· βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου καὶ αἰνίγματος τὰ
10θεῖα μόλις μυστήρια· ὁλοκλήρως δὲ τῶν γεγονότων οὐδὲν ἐξομοιοῦν ἔχοντες τῇ θείᾳ τε καὶ ἀποῤῥήτῳ φύσει, ἐκ μυρίων ὅσων παραδειγμάτων μετρίως ἐρανιζόμεθα τὸ δύνασθαί τι περὶ αὐτῆς ἢ νοεῖν ἢ φράσαι κατά γε τὸ ἐφικτόν. Οὐδὲν δὲ ἧττον ἀσυμ‐
15φανὲς ἄγαν ἐστὶ τὸ ἐπὶ Χριστοῦ μυστήριον, καὶ ὁ τῆς ἐνανθρωπήσεως λόγος οὐ τοῖς τυχοῦσιν ἁλώσι‐ μος. Βαθὺς δὲ δὴ λίαν τῆς οἰκονομίας ὁ λόγος. Θεὸς γὰρ ὢν καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Μονογενὴς, γέγο‐ νεν ἄνθρωπος, «καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Κεχρη‐
20μάτικε δὲ καὶ Ἀπόστολος καὶ Ἀρχιερεὺς ἡμῶν, καὶ ἀπήλλαξεν ἡμᾶς τοῦ βραδυγλώσσου νόμου, με‐ τατέθεικε δὲ καὶ εἰς εὐφωνίαν μαθημάτων εὐαγγε‐ λικῶν. Καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ γὰρ καὶ αἰχμ‐ αλώτους ὄντας ἀνῆκεν ἡμᾶς, καθελὼν τὸν ἄρχοντα
25τοῦ αἰῶνος τούτου, καὶ ἐξ ᾅδου μυχῶν ἐῤῥύσατο τοὺς κεκοιμημένους, καὶ τεθεμελίωκε μὲν τὴν Ἐκ‐ κλησίαν, κεχειροτόνηται δὲ καὶ ἄρχων ἐφ’ ἡμᾶς, καὶ διεβίβασε μὲν ἐν πίστει τὸν Ἰορδάνην, δέδωκε δὲ τὴν ἐν πνεύματι περιτομὴν, καὶ εἰς τὴν τῶν οὐρα‐
30νῶν εἰσκεκόμικε βασιλείαν. Ὅτι μὲν οὖν γέγονε καθ’ ἡμᾶς, ἀποχρήσειν οἶμαι λέγοντα τὸν θεσπέσιον εὐ‐ αγγελιστὴν, «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκή‐ νωσεν ἐν ἡμῖν.» Ὅτι δὲ κέχρισται καὶ εἰς ἱερέα καὶ ἀπόστολον, ἡ τοῦ Ἀαρὼν ἀνάδειξις ὑπεμφή‐
35νειεν ἂν καὶ μάλα σαφῶς. Κατεχρίετο γὰρ ἐλαίῳ τῷ ἡγιασμένῳ, καὶ εἰς ἄρχοντα τέθειται καὶ ἡγούμενον ἱερέων καὶ λαοῦ, καὶ μὴν καὶ μετώ‐ ποις ἄκροις τὸ ψέλλιον ἐδέχετο τὸ χρυσοῦν, ἤτοι τὸ πέταλον, γραφὴν ἔχον τὸ ὄνομα Κυρίου. Τοῦτο δὲ ἦν
40ἐναργὲς τῆς τοῦ Σωτῆρος ἡμῶν βασιλέως σύμβολον, καὶ οἱονεὶ διάδημα λαμπρὸν καὶ περίοπτον. Ὅτι δὲ ἀμείνων τῆς νομικῆς λατρείας ἡ διὰ Χριστοῦ, κατίδοι τις ἂν ὡς ἐν Ἀαρὼν, καθάπερ ἀμέλει καὶ ἐν τῷ Μελχισεδέκ. Δεκάτας μὲν γὰρ οἱ Λευῗται παρὰ τῶν
45υἱῶν Ἰσραὴλ κατὰ νόμους ἐδέχοντο. Πλὴν ἐκέλευσε Θεὸς ἐκ τῆς τῶν Λευϊτῶν δεκάτης ἀπονέμεσθαι δεκά‐ την ὡς ἡγουμένῳ τῷ Ἀαρὼν, κατά τε τὸν τοῦ δεῖν ἱερᾶσθαι τρόπον ταῖς ἀνωτάτω κομῶντι τιμαῖς. Σύνες οὖν ὅπως καὶ ἐν προσώπῳ τοῦ Ἀαρὼν ὁ δεκά‐

69

.

88

(50)

τας λαμβάνων, Λευῒ δεδεκάτωται. Τέθειται γὰρ Ἀα‐ ρὼν εἰς πρόσωπον τοῦ Χριστοῦ. Καὶ οἱ μὲν ἄλλοι πάντες Λευῗται καὶ ἱερεῖς τὰς κατὰ νόμον θυσίας ἐτέλουν, στάσιν ἔχοντες ἐπὶ τὴν πρώτην σκηνήν. Μόνος δὲ καὶ ἐκ πάντων ὁ θεσπέσιος «Ἀαρὼν, ἅπαξ
55τοῦ ἐνιαυτοῦ,» κατὰ τὸ γεγραμμένον, «εἰς τὰ Ἅγια
τῶν ἁγίων εἰσῄει,» καὶ οὐ χωρὶς αἵματος, κατὰ τὸν87

69

.

89

νόμον. Τύπος δ’ ἂν εἴη καὶ τόδε Χριστοῦ «τοῦ τε‐ θνεῶτος ἅπαξ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν,» κατὰ τὰς Γραφὰς, εἰσελαύνοντος δὲ καὶ εἰς τὴν ἄνω τε καὶ ἱε‐ ρωτάτην σκηνήν. Ταύτην γὰρ ἡμῖν ἐνεκαίνισεν ὁδὸν,
5ἁγιάζων τε τῷ αἵματι τῷ ἰδίῳ τὴν Ἐκκλησίαν. Καὶ ὁ μὲν θεσπέσιος Μωσῆς, προκεχειρισμένος εἰς ἀπο‐ στολὴν, ἐδέετο τοῦ Θεοῦ, λέγων· «Δέομαι, Κύριε, οὐκ εὔλαλός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ’ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου,
10ἰσχνόφωνος, καὶ βραδύγλωσσος ἐγώ εἰμι.» Προσ‐ ετίθει δὲ τούτοις· «Προχείρισαι ἄλλον δυνάμενον ὃν ἀποστελεῖς.» Εἶτα πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός· «Οὔκ· ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ὁ Λευΐτης, ἐπίστα‐ μαι ὅτι λαλῶν λαλήσει αὐτός σοι, καὶ ἰδοὺ αὐτὸς ἐξ‐
15ελεύσεται εἰς συνάντησίν σου. Καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ, καὶ ἐρεῖς πρὸς αὐτὸν, καὶ δώσεις τὰ ῥή‐ ματά μου ἐν τῷ στόματι αὐτοῦ καὶ συμβιβάσω ὑμᾶς ἃ ποιήσετε, καὶ λαλήσει αὐτός σοι πρὸς τὸν λαὸν, καὶ αὐτὸς ἔσται σου στόμα.» Βραδύγλωσσος μὲν γὰρ
20ὁμολογουμένως καὶ εὐστομεῖν οὐκ εἰδὼς ὁ πάλαι νόμος διὰ κύκλου μόλις μακροῦ, τοῦ κατὰ τὸ Γράμμα φημὶ, μονονουχὶ καὶ ὑποψελλίζων ἡμῖν τὸ Θεῷ δοκοῦν· στόμα δὲ Μωσέως τὸ εὐφωνότατον, ὁ Χριστὸς, μεθιστὰς τοὺς τύπους εἰς ἀλήθειαν, καὶ προτιθεὶς ἑτοίμην τοῖς
25ἁπανταχοῦ τῶν ἀναγκαίων τὴν εἴδησιν. Τοιγάρτοι φησὶν ἐν τεσσαρακοστῷ καὶ ὀγδόῳ Ψαλμῷ· «Ἀκού‐ σατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.» Ἀνετυποῦτο δὴ οὖν ὡς ἐν Ἀαρὼν ὁ Χριστός. Καὶ τό γε παραδοξότερον.
30Μὴ γάρ τοι θαυμάσῃς, εἰ ἐν τοῖς ἐγνωκόσιν αὐτὸν καὶ ἐν εἰδήσει τῶν νόμων τῆς ἰδίας ὑπεροχῆς ἐσκια‐ γράφει τὸ μέγεθος· ὅτε καὶ ὡς ἐν ἀνδρὶ πέφηνεν ἀλλογενεῖ, καὶ αἰχμαλωσίας ἀνιέντι τὸν Ἰσραὴλ, καὶ τὴν ἁγίαν καὶ ἱερὰν θεμελιοῦντι πόλιν, καὶ ἔχοντι
35ἄμαχον τὴν κατὰ πάντων ἰσχύν. Ποιήσομαι δὲ σαφῆ τὴν ἀφήγησιν, βραχυλογήσας ὡς ἔνι. εʹ. Ἦκτο μὲν αἰχμάλωτος ἡ Ἰουδαία ποτὲ, καὶ μακροὺς ἐν Βαβυλῶνι κατετρύχοντο χρόνους οἱ ἐξ Ἰσραὴλ, σκληρᾷ καὶ βαρβάρῳ δουλείᾳ κατηχθισμέ‐
40νοι. Ἐπεὶ δὲ ὁ Καμβύσου Κῦρος Μήδων τε ἅμα καὶ μὴν καὶ Περσῶν ἐξηρτημένος τὸ κράτος, πόλεμον αἵρεται πρὸς Ἀσσυρίους ὁμόρους ὄντας καὶ γείτονας, τότε δὴ τότε καὶ αὐτὴν τὴν Βαβυλῶνα κατὰ κράτος ἑλὼν, ἀνῆκε τοὺς Ἰουδαίους τὴν Ἀσσυρίων θρηνοῦν‐
45τας πλεονεξίαν, καὶ οὐκ ἀδακρυτὶ προσθέοντας· διαβεβαιουμένους τε ὅτι καὶ προείρητο παρὰ Θεοῦ διὰ φωνῆς ἁγίων, ὅτι καὶ ἥξει κατὰ καιροὺς, καὶ περιέσται τῶν ἀνθεστηκότων, καὶ αὐτὸς ἀνήσει δε‐ σμῶν τοὺς ἠδικημένους· καὶ ὅτι τὸν οἶκον ἐγερεῖ

69

.

89

(50)

πάλιν αὐτὸς τὸν ἐν Ἱεροσολύμοις, ὃν Ἀσσύριοι κατα‐ πιμπρῶντες, ἐδυσσέβουν εἰς Θεόν. Καὶ ψευδοεποῦν‐ τας ἐν τούτοις τοὺς ἐξ Ἰσραὴλ οὐχ εὑρήσομεν, τὰς τῶν ἁγίων προφητῶν πολυπραγμονοῦντες γραφάς. Ἔφη δὲ οὕτω Θεὸς διὰ φωνῆς Ἡσαΐου· «Οὕτω λέγει
55Κύριος ὁ λυτρούμενός σε, καὶ ὁ πλάσσων σε ἐκ κοι‐ λίας· Ἐγὼ Κύριος ὁ συντελῶν ταῦτα, ἐξέτεινα τὸν
οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν. Τίς ἕτερος89

69

.

92

διασκεδάσει σημεῖα ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας; ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω, καὶ τὴν βουλὴν αὐτῶν μωραίνων, καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ
5ἀληθεύων. Ὁ λέγων Ἱερουσαλὴμ, Κατοικηθήσῃ· καὶ ταῖς πόλεσι τῆς Ἰουδαίας, Οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ. Ὁ λέγων τῇ ἀβύσσῳ, Ἐρη‐ μωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ· ὁ λέγων Κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσει.
10Ὁ λέγων Ἱερουσαλὴμ, Οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω. Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπ‐ ακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω. Ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πό‐
15λεις οὐ συγκλεισθήσονται· ἐγὼ ἔμπροσθέν σου πορεύ‐ σομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω, καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι· ἵνα γνῷς ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὁ λαλῶν τὸ ὄνομά σου, ὁ Θεὸς
20Ἰσραήλ· ἕνεκεν Ἰακὼβ τοῦ παιδός μου, καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε τῷ ὀνόματί σου, καὶ προσδέξομαί σε· σὺ δὲ οὐκ ἔγνως ὅτι ἐγὼ Κύριος ὁ Θεός· καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ Θεὸς, καὶ οὐκ ᾔδεις με.» Ἀκούεις ὅπως ἐναργῶς τὸ, Οὐκ ᾔδεις με,
25φησίν· οὐδὲ ἐν τοῖς εἰδόσι Θεὸν τὸν οὕτω περιφανῆ κατατάττειν ἀξιῶν, ὃν αὐτὸς ἐτίθει, καὶ βασιλέων κρείττονα, καὶ μυρίων ὅσων ἐθνῶν δεσπότην. Τύποι γὰρ ἦσαν τὰ ἐπ’ αὐτῷ τῶν διὰ Χριστοῦ κατορθωμά‐ των. Προηγόρευσε μὲν γὰρ ὡς αὐτὸς διασκεδάσει τὰς
30Βαβυλωνίων ψευδομαντείας, καὶ τὰ τῶν ἐγγαστριμύ‐ θων σημεῖα. Τὰς δὲ τῶν ἰδίων προφητῶν, οὓς καὶ ἀγγέλους ὠνόμασε, βουλὰς ἤτοι προαγορεύσεις, οὐ διε‐ ψευσμένας ἀποφανεῖ. Προκαταμεμήνυκε δὲ ὅτι καὶ τὰς τῆς Ἰουδαίας οἰκοδομήσει πόλεις, καὶ τὴν ἄβυσσον
35ἐρημώσει, καὶ πάντας αὐτῆς καταξηρανεῖ τοὺς πο‐ ταμούς· ἄβυσσον, οἶμαί που, τὴν Βαβυλῶνα λέγων, διά τοι τὸ πλῆθος τῶν κατοικούντων ἐν αὐτῇ· ποτα‐ μοὺς δὲ αὐτῆς, τὰ ἔθνη τὰ συῤῥέοντα πανταχόθεν εἰς ἐπικουρίαν. Ἀλλὰ φέρε λέγωμεν τὰ ἐπὶ Κύρῳ σαφῶς, μεταπλάττοντες ἀστείως εἰς τὸ Χριστοῦ μυστήριον, τὰ δι’ ἐκείνου κατωρθωμένα.
40 ϛʹ. Γέγονε τοίνυν ὁ Κῦρος, μητρὸς μὲν Μανδάνης τῆς Ἀστυάγου θυγατρὸς τοῦ Μήδων ἐξάρχοντος· πα‐ τρὸς δὲ Καμβύσου, Πέρσου μὲν τὸ γένος, ἐπιεικοῦς δὲ λίαν τοὺς τρόπους. Ὅθεν τινὲς τῶν ἀρχαιοτέρων, ἡμίονόν τε καὶ ἑτεροφυᾶ τὸν Κῦρον ὠνόμαζον. Διά γε,
45οἶμαι, τὸ πατρὸς καὶ μητρὸς ὡς ἐν τῷ γένει διάφορον. Πέρσαι γὰρ δὴ παρὰ Μήδους ἔθνος ἕτερον. Ἴδοις δ’ ἄν τι τοιοῦτον καὶ ἐπὶ Χριστοῦ. Μητρὸς μὲν γὰρ γέγονε κατὰ σάρκα τῆς ἁγίας Παρθένου, καθ’ ἡμᾶς τε οὔσης καὶ ἀνθρώπου τὴν φύσιν· πατρὸς δὲ τῶν

69

.

92

(50)

καθ’ ἡμᾶς οὐδενός· ἄλλ’ ἵν’ οὕτως εἴπωμεν, ἑτερο‐ φυοῦς εἰς ἅπαν, καὶ ἀνῳκισμένου τὴν φύσιν, καὶ πᾶν ὑπερθρώσκοντος τὸ τελοῦν ἐν γενητοῖς. Τοιγάρτοι καὶ ἔφασκε πρὸς Ἰουδαίους οἰομένους ὅτι καθ’ ἡμᾶς ἐστι, καὶ γέγονε καθ’ ἡμᾶς· «Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ
55ἐκ τῶν ἄνω εἰμί.» Καὶ κεκράτηκε μὲν ὁ Κῦρος μυ‐ ρίων ὅσων ἐθνῶν, καὶ ἅπασα μὲν αὐτὸν ὑπεδέχετο
πόλις. Ἔλαβε δὲ καὶ θησαυροὺς σκοτεινοὺς, ἀποκρύ‐91

69

.

93

φους, ἀοράτους, καὶ μακρᾶς ἀνῆκε δουλείας τὸν Ἰσραήλ. Βεβασίλευκε δὲ τῆς ὑπ’ οὐρανὸν ὁ Ἐμμα‐ νουὴλ, καὶ ὡς τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν πᾶσα μὲν αὐτὸν εἰσδέχεται πόλις· ἀνεῖται δὲ ἤδη δουλείας
5καὶ πλεονεξίας διαβολικῆς πᾶν ὅσον ἐκβεβίαστο, καὶ ὑπ’ αὐτῷ πράττειν ἠνάγκαστο γένος. Καταφοιτήσας δὲ καὶ εἰς ᾅδου κεκένωκε θησαυροὺς σκοτεινοὺς, ἀπο‐ κρύφους, ἀοράτους. «Θύρας χαλκᾶς συνέτριψε, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. Ἔφη γὰρ τοῖς ἐν δε‐
10σμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύ‐ φθητε.» Τοιγάρτοι καὶ πάλαι πρὸς Ἰὼβ ἔφη τὸν τλη‐ παθέστατον καὶ ἀκαταγώνιστον ἀθλητήν· «Ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περι‐ επάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου,
15πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Ἀναγνώσομεν γὰρ ὡς ἐν ἐρωτήσει ταυτί· καταδεικνύντος τοῦ λόγου τὰ διὰ Χριστοῦ κατορθώματα, καὶ ἐν αὐτοῖς πεπρα‐ γμένα τοῖς τοῦ ᾅδου μυχοῖς. Εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυ‐
20ριεύσῃ. Καὶ Κῦρος μὲν πάλαι χρήματα δοὺς, τὸν ἐν Ἱεροσολύμοις προστέταχεν ἀναδείμασθαι ναόν. Τεθε‐ μελίωκε δὲ τὴν Ἐκκλησίαν τὴν ἁγίαν ὄντως καὶ δια‐ βόητον πόλιν, ὁ Ἐμμανουὴλ, οἷά τινα Βαβυλῶνα κα‐ τασείσας εἰσάπαν τὴν ἀλαζόνα καὶ ὑβρίστριαν εἰδω‐
25λολατρίαν. Καὶ περὶ μὲν Κύρου Θεὸς, ὅτι Πάντα τὰ θελήματά μου ποιήσει, φησί. Προσπεφώνηκε δέ που καὶ τοῖς Ἰουδαίων λαοῖς ἐξουθενοῦσιν αὐτὸν ὁ πάντων ἡμῶν Σωτήρ· «Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε.» Καὶ ἑτέρωθί που, «Καὶ ἐὰν κρίνω ἐγὼ, ἡ κρίσις ἡ ἐμὴ
30ἀληθινή ἐστιν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.» Καὶ Κύρῳ μὲν ἔφη Θεός· «Ἐκάλεσά σε τῷ ὀνόματί μου.» Κύριος δὲ ἀληθῶς ὁ Ἐμμανουὴλ, εἰ καὶ πέφηνεν ἄνθρωπος. Ὅτι δὲ εἰς τύπον Χριστοῦ τῆς δόξης τὰ ἐπὶ Κύρῳ
35τέθειται, πληροφορήσει σαφῶς τὰ ἑξῆς εἰρημένα διὰ τῆς τοῦ προφήτου φωνῆς· «Ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς. Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν, καὶ πᾶσι τοῖς ἄστροις ἀνετειλάμην. Ἐγὼ ἤγειρα αὐτὸν κατὰ δικαιοσύνην, καὶ πᾶσαι αἱ ὁδοὶ
40αὐτοῦ εὐθεῖαι. Οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, εἶπε Κύριος Σαβαώθ. Οὕτως λέγει Κύριος· Ἐκοπίασεν Αἴγυ‐ πτος, καὶ ἐμπορίαι Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄν‐
45δρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι ἐν χειροπέδαις, καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσ‐ εύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς

69

.

93

(50)

τοῦ Ἰσραὴλ Σωτήρ. Αἰσχυνθήσονται καὶ ἐντραπήσον‐ ται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ.» Ὁ γὰρ ποιήσας τὴν γῆν, καὶ ἄνθρωπον ἐπ’ αὐτῆς, ὁ διακοσμήσας τοῖς ἄστροις τὸν οὐρανὸν, ἤγειρεν ἡμῖν δικαιοσύνην τὸν Ἰησοῦν ἐκλυτρούμενον
55δωρεάν· «Δεδικαιώμεθα γὰρ ἐν πίστει,» δεσμῶν ἀνιέντα καὶ αἰχμαλωσίας, οἰκοδομοῦντα πνευματικῶς
τὴν νοητὴν Ἱερουσαλὴμ, καὶ θεμελιοῦντα τὴν Ἐκ‐93

69

.

96

κλησίαν, ὡς καὶ αὐταῖς ἀκατάσειστον εἶναι ταὶς ᾅδου πύλαις, καὶ ἀνάλωτον ἐχθροῖς. Τοῦτον ὄντα Θεὸν κατὰ φύσιν ἐπιγινώσκοντες οἱ πάλαι πλανώμενοι, λέ‐ γουσι· «Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ᾔδειμεν.
5Καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ.» Τούτῳ προσκυνήσουσι, τούτῳ κάμψει «πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομο‐ λογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Τούτῳ τετολμήκασιν ἀντιστῆναί τινες τῶν ἐξ Ἰσραήλ. Κατῃσχύνθησαν δὲ καὶ πεπτώκασι, καὶ ἐν
10τροπῇ πεπόρευνται κατὰ τὴν τοῦ προφήτου φωνήν. Κῦρος μὲν οὖν ὁ Καμβύσου, τεθεμελίωκε τὸν οἶκον τοῦ Θεοῦ τὸν ἐν Ἱεροσολύμοις, εἰς τύπον Χριστοῦ. Ὅτι δὲ αὐτὸς ἔμελλεν ὁ Ἐμμανουὴλ ἀποπεραίνειν τὸ χρῆμα πνευματικῶς τε καὶ νοητῶς, καὶ δι’ ἑτέρας εὐθὺς ἀνα‐
15μάθοι τις ἂν εἰκόνος. Ἐπειδὴ γὰρ τῆς ἐν Βαβυλῶνι δουλείας ἀνῆκεν ὁ Κῦρος τὸν Ἰσραήλ· καθηγηταὶ παραχρῆμα καὶ οἱονεί πως ἐξάρχοντες ἀνεδείκνυντο τοῦ λαοῦ, Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας. Οἷς
20καὶ ἀφιγμένοις εἰς Ἱεροσόλυμα, διὰ φωνῆς Ἀγγαίου τοῦ προφήτου τῆς εἰς τὸν οἶκον ἔχεσθαι φιλεργίας ἐπισκήπτει Θεός. Γέγραπται γὰρ οὕτω· «Ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἔκτῳ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου ἐν
25χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων, Εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν ἐκ φυλῆς Ἰούδα, καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέ‐ γαν, λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ὁ λαὸς οὗτος λέγουσιν· Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδο‐
30μῆσαι τὸν οἶκον Κυρίου. Καὶ ἐγένετο λόγος ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου, λέγων· Εἰ καιρὸς μὲν ὑμῖν ἐστι τοῦ οἰκεῖν ἐν οἴκοις κοιλοστάθμοις· ὁ δὲ οἶκος Κυρίου ἐξηρήμωται;» Καὶ μεθ’ ἕτερα πάλιν, «Καὶ ἐξήγειρε Κύριος τὸ πνεῦμα Ζοροβάβελ τοῦ Σαλαθιὴλ
35ἐκ φυλῆς Ἰούδα, καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου, καὶ τὸ πνεῦμα τῶν καταλοί‐ πων παντὸς τοῦ λαοῦ. Καὶ εἰσῆλθον, καὶ ἐποίουν τὰ ἔργα ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος Θεοῦ αὐτῶν.» Ἄθρει δὴ οὖν ὡς ἐν τύπῳ καὶ εἰκόνι διπλῇ τὸν Ἐμ‐
40μανουὴλ, βασιλέα μὲν, ὡς ἔν γε τῷ Ζοροβάβελ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα τῆς τότε κρατεῖν λαχούσης ἐν Ἰσραήλ· ἀρχιερέα δὲ αὖ ὡς ἐν ὁμωνύμῳ τῷ Ἰησοῦ τῷ ἀρχιερεῖ τῷ μεγάλῳ· καὶ μὴν καὶ ἐξάρχοντα τῆς ὁδοῦ τῆς εἰς τὴν ἁγίαν πόλιν, ἐκ γῆς ἀλλοφύλων·
45φημὶ δὴ πάλιν τῆς Βαβυλωνίων. Ἄθρει καὶ τεχνουρ‐ γὸν ὄντα, καὶ ἐπιμελητὴν τοῦ ἁγίου ναοῦ. Ἑπόμενοι γὰρ διὰ πίστεως καθηγητῇ τῷ Χριστῷ, ὡς βασιλεῖ καὶ ἀρχιερεῖ, ἐκ διαβολικῆς πλεονεξίας, καὶ ὥσπερ ἐκ γῆς ἀλλοφύλων, ἐξ ἀπάτης κοσμικῆς εἰς τὴν

69

.

96

(50)

ἁγίαν εἴσιμεν πόλιν, τὴν τῶν πρωτοτόκων Ἐκκλη‐ σίαν, ἣν αὐτὸς ἐγερεῖ Χριστὸς ὡς ἔν γε λίθοις τοῖς νοητοῖς. Καὶ μαρτυρήσει γράφων ὁ Παῦλος τοῖς διὰ πίστεως ἐκλελυτρωμένοις καὶ ἀκολουθεῖν ἑλομένοις τοῖς ἴχνεσι τοῦ Χριστοῦ· «Ἐν ᾧ καὶ ὑμεῖς συνοικο‐
55δομεῖσθε εἰς κατοικητήριον τοῦ Χριστοῦ ἐν πνεύματι.» Ὅτι δὲ καὶ ἀμείνων ἡ δόξα τῆς Ἐκκλησίας παρὰ
τὴν πρώτην καὶ ἐν ἀρχαῖς, τὴν ἐπί γέ φημι τῷ ἐκ95

69

.

97

λίθων ναῷ, διαμεμήνυκεν εἰπὼν διὰ φωνῆς Ἀγγαίου πάλιν· «Τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν, καὶ πῶς ὑμεῖς βλέπετε αὐ‐ τὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;» Καὶ
5μεθ’ ἕτερα πάλιν· «Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, λέγει Κύριος παντοκράτωρ, διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ· καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην.» Καὶ εἰρήνη ψυχῆς εἰς
10περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον. Καὶ ἀνιδρωτὶ μὲν ἄν τις συλλέξαιτο τὰ δι’ ὧν ἡμῖν ὡς ἔν γε τοῖς πάλαι Χριστὸς κατεγράφετο. Ἵνα δὲ μὴ τῷ πλήθει τῶν παραδειγμάτων ἀποκομί‐ ζεσθαί ποι τοῦ πρέποντος ὁ λόγος ἡμῖν δοκῇ, παρέν‐
15τες τέως τὸ καὶ δι’ ἑτέρων ἰέναι λοιπὸν, ἐκεῖνο φαμέν· Δεήσει δὴ πάντως ἡμῖν, δυοῖν ἑλέσθαι θάτερον. Ἢ γὰρ τοὺς δι’ ὧν ἐκεῖνα γεγόνασιν εἰσάπαν ἀναιρή‐ σομεν, καθορίζοντες τῶν τύπων τὸ μὴ λίαν ἀπλημ‐ μελὲς, εἰ νοοῖντο δι’ ἀνθρώπων τῶν καθ’ ἡμᾶς γεγο‐
20νότες, καίτοι πολὺ λίαν ἔχοντες τὸ θεοπρεπές· ἢ τὸ Πνεῦμα λέγοντες ἀεὶ μορφοῦσθαι πρὸς εἶδος τὸ καθ’ ἡμᾶς, ἐξ ἀνάγκης ὁμολογήσομεν καὶ εἰς Κῦρον αὐτὸ διαπεπλᾶσθαί ποτε, τὸν οὐκ εἰδότα Θεόν. Εἴρηται γὰρ πρὸς αὐτὸν, «Σὺ δὲ οὐκ ᾔδεις με.» Ἀναιρου‐ μένων δὲ τῶν ἐν τύποις, σκιὰ μὲν ἴσως ὁ Ἀαρών· Ζοροβάβελ δὲ ὁ τοῦ Σαλαθιὴλ, καὶ μέν τοι καὶ Ἰησοῦς
25ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, ἐν ὀνόμασιν εἶεν ἂν ψιλοῖς τε καὶ μόνοις. ζʹ. Ἀλλ’ οἶμαι δὴ μᾶλλον ἐκ λογισμοῦ τοῦ εἰκότος ἀναπεπεισμένους συναινέσειν ὀρθῶς, ὡς ἦν μὲν ἄν‐ θρωπος ὁ Μελχισεδὲκ, πόλεως βασιλεύων τῆς Σαλήμ· τύπον δὲ ἡμῖν αὐτὸν ἐποιεῖτο Χριστοῦ, λεπτόνους
30εἰς θεωρίας πνευματικὰς ὑπάρχων ὁ Παῦλος· ἐν‐ ιστάμενοι δὲ μετὰ τοῦτο, καὶ οὐδὲν ἧττον λέγουσιν ὡς ἄνθρωπος μὲν οὐκ ἦν ὁ Μελχισεδέκ· τὸ Πνεῦμα δὲ μᾶλλον τὸ ἄγιον· ἢ γοῦν ἑτέρα τις δύναμις τῶν ἄνωθεν καὶ ἐξ οὐρανοῦ, τὴν λειτουργικὴν ἔχουσα
35τάξιν· δοκεῖ γὰρ ὧδε φρονεῖν ἑτέροις, ἐκεῖνό φαμεν ἀναγκαίως ὅτι πλημμελήσουσι κατὰ δύο τρόπους, καὶ τὴν θείαν καὶ ἄῤῥητον τοῦ Πνεύματος φύσιν εἰς τὸν μὴ πρέποντα τρόπον αὐτῇ κατασύροντες, καὶ τὴν γεννητὴν καὶ πεποιημένην κτίσιν, εἰς δόξαν
40ὑπερτενῆ φληνάφως ἀνακομίζοντες. Τίνα τρόπον ἐρῶ. Γέγραπται περὶ τοῦ Μελχισεδὲκ, ὡς «ἦν ἱερεὺς τοῦ Θεοῦ ὑφίστου.» Εἰ δὲ δὴ τὸ Πνεῦμα τὸ ἅγιόν ἐστιν ὁ Μελχισεδὲκ, κατεκομίσθη λοιπὸν ἐν ἱερουρ‐ γοῖς τὸ Πνεῦμα, καὶ λειτουργικὴν ἔχει τὴν ὑπουρ‐
45γίαν. Ὑμνήσει δὴ οὖν καὶ αὐτὸ μενὰ τῶν ἁγίων ἀγγέλων τὸν ἀνωτάτω Θεόν. Γέγραπται γὰρ, ὅτι «Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, λει‐ τουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ.» Εἴη γὰρ ἂν οὐδαμόθεν ἀσυμφανὲς, ὡς ὃς ἑτέρῳ που πάν‐

69

.

97

(50)

τως ἱερουργεῖ, καὶ οὐχ ἑαυτῷ τὸ ἱερουργοῦν, ἱερουργεῖ δὲ τῷ Θεῷ, τῷ προὔχοντι. Οὐκοῦν εἴ φαμεν ἱερατεύειν τὸ Πνεῦμα, τὴν θείαν που πάντως ὑποκάθηται φύσιν· τελεῖ δὲ μᾶλλον καὶ ἐν γενητοῖς, καὶ προσκυνήσει μὲν μεθ’ ἡμῶν. Ἁγιάσει δὲ πάντως οὐχ ἑαυτὸ, ἐπεί
55τοι τὸ ἁγιαζόμενον, κρείττονί που πάντως ἢ καθ’ ἑαυτὸ τὴν φύσιν ἁγιάζεται. Ἁγιασθήσεται δὲ μεθ’
ἡμῶν. Πῶς οὖν ἔτι καὶ Θεὸς κατὰ φύσιν τὸ ἁγιαζό‐97

69

.

100

μενον; Ἦ γὰρ οὐ πᾶς ἱερεὺς ἁγιάζεται, εἴσεισί τε οὕτως ἐπὶ τὸ χρῆναι λοιπὸν καὶ ἱερουργεῖν; «Οὐ γὰρ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν,» καθὰ γέγρα‐ πται, «ἀλλ’ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθὰ καὶ
5Ἀαρών.» Προστέθεικε δὲ ὁ Παῦλος, ὅτι «Καὶ αὐτὸς ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γεννηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν· Υἱός μου εἶ σὺ, ἐγὼ σή‐ μερον γεγέννηκά σε. Καθὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.»
10Εἰδέναι γὰρ ἀναγκαῖον, ὡς οὐδ’ ἂν αὐτὸς ὁ Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἱερατεύειν λέγοιτο, καὶ ἐν τάξει γενέσθαι τῇ λειτουργικῇ, εἰ μὴ νοοῖτο καθ’ ἡμᾶς γεγονὼς, καὶ ὥσπερ κέκληται προφήτης καὶ μὴν καὶ ἀπόστολος διὰ τὸ ἀνθρώπινον, οὕτω καὶ ἱερεύς.
15Πρέποι γὰρ αὐτῷ τῆς δουλείας σχήματι, τὰ δου‐ λοπρεπῆ· καὶ τοῦτό ἐστιν ἡ κένωσις. Ὁ γὰρ ὑπάρ‐ χων ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς, ᾧ καὶ αὐτὰ τὰ ἄνω παρεστήκασι Σεραφὶμ, ᾧ λειτουργοῦσι χίλιαι χιλιάδες ἀγγέλων, ἐπειδὴ κεκένωκεν ἑαυτὸν, τότε
20δὴ τότε τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς ἀναδειχθῆναι λέγεται. Τότε καὶ ἡγίασται μεθ’ ἡμῶν ὁ ὑπὲρ πᾶσαν κτίσιν. «Ὅ τε γὰρ ἁγιάζων,» φησὶ, «καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάν‐ τες. Δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς καλεῖν
25αὐτοὺς, λέγων, Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Οὐκοῦν ὁ ἁγιάζων ὡς Θεὸς, ὅτε γέγονεν ἄν‐ θρωπος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ κεχρημάτικεν ἀδελφὸς κατὰ τὸ ἀνθρώπινον, τότε καὶ σὺν ἡμῖν ἁγιά‐ ζεσθαι λέγεται. Ἔστι τοίνυν καὶ τὸ δεῖν ἱερατεύειν
30καὶ τὸ ἁγιάζεσθαι μεθ’ ἡμῶν τῆς μετὰ σαρκὸς οἰκο‐ νομίας. Καὶ τοῖς τῆς κενώσεως μέτροις, ὀρθῶς τε καὶ ἀμωμήτως φρονεῖν ᾑρημένοι, τὰ τοιάδε προσ‐ γράψομεν. Εἰ δὲ δὴ τὸ Πνεῦμα μηδαμοῦ τὴν κένωσιν ὑπομεμενηκὸς ἱερατεύειν λέγομεν, δόξης αὐτὸ τῆς
35θεοπρεποῦς ἐξοίσομεν, καὶ ἐν τοῖς ὑπὸ Θεὸν λογιού‐ μεθά που, μέτρον αὐτῷ διδόντες τὸ γεννητόν. Ἢ δὴ δεικνύτωσαν ἡμῖν ἐνανθρωπῆσαι τὸ Πνεῦμα, καὶ ὑπόβασιν οἰκονομικὴν ὑπομεῖναν, καθάπερ ἀμέλει καὶ τὸν Υἱόν. Οὐ γὰρ ἐπειδήπερ ἐστὶν ὁμοούσιος ἡ
40ἁγία καὶ προσκυνουμένη Τριὰς, ταύτῃτοι καθ’ οὗπερ ἂν ἕλοιτό τις προσώπου τὸν τῆς ἐνανθρωπήσεως καθ‐ οριεῖ λόγον. Γέγονε γὰρ ἄνθρωπος, οὐκ αὐτὸς ὁ Πατὴρ, οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον, μόνος δὲ ὁ Υἱός. Οὕτως ἡμᾶς αἱ θεῖαι μεμυσταγωγήκασι Γραφαί. Τί
45τοίνυν παραβιάζονται τὴν ἀλήθειαν, καὶ τὸ πρόφασιν οὐκ ἔχον τοῦ κεκενῶσθαι δεῖν, φημὶ δὴ τὸ Πνεῦμα τὸ ἅγιον, ἐν τοῖς τῆς κενώσεως κατακομίζουσι μέ‐ τροις, εἴπερ ἐστὶν ἀληθῶς τοῖς ἱερουργεῖν τεταγμέ‐ νοις ἐναρίθμιον; Ἱερεὺς μὲν γὰρ ἦν ὁ Μελχισεδέκ.

69

.

100

(50)

Ἀλλ’ εἰς τιμήν φησι τοῦ Υἱοῦ πρὸς τύπον τῆς κατ’ αὐτὸν ἐσομένης ἱερωσύνης κατὰ καιροὺς, αὐτὸ δι’ ἑαυτοῦ διεμορφοῦτο τὸ Πνεῦμα. Οὐκοῦν, ἐρήσομαι γὰρ, κατημέλησεν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, τῆς εἰς τὸν Υἱὸν τιμῆς καὶ ἀγάπης, καὶ ὀλίγα τοῦ πράγματος
55φροντίζειν ἀξιοῖ· καίτοι πῶς οὐ λῆρος ἤδη ταυτὶ
φρονεῖν ἢ λέγειν; Δοξάζει γὰρ τὸν Υἱὸν ὁ Παράκλητος,99

69

.

101

τουτέστι τὸ Πνεῦμα. Καὶ περὶ αὐτοῦ φησιν, «Ἐκεῖνος ἐμὲ δοξάσει.» Τὸ τοίνυν τιμᾷν ᾑρημένον καὶ τοῦτο ἀκαταλήκτως, τί μὴ μᾶλλον αὐτὸ γέγονεν Ἀαρών; αὐτὸ δὴ καὶ Κῦρος ὁ Περσῶν τε καὶ Μήδων κρατή‐
5σας; καὶ μέν τοι καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ μέν τοι καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ, ὁ ἐκ φυλῆς Ἰούδα, ἢ καὶ Μωσῆς, πρὸς ὃν εἴρηταί που τὴν Χρι‐ στοῦ μεσιτείαν ἐφ’ ἑαυτοῦ δεικνύοντα· «Προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σε,
10καὶ δώσω τοὺς λόγους μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθὰ ἂν ἐντείλωμαι αὐτῷ;» Τί μὴ γέγονεν αὐτὸ καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὁ μετὰ Μωσέα στρατηγὸς, ὃς διεβίβασε τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ, καὶ περιέτεμε μαχαίραις πετρίναις, εἰσκε‐
15κόμικε δὲ καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας; ἢ οὐκ ἐν Χριστῷ βεβαπτίσμεθα καὶ περιτετμήμεθα μὲν ἀχει‐ ροποιήτῳ περιτομῇ διὰ Πνεύματος, γεγόναμεν δὲ κληρονόμοι τῆς τῶν οὐρανῶν βασιλείας; καίτοι πῶς τοῦτο οὐκ ἐναργές; Οὐκοῦν ἢ τὸ Πνεῦμα δώσομεν ἀεὶ
20μορφούμενον, καὶ ὡς ἐν ἑκάστῳ τῶν ὠνομασμένων, ἵνα τιμήσῃ τὸν Υἱὸν, ἤγουν ἔσται λοιπὸν ἀληθὴς ὁ λόγος, ὡς ὀλίγα τοῦ πρέποντος καταφωρᾶται πεφρον‐ τικός· ἐφῆκε γὰρ δὴ τῶν ἀρχαιοτέρων τισὶν εἰς τύπον καὶ ὁμοίωσιν πλάττεσθαι τοῦ Υἱοῦ· ἄπαγε τῆς τῶν λογισμῶν ἀτοπίας. Οὐκοῦν ἄνθρωπος ὁ Μελχισεδὲκ, οὐχὶ τὸ Πνεῦμα τὸ ἅγιον.
25 ηʹ. Ὅτι δὲ οὐδ’ ἂν εἶναι νοοῖτο δύναμις ἁγία καὶ λειτουργικὴ, καθὰ φρονεῖν ἔδοξέ τισι, φέρε δὴ λέγω‐ μεν, τὰ ἐξ εἰκότων συλλέγοντες λογισμῶν εἰς τὴν τῆς ἀληθείας ἀπόδειξιν. Ἐκείνοις μὲν γὰρ, τοιόσδε τις καὶ σοφὸς, καθάπερ οὖν οἴονται κατὰ σφᾶς αὐτοὺς,
30συντέθηται λόγος. Ἐπειδὴ γὰρ, φησὶ, γέγραπται περὶ τοῦ Μελχισεδὲκ, ὡς «ἀπάτωρ τε ἦν, καὶ ἀμήτωρ, καὶ μὴν καὶ ἀγενεαλόγητος·» εὐλόγηκε δὲ καίτοι τοσ‐ οῦτον ὅντα τὸν Ἀβραάμ· «Εὐλογεῖται δὲ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος καὶ μείζονος,» ἁπάσης ἀντιλογίας
35δίχα· μὴ νοείσθω, καθ’ ἡμᾶς, ἀλλ’ ἔστω τὴν φύσιν ἄγγελος, ἤγουν, τῶν ἄνω δυνάμεων καὶ λειτουργικῶν μία τις σεπτὴ καὶ δεδοξασμένη. Ἐγὼ δὲ, ἀγαπητοὶ, τεθαύμακα λίαν, εἰ τρόπος αὐτοὺς εὐλαβείας τῆς εἰς τὸν θεσπέσιον Ἀβραὰμ, τῆς τοῦ χρησίμου καὶ
40πρέποντος ἀπεκόμισε θήρας, καὶ τῶν ἀναγκαίων εἰς ἀληθείας εὕρεσιν ἀπεβουκόλισε λογισμῶν. Εἰς ὁμοίω‐ σιν γὰρ δὴ καὶ τύπον τοῦ Ἐμμανουὴλ παραδεικνύντες ἡμῖν τὸν Μελχισεδὲκ, οὐκ εἰς τὴν τῶν πραγμάτων ποιότητα βλέπουσιν, ἢ τὸν τῆς ἱερωσύνης δοκιμάζουσι
45τρόπον· βασανίζουσι δὲ μᾶλλον τῶν εἰς τοῦτο παρ‐ ενηνεγμένων τὰς φύσεις. Τί γὰρ ἂν γένοιτο τὸ λυποῦν, φαίη τις ἂν εἰκότως αὐτοῖς, εὐλογεῖσθαι τὸν Ἀβραὰμ, ὡς ἐξ ἀνθρώπου τυχὸν τοῦ Μελχισεδὲκ, κἂν εἰ μὴ νοοῖτο κρείττων αὐτοῦ; Οὐ γὰρ αἱ φύσεις ἐν τούτοις,

69

.

101

(50)

ἀλλ’ ὁ τῶν δρωμένων δοκιμάζεται νοῦς, καὶ τῆς ἀλη‐ θείας οἱ λόγοι, τῶν ἐν σκιαῖς αἰνιγμάτων ἀμείνους προαναφαίνονται. Ὅτι γάρ ἐστι τῶν λίαν ἀτοποτάτων, οὐχὶ τὰ ἐκ τῶν σημαινομένων ἀντιπαρεξάγειν τοῖς ἐν σκιαῖς, ἐπ’ αὐτὰς δὲ μᾶλλον ἰέναι τὰς φύσεις τῶν
55εἰς μέσον ἐνηνεγμένων, εἴσῃ τοι κἀντεῦθεν. Ἀπό‐ λεκτος ἦν Ἀαρὼν, προεστηκὼς καὶ ἡγούμενος τῆς
ἁγίας σκηνῆς, ταῖς ἀνωτάτω τιμαῖς ἐν ἱερωσύνῃ101

69

.

104

κατεστεμμένος. Πῶς οὖν ἡγιάζετο; ἢ κριὸς ἐσφάζετο, καὶ τῷ αἵματι κατεχρίετο τὸ ἄκρον τοῦ ὠτὸς τοῦ δεξιοῦ, καὶ μὴν καὶ χειρὸς καὶ ποδός· ἐτελειοῦτο δὲ οὔτω, πρὸς ἱερουργίαν; ἀλλ’, ὦ βέλτιστοι, φαίην ἂν
5αὐτοῖς, εἰ ταῖς φύσεσι τῶν ἁγιαζόντων καὶ τῶν ἁγια‐ ζομένων προσκεῖσθαι καλόν· καὶ οὐχὶ δὴ μᾶλλον ὡς ἐκ τύπου καὶ σκιᾶς ἐπ’ αὐτὸ τῆς ἀληθείας ἰέναι τὸ κάλλος, πῶς ἔτι τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλο‐ γεῖται; Τί τὸ ἄμεινον ἐν τούτοις, φραζόντων ἐκεῖνοι.
10Ἆρα καὶ κριοῦ κατόπιν τὸν Ἀαρὼν θήσομεν; ἐν ἀλόγῳ ζώῳ τελειοῦται τὸ λογικόν. Αἵματι προβάτων τὸν ἀπόλεκτον εἰς ἱερωσύνην ἡγιᾶσθαι φήσομεν, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα, τοὺς κεκοινωμένους ἀγιάζει, πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· τί οὖν
15ἄρα τὸ χρῆμα; τί τῶν νοημάτων τὸ βάθος; Τύποι καὶ εἰκόνες τὰ δρώμενα, καὶ ἵν’ οὕτως εἴπωμεν, ἁγιασμοῦ προανάδειξις ἦν τοῦ κατὰ Χριστόν. Ὁ δὲ τύπος ἐν πράγμασιν, οὐκ ἐν τῇ τῶν ἁγιαζόντων, ἤγουν τῶν ἁγιαζομένων καταφωρᾶται φύσει. Ἐπεὶ,
20καθάπερ ἔφην ἀρτίως, τὸ κρεῖττον ὑπὸ τοῦ ἐλάττονος εὐλογεῖται, εἴπερ ἐστὶν ἐν ἀμείνοσιν ἡ ἀνθρώπου φύσις δαμάλεως καὶ κριοῦ. Μὴ τοίνυν ἐρυθριάτωσαν, κἂν εἰ πολὺ κρείττων ὑπάρχων ὁ Ἀβραὰμ τοῦ Μελ‐ χισεδὲκ, εὐλογεῖσθαι λέγηται παρ’ αὐτοῦ. Ὁ γὰρ
25τύπος ἦν ὁ νικῶν, καὶ οὐχὶ δὴ μᾶλλον ἡ τοῦ εὐλογοῦν‐ τος φύσις. Θαυμάζω δὲ ὅτι καὶ εἰς ὁμοίωσιν καὶ τύ‐ πον διαμορφοῦντες αὐτὸν τοῦ Υἱοῦ, ἀμήτορά τε εἶναι καὶ ἀπάτορά φασιν ὡς ἄγγελον, καίτοι τρόπον τινὰ καὶ ἀμφιθαλοῦς ὄντος Χριστοῦ. Γέγονε γὰρ αὐτῷ
30μήτηρ μὲν ἐπὶ γῆς, ἡ ἁγία Παρθένος. Ἦν δὲ καὶ ἔστιν ἐν οὐρανῷ Πατὴρ, ὁ Θεός. Δεῖν δὲ οἶμαι τὰς εἰκόνας γράφεσθαι, πρὸς τὰ ἀρχέτυπα. Ἐπειδὴ δὲ, «Μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς ἔχειν τέλος τὸν Μελχισεδὲκ» ὁ θεσπέσιος ἔφη Παῦλος, ταύτῃτοι καὶ
35δύναμιν λογικὴν καὶ ἱερουργὸν ὑπάρχειν αὐτὸν, δια‐ τείνονταί τε καὶ λέγουσιν· οὐκ ἐννοοῦντες, ὅτι πα‐ ρατρέχει τι τῶν ἀναγκαίων αὐτούς. Οὐδὲν γὰρ τῶν τελούντων ἐν γενητοῖς, ἄναρχον ἔσται κατὰ τὸν χρό‐ νον. Ἀλλ’ εἴτιπερ ὅλως παρῆκται πρὸς ὕπαρξιν,
40τοῦτο καὶ ἀρχὴν ἔχει ζωῆς καὶ ἡμερῶν. Τίς οὖν ἄρα τῷ μακαρίῳ Παύλῳ γέγονε σκοπὸς τοῦ λόγου; ἢ πῶς «εἰς τύπον καὶ ὁμοίωσιν τοῦ Χριστοῦ» παρέδειξε τὸν Μελχισεδέκ; Τῶν ἐξ εἰκαιότητος οὖν ἐννοιῶν τὸν νοῦν ἀποστήσαντες, φέρε δὴ φέρε διασκεψώμεθα, καὶ
45ὡς ἔνι λέγωμεν. θʹ. Νομομαθὴς ὢν ἄγαν, οὐκ ἐξ ἁπλῶν ἐννοιῶν τὸν πρὸς Ἰουδαίους ποιεῖται λόγον, ἀλλ’ ἐκ γραμμάτων Μωσαϊκῶν, οἷς ἦν εἰκὸς καὶ οὐχ ἑκόντας παραχωρεῖν τοὺς τῇ ἀληθείᾳ πολεμεῖν ἐγνωκότας. Δέχεται τοίνυν

69

.

104

(50)

τὸν Μελχισεδὲκ εἰς ὁμοίωσιν τότε καὶ ὑποτύπωσιν τοῦ Χριστοῦ, διά τοι τὸ λέγεσθαι «βασιλέα δικαιοσύ‐ νης, καὶ μὴν καὶ εἰρήνης.» Πρέποι γὰρ ἂν, οἶμαι, ταυτὶ δὴ μόνῳ κατὰ λόγον τὸν μυστικὸν, τῷ Ἐμμα‐ νουήλ. Δικαιοσύνης γὰρ καὶ εἰρήνης πρύτανις ἀν‐
55εδείχθη τοῖς ἐπὶ γῆς. «Καὶ δεδικαιώμεθα μὲν ἐν
αὐτῷ,» τὸ τῆς ἁμαρτίας ἄχθος ἀποπεμψάμενοι.103

69

.

105

Ἐσχήκαμεν δὲ καὶ εἰρήνην τὴν πρὸς τὸν Πατέρα καὶ Θεὸν, τὴν μεσολαβοῦσάν τε καὶ διιστῶσαν ἡμᾶς τῶν τρόπων ἀκαθαρσίαν ἀπονιψάμενοι, ἑνούμενοί τε ὥσπερ αὐτῷ διὰ πνεύματος· «Ὁ γὰρ κολλώμενος
5τῷ Κυρίῳ,» φησὶν, «ἓν πνεῦμά ἐστιν.» Ἔστι τοί‐ νυν κατά γε τὴν Ἑλλάδα φωνὴν, Μελχὶ μὲν, ὁ βασι‐ λεύς· Σεδὲκ δὲ, δικαιοσύνη. Καὶ ἴδοι τις ἂν τὸν Μελ‐ χισεδὲκ, ὡς ἐν ἰδίᾳ κλήσει πεπλουτηκότα, κατά γε τὴν ἐκ τῶν σημαινομένων δύναμιν, τὸ, βασιλεὺς
10δικαιοσύνης. Ἐν δὲ τῷ βασιλεὺς εἰρῆσθαι Σαλὴμ βασιλεὺς εἰρήνης. Ἥρμοσε δὴ οὖν ὁ θεσπέσιος Παῦλος, ὡς ἐξ ὁμοιώσεως ἤδη σαφοῦς τε καὶ ἐμφα‐ νοῦς τοῦ Μελχισεδὲκ, τὰ τοιάδε Χριστῷ. Δέχεται δὲ τῆς ὑπὲρ νόμον ἰερωσύνης σύμβολον, τὸ κατευλογῆσαι
15τὸν Ἀβραὰμ, οἶνόν τε καὶ ἄρτους αὐτῷ παρασχεῖν. Εὐλογούμεθα γὰρ οὐχ ἑτέρως παρὰ Χριστοῦ, τοῦ μεγάλου τε καὶ ἀληθοῦς ἱερέως. Εὐλογούμεθα δὲ κατὰ τὸν θεσπέσιον Ἀβραὰμ, εὐσθενέστατα καταγωνισά‐ μενοι τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου, καὶ τῆς τῶν
20πολεμίων χειρὸς ἀμείνους ἀναδεικνύμενοι, καὶ μηδ‐ ενὸς τῶν ἐν κόσμῳ δεδεημένοι· πλοῦτον δὲ μᾶλλον ἡγούμενοι νοητὸν τὰ παρὰ Θεοῦ, καὶ τὴν εὐκλεᾶ καὶ ἀμάραντον τῶν ἄνωθεν χαρισμάτων διανομήν. Ἐννόει γὰρ ὅτι νενικηκότα τὸν Ἀβραὰμ, καὶ ὑποστρέφοντα
25μὲν ἐκ τῆς κοπῆς τῶν βασιλέων, καθὰ γέγραπται, οὐκ ἀξιώσαντα δέ τι παρὰ τοῦ Σοδόμων ἄρχοντος εἰς ἰδίαν κτῆσιν ἑλεῖν, εὐλόγησε τὸν Μελχισεδέκ. Ὁ μὲν γὰρ Σοδομιτῶν ἡγούμενος, ὡς νενικηκότι τῷ Ἀβραὰμ ἔφασκε· «Δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε
30σεαυτῷ·» ὁ δὲ μηδενὸς τῶν ἐκείνου μεταποιεῖσθαι διεγνωκὼς, «Ἐκτενῶ, φησὶ, τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδή‐ ματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς·
35Ἐγὼ ἐπλούτισα τὸν Ἀβραάμ.» Χαίρειν γὰρ ἁγίοις ἔθος οὐκ ἐπὶ πλούτῳ κοσμικῷ. Κεκρατηκότες τοίνυν ὁρατῶν τε καὶ ἀοράτων ἐχθρῶν, καὶ οὐδὲν ἀπὸ κόσμου δεχόμενοι, τιμῶντες δὲ μᾶλλον τὸν ἄνωθεν πλοῦτον, εὐλογούμεθα διὰ Χριστοῦ, τοῦ τῆς εἰρήνης βασιλέως.
40Εὐλογούμεθα δὲ, ξένιον ὥσπερ οὐρανοῦ, καὶ ζωῆς ἐφόδιον δεχόμενοι τὰ μυστικά. Σεσιγήσθω γὰρ τέως, εἰ δοκεῖ· εὐλογούμεθα δὲ παρὰ Χριστοῦ καὶ πρε‐ σβείαις ταῖς ὑπὲρ ἡμῶν πρὸς τὸν Πατέρα. Ὁ μὲν γὰρ Μελχισεδὲκ εὐλόγει τὸν Ἀβραὰμ, οὕτω λέγων·
45«Εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὂς ἔδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι.» Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τὸ πάντων ἡμῶν ἱλαστήριον, «Πάτερ ἅγιε, φησὶ, τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου.» Οὐκοῦν καὶ ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἁρπάζει τὸ χρή‐

69

.

105

(50)

σιμον, εἰς ὑποτύπωσιν τοῦ Χριστοῦ. Καὶ αὐτὸν δὲ τῆς ἱερωσύνης τὸν τρόπον, εἰς παράδειξιν τοῦ πράγματος ἐποιεῖτο σαφῆ. «Ἄρτους γὰρ καὶ οἶνον ἐξεκόμιζεν ὁ Μελχισεδέκ.» Ὅτι δὲ ἀπάτωρ ἢ ἀμήτωρ ἦν, ἤγουν ἀγενεαλόγητος, ἢ ἀρχὴν ἡμερῶν, ἢ τέλος ζωῆς οὐκ
55ἔχων ὁ Μελχισεδὲκ, οὐδαμοῦ διαμεμήνυκε τὸ Γράμμα
τὸ ἱερόν. Πεφενάκικεν οὖν ἄρα, φαίη τις ἂν ἴσως, ὁ105

69

.

108

θεσπέσιος Παῦλος. Οὐ τοῦτό φαμεν, μὴ γένοιτο· λα‐ λεῖ γὰρ ἀλήθειαν· δέχεται δὲ μᾶλλον ὁ μυσταγωγὸς τεχνίτης, ἀνάγων εἰς τύπον τῆς δόξης τοῦ Ἐμμανουὴλ καὶ τὴν ἐπὶ τούτοις αὐτοῖς οἰκονομικὴν ἀφήγησιν.
5Ὅτι γὰρ μόνον ἦν ἱερεὺς ὁ Μελχισεδὲκ, ἡ θεόπνευστος ἡμῖν ὑπέφηνε Γραφὴ, γένος οὐκ ὀνομάσασα, ἢ τίνος ἐξέφυ πατρὸς ἢ μητρός· ἀλλ’ οὐδὲ εἰς πόσον ἐτῶν κατέληξεν ἀριθμὸν, ἢ ποίας ἔχων εὑρίσκεται τῆς ἱερωσύνης τὰς διαδοχὰς προσθεῖσαν εὑρίσκομεν.
10Ὑποπλάττεται τοίνυν ἡ τῶν τοσούτων ἡμῖν ἀφήγησις, οἱονεί πως τὸ διηνεκὲς καὶ ἄναρχον τοῦ Χριστοῦ, καθὸ νοεῖται Θεός. Ἄναρχον δέ φημι, τὸ ὡς ἐν ποσότητι, δηλονότι τῇ κατὰ χρόνον. Αὐτὸς γάρ ἐστι τῶν αἰώνων ὁ ποιητής. Ὑπεμφαίνει δὲ πρὸς τούτῳ καὶ τὸ ἀκα‐
15τάληκτον τῆς ἱερωσύνης. «Διὰ τοῦτό» φησιν ὁ μα‐ κάριος Παῦλος περὶ τοῦ Μελχισεδὲκ, ὅτι «μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ μένει εἰς τὸ διηνεκὲς ἱερεύς.» Ἔοικε δὲ καὶ ἕτερόν τι σοφὸν βεβουλεῦσθαι πάλιν·
20καὶ τί δὴ τοῦτό ἐστιν, ὡς ἂν οἷός τε ὦ, διειπεῖν πειράσομαι. ιʹ. Ἀντέπραττον οἱ Ἰουδαῖοι τοῖς περὶ Χριστοῦ κηρύγμασι, καὶ τῶν ἀποστολικῶν σπουδασμάτων μονονουχὶ καταμειδιᾷν ἐτόλμων, δύο ταῦτα προτεί‐
25νοντες· ἒν μὲν, ὡς εἴη τῶν ἀμηχάνων τὴν τοῖς πα‐ τράσι διωρισμένην διὰ φωνῆς τοῦ πανσόφου Μωσέως ἀπρακτεῖν ἐντολὴν, καὶ ἀθετεῖσθαι τὸν νόμον, πολι‐ τείας ἑτέρας, τῆς οὐδενὶ τῶν πάλαι διεγνωσμένης, ἀδοκήτως εἰσκρινομένης· ἕτερον δὲ αὖ· Μὴ γὰρ δὴ
30χρῆναι διισχυρίζοντο τῆς ἱερωσύνης τὴν δόξαν ἔξω τῆς ἀπολέκτου φέρεσθαι φυλῆς, τουτέστι, τῆς τοῦ Λευΐ. Ἄνω τε καὶ κάτω τῆς ἐν ἱερῷ λειτουργίας ἀποσοβοῦντος Θεοῦ τοὺς οὐκ ὄντας αὐτῆς, καὶ δίκην εὐθὺς τῷ τοιῷδε τολμήματι καθορίζοντος τὴν ἐσχά‐
35την. Ἀγωνίζεται τοίνυν νομομαθὴς ὢν ὁ Παῦλος, καὶ πειρᾶται πληροφορεῖν, ἀπό τε τοῦ εἰκότος, καὶ μέντοι καὶ ἐξ αὐτῆς τῆς θεοπνεύστου Γραφῆς, ὅτι καὶ νόμου καινότης, καὶ ἱερωσύνης αὐτῆς προανεφω‐ νεῖτο μετάθεσις· καὶ προανέλαμψεν ἐν τύποις ἡ ἑκα‐
40τέρου δήλωσις. Δέχεται δὴ οὖν οὐκ ἐκ φυλῆς ὄντα Λευϊτικῆς τὸν Μελχισεδὲκ, εἶτα δείκνυσιν ἱερέα μὲν ὄντα τοῦ ὑψίστου Θεοῦ, προσάγοντα δὲ καὶ ἄρτους καὶ οἶνον, ἔφη τε οὕτω περὶ αὐτοῦ· «Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ
45τῶν ἀκροθινίων ὁ πατριάρχης. Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες, ἐντολὴν ἔχου‐ σιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι, τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ. Ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐ‐

69

.

108

(50)

τῶν, δεδεκάτωκε τὸν Ἀβραὰμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκε· χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.» Ἀλλ’ οὐκ ἐν τῇ φύσει τὴν ὑπεροχὴν τῷ Μελχισεδὲκ, ἀλλ’ ἔν γε τῷ τρόπῳ τῆς ἱερωσύνης ἐνεῖναί φαμεν, οὐκ ἀνα‐
55νεύοντος τοῦ προπάτορος Ἀβραὰμ, ἀπονέμοντος δὲ ὥσπερ τὸ προὔχειν αὐτῷ, δι’ ὧν ἔγνω τιμᾷν, καὶ
αὐταῖς ταῖς τῶν δεκατῶν προσαγωγαῖς. Ἀποδεκα‐107

69

.

109

τοῦσι μὲν γὰρ οἱ ἐξ αἵματος Λευῒ τὸν λαὸν, καίπερ ὄντας ἀδελφούς· ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, τουτέστιν, ὁ Μελχισεδὲκ (οὐ γὰρ ἦν ἐκ φυλῆς Λευΐ), δεδεκάτωκε τὸν Ἀβραὰμ, καὶ εὐλόγηκε. Καὶ ὁ μὲν
5τύπος, ἐν τούτοις. Χριστὸς δὲ δὴ αὖ, ὁ ἐν σκιαῖς γραφόμενος, ἀγενεαλόγητος ὢν, τοῖς κατὰ νόμον ἱερᾶσθαι τεταγμένοις (ἀνατέταλκε γὰρ ἐκ τῆς Ἰού‐ δα φυλῆς, εἰς ἣν οὐδὲν περὶ ἱερέων Μωσῆς ἐλάλησε), δεδεκάτωκε τοὺς υἱοὺς Λευῒ, τουτέστι, τὴν κατὰ
10νόμον ἱερωσύνην. Δεδεκάτωκε δὲ πάλαι μὲν ἐν Μελχισεδέκ· ὕστερον δὲ καὶ ἐν Ἀαρών. Ἀπεδεκάτου γὰρ καὶ αὐτὸς τοὺς υἱοὺς Λευΐ, τύπον ἐπέχων τῆς ἰερωσύνης Χριστοῦ, καθάπερ ἤδη προείπομεν. ιαʹ. Ἀποδέδεικται τοίνυν ἐν μὲν τῷ Μελχισεδὲκ, ὅτι μεταστήσεταί ποτε τῆς ἱερωσύνης τὸ χρῆμα,
15τῆς κατὰ νόμον ἱερατευούσης φυλῆς· καὶ μὴν, ὅτι καὶ ἕτερος ἱερουργίας ἀναλάμψει τρόπος τε καὶ νό‐ μος. Ἦν γάρ πως ἀνάγκη συμμεθίστασθαι καὶ ἀπο‐ φοιτᾷν ταῖς ἱερουργίαις καὶ αὐτὸν τὸν νόμον. Τοι‐ γάρτοι καὶ ὁ θεσπέσιος Παῦλος φιλοσοφεῖ τὰ τοιάδε,
20καί φησιν· «Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτι‐ κῆς ἱερωσύνης ἦν (ὁ λαὸς γὰρ ἐπ’ αὐτῆς νενομο‐ θέτηται), τίς ἔτι χρεία κατὰ τὴν τάξιν τοῦ Μελχισε‐ δὲκ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; Μετατιθεμένης γὰρ τῆς ἱερωσύ‐
25νης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.» Καὶ πάλιν· «Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτε‐ ρος, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Μαρτυρεῖται
30γὰρ, Ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Ὁρᾷς ὅπως τὸ μηδὲν δύνασθαι τελει‐ οῦν τῆς κατὰ νόμον ἱερωσύνης καταψηφίζεται, χρη‐ σιμωτάτην ἀποδεικνὺς τῆς κρείττονος ἐντολῆς τὴν ἐπεισφοράν. Εἰ γὰρ ἦν ἐν ἐκείνῃ τὸ ἀναγκαῖον, τί
35μὴ μᾶλλον, φησὶ, κατὰ τὴν τάξιν Ἀαρὼν ἱερεὺς ἕτερος ἀναδείκνυται, καὶ οὐ κατὰ τὴν τάξιν Μελχι‐ σεδὲκ, ὃς ἦν ὁμοίωσις καὶ τύπος Χριστοῦ, ἥκιστα μὲν σαρκικῶς ἱερατεύοντος ἔτι, κατὰ δύναμιν δὲ μᾶλλον ἀκαταλύτου ζωῆς; Τρέφει γὰρ ἡμᾶς εἰς
40ἀμάραντον ζωὴν ταῖς μυστικαῖς ἱερουργίαις, καίτοι σαρκικῶς ἱερατεύοντος Ἀαρών. Βουθυσίαι τε γὰρ δι’ αὐτοῦ, καὶ προβάτων ἦσαν σφαγαὶ, καὶ σποδὸς δαμάλεων ῥαντίζουσα τοὺς κεκοινωμένους, πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· καὶ ἕτερα ἄττα πρὸς
45τούτοις, οὐ τελειοῦντα κατὰ συνείδησιν τοὺς λα‐ τρεύοντας. «Ἀδύνατον γὰρ αἷμα ταύρων, ἀφαιρεῖν ἁμαρτίας.» Ὅτε τοίνυν καὶ ἕτερος ἡμῖν εἰσκεκό‐ μισται τρόπος ἱερουργίας ἀφιστὰς τῶν πρώτων καὶ ἀρχαιοτέρων ἐθῶν, ἕτερός που πάντως καὶ ἱερεύς.

69

.

109

(50)

Καὶ εἰ καινὴν ἐπήγγελται διαθήκην ὁ Θεὸς, παλαιω‐ θείσης τῆς πρώτης, ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερεὺς, ἐφ’ οὗ πρέποι ἂν καὶ τὸ εἰς αἰῶνα νοεῖσθαι· οὐδεὶς ἂν ἕτερος εἴη παρὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν
55ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.109

69

.

112

(1t)

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ
2tΒΙΒΛΙΟΝ Γʹ.
4tΠερὶ τοῦ Ἀβραὰμ, καὶ τῆς ἐπαγγελίας τῆς κατὰ
5tτὸν Ἰσαὰκ, καὶ ὅτι δι’ αὐτῶν προετυποῦτο
6tτῆς πίστεως τὸ μυστήριον.
7 αʹ. Ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γενέσθαι Χριστὸν, ὁ θεσπέσιος γράφει Παῦλος· καὶ μὴν, ὅτι τῆς ἀρχαίας καὶ διὰ Μωσέως ἐντολῆς τὴν
10ἀσυγκρίτως ἀμείνω καὶ προφερεστέραν ἡμῖν εἰσκε‐ κομικὼς, φημὶ δὴ τὴν εὐαγγελικὴν, κρείττονος δια‐ θήκης γέγονεν ἐγγυητὴς, διεβεβαιοῦτο σαφῶς. Καὶ ἀληθὴς ὁ λόγος· εἴπερ ὁ μὲν νόμος ὀργὴν κατεργά‐ ζεται, καὶ ἁμαρτίας ἐστὶν παραδεικτικὸς, δικαιοῖ δὲ
15ἡμᾶς ἡ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἡμερότητος δια‐ κονουμένη χάρις. Ὡς γὰρ αὐτός πού φησιν, οὐκ ἦλθεν ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ. Ὅτι τοίνυν, κἂν εἰ μὴ γέγονε τὸ κατὰ σάρκα τυχὸν ἐκ φυλῆς τοῦ Λευῒ, κεχρημάτικέ τε καὶ
20ἔστιν ἀρχιερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν τῆς ἱερωσύνης Μελχισεδὲκ, ἀποχρώντως ἡμῖν ἤδη δι‐ έδειξεν ὁ λόγος. Ὅτι δὲ τῆς ἐν πίστει δικαιοσύνης τὸ μυστήριον τῆς ἐν νόμῳ περιτομῆς πρεσβυτέραν ἔχει τὴν προανάῤῥησιν, καὶ ὅτι προκατεγράφετο
25τοῖς ἐξ Ἰσραὴλ ὁ τύπος τοῦ, μὴ ἂν ἑτέρως δύνασθαι σωθῆναί ποτε, πλὴν ὅτι διὰ μόνου Χριστοῦ τοῦ δι‐ καιοῦντος τὸν ἀσεβῆ, καὶ ἀνιέντος ἐγκλήματα. Καὶ πρός γε δὴ τούτοις, ὅτι Θεοῦ κληρονόμοι, καὶ ἐν τοῖς ὅτι μάλιστα γνησίοις κατατετάξονται τέκνοις οἱ ἐκτῆς
30ἐπαγγελίας, τῆς ἐν Ἰσαὰκ γεγενημένης πρὸς τὸν μακά‐ ριον Ἀβραὰμ, φέρε δὴ λέγωμεν, ἐξ αὐτῶν ἑλόντες τῶν ἱερῶν Γραμμάτων, καὶ τὰς ἐφ’ ἑκάστῳ ποιούμενοι πίστεις λεπτῶς καὶ ἐξητασμενῶς. βʹ. Γράφει τοίνυν Ῥωμαίοις ὁ ἱερώτατος Παῦλος·
35Τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπάτορα ἡμῶν κατὰ σάρκα; Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδι‐ καιώθη, ἔχει καύχημα, ἀλλ’ οὐ πρὸς Θεόν. Τί γὰρ ἡ Γραφὴ λέγει; Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τῷ δὲ ἐργαζομένῳ
40ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφεί‐ λημα. Τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. Καθάπερ καὶ Δαβὶδ λέγει τὸν μακα‐ ρισμὸν τοῦ ἀνθρώπου, ᾧ ὁ Θεὸς λογίζεται δικαιοσύ‐
45νην, χωρὶς ἔργων· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνο‐ μίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν. Ὁ μα‐
καρισμὸς οὖν οὗτος, ἐπὶ τὴν περιτομὴν, ἢ καὶ ἐπὶ111

69

.

113

τὴν ἀκροβυστίαν; Λέγομεν γὰρ, ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. Πῶς οὗν ἐλο‐ γίσθη; ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, φησὶν, ἀλλ’ ἐν ἀκροβυστίᾳ. Καὶ ση‐
5μεῖον ἔλαβε περιτομῆς, σφραγίδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐ‐ τὸν πατέρα πάντων τῶν πιστευόντων δι’ ἀκροβυ‐ στίας, εἰς τὸ λογισθῆναι αὐτοῖς εἰς δικαιοσύνην, καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον,
10ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυ‐ στίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.» Καὶ πρὸς δὴ τούτοις, ἰσχνοτέραν ἔτι ποιεῖται τοῦ μυστη‐ ρίου τὴν βάσανον. Οὕτω τέ φησιν· «Οὐ γὰρ διὰ νό‐ μου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ, ἢ τῷ σπέρματι αὐ‐
15τοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι τοῦ κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως. Εἰ γὰρ οἱ ἐκ νόμου κλη‐ ρονόμοι, φησὶ, ἐκκεκένωται ἡ πίστις, καὶ κατήργη‐ ται ἡ ἐπαγγελία. Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται. Οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Διὰ τοῦτο
20ἐκ πίστεως, ἵνα κατὰ χάριν εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νό‐ μου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραὰμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν (καθὰ γέγραπται, ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε), κατέναντι οὗ
25ἐπίστευσε Θεοῦ, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα.» Ἀκούεις ἄνω τε καὶ κάτω διαβεβαιουμένου καὶ λέγοντος, οὐχ ὑπεσταλμένως, ὡς οὔπω μὲν ἔχοντι τὴν περιτομὴν, ἐν ἀκροβυστίᾳ δὲ μᾶλλον ἔτι τυγχάνοντι δέδοται τῷ
30Ἀβραὰμ ἡ διὰ πίστεως αὐτὸν δικαιοῦσα χάρις, καὶ μὴν ὅτι κληρονόμοι τέθεινται τῶν παρὰ Θεοῦ χαρι‐ σμάτων οἱ ἰχνηλατεῖν ἐθέλοντες τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ προπάτορος Ἀβραὰμ τὴν μίμησιν, καὶ οὔτι που πάντως οἱ μέγα φρονεῖν εἰωθότες ἐπὶ
35τῇ διὰ Μωσέως διακονουμένῃ σκιᾷ, καὶ σαρκικὸν αὐχοῦντες πατέρα τὸν Ἀβραὰμ, ὃς «Πολλῶν ἐθ‐ νῶν» ὠνόμασται «πατὴρ,» καίτοι τοῦ Ἰσραὴλ ἑνὸς ἔθνους ὄντος, κἂν εἰ ἐκτείνοιτο τυχὸν εἰς πληθὺν οὐ μεμετρημένην, ὅτι τῶν ἐν πίστει γέγονε πατὴρ, οἳ
40ἐξ ἁπάσης, ὡς ἔπος εἰπεῖν, πόλεώς τε καὶ χώρας συνειλεγμένοι, σύσσωμοι γεγόνασιν ἐν Χριστῷ, καὶ εἰς ἀδελφότητα κέκληνται πνευματικήν. Γεγένην‐ ται μὲν γὰρ ἐξ Ἀβραὰμ Ἰουδαῖοι. Πλὴν οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα
45Ἀβραὰμ, πάντες τέκνα. Προσοικειοῖ δὲ μᾶλλον ἡ πίστις αὐτῷ τοὺς ἐν ἀκροβυστίᾳ πιστεύσαντας. Πε‐ ποίηται γὰρ ἡ ὑπόσχεσις, δέδοται δὲ καὶ ἡ δικαιοῦσα χάρις, οὔπω μὲν ἔχοντι τὴν περιτομὴν τῷ Ἀβραὰμ, ὄντι δὲ μᾶλλον ἐν ἀκροβυστίᾳ, κατά γε τὴν πίστιν τῶν ἱερῶν γʹ. Ὅτι δὲ τῆς ἐν πίστει δικαιοσύνης τὸ δῶρον οὐκ

69

.

113

(50)

ἐπὶ μόνον ἂν ἴοι τὸν Ἀβραὰμ, εἰ καὶ ἐν αὐτῷ γέγο‐ νεν ἡ ὑπόσχεσις, ἐκπεφοίτηκε δὲ ὥσπερ καὶ εἰς πάντας λοιπὸν τοὺς πεπιστευκότας, ἐμπεδοῖ πάλιν ἡμᾶς ὁ σοφώτατος Παῦλος, οἷς ἔναγχος ἔφην προστι‐ θείς· «Οὐκ ἐγράφη δὲ δι’ αὐτὸν μόνον, ὅτι ἐλο‐
55γίσθη αὐτῷ πρὸς δικαιοσύνην, ἀλλὰ καὶ δι’ ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα
Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν· ὃς παρεδόθη113

69

.

116

διὰ τὰ παραπτώματα ἡμῶν, καὶ ἠγέρθη διὰ τὴν δι‐ καιοσύνην ἡμῶν.» Οὐκοῦν ξένιον οὐρανοῦ καὶ δῶρον ἡμερότητος τῆς ἄνωθεν, ἡ ἐκ πίστεως ἡμᾶς δικαιοῦσα χάρις· καὶ ἐν τέκνοις Ἀβραὰμ καταλογισθεῖεν ἂν,
5οὐχὶ δὴ πάντως οἱ ἐξ αὐτοῦ κατὰ σάρκα γεγονότες, ἀλλ’ ὅσοι τὴν πρὸς αὐτὸν πεπλουτήκασι συμμορ‐ φίαν, καὶ ἀδελφοὶ φρονοῦντες πιστεύουσιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Οὗτοι καὶ τῶν παρὰ Θεοῦ χαρισμάτων ἔσονται κληρονόμοι, παρωθέντος
10ἐξ ἀπιστίας τοῦ κατὰ σάρκα Ἰσραήλ. Διεπλάττετο δὲ, καὶ μάλα σαφῶς, καὶ τοῦτο ἡμῖν ἐν τῷ κατὰ Ἰσαὰκ μυστηρίῳ. Ἀλλὰ φέρε λέγωμεν ὡς ἔνι δὴ πάλιν, αὐτὰ παραθέντες εἰς εἴδησιν τὰ Μωσέως γράμματα. Ἔχει δὲ οὕτως· «Μετὰ δὲ τὰ ῥήματα ταῦτα,» φησὶν, «ἐγε‐
15νήθη ῥῆμα Κυρίου πρὸς Ἀβραὰμ ἐν ὁράματι, λέγον· Μὴ φοβοῦ Ἀβραὰμ, ἐγὼ ὑπερασπίσω σου. Ὁ μισθός σου πολὺς ἔσται σφόδρα. Λέγει δὲ Ἀβραάμ· Δέσπο‐ τα, τί μοι δώσεις; Ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. Ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς
20Ἐλιέζερ. Καὶ εἶπεν Ἀβραάμ· Ἐπειδὴ ἐμοὶ οὐκ ἔδω‐ κας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με. Καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτὸν, λέγου‐ σα· Οὐ κληρονομήσει σε οὗτος, ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. Ἐξήγαγε δὲ αὐτὸν
25ἔξω, καὶ εἶπεν αὐτῷ· Ἀνάβλεψον δὴ εἰς τὸν οὐρα‐ νὸν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆ‐ σαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐ‐ τῷ εἰς δικαιοσύνην.» Συνῆπτο μὲν γὰρ αὐτῷ καὶ
30συνέστιος ἦν ἡ μακαρία Σάῤῥα (ἣ διερμηνευομένη λέγεται ἄρχουσα), γυνὴ τὴν ὥραν ἐκπρεπεστάτη καὶ λίαν εὐπρόσωπος· μεμαρτύρηκε γὰρ οὕτως τὸ Γράμμα τὸ ἱερόν. Παρείπετο δὲ δευτέροις ὥσπερ καὶ νόθοις ὑπηρετοῦσα γάμοις ἡ οἰκογενὴς, τουτέστιν,
35ἡ Ἄγαρ (καὶ αὐτὴ δὲ παροίκησις ἑρμηνευομένη). Ἀλλ’ ἡ μὲν Σάῤῥα, τέκνων οὔπω γνησίων ὠδῖνα λα‐ βοῦσα, κατεθρήνει τὴν ἀπαιδίαν. Ἡ δὲ Ἄγαρ ἔτικτε τὸν Ἰσμαήλ. Ἐχόντων δὲ ὧδε τῶν ἐν ἱστορίᾳ πραγμά‐ των, προσελάλει Θεὸς τῷ Ἀβραὰμ λέγων· «Ἐγὼ
40ὑπερασπίσω σου, ὁ μισθός σου πολὺς ἔσται σφόδρα.» Ὁ δὲ, τί πρὸς ταῦτά φησι; «Δέσποτα, τί μοι δώ‐ σεις; Ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ.» Ἐπιτήρει τοῦ λόγου τὸ ἀκριβές. «Τί μοι γὰρ δώ‐
45σεις, φησὶν, ὦ Δέσποτα;» Συνίης ὅπως οὐδενὸς τὸ παράπαν ἔτι δεῖσθαί φησι τῶν ἐπιγείων κτημάτων, ἀλλ’ οὐδ’ ἂν εἰ γένοιτο καὶ ἔτι πλειόνων δεσπότης, θυ‐ μηδίαν ἡγεῖσθαι τὸ χρῆμά φησιν, εἰ μὴ γνήσιον ἔχοι τὸν κληρονόμον ἐξ ἐλευθέρων ἀναφύντα γάμων, τὸν

69

.

116

(50)

ἀληθῶς υἱόν. Ἄθρει δὲ, ὅτι πρὸς τὸ εἰδέναι σαφῶς τὸ λυσιτελὲς, ἡ φύσις αὐτόμολος καὶ δίχα νόμων γε‐ γραμμένων. Καίτοι γὰρ ὄντος υἱοῦ, φημὶ δὴ τοῦ Ἰσ‐ μαὴλ, ἄτεκνον ἑαυτὸν ὠνόμαζεν ὁ θεσπέσιος Ἀβραάμ. Οἶδεν οὖν ἄρα καὶ μάλα σαφῶς ἡ φύσις, ὅτι μηδὲ
55υἱὸς ὅλως ὀνομάζοιτο ἂν εἰκότως, ὁ ἐκ κιβδήλων τε καὶ νόθων ἀναφὺς νυμφευμάτων. «Οὐ γὰρ δώσει ῥίζαν
εἰς βάθος,» κατὰ τὸ γεγραμμένον. Ὅτι δὲ, κἂν εἰ115

69

.

117

γένοιτό ποτε τέκνον ἐκ θεραπαίνης τισὶ, ψυχρόν τε καὶ ἕωλον τὸ χρῆμά που πάντως, καὶ οὐκ ἂν ἐλευ‐ θέροις καταγράφοιτο θυμηδίας, προσαπέδειξε λέγων· «Ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος Δα‐
5μασκὸς Ἐλιέζερ.» Τουτέστι, Γενήσεταί μοι λοιπὸν ὁ ἐκ τῆς οἰκογενοῦς, αἵματος φίλημα. Τοῦτο γάρ ἐστι τὸ, Δαμασκός. Καταλογισθήσεται δὲ καὶ εἰς ἀντί‐ ληψιν καὶ ἐπικουρίαν τὴν παρὰ Θεοῦ. Τοῦτο γὰρ πά‐ λιν τὸ Ἐλιέζερ. Ὅμοιον οὖν ὡς εἰ λέγει σαφῶς· Ἀνθ’
10αἵματος τοῦ γνησίου καὶ ἀγάπης τῆς* αὐτὸ, αἵματος φίλημα καὶ ἀντίληψις ἡ παρὰ Θεοῦ καθάπερ ἐξ ἀνάγκης ὁ οἰκογενής μου γενήσεται· ἔσται δέ μου καὶ κληρονόμος. «Τί οὖν μοι δώσεις;» Εἰ μὴ γνή‐ σιον ἔχοιμι τὸν διαδεξόμενον, ὑπὸ μῶμον ἔσται πάντῃ
15τε καὶ πάντως ὁ σὸς Ἀβραὰμ, ὦ Δέσποτα. Τέκνων γὰρ ἔρημος ἀπαλλάττεται τῶν ἀληθινῶν καὶ ἐξ ἐλευ‐ θέρας. Ἀλλ’ οὐ μακρὰ λυπεῖσθαι τὸν δίκαιον ἠφίει Θεός. Σπέρμα γὰρ εὐθὺς ἐπήγγελτο τὸ ἐν Ἰσαὰκ, ὃ καὶ ἰσάριθμον ἔσεσθαί φησι τῇ τῶν ἀστέρων ἀμετρή‐
20των πληθύϊ. Διεβεβαιοῦτο δὲ, ὅτι μυρίων ὅσων ἐθνῶν κληθήσεται πατὴρ, καίτοι τοῖς εἰς ἀπαιδίαν ἐπτοη‐ μένος δείμασι. «Πεπίστευκε δὲ, φησὶν, Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Γέρας οὖν ἔχει τὴν δικαιοσύνην, ὁ πίστει τιμῶν τὸν τῶν
25ὅλων Δεσπότην. Μεμαρτύρηκε γὰρ διὰ τούτου, τὸ πάντα δύνασθαι κατορθοῦν αὐτῷ· ὁ δὲ ἄπιστός τε καὶ ἀμελητὴς, ἀλαζὼν ἔσται καὶ ὑβριστής. Πεσεῖται δὴ οὖν ταύτῃτοι λοιπὸν καὶ ὑπὸ δίκην καὶ λόγους. «Πε‐ πίστευκεν οὖν Ἀβραὰμ τῷ Θεῷ, καὶ δεδικαίωται
30παρ’ αὐτῷ.» Προσαπαιτεῖ δὲ σημεῖον εἰς βεβαίωσιν καὶ ἀλήθειαν τῶν, ὡς ἔσονται, προεπηγγελμένων. Εἶτα Θεὸς οἰκονομικῶς σκήπτεται τὸ ἐνώμοτον καταδονεῖ‐ σθαί πως πρὸς διψυχίαν οὐκ ἀφιεὶς τὸν πεπιστευ‐ κότα. Γέγραπται γὰρ οὕτως· «Εἶπε δὲ πρὸς αὐτόν·
35Ἐγὼ ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥσ‐ τε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι αὐτήν. Εἶπε δέ· Δέσποτα Κύριε, κατὰ τί γνώσομαι ὅτι κλη‐ ρονομήσω αὐτήν; Εἶπε δὲ αὐτῷ Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ κριὸν τριετίζοντα, καὶ τρυγόνα, καὶ
40περιστεράν. Ἔλαβε δὲ ἑαυτῷ ταῦτα πάντα, καὶ διεῖλεν αὐτὰ μέσα, καὶ ἔθηκεν ἀντιπρόσωπα ἀλλήλοις. Τὰ δὲ ὄρνεα οὐ διεῖλε. Κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, ἐπὶ τὰ διχοτομήματα αὐτῶν· καὶ συνεκάθισεν αὐτοῖς Ἀβραάμ. Περὶ δὲ ἡλίου δυσμὰς, ἔκστασις ἔπεσεν ἐπὶ
45τὸν Ἀβραὰμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπί‐ πτει αὐτῷ. Καὶ ἐῤῥέθη πρὸς Ἀβραάμ· Γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς, καὶ κακώσουσιν αὐτοὺς ἕτη τετρακόσια. Τὸ δὲ ἔθνος ᾧ ἐὰν δουλεύσωσι, κρι‐

69

.

117

(50)

νῶ ἐγώ. Μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀπο‐ σκευῆς πολλῆς. Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης, τραφεὶς ἐν γήρει καλῷ. Τετάρτῃ δὲ γενεᾷ, ἀποστραφήσονται ὧδε. Οὔπω γὰρ ἀναπε‐ πλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ
55νῦν. Ἐπειδὴ δὲ ἐγένετο ὁ ἥλιος πρὸς δυσμὰς, φλὸξ ἐγένετο. Καὶ ἰδοὺ κλίβανος καπνιζόμενος, καὶ λαμ‐
πάδες πυρὸς, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομη‐117

69

.

120

μάτων τούτων.» Ἀλλὰ τί δὴ πάντως ἐστὶ τὸ γεγενημένον, ὁ φιλομαθὴς κατασκέψεται, καὶ τὸν τῆς ὁρκωμοσίας περιεργάσεται τρόπον· τί ἂν βούλοιντο δηλοῦν τὰ διχοτομήματα, λέγων, τί δὲ τῶν ὀρνέων ἡ πτῆσις, καὶ τὰ ἐπ’ αὐτὰ συνδρομή· τί δὲ δὴ αὗ καὶ ἡ τοῦ Ἀβραὰμ συγκάθησις, τί δὲ καὶ ἡ φλὸξ ἡ διᾴττουσα μέσον τῶν διχοτομημάτων. Ἀφηγησόμεθα δὴ οὖν.
5 δʹ. Ἀναγκαίως ὅρκου χρείαν ἐπλήρου Χαλδαίοις τὸ διὰ μέσον ἰέναι τῶν διχοτομηθέντων ζώων, καὶ οἱονεί‐ πως ἀναφωνεῖν δι’ αὐτοῦ τοῦ δρωμένου οὕτω· Μὴ γενοίμην ὡς τάδε. Χαλδαίῳ δὴ οὖν τὸ γένος ὑπάρ‐ χοντι τῷ Ἀβραὰμ, καὶ ἄρτι τῆς ἐνεγκούσης ἐκθέοντι,
10τὰ συνήθη δρᾷν ἐπὶ τοῖς ὅρκοις ἐκέλευσεν οἰκονομι‐ κῶς ὁ τῶν ὅλων Δεσπότης, ἀναπλέκων ἀστείως ἐν τοῖς τεθυμένοις τὸ Χριστοῦ μυστήριον. Ἐπειδὴ δὲ εἰς γῆν ἐφεξῆς ἡπλοῦτο λοιπὸν τὰ διχοτομήματα, ὡσανεὶ μέλλοντος διὰ μέσον χωρεῖν τοῦ Θεοῦ, Ὄρνεα,
15φησὶν, ἐπ’ αὐτὰ συνέθει πολλὰ, καὶ συνεκάθισεν αὐ‐ τοῖς Ἀβραάμ. Τουτέστι, περιζήσας ἐφύλαττεν, ἴνα μή τι γένοιτο βλάβος, καὶ τοῖς ἀκαθάρτοις τῶν ὀρ‐ νέων προκέοιντο τροφὴ τὰ εἰς ὅρκου χρείαν παρενηνεγ‐ μένα. Περὶ δὲ δυσμὰς ἡλίου, φησὶν, «ἔκστασις καὶ
20φόβος ἐπιπίπτει τῷ Ἀβραάμ.» Καὶ τίς ἂν νοοῖτο πάλιν ἡ τοῦδε πρόφασις, φράσαιμ’ ἂν ὡς ἔνι. Χαλ‐ δαίοις ἦν ἔθος καὶ ἐν ὑπολήψει χρηστῇ καὶ ἀδιαβλή‐ τῳ παντελῶς, περιεργάζεσθαι λεπτῶς τῶν ὀρνέων τὰς πτήσεις. Ἠφίει δὴ οὖν οἰκονομικῶς ὁ τῶν ὅλων
25Θεὸς, ἐξ ὧν ᾔδει καὶ δρᾷν ἦν ἔθος τισὶ, παιδεύεσθαι τὰ ἐσόμενα. Συνενεχθέντων τοίνυν ἐπὶ τὰ διχοτομή‐ ματα τῶν πτηνῶν, ἐξεδειματοῦτο λοιπὸν ὁ θεσπέσιος Ἀβραὰμ, ἐννενοηκώς που τάχα, ποῖ δὴ ἄρα καὶ ἐπὶ τίνας τὸ σημεῖον ἐκβήσεται. Φαῦλον γὰρ εἶναι, καὶ
30οὐχὶ τῶν ἔξω φροντίδος ἐδόκει τὸ ἐπιπτῆναι τοῖς θύμασι τὰ τῶν ὀρνέων βδελυρώτατα. Ἀκάθαρτα γάρ πως ἀεὶ τὰ σαρκοφαγεῖν εἰωθότα. Ἐπειδὰν δὲ περὶ τῆς ἰδίας ἐδεδίει κεφαλῆς, μὴ ἄρα πως καὶ ἐπ’ αὐτὴν ἴοι τὸ χρῆμα, τῆς ἐπὶ τούτοις ἀγωνίας αὐτὸν ἀπο‐
35λύει. «Οὐ γὰρ ἥξει, φησὶν, ἐπὶ σὲ τὰ ὑποπτευόμενα. Γινώσκων δὲ γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ.» Καὶ πολλοὶ μὲν ἔσονται λίαν οἱ κακοῦν ἐθέλοντες, ὧν ἦσαν εἰς τύπον τὰ τοῖς προ‐ κειμένοις θύμασιν ἐπὶ π[τ]άντα ὄρνεα. Πλὴν ὀλίγα λε‐
40λυπηκότες, ἀποτίσουσι δίκας. «Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου, τραφεὶς ἐν γήρει καλῷ.» Εἶτά φησιν, ὅτι πρὸς αὐταῖς ἤδη δυσμαῖς γεγονότος ἡλίου, «φλὸξ πυρὸς καὶ κλίβανος καὶ λαμπάδες διὰ μέ‐ σων ᾔεσαν τῶν διχοτομημάτων.» Νοεῖται δὲ πάλιν
45ἐν εἴδει πυρὸς τὸ Θεῖον, κατὰ τὴν τῶν Χαλδαίων συν‐ ήθειαν, τὸν ὄρκον ἀποπληροῦν. Τοιγάρτοι καὶ ὁ θεσ‐ πέσιος Παῦλος εἰς ὅρκου δύναμιν δέχεται τὸ χρῆμα, καί φησι· «Τῷ δὲ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ’

69

.

120

(50)

ἑαυτοῦ, λέγων· Ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὗτος μακροθυμήσας, ἐπέτυχε τῆς ἐπαγγελίας. Ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέ‐ ρας, εἰς βεβαίωσιν, ὁ ὅρκος. Ἐν ᾧ περισσότερον
55βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσί‐ τευσεν ὄρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, ἰσχυρὰν παρά‐
κλησιν ἔχωμεν, οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος.»119

69

.

121

εʹ. Οἰκονομικώτατα τοίνυν ἐνώμοτον τὴν ἐπαγγε‐ λίαν ἐποιεῖτο Θεὸς, καίτοι ψευδοεπεῖν οὐκ εἰδώς· ἵν’, ὡς ὁ θεσπέσιος γράφει Παῦλος, ἰσχυρὰν ἔχωμεν τὴν παράκλησιν, ὅτι πρὸς πέρας ἐκβήσεται πάντη τε καὶ
5πάντως οὐκ ἐνδοιάζοντες ἔτι. Οὐκοῦν (βραχὺ γὰρ ἀνόπιν ἀνακομίσω τὸν λόγον) ἐν ὠδῖσιν ἔτι τῆς Ἄγαρ ἐχούσης τὸν Ἰσμαὴλ, δεδυσφόρηκεν ἡ Σάῤῥα, τῆς οἰ‐ κογενοῦς οὐκ ἐνεγκοῦσα τάχα που τὰ ἐπί γε τῷ κυοφορεῖν αὐχήματα καὶ τὴν οὐ μετρίαν ὀφρύν.
10Εἶτα τῆς ἑστίας ἐλαύνει, καὶ οὗπερ ἂν ἕλοιτο βα‐ δίζειν ἐκέλευεν, ἐφέντος αὐτῇ τοῦτο δρᾷν τοῦ κατὰ νόμον συνῳκηκότος, φημὶ δὴ τοῦ Ἀβραάμ. Ἀλλ’ ὡς τὸ Γράμμα φησὶ τὸ ἱερὸν, «Εὗρεν αὐτὴν ἄγγε‐ λος Κυρίου τοῦ Θεοῦ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν
15τῇ ἐρήμῳ ἐν τῇ ὁδῷ Σούρ. Καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· Ἄγαρ παιδίσκη Σάῤῥας, πόθεν ἔρχῃ; καὶ ποῦ πορεύῃ; Καὶ εἶπεν· Ἀπὸ προσώπου Σάῤῥας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. Εἶπε δὲ αὐτῇ ὁ ἄγγε‐ λος Κυρίου· Ἀποστράφηθι πρὸς τὴν κυρίαν σου, καὶ
20ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς.» Καὶ ὑπενόστησε μὲν ἡ Ἄγαρ, καὶ τὸν τῆς δουλείας ὑπέδυ ζυγόν. Ἐνομοθέτει δὲ καὶ Θεὸς ἤδη τὴν περιτομὴν τῷ Ἀβραὰμ, λέγων· «Σὺ δὲ τὴν διαθήκην μου διατη‐ ρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς
25αὐτῶν. Καὶ αὕτη ἡ διαθήκη ἣν διατηρήσεις, ἀνὰ μέ‐ σον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου εἰς τὰς γενεὰς αὐτῶν. Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικὸν, καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται εἰς σημεῖον διαθήκης
30ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Καὶ παιδίον ὀκταήμερον περιτμηθήσεται ὑμῖν, πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν. Ὁ οἰκογενὴς καὶ ὁ ἀργυρώνητος, ἀπὸ παν‐ τὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου, περιτομῇ περιτμηθήσεται, ὁ οἰκογενὴς τῆς οἰ‐
35κίας σου καὶ ὁ ἀργυρώνητος. Καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν, εἰς διαθήκην αἰώνιον. Καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ, τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐ‐
40τῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασεν.» Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον τοῖς θείοις ὑπείκειν νόμοις. περι‐ ετμήθη μὲν ὁ θεσπέσιος Ἀβραὰμ πανοικί. Περιέτεμε δὲ καὶ τοῖς ἄλλοις ὁμοῦ τὸν Ἰσμαήλ. Γεγένηται δὲ λοιπὸν ὁ ἐκ τῆς ἐλευθέρας, τουτέστιν ὁ Ἰσαάκ. Καὶ
45τί τὸ μετὰ τοῦτο; Οὐ φορητὸς ἦν ἔτι ὁ νόθος ἀθύρων υἱὸς κατὰ τὴν ἑστίαν ὁ Ἰσμαὴλ, καὶ ἐν ἴσῳ που τάχα τῷ Ἰσαὰκ τιμώμενος. «Εἶδε γὰρ, φησὶ, Σάῤῥα τὸν υἱὸν Ἄγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ Ἀβραὰμ, παί‐ ζοντα μετὰ Ἰσαὰκ τοῦ υἱοῦ αὐτῆς.» Εἶτα πρόσεισι

69

.

121

(50)

δεδακρυμένη, κατὰ τὸ εἰκὸς, καὶ λέγουσα· «Ἔκβαλε τὴν παιδίσκην ταύτην, καὶ τὸν υἱὸν αὐτῆς. Οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ. Σκληρὸν δὲ, φησὶν, ἐφάνη τὸ ῥῆμα σφόδρα ἐναντίον Ἀβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ.
55Εἶπε δὲ ὁ Θεὸς τῷ Ἀβραάμ· Μὴ σκληρὸν ἔστω τὸ ῥῆμα ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς
παιδίσκης. Πάντα ὅσα ἐὰν εἴπῃ σοι Σάῤῥα, ἄκουε121

69

.

124

τῆς φωνῆς αὐτῆς, ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Καὶ τὸν υἱὸν δὲ τῆς παιδίσκης ταύτης, εἰς ἔθνος μέγα ποιήσω αὐτὸν, ὅτι σπέρμα σου ἐστιν. Ἀνέστη δὲ Ἀβραὰμ τὸ πρωῒ, καὶ ἔλαβεν ἄρτους
5καὶ ἀσκὸν ὕδατος, καὶ ἔδωκεν Ἄγαρ, καὶ ἐπέθηκεν ἐπὶ τὸν ὦμον καὶ τὸ παιδίον, καὶ ἀπέστειλεν αὐτήν. Ἀπελθοῦσα δὲ ἐπλανᾶτο τὴν ἔρημον, κατὰ τὸ φρέαρ τοῦ Ὅρκου. Ἐξέλιπε δὲ τὸ ὕδωρ ἐκ τοῦ ἀσκοῦ, καὶ ἔῤῥιψε τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης. Ἀπελθοῦσα
10δὲ, ἐκάθητο ἀπέναντι αὐτοῦ μακρόθεν, ὡσεὶ τόξου βολήν. Εἶπε γάρ· Οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παι‐ δίου μου, καὶ ἐκάθισεν ἀπέναντι αὐτοῦ. Ἀναβοῆσαν δὲ τὸ παιδίον ἔκλαυσεν. Εἰσήκουσε δὲ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου οὗ ἦν. Καὶ ἐκάλε‐
15σεν ἄγγελος τοῦ Θεοῦ τὴν Ἄγαρ ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν αὐτῇ· Τί ἐστιν, Ἄγαρ; μὴ φοβοῦ· ἐπακήκοε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου σου ἐκ τοῦ τόπου οὗ ἔστιν. Ἀνάστηθι καὶ λάβε τὸ παιδίον, καὶ κράτη‐ σον τῇ χειρί σου αὐτό. Καὶ ἀνέῳξεν ὁ Θεὸς τοὺς
20ὀφθαλμοὺς αὐτῆς, καὶ εἶδε φρέαρ ὕδατος ζῶντος, καὶ ἐπορεύθη, καὶ ἔπλησε τὸν ἀσκὸν ὕδατος, καὶ ἐπότισε τὸ παιδίον. Καὶ ἦν ὁ Θεὸς μετὰ τοῦ παιδίου, καὶ ηὐξήθη.» Ὁ μὲν γὰρ θεσπέσιος Ἀβραὰμ, τοῖς τῆς φιλοπαιδίας ἡττώμενος νόμοις, μετεποιεῖτο τοῦ Ἰσμαήλ. Ἐπειδὴ δὲ τὸ θεῖον αὐτὸν ἐκάλει χρησμῴδημα πρός γε τὸ χρῆναι μόνῳ προσκεῖσθαι τῷ Ἰσαὰκ ὡς ἐπ’ αὐτῷ γενομένης τῆς ἐπαγγελίας, ἠφίει τὴν Ἄγαρ, καὶ ὁμοῦ τῷ βρέφει τῆς δεσποτικῆς ἑστίας
25ἀπαίρειν ἐκέλευε, τοῦ κατὰ Χριστὸν μυστηρίου τὸν τύπον τοῦ νόμου προαναφαίνοντος. ϛʹ. Καὶ δὴ καὶ λέγωμεν ἀνακομίζοντες ἀναγκαίως εἰς τὸ ἐν ἀρχαῖς τὸν λόγον. Εὐσυνοπτότατα γὰρ ὡδὶ καταθεῷτό τις ἂν, ὅτι πρεσβύτερα τῶν ἐν νόμῳ τὰ διὰ Χριστοῦ· καὶ τῆς ἐν σαρκὶ περιτομῆς, ἡ ἐν πί‐
30στει δικαίωσις, ἀρχαιοτέραν ἔχει τὴν προανάδειξιν. Σημεῖον γὰρ δέδοται τῷ Ἀβραὰμ ἡ περιτομὴ, τῆς ἐν ἀκροβυστίᾳ πίστεως, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνήν. Δεδυσφόρηκε τοίνυν ὁ μακάριος Ἀβραὰμ, ὅτι μὴ τέκνου γέγονεν ἐλευθέρου πατήρ.
35Καὶ τὸν ἐκ τῆς Αἰγυπτίας ἔχων υἱὸν, φημὶ δὴ τῆς Ἄγαρ, ἀθυμώτατα διετέλει, ἐν ἴσῳ τῆς ἀπαιδίας τιθεὶς σπέρμα τὸ νόθον καὶ οὐκ ἐλεύθερον. Ἐπειδὴ δὲ τὰς ἐπαγγελίας ἐδέχετο τὰς ἐπί γε τῷ γνησίῳ παιδὶ, φημὶ δὴ τῷ Ἰσαὰκ, ἤκουέ τε σαφῶς, ὡς
40ἔσται πατὴρ ἐν αὐτῷ μυρίων τε ὅσων καὶ ἀναριθμή‐ των ἐθνῶν, ἐδικαιοῦτο πιστεύων. Ὅτι δὲ καὶ ἐν κατασχέσει γενήσεται τῆς ἐπιδειχθείσης αὐτῷ παρὰ Θεοῦ γῆς, «Σοὶ γὰρ, ἔφασκε, δώσω τὴν γῆν ταύτην» πληροφορεῖσθαι παρεκάλει λέγων· «Δέσποτα, κατὰ τί
45γνώσομαι τοῦτο, ὅτι κληρονομήσω αὐτήν;» Ταύτῃ‐ τοι Θεὸς λαμβάνειν ἐκέλευε τὰ διχοτομήματα, δάμα‐ λιν τριετίζουσαν, αἶγά τε ὁμοῦ, καὶ μὴν καὶ κριὸν, τρυγόνα τε καὶ περιστεράν. Καὶ τὰ μὲν τετράποδα τῶν ζώων δεδιχοτόμηκεν Ἀβραὰμ, ἀντιπρόσωπα

69

.

124

(50)

δὲ ἀλλήλοις, τουτέστι, στοιχηδὸν συνετίθει. Τὰ δὲ ὄρνεα οὐ διεῖλεν. Ἐπεσόβει δὲ καὶ τὰ καταφθείρειν ἐθέλοντα τῶν πτηνῶν. Ἡλίου δὲ ἤδη πρὸς αὐταῖς καταίροντος ταῖς εἰς ἑσπέραν ἐσχατιαῖς, ἐν εἴδει πυρὸς διέθει τὰ διχοτομήματα Θεός. Ποῖον οὖν ἄρα λόγον ἐφαρμόσαιμεν ἂν τοῖς τοιοῖσδε πνευματικὸν,
55ἐροῦμεν ὡς ἔνι. ζʹ. Γέγονε μὲν γὰρ πρῶτος ὥσπερ υἱὸς τῷ τῶν
ὅλων Θεῷ ὁ κατὰ σάρκα Ἰσραήλ. «Υἱὸς γὰρ, φησὶ,123

69

.

125

πρωτότοκός μου Ἰσραήλ·» πλὴν ὡς ἐκ δούλης καὶ ἐξ Αἰγύπτου λελυτρωμένος. Ἀλλ’ ἐν τέκνοις αὐτὸν οὐκ ἠξίου Θεὸς καταλογίζεσθαί ποθεν (ἡ φιλελεύθερος γὰρ καὶ φιλογνησία φύσις)· ἐζήτει δὲ μᾶλλον τὸν
5ἁνδάνοντα λαὸν, τουτέστι, τὸν διὰ πίστεως τῆς ἐν Χριστῷ κατ’ ἐπαγγελίαν, ἐν ᾧ καὶ πατέρες γεγόνασι πολλῶν ἐθνῶν, οἱ ἀμφὶ τὸν θεσπέσιον Ἀβραάμ. Κε‐ κληρονομήκασι γὰρ τὴν ἐπὶ τῷδε δόξαν, οὐκ ἐν τῷ κατὰ σάρκα Ἰσραὴλ, ἀλλ’ ἐν τοῖς ἐξ ἐθνῶν διὰ πί‐
10στεως ἀνασεσωσμένοις. Καὶ μαρτυρήσει γράφων ὁ Παῦλος. Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ εἰς τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου, ἀλλὰ διὰ δι‐ καιοσύνης πίστεως. Ἐπιγραφόμεθα γὰρ πατέρα τὸν Ἀβραὰμ, οἱ ἐν ἀκροβυστίᾳ πιστεύσαντες, καὶ
15καθ’ ὁμοιότητα τὴν αὐτοῦ παρὰ Θεοῦ δικαιούμενοι. Σαφηνιεῖ δὲ σφόδρα τὸ θεῖον ἡμῖν μυστήριον νομο‐ μαθὴς ὢν ὁ Παῦλος. Ἐπιστέλλει γὰρ ὡδὶ μετὰ τὴν ἐν Χριστῷ τελείωσιν, ἀνόπιν ὥσπερ ἰοῦσι Γαλάταις ἐπιτιμῶν· «Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι,
20τὸν νόμον οὐκ ἀκούετε; Γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης, κατὰ σάρκα γεγένηται· ὁ δὲ ἐκ τῆς ἐλευθέρας, δι’ ἐπαγ‐ γελίας. Ἅτινά ἐστιν ἀλληγορούμενα. Αὗται γάρ
25εἰσιν αἱ δύο διαθῆκαι· μία μὲν, ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ. Τὸ γὰρ Σινᾶ, ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ· συστοιχεῖ δὲ τῇ νῦν Ἱε‐ ρουσαλὴμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς. Ἡ δὲ ἄνω Ἱερουσαλὴμ, ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ
30ἡμῶν. Γέγραπται γάρ· Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἡμεῖς δὲ, ἀδελφοὶ, κατὰ Ἰσαὰκ ἐπαγ‐ γελίας τέκνα ἐσμέν. Ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα
35γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν. Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Ἡμεῖς δὲ, ἀδελφοὶ, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευ‐
40θέρας, τῇ ἐλευθερίᾳ ᾗ ἡμᾶς Χριστὸς ἠλευθέρωσε. Στήκετε οὖν, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.» Συνίης οὖν, ὅπως τῶν δύο διαθηκῶν φησιν ἐναργῶς εἰκόνας, Ἄγαρ τε καὶ Σάῤῥαν. Καὶ παρεικάζει μὲν τὸ θεραπαινίδιον τῇ τῶν Ἰουδαίων μητρὶ, τουτέστι,
45τῇ ἐπὶ γῆς Ἱερουσαλὴμ, ἐπεί τοι δουλείας ὑπέστρω‐ ται νόμοις, καὶ οὐκ ἐλευθέρῳ διαπρέπει πνεύματι. Τὴν δέ γε πρώτην καὶ ἐλευθέραν, φημὶ δὴ τὴν Σάῤ‐ ῥαν, ἣ καὶ ἄρχουσα ταύτῃτοι καὶ ἑρμηνεύεται, τῆς ὑψοῦ τε καὶ ἄνω φησὶν Ἱερουσαλὴμ ἀνῆφθαι τοὺς

69

.

125

(50)

τύπους, γεγενῆσθαί τε μητέρα διαβεβαιοῦται σαφῶς τῶν ἐν πίστει δεδικαιωμένων, καὶ ἐξ ἐπαγγελίας Θεοῦ κεκλημένων, εἰς τὸ εἶναι τέκνα τοῦ Ἀβραάμ. «Ἡμεῖς γὰρ,» φησὶ, «κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν.» Ἠλευθερώμεθα γὰρ ἐν Χριστῷ, δι’
55οὗ καὶ ἐν ᾧ τὸ θεῖον καὶ ἄνωθεν καταπλουτοῦντες πνεῦμα, κατατετάγμεθα μὲν ἐν τέκνοις Θεοῦ, Κρά‐
ζομεν δὲ, Ἀββᾶ ὁ Πατὴρ, καὶ κληρονόμοι γεγόναμεν125

69

.

128

τῶν ἐπηγγελμένων τοῖς ἁγίοις ἀγαθῶν, μονονουχὶ καὶ ὀμωμοκότος καθ’ ἑαυτοῦ τοῦ Θεοῦ. Παρελήφθη γὰρ ὡς ἐν ὅρκῳ τοῦ Πατρὸς ὁ υἱὸς, ἤτοι τὸ ἐπ’ αὐτῷ μυστήριον. Ἔθος γὰρ ὀμνύναι τῷ Πατρὶ ὡς κατὰ
5ἰδίας δυνάμεως τοῦ Υἱοῦ, καὶ τοῦτό ἐστι τὸ ὀμνύναι καθ’ ἑαυτοῦ. Ἐπείπερ οὐχ ἕτερος παρ’ αὐτὸν ὁ Υἱὸς, κατά γε, φημὶ, τῆς οὐσίας τὸν λόγον, καὶ τὸ ταυτὸν τῆς θεότητος. Καὶ γοῦν ὁ θεσπέσιος Μωσῆς ὅτε δέδειχεν ἡμῖν ὀμνύντα Θεὸν, παρακεκόμικε λέ‐
10γοντα καὶ μάλα σαφῶς, ὅτι «Ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου.» Δεξιὰ γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱὸς, δι’ ἧς τῶν ὅλων κατακρατεῖ, καὶ οἱονεὶ τοῦ παντὸς καταδράσσεται, καὶ θεοπρεπῶς ἐργάζεται καλῶν τὰ οὐκ ὄντα πρὸς
15γένεσιν, καὶ τοῖς ἤδη γεγονόσι, τὸ εὖ εἶναι διανέ‐ μων. Οὐκοῦν ὡς ἐν ὅρκου χρείᾳ βεβαιοῦντος εἰς πίστιν τῆς ἐπαγγελίας τοὺς κληρονόμους, τὸ τοῦ Σωτῆρος ἡμῶν παρελήφθη μυστήριον. Καὶ ἀνετυ‐ ποῦτο δὴ μᾶλλον ὡς ἐν δαμάλει Χριστὸς, καὶ μὴν καὶ
20αἰγὶ, καὶ κριῷ, καὶ ὡς ἐν δυοῖν στρουθίοιν, τρυγόνι τε, φημὶ, καὶ περιστερᾷ. Καὶ τίς ἂν ὁ τούτου νοοῖτο λόγος, κατὰ τὸ ἐγχωροῦν ἀφηγήσομαι. ηʹ. Ποτὲ μὲν γὰρ διὰ τὸ ἄγαν εὐσθενὲς καὶ ἀκατα‐ γώνιστον εἰς ἀλκὴν, δῆλον δὲ ὅτι τὴν θεοπρεπῆ,
25μόσχῳ παρεικάζεται. Ποτὲ δὲ αὖ, διὰ τὸ ἀνθρώπι‐ νον, καὶ ἐπεί τοι γέγονεν ὑπὸ νόμον, δάμαλις ὀνο‐ μάζεται. Κατόπιν γάρ πως ἀεὶ καὶ ἐν μείοσι τὸ θῆλυ τοῦ ἄῤῥενος ὡς ἡγουμένου καὶ προὔχοντος. Ἁπάσης μὲν γὰρ ἐπέκεινα κτίσεως ὁ Υἱὸς, καὶ
30ἀσυγκρίτοις ὑπεροχαῖς τὴν τῶν γενητῶν ὑπερφέρει φύσιν τε καὶ δόξαν, ῥίζαν ἔχων τὴν ἀνωτάτην, τὸν τῶν ὅλων Πατέρα φημὶ δὴ καὶ Θεόν. Ἐπειδὴ δὲ πέφυκε καθ’ ἡμᾶς, κεχρημάτικεν ὑπὸ νόμον ὡς ἡγού‐ μενον. Τοιγάρτοι καὶ ἔφασκεν· «Οὐκ ἦλθον καταλῦσαι
35τὸν νόμον, ἀλλὰ πληρῶσαι.» Ἀναθήσομεν δὲ καὶ τοῦτο τοῖς τῆς κενώσεως μέτροις, ὀρθὰ φρονεῖν ᾑρη‐ μένοι. Διὰ τοῦτο δάμαλις ὁ Χριστὸς, τὸ τοῦ νόμου πρόσωπον ἀναπληροῦντος Μωσέως, ἤτοι τοῦ κατ’ αὐτὸν ὁρισθέντος νόμου. Ἀφομοιοῦται δὲ καὶ αἰγί.
40Διὰ ποίαν αἰτίαν; Προσκεκόμικε γὰρ ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς. Χίμαρος δὲ τὸ ὑπὲρ ἁμαρτίας θῦμα κατὰ τὸν νόμον. Παραβάλ‐ λεται δὲ καὶ κριῷ, διὰ τὸ τῶν λογικῶν ἡγεῖσθαι ποι‐ μνίων. Εἷς γὰρ ἡμῶν ἐστι καθηγητὴς ὁ Χριστός.
45Καὶ ἡμεῖς μὲν λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χει‐ ρὸς αὐτοῦ, κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ ὡμοιώ‐ θη κατὰ πάντα τοῖς ἀδελφοῖς, τουτέστιν ἡμῖν, καθεὶς ἑαυτὸν εἰς κένωσιν, γράφεται μὲν ἐν κριῷ, νοεῖταί γε μὴν ἡγούμενος. Κριοὶ γὰρ ἀεὶ τῆς ἀγέλης οἱ

69

.

128

(50)

προὔχοντες. Ὁ αὐτὸς οὖν ἄρα καὶ δάμαλις, διά τοι τὸ ὑπὸ νόμον, καὶ μὴν καὶ ὡς αἲξ, σφάγιον ὑπὲρ ἁμαρτίας. Καὶ προσέτι κριὸς, ὡς ἡγούμενος. Οὗ τοῖς ἴχνεσιν ἕπεσθαι δεῖν ᾑρημένοι, καὶ διασπεύδον‐ τες, «Ἐν νομῇ ἀγαθῇ, καὶ ἐν τόπῳ πίονι,» κατὰ
55τὴν τοῦ προφήτου φωνὴν, ἐσόμεθα, καὶ ἐν αὐλαῖς ἱεραῖς καταλύσομεν. Ἐνοικιεῖ γὰρ ἡμᾶς ταῖς ἄνω
μοναῖς, αὐτὸς ὢν καὶ κριὸς καὶ ἀρχιποίμην, καὶ ὡς127

69

.

129

εἷς ἐξ ἡμῶν ὑπὸ νόμον, καὶ ὑπὲρ νόμον, ὡς Θεὸς αὐτὸς ἡ πᾶσα δικαίωσις, εἰ καὶ «Ἐν τοῖς ἀνόμοις ἐλογίσθη,» καὶ τὴν δι’ ἡμᾶς ὑπέμεινε σφαγήν. Μορ‐ φοῦται δὲ αὖ καὶ ὡς ἐν τρυγόνι καὶ περιστερᾷ. Αὐ‐
5τὸς γὰρ ἡ μόνη νοητὴ καὶ λαλιστάτη τρυγὼν, τὸ εὔστομον ἀληθῶς στρουθίον, ὁ ἐξ οὐρανοῦ καὶ ἄνω‐ θεν, ὃς τοῖς εὐαγγελικοῖς κηρύγμασι κατεκήλησε τὴν ὑπ’ οὐρανόν· ᾧ καὶ αὐτὴ προσπεφώνηκεν ἡ νύμφη, τουτέστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία· «Δεῖξόν
10μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν μοι τὴν φωνήν σου· ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.» Ὁ αὐτὸς ἡ ἁπλῆ καὶ ἀκάκουργος καὶ δόλον οὐκ ἔχουσα περιστερά. Οὐ γὰρ εὐρέθη «δόλος ἐν τῷ στόματι αὐτοῦ,» κατὰ τὸ γεγραμμένον. Τριετίζουσα δὲ
15δάμαλις, καὶ μὴν καὶ τὰ ἕτερα τῶν κτηνῶν. Παν‐ τέλειος γὰρ ὁ Κύριος. Τῆς τῶν κτηνῶν ἡλικίας τὸ ὡς ἐν Θεότητι τέλειον τοῦ Μονογενοῦς ὑποφαινούσης ἀστείως. Καὶ διαπτύσσεται μὲν τὰ κτήνη· δεδιχοτό‐ μηνται γάρ. Μεμένηκε δὲ τῶν στρουθίων ἀδιχοτόμη‐
20τος ἡ δυάς. Καὶ τίς ὁ λόγος; Ἧ μὲν γὰρ γέγονε σὰρξ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οἱονεί πως δεδι‐ χοτόμηται, καὶ εἰς θεωρίαν εὐρύνεται τὴν διπλῆν ὁ ἐπ’ αὐτῷ λόγος. Ὁτὲ μὲν γὰρ, τὴν ὡς ἐκ Πατρὸς αὐτοῦ θείαν καὶ ἀπόῤῥητον νοοῦμεν γέννησιν· ὁτὲ
25δὲ αὖ, τὸ τῆς ἐνανθρωπήσεως λαλοῦμεν μυστήριον, τὸ βαθὺ τῆς οἰκονομίας μονονουχὶ διαπτύσσοντες καὶ ἁπλοῦντες εἰς εἴδησιν τοῖς οὐκ εἰδόσιν αὐτό. Ἀλλ’ εἰ καὶ γέγονε διττὸς οἱονεί πως ὁ ἐπ’ αὐτῷ λόγος, ἀλλ’ εἷς που πάντως καὶ ὁ αὐτὸς, οὐ διαιρού‐
30μενος εἰς δύο, μετὰ τὴν πρὸς σάρκα σύνοδον. Οὔτε μὴν εἰς υἱῶν δυάδα τεμνόμενος· εἷς γὰρ καὶ ἀμέρι‐ στος ὁ Χριστός. Τύπος δ’ ἂν γένοιτο καὶ τοῦδε σα‐ φὴς, τὸ ἀδιάτμητον τῶν στρουθίων· «Τὰ γὰρ ὄρ‐ νεα, φησὶν, οὐ διεῖλε.» Καὶ ἐσημαίνετο μὲν
35ὡς ἀπὸ τῆς γῆς διὰ τὸ ἀνθρώπινον, ὡς ἔν γε τῷ μόσχῳ, καὶ μὴν καὶ αἰγὶ καὶ κριῷ. Νοεῖται δὲ πάλιν ὡς ἐξ οὐρανοῦ καὶ ἄνωθεν, διά τοι τὸ εἶναι ὁ Θεὸς διὰ τῶν στρουθίων. Ὅτι δὲ καίτοι τὴν ὑπὲρ ἡμῶν ἑκούσιον ὑπομείναντος σφαγὴν, «Ἡ σὰρξ αὐτοῦ οὐκ
40εἶδε,» κατὰ τὸ γεγραμμένον, «διαφθοράν·» καὶ ὅτι κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, «Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν.» Παραδείξειεν ἂν καὶ μάλα σαφῶς ὡς ἐν τύπῳ δὴ πάλιν ὁ θεσπέσιος Ἀβραὰμ, τὰ κατα‐
45φθείρειν ἐθέλοντα τῶν πτηνῶν, ἀφιστὰς τῶν διχοτο‐ μημάτων. Προαπαγγελθείσης δὲ τῷ Ἀβραὰμ τῆς ἐσομένης κατὰ καιροὺς ἐν Αἰγύπτῳ πλεονεξίας κατὰ τῶν ἐξ αἵματος αὐτοῦ, τουτέστι, τοῦ Ἰσραὴλ καὶ τῆς παραδόξου λυτρώσεως, «Περὶ τὰς ἡλίου, φησὶ,

69

.

129

(50)

δυσμὰς κλίβανος πυρὸς καπνιζόμενος, καὶ λαμπάδες πυρὸς, διὰ μέσων ᾔεσαν τῶν διχοτομημάτων.» Προ‐ ανέτειλε μὸν γὰρ τῶν ἐξ ἐπαγγελίας ὁ διὰ Μωσέως νόμος, δουλείας τε πέρι τῶν ἐξ Ἰσραὴλ, καὶ μὴν καὶ λυτρώσεως, μακρὰ τοῖς ἀκροωμένοις εἰσφέρων
55τὰ διηγήματα. Ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς, καὶ οἱονεὶ πρὸς ἑσπέραν, «Γέγονε σὰρξ ὁ Λόγος.»
Εἴη γὰρ, οἶμαι, τουτὶ, καὶ ἕτερον οὐδὲν, τὸ, ὡς ἐν εἴδει129

69

.

132

πυρὸς τὴν θείαν τε καὶ ἀπόῤῥητον φύσιν, ἐπ’ αὐτὰ διᾴττειν τὰ διχοτομήματα. Ἀλλ’ «Ἦν, φησὶ, φλὸξ πυρὸς, καὶ κλίβανος πυρὸς, καὶ λαμπάδες πυρός.» Γέγονε γὰρ ἀληθῶς τὸ σεπτὸν τῆς ἐνανθρωπήσεως
5μυστήριον, τοῖς μὲν ἀπειθεῖν ᾑρημένοις καὶ ἀπονε‐ νευκόσι πρὸς τὸ ἐξήνιον, κλίβανός τε καὶ φλὸξ, καὶ ἡ πασῶν ἀφόρητος καὶ ἐσχάτη δίκη. Καὶ γοῦν περὶ τῶν ἐξ Ἰσραὴλ, οἳ τὸ Χριστοῦ μυστήριον ἀσυνέτως περιυβρίζοντες κακόνοοί τε καὶ ἀλαζόνες ἡλίσκοντο,
10φησὶν ὁ Δαβὶδ πρὸς τὸν τῶν ὅλων Πατέρα καὶ Θεόν· «Θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς, εἰς καιρὸν τοῦ προσώπου σου· Κύριε, ἐν τῇ ὀργῇ σου συνταράξεις αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς πῦρ.» Καιρὸς δὲ προσώπου τοῦ Πατρὸς, ὁ τῆς ἐνανθρωπήσεως
15νοοῖτο ἂν εἰκότως· εἴπερ ἐστὶ καὶ πρόσωπον καὶ εἰκὼν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱός. Οὐκοῦν φλὸξ ἀγρία καὶ κλίβανος, τοῖς ἀπωθεῖν ἐθέλουσι τῆς ἐναν‐ θρωπήσεως τοῦ Μονογενοῦς τὸ μυστήριον. Τοῖς γε μὴν ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ, καθὰ γέ‐
20γραπται, «Λαμπὰς ἐν σκότῳ φωτίζουσα,» καὶ τῆς διαβολικῆς ἀχλύος τὸ πάχος ἀπολεπτύνουσα, καὶ τοῖς διὰ μέσον προσπταίειν σκανδάλοις τὴν τῶν σεβο‐ μένων αὐτὸν οὐκ ἐφιεῖσα πληθύν. Οὕτως ἡμῖν ὠνό‐ μαζε τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ, καὶ διὰ φωνῆς
25Ἡσαΐου, λέγων· «Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου. Τὸ δὲ σωτήριόν μου, ὡς λαμπάδες καυθήσεται.» Σωτήριον γὰρ καὶ δικαιοσύνη παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς ἡμᾶς γέγονεν ὁ Υἱός· εἴπερ ἐστὶν ἀληθὲς ὡς ἐν αὐτῷ δικαιούμεθα, καὶ τὸν πάλαι καθ’ ἡμῶν τυραννήσαντα νικῶντες θάνατον,
30παλινδρομοῦμεν εἰς ἀφθαρσίαν, καὶ εἰς ὅπερ ἦν ἐν ἀρχαῖς ἡ φύσις ἀναμορφούμεθα. θʹ. Ὅτι δὲ ἦν ἀναγκαῖον πεφηνότος ἤδη τοῦ Ἐμ‐ μανουὴλ, καὶ τοῦ κατ’ αὐτὸν μυστηρίου παραδει‐ χθέντος ἐν κόσμῳ, τῆς Μωσαϊκῆς λατρείας τοὺς τύ‐ πους τοῖς εὐαγγελικοῖς παιδεύμασιν ὑποφέρεσθαι,
35καὶ ὑπείκειν ὥσπερ ταῖς ἀμείνοσι καὶ τελεωτέραις ἐντολαῖς, ἐσκιαγραφεῖτο πάλιν ὡς ἐν τύπῳ τὸ χρῆμα παχεῖ. Καὶ τίς δὴ οὗτος, ἐρῶ. Ἐπειδὴ γὰρ οὐκ ἔτικτε μὲν ἡ Σάῤῥα, κεκυοφόρηκε δὲ τὸν Ἰσμαὴλ ἡ Ἄγαρ, ὀφρὺν ἀνατείνουσα κατὰ τῆς ἐλευθέρας ἐφω‐
40ρᾶτο λοιπόν. Σάῤῥα δὲ οὐκ ὀϊστὴν ἐποιεῖτο τὴν ὑπερ‐ οψίαν, καὶ δὴ καὶ ἐκάκου τὴν Αἰγυπτίαν. Ἡ δὲ τῆς ἑστίας ἀπέδρα, καὶ ἐπλανᾶτο κατὰ τὴν ἔρημον. Ἤρετο δὲ αὐτὴν ἄγγελος ἐξ οὐρανοῦ, ὅποι τε ἴοι καὶ ὅθεν ἵκοι πάλιν. Ἡ δὲ πρὸς ταῦτά φησιν· «Ἀπὸ
45προσώπου Σάῤῥας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω.» Τί οὖν ὁ θεσπέσιος ἄγγελος; «Ἀποστράφηθι, φησὶ, πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖ‐ ρας αὐτῆς.» Προανεδείχθη μὲν γὰρ ὠδίνουσα τὸν Ἰσραὴλ ἡ κατὰ νόμον λατρεία. Οἰκέτις δὲ οὖσα

69

.

132

(50)

(πνεῦμα γὰρ ἐλεύθερον οὐκ ἦν ἐν αὐτῇ), μονονουχὶ προεκυοφόρησε τῆς νέας καὶ εὐαγγελικῆς παιδεύ‐ σεως τὸν ἐξ Αἰγύπτου λαόν. Τοιγάρτοι καὶ πεφρό‐ νηκε μέγα, καὶ ἐδίωκε τοὺς ἐν Χριστῷ, καὶ κατὰ τῶν εὐαγγελικῶν θεσπισμάτων ὑψηλὴν αἴρουσα τὴν
55ὀφρὺν, πολυτρόπως ἡλίσκετο. Ἐπετίμα γὰρ τοῖς ἁγίοις ἀποστόλοις ἡ τῶν Ἰουδαίων Συναγωγὴ, διαῤ‐
ῥήδην λέγουσα· «Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν, μὴ131

69

.

133

διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ ἐπληρώσατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν.» Ὁρᾷς ὅπως κατ‐ επαίρεται τῆς Σάῤῥας ἡ Αἰγυπτία, καὶ καταθρασύνεται τῆς ἐλευθέρας τὸ θεραπαινίδιον. Ἀλλ’ ἐνικᾶτο τῷ χρό‐
5νῳ, καὶ ἀποδιδράσκει τρόπον τινὰ τιμῶσα τὸ ἐξήνιον, προστάττεται δὲ δι’ ἀγγέλου φωνῆς, μὴ παραιτεῖσθαι τὴν ἐλευθέραν, τουτέστι, τὴν εἰς ἐλεύθερον ἀξίωμα καλοῦσαν παίδευσιν, ταπεινοῦσθαι δὲ μᾶλλον ὑπὸ τὰς χεῖρας αὐτῆς. Ἡ γὰρ διὰ νόμου λατρεία, διὰ
10σχημάτων ἰοῦσα καὶ τύπων, δουλεύει τρόπον τινὰ τοῖς εὐαγγελικοῖς παιδεύμασιν, ἀμυδρὸν τῆς ἀλη‐ θείας τὸ κάλλος ἐφ’ ἑαυτῇ δεικνύουσα. Δι’ ἀγγέ‐ λων τοίνυν ὁ πάλαι διὰ Μωσέως ὡρίζετο νόμος, καὶ διὰ φωνῆς ἀγγέλου τοῖς διὰ Χριστοῦ θεσπίσμασιν
15ὑποφέρειν ὥσπερ προστάσσεται τὸν αὐχένα, καὶ ὑποκλίνεσθαι τῇ ἐλευθέρᾳ, καὶ οὐχ ἑκοῦσα παραχω‐ ρεῖν. Τοῦτο γὰρ, οἶμαι, νοητῶς ἐστι τὸ, ὑπὸ χεῖρα τῆς Σάῤῥας γενέσθαι τὴν Ἄγαρ. Μεμνῆσθαι δὲ ἀναγκαῖον, ὡς διαθηκῶν δυάδα τέθεικεν αὐτὰς καὶ ὁ
20θεσπέσιος Παῦλος, τὴν μὲν εἰς δουλείαν γεννῶσαν, σύστοιχόν τε τῇ νῦν Ἱερουσαλήμ· τὴν δὲ εἰς ἐλευθε‐ ρίας ἀξίωμα, φημὶ δὴ τὴν Σάῤῥαν. Ὅτι δὲ πεφηνότος ἤδη Χριστοῦ συνανατελεῖ δὴ πάντως τῆς ἐν πνεύματι περιτομῆς ὁ καιρὸς, ἐδιδάσκετο σαφῶς ὁ μακάριος
25Ἀβραάμ. Ἐθεσμοθέτει γὰρ ὁ Θεὸς, τὸ χρῆναι πλη‐ ροῦν τὴν περιτομὴν, διὰ σαρκικῶν, οἶμαι, παραδειγ‐ μάτων προαναφαίνων τὰ νοητά. «Περιτμηθήσεται γάρ σου, φησὶ, πᾶν ἀρσενικόν.» Καὶ ταῖς εἰς τοῦτο ῥᾳστώναις ὄλεθρον καὶ ἀπώλειαν ἐπεμέτρει τὴν δί‐
30κην· ἔφη γὰρ, ὅτι καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ πε‐ ριτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασεν. Ὁρᾷς ὅτι τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ περιτομῆς
35τύπος ὥσπερ τις ἐν σαρκὶ προεδείκνυτο. Πράττεται γὰρ τῇ ὀγδόῃ, καθ’ ἣν ἐκ νεκρῶν ἀνεβίω Χριστός. Καὶ καιρὸς ἦν ἤδη τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος, καὶ τὴν ἐν αὐτῷ δέχεσθαι περιτομὴν, οὐ σάρκα λυ‐ ποῦντος, ἀλλὰ πνεῦμα καθαίροντος· οὐ σωματικῶν
40ἀπαλλάττοντος ῥύπων, ἀλλὰ ψυχικῶν ἡμᾶς νοσημά‐ των ἀπολύοντος. Ὅτε γὰρ ἀνεβίω Χριστὸς, καταλύ‐ σας τοῦ θανάτου τὸ κράτος, τότε δὴ, τότε καὶ ἀπαρχὴν ὥσπερ τινὰ τοῦ ἁγίου Πνεύματος τοῖς ἁγίοις ἐνέθηκε μαθηταῖς. Ἐνεφύσησε γὰρ, φησὶν, εἰς αὐτοὺς λέγων·
45«Λάβετε Πνεῦμα ἅγιον.» Συλλήψεται δὲ τῷ λόγῳ καὶ ὁ σοφώτατος Ἰωάννης, λέγων· «Οὐδέπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.» Δεδό‐ ξασται μὲν γὰρ, ἐγηγερμένος ἐκ νεκρῶν, κατὰ τὴν ὀγδόην. Τοιγάρτοι καὶ εἰς ἡμᾶς ἠνέχθη τὸ πνεῦμα,

69

.

133

(50)

καὶ ἐν αὐτῷ περιτετμήμεθα περιτομῇ ἀχειροποιήτῳ καὶ νοητῇ. Ἁνδάνει γὰρ οὗτος Θεῷ τῆς περιτομῆς ὁ τρόπος. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ὧδέ πή φησιν· «Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν. οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ
55γράμματι. Οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ.» ιʹ. Ἀπρακτούσης δὲ ὅτι τῆς ἐν νόμῳ λατρείας, καὶ
κατακρατούσης ἤδη τῆς νέας καὶ ἐν Χριστῷ, καὶ τῶν133

69

.

136

ἐν πίστει λαῶν ἀναδεδειγμένων, οἳ καὶ ἐν τοῖς τῆς ἐλευθέρας τέθεινται τέκνοις τὸ δουλοπρεπὲς οὐκ ἔχοντες πνεῦμα (διακεκράγασι γάρ· Ἀββᾶ, ὁ Πατὴρ), καιρὸς ἦν ἤδη, τὴν τῶν Ἰουδαίων ἀποπέμπεσθαι
5συναυλίαν καὶ Συναγωγὴν, καὶ ἀπόκληρον ὥσπερ τῆς ἐπαγγελίας τὸν ἐξ αὐτῆς γενέσθαι λαόν. Καὶ μὴν ὅτι καὶ ἐπιστρέψει κατὰ καιροὺς, καὶ ἔσται δεκτὴ, τεύ‐ ξεται δὲ καὶ τῆς ἄνωθεν καὶ παρὰ Πατρὸς ἡμερότητος, τὸν τῶν ὄλων Σωτῆρα καὶ Λυτρωτὴν ἐπιγινώσκουσα,
10σημαίνει δὴ πάλιν τὸ Γράμμα τὸ ἱερόν. Ἔπαιζον μὲν γὰρ ἀλλήλοιν ἐπιθρώσκοντα τὰ μειράκια, Ἰσαὰκ δηλονότι, καὶ μέντοι καὶ Ἰσμαήλ. Δίωξις δὲ, οἶμαί που, τῆς παιδιᾶς ἦν ὁ τρόπος· καὶ εἴπετο μὲν διώκων ὁ Ἰσμαὴλ, κατεφωρᾶτο δὲ φεύγων ὁ Ἰσαάκ. Ἀλλ’
15ἠγανάκτει πρὸς τοῦτο τῆς ἐλευθέρας ὁ νοῦς, φημὶ δὴ τῆς Σάῤῥας. Καὶ δὴ καὶ ἔφασκε πρὸς τὸν θεσπέσιον Ἀβραάμ· «Ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παι‐ δίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ.» Καὶ οὐκ
20ἀτάραχος μὲν ὁ λόγος ἦν ἐν ὠσὶν Ἀβραάμ. Ἤκουσε δὲ παρὰ Θεοῦ, τὸ χρῆναι τοῖς τῆς Σάῤῥας καταπεί‐ θεσθαι λόγοις. Καὶ δὴ καὶ ἄρτοις καὶ ὕδασι τὴν Ἄγαρ ἐφοδιάσας, ὁμοῦ τῷ παιδὶ τῆς δεσποτικῆς ἑστίας ἀπελθεῖν ἐκέλευεν. Ἡ δὲ ᾤχετο μὲν ἀλύουσα καὶ
25δεδακρυμένη· πλὴν ἐπλανᾶτο κατὰ τὴν ἔρημον. Κιν‐ δυνεύοντος δὲ τοῦ παιδίου καὶ κατοιμώζοντος, «Διήνοιξε, φησὶν, ὁ Θεὸς τοὺς ὀφθαλμοὺς τῆς Ἄγαρ, καὶ εἶδε πηγὴν ὕδατος ζῶντος, καὶ ἐπότισεν αὐτό.» Ἄθρει δὴ οὖν ὅπως πρὸς τὴν τοῦ μυστηρίου γνῶσιν
30οὐκ ἀσυντελὲς οὐδὲ αὐτό που τάχα τῶν νηπίων τὸ ἄθυρμα. Ἐδίωκε μὲν γὰρ ὁ Ἰσμαὴλ τὸν Ἰσαάκ. Ἀλλ’ ὅτι διώξει κατὰ καιροὺς ὁ ἐκ τῆς θεραπαίνης, τουτέστιν, ὁ Ἰσμαὴλ, τὸν ἐκ τῆς ἐλευθέρας, ἤγουν τὸν ἐν πίστει καὶ ἐν Χριστῷ λαὸν, διεσάφει λέγων ὁ
35μακάριος Παῦλος, ἐπί τε τοῦ Ἰσμαὴλ καὶ τοῦ Ἰσαὰκ οὕτω λέγων· «Ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα γεν‐ νηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτω καὶ νῦν.» Ἐπειδὴ δὲ πεπολέμηκε τοῖς ἐξ ἐλευθέρας ὁ Ἰσμαὴλ, ἐκπέμπεται λοιπὸν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, στυ‐
40γνὸν καὶ ἀλιπαρὲς ἐφόδιον ἔχουσα, ἄρτον τε καὶ ὕδωρ. Τουτέστιν, ἐπιμετρηθέντα τρόπον τινὰ γνώσεώς τε καὶ εὐσεβείας λόγον, δι’ ὧν ἦν εἰκὸς οὐκ εἰσάπαν οἰχήσεσθαι πρὸς τὸ ἐκτεθνάναι δεῖν. Ἔφη γάρ που Θεὸς, λείψανον ὥσπερ τι καὶ σπέρμα βραχὺ τῆς κατὰ
45νόμον ἐπιεικείας καταλελοιπὼς ἐν τῷ Ἰσραήλ· «Καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις, οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ.» Μικρὸν δέ φησιν ἁγίασμα γενήσεσθαι τοῖς ἐξ Ἰσραὴλ, μετά γε τὴν ἐν τοῖς ἔθνεσι διασποράν, διά τοι τὸ μὴ ἄγαν τῶν Ἰουδαίων

69

.

136

(50)

εὐσθενὲς εἰς τὸ δύνασθαι, φημὶ, κἂν γοῦν τὸν διὰ Μωσέως ἀποπεραίνειν νόμον, ὀλίγιστα δὲ καὶ μόλις ἐπιτηρεῖν, τὴν ἐν σαρκί που τάχα περιτομὴν, καὶ ἀργίαν τὴν ἐν Σαββάτῳ. Ὕδατι τοίνυν καὶ ἄρτοις ἐφοδιάζεται μόλις ἡ εἰς δουλείαν γεννῶσα, τουτέστιν,
55ἡ τῶν Ἰουδαίων Συναγωγή. Καὶ δεδυσφόρηκε μὲν Ἀβραὰμ ἀποτρεχούσης τῆς Ἄγαρ, ἠφίει δ’ οὖν
ὅμως Θεοῦ προστάττοντος. Ἐλύπει μὲν γὰρ ὁμολο‐135

69

.

137

γουμένως τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς ἐκπίπτων ὁ Ἰσραήλ. Πλὴν ἀπενοσφίζοντο καὶ οὐχ ἑκόντες αὐτοῦ, διά τοι τὸ τῷ Θεῷ δοκοῦν καὶ τὴν εἰς Χριστὸν ἀγάπησιν. Καὶ γοῦν ὁ θεσπέσιος γράφει Παῦ‐
5λος, «Ὅτι λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνά‐ θεμα εἶναι ἀπὸ Χριστοῦ, ὑπὲρ τῶν ἀδελφῶν τῶν συγ‐ γενῶν μου τῶν κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖ‐ ται.» Ἀπόπεμπτος δὲ γενομένη ἡ τῶν Ἰουδαίων μή‐
10τηρ, μακροὺς ἐπλανᾶτο χρόνους· καὶ κεκινδύνευκε μὲν ἀπολέσθαι λοιπὸν εἰς τὸ παντελές. ἀλλ’ εἰ κραυ‐ γάσειαν ἀναβοῶντες κατὰ καιροὺς πρὸς Θεὸν, πάντη τε καὶ πάντως ἐλεηθήσονται. Διανοίξει γὰρ αὐτῶν τῆς διανοίας τοὺς ὀφθαλμοὺς, καὶ ὄψονται καὶ αὐτοὶ
15τὴν πηγὴν τοῦ ζῶντος ὕδατος, τουτέστι, Χριστόν· καὶ δὴ καὶ πιόντες, ἐν αὐτῷ ζήσονται. Λουσάμενοί τε καὶ καθαροὶ γενήσονται, κατὰ τὴν τοῦ προφήτου φωνήν. Ὅτι δέ ἐστι πηγὴ ζωῆς ὁ Χριστὸς, σαφηνιεῖ λέγων ὁ Ψαλμῳδὸς πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ
20Θεόν· «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου ὁ Θεός! οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων, ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι· μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτοὺς, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς,» Οὐχ ἕτερος δὲ παρὰ ταύτην, ἢ ὁ Χριστός. Δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ
25ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἁγίῳ καὶ ὁμοουσίῳ αὐτοῦ καὶ ζωοποιῷ Πνεύματι, εἰς τοὺς σύμπαντος καὶ ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
27tΠερὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαάκ.
28 αʹ. «Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραὰμ, καὶ εἶπε πρὸς αὐτόν·
30Ἀβραὰμ, Ἀβραάμ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπε· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ’ ἒν τῶν ὀρέων ὧν ἄν σοι εἴπω.» Τοιαῦτα μὲν δὴ τὰ θεόθεν διηγγελ‐
35μένα. Ἀμελ[λ]ητὶ οὖν ὁ δίκαιος ἐπισάξας τὴν ὄνον αὐ‐ τοῦ, καθὰ γέγραπται, δυοῖν δὲ μόνοιν οἰκέταιν ἕπεσθαι διειπὼν, καὶ τὸν ἀγαπητὸν ἁρπάσας υἱὸν, ἐπὶ τὴν θυσίαν ᾤχετο. Ἐπειδὴ δὲ εἰς τὸν ἱερὸν ἐκεῖνον ἀφῖκτο χῶρον τρίτῃ μόλις ἡμέρᾳ, «Καθίσατε αὐτοῦ μετὰ
40τῆς ὄνου,» τοῖς οἰκέταις φησίν· «ἐγὼ δὲ καὶ τὸ παι‐ δάριον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς.» Ἐπιφορτίσας δὲ τὸν υἱὸν τοῖς εἰς ὁλοκάρπωσιν ξύλοις, καὶ βαδίζειν οὕτως ἀνα‐ πείσας, ἠκολούθει. Ἐπειδὴ δὲ τὸ παιδάριον ἀνεπυν‐
45θάνετο τοῦ πατρὸς, λέγον· «Ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα, ποῦ ἔστι τὸ πρόβατον εἰς ὁλοκάρπωσιν; Ὁ Θεὸς, φησὶν, ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον.» Ἀναδειμάμενος δὲ τὸ θεῖον ἐκεῖνο θυσιαστή‐ ριον, ἐπισωρεύει τὰ ξύλα. Συμποδίσαντα δὲ καὶ τὸ

69

.

137

(50)

μειράκιον ἐπ’ αὐτοῖς, καὶ δὴ καὶ τῆς μαχαίρας ἐπει‐ λημμένον, ἀγγέλου διακωλύει φωνὴ, μὴ δὴ χρῆναι λέγουσα τὸ παιδάριον ἀποσφάττειν αὐτόν. ἐγνωκέναι γὰρ τὸν Θεὸν ἤδη τὴν ἐνυπάρχουσαν αὐτῷ πρόθεσιν ἀγαθήν. Εἶτα κριὸν τῶν κεράτων· ἐξηρτημένον ἐν
55φυτῷ Σαβὲκ κατιδὼν ὁ δίκαιος, ἀναπληροῖ τὴν θυ‐
σίαν, ἀντὶ τοῦ παιδὸς ἀναφέρων αὐτόν. Κάτεισι δὲ137

69

.

140

οὕτως πρὸς τοὺς οἰκέτας, ὑγιᾶ φέρων αὐτοῖς τὸν υἱόν. Τὸ μὲν οὖν τῆς ἱστορίας ἐπιτεμόντες πλάτος, καὶ ὡς ἐν βραχεῖ συνενεγκόντες λόγῳ τὸ λυσιτελοῦν εἰς ἀπόδειξιν τοῦ, διὰ τούτων τὸ περὶ τοῦ Σωτῆρος
5ἡμῶν προανατυποῦσθαι μυστήριον, κατὰ δύναμιν πάλιν τὴν ἑαυτῶν λαμβάνοντες, ἐξειπεῖν οὐκ ὀκνή‐ σομεν. Εἰ δὲ δὴ μὴ πάντα ἕποιτο λόγῳ τὰ ἐν ταῖς ἱστορίαις κείμενα, καταιτιάσθω μηδείς. Ἐν γὰρ τῷ περιττῷ τῆς ἱστορίας πολλάκις κρύπτεται τὸ πνευ‐
10ματικόν· ὥσπερ οὖν ἀμέλει καὶ τὰ λίαν εὐοσμότατα τῶν ἐν λειμῶσιν ἀνθέων εἰκαίοις ἔξωθεν φύλλοις περιχλαινίζεται, ἅπερ εἴ τις ἀποτέμοι, γυμνὸν εὑρήσει τὸ ὠφελοῦν τε καὶ χρήσιμον. Εἰσίτω δὴ τοίνυν ἡμῖν τῆς ἀλληγορίας ὁ λόγος. βʹ. Τὸ μὲν οὖν πειράζεσθαι τὸν μακάριον Ἀβραὰμ,
15καὶ θύειν ἐπιτάττεσθαι τὸν υἱὸν τὸν ἀγαπητὸν, δυσ‐ φοροῦντα μὲν, κατὰ τὸ εἰκὸς, ὡς γεννήτορα, καὶ θερμῷ τῆς φύσεως κέντρῳ πρὸς φιλοστοργίαν νυσσό‐ μενον, προτιμῶντα δ’ οὖν ὅμως τὸ ἐκ τοῦ πράγματος ἀγαθὸν, αὐτὸ δὴ πάλιν ἡμῖν καὶ σφόδρα σαφῶς ἐκεῖνο
20δηλοῖ τὸ παρὰ τοῦ Σωτῆρος εἰρημένον, «Οὔτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὡς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ’ ἔχει ζωὴν αἰώνιον.» Εἰ γὰρ χρή τι καὶ ἀνθρώπινον εἰπεῖν εἰς ἀπόδειξιν τοῦ νοήματος
25ἐναργῆ, κατεδάκνετο τρόπον τινὰ πέμπων εἰς θάνατον δι’ ἡμᾶς τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ, εἰ καὶ ᾔδει πει‐ σόμενον τῶν λυπούντων οὐδὲν, ἐπεὶ καὶ αὐτὸς ἦν ἀπαθὴς ὡς Θεός. Ὅμως δ’ οὖν τὸ ἐκ τοῦ θανάτου χρήσιμον ἐννοῶν, τὴν ἁπάντων, φημὶ, σωτηρίαν καὶ
30ζωὴν, τῆς πατρὶ πρεπούσης φιλοστοργίας ἠμέλει. Διὸ δὴ καὶ Παῦλος αὐτὸν ἀπεθαύμαζε, λέγων· «Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάν‐ των παρέδωκεν αὐτόν.» Ἐπὶ τίνι δ’ ἂν γένοιτο δι‐ καίως τὸ θαῦμα τῆς εἰς ἡμᾶς ἀγάπης τοῦ Θεοῦ καὶ
35Πατρὸς, εἰ μή τι καὶ τῶν ἀβουλήτων ἔδοξεν ὑπομένειν παραδοὺς ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱόν; Τοιοῦτον γάρ τοι νοεῖν ἡμᾶς ἀναπείθει τὸ, «Οὐκ ἐφείσατο,» λέγων ὁ Παῦλος. Ὅπερ οὐκ ἂν ἐπὶ τοῖς τυχοῦσι ῥηθείη ποτὲ, ἀλλ’ ἐπὶ μόνοις τοῖς μεγάλου τινὸς κατανεανιευομέ‐
40νοις πράγματος, ὡς ἐν τῷ, «Πλάτυνον τὰ σχοινί‐ σματά σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον, ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον·» ἔτι δὲ, ὅτι «Πῆξον, μὴ φείσῃ.» Καὶ πάλιν, «Ῥῦσαι ἀγομένους εἰς θάνατον, καὶ ἐκπρίου κτεινομένους, μὴ
45φείσῃ.» Καὶ ταῦτα μὲν ἡμῖν εἰς τὸ, «Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν,» εἰρήσεται. Οἱ δὲ τῷ πρεσβύτῃ συμπαρομαρτυροῦντες καὶ συμπαραθέοντες οἰκέται δύο καὶ μέχρι τῆς τρίτης ἡμέρας, τύπος ἂν εἶεν τῶν εἰς δουλείαν κεκλημένων διὰ τοῦ νόμου δύο λαῶν, τοῦ

69

.

140

(50)

τε Ἰσραὴλ καὶ τοῦ Ἰούδα, φημί. Οἳ καὶ μόνοις χρῆ‐ ναι τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀκολουθεῖν ᾤοντο δια‐ τάγμασιν, ὥσπερ ἐκεῖνοι τῷ Ἀβραὰμ, οὔπω τὸν δι’ οὗ πάντα νοοῦντες Υἱὸν, οὐδὲ τὸν τοῦ Πατρὸς κληρο‐ νόμον ἐπιγινώσκοντες, οὗπερ ἂν εἰσφέροι καλλίστην
55ἡμῖν τὴν εἰκόνα, μικρὸς καὶ ἐν κόλποις ἔτι τοῦ οἰκείου πατρὸς ὁ Ἰσαὰκ κείμενος, καὶ τὴν δεσπότῃ πρέπου‐
σαν οὔπω φορῶν ἐξουσίαν. Ἦν μὲν γὰρ καὶ ἔστιν139

69

.

141

ἀεὶ Κύριος καὶ Θεὸς παντέλειος ὁ Υἱός. Τῷ δὲ μὴ πᾶσιν ὑπάρχειν καταφανὴς, καὶ μάλιστα τοῖς ἀνοσίοις Ἰουδαίοις εἰς μόνην ὁρῶσι τὴν σάρκα, μικρός τις εἶναι καὶ ὁ τυχὼν ἐνομίζετο. Συμμετρεῖται δέ πως
5ἀναλόγως καὶ ταῖς ἁπάντων διανοίαις ἡ περὶ αὐτοῦ γνῶσις. Καὶ μικρὰ μὲν ἐν μικροῖς, μεγάλη δὲ αὖ ἐν μεγάλοις εὑρίσκεται. Καὶ γοῦν οἱ μὲν προφῆταί φα‐ σιν, ὅτι «Μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ,» τουτέστι, τοὺς ἐγγὺς αὐτοῦ γε‐
10γονότας διὰ πολλὴν ἄγαν ἀγχίνοιαν. Ὠδίνει δὲ καὶ ὁ Παῦλός τινας, «Ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν αὐ‐ τοῖς.» Τουτέστιν, ἄχρις ἂν οἱ μεγάλοι καὶ ὑπερφυεῖς τῆς θεότητος αὐτοῦ χαρακτῆρες εἰς τὸν ἐκείνων ἠρέμα διαπλάττοιντο νοῦν. Τὸ δὲ ἀκολουθῆσαι μὲν
15τοὺς οἰκέτας καὶ μέχρι τρίτης ἡμέρας, μὴ μὴν καὶ ἐπιτετράφθαι πρὸς τὴν γῆν ἀνακομίζεσθαι τὴν ὑψηλήν τε καὶ ἱερὰν, καθίζειν δὲ μᾶλλον αὐτοῖς προστετάχθαι μετὰ τῆς ὄνου, τὴν διὰ νόμου πρὸς Θεὸν ἀκολούθησιν τῶν δύο λαῶν ὑποδηλοῖ, καὶ μέχρι
20τοῦ τρίτου παρατείνασαν χρόνου, τουτέστι, τοῦ τε‐ λευταίου, καθ’ ὃν ἡμῖν ἐπεφάνη Χριστός. Τρισὶ γὰρ ὁ σύμπας αἰὼν ἐκμετρεῖται καιροῖς, παρῳχηκότι, φημὶ, καὶ ἐνεστῶτι, καὶ μέλλοντι. Οὐκοῦν ἐν τρίτῳ τὸ τέ‐ λος. Ἐπιδημῆσαί γε μὴν τὸν Χριστὸν ἐν ἐσχάτοις
25τοῦ αἰῶνος καιροῖς, ἡ θεία λέγει Γραφή. Κατακολου‐ θήσας τοίνυν ὁ Ἰσραὴλ διὰ νόμου τῷ Θεῷ, καὶ μέχρι τῶν χρόνων τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, οὐκ ἠθέλησε διὰ τῆς πίστεως ἀκολουθῆσαι Χριστῷ, πρὸς τὸν ὑπὲρ πάντων ἀναβαίνοντι θάνατον, μᾶλλον δὲ
30καὶ κεκώλυται διὰ πολλὰς ἁμαρτίας. Πώρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραήλ· ἥτις διὰ τῆς ὄνου σημαίνεται τῆς τοῖς οἰκέταις συνούσης πότε. Ἀλογίας γὰρ ἡ ὄνος τῆς ἐσχάτης εἰκών· ἀλογίας δὲ τέκνον ἡ πώρωσις. Τὸ δὲ, τῶν οἰκετῶν ἀπονοσφίζεσθαι μὲν
35καὶ ἀναχωρεῖν ἅμα τῷ υἱῷ τὸν πατέρα, ὡς δὲ καὶ εἰς αὖθις ἐπανήξει λέγειν· («Ἐγὼ γὰρ, φησὶ, καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνή‐ σαντες ἀναστρέψομεν πρὸς ὑμᾶς,)» σημαίνει τὴν πρόσκαιρον ἀναχώρησιν τοῦ Θεοῦ τὴν ἐκ τῶν υἱῶν
40Ἰσραὴλ, καὶ τὴν ἐπὶ τέλει τῶν αἰώνων ἐπ’ αὐτοὺς ἐσομένην ὑποστροφὴν, διὰ τῆς εἰς Χριστὸν πίστεως ἐπιτελουμένην. Ὅταν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. Τὸ δὲ μὴ λέ‐ γειν μὲν ἐναργῶς τὸν μακάριον Ἀβραὰμ, ὅτι θύσων
45ἄνεισι τὸν υἱὸν, πρόφασιν δὲ ὥσπερ τὸ, «Ἕως ὧδε διελευσόμεθα,» λαβεῖν, σημεῖον ἂν γένοιτο σαφὲς τοῦ μὴ πεπιστεῦθαι τοῖς Ἰουδαίων λαοῖς τὸ Χριστοῦ μυ‐ στήριον. Καὶ ἀληθὴς ἡμῖν ὁ περὶ τούτου φανεῖται λόγος, ὅταν ἴδωμεν τὸν Ἰησοῦν προσλαλοῦντα μὲν

69

.

141

(50)

Ἰουδαίοις ὡς ἐν παραβολαῖς καὶ δι’ αἰνιγμάτων, λέγοντα δὲ καὶ πρὸς τοὺς ἑαυτοῦ μαθητάς· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς.» Τὸ δέ γε παιδάριον, τουτέστιν, ὁ Ἰσαὰκ, τοῖς τῆς ὁλοκαυτώσεως ξύλοις
55κατεφορτίζετο διὰ χειρὸς τοῦ πατρὸς, καὶ μέχρι τῶν τῆς θυσίας ἀφικνεῖται τόπων. Ἐπωμάδιον γὰρ τὸν
οἰκεῖον φέρων σταυρὸν, ἔξω τῆς πύλης ἔπαθεν ὁ141

69

.

144

Χριστὸς, οὐκ ἐξ ἀνθρωπίνης ἰσχύος βεβιασμένος εἰς τὸ παθεῖν, ἀλλ’ ἐκ θελήματος οἰκείου, καὶ βουλῆς τοῦ Θεοῦ καὶ Πατρὸς, κατὰ τὸ εἰρημένον παρ’ αὐτοῦ τῷ Ποντίῳ Πιλάτῳ, «Οὐκ ἔχεις κατ’ ἐμοῦ ἐξουσίαν οὐ‐
5δεμίαν, εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν.» Ἐπιτεθεὶς δὲ τοῖς ξύλοις ὁ Ἰσαὰκ, καὶ τοῦ θανάτου καὶ τοῦ πα‐ θεῖν ὑποκλέπτεται. Κριὸς δὲ εἰς τὴν θυσίαν ἀναβαίνει θεόσδοτος. Καὶ γὰρ ἦν μὲν ὄντως ὁ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀναλάμψας Λόγος ἐν τῷ ἰδίῳ
10ναῷ, τῷ ἐκ Παρθένου, φημὶ, καὶ προσηλωθέντι τῷ ξύλῳ. Ὑπάρχων δὲ ὡς Θεὸς ἀπαθὴς καὶ ἀθάνατος, καὶ θανάτου καὶ πάθους ἑαυτὸν ὑπεξάγει. Ἀναβαίνει δὲ εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρὶ διὰ τοῦ ἰδίου σώματος, ὅπερ αὐτὸς εἰληφέναι λέγεται παρὰ τοῦ
15Πατρὸς, κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον ὡς παρ’ αὐ‐ τοῦ· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι, ὁλοκαυτώματα, καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας. Τότε εἶπον· Ἰδοὺ ἥκω. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· Τοῦ ποιῆσαι τὸ θέλημά
20σου ἠβουλήθην.» Ὅτι δὲ τὰ ἐκ τῆς προτεθείσης ἡμῖν ἱστορίας καλῶς δὴ λίαν εἰς Χριστὸν ἀνοισθήσε‐ ται, μαρτυρήσει πάλιν αὐτός που λέγων· «Ἐν κεφα‐ λίδι βιβλίου γέγραπται περὶ ἐμοῦ.» Βιβλίον γὰρ πενταμερὲς ὅλον ἐστὶ τὸ Μωσέως σοφώτατον σύγ‐
25γραμμα. Κεφαλὴ δὲ ὥσπερ καὶ ἀρχὴ τοῦ βιβλίου παντὸς, ἡ ἐπίκλην Γένεσις, ἐν ᾗ ταῦτα γέγραπται περὶ Χριστοῦ. Ὄτι δὲ πάλιν ἡ κεφαλὴ τὴν ἀρχὴν παρὰ ταῖς θείαις σημαίνει Γραφαῖς, πληροφορηθήσῃ καλῶς, ἐκεῖνο συνιεὶς, ὅπερ ὁ Παῦλός φησιν· «Ὅτιπερ
30παντὸς ἀνδρὸς ἡ κεφαλὴ, ὁ Χριστός ἐστιν. Κεφαλὴ δὲ γυναικὸς, ὁ ἀνήρ. Κεφαλὴ δὲ Χριστοῦ, ὁ Θεός.» Ἀρχὴ μὲν γὰρ τοῦ ἀνδρὸς ὁ Χριστὸς, ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενεγκών. Ἀρχὴ δὲ πάλιν ἐστὶν τῆς γυναικὸς ὁ ἀνὴρ, διὰ τὸ εἰρημένον τε καὶ ἀληθῶς
35πεπραγμένον· «Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῇς ἐλήφθη.» Χριστοῦ δὲ ἀρχὴν, αὐτὸν εἶναί φησι τὸν Θεὸν, ἐπείπερ ἐξ αὐτοῦ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ ἀρχὴν ἄναρχος ἔχει τὸν γεννήσαντα, μετὰ καὶ τοῦ συνυπάρχειν ἀϊδίως αὐτῷ. γʹ. Ἄριστα μὲν οὖν, καθάπερ ἐγᾦμαι, τοῖς τῆς
40ἱστορίας λόγοις ἐφήρμοσται τὸ μυστήριον. Χρὴ δὲ, οἶμαι, λοιπὸν ἐξαισίῳ θαύματι κατακαλλύνεσθαι πρὸς ἡμῶν τὸν θεσπέσιον Ἀβραὰμ, καὶ τοῖς εἰς ἄκρον ἐπαίνοις εὐκλεᾶ τοῖς ἁπανταχοῦ καὶ περίοπτον ἀνα‐ δείκνυσθαι. Καὶ πρός γε δὴ τούτῳ περιαθρεῖσθαι
45σαφῶς τῆς θείας εὐτεχνίας ἡμῖν τὸ βάθος. Ἐπειρά‐ ζετο γὰρ ὁ θεσπέσιος Ἀβραὰμ, οὐκ ἠγνοηκότος Θεοῦ τὸ ἐσόμενον. Λάθοι γὰρ ἂν οὐδὲν τὸν πάντα εἰδότα νοῦν. Τοιγάρτοι καὶ ἔφασκε· «Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ οἴεται

69

.

144

(50)

κρύπτειν;» καὶ διὰ φωνῆς Ἡσαΐου πάλιν· «Ὅτι ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ. Ἀναγ‐ γέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι, καὶ ἅμα συντετέλεσται.» Οὐκοῦν ἀπόπληκτον κομιδῇ, καὶ ἐν τοῖς ἄγαν ἀπηχεστάτοις καταλογιούμεθα φρο‐
55νοῦντες ὀρθῶς, τὸ ἠγνοηκέναι μὲν οἴεσθαι τὰ ἐσόμενα τὸν τῶν ὅλων Θεὸν, πειράζειν δὲ διὰ τοῦτο τὸν
Ἀβραάμ. Ἀλλ’ ἦν ἀναγκαῖον, μὴ ἐν εἰδήσει μόνῃ143

69

.

145

τῇ παρὰ Θεῷ τὴν τοῦ δικαίου καταλαμπρύνεσθαι κεφαλήν· εὐκλεεστάτην δὲ μᾶλλον καταπλουτῆσαι τὴν εὔκλειαν, καὶ ἐν ταῖς ἁπάντων γνώσεσι διὰ πεί‐ ρας αὐτῆς ἐφ’ ἄπασι τοῖς ἀρίστοις μεμαρτυρημένην·
5Ἔδει καὶ διὰ τῶν ἱερῶν βοᾶσθαι Γραμμάτων, ὅτι πλεῖ‐ στον ὅσον ἐν αὐτῷ τὸ εὐήνιον, καὶ τῶν θεσπισμάτων πολὺς ἦν ὁ λόγος, μᾶλλον δὲ τὸ ὑπερτεροῦν οὐδέν. Ἧκε δὲ εἰς τοῦτο γνώμης τε καὶ προθυμίας, ὡς καὶ αὐτῆς ἀλογῆσαι τῆς εἰς τέκνον ἀγάπης, καὶ τὴν τῆς
10παιδοκτονίας μὴ καταδεῖσαι γραφήν. Καὶ τό γε πα‐ ραδοξότερον, ἐν αὐτῷ προσεδόκησε πατὴρ ἔσεσθαι πολλῶν ἐθνῶν. Ἀλλ’ ᾔδει καὶ ἀψευδοῦντα πρὸς τοῦτο Θεόν. Εἶτα προσεκόμιζεν εἰς θυσίαν τὸ παιδάριον, οὐκ ἐν ἀπογνώσει γεγονὼς τῶν ἐπηγγελμένων, ἀλλὰ
15ταῖς τοῦ Δεσπότου δυνάμεσιν ἀναθεὶς, τὸ ὄπως ἂν εἰδείη πληροῦν τὸ ὠμοσμένον. Καὶ οὐκ ἀκερδὲς τὸ χρῆμα αὐτῷ, καίτοι διὰ πείρας ἰόντι τῆς οὕτω πικρᾶς. Ἐδιδάσκετο γὰρ ὡς ἀπό γε τοῦ μέλλοντος συμβαί‐ νειν, τῆς ἐκ νεκρῶν ἀναστάσεως τὸ λόγου παντὸς
20πέρα καὶ ἀξιάκουστον θαῦμα, καὶ προσέτι τὸ σεπτὸν καὶ μέγα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς μυ‐ στήριον. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, «Πίστει, φησὶ, προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζό‐ μενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγε‐
25λίας ἀναδεξάμενος. Πρὸς ὃν ἐλαλήθη· Ἐν Ἰσαὰκ κλη‐ θήσεταί σοι σπέρμα· λογισάμενος ὄτι καὶ ἐκ νεκρῶν ἐγεῖραι δυνατὸς ὁ Θεὸς, ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.» Ἐπειδὴ γὰρ ἔμελλε κατὰ καιροὺς ὁ Θεὸς καὶ Πατὴρ, ῥίζαν ὥσπερ αὐτὸν καὶ γένεσιν
30μυρίων ὅσων ἀποφαίνειν ἐθνῶν, τεθνεῶτος ὑπὲρ τοῦ κόσμου τοῦ Ἐμμανουήλ. ταύτῃτοι διὰ πείρας αὐτῆς χρησίμως ὁ δίκαιος ἐδιδάσκετο τοῦ Θεοῦ καὶ Πατρὸς τὴν ὑπερφυᾶ καὶ ἄφραστον εἰς ἡμᾶς ἀγάπησιν· ὅς γε «τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο,» καθάπερ ἤδη
35προείπομεν, «ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν» τῶν ἐν πίστει δεδικαιωμένων, καὶ εἰς τέκνα λελογισμένων τοῦ προπάτορος Ἀβραάμ. Εἰ γάρ τι χρὴ καὶ τῶν ἀνθρωπίνων διατεκμήρασθαι, φαίην ἂν ὄτι φορτικόν τε καὶ δύσοιστον τῷ μακαρίῳ, γέγονεν
40Ἀβραὰμ τὸ προστάξαι Θεὸν καταθύειν τὸν Ἰσαάκ. Πῶς γὰρ οἴει διακεῖσθαι τότε τὸν τοῦτο δρᾷν ἐπιτε‐ ταγμένον; Ἀνὴρ εἰς γῆρας ἐληλακὼς βαθὺ, ἕνα καὶ ὀψιγενῆ πλουτήσας υἱὸν, παρῃρημένος τῷ χρόνῳ τὸ καὶ ἑτέρων δύνασθαι γενέσθαι πατὴρ, ἀφηλ[ι]κεστέ‐
45ραν δὲ καὶ αὐτὴν ἔχων τὴν συνῳκισμένην (ἦν γὰρ καὶ αὐτὴ πρεσβύτις ἡ Σάῤῥα), τὸν οὕτω τριπόθητον ἀπο‐ σφάττειν υἱὸν ἀμελ[λ]ητὶ προσετάττετο, τὸν μονογενῆ καὶ πολύευκτον. Ποίᾳ γὰρ δύνασθαι χειρὶ προσεδό‐ κησεν ὁ πρεσβύτης, κατωθῆσαι μὲν τοῦ μειρακίου τὸ

69

.

145

(50)

ξίφος, τὴν δὲ οὕτως ἐλεεινὴν κατὰ τοῦ ἰδίου γεννή‐ ματος τολμῆσαι σφαγήν; Ἆρ’ οὖν οὐκ ἐννοεῖν ἀκό‐ λουθον, ὅτι πικρὸς καὶ δριμὺς ἐννοιῶν ὄχλος τὴν τοῦ δικαίου ψυχὴν ἀφορήτως κατεληΐζετο; Καὶ ποτὲ μὲν ἡ φύσις εἰς φιλοστοργίαν κατεβιάζετο· ποτὲ δὲ τὸ
55θεῖον ἐδυσώπει χρησμῴδημα, καὶ τάχα που πρὸς ἀβούλητον εὐπείθειαν ὡς ἐξ ἀνάγκης ἐκάλει. Μέγα
δὴ οὖν ἀληθῶς τὸ τοῦ δικαίου θαῦμα, καὶ παντὸς145

69

.

148

ἐπαίνου λοιπὸν τὸ θεοφιλές. Προσεκόμιζε γὰρ τὸ λο‐ γικὸν ἱερεῖον, καὶ τοῖς τῆς φύσεως νόμοις ἐῤῥῶσθαι φράσας, καὶ τῆς ἀπαραιτήτου φιλοστοργίας πατήσας τὸ κέντρον, καὶ τῶν ἐπιγείων οὐδὲν τῇ εἰς Θεὸν ἀντι‐
5παρεξάγων ἀγάπῃ. Τοιγάρτοι καὶ δεδόξασται, καὶ φίλος ἐκλήθη Θεοῦ. Καὶ εἰς πέρας αὐτῷ τὸ προσδοκηθὲν, τὰ τῆς ἐλπίδος ἐκβέβηκε. Γέγονε γὰρ πολλῶν καὶ ἀναριθμήτων ἐθνῶν πατὴρ ἐν Χριστῷ. Δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύ‐ ματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
9tΠερὶ τοῦ Ἰσαὰκ καὶ τῆς Ῥεβέκκας.
10 αʹ. Τοῖς ἐν Χριστῷ δεδικαιωμένοις, καὶ τὴν πρὸς αὐτὸν ἑνότητα διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος ἐν εὐδοκίᾳ Πατρὸς ἐκπεπλουτηκόσιν, ὁ σοφὸς ἐπι‐ στέλλει Παῦλος· «Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.» Κλήτορες
15γὰρ ὥσπερ καὶ νυμφαγωγοὶ γεγόνασιν οἱ μακάριοι μαθηταὶ, τοὺς ἔτι μακρὰν ποιοῦντες ἐγγὺς, καὶ μο‐ νονουχὶ κολλῶντες Χριστῷ, καὶ τῇ τοῦ πνεύματος ἑνώσει συνδέοντες. Καὶ παραστήσει μὲν ἑαυτῷ τὴν Ἐκκλησίαν Χριστός· διανιστάντος αὐτὴν, μονονουχὶ
20δὲ καὶ προσάγοντος, τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τῷ ἰδίῳ κατεγγυῶντος Υἱῷ, πλὴν ὅτι μεσιτευόντων ἁγίων οὐκ ἂν ἐνδοιάσειέ τις. Ὁ μὲν γὰρ θεσπέσιος Δαβὶδ προαναφωνῶν ἡμῖν τὸ μυστήριον, πρὸς αὐτήν πού φησιν· «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ
25οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ Πατρός σου· ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλ‐ λους σου· ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνή‐ σεις αὐτῷ.» Διωμολόγηκε δὲ καὶ ὁ Παῦλος, καθά‐ περ ἔφην ἀρτίως, οἷά τινα νύμφην παρασταθῆναι
30Χριστῷ τοὺς πεπιστευκότας. Ἀλλὰ τὸ οὕτω σεπτὸν καὶ ἀξιάκουστον ἀληθῶς μυστήριον κατίδοι τις ἂν οὐδὲν ἧττον ἡμῶν καὶ τῷδε δὴ πάλιν. Γέγραπται γὰρ, ὅτι καὶ «Ἀβραὰμ ἦν πρεσβύτερος προβεβη‐ κὼς ἡμερῶν, καὶ Κύριος εὐλόγησε τὸν Ἀβραὰμ κατὰ
35πάντα. Καὶ εἶπεν Ἀβραὰμ τῷ παιδὶ αὐτοῦ τῷ πρε‐ σβυτέρῳ τῆς οἰκίας αὐτοῦ, τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ· Θὲς τὴν χεῖρά σου ἐπὶ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ, καὶ τὸν Θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου
40Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ’ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς. Ἀλλ’ εἰς τὴν γῆν, οὗ ἐγενόμην, πορεύσῃ καὶ εἰς τὴν φυλήν μου. Καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.» Ταῦτα τοιγαροῦν προσ‐ τεταχότος τοῦ Ἀβραὰμ, διώμνυτο μὲν ὁ οἰκέτης
45παραχρῆμα, τῷ μηρῷ δεσπότου τὴν χεῖρα ἐπιτι‐ θείς. Δι’ οὗ παρέσται νοεῖν τὸ μονονουχὶ κατὰ πάσης τῆς ἐσομένης ἐξ αὐτοῦ γονῆς πεποιῆσθαι τὴν ὁρκω‐ μοσίαν. Ἐπαναθέμενος δὲ καμήλοις δέκα πολλὰ τῶν Ἀβραὰμ ἀγαθῶν, ἀφικνεῖται δρομαῖος εἰς τὴν μέσην

69

.

148

(50)

τῶν ποταμῶν. Καὶ καταίρει μὲν εἰς πόλιν Ναχώρ· ὀκλάζει δὲ τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος, τὸ προσοψὲ ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι. Ἀφικόμενος δὴ οὖν ἐκεῖσε, Θεὸν ἐλιπάρει λοιπὸν ἀνευρῦναι τὴν ὁδὸν, καὶ καταδεῖξαι
55παρθένον εὐδρανῆ καὶ φιλόξενον, καὶ ὄκνου τοῦ βλέ‐
ποντος εἰς ἀγάπην κρείττονα. «Ἔσται γὰρ, φησὶν, ἡ147

69

.

149

παρθένος, ᾗ ἐὰν ἐγὼ εἴπω, Ἐπίκλινον τὴν ὑδρίαν σου ἵνα πίω, καὶ εἴπῃ, Πίε, καὶ τὰς καμήλους σου πο‐ τιῶ, ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαάκ.» Ἀλλ’ ἧκεν οὐκ εἰς μακρὰν ἡ
5καλὴ τῷ εἴδει καὶ εὐπρεπεστάτη παρθένος, φημὶ δὴ, Ῥεβέκκα. Ἐξαιτοῦντι δὲ πιεῖν, προσῆγεν ἑτοίμως. Ἐπηγγέλλετο δὲ καὶ αὐτὰς ποτιεῖν τὰς καμήλους, καὶ εἰς ἔργον ἤγετο τὰ ἐπηγγελμένα. Συμβάλλει δὴ οὖν ὁ οἰκέτης ἐντεῦθεν, ὡς αὕτη λοιπὸν εἴη, καὶ οὐχ
10ἑτέρα. Τοιγάρτοι ψέλλιά τε καὶ ἐνώτια λαβὼν, προσ‐ εκόμιζε τῇ νεάνιδι. Ἡ δὲ οἴκοι παρελθεῖν, ἕπεσθαί τε αὐτῇ παραχρῆμα προσέταττεν. Οὗ γεγονότος, ξενίζεται μὲν αὐτοῦ, λαμπρὰν δὲ διήγησιν τοῦ ἰδίου δεσπότου τὸν πλοῦτον ποιεῖται. Προσετίθει δὲ, ὅτι ἕνα
15καὶ ἀγαπητὸν ἔχων υἱὸν τὸν Ἰσαὰκ, πάντα δέδωκεν αὐτῷ, καὶ δεσπόζει τῶν ὅλων ὁ νεανίας. Ἐπειδὴ δὲ ἀποτρέχειν ἤθελεν ὁμοῦ τῇ νεάνιδι λοιπὸν ὁ νυμφ‐ αγωγὸς, διερωτῶσι Ῥεβέκκαν εἰ συμβαδιεῖται τῷ κεκληκότι, καὶ ἀσπαστὴν ποιήσεται τὴν ἀποδρομήν.
20Ἡ δὲ κατανεύει προθύμως. Ἀφιγμένην δὲ οὕτως, εἰσοικίζεται μὲν ἐθελοντὴς ἤδη ὁ Ἰσαάκ· παρεκλήθη δὲ οὕτως σφόδρα, καίτοι τεθνεώσης αὐτῷ τῆς μητρός. Μακρὸς μὲν οὖν καὶ πολὺς τῆς ἱστορίας ὁ λόγος. Πλὴν ἐπιτεμόντες ὡς ἔνι ταύτην, διαρκῶς εἰρήκαμεν. Ἡκέτω δὲ οὖν τῆς θεωρίας ἡ δύναμις ἐπὶ τὸ λίαν εὐτεχνὲς, καὶ τὸν τοῦ μυστηρίου τύπον ἀναδεικνύτω
25πάλιν. ὡς ἐν ἀμυδραῖς μὲν ἔτι σκιαῖς, πλὴν ὠδίνοντα τὴν ἀλήθειαν. βʹ. Οὐκ ἠξίωσεν Ἀβραὰμ ἐκ τῶν θυγατέρων Χα‐ ναὰν ἁρμόσαι γυναῖκα τῷ ἠγαπημένῳ, φημὶ δὴ, τῷ Ἰσαάκ· ἀλλ’ εἰς τὴν τῶν εἰδωλολατρούντων χώραν τὸν γνήσιον ἀποτρέχειν ἐκέλευεν οἰκέτην, φροντιοῦντα
30γυναικὸς τῆς ὅτι μάλιστα πρεπωδεστάτης αὐτῷ. Οὐ γὰρ ἠθέλησεν ὁ Θεὸς καὶ Πατὴρ τὴν τῶν Ἰουδαίων Συναγωγὴν συνάψαι Χριστῷ, ὃς ἐν Ἰσαὰκ σημαίνε‐ ται. Ὀψιγενὴς γὰρ ὁ Ἰσαὰκ καὶ ἀγαπητός. Πέ‐ φηνε δὲ καὶ ἐν ἐσχάτοις καιροῖς ὁ Χριστὸς, καὶ ἔστιν
35ἠγαπημένος, τέρψις τε καὶ ἀγαλλίασμα· ἑρμη‐ νεύεται γὰρ οὕτως ὁ Ἰσαάκ. Ὅτι δὲ Χαναναῖοι τύπος ἂν νοοῖντο τῶν ἐξ Ἰσραὴλ, σαφὲς ἂν γένοιτο, καὶ μάλα ῥᾳδίως, ὡς ἀπό γε τῆς τοῦ ὀνόματος ἑρμη‐ νείας. Χαναναῖοι γὰρ, ἕτοιμοι πρὸς ταπείνωσιν. Τίσι
40δ’ ἂν πρέποι τὸ μέλλειν ἐλθεῖν εἰς ταπείνωσιν, μᾶλ‐ λον δὲ ἤδη καὶ ἥκειν, πλὴν ὅτι τοῖς Ἰουδαίοις; Τε‐ ταπείνωνται γὰρ, τῆς ἐν Χριστῷ δόξης ὠλισθηκότες, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων κατεῤῥιμμένοι. Οὐκοῦν οὐκ ἐκ Χαναὰν, ἀλλ’ ἐκ μέσης τῶν ποτα‐
45μῶν Ἰσαὰκ ἡ νύμφη. Ὡς γὰρ ἔφην, οὐκ ἐξ Ἰου‐ δαίων, ἀλλ’ ἐξ ἐθνῶν ἡ συνηρμοσμένη τῷ Σωτῆρι Χριστῷ πνευματικῶς Ἐκκλησία. Πλὴν, διὰ βουλῆς τοῦ Πατρὸς, μεσολαβούντων οἰκετῶν τῶν ὅτι μάλιστα πιστῶν καὶ γνησίων, ἵνα νοῶμεν τοὺς μαθητὰς, οἳ

69

.

149

(50)

καὶ ταμίαι γεγόνασι καὶ οἰκονόμοι τῶν Χριστοῦ τοῦ Θεοῦ μυστηρίων· μονονουχὶ δὲ καὶ ἐν χερσὶν ἔχοντες πάντα τὰ ἐν τῷ οἴκῳ αὐτοῦ. Οὗτοι καταλε‐ λοιπότες τὴν Ἰουδαίαν, καθάπερ ἀμέλει καὶ ὁ τοῦ Ἀβραὰμ οἰκέτης τὴν Χαναναίαν, εἰς τὴν τῶν εἰδω‐
55λολατρούντων χώραν κατέβαινον, ἀναθέμενοι τρόπον τινὰ τὰ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἀγαθὰ, καὶ πλήρη
μὲν ἔχοντες τὸν νοῦν σοφίας τῆς ἄνωθεν, ἐπίμεστοι149

69

.

152

δὲ χαρισμάτων τῶν διὰ τοῦ Πνεύματος. Ἐπιτήρει δὲ ὅτι καὶ ἀνώνυμος ὁ οἰκέτης τοῦ Ἀβραὰμ, ἵνα κατὰ παντὸς φέρηται μαθητοῦ πιστοῦ τε καὶ δεδοκιμασμέ‐ νου, τῆς διακονίας ὁ τύπος. Καὶ κατέλυσε μὲν ἐκεῖνος
5πρὸς τῷ φρέατι τοῦ ὕδατος πρὸς ἑσπέραν, παρεκάλει δὲ δι’ εὐχῆς Θεὸν γενέσθαι συλλήπτορα, καὶ ἐφ’ ὕδα‐ τος τὴν παρθένον ἤθελε δοκιμάζειν. Ἐπεφοίτησαν δὲ καὶ οἱ θεσπέσιοι μαθηταὶ, καθάπερ ἔφην ἀρτίως, ταῖς τῶν ἐθνῶν χώραις τὸ πρὸς ἑσπέραν, τουτέστιν,
10ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καὶ παρ’ ὕδασι τὴν νοητὴν ἐδοκίμαζον παρθένον. Ἐπιτηδειοτάτη γὰρ λίαν ἡ Ἐκκλησία, καὶ εὐρώστως ἔχουσα πρός γε τὸ δύνασθαι, φημὶ, τὸν ζωοποιὸν ἀρύσασθαι λόγον, ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου, κατὰ τὸ γεγραμμένον.
15Ἔχει δὲ καὶ οὐκ ἀνικάνως, τό γε ἧκον εἰς νοῦ καὶ φρενὸς ἐπιτηδειότητα πρὸς, τὸ καὶ ἑτέροις δύνασθαι χορηγεῖν τὰ τελοῦντα πρὸς ζωήν. Ἐπότιζε γὰρ ἡ Ῥεβέκκα αὐτόν τε τὸν οἰκέτην καὶ τὰς καμήλους. Καὶ ὁ μὲν οἰκέτης, τύπος ἂν νοοῖτο νυνὶ τῶν ἐξ
20Ἰσραήλ. Ἄνθρωποι γὰρ οἱ νόμον ἔχοντες ἤδη παιδ‐ αγωγὸν, καὶ ὡς ἐν σκιαῖς μὲν ἔτι τὸ Χριστοῦ μυστή‐ ριον, πλὴν οὐκ ἀμυσταγώγητοι παντελῶς. Κτηνῶν δὲ ἀλόγων οὐδὲν διαφέροντες οἱ ἐξ ἐθνῶν, οἲ καὶ ταῖς καμήλοις παρεικάζο[ι]ντο ἂν εἰκότως. Ἀνίερον γὰρ
25κατὰ νόμους τὸ ζῶον. Τοιοίδε πάντως οἱ μήπω Θεὸν εἰδότες τὸν φύσει τε καὶ ἀληθῶς. Ἱκανωτάτη δὴ οὖν κατάρδειν ἡ Ἐκκλησία τοῖς ἱεροῖς τε καὶ θείοις νά‐ μασι, τούς τε ἐξ Ἰουδαίων ἥκοντας ἐπὶ τὸ δεῖν ἑλέ‐ σθαι τὴν εἰς Χριστὸν ἀγάπην· καὶ τοὺς ἐξ ἐθνῶν
30κεκλημένους. Ἐπειδὴ δὲ τοιαύτην οὖσαν οἱ μαθηταὶ τεθέανται τὴν παρθένον, ψελλίοις τε αὐτὴν κατ‐ ηγλάϊζον εὐθέως, καὶ μέντοι τὸν ἐν ὠσὶ προσέθεσαν κόσμον· τουτέστι, λαμπρὰν ἀπετέλουν καὶ ἐκπρεπε‐ στάτην τοῖς εἰς εὐηκοΐαν αὐχήμασι. Κεκοσμημένη
35γὰρ ἀκοὴ, παραδηλώσειεν ἂν τὸ εὐήκοον. Περιφανῆ δὲ ὥσπερ ὁρᾶσθαι παρεσκεύαζον καὶ τοῖς ἐξ ἔργων, ἤτοι χειρῶν κατορθώμασιν Οἶμαι γὰρ τουτὶ, τὸ καὶ αὐταῖς ἐνιέναι χερσὶ τὰ ψέλλια. Καὶ ὁ μὲν οἰκέτης ὁ τοῦ Ἀβραὰμ ἀφηγεῖτο τοῖς ἐν Χαρὰν, τοῦ ἰδίου δε‐
40σπότου τὸν πλοῦτον, καὶ ὅτι μόνον ἕνα καὶ ἠγαπη‐ μένον ἔχει τὸν κληρονόμον. Μεμυσταγωγήκασι δὲ τὰ ἔθνη καὶ οἱ θεσπέσιοι μαθηταὶ, τὸν τοῦ Θεοῦ καὶ Πατρὸς ἀνακηρύττοντες πλοῦτον, τὴν ἐλπίδα, τὴν ζωὴν, τὸν ἁγιασμόν· εἷς δὲ ὅτι καὶ μόνος Υἱὸς κατὰ
45φύσιν καὶ ἀληθῶς ὁ Χριστὸς, ὃς καὶ τῶν ὅλων τέθει‐ ται κληρονόμος, ἀπήγγελλον ἐναργῶς. Καὶ ἠρωτᾶτο μὲν ἡ παρθένος, εἰ συμβαδιεῖται τῷ οἰκέτῃ προθύ‐ μως· ἡ δὲ κατένευεν εὐθύς. Ἑτοιμοτάτη γὰρ λίαν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, μονονουχὶ δὲ καὶ θερμὴ πρὸς

69

.

152

(50)

ἀγάπην τὴν ἐπὶ Χριστῷ. Καὶ μαρτυρήσει λέγων ὁ θεσπέσιος Δαβὶδ περὶ τῆς ἐξ ἐθνῶν ἀγέλης· «Τῇ ἑτοι‐ μασίᾳ τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου.» Ἐπεὶ δὲ συνήφθη λοιπὸν ὁ Ἰσαὰκ τῇ Ῥεβέκκᾳ, «Παρεκλήθη, φησὶ, περὶ τῆς μητρὸς αὐτοῦ.» Πά‐
55ρεστι δὴ οὖν καὶ διὰ τοῦδε νοεῖν, ὅτι λελύπηται μὲν ὁ Χριστὸς μονονουχὶ τεθνεώσης διὰ τῆς ἀπιστίας τῆς
Ἰουδαίων Συναγωγῆς, ἐξ ἧς καὶ αὐτὸς κατὰ σάρκα151

69

.

153

γεγένηται· ἐπειδὴ δὲ γέγονε νυμφίος τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, κατέληξε τρόπον τινὰ τῆς ἐπ’ ἐκείνῃ λοι‐ πὸν κατηφείας. Εἴρηται γάρ που διὰ φωνῆς προφητῶν πρὸς τὴν Ἐκκλησίαν· «Καὶ ἔσται, ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.» Δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
5tΠερὶ τοῦ Ἡσαῦ καὶ τοῦ Ἰακὼβ, ὅτι εἰς τύπον
6tτέθεινται τῶν δύο λαῶν, τοῦ τε Ἰσραὴλ, καὶ
7tτοῦ διὰ πίστεως τῆς ἐν Χριστῷ.
8 αʹ. «Αὗται δὲ αἱ γενέσεις Ἰσαὰκ τοῦ υἱοῦ Ἀβραὰμ, Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ. Ἦν δὲ Ἰσαὰκ ἐτῶν
10τεσσαράκοντα, ὅτε ἔλαβε τὴν Ῥεβέκκαν, θυγατέρα Βαθουὴλ τοῦ Σύρου, ἐκ τῆς Μεσοποταμίας, ἀδελφὴν Λάβαν τοῦ Σύρου, ἑαυτῷ γυναῖκα. Ἐδεῖτο δὲ Ἰσαὰκ Κυρίου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. Ἐπήκουσε δὲ αὐτοῦ ὁ Θεὸς, καὶ ἔλαβεν ἐν γαστρὶ
15Ῥεβέκκα ἡ γυνὴ αὐτοῦ. Ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ. Εἶπε δέ· Εἰ οὕτως μοι μέλλει γίνεσθαι, ἵνα τί μοι τοῦτο; Ἐπορεύθη δὲ πυθέσθαι παρὰ Κυρίου. Καὶ εἶπε Κύριος αὐτῇ· Δύο ἔθνη ἐν τῇ γαστρί σού εἰσι, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται.
20Καὶ λαὸς λαοῦ ὑπερέξει. Καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάττονι. Καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς. Ἐξῆλθε δὲ ὁ υἱὸς ὁ πρωτότοκος πυῤῥάκης ὅλος ὡσεὶ δορὰ δασύς. Ἐπεκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ἡσαῦ. Καὶ
25μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ἡσαῦ. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰακώβ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς Ῥεβέκκα. Ηὐξήθησαν δὲ οἱ νεανί‐ σκοι. Καὶ ἦν Ἡσαῦ ἄνθρωπος εἰδὼς κυνηγεῖν ἄγροι‐
30κος. Ἰακὼβ δὲ ἄνθρωπος ἄπλαστος, οἰκῶν οἰκίαν. Ἠγάπησε δὲ Ἰσαὰκ τὸν Ἡσαῦ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ. Ῥεβέκκα δὲ ἠγάπα τὸν Ἰακώβ. Ἥψησε δὲ Ἰακὼβ ἕψημα. Ἦλθε δὲ Ἡσαῦ ἐκ τοῦ πεδίου ἐκλείπων. Καὶ εἶπεν Ἡσαῦ τῷ Ἰακώβ· Γεῦσόν με
35ἀπὸ τοῦ ἑψήματος τοῦ πυῤῥοῦ τούτου, ὅτι ἐκλείπω ἐγώ. Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ. Εἶπε δὲ Ἰακὼβ τῷ Ἡσαῦ· Ἀπόδου σήμερον τὰ πρωτοτόκιά σου ἐμοί. Καὶ εἶπεν Ἡσαῦ· Ἰδοὺ ἐγὼ πορεύομαι τε‐ λευτᾷν, καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια; Καὶ
40εἶπεν αὐτῷ Ἰακώβ· Ὄμοσόν μοι σήμερον· καὶ ὤμοσεν αὐτῷ. Ἀπέδοτο δὲ Ἡσαῦ τὰ πρωτοτόκια τῷ Ἰακώβ. Ἰακὼβ δὲ ἔδωκε τῷ Ἡσαῦ ἄρτον καὶ ἕψημα φακοῦ· καὶ ἔφαγε καὶ ἔπιε, καὶ ἀναστὰς ᾤχετο. Καὶ ἐφαύ‐ λισεν Ἡσαῦ τὰ πρωτοτόκια αὐτοῦ.» Πατέρα μὲν
45ἔσεσθαι πολλῶν ἐθνῶν τὸν θεσπέσιον Ἀβραὰμ ψευ‐ δοεπεῖν οὐκ εἰδὼς ἐπηγγέλλετο Θεὸς, καὶ ἀριθμοῦ κρείττονα τὴν ἐξ αὐτοῦ φανεῖσθαι πληθὺν ἄνω τε καὶ κάτω διισχυρίζετο. «Ὡσεὶ ἄμμος γὰρ ἔσται, φησὶν, ἡ ἀναρίθμητος, καὶ ὡσεὶ ἄστρα τοῦ οὐρανοῦ τῷ πλή‐

69

.

153

(50)

θει.» Ἀλλὰ τῆς οὕτω περιφανοῦς εὐκλείας τὸ πέρας ἐκβέβηκεν, οὐκ ἔν γε δὴ μόνῳ τῷ Ἰσραὴλ, ἀλλὰ καὶ ἐπὶ ταῖς ἐθνῶν ἀγέλαις. Εἰσκέκληνται γὰρ διὰ πί‐ στεως, καὶ εἶεν ἂν οἱ τοιοίδε μᾶλλον ἐν Ἰσαὰκ, του‐ τέστιν, ἐξ ἐπαγγελίας· καὶ μαρτυρήσει γράφων ὁ
55σοφώτατος Παῦλος· «Προϊδοῦσα δὴ ἡ Γραφὴ ὅτι ἐκ πίστεως τὰ ἔθνη δικαιοῖ ὁ Θεὸς, προευηγγελίσατο τῷ
Ἀβραὰμ, ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ153

69

.

156

ἔθνη. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατά‐ ραν εἰσί. Γέγραπται γὰρ, ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ
5τοῦ νόμου τοῦ ποιῆσαι αὐτά. Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ Θεοῦ, δῆλον ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ’ ὁ ποιήσας αὐτὰ, ζήσεται ἐν αὐτοῖς.» Ἄραρεν οὗν ὅτι τὰ ἐπηγγελμένα διεπεραίνετο· καὶ οὐχὶ δὴ πάντως
10διὰ τῶν ἐν νόμῳ παιδαγωγουμένων, ἀλλὰ τῶν ἐν πίστει δεδικαιωμένων. Παρεισέδυ δὲ οἰκονομικῶς ἡ διὰ Μωσέως ἐντολὴ, οὐκ ἠμελημένης τῆς ἐπαγγελίας, ἀλλ’ ἵνα παιδαγωγῇ καὶ ἀνακομίζῃ κατὰ βραχὺ πρὸς τὴν διὰ πίστεως κλῆσιν· καὶ τῶν ἤδη προεισβεβη‐
15κότων ἐλέγχουσα τὴν ἀσθένειαν, χρειωδεστάτην ἅπασι καὶ ἀναγκαίαν ἤδη πως ἀποδείξῃ λοιπὸν τὴν διὰ πίστεως χάριν καὶ τὴν ἐν Χριστῷ δικαίωσιν· Ἔφη δὲ οὕτω πάλιν ὁ θεσπέσιος Παῦλος· «Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω, ὅμως ἀνθρώπου διαθήκην κεκυρω‐
20μένην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδιατάσσεται. Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνός. Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. Τοῦτο δὲ λέγω διαθήκην κεκυρωμένην ὑπὸ Θεοῦ. Ὁ
25μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος, οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας, τῷ δὲ Ἀβραὰμ δι’ ἐπαγγελίας κεχάρισται ὁ Θεός.» Προσεπάγει δὲ τούτοις καὶ τὴν αἰτίαν εὐθὺς τῆς τοῦ
30νόμου προεισβολῆς, οὕτω λέγων· «Τί οὖν ὁ νόμος, τῶν παραβάσεων χάριν προσετέθη ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ὃ ἐπήγγελται, διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου. Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν. Ὁ δὲ Θεὸς εἷς ἐστιν· ὁ οὖν νόμος κατὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ; μὴ
35γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωογονῆσαι, ὄντως ἐκ νόμου ἂν ἡ δικαιοσύνη ἦν. Ἀλλὰ συνέκλει‐ σεν ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγ‐ γελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πι‐ στεύουσι· πρὸ δὲ τοῦ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον
40ἐφρουρούμεθα, συγκλειόμενοι εἰς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς πίστεως, οὐκ ἔτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ πίστεως τῆς
45ἐν Χριστῷ Ἰησοῦ.» Οὐκοῦν ἥκιστα μὲν ἐνδοιάσειέ τις ἂν, ὡς ἔλεγχος ἧν ὁ νόμος τῆς τῶν παιδαγωγου‐ μένων ἀσθενείας, παραδεικτικὸς δὲ μᾶλλον πταισμά‐ των καὶ ἁμαρτίας. «Οὗ γὰρ, φησὶν, οὐκ ἔστι νό‐ μος, οὐδὲ παράβασις.» Καὶ πάλιν· «Τὴν δὲ ἁμαρ‐

69

.

156

(50)

τίαν οὐκ ᾔδειν, εἰ μὴ διὰ νόμου. Καὶ ἐλθούσης τῆς ἐντολῆς, φησὶν, ἡ ἁμαρτία ἀνέζησεν· ἐγὼ δὲ ἀπέθα‐ νον.» Καὶ πάλιν· «Ἄχρι τοῦ νόμου ἦν ἁμαρτία ἐν κόσμῳ· ἁμαρτία γὰρ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου. Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται.» Πεπαιδαγώγηκε
55τοίνυν ὁ νόμος ἐπὶ Χριστὸν, ἐλέγχων τοὺς παραβαί‐ νοντας, καὶ αὐτῇ πείρᾳ διδάσκων τοὺς ἐπὶ τῆς γῆς,
ὡς ἔστιν ἀμήχανον τὴν ἐκ νόμου διαδρᾶναι γραφὴν155

69

.

157

τὸ εἰς ἁμαρτίαν εὔκολον ἠῤῥωστηκότα τὸν ἄνθρωπον δεῖ δὲ πάντως αὐτῷ τῆς διὰ Χριστοῦ σωτηρίας τοῦ δικαιοῦντος ἐν πίστει καὶ οἰκτιρμοῖς. βʹ. Πρόδηλον οὖν, ὅτι τῆς ἐφ’ ἡμῖν οἰκονομίας ὁ λόγος ἀναγκαιοτάτην ἀπέφηνε τῆς διὰ Μωσέως ἐν‐
5τολῆς τὴν οἱονεὶ προανάδειξιν τῆς κατόπιν εὐθὺς καὶ ἐν Χριστῷ δραμούσης χάριτος, παρακομιζούσης εἰς μέσον τὸ ἐξ ἐπαγγελίας Θεοῦ προαναφωνούμενον σπέρμα, τουτέστι, τοὺς ἐν Χριστῷ διὰ πίστεως. Γέ‐ γονε γὰρ οὕτω πατὴρ ἀναριθμήτων ὁ θεσπέσιος
10Ἀβραάμ. Ἄθρει δὴ οὖν, ἄθρει τῆς οἰκονομίας τὸ σχῆμα, διαπεπλασμένον ἀστείως ὡς ἐν τύπῳ πάλιν τῆ τῶν ἀδελφῶν ξυνωρίδι τῇ ἐξ Ἰσαὰκ, Ἡσαῦ τε, φη‐ μὶ, καὶ μέντοι καὶ Ἰακώβ. Οὐκοῦν εἴρητο παρὰ Θεοῦ πρὸς τὸν θεσπέσιον Ἀβραὰμ, «ὅτι Ἐν Ἰσαὰκ
15κληθήσεταί σοι σπέρμα.» Διερμηνεύων δὲ τὸ χρησμ‐ ῴδημα, νομομαθὴς ὢν ὁ Παῦλος, «Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι, φησὶ, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅ ἐστι Χρι‐
20στός.» Οὐκοῦν ἐν Χριστῷ τὰ ἐπηγγελμένα διεπεραί‐ νετο, καὶ εἰς εἰκόνα καὶ τύπον αὐτοῦ τέθειταί πως ὁ Ἰσαάκ. Διερμηνεύεται δὲ ἡ τοιάδε κλῆσις, χαρὰ καὶ ἀγαλλίαμα. Ἀγαλλίαμα δὲ τὸν Χριστὸν καὶ ὁ θεσπέ‐ σιος Δαβὶδ ὠνόμαζε, λέγων ὡς ἐκ προσώπου τῶν
25δεδιψηκότων τὴν δι’ αὐτοῦ σωτηρίαν· «Τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με.» Δι‐ ενηξάμεθα γὰρ ἐν Χριστῷ τὰς τῶν φονώντων ἐπ‐ αναστάσεις· καὶ πεπατήκαμεν ἐν αὐτῷ σκορπίους καὶ ὄφεις, καὶ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπέβημεν οἱ
30πεπιστευκότες. Ὅτι δὲ ἀγαλλίαμα ὁ Χριστὸς παρὰ ταῖς θείαις Γραφαῖς ὠνόμασται, καὶ προφητικὸς ἡμᾶς ἀναπείσει λόγος. Ἔχει γὰρ ὧδε· «Καὶ ἀνατε‐ λεῖ Κύριος δικαιοσύνη καὶ ἀγαλλίαμα ἐναντίον τῶν ἐθνῶν πάντων.» Γέγονε γὰρ ὁ Ἐμμανουὴλ οὐχὶ μό‐
35νοις τοῖς ἐξ Ἰσραὴλ ἀλλὰ καὶ τοῖς ἀνὰ πᾶσαν τὴν οἰκου‐ μένην ἔθνεσί τε καὶ λαοῖς δικαιοσύνη καὶ ἀγαλλία‐ μα. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ τὴν ἐκ τῆς ἀρχαίας ἀρᾶς δυσφημίαν ἀπεκρουσάμεθα. Μετημ‐ φιέσμεθα γὰρ ὥσπερ εὐφροσύνην καὶ χαρὰν, θανάτου
40καὶ ἁμαρτίας ἀπηλλαγμένοι, καὶ τί γὰρ οὐχὶ τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ πλουτήσαντες ἀγαθῶν; Τοι‐ γάρτοι δοξολογεῖν δεδιδάγμεθα, λέγοντες· «Ἀγαλ‐ λιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης.» Καὶ τίς
45δὴ οὗτός ἐστιν ὁ τῆς εὐφροσύνης χιτὼν, σαφηνιεῖ λέγων ὁ ἱερώτατος Παῦλος· «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Καὶ πάλιν· «Ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν.» Ἀγαλ‐

69

.

157

(50)

λίαμα τοίνυν ὁ Ἰσαὰκ ὡς ἐν τύπῳ Χριστοῦ τοῖς προ‐ κειμένοις ἡμῖν θεωρήμασι χρειωδέστατα παρειλημ‐ μένος. Τούτῳ γέγονε Ῥεβέκκα γυνή. Διερμηνεύοιτο δὲ ἃν καὶ αὕτη, πλείστη τε καὶ ὅση ὑπομονή Ἀλλὰ καὶ τὸ τῆσδε πρόσωπον εἰς τὸ τῆς Ἐκκλη‐
55σίας παραληψόμεθα νοοῦντες ὀρθῶς, ἧς τὸ εὐδόκι‐ μον ἐν ὑπομονῇ. Καὶ γοῦν τοῖς ταύτης τέκνοις, τῆς ὡς. ἐν πίστει, φημὶ, καὶ πνεύματι σωτηρίας, ὁδὸς

69

.

160

πέφηνεν ἡ ὑπομονή. Ἱεροὶ γὰρ αὐτοῖς προσπεφω‐ νήκασι λόγοι, ποτὲ μὲν, ὅτι «Ἐντῇ ὑπομονῇ ὑμῶν κτή‐ σασθε τὰς ψυχὰς ὑμῶν·» ποτὲ δὲ αὖ· «Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαν‐
5τες, κομίσησθε τὴν ἐπαγγελίαν.» Ὅρα τοίνυν τὴν Ῥεβέκκαν ὀψὲ μὲν καὶ μόλις ὠδίνουσαν (στεῖρα γὰρ ἦν), ἀποτεκοῦσαν δ’ οὖν ὅμως ἐκ φιλοτιμίας Θεοῦ, καὶ ἐξ ἀγαπήσεως Ἰσαὰκ, τόν τε Ἡσαῦ τὸν πρω‐ τότοκον, καὶ εὐθὺς κατόπιν ἰόντα τὸν Ἰακώβ. Δι’ ὧν
10εὗ μάλα πάλιν ἡμῖν ἐξεικονισθεῖεν ἂν οἱ δύο λαοὶ, ὅ τε Ἰσραὴλ, καὶ μέντοι καὶ ἐξ ἐθνῶν. Καὶ ὁ πρω‐ τότοκος μὲν ὁ Ἰσραὴλ, (προεισκέκληται γὰρ διὰ νό‐ μου)· δεύτερος δὲ καὶ μετ’ ἐκεῖνον, ὁ ἐν πίστει διὰ Χριστοῦ. Ἴδοι δ’ ἄν τις τῶν δύο λαῶν τὴν ὡς ἐν γνώ‐
15μῃ καὶ τρόποις διαφορὰν, καὶ ἐξ αὐτῶν, οἶμαί που, τῶν ὀνομάτων ἃ ἦν ἐν ἀμφοῖν, καὶ ἐκ τῆς τῶν σω‐ μάτων ἰδέας, ἤτοι κατασκευῆς. Ὁ μὲν γὰρ Ἡσαῦ διερμηνεύεται δρῦς, τουτέστιν, ἀπηνής τε καὶ ἀκαμ‐ πής. Εἴρηται δέ που πρὸς τὸν Ἰσραὴλ παρὰ τοῦ
20Θεοῦ» Γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδη‐ ροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.» Πτερνιστὴς δὲ ὁ Ἰακὼβ, τουτέστι, τεχνίτης, ἤτοι νικᾷν εἰδώς. Πτερνιεῖ γάρ τις ὂν ἂν ἡττήσῃ. Νικᾷ δὲ δὴ πάντως, οὐχ ὁ ἐν νόμῳ λαὸς, ἀλλ’ ὁ ἐν Χριστῷ διὰ
25πίστεως, καὶ τὰ ἐκ τῆς ἁμαρτίας διαδραμὼν ἐγκλή‐ ματα, καὶ αὐτὸ καταμβλύνων τοῦ θανάτου τὸ κράτος. Καὶ ὁ μὲν Ἡσαῦ «πυῤῥάκης ἦν ὅλος·» γέγραπται γὰρ ὡδὶ, «Καὶ ὡσεὶ δορὰ δασύς·» ἀνὴρ δὲ λεῖος ὁ Ἰακώβ. Αἴνιγμα δὴ οὖν ἡ πυῤῥότης, θυμοῦ καὶ ὀρ‐
30γῆς· εἴπερ ἐστὶν ἀληθῶς ὡς ἐρυθρὸν ἀεί πως τὸ χρῶμα τοῖς ἐν ὀργαῖς. Θηριοπρεπὲς δὲ ὅτι τὸ λασιό‐ τριχον καὶ δασὺ, πῶς ἂν ἐνδοιάσειέ τις; Κατίδοι δ’ ἂν, οἶμαι, πᾶς τις ἐν τοῖς τοιούτοις ὄντα τρόποις τὸν Ἰσραήλ· καὶ θυμῷ μὲν ἢ λογισμῷ τῷ καθήκοντι
35διοικούμενον· ἀπονενευκότα δὲ λίαν εἰς τὸ θρασὺ καὶ ἀνήμερον. Τοιγάρτοι καὶ ἀπεκτόνασι μὲν ἁγίους προφήτας, δεδυσσεβήκασι δὲ καὶ εἰς αὐτὸν ἐν ἐσχά‐ τοις τὸν Ἐμμανουήλ. Ἡ δέ γε λειότης, ἀνθρωποπρε‐ ποῦς ἰδέας μήνυσις ἐναργής. Ἤπιος δὲ σφόδρα, καὶ
40πολὺ δὴ λίαν βλέπων ἐπὶ τὸ ἥμερον, ὁ νέος τε καὶ ἐν πίστει λαός. Ἡ γὰρ τοῦ στόματος ἀστειότης, εἰς παράδειξιν ἔσται σαφῆ τοῦ νοητοῦ τε καὶ ἔσωθεν κάλλους. Καθάπερ ἀμέλει καὶ ἐν Ἡσαῦ, ἀγριότητος εἶναι σημεῖον δεδώκαμεν τὸ δασύ τε καὶ ἐρυθρόν.
45Πλὴν ἀμφοῖν μήτηρ ἦν μία, τουτέστιν, ἡ Ῥεβέκκα. Παρέστησε δὲ ἑαυτῷ τὴν Ἐκκλησίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρθένον ἁγνὴν ὑπηρετοῦσαν ὥσπερ εἰς ἀναγέννησιν τὴν πνευματικὴν τῶν δύο λαῶν. Ὅσον γὰρ ἧκεν εἰς τὸν τῆς ἐπιδημίας σκοπὸν,

69

.

160

(50)

ἔκτισεν αὐτοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰ‐ ρήνην, καὶ ἀποκαταλλάσσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ πνεύματι κατὰ τὸ γεγραμμένον. Ἀλλ’ ἦν ἐξ‐ ήνιος ὁ Ἰσραὴλ καὶ ἀσύμφωνος τῷ νέῳ λαῷ, κατὰ χρόνον ὢν πρωτότοκος. Δηλοῖ γὰρ, οἶμαί πού τι καὶ
55τὸ ἐν αὐτῇ τῇ νηδύϊ ἀνασκιρτᾷν τὰ βρέφη, τὴν ἐσο‐ μένην ὥσπερ ἔχθραν ὑποσημαίνοντα. Ὅτι δὲ ἀμεί‐
νων ὁ νέος ἔσται, καὶ ἐν εὐκλείᾳ τῇ προφερεστέρᾳ157

69

.

161

παρὰ τὸν Ἰσραὴλ τὸν πρωτότοκον, κατεσήμανεν εὐθὺς ὁ πάντα εἰδὼς, οὕτω λέγων· «Καὶ ὁ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.» Προεκηρύττετο μὲν γὰρ τὸ ἐπ’ ἀμφοῖν μυστήριον
5καὶ διὰ φωνῆς ἁγίων· καὶ ὅτι κατόπιν ἥξει τῶν ἐθνῶν ὁ Ἰσραὴλ, πολυτρόπως ἡμῖν προεπηγγέλλετο· Θεοῦ δὲ τὸ χρῆμα καὶ ἐν αὐτῷ τῷ τόκῳ δεικνύοντος, προεξέπιπτε μὲν τῆς νηδύος ὁ Ἡσαῦ, εἵπετο δὲ ὁ Ἰακὼβ, ὅτι πτερνιεῖ καὶ νικήσει τὸν ἀδελφὸν, διὰ τοῦ τῆς πτέρνης ἐπειλῆφθαι καταδεικνύς.
10 γʹ. Καὶ ταυτὶ μὲν εἰρήσθω, πρὸς τὸ παρὸν τοῦ λό‐ γου τὰς ἀφορμὰς ἀπό τε τῆς τῶν σωμάτων ἰδέας καὶ αὐτοῦ τοῦ τόκου λαμβάνοντος. Καὶ δι’ ἑτέρων δὲ οὐδὲν ἧττον ἰόντες ἐννοιῶν, φέρε λέγωμεν ὡς ἔνι τὰ ἐπ’ ἀμφοῖν. Μήνυσις γὰρ ἔσται τῆς ἑκατέρου γνώ‐
15μης, καὶ αὐτὸς ὁ τοῦ βίου τρόπος. Ἰσήλικες μὲν γὰρ ἀλλήλοιν οἱ νεανίαι, πλὴν οὐκ ἰσογνώμονες, οὐδὲ ἐν βουλαῖς ἀπαραλλάκτοις. Ὁ μὲν γὰρ Ἡσαῦ τὰς ἐν ἀγροῖς καὶ θήραις ἠγάπα διατριβάς· ὁ δὲ ἦν ἀστι‐ κὸς, εὐπρόσιτος δηλονότι καὶ κοινωνικὸς, καὶ ἀνὴρ
20ἄπλαστος οἰκῶν οἰκίαν. Καὶ ὁ μὲν ἀκάθεκτος εἰς ἐπιθυμίας σαρκικὰς, καὶ τῶν ἄγαν εὐτελεστάτων τὰ κάλλιστα τῶν ἰδίων γερῶν κατόπιν ὥσπερ ἱεὶς, καὶ τὰ ψυχρά τε καὶ εὔωνα τῶν ἀναγκαίων ἀντωνούμε‐ νος. Ὁ δὲ τῶν ἀρίστων ἄπληστος ἐραστὴς, καὶ τὰ
25δι’ ὧν ἂν γένοιτο λαμπρὸς πανταχόθεν ἀναζητῶν. Ἐξεπρίατο γὰρ τὰ, πρωτοτόκια παραῤῥιπτοῦντος αὐτὰ τοῦ Ἡσαῦ, καὶ τὸν τῆς γαστρὸς κόρον τῶν ἰδίων ἀξιωμάτων ἀτημελῶς προτετιμηκότος. Ταύτῃ‐ τοι λοιπὸν ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ. τουτέστι,
30γήϊνος, Γηΐνου γὰρ ἀληθῶς καὶ χθαμαλωτάτου φρο‐ νήματος ἔλεγχος ἐναργὴς, τὸ ἀλογῆσαι μὲν δόξης τῆς ἐνούσης αὐτῷ, καὶ τὰ τῆς γνώσεως πρεσβεῖα παρ’ οὐδὲν ποιεῖσθαι παντελῶς, ἀνθελέσθαι δὲ μᾶλ‐ λον ὡς ἀμείνω καὶ προφερεστέραν τὴν πρόσκαιρον
35ἡδονὴν, καὶ τὸ παραυτίκα τερπνὸν ψήφῳ στεφανοῦν τῇ κρείττονι, καὶ εἰ πολλὴν ἔχοι τὴν ζημίαν. Τοι‐ γάρτοι καὶ ὁ θεσπέσιος Παῦλος, πόρνον τε καὶ βέβη‐ λον τὸν οὕτως αἰσχρῶς διαβιοῦν ᾑρημένον, εἰκότως ἀπεκάλει. Τύπον ὥσπερ τινὰ τῶν εἰς τοῦτο φαυ‐
40λότητος κατωλισθηκότων παρατιθεὶς τὸν Ἡσαῦ, καὶ γοῦν τὸ ἀχάλινον εἰς ἐπιθυμίας, σαρκικὰς δηλονότι καὶ γεωδεστέρας, ἐπίκλημα καὶ γραφὴν ἐποιεῖτο, λέ‐ γων· «Μή τις πόρνος ἢ βέβηλος ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.» Οὐκ‐
45οῦν τοῖς τῶν νεανίσκων τρόποις ἀντιπαρεξάγοντες ἀκριβῶς καὶ τῆς Ἰουδαϊκῆς πολιτείας τὸν σκότον, καὶ τῆς ἐξ ἐθνῶν πληθύος τὸ εἰλικρινὲς καὶ ἐλεύθε‐ ρον, τὰ εἰκότα λέγωμεν. Ἦν μὲν γὰρ ὁ Ἰσραὴλ ἄγροικός τε καὶ γεωδεστέραν ἔχων τὴν φρένα, γαῦρός

69

.

161

(50)

τε καὶ φιλοπόλεμος, καὶ πολὺ λίαν ἀνεπτοημένος εἰς μιαιφονίας, κατὰ τὸν ἄγροικόν τε καὶ θηριοκτόνον Ἡσαῦ. Καὶ γοῦν προφητικὸς μὲν αὐτοῖς ἐνεκάλει λόγος, ὅτι «Παγίδας ἔστησαν διαφθεῖραι ἄνδρας.» Αὐτὸς δὲ ὁ Χριστὸς ἐπηρᾶτο λέγων, ὅτι «Δωρεὰν
55ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνεί‐ δισαν τὴν ψυχήν μου. Ἐλθέτω αὐτοῖς παγὶς ἣν οὐ
γινώσκουσι καὶ ἡ θήρα ἣν ἔκρυψαν, συλλαβέτω159

69

.

164

αὐτούς.» Πεπόμφασι γὰρ τῶν Φαρισαίων τινὰς μετὰ τῶν καλουμένων Ἡρωδιανῶν (δασμολόγοι δὲ οὗτοι), πειράζοντες καὶ λέγοντες· «Εἰ ἔξεστι φόρους δοῦναι Καίσαρι, ἢ οὔ;» Θηρευτὴς οὖν ἄρα καὶ ὁ Ἰσραήλ.
5Ὁ δέ τε νέος καὶ ἐν πίστει λαὸς, κατὰ τὸν θεσπέσιον Ἰακὼβ, ἀστικὸς καὶ φιλέστιος, πρᾶος καὶ καθεστη‐ κὼς, ἀπλοῦς καὶ ἀκάκουργος, «οἰκῶν οἰκίαν,» κατὰ τὸ γεγραμμένον. Ἀληθὲς γὰρ εἰπεῖν, ὅτι τῶν ἐν πίστει δεδικαιωμένων ἡ πραοτάτη πληθὺς, πόλιν
10ὥσπερ τινὰ λαμπρὰν καὶ εὐνομουμένην ἀπεγράψατο τὴν Ἐκκλησίαν, καὶ οἶκον ἐρηρεισμένον, καὶ τοῖς πειράζουσιν ἀκατάσειστον, τὴν ἐν Χριστῷ πολιτείαν καὶ ζωὴν ἐποιήσατο. Καὶ ἁπλοῦς μὲν αὐτοῖς ὁ νοῦς, καὶ δυστροπίας ἁπάσης ἀπηλλαγμένος. Ἀπηχθημέ‐
15νον δὲ σφόδρα ποιοῦνται, τὸ ὡς ἐν γνώμῃ τε καὶ τρόποις πεπλᾶσθαι δοκεῖν. Καὶ περὶ αὐτῶν οἶμαί που τὸν θεσπέσιον φάναι Δαβίδ· «Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ.» Μονότροπος γὰρ ὁ ἁπλοῦς ἐν Χριστῷ, ὃς καὶ ἐν οἴκῳ κατοικίζεται. Καίτοι τῷ
20Ἰσραὴλ ἐπιφωνοῦντός τινος τῶν ἁγίων προφητῶν, ὅτι «Ταῖς πολυοδίαις σου ἐκοπίασας.» Οὐκοῦν ἐναυλίζονται μὲν οἱ ἐν Χριστῷ, καθάπερ εἰς οἶκον τὴν ἐν ὁσιότητι καὶ ἁγιασμῷ πολιτείαν καὶ ζωήν. Αὐτοὶ δὲ τὸ χρῆμα ταῖς σφῶν κεφαλαῖς οἷά τινα στέ‐
25φανον ἀναπλέκοντες ἁλοῖεν ἂν, καὶ μὴν καὶ εὐημε‐ ρίας καταλογιζόμενοι τρόπον. Ταύτῃτοί φασι, ποτὲ μὲν, ὅτι «Ηὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσώμεθα·» ποτὲ δὲ αὖ, «Μίαν ᾐτησά‐ μην παρὰ Κυρίου, ταύτην ζητήσω.» Καὶ τί τὸ αἴ‐
30τημα; ποία δὲ καὶ ἡ μία χάρις; «Τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου, φησὶ, πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ.» Ἀκούεις ὅπως ἐν τάξει χάριτος λαμπρᾶς καὶ ἐξῃρημένης κα‐
35ταλογεῖσθαί φησι τὸ κατοικεῖν ἐν οἴκῳ Θεοῦ, καὶ ἐν αὐλαῖς ταῖς θείαις ποιεῖσθαι τὰς διατριβάς; Ἡ δέ γε οἴκησις οὐ σωματικὴ, νοοῖτο δ’ ἂν μᾶλλον ὡς ἐν ἑδραιότητι γνώμης καὶ ἐναρέτου ζωῆς. Ἀλλ’, «Ἠγάπα, φησὶν, ὁ Ἰσαὰκ τὸν Ἡσαῦ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις
40αὐτῷ.» Ἠξίωτο γὰρ ἀγάπης τῆς ἄνωθεν ὁ πρωτότο‐ κος Ἰσραὴλ, ὅτι τῆς ἐν νόμῳ πολιτείας τὴν κατόρθω‐ σιν, καὶ τοὺς ἐπὶ τῷδε πόνους, τροφὴν ὥσπερ τινὰ προσεκόμιζε τῷ Θεῷ. Γεγόνασι γὰρ ἅγιοι καὶ ἐν Ἰσραὴλ, φιλόθεοί τε καὶ νομοφύλακες. Καὶ γοῦν ὁ
45προφήτης Ἡσαΐας ἐταλάνιζε μὲν ὡς πεπορνευμένην τὴν Ἱερουσαλήμ. Ἔφη δὲ ὅτι δικαιοσύνη κατὰ και‐ ροὺς ἐκοιμήθη ἐν αὐτῇ, τουτέστιν, ἀνεπαύσατο, καὶ κατέλυσε, διά τοι τὸ ἐν αὐτῇ γενέσθαι πολλοὺς τῆς ἐν νόμῳ πολιτείας ἀνειλημμένους τὰ αὐχήματα. Ἦν

69

.

164

(50)

οὖν ἐν δόξῃ τῇ παρὰ Θεῷ πρωτότοκος ὢν ὁ Ἰσραὴλ, πλὴν οὐ μέχρι παντὸς διεσώσατο τὴν τοῖς ἑαυτοῦ πρεσβείοις ἀπονεμηθεῖσαν τιμήν. Παρακεχώρηκε δὲ ὥσπερ τῷ νέῳ καὶ κατόπιν ἰόντι λαῷ, τουτέστι, τοῖς ἐξ ἐθνῶν, τὰ πρωτοτόκια, πολὺ λίαν ἀπονενευκὼς εἰς
55τὰ σαρκός τε καὶ κόσμου. Καὶ γοῦν ὡς, ἐν ταῖς εὐαγ‐
γελικαῖς ἀνεγνώσθη παραβολαῖς, «Ἐποίει μὲν γά‐161

69

.

165

μους ὁ βασιλεὺς τῷ υἱῷ αὐτοῦ.» Εἶτα παρῆσαν οἱ δειπνοκλήτορες, τοῖς δαιτυμόσιν ἀπαγγέλλοντες τὰ παρὰ Θεοῦ, τουτέστιν, «Ἰδοὺ τὸ ἄριστόν μου ἡτοί‐ μασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ
5πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. Οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν,» φησίν. Ἀλλ’ ἧν ἑκάστῳ παραίτησις τὸ δοκοῦν. Ὁ μὲν γὰρ ἔφασκε· «Γυναῖκα ἔγημα, ἔχε με παρῃτημένον. Ὁ δὲ, Ἀγρὸν ἠγόρασα, καὶ οὐ δύναμαι ἐλθεῖν.» Ὁρᾷς οὖν ὅπως μεμίμηνται τὸν
10Ἡσαῦ, τὴν τῶν προσκαίρων καὶ σαρκικῶν ἀπόλαυσιν τῆς παρὰ Θεῷ δόξης προτετιμηκότες, μονονουχὶ δὲ καὶ ἑτέροις τὰ πρωτοτόκια προθέντες ἑλεῖν. Ἀντεισ‐ κέκληνται γὰρ εὐθὺς οἱ ἐξ ἐθνῶν πιστεύσαντες, καὶ τὴν τῷ Ἰσραὴλ ὀφειλομένην ἀποκεκερδήκασι
15δόξαν, καὶ μέντοι καὶ εὐλογίαν, διὰ τὸ ἕτοιμον εἰς ὑπακοὴν, καὶ τὸ λίαν εὐσταλὲς καὶ διεγηγερμένον εἴς γε τὸ χρῆναι πληροῦν τὰ ἁνδάνοντα τῷ Θεῷ. Γένοιτο δ’ ἂν ἡμῖν καὶ τούτου μάρτυς, ὁ θεσπέσιος Δαβὶδ, οὔτω λέγων περὶ αὐτῶν· «Τὴν ἐπιθυμίαν τῶν πενή‐
20των εἰσήκουσας, Κύριε, τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου.» Ἑτοιμότερος γὰρ ἀεί πως εἰς εὐπείθειαν ὁ ἐν πίστει λαὸς, καίτοι τῶν ἐξ Ἰσραὴλ τὴν ἐν νόμῳ παίδευσιν προπεπλουτηκότων. Ἀλλ’ εἰ καὶ τῶν θείων μαθημάτων κατηῤῥώστησε
25τὴν πτωχείαν τῶν ἐθνῶν ἡ πληθύς· ἀλλ’ εὐπετεστέρα γέγονεν ἐν πίστει, καὶ τοῖς διὰ Χριστοῦ θεσπίσμασιν ὡς ὀξὺ παραθεῖσα τὸ οὖς, ὃ διὰ τῆς αὐτοῦ μεμαρτύ‐ ρηται φωνῆς. Ἔφη γὰρ ὧδε διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Λαὸς ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς
30ἀκοὴν ὠτίου ὑπήκουσέ μου.» Περὶ δέ γε τοῦ Ἰσραὴλ ὡς ἤδη πεσόντος εἰς ἀλλοτρίωσιν, καὶ ὀρθοποδεῖν μὲν οὐκ ἀξιοῦντος ἔτι, πεπηρωμένον δὲ ὥσπερ τῆς δια‐ νοίας τὸ σκέλος, φησίν· «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, οἱ υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν
35ἀπὸ τῶν τρίβων αὐτῶν.» Τρίβοι μὲν γὰρ ὀρθαί τε καὶ ἀπλανεῖς ἐπὶ Χριστὸν ἀποφέρουσαι, καὶ ἡ διὰ νόμου παίδευσις, καὶ προφητῶν ἁγίων προαγόρευσις. Ἐπειδὴ δὲ εἰς τὸ διὰ νόμου καὶ προφητῶν κατηντή‐ κασι τέλος, τουτέστι Χριστὸν, ἐχώλαναν ἐξ ἀσυνεσίας,
40οὐκ ἐξ ὑγιοῦς διανοίας ἐμπαροινοῦντες αὐτῷ, καὶ θανάτῳ περιβαλεῖν τολμήσαντες τὸν ἀρχηγὸν τῆς ζωῆς. Ὅτι τοίνυν ὁ νέος τε ἐν πίστει λαὸς τὴν τῷ Ἰσραὴλ ὀφειλομένην εὐλογίαν ἥρπασεν, εὐπετεστέραν ἔχων τὴν γνώμην εἴς γέ τοι τὸ δεῖν τοῖς θείοις ὑπεί‐
45κειν νεύμασι, κἀντεῦθεν ἡμῖν παρέσται νοεῖν. Γέ‐ γραπται γὰρ ὡδί· «Ἐγένετο δὲ μετὰ τὸ γηράσαι τὸν Ἰσαὰκ, καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾷν· Καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον, καὶ εἶπεν αὐτῷ· Υἱέ μου. Καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ

69

.

165

(50)

εἶπεν· Ἰδοὺ ἐγὼ γεγήρακα, καὶ οὐκ οἶδα τὴν ἡμέραν τῆς τελευτῆς μου· Νῦν οὖν λάβε τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ θήρευσόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ· καὶ ἔνεγκέ μοι ἵνα φάγω, ὅπως εὐ‐
55λογήσῃ σε ἡ ψυχή μου πρὶν ἀποθανεῖν με.» Ταῦτα μὲν οὖν ἔφη πρὸς τὸν Ἡσαῦ ὁ πατήρ. Ὁ δὲ παρα‐
χρῆμα τοὺς ἐπὶ τῇ θήρᾳ κατορθώσων πόνους τῆς163

69

.

168

ἑστίας ἀπαίρει, καὶ νεανικῶς ἐσκευάζετο. Καὶ τί μετὰ τοῦτο; Πείθει Ῥεβέκκα τὸν Ἰακὼβ φθάσαι τε τὸν Ἡσαῦ, καὶ μὴν καὶ ἁρπάσαι τὴν εὐλογίαν. Ὁ δὲ τοῦτο δρᾷν ἐδεδίει μὲν ἐξ ἀρχῆς· παραθηγούσης δὲ
5τῆς μητρὸς, δύο μὲν ἐξ ἀγρῶν ἐρίφους εἰσφέρει, κα‐ λούς τε καὶ ἁπαλοὺς, καὶ ὀψοποιίας ἥπτετο· περιθεὶς δὲ τοῖς ὤμοις τὰ δέρματα, καὶ τῆς δειρῆς τὰ γυμνὰ κατημφιεσμένος, ἀπεμιμεῖτο καλῶς τὴν Ἡσαῦ δα‐ σύτητα, καὶ τὸ ἄγαν λασιότριχες, ὡς ἂν διαπαίζῃ
10τὰς τοῦ πατρὸς χεῖρας, εἰ ἐπαφῷτο τυχόν. Εἶτα τὸ ὄψον εἰς χεῖρας ἑλὼν, εἰσέθει πρὸς τὸν πατέρα, καὶ δὴ καὶ ἔφασκε· «Πάτερ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ. Τίς εἶ σὺ, τέκνον. Καὶ εἶπεν Ἰακὼβ τῷ πατρί· Ἐγὼ Ἡσαῦ ὁ πρωτότοκός σου, καθὰ ἐλάλησάς μοι ἐποίησα.
15Ἀναστὰς κάθισον, καὶ φάγε τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Ἐπειδὴ δὲ κατεδήδοκεν ὁ πρεσβύτης τὸ προκομισθὲν, ἔφη πρὸς τὸ μειράκιον· Ἔγγισόν μοι, καὶ φίλησόν με, τέκνον. Καὶ ἐγγίσας ἐφίλησεν αὐτόν· καὶ ὠσφράνθη τῆς ὀσμῆς τῶν ἱμα‐
20τίων αὐτοῦ, καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους ὃν εὐλόγησε Κύριος, καὶ δῴη σοι Κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, πλῆθος σίτου καὶ οἴνου. Καὶ δουλευσάτωσάν σοι ἔθνη,
25καὶ προσκυνησάτωσάν σοι ἄρχοντες, καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου. καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Ὁ καταρώμενός σε, ἐπικατάρατος· καὶ ὁ εὐλογῶν σε, εὐλογημένος.» Οὐκοῦν προαποκεκέρ‐ δηκε μὲν Ἰακὼβ τὴν παρὰ τοῦ πατρὸς εὐλογίαν· εἶτα
30δεύτερον ἐξ ἀγρῶν κατόπιν ἔρχεται τὴν θήραν ἑλὼν ὁ Ἡσαῦ. Προσκομίσας δὲ τῷ πατρὶ, περιττὸς ἦν ἔτι, καὶ τὸ γεγονὸς ἐδιδάσκετο. Ἤκουσε γὰρ εὐθύς· «Ἔλθων ὁ ἀδελφός σου, μετὰ δόλου ἔλαβε τὴν εὐλογίαν σου.» Οὐκ ἀδακρυτὶ δὲ λέγοντος, «Μὴ εὐλο‐ γία μία ἔσται σοι, πάτερ; εὐλόγησον δὴ κἀμέ· ἔφη πάλιν ὁ Ἰσαάκ· Ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου· καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ
35ἀδελφῷ σου δουλεύσεις. Ἔσται δὲ ἡνίκα ἐὰν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.» Τὸ μὲν οὖν τῆς ἱστορίας συνενεγκόντες πλάτος, ὡς ἐν ὀλίγοις κομιδῇ, τοῖς ἐντευξομένοις εὖ μάλα παρα‐ τεθείκαμεν. Χρῆναι δὲ ὑπολαμβάνω, τοῖς αἰσθητῶς γεγονόσιν ἐφαρμόσαι τὰ πνευματικά. δʹ. Φαμὲν οὖν ὅτι καὶ πρό γε τῶν ἄλλων, τῶν ἐν πίστει, φημὶ, καὶ ἐν Χριστῷ κεκλημένων, τῷ Ἰσραὴλ
40ἐνετέλλετο ὁ τῶν ὅλων Δεσπότης καὶ Πατήρ, ξένιον ὥσπερ τι λαμπρὸν, καὶ καρποὺς ἐπιεικείας, καὶ οἱονεὶ πόνων ἀγαθῶν εὑρήματα, προσκομίζειν ἐπείγεσθαι τὴν ἁνδάνουσαν αὐτῷ πολιτείαν καὶ ζωὴν, ἣ διὰ τῆς ἐν νόμῳ ζωῆς τοῖς πάλαι προανεγράφετο, μονονουχὶ
45τοῖς τύποις ἐγκεκρυμμένη, καὶ ὡς ὕλη λανθάνουσα τῷ περιττῷ τοῦ γράμματος, οὐκ ἀνάλωτός γε μὴν τοῖς ἐθέλουσι φιλοθηρᾷν διὰ τῆς ἐν πνεύματι καὶ ἀκριβοῦς θεωρίας. Τοῦτο, οἶμαι, ἐστὶ τὸ τῆς Ἡσαῦ θήρας ἐπιθυμῆσαι τὸν Ἰσαάκ. Ἀλλὰ προσετάττετο

69

.

168

(50)

μὲν, καθάπερ ἔφην, ὁ Ἰσραὴλ, καὶ δὴ καὶ ὑπέσχετο κατορθοῦν. Ἔφη γὰρ ἐν Χωρὴβ συνηθροισμένης τῆς ἐκκλησίας, καὶ ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος Σινὰ κα‐ ταφοιτήσαντος Θεοῦ· «Πάντα ὅσα ἂν εἴπῃ Κύριος ὁ Θεὸς, ποιήσομεν, καὶ ἀκουσόμεθα.» Ἀμελητὴς δὲ
55λίαν κατεφωρᾶτο διὰ τῶν πραγμάτων, καίτοι πρό‐ χειρος ὢν εἰς ἐπαγγελίαν. Ταύτῃτοι καὶ διὰ μέσου
χωριεῖ, φθάνει τε οὕτως ὁ πτερνιστὴς, Ἰακὼβ, τουτ‐165

69

.

169

έστιν, ὁ νέος τε καὶ ὡς ἐν πίστει λαός. Προσκεκόμικε γὰρ τῷ Θεῷ τὰ ζητούμενα, ἀναδυομένου τε καὶ μέλ‐ λοντος τοῦ πρωτοτόκου λαοῦ, προεκαρποφόρησε τὴν πίστιν, ἣν καὶ ἐν τάξει τροφῆς ἡ θεία ποιεῖται φύ‐
5σις. Καὶ γοῦν ὁ Σωτὴρ τοῖς ἁγίοις ἀποστόλοις οὕτω τὴν Σαμαρειτῶν ἐπιστροφὴν προκατεμήνυε, λέγων· «Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.» Διατρανῶν δὲ τὸ εἰρημένον, «Ἐμὸν βρῶμά ἐστι, φησὶν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με, καὶ
10τελειώσω αὐτοῦ τὸ ἔργον.» Ὅτι δὲ γέγονεν ἀνόνητον μὲν τοῖς ἐξ Ἰσραὴλ τὸ ἕτοιμον εἰς ὑπόσχεσιν, οὐκ ἐξοιχομένου πρὸς πέρας αὐτοῖς τοῦ πράγματος, ἠδί‐ κησε δὲ τὰ ἔθνη παντελῶς οὐδὲν ὁ ἐπί γε τὸ χρῆναι πιστεύειν ὄκνος ἐπεγνωκότα τὸν Λυτρωτὴν, καὶ τετι‐
15μηκότα λοιπὸν ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν εὐ‐ πειθείαις, διὰ παραβολῆς ἡμᾶς ἐδίδαξεν ὁ Χριστός. Ἔφη γὰρ οὕτως· «Ἄνθρωπός τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ, εἶπε· Τέκνον, ὕπαγε σή‐ μερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. Ὁ δὲ ἀποκρι‐
20θεὶς εἶπεν, Οὐ θέλω. Ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. Προσελθὼν δὲ τῷ ἑτέρῳ εἶπεν ὡσαύτως. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐγὼ, Κύριε, καὶ οὐκ ἀπῆλθε. Τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ Πατρός;» Ὁ ἀπελθὼν εἰς τὸν ἀμπελῶνα δηλονότι, καὶ εἰ βραχὺ με‐
25ταξὺ παρεισέδυ τὸ ἀδρανὲς, ὀκνεῖν ἀναπεῖθον τὸ ὑπε‐ σχημένον. Θέα δὴ οὖν ἐν τούτοις προχειρότατα μὲν ἐπὶ τὴν θήραν ἰόντα τὸν Ἡσαῦ, καὶ τοῦτο δρᾷν ὑπισχνούμε‐ νον, φθάνοντα δὲ τὸν Ἰακὼβ, καίτοι τοῦτο δρᾷν ἐν ἀρχαῖς ἀρνούμενον, πλὴν εὐλογηθέντα παρὰ τοῦ πατρός. Οὕτω
30καὶ ὁ νέος λαὸς ἁρπάζει τὴν εὐλογίαν, μονονουχὶ κατά‐ πλαστον ἔχων τῆς Ἰουδαϊκῆς πολιτείας τὸ σχῆμα. Κα‐ θάπερ ἀμέλει καὶ Ἰακὼβ τὴν Ἡσαῦ δασύτητα τοῖς τῶν ἐρίφων δέρμασιν ἀπεμιμεῖτο σοφῶς. Ἀλλ’ ἤκουε τοῦ πατρὸς εὐθὺς ἀνακεκραγότος· «Ἡ μὲν φωνὴ
35φωνὴ Ἰακὼβ, αἱ δὲ χεῖρες χεῖρες Ἡσαῦ.» Τίνα δὴ οὖν ἄρα τρόπον ἐφαρμόσαιμεν ἂν τοῖς ἐν πίστει λαοῖς τὸ καὶ ἐν εἴδει γενέσθαι, καὶ ὡς ἐν μιμήματι τῆς Ἰουδαϊκῆς πολιτείας τε καὶ ἑτέραν ἔχειν παρ’ αὐτοὺς τὴν φωνήν; Οὐκοῦν ἐκεῖνό φαμεν, ὡς ἔστιν ἀεὶ παρὰ
40ταῖς θείαις Γραφαῖς, ἔργου καὶ κατορθωμάτων ἤτοι πρακτικῆς ἐνεργείας σημεῖον χείρ. Ὅσον οὖν ἧκεν εἰς ἐνεργείας ταυτότητα καὶ πιότητα κατορθωμάτων, καὶ αὐτοὶ πληροῦσι τὸν νόμον οἱ ἐν Χριστῷ νοητῶς τε καὶ πνευματικῶς ἱερουργούμενοι, καὶ εἰς ὀσμὴν
45εὐωδίας ἑαυτοὺς προσκομίζοντες τῷ Θεῷ καὶ Πατρί. Καὶ γοῦν ὁ Χριστὸς διαῤῥήδην νόμους ἡμῖν τεθεικὼς εὐαγγελικοὺς, «Μὴ νομίσητε, φησὶν, ὅτι ἦλθον κα‐ ταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας. Οὐκ ἦλθον κα‐ ταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω

69

.

169

(50)

ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται.» Συνίης οὖν, ἀποπληροῦσι τὸν νόμον οἱ ἐν Χριστῷ τὴν ἐν πνεύματι περιτομὴν ἀντὶ τῆς σαρκίνης εἰσδεχόμενοι. Εἰσερχόμενοι δὲ καὶ εἰς τὴν
55κατάπαυσιν τοῦ Χριστοῦ, καὶ ἐν Χριστῷ σαββατί‐ ζοντες, καὶ τὸν ἐν κρυπτῷ καὶ ἔσω δεικνύοντες Ἰου‐
δαῖον. Τοῦτο, οἶμαι, ἐστὶ τὸ τὰς χεῖρας ἔχειν Ἡσαῦ,167

69

.

172

πλὴν ἑτέραν παρ’ αὐτὸν τὴν φωνήν. Οὐ γάρ τοι ταῖς Ἰουδαίων ἀθυρωγλωττίαις ἀποκεχρήμεθα· οὔτε μὴν τὸν ἀγοράσαντα ἡμᾶς Δεσπότην ἀρνούμενοι δυσφημεῖν εἰθίσμεθα· συνδοξολογοῦμεν δὲ μᾶλλον τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν, καὶ Κύριον, καὶ Σωτῆρα, καὶ Λυτρω‐ τὴν ὀνομάζομεν.
5 εʹ. Ἄξιον δὲ οἶμαι καὶ τῆς ἐπ’ ἀμφοῖν εὐλογίας τὴν δύναμιν πολυπραγμονοῦντας ὡς ἐν τῷ εἰς νοῦν ἧκον εἰπεῖν. Εἴη γὰρ ἂν τοῖς ἐντευξομένοις πρὸς ὠφέλειαν τὸ χρῆμα. Ἔφη τοίνυν ὁ μακάριος Ἰσαὰκ ἐπὶ μὲν τοῦ Ἰακώβ· «Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς
10ὀσμὴ ἀγροῦ πλήρους ὂν εὐλόγησε Κύριος. Καὶ δῴη σοι Κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς πλῆθος σίτου καὶ οἴνου. Καὶ δου‐ λευσάτωσάν σοι ἕθνη, καὶ προσκυνησάτωσάν σοι ἄρ‐ χοντες, καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου. Καὶ
15προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Ὁ κατ‐ αρώμενός σε, ἐπικατάρατος· καὶ ὁ εὐλογῶν σε, εὐλο‐ γημένος. Μέμικταί πως ἐν τούτοις τῆς ἱστορίας ὁ λόγος, καὶ διὰ δυοῖν προσώποιν ἔρχεται πρὸς ἕν τι τὸ ἀληθὲς καὶ διὰ πραγμάτων αὐτῶν μεμαρτυρημέ‐
20νον. Ἀποπεραίνεται μὲν γὰρ οὐχὶ δή που πάντως ἐν Ἰακὼβ, ἀλλὰ καὶ ἐν Χριστῷ τὰ τοιάδε, καὶ ἐν τοῖς ἐν πίστει δεδικαιωμένοις, οἳ καὶ τέκνα γεγόνασι κατ’ ἐπαγγελίαν ἐν Ἰσαάκ. Ἁρμόσει δὴ οὖν τῆς προφη‐ τείας ὁ νοῦς καὶ λαῷ τῷ νέῳ, καὶ αὐτῷ τῷ Χριστῷ,
25ὅς ἐστιν ἀρχὴ καὶ ἡγούμενος. Λελόγισται δὲ καὶ εἰς δεύτερον Ἀδὰμ, καὶ ῥίζα τις ὥσπερ τῆς ἀνθρωπό‐ τητος ἀνέφυ δευτέρα. Καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ, καὶ ἀνεκαινίσθημεν ἐν αὐτῷ πρὸς ἁγιασμόν τε καὶ ἀφθαρσίαν καὶ ζωήν. Σημαίνει δὲ, οἶμαι, τῆς εὐλογίας
30ὁ λόγος, τὴν ἐν Χριστῷ καὶ πνευματικὴν εὐωδίαν, οἷον ἀγροῦ καὶ λειμῶνος εὐανθεστάτου καλὴν καὶ ἡδεῖαν τὴν ἐξ ἠρινῶν ἀνθέων ἱέντος ὀσμήν. Οὕτω γὰρ ἡμῖν ἑαυτὸν ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων ὠνό‐ μαζεν ὁ Χριστὸς, λέγων μέν· Ἐγὼ ἄνθος τοῦ πεδίου,
35κρίνον τῶν κοιλάδων. Κρίνον γὰρ ἦν καὶ ῥόδον ἐκ γῆς ἀναφὺς, διὰ τὸ ἀνθρώπινον. Πλὴν οὐκ εἰδὼς ἁμαρτίαν, θεοπρεπεστάτην δὲ μᾶλλον τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὴν ἐκ τῶν κατορθωμάτων εὐωδίαν ἱείς. Ἀγρῷ τοιγαροῦν εὐλογημένῳ παρὰ Θεοῦ, παρ‐
40εικάζει Χριστόν· καὶ σφόδρα εἰκότως· εἴπερ ὀσμή ἐστι τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρός. Ἔφη γὰρ ὧδε πάλιν ὁ θεσπέσιος Παῦλος· Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν
45παντὶ τόπῳ. Ἐφανεροῦτο δὲ διὰ τῶν ἁγίων ἀποστόλων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὡς ὀσμὴ τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρός. «Εἰ γὰρ ἔγνωκέ τις τὸν Υἱὸν, ἔγνω που πάντως καὶ τὸν Πατέρα, διὰ τὸν τῆς φύ‐ σεως ταυτὸν, καὶ κατὰ πᾶν ὁτιοῦν ἴσως τε καὶ ἀπαρ‐

69

.

172

(50)

αλλάκτως ἔχον. Ἁρμόσει μὲν οὖν τὰ τοιάδε Χριστῷ, πρέποι δ’ ἂν εἰκότως καὶ λαῷ τῷ νέῳ, τὸ, Δῴη σοι Κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, πλῆθος σίτου καὶ οἴνου. Ἡ γὰρ οὐρανοῦ μὲν δρόσος, γῆς δὲ πιότης, τοῦτό ἐστι, ὁ ἐκ
55Θεοῦ Πατρὸς λόγος, ἡμῖν δέδοται κατὰ μέθεξιν δηλον‐ ότι τὴν διὰ Πνεύματος, καὶ θείας μὲν φύσεως δι’
αὐτοῦ γεγόναμεν κοινωνοί. Ἐσχήκαμεν δὲ πλῆθος169

69

.

173

σίτου καὶ οἴνου, τουτέστιν, ἰσχύος καὶ μέντοι καὶ εὐφροσύνης. Εἴπερ ἀληθὴς ὁ λόγος ὁ λέγων, «Ἄρτος στηρίζει καρδίαν ἀνθρώπου, καὶ οἶνος εὐφραίνει.» Ἰσχύος οὖν ἄρα τῆς νοητῆς καὶ ἐν πνεύματι σημεῖον
5ὁ ἄρτος· θατέρου γε μὴν ὁ οἶνος. Δέδοται δὲ ταῦτα τοῖς ἐν Χριστῷ δι’ αὐτοῦ. Πῶς ἢ τίνα τρόπον, ἑδραῖοι γεγόναμεν εἰς εὐσέβειαν καὶ ἀμετακίνητοι τρόπον τινὰ, καὶ ὀρθὰ φρονεῖν εἰδότες, καὶ ἀκατασείστως ἐρηρεισμένοι; Ἐλάβομεν γὰρ ἐξουσίαν «πατεῖν
10ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύ‐ ναμιν τοῦ ἐχθροῦ.» Τοῦτο οἶμαι τὸ πλῆθός ἐστι σίτου. Ἀλλὰ καὶ οἴνου πάλιν ἐλάβομεν. «Τῇ γὰρ ἐλπίδι χαίρομεν καὶ ἐγενήθημεν εὐφραινόμενοι,» κατὰ τὸ γεγραμμένον. Προσδοκῶμεν γὰρ τὰς ἄνω
15μονὰς, τὴν ἐν ἀφθαρσίᾳ ζωὴν, τὸν μακραίωνα βίον, τὸ αὐτῷ συμβασιλεῦσαι Χριστῷ. Εἰρήσθω δὲ καὶ ἐφ’ ἡμῖν τὰ τοιάδε. Καλεῖ γὰρ εἰς τοῦτο εἰκότως ὁ λόγος. Εἶτα μετοιχήσεται τῆς εὐλογίας ἡ δύναμις ἐπ’ αὐτὸν αὖθις τὸν Ἐμμανουήλ. «Δουλευσάτωσαν γάρ σοι
20ἔθνη, φησὶ, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες, καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου.» Κεχρημάτικε μὲν γὰρ πρωτότοκος ὁ Ἐμμανουὴλ, ὅτε γέγονε «καθ’ ἡμᾶς, καὶ ἐν πολλοῖς ἀδελφοῖς.» Ἀλλ’ οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀπολισθήσειεν ἂν, τοῦ καὶ Θεὸς
25εἶναι καὶ τῶν ὅλων Κύριος· προσκυνοῦμεν γὰρ ὡς Δεσπότην, καὶ κεκυρίευκεν ὡς Θεὸς τῶν εἰς ἀδελφό‐ τητα κεκλημένων διὰ τῆς χάριτος. «Τίς γὰρ ἐν νε‐ φέλαις, φησὶν, ἰσωθήσεται τῷ Κυρίῳ; καὶ τίς ὁμοιω‐ θήσεται αὐτῷ ἐν υἱοῖς Θεοῦ;» Κεκυρίευκε τοίνυν
30ὡς Θεὸς τῶν εἰς ἀδελφότητα παρενηνεγμένων ὁ Ἐμ‐ μανουὴλ, καὶ αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. «Καὶ ὁ καταρώμενος μὲν, ἐπι‐
35κατάρατος· ὁ δὲ εὐλογῶν, εὐλογημένος.» Καὶ ἐναργὴς ὁ λόγος. Ἐπάρατοι γὰρ καὶ θεομισεῖς οἱ δυσφημοῦντες αὐτόν· ἐπίμεστοι δὲ τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ χαρισμάτων, οἱ εὐλογοῦντες, τουτέστιν, οἱ τὴν θείαν αὐτοῦ δόξαν καταγγέλλοντες. ϛʹ. Αὕτη μὲν οὖν ἡ Ἰακὼβ εὐλογία, τῆς ἀναφορᾶς τὴν δύναμιν ἐπ’ αὐτὸν ἔχουσα τὸν Ἐμμανουὴλ, καὶ
40τοὺς ἐν πίστει δεδικαιωμένους. Ἴδωμεν δὲ καὶ τὴν ἄλλην, τουτέστι, τὴν ἐπὶ τῷ πρωτοτόκῳ γεγενημένην, δῆλον δὲ ὅτι τῷ Ἰσραὴλ, οὗ καὶ εἰς τύπον ὁ Ἡσαῦ. «Ἰδοὺ γὰρ, φησὶν, ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ
45ἄνωθεν, καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις. Ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου·» δέδοται γὰρ εὐλογία τῷ Ἰσραὴλ, ὁ «διὰ Μωσέως νόμος.» Χριστοῦ γὰρ ἦν λόγος διακονηθεὶς δι’ ἀγγέ‐

69

.

173

(50)

λων. Ὅτι γὰρ αὐτὸς ἐλάλει τοῖς ἀρχαιοτέροις, πι‐ στώσεται γράφων ὁ σοφώτατος Παῦλος· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατρά‐ σιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τού‐ των ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Ἰδίους δὲ λόγους τὸν
55νόμον εἶναι καὶ αὐτὸς ὁ Σωτὴρ κατέδειξε λέγων·
«Ἀμὴν λέγω ὑμῖν, ἕως ἃν παρέλθῃ ὁ οὐρανὸς καὶ171

69

.

176

ἡ γῆ· ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» Εἴπερ οὖν ἐστιν ἀληθὲς ὅτι Χριστοῦ λόγος ἦν, καὶ ὁ
5δι’ ἀγγέλων νόμος, ἐν τάξει γέγονεν εὐλογίας τῷ Ἰσραὴλ, Χριστὸν δὲ εἶναι τὴν οὐρανοῦ δρόσον, καὶ γῆς νοῶμεν πιότητα. Σπαταλᾷ γὰρ ὥσπερ ἡ τῶν ἀγ‐ γέλων πληθὺς ταῖς ἄνωθεν καὶ πνευματικαῖς καταρ‐ δομένη δρόσοις, οὕτω καὶ πιανοῦσα ἡ γῆ ἐντρυφᾷ
10τοῖς νοητοῖς ὑετοῖς εἰς καρποφορίαν πνευματικήν. Ἀλλ’ ἡμεῖς μὲν οἱ ἐν Χριστῷ διὰ πίστεως ἄρτῳ τε καὶ οἴνῳ πεπλουτίσμεθα. Ἀμέτοχος δὲ τούτων ὁ Ἰσραήλ· οὐ γὰρ ἐπενήνεκται τοῦτο ταῖς εὐλογίαις Ἡσαῦ. Ἀμέτοχοι δὲ καὶ ἑτέρως οἱ τάλανες Ἰουδαῖοι,
15τῆς μυστικῆς εὐλογίας· ἐπεὶ μηδὲ τοῦτο δέδοται τῇ κατὰ νόμον λατρείᾳ, τετήρηται δὲ μᾶλλον τοῖς ἐν Χριστῷ καὶ ἐν πίστει λαοῖς. Καὶ ἡμεῖς μὲν ἐν εἰρήνῃ διὰ Χριστοῦ, ἐν πολέμοις δὲ ὁ Ἰσραὴλ, καὶ κεκληρο‐ νομήκαμεν αἰσθητῶς τῆς ἐπαγγελίας τὴν γῆν, τύπον
20ἔχουσαν τῆς ἄνω καὶ νοητῆς, ἧς καὶ αὐτὸς ὁ Σωτὴρ ἐμέμνητο, λέγων· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Καὶ ἡμεῖς ἐν τέκνοις δι’ ἐλευθέρου πνεύματος, καὶ ὡς καθ’ ἡμᾶς τε καὶ ἀδελφῷ προσίεμεν τῷ Χριστῷ, καλὴν καὶ ἐθελούσιον
25ποιούμενοι τὴν ὑποταγήν. Ὑπέζευκται δὲ ἄνω πάλιν ὁ Ἰσραὴλ, καὶ τοῖς Μωσέως κατήχθισται νόμοις, θάνατον ὑπομένων τὴν ἐπὶ ταῖς παραβάσεσι δίκην. Ἤκουε γὰρ Ἡσαῦ· «Καὶ τῷ ἀδελφῷ σου δουλεύ‐ σεις·» τουτέστιν, ὑποταχθήσῃ, καὶ οὐχ ἑκὼν τῷ
30κατὰ σὲ τὴν φύσιν. Ἄνθρωπος δὲ καὶ καθ’ ἡμᾶς ὁ Μωσῆς, οὐδὲν ἔχων τὸ περισσὸν ὅσον ἧκεν εἰπεῖν, εἰς τὸν τῆς ἀνθρωπότητος λόγον. Καὶ γοῦν ὁ πάντων Δεσπότης λαὸν ἐκάλει Μωσέως τὸν Ἰσραήλ· μεμο‐ σχοποιήκασι γὰρ κατὰ τὴν ἔρημον. Εἶτα πρὸς Μωσέα
35Θεός· «Βάδιζε, κατάβηθι, φησὶ, τὸ τάχος ἐντεῦθεν· ἠνόμησε γὰρ ὁ λαός σου, ὃν ἐξήγαγες ἐκ γῆς Αἰγύ‐ πτου.» Παῦλος μὲν οὖν ὁ θεσπέσιος καὶ αὐτὸν ἀνετί‐ θει τῷ μακαρίῳ Μωσῇ τὸν ἐν γράμματι νόμον. Ἔφη γὰρ οὕτως· «Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς
40οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν, ἀποθνήσκει.» Ὅτι δὲ ἔμελλεν ὁ Ἰσραὴλ τὸν διὰ τοῦ πανσόφου Μωσέως ἀποθέσθαι ζυγὸν, καλοῦντος αὐτὸν τοῦ Χριστοῦ πρὸς τὴν διὰ πίστεως χάριν, προκαταμεμή‐ νυκεν εἰπών· «Ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ
45ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τραχήλου σου.» Ἐξ‐ έλυσαν γὰρ τῶν τραχήλων τὸν τοῦ νόμου ζυγὸν δυσ‐ φόρητον ὄντα λίαν οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες. Κέκληνται γὰρ εἰς ἐλεύθερον ἀξίωμα διὰ τῆς πίστεως ἐν Χριστῷ. Δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ
Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.173

69

.

177

(1t)

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ
2tΒΙΒΛΙΟΝ Δʹ.
4tΠερὶ τοῦ πατριάρχου Ἰακώβ.
5 αʹ. Ἀληθὲς ὅτι «πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται.» Θηρῶν γὰρ αὐτοῖς ἀγρίων ἐπιθρώσκουσι δίκην, οἱ τῆς ἀνομίας υἱοὶ, τῆς σφῶν δυστροπίας γραφὴν ὥσπερ τινὰ καὶ κατάῤῥη‐ σιν τὴν τῶν εὐδοκιμεῖν εἰωθότων λαμπρότητα κατα‐
10λογιζόμενοι. Ἐλέγχεται γάρ πως ἀεὶ τῇ τῶν ἀμει‐ νόνων παραθέσει τὰ χείρω. Καὶ τὰ ψῆφον ἔχοντα τὴν προφερεστέραν μονονουχὶ τῶν ἡττωμένων καταγράφει τὸ ἀκαλλές. Τί οὖν ἐντεῦθεν; Τὰ ἐκ φθόνου βέλη, καὶ τὸ ἐκ τῆς βασκανίας τοῖς νενικημένοις ἐντύφεται
15πῦρ, μανίας ἀρχὴ, καὶ ἀνοσιότητος ἀφορμὴ κατὰ τῶν ὡς ἄριστα βιοῦν ᾑρημένων. Οἳ καὶ εἰ γένοιντο τυχὸν ἐν ἀγῶσι καὶ πόνοις, ἀλλ’ οὖν οὐκ εἰς ἅπαν εἶεν ἂν τοῖς πολεμοῦσιν ἁλώσιμοι. Περιόψεται γὰρ οὐδαμῶς ὁ τῶν ἁγίων προεστηκὼς τοὺς ὑπὲρ αὐτοῦ
20κινδυνεύοντας. Ἐξελεῖται δὲ μᾶλλον καὶ σφόδρα ῥᾳδίως, καὶ λαμπροτέρους ἀποφανεῖ, τληπαθείας γύμνασμα προθεὶς τὸν ἱδρῶτα αὐτοῖς. Συλλήψεται δὲ τῷ λόγῳ καὶ ὁ θεσπέσιος Παῦλος ὡδὶ γεγραφώς· «Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι
25ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεὶν.» Καὶ αὐτοὶ δὲ διακεκράγασιν ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν οἱ τοῖς ἀγῶσιν ὡμιληκότες, καὶ τοὺς ἐπὶ ταῖς διώξεσι πό‐ νους διενεγκόντες οὐκ ἀγεννῶς· Ὅτι «Ἐδοκίμασας
30ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀρ‐ γύριον. Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα· ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν· ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν. Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.» Ἀκούεις ὅπως ἥκι‐
35στα μὲν τὰ ἐφ’ οἷς δοκιμάζονται δυσφορεῖν ἐγνώ‐ κασι, χαίρουσι δὲ μᾶλλον ὡς ἀμείνους ἀναδεδειγμέ‐ νοι, καὶ διὰ πείρας αὐτῆς ὅπερ εἰσὶν ἐγνωσμένοι, καὶ ἐπὶ ταῖς εἰς ἄκρον φιλοθεΐαις διὰ τοῦ παθεῖν μεμαρ‐ τυρημένοι. Διελθεῖν γὰρ ἔφασαν διὰ πυρός. Ὥσπερ
40γὰρ, οἶμαι, τὰ δοκιμώτατα τῶν θυμιαμάτων πυρὶ προσωμιληκότα, τῆς ἐνούσης αὐτοῖς εὐοσμίας τότε ποιοῦνται τὴν ἔνδειξιν· οὕτω καὶ ὁσία ψυχὴ πυρου‐ μένη τρόπον τινὰ διὰ τοῦ πειράζεσθαι καὶ πονεῖν, ἐναργεστέραν ποιεῖται τῆς ἐνούσης αὐτῇ πολυειδοῦς
45ἀρετῆς τὴν ἔκφασιν. Πλὴν περὶ παντὸς ἁγίου ψάλλει μέν που καί φησιν ὁ θεσπέσιος Δαβὶδ, ὅτι «Παραβα‐
λεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν,175

69

.

180

καὶ ῥύσεται αὐτούς.» Αὐτὸς δὲ πάλιν τῆς ἐπικουρίας ὁ χορηγὸς διαῤῥήδην φησίν· «Ὅτι ἐπ’ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν. Κεκράξεται πρός με, καὶ εἰσ‐ ακούσομαι αὐτοῦ· μετ’ αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦ‐
5μαι αὐτὸν, καὶ δοξάσω αὐτὸν, μακρότητος ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.» Ποῖον οὖν ἄρα ἐστὶ «τὸ σωτήριον τοῦ Θεοῦ καὶ Πα‐ τρός;» Ὁ ἐξ αὐτοῦ Θεὸς Λόγος, ὁ δι’ ἡμᾶς καθ’ ἡμᾶς καὶ ἐν δούλου μορφῇ γεγονὼς οἰκονομικῶς. Οὕ‐
10τως αὐτὸν ὠνόμαζεν ὁ Πατὴρ καὶ δι’ Ἡσαΐου λέγων· «Καὶ ὄψονται τὰ ἔθνη τὴν δικαιοσύνην μου, καὶ βα‐ σιλεῖς τὴν δόξαν μου. Τὸ δὲ σωτήριόν μου ὡς λαμ‐ πὰς καυθήσεται.» Γέγονε γὰρ ἡμῖν δικαιοσύνη καὶ δόξα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱὸς, καὶ μὲν καὶ
15σωτήριον. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ εἰς τὴν τῆς υἱοθεσίας ἀνεκομίσθημεν δόξαν. Ὅτι δὲ καὶ σε‐ σώσμεθα τὰ τοῦ θανάτου φυγόντες δεσμὰ, καὶ ἀνα‐ τρέχοντες εἰς ἀφθαρσίαν, πῶς ἂν εἴη λοιπὸν, ἢ πό‐ θεν ἀμφίβολον; Ἐπεφάνη γὰρ ἡμῖν ὡς ἐν νυκτὶ καὶ
20ἐν σκότῳ λαμπὰς, ὁ Υἱὸς, φῶς τὸ θεῖον ταῖς τῶν πι‐ στευόντων ψυχαῖς ἐνιείς. Τοιγάρτοι καὶ ἔφασκεν· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Ὅτι τοίνυν κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν μακάριοι οἱ δεδιωγμέ‐ νοι ἕνεκεν δικαιοσύνης. Κλῆρον γὰρ ἕξουσι τὸν ἐν
25οὐρανοῖς, καὶ αὐτὸν ἐπαμύνοντα τὸν τῶν ὅλων Θεὸν καὶ Σωτῆρα. Ὄψονται δὲ καὶ αὐτὸ τὸ ἐπὶ Χριστοῦ μυστήριον· καὶ ἐξ αὐτῶν οὐδὲν ἧττον ἀναμάθοι τις ἂν, τῶν κατὰ τὸν μακάριον Ἰακώβ. Παραθεῖναι δὲ οἶμαι πρέπον τὰ ἐπ’ αὐτῷ γεγραμμένα, πρὸς ἀκρι‐
30βεστέραν εἴδησιν τοῖς ἐντευξομένοις. Ἔχει δὲ οὔτω· «Καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας, ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ. εἶπε δὲ Ἡσαῦ ἐν τῇ διανοίᾳ· Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἴνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν
35μου. Ἀπηγγέλθη δὲ τῇ Ῥεβέκκᾳ τὰ ῥήματα Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου. Καὶ πέμψασα ἐκάλεσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, καὶ εἶπεν αὐτῷ· Ἰδοὺ Ἡσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε. Νῦν οὖν, τέκνον, ἄκουσόν μου
40τῆς φωνῆς, καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοπο‐ ταμίαν, πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαῤῥάν. Καὶ οἴκησον μετ’ αὐτοῦ ἡμέρας τινὰς ἕως τοῦ ἀπο‐ στρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου, καὶ ἐπιλάθηται ἂ πεποίηκας αὐτῷ, καὶ ἀποστείλασα
45μεταπέμψομαί σε ἐκεῖθεν, μήποτε ἀτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν μιᾷ ἡμέρᾳ.» Εἶτα τῆς ἀποδημίας εὐ‐ πρόσωπον ἀφορμὴν ἐπορίζετο τῷ υἱῷ, καὶ δὴ προσ‐ ελθοῦσα τῷ Ἰσαὰκ, ἔφη· «Προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ. Εἰ λήψεται Ἰακὼβ

69

.

180

(50)

γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῇν;» Ἵνα γὰρ μὴ ἀνεθέλητον τῷ πατρὶ ποιοῖτο τὴν ἀποδρομὴν ὁ μακάριος Ἰακὼβ, λύπης τε καὶ ὀργῆς ἀναδειχθείη πρόξενος, εὐτέχνως τὸ γύ‐ ναιον ἀναπείθει τὸν πρεσβύτην, ἐπιτρέψαι τῷ υἱῷ
55τὴν ἀποδημίαν. «Προσκαλεσάμενος γὰρ, φησὶν, Ἰσαὰκ τὸν Ἰακὼβ, εὐλόγησεν αὐτὸν, καὶ ἐνετείλατο
αὐτῷ λέγων· «Οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων177

69

.

181

Χαναάν. Ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν, εἰς τὸν οἶκον Βαθουὴλ τοῦ πατρὸς τῆς μητρός σου, καὶ λάβε σεαυτῷ γυναῖκα ἐκεῖθεν ἐκ τῶν θυγατέρων Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρός σου. Ὁ δὲ Θεός μου εὐλογήσαι σε καὶ αὐξήσαι σε καὶ πληθύναι σε, καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν, καὶ δῴη σοι τὴν εὐλογίαν
5Ἀβραὰμ τοῦ πατρός σου, σοὶ καὶ τῷ σπέρματί σου μετὰ σὲ, κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου, ἢν ἔδωκεν ὁ Θεὸς τῷ Ἀβραάμ.» βʹ. Ὅσον μὲν οὖν εἴς γε τὸ γράμμα καὶ τὰ ἐκ τῆς ἱστορίας ὑποδηλούμενα, πρέποι ἂν οὐκ ἐν μικρῷ ποιεῖσθαι θαύματι τήν τε Ῥεβέκκαν αὐτὴν, καὶ τὸν
10μακάριον Ἰακώβ. Ἡ μὲν γὰρ ὡς προὔχοντι τῷ ἀν‐ δρὶ προσεκόμιζε λιτὴν, τὴν ἐπί γε τῷ υἱῷ, φημί. Ὁ δὲ τὸν τῆς φύσεως νόμον ἐποιεῖτο παραχρῆμα τοῦ πρέποντος βραβευτὴν, καὶ τὸν ἀνεθέλητον τῇ μητρὶ γάμον παραιτεῖσθαι προστέταχε τῷ υἱῷ, κολακεύων
15τρόπον τινὰ τὸν ἐξ αὐτοῦ φύντα καὶ τεθραμμένον εὐσεβῶς, κατ’ ἴχνος ἰέναι τῆς πατρῴας ἀρετῆς. Παν‐ ταχῆ γὰρ εὑρήσομεν τὸν θεσπέσιον Ἰακὼβ, τοῖς τῶν γεγεννηκότων εἴκοντα νεύμασι, καὶ μήνυσιν ὥσπερ ἐναργῆ τε καὶ οὐκ ἀμφίλογον τῆς εἰς Θεὸν εὐσεβείας
20τὸ χρῆμα ποιούμενον. Ὅσον δὲ ἧκεν εἰς θεωρίας λόγον, οἶμαι ἰέναι τὴν ἐσωτάτω πορείαν δὴ πάλιν, ἀναμνῆσαι δὲ δεῖν ἐκεῖνο ὑπολαμβάνω. Εἴη γὰρ ἂν ὡδὶ καὶ λίαν ἀπονητὶ καταφανὲς τὸ θεώρημα. Ῥε‐ βέκκα μὲν γὰρ πρὸ ὠδῖνος ἔτι τῆς ἐπὶ τόκῳ φημὶ,
25τῶν ἐξ αὐτῆς γεγονότων κυοφοροῦσα τὴν ξυνωρίδα, δυσφόρητον κομιδῇ τὴν δυσφημίαν ἐδέχετο, καὶ ἐν αὐτοῖς ἦν ἤδη τοῖς τοῦ θανάτου δείμασιν· οὐκ ἐν με‐ τρίοις ὄντων σκιρτήμασι τῶν ἐμβρύων. Εἶτα τί τὸ χρῆμα διαλανθάνειν ἤθελεν ἐπερωτῶσα Θεὸν καὶ λέ‐
30γουσα· «Εἰ οὕτω μοι μέλλει γενέσθαι, ἵνα τί μοι τοῦτο;» Καὶ τί πρὸς ταῦτα ὁ Θεός; Δύο ἔθνη καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, φησὶ, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάτ‐ τονι.» Οὐκοῦν εἰς τύπον παραδεξώμεθα τῶν δύο
35λαῶν, τοῦ τε ἐξ Ἰσραὴλ, καὶ τοῦ διὰ πίστεως, Ἡσαῦ τε καὶ Ἰακώβ· ἀλλ’ «Ἐνεκότει, φησὶν, Ἡσαῦ τῷ Ἰακὼβ,» ὅτι μὲν τῶν πρεσβείων ἐστέρητο καταπω‐ λήσας τὰ πρωτοτόκια, καὶ παρεὶς ἑτέρῳ τὴν ἑαυτοῦ τιμὴν, καὶ μὲν ὅτι καὶ δεύτερος τὰ ἐκ τῆς θήρας
40προσαγαγὼν, τῆς εὐλογίας διήμαρτε. Ταύτῃτοι καὶ ἐν ἀγρίοις ἦν ἤδη σκέμμασι, καὶ τὸν τῷ φθόνῳ σύμ‐ φρονά τε καὶ ἀδελφὸν ἐμελέτα φόνον. Ἐνεκότει δὲ ὁμοίως, καὶ ἐπεμήνισε δεινῶς ὁ πρωτότοκος Ἰσραὴλ, τοῖς ἐν πίστει καὶ μετ’ αὐτὸν, τουτέστι, τῷ νέῳ λαῷ.
45Ἐπεί τοι γέγονεν ἐν τάξει τῇ πρώτῃ παρὰ Θεῷ, καὶ ἐν πρωτοτόκου μοίρᾳ λελόγισται, καὶ εὐλογίας τῆς ἄνωθεν ἐπίμεστος ἧν, τὴν ἐν Χριστῷ διὰ πνεύματος καταπλουτήσας χάριν. Ἐπεφύετο δὴ οὖν τοῖς ἐν Χρι‐ στῷ διὰ πίστεως ὁ Ἰσραήλ· ὅσον δὲ ἧκεν εἰς τὸ αὐτῷ

69

.

181

(50)

δοκοῦν, καὶ εἰς δύναμιν ἐγχειρημάτων, καὶ πικρὸς γέ‐ γονε φονευτὴς, διώξεις ἐπενεγκὼν, καὶ τοῖς ἐκ φόνου καὶ βασκανίας κατατιτρώσκων βέλεσιν. Ἀλλ’ ἔπειθεν ἡ Ῥεβέκκα τὸν Ἰακὼβ τὰ οἴκοι μεθέντα παραιτεῖσθαι τὸν ἀδελφόν· ἰέναι τε πρὸς Λάβαν ἄνθρωπον εἰδωλο‐
55λάτρην. Προὔτρεπε δὲ καὶ αὐτὸς ὁ θεσπέσιος Ἰσαὰκ, ὁ τοῦ Ἰακὼβ πατὴρ παραιτεῖσθαι μὲν γάμον τὸν ἐκ
Χαναὰν, ἐφίεσθαι δὲ μᾶλλον τοῦ ποιεῖσθαι σύνοικον179

69

.

184

ἐκ τῶν θυγατέρων Λάβαν. Κινδυνεύοντι γὰρ καὶ διωκο‐ μένῳ τῷ νέῳ λαῷ, τὰς τῶν φονώντων ὀργὰς παραι‐ τεῖσθαι σωφρόνως συμβεβούλευκεν ἡ Ἐκκλησία· ἧς ἂν εἴη τύπος ἡ Ῥεβέκκα. Συνεπινεύει δὲ ὥσπερ καὶ
5αὐτὸς ὁ τῆς Ῥεβέκκας νυμφίος, τουτέστι Χριστὸς, παρωθεῖσθαι μὲν οἰκειότητα τὴν πνευματικὴν τῶν εἰς ἀνοσίους ἐκκεκαυμένων ὀργὰς, καὶ φονᾷν ἀγρίως μεμελετηκότων. Οἰκειότητος δὲ σημεῖον ὁ γάμος. Ἀνθ‐ αιρεῖσθαι δὲ μᾶλλον τὰς ἐκ τοῦ οἴκου Λάβαν, τουτ‐
10έστι τὰς ἐξ ἐθνῶν. Εὑρήσομεν δὲ τοὺς ἁγίους ἀπο‐ στόλους, οἳ καὶ τῶν ἐν πίστει καὶ νέων λαῶν γεγόνα‐ σιν ἀπαρχὴ, διαπεραίνειν ἐσπουδακότας τὰ ἐντεταλ‐ μένα τῷ Ἰακώβ. Ἀπενοσφίζοντο μὲν γὰρ τῆς Ἰου‐ δαίων ἀγέλης, ἅτε δὴ φονώσης κατ’ αὐτῶν. Μεταμεί‐
15βοντες δὲ χώρας καὶ πόλεις, τὰς τῶν διωκόντων ὑπο‐ τρέχειν ὀργὰς νουνεχῶς ἐσπούδαζον. Διεμέμνηντο γὰρ ἐπισκήπτοντος τοῦ Χριστοῦ καὶ λέγοντος· «Ὅταν διώκωσιν ἡμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν.» Προσελάλουν δὲ καὶ αὐτοῖς τοῖς ἐξ αἵ‐
20ματος Ἰσραὴλ ἀπειθεῖν ᾑρημένοις καὶ ὑβρίζουσιν ἀφειδῶς· «Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλκεν ἡμῖν
25ὁ Κύριος.» Ἀκούεις ὅπως ὁ τῆς Ἐκκλησίας νυμ‐ φίος, τουτέστι Χριστὸς, ἐντέταλται τοῖς ἰδίοις εἰς τὴν τῶν Ἑλλήνων ἀπιέναι πληθὺν, καὶ τεκνογονεῖν ἐκεῖθεν, καὶ πατέρας ὥσπερ ἀναφαίνεσθαι λαῶν. Τοιγάρτοι καὶ ὁ σοφώτατος Παῦλος τοῖς ἐξ ἐθνῶν δι’
30αὐτοῦ πιστεύσασιν ἐπιστέλλει λέγων· «Κἂν γὰρ μυ‐ ρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Ὅτι δὲ καὶ συνέσται Θεὸς, καὶ εὐλογήσει πλουσίως τοὺς ἐν πίστει λαοὺς, παρα‐
35δείξειεν ἂν καὶ μάλα ῥᾳδίως ὁ θεσπέσιος Ἰσαὰκ, ἀποτρέχοντα τὸν Ἰακὼβ τῆς πατρῴας ἑστίας ταῖς ἄν‐ ωθεν εὐλογίαις στεφανῶν καὶ λέγων· «Ὁ δὲ Θεός μου εὐλογήσαι σε, καὶ αὐξήσαι σε, καὶ πληθύναι σε· καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν. Καὶ δῴη σοι τὴν εὐλογίαν
40Ἀβραὰμ τοῦ πατρός σου.» Ηὐλόγηνται γὰρ οἱ ἐν Χριστῷ, ηὔξηνταί τε λίαν, καὶ εἰς πλῆθος γεγόνασι, καὶ συναγωγὰς ἐθνῶν, καὶ συγκληρονόμοι τέθεινται τῶν ἁγίων πατέρων. Ἀνακλιθήσονται γὰρ μετὰ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ ἐν τῇ βασιλείᾳ
45τῶν οὐρανῶν, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Ηὐλογήμεθα δὲ παρ’ αὐτοῦ πάλιν· ἔφη γὰρ ὑπὲρ ἡμῶν· «Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου.» Εἰ δὲ δὴ νοοῖτο καὶ τοῦ Ἡσαῦ μήτηρ ἡ Ῥε‐ βέκκα, διαλυμανεῖται τοῦτο τοῖς θεωρήμασι παντε‐

69

.

184

(50)

λῶς οὐδέν. Εἰς τύπον μὲν γὰρ τῶν ἐξ Ἰσραὴλ παρ‐ εδεξάμεθα τὸν Ἡσαῦ· Ῥεβέκκᾳ γε μὴν τὸ τῆς Ἐκκλη‐ σίας δεδώκαμεν πρόσωπον. Ἀλλὰ καὶ αὐτοὶ γεγόνα‐ σιν οἱ ἐξ Ἰσραὴλ τῆς Ἐκκλησίας υἱοὶ διὰ πίστεως ἐν Χριστῷ, εἰς λαὸν μὲν οὐκέτι τὸν πάλαι καὶ ἀρχαῖον ἐκεῖνον λελογισμένοι, μεταστοιχειούμενοι δὲ μᾶλλον
55εἰς νέον τοῖς ἐξ ἐθνῶν ἀναμίξ. «Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις·» ὃς καὶ τοὺς δύο λαοὺς ἔκτισεν εἰς
ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, κατὰ τὰς Γραφὰς, καὶ ἀποκαταλλάσσων ἀμφοτέρους ἐν ἑνὶ πνεύ‐181

69

.

185

ματι πρὸς τὸν Πατέρα. Λέλυκε γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ κατήργηκεν ἐν δόγμασι τὸν τῶν ἐντολῶν νόμον. γʹ. Ἐφοδιασθέντα δὴ οὖν ταῖς παρὰ πατρὸς εὐλο‐ γίαις τὸν Ἰακὼβ, ἀπεκόμιζον οἱ πόδες ἐπὶ τὸν αὐτῷ
5προτεθέντα τῆς ἀποδημίας σκοπόν. Καὶ ποῖα δὴ πάλιν τὰ μεταξὺ γεγονότα, δι’ αὐτῶν εἰσόμεθα τῶν ἱερῶν Γραμμάτων. Ἔχει δὲ οὕτως· «Καὶ ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥὰν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ.
10Ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖται εἰς τὸν οὐρανὸν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ
15κατέβαινον ἐπ’ αὐτήν. Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς, καὶ εἶπεν· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πα‐ τρός σου, καὶ ὁ Θεὸς Ἰσαὰκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις, ἐπ’ αὐτῆς σοὶ δώσω αὐτὴν, καὶ τῷ σπέρματί σου· καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος
20τῆς θαλάσσης. Καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν, καὶ λίβα, καὶ βοῤῥᾶν, καὶ ἐπὶ ἀνατολάς. Καὶ ἐνευ‐ λογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσ‐ σων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀπο‐
25στρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκατα‐ λίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶ‐ πεν, ὅτι Ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος
30οὗτος! Οὐκ ἔστι τοῦτο ἀλλ’ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. Καὶ ἀνέστη Ἰακὼβ τὸ πρωῒ, καὶ ἔλαβε τὸν λίθον ὃν ὑπέθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐ‐ τοῦ. Καὶ ἔστησεν αὐτὸν στήλην, καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου
35ἐκείνου, Οἶκος Θεοῦ.» Ὄνομα μὲν οὖν πόλεως εἶναί φαμεν» τὸ Φρέαρ τοῦ ὅρκου. «Γέγραπται γὰρ οὕτω περὶ αὐτοῦ· Ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ παραγενόμενοι οἱ παῖδες Ἰσαὰκ, ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος, οὗ ὤρυξαν, καὶ εἶπαν, οὐχ εὕρο‐
40μεν ὕδωρ. Καὶ ἐκάλεσεν αὐτὸν ὅρκον. Διὰ τοῦτο ἐκά‐ λεσε τὸ ὄνομα τῇ πόλει, Φρέαρ ὅρκου, ἕως τῆς σή‐ μερον. «Ὅρκου δὲ Φρέαρ» εἴ τις ἕλοιτο μαθεῖν, ἀνθ’ ὅτου δὴ πάλιν ἐκεῖνό φαμεν. Ἐκεῖ γὰρ ὅρκον εἰρήνης ἔθεντο πρὸς τὸν Ἰσαὰκ οἱ Γεραριτῶν ἡγού‐
45μενοι, Ἀβιμέλεχ καὶ οἱ σὺν αὐτῷ. Ἀπαίρει δὴ οὖν ὁ θεσπέσιος Ἰακὼβ τῆς πατρῴας ἑστίας καὶ πόλεως αὐτῆς, καὶ γένους ἀπενοσφίζετο. Ταύτῃτοι δεινῶς καὶ ἀλύειν ἤρχετο. Ἐνενόει γάρ που κατὰ τὸ εἰκὸς ὡς ἀλήτης ἔσται καὶ ξένος, καὶ οἰκήσει μὲν ἐπ’ ἀλ‐

69

.

185

(50)

λοδαπῆς. Ἔσται δ’ ἴσως καὶ ὑφ’ ἑτέρους, καὶ ἀσυν‐ ήθη δουλείας δέξεται ζυγόν. Εἴκειν γὰρ τοῖς κρα‐ τοῦσιν ἀνάγκη καὶ τοὺς ἄγαν εὐγενεῖς. Συλλαμβάνε‐ ται δὲ καὶ παραχρῆμα Θεὸς ὁ «καρδίας εἰδὼς καὶ νεφροὺς,» καὶ ταῖς οὕτω πικραῖς δυσφημίαις οὐκ
55ἐᾷ καταπνίγεσθαι τὴν τοῦ δικαίου ψυχήν. Παρέδειξε γὰρ ὅτι πληθὺς ἀγγέλων, ἄνω τε καὶ κάτω διᾴττουσα,
διασώζει ῥᾳδίως τοὺς ἀνακειμένους Θεῷ. Τουτὶ γὰρ,183

69

.

188

οἶμαι, καὶ ἕτερον οὐδὲν διὰ τῶν ὀνειράτων ἐπαιδεύετο· αἰσθητῶς μὲν γὰρ τὴν εἰς τὸ ἄνω διήκουσαν ἐθεᾶτο κλίμακα. Καθόδου δὲ καὶ ἀνόδου σημεῖον ἦν, εἰ καὶ ἐν παχέσιν ὥσπερ ἐγράφετο τύποις. Ἤκουε δὲ καὶ φω‐
5νῆς αὐτοῦ λέγοντος τοῦ τοῖς ἀγγέλοις προστάττοντος, ὅτι τῆς δοθείσης αὐτῷ παρὰ πατρὸς εὐλογίας αὐτὸς ἔσται τὸ πέρας. «Ἐκταθήσεται γὰρ τὸ σπέρμα σου, φησὶν, εἰς ἠῶ τε καὶ δύσιν, βοῤῥᾶν τε καὶ νότον.» Ἔφασκε δὲ ὅτι καὶ αὐτὸν ἕξει τὸν ἐπαμύνοντα καὶ
10διασώζοντα πανταχῆ. Ἄφυπνος δὲ γεγονὼς, οὐκ ἐν μετρίοις ἦν θαύμασιν ὁ θεσπέσιος Ἰακὼβ, καὶ δὴ καὶ ἔφασκεν, ὅτι, «Ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν.» Ἀλλὰ τί ἂν βούλοιτο διὰ τούτου δηλοῦν, πῶς οὐκ ἄξιον ἰδεῖν; Μικρὰς κομιδῆ τὰς
15δόξας περὶ Θεοῦ ἐν τοῖς ἀρχαιοτέροις εὑρήσομεν. Ὤοντο γὰρ ὅτι τὴν μὲν ἄλλην ἅπασαν γῆν ἠφίει τὸ θεῖον, συνεστέλλετο δὲ ὥσπερ εἰς μόνην ἐκείνην, εἰς ἣν καὶ κέκληνται παρ’ αὐτοῦ τὰ οἴκοι μεθέντες, καὶ τῆς Χαλδαίων ἀπαίροντες. Ἐπειδὴ γὰρ οἱ τῶν εἰδώ‐
20λων προσκυνηταὶ τὴν πολύθεον νοσοῦντες πλάνησιν, ἑκάστῳ τῶν δαιμονίων ἰδικὴν ὥσπερ τινὰ νέμοντες χώραν, καὶ μονονουχὶ τυράννους ἱστάντες τοὺς κατὰ πόλιν προσκυνουμένους, οὐχὶ πάντας δύνασθαι παν‐ ταχῆ καὶ τιμᾶσθαι δεῖν ὑπελάμβανον. Τοιγάρτοι καὶ
25οἱ μακάριοι πατριάρχαι ἄρτι τῶν τῆς εἰδωλολατρείας ἠθῶν, καὶ πολυθέου πλάνης ἀπηλλαγμένοι, καὶ Θεὸν τὸν φύσει καὶ ἀληθῶς ἀναπεπεισμένοι προσκυνεῖν, οὐκ ἐν πάσῃ γῇ καὶ ἐν παντὶ τόπῳ, παρεῖναί τέ σφισι καὶ ἐπαμύνειν ᾤοντο, μικρὰ κομιδῇ φρονοῦντες
30ἔτι. Παιδεύεται τοίνυν ὁ μακάριος Ἰακὼβ καὶ τῆς ἀποδημίας ἐπλούτει καρπὸν, τὸ λεῖπον ἐν πίστει. Ἐμάνθανε γὰρ ὡς ἐν παντὶ τόπῳ καὶ πάσῃ χώρᾳ τὸ θεῖόν ἐστι. Καὶ κατοικεῖ μὲν ἐν οὐρανῷ, περιέπει δὲ τὴν σύμπασαν γῆν, καὶ πεπλήρωκε τὴν οἰκουμένην,
35καὶ ὑπ’ αὐτῷ πάντα ἐστὶ, τὰ ἐν οὐρανῷ πνεύματα, ἃ ἄνω τε καὶ κάτω διαθεῖν προστάττονται, καὶ αὐτὸν ἔχουσι κεφαλὴν καὶ ἐφεστηκότα. Διὰ τοῦτο τεθαύμακε λέγων ὅτι, «Ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν.» Οἰηθεὶς δὲ τὸν λίθον τῶν ὀνειράτων
40αὐτῶν γενέσθαι παραίτιον, καὶ αὐτὸν τοῖς ἐνοῦσιν ἐτίμα, καταπιαίνων ἐλαίῳ. Καὶ μὴν «Οἶκον» ἐκά‐ λει «Θεοῦ, καὶ πύλην τοῦ οὐρανοῦ» τὸν χῶρον, καὶ ἀνεστήλου τὸν λίθον. δʹ. Καὶ ταυτὶ μὲν ἡμῖν ὡς ἐν παχυτέραις ἀφηγή‐ σεσιν εἰρήσθω πάλιν. Καταψιλοῦν γὰρ ἔδει, τῆς ἱστο‐ ρίας τὸ ἄναντες εἶναι δοκοῦν. Μεθιστάντες δὲ ἤδη
45πρὸς θεωρίαν πνευματικὴν τὸ προκείμενον, πάλιν ἐκεῖνό φαμεν, ὅτι τὰς τῶν φονώντων ὀργὰς, φημὶ δὴ τῶν Ἰουδαίων, ὁ νέος καὶ ἐν πίστει λαὸς, ὡς ἐν ἀπαρχῇ τοῖς ἁγίοις ἀποστόλοις νοούμενος, ὑπο‐ τρέχειν μὲν ἠπείγετο καὶ παραιτεῖσθαι λίαν. Ἀπαί‐

69

.

188

(50)

ρων δὲ ὥσπερ ἀπὸ πόλεως εἰς πόλιν, τὰς ἐξ ἐθνῶν ἀγέλας ἐμνηστεύετο, καὶ συλλέγειν ὥσπερ εἰς ἑαυτὸν διὰ τῆς ἐν πνεύματι καὶ νοητῆς κοινωνίας, ἐπεθύ‐ μει λίαν. Καθάπερ ἀμέλει καὶ Ἰακὼβ ἐπὶ τὰς τοῦ Λάβαν ἠπείγετο θυγατέρας, ἐκδειματοῦντος Ἡσαῦ,
55καὶ φονᾷν ἀγρίως ἐπικεχειρηκότος. Ἐπειδὴ δὲ ὁ ἐν πίστει λαὸς ἐπανεπαύσατο τῷ Χριστῷ, ὅς ἐστι λίθος
ἐκλεκτὸς, ἀκρογωνιαῖος, ἔντιμος· τοῦτο γὰρ, οἶμαι,185

69

.

189

ἔστι τὸ ἐφυπνοῦν τῷ λίθῳ· μεμαθήκαμεν, ὅτι μόνοι μὲν εἰς γῆν οὐκ ἔσονται, συλλήπτορας δὲ καὶ ἐπ‐ αρωγοὺς τοὺς ἁγίους ἕξουσιν ἀγγέλους, ἄνω τε καὶ κάτω διαθέοντας. Ἔφη γάρ που Χριστός· «Ἀμὴν,
5ἀμὴν λέγω ὑμῖν, ἀπάρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳ‐ γότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου.» Τοῦτο, οἶμαι, ἔστιν ἡ κλίμαξ, ἡ ἄνω τε καὶ κάτω τῶν ἁγίων πνευμάτων διαδρομὴ, «πεμπομένων εἰς διακονίαν,
10διὰ τοὺς μέλλοντας κληρονομεῖν βασιλείαν.» Ἐπ‐ εστήρικτο δὲ τῇ κλίμακι Χριστὸς, ὡς μέχρις αὐτοῦ φθανόντων τῶν ἁγίων πνευμάτων, καὶ αὐτὸν ἐχόντων τὸν ἐπιστάτην· οὐχ ὡς ὄντα κατ’ αὐτὰ, ἀλλ’ ὡς Θεὸν καὶ Κύριον. Ἔφη δέ που καὶ ὁ Δαβὶδ ἀνθρώπῳ παντὶ
15τῷ κατοικεῖν ἑλομένῳ ἐν βοηθείᾳ τοῦ Ὑψίστου, «Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυ‐ λάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ κα‐
20ταπατήσεις λέοντα καὶ δράκοντα.» Πεπατήκαμεν γὰρ ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, Χριστοῦ διδόντος τὴν ἐξουσίαν. Ἄξιοι δὴ οὖν καὶ θεοπτίας οἱ ἐν Χριστῷ, καὶ τοῦ διακεῖσθαι τεθαῤῥηκότως ὅτι καὶ συνέσται καὶ ἐπ‐
25αμυνεῖ, καὶ διασώσει πανταχοῦ, καὶ ἐγκάρπους ἀπο‐ φανεῖ. «Ἰδοὺ γὰρ ἐγὼ, φησὶ, μεθ’ ἡμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Ὅτι δὲ καὶ πεπλουτήκασιν οἱ μακάριοι μαθηταὶ, καὶ ἀνα‐ ριθμήτων ἐθνῶν γεγόνασι πατέρες, ἐν πίστει τῇ ἐν
30Χριστῷ λέγω, καὶ ὡς ἐν γεννήσει τῇ πνευματικῇ, παντί που δῆλον, Παύλου λέγοντος ἐναργῶς, τοῖς δι’ αὐτοῦ πιστεύσασιν· «Ὅτι κἂν μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰησοῦ, διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέν‐
35νησα.» Γέγονε τοίνυν αὐτῶν τὸ σπέρμα, ταῖς ἄμμοις ἰσάριθμον. Ἐκτέταται δὲ καὶ εἰς ἀκτῖνας καὶ δύσιν, καὶ δεξιὰ καὶ εὐώνυμα· νότον δὴ λέγω καὶ βοῤῥᾶν. Ἀλλ’ ἦν καὶ ὁ λίθος ὡς ἐν τύπῳ Χριστοῦ τιμώμενος καὶ ἀναστηλούμενος, ἐν ἐλαίῳ τε δεδευμένος. Κέ‐
40χρισται γὰρ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Ἐμμα‐ νουὴλ, «ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους αὐτοῦ.» Ἐγήγερται δὲ καὶ ἐκ νεκρῶν, καίτοι κατα‐ βεβηκὼς ἐθελοντὴς εἰς θάνατον. Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ ἀνεστηλῶσθαι τὸν λίθον. Κηρύττεται δὲ καὶ
45διὰ τῶν ἁγίων ἀποστόλων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὡς κεχρισμένος παρὰ Πατρὸς ἐν ἁγίῳ Πνεύ‐ ματι καὶ ἐγηγερμένος ἐκ νεκρῶν. Δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
50tἜτι περὶ τοῦ πατριάρχου Ἰακώβ.
51 αʹ. Τὸ θείων ἡμᾶς ἐφίεσθαι λόγων, καὶ διψᾷν ὅτι μάλιστα τὸ χρηστόν τι μαθεῖν, ὅτι πάντων ἄριστον, καὶ ταῖς ἀνωτάτω ψήφοις ἐστεφανωμένον παρὰ Θεοῦ, πῶς ἂν ἐνδοιάσειέ τις; Ἄξιον δὲ ὅτι τοῦ παντὸς λό‐
55γου τὸ χρῆμά ἐστι καὶ πρὸς ἀναγκαῖον ἡμῖν ἐκτε‐
λευτήσει πέρας, καὶ αὐτὸς ἡμᾶς πεπληροφόρηκεν ὁ187

69

.

192

Σωτὴρ οὕτω λέγων· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ, ζητοῦντι καλοὺς μαργα‐ ρίτας. Ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην, ἀπελ‐ θὼν πέπρακε πάντα ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν.»
5Ἀναγκαῖον δὴ οὖν προαναζητεῖσθαι παρ’ ἡμῶν κα‐ λοὺς μαργαρίτας. Εὑρήσομεν γὰρ ὡδὶ τὸν ἕνα καὶ πολύτιμον μαργαρίτην, τουτέστι, Χριστόν. Καὶ τίνες ἂν εἶεν οἱ καλοὶ μαργαρῖται, καὶ ἀξιόληπτον ἔχοντες κτῆσιν ὧν ἡ ζήτησις, εἰς μέσον ἄγει τὸν ἕνα, φαίην
10ἂν πάντη τε καὶ πάντως οἱ ἅγιοι, περὶ ὧν εἴρηται διὰ προφήτου φωνῆς, ὅτι «Λίθοι ἅγιοι κυλιῶνται ἐπὶ τῆς γῆς.» Ἐκβασανιστέον δὴ οὖν εὖ μάλα τὰ ἐφ’ ἑκάστῳ μάλιστα τῶν ἀρχαιοτέρων εἰρημένα τε καὶ πεπραγμένα. Κατοψόμεθα γὰρ ἐν αὐτοῖς τὸ βαθὺ
15τῆς εὐσεβείας μυστήριον, τουτέστι, Χριστὸν, ὡς ἐν τύποις ἔτι σοφῶς καὶ ἐντέχνως σκιαγραφούμενον. Εὑρήσομεν δὲ πρὸς τούτῳ, καὶ τὴν ἐν αὐτῷ νοουμέ‐ νην οἰκονομίαν, ἀσαφείαις μέν τισι κατεσκιασμένην, πλὴν οὐκ εἰς ἅπαν ἀσυμφανῆ τὴν παράδειξιν. Προ‐
20κείσεται δὲ τῷ λόγῳ καὶ νῦν, τὰ κατὰ τὸν θεσπέσιον Ἰακὼβ, ὅπως τε καὶ τίνα τρόπον διεβίω, λελέξεται. Καὶ τὸ σχῆμα τῆς ὅλης οἰκονομίας, φημὶ δὴ τῆς εὐ‐ αγγελικῆς, ὡς ἐν αὐτῷ διαδείξομεν, τὰ τῆς ἱστορίας εὐανθέστατα μελιττῶν δίκην περιιπτάμενοι, καὶ τὸ
25ἐφ’ ἑκάστου χρήσιμον, εἰς τὴν τοῦ λόγου διασάφησιν συναγείροντες. Εἰ δὲ δὴ μὴ πάντα ταῖς θεωρίαις εἰσκρίνοιτο τὰ περὶ αὐτοῦ γεγραμμένα, χαλεπαινέτω μηδεὶς, ἐκεῖνο διενθυμούμενος, ὡς τὰ μέν ἐστιν ἴδια τρόπον τινὰ, τῶν ἱστορικῶς γεγονότων, τὰ δὲ καὶ δι’
30ἐννοιῶν τῶν ἐσωτάτω χωρεῖ, καὶ εἰς τὴν τοῦ μυστη‐ ρίου διαμορφοῦται δύναμιν. βʹ. Γέγραπται τοίνυν ὡδὶ πάλιν, «Καὶ ἐξάρας Ἰα‐ κὼβ τοὺς πόδας, ἐπορεύθη εἰς γῆν ἀνατολῶν, πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ
35Ῥεβέκκας μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ. Καὶ ὁρᾷ, καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ. Καὶ ἦσαν ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπ’ αὐτοῦ. Ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια. Λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος, καὶ συνήγοντο
40ἐκεῖ πάντα τὰ ποίμνια, καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότιζον τὰ πρόβατα, καὶ ἀποκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος, εἰς τὸν τόπον αὐτοῦ. Εἶπε δὲ αὐτοῖς Ἰακώβ· Ἀδελ‐ φοὶ, πόθεν ἐστὲ ὑμεῖς; Οἱ δὲ εἶπον, ἐκ Χαῤῥάν ἐσμεν.
45Ὁ δὲ εἶπεν αὐτοῖς· Γινώσκετε Λάβαν τὸν υἱὸν Να‐ χώρ; Οἱ δὲ εἶπον· Γινώσκομεν. Ὁ δὲ εἶπεν αὐτοῖς· Ὑγιαίνει; οἱ δὲ εἶπον· Ὑγιαίνει. Καὶ ἰδοὺ Ῥαχὴλ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων. Καὶ εἶπεν Ἰακώβ· Ἔτι ἐστὶν ἡμέρα πολλὴ, οὔπω ὥρα

69

.

192

(50)

συναχθῆναι τὰ κτήνη. Ποτίσατε τὰ πρόβατα, καὶ ἀπελθόντες βόσκετε. Οἱ δὲ εἶπον· Οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας, καὶ ἀποκυ‐ λίσουσι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν αὐτά. Ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς, καὶ
55Ῥαχὴλ ἡ θυγάτηρ Λάβαν ἤρχετο μετὰ τῶν προβά‐ των τοῦ πατρὸς αὐτῆς. Αὕτη γὰρ ἔβοσκε τὰ πρόβατα
τοῦ πατρὸς αὐτῆς. Ἐγένετο δὲ ὡς εἶδε Ἰακὼβ τὴν189

69

.

193

Ῥαχὴλ θυγατέρα Λάβαν ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότισε τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ. Καὶ ἐφίλησεν Ἰακὼβ τὴν
5Ῥαχὴλ, καὶ βοήσας τῇ φωνῇ αὐτοῦ, ἔκλαυσε, καὶ ἀπήγγειλε τῇ Ῥαχὴλ ὅτι ἀδελφιδοῦς τοῦ πατρὸς αὐ‐ τῆς, καὶ ὅτι υἱὸς Ῥεβέκκας ἐστί. Καὶ δραμοῦσα ἀπήγγειλε τῷ πατρὶ αὐτῆς, κατὰ τὰ ῥήματα ταῦτα. Ἐγένετο δὲ ὡς ἤκουσε Λάβαν τὸ ὄνομα Ἰακὼβ τοῦ
10υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐ‐ τοῦ, καὶ περιλαβὼν αὐτὸν, ἐφίλησε, καὶ εἰσήγαγεν αὐ‐ τὸν εἰς τὸν οἶκον αὐτοῦ, καὶ διηγήσατο τῷ Λάβαν πάντας τοὺς λόγους τούτους, καὶ εἶπεν αὐτῷ Λάβαν· «Ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῶν σαρκῶν εἶ σύ.» Μετὰ
15τὴν ἐξαίρετον ἐκείνην θεοπτίαν καὶ ἀποκάλυψιν· τεθέαται μὲν γὰρ κλίμακα διήκουσαν εἰς τὸν οὐρανὸν, ἐφεστῶτα δὲ τὸν Κύριον ἐπ’ αὐτῆς, καὶ ἄνω τε καὶ κάτω διαθεόντας τοὺς ἀγγέλους, ἤκουσέ τε σαφῶς, ὅτι καὶ συνέσται Θεὸς αὐτῷ, καὶ εἰς πληθὺν ἀμέτρη‐
20τον ἁπλώσει λαῶν τὸ σπέρμα αὐτοῦ. Μετὰ τὸ ἀνα‐ στηλῶσαι τὸν λίθον εἰς τύπον Χριστοῦ, τότε δὴ, τότε τεθαῤῥηκότως, καὶ ἐρηρεισμένην ἔχων ἐπὶ Θεῷ τὴν ἐπὶ τοῖς ἐσομένοις ἐλπίδα, πρὸς τὸν τῆς ἀποδημίας σκοπὸν συντείνεται, καὶ εἰς γῆν ἀφικνεῖται τὴν πρὸς
25ἠῶ κειμένην. Καὶ γνώριμον εὐθὺς καθίστησιν ἑαυτὸν πολλοῖς μὲν ποιμέσιν, ὡς εἴη τις καὶ αὐτὸς τῶν ἄγαν ἐξησκημένων εἰς ποιμαντικήν. Ἐντριβὲς δὲ ὅτι χρῆμα αὐτῷ φανερὸν καθίστησι λέγων· «Ἔτι ἐστὶν ἡμέρα πολλή. Νῦν οὖν ποτίσαντες τὰ πρόβατα,
30ἀπελθόντες βόσκετε.» Γνωρίζεται δὲ καὶ τῇ τοῦ Λά‐ βαν θυγατρὶ πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴν τῆς ἐνούσης αὐτῷ καλοκἀγαθίας ἐπιδιδοὺς, τὸ ἀξιῶσαι φροντίδος τὰ ὑπ’ αὐτῆς βοσκόμενα καὶ ποτίσαι τὰ πρόβατα. Ἐνενόει γάρ που κατὰ τὸ εἰκὸς ἤθεσι τοῖς
35ἀρίστοις ἐντεθραμμένος, ὡς ἦν ἀκαλλέστατον κομιδῇ παρθένον οὖσαν τὴν Ῥαχὴλ καὶ ἐν ὥρᾳ γάμου, περι‐ μεῖναι τῶν ποιμένων τὴν ἄθροισιν, ἵνα τοῦ λίθου κεκινημένου ποτίσῃ τὰ πρόβατα, παραχωροῦσα τοῖς ἄλλοις διά τε τὸ ἄναλκες, καὶ τὴν παρθένῳ πρέπου‐
40σαν αἰδῶ. Ἄλλως τε καὶ νόμος αὐτὸν ἐκάλει φιλοστορ‐ γίας, εἴς γε τὸ χρῆναι λοιπὸν τοῖς ἐξ αἵματος, καὶ ἀγχισπόροις ἀναφαίνεσθαι χρήσιμον. Πεπότικε δὴ οὖν τὰ πρόβατα τῆς Ῥαχὴλ, μόνος τοῦ φρέατος ἀποκυλί‐ σας τὸν λίθον. Ἀναμνῆσαι δὲ ἀναγκαῖον, ὅτι καὶ ὁ
45θεσπέσιος Μωσῆς τῆς Αἰγυπτίων ἀποδραμὼν, εἰς τὴν τῶν Μαδιηναίων ἀφικνεῖται χώραν. Εἶτα ποιμέσι περιτυχὼν, καὶ τὰς τοῦ Ἰοθὸρ θυγατέρας ἀδικουμένας εὑρὼν, διὰ τῶν ἴσων ἐγνωρίζετο σπουδασμάτων. Ἔχει δὲ οὕτω τὰ ἐπ’ αὐτῷ γεγραμμένα· «Ἀνεχώρησε δὲ

69

.

193

(50)

Μωσῆς ἀπὸ προσώπου Φαραὼ, καὶ κατῴκησεν ἐν γῇ Μαδιάμ. Ἐλθὼν δὲ εἰς γῆν Μαδιὰμ, ἐκάθισεν ἐπὶ τοῦ φρέατος. Τῷ δὲ ἱερεῖ Μαδιὰμ ἦσαν ἑπτὰ θυγατέρες, ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ. Παραγενόμεναι δὲ, ἤντλουν ἕως ἔπλησαν τὰς δεξαμε‐
55νὰς, ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ. Παραγενόμενοι δὲ οἱ ποιμένες, ἐξέβαλον αὐτάς.
Ἀναστὰς δὲ Μωσῆς, ἐρύσατο αὐτὰς, καὶ ἐπότισε τὰ191

69

.

196

πρόβατα τοῦ πατρὸς αὐτῶν. Παρεγένοντο δὲ πρὸς Ἰοθὸρ τὸν πατέρα αὐτῶν. Ὁ δὲ εἶπεν αὐταῖς· Τί ὅτι ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον; Αἱ δὲ εἶπον· Ἄνθρωπος Αἰγύπτιος ἐῤῥύσατο ἡμᾶς ἀπὸ τῶν ποιμέ‐
5νων, καὶ ἤντλησεν ἡμῖν, καὶ ἐπότισε τὰ πρόβατα. Ὁ δὲ εἶπε ταῖς θυγατράσιν αὐτοῦ· Καὶ ποῦ ἔστιν; ἵνα τί οὕτω καταλελοίπατε τὸν ἄνθρωπον; Καλέσατε οὖν αὐτὸν, ὅπως φάγῃ ἅρτον· κατῳκίσθη δὲ Μωσῆς παρὰ τῷ ἀνθρώπῳ.» Συνίης οὖν ὅπως ἀδελφὰ τρόπον
10τινὰ τὰ νοήματα, καὶ συγγενῆ πως ἄγαν τὰ ἐξ αὐ‐ τῶν ὑποδηλούμενα. Πλὴν ὁ θεσπέσιος Μωσῆς τὴν τῶν ἑτέρων ποιμένων ἀποστήσας πλεονεξίαν, ἤντλησέ τε καὶ πεπότικε τὰς Ἰοθὸρ ἀγέλας. Καὶ μόνος δὲ τὸν λί‐ θον ἀπεκύλισεν Ἰακὼβ, καίτοι πλείστων ὅσων οὐκ ἀνιδρωτὶ τοῦτο δρᾷν εἰωθότων, καὶ πεπότικεν ὁμοίως
15τὰ Λάβαν θρέμματα. Καὶ ὥσπερ Μωσῆς εἰς ἀνδρὸς εἰδωλολάτρου κατῆρεν ἑστίαν, οὕτω καὶ ὁ θεσπέσιος Ἰακώβ. Εἰδώλων γὰρ ἔτι προσκυνητὴς ἦν ὁ Λάβαν καὶ θεραπευτής. Ἐπειδὴ δὲ τὸ τῶν ἐν πίστει λαῶν πρόσωπόν τε καὶ σχῆμα περιτέθεικεν ὁ λόγος τῷ Ἰακὼβ, φέρε δὴ λέγωμεν τὰ ἐσωτάτω καὶ κεκρυμ‐ μένα, τὸ τῆς ἱστορίας ἀνευρύνοντες πάχος. γʹ. Λαὸς μὲν οὖν ὁ κτιζόμενος, κατά γε τὴν τοῦ
20Ψάλλοντος φωνὴν, εἴη ἂν οὐχ ἕτερος οἶμαί που, πλὴν ὁ νέος καὶ ἐν Χριστῷ, τουτέστιν, ὁ διὰ πίστεως εἰς τὴν τοῦ πρωτοτόκου δόξαν παρενηνεγμένος, παρ‐ ωθέντος τοῦ πρώτου καὶ ὠλισθηκότος τοῦ Ἰσραήλ. Γέ‐ γονε γὰρ εἰς οὐρὰν ὁ ὑπάρχων κεφαλὴ, τουτέστι,
25προὔχων, καὶ ὁ προεγνωσμένος, τῆς ἑτέρων κλήσεως παρακολούθημα λέγεται. Τέθεινται γὰρ εἰς νῶτον, καὶ κατόπιν ἴασι τῶν ἐθνῶν. Πτερνιστὴς οὖν ἄρα λαὸς ὁ ἐν Χριστῷ διὰ πίστεως, καὶ ὡς ἐν τάξει λελό‐ γισται τῇ κατὰ τὸν θεσπέσιον Ἰακώβ. Νοοῖτο δ’ ἂν
30ὡς ἐν ἀπαρχῇ τοῦ τοιούτου γένους, ὁ τῶν ἁγίων ἀποστόλων χορὸς, οἳ γεγόνασι μὲν ἐξ αἵματός τε καὶ γένους Ἰσραήλ· ἐπειδὴ δὲ τὴν ἐν Χριστῷ πίστιν πε‐ πλουτήκασι, καὶ ὥσπερ τινὰ στέφανον τὴν ἐκ τοῦ ἁγίου Πνεύματος ἀνεδήσαντο χάριν, προσκεκρούκασι
35τοῖς ἐκ γένους. Ταύτῃτοι φονῶντας, καὶ μὴν καὶ ἀγρίως ἐκλελυττηκότας, καταλιμπάνουσι, μονονουχὶ δὲ καὶ πατρῴας ἑστίας, καὶ αὐτῆς τῆς ἐνεγκούσης ἀπανιστάμενοι γῆς, φημὶ δὴ τῆς Ἱερουσαλὴμ, ἤτοι τῆς Ἰουδαίων χώρας, τῇ τῶν ἐθνῶν προσβάλλουσι,
40Χριστὸν ἔχοντες ἀῤῥωγὸν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν συλλήπτορα, καὶ συμπαραθέοντας τοὺς ἀγγέλους, καὶ ἐλπίσι ταῖς ἄνωθεν ἐρηρεισμέ‐ νοι, καὶ προσδοκῶντες ἔσεσθαι «πατέρες πολλῶν ἐθνῶν,» ὡς εἰς ἠῶ τε καὶ δύσιν βοῤῥᾶν τε καὶ
45νότον, τὸ ἐξ αὐτῶν ἐκτείνεσθαι σπέρμα, τουτέστι, τοὺς διὰ πίστεως ἀναγεννωμένους ἐν πνεύματι, καὶ ἐν Χριστῷ δεδικαιωμένους. Οἷς καὶ προσ‐ εφώνουν λέγοντες· «Ὑμεῖς δὴ γένος ἐκλεκτὸν, βα‐ σίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν,

69

.

196

(50)

ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς. Οἱ ποτὲ οὐ λαὸς, νῦν δὲ λαὸς Θεοῦ ἐν Χριστῷ.» Ὅτι δὲ πατέρας λαῶν οἱ διδάσκειν αὐτοὺς ἐπιτεταγμένοι παρὰ τῇ θείᾳ κέκληνται Γραφῇ, πῶς ἂν ἐνδοιάσειέ τις; —Ἀπ‐
55ενοσφίζοντο τοίνυν τῆς Ἰουδαίων χώρας, καὶ τὸν ἀλα‐ ζόνα καὶ ὑβριστὴν ἀφέντες λαὸν, ἐστρέφοντο πρὸς
τὰ ἔθνη, κατὰ τὰς τοῦ Σωτῆρος ἡμῶν ἐντολὰς, ἀλλ’193

69

.

197

ὅτι ποιμένες εἰσὶ πνευματικοὶ, καὶ παιδαγωγίας τῆς κατὰ Θεὸν ἐπιστήμονες, παραχρῆμα δεικνύου‐ σιν, ἀπρακτεῖν οὐκ ἀνεχόμενοι περὶ τό σφισιν αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατον. Προσκομίζουσι γὰρ εὐ‐
5θὺς τῆς ἐν Χριστῷ διδασκαλίας τὸν λόγον, καὶ τὸ πεφυκὸς ὠφελεῖν, ἀναπείθουσι δρᾷν. Καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Ἰακὼβ, τοῖς ἀπὸ Χαῤῥὰν ποιμέσιν, ὅτι καὶ αὐτὸς εἴη ποιμὴν, ἐναργὲς ἐποίει λέγων· «Ἔτι ἐστὶν ἡμέρα πολλὴ, οὔπω ὥρα συναχθῆναι
10τὰ κτήνη. Ποτίσαντες τὰ πρόβατα, ἀπελθόντες βό‐ σκετε.» Ἀκούεις ὅπως κατανέμειν προστέταχε τὰ πρόβατα τοῖς ποιμέσι; Τοῦτό τοι καὶ ὁ σοφώτατος μαθητὴς ἐνετέλλετο δρᾷν τοῖς τοῦ λαοῦ πρεσβυτέροις, ἥγουν, ἐπισκόποις. «Πρεσβυτέρους οὖν, φησὶ, τοὺς
15ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος, καὶ μάρτυς τῶν Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀπο‐ καλύπτεσθαι δόξης κοινωνός· Ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Χριστοῦ.» Διιόντες δὲ κατὰ χώραν τε καὶ πόλιν, μυρίους ὅσους καὶ ἑτέρους ποιμένας
20ἐφεστάναι προσέταττον τοῖς λαοῖς, καὶ τῶν λογικῶν προβάτων ποιεῖσθαι φροντίδα· καταβόσκειν δὲ, ὥσπερ ἐν νομῇ ἀγαθῇ, καὶ ἐν τόπῳ πίονι, καὶ εἰς πόαν ὥσπερ ἀποκομίζειν εὐανθεστάτην, τὴν θεόπνευστον Γραφήν. Ζωαρκὲς γὰρ ἔδεσμα ψυχῆς, ὁ τοῦ Θεοῦ
25λόγος. Εἰρήσθω δὴ οὖν ποιμέσι τοῖς πνευματικοῖς, ἐπιμελοῦ τῶν ἐν πεδίῳ χλωρῶν, καὶ κερεῖς πόαν, καὶ συνάγαγε χόρτον ὥριμον, ἵνα ἔχῃς πρόβατα εἰς ἱμα‐ τισμόν· γεγόνασι δὲ καὶ ἑτέρως παρὰ τοῖς ἔθνεσιν οἱ θεσπέσιοι μαθηταὶ, καὶ τῶν παρ’ ἐκείνοις ποιμέ‐
30νων, τουτέστι, σοφῶν τε καὶ διδασκάλων, καθηγηταὶ διεδείκνυντο, τὴν ἀληθεστέραν τοῖς ἀκροωμένοις παι‐ δαγωγίαν εἰσφέροντες. Καὶ ὅτι πολὺ δὴ λίαν εὐσθε‐ νέστερόν τε καὶ ἄμεινον ἢ ἐκεῖνοι, τυχὸν εἰδείη τις ἂν καὶ λίαν εὐκόλως, ἐκεῖνο διενθυμούμενος. Δυσαχθὴς
35μὲν γὰρ τῷ φρέατι λίθος ἐπέκειτο, ὃν πλείστη μὲν ὅση ποιμένων ἄθροισις ἀπεσάλευε μόλις. Ἔδρα δὲ τοῦτο καὶ μόνος ὁ Ἰακώβ. Τί τοίνυν τὸ φρέαρ, τί δὲ δὴ αὖ καὶ ὁ λίθος ὑποσημήνειεν ἂν, φέρε λέγωμεν ὡς ἔνι. Εἰσόμεθα γὰρ ὡδὶ, καὶ τῆς τῶν ποιμένων ἰσχύος τὴν διαφορὰν, καὶ τὸ ἐν συνέσει προὖχόν τε
40καὶ ὑπερκείμενον, τῶν μαθητῶν τοῦ Σωτῆρος. δʹ. Ὕδατι τοίνυν ἀφομοιοῦν ἔθος τῇ Γραφῇ, τὴν περὶ Θεοῦ γνῶσιν. Ὅτι γὰρ ἦν ζωοποιὸς, μεμαρτύ‐ ρηκεν ὁ Σωτὴρ, πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα λέγων· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν
45μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Προσελάλει δὲ καὶ γυναίῳ τῷ ἐκ τῆς Σαμαρείας φημί ποτε· «Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.» Οἶμαί

69

.

197

(50)

που τὸν παρ’ ἑαυτοῦ λόγον καὶ παίδευσιν ὀνομάζων ζωοποιόν. Προσεφώνει δὲ καὶ ὁ Δεσπότης· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω.» Καὶ μὴν καὶ διὰ τῆς τοῦ προφήτου φωνῆς, ἐπαιτιᾶταί τινας ἀμα‐ θῶς ἀπονεύσαντας εἰς τὸ δεῖν ἑτέρους προσίεσθαι
55διδασκάλους μετὰ τὴν ἐν νόμῳ παίδευσιν, καὶ ἐκκε‐ κλικότας εἰς διδασκαλίας καὶ ἐντάλματα ἀνθρώπων.
Ἔφη δὲ οὕτως· «Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ195

69

.

200

ἔφριξεν ἐπὶ πλεῖον, λέγει Κύριος· ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου. Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδα‐ τος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμ‐ μένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.» Ὕδωρ
5δὴ οὖν τὸ ζωοποιὸν, ὁ θεῖος ἂν εἴη λόγος. Πλὴν ἐν βάθει κεῖται πολλῷ, καὶ οὐκ ἂν οἶμαί τις αὐτὸν ἀν‐ ιδρωτὶ πορίσαιτό ποτε. Οὐ γὰρ ἕτοιμος ἑλεῖν τοῖς ἐθέλουσιν ἁπλῶς. Ἐπωματίζει δὲ ὥσπερ λίθος αὐτῷ βαρὺς καὶ δυσπαρακόμιστος, ἡ περὶ αὐτὸν ἀσάφεια
10τῆς ἐν ἡμῖν διανοίας νικῶσα τὸ ἀδρανές. Καὶ δὴ δεῖ πόνου καὶ ἱδρῶτος μακροῦ τοῖς τὰ νοητὰ κατανέ‐ μουσι θρέμματα πρὸς τὸ ἀπαλλάξαι μὲν τῆς ἀσα‐ φείας τὸν λόγον, ἀρύσασθαί τε οὕτω λοιπὸν καὶ οἱονεί πως ἐκ βάθους εἰς τὸν ἄνω τε καὶ ἐμφανὲς
15ἐνεγκεῖν, παραθεῖναί τε σαφῶς εἰς ἀπόλαυσιν ζωαρ‐ κῆ τοῖς ἐντευξομένοις. Ἀλλ’ οἱ μὲν παρ’ Ἕλλησι ποιμένες, τουτέστιν, οἱ παρ’ αὐτοῖς σοφοὶ καὶ λογά‐ δες πολλοὶ καὶ κατὰ πληθὺν συνθέοντες τῶν περὶ Θεοῦ δογμάτων οἱονεὶ τὸ ἀληθὲς παροχλίζουσι· δοξά‐
20ζουσι γὰρ οὐκ ὀρθὰ περὶ αὐτοῦ, Θεοῦ μὲν ὁμολογοῦν‐ τες φύσιν, διανέμοντες δὲ τὴν τῆς θεότητος δόξαν, οἷς ἂν ἕλοιντο τυχόν. Ἐξαρκεῖ δὲ καὶ μόνος εἷς τῶν ἐν Χριστῷ ποιμένων ἀποκινῆσαι τοῦ φρέατος, καίτοι κομιδῇ δυσδιακόμιστον ὄντα τὸν λίθον· τουτέστι, τὴν
25ἐπεῤῥιμμένην ταῖς περὶ Θεοῦ δόξαις ἐπικάλυψίν τε καὶ ἀσάφειαν, ὅθεν ἐναργῆ τοῖς ἔθνεσι καθιστῶσι τὴν ἀλήθειαν, καὶ τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς παραδεικνύντες Θεὸν, οὐ διαλελοίπασι. Καὶ γοῦν ὁ μακάριος Παῦλος Ἀθήνῃσιν ἐλθὼν, τοῖς τῇδε λογάσι
30τὸ ὕδωρ τὸ ζῶν παρετίθει, λέγων· «Ἄνδρες Ἀθη‐ ναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. Διερχόμενος γὰρ, φησὶ, καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν, ἐν ᾧ ἐπεγρά‐ φετο· Ἀγνώστῳ Θεῷ. Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε,
35τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν.» Βλέπετε γὰρ ὅπως καίτοι λαῶν ὄντες ἡγούμενοι, καὶ τῶν παρά σφισι ποιμένες καὶ καθηγηταὶ, μόλις τοῦ φρέατος βραχὺ παροχλίζουσι, τὸν δυσαχθῆ λίθον, εὐσεβεῖν μὲν οἰόμε‐ νοι, διά γε τῆς εἰς τὸ θεῖον αἰδοῦς, πολὺ δὲ τῆς ἀλη‐
40θείας ἀπεσφαλμένοι. Βωμὸν γὰρ ἀναδειμάμενοι, γραφὴν ἐνεκόλαπτον, Ἀγνώστῳ Θεῷ, τουτέστι, καὶ τῷ μὴ γνωσθέντι δαίμονι. Ἀλλ’ ἐκεῖνοι μὲν ἀρίστην ἐνόμιζον ἐπὶ Θεῷ τὴν δόξαν ἑλεῖν. Κατασοφίζεται δὲ τὴν γραφὴν ὁ θεσπέσιος Παῦλος, καὶ πολὺ δὴ
45λίαν εὐτέχνως ἄγει πρὸς τὸ χρήσιμον, τὸν οὐκ ἐγνω‐ σμένον αὐτοῖς Θεὸν, Χριστὸν εἶναι λέγων. «Ὃν γὰρ ὑμεῖς, φησὶν, ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ κατ‐ αγγέλλω ὑμῖν.» Ὁρᾷς ὅπως ἀπεκάλυψε τὸ φρέαρ, ἀπεκύλισε τὸν λίθον, τὴν ζωοποιὸν αὐτοῖς παρέδειξε

69

.

200

(50)

γνῶσιν. Ἀσύγκριτος τοίνυν τῆς τῶν ποιμένων ἀγχι‐ νοίας ἡ διαφορά. Οἱ μὲν γὰρ, καίτοι λίαν ὄντες πολλοὶ, τῆς ἀληθοῦς περὶ Θεοῦ δόξης κατόπιν ᾔεσαν καὶ τῆς τῶν δογμάτων ἀσαφείας ἡττώμενοι, παρε‐ φέροντο πρὸς τὸ δοκοῦν. Ὁ δὲ καίτοι μόνος ὢν παρε‐
55τίθει τὴν ἀλήθειαν. Ἀπεκύλισε γὰρ τὸν λίθον μόνος ὁ Ἰακὼβ, καὶ τὰ ὑπὸ τὴν Ῥαχὴλ ποτίζει πρόβατα.
Καὶ μέν τοι ἀξιέραστον ἡγεῖτο τὴν κόρην. «Ἐφίλησε197

69

.

201

γὰρ, φησὶ, τὴν Ῥαχὴλ, καὶ ἀνεγνωρίζετο μὲν τῷ Λάβαν εὐθὺς,» ὃς δὴ καὶ ἐφέστιον ἐποιεῖτο λοιπὸν ἀγάπης τε καὶ περιπλοκῶν ἠξίου τὸν ἀδελφόπαιδα, καὶ ἐν τοῖς ἀγχισπόροις κατελογίζετο. Ἔφη γάρ·
5«Ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῶν σαρκῶν μου εἶ σύ.» Ἑρμηνεύεται μὲν ἡ Ῥαχὴλ, Θεοῦ πρόβατον. Περι‐ θείη δ’ ἄν τις αὐτῇ, καὶ μάλα εἰκότως, τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὸ σχῆμα. Αὕτη γάρ ἐστι τὸ τοῦ Χριστοῦ πρόβατον, τὸ τοῖς ἀρχαιοτέροις ποιμνίοις ἀναμιχθὲν,
10καὶ ταῖς τοῦ Σωτῆρος αὐλαῖς ἐνσεσηκασμένον. Τοι‐ γάρτοι καὶ ἔφασκε· «Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης. Κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.» Ἐποίμαινον δὲ καὶ οἱ θεσπέ‐
15σιοι μαθηταὶ τὴν Ἐκκλησίαν Χριστοῦ, ἤτοι τὰ ὑπ’ αὐτῇ νοούμενα λογικὰ θρέμματα, καὶ δὴ καὶ γεγόνασιν αὐτῆς ἐρασταὶ καὶ νυμφαγωγοὶ, παριστῶντες αὐτὴν τῷ Θεῷ παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων· ἁγίον δὲ μᾶλλον καὶ ἄμωμον. εʹ. Ὅτι δὲ καὶ τὴν τοῦ γένους ἀρχὴν, καὶ οἱονεὶ τὰς πρώτας τῆς ῥίζης ἐκβολὰς, ἐξ ἐθνῶν ἐσχήκασιν
20οἱ ἐξ Ἰσραὴλ, ἐκ τῶν τοῦ Λάβαν συνήσομεν λόγων. Ἀνὴρ γὰρ εἰδωλολάτρης κατησπάζετο τὸν Ἰακὼβ, καὶ ἐξ ὁμαίμονος αὐτὸν γενέσθαι φησὶ, δῆλον δὲ ὅτι Ῥεβέκκας· σάρκα τε αὐτὸν καὶ ὀστοῦν ἴδιον ἀπεκάλει. Κέκληται γὰρ ὁ θεσπέσιος Ἀβραὰμ ἐν ἀκροβυστίᾳ,
25τεθραμμένος ἐν γῇ Χαλδαίων ἔθεσί τε καὶ νόμοις τοῖς Ἑλληνικοῖς, καὶ σημεῖον ἔλαβε περιτομὴν, σφραγῖδα τῆς ἐν ἀκροβυστίᾳ πίστεως, κατὰ τὸ γε‐ γραμμένον. Συγγενὴς οὖν ἄρα τοῖς ἐξ ἐθνῶν καὶ ὁ πρωτότοκος Ἰσραήλ· καίτοι νόμῳ διεσταλμένος, εἴς
30γε τὸ ἕτερος εἶναι δοκεῖν. Ἀλλ’ ἐν Χριστῷ γεγόνα‐ σιν ἒν οἱ δύο. Περιεῖλε γὰρ τὸ μεσολαβοῦν, καταρ‐ γήσας τὸν ἐν γράμμασι νόμον, καὶ τὴν διιστῶσαν περιτομήν. Ἀνεκαινίσθημεν γὰρ εἰς ἕνα καινὸν ἄν‐ θρωπον, σύσσωμά τε καὶ ὁμοψυχοῦντα τὰ ἔθνη τοῖς
35ἐξ Ἰσραήλ. Μονονουχὶ δὲ καὶ εἰς ταυτότητα συνενηνε‐ γμένα διὰ τῆς ἐν πνεύματι κοινωνίας, ὁρᾶται λοιπόν. Ἔφη γάρ που Χριστὸς πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· «Θέλω ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν.» Αὐτὸς γάρ ἐστιν
40ἡ εἰρήνη ἡμῶν, ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καθάπερ ἔφην ἀρτίως, καὶ θεὶς ἐκ μέσου τὸ διιστῶν, καὶ συνδέων ἡμᾶς οἷον εἰς ἑνότητα διὰ πνεύματος. Σημεῖον οὖν ἄρα, καὶ μάλα σαφὲς, τῆς ἐν πίστει τε καὶ πνευματικῆς ἑνώσεως τῶν δύο λαῶν τὸ περιπλέ‐
45κεσθαι τῷ Ἰακὼβ τὸν Λάβαν, ὁμολογῆσαί τε ὅτι καὶ ὀστοῦν εἴη καὶ σὰρξ αὐτοῦ. Ὅτι δὴ πρὸς τού‐ τοις ἕτερον, φέρε δὴ λέγωμεν, ἐξ αὐτῶν ἑλόντες τῶν ἱερῶν Γραμμάτων. «Εἶπε γὰρ, φησὶ, Λάβαν τῷ Ἰακώβ· Ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι

69

.

201

(50)

δωρεάν. Ἀπάγγειλόν μοι τίς ὁ μισθός σού ἐστι. Τῷ δὲ Λάβαν ἦσαν δύο θυγατέρες, ὄνομα τῇ μείζονι Λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ Ῥαχήλ. Οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς, Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα. Ἠγάπησε δὲ Ἰακὼβ τὴν Ῥαχὴλ,
55καὶ εἶπε· Δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ῥαχὴλ τῆς θυ‐ γατρός σου τῆς νεωτέρας. Εἶπε δὲ αὐτῷ Λάβαν· Βέλ‐
τιον δοῦναί με αὐτὴν σοὶ, ἢ δοῦναί με αὐτὴν ἀνδρὶ199

69

.

204

ἑτέρῳ. Οἴκησον μετ’ ἐμοῦ. Καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἔτη ἑπτά. Καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡσεὶ ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν. Εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν· Δός μοι τὴν γυναῖκά μου. Πε‐
5πλήρωνται γὰρ αἱ ἡμέρα· μου, ὅπως εἰσέλθω πρὸς αὐτήν. Συνήγαγε δὲ Λάβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου, καὶ ἐποίησε γάμον. Καὶ ἐγένετο ἑσπέρα. Καὶ λαβὼν Λάβαν Λείαν τὴν θυγατέρα αὐτοῦ, εἰσήγαγε αὐτὴν πρὸς Ἰακώβ. Καὶ εἰσῆλθε πρὸς αὐτὴν Ἰακώβ.
10Ἔδωκε δὲ Λάβαν Ζελφὰν τὴν παιδίσκην αὐτοῦ, Λείᾳ τῇ θυγατρὶ αὐτοῦ παιδίσκην. Ἐγένετο δὲ πρωΐ, καὶ ἰδοὺ ἦν Λεία. Εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν· Τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ῥαχὴλ ἐδούλευσα παρὰ σοί; Καὶ ἵνα τί παρελογίσω με; Εἶπε δὲ Λάβαν· Οὐκ ἔστιν
15οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρινὴ τὴν πρεσβυτέραν· συντέλεσον οὖν τὰ ἕβδομα ταύ‐ της, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρ’ ἐμοὶ ἑπτὰ ἔτη ἕτερα· ἐποίησε δὲ Ἰακὼβ οὕτως, καὶ ἀνεπλήρωσε τὰ ἕβδομα ταύτης. Καὶ ἔδω‐
20κεν αὐτῷ Λάβαν Ῥαχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα. Ἔδωκε δὲ Λάβαν Ῥαχὴλ τῇ θυγατρὶ αὐτοῦ Βάλλαν, τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην, καὶ εἰσῆλθε πρὸς Ῥαχήλ. Ἠγάπησε δὲ Ῥαχὴλ μᾶλλον ἢ Λείαν, καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα.» ϛʹ. Τὰ μὲν οὖν ἐκ τῆς ἱστορίας, οὐδενὸς ἂν δέοιτο
25λόγου πρὰς διασάφησιν· ἄναντες γὰρ ἐν αὐτοῖς παν‐ τελῶς οὐδέν. Πλὴν εἴ τις ἐκεῖνο λέγοι τῶν τὰ τοιάδε φιλοκρινεῖν εἰωθότων· Οὐ γὰρ τῶν ἄγαν ἀπηχεστά‐ των λελόγισται παρ’ ἡμῖν, τὸ δυοῖν εὐθὺς ὁμιλῆσαι γάμοιν, καὶ δὴ καὶ γυναίων εἰσοικίσασθαι ξυνωρίδα,
30καὶ τοῦτο ἀδελφῶν· πρὸς τοῦτό φαμεν, ὅτι τοῖς ἀρ‐ χαιοτέροις ὅλος ἦν ὁ τοῦ βίου σκοπὸς εἰς πολυπαι‐ δίαν· καὶ δὴ καὶ ἐν μοίρᾳ τῆς ἀνωτάτω πασῶν εὐ‐ ημερίας τὸ χρῆμα λελόγιστο. Ἀπήλλακτο δὲ καὶ μώ‐ μου παντὸς τὸ οὐ μόναις δυσὶν, ἀλλὰ καὶ ἔτι πλείοσι
35συγκατευνάζεσθαι γυναιξὶν, εἰς πλῆθος ἀμέτρητον τὸ γένος ἐκτείνοντας. Καὶ γοῦν ἐν εὐλογίας τάξει παρὰ Θεοῦ τὴν τεκνογονίαν ἐδέχοντο. Κατεπηγγέλλετο δὲ καὶ αὐτὸς ὁ τῶν ὅλων Δεσπότης καὶ τοῖς ἄνωθεν καὶ πρὸ Μωσέως ἁγίοις χαριεῖσθαι τὸ δῶρον, καὶ αὐτοῖς
40δὲ τοῖς λαχοῦσι τὴν διὰ νόμου παιδαγωγίαν. Ἔφη γὰρ, ὅτι «Οὐκ ἔσται ἄγονος οὐδὲ χήρα ἐν υἱοῖς Ἰσραήλ.» Καὶ οὐκ ἐν τάξει νόμου παραδεξόμεθα τὴν φωνὴν, ἐπαγγελίαν δὲ μᾶλλον εἶναί φαμεν. Τὰ μὲν γὰρ ὅσα ἐστὶν ἐφ’ ἡμῖν, θεσμοῖς ὑποφέρεται, καὶ
45μάλα ὀρθῶς· τὰ δὲ ὅσα τῶν πραγμάτων οὐκ ἐφ’ ἡμῖν, ἀλλ’ ἐν τοῖς τῆς φύσεως νόμοις ἔχει τὸ ἀποτέ‐ λεσμα, νόμον οὐκ ἔχει τὸν βραβευτήν. Πρόδηλον οὖν ἄρα, καὶ οὐδενὶ τῶν ὄντων ἀσυμφανὲς, ὡς οὐκ ἂν προστέταχεν ὁ Δημιουργὸς μὴ εἶναι στεῖραν ἢ ἄγονον

69

.

204

(50)

ἐν υἱοῖς Ἰσραήλ. Ἀλλ’ εἰ γένοιντο τοῦ νόμου φύλα‐ κες, καρποφόρους ἀποφαίνειν ὡς Θεὸς ἐπηγγέλλετο. Οὐκοῦν ἐν σπουδῇ μὲν τοῖς ἀρχαιοτέροις καὶ ἐν εὐ‐ κλείας τάξει λελόγιστο τῆς πολυπαιδίας τὸ χρῆμα. Μετατιθέμεθα δὲ ἡμεῖς ἐν Χριστῷ, πρὸς τὸ χρῆναι
55μᾶλλον καρποφορεῖν ἐν πνεύματι· τὸν μὲν γάμον οὐκ ἀτιμάζοντες, αἱρούμενοι δὲ τὸ ὑπὲρ τοῦτο λίαν
καὶ ψήφῳ τῇ ὑπερτάτῃ στεφανούμενον παρά τε τῇ201

69

.

205

θεοπνεύστῳ Γραφῇ, τὸ ἀπερισπάστως, φημὶ, προσ‐ εδρεύειν Θεῷ, καὶ μὴ μερίζεσθαί ποι πρὸς τὰ ἐν κό‐ σμῳ. «Ὁ γὰρ ἄγαμος, φησὶν ὁ Παῦλος, μεριμνᾷ τὰ τοῦ Κυρίου· ὁ δὲ γεγαμηκὼς μεριμνᾷ τὰ τοῦ
5κόσμου, πῶς ἀρέσει τῇ γυναικὶ, καὶ μεμέρισται.» Ζ. Ἄλις δὴ οὖν ἡμῖν τοῦ περὶ τούτων λόγου. Φέρε δὴ θεωρήσωμεν, τοῖς πνευματικοῖς θεωρήμασι τὸν νοῦν ἐνιέντες· ἐκεῖνο διενθυμούμενοι, καὶ μάλα ὀρ‐ θῶς, ὡς οὐκ ἄμισθος ἦν τοῖς ἁγίοις ἀποστόλοις ὁ
10ἐπὶ τοῖς κηρύγμασι πόνος, οὔτε μὴν ἀγέραστος ὁ ἰδρώς. Ἔφη γὰρ ὁ Λάβαν πρὸς Ἰακώβ· «Οὐ δουλεύ‐ σεις μοι δωρεάν.» Ἐποιοῦντο δὲ καὶ οἱ θεσπέσιοι μαθηταὶ, λαμπρῶν αὐχημάτων ὑπόθεσιν τὴν τῶν πιστευόντων ἐν ἀρχαῖς πληθύν. Προσεφώνει γοῦν ὁ
15Παῦλος αὐτοῖς· «Χαρὰ καὶ στέφανός μου.» Ὑπο‐ μνῆσαι δὲ δεῖν ἀναγκαίως ὑπολαμβάνω τῶν ἐν ἀρ‐ χαῖς ἡμῖν χρειωδέστατα παρειλημμένων. Ἔφην γὰρ, ὅτι τὸ πρόσωπον Ἰακὼβ ὡς ἐν θεωρίαις πνευ‐ ματικαῖς ὑποδύεται μὲν ἔσθ’ ὅτε τῶν ἁγίων ἀποστό‐
20λων ὁ χορὸς, ὡς ἀπαρχὴ γεγονὼς τῶν ἡγιασμένων ἐν πνεύματι, καὶ ἐν πίστει δεδικαιωμένων· ὁτὲ δὲ αὖ καὶ αὐτὸς ὁ Χριστὸς, ὡς τῆς ἀνανεουμένης εἰς ἀφθαρσίαν ἀνθρωπότητος ἀπαρχὴ, ὡς πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, ὡς δεύτερος Ἀδὰμ, καὶ ῥίζα
25τοῦ γένους δευτέρα μετὰ τὴν πρώτην. Περιτρέπει τοίνυν ὁ λόγος ἀεὶ τῶν θεωρημάτων τὸν σκοπὸν, ᾗπερ ἂν ἰέναι πρέποι. Τὸ γάρ τοι διαμαρτεῖν λογισμοῦ τοῦ καθήκοντος, ἀκαλλεστέραν ἐργάσεται τῶν θεω‐ ρημάτων τὴν ἀπόδοσιν. Φορέσει δὴ οὖν εἴς γε τὸ
30παρὸν τὸ Ἰακὼβ πρόσωπον ὁ Ἐμμανουὴλ, ὁ ἐξ οὐ‐ ρανοῦ νυμφίος, ὁ τὰς Λάβαν θυγατέρας οἷον οὐκ ἀν‐ ιδρωτὶ λαβών. Ἴδιον μὲν γὰρ τῆς ἀνωτάτω πασῶν οὐσίας, τὸ ἀκονιτὶ κατορθοῦν, ἅπερ ἂν ἕλοιτο δρᾷν. Ἔφη γάρ που περὶ αὐτῆς καὶ ὁ μακάριος προφήτης
35Ἡσαΐας· «Ὄτι οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ.» Κατ’ οὐδένα γὰρ τρόπον ἐπιδεὲς τὸ Θεῖον, ἀλλ’ ἔστι παντέλειον ἐν ἑαυτῷ, οὐκ εἰσποιητὸν ἔχον τὸ δυναμοῦσθαι πρός τινος, οὔτε μὴν νόμῳ σωμάτων τροφαῖς ἢ ποτοῖς
40νευρούμενον· ἀλλ’ αὐτὸ, φύσει δύναμις. Τοιγάρτοι καὶ στερεοῖ μὲν οὐρανοὺς, διανέμει δὲ τὸ δύνασθαι μετ’ ἐξουσίας, οἷς ἂν ἕλοιτο τυχόν. Ἀλλ’ ὥσπερ, καίτοι λυπεῖσθαι μὴ πεφυκὸς, λυπεῖσθαι λέγεται (φησὶ γάρ που πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, δῆλον
45δὲ ὅτι τὴν Συναγωγήν· «Καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις.» Γράφει δέ που καὶ ὁ θεσπέσιος Παῦλος· «Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ τὸ κατοικοῦν ἐν ὑμῖν»)· οὕτω κἂν εἰ λέγοιτο καμεῖν, οὐχ ὅτι γέγονεν ἐν αἰσθήσει πόνου, τὰ τοιάδε φαμέν·

69

.

205

(50)

ἀλλ’ ὅτι πονεῖν εἴπερ ἦν αὐτῷ ἔθος, πέπονθεν ἂν, τὰ ὑπερμεγέθη τῶν πραγμάτων καὶ ἐξαίρετα κατ‐ ορθῶν, καὶ αὐτὰ, ἐφ’ οἷς ἦν εἰκὸς δεινοὺς καὶ πι‐ κροὺς ἀνατλῆναι πόνους, εἰ τῶν καθ’ ἡμᾶς τις ἦν. Οὐκοῦν ἐκ τῶν ἀνθρωπίνων ἰόντες εἰς ἐννοίας τὰς
55ὑπερτάτω, μονονουχὶ πόνῳ καὶ ἱδρῶτι καταμεθύου‐ σαν καταθρήσαιμεν ἂν τὴν ὑπὲρ ἡμῶν φροντίδα
τῆς ἀκηράτου φύσεως. Αὐτήν γε μὴν ἀπαλλάξομεν203

69

.

208

ἀναγκαίως τοῦ πονεῖν· ἐπεί τοι μὴ καθ’ ἡμᾶς, μᾶλλον δὲ καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν, ταῖς ἰδίαις ὑπεροχαῖς ἐμφιλοχωροῦσά τε καὶ ἐρηρεισμένη. Οὐκ ἀμισθὶ τοιγαροῦν, ἀλλ’ οὐδὲ ἱδρῶτος δίχα Χριστὸς
5πρώτην μὲν συνηγάγετο τὴν Ἰουδαίων Συναγωγὴν, ἣν ἐν σχήματι τῷ τῆς Λείας παραληψόμεθα. Διερμη‐ νεύεται γὰρ κοπιῶσα καὶ ἀνανεουμένη. Κεκοπίακε δὲ ταῖς Αἰγυπτίων πλεονεξίαις κατηχθισμένη, καὶ τὸν δυσφόρητον ἔχουσα τῆς δουλείας ζυγόν. Καὶ μὴν
10καὶ ἀνενεώθη πρὸς τὸ πατρῷον σέβας. Μετεπλάττετο δὲ ὥσπερ ἐκ λατρείας εἰδωλομανοῦς ἐπὶ τὸ εἰδέναι λοιπὸν τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεός. Ἐπεφώνει γὰρ αὐτοῖς διὰ Μωσέως· «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι·» καὶ τὸ, «Οὐκ ἔσονταί
15σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.» Ἀλλ’ ἐπεθύμει μὲν ὁ Χριστὸς τῆς Ῥαχὴλ ἐν ἀρχαῖς, τουτέστι, τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Τοιγάρτοι ἔφασκε περὶ τῆς Ἰου‐ δαίων Συναγωγῆς πρὸς τὸν ἱεροφάντην Μωσέα· «Λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς, λέγων· Ἑώρακα
20τὸν λαὸν τοῦτον, καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστιν. Ἔασόν με ἐξολοθρεῦσαι αὐτοὺς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ στερεώματος τοῦ οὐ‐ ρανοῦ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ ἰσχυρὸν, καὶ πολὺ μᾶλλον ἢ τοῦτο.» Ἀλλ’ ἦν ἀνάγκη τοὺς
25ἐλαφρὸν ἕτι καὶ εὐπαρακόμιστον ἔν γε δὴ σφίσιν αὐτοῖς ἔχοντας νοῦν, οὐκ εὐθὺς διᾴττειν ἐπὶ τὸ τέ‐ λειον, καὶ τὴν ἐπέκεινα νοῦ καὶ τῆς ἐξ αὐτοῦ φρονή‐ σεως παίδευσιν, φημὶ δὴ τὴν εὐαγγελικὴν, προκατ‐ ηχεῖσθαι δὲ μᾶλλον διὰ τῶν ὑποβεβηκότων, μονονουχὶ
30καὶ προγύμνασμα τῆς ἐν Χριστῷ ζωῆς ποιεῖσθαι τὴν νομικήν. Οὐκοῦν ἐπεθύμει μὲν τῆς νεωτέρας ἐν ἀρχαῖς, τουτέστι, τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ὁ ἐξ οὐ‐ ρανοῦ νυμφίος. Προεισοικίζεται δὲ ὥσπερ τὴν πρε‐ σβυτέραν οἱονεί πως οὐκ ἀμογητί. Δεδούλευκε γὰρ
35ὑπὲρ Λείας ὁ Ἰακώβ. Ὅτι δὲ πολλοῖς καὶ μεγάλοις ἐξῄρηται πόνοις τῆς Αἰγυπτίων δουλείας ὁ Ἰσραὴλ, οὐκ ἀσυμφανές. Ὅλη γὰρ αὐτοῖς πεπολέμηκεν ἡ κτίσις. Σημεῖον οὖν ἄρα τοῦ μὴ ἀνιδρωτὶ λελυτρῶ‐ σθαι τὸν Ἰσραὴλ, καὶ Θεοῦ γενέσθαι λοιπὸν διὰ τῆς
40ἐν νόμῳ λατρείας ἡ τοῦ Ἰακὼβ δουλεία, τελουμένη που πάντως οὐκ ἄνευ μόχθου. Συντετελεσμένων δὲ τῶν ἑβδόμων τῆς πρεσβυτέρας, ἠγάγετο τὴν Ῥαχὴλ, τουτέστι, τὴν νεωτέραν, τὴν καὶ ἐν ἀρχαῖς ποθουμέ‐ νην. Εἰσκέκληται γὰρ δευτέρα μετὰ τὴν πρώτην ἡ
45ἐξ ἐθνῶν Ἐκκλησία τὸ τοῦ Θεοῦ πρόβατον· ἑρ‐ μηνεύεται γὰρ οὕτω καὶ Ῥαχὴλ, καθάπερ ἤδη προεῖ‐ πον. Ὅτι δὲ κέκμηκε τρόπον τινὰ καὶ ὑπὲρ αὐτῆς ὁ Χριστὸς, παρέδειξε πάλιν ἡμῖν ὁ θεσπέσιος Ἰακὼβ, τὸν ἑπταετῆ πόνον καὶ ὑπὲρ Ῥαχὴλ ἀνατλάς. Εἰ γὰρ

69

.

208

(50)

ἐνεδέχετο καμεῖν, καίτοι Θεὸν ὄντα κατὰ φύσιν, τὸν Υἱὸν, πῶς ἂν οὐ γέγονεν ἐν τούτῳ, τὴν Ἡρώδου δίωξιν ὑπομείνας ἐν ἀρχαῖς, τὰς τῶν Φαρισαίων ἐπι‐ βουλὰς, τὰς τῶν ἡγουμένων συκοφαντίας, τὰ ἐμπτύ‐ σματα, τὰ ῥαπίσματα, τὰς κατὰ νώτου πληγὰς, τὴν
55τῶν στρατιωτῶν παροινίαν, καὶ αὐτὸν ἐν ἐσχάτοις τὸν ἐπὶ ξύλου θάνατον; Λάβαν δὲ θυγατέρες, ἀνδρὸς
εἰδωλολατροῦντος ἔτι, Λεία καὶ Ῥαχήλ. Κέκληνται205

69

.

209

γὰρ ἐξ ἐθνῶν, πρώτη μὲν ἡ τῶν Ἰουδαίων Συν‐ αγωγή· ῥίζης γὰρ καὶ γένους Ἑλληνικοῦ γέγονε καὶ αὐτὸς ὁ θεσπέσιος Ἀβραάμ· δευτέρα δὲ καὶ μετὰ τὴν πρώτην ἡ νεωτέρα, τουτέστιν, ἡ Ἐκκλησία. Καὶ
5οἱ μὲν ὀφθαλμοὶ Λείας παραλελυμένοι καὶ ἀδρανεῖς· Ῥαχὴλ δὲ καλὴ τῷ εἴδει, καὶ ὡραία τῇ ὄψει σφόδρα. Καὶ περὶ μὲν τῶν Ἰουδαίων ἔφη που Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις· «Ἄφετε αὐτοὺς, τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν. Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι
10βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν.» Οὐκοῦν τὸ ἄναλκες πρὸς θεοπτ[ε]ίαν τῆς Ἰουδαίων Συναγωγῆς κατασημαίνοιτο ἂν εἰκότως διὰ τῶν τῆς Λείας ὀφθαλ‐ μῶν. Τὸ δὲ σοφόν τε καὶ ἔννουν, καὶ τὸ πολὺ λίαν ἐξωραϊσμένον εἰς σύνεσιν τῶν ἐν πίστει ἐν Χριστῷ,
15καὶ μέντοι, καὶ τὸ ἐν ἔργοις περιφανὲς διὰ τοῦ τῆς Ῥαχὴλ προανεγράφετο κάλλους. Καὶ πρὸς μὲν τὴν τῶν Ἰουδαίων μητέρα, τὸ, «Ἰδοὺ οἱ ὀφθαλμοί σου οὐκ εἰσὶν, οὐδὲ ἡ καρδία σου καλὴ,» προφητικὸς ἀναβοάτω λόγος· καλείτω δὲ ὁ Χριστὸς τὴν ἐξ ἐθνῶν
20Ἐκκλησίαν, καὶ λεγέτω περὶ αὐτῆς· «Οἱ ὀφθαλμοί σου περιστερῶν.»—«Ἐπεθύμησε γὰρ τοῦ κάλλους αὐτῆς,» κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Οὐκοῦν ἐποιεῖτο σύνοικον ὁ Χριστὸς πρῶτον μὲν τὴν τῶν Ἰουδαίων Συναγωγὴν, νυμφαγωγοῦντος Μωσέως καὶ
25μεσιτευόντων ἀγγέλων· ἐπ’ ἐκείνην δὲ ὥσπερ δευ‐ τέραν τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, οἱονεὶ μεσίτου παρ‐ ειλημμένου καὶ ἐπ’ αὐτῇ τοῦ μακαρίου Βαπτιστοῦ. Τοιγάρτοι καὶ ἔφασκε, τὸν νοητὸν τουτονὶ καὶ θεῖον ἡμῖν κατασημαίνων γάμον· «Ὁ ἔχων τὴν νύμφην
30νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. Ἐκεῖ‐ νον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.» Ἔλεος δὲ καὶ πίστις τῇ νύμφῃ τὸ ἔδνον. Ἔφη γάρ που διὰ
35φωνῆς προφητῶν, ὁ ἄνωθεν ἥκων καὶ ἐξ οὐρανοῦ νυμφίος πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν· «Καὶ μνη‐ στεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα, καὶ μνηστεύσο‐ μαί σε ἐμαυτῷ ἐν δικαιοσύνῃ καὶ κρίματι, καὶ ἐν ἐλέει, καὶ ἐν οἰκτιρμοῖς. Καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν
40πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον. «Ἠγάγετο μὲν γὰρ, καθάπερ ἔφην ἀρτίως, πρὸ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὴν πρεσβυτέραν. Ἀλλ’ ὁ τῆς μνηστείας τρόπος, καὶ τῆς συναφείας ἡ δύναμις, οὐκ εἰς αἰῶνα γέγο‐ νεν. Ἔφη γάρ που πάλιν περὶ αὐτῆς, ὅτι «Αὕτη
45οὐ γυνή μου· καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς.» Καὶ πάλιν· «Ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς.» Ἀποβέβληται γὰρ ὡς πεπορνευμένη, καὶ ἐπὶ τοῖς ἄγαν ἀπηχεστάτοις κατεγνωσμένη. Ἔφη γάρ που περὶ αὐτῆς· «Ἐὰν ἐξαποστείλῃ ἀνὴρ τὴν

69

.

209

(50)

γυναῖκα αὐτοῦ, καὶ ἀπέλθῃ ἀπ’ αὐτοῦ, καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη; Καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς, καὶ ἀνάκαμπτε πρός με, λέγει Κύριος. Ἆρον εἰς εὐθεῖαν τοὺς ὀφ‐
55θαλμούς σου, καὶ ἴδε ποῦ ἐξεφύρθης. Ἐπὶ ταῖς
ὁδοῖς ἐκάθισας αὐταῖς ὡσεὶ κορώνη ἠρημωμένη, καὶ207

69

.

212

ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου, καὶ ἐν ταῖς κακίαις σου, καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσ‐ κομμα σαυτῇ. Ὄψις πόρνης ἐγένετό σοι ἀπηναι‐ σχύντησας πρὸς πάντας. Οὐχ ὡς οἰκεῖόν με ἐκάλε‐
5σας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου· μὴ διαμενεῖ εἰς τὸν αἰῶνα;» Ἀλλ’ ἐν τούτοις μὲν ἡ πρεσβυτέρα· Ῥαχὴλ δὲ τὴν νεωτέραν, τουτέστι, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἑαυτῷ μνηστεύεται, καὶ τοῦτο διηνεκῶς. Τὸ δὲ ἐμαυτῷ, νοείσθω κατὰ τοιόν‐
10δε τρόπον. Ἐμνηστεύσατο μὲν γὰρ τὴν Ἰουδαίων Συναγωγὴν, ἀλλὰ διὰ μεσίτου Μωσέως. Συνήφθη δὲ ὥσπερ τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ, φωναῖς ἰδίαις αὐτὴν εἰς τοῦτο καλῶν, καὶ καθ’ ἕνα τῶν ἐπὶ τῆς γῆς ὁρώμενος ἄνθρωπος. Κατένευε γὰρ τῇ νύμφῃ βοώσῃ· «Δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν μοι τὴν φωνήν σου.» Ἤκουον μὲν γὰρ καὶ οἱ πάλαι λαλοῦν‐
15τος αὐτοῦ, πλὴν διὰ Μωσέως ἢ προφητῶν. Ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς, αὐτὸς ἡμῖν δι’ ἑαυ‐ τοῦ λελάληκεν ὁ Υἱὸς, καθὰ καὶ ὁ σοφὸς μεμαρτύρηκε Παῦλος. ηʹ. Ἄξιον δὲ πρὸς τούτοις, καὶ τὴν τῶν ἐξ Ἰακὼβ γεγονότων υἱῶν πολυπραγμονῆσαι γένεσιν· ὁπόσοι τε, καὶ τίνων ἐξέφυσαν ἰδεῖν. Τέτοκε τοίνυν πρώτη
20μὲν ἡ Λεία τέσσαρας· Ῥουβεὶμ, Συμεὼν, Λευῒ καὶ Ἰούδαν. Ἐπειδὴ δὲ ἦν στεῖρα καὶ ἄτεκνος ἔτι Ῥαχὴλ, ἀλύουσα σφόδρα καὶ ἀπορουμένη, τὸ τῆς ἀπαιδίας κατασοφίζεται χρῆμα. Πείθει γὰρ τὸν Ἰακὼβ λέγου‐ σα· «Ἰδοὺ ἡ παιδίσκη μου Βάλλα. Εἴσελθε πρὸς
25αὐτὴν, καὶ τέξεται ἐπὶ τῶν γονάτων μου, καὶ τεκνο‐ ποιήσομαι κἀγὼ ἐξ αὐτῆς.» Οὗ καὶ εἰς πέρας ἐξ‐ ενηνεγμένου, δύο [ἐ]γενέσθην τῷ Ἰακὼβ υἱοὶ, Δάν τε καὶ Νεφθαλείμ. Λεία γε μὴν Ζελφὰν τὴν ἑαυτῆς οἰ‐ κότριβα παρευνάζουσα δυοῖν ἑτέροιν πατέρα γενέ‐
30σθαι ποιεῖ, Γὰδ καὶ Ἀσήρ. Καὶ τί μετὰ τοῦτο; «Ἐπορεύθη δὲ,» φησὶν, «Ῥουβεὶμ ἐν ἡμέραις θε‐ ρισμοῦ πυρῶν, καὶ εὗρε μῆλα μανδραγόρου ἐν τῷ ἀγρῷ, καὶ ἤνεγκεν αὐτὰ πρὸς Λείαν τὴν μητέρα αὐτοῦ. Εἶπε δὲ Ῥαχὴλ τῇ Λείᾳ τῇ ἀδελφῇ αὐτῆς·
35Δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου· εἶπε δὲ Λεία· Οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου, μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήψῃ; Εἶπε δὲ Ῥα‐ χήλ, Οὐχ οὕτως· κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. Εἰσῆλθε
40δὲ Ἰακὼβ ἐξ ἀγροῦ ἑσπέρας, καὶ ἐξῆλθε Λεία εἰς συνάντησιν αὐτῷ, καὶ εἶπε· Πρός με εἰσελεύσῃ σή‐ μερον. Μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου. Οὗ δὴ γεγονότος, τέτοκε πάλιν Λεία τὸν Ἰσάχαρ, ἐπ’ αὐτῷ δὲ καὶ Ζαβουλών.» Ἡκόν‐
45των δὲ ἤδη πρὸς τοῦτο λοιπὸν ἀριθμοῦ τῶν ἐξ Ἰσραὴλ, «Ἐμνήσθη,» φησὶν, «ὁ Θεὸς τῆς Ῥαχὴλ, καὶ ἐπήκου‐ σεν αὐτῆς Κύριος, καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν, καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἰακὼβ υἱόν. Εἶπε δὲ Ῥα‐ χήλ· Ἀφεῖλεν ἀπ’ ἐμοῦ ὁ Θεός μου τὸ ὄνειδος· καὶ

69

.

212

(50)

ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ, λέγουσα· Προσ‐ έθετό μοι ὁ Θεὸς υἱὸν ἕτερον.» Τέτοκε δὲ πρὸς τούτῳ Βενιαμίν. Ἔχει δὲ οὕτω πάλιν τὰ ἐπ’ αὐτῇ γεγραμ‐ μένα· «Ἐγένετο δὲ, ἡνίκα ἤγγισε Χαβραθὰ τοῦ ἐλθεῖν εἰς γῆν Ἐφραθᾶ, ἔτικτε Ῥαχήλ, Καὶ ἐδυστό‐
55κησεν ἐν τῷ τοκετῷ· ἐγένετο δὲ, ἐν τῷ σκληρῶς αὐ‐ τὴν τίκτειν, εἶπεν αὐτῇ ἡ μαία· Θάρσει· καὶ γὰρ
οὗτός σοί ἐστιν υἱός. Ἐγένετο δὲ, ἐν τῷ ἀφιέναι αὐ‐209

69

.

213

τὴν τὴν ψυχὴν (ἀπέθνησκε γὰρ), ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, υἱὸς ὀδύνης μου. Ὁ δὲ πατὴρ ἐκάλεσεν αὐτὸν Βενιαμίν.» Δυστοκήσασα τοίνυν ἐπὶ τέλει Ῥαχὴλ, ἐπ’ αὐταῖς ὠδῖσι τῶν καθ’ ἡμᾶς ἀπηλλάττετο. Ὧδε
5μὲν οὖν ἔχει τῶν ἐξ Ἰακὼβ ἡ γένεσις· ἀλλὰ τίς ἂν εἴη τῶν γεγραμμένων ὁ ἐσωτάτω νοῦς, εἰδείη μὲν ἃν αὐτὸς ὁ πάντα εἰδὼς, «Ἐν ᾧ πάντες εἰσὶν οἱ θη‐ σαυροὶ τῆς σοφίας, καὶ τῆς γνώσεως ἀπόκρυφοι,» κατὰ τὸ γεγραμμένον. Λεπτοῖς δὲ ἡμεῖς καταθρήσω‐
10μεν ὀφθαλμοῖς, καὶ τῆς ἐν αὐτοῖς ἀχλύος τὸ πάχος κατισχνοῦν ὡς ἔνι, πειρώμενοι, τῷ σοφοῦντι τυφλοὺς ἐκεῖνο λέγωμεν· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.» Οὐκοῦν (ἐπανήξω γὰρ εἰς τὸ ἐν ἀρχαῖς καὶ ἀναμνή‐
15σω πάλιν ὧν ἔφην), Λείαν μὲν τὴν πρεσβυτέραν, τῇ τῶν Ἰουδαίων Συναγωγῇ παρεικαστέον εὖ μάλα· Ῥαχὴλ δὲ αὐτὴν, τῶν ἐθνῶν Ἐκκλησίαν ὑπάρχειν ὑποληψόμεθα. Κρηπῖδα δὲ ὥσπερ προϋποθέντες τῶν λόγων τὴν ἐπὶ τῷδε πίστιν, τὰ λοιπὰ προσποιήσωμεν. θʹ. Τέτοκε τοίνυν ἡ Λεία πρώτη τέσσαρας, εἶτα
20μεταξὺ γεγόνασιν ἐκ δυοῖν θεραπαίναιν Βάλλας τε καὶ Ζελφᾶς, ἕτεροι τέσσαρες. Ἐπειδὴ δὲ τοὺς ἐν ἀγροῖς εὑρημένους παρὰ Ῥουβεὶμ μανδραγόρας διενείμαντο πρὸς ἀλλήλας Λεία τε καὶ Ῥαχὴλ, ἄμφω γεγόνασι μητέρες· καὶ τίκτει μὲν Λεία πρὸς ἐκείνοις
25τοῖς τέσσαρσι τὸν Ἰσάχαρ, ὅ ἐστι μισθός· εἶτα τὸν Ζαβουλὼν, ὃ σημαίνει πάλιν ἑρμηνευόμενον εὐλογία τε καὶ εὐοδία. Τέτοκε δὲ καὶ Ῥαχὴλ τὸν Ἰωσὴφ, ὅ ἐστι προσθήκη Θεοῦ. Καὶ μετ’ αὐτὸν ἐν τέλει τὸν Βενονὶ, ὅ ἐστι υἱὸς ὀδύνης. Πρώτη μὲν γὰρ
30ἐτέκνωσε τῷ Θεῷ τὴν τῶν Ἰουδαίων πληθὺν ἡ ἐν χρόνῳ πρεσβυτέρα, τουτέστιν, ἡ Συναγωγή. Ὅτι δὲ τοὺς ἐξ αὐτῆς γεγονότας, υἱοὺς ἐκάλει Θεὸς, συνήσεις εὖ μάλα, πρὸς Μωσέα μὲν λέγοντος· «Υἱὸς πρωτότο‐ κός μου Ἰσραήλ.» Διά γε φωνῆς Ἠσαΐου· «Ἄκουε,
35οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ· ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν.» Πλὴν ὅτι γεγέννηνται μὲν ἐξ ἐλευθέρων διὰ τοὺς πα‐ τέρας, οἷς οὐκ ἐπέῤῥιπτε τὸν ἐκ νόμου ζυγόν· τὴν γάρ τοι τῶν πατέρων ἐλευθερίαν καὶ αὐτὸς ἡμῖν ὁ
40θεσπέσιος Παῦλος παρέδειξε, λέγων· «Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ.» Τὸ, ἐγὼ, τῇ ῥίζῃ τοῦ γένους ἀνατιθεὶς, καὶ ταῖς τῶν πατέρων ἀνάπτων κεφαλαῖς. Ὅτι δὲ ἔμελλον, κἂν εἰ γεγόνασιν ἐξ ἐλευθέρων, τὸν τῆς κατὰ νόμον δουλείας ὑποδραμεῖσθαι ζυγὸν, πα‐
45ραδείξειεν ἂν ἡμῖν αἰνιγματωδῶς ἡ γειτονεύουσα καὶ παρεζευγμένη γένεσις τῶν τεσσάρων, οἳ καὶ γεγόνα‐ σιν ἐκ θεραπαινῶν. Ἀλλ’ ἔστι τι καὶ ἐν αὐτοῖς μυ‐ στήριον. Οἱ μὲν γὰρ ἐκ Βάλλας, Δάν τε καὶ Νεφθα‐ λεὶμ, ἐπεγράφοντο τῇ Ῥαχήλ· οἱ δέ γε τῆς Ζελφᾶς,

69

.

213

(50)

Γὰδ καὶ Ἀσὴρ, ἐπεγράφοντο τῇ Λείᾳ, καὶ τῶν ἐκ Βάλλας ἦσαν ὀψιγενέστεροι. Ἀλλ’, οἶμαί που, πάντως ἐπαπορήσειεν ἄν τις, καὶ μάλα εἰκότως, πῶς ἂν οἱ ἐκ δούλης, φημὶ τῆς Βάλλας, ἐπιγράφοιντο τῇ Ῥα‐ χήλ· καίτοι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἀποπληροῦσι
55τὸν τύπον. Τί οὖν πρὸς τοῦτό φαμεν; Ὅτι γεγόνασιν
ἐν ἀρχαῖς οἱ μακάριοι προφῆται καταριθμούμενοι211

69

.

216

μὲν ἐν τέκνοις τῆς δουλευούσης Ἰερουσαλὴμ, υἱοὶ δὲ τρόπον τινὰ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Ἐφρόνουν γὰρ τὰ αὐτῆς, ἀναδειχθήσεσθαι λέγοντες, καὶ ἀναλάμψειν κατὰ καιροὺς τὸ Χριστοῦ μυστήριον, καὶ διὰ μυ‐
5ρίων ὅσων σχημάτων προανατυποῦντες αὐτὸ, μονον‐ ουχὶ δὲ καὶ εἰς ὄψιν ἄγοντες τοῖς ἀρχαιοτέροις. Οἱ δὲ μετ’ ἐκείνους ἔτι πάλιν εἰς δουλείαν γεγεννημέ‐ νοι, Χριστὸν οὐ προσήκαντο, τῆς ἐλευθερίας τὸν χο‐ ρηγόν· ὅτι δὲ ἀμείνους οἱ πρῶτοι τῶν μετ’ αὐτοὺς,
10ἀταλαίπωρον ἰδεῖν, Θεοῦ λέγοντος διὰ φωνῆς Ἠσαΐου· «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν πλήρης κρί‐ σεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φο‐ νευταί;» Συνίης ὅπως πλήρης μὲν κρίσεως, τουτέστιν, ὀρθότητος, καὶ δικαίων κατάλυμα λέγει γενέ‐ σθαι τὴν Ἱερουσαλὴμ, ἤτοι τὴν Σιὼν, ἐκμεμεστῶσθαι δὲ φονευτῶν ἐν ὑστέροις.
15 ιʹ. Ἴδοι δ’ ἄν τις, καὶ μάλα σαφῶς, καὶ ἐξ αὐτῶν, εἰ βούλοιτο, τῶν ὀνομάτων, ὅτι τρόφιμοι μὲν Ἐκκλη‐ σίας εἶεν ἂν οἱ διὰ τῆς Βάλλας· ἐχθροὶ δὲ μᾶλλον οἱ ἐκ Ζελφᾶς. Ἑρμηνεύεται μὲν γὰρ ὁ Δὰν, κρίσις· Νεφθαλεὶμ δὲ, πλατυσμός. Τοῦτο γέγονε τοῖς προ‐
20φήταις τὸ κήρυγμα. Ὅτι γὰρ ἔμελλεν ὁ Χριστὸς κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ καταψηφί‐ σασθαι μὲν ὡς πλεονεκτήσαντος καὶ ἀνῃρηκότος ἡμᾶς τοῦ Σατανᾶ· σῶσαι δὲ καὶ ἡμᾶς, καὶ ἐκ πολλῆς ἄγαν στενοχωρίας εἰς πλατεῖαν ὥσπερ μεταστῆσαι
25καρδίαν, χαλεπὸν οὐδὲν ἐπιδεῖξαι πάλιν. Ὁ μὲν γὰρ μακάριος Ψαλμῳδὸς ἀνακέκραγε λέγων, ὡς ἐκ προσώπου τῶν ἐν Χριστῷ καὶ ἡγιασμένων ἐν πνεύ‐ ματι· «Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.» Ὁ δέ γε σοφώτατος Παῦλος ἑτε‐
30ροζυγεῖν ἐθέλουσι τοῖς ἐκ Κορίνθου πεπιστευκόσιν ἐπιστέλλει, λέγων· «Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυται. Οὐ στε‐ νοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγ‐ χνοις ὑμῶν· τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις
35λέγω. Πλατύνθητε καὶ ὑμεῖς, μὴ γίνεσθε ἑτεροζυ‐ γοῦντες ἀπίστοις.» Ὅτι δὲ κρίσις ὀρθὴ καὶ δικαία γέγονε παρὰ Χριστοῦ, σαφηνιεῖ μὲν πάλιν αὐτὸς ὁ μακάριος Δαβὶδ, τὸ τῶν πλεονεκτηθέντων πρόσωπον ἑαυτῷ περιτιθεὶς, καὶ λέγων πρὸς τὸν τῶν ὅλων
40Σωτῆρα Χριστόν· «Ἐξεγέρθητι, Κύριε, καὶ πρόσ‐ σχες τῇ κρίσει μου, ὁ Θεός μου, ὁ Κύριός μου, εἰς τὴν δίκην μου.» Αὐτός γε μὴν ὁ Σωτὴρ ἐναργὲς τοῦτο καθίστησι λέγων· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τού‐ του, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται
45ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Ὁρᾷς ὅτι κρίσιν ἡμῖν ἐσομένην δι‐ καίαν καὶ καρδίας πλατυσμὸν οἱ προφῆται προανε‐ κήρυττον τὸ ἐπὶ Χριστῷ λαλοῦντες μυστήριον; Γε‐ γόνασι τοίνυν ἐκ Βάλλας Δάν τε καὶ Νεφθαλεὶμ, ὅ

69

.

216

(50)

ἐστι κρίσις καὶ πλατυσμός· ἀπὸ δέ γε τῆς Ζελφᾶς Γὰδ καὶ Ἀσήρ· καὶ διερμηνεύεται δὲ πειρατήριον ὁ Γὰδ, πλοῦτός γε μὴν ὁ Ἀσήρ. Ἆρ’ οὖν οὐχὶ τοιοῦτοι γεγόνασιν οἱ τελευταῖοι μετὰ τοὺς πρώτους τῶν Ἰου‐ δαίων λαοί; Εἶτα πῶς ἀμφίλογον; Ἐξ αὐτῶν γὰρ
55τοῦτο κατίδοι τις ἂν τῶν κατὰ Χριστὸν γεγονότων. Οἱ μὲν γὰρ ἐπείραζον αὐτὸν μετὰ τῶν καλουμένων
Ἡρωδιανῶν, λέγοντες· «Διδάσκαλε, οἴδαμεν ὅτι ἀλη‐213

69

.

217

θὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις· ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ;» Προσῄεσαν δὲ πειράζοντες, ἵνα παγιδεύσωσιν
5αὐτόν. Μεμαρτύρηκε γὰρ οὕτως ὁ θεσπέσιος εὐαγ‐ γελιστής. Οἱ δὲ λημμάτων ἕνεκα καὶ φιλοκερδίας οὐ παρεδέχοντο τὸν ὑιόν. «Ἔφησαν γὰρ,» φησὶν, «ἐν ἑαυ‐ τοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, ἵνα ἡμῶν ἡ κληρονομία γένηται.» Ὅτι δὲ
10φιλόπλουτοι καὶ φιλοκερδεῖς ἄγαν οἱ Φαρισαῖοι γεγό‐ νασι, καὶ τὸ τῶν Γραμματέων ἀνόσιον στῖφος, κατίδοι τις ἂν, καὶ λίαν ἑτοίμως, τοῖς περὶ αὐτῶν γεγραμμέ‐ νοις τὸν νοῦν ἐνιείς. Ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀπεμπολῆσαι δεῖν ἔφασκε τὸν ἐπίγειον
15πλοῦτον τοῖς τὰ ἄνω φρονεῖν ᾑρημένοις, καὶ διανέ‐ μειν τὰ ὄντα πτωχοῖς, ἵνα τὸν ἄνω κερδάνωσι θησαυ‐ ρόν. Ἀλλ’, ὥς φησιν ὁ εὐαγγελιστὴς, ἤκουον ταῦτα οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι φιλάργυροι ὄντες, καὶ ἐξεμυκτήριζον αὐτόν. Ὅτι δὲ καὶ μέχρι τῶν ἄγαν
20εὐτελεστέρων καθικνούμενοι, μετὰ πολλῆς ἀκριβείας λεπτολογίαις ἐσπούδαζον, οὐδὲ τὸ βραχὺ μεθιέντες τοῖς μὴ προσάγουσι κατὰ νόμον τὰς τεταγμένας δε‐ κάτας, καίτοι τοῦ νόμου πεφροντικότες ὀλίγα, παν‐ τελῶς αὐτοῖς διεσάφει λέγων ὁ Κύριος· «Οὐαὶ ὑμῖν,
25Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἀποδεκα‐ τοῦτε τὸ ἡδύοσμον, καὶ τὸ ἄνηθον, καὶ τὸ κύμινον· καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸν ἔλεον, καὶ τὴν πίστιν.» Οὐκοῦν ὁ μὲν Γὰδ πειρατήριον, πλοῦτος δὲ ὁ Ἀσήρ. Καὶ ἄμφω [ἐ]γε‐
30νέσθην ἐκ θεραπαίνης τῆς Ζελφᾶς, μετὰ τὸν Δάν τε καὶ Νεφθαλεὶμ, οἳ ἦσαν ἐκ Βάλλας. Ἀλλ’ ἐν τούτοις μὲν, ἡμῖν ὁ πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸς γεγράφθω· καθ’ ὃν ἦν ἔτι στεῖρα Ῥαχὴλ, τουτ‐ έστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία· ἣ ὅτι τέξεται πολλοὺς,
35καὶ ἀναριθμήτων ἔσται τροφὸς, προανακέκραγε μὲν Ἡσαΐας λέγων· «Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα. Ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» Διεσάφει δὲ καὶ αὐτὸς ὁ θεσπέσιος Δαβὶδ περὶ Θεοῦ
40λέγων· «Ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην.» Ἔφη δέ που πρὸς αὐτὴν καὶ ὁ τῶν ὅλων Δεσπότης καὶ Θεός· «Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας.» Καὶ πάλιν· «Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται, οὗτοι ἀπὸ βοῤῥᾶ,
45καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν.» Φέρε δὴ οὖν, εἰ δοκεῖ, καταθρῶμεν ὁπηνίκα καὶ ὅπως τέτοκεν ἡ στεῖρα. Οὐκοῦν μετ’ ἐκείνους οἳ γεγόνα‐ σιν ἐκ θεραπαινῶν, τοὺς ἐν ἀγρῷ μανδραγόρας εὑρί‐ σκει Ῥουβεὶμ, ὁ ἐξ Ἰακὼβ πρωτότοκος· προσκομίζει

69

.

217

(50)

δὲ Λείᾳ τῇ ἰδίᾳ μητρί. Ἡ δὲ τῇ Ῥαχὴλ ζητούσῃ δί‐ δωσι. Καὶ τίκτει μὲν Λεία, λαβοῦσα τοὺς μανδραγό‐ ρας, δύο πάλιν υἱοὺς, τόν τε Ἰσάχαρ καὶ μέντοι καὶ τὸν Ζαβουλών. Εἶτα μέμνηται Θεὸς τῆς Ῥαχὴλ, καὶ διανοιχθείσης αὐτῇ τῆς μήτρας, καὶ αὐτὴ τέτοκε τὸν
55Ἰωσὴφ, καὶ τελευτῶσα τὸν Βενιαμίν. Λεία μὲν οὖν
ὅτι τὴν τῶν Ἰουδαίων Συναγωγὴν ὑπαινίττεται, Ῥα‐215

69

.

220

χὴλ δὲ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, προμεμήνυκεν ἡμῖν πλειστάκις ὁ λόγος. Μεθέντες δὴ οὖν ὡς ἀνόνητον ἔτι τὸ ταυτολογεῖν, λοιπὸν ἀφηγώμεθα τίνος ἂν εἶεν εἰς τύπον οἱ μανδραγόραι, διὰ τοῦ πρωτοτόκου Ῥουβεὶμ ηὑρημένοι. Τί δ’ ἂν βούλοιτο δηλοῦν ἡ εἰς ἄμφω τε
5καὶ ἐν ἴσῳ τάχα που διανέμησις· δέδωκε γὰρ ἡ Λεία τῇ Ῥαχήλ· τί δὲ πρὸς τούτοις καὶ αὐτὴ τῶν παίδων ἡ γένεσις, ἐν ταῖς τῶν ὀνομάτων σημασίαις ὠδίνουσα τὸ μυστήριον. ιαʹ. Μανδραγόραι τοίνυν φύονται μὲν ἐν ἀγροῖς· εἶδος δὲ τὸ μῆλον αὐτοῖς. Ὑπνηλὸν δὲ ὅτι τὸ χρῆμά ἐστι, καὶ βαθεῖ καταμεθύσκον κάρῳ τοὺς μετεσχη‐
10κότας, οὐ μακροῦ δεήσειν οἶμαι πρὸς ἀπόδειξιν λό‐ γου, τὰς τῶν ἀῤῥωστούντων ἀγρυπνίας τῆς ἰατρῶν ἐμπειρίας ἔσθ’ ὅτε νικώσης τῇ τῶν μανδραγορῶν φυσικῇ ἐνεργείᾳ. Οἳ καὶ ὑποφήνειαν ἡμῖν αἰνιγμα‐ τωδῶς τὸ Χριστοῦ μυστήριον, ὑπνοῦντος τρόπον τινὰ
15δι’ ἡμᾶς, καὶ καθιέντος εἰς κένωσιν ἑαυτὸν μέχρι θανάτου, εἰ καὶ ἀνεβίω πάλιν. Θεὸς γὰρ ἦν κατὰ φύσιν, καὶ γέγονε σάρξ. Ὅπου δὲ ὅλως ὁ θάνατος ἐν ὕπνου τάξει παρειλημμένος, ζητητέον ἐκεῖ καὶ τὴν εἰς ζωὴν ἀναβίωσιν. Ὅλον δὲ ὥσπερ ἐν τούτοις
20τὸ Χριστοῦ μυστήριον. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς ἐξ ἐλαφρίας κεκινημένοις εἰς ἑτερόφρονα δόξαν, ἐπισκήπτει λέγων· «Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον· ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ ὅτι ἐτάφη,
25καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γρα‐ φάς.» Καὶ μεθ’ ἕτερα· «Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;» Ἐπειδὴ γὰρ πρῶτος ἐν ἀνθρώποις ὕπνον ἔδειξε τὸν θάνατον
30ὁ Χριστὸς (ζωὴ γὰρ ἦν κατὰ φύσιν), θύρα τις ὥσπερ καὶ ὁδὸς εἰς τὸ χρῆναι λοιπὸν καὶ αὐτοῦ θανάτου κατανεανιεύεσθαι, τῇ ἀνθρώπου γέγονε φύσει. Ταύ‐ τῃτοι καὶ ὁ σοφώτατος Παῦλος ἄνω τε καὶ κάτω τοὺς τῷ θανάτῳ κατειλημμένους ὀνομάζει κεκοιμημένους·
35ὡς ὅσον οὐδέπω καὶ ἀναβιωσομένους διὰ Χριστοῦ. Ἔφη γὰρ πάλιν· «Εἰ γὰρ πιστεύομεν ὅτι Χριστὸς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς ἐγερεῖ τοὺς κοιμηθέντας σὺν τῷ Ἰησοῦ, καὶ παραστήσει σὺν ἡμῖν. Ὕπνου δὴ οὖν σημεῖον οἱ μανδραγόραι. Καὶ
40τούτους εὑρίσκει πρωτότοκος ὦν ὁ Ῥουβεὶμ, εἶτα διεκόμισε τῇ μητρί· ἡ δὲ διενείματο πρὸς τὴν ἀδελ‐ φήν. Πρῶτοι γὰρ οἱ ἐξ Ἰσραὴλ τοῦ πρωτοτόκου κατὰ τὸν χρόνον νενοήκασί τε καὶ πεπλουτήκασι τὸ ἐπὶ Χριστοῦ μυστήριον· καὶ δὴ καὶ τῇ ἰδίᾳ μητρὶ,
45φημὶ δὴ τῇ Ἱερουσαλὴμ, εὕρημα λαμπρὸν τῆς ἐνού‐ σης αὐτοῖς ἀγχινοίας προσκεκομικότες, χαίρειν ἀν‐ έπειθον. Πρὸ γάρ τοι τῆς τῶν ἐθνῶν κλήσεως μεμυ‐ σταγωγήκασιν οἱ θεσπέσιοι μαθηταὶ τοὺς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν. Εἰ γὰρ καὶ μὴ πάντες τυχὸν πεπιστεύ‐

69

.

220

(50)

κασιν, ἀλλ’ οὖν μετὰ τὸν ἐπὶ Χριστῷ προσήκασι λόγον. «Σέσωσται δὲ τὸ κατάλειμμα,» κατὰ τὰς Γραφάς. Ὅτι δὲ προειλήφασιν ἐν πίστει τοὺς ἐξ ἐθνῶν Ἰουδαῖοι, πρόδηλον δήπου, καὶ οὐδενὶ τῶν ὄντων ἀσυμφανές. Λαβοῦσα τοίνυν ἡ Λεία τοὺς μαν‐
55δραγόρας, δύο τέτοκε υἱοὺς, Ἰσάχαρ τε καὶ Ζαβου‐ λών. Καὶ μισθὸς μὲν ὁ Ἰσάχαρ ἑρμηνεύεται· ἕτερός
γε μὴν, τουτέστιν, ὁ Ζαβουλὼν, εὐοδωμά τε καὶ εὐ217

69

.

221

λογία, Ὡς γὰρ ἔφην ἤδη, διὰ τῶν ἁγίων ἀποστόλων ὡς παρὰ τέκνων ἰδίων ἡ τῶν Ἰουδαίων Συναγωγὴ παραδεξαμένη λοιπὸν τὸ Χριστοῦ μυστήριον, μήτηρ ἀπεδείχθη τέκνων τῶν ἐπὶ μισθῷ τε καὶ εὐλογίαις κατ‐
5ευοδουμένων παρὰ Θεῷ. Ὅτι γὰρ οὐκ ἄμισθος ἡ πί‐ στις ἡ εἰς Χριστὸν, διδάξειεν ἂν εὐθὺς τῶν πλημμελη‐ μάτων ἡ ἄφεσις. Πιστώσεται δὲ πρὸς τοῦτο καὶ αὐτὸς λέγων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον.»
10Οὐδὲν ἧττον καὶ ὁ μακάριος Παῦλος· «Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· τουτέστι, τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. Ὅτι ἐὰν εἴπῃς ἐν τῷ στόματί σου, ὅτι Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν
15ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην· στόματι δὲ ὁμολογεῖται εἰς σωτη‐ ρίαν.» Τίς οὖν ἄρα μείζων τε καὶ ἀξιόληπτός ἐστι μισθὸς τοῦ διασῶσαι ψυχήν; Ὅτι γὰρ τὸ χρῆμα ἐξαίρετον καὶ τοῦ παντὸς ἄξιον λόγου, καὶ αὐτὸς
20ἡμᾶς ὁ Σωτὴρ ἀναπείθει λέγων· «Τί γὰρ ὠφεληθή‐ σεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλ‐ λαγμα τῆς ψυχῆς αὐτοῦ;» Εὐκλεὴς οὖν ἄρα καὶ σωτήριος τοῖς πιστεύουσιν ὁ μισθός. Ὅτι δὲ τοῖς ἐν
25Χριστῷ δεδικαιωμένοις ἕψεταί που πάντως καὶ τὸ εὐλογεῖσθαι δεῖν, εἴη ἂν οὐκ ἀμφίλογον. Ἡγιάσμεθα γὰρ ἐν πνεύματι. Καί φησιν ὁ μακάριος Δαβίδ· «Εὐλογία Κυρίου ἐφ’ ὑμᾶς. Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.»
30Ἔφη δέ που Θεὸς καὶ διὰ τῆς τοῦ Ἡσαΐου φωνῆς, πρὸς τὴν τῶν πιστευόντων μητέρα, φημὶ δὴ τὴν Ἐκ‐ κλησίαν· «Ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου.» Ταύ‐ τῃτοι καὶ ὁ σοφώτατος Παῦλος τοῖς ἐν πίστει δεδι‐
35καιωμένοις ἐπιστέλλει, λέγων· «Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐ‐ λογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ,» Οἱ δὲ τῆς ἄνωθεν εὐλογίας πλουσίως μετεσχηκότες, πῶς ἂν οὐκ εὐοδωθεῖεν εἰς πᾶν ἔργον ἀγαθόν; «Ὁδὸς
40γὰρ, φησὶν, εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευα‐ σμένη ὁδὸς τῶν εὐσεβῶν. Ἡ γὰρ ὁδὸς Κυρίου, κρί‐ σις.» Περὶ μὲν γὰρ τῆς Ἰουδαίων Συναγωγῆς ἔφη που Θεός· «Ἰδοὺ ἐγὼ ἐμφράσσω τὰς ὁδοὺς αὐτῆς, καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ.» Ἡμᾶς δὲ εἰσπέμ‐
45πων ταῖς ἄνω μοναῖς διὰ λείας ὥσπερ καὶ ἐψιλωμέ‐ νης ὁδοῦ, τοῖς ἁγίοις διακελεύεται λειτουργοῖς· «Ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάσσων δικαιο‐ σύνην, καὶ ἀναγγέλλων ἀλήθειαν, ἀντιλαμβανόμενος ἀληθείας, καὶ φυλάσσων εἰρήνην.» Καὶ πάλιν·

69

.

221

(50)

«Ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους τῆς ὁδοῦ διαῤῥίψατε·» ἵνα μὴ τοῖς διὰ μέσου σκανδάλοις προσπταίοντες, ὄκνον εἰσδέξοιντο τὸν ἐπ’ ἀγαθοῖς σπουδάσμασιν. Οὐκοῦν τοὺς ἐπὶ μισθῷ τε καὶ εὐλο‐ γίαις κατευοδουμένους παρὰ Θεῷ, τέτοκε Λεία· Ῥα‐
55χὴλ δὲ ὁμοίως λαβοῦσα τοὺς μανδραγόρας, τέτοκε τὸν
Ἰωσήφ. Παραδεξαμένη γὰρ ὥσπερ ἡ Ἐκκλησία τὸ219

69

.

224

Χριστοῦ μυστήριον διὰ τῶν ἀγίων ἀποστόλων, ὡς ἐξ ὁμοίας μὲν ἀδελφῆς τῆς τῶν Ἰουδαίων Συναγωγῆς, μήτηρ πέφηνε λαοῦ τοῦ ἐν προσθήκαις ἀεὶ, καὶ εἰς πληθὺν ἰόντος οὐ μεμετρημένην· (διερμηνεύεται γὰρ
5Ἰωσὴφ, προσθήκη Θεοῦ·) προστέθειται δὲ ταῖς ἐξ Ἰσραὴλ ἀγέλαις ἡ ἐξ ἐθνῶν Ἐκκλησία. Τοιγάρτοι καὶ ἔφασκεν ὁ Χριστός· «Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγα‐ γεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσεται
10μία ποίμνη, εἷς ποιμήν.» Προστέθειται τοίνυν ἡ ἐξ ἐθνῶν ἀγέλη, καθάπερ ἔφην ἀρτίως, τοῖς ἀρχαιοτέροις ποιμνίοις, καὶ ἀκατάληκτον ἔχει τὴν εἰς τὸ ἔτι τε καὶ ἔτι πλουσίαν ἐπίδοσιν· ἄχρις ἂν καὶ αὐτὸς ἐν τελευταίοις ὥσπερ καιροῖς ὁ Βενιαμὶν γεννηθῇ, τουτ‐ έστιν, ὁ υἱὸς ὀδύνης λαός. ιβʹ. Καὶ τίς δὴ οὗτός ἐστιν, ἐφ’ ὃν καὶ αὐτὴ λοιπὸν
15ἡ τεκοῦσα παύσεται, καὶ εἰς ἑτέραν ὥσπερ μετοι‐ χήσεται ζωήν; Τετελεύτηκε γὰρ ἡ Ῥαχὴλ ἐπ’ αὐταῖς ὠδῖσι τοῦ Βενιαμίν. Τὸ μὲν οὖν ἄγαν ἠκριβωμένως εἰδέναι ταυτὶ, Θεῷ δὴ πάλιν ἀναθήσομεν, καὶ τοῖς νουνεχέσιν ἢ καθ’ ἡμᾶς· λυπεῖ δὲ οὐδὲν, τό γε εἰς
20νοῦν ἧκον εἰπεῖν. Οἶμαι δὴ οὖν ὅτι νοοῖτ’ ἂν εἰκότως υἱὸς ὀδύνης λαὸς ἡ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τῶν πιστευόντων πληθύς. Κατ’ ἐκεῖνο γὰρ ἔσται τοῦ καιροῦ καὶ ὁ τῆς ἀνομίας υἱὸς, «Ὁ ἀντικείμενος, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα·
25ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ Θεός.» Οὗτος τοῖ; ἁγίοις ἀντιτάξεται, καὶ ἀτιθάσσων οὐδὲν διοίσει θη‐ ρίων. Ὡς γὰρ αὐτὸς εἴρηκεν ὁ Σωτὴρ, ἔσται τότε θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου,
30οὐδ’ οὐ μὴ γένηται. Ὅτι δὲ οὐχ ἑτέροις μᾶλλον ἀλλ’ ἢ τοῖς ἁγίοις ἐγκατασκήψει τὰ τῆς παρ’ ἐκείνου σκαιότητος καὶ ἀπανθρωπίας, διαμεμήνυκε πάλιν ἐπενεγκὼν αὐτὸς ὁ Χριστός· «Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. Διὰ δὲ
35τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.» Ὡς γὰρ διώξεως ἐσομένης κατὰ παντὸς ἀπολέκτου καὶ γνησίου τὴν πίστιν, ὡς δεινῆς καὶ ἀφορήτου πλεονεξίας, καὶ μέντοι καὶ αἰκιῶν ἐποισθησομένων τισίν· ἔσται μου πάντως ἐν συστολαῖς ὁ καιρὸς,
40συμμετροῦντος, οἶμαι, τοῦ φιλοικτίρμονος Θεοῦ τῇ τῶν καμνόντων ἰσχύϊ τὸν πειρασμόν. Οὕτω φρονεῖν ἀναπείθει καὶ ὁ σοφώτατος Παῦλος· «Πιστὸς δὲ ὁ Θεὸς ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν
45τοῦ δύνασθαι ὑπενεγκεῖν.» Γεννηθέντος τοίνυν τοῦ Βενιαμὶν, τουτέστι, τοῦ ἐν τέλει τε καὶ ἐν ὀδύναις λαοῦ, πεπαύσεται καὶ Ῥαχήλ. Μετοιχήσεται γὰρ, ὥσπερ ἔφην ἀρτίως, εἰς ἑτέραν ζωὴν ἡ Ἐκκλησία, τουτέστιν ἡμεῖς, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν τὴν

69

.

224

(50)

διὰ Πνεύματος ἕνωσιν πρὸς Θεὸν πλουτήσαντες. Καὶ μή τοι θαυμάσῃς εἰ θάνατος τὴν Ῥαχὴλ τῶν ἐν τῷδε τῷ κόσμῳ μετέθηκε πραγμάτων. Θορυβήσει γὰρ ἔσθ’ ὅτε τὸ χρῆμά τινας, ἐνηνεγμένους εἰς θεωρίαν τοῦ πάλαι συμβεβηκότος· Πεπαύσεται δὴ οὖν ἡ Ἐκ‐
55κλησία κατὰ καιροὺς, καὶ σβεσθήσεται θανάτῳ τρό‐ πον τινά· καὶ τοῦτό ἐστιν ἡ πρὸς τὰ ἀμείνω μετά‐
στασις; Πρὸς δὴ τὰ τοιάδε φαμέν· Ἐκκλησίαν ὅταν221

69

.

225

ἀκούσῃς, τὴν τῶν πιστευόντων ἁγίαν πληθὺν ἴσθι τοι λέγειν· ᾗ τὸ ἐκτεθνάναι κατὰ τόπον ζωῆς τῆς ἐν κόσμῳ καὶ σαρκικῆς, ὁδός ἐστι πρὸς ἐπίδοσιν τῆς ἐν Χριστῷ πολιτείας καὶ ζωῆς καὶ μεταστάσεως
5τρόπος εἰς τὰ ἀμείνω καὶ ὑπερκείμενα. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος, ῥαγδαιοτέραν τισὶν ἐπιφέρει τὴν ἐπίπληξιν λέγων· «Εἰ ἀπεθάνετε ἀπὸ τῶν στοι‐ χείων τοῦ κόσμου, τί ὡς ἐν κόσμῳ ζῶντες δογματί‐ ζεσθε;» Ἐπιστέλλει δὲ πάλιν τοῖς τὴν σαρκικὴν
10καὶ φιλήδονον ἀποσειομένοις ζωήν· «Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν οὖν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Νεκροῦν δὲ ἡμᾶς καὶ τὰ μέλη τὰ ἐπὶ τῆς
15γῆς δεῖν ἔφη σαφῶς, πορνείαν δὴ λέγων καὶ ἀκαθαρ‐ σίαν, καὶ τὰ τούτοις ἀδελφά. Οὐκοῦν ὁ τῆς Ῥαχὴλ θάνατος σημαίνει που πάντως τῆς τῶν πιστευόντων ἀγέλης, τουτέστι, τῆς Ἐκκλησίας, τὸν ἐν Χριστῷ νοούμενον θάνατον, εἰς ἑτέραν ὥσπερ ἀποφέροντα
20ζωήν· εἴπερ ἐστὶν ἀληθὲς, ὅτι τὰ καθ’ ἡμᾶς μετα‐ στήσεται ἐκ φθορᾶς εἰς ἀφθαρσίαν, ἐκ θανάτου πρὸς ζωὴν, ἐξ ἀσθενείας εἰς δύναμιν, ἐξ ἀτιμίας εἰς δόξαν, ἐκ μεμετρημένων καιρῶν εἰς μακραίωνα βίον. Οὕτω γὰρ, οὕτω καὶ αὐτῷ διαπαντὸς συνεσόμεθα τῷ Χρι‐
25στῷ· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
28tΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ
29tΒΙΒΛΙΟΝ Εʹ.
31tΠερὶ τοῦ Ἰακώβ.
32 αʹ. Πολυμερῶς καὶ πολυτρόπως ἡ θεόπνευστος Γραφὴ τῆς διὰ Χριστοῦ σωτηρίας προαναφωνεῖ τοὺς τύπους, οὐ μετρίαν ἐντεῦθεν τοῖς ἐντευξομένοις
35τιθεῖσα τὴν ὄνησιν. Ὅνπερ γὰρ τρόπον οἱ τὴν ἐν πίναξιν ἐπιστήμην εἰς ἅπαν ἐξησκημένοι, ταῖς τῶν χρωμάτων πολυειδέσι μορφαῖς καταποικίλλουσι, τὰς σκιὰς εἰς ἐμφανεστέραν ἄγοντες ὄψιν, καὶ πολὺ τὸ ἐπίχαρι καταχέοντες τῆς γραφῆς· οὕτω καὶ ἡ τοῦδε
40τοῦ παντὸς τεχνῖτις σοφία, τουτέστι Θεὸς, διὰ ποικί‐ λων ὅσων αὐχημάτων προαναφαίνει λεπτῶς τοῦ μυστηρίου τὸ κάλλος, ἵνα συνιέντες ὡς ἐν αἰνίγμασι, καὶ μονονουχὶ προκατήχησιν καὶ προεισβολὴν εἰς σύνεσιν τὸ πρᾶγμα ποιούμενοι, πρὸς τὴν τῆς ἀλη‐
45θείας παραδοχὴν, ἑτοιμότεροί πως εἶεν οἱ μυσταγω‐ γούμενοι. Διατρίβομεν τοίνυν ἐν τῷδε τῷ κόσμῳ, μικρὸν διαφέροντες, ἢ τάχα που καὶ ἡττώμενοι τῶν
ἀλόγων ζώων, εἴπερ ἀληθῆ τὴν ἐπίπληξιν ἐποιεῖτο223

69

.

228

Θεὸς κατὰ τῶν ἐξ Ἰσραὴλ, οὕτω λέγων· «Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυ‐ ρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν.» Εἰ δὲ νόμον ἔχοντες τὸν παιδαγωγὸν,
5ἐπὶ ταῖς οὕτω δειναῖς ἀμαθίαις οἱ τῶν Ἰουδαίων δῆ‐ μοι κατεγινώσκοντο, τίς ἂν γένοιτο λοιπὸν λόγος ὁ ζητούμενος περὶ τῶν ἐθνῶν, οἷς τῆς πολυθέου πλά‐ νης ὁ βαθὺς ἐνέσκηψε σκότος; Κάτω γὰρ ὥσπερ διανενευκότες ἀεὶ, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις
10ἐνειλημ[μ]ένοι, μόνα φρονεῖν ἐσπούδαζον τὰ ἐπὶ τῆς γῆς, οὐδ’ ὅσον εἰπεῖν τὸν τῆς διανοίας ὀφθαλμὸν ἀνα‐ τείνειν ἰσχύοντες εἰς τὰ τῆς φιλοθεΐας αὐχήματα. Ἐντεῦθεν ἡμῖν ἐποιμώζοντες καὶ μονονουχὶ κειμέ‐ νοις ἐπιδακρύοντες οἱ μακάριοι προφῆται, μυρίου;
15ὅσους δεδαπανήκασι λόγους. Ὁ μὲν γὰρ μακάριος Ἡσαΐας, «Ἐπλάτυνε,» φησὶν, «ὁ ᾅδης τὴν ψυχὴν αὐ‐ τοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, μὴ διαλιπεῖν.» Οὐ γὰρ ἦν ἀπόνευσις τοῦ κακοῦ· ἀφορήτῳ δὲ ὥσπερ πλεονεξίᾳ κατηχθισμένοι τῇ τοῦ καθ’ ἡμῶν τυραν‐
20νήσαντος Σατανᾶ, κατέβαινον μὲν εἰς ᾄδου, κατὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν οἱ δείλαιοι, χανδὸν τοῦ θα‐ νάτου καταπίνοντος, καὶ καταποιμαίνοντος ὥσπερ ἡμᾶς εἰς τοῦτο τῆς ἁμαρτίας εὑρετοῦ. Καὶ γοῦν οὐκ ἀδακρυτὶ, καθάπερ ἔφην ἀρτίως, τῆς τοιᾶσδε συμ‐
25φορᾶς διεμέμνητο καὶ αὐτὸς ὁ θεσπέσιος Δαβίδ. Ἔφη δὲ οὕτω περὶ ἡμῶν, ποτὲ μέν· «Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς·» ὁτὲ δὲ πό‐ λιν· «Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ· ὁ καθήμενος ἐπὶ τὰ Χε‐
30ρουβὶμ, ἐμφάνηθι· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.» Ταύτῃτοι καὶ οὐ μέχρι παντὸς ὑπὸ τῷ θανάτῳ μεμενήκαμεν. Πέπομφε γὰρ ἡμῖν ἐξ οὐρανοῦ ὁ Θεὸς καὶ Πατὴρ ποιμένα τὸν ἀγα‐ θὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· οὐκ εἰς ᾅδου ποι‐
35μαίνοντα τοὺς ὑπ’ αὐτὸν γενομένους, ἀλλ’ εἰς ἀφθαρ‐ σίαν καὶ ζωὴν ἀποφέροντα. Κατανέμει γὰρ «ἐν κρίνοις, καὶ ἐν νομῇ ἀγαθῇ, καὶ ἐν τόπῳ πίονι,» κατὰ τὸ γεγραμμένον· πόαν ἡμῖν παρατιθεὶς τὴν πνευματικὴν, καὶ τοῖς ἄνωθεν καὶ ἐξ οὐρανοῦ κατα‐
40μεθύσκων νάμασι, καὶ ἐγκάρπους ἀποτελῶν, καὶ πρός γε δὴ τούτοις, εἰς πληθὺν ἀμέτρητον κατευ‐ ρύνει λαῶν. Καί μοι πάλιν ὡς ἐν σκιαῖς κατίδοι τις ἂν, ὅπερ ἔφην, τὸν θεσπέσιον Ἰακὼβ, καὶ τὰ ἐπ’ αὐτῷ γεγραμμένα παρατιθέντος τοῦ λόγου, καὶ τῆς
45ἱστορίας τὸ δοκοῦν εἶναί πως ἀσυμφανὲς ὡς ἔνι κα‐ ταλευκαίνοντος. Γέγραπται τοίνυν ὡδί· «Ἐγένετο δὲ, ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, εἶπεν Ἰακὼβ τῷ Λά‐ βαν· Ἀπόστειλόν με ἵνα ἀπέλθω εἰς τὸν τόπον μου, καὶ εἰς τὴν γῆν μου· ἀπόδος μοι τὰς γυναῖκάς μου,

69

.

228

(50)

καὶ τὰ παιδία μου, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω. Σὺ γὰρ γινώσκεις τὴν δουλείαν, ἣν δεδού‐ λευκά σοι· καὶ ὅσα ἦν κτήνη σου μετ’ ἐμοῦ. Μικρὰ γὰρ ἦν ὅσα σοι ἦν ἐναντίον μου, καὶ ηὐξήθη εἰς πλῆθος. Καὶ ηὐλόγησέ σε Κύριος ἐπὶ τῷ ποδί μου.
55Νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; Καὶ εἶ‐ πεν αὐτῷ Λάβαν· Τί σοι δώσω; Καὶ εἶπεν αὐτῷ Ἰα‐
κώβ· Οὐ δώσεις μοι οὐδέν. Ἐὰν ποιήσῃς μοι τὸ225

69

.

229

ῥῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου σήμε‐ ρον καὶ φυλάξω. Παρελθέτω πάντα τὰ πρόβατά σου σήμερον, διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον ποικίλον καὶ περκνόν· καὶ πᾶν βόσκημα φαιὸν ἐν τοῖς ἄρνεσι.
5Καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξὶν, ἔσται μοι μισθὸς, καὶ ἐπακούσεταί μου ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον, ὅτι ἔστιν ὁ μισθός μου ἐν‐ ώπιόν σου. Πᾶν ὃ ἂν μὴ ᾖ ῥαντὸν ἢ διάλευκον ἐν ταῖς αἰξὶ, καὶ φαιὸν ἐν τοῖς ἄρνεσι, κεκλεμμένον ἔσται
10παρ’ ἐμοί. Εἶπε δὲ αὐτῷ Λάβαν· Ἔστω κατὰ τὸ ῥῆμά σου. Καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τρά‐ γους τοὺς ῥαντοὺς καὶ διαλεύκους, καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ διαλεύκους, καὶ πᾶν ὃ ἦν λευ‐ κὸν ἐν αὐτοῖς, καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνεσι,
15καὶ ἔδωκε διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ, καὶ ἀπέστησε ὁδὸν τριῶν ἡμερῶν, ἀνὰ μέσον αὐτῶν, καὶ ἀνὰ μέ‐ σον Ἰακώβ. Ἰακὼβ δὲ ἐποίμαινε τὰ πρόβατα Λάβαν τὰ ὑπολειφθέντα.» Δεῖ δὴ πάλιν ἡμᾶς ὡς ἐν βρα‐ χέσι συνενεγκεῖν τῆς ἱστορίας τὸ πλάτος· προσεπειπεῖν δὲ οὕτω, τίς ἂν γένοιτο πρέπων ταῖς ἐπ’ αὐτῇ θεωρίαις ὁ νοῦς. βʹ. Δεδούλευκε τοίνυν ὁ μακάριος Ἰακὼβ τῷ Λά‐
20βαν, ὑπὲρ δυοῖν θυγατέραιν, Λείας τε, φημὶ, καὶ Ῥαχήλ. Μακροὺς δὲ εἰς τοῦτο δαπανήσας χρόνους, γεννηθέντος αὐτῷ τοῦ Ἰωσὴφ ἐκ Ῥαχὴλ τῆς ὅτι μάλιστα διαφερόντως ἠγαπημένης, ἀλύει λοιπὸν εἰ‐ κότως, οἴκοι δέ τε ἰέναι διασπεύδει πάλιν. Καὶ ὁ
25τῆς ἀποδημίας λόγος οὐκ ἀπίθανον ἔχει τὴν εὕρεσιν. Εἰ γὰρ μέλλοιμι, φησὶν, ἀμισθί τε καὶ διηνεκῶς κα‐ τανέμειν τὰ σὰ, πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; τουτέστι πότε τοῖς ἐμαυτοῦ παιδίοις τὰ ζωαρκῆ συλ‐ λέξαιμι, κεκλήσομαι δὲ καὶ αὐτὸς οἴκου δεσπότης;
30Ἀλλὰ ταυτὶ μὲν Ἰακώβ. Μεταποιεῖται δὲ Λάβαν ὡς ἀγαθοῦ ποιμένος, ηὐλογεῖσθαί τέ φησιν ἐπὶ τῇ εἰσ‐ όδῳ αὐτοῦ. Μεθίησι δὲ οὐδαμῶς· καίτοι τῆς ὑπὲρ τῶν θυγατέρων δουλείας εἰς πέρας ἡκούσης τὸ ὡρι‐ σμένον. Ὑπισχνεῖται δὲ τὸν ἁνδάνοντα χορηγήσειν
35μισθόν. Ὁ δὲ ὅτι μὲν γίνοιτο χρηστὸς καὶ ἐπιεικὴς καὶ τῶν ἄγαν τληπαθεστάτων, καὶ μὴν εὐλογίας αὐ‐ τῷ τῆς παρὰ Θεῷ πρόξενος, διεβεβαιοῦτο σαφῶς. Ἔφη γὰρ, ὅτι «Εὐλόγησέ σε ὁ Θεὸς ἐπὶ τῷ ποδί μου,» ἀντὶ τῆς εἰσόδου τὸν πόδα τιθείς. Τοῦτο γὰρ
40ἔφη προλαβὼν ὁ Λάβαν. Αἰτεῖ δὲ μισθὸν, καὶ κατα‐ νεμήσειν ἐπαγγέλλεται τὰς Λάβαν ἀγέλας. Ἀπονε‐ μηθέντων αὐτῷ καὶ διεσταλμένων ἰδικῶς τῶν κατεῤ‐ ῥαντισμένων, ἤτοι διαλεύκων καὶ σποδοειδῶν. Οὗ δὴ γεγονότος ἀποδιίστησι μὲν ὁ Ἰακὼβ ὁμοῦ τοῖς
45ἰδίοις τέκνοις τὴν ἀποκληρωθεῖσαν αὐτῷ ἀγέλην, καταποιμαίνει δὲ αὐτὸς τὰ Λάβαν ἔτι. Τίς δὴ οὖν ἄρα τῶν τοιούτων ἡμῖν σαφὴς γένοιτο ἂν καὶ εἰς ἰσχνότητα τὴν πνευματικὴν περιεπτισμένος ὁ νοῦς, εἰπεῖν ἀναγκαῖον. γʹ. Περικείσθω τοίνυν τὸ αὐτοῦ τοῦ Χριστοῦ πρόσ‐

69

.

229

(50)

ωπον Ἰακὼβ, καθάπερ ἀμέλει καὶ φθάσαντες εἴπομεν. Χριστὸς γὰρ ὁ ἀληθὴς πτερνιστής. Πεπάτηκε γὰρ ὁλοτρόπως τὴν ἁμαρτίαν, καὶ καθὸ νοεῖται, καὶ πέφη‐ νεν ἄνθρωπος, νεώτατος ὢν καὶ τῶν πρὸ αὐτοῦ γε‐ γονότων ὀψιγενέστερος, ἁγίων δὴ λέγω προφητῶν, καὶ
55αὐτοῦ δὲ Μωσέως. Ὅμως ἔχει τὰ πρεσβεῖα, καὶ ἔστι πρωτότοκος διὰ τὸ ἐν πολλοῖς ἀδελφοῖς καθικέσθαι
τὸν Μονογενῆ. Αὐτός ἐστιν ὁ εὐλογούμενος παρὰ τοῦ227

69

.

232

Πατρὸς διὰ πλήθους σίτου καὶ οἴνου. Αὐτῷ δεδουλεύ‐ κασιν ἔθνη, καὶ προσκεκυνήκασιν ἄρχοντες. «Καὶ ὁ καταρώμενος αὐτὸν ἐπικατάρατος· ὁ δὲ εὐλογῶν εὐ‐ λογημένος,» κατὰ τὴν εὐλογίαν Ἰσαάκ. Αὐτὸς ὁ
5καθ’ ὁμοιότητα τὴν Ἰακὼβ καθάπερ τινὰ πατρῴαν ἑστίαν μονονουχὶ ἀπολελοιπὼς τὸν οὐρανὸν, καὶ πρὸς Λάβαν ἀφιγμένος, ὃν τῷ κόσμῳ παρεικαστέον, τῷ μὴ εἰδότι ποτὲ τίς ὁ φύσει Θεὸς, κατηῤῥωστηκότι δὲ ὥσπερ ἄγαν τὴν πολύθεον πλάνησιν· εἰδωλολάτρης
10γὰρ καὶ ὁ Λάβαν. Ἴδιος μὲν οὖν καὶ ὁ κόσμος Χρι‐ στοῦ, καθὸ καὶ φύσει νοεῖται Θεὸς, καὶ τῶν ὅλων Κύ‐ ριος καὶ δημιουργὸς, οὐκ ἴδιος δὲ πάλιν διὰ τὴν ἀπόστασιν, καὶ τὸ ἤδη πως δοκεῖν ἑτέρου γενέσθαι διὰ τὴν ἁμαρτίαν. Ἐπεγράφετο γὰρ βασιλέα τὸν
15Σατανᾶν. Οὐκοῦν καταβέβηκεν ὁ Λόγος ἐξ οὐρανοῦ, τὴν πατρῴαν ὥσπερ καταλελοιπὼς ἑστίαν. Τοῦτο γὰρ ἔφην ἀρτίως. Καὶ ἦν ὡς ξένος ἐν ἰδίῳ τῷ κόσμῳ. Καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης· «Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ
20κόσμος αὐτὸν οὐκ ἔγνω.» Ἀλλὰ ταυτὶ μὲν ἴσως ἁρμόσειεν ἂν εἰκότως τοῖς τῆς ἐπιδημίας καιροῖς. Ὅτι δὲ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ἐν ἰδίοις ἦν ὡς Θεός· ἀγνοούμενος δὲ τῷ κόσμῳ, τῶν καθ’ ἡμᾶς ἐποιεῖτο πρόνοιαν, ἐξ ἐμφύτου καλοκἀγαθίας καὶ
25θεοπρεποῦς ἡμερότητος, παραδείξειεν ἂν εὐθὺς ὁ θεσπέσιος Ἰακὼβ ὡς ἐν τύπῳ τῷ καθ’ ἑαυτόν. Ἐποί‐ μαινε γὰρ τὰ πρόβατα Λάβαν, καίτοι μισθὸν ἔχων παρ’ αὐτοῦ τὸ σύμπαν οὐδένα· ἐλπίδι δὲ μόνῃ, εἰς τοῦτο ἠγμένος ταῖν δυοῖν αὐτοῦ συνάπτεσθαι θυγα‐
30τέραιν, καὶ τέκνων γνησίων ἀναδειχθήσεσθαι πατήρ. Λεία δὲ ἤστην καὶ Ῥαχήλ. Θεὸς γὰρ ὢν κατὰ φύσιν ὁ Υἱὸς, ἐν τῷ κόσμῳ ἦν· τοῦτο γὰρ ὁ Λάβαν. Καὶ κατεποίμαινε δέ τινα τρόπον οἰκονομῶν ὡς Θεὸς τὰ ζωαρκῆ, δωρούμενος τοὺς ἀπὸ γῆς καρποὺς, ἀνιεὶς
35πηγὰς ὑδάτων, καὶ ποταμῶν νάματα, «τὸν ἥλιον αὐτοῦ ἀνατέλλων,» κατὰ τὸ γεγραμμένον, ὑετοὺς καθιεὶς, ἐντιθεὶς τῇ ἀνθρώπου φύσει τὴν ἔμφυτον φρόνησιν. Αὐτὸς γάρ ἐστι «Τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.»
40Ἐπλήρου δὲ ταῦτα διὰ μόνην, ὡς ἔφην, τὴν ἡμερό‐ τητα τὴν ἔμφυτον· καὶ μισθὸν μὲν ὥσπερ οὐδένα παρὰ τῶν ἐν κόσμῳ τηνικάδε δεχόμενος, οὐ δοξολογίαν, οὐ προσκύνησιν, οὐ δόξαν ὀρθὴν, καὶ ἀπλανῆ διάληψιν τὴν περὶ αὐτοῦ· προεγνωκὼς δὲ ὅτι δύο γυναῖκας ἕξει
45κατὰ καιροὺς, αἳ γνησίων αὐτῷ τέκνων ἔσονται μη‐ τέρες, τίκτουσαι νοητῶς. Ποῖαι δὲ αὗται, Πρώτη μὲν ἡ πρεσβυτέρα, τουτέστι, Λεία, τῆς Ἰουδαίων Συναγω‐ γῆς τὸν τύπον ἀποπεραίνουσα. Δευτέρα δὲ καὶ μετ’ οὐ πολὺ καὶ τριπόθητος, ἡ νεωτέρα Ῥαχὴλ, τουτ‐

69

.

232

(50)

έστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἣ καὶ τέτοκε τὸν Ἰωσὴφ, Θεοῦ προσθήκην ἑρμηνευόμενον. Προστέ‐ θειται μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ ἡ ἐξ ἐθνῶν ἀγέλη. Νοεῖται δὲ καὶ ἑτέρως, ταῖς κατὰ καιρὸν τῶν πι‐ στευόντων προσθήκαις εἰς πληθὺν ἀμέτρητον ἰοῦσα.
55Πλὴν ὅρα τὴν ἐπιτήρησιν. Ὀνίνησι γὰρ λίαν τὸ ἀκριβὲς ἐν τούτοις· Γεγέννηκεν ἡ Λεία πρὸ Ῥαχήλ·
εἶτα μεταξὺ παιδίσκαι δύο Βάλλα τε καὶ Ζελφά. Ἀλλ’229

69

.

233

ἠρέμει τέως Ἰακώβ· ἴδιον δὲ οἶκον οὔπω ποιεῖν ἐσκέπτετο. Τέτοκεν ἡ Ῥαχὴλ τὸν Ἰωσὴφ, καὶ οἶκον λοιπὸν ἐρᾷ· «Πότε γὰρ, φησὶ, ποιήσω ἐμαυτῷ οἶκον;» Τέτοκε μὲν γὰρ ἡ τῶν Ἰουδαίων Συναγωγὴ
5τοὺς εἰς δουλείαν τὴν ὑπὸ νόμον. Ἀλλ’ οὔπω Χριστὸς ἴδιον οἶκον ἔχειν ὡμολόγει σαφῶς. Οὐ γὰρ ἀπεδέχετο λίαν τὸν ἐκ λίθων ναὸν, ὃν Σολομὼν ἀνεδείματο. Καὶ γοῦν Ἰουδαίων ἐξωφρυωμένοις ἄγαν ἐπὶ τῷδέ ποτε μονονουχὶ καὶ ἐπιπλήττει λέγων· «Ὁ οὐρανός μοι
10θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος· ἢ τίς τόπος τῆς καταπαύσεώς μου;» Ἀλλ’ οὐδὲ οἶκος Θεοῦ γέ‐ γονε νοητὸς ὁ Ἰσραήλ. Οὐ γὰρ κατῴκηκεν ἐν αὐτοῖς. Ἐπειδὴ δὲ τέτοκεν ἡ ἐξ ἐθνῶν Ἐκκλησία τὸν νέον τε
15καὶ ἐν προσθήκαις λαὸν, οἶκον ἴδιον ἑαυτῷ λοιπὸν ὁ Σωτὴρ κατεσκευάζετο. Καὶ τίς δὴ οὗτός ἐστιν; Ἡμεῖς οἱ πιστεύσαντες, περὶ ὧν φησι καὶ διὰ προφήτου φωνῆς· «Διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς. Καὶ ἔσο‐
20μαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.» Κατοικεῖ ἐν ἡμῖν διὰ τοῦ Πνεύματος, καθάπερ ἀρτίως ἔφην, οὐ κατοικήσας ἐν Ἰσραήλ. Ὅτι γὰρ ἀμέτοχοι τοῦ Πνεύματος, ὡς ἐν τύπῳ λέγω τῷ καθ’ ἡμᾶς, οἱ πρὸ τῆς ἐπιδημίας, σαφηνιεῖ λέγων ὁ σοφώτατος
25Ἰωάννης· «Οὔπω γὰρ ἦν Πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.» Ἐγηγερμένος γὰρ ἐκ νεκρῶν, καὶ εἰς εἰ‐ κόνα τὴν θείαν τὴν ἀνθρώπου φύσιν ἀναμορφῶν, πρώτοις ἐνεφύσησε τοῖς ἁγίοις ἀποστόλοις, λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ἔφη δέ που καὶ ὁ θεσπέ‐
30σιος Παῦλος· «Οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ, ὁ Πατήρ.» Οὐκοῦν Πνεῦμα μὲν δουλείας ἦν ἐν Ἰσραήλ· ἐν ἡμῖν δὲ τοῖς ἀπὸ Ῥαχὴλ, τουτέστι, τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, Πνεῦμα Θεοῦ
35πρὸς υἱοθεσίαν, οἶκον ἡμᾶς ἀποτελοῦν τὸν πνευματι‐ κόν. Ἐλεύθεροι γὰρ οἱ ἀπὸ Ῥαχὴλ, ἧς οἱ ὀφθαλμοὶ καλοὶ καὶ ὡραῖοι, καίτοι τῆς Λείας οὐχ ὧδε ἐχούσης. Ὁρᾷ γὰρ οὐχ ὑγιῶς ἡ τῶν Ἰουδαίων Συναγωγή. Καὶ μαρτυρήσει λέγων ὁ σοφώτατος Παῦλος· «Ἄχρι γὰρ
40τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀνα‐ γνώσει τῆς Παλαιᾶς Διαθήκης μένει, μὴ ἀνακαλυ‐ πτόμενον, ὅ τι ἐν Χριστῷ καταργεῖται. Ἀλλ’ ἕως σήμερον ἡνίκα ἀναγινώσκεται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ
45πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Ἀλλ’ ἡμεῖς ἅπαντες, ὡς ἔφη πάλιν αὐτὸς, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατ‐ οπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ

69

.

233

(50)

δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Συνίης ὅτι καλοῖς ὀφθαλμοῖς καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα; Λαμ‐ προὶ γὰρ οἱ τῆς Ῥαχὴλ ὀφθαλμοὶ, καθάπερ ἔφην ἀρτίως. Ἐπειδὴ τοίνυν ἡ νεωτάτη Ῥαχὴλ τὸν Ἰωσὴφ
55ἐκτέτοκεν, οἴκαδε μὲν ἰέναι διασπεύδει λοιπὸν ὁ
θεσπέσιος Ἰακώβ. Μεταποιεῖται δὲ Λάβαν, καὶ εὐλο‐231

69

.

236

γεῖσθαί φησιν εἰς πληθὺν ἄρδην τῆς ἀγέλης εὐρυνο‐ μένης. Δεῖται γὰρ λίαν ὁ κόσμος Θεοῦ, κἂν εἰ μὴ λέγει τυχὸν, ἀλλ’ οὖν τῷ εἰδέναι καὶ ὁμολογεῖν ὅτι πάντα αὐτῷ τά τε ζωαρκῆ, καὶ τὰ εἰς εὖ εἶναι παρὰ
5Θεοῦ. Ἐξαιτεῖ δὲ μισθὸν ὁ μακάριος Ἰακὼβ εἰκῆ παρεῖναι μὴ ἐνεχόμενος ἔτι. Καὶ ἦν ὁ μισθὸς οὐκ ἀνεθέλητος αὐτῷ, τὰ κατεῤῥαμμένα τὰ σποδοειδῆ. Κατὰ μὲν οὖν τοὺς ἄνωθεν ἔτι καὶ παρῳχηκότας και‐ ροὺς, καίτοι διοικῶν τὸν κόσμον ἐξ ἡμερότητος τῆς
10ἐμφύτου καὶ θεοπρεποῦς, ὁ δι’ οὗ τὰ πάντα Θεὸς Λό‐ γος, ἠφίει τοὺς ἐν αὐτῷ «πορεύεσθαι ταῖς ὁδοῖς αὐ‐ τῶν,» κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ τέτοκεν ἡ Ἐκκλησία, τὸν ἐν προσθήκαις ἀεὶ καὶ νέον λαὸν, τουτέστι, τοὺς διὰ πίστεως τῆς εἰς αὐτὸν ἀναγέννησιν
15ἤδη λαχόντας τὴν πνευματικὴν, ἀπαιτεῖ τὸν κόσμον μισθὸν ὥσπερ τινὰ τῆς ὑπὲρ αὐτοῦ προνοίας τοὺς εἰς τὸ πιστεύειν ἑτοιμοτέρους, ὧν ἂν εἰς τύπον τὰ σπο‐ δοειδῆ καὶ ῥαντά. Τί δὴ τοῦτό ἐστιν; Ἀεί περ ἐν ταῖς ὀΐων τε καὶ αἰγῶν ἀγέλαις τὰ μονοειδῆ τοῖς τρέφου‐
20σιν αἱρετώτερα· τὰ δὲ ῥαντὰ καὶ κατεστιγμένα τά‐ ξιν ἔχει δευτέραν, καὶ οὐκ ἐν ἴσῳ λόγῳ τοῖς ἄλλοις. Ἔριον γὰρ ἐν αὐταῖς οὐ μονοειδὲς, ἀλλ’ ἐν βραχὺ παραλλὰξ, ἑτερόχρουν δέ ἐστιν καὶ οἱονεὶ περιπε‐ φυρμένον. Δέχεται τοίνυν ἀπὸ τοῦ κόσμου Χριστὸς,
25οὐχὶ δή που πάντως τὰ ἐν αὐτῷ τίμια, καὶ ἐν ἀνθρώ‐ ποις ἀπόλεκτα, ἀλλ’ ὅσα μᾶλλον ἐν αὐτοῖς ἐν ὑφέσει τε εἶναι δοκεῖ, καὶ οὐκ ἐν ἴσῃ δόξῃ. Πιστώσεται δὲ τὸν λόγον καὶ ὁ θεσπέσιος Παῦλος, ἐπιστέλλων τοῖς πεπιστευκόσι· «Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελ‐
30φοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυ‐ νατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφοὺς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καται‐ σχύνῃ τὰ ἰσχυρά.» Νοηθείη δ’ ἂν καὶ ἑτέρως, εἴπερ
35βούλοιτό τις ἐξακριβοῦν τὰ τοιάδε, σποδοειδὲς ῥαν‐ τόν. Ποικίλον γάρ πως οἱ ἐν Χριστῷ τὸ εὐπρεπὲς ἔχοντες ὡς ἐν ἔργοις τε καὶ λόγοις. Τὸ μὲν γὰρ φαιόν τε καὶ μέλαν καταλογισθείη εἰς αἴνιγμα καὶ σκιὰν τοῦ κατὰ Χριστὸν μυστηρίου, καὶ τὸν ἐπ’ αὐτῷ σκο‐
40τεινὸν ἀσυμφανῆ τοῖς πολλοῖς καταγράψοι λόγον. Ἔφη γάρ που καὶ ὁ θεσπέσιος Δαβὶδ ἐν βιβλίῳ Ψαλ‐ μῶν, ὅτι «Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων·» τὸ οἱονεὶ δυσκατάληπτον τῶν περὶ Θεοῦ
45δογμάτων σκηνῇ παρεικάζων, καὶ ὀνομάζων τὸν σκό‐ τον, καὶ «ὕδωρ σκοτεινὸν ἐν νεφέλαις ἀέρων.» Κατεπαγγέλλεται δὲ καὶ ἡ Σοφία τισὶ χαριεῖσθαι πλουσίως τὸ νοεῖν δύνασθαι παραβολὰς καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Οὐκοῦν τὸ

69

.

236

(50)

βαθὺ καὶ οἱονεὶ μέλαν τῶν ἐπὶ Χριστοῦ δογμάτων, τὸ φαιὸν ἡμῖν ὑπαινίττεται χρῶμα. Τὸ δέ γε λαμπρὸν καὶ οἱονείπερ διαφανὲς, τὸ ὡς ἐν ἔργοις φημὶ τοῖς κατ’ εὐσέβειαν παραθήσει τὸ ἕτερον, τουτέστι, τὸ λευκόν. Τοιγάρτοι καὶ ὁ πάντων Δεσπότης τὴν ἐν
55Χριστῷ πίστεως κάθαρσιν προκαταμηνύει λέγων διὰ τῆς τοῦ προφήτου φωνῆς· «Μάθετε καλὸν
ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον,233

69

.

237

κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ἐὰν δ’ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ.» Ἀπό‐
5λεκτοι τοίνυν καὶ ἐν λόγῳ τῷ προὔχοντι παρά γε τῷ πάντων Σωτῆρι Χριστῷ οἱ δευτέραν μὲν ἔχοντες ἐν τῷ κόσμῳ τάξιν. Τεθειμένοι δὲ ὥσπερ παρ’ ἄλλους ἐν μείοσιν, καὶ ἐν δόξῃ πλεονεκτούμενοι, κατεῤῥαμ‐ μένοι δὲ ὥσπερ καὶ τὸ ποικίλον ἔχοντες νοητῶς ὡς ἐν
10βάθει δογμάτων τῶν περὶ Θεοῦ, καὶ τὸν τοῖς ἄλλοις ἀσυμφανῆ καταπλουτοῦντες λόγον, φαιδρότητί τε τῇ κατ’ εὐσέβειαν εὖ μάλα διαπρεπεῖς. Μισθὸν μὲν οὖν Ἰακὼβ τὰ κατεῤῥαμμένα. Τίνα δὲ τρόπον κατεσοφί‐ ζετο μὲν τὸν Λάβαν, πλεῖστα δὲ ὅσα τὰ αἱρεθέντα
15ποιεῖ, πολυπραγμονῶμεν, εἰ δοκεῖ, καὶ ἐξ αὐτῶν ἀνα‐ μάθωμεν τῶν ἱερῶν Γραμμάτων. Ἔχει γὰρ οὕτως· «Ἔλαβε δὲ ἑαυτῷ Ἰακὼβ ῥάβδον στυρακίνην χλω‐ ρὰν, καὶ καρυΐνην, καὶ πλατάνου. Καὶ ἐλέπισεν αὐ‐ τὰς Ἰακὼβ λεπίσματα λευκὰ, περισύρων τὸ χλωρόν.
20Ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκὸν, ὃ ἐλέπισε ποικίλον. Καὶ παρέθηκε τὰς ῥάβδους, ἃς ἐλέπισεν, ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα, ὡς ἂν ἔλθωσι τὰ πρόβατα πιεῖν, ἐνώπιον τῶν ῥάβδων ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν, ἐγκισσήσωσι τὰ πρό‐
25βατα εἰς τὰς ῥάβδους. Καὶ ἔτικτον τὰ πρόβατα διά‐ λευκα, καὶ ποικίλα, καὶ σποδοειδῆ ῥαντά. Τοὺς δὲ ἀμνοὺς διέστειλεν Ἰακὼβ, καὶ ἔθηκεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον, καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς. Καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ’ ἑαυτὸν,
30καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα τοῦ Λάβαν. Ἐγένετο δὲ ἐν τῷ καιρῷ ᾧ ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν Ἰακὼβ τὰς ῥάβδους ἐναν‐ τίον τῶν προβάτων ἐν ταῖς ληνοῖς, τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους. Ἡνίκα δὲ ἂν ἔτεκε τὰ πρό‐
35βατα, οὐκ ἐτίθει. Ἐγένετο δὲ τὰ ἄσημα τοῦ Λάβαν, τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ· καὶ ἐπλούτησεν ὁ ἄνθρω‐ πος σφόδρα σφόδρα.» Ποιμενικῆς μὲν οὖν ἐπιστήμης τὸ εἰδέναι φαμὲν, ὅτι τοῖς ὁρωμένοις τὰ ἐμφερῆ πάν‐ των τε καὶ πάντως ἀποτέκοιεν ἂν ὄϊες τε καὶ αἶγες,
40καὶ τοῖς τῶν παραπιπτόντων χρώμασι γένοιτ’ ἂν ὁμοειδῆ τὰ ἐξ αὐτῶν, εἰ ἐν τῷ κιττᾷν θεάσαιτο. Ἔοικε δέ πως τοῖς κατὰ φύσιν τὸ χρῆμα κατορθοῦσθαι νό‐ μοις. Ἄῤῥητα δὲ τὰ τοιαῦτα παντελῶς, καὶ ταῖς ἡμετέραις ἐννοίαις ἀστιβῆ. Ἀπόλεκτα δὲ τὰ σπο‐
45δοειδῆ καὶ κατεῤῥαμμένα κατὰ θείαν ὀμφὴν ἐποιεῖτο πάλιν ὁ θεσπέσιος Ἰακώβ. Ἔφη γάρ που πρὸς Λείαν τε καὶ Ῥαχήλ. «Καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρό‐ βατα ἐν γαστρὶ λαμβάνοντα, καὶ εἶδον τοῖς ὀφθαλ‐ μοῖς μου ἐν τῷ ὕπνῳ. Καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ

69

.

237

(50)

ἀναβαίνοντες ἦσαν ἐπὶ τὰς αἶγας καὶ τὰ πρόβατα, διάλευκοι καὶ ποικίλοι, καὶ σποδοειδεῖς ῥαντοί. Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ’ ὕπνον· Ἰακώβ. Ἐγὼ δὲ εἶπα· Τί ἐστι; Καὶ εἶπεν· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἰδὲ τοὺς τράγους, καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους, καὶ ποικίλους, καὶ σποδοειδεῖς ῥαντούς.» Ταυτὶ
55μὲν οὖν φησι τὸ Γράμμα τὸ ἱερόν. Ἀλλὰ φέρε τῆς ἱστορίας τὸ χθαμαλὸν ὑποτρέχοντες, ἀναβαίνωμεν ἐπὶ τὰ πνευματικά. δʹ. Ῥάβδος ἡμῖν αἰνιγματωδῶς ἐπιγράφει πάλιν τὸν
Ἐμμανουήλ. Ὠνόμασται γὰρ ὡδὶ παρὰ τῇ θεοπνεύ‐235

69

.

240

στῳ Γραφῇ. Ἡσαΐας μὲν γὰρ ὁ θεσπέσιος· «Καὶ ἐξ‐ ελεύσεται ῥάβδος, φησὶν, ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται.» Πρὸς δέ γε τὸν ἐν οὐρα‐ νοῖς Πατέρα καὶ Θεὸν, τὸ τῶν πιστευόντων πρόσ‐
5ωπον ὑποδὺς ὁ θεσπέσιος ἡμῖν ἀνεφώνησε Δαβίδ· «Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρ‐ εκάλεσαν.» Παρακεκλήμεθα γὰρ ἐν Χριστῷ, καὶ αὐτὸν ἔρεισμα πεποιήμεθα. Γέγραπται γὰρ, ὅτι «Ὑπερστερίσει τοὺς δικαίους ὁ Κύριος.» Ἡμῖν
10οὖν τράγοις λογικοῖς θρέμμασι τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην, καὶ ἐν ὅλῳ τῷ κόσμῳ, ῥάβδον ὥσπερ τινὰ παρατίθησι ἑαυτὸν ὁ Χριστός. Ῥάβδον δὲ οὐχ ἁπλῶς, ἀλλὰ στυρακίνην, καὶ καρυΐνην, καὶ ὡς ἐκ πλατάνου. Φυτὸν δὲ καὶ τοῦτο τῶν εἰς ὀρθότητα με‐
15μαρτυρημένων· καὶ θανάτου μὲν ἡ στυρακίνη ση‐ μεῖον. Ἀρώμασι γὰρ τὸ τεθνηκὸς θεραπεύεται σῶμα, ἀρωμάτων δὲ ἥδιστον ὁ στύραξ. Ἀπέθανεν δὲ δι’ ἡμᾶς ὁ Χριστὸς, καὶ ἐτάφη, κατὰ τὰς Γραφάς· κα‐ ρυΐνη δὲ, ἐγρηγόρσεώς τε καὶ ἀϋπνίας. Ἐνεργεῖ γὰρ
20ἐν ἡμῖν τὰ τοιάδε φύσεως. Ἐγήγερται δὲ ὑπὲρ ἡμῶν ὁ Χριστός. Οὐ γὰρ γέγονε κάτοχος ταῖς ᾅδου πύλαις, οὔτε μὲν εἰς ἅπαν ἥλω τοῖς τοῦ θανάτου δεσμοῖς. Ἡ ἐκ πλατάνου δὲ πάλιν ὑπεμφαίνειν ἔοικε τὸν εἰς ὕψος τε καὶ πρὸς τὸν ἄνω δρόμον, τουτέστιν, τὴν εἰς οὐ‐
25ρανοὺς ἀνάβασιν τοῦ Χριστοῦ. Εὐφυὲς γὰρ ξύλον καὶ τῶν ἄγαν εὐμηκεστάτων ἡ πλάτανος. Ὑψώθη δὲ παρὰ τοῦ Πατρὸς ὁ Υἱός. Ἔφη γὰρ ὁ Πέτρος περὶ αὐτοῦ· «Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς.» Καὶ ὁ Παῦλος, ὑπερυψοῦσθαί φησιν αὐτὸν, καὶ λαβεῖν τὸ
30ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ τὴν παρὰ πάντων προσκύνησιν. Εἰ δέ τις βούλοιτο, καὶ καθ’ ἕτερόν τινα νοῦν ἐκλήψεται τὸ φυτόν. Καὶ τίς ὁ τρόπος; Οἱ περὶ τὰς τῶν ὀνομάτων ἐτυμολογίας περιέργως, διὰ τὸ λίαν εὐρύνεσθαι τῷ ξύλῳ τὸ πέταλον, ταύτῃτοι καὶ
35πλάτανον ὠνομάσθαι φασίν. Πλατυνόμεθα γὰρ καὶ ἡμεῖς διὰ πίστεως καὶ ἀγάπης, μονονουχὶ περιφύν‐ τες Χριστῷ. Στενὸς γὰρ ὁ νόμος λίαν καὶ τεθλιμμένος τῶν εἰδωλολατρούντων ὁ νοῦς. Καὶ γοῦν ταῖς μὲν ἐξ ἐθνῶν ἀγέλαις ἐπεφώνει Θεὸς διὰ προφήτου φωνῆς·
40«Μάθετε ἀκούειν στενοχωρούμενοι·» Κορινθίοις δὲ ὁ Παῦλος ὑπονοστεῖν ἑλομένοις ἐπὶ τὴν ἀρχαίαν πλάνησιν μετὰ τὸ ἐν πίστει πλάτος ἐπιστέλλει λέγων· «Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται. Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν,
45στενοχωρεῖσθε δὲ ἐν σπλάγχνοις ὑμῶν. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς, μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Τίς γὰρ μετ‐ οχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; καὶ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βε‐

69

.

240

(50)

λίαλ;» Καὶ μὴν ὁ Ψαλμῳδὸς πρὸς αὐτὸν ἐν πνεύματί πού φησι τὸν Ἐμμανουὴλ, τὴν τοῦ νόμου στενότητα διασύρων· «Πλατεῖα ἡ ἐντολή σου σφόδρα.» Καὶ πάλιν· «Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.» Πρὸς τούτῳ ἔτι· «Καὶ ἐπορευό‐
55μην ἐν πλατυσμῷ, ὅτι τὰ δικαιώματά σου ἐξεζή‐
τησα.» Ὅτι δὲ καὶ ἡ ῥάβδος ἡ καρυΐνη, καθάπερ237

69

.

241

ἔναγχος ἔφην, ἀϋπνίας ἐστὶν ἐμποιητικὴ φύσις, λέ‐ γοντος Θεοῦ πρὸς τὸν προφήτην Ἱερεμίαν· «Τί σὺ ὁρᾷς, Ἱερεμία; Καὶ εἶπα, φησὶ, Βακτηρίαν καρυΐ‐ νην. Καὶ εἶπεν Κύριος πρός με· Καλῶς ἑώρακας,
5διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς·» Οὐκοῦν ὡς ἐν εἴδει τῆς ῥάβδου νοούμενος ἑαυτὸν ἡμῖν ὥσπερ παρατίθησιν ὁ Χριστὸς, ὡς τε‐ θνεῶτα, καὶ ἐγηγερμένον, καὶ εἰς οὐρανοὺς ὑψούμε‐ νον, κατευρύνοντά τε διὰ τοῦ Πνεύματος νοητῶς τὰς
10τῶν δεχομένων αὐτὸν καρδίας. Ἀλλὰ ποῦ τὰς ῥάβδους τέθεικεν ὁ Ἰακώβ; Ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων. Νοοῖντο δ’ ἂν πάλιν ληνοί τε καὶ ποτιστήρια τῆς λο‐ γικῆς ἀγέλης, τουτέστιν ἡμῶν, συγγραφὴ Μωσέως, καὶ τὰ προφητικὰ κηρύγματα, τὸν ἄνωθεν ἡμῖν καὶ
15παρὰ Θεοῦ μονονουχὶ βρύοντα λόγον. Γέγραπται γὰρ, ὅτι «Καὶ ἀντλήσετε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.» Ἐκεῖ τὸν Ἐμμανουὴλ εὑρή‐ σομεν τὴν τῆς δυνάμεως ῥάβδον, καὶ ὡς ἐν θανάτῳ δι’ ἡμᾶς, καὶ πρωτότοκον ἐκ νεκρῶν, καὶ ὑψούμενον
20ἐν δόξῃ, καὶ πλατύνοντα τοὺς πεπιστευκότας, καθά‐ περ ἔφην ἀρτίως. Σύμπας γὰρ ὥσπερ τῶν ἁγίων προφητῶν ὁ λόγος, καὶ μέν τοι Μωσέως διανένευκεν ἐπὶ τὸ Χριστοῦ μυστήριον. Τοιγάρτοι καὶ ὁ σοφὸς ἔφη Παῦλος, ὅτι «Τέλος νόμου καὶ προφητῶν ὁ Χριστός.»
25Πλὴν ἐλέπισεν Ἰακὼβ τὰς ῥάβδους λεπίσματα λευκὰ, περισύρων τὸ χλωρόν· ἐκίττων τε οὕτως ἐπ’ αὐταῖς τὸ ποικίλον τὰ θρέμματα. Περισύρει γὰρ ὥσπερ ὁ Χριστὸς τὴν τοῦ νόμου σκιὰν, καὶ προφητικῶν συγ‐ γραμμάτων τὸ οἱονεὶ κατακάλυμμα, λελευκασμένον
30δὲ οὕτω καὶ εὐκάτοπτον κομιδῇ τὸν ἐν αὐτοῖς ἡμῖν ἀποφαίνων λόγον, ἐπῳδὴν ἀναφέρει πνευματικήν· μόνον δὲ οὐχὶ καὶ ἀναπείθει κιττᾷν τῷ ἐκποικίλ‐ λεσθαι θέλον εἰς ἀρετὴν, διφυᾶ πως αὐτὴν ἐπιτη‐ δεύοντας, ἔργῳ, τε φημὶ, καὶ λόγῳ. Καὶ γοῦν οἱ θε‐
35σπέσιοι προφῆται τῶν ἐν πίστει δεδικαιωμένων τὸ πρόσωπον ὑποτρέχοντες ἀνακεκράγασιν ἐναργῶς· «Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου.» Ἔφη δέ που καὶ πάλιν ἰδίως ὁ αὐτὸς μακάριος
40Ἡσαΐας· «Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει.» Καὶ πά‐ λιν· «Ἰδοὺ, Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βρα‐
45χίων αὐτοῦ μετὰ κυρίας, ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλέσει,» τουτέστι, παράκλησις ἔσται πνευματικὴ τοῖς ἤδη τὸν θεῖον ὠδίνουσι λόγον, ὡς ἐγκάρποις ἐσομένοις, καὶ ὅσον

69

.

241

(50)

οὐδέπω μέλλουσι τεκεῖν τῆς εὐαγγελικῆς πολιτείας τὰ αὐχήματα. Καρπὸς γὰρ οὗτος ὁσίας τε καὶ ἀκι‐ βδήλου ψυχῆς. Ἀλλ’ ἐποίησε, φησὶ, Ἰακὼβ ἑαυτῷ ποίμνια καταμόνας, καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρό‐ βατα Λάβαν. Ἀσύμβατον γὰρ τῷ ἁγίῳ τὸ βέβηλον·
55τῷ καθαρῷ τὸ ῥυποῦν. Καταμόνας δὲ οἱ τοῦ Χριστοῦ τὸ συναναφύρεσθαι τοῖς ἐν κόσμῳ παραιτούμενοι, καὶ
φιλοσαρκίας ἁπάσης ἀπηλλαγμένοι, καὶ οὐκ ἄσημοι239

69

.

244

κατὰ τὸν βίον, γνωριμώτατοι δὲ μᾶλλον ἐξ ἀρετῆς. «Ἐγένετο γὰρ, φησὶ, τὰ ἄσημα τοῦ Λάβαν· τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ.» Πλὴν οὐκ ἀφθόνητος ἦν Ἰα‐ κώβ. Ἐπειδὴ δὲ πλουτοῦντά τε καὶ εὐημεροῦντα
5τεθέανται, κατεδάκνοντο λίαν οἱ τούτου υἱοί. Τοιγάρτοι καὶ ἀποδημεῖν ἐσκέπτετο, καὶ εἰς τὴν πατρῴαν ἑστίαν αὖθις ἀποφοιτᾷν. Γέγραπται γὰρ, ὅτι «Καὶ ἐπλού‐ τησεν ὁ ἄνθρωπος σφόδρα. Καὶ ἐγένοντο αὐτῷ κτήνη πολλὰ, καὶ βόες, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ κά‐
10μηλοι, καὶ ὄνοι, καὶ ἡμίονοι. Ἤκουσε δὲ Ἰακὼβ τὰ ῥήματα τῶν υἱῶν Λάβαν λεγόντων· Εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν, καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην. Καὶ εἶδεν Ἰακὼβ τὸ πρόσωπον Λάβαν, καὶ ἰδοὺ οὐκ ἧν πρὸς
15αὐτὸν ὡς χθὲς καὶ τρίτην ἡμέραν. Εἶπε δὲ Κύριος πρὸς Ἰακώβ· Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου, καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ. Ἀποστείλας δὲ Ἰακὼβ ἐκάλεσε Ῥαχὴλ καὶ Λείαν εἰς τὸ πεδίον, οὗ ἦν τὰ ποίμνια. Καὶ εἶπεν αὐταῖς· Ὁρῶ
20ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστι πρὸς ἐμὲ ὡς χθὲς καὶ τρίτην ἡμέραν. Ὁ δὲ Θεὸς τοῦ πα‐ τρός μου ἦν μετ’ ἐμοῦ. Καὶ αὐταὶ δὲ οἴδατε ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν. Ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξε τὸν
25μισθόν μου τῶν δέκα ἀμνάδων.» Εἶτά φησι, ὅτι «Καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά.» Πεπλούτηκε μὲν γὰρ ἀληθῶς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, εἰς πληθὺν ἀμέτρη‐ τον, συναγείρων ἐν κόσμῳ τοὺς ἰδίους προσκυνητάς·
30οἳ καὶ διανοίας ἀγαθῆς ἀνάθημα λαμπρὸν τῆς ὑπ’ αὐτὸν δουλείας ποιοῦνται τὴν ὁμολογίαν, λέγοντες· «Ἡμεῖς δὲ λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ.» Ἀλλ’ ἠρεμεῖν ἐπὶ τούτοις οὐκ ἀνέχονται τὰ τοῦ κόσμου τέκνα. Συλώμενον δὲ ὥσπερ ὁρῶντες τὸν
35ἑαυτῶν πατέρα, καὶ τὴν τοῦ ἀγαθοῦ ποιμένος ὑπο‐ τρέχοντα χεῖρα τὰ τῶν προβάτων ἐπισημότατα· καὶ ποικιλλομένους ταῖς πολυειδέσιν ἀρεταῖς τοὺς ὑπὸ Χριστῷ γεννωμένους, τονθορύζουσι λέγοντες· «Εἴ‐ ληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν, καὶ ἐκ
40τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην.» Καὶ ψευδοεποῦσιν οὐδαμῶς. Ἀληθὴς γὰρ ὁ λόγος. Συνεκόμισε γὰρ ἅπαντας εἰς ἑαυτὸν τοὺς ἐν κόσμῳ Χριστὸς, ἐνσηκασάμενός τε ταῖς ἰδίαις αὐλαῖς τὰς τῶν πιστευσάντων ἀγέλας, πλοῦτον ἔχει τὸν θεο‐
45πρεπῆ καὶ δόξαν ἐξῃρημένην. Ἔφη γάρ που καὶ αὐ‐ τὸς πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδό‐ ξασμαι ἐν αὐτοῖς.» Ἴδωμεν δὲ καὶ αὐτὸν τοῦ Ἰακὼβ τὸν μισθόν. «Ἐγένοντο δὲ αὐτῷ, φησὶ, κτήνη πολλὰ,

69

.

244

(50)

καὶ βόες, παῖδές τε καὶ παιδίσκαι, κάμηλοι καὶ ὄνοι.» Ὁρᾷς συναγείροντα καὶ τὸν Χριστὸν ἐκ παν‐ τὸς γένους, κατὰ τὸ γεγραμμένον· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ ἐν τῇ θαλάσσῃ, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ.» Δέχεται γὰρ
55τὸν δοῦλον, ἵνα τοῖς εἰς ἐλευθερίαν αὐχήμασιν ἀπο‐
φήνῃ λαμπρόν. Δέχεται τοὺς ὑπὸ νόμον ὡς ἱεροὺς241

69

.

245

ἤδη καὶ εἰς θυσίαν ἐπιτηδείους τὴν πνευματικὴν, ὡς ἐν οἰὸς τάξει καὶ βοός· ἵνα μεταστήσας εἰς φαιδρότητα πολιτείας εὐαγγελικῆς, ἱερωτέρους ἐργά‐ σηται. Δέχεται δὲ πρὸς τούτοις καὶ τὸ ἀνίερόν τε καὶ
5ἀκάθαρτον γένος· ὡς ἐν τάξει καμήλου καὶ μέντοι καὶ ὄνου, ἵνα τῆς πολυθέου πλάνης τὸν ῥύπον ἐκτή‐ ξας, καθαρούς τε καὶ ἡγνισμένους τοῖς τῶν ἁγίων συνάψῃ χοροῖς. Κεκινημένων δὴ οὖν εἰς φθόνον τῶν Λάβαν υἱῶν, καὶ αὐτοῦ δὲ τοῦ Λάβαν, ἀμειδῆ τε καὶ
10σκυθρωπάζουσαν καὶ βασκανίας οὐκ ἐλευθέραν τὴν ὀφρὺν ἀποφαίνοντος· «Οὐ γὰρ ἦν τὸ πρόσωπον αὐτοῦ, φησὶ, καθὼς χθὲς καὶ τρίτην ἡμέραν·» ἐπανήκειν εἰς τὰ οἰκεῖα τῷ Ἰακὼβ ἐνετέλλετο Θεός. Ὁ δὲ τὰ γύναια μετεπέμπετο, Λείαν τέ φημι καὶ Ῥαχὴλ, καὶ
15τὴν μὲν τοῦ πατρὸς ἀδικίαν ἀφηγεῖτο σαφῶς. Προσ‐ ετίθει δὲ, ὅτι «Ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά. Καὶ ἀποκριθεῖσα Ῥαχὴλ καὶ Λεία, εἶπον αὐτῷ· Μὴ ἔστι μερὶς ἡμῖν, ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν; Οὐχ ὡς
20αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς, καὶ κατέφαγε καταβρώσει τὸ ἀργύριον ἡμῶν. Πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν. Νῦν οὖν ὅσα εἴρηκέ σοι ὁ Θεός σου, ποίει.» Κατα‐
25στυγνάζοντος γὰρ ἐπὶ Χριστῷ τοῦ κόσμου, καὶ τῶν αὐτοῦ τέκνων, παράκλησις ἄνωθεν καὶ ἐξ οὐρανοῦ, τουτέστι, παρὰ Πατρὸς, ταῖς τοῦ Σωτῆρος δίδοται νύμφαις, φημὶ δὴ ταῖς Ἐκκλησίαις. Πλὴν ἡ παρά‐ κλησις, δι’ Υἱοῦ παραπορθμεύοντος ὥσπερ ἡμῖν τοὺς
30παρὰ Πατρὸς λόγους. Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ, κατὰ τὴν Ἰωάννου φωνήν. Ἄθρει γὰρ ὅπως προσελάλει μὲν ὁ Θεὸς τῷ Ἰακὼβ, ὁ δὲ ταῖς αὐτοῦ νύμφαις, Λείᾳ τε, φημὶ, καὶ Ῥαχήλ. Ὁ δὲ τῆς παρακλήσεως λόγος ἦν, τὸ δεῖν ἀπαίρειν
35αὐτὰς ἅμα τῷ ἰδίῳ νυμφίῳ τῆς τοῦ πατρὸς ἑστίας. Οὕτω καὶ ὁ μακάριος Ψαλμῳδὸς ἐν πνεύματι πρὸς τὴν Ἐκκλησίαν φησί· «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Ὅτι ἐπεθύμησεν ὁ
40βασιλεὺς τοῦ κάλλους σου. Ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσεις αὐτῷ.» Οὐκοῦν τὰ παρὰ Θεοῦ ταῖς αὐτοῦ νύμφαις λελάληκεν ὁ Ἰακώβ. Καὶ τίς ἦν ὁ λόγος; μέμψις κατὰ τοῦ Λάβαν· ὡς εἴη μὲν ἄδικός τε καὶ πονηρὸς, καὶ βραδὺς εἰς ἔκτισιν, ὧν ἂν ἐπ‐
45οφλοίη μισθῶν. Γράφεται δὲ καὶ αὐτὸς ὁ Χριστὸς ἐπὶ πολλῇ λίαν ἀναισθησίᾳ τὸν κόσμον, ἀποτιννύειν οὐκ ἀνεχόμενον ὡς Δεσπότῃ τὰ χαριστήρια, καὶ ὡς ἐν ὀφλήματος τάξει καὶ μισθοῦ τὰ ὑπὲρ τῆς φροντίδος τῆς εἰς αὐτὸν ξένια πνευματικὰ, πίστιν δὴ λέγω καὶ

69

.

245

(50)

ἀγάπην, προσκομίζειν οὐκ ἐθέλοντα. Πλὴν ὑπ’ αὐτῷ τὰ πάντα γέγονε σαγηνεύοντος τοῦ Θεοῦ καὶ Πατρός. Ἔφη γάρ που πρὸς αὐτὸν ὁ Υἱός· «Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας.» Καὶ τοῦτο ἦν ἄρα τὸ, «Ἀφεῖλεν ὁ Θεὸς πάντα τὰ
55κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά.» Αἱ δὲ σεμναὶ τοῦ Σωτῆρος νύμφαι κατακολουθεῖν μὲν ἑτοί‐
μως ἐπαγγέλλονται· πεπράσθαι δὲ ὥσπερ αὐτῷ παρὰ243

69

.

248

τοῦ κόσμου φασίν. Ἐξεπρίατο γὰρ τῷ ἰδίῳ αἵματι τὰς Ἐκκλησίας ὁ Ἐμμανουὴλ, καὶ ἠλλοτρίωνται τοῦ πάλαι πατρός. Λόγος γὰρ αὐταῖς κοινωνίας ἢ μερίδος οὐδείς ἐστι πρὸς κόσμον, ἐξ οὗ καὶ κέκληνται. Πλοῦ‐
5τος δὲ μᾶλλον αὐταῖς καὶ τοῖς τέκνοις αὐτῶν ὁ ὑπὲρ νοῦν καὶ λόγον· αὐτὸς ἡ μερὶς καὶ ὁ κλῆρος, δόξα τε καὶ καύχημα, καὶ πᾶν ὁτιοῦν τῶν τελούντων εἰς λαμπρότητα καὶ εὐημερίαν. Σκυθρωπάζει μὲν οὖν ὁ κόσμος ὁμοῦ τοῖς ἰδίοις τέκνοις ἐπὶ Χριστῷ, καὶ τῷ
10τῆς βασκανίας δαπανᾶται πυρὶ, προήκοντα δόξης εἰς τοῦτο βλέπων ὡς ὅλην ὑφ’ ἑαυτῷ ποιήσασθαι τὴν ὑπ’ οὐρανὸν, καὶ κατακρατῆσαι τῶν ἐπὶ τῆς γῆς. Ὅτι δὲ τονθορυσμῶν ἐπέκεινα, καὶ λοιδοριῶν τὰ τῆς μανίας αὐτῷ παρατείνεται, καὶ διώκει, καὶ φονᾷ, καὶ ὅσον
15εἰπεῖν εἰς ἐγχειρημάτων δύναμιν τῇ τοῦ Σωτῆρος ἀναφέρεται δόξῃ, καὶ ταῖς ὑπ’ αὐτοῦ Ἐκκλησίαις, καὶ τοῖς αὐτοῦ τέκνοις, τουτέστι, τῇ τῶν πιστευόντων πληθύϊ καταφωρᾶται πολεμιώτατος, ἀταλαίπωρον ἰδεῖν τοῦτο μαθεῖν ἑλομένοις διὰ τῶν ἐφεξῆς· «Ἀνα‐
20στὰς γὰρ, φησὶ, Ἰακὼβ, ἔλαβε τὰς γυναῖκας αὐτοῦ, καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους, καὶ ἐπήγαγε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ, καὶ ἀπῆλθε πρὸς Ἰσαὰκ τὸν πα‐
25τέρα αὐτοῦ ἐν γῇ Χαναάν. Λάβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ. Ἔκλεψε δὲ Ῥαχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς· ἔκρυψε δὲ Ἰακὼβ Λάβαν τὸν Σύ‐ ρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ, ὅτι ἀπεδίδρασκε. Καὶ ἀπέδρα αὐτὸς, καὶ πάντα τὰ αὐτοῦ, καὶ διέβη τὸν
30ποταμὸν, καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ. Ἀνηγ‐ γέλη δὲ Λάβαν τῷ Σύρῳ τῇ τρίτῃ ἡμέρᾳ ὅτι ἀπέδρα Ἰακώβ. Καὶ παραλαβὼν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ μετ’ αὐτοῦ, ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτὰ, καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει Γαλαάδ. Ἦλθε δὲ ὁ
35Θεὸς πρὸς Λάβαν τὸν Σύρον καθ’ ὕπνον τὴν νύκτα, καὶ εἶπεν αὐτῷ. Φύλαξαι σεαυτὸν τοῦ μὴ λαλῆσαι πρὸς Ἰακὼβ πονηρά. Καὶ κατέλαβε Λάβαν τὸν Ἰακώβ. Ἰα‐ κὼβ δὲ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει. Λάβαν δὲ ἔστησε τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλαάδ.»
40Περιτυγχάνει μὲν οὖν ὁ Λάβαν, ἐπαιτιᾶται δὲ λίαν τὸν θεσπέσιον Ἰακὼβ, ὅτι λεληθότως ἀπέδρα, μονον‐ ουχὶ κεκλοφὼς τὰς θυγατέρας αὐτοῦ, καὶ τοὺς ἐν οἴκῳ θεούς. Ἔφη γὰρ ὡδί· «Νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ
45πατρός σου. Ἵνα τί ἔκλεψας, φησὶ, τοὺς θεούς μου; Ἀλλ’ οὐκ ᾔδει, φησὶν, Ἰακὼβ, ὅτι Ῥαχὴλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς. Ἐρευνήσας δὲ Λάβαν τοὺς ἰδίους θεοὺς, οὐχ εὑρίσκει παρὰ τῇ Λείᾳ, ἀλλ’ οὐδὲ ἐν τῷ οἴκῳ θεραπαινῶν Βάλλας τε καὶ Ζελφᾶς.»

69

.

248

(50)

Ἐπειδὴ δὲ προσεδόκησεν ἡ Ῥαχὴλ ἐρευνηθήσεσθαι παρὰ τοῦ πατρὸς, οὐκ ἀκόμψως τὸ ῥῆμα κατασοφί‐ ζεται. «Ἔλαβε γὰρ τὰ εἴδωλα, φησὶ, καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου, καὶ ἐπεκάθισεν αὐτοῖς, καὶ εἶπε τῷ πατρὶ αὐτῆς· Μὴ βαρέως φέρε,
55κύριε, οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου. ὅτι κατ’ ἐθισμὸν τῶν γυναικῶν μοί ἐστι. Ἠρεύνησε δὲ Λάβαν ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ οὐχ εὗρε τὰ εἴδωλα.»
Ἠπορηκότος τοίνυν ἤδη πως, ὀλοφυρομένου τε κατὰ245

69

.

249

τὸ εἰκὸς, τῶν ἰδίων θεῶν τὴν ἀπώλειαν, ἐπῃτιᾶτο λοιπὸν εἰκότως ὁ μακάριος Ἰακὼβ, ὡς εἰκῆ διώκειν αὐτὸν ᾑρημένον, καὶ ἐγκαλεῖν οὐκ ἔχοντα παντελῶς οὐδέν. Εἶτα περὶ συμβάσεως αὐτοῖς κεκίνηνται λόγοι, καὶ σύνεσις παρ’ ἀμφοῖν εἰς εἰρήνην ἐπράττετο. «Ἀποκριθεὶς γὰρ ὁ Λάβαν, φησὶν, εἶπε τῷ Ἰακώβ· Αἱ θυγατέρες σου θυγατέρες μου, καὶ υἱοί σου, υἱοί μου, καὶ τὰ κτήνη σου κτήνη μου, καὶ πάντα ὅσα σὺ
5ὁρᾷς, ἐμά ἐστι, καὶ τῶν θυγατέρων μου. Τί ποιήσω ταύταις σήμερον, καὶ τοῖς τέκνοις αὐτῶν οἷς ἔτεκον; Νῦν οὖν δεῦρο, διαθώμεθα διαθήκην ἐγὼ καὶ σὺ, καὶ ἔσται εἰς μαρτυρίαν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Εἶπε δὲ αὐτῷ· Ἰδοὺ οὐδεὶς μεθ’ ἡμῶν ἐστιν, ἰδὲ ὁ Θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Λαβὼν δὲ Ἰακὼβ λίθον, ἔστησεν αὐτὸν στήλην. Εἶπε δὲ Ἰακὼβ τοῖς ἀδελφοῖς αὐτοῦ· Συλλέγετε λίθους. Καὶ συνέλεξαν λίθους, καὶ ἐποίησαν βουνὸν, καὶ ἔφαγον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ. Καὶ εἶπεν αὐτῷ Λάβαν· Ὁ βουνὸς οὗτος
10μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ σήμερον. Καὶ ἐκάλεσεν αὐτὸν Λάβαν, Βουνὸς μαρτυρίας. Ἰακὼβ δὲ ἐκάλεσεν αὐτὸν, Βουνὸς μάρτυς. εʹ. Ἐπιτροχάδην μὲν οὖν ἐν τούτοις καὶ κολοβοῦν ὡς ἔνι σπουδάζοντες τὰ τῆς ἱστορίας ἀφηγήμεθα. Τὰ δὲ εἰς νοῦν ἤδη τὸν ἐσωτάτω διατρανοῦν ἀναγκαῖον.
15Ὅτι τοίνυν ἐπεμάνισεν ὁ κόσμος πλουτοῦντι Χριστῷ τὰς τῶν πιστευόντων ἀγέλας, καὶ ἐπιθρώσκει λελυτ‐ τηκὼς, οὐ μακρῶν ἂν δέοιτο λόγων τις εἰς παράδει‐ ξιν ἐναργῆ. Θέα γὰρ ὅπως ἀπαίροντος τοῦ Ἰακὼβ διώκει φωνῶν ὁ Λάβαν ὁμοῦ τοῖς ἰδίοις τέκνοις.
20Ἀπαίρει δὲ ὥσπερ καὶ ἀπὸ κόσμου Χριστὸς ὁμοῦ ταῖς ἑαυτοῦ νύμφαις, τουτέστι ταῖς Ἐκκλησίαις, καὶ οἱονεὶ πανοικὶ μετανίσταται, νοητῶς τοῖς ἰδίοις ἐπι‐ φωνῶν· «Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.» Ὁ δὲ τῆς ἀπάρσεως τρόπος οὐκ αἰσθητῶς, οὔτε μὴν εἰς τόπον
25ἐκ τόπου σωματικῶς ἐκπράττοιτο ἄν. Κομιδῇ γὰρ ἄηθες τὸ ὧδε φρονεῖν ἢ λέγειν. Ἀλλ’ ἐκ τοῦ φρονεῖν τὰ τοῦ κόσμου πρὸς τὸ δρᾷν ἐθέλειν τὰ δοκοῦντα Θεῷ χρησίμως ἀποπεραίνεται. Ὡς γὰρ ὁ μακάριος γρά‐ φει Παῦλος, οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ
30τὴν μέλλουσαν ἐπιζητοῦμεν, ἧς τεχνίτης καὶ δημιουρ‐ γὸς ὁ Θεός. Γράφει δὲ καὶ ἕτερος τῶν ἁγίων ἀποστό‐ λων· «Παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθε τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρα‐ τεύονται κατὰ τῆς ψυχῆς.» Περιπατοῦντες δὲ ἐπὶ
35τῆς γῆς, ὡς ἐν οὐρανῷ ποιώμεθα τὸ πολίτευμα, δια‐ ζῇν σπουδάζοντες σαρκικῶς μὲν οὐκ ἔτι, ἁγιοπρεπῶς δὲ μᾶλλον καὶ πνευματικῶς. Διανίστησι δὲ πρὸς τοῦτο ἡμᾶς ἐπιστέλλων ὁ Παῦλος· «Μὴ συσχηματί‐ ζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ συμμορφοῦσθε τῇ ἀνα‐
40καινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον.» Ἐπειδὴ δὲ οὐ τῷ κόσμῳ συνεσχηματίσμεθα τὴν κοσμικὴν ἀπάτην ἐκβαίνοντες, μιμησόμεθα παρ’ αὐτοῦ. Καὶ τοῦτο εἰδὼς οὕτως ἔχον ἔφασκεν ὁ Σω‐
45τήρ· «Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ἐπειδὴ δὲ ἐκ κόσμου οὐκ ἐστὲ, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.» Οὐκοῦν διώκει μισῶν. Φο‐ νῶντα δὲ καὶ ἀποταυρούμενον εἰς ἀκαθέκτους ὀργὰς, ἀνασειράζει Θεὸς, οὐδ’ ὅσον εἰπεῖν ἀπηνέσι λόγοις

69

.

249

(50)

καταλυπεῖν ἐφιείς. Ἔφη γὰρ πρὸς τὸν Λάβαν ὁ Θεὸς, φησί· «Φύλαξαι σεαυτὸν μή πως λαλήσῃς κατὰ Ἰακὼβ πονηρά.» Ἀλλ’ ἐπαιτιᾶται μὲν ὁ κόσμος ὡς σεσυλημένος, καὶ ἀπολωλότων αὐτῷ τῶν θεῶν. Ἐκε‐ κλόφει δὲ τούτους ἡ Ῥαχήλ. Πλὴν ὅρα τὴν ἐπιχείρη‐
55σιν. Ἠρεύνησε παρὰ τῇ Λείᾳ τοὺς θεοὺς ὁ Λάβαν,
καὶ μέν τοι καὶ παρὰ ταῖν δύο θεραπαίναιν, «καὶ247

69

.

252

οὐχ εὗρε,» φησί. Ἐπεκάθητο δὲ αὐτοῖς ἡ Ῥαχὴλ, προφασιζομένη τὰ κατ’ ἐθισμόν. Τί οὖν ὁ λόγος; Οὐ τῆς Ἰουδαίων Συναγωγῆς, ἀλλ’ οὐδὲ τῶν εἰς δουλείας γεγενημένων κατόρθωσις ἦν ἡ τῶν εἰδώλων καθαί‐
5ρεσις· ἀλλὰ τῆς νεώττης Ῥαχὴλ, τουτέστι, τῆς Ἐκ‐ κλησίας ἀτιμίᾳ περιβαλούσης τὰ χειροποίητα· μόνον δὲ οὐχὶ καὶ πληρούσης ἐπ’ αὐτοῖς τὸ διὰ τῆς τοῦ προ‐ φήτου φωνῆς εἰρημένον· «Καὶ ἐξαρεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα, καὶ περικεχρυσωμένα λεπτὰ
10ποιήσεις, καὶ λικμήσεις ὡσεὶ ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον ὤσεις αὐτά.» Ἐπειδὴ οὐχ εὕρηνται παρὰ τοῦ Λάβαν οἱ αὐτοῦ θεοὶ, τὰς εἰς εἰρήνην συμ‐ βιβάσεις ἐποίει τὸ λοιπὸν πρὸς τὸν θεσπέσιον Ἰακώβ. Οὐκ ἔτι γὰρ ἔχων ὁ κόσμος τοὺς ψευδωνύμους θεοὺς,
15φίλος ἔσται· μᾶλλον δὲ γέγονεν Χριστῷ ἤδη καὶ τῆς εἰρήνης ὁ σύνδεσμος. Αὐτός ἐστι πάλιν ὁ εὐδοκιμώ‐ τατος λίθος, ὁ πολυτελὴς, ὁ ἀκρογωνιαῖος, ὁ ἔντιμος, ὁ εἰς κεφαλὴν γωνίας, καὶ εἰς τὰ θεμέλια Σιών. «Ἔστησε γὰρ, φησὶν, Ἰακὼβ στήλην,» εἰς τύπον
20Χριστοῦ. Συσσωρεύονται δὲ καὶ ἕτεροι λίθοι τῶν ἁγίων ἀποστόλων, ἤτοι τῶν ἐν πίστει δεδικαιωμένων, καὶ ἡγιασμένων ἐν πνεύματι, προανατυποῦντες ἀστείως τὴν ἐπὶ Χριστῷ συνδρομήν. Περὶ μὲν γὰρ τῶν ἁγίων ἀποστόλων προφητικὸς ἔφη λόγος· «Διότι λίθοι ἅγιοι
25κυλίονται ἐπὶ τῆς γῆς.» Διέδραμον γὰρ τὴν σύμπασαν γῆν οἱ θεσπέσιοι μαθηταὶ, τὸ εὐαγγελικὸν τοῖς ἔθνεσι διακομίζοντες κήρυγμα. Πρὸς δὲ τοὺς ἐν πίστει δεδι‐ καιωμένους ὁ σοφὸς ἐπιστέλλει Παῦλος· «Ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοίκησιν τοῦ Θεοῦ ἐν
30Πνεύματι ἁγίῳ.» Κέκληται τοίνυν ἡ τῶν λίθων ἄθροισις, Βουνὸς μαρτυρίας παρά γε τῷ Λάβαν, ὁ δὲ θεσπέσιος Ἰακὼβ ἐπὶ τὸ ἔτι μεῖζόν τε καὶ ὑπερ‐ τεροῦν ἀσυγκρίτως, τουτέστι Χριστὸν, ἀνακομίζει τὸ νόημα, Βουνὸς μάρτυς ὀνομάσας τὸ γεγενημένον.
35Κεφαλὴ γὰρ τῶν πιστευόντων αὐτὸς ὁ Χριστός. Ὅτι δὲ σώζοντι τοὺς ἰδίους τῷ πάντων Σωτῆρι Χριστῷ, καὶ τῆς ἐν κόσμῳ κακίας ἐξάγοντι, καὶ ἡ τῶν ἀγγέ‐ λων παρέσται πληθὺς λειτουργοῦσα, δῆλον δὲ ὅτι καὶ τὴν τεταγμένην αὐτοῖς ἀποπληροῦσα δουλείαν,
40ἀναμάθοι τις ἂν εὐκόλως καὶ διὰ τῶνδε πάλιν. Ἀπο‐ χωροῦντος γὰρ ἤδη τοῦ Λάβαν, οἴκαδέ τε ὑπονο‐ στοῦντος εἰρηνικῶς, «Ἀναβλέψας, φησὶν, Ἰακὼβ εἶδε παρεμβολὴν παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Εἶπε δὲ Ἰακὼβ, ἡνίκα
45εἶδε αὐτούς· Παρεμβολὴ Θεοῦ αὕτη, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου, Παρεμβολαί.» Γέγραπται δὲ ὅτι «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμέ‐ νων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Καὶ πάλιν, ὅτι «Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι

69

.

252

(50)

σε ἐν πάσαις ταῖς ὁδοῖς σου.» Σώζει δὴ ἅπαντας τοὺς ἀγαπῶντας αὐτὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χρι‐ στός· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
53tἜτι περὶ τοῦ Ἰακώβ.
54αʹ. Οὐκ ἀθαύμαστος μὲν τῶν ἁγίων ὁ τρόπος παρά
55γε τοῖς ἄριστα βιοῦν ᾑρημένοις· τὸ δὲ τῆς ἐκείνων
πολιτείας εὐκλεὲς παρὰ μὲν παντὸς οἰχήσεται λόγου.249

69

.

253

Γένοιτο δ’ ἂν τοῖς ἐθέλουσι εὐσεβεῖν ὑποτύπωσις ἀγαθὴ, τὸ τίνα χρὴ τρόπον κατ’ εὐθὺ φέρεσθαι τοῦ εἰκότος καὶ ἁνδάνοντος Θεῷ, διατρανοῦσα ποικίλως. Χρῆναι γὰρ ἔγωγέ φημι, μᾶλλον δὲ καὶ αὐτὸς τῆς
5θεοπνεύστου Γραφῆς ὁ λόγος, τῶν ἀρχαιοτέρων ἁγίων ἀναθεωροῦντας ὀρθῶς τὴν ἔκβασιν τῆς ἀνα‐ στροφῆς μιμεῖσθαι τὴν πίστιν· μόνον δὲ οὐχὶ καὶ κατ’ ἴχνος ἰέναι τῆς ἐνούσης αὐτοῖς ἀρετῆς. Καὶ γάρ ἐστι τῶν ἀτόπων, τοὺς μὲν ὅσοι τεχνῶν γε‐
10γόνασιν ἐπιστήμονες τῶν βασιλικῶν, καθηγητὰς εἰς τοῦτο ποιεῖσθαι τοὺς πρὸ αὐτῶν, καὶ ζηλοῦν ἐπείγεσθαι τοὺς ὅτι δὴ μάλιστα τὸ ἐπιεικὲς ἐν ταύταις ἠκριβωκότας· ἡμᾶς δὲ αὐτοὺς, οἷς τὸ κατορθοῦν ὁ σκοπὸς τὴν ἀρετὴν, μὴ οὐχὶ τῆς διανοίας τὸν ὀφθαλ‐
15μὸν ἐνερείδοντας ταῖς τῶν ἀρχαιοτέρων ἐπιεικείαις ἀναμάττεσθαι τρόπον τινὰ παρ’ αὐτῶν τὰ δι’ ὧν ἂν ἔσοιτό τις παρὰ Θεῷ δοκιμώτατος, καὶ τῆς εὐαγοῦς πολιτείας ἐπιστήμονα τὸν οἰκεῖον αὐτὸς ἀπεργάσοιτο νοῦν. Προκείσθω δὴ οὖν οὐδενὸς ἧττον ἡμῖν ὁ θεσπέ‐
20σιος Ἰακὼβ, ἀνεπίπληκτον μὲν ὡς ἐνῇ, καὶ τῷ καιρῷ πρέπουσαν τῷ τηνικάδε φημὶ ὁδὸν διαστείχων τὴν ὡς ἔν γε πολιτείᾳ ζωῆς, συλλήπτορα δὲ καὶ προεστη‐ κότα τὸν τῶν ὅλων ἔχων Θεὸν, πόνοις μὲν ἔσθ’ ὅτε περιτυχεῖν ἐφιέντα χρησίμως· οὐ γὰρ ἂν ἀνιδρωτὶ
25κατακτήσαιτό τις τὰ εἰς ἀρετὴν αὐχήματα· μετὰ δέ γε τὰ γυμνάσματα στεφανοῦντα ταῖς εὐθυμίαις, καὶ οἷά τινα τῶν ἄγαν εὐσθενεστάτων ἀγωνιστῶν τῇ τῶν ἄθλων ἀμφιλαφείᾳ καταπλουτίζοντα. Μὴ γὰρ εἴπῃς κατὰ σαυτόν· Ἀνθ’ ὅτου μὴ ἄπονον ἐδωρεῖτο Θεὸς
30τοῖς ἁγίοις τὸ κατευφραίνειν εἰδός; Τοῦτο γὰρ ἦν ἀγυμνάστους ἐᾷν, καὶ ἥκιστα μὲν μισθὸν ἀρετῆς ἀπονέμειν αὐτοῖς τὸ εὖ εἶναι τυχόν· ἀβασανίστου δὲ μᾶλλον θελημάτων ῥοπῆς ποιεῖσθαι καρπὸν τὸ ἐπ’ αὐτοῖς εὐμενὲς, καὶ τὴν λαμπράν τε καὶ ἀξιόληπτον
35τῶν χαρισμάτων φιλοτιμίαν. Ἔδει δὲ μᾶλλον εὐδο‐ κιμοῦντας ὁρᾶσθαι, καὶ ἔργοις αὐτοῖς ἀξίους προανα‐ φαίνεσθαι τῶν παρὰ Θεοῦ· προκεῖσθαι δὲ ὥσπερ καὶ τοῖς μετ’ αὐτοὺς εἰς παράδειγμά τε καὶ ὑποτύπωσιν ἐναργῆ τοῦ δεῖν ἑλέσθαι φιλεργεστάτους εἶναι καὶ
40νεανικοὺς, ἐννοοῦντας ὅτι τοῖς μὲν ἀταλαίπωρον καὶ κατεγνωσμένον διαβιοῦσι ζωὴν, οὐδεὶς ἂν γένοιτο μισθὸς, ἕψεται δὲ πάντως τὰ πάντων ἐξαίρετα, τοῖς ὅτι μάλιστα φιλοπονωτάτοις, καὶ ἱδρῶτα τὸν ἐπ’ ἀγαθοῖς τῶν ἡδίστων τῶν ἐν βίῳ προτετιμηκόσι.
45Οὕτω τις ἔφασκε τῶν σοφῶν· «Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμὸν, εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον.» Τίκτει μὲν γὰρ «ἡ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει,» κατὰ τὸ γεγραμμένον. Ἑψόμεθα δὲ δὴ τῷ προκειμένῳ σκοπῷ.

69

.

253

(50)

βʹ. Μετὰ τὴν τοῦ Λάβαν τοίνυν ἀποχώρησιν τὴν ἐκ τοῦ ὄρους Γαλαὰδ, εἰς τὴν ἐνεγκοῦσαν ἠπείγετο, καὶ διασπεύδειν ἤθελεν ὁ θεσπέσιος Ἰακώβ. Ἀπηλ‐ λαγμένος δὲ μόλις τῆς Λάβαν ἐφόδου, καὶ ἀναπνεύ‐ σας βραχὺ, χαλεπωτέροις εὐθὺς περιπίπτει δείμασι.
55Ἐπειδὴ γὰρ ἔδει τῆς Μεσοποταμίας ἀπαίροντα, καὶ εἰς γῆν Χαναὰν ἀποτρέχοντα, διὰ μέσης ἰέναι τῆς
Σηεὶρ, ἐν ᾗ κατῴκησεν Ἡσαῦ, περιδεὴς δὲ ἄγαν ἦν.251

69

.

256

Οὐ γὰρ ἠγνόει λελυπηκὼς τῆς τε εὐλογίας ἕνεκα, καὶ αὐτῶν δὲ τῶν πρωτοτοκίων. Τίνα δὲ τρόπον τὴν ἐπὶ τούτοις λύπην ἀπεσκευάζετο, καὶ εἰς ἀγάπην καὶ ἡμε‐ ρότητα καθίστη τὸν ἀδελφὸν, πῶς οὐκ ἄξιον ἐδεῖν, καὶ
5πρός γε τούτῳ θαυμάσαι; Γέγραπται τοίνυν· «Ἀπ‐ έστειλε δὲ Ἰακὼβ ἀγγέλους ἔμπροσθεν αὐτοῦ πρὸς Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν Σηεὶρ, εἰς χώραν Ἐδὼμ, καὶ ἐνετείλατο αὐτοῖς, λέγων· Οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἡσαῦ· Οὕτως λέγει ὁ παῖς σου Ἰακώβ· Μετὰ
10Λάβαν παρῴκησα, καὶ ἐχρόνισα ἕως τοῦ νῦν· καὶ ἐγένοντό μοι βόες, καὶ ὄνοι, καὶ πρόβατα, καὶ παῖδες καὶ παιδίσκαι. Καὶ ἀπέστειλα ἀγγεῖλαι τῷ κυρίῳ μου Ἡσαῦ, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου. Καὶ ἀπέστρεψαν οἱ ἄγγελοι πρὸς Ἰακὼβ, λέγοντες·
15Ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ἡσαῦ, καὶ ἔρχεται εἰς συνάντησιν, καὶ τετρακόσιοι ἄνδρες μετ’ αὐτοῦ. Ἐφοβήθη δὲ Ἰακὼβ σφόδρα, καὶ ἠπορεῖτο. Καὶ διεῖλε τὸν λαὸν τὸν μεθ’ ἑαυτοῦ, καὶ τοὺς βόας, καὶ τὰ πρό‐ βατα εἰς δύο παρεμβολάς. Καὶ εἶπεν Ἰακώβ· Ἐὰν ἔλθῃ
20Ἡσαῦ εἰς παρεμβολὴν μίαν, καὶ ἐκκόψῃ αὐτὴν, ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σώζεσθαι. Εἶπε δὲ Ἰακώβ· Ὁ Θεὸς τοῦ πατρός μου Ἀβραὰμ, καὶ ὁ Θεὸς τοῦ πατρός μου Ἰσαὰκ, Κύριε, ὁ εἰπών μοι, Ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ εὖ σε ποιήσω,
25ἱκανούσθω μοι ἀπὸ πάσης δικαιοσύνης, καὶ ἀπὸ πά‐ σης ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου. Ἐν γὰρ τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην, νυνὶ δὲ γέ‐ γονα εἰς δύο παρεμβολάς. Ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἡσαῦ, ὅτι φοβοῦμαι ἐγὼ αὐτὸν, μή ποτε
30ἐλθὼν πατάξῃ με, καὶ μητέρα ἐπὶ τέκνοις. Σὺ δὲ εἶπας· Καλῶς σε ποιήσω, καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους.» Συνιεῖς ὅπως ὑποτρέχει θωπικῶς τὸν Ἡσαῦ, μόνον δὲ οὐχὶ περισαίνει λελυπημένον, καὶ
35ὑποκλέπτειν πειρᾶται διά γε τοῦ χρηστοεπεῖν τὸ ἀκρατὲς τῆς ὀργῆς. Καίτοι γὰρ τὸ ἐν ἀμείνοσι εἶναι λαχὼν διὰ τὴν τοῦ πατρὸς εὐλογίαν, καὶ τῇ τῶν πρωτοτόκων δόξῃ προκεκριμένος, καὶ Θεὸν ἔχων ἐπαρωγὸν καθυφίκοιτο ἁγιοπρεπῶς, ἐκεῖνό που πάν‐
40τως κατορθοῦν ᾑρημένος· «Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε.» Λόγος μὲν γὰρ ἔσθ’ ὅτε καὶ τραχὸς καὶ ἀνάντης καὶ ὑπεροψίας ἔμπλεως ἀφόρητος ἔσται τισίν. Ὡς δὲ σοφὸς ἔγραφε Παροιμιαστὴς, «Ἀπόκρισις ὑποπίπτουσα ἀποστρέφει
45θυμόν.» Καί μοι βλέπε τοῦ δικαίου τὸ εἰς εὐσέβειαν εὐτεχνές. Ἀποστέλλει μὲν γὰρ ἀγγέλους εἰρήνην αἰτήσοντας, καὶ τρυφερωτάτους πρὸς τὸν Ἡσαῦ δια‐ κομίσοντας λόγους· ἄνω τε γὰρ καὶ κάτω προστέταχε λέγειν· «Τάδε λέγει ὁ παῖς σου ὁ Ἰακώβ.» Τρέπεται

69

.

256

(50)

δὲ πάλιν αὐτὸς εἰς εὐχὰς, καὶ τὴν ἀεὶ σώζουσαν ἐπι‐ κουρίαν αὐτῶν οὐ διαλιμπάνει. Ἐμπεδοῖ δὲ, ὅτι τὴν εἰς τὸ μᾶλλον ἐλπίδα τῶν ἤδη παρῳχηκότων ἡ πεῖρα διεσάφει, λέγων· «Ἐν τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην, νυνὶ δὲ γέγονα εἰς δύο παρεμβολάς.»
55Ἔφη γὰρ, ὅτι Αὐτὴν μόνην τὴν οἴκοθεν ἔχων ῥάβδον διέβην τὸν Ἰορδάνην, καὶ πολλῶν γέγονα δεσπότης,
τὸ σὸν ἔχων εὐμενὲς, ὦ Δέσποτα. Εἰσόμεθα διὰ τού‐253

69

.

257

των τοίνυν καὶ ἡμεῖς, ὅτι πράους εἶναι δεῖ καὶ εἰρη‐ νικοὺς, καὶ διὰ παντὸς θηρᾶσθαι τρόπου τὸ διαζῇν ἀμαχί. «Δοῦλον γὰρ Κυρίου, φησὶν, οὐ δεῖ μάχε‐ σθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας,» κατὰ τὸ γε‐
5γραμμένον. Ἀποκεχρῆσθαι μὲν γὰρ καὶ ταῖς ἀνθρω‐ πίναις ἡμᾶς εὐτεχνίαις εἰς τὸ ἀγαθὸν, τὸ ἀπεῖργον οὐδὲν, εἴη δ’ ἂν, οἶμαι, τῶν λίαν ἐπαινουμένων. Ζητεῖν δὲ ἀνάγκη, κἂν εἰ τοῦτο γένοιτο παρ’ ἡμῶν, τὴν παρὰ Θεοῦ φροντίδα, καὶ τὴν ἄνωθεν ἐπικουρίαν,
10«οὐ φρονοῦντας τὰ ὑψηλά·» διενθυμουμένους δὲ μᾶλλον τὸ γεγραμμένον· «Ὅσῳ μέγας εἶ, τοσούτῳ ταπεινοῦ σεαυτὸν, καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν.» Οὕτω φρονεῖν τε καὶ δρᾷν ᾑρημένοι τὰ ἐκ τῆς εἰρή‐ νης κερδανοῦμεν ἀγαθὰ, καὶ τοὺς καθ’ ἡμῶν ἀγριαί‐
15νοντας εἰς ἡμερότητα μεταστρέψομεν. «Θῆρες γὰρ ἄγριοι, φησὶν, εἰρηνεύσουσί σοι.» Τοῦτο πέπραχεν Ἰακώβ. Οὐ γὰρ μόνοις τὸν ἀδελφὸν αἱμύλοις καὶ ἁπα‐ λοῖς ἐκμειλίσσεται λόγοις, ἀλλὰ καὶ ξενίων καὶ τῶν ὄντων ἐποιεῖτο κοινωνὸν, μερίδα λιπαρωτάτην ἀπο‐
20νέμων αὐτῷ, πρόβατά τε καὶ βόας, αἶγάς τε καὶ ὄνους, καμήλους καὶ μόσχους. Κρείττων γὰρ εἰρήνη χρημάτων, καὶ προοιχέσθω φιλίας τῆς εἰς ἀδελφοὺς τῶν προσκαίρων ἡ κτῆσις. Καὶ γοῦν ἐδεδίει μὲν, ὡς ἔφην, ὁ θεσπέσιος Ἰακὼβ, τὸν ἀδελφὸν Ἡσαῦ, καὶ ὡς
25αὐτίκα δὴ μάλα τὰ ἐξ ὀργῆς πεισόμενος, ἄθυμος ἦν, καὶ φθόνον πατήσας τὸν ἐν ἀρχαῖς περιέφυ τὸν Ἰα‐ κὼβ, καὶ σὺν δακρύοις ἠσπάζετο, καὶ τοῖς φύσεως νόμοις τὸ βραδύνειν δύνασθαι τὰ εἰς ἀγάπην ἐδίδου. Γέγραπται γὰρ, ὅτι «Καὶ προσδραμὼν Ἡσαῦ εἰς
30συνάντησιν αὐτῷ, καὶ περιλαβὼν αὐτὸν ἐφίλησε, καὶ προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔκλαυσαν ἀμφότεροι.» Καὶ ταῦτα δὴ πάντα τὰ πραότητος κατ‐ ορθώματα, καρπὸς ὑφειμένου καὶ ἀφιλοκόμπου φρο‐ νήματος, καὶ ξένιον εὐμενείας Θεοῦ τοῖς ἀγαπῶσι
35αὐτὸν, καταψιλοῦντος τὸ ἄναντες, καὶ καταλεαίνον‐ τος τὸ τραχὺ, καὶ ταῖς εὐθυμίαις καταπιαίνοντος τοὺς αὐτῷ προσκεῖσθαι σπουδάζοντας. Ἀλλ’ οἶμαι δὴ δεῖν εἰς θεωρίαν πνευματικὴν ἡμῖν μεταπλάττεσθαι τὸ διήγημα. Καὶ φέρε δὴ λέγωμεν ἀνόπιν ἰόντες, καὶ εἰς ἀρχὴν ἀνατρέχοντες τοῦ παντὸς λόγου. Σαφὲς γὰρ ἂν γένοιτο τοῖς χρηστομαθεῖν ᾑρημένοις τὸ Χρι‐
40στοῦ μυστήριον. γʹ. Φονῶντα τοίνυν τὸν ἀδελφὸν καὶ θηριωδῶς ἀγριαί‐ νοντα δεδειὼς, ὡς εἰκότως, ὁ θεσπέσιος Ἰακὼβ, τὴν εἰς Χαῤῥάν τε καὶ Λάβαν ἀποδημίαν ἐστέλλετο, συν‐ αινοῦντος αὐτῷ τὴν ἀποδρομὴν τοῦ πατρὸς, τουτέστι
45τοῦ Ἰσαάκ. Ἐδόκει γὰρ ὧδε παρακρούσασθαι δεῖν τοῦ λελυπημένου τὴν ἔφοδον. Ἀφιγμένος δὴ οὖν πρὸς Λάβαν, ἐμνηστεύετο μὲν τὰς τοῦ ἀνδρὸς θυγατέρας, Λείαν τε φημὶ καὶ Ῥαχὴλ, καὶ δὴ καὶ τέκνων ἐπλού‐ τει γονὴν, καὶ θρεμμάτων ἀγέλας, καὶ πρὸς τούτοις

69

.

257

(50)

ἔτι τὴν ἑτέραν οὐσίαν. Ἐπειδὴ δὲ ἧκεν εἰς τοῦτο λοι‐ πὸν εὐθυνίας, οἶκον ἴδιον ἔχειν ἐσκέπτετο, καὶ ἀπαίρει μὲν τῆς Χαῤῥὰν καὶ τῆς Λάβαν ἑστίας, ὁμοῦ τοῖς πε‐ πορισμένοις, καὶ μὴν καὶ μέρα γυναικῶν καὶ τέκνων. Διώκοντος δὲ τοῦ Λάβαν, κατελαμβάνετο μὲν, συνετί‐
55θει δὲ τὰ πρὸς εἰρήνην, καὶ τῆς ἀγάπης τὸν σύνδε‐ σμον ἐβεβαίου Χριστός. Ἀνεστηλοῦτο γὰρ ὁ λίθος
εἰς τύπον αὐτοῦ. Εἶτα μετὰ τοῦτο μεταθέοντος οἶκαδε255

69

.

260

λοιπὸν καὶ ἀποιχομένου τοῦ Λάβαν, συμβέβηκεν εἰς εἰρήνην καὶ αὐτῷ τῷ πάλαι φονῶντι καὶ ἀγριαίνοντι, τουτέστιν Ἡσαῦ. Κατησπάζοντο γὰρ ἀλλήλους, κατα‐ χωννύντες τρόπον τινὰ ταῖς εἰς φιλαλληλίαν συνδρο‐
5μαῖς, τὴν ἐπὶ τοῖς φθάσασι δυσθυμίαν. Ἐν τούτοις μὲν ὁ σύμπας τῆς ἱστορίας διεπεραίνετο λόγος, με‐ μνήμεθα δὲ καὶ ἡμεῖς τῷ μὲν Ἰακὼβ τὸ αὐτοῦ τοῦ Χριστοῦ περιθέντες πρόσωπον, εἰς δέ που καὶ τὸ τῶν ἐν πίστει δεδικαιωμένων. Τὸν δέ γε Ἡσαῦ ἀνατυποῦν
10ἔφαμεν ἐφ’ ἑαυτῷ τὸν ἐκ περιτομῆς καὶ ἐν νόμῳ λαόν· μάλισθ’ ὅτι καὶ αὐτὸς ὁ πάντων Δεσπότης Θεὸς ἐν ὠδῖσιν ἔτι τὴν τῶν νεανίσκων ἐχούσῃ δυάδα, τῇ Ῥεβέκκᾳ φησί· «Δύο ἔθνη καὶ δύο λαοὶ ἐκ κοιλίας σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ
15ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.» Ὃ δὴ καὶ τετέλε‐ σται διὰ Χριστοῦ. Πρῶτοι γὰρ ὄντες ὡς κατὰ χρόνον οἱ ἐξ Ἰσραὴλ, ὠνομασμένοι διὰ τοῦτο πρωτότοκοι, κατόπιν γεγόνασι, καὶ εἰς νῶτον τέθεινται τῶν διὰ πίστεως ἐν Χριστῷ, οἳ καὶ τὴν τοῦ πρωτοτόκου κε‐
20κληρονομήκασι δόξαν, διὰ τὸν ἐν αὐτοῖς πρωτότοκον, εἰ καὶ ἔστι μονογενὴς, ᾧ καὶ σύμμορφοι γεγόνασι, τὴν διὰ πνεύματος ἀναγέννησιν ἔχοντες εἰς ἀφθαρ‐ σίαν τε καὶ ἁγιασμόν. Φθόνῳ οὖν διακεκαυμένος, Ἡσαῦ, τουτέστιν ὁ Ἰσραὴλ, ἐδίωκε τὸν Ἰακὼβ, φη‐
25μὶ δὴ τὸν Χριστόν. Ἀδιαφορεῖ δὲ, ὡς ἔφην, ἐν τού‐ τοις ἡμῖν ὁ λόγος, τὸ πρέπον ἀεὶ θηρώμενος, καὶ ποτὲ μὲν εἰς Χριστὸν ἀναφέρων τὸν Ἰακὼβ, ποτὲ δὲ εἰς τὸν νέον ἐν πίστει λαόν. Δεδιωγμένος δὲ τρόπον τινὰ καὶ οὐχ ἑκὼν ὁ Χριστὸς εἰς τὴν τῶν ἐθνῶν ἀπ‐
30εδήμησε χώραν, διαῤῥήδην ἀνακεκραγώς· «Ἐγκατα‐ λέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ἐγεννήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ. Ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ
35τοῦτο ἐμίσησα αὐτήν.» Ἀλλὰ καὶ ταῖς ἐν τῷ κήπῳ γυναιξὶ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἐξ ἡμερό‐ τητος καὶ φιλανθρωπίας ἑαυτὸν ἐμφανῆ καθίστη, λέ‐ γων· «Ὑπάγετε, ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.»
40Ἀφιγμένος δὴ οὖν εἰς τὴν Γαλιλαίαν, καθὰ καὶ ὁ θεσπέσιος Ἰακὼβ εἰς Χαῤῥὰν, ἐποίμαινε τὰ πρόβα‐ τα Λάβαν, τουτέστι τοῦ κόσμου, τοῦ τῇ κτίσει λελα‐ τρευκότος, καὶ πεπλανημένου, καθὰ καὶ ὁ Λάβαν. Ἐκεῖ γεγονὼς, οἷά τις νυμφίος εἰσοικίζεται νοητῶς
45παρθένον ἁγνὴν, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, τουτέστι Ῥαχὴλ, συνεισάγων αὐτῇ καὶ τὴν ἤδη διὰ νόμου προ‐ κατεζευγμένην αὐτῷ, τὴν τῶν Ἰουδαίων Συναγωγὴν, ἧς τύπος ἡ Λεία. «Σέσωσται γὰρ τὸ κατάλειμμα τοῦ Ἰσραὴλ,» κατὰ τὴν τοῦ προφήτου φωνὴν, εἰ

69

.

260

(50)

καὶ μὴ πᾶσα τυχὸν ἡ πληθὺς τὴν διὰ πίστεως ἐν Χριστῷ τετίμηκε χάριν. Ἀναδεδειγμένος δὴ οὖν ὁ νυμφίος παρὰ τοῖς ἔθνεσιν ὁ Χριστὸς, καὶ ἀναγεννή‐ σας τῇ χάριτι πλείστους ὅσους εἰς υἱοθεσίαν ἐν πνεύ‐ ματι, καὶ θρεμμάτων λογικῶν οὐκ εὐαρίθμητον ἀλη‐
55θῶς ἀθροίσας ἀγέλην, ἐδιώχθη παρὰ τοῦ κόσμου. Πεπολεμήκασι γὰρ τῇ δόξῃ Χριστοῦ τῶν ἐν κόσμῳ
τινὲς τὰς ὑπερτάτω τιμὰς ἀνειμένοι, καὶ δυσκατ‐257

69

.

261

αγώνιστον ἐπὶ γῆς ἐσχηκότες τὴν δυναστείαν. Ἀλλὰ καὶ τούτου ἡ θεία δεδυσώπηκε χάρις. Συνέβη δὲ καὶ ὁ κόσμος εἰς εἰρήνην Χριστῷ, καθὰ καὶ ὁ Λάβαν τῷ Ἰακώβ. Ἀλλ’ ἐν ὑστέροις καιροῖς ὁ Κύριος ἡμῶν
5Ἰησοῦς Χριστὸς καὶ αὐτὸν οἰκειώσεται τὸν πάλαι διώκτην Ἰσραὴλ, καθάπερ ἀμέλει καὶ ὁ Ἰακὼβ τὸν Ἡσαῦ, μετὰ τὴν ἐκ τῆς Χαῤῥὰν ἐπάνοδον ἠσπάζετο. Ὅτι γὰρ εἰσδεχθήσεται μετὰ καιροὺς καὶ αὐτὸς ὁ Ἰσραὴλ εἰς ἀγάπησιν τὴν ἐπὶ Χριστῷ διὰ πίστεως,
10ἐνδοιάσαιμεν ἂν ἥκιστά γε τοῖς τῆς θεοπνεύστου Γραφῆς εἴκοντες λόγοις. Ἔφη γάρ που δι’ ἑνὸς τῶν ἁγίων προφητῶν ὁ τῶν ὅλων Δεσπότης· «Διότι ἡμέ‐ ρας πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βα‐ σιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ
15ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, οὔτε δήλων, καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπι‐ ζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βα‐ σιλέα ἑαυτῶν, καὶ ἐλπίσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ’ ἐσχάτου ἡμερῶν.» Συλλέγον‐
20τος γὰρ ἔτι τοὺς ἐξ ἐθνῶν πεπιστευκότας τοῦ πάν‐ των ἡμῶν Σωτῆρος Χριστοῦ, κατηρέμησέ πως ὁ Ἰσραὴλ, οὐ νόμον ἔχων τῶν πρακτέων τὸν βραβευτὴν, οὐ τῷ θείῳ θυσιαστηρίῳ τὰ νενομισμένα προσφέρων· περιμένων δὲ, ὥσπερ ἐκ τῆς τῶν ἐθνῶν κλήσεως ὑπο‐
25στρέφοντα Χριστὸν, ἐπὶ τὸ χρῆναι λοιπὸν καὶ αὐτὸν διὰ πίστεως εἰσοικίσασθαι, καὶ τῷ τῆς ἀγάπης νόμῳ μονονουχὶ καὶ συνθῆσαι τοῖς ἄλλοις. Ἐπιτήρει γὰρ, ὅτι χαίρων ἐπὶ τέκνων γοναῖς, καὶ πολλαῖς θρεμμά‐ των ἀγέλαις, ὑποστρέφει μὲν ἐκ Χαῤῥὰν Ἰακὼβ,
30ἐκδέχεται δὲ οὕτω λοιπὸν καὶ αὐτὸν εἰς ἀγάπησιν τὸν Ἡσαῦ. Ἐπιστρέψει τοίνυν κατὰ καιροὺς μετὰ τὴν τῶν ἐθνῶν κλῆσιν ὁ Ἰσραὴλ, καὶ αὐτὸν δὲ τὸν ἐν Χρι‐ στῷ πλοῦτον θαυμάσει. Ἔνεστι γὰρ εὐκόλως διὰ τῶν ἱστορικῶς πεπραγμένων καὶ τοῦτο αὐτὸ τοῖς ἐθέλουσι
35καταθρεῖν. Ἀπέστειλεν Ἰακὼβ ξένια τῷ Ἡσαῦ με‐ τατιθεὶς εἰς ἀγάπησιν, καὶ ταῖς τῶν δώρων φιλοτι‐ μίαις. Προσαπέστειλε δὲ καὶ ἀγγέλους εἰρηνικοὺς πρὸς αὐτὸν ἐρῶντας λόγους. Καὶ ὅτι παρέσται, καὶ οὐκ εἰς μακρὰν τὰ εἰς φιλίαν αὐτῶν καταστήσοντα,
40ἐναργὲς ἀποπεραίνει κατὰ καιροὺς καὶ τοῦτο ὁ Χρι‐ στός. Ἔφη γάρ που πρὸς Ἰουδαίους διὰ φωνῆς προ‐ φήτου· «Καὶ ἰδοὺ, ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν με‐ γάλην καὶ ἐπιφανῆ. Ὃς ἀποκαταστήσει καρδίαν πα‐
45τρὸς πρὸς υἱὸν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλη‐ σίον αὐτοῦ, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.» Ἐκεῖ‐ νος ἐλθὼν ἐντρέψει μου κατὰ τὸ εἰκὸς τὸν δυσάγωγον Ἰσραὴλ, ἀποστήσει τῆς ἀρχαίας ὀργῆς, φίλον κατα‐ σκευάσει καὶ εἰρηνικὸν τῷ Χριστῷ, μονονουχὶ καὶ

69

.

261

(50)

παρόντα δεικνύων τῆς παρ’ αὐτοῦ φιλοτιμίας τὰ ξένια, τουτέστι, τὴν τῶν πιστευόντων ἐλπίδα. Οὐ γὰρ εἰς μῆκος ἔτι καιρῶν τὰ τῆς ἐπαγγελίας οἰχή‐ σεται τοῖς τηνικάδε πιστεύουσιν, ἀλλὰ γείτων ἡ δωρεὰ, καὶ κατὰ πόδας ἡ χάρις. Καταργουμένου μὲν εὐθὺς τοῦ τῆς ἁμαρτίας υἱοῦ, καταφοιτῶντος δὲ μετὰ τῶν
55ἁγίων ἀγγέλων ἐξ οὐρανοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα
σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.259

69

.

264

(1t)

Ἔτι περὶ τοῦ Ἰακώβ.
2 αʹ. Κατῴχετο μὲν ἡ ἀνθρώπου φύσις διὰ τῆς ἁμαρτίας εἰς θάνατον. Ἐπειδὴ δὲ εἰς ἅπαν τοῦ σώ‐ ζειν εἰδότος ἀπενοσφίζετο, μονονουχὶ καὶ δορύληπτος
5ἦν ὁ κατ’ εἰκόνα τὴν θείαν τετεχνουργημένος, καὶ τῷ τῆς δουλείας ἄχθει κατεφορτίζετο. Ὑπετίθει γὰρ δὴ καὶ οὐχ ἑκὼν τὴν αὐχένα τῷ πλεονεκτήσαντι Σα‐ τανᾷ, ὃς καὶ ἐκ πολλῆς λίαν τῆς ἀγερωχίας (ὑπέρ‐ οφρυ γὰρ τὸ πνεῦμα τὸ πονηρὸν), ἁπάντων, ὡς ἔπος
10εἰπεῖν, τῶν ἐπὶ τῆς γῆς κατεθρασύνετο, λέγων· «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπει μοι.» Βεβασίλευκε γὰρ ἐκ πλεονεξίας, ὡς ἔφην, καὶ ὠνόμασται Θεὸς τοῦ
15αἰῶνος τούτου. Προσκεκύνηκε γὰρ ὁ κόσμος αὐτῷ, καὶ λελάτρευκε τῇ κτίσει παρὰ τὸν κτίσαντα. Ἐπει‐ δὴ δὲ καὶ εἰς τοῦτο ἐνηνεγμένους ταλαιπωρίας κατ‐ ηλέει Θεὸς, ἀποστέλλειν ἡμῖν τὸν Υἱὸν ἐξ οὐρανοῦ ἐπηγγέλλετο, τὴν ἀνθρώπου φύσιν ἀνακομίσαντα πά‐
20λιν εἰς ὅπερ ἦν ἐν ἀρχαῖς. «Καινὴ κτίσις τὰ ἐν Χριστῷ,» κατὰ τὰς Γραφάς. Διακομισταὶ δὲ τῶν εἰς ἡμᾶς ἀγαθῶν λόγων γεγόνασιν οἱ μακάριοι προ‐ φῆται, «Ὑπὲρ τῆς εἰς ἡμᾶς χάριτος προφητεύσαν‐ τες, ἐρευνῶντες εἰς τίνα καὶ ποῖον καιρὸν ἐδήλου τὸ
25ἐν αὐτοῖς πνεῦμα Χριστοῦ, προμαρτυρούμενον τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας, οἷς ἀπεκαλύφθη, ὅτι οὐχ ἑαυτοῖς, ἡμῖν δὲ διηκόνουν αὐ‐ τά.» Γράφει γὰρ οὕτως τοῦ Σωτῆρος ὁ μαθητής. Καὶ πολὺς μὲν ὁ παρ’ αὐτοῖς περὶ τῆς τοῦ Σωτῆ‐
30ρος ἡμῶν ἐνανθρωπήσεως λόγος, καὶ ὅτι κατὰ και‐ ροὺς ἀφίξεται λυτρωτής. Πρὸς εὐμάθειαν δὲ τῶν ἐν‐ τευξομένων ὀλίγα περ ἐνεγκεῖν τὸ λυποῦν οὐδέν. Ἐπίκλημα δὲ τοῖς Ἰουδαίων δήμοις τὸ χρῆμα ποιεῖ‐ σθαι πρέποι ἂν, ὡς ἐξ αὐτῶν ἔνεστι τῶν πραγμάτων
35ἰδεῖν. Καίτοι γὰρ ἐνὸν ἐκ προφητικῶν τοῦ Σωτῆρος καταθρῆσαι λόγων τὴν ἄφιξιν, μᾶλλον δὲ τάχα που καὶ συνιέντες οἱ τάλανες καὶ ἐξ αὐτῆς τῆς ἐν νόμῳ σκιᾶς, ἀντεφέροντο δυστρόπως τοῖς θεόθεν κεχρη‐ σμῳδημένοις, καὶ αὐτῷ τῷ Χριστῷ, ἢ καὶ ὅπερ
40ἔφη Παῦλος ἡμῖν ὁ σοφός· «Πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ ἀκούσωσι, μηδὲ συνιῶσι.» Καθὰ καὶ αὐτὸς εἴρηκεν ὁ Σωτήρ. Ἔφη τοίνυν, μᾶλλον δὲ καὶ αὐτὸν ἡμῖν εἰσκεκόμικε τὸν Ἐμμανουὴλ ἐν ἰδίαις
45συγγραφαῖς ὁ θεσπέσιος Ἡσαΐας λέγοντα σαφῶς· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐ‐ αγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυ‐

69

.

264

(50)

ρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως.» Ταῦτα γὰρ γέγονε τὰ λαμπρὰ τῆς ἐπιδημίας αὐτοῦ κατορθώ‐ ματα. Ὠσηὲ δὲ πάλιν ἔφη που περὶ αὐτοῦ· «Καὶ συναχθήσονται υἱοὶ Ἰούδα, καὶ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸ αὐτὸ, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ ἀναβή‐
55σονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεζραήλ.»
Πλεῖστοι μὲν γὰρ ὅσοι κατὰ καιροὺς οἱ παρὰ τοῖς261

69

.

265

Ἰουδαίοις καθηγηταὶ μόνοις τιμᾷν τοῖς χείλεσι ἀνα πείθοντες τὸν τῶν ὅλων Θεὸν, καὶ διδάσκοντες διδα‐ σκαλίαν ἐντάλματα ἀνθρώπων τοὺς ὑπὸ χεῖρα λαούς. Μία δὲ ἡ κατὰ πάντων τε καὶ ἐπὶ πάντας ἀρχὴ
5τέθειται Χριστὸς, καὶ ἀνέβημεν ἐκ τῆς γῆς, τουτ‐ έστι, τὰ ἄνω φρονεῖν δεδιδάγμεθα. «Μεγάλη γὰρ ἀληθῶς ἡ ἡμέρα τοῦ Ἰεζραὴλ,» τουτέστι, τῆς τοῦ Θεοῦ σπορᾶς, ἤτοι τοῦ Υἱοῦ. Ταύτης δὲ ἡμῖν τῆς ἡμέρας διεμέμνητο λέγων καὶ ὁ θεσπέσιος Δαβίδ·
10«Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμε‐ θα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Καὶ προσέτι Παῦλος ἡμῖν ὁ σοφώτατος· «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡ ἡμέρα σωτηρίας,» καθ’ ἣν δηλονότι καὶ σεσώσμεθα, Χριστοῦ καλοῦντος εἰς τοῦτο. Ὡς γὰρ ὁ
15σοφὸς εἴρηκε μαθητής· «Οὐκ ἔστιν ὄνομα ἕτερον ὑπὸ τὸν οὐρανὸν, τὸ δεδομένον ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.» Πεύσῃ δὲ λέγοντος καὶ Ἱερεμίου σαφῶς· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν· βασιλεύσει
20βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρῖμα καὶ δικαιο‐ σύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθή‐ σεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθό‐ τως. Καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Κύριος Ἰωσεδὲκ, ἐν τοῖς προφήταις.» Βεβασίλευκε
25γὰρ ἐφ’ ἡμᾶς δίκαιος βασιλεὺς ὁ Χριστὸς, κρῖμα πεποίηκε καὶ δικαιοσύνην, ἀπαλλάξας ἁμαρτιῶν τοὺς ἠπατημένους, καὶ καταδικάσας τὸν ἐχθρὸν τοῦ πλεον‐ εκτήσαντος Σατανᾶ. Τοὔνομα δὲ αὐτῷ Ἰωσεδὲκ, τουτέστι, δικαιοσύνη Θεοῦ. «Δεδικαιώμεθα γὰρ
30ἐν αὐτῷ, καὶ οὐκ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσα‐ μεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος.» Τοι‐ γάρτοι καὶ ἔφασκεν ὁ Θεὸς καὶ Πατήρ· «Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ τὸ ἔλεός μου ἀποκα‐ λυφθήσεται.» Ἔλεος γὰρ καὶ δικαιοσύνη γέγονεν
35ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Χριστὸς, ὃν αὐτῷ δὴ τούτῳ τῷ ὀνόματι καὶ ὁ λαμπρὸς τῶν ἁγίων ἀπ‐ εκάλει χορός. Ὁ μὲν γὰρ μακάριος Σαμουὴλ, ὁ δια‐ βόητος ἐν προφήταις, προσελάλει τοῖς ἐξ Ἰσραὴλ, λέ‐ γων· «Καὶ ἰδοὺ, ἐγὼ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ
40νεότητός μου καὶ ἕως τῆς ἡμέρας ταύτης. Ἰδοὺ ἐγὼ, ἀποκρίθητε κατ’ ἐμοῦ ἐνώπιον Κυρίου, καὶ ἐνώπιον Χριστοῦ αὐτοῦ.» Καὶ πάλιν· «Μάρτυς Κύριος ἐν ὑμῖν, καὶ μάρτυς Χριστὸς αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι οὐχ εὑρήκατε ἐν τῇ χειρί μου οὐ‐
45δέν.» Σαφεστέρως δὲ καὶ ὁ μακάριος Δαβὶδ τὰς τῶν Ἰουδαίων ἀπονοίας, καὶ τὸ ἀχάλινον θράσος τὸ κατὰ Χριστοῦ, καὶ τὸ εἰκαῖον ἐν σκέμμασι, καὶ μειρακιῶδες ἐν λογισμοῖς, μονονουχὶ καὶ καταιτιᾶται λέγων· «Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστη‐

69

.

265

(50)

σαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χρι‐ στοῦ αὐτοῦ.» Κενὰ γὰρ ὄντως τὰ τῆς Ἰουδαίων ἀμαθίας κατὰ Χριστοῦ βουλεύματα. Οὐ γὰρ ἂν ἀπ‐ έθανεν ἡ ζωὴ, οὐδ’ ἐν ταῖς ᾅδου πύλαις γέγονε κάτ‐
55οχος, ὁ καὶ τοῖς κάτω πνεύμασιν εἰπών· «Ἐξέλθητε·
καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε.» Κατεθρήνει263

69

.

268

δὲ καὶ τὴν Ἱερουσαλὴμ ὁ προφήτης Ἱερεμίας, ὡς ἀνοσίαν, ὡς Κυριοκτόνον, ὡς βέβηλον, ὡς ἀχάριστον. Ἔφη γὰρ οὕτω· «Πνεῦμα πρὸ προσώπου ἡμῶν, Χριστὸς Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐ‐
5τῶν, οὖ εἴπαμεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσι.» Δέον γὰρ ἑλέσθαι τὴν διὰ πίστεως χάριν, ὡς ὁδὸν σωτήριον, θεομαχοῦντες ἡλίσκοντο. Οὐκοῦν ὁ μὲν τῶν ὅλων Γενεσιουργὸς, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καθιεὶς ἑαυτὸν εἰς κένωσιν, κέχρισται
10παρὰ τοῦ Πατρὸς, καὶ γέγονε καθ’ ἡμᾶς. Καὶ ὁ τῆς κενώσεως σκοπὸς, εἰς τὸ διασῶσαι τοὺς ἐπὶ τῆς γῆς. Καὶ γοῦν ὁ προφήτης Σοφονίας εὐηγγελίζετο, λέγων· «Χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυσσε, θύγατερ Ἱερουσαλὴμ, εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς
15καρδίας σου, θύγατερ Ἱερουσαλήμ. Περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου. Βασιλεύσει Κύριος Ἰσραὴλ ἐν μέσῳ σου, οὐκ ὄψει κακὰ οὐκ ἔτι.» Οἱ δὲ ἀπειθεῖς καὶ ἄτεγκτοι, καὶ πέρα παντὸς ἰόντες θράσους, πεπαρῳνήκασιν εἰς
20αὐτὸν τὰ πάντων αἴσχιστα, καὶ δρῶντες εὐκόλως καὶ βουλευόμενοι προαλέστερον. Τοιγάρτοι καὶ ἐκτετί‐ κασι μὲν τῶν πλημμελημάτων τὰς δίκας. Κακοὶ γὰρ κακῶς ἀπολώλασι. Πλὴν οὐκ εἰς ἅπαν. Ἠλένηται γὰρ, καὶ σέσωσται τὸ κατάλειμμα, κατὰ τὴν τοῦ προφήτου φωνήν. βʹ. Ὅτι τοίνυν ταῦτα τοῦτον ἕξει τὸν τρόπον κατὰ καιροὺς, ὁ θεσπέσιος Ἰακὼβ ἐδιδάσκετο, Θεοῦ τὸ
25χρῆμα διαμορφοῦντος ἀστείως. Καὶ ὅπως, ἐρῶ, ἀνα‐ τιθεὶς δὲ ἀναγκαίως τὰ ἐξ ἱερῶν Γραμμάτων· ἔχει δὲ οὕτως· «Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην, ἔλαβε τὰς δύο γυναῖκας, καὶ τὰς δύο παιδίσκας, καὶ τὰ ἕν‐ δεκα παιδία αὐτοῦ, καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβὼ[χ],
30καὶ ἔλαβεν αὐτοὺς, καὶ διέβη τὸν χειμάῤῥουν, καὶ διεβίβασε πάντα τὰ αὐτοῦ. Ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ’ αὐτοῦ, ἕως πρωΐ. Εἶδε δὲ, ὅτι οὐ δύναται πρὸς αὐτὸν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος
35τοῦ μηροῦ Ἰακὼβ, ἐν τῷ παλαίειν αὐτὸν μετ’ αὐ‐ τοῦ. Καὶ εἶπεν αὐτῷ· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Ὁ δὲ εἶπεν· Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. Εἶπε δὲ αὐτῷ· Τί τὸ ὄνομά σού ἐστιν; Ὁ δὲ εἶπεν· Ἰακώβ. Καὶ εἶπεν αὐτῷ· Οὐ κληθήσεται
40ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομα σου, ὅτι ἐνίσχυσας μετὰ τοῦ Θεοῦ, καὶ μετὰ ἀνθρώ‐ πων δυνατός. Ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν· Ἀπ‐ άγγειλόν μοι τὸ ὄνομά σου. Καὶ εἶπεν· Ἵνα τί τοῦτο ἐρωτᾷς σὺ τὸ ὄνομά μου; Καὶ ηὐλόγησεν αὐτὸν ἐκεῖ,
45καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Εἶ‐ δος Θεοῦ. Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθεν αὐτὸν τὸ εἶδος τοῦ Θεοῦ. Αὐτὸς δὲ ἐπέσκαζε τῷ μηρῷ αὐτοῦ.» Διεβίβασε τὸν Ἰαβὼχ,

69

.

268

(50)

ἤτοι τὸν χειμάῤῥουν, ὁ θεσπέσιος Ἰακὼβ πάντα τὰ αὐτοῦ, καὶ αὐτὸς ἀπομεμένηκε μόνος. Εἶτα τὸ χρῆ‐ μα, πῶς οὐκ ἄξιον ἰδεῖν; Φέρε οὖν καταθρήσωμεν τὴν αἰτίαν. Κατ’ εὐθὺ γὰρ οὗτος ὁ λόγος ἡμῖν τῶν πνευματικῶν οἰχήσεται.
55 γʹ. Ἐν Ἐδὼμ καὶ Σηῒρ κατῴκησεν Ἡσαῦ, καὶ κατ‐ εκράτει τῆς γῆς, καὶ ἐν δυναστείαις ἦν ταῖς οὐκ
ὑπὲρ χεῖρα τὴν Ἰακώβ. Ἐπειδὴ δὲ τῆς τῶν ποταμῶν265

69

.

269

ἀπαίροντι μέσης καὶ τῆς τοῦ Λάβαν ἑστίας, καὶ εἰς τὴν πατρῴαν ἐλθεῖν διασπεύδοντι γῆν, πᾶσά πως ἦν ἀνάγκη δι’ Ἐδὼμ ποιεῖσθαι τὴν ἀποδρομὴν, οἰ‐ κονομικωτάτως λίαν τὴν πρὸς τὸν ἀδελφὸν εἰρήνην
5ἠσπάζετο, καὶ δὴ καὶ ἀγγέλους ξενίας ἅμα λαμπρὰς προβαδίζειν εἶπεν, ὅτι καὶ αὐτὸς ὀψόμενος ἥξει, προσερῶν τε ἅμα προκαταμηνύειν ἐκέλευε δώροις τε καὶ λόγοις τιθάσσων ἀποφαίνει τὸν πάλαι φονῶντα καὶ ἀγριαίνοντα. Ἐπειδὴ δὲ παρῆσαν οἱ προεσταλμέ‐
10νοι, λέγοντες· «Ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ἡσαῦ καὶ ἰδοὺ αὐτὸς ἔρχεταί σοι εἰς συνάντησιν, καὶ υʹ ἄνδρες μετ’ αὐτοῦ·» περιδεὴς δὲ ἦν ἄγαν ὁ θεσπέσιος Ἰακώβ· οὐ γὰρ ἔχων εἰδέναι σαφῶς πο‐ τέρῳ δὴ φίλῳ καὶ εἰρηνικῷ περιτεύξεται, ἢ ὡς οὐδὲν
15ἧττον ἀνεπτοημένῳ πρὸς τὸ αὐτῷ σύνηθες θράσος, καὶ τὰ ἐκ φθόνου δρᾷν ᾑρημένῳ· «Διεβίβασεν ὁ Ἰα‐ κὼβ πάντα τὰ αὐτοῦ, καὶ ἀπομεμένηκε μόνος·» ἐκεῖνο, οἶμαί που, πάντως καθ’ ἑαυτὸν ἐννενοηκὼς, ὡς εἰ μὲν ὀφθείη χρηστός τε καὶ πρᾶος, χαλεπὸν
20οὐδὲν παρεῖναί τε καὶ προσειπεῖν, διαβιβασθέντα πά‐ λιν γύναιά τε καὶ τέκνα. Εἰ δὲ ἥκοι σκληρὸς καὶ δύσ‐ ερις ἔτι, καὶ τοῦ φονᾷν οὐκ ἀμείνων, φείσεται μὲν νηπίων, καὶ τὸ τῶν γυναίων ἐλεήσει δάκρυον· κατα‐ λαβὼν δὲ μόνον αὐτὸν, ἐκπλήσει τὰ ἐκ θυμοῦ, καὶ
25ἀποχρῶν ἔσται πρὸς ἄρκεσιν αὐτῷ τοῦ λελυπηκότος ὁ θάνατος. Πλὴν ὅτι καὶ ἐλπίδος ἐπέκεινα τοῦτο αὐ‐ τῷ προβέβηκε δυνάμει Θεοῦ, ὡς φθάσαντες ἤδη προείπομεν. «Ἠσπάσαντο γὰρ ἀλλήλους.» Ἀπὸ τοίνυν τοῦ συμβεβηκότος, τοῦ μυστηρίου τὴν δυνάμιν
30ἐπαιδεύετο. Πῶς, ἢ τίνα τρόπον, ἐρῶ δὴ πάλιν, Διεβί‐ βασε μὲν γὰρ πάντα αὐτοῦ τὸν χειμάῤῥουν. Ἐπειδὴ δὲ ἀπομεμένηκε μόνος, ἐπάλαιεν ἄνθρωπος μετ’ αὐ‐ τοῦ ἕως πρωΐ. Τὸν μὲν οὖν προσπαλαίοντά φαμεν ἅγιον ἄγγελον, τύπον Χριστοῦ τοῦ καθ’ ἡμᾶς διὰ τὸ
35ἀνθρώπινον. Ὅτι δὲ μὴ καὶ αὐτὸς τοῖς ἄλλοις ὁμοῦ διέβη τὸν χειμάῤῥουν, ἤτοι τὸν Ἰαβὼχ, ὃς ἑρμηνεύε‐ ται πάλη, γέγονεν αὐτοῖς ἡ δοκοῦσα μάχη. Καὶ τίς ἂν νοοῖτο πάλιν ὁ τοῦδε λόγος, ἤτοι νοῦς ὁ ἐσωτάτω; Πρὸς μὲν γὰρ τοὺς διαβαίνοντας τὸν Ἰορδάνην, οὗ
40καὶ εἰς τύπον ὁ Ἰαβὼχ, οὐ παλαίει Χριστὸς, οὐδὲ ἐν τάξει πολεμίων ἢ ἀντιπάλων ποιεῖται τοὺς τὰ αὐτοῦ τιμῶντας μυστήρια. Διασώζει δὲ μᾶλλον καὶ νενικη‐ κότας τὸν κόσμον, ὡς ἐν μάχῃ τῇ, φημὶ, νοητῇ, στεφανοῖ, καὶ ταῖς ἀνωτάτω καταφαιδρύνει τιμαῖς. Πάλη δὲ
45ὄνομα τῷ ποταμῷ. «Βιαστὴ γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.» Καὶ, «Στενὴ λίαν ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.» Ὅτι τοίνυν ἔμελλον [οἱ] ἐξ Ἰακὼβ ἐσόμενοι κατὰ καιροὺς,

69

.

269

(50)

οὔτε διαβήσεσθαι τὸν Ἰορδάνην, τουτέστι, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος χάριν, καὶ ἀνοσίως ἀτιμάσαι, καὶ αὐτὸν δὲ λοιπὸν ἀντίπαλον ἕξειν τὸν Ἐμμανουὴλ, ὑπεδήλου τὸ γεγονός. Ὅτι γὰρ οἱ μὴ τιμῶντες τῇ πίστει καταλογισθήσονται πάντη τε καὶ πάντως
55εἰς ἀνθεστηκότας, πληροφορήσει λέγων αὐτὸς ὁ Σωτήρ· «Ὁ μὴ ὢν μετ’ ἐμοῦ, κατ’ ἐμοῦ ἐστιν.» Ἀλλὰ μετ’
αὐτοῦ μὲν εἶεν οἱ πεπιστευκότες. Ἀληθὲς δὲ ὅτι καὶ267

69

.

272

τὸ ἔμπαλιν, πῶς ἂν ἐνδοιάσειέ τις; Πλὴν «Ἐπάλαιε, φησὶ, μετὰ Ἰακὼβ ὁ ἄνθρωπος ἕως πρωΐ, καὶ εἶδεν ὅτι οὐ δύναται πρὸς αὐτόν.» Ἀκούεις, ὅπως ἐν νυκτὶ γέγονεν ἡ πάλη; Ἠλέγχετο δὲ πίπτων καὶ νικώ‐
5μενος, ὅτι τὰ ἀνέφικτα ἐζήτει, θεομαχεῖν ᾑρημένος, καὶ περισσεύεσθαι τοῦ πάντα ἰσχύοντος Θεοῦ. Τοῦτο, οἶμαι, ἐστὶν, ὅπερ ἔφη ψάλλων καὶ ὁ θεσπέσιος Δα‐ βὶδ περὶ τῶν ἐξ Ἰσραὴλ, ὅτι δεινὰ κατὰ τῆς ἑαυτῶν κεφαλῆς ἐσκέπτοντο, ἵνα μὴ λέγοιμι Χριστοῦ· «Δι‐
10ελογίσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι.» Ἐμα‐ χαίσατο τοίνυν ὁ Ἰσραὴλ τῷ Χριστῷ, ἐν σκότῳ γεγο‐ νὼς, τουτέστι, τὸν θεῖον νοῦν εἰς φωτισμὸν οὐκ ἔχων, οὔτε μὴν τὴν διαυγάζουσαν ἡμέραν, οὔτε τὸν ἀν‐ ίσχοντα νοητῶς ἑωσφόρον ἐν ταῖς τῶν πιστευόντων
15καρδίαις. Διαμεμένηκε γὰρ ἀπειθὴς, καὶ ὡς ὁ προ‐ φήτης φησὶν, «Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος· μείναντες αὐγὴν, ἐν ἀωρίᾳ περιεπά‐ τησαν.» Ἀλλ’ ὅγε θεσπέσιος Παῦλος, τοῖς ἐν πίστει δεδικαιωμένοις, καὶ τὸν διὰ Πνεύματος πλουτισμὸν
20ἐκπεπλουτηκόσιν ἐπιστέλλει, λέγων· «Οὐκ ἐσμὲν νυκτὸς, οὐδὲ σκότους, ἀλλ’ υἱοὶ φωτὸς καὶ ἡμέρας.» Ὅτι δὲ ἀμείνους τῆς Ἰουδαίων ἀμαθίας γεγόνασι, καὶ τὸν ἐκείνοις πρέποντα παρήλασαν σκότον, ὑπ‐ εδήλου προστιθείς· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα
25ἤγγικεν. Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός· ὡς ἐν ἡμέρᾳ, εὐσχη‐ μόνως περιπατήσωμεν.» Οὐκοῦν, ἐν ἡμέρᾳ μὲν οἱ πιστεύσαντες, οἱ δὲ ἀπειθεῖς ὡς ἐν νυκτὶ καὶ ἐν σκότῳ μάχονται τῷ Χριστῷ. Τοῦτο πεπράχασιν οἱ
30ἐξ Ἰακὼβ, πλὴν ἠσθενήκασι καὶ νενίκηνται, καὶ ὀρθοποδεῖν οὐκ ἔχουσιν. «Ἥψατο» γὰρ, «φησὶν, ὁ παλαίων ἄνθρωπος μετὰ τοῦ Ἰακὼβ τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μη‐ ροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ’ αὐτοῦ.» Τί
35δὲ δὴ ἄρα κἀντεῦθεν εἰσόμεθα, φέρε λέγωμεν. Ὡς δὲ ὁ μηρὸς ὡς ἐπίπαν παρά γε τῇ θεοπνεύστῳ Γρα‐ φῇ τὰ εἰς τέκνων γονὴν ἀναγκαῖα τοῦ σώματος ὑπ‐ εμφαίνει μόρια, καὶ αὐτὴν δὲ λοιπὸν ὡς ἐκ τούτου τὴν γονήν. Περὶ μηροὺς γὰρ ἅπασι τὰ παιδογόνα
40κεῖται μέλη. Καὶ γοῦν ὁ μακάριος Ἀβραὰμ, ὅτε τὸν γνήσιον οἰκέτην γυναῖκα ληψόμενον τῷ Ἰσαὰκ εἰς τὴν τῶν ποταμῶν ἐξέπεμψε μέσην, ὀμνύειν ἐκέλευεν, οὕτω λέγων· «Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου·» τουτέστι, Ὄμνυθι κατὰ Θεοῦ, καὶ κατὰ τῶν
45ἐσομένων ἐξ ἐμοῦ, καὶ γονῆς τῆς δεσποτικῆς. Ὁ μηρὸς οὖν, τοὺς ἐκ μηρῶν σημαίνεται. Ἐνάρκησε τοίνυν ὁ μηρὸς Ἰακώβ. Ἐχώλαναν γὰρ οἱ ἐκ τῶν μηρῶν αὐτοῦ γεγονότες, τουτέστιν, οἱ ἐξ Ἰσραήλ. Καὶ μάρτυς αὐτὸς ὁ Σωτὴρ διὰ φωνῆς τοῦ Δαβὶδ,

69

.

272

(50)

οὕτω λέγων· «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι· υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρί‐ βων αὐτῶν.» Ὅτι δὲ χωλότητα νοητὴν ὑπομεμέ‐ νηκεν ὁ Ἰσραὴλ, καὶ ὁ σοφὸς ἠπίστατο Παῦλος. Γράφει γοῦν καὶ αὐτός· «Διὸ τὰς παρειμένας χεῖ‐
55ρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ
τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν,» ἵνα μὴ269

69

.

273

τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον. Ἴασις δὲ τῆς τοιᾶσδε χωλότητος οὐκ ἂν ἑτέρως γένοιτό ποτε, πλὴν ὅτι διὰ μόνης τῆς εἰς Χριστὸν πίστεως καὶ ἀγάπης. Οἱ δὲ τὴν πίστιν οὐ προσηκάμενοι μεμενή‐
5κασιν ἐν χωλότητι, καὶ ἐν ἐκτροπῇ τοῦ πάθους, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Αἴνιγμα δὴ οὖν τῆς Ἰσραὴλ χωλότητος νοητῆς, τὸ συμβεβηκὸς τῷ Ἰακὼβ περὶ μηρὸν πάθος ἐν τῷ παλαίειν αὐτόν. Πλὴν ὅτι ψευδοεπήσαιμεν ἂν οὔ τί που, διαβεβαιού‐
10μενοί τε καὶ λέγοντες, ὅτι τοῖς ἐν νυκτὶ καὶ σκοτει‐ νὸν ἔχουσι νοῦν ἀντιφέρεται τρόπον τινὰ καὶ προσ‐ παλαίει Χριστὸς, παραλύων εἰς χωλότητα τὴν πνευματικὴν, ἀναμάθοι τις ἂν οὐδὲν ἧττον εὐκόλως καὶ διὰ τῶν ἐφεξῆς. Ἔφη γὰρ τῷ Ἰακὼβ ὁ προσπα‐
15λαίων ἄνθρωπος· «Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος.» Συνίης, ὅπως οὐκ ἀνέχεται παλαίειν διαυγα‐ ζούσης ἡμέρας. Οὐ γὰρ μάχεται τοῖς ἐν φωτὶ γεγο‐ νόσι. Οἷς ἂν εἴη πρέπον, τοῖς εἰς τοῦτο λαμπρότατον διεληλυθόσι, καὶ τὸ φάναι λοιπόν· «Ὁ Θεὸς, ὁ Θεός
20μου, πρὸς σὲ ὀρθρίζω.» Καὶ πρός γε δὴ τοῦτο, τὸ, «Πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, πρωῒ παραστή‐ σομαί σοι, καὶ ἐπόψεις με. Ἀνίσχοντος γὰρ κατὰ νοῦν ἡμῖν τοῦ τῆς δικαιοσύνης φωτὸς, τουτέστι Χριστοῦ, καὶ νοητὴν ἐν καρδίαις ἡμῶν ἱέντος αὐ‐
25γὴν, τότε δὴ, τότε καὶ μάλα λαμπροὶ παραστησόμεθα τε αὐτῷ διὰ τῆς εἰς ἅπαν ἐπιεικείας, καὶ τῆς ἄνω‐ θεν ἐποπτείας ἑαυτοὺς ἀποφανῶμεν ἀξίους· «Ὀφθαλ‐ μοὶ γὰρ Κυρίου, φησὶν, ἐπὶ δικαίους.» Ὄρθρου δὴ οὖν ἀνίσχοντος ἤδη, καταλύει τὴν πάλην. Θέα δὴ
30ὅπως οἰκονομικῶς καὶ εὐτεχνέστατα λίαν διδάσκει τὸν Ἰακὼβ ἀποφοιτᾶν ἐθέλοντα, μεταποιεῖσθαί τε καὶ λίαν ἐπιθυμεῖν ἐπιδοῦναι τῶν ἀναγκαίων εἰς σω‐ τηρίαν αὐτῷ. Ὁ γὰρ ὅλως νενικηκὼς, καὶ ἀποστῆ‐ ναι δυνάμενος, κἂν εἰ μὴ μεθοῖτο τυχὸν ὁ νενικη‐
35μένος, ἐξουσίαν δὲ ὥσπερ ἐπιδιδοὺς τοῦ, εἴπερ ἕλοιτο, καὶ ἀπρὶξ ἔχεσθαι τυχὸν, «Ἀπόστειλόν με,» φησί. Τούτῳ προσεοικὸς εὑρήσομεν τὸ πρὸς Μωσέα παρὰ Θεοῦ σοφῶς τε καὶ οἰκονομικῶς εἰρημένον. Ἐβούλετο μὲν γὰρ εἰδωλολατροῦντα κατὰ τὴν ἔρη‐
40μον (μεμοσχοποίηκε γὰρ) ἐξαιτῆσαι δίκας τὸν ἀπό‐ πληκτον Ἰσραήλ. Ἐφιεὶς δὲ ὥσπερ τῷ μακαρίῳ Μωσεῖ, κατακωλύειν, εἰ βούλοιτο, τὴν ὀργὴν, καὶ τὰς ὑπὲρ τῶν ἡμαρτηκότων ποιεῖσθαι λιτὰς, «Λελάληκα πρὸς σὲ, φησὶν, ἅπαξ καὶ δὶς, λέγων· Ἑώρακα τὸν
45λαὸν τοῦτον, καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστιν· ἔασόν με, ἐξολοθρεύσω αὐτοὺς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα.» Ἐπειδὴ δὲ συνῆκεν ὁ Μωσῆς τῆς θείας ἡμερότητος τὴν οἰκονομίαν, ἐπὶ τὸ κωλύειν

69

.

273

(50)

ἔρχεται, καί φησιν· «Εἰ μὲν ἀφῇς αὐτοῖς ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ταύτης ἧς ἔγραψας.» Οὐκοῦν κατὰ τοιόνδε τρόπον πρὸς Ἰακὼβ εἴρηται τὸ, «Ἀπόστειλόν με,» παρὰ τοῦ παλαίοντος πρὸς αὐτόν. Ὁ δὲ τάχυ που συνιεὶς τίς ὁ
55παλαίων ἐστὶ, καὶ ἐν αἰσθήσει λοιπὸν τοῦ παντὸς γεγονὼς πράγματος, μεταποιεῖται λίαν, καί φησιν·
«Οὐ μή σε ἀνῶ, ἐὰν μή με εὐλογήσῃς.» Ηὐλόγηται271

69

.

276

δὲ, καὶ γέγονεν αὐτῷ τῆς εὐλογίας ὁ τρόπος, ὁ ἐξ ὀνόματος τοῦ πρώτου πρὸς ἕτερον μεταβιβασμός. «Οὐ κληθήσεται γὰρ, φησὶν, ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ’ ἢ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου·» [τοῦ μὲν Ἰακὼβ] σημαίνοντος τὸν πτερνίζοντα, τουτέστι, τὸν εὐδρανῆ καὶ νηφάλιον εἰς τὸ δύνασθαι κατορθοῦν ἃ δεῖ· τοῦ δὲ Ἰσραὴλ νοῦν ὁρῶντα Θεὸν ἑρμηνευομένου. Τίς οὖν ὁ λόγος, φέρε δὴ λέγωμεν, βραχὺ τὴν ἀφήγησιν ἀνό‐
5πιν ἀνασειράζοντες. δʹ. Παλαίσας ὁ Ἰακὼβ καὶ νενικημένος, καὶ πα‐ θὼν ἐν σκότῳ τὴν νάρκωσιν, τὴν ἐν μηρῷ δηλονότι, λοιπὸν ἀντέχεται τοῦ παλαίοντος ὡς εἰρηνικῶς, διαυ‐ γάζοντος φωτὸς, καὶ ὄρθρου λοιπὸν ἤδη γεγονότος·
10ἐξεβιάζετο δὲ ὥσπερ εἰς εὐλογίας αὐτὸν, καὶ δὴ καὶ ηὐλόγηται· μετωνόμασται γὰρ Ἰσραήλ. Ἀντεξάγων γὰρ ὥσπερ ὁ Ἰσραὴλ τῷ Ἐμμανουὴλ τὸ ἀπειθὲς καὶ δυσάγωγον, πλὴν ὡς ἐν ἀγνοίᾳ καὶ σκότῳ, τῷ τῆς ἀμαθίας, φημί. Πεπώρωτο γάρ· ἐπέγνω μόλις
15ἀνίσχοντος καὶ αὐτῷ κατὰ νοῦν τοῦ θείου φωτός. Ηὐλόγηταί τε παρὰ Χριστοῦ, εἰ καὶ μὴ ἅπας τυχὸν, ἀλλ’ οὖν ἐν μοίρᾳ τινὶ τῶν πεπιστευκότων. «Γέγονε γὰρ λεῖμμα κατ’ ἐκλογὴν χάριτος» τῷ Ἰσραὴλ, κατὰ τὸ γεγραμμένον, καὶ πεπιστεύκασι τῶν Ἰουδαίων
20οὐκ ὀλίγοι τὸν ἀριθμόν. Καὶ πρό γε τῶν ἄλλων οἱ θεσπέσιοι μαθηταὶ, οἳ ποτὲ μὲν ἦσαν Ἰακὼβ, τὸ ἀ‐ δρανὲς ἔχοντες ἐν νόμῳ, καὶ οἱονεὶ πτερνίζοντες, περιπνεύοντές τε γοργῶς, καὶ ὅτι μάλιστα παραι‐ τούμενοι τὸ προσκρούειν Θεῷ. Ἄμεμπτοι γὰρ ἦσαν
25κατὰ δικαιοσύνην τὴν ἐν τῷ νόμῳ. Γεγόνασι δὲ μετὰ τοῦτο καὶ Ἰσραὴλ, τουτέστι, μετακεχωρήκασιν εἰς νοῦν ὁρῶντα Θεὸν λοιπόν. Τὸ γὰρ εἰδέναι Χριστὸν, τίς δὴ ἄρα, καὶ πόθεν γέγονε καθ’ ἡμᾶς, ἢ ποῖος αὐτῷ τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ τρόπος· τοῦτο εἶναί
30φημι, τῆς ἀληθοῦς θεοπτ[ε]ίας τὸ φῶς εἰσδέξασθαι κατὰ νοῦν. Ὅτι δὲ μείζων, καὶ προφερεστέρα, καὶ ἀσυγ‐ κρίτως ἀμείνων τῆς ἐν νόμῳ πολιτείας ἡ περὶ Θεοῦ γνῶσις, πληροφορήσει λέγων αὐτὸς δι’ ἑνὸς τῶν προφητῶν· «Ὅτι ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ
35ἐπίγνωσιν Θεοῦ, ἢ ὁλοκαυτώματα.» Καὶ Παῦλος, ὡς γεγένητο μὲν «κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ,» λαμπρός τε καὶ ἄμεμπτος· «Ἡγεῖται δὲ τὰ τοιαῦτα ζημίαν, διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ.» Ὅτι δέ ἐστι καὶ τῆς ἐν ἔργοις φαιδρότητος, ἐν ἀμεί‐
40νοσιν ἡ ἀκιβδήλευτος γνῶσις περὶ Χριστοῦ, σαφηνιεῖ δὴ πάλιν Τιμοθέῳ γράφων ὁ Παῦλος, γυμνάζεσθαι αὐτὸν πρὸς εὐσέβειαν· «Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς
45τῆς νῦν καὶ τῆς μελλούσης.» Ὡς γὰρ αὐτὸς εἴρη‐ κεν ὁ Σωτὴρ πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα, «Αὔτη ἐστὶν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Οὐκοῦν κἂν εἴ τις εἴη τυχὸν Ἰακὼβ, τουτέστιν, εἰ

69

.

276

(50)

πτερνίζειν δύναιτο, καὶ διαδιδράσκειν ἀστείως καὶ νεανικῶς πᾶν ὅπερ ἐστὶ παραλύειν εἰδὸς καὶ καλοῦν εἰς ἁμαρτίαν, προκόψει διὰ Χριστοῦ καὶ εἰς σύν‐ εσιν ἁγιοπρεπῆ. Κεκλήσεται δὲ καὶ Ἰσραὴλ, του‐ τέστι, Θεὸν ὁρῶν. Τότε δὴ, τότε καὶ μετὰ ἀνθρώπων
55ἔσται δυνατὸς, ἐνισχύσας μετὰ Θεοῦ. Οὐ γὰρ οὖν τὸ ἄναλκι κατηῤῥωστηκότος ἔργον ἂν γένοιτο τὸ εἰδέναι
Θεὸν, καὶ τὴν ἐπ’ αὐτῷ γνῶσιν ἑλεῖν, εἰ καὶ ἐν273

69

.

277

ἐσόπτρῳ βλέποι καὶ αἰνίγματι· ἀλλὰ τοῦ πρὸς τοῦτο λοιπὸν ἀσθενείας ἐνηνεγμένου, ὡς δι’ οὐ‐ δενὸς μὲν ποιεῖσθαι λόγου τὰ σαρκικὰ καὶ ἐγκόσμια· γοργῷ δὲ ὥσπερ καὶ ἀκαθέκτῳ φρονήματι διᾴττειν
5δύνασθαι πρὸς τὸ τῷ Θεῷ δοκοῦν· ὅτι οὗτος ἔσται δυνατὸς ἐν ἀνθρώποις, καὶ ἐνισχύσει μετὰ Θεοῦ. Οὐκοῦν ηὐλόγηται μὲν ὁ θεσπέσιος Ἰακὼβ, προσελι‐ πάρει δὲ λέγων· «Ἀνάγγειλόν μοι ὄνομά σου. Καὶ εἶπε, φησίν· Ἵνα τί τοῦτο ἐρωτᾷς σὺ τὸ ὄνομά μου;»
10Οὐκ ἀπαγγέλλει δὲ τοὔνομα Θεὸς, ὅτι κατὰ φύσιν ἐστὶ, καὶ διὰ τούτου δεικνύς. Ὄνομα μὲν γὰρ ὡς ἀνθρώπῳ τυχὸν ἰδικῶς οὐδὲν ἂν εἴη Θεῷ· πλὴν ἐξ ὧν εἶναι πέφυκε πολλαχῶς ὀνομάζεται. Φῶς γὰρ, καὶ ζωὴ, καὶ δύναμις, καὶ ἀλήθεια, μονογενὴς, καὶ ἀπ‐
15αύγασμα, καὶ χαρακτὴρ τοῦ γεννήσαντος, ἔλεος, καὶ σοφία, καὶ δικαιοσύνη, καὶ ἀπολύτρωσις. Συνιεὶς δὲ δὴ πάλιν ὁ μακάριος Ἰακὼβ, ὅτι Θεὸς ἂν εἴη λοιπὸν, ᾧ μηδὲν ὄνομα προσκέοιτο ἂν ἰδικῶς, ἐκά‐ λεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, «Εἶδος Θεοῦ. Εἶδον
20γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, φησὶ, καὶ ἐσώ‐ θη ἡ ψυχή μου.» Ἄθρει δὴ οὖν ὅπως γέγονεν Ἰσραὴλ, τουτέστι, Θεὸν ὁρῶν. Ἀνθρώπου παλαίοντος, ἑώρα, φησὶ, τὸν Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ σε‐ σῶσθαι τὴν ἑαυτοῦ ψυχήν. Ἡ γάρ τοι γνῶσις ἡ
25ἐπὶ Χριστῷ, χρῆμά ἐστι σωτήριον. Θεὸς οὖν ἄρα καὶ μετὰ σαρκὸς ὁ Λόγος. Θεὸν γὰρ ἑωρακέναι φησὶ πρόσωπον πρὸς πρόσωπον ὁ πατριάρχης Ἰακώβ. Ἀνατείλαντος δὲ τοῦ ἡλίου, «Παρῆλθε, φησὶ, τὸ εἶδος τοῦ Θεοῦ· αὐτὸς δὲ ἐπέσκαζε τῷ μηρῷ.» Ὡς γὰρ
30ἔφην ἤδη, πεφωτισμένων τῶν Ἰουδαίων, πέπαυται μὲν ἡ πάλη. Παρήλασε δὲ καὶ τὸ εἶδος τοῦ Θεοῦ, τουτέστιν, ἀναβέβηκεν εἰς οὐρανοὺς ὁ Χριστός. Οὐκ ἀπήλλακται δὲ χωλότητος ὁ Ἰσραήλ. Σέσωσται γὰρ οὐχ ἅπας. Πάσχει δὲ ὥσπερ διὰ τῶν ἀπειθούντων
35ἐπὶ τὸ μὴ εἰς ἅπαν ὀρθοποδεῖν. Μετωνόμασται τοί‐ νυν Ἰσραὴλ, καὶ εἰς νοῦν ὁρῶντα Θεὸν ὁ πτερνιστὴς μετεγράφετο. Καὶ τί μετὰ τοῦτο πάλιν; «Καὶ Ἰα‐ κὼβ ἀπαίρει, φησὶν, εἰς σκηνὰς, καὶ ἐποίησεν ἑαυ‐ τῷ οἰκίας, καὶ τοῖς κτήνεσιν ἑαυτοῦ ἐποίησε σκη‐
40νάς. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Σκηναί.» Ἀκούεις ὅπως κατῴκησεν ἐν σκηναῖς. Σημεῖον δ’ ἂν γένοιτο καὶ τοῦτο σαφὲς τῆς εἰς τὸ ἄμεινον μεταδρομῆς τῆς εἰς Ἰσραὴλ διανοίας. Σκη‐ νοποιήσας γὰρ ἤδη, καὶ κατῴκησεν ἐν αὐταῖς. Νοῦ
45γὰρ ἤδη βλέποντος καὶ θεοπτ[ε]ίας ἠξιωμένου, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπιδόσεσιν εἰς τελειότητα τεθραμμέ‐ νου τε καὶ ἀναθέοντος, καρπὸς ἂν γένοιτο παρὰ Θεῷ τίμιος, τὸ δι’ οὐδενὸς μὲν ἔτι ποιεῖσθαι λόγου τὰ ἐν τῷδε τῷ κόσμῳ πράγματα, παροικίαν δὲ μᾶλλον

69

.

277

(50)

οἴεσθαι τὴν ἐν σώματι ζωήν. Νοῦς γὰρ οὗτος ἁγιο‐ πρεπὴς καὶ πολιτείας ἐξαιρέτου καὶ ἀνῳκισμένης μήνυσις ἀκριβής. Πείθοιο δ’ ἂν εἰς τοῦτο λοιπὸν ὑπεροχῆς ἀφιγμένου καὶ ψάλλοντος τοῦ μακαρίου Δαβίδ· «Ἄνες μοι, ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ
55καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου.» Γράφει δὲ καὶ ὁ Παῦλος τοῖς εἰς μέτρον ἡλικίας
ἥκουσι τοῦ πληρώματος τοῦ Χριστοῦ, καὶ εἰς ἄνδρα275

69

.

280

τέλειον ἀφιγμένοις· «Οὐκ ἔχομεν ὧδε μένουσαν πό‐ λιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν,» ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Τὸ ἐν σκηναῖς οὖν ἄρα κατ‐ οικεῖν ἑλέσθαι τὸν θεσπέσιον Ἰακὼβ, ἤτοι τὸν Ἰσ‐
5ραὴλ, σημεῖον ἂν γένοιτο, καὶ οὐδενί που τάχα τῶν εὐφρονούντων ἀσυμφανὲς, τὸ παροικίαν ἡγεῖσθαι πρέπειν τὰ ἐν τῷδε τῷ κόσμῳ πράγματα, τοὺς ἀνα‐ μύοντας ἤδη πρὸς Θεὸν, καὶ τὸν νοῦν ἔχοντας ἐκ‐ λελαμπρυσμένον. Εἶτα μέτεισι «εἰς Σαλὴμ πόλιν Σι‐
10κίμων,» ἥ ἐστιν ἐν γῇ Χαναάν· οὗ δὴ πάλιν ὁ δί‐ καιος ἐγυμνάζετο, τὰ ἐπὶ Δίνᾳ τῇ θυγατρὶ πεπονθὼς ἀδικήματα. Ἡ μὲν γὰρ οἷά τε νεᾶνις καὶ παρθένος ἔτι κουρίζουσα, τῆς τοῦ πατρὸς ἐξέθει σκηνῆς, τὰς τῶν ἐγχωρίων ἐποπτεύουσα θυγατέρας. Ἀνεπτόηται
15γὰρ ἀεὶ τὸ θῆλυ γένος εἰς τὸ ἀγαπᾷν ἐπείγεσθαι τὸν ἰσήλικα. Οὐκοῦν ἐξέθει μὲν ἡ νεᾶνις· Ἐμμὼρ δὲ αὐτὴν ὁ Σιχὲμ οὐκ ἐν κόσμῳ κατεβιάζετο. Διεπαρ‐ θένευσε γὰρ, καὶ ἀσχέτως ἤδη πως ἐπιθυμίας ἐν‐ αλοὺς, καὶ σύνοικον ἠξίου ποιεῖσθαι τὴν κόρην. Τότε
20δὴ, τότε Συμεὼν καὶ Λευῒ, οἱ τῆς νεάνιδος ἀδελφοὶ, παρεθήγοντο πρὸς ὀργὰς, καὶ ἀφόρητον ἐποιοῦντο τὴν ὕβριν, ἀνόσιά τε λοιπὸν καὶ κατὰ τῶν ἠδικηκό‐ των ἐσκέπτοντο δρᾷν. Ἀναπείθουσι μὲν γὰρ τοὺς ἀπὸ Σικίμων, τὴν πατρῴαν αὐτοῖς καὶ νενομισμένην
25συνελέσθαι περιτομήν. Ἀπεκτόνασι δὲ παντὸς ἐλέ‐ ους καὶ οἰκτιρμῶν εἰς ἅπαν ἐξῃρημένων. Ἀλλ’ ἠγανάκτει πρὸς τοῦτο λίαν ὁ θεσπέσιος Ἰακὼβ, ἐπετίμα τε λέγων· «Μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι τοῖς κατοικοῦσι τὴν γῆν.» Οὐ γὰρ
30μεμέτρηται τοῖς ἀπεκτονόσι τὰ ἐξ ὀργῆς, οὔτε μὴν ὡς ὑπὸ πατρὶ τεθραμμένοι δικαίῳ πεφρονήκασί τι τῶν οὐκ εἰς ἅπαν ἐκτετραμμένων. Πεπορθήκασι γὰρ, ἀπεκτόνασι δὲ τοὺς συνελομένους τὰ ἴσα φρονεῖν αὐτοῖς, καὶ πίστει τεθαῤῥηκότας. Τίς οὖν ἐν‐ τεῦθεν γένοιτο ἂν εἰς ἡμᾶς ἡ ὄνησις (εἰκαιόμυθος γὰρ οὐδαμῶς ἡ θεόπνευστος Γραφὴ), φέρε δὴ λέγω‐
35μεν ὡς ἔνι. εʹ. Γέννησιν μὲν γὰρ γεγεννήμεθα πνευματικὴν, καὶ ἐν τέκνοις Θεοῦ τετάγμεθα διὰ Χριστοῦ. Οὐκ‐ οῦν εἰ γένοιτο ψυχὴν ἀναγεννηθεῖσαν ἤδη διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ εἰς θυγατέρα Θεοῦ τεθει‐
40μένην, καταφθαρῆναι τυχὸν ὑπὸ τῶν τοῦτο δρᾷν εἰω‐ θότων, ἢ εἰς τὸ φρονεῖν ἑλέσθαι τὰ σαρκικὰ παρ‐ ενηνεγμένην, ἢ ὡς εἰς ἐκ τόπου διεστραμμένας ἐννοίας τὰς περὶ Θεοῦ (τοιαῦτα γὰρ ἀληθῶς τὰ τῶν ἀνοσίων αἱρετικῶν δοξάρια)· οἱ τῆς ἠδικημένης κατὰ πίστιν
45ἀδελφοὶ, κἂν εἰ τάξιν ἔχοιεν τὴν ἱερουργὸν, καθά‐ περ ἀμέλει καὶ ὁ Λευῒ, κἂν εἴτε Συμεὼν νοοῖντο τυ‐ χὸν, τουτέστιν, οἱ ἐν τάξει τῶν ὑπηκόων κείμενοι (ἑρμηνεύεται μὲν γὰρ ὑπακοὴ Συμεὼν), ἀγανακ‐ τούντων μὲν, ὅτι πεπλεόνεκταί τις τῶν κατὰ πίστιν

69

.

280

(50)

οἰκείων αὐτοῖς· μὴ μὴν καὶ εἰς αἷμα χωρούντων ἔτι, μήτε μὴν ἀγρίας τοὺς κατεφθαρκότας ἐξαιτούντων δίκας, ἵνα μὴ ἀκούσειαν Χριστοῦ λέγοντος αὐτοῖς· «Μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι τοῖς κατοικοῦσι τὴν γῆν.» Μεμνῆσθαι γὰρ ἀναγκαῖον, ὅτι
55καὶ αὐτὸς ὁ Σωτὴρ γυμνοῦντι τὴν μάχαιραν ἐπετίμα ποτὲ τῷ θεσπεσίῳ Πέτρῳ, λέγων· «Ἀπόστρεψον
τὴν μάχαιράν σου εἰς τὴν θήκην αὐτῆς· πάντες γὰρ277

69

.

281

οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρᾳ ἀπολοῦνται.» Οὐ γάρ τοι μαχαίραις ἐξοπλίζεσθαι κατ’ ἐχθρῶν πρέποι ἂν ἡμᾶς, τοὺς τῆς εἰς Θεὸν εὐσεβείας ὑπεραθλεῖν ᾑρημένους· ἀλλ’ εἶναι μὲν τληπαθεῖς, καὶ εἰ διώ‐
5κειν ἕλοιντό τινες, εὐλογεῖν δὲ λοιδορουμένους, πά‐ σχοντας μὴ ἀπηχεῖν, παραδιδόναι δὲ μᾶλλον τῷ κρί‐ νοντι δικαίως. Παραφυλακτέον δὲ τοῖς παραιτουμέ‐ νοις τὴν καταφθορὰν, τὸ μὴ ἐξοιχήσεσθαί ποι τῆς πατρῴας σκηνῆς, τουτέστι, τοῦ οἴκου τοῦ Θεοῦ, μη‐
10δὲ ταῖς τῶν ἀλλοφύλων, ἤτοι ταῖς τῶν ἑτεροφρόνων, προσβάλλειν ἀγέλαις. Ἐξελθοῦσα γὰρ Δίνα τῆς πα‐ τρῴας σκηνῆς, εἰς οἶκον ἀπηνέχθη Σιχέμ. Ἀλλ’ οὐκ ἂν ὑβρίσθη ποτὲ τοῖς τοῦ πατρὸς δωματίοις ἐμφιλο‐ χωροῦσα, καὶ σκηναῖς ἁγίων ἐνδιαιτωμένη. Ὅτι γὰρ
15τὸ χρῆμα καλὸν, καὶ εἰς ὄνησιν οὐκ ἀσυντελὲς, ἀνα‐ πείσει ψάλλων ὁ μακάριος Δαβίδ· «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτε‐
20σθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ, ἐν ἡμέρᾳ κακῶν μου ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ.» Περιδεᾶ τοίνυν καὶ ἄθυμον γεγονότα κομιδῇ τὸν Ἰακὼβ, ἀπαίρειν ἐκέ‐ λευσε Θεός. Ἔχει δὲ οὕτως· «Εἶπε δὲ ὁ Θεὸς πρὸς
25Ἰακώβ· Ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ, καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι σοι, ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσ‐ ώπου Ἠσαῦ τοῦ ἀδελφοῦ σου. Εἶπε δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ, καὶ πᾶσι τοῖς μετ’ αὐτοῦ· Ἄρατε τοὺς θεοὺς
30τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσθητε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀνα‐ βῶμεν εἰς Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ἐπακούσαντί μοι ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ’ ἐμοῦ, καὶ διέσωσέ με ἐν τῇ ὀδῷ ᾗ ἐπορεύ‐
35θην. Καὶ ἔδωκαν τῷ Ἰακὼβ τοὺς θεοὺς ἀλλοτρίους οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις, καὶ ἀπώλεσαν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας.» Προσεκάλει μὲν δὴ τὸν
40δίκαιον εἰς Βαιθὴλ ἀπὸ Σικίμων ὁ τῶν ὅλων Θεός. Ὁ δὲ ἦν οὐκ ἀπειθής. Εἶτα γεγονὼς ἐν Λουζὰ διὰ μέ‐ σου, καὶ θεοπτ[ε]ίας ἠξιωμένος, καὶ ὅτι πολλῶν ἔσται πατὴρ ἐθνῶν ταῖς ἐπαγγελίαις ἐμπεδούμενος, «Ἄνει‐ σιν εἰς Βαιθὴλ, καὶ ἔστησεν ἐκεῖ, φησὶν, Ἰακὼβ στή‐
45λην ἐν τῷ τόπῳ ᾧ ἐλάλησε μετ’ αὐτοῦ ὁ Θεὸς, στή‐ λην λιθίνην, καὶ ἔσπεισεν ἐπ’ αὐτὴν σπονδὴν, καὶ ἐπέχεεν ἐπ’ αὐτὴν ἔλαιον. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐν ᾧ ἐλάλησε μετ’ αὐτοῦ ὁ Θεὸς, Βαιθήλ.» Πολλὰ κατὰ ταυτὸν εἰς ἀπόδειξιν οὐκ

69

.

281

(50)

ἀσυμφανῆ τοῦ μετατετραφέναι τὸν Ἰακὼβ εἰς γῆν Ἰσραὴλ, καὶ εἰς τὸ ἄμεινον ἀσυγκρίτως μεταφοίτη‐ σιν ἑλεῖν. Κατῴκησε μὲν γὰρ ἐν σκηναῖς, ὁ τὸ πάροι‐ κον ἐν κόσμῳ τῶν ἁγίων τὸ γένος μονονουχὶ διὰ τοῦδε καταδεικνύς. Εἶτα μεταξὺ τὰ ἐπὶ τῇ θυγατρὶ
55συμβεβηκότα παθὼν, καὶ λελυπημένος οὐ μετρίως τοῖς ἀγεννῶς ἡττωμένοις ὑπὸ θυμοῦ, Συμεών τε,
φημὶ, καὶ Λευῒ, ἐπετίμα δεινῶς, ἁγιοπρεπὲς ὅτι [τὸ] ἀν‐279

69

.

284

εξίκακον καὶ τὸ τληπαθὲς ἐν τοῖς πειρασμοῖς, διὰ πραγμάτων ἡμῖν ἀποφαίνων. Ἐπειδὴ δὲ κέκληται παρὰ Θεοῦ, καὶ ἀναβέβηκεν εἰς Βαιθὴλ, τουτέστιν, εἰς οἶκον Θεοῦ (διερμηνεύεται γὰρ ὧδε Βαιθήλ)· ἱε‐
5ρουργεῖ τῷ Θεῷ, καὶ μυσταγωγὸς ἀποδείκνυται. Τίνα γὰρ τρόπον εἰς οἶκον ἰέναι προσήκει Θεοῦ, καθίστησι ἐναργὲς τοῖς ἑπομένοις αὐτῷ. Ἀποβαλεῖν γὰρ ἐκέλευσε συρφετὸν ὥσπερ τινὰ καὶ ἀκαθαρσίαν τοὺς ἀλλοτρίους θεοὺς, καὶ ἀλλάξαι τὰς στολάς. Ὃ
10δὴ καὶ δρᾷν ἔθος εἰς ὄψιν ἡμᾶς καλουμένους Θεοῦ, καὶ εἰς τὸν θεῖον αὐτοῦ ναὸν εἰσελαύνοντας, κατὰ τὸν καιρὸν μάλιστα τοῦ ἁγίου βαπτίσματος. Δεῖ γὰρ ἡμᾶς ποιεῖσθαι μὲν ὥσπερ ἐκ μέσου τοὺς ἀλλοτρίους θεοὺς, καὶ τῆς τοιᾶσδε πλάνης ἀποφοιτῶντας λέγειν·
15«Ἀποτάσσομαί σοι, Σατανᾶ, καὶ πάσῃ τῇ πομπῇ σου, καὶ πάσῃ τῇ λατρείᾳ σου.» Δεῖ δὴ πάντας ἡμᾶς ἀλλάξαι καὶ τὴν στολὴν, ἀποδυομένους μὲν ὥσπερ τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· μεταμφιεννυμένους δὲ
20τὸν νέον, τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαν‐ τος αὐτόν. Ἀποβεβλήκασι δὲ καὶ τὰ ἐν τοῖς ὠσὶν αἱ μετὰ τοῦ Ἰακὼβ γυναῖκες. Εἰσελθοῦσαι γὰρ καὶ γυναῖκες εἰς οἶκον Θεοῦ, κόσμημα μὲν οὐδὲν ἔχουσαι σαρκικὸν, ἀπολύουσαι δὲ καὶ αὐτὰς τὰς τρίχας,
25ἐγκλημάτων τάχα που τῶν ἐξ ἐμπλοκῆς τὰς ἑαυτῶν ἀπαλλάττουσι κεφαλάς. Τοῦτο εἶναί φημι τὸ περι‐ ελεῖν τὰς γυναῖκας τὸν ἐν τοῖς ὠσὶ κόσμον. Ὅταν τοί‐ νυν ἀναβῶμεν εἰς Βαιθὴλ, τουτέστιν, εἰς οἶκον Θεοῦ, ἐκεῖ τὸν λίθον ἐπιγνωσόμεθα, λίθον τὸν ἐκλεκτὸν,
30τὸν εἰς κεφαλὴν γεγόνοτα γωνίας, τουτέστι Χριστόν. Ὀψόμεθα δὲ χριόμενον παρὰ τοῦ Πατρὸς εἰς εὐφρο‐ σύνην καὶ ἀγαλλίαμα πάσῃ τῇ ὑπ’ οὐρανόν. Κέχρι‐ σται γὰρ, ὡς ἔφην, παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, «Ἡ πάντων ἡμῶν εὐφροσύνη, τὸ οἰκουμενικὸν ἀγαλ‐
35λίαμα,» κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Ἴδοις δ’ ἂν καὶ τοῦτο προανατυπούμενον ἐν τοῖς ἀρτίως ἡμῖν εἰρημένοις. «Ἀνεστήλου γὰρ Ἰακὼβ τὸν λίθον, ἐλαίῳ τε καὶ οἴνῳ καταρδεύων αὐτόν.» Τύπος δὲ ἄρα τὸ δρώμενον ἦν μυστηρίου τοῦ κατὰ Χριστὸν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
39tΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ
40tΒΙΒΛΙΟΝ ϛʹ.
42tΠερὶ τοῦ Ἰωσήφ.
43 αʹ. Μέγα μὲν ὁμολογουμένως τὸ τῆς εὐσεβείας μυ‐ στήριον, τουτέστι Χριστὸς, βαθὺς δὲ δὴ λίαν ὁ ἐπ’
45αὐτῷ λόγος, καὶ ὁ τῆς μετὰ σαρκὸς οἰκονομίας σκο‐ πός. Ἀλλ’ εἴη μὲν ἂν ἥκιστά γε τοῖς ἐθέλουσιν
ἀπλῶς, γένοιτο δ’ ἂν τοῖς ἀρτίφροσιν οὐκ ἀνιδρωτὶ281

69

.

285

συμφανής· ἐπεί τοι τῇ θείᾳ καταλαμπόμενοι χάριτι, σοφοὶ καὶ ἀγχίνοοι, νομικῶν τε καὶ προφητικῶν συγ‐ γραμμάτων εἰσὶν ἐπιστήμονες. Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος, ὁ προὔχων ἐν μαθηταῖς, καὶ τῶν ἄλλων
5ὑπερκείμενος, ὡμολόγει μὲν τὴν πίστιν ὀρθῶς· ἤκουε δὲ παρὰ Χριστοῦ· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.» Μυσταγωγεῖ γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ τὸν ἐφ’ Υἱῷ λόγον· ἀνασώ‐
10ζει τε οὕτω λοιπὸν ὡς Σωτῆρι καὶ Λυτρωτῇ προσκο‐ μίζων αὐτῷ. «Οὐδεὶς γὰρ ἔρχεται πρός με, φησὶν, ἐὰν μὴ ὁ Πατήρ μου ὁ πέμψας με ἑλκύσῃ αὐτόν.» Ἵνα τοίνυν διὰ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς ἁγίας Γραφῆς τὸν ἐπ’ αὐτῷ συνιέντες λόγον, καὶ ἀπλανῆ
15τὴν πίστιν συλλέγοντες, μὴ ταῖς ἐπαράτοις διψυχίαις σειομένην ὥσπερ καὶ καταμεθύουσαν ἔχωμεν τὴν καρδίαν· μηδὲ τοῖς ἐξ ἀμαθίας περιπίπτοντες κλό‐ νοις· λοιπὸν ἀκούωμεν λέγοντος Θεοῦ διὰ φωνῆς προ‐ φητῶν· «Ἠγάπησαν κινεῖν πόδας αὐτῶν, καὶ οὐκ
20ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ ηὐδόκησεν ἐν αὐτοῖς.» Ταύτῃτοι διὰ μυρίων ὅσων εἰκόνων ἡμᾶς ἐμπεδοῖ πρὸς τὴν ἀλήθειαν, καὶ τὴν ἐπ’ αὐτῷ πίστιν χρησίμως προκατεβάλετο τὰ κατὰ καιρὸν συμβαίνοντα, λαμπρὰς ὥσπερ ἀνατιθεὶς τῆς ἐπ’ αὐτῷ γνώσεως εἰκόνας.
25Ἴδωμεν τοίνυν καὶ ἐν τοῖς κατὰ τὸν θεσπέσιον Ἰω‐ σὴφ, εἰ μὴ, ὅπερ ἔφην, ἀληθὲς ἂν εἴη πάλιν. Ἔχει δὲ οὕτως τὰ ἐπ’ αὐτῷ· «Αὗται δὲ αἱ γενέσεις Ἰα‐ κώβ· Ἰωσὴφ δεκαεπτὰ ἐτῶν γεγονὼς, ποιμαίνων ἧν μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα, νέος ὢν,
30μετὰ τῶν υἱῶν Βάλλας, καὶ μετὰ τῶν υἱῶν Ζελφᾶς τῶν γυναικῶν τοῦ πατρὸς αὐτοῦ. Κατήνεγκε δὲ Ἰωσὴφ ψόγον πονηρὸν πρὸς Ἰσραὴλ τὸν πατέρα αὐ‐ τοῦ. Ἰακὼβ δὲ ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱὸς γήρως ἦν αὐτῷ. Ἐποίησε δὲ
35αὐτῷ χιτῶνα ποικίλον. Ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ, ὅτι ὁ πατὴρ αὐτὸν φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτὸν, καὶ οὐκ ἐδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηνικόν.» βʹ. Πεποίηται μὲν γὰρ ὁ τοῦ βιβλίου συγγραφεὺς, τῶν ἐξ Ἡσαῦ γεγονότων ἀπαρίθμησιν ἀκριβῆ. Τίνες
40γὰρ τίνων ἐξέφυσαν, καὶ ὅποι ποτὲ γῆς ἕκαστοι αὐ‐ τῶν κατῳκήκασι, καὶ τὴν κατὰ τίνων διέλαχον ἀρ‐ χὴν, τὸ ἱερὸν ἡμᾶς ἐδίδαξε Γράμμα· γενναῖόν γε μὴν οὐδὲν, ἀλλ’ οὐδὲ μνήμης ἄξιον πεπραχότος τι‐ νός. Μονονουχὶ δὲ παρανήχεται τοὺς ὠνομασμένους ὁ
45λόγος, καταίρει δὲ ὥσπερ ἐπὶ τὸν θεσπέσιον Ἰωσήφ· καὶ τοὺς ἐξ αἵματος Ἰακὼβ λαμπρὸν ποιεῖται δι‐ ήγημα. Νεώτατος μὲν οὖν τῶν ἄλλων ὁ Ἰωσὴφ (ἑπ‐ τακαίδεκα γὰρ ἦν ἐτῶν), ἱδρῶτός γε μὴν οὐκ ἠμέλει ποιμενικοῦ· τοῖς δὲ ἄλλοις ἀδελφοῖς ἀναμὶξ τῶν ἴσων

69

.

285

(50)

ἥπτετο σπουδασμάτων, οὐ τὴν τοῖς ἐν ἥβῃ θυμηρε‐ στάτην καὶ ἀεί πως προσφιλῆ ῥᾳστώνην τετιμηκώς· οὐ τὴν πρόωρον τοῦ βίου φροντίδα παραιτούμενος, οὐδὲ τὸ ἀνεῖσθαι μᾶλλον ἠγαπηκὼς, ἅτε δὴ καὶ ἐν μειρακίοις ἔτι τελῶν· ἀλλ’ οἷα πρεσβύτης, ἐν εὐδίᾳ
55μὲν ἤδη λογισμῶν γεγονὼς, καὶ τὸν νοῦν ἔχων εὖ βε‐ βηκότα· πολιῷ τε τῷ λόγῳ χρώμενος, καὶ τῆς ἐσο‐
μένης λαμπρότητος προαναφαίνων τὸ κάλλος, ἐθαυ‐283

69

.

288

μάζετο μὲν εἰκότως παρά γε τῷ μακαρίῳ καὶ φι‐ λοστόργῳ πατρὶ, ἀγάπης τε καὶ φειδοῦς διαφερόντως ἠξιοῦτο. «Ἧν γὰρ αὐτῷ, φησὶ, καὶ γήρως υἱός.» Καὶ τί τοῦτό ἐστι; Τὰς ἐν ἡμῖν διαθέσεις ὁ λόγος
5ἡμῖν πολυπραγμονεῖ. Αἱ μὲν γὰρ ἐπὶ παισὶ τῶν γε‐ γεννηκότων φιλοστοργίαι, ἴσαι τε εἰς ἅπαν παρά γέ τισι, καὶ κατ’ οὐδένα τρόπον ἐν μείοσι. Πλεονεκτεῖ δὲ πολλάκις καὶ καταβιάζεται τὸν νοῦν ἡ φύσις, ἀπο‐ νεῖμαί τι βραχὺ παρὰ τοὺς ἄλλους συμπείθουσα τοῖς
10καταδεεστέροις, ἅτε δὴ καὶ ὑπάρχουσιν ἐν χρεία φειδοῦς τῆς προὐργιαιτέρας. Ἄλλως τε πολλῶν ἔσθ’ ὅτε γεγεννημένων, καταλήγει πως, καὶ τῷ τελευταίῳ λοιπὸν ἐνορμίζεται τῆς ἀγάπης τὸ περιττὸν, τὴν ἐπὶ τοῖς προλαβοῦσι φιλοστοργίαν, τοῦ μετ’ αὐτοὺς
15εἰς ἑαυτόν πως ἁρπάζοντος. Φιλόκαινος γὰρ ὁ ἀνθρώ‐ πινος νοῦς, καὶ τῶν μὲν ἤδη προγεγονότων τὸν κόρον οὐκ ἀποσείεται· τῶν δὲ οὔπω παρόντων, ἢ καὶ ἀρ‐ τίως πεπορισμένων μεταποιεῖται λίαν, καὶ ἀκμαιο‐ τέραν ἐπ’ αὐτοῖς τὴν ἐπιθυμίαν εἰσδέχεται. Ἠγάπα
20τοίνυν παρὰ τοὺς ἄλλους τὸν Ἰωσὴφ ὁ θεσπέσιος Ἰακὼβ, «Ὅτι γήρως υἱὸς ἦν αὐτῷ.» Ἰστέον δὲ ὅτι, καίτοι τὴν Λείαν προεισοικισάμενος ἐν Χαῤῥὰν, ἠγάπησε τὴν Ῥαχὴλ, ἢ τὸν Ἰωσὴφ ἐκτέτοκε, καὶ τε‐ λευτῶσα τὸν Βενιαμίν. Πρὸς δὴ τοῦτό φαμεν, ὅτι ἄμφω
25μὲν ἤστην γήρως υἱώ. Τὸ δέ γε τοῦ Ἰωσὴφ πρὸς πᾶν ὁτιοῦν εὐφυὲς οὐκ ἴσον ἐφ’ ἅπασιν· ἑτεροκλινῆ δὲ ὥσπερ καὶ ἐπ’ αὐτὸν νενευκότα παρέδειξε τὸν πρεσβύτην. Διελογίζετο γάρ που, κατὰ τὸ εἰκὸς, ὡς ἔσται λαμπρὸς καὶ ἀοίδιμος. Καὶ ὁ τῶν τῆς νεότητος
30σκιρτημάτων οὐ πεφροντικὼς, εἰς ἄνδρα ἤδη τελῶν, πῶς οὐκ ἂν γένοιτο τῶν τεθαυμασμένων; Κεκαιν‐ ούργηκε δέ τι παρὰ τοὺς ἄλλους ἐπ’ αὐτῷ καὶ ὁ μακάριος Ἰακώβ· χιτῶνά τε γὰρ ἐξυφαίνει ποικίλον, καὶ ἐσθήμασιν ἐτίμα τοῖς ἐκπρεπεστάτοις. Τί οὖν
35ἐντεῦθεν; Κατεθήγοντο πρὸς ὀργὰς οἱ ἀπὸ Ζελφᾶς τε καὶ Βάλλας, συναπεκομίζοντο δὲ τούτοις εἰς λύπην ἐκτοπωτάτην, καὶ τὸν ἐπὶ τῷ μειρακίῳ λοιπὸν εἰσ‐ εδέχοντο φθόνον, οἱ ἐκ τῆς ἐλευθέρας, φημὶ δὴ τῆς Λείας. Ἠδίκει μὲν γὰρ αὐτοὺς ὁ νεανίας οὐδέν· ἡ
40δὲ τοῦ πατρὸς ἀγάπησις καὶ τὸ τοῦ παιδὸς εὐφυὲς, τῆς ἀδίκου βασκανίας αὐτοῖς ἐνετίθει τὸ πῦρ· καὶ τοῖς ἀπὸ γλώττης κατηκόντιζον τέως, διαλοιδορού‐ μενοί πως καὶ διασύροντες, ἐφ’ οἷς ἦν εἰκὸς τὸν ἔφηβον ἤδη κατονειδίζεσθαι παρ’ ἐχθρῶν. Τοῦτο, οἶμαι,
45ἐστὶ τὸ, «Κατήνεγκαν δὲ Ἰωσὴφ ψόγον πονηρὸν πρὸς Ἰσραὴλ τὸν πατέρα αὐτῶν.» Οὐκοῦν ἀκροβο‐ λισμοὶ μὲν ὥσπερ τῶν ἀνοσίων σκεμμάτων γεγόνασιν ἀπαρχαὶ, φιλοψογίαι τε καὶ σκώμματα τὰ ἀπὸ γλώτ‐ της ἀχαλινώτου καὶ φθόνῳ λοιπὸν ὑπηρετεῖν

69

.

288

(50)

τεταγμένης. Ἀνεκαίετο δὲ τὰ πρὸς ἔχθραν αὐτοῖς ἐντονωτέραν, ἐκ τοιᾶσδέ τινος αἰτίας· τῷ μὲν γὰρ νεανίᾳ προαναφαίνει Θεὸς, ὡς ἔσται κατὰ καιροὺς λαμπρὸς καὶ ἀπόβλεπτος, καὶ τῶν ἀδελφῶν ἐν ἀμεί‐ νοσι, καὶ ταῖς εἰς λῆξιν εὐκλείαις κατεστεμμένος.
55Πρόκλησις δὲ, οἶμαι, τὸ δρώμενον ἦν, ἀκονῶσα τὸ μειράκιον εἰς ἔφεσιν ἀρετῆς. Ὅνπερ γὰρ τρόπον οἱ
παιδοτρίβαι τοὺς νέους ἀλείφοντες, παραθήγουσι μὲν285

69

.

289

εἰς εὐτολμότατα τολμήματα, καὶ τὸ τληπαθὲς ἑλέσθαι τιμᾷν ἀναπείθουσι, τὰ γέρα προαγορεύοντες, ἃ τῇ τοῦ νικᾷν συνθέουσι δόξῃ αἱ τῶν ἀγωνοθετούντων φιλοτι‐ μίαι, τὰς παρὰ τῶν θεωμένων εὐφημίας, τοὺς ἐπαί‐
5νους, τοὺς κρότους· οὕτω καὶ ὁ τῶν ὅλων Θεὸς, ὅταν ἴδῃ ψυχὴν εὐφυᾶ, δοκίμῳ τε καὶ ἀκιβδήλῳ δια‐ πρέπουσαν νῷ, καὶ πρὸς πᾶν τῶν ἀρίστων ἔχουσαν ἐπιτηδείως, καλεῖ δὴ τότε πρὸς τὸ δρᾷν ἑλέσθαι τὸ ἀγαθόν· προαναδεικνὺς τὰ ἐσόμενα, καὶ διανιστὰς
10οἰκονομικῶς εἰς προθυμίαν, δῆλον δὲ ὅτι τὴν ἐπ’ ἀρεταῖς. Ὅραμα τοίνυν καὶ ὀμφή τις ἄνωθεν ἐπεφοί‐ τησέ ποτε τῷ νέῳ, φημὶ δὴ τῷ Ἰωσήφ· ὁ δὲ, οἶμαί που, θαυμάσας ἀνεκοινοῦτο τοῖς ἀδελφοῖς, οὕτω λέ‐ γων· «Ἀκούσατε τοῦ ἐνυπνίου τούτου οὗ ἐνυπνιά‐
15σθην· ᾬμην ἡμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ τῷ πεδίῳ, καὶ ἀνέστη τὸ ἐμὸν δράγμα καὶ ὠρθώθη· περι‐ στραφέντα δὲ τὰ δράγματα ὑμῶν, προσεκύνησαν τῷ ἐμῷ δράγματι. Εἶπον δὲ αὐτῷ οἱ ἀδελφοί· Μὴ βασι‐ λεύων βασιλεύσεις ἐφ’ ἡμᾶς, ἢ κυριεύων κυριεύσεις
20ἡμῶν; Καὶ προσέθεντο ἔτι μισεῖν αὐτὸν, ἕνεκεν τῶν ἐνυπνίων αὐτοῦ, καὶ ἕνεκεν τῶν ῥημάτων αὐτοῦ.» Ἄθρει δὴ οὖν, ὅτι πρὸς ἐπίδοσιν αὐτοῖς τὰ τῆς βα‐ σκανίας οἴχεται, καὶ τροφὴν ὥσπερ τινὰ ποιοῦνται τῷ φθόνῳ τὰ ἐκ τῶν ἐνυπνίων ὑποδηλούμενα. Οἱ
25γὰρ ὅλως τὴν ἀρχὴν οὐ μετρίως ἀσχάλλοντες, διαφε‐ ρόντως ὅτι τετίμητο, πῶς ἂν οἰστὸν ἐποιήσαντο τὸ ἑλέσθαι καὶ προσκυνεῖν, καὶ τάξιν αὐτῷ τηρῆσαι τὴν ὧδε σεπτὴν καὶ πολὺ λίαν ὑπερηρμένην; Πλὴν ἐκεῖνο ἄξιον ἰδεῖν, πῶς ἀεὶ ὁ φθόνος ἀνοσίαν ἔχει τὴν ἔφ‐
30οδον, καὶ διὰ τῶν ἴσων ἔρχεται κακῶν. Εὑρήσομεν δὲ τυφλόν τε καὶ θεομάχον ὅτι μάλιστα τὸ θηρίον. Ἐπι‐ τήρει γὰρ, ὅπως Θεοῦ προαγγέλλοντος τῷ Ἰωσὴφ τὴν τῆς ἐσομένης εὐκλείας λαμπρότητα, δέον ἐκεῖνο διενθυμεῖσθαι σαφῶς, ὡς οὐκ ἂν ὁ τὰ δίκαια κρίνων
35Θεὸς ἐποίσειεν ἂν τοῖς οὐχ ἑλεῖν ἀξίοις τὰς ἀνωτάτω τιμὰς, εἶτα χαίρειν ἐπ’ ἀδελφῷ διαφανεστάτην ἔχοντι τὴν ἐλπίδα καὶ θείᾳ ψήφῳ τετιμημένῳ· τοῦτο μὲν οὐ δεδράκασιν, ἁδρότερον δὲ τοῦ φθόνου διανιστῶσι τὸ κέντρον, καὶ θηρῶν δίκην ἐπιμεμανήκασι, μονον‐
40ουχὶ καὶ ἐπιτιμῶντες Θεῷ τῷ τὴν δόξαν ὑπισχνου‐ μένῳ, καὶ ὅτι περίοπτος ἔσται προαναφαίνοντι. Τοῦτο γεγονὸς εὑρήσομεν ἐπί τε Κάϊν καὶ Ἄβελ. Ἐπειδὴ γὰρ ὁ τῶν ὅλων Θεὸς τὴν Ἄβελ θυσίαν ἐπαίνων ἠξίου, καὶ πῦρ καθιεὶς οὐρανόθεν, ἐδέχετο τὴν δωροφορίαν,
45τῇ τοῦ Καῒν οὐ προσεσχηκώς· τὸν μιαιφόνον εὐθὺς εἰσεδέχετο φθόνον, καὶ ταῖς ἄνωθεν ψήφοις τὴν οἰκείαν ὥσπερ ἀντεξάγων ὀργὴν, δόλῳ μέτεισι τὸν ἀδελφὸν, καὶ δὴ καὶ διόλλυσι. Καταλήγει γάρ πως ἐν τούτοις ὁ φθόνος ἀεί. Ἀλλὰ τίς ἂν γένοιτο τῶν ὁραμάτων ὁ

69

.

289

(50)

νοῦς; Δράγμα δὲ γὰρ εἰς καιροῦ σημεῖον παραδεξό‐ μεθα. Τό γε μὴν ἐν δόξῃ περιφανὲς ἡ τοῦ ἑνὸς ἔγερ‐ σις ὑπεμφήνειεν ἄν. Ὅτι τοίνυν ἥξει καιρὸς, καθ’ ὃν ἔσται μὲν εὐκλεὴς ὁ θεσπέσιος Ἰωσὴφ, ὑποπεσεῖται δὲ ὥσπερ αὐτῷ καὶ ὑπενεχθήσεται καὶ αὐτὴ τῶν
55ἀδελφῶν ἡ πληθὺς, προϋπέδειξεν αἰνιγματωδῶς τὸ αὐτοῦ δράγμα παρὰ τῶν ἑτέρων προσκυνούμενον.
Ἀλλ’ οὐ μέχρι τούτων τῷ Ἰωσὴφ τὰ ἐνύπνια· ἀλλά287

69

.

292

τι καὶ ἕτερον ἐπὶ τῷδε τεθεαμένος, ἀφηγεῖται πάλιν αὐτοῦ πέρι τῷ μακαρίῳ πατρὶ καὶ τοῖς ἀδελφοῖς. «Εἶδε γὰρ, φησὶν, ἐνύπνιον ἕτερον, καὶ διηγήσατο αὐτὸ τῷ πατρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ
5εἶπεν· Ἰδοὺ ἐνυπνιασάμην ἐνύπνιον ἕτερον· Ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύ‐ νουν με. Καὶ ἐπετίμησεν αὐτῷ ὁ πατὴρ αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Τί τὸ ἐνύπνιον τοῦτο ὃ ἐνυπνιάσθης; Ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου
10καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; Ἐζή‐ λωσαν δὲ αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, ὁ δὲ πατὴρ αὐτοῦ διετήρει τὸ ῥῆμα.» Εὐτεχνὴς ὁ πρεσβύτης, καὶ ταῖς ἀνωτάτω διαπρεπὴς ἀγχινοίαις. Συνίησι μὲν γὰρ τῶν ὁραμάτων τὴν δύναμιν· ἐπετίμα δὲ τῷ παιδὶ, λέγων·
15«Ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν;» Καὶ τίς ἂν νοοῖτο; σοφὸς δὲ ὅπως καὶ ἀναγκαῖος ὁ τῆς ἐπιτιμήσεως τρόπος. Ἀνακόπτει μὲν γὰρ εὐ‐ φυῶς τῶν ἀκροωμένων τὸν φθόνον, καὶ θράσει ἀφο‐
20ρήτῳ τὸν νεανίσκον καταχεόμενον τιθασσεύει λοιπὸν τρόπον τινὰ, καὶ καλεῖ πρὸς τὸ ἥμερον· οὐκ ἐᾷ δὲ τὸ μειράκιον τῇ τῶν ἐνυπνίων ἐλπίδι καταλαζονεύεσθαι τῶν ἀδελφῶν, ἀλλ’ οὐδὲ τῆς εἰς πατέρα τιμῆς ἀβού‐ λως ὀλιγωρεῖν, μονονουχὶ καὶ πρόωρον τῆς ἐσομένης
25λαμπρότητος τὴν ὑπεροχὴν ἁρπάζειν ἐν ἑαυτῷ. Ὅρα γὰρ ὅπως περιίστησιν εὐφυῶς εἰς ἔκβασιν οὐκ ἐνδε‐ χομένην τῶν ὁραμάτων τὴν δύναμιν. Τεθνεώσης γὰρ ἤδη τῆς Ῥαχὴλ, ἣ τὸν Ἰωσὴφ ἐκτέτοκε, «Μὴ ἐγὼ, φησὶ, καὶ ἡ μήτηρ σου προσκυνήσομέν σοι;» Ἔδρα
30δὲ τοῦτο, καθάπερ ἔφην ἀρτίως, καὶ τῆς τοῦ νεανί‐ σκου φρενὸς κατασύρων τὸν ὄγκον, καὶ τῶν ἀδελφῶν τὸν ἐγηγερμένον ἐπ’ αὐτὸν κατευνάζων φθόνον. Ἔσεσθαί γε μὴν προσδοκᾷ τὸ χρῆμα αὐτός. Ἀκήκοε γὰρ οὐ παρέργως, ἀλλ’ οὐδὲ λήθης ἀξίους ποιεῖται
35τοὺς λόγους, εἰ καὶ τὸ εἰκαῖον αὐτῶν κατέγραφε. «Τετήρηκε γὰρ αὐτοὺς,» ὅτι καὶ εἰς πέρας ἐκβή‐ σονται τάχα που τεθαῤῥηκώς. Μετὰ δέ γε τὴν τῶν ἐνυπνίων ἀφήγησιν, «Ἀπῴχοντο μὲν οἱ ἀδελφοὶ τοῖς αἰπολίοις ὁμοῦ κατανέμειν ἐν Σιχέμ.» Εἶτα μι‐
40κροῦ διὰ μέσου παραθέοντος χρόνου, προτρέπει τὸ μειράκιον ὁ πατὴρ ἐπισκεψόμενον ἰέναι τοὺς ἀδελ‐ φούς. «Οὐχὶ γὰρ, φησὶν, οἱ ἀδελφοί σου ποιμαί‐ νουσιν ἐν Σιχέμ; Δεῦρο ἀποστελῶ σε πρὸς αὐτούς. Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ἐγώ. Εἶπε δὲ αὐτῷ Ἰσραήλ·
45Πορευθεὶς ἴδε εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι.» Προθυμότατα μὲν οὖν ἰέναι κατεπαγγέλλεται, καὶ δὴ καὶ ἀπαίρει, καὶ ἀποκεχώρηκεν ἐκ τῆς κοιλάδος Χεβρών. Ἐκ‐ περιθέοντι δὲ τὴν ἔρημον, ἔφη τις περιτυχὼν ἐφ’

69

.

292

(50)

ὅτῳ τε ἥκοι, καὶ ὅποι ποτὲ, καὶ ἐπὶ τίνας ἴεται. «Ὁ δὲ πρὸς ταῦτα εὐθύς· Τοὺς ἀδελφούς μου ζητῶ, ἀπάγγειλόν μοι ποῦ βόσκουσιν. Εἶπε δὲ αὐτῷ, φησὶν, ὁ ἄνθρωπος, ἀπήρκασιν ἐντεῦθεν. Ἥκουσα γὰρ αὐ‐ τῶν λεγόντων· Πορευθῶμεν εἰς Δοθαΐμ.» Οὗ καὶ
55ἀφιγμένος, ἀδοκήτως ἐπεβουλεύετο. Ἐπὶ καιροῦ γὰρ ὥσπερ ὁ φθόνος τὸ πάλαι δοκοῦν εἰργάζετο. Διαχρή‐
σασθαι μὲν οὖν εἰς ἅπαν ἐπεθύμουν αὐτὸν οἱ ἀπὸ289

69

.

293

Βάλλας τε καὶ Ζελφᾶς τῶν θεραπαινῶν· ἔφασκον γάρ· «Ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται. Νῦν οὖν δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ῥίψωμεν αὐτὸν ἐφ’ ἕνα τῶν λάκκων, καὶ ἐροῦμεν· Θηρίον πονηρὸν κατ‐
5έφαγεν αὐτόν· καὶ ὀψόμεθα τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. Ἀκούσας δὲ Ῥουβεὶμ, ἐξείλετο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, λέγων Οὐ πατάξομεν αὐτὸν εἰς ψυχήν. Εἶπε δὲ αὐτοῖς Ῥουβείμ· Μὴ ἐκχέητε αἷμα, ἐμβά[λ]‐ λετε αὐτὸν εἰς ἕνα τῶν λάκκων τούτων τῶν ἐν τῇ
10ἐρήμῳ, χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ. Εἶπε δὲ οὕ‐ τως, ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ.» Τὸν χιτῶνα δὴ οὖν ἀφελόμενοι τὸν ποικίλον. καθίεσαν εἰς λάκκον οὐ τεθνεῶτα τὸν Ἰωσὴφ, πλὴν ὡς τεθνηξόμενον καὶ
15οὐκ εἰς μακράν. Ἐπειδὴ δὲ Ἰσμαηλῖταί τινες, ἀρω‐ μάτων ἔμποροι, πρὸς τὴν Αἰγυπτίων ἠπείγοντο, συμβουλεύοντος Ἰούδα (μὴ γὰρ δὴ χρῆναι διολλύναι τὸν ἀδελφὸν ἀνεκεκράγει σαφῶς), ἀπημπολήκασι τὸ μειράκιον καταθεμένοις ὑπὲρ αὐτοῦ τοῖς ἐκπρίασθαι
20βουληθεῖσιν, εἴκοσι χρυσοῦς. Καὶ ἀπεκομίσθη μὲν εἰς Αἴγυπτον Ἰωσήφ. Ῥουβεὶμ δὲ πάλιν τὸ γεγονὸς οὐκ εἰδὼς, ἀφίκετο μὲν ἐπὶ τὸν λάκκον. Ἐπειδὴ δὲ τὸ παιδάριον οὐ τεθέαται, κεκινδυνευκέναι νομίσας, περιῤῥήγνυσι μὲν τὸ ἱμάτιον, ἐπίκλημα δὲ τοῖς
25ἄλλοις ἐποιεῖτο τὸν Ἰωσὴφ, οὕτω λέγων· «Τὸ παι‐ δάριον οὐκ ἔστιν· ἐγὼ δὲ ποῦ πορεύσομαι ἔτι;» Μονονουχὶ γάρ φησι· Πῶς ἂν ὑποστρέψαιμι πρὸς τὸν πατέρα, ἢ πῶς ἂν ὅλως προσδέξαιτο τὸν ἠγαπη‐ μένον οὐκ ἔχοντας; τί δὲ δὴ καὶ ἐροῦμεν ἀπαιτοῦντι
30τῷ πατρὶ τὸ παιδάριον; Οἱ δὲ τὸν χιτῶνα τὸν ποικίλον αἰγὸς αἵματι καταδεύσαντες, προσεκόμιζον τῷ πατρὶ, δόλῳ καὶ ἀπάτῃ μεθύοντας συνθέντες λόγους. Τοῦτον γὰρ εὕρομεν, φασίν; ἐπίγνωθι εἰ χιτὼν τοῦ υἱοῦ σού ἐστιν ἢ οὔ.» Κατοιμώζει δὲ ὁ πατὴρ, καὶ τάχα που τῆς τῶν υἱῶν βασκανίας, καὶ ἀνοσίων σκεμμάτων κατεκεκράγει, λέγων· «Θηρίον πονηρὸν κατέφαγε τὸν Ἰωσήφ.» Δυσεύναστόν τε καὶ ἀνουθέτητον παντελῶς, καὶ ἐπὶ τῇ τοῦ παιδὸς συμφορᾷ τὴν δυσθυμίαν
35ἐδέχετο. «Οὐ γὰρ ἤθελε, φησὶ, παρακληθῆναι λέγων, ὅτι Καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς ᾅδου.» Ἐκβεβηκότος δὴ οὖν εἰς πέρας τοῦ τῆς ἱστορίας λόγου, μετοιχήσεται πάλιν ὁ νοῦς τῶν ἐσωτάτω πρὸς ἔρευναν. Καὶ οἷά τισι σκιαῖς τοῖς αἰσθητῶς γεγονόσιν ἐπιχρωματίζων τὴν ἀλήθειαν, εὐπρεπὲς ὡς ἔνι τὸ τῆς θεωρίας ἀπεργάζεται κάλλος. γʹ. Τέτοκε τοίνυν τὸν Ἰωσὴφ ἡ νεωτέρα Ῥαχὴλ, ἡ
40καλὴ τῷ εἴδει, καὶ λαμπραῖς ὀμμάτων βολαῖς ἀπο‐ στίλβουσα τὸ ἐπίχαρι· καίτοι τῆς Λείας οὐχ ὧδε ἐχούσης. Πόθεν; Γέγραπται γὰρ, ὅτι οἱ μὲν «Ὀφ‐ θαλμοὶ Λείας ἀσθενεῖς· Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα.» Ἀλλὰ Λείαν μὲν ἐλέγο‐
45μεν τὴν τῶν Ἰουδαίων μητέρα, τουτέστι, τὴν Συν‐ αγωγήν· τὰς ἐπὶ τούτῳ πίστεις συλλέγοντες ἀπό τε τῶν ὀφθαλμῶν καὶ τῆς τοῦ ὀνόματος ἑρμηνείας. Ἀκαλλὴς γὰρ ὄντως καὶ πολὺ νοσοῦσα τὸ ἄῤῥωστον, ἡ ἔσω τε καὶ εἰς νοῦν ὅρασις τῆς Ἰουδαίων Συν‐

69

.

293

(50)

αγωγῆς. «Ὀφθαλμοὶ γὰρ αὐτοῖς, καὶ οὐ βλέπουσι,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Οὐ γὰρ ἐγνώκασι τὰ Μωσέως, οὔτε μὴν γεγόνασιν οἷοί τε καταθρεῖν τὰ ἐν αὐτῷ μυστήρια, δι’ ὧν πολυτρόπως ὁ Ἐμμανουὴλ κατεγράφετο. Ἑρμηνεύεται δὲ Λεία, κοπιῶσα, καθὰ
55καὶ ἐν ἑτέροις εἰρήκαμεν. Κεκοπίακε γὰρ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, βραδὺ καὶ δύσοιστον ἄχθος τὸν
διὰ Μωσέως ἔχουσα νόμον. Τοιγάρτοι καὶ ὁ Χριστὸς291

69

.

296

ὡς κοπιῶντας αὐτοὺς καὶ κατηχθισμένους, εἰς τὴν διὰ πίστεως ἄνεσιν ἐκάλει λέγων· «Δεῦτε πάντες πρός με, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀνα‐ παύσω ὑμᾶς.» Ἀλλὰ Λεία μὲν ἐν τούτοις. Καθα‐
5ροὶ δὲ ἄγαν οἱ τῆς Ῥαχὴλ ὀφθαλμοί. Τεθέαται γὰρ ἡ ἐξ ἐθνῶν Ἐκκλησία τὴν δόξαν Χριστοῦ, καὶ ἐν αὐτῷ τὸν Πατέρα· κέκληται δὲ πρὸς οἰκείωσιν τοῦ νοη‐ τοῦ νυμφίου, τουτέστι Χριστοῦ, μετὰ τὴν πρώτην. Αὕτη γὰρ ἡ νεωτάτη ῥυτίδα μὴ ἔχουσα, καίτοι πα‐
10λαιωθείσης τῆς πρώτης, καὶ ἐπεί τοι γεγήρακεν, ἐγγὺς γενομένης ἀφανισμοῦ. Ἑρμηνεύεται δὲ καὶ ἡ Ῥαχὴλ, Θεοῦ ποίμνιον. Ποίμνιον γὰρ τοῦ Σωτῆ‐ ρος ἡ Ἐκκλησία· ὃς Ἰουδαίοις μὲν ἔφασκε δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Καὶ εἶπα· Οὐ ποιμανῶ ὑμᾶς.
15Τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλει‐ πέτω, καὶ τὰ κατάλοιπα· κατεσθιέτω ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ.» Ἡμῶν δὲ δὴ πέρι, «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν
20αἰώνιον.» Ἔστι μὲν οὖν ποιμὴν ἀγαθὸς, καὶ ἐν πᾶ‐ σιν αὐτὸς πρωτεύων. Κεχρημάτικε δὲ καὶ πρόβατον, ἐπεί τοι γέγονε καθ’ ἡμᾶς. Καὶ γοῦν ὁ σοφὸς Ἰωάν‐ νης τοῖς Ἰουδαίων δήμοις αὐτὸν παρέδειξε, λέγων· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ
25κόσμου.» Μυρίοι μὲν γὰρ ἐσφάττοντο, κατὰ τὸν τοῦ νόμου τύπον, ἀλλ’ οὐδεὶς ἀπήλειψε τὴν ἁμαρτίαν τοῦ κόσμου. «Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίαν.» Ἀνῄρηκε δὲ τοῦ κό‐ σμου τὴν ἁμαρτίαν ὁ ἀμνὸς ὁ ἄμωμος, ὁ ἀληθινὸς,
30τὸ ἄμωμον ἱερεῖον. Οὐκοῦν καὶ ὡς πρόβατον λελό‐ γισται μεθ’ ἡμῶν. Καλοῖτο δ’ ἂν διὰ τοῦτο καὶ τῆς Ἐκκλησίας υἱὸς ὡς πρωτότοκος ἐν ἀδελφοῖς. Ἰστέον δὲ ὅτι καὶ Ἰωσὴφ ἑρμηνεύεται προσθήκη καὶ αὔ‐ ξησις Θεοῦ. Ἀεὶ γὰρ εἰς αὔξησιν τῶν τῆς Ἐκκλη‐
35σίας τέκνων ἡ ἁγία πληθὺς ἐπιδίδοται. Τοιγάρτοι καὶ εἴρηται πρὸς αὐτήν· «Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, Σιὼν, καὶ ἰδὲ πάντας. Ἰδοὺ συνήχθησαν, καὶ ἤλθοσαν πρὸς σέ.» Καὶ πάλιν· «Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται, οὗτοι ἀπὸ βοῤῥᾶ, καὶ οὗτοι ἀπὸ θαλάσσης,
40ἄλλοι δὲ ἐκ τῆς Περσῶν.» Γέγραπται δὲ καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων· πῆ μὲν, ὅτι ὁ μὲν Κύριος προσετίθει τοὺς σωζομένους καθ’ ἡμέραν ἐπὶ ταυτό· πῆ δὲ δὴ αὖ· «Μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν.» Ταύτῃτοι,
45καθάπερ ἤδη προεῖπον, νοοῖτ’ ἂν εἰκότως ὁ νοητὸς Ἰωσὴφ, τουτέστιν, οἱ ἐν Χριστῷ, προσθήκη Θεοῦ. Ἴοι δ’ ἂν ἡμῖν ὁ λόγος οὐκ ἀπὸ σκοποῦ τοὺς εἰς αὐτὸν πι‐ στεύσαντας ὡσανεὶ καὶ αὑτὸν οἰκονομικῶς ὀνομάζων. Ἔστι γὰρ, αὐτὸς μὲν ἡ κεφαλή· σῶμα δὲ καὶ μέλη, ἐκ

69

.

296

(50)

μέρους ἡμεῖς. Καὶ αὐτὸς μὲν ἡ ἄμπελος· ἐμπεφύκαμεν δὲ κλημάτων δίκην ἡμεῖς, ἑνώσει τῇ κατὰ πνεῦμα δι’ ἁγιασμοῦ συνδούμενοι. Ἀλλ’ «Ἦν, φησὶν, Ἰωσὴφ δέκα καὶ ἑπτὰ ἐτῶν.» Καὶ ὅτι μὲν νέος κομιδῇ, παρα‐ δείξειεν ἂν, οἶμαί που, καὶ διὰ τούτων ἡμῖν ἡ Γραφή.
55Νεώτατον δὲ τῶν ἄλλων καὶ αὐτὸν εἶναί φαμεν τὸν
Ἐμμανουὴλ, τὸ ἐν χρόνῳ πρεσβύτερον τοῖς πρὸ αὐ‐293

69

.

297

τοῦ γεγονόσιν ἀνάπτοντες, οἷον Μωσῇ καὶ προφή‐ ταις· ἐκβασανίζοντες δὲ τῶν γεγραμμένων τὴν δύνα‐ μιν, οἰησόμεθά τι καὶ ἕτερον διὰ τούτου κατασημαί‐ νεσθαι. Καταγράψει γάρ πως ἡμῖν καὶ αὐτὸ τάχα
5που τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ βαθὺ μυστήριον, καὶ ὁ τῶν ἐτῶν ἀριθμός. Καὶ τίνα δὴ τρόπον, διατρανοῦν ὡς ἔνι πειράσομαι· ὡς γὰρ ἔφην ἤδη καὶ ἐν ἑτέροις· μεμνήσομαι γάρ. δʹ. Ἔθος τῇ θείᾳ Γραφῇ, τοὺς ἀνόπιν ἰόντας τῶν ἀριθμῶν, μετὰ τὴν αὐτοῖς τεταγμένην ἐκπλήρωσιν,
10τελειότητος ποιεῖσθαι σύμβολα. Οἷόν τί φημι· Τὸν δέκα εἴπερ τις ἀναμετρήσαιτο καὶ ὑπερτρέχειν ἕλοι‐ το, πάλιν ἐκ μονάδος ἄρξεται, καθάπερ εἰς τέλος καταίρων αὐτόν. Ὁμοίως ἐπὶ τῆς ἑβδομάδος. Ἀρξά‐ μενος γὰρ ἐκ πρώτης, ἄνεισι μὲν ἐφεξῆς ἐπὶ τὴν
15ἑβδόμην· εἶτα κατακλείσας εἰς τέλος τὸν τῶν ἡμε‐ ρῶν ἀριθμὸν, ἐπανήξει πάλιν ἐπὶ τὴν πρώτην. Τε‐ λειότητος οὖν ἄρα ταύτῃτοι ποιεῖται σημεῖα τοὺς ὧδε ἔχοντας τῶν ἀριθμῶν ὁ ἱερὸς ἡμῖν λόγος. Καὶ γοῦν τῇ τῶν ταλάντων διανομῇ, τὸν εἰς λῆξιν ἥκοντα
20φιλεργίας τῆς κατὰ Θεὸν, δέκα φησὶν εἰληφέναι τά‐ λαντα καὶ μὴν καὶ ἐπάνω τεθεῖσθαι πόλεων δέκα· ὅτι τῶν εὐδοκιμήσεων τελειότητι πάντη τε καὶ πάν‐ τως ἰσομοιρήσει τὰ γέρα, διὰ τούτου καταδεικνὺς ὁ τούτων διανομεὺς, τουτέστι Χριστός· Στεῖραν δέ γε
25τεκεῖν ἐπτὰ, τῶν ἁγίων τις ἔφη, τὸ ἑπτά που τιθεὶς ἀντὶ τοῦ πολλὰ, καὶ ὅσα τυχὸν εἰς τέλειον ἀριθμὸν καταλογισθεῖεν ἂν ὑπό του τῶν ἀ[να]μετρεῖν ᾑρημένων. Ὅταν τοίνυν λέγηται περὶ τοῦ Ἰωσὴφ, ὅτι ἦν ἐτῶν δέκα καὶ ἑπτὰ, συντεθεῖσθαι δώσομεν τὸν Ἐμμανουὴλ
30εἰς ἕνα Χριστὸν καὶ Υἱὸν ἐκ δυοῖν τελείοιν, θεότητός τε καὶ ἀνθρωπότητος. Οὐ γάρ τοι παραδεξόμεθα τό τισι δοκοῦν, οἰομένοις ὅτι ψυχῆς λογικῆς ὁ θεῖος ἐκεῖ‐ νος κεκένωτο ναὸς, ὃν ἐκ τῆς ἁγίας Παρθένου πεφό‐ ρηκεν ὁ Θεὸς Λόγος. Ἀλλ’ ὥσπερ ἦν τέλειος ἐν θεό‐
35τητι, οὕτω καὶ ἐν ἀνθρωπότητι, πλὴν εἰς ἕνα συγκείμενος ἀποῤῥήτως τε καὶ ὑπὲρ νοῦν. Οὐκ‐ οῦν σημαίνει μὲν τὸ τέλειον ἐν θεότητι καὶ ὑπαινίττεταί πως ἡμῖν ὁ δέκα ἀριθμός. Τὸ δὲ οὕτως ἔχον, ἐν ἀνθρωπότητι πάλιν ὑπεμφήνειεν ἂν
40ὁ ἑπτὰ, μειονεκτούμενος μὲν ὡς ἐν Τριάδι τοῦ δέ‐ κα, ἐπενηνεγμένος δὲ αὐτῷ καὶ οἱονεὶ προσκείμενος. Μετὰ γάρ τοι τὸν δέκα ἀριθμὸν συμβέβηκεν ὁ ἑπτά. Ἐν ὑπεροχῇ δὲ Τριάδος, τουτέστι Θεότητος, ὁ ἐκ Πατρὸς Θεὸς Λόγος· ἐν ὑφιζήσει δὲ τὸ ἀνθρώπινον,
45καὶ Θεοῦ δόξης ἐν μείοσι. Καὶ ὁ μὲν Θεὸς Λόγος νοεῖ‐ ται προὼν, προσγέγονε δὲ αὐτῷ τὸ ἀνθρώπινον. Οὐκοῦν ἀναγκαίως προτέτακται μὲν ὁ δέκα ἀριθμὸς, ἐπενήνεκταί γε μὴν ὁ ἑπτά. «Ἰωσὴφ γὰρ, φησὶν, δέκα καὶ ἑπτὰ ἦν ἐτῶν.» Ἄθρει δή μοι πρὸς τούτῳ

69

.

297

(50)

τὸ πρόσκαιρόν τε καὶ ἄναρχον, ὡς ἔν γε δὴ χρόνῳ, φημὶ, τοῦ Ἐμμανουήλ. Γέγονε μὲν γὰρ ἐτῶν ἀπ‐ αρίθμησις ὡς ἐν εἰκόνι τῷ Ἰωσήφ· ἀλλ’ ἐπενήνεκται τὸ «ἦν.» Κέκληται μὲν γὰρ εἰς γένεσιν τὴν καθ’ ἡμᾶς νοουμένην, καὶ εἰς ἐτῶν ἀριθμὸν διὰ τὸ ἀνθρώ‐
55πινον, καίτοι Θεὸς ὢν ὁ Λόγος. Ἀλλ’ ἕψεται πάντως τὸ «ἦν» αὐτῷ. Νοεῖται γὰρ καὶ ἔστιν ἀληθῶς τῷ Θεῷ
καὶ Πατρὶ συναΐδιος, καὶ, ὡς ὁ θεσπέσιός φησιν295

69

.

300

Ἰωάννης, «Ἐν ἀρχῇ ἧν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Οὐκοῦν ἐρῶ εἰσαῦθις· Δέκα μὲν καὶ ἑπτὰ ἐτῶν ἦν Ἰωσὴφ ὁ θε‐ σπέσιος, τὰς δὲ τοῦ πατρὸς ἀγέλας συνεποίμαινε τοῖς
5ἀδελφοῖς, τοῖς ἀπὸ Ζελφᾶς, φημὶ, καὶ Βάλλας, τουτ‐ έστι, τοῖς ἐκ θεραπαινῶν. Γεγονὼς γὰρ ἄνθρωπος ὁ ἐκ Θεοῦ Λόγος, τὴν τῶν Ἰουδαίων ἄνω τε καὶ κάτω περιέθει χώραν, συναγείρων ὥσπερ εἰς ἀγάπησιν τὴν πρὸς Θεὸν καὶ Πατέρα ἀπολωλότα πρόβατα οἴκου
10Ἰσραήλ. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, «Θεὸς ἦν ἐν Χριστῷ, κόσμον ἑαυτῷ καταλλάσσων.» Ἐποί‐ μαινε τοίνυν τοῖς εἰς δουλείαν γεγεννημένοις ὁ Ἐμ‐ μανουὴλ, καὶ τοῖς οἱονεί πως ἐκ δύο παιδισκῶν, νό‐ θην, καὶ οὐκ ἐλευθέραν λαχοῦσι τὴν γένεσιν. Μετὰ
15γάρ τοι τὴν τοῦ Ἱεροβοὰμ βασιλείαν, ἀπήρκασι μὲν τῆς Ἱερουσαλὴμ αἱ δέκα φυλαὶ, κατῴχοντο δὲ καὶ κατῳκήκασιν ἐν τῇ Σαμαρείᾳ, παραφέροντος εἰς τοῦτο τοῦ Ἱεροβοάμ. Πεπλάνηνται δὲ καὶ προσκε‐ κυνήκασι ταῖς δαμάλεσι ταῖς χρυσαῖς ἐκεῖ. Ὅθεν
20καὶ διὰ φωνῆς Ἰεζεκιὴλ, ὡς δύο γυναῖκας ἐκπεπορ‐ νευμένας κατῃτιᾶτο Θεὸς, οὕτω λέγων· «Υἱὲ ἀνθρώ‐ που, δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς, καὶ ἐξεπόρνευσαν ἐν τῇ Αἰγύπτῳ, ἐν τῇ νεότητι αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον οἱ μαστοὶ αὐτῶν. Ἐκεῖ δι‐
25επαρθενεύθησαν. Τὰ δὲ ὀνόματα αὐτῶν, Ὀόλλα ἡ πρεσβυτέρα, καὶ Ὀολίβα ἡ ἀδελφὴ αὐτῆς. Καὶ ἐγέ‐ νοντό μοι, καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας· καὶ τὰ ὀνόματα αὐτῶν, Σαμάρεια ἡ Ὀόλλα, καὶ Ἱερουσαλὴμ ἡ Ὀολίβα.» Συνεποίμαινε τοίνυν καθ’ ἡμᾶς γεγονὼς
30ὁ Υἱὸς τοῖς ἐκ δουλείας ἅμα καὶ ἐκ πορνείας γεγεννη‐ μένοις. Καθηγοῦνται γὰρ ἔτι τῶν ἐξ Ἰσραὴλ οἱ κατὰ νόμον προεστηκότες, καίτοι διδάσκοντος ἤδη καὶ μυσταγωγοῦντος Χριστοῦ τοὺς προσιόντας αὐτῷ, καὶ εἰς τὴν τῆς ἀληθείας ἀποκομίζοντος τρίβον. Αὕτη δὲ
35ἦν αὐτός. Τοιγάρτοι καὶ ἔφασκεν· «Ἐγώ εἰμι ἡ ὁδός.» Ἀλλ’ οἱ μὲν Γραμματεῖς καὶ Φαρισαῖοι καὶ τὴν τῆς νομοθεσίας ἔχοντες δόξαν, κατέβοσκον εἰς τριβόλους, εἰς ἀκάνθας, εἰς πλάνησιν, εἰς διδασκα‐ λίας καὶ ἐντάλματα ἀνθρώπων· ὁ δὲ εἰς νομὴν ἀγα‐
40θὴν, καὶ εἰς πόαν ὥσπερ εὐανθεστάτην, τῶν εὐαγ‐ γελικῶν παιδευμάτων τὴν εὐφυᾶ καὶ ἀξιάγαστον γνῶσιν. Καὶ οἱ μὲν ἦσαν ποιμένες ῥᾴθυμοί τε καὶ ἀναπεπτωκότες, καὶ πρός γε τούτοις, λημμάτων ἡτ‐ τώμενοι, καὶ φιλοκέρδειαν νοσοῦντες ἐσχάτην· τὸ
45«γάλα κατεσθίοντες, τὰ ἔρια περιβαλλόμενοι, καὶ τὸ παχὺ σφάζοντες,» κατὰ τὴν τοῦ προφήτου φω‐ νήν· μισθωτοὶ καὶ ἀγέρωχοι, καὶ ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὸ «χρῆναι πονεῖν ὑπὲρ τῶν προ‐ βάτων.» Ἀλλ’ ὥσπερ οἱ ἀπὸ Ζελφᾶς τε καὶ Βάλλας,

69

.

300

(50)

ψόγον πονηρὸν κατήγαγον ἐπὶ τὸν Ἰωσὴφ, οὕτω καὶ τῶν ἀνοσίων Φαρισαίων ἡ δυστροπωτάτη πληθὺς διαβεβλήκασι τὸν Ἐμμανουὴλ, καὶ συκοφαντεῖν ἀπετόλμων τὴν δόξαν αὐτοῦ· Σαμαρείτην, καὶ οἰνο‐ πότην, καὶ δαιμονῶντα πρὸς τούτοις, καὶ ταῖς τοῦ
55Βεελζεβοὺλ ἐνεργείαις ἐπικουρούμενον εἴς γε τὸ δύνα‐
σθαι, φημὶ, τὰ πονηρὰ τῶν ἠῤῥωστηκότων ἐξελαύνειν297

69

.

301

πνεύματα, δυσσεβῶς ὀνομάζοντες. Τοιγάρτοι καὶ διὰ φωνῆς προφήτου τῆς τῶν Ἰουδαίων ἀθυροστομίας κατεκεκράγει λέγων αὐτὸς ὁ Ἐμμανουήλ· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ. Δείλαιοί εἰσιν, ὅτι
5ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς· αὐτοὶ δὲ κατελάλησαν ψευδῆ κατ’ ἐμοῦ. «Καὶ πάλιν· «Πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν, δι’ ἀπαι‐ δευσίαν γλώττης αὐτῶν.» Πεφλυάρηκε τοίνυν κατὰ Χριστοῦ τῶν Φαρισαίων τὸ στῖφος, τὸ θρασύ τε καὶ
10ἀνελεύθερον. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ κατενεγκεῖν τοὺς ἀδελφοὺς ψόγον πονηρὸν κατὰ Ἰωσήφ. «Ἀλλ’ ἠγαπᾶτο, φησὶν, παρὰ τοῦ πατρὸς, ὅτι υἱὸς γήρως ἦν αὐτῷ.» Γεγόνασι μὲν γὰρ καὶ ἕτεροι ποιμένες, καλοί τε καὶ ἀγαθοὶ, πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν
15ἀναδείξεως τῆς ἐν κόσμῳ καὶ μετὰ σαρκός· καὶ πρό γε τῶν ἄλλων Μωσῆς ὁ θεσπέσιος, καὶ οἱ καθεξῆς τὰς λογικὰς ἀγέλας διαποιμαίνοντες. Πλὴν διαφε‐ ρόντως ἠγάπησε τὸν Υἱὸν ὁ Πατήρ, καίτοι τελευταῖον ὄντα μετὰ τοὺς ἄλλους, καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος
20γεγονότα καιροῖς. Ἁρμόσει μὲν οὖν τῷ Ἰακὼβ υἱὸν γήρως ἔχειν τὸν Ἰωσήφ. Θεὸς δὲ ἀγήρως, ἄναρχός τε καὶ ἀναυξὴς, καὶ ἀεὶ παντέλειος. Ταύτῃτοι σοφῶς τῆς τοῦ πρέποντος θήρας ἀφαμαρτεῖν οὐκ ἐφιέντες τὸν λόγον, γήρως ὥσπερ υἱὸν γεγεννῆσθαί φαμεν τῷ
25Θεῷ καὶ Πατρὶ τὸν Ἐμμανουὴλ, ὡς ἐν χρόνοις γε‐ γονότα τοῖς τελευταίοις τοῦ αἰῶνος, δηλονότι τοῦ ἐνεστῶτος, καὶ ἐπεί τοι μετ’ αὐτὸν ἕτερος οὐδείς. Οὐ γὰρ ἐν ἑτέρῳ σώζεσθαι προσδοκῶμεν. Ἀρκέσει δὴ μόνος, ὅτι μηδὲ ἐν ἄλλῳ κεῖσθαί φαμεν τὴν τοῦ
30κόσμου σωτηρίαν καὶ ζωήν. Αὐτὸς οὖν ἡμᾶς εἰς αἰῶνας ποιμανεῖ, κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, καὶ ὑπ’ αὐτῷ κεισόμεθα τῷ ἀγαπητῷ, πεφηνότι μὲν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καθάπερ ἔφην ἀρτίως, μετὰ σαρκὸς, προϋφεστηκότι δὲ ὡς Θεῷ.
35Φαμὲν γὰρ εἶναι τῷ Πατρὶ συναΐδιον. Οὐκοῦν ἠγαπᾶτο μὲν παρὰ τοῦ πατρὸς διαφερόντως ὁ Ἰωσήφ· χιτῶνα δὲ αὐτῷ ποικίλον ἐδίδου, γέρας ὥσπερ ἐξαίρετον, καὶ τῆς ἐνούσης φιλοστοργίας μήνυσιν ἐναργῆ τὸ χρῆμα τιθείς. Ἀλλ’ ἦν καὶ τοῦτο τοῖς ἀδελφοῖς βασκα‐
40νίας ἐρέθισμα, καὶ φθόνου πρόφασις· καθὼς καὶ αὐτὸ τῶν πραγμάτων διδάξει τὸ πέρας. Ἐπεμαί‐ νοντο δὲ καὶ οἱ Φαρισαῖοι τῷ ἠγαπημένῳ, τουτέστι Χριστῷ, διά τοι τὸ παρὰ Θεοῦ καὶ Πατρὸς ποικιλό‐ τροπόν τινα κατημφιέσθαι δόξαν. Τεθαύμαστο γὰρ
45κατὰ πολλοὺς, οἶμαι, τρόπους· τοῦτο μὲν ὡς ζωοποιὸς, τοῦτο δὲ ὡς φῶς καὶ καταφωτίζειν οἷός τε τοὺς ἐν σκότῳ, ὡς λεπροὺς καθαρίζων, καὶ νεκροὺς κἂν ἤδη δυσωδοῦντας ῥᾷστα ἐγείρων, ὡς θαλάσσαις ἐπιτιμῶν, καὶ αὐτοῖς ἐπ’ ἐξουσίας ἐποχούμενος κύ‐

69

.

301

(50)

μασι. Καὶ γοῦν ἤδη πως Ἰουδαῖοι διηπορηκότες, καὶ τῷ τῆς βασκανίας πυρὶ λοιπὸν ἀφορήτως κατα‐ τρυχόμενοι, πρὸς ἀλλήλους ἔλεγον· «Τί ποιοῦμεν; ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ.» Αἴνιγ‐ μα δὴ οὖν ὁ παμποίκιλος ἡμῖν χιτών ἐστι τῆς πολυει‐
55δοῦς εὐκλείας, ἢν ὁ Θεὸς καὶ Πατὴρ περιθεῖναι λέ‐ γεται τῷ Υἱῷ καθ’ ἡμᾶς γενομένῳ διὰ τὸ ἀνθρώπι‐
νον. Ἐπεὶ τό γε ἧκον εἰς ἰδίαν φύσιν, αὐτός ἐστιν ὁ299

69

.

304

τῆς δόξης Κύριος· κἂν εἰ λέγοι τυχὸν οἰκονομικῶς διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν· «Πάτερ, δόξασόν σου τὸν Υἱόν.» Παρεθήγοντο δὴ οὖν εἰς λύπας οἱ ἐκ θε‐ ραπαινῶν, ἐφ’ οἷς ἔφην ἀρτίως. Καὶ πρός γε δὴ τού‐
5τοις, ὕποπτοι γεγόνασι διὰ τὴν τῶν ἐνυπνίων ἀφ‐ ήγησιν. Προαναμανθάνοντες γὰρ, ὡς αὐτοὶ μὲν ἔσονται κατὰ καιροὺς ὑπὸ πόδας, καὶ προσκυνηταί· ὁ δὲ λίαν δὴ ὑπερκείσεται, καὶ εἰς τοῦτο δόξης ἀναδρα‐ μεῖται λοιπὸν, ὡς καὶ αὐτοῖς γενέσθαι προσκυνητὸν
10τοῖς γεγεννηκόσιν· ἐπέτριζον ἤδη τοὺς ὀδόντας αὐ‐ τῶν, καὶ τὰς ἐπὶ τὸ χρῆναι φονᾷν εἰσεδέχοντο γνώ‐ μας. Παρωξύνοντο δὲ καὶ οἱ Ἰουδαῖοι, καὶ λελύπηντο οὐ μικρῶς, μανθάνοντες ὅτι καὶ αὐτοὺς ὑπερκείσεται τοὺς ἁγίους Πατέρας ὁ Ἐμμανουὴλ, καὶ προσκυνητὸς
15ἔσται παντὶ τῷ λαῷ, μᾶλλον δὲ ἁπάσῃ τῇ γῇ. Καὶ τοῦτο συνιέντες ἔφασκον· Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ κατάσχωμεν τὴν κλη‐ ρονομίαν αὐτοῦ·» καίτοι τοῦ μακαρίου Δαβὶδ ἀναφαν‐ δὸν λέγοντος ἐνηνθρωπηκότι τῷ Μονογενεῖ· «Πάντα
20τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε·» ἄλλοτε δ’ αὖ καὶ αὐτῶν τῶν ἐξ Ἰσραὴλ τὸν ἐπὶ Χριστῷ φθόνον καὶ τὴν ἀνοσίαν ὀργὴν καταφανῆ τιθέντος καὶ λέγοντος· «Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί.» Ἀποχρώντως δὴ οὖν τὸν ἀπηνῆ καὶ ἀτίθασσον τῶν Ἰουδαίων κατα‐ δείξαντες φθόνον, ἐπὶ καιροῦ λέγωμεν τὰ δύσοιστά τε καὶ μιαιφόνα τολμήματα, πανταχῆ τὸν τῆς ἱστορίας παραθλίβοντες λόγον, καὶ εἰς αὐτὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ἀναθέοντες τὸν σκοπόν. Ἀνα‐
25κομίζει γὰρ αὖθις εἰς τοῦτο ἡμᾶς ὁ λόγος. εʹ. Ἰέναι μὲν γὰρ ἐν Σιχὲμ τὸν θεσπέσιον Ἰωσὴφ τὸ τοῦ πατρὸς ἀναπείθει πρόσταγμα, εἴπερ εἰσὶν ἐν εὐρωστίαις, καὶ ὅποι ποτὲ καὶ τίνα δὴ τρόπον δια‐ ποιμαίνουσιν ἐποπτεύσηται τοὺς ἀδελφούς. Ὁ δὲ
30ἄπεισι μὲν, εὑρίσκει δὲ μόλις, ἥκιστα μὲν ἐν Σιχὲμ, κατοιχομένους δὲ μᾶλλον εἰς Δοθαΐμ. Ὡς δὲ δὴ προσιόντα τεθέανται, πικρὸν καὶ ἀπηχθημένον μει‐ διῶσι, λέγοντες· «Ἴδε ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχε‐ ται.» Διαχρήσασθαι δὲ βουλομένους ἀπείργει μὲν ὁ
35Ῥουβείμ· καθίεσαν δ’ οὖν εἰς ἕνα τῶν λάκκων, καὶ τῆς τοῦ Ῥουβεὶμ συμβουλῆς ἀλογήσαντες. Μετ’ οὐ πολὺ δὲ τοῦ λάκκου τὸν νεανίαν ἀνιμησάμενοι, τοῖς Ἰσμαηλίταις ἀπέδοντο καταβαίνουσιν εἰς τὴν Αἰ‐ γυπτίων. Ὑπονοστήσας γε μὴν ἐπὶ τὸν λάκκον ὁ
40Ῥουβεὶμ, εἶτα τὸ μειράκιον οὐχ εὑρὼν, ἐκτεθνάναι δὲ ἤδη νομίσας, ἔργον τε γενέσθαι τῆς τῶν φονών‐ των ἀνοσιότητος, δεδυσφόρηκεν οὐ μικρόν. Καὶ ἀπεκομίσθη μὲν Ἰωσὴφ εἰς Αἴγυπτον· τεθρήνηκε δὲ ὁ πατὴρ, καὶ μέχρι πολλοῦ κατοιμώζων διετέλει.
45Ἀπεστάλη δὲ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐπισκεψόμενος τοὺς ἐξ Ἰσραὴλ, εἰ διατελοῦσιν ἐν εὐρωστίαις, δῆλον δὲ ὅτι ταῖς νοηταῖς, καὶ εἰ μεμένηκεν ἐν καλῷ τὰ ὑπ’ αὐτοὺς θρέμματα, τῆς τῶν ποιμένων ἐπιεικείας οὐκ

69

.

304

(50)

ἀπομοιρήσαντα. Ἀλλ’ εὕρηνται μὲν οὐκ ἐν Σιχὲμ, ἀλλ’ ἐν Δοθαΐμ. Ἡ Σιχὲμ ὦμος ἑρμηνεύεται. Ση‐ μεῖον δ’ ἂν γένοιτο φιλεργίας τὸ μέλος. Κατείθισται γάρ πως ἡ θεόπνευστος Γραφὴ, ποτὲ μὲν ἰσχὺν, ποτὲ δὲ εἰς ἔργου τύπον ποιεῖσθαι τὸν ὦμον. Οἶον
55ἐκεῖνό φαμεν τὸ, «Δὸς καρδίαν σου εἰς τοὺς ὤμους,» τουτέστιν, εἰς φιλεργίαν. Δοθαῒμ δὲ πάλιν, ἔκλειψις
ἱκανή. Κατελήφθησαν τοίνυν οἱ ἐξ Ἰσραὴλ, οὐκ ἐν301

69

.

305

φιλεργίαις ὄντες ταῖς εἰς ἀρετὴν, οὔτε μὴν ἐν εὐδο‐ κιμήσεσι ταῖς κατὰ τὸν νόμον, ἀλλ’ ἐν ἐκλείψει πολλῇ, δικαιοσύνης δηλονότι καὶ ἁπάσης ἐπιεικείας. Οὐ γὰρ ἦν «δίκαιος οὐδὲ εἷς, οὐκ ἦν ποιῶν χρηστό‐
5τητα, οὐκ ἦν ἕως ἑνός·» ἀλλ’, ὡς Θεός πού φησι διὰ τῆς τοῦ προφήτου φωνῆς, μόνην αὐτῷ προσῆγον τὴν ἀπὸ γλώττης τιμὴν, τὸν νοῦν ἑτέρωθι μεταστή‐ σαντες, καὶ τοῦ χρῆναι πληροῦν τὰ νενομισμένα διὰ Μωσέως, πόῤῥω που μετοικισάμενοι τὴν καρδίαν.
10Προσέκειντο γὰρ μόναις διδασκαλίαις, καὶ ἐντάλμασιν ἀνθρώπων. Ἀλλ’ ἐπέγνωσαν μὲν παρόντα μετὰ σαρκὸς τὸν ἠγαπημένον, τὸν νοητὸν Ἰωσήφ. Ἔφη γὰρ ὁ μακάριος εὐαγγελιστὴς Ἰωάννης, ὅπως μέν τοι καὶ «ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς
15αὐτὸν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν.» Ἐπιγνόντες τοίνυν πεπαρῳνήκασιν εἰς αὐτόν. Ἀπ‐ εκτόνασι γὰρ, καὶ ὥσπερ εἴς τινα λάκκον καθῆκαν οἱ δείλαιοι, τὸ βαθὺ καὶ σκοτεινὸν τοῦ θανάτου βάρα‐ θρον, τουτέστι τὸν ᾅδην. Οὕτω γὰρ ἡμῖν αὐτὸν καὶ
20ὁ θεσπέσιος Δαβὶδ κατεσήμαινε λέγων ὡς πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, ὡς ἐκ προσώπου Χρι‐ στοῦ· «Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.» Ἄθρει δέ μοι τῶν ἱερῶν Γραμμάτων τὴν ἰσχὺν,
25καὶ τὸ πολὺ λίαν ἀπεξεσμένον εἰς τὸ ἀκριβές· «Ὁ λάκκος, φησὶ, κενὸς, ὕδωρ οὐκ εἶχεν, «ἵνα σαφῶς καὶ ἐναργῶς ὁ ᾅδης ἡμῖν διὰ τούτου κατασημαίνη‐ ται. Καὶ τίνα τρόπον, ἐρῶ· ὕδωρ μὲν γὰρ σύμβολον ἂν εἴη ζωῆς, ὡς ζωοποιόν. «Ὕδωρ δὲ οὐκ εἶναί
30φησιν ἐν τῷ λάκκῳ.» Τῶν γὰρ ζωῆς ἐστερημένων νοοῖτ’ ἂν εἰκότως ὁ ᾅδης οἶκός τε καὶ ἐνδιαίτημα. Πλὴν ἀνεβιβάσθη τὸ παιδάριον. Ἀνεβίω δὲ καὶ ὁ Χριστὸς ἐκ νεκρῶν. Οὐ γὰρ γέγονε τῷ λάκκῳ κάτ‐ οχος. Οὐδὲ μεμένηκεν ὁ Χριστὸς εἰς ᾅδου, κεκένωκε
35δὲ μᾶλλον αὐτόν. «Ἔφη γὰρ τοῖς ἐν δεσμοῖς· Ἐξέλ‐ θετε.» Ἐπειδὴ δὲ ἀνεβιβάσθη, καὶ οὐκ εἰς μακρὰν ὁ θεσπέσιος Ἰωσὴφ ἀπῆλθεν εἰς τὴν Αἰγυπτίων, ἐκπριαμένων αὐτὸν τῶν Ἰσμαηλιτῶν· ἦσαν δὲ ἀρω‐ μάτων ἔμποροι. Ἀνεβίω μὲν γὰρ καὶ ὁ Χριστὸς,
40καὶ ἀναβέβηκεν ἐκ τοῦ λάκκου. Μεταπεφοίτηκε δὲ τὴν Ἰουδαίαν ἀφεὶς εἰς τὴν τῶν ἐθνῶν χώραν· περιφερόντων αὐτὸν τῶν νοητῶν Ἰσμαηλιτῶν, τουτέστι, τῶν ἐν ὑπακοῇ Θεοῦ· ἑρμηνεύεται γὰρ οὕ‐ τως ἡ λέξις. Τίνες δ’ ἂν εἶεν οἱ τοιοίδε; Πάλιν οἱ
45μακάριοι μαθηταὶ, τὸ οὖς ὑποθέντες τοῖς διὰ Χριστοῦ παιδεύμασι, καὶ ἀπαρχὴ γεγονότες τῶν εὐδοκιμούν‐ των ἐν ὑπακοῇ καὶ πίστει, καὶ τοῖς ὑπὲρ νόμον αὐχήμασιν. Οἱ γὰρ τοιοίδε νοοῖντ’ ἂν εἰκότως καὶ ἀρωμάτων ἔμποροι, τὸ Χριστοῦ μυστήριον εὐωδιά‐

69

.

305

(50)

ζοντες, καὶ ἁπάσης ἀρετῆς ἰδέαν ἐν ἰδίαις ψυχαῖς ἀναματτόμενοι γενικῶς. Οὗτοι τὸν Ἰησοῦν ἐξεπρίαν‐ το τρόπον τινὰ, πάντα μὲν ἀφέντες τὰ ἐν νόμῳ λαμπρὰ, τὸν ἕνα δὲ καὶ «πολύτιμον» ἐμπορευσά‐ μενοι «μαργαρίτην,» κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆ‐
55ρος παραβολήν. Οὗτοι τοῖς ἔθνεσι διεκόμισαν τὸν
Χριστὸν, ἱερουργοῦντες τὸ Εὐαγγέλιον, καὶ ἀνὰ πᾶ‐303

69

.

308

σαν τὴν ὑφ’ ἥλιον κηρύττοντες ὡς Θεὸν καὶ Κύριον, καὶ ὡς λίθον ἐκλεκτὸν, ἀποδοκιμασθέντα μὲν παρὰ τῶν ἐν νόμῳ καὶ νοητῶν οἰκοδόμων, ἐκλεκτὸν δὲ καὶ ἔντιμον παρὰ Θεῷ, καὶ εἰς κεφαλὴν γωνίας κείμε‐
5νον. Πλὴν ὅτι κεκώλυκεν ὁ Ῥουβεὶμ φονῶντας τοὺς ἀδελφούς· δεδυσφόρηκε δὲ καὶ Ἰούδας. Καὶ ἦν μὲν Ῥουβεὶμ πρωτότοκος· Ἰούδας γε μὴν ἐκ τῆς εἰς βασιλείαν κεκλημένης φυλῆς. Οὐκοῦν ὅσοι τὴν τοῦ πρωτοτόκου συμμορφίαν πεπλουτήκασι, εἴπερ
10ἧσαν ἐξ Ἰουδαίων, καὶ ὅσοι κέκληνται πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν, τὸ διὰ Χριστοῦ προσηκάμενοι κήρυγμα, δεδυσφορήκασιν οὐ μικρῶς ἐπὶ τοῖς κατ’ αὐτοῦ τολμήμασιν. Ἦσαν γὰρ, ἦσαν οὐκ εὐαρίθμητοι κατ’ ἐκεῖνο καιροῦ, κατά τε τὴν Ἱερουσαλὴμ καὶ
15τὴν ἑτέραν τῶν Ἰουδαίων χώραν, οἱ λελυπημένοι καὶ συναλγήσαντες Χριστῷ ἠτιμασμένῳ. Τεθρήνηκε δὲ ὁ πατὴρ τὸν Ἰωσήφ· «Οὐ γὰρ ἤθελε παρακλη‐ θῆναι,» φησίν. Πάρεστι δὴ οὖν κἀντεῦθεν ἰδεῖν ὅτι λελύπηκεν οὐ μετρίως τὸν ἐν οὐρανοῖς Πατέρα καὶ
20Θεὸν ἡ εἰς Χριστὸν παροινία καὶ τὰ μιαιφόνα τῶν Ἰουδαίων ἐγχειρήματα. Προσκεκρούκασι δὲ οὕτω δεινῶς, ὡς παραιτεῖσθαι παράκλησιν, μονονουχὶ δὲ καὶ ἀνέχεσθαι μηδενὸς εἴπερ ἕλοιτό τις τὰς ὑπὲρ αὐτῶν ποιεῖσθαι λιτάς. Ἐλιπάρουν μὲν γὰρ οἱ προ‐
25φῆται πολλάκις, καὶ σώζεσθαι παρεκάλουν τὸν Ἰσραήλ· καίτοι δεδρακότα τὰ ἐπέκεινα λόγου παντὸς κατὰ τῶν προφητῶν. Κατενόησε δὲ τὴν ἡμερότητα πολλάκις Θεός· οἰκέται γὰρ ἦσαν οἱ κινδυνεύσαντες Ἐπεὶ δὲ πεπαρῳνήκασιν εἰς αὐτὸν τὸν Χριστὸν,
30ἀπαράκλητος ὁ Πατὴρ, δυσανάτρεπτος ὁ θυμός. Ὕβρισται γὰρ οὐκ ἔτι τις προφήτης, ἀλλ’ ὁ τῶν ὅλων Σωτὴρ, ὁ Δεσπότης τῶν προφητῶν, τουτέστι Χριστὸς, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ νων. Ἀμήν.
34tΠερὶ τοῦ Ἰούδα καὶ τῆς Θάμαρ.
35 αʹ. Σκοπὸς τῇ θεοπνεύστῳ Γραφῇ, τὸ Χριστοῦ μυστήριον διὰ μυρίων ὅσων ἡμῖν κατασημῆναι πραγ‐ μάτων. Παρεικάσαι δ’ ἄν τις αὐτὴν λαμπρᾷ καὶ ἀξιαγάστῳ πόλει, καὶ οὐ μίαν ἐχούσῃ τὴν βασιλέως εἰκόνα, πλείστας δὲ ὅσας, καὶ ἐν τόπῳ παντὶ ἀνατε‐
40θειμένας περιφανῶς. Ἄθρει γὰρ ὅπως τῶν εἰς τοῦτο τελούντων διηγημάτων οὐδὲν μὲν παρίησιν, ἔρχεται δὲ διὰ πάντων. Κἂν εἰ ἔχοι τι τὸ ἀκαλλὲς τῆς ἱστο‐ ρίας ὁ λόγος, δι’ οὐδενὸς ποιεῖται τὰ τοιάδε τυχὸν, ἔς τ’ ἂν αὐτῇ τὸ προκείμενον ἐξυφαίνηται καλῶς·
45Ποιεῖσθαι γὰρ κατάῤῥησιν τῆς τῶν ἁγίων ζωῆς οὐ σκοπὸς αὐτῇ· πολλοῦ γε καὶ δεῖ· διαμορφοῦν δὲ μᾶλ‐ λον ἡμῖν τοῦ μυστηρίου τὴν γνῶσιν, δι’ ὧν ἂν γέ‐ νοιτο σαφής τε καὶ ἀληθὴς ὁ ἐπ’ αὐτῷ λόγος· καὶ οὐδαμόθεν ἔχων τὸ ἐπιτιμᾶσθαι δεῖν, ὡς τῆς ἀληθείας

69

.

308

(50)

ἡμαρτηκώς. Γράφεται τοίνυν ἡμῖν ὡς ἐν τῷ Ἰούδᾳ πάλιν, καὶ μέντοι καὶ τῇ Θάμαρ, τῆς τοῦ Σωτῆρος οἰκονομίας τὸ μυστήριον. Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ καιρῷ ἐκείνῳ, κατέβη Ἰούδας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἀφίκετο πρὸς ἄνδρα τινὰ Ὀδολαμίτην,
55ᾧ ὄνομα Ἵρας. Καὶ εἶδεν ἐκεῖ Ἰούδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾗ ὄνομα Σαβά. Καὶ ἔλαβεν
αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ συλλαβοῦσα305

69

.

309

ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἥρ. Καὶ συλλαβοῦσα πάλιν, ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Αὐνᾶν. Καὶ προσθεῖσα, ἔτι ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σηλώμ.» Παῖδες μὲν οὖν
5οὖτοι γεγόνασι τῷ Ἰούδᾳ τρεῖς. Ἐπειδὴ δὲ εἰς ἥβην ἧκον οἱ νεανίαι, δέχεται τὴν Θάμαρ, καὶ τῷ πρωτοτόκῳ συγκαθείργνυσι, τουτέστι, τῷ Ἥρ. Ἐπειδὴ δὲ ἦν πονηρὸς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ, πρὸ παίδων γονῆς τῶν καθ’ ἡμᾶς ἀπηλλάττετο. «Ἀπ‐
10έκτεινε γὰρ, φησὶν, αὐτὸν ὁ Θεός.» Εἶτα προτρέπει τὸν Αὐνᾶν ὁ πατὴρ, τῇ τοῦ ἀδελφοῦ συγκατευνάζε‐ σθαι γυναικὶ, καὶ ἀναστῆσαι σπέρμα τῷ κατοιχο‐ μένῳ. Ὁ δὲ, ἐπείπερ οὐκ αὐτοῦ φησιν ἔμελλεν ἔσε‐ σθαι τὸ γεννώμενον, τὸν συνόδου νόμον ἠδίκει,
15καταχέων εἰς γῆν, καὶ οὐχὶ μᾶλλον ἐδίδου τὴν σπο‐ ράν. Διόλλυται δὲ καὶ οὗτος εὐθὺς ἐκ θείας ὀργῆς. Οὗ γεγονότος, ἐδεδίει λοιπὸν ὁ Ἰούδας τὸν τρίτον αὐτῇ συγκατοικίζειν υἱὸν, φημὶ δὴ τὸν Σηλώμ. Καὶ τῶν εἰς τοῦτο δειμάτων ἡ πρόφασις ἦν, «Μὴ ἄρα
20πως καὶ αὐτὸς ἀπόλοιτο,» φησίν. Ἐποιεῖτο δὲ σκῆψιν τοῦ μὴ χρῆναι πληροῦν τὸν γάμον, τὸ τῆς τοῦ παιδὸς ἡλικίας κομιδῇ βραχύ. Εἶπε γὰρ, φησὶ, τῇ νύμφῃ αὐτοῦ· «Κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πα‐ τρός σου, ἕως μέγας γένηται Σηλὼμ ὁ υἱός μου.»
25Εἶπε γάρ· «Μή ποτε ἀποθάνῃ καὶ οὗτος, ὥσπερ οἱ ἀδελφοὶ αὐτοῦ.» Ἀπελθοῦσα δὲ Θάμαρ ἐκάθητο, ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς. Εἶτα καιροῦ διαγεγονό‐ τος, δεδυσφόρηκεν ἡ Θάμαρ ἐπὶ τῷ μελλησμῷ τοῦ γάμου. Συνίησι δὲ ἤδη πως, ὡς οὐκ ἂν οἴσει πρὸς
30πέρας αὐτῇ τὸ ἐπηγγελμένον ὁ κηδεστής. Σκήπτεται δὲ μᾶλλον ἀνατιθεὶς εἰς ὑπέρθεσιν καὶ εἰς ἐλπίδας οὐκ ἐσομένας τὸ προσδοκηθέν. Καὶ τί δὴ ἄρα πρὸς τοῦτο μηχανᾶται λοιπόν; «Ἀπηγγέλη, φησὶ, τῇ Θάμαρ τῇ νύμφῃ αὐτοῦ, λέγοντες· Ἰδοὺ ὁ πενθερός
35σου ἀναβαίνει εἰς Θαμνὰ κεῖραι τὰ πρόβατα αὐτοῦ. Καὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀφ’ ἑαυτῆς, περιεβάλ[λ]ετο θέριστρον, καὶ ἐκαλλωπίσατο, καὶ ἐκάθητο πρὸς ταῖς πύλαις Αἰνὰν, ἥ ἐστιν ἐν παρόδῳ Θαμνά. Εἶδε γὰρ ὅτι μέγας γέγονεν ὁ υἱὸς
40αὐτοῦ Σηλὼμ, αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα. Καὶ ἰδὼν αὐτὴν ὁ Ἰούδας, ἔδοξεν αὐτὴν πόρνην εἶναι. Κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐ‐ τῆς, καὶ οὐκ ἐπέγνω αὐτήν.» Εἶτα συνηρπάζετο πρὸς ἐπιθυμίαν· αἰτοῦντι δὲ τῷ γυναίῳ μισθώματα,
45πέμψειν ἔριφον ἐπηγγέλλετο, ὅμηρά τε τῆς ἐπαγ‐ γελίας αἰτούσῃ, δίδωσι τὴν ῥάβδον, καὶ τὸν δακτύ‐ λιον, καὶ τὸν ὁρμίσκον· τουτέστι κόσμημά τι τῶν περὶ τὴν δέριν (οἰηθείη δ’ ἄν τις, καὶ μάλα εἰκότως, ἅτε δὴ Χαλδαῖον ὄντα τὸν Ἰούδαν, μὴ ἐν ῥᾳθυμίᾳ

69

.

309

(50)

γενέσθαι τοῦ κατακλίνεσθαι φιλεῖν)· φιλόκοσμοι γὰρ οἱ Χαλδαῖοι, χρυσῷ δὲ καὶ χεῖρας καὶ δέριν καταλαμ‐ πρύνουσι, καὶ αὐτὴν δὲ τρίχα στεφανοῦσιν ἔσθ’ ὅτε. Νενόμισται δὲ καὶ τοῦτο παρ’ αὐτοῖς καὶ ἀνδροπρε‐ πὲς, γνώρισμά τε τῆς ἀνωτάτω λοιπὸν εὐγενείας
55καὶ τῶν εἰς ἀνδρείαν ἐπαίνων οὐκ ἀμοιροῦν. Τούτων δὲ ὧδε τετελεσμένων, ᾤχετο μὲν ὁ Ἰούδας οἷπερ ἦν
ἐν ἀρχαῖς ὁ σκοπὸς αὐτῷ. Ἡ δὲ πρὸς τὴν τοῦ πατρὸς307

69

.

312

ἑστίαν ἀνεκομίζετο, καὶ δὴ καὶ ἐν καλῷ τῆς ἐλπίδος ἦν κυοφοροῦσα λοιπόν. Ἐπειδὴ δὲ τοῦτο μεμάθηκεν ὁ Ἰούδας, τεθνάναι δεῖν ἔφη τὸ γύναιον ὡς πεπορ‐ νευμένον. Ὡς δὲ ἦν ἐν ἐσχάτοις, παρέδειξεν αὐτῷ
5τὴν ῥάβδον καὶ τὰ λοιπὰ, λέγουσα· «Ἐκ τοῦ ἀνθρώ‐ που οὗτινος ταῦτά ἐστιν, ἐγὼ ἐν γαστρὶ ἔχω. Καὶ εἶπεν· Ἐπίγνωθι τίνος ὁ δακτύλιος, καὶ ὁ ὁρμίσκος, καὶ ἡ ῥάβδος αὕτη. Ἐπέγνω δὲ Ἰούδας καὶ εἶπε, δεδικαίωται Θάμαρ ἢ ἐγώ. Οὗ ἕνεκα οὐκ ἔδωκα αὐ‐
10τὴν Σηλὼμ τῷ υἱῷ μου; Καὶ οὐ προσέθετο ἔτι γνῶ‐ ναι αὐτήν. Ἐγένετο δὲ, φησὶν, ἡνίκα ἔτικτε, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτὴν, ὁ εἷς προεξήνεγκε τὴν χεῖρα αὐ‐ τοῦ. Λαβοῦσα δὲ ἡ μαῖα, ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ
15κόκκινον, λέγουσα· Οὗτος ἐξελεύσεται πρότερος· ὡς δὲ ἐπισυνήγαγε τὴν χεῖρα, εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ. Ἡ δὲ εἶπε· Τί διεκόπη διὰ σὲ φραγμός; Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Φαρές. Μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, ἐφ’ ὧν ἦν ἐν τῇ χειρὶ αὐτοῦ τὸ
20κόκκινον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ζαρᾶ.» Καὶ ταυτὶ μὲν ἔφην ἀπό γε τοῦ γράμματος. Κεκρυμμέ‐ νος δὲ πάλιν τῶν ἀναγκαίων ὁ νοῦς. Ὃν καὶ ὅπως ἂν ἔχοι, διασκεψόμεθα, καὶ οὐκ εἰς μακράν. βʹ. Χρῆναι δὲ οἶμαι καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο εἰπεῖν, ὅτι κἂν εἰ γένοιντό πως ἐν τοῖς οὐ σφόδρα σεμνοῖς οἱ δόξαν ἔχοντες τὴν διαφανῆ παρά γε τῇ
25θεοπνεύστῳ Γραφῇ, Θεοῦ τι τῶν ἀναγκαίων εἰς ὄνη‐ σιν εὖ μάλα διοικουμένου, διωσόμεθά ποι μακρὰν τὸ ἐκ τοῦ σκανδαλίζεσθαι βλάβος· εἰ ἐν λόγῳ ποιούμεθα τὸ εἶναι σοφοὶ καὶ ἀγχίνοοι, καὶ τῶν οἰκονομικῶς χρειωδέστατα δρωμένων οὐκ ἀνεπιστήμονες. Ἐννοῶ‐
30μεν γὰρ, ὅτι καὶ ὁ μακάριος προφήτης Ὠσηὲ γυναῖκα μὲν πόρνην ἑαυτῷ κατεμισθοῦτό ποτε, καὶ τὸν οὕτω διαβεβλημένον οὐ παρῃτεῖτο γάμον, καὶ τέκνων ἀπ‐ ηχθημένων κεχρημάτικε πατήρ· οἷς ἦν ὀνόματα· «Οὐ λαός μου,» καὶ, «Οὐκ ἠλεημένη.» Καὶ τί
35τὸ χρῆμα καὶ ἐπὶ τίσιν ἐπράττετο, διειπεῖν οὐκ ὀκνήσομεν. Ἐπειδὴ γὰρ τοῖς τῶν προφητῶν κηρύγ‐ μασιν ἀντεφέροντο τῶν ἐξ Ἰσραὴλ οἱ δοκοῦντες εἶναι περιφανέστατοι, καὶ ἀπαράδεκτος αὐτοῖς ὁ θεῖος ἦν λόγος· ἐπράττετο διὰ τῶν ἁγίων ἐκεῖνα κατὰ και‐
40ροὺς, ἵνα κἂν γοῦν ἐν αὐτοῖς τοῖς δρωμένοις τὰ ἐσό‐ μενα βλέποντες καθάπερ ἐν πίνακι λαμπρῶς καὶ ἀναφανδὸν γεγραμμένα, πρὸς τὴν τοῦ συμφέροντος εὕρεσιν καταθεῖεν τὸν νοῦν, καὶ πρός γε τὸ δεῖν ἑλέσθαι τὸ ὠφελοῦν αὐτοί τε μεταφοιτήσειαν, ἀνα‐
45πείθοιεν δὲ καὶ ἑτέρους. Ἐμάνθανον γὰρ, ὅτι καὶ οὐ λαὸς ἔσονται κατὰ καιροὺς, καὶ ἐν τοῖς οὐκ ἠλεημένοις κατατετάξονται, σκληροί τε καὶ ἀφιλήκοοι, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ἠῤῥωστηκότες καὶ μέχρι παντὸς ἐξεληλεγμένοι; Τὸ δέ γε τῇ πόρνῃ συγκατηυ‐

69

.

312

(50)

λίσθαι τυχὸν τὸν προφήτην, τύπος ἦν ἄρα Θεοῦ, καθ‐ άπερ τινὶ πόρνῃ καὶ μυσαρωτάτῃ γυναικὶ τῇ τῶν Ἰουδαίων Συναγωγῇ συνῳκηκότος τρόπον τινὰ, καὶ παίδων γένεσιν τὴν ἀπηχθημένην ἀπ’ αὐτῆς ἑλομένου. Ἐννοοῦντες οὖν ἄρα τῆς κατὰ καιροὺς οἰκονομίας
55τοὺς τρόπους, ψόγου καὶ καταβοῆς τῆς ἐπί γε τῷ πορνεῦσαι, φημὶ, αὐτήν τε τὴν Θάμαρ καὶ μέντοι
καὶ τὸν Ἰούδαν εἰκότως ἀπαλλάξομεν· σύνοδον δὲ309

69

.

313

μᾶλλον οἰκονομικὴν γενέσθαι φαμέν. Ἡ μὲν γὰρ ἐπεθύμει γονῆς ἐλευθέρας, τοῦ κατὰ νόμον συνῳκη‐ κότος ἐστερημένη· ὁ δὲ ἦν ἤδη πως οὐκ ἐν αἰτίᾳ πολλῇ τοῦ καὶ, εἴπερ ἕλοιτο, συνελθεῖν ἑτέρᾳ, τεθνεώ‐
5σης αὐτῷ τῆς πρώτης. Κοινωνίας δὲ τῆς πνευματικῆς καὶ μὴν καὶ τόκου τοῦ νοητοῦ σύνοδός ποι πάντως ἡμῖν καὶ ἀπότεξις σωματικὴ καταγράψειεν ἂν ἐφ’ ἑαυτῆς τοὺς τύπους. Χειραγωγηθείη γὰρ ὧδε καὶ οὐχ ἑτέρως ἂν μᾶλλον ἐπὶ τὸ ἀληθὲς ὁ ἀνθρώπινος
10νοῦς. γʹ. Καταβέβηκε τοίνυν Ἰούδας, καὶ ἀφίκετο πρὸς ἄνθρωπον, ᾧ ὄνομα Ἵρας. Αἰπόλος δὲ οὗτος καὶ τε‐ χνίτης τὰ ποιμενικά. Καὶ τὴν Σαβᾶν ἐκεῖσε θεασάμε‐ νος, ἐποιεῖτο μὲν σύνοικον, μητέρα δὲ καὶ τριῶν ἀπ‐
15έδειξε τέκνων· Ἣρ δὴ λέγω καὶ Αὐνᾶν, καὶ μέντοι καὶ Σηλώμ. Καὶ ὁ μὲν Ἣρ δερμάτινος, τουτέστι σάρκινος, ἑρμηνεύεται· πεπληγὼς δὲ καρδίαν Αὐνᾶν· ἐκσπασμὸς δὲ ὁ τρίτος, ἤγουν ὑπόλυσις καὶ εἰρήνευσις. Καταβέβηκε δὲ καὶ ἐξ οὐρανῶν, καθά‐
20περ ἔκ τινος ἁγίας γῆς, ὁ μονογενὴς τοῦ Θεοῦ Λό‐ γος, ὁ ἀληθῶς ὑμνούμενος, καὶ τῆς βασιλείας τὴν δόξαν φυσικῶς ἀνημμένος. Τουτὶ γὰρ ἡμῖν τὸ Ἰούδα πρόσωπον ὑπεμφήνειεν ἄν· αἴνεσιν μὲν γὰρ ἡ τοῦ ὀνόματος σημασία δηλοῖ. Βασιλικωτάτη δὲ τῶν ἄλλων,
25καὶ ἐν ταῖς εἰς ἄκρον ὑπεροχαῖς ἡ Ἰούδα τέθειται φυλή. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Ἰακὼβ, τὴν ἐπ’ αὐτῷ ποιούμενος εὐλογίαν, Ἰούδα φησὶ, «Σὲ αἰνέ‐ σαισαν οἱ ἀδελφοί σου.» Μεμαρτύρηκε δὲ καὶ ὁ σο‐ φώτατος Παῦλος, ὡς ἐκ τῆς Ἰούδα φυλῆς ἀνέφυ Χρι‐
30στὸς, ὁ παρὰ πάσης κτίσεως ὑμνούμενος. Καταβέ‐ βηκε τοίνυν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ ἐπ‐ εφοίτησε μὲν τῇ ἐρήμῳ Μαδιὰμ διαποιμαίνοντι τότε τῷ μακαρίῳ Μωσεῖ. Ὤφθη γὰρ αὐτῷ ἐν εἴδει πυρὸς ἐν τῇ βάτῳ, καὶ συνήφθη τρόπον τινὰ δι’ αὐτοῦ, κα‐
35θάπερ ἀλλοφύλῳ Χαναναίᾳ γυναικὶ, τῇ κατ’ Αἴγυπτον Συναγωγῇ τῶν υἱῶν Ἰσραήλ· καθάπερ ἀμέλει καὶ ὁ Ἰούδας διὰ τοῦ ποιμαίνοντος τῇ Σαβᾷ, ἢ διερμη‐ νεύεται ὕψωσίς τε καὶ ἔπαρσις. Κεκλημένη γὰρ ὥσπερ εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν ἡ τῶν Ἰου‐
40δαίων Συναγωγὴ, χθαμαλὴ μὲν ἦν οὐκέτι καὶ πεπα‐ τημένη, καὶ τὸ τῆς δουλείας ἔχουσα σμικροπρεπὲς, ὑψηλὴ δὲ γέγονε καὶ διαφανής. Λελύτρωται γὰρ ὡς ἐκ καμίνου σιδηρᾶς, καὶ ἐξ οἴκου δουλείας, κατὰ τὸ γεγραμμένον. Εἶτα τῆς ἐν Αἰγύπτῳ Συναγωγῆς τῆς ὡς
45ἀλλοφύλου τε καὶ εἰδωλολατρούσης ποτὲ τρεῖς γεγό‐ νασι λαοὶ, τὴν υἱῶν τάξιν ἀποπληροῦντες Θεῷ, καὶ μιᾶς μὲν ὥσπερ ἐκπεφυκότες μητρὸς, μερισάμενοι δὲ τὴν ἐν χρόνῳ γένεσιν. Καὶ τίνα δὴ τρόπον, ἐροῦ‐ μεν οὐκ εἰς μακράν. Εἶτα τὴν Θάμαρ πρώτῳ μὲν τῷ

69

.

313

(50)

Ἣρ, ὃς ἦν πρωτότοκος, συνῆψεν Ἰούδας. Ἐπεὶ δὲ πονηρὸν ὄντα διώλεσε Θεὸς, διαδέχεται τὸν γάμον εὐθὺς ὁ Αὐνᾶν, ὃς ἦν καὶ γενέσει καὶ χρόνῳ δεύτε‐ ρος. Ὁ δὲ ἐπείπερ οὐκ ἤθελεν ἐγεῖραι σπέρμα τῷ ἀδελφῷ, συνδιόλλυται τῷ πρώτῳ, θείας καὶ αὐτὸν εἰς
55τοῦτο ὑπενεγκούσης ὀργῆς. Εἶτα τὸν τρίτον, τουτέστι, τὸν Σηλὼμ, οὐκ ἐφίησιν ὁ πατὴρ μεταποιεῖσθαι τοῦ
γάμου, μὴ ἄρα τοῖς πρώτοις συναπόληται δεδιώς.311

69

.

316

Καὶ τί δὴ τὸ χρῆμα, διειπεῖν πειράσομαι σοφοῦντος Θεοῦ. Τὴν γάρ τοι πρώτην τε καὶ ἐν Αἰγύπτῳ Συν‐ αγωγὴν, ἣν ἀλλόφυλον εἶναι δεδώκαμεν, διά τοι τὸ λίαν ἀπηγριῶσθαι τότε τρόποις τε καὶ ἔθεσιν Ἑλ‐
5ληνικοῖς, μεταῤῥυθμίσας Θεὸς, διὰ πολιτείας ἐκ νό‐ μου, νέαν ὥσπερ ἀπέδειξε Συναγωγὴν, καὶ οἱονεί πως ἑτέραν παρὰ τὴν πρώτην. Καὶ τοῦτό ἐστιν ἡ Θάμαρ. Ἄθρει δὲ, ὅπως καὶ ἐν ταῖς τῶν ὀνομάτων ἑρμηνείαις εὑρίσκεται τὸ μυστήριον. Διερμηνεύεται
10γὰρ ἡ Θάμαρ, ἔκλειψις, ἢ σαλευομένη. Σεσάλευται δὲ καὶ ἐκλέλοιπεν ἀληθῶς ἡ τῶν Ἰουδαίων Συναγωγή. Πῶς ἢ τίνα τρόπον; Οὐ γὰρ μεμένηκεν ἀκατάσειστος εἰς τὸ παντελὲς ἡ κατὰ νόμον λατρεία, παρακεχώρηκε δὲ τῇ ἐν πνεύματι. Καὶ εἰσεκομίσθη λοιπὸν ἡ διὰ
15Χριστοῦ, κατηγοροῦσα τῆς πρώτης, ὡς οὐκ ἐχούσης τὸ ἄμεμπτον. Ἡρμόσατο δὲ καὶ ὁ Χριστὸς τὴν Ἐκ‐ κλησίαν καθάπερ τινὰ παρθένον ἁγνὴν, τὴν ἀρχαίαν ἐκείνην καὶ πρώτην ἀφείς. Ἔκλειψις δὴ οὖν καὶ σα‐ λευομένη ταύτῃτοι δικαίως ἡ τῶν Ἰουδαίων νοεῖται
20Συναγωγή. Ὅτι δὲ οὐδεὶς ἐν νόμῳ δικαιοῦται παρὰ Θεῷ, οὔτε μὴν ἐν τῇ τῶν Ἰουδαίων Συναγωγῇ τῆς τοῦ Θεοῦ γαληνότητος ἡ μέθεξις ἦν («Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται,» κατὰ τὸ γεγραμμένον), ὑποφήνειεν ἂν αἰνιγματωδῶς τῶν Ἰούδα παίδων ἡ γένεσις, συνῳκη‐
25κότων τῇ Θάμαρ. Ἣρ μὲν γὰρ ὁ πρωτότοκός ἐστι δερμάτινος, ἤτοι γήϊνος. Ἐπείπερ δὲ ἦν πονηρὸς, θανάτῳ κατεδικάζετο. Πονηρὸς δὲ κατὰ τὸ ἀληθὲς ὁ πρῶτος ὤφθη λαὸς, καταγογγύζων Θεοῦ καὶ λέγων· «Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρή‐
30μῳ; Ἐπεὶ ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν, μὴ καὶ ἄρτον δύναται δοῦναι; Ἀλλὰ καὶ ὅτε τὴν γῆν τῆς ἐπαγγελίας κα‐ τασκεψάμενοι παρῆσαν οἱ ἀπεσταλμένοι, ὡς αὐτίκα δὴ μάλα ἀπολούμενοι μειρακιωδῶς ὠλοφύροντο, τὸν
35πάντα ἰσχύοντα Θεὸν ταῖς ἀπειθείαις περιυβρίζοντες. Τοιγάρτοι καὶ διολώλασι, καὶ εἰσβέβηκε μὲν οὐδεὶς εἰς τὴν γῆν τῆς ἐπαγγελίας, «πέπτωκε δὲ τὰ κῶλα αὐτῶν ἐν τῇ ἐρήμῳ,» κατὰ τὸ γεγραμμένον. Οὐκοῦν ὁ πρωτότοκος Ἣρ, τουτέστιν, ὁ πονηρός τε καὶ σαρ‐
40κικὸς, διόλωλε πρῶτος, καρπὸν οὐδένα ἔχων εὐσεβείας. Τουτὶ γὰρ ὑπεμφήνειεν ἂν ἡμῖν ὡς ἐν τύπῳ πάλιν ἡ ἀπαιδία· εἰκόνες γὰρ ὥσπερ τῶν ἐν νοήσει τὰ αἰσθητά. Εἶτα μετ’ ἐκεῖνον δεύτερος ὥσπερ τις υἱὸς τοῦ λυ‐ τρωσαμένου Θεοῦ, καὶ ἐξ οἴκου δουλείας ἐξαγαγόντος,
45ὁ μετ’ ἐκείνους λαός· ὃς διεκομίσθη μὲν τὸν Ἰορδά‐ νην, στρατηγοῦντος Ἰησοῦ, κεκληρονόμηκε δὲ τὴν γῆν τῆς ἐπαγγελίας. Γέγονε δὲ μετὰ τοῦτο καὶ ὑπὸ κριτὰς, ἀλλ’ ὑποπέπτωκε καὶ αὐτὸς ἀγανακτήσει τῇ ἄνωθεν. Ἦν γὰρ ἀληθῶς Αὐνᾶν, τουτέστι πεπληγὼς

69

.

316

(50)

καρδίαν. Ἐτράπετο γὰρ ἐκτόπως εἰς πολυθεΐαν, τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς καταλελοιπώς. Οὐκοῦν καὶ ἀπώλετο καὶ δεδούλευκεν ἀλλοφύλοις. Ταυτὶ γὰρ ἡμᾶς ἡ τῶν καλουμένων Κριτῶν ἐδίδαξε βίβλος. Τέθνηκε τοίνυν ἐν ἀπαιδίᾳ καὶ οὗτος, καθὼς καὶ ὁ
55Ἣρ, σπείρων εἰς οὐδὲν, τουτέστιν εἰς γῆν. Ὅθεν ἦν εἰκὸς οὐδένα πάντως ἀποκερδάναι καρπὸν, ἢ καὶ ἀνα‐
στῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. Κατώκνησε δὶ313

69

.

317

καὶ ὁ μέσος τε καὶ ὡς ἐν χρόνῳ δεύτερος λαὸς, διὰ τῆς κατὰ νόμον ἐπιεικείας ἀντὶ τῶν ἀπειθησάν‐ των ἑαυτὸν ὥσπερ ἀναστῆσαι Θεῷ, καὶ νέον ἤδη πως ἀνταναφύντα λαὸν ἐπιδεῖξαι διὰ πραγμάτων. Τοῦτο
5γάρ ἐστιν, οἶμαι, αἰνιγματωδῶς τὸ ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. Ἀνῃρημένοιν δὴ οὖν τοῖν δυοῖν ὡς ἐπ’ αἰτίαις εὐλόγοις (ὁ μὲν γὰρ ἦν πονηρὸς, ὁ δὲ πε‐ πληγὼς καρδίαν), ἐξείργει τὸν τρίτον τῆς πρὸς Θάμαρ ὁμιλίας, δεδιὼς δὴ ὁ πατὴρ μὴ ἄρα πως τοῖς ἤδη
10διολωλόσι καὶ αὐτὸς καταφθείροιτο. Τὸν γάρ τοι τρί‐ τον λαὸν τὸν οἱονεὶ καὶ νεώτατον, τὸν ὡς ἐν λοίσθῳ καιρῷ τῶν ἁγίων προφητῶν (μεθ’ ὧν καὶ γείτων εὐ‐ θὺς ὁ θεσπέσιος Βαπτιστὴς, τὸν δὴ παρόντα δεικνύων τὸν ἐξ οὐρανοῦ, τουτέστι Χριστὸν), οὐκ ἐφῆκε Θεὸς
15οἱονεί πως ἐνέχεσθαι ταῖς ἀγκάλαις τῶν Ἰουδαίων Συναγωγῆς, οὔτε μὴν ἐθέλει τὸν ἀπ’ αὐτῆς ἔχειν καρπὸν, μὴ ἄρα πως ἀπόλοιτο καὶ αὐτός. «Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται,» δικαιοῦται δὲ ἐν αὐτῷ παντελῶς οὐδείς. Ἄθρει δὲ, ὅπως τοῦ λοίσθου τε καὶ
20ὡς ἐν πίστει λαοῦ διαδείξειεν ἂν ἐφ’ ἑαυτῷ τὸν τύ‐ πον εὖ μάλα Σηλώμ. Ἑρμηνεύεται γὰρ ἐκσπασμὸς, ἀπόλυσις. Δαπανώσης γὰρ ὥσπερ τῆς θείας ὀργῆς τοὺς ἐξ αἵματος Ἰσραὴλ, διά τοι τὰ εἰς Χριστὸν ἀνοσιουργήματα καὶ οὐ φορητὴν παροινίαν, ἐξεσπά‐
25σθησαν ὡς ἀπὸ θηρὸς οἱ πεπιστευκότες, καὶ ἀνεῖνται τρόπον τινὰ τῶν εἰς τὸ κολάζεσθαι δεῖν κατειληφό‐ των δεσμῶν. Σέσωσται γὰρ τὸ κατάλειμμα, κατὰ τὰς Γραφάς. Καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς προ‐ φήτου· «Ὃν τρόπον ὄταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στό‐
30ματος τοῦ λέοντος δύο σκέλη, ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ἰσραήλ.» Ἐκσπασμὸς οὖν Σηλὼμ, ταύτῃτοι καὶ ὀνομάζεται. Παραιτοῦνται δὲ ὅτι τῆς Θάμαρ τὴν ὁμιλίαν, τουτέστι, τὸ ἐν νόμῳ καρποφορεῖν, οἱ πεπιστευκότες, καὶ ἐξεσπασμένοι τῆς
35τῶν ἀπωλολότων πληθύος, ἀναμάθοις ἂν ἀμογητὶ, λέγοντος τοῦ μακαρίου Παύλου περὶ αὐχημάτων τῶν κατὰ τὸν νόμον· «Ἀλλ’ εἴ τινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ Χριστὸν ζημίαν.» Ἐπεθύμει γὰρ δι‐ καιοσύνην μὲν ἰδίαν οὐκ ἔχειν, φημὶ δὲ δὴ τὴν ἐν
40νόμῳ πάλιν, ἀλλὰ δικαιοσύνην τὴν ἐκ πίστεως τῆς ἐν Χριστῷ Ἱησοῦ. Ἀσυναφὴς οὖν τῇ Θάμαρ Σηλὼμ ὁ νεώτατος. Διὰ δὲ τοῦτο χήρα μεμένηκε, καὶ μα‐ κροὺς ἐν τούτῳ διατετέλεκε χρόνους. Οὐ γὰρ ἐφέντος Θεοῦ καρποφορεῖν ἔτι τὴν Ἰουδαίων Συναγωγὴν, χήρα
45τις ὥσπερ καὶ ἠτεκνωμένη καὶ ἀνδρὸς ἐρήμη, τοῦ νοητοῦ νυμφίου, κεχρημάτικέ τε καὶ γέγονεν ἀληθῶς. Ἔφη γάρ που Χριστὸς, ὅτι «Αὕτη οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς. Ἆρ’ οὖν οὐδεὶς τὸ παράπαν αὐτῆς μετὰ τοῦτο γέγονε λόγος; οὐ φροντίδος ἠξίωται

69

.

317

(50)

τῆς παρὰ Θεοῦ; Μὴ τοῦτο ὑπολάβῃς. Καίτοι γὰρ ἐπὶ ταῖς ἁπασῶν ἐσχάταις δυσσεβείαις κατεγνωσμένην, δι’ ἔμφυτον ἡμερότητα κατελεήσει Θεὸς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς· καρποφορήσει δὲ καὶ αὐτὴ τὰ Χριστοῦ γνωρίσματα. Κατόπιν δὲ ὅτι βαδιεῖται τῶν
55ἐθνῶν, δι’ αὐτῶν οὐδὲν ἧττον τῶν γεγραμμένων εἰ‐ σόμεθα. Ἀναβεβηκὼς γὰρ Ἰούδας κεῖραι τὰ πρόβατα
αὐτοῦ, ὀδοῦ πάρεργον τὴν πρὸς αὐτὴν ἐποιεῖτο σύνοδον·315

69

.

320

ῥάβδον δὲ, καὶ δακτύλιον, καὶ ὁρμίσκον αὐτὴν ἐφίησιν ἔχειν, ἀποστέλλειν καὶ ἔριφον ὑπισχνούμενος. Ἱδίαν γὰρ ὥσπερ καὶ ἀναγκαιοτάτην ἔχων φροντίδα Χρι‐ στὸς τὸ δέχεσθαι τοὺς καρποὺς τῆς λογικῆς ἀγέλης,
5δῆλον δὲ ὅτι τῶν πεπιστευκότων καὶ ἡγιασμένων ἐν πνεύματι, παροδικὴν ὥσπερ τινὰ καὶ οὐχὶ πάντως ἐσπουδασμένην ποιήσεται κατὰ καιροὺς τὴν πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγὴν ἐν πνεύματι κοινωνίαν· ἔγκαρπον δὲ ὥσπερ ἀποφανεῖ, τὴν παρ’ αὐτοῦ σοφίαν
10ὠδίνουσαν. Παραθήσεται δὲ ὥσπερ ἑαυτὸν αὐτῇ, καθά‐ περ καὶ ἡμῖν αὐτοῖς, ὡς ῥάβδον δυνάμεως, ὡς εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ καὶ Πατρὸς (τοῦτο γὰρ ὁ δα‐ κτύλιος), ὡς ὡραῖον κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀν‐ θρώπων. Τουτὶ γὰρ οἶμαι δηλοῦν τὸν ὁρμίσκον. Σκεῦος
15γὰρ ἅπαν τὸ τελοῦν εἰς κόσμημα, κάλλους ἂν νοοῖτο σημεῖον. Ἀποστέλλει δὲ αὐτῇ καὶ τὸν ἔριφον, τουτ‐ έστι, τῶν ἡμαρτημένων χαριεῖται τὴν ἄφεσιν. Ἔρι‐ φος γὰρ κατὰ νόμον ὑπὲρ ἁμαρτίας ἐσφάζετο, καὶ πλημμελημάτων ἄφεσιν ὑπαινίττεται. Σώζεται δὲ ἡ
20Θάμαρ, καίτοι ψῆφον λαβοῦσα θανάτου, καὶ ποιναῖς ταῖς ἐσχάταις ὑπενηνεγμένη λοιπόν. Καταδεδίκαστο γὰρ ἡ Θάμαρ ὡς πεπορνευμένη. Σώζεται δὲ ὅμως· ὑπέδειξε γὰρ τὴν ῥάβδον, τὸν δακτύλιόν τε καὶ τὸν ὁρμίσκον. Διωμολόγηκέ τε σαφῶς ὡς κεκυοφόρηκεν
25ἐξ Ἰούδα, καὶ τὸν αὐτοῦ καρπὸν ἔχοι. Ἀπαλλάξει δὲ καὶ αὐτὴν τοῦ κολάζεσθαι δεῖν τὴν τῶν Ἰουδαίων Συναγωγὴν κατὰ καιροὺς ὁ Χριστὸς, τῆς πρὸς αὐτὸν κοινωνίας τὰ σύμβολα φέρουσαν, καὶ ὅτι κεκυοφό‐ ρηκε τὰ αὐτοῦ δεικνύουσαν ἐναργῶς. Οὕτω γάρ που
30καὶ αὐτοί φασιν, οἱ διὰ τῆς εἰς Χριστὸν πίστεως εὐ‐ δοκιμεῖν ᾑρημένοι· «Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐκυήσαμεν ἐπὶ τῆς γῆς.» Θάμαρ δὲ ξυνωρίδα βρεφῶν ὠδίνουσα, πρὸς αὐτῷ
35γέγονε τῷ τόκῳ λοιπόν. Εἶτα καθίησι μὲν ὁ πρωτό‐ τοκος τὴν χεῖρα· συνενεγκόντος δὲ αὖ πρὸς τὸ ἀνόπιν αὐτὴν, καίτοι σπαρτίον ἤδη λαβοῦσαν τὸ κόκκινον, προεκθρώσκει τὸ δεύτερον, οἷά τινος φραγμοῦ διακε‐ κομμένου, εἶτα κάτεισιν ὁ πρῶτος, λοῖσθος. Γένοιτο
40δ’ ἂν καὶ τοῦτο σημεῖον οὐκ ἀσυμφανὲς ἡμῖν τοῦ προκεκλῆσθαι τὰ ἔθνη τῶν ἐξ αἵματος Ἰσραὴλ, καὶ τὴν τοῦ πρωτοτόκου δόξαν ἑλεῖν τοὺς ἐν ὑστέροις και‐ ροῖς ἐκτετιμημένους. Ἕψεται δὲ ὅτι καὶ αὐτὸς, οὐκ ἀμφίλογον, τὴν Χριστοῦ θυσίαν καταδεξάμενος· αἵ‐
45ματος γὰρ τοῦ ἁγίου τύπος ἂν εἴη τὸ κόκκινον. Τίς οὖν ἄρα ἐστὶν ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καὶ ἐν τάξει μὲν πρωτοτόκου κεκληκὼς τὸν δεύτερον, κατόπιν δὲ θεὶς τὸν πρῶτον; Ἢ δῆλον ὅτι Χριστός· δι’ οὗ καὶ μεθ’ οὗ ἡ δόξα τῷ Θεῷ καὶ Πατρὶ σὺν

69

.

320

(50)

ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
51tἜτι περὶ τοῦ Ἰωσήφ.
52 Ἐπὶ τὰ λοιπὰ τῶν λόγων ἰτέον, ὧν ἤδη φθάσαντες πεποιήμεθα, περὶ τοῦ Ἰωσήφ· εἰς τέλος ἡμῖν ἡκού‐ σης τὸ αὐτῇ πρέπον ἤδη τῆς μεταξὺ παρεισκεκριμέ‐
55νης ἱστορίας. τῆς περὶ τοῦ Ἰούδα, φημὶ, καὶ μέντοι
καὶ τῆς Θάμαρ. Μεταβαλόντες γὰρ εἰς τὸ Χριστοῦ317

69

.

321

πρόσωπον τὸν θεσπέσιον Ἰωσὴφ, ἐμβεβλῆσθαι μὲν ἐν τῷ λάκκῳ παρὰ τῶν ἀδελφῶν ἐλέγομεν· ἀνακεκο‐ μίσθαι δὲ αὖ καὶ καταπεπράσθαι τοῖς Ἰσμαηλίταις, οἳ καὶ ἀρωμάτων τῶν εὐοσμοτάτων ἔμποροί τε ἦσαν
5καὶ τοῖς οὐκ ἔχουσι διακομισταί. Ἀπενηνέχθαι τε δι’ ἐκείνων αὐτὸν εἰς τὴν Αἰγυπτίων, προσθέντες εἰ‐ ρήκαμεν. Ὅτι καθεὶς ἑαυτὸν εἰς κένωσιν ὁ Μονο‐ γενὴς, καὶ ἐν τοῖς καθ’ ἡμᾶς γεγονώς· κεχρῃματικὼς καὶ ἀδελφὸς τοῖς ἐπὶ τῆς γῆς, καὶ πρό γε τῶν ἄλλων
10τοῖς ἐξ Ἰσραὴλ, θάνατον ὑπέμεινε, καὶ ἀνέτλη σταυ‐ ρὸν, καταβέβηκέ τε εἰς ᾄδου, οὗ καὶ εἰς τύπον ὁ λάκ‐ κος. Πλὴν ἀνεβίω πάλιν, καὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ἀπενοσφίζετο. Δέδοται δὲ ὥσπερ τοῖς τῶν νοητῶν ἀρωμάτων ἐμπόροις, τουτέστι, τοῖς ἁγίοις ἀποστό‐
15λοις, οἳ τὸ αὐτοῦ μῦρον εὐωδιάζοντες, εἰς τὴν τῶν ἐθνῶν ἀφίκοντο χώραν, διὰ τῶν εὐαγγελικῶν κηρυγ‐ μάτων τοῖς οὐκ εἰδόσιν αὐτὸν ἀποφέροντες, τὴν τοῦ δούλου μορφὴν περικείμενον. Κηρύσσεται γὰρ δι’ ἡμᾶς ἐν σαρκὶ γεγονὼς, καὶ ἐν τῇ τοῦ δούλου μορφῇ.
20Τοῦτο, οἶμαι, ἐστὶ τὸ ἀπενεχθῆναι τὸν Ἰωσὴφ διὰ τῶν Ἰσμαηλιτῶν εἰς Αἴγυπτον. Τί οὖν ἄρα συνέβη παθεῖν ἐκεῖ γεγονότα, τί δὲ ἔδει πρὸς τοῦτο δράσαι, κατα‐ θρῶμεν, εἰ δοκεῖ. Ἔτι μὲν γὰρ νέος ὢν καὶ ἐν ἐφ‐ ήβοις τελῶν, ἐνίκα τῆς Αἰγυπτίας τὸ ἀσελγὲς, μονον‐
25ουχὶ καὶ σὺν βίᾳ πολλῇ κατωθούμενος εἴς γε τὸ θελῆ‐ σαι δρᾷν ἃ μὴ θέμις. Ἡ μὲν γὰρ ἐξῆπτο τῶν ἱματίων ἀπρίξ τε καὶ ἀναιδῶς, καὶ εἰς ἀνεθέλητον ἁμαρτίαν οὐ μετρίως κατεβιάζετο. Ὁ δὲ καὶ αὐτὸ τὸ ἱμάτιον ἀφεὶς, μαχλώσης ἀγρίας ἀπηλλάττετο, καὶ ἀνάλωτος
30ἦν τῷ πάθει. Σεσυκοφάντηται δὲ μετὰ τοῦτο, περι‐ τρέποντος εἰς αὐτὸν τοῦ γυναίου τὰ ἐγκλήματα, ἐν αἰτίαις αἰσχρότητος ὁ σώφρων τε καὶ φιλελεύθερος ἦν. Πλὴν ἐκράτει τοῦ δεσμωτηρίου, φησί. Γέγονε δὲ καὶ ἐν τοῖς ἔθνεσιν ὁ Χριστὸς, ὡς ἐν προσώπῳ, φημὶ,
35τῶν ἁγίων ἀποστόλων, οἳ καὶ τὰ στίγματα αὐτοῦ περιφέρειν ἔφασκον ἐν ἰδίῳ σώματι. Παρῃτοῦντο μὲν γὰρ συσχηματίζεσθαι τοῖς τὰ ἐν κόσμῳ φρονεῖν ἑλο‐ μένοις, ἀπωτάτω δὲ ἦσαν σαρκικῶν ἐπιθυμιῶν. Τοι‐ ουτοσὶ γὰρ ἀεὶ ὁ τῶν ἁγίων βίος. Ἀλλ’ ἐπεβουλεύοντο
40διὰ τοῦτο, καὶ δὴ καὶ συκοφαντούμενοι παρὰ τῶν εἰωθότων ἡγεῖσθαι φορτικοὺς τοὺς ἐν Χριστῷ ζῇν ἐθέλοντας, πειρασμοῖς περιπεπτώκασι, δεσμῶται γεγόνασι. Πλὴν ἐμέμνηντο Χριστοῦ λέγοντος· «Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ἐπειδὴ
45δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστὲ, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος·» καθάπερ ἀμέλει καὶ τὸν Ἰωσὴφ ἡ μαχλῶσα γυνή. Πλὴν καὶ ἐν αὐτοῖς ἐπλατύνοντο τοῖς πόνοις, τῆς τοῦ Θεοῦ χάριτος ἐξημερούσης αὐτοὺς, οὓς ἦν μάλιστα διαπονήσειν εἰκός. Ἐπεγάννυτο γὰρ, ὡς

69

.

321

(50)

ἔφην, ὁ δεσμοφύλαξ τῷ Ἰωσήφ. Εἶτα τῶν εὐνούχων τοῦ Φαραὼ, τοῦ τε οἰνοχόου, φημὶ, καὶ προσέτι τοῦ σιτοποιοῦ, δεδεμένων, διεσάφει τὰ ὀνείρατα. Καὶ διὰ τοῦτο, φησὶ, ὁ θεσπέσιος Ἰωσὴφ οὐ μετρίως ἐθαυμά‐ ζετο· ἐνυπνιασθέντος δὲ καὶ αὐτοῦ τοῦ Φαραὼ τήν τε
55ἐσομένην οὐκ εἰς μακρὰν εὐκαρπίαν καὶ τὸν ἐκ τοῦ λιμοῦ πόνον, ὡς ἐν βουσὶ μὲν πρότερον πίοσί τε καὶ
ἰσχναῖς, ὡς ἐν ἀστάχυσι δὲ μετὰ τοῦτο τεθεαμένου·319

69

.

324

τῶν τε ἐν Αἰγύπτῳ σοφῶν οὐδὲν ἐχόντων εἰπεῖν, ἀπειρηκότων δὲ παντελῶς πρὸς τὸ δύνασθαι δια‐ τρανοῦν τὰ ἐκ τῶν ὁραμάτων ὑποδηλούμενα· με‐ μαρτύρηται μὲν αὐτὸς ὡς οἷός τε τοῦτο δρᾷν·
5παρελθὼν δὲ διεσάφει. Καὶ δὴ καὶ θαυμάσας ὁ Φα‐ ραὼ, ταμίαν αὐτὸν καὶ ἡγούμενον ἐπὶ τὴν ἑαυτοῦ καθίστησιν ἀρχήν. Ἐδιώκετο μὲρ γὰρ ὁ Χριστὸς, καθάπερ ἔφην ἀρτίως, ὡς ἐν προσώπῳ τῶν ἁγίων ἀποστόλων. Ἀλλ’ ἐν αὐτοῖς ὄντες τοῖς πόνοις οἱ περὶ
10ὧν ὁ λόγος, ὡς σοφοὶ λίαν καὶ τὰ πολλοῖς ἀπόῤῥητα διατρανοῦν οἷοί τε, φανεροὶ μὲν ἦσαν ἐν ἀρχαῖς τῶν ἐν κόσμῳ τισὶν, εἶτα καὶ αὐτοῖς τοῖς κρατοῦσι τῆς γῆς, οἳ καὶ πιστεύσαντες ὅτι καὶ αὐτὴν ἔχουσι τῶν ἐσομένων τὴν γνῶσιν, ἐξ ἀποκαλύψεως Θεοῦ ἐν Πνεύ‐
15ματι, οἰκονόμους καὶ ἄρχοντας ἐθνῶν γίνεσθαι συγκε‐ χωρήκασι, διανέμειν τε τοῖς ἐν λιμῷ μαθημάτων, ἃ καὶ εἰς ζωὴν συνέχει τὴν ἀκήρατον, τουτέστι τὸν θεῖόν τε καὶ οὐράνιον λόγον, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀποκομίζουσαν παίδευσιν. Οὗτοι καὶ
20κατεκτήσαντο, μᾶλλον δὲ δι’ αὐτῶν ὁ Χριστὸς, τῷ Θεῷ καὶ Πατρὶ τὴν τῶν ἐθνῶν χώραν, καθάπερ ἀμέλει καὶ τῷ Φαραὼ τὴν τῶν Αἰγυπτίων ὁ Ἰωσὴφ, ᾧ καὶ γεγόνασιν υἱοὶ δύο, Μανασσῆς καὶ Ἐφραῒμ, ἐκ μητρὸς Ἀσενὲθ τῆς Πετεφρῆ θυγατρὸς, ὃς ἦν
25ἱερεύς. Καὶ ἑρμηνεύεται μὲν ὁ Μανασσῆς, λήθη κα‐ κῶν τῶν συμβεβηκότων· εἰς αὔξην τε καὶ ἐπίδο‐ σιν τὴν εἴς γε τὸ ἄμεινον, ὁ Ἐφραΐμ. Ἐξ ἱερᾶς γὰρ ὥσπερ μητρὸς, φημὶ δὲ τῆς Ἐκκλησίας, καρποὶ γεγόνασι, καὶ ἐν υἱοῖς Θεοῦ διὰ πίστεως τῆς ἐν Χρι‐
30στῷ καταλογισθεῖεν ἂν οἱ ἐξ ἐθνῶν κεκλημένοι, οἳ καὶ εἰς λήθην ἐνεχθήσονται τῶν πόνων. «Ἐπιλήσονται γὰρ, φησὶ, τὴν θλίψιν αὐτῶν τὴν πρώτην, καὶ οὐ μὴ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρδίαν. Ἐπὶ γὰρ κεφαλῆς αὐ‐ τῶν αἴνεσις, καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη κατα‐
35λήψεται αὐτούς.» Ἀπέδρα ὀδύνη, λύπη καὶ στε‐ ναγμός. Ἥξουσι δὴ οὖν κατὰ καιρὸν εἰς λήθην κακῶν, βαδιοῦνται δὲ καὶ εἰς αὔξην, ἐπὶ τὸ τῆς ἐλπίδος γλυκὺ διατρέχοντες πέρας. Μετοιχήσονται γὰρ ἐκ τῶν ἐπι‐ γείων εἰς τὰ ἐπουράνια, ἀπὸ τῶν ἐν χρόνῳ μεμετρη‐
40μένων εἰς τὰ ἐπέκεινα χρόνου· ἐκ φθορᾶς εἰς ἀφθαρσίαν, εἰς δόξαν ἐξ ἀτιμίας, ἐξ ἀσθενείας εἰς δύ‐ ναμιν. Ἐγκειμένου δὲ ἔτι καὶ παρατείνοντος τοῦ λιμοῦ, κατέβησαν οἱ ἐξ Ἰακὼβ εἰς Αἴγυπτον πρίασθαι τροφάς. Εἶτα μικροῦ μεταξὺ παρεισθέοντος λόγου,
45μονονουχὶ δὲ καὶ ἐναθύροντος αὐτοῖς τοῦ Ἰωσὴφ (ἔφασκε γὰρ ὡς ἤκιστα μὲν σιτίων ἔνεκα, κατασκε‐ ψόμενοι δὲ μᾶλλον ἥκουσι τὴν γῆν), προσαπαιτοῦντος δὲ τὸν Βενιαμὶν, ὃς ἦν ἀδελφὸς αὐτῷ καὶ νεώτατος, ἐνισταμένου δὲ ὅτι οὐκ ἂν τῆς Αἰγυπτίων ἀζήμιοι

69

.

324

(50)

ἀπαλλάξειαν, εἰ μὴ παροίσειαν τὸ μειράκιον· ἄγεται μόλις ἐφέντος αὐτοῖς τοῦ πατρός. Ἐπειδὴ δὲ ἧκον ὁμοῦ τῷ παιδὶ, λοιπὸν ἐπὶ τὴν ἑστίαν ἐκάλει, ὕδατι δὲ διανενιμμένους ἄρτοις τε καὶ οἴνῳ κατεκορέννυ λοιπόν. Τεθλιμμένοι γὰρ ὥσπερ καὶ ἀφορήτῳ λιμῷ
55ἐκπεπιεσμένοι, δῆλον δὲ ὅτι τῷ νοητῷ, κατὰ καιροὺς Ἰουδαῖοι, τὴν ὀφρὺν ἀφέντες τὴν ὑψηλὴν καὶ ἀγέ‐
ρωχον, ἥξουσιν ἐπὶ Χριστὸν, τῆς παρ’ αὐτοῦ γλιχο‐321

69

.

325

μένοι τροφῆς, ἁγίας τε καὶ πνευματικῆς, φημὶ, καὶ ζωοποιοῦ. Ὁ δὲ οὐ προσδέξεται μὲν, πλὴν οὐ δίχα τοῦ νέου λαοῦ, οὗ καὶ εἰς τύπον εἴη ἂν ὁ Βενιαμίν. Ἐλθόντες δὲ ὥσπερ ἐν ὁμοψυχίᾳ καὶ ὡς ἐν γνώμῃ
5μιᾷ, προσδέξεται μὲν ἱλαρῶς, εἰσοίσει δὲ ὥσπερ εἰς ἴδιον οἶκον, τουτέστι, τὴν Ἐκκλησίαν. Εἶτα διανίψων ὕδατι καθαρῷ, τῷ τῆς παλιγγενεσίας λουτρῷ, ἄρτῳ τε καὶ οἴνῳ διαθρέψει, Μυστικῶς ὁ λόγος. Πλὴν κἀ‐ κεῖνο πρὸς τούτῳ λέγωμεν· ἀνεγνωρίζετο μὲν γὰρ
10τοῖς ἀδελφοῖς ὁ Ἰωσὴφ ἄμα τῷ Βενιαμὶν ἀφιγμένοις, καὶ δὴ καὶ τραπέζης αὐτοὺς ἠξίου, καθάπερ ἔναγχος ἔφην. Κλῆρον δὲ οὐδένα δοὺς, ὅλως ἀποτρέχειν ἐκέλευε κατακομιοῦντας πρὸς αὐτὸν τὸν πατέρα, φημὶ δὴ τὸν Ἰακώβ. Ἐπειδὴ δὲ καταβέβηκε, καὶ ἤδη παρόντα
15τεθέαται τοῖς τέκνοις ὁμοῦ, τότε δὴ, τότε τὴν ἁπασῶν ἀρίστην ἀπένειμε γῆν. Σημεῖον δ’ ἂν γένοιτο καὶ τοῦτο σαφὲς, ὅτι δέξεται μὲν ὁ Χριστὸς τοὺς ἐξ Ἰσραὴλ ἐπιστρέφοντας ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, συν‐ όντος αὐτοῖς δηλονότι κατὰ τρόπον ὁμοψυχίας καὶ
20τοῦ νέου λαοῦ. Τοῦτο γὰρ, ὡς ἔφην, ὁ Βενιαμίν. Πλὴν οὐ δίχα τῶν ἁγίων Πατέρων ὁ ἐν ἐλπίσιν ἡμῖν ἀπο‐ δοθήσεται κλῆρος. Ὥσπερ γὰρ αὐτοὶ, καίτοι κατὰ πί‐ στιν ἀποθανόντες, ὡς γοῦν ὁ σοφὸς ἔφη Παῦλος, «Οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ, περὶ
25ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν·» οὕτω καὶ ἡμεῖς περιμενοῦμεν τοὺς Πατέρας, ἵνα μὴ χωρὶς αὐτῶν τελειωθῶμεν. Ὁμοῦ τοιγαροῦν τοῖς ἁγίοις Πατράσιν, οἱ πρῶτοί τε καὶ μέσοι καὶ τελευταῖοι λαοὶ, τὸν ἄριστόν τε καὶ ἀνεκ‐
30ποίητον τῆς τῶν οὐρανῶν βασιλείας ἀποληψόμεθα κλῆρον ἐν Χριστῷ· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
34tΠερὶ τοῦ Ἰωσὴφ καὶ τῶν υἱῶν αὐτοῦ Ἐφραῒμ
35tκαὶ Μανασσῆ.
36 α. «Πᾶσα μὲν δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέ‐ λειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων.» Οὐδὲν δὲ εἶναί φημι τῶν οὕτω σεπτῶν καὶ ἐξῃρημένων ἀγαθῶν, ὂ μὴ διὰ Χριστοῦ κερδαίνομεν.
40«Γέγονε γὰρ, φησὶ, μεσίτης Θεοῦ καὶ ἀνθρώπων, καὶ δι’ αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν ἐν ἑνὶ Πνεύ‐ ματι πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν.» Τοι‐ γάρτοι καὶ ἔφασκεν· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πα‐ τέρα, εἰ μὴ δι’ ἐμοῦ.» Ἐν αὐτῷ δὲ καὶ δι’ αὐτοῦ
45πᾶν πλήρωμα χάριτος καὶ κληροδοσία λαμπρά. Πλού‐ σιος γὰρ ὢν ὁ Θεὸς, ἐπτώχευσε δι’ ἡμᾶς, ἴνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν, καὶ εἰς τὴν τῶν ἁγίων Πατέρων ἀναφοιτῶντες δόξαν, καὶ τῆς αὐτοῖς ὅτι μάλιστα πρεπωδεστάτης ἐλπίδος μεταλαχεῖν ἰσχύ‐

69

.

325

(50)

σωμεν. Θέα δὲ ἀληθῆ τὸν ἐπὶ τούτοις λόγον, τοῖς ἱεροῖς Γράμμασιν ἐνιεὶς τὸν τῆς διανοίας ὀφθαλμόν. Ἔχει γὰρ ὧδε πάλιν· «Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἀνηγγέλη τῷ Ἰωσὴφ, ὅτι ὁ πατὴρ αὐτοῦ ἐνοχλεῖ‐ ται. Καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ τὸν Μα‐
55νασσῆ καὶ τὸν Ἐφραῒμ, ἦλθε πρὸς Ἰακώβ. Ἀπηγ‐323

69

.

328

γέλη δὲ τῷ Ἰακὼβ, λέγοντες· Ἰδοὺ ὁ υἱός σου Ἰωσὴφ ἔρχεται πρὸς σέ· καὶ ἐνισχύσας Ἰσραὴλ ἐκάθισεν ἐπὶ τὴν κλίνην. Καὶ εἶπεν Ἰακὼβ τῷ Ἰωσήφ· Ὁ Θεός μου ὤφθη μοι ἐν Λουζᾷ ἐν γῇ Χαναὰν, καὶ εὐλόγησέ
5με, καὶ εἶπέ μοι· Ἰδοὺ ἐγὼ αὐξήσω σε καὶ πληθυνῶ σε, καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν, καὶ δώσω σοι τὴν γῆν ταύτην, καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον. Νῦν οὖν οἱ δύο σου υἱοὶ, οἱ γενό‐ μενοί σοι ἐν γῇ Αἰγύπτῳ, πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ
10εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραῒμ καὶ Μανασσῆς, ὡς Ῥουβεὶμ καὶ Συμεὼν ἔσονταί μοι. Τὰ δὲ ἔκγονα, ἃ ἐὰν γεννήσῃς μετὰ ταῦτα, σοὶ ἔσονται, ἐπὶ τῷ ὀνό‐ ματι τῶν ἀδελφῶν αὐτῶν κληθήσονται ἐν τοῖς ἐκείνων κλήροις. Ἐγὼ δὴ ἡνίκα ἠρχόμην ἐκ τῆς Μεσοποτα‐
15μίας τῆς Συρίας, ἀπέθανε Ῥαχὴλ ἡ μήτηρ σου ἐν γῇ Χαναὰν, ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον Χα‐ βραθᾶ τῆς γῆς τοῦ ἐλθεῖν εἰς γῆν Ἐφραθᾶ, καὶ κατ‐ ώρυξα αὐτὴν ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου. Αὕτη ἐστὶ Βηθλεέμ.» Ἐτέθραπτο μὲν γὰρ ὁ μακάριος Ἰακὼβ
20ἐν γήρει καλῷ, κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ τῶν καθ’ ἡμᾶς ἀπεδήμει πραγμάτων, εὐλογεῖν ἐσκέπτετο τοὺς ἐξ Ἰωσήφ· οἳ ἐπείπερ ἦσαν ἐκ μητρὸς ἀλλο‐ γενοῦς, τῆς Ἀσενὲθ θυγατρὸς ἱερέως τοῦ Πετεφρῆ, ἵνα μήτις αὐτοὺς καταμυσάττοιτο τῶν ἐξ Ἰσραὴλ,
25ἔκφυλόν τε καὶ ὀθνεῖον ἡγοῖτο τὸ γένος, σοφῶς τε καὶ οἰκονομικῶς ὁ θεσπέσιος Ἰακὼβ αὐτόν τε τὸν Ἰωσὴφ καὶ ἑτέρους υἱοὺς εἰσπειρᾶται διδάσκειν, ὅτι ταῖς θείαις ἑπόμενος ψήφοις, πάντας οἰκειοῦται τοὺς ἐξ αὐτῶν γεγονότας. «Ὤφθη γάρ μοι, φησὶν, ὁ Θεὸς
30ἐν γῇ Χαναὰν,» καὶ ὅτι πλείστων μὲν ὅσων ἔσομαι λαῶν πατὴρ, κατευρυνθήσομαι δὲ καὶ εἰς ἔθνη καὶ συναγωγὰς ἐθνῶν, ἀναφανδὸν ἐπηγγέλλετο Ἐν ταυτῷ δὴ οὖν, καὶ Θεὸν ἀναπείθει τιμᾷν ταῖς εἰς ἀλήθειαν δόξαις. Καὶ οἰκείους ἡγεῖσθαι διδάσκει τοὺς ἀγχι‐
35στεύοντας, μᾶλλον δὲ τοὺς ἐξ αὐτῶν ἀναφύντας, κἂν εἰ γεγόνασι τυχὸν ἐκ μητρὸς ἀλλογενοῦς. βʹ. Βραχὺ δὲ τῆς ἱστορίας τὸ πάχος ἐκβαίνοντες, ἐκεῖνό φαμεν· Οὕτω καὶ ἡμεῖς οἱ ἐν πίστει δεδικαιω‐ μένοι γεγόναμεν ἐν Χριστῷ, Θεοῦ μὲν υἱοὶ, τῶν δὲ
40ἁγίων οἰκεῖοι, μεσιτεύοντος αὐτοῦ, καὶ δι’ ἑαυτοῦ συνδέοντος αὑτῷ τε καὶ τῷ Πατρὶ καὶ τοῖς τῶν ἁγίων χοροῖς· καθάπερ ἀμέλει καὶ Ἰωσὴφ, οἱονεὶ μεταξὺ κείμενος, υἱοὺς μὲν ἐποίει τοῦ ἰδίου πατρὸς τὸν Ἐφραῒμ καὶ Μανασσῆ, ἐγγράφεσθαι δὲ καὶ αὐτῷ τῷ
45καταλόγῳ τῶν πατριαρχῶν. «Νῦν γὰρ, φησὶν, οἱ δύο σου υἱοὶ οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ, ἐμοί εἰσιν, Ἐφραῒμ καὶ Μανασσῆς, ὡς Ῥουβεὶμ καὶ Συ‐ μεὼν ἔσονται ἐμοί.» Τουτέστιν, ἐν πρωτοτόκοις ἔσονται, συντετάξονται δὲ καὶ τοῖς ἐν ὑπακοῇ. Ἦν

69

.

328

(50)

μὲν γὰρ πρωτότοκος Ῥουβείμ. Ὑπακοὴ δὲ πάλιν ὁ Συμεὼν ἑρμηνεύεται. Γεγόναμεν δὲ διὰ πίστεως οἱ ἔσχατοι πρῶτοι, καὶ τὴν τοῦ πρωτοτόκου δόξαν ὁ ἐξ ἐθνῶν ἐκληρώσατο λαός. Τετίμηνται δὲ δι’ ὑπακοὴν καὶ εὐπείθειαν. Αὐτὸς γὰρ αὐτοῖς μεμαρτύρηκεν ὁ
55Χριστὸς, οὕτω λέγων· «Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου.» Εἰ γὰρ καὶ
γεγόναμεν ἐκ μητρὸς ὥσπερ ἑτερογενοῦς διὰ τὸ325

69

.

329

ἐξ ἐθνῶν κεκλῆσθαι τὴν Ἐκκλησίαν, ἀλλ’ ἐξαρκέ‐ σει μεσολαβὼν ὁ Ἐμμανουὴλ, καὶ εἰς τὸ συνάψαι δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ, καὶ τοῖς τῶν ἁγίων ἐγγράψαι κλήροις, καὶ εἰς τὴν ἐκείνοις πρέπουσαν
5δόξαν ἀνενεγκεῖν, καὶ ἱερὸν ἡμᾶς ἀποφῆναι γένος. Ἄθρει δὲ ὅπως ἐξ ἀγάπης τῆς περὶ τὸν μακάριον Ἰωσὴφ εἰς ἰδίους υἱοὺς κατατάττει τοὺς ἐξ αὐτοῦ. Ἠγαπήμεθα γὰρ καὶ ἡμεῖς ἐν Χριστῷ, καὶ ἐπείπερ δι’ αὐτοῦ ἐν πνεύματι γέννησιν γεγεννήμεθα τὴν
10πνευματικὴν, ἀξιόληπτοι γεγόναμεν τῷ Πατρὶ, κα‐ θάπερ ἔφην ἀρτίως· καὶ τοῖς πρὸ ἡμῶν ἁγίοις συν‐ τετάγμεθα. Πλὴν εἰ καὶ υἱοὶ κεκλήμεθα τοῦ Θεοῦ καὶ Πατρὸς, ὑπὸ χεῖρα πάλιν ἐσόμεθα τοῦ προσάγοντος ἡμᾶς καὶ συνενοῦντος αὐτῷ, τουτέστι Χριστῷ. Θέα
15γὰρ ὅπως ὁ μακάριος Ἰακὼβ μετὰ τὸ τοῖς ἰδίοις ἐγ‐ γράψαι τέκνοις τόν τε Ἐφραῒμ καὶ Μανασσῆ, «Τὰ δὲ ἔκγονα, φησὶν, ἃ ἐὰν γένηταί σοι, σοὶ ἔσονται.» Συνίης οὖν ὅτι κἂν υἱοὶ τοῦ Θεοῦ καὶ Πατρὸς χρη‐ ματίζωμεν, οὐδὲν ἧττον ἐσόμεθα τοῦ Χριστοῦ. Καὶ
20τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἔφη πρὸς τὸν Πατέρα· «Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, καὶ ἐμοὶ αὐ‐ τοὺς δέδωκας· καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Κατ‐ ορωρύχθαι γε μὴν τὴν Ῥαχὴλ ἐν Βηθλεὲμ ἔφασκεν Ἰακώβ. Μεμνήμεθα δὲ πολλάκις εἰς εἰκόνα καὶ τύπον
25τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὴν Ῥαχὴλ ὀνομάσαντες. Γένοιτο δ’ ἂν, οἶμαι, τὶς οὐ ψευδοεπὴς εἰ βούλοιτο λέγειν, ὅτι πρὸς ἑτέραν τινὰ ζωὴν, τὴν ἀμείνω δη‐ λονότι καὶ τῆς ἐγκοσμίου προφερεστέραν, μεταπε‐ φοίτηκεν ἡ Ἐκκλησία· κόσμῳ μὲν ἀποθανοῦσα διὰ
30τὸ μὴ ἀνέχεσθαι φρονεῖν τὰ αὐτοῦ, Θεῷ δὲ ζῶσα πνευματικῶς ἐν Χριστῷ διὰ πολιτείας εὐαγγελικῆς. Εἰ γὰρ καὶ ἔστιν ἐν κόσμῳ διὰ τὴν ἐν σαρκὶ ζωὴν, ἀλλ’ οἱονεὶ κρύπτεται τὸ ἐν κόσμῳ λαμπρὸν οὐκ ἔχουσα, μονονουχὶ δὲ καὶ συνετάφη Χριστῷ· καὶ τοῦτο,
35οἶμαι, ἐστὶν ὅπερ ἔφη Παῦλος ἡμῖν ὁ σοφώτατος· «Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.» Σύνες γὰρ ὅτι τεθαμμένης τῆς Ῥαχὴλ ἐν Βηθλεὲμ, καὶ οὐχ ὁρωμένης ἔτι, μονον‐ ουχὶ συνεκρύπτετο καὶ αὐτὸς ὁ Ἐμμανουήλ. Γεγέν‐
40νητο γὰρ οὔπω διὰ τῆς ἁγίας Παρθένου. Ἐπαινέ‐ σωμεν δὴ οὖν τὸν τοιοῦτον τῆς Ἐκκλησίας θάνατον εἰς ἀρχὰς ἀναφέροντα ζωῆς τῆς ἁγίας τε καὶ ἐν Χριστῷ. Κἀκεῖνο δὲ οἶμαι προσειπεῖν ἀναγκαῖον. Εἰσδεξάμενος εἰς τέκνα τοὺς ἐξ Ἰωσὴφ ὁ πατὴρ
45τεθνεώσης αὐτῶν τῆς μητρὸς, ἐντέλλεται καὶ περὶ αὐτῆς. Τοιγάρτοι τὸν ἐν ᾧ τέθαπται κατασημῆναι χῶρον εἴη ἂν ἕτερον οὐδὲν ἀναπείθοντος ἢ ὅτι προσ‐ ήκει τὴν δέουσαν ἐπ’ αὐτῇ ποιεῖσθαι φροντίδα. Ἐν‐ ετέλλετο δὲ καὶ ὁ Θεὸς καὶ Πατὴρ τῷ Υἱῷ περὶ τῆς

69

.

329

(50)

Ἐκκλησίας, καὶ φροντίδος αὐτὴν ἀξιοῦν ἀναπείθει, νενικημένην θανάτῳ διὰ τὴν ἀρχαίαν ἀράν. Τοιγάρ‐ τοι καὶ ἀνακέκραγεν ὁ θεῖος ἡμῖν Δαβὶδ πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν·» Ἔντειλαι, ὁ Θεὸς, τῇ δυνάμει σου, δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω
55ἐν ἡμῖν.» Μονονουχὶ γὰρ καὶ παραδεικνὺς τὸ τῷ θανάτῳ κάτοχον σῶμα, διὰ τῆς δυνάμεως τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστι, τοῦ Υἱοῦ ἀπαλλάττεσθαι μὲν ἐλιπάρει τῆς φθορᾶς· ἀναφοιτῆσαι δὲ αὖθις εἰς τὸ
ἐν ἀρχαῖς, τουτέστιν, εἰς τὴν ἐν Χριστῷ μακαρίαν καὶ ἀκήρατον ζωήν.327

69

.

332

γʹ. Ὅτι δὲ πρωτότοκος ὢν, καὶ τοῖς εἰς τοῦτο πρεσβείοις τετιμημένος ὁ Ἰσραὴλ, ἀπώλισθε μὲν τῆς ἐνούσης δόξης αὐτῷ, μεταπεφοίτηκε δὲ τῆς οὕτω λαμπρᾶς εὐκλείας ἡ χάρις ἐπὶ τὸν νέον τε καὶ ἐξ
5ἐθνῶν ἥκοντα λαὸν, καὶ διὰ τῶν ἐφεξῆς οὐδὲν ἧττον εἰσόμεθα. «Ἰδὼν γὰρ, φησὶν, Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ, εἶπε· Τίνες σοι οὗτοι; Εἶπε δὲ Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ· Υἱοί μου εἰσὶν οὓς ἔδωκέ μοι ὁ Θεὸς ἐνταῦθα. Εἶπε δὲ Ἰακώβ· Προσάγαγέ μοι αὐτοὺς,
10ἵνα εὐλογήσω αὐτούς. Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ἐβα‐ ρυώπησαν ἀπὸ τοῦ γήρως, καὶ οὐκ ἠδύναντο βλέ‐ πειν. Καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτὸν, καὶ ἐφίλησεν αὐτοὺς, καὶ περιέλαβεν αὐτοὺς, καὶ εἶπεν Ἰσραὴλ πρὸς τὸν Ἰωσήφ· Ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστε‐
15ρήθην, καὶ ἰδοὺ ἔδειξέ μοι ὁ Θεὸς καὶ τὸ σπέρμα σου. Καὶ ἐξήγαγεν αὐτοὺς Ἰωσὴφ ἀπὸ τῶν γονάτων αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς. Λαβὼν δὲ Ἰωσὴφ τοὺς υἱοὺς αὐτοῦ, τόν τε Ἐφραῒμ ἐν τῇ δεξιᾷ, ἐξ ἀριστερῶν δὲ Ἰσραήλ· τὸν
20Μανασσῆ δὲ ἐν τῇ ἀριστερᾷ, ἐκ δεξιῶν δὲ Ἰσραήλ· ἤγγισεν αὐτοὺς αὐτῷ. Ἐκτείνας δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν δεξιὰν, ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Ἐφραΐμ· οὗτος δὲ ἦν ὁ νεώτερος· καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, ἐναλλάξας τὰς χεῖρας. Καὶ εὐλό‐
25γησεν αὐτοὺς, καὶ εἶπεν· Ὁ Θεὸς ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐνώπιον αὐτοῦ, Ἀβραὰμ καὶ Ἰσαάκ· ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης· ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν, εὐλογήσαι τὰ παιδία ταῦτα.» Παρειστήκει
30μὲν γὰρ τὰ μειράκια. Διεπυνθάνετο δὲ ὁ πρεσβύτης, τίνος εἶεν. Ἄρα καὶ πρός γε δὴ ταῦτά φησιν ὁ Ἰω‐ σήφ· «Οἱ δύο υἱοί μου.» Εἶτα προσενηνεγμένους καὶ γεγονότας ἐγγὺς, φιλημάτων τε αὐτοὺς καὶ περι‐ πλοκῶν ἠξίου. Σύνες οὖν ὅπως οἱονεί πως οὐ γινωσκό‐
35μενοι τῷ Θεῷ καὶ Πατρὶ, γνώριμοί τε γεγόναμεν, καὶ ἐγγὺς ἐν Χριστῷ. Προσίεται δὲ καὶ λίαν ἀσμένως, ἐπιμαρτυροῦντος ἡμῖν τὴν πρὸς ἑαυτὸν οἰκειότητα τοῦ Υἱοῦ, ἀγάπης τε οὕτως ἡμᾶς ἀξιοῖ, καλεῖ πρὸς ἕνωσιν, δῆλον δὲ ὅτι τὴν νοητὴν καὶ ἐν πνεύματι.
40Τύπος δ’ ἂν γένοιτο καὶ μάλα σαφὴς, φίλημα μὲν ἀγάπης, ἑνώσεως δὲ περίληψις ἤτοι περιπλοκή. Τοι‐ γάρτοι καὶ ὁ σοφώτατος Παῦλος ἐπιστέλλει λέγων τοῖς εἰς Χριστὸν πιστεύσασιν, ὁτὲ μὲν, ὅτι «Νυνὶ δὲ οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς,» προσ‐
45κομίζοντος δηλονότι τοῦ Χριστοῦ, ὁτὲ δὲ αὖ, «Νυνὶ δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ.» Ἐποπτείας γὰρ ἀξιοῖ, καὶ ἐπιγινώσκει μόνους ὁ Θεὸς καὶ Πατὴρ τοὺς πνευματικὴν ἔχοντας οἰκειότητα πρὸς τὸν Υἱὸν, καὶ τὴν διὰ πνεύματος ἀναγέννησιν

69

.

332

(50)

ὑπ’ αὐτῷ τε καὶ δι’ αὐτοῦ πλουτήσαντας. Καθάπερ ἀμέλει καὶ ἐν Αἰγύπτῳ τοὺς τῷ αἵματι τοῦ ἀμνοῦ καταχριομένους, γνωρίμους ἐποιεῖτο λέγων· «Καὶ ὅψομαι τὸ αἷμα, καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι ὑμᾶς, ὅταν παίω
55ἐν γῇ Αἰγύπτῳ.» Εὔθυμος δὲ λίαν γεγονὼς ὁ Ἰακὼβ πρὸς τὸν υἱὸν, τουτέστι, τὸν Ἰωσὴφ, ἔφη·
«Ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ329

69

.

333

ἔδειξέ μοι ὁ Θεὸς καὶ τὸ σπέρμα σου.» Ὅσον μὲν γὰρ ἧκεν εἰς Ἰουδαίους, ὁ Πατὴρ ἐστέρηται τοῦ Υἱοῦ. Οἰηθέντες γὰρ ὅτι κάτοχος ἔσται ταῖς τοῦ ᾅδου πύλαις, καὶ τοῖς ἄλλοις ὁμοῦ κείσεται νεκρὸς, θανάτῳ
5περιβεβλήκασιν. Ἀλλ’ οὐκ ἐνεδέχετο θανάτῳ περι‐ βεβλῆσθαι τὸν τῆς ζωῆς ἀρχηγόν. Οὐκοῦν ἀνεβίω, καὶ πάλιν αὐτὸν ὁ Πατὴρ τεθέαται, καὶ τὸ ἐξ αὐτοῦ δὲ καὶ ἐν αὐτῷ γένος, δῆλον δὲ ὅτι τοὺς πιστεύσαντας, «τὸ ἔθνος τὸ ἅγιον, τὸ βασίλειον ἱεράτευμα, τὸν εἰς
10περιποίησιν λαόν.» Οἷς καὶ αὐτὸς ὁ Χριστὸς ἐπι‐ γάννυται, λέγων· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός.» Καὶ προσεκόμιζε μὲν Ἰωσὴφ τῷ πατρί· οἱ δὲ προσεκύνουν. Εἶτα τοῦ μὲν Μανασσῆ, ὃς ἦν πρωτότοκος, ἑστῶτος εἰς δεξιὸν, τοῦ δὲ νεωτάτου
15Ἐφραῒμ εἰς εὐώνυμον· παραλλάξας αὐτοῖς τὰς χεῖ‐ ρας ἔθηκεν ὁ Ἰακὼβ, καὶ τὸν μὲν Ἐφραῒμ τῇ τῆς δεξιᾶς τετίμηκεν ἐπιθέσει, δευτερείων δὲ ἤδη ὥσπερ ἠξίου τὸν Μανασσῆ, χεῖρα δοὺς αὐτῷ τὴν εὐώνυμον, οὕτω τε τῆς εἰς αὐτοὺς εὐλογίας ἄρχεται. Εἰσδε‐
20δέγμεθα γὰρ εἰς προσκυνητὰς οἵ τε πρῶτοι, καὶ μετ’ ἐκείνους λαοὶ, προσκομιζόντων ἡμᾶς οὐ Μωσέως οὐ προφητῶν· ἀργότερος γὰρ εἰς σωτηρίαν ὁ νόμος· ἀλλ’ αὐτοῦ τοῦ Υἱοῦ· «Δι’ αὐτοῦ» γὰρ, ὡς ἔφην, «τὴν προσαγωγὴν ἐσχήκαμεν.» Καὶ ἦν μὲν αὐτῷ
25σκοπὸς τῆς ἐξ ἐθνῶν ἀγέλης προτάξαι τὸν Ἰσραήλ. Εἰς δεξιὸν γὰρ ἔστη τὸν Μανασσῆ τοῦ πατρὸς ὁ Ἰωσήφ. Ἐπειδὴ δὲ πέρα λόγου δεδυσσεβήκασιν εἰς αὐτὸν, προτετίμηκεν ὁ Πατὴρ τοὺς ἐν χρόνῳ δευτέ‐ ρους, τουτέστι τὰ ἔθνη, «Καὶ γεγόνασι μὲν οἱ ἔσχατοι
30πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι.» Ηὐλόγηκε δὲ Ἰακὼβ τὰ μειράκια, Θεὸν ὀνομάζων τὸν τρέφοντα καὶ ἄγ‐ γελον τὸν ῥυόμενον αὐτὸν, τῷ Θεῷ καὶ Πατρὶ συν‐ άπτων εἰς ἅπαν τὸν Υἱὸν, ὃς καὶ διὰ φωνῆς προφη‐ τῶν «μεγάλης βουλῆς Ἄγγελος» ὀνομάζεται. Οὐκοῦν
35πᾶσα χάρις, καὶ ἁπάσης εἰς ἡμᾶς εὐλογίας καὶ ἐπι‐ κουρίας τρόπος, γένοιτ’ ἂν οὐχ ἑτέρως, πλὴν ὅτι δι’ Υἱοῦ παρὰ τοῦ Πατρός. Καὶ γοῦν ὁ θεσπέσιος Παῦ‐ λος, «Χάρις ὑμῖν καὶ εἰρήνη, φησὶν, ἀπὸ Θεοῦ καὶ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Ἀσχάλ‐
40λει γε μὴν ὁ θεσπέσιος Ἰωσὴφ κατόπιν ὥσπερ τοῦ νέου τεθειμένον ἰδὼν τὸν πρωτότοκον. Εἶτα τοῦ μυ‐ στηρίου τὴν δύναμιν διεσάφησεν ὁ πατὴρ λέγων· «Καὶ οὗτος ἔσται εἰς λαὸν, καὶ οὗτος ὑψωθήσεται· ἀλλ’ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται,
45καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν.» Εἶτα μεθ’ ἕτερα, «Καὶ ἔθηκε, φησὶ, τὸν Ἐφραῒμ ἔμ‐ προσθε τοῦ Μανασσῆ.» Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸ δοκοῦν τῷ Χριστῷ, οὐκ ἂν ἀπώλισθε τῆς οἰκείας δόξης ὁ Ἰσραήλ. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Οὐκ

69

.

333

(50)

ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Ἐπειδὴ δὲ πεπώρωται, κατὰ τὸ γεγραμ‐ μένον, καὶ τὴν τοῦ καλοῦντος εἰς σωτηρίαν κλῆσιν περιυβρίζων μεμένηκεν ἀπειθὴς, τέθειται πρὸς εὐώνυμον, τὸ μεῖον ἔχων ἐν δόξῃ. Καὶ εὐλογεῖται
55μὲν καὶ ὑψοῦται καὶ αὐτὸς, ὡς ἔν γε τῷ σεσωσμένῳ
μέρει· καὶ τοῦτό ἐστι τὸ κατάλειμμα, κατὰ τὴν τοῦ331

69

.

336

προφήτου φωνήν· ὑπέρκειται δὲ λίαν ὁ ἐξ ἐθνῶν, καὶ εἰς συναγωγὰς λαῶν κατευρύνεται, καὶ μείζων ἐστὶ τοῦ Ἰσραὴλ τῇ τῶν πιστευσάντων ἀμέτρῳ πληθύϊ ποιούμενος τὴν ὑπεροχήν· μιᾷ γὰρ καὶ ἴσῃ
5χάριτι κατεστέμμεθα πρὸς ἁγιασμὸν οἵ τε ἐξ Ἰσραὴλ καὶ μέν τοι καὶ οἱ ἐξ ἐθνῶν πιστεύσαντες, καὶ ἐν Χριστῷ δεδικαιωμένοι· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
8tΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ
9tΒΙΒΛΙΟΝ Ζʹ.
11tΠερὶ τῆς εὐλογίας τῶν ιβʹ πατριαρχῶν.
12 Σκοπὸς μὲν τῷ λόγῳ τὸ ἀφηγήσασθαι δεῖν τῶν εἰρη‐ μένων ἕκαστα παρὰ τοῦ προπάτορος Ἰακὼβ τῶν ἐκ‐ βησομένων κατὰ καιροὺς ἐπὶ τοῖς ἐξ αὐτοῦ γεγονόσιν
15υἱοῖς. Προδιαμαρτύρεται δὲ ὥσπερ ἐκεῖνο σαφῶς ὡς δυσέφικτος μὲν κομιδῇ τῶν εἰρημένων ὁ νοῦς, καὶ οὐ βάσιμος τοῖς πολλοῖς, αἰνιγματώδης δὲ καὶ ἀσυμφα‐ νὴς τὴν δήλωσιν. Μέμικται δὲ τῷ τῆς εὐλογίας τρόπῳ, τὸ μὴ οὕτως ἔχον, καὶ τὸ ἔτι τούτων δυσεφικτότερον.
20Ἐπαγγέλλεται μὲν γὰρ ὁ θεσπέσιος Ἰακὼβ προαγο‐ ρεύειν τοῖς τέκνοις τὰ ἐν ἐσχάτοις· ποιεῖταί γε μὴν τῶν παρῳχηκότων τὴν μνήμην, καὶ πλημμέλειαν ἀναμετρεῖ, πρώτην μὲν τὴν τοῦ Ῥουβεὶμ, εἶτα γεί‐ τονα εὐθὺς καὶ μετ’ ἐκείνην, τὴν Συμεὼν καὶ Λευΐ.
25Εἶτα τίς ὁ φάναι θαῤῥῶν, ὡς εὐλογίας τισὶν ἔσται τρόπος, ἡ τῶν ἤδη προεπταισμένων ἀνάμνησις, καὶ οὐκ ἂν νοοῖτο ψευδοεπὴς, καὶ τοῦ καθήκοντος ἐξώ‐ κειλε νοῦ; Βαθὺς οὖν ἄρα καὶ οὐ λίαν ἐκκείμενος τοῖς ἑλεῖν ἐθέλουσιν ὁ ἐπὶ τῷδε λόγος. Τί οὖν ἄρα φαμὲν
30τὴν ἐνδεχομένην τοῖς προκειμένοις; Ἢ καὶ συλλή‐ βδην εἰπεῖν παντὸς τοῦ γένους, ἤτοι τῶν ἑκάστοις φυ‐ λῆς τύπον, ὁποῖός τις ἔσται κατὰ καιροὺς, καὶ κα‐ ταῤῥηθήσεται μὲν ἐπί τισιν, εὐδοκιμήσει δὲ ὅπως, ἢ καὶ ἐν τίσιν ἔσται τυχὸν, καὶ ὅποιπερ ἂν τὰ κατ’
35αὐτὴν ἐκτελευτήσειεν· εἰσκομιεῖ που πάντως ἡμῖν τῆς προφητείας ἡ ἀφήγησις. Ἄθρει δὲ ὅπως οἶς μὲν ἀπὸ τῶν ἤδη γεγενημένων τὰ ἐν ὑστέροις ἐσό‐ μενα ζωγραφεῖ, ἑτέροις δὲ αὖ τὴν τῶν ὀνομάτων ἀφήγησιν, ἤτοι τὴν ἑρμηνείαν, μήνυσιν ὥσπερ τινὰ
40ποιεῖται τῶν ἐσομένων, καὶ σαφῆ προανάδειξιν. Γέ‐ γραπται τοίνυν ὡδί· «Ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπε· Συνάχθητε ἵνα ἀπαγγείλω ὑμῖν τί ἀπαντήσει ὑμῖν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν. Ἀθροί‐ σθητε καὶ ἀκούσατε, υἱοὶ Ἰακώβ· ἀκούσατε Ἰσραὴλ
45τοῦ πατρὸς ὑμῶν.»
45tΠερὶ Ῥουβείμ.
46«Ῥουβεὶμ πρωτότοκός μου, σὺ ἰσχύς μου καὶ333

69

.

337

ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρῶς αὐθάδης. Ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς. Ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου, τότε ἐμίανας τὴν στρωμνὴν οὗ ἀνέβης.» Κέκλοφε μὲν οὖν τὸν
5τοῦ πατρὸς γάμον ὁ Ῥουβείμ· ἥλω τε οὐκ ἀσυμφα‐ νῶς, δεδρακὼς ἃ μὴ θέμις, καὶ ὡς πονηρὸν τὸ χρῆμα καὶ αὐταῖς ταῖς ἐξ Ἰακὼβ κατεδικάζετο ψήφοις. «Πονηρὸν γὰρ, φησὶν, ἐφάνη ἐνώπιον Ἰακώβ.» Ἀλλ’ οὔ τι που τὸ ἤδη παρῳχηκὸς ὡς ἐν ἐσχάτοις ἔσται
10καιροῖς ὑποτοπήσειεν ἂν οἶμαί τις. Ἠλίθιον γὰρ κομιδῇ τὸ τῇδε νοεῖν. Μεταπλάττοντες δὲ ὥσπερ τῆς πλημμελείας τὸν τύπον, ἐπί τι τῶν ἐοικότων, τὴν τοῦ πρωτοτόκου λαοῦ, φημὶ δὴ τοῦ Ἰσραὴλ, ἁμαρτίαν ὀψόμεθα· γύναιον μὲν γὰρ οἷά τι τὴν ἐξ Αἰγύπτου
15συναγωγὴν προσηγάγετο ὁ Θεὸς, διά τοι τῆς κατὰ νόμον νοητῆς κοινωνίας. Προσίετο γὰρ, καὶ ἠξίου μὲν οἰκειότητος. ἔγκαρπόν τε οὕτω καὶ τέκνων ἐτίθει μη‐ τέρα, μονονουχὶ νυμφαγωγοῦντος αὐτὴν τοῦ πανσό‐ φου Μωσέως, καὶ τῆς συναφείας τὸν τρόπον μεσολα‐
20βούντων ἀγγέλων. Ἀλλ’ ἡ πρὸς τοῦτο παρὰ Θεοῦ παρενεχθεῖσα Συναγωγὴ τὸν τῆς γνησιότητος ἐλύπει νόμον, συναπτομένη τρόπον τινὰ τοῖς τοῦ γεγαμη‐ κότος υἱοῖς, καὶ ὑπ’ αὐτοῖς πορνεύουσα, καὶ καρπο‐ φοροῦσα μὲν οὐκέτι τῷ διὰ νόμου συνῳκηκότι, ὑπο‐
25φέρουσα δὲ μᾶλλον τὸν ἴδιον νοῦν τοῖς ἑτέρων σπερ‐ ματισμοῖς, δῆλον δὲ ὅτι νοητοῖς καὶ τοῖς κατὰ μάθη‐ σιν λέγω. Ἀτιμάζουσα γὰρ ὡς ἕωλον τὸ προκεῖσθαι Θεῷ, πρὸς ἐντάλματα καὶ διδασκαλίας ἀνθρώπων ἐτράπετο, καὶ μαθημάτων τῶν ἄνωθεν ἀλογήσασα,
30τὸ δοκοῦν ἁπλῶς ἐποιεῖτο νόμον. Τοιγάρτοι καὶ ὁ προφήτης Ἡσαΐας, «Πῶς ἐγένετο, φησὶ, πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοι‐ μήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον. Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι.»
35Ἐκοιμήθη μὲν γὰρ παρ’ αὐτῇ, καὶ κατέλυσεν ἡ δι‐ καιοσύνη, τουτέστι Θεός. Ἀλλ’ εἰσεδέξατο φονευτὰς, μοιχωμένους, καὶ φθόρους, τοὺς ἀργύριον αὐτῇ δι‐ δόντας ἀδόκιμον, καὶ ἀναμιγνύντας τὸν οἶνον ὕδατι. Ἀδόκιμος γὰρ ἀληθῶς ὁ λόγος τῶν ἀναπειθόντων
40αὐτὴν ἑλέσθαι τιμᾷν διδασκαλίας καὶ ἐντάλματα ἀν‐ θρώπων. Κεκαπηλευμένη δὲ ὥσπερ καὶ τοῦ χείρονος οὐκ ἀσυμμιγὴς, ἡ παρ’ ἐκείνων ἀφήγησις. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ ἀναμεμίχθαι λέγειν τὸν οἶνον ὕδατι. Ὅτι δὲ τὸ χρῆμα τὸν τῶν ὅλων ἐλύπει Θεὸν, καὶ ὡς πε‐
45πορνευμένην εἰκότως κατῃτιᾶτο τὴν Ἱερουσαλὴμ, ἄκουε σαφῶς ὁτὲ μὲν λέγοντος διὰ τῆς Ἱερεμίου φω‐ νῆς· «Ἆρον εἰς εὐθεῖαν τὸν ὀφθαλμόν σου, καὶ ἴδε ποῦ ἐξεφύρθης. Ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐταῖς ὡσεὶ κορώνη ἠρημουμένη, καὶ ἐμίανας τὴν γῆν ἐν

69

.

337

(50)

ταῖς πορνίαις σου, καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ. Ὅψις πόρνης ἐγένετό σοι, ἀπην‐ αισχύντησας πρὸς πάντας· οὐχ ὡς σύνοικόν με ἐκά‐ λεσας, καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου·» καὶ αὖθις ὁτὲ δὲ αὖ· «Ἐὰν ἐξαποστέλλῃ ἀνὴρ τὴν
55γυναῖκα αὐτοῦ, καὶ ἀπέλθῃ ἀπ’ αὐτοῦ, καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς
αὐτὸν ἔτι; Οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ335

69

.

340

ἐκείνη; Καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς, καὶ ἀνέκαμπτες πρός με; λέγει Κύριος.» Τὸν δέ γε τῆς ἐπὶ τούτῳ πορνείας τρόπον καὶ αὐτὸς ἡμῖν ὁ Σωτὴρ ὑπέδειξεν ἐναργῶς. Οἱ μὲν γὰρ φιλαίτιοί τε
5ἀεὶ καὶ ἀσύνετοι Φαρισαῖοι προσῄεσαν λέγοντες· «Διατί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας, ὅταν ἄρτον ἐσθίωσι.» Πρὸς αὐτοὺς δὲ ὁ Χριστός· «Διατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ
10διὰ τὴν παράδοσιν ὑμῶν; Ὁ γὰρ Θεὸς εἶπε· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται· ὑμεῖς δὲ λέγετε, φησίν· Ὃς ἐὰν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρὶ αὐτοῦ Κορβὰν, ὄ ἐστι δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ ἢ τὴν
15μητέρα αὐτοῦ, καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.» Ἀκούεις ὅπως ὑφ’ ἑτέ‐ ροις γεγονότες καθηγηταῖς ἕτερα ἅττα παρὰ τὸ τῷ νομοθέτῃ δοκοῦν φρονεῖν καὶ δρᾷν ᾑρημένοι κατα‐ φωραθεῖεν ἂν καὶ λίαν ἀμογητί; Οὐκοῦν ἐκπεπόρ‐
20νευκεν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, ἀλλ’ ἥ γε παρ‐ θένος ἁγνή τε καὶ ἄμωμος, ἡ σπίλου παντὸς καὶ ῥυτί‐ δων ἀπηλλαγμένη, τουτέστιν, ἡ Ἐκκλησία, σεπτὸν καὶ ἀδιαλώβητον τῷ Χριστῷ τὸν τῆς συζυγίας διατη‐ ρήσειν τύπον ὑπισχνεῖται λέγουσα· «Ἀδελφιδός μου
25ἐμοὶ, κἀγὼ αὐτῷ.» Οὐκοῦν εἰς εἰκόνα τῆς Ἰουδαίων Συναγωγῆς, τὴν τοῦ Ἰακὼβ παροίσωμεν παλλακίδα, φημὶ δὴ τὴν Βάλλαν, ᾗ κεκοινώνηκεν ὁ Ῥουβεὶμ, τουτέστιν, ὁ πρωτότοκος λαός· μάλισθ’ ὅτι ἑρμηνεύε‐ ται μὲν ἡ Βάλλα πεπαλαιωμένη, καὶ ὁ Ῥουβεὶμ
30υἱὸς βεβηλώσεως. Πεπαλαίωται γὰρ καὶ ῥυτιδώδης γε μὴν ἡ τῶν Ἰουδαίων Συναγωγή· ἀντανέφυ δὲ ὁ νέος καὶ ἐν πίστει λαός. Καὶ ἐπ’ αὐτῷ δὴ χαίρων ψαλλέτω Δαβίδ· «Λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύ‐ ριον.» Καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ, κατὰ τὰς
35Γραφάς· βέβηλος δὲ καὶ ῥυπῶν νοοῖτ’ ἂν ὁ Ἰσραὴλ, τὴν διὰ Χριστοῦ κάθαρσιν οὐκ εἰσδεδεγμένος· καὶ τί λέγω τοῦτο; καὶ αὐτῷ τὰς χεῖρας ἐπενεγκὼν τῷ λαλοῦντι πρὸς κάθαρσιν. Τοιγάρτοι καὶ διὰ φωνῆς αὐτῶν εἴρηται τῶν ἁγίων προφητῶν, ποτὲ μέν· «Εἰ
40ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς· καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι μεμαθηκότες τὰ κακά·» ποτὲ δὲ αὖ ὡς πρὸς γυναῖκα τὴν Ἱερουσαλήμ· «Ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ, καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐναντίον ἐμοῦ
45ἐν ταῖς ἀνομίαις σου, λέγει Κύριος.»—«Ῥουβεὶμ τοί‐ νυν,» φησὶ Ἰακὼβ, «πρωτότοκός μου· σὺ ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου.» Ἐπὶ γὰρ τῷ πρωτοτόκῳ καὶ ἐξ Αἰγύπτου λαῷ πολλῆς ἰσχύος ἐπίδειξις γέγονε παρὰ Θεοῦ. Ἐκολάζετο γὰρ κατὰ πλείστους ὅσους

69

.

340

(50)

καὶ οὐκ ἀθαυμάστους τρόπους τῶν Αἰγυπτίων ἡ χώρα· τοῦτο μὲν ὑδάτων μεταστοιχειουμένων εἰς αἷμα, σκνιπῶν ἀνεῤῥιπισμένων, ἀνενηνεγμένου βα‐ τράχου, χαλάζης καθιεμένης, πρωτοτόκων ἀνῃρημέ‐ νων, καὶ πρὸς τούτοις ἔτι διὰ μέσης ἰόντων θαλάσσης
55ὡς διὰ ξηρᾶς τῶν λελυτρωμένων. Ἰσχὺς οὖν ἄρα ταύ‐
τῃτοι Θεοῦ κέκληται Ῥουβείμ· ἀλλ’ ἦν σκληρὸς φέρε‐337

69

.

341

σθαι, καὶ σκληρὸς αὐθάδης, τουτέστιν, ἀμεταποίητος καὶ ἀκαμπὴς, καὶ ἄγριος, ἐπελευστικός. Ὁρμητίαι γὰρ οἱ Ἰουδαῖοι κατὰ τὸ ἀληθὲς καὶ πολὺ λίαν ἐξήνιοι. Τοι‐ γάρτοι δικαίως ἀκούουσι· «Σκληροτράχηλοι καὶ ἀπερί‐
5τμητοι καρδίαις καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε.» Καὶ αὐτὸς δὲ ὁ Χριστός· «Τίνα,» φησί που, «τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν; Καὶ ὑμεῖς ἐπληρώσατε τὸ μέτρον τῶν πατέ‐ ρων ὑμῶν.» Ἰταμὸς οὖν ἄρα καὶ προαλὴς εἰς ὀργὰς,
10καὶ δύσοιστον ἔχων τὴν ἔφοδον ὁ Ἰσραὴλ, καὶ ἐξυβρί‐ ζων ὡς ὕδωρ, τουτέστιν, ἀφόρητον ἔχων τὴν καθ’ ὧν ἂν ἕλοιτο καταδρομήν. Τοιαῦται γάρ πώς εἰσιν αἱ τῶν ὑδάτων φοραί. «Ἀλλὰ μὴ ἐκζέσῃς,» φησί. Καὶ τί δὴ τοῦτό ἐστι; Τὸ ἐκζέον ὕδωρ ἄνω που φέρεται,
15τῶν λεβήτων ὑπερχεόμενον, καὶ δοκεῖ πως εἶναι καὶ πολύ. Ἐπειδὴ τοίνυν ὕδατος αὐτῷ περιτέθεικεν ὁρμὴν, ἐπιμένει τῇ τοῦ λόγου μεταφορᾷ, καί φησι· «Μὴ ἐκζέσῃς,» ὅ ἐστι, μὴ ὑπεραρθῇς εἰς πλῆθος, μηδὲ γένοιο πολύς. Εὐαρίθμητοι γὰρ ὡς πρὸς τὴν τῶν
20Ἑλλήνων πληθὺν οἱ ἐξ αἵματος Ἰσραὴλ ἀνασεσω‐ σμένοι διὰ πίστεως τῆς ἐν Χριστῷ. Εἶτα τὴν αἰτίαν ἐπιφέρει τοῦ συμβησομένου, καί φησι· «Ἀνέβης γὰρ ἐπὶ κοίτην πατρός σου, τότε ἐμίανας τὴν στρωμνὴν οὗ ἀνέβης.» Ὡς γὰρ ἤδη προεῖπον,
25οὐκέτι μὲν τὰ ἐν νόμῳ διερευνώμενοι καὶ τοῖς ἄνω‐ θεν λογίοις καὶ τοῖς ἀνθρώπων ἐντάλμασι, τῆς ἐπὶ Χριστῷ γνώσεως ταύτῃτοι διημαρτήκασι. Διὰ τοῦτο καὶ αὐτός φησιν· «Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν. Καὶ
30ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέ‐ λετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε.» Καὶ πάλιν· «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Ἐπῃτιᾶτο δὲ λίαν καὶ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οὕτω λέγων· «Οὐαὶ ὑμῖν,
35Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώ‐ πων. Ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὔτε τοὺς εἰσερχο‐ μένους ἀφίετε εἰσελθεῖν.» Καὶ πάλιν· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε
40τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον. Καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλό‐ τερον ὑμῶν.» Ἀλλ’ οὐκ ἂν ἐγένετο γεέννης υἱὸς, εἰ μὴ τοῖς τῶν μοιχωμένων προσετέθη λόγοις. Ἀνα‐ βεβήκασι τοίνυν ἐπὶ κοίτην πατρὸς οἱ ἐξ αἵματος Ἰσραήλ· παρωθούμενοι μὲν τὸ τῷ νομοθέτῃ δοκοῦν, ὡς ἕωλον· τοὺς ἰδίους δὲ τοῖς παιδευομένοις εἰσκρίνοντες λόγους, καὶ ἀκαθαρσίας αὐτοῖς ἐνιέντες σπέρ‐
45ματα.
46tΠερὶ Συμεὼν καὶ Λευΐ.
47 αʹ. «Συμεὼν καὶ Λευῒ ἀδελφοὶ συνετέλεσαν ἀδι‐ κίαν ἐξ αἱρέσεως αὐτῶν. Εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσαι

69

.

341

(50)

τὰ ἥπατά μου, ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους, καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον. Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη. Διαμεριῶ αὐτοὺς ἐν Ἰακὼβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ.» Ἐκ‐
55πεπορνευμένης τῆς Ἱερουσαλὴμ, καὶ ἀνοσίοις φενα‐
κισμοῖς τῶν ἑτεροδιδασκαλεῖν εἰωθότων ὑπενεγκούσης339

69

.

344

τὸν νοῦν, ἐχαλέπαινε μὲν εἰκότως ὁ τῶν ὅλων Θεὸς, ἔφασκε δὲ διὰ φωνῆς Ἡσαΐου καὶ μάλα σαφῶς· «Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ. Μάτην δὲ σέβονταί
5με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.» Ἐπειδὴ δὲ ταῖς εἰς τοῦτο παραφοραῖς τε καὶ ῥᾳθυ‐ μίαις οἱονεί πως καταμεθύουσαν τὴν βέβηλον Ἱε‐ ρουσαλὴμ μεταρυθμίζειν ἐπὶ τὸ ἄμεινον ὁ Θεὸς καὶ Πατὴρ ἐσκέπτετο, πέπομφεν ἐξ οὐρανοῦ τὸν ἴδιον
10Υἱὸν καθ’ ἡμᾶς γεγονότα, τουτέστιν, ἄνθρωπον· ἵν’ ἐπείπερ ἐπ’ ἀνηνύτοις πράγμασιν ἡ τῶν ἁγίων προ‐ φητῶν κατέλυσε πληθύς· ἔφασκον γάρ· «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;» κἂν γοῦν αὐτὸν ἥκοντα λοι‐ πὸν ἐντρέποιντο τὸν Υἱόν. Οἱ δὲ καὶ εἰς τοῦτο καθήκοντο
15δυσβουλίας, ὥστε οἴεσθαι καὶ κλῆρον ἑλεῖν δύνασθαι τὸν δεσποτικὸν, ἀπεκτονότες δὲ τοὺς ἁγίους, δυσσε‐ βείας τε τῆς εἰς ἄκρον ἰόντες ἐπέκεινα, καὶ εἰς αὐτὸν ἐκτόπως πεπαρῳνήκασι τὸν Υἱόν. «Εἶπον γὰρ ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτεί‐
20νωμεν αὐτὸν, καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐ‐ τοῦ.» Καὶ οὐ μέχρι τούτων τὰ τῆς δυσσεβείας αὐ‐ τοῖς, ἀλλὰ γὰρ τοῖς ἁγίοις προφήταις προσέθεσαν τοὺς δευτέρους, τοὺς ἁγίους ἀποστόλους φημὶ, οὐδὲ αὐτῶν αἱμάτων ἔτι φειδόμενοι. Τοιουτονί τινα νοῦν
25ὁ τῆς προκειμένης ἡμῖν προφητείας ὠδίνει σκοπός. Ἔοικε μὲν γὰρ ὁ θεσπέσιος Ἰακὼβ τῶν ἐν Σικίμοις πεπραγμένων διαμεμνῆσθαι πάλιν. Ἔχει δὲ οὕτω κατὰ ἀλήθειαν ὁ τοῦ δικαίου σκοπός· πῶς γὰρ τὸ ἤδη γεγενημένον ὡς ἐσόμενον κατὰ καιροὺς παρα‐
30δέξαιτο ἄν τις; Οὐκοῦν ἀπὸ τοῦ γεγονότος ἐν Σικίμοις, ἐπὶ τὸν ἴσον τῆς ἁμαρτίας τρόπον ἀναφέρει τὰ ἐπὶ Χριστῷ, καθάπερ ἀμέλει καὶ ἐπὶ τῷ πρωτοτόκῳ Ῥουβείμ. Τί τοίνυν πεπράχασιν ἐν Σικίμοις Συμεὼν καὶ Λευί; Δίνα μὲν γὰρ ἡ Λευί τε καὶ Συμεὼν ἀδελ‐
35φὴ τῆς τοῦ πατρὸς ἐξέθει σκηνῆς, τὰς τῶν ἐγχωρίων ὀψομένη θυγατέρας· Σιχὲμ δὲ αὐτὴν ὁ Ἐμμὸρ ἐβιά‐ ζετο. Διεπαρθένευσε γὰρ αὐτήν. Οἱ δὲ πρὸς τοῦτο ἀσχάλλοντες, καὶ τὸν ἐξ ἀπάτης αὐτῆς ἐκμηχανώμε‐ νοι φόνον, προανέπειθον μὲν τὴν πατρικὴν αὐτοῖς
40συνελέσθαι περιτομὴν, ὡς ἐσομένους αὐτίκα καὶ κατὰ γένος οἰκείους, εἰ τοῦτο δρᾷν ἕλοιντο. Πεπραχότας γε μὴν ἀπεκτόνασιν ἀδοκήτως· ἀποχρήσειν αὐτοῖς εἰς ἀπολογίαν οἰόμενοι, τὸ δὴ χρῆναι λέγειν· «Ἀλλ’ ὡσεὶ πόρνῃ χρήσονται τῇ ἀδελφῇ ἡμῶν;»
45 βʹ. Ἰτέον δὴ οὗν ἐπὶ τὸ τούτῳ δὴ προσεοικὸς, καὶ δὴ διαπλάττομεν ὡς ἔνι, καλῶς τὸ θεώρημα, τὰ συν‐ τελοῦντα πρὸς διασάφησιν πανταχόθεν ἐρανιζόμενοι. Ἄτε τοίνυν τὸν ἐπὶ τῷ Ἰακὼβ κατευρύνοντες λόγον, ὅπως τε καὶ τίνα τρόπον ἐβίω διηγήμεθα, καὶ τίνας

69

.

344

(50)

μὲν εἰσῳκίσατο γυναικῶν. τέκνων δὲ ὅσων ἀνεδείχθη πατήρ. Ἐλέγομεν ὅτι ἠγάγετο μὲν τὴν Λείαν τῶν τοῦ Λάβαν θυγατέρων τὴν πρεσβυτάτην, δευτέραν δὲ μετ’ ἐκείνην, καὶ οὐκ εἰς μακρὰν τὴν νεωτάτην Ῥαχήλ. Διεβεβαιούμεθα δὲ ὅτι Λεία μὲν εἰς τύπον
55ἡμῖν τῆς Ἰουδαίων ἔσται Συναγωγῆς, Ῥαχὴλ δὲ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Ἐπεί τοι Λεία μὲν ἑρμηνεύεται
κοπιῶσα, ἀσθενεστέροις δὲ καὶ ἀκαλλεστέροις ἐχρῆτο341

69

.

345

τοῖς ὀφθαλμοῖς. Κέκμηκε δὲ λίαν ἡ τῶν Ἰουδαίων Συναγωγὴ νόμῳ τῷ διὰ Μωσέως κατηχθισμένη, καὶ οὐκ εὐσθενέσιν ὀφθαλμοῖς πρὸς τὸ τοῦ Σωτῆρος ἡμῶν ὁρῶσα μυστήριον. Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ
5ὡραία σφόδρα. Ἐκπρεπεστάτη δὲ λίαν ἡ ἐξ ἐθνῶν Ἐκκλησία. Λείας δὴ οὗν τελευταία θυγάτηρ γέγονεν ἡ Δίνα. Τύπος δ’ ἂν γένοιτο καὶ αὕτη τῆς ἐκ περιτο‐ μῆς πληθύος, ἢ καὶ ἐν χρόνοις γέγονε τοῖς ἐσχάτοις, καθ’ οὓς ἐνηνθρώπησεν ὁ Μονογενής. Ὅτε τοίνυν ἡ
10τῶν ἐκ περιτομῆς τελευταία πληθὺς, ἔξω βραχὺ γενο‐ μένη τῆς πατρῴας σκηνῆς, τουτέστι, τῶν κατὰ τὸν νόμον ἐθῶν, τοῖς ἐγχωρίοις προσέβαλλεν· ἤγουν ἐπ‐ εμίσγετο κατὰ μάθησιν, λέγω δὴ τοῖς ἁγίοις ἀποστό‐ λοις, οὐκ ἔτι μὲν ζῶσιν Ἰουδαϊκῶς, ἐν ὑπολήψει δὲ
15ὥσπερ γεγονόσι τῶν ἑτερογενῶν· τότε δὴ, τότε νοητῶς διεπαρθενεύετο, τῆς ἐν Χριστῷ πολιτείας καὶ εὐαγ‐ γελικῆς τὰ σπέρματα παρ’ αὐτῶν δεχομένη. Ἀλλ’ ἠγανάκτουν πρὸς τοῦτο τῶν Ἰακὼβ παίδων τινὲς Συ‐ μεὼν καὶ Λευὶ, τουτέστιν, οἵ τε ἐν ὑπηκόων κείμενοι
20τάξει, καὶ σὺν αὐτοῖς τὸ ἱερὸν καὶ ἀπόλεκτον γένος. Ἑρμηνεύεται μὲν γὰρ Συμεὼν ὑπακοή· Λευὶ δὲ προσειλημμένοςἀπόλεκτος. Ὅτι δὲ τοῖς ἀγίοις ἀποστόλοις ἐπεφύοντο δεινῶς οἱ τῆς κατὰ νόμον ἱε‐ ροσύνης λαχόντες τὰ αὐχήματα, συνθεόντων αὐτοῖς
25καὶ λαῶν, πῶς ἔστιν ἀμφιβάλλειν; Ἐπέτριζον δὲ τοὺς ὀδόντας, τῶν ὑπ’ αὐτοῖς γεγονότων τὴν ἐπιστροφὴν καταφθορὰν ὀνομάζοντες, καὶ οἷά τι τῶν ἄγαν ἐκτό‐ πων ἐπιφέροντες ἐγκλημάτων· «Ἰδοὺ γὰρ, ἔφασκον, πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν.»
30Ἐπειδὴ δὲ κατωνείδιζον ὡς οὐκέτι ζῶντας Ἰουδαϊ‐ κῶς, ἐμάνθανον ὅτι τετίμητο παρ’ αὐτοῖς ἡ περιτομή· τὸ διατειχίζον δὲ ὅλως εἰς διαφορὰν οὐδέν· εἴπερ ἕλοιν‐ το νοεῖν τὰ Μωσέως καθ’ ὃν ἔδει τρόπον. «Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ, φησὶ, Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ
35φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι.» Ὁρᾷς ὅπως οἱ δόξαν ἔχοντες ἀλλογενῶν συνεσχηματίζοντο τοῖς Ἰουδαίοις, τὴν ἐν πνεύματι περιτομὴν, καὶ τὸν ἐν τῷ κρυπτῷ περιφέροντες Ἰου‐
40δαῖον. Ἀλλὰ καὶ οὕτως ἀπεκτόνασι προανελόντες προ‐ φήτας, καὶ αὐτὸν δὲ τὸν Ἐμμανουήλ. Συνετέλεσαν τοίνυν, φησὶν, ἀδικίαν Συμεὼν καὶ Λευὶ, ἐξ αἱρέ‐ σεως αὐτῶν· συμπεφωνήκασι γὰρ καὶ συνέβησαν ἀλλήλοις εἰς τὴν κατὰ τῶν ἁγίων ἀδικίαν ὅ τε Συμεὼν
45καὶ μέν τοι καὶ ὁ Λευὶ, τουτέστι λαοί τε καὶ ἱερεῖς. Τὸ δὲ ἐξ αἱρέσεως αὐτῶν, ἀντὶ τοῦ κατὰ σκέψιν καὶ βούλησιν. Οὐ γὰρ ἔκ γε τοῦ συμβεβηκότος ἁπλῶς τὰ δεινὰ τῶν πεπονθότων κατεσχεδιάζετο, ἀλλ’ οὐδὲ ἀπροβούλευτα τὰ τολμήματα καὶ τὸ ἔκτοπον θρά‐

69

.

345

(50)

σος· ἀλλ’ ἐκ συνεδρίων αὐτῶν ἐπὶ τὸ δρᾷν ᾔεσαν τὰ παντὸς ἐπέκεινα κακοῦ. Παραιτεῖται δὴ οὖν ὁ θεσπέ‐ σιος Ἰακὼβ τὴν ἐπὶ τῷδε σύνθεσιν, τὰς κοινοβουλίας, τὴν σκέψιν. «Μὴ γὰρ εἰσέλθοι, φησὶν, ἡ ψυχή μου εἰς βουλὴν αὐτῶν, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρεῖται
55τὰ ἥπατά μου.» Ὅμοιον γὰρ ὡς εἰ λέγοι· μήτε τοῖς τῆς διανοίας ὄμμασιν ἐνατενίσαιμί ποτε ταῖς τοιαῖσδε
βουλαῖς, μήτε μὴν εἰς καρδίαν ὅλως παραδεξαίμην343

69

.

348

πώποτε τὰ παγχάλεπα ταυτὶ τῶν ἠσεβηκότων σκέμ‐ ματα. Οὕτω καὶ ὁ προφήτης Ἡσαΐας τοὺς τῶν Ἰου‐ δαίων δήμους ταλανίζει, λέγων· «Οὐαὶ τῇ ψυχῇ αὐ‐ τῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν, καθ’ ἑαυτῶν
5εἰπόντες, Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι.» Ψάλλει δὲ καὶ ὁ Δαβίδ· «Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἀμαρτω‐ λῶν οὐκ ἔστη.» Καὶ πάλιν· «Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.»
10Ἀποφοιτᾷ τοιγαροῦν ὁ θεσπέσιος Ἰακὼβ τῶν Ἰου‐ δαϊκῶν σκεμμάτων· ἐπιλέγει δὲ τὰς αἰτίας, καί φη‐ σιν, «Ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώ‐ πους, καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦ‐ ρον.» Ἀπεκτόνασι μὲν γὰρ ἁγίους, ὡς ἔφην, ἀνοσίῳ
15θυμῷ πρὸς ὠμότητα καὶ ἀπανθρωπίαν στρατηγούμε‐ νοι, ἀνήνυτον δὲ καὶ ἀκατάσκεπτον ἐπιθυμίαν παν‐ τελῶς εἰς νοῦν ἑλόντες οἱ τάλανες, ἐνευροκόπησαν ταῦρον, τουτέστι Χριστόν. Καὶ τίς ἡ ἐπιθυμία, προλαβόντες εἰρήκαμεν. Ἐπεγνωκότες μὲν γὰρ ὅτι
20κληρονόμος ἐστὶν, ἐπεθύμησαν ἔχειν τὴν κληρονομίαν αὐτοῦ. γʹ. Καὶ ὅρα τοῦ λόγου τὴν ἐπιτήρησιν. Ἀπεκτό‐ νασι μὲν γὰρ τοὺς ἀνθρώπους, ἐνευροκόπησαν δὲ τὸν ταῦρον. Θανάτῳ μὲν γὰρ περιβεβλήκασι τοὺς
25ἁγίους, καὶ μεμενήκασι νεκροὶ τὸν τῆς ἀνστάσεως καιρὸν περιμένοντες. Ἀλλ’ οἷά τις μόσχος ὑπὸ ἀετοῦ νευροκοπούμενος, ὤκλασε μὲν οἱονεί πως εἰς γῆν ὁ Χριστὸς, ἑκὼν ὑπομείνας τὸν τῆς σαρκὸς θάνατον· πλὴν οὐ γέγονε τῷ θανάτῳ κάτοχος· ἀλλ’ εἰ καὶ γέ‐
30γονε νεκρὸς ὡς ἄνθρωπος, ἀπομεμένηκε ζῶν τῇ τῆς θεότητος φύσει. Ταῦρος δὲ ὁ Χριστός· εὐσθενὲς γὰρ ὅτι μάλιστα τὸ ζῶον, καθαρόν τε καὶ ἱερώτατον. Κύ‐ ριος δὲ τῶν δυνάμεων ὁ Υἱὸς, ὃς οὐ πεποίηκεν ἁμαρ‐ τίαν, ἑαυτὸν δὲ μᾶλλον ἀνέθηκεν ὑπὲρ ἡμῶν εἰς
35ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Ἀκουέτωσαν τοίνυν οἱ τὸν οὕτω σεπτὸν νευροκοπήσαντες ταῦρον· «Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης· καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη.» Τί δὴ οὖν ἄρα πε‐ πόνθασιν; Ἐξῴχοντο τῆς ἑαυτῶν, καὶ ἀπολελοίπασι
40μὲν τὴν ἐνεγκοῦσαν· διεσπάρησαν δὲ καὶ γεγόνασι πανταχοῦ ξένοι, καὶ ἐπήλυδες καὶ περιδεεῖς. Ἀληθὲς γὰρ ὅτι ὥσπερ ὅρνιον ὅταν ἐκπετασθῇ τῆς ἰδίας κα‐ λιᾶς, οὕτω καὶ ἄνθρωπος ὅταν ἐκσπασθῇ ἐκ τῶν ἰδίων τόπων. Προσεπειπεῖν δὲ οἶμαι κἀκεῖνο πρέπον,
45ὅτι τοῖς μὲν τὸν ταῦρον νευροκοπήσασιν εἰς ἀρὰν ἔσται τὸ χρῆμα· τοῖς γε μὴν ἐπηλγηκόσι, καὶ τὸ οὔτω δεινὸν ἀποσειομένοις ἔγκλημα, λύτρον ἔσται καὶ κάθαρσις καὶ ἁμαρτιῶν ἀπόθεσις. Εὑρήσομεν δὲ διὰ τῆς ἐν νόμῳ σκιᾶς, ὅπερ ἔφην γραφόμενον. Ἔχει

69

.

348

(50)

γὰρ οὕτως ἐν τῷ Δευτερονομίῳ· «Ἐὰν δὲ εὑρεθῇ τραυματίας ἐν τῇ γῇ, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομῆσαι, πεπτωκὼς ἐν τῷ πεδίῳ, καὶ οὐκ οἴδασι τὸν πατάξαντα, ἐξελεύσεται ἡ γερουσία σου, καὶ οἱ κριταί σου, καὶ ἐκμετρήσουσιν ἐπὶ τὰς πόλεις
55τὰς κύκλῳ τοῦ τραυματίου, καὶ ἔσται ἡ πόλις ἡ ἐγγίζουσα τῷ τραυματίᾳ. Καὶ λήψεται ἡ γερουσία
τῆς πόλεως ἐκείνης δάμαλιν ἐκ βοῶν, ἥτις οὐκ εἴργα‐345

69

.

349

σται, καὶ ἤτις οὐχ εἵλκυσε ζυγόν· καὶ καταβιβάσου‐ σιν ἡ γερουσία τῆς πόλεως ἐκείνης τὴν δάμαλιν εἰς φάραγγα τραχεῖαν, ἥτις οὐκ εἴργασται, οὐδὲ σπεί‐ ρεται, καὶ νευροκοπήσουσι τὴν δάμαλιν ἐν τῇ φά‐
5ραγγι, καὶ προσελεύσονται οἱ ἱερεῖς οἱ Λευῖται, ὅτι αὐτοὺς ἐπελέξατο Κύριος ὁ Θεός σου παρεστηκέναι αὐτῷ, καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, καὶ ἐπὶ τῷ στόματι αὐτῶν ἔσται πᾶσα ἀντιλογία καὶ πᾶσα ἁφή. Καὶ πᾶσα ἡ γερουσία τῆς πόλεως ἐκείνης, οἱ
10ἐγγίζοντες τῷ τραυματίᾳ, νίψονται τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τῆς δαμάλεως τῆς νενευροκοπημένης ἐν τῇ φάραγγι, καὶ ἀποκριθέντες ἐροῦσιν· Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο, καὶ οἱ ὀφθαλμοὶ ἡμῶν οὐχ ἑωράκασιν. Ἵλεως γενοῦ, Κύριε, τῷ λαῷ
15σου Ἰσραὴλ, οὓς ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου, ἵνα μὴ γένηται αἷμα ἀναίτιον ἐν τῷ λαῷ σου Ἰσραὴλ, καὶ ἐξιλασθήσεται αὐτοῖς τὸ αἷμα. Σὺ δὲ ἐξαρεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ ὑμῶν αὐτῶν.» Ἀλλ’ εἰρήσεται μὲν κατὰ καιροὺς εἰς ἕκαστα λεπτῶς, πλὴν ἐκεῖνό
20φαμεν. Σύνες ὅπως ἑαυτοὺς ἀπαλλάττουσί τινες τῶν ἐφ’ αἵματι κατηγορημάτων, ἀνατυπούσης ἡμῖν τῆς δαμάλεως ἐφ’ ἑαυτῇ τὸν Ἐμμανουήλ. Χρῆναι γὰρ οἶμαι δεῖν ἑαυτοὺς ἀπαλλάττοντας λέγειν· Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο. Ἀλλ’ ὅ γε τῶν
25Ἰουδαίων δῆμος οὐχὶ τοῦτό ποτε διακεκραγὼς ἁλώσε‐ ται. Τετολμήκασι δὲ μᾶλλον εἰπεῖν νευροκοποῦντες τὸν μόσχον, «Αἱ χεῖρες ἡμῶν ἐξέχεαν τὸ αἷμα τοῦτο.» Ἕτερον γὰρ, οἶμαι, παρὰ τοῦτό ἐστιν οὐδὲν τὸ ἀσυνέ‐ τως εἰπεῖν ἐπὶ Χριστῷ· «Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς,
30καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.»
31tΠερὶ τοῦ Ἰούδα.
32 «Ἰούδα, σὲ αἰνέσουσιν οἱ ἀδελφοί σου. Αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. Προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Σκύμνος λέοντος Ἰούδα· ἐκ
35βλαστοῦ, υἱέ μου, ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος. Τίς ἐγερεῖ αὐτόν· Οὐκ ἐκλεί‐ ψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ. Καὶ αὐτὸς προσδοκία ἐθνῶν. Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον
40αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ. Πλυ‐ νεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. Χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα.» Σα‐ φὴς εὖ μάλα τῆς εὐλογίας ἡμῖν ἔν γε τουτοισὶ δια‐
45φαίνεται ὁ τρόπος, τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὴν προαγόρευσιν τοῖς ἀκροωμένοις εἰσκεκομικώς. Προκαταβάλλεται δὲ ὥσπερ ταῖς εὐφημίαις ἀρχὴν, τήν τε τοῦ ὀνόματος σημασίαν, καὶ μέν τοι τὸ προὖ‐ χον ἐν δόξῃ παρὰ τὰς ἑτέρας τῆς Ἰούδα φυλῆς. Εἰ

69

.

349

(50)

γὰρ δή τις ἕλοιτο διατρανοῦν τὸν Ἰούδα φωνὴν ἤτοι τοὔνομα, διερμηνεύσειεν ἂν αἶνον, ἢ ὕμνησιν, ἢ ὑμνούμενον. Ἔχει δὲ ὁ λόγος τὴν ἀναφορὰν, εἰς τὸν ἐκ τῆς Ἰούδα φυλῆς τὸν κατὰ σάρκα Χριστόν. Πέφηνε γὰρ ἐξ Ἰούδα, καὶ Ἰεσσαὶ, καὶ Δαβὶδ, καὶ ἡ
55πρὸς τὴν τῆς σαρκὸς γένεσιν παραληφθεῖσα Παρθένος.
Προαναθρήσας δὴ οὖν ὁ προφήτης εἰς τὸν ἐκ τῆς347

69

.

352

Ἰούδα φυλῆς, ἀληθὲς ὄνομά σοι, φησὶ, καθὰ καὶ αὐτὴ τῶν πραγμάτων ἡ δύναμις ἐνδείξειεν ἄν. Ἔσῃ γὰρ ὑμνητὸς, καὶ τὴν τῷ Θεῷ πρέπουσαν ἀποίσεις δόξαν. Ἁρμόσει γὰρ ἂν οὐχ ἑτέρῳ τὸ δοξολογεῖσθαι πρέ‐
5πειν, πλὴν ὅτι μόνῳ τῷ γε ἀληθῶς ὄντι τε καὶ ἐγνωσμένῳ Θεῷ. Εἰ γὰρ πέφηνας ἄνθρωπος, καὶ κεκένωκας ἑαυτὸν, ἀλλ’ οὖν ἔσῃ γνώριμος σεπτὸς καὶ ἀοίδιμος. Οἱ δὲ ἀδελφοὶ διὰ τὸ ἀνθρώπινον οὐχ ὡς ἀνθρώπῳ προσκείσονται, ἀλλ’ ἐν ἀδελφοῖς τεθέντα
10κατακροτήσουσιν ὡς Δεσπότην, ὑμνήσουσιν ὡς δη‐ μιουργὸν, καίτοι τελοῦντα μετ’ αὐτῶν ἐν κτίσμασιν ἐπιγνώσονται τὸν τῶν ὅλων βασιλέα καὶ Κύριον, καίτοι τῇ τοῦ δούλου μορφῇ κατεσκιασμένον. Ὅτι δὲ ἁπάντων κρατήσει τῶν ἀνθεστηκότων, καὶ περιέσται
15ῥᾳδίως ὁ Ἐμμανουὴλ τῶν ἐχθρῶν, προανεφώνει, λέ‐ γων· «Αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου.» Τοῦτο καὶ αὐτὸς διὰ φωνῆς τοῦ Δαβὶδ προκεχρησμῴ‐ δηκεν ὁ Χριστός. Ἔφη γάρ· «Ὅτι καταδιώξω τοὺς ἐχθρούς μου, καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ
20ἀποστραφήσομαι, ἕως ἂν ἐκλίπωσιν. Ἐκθλίψω αὐ‐ τοὺς, καὶ οὐ μὴ δύνωνται στῆναι· πεσοῦνται ὑπὸ τοὺς πόδας μου» Οὐκοῦν «ἐπὶ νώτου τῶν ἐχθρῶν αἱ χεῖρες ἔσονται,» φησὶν, ὡς διώκοντος μᾶλλον ἢ φεύγοντος· οὐχ ὡς πληττομένου μᾶλλον, ἀλλ’ ὡς
25αὐτοῦ καταπαίοντος. Ἀληθὲς γὰρ τὸ ἐν βίβλῳ τῶν Ψαλμῶν ὑμνούμενον, ὅτι «Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν.» Εἰ γὰρ καὶ αὐτὸς δίδωσιν ἡμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δυνάμιν τοῦ
30ἐχθροῦ, πῶς οὐκ ἀναγκαῖον ὁμολογεῖν ὅτι πρὸ ἡμῶν αὐτὸς ὑπὸ χεῖρας κειμένους ἕξει τοὺς ἀντεξάγειν ἐθέλοντας, καὶ ἀνοσίως ἀντεγειρομένους; Ὅτι τοίνυν τὸ φεύγειν οὐκ οἶδε, διώκειν δὲ μᾶλλον, καὶ ὧν ἂν βούλοιτο κρατεῖν, καὶ τοῦτο ἀμογητί· νενίκηκε γὰρ
35τὸν κόσμον· προκαταμεμήνυκε λέγων ὁ θεσπέσιος Ἰακώβ· «Αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου.» Καὶ τίς ἂν νοοῖτο πάλιν ἡ διαφορὰ τῶν αἰνούντων ἀδελ‐ φῶν, καὶ τῶν τοῦ πατρὸς υἱῶν, οἳ τοῖς προσκυνοῦσι
40συντετάξονται; Πῶς οὐκ ἀναγκαῖον εἰπεῖν; Ἐπεγρά‐ φετο τοίνυν εἰς πατέρα τῷ Χριστῷ καίτοι πατὴρ κατὰ ἀλήθειαν οὐκ ὢν ὁ μακάριος Ἰωσήφ. Ἦσαν δὲ αὐτῷ υἱοὶ καὶ θυγατέρες ἐκ πρώτων γάμων. Ἐπειδὴ δὲ ἦσαν τάχα που καὶ συνέστιοι τῷ Χριστῷ, σημεῖα
45ποιοῦντα βλέποντες, καὶ οὐ σφόδρα τοῖς νομικοῖς εἴκοντα νεύμασι διά τοι τὸ εἰς τροφὰς ἀδιάφορον, καὶ τὸ μὴ λίαν ἑλέσθαι τιμᾷν τὴν ἐν Σαββάτοις ἀργίαν· ἔφασκε γάρ· «Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον·» καὶ ὅτι «Κύριός ἐστι

69

.

352

(50)

τοῦ Σαββάτου ὁ Υἱὸς τοῦ ἀνθρώπου·» ἐμερίζοντο τῇ γνώμῃ, καὶ οὔτε τιμᾷν ὁλοτρόπως ἤθελον, διά γε τὸ δοκεῖν οὐκ ἀπλημμελῶς ἔχειν αὐτῷ τὰ περὶ τὸν νόμον, οὔτε μὴν ἀθαύμαστον ἐᾷν ἠξίουν τὸν οὔτω λαμπρόν. Καὶ γοῦν προσῄεσαν αὐτῷ ποτε λέγοντες
55ἐναργῶς· «Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ
κόσμῳ. Οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ, καὶ ζητεῖ349

69

.

353

αὐτὸς ἐν παῤῥησίᾳ εἶναι.» Προσέθηκε δὲ τούτοις ὁ εὐαγγελιστής· «Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.» Ἀλλ’ οἱ ταῦτα λέγοντες ἐν ἀρχαῖς, προϊόντος τοῦ χρόνου πεπιστεύκασιν. Πεπληροφόρην‐
5ται γὰρ ὅτι καὶ Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ εἰ γέγονεν ἐν σαρκὶ, καὶ πέφηνεν ἄνθρωπος. Τοῦτό τοι καὶ ὁ μακάριος προφήτης Ἱερεμίας, προεγνωκὼς ἐν πνεύ‐ ματι, πρὸς αὐτόν φησι τὸν Ἐμμανουήλ· «Ὅτι καὶ οἱ ἀδελφοί σου, καὶ ὁ οἶκος τοῦ πατρός σου, καὶ οὖτοι
10ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν ἐκ τῶν ὀπίσω σου. Ἐπισυνήχθησαν, μὴ πιστεύσῃς εἰς αὐτοὺς, ὅτι λα‐ λήσουσι πρὸς σὲ κακά.» Οἱ γὰρ πάλαι τοῖς ἄλλοις ὁμοῦ κατακεκραγότες αὐτοῦ, συνηνέχθησαν ἐν πίστει, χρηστὰ λελαλήκασι περὶ αὐτοῦ. Ἰάκωβος γοῦν ὁ μα‐
15κάριος ταῖς δώδεκα φυλαῖς ἐπιστέλλει λέγων· «Ἰά‐ κωβος Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος.» Οὐκοῦν αἰνέσουσιν ὡς Θεὸν καὶ οἱ διὰ πίστεως καὶ ἁγιασμοῦ τοῦ διὰ πίστεως κεκλημένοι πρὸς ἀδελ‐ φότητα· προσκυνήσουσι δὲ οὐδὲν ἧττον καὶ οἱ τοῦ
20πατρὸς υἱοί. Πρόδηλον δὲ ὅτι οἱ προσκυνοῦντες αἰνέ‐ σουσι, καὶ οἱ τὸν αἶνον ὑφαίνοντες, οὐδὲν ἧττον ἔσον‐ ται προσκυνηταί. Καὶ γάρ ἐστι «σκύμνος λέοντος» ἐξ Ἰούδα Χριστὸς, Υἱὸς ὢν Θεοῦ πάντα ἰσχύοντος, ᾧ τὸ ἀμαχὶ πρόσεστι νικᾷν καὶ τὸ μόνῳ δύνασθαι κα‐
25ταπλήττειν λόγῳ τοὺς ἀνθεστηκότας· ὡς γάρ φησιν ὁ προφήτης· «Λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθή‐ σεται;» Σκύμνος οὖν λέοντος ὁ Χριστός· καθάπερ ἀπὸ βλαστοῦ καὶ ἐκ ῥίζης εὐγενοῦς ἀναφὺς, τῆς ἁγίας Παρθένου. Καὶ γάρ ἐστιν αὐτὸς «ἡ τῆς δυνά‐
30μεως ῥάβδος,» ἢν ἐκ Σιὼν ἡμῖν ἀπέστειλεν ὁ Θεὸς ἡ πάντας παρακαλοῦσα καὶ ἀνέχουσα βακτηρία, «ἡ εὐθύτητός τε καὶ βασιλείας,» ἡ ὀρθῶς μὲν καὶ πράως τὰς τῶν ἁγίων ἀγέλας διαποιμαίνουσα, «συντρίβουσα δὲ καθάπερ σκεῦος κεραμέως» τοὺς
35ὑπ’ αὐτῷ νέμεσθαι μὴ ἀνεχομένους. Αὐτὸς ἡ ῥάβδος ἡ Ἀαρὼν, ἡ τόπον ἔχουσα τὴν θείαν σκηνὴν, καὶ εἰς τὰ Ἄγια τῶν ἁγίων εἰσενηνεγμένη, ἡ ἐξανθήσασα κάρυα· ὅπερ ἐστὶν ἀναστάσεως σύμβολον. Ξύλον γὰρ τὸ ἐκ καρύας, ἀϋπνίας ἐστί πως ἐμποιητικόν. Ἐκ‐
40τετίμηται δὲ τὸ τῆς ἀναστάσεως μυστήριον ἐν Ἐκ‐ κλησίαις Θεοῦ. Διὰ τοῦτο καὶ ὁ μακάριος Ἰακὼβ βλαστὸν ὀνομάσας, εὐθὺς διαμέμνηται τῶν ἐν τέλει τῆς οἰκονομίας, καί φησι· «Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων,» τουτέστιν, οὐκ ἀβούλητον ὑπέστης θάνα‐
45τον, ἀλλὰ καί τοι πάντας ἑλεῖν ὡς λέων καὶ κατα‐ πτοῆσαι δυνάμενος, καὶ τῆς τῶν θηρευόντων ἐκδῦναι χειρὸς, ἐθελοντὴς ἀνεκλίθης, καὶ οὐ, καθάπερ ᾠήθη‐ σαν οἱ σταυροῦν ᾑρημένοι, θανάτῳ κατισχημένος, ἀλλ’ οἷον ὕπνῳ χρησάμενος, καὶ καταμύσας βραχύ.

69

.

353

(50)

Τίς οὖν αὐτὸν ἐγερεῖ; φησί. Ὅμοιον ὡς εἰ λέγοι, κατ‐ εκλίθη μὲν ἑκὼν, πλὴν οὐ τῆς παρ’ ἑτέρου δεήσεται συνεργίας εἰς ἀνάστασιν. Παναλκὴς γὰρ αὐτὸς ὡς δύναμις τοῦ Πατρός· καὶ οὐκ ἀνικάνως ἔχων, εἴς γε τὸ δύνασθαι, καὶ μάλα ῥᾳδίως, τὸν ἑαυτοῦ ζωοποιῆσαι
55ναόν. Τοῦτό τοι καὶ ἔφασκεν Ἰουδαίοις προσλαλῶν·
«Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις351

69

.

356

ἐγερῶ αὐτόν.» Ὅτι τοίνυν οὐδεὶς ἂν γένοιτο πρὸς τοῦτο αὐτῷ συνεργὸς, ἀρκέσει δὲ μόνος αὐτὸς ὡς ἰσχὺς τοῦ γεγεννηκότος, ὑποδηλώσειεν ἂν οὐκ ἀσυμ‐ φανῶς ὁ λόγος. Ἀλλὰ τίς δὴ ἄρα καὶ ὁ τῆς ἐπιδη‐
5μίας ἔσται καιρὸς, ἐμφανίζει λέγων· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται. Καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Ἦρχον μὲν γὰρ Ἰουδαῖοι, καὶ ἐξ αἵματος Ἰσραὴλ ἦσαν οἱ παρ’ αὐτοῖς ἡγούμενοι· μέχρις ἂν
10Ἡρώδης ὁ Ἀντιπάτρου παῖς, Παλαιστινὸς ὢν, τε‐ τράρχης ὠνόμασται, καὶ μετεποιήσατο τῆς ἀρχῆς· ἐφ’ οὗ καὶ αὐτὸς γεγέννηται Χριστὸς, «ἡ τῶν ἐθνῶν προσδοκία.» Ὅτι γὰρ σέσωσται ἡ τῶν ἐθνῶν πλη‐ θὺς γεννηθέντος αὐτοῦ, μακρῶν οὐ δεήσει πρὸς ἀπό‐
15δειξιν λόγων, αὐτοῦ διακεκραγότος τοῦ πράγματος. Πλὴν ὅτι προεισέφρησε μὲν διὰ πίστεως ὁ ἐξ ἐθνῶν ἀρτιγενής τε καὶ νέος λαὸς, εἰσκληθήσεται δὲ μετ’ αὐτὸν καὶ ὁ Ἰσραὴλ, ἐδίδαξε λέγων εὐθύς· «Δε‐ σμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ.» Προσέδησε
20γὰρ ὥσπερ ἑαυτῷ διὰ πίστεως, ἡ ἄμπελος ἡ ἀληθινὴ, τουτέστι Χριστὸς, τὸν ἐξ ἐθνῶν λαὸν, ὃν τῷ πώλῳ παρεικάζει. Προσέδησε δὲ ὅτι τῇ ἕλικι τῆς ἀμπέλου, τουτέστιν, ἀγάπῃ τῇ παρ’ ἑαυτοῦ, τὸν πῶλον τῆς ὄνου αὐτοῦ, φημὶ δὴ τὸν ἐκ τῆς ἀρχαιοτέρας τῆς Ἰουδαίων
25μητρὸς, ἤτοι τῆς Συναγωγῆς πεπιστευκότα λαὸν, πῶς ἂν ἐνδοιάσειέ τις, ἀπάσης, ὡς ἔπος εἰπεῖν, τῆς θεο‐ πνεύστου Γραφῆς λαλούσης ἡμῖν τὸ μυστήριον; Ὅτι δὲ ἔμελλεν αἵματι τῷ ἰδίῳ τὴν ἑαυτοῦ καταφοινίξαι σάρκα, προσηλούμενος τῷ ξύλῳ, καὶ τῇ λόγχῃ δια‐
30νενυγμένος, ἐνέφηνεν, εἰπών· «Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ.» Καὶ γοῦν ὁ θεσπέσιος Ἡσαΐας, τὴν εἰς οὐ‐ ρανοὺς ἀναφοίτησιν τοῦ Χριστοῦ διηγούμενος, τοὺς ἁγίους ἔφησεν ἀγγέλους εἰπεῖν, ἤτοι τὰς ἄνω δυνά‐
35μεις· «Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; Ἐρύ‐ θρημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ.» Καὶ πάλιν· «Ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια; καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ.» Ὅτι δὲ κἂν εἰ γέγονεν ἐν νε‐ κροῖς, κἂν εἰ τὰς τῶν Ἰουδαίων παροινίας ἀνέτλη,
40ῥαπίσματα καὶ ὀνειδισμοὺς, οὐ πολὺς αὐτῷ τῶν τοιού‐ των ὁ λόγος, πεπονθότι δι’ ἡμᾶς, καὶ ἀνασώσαντι τὴν ὑπ’ οὐρανόν· ἔστι δὲ μᾶλλον ἐν ταῖς αὐτῷ φιλαι‐ τάταις ἀεὶ καὶ συνήθεσιν εὐθυμίαις, παραδείξειεν ἂν εἰπών· «Χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου.»
45Νοηθείη γὰρ ἂν ἐν τούτοις, καθάπερ ἐγὼ οἶμαι, τὸ οἱονεὶ φιλομειδὲς, καὶ τὸ ἀεί πως εὔθυμόν τε καὶ ἱλαρὸν τῆς θεότητος αὐτοῦ. Ἱλαρὸς γάρ πως ἀεὶ τοῖς πεπωκόσιν ὁ νοῦς, καὶ τῶν καταλυπεῖν εἰωθότων ὅτι μάλιστα καταφρονητής. Ἐπειδὴ δὲ ἐξ ὀδόντων ὥσπερ

69

.

356

(50)

πρόεισιν ὁ λόγος, λευκοὺς εἶναι καὶ αὐτούς φησι, ὡς καθαρόν τε καὶ ἔκλευκον τὸν ἀπὸ γλώττης ἱέντας λόγον. Ἁμαρτοεπὴς γὰρ οὐδαμῶς, εὐθυρήμων δὲ μᾶλλον καὶ ἀληθὴς ὁ Χριστός· καὶ πᾶν, εἴ τι φθέγξαιτο, τοῦτό ἐστιν ἁγιοπρεπὲς, καὶ τεθαυμασμένον, καὶ πλείστην ὅσην ἐμποιοῦν τοῖς· ἀκροωμένοις τὴν εἰς ψυχήν τε καὶ νοῦν λαμπρότητα.
55tΠερὶ τοῦ Ζαβουλών.
56«Ζαβουλὼν παράλιος, κατοικήσει καὶ αὐτὸς παρ’
ὅρμον πλοίων, καὶ παρατενεῖ ἕως Σιδῶνος.» Φθάσαν‐353

69

.

357

τες ἤδη προείπομεν, ὅτι τὸν τῆς προκειμένης ἡμῖν προφητείας βασανίζοντες λόγον, καὶ ὅπως ἂν ἔχοι καὶ διαπεραίνοιτο καλῶς, καταθρεῖν σπουδάζοντες, τοῦτο μὲν ὡς ἐξ ὁμοιότητος τῶν ἤδη προειργασμένων
5πεποιῆσθαί φαμεν, τοῦτο δὲ καὶ ἐξ αὐτῆς εὖ μάλα τῆς τῶν ὀνομάτων ἑρμηνείας, μονονουχὶ πλαστουργού‐ μενον, καὶ τὴν τῶν ἐσομένων ἰδέαν προαναφαίνοντα διαδείξειεν ἂν, οἶμαι, τὶς νοῦν ἔχων. Ὃ δὴ μάλιστα κατ‐ ιδεῖν ἐξέσται πάλιν ἐπί τε τοῦ Ζαβουλὼν, καὶ τῶν
10ἐφεξῆς. Διερμηνεύεται γὰρ εὐοδία τε καὶ εὐλογία παρά γε τοῖς τὰ τοιαῦτα διατρανοῦν εὖ μάλα κατει‐ θισμένοις. Εὐλογημένους δὴ οὖν τινας ἄρα τῶν ἐξ Ἰσραὴλ εὑρήσομεν, καὶ τὴν ἐφ’ ἅπασι τοῖς ἁνδάνουσι Θεῷ εὐοδίαν πεπλουτηκότας· πλὴν ὅτι τοὺς διὰ πί‐
15στεως τῆς εἰς Χριστὸν δεδικαιωμένους, καὶ τῇ τοῦ ἁγίου Πνεύματος λελαμπρυσμένους χάριτι· ὡς καὶ ἰσχύσαι λοιπὸν οὐ ψευδοεποῦντας ἀνακραγεῖν· «Εὐ‐ λογημένοι ἡμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἁρμόσαι δ’ ἂν οἶμαι καὶ περὶ αὐτῶν
20τὸν μακάριον προφήτην Ἡσαΐαν εἰπεῖν· «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν. Ἡ γὰρ ὁδὸς Κυρίου κρίσις.» Τοὺς ὧδε λαμπροὺς καὶ εὐλογημένους εἰς τὴν ἱεράν τε καὶ θείαν αὐλὴν εἰσκαλεῖσθαι προστέταχεν ὁ τῶν ὅλων
25Θεὸς, οὕτω λέγων· «Ἀνοίξατε πύλας· εἰσελθέτω λαὸς φυλάσσων δικαιοσύνην, καὶ φυλάσσων ἀλήθειαν, ἀντιλαμβανόμενος ἀληθείας, καὶ φυλάσσων εἰρήνην.» Ἀλλ’ ἵνα μὴ τοῖς διὰ μέσου σκανδάλοις προσπταίον‐ τες, ὄκνον εἰσδέξαιντο τὸν ἐπ’ ἀγαθοῖς, εὐοδίαν ὥσπερ
30γενέσθαι προστέταχε, καὶ καταψιλοῦσθαι τὴν εἰσδρο‐ μὴν, οὕτω λέγων τοῖς ἁγίοις ἱερουργοῖς· «Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ τοὺς λίθους τῆς ὁδοῦ διαῤ‐ ῥίψατε.» Οὐκοῦν εἶεν ἂν εὐλογημένοι τε καὶ εὐοδού‐ μενοι, τὴν εἰς Χριστὸν πίστιν οἱ τετιμηκότες ἐξ
35Ἰσραήλ. Κατοικήσειν γε μὴν αὐτοὺς ἤτοι «τὸν Ζαβουλὼν τὴν τῇ θαλάσσῃ γείτονα χώραν» διεβε‐ βαιοῦτο σαφῶς. Οἱονεί πως ἐκεῖνο λέγων, ὅτι τοῖς ἔθνεσιν ἀναμὶξ ἔσται λοιπὸν ὁ Ἰσραὴλ, ἄτε δὴ καὶ εἰς μίαν ποίμνην συνενηνεγμένων τῶν δύο λαῶν, καὶ
40ὑπὸ χεῖρα τὴν ἑνὸς τοῦ κατὰ φύσιν ἀγαθοῦ γεγονότων ἀρχιποιμένος, τουτέστι Χριστοῦ. Ὅτι δὲ τὸ αἴνιγμα ἀληθὲς, πληροφορήσει ῥᾳδίως τῆς θεοπνεύστου Γρα‐ φῆς ὁ λόγος, τοῖς ἐξ ἐθνῶν ἀπονέμων τὴν πρόσοικον τῇ θαλάττῃ χώραν. Ἔφη γὰρ οὕτως· «Χώρα Ζα‐
45βουλὼν, γῆ Νεφθαλεὶμ ὁδὸν θαλάσσης, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν οἰκοῦντες, Γαλιλαία τῶν ἐθνῶν. Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, φῶς ἴδε μέγα.» Συνίης ὅπως «χώραν» Ζαβουλὼν «τὴν τῶν ἐθνῶν» ἀπ‐ εκάλει, οἲ καὶ φῶς τεθέανται μέγα, δῆλον δὲ ὅτι διὰ

69

.

357

(50)

Χριστοῦ. Συμπεφώτισται δὴ οὖν τοῖς τὴν παραλίαν κατοικοῦσιν, ὁ σύνοικος Ἰσραήλ. Εἴη δ’ ἂν, οἶμαι, τουτὶ τὸ εὐοδοῦσθαι παρὰ Θεοῦ. Ὅτι γὰρ τῷ φωτί‐ ζεσθαι πάντη τε καὶ πάντως ἕποιτο ἂν τὸ καὶ εὐο‐ δοῦσθαι δεῖν, εἰσόμεθα πάλιν τοῦ Σωτῆρος λέγοντος
55τοῖς Ἰουδαίων δήμοις· «Ἕως τὸ φῶς ἔχετε, περιπα‐ τεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.»
Ὁ πάλαι τοίνυν λαὸς καταμόνας οἰκῶν, ὁ τοῖς ἔθνεσιν355

69

.

360

ἀναφύρεσθαι παραιτούμενος, αὐτοῖς ἔσται συγκάτοι‐ κος, διαστάντος πρὸς διαφορὰν οὐδενός· διά τε τὸ λελύσθαι παρὰ Χριστοῦ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐνδείγμασι κατηργῆσθαι,
5καὶ τοὺς δύο λαοὺς ἐκθέσθαι λοιπὸν εἰς ἔνα καινὸν ἄνθρωπον ἐν Χριστῷ διὰ Πνεύματος. «Ἔσται δὲ, φησὶ, καὶ παρ’ ὅρμον πλοίων,» τουτέστιν, ὡς ἐν λιμένι τυχὸν ἀσφαλεῖ, καὶ ἀκύμονι, καὶ εἰς Χριστὸν ἀνάπτων τῆς ἐλπίδος τὰ πείσματα. Ἐκ πολλῆς γὰρ
10ὥσπερ ἀποφοιτήσας ζάλης, ἐνορμισθήσεται λοιπὸν τῇ παρ’ αὐτῷ χάριτι, καθάπερ ἀμέλει καὶ ἐν λιμέσιν ὁλκάδες. Τὸ δὲ δὴ καὶ «μέχρις αὐτῆς» παρατεί‐ νεσθαι «τῆς Σιδῶνος» εἰπεῖν, ὑποδηλοῦν ἔοικεν ὅτι τοσαύτη πρὸς ἕνωσιν πνευματικὴν συνδρομὴ τῶν δύο
15γενήσεται λαῶν, ὡς τοὺς ἐξ αἵματος Ἰσραὴλ καὶ αὐτὰς ἐμπλῆσαι τὰς πόλεις, τὰς ἐν πολλῇ παρὰ Θεῷ γεγενημένας αἰτίᾳ καὶ διαβολῇ, ὡς ἀποπλανώσας ποτὲ καὶ διαρπαζούσας τρόπον τινὰ τοὺς σεβομένους αὐτόν. Ἔφη γάρ που διὰ φωνῆς προφητῶν· «Καὶ
20τί ὑμεῖς ἐμοὶ, Τύρος καὶ Σιδὼν, καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; Μὴ ἀνταπόδομα καὶ ὑμεῖς ἀνταποδίδοτέ μοι, ἢ μνησικακεῖτε καὶ ὑμεῖς ἐπ’ ἐμοί; Ὀξέως καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφα‐ λὰς ὑμῶν, ἀνθ’ ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον
25μου ἐλάβετε, καὶ τὰ ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσ‐ ηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν. Καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπέδοσθε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν.» Ἄθρει δὴ οὖν ὅπως αἱ πάλαι δειναὶ καὶ
30πολεμιώταται πόλεις, καὶ ὀλέθρου πρόξενοι τοῖς ἐξ Ἰσραὴλ, παντὸς ἐλευθέρους δείματος εἰσδέξονται τοὺς πεπιστευκότας, συνδέοντος ἐν εἰρήνῃ πρὸς ὁμοψυχίαν τοὺς δύο λαοὺς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ καταλύοντος μὲν τὴν ἔχθραν, συγκατοικίζοντος δὲ τοῖς ἔθνεσιν ἐν ἀγάπῃ τὸν Ἰσραήλ. Οἶμαι δὴ οὖν ὦδέ τε καὶ οὐ καθ’ ἕτερον τρόπον τὸν Ζαβουλὼν κατοικήσειν παράλιον.
34tΠερὶ τοῦ Ἰσάχαρ.
35 «Ἰσάχαρ τὸ καλὸν ἐπεθύμησεν, ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων. Καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλὴ, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκε τὸν ὦμον αὐ‐ τοῦ εἰς τὸ πονεῖν, καὶ ἐγενήθη ἀνὴρ γεωργός.» Μι‐ σθὸς δὴ πάλιν ὁ Ἰσάχαρ ἑρμηνεύεται. Εἴη δ’ ἂν ὡς
40ἀπό γε τοῦ σημαινομένου τύπος οἷά τις καὶ εἰκὼν οὐκ ἀσυμφανὴς τῶν ὡς ἐν τάξει μισθοῦ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἀπονεμηθέντων Χριστῷ· «Αἴτη‐ σαι» γὰρ, φησὶν ὁ Δαβὶδ, «παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου
45τὰ πέρατα τῆς γῆς.» Ψάλλει δέ που καὶ πάλιν τοὺς δοθέντας, οἶμαί που. τῷ Ἐμμανουὴλ, μονονουχὶ καταδεικνύς· «Ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοί· ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός.» Δέδονται γὰρ, φησὶ, τῷ Ἐμμανουὴλ μισθὸς οἷά τις οἱ πεπιστευκό‐

69

.

360

(50)

τες ἀπό τε τῶν ἐξ αἵματος Ἰσραὴλ, καὶ τῆς ἑτέρας πληθύος, φημὶ δὴ τῆς ἐξ ἐθνῶν. Κύριον δὲ ὀνομάσας τὸν Ἰησοῦν, καὶ καρπὸν αὐτὸν ἔφησε γενέσθαι γα‐ στρὸς, διά τοι τὴν καθ’ ἡμᾶς ὁμοίωσιν. Γεγέννηται γὰρ ἐκ γυναικὸς, καὶ καρπὸς νηδύος ἐδείχθη παρθενικῆς.
55Οὐκοῦν τοὺς πιστεύοντας ἀποκεκέρδηκεν ὁ Χριστὸς, καὶ περὶ αὐτῶν τάχα που πρὸς τὸν ἐν οὐρανοῖς Πα‐
τέρα καὶ Θεόν φησι· «Οὓς δεδωκάς μοι ἐκ τοῦ κό‐357

69

.

361

σμου, σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας.» Οὗτοι δὴ οὖν τὸ καλὸν ἐπεθύμησαν, τουτέστι πᾶν ὅπερ ἂν λέγοιτό τε καὶ ἔστιν ἀληθῶς ἐξαίρετον, καὶ τῶν ὅτι μάλιστα φιλτάτων Θεῷ. Τοῦτο ποιοῦνται περὶ πολ‐
5λοῦ, καὶ κατορθοῦν σπουδάζουσιν, ὡς ἐκ διανοίας ἀγαθῆς ἀναφωνοῦντες λέγειν· «Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν.» Καλὸν δὲ πρὸς τούτῳ, τὸ ἐπιθυμεῖν ὑπ’ αὐτῷ γενέσθαι Χριστῷ. Ὃ δὴ καὶ
10ἡ νύμφη φησὶν ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων· «Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα.» Ὁ γνώμης τοίνυν εἰς τοῦτο προήκων λαὸς, κατασκέψεται μὲν ἀκριβῶς τοὺς περὶ Θεοῦ κλήρους, τουτέστι, τὰ ἐν ἐλπίσιν ἀγαθὰ τοῖς εὐσεβοῦσιν ἐπηγγελμένα. Περὶ ὧν
15καὶ ὁ θεῖος ἔφη Δαβίδ· «Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.» Καταλύσει δὲ ὥσπερ ἐν αὐτοῖς, καὶ ἐπαναπαύσε‐ ται πάντη τε καὶ πάντως, ὅτι τεύξεται προσδοκῶν. Ἐπαινέσας δὴ οὖν τὴν ἑαυτοῦ βουλήν τε καὶ κρίσιν, καὶ οὐ μετρίου θαύματος τὴν ἔν γε τούτοις ἀξιώσας
20ἀνάπαυσιν, τουτέστι, τὴν εἰς αἰῶνα τιμὴν, τὴν ὡς ἐν ἁγιασμῷ τελείῳ ἔχοντι ζωὴν, τὴν ἀτελεύτητον δόξαν, τὴν ἀναπόβλητον βασιλείαν, καὶ ὅσα καὶ νοῦ καὶ γλώττης ἐπέκεινα, τληπαθὴς ἔσται λοιπόν. Ἑω‐ ρακὼς γὰρ ὅτι πίων ἡ γῆ, «τὸν ὦμον ὑποθήσει,»
25φησὶ, καὶ ἀγαπήσει τὸν πόνον. Δέχεται δὲ τὸ παρά‐ δειγμα παρὰ τῶν ὡς ἄριστα γηπονεῖν εἰωθότων, οἳ φιλεργέστατοί τέ εἰσι καὶ σκαπάνης φίλοι, καὶ μὴν καὶ ἀρότροις ἐνιδροῦν σπουδάζουσιν, εἰ δὴ πιείρας λάβοιντο γῆς, ἐννοοῦντες, οἶμαί που, καρπὸν τὸν ἀμ‐
30φιλαφῆ, καὶ τὰ ἐξ αὐτῆς ἐσόμενα. Παροτρύνει δέ πως εἰς τοῦτο καὶ ὁ σοφὸς ἡμᾶς Ὠσηὲ, λέγων· «Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς· φωτίσατε ἑαυτοῖς φῶς γνώσεως. Ἐκζητήσατε τὸν Κύριον ἕως οὗ ἔλθῃ γεν[ν]ήματα δικαιοσύνης ὑμῖν.»
35Ἐκηύξατο δὲ καὶ ὁ μακάριος Παῦλος εἰπών· «Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν, χορηγήσει καὶ πληθυνεῖ τὸν σπόρον ὑμῶν, καὶ αὐξήσει τὰ γεν[ν]ήματα τῆς δικαιοσύνης ὑμῶν, ἵνα πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν.»
40tΠερὶ τοῦ Δάν.
41 «Δὰν κρινεῖ τὸν λαὸν αὐτοῦ, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ· καὶ γενηθήτω Δὰν ὄφις, ἐφ’ ὁδῷ ἐγκα‐ θήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσθια, τὴν σωτηρίαν πε‐
45ριμένων παρὰ Κυρίου.» Ἕπεται πάλιν τῇ τοῦ ὀνό‐ ματος ἐτυμολογίᾳ ὁ λόγος. Κριτὴς γὰρ ἤτοι κρίσις ὁ Δάν. Ἐμφήνειε δ’ ἂν ὡς ἐφ’ ἑαυτῷ καὶ οὗτος πάλιν τὸν εὐκλεᾶ καὶ περίοπτον τῶν ἁγίων ἀποστόλων χο‐ ρόν· οἳ εἰς ἀρχὴν τέθεινται τῶν πεπιστευκότων, καὶ

69

.

361

(50)

τὸ κρίνειν ἔλαχον, κατανέμοντος αὐτοῖς τὸ χρῆμα Χριστοῦ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλός φησι· «Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά;» Κριτὴς μὲν οὖν εἶς καὶ νομοθέτης κατὰ τὰς Γραφὰς ὁ Χριστός. Εἰ δὲ πρεσβεύουσιν ὑπὲρ Χριστοῦ οἱ ἀπό‐
55στολοι, καὶ ἐν αὐτοῖς τέθειται τῆς καταλλαγῆς ὁ λόγος,
οὐδὲν τὸ παράδοξον, εἰ καὶ νοοῖντο κριταὶ καθ’ ὁμοιό‐359

69

.

364

τητα τοῦ Χριστοῦ. Διακέκραγε δέ που καὶ ὁ μέγας ἡμῖν Ἡσαΐας, τήν τε αὐτοῦ τοῦ Χριστοῦ θεοπρεπῆ βασιλείαν, καὶ τὴν αὐτῶν τῶν ἁγίων ἀποστόλων ἀνάῤῥησιν ἐμφανῆ καθιστάς· «Ἰδοὺ δὴ βασιλεὺς
5δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρ‐ ξουσι.» Πάλαι μὲν γὰρ ἐβασίλευον τῆς Ἱερουσαλὴμ οἱ ἐκ τῆς Ἰούδα φυλῆς· τετάχαντο δὲ πρὸς τὸ κρίνειν οἱ τῇ ἁγίᾳ σκηνῇ προσεδρεύοντες, καὶ τὸν τῆς ἱερω‐ σύνης λαχόντες κλῆρον· «Χείλη γὰρ ἱερέως φυλά‐
10ξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐ‐ τοῦ.» Ἐπειδὴ δὲ τῆς ἐν νόμῳ σκιᾶς οἱονεὶ συνεσταλ‐ μένης, καὶ τῆς ἐν πνεύματί τε καὶ ἀληθοῦς λατρείας εἰσκεκομισμένης διὰ Χριστοῦ, λαμπροτέρων ἔδει τῷ κόσμῳ κριτῶν, εἰσκέκληνται πρὸς τοῦτο λοιπὸν οἱ
15θεσπέσιοι μαθηταὶ, καὶ εἰς τὸν τῶν κατὰ νόμον καθ‐ ηγητῶν εἰσέφρησαν κλῆρον. Τοιγάρτοι πρὸς μὲν τὴν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, ἐλέ‐ γετο παρὰ τοῦ Θεοῦ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν υἱοί σου,» του‐
20τέστιν, Οἱ σοὶ χρηματίζοντες υἱοὶ, τὴν τῶν πατέρων τάξιν διέλαχον. Πρὸς δέ γε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· «Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν.» Ὃ δὴ καὶ εἰς πέρας ἐνηνεγμένον ἴδοι τις ἄν. Ἄρχοντας γὰρ πεποιήμεθα, καὶ κριτὰς ἐσχήκα‐
25μεν οἰκουμενικοὺς, τοὺς ἁγίους μαθητὰς, ὧν ταῖς ὑποθήκαις καὶ αὐτὸ τὸ Χριστοῦ λαλεῖται μυστήριον, ἐπείπερ εἰσὶν αὐτοὶ καὶ ταμίαι τοῦ σώζοντος λόγου, καὶ τῶν πρακτέων εἰσηγηταί· τὸ μὲν ὅσον ἐστὶ τοῖς παιδευομένοις ἀσυντελὲς εἰς ὄνησιν ὡς κίβδηλον ἀπο‐
30κρίνοντες, εἰσποιεῖσθαί γε μὴν ὅτι πρέποι τὸ πεφυ‐ κὸς ὠφελεῖν συμβουλεύοντες. Δὰν τοίνυν φησὶ, του‐ τέστιν, οἵπερ ἂν ὅλως προχειρισθεῖεν κατὰ καιροὺς ἐπὶ τὸ κρίνειν ἔθνη καὶ λαοὺς, οὕτω κατάρξουσι δυ‐ νατῶς καὶ σὺν εὐκλείᾳ πολλῇ, καθάπερ ἀμέλει καὶ μία
35φυλὴ τῶν ἐξ Ἰσραήλ. Φησὶ δὲ, οἶμαι, τὴν βασιλεύουσαν τὴν Ἰούδα πάντως, καὶ οὐχ ἑτέραν. Ὅτι γὰρ ἐκτετίμην‐ ται, καὶ εἰς ἄκρον ἥκουσι δόξης, παρά γε τοῖς τοῦ Σω‐ τῆρος προσκυνηταῖς, οἱ παρ’ αὐτοῦ προκεχειρισμένοι τῆς ὑφ’ ἡλίῳ καθηγηταὶ πῶς ἔστιν ἀμφιβάλλειν; Πλὴν
40ὅτι τὸ ἄρχειν αὐτοῖς οὐκ ἀταλαίπωρον ἔσται παντελῶς, ἔμελλον δὲ πολλῶν καὶ ἀναριθμήτων πειρᾶσθαι κα‐ κῶν· παραποδισθήσονται δὲ ὅτι καὶ οὐκ εἰς ἅπαν εὑρή‐ σουσι τῆς ἀποστολῆς τὸν δρόμον κινδύνων ἀπηλλαγμέ‐ νον, ὡς ἐν τύπῳ παραδείγματος ὑπεμφήνειεν, εἰπὼν,
45ὅτι «Γενηθήτω Δάν·» ἀντὶ τοῦ, ἔσται τὸ Δὰν ὁ τῶν διωκόντων δῆμος, «ὡς ὄφις ἐν ὀδῷ καθήμενος ἐπὶ τρίβου δάκνων πτέρναν ἵππου,» τουτέστι, δεινὰ καὶ ἄφυκτα δόγματα διδούς. Τοιγάρτοι τῶν ἔχεων δήγματα δυσδιάφυκτά πώς εἰσιν, εἰ καὶ εἰς αὐτὴν γένοιντο τὴν

69

.

364

(50)

πτέρναν. «Αὐτὸς γάρ σου, φησὶ, τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.» Ἐπεβούλευσαν δὲ οὕτω τινὲς τοῖς ἁγίοις ἀποστόλοις, ὡς καὶ αὐτὸν ἐπαγαγεῖν τὸν τῆς σαρκὸς θάνατον. Καὶ δή τι τοιοῦτον ὑποστῆναί φαμεν αὐτοὺς, ὁποῖον ἂν πάθῃ τυχὸν ἱπ‐
55πεὺς, ὀκλάσαντος ἵππου, καὶ ἀνόπιν ὥσπερ ὑφιζη‐ κότος. Ὑπτιασθήσεται γὰρ ὁ ἐπιβάτης, καὶ εἰς γῆν,
οἶμαι, πεσὼν, περιμενεῖ τὸν σώζοντα. Περιμενοῦσι361

69

.

365

δὲ οἱ θεσπέσιοι μαθηταὶ τὸν τῆς ἐαυτῶν δόξης τε καὶ σωτηρίας καιρὸν, καθ’ ὃν εἰσκεκλήσονται εἰς βασιλείαν ἀκλόνητον καὶ αἰώνιον, ἐπιφωνοῦντος αὐτοῖς τοῦ Χριστοῦ· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου,
5κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς τοῦ κόσμου.» Τετελέκασι γὰρ τὸν δρόμον, τετηρήκασι δὲ καὶ τὴν πίστιν. Οὐκοῦν τὸν ἀμάραν‐ τον τῆς δόξης ἀποκομιοῦνται στέφανον. Εἰ δὲ δὴ βούλοιτό τις οὐχὶ τῷ Δὰν ἔσεσθαί τινας ὡς ὄφεις
10ἐγκαθημένους ὁδῷ, ἀλλ’ αὐτὸν ἑτέροις ἐπιβουλεύσειν τὸν Δάν· ἐκεῖνο ἐροῦμεν, ὅτι τὸ κρίνειν τε καὶ καθ‐ ηγεῖσθαι λαῶν ἔχοντες οἱ Γραμματεῖς τε καὶ Φαρι‐ σαῖοι, πικροτάτων ἔχεων ἐπεφύοντο δίκην τῷ Χριστῷ, καὶ οἱονεί πως ἱππέα διὰ ψιλῆς τε καὶ λείας ᾄττοντα
15τρίβου, δήγμασι παρακόπτοντες ἀνοσίως ἡλίσκοντο. Ἀλλ’ εἰ καὶ πέπτωκεν ὁ ἱππεὺς, ἐθελοντὴς ἀνατλὰς τὸν τῆς σαρκὸς θάνατον· ἀλλ’ οὖν καὶ ἀναβιώσεται, συλλήπτορα καὶ ἐπαρωγὸν ποιούμενος τὸν Πατέρα. Δύναμις γὰρ ὢν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱὸς, τὸν
20ἴδιον αὐτὸς ἐξωοποίησε ναόν. Ταύτῃτοι σεσῶσθαι λέ‐ γεται παρὰ τοῦ Πατρὸς κεκινδυνευκὼς ὡς ἄνθρωπος, καίτοι κατὰ φύσιν ὑπάρχων Θεὸς, καὶ ὅλην αὐτὸς εἰς τὸ εὖ εἶναι συνέχων ὁρατήν τε καὶ ἀόρατον κτίσιν. Οὕτω που συνιεὶς καὶ ὁ θεσπέσιος Παῦλος, περὶ αὐτοῦ φησι· «Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ.»
25tΠερὶ τοῦ Γάδ.
26 «Γὰδ πειρατήριον πειρατεύσει αὐτόν· αὐτὸς δὲ πει‐ ρατεύσει αὐτὸν κατὰ πόδας.» Ἡρμήνευσε πάλιν τὸ τί ἂν βούλοιτο δηλοῦν ὁ Γάδ· πειρασμὸς γὰρ, ἢ πειρα‐ τήριον. Πρέποι δ’ ἂν, οἶμαι, καὶ διὰ τούτου νοεῖσθαι
30τὸν θεοστυγῆ τε καὶ ἀλαζόνα τῶν Γραμματέων τε καὶ Φαρισαίων ἐσμόν· οἳ τὸ θεῖόν τε καὶ εὐαγγελικὸν παρωθούμενοι κήρυγμα, καὶ τῶν ἀναγκαίων τιμῶν‐ τες εἰς ὄνησιν οὐδὲν, ἐπέβρυχον τοὺς ὀδόντας Χρι‐ στῷ, διδάσκοντι μὲν τὰ ὑπὲρ σκιὰν καὶ νόμον, εὐδο‐
35κιμοῦντι δὲ λίαν καὶ τεθαυμασμένῳ, καταπλήττοντί τε οὐδὲν ἧττον τοὺς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν τῇ τῶν τετερατουργημένων ὑπερβολῇ, καὶ ταῖς εἰσ‐ ηγήσεσι ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων Θεῷ συνεισφέροντι τὰ παράδοξα. Καὶ γοῦν ὅτε, κατὰ τὴν
40τοῦ προφήτου φωνὴν, τὴν Βηθανίαν ἀφεὶς, εἰσέφρησεν εἰς Ἱεροσόλυμα, αὐτὸς πραῢς ἐπιβεβηκὼς ἐπὶ ὑπο‐ ζύγιον καὶ πῶλον νέον, οἱ μὲν προηγούμενοι παῖδες εὐφημοῦντες ἔφασκον· «Ὡσαννὰ τῷ υἱῷ Δαβίδ. Εὐ‐ λογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» Τῶν δὲ
45συνθεόντων τινὲς τὰ ἱμάτια κατεστρώννυον ἐν ταῖς ὁδοῖς, καὶ οὐκ ἀθαύμαστον ἐποιοῦντο τὴν εἰσβολήν· οἱ δὲ διεῤῥήγνυντο, καὶ ὀξυτέροις τοῦ φθόνου πλητ‐ τόμενοι κέντροις, προσελάλουν ἀλλήλοις, μονονουχὶ δὲ καὶ κατῃτιῶντο μέλλοντας ἔτι περὶ τὸ χρῆναι

69

.

365

(50)

φονᾷν. Ἔφασκον γὰρ, ὅτι «Θεωρεῖτε ὅτι οὐκ ὠφε‐ λεῖ οὐδέν. Ἴδε ὁ κόσμος ὅλος ὀπίσω αὐτοῦ ἀπῆλ‐ θεν.» Ἐπειδὴ δὲ τὴν τῶν ἤδη πεπιστευκότων πλη‐ θὺν ἐδεδίεσαν, χειρῶν μὲν τέως ἐφείδοντο, καὶ τῆς εἰς προὖπτον ἐπιβολῆς. Ἵνα δὲ τοῖς Ῥωμαίων προσ‐
55κρούσειε στρατηγοῖς, ἐπιπέμπουσί τινας τῶν ἰδίων
μαθητῶν μετὰ τῶν καλουμένων Ἡρωδιανῶν λέγον‐363

69

.

368

τας· «Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἰ, καὶ ἀ‐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσ‐ ωπον ἀνθρώπων. Ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ;» Ἀλλ’ ἠλέγχοντο παραχρῆμα, λέγοντος αὐτοῖς
5τοῦ Χριστοῦ, μετὰ τὴν τῶν δηναρίων δεῖξιν· «Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» Οἱ δὲ δὴ, πρὸς τοῦτο κατερυθριάσαι δέον καὶ ἀποσχέσθαι λοιπὸν τοῦ πειράζειν αὐτὸν, πεῖραν αὐτοῦ καθίεσαν καὶ ἑτέραν. Ποιήσας μὲν γὰρ ὡσεὶ φραγέλλιον ἐκ
10σχοινίου, πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τοὺς πωλοῦν‐ τας τὰ πρόβατα καὶ τὰς βοῦς, λέγων· «Ἄρατε ταῦτα ἐντεῦθεν· Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου, οἶκον ἐμπορίου.» Οἱ δὲ ἀγανακτοῦντες παραγίνονται· «Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, καὶ τίς ἔδωκέ σοι τὴν
15ἐξουσίαν ταύτην;» Τί οὖν πρὸς τοῦτο ὁ Χριστός; «Ἐρωτήσω, φησὶ, κἀγὼ ὑμᾶς λόγον, καὶ εἴπατέ μοι· Τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ, ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ διελογίζοντο, φησὶν, ἐν ἑαυ‐ τοῖς, ὅτι Ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· Διατί
20οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; Ἐὰν εἴπωμεν, ἐξ ἀν‐ θρώπων, φοβούμεθα τὸν ὄχλον. Πάντες γὰρ ὡς προ‐ φήτην εἶχον τὸν Ἰωάννην. Καὶ λέγουσι, φησίν· Οὐκ οἴδαμεν.» Τί οὖ πρὸς ταῦτα Χριστός· «Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.» Οὐκοῦν
25πειρατήριον ὁ Γὰδ, τουτέστιν, οἱ ἀεὶ πειράζοντες Φα‐ ρισαῖοι. Πλὴν ἀντεπειράζοντο καταπόδας, τουτέστιν, εὐθύς. Χριστὸς γὰρ ἦν ὁ κατὰ τὴν τοῦ προφήτου φωνὴν δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ σοφίᾳ αὐτῶν, καὶ τὰς τῶν πολυπλόκων βουλὰς περιστὰς ἀστείως
30εἰς ἀντίστροφον ζήτησιν.
31tΠερὶ τοῦ Ἀσήρ.
32 «Ἀσὴρ πίων αὐτοῦ ὁ ἄρτος, καὶ αὐτὸς δώσει τρο‐ φὴν ἄρχουσι.» Πλοῦτός τοι πάλιν ὁ Ἀσήρ. Ὧδε γὰρ ἔχει τοῦ σημαινομένου ἡ δήλωσις. Εἴη δ’ ἂν,
35οἶμαί που, κἀνταῦθα νοούμενος, «ἐν ᾧ πάντες εἰ‐ σὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυ‐ φοι,» τουτέστι Χριστὸς, «ὁ ἐν ἀγρῷ κρυπτόμενος θησαυρὸς,» ὁ πολυτίμητος μαργαρίτης, ὁ καὶ ἐν προσώπῳ τῆς σοφίας ἐναργέστατα λέγων· «Πλοῦτος
40καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν, καὶ δι‐ καιοσύνη.» Αὐτὸς ὁ τὴν γῆν ἐπισκεψάμενος, καθά φησιν ὁ Δαβίδ· «Ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν.» Γράφει δέ που καὶ ὁ σοφώτατος Παῦλος ἡμῖν περὶ αὐτοῦ· «Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν,
45ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει.» Συνεπτώχευσε γὰρ ἡμῖν, καίτοι πλούσιος ὢν ὁ Θεὸς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. Τούτῳ δὴ πάντως ἐστὶ καὶ

69

.

368

(50)

πίων ὁ ἄρτος, τουτέστι, λιπαρὸς ἄγαν καὶ τροφιμώ‐ τατος. Τρέφει γὰρ ἡμᾶς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, οὐ μάννα τὸ αἰσθητὸν καθιεὶς, καθὰ καὶ πάλαι τοῖς ἐξ Ἰσραὴλ, ἀλλ’ ἑαυτὸν ταῖς τῶν πιστευόν‐ των ἐνοικίζων ψυχαῖς διὰ τοῦ ἁγίου Πνεύματος.
55Τοιγάρτοι καὶ ἔφασκε τοῖς Ἰουδαίων δήμοις· «Ἀμὴν365

69

.

369

ἀμὴν λέγω ὑμῖν, οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.» Καὶ πάλιν· «Ἐγώ εἰμι ὁ ἄρτος
5τῆς ζωῆς.» Ἄρτος δὲ καὶ ἑτέρως νοεῖται ζωοποιὸς κατά τι τῶν ἀποῤῥητοτέρων. Δίδωσι δὲ τοῖς ἄρχουσι τροφήν. Φαίην γὰρ ἂν, ὅτι Θρόνοι τε καὶ Ἐξουσίαι, Ἀρχαὶ καὶ Δυνάμεις, ἄγγελοι καὶ ἀρχάγγελοι, καὶ πᾶσα κτίσις ἁγία καὶ λογικὴ, τροφὴν ποιεῖται Χρι‐
10στόν. Καὶ ὡς ἂν νοεῖσθαι τὸ χρῆμα πρέποι. Ἀλλὰ καὶ τοῖς τῶν ἐπὶ γῆς ποιμνίων καθηγηταῖς διανέμει τροφὰς, δῆλον δὲ ὅτι τὰς πνευματικὰς, τὴν τῶν θείων μυστηρίων ἀποκάλυψιν, τὴν ἀπάσης εἴδησιν ἀρετῆς, ἵνα καὶ αὐτοὶ τοὺς ὑπεζευγμένους ἀποτρέφοιεν
15λαοὺς τοῖς εἰς ζωὴν παιδεύμασι. Τοιγάρτοι καὶ πρὸς αὐτοὺς, «Δωρεὰν ἐλάβετε, φησὶ, δωρεὰν δότε.» Καὶ μὴν καὶ ἑτέρωθι· «Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦ‐ λος καὶ φρόνιμος, ὃν καταστήσει ὁ Κύριος αὐτοῦ ἐπὶ τῆς οἰκίας αὐτοῦ, τοῦ δοῦναι ἐν καιρῷ τὸ σιτο‐
20μέτριον; Ἀμὴν λέγω ὑμῖν· μακάριος ὁ δοῦλος ἐκεῖ‐ νος, ὃν ἐλθὼν ὁ Κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦν‐ τα. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.» Τοῦτο ποιοῦντας εὑρήσο‐ μεν τοὺς τῶν Ἐκκλησιῶν διδασκάλους, καὶ πρό γε
25δὴ τούτων τοὺς ἁγίους ἀποστόλους. Ἐπιστέλλει γοῦν ὁ μακάριος Παῦλός τισιν· «Ἐπιποθῶ γὰρ ὑμᾶς ἰδεῖν, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς.» Παρακεκλῆσθαι δὲ καὶ αὐ‐ τοὶ λέγουσι παρὰ Θεοῦ, τοῖς ἄνωθεν ἀγαθοῖς ἀνα‐
30πιμπλάντος αὐτοὺς δηλονότι, καὶ ταῖς διὰ Πνεύματος χορηγίαις πλουσίως καταπιαίνοντος. Ἀσὴρ δὴ οὖν ἄρα Χριστὸς, ἢ οἱ Χριστὸν πλουτήσαντες, ὧν ἂν νοοῖτο καὶ πίων ὁ ἄρτος.
34tΠερὶ τοῦ Νεφθαλείμ.
35 «Νεφθαλεὶμ στέλεχος ἀνειμένον, ἐπιδιδοὺς τῷ γεν[ν]ήματι κάλλος.» Ἐφαρμόσειεν ἂν, οἶμαί τις, καὶ οὐκ ἀπὸ σκοποῦ, καὶ τόδε δὴ πάλιν αὐτῷ που τάχα τῷ Ἐμμανουὴλ, καὶ μὴν εἰ βούλοιτο, καὶ αὐτοῖς τοῖς ἐν πίστει δεδικαιωμένοις, καὶ ἡγιασμένοις ἐν πνεύ‐
40ματι. Ἐλέγετο μὲν γὰρ πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, διὰ φωνῆς Ἱερε‐ μίου· «Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει, ἐκάλεσε Κύριος τὸ ὄνομά σου. Εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ’ αὐτήν. Μεγάλη ἡ θλίψις ἐπὶ σέ.
45Ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς, καὶ Κύριος τῶν δυ‐ νάμεων ὁ καταφυτεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακά.» Ὅτε γὰρ ἔδει τῆς καθηκούσης αὐτὴν ἐπιμελείας τυχεῖν (σημαίνει γὰρ, οἶμαι, τουτὶ, καὶ ἕτερον οὐδὲν, ἡ περιτομὴ), τότε καὶ ἠχρειῶσθαι καὶ ἐμπεπρῆσθαί

69

.

369

(50)

φησιν αὐτὴν, ὅτι μὴ παρόντα τὸν γεωργὸν ἐπιγινώ‐ σκειν ἤθελε, τὸν, οἷά τινι δρεπάνῃ τῇ τομωτάτῃ, τοῦ πνεύματος ἐνεργείᾳ τῶν ἀχρείων ἡμᾶς ἀπαλλάττον‐ τα, τουτέστι, τῶν γεωδεστέρων καὶ σαρκικῶν, ἵνα τὴν εἰς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἔφεσίν τε
55καὶ προθυμίαν ἐκτέκωμεν. Ἔστι γοῦν ἀκοῦσαι λέ‐
γοντος ἐναργῶς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ·367

69

.

372

«Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρ‐ πὸν, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ.» Ῥίζα μὲν γὰρ
5οἷά τις, καὶ ἀμπέλου στέλεχος ἐμβεβοθρευμένης ἀσφα‐ λῶς, τῶν εἰς καινότητα ζωῆς ἐνηνεγμένων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Κλημάτων δὲ δίκην ἡμεῖς καθ’ ἕνωσιν τὴν ἐν πνεύματι προσπεφύκαμέν τε καὶ ἀπηρτήμεθα νοητῶς, ἀγάπῃ τῇ εἰς αὐτὸν συνδούμε‐
10νοι, καὶ ἐνσπαταλῶντες πιότητι τῇ παρ’ αὐτοῦ, καὶ τῇ θείᾳ τρεφόμενοι χάριτι πρὸς καρποφορίαν ἀρετῆς. Ἐπισκέπτεται δὲ τὰ καθ’ ἡμᾶς σὺν Υἱῷ καὶ αὐτὸς ὁ Πατήρ. Ἀλλ’ ἔστι που δῆλον, ὅτι κἂν εἰ ἄμπελος νοοῖτο Χριστὸς, γεωργὸς δὲ ὁ Πατὴρ, ἐν Χριστῷ δὴ
15πάντως τὸ ἀχρεῖον ἀποκερεῖ, καὶ φροντίδος ἀξιοῖ τὸ ὡς ἄριστα ἔχειν δυνάμενον καὶ καρποφοροῦν ἐν αὐτῷ. Ὅτε τοίνυν ἐχρῆν ἐν ἀμείνοσιν ὁρᾶσθαι γε‐ γενημένην τὴν τῶν Ἰουδαίων μητέρα, τὴν εὔσκιόν τε καὶ ὡραίαν ἐλαίαν, ὡς ὁ προφήτης φησὶ, τότε
20καὶ ἀπόλωλε, καὶ ἀνήφθη πῦρ ἐν αὐτῇ. Τοιγάρτοι καὶ ὁ σοφὸς Ἰωάννης, «Ἤδη δὲ καὶ ἡ ἀξίνη, φησὶ, πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται.» Ὅτι δὲ ἔμελλε ταῖς εἰς λῆξιν ἡκούσαις
25κακοῦ περιπεσεῖσθαι συμφοραῖς ἡ διαβόητος πόλις. προανεχρησμῴδησε λέγων ὁ προφήτης Ζαχαρίας· «Καὶ ἔσται ὁ κοπετὸς τῆς Ἱερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου.» Καὶ πάλιν ὡς πρὸς αὐτήν· «Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου,
30καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. Ὀλολυζέτω πίτυς, διότι πέπτωκε κέδρος. Ὅτι μεγάλως μεγι‐ στᾶνες ἐταλαιπώρησαν. Ὀλολύξατε, δρύες τῆς Βα‐ σανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος.» Λίβανος μὲν γὰρ ὄρος ἐστὶ τῇ κέδρῳ κατάκομον. Εὐ‐
35ῶδες δὲ τὸ φυτὸν, καὶ τῶν ὅτι μάλιστα τεθαυμασμένων εἰς κάλλος. Λιβάνῳ δὴ οὖν παρεικάζει τὴν Ἱερουσαλὴμ, οὐκ ἀθαύμαστον ἔχουσαν τὴν τῶν ἱερέων πληθὺν, τό γε ἧκον, φημὶ, πρὸς τὰς ἐκ νόμου τιμάς. Τέθειντο γὰρ ἡγούμενοι, καὶ οἷάπερ ἐν δρυμοῖς ἁδρά τε καὶ
40εὐθυμηκέστατα ξύλα, τὸ τῶν ἄλλων ἁπάντων ἀνέχον‐ τες μέτρον, καὶ πολὺ τῶν ὑπὸ χεῖρα λαῶν ὑπερκεί‐ μενοι. Ἀλλ’ ἐμπέπρησται μὲν Ἱερουσαλὴμ, του‐ τέστιν, ὁ Λίβανος. Οἱ δὲ ἐν αὐτῇ λαμπροὶ, καὶ περι‐ φανέστατοι, καὶ τὸ ἐν εὐκλείαις ἕχοντες ὕψος, τεθρη‐
45νήκασιν ἀλλήλους, πίπτοντές τε καὶ ἀπολλύμενοι, καὶ ὥσπερ τισὶ δρυτόμοις περιπεσόντες εὐσθενεστά‐ τοις τοῖς Ῥωμαίων στρατηγοῖς. Ἀλλ’ ὅ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, δι’ ὧν ἐκεῖνοι κακοὶ κακῶς ἀπολώ‐ λασι, στέλεχος γέγονεν ἀνειμένον. Ἐντρυφᾷ γὰρ ἀεὶ

69

.

372

(50)

ταῖς ἀκαταλήκτοις εἰς τὸ ἄνω φοραῖς, καὶ ὅλης, ὡς ἔπος εἰπεῖν, τῆς ὑπ’ οὐρανὸν κατευρύνεται. Καὶ αὐτὸ δὴ τοῦτο προανεφώνει σαφῶς ὁ Θεὸς διὰ φωνῆς Ἰε‐ ζεχιὴλ οὕτω λέγων· «Καὶ λήψομαι ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου, ἐκ κορυφῆς καρδίας αὐτῶν ἀποκνιῶ, καὶ
55καταφυτεύσω ἐγὼ ἐπὶ ὄρος ὑψηλὸν, καὶ κρεμάσω αὐτὸ ἐν ὄρει μετεώρῳ τοῦ Ἰσραήλ. Καὶ καταφυτεύσω, καὶ
ἐξοίσει βλαστὸν, καὶ ποιήσει καρπὸν, καὶ ἔσται εἰς369

69

.

373

κέδρον μεγάλην, καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν θηρίον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται. Καὶ τὰ κλήματα αὐτοῦ ἀποκατασταθή‐ σεται, καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου, ὅτι
5ἐγὼ Κύριος, ὁ ταπεινῶν ξύλον ὑψηλὸν, καὶ ὑψῶν ξύλον ταπεινὸν, καὶ ξηραίνων ξύλον χλωρὸν, καὶ ἀνα‐ θάλλων ξύλον ξηρόν. Ἐγὼ Κύριος ἐλάλησα, καὶ ποιήσω.» Συνίης οὖν ὅτι τὰ ἐπίλεκτα τῆς κέδρου λαβὼν, καταπεφύτευκεν ἡμῖν τὸ τῆς ζωῆς ξύλον ὁ
10Θεὸς καὶ Πατὴρ, τουτέστι Χριστόν. Ἐπίλεκτα δὲ τῆς κέδρου φησὶ τὴν Ἰούδα φυλὴν, τὴν κατάρχουσαν ἀεὶ, καὶ τῶν ἄλλων εὐκλεεστέραν· ἐξ ἧς ἀνέφυ καὶ Ἰεσ‐ σαὶ, καὶ Δαβὶδ, καὶ ἡ ἁγία Παρθένος, ἢ τὸν Ἰησοῦν ἐκτέτοκεν. Ὅτι δὲ καὶ ἐπὶ ξύλου κεκρέμασται δι’
15ἡμᾶς τὸ ἐκ τῆς ἀπολέκτου κέδρου ληφθὲν, καὶ φυτόν ἐστι καλόν τε καὶ εὐανθέστατον, πῶς ἔστιν ἀμφιβάλ‐ λειν; Ἀνεβλαστήσαμεν δὲ καὶ ἡμεῖς διὰ βουλῆς τοῦ Πατρὸς, τὰ πάλαι ξηρὰ καὶ καρπὸν οὐκ ἔχοντα ξύλα, ξηρῶν γεγονότων καὶ αὐανθέντων τρόπον τινὰ τῶν
20ὡς ἐν ὑγρότητι καὶ ζωῇ τοῦ νόμου, τουτέστι, τῶν ἐξ Ἰσραήλ. Καὶ οἱ μὲν ἦσαν ὑψηλοὶ, ταπεινοὶ δὲ ἡμεῖς καὶ κατεῤῥιμμένοι. Ἀλλ’ ὑψώθημεν ἐν Χριστῷ διὰ πίστεως. Οἱ δὲ τῆς ἀρχαίας κατώλισθον δόξης, καὶ γεγόνασι ταπεινοί. Θεὸς οὖν ἐστιν ὁ τῶν ὅλων Κύριος,
25ὁ καὶ ἰδίοις νεύμασι ταπεινῶν τὰ ὑψηλὰ, καὶ ἀνακο‐ μίζων ὑψοῦ τὰ ταπεινὰ, καὶ ξηραίνων ξύλον χλωρὸν, καὶ ἀναθάλλων ξύλον ξηρόν. Ὅτι γὰρ ἢ ἀκάνθης καὶ τριβόλου διενεγκόντες οὐδὲν, οἱ ἐκ τῆς ἀρχαίας Συν‐ αγωγῆς μονονουχὶ καὶ τῆς ἁγίας ἀποκείρονται γῆς,
30ἀντανέφυ δὲ ὥσπερ ἡ τῶν ἐν πίστει πληθὺς, καὶ τοῖς τῶν δένδρων εὐοσμοτάτοις παρεικάζεται, μαθήσῃ, λέγοντος τοῦ Θεοῦ· «Καὶ ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν γῆν ἐν ὑδραγωγοῖς. Θήσω εἰς τὴν ἄν‐ υδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ
35κυπάρισσον, καὶ λεύκην.» Καὶ μεθ’ ἕτερα· «Καὶ ἔσται ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη.» Διὰ μὲν γὰρ τῆς κέδρου νοήσεις τὴν εἰς ἀφθαρσίαν ἐλπίδα τῶν πεπιστευκότων· σήπεσθαι γὰρ οὐκ οἶδεν ἡ κέδρος.
40Διὰ δὲ τῆς πύξου, τὸ μήτε ἐν κουφότητι νοῦ, μήτε μὴν ἐν ἐλαφρίᾳ φρενῶν, τοὺς ἐν Χριστῷ νοεῖσθαι πρέπον. Συνετοὶ γὰρ ἄπαντες, ἐπείτοι νοῦν ἔχουσι τὸν Χριστόν. Ναστὸν δὲ ξύλον τὸ πύξινον, καὶ πολλὴν ἔχον ἐν ἑαυτῷ τὴν πύκνωσιν. Διὰ δὲ τῆς μύρτου, τὸ
45εὔοσμον ἐν ἁγιασμῷ, καὶ τὸ ἀειθαλὲς ἐν χάριτι. Διὰ δέ γε τῆς κυπαρίσσου, τὸ ὑψηλὸν καὶ εὐῶδες. Ὑψηλὸν δέ φημι κατά γε τὴν ἀρετὴν καὶ τὸ ὡς ἐν δόγμασι περιφανές. Διὰ δὲ τῆς λεύκης, τὸ οἱονεὶ λαμπρόν τε καὶ ἔκλευκον εἰς δικαιοσύνην. Λαμπροὶ γὰρ οἱ ἐν

69

.

373

(50)

Χριστῷ, τῇ παρ’ αὐτοῦ καταγλαϊζόμενοι χάριτι. Στέ‐ λεχος δὴ οὖν ἀνειμένον Νεφθαλεὶμ, ἢ αὐτὸς ὁ Χριστὸς, ἢ οἱ Χριστοῦ γνώριμοι. Ἐπειδὴ δέ φησι· «Ἐπιδιδοὺς τῷ γεννήματι κάλλος·» ὑποδηλώσειεν ἂν, ὡς ἐγᾦ‐ μαι, τοιοῦτόν τι πάλιν. Ἐν ἀρχαῖς μὲν γὰρ ὁ Χρι‐
55στὸς, ἐν τῷ καθ’ ἡμᾶς ὁρώμενος σχήματι, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ εἰ γέγονε σὰρξ, οὐκ ἐπιστεύετο.
Καὶ γοῦν λιθόλευστον μὲν ποιεῖν οἱ Ἰουδαῖοι ἀπετόλ‐371

69

.

376

μων, ἐπίκλημα καὶ γραφὴν ἐπιῤῥιπτοῦντες αὐτῷ τὸ, «Ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Εὑρήσο‐ μεν δὲ καὶ αὐτοὺς τοὺς ἁγίους ἀποστόλους κατατεθηπό‐ τας μὲν ὡς τερατουργὸν, πλὴν οὔπω σαφῶς τὸ περὶ αὐ‐
5τοῦ συνιέντας μυστήριον. Τοιγάρτοι κατηυνάζετο μὲν ἡ θάλασσα, καὶ πνευμάτων ἀγρίων ἀνεκόπτετο φορὰ, Χριστοῦ γενέσθαι προστάττοντος. Οἱ δὲ, φησὶ, διελο‐ γίζοντο ἐν ἑαυτοῖς λέγοντες· «Ποταπός ἐστιν οὗτος, ὅτι καὶ ἡ θάλασσα, καὶ οἱ ἄνεμοι ὑπακούουσιν αὐτῷ;»
10Ὁρᾷς ὅπως, ὅπερ ἦν κατὰ φύσιν, τουτέστι Θεὸς, καὶ εἰ γέγονε σὰρξ, οὔπω τοῖς κατὰ κόσμον ἐγνωρίζετο, καὶ ἦν ἐν δόξαις ταῖς οὔπω λαμπραῖς; Ἐπειδὴ δὲ πρὸς ἐπίδοσιν ἐν ἡμῖν ἡ περὶ αὐτοῦ κεχώρηκε γνῶ‐ σις, ἐπιστεύθη λοιπὸν, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ,
15«καὶ αὐτῷ πᾶν γόνυ κάμψει,» προσκυνούσης αὐτὸν τῆς ὑπ’ οὐρανόν. Οὐκοῦν προϊούσης εἰς τελειότητα τῆς περὶ αὐτοῦ γνώσεως ἐν ἡμῖν, ὡραῖος ὢν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τότε δὴ, τότε διαγι‐ νώσκεται. Εἰ δὲ δὴ καὶ ἐφ’ ἡμῶν νοοῖτο τυχὸν τὸ,
20«Ἐπιδιδοὺς τῷ γεννήματι κάλλος,» οὐκ ἀσυμφανὴς ὁ λόγος. Προκόπτοντες γὰρ ἀεὶ κατὰ ἀρετὴν, καὶ τῶν ἀμεινόνων ἐφικνούμενοι, ἤτοι τοῖς ἔμπροσθεν ἐπ‐ εκτεινόμενοι, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, εἰς κάλλος ἀεὶ τὸ περιφανέστερον ἀναθρώσκομεν· κάλ‐
25λος δέ φημι τὸ πνευματικὸν, ἵνα καὶ ἡμῖν λέγηται λοιπόν· «Ἐπεθύμησεν ὁ Βασιλεὺς τοῦ κάλλους σου.»
26tΠερὶ τοῦ Ἰωσήφ.
27 «Υἱὸς ηὐξημένος Ἰωσήφ· υἱὸς ηὐξημένος, ζηλω‐ τὴς υἱός μου νεώτατος, πρός με ἀνάστρεψον. Εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι
30τοξευμάτων, καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν, καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρῶν αὐ‐ τῶν διὰ χεῖρα δυνάστου Ἰακώβ. Ἐκεῖθεν ὁ κατισχύ‐ σας Ἰσραὴλ παρὰ Θεοῦ τοῦ πατρός σου· καὶ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμὸς, καὶ εὐλογησέ σε εὐλογίαν οὐρανοῦ
35ἄνωθεν, καὶ εὐλογίαν γῆς ἐχούσης πάντα, ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μητρός σου. Ὑπερίσχυσας ἐπ’ εὐλογίαις ὀρέων μονίμων, καὶ ἐπ’ εὐλογίαις θινῶν αἰωνίων, αἳ ἔσον‐ ται ἐπὶ κεφαλὴν Ἰωσὴφ, καὶ ἐπὶ κορυφῆς, ὧν ἡγή‐
40σατο, ἀδελφῶν.» Ἐπ’ αὐτὸν ἡμῖν πάλιν τὸν Ἐμ‐ μανουὴλ ὁ τῆς προφητείας διέρπει λόγος. Εἴη δ’ ἂν, οἶμαί που, τὸ δηλούμενον ἐξ αὐτῆς ἕτερον οὐδὲν ἢ ὅπερ ἔφην ἀρτίως, τὸ, «Ἐπιδιδοὺς τῷ γεννήματι κάλλος.» Τὸ γὰρ ηὐξῆσθαι λέγειν αὐτὸν, τὴν εἰς τὸ
45ἀπ’ ἀρχῆς ἐπίδοσιν, καὶ ἐπιδρομὴν τῆς ἐνούσης αὐτῷ εὐκλείας φυσικῶς, διασημαίνει πάντως, κατά γε τὸ ὀρθῶς ἔχειν ὑπειλημμένον. Ἐπειδὴ γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, Θεὸς ὑπάρχων καὶ ἐκ Θεοῦ, κεκέ‐ νωκεν ἑαυτὸν, κατὰ τὰς Γραφὰς, καθεὶς ἐθελοντὴς εἰς

69

.

376

(50)

ὅπερ οὐκ ἦν, καὶ τὴν ἀδοξοτάτην ταύτην σάρκα ἠμ‐ πέσχετο, καὶ ἐν τῇ τοῦ δούλου μορφῇ πέφηνε, γεγο‐ νὼς ὑπήκοος τῷ Θεῷ καὶ Πατρὶ μέχρι θανάτου· ταύ‐ τῃτοι λοιπὸν ὑπερυψοῦσθαι λέγεται, καὶ ὡς οὐκ ἔχων διὰ τὸ ἀνθρώπινον μονονουχὶ, καὶ ἐν χάριτος μοίρᾳ,
55λαβεῖν «τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,» κατὰ τὴν τοῦ
μακαρίου Παύλου φωνήν. Ἀλλ’ ἦν τὸ χρῆμα κατὰ τὸ373

69

.

377

ἀληθὲς, οὐ δόσις ὡς ἐν ἀρχῇ τῶν οὐκ ἐνόντων αὐτῷ φυσικῶς· πολλοῦ γε καὶ δεῖ. Νοοῖτο δ’ ἂν μᾶλλον ἀναφοίτησις καὶ ἀναδρομὴ πρὸς τὸ ἐν ἀρχῇ, καὶ οὐ‐ σιωδῶς καὶ ἀναποβλήτως ὑπάρχον αὐτῷ. Τοιγάρτοι
5καὶ ἔφασκε, τῆς ἀνθρωπότητος τὸ σμικροπρεπὲς ὑπο‐ δὺς οἰκονομικῶς· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Ἀεὶ γὰρ ἦν ἐν δόξῃ θεοπρεπεῖ τῷ ἰδίῳ συνυπάρχων Γεννήτορι πρὸ παντὸς αἰῶνος καὶ χρόνου καὶ τῆς τοῦ κόσμου
10καταβολῆς. Αὔξην δὴ οὖν νοητέον ἐπὶ Χριστοῦ, τὴν τῆς εὐκλείας ἐπίδοσιν, ἣν ἀεί πως εὐρυτέραν καὶ ἐμφανεστέραν ἔχει Θεός· ὅτι κατὰ φύσιν ἐστὶ παρὰ τῶν ἐν κόσμῳ νοούμενος, καὶ ὡς τῶν ὅλων Κύριος, συνδοξολογούμενός τε καὶ συμπροσκυνούμενος τῷ Θεῷ
15καὶ Πατρί. Πλὴν αὐτὸς ὑπάρχων τῶν αἰώνων ὁ ποιη‐ τὴς, νοοῖτ’ ἂν εἰκότως γεγονὼς καὶ νεώτατος. Πέ‐ φηνε γὰρ ἐν τελευταίοις τοῦ αἰῶνος καιροῖς μετὰ τὸν τῶν ἁγίων προφητῶν εὐκλεᾶ τε καὶ ἀξιάγαστον χο‐ ρὸν, καὶ ἁπαξαπλῶς μετὰ πάντας τοὺς πρὸ τῆς ἐπι‐
20δημίας ὡς ἐν υἱῶν τάξει λελογισμένους δι’ ἀρετήν. Ζηλωτὸς δὲ ὅτι γέγονεν ὁ Ἐμμανουὴλ, πῶς ἔστιν ἀμφιβαλεῖν; Ἀλλὰ ζηλωτὸς μὲν ἁγίοις, οἳ τοῖς ἴχνε‐ σιν αὐτοῦ κατακολουθεῖν σπουδάζοντες, καὶ πρὸς τὸ θεῖον αὐτοῦ μορφούμενοι κάλλος, αὐτόν τε ποιούμενοι
25τῶν πρακτέων ὑπογραμμὸν, τὴν ἀπασῶν ἀρίστην ἀποφέρονται δόξαν. Ζηλωτός γε μὴν καὶ καθ’ ἕτε‐ ρον ἂν νοοῖτο τρόπον τοῖς οὐκ ἀγαπᾷν ᾑρημένοις, φημὶ δὲ τοῖς Ἰουδαίων καθηγηταῖς, ἤτοι τοῖς Γραμ‐ ματεῦσι καὶ Φαρισαίοις, οἳ πικρὸν ὠδίνοντες ἐν ἑαυ‐
30τοῖς ζῆλον, καὶ βασκανίας ὑπόθεσιν τὴν ἀπαράβλητον αὐτοῦ ποιούμενοι δόξαν, κατὰ πολλοὺς ἡλίσκοντο τρό‐ πους. Διανίστη μὲν γὰρ τοὺς νεκροὺς ὁ Χριστὸς ὀδω‐ δότας ἤδη καὶ διεφθαρμένους, καὶ αὐτοῦ τοῦ θανάτου κρείττων ἐφαίνετο. Οἱ δὲ, κατατεθηπέναι δέον καὶ πρὸς
35τὸ χρῆναι πιστεύειν ἴεσθαι, λοιπὸν οὐδὲν ἐνδοιάζοντας ἔτι, τοῦτο μὲν οὐκ ἔδρων, ἐδάκνοντο δὲ τῷ φθόνῳ, καὶ πικρὰς ἐδέχοντο λύπας εἰς νοῦν. Τὸν ἐκ γενετὴς ἰᾶτο τυφλὸν, καὶ ἁμαρτωλὸν ἀπεκάλουν. Δαιμονίων ἀκα‐ θάρτων ἠλαύνοντο στίφη, καὶ χορηγὸν αὐτῷ τῆς
40δυνάμεως τὸν Βεελζεβοὺλ κατεψεύδοντο· λίθοις ἔβαλ‐ λον, ἀνοσιώτατα λέγοντες· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε· ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρω‐ πος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Διεπρίοντο λέγοντες· «Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐ‐
45τόν.» Ζηλωτὸς οὖν ἄρα καὶ τοῖς μισεῖν ἑλομένοις, πλὴν οὐκ εἰς ἅπαν ἁλώσιμος. Εἰ γὰρ καὶ ἀνέτλη σταυρὸν, ἀλλ’ ὡς Θεὸς ἀνεβίω, πατήσας τὸν θάνατον, μονον‐ ουχὶ δὲ καὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἐπιφωνοῦντος καὶ λέγοντος· «Πρός με ἀνάστρεψον.» Ἀναβέβηκε γὰρ

69

.

377

(50)

εἰς τοὺς οὐρανοὺς, ἵνα καὶ ἀκούσῃ λέγοντος· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπό‐ διον τῶν ποδῶν σου.» Ὅτι γὰρ ὑποπεπτώκασι, καί‐ τοι πλείστην ὅσην τὴν κατ’ αὐτοῦ μανίαν ὠδίνοντες, ἐδίδαξεν εἰπών· «Εἰς ὂν διαβουλευόμενοι ἐλοιδόρουν,
55καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων.» Συνέδρια γὰρ
συναγείροντες ἐβουλεύοντο πικρὰ «τῶν τοξευμάτων375

69

.

380

οἱ κύριοι,» τουτέστιν, οἱ τῶν λαῶν ἡγεμόνες, οἱ ἐπ’ αὐτῷ παραθήγοντες τοὺς οἱονεὶ τραυματίζοντας, καὶ ἀκίδων ἐν τάξει μονονουχὶ καὶ ἐμπηγνυμένους, διάτοι τὸ δρᾷν ἃ μὴ θέμις ἀποτολμᾷν, καὶ θηρῶν ἀγρίων
5ἐπιθρώσκειν δίκην. Πλὴν συνετρίβη τὰ τόξα αὐτῶν, καὶ ἐξελύθη νεῦρα βραχιόνων αὐτῶν διὰ χεῖρα δυν‐ άστου Ἰακὼβ, τουτέστι, τοῦ Θεοῦ καὶ Πατρὸς, ὅς ἐστι τῶν δυνάμεων Κύριος, ὃς καὶ εὐλογεῖσθαι παρ‐ εσκεύασε τὸν Υἱὸν ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.
10Γράφει μὲν γὰρ ὁ θεσπέσιος Παῦλος· Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· «Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Φάσκει δέ που καὶ ὁ μέγας ἡμῖν Δαβίδ· «Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλάτωσάν σοι.»
15Ταύτην εἶναί φαμεν τὴν ἄνωθεν εὐλογίαν, καὶ τὴν ἐν τῇ γῇ κάτω τὴν πάντα ἔχουσαν, τουτέστιν, ἐν ᾗ διὰ Χριστὸν πᾶσα λοιπὸν ἀρετὴ, καὶ λίαν ἀμφιλαφεῖς οἱ τῆς εἰς Θεὸν εὐσεβείας καρποί. Εἴρηται γάρ που πρὸς τὸν Υἱόν· «Ἐπεσκέψω τὴν γῆν, καὶ μεθύσας
20αὐτὴν ἐπλήθυνας, τοῦ πλουτίσαι αὐτήν.» Δεδόσθαι γε μὴν αὐτῷ τὴν ἄνωθεν εὐλογίαν, καὶ μέντοι τὴν ἀπὸ γῆς, διεβεβαιοῦτο σαφῶς· «Εἵνεκεν εὐλογίας μαστῶν καὶ μήτρας, εὐλογίας πατρὸς καὶ μητρός.» Δι’ οὗ σαφῶς καὶ ἐναργῶς ἥ τε ἐκ Θεοῦ καὶ Πατρὸς
25γέννησις τοῦ Μονογενοῦς, καὶ ἡ διὰ τῆς ἁγίας Παρ‐ θένου σημαίνεται, καθὸ νοεῖται καὶ πέφηνεν ἄν‐ θρωπος. Υἱὸς γὰρ ὑπάρχων φυσικῶς τε καὶ ἀληθῶς τοῦ Θεοῦ τε καὶ Πατρὸς, δι’ ἡμᾶς ἀνέτλη τὴν διὰ γυναικός τε καὶ μήτρας γέννησιν, καὶ μαστοὺς τεθή‐
30λακεν. Οὐ γάρ τοι, κατά τινας, δοκήσει γέγονεν ἄν‐ θρωπος, ἀλλ’ ὡς τοῦτο κατὰ ἀλήθειαν πεφηνὼς, ὅπερ ἐσμὲν καὶ ἡμεῖς αὐτὸ[ὶ], τοῖς τῆς φύσεως ἑπόμενος νόμοις, καὶ τροφῆς ἠνέσχετο, καίτοι ζωὴν αὐτὸς τῷ κόσμῳ διδούς. Ταύτῃτοι καὶ ὁ μακάριος Ἡσαΐας
35μήνυσιν ὥσπερ τινὰ τοῦ κατὰ ἀλήθειαν ἐνανθρω‐ πῆσαι τὸν Κύριον, τὸ δεδεῆσθαι τροφῆς νηπιοπρεποῦς, ἐποιεῖτο λέγων· «Βούτυρον καὶ μέλι φάγεται.» Ηὐλόγηται τοίνυν ἕνεκε μαστῶν καὶ μήτρας. Ὡς γὰρ ἔφην φθάσας, ἐπεί τοι γέγονεν ἄνθρωπος καὶ ὑπήκοος
40τῷ Πατρὶ, κεκληρονόμηκεν ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ αὐτῷ «κάμψει πᾶν γόνυ, ἐπουρανίων, καὶ ἐπι‐ γείων, καὶ καταχθονίων, ὁμολογούντων ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός.» Πλὴν εἰ καὶ πέφηνε καθ’ ἡμᾶς, ἀλλ’ οὖν ὑπερκείσεται παν‐
45τὸς ἁγίου, καὶ ὑπερανεστήξει θεοπρεπῶς τῶν ἄνωθεν ἔτι καὶ ὀνομαστῶν πατέρων. Ὃ γὰρ ὁ Ψάλλων φησίν· «Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; ἢ τίς ὁμοιωθήσεται αὐτῷ ἐν υἱοῖς Θεοῦ;» τοῦτο δι‐ δάσκει λέγων ὁ μακάριος Ἰακώβ· «Ὅτι ὑπερίσχυσας

69

.

380

(50)

ἐπ’ εὐλογίαις ὀρέων μονίμων καὶ θινῶν αἰωνίων.» Ὄρη γὰρ αἰώνιά τε καὶ μονιμώτατα, καὶ μέντοι καὶ θῖνας αἰωνίους, τοὺς ἁγίους φησὶ, διά τοι τὸ ἦρθαι τῆς γῆς, καὶ φρονεῖν μὲν οὐδὲν τῶν κατεῤῥιμμένων, ζητεῖν δὲ τὰ ἄνω, καὶ εἰς τὰ τῶν ἀρετῶν ὑψώματα
55εὖ μάλα διᾴττειν. Κατόπιν οὖν ἄρα τῆς Χριστοῦ δόξης
καὶ οἱ τῶν Πατέρων ἐπισημότατοι, καὶ εἰς λῆξιν377

69

.

381

ἥκοντες ἀρετῆς. Οἱ μὲν γὰρ ἦσαν οἰκέται, κἂν εἰ τετάχαντο λοιπὸν ἐν τέκνοις· ὁ δὲ Κύριος, ὡς Υἱὸς, τὰ δι’ ὧν ἐκεῖνοι γεγόνασι λαμπροὶ, κεχορηγηκὼς αὐτοῖς. Τοιγάρτοι καὶ λέγουσιν, ὅτι «Ἐκ τοῦ πλη‐
5ρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν,» καὶ χάριν ἀντὶ χάριτος. Οὐκοῦν τῆς δόξης ὁ στέφανος ἐπικεί‐ σεται μὲν φυσικῶς τῇ τοῦ Σωτῆρος ἡμῶν κεφαλῇ· διαβήσεται δὲ οὐδὲν ἧττον, καὶ δῶρον ἔσται δοτὸν, καὶ ἐπ’ αὐτοὺς ἁγίους τοὺς ὑπ’ αὐτῷ γεγονότας, οἳ τὸν
10ἀμάραντον τῆς δόξης περικείσονται στέφανον· καὶ κοινωνοὶ τῶν αὐτοῦ παθημάτων γεγενημένοι, συμ‐ μεθέξουσι τῆς εὐκλείας. Ἄραρε γὰρ, ὅτι συμπεπον‐ θότες αὐτῷ, καὶ συμβασιλεύσουσιν.
17tΠερὶ τοῦ Βενιαμίν.
18 Βενιαμὶν λύκος ἅρπαξ· τὸ πρωϊνὸν ἔδεται ἔτι, καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν.» Προτέτοκε μὲν ἡ
20Ῥαχὴλ τὸν θεσπέσιον Ἰωσὴφ, ἐπ’ αὐτῷ δὲ τὸν Βεν‐ ιαμίν· ἀλλ’ υἱὸς μὲν νεώτατος Ἰωσὴφ πρὸς τοῦ πα‐ τρὸς ὠνομάζετο. Οὕτω τε ἔχειν τὸ χρῆμα δώσομεν. Νεώτερον δὲ νεωτάτου φαμὲν γενέσθαι τὸν Βενιαμίν. Ἀλλ’ υἱὸς μὲν νεώτατος Βενιαμίν· καὶ δὴ νοοῖτ’ ἂν
25εἰκότως οἷά τις εἰκὼν καὶ τύπος τοῦ νεωτάτου λαοῦ· ὃς καὶ διὰ τῶν ἁγίων κέκληται μαθητῶν, μετά γε τὸ ἐκ νεκρῶν ἀναβιῶναι Χριστὸν, καὶ πρὸς τὸν ἐν οὐρα‐ νοῖς ὑπονοστῆσαι Πατέρα καὶ Θεόν. Ἅρπαγι δὲ λύκῳ παρεικάζεται, διά τοι τὸ, οἶμαι, θερμὸν εἰς
30ὀρέξεις τὰς ἐπί γε τὸ μαθητιᾷν, καὶ ἐπιθρώσκειν ἀεὶ, καὶ μάλα προθύμως, οἷά τισι θήραις ταῖς εἰς πᾶν ὁτιοῦν τῶν τρεφόντων εἰς εὐεξίαν, δῆλον δὲ ὅτι τὴν πνευματικήν. Δεινοὶ γὰρ ἰδεῖν τὸ τελοῦν εἰς ὄνησιν, καὶ μὴν καὶ ἁρπάσαι τὸ ὠφελοῦν· ὀξεῖς εἰς ἀποδρο‐
35μὴν τῶν ἀδικεῖν εἰωθότων. Εἰσὶ δὲ λίαν εἰς φόβους οὐκ εὔκολοι, οὐδ’ ἂν εἰ κυνῶν αὐτοῖς περιχέοιντο δίκην, οἱ τῶν ἀγαθῶν ἔργων τε καὶ λόγων ἀποσοβεῖν ᾑρημένοι, καταναρκῶσι δὲ τὴν προ[σ]βολήν. Μεμαθή‐ κασι γὰρ, καὶ μάλα νεανικῶς· «Τίς ἡμᾶς χωρίσει
40ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μά‐ χαιρα;» Ἀλλ’ οὐδ’ ἂν ὅλως αὐτοὺς οἱ ψευδοποιμένες τῆς αὐτοῖς ἀγαπωμένης ἐξώσειαν τρίβου, βάλλοντες εἰς νεφροὺς [τάφρους?] οὐ φειδόμενοι, κατὰ τὸ γεγραμ‐
45μένον. Τληπαθέστατοι γὰρ οἱ τοιοίδε λίαν, καὶ ζωὴν ἡγούμενοι τὸ παθεῖν· διακεκράγασι γοῦν· «Ἐμοὶ τὸ ζῇν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος.» Οὐκοῦν, κἂν εἰ λύκοις ἅρπαξι παρεικάζοιντο, κατά γε τοὺς ἀρτίως ἡμῖν παραδεδειγμένους τρόπους, οὐδὲν, ὡς ἔοικεν, εἰς

69

.

381

(50)

τὸ μὴ ἔχειν ὀρθῶς ἀδικηθεῖεν ἂν, ἐπεί τοι καὶ αὐτὸς ὁ Σωτὴρ λέοντά τε καὶ πάρδαλιν, ἤτοι πάνθηρα ἑαυ‐ τὸν ὀνομάζει, λέγων· «Διότι ἐγώ εἰμι ὡς πάνθηρ τῷ Ἐφραῒμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα. Καὶ ἐγὼ ἔρχομαι, καὶ πορεύσομαι, καὶ λήψομαι, καὶ οὐκ
55ἔσται ὁ ἐξαιρούμενος.»—«Ἀγροῦ δὲ θηρία,» καὶ αὐ‐
τοὺς ἀποκαλεῖ τοὺς εἰς αὐτὸν πιστεύοντας, οὔτω λέ‐379

69

.

384

γων διὰ φωνῆς Ἡσαΐου· «Εὐλογήσει μὲ τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθῶν. Ὅτι δέδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ποταμοὺς ἐν γῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, λαόν μου
5ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι.» Συνίης οὖν, ὅπως τὸ γένος τὸ ἐκλεκτὸν ἀγροῦ θηρία καὶ σειρῆνας ὠνόμασε, τουτέστι, τὰ τῶν στρουθίων εὐστομώτατα. Καὶ θηρία μὲν, διὰ τὸ μὴ ἀνέχεσθαι τάχα που τιθασσεύοντος τοῦ Σατανᾶ, καὶ ὑπὸ χεῖρα
10ποιεῖσθαι τὴν ἑαυτοῦ σπουδάζοντος, ἐπιθρώσκειν δὲ μᾶλλον αὐτῷ, μονονουχὶ δὲ καὶ κατασίνεσθαι τοὺς ἐφ’ ἅπερ οὐ θέμις μετασοβεῖν ᾑρημένους· σειρῆνας δὲ, ὅτι καλλιεποῦσιν ἄγαν τὰ Χριστοῦ κατορθώματα λέγοντες, καὶ τὰς εἰς αὐτὸν ὑμνοῦντες τιμάς. Οὐκοῦν
15λύκος ὁ Βενιαμὶν ὁ νέος καὶ ἐν πίστει λαὸς, οὗ καὶ τὸ λίαν ἕτοιμον εἰς τὸ δύνασθαι νοεῖν τὸ τελοῦν εἰς ὄνησιν, καὶ μέντοι καὶ τὸ ἰσχύσαι καὶ ἑτέρους ὠφε‐ λεῖν, ὑποφαίνει λέγων· «Τὸ πρωϊνὸν ἔδεται ἔτι, καὶ τὸ ἑσπέρας διαδώσει τροφήν.» Ὁ μανθάνων ἔοικέ πως
20ἀεὶ τῷ τρεφομένῳ. Εἰσοικίζεται γὰρ εἰς νοῦν τὰ μα‐ θήματα, καθάπερ ἀμέλει κἀκεῖνος εἰς γαστέρα τὸ ἐδώδιμον. Ἀποδεῖ δὲ τοῦ τρέφοντος ὁ διδάσκων οὐδέν. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τροφῇ παρεικάζει τῆς διδασκαλίας τὸν τρόπον· ἔφη γὰρ, ὅτι «Τελείων ἐστὶν
25ἡ στερεὰ τροφὴ,» τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. «Οὐκοῦν ὁ Βενιαμὶν λύκος ἅρπαξ. Τὸ πρωϊνὸν ἔδεται ἔτι, καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν.» Ὅμοιον ὡς εἰ λέγοι· Μαθητιῶν ἔτι καὶ πρὸς τὸ ἀρτίως ἔχειν
30οὔπω διεληλακὼς, ὠφελήσειεν ἂν ἑτέρους, καὶ ὀλί‐ γος κομιδῇ διαδείξει καιρὸς τοὺς ἄρτι πεπιστευκότας καὶ εἰς τὸ διδάσκειν ἐπιτηδείους. Περὶ μὲν γὰρ τῶν ἐξ Ἰσραὴλ ἐλέγετο, δι’ ἀμαθίαν, οἶμαί που, πολλὴν καὶ τὸ εἰς νοῦν ἔσω πάχος· «Ἰδοὺ λαὸς μωρὸς καὶ
35ἀκάρδιος. Ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσι.» Καὶ πάλιν· «Οἱ αἰρό‐ μενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἕως γήρως.» Ἐπιστέλλει δὲ τοῖς ἐν πίστει καὶ ἐν Χριστῷ λέγων ὁ σοφὸς Ἰωάννης· «Οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ
40ὑμᾶς, ἀλλ’ ὡς αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων.» Νοῦν γὰρ ἔχουσι Χριστοῦ τοῦ πάντα εἰ‐ δότος, καὶ οὐκ ἀνικάνως ἔχουσιν εἰς τὸ διδάσκειν καὶ παρακαλεῖν ἀλλήλους. Εἰ δὲ δὴ προσήκει καὶ ἐπ’ αὐ‐ τοῦ τοῦ μακαρίου Παύλου τὴν ἐπὶ τῷ Βενιαμὶν προ‐
45αγόρευσιν ἐκπεπεράνθαι λέγειν, καὶ τῇδε ἂν ἔχοι καλῶς τε καὶ ἀληθῶς. Ὁ γὰρ διώκων τὴν Ἐκκλησίαν, καὶ λύκου δίκην τοῖς ἀγαπῶσι Χριστὸν ἐπιτρέχων, ἐν ὀλίγῳ κομιδῇ πρὸς πᾶν τοὐναντίον μετεποιήθη καιρῷ. Εὐηγγελίσατο γὰρ τὴν πίστιν ἢν ἐπόρθει ποτὲ, καὶ

69

.

384

(50)

ἀναφέρει τὰ χαριστήρια τεθειμένος εἰς ἀποστολὴν, καίτοι πρότερον ὢν «βλάσφημός τε καὶ διώκτης καὶ ὑβριστής.» Οὕτω γάρ πού φησιν αὐτός. Γέγονε δὲ καὶ ἐκ φυλῆς Βενιαμίν. Καὶ αὐτὸν δὲ τὸν θεσπέσιόν φημι Δαβὶδ τῆς κατ’ αὐτὸν ἱστορίας διαμεμνῆσθαι
55σαφῶς, ἐν ἑξηκοστῷ καὶ ἑβδόμῳ ψαλμῷ λέγοντα· «Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει. Ἄρχοντες
Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχον‐381

69

.

385

τες Νεφθαλείμ.» Ἰουδαῖοι γὰρ ὄντες καὶ ἐξ αἵματος Ἰσραὴλ οἱ μακάριοι μαθηταὶ, καθηγηταὶ γεγόνασι τῶν ἐν Χριστῷ διὰ πίστεως δεδικαιωμένων, μεθ’ ὧν καὶ αὐτὸς ὁ ἐκ φυλῆς Βενιαμὶν ἐπιστέλλων τε καὶ λέ‐
5γων· «Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν.» Εὐηγγελίζετο γὰρ ἔθνεσί τε καὶ Ἰουδαίοις τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
11tΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
12tΚΥΡΙΛΛΟΥ
13tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
14tΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ
15tΛΟΓΟΣ ΠΡΩΤΟΣ.
20tΠερὶ γενετῆς Μωσέως.
21 αʹ. Ἄρτι καὶ μόλις τὸ ἐπὶ τῇ Γενέσει βιβλίον διὰ πολλῆς ἄγαν ἰσχνομυθίας ὡς ἔνι διαπεράναντες, «ἐκ δυνάμεως εἰς δύναμιν,» κατά γε τὸ ἐν Ψαλ‐ μοῖς ὑμνούμενον, οὐδ’, ὅσον εἰπεῖν, βραχὺ διαπνεύ‐
25σαντα, τὸν ἀγαθοῖς ἱδρῶσιν ἐντριβῆ μετοίχεσθαι δεῖν ἀναπείθομεν κάλαμον. Ἁπτόμεθα γὰρ, ἐθέλοντός τε καὶ σοφοῦντος Θεοῦ, τῶν ἐν τῇ Ἐξόδῳ κεφαλαίων, ἃ παραλελεῖφθαι δοκεῖ συντεθεικόσιν ἡμῖν τὴν ἠθι‐ κὴν παραίνεσιν, ὅτε καὶ μακροὺς ἐδόκει παραιτεῖ‐
30σθαι λόγους, καταδεικνύειν ἐθέλουσι τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσ‐ κυνήσεως τρόπος. Ἀποδιελόντες γὰρ ἕκαστα τῶν ἐγκειμένων κεφαλαίων τοῖς πέντε Μωσέως βίβλοις, καὶ τῆς ἐν αὐτῷ θεωρίας τὸν σκοπὸν εὖ μάλα προ‐
35αθρήσαντες, τὰ μὲν ὅσα ταῖς ἠθικαῖς ὑφηγήσεσιν383

69

.

388

ἀναγκαῖά πως ἧν καὶ ὅτι μάλιστα χρειωδέστατα, συντεθείκαμεν ἐπὶ καιροῦ, καὶ ὡς ἐν τάξει δὴ λέγω τῇ ἑκάστῳ πρεπωδεστάτῃ· τὰ δὲ δι’ ὧν ἧν εἰκὸς τὸ Χριστοῦ μυστήριον ὡς ἐν σκιαῖς ἔτι ταῖς κατὰ νό‐
5μον, ὡς ἔνι, προαναφαίνεσθαι, τῇ μετ’ ἐκείνην τετη‐ ρήκαμεν συγγραφῇ· ἐφ’ ᾗ καὶ νῦν ἱδροῦν ἑλομένοις, ἀγαπητὲ Παλλάδιε, συναθλήσεις οἶδ’ ὅτι διὰ προσευ‐ χῆς. Βάδιμον μὲν ἥκιστά γε τοῖς καθ’ ἡμᾶς τὸ χρῆμά ἐστι, γένοιτο δ’ ἂν κἂν γοῦν ἐκ μέρους εὐστιβὲς,
10Χριστοῦ δὴ πάλιν τὴν ἔς γε τουτὶ διευρύνοντος τρί‐ βον. Αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς, καὶ αὐτὸς ἡ θύρα, καὶ ἐν αὐτῷ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ποιησόμεθα δὲ τοῦ βιβλίου συγγραφὴν οὐκ ἀπαραλείπτως καὶ ἐφεξῆς διὰ παντὸς
15ἐρχόμενοι κεφαλαίου (πλεῖστα γὰρ ὅσα, καθάπερ ἔφην ἀρτίως, ἀπολέγδην εἰσπεποιήμεθα, τῇ ἑτέρᾳ συντάξει περιφανῶς εὐρήσομεν)· ἃ δ’ ἂν ὁρῷτο λοι‐ πὸν τῷ προκειμένῳ σκοπῷ χρήσιμα, ταῦτα κατά γε τὸ ἐγχωροῦν βασανίζοντες ἀκριβῶς τε καὶ διεσμιλευ‐
20μένως, κατευθὺ τῆς ἀληθείας ἥξομεν. Ἐπεὶ δὲ ὁ τοῦ βιβλίου σκοπὸς εἰς λύτρωσιν φέρει τὴν διὰ Χρι‐ στοῦ, πᾶσά πως ἀνάγκη προκεκινδυνευκὸς οὐ με‐ τρίως τὸ ἀνθρώπινον ἐπιδεῖξαι γένος, καὶ εἰς λῆξιν ἤδη τῆς ἀνωτάτω ταλαιπωρίας ἐνηνεγμένον. Προήκοι
25γὰρ ἂν ὧδέ τε καὶ οὐχ ἑτέρως ἐν κόσμῳ τῷ πρέ‐ ποντι τῆς ἐπικουρίας ὁ λόγος· «Ἡ γὰρ δύναμίς μου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται.» Δεῖν δὲ οἶμαι καὶ τοῖς ἰατρῶν ἐπιστήμοσι καὶ δοκιμωτάτοις, εἰ δή ποι μέλλοιεν ἐφ’ οἷς ἂν εἶεν σοφοὶ θαυμάζεσθαί που, προκεῖσθαι τὸν ἄῤῥωστον, περὶ ὃν ἂν γένοιτο καὶ ἡ τῆς ἐνούσης αὐτοῖς εὐτεχνίας ἐπίδειξις.
30 βʹ. Οὐκοῦν, ἤδη λέγωμεν, ὅτι λιμοῦ κατωθοῦντος ποτὲ καὶ ἀφορήτως ἐνσκήπτοντος καὶ ἐγκειμένου τοῖς υἱοῖς Ἰσραὴλ, κατῴχοντο μὲν ἐκ γῆς Χαναὰν εἰς Αἴγυπτον ἐν ἑβδομήκοντά που καὶ πέντε ψυχαῖς, καθὰ γέγραπται. Διέρποντος δὲ τοῦ καιροῦ λοιπὸν,
35εἰς πληθὺν τὴν ἀριθμοῦ κρείττονα τὸ γένος αὐτοῖς ἐξετείνετο. Γέγραπται γάρ· «Οἱ δὲ υἱοὶ Ἰσραὴλ ηὐ‐ ξήθησαν, καὶ ἐπληθύνθησαν, καὶ χυδαῖοι ἐγένοντο, καὶ κατίσχυον σφόδρα· ἐπλήθυνε δὲ ἡ γῆ αὐτοὺς σφόδρα.» Ἐπειδὴ δὲ τῆς Αἰγυπτίων χώρας ὁ καθηγεῖσθαι λα‐
40χὼν, τὴν εἰς πληθὺν ἐπίδοσιν τῶν Ἑβραίων οὐκ ἀνύπ‐ οπτον εἶχεν, ἐπεβούλευσε, καὶ ἐπέστησεν αὐτοῖς ἐπι‐ στάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις. Ὁ δὲ δὴ τοῦ κακοῦσθαι τρόπος ἦν ὁ ἐπὶ σκα‐ πάναις ἱδρὼς, πλινθουργία μακρὰ καὶ ἄμισθος, καὶ
45μὴν καὶ τὸ ἀναδείμασθαι πόλεις ὀχυρὰς τῷ Φαραὼ, τουτέστι, πεπυργωμένας, ἢ οὕτως εὐρείας καὶ μα‐ κρὰς, ὡς κομιδῇ [ἀναλώτους] ταῖς ἄλλαις εἶναι δοκεῖν, διὰ πληθὺν δηλονότι τῶν ἐνῳκηκότων. Πειθὼ δὲ ἦσαν καὶ Ῥαμεσσῆ, καὶ ἄλλαι πόλεις. Περιειστήκει δὲ

69

.

388

(50)

τῷ τυράννῳ πρὸς τὸ παρ’ ἐλπίδας ἡ σκέψις. Ἐν γάρ τοι τῷ ταπεινοῦσθαι, φησὶ, τοὺς κολαζομένους ἐν ὑπερο‐ χαῖς τὸ δεῖγμα ἐν μείζοσιν ἦν, καὶ πλείους ἐγένοντο. διὰ τοῦ κακοῦν εἰωθότος ὠφελεῖν ἐθέλοντος τοῦ Θεοῦ τοὺς ἀνοσίως ἐξυβριζομένους. Ὃ δὴ καὶ συνιεὶς ὁ
55τύραννος, προσετίθει τοῖς πόνοις ἑτέραν ἐπιβουλήν. Ταῖς γὰρ Ἰουδαίων ἐκέλευε μαίαις, εἰ μαιεύο[ι]ντο γυ‐
ναῖκας τὰς ἐπ’ ὠδῖσιν ἤδη καὶ τόκοις, τὸ ἐν ὑποψίαις385

69

.

389

αὐτῶν καταπνίγειν γένος, τουτέστι, τὸ ἄρσεν, ζωο‐ γονεῖν δὲ τὸ θῆλυ. Λόγου γὰρ ἐδόκει μηδενὸς ἀξιοῦν τὸ ἄναλκι καὶ ἀφιλοπόλεμον, καὶ εἰς δειλίας εὔκολον, καὶ νόμῳ φύσεως τεθρυμμένον. Ἀλλ’ οὐκ ἔδρων αἱ
5μαῖαι τὸ δυσσεβὲς, ἤρεσκόν τε διὰ ταῦτα Θεῷ. Τί οὖν ὁ ἀλιτήριος; Ἀπαμφιέννυσι τὴν ὀργὴν, καὶ τοὺς τῆς ἀνοσιότητος τρόπους ἀναισχυντεῖν ἀναπείθει. «Συν‐ έταξε γὰρ Φαραὼ παντὶ τῷ λαῷ αὐτοῦ λέγων· Πᾶν ἄρσεν, ὃ ἂν τεχθῇ τοῖς Ἑβραίοις, εἰς τὸν ποταμὸν
10ῥίψατε, καὶ πᾶν θῆλυ ζωογονεῖτε αὐτό.»
13 γʹ· Ἀλλ’ ἱστάσθω μὲν ἐν τούτῳ τῆς ἱστορίας ὁ λόγος. Φράζωμεν δὲ ἤδη, τοῖς ἐσωτάτω θεωρήμασιν ἐνιέντες
15τὸν νοῦν, ὅτι, τῆς ἀνθρώπου διανοίας ἐγκειμένης ἐπι‐ μελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, ἐνδείᾳ τῶν ἄνωθεν ἀγαθῶν, ἅπαν, ὡς ἔπος εἰπεῖν, τὸ ἐπὶ γῆς ἐφθείρετο γένος, καὶ λιμὸς οἷά τις τῶν οὐρανίων ἡμᾶς κατεβόσκετο μαθημάτων, καθάπερ ἀμέλει καταθρή‐
20σαιμεν ἂν καὶ τὸν ὡς ἐν τύπῳ παραβολῆς γραφόμε‐ νον ἄσωτον, ὃς τὴν πατρῴαν οὐσίαν ἐν ἀλλοδαπῇ κατ‐ εδήδοκεν, ἐπεθύμει τε χορτασθῆναι τῶν κερατίων [ὧν ἤσθιον] οἱ χοῖροι. Ταύτῃτοι προσδεδραμήκαμεν τοῖς γεωδεστέροις, ἀφέντες τὸ ἄμεινον καὶ τὸ δεῖν ἐφίεσθαι
25τῶν λυσιτελεστέρων, δι’ ὧν ἦν εἰκὸς εὐμενείας τῆς ἄνω‐ θεν οὐχ ἁμαρτεῖν, καὶ οἰκειότητα τὴν ὡς πρὸς Θεὸν πλουτοῦντας ὁρᾶσθαι. Διωλισθηκότες δὴ οὖν παντὸς τοῦ ἀνέχειν ἰσχύοντος εἴς γε τὸ εὖ εἶναι καὶ μετὰ Θεοῦ, ταμίαν μὲν οὐκέτι τῶν καθ’ ἡμᾶς ἐποιούμεθα
30τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Δεσπότην. Γῆς δὲ ὥσπερ ἀγίας, τῆς φιλοθέου ζωῆς ἐκκεχωρηκότες, καὶ εἰς τὴν αἰσχίω τε καὶ ἀκαλλεστέραν, καὶ ὑπὸ τῷ διαβόλῳ κειμένην μονονουχὶ κατεῤῥυηκότες, ἐν ἴσῳ γεγόναμεν τοῖς ἐκ Χαναὰν κατοιχομένοις εἰς Αἴγυ‐
35πτον, καὶ ὑπὸ χεῖρα γεγενημένοις τὴν Φαραώ τε καὶ Αἰγυπτίων, οἳ ταῖς τῶν δαιμονίων λατρείαις ἐκ‐ τόπως ἐγκείμενοι, καὶ πᾶν εἶδος φαυλότητος οὐκ ἀνεπιτήδευτον ἔχοντες, παραδείξειαν ἂν ὡς ἐν εἰκόνι λοιπὸν ἐν ἑαυτοῖς αὐτόν τε τὸν Σατανᾶν, καὶ τοὺς ὑπ’
40αὐτῷ, οὓς καὶ θεοὺς ἐνόμιζον, ἐκκεκρουσμένους μὲν τῆς ἀρίστης φρονήσεως, ἀχλύν τε καὶ σκότον τὸν ἐξ ἀμαθείας ἠῤῥωστηκότες. Ἐπειδὴ δὲ ὑπὸ δεινῷ καὶ ἀλιτηρίῳ δεσπότῃ γεγόναμεν, φημὶ δὴ τῷ Σατανᾷ, πηλῷ καὶ πλινθείᾳ κατετρυχόμεθα, φημὶ δὴ τοῖς
45περὶ γῆν τε καὶ τοῖς ἐν αὐτῇ βδελυρωτάτοις σπου‐ δάσμασιν οὐκ ἀνιδρωτὶ τελουμένοις. Οὐ γὰρ ἀπήλ‐ λακται πόνων, κἂν εἰ τὸ εἰκαῖον ἔχοι τυχὸν, ὁ τοῦδε τοῦ βίου περισπασμός. Ἐπιστάτας δὲ ὥσπερ τῶν ἔργων τῶν ὅτι μάλιστα φιλτάτων αὐτῷ κατεχειροτό‐

69

.

389

(50)

νησε τῶν ἀδικουμένων ὁ Σατανᾶς τοὺς ἀκαθάρτους δαίμονας, ἤτοι τὰς ὑπ’ αὐτῷ δυνάμεις, οἳ ταῖς πο‐ λυτρόποις τῶν παθῶν πλεονεξίαις τὸν ἑκάστου τῶν ἐπὶ τῆς γῆς καταφορτίζουσι νοῦν, δεδιότες, οἶμαι, μὴ ἄρα που σχολαῖον τῆς διανοίας τὸν ὀφθαλμὸν ἀνέν‐
55τες πρὸς Θεὸν, τῆς ὑπ’ αὐτῷ δουλείας ἐκλύσειαν τὸν αὐχένα· φιλελευθέρα γὰρ λίαν ἡ ἀνθρώπου φύσις.
Ὅτι δὲ δόξα καὶ πλοῦτος τοῖς ἀκαθάρτοις δαίμοσι387

69

.

392

καὶ αὐτῷ τῷ Σατανᾷ λελόγισταί τε καὶ ἔστιν ὁ εἰκαῖος ἡμῶν περισπασμὸς, καὶ οἱ περὶ σάρκα πόνοι, καὶ σπουδὴ βλέπουσα πρὸς τὰ γεωδέστερα, παραδείξειεν ἂν αἰνιγματωδῶς τὸ πόλεις ἐγείρειν τῷ Φαραὼ τοῖς
5ἐξ Ἰσραὴλ, πηλῷ καὶ πλινθείᾳ τρυχομένοις· κατ‐ εστυγμένον τε ὅτι ποιεῖται τὸ ἄρσεν, τουτέστι, τὸ νε‐ νευκὸς εἰς ἀνδρείαν, δῆλον δὲ ὅτι τὴν ἐπ’ ἀρεταῖς. Μονονουχὶ δὲ καὶ ἀποπνίγει τὸ μάχιμον τοῖς τῶν ἡδονῶν ἐγκαθιεὶς τέλμασιν, προσίεται δὲ τὸ μὴ
10εὐσθενὲς, καὶ ὡς ἄχρηστον ἀμαχεὶ τοῖς ἰδίοις ὑπο‐ φέρει ζυγοῖς, ἐκδείξειεν οὐκ ἀσυμφανῶς τὸ ῥίπτε‐ σθαι μὲν δεῖν τὸ ἄρσεν ἐν ὕδασι λέγειν, ζωογονεῖσθαι δὲ τὸ θῆλυ. Τύπος γὰρ ἂν γένοιντο τῶν ἀφανεστέρων τὰ ὡς ἐν ὄψει τε καὶ ἐναργείᾳ. Οὐκοῦν ἄνωθέν τε καὶ
15ἐκ πατέρων ἠῤῥωστηκότες τὴν ἁμαρτίαν, καὶ τῇ τῶν ἀγαθῶν ἐνδείᾳ πεπιεσμένοι, τάχα που καὶ ἀβου‐ λήτως οἱ τάλανες τῷ τῆς κακίας ἐξάρχοντι Σατανᾷ κατεζεύγμεθα, καὶ τοῖς τῆς φαυλότητος ἐπιστάταις ὑπενηνέγμεθα, φημὶ δὴ τοῖς ἀκαθάρτοις δαίμοσι, καὶ
20ἦν ἐν λοίσθῳ τοῦ παντὸς ἤδη κακοῦ τὰ καθ’ ἡμᾶς, ἐκλελοιπότος οὐδενὸς τῶν εἰς ἀθλιότητα καὶ ταλαι‐ πωρίαν, πλὴν ἠλέει Θεὸς, ἐξείλετό τε καὶ σέσωκε. Καὶ τίνα δὴ τρόπον, διὰ τῶν ἐφεξῆς καὶ παρεζευγμέ‐ νων εἰσόμεθα. Παροίσομεν γὰρ εἰς εἰκόνα καὶ ὑπο‐
25τύπωσιν τῆς διὰ Χριστοῦ σωτηρίας τὰ ἐπὶ τῷ θεσπε‐ σίῳ Μωσεῖ γεγραμμένα. δʹ. «Ἦν δέ τις ἐκ τῆς φυλῆς Λευῒ, ὃς ἔλαβεν ἐκ τῶν θυγατέρων Λευῒ, καὶ ἔσχεν αὐτὴν, καὶ ἐν γαστρὶ ἔλαβεν, καὶ ἔτεκεν ἄρσεν. Ἰδόντες δὲ αὐτὸ
30ἀστεῖον, ἐσκέπασαν αὐτὸ μῆνας τρεῖς. Ἐπειδὴ δὲ οὐκ ἠδύναντο ἔτι κρύπτειν αὐτὸ, ἔλαβεν ἡ μήτηρ αὐτοῦ θίβην, καὶ κατέχρισεν αὐτὴν ἀσφάλτῳ πίσσῃ, καὶ ἐνέβαλε τὸ παιδίον εἰς αὐτὴν, καὶ ἔθηκεν αὐτὴν εἰς τὸ ἕλος περὶ τὸν ποταμόν. Καὶ κατεσκόπευεν ἡ
35ἀδελφὴ αὐτοῦ μακρόθεν, μαθεῖν τί τὸ ἀποβησόμενον αὐτῷ. Κατέβη δὲ ἡ θυγάτηρ Φαραὼ λούσασθαι ἐπὶ τὸν ποταμὸν, καὶ αἱ ἅβραι αὐτῆς παρεπορεύοντο παρὰ τὸν ποταμόν. Καὶ ἰδοῦσα θίβην ἐν τῷ ἕλει, ἀποστείλασα τὴν ἅβραν, ἀνείλετο αὐτήν. Ἀνοίξασα
40δὲ, ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θίβῃ, καὶ ἐφείσατο αὐτοῦ ἡ θυγάτηρ Φαραὼ, καὶ ἔφη· Ἀπὸ τῶν παιδίων τῶν Ἑβραίων τοῦτο. Καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ θυ‐ γατρὶ Φαραώ· Θέλεις καλέσω σοι γυναῖκα τροφεύου‐ σαν ἐκ τῶν Ἑβραίων, καὶ θηλάσει σοι τὸ παιδίον;
45Ἡ δὲ εἶπε· Πορεύου. Ἀπελθοῦσα δὲ ἡ νεᾶνις ἐκά‐ λεσε τὴν μητέρα τοῦ παιδίου. Εἶπε δὲ αὐτῇ ἡ θυγά‐ τηρ Φαραώ· Διατήρησόν μοι τὸ παιδίον τοῦτο, καὶ θήλασόν μοι αὐτὸ, ἐγὼ δὲ δώσω σοι τὸν μισθόν. Ἔλαβε δὲ ἡ γυνὴ τὸ παιδίον, καὶ ἐθήλασεν αὐτόν. Ἀνδρυν‐

69

.

392

(50)

θέντος δὲ ἤδη τοῦ παιδίου, εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραὼ, καὶ ἐγενήθη αὐτῇ εἰς υἱόν. Ἐπ‐ ωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ, Μωσῆς, λέγουσα· Ἐκ τοῦ ὕδατος ἀνειλόμην αὐτόν.» Ἐπειδὴ γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἠλέει λοιπὸν τὴν ὑπ’ οὐρανὸν, ἀνοσίῳ τυράννῳ
55καὶ ὠμοτάτῳ λῃστῇ θητεύουσαν, τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, κατὰ τὸ γεγραμμένον, ἀλλ’ ὑπὲρ ἡμῶν
πάντων παρέδωκεν αὐτόν. Ἐν μορφῇ γὰρ ὑπάρχων389

69

.

393

καὶ ἰσότητι τῇ πρὸς αὐτὸν, ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν Υἱὸς, καθεὶς ἑαυτὸν εἰς κένωσιν, γέγονε καθ’ ἡμᾶς, ὥς φησιν ὁ σοφὸς εὐαγγελιστὴς Ἰωάννης, «εἰς τὰ ἴδια ἦλθεν.» Ἀπεστάλη γὰρ, ὡς αὐτός πού
5φησιν, «εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ·» ἀλλ’ «οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.» Τοιγάρτοι καὶ λίαν ἐπῃτιᾶτο αὐτοὺς διὰ φωνῆς Ἡσαΐου λέγων· «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με
10ἠθέτησαν. Ἔγνω βοὺς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε.» Προσκεκρουκότων δὴ οὖν τῶν ἐξ αἵματος Ἰσραὴλ καὶ τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην οὐκ ἐπεγνωκότων, εἰσκέκληνται διὰ πίστεως
15οἱ τῶν εἰδώλων προσκυνηταὶ, καὶ ἡ τῶν ἀθέων ἀνοσία τε καὶ βδελυρωτάτη πληθὺς ἐπέγνω τὸν Λυτρωτήν. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφητῶν τοῖς ἐξ Ἰσραὴλ προαναφωνούμενον· «Καθέστηκα ἐφ’ ὑμᾶς σκοπούς. Ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ
20εἶπαν· Οὐκ ἀκουσόμεθα. Διὰ τοῦτο ἤκουσε τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν. Ἄκουε, γῆ· Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρ‐ πὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῷ λόγῳ μου οὐ προσ‐ έσχον, καὶ τὸν νόμον μου ἀπώσαντο.» Ἄθρει δὴ οὖν,
25ἄθρει περιφανῶς τὸ μυστήριον, καὶ ὡς ἔν γε τοῖς κατὰ Μωσέα, καθάπερ ἔφην ἀρτίως. Γέγονε μὲν ὁ θεσπέσιος Μωσῆς ἐκ φυλῆς τε καὶ αἵματος τοῦ Λευΐ. Κεχρημάτικε δὲ καὶ αὐτὸς ὁ Ἐμμανουὴλ, ὅσιός τε καὶ ἄκακος, καὶ ἀρχιερεὺς ὅλος ὢν ἱερός· εἰ καὶ ἐκ
30τῆς Ἰούδα νοοῖτο φυλῆς, ἵνα καὶ ὑμνητὸς καὶ βασι‐ λεὺς εἶναι πιστεύηται, καὶ ὅτι μὴ κατὰ σάρκα τὸ ἱερὸν αὐτῷ, καθάπερ ἀμέλει καὶ τοῖς Ἰουδαίων καθ‐ ηγηταῖς, ἀλλ’ ὡς Θεῷ τε καὶ βασιλεῖ τῶν ὅλων ἐν ἁγιασμῷ τε καὶ δόξῃ. Οὐκοῦν ὁ τύπος ἐν σαρκικοῖς,
35ἵν’ ὑπὲρ σάρκα τὸ ἀληθὲς, τουτέστι Χριστὸς, ὃς ἀρτι‐ γενὲς νοεῖται παιδίον διά τοι τὴν τῆς θεότητος ἀκα‐ κίαν, ἤγουν ὅτι γέγονε νέα κτίσις. Ἀποδυσάμενοι γὰρ τὴν ἐν φθορᾷ παλαίωσιν, εἰς καινότητα ζωῆς μετακεχωρήκαμεν ἐν αὐτῷ. Νέα δὲ ὥσπερ κτίσις τὸ
40βρέφος. Ὅτι δὲ ἀκακίας σύμβολον τὸ ἀρτιγενές ἐστι παιδίον, ἀταλαίπωρον ἰδεῖν καὶ ἐξ αὐτῶν, εἴπερ ἕλοιτό τις, τῶν τοῦ Σωτῆρος παραδεῖξαι λόγων. Γύ‐ ναια μὲν γὰρ προσεπόθει ποτὲ, καὶ δὴ καὶ βρέφη προσῆγον, ἵνα ἐπιθῇ αὐτοῖς τὰς χεῖρας, καθὰ γέ‐
45γραπται. Ὄχλον δὲ νομίσαντες εἶναι, ἀπεῖργον οἱ μαθηταί. Ὁ δὲ πρὸς αὐτούς· «Ἄφετε τὰ παιδία, φησὶ, καὶ μὴ κωλύσητε αὐτὰ ἔρχεσθαι πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.» Ἐπειδὴ δέ ποτε καὶ διαλογισμὸς εἰσῆλθεν ἐν αὐτοῖς, τίς ἄρα

69

.

393

(50)

μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ἔφη γὰρ οὕτως ἡμῖν ὁ σοφὸς εὐαγγελιστής· ἐπιλαβόμενος, φησὶ, παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ, καὶ εἶπεν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν
55τῶν οὐρανῶν.» Καὶ τί τὸ στραφῆναι, καὶ τοῖς παι‐
δίοις ἡμᾶς ἐξομοιοῦσθαι φιλεῖν, διεσάφει γράφων ὁ391

69

.

396

μακάριος Παῦλος· «Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε· ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.» Ἄραρεν οὖν ὅτι διὰ τὴν τῆς θεό‐ τητος ἀκακίαν ὡς ἐν νηπίῳ Χριστὸς σημαίνεται.
5Σεσίγηται δὲ καὶ ἐν τοῖς ἱεροῖς Γράμμασιν οἰκονομι‐ κῶς ὁ Μωσέως πατήρ. Καὶ γὰρ ἐνὸν εἰπεῖν· Ὁ δεῖνα τυχὸν ἔλαβεν ἐκ τῶν θυγατέρων Λευΐ· τὸ δὲ, «Ἦν τις,» φησὶν, ὅτι καὶ ἀπάτωρ τὸ κατὰ σάρκα Χριστὸς πλα‐ γίως ὑποδηλῶν, πλὴν ἐν ὑποψίᾳ γέγονε πατήρ· ἐνο‐
10μίζετο γὰρ υἱὸς εἶναι Ἰωσήφ. «Ἀλλ’ ἦν ἀστεῖον, φησὶ, τὸ παιδίον.» Καὶ γὰρ «ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων» ὠνόμασταί τε καὶ ἔστι Χριστός. Ἐπεφώνει δὲ αὐτῷ καὶ ἑτέρωθί που πάλιν ὁ θεσπέσιος Δαβίδ· «Περίζωσαι τὴν ῥομφαίαν σου
15ἐπὶ τὸν μηρόν σου, δυνατὲ τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου.» Νοητέον δὲ ὅτι τὸ κάλλος τὸ ὡς ἐν δόξῃ τε, φημὶ, καὶ φύσει τῆς ὑπὲρ πάντα θεότητος οὐκ ἂν ἐνδοιάσειέ τις· οὐ γὰρ δή που τὰ σαρκὸς αὐχήματα περιθείη τις αὐτῷ Χριστῷ, καὶ εἰς δόξαν αὐτοῦ κατα‐
20λογιεῖται, πολλοῦ γε δεῖ. Κένωσις γὰρ αὐτῷ καὶ τα‐ πείνωσις τῆς μετὰ σαρκὸς οἰκονομίας ὅλον ἐστὶ τὸ μυστήριον. Γράφει δέ που καὶ ὁ προφήτης Ἡσαΐας περὶ αὐτοῦ· «Καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος,» ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον
25παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Καὶ οὐ δή πού φαμεν, ὅτι τῶν τῆς θεότητος αὐχημάτων ὁ τοῦ προφήτου καταγορεύει λόγος, ἐκεῖνο δὲ μᾶλλον ἀνα‐ πείθει νοεῖν, ὅτι τῇ τῆς θεότητος δόξῃ συγκρινόμενα τὰ σαρκὸς, οὐδενὸς ἄξια φανεῖται λόγου. Ἐν εἴδει
30γὰρ πέφηνεν ὁ Υἱὸς τῷ λίαν ἀκαλλεστάστῳ. Θεὸς γὰρ ὢν κατὰ φύσιν, γέγονε καθ’ ἡμᾶς. Ἀμέτρητον δὲ τὸ μεσολαβοῦν, καὶ ἀσυγκρίτοις διαφοραῖς μειονεκτεῖται Θεοῦ τὸ ἀνθρώπινον. εʹ. Ἄθρει δὲ ὅπως πᾶν ἄρσεν ἐπιβουλεύεσθαι προσ‐ τεταχότος τοῦ Φαραὼ, κρύπτει μὲν τὸ βρέφος ἡ τε‐
35κοῦσα γυνὴ, καθιεῖσα δὲ μετὰ τοῦτο καὶ ἐγκατακλεί‐ σασα τῇ θίβῃ, ἤτοι τῇ κλειστῇ, ῥίπτει μὲν αὐτὸ ἐν τοῖς ἕλεσιν, ἀναλαμβάνει δὲ παραχρῆμα παρ’ αὐτοῖς εὑροῦσα τοῖς ὕδασιν ἡ τοῦ διώκοντος παῖς, καὶ ἀνοί‐ γει μὲν τὴν θίβην, εἶτα κλαῖον εὑροῦσα τὸ βρέφος.
40ὅτι τε Ἑβραῖος εἴη συνίησιν ἀκριβῶς, καὶ ἀναδίδωσι τρέφειν τῇ τεκούσῃ, πάλιν μισθὸν τῶν τροφῶν ὑπο‐ σχομένη. Τίνα δὴ νοῦν ἐφαρμόσαιμεν ἂν τοῖς τοιοῖσδε λόγοις; ἢ τί τὸ μυστήριον περιαθρεῖν ἀναγκαῖον; Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας οὐκ
45ἦν ἐπὶ τῆς γῆς τὸ ἄρσεν ἀνεπιβούλευτον. Ἄρσεν δὲ νοοῦμεν τὸ ὡς ἐν ἀνδρείᾳ τῇ πνευματικῇ, καὶ ἧς ἂν εἶεν καρποὶ τὰ ἁνδάνοντα τῷ Θεῷ. Οὐκοῦν ἐν κινδύνῳ τὸ ἄρσεν, μονονουχὶ ταῖς κοσμικαῖς ἡδοναῖς οἷά τε βορβόροις ἢ τέλμασιν ἐγκαθιέντος τοῦ Σατανᾶ, καὶ

69

.

396

(50)

ἐναποπνίγοντος τοὺς παραιτουμένους τὸ ἄναλκι καὶ θηλυπρεπὲς, τὸ ὡς ἐν ἤθει φημὶ καὶ τρόποις. Τοι‐ γάρτοι καὶ ἔφασκον οἱ Πνευματοφόροι κατατεθηπότες, οἶμαί που, τὴν ἀπάντων ἐκτροπὴν ἐπὶ τὸ μὴ ἔχον ὀρθῶς· «Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ
55ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.» Ἦν γὰρ ἤδη πως καὶ ἀνεπιτήδευτον παντελῶς ἅπασιν
ἀνθρώποις τὸ ἀγαθὸν, οὐκ ἀφιέντος ἀνδρίζεσθαι τοῦ393

69

.

397

τῆς ἁμαρτίας εὑρετοῦ. Ἐπειδὴ δὲ γέγονε μεθ’ ἡμῶν, καὶ τοῖς ἐπιβουλευομένοις ἐναρίθμιος ἦν ὁ Ἐμμα‐ νουὴλ, τὸ φύσει τε καὶ ἀληθῶς ἄῤῥεν βρέφος, τουτέστι τὸ θρύπτεσθαι μὴ εἰδός· οὐ γὰρ μεμαλάκισται πρὸς
5ἁμαρτίαν· διέλαθε μὲν ἐν ἀρχαῖς τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου· κέκρυπται γὰρ τὸ παιδίον, τουτέστι Μωσῆς· ἐπειδὴ δὲ προῆλθεν εἰς ἡλικίαν, τοῖς τοῦ διαβόλου στρατηγήμασι κατατεθηγμένη πρὸς μιαι‐ φονίαν ἡ τεκοῦσα Συναγωγή· πέφηνε γὰρ ἐξ Ἰουδαίων
10ὁ κατὰ σάρκα Χριστός· κατέκλεισεν ἐν μνημείῳ. Τύπος δ’ ἂν γένοιτο καὶ τοῦδε σαφὴς διὰ χειρὸς ὥσπερ τῆς ἰδίας μητρὸς ἐν τῇ καλουμένῃ θίβῃ καθιέ‐ μενος ὁ Μωσῆς, καὶ πρός γε τούτοις ἐκτιθέμενος. Ἠλλοτρίωσε γὰρ ἑαυτῆς τὸν Ἐμμανουὴλ ἡ τῶν
15Ἰουδαίων Συναγωγή. Ἀλλ’ ἥ γε τοῦ Φαραὼ θυγάτηρ, τουτέστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καίτοι πατέρα ποτὲ λαχοῦσα τὸν Σατανᾶν, εὑρίσκει παρ’ ὕδασιν, ὧν ἂν νοοῖτο τύπος τὸ ἅγιον βάπτισμα, δι’ οὗ καὶ ἐν ᾧ Χριστὸς εὑρίσκεται, καὶ ἀνοίγει τὴν θίβην. Ὅτι
20γὰρ οὐ μεμένηκεν ἐν νεκροῖς, ἀνεβίω δὲ μᾶλλον πατήσας τὸν θάνατον, ἔξω τε μνημείου γέγονε, πε‐ πιστεύκασιν ἀληθῶς οἱ διὰ πίστεως εὑρηκότες τὸν δι’ ἡμᾶς εἰς θάνατον, ἵνα καὶ ὑπὲρ ἡμῶν εἰς ζωήν. Εὑρίσκει δὲ κλαῖον τὸ παιδίον. Περιτευξόμεθα δὲ καὶ
25ἡμεῖς τῷ Χριστῷ τὴν τῶν Ἰουδαίων ἀνοσιότητα, καὶ τὰ εἰς αὐτὸν γεγονότα διηγουμένῳ, μονονουχὶ δὲ καὶ κλαίοντι. Δυσφορητικῶς γάρ φησιν· «Ὤρυξαν χεῖ‐ ράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με· διεμερί‐
30σαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Καὶ μὴν καὶ ἑτέρωθί που· «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Ὅτι δὲ καὶ ἐξ Ἰουδαίων πέφηνεν ὁ Χριστὸς, ἐπέγνω τε καὶ πεπίστευκεν ἡ ἐξ
35ἐθνῶν Ἐκκλησία. «Εἶπε γὰρ, φησὶν, ἡ θυγάτηρ Φαραώ· Ἀπὸ τῶν παιδίων τῶν Ἑβραίων τοῦτο.» Πλὴν ὅτι κατὰ καιροὺς παρὰ τῆς ἐξ ἐθνῶν Ἐκκλη‐ σίας δέξεται Χριστὸν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, μυσταγωγούμενοι δηλονότι τὸ ἐπ’ αὐτῷ μυστήριον,
40παραδείξειεν ἂν καὶ λίαν ἀμογητὶ ἐκ τῆς θυγατρὸς Φαραὼ παραδέξασθαι τὸ παιδίον τὴν τεκοῦσαν αὐτό. Ἐκθεμένη γὰρ ὥσπερ τὸν Ἰησοῦν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ ἀποβαλοῦσα ταῖς ἀπειθείαις, ἐν τε‐ λευταίοις αὐτὸν καιροῖς παραδέξεται ταῖς τῆς Ἐκ‐
45κλησίας μυσταγωγουμένη φωναῖς. Καὶ ὅτι μὴ ἀκερ‐ δὲς, ἀλλ’ ἐν μεγάλαις ἐλπίσι τὸ χρῆμα αὐτὴ λοιπὸν ἀναπεπεισμένη. Θέα γὰρ ὅπως ἡ τοῦ Φαραὼ θυγάτηρ μισθοὺς ἐπηγγέλλετο τῇ Μωσέως μητρὶ, παιδοκομεῖν ἑλομένῃ τὸ ἐξ αὐτῆς. Οὐκοῦν ἡ Μωσέως γένεσις καὶ

69

.

397

(50)

τὰ ἐπ’ αὐτῷ κατασημήνειεν ἂν καὶ μάλα σαφῶς τοῖς ἀρτίφροσι τὸ Χριστοῦ μυστήριον, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν.
54tἜτι περὶ Μωσέως.
55 ϛʹ. Τὴν Μωσέως γένεσιν πολυπραγμονοῦντες, ὡς ἔνι τὸ Χριστοῦ μυστήριον διεδείκνυμεν τῆς τῶν νοη‐
μάτων ἰσχνότητος διαγραφούσης αὐτὸν οἰκονομικῶς395

69

.

400

ἐν ἀρτιγενεῖ νηπίῳ, διά τοι τὴν τῆς θεότητος ἀκα‐ κίαν, καὶ τὸ ἀκάκουργον παντελῶς, καὶ τὸ εἰς ἅπαν ἁπλοῦν, ἤγουν ὅτι νέα πέφηνε κτίσις. Ἀλλὰ φέρε δὴ πάλιν καὶ καθ’ ἕτερον τρόπον καταθρήσωμεν ἐν αὐτῷ
5τὸν Ἐμμανουὴλ μορφούμενον. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός. «Ἐγένετο τοίνυν, φησὶν, ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις, μέγας γενόμενος Μωσῆς ἐξῆλθε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ· κατανοήσας δὲ τὸν πόνον αὐτῶν, ὁρᾷ ἄν‐
10θρωπον Αἰγύπτιον τύπτοντα Ἑβραῖον τῶν ἀδελφῶν ἑαυτοῦ· καὶ πατάξας τὸν Αἰγύπτιον, ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ. Ἐξελθὼν δὲ τῇ ἡμέρᾳ δευτέρᾳ, ὁρᾷ δύο ἄνδρας Ἑβραίους διαπληκτιζομένους, καὶ λέγει τῷ ἀδικοῦντι· Διατί σὺ τύπτεις τὸν πλησίον; Ὁ δὲ
15εἶπε· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμᾶς; Ἢ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; Ἐφοβήθη δὲ Μωσῆς, καὶ εἶπεν· Εἰ οὕ‐ τως ἐμφανὲς γέγονε τὸ ῥῆμα τοῦτο; Ἤκουσε δὲ Φαραὼ τὸ ῥῆμα τοῦτο, καὶ ἐζήτει ἀνελεῖν τὸν Μωσῆν. Ἀν‐
20εχώρησε δὲ Μωσῆς ἀπὸ προσώπου Φαραὼ, καὶ κατ‐ ῴκησεν ἐν γῇ Μαδιάμ. Ἐλθὼν δὲ ἐν τῇ γῇ Μαδιὰμ, ἐκάθισεν ἐπὶ τοῦ φρέατος. Τῷ δὲ ἱερεῖ Μαδιὰμ ἦσαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ. Παραγενόμεναι δὲ ἤντλουν, ἕως ἔπλη‐
25σαν τὰς δεξαμενὰς, ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ. Παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλον αὐτάς· ἀναστὰς δὲ Μωσῆς ἐῤῥύσατο αὐτὰς, καὶ ἤν‐ τλησεν αὐταῖς, καὶ ἐπότισε τὰ πρόβατα αὐτῶν. Παρ‐ εγένοντο δὲ πρὸς Ῥαγουὴλ τὸν πατέρα αὐτῶν. Ὁ δὲ
30εἶπεν αὐταῖς· Τί ὅτι ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον; Αἱ δὲ εἶπον· Ἄνθρωπος Αἰγύπτιος ἐῤῥύ‐ σατο ἡμᾶς ἐκ τῶν ποιμένων, καὶ ἤντλησεν ἡμῖν, καὶ ἐπότισε τὰ πρόβατα ἡμῶν. Ὁ δὲ εἶπε ταῖς θυγατρά‐ σιν αὐτοῦ· Καὶ ποῦ ἔστι; καὶ ἵνα τί οὕτως καταλε‐
35λοίπατε τὸν ἄνθρωπον; Καλέσατε οὖν αὐτὸν ὅπως φάγῃ ἄρτον. Κατῳκίσθη δὲ Μωσῆς παρὰ τῷ ἀνθρώπῳ, καὶ ἐξέδοτο Σεπφωρὰν τὴν θυγατέρα αὐτοῦ Μωσῇ γυναῖκα. Ἐν γαστρὶ δὲ συλλαβοῦσα ἡ γυνὴ ἔτεκεν υἱὸν, καὶ ἐπωνόμασε Μωσῆς τὸ ὄνομα αὐτοῦ Γηρσὰμ,
40λέγων, ὅτι Πάροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ.» Ὧδε μὲν οὖν τὰ Μωσέως. Θεωρίας δὲ τῆς ἐσωτάτω συνθήσει πάλιν ἡμῖν ὁ λόγος, ἀπονέμοντες τῇ ἱστορίᾳ ὅτι μά‐ λιστα τὸ πρέπον αὐτῇ· τὸ δὲ ὅσον ἂν φαίνοιτο ταῖς πνευματικαῖς ἀφηγήσεσιν ὑπηρετεῖν εὖ μάλα δυνά‐
45μενον, τοῦτο περιτρέπων εἰς οἰκονομίαν τὴν ἐπὶ Χριστῷ. ζʹ. Διεπύθου δὲ ὅτι μέγας γενόμενος Μωσῆς, ἐξῆλθε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ. Καὶ γάρ ἐστιν ἀλη‐ θὴς ὁ θεσπέσιος γράφων Παῦλος· «Ὅτε δὲ ἦλθε τὸ

69

.

400

(50)

πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον.» Τίς δὴ οὖν ἄρα νοοῖτ’ ἂν εἰκότως τῆς ἐνθάδε δηλου‐ μένης ἀποστολῆς ὁ τρόπος, ἢ τί τὸ ἐκβεβηκέναι φή‐ σομεν, κατιδεῖν ἀναγκαῖον. Ἢ γὰρ οὐχὶ τὸν ἐκ Θεοῦ
55Πατρὸς Λόγον ἐν τοῖς καθ’ ἡμᾶς γεγονότα, τουτ‐ έστιν ἄνθρωπον, μονονουχὶ καὶ ἐκβεβηκέναι δώσομεν,
ἔξω τε γενέσθαι τῆς θεοπρεποῦς ἐροῦμεν εὐκλείας,397

69

.

401

εἴπερ ἐστὶν ἀληθὲς, ὅτι πλούσιος ὢν ἐπτώχευσε, καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν. Καὶ γοῦν ἐκπεπερα‐ σμένης ἤδη τῆς οἰκονομίας, ὅτε καὶ ἀναφοιτᾷν ἔμελλε πρὸς τὸν Πατέρα συνεδρεύσων αὐτῷ, καὶ τῶν ὑπερ‐
5τάτων ἐπιβησόμενος θώκων· «Πάτερ, φησὶ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Ὁ δὲ οὐρανοῦ καὶ γῆς Κύριος ὡς Θεὸς ἀνημ‐ μένος οὐσιωδῶς τῶν ὅλων τὸ κράτος, οὐκ ἂν ἐξοί‐ χοιτό πως τῶν καθ’ ἑαυτὸν ἐν τῇ δούλου μορφῇ γεγο‐
10νώς· ὁ δὲ ἐν ᾧ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, εἰ μεθ’ ἡμῶν ὁρῷτο γυμνὸς καὶ ἐν μνήμασιν, εἰ καὶ ἀνεβίω πάλιν ὡς ζωὴ, οὐκ αὐτῷ δόξειεν ἔξω γενέσθαι βραχὺ τῶν ὅτι μάλιστα πρεπόντων αὐτῷ. Εἶτα πῶς ἐνδοιάσειέ τις; Ἐκβέβηκε τοίνυν πρὸς τοὺς ἀδελφοὺς
15αὐτοῦ, τουτέστι, τοὺς υἱοὺς Ἰσραήλ. Αὐτῶν γὰρ αἱ ἐπαγγελίαι, αὐτῶν οἱ πατέρες, πρὸς οὓς τὰ ἐπηγγελ‐ μένα. Τοιγάρτοι ἔφασκεν· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Ἀλλὰ δεινὴν καὶ δύσοιστον ἀληθῶς ὑπομένοντας τὴν πλεο‐
20νεξίαν (ἐπεπήδα γὰρ ὥσπερ συντρίβων ὁ Σατανᾶς), ἐλευθεροῦν ἐσκέπτετο, καὶ πόνου παντὸς ἀποφαίνειν ἀπηλλαγμένους. Ἀπεκτονὼς δὲ τρόπον τινὰ τὸν ἀδι‐ κεῖν ᾑρημένον, κατέκρυψεν εἰς γῆν, τουτέστιν, ἐν τοῖς ὑποχθονίοις ἐτίθει μέρεσι, κατακλείων εἰς ᾅδην.
25Τοῦτό τοί φημι τὸ ἐν ψάμμῳ κρύπτειν τεθνεῶτα τὸν Αἰγύπτιον. Ὅτι δὲ τὰ τῶν δαιμονίων θεομισῆ καὶ ἀκάθαρτα στίφη τῇ τοῦ Σωτῆρος ἡμῶν ἀῤῥήτῳ δυ‐ νάμει συνηλαύνετο εἰς τὸν ᾅδην, κατεδικάζετο δὲ τὴν ἄβυσσον οἰκεῖν, ἀναμάθοι τις ἂν καὶ μάλα ῥᾳδίως ἐκ
30τῶν εὐαγγελικῶν ἀναγνωσμάτων. «Παρεκάλουν γὰρ αὐτὸν, φησὶν, οἱ δαίμονες, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.» Ὡς γὰρ πληθύος ἤδη πολλῆς προαπεσταλμένης, οἱ περιλειφθέντες ἔτι προσιόντες παρεκάλουν ἀνεῖσθαι τέως αὐτοῖς τὸ τοῖς ἑτέροις συγ‐
35κατακρίνεσθαι. Ὅτι δὲ κατῃκίζοντο τῆς εἰς ἡμᾶς ὠμότητος εἰσπραττόμενοι δίκας, καταθεῷτό τις ἂν, εἰ βούλοιτο, καὶ ἀμογητὶ, ἀνακεκραγότων ἀκούων· «Ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;» Οὐκοῦν ἐπειδή‐
40περ ἐτεθέατο Χριστὸς ἀφορήτως ἐγκείμενον τοῖς ἐπὶ γῆς τὸν Αἰγύπτιον, κατέκρυψεν αὐτὸν εἰς τὸν ᾅδην. Τοῦτό τοι πάλιν ὡς ἐν σκιαῖς καὶ τύποις ἀποτετέλε‐ κεν Ἰησοῦς, ὁ διαβιβάσας τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ, καὶ στρατηγήσας μετὰ Μωσέα. Κατέδησε
45γὰρ ἐν σπηλαίῳ τοὺς πέντε τῶν Ἀμοῤῥαίων βασιλεῖς, πλαγίως ἡμῖν τοῦ τύπου προαναφαίνοντος, ὅτι μετὰ τὴν ἐν νόμῳ πολιτείαν ἀναδειχθεὶς ἐφ’ ἡμᾶς ὁ Ἐμ‐ μανουὴλ βασιλεὺς, τοὺς τῶν δαιμονίων ἐξάρχοντας, καθάπερ ἐν βαθεῖ κατασφραγιεῖ σπηλαίῳ τοῖς ὑπο‐

69

.

401

(50)

χθονίοις μυχοῖς. Ἀνῃρημένου δὴ οὖν τοῦ ἐγκειμένου καὶ θλίβοντος, τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, φησὶ, δύο δια‐ πληκτιζομένων Ἑβραίων, βραβευτὴς εἰς μέσον εἴη Μωσῆς, καὶ διαλλακτὴς εἰς εἰρήνην τοῖς ἀφιλαλλή‐ λως διεστηκόσιν. Εἰς ἔχθραν ἐνεφαίνετο, λέγων τῷ
55καταβιάζεσθαι τὸν ἀδελφὸν ἐθέλοντι· «Ἵνα τί σὺ τύπτεις τὸν πλησίον; Ὁ δὲ πρὸς αὐτόν· Τίς σε κατ‐
έστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμᾶς; Ἢ ἀνελεῖν399

69

.

404

με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες τὸν Αἰγύπτιον χθές;» Προκατακλείσας γὰρ ὥσπερ εἰς ᾄδην τὸν Σατανᾶν ὁ Ἐμμανουὴλ, δικαιοσύνης ἐφαίνετο βραβευτὴς τοῖς ἐξ Ἰσραὴλ, καὶ φιλαλληλίας διδάσκαλος, ἀγάπης
5μὲν τῆς εἰς ἀδελφοὺς μεταποιεῖσθαι κελεύων, εἰρή‐ νης δὲ καὶ ὁμοψυχίας οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον. Τοι‐ γάρτοι καὶ ἔφασκεν· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.» Οἱ δὲ, τὴν εἰσήγησιν ἐπαινέσαι δέον, καὶ θαυ‐ μάσαι τὸν διαλλακτὴν, τῆς εἰρήνης τὸν χορηγὸν, καὶ
10τῆς ἀγάπης τὸν πρύτανιν, τῶν ἀρίστων αὐτοῖς μα‐ θημάτων τὸν ἡγούμενον, δεδυσσεβήκασιν οὐ μετρίως. Οὐ γὰρ ἐποιοῦντο καθηγητήν. Ἀλλὰ καίτοι διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς λέγοντι σαφῶς· «Ἐγὼ δὲ κατ‐ εστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον
15αὐτοῦ,» ἁπάσης ἀναισχυντίας ἰόντες ἐπέκεινα, σκλη‐ ρῶς τε καὶ ἀφιλοθέως ἀντεφέροντο λέγοντες, ποτὲ μὲν, ὅτι «Τίς ἔδωκέ σοι τὴν ἐξουσίαν ταύτην; ποτὲ δὲ πάλιν· «Οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί·» καὶ τὰ δι’ ὧν
20ἐσώζοντο καταγράφοντες εἰς κατάῤῥησιν, καὶ τῆς ἐπικουρίας τὸν τρόπον ἀσυνετώτατα διασύροντες. Ἐνεκαλεῖτο μὲν γὰρ ὁ θεσπέσιος Μωσῆς ὡς ἀνελὼν τὸν Αἰγύπτιον, καίτοι θλίβοντα καὶ ἐγκείμενον, καὶ ἀφορήτοις πλεονεξίαις τὰς τῶν Ἑβραίων ἀγέλας κα‐
25ταφορτίζοντα. Καταχωννύων δὲ ὥσπερ εἰς ἄβυσσον ὁ Χριστὸς τὰ πονηρὰ δαιμόνια, καὶ τῆς καθ’ ἡμῶν τυραννίδος καὶ οὐχ ἑκόντα μεθιστὰς διὰ τὸ τῶν ἐχόν‐ των ἐκπέμπειν αὐτά· καίτοι δέον ἐπὶ τούτῳ θαυμά‐ ζεσθαι, τοὺς τῶν εἰωθότων φιλοψογεῖν οὐ διέδρα λό‐
30γους. Τετολμήκασι γὰρ εἰπεῖν ἔγκλημα ποιούμενοι τὴν τερατουργίαν· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.» Ἐπι‐ τήρει δὲ ὅτι περιβλεψάμενος ὁ Μωσῆς ὧδε καὶ ὧδε, καὶ τεθεαμένος οὐδένα, τεθνεῶτα τὸν Αἰγύπτιον κατ‐
35έκρυψεν ἐν ψάμμῳ. Εἶτα παρελθὼν, συμβουλεύει τὰ εἰς εἰρήνην τοῖς ἐξ αἵματος ἀδελφοῖς. Πολεμεῖ γὰρ Κύριος ἐπὶ Ἀμαλὴκ, πλὴν ἐν χειρὶ κρυφαίᾳ, καθὰ γέγραπται, καὶ οὐδενὸς ὁρῶντος τῶν ἐπὶ γῆς ᾠκονο‐ μεῖτο διὰ Χριστοῦ τὰ τῶν πραγμάτων ἀποῤῥητό‐
40τερα. Πῶς γὰρ ἢ πότε κατεδικάζοντο τῶν δαιμονίων τὰ στίφη, καὶ τὴν ἄβυσσον οἰκεῖν προσετάττοντο, τίς ἂν εἰδείη τῶν ἐπὶ γῆς; Συνελάσας δὴ οὗν εἰς ἄδου τὸν Σατανᾶν, καὶ προαπαλλάξας τοὺς ἐπὶ γῆς τῆς ἐκείνου πλεονεξίας, ἐκάλει λοιπὸν εἰς εἴδησιν ἀρετῆς.
45Τοῦτο καὶ αὐτὸς ὁ Χριστὸς οὐκ ἀσυμφανῶς πού φη‐ σιν· «Ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσῃ;» Προκαταδήσας γὰρ ὥσπερ τὸν ἰσχυρὸν,

69

.

404

(50)

τουτέστι τὸν Σατανᾶν, μεθίστησι διὰ πίστεως εἰς ἑαυτὸν τὰ σκεύη αὐτοῦ, τουτέστι τοὺς ὑπ’ αὐτῷ πράττοντάς ποτε καὶ ἐν ἀχρείοις σκεύεσι λελογισμέ‐ νους. Ἀλλ’ ἐφ’ οἷς ἦν εἰκὸς καταθαυμάζεσθαι πρέ‐ πειν, ἐπὶ τούτοις αὐτοῖς κατεσκωμμένος ἀνοσίως
55μεταπεφοίτηκεν ἀναγκαίως τὴν Ἰουδαίαν ἀφεὶς, ἐν ᾗ καὶ γεγέννηται κατά γε τὴν σάρκα· καίτοι κατὰ
ἀλήθειαν Ἰουδαῖος οὐκ ὢν ὡς ὁ Λόγος, ἀλλ’ ἄνωθεν401

69

.

405

καὶ ἐξ οὐρανοῦ, καὶ παρὰ Πατρὸς, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Μωσῆς, ἐτίκτετο μὲν ἐν Αἰγύπτῳ, καὶ ἧν Ἑβραῖος ἐξ Ἑβραίων, ῥίζαν ἔχων εὐγενῆ καὶ ἁγίαν τοῦ πατρός. Ἀλλὰ τῶν ἐξ αἵματος ὀνειδιζόν‐
5των αὐτῷ, καὶ ἐν ἐσχάταις ἐχόντων διαβολαῖς τὰ ὑπέρ γε σφῶν αὐτῶν πραττόμενα, μετετέθη λοιπὸν εἰς τὴν Μαδιὰμ, καὶ εἰς τὴν τῶν ἑτερογενῶν μεθωρ‐ μίζετο χώραν. Εἶτα προσιζήσας τῷ φρέατι, ταῖς Ἰο‐ θὸρ ἐπήμυνε θυγατράσιν. Αἱ μὲν γὰρ οὖσαι τὸν ἀρι‐
10θμὸν ἑπτὰ καὶ τὰς τοῦ ἰδίου πατρὸς ἀγέλας διαποι‐ μαίνουσαι, προσεκόμιζον ταῖς ληναῖς δεδιψηκότα τὰ θρέμματα. Ἀρυσαμένας δὲ ἤδη καὶ σὺν ἱδρῶτι πολλῷ, πεπλεονεκτήκασι τῶν αἰπόλων τινές. Ὑπερ‐ ήθλησε δὲ Μωσῆς, καὶ χερσὶν ἰδίαις ἀνιμώμενος,
15ἐπότισε τὰ πρόβατα αὐτῶν, καθὰ γέγραπται. Ἐν τάξει δὴ οὖν τοῦ κόσμου τὸν Ἰοθὸρ παραδεξόμεθα, ὃς ἦν ἱερεὺς τῶν Μαδιηναίων, οὐ Θεῷ τῷ φύσει καὶ ἀληθῶς ποιούμενος τὴν λατρείαν, ἀλλὰ τοῖς κτίσμασι παρὰ τὸν κτίσαντα καὶ ποιητὴν, ἢ τοῖς ἐκ λίθων
20πεποιημένοις, καὶ τοῖς τεκτόνων φιλοτεχνήμασι. Πε‐ πλάνητο δὲ καὶ ὁ κόσμος, δαιμονίοις καὶ οὐ Θεῷ προσ‐ κυνῶν. Ἑρμηνεύεται δὲ καὶ Ἰοθὸρ περισσότης, ἢ περιττός. Τοιοῦτος δὲ καὶ ὁ κόσμος, περιττότης ὢν ὅλος· διά τοι τὸ δρᾷν τοὺς τὰ αὐτοῦ φρονεῖν ἑλομέ‐
25νους τῶν ἀναγκαίων οὐδὲν, εἰκαίοις δὲ ὥσπερ κατα‐ μεθύειν περισπασμοῖς, καὶ διαῤῥιπτεῖσθαι τρόπον τινὰ πρὸς ἀχρείους ἡδονάς. Εἴη ἂν οὐκ ἀμφίλογον, ὅτι τοῖς ἐθέλουσι βιοῦν ὀρθῶς περιττὰ τὰ σαρκὸς, καὶ τὸ φρονεῖν τὰ ἐν κόσμῳ, τῆς τοῦ χρησίμου καὶ
30ἀναγκαίου διημάρτηκε θήρας, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι «Τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν·» καὶ ὁ φρονῶν τὰ τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίστα‐ ται. Περιττότης οὗν ἀληθῶς τὸ φρονεῖν ἑλέσθαι τὰ ἐν κόσμῳ, καὶ αὐτὸς δὲ ὁ κόσμος. Ἔφη γάρ που ὁ
35Χριστός· «Τί ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κό‐ σμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ· Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;» ηʹ. Μετακεχώρηκε τοίνυν ἐκ τῆς Αἰγυπτίων εἰς Μαδιὰμ ὁ Μωσῆς, ἐν ἴσῳ δὲ τρόπῳ καὶ ὁ Χριστὸς
40ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. Ἄθρει δὲ ὅτι μία μὲν ἡ Λευῒ θυγάτηρ ἡ τὸν ἱερὸν τεκοῦσα Μωσέα. Πλείους δὲ μὴν καὶ ἑπτὰ τὸν ἀριθμὸν αἱ Ἰοθὸρ τοῦ Μαδιηναίου. Μία μὲν γὰρ καὶ ἡ τῶν Ἰουδαίων πλη‐ θὺς, ἐξ ἧς καὶ γεγέννηται κατὰ σάρκα Χριστὸς, ὡς
45ἐν τύπῳ τῷ κατὰ Μωσέα. Πολλαὶ δὲ λίαν αἱ οἱονεὶ τοῦ κόσμου θυγατέρες, εἴτουν ἀγέλαι τυχὸν ἐν αὐτῷ κατοικούντων ἐθνῶν. Ἀφεὶς οὖν ἄρα Χριστὸς τὴν ὅθεν ἐξέφυ κατὰ τὴν σάρκα Συναγωγὴν, ἐπὶ τὰς πολλὰς τῶν ἐθνῶν ἀπονένευκεν ἀγέλας· ἃς πονηροὶ

69

.

405

(50)

ποιμένες κατεβιάζοντο, τουτέστιν, οἱ κοσμοκράτορες τοῦ κόσμου τούτου. Διέσωσε δὴ αὐτός. Ἀλλὰ φέρε λέγωμεν τῆς πλεονεξίας τὸν τρόπον τὸν τῆς ἀρωγῆς προσεπάγοντες. Ἔθος τῇ θείᾳ Γραφῇ λάκκῳ παρει‐ κάζειν τὴν ἔμφυτον ἐν ἡμῖν περὶ Θεοῦ γνῶσιν, καὶ
55καθ’ ἣν ἕκαστα τῶν πρακτέων ποδηγούμεθα. Ἀνα‐ βρύει γὰρ ὥσπερ ἐν ἡμῖν καθάπερ ἀπὸ πηγῆς τοῦ
νοῦ καὶ ἡ παντὸς εἴδησις ἀγαθοῦ, καὶ τῆς περὶ Θεοῦ403

69

.

408

δόξης ἡ ὡς ἐν ἐσόπτρῳ τε καὶ αἰνίγματι γνῶσις. Καὶ γοῦν τοὺς τῆς εἰς Θεὸν ἀγάπης ὀλιγωρήσαντας, με‐ τακεκλιμένους δὲ ἀνοσίως ἐπὶ τὸ χρῆναι τοῖς δαίμο‐ σιν ἀνάπτειν τὸ σέβας, κατῃτιᾶτο λέγων διὰ φωνῆς
5Ἱερεμίου· «Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς, καὶ ἔφρι‐ ξεν ἐπὶ πλεῖον ἡ γῆ σφόδρα, λέγει Κύριος, ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πη‐ γὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συν‐ τετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.»
10Λατρεία γὰρ ἡ ψευδώνυμος, λάκκος οἷά τίς ἐστι συντετριμμένος· οὐ γὰρ ἂν ἀρύσαιτό τις ἐκεῖθεν τὸν ζωοποιεῖν ἰσχύοντα λόγον· πηγὴ δὲ ζωῆς ἀληθῶς ἡ ἀμώμητος περὶ Θεοῦ γνῶσις. Οὐκοῦν τῆς ἐμφύτου γνώσεως εἰκὼν ἂν εἴη λοιπὸν ὁ λάκκος ἡμῖν. Ἀλλὰ
15ἕως μὲν πρὸς εἴδησιν τὴν ἐπὶ Θεῷ ὀρθῷ καὶ ἀκατα‐ βιάστῳ κεχρήμεθα νῷ, κατευθὺ τῆς ἀληθείας ἥξο‐ μεν. Εἰ δὲ ταῖς τῶν δαιμονίων ἀπάταις πλεονεκτού‐ μενος παρατρέποιτό τις ἐπὶ τὸ αὐτῷ δοκοῦν, τὰς ἰδίας ἐκείνοις δαπανήσει σπουδάς. Τοῦτο, οἶμαι,
20ἔστιν αἰνιγματωδῶς τὸ ἀρύσαθαι μὲν τὸ ὕδωρ τὰς Ἰοθὸρ θυγατέρας, σὺν βίᾳ δὲ τοῦτο τοὺς πλεονεκτοῦν‐ τας ἑλεῖν. Ἐν τοιαύταις εἶναί φαμεν ἀῤῥωστίαις τοὺς πεπλανημένους, παρατρεπομένης αὐτοῖς τῆς ἐμφύ‐ του γνώσεως ἐπὶ τὸ ἀκαλλὲς, τουτέστιν, εἰς πλάνησιν,
25καὶ εἰς τὸ τοῖς δαιμονίοις χρήσιμον. Ἀλλ’ ἐπήμυ‐ νεν ὁ Χριστός. Ἀπεσόβησε μὲν γὰρ τοὺς ἀλιτηρίους ψευδοποιμένας, πεπότικε δὲ τὸ ὕδωρ τὸ ζῶν, τουτ‐ έστι, τὸ θεῖον αὐτοῦ καὶ οὐράνιον κήρυγμα. Τοιγάρ‐ τοι καὶ ἔφασκεν· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με,
30καὶ πινέτω.» Οὐκοῦν παραληψώμεθα μὲν τὸν Ἰο‐ θὸρ εἰς τὸ τοῦ κόσμου πρόσωπον τοῦ περισσότητος καὶ ἐξιτηλίας μεμεστωμένου. Θυγατέρας δὲ εἶναί φαμεν τὰς ἑπτὰ τὰς ἁπανταχοῦ τῶν ἐθνῶν ἀγέλας, ὡς ἐφ’ ἑκάστῃ τῶν θυγατέρων Ἰοθὸρ πληθύος ση‐
35μαινομένης. Οἱ δέ γε ποιμένες οἱ πονηροί τε καὶ βιαιότατοι νοοῖντ’ ἂν εἰκότως τὰ τῶν δαιμονίων στίφη. Ὁ δὲ ἐπαμύνων Χριστὸς, ὁ καὶ θείοις ἡμᾶς ἐκμεθύ‐ σκων νάμασιν. Ἐπειδὴ δὲ τὰς τῶν ἀνοσίων ποιμέ‐ νων πλεονεξίας διέδρων αἱ νεάνιδες, ὑπονοστοῦσι
40πρὸς Ῥαγουὴλ τὸν ἑαυτῶν πατέρα, φημὶ δὴ τὸν Ἰο‐ θόρ. Ἐρομένου δὲ αὐταῖς τῆς ἀσυνήθους ταχύτητος τὴν αἰτίαν, τὴν Μωσέως ἐπικουρίαν εὐθὺς ἀπαγγέλ‐ λουσιν. Ὁ δὲ εἰσοικίζεται παραχρῆμα τὸν ἄνθρωπον, καὶ Σεπφώραν αὐτῷ δίδωσι γαμεῖν τῶν ἑαυτοῦ θυγα‐
45τέρων τὴν προὔχουσαν καὶ εὐπρεπεστάτην· ἡ δὲ τέτοκε Γηρσάμ. Ἐπειδὴ γὰρ ὠφέλησε Χριστὸς τὰ ἐν κόσμῳ τῶν ἐθνῶν συστήματα, ἐγνωρίζετο μὲν αὐτῷ μυσταγωγούντων αὐτῷ τῶν δι’ αὐτοῦ σεσω‐ σμένων, ὅτι καὶ ἐπαμύνειν οἷός τε καὶ μὴν καὶ

69

.

408

(50)

χειρὸς ἐξελέσθαι ῥᾳδίως τῶν ἀδικεῖν ᾑρημένων. Οὕ‐ τω τε λοιπὸν προσιστᾷ μὲν ἀσμένως, καθὰ καὶ Ῥα‐ γουὴλ Μωσέα τὸν ἱερώτατον. Συμβαίνει δὲ ὥσπερ εἰς οἰκειότητα τὴν ὡς πρὸς αὐτὸν νύμφην οἷά τινα περικαλλεστάτην παριστὰς αὐτῷ τὴν ἐξ ἐθνῶν Ἐκ‐
55κλησίαν, ἢ διὰ τῆς Σεπφώρας νοεῖται. Διερμηνεύεται γὰρ ἐπίσκεψιςὡραία, καὶ μέν τοι καὶ χάρις
πνοῆς. Ἐπεσκέψατο γὰρ ἀνατολὴ ἐξ ὕψους τὴν ὡς405

69

.

409

ἀληθῶς ἐκπρεπῆ καὶ ὡραίαν, φημὶ δὴ τὴν Ἐκκλη‐ σίαν, καὶ δῶρον αὐτῆς καὶ ξένιον οὐρανοῦ κεχάρισται τῆς ἑαυτοῦ πνοῆς τὴν ἐπίδοσιν, φημὶ δὴ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν. Ἡ δὲ τέτοκεν αὐτῷ τὸν
5Γηρσὰμ, φημὶ δὴ λαὸν τὸν πάροικον ἀληθῶς. Οἱ γάρ τοι τῷ θείῳ κατεσφραγισμένοι Πνεύματι, καὶ τῆς ἄνωθεν ἐπισκοπῆς ἀξιούμενοι, καὶ εἰς ὡραιότη‐ τα διαπεπλασμένοι τὴν ὡς πρὸς Υἱὸν, πάροικοι, κατὰ τὸ ἀληθὲς, εἰσὶν ἐν τῷδε τῷ κόσμῳ. Ἁρμόσειε δ’ ἂν
10αὐτοῖς ὅτι μάλιστα διακεκραγέναι τε καὶ λέγειν· «Οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλ‐ λουσαν ἐπιζητοῦμεν,» ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Περιπατοῦντες γὰρ ἐπὶ γῆς, ἐν οὐρανῷ πο‐ λιτεύονται, καὶ γλίχονται μὲν οὐδαμῶς τῶν ἐν τῷδε
15τῷ κόσμῳ πραγμάτων· μεταποιοῦνται δὲ σφόδρα τῶν εἰς αἰῶνα τὸν μέλλοντα. Ἀκολουθεῖν γὰρ ἐγνώ‐ κασι διὰ τῆς ὄντως ἀστείας καὶ τετορνευμένης ζωῆς τῷ δι’ ἡμᾶς καθ’ ἡμᾶς καὶ ἐν τῷδε τῷ κόσμῳ παρ‐ ῳκηκότι Χριστῷ. Πεφρόνηκε γὰρ οὐ τὰ τοῦδε τοῦ
20κόσμου, πολλοῦ γε καὶ δεῖ· τύπος δὲ μᾶλλον ἡμῖν τῆς ὑπερκοσμίου καὶ ἐννομωτάτης πέφηνε ζωῆς. Ἐπιτήρει δὲ ὅπως οἰκονομικῶς δὴ λίαν τὸ Γράμμα τὸ ἱερὸν, τὸν τῶν ἑπτὰ νεανίδων πατέρα, πρὶν μὲν εἰς αὐτὰς γενέσθαι τὴν διὰ Μωσέως ἐπικουρίαν,
25ὠνόμασεν Ἰοθὸρ, εἶτα μετὰ τοῦτο Ῥαγουήλ· καὶ Ἰοθὸρ μὲν περιττότης, ἤτοι περιττὸς ἑρμηνεύεται, καθάπερ ἤδη προεῖπον, Ῥαγουὴλ δὲ ποιμασία Θεοῦ. Κεχρήσομαι γὰρ τῇ λέξει διὰ τὸ χρήσιμον. Ἐλέγομεν δὲ τὸ τοῦ κόσμου πρόσωπον περιθέντες
30αὐτῷ, ὅτι περιττὸς καὶ εἰκαῖος ἀληθῶς ὁ ἐν κόσμῳ περισπασμός. Ἀλλ’ ἦν μὲν ἐν τούτοις πρὶν ὠφεληθῆναι παρὰ Χριστοῦ τὸν τῶν νεανίδων χορόν. Ἐπειδὴ δὲ πλεονεξίας ἐξῄρηνται, καὶ τῆς τῶν ἀνοσίων ποιμένων ἔξω τέθεινται χειρὸς, τότε δὴ, τότε μετωνό‐ μασται Ῥαγουὴλ, ὅ ἐστι Θεοῦ ποίμνιον, ἤτοι ποιμασία, κατά γε τὴν τῆς ἑρμηνείας δύναμιν. Ὑποδε‐ δράμηκε γὰρ τὴν χεῖρα τοῦ πάντων ἀρχιποίμενος, φημὶ δὴ Χριστοῦ· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ
35Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
36tΠερὶ τῆς Μωσέως ὀπτασίας τῆς ἐν τῷ βάτῳ.
37 Οἱ μακάριοι προφῆται περὶ τῶν καθ’ ἡμᾶς οὐ με‐ τρίως πεφροντικότες, ἅτε δὴ πνευματοφόροι καὶ ἀκριβῆ τῶν πραγμάτων ποιούμενοι τὴν κατάσκεψιν,
40συλλήπτορα καὶ ἐπαρωγὸν ἀναδείκνυσθαι παρεκά‐ λουν τοῖς ἐπὶ τῆς γῆς τὸν τοῦ Θεοῦ Λόγον, αὐτῷ δὲ καὶ μόνῳ τὸ ἀνασώσειν δύνασθαι τοὺς εἰς λῆξιν ἥκοντας κακῶν ἀναθέντες ὡς Θεῷ. Γεγόνασι μὲν γὰρ τῶν ἀρίστων εἰσηγηταὶ, καὶ τὴν τῆς σωτηρίας
45παραδεικνύντες ὀδὸν σοφοί τε καὶ ἀγχίνοοι. Καὶ τί γὰρ οὐχὶ λαχόντες τῶν ἐπαινουμένων, εἰκότως κατ‐ εθαυμάζοντο; Ἀλλ’ ἦσαν οὐχ οἷοί τε καθ’ ἡμῶν τυ‐ ραννίδος ἀποσοβῆσαι τὸν Σατανᾶν, οὔτε μὴν τὰ βέ‐ βηλα τῶν δαιμονίων ἐλάσαι στίφη, οἳ τοὺς ἀθλίους

69

.

409

(50)

ἡμᾶς πολυτρόπως κατεληΐζοντο, μονονουχὶ καὶ ἐν τάξει τῶν δορυκτήτων ποιούμενοι, καὶ ζυγῷ δου‐ λείας καταφορτίζοντες τὰ αὐτοῖς δοκοῦντα φρονεῖν τε καὶ δρᾷν ἀνοσίως ἠνάγκαζον· δασμολόγοι δὲ ὥσπερ δεινοί τε καὶ ἄτεγκτοι προσάγειν ἐκέλευον τὰ τῆς
55λατρείας αὐτοῖς, καὶ ὡς ἐπὶ ὀφλήματος τάξει, τὸ καταμιαίνεσθαι δεῖν τοῖς περὶ γῆν σπουδάσμασι, καὶ
διὰ τοῦτο μόνα φρονεῖν ἑλέσθαι τὰ σαρκικά. Ἧν οὖν407

69

.

412

ἄρα τῆς ἀῤῥήτου φύσεως ἀποτέλεσμα λαμπρὸν, τὴν ἀλαζόνα καὶ βέβηλον τοῦ διαβόλου κατασεῖσαι πλεον‐ εξίαν, καὶ δουλείας μὲν ἀπαλλάξαι τῆς οὕτω βλαβε‐ ρωτάτης καὶ μυσαρωτάτης τοὺς ἐπὶ τῆς γῆς, ἀποφῆναι
5δὲ λοιπὸν τῆς ἀρετῆς ἐργάτας. Ὅτι δὲ τοῦτο οὕτω μέγα καὶ πολύευκτον ἀγαθὸν ὑπάρξειν ἔμελλε κατὰ καιροὺς τοῖς ἐπὶ τῆς γῆς, καθέντος ἑαυτὸν εἰς κένωσίν τε καὶ ἀνθρωπότητα τοῦ Μονογενοῦς, διὰ τῶν ἱερῶν Γραμμάτων οὐδὲν ἧττον εἰσόμεθα. Ἔχει δὲ οὕτως·
10«Μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτη‐ σεν ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων, καὶ ἐβόησαν, καὶ ἀνέβη ἡ φωνὴ αὐτῶν πρὸς τὸν Θεὸν ἀπὸ τῶν ἔργων, καὶ εἰσ‐ ήκουσεν ὁ Θεὸς τῶν στεναγμῶν αὐτῶν, καὶ ἐμνήσθη
15ὁ Θεὸς τῆς διαθήκης αὐτοῦ πρὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ. Καὶ ἐπεῖδεν ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγνώσθη αὐτοῖς.» Κατεβιάζοντο μὲν γὰρ οἱ Αἰγύπτιοι τοὺς ἐξ Ἰσραὴλ τὸν τῆς ἀναγκαίου θητείας ἐπιῤῥιπτοῦντες ζυγὸν, καὶ πικροὺς αὐτοῖς
20καὶ ἀφιλοικτείρμονας ἐργοδιώκτας ἐπιστήσαντες, οἳ κατώδυνον αὐτῶν τὴν ζωὴν, καθὰ γέγραπται. Οἱ δὲ ταῖς ἄγαν πλεονεξίαις πεπιεσμένοι κλαίοντες καὶ κατ‐ οιμώζοντες τῆς ἄνωθεν ἡμερότητος ἀξιοῦσθαι, λοι‐ πὸν ἐλιπάρουν οἱ τάλανες. «Ἀλλ’ ἐπεσκέπτετο Θεὸς,
25καὶ εἰσεῖδε, φησὶ, τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγνώσθη αὐτοῖς.» Ὅτε τοίνυν ἐσμὲν ἐν ἀγνοίᾳ Θεοῦ, τότε καὶ τοῖς ἀδικοῦσιν ὑποκεισόμεθα, καὶ τοῖς τῆς ἁμαρ‐ τίας βορβόροις ἐνκυλινδούμεθα, πικροὺς καὶ ὠμοὺς τῶν τοιούτων ἔχοντες ἐπιστάτας, τοὺς ἀκαθάρτους
30δαίμονας. Ἕψεται δὲ καὶ πάντως τοῦ γνῶναι Θεὸν τῆς ἐλευθερίας ἡ χάρις. Ἀλλ’ ἐκεῖνα μὲν ἐπράτ‐ τετο τυπικῶς· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, καθὼς γέγραπται. Καὶ ἐφ’ ἑνὸς μὲν ἔθνους τῶν ἐξ αἵματος Ἰσραὴλ ὁ τύπος. Διδάξει δ’ εὖ μάλα καὶ
35σαφῶς ὅτι τοῖς ἀκαθάρτοις πνεύμασι καὶ τῷ διαβόλῳ σκοπὸς, συνωθεῖν ἐπείγεσθαι τοὺς ἐπὶ γῆς εἰκαίοις ἐνιδροῦν σπουδάσμασι, καὶ τὰ σαρκὸς ἔργα πληροῦν· ἴνα μὴ σχολαῖον ἔχοντες νοῦν καὶ ἀναμύοντα πρὸς τὰ ἄνω, τὸν τῶν ὅλων εἰδεῖεν Θεόν· οὕτω τε λοιπὸν καὶ
40εἰς τὸ αὐτῷ δοκοῦν ἐπευθύνοντο, καὶ τῆς ἐπ’ αὐτῷ δουλείας ἀπονεύουσι ζυγόν. Ἐπειδὴ δὲ ἔνεστι τῇ ἀνθρωπείᾳ φύσει τὸ φιλελεύθερον, οὐκ ἐπαινοῦμεν ἔσθ’ ὅτε τὰ πάθη· καταμυσαττόμεθα δὲ πολλάκις ἀνανήφοντες βραχὺ, καὶ τῶν τῆς σαρκὸς ἡδονῶν τὸ
45ἄχαρι, τὴν ἄνωθεν καὶ παρὰ Θεοῦ διψῶμεν ἐπικου‐ ρίαν, καὶ τῆς ἀβουλήτου δουλείας οὐ μετρίαν ποιού‐ μεθα τὴν καταβοήν. Τοῦτο, οἶμαι, ἔστι τὸ καταστε‐ νάξαι πρὸς Θεὸν τοὺς υἱοὺς Ἰσραήλ. Ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, ἀπέστειλεν ἡμῶν Σωτῆρα καὶ Λυτρωτὴν ἐξ

69

.

412

(50)

οὐρανοῦ τὸν Υἱὸν, ὃς γέγονε καθ’ ἡμᾶς, τουτέστιν ἄνθρωπος. Καὶ τὸ χρῆμα ἡμῖν αἰνιγματωδῶς προαν‐ εφώνει πάλιν τὸ Γράμμα τὸ ἱερόν. Ἔφη γὰρ οὕτως· «Καὶ Μωσῆς ἧν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ πενθεροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιάμ· καὶ ἦγε τὰ
55πρόβατα εἰς τὴν ἔρημον, καὶ ἦλθεν εἰς τὸ ὄρος τοῦ Θεοῦ Χορέβ. Καὶ ὤφθη αὐτῷ ἄγγελος Κυρίου ἐν
φλογὶ πυρὸς ἐκ τοῦ βάτου. Καὶ ὁρᾷ ὅτι ὁ βάτος κα‐409

69

.

413

τακαίεται πυρὶ, ὁ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωσῆς· Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατακαίεται ὁ βάτος. Ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ὁ Κύριος ἐκ τοῦ βάτου
5λέγων· Μωσῆ, Μωσῆ. Ὁ δὲ εἶπε· Τί ἐστι; Καὶ εἶπε· Μὴ ἐγγίσῃς ὧδε. Λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί. Καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰα‐
10κώβ. Ἀπέστρεψε δὲ Μωσῆς τὸ πρόσωπον αὐτοῦ· εὐλαβεῖτο γὰρ καταβλέψαι ἐνώπιον τοῦ Θεοῦ.» Νό‐ μον μὲν γὰρ εἰς βοήθειαν ἔδωκεν ὁ Θεὸς, κατὰ τὴν τοῦ προφήτου φωνὴν (προαπέφηνε γὰρ οἰκονομικῶς Μωσέα παιδαγωγὸν), μονονουχὶ δὲ πρὸς ἀνάδειξιν
15τῶν τελειοτέρων ἐποιεῖτο τὴν σκιάν· πλὴν ὅτι κατὰ καιροὺς ἀναβλέψειν ἔμελλεν ἡ ἀλήθεια. Καὶ τέλος ἦν τῆς παιδαγωγίας, τὸ Χριστοῦ μυστήριον, ὅπερ διὰ τῆς ὀπτασίας εὖ μάλα κατεπαιδεύετο. Φυτὸν μὲν γὰρ ὁ βάτος ἐστὶ θαμνοειδές τε καὶ ἄκαρπον, καὶ
20ἀκάνθαις ὀλίγα παραχωροῦν. Πολλὴ δὲ αὐτὸν περι‐ εχεῖτο φλόξ. Ἐν εἴδει γὰρ πυρὸς ἅγιος ἄγγελος ἐπλή‐ ρου τὸ χρῆμα· καὶ ἦρτο μὲν, ὑψοῦ δὲ λίαν ἡ φλὸξ, ἠδίκει δὲ ὅλως τὸν ἐν ᾧ πέφηνε βάτον, οὐδέν. Ἀν‐ όσιον ἀληθῶς καὶ πέρα λόγου παντὸς τὸ δρώμενον
25ἦν. Πῦρ ἀκάνθαις συμβαῖνον καὶ ἡμεροτάτοις αὐτὴν περιθάλπον προσβολαῖς, μονονουχὶ τῆς ἐμφύτου δυνά‐ μεως κατημεληκὸς, καὶ ῥᾴθυμον κομιδῇ τοῖς φθεί‐ ρεσθαι δυναμένοις ἐνιζηκός. Τοιγάρτοι Μωσῆς ὁ θεσπέσιος κατατεθήπει τὴν ὄψιν. Τίς οὖν ὁ λόγος;
30Πυρὶ τὴν θείαν παρεικάζει φύσιν τὸ ἰερὸν Γράμμα, διά τοι τὸ παναλκὲς, καὶ τὸ παντὸς δύνασθαι κατ‐ αθλεῖν εὐκόλως, ξύλοις καὶ πόαις ταῖς ἐν ἀγρῷ τὸν ἀπὸ γῆς ἄνθρωπον. Τοιγάρτοι φησὶ, ποτὲ μέν· «Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν·» ποτὲ δὲ αὖ·
35«Ἄνθρωπος ὡσεὶ χόρτος· αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.» Ἀλλ’ ὥσπερ ἐστὶν οὐ φορητὸν ἀκάνθαις τὸ πῦρ, οὕτω καὶ θεότης ἀνθρωπότητι. Πλὴν ἐν Χριστῷ συνέβη καὶ γέγονεν οἰστή. «Κατῴκηκε γὰρ ἐν αὐτῷ πᾶν τὸ πλήρωμα τῆς
40θεότητος σωματικῶς,» καθὰ καὶ ὁ σοφὸς μεμαρτύ‐ ρηκε Παῦλος. Καὶ «ὁ φῶς οἰκῶν ἀπρόσιτον,» τουτ‐ έστι Θεὸς, τῷ ἐκ παρθένου ναῷ κατηυλίζετο, καθεὶς ἑαυτὸν εἰς ἀξιάγαστον ἡμερότητα, καὶ οἱονεὶ περιστέλ‐ λων τὴν ἄκρατον τῆς ἰδίας φύσεως προσβολὴν, ἵνα
45γένηται χώρητος, καθάπερ ἀμέλει καὶ ἀκάνθας τὸ πῦρ. Ὅτι δὲ τὸ φθείρεσθαι πεφυκὸς, τουτέστι, τὴν σάρκα φθορᾶς ἀπετέλει κρείττονα, διαδείξειεν ἂν αἰνιγμα‐ τωδῶς τὸ ἐπὶ τῷ βάτῳ πῦρ ἀδιαλώβητον παντελῶς τη‐ ρῆσαν τὸ ξύλον. Ὅτι δὴ τὸν ἴδιον ἐζωποίει ναὸν, καὶ

69

.

413

(50)

ἄφθαρτον ἀπετέλει καὶ θανάτου κρείττονα, ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ ἐκ Θεοῦ Λόγος, πῶς ἂν ἐνδοιάσειέ τις; Ἐφείδετο τοίνυν τῆς ἀκάνθης τὸ πῦρ, καὶ οἰστὴ γέγονεν ἡ φλὸξ σμικρῷ καὶ ἀσθενεστάτῳ ξύλῳ. Κε‐ χώρηκε γὰρ, ὡς ἔφην, θεότης ἀνθρωπότητι. Καὶ
55τοῦτο γέγονεν ἐν Χριστῷ τὸ μυστήριον. Κατῴκηκε
δὲ καὶ ἐν ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος, οὐ ποινὰς αἰτῶν,411

69

.

416

οὐ δίκας εἰσπραττόμενος, ἀλλὰ χρησταῖς καὶ ἡμερο‐ τάταις περιαστράπτων προσβολαῖς. Ὡς γὰρ αὐτός πού φησιν, «Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κό‐
5σμος δι’ αὐτοῦ.» Οὐ κατεκαίετο τοίνυν ὁ βάτος πε‐ ριεχομένης αὐτῷ τῆς φλογός. Οὐ γὰρ ἐξῃτήμεθα δί‐ κας τῶν ἡμαρτημένων, καθάπερ ἔφην ἀρτίως· περι‐ λάμπει δὲ μᾶλλον ἡμᾶς ὁ Χριστὸς διὰ τοῦ ἁγίου Πνεύματος, καὶ ἔστιν ἐν ἡμῖν δι’ αὐτοῦ, καὶ ἐν αὐτῷ
10κράξομεν, «Ἀββᾶ ὁ Πατήρ.» Κατατεθηπὼς δὲ τὴν ὄψιν ὁ μακάριος Μωσῆς, προσετίθει λοιπὸν ἐκεῖνο, λέγων· «Παρελθὼν ὄψομαι τὸ ὄραμα τοῦτο τὸ μέγα, τί ὅτι οὐ κατακαίεται ὁ βάτος.» Ἀλλ’ εἴργει λέγων εὐθὺς ὁ μακάριος ἄγγελος ὡς ἐκ προσώπου τοῦ
15Θεοῦ· «Μὴ ἐγγίσῃς ὦδε· λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου. Ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί.» Τὴν ἕρημον τὴν ἄνυδρον, τὴν ἀκανθοτόκον, ἐν ᾗ καὶ ὁ βάτος, γῆν ἁγίαν ἀποκαλεῖ. Χῶρος δὲ ἅπα, ἅγιος ἐν ᾧπερ ἂν εἴη Χριστός. Εὖ δὲ δὴ λίαν καὶ ἐν
20ἐρήμῳ φαίνεται, τύπον ἐπεχούσῃ τῆς ἐξ ἐθνῶν ἐκ‐ κλησίας, πρὸς ἢν καὶ ὁ λόγος φησὶν ἱερός· «Εὐφράν‐ θητι, ἔρημος διψῶσα· ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον.» Ὑπισχνεῖτο δέ που καὶ ὁ Θεὸς, ποιήσειν τὴν ἔρημον εἰς ἔλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Πε‐
25πλεόνακε γὰρ ἐφ’ ἡμᾶς τοὺς ἐξ ἐθνῶν κεκλημένους τοῦ Σωτῆρος ἡ χάρις, καὶ ποταμὸς οἷά τις τοῖς ἄνω‐ θεν ἐπικλύζων νάμασι καταμεθύσκει πλουσίως. Τοῦτό τοι καὶ ὁ θεσπέσιος ἡμῖν Δαβίδ· «Ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κα‐
30κίας τῶν ἐνοικούντων ἐν αὐτῇ.» Ἐν ἐρήμῳ τοίνυν ὁ βάτος, καὶ ἁγία λοιπὸν ἡ τοῦτον ἔχουσα γῆ, καὶ ἱερὰ τῷ Θεῷ. Καὶ προσιὼν ὁ Μωσῆς ἀνακόπτεται, καὶ τοῦ ποδὸς ἀναλύειν προστάττεται τὸ ὑπόδημα. Νεκρότη‐ τος δὲ καὶ φθορᾶς τὸ χρῆμα σημεῖον, εἴπερ ἐστὶ πᾶν
35ὑπόδημα ζώου λείψανον τεθνειῶτος ἤδη καὶ κατ‐ εφθαρμένου. Ἀπρόσιτος οὖν ὁ Χριστὸς τοῖς ἐν νόμῳ, καὶ τῇ παιδαγωγικῇ λατρείᾳ. Προαπονίζεσθαι γὰρ ἀνάγκη τὸν μολυσμὸν, καὶ τὸν ἐκ τῆς ἁμαρτίας προαποτρίβεσθαι ῥῦπον. Καὶ ἔστιν ἀμήχανον, αἷμα
40ταύρων ἀφαιρεῖν ἁμαρτίαν. Δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ. Κατηργημένης δὲ οὔπω τῆς ἁμαρτίας, ἰσχύειν ἀνάγκη τὴν φθορὰν, καὶ κατακρατεῖν τῶν μεμολυ‐ σμένων ἔτι τὸν θάνατον. Δεῖ δὴ οὖν ἄρα τοὺς ἰδεῖν ἐθέλοντας τὸ Χριστοῦ μυστήριον, τὴν ἐν τύποις καὶ
45σκιαῖς προαποθέσθαι λατρείαν, τὴν μήτε φθορᾶς, μήτε ἁμαρτίας κρείττονα. Συνήσει γὰρ τότε, καὶ εἰς τὴν ἁγίαν εἰσβήσεται γῆν, τουτέστι, τὴν Ἐκκλησίαν. Ὅτι γὰρ οἱ τῆς κατὰ νόμον λατρείας οὐκ ἐξιστάμε‐ νοι κεκράτηνται τῇ φθορᾷ, σαφηνιεῖ λέγων αὐτὸς ὁ

69

.

416

(50)

Χριστός· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.» Τοῦτο δὲ ἦν τὸ μυστήριον, οὐ παρὰ τοῖς ἐν νόμῳ ποθὲν, ἀλλὰ παρὰ τοῖς τὴν πίστιν ἐκδεδεγμένοις, καὶ ἐν Χριστῷ δεδι‐
55καιωμένοις, καὶ τὴν ἀμείνω τῆς νομικῆς καταπλου‐
τοῦσι παίδευσιν, φημὶ δὲ τὴν εὐαγγελικήν. Ὑπὸ413

69

.

417

φθορὰν οὖν ἄρα καὶ οἶον ἐν νόμῳ τὴν τοῦ θανάτου μητέρα, φημὶ δὴ τὴν ἁμαρτίαν, οὔπω διὰ πίστεως ἀποφορτισάμενοι, καὶ μακρὰν οἱ τοιοίδε Χριστοῦ. Εἰ δὲ βουληθεῖεν ἀπολύσασθαι τὸ ὑπόδημα, τουτέστι,
5τὴν φθορὰν, τὴν δικαιοῦν οὐκ ἰσχύουσαν, καὶ τὴν ζωοποιὸν ἀληθῶς προσιέμενοι χάριν, ἐγγιοῦσι τότε τῷ δικαιοῦντι τὸν ἀσεβῆ, τουτέστι Χριστῷ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
8tΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ
9tΒΙΒΛΙΟΝ Βʹ.
11tΠερὶ τῆς θυσίας τοῦ ἀμνοῦ.
12 αʹ. Ὅτι οὖν [ἐν] Χριστῷ δὴ καὶ μόνῳ τὸ τοῦ θανάτου διαδιδράσκομεν κράτος, καὶ ὡς ὁ σοφὸς ἡμῖν διαγέ‐ γραφε μαθητὴς, «Οὐκ ἔστιν ὄνομα ὑπὸ τὸν οὐρανὸν
15τὸ δεδομένον ἀνθρώποις, ἐν ᾦ δεῖ σωθῆναι ἡμᾶς,» ἀναμάθοι τις ἂν καὶ καθ’ ἑτέρους πολλοὺς, εἴπερ ἕλοιτο, τρόπους. Μυρίαι γὰρ ὅσαι παρά γε τῇ θεο‐ πνεύστῳ Γραφῇ λαμπραὶ καὶ διαφανεῖς εἰκόνες, τὴν τοῦ μυστηρίου δύναμιν ἀπαστράπτουσι. Φέρε δὴ οὖν
20τὰ εἰς τοῦτο χρήσιμα συναγείροντες, καὶ διὰ τῶν ἐφεξῆς δεικνύωμεν. «Παρῆλθον μὲν εἰς μέσον Μω‐ σῆς τε καὶ Ἀαρών· ἀφικόμενοι δὲ πρὸς Φαραὼ διαῤ‐ ῥήδην ἔφασκον· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι ἑορτάσωσιν ἐν
25τῇ ἐρήμῳ. Καὶ εἶπε Φαραὼ, Καὶ τίς ἐστιν οὗ εἰσ‐ ακούσομαι τῆς φωνῆς αὐτοῦ, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραήλ; Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσ‐ ραὴλ οὐκ ἐξαποστελῶ. Καὶ λέγουσιν αὐτῷ· Ὁ Θεὸς τῶν Ἑβραίων προσκέκληται ἡμᾶς. Πορευσόμεθα οὖν
30ὁδὸν ἡμερῶν τριῶν, ὅπως θύσωμεν τῷ Θεῷ ἡμῶν, μή ποτε συναντήσοι ἡμῖν θάνατος, ἢ φόνος. Καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου· Διὰ τί, Μωσῆ καὶ Ἀαρὼν, διαστρέφετε τὸν λαόν μου ἀπὸ τῶν ἔργων; Ἀπέλθετε ἕκαστος ὑμῶν εἰς τὰ ἔργα αὐτοῦ.» Δια‐
35βολικῆς γὰρ ὢν ἔμπλεως ἀπονοίας ὁ ἀπόπληκτος Φαραὼ, τίς ὁ Ἑβραίων Θεὸς οὐκ εἰδέναι φησίν. Ἐπειδὴ δὲ συχναῖς καὶ ἀφορήτοις πληγαῖς κατῃκί‐ ζετο, καὶ διώλετο κατὰ βραχὺ τῶν Αἰγυπτίων ἡ χώρα, τοῦτο μὲν εἰς αἷμα μεταστοιχειουμένων
40αὐτοῖς τῶν ὑδάτων, ἀκρίδος τε καὶ χαλάζης ἐπενηνεγ‐ μένης τῇ γῇ, σκνιπῶν, καὶ βατράχων κινουμένων, καὶ μέν τοι καὶ τριημέρου καταχεομένου σκότους, ἀνήσειν μὲν μόλις, οὐχ ἑκὼν ἐπηγγέλλετο, ἦν δὲ ἀτεράμων, καὶ μετὰ τοῦτο πάλιν δεινὸς καὶ ἀπεσκλη‐
45κὼς, καὶ δυσμετακόμιστος κομιδῇ πρὸς τὸ ἑλέσθαι, φημὶ, τῆς οὕτω μακρᾶς δουλείας ἀπαλλάξαι τὸν Ἰσ‐ ραήλ. Εἶτα Θεὸς ἐσκέπτετο τοῖς τῶν Αἰγυπτίων
πρωτοτόκοις ἐπαφεῖναι τὸν ὀλοθρευτήν. Ἐπειδὴ δὲ415

69

.

420

ἦν ἀναγκαῖον μὴ τοῖς ἀνοσίοις γένεσι συναπολέσθαι τοὺς ἐξειλεγμένους, ἀγάπῃ τῇ διὰ τοὺς πατέρας, τὸν ἐπὶ τοῦ Πάσχα νόμον διετύπου Θεός· καὶ τὸ τοῦ Χρι‐ στοῦ μυστήριον προαποπεραίνεσθαι τῆς ὀργῆς μά‐
5λα προστέταχε. Δι’ οὗ πάλιν παρέσται νοεῖν, ὡς ἔστιν ἀμήχανον διὰ Μωσέως ἢ νόμου καταργεῖσθαι θάνατον. Ἐξίστησι δὲ τὸν ὀλοθρευτὴν τὸ τίμιον αἷμα τοῦ Χριστοῦ, καὶ ἀπαλλάττει φθορᾶς τοὺς ἡγιασμέ‐ νους. Ζωὴ γάρ ἐστιν ἐκ ζωῆς, καὶ Θεὸς τῶν ὅλων, ὡς
10Θεὸς ἐκ Θεοῦ. Ἔφη τοίνυν ὧδε τὸ Γράμμα τὸ ἱερόν· «Καὶ εἶπε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου, λέγων· Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτος ὑμῖν ἐστιν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. Λάλη‐ σον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, λέγων;
15Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ’ οἴκους πατριῶν, πρόβατον κατ’ οἰκίαν. Ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν οἱ ἐν τῇ οἰκίᾳ, ὡς μὴ ἱκανοὺς εἶναι εἰς πρόβατον, λήψεται μεθ’ ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ.» Εἶτα χρῆναι λαβεῖν ὁρισάμενος,
20ἐπιδιατάττει πάλιν ὁποῖον δὴ εἶναι προσήκει τὸ θῦ‐ μα, ὁπηνίκα τε καὶ ὅπως ἱερουργεῖσθαι δεήσει. «Τέ‐ λειον γὰρ, φησὶν, ἄμωμον, ἐνιαύσιον ἔσται ὑμῖν, ἀπὸ τῶν ἀμνῶν καὶ ἀπὸ τῶν ἐρίφων λήψεσθε, καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τεσσαρεσκαιδεκάτης τοῦ
25μηνὸς τούτου. Καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συν‐ αγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν· καὶ λήψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν, καὶ ἐπὶ τὴν φλιὰν ἐν τοῖς οἴκοις ἐν οἷς φάγωσιν αὐτὰ ἐν αὐτοῖς. Καὶ φάγονται τὰ κρέα ἐν τῇ νυκτὶ ταύτῃ
30ὀπτὰ πυρὶ, καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται. Οὐκ ἔδεσθε ἀπ’ αὐτῶν ὠμὸν, οὐδὲ ἑψημένον ἐν ὕδατι, ἀλλ’ ὀπτὰ πυρὶ, κεφαλὴν σὺν τοῖς ποσὶ, καὶ τοῖς ἐνδοσθίοις. Οὐκ ἀπολείψετε ἀπ’ αὐτοῦ εἰς τὸ πρωῒ, καὶ ὀστοῦν οὐ συν‐ τρίψετε ἀπ’ αὐτοῦ. Τὸ δὲ καταλειπόμενα ἀπ’ αὐτοῦ
35ἕως πρωῒ, κατακαύσετε πυρί.» Ἐπάγει δὲ τούτοις ὁ νομοθέτης τὰ ἐφεξῆς, ὁποῖόν τε εἶναι πρέπει τῶν δαιτυμόνων τὸ σχῆμα διδάσκων, καὶ τίνα τρόπον ἐξηρτισμένους τῆς ἱερωτάτης ἅπτεσθαι κοινῆς ἀκό‐ λουθον αὐτούς. «Οὕτω γὰρ φάγεσθε αὐτὸ, φησί·
40Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα γάρ ἐστι Κυρίου.» Ὠφελήσει δὲ αὐτοὺς, καὶ κατὰ τίνα τρόπον ἡ τοῦ προβάτου σφαγὴ, καλῶς δὲ λίαν
45ἀπογυμνῶν· «Καὶ διελεύσομαι ἐν γῇ Αἰγύπτου, καὶ πατάξω πᾶν πρωτότοκον ἀπὸ ἀνθρώπου ἕως κτήνους, ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκη‐ σιν· ἐγὼ Κύριος. Καὶ ἔσται ὑμῖν ἐν σημείῳ τὸ αἷμα ἐπὶ τῶν οἰκιῶν ὑμῶν, ἐν αἷς ὑμεῖς ἔσεσθε ἐκεῖ. Καὶ ὄψομαι

69

.

420

(50)

τὸ αἷμα, καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι, ὅταν παίω ἐν γῇ Αἰγύπτου.» Εἶτα πάλιν μεθ’ ἕτερα· «Ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα, φησὶν, ἀπὸ δὲ τῆς πρώτης, ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν.» Καὶ τὴν τοῦ παραβαίνοντος τιμωρίαν
55ὁρισάμενος, ἐπιλέγει πάλιν· «Καὶ ἡ ἡμέρα ἡ πρώτη κεκλήσεται ἁγία, καὶ ἡμέρα ἡ ἑβδόμη, κλητὴ ἀγία ἔσται ὑμῖν.» Τὸ μὲν δὴ θεῖον λόγιον οὕτως ἔχει·
διελθόντες δὲ πάλιν ἀνὰ μέρος αὐτὸ, τὸν ἑκάστῳ417

69

.

421

πρέποντα νοῦν ἐφαρμόσαι πειράσομαι [leg, πειρασόμεθα], τὴν ἐκ τῶν σημαινομένων δύναμιν πολυτρόπως εἰς αὐτὸν ἀναφέροντες τὸν Χριστόν. βʹ. Ὁρίζεται τοίνυν ἐν ἀρχῇ τοῦ ἔτους, ἐν τῷ πρώ‐ τῳ μηνὶ, τῆς ἱερουγίας ὁ καιρός· ἀρχὴ γὰρ πάντων
5ἐστὶν ὁ Χριστὸς, ἐπεὶ μηδὲ πρόσφατος διά τοι τὴν ἐκ Θεοῦ Πατρὸς πρὸ αἰώνων γέννησιν. Ἁγιάζει δὲ αὐτὸς κατὰ πάντα χρόνον, τὰ ἀπ’ ἀρχῆς μέχρι τέ‐ λους, ἀλλ’ ὥσπερ ἐν μηνὶ τῶν νέων ἡ πανήγυρις. «Παρῴχετο μὲν γὰρ τὰ ἀρχαῖα,» κατὰ τὴν τοῦ μα‐
10καρίου Παύλου φωνήν· «Ἰδοὺ γέγονε τὰ πάντα και‐ νά.» Καὶ ἀνέθαλλεν καὶ ἀνθρώπου φύσις πρὸς τὸ ἐν ἀρχαῖς ἐν Χριστῷ. Δούλοις τε οὖσιν ἔτι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ὑπὸ χεῖρα πράττουσι τὴν τυραννικὴν, εἶχον γὰρ ἔτι τὴν τῶν Αἰγυπτίων, τὰ τοιαῦτα διετάτ‐
15τετο· τοῦ λόγου πάλιν αἰνιγματωδῶς ὑπεμφαίνοντος, μὴ ἂν ἕτερον δύνασθαι τὴν τοῦ ἀνθρώπου ψυχὴν πρὸς ἐλευθερίαν μὲν τὴν ἐξ ἁμαρτίας ἀναδραμεῖν, τὴν δὲ τοῦ διαβόλου πλεονεξίαν ἀποφυγεῖν, καὶ εἰς τὴν ἄνω γενέσθαι πόλιν ἀπὸ τῆς ἐν κόσμῳ διατριβῆς,
20εἰ μὴ διὰ τῆς τοῦ Χριστοῦ μετοχῆς καὶ φιλανθρω‐ πίας, κατὰ τὸ εἰρημένον παρ’ αὐτοῦ πρὸς τοὺς ἀνοή‐ τους Ἰουδαίους· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας· ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς
25μένει εἰς τὸν αἰῶνα. Ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώ‐ σῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.» Καὶ πάλιν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς·» ἧς εἰς τύπον νοοῖτο καλῶς τῆς
30ἐπαγγελίας ἡ γῆ, εἰς ἣν ἐξ Αἰγύπτου μεταχωρεῖν ἠπείγοντο. Λαμβάνεται δὲ τὸ πρόβατον ἀπὸ δεκάτης τοῦ μηνὸς ἡμέρας, καὶ διατηρεῖται μέχρι τῆς τεσ‐ σαρεσκαιδεκάτης, ἵνα σφάττηται πρὸς ἑσπέραν. Καὶ τοῦ δὴ χάριν; ἐρεῖ τις τυχόν· βαθὺς γὰρ ὄντως
35ὁ λόγος. Τί γὰρ, εἰπέ μοι, διεκώλυεν ἡμέρᾳ πρώτῃ διαλαμβάνεσθαι τοῦ μηνός; Τί δὲ ἄρα νομοθετεῖν ἀνέπεισε τὸν Θεὸν ἐν ἡμέραις πέντε τετηρημένον ἱερουργεῖν οὕτως πρὸς ἑσπέραν τὸ θῦμα; Πέντε γὰρ ἡμερῶν ἀριθμὸν εὑρήσομεν ἀπὸ τῆς δεκάτης ἀρξά‐
40μενοι. Τοῦ μὲν οὖν μὴ ἐν ἡμέρᾳ πρώτῃ λαμβάνε‐ σθαι τὸν ἀμνὸν, ἀλλ’ ἐν τῇ δεκάτῃ τοῦ μηνὸς, σημαί‐ νειν ἔοικεν, ὅτι πολλοὶ προεβάδιζον χρόνοι, καὶ μακροί τινες ἦσαν αἰῶνες οἱ πρὸ ἡμῶν, καθ’ ὃν ἦν ἀεὶ καὶ ἔστιν, καὶ ἔσται Θεός. Εἰσβαίνει δὲ γείτων εὐθὺς
45μετ’ ἐκείνους αἰὼν οὗτος ὁ καθ’ ἡμᾶς, ὡς διὰ πενθ‐ ημέρου τῆς ἀρτίως ἡμῖν εἰρημένης ὁδοῦ, εἰς πέντε καιροὺς διαιρούμενος. Σαφηνιεῖ δὲ σφόδρα καλῶς ἡμῖν τὸ ζητούμενον, ἡ τοῦ Σωτῆρος παραβολὴ, τοῦ‐ τον ἔχουσα τὸν τρόπον· «Ὁμοία ἐστὶν ἡ βασιλεία

69

.

421

(50)

τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηνα‐ ρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπε‐ λῶνα αὐτοῦ. Καὶ ἐξελθὼν περὶ τρίτην ὥραν, εἶδεν
55ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργοὺς, κἀκείνοις εἶ‐ πεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά μου, καὶ
ὃ ἂν ᾖ δίκαιον, δώσω ὑμῖν. Οἱ δὲ ἀπῆλθον. Πάλιν δὲ419

69

.

424

περὶ τὴν ἕκτην ὥραν καὶ ἐννάτην ἐποίησεν ὡσαύ‐ τως. Περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν, εὗρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Λέγουσιν αὐτῷ· Οὐδεὶς ἡμᾶς
5ἐμισθώσατο. Λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά μου.» Ὁρᾷς δὴ οὖν ἐν τούτοις καὶ λίαν ἐναργέστατα καὶ σαφῶς εἰς ὅλους πέντε και‐ ροὺς τὸν καθ’ ἡμᾶς αἰῶνα διῃρημένον; Καὶ πρῶτον μὲν εἶναι λογιούμεθα, καθ’ ὃν ἦν ἔτι τὰς ἐν παρα‐
10δείσῳ διατριβὰς ὁ προπάτωρ ἔχων Ἀδάμ· δεύτερον δὲ μετ’ ἐκεῖνον καὶ ὡς «ὥρᾳ τρίτῃ» δηλούμενον, καθ’ ὃν Νῶε καὶ οἱ σὺν αὐτῷ· τρίτον δὲ ὡς «ἐν ἕκ‐ τῃ,» καθ’ ὃν ἐκάλει τὸν Ἀβραὰμ εἰς ἐπίγνωσιν τῆς ἀληθείας ὁ ἐπὶ πάντων Θεός· τὸ τέταρτον δὲ,
15ὡς «ἐν ὥρᾳ πάλιν ἐννάτῃ,» τοῦ Μωσέως δηλονότι καὶ τῶν προφητῶν. «Περὶ τὴν ἑνδεκάτην,» τουτ‐ έστιν, ἐν τῷ πέμπτῳ καιρῷ, συστελλομένης ἤδη τῆς ἡμέρας, καὶ οἱονεὶ καταλύοντος εἰς τέλος ἤδη τοῦ παρόντος αἰῶνος, ἐμισθώσατο τὰ ἔθνη Χριστὸς κε‐
20κλημένα πρὸς τὴν ἐπίγνωσιν παρ’ ἑτέρου μηδαμῶς κατὰ τοὺς ἄνωθεν καὶ παρῳχηκότας καιρούς. Διὸ δὴ παρὰ πάντας οἱ τελευταῖοί φασι τό· «Οὐδεὶς ἡμᾶς ἐμισθώσατο.» Λαμβάνεται τοίνυν τὸ πρόβα‐ τον κατὰ τὴν ἡμέραν τῆς πενθημέρου τὴν πρώτην,
25τουτέστι, τὴν δεκάτην, τύπον ἐπέχουσαν τῆς τοῦ αἰῶ‐ νος ἀρχῆς, καὶ διατηρηθὲν ἐν τῷ τελευταίῳ καιρῷ, τουτέστιν, ἐν τῇ τεσσαρεσκαιδεκάτῃ, σφάζεται πρὸς ἑσπέραν· ἵνα πάλιν ἐννοῇς, ὡς οὔτε νέον ἐστὶν, οὐδὲ πρόσφατον τὸ τοῦ Χριστοῦ μυστήριον· ἀλλ’ ἐφυλάτ‐
30τετο μὲν ἐν προγνώσει τοῦ Πατρὸς, καὶ ἐξ αὐτῆς τῆς τοῦ κόσμου καταβολῆς. Ἀπέθανε δὲ ὑπὲρ ἡμῶν ἐν τοῖς ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, οὔπω μὲν τοῦ νοητοῦ καὶ θείου φωτὸς καταλάμποντος· τῷ δ’ ἐξ ἀγνοίας σκότῳ βεβαπτισμένης ἔτι τῆς γῆς, καὶ τὰς
35ἁπάντων καρδίας καταμολυνόντων ταῖς πλάναις τῶν κοσμοκρατόρων τοῦ σκότους τούτου. Διὰ τοῦτο καὶ, «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,» ἐπιδημήσας ἔφα‐ σκεν ὁ Σωτήρ. Καὶ φωστῆρες ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντες, οἱ ἅγιοι χρηματίζουσι· καὶ προσέτι τοῦτο·
40«Καὶ ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου,» διὰ τὸ δύ‐ νασθαι φωτίζειν τοὺς ὄντας ἐν σκότῳ, δικαίως ἀκούουσιν. Ἀποθαυμάσεις δὲ πάλιν καὶ ἑτέραν ἐν τούτῳ μυστικὴν εὑρίσκων οἰκονομίαν. Σφάζεται γὰρ ὁ ἀμνὸς ἐν τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς ἡμέρᾳ,
45πλήρη τὴν οἰκείαν ἔχοντος δόξαν τοῦ σεληναίου κύκλου, καὶ νόθῳ μὲν ὥσπερ φωτὶ τὴν οἰκουμένην καταυγάζοντος, ἀρχομένου δ’ οὖν ὅμως ἀπολήγειν κατὰ βραχὺ, καὶ ὥσπερ ἐξ ἀνάγκης ἤδη συστέλλον‐ τος τὴν ἐνοικοῦσαν αὐτῷ τιμήν τε καὶ χάριν· ἵνα

69

.

424

(50)

νοήσῃς ἐντεῦθεν, ὡς ἐξ εἰκόνος τε καὶ σκιᾶς τοῦ πα‐ ραθέντος πράγματος ἐπὶ τὴν τῶν ἀληθεστέρων κα‐ τάληψιν χειραγωγούμενος, ὅτι κατὰ πᾶσαν μὲν ἐδοξάζετο τὴν οἰκουμένην ὁ τῆς νυκτὸς ἄρχων, τουτ‐ έστιν ὁ διάβολος, διὰ τῆς σελήνης ὡς ἐν τύπῳ
55δηλούμενος (σελήνη γὰρ εἰς ἀρχὴν τέθειται τῆς νυκτὸς), καὶ ὥσπερ νόθον τι φῶς τὴν τοῦ κόσμου
σοφίαν ταῖς τῶν πλανωμένων καρδίαις ἐντιθεὶς,421

69

.

425

πληρεστάτην ἑαυτῷ τὴν δόξαν ἐπραγματεύετο. Ἀπ‐ έθανε δὲ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὁ Χριστὸς, ὁ Ἀμνὸς ὁ ἀληθινὸς, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὴν τοῦ διαβόλου κατέλυσε δόξαν. Ἀπολήγειν γὰρ
5ἀνάγκη αὐτὴν καὶ δαπανᾶσθαι κατὰ βραχὺ, πρὸς τὴν εἰρήνην καὶ ἀγάπην ἤδη τὴν ὡς πρὸς Θεὸν τῆς τῶν ἐθνῶν πληθύος ἀναβαίνειν ἐπειγομένης διὰ τῆς πρὸς αὐτὴν ἀποστροφῆς καὶ πίστεως. Καὶ τοῦτο ἦν ἄρα τὸ ἐν Ψαλμοῖς ᾀδόμενον πάλαι περὶ Χριστοῦ·
10«Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη.» Ἀν‐ έτειλε γὰρ ἐν ἡμέραις Χριστοῦ δικαιοσύνη διὰ πί‐ στεως· πλῆθος δὲ εἰρήνης, διὰ τῆς πρὸς Θεὸν ἐπι‐ στροφῆς. Καὶ πρὸς τούτοις ἔτι καὶ ὁ τῆς νυκτὸς
15ἄρχων ἀντανῄρηται, τουτέστιν ὁ διάβολος. Ἐπιτήρει δὲ ὅπως οὐκ ἀναιρεθήσεσθαί φησι τὴν σελήνην ἁπλῶς, ἀνταναιρεθήσεσθαι δὲ μᾶλλον· ὡς γὰρ ἤδη προανελὼν, δῆλον δὲ δήπου πάντως, ὅτι τὸν ἄνθρω‐ πον ἀνταναιρεῖται ὁ διάβολος. «Λαβέτωσαν τοίνυν,
20φησὶν, ἕκαστος πρόβατον κατ’ οἰκίαν.» Τέλειος γὰρ ἐν ἑκάστῳ Χριστὸς διὰ μετοχῆς τοῦ ἁγίου Πνεύμα‐ τος ἐνοικίζεται, καὶ οὐ μεμέρισται, καθάπερ ὁ Παῦ‐ λός φησι. Πλὴν ἐὰν ὦσι, φησὶν, ὀλιγοστοὶ ὡς μὴ ἱκα‐ νοὺς εἶναι εἰς πρόβατον, συλλήψεται μεθ’ ἑαυτοῦ
25τὸν γείτονα τὸν πλησίον αὐτοῦ. Οἱ γὰρ οὐκ ἔχοντες ἐξ ἑαυτῶν τέλειον δύνασθαι συνιέναι μόνοι τὸ Χριστοῦ μυστήριον, ἢ καὶ οὐκ ἀρκοῦντες εἰς κατανόησιν τὴν περὶ αὐτοῦ διὰ τὴν τῆς οἰκείας ἐννοίας ἀσθένειαν, μεθέξουσι πάλιν, αὐτοὺς συνεργάτας ὥσπερ καὶ συλ‐
30λήπτορας τοὺς ὁμοπίστους δεξάμενοι. Διὰ γὰρ τῆς ἀλλήλων νουθεσίας ἔσθ’ ὅτε καὶ εἰς μείζους ἢ καθ’ ἡμᾶς θεωρίας ἀναβαίνειν ἰσχύομεν. Ὥσπερ οὖν ἀμέλει καὶ ὁ σοφὸς ἐκεῖνος εὐνοῦχος ἀνεπυνθάνετο τοῦ Φιλίππου, τῆς περὶ Χριστοῦ προφητείας ἐπ‐
35ακροώμενος· «Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει, περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;» Ὁρᾷς ὅπως τὸν γείτονα συλλαβὼν (ἐγγὺς γὰρ ἀλλήλων οἱ πάντες ἐσμὲν, ὅσοι εἰς τὸν ἕνα καὶ κοινὸν τῆς πί‐ στεως λόγον), μέτοχος ἤδη τοῦ νοητοῦ προβάτου διὰ τῆς
40ἐρεύνης ἀνεδεικνύετο. Ἠξίου γὰρ εὐθὺς καὶ βεβαπτί‐ σθαι, καὶ δὴ καὶ βεβάπτισται. «Ἔστω δὲ, φησὶ, τὸ πρόβατον τέλειον.» Πάντα γὰρ ἦν ἐν Χριστῷ τὰ θεοπρεπῆ γνωρίσματα. Ἀλλ’ ἔστω καὶ ἄρσεν, ὁ νο‐ μοθέτης διήγγειλεν. Αὐτὸς γὰρ ἦν τε καὶ ἔστιν, ὁ
45πᾶσιν ἡμῖν ἐνιεὶς τῆς θεογνωσίας τὰ σπέρματα, καὶ ὥσπερ τινὰ γῆν θελητήν. Ὥσπερ οὖν καὶ ὁ προφη‐ τικὸς ἔχει λόγος, ἐπιτελῶν τῷ Θεῷ καὶ Πατρὶ τὴν ἀνθρωπότητα διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων. Ἀλλὰ πρὸς τούτοις καὶ ἐνιαύσιον ἔστω, ἢ κατὰ τὸν

69

.

425

(50)

χρόνον, ἵνα μὴ ᾖ ὡς ἀτελὲς, οὔπω πληρωθέντος ἐπ’ αὐτῷ τοῦ ἔτους· ἢ ὅτι τὴν ἐπὶ τῷ πάθει θεοπρεπε‐ στάτην ἑορτὴν καθ’ ἕκαστον ἔτος ἔμελλον ἐπιτελεῖν, οἱ τὰ ἐκ τοῦ πάθους ἀποκερδαίνοντες ἀγαθά. Ἀπὸ δὲ τῶν ἀμνῶν καὶ ἀπὸ τῶν ἐρίφων λαμβάνεσθαι λέ‐
55γει. Καὶ ὁ μὲν ἀμνὸς ὡς καθαρόν τε καὶ ἄμωμον θῦμα κατὰ νόμον νοεῖται, τὸ δὲ τῶν ἐρίφων γένος
ὑπὲρ τῶν ἁμαρτιῶν ἀεὶ τῷ θυσιαστηρίῳ προσφέρε‐423

69

.

428

ται. Εὑρήσεις δὲ τοῦτο καὶ ἐν Χριστῷ. Ἦν γὰρ ὁ αὐτὸς, καὶ ὡς ἄμωμον ἱερεῖον, εἰς ὀσμὴν εὐωδίας ἀναφέρων ἑαυτὸν τῷ Θεῷ καὶ Πατρὶ, καὶ ὡς ἔριφος ὑπὲρ τῶν ἡμετέρων ἁμαρτιῶν σφαζόμενος. Μετὰ δέ
5γε τὴν σφαγὴν, καταχρίειν τῷ αἵματι τοὺς τῶν οἰκημάτων σταθμοὺς καὶ τὴν φλιὰν ἐπιτάττει, οὐχ ἕτερόν τι σημαίνειν ἐθέλων, ὥς γέ μοι δοκεῖ, ἢ ὅτι τῷ σεπτῷ καὶ τιμίῳ αἵματι τοῦ Χριστοῦ, τὴν ἐπίγειον ἑαυτῶν οἰκίαν ἀσφαλιζόμεθα, τουτέστι τὸ σῶμα,
10τὴν ἐκ παραβάσεως νέκρωσιν διὰ μετοχῆς τῆς ζωῆς ἐξελαύνοντες. Ζωὴ γὰρ καὶ ἁγιασμὸς, ἡ Χριστοῦ μετοχή. Καὶ αὐτὸν δὲ θορυβό[ῦ]ντες τὸν ὀλοθρευτὴν, ὡς ἄγαν ἀποτάτω ποιούμενοι διὰ τῆς χρίσεως τὸν ἐπιβουλεύοντα δαίμονα, τὰ ἐκ σαρκικῶν κινημάτων
15ἀπονεκρούμεθα πάθη. «Θύρας» δὲ νοήσεις τῆς ἀρτίως ἡμῖν εἰρημένης οἰκίας, τὰς ἐν ἡμῖν αἰσθή‐ σεις δηλαδή· δι’ ὦν ταῖς ἁπάντων καρδίαις ἡ τῶν πραγμάτων διακονεῖται ποιότης, καὶ ἡ τῶν ἐπιθυμιῶν ἀμέτρητος ἐπιχεῖται πληθύς. Θύρας δὲ
20αὐτὰς καὶ ὁ προφήτης Ἰωὴλ ὀνομάζει λέγων· «Ὡς εἰσελεύσονταί τινες κλέπται διὰ τῶν θυρίδων ἡμῶν·» οὐ γὰρ ἦσαν κατακεχρισμέναι τῷ αἵματι τοῦ Χρι‐ στοῦ. Ἐσθίεσθαι δὲ προστάττει τὰ κρέα ταύτῃ τῇ νυκτὶ, τουτέστι, κατὰ τὸν αἰῶνα τὸν ἐνεστηκότα.
25Οὕτω γὰρ αὐτὸν καὶ ὁ Παῦλος ἐπεκάλει, λέγων· «Ἡ νὺξ προέκοψε, ἡ δὲ ἡμέρα ἤγγικεν.» Ἡμέραν ἐν τούτοις διαῤῥήδην εἰπὼν τὸν αἰῶνα τὸν μέλλοντα, ὃν αὐτὸς φωτίζει Χριστός. Φάγονται τοίνυν τὰ κρέα κατὰ τὸν αἰῶνα τοῦτον, φησίν. Ἕως μὲν γὰρ ἐσμὲν
30ἐν τῷδε τῷ κόσμῳ διὰ τῆς ἁγίας σαρκός τε καὶ τοῦ τι‐ μίου αἵματος, καὶ παχυτέρως ἔτι μεταληψόμεθα τοῦ Χριστοῦ. Εἰς δὲ τὴν ἡμέραν καταντήσαντες τῆς δυνά‐ μεως αὐτοῦ, καθὼς γέγραπται, καὶ εἰς τὴν λαμπρό‐ τητα τῶν ἁγίων ἀναβεβηκότες, καθ’ ἕτερόν τινα τρό‐
35πον ἁγιασθησόμεθα πάλιν, καὶ ὡς οἶδεν ὁ τῶν ἐσο‐ μένων ἀγαθῶν διανομεὺς καὶ δοτήρ. Ἄλλως τε καὶ ὁμολογίαν ἔχει τοῦ πάθους, καὶ τοῦ δι’ ἡμᾶς οἰκονομι‐ κῶς παραδειχθέντος θανάτου τοῦ Χριστοῦ, τῆς ἁγίας αὐτοῦ σαρκὸς ἡ μετάληψις, καὶ ἡ πόσις ὁμοίως ἡ ἐκ τοῦ
40σωτηρίου αἵματος. Οὕτω γὰρ αὐτός πού φησιν, ὅτε τοῖς ἑαυτοῦ γνωρίμοις τοὺς ἐπὶ τῷ μυστηρίῳ νόμους ἐτίθει· «Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, πίνητε δὲ τὸ ποτήριον τοῦτο, τὸν ἐμὸν θάνατον καταγγέλλετε.» Οὐκοῦν ἐπὶ μὲν τοῦ παρόντος αἰῶνος, διὰ μὲν τῆς με‐
45τοχῆς τῶν ἀρτίως ὠνομασμένων, καταγγελοῦμεν εἰκό‐ τως τὸν θάνατον αὐτοῦ· ὅταν δὲ λοιπὸν ἐν τῇ δόξῃ πα‐ ραγένῃ τοῦ Πατρὸς, οὐκ εὐκαίρως ἔτι τὴν ἐπὶ τῷ πάθει προσοίσομεν ὁμολογίαν αὐτῷ, ἀλλ’ ἐπιγνωσόμεθα μὲν καθαρῶς ὡς Θεὸν «πρόσωπον πρὸς πρόσωπον,» ὡς Παῦ‐

69

.

428

(50)

λός φησι· «Δοξολογήσομεν γὰρ, φησὶν, ὡς Δεσπότην. Ἅπαξ γὰρ ἀποθανὼν οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει,» κατὰ τὴν τοῦ Παύλου φωνήν. Διὸ δὴ καὶ ἔφασκεν· «Εἰ καὶ ἔγνωμεν κατὰ σάρκα Χρι‐ στὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.» Τότε γὰρ οὐκ
55ἀφ’ ὧν ἐστιν ἄνθρωπος, ἀλλ’ ἐξ ὧν ἐστι Θεὸς ἀλη‐
θινὸς, λαμπρότερον ἐπιγνωσόμεθα, συμπεπερασμένης425

69

.

429

ἤδη τῆς οἰκονομίας, ἐφ’ ᾗ καὶ γέγονε σάρξ. Ἀργή‐ σουσι γὰρ, κατὰ τὸ εἰκὸς, οἱ περὶ σαρκώσεως λόγοι, γνῶσις δὲ ἡ μείζων εἰσβήσεται, καὶ θεία τις ἐν ἡμῖν ἀνα‐ λάμψει σύνεσις παρ’ αὐτοῦ σωτηρίας τῆς ἐν δόξῃ
5θεοπρεπεῖ. Πυρὶ δὲ ὀπτῶ[ν]τας ἐσθίεσθαι τοῦ προβάτου κελεύει τὰ κρέα, διά τοι τὸ χρῆναι θερμοὺς εἶναι τῷ πνεύματι τοὺς εἰς κατάληψιν ἀναβαίνοντας τοῦ Χρι‐ στοῦ. Ζέειν δὲ αὐτοὺς τῷ πνεύματι, κελεύει καὶ Παῦλος. Ἀλλὰ καὶ ἄρτους ἀζύμους ἐπὶ πικρίδων
10φάγονται, φησὶ, δι’ αἰνίγματος ὑποφαίνων, ὅτιπερ οἱ μέτοχοι γεγονότες τοῦ Χριστοῦ, ἀζύμοις ὥσπερ καὶ καθαρωτάταις ἐπιθυμίαις τὴν ἑαυτῶν ὀφείλου‐ σιν ἀποτρέφειν ψυχὴν, εἰς ἄδολόν τινα καὶ ἀμιγῆ φαυλότητος προσεθίζοντες πολιτείαν· καὶ μὴ παραι‐
15τεῖσθαι διὰ τοῦτο τὰς ἐκ τῶν πειρασμῶν πικρίας, κατὰ τὸ εἰρημένον ὑπό τινος· «Τέκνον, εἰ προσέρχῃ δουλεύειν Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πει‐ ρασμὸν, εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον.— Ἀλλὰ καὶ οὐκ ἔδεσθε, φησὶν, ἀπ’ αὐτοῦ ὠμόν.» Τί
20οὖν ἄρα καὶ τοῦτό ἐστιν; Ὁ ὠμὸν ἐσθίων, οὐκ εἰς πέψιν ἐσθίει· ἀλλ’ οὐδὲ ὑπείκει τοῖς ὀδοῦσιν ὅλως ἡ τοιάδε τροφή. Τοῦτο δὲ ἂν δρῷεν εἰκότως οἱ μὴ δι’ ἐρεύνης τὸν ἐπὶ τῷ Χριστῷ καταλεπτύνοντες λόγον, πυροῦντές τε καὶ δοκιμάζοντες, κατὰ τὸ ὑπὸ τοῦ
25Δαβὶδ μελῳδούμενον· «Καὶ ἐν τῇ μελέτῃ μου ἐκ‐ καυθήσεται πῦρ.» Κωλύει δὲ πάλιν ἐσθίειν ἡψημέ‐ νον ἐν ὕδατι, τὴν ὑδαρεστέραν καὶ ἐκλελυμένην περὶ αὐτοῦ διάληψιν, οὐ καλὴν ἔσεσθαι τροφὴν ταῖς τῶν πιστευόντων διανοίαις ὑποδηλῶν. Ὑδαρεστέρα δὲ
30περὶ αὐτοῦ διάληψις, τὸ μὴ Θεὸν οἴεσθαι κατὰ φύσιν ὑπάρχειν αὐτὸν, ἀλλ’ εἰς τὴν τῶν ποιημάτων κατα‐ κομίζειν τάξιν· ὃ καὶ δρᾷν ἀμαθῶς οὐ καταναρκῶσί τινες, τὰ οἰκονομικῶς εἰρημένα περὶ αὐτοῦ διὰ τὴν ἐνανθρώπησιν, εἰς τὸ οἰκεῖον περιέλκοντες θέλημα,
35καὶ τροφὴν ὥσπερ τινὰ τῆς ἐνούσης αὐτοῖς δυσσε‐ βείας ποιούμενοι. «Οὐκ ἔδεσθε τοίνυν, φησὶν, ἡψη‐ μένον ἐν ὕδατι, ἀλλ’ ἢ ὀπτὰ πυρὶ,» διὰ τὴν ἤδη προαποδοθεῖσαν αἰτίαν, καὶ ὅτι «τὰ λόγια Κυρίου πεπυρωμένα.» Θερμοὶ γὰρ πάντες εἰσὶν οἱ περὶ τῆς
40θεότητος αὐτοῦ λόγοι, καὶ οὐδὲν ἔχοντες ὑδαρὲς ἢ ἀπεψυγμένον, κατὰ τὸν λέγοντα πάλιν ἐν βίβλῳ Ψαλ‐ μῶν· «Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.» Κεφαλὴν δὲ πάλιν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις ἐπιτάττει φαγεῖν, ὅλην
45ἐξ ὅλου τοῦ κατ’ αὐτοῦ μυστηρίου τὴν γνῶσιν ταῖς τῶν πιστευόντων διανοίαις ἐνοικίζεσθαι θέλων. Χρὴ γὰρ εἰδέναι πρὸ πάντων, ὅτιπερ ἧν [ἐν] ἀρχῇ, Θεὸς ὢν ὁ Λόγος, ἐν Πατρὶ καὶ μετὰ Πατρός· τουτέστιν ἡ κεφαλὴ, ἀρχὴ τοῦ παντὸς ὑπάρχουσα μυστηρίου.

69

.

429

(50)

Δεύτερον δὲ ὅτι καὶ Θεὸς ὢν, πάλιν ἐπανήξει, κριτὴς τέλος ἐπιθήσων τῇ καθ’ ἡμᾶς οἰκονομίᾳ· τοῦτο γὰρ ἡμῖν σημαίνουσιν οἱ πόδες, τὸ τέλος ὄντες ὅλου τοῦ σώματος. Νοήσεις δὲ τὰ ἐντόσθια τὸν ἀποκεκρυμμέ‐ νον καὶ οἱονεὶ μέσον τὸν ἐνανθρωπήσεως λόγον. Οὐ‐
55κοῦν ὁλόκληρος μὲν διὰ τούτων ἡ πίστις· ὅλος δὲ καὶ τέλειος ἐν ἡμῖν διὰ τῆς τοιᾶσδε γνώσεως ὁ Χρι‐
στός. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας οἰηθείην ἂν ἔγωγε427

69

.

432

τὸν Ἰωάννην εἰπεῖν· «Ὁ ὢν, ὁ ἦν, ὁ ἐρχόμενος.» Εἶτα πάλιν ὁ νομοθέτης ἐπιτάττει, λέγων· Οὐκ ἀπολείψετε ἀπ’ αὐτῶν ἕως πρωΐ, αἰνιγματωδῶς, ὡς ἔοικε, διὰ τούτων ἀποκωλύων τὰς ἐπί γε τὸ βούλεσθαι νοῆσαι
5τελείως οὐκ ἀγαθὰς ὑπερθέσεις. Μὴ γὰρ πεπέμφθω, φησὶν, εἰς ἀναβολὴν ἡ τελεία τε καὶ ἀληθὴς περὶ αὐ‐ τοῦ γνῶσις, μηδὲ φυλαττέτωσάν τινες ἑαυτοῖς εἰς ὑπέρκαιρον χάριν τὸ μετασχεῖν τελείως αὐτοῦ, μετ‐ εσχηκότες ἅπαξ καὶ ὅλως ἁψόμενοι. Τοῦτο μέντοι
10ποιοῦσιν οἱ διὰ μὲν τῆς κατηχήσεως τῶν περὶ Χρι‐ στοῦ δογμάτων ἀπογευσάμενοι, φυλάττοντες δὲ τὸ διὰ τοῦ Πνεύματος φωτισμὸν, καὶ τὴν διὰ τοῦ βα‐ πτίσματος χάριν, εἰς μακρὰν καὶ ὑπέρωρον ἀναβο‐ λὴν, τὴν ἐπὶ γήρᾳ, φησί. Πολὺ γὰρ δή τε τὸ βλάβος
15ἐντεῦθεν καὶ ἀδοκήτως συμβαίνει. Μάλιστα μὲν γὰρ εἰ καὶ τῶν οἰκείων ἐπιτεύξεται βουλευμάτων, οὐκ ἀσφαλὴς ἡ ἐλπίς. Ἐκβεβηκότος δὲ πάλιν εἰς τέλος αὐτῷ τοῦ σκοποῦ, ἁγιάζεται μὲν, πλὴν μόνην ἔχει τῶν πλημμελημάτων τὴν ἄφεσιν, καὶ τὸ τάλαντον ἀπο‐
20κομίζει τῷ οἰκείῳ δεσπότῃ ξηρὸν, οὐδὲν ἐπεργάσα‐ σθαι σχολάσας αὐτῷ. «Ἀλλὰ καὶ ὀστοῦν οὐ συντρί‐ ψεται ἀπ’ αὐτοῦ,» φησίν. Ἄβρωτα γὰρ τοῖς ἡμετέ‐ ροις ὀδοῦσιν ἀεὶ τὰ ὀστᾶ. Τοιοῦτος δέ τίς ἐστι ταῖς ἀνθρωπίναις διανοίαις καὶ ὁ λευκὸς, ἵν’ οὕτως εἴπω,
25καὶ κεκρυμμένος τῆς θεότητος αὐτοῦ Λόγος. Ὅτι μὲν γὰρ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ ὅτι γεγέννηται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὀρθῶς δὴ σφόδρα νοοῦν‐ τες πιστεύομεν, ζητοῦμεν δὲ οὐκέτι, κατὰ τὴν τοῦ ἁγίου φωνήν. Τίς γὰρ οἶδεν εἰπεῖν τὸν τῆς γενέσεως
30τρόπον; Πῶς δὲ οὐκ ἀληθὴς ὁ προφήτης βοῶν· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.» Οὐκοῦν ἐν τούτοις τὰ ὀστᾶ, τὴν τῶν ὑπὲρ νοῦν δογμάτων στεῤῥότητα λέγει. Ταῦτα συντρίβειν ἡμᾶς ὁ νομοθέτης οὐκ ἐᾷ· συντρίβουσι δὲ
35ὅλον ἐφ’ ἑαυτοῖς, οἱ τὰ ὀρθὰ διαστρέφοντες αἱρετι‐ κοί. Τὸν γὰρ τῆς θείας καὶ ἀῤῥήτου γεννήσεως πε‐ ριεργάζονται τρόπον, ἀσύγκριτόν τινα νοσοῦντες ἀβουλίαν, καὶ τὸ γεγραμμένον εἰς νοῦν οὐ δεχόμενοι· «Τίς ἐμέτρησεν τὸν οὐρανὸν σπιθαμῇ;» Ὅπερ οὖν
40εἰκότως ἡμεῖς παραιτούμεθα, τὸ συντρίβειν τοῦ ἀμ‐ νοῦ τὰ ὀστᾶ σωφρόνως ἀποναρκήσαντες, πίστει δὲ μᾶλλον τὰ ὑπὲρ ἡμᾶς δεχόμενοι. Μεμνῆσθαί γε μὴν ἀναγκαῖον, ὅτι καὶ ἱστορικώτερον περὶ τοῦ Σωτῆρος ἡμῶν ἐλήφθη τὸ γεγραμμένον, οὐ συντριψόντων τῶν
45τοῦ Πιλάτου στρατιωτῶν τὰ σκέλη αὐτοῦ, καθὰ γέ‐ γραπται. Τὰ δὲ καταλειπόμενα ἀπ’ αὐτοῦ, ἕως πρωῒ δὴ χρῆναι κατακαίεσθαι λέγει. Πρωῒ δὲ πάλιν ὀνομά‐ ζων τὸν εἰς αἰῶνα τὸν μέλλοντα φωτισμὸν, ὅτε καὶ πρόσωπον κατὰ πρόσωπον τὸν ἑαυτῶν ὀψόμεθα βασι‐

69

.

432

(50)

λέα καὶ Θεὸν, οὐκέτι καθάπερ καὶ νῦν ἐν αἰνίγματι καὶ ἐσόπτρῳ, καὶ σκιᾷ, καὶ ἐκ μέρους, ὡς ὁ Παῦλός φησι. Ὡς οὖν μελλούσης τὸ τηνικάδε διὰ λαμπροτέ‐ ρας γνώσεως ἀφανισθῆναι τρόπον τινὰ [τῆς] ὡς ἐν αἰνίγματι περὶ αὐτοῦ θεωρίας, ὥσπερ ἐν τύπῳ πάλιν
55πυρὶ κατακαυθήσεσθαι λέγει τὰ καταλειπόμενα ἀπ’
αὐτοῦ ἕως πρωΐ. Σχῆμα δὲ τοὺς δαιτυμόνας κελεύει429

69

.

433

τοιοῦτον ἔχειν· «Αἱ ὀσφύες ὑμῶν ἔστωσαν περιεζω‐ σμέναι, φησὶν, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶ, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν. Καὶ φάγεσθε αὐ‐ τὸ μετὰ σπουδῆς. Πάσχα ἐστὶ Κυρίῳ.» Τὸ μὲν οὖν
5ἐζῶσθαι τὴν ὀσφὺν, γοργότητος ἂν εἴη σύμβολον, καὶ φρονήματος νεανικοῦ, κατὰ τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν δίκαιον Ἰώβ· «Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου.» Καὶ πάλιν περί τινος ἐν προφήταις, «Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ,»
10ἀντὶ τοῦ, γοργὸς καὶ ἀνδρεῖος εἰς δικαιοσύνην. Ση‐ μαίνει δὲ τὸ ὑπόδημα τὴν ἑτοιμότητα τῆς γνώμης πρὸς τὸ βαδίζειν ἀμελ[λ]ητὶ πρὸς ὅπερ ἂν βούληται Θεός. Ἐπεὶ καὶ Παῦλος τοιούτῳ νοῒ γράφει· «Καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγε‐
15λίου τῆς εἰρήνης.» Καὶ προσέτι τούτῳ καὶ ὁ προφή‐ της Ἱερεμίας, «Καὶ νῦν, Ἰσραὴλ, τί Κύριος ὁ Θεός σου αἰτεῖ παρὰ σοῦ, ἀλλ’ ἢ φοβεῖσθαι Κύριον τὸν Θεόν σου, πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ;» Ῥάβδος δὲ ἡ κατὰ χεῖρας, τὴν ἀντιστηρίζουσαν
20ἡμᾶς ἐλπίδα καὶ ἀνέχουσαν εἰς ὑπομονὴν ὑποφαίνει, κατὰ τὸ ἐν προφήταις κείμενον· «Ἐλπίσατε ἐπὶ τῷ Κυρίῳ, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ.» Μετὰ σπουδῆς δὲ πάλιν ἐσθίεσθαι τὸν ἀμνὸν ἐπιτάττει· τὸ μὴ νωθρὸν μηδὲ παρειμένον ἐν ἔργοις ἀγαθοῖς ἀνα‐
25φαίνεσθαι δεῖν τὸν ἐν μεθέξει γεγονότα Χριστοῦ, σα‐ φῶς δὴ λίαν ὑποτυπῶν, ἀλλ’ ἔντονόν τε καὶ ζέουσαν ἐφ’ οἷσπερ ἂν οἴηται λυσιτελήσειν αὐτῷ προθυμίαν εἰσφέροντα. Καί μοι πάλιν ἐννόει τὸν μακάριον ἐπι‐ στέλλοντα Παῦλον· «Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέ‐
30χοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βρα‐ βεῖον; Οὕτω τρέχετε, ἵνα καταλάβητε.» Χρῆναι δὲ ὑπο‐ λαμβάνων πανταχόθεν ἡμᾶς θηρᾶσθαι τὸ ὠφελοῦν, ἐφ’ ἑτέραν ἥξω διάνοιαν. Οὐχ ἁβροδίαιτόν τινα καὶ ἀνει‐ μένον ὁρᾶσθαι βούλεται τὸν ἡγιασμένον διὰ Χριστοῦ,
35ἀλλὰ σχῆμα τὸ τοῖς ὁδίταις πρέπον περιτίθησιν ὁ νόμος αὐτῷ· δύο ταῦτα, κατὰ τὸ εἰκὸς, ὑπεμφαίνων· ἢ γὰρ ὅτι διαβήσεταί ποτε καὶ δραμεῖται πρὸς ἀλή‐ θειαν τὰ ἐν τύπῳ καὶ σκιᾷ· ἢ ὅτι προσήκοι τὸν ἅπαξ μετεσχηκότα Χριστοῦ, γοργοῖς ὥσπερ καὶ εὐ‐
40τροχωτάτοις ποσὶ ταῖς εἰς τὸ ἀγαθὸν προθυμίαις ἀποκεχρημένον, ἐπὶ πᾶσαν ἀρετὴν ἰέναι, τὴν ἐν κό‐ σμῳ βδελυρὰν ἡδονὴν παρατρέχοντα. Ἐπάγει δὲ τὴν αἰτίαν εὐθὺς τοῦ δεῖν ὁρᾶσθαι τοιοῦτον τὸν ἀρτίως ἡμῖν κατωνομασμένον, «Πάσχα, λέγων, ἐστὶ Κυρίου,»
45τουτέστι, διαβατήριον. Διαβαίνομεν γὰρ ἀπὸ τῆς ἐν κόσμῳ ζωῆς, εἰς θεοφιλῆ πολιτείαν. Εἶτα πάλιν εὐθὺς, τίνα καὶ πόσην ἀποκερδαίνουσιν ἐκ τούτου τὴν ὄνησιν, φανερὸν αὐτοῖς καθιστάς· πᾶν μὲν γὰρ πρωτότοκον ἐν γῇ Αἰγύπτῳ πατάξειν ἐπαγγέλλεται·

69

.

433

(50)

αὐτοῖς δὲ τοῖς τὸν ἀμνὸν βεβρωκόσιν, ἐν σημείῳ γενήσεσθαι τὸ αἷμά φησιν, ὡς ὑπὸ σκέπην ἐντεῦθεν γενέσθαι τὴν παρ’ αὐτοῦ, πρὸς τὸ μὴ ἐκτριβῆναι ὅταν παίῃ ἐν γῇ Αἰγύπτῳ. Κολάζει μὲν γὰρ ὁ Θεὸς τὸν ἀπειθῆ καὶ ἀνήκοον, καὶ τῆς ἁγιότητος ἀμέτο‐
55χον τῆς παρὰ Χριστοῦ. Γνωρίζει δὲ μόνους, καὶ φροντίδος ἀγαθῆς ἀξιοῖ τοὺς, οἵπερ ἂν φαίνο[ι]ντο
κατακεχρισμένοι τῷ αἵματι τοῦ ἀμνοῦ τοῦ ἀληθινοῦ,431

69

.

436

καὶ τοῖς ἀσεβέσιν οὐκ ἐπιτρέπει συνδιόλλυσθαι τὸν ἡγιασμένον· ἀλλ’ ἐξαίρετον αὐτοῖς ἀπονέμει φιλ‐ ανθρωπίαν. Ἐφ’ ἑπτὰ δὲ ὅλαις ἡμέραις ἄρτοις ἀζύμοις προστρέφεσθαι κελεύει τοὺς τὸν ἱερὸν φαγόντας
5ἀμνόν· καθαρωτάταις ἐπιθυμίαις, ὥς γέ μοι φαίνεται, καὶ ἁπάσης φαυλότητος ἀπῳκισμέναις, καὶ τὴν ἑαυτῶν ἀποτρέφειν ψυχὴν ἀναπείθων τοὺς ἡγιασμένους διὰ Χριστοῦ. «Ἁγία δὲ ἡ πρώτη καὶ ἡ ἑβδόμη καλείσθω, φησὶν, ἡμέρα.» Ἅγιος γὰρ ἡμῶν ὁ ἐν ἀρχῇ τῆς γενέσεως χρόνος· οὔπω τὸν παράδεισον ἐκβεβηκότος διὰ τὴν παράβασιν τοῦ προπάτορος Ἀδὰμ, ἀλλ’ ἐν αὐτῷ μὲν διαιτωμένου, φυλάττοντος δὲ ἔτι τὴν δοθεῖσαν ἐντολήν. Ἅγιος δὲ πάλιν ὁ καὶ ἐν ἐσχάτοις, διὰ Χριστοῦ, δικαιοῦντος ἐν πίστει τοὺς
10προσιόντας αὐτῷ, καὶ εἰς ἐκεῖνο πάλιν ἀνακομίζοντος, εἰς ὅπερ ἦμεν ἐν ἀρχαῖς. Οὐκοῦν ὅλον ἡμῖν ἐν τούτοις τὸ περὶ τοῦ Σωτῆρος ἡμῶν προανετυποῦτο μυστήριον. Διὸ δὴ καὶ σφόδρα καλῶς πρὸς Ἰουδαίους αὐτὸς ἔλεγε· «Εἰ ἐπιστεύετε Μωϋσῇ, φησὶν, ἐπιστεύσατε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε.»
13tΠερὶ τῆς ἀναθέσεως τῶν πρωτοτόκων.
14αʹ. Λελυτρώμεθα μὲν ἐκ τῆς ἀρχαίας ἡμῶν ἀνα‐
15τροφῆς πατροπαραδότου, κατὰ τὸ γεγραμμένον, «Οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνω‐ σμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ’ ἐσχάτου.» Ἅτε Θεὸς ὢν φύσει, καὶ ἐν μορφῇ
20καὶ ἰσότητι Θεοῦ καὶ Πατρὸς, καὶ ἐπεὶ ὠνόμασται καὶ πρωτότοκος ὁ Μονογενὴς, ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ἔφη γάρ που περὶ ἡμῶν ἐν Ψαλμοῖς πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς
25μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.» Ἀνα‐ λαβὼν γὰρ εἰς ἑαυτὸν τὰ ἀνθρώπινα, καὶ καθ‐ εὶς οἰκονομικῶς ἐν τοῖς καθ’ ἡμᾶς τὰ καθ’ ἑαυτὸν, ἀδελφοὺς ἡμᾶς ἀποκαλεῖν οὐκ αἰσχύνεται, ἐπείτοι κεκλήμεθα πρὸς υἱότητα δι’ αὐτοῦ. Καὶ γάρ ἐστιν
30ἀληθὲς, καὶ ἐξ αὐτῶν μεμαρτύρηται τῶν πραγμάτων, ὅτι τὸν ἴδιον Υἱὸν τῆς ἁπάντων ἡμῶν σωτηρίας ἀντ‐ άλλαγμα δέδωκεν ὁ Πατήρ. Οὐκοῦν ὡς ὁ Παῦλός φησι, «Τιμῆς ἠγοράσμεθα,» καὶ οὐκ ἐσμὲν ἑαυτῶν. «Ἀλλ’ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ πάντες
35μηκέτι ἑαυτοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν τεθνεῶτι καὶ ἐγηγερμένῳ.» Ὅτι τοίνυν ἕκαστος τῶν διὰ Χριστοῦ σεσωσμένων, καὶ οἱονεὶ συμμορφίαν τὴν πρὸς αὐτὸν εὖ μάλα πεπλουτηκότων δι’ ἁγιασμοῦ ἐν Πνεύματι, Θεῷ τὴν οἰκείαν ἐπόφλῃ ζωὴν, σαφὲς
40ἂν γένοιτο προσλαλοῦντος τοῖς ἀρχαιοτέροις τοῦ παν‐ σόφου Μωσέως· «Καὶ ἔσται, ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὂν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δῷ σοι αὐτήν· καὶ ἀφοριεῖς πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικὰ τῷ
45Κυρίῳ, πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων, ἢ ἐν τοῖς κτήνεσί σου, ὅσα ἂν γένηταί σοι τὰ ἀρσενικὰ, ἁγιάσεις αὐτὰ τῷ Κυρίῳ. Πᾶν διανοῖγον μήτραν ὄνου, ἀλλάξεις προβάτῳ· ἐὰν δὲ μὴ ἀλλάξῃς, λυτρώσῃ αὐτό. Πᾶν πρωτότοκον ἀνθρώπου τῶν υἱῶν σου λυ‐

69

.

436

(50)

τρώσῃ.» Συναγηγερμένης δὲ τῆς ἐκκλησίας κατὰ καιροὺς ἐν Χωρὴβ, διὰ τῶν ἴσων ἔρχεται λόγων, ἐθεσμοθέτει δὲ πάλιν, λέγων ὡδί· «Τὰ πρωτότοκα τῶν υἱῶν σου δώσεις ἐμοί. Οὕτω ποιήσεις τὸν μόσχον σου, καὶ τὸ πρόβατόν σου, καὶ τὸ ὑποζύγιόν σου.
55Ἑπτὰ ἡμέραις ἔσται ὑπὸ τὴν μητέρα, τῇ δὲ ὀγδόῃ ἡμέρᾳ ἀποδώσεις μοι αὐτό. Καὶ ἄνδρες ἅγιοι ἔσεσθέ
μοι.»433

69

.

437

βʹ. Εὐαφόρμως μὲν οὖν ὁ τῶν ὅλων Θεὸς τὴν τῶν ὅλων ἀνάθεσιν αἰτεῖ, καὶ αὐτῷ χρῆναι διισχυρίζεται καθιεροῦν ἡμᾶς τὰ ἀῤῥενικά. Ἐπειδὴ γὰρ διολώλασι μὲν τὰ τῶν Αἰγυπτίων πρωτότοκα, σέσωσται δὲ παν‐
5οικὶ καὶ διέδρα τὸν ὀλοθρευτὴν ὁ ἠγαπημένος Ἰσ‐ ραὴλ, τῷ αἵματι τοῦ ἀμνοῦ κατακεχρισμένος ὅσον εἰς τύπον Χριστοῦ τοῦ δι’ ἡμᾶς ἐν νεκροῖς, ἵνα καταρ‐ γήσῃ τὸν θάνατον, ταύτῃτοι δικαίως εἶεν ἂν ἑαυτῶν μὲν οὐκέτι τὰ σεσωσμένα· πρέποι δ’ ἂν μᾶλλον αὐτὰ
10διακεκτῆσθαι λοιπὸν ὡς ἴδια τὸν ὑπὲρ ἑαυτῶν κεκιν‐ δυνευκότα. Ὃν γὰρ τρόπον οἱ τοὺς ἤδη γεγονότας ὑποχειρίους βαρβαρικοῖς ἀπαλλάττειν ἰσχύοντες, καὶ τῆς ἀδοκήτως ἐπενεχθείσης δουλείας ἐλευθεροῦν διὰ τοῦ τὴν πρὸς ἐκείνους ἀνατλῆναι μάχην, μονονουχὶ
15τὴν δεσπότου λοιπὸν ἐπέχουσι τάξιν, αἵματι τῷ ἰδίῳ τοὺς ἁλόντας κατακτώμενοι· κατὰ τὸν ἴσον, οἶμαι, τοῦτον λόγον καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τὸ τῶν ἀκαθάρτων δαιμόνων καταδήσας στῖφος, καὶ τὸ ἴδιον αἷμα τεθεικὼς ὑπὲρ ἡμῶν· ἀποστήσας τε
20οὕτω τὸν θάνατον, καὶ καταλύσας τὴν φθορὰν, ἰδίους ἡμᾶς ποιεῖται λοιπὸν, ὡς τὴν ἑαυτῶν μὲν οὐκέτι, τὴν αὐτοῦ δὲ μᾶλλον διαζῶντας ζωήν. Εἰ μὴ γὰρ ἀπέθανεν ὑπὲρ ἡμῶν, οὐκ ἂν διεσώθημεν· καὶ εἰ μὴ γέγονεν ἐν νεκροῖς, οὐκ ἂν τὸ δυσάντητον τοῦ θα‐
25νάτου κατεσείσθη κράτος. Οὕτω καὶ ὁ θεσπέσιος Παῦλος μεμυσταγώγηκε, λέγων, τοὺς διὰ Χριστοῦ σεσωσμένους· «Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐ‐ κέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγα‐
30πήσαντός με, καὶ δόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.» Ὥσπερ οὗν μονονουχὶ τὴν τοῦ σφαγέντος ἀμνοῦ ζωὴν ἔζων οἱ ἐξ Ἰσραὴλ, οὕτω καὶ ἡμεῖς οὐχὶ τὴν ἰδίαν ἔτι ζῶ‐ μεν ζωὴν, ἀλλὰ τὴν τοῦ δι’ ἡμᾶς ἀποθανόντος Χρι‐ στοῦ, εἰ καὶ ἀνεβίω πάλιν. Ζωὴ γὰρ ἦν κατὰ φύσιν,
35ὡς Θεός. Χρὴ τοίνυν ἡμῶν ἁγίαν εἶναι τὴν ζωήν· τοιαύτη γὰρ ἡ Χριστοῦ. Ἁγίως δὲ ζῇν ᾑρημένοι, τὴν ἀξιάγαστον αὐτοῦ καταπλουτήσομεν εἰκόνα, σύμμορ‐ φοί τε γεγονότες τῷ δι’ ἡμᾶς καθ’ ἡμᾶς, καὶ Μονο‐ γενεῖ μὲν ὡς Θεῷ, πρωτοτόκῳ δὲ διὰ τὸ ἀνθρώπινον,
40ἱερεῖον ἀνάθεμα καὶ ἀξιόληπτον ἀληθῶς ἐσόμεθα τῷ Θεῷ καὶ Πατρί. Ἁγιάζεται τοίνυν τὰ πρωτότοκα καὶ ἀρσενικὰ, διά τοι τὸ ἐν εἰκόνι νοεῖσθαι Χριστοῦ. Ὥσπερ γὰρ τὰ βρέφη προσεκόμιζον μὲν αἱ μητέρες· προσίετο δὲ καὶ λίαν ἀσμένως ὁ Κύριος ἡμῶν Ἰησοῦς
45Χριστὸς, καὶ τοῖς ἁγίοις προσπεφώνηκε μαθηταῖς· «Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἔρχεσθαι πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐ‐ ρανῶν·» οὕτω κἀνθάδε νοήσεις· ἀγαπᾷ τὸ πρωτό‐ τοκον ὁ Θεὸς καὶ Πατὴρ, ὡς ἐν εἰκόνι Χριστοῦ δια‐

69

.

437

(50)

πρέπον. Μόνα δὲ ἀπόλεκτα τὰ ἀρσενικὰ τῶν πρω‐ τοτόκων. Ἔδει γὰρ, ἔδει σώζεσθαι τῷ Χριστῷ τὸ αὐτῷ μᾶλλον πρεπωδέστατον κάλλος, καὶ τοῖς κατ’ εἰκόνα τὴν πρὸς αὐτὸν ὡς ἐν εἴδει τῶν πρωτοτόκων μεμορφωμένοις. Ἔστι γὰρ ὁμοῦ πρωτότοκός τε καὶ
55ἄρσην, ὅτι μὴ οἶδε μαλακισμὸν εἰς ἁμαρτίαν· μαλα‐ κισμοῦ δὲ τύπος, τὸ θῆλυ. Δεῖ δὴ οὖν τὴν εἰκόνα φο‐
ροῦντας Χριστοῦ, παραιτεῖσθαι μὲν φρόνημα τὸ θη‐435

69

.

440

λυπρεπές· ἀποσείεσθαι δὲ λίαν, ὡς ἐπάρατον ἀληθῶς καὶ Θεῷ κατεστυγημένον, τὸ μαλθακόν τε καὶ ἀνει‐ μένον, καὶ ἄναλκι, καὶ σφριγῶδες ἀνέχειν· καὶ ἀνδρο‐ πρεπῆ προθυμίαν εἴς γε τὸ δεῖν ἑλέσθαι, φημὶ, κατ‐
5ορθοῦν ἀρετήν. «Ἀλλάττεται δὲ προβάτῳ πᾶν δια‐ νοῖγον μήτραν ὄνου.» Καὶ τίς ὁ λόγος; Ἀνίερον μὲν γὰρ καὶ βέβηλον κατὰ νόμον ἡ ὄνος· ἱερὸν δὲ τὸ πρό‐ βατον· τοιγάρτοι καὶ ὑπὲρ ὄνου προσάγεται. Ὑπαι‐ νίττεται δὲ πάλιν ἡμῖν ὁ νόμος ἐν τούτοις, ὅτι καὶ
10τὸ βέβηλον ἅγιον ἐν Χριστῷ, καὶ τὸ ἀνίερον, καὶ δεκτὸν δι’ αὐτοῦ καὶ τὸ ἀπαράδεκτον. Ἐπειδὴ γὰρ ἦμεν ἁμαρτωλοὶ καὶ ἀκάθαρτοι, γέγονεν αὐτὸς ὑπὲρ ἡμῶν ἅγιον θῦμα, καὶ εἰς ὀσμὴν εὐωδίας. Ἀπέθανε γὰρ ὑπὲρ ἁμαρτωλῶν, δίκαιος ὑπὲρ ἀδίκων, ὑπὲρ
15τῶν ἀκαθάρτων ὁ καθαρὸς, καθὰ καὶ πρόβατον ὑπὲρ ὄνου. Λυτροῦται δὲ τὰ ἀνθρώπων πρωτότοκα δώρων, κατὰ τὸ εἰκὸς, ἤτοι τίμημα τῶν προσδοκιμαζομένων. Διὰ ποίαν αἰτίαν; Ὅτι τὸ ἀνατεθειμένον ὅλως καὶ ἡγιασμένον τῷ Θεῷ καταθύεσθαι που ἐχρῆν πάντως.
20Παραιτεῖται δὲ τὴν ἀνδροκτονίαν ὁ κτίσας ἐν ἀφθαρ‐ σίᾳ Θεὸς τὰ πάντα. «Οὐ γὰρ ἐποίησεν θάνατον, οὐδὲ ἐπ’ ἀπωλείᾳ ζώντων τέρπεται,» κατὰ τὸ γεγραμ‐ μένον. Οὔτε μὴν ἐν ἴσῳ τοῖς ἀκαθάρτοις δαίμοσι, τοῖς καταφθειρομένοις ἐφήδεται· προστάττει δὲ μᾶλ‐
25λον ὑπὲρ αὐτοῦ καθεῖναι τὸ λύτρον, μονονουχὶ καὶ διαῤῥήδην ὁμολογεῖν ὡς αὐτῷ τὴν οἰκείαν ὀφείλομεν ζωήν. Τοῦτο γὰρ ἐποίσει τὸ καλούμενον δίδραγμον τελεῖσθαι προστάττων. Λύτρον δὲ τὸ ἀληθὲς καὶ ὑπὲρ πάντων, αὐτὸς νοοῖτο Χριστὸς, δι’ οὗ, καὶ ἐν ᾧ νενική‐
30καμεν τὴν φθοράν· δέδωκε γὰρ ἑαυτὸν ὑπὲρ ἡμῶν. Ἑπτὰ δὲ δεῖν ἔφη πληροῦν ἡμέρας ὑπὸ μητρὶ τὸν ἀμνόν· προσκομίζεσθαι δὲ κατὰ τὴν ὀγδόην. Οὐ γάρ τοι τεχθὲν ἐκ μήτρας, εὐθὺς κατεσφάζετο· τῷ δὲ τῆς τεκούσης γάλακτι προανδρισθὲν ἠρέμα, καὶ διισχύ‐
35σαν βραχὺ, τότε δὴ, τότε καὶ εἰς ὀσμὴν εὐωδίας ἐπιτηδείως ἔχειν αὐτὸ, διετύπου Θεός. Τύπος δ’ ἂν εἴη καὶ τόδε μυστικοῦ καὶ ἀναγκαίου πράγματος. ὃ καὶ εἰς δεῦρο τετήρηται παρ’ ἡμῖν τοῖς τὰ λογικὰ θρέμματα καθιεροῦν εἰωθόσι τῷ πάντων κρατοῦντι
40Θεῷ. Οὐ γὰρ ὁμοῦ κεκλημένους, καὶ εἰς τὰς τοῦ πιστεύειν ἀρχὰς ἐκβεβηκότας, καὶ ἀμυήτους ἔτι προσ‐ κομίζομεν τῇ θείᾳ τε καὶ ἀναιμάκτῳ θυσίᾳ· προ‐ κατηχοῦντες δὲ μᾶλλον, μονονουχὶ δὲ καὶ ὑπὸ μητρὶ τρέχοντες, τουτέστι, τῇ Ἐκκλησίᾳ, καὶ οἷόν τινι
45γάλακτι νηπιοπρεπεῖ καὶ τρυφερῷ καταπιαίνοντες λόγῳ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς οὔπω τὴν ἕξιν τελείοις ἐπιστέλλει λέγων· «Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα. Οὔπω γὰρ ἠδύνασθε, ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε.» Καὶ πάλιν ἐν ἑτέρᾳ Ἐπιστολῇ· «Πᾶς

69

.

440

(50)

γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης. Νήπιος γάρ ἐστι. Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόν‐ των πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.» Ἀνδρυθέντας δὴ οὖν καὶ τεθραμμένους εὖ μάλα τοῖς εἰς κατήχησιν
55λόγοις προσάγομεν κατὰ τὴν ὀγδόην, τουτέστι παριπ‐ πεύσαντος τοῦ καιροῦ καθ’ ὃν ἦσαν ἐν νηπιότητι, καὶ
λοιπὸν ἑτέρου μετ’ ἐκεῖνον εἰσβαίνοντος, καθ’ ὃν τὸ437

69

.

441

τοῦ Χριστοῦ μυστήριον παρα[τε]θείη τις ἂν αὐτοῖς ἐπὶ καιροῦ καὶ πρεπόντως. Κατασημαίνει γὰρ ἡμῖν ἡ ὀγδόη τὸν τῆς ἀναστάσεως καιρὸν, ὅτε τὸν ὑπὲρ ἡμῶν ὑπομείνας θάνατον, ἀνεβίω Χριστὸς, ᾧ συμ‐
5μορφούμεθα νοητῶς ἀποθνήσκοντες διὰ τοῦ ἁγίου βαπτίσματος, ἵνα καὶ τῆς ἀναστάσεως τύχωμεν. Πιστώσεται δὲ καὶ ὁ Παῦλος γράφων· «Συνετάφη‐ μεν γὰρ αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης
10τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περι‐ πατήσωμεν.» Ἀνατικτόμενοι τοίνυν διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν ἀληθείας, καὶ συμμορφίαν ἤδη πλου‐ τήσαντες τὴν πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν δι’ ἡμᾶς τε καὶ ἐν ἡμῖν πρωτότοκον· εἶτα λογι‐
15κόν τε καὶ ἄδολον ἐκπίνοντες γάλα, «εἰς μέτρον ἡλικίας ἀναβαίνοντες τοῦ πληρώματος αὐτοῦ,» κατὰ τὸ γεγραμμένον, τότε δὴ, τότε λοιπὸν ἱεροὶ πάντες ἐσόμεθα, καὶ εἰς ἀνάθημα τῷ Θεῷ· καὶ κόσμῳ μὲν ἀποθνήσκοντες, νοητῶς δὲ Θεῷ ζῶντες ἁγίως. Τοῦτο
20γὰρ, οἶμαι, ἐστὶ τὸ παρ’ αὐτῷ σφάζεσθαι τῷ θυσια‐ στηρίῳ τῶν κτηνῶν τὰ πρωτότοκα. Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος τοῖς οὕτω ἡγιασμένοις· «Ἀπ‐ εθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν Χριστῷ ἐν τῷ Θεῷ.» Ἱερὸς οὖν ἄρα τῶν ἁγίων ὁ θάνατος,
25καί μοί τι τοιοῦτον ὁ μακάριος Δαβὶδ ἀναβλέψαι δο‐ κεῖ· «Τίμιος γὰρ, φησὶν, ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.» Πρέποι δ’ ἂν, καθάπερ ἐγᾦμαι, τῶν ἀρτίως ἡμῖν εἰρημένων ἐννοιῶν ὁ τρόπος, οὐχὶ δήπου μόνον τοῖς ἐξ ἐθνῶν ἐπιστρέφουσιν εἰς τὴν
30τῆς ἀληθείας ἐπίγνωσιν, ἀλλὰ καὶ ὅτι μάλιστα τοῖς ἐκ νομικῆς κεκλημένοις λατρείας, πρὸς τὴν ἐν Χρι‐ στῷ δικαίωσιν καὶ ἁγιασμὸν τὸν ἐν Πνεύματι. Ἐτρέ‐ φετο μὲν γὰρ ὁ ἀμνὸς, ἤτοι τὸ μοσχάριον ἑπτὰ ἡμέ‐ ρας ὑπὸ τὴν μητέρα· προσήγετο δὲ κατὰ τὴν ὀγδόην,
35αἰνιγματωδῶς, οἶμαί που, παραδηλοῦντος Θεοῦ (σκιὰ γὰρ ὁ νόμος), ὡς ἦν ἀναγκαῖον προπαιδαγωγεῖσθαι διὰ τύπων, καὶ οἱονεὶ μαθήμασιν τοῖς οὐ λίαν ἀνδρο‐ πρεπεστέροις, νηπιοπρεπέσι δὲ μᾶλλον, τοὺς ἱεροὺς ἐσομένους, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακομισθήσεσθαι
40μέλλοντας τῷ Θεῷ. Καιρὸς δὲ ὁ μάλιστα τῇ τοιᾷδε τελειώσει πρέπων τὸ Χριστοῦ μυστήριον, ὃ διὰ τῆς ὀγδόης σημαίνεται. Ἀπρόσιτος οὖν διὰ νομικῆς λα‐ τρείας ὁ Θεὸς, προσιτὸς δ’ ἂν γένοιτο διὰ μόνου Χρι‐ στοῦ. Δι’ αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν, ὡς
45μεθ’ ἡμέραν ἑβδόμην, τουτέστι, παρεληλακότος ἤδη τοῦ κατὰ νόμον σαββατισμοῦ, ἤτοι καθολικοῦ καὶ γενικωτέρου ὡς ἐκ μέρους, τῆς κατὰ νόμον λατρείας. Τετελείωκε γὰρ ὁ νόμος οὐδέν· ἀναφέρει δὲ εἰς τοῦτο Χριστός· ἄρτιοι γὰρ εἰς ἀρετὴν οἱ πεπιστευκότες,

69

.

441

(50)

καὶ τὸ τέλειον ἔχοντες ἐν γνώσει διὰ Χριστοῦ· νοῦν γὰρ ἔχομεν τὸν αὐτοῦ, καὶ δι’ αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ σὺν ἁγίῳ Πνεύματι ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
54tΠερὶ Μεῤῥᾶς, καὶ τοῦ ξύλου τοῦ παραδειχθέν‐
55tτος τῷ μακαρίῳ Μωσῇ.
56αʹ. Τῆς τῶν Αἰγυπτίων ἀπαίροντες γῆς οἱ ἐξ
Ἰσραὴλ, καὶ τὸν δυσαχθῆ τῆς δουλείας ζυγὸν ἀποδυ‐439

69

.

444

σάμενοι μόλις, διὰ μέσης θαλάσσης ᾔεσαν ὡς ἐπὶ ξηρᾶς, ἀμογητὶ δὲ καὶ τοῦτο διαπεραίνοντες. Ἐπά‐ γησαν γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα τοῖς θείοις εἴκοντα νεύμασιν. Εἶτα μετὰ τοῦτο πανστρατὶ κεκινδυνευκότα
5τεθεαμένοι τὸν Φαραὼ, καὶ πεπνιγμένον τοῖς ὕδασιν, οἰκτρῶς τε διολωλότας τοὺς ἀφορήτους ποτὲ καὶ σκληρ‐ αγωγοῦντας αὐτοὺς ἀφιλοικτιρμόνως, ᾠδὰς ἀνίεσαν τῷ Θεῷ, καὶ ὕμνοις αὐτὸν τοῖς χαριστηρίοις καταγε‐ ραίροντες ἔφασκον· «ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως
10γὰρ δεδόξασται· ἵππους καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν. Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν.» Τεθαυματούργηκε γὰρ χρησίμως ὁ τῶν ὅλων Θεός. Καίτοι γὰρ πλεῖστά τε ὅσα καὶ λίαν ἀξιο‐ θαύμαστα παραδείξας αὐτοῖς τὰ ἐν Αἰγύπτῳ σημεῖα,
15προσέτι φιλοτίμως τὸ καὶ δι’ αὐτῆς διᾴττειν θαλάσ‐ σης δύνασθαι τοὺς ὑπ’ αὐτῷ γεγονότας, ἵν’ εὖ βεβη‐ κότα λοιπὸν καὶ ἐρηρεισμένον ἐν αὐτοῖς ἔχοιεν νοῦν, καὶ δὴ καὶ πιστεύοιεν ὡς οὐ καθ’ ἕνα τῶν ψευδωνύμων ἐστὶ θεῶν, ἤγουν ἀνθρωπίνης εὑρέματα τέχνης, καὶ
20τὸ βρέτας ἁπλῶς ἐκ ξύλου καὶ λίθου πεποιημένον· ἀλλ’ ὅτι τῶν ὅλων ὑπάρχων Κύριος, ὡς ὑπὸ πόδας κειμένῃ κελεύει τῇ κτίσει, καὶ ὅπερ ἂν ἕλοιτο κατορ‐ θοῦν εὐκόλως διαπεραίνεται. Ἵνα δὲ καί τι μειζόνως θαυμάζοντες ὠφελοῖντο, πλουσιώτερον ἀπαίρειν ἐκέ‐
25λευεν, καὶ εἰς τὴν τοῖς πατράσιν ἐπηγγελμένην ἐπείγεσθαι γῆν, στρατηγοῦντος καὶ καθηγουμένου τοῦ πανσόφου Μωσέως. Εἶτα τί τὸ μετὰ τοῦτο, σαφηνιεῖ δὴ πάλιν τὸ Γράμμα τὸ ἱερόν· «Ἐξῆρε γὰρ, φησὶ, Μωσῆς, τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ θαλάσσης Ἐρυθρᾶς,
30καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σοὺρ, καὶ ἐπορεύ‐ οντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ, καὶ οὐχ εὕρισκον ὕδωρ ὥστε πιεῖν. Ἦλθον δὲ εἰς Μεῤῥὰν, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἐκ Μεῤῥᾶς· πικρὸν γὰρ ἦν. Διὰ τοῦτο ἐπωνομάσθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πι‐
35κρία. Καὶ διεγόγγυζεν ὁ λαὸς ἐπὶ Μωσῆν, λέγοντες, Τί πιόμεθα; Ἐβόησε δὲ Μωσῆς πρὸς Κύριον, καὶ ἔδειξεν αὐτῷ Κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ. Ἐκεῖ ἔθετο αὐτῷ δι‐ καιώματα καὶ κρίματα καὶ κρίσεις. Καὶ ἐκεῖ αὐτὸν
40ἐπείραζε, καὶ εἶπεν· Ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιήσῃς, καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ, καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ. Ἐγὼ γάρ εἰμι Κύ‐
45ριος ὁ ἰώμενός σε. Καὶ ἦλθον εἰς Ἐλείμ· καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων, καὶ ἑβδομήκοντα στελέχη φοινίκων. Παρενέβαλον δὲ ἐκεῖ ἐπὶ τὰ ὕδατα.» Ἄθρει δὴ οὖν πῶς οὐκ ἀγυμνάστως αὐτοὺς λελυτρω‐ μένους, οὐδὲ τῷ τῆς εὐθυμίας ἐντρυφῶντας πλάτει,

69

.

444

(50)

παρακομίζεσθαι πρὸς τὸ ῥᾴθυμον ἐφίησιν οἰκονομι‐ κῶς, ἵνα μὴ κατὰ βραχὺ πρὸς λήθην ἰόντες τοῦ δια‐ σώζειν ἰσχύοντος, εἰς τὴν ἐν Αἰγύπτῳ πλάνησιν εὐ‐ κόλως ὑπονοστήσειαν. Συλλέγουσι γὰρ οἱ πόνοι πρὸς Θεόν. Καὶ γοῦν ὁ προφήτης φησίν· «Κύριε, ἐν θλί‐
55ψει, ἐμνήσθημέν σου, ἐν θλίψει μικρᾷ ἡ παιδ[ε]ία σου ἡμῖν.» Μακρὰν τοιγαροῦν καὶ διψάδα διιόντες γῆν,
ἐν σπάνει γεγόνασι τῶν ἀναγκαίων εἰς ζωήν. Οὐ γὰρ441

69

.

445

εὕρισκον ὕδωρ ὥστε πιεῖν· παρατεινομένου δὲ τοῦ διψᾷν καὶ εἰς τρίτην ἡμέραν, μόλις αὐτοῖς εὑρίσκε‐ ται τὸ ποθούμενον. Ἀλλ’ ἦν καὶ τοῦτο ἄχρηστον παν‐ τελῶς. Πικρὸν γὰρ τὸ Μεῤῥᾶς ἦν ὕδωρ, καὶ τοῖς δι‐
5ψῶσιν οὐκ ἀσφαλὲς εἴς γε τὸ δύνασθαί, φησιν δια‐ δρᾶναι θάνατον· δυσφοροῦσί τε ἐντεῦθεν, καὶ τοῦ μεσίτου κατακεκράγασιν· ἀλύει δὲ ὁ Μωσῆς. Εἶτα τοῦ πάντα εἰδότος Θεοῦ ξύλον αὐτῷ παραδείξαντος, ἐμβάλλει τοῖς ὕδασι, τὰ δὲ παραδόξως εἰς γλυκύ τε
10καὶ ποτιμώτατον μεθίστανται νᾶμα. Ἐκπεπωκότες οὖν καὶ ὠφελημένοι, τεθαυμάκασι τὴν θεοσημείαν, παρεμβάλλουσι μετὰ τοῦτο καὶ πηγαῖς ὑδάτων δώ‐ δεκα, ἔνθα καὶ ἑβδομήκοντα στελέχη φοινίκων ἦν. Κατηυλίζοντο δὲ τότε τρυφῶντες ἐκεῖ. Ὅτι τοίνυν ἐν
15πίστει καὶ οὐχ ἑτέρως εὑρεῖν ἦν δύνασθαι τῆς σωτη‐ ρίας τὴν ὁδὸν, διὰ σκιᾶς καὶ τύπων ἐπληροφόρει Θεός. Ταύτῃτοι καὶ σφάζειν ἐκέλευσεν ἐν Αἰγύπτῳ τὸν ἀμνὸν, καὶ πιστεύειν ἤθελον, ὅτι τῷ αἵματι κατακε‐ χρισμένοι, τὸν τοῖς πρωτοτόκοις ἐπεῤῥιμμένον δια‐
20κρούσονται θάνατον. Ἢ γὰρ οὐχὶ φαίη τις ἂν, καὶ μάλα εἰκότως, ὅτι προγύμνασμα πίστεως τὸ δρώμε‐ νον ἦν; Τίνα γὰρ ἂν, εἰπέ μοι, τρόπον κατοῤῥωδήσειεν ὁ θάνατος προβάτου σφαγήν; Ἀλλ’ ἦν μυστηρίου τὸ χρῆμα τύπος. Ἐκρύεται γὰρ ὁ Χριστὸς αἵματι τῷ
25ἰδίῳ τοὺς ἡγιασμένους ἐν πίστει, καὶ θανάτου φθορᾶς ἀποφαίνει κρείττονας. Τί δὲ δὴ πάλιν ἐστὶ τὸ ἐπὶ τῇ Μεῤῥᾷ, φέρε λέγωμεν ὡς ἔνι. βʹ. Ὕδατι τὸν θεῖον παρεικάζει λόγον ἡ θεόπνευστος Γραφή. Ὥσπερ γάρ ἐστι σωμάτων ζωοποιὸν τὸ ὕδωρ
30τὸ αἰσθητόν· οὕτω καὶ ὁ θεῖος εἰ καθίκοιτο λόγος εἰς νοῦν, ὀνήσει[εν] ἂν οὐ μετρίως αὐτόν. Τοιγάρτοι καὶ ὁ Χριστὸς ταῖς Ἰουδαίων ἀγέλαις προσλαλῶν ἀνακε‐ κράγει, λέγων· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω.» Καὶ πρός γε τὴν γυναῖκα ἐκ Σαμαρείας,
35«Καὶ πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πά‐ λιν· ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα.» Ἄρτι τοίνυν οἱ ἐξ Ἰσραὴλ τὴν θεομισῆ τῶν Αἰγυπτίων ἀφέντες λατρείαν, μετ‐ έθεντο ταῖς γνώμαις εἰς τὸ τελεσφορεῖν ἅπερ ἂν βού‐
40λοιτο Θεός. Ἀλλ’ οὔπω τοῖς ἄνωθέν τε πεπαιδαγώ‐ γηνται νόμοις, οὔπω τῶν νοητῶν ὑδάτων ἀπογευσά‐ μενοι, μονονουχὶ ξηρὸν καὶ δεδιψηκότα τὸν νοῦν εἶχον ἐν ἑαυτοῖς. Εἶτα μόλις περιτυγχάνουσιν τῇ Μεῤῥᾷ· ἀλλ’ οὐκ ἠδύναντο πιεῖν ὕδωρ· πικρὸν γὰρ ἦν.
45Ἔπειτα Μωσέως τὸ ξύλον ἐμβεβληκότος, τῆς ἐμφύτου πικρίας τὸ ὕδωρ ἀπηλλάττετο. Τίς οὖν ἡ Μεῤῥά; Φαίην ἂν ὅτι τὸ Γράμμα τὸ νομικόν. Πικρὸς γὰρ ὁ νόμος, εἴπερ ἐστὶ κολαστής. Καὶ γοῦν ὁ θεσπέσιος ἔφη Παῦλος· «Ἀθετήσας τις νόμον Μωσέως χωρὶς

69

.

445

(50)

οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνήσκει.» Ὁρᾷς ὅτι πικρὸς ἦν καὶ δύσοιστος καὶ αὐτοῖς τάχα που τοῖς ἐθέλουσι κατορθοῦν; Καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ τοῖς μετὰ τὴν πίστιν ἀνάπτουσί τινας εἰς λατρείαν αὖθις τὴν νομικὴν, διαῤῥήδην ἔφασκον·
55«Καὶ νῦν τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε ἡμεῖς, οὕτε οἱ
πατέρες ἡμῶν ἰσχύσαμεν βαστάσαι;» Καὶ γοῦν ὁ μα‐443

69

.

448

κάριος Παῦλος κατακρίσεως διακονίαν ἀποκαλεῖ τὴν διὰ τοῦ πανσόφου Μωσέως ἐντολήν. Ἔφη γὰρ οὕτως· «Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν
5δόξῃ.» Ἔφη δὲ καὶ ἑτέρωθι· «Τὸ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.» Γράμμα σαφῶς, οἶμαί που, τὸν νόμον, πνεῦμα δὲ πάλιν, τὴν ἐν πνεύματι λατρείαν ἀποκαλῶν, τουτέστι, τὴν εὐαγγελικήν· πικρὸς γὰρ ὁ νόμος. Ἑρμηνεύεται δὲ πικρὰ καὶ ἡ Μεῤῥά. Ὅτι δὲ
10ἡ διὰ νόμου παίδευσις αὐτὴ καθ’ ἑαυτὴν, καὶ ὅσον ἧκεν εἰς τύπους, ζωοποιεῖν οὐχ οἵα τε, τὸ διατείνεσθαι περιττόν. Οὐδεὶς γὰρ ἐν νόμῳ δικαιοῦται παρὰ Θεῷ, κατὰ τὸ γεγραμμένον. Ἀλλὰ καὶ αὐτὸς ἔσται δὴ τότε ζωοποιὸς ὁ νόμος, ἀπαλλαγήσεται καὶ τῆς κατὰ
15γράμμα πικρίας, εἰ γένοιτο παραδεκτικὸς μυστηρίου τοῦ κατὰ Χριστόν· τέλος γὰρ νόμου Χριστὸς εἰς σω‐ τηρίαν παντὶ πιστεύοντι, νοούμενος δηλονότι πνευμα‐ τικῶς· τύπος δ’ ἂν εἴη καὶ τοῦδε σαφὴς τὸ ἐπὶ Μεῤῥᾷ συμβεβηκός. Δηλοῖ γὰρ τὸ ξύλον, τὸν τοῦ Σωτῆρος σταυ‐
20ρὸν, ἤτοι τὸ ἐπ’ αὐτῷ μυστήριον· ὅπερ εἰ γένοιτο τοῖς ἐν νόμῳ παραδεκτὸν, γλυκὺ καὶ τὸ πικρὸν εὑρήσου‐ σιν· οὐ γὰρ τοῖς πιστεύουσιν εἰς Χριστὸν, φιλαίτιός τέ ἐστι καὶ κολαστὴς ὁ νόμος, ἀλλ’ ἤδη ζωοποιὸς, μεταπλαττομένης εὖ μάλα τῆς ἱστορίας ἡμῖν πρὸς
25θεωρίαν πνευματικὴν, καὶ ποδηγούσης ἐπὶ Χριστὸν, ὅς ἐστι ζωὴ καὶ ζωοποιός. Τότε γὰρ, τότε καὶ νόμος ἡμῖν ὁριεῖ δικαιώματά τε καὶ κρίσεις. Ἀποκομιεῖ γὰρ εὐθὺς ἐπὶ τὸ αὐτῷ δοκοῦν, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων καταδείξει τρίβον, ἔξω τε δειμάτων καὶ τοῦ
30κολάζεσθαι προσδοκᾷν γενέσθαι παρασκευάζει. «Πᾶ‐ σαν γὰρ, φησὶ, πληγὴν ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ.» Οὐκοῦν τοῖς ἐν νόμῳ τοῦτο λα‐ βοῦσι μυστήριον, ἐλπὶς ἀγαθὴ τοῦ διαβήσεσθαι κόλα‐ σιν. Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὃ καὶ αὐτὸς εἴρηκεν ὁ
35Σωτὴρ τοῖς Ἰουδαίων δήμοις κατὰ τὸν τῆς ἐπιδημίας καιρόν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται· ἀλλὰ μετα‐ βέβηκεν ἐκ τοῦ θανάτου εἰς ζωήν.» Καὶ πάλιν· «Ὁ
40πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται.» Παραδεξάμενος τοίνυν τὰ δικαιώματα Χριστοῦ, τότε δὴ, τότε καὶ εἰς Ἐλεὶμ ἥξομεν· ὅ ἐστιν, ἀνάβασις. Ἀναβιβαζόμεθα γὰρ ἐκ τῆς ἀρχαίας ἡμῶν νηπιότητος εἰς ἀρτίως ἔχουσαν φρένα, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώμα‐
45τος τοῦ Χριστοῦ καταντήσαντες, ταῖς τῶν νοητῶν ὑδάτων πηγαῖς ἐντρυφήσομεν. Δυοκαίδεκα δὲ αὗται τὸν τῶν ἁγίων ἀποστόλων ἡμῖν καταγράφουσι χορόν· περιτευξόμεθα δὲ καὶ τοῖς ἑβδομήκοντα στελέχεσι τῶν φοινίκων. Γέγραπται γὰρ, ὅτι μετὰ τοὺς ἁγίους ἀπο‐

69

.

448

(50)

στόλους «ἀνέδειξεν ὁ Κύριος ἑτέρους ἑβδομήκοντα.» Ὅτι δὲ πηγαὶ κατὰ τὸ ἀληθὲς οἱ θεσπέσιοι μαθηταὶ, τὸν θεῖον ἡμῖν καὶ σωτήριον καὶ ἀναγκαῖον εἰς ζωὴν ἀναβρύοντες λόγον, παραδείξειεν ἂν εὖ μάλα τοῖς ἐν νόμῳ δεδικαιωμένοις ὁ τῶν ὅλων Θεὸς, οὕτω λέγων·
55«Ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ
Σωτηρίου.» Ἁγίου δὲ πέρι παντὸς ὁ θεσπέσιος Με‐445

69

.

449

λῳδὸς, «Δίκαιος, φησὶν, ὡς φοῖνιξ ἀνθήσει.» Καὶ μή τοι θαυμάσῃς. Ἐπεὶ καὶ αὐτὸς ὁ Χριστὸς τῇ τοιᾷδε κλήσει κατονομάζεται παρά γε τῇ θεοπνεύστῳ Γραφῇ. Ἔφη γάρ που πάλιν ἡ νοητὴ νύμφη, τουτέστι ἡ
5Ἐκκλησία, περὶ τοῦ ἄνωθεν καὶ ἐξ οὐρανοῦ νυμφίου, φημὶ δὴ Χριστοῦ· «Εἶπα· Ἀναβήσομαι ἐπὶ τῷ φοί‐ νικι· κρατήσω τῶν ὑψῶν αὐτοῦ.» Ἀεὶ γάρ ἐστιν εὐθαλὲς τὸ φυτὸν, γλυκύ τε καὶ εὔριζον, καὶ λελευ‐ κασμένην ἔχον τὴν καρδίαν. Τοιουτοειδὴς δέ πώς
10ἐστιν ὁ Χριστὸς νοητῶς, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶ‐ νας τῶν αἰώνων. Ἀμήν.
13tΠερὶ τοῦ μάννα, καὶ τῆς ὀρτυγομήτρας.
14αʹ. Θαυματουργεῖ δὲ πάλιν ὁ τῶν ὅλων Θεὸς, καὶ μετ‐
15ίησι μὲν ἐκ δυνάμεως εἰς δύναμιν, κατὰ τὸ γεγραμ‐ μένον· τοῖς δὲ ἀμηχάνοις εὑρίσκει πόρους, τῆς ἑαυ‐ τοῦ δόξης ἁπανταχοῦ προνοῶν, καὶ πολυτρόπως ἀπο‐ δεικνὺς, ὅτι δὴ μόνῳ μέτεστιν αὐτῷ τὸ ἀμογητὶ δύ‐ νασθαι κατορθοῦν καὶ τὰ πέρα λόγου, καὶ οἷς ἂν
20εἰκότως ἕποιτο πρὸς ἡμῶν τὸ καταθαυμάζεσθαι δεῖν, ἵνα διὰ πάντων ὁρῷτο Θεὸς, οὐ καθ’ ἕνα τῶν ἐκ τέχνης ἀνθρώπων, ἤγουν ἀνοσίως ἐξῃρημένων, ἀλλὰ φύσει τε καὶ ἀληθῶς. Ἀπὸ γὰρ τῶν ἐνδόξως ἀποτε‐ λουμένων καταθρήσειέ τις ἂν καὶ ἀταλαιπώρως κο‐
25μιδῇ τὴν ἀκήρατον φύσιν· ᾗ πρόσεστι μὲν ὡς ἴδιον ἀγαθὸν, τὸ πάναλκές τε καὶ ἄμαχον πρὸς πᾶν ὁτιοῦν ὧν ἂν ἕλοιτο δρᾷν. Πρόσεστι δὲ καὶ μετὰ τούτου τὸ ἀνεξίκακον. Ἴδοι δ’ ἂν ὅ φημι, καὶ μάλα σαφῶς, καὶ ἐν τοῖς ἀρτίως ἡμῖν προκειμένοις. Γέγραπται γὰρ,
30ὅτι «Τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ, τῷ μηνὶ τῷ δευτέρῳ, ἐξεληλυθότων αὐτῶν ἐκ γῆς Αἰγύπτου, διεγόγγυζε πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἐπί τε Μωσῆ καὶ Ἀαρὼν, καὶ εἶπον πρὸς αὐτοὺς οἱ υἱοὶ Ἰσραήλ· Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ
35Αἰγύπτου, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν, καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν! Ὅτι ἐξηγάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην, ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ; Εἶπε δὲ Κύ‐ ριος πρὸς Μωσῆν· Ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ
40οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς, καὶ συλλέξουσι τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται ἐν τῷ νόμῳ μου. Καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἕκτῃ, καὶ ἑτοιμάσουσι ὃ ἂν εἰσενέγκωσι, καὶ ἔσται διπλοῦν ὃ ἂν συναγάγωσι τὸ καθ’ ἡμέραν εἰς
45ἡμέραν.» Τὰ μὲν γὰρ τῶν Αἰγυπτίων, καθάπερ ἤδη προείπαμεν, διολώλασι πρωτότοκα· ἐξεπέμποντο δὲ τῆς χώρας οἱ ἐξ Ἰσραὴλ, οὐδὲ, ὅσον εἰπεῖν, ἐπισιτί‐ σασθαι συγχωρούμενοι. Τὸ γὰρ σταῖς αὐτῶν ἐξήνεγ‐ καν πρὸ τοῦ ζυμωθῆναι τὰ φυράματα αὐτῶν. Ἐφ‐

69

.

449

(50)

οδιασάμενοι δὲ τοῖς παρατυχοῦσιν ἁπλῶς, ἐξῄεσαν ἐν σπουδῇ, καὶ ἐν ἴσῳ τὸ δεῖμα τοῖς διώκουσιν Αἰγυ‐ πτίοις καὶ τοῖς τὴν δίωξιν ὑπομένουσιν. Οἱ μὲν γὰρ τοῖς ἤδη ὀλωλόσι προστεθή[σ]γεσθαι προσεδόκουν οὐκ εἰς μακρὰν, εἰ μὴ τοῖς θείοις εἴκοντες νεύμασιν ἐξελά‐
55σαιεν τῆς χώρας τὸν Ἰσραήλ· οἱ δὲ, εἰ καταληφθεῖεν μέλλοντες καὶ ἀπολυόμενοι τὴν ἀναδρομὴν, ᾤοντο δὴ
πάντως τοὺς ἐπ’ αὐτοῖς τοῖς ἐσχάτοις ἀγῶνας εἰσβή‐447

69

.

452

σεσθαι, καὶ κινδυνεύσειν ἀφιλοικτιρμόνως. Ἐξῴχοντο τοίνυν, οὐ κομιδῇ τῶν εἰς ἀποδημίαν πεφροντικότες, καὶ τὰ ἐν χερσὶ μόλις ἁρπάσαντες, μονονουχὶ δὲ τῶν οἴκοι κειμένων κεκλοφότες ἀναγκαίως τὰ λίαν εὐπάρ‐
5οιστα, ἃ δὴ καὶ κατεδηδοκότες, εἶτα πόθεν ἂν αὐτοῖς ἐν ἐρήμῳ τὰ ζωαρκῆ προσγένοιντο διηπορηκότες, κατώλισθον εἰς ἐπιθυμίαν τῆς ἐν Αἰγύπτῳ τροφῆς, καὶ ὅτι μὲν τῶν ἐσχάτων ἐξῄροντο πάντων καὶ τῆς ἐν Αἰγύπτῳ δουλείας, ἐπιλανθάνονται, καὶ οἱονεί πως
10κατακεκράγασι τῆς ἐπικουρίας· καὶ ὅτι λελύτρων‐ ται, χαλεπαίνουσι, καὶ τῆς τριποθήτου καὶ εὐκταιο‐ τάτης ἅπασιν ἀνθρώποις ἐλευθερίας, γαστρὸς ἀκα‐ θάρτου προτάττουσι κόρον. Καὶ θορυβεῖ μὲν τὸ χρῆμα τὸν μεσιτεύοντα, τουτέστι Μωϋσέα. Χορηγήσειν δὲ
15παραχρῆμα τὴν τῶν ἐδωδίμων ἀφθονίαν αὐτοῖς ἐπαγ‐ γέλλεται Θεὸς, καὶ προσκεκρουκόσιν οὐ μετρίως, ἡμέ‐ ρως ἔτι προσφέρεται. Τὸ μὲν γὰρ παρ’ αὐτοῦ τὰ ζωαρκῆ δέχεσθαι θέλειν, μῶμον ἂν ἔχοι παντελῶς οὐδένα· λυπεῖ δὲ λίαν ὁ γογγυσμός. Καὶ γὰρ οὖν
20αὐτὸς ὁ Σωτὴρ ἐν προσευχαῖς ἡμᾶς ἐδίδαξε λέγειν· «Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.» Ἀλλ’ εἰ τοῦτο μὲν λέγοιμεν, κατ’ οὐδένα δὴ τρόπον αἰτιασόμεθα τὸν Δεσπότην, ἐξαιτήσομεν δὲ μᾶλλον παρ’ αὐτοῦ τὰ εἰς ζωὴν ἐπιτήδεια. Οἱ δέ γε τῶν
25Ἰουδαίων δῆμοι, δέον αἰτῆσαι τροφὰς, ὅτι λελύτρων‐ ται χαλεπαίνουσι, καὶ τὴν οὕτω σεπτὴν καὶ ἀξιόλη‐ πτον χάριν ἀνοή[τό]τατα καθυβρίζουσιν, ὡς τῶν ἡδί‐ στων αὐτοὺς ἐκπέμψασαν, ἄρτου τε, φημὶ, καὶ κρεῶν. Οὐκοῦν γογγύζουσι μὲν, καὶ κατακεκράγασιν ἀν‐
30οσίως. Ἀνεξικακεῖ δὲ Θεὸς, καὶ ἀδόκητον αὐτοῖς ἀφθο‐ νίαν ἐπαγγέλλεται. Καὶ δὴ καὶ καθίησιν ἀφάτῳ δυ‐ νάμει ἑσπέρας μὲν τὴν ὀρτυγομήτραν· ἅμα δὲ τῇ ἕῳ, τὸ μάννα. Καὶ ὡς ὁ θεῖος ἔφη Δαβὶδ, «Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄν‐
35θρωπος.» Πεπληροφόρηκε δὲ διὰ πείρας αὐτῆς καὶ πραγμάτων, ὅτι δύναται ὁ Θεὸς ἄρτον τε δοῦναι καὶ ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ, καθάπερ ἀμέλει καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὰ ἴσα τερατουργῶν, πέντε διακλάσας ἄρτους, ἐκόρεσε μὲν ἐν ἐρήμῳ πολ‐
40λοὺς, ὅτε συνεκομίσθησαν λειψάνων κόφινοι δώδεκα Ἀπεριέργαστοι δὲ παντελῶς τῆς θαυματουργίας οἱ τρόποι, πίστει δὴ οὖν τιμάσθω τὰ ὑπὲρ νοῦν, καὶ ἀκουέτω Θεὸς παρὰ πάντων τεθαυμακότων· Οἶδα ὅτι πάντα δύνασαι· ἀδυνατεῖ δέ σοι οὐδέν.
45 βʹ. Ἀλλ’ ἐν τούτοις μὲν ἡμῖν ὁ περὶ τῶν αἰσθητῶν ἔστω λόγος. Τίς δ’ ἂν γένοιτο λοιπὸν τῆς πνευματικῆς θεωρίας ὁ νοῦς, ἢ τί τοῦ νόμου τὸ αἴνιγμα πολυπραγ‐ μονεῖν ἀναγκαῖον, φιλοθηρεῖν εὖ μάλα διεσπουδακόσιν ἡμῖν τὴν ἀλήθειαν. Εἰσόμεθα τοίνυν καὶ διὰ τούτων,

69

.

452

(50)

ὡς ἔστιν ἀναμφιλόγως τῆς εὐαγγελικῆς πολιτείας κατ‐ όπιν ἡ νομικὴ, καὶ τῶν εἰς φιλοσαρκίαν αἰτιαμάτων οὐκ ἐλευθέρα, ἀπήλλακται δὲ οὐχὶ γεώδους ἐπιθυ‐ μίας, ἀλλ’ ἥ γε θεία καὶ εὐαγγελικὴ, πνευματική τέ ἐστι καὶ ἄμωμος, καὶ ἀσύγκριτον ἔχει τὸ κάλλος.
55Ληψόμεθα δὲ τὴν ἐφ’ ἑκάστῃ διάδειξιν καὶ πληροφο‐
ρίαν, τὸν ἐπ’ ἀμφοῖν εὖ μάλα βασανίζοντες λόγον ἐκ449

69

.

453

τῆς θεοπνεύστου Γραφῆς. «Ἐγένετο γὰρ, φησὶν, ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα, καὶ ἐκάλυψε τὴν παρεμβολήν. Τὸ πρωῒ δὲ ἐγένετο, καταπαυομένης τῆς δρόσου κύκλῳ τὴς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσ‐
5ωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον, λευκὸν ὡσεὶ πά‐ γος ἐπὶ τῆς γῆς. Ἰδόντες δὲ αὐτο[ὶ] οἱ υἱοὶ Ἰσραὴλ, εἶπαν ἕτερος ἑτέρῳ· Τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεισαν τί ἦν. Εἶπε δὲ Μωϋσῆς πρὸς αὐτούς· Οὗτος ὁ ἅρτος ὂν ἔδωκεν ὑμῖν ὁ Κύριος φαγεῖν· τοῦτο τὸ ῥῆμα ὃ
10συνέταξε Κύριος. Συναγάγετε ἀπ’ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας γόμορ, κατὰ κεφαλὴν, κατ’ ἀρι‐ θμὸν ψυχῶν ὑμῶν. Ἕκαστος σὺν τοῖς συσκήνοις ὑμῶν συλλέξετε. Ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ἰσραὴλ, καὶ συνέλεξαν, ὁ τὸ πολὺ, καὶ ὁ τὸ ἔλασσον, καὶ ἐμέ‐
15τρησαν τὸ γόμορ· καὶ οὐκ ἐπλεόνασεν ὁ τὸ πολὺ, καὶ ὁ τὸ ἕλαττον, οὐκ ἠλαττόνησεν, ἕκαστος εἰς τοὺς καθ‐ ήκοντας παρ’ ἑαυτῷ. Εἶπε δὲ Μωϋσῆς πρὸς αὐτούς· Μηδεὶς καταλ[ε]ιπέτω ἀπ’ αὐτοῦ εἰς τὸ πρωΐ. Καὶ οὐκ ἤκουσαν Μωϋσῇ, ἀλλὰ κατέλιπόν τινες ἀπ’ αὐτοῦ
20εἰς τὸ πρωΐ, καὶ ἐξέζεσε σκώληκας, καὶ ἐπώζεσε. Καὶ ἐπικράνθη ἐπ’ αὐτοῖς Μωσῆς.» Καὶ μεθ’ ἕτερα πά‐ λιν· «Εἶπε δὲ Μωσῆς πρὸς αὐτούς· Τοῦτο τὸ ῥῆμά ἐστιν, ὃ ἐλάλησε Κύριος· Σάββατα ἄγια ἀνάπαυσις τῷ Κυρίῳ αὔριον. Ὅσα ἐὰν πέσσητε, πέσσετε· καὶ ὅσα
25ἐὰν ἕψητε ἕψετε, καὶ πᾶν τὸ πλεονάζον, καταλίπετε αὐτὸ εἰς ἀποθήκην τῷ πρωΐ. Καὶ κατέλιπον ἀπ’ αὐ‐ τοῦ εἰς τὸ πρωΐ, καθάπερ συνέταξεν αὐτοῖς Μωσῆς, καὶ οὐκ ἐπώζεσε, οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτῷ.» Ἕκαστον μὲν οὖν τὸ ἀρκοῦν αὐτῷ συγκομίζειν ἐκέ‐
30λευεν. Εἴργει δὲ οὐδαμῶς ἔργῳ, εἴπερ ἕλοιτο τυχὸν καὶ τοῖς ἀποῦσι συλλέγειν, καὶ τῷ τῆς ἀγάπης κατα‐ φαιδρύνεσθαι νόμῳ. Ἀποφάσκει δὲ παντελῶς τὸ φυ‐ λάττειν εἰς τὸ πρωΐ, καὶ τοῦτο δρᾷν ἔφη πρὸ μόνου τοῦ Σαββάτου, ἵνα καὶ ὁ τῆς ἀργίας μὴ ἀτιμάζοιτο
35νόμος. Οὐ γὰρ ἦν ὅλως εὑρεῖν ἐν Σαββάτῳ, μηδὲ καθιέντος Θεοῦ, μονονουχὶ δὲ διὰ τοῦδε καὶ ἀναγκά‐ ζοντος ἀφιλοεργεῖν ἐν Σαββάτῳ. Ἀλλ’ ὀλίγα τῶν θείων χρησμῳδημάτων πεφροντίκασί τινες, καὶ τετη‐ ρήκασι πρὸ Σαββάτου, καὶ, ὥς φησι τὸ Γράμμα τὸ
40ἱερὸν, «Ἐπώζεσε, καὶ ἐξέζεσε σκώληκας.» Καὶ ἐπικράνθη Μωσῆς· ἐκδεδραμήκασί τε καὶ ἐν Σαββάτῳ συλλέξοντες, καὶ ἠγανάκτει Θεός. Γέγραπται γὰρ οὕ‐ τως· «Ἐγένετο δὲ ἐν ἡμέρᾳ τῇ ἑβδόμῃ, ἐξῆλθόν τινες ἐκ τοῦ λαοῦ συλλέξαι, καὶ οὐχ εὗρον. Εἶπε δὲ
45Κύριος πρὸς Μωσῆν· Ἕως τίνος οὐ βούλεσθε εἰσ‐ ακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου; Ἴδετε, ὁ Κύριος ἔδωκε τὴν ἡμέραν ταύτην Σάββατα. Διὰ γὰρ τοῦτο αὐτὸς ἔδωκεν ὑμῖν τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρ‐ τους δύο ἡμερῶν· καθίσασθε ἕκαστος εἰς τοὺς οἴκους

69

.

453

(50)

ὑμῶν, μηδεὶς ὑμῶν ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.» Καὶ τίς ἂν γένοιτο πρὸς ἡμῶν ὁ τοῖς εἰρημένοις πρέπων τε καὶ ἁρμοδιώτατος λόγος; Τί δὴ τὸ ἑσπέρᾳ μὲν τὴν ὀρτυγομήτραν ἐλθεῖν, δε‐ δόσθαι δὲ ἐν φωτὶ καὶ ὄρθρῳ τὸ μάννα; Οἶμαι δὲ
55ἔγωγε πολυπραγμονεῖσθαι πρέπειν· καὶ πρό γε τῶν ἄλλων, τί μὲν ἡ ὀρτυγομήτρα, τί δὲ καὶ τὸ μάννα
σκιᾶς.451

69

.

456

γʹ. Ὅτι τοίνυν σαρκικῶν ἐπιθυμιῶν οὐκ ἀπηλλαγ‐ μένη τῶν Ἰουδαίων ἡ ζωὴ, νοοῖτ’ ἂν εἰκότως, καὶ ἐλέγ‐ ξειε σαφῶς τὸ ἐδώδιμα ποιεῖσθαι ζητεῖν τὰ ἐν Αἰγύπτῳ κρέα, καὶ ταῖς εἰς τοῦτο ῥοπαῖς ἐκνενικημένον, μονον‐
5ουχὶ δὲ καὶ τυραννούμενον ἔχειν τὸν νοῦν. Ἀλλ’ οὐκ ἂν ὁρῷτο τὰ καθ’ ἡμᾶς ἐν τούτοις. Ἡγιάσμεθα γὰρ ἐν Χριστῷ, καὶ ἐσμὲν ἐπέκεινα σαρκικῆς ἀκαθαρσίας. Ἐπιμαρτυρήσει δὲ γράφων ὁ θεσπέσιος Παῦλος· «Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν
10σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Καὶ τί τὸ, «ἐσταύρωσαν;» ἀντὶ τοῦ, θανάτῳ παραδεδώκασι, νοητῷ δηλονότι, διά γε τὸ μὴ ἀνέχεσθαι κατὰ σάρκα ζῇν, μήτε μὴν ἑλέσθαι φρονεῖν τὰ πρόσκαιρα, κα‐ τανεκροῦν δὲ μᾶλλον τὰ μέλη τὸ ἐπὶ γῆς, πορνείαν,
15πάθος, ἐπιθυμίαν κακὴν, καὶ περιπατεῖν μὲν ἐπὶ γῆς, γλίχεσθαι δὲ σφόδρα τῶν ἄνω πολιτευμάτων. Διαμέ‐ μνηται γὰρ βοῶντος Γράμματος ἱεροῦ· «Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.» Ἀδρανὴς οὖν ἄρα τῶν Ἰουδαίων ὁ νοῦς, καὶ ταῖς
20τῶν παθῶν προσβολαῖς πολὺ δὴ λίαν εὐκαταγώνιστος· ἐρᾷ γὰρ ἔτι τῶν σαρκικῶν, καὶ ἡττᾶται τῶν γεωδε‐ στέρων. Ταυτὶ δὲ ἡμῖν, ὡς ἔφην, διὰ τῆς ὀρτυγομή‐ τρας σημαίνεται. Ὀρέγει γε μὴν ἐπιζητοῦσι Θεὸς, οὐχ ἕλκων αὐτὸς εἰς ἐπιθυμίας, οὔπω δὲ διδοὺς τὸ
25κατανεανιεύεσθαι παθῶν· ὅτι μὴ τοῖς ἐν νόμῳ τὸ ἐκπρεπὲς εἰς ζωὴν, καὶ τὸ εἰς ἅπαν ἡγιασμένον, τε‐ τήρητο δὲ μᾶλλον τοῖς ἐν πνεύματι. Τοιγάρτοι καὶ διαθήκην καινὴν ἐπηγγείλατο διὰ προφήτου Θεὸς, οὐ κατ’ ἐκείνην τὴν πρώτην, ὅτι μὴ ἔχει τὸ ἄμεμπτον·
30ἑτέραν δὲ καὶ πνευματικὴν, τελειοῦν ἰσχύουσαν κατὰ συνείδησιν τοὺς πιστεύοντας. Θέα δὲ ὥσπερ ἐν ἑσπέ‐ ρᾳ [ἡ] τῶν ὀρτυγομητρῶν γίνεται πρὸς τὴν Ἰουδαίων Συναγωγὴν πτῆσις. Φησὶ γάρ· «Ἐγένετο δὲ ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα·» πλαγίως ἡμῖν τοῦ πράγ‐
35ματος ὑπεμφαίνοντος, ὅτι μηδέ ἐστιν ἐν φωτὶ νοητῷ τῶν γηΐνων ὁ ἐραστὴς, ἀλλ’ ὡς ἐν νυκτὶ καὶ σκότῳ. Καὶ τὸ χρῆμά ἐστιν, οὐ διεψευσμένως· ἀμαθίας γὰρ καὶ πωρώσεως, ἤγουν ἀχλύος τῆς νοητῆς, ὁ τῶν Ἰου‐ δαίων οὐκ ἀπήλλακται νοῦς. Τοιγάρτοι καὶ ὁ Χρι‐
40στὸς προσεφώνει λέγων· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Ἐν ἀχλύϊ δὴ οὖν καὶ ὡς ἐν σκότῳ λοιπὸν οἱ οὔπω πεπιστευκότες· οὐ γὰρ ἀφίκοντο πρὸς τὸ φῶς. Ἔφη δέ που περί τε τῶν Φαρι‐ σαίων καὶ τῶν ὑπὸ χεῖρα λαῶν, ὁ Χριστός·
45«Ἄφετε αὐτούς· τυφλοὶ γάρ εἰσιν, ὁδηγοὶ τυφλῶν.» Ἀφεγγὴς οὖν ἄρα τῶν Ἰουδαίων ὁ νοῦς· τοιγάρτοι νοσοῦσι κατὰ σαρκὸς, καὶ μονονουχὶ καὶ ἐκκρέμανται τῶν γεωδεστέρων. Λογιούμεθα οὖν τὸ μάννα, σκιὰν εἶναι καὶ τύπον τῶν διὰ Χριστοῦ παιδευμάτων τε

69

.

456

(50)

καὶ χαρισμάτων, ἃ καὶ ἄνωθέν ἐστι καὶ ἐξ οὐρανοῦ, καὶ τὸ γεῶδες οὐκ ἔχει ποθέν· ἀμοιρεῖ δὲ μᾶλλον καὶ βδελυρίας σαρκικῆς, καὶ ἔστιν ἀληθῶς οὐκ ἀνθρώ‐ πων μόνον, ἀλλὰ καὶ ἀγγέλων τροφή. Πεφανέρωκε γὰρ ἡμῖν ὁ Υἱὸς ἐν ἑαυτῷ τὸν Πατέρα, καὶ τὸν περὶ
55τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος λόγον δι’ αὐτοῦ πε‐ πιστεύμεθα, καὶ εἰς πᾶσαν τρίβον ἀρετῆς εὖ μάλα
πεποδηγήμεθα. Τροφὴ δὲ πνευμάτων, ἡ ἔν γε τούτοις453

69

.

457

ἐστὶν ὀρθὴ καὶ ἀκίβδηλος γνῶσις. Εἴη δ’ ἂν ὡς ἐν φωτὶ καὶ ἡμέρᾳ τῶν διὰ Χριστοῦ παιδευμάτων ἡ χορηγία. Τοιγάρτοι τὸ μάννα κατεδόθη τοῖς ἀρχαιο‐ τέροις, διαυγαζούσης ἡμέρας. καὶ σκιδναμένου φω‐
5τός. Διηύγαζε γὰρ ἐν ἡμῖν τοὶς πιστεύουσιν ἡ ἡμέρα, κατὰ τὸ γεγραμμένον, καὶ φωσφόρος ἀνέτειλεν ἐν ταῖς ἁπάντων καρδίαις, καὶ ὁ τῆς δικαιοσύνης ἀν‐ ίσχεν ἥλιος, τουτέστι Χριστὸς, ὁ τοῦ νοητοῦ μάννα δοτήρ. Ὅτι γὰρ ὡς ἐν εἰκόνι μὲν ἐκεῖνο τὸ αἰσθητὸν
10ἔτι, τὸ δὲ ἀληθὲς αὐτὸς, πληροφορήσει λέγων πρὸς Ἰουδαίους· «Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ ἀπέθανον. Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ, [καὶ] μὴ ἀποθάνῃ. Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρα‐
15νοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσει εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.» Ἀποτρέφει γὰρ ἡμᾶς εἰς ἀμήρυτον ζωὴν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ταῖς εἰς εὐσέ‐
20βειαν ὑποθήκαις, καὶ δι’ εὐλογίας τῆς μυστικῆς. Αὐτὸς οὖν ἄρα καὶ δι’ αὐτοῦ τὸ μάννα τὸ θεῖον καὶ ζωοποιὸν ἀληθῶς. Καὶ τοῦτο ὁ κατεδηδοκὼς, ἀμεί‐ νων ἐστὶ φθορᾶς, καὶ ὑφαλεῖται θάνατον, οὐχ οἱ φαγόντες τὸ αἰσθητόν. Οὐ γὰρ ἦν ὁ τύπος σωτήριος,
25ὑπεπλάττετο δὲ τῆς ἀληθείας τὴν μόρφωσιν. Ἐκέ‐ λευσε δὲ τὸ μάννα ὁ Θεὸς, ὑετοῦ δίκην ἄνωθεν καθ‐ ιεὶς, τὸ ἀποχρῶν ἑκάστῳ συλλέγειν, συναγείρειν δὲ, εἴπερ ἕλοιντό τινες, καὶ τοῖς τὴν αὐτὴν οἰκοῦσι σκη‐ νήν. «Ἔκαστος γὰρ, φησὶ, σὺν τοῖς συσκήνοις ὑμῶν
30συλλέξατε, καὶ οὐ καταλείψετε, φησὶν, ἀπ’ αὐτοῦ εἰς τὸ πρωΐ.» Χρὴ γὰρ ἡμᾶς τῶν θείων τε καὶ εὐαγγε‐ λικῶν ἀναπίμπλασθαι μαθημάτων. Ἐν ἴσῳ δὴ μέτρῳ μικροῖς καὶ μεγάλοις διανέμοντος ἡμῖν τοῦ Χριστοῦ τὴν παρ’ ἑαυτοῦ χάριν, καὶ ὁμοίως ἅπαντας ἀποτρέ‐
35φοντος εἰς ζωὴν, συναγείρειν τοῖς ἄλλοις ἐθέλοντος τοὺς εὐσθενεστέρους, καὶ ἱδροῦν ὑπὲρ ἀδελφῶν, καὶ τοὺς ἰδίους αὐτοῖς ἐκδανείζειν πόνους, καὶ τῶν ἄνωθεν χαρισμάτων ποιεῖν τε κοινωνούς. Καὶ τοῦτο εἶναι οἶ‐ μαι τὸ πρὸς αὐτοὺς εἰρημένον τοὺς ἁγίους ἀποστό‐
40λους· «Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.» Μονονουχὶ γὰρ πλεῖστον ἑαυτοῖς τὸ μάννα συλλέγοντες, διανέ‐ μειν ἐσπούδαζον τοῖς τὴν αὐτὴν οἰκοῦσι σκηνὴν, τουτέστι τὴν Ἐκκλησίαν. Διετέλουν γὰρ οἱ θεσπέσιοι μαθηταὶ νουθετοῦντες, εἰσηγούμενοι, πρὸς πᾶν ὁτιοῦν
45ἀποφέροντες τῶν ἐπαινουμένων, καὶ ἀφθόνως ἅπασι παρατιθέντες εἰς μέθεξιν, ἣν αὐτοὶ παρὰ Χριστοῦ πεπλουτήκασι χάριν. Καὶ γοῦν ὁ μακάριος Παῦλος ἐπιστέλλει τισίν· «Ἐπιθυμῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῷ ὑμῖν χάρισμα πνευματικὸν εἰς τὸ στηρι‐

69

.

457

(50)

χθῆναι ὑμᾶς.» Εἰ δὲ δὴ νοοῖτο καθ’ ἕτερον τρόπον τὸ, «Ἕκαστος σὺν τοῖς συσκήνοις ὑμῶν συλλέξατε,» τουτέστι, μὴ χύδην ἅπαντες, μηδὲ ἀναμὶξ, ἀλλὰ κατὰ γένος, ἤτοι κατὰ σκηνὰς, ποιείσθωσαν τὴν συγ‐ κομιδὴν, τοιῶσδε νοήσεις. Χρὴ γὰρ ἡμᾶς τοῖς ὁμο‐
55πίστοις ὁμοῦ τῶν θείων ἐμφορεῖσθαι λόγων, καὶ ζη‐ τεῖν τὸ μάννα τὸ νοητόν· οὐ τοῖς ἑτερόφροσι, μονον‐
ουχὶ δὲ καὶ ἀλλογενέσιν ἀσυνέτως συναποφέρεσθαι.455

69

.

460

Ὃ δὴ καὶ ποιοῦμεν, ἀποσοβοῦντες μὲν Ἐκκλησιῶν τοὺς ἑτεροδόξους καὶ διεστραμμένους, ὁμοῦ δὲ τοῖς κατὰ πίστιν οἰκείοις τὰς ἐξ οὐρανοῦ πλουτοῦντες τροφάς. Εἴρηται δὲ μὴ καταλιμπάνειν εἰς τὸ πρωΐ·
5τοῦ νόμου πάλιν ὑπεμφαίνοντος, ὅτι τὸ κεχρῆσθαι τοῖς τύποις παρῳχηκότος τοῦ χρόνου, καθ’ ὃν ἦσαν ἔτι χρήσιμοί τε καὶ ἀναγκαῖοι, πάντη τε καὶ πάντως ὑπὸ κρίσιν ἄγει καὶ κόλασιν· «Ἐξέζεσε γὰρ σκώ‐ ληκας τὸ τετηρημένον.» Κολάσεώς τε καὶ φθορᾶς
10μήνυσις ἂν εἵη καὶ αὕτη σαφής. Ἔσονται γὰρ πάν‐ τες ὑπὸ φθορὰν καὶ κόλασιν οἱ τηροῦντες τὴν σκιὰν μετὰ τὴν τῆς ἀληθείας ἀνάδειξιν. Ὁποῖόν τι πε‐ πονθέναι φαμὲν τοὺς, οἷς ὁ μακάριος γράφει Παῦλος· «Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ, οἵτινες ἐν νόμῳ
15δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.» Καὶ πάλιν· «Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε· τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ.» Οὐκοῦν ἀποφάσκει φυλάττειν εἰς τὸ πρωΐ· ἵνα διὰ τοῦ πρωΐ, τὸν μετὰ τὸν νόμον νοήσῃς καιρὸν, καθ’ ὃν ἡ τοῦ
20Χριστοῦ πέφηνε παρουσία, καὶ τὸ θεῖον ἡμῖν ἀνέλαμ‐ ψε φῶς. Ἀλλ’ ἐτήρουν εἰς τὸ πρωΐ, σαββατίζειν μέλλοντες οἱ ἐξ Ἰσραὴλ, καὶ τοῦτο Θεοῦ προστάτ‐ τοντος. Τί δὴ οὖν ἄρα ἐστὶ τὸ φυλάττεσθαι μὲν τὸ τοῦ Σαββάτου προσυλλεχθὲν, μὴ μὴν ἔτι καὶ δια‐
25φθείρεσθαι, μηδὲ τοῖς τετηρηκόσιν ἐπιπικραίνεσθαι τὸν Μωσέα; Ἀφιγμένοι γὰρ διὰ πίστεως εἰς τὸν ἐν Χριστῷ νοούμενον σαββατισμὸν, τουτέστιν εἰς ἀρ‐ γίαν τε καὶ κατάληξιν τὴν ἐξ ἁμαρτιῶν, οὐχ ὡς ἄχρηστον παραιτούμεθα τὴν προσωρευθεῖσαν ἐν
30ἡμῖν καὶ οἱονεὶ προαποκειμένην τοῦ νόμου παίδευσιν χειραγωγοῦσαν ἡμᾶς εἰς Χριστόν· παιδαγωγὸς γὰρ ὁ νόμος· ἔχοντες δὲ μᾶλλον αὐτὸν ὁμοῦ τοῖς εὐαγ‐ γελικοῖς παιδεύμασιν, οὐκ ἐσόμεθα μακρὰν τοῦ ἐπαι‐ νεῖν πρέπειν, καὶ τοῦτο δρῶσι Θεὸς οὐκ ἐπιπικραί‐
35νεται. Καὶ γοῦν ὁ Σωτὴρ τοῦτο διδάσκων αὐτὸς λέ‐ γει ἡμῖν, ὅτι «Πᾶς Γραμματεὺς μαθητευθεὶς τῇ βα‐ σιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστι ἀνθρώπῳ οἰκοδε‐ σπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.» Ἀνέγκλητον οὖν τὸ προσωρευθὲν ἐν
40ἡμῖν μάννα διὰ τοῦ νόμου, κἂν εἰ ἐν τῷ νοητῷ τη‐ ροῖτο σαββατισμῷ. Περιτυγχάνομεν μὲν γὰρ ταῖς διὰ Μωσέως σκιαῖς οἱ ἐν Χριστῷ σαββατίζοντες, ἵνα τὴν ἐν αὐταῖς ζητῶμεν ἀλήθειαν. Ἐπάρατον δὲ καὶ ὑπὸ δίκην ἐτίθει τὸ ἐν Σαββάτῳ συλλέγειν, μᾶλλον
45δὲ οὐ καθίει τὸ μάννα ὁ Θεός. Σαββατίζοντες γὰρ ἐν Χριστῷ νοητῶς, τὰ ἐν τύποις μὲν οὐκέτι συλλέξο‐ μεν. Οὐ γὰρ σαρκικῆς ἀνθεξόμεθα περιτομῆς, οὐδὲ βόας ἢ πρόβατα καταθύσομεν, παρωσόμεθα δὲ μᾶλ‐ λον τὸ παχὺ τῶν τύπων, αὐτὴν ἔχοντες τὴν ἀλήθειαν,

69

.

460

(50)

τουτέστι Χριστόν. δʹ. Ἀποχρῶν μὲν οὗν, καθάπερ ἐγᾦμαι, καὶ σαφὴς ἔν γε τοῖς προκειμένοις ἡμῖν πεποίηται λόγος. Ἐπει‐ δὴ δέ περ ἐν βιβλίῳ τῷ ἐπίκλην Ἀριθμοῖς, καὶ ἑτέ‐ ραις δὲ διηγημάτων προσθήκαις ἔχοντες εὑρίσκομεν
55τὸ κεφάλαιον, δεῖν ᾠήθην ἀναγκαίως, οὐκ ἀβασά‐ νιστα παρελθεῖν τὰ ἐν τῇ Ἐξόδῳ σεσιγημένα. Εἴη γὰρ ἂν ὡδὶ τοῖς ἐντευξομένοις ἀμφιλαφεστέρα μᾶλ‐
λον ἡ νόησις. Γέγραπται τοίνυν· «Ὅτι καὶ ὁ ἐπί‐457

69

.

461

μικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν, καὶ καθ‐ ίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ἰσραὴλ, καὶ εἶπαν· Τίς ἡμᾶς ψωμιεῖ κρέα; Ἐμνήσθημεν ἰχθύας οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεὰν, καὶ τοὺς σικυοὺς,
5καὶ τοὺς πέπονας, καὶ τὰ πράσα, καὶ τὰ κρόμ‐ μυα, καὶ τὰ σκόροδα. Νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατά‐ ξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν.» Εἶτα τούτοις ἐπιφέρει· «Καὶ ἤκουσεν Μωσῆς κλαιόντων αὐτῶν κατὰ δήμους αὐτῶν,
10ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ. Καὶ ἐθυμώθη ὀργῇ Κύριος σφόδρα, καὶ ἔναντι Μωσῇ ἦν πονηρόν.» Ἄθρει δὴ οὖν ὅπως εὐπαρακόμιστος λίαν ὁ Ἰσραὴλ, καὶ οὐχ ὅπερ (sic) ἑτέροις ὠφελεῖν οἷός τε· νοσεῖ δὲ τὸ ἄναλκι καὶ ἐν μόνοις τοῖς καθ’ ἑαυτόν. Κατηῤ‐
15ῥώστησε μὲν γὰρ ὁ ἐπίμικτος τὴν ἐκτοπωτάτην οὕτω καὶ βδελυρωτάτην ἐπιθυμίαν· οὓς δὲ ἦν εἰ‐ κὸς ἐπιτιμήσειν αὐτοῖς, ἀναπεισθῆναί τε μᾶλλον φρονεῖν ἑλέσθαι τὰ πρεπωδέστερα, νοσοῦσι χειρόνως. Καὶ ἀλύει μὲν οὐ μετρίως ὁ θεσπέσιος Μωσῆς, ἔφη
20δὲ ἐναργῶς πρὸς τὸν τῶν ὅλων Θεὸν, ὡς οὐκ ἃν ἰσχύ‐ σειε μόνος τὸν οὕτω διαβριθῆ καὶ δύσοιστον ἀνατλῆ‐ ναι πόνον. Εἰς ἀπόδειξιν δὲ τοῦ πράγματος, καὶ τὸ λίαν ἀμήχανον καὶ δυσπόριστον παρεκόμιζε λέγων· «Πόθεν μοι δοῦναι τῷ λαῷ τούτῳ κρέα φαγεῖν;»
25Δυσθυμίας δὲ εἰς τοῦτο ἤδη καθιγμένος, ὡς ἤδη πως ἀποβιῶναι θέλων, «Εἰ γὰρ οὕτω σὺ ποιεῖς μοι, φησὶν, ἀπόκτεινόν με ἐν ἀναιρέσει, ἵνα μὴ ἴδω μου τὴν κάκω‐ σιν.» Ἀνέχει καὶ ἀπολέκτους ποιῆσαι κελεύει τοὺς συλληψομένους αὐτῷ, καὶ συμμεθέ[ξ]οντας τῆς φρον‐
30τίδος, ἀπὸ πάσης τῆς συναγωγῆς ἄνδρας τὸν ἀρι‐ θμὸν ἑβδομήκοντα. «Εἶπε γὰρ Κύριος πρὸς Μωσῆν· Συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυ‐ τέρων Ἰσραὴλ, οὓς αὐτὸς οἶδας ὅτι οὗτοί εἰσι πρεσβύ‐ τεροι τοῦ λαοῦ, καὶ γραμματεῖς αὐτῶν, καὶ ἄξεις
35αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσον‐ ται ἐκεῖ μετὰ σοῦ, καὶ καταβήσομαι, καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ. Καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ, καὶ θήσω ἐπ’ αὐτοὺς, καὶ συναντιλήψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ· καὶ οὐκ οἴσεις αὐτοὺς
40σὺ μόνος.» Οὗ δὴ γεγονότος (παρεστήκει γὰρ εὐθὺς τοὺς τῶν ἄλλων διαπρεπεστέρους), ἁγίου μὲν αὐτοὺς ἐμπίπλησι Πνεύματος ὁ τῶν ὅλων Θεός· εἶτα μετὰ τοῦτο ταῖς τῶν κλαιόντων ἐπιθυμίαις ἐνδιδοὺς, καθ‐ ίει μὲν αὐτοῖς τὴν ὀρτυγομήτραν. Οἱ δὲ κύκλῳ τῆς
45παρεμβολῆς σωρηδὸν ὄντες, κειμένην συναγείρουσι μὲν γεγηθότες εὖ μάλα· κατεδηδόκασι δὲ θηριοπρε‐ πῶς, κόρου καὶ αὐταρκείας ἠφειδηκότες. Συνειλεγμέ‐ νης δὲ αὐτοῖς καὶ ἁληλισμένης πληθύος οὐ μετρητῆς στρουθίων, καὶ παρατεινούσης τῆς κρεοφαγίας εἰς

69

.

461

(50)

μηνὸς ἡμέρας, τελευταία λοιπὸν ἐπισκήπτει νόσος, καὶ ὡς ὁ προφήτης φησὶν, «Ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλιπεῖν. Τὰ κρέα γὰρ, φησὶν, ἦν ἔτι ἐν τοῖς ὀδοῦ‐ σιν αὐτῶν, πρὶν ἐκλιπεῖν.» Καὶ Κύριος ἐθυμώθη
55εἰς τὸν λαὸν, καὶ ἐπάταξε Κύριος τὸν λαὸν πληγὴν μεγάλην σφόδρα, καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, «Μνῆμα τῆς ἐπιθυμίας,» ὅτι ἐκεῖ ἔθαψαν
τὸν λαὸν τὸν ἐπιθυμητήν. Ἐνδέοντος γὰρ αὐτοῖς459

69

.

464

τῶν ἀγαθῶν οὐδενὸς, ἀλλὰ καίτοι μετῆν αὐτοῖς πλουσίως ταῖς τοῦ μάννα χορηγίαις ἀδιαβλήτως ἐν‐ τρυφᾷν, κρεῶν ἐρῶσι καὶ πράσων, σικυοὺς καὶ πέ‐ πονας ὀνομάζουσι, κρόμμυά τε καὶ σκόροδα. Τοιγάρ‐
5τοι φαγόντες, οὐκ εἰς μακρὰν διολώλασι. Δίδωσι μὲν γὰρ τὴν ὀρτυγομήτραν Θεὸς, οὐκ ἐπαινῶν τὴν ἐπι‐ θυμίαν, πληροφορῶν δὲ μᾶλλον διὰ πραγμάτων, ὡς οὐδὲν ἀμήχανον αὐτῷ. Κολάζει δὲ μετὰ τοῦτο λοιπὸν ἀκολούθως αἰσχραῖς ἐναλόντας ἡδοναῖς. Πεπόνθασί
10τι κατὰ τὸν τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἡμῶν και‐ ρὸν οἱ τάλανες Ἰουδαῖοι. Σκιαὶ γὰρ τούτων ἐκεῖνα, καὶ τύποι προανεφαίνοντο τῶν ὑστέρων τὰ πάλαι συμβεβηκότα. Καθιγμένου γὰρ ἡμῖν ἄνωθεν καὶ ἐξ οὐρανοῦ τοῦ ἀληθεστέρου μάννα, Χριστοῦ, καὶ ἀπο‐
15τρέφειν οἵου τε, καὶ ὑπισχνουμένου πρὸς ἀμήρυτον ζωὴν, τῶν ἐπιγείων τὴν χρῆσιν τὴν κατὰ κόσμον ἀληθῶς καὶ ὑδαρεστάτην ἀσυνέτως ἀνθῃρημένοι, προσκεκρούκασιν ἀναγκαίως, καὶ οὐχὶ δὴ μόνῳ τῷ τῶν ὅλων Θεῷ, ἀλλὰ καὶ αὐτῷ δὴ τῷ θεσπεσίῳ Μωσῇ.
20Γέγραπται γὰρ, ὅτι «Καὶ ἐθυμώθη Κύριος ὀργῇ εἰς τὸν λαὸν αὐτοῦ, καὶ ἔναντι Μωσῇ ἦν πονηρόν.» Ἕπεται γὰρ ἀεὶ ταῖς τοῦ Θεοῦ ψήφοις, τῶν ἁγίων ὁ νοῦς. Ὅτι μὲν οὖν τῶν ἄνωθεν ἀγαθῶν τὰ πρόσκαιρά τε καὶ σαρκικὰ προετίθει πανταχῆ τῶν Ἰουδαίων
25ὁ δῆμος, ἀναμάθοι τις ἂν ἐκ τῆς εὐαγγελικῆς παρα‐ βολῆς. Οἱ μὲν γὰρ δειπνοκλήτορες συναγείρειν ἤθε‐ λον εἰς τοὺς γάμους· οἱ δὲ ἀπῴχοντο, φησὶν, ὃς μὲν ἐπὶ τὸν ἴδιον ἀγρὸν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ. Καὶ ἦν ἡ παραίτησις, τῷ μὲν, ὅτι Γυναῖκα ἔγημα,
30τῷ δὲ, ὅτι Ἀγρὸν ἠγόρασα, καὶ οὐ δύναμαι ἐλθεῖν. Ὅτι δὲ καὶ αὐτὸς τῆς τῶν Ἰουδαίων ἀπειθείας κα‐ τακέκραγεν ὁ Μωσῆς, πιστώσεται λέγων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· «Μὴ δοκεῖτε ὅτι ἐγὼ κατ‐ ηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα. Ἔστιν ὁ κατηγορῶν
35ὑμῶν Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ [ἐ]πι‐ στεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε.» Καὶ φορτικὸν μὲν λίαν ἡγεῖται Μωσῆς, τὸ ὑπενεγκεῖν ἔτι δύνασθαι τὸν Ἰσραήλ. Ἡγιάζετο δὲ ὁ Θεὸς ἑτέρους τὸν ἀριθμὸν ἑβδομή‐
40κοντα, καθάπερ ἤδη προείπομεν. Μόνος γὰρ ἡμᾶς ὁ νόμος, οὗ καὶ τύπος νοοῖτ’ ἂν εἰκότως ὁ Μωσῆς, χειραγωγεῖν οὐχ οἷός τε. Ταύτῃτοι καὶ ἕτεροι ἑβδο‐ μήκοντα χειροτονοῦνται πολλοὶ, τὸ ἐλλεῖπον ἐκείνῳ πληρώσοντες, καὶ ὡς ἐν τελείῳ πεφήνασιν ἀριθμῷ.
45Τοῦδε γὰρ ἂν εἴη σημαντικὸν, ὁ ἑβδομήκοντα ἀρι‐ θμός. Καὶ τίνες οὗτοι δὴ πάλιν; Οἱ μετὰ Μωσέα διὰ Χριστοῦ πρὸς τὸ καθηγεῖσθαι παρενηνεγμένοι, ὧν καὶ ἀπαρχὴ καὶ πατέρες οἱ θεσπέσιοι μαθηταί. Ἀφ‐ ελεῖν δὲ λέγεται Θεὸς ἀπὸ τοῦ πνεύματος τοῦ ὄντος

69

.

464

(50)

ἐπὶ Μωσέα, καὶ ἐνεῖναι τοῖς ἐξειλεγμένοις, καὶ οὐχ ἑτέρου του χάριν, ἢ ἵνα πιστεύσωμεν ὅτι τῷ ἑνὶ καὶ ἁγίῳ Πνεύματι, τούς τε πρὸ ἡμῶν ἁγίους καὶ ἡμᾶς αὐτοὺς ἁγιάζει Θεός. Ὥσπερ γὰρ εἷς ἐστιν ὁ Πατὴρ, εἷς δὲ ὁμοίως καὶ ὁ Υἱὸς, οὕτω καὶ ἒν τὸ Πνεῦμα τὸ
55ἅγιον, τό τε ἐν προφήταις ἒν καὶ ἐν ἡμῖν. Ἓν δὲ ὑπάρχον, οὐ κατὰ διαίρεσιν ἐν πολλοῖς ἐννοοῖτ’ ἂν
εἰκότως, ἀλλ’ ἔστιν ἀμέριστον καὶ ἐν πολλῇ χαρισμά‐461

69

.

465

των διανομῇ, καὶ τελείως ἔχον ἐν πᾶσιν. Ἐπιτηρη‐ τέον δὲ, ὅτι τὸν ἀριθμὸν ἑβδομήκοντα τοὺς ἐξειλεγμέ‐ νους συναγείρειν ἐκέλευεν ὁ τῶν ὅλων Θεός. Ἀθροί‐ ζεται δὲ οὐκ εἰς πλῆρες ἀριθμός. Ἐλλελείπασι γὰρ
5δύο, Μωδὰδ καὶ Ἐλδάδ. Ὑστερίζοντας δὲ καὶ τού‐ τους ἐπίπλη Θεὸς τοῦ Πνεύματος. Προεφήτευσαν γὰρ ἐν τῇ παρεμβολῇ. Καὶ ζηλοῦσι μέν τινες τῶν ἀμφὶ Μωσέα, καὶ δὴ καὶ εἴργεσθαι δεῖν ἔφασκον αὐτούς. Ὁ δὲ τὸ τοῦ Χριστοῦ προαναθρῶν μυστήριον, «Τίς
10δῴη, φησὶ, τῷ λαῷ Κυρίου προφήτας, ὅταν δῷ Κύ‐ ριος τὸ πνεῦμα αὐτοῦ ἐπ’ αὐτούς;» Συνήσομεν δὲ καὶ διὰ τούτων, ὅτι σεσαγήνευκεν ὁ νόμος, καὶ προσ‐ εκόμιζε τῷ Θεῷ παιδαγωγῆσαι πολλοὺς ἐπὶ τὸ Χριστοῦ μυστήριον. Πλὴν οὐ πάντας προσκομίζειν
15οἷός τε ἧν· ὑστερίζοντας καὶ τούτους ἡγίασεν ὁ Χρι‐ στός. Κέκληνται μὲν γὰρ οἱ ἐξ ἐθνῶν ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν, οὐ διὰ Μωσέως ἢ νόμου, δυνά‐ μει δὲ μᾶλλον τῇ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀποκαλύπτον‐ τος τοῖς ἀγνοοῦσιν αὐτοῦ τὴν ἰδίαν εἰκόνα, τουτέστι
20τὸν Υἱόν· κεκλημένους δὲ καὶ ἁγίους ἐτίθει κατα‐ χρίων τῷ πνεύματι. Καὶ ζηλοῦσι· μὲν οἱ ἐν νόμῳ τοὺς ἐν Χριστῷ καὶ ἐν πίστει δεδικαιωμένους καὶ ἡγιασμένους ἐν πνεύματι. Πλὴν ἐγεγήθει ὁ Μωσῆς προεγνωκὼς τὸ μυστήριον. Οὐκοῦν οὐ φρονοῦσι τὰ
25Μωσέως, ζηλοῦντες ἀτόπως τοὺς ἁγίους ἐν Χριστῷ τῶν Ἰουδαίων οἱ δῆμοι. Ἀναμηρυσάμενοι δὴ οὖν ὥσπερ εἰς τὸ ἐν ἀρχαῖς τὸν λόγον, ἐκεῖνό φαμεν· Ἐν μὲν τῷ πρώτῳ κεφαλαίῳ διεδείκνυτο σαφῶς, ὅτι σαρ‐ κικὸς μὲν ἔτι τῶν Ἰουδαίων ὁ δῆμος. Ἕτερος δὲ καὶ
30ἁγιοπρεπὴς καὶ ἀμείνων ἀληθῶς ὁ τῶν ἐν πίστει καὶ ἐν Χριστῷ, καὶ ὅτι σκιὰν ἐπλήρου καὶ τύπον τῶν διὰ Χριστοῦ χαρισμάτων τὸ μάννα τὸ αἰσθητόν. Ἐδιδα‐ σκόμεθα δὲ πρὸς τούτοις, ὅτι ἐὰν τὰς νόμου σκιὰς καὶ μετὰ χρόνον αὐταῖς ἕτοιμον φυλάττωμεν, προσ‐
35κρούσομεν τῷ Θεῷ, ἐσόμεθα δὲ καὶ αὐτοῖς τοῖς ἀγίοις ἀπηχθημένοι. Κατεπικραίνετο γὰρ ἐπὶ τοῖς τετηρηκόσι τὸ μάννα ὁ Μωσῆς. Ἐν δὲ τοῖς δευτέροις ἔνεστιν ἰδεῖν, ὅτι τὸ μάννα τὸ νοητὸν ἀτιμάζοντες Ἰουδαῖοι, καὶ ἀποσπουδάζοντες μὲν τὰ ἄνωθεν καὶ διὰ Χριστοῦ, προσκεκλιμένοι δὲ ὥσπερ τοῖς γεωδεστέροις, καὶ νενευκότες ἀμέτρως ἐπὶ τὰς δυσώδεις
40ἡδονὰς, ἐπισήμως διολώλασιν. Ἔδει γὰρ πάντως ἡγεῖσθαι μὲν ἐν ἀμείνοσι τὰ παρὰ Θεοῦ, στεφανοῦ‐ σθαι δὲ τῇ πίστει τὸν ἁπάντων ἡμῶν Σωτῆρα καὶ Λυτρωτὴν, φημὶ δὴ Χριστόν· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
43tΠερὶ τῶν διὰ Μωσέως γεγονότων τριῶν σημείων.
44αʹ. Τὴν μὲν θείαν, ἥτις ποτ’ ἐστὶν καταθρῆσαι
45φύσιν, οὐκ ἂν δύναιτό τις. Ἄποπτος γὰρ παντελῶς, καὶ μὴν καὶ ἐπέκεινα νοῦ παντὸς, καὶ λόγου δύνα‐ μιν ὑπερφέρεται· μόνη δὲ ὑπὸ μόνης ἑαυτῆς γινώ‐ σκεται. Καὶ πεύσει δὴ τοῦτο βοῶντος Χριστοῦ· «Οὐδεὶς γὰρ οἶδε, φησὶ, τίς ἐστιν ὁ Υἱὸς, εἰ μὴ ὁ

69

.

465

(50)

Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει τίς ἐστιν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.» Παρέδειξε τοίνυν ἡμῖν τὸ ἐξαίρετον κάλλος τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Μονογενὴς, ἑαυτὸν ὥσπερ λαμπρὰν ἀναθεὶς εἰκόνα. Τοιγάρτοι φησίν· «Ὁ ἑωρακὼς ἐμὲ,
55ἑώρακε τὸν Πατέρα.» Τεθεάμεθα δὲ τὸν Υἱὸν, καὶ τοῖς τῆς καρδίας ὄμμασιν, καὶ τοῖς τῆς σαρκὸς,
ὅτε καθεὶς ἑαυτὸν εἰς κένωσιν, καταβέβηκεν ἐν τοῖς463

69

.

468

καθ’ ἡμᾶς· καίτοι καὶ ἐν μορφῇ, καὶ ἐν ἰσότητι, τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων Θεὸς, καὶ ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένος. Καὶ μὴν ἔφη μὲν ὁ Βαροὺχ, αὐ‐ τὸν, οἶμαί που, τὸν Λόγον καταδεικνύς· «Οὗτος ὁ
5Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξ‐ εῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰα‐ κὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Προανακεκράγει δὲ σα‐
10φῶς καὶ ὁ θεῖος ἡμῖν Δαβίδ· «Θεὸς θεῶν Κύριος ἐλάλησεν, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.» Καταβέβηκε γὰρ ἐν εἴδει πυρὸς
15ἐπὶ ὄρος Σινᾶ. Ἀλλ’ ὅτι τύπος ἦν ἐκεῖνα, καὶ ἕτε‐ ρον οὐδὲν, πληροφορεῖ Χριστός. ᾬοντο γὰρ οἱ τῶν Ἰουδαίων δῆμοι, τὴν ἀπόῤῥητον ἀληθῶς τεθεᾶσθαι φύσιν, μεσολαβοῦντος Μωσέως, καὶ περιστάντος αὐ‐ τοὺς ἐν Χωρὴβ, καὶ συλλέγοντος εἰς ἐκκλησίαν ὑπὸ τὸ
20ὅρος Σινᾶ. Ἐπειδὴ δὲ καὶ σαλπίγγων ἠχὴ διαπρύσιος εἰς τὸ ἄνω διᾴττουσα κατεπτόει τοὺς ἀκροωμένους, ᾤοντο κατὰ σφᾶς καὶ φωνῆς τῆς θείας γενέσθαι κατ‐ ήκοοι. Ἀλλ’ ὅτι ταυτὶ μειρακιωδῶς ἐσκέπτοντο, πεπλη‐ ροφόρηκεν ἐναργῶς οὕτω λέγων ὁ Θεός· «Φωνὴν αὐτοῦ
25ἀκηκόατε, οὐδὲ εἶδος αὐτοῦ ἑωράκατε.» Καὶ τὸν λό‐ γον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστει‐ λεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Οὐκοῦν οἱ πι‐ στεύσαντες, τεθεάμεθα ἐν Υἱῷ τὸν Πατέρα, παρεδε‐ ξάμεθα δὲ καὶ τὸν Λόγον αὐτοῦ. Ταύτῃτοι καὶ λελυ‐
30τρώμεθα· σέσωκε γὰρ ἡμᾶς, οὐ πρέσβυς, οὐκ ἄγγε‐ λος, οὐχ ὁ νόμος ὁ διὰ Μωσέως, ἀλλ’ αὐτὸς ὁ Κύριος, κατὰ τὸ γεγραμμένον. Ὅτι δὲ ἀληθὲς ὅ φημι, καὶ διὰ τῶν γεγραμμένων εἰσόμεθα. Ἔχει δὲ οὕτως· «Καὶ εἶπε, φησίν· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ Πατρός σου,
35ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰα‐ κώβ. Ἀπέστρεψε δὲ Μωσῆς τὸ πρόσωπον αὐτοῦ. Ηὐλαβεῖτο γὰρ καταβλέψαι ἐνώπιον τοῦ Θεοῦ.» Ἄθρει τοῦ νόμου τὸ ἀδρανές. Ἐμφανίζει γὰρ ἑαυτὸν ὁ Θεὸς τῶν ὅλων· ἀλλ’ ἐμφανῶς καθιστάντος, ἀπο‐
40στρέφει τὸ πρόσωπον Μωσῆς. Σημεῖον δ’ ἂν γένοιτο καὶ τοῦτο ἡμῖν ἐναργὲς τοῦ, μηδὲ αὐτοὺς τοὺς υἱοὺς τὴν θεοπρεπῆ τοῦ Υἱοῦ καταθρῆσαι δόξαν, ἐμφανί‐ ζοντος καὶ μονονουχὶ προσάγοντος εἰς ἐπίγνωσιν. Τοιγάρτοι καὶ ἔφασκε διὰ φωνῆς Ἡσαΐου· «Εὑρέθην
45τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπα· Ἰδοὺ εἰμὶ τῷ ἔθνει, οἳ οὐκ ἠπίσταντό με. Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖ‐ ράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.» Οὐκοῦν οὐ τεθέανται τὴν δόξαν Χριστοῦ, τοὺς τῆς

69

.

468

(50)

διανοίας ἀποστρέφοντες ὀφθαλμούς. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ φωνῆς προφήτου περὶ αὐτῶν εἰρημένον· «Καὶ ἐστρέψαντο ἐπ’ ἐμὲ νῶτα καὶ πρόσωπον αὐ‐ τῶν.» Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος· «Ἄχρι τῆς σήμερον ἡμέρας, ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς
55Διαθήκης, τὸ αὐτὸ κάλυμμα μένει μὴ ἀνακαλυπτόμε‐
νον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἀλλ’ ἕως σήμερον465

69

.

469

ἡνίκα ἀναγινώσκεται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρ‐ δίαν αὐτῶν κεῖται. Ἡνίκα δὲ ἂν ἐπιστρέψῃ πρὸς Κύ‐ ριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος, τὸ Πνεῦμά ἐστιν· οὗ δὲ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.»
5Ἡμεῖς δὲ οἱ πιστεύσαντες, οὐκ εὐλαβούμεθα καταβλέ‐ ψαι ἐνώπιον τοῦ Θεοῦ, ἀλλ’ ᾗ πάλιν αὐτὸς ὁ θεσπέσιος ἔφη Παῦλος· «Ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δό‐ ξαν Κυρίου κατοπτριζόμεθα. Ἀποστρέφει τοίνυν τὸ πρόσωπον Μωσῆς.» Εἶτα τοῦ Θεοῦ λέγοντος, ὅτι
10προσήκει βαδίζειν αὐτὸν ὁμοῦ τῇ γερουσίᾳ τῶν υἱῶν Ἰσραὴλ πρὸς τὸν ἀπόπληκτον Φαραὼ, σαφηνιοῦντα ὅτι προσκέκληται ὁ Θεὸς τοὺς ἐξ Ἰσραὴλ, ἵνα θύσω‐ σιν αὐτῷ κατὰ τὴν ἔρημον· προσθέντος δὲ ὅτι δεήσει σκυλεῦσαι τοὺς Αἰγυπτίους, δεχομένης γυναικὸς παρὰ
15γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ, καὶ ἱματισμόν· «Ἀπεκρίθη, φησὶν, ὁ Μωσῆς καὶ εἶπεν· Ἐὰν δὲ μὴ πιστεύσωσι, μηδὲ εἰσακού‐ σωσι τῆς φωνῆς μου (ἐροῦσι γὰρ, ὅτι Οὐκ ὦπταί σοι ὁ Θεὸς), τί ἐρῶ πρὸς αὐτούς; Εἶπε δὲ αὐτῷ Κύ‐
20ριος· Τί τοῦτο ἐν τῇ χειρί σου· Ὁ δὲ εἶπεν· Ῥάβδος. Καὶ εἶπε· Ῥίψον αὐτὴν ἐπὶ τὴν γῆν. Καὶ ἔῤῥιψεν αὐτὴν ἐπὶ τὴν γῆν καὶ ἐγένετο ὄφις, καὶ ἔφυγε Μωσῆς ἀπ’ αὐτοῦ. Καὶ εἶπε Κύριος πρὸς αὐτόν· Ἔκτεινον τὴν χεῖρά σου, καὶ ἐπιλαβοῦ τῆς κέρκου. Ἐκτείνας οὖν
25τὴν χεῖρα, ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ· ἵνα πιστεύσωσί σοι ὅτι ὦπταί σοι Κύριος ὁ Θεὸς τῶν πατέρων σου, Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακώβ.» Ἐδεδίει μὲν γὰρ Μωσῆς καὶ [γρ. μὴ] ἄρα τις εἶναι δόξῃ τοῖς υἱοῖς Ἰσραὴλ φι‐
30λοψευδής τε καὶ εἰκαιόμυθος, ὀφθῆναι μὲν ἑαυτῷ λέγων τὸν τῶν ὅλων Θεὸν, εἰπεῖν δὲ προστάξαι τῆς Αἰγυπτίων πλεονεξίας ὅτι πρέπει λοιπὸν ἀποφοιτᾷν ἐῤῥωμένως. Ταύτῃτοι θαυματουργεῖν ἐκέλευε, καὶ τὰ ὑπὲρ ἀνθρώπου φύσιν ἐργάζεσθαι, μεταπλάττον‐ τος τοῦ Θεοῦ τὴν ῥάβδον εἰς ὄφιν, ὡς ἂν νοοῖτο οὐκ αὐτομόλης ἀληθῶς, ἀλλὰ τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ
35θεσπισμάτων κομιστής. Τὸ γὰρ ἀληθὲς σημεῖον, ὃ πάντες ἡμεῖς πεπιστεύκαμεν, ἡ τοῦ Λόγου ἐν τοῖς καθ’ ἡμᾶς καταφοίτησις, ἣ διὰ τῆς ῥάβδου τῆς εἰς γῆν πεσούσης σημαίνεται. Πῶς δὲ καὶ τίνα τρόπον, ὡς ἔνι δὴ πάλιν εἰπεῖν πειράσομαι. βʹ. Ῥάβδῳ παρεικάζει τὸν ἐκ Θεοῦ Λόγον φύντα ἡ θεόπνευστος Γραφὴ, διά τοι τὸ πάντα στηρίζεσθαι
40παρ’ αὐτοῦ· «Τῷ λόγῳ Κυρίου, φησὶν, οἱ οὐρανοὶ ἐστερεώθησαν.» Καὶ, «Ὑποστηρίζει μὲν τοὺς δι‐ καίους ὁ Κύριος.» Ὑπενηνέγμεθα δὴ τῷ Πατρὶ δι’ Υἱοῦ, καὶ τοῦτο αὐτὸς ἀληθὲς ὑπάρχον ὑποφαί‐ νει λέγων· «Καὶ διάξω αὐτοὺς ὑπὸ τὴν ῥάβδον
45μου.» Ῥάβδος δὲ καὶ ἑτέρως, βασιλείας σύμβο‐ λον· βασιλεύει δὲ δι’ Υἱοῦ ὁ τῶν ὅλων Θεὸς καὶ Πατήρ. Αὐτὸν ἡ ῥάβδος Ἀαρὼν ἡ ἐν τοῖς ἁγίοις τῶν ἁγίων καταβλαστήσασα, κατασημήνειεν ἄν· αὐτὸν ἡ ἐκ ῥίζης Ἰεσσαὶ, καὶ ἡ πάντας ἡμᾶς

69

.

469

(50)

παρακαλοῦσα πνευματικῶς, καὶ πρός γε τὸ ἐρη‐ ρεῖσθαι καλῶς τοὺς πεπιστευκότας ἀνέχουσα, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον πρὸς τὸν τῶν ὅλων Θεὸν καὶ Πατέρα· «Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία, αὗταί με παρεκάλεσαν.» Ῥάβδος δὴ οὖν, ὁ Υἱός. Ἀλλ’
55ἕως μὲν [ἦν] ὡς ἐν χειρὶ τοῦ Πατρὸς καὶ ἐν τοῖς τῆς θεότητος ὑψώμασιν, οὔπω γενόμενος καθ’ ἡμᾶς, ἄθεοι
μὲν ἐν κόσμῳ διετελοῦμεν οἱ τάλανες· ἐπλανώμεθα467

69

.

472

δὲ, τῇ κτίσει λατρεύοντες, καὶ ταῖς τῶν ἀκαθάρτων πνευμάτων ὑπενηνεγμένοι πλεονεξίαις. Ἐπειδὴ δὲ μο‐ νονουχὶ (σωματικώτερον εἰρήσεται διά γε τὸ τῇ θεωρίᾳ χρήσιμον) τῆς ἰδίας δόξης καταλελοιπὼς τὰ ὑψώματα,
5καὶ οἱονεὶ τὴν τοῦ Πατρὸς χεῖρα, καθίκετο μὲν εἰς γῆν ἐξ οὐρανοῦ, γέγονε καθ’ ἡμᾶς, σύμμορφός τε [τοῖς] ἐπὶ τῆς γῆς, οἳ πονηρίας εἰσὶν ἔμπλεοι (πονηροὺς γὰρ αὐτοὺς ἐκάλεσεν ὁ Υἱὸς, οὕτω λέγων· «Εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέ‐
10κνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτό»)· μονονουχὶ καὶ εἰς ὄφιν αὐτὸν μετασκευάσαι φαμὲν, διά τοι μόνον τὴν πρὸς ἡμᾶς ὁμοιότητα καὶ τὸ ἐν ἴσῳ γενέσθαι σχήματι. Πονηρὸς μὲν ὁ ἄνθρωπος, εἰ πρὸς ἡμερό‐
15τητα τοῦ Θεοῦ συγκρίνοιτο. Μεταβέβηκε τοίνυν εἰς ὄφιν ἡ ῥάβδος. Γέγονε γὰρ ἄνθρωπος ὁ Μονογενὴς, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ κεχρημάτικε μεθ’ ἡμῶν πονη‐ ρὸς, καίτοι κατὰ φύσιν ὑπάρχων ἀγαθὸς, μᾶλλον δὲ αὐτόχρημα τὸ ἀγαθόν. Ἀλλ’ ὅτι γεγονότα καθ’ ἡμᾶς
20τὸν Μονογενῆ παρεδεξάμεθα μὲν ἡμεῖς, οὐκ ἠγάπησαν δὲ οἱ τῶν Ἰουδαίων δῆμοι (ἀποδεδράκασι γὰρ ὥσπερ αὐτοῦ), σαφὲς ἂν γένοιτο διὰ τῶν ἱερῶν Γραμμάτων. «Ἔφυγε γὰρ Μωσῆς ἀπὸ προσώπου αὐτοῦ.» Πο‐ νηρὸν γὰρ εἶναι νομίσαντες, οὐ τῇ πίστει τετολμή‐
25κασιν, ἀπεκτόνασι δὲ μᾶλλον, καὶ συνεσταύρωσαν πονηροῖς. Πλὴν ὅτι κατὰ καιροὺς, ἐπιδράξεται μὲν ἀπὸ τοῦ Χριστοῦ, γινώσκεται δὲ ὅτι πονηρὸς μὲν οὐ‐ δαμῶς, στήριγμα δὲ μᾶλλον καὶ ἰσχὺς ἡ πνευματικὴ τῶν πιστευόντων ἐστὶ, δι’ αὐτοῦ τοῦ γεγονότος εἰσό‐
30μεθα. Φεύγοντα γὰρ Μωσέα Θεὸς ἐπιστρέφει. Ἐπειδὴ δὲ τοῦ ὄφεως ἐπελάβετο, γέγονε ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ. Οὐκοῦν τοῖς μὲν οὐκ εἰδόσι, πονηρὸς εἶναι δοκεῖ, διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν· εἴ γε μὴν ἐπιλά‐ βοιτό τις αὐτοῦ διὰ πίστεως, ῥάβδον εὑρίσκει καὶ
35στήριγμα. Ἀξιόχρεως μὲν οὖν ἡ ἐπὶ τῇ ῥάβδῳ θεο‐ σημεία, καὶ ἀναπείθειν οἴα τε τοὺς ἐξ Ἰσραὴλ, ἤγουν ἅπαντας τοὺς ἐπὶ τῆς γῆς, ὡς ἐπέσκεπται ὁ Θεὸς αὐτούς. Ἐπειδὴ δὲ τοῖς ἄγαν ἠῤῥωστηκόσι τὸ δυσ‐ ήκοον, καὶ τοῖς ἔξω γεγονόσιν ἐλπίδος τοῦ διαδρᾶναι
40δύνασθαι τῶν σφίσιν ἐπηρτημένων τὸ δυσαχθὲς, καὶ πλειόνων ἔδει θαυμάτων· κέκληνται γὰρ οἱ τοιοῦτοι μόλις εἰς τὸ εὐήνιον. γʹ. Πάλιν ἔφη Θεὸς πρὸς τὸν ἱερὸν δηλονότι Μωσέα· «Εἰσένεγκαι τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. Καὶ
45εἰσήνεγκε τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ, καὶ ἐγενήθη ἡ χεὶρ αὐτοῦ λεπρῶσα ὡς χιών. Καὶ εἶπε πάλιν· Εἰσένεγκαι τὴν χεῖρα εἰς τὸν κόλπον σου. Καὶ εἰσήνεγκε τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ, καὶ ἐξήνεγκε τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ,

69

.

472

(50)

καὶ πάλιν ἀπεκατεστάθη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ.» Θεοπρεπὲς γοῦν ὅτι μάλιστά γε τὸ ἀπαλλάξαι δύνασθαι λέπραν. Τὰ δὲ εἰς τοῦτο λοιπὸν ἀγριότητος ἀφιγμένα τῶν παθῶν, ὡς μηδὲ αὐταῖς εἴκειν ἀνέχε‐ σθαι ταῖς τῶν ἰατρῶν ἐμπειρίαις, δέοιτ’ ἂν ἤδη πως
55ἐν τοῖς καθ’ αὑτὰ μόνης τάχα που τῆς ἄνωθεν ἐξου‐ σίας, ᾗ τὸ ἀντιστατοῦν οὐδὲν, πάντα βάσιμα καὶ εὐ‐
ήνυτα· ἀνίατον δὲ νοσημάτων ἡ λέπρα. Ὅτι τοίνυν τὰ469

69

.

473

ἐν ἀνθρώποις ἀπεγνωσμένα, καὶ τὰ παρ’ ἡμῖν ἀδύ‐ νατα, παρ’ αὐτῷ δυνατὰ, καὶ οὐδὲν ὅλως τὸ ἄναντες ἐφῆκε νοεῖν ὁ τῶν ὅλων Θεὸς, διὰ τοῦ τὴν Μωσέως χεῖρα θεραπεῦσαι λελεπρωμένην· ὡς ἂν εἰδεῖεν ἐν‐
5τεῦθεν οἱ κεκλημένοι, τουτέστιν, οἱ ἐξ αἵματος Ἰσραὴλ, ὅτι κἂν δυσδιάφυκτον ἔχοιεν τὴν συμφορὰν, ταῖς Αἰ‐ γυπτίων μοχθηρίαις ὑπεζευγμένοι, καὶ νόσον ὥσπερ τινὰ παθόντες ἐσχάτην, τὴν ὑπ’ ἐκείνοις δουλείαν· ἀλλ’ εὐμήχανος ὁ ἰατρὸς, καὶ τὰ πολὺ δυσεξίτητα τῶν
10παθῶν παρενεγκεῖν εὐκόλως εἰδὼς καὶ δυνάμενος, καὶ τοῦτο ἀμογητὶ καὶ οὐκ ἐν χρόνῳ μακρῷ. Ἅμα γὰρ εἰσήνεγκε ὁ Μωσῆς τὴν χεῖρα ἐν τῷ κόλπῳ, καὶ ἀπήλλακται τοῦ νοσεῖν. Ὑπῃνίττετο δέ τι ἕτερον ἡμῖν, καθάπερ ἐγᾦμαι, τὸ χρῆμα. Μακροὺς γὰρ ἐν
15Αἰγύπτῳ τρίβοντες χρόνους οἱ ἐξ Ἰσραὴλ, ἐξέθορον μὲν τῆς ἄνωθεν καὶ ἐκ πατέρων αὐτοῖς ἐντριβοῦς ἐπιεικείας, ἔθεσί τε μᾶλλον τοῖς ἐπιχωρίοις ἐνιζηκό‐ τες, καὶ βαθύνοντες λίαν εἰς κάθεσιν, κατὰ τὴν τοῦ προφήτου φωνήν· «Λελατρεύκασι μὲν τῇ κτίσει,
20παρὰ τὸν κτίσαντα.» Κατωλισθήκασι δὲ καὶ εἰς πᾶν εἶδος ἀκαθαρσίας, μονονουχὶ δὲ τεθνεῶτα λοιπὸν καὶ ἀπεψυγμένον ἐσχήκασι νοῦν. Ἀκαθαρσίας γὰρ καὶ νεκρότητος σημεῖον ἡ λέπρα. Μεμυσταγώγηκε δὲ διὰ τοῦ θαύματος, ὡς εἰ παραδέξοιτο Θεὸς αὐτοὺς, μο‐
25νονουχὶ δὲ καὶ ἐγκολπώσοιτο πάλιν, οὐ δυσαπότρεπτον ἕξουσι τὴν ἀκαθαρσίαν, διακρούσονται δὲ καὶ μάλα ῥᾳδίως τὸν ἐκ τῆς νοητῆς νεκρότητος μολυσμόν. Καὶ οὑτωσὶ μὲν ἡμῖν ὁ ἔν γε τούτῳ λόγος. Ὅτι δὲ τὸ Χρι‐ στοῦ μυστήριον ἐσκιαγραφεῖτο πάλιν ὡς ἐν τῇ Μωσέως
30χειρὶ λελεπρωμένῃ τε καὶ κεκαθαρμένῃ, διειπεῖν πειράσομαι. Οὐκοῦν, ὅτι «Πάντα γέγονε δι’ Υἱοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν,» ὁ θεσπέ‐ σιος ἡμῖν εὐαγγελιστὴς Ἰωάννης εὖ μάλα διαμαρ‐ τύρεται. Ἐπειδὴ δὲ πρὸς πᾶν ὁτιοῦν ἐνεργὸς ὁ Πα‐
35τὴρ δι’ αὐτοῦ, ταύτῃτοι καὶ ἡ θεόπνευστος Γραφὴ χεῖρά τε ἡμῖν, βραχίονά τε καὶ δεξιὰν ὀνομάζει τοῦ Πατρὸς τὸν Υἱόν. Καὶ γοῦν ὁ θεσπέσιος Ἡσαΐας, «Κύριε, φησὶ, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» Μεμενήκασι γὰρ
40σκληροὶ καὶ ἐξήνιοι, καὶ πολὺ νοσοῦντες τὸ ἀπειθὲς οἱ τάλανες Ἰουδαῖοι. Καὶ τῷ μὲν λόγῳ Κυρίου καὶ αὐτοὺς ἔφη τοὺς οὐρανοὺς ἐστερεῶσθαι Δαβίδ· διά [δέ] γε φωνῆς προφητῶν ὁ Θεὸς καὶ Πατὴρ διισχυρίσατο λέγων· «Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν.»
45Προσπεφώνηκε δὲ καὶ ἑτέροις· «Ἐγὼ γὰρ ὁ Θεός σου ὃς ἐνίσχυσά σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλι‐ σάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου.» Χεῖρα δὴ οὖν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὸν Υἱὸν ἀποκαλεῖν. Ὅρα τοίνυν τὴν Μωσέως χεῖρα κρυπτομένην ἐν τῷ κόλπῳ

69

.

473

(50)

αὐτοῦ, εἶτα πρὸς τὸ ἔξω φερομένην, καὶ ὁρωμένην ἐν λέπρᾳ· καὶ πάλιν εἰσφερομένην ἐν τῷ κόλπῳ αὐτοῦ, καὶ παραχρῆμα τοῦ πάθους ἀπηλλαγμένην. Ἐννοοῦν‐ τες δὲ τὸ μυστήριον καὶ τὸν τῆς ἐνανθρωπήσεως τρόπον, ὅπη τε καὶ ὅπως ἂν ἔχῃ καταθρεῖν σπουδά‐
55ζοντες, τοιοῦτό τι γεγονὸς εὑρήσομεν. Ἦν μὲν γάρ πως ὁ Υἱὸς ἐν τῷ κόλπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ
δι’ αὐτοῦ τὰ πάντα πεποίηκεν ὁ Πατήρ. Αὐτὸς γάρ471

69

.

476

ἐστιν ὁ βραχίων ὁ ὑψηλὸς, ἡ πάντα ἰσχύουσα χεὶρ, ἡ ἀξιοθαύμαστος δεξιά. Ἐπειδὴ δὲ τρόπον τινὰ εἰς τὸν ἴδιον ἐκβέβηκεν τόπον, γενόμενος ἄνθρωπος, καὶ τὰς ἀσθενείας ἡμῶν ἔλαβε, κατὰ τὴν τοῦ προφήτου φωνὴν,
5ἐν ὑπολήψει γέγονε καὶ ἀκαθαρσίᾳ. Ἀκάθαρτος γὰρ ἡ ἀνθρώπου φύσις πρὸς Θεὸν, εἴ γε ἀληθὲς ὅ φησιν ὁ προφήτης Ἡσαΐας, ὅτι «Πᾶσα ἡ δικαιοσύνη ἡμῶν, ὡς ῥάκος ἀποκαθημένης.» Οὐκοῦν, τό γε ἧκον εἰς ἀνθρώπου φύσιν, ἐν δοκήσει γέγονεν ἀκα‐
10θαρσίας, ὁ πάναγνός τε καὶ φῶς ἀπρόσιτον οἰκῶν. Πεπλάνηνται γὰρ οὕτω καὶ οἱ τάλανες Ἰουδαῖοι· τοιγάρτοι καὶ μέθυσον καὶ Σαμαρείτην ὠνόμαζον, καὶ ἐκ πορνείας γεγενημένον, καὶ πρὸς τούτοις ἔτι καὶ ἁμαρτωλόν. Ἔφασκον γάρ που τῷ ἐκ γενετῆς
15τυφλῷ τεθεραπευμένῳ· «Δὸς δόξαν τῷ Θεῷ. Ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν.» Ἀλλ’ οὐκ ἂν, οἶμαι, μωρίας εἰς τοῦτο κατῴχοντό ποτε, ὡς εἴπερ ὄντα Θεὸν κατὰ φύσιν ᾔδεσαν, φάναι τὸ τοιοῦτον, καὶ ἀπύλωτον ἐπ’ αὐτῷ διανοῖξαι στόμα.
20Ἀλλ’ ὁ ἐν δοκήσει γεγονὼς ἀκαθαρσίας ὡς ἄν‐ θρωπος, ὅτε τὴν καθ’ ἡμᾶς εὐτεχνεστάτην οἰκονο‐ μίαν διάγων, εἰς πέρας ἀνέβη πρὸς τὸν Πατέρα, καὶ ἐν κόλποις γέγονεν αὐτοῦ· τότε δὴ, τότε καὶ αὐτὴν ἀπεκρούσατο τὴν δόκησιν τοῦ γεγενῆσθαι μεθ’ ἡμῶν
25ἐν νεκρότητι καὶ ἀκαθαρσίᾳ. Δοξολογεῖται δὲ ὡς Θεὸς, δοξολογεῖται παρὰ πάντων ὡς Κύριος, ὡς ἁγίων Ἅγιος, ὡς καταλαμπρύνων τὴν κτίσιν, καὶ τοῖς τῶν ἀνθρώπων πνεύμασι, καὶ μέν τοι τοῖς ἐπὶ γῆς χορηγῶν αὐτὸς τὸ παντὸς δύνασθαι καταθλεῖν
30τοῦ κατασπιλοῦν ἰσχύοντος. Ὅτι δὲ κατεδέξατο μὲν οἰκονομικῶς δι’ ἡμᾶς ὁ Υἱὸς τὰ ἀνθρώπινα, καὶ γέ‐ γονε μὲν ὑπὸ νόμον, κατελογίσθη δὲ καὶ ἐν τοῖς ἀνό‐ μοις, ἀναπεφοίτηκε δὲ πάλιν εἰς τὴν ἔμφυτόν τε καὶ ἐν ἀρχαῖς ἐνοῦσαν αὐτῷ τιμήν τε καὶ δόξαν, πληρο‐
35φορήσει λέγων αὐτὸς πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα· «Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Ὁρᾷς ὅτι τῶν μεταξὺ παρεισβεβηκότων ἀπαλλακτιᾷ, καὶ οὐκ ἀβούλητον μὲν ἐποιήσατο τὴν μετὰ σαρκὸς οἰκονομίαν, ἠπεί‐
40γετο δὲ πρὸς τὸ τῆς θεότητος εὐκλεὲς καὶ τὸ πάντα ὑπερανεστηκὸς ἀξίωμα; Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος, «Εἴ γε καὶ ἐγνώκαμεν, φησὶν, τὸν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκ ἔτι γινώσκομεν.» Ἀνεβίω γὰρ ἐκ νεκρῶν, ἀνέθορέ τε πρὸς τὸν Πατέρα
45μετὰ σαρκός. Ἀλλ’ οὐκέτι, φησὶν, κατὰ σάρκα αὐτὸν γινώσκομεν, τουτέστιν, οὐκ ἔτι ἐν τοῖς πάθεσιν ὄντα τῆς σαρκὸς, πάθεσί τε τοῖς φυσικοῖς καὶ ἀνεγκλήτοις φημί. Πρὸ μὲν γὰρ τοῦ τιμίου σταυροῦ, καὶ πεινῆ‐ σαι λέγεται, καὶ καμεῖν ἐκ τῆς ὁδοιπορίας, καὶ περί‐

69

.

476

(50)

λυπον γενέσθαι· καὶ αὐτὸν δὲ τὸν ἐπὶ ξύλου δι’ ἡμᾶς ἀνατλῆναι θάνατον, ἀλλὰ νῦν, οὐκ ἐν τούτοις ὅντα γινώσκομεν. «Ἅπαξ γὰρ ἀποθανὼν, οὐκ ἔτι ἀποθνήσκει.» Ἄφθαρτος γὰρ ὁ Χριστὸς, ζωὴ κατὰ φύσιν καὶ ζωῆς χορηγὸς, ὅτι καὶ ἐκ ζωῆς πέφηνε τοῦ Πατρός. δʹ. Μετὰ δέ γε τὸ ἐπὶ τῇ λεπρώσῃ χειρὶ παραδόξως
55τετελεσμένον, καὶ τρίτῳ σημείῳ καθίστησι βεβαιο‐ τέρους. Ἔφη γὰρ πάλιν· «Ἐὰν δὲ μὴ πιστεύσωσί
σοι τοῖς δυσὶ σημείοις τούτοις, μηδὲ εἰσακούσωσι473

69

.

477

τῆς φωνῆς σου, λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν· καὶ ἔσται τὸ ὕδωρ, ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ.» Ἄθρει δὴ οὗν πάλιν τὴν τῶν Ἰουδαίων ἀπείθειαν
5προεγνωσμένην. Μελληταὶ γὰρ ἀείπερ καὶ βραδεῖς εἰς σύνεσιν, καὶ δυσμετακόμιστοι πρὸς ἀλήθειαν. Ἠπειθήκασι γὰρ τῷ τῆς ἐνανθρωπήσεως τρόπῳ, καὶ τοῖς διὰ μέσου παραδόξως τετελεσμένοις. Ὀψὲ δὲ καὶ μόλις τῷ τελευταίῳ σημείῳ πεπιστεύκασιν, εἰ
10καὶ μὴ πάντες τυχὸν, «ἀλλ’ οὖν τὸ κατάλειμμα τὸ κατ’ ἐκλογὴν χάριτος,» ὡς μακάριος γράφει Παῦλος. Καὶ τί τὸ τελευταῖον σημεῖον; Ὁ ἐπὶ ξύλου θάνατος, καὶ ἡ τῷ θανάτῳ παρεζευγμένη καὶ γείτων εὐθὺς ἀναβίωσις τοῦ Χριστοῦ.» Ὅτι δὲ σημεῖον δέδοται
15τοῖς υἱοῖς Ἰσραὴλ τοῦ Σωτῆρος ὁ θάνατος, καὶ αὐτὸ τὸ μέγα καὶ ἀξιάγαστον τῆς ἐκ νεκρῶν ἀναστάσεως μυ‐ στήριον, σαφὲς ἂν γένοιτο δι’ αὐτῶν τοῦ Σωτῆρος ῥημάτων. Προσῄεσαν μὲν γὰρ οἱ Φαρισαῖοί ποτε μετὰ μυρίων ὅσων σημείων ἐπίδειξιν, εἰρωνευόμενοί τε καὶ
20λέγοντες· «Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.» Ὁ δὲ πρὸς αὐτούς· «Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ
25τρεῖς νύκτας, οὕτως ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς, τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.» Κεκέρδακε δὲ ὅτι πολλοὺς ἐξ Ἰουδαίων οὐχὶ δὴ μό‐ νον, ἀλλὰ καὶ ἐξ ἐθνῶν ὁ τοῦ Ἐμμανουὴλ θάνατος, ἀταλαίπωρον ἰδεῖν. Ἔφη γὰρ πάλιν, ποτὲ μὲν, ὅτι
30«Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντα ἑλκύσω πρὸς ἐμαυ‐ τὸν,» ποτὲ δὲ αὖ, «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.» Ὁρᾷς ὅπως δι’ ἐναργοῦς παραδείγματος
35ὑπέδειξεν ἡμῖν τὸν ἐκ τοῦ θανάτου καρπόν; Ἦν οὖν ἄρα τὸ λοῖσθον ἡμῖν σημεῖον, τοῦ Σωτῆρος οἱ λόγοι, ἐφ’ ᾧ καὶ ἡ πίστις οὐχὶ μόνων τῶν ἐξ Ἰσραὴλ, ἀλλὰ καὶ αὐτῶν, ὡς ἔφην, τῶν ἐκ τῆς ἑτέρας πληθύος, φημὶ δὲ τῆς ἐξ ἐθνῶν. Τίνα οὖν δὴ τρόπον αὐτὸ δὴ
40τοῦτο κατεσημαίνετο; «Λήψῃ, φησὶν, ἀπὸ τοῦ ὕδα‐ τος τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν· καὶ ἔσται τὸ ὕδωρ, ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ.» Ζωῆς μὲν γὰρ τύπος ἤτοι σημεῖον τὸ ὕδωρ· καὶ γάρ ἐστιν ἀληθῶς ἀναγκαῖον εἰς τοῦτο,
45καὶ χρειωδέστερον τοῖς ἐπὶ γῆς. Οὐκοῦν, οἷάπερ ἐκ ποταμοῦ, τοῦ ζωογονοῦντος τὰ πάντα Πατρὸς, ζωὴ αὐτὸς ἐξέφυ κατὰ ἀλήθειαν ὁ Υἱός. Ὥσπερ γάρ ἐστι φῶς ἐκ φωτὸς, οὕτω καὶ ζωὴ ἐκ ζωῆς. Ὅτι δὴ οὐκ ἔξω ὑποστὰς ἀλλ’ ἐξ αὐτοῦ κατὰ φύσιν ἐστὶ

69

.

477

(50)

τοῦ Θεοῦ καὶ Πατρὸς, ἐδιδάσκετο Μωσῆς· οὐδὲν δὲ ἧττον καὶ ἡμεῖς αὐτοί. «Λήψῃ γὰρ, φησὶν, ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ.» Εἶτα τοῦτο ἐκχεῖν εἰς γῆν ἐπετάττετο. Τοῦτο δέ ἐστιν, αἰνιγματωδῶς, τῆς ἐναν‐ θρωπήσεως τὸ μυστήριον. Ζωὴ γὰρ ὑπάρχων ὁ Μο‐
55νογενὴς, καὶ ὡς ἐκ ζωῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἀποῤ‐ ῥύτως γεγεννημένος, ἀνεμίχθη τρόπον τινὰ τῇ ἐκ
γῆς ἀνθρωπότητι, καθάπερ ἀμέλει τὸ ὕδωρ τῇ γῇ.475

69

.

480

«Κατῴκηκε γὰρ ἐν Χριστῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς·» μονονουχὶ δὲ τῇ ἀνθρωπείᾳ συνενήνεκται φύσει, καὶ ὡς οὐκ ἂν δύναιτό τις νοεῖν ἢ φράσαι· πλὴν εἰς αἷμα μετεποιήθη τὸ ὕδωρ, Ἡ
5γὰρ κατὰ φύσιν ζωὴ, τουτέστιν, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καθ’ ἕνωσιν οἰκονομικὴν, τὴν ὡς πρὸς σάρκα φημὶ, ἤτοι πρὸς ὁλόκληρον ἀνθρωπότητα καὶ φύσιν τὴν καθ’ ἡμᾶς, καὶ ἐν δοκήσει γέγονε τοῦ καὶ αὐτὸν ἀνατλῆναι τὸν θάνατον. Φαμὲν γὰρ ὅτι καὶ ἀπέθανεν
10ὑπὲρ ἡμῶν, οὐκ εἰς ἰδίαν φύσιν τοῦτο αὐτὸς παθὼν (τεθναίη γὰρ αὐτὸς οὐδαμῶς, ζωὴ ὑπάρχων), ἀλλὰ τὸν τῆς ἰδίας σαρκὸς οἰκειούμενος θάνατον. Ἄθρει γὰρ ὅπως, εἰ μὴ ἐξέχεεν ὁ Μωσῆς τὸ ὕδωρ εἰς τὴν γῆν, οὐ μετεποιήθη εἰς αἷμα· ὅπερ ἐστὶν ἐναργὲς θανάτου
15σημεῖον. Ἔξω μὲν γὰρ τῆς σαρκὸς νοούμενος ὁ ἐκ Θεοῦ Λόγος, ζωὴ καὶ ζωοποιός ἐστιν. Ἐπειδὴ δὲ κατῴκηκεν ἐν σαρκὶ, τότε δὴ, τότε καὶ τεθνάναι λέ‐ γουσι κατὰ τὸ ἀνθρώπινον. Τοῦτο δὴ λοιπὸν τὸ ἐξαί‐ σιόν ἐστι καὶ διαφανὲς σημεῖον, δι’ οὗ καὶ σεσαγή‐
20νευται μὲν εἰς πίστιν τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, συνεισκέκληται δὲ καὶ αὐτὴ τῶν ἐθνῶν ἡ πληθύς. Τίς γὰρ οὐκ ἂν μεταθεῖτο πρὸς εὐπείθειαν, ἀτονήσαντα βλέπων τὸν πάλαι δεινὸν καὶ δυσάντητον τοῖς ἐπὶ γῆς θάνατον, καὶ κατηργημένην τὴν φθορὰν, καὶ εἰς ἐλ‐
25πίδα ζωῆς τῆς ἀτελευτήτου τὴν ἀνθρώπου φύσιν ἀνηνεγμένην; Ὥσπερ γὰρ συναπεθάνομεν τῷ Ἀδὰμ, οὕτω συνεγηγέρμεθα τῷ Χριστῷ, καὶ μαρτυρήσει γράφων ἡμῖν ὁ θεσπέσιος Παῦλος· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιησόμεθα.» Ἐξεπρίατο γὰρ ἡμᾶς τῷ ἰδίῳ αἵματι, καὶ τῆς ἁπάντων ζωῆς ἀντάλ‐ λαγμα τὴν ἑαυτοῦ ζωὴν ἐποιήσατο.
30 εʹ. Ἀλλὰ καίτοι τῶν οὕτω σεπτῶν τερατουρ‐ γημάτων ἐκπεπερασμένων, ἀλύει Μωσῆς, ἡττᾶται δειλίας, οὔπω τεθάῤῥηκε τὴν ἀποστολήν. Ἰέναι δὴ ὅτι προσήκει πρὸς Φαραὼ Θεοῦ προστάττοντος, διαγ‐ γελοῦντα σαφῶς ἀνεῖναι τὸν Ἰσραὴλ, θύσοντά μοι κατὰ
35τὴν ἔρημον· καταπέφρικε μὲν τὸ χρῆμα οὐ μετρίως, προσφέρει τε λέγων ἀναφανδὸν, ὡς εἴη μὲν ὁμολογουμέ‐ νως ὀλίγος εἰς λόγους, καὶ παράσημον ἔχει τὴν γλῶτ‐ ταν· «Οὐ γὰρ εὔλαλός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδ’ ἀφ’ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί
40σου, ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι.» Ὅτι δὴ καὶ ἀνικάνως ἔχει πρὸς λύτρωσιν τῶν ὑποδουλείων ζυγῶν, διεβεβαιοῦτο σαφῶς, ἔφασκέ τε· «Δέομαι, Κύριε, προχείρισαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς.» Χαριεῖσθαι δὲ καὶ γλῶτταν αὐτῷ καὶ στόμα κατευ‐
45ρύνειν ὑπισχνουμένου Θεοῦ, καὶ ὡς αὐτὸς εἴη λέγον‐ τος ὁ σοφίας καὶ λόγου δοτὴρ, μακροτέραν ἐποιεῖτο τὴν παραίτησιν, ἕτερον χρῆναι λέγων ἀναδείκνυσθαι τὸν δυνάμενον. Προσκρούει δὴ οὖν ταύτῃ Θεῷ. «Καὶ θυμωθεὶς γὰρ, φησὶν, ὀργῇ Κύριος ἐπὶ Μωσῆν εἶπεν·

69

.

480

(50)

Οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ὁ Λευΐτης; Ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι.» Καὶ πρός γε τοῦτό φησιν, ὅτι «Αὐτὸς ἔσται σου στόμα· σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν Θεόν.» Ὁρᾷς τὸ βραδύγλωσσον τοῦ λό‐ γου καὶ πάλαι σκιαγραφούμενον ὡς ἔν γε τῷ θεσπε‐
55σίῳ Μωσῇ; Οὐ γὰρ ἱκανὸς ὁ νόμος εἰς ἀπαγγελίαν τῶν χρησμῳδημάτων, οὔτε μὴν ἀριστοεπὴς, ἢ εὔ‐
γλωττος, εἰς [τὸ] ἀκριβῆ τοῦ συμφέροντος παραθεῖναι477

69

.

481

τὴν γνῶσιν, καθάπερ ἀμέλει ὁ Χριστὸς, ὁ ἀληθῶς Λευΐτης, οὗ καὶ εἰς τύπον Ἀαρών. Ὁ μὲν γὰρ νόμος ὁ διὰ Μωσέως, εἰς ἀρχὰς ἀποφέρει μόλις τῶν λογίων τοῦ Θεοῦ, καὶ στοιχεῖόν ἐστι τοῖς νηπίοις εἰσηγητὴς,
5παιδευτὴς ἀφρόνων, διὰ τύπου καὶ σκιᾶς ἀμυδροτά‐ την ἡμῖν εἰσκομίζων μόλις τῶν πρακτέων τὴν εἴδη‐ σιν. Ὁ δὲ ἀληθῶς ἱκανότατος καὶ μέγας ἡμῶν ἱερεὺς καὶ δυνατὸς εἰς ἀποστολὴν, τουτέστι Χριστὸς, κατα‐ σκιασμάτων ἀπηλλαγμένην παρέδειξε τὴν ἀλήθειαν.
10Οὐ γάρ ἐστι βραδὺς ἢ ὀκνηρὸς τὴν γλῶτταν, ἢ βρα‐ χὺς τοὺς λόγους κατὰ Μωσέα, πολὺ δὲ λίαν εὐεπὴς, καὶ μάλιστα ὡς σοφίας Λόγος τοῦ Θεοῦ καὶ Πατρός. Θέα δὲ, πῶς οὐχ ἱκανὸς μὲν ὁ νόμος εἰς τὸ ἐξελέσθαι δουλείας τοὺς ὑπὸ τῷ νοητῷ πράττοντας Φαραὼ,
15τουτέστι τῷ Σατανᾷ, οὐδ’ ἂν ὠφελῆσαί τι τὴν γῆν ὁ θεσπέσιος Μωσῆς, καίτοι διαφανεστάτην ἐπ’ ἀρεταῖς τὴν δόξαν ἑλὼν, μὴ οὐχὶ συνόντος τε αὐτῷ καὶ ἐπ‐ αμύνοντος τοῦ Χριστοῦ. Τοῦτο δ’ ἂν μάθοις ὧδέ τε ἔχειν καὶ ἀψευδῶς εἰρῆσθαι ἀφ’ ἡμῶν διὰ τὸ παρ‐
20εζεῦχθαι τὸν Ἀαρών. Καὶ διαλέγεται μὲν ὁ Μωσῆς, διατρανοῖ δὲ τὸν λόγον Ἀαρών. Εἰ μὴ γὰρ νοηθείη πνευματικῶς ὁ νόμος, ἀποκαλύπτοντος ἡμῖν τὰ ἐν αὐτῷ τοῦ Χριστοῦ, σκοτεινὸν καὶ ἀσυμφανὲς ἔσται τοῖς ἀκροωμένοις τὸ δηλούμενον. Καὶ γοῦν Ἰουδαῖοι
25τὸν διερμηνεύοντα τὰ Μωσέως οὐκ ἔχοντες, τουτέστι τὸν Χριστὸν, ἀπομεμενήκασιν ἀμαθεῖς. Τοιγάρτοι καὶ ἔφασκεν ὁ θεσπέσιος Παῦλος· «Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας, τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον,
30ὅτι ἐν Χριστῷ καταργεῖται. Ἀλλ’ ἕως σήμερον ἡνίκα ἀναγινώσκεται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστι, οὗ δὲ τὸ πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.»
35Ὀρθῶς οὖν ἔφασκεν ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν ἱερο‐ φάντην Μωσέα περὶ τοῦ Ἀαρὼν, ὅτι «Λαλῶν λαλή‐ σει αὐτός σοι, καὶ αὐτὸς ἔσται σου στόμα· σὺ δὲ αὐτῷ τὰ πρὸς τὸν Θεόν.» Καὶ οὐ δήπου φαμὲν ὅτι Θεῷ προσεχέστερον καὶ μᾶλλον ἐγγὺς παρὰ τὸν Ἐμμα‐
40νουὴλ ὁ Μωσῆς. Ὁ μὲν γάρ ἐστιν Υἱὸς καὶ ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν, ὁ δὲ μεθ’ ἡμῶν ἐν οἰκέταις, κἂν εἰ καλοῖτο γνήσιος. Δοκεῖ δέ πως γεγενῆσθαι τὰ πρὸς τὸν Θεὸν αὐτῷ. Κεχρημάτικε γὰρ ὑπὸ νόμου ὡς ἄν‐ θρωπος ὁ Χριστὸς, καὶ τετήρηκε τὰ Μωσέως. Περι‐
45τέτμηται γὰρ ὀκταήμερος, καὶ τὴν τοῦ διδράχμου συνεισφορὰν ἐποιήσατο, καίτοι κατὰ φύσιν ἐλεύθερος ὢν Υἱός. Ἔφαγε δὲ καὶ τὸ πάσχα, καίτοι πάλιν ὁ αὐτὸς ὢν ὁ ἀμνὸς ὁ ἀληθινὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ταύτῃτοι Μωσῆς μὲν γεγενῆσθαι λέγε‐

69

.

481

(50)

ται τὰ πρὸς τὸν Θεὸν αὐτῷ. Ὅτι δὲ ἔμελλε καὶ αὐ‐ ταῖς ἀπειθεῖν ὁ Ἰσραὴλ ταῖς διὰ Χριστοῦ θεοσημείαις, παραδείξειεν ἂν ὁ Μωσῆς, οὐδὲ αὐτοῖς τοῖς θαύμασιν ἀπονέμων τὴν πίστιν. Τοιγάρτοι Μωσέως πρόσωπον τοῖς ἐξ Ἰσραὴλ περιθήσομεν, ὅτε κέκληνται δι’ αὐτοῦ,
55καὶ τοῖς δι’ αὐτοῦ πεπαιδαγώγηνται νόμοις. Οὐκοῦν ὅτι μὴ ἱκανὸς ὁ νόμος τοῖς εἰς λύτρωσιν, ἀπόχρη δὲ
ἡμῖν εἰς τοῦτο τὸ τίμιον αἷμα τοῦ Χριστοῦ (δι’ αὐτοῦ479

69

.

484

γὰρ καὶ μόνου νενίκηται ὁ θάνατος), σαφὲς ἂν γένοιτο καὶ μάλα ῥᾳδίως κἀκ τῶνδε δὴ πάλιν. ϛʹ. Ἀπαίρει γὰρ τῆς Μαδιηναίων ὁ θεσπέσιος Μωσῆς, ἀναλαβὼν τὴν γυναῖκα αὐτοῦ καὶ τὰ παιδία,
5καὶ καθικνεῖτο λοιπὸν εἰς Αἴγυπτον, ἀποπεραίνων εὖ μάλα τὰ προστεταγμένα παρὰ Θεοῦ. Ἐπειδὴ δὲ ἀφ‐ εστήκει λοιπὸν τῆς Αἰγυπτίων οὐ μακρὰν, ἔφη πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός· «Πορευομένου σου καὶ ἀπο‐ στρέφοντος εἰς Αἴγυπτον, ὅρα πάντα τὰ τέρατα ἃ
10δέδωκα ἐν ταῖς χερσί σου, ποιήσεις αὐτὰ ἐναντίον Φαραώ.» Καὶ μεθ’ ἕτερα· «Σὺ δὲ ἐρεῖς Φαραώ· Τάδε λέγει Κύριος· Υἱὸς πρωτότοκός μου Ἰσραήλ. Εἶπα δέ σοι· Ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσῃ. Σὺ δὲ οὐκ ἐβούλου ἐξαποστεῖλαι αὐτούς·
15ὅρα οὖν, ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον. Καὶ ἐγένετο, φησὶν, ἐν τῇ ὁδῷ ἐν τῷ καταλύματι συνήντησεν αὐτῷ ἄγγελος Κυρίου, καὶ ἐζήτει ἀπο‐ κτεῖναι αὐτόν. Καὶ λαβοῦσα Σεπφώρα ψῆφον, περι‐ έτεμε τὴν ἀκροβυστίαν τοῦ υἱοῦ αὐτῆς, καὶ προσέπεσε
20πρὸς τοὺς πόδας αὐτοῦ, καὶ εἶπε· Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου. Καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς, διότι εἶπεν· Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παι‐ δίου μου.» Ἄγγελος γὰρ ἐν εἴδει τῷ καθ’ ἡμᾶς ἐπ‐ έθρωσκέ τε καὶ ἀνελεῖν ἐπεχείρει, δεδυσώπηται δὲ
25μόλις, περιτεμούσης Σεπφώρας τὸν υἱὸν αὐτῆς, φημὶ δὲ Γηρσὰμ, ὃς ἦν καὶ πρωτότοκος, διερμηνεύεται δὲ καὶ πάροικος. Τίνα οὖν ὁ ὀλοθρευτὴς ἐπεχείρει ἀν‐ ελεῖν, σαφῶς οὐ μεμήνυκε Γράμμα τὸ ἱερόν· ἀλλ’ ἢ Μωσέα τυχὸν τῇδε τοῦ παιδίου περιτομῇ, καὶ οὐχ
30ἑκὼν ἀπελήλαται. Διατρανοῖ δὲ πάλιν ὁ τύπος, ὡς καὶ ἐν τῷ αἵματι τοῦ Χριστοῦ νενίκηται θάνατος. Σέσωσται δὲ τῶν πατέρων ἡ ἁγία πληθὺς, μᾶλλον δὲ σύμπαν τὸ ἄνωθέν τε καὶ πρὸ αὐτοῦ γένος. Ἀπέθανε γὰρ ὑπὲρ πάντων, καὶ ὁ πάντων ἐν αὐτῷ λέλυται
35θάνατος. Οὐ γὰρ ἐν αἵματι προφητῶν, ἀλλ’ ἐν τῷ αἵματι τοῦ Χριστοῦ τοῦ νεωτάτου καὶ μετ’ αὐτοῦ διαδιδράσκομεν τὸν ὀλοθρευτήν. «Εἰς τοῦτο γὰρ, φη‐ σὶν, ὁ Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.» Εἰ δὲ μὴ λέγοιτο τῷ Γηρσὰμ
40ἐπιθρώσκειν ὁ ὀλοθρευτὴς, καὶ οὐχὶ δὴ μᾶλλον τῷ μακαρίῳ Μωσῇ, πάλιν ἐκεῖνο συνήσεις. Οὐ γὰρ διὰ τῆς κατὰ νόμον περιτομῆς, τουτέστι, τῆς κατὰ σάρκα καὶ αἰσθητῆς ἀπελήλαται θάνατος, ἀλλὰ διὰ τῆς ἐν Χριστῷ, διὰ πνεύματος, ἣν ἐνήργηκεν ἐν τῷ πρω‐
45τοτόκῳ καὶ νέῳ λαῷ, καὶ τῷ παροίκῳ μὲν ἐπὶ γῆς, ἐπιγραφομένῳ δὲ πάλιν τῆς ἄνω καὶ οὐρανικῆς· ἣν ἡ νοητὴ Σεπφώρα, τουτέστιν ἡ Ἐκκλησία, ἡ ἐκ Μα‐ διάμ τε καὶ ἐξ ἐθνῶν, περιτέτμηκε ψήφῳ. Τύπος δ’ ἂν εἴη καὶ αὕτη τοῦ πνεύματος, διά τοι τὸ παναλκές

69

.

484

(50)

τε καὶ ἄθραυστον, καὶ μὴν ὅτι καὶ ἐκ πέτρας. Χρι‐ στοῦ γὰρ τὸ πνεῦμα· «Πέτρα δὲ ὁ Χριστὸς,» καθὰ καὶ ὁ σοφὸς γράφει Παῦλος. Ἰστέον δὲ ὅτι καὶ ὁ μετὰ Μωσέα πάλαι γενόμενος Ἰησοῦς, μαχαίραις πετρίναις περιέτεμε τοὺς υἱοὺς Ἰσραὴλ, τὴν ἀχειρο‐
55ποίητον ἐν Χριστῷ διὰ περιτομὴν αἰνιγματωδῶς ἡμῖν
σημαίνων, ὑφ’ ἢν καὶ ἡττᾶται θάνατος, ἥπερ ἐστὶν481

69

.

485

ἡ νοητὴ τῆς κακίας περιτομὴ, φαυλότητός τε καὶ ἡδονῶν ἀπόθεσις. Περὶ γὰρ τῆς κατὰ σάρκα περιτο‐ μῆς, ὁ θεῖος ἡμῖν γράφει Παῦλος· «Ἡ περιτομὴ οὐδέν ἐστι.» Σοφὸς δὲ ἡμῖν καὶ ἱερὸς ἀνακέκραγε λό‐
5γος· «Περιτμήθητε τῷ Χριστῷ,» δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
8tΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ
9tΒΙΒΛΙΟΝ Γʹ.
11tΠερὶ τῆς παταχθείσης πέτρας.
12 αʹ. «Εἰσέλθετε διὰ τῆς στενῆς πύλης,» τοῖς ἑαυτοῦ φίλοις ἐπεφώνει Χριστός· στενὴν μὲν, οἶμαι, πύλην καὶ τεθλιμμένην εἰσβολὴν τὸ τληπαθὲς ὀνομάζων, καὶ
15τὴν τοῦ λόγου παντὸς ἀξίαν ὑπομονὴν, καθ’ ἣν ἂν γένοιτο καὶ μάλα πλουσίως τὸ εὐδοκιμεῖν δύνασθαι τοῖς τὰ ἄνω φρονεῖν ᾑρημένοις, καταφαιδρύνεσθαί τε γυμνάσμασι τοῖς εἰς εὐψυχίαν καὶ ἀρετήν. Ὥσπερ γὰρ τὸ ἀριστεύειν ἐν μάχαις, τῇ τοῦ ὁπλιτεύοντος
20εὐανδρίᾳ μαρτυρεῖ· οὕτω τὸν εὐσθενῆ καὶ γενναῖον, εἴς γε τὸ δύνασθαι, φημὶ, τὴν ἁνδάνουσαν τῷ Θεῷ ἀρετὴν κατορθοῦν, λαμπρὸν, καὶ περιφανῆ, καὶ παν‐ τὸς ἐπαίνου μεμεστωμένον ἀποφήνειεν ἂν τὸ εὖ μάλα δύνασθαι διενεγκεῖν τοὺς ἐκ τοῦ πειράζεσθαι πόνους.
25Καὶ γοῦν τοῦ Σωτῆρος ὁ μαθητὴς, ὅτι πάντη τε καὶ πάντως ὁ τοιοῦτος ἀπόβλεπτος ἔσται, πεπληροφόρηκε λέγων· «Μακάριος ἄνθρωπος ὃς ὑπομείνῃ πειρα‐ σμὸν, ὅτι δόκιμος γενόμενος, λήψεται τὸν στέφανον τῆς ζωῆς.» Οἱ δὲ δὴ πρὸς τοῦτο λοιπὸν εὐσθενείας
30ἐληλακότες, καὶ τὴν οὔτω περιφανῆ δόξαν ἀράμενοι λέγουσιν, ὅτι «Ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. Ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν. Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος,
35ἐδοκίμασας ἡμᾶς εἰς ἀνάψυξιν.» Ἐκτελευτᾷ γὰρ ὁ πόνος εἰς τρυφὴν, καὶ ἀνευρύνουσιν αἱ θλίψεις τοῖς ἀθλοῦσι γενναίως τὴν εὐθεῖαν ὁδόν. Οἶδε μὲν τὰ πάντα πρὶν γενέσεως αὐτῶν ὁ τῶν κρυπτῶν γνώστης, τουτέστι Θεός («Γυμνὰ γὰρ αὐτῷ τὰ πάν‐
40τα καὶ τετραχηλισμένα)·» περιμένει δὲ τῶν πραγμά‐ των τὸ πέρας, καὶ τὸ τῶν πειραζομένων κατὰ και‐ ροὺς εὐσθενές· ἵνα μὲν φαίνοιντο μὴ μόνον αὐτῷ κατὰ πρόγνωσιν ἄξιοι γερῶν, κατακροτοῖεν δὲ μᾶλ‐ λον ὡς ἠριστευκότας, καὶ διὰ πραγμάτων αὐτῶν ἐπ’
45ἀρετῇ μεμαρτυρημένους, ἄγγελοί τε καὶ ἄνθρωποι.
Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος περὶ αὐτοῦ τε καὶ483

69

.

488

τῶν ἄλλων ἁγίων φησὶν, ὡς ἠθληκότων εὖ μάλα καὶ νενικηκότων, ὅτι «Θέατρον ἐγενήθησαν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις.» Δοκιμάζεται τοίνυν πολυτρόπως ὁ Ἰσραὴλ, ἵνα κἂν εἰ φαίνοιτο νοσῶν ἔτι
5τὸ ἄναλκι, θαυμάζοιτο μὲν ἐπὶ πολλῇ λίαν ἡμερότητι Θεὸς, πλημμελοῦντας ἀνεχόμενος· σκιαγραφοῖτο δὲ μᾶλλον ἡμῖν ἐφ’ ἑκάστῳ τῶν συμβεβηκότων τὸ μυ‐ στήριον. Ἄρτι μὲν οὖν τὸν ἐπί τε τῇ ὀρτυγομήτρᾳ καὶ μέντοι καὶ τῷ μάννα διαπεράσαντες λόγον, οὐ
10μετρίως κατηῤῥωστηκότα τὸ ἀδρανὲς καὶ φιλήδονον διεδείκνυμεν τὸν Ἰσραήλ. Ἀλλ’ ἰδοὺ πάλιν καὶ οὐκ εἰς μακρὰν παροτρύνων ὁρᾶται. Γέγραπται γὰρ οὕτω πάλιν· «Καὶ ἀπῆρε πᾶσα ἡ συναγωγὴ υἱῶν Ἰσραὴλ ἐκ τῆς ἐρήμου Σὶν, κατὰ παρεμβολὰς αὐτῶν διὰ ῥή‐
15ματος Κυρίου, καὶ παρενέβαλον ἐν Ῥαφιδεῖν· οὐκ ἦν δὲ ὕδωρ τῷ λαῷ πιεῖν. Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν λέγοντες· Δὸς ἡμῖν ὕδωρ, ἵνα πίωμεν. Καὶ εἶπεν αὐτοῖς Μωσῆς· Τί λοιδορεῖσθέ μοι; καὶ τί πειράζετε Κύριον; Ἐδίψησε δὲ λαὸς ὕδατι ἐκεῖ,
20καὶ ἐγόγγυζεν ὁ λαὸς ἐπὶ Μωσῆν λέγοντες· Ἵνα τί τοῦτο ἀνεβίβασας ἡμᾶς ἐξ Αἰγύπτου, ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν, καὶ τὰ κτήνη ἡμῶν τῷ δίψει; Ἐβόησε δὲ Μωσῆς πρὸς Κύριον, λέγων· Τί ποιήσω τῷ λαῷ τούτῳ; ἔτι μικρὸν καὶ καταλιθοβο‐
25λήσουσί με. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Προπο‐ ρεύου τοῦ λαοῦ τούτου. Λαβὲ δὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ τὴν ῥάβδον ἐν ᾗ ἐπάταξας τὸν ποταμὸν, λαβὲ ἐν τῇ χειρί σου, καὶ πορεύου. Ἰδοὺ ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ ἐλθεῖν ἐπὶ
30τῆς πέτρας ἐν Χωρήβ. Καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ὕδωρ ἐξ αὐτῆς, καὶ πίεται ὁ λαός μου. Ἐποίησε δὲ Μωσῆς οὕτως ἐναντίον τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πειρασμὸν καὶ λοιδόρησιν, διὰ τὴν λοιδόρησιν τῶν
35υἱῶν Ἰσραὴλ, καὶ διὰ τὸ πειράζειν Κύριον λέγοντες· Εἰ ἔστι Κύριος ἐν ἡμῖν, ἢ οὔ;» Καὶ ταυτὶ μὲν ἡμῖν ἐν τῇ Ἐξόδῳ τὸ θεῖον ἔφη χρησμῴδημα· κατακερ‐ ματιεῖ δὲ ὥσπερ ἐν τοῖς Ἀριθμοῖς εὐρυτέραν ἀφ‐ ήγησιν, ἣν καὶ ἀναγκαῖον οἶμαι παρενεγκεῖν, ὡς ἂν
40ἕκαστα βασανίζοντες ὀρθῶς καὶ ἀπεξεσμένως, ἀπο‐ χρῶσαν ἔχωμεν τῶν πάλαι γεγονότων τυπικῶς τὴν εἴδησιν, καὶ πρός γε δὴ τούτοις, τῆς πνευματικῆς θεωρίας τὸ κάλλος. Γέγραπται δὴ οὖν· «Καὶ ἦλθον οἱ υἱοὶ Ἰσραὴλ, καὶ πᾶσα ἡ συναγωγὴ εἰς τὴν ἔρη‐
45μον Σὶν, ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ κατέμεινεν ὁ λαὸς ἐν Καδὴς, καὶ ἐτελεύτησεν ἐκεῖ Μαριὰμ, καὶ ἐτάφη ἐκεῖ. Καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ συν‐ ηθροίσθησαν ἐπὶ Μωσῇ καὶ Ἀαρών. Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν, λέγοντες· Ὄφελον ἀπωλόμεθα

69

.

488

(50)

ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι Κυρίου! Καὶ ἵνα τί ἤγαγες τὴν συναγωγὴν Κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν; Καὶ ἵνα τί τοῦτο ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου πα‐ ραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον; Τόπος
55οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ, οὐδὲ ἄμπελοι, οὐδὲ ῥοαὶ, οὐδὲ ὕδωρ [ἔστι] πιεῖν. Καὶ ἦλθε Μωσῆς καὶ
Ἀαρὼν ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύ‐485

69

.

489

ραν τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ ἔπεσαν ἐπὶ πρόσωπον, καὶ ὤφθη ἡ δόξα Κυρίου πρὸς αὐτούς. Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Λαβὲ τὴν ῥάβδον, καὶ ἐκκλησίασον τὴν συναγωγὴν, σὺ καὶ
5Ἀαρὼν ὁ ἀδελφός σου, καὶ λαλήσατε πρὸς τὴν πέ‐ τραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς· καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν. Καὶ ἔλαβε Μω‐ σῆς τὴν ῥάβδον τὴν ἀπέναντι Κυρίου, καθὰ συνέταξε
10Κύριος, καὶ ἐξεκκλησίασε Μωσῆς καὶ Ἀαρὼν τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας. Καὶ εἶπε πρὸς αὐτούς· Ἀκούσατέ μου οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέ‐ τρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; Καὶ ἐπάρας Μω‐ σῆς τὴν χεῖρα αὐτοῦ, ἐπάταξε τὴν πέτραν τῇ ῥάβδῳ
15δίς· καὶ ἐξῆλθεν ὕδωρ πολὺ, καὶ ἔπιεν ἡ συναγωγὴ, καὶ τὰ κτήνη αὐτῶν. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρών· Ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναν‐ τίον τῶν υἱῶν Ἰσραὴλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς.
20Τοῦτο τὸ ὕδωρ ἀντιλογίας, ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι Κυρίου, καὶ ἡγιάσθη ἐν αὐτοῖς.» ᾜεσαν μὲν γὰρ δι’ ἠπείρου ξηρᾶς, καὶ πολλὴν δι‐ ψάδα παραθέοντες γῆν, εἶτα τοῖς ἐκ τῆς ὁδοιπορίας ἐναλύοντες πόνοις, καὶ εἰ βραχύ τι γένοιτο τῶν εἰω‐
25θότων λυπεῖν, δυσφόρητον ἐποιοῦντο κατά τε Μω‐ σέως καὶ Ἀαρὼν τὴν καταβοήν. Πλείστης δὲ ὅσης καὶ ἀξιαγάστου θεοσημίας θεωροὶ γεγονότες, καὶ τῆς θείας δυνάμεως τὴν ὑπεροχὴν διὰ πείρας αὐτῆς ἐκ‐ μεμαθηκότες, ἐδεδίεσαν ἔτι μὴ ἄρα πως ἀτονήσῃ
30πρὸς τὸ χρῆναί φημι διανέμειν τὰ ζωαρκῆ, καὶ παν‐ ταχόθεν αὐτοῖς ἐκπορίζειν τὰ ἐδώδιμα, καὶ τὰς τῶν ὑδάτων ποιεῖσθαι χορηγίας· ἀλλ’ ἡττῶνται τῆς ὀλι‐ γοψυχίας, μειρακιώδη καὶ ἄνανδρον ἔχοντες νοῦν· καὶ εἰ μικροῦ λάβοιτό τινος τοῦ πεφυκότος ἀνιᾷν,
35ἐπιπηδῶσιν εὐθὺς τῷ παιδαγωγῷ, καὶ κατακεκρά‐ γασιν ἀνοσίως, ὅτι καὶ γέγονεν ὅλως μεσίτης αὐτοῖς, καὶ κέκληνται δι’ αὐτοῦ πρὸς ἐλευθερίαν. Μακαρί‐ ζουσι δὲ τοὺς ταῖς προλαβούσαις ὀλιγοψυχίαις ὀλωλό‐ τας, ὅτι τῶν ἐν Αἰγύπτῳ κρεῶν ἐπιθυμίᾳ ἦσαν
40ἐνειλημμένοι· εἶτα τὴν ὀλέθριον κατεδηδοκότες ὀρτυ‐ γομήτραν, θανάτῳ κατεδικάζοντο. Διὰ τοῦτό φασιν «Ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν, ἔναντι Κυρίου. Καὶ ἵνα τί ἀνηγάγετε εἰς τὴν ἔρημον ταύτην, ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη
45ἡμῶν;» Ὣ τῆς κακανδρίας, ὡς ἀτληπαθὲς τὸ φρό‐ νημα, καὶ πολὺ πρόχειρος εἰς ἀκηδίαν ὁ νοῦς! Δεδι‐ ψηκόσι βραχὺ τὰ ἐν Αἰγύπτῳ δεινὰ τῶν παρὰ Θεοῦ λοιπὸν ἐν ἀμείνοσιν ἦν· καὶ γλυκὺς μὲν ἤδη πως ὁ πάλαι πικρὸς τῆς δουλείας ζυγός· δύσοιστος δὲ οὐ‐

69

.

489

(50)

κέτι, καίτοι σκληρὸς ὑπάρχων ὁ Φαραώ· οὐκ ἀπη‐ χθημένος ὁ πηλὸς, οὐδὲ ἡ τῶν ἐργοδιωκτῶν ἀγριό‐ της, ἀλλ’ ἡδέα πάντα λοιπόν. Καθικέσθαι γὰρ εἰς τοῦτο μωρίας αὐτοὺς τὸ τῆς διανοίας ἀδρανὲς ἀνα‐ πείθει. Ἄκουε δὲ, εἰ δοκεῖ, καὶ τὰ τῆς Μωσέως με‐
55σιτείας ἐγκλήματα· «Ἵνα τί γὰρ, τοῦτό φασιν, ἐξη‐ γάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τό‐
πον τὸν πονηρὸν τοῦτον; Τόπος, οὗ οὐ σπείρεται,487

69

.

492

οὐδὲ συκαῖ, οὐδὲ ἄμπελοι, οὐδὲ ῥοαὶ, οὐδὲ ὕδωρ ἔστι πιεῖν.» Ἄθρει ὤσπερ ὑποφέρεται πρὸς ἀνανδρίαν, καὶ διανένευκε μὲν ἀσχέτως εἰς προσκαίρους ἡδονὰς, μεταποιεῖται δὲ λίαν τέρψεων κοσμικῶν· καὶ γα‐
5στρὸς μὲν ἀποδέχεται κόρον. Διαπτύει δὲ τὴν ἐλπίδα. καὶ τῆς τοῖς πατράσιν ἐπηγγελμένης οὐ κατέχεται γῆς· οὐκ ἐννοῶν ὅτι πάντη τε καὶ πάντως τὰ τῶν χαρισμάτων ἐξαίρετα μεσολαβοῦσι πόνοι. Οὐδὲ γὰρ ἀνιδρωτὶ κατακτήσαιτό τις τὰ κάλλιστα τῶν γερῶν.
10Οὐκ οἶδεν οὖν ὁ Ἰσραὴλ ἀριστεύειν, οὐδὲ ταῖς τῶν παθῶν προσβολαῖς ἀντεξάγειν νεανικῶς. Ἐπεὶ μηδὲ τοῖς ἐν νόμῳ τὸ χρῆμα τετήρητο· προητοίμαστο δὲ μᾶλλον τοῖς ἐν Χριστῷ. Ἀλλ’ ἧν μὲν εἰκὸς ἀγανακ‐ τοῦντα Θεὸν, μηδὲ τῆς ὑδάτων αὐτοὺς ἀξιῶσαι χορη‐
15γίας· ἵνα δὲ καίπερ εἰς τοῦτο καθιγμένοι σκαιότη‐ τος, καὶ δι’ ἑτέρων εἰς πίστιν ὠφελοῖντο θαυμάτων, προστάττεται Μωσῆς κατακροῦσαι τῇ ῥάβδῳ τὴν πέτραν. Ἀλλ’ οὐκ ἠγνόει Θεὸς ὅτι ταῖς τῶν δήμων ἐπαναστάσεσιν ὀλιγοψυχήσας βραχὺ, καὶ αὐτὸς ὀκλάσει
20περὶ τὴν πίστιν. Διὰ τοῦτό φησιν ἐν μὲν τῇ Ἐξόδῳ· «Λαβὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ τὴν ῥάβδον ἐν ᾗ ἐπάταξας τὸν ποταμὸν, λαβὲ ἐν τῇ χειρί σου, καὶ πορεύσῃ. Ἰδοὺ ἐγὼ ἕστηκα ἐκεῖ, πρὸ τοῦ σὲ ἐλθεῖν ἐπὶ τῆς πέτρας ἐν Χωρὴβ,
25καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ, καὶ πινέτω ὁ λαός μου.» Ἐν δὲ τοῖς Ἀριθμοῖς· «Λαβὲ τὴν ῥάβδον, καὶ ἐκκλησίασον τὴν συναγωγὴν, σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου. Καὶ λάλησον πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐ‐
30τοῖς. Καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγήν.» Ἐπιτήρησον ὅτι βεβαιῶν εἰς πίστιν πρὸς ἀνάμνησιν τῆς ἐν Αἰγύπτῳ τερατουρ‐ γίας ἀποφέρει λέγων· «Λαβὲ τὴν ῥάβδον ἐν τῇ χειρί σου, ἐν ᾗ ἐπάταξας τὸν ποταμόν.» Ὡς λέγων· Ἡ
35ῥάβδος μέγαν μεταβάλλουσα ποταμὸν εἰς αἷμα ἀῤῥή‐ τῳ δυνάμει τοῦ τὰ τοιάδε κατορθοῦντος Θεοῦ ἐξοίσει λίαν εὐκόλως καὶ ἐκ τῆς πέτρας τὸ ὕδωρ. Εἶτα καθ’ ἕτερον ἐμπεδοῖ τρόπον ὑπενεγκὼν, «Ἰδοὺ ἐγὼ ἕστηκα ἐκεῖ.» Οὐ γὰρ μόνος ἔσῃ, φησὶν, οὐδὲ σὺ τοῦ θαύ‐
40ματος ἀποτελεστὴς εἴης πάλιν· ἀλλ’ ἐγὼ τὴν πέτραν μητέρα πολλῶν ἀποδείξω ναμάτων, προευτρεπιῶ τὸ θαῦμα, καὶ περιμενῶ τὴν σὴν ὑπουργίαν. Λάλησον τῇ πέτρᾳ, καὶ τῶν ῥημάτων ἰσχὺς ἔσομαι ἐγώ. Ἀλλὰ καίτοι ταῖς τοιαύταις φωναῖς ἐπιθαρσῆσαι
45δέον, ἠτόνησεν ὁ Μωσῆς. Ἔφη γάρ· «Ἀκούσατέ μου οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξο‐ μεν ὑμῖν ὕδωρ;» Εἶτα τύπτει τῇ ῥάβδῳ τὴν ἀκρό‐ τομον δίς· ὡς γὰρ ἐσομένου μηδενὸς τῶν προσδο‐ κωμένων, κᾶν εἰ καταπαίοιτο τυχὸν ἡ πέτρα. Πέ‐

69

.

492

(50)

πληχε δίς· καίτοι τὰ ἐν Αἰγύπτῳ μεταστοιχειώσας εἰς αἷμα, διὰ τοῦ τὴν ῥάβδον ἀποκτεῖναι προσάπαξ. Πλὴν ἐδίδου τὸ νᾶμα Θεὸς, καίτοι διὰ τούτων οὐ με‐ τρίως παρωργισμένος· ἵνα μὴ δόκησις ἀσθενείας αὐτοῦ καταγράφοιτο παρά γε ταῖς τῶν ἀσυνέτων
55ὑποψίαις. Ἐπιτιμᾶται δὲ, φησὶν, ὁ Μωσῆς· «Οὐκ εἰσάξετε γὰρ αὐτοὶ, φησὶν, τὴν συναγωγὴν ταύτην, εἰς τὴν γῆν ταύτην, ἣν ἔδωκα αὐτοῖς, ὅτι οὐκ ἐπι‐
στεύσατε τοῦ ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραήλ.» Ἄγε δὴ οὖν πάλιν εἰς τὸ Χριστοῦ μυστήριον τὸ τῆς489

69

.

493

ἱστορίας μεταπλάττοντες σχῆμα, τὰ εἰκότα λέγωμεν, τὰς θείας ἰχνηλατοῦντες Γραφὰς, καὶ τῶν ἐννοιῶν τὴν δύναμιν πρὸς τοῖς ἱεροῖς Γράμμασιν εὗ μάλα δοκοῦν ἀπορθοῦν σπουδάζοντες. βʹ. Οὐκοῦν ἐν μηνὶ τῷ πρώτῳ τεθνεώσης τῆς Μα‐ ριὰμ, δεδίψηκεν ὁ λαός. Εἶτα Θεοῦ προστάττοντος,
5καταπαίει τῇ ῥάβδῳ τὴν πέτραν ὁ θεσπέσιος Μωσῆς, παρεστηκότων αὐτῷ καὶ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μέν τοι καὶ Ἀαρών. Καὶ λαλοῦσι μὲν αὐτοὶ πρὸς τὴν πέτραν· ἡ δὲ τὸ νᾶμα πλουσίως ἐκχεῖ, καὶ πεπότικε τὴν συναγωγὴν, καὶ τὰ κτήνη αὐτῶν,
10καθὰ γέγραπται. Τί οὖν ἄρα φαμὲν ὑπαινίττεσθαι πάλιν διὰ τοῦ τεθνάναι τὴν Μαριὰμ, ἢ τίς ἂν ὅλως νοοῖτο, καὶ τί τὸ τελοῦν ἐπ’ ἀναγκαίαν δήλωσιν, τῷ ὡς ἐν μηνὶ τῷ πρώτῳ τεθνάναι λέγειν αὐτήν; Παρα‐ δεξόμεθα δὴ οὖν, Μωσέα μὲν εἰς τὸν νόμον, εἰς ἱε‐
15ρωσύνην δὲ, τὸν Ἀαρών· τὸ δὲ τῆς Μαριὰμ πρό‐ σωπον, τῇ ἐν νόμῳ λατρείᾳ περιθήσομεν. Καὶ γοῦν ἔφη Θεὸς διὰ φωνῆς ἁγίου πρὸς τὴν ἐξήνιον Ἱερου‐ σαλήμ· «Καὶ ἀπέστειλα πρὸ προσώπου τὸν Μωσῆν, καὶ Ἀαρὼν, καὶ Μαριάμ.» Ὁρᾷς ὅπερ τέθειτο μετὰ
20Μωσέως καὶ Ἀαρὼν εἰς τὸ καθηγεῖσθαι τοῦ Ἰσραήλ; Μεσιτεύοντος γὰρ τοῦ πανσόφου Μωσέως, καὶ προ‐ εστηκότος Ἀαρὼν, τουτέστι, τοῦ τῆς ἱερωσύνης ἀξιώ‐ ματος διὰ τῆς ἐν τύποις λατρείας, ἀποκεκέρδακε τότε τὴν πρὸς Θεὸν λατρείαν ὁ κατὰ σάρκα Ἰσραήλ.
25Ὅτι δὲ ἀναγκαίως Μωσῇ καὶ Ἀαρὼν, καὶ τὸ τῆς Μαριὰμ συνεισφέρεται πρόσωπον, κἀντεῦθεν ἀπο‐ νητὶ συνιέναι ῥᾷον· τοιγάρτοι τῇ Ἐρυθρᾷ θαλάσσῃ τοῖς ἑαυτοῦ δορυφόροις συναπολωλότος τοῦ Φαραὼ καὶ πεπνιγμένου πανστρατιᾷ, ᾖδεν ὁ Μωσῆς τὰ χα‐
30ριστήρια, καὶ συνετίθει τὸν ὕμνον. Ἐξῄεσαν δὲ αἱ χορεύουσαι καὶ ἔλαβε Μαριὰμ τὸ τύμπανον αὐτῆς, καθὰ γέγραπται, βαρείαν που τάχα καὶ διαπρύσιον ἠχὴν συνανιεῖσα τοῖς μέλεσιν. Ἀλλ’ ἦν τὸ ἐν τύποις τῆς ἀληθοῦς θεωρίας αἴνιγμα λεπτόν. Ὅτι γὰρ καὶ
35αὐτὸς ὁ νόμος, τουτέστι Μωσῆς, καὶ μὴν καὶ σὺν ἐκείνῳ καὶ Μαριὰμ, τουτέστιν, ἡ ἐν σκιαῖς καὶ τύ‐ ποις λατρεία, τὴν ὑπερφυᾶ τε καὶ ἀξιάγαστον τοῦ πάντων κρατοῦντος Θεοῦ διακηρύττουσι δύναμιν, ὑπεμφήνειεν ἂν ὁ τῆς ᾠδῆς τρόπος, καὶ ἡ τῶν τυμ‐
40πάνων ἠχή. Οὐκοῦν περιθείη τις ἂν τὸ τῆς ἐν νόμῳ λατρείας πρόσωπον τῇ Μαριὰμ, καθάπερ ἀμέλει τὸ μὲν τοῦ νόμου, Μωσῇ, τὸ δὲ τῆς ἱερωσύνης Ἀαρών. Τεθνεώσης τοίνυν τῆς Μαριὰμ μηνὶ τῷ πρώτῳ, τουτ‐ έστιν, ἐν ἀρχῇ τοῦ ἔτους, κατὰ τοὺς Ἑβραίων νόμους,
45ὅτε καὶ αὐτὸ τοῦ ἁγίου πάσχα τελεῖται μυστήριον, δεδίψηκεν ὁ λαός. Ἐν γάρ τοι τῷ πρώτῳ μηνὶ τοῦ ἐνιαυτοῦ, ὃς καὶ τῶν νέων ὠνόμασται, μονονουχὶ καὶ τετελεύτηκεν ἡ ἐν σκιαῖς καὶ τύποις λατρεία, συν‐ εστάλη τε τρόπον τινὰ, καὶ ἐκ μέσου γέγονεν. Πῶς

69

.

493

(50)

ἢ τίνα τρόπον; Ἐπέλαμψε γὰρ ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐν εἴδει τῷ καθ’ ἡμᾶς, ὡς ἐν μηνὶ τῶν νέων. Τοιγάρτοι καὶ ἔφασκεν αὐτὸς ὁ λαλῶν· «Πάρειμι, ὡς ὧραι ἐπὶ τῶν ὀρέων, καὶ ὡς ἐν μηνὶ τῶν νέων.» Οὕτω τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἐκάλει
55λέγων· «Ἀνάστα, ἐλθὲ, πλησίον μου, καλή μου, περιστερά μου, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς
ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ. Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ491

69

.

496

ἡμῶν· καιρὸς γὰρ τῆς τομῆς ἔφθασεν.» Ἀνεθάλο‐ μεν γὰρ ἐν Χριστῷ πρὸς καινότητα ζωῆς, καὶ ὁ τῆς ἐπιδημίας καιρὸς, ἔαρ ὥσπερ ἡμῖν ἀνεδείχθη τὸ νοη‐ τὸν, εὐανθῆ τε καὶ ἔγκαρπον τὴν ἀνθρώπου φύσιν
5ἀποτελοῦν. Τότε γὰρ, τότε τῆς ἐν σκιαῖς συνεσταλ‐ μένης, καὶ οἷον τεθνεώσης τῆς Μαριὰμ, δεδίψηκεν ὁ λαὸς, καὶ ἐν σπάνει γέγονεν ὑδάτων νοητῶν. Ἀλλ’ ἐκπέπτωκε πλουσίως τὸ νᾶμα Χριστοῦ, φημὶ δὲ δὴ πάλιν, τὰ δι’ αὐτοῦ θεσπίσματα, καὶ τὴν ἐν πνεύ‐
10ματί τε καὶ ἀληθείᾳ μυστικὴν παιδαγωγίαν. Καὶ τοῦτο συνεὶς ὁ θεσπέσιος γράφει Παῦλος· «Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι πάντες οἱ πατέρες ἡμῶν ὑπὸ τὴν νεφέλην ἧσαν, καὶ πάντες διὰ τῆς θα‐ λάσσης διῆλθον, καὶ πάντες εἰς Μωσῆν ἐβαπτίσθησαν,
15ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ πνευματικὸν βρῶμα ἔφαγον, καὶ τὸ αὐτὸ πνευματι‐ κὸν πόμα ἔπιον. Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκο‐ λουθούσης πέτρας. Ἡ δὲ πέτρα ἦν ὁ Χριστός.» Πέ‐ τρᾳ δὲ παρεικάζεται, διὰ τὸ ἄθραυστον καὶ ἀκλόνη‐
20τον. Ἐρήρεισται γὰρ ἐν ἰδίοις ἀγαθοῖς ἡ θεία τε καὶ ὑπερτάτη φύσις. Τίνα δὴ οὖν τρόπον τὸ ὕδωρ ἐκδέδο‐ ται, καταθρεῖν ἀναγκαῖον. Συνεγηγερμένων γὰρ τῶν πρεσβυτέρων τοῦ νόμου, καὶ παρεστηκότος Ἀαρὼν, λόγοι μὲν ἐγίνοντο πρὸς τὴν πέτραν. Καταπαίει δὲ
25αὐτὴν καὶ δὶς ὁ Μωσῆς. Συνδεδραμηκότων γὰρ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ τῶν ἱερέων, οἱ κατὰ νόμον παιδαγωγούμενοι, τουτέστιν, ὁ Ἰσραὴλ ἐν προσώπῳ Μωσέως, κατελάλησαν τοῦ Χριστοῦ, κατηγοροῦντες δὲ ἐπὶ Πιλάτου, καὶ τὸ, «αἶρε, αἶρε, σταύρωσον
30αὐτὸν,» ἀνοσίως ἀνακεκράγασαν. Εἶτα καὶ δυσὶ λε‐ λυπήκασι πληγαῖς. Ἀπεκτόνασι γὰρ τὸν τῆς ζωῆς ἀρχηγόν. Δευτέραν δὲ ὥσπερ τῇ πρώτῃ πληγῇ προσ‐ επάγοντες, ὅτι καὶ μεμένηκεν ἐν νεκροῖς ἀναπείθειν ἤθελον. Ἀνεβίω μὲν γὰρ ὁ Χριστὸς, πατήσας τὸν θά‐
35νατον. Ἐπειδὴ δὲ τοῦτο ἧκον οἱ στρατιῶται λέγοντες, οἱ καὶ τετάχαντο παρ’ αὐτῶν τοῦ τάφου φρουροὶ, παρήγγελλον λέγειν καὶ τοῦτο ῥιψοκινδύνως, ὅτι κε‐ κλόφασιν αὐτὸν λαθόντες οἱ μαθηταὶ, καὶ αὐτὸ τὸ σεπτὸν τῆς ἀναστάσεως συκοφαντοῦντες μυστήριον.
40Οὐκοῦν, ἐν διττῷ γέγονεν ἡ πληγή. Ἀλλ’ ἐκδέδωκεν ἡ πέτρα πλουσίως τὸ νᾶμα, καίτοι πεπαρῳνηκότος εἰς αὐτὸν τοῦ Ἰσραὴλ, καὶ πεπότικε πᾶσαν τὴν συν‐ αγωγὴν, καὶ ἐπέκλυσε τὴν οἰκουμένην τοῖς ἱεροῖς τε καὶ θείοις νάμασιν. Οὔτω γὰρ ἡμῖν ἑαυτὸν χαριεῖ‐
45σθαι κατεπηγγέλλετο, διὰ τοῦ προφήτου λέγων· «Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.» Ψάλ‐ λει δέ που καὶ Δαβίδ· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Καὶ μέν τοι καὶ

69

.

496

(50)

πρὸς αὐτὸν τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀν‐ θρώπων, ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. Με‐ θυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤ‐ ῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Ὅτι παρὰ σοὶ
55πηγὴ ζωῆς.» Ἄθρει δὲ ὅπερ προεισδραμούσης αὐ‐ τῶν ἀπιστίας, καταπαίει τὴν πέτραν τῇ ῥάβδῳ Μω‐
σῆς. Πεπαρῴνηκε γὰρ εἰς Χριστὸν ἀπειθήσας ὁ Ἰσ‐493

69

.

497

ραήλ· ἐπετιμᾶτο Μωσῆς, σὺν αὐτῷ δὲ καὶ Ἀαρών. «Οὐ γὰρ εἰσάξετε, φησὶν, ὑμεῖς τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὴν γῆν ἢν ἔδωκα αὐτοῖς.» Εἰσκομιεῖ δὲ ἡμᾶς εἰς τὴν τῶν ἁγίων κλῆρον, καὶ εἰς τὴν ἀληθεστέραν
5τῆς ἐπαγγελίας γῆν, οὐχὶ νόμος ὁ ἐν τύποις, οὐδὲ τῆς καθ’ αὑτὸν ἱερωσύνης, τὸ ἐν σκιαῖς ἀδρανές. Οὐ γὰρ δι’ αἱμάτων εὐαρεστήσομεν, οὔτε μὴν ἐν αὐχή‐ μασι τοῖς γεωδεστέροις ἐκπρεπεῖς ἐσόμεθα παρὰ τῷ Θεῷ· βαδιούμεθα δὲ μᾶλλον εἰς τὴν ἄνω πόλιν, καὶ εἰς τὸν τῶν πατέρων ἥξομεν κλῆρον, καθηγητὴν ἔχοντες τὸν Χριστὸν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
10tΠερὶ τῆς ἐν τῷ ὄρει Σινᾷ καθόδου, καὶ τῆς πα‐
11tραστάσεως τοῦ Ἰσραήλ.
12 αʹ. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ταῖς Ἰουδαίων ἀγέλαις τὴν διὰ πίστεως λύτρωσιν οὐ προσιεμένοις, περιφρονοῦσι δὲ λίαν τῶν δι’ αὐτοῦ θεσπισμάτων τὴν
15ὄνησιν, οἰομένοις τε αὐτοῖς, ὅτι ὁ νόμος διὰ Μωσέως ἀρκέσει, καὶ μόνος εἰς οἰκείωσιν τὴν ὡς πρὸς Θεὸν, προσεφώνει λέγων· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.» Καὶ πάλιν· «Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἐγώ εἰμι ἡ θύρα.» Ψευδοεπήσει δὲ ταῦτα λέγων
20οὐδαμῶς, ἐπείπερ ἐστὶν ἀλήθεια. Καὶ προσιτὸς οὐχ ἑτέρως ὁ Θεὸς καὶ Πατὴρ, πλὴν εἰ μὴ διὰ μόνου τοῦ κατὰ φύσιν Υἱοῦ· ὁ γὰρ ἐγνωκὼς αὐτὸν εἴσεταί που πάντως καὶ τὸν ἐξ οὗ πέφηνεν Πατέρα. Τοιγάρτοι καὶ ἔφασκεν τοῖς ἀπειθεῖν ἑλομένοις αὐτῷ, καὶ εἰδέ‐
25ναι λέγουσι τὸν τῶν ὅλων Θεόν· «Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν.» Γέγονε μὲν γὰρ τοῖς ἀρ‐ χαιοτέροις παιδαγωγὸς ὁ Μωσῆς, μεσίτης καὶ ἡγού‐ μενος, καὶ τῶν παρὰ Θεοῦ νόμων διακομιστὴς, καὶ ἄριστος μὲν ἐν ἁγίοις. Ἀκήκοε γὰρ Θεοῦ λέγοντος
30ἐναργῶς· «Οἶδά σε παρὰ πάντας, καὶ χάριν εὗρες παρ’ ἐμέ.» Πλὴν ὁ νόμος οὐκ εὐδρανὴς, οὔτε μὴν οἷός τε τὴν πρὸς Θεὸν οἰκείωσιν προξενῆσαι τελείως· διὰ δὲ τῆς Χριστοῦ μεσιτείας καὶ τοῦτο κερδαίνομεν. «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν,» κατὰ τὰς Γρα‐
35φάς· καὶ ἐν αὐτῷ δὴ καὶ μόνῳ τὸ ἐν γνώσει τέλειον, καὶ πᾶσα δόσις ἀγαθὴ, καὶ αὐτὸς ἡμᾶς δι’ αὐτοῦ μονονουχὶ προσκεκόμικε τῷ Πατρί. Τοιγάρτοι καὶ ἔφασκε· «Θέλω ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν.» Οὐκοῦν μεσίτης μὲν ὁ
40Μωσῆς, πλὴν ὡς ἐν τύπῳ καὶ σκιαῖς· ὁ δὲ ἀληθὴς μεσίτης Χριστὸς, ᾧ κεκολλήμεθα σχετικῶς, εἴπερ ἐστὶν ἀληθὲς ὅτι καταβέβηκεν ἐν τοῖς καθ’ ἡμᾶς, καὶ γέγονεν ἄνθρωπος· ἵνα καὶ ἡμεῖς τῆς θείας αὐτοῦ φύσεως γενώμεθα κοινωνοὶ, τῇ τοῦ ἁγίου Πνεύματος
45μετοχῇ τε καὶ χάριτι Θεῷ συνδούμενοι. Καὶ ταυτὶ δὴ πάλιν εἰσόμεθα, τοῖς ἱεροῖς Γράμμασι τὸν τῆς ἑαυτῶν διανοίας ἐνερείδοντες ὀφθαλμόν. Εἶπε γὰρ, φησὶ, Κύριος πρὸς Μωσῆν· «Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ ἁγίασον αὐτοὺς σήμερον καὶ αὔριον. Καὶ

69

.

497

(50)

πλυνάτωσαν τὰ ἱμάτια, καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην. Τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ κατα‐ βήσεται Κύριος ἐπὶ τὸ ὄρος Σινᾶ, ἐναντίον παντὸς τοῦ λαοῦ, καὶ ἀφοριεῖς τὸν λαὸν κύκλῳ, λέγων· Προσ‐ έχετε ἑαυτοῖς τοῦ μὴ ἀναβῆναί τινα εἰς τὸ ὄρος, καὶ
55θίγειν τι αὐτοῦ. Πᾶς ὁ ἁψάμενος τοῦ ὄρους, θα‐ νάτῳ τελευτήσει. Οὐχ ἅψεται αὐτοῦ χείρ· ἐν γὰρ
λίθοις λιθοβοληθήσεται, ἢ βολίδι κατατοξευθήσεται,495

69

.

500

ἐάν τε κτῆνος, ἐάν τε ἄνθρωπος, οὐ ζήσεται. Ὅταν δὲ αἱ φωναὶ καὶ σάλπιγγες καὶ ἡ νεφέλη ἀπέλ‐ θῃ ἐκ τοῦ ὄρους, ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος.» Ἐπειδὴ γὰρ ἐν Αἰγύπτῳ θητεύοντες καὶ ταῖς ἐκεί‐
5νων ψευδολατρείαις ἐνωλισθηκότες οἱ ἐξ Ἰσραὴλ, ἀνθρωπίνοις μὲν προσεκύνουν εὑρήμασι, καὶ τοῖς ἐκ λίθου πεποιημένοις, ἤγουν ἐξ ἑτέρας ὕλης προσ‐ εκόμιζον τὰς λατρείας, ἐλεεινὴν νοσοῦντες τὴν πλά‐ νησιν, καὶ, ᾗ φησιν ὁ προφήτης, «τῷ ξύλῳ λέγον‐
10τες· Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με,» ταύτῃ λοιπὸν ἀναγκαίως, ἐπειδήπερ αὐτοὺς ἐκ τῆς ἀρχαίας ἐκείνης καὶ βεβήλου ψευδολατρείας εἰς ἐπίγνωσιν ἀληθείας ἀνακομίζειν ἤθελεν ὁ δη‐ μιουργὸς, ἵνα μὴ δοκῇ ἐν τῷ μὴ ὄντι λατρεύειν Θεῷ
15ταῖς τοῦ Μωσέως φωναῖς πεφενακισμένοι, ταύτῃτοι χρησίμως καὶ τῆς ἐν τύποις αὐτοὺς θεοπτίας ἀξιοῖ. Βεβαιοτέρᾳ γὰρ πίστει τιμᾶσθαι φιλεῖ τὰ ὁρώμενα. Καθικνεῖσθαι δὴ οὖν ἀναφανδὸν ἐπαγγέλλεται, καὶ οὐκ εἰς μακράν. Ἵνα δὲ εἰδεῖεν ὅτι τοῖς εἰς τοῦτο
20τιμῆς κεκλημένοις, ὡς κατηκόους τε ἅμα καὶ θεω‐ ροὺς γενέσθαι τοῦ Θεοῦ, ἤγουν τῆς θείας αὐτοῦ καὶ ἀποῤῥήτου δόξης, ἔδει πάντως καὶ τῆς αὐτῷ φιλαι‐ τάτης ἁγνείας, καὶ σαρκικῆς μὲν ἀκαθαρσίας ἀπαλ‐ λάττεσθαι πρέπειν, καὶ πρός γε δὴ τούτῳ τὸ εὐει‐
25ματεῖν, ἵνα ὀρθῶς τε καὶ καθηκόντως τὸ τῆς ἑορτῆς ὑποπλάττοιτο σχῆμα. Ἑορτὴ γὰρ ὄντως καὶ ἀξιά‐ γαστος τὸ τῆς οὕτω περιφανοῦς ἀξιοῦσθαι θεωρίας. Ἔτι μὲν καὶ ἀποκαθήρασθαι κελεύει, καὶ γυναίων μὲν ὁμιλίας ἀποφοιτᾷν, καὶ εἰς τρίτην αὐτοὺς τὴν
30ἐγκράτειαν τείνειν ἡμέραν. Ἀποπλύνεσθαι δὲ καὶ αὐτὰ προστέταχε τὰ ἄμφια. Οὗ καὶ εἰς πέρας ἐνηνεγ‐ μένου· «Ἐγένετο, φησὶ, τῇ ἡμέρᾳ τῇ τρίτῃ γενη‐ θέντος πρὸς ὄρθρον, ἐγένοντο φωναὶ καὶ ἀστραπαὶ, καὶ νεφέλαι γνοφώδεις ἐπ’ ὄρους Σινᾶ. Φωνὴ τῆς
35σάλπιγγος ἤχει μέγα. Καὶ ἐπτοήθη πᾶς ὁ λαὸς ὁ ἐν τῇ παρεμβολῇ. Καὶ ἐξήγαγε Μωσῆς τὸν λαὸν εἰς τὴν συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, καὶ παρέστησαν ὑπὸ τὸ ὄρος. Τὸ δὲ ὄρος τὸ Σινᾶ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι τὸν Θεὸν ἐπ’ αὐτὸ ἐν πυρί·
40καὶ ἀνέβαινεν ὁ καπνὸς, ὡς καπνὸς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα. Ἐγένοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σφόδρα. Μωσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ.» Νῷ μὲν γὰρ ὁρᾶται μόλις ἡ ὑπερτάτη καὶ ἀνῳ‐
45κισμένη φύσις, καὶ ἡ παντὸς ἐπέκεινα γενητοῦ. Ἐπειδὴ δὲ ἐμφανεστέρων αὐτοῖς πραγμάτων, τὰ τῆς θεοπτίας χρειωδῶς ἐξεπράττετο, ταύτῃτοι λοιπὸν ἀναγκαῖος τῆς οἰκονομίας ὁ τρόπος διὰ πολλῶν ἐχώ‐ ρει δειμάτων. Φωναὶ γὰρ ἦσαν καὶ ἀστραπαὶ συνεκ‐

69

.

500

(50)

πίπτουσαι, συνηγείρετο δὲ καὶ νεφέλη γνοφώδης· ἵνα καὶ ἡ κτίσις ὑπηρετοῦσα φαίνηται, καὶ τῷ τῶν ὅλων Θεῷ δοῦλον ὑποβάλλουσα τὸν αὐχένα. Κα‐ ταπεφρικότα τοίνυν τὸν Ἰσραὴλ ἐξεκόμισεν ὁ Μωσῆς καὶ παρίστησιν ἐπὶ τὸ ὄρος· ὅτι δὴ πείσονται τῶν
55ἀδικούντων οὐδὲν, ἀλλ’ ἡμέρῳ καὶ ἀγαθῷ περιτεύ‐ ξονται τῷ Δεσπότῃ, προμυσταγωγήσας τάχα πού
φησιν. Ἀνακαιομένου δὲ τοῦ ὄρους, καπνοὶ μὲν497

69

.

501

ἦσαν εὐθὺς εἰς τὸ ἄνω διᾴττοντες, ὀρθία τε σάλπιγ‐ γος ἠχή· λεπτὴ μὲν ἐν πρώτοις, δευτέρα δὲ μετὰ τοῦτο καὶ προϊοῦσα μετὰ βραχὺ, πρὸς ἐμβριθῆ τε καὶ ἀδροτέραν ἐκφώνησιν. «Εἶτα κάτεισιν ἐν εἴδει
5πυρὸς ὁ τῶν ὅλων Θεὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, καὶ ἐκά‐ λεσε Κύριος Μωσῆν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους. Καὶ ἀνέβη Μωσῆς, καὶ εἶπε Κύριος πρὸς Μωσῆν λέγων· Καταβὰς διαμάρτυραι τῷ λαῷ, μή ποτε ἐγ‐ γίσωσι πρὸς τὸν Θεὸν κατανοῆσαι, καὶ πέσωσιν ἐξ
10αὐτῶν πλῆθος. Καὶ οἱ ἱερεῖς οἱ ἐγγίζοντες Κυρίῳ τῷ Θεῷ ἁγιασθήτωσαν, μή ποτε ἀπαλλάξῃ ἀπ’ αὐ‐ τῶν Κύριος. Καὶ εἶπε Μωσῆς πρὸς τὸν Θεόν· Οὐ δυνήσεται ὁ λαὸς προσαναβῆναι πρὸς τὸ ὄρος τὸ Σινᾶ. Σὺ γὰρ διεμαρτύρησας ἡμῖν, λέγων· Ἀφόρισαι
15τὸ ὄρος, καὶ ἁγίασαι. Εἶπε δὲ αὐτῷ Κύριος· Βάδιζε, κατάβηθι, ἀνάβηθι σὺ, καὶ Ἀαρὼν μετὰ σοῦ. Οἱ δὲ ἱερεῖς καὶ ὁ λαὸς μὴ βαδιζέτωσαν ἀναβῆναι πρὸς τὸν Θεὸν, μήποτε ἀπολέσῃ ἀπ’ αὐτῶν Κύριος.» Μό‐ νον μὲν γὰρ εἰς τὸ ὄρος ἀναφοιτᾷν κελεύει τὸν με‐
20σιτεύοντα, φημὶ δὲ Μωσέα· προσίεται δὲ τῶν ἄλλων οὐδένα· καὶ ἀστιβὲς αὐτοῖς ἀποφαίνει τὸ ὄρος. Προσ‐ ηπείλει δὲ θάνατον, εἰ καταφρονεῖν ἕλοιτό τις. Οὐκ ὠμὸς, οὐδὲ ἀπηνὴς, ἢ δυσπρόσιτος εἶναι ζητῶν ὑπο‐ νοεῖσθαι, κομιδῇ γὰρ εὔηθες τὸ ὧδε φρονεῖν, ἀλλ’
25ἴν’ ἔχοιεν εἰδέναι καὶ νοεῖν ὅτι τῶν ἄγαν ἐξῃρημέ‐ νων ἐστὶ καὶ ἐν ὑπερτάταις ὄντος ὑπεροχαῖς, τιμῆς τε καὶ δόξης τὸ ἐγγὺς εἶναι δύνασθαι Θεοῦ. Ἦν δὲ καὶ ἑτέρως τῶν ἀτοπωτάτων, τοῖς μὲν Αἰγυπτίων ἔθεσιν ἐντεθραμμένους αὐτοὺς, καὶ εἰδότας ὅτι τῶν ἀκαθάρ‐
30των δαιμονίων τεμένη βάσιμα μὲν οὐχὶ τοῖς ἐθέ‐ λουσιν, ἐφήδετο μόλις τοῖς ἐξηλεγμένοις, περιηγ‐ νισμένοις τάχα που, κατά γε τοὺς παρ’ αὐτοῖς ὄντας νόμους, ἐν τοῖς ἐσωτάτοις γίνεσθαι πότοις, εἶτα οἴεσθαι τὸ μηδὲν τῷ τῶν ὅλων ἐγγίσαι Θεῷ, καὶ τῶν
35οὕτω σεπτῶν τε καὶ ἱερῶν καταθρῆσαι χώρων, ἐν οἷς ἡ θεία καὶ ἀπόῤῥητος αὐτοῦ πέφηνε δόξα. Ἄλλως δέ· δεῖν γὰρ ἔγωγέ φημι, διὰ πολλῶν ἡμᾶς τρό‐ πων θηρᾶσθαι φιλεῖν τὸ τελοῦν εἰς ὄνησιν. Οὐκ ἔδει τοῖς ἴσοις τιμᾶσθαι παρὰ Θεοῦ λαοὺς καὶ ἡγούμε‐
40νον· τὸν παιδαγωγήσειν μέλλοντα, καὶ τοὺς ὑπ’ αὐ‐ τῷ· τὸν τοῦ νόμου διάκονον, καὶ ἐφ’ ὃν οἱ νόμοι· ἐξῃρημένην δὲ μᾶλλον διαλαχεῖν τὴν δόξαν ἄμεινον ἦν δή που καὶ σοφὸν, καὶ τοῖς ὑπ’ αὐτοῦ κεισομένοις χρησιμώτατον. Ὅτι δὲ ἀληθὲς ὅ φημι, καὶ δι’ ἑτέρου συνήσεις. Ἔφη γὰρ ὁ τῶν ὅλων Δεσπότης πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ἰδοὺ ἐγὼ παραγί‐
45νομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃς λαλοῦντός μου πρὸς σὲ, καί σοι πιστεύσωσιν εἰς τὸν αἰῶνα.» Πάντα δὴ οὖν ἐν κόσμῳ καὶ οἰκονομικῶς ἐξεπράττετο. βʹ. Ἀλλ’ ἦν, ὡς ἔφην, ἐν ἀρχαῖς σκιαγραφία τις ὥσπερ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, μέλλοντος ἐπιλάμψειν τοῖς ἐπὶ τῆς γῆς, ὡς ἐν ἡμέρᾳ τρίτῃ,

69

.

501

(50)

τῷ λοίσθῳ καιρῷ, καθ’ ὃν καὶ «γέγονε σὰρξ ὁ Λόγος,» καὶ ἐπέφανεν ἡμῖν, κατὰ τὰς Γραφάς· προκηρύτ‐ τοντος δὲ τὴν ὑπ’ αὐτοῦ τε καὶ δι’ αὐτοῦ προκεισο‐ μένην κατὰ καιροὺς τοῖς πιστεύσασι κάθαρσιν. «Διαμάρτυραι γὰρ, φησὶ, τῷ λαῷ, καὶ ἔστωσαν
55ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην. Τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται ὁ Κύριος ἐπὶ τῷ ὄρει Σινᾷ.»
Καὶ τίς ἄρα τοι τῆς ἑτοιμασίας ὁ τρόπος, διασαφεῖ499

69

.

504

ὁ Μωσῆς οὕτω λέγων· «Τρεῖς ἡμέρας, φησὶ, μὴ προσέλθητε γυναικί.» Ἀποπλύνεσθαι δὲ δεῖν διεβε‐ βαιοῦτο σαφῶς καὶ αὐτὰ τὰ ἱμάτια. Ἀλλ’ ἐν μὲν τῷ χρῆναι λέγειν μὴ συγκατευνάζεσθαι γυναιξὶν, ὁμι‐
5λίας δὲ τῆς πρὸς ἐκείνας ἀποφοιτᾷν, τῶν τῆς σαρκὸς ἡδονῶν ἡ νέκρωσις εὖ μάλα κατασημαίνεται. Ἐν δέ γε τῷ δεῖν καὶ αὐτὰ καθήρασθαι τὰ ἄμφια, κατα‐ γράφεταί πως ἡμῖν ἡ δι’ ὕδατος κάθαρσις, δῆλον δὲ ὅτι καὶ διὰ πνεύματος ἀπαλλάττοντος μολυσμῶν.
10Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· Οἱ τὰ Χριστοῦ φρονεῖν ᾑρημένοι, καὶ περιπατοῦντες ἐν Πνεύματι τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις· καὶ νεκροῦσι μὲν «τὰ μέλη ἐπὶ τῆς γῆς, πορνείας, ἀκαθαρσίας, πάθος, ἐπιθυμίαν κακήν.»
15Ἔσθημα δὲ ποιοῦνται λαμπρὸν, τὴν ἄνωθεν χάριν, ἢ καὶ αὐτὸν τὸν Ἐμμανουήλ. «Ἐνδύσασθε γὰρ, φησὶ, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πορνείαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν.» Ἀλλὰ ταυτὶ μὲν ἐκέλευσε δρᾷν τοῖς τὸ τηνικάδε Μωσῆς.
20Ἀκηκόαμεν δὲ καὶ ἡμεῖς καὶ αὐτοῦ τοῦ νόμου κη‐ ρύττοντος αἰνιγματωδῶς τὸ τῷ Χριστῷ δοκοῦν, καὶ δι’ ὕδατος κάθαρσιν, καὶ τῶν σαρκικῶν ἐπιθυμιῶν τὴν νέ‐ κρωσιν. Προστέταχε γὰρ ὁ νόμος, ὕδατι μὲν καταῤῥαί‐ νεσθαι τοὺς μεμολυσμένους, πρὸς τὴν τῆς σαρκὸς κα‐
25θαρότητα, ἐκπέμπεσθαι δὲ τῆς παρεμβολῆς ὡς ἀκά‐ θαρτον τὸν γονοῤῥυᾶ· διασύρων, οἶμαί που, τῆς ἀκρασίας τὸ χρῆμα, καὶ βέβηλον ἀποφαίνων τὴν τῆς σαρκὸς ἡδονήν. Τοιγάρτοι καὶ ἡμεῖς οἱ ἐν Χριστῷ δεδικαιωμένοι καὶ ἡγιασμένοι διὰ τοῦ Πνεύματος,
30μισεῖν κεκελεύσμεθα καὶ τὸν τῆς σαρκὸς μεμολυσμέ‐ νον χιτῶνα. Οὐκοῦν προευτρεπιστὴς ὁ νόμος, καὶ τῶν διὰ Χριστοῦ χαρισμάτων προαναφαίνει τὸ κάλ‐ λος, ὡς ἐν παχέσιν ἔτι τοῖς τύποις. Περιαθρῶμεν δὲ, εἰ δοκεῖ, καὶ αὐτὸν τῆς ἐπιφανείας τὸν τρόπον.
35«Ἐγένετο γὰρ, φησὶ, τῇ ἡμέρᾳ τῇ τρίτῃ γενη‐ θέντος πρὸς ὄρθρον, ἐγίνοντο φωναὶ καὶ ἀστραπαὶ, καὶ νεφέλη γνοφώδης ἐπ’ ὄρους Σινᾶ. Φωνή τις σάλπιγγος ἤχει μέγα.» Ἐπεδήμησε γὰρ, ὡς ἔφην, καὶ καταβέβηκεν ἐξ οὐρανῶν ὁ Μονογενὴς, οὐκ ἐν
40πρώτῳ καιρῷ, οὐδ’ ἐν ἀρχαῖς αἰῶνος τούτου· οὔτε μὴν ἐν δευτέρῳ καὶ τῷ διὰ μέσου χρόνῳ, ἀλλ’ ὡς τρίτῳ καὶ τελευταίῳ, καὶ ὡς ἐν ὄρθρῳ τε καὶ ἐν ἡμέρας ἀρχῇ, τουτέστιν, ἀπεληλαμένης ἤδη τῆς νοη‐ τῆς ἀχλύος, τῆς ἐνούσης ἐν ἡμῖν, καὶ οἱονεὶ παρ‐
45ελαυνούσης νυκτὸς, καὶ ἠφανισμένου τοῦ σκότους. Ὁ μὲν γὰρ ἐξ ἀπάτης καὶ πλεονεξίας ὑπονοηθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου, κατεσκότισεν νοητῶς τὴν σύμπασαν γῆν ἀποφέρων εἰς πολύθεον πλάνησιν, καὶ εἰς πᾶν εἶδος ἀκαθαρσίας. Ὁ δὲ τῶν ὅλων Θεὸς καὶ

69

.

504

(50)

Κύριος, τουτέστιν Χριστὸς, ἐπέφανεν ἡμῖν, καὶ τρι‐ πόθητον ἀληθῶς ἐνέδειξεν ἡμέραν· ἧς καὶ ὁ θεσπέ‐ σιος Δαβὶδ ἐμέμνητο λέγων· «Αὕτη ἡ ἡμέρα ἣν ἐποίη‐ σεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Γέγραφε δέ που καὶ ὁ σοφώτατος Παῦλος,
55ὅτι μὲν «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν.» Ὅτι δὲ αὖ· «Οὔκ ἐσμεν νυκτὸς, οὐδὲ σκότους·
ἀλλ’ υἱοὶ φωτὸς, καὶ υἱοὶ ἡμέρας.» Ὄρθρου δὴ501

69

.

505

οὖν καὶ ὡς ἐν ἡμέρᾳ τρίτῃ καταβέβηκεν ὁ Μονογενής. Ἀστραπαὶ δὲ ἦσαν ἐπ’ ὄρους Σινᾶ, καὶ νεφέλη γνοφώδης. Καὶ ἀστραπὴ μὲν, εἰς τύπον τοῦ θείου φωτὸς, καὶ τῆς νοητῆς αὐγῆς, δηλονότι
5τοῦ ἐν πνεύματι, διὰ Χριστοῦ καταλαμπούσης τὰ σύμπαντα, καὶ διαθεούσης τὴν ὑπ’ οὐρανόν. Οὕτω γάρ που καὶ ὁ προφήτης ἀνεφώνει λέγων πρὸς τὸν τῶν ὅλων Θεὸν καὶ Σωτῆρα Χριστόν· «Ἔφανεν ἡ ἀστραπή σου τῇ οἰκουμένῃ.» Καὶ οὐ δή πού φαμεν,
10ὅτι τῆς ἐξ ὑετοῦ γεγενημένης ἀστραπῆς ἐποιεῖτο μνήμην· ἀλλ’, ὡς ἔφην ἀρτίως, τὴν τοῦ νοητοῦ φω‐ τὸς ἀνάλαμψιν τῷ τῆς ἀστραπῆς ὀνόματι καταση‐ μαίνειν ἤθελεν. Ὅτι δὲ δυσκάτοπτον ἀληθῶς τὸ Χρι‐ στοῦ μυστήριον, ὑπεμφήνειεν ἂν ὁ γνόφος. Καὶ γοῦν
15καὶ αὐτὸς ὁ μακάριος Δαβὶδ, ὧδέ πη συνιεὶς, καθάπερ ἐγᾦμαι, προανακεκράγει λέγων. «Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτῷ ἡ σκηνὴ αὐτοῦ· σκο‐ τεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. Ἀπὸ τῆς τηλαυγή‐ σεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον.» Κεκρυμ‐
20μένον γὰρ οὕτως ἐστὶ τὸ Χριστοῦ μυστήριον, ὡς δεῖ‐ σθαι μυσταγωγίας τῆς ἄνωθεν, καὶ ἀποκαλύψεως τῆς παρὰ Θεοῦ. Ἤκουε γοῦν ὁ Πέτρος εὖ μάλα, συνιεὶς τὸν ἐν σαρκὶ πεφηνότα Θεὸν Λόγον, καὶ ἀληθῶς Υἱόν· «Μακάριος εἶ, Σίμων βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα
25οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐ‐ ρανοῖς.» Ἐγνωρίσθαι δὲ καὶ ὁ Παῦλος διεβεβαιοῦτο ἑαυτῷ τὸ μυστήριον κατὰ ἀποκάλυψιν Θεοῦ. Οὐκοῦν, τὸ ἀσυμφανὲς τῆς γνώσεως ὁ γνόφος δηλοῖ. Ἀνακέ‐ κραγε δὲ καὶ ἡ σάλπιγξ, τῶν εὐαγγελικῶν θεσπισμά‐
30των τὸ εὔηχες ἀποφαίνουσα. Καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς τῶν προφητῶν τοῖς Ἰουδαίων δήμοις· «Καθέστηκα ἐφ’ ὑμᾶς σκοπούς. Ἀκούσατε τῆς φω‐ νῆς σάλπιγγος. Καὶ εἶπαν· Οὐκ ἀκουσόμεθα. Διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποί‐
35μνια ἐν αὐτοῖς. Ἄκουε, γῆ· Ἰδοὺ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῷ λόγῳ μου οὐ προσέσχον, καὶ τὸν νόμον μου ἀπώ‐ σαντο.» Πεφώνηκε μὲν γὰρ παρ’ αὐτοῖς ἡ σάλπιγξ διὰ τῶν παρὰ Θεοῦ σκοπῶν, τουτέστι, τῶν ἁγίων
40ἀποστόλων. Κεχειροτόνηνται γὰρ ἐφ’ ἡμᾶς σκοποί. «Ἀλλ’ εἶπον· Οὐκ ἀκουσόμεθα. Διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη.» Καὶ αὐτοὺς δὲ τοὺς ἁγίους εὑρήσομεν μαθητὰς, τοὺς ἀναφανδὸν εἰρηκότας τοῖς Ἰουδαίων λαοῖς· «Ὑμῖν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν λό‐
45γον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους ὑμᾶς αὐτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλκε ἡμῖν ὁ Κύριος.» Σάλπιγγι δὲ παρεικάζει διὰ τῶν Χριστοῦ κηρυγμάτων τὴν εὐφωνίαν, καὶ ὁ

69

.

505

(50)

μακάριος Ἡσαΐας λέγων περὶ τοῦ καιροῦ τῆς ἐπι‐ δημίας· «Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, σαλπιοῦσι τῇ σάλπιγγι τῇ μεγάλῃ.» Σάλπιγξ μὲν γὰρ καὶ ὁ νόμος, ἀλλ’ ἦν ἰσχνόφωνος, καὶ βραδύγλωσσος. Διὰ τοῦτο καὶ Μωσῆς, ὅτι καὶ μόλις εἰς μόνην ἐφώνει
55τὴν Ἰουδαίαν, ἐν ᾗ καὶ γέγονε γνωστὸς ὁ Θεός.
Σάλπιγξ δὲ ἡ μεγάλη, Χριστὸς, ἤτοι τὰ δι’ αὐτοῦ503

69

.

508

κηρύγματα, περιηχοῦντα τὴν ὑπ’ οὐρανόν. Ἔφη γὰρ, «Ὅτι κηρυχθήσεται τοῦτο τὸ Εὐαγγέλιον ἐν ὅλῃ τῇ οἰκουμένῃ, εἰς μαρτυρίαν πᾶσι τοῖς ἔθνεσιν.» Ὅτι δὲ ἀτρεκὴς ὁ λόγος, μεμαρτύρηκε αὐτὸ τῶν πραγμά‐
5των τὸ πέρας. Ἀνήκοος γὰρ οὐδεὶς τῆς τοῦ Σωτῆ‐ ρος ἡμῶν ἀπομεμένηκε δόξης. «Καὶ ἐξήγαγε, φησὶν, ὁ Μωσῆς εἰς συνάντησιν τὸν λαὸν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, καὶ παρέστηκεν ἐπὶ τὸ ὄρος Σινᾶ.» Ὅρα τὴν Μωσέως παιδαγωγίαν· ἀποφέρει πρὸς Θεόν.
10Παιδαγωγεῖ γὰρ ἐπὶ Χριστὸν, καὶ παρίστησι μὲν τοὺς ὑπ’ αὐτῷ τέως παιδαγωγουμένους ἐπὶ τὸ ὄρος· οὐκ ἀναβιβάζει γε μὲν ἐν αὐτῷ. Ὄρος δὲ νοήσεις ἐν τού‐ τοις, τὴν ὑπερφυᾶ τε καὶ ὑπεραίρουσαν γνῶσιν τοῦ μυστηρίου τοῦ κατὰ Χριστόν. Ὑψηλὴ γὰρ λίαν, καὶ
15ἥκιστα μὲν τοῖς ἐν νόμῳ βατή· πρέπουσα δὲ μᾶλλον ἡμῖν τοῖς ἡγιασμένοις ἐν πνεύματι. Ὡς γὰρ αὐτὸς εἴρηκεν ὁ Σωτήρ· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν· τούτοις δὲ οὐ δέδοται,» φημὶ δὲ τοῖς Ἰουδαίοις. Ποιούμενος δὲ καὶ ὡς ἐν εἴ‐
20δει προσευχῆς τοὺς πρὸς Πατέρα καὶ Θεὸν ὑπὲρ ἡμῶν λόγους· «Ἐξομολογοῦμαί σοι, φησὶ, Πάτερ Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα πάντα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία
25ἔμπροσθέν σου.» Οὐκοῦν παρίστησι μὲν ἐπὶ τὸ ὄρος ὁ Μωσῆς, οὐκ ἀναβιβάζει δὲ ἐν αὐτῷ· ὡς γὰρ ἔφην ἀρτίως, τὸ τέλειόν τε καὶ ὑψηλὸν ἐν σοφίᾳ καὶ γνώσει κερδαίνομεν διὰ Χριστοῦ μᾶλλον, οὐ διὰ Μωσέως. Ὁ μὲν γὰρ ἦν οἰκέτης, καὶ παιδαγωγός· ὁ δὲ, ὡς τῶν
30ὅλων Κύριος, γνώσεως ἡμῖν τελείας πέφηνεν δοτήρ. «Ἐν αὐτῷ γάρ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι,» κατὰ τὸ γεγραμμένον. Καθικομένου δὴ οὖν ἐν εἴδει πυρὸς τοῦ Θεοῦ, καπνοὶ μὲν ἦσαν, ὡς ἐκ καμίνου διᾴττοντες, καὶ ὑψοῦ δὴ
35λίαν ἐξελιττόμενοι, καὶ παντὸς, οἶμαί που, κατασκι‐ δνάμενοι τοῦ λαοῦ. Καταπεφοίτηκε γὰρ ἐξ οὐρανοῦ δι’ ἡμᾶς πρὸς ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος ὡς πῦρ χωνευ‐ τηρίου, κατὰ τὴν τοῦ προφήτου φωνήν. Καὶ αὐτὸς ἡμᾶς ἐβάπτιζεν ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· πυρὶ δὲ
40τῷ νοητῷ τὸν ἐν ἡμῖν δαπανῶντι συρφετὸν, καὶ τὸν ἐξ ἁμαρτίας ἐκτήκοντι ῥύπον, καὶ ἀποψύχεσθαι πρὸς ἐκτόπους ἡδονὰς οὐκ ἀφιέντι τὸν νοῦν· ἀποτετελέ‐ σμεθα δὲ ταύτῃτοι, τῷ πνεύματι ζέοντες. Καὶ τοῦτο αὐτὸ ἐνήργησεν εἰς ἡμᾶς ὁ Χριστός. Τοιγάρτοι καὶ
45ἔφασκεν· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;» Οὐκοῦν ἐν εἴδει πυρὸς οἰκο‐ νομικῶς δὴ λίαν τοῖς ἀρχαιοτέροις ἐφαίνετο· πλὴν οὐ δίχα καπνοῦ. Συνήσομεν δὲ καὶ διὰ τούτου πάλιν, ὅτι θρηνεῖν καὶ κατοιμώζειν ἀνάγκη τοὺς ἀναπίπτον‐

69

.

508

(50)

τας εἰς τὸ ῥᾴθυμον, καὶ τῆς θείας αὐτοῦ δόξης κα‐ ταφρονεῖν ᾑρημένους. Δακρυροεῖν γὰρ ἀνάγκη ἐν καπνῷ. Κατοιχήσονται δὲ ὅτι πρὸς τὸ ἐξώτερον σκό‐ τος οἱ θεομισεῖς τε καὶ ἀλιτήριοι, πῶς ἂν ἐνδοιάσειέ τις; «Ἐκεῖ γὰρ ἔσται, φησὶν, ὁ κλαυθμὸς καὶ βρυ‐
55γμὸς τῶν ὀδόντων.» Ὅτι τοίνυν πικρὸν ἐπὶ ταῖς
ῥᾳστώναις καταστάζουσι δάκρυον οἱ περὶ ὧν ὁ λόγος,505

69

.

509

ὑπέφαινον οἱ καπνοί. Προσετίθει δὲ, ὅτι καὶ αἱ φωναὶ τῆς σάλπιγγος ἐγίνοντο προβαίνουσαι, ἰσχυρότεραι σφόδρα ὡς ἐν ἀρχαῖς μὲν, ὀλίγους ἀκροᾶσθαι μόλις· ὕστερον δὲ πολλοὺς, μᾶλλον δὲ καὶ ἅπασαν τὴν συν‐
5αγωγήν. Σάλπιγξ μὲν γὰρ καὶ εὐφωνοτάτη, καὶ ἠχὴν ἰοῦσα τὴν διαπρυσίαν, τὸ εὐαγγελικόν ἐστι κήρυγμα, καθάπερ ἤδη προείπομεν. Ἀλλ’ ἠκούετο μὲν, φησὶν, ἐν ἀρχαῖς εἰς μόνην τὴν Ἰουδαίαν· προβαίνοντος δὲ τοῦ καιροῦ, καὶ εἰς πᾶσαν ἤδη τὴν ὑπ’ οὐρανὸν πε‐
10ριῄεσαν οἱ θεσπέσιοι μαθηταὶ, τοῖς ἁπανταχόσε κη‐ ρύττοντες· ὥστε καὶ ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλ‐ λυρικοῦ, μᾶλλον δὲ καὶ μέχρις αὐτῶν ἀφικέσθαι τερ‐ μάτων τῆς γῆς· καὶ ἐξ ἠοῦς πρὸς ἑσπέραν, τὴν ἱερὰν ἀπηχῆσαι σάλπιγγα. Τοῦτο, οἶμαι, ἔστι τὸ γίνεσθαι
15τὰς φωνὰς τῆς σάλπιγγος ἰσχυροτέρας. Εἶτα μετὰ τοῦτο λοιπὸν ἐπισκήπτει Θεὸς τῷ μακαρίῳ Μωσῇ διαμαρτύρασθαι τῷ λαῷ· Μή ποτε, φησὶν, ἐγγίσωσι πρὸς τὸν Θεὸν κατανοῆσαι, καὶ πέσωσιν ἐξ αὐτῶν πλῆθος· καὶ οἱ ἱερεῖς οἱ ἐγγίζοντες Κυρίῳ τῷ Θεῷ
20ἁγιασθήτωσαν, μή ποτε ἀπαλλάξῃ ἀπ’ αὐτῶν Κύριος. Ἄθρει δὴ οὖν, ἄθρει, καὶ ἐκ τῶνδε δὴ πάλιν, ὡς ἔστιν ἀμήχανον διὰ τῆς Μωσέως παιδαγωγίας ἐγγί‐ ζειν Θεῷ. Προσίεται γὰρ οὐκ ἐν τύποις ἔτι καὶ σκιαῖς εὐδοκιμεῖν ἑλομένους· τοιαῦτα γὰρ τὰ Μωσέως· ζητεῖ
25δὲ μᾶλλον ἐν ἡμῖν τῆς ἀληθείας τὸ κάλλος. Ἀλήθεια δὲ ὁ Χριστὸς, δι’ οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν, καὶ ἐγγὺς γεγόναμεν τοῦ Πατρὸς, καθάπερ εἰς ὄρος ἀνα‐ φοιτήσαντες, τὴν περὶ αὐτοῦ γνῶσιν. Ἐπεγνωκότες γὰρ τὸν Υἱὸν, ἐπέγνωμεν δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ
30τὸν Πατέρα. Οὐκοῦν δι’ αὐτοῦ τὴν προσαγωγὴν ἐσχή‐ καμεν, οὐ διὰ Μωσέως, τουτέστι, οὐ διὰ νόμου. Ἁγιά‐ ζεσθαι δὲ καὶ αὐτοὺς προαναφαίνοντος ἐναργῶς, οὔπω τελείως ἁγίαν τὴν κατὰ νόμον ἱερωσύνην, ὡς γὰρ ἔτι δεομένην ἁγιασμοῦ, ἄλλοθι μὴ προστέταχεν ἁγιάζε‐
35σθαι. Ἄμωμος δὲ, καὶ ἁγίων Ἄγιος ἐφ’ ἡμᾶς ἀρχιε‐ ρεὺς, ὁ Χριστὸς, καὶ «κρείττονος διαθήκης ἔγγυος,» ὡς Παῦλός φησι. Τοιγάρτοι καὶ πέπαυται μὲν ἡ πρώτη. Γέγονε δὲ καὶ αὐτῆς ἱερωσύνης μετάθεσις, οὐκ ἐχούσης τὸ ἄμεμπτον, καὶ τὸ ἄκρως ἅγιον. Τε‐
40τελείωκε μὲν γὰρ οὐδένα κατὰ συνείδησιν· εἰσκεκό‐ μικε δὲ μᾶλλον βαπτισμῶν διδαχὰς, ἐφηγήσεις περιῤ‐ ῥαντηρίων πρὸς τὴν τῆς σαρκὸς καθαρότητα. Κατα‐ λήγει γὰρ εἰς τοῦτο μόλις τῆς νομικῆς ἱερωσύνης ἡ δύναμις. Ὡς οὐκ ἔχουσα τοίνυν τὸ τελείως ἅγιον,
45ἁγιασθησομένη δὲ κατὰ καιροὺς ἐν Χριστῷ τῶν τύπων μεταπλαττομένων εἰς ἀλήθειαν, προστέταχεν ἁγιά‐ ζεσθαι. Προστιθεὶς δὲ ὅτι· «Μή ποτε ἀπαλλάξῃ ἀπ’ αὐτῶν Κύριος,» ἐφῆκε νοεῖν, ὅτι θάνατος ἡ δίκη, τοῖς τὴν ἐν νόμῳ τιμῶσιν ἱερωσύνην, ἀναδειχθείσης

69

.

509

(50)

ἐν κόσμῳ τῆς διὰ Χριστοῦ· δι’ οὗ καὶ λαοὶ καὶ αὐτὸ τὸ πάλαι σεπτόν τε καὶ ἱερὸν ἁγιάζεται γένος· βέβη‐ λον δὲ πάντως, καὶ ἐν ἀκαθαρσίαις, ὃ μὴ ἡγιάσθη παρ’ αὐτοῦ. Διὰ τοῦτο ἔφασκε τοῖς Ἰουδαίων δήμοις· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι
55ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Ὅτι δὲ ἔμελλον οἱ ἐξ Ἰσραὴλ ἐξήνιοι γεγονότες ἀπο‐
πέμπεσθαι κατὰ καιροὺς, ὑπονοστήσειν δὲ οὐχ ἑτέρως507

69

.

512

πρὸς Θεὸν, πλὴν ὅτι διὰ Χριστοῦ, καταδείξει ῥᾳδίως Θεοῦ λέγοντος οἰκονομικῶς τῷ παναρίστῳ Μωσῇ· «Βάδιζε, κατάβηθι, καὶ ἀνάβηθι, σὺ καὶ Ἀαρὼν μετὰ σοῦ.» Ὁρᾷς πῶς ἀπεπέμπετο Μωσῆς, εἶτα μόνος
5οὐκ ἐπιστρέφει, ἄνεισι δὲ πάλιν συνομαρτοῦντος αὐτῷ καὶ συνδιαθέοντος Ἀαρὼν, ὃς ἦν εἰς τύπον Χριστοῦ τοῦ μεγάλου ἱερέως; Δι’ αὐτοῦ γὰρ, ὡς ἔφην, προσ‐ ιτὸς ὁ Πατήρ. Καὶ ἀπόπεμπτοι γεγονότες κατὰ και‐ ροὺς οἱ ἐν νόμῳ, τουτέστιν ὁ Ἰσραήλ. Ἐπιγνώσονται
10μὲν ἐν ἐσχάτοις καιροῖς τὸν ὅσιόν τε καὶ ἄκακον ἀρ‐ χιερέα, τουτέστιν Χριστόν· προσελεύσονται δὲ δι’ αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ, καθάπερ εἰς ὅρος ἀναθρώ‐ σκοντες τὸ σεπτὸν καὶ μέγα τῆς οἰκονομίας μυστήριον, δι’ οὗ πάντας ἡμᾶς σέσωκεν ὁ Χριστὸς, δι’ οὗ καὶ
15μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύ‐ ματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
17tΠερὶ τῆς εἰς τὸ ὄρος ἀνόδου Μωσέως καὶ Ἀα‐
18tρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ καὶ τῶν ἐβδομή‐
19tκοντα πρεσβυτέρων τοῦ λαοῦ.
20 αʹ. Κέκληνται μὲν διὰ νόμου πρὸς Θεὸν οἱ ἐξ αἵματος Ἰσραὴλ, μεσιτεύοντος τὸ τηνικάδε καὶ διακονοῦντος Μωσέως. Ἀλλ’ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, «Τε‐ τελείωκεν ὁ νόμος οὐδένα.» Τελειότης γε μὴν αὐτοῦ καὶ προφητῶν νοεῖται Χριστός. Πᾶσα γὰρ λύτρωσις
25δι’ αὐτοῦ. Ἐπεὶ «Μὴ ἔστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανὸν ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς,» καὶ ἐν αὐτῷ πᾶσα τελειότης δι’ ἁγιασμοῦ ἐν πνεύ‐ ματι. Δι’ αὐτοῦ κεκλήμεθα πρὸς τὸν Πατέρα, καὶ εἰς τὴν ἄνω πόλιν ἀναβησόμεθα σὺν αὐτῷ. Καὶ γοῦν
30ἔφασκεν ἐναργῶς· «Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου πολλαὶ μοναί εἰσιν. Εἰ δὲ μὴ, εἶπον ἂν ὑμῖν· Πο‐ ρεύομαι ἑτοιμάσα· τόπον ὑμῖν. Καὶ ἐὰν πορευθῶ ἑτοιμάσαι τόπον ὑμῖν, πάλιν ἔρχομαι, καὶ παραλή‐ ψομαι ὑμᾶς πρὸς ἐμαυτὸν, ἴνα ὅπου εἰμὶ ἐγὼ, καὶ
35ὑμεῖς ἦτε.» Πρωτόλειον μὲν γὰρ καὶ οἷά τις ἀπαρχὴ τῆς ἀνθρωπότητος προσέφρησεν εἰς τὸν οὐρανόν. Ἀνακομίσει δὲ ὅτι καὶ ἡμᾶς αὐτοὺς, οὐκ ἂν ἐνδοιά‐ σειέ τις. Ἐμπεδοῖ γὰρ εἰς τοῦτο ὁ ψεύδεσθαι μὴ εἰ‐ δὼς, καὶ τοῖς τοῦ τυχεῖν ἀξίοις τὴν ἐλπίδα προσθείς.
40Ἐσόμεθα γὰρ οὐρανοῦ πολῖται κατὰ καιροὺς, προ‐ αναφοιτήσαντος ἡμῶν, ὡς ἔφην, Χριστοῦ, καὶ ἀληθὲς ὅτι χρῆμά ἐστι πιστώσεται ὁ σοφώτατος Παῦλος ὡδὶ γεγραφώς· «Οὐ γὰρ εἰς χειροποίητα Ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν
45τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν.» Ἦν μὲν γὰρ, καὶ ἔστι, καὶ ἔσται Θεὸς ὢν φύσει, μετὰ τοῦ ἰδίου Πατρὸς καὶ ἐν ὄψει τοῦ γε‐ γεννηκότος. Ἐμφανίζεται δὲ ὑπὲρ ἡμῶν, ὅτι γέγο‐ νεν ἄνθρωπος, ἵνα καὶ ἡμεῖς, οἱ τῶν τοῦ Πατρὸς

69

.

512

(50)

ὀμμάτων ἐξεῤῥιμμένοι διά τε τὴν ἐν Ἀδὰμ παρά‐ βασιν, καὶ τὴν καθ’ ἡμᾶς τυραννήσασαν ἁμαρτίαν, ἐν ὄψει γενώμεθα πάλιν αὐτοῦ, διὰ Χριστοῦ τε καὶ εἰς τὸ ἐν ἀρχαῖς, τῶν μεταξὺ παρεισβεβηκότων, οἰ‐ χομένων εἰς τὸ μηδέν. Κεκλήμεθα οὖν δὴ ἐν Χριστῷ,
55καὶ εἰς τὴν ἄνω πόλιν, καὶ τῆς παρὰ Θεοῦ καὶ Πα‐ τρὸς ἐποπτίας ἀξιούμεθα, καὶ δι’ αὐτοῦ καὶ ἐν αὐτῷ δεδιδάγμεθα προσκυνεῖν τὸν τῶν ὅλων γενεσιουργόν
τε καὶ Πατέρα Θεόν. Προανεφώνει δὲ καὶ τοῦτο πάλιν509

69

.

513

ἡμῖν ὁ νόμος αἰνιγματωδῶς. Καταβέβηκεν μὲν γὰρ ἐν εἴδει πυρὸς ὁ τῶν ὅλων Θεὸς ἐπὶ τὸ ὅρος τὸ Σινᾶ· θεσμοθετήσας δὲ τοῖς ἐξ Ἰσραὴλ τὰ δι’ ὧν ἦν εἰκὸς εἰς ἀρχὰς ἰέναι δικαιοσύνης. Προεισβολὴ γὰρ ὥσπερ
5ὁ νόμος τῶν τελειοτέρων, στοιχεῖά τε καὶ προαγό‐ ρευσις τῶν διὰ Χριστοῦ παιδευμάτων. Καὶ Μωσῇ, φησὶν, εἶπεν· «Ἀνάβηθι πρὸς τὸν Θεὸν, σὺ καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων Ἰσραὴλ, καὶ προσκυνήσουσι μα‐
10κρόθεν τῷ Κυρίῳ. Καὶ ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν Θεόν. Αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν. Ὁ δὲ λαὸς οὐ συν‐ αναβήσεται μετ’ αὐτῶν.» Ἀπηγγελκότος δὲ ταῦτα τοῦ πανσόφου Μωσέως, ἀπεκρίθη πᾶς λαὸς φωνῇ μεγάλῃ λέγοντες· «Πάντας τοὺς λόγους οὓς ἐλάλησε
15Κύριος, ποιήσομεν, καὶ ἀκουσόμεθα.» Καὶ τί μετὰ τοῦτο; Καὶ ἔγραψε, φησὶ, Μωσῆς πάντα τὰ ῥήματα Κυρίου. Ὀρθρίσας δὲ Μωσῆς τὸ πρωῒ, ᾠκοδόμησε θυσιαστήριον ἐπὶ τὸ ὄρος, καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ ἐξαπέστειλε τοὺς
20νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνήνεγκαν ὁλοκαυ‐ τώματα, καὶ ἔθυσαν θυσίαν σωτηρίου Κυρίῳ τῷ Θεῷ, μοσχάρια. Λαβὼν δὲ Μωσῆς τὸ ἥμισυ τοῦ αἵμα‐ τος ἐνέχεεν εἰς τὸν κρατῆρα· τὸ δὲ ἥμισυ τοῦ αἵμα‐ τος προσέχεε πρὸς τὸ θυσιαστήριον. Καὶ λαβὼν τὸ
25βιβλίον τῆς διαθήκης, ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ· καὶ εἶπαν· Πάντα ὅσα ἐλάλησεν ὁ Κύριος ποιήσο‐ μεν καὶ ἀκουσόμεθα. Λαβὼν δὲ Μωσῆς τὸ αἷμα κα‐ τεσκέδασεν τοῦ λαοῦ, καὶ εἶπεν· Ἰδοὺ τὸ αἷμα τῆς διαθήκης, ἧς διέθετο Κύριος πρὸς ὑμᾶς περὶ πάντων
30τῶν λόγων τούτων. Ἐκπεπερασμένης δὲ τῆς θυσίας, καὶ κατεῤῥαμένου παντὸς τοῦ λαοῦ τῷ τῆς διαθήκης αἵματι, ἀνέβη δὲ, φησὶν, ὁ Μωσῆς καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ ἐβδομήκοντα τῆς γερουσίας τοῦ λαοῦ Ἰσραὴλ, καὶ εἶδον τὸν τόπον οὗ εἱστήκει ὁ
35Θεὸς τοῦ Ἰσραὴλ, καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡσεὶ ἔργον πλίνθου σαπφείρου, καὶ ὥσπερ εἶδος στερεώ‐ ματος τοῦ οὐρανοῦ τῇ καθαρότητι. Καὶ τῶν ἐπιλέκτων τοῦ Ἰσραὴλ οὐ διεφώνησεν οὐδὲ εἷς. Καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ Θεοῦ, καὶ ἔφαγον καὶ ἔπιον.» Φέρε δὴ
40οὖν, φέρε ἐφ’ ἑκάστῳ τῶν ἀνεγνωσμένων τὰ εἰκότα λέγωμεν, καὶ τῆς τῶν προκειμένων ἐννοίας ἀρχόμενοι κατ’ εὐθὺ, τὰ εἰς ἡμᾶς γεγονότα παρὰ Χριστοῦ. Κα‐ θάπερ ἐν πίνακι καταγεγραμμένα βλέπωμεν ἐν τῇ θεοπνεύστῳ Γραφῇ, καὶ τὴν ἄνω τε καὶ ἐν τοῖς οὐ‐
45ρανοῖς Ἐκκλησίαν, ἤτοι τὸν οὐρανὸν, καὶ αὐτὴν δὲ τὴν ἐπὶ τῆς γῆς καθ’ ὁμοιότητα τῆς ἄνω, καὶ βουνὸν, καὶ ὄρος ἀποκαλεῖν, διάτοι τὸ ἐπῃρμένον καὶ ἀνε‐ στηκὸς εἰς τὴν ἀρετὴν τῶν κατοικούντων ἐν αὐταῖς. Οὐ γάρ ἐστι χθαμαλὸς οὐδὲ κατεῤῥιμμένος τῶν ἁγίων

69

.

513

(50)

ὁ νοῦς· ἀλλὰ φρονήματος μὲν ὑπερφέρεται τοῦ γεω‐ δεστέρου, καὶ σαρκικῶν ἐπιθυμιῶν. Ὑψοῦ δὲ δὴ μᾶλλον ἀναφοιτᾷ· καὶ ἔστιν ἀληθὲς τὸ διὰ φωνῆς τοῦ Δαβίδ· «Ὅτι οἱ θεοὶ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπῄρ‐ θησαν.» Ὅτι δὲ τοῖς ὧδε βιοῦν ᾑρημένοις, καὶ εἰς τὸ
55λοιπὸν ἀρετῆς ἀναβεβηκόσι, πρέποι ἂν εἰκότως τὸ καὶ ταῖς ἄνω μοναῖς ἐναυλίζεσθαι δεῖν, πιστώσεται
πάλιν ὁ Ψαλμῳδὸς, οὕτω λέγων· «Τίς ἀναβήσεται511

69

.

516

εἰς τὸ ὅρος Κυρίου, ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; Ἀθῶος χερσὶ, καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ, καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. Τὸ ἀργύριον αὐ‐
5τοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ, καὶ δῶρα ἐπ’ ἀθώοις οὐκ ἔλαβεν. Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ Σωτῆρος αὐτοῦ. Αὕτη ἡ γενεὰ ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ.» βʹ. Ὄρος οὖν ἀναβάσιμον τοῖς ἁγίοις, ὁ οὐρανὸς, ἤτοι τῶν πρωτοτόκων ἡ Ἐκκλησία· βεβήλοις δέ γε καὶ ἀνοσίοις, ἀστιβές. Προστέταχε τοίνυν ὁ τῶν ὅλων
10Θεὸς ἀναφοιτᾷν εἰς τὸ ὄρος Μωσέα τε καὶ Ἀαρὼν, Ναδάβ τε καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῶν πρεσ‐ βυτέρων τοῦ Ἰσραήλ. Ἔφασκέ τε, ὅτι «Καὶ προσ‐ κυνήσουσι μακρόθεν τῷ Κυρίῳ. Καὶ ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν Θεόν· αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν. Ὁ δὲ
15λαὸς οὐ συναναβήσεται μετ’ αὐτῶν.» Οἱ μὲν οὖν ἐξ Ἀαρὼν γεγονότες υἱοὶ, τὸ ἱερὸν ἡμῖν σημαίνουσι γένος· οἱ δὲ πρεσβύτεροι, τοὺς ἀριστίνδην ἐξειλεγ‐ μένους. Ἀαρὼν δὲ πάλιν αὐτὸν ἡμῖν ὑποπλάττεται τὸν Χριστὸν, τὸν ὅσιόν τε καὶ ἄκακον ἀρχιερέα, δι’
20οὗ καὶ ἐσχήκαμεν τὴν διὰ Πνεύματός τε καὶ ὕδατος γέννησιν, «Ἔκλεκτον γένος, καὶ βασίλειον ἱερά‐ τευμα, καὶ ἔθνος ἅγιον,» χρηματίζομεν. Ἀναβη‐ σόμεθα τοίνυν κατὰ καιροὺς καὶ εἰς τὴν ἄνω πόλιν οἱ ἀπόλεκτοί τε καὶ ἱεροὶ, συνόντος ἡμῖν καὶ ἡγουμέ‐
25νου Χριστοῦ τοῦ μεγάλου ἱερέως, τοῦ δι’ ἡμᾶς καθ’ ἡμᾶς γεγονότος, καὶ συμπροσκυνοῦντος ἡμῖν καίτοι Πατέρα ὄντα κατὰ φύσιν τὸν Θεόν. Καὶ ἐγγίζει μὲν ὁ Μωσῆς, σὺν ἡμῖν δὲ τοῖς μακρὰν, ὁ Υἱός. Ὅσον γὰρ ἧκεν εἰς τὸ τῆς μετὰ σαρκὸς οἰκονομίας μυστή‐
30ριον, Θεῷ προσεχέστερος ὁ Μωσῆς, ὡς νόμου μεσί‐ της καὶ ὁριστής. Ἐπειδὴ δὲ μεθ’ ἡμῶν γέγονεν ὁ Υἱὸς, καίτοι Θεὸς ὢν φύσει καὶ τῶν ὅλων Κύριος, ταύτῃτοι τὸ καθ’ ἡμᾶς οὐκ ἀτιμάζει μέτρον. Ἀνέ‐ χεται δὲ οἰκονομικῶς καὶ αὐτοῦ κατόπιν νοεῖσθαι
35Μωσέως. Καὶ γοῦν καὶ γέγονε μεθ’ ἡμῶν ὑπὸ τὸν αὐτὸν νόμον, καίτοι νομοθέτης ὢν ὡς Θεός. Ὅτι δὲ γέγονεν ὑπὸ νόμον, ἀταλαίπωρον ἰδεῖν. Περιτέτμηται γὰρ ὀκταήμερος. Συντετέλεκε δὲ καὶ τὸ δίδραχμον, καίτοι κατὰ φύσιν ἐλεύθερος ὢν ὡς Υἱός. Ἀρκέσει
40δὲ καὶ αὐτὸ τὸ Γράμμα τὸ ἱερὸν, ὑπὸ νόμον γεγενῆ‐ σθαι λέγον τὸν Ἐμμανουήλ. Ὅτι δὲ διὰ τὸ ἀνθρώπι‐ νον, καὶ ἐπειδὴ γέγονε καθ’ ἡμᾶς ὑπὸ νόμον, καὶ ἐν δευτέροις τεθεῖσθαι Μωσέως νομιεῖται, συνήσεις καὶ δι’ ἑτέρων. Προσέταττε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς τῷ
45παναρίστῳ Μωσεῖ τῆς ἀφορήτου δουλείας ἀνεῖναι τὸν Ἰσραὴλ τῷ Φαραὼ λέγοντα· «Κύριος ὁ Θεὸς τῶν Ἑβραίων προσκέκληται ἡμᾶς.» Ὁ δὲ ὁμολογεῖ τὸ ἀδρανὲς ὁ νόμος εἰς ἀπολύτρωσιν. Εἶτα συνάπτει ἀνα‐ δυομένῳ καὶ μέλλοντι τὸν θεσπέσιον Ἀαρὼν εἰς τύπον

69

.

516

(50)

Χριστοῦ τοῦ πάντα ἰσχύοντος, δι’ οὗ πᾶσα ἡ λύτρωσις. Ἔφη γὰρ ὧδε πρὸς Μωσῆν· «Ἰδοὺ δέδωκά σε Θεὸν Φαραὼ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σοῦ προφή‐ της. Σὺ δὲ λαλήσεις αὐτῷ πάντα ὅσα ἐντέλλομαί σοι, ὁ δὲ Ἀαρὼν ὁ ἀδελφός σου λαλήσει πρὸς Φαραώ.»
55Ὁρᾷς ὅτι μεσιτεύει πάλιν Ἀαρὼν τὸ τοῦ νομοθέτου πρόσωπον φοροῦντος Μωσέως. Ταύτῃτοι καὶ ὁ μακά‐
ριος Παῦλος καὶ αὐτὸν ἀνατίθησι τὸν νόμον αὐτῷ,513

69

.

517

καίτοι λυθέντα παρὰ Θεοῦ. Γράφει γὰρ οὕτως· «Ἀθε‐ τήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν, ἀποθνήσκει.» Ἄνιμεν τοίνυν κα‐ θάπερ εἰς ὄρος τὰς ἄνω μονὰς οἱ ἱεροὶ καὶ ἀπόλεκτοι,
5τῆς ἑτέρας πληθύος ἀπομενούσης κάτω. «Οὐ γὰρ ἀν‐ ελεύσεται, φησὶν, ὁ λαὸς σὺν αὐτοῖς·» ὅτι κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, «Πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.» Ἄνιμεν δὲ, οὐ δίχα Χριστοῦ. Συνῆν γὰρ τότε τοῖς προσκυνοῦσιν ὁ Ἀαρὼν, καὶ τοῖς ἔτι μακρὰν ἐναρίθ‐
10μιος ἦν. Οὕτω καὶ ὁ Χριστὸς, μακρὰν μεθ’ ἡμῶν δι’ ἡμᾶς, ἵνα καὶ ἡμεῖς σὺν αὐτῷ τε καὶ δι’ αὐτῷ ἐγγὺς τοῦ Πατρός. Πάντα γὰρ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ᾠκονομεῖ‐ το σαφῶς. Ὥσπερ γὰρ γέγονε μεθ’ ἡμῶν ἐν νεκροῖς, ἵνα ἡμεῖς εἰς ζωὴν σὺν αὐτῷ τε καὶ δι’ αὐτοῦ· ἀνεβίω
15γὰρ τὸ τοῦ θανάτου πατήσας κράτος, οὕτω γέγονε μεθ’ ἡμῶν ἀποτέρω, καίπερ ὣν ἐγγὺς, ἵνα πάλιν ἡμεῖς σὺν αὐτῷ, καὶ δι’ αὐτοῦ ἐγγύσωμεν τῷ Πατρί· ὃ δὴ καὶ τετέλεσται. Μέτοχοι γὰρ γεγονότες αὐτοῦ διὰ τοῦ Πνεύματος, ἡνώμεθα τῷ Θεῷ καὶ Πατρὶ δι’
20αὐτοῦ, εἴπερ «ἐσμὲν ἀληθῶς θείας φύσεως κοινωνοὶ,» κατὰ τὰς Γραφάς. Ἀλλ’ ὑψοῦ μὲν ἰέναι προστέταχε, καὶ συναναθρώσκειν εἰς τὸ ὄρος Μωσεῖ τε καὶ Ἀαρὼν, τοὺς ἱερούς τε καὶ ἐξειλεγμένους ὁ τῶν ὅλων Θεός. Ὅτι δὲ τοὺς εὐκλείας ἥκοντας εἰς τοῦτο λοιπὸν, καὶ
25ἀναβῆναι ἀληθῶς εἰς τὸ ἄνω προτεθυμένους, ἵνα καὶ ἐγγὺς γένοιντο Θεοῦ, προαφαγνίζεσθαι χρὴ τῷ αἵματι τοῦ Χριστοῦ, ὃς τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ ψυχὴν ἐποιήσατο, ἀνατέθεικε δὲ καὶ εἰς ὀσμὴν εὐωδίας τὴν ἀναληφθεῖσαν σάρκα. Προσκεκόμικε γὰρ
30ἑαυτὸν ἱερεῖον ἄμωμον ὑπὲρ ἡμῶν τῷ Θεῷ, καὶ νοητὸν ὁλοκαύτωμα, ὡς προανετύπου πάλιν ἡμῖν ὁ θεσπέ‐ σιος Μωσῆς, τῇ τοῦ πνεύματος φωταγωγίᾳ πρὸς τὴν τῶν ἐσομένων προηγούμενος γνῶσιν. Τοῦτο γὰρ, οἶμαι, συνιεὶς, πρὸ τῆς εἰς τὸ ἄνω πορείας αὐτοῦ τε
35καὶ τῶν κεκλημένων, «Ἔγραψε πάντα τὰ ῥήματα τοῦ Κυρίου.» Τί δὲ τούτῳ προείργασται πάλιν, ἐροῦ‐ μεν εὐθύς. Χρὴ γὰρ, οἶμαι, τοὺς τῆς ὑψοῦ τε καὶ ἄνω πορείας ἐφιεμένους, εἰς νοῦν καὶ καρδίαν ἐγκε‐ χαραγμένον ἔχειν τὸν τοῦ Θεοῦ νόμον, ἀναφωνεῖν τε
40λοιπὸν καθάπερ ἐκ λύρας πρὸς αὐτὸν, «Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.» Ὥσπερ γάρ ἐστιν οὐκ ἀσυντελὲς εἰς ζωὴν, καὶ χρῆμα σωτήριον, τὸ τῶν τοῦ Θεοῦ λόγων μεμνῆσθαι διὰ παντός· τὸν αὐτὸν, οἶμαι, τρόπον ὀλέθρου πρόξενον
45τὸ ἐπιλανθάνεσθαι φιλεῖν. Γράφει τοίνυν ὁ μακάριος Μωσῆς «πάντα τὰ ῥήματα τοῦ Κυρίου,» περὶ ὧν καὶ αὐτὸς ἐπεφώνει τοῖς παιδαγωγουμένοις δι’ αὐτοῦ, μᾶλλον δὲ καὶ ἡμῖν αὐτοῖς· «Καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ, καὶ πορευόμενος ἐν ὁδῷ, καὶ κοι‐

69

.

517

(50)

ταζόμενος, καὶ διανιστάμενος. Ὀρθρίσας δὲ τὸ πρωῒ, θυσιαστήριον ἀνεδείματο. Περιΐστησι δὲ αὐτῷ δυω‐ καίδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ ἀπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, οἳ καὶ ἀνήνεγκαν, φησὶν, ὁλοκαυτώματα, καὶ ἔθυσαν
55θυσίαν σωτηρίου τῷ Θεῷ, μοσχάρια.» Τὸ μὲν οὖν θυσιαστήριον, τύπος ἂν εἴη καὶ μάλα σαφῶς τῆς Ἐκ‐
κλησίας τοῦ Χριστοῦ, τῆς οἱονεί πως ἐπὶ τὸ ὄρος515

69

.

520

κειμένης. Ὑψοῦ γὰρ ὥσπερ ἐν ὄρει τὴν ἑτέραν εἰναί φαμεν, τὴν τῶν πρωτοτόκων μητρόπολιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐξεικονίζει τοιγαροῦν τὴν Ἐκκλησίαν ἡμῖν τὸ θυσιαστήριον· ᾧ καὶ λίαν οἰκο‐
5νομικῶς περιΐστησιν ὁ Μωσῆς τοὺς δώδεκα λίθους, εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· μονονουχὶ καὶ διὰ τοῦτο προπαρεγγυῶν τοῖς ἐξ αἵματος Ἰσραὴλ, ὅτι χῶρος αὐτοῖς ὁ μάλιστα πρέπων, ἡ Ἐκκλησία Χρι‐ στοῦ· καὶ τάχα που διακεκραγέναι δεήσει· «Κατακυ‐
10κλώσω τὸ θυσιαστήριόν σου, Κύριε, τοῦ ἀκοῦσαί με φωνὴν αἰνέσεως.» Ὅτι πρὸς γὰρ αὐτοὺς μάλιστα καὶ πρό γε τῶν ἄλλων Σωτῆρα καὶ Λυτρωτὴν ἀπέστειλε τὸν Υἱὸν ὁ Πατὴρ, σαφηνιεῖ λέγων αὐτός· «Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴ‐
15κου Ἰσραήλ.» Ἐπειδὴ δὲ εἰς ἐκτόπους ἀπονοίας ὠλισθηκότες πεπαρῳνήκασιν εἰς αὐτὸν, μετακεχώρη‐ κεν ἀναγκαίως ἐπὶ τὰ ἔθνη Χριστός. Ὅτι τοίνυν χῶ‐ ρος ὁ μάλιστα πρέπων ἦν αὐτοῖς, καθάπερ ἔφην ἀρτίως, τὸ τοῦ Χριστοῦ θυσιαστήριον, προκατεσήμαι‐
20νεν ὁ Μωσῆς, περιστήσας αὐτῷ τοὺς δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ὅτι δὲ ἔμελλον οἱ ἐπ’ ἀνδρείᾳ τεθαυμασμένοι, δῆλον δὲ ὅτι πνευματικῇ καὶ κατὰ Θεὸν, οἱ εὐσθενῆ τε καὶ ἐῤῥωμένον ἔχοντες νοῦν, ἱερουργήσειν κατὰ καιροὺς τὸ Χριστοῦ μυστή‐
25ριον, καταμάθοι τις ἂν ἀπό γε τοῦ γεγονότος. Ἀπ‐ εστέλλοντο μὲν γὰρ οἱ νεανίσκοι, καὶ προσῆγον τὰ ὁλοκαυτώματα. Τοῦτο δεδρακότας τοὺς ἁγίους ἀπο‐ στόλους εὑρίσκομεν, οἳ πᾶσαν, ὥσπερ εἰπεῖν, περι‐ εφοίτων τὴν γῆν, ἱερουργοῦντες αὐτῷ καὶ προσάγον‐
30τες ὁλοκαυτώματα, τουτέστι, τοὺς ἐν ἀμωμήτῳ πίστει διαπρεπεῖς, καὶ μὴν καὶ σπουδάσμασι τοὺς εἰς ἀρετὴν εὖ μάλα διηρτισμένους. Οὐ γάρ ἐστιν, οὐκ ἔστι, δια‐ νοίας ἀδρανοῦς τὸ μυσταγωγεῖν δύνασθαι σαφῶς, οὔτε νοῦ νοσοῦντος τὸ ἄναλκι, καὶ καταῤῥεῖν εἰωθότος εἰς
35ἐπιθυμίας κοσμικάς· ἐσκευασμένου δὲ οὕτω καὶ νεα‐ νικῶς ἔχοντος, ὡς καὶ εἰπεῖν δύνασθαι λοιπόν· «Ἐμοὶ γὰρ τὸ ζῇν, Χριστὸς, καὶ τὸ ἀποθανεῖν, κέρδος.» Νεανίας γὰρ ὁ τοιοῦτος, καὶ τῶν ἄγαν ἀλκιμωτάτων. Πρέπει δ’ ἂν αὐτῷ, τὸ καθιεροῦν τῷ Θεῷ τὰ ὁλοκαυ‐
40τώματα, καὶ θυσίας πνευματικὰς, καὶ ἱερουργίας ἅπτεσθαι τῆς νοητῆς, καὶ τὴν τοῦ σωτηρίου θυσίαν ἀποπληροῦν· ἢ καὶ διὰ τῶν προσενηνεγμένων μοσχα‐ ρίων εὖ μάλα προανεπλάττετο. Ποτὲ μὲν γὰρ διὰ τὸ λίαν εὐσθενὲς, καὶ ὅτι τῶν ἀβεβήλων ζώων τὸ ὑπέρτατον,
45μόσχος ἐστὶ, μόσχῳ τελείῳ παρεικάζεται Χριστός· ποτὲ δὲ μικρῷ μοσχαρίῳ, καὶ ἀνθ’ ὅτου, πάλιν ὁρᾷς, γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, καὶ ὑπὸ ζυγὸν δουλείας, εἴπερ ἐστὶν ἀληθὲς ὅτι πέφηνεν ἐν δούλου μορφῇ. Ἀλλ’ εἰ καὶ ὅσον εἰπεῖν ἧκεν, εἴς γε τὸ ἐν σαρκὶ μυστήριον,

69

.

520

(50)

γέγονε μεθ’ ἡμῶν ὑπὸ ζυγὸν δουλείας, ἀλλ’ ἦν δου‐ λείας ἀπείρατος, ὅτι φύσεως ἦν τῆς ἄνωθεν καὶ ἐλευθέρας. Διὰ τοῦτο μοσχαρίῳ παρεικάζεται, ὅτι καὶ ὑπὸ ζυγὸν, καὶ ἔξω ζυγοῦ. Ἀπείρατον γὰρ ζυ‐ γοῦ τὸ μοσχάριον, εἰ καὶ εἶναι πέφυκεν ὑπὸ ζυγὸν
55τὸ τοιόνδε γένος. Ἄλλως τε, καὶ εἰ γέγονεν ὑπὸ νό‐ μον, ὡς ὑπὸ ζυγὸν, ἀλλ’ ἦν ἐλεύθερος· ἦν γὰρ ὑπὲρ
νόμον, ὡς ὢν νομοθέτης καὶ Θεός. Καὶ τρίτως δὲ, εἰ517

69

.

521

δοκεῖ, πεφόρηκε τὴν ἀπὸ γῆς σάρκα, τὴν νοσοῦσαν ἐν ἑαυτῇ διὰ τῆς ἁμαρτίας τὸν νόμον, κατὰ τὴν τοῦ Παύλου φωνήν. Ὅσον γὰρ ἧκεν εἰς τὴν τῆς σαρκὸς φύσιν, τεθεῖσθαι δοκεῖ καὶ ὑπὸ ζυγὸν ἁμαρτίας, ἀλλ’ ἦν
5ἀπείρατος· «Κατέκρινε γὰρ τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦ‐ μα.» Μοσχάριον οὖν ὁ Χριστὸς ταύτῃτοι οἰκονομικῶς ὠνόμασται, καὶ ὅτι νέα γέγονε κτίσις· ἀπαρχὴ γὰρ
10τῶν εἰς τοῦτο κεκλημένων αὐτός. Ὅτι δὲ ἦν ἀναγκαῖον ἁγιάζεσθαι τῷ αἵματι δράττοντας, καὶ ἐγγίζειν Θεῷ γλιχομένους, δέδειχεν ὁ Μωσῆς, καταῤῥαίνων αἵματι πάντα τὸν λαὸν, καὶ αὐτὸ τὸ βιβλίον. Εἰσόμεθα δὲ καὶ διὰ τοῦτο πάλιν, ὅτι αὐτὸς ὁ μόνος ἀτελὴς εἰς ἁγια‐
15σμόν. Ἄθρει γὰρ ὅπως τῷ τοῦ αἵματος ῥαντισμῷ καὶ αὐτὸς ἁγιάζεται· ἀποπλύνει γὰρ ἁμαρτίας ἥκιστα μὲν ὁ νόμος, κατορθοῖ δὲ τοῦτο τῶν διὰ Χριστοῦ μυστηρίων ἡ χάρις. Εὖ δὲ λίαν καὶ τὸ ὀρθρίσαντα τὸ πρωῒ τὸν ἱεροφάντην Μωσέα, αὐτό τε τὸ θεῖον ὀρ‐
20θῶσαι μυστήριον, καὶ περιστῆσαι μὲν αὐτῷ, καθά‐ περ ἤδη προεῖπον, δυωκαίδεκα λίθους, θῦσαι δὲ καὶ μοσχάρια. Ὄρθρου γὰρ ὥσπερ καὶ πρωΐας ἤδη γενο‐ μένης, μονονουχὶ δὲ καὶ Φωσφόρου διαυγάζοντος, καὶ νοητῆς ἡμῖν ἀνισχούσης ἡμέρας, παροιχομένης δὲ
25ἤδη νυκτὸς, καὶ δαιμονιώδους ἀργήσαντος σκότους, λαμπρὸν ἀνεδείχθη τῆς Ἐκκλησίας τὸ κάλλος τὸ σε‐ πτὸν ἐχούσης θυσιαστήριον, ἐφ’ οὗ τὸ Χριστοῦ τελεῖ. ται μυστήριον. Παρέστησαν δὲ αὐτῷ καὶ αἱ φυλαὶ τῆς γῆς, ὡς ἐν παραδείγμασι τοῖς λίθοις. Καὶ γοῦν ὁ
30θεσπέσιος Παῦλος, τὴν τοῦ παραδείγματος εἰκόνα παραχαράττων εἰς ἀλήθειαν, ἐπιστέλλει τοῖς ἡγιασμέ‐ νοις ἐν Χριστῷ· «Ἐν ᾧ καὶ ὑμεῖς ὡς λίθοι ζῶντες ἐπῳκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον.» Τότε καὶ οἱ νεανίσκοι προσκεκομίκασι τὰ
35ὁλοκαυτώματα, καὶ ἱερουργοὶ γεγόνασι πνευματικοί. Τότε δὴ, τότε καὶ ἐν προσώπῳ γεγόναμεν τοῦ Πα‐ τρὸς, καὶ παρεστήκαμεν αὐτῷ τὸ τῆς διανοίας εὐ‐ δρανὲς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἑτοίμως ἔχον, ἐν τάξει ποιούμενοι παραστήματος. Τοῦτό τοι
40σαφῶς καὶ αὐτὸς ὁ θεῖος ἡμῖν προανεφώνει Δαβὶδ, ἐκ προσώπου τῶν πεπιστευκότων οὕτω λέγων πρὸς τὸν ὅλων Θεόν· «Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψει με, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ, οὐδὲ παροικήσει σοι πο‐
45νηρευόμενος.» Ἡγιασμένοι δὴ οὖν, καὶ ὡς ἐν τύ‐ ποις ἔτι καθηγνισμένοι τῷ αἵματι, «Ἀνεφοίτων εἰς τὸ ὄρος Μωσῆς τε καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῆς γερουσίας Ἰσραὴλ, καὶ εἶδον τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ἔργον ὡσεὶ πλίνθου

69

.

521

(50)

σαπφείρου, καὶ ὥσπερ ἔργον στερεώματος τοῦ οὐρα‐ νοῦ τῇ καθαρότητι. Καὶ τῶν ἐπιλέκτων τοῦ Ἰσραὴλ οὐ διεφώνησεν οὐδείς. Καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ Θεοῦ, καὶ ἔφαγον καὶ ἔπιον.» Ἀκούεις ὅπως τεθέαν‐ ται τὸν τοῦ Θεοῦ λεγόμενον τόπον, ὡς ἐν εἴδει
55στερεώματος οὐρανοῦ. Ἐναυγὴς γὰρ ὁ οὐρανὸς, καὶ σαπφείρῳ ἐοικὸς τὸ ἀνωτάτω καὶ αἰθέριον χρῶμα.
Πρέπων δὲ ὅτι μάλιστα χῶρος ὁ οὐρανὸς, καὶ ἐφ’ ᾧ519

69

.

524

ἐπαναπαύεται, καταλύων ἐν ἀγγέλοις. Ἄγιος γὰρ ἐν ἀγίοις κατοικεῖ, καὶ οἱονείπως ἐπανακλίνεται τοῖς τὴν ἄνω τρίβουσι πόλιν, διὰ τὸ λίαν εὐφυὲς, καὶ εἰς ἀρειότητα ζωῆς εὖ μάλα διεξεσμένον. Ἁγίαν γὰρ
5εἶναι πιστεύομεν τὴν τῶν ἄνω πνευμάτων πληθύν. Ὤφθη δὴ οὖν τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ τοῖς εἰς τὸ ὄρος ἀναβεβηκόσιν, ὡς ἐν εἴδει στερεώματος οὐρανοῦ τῇ καθαρότητι, φησίν. Ἔδει γὰρ, ἔδει, τοὺς τὴν πο‐ λύθεόν ποτε κατηῤῥωστηκότας πλάνησιν, καὶ τῇ
10κτίσει λελατρευκότας, εἶτα κεκλημένους εἰς ἐπίγνω‐ σιν Θεοῦ, χρησίμως τε καὶ ἀναγκαίως ἰδεῖν ὅτι καὶ αὐτὸν ὑπὸ πόδας ἔχει τὸν οὐρανὸν, καὶ ὅτι τῶν πάν‐ των ἐστὶ Δεσπότης, ὡς παρενεγκὼν τὰ πάντα πρὸς ὕπαρξιν, ὁ τῆς ἀρχαίας αὐτοὺς ἀπάτης ἀπολυτρού‐
15μενος. Ὅτι δὲ καὶ τοῖς εἰς τὴν ἄνω κατὰ καιροὺς εἰσ‐ ελαύνουσι πόλιν, παρεικάζεται πάλιν τὸ καὶ τῶν θείων χαρισμάτων πλουσίως μετασχεῖν, καὶ τὸ ἐντρυ‐ φῆσαι δεῖν τοῖς πνευματικοῖς παρὰ Χριστοῦ ἀγαθοῖς, διαδείξει τὸ, ἐν τόπῳ γενομένους Θεοῦ, φαγεῖν καὶ
20πιεῖν τοὺς ἀναβεβηκότας. Ἀλλ’ ἐν μὲν οἷς ἔναγχος ἔφην, μόνος προσετάττετο Μωσῆς ἐγγίσαι πρὸς τὸν Θεόν· οἵ γε μὴν ἕτεροι προσκυνεῖν μακρόθεν, οἷς καὶ συνῆν Ἀαρών. Ἐλέγομεν δὲ, ὅτι μεθ’ ἡμῶν γέγονε τῇ φύσει μακρόθεν ὁ ἐγγὺς τοῦ Θεοῦ καὶ Πατρὸς ὢν
25Υἱὸς, ὁ ἄκακος ἡμῶν καὶ ἀμίαντος ἀρχιερεύς· ἵνα δι’ αὐτοῦ, καὶ σὺν αὐτῷ δὴ πάλιν, εὑρισκώμεθα καὶ ἡμεῖς ἐγγύς. Τοιγάρτοι κέκληται καὶ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενος, Μεθ’ ἡμῶν ὁ Θεός. Πλὴν εἰ καὶ γέγονε μεθ’ ἡμῶν ὡς ἄνθρωπος, ἀλλ’ ἔστιν ἰδεῖν
30ὡς οὐδὲ αὐτῷ τῷ μακαρίῳ Μωσῇ προσιτὸς γέγονεν ὁ Πατὴρ, δίχα τῆς αὐτοῦ μεσιτείας. Αὐτὸς γάρ ἐστιν ἡ ὀδὸς, αὐτὸς ἡ θύρα, καθάπερ ἤδη προείπομεν. Εἰ‐ σόμεθα δὲ καὶ τοῦτο πάλιν ἀπό γε τῶν ἐφεξῆς· «Εἶπε γὰρ, φησὶν, ὁ Κύριος πρὸς Μωσῆν· Ἀνάβηθι πρός
35με εἰς τὸ ὄρος, καὶ ἴσθι ἐκεῖ, καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον, καὶ τὰς πλάκας, ἃς ἔγραψα νο‐ μοθετῆσαι αὐτοῖς. Καὶ ἀναστὰς Μωσῆς καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ, ἀνέβησαν εἰς τὸ ὄρος τοῦ Θεοῦ.» Ὁρᾷς ὅτιπερ κέκληται μὲν ὁ Μωσῆς τὸν ἐν σκιαῖς ἔτι καὶ γράμμασιν ὑποδεξάμενος νόμον, συνανατρέχει δὲ αὐτῷ μὴ συγκεκλημένος ὁ Ἰησοῦς εἰς τύπον Χριστοῦ·
40ὃς οὐ καλεῖται παρὰ Πατρὸς, ἴσως τοῖς ἄλλοις· σύνεστι γὰρ ἀεί. Βατὴν δὲ τοῖς καλουμένοις τὴν ὁδὸν ἐργάζεται μεσιτεύων καὶ συνών. Ἔστι γὰρ ἀμήχανον, ὡς ἔφην, ἐντὸς γενέσθαι τοῦ Θεοῦ καὶ Πατρὸς καθ’ ἔτερον ἡμᾶς τρόπον, πλὴν ὅτι διὰ μόνης τῆς αὐτοῦ μεσιτείας. Αὐτῷ τοιγαροῦν ἡ δόξα καὶ τὸ κράτος, ὁμοῦ τῶ παναγίῳ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
44tΠερὶ μοσχοποιίας τοῦ Ἰσραήλ.
45 Οἱ νόμον οὐκ ἔχοντες εἰς ἐπικουρίαν, τυφλαῖς καὶ ἀκατασκέπτοις θελημάτων τροπαῖς πρὸς πᾶν ὁτιοῦν ἀποφέρονται, καὶ λίαν εὐκόλως, τῶν ἀπηχθημένων, καὶ ἐν αἰτίᾳ πολλῇ παρὰ τῷ Θεῷ καὶ ἀνθρώποις, κἂν εἰ πολὺ φαίνοιντο νοσοῦντες τὸ ἀμωμήτως ἔχειν·

69

.

524

(50)

μᾶλλον δὲ κἂν εἴπερ εἴη τι καὶ τῶν ἄγαν ἐκτοπωτά‐ των, τοῦτο καὶ θαυμάζειν καὶ ἐπαινεῖν ἀξιοῖς, καὶ διακρίνειν οὐκ οἶδεν ὅ τί ποτέ ἐστιν ἀξιόληπτον ἀλη‐ θῶς ἢ τὸ ἐναντίον αἰσχρὸν καὶ ὕποπτον. Ὅνπερ γὰρ τρόπον ὀλκάδες αἱ τὴν μεγάλην ταύτην καὶ εὐ‐
55ρύχωρον διαθέουσαι θάλασσαν, εἰ μὲν εὔχειρά τε καὶ ἀριστοτέχνην ἔχοιεν τὸν τοῖς πηδαλίοις ἐφεστηκότα,
τὸν ἐπ’ εὐθὺ διᾴττουσι δρόμον. Εἰ δὲ δή τις εἴη τῶν521

69

.

525

οὐ λίαν εὐτεχνεστάτων, διαῤῥιπτοῦνται πανταχῆ, μονονουχὶ προσνεύουσαι τῷ προσωθοῦντι κύματι, ὅποιπερ ἂν δύναιτο περιελαύνειν αὐτάς· οὕτω καὶ ἡ ἀνθρώπου ψυχὴ, νόμον οὐκ ἔχουσα τὸν ἐφεστηκότα,
5πρὸς πᾶν αὐτῇ δοκοῦν ἀπονεύει ῥᾳδίως, καὶ τοῖς τῶν ἰδίων ἡδονῶν καταμεθύει κύμασι. Τοῦτο πεπονθότα τὸν Ἰσραὴλ εὑρήσομεν. Βεβηκότα γὰρ οὔπω τὸν νοῦν εἰς εὐσέβειαν ἔχων, οὔτε μὴν ἐρηρεισμένην μετὰ Θεοῦ τὴν καρδίαν, ἀνόπιν ὥσπερ ἰὼν κατεφω‐
10ρᾶτο πάλιν, καὶ τῆς ἐπαράτου καὶ βδελυρᾶς εἰδωλο‐ λατρείας ἠγαπηκὼς τὰ ἐγκλήματα. Τοιγάρτοι περὶ αὐτῶν καὶ αὐτὸς ἔφασκεν ὁ Σωτήρ· «Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρ‐ χεται δι’ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ
15οὐχ εὑρίσκει, καὶ, Ὑποστρέψω, φησὶν, εἰς τὸν ἴδιον τόπον. Καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, σεσαρωμένον καὶ κεκοσμημένον· τότε πορεύεται, καὶ λαμβάνει ἕτερα ἑπτὰ πνεύματα πονηρότερα ἑαυτοῦ. Καὶ εἰσ‐ ελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ
20ἀνθρώπου ἐκείνου, χείρονα τῶν πρώτων.» Εἶτα τού‐ τοις προστιθεὶς, «Ἀμὴν, φησὶ, λέγω ὑμῖν, οὕτως ἔσται τῇ πονηρᾷ ταύτῃ γενεᾷ.» Ἀπελήλατο μὲν γὰρ ἐν ἀρχαῖς τὸ πνεῦμα τὸ πονηρὸν, ὅτε τεθύκασι τὸν ἀμνὸν εἰς τύπον τοῦ Χριστοῦ· κατεχρίσθησαν τε
25τῷ αἵματι, καὶ διέδρασαν τὸν ὀλοθρευτήν. Ἀλλ’ ἰδοὺ πάλιν εἰσπέπεκε, καὶ πολὺ χειρόνως ἢ πάλαι, εἴπερ ἐστὶν ἀληθὴς ὁ λέγων περὶ τῶν τὰ τοιάδε νοσεῖν ᾑρη‐ μένων· «Κρεῖσσον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω
30ἀνακάμψαι ἀπὸ τῆς δοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς Παροιμίας· «Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα·» καὶ, «Ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» Ἐξ αὐτῶν δὲ τῶν τετολμη‐ μένων καταθρήσαιτό τις ἂν, ὅτι τῶν ἰδίων ἐμέτων
35ἥπτοντο πάλιν, καὶ τοῖς ἄνωθεν ἐγκυλινδεῖσθαι βορ‐ βόροις ἐξ ὑποστροφῆς ἐμελέτων. Γέγραπται γὰρ, ὅτι «Καὶ ἰδὼν ὁ λαὸς ὅτι κεχρόνικε Μωσῆς καταβῆ‐ ναι ἐκ τοῦ ὄρους, συνέστη ὁ λαὸς ἐπ’ Ἀαρὼν, καὶ λέγουσιν αὐτῷ· Ἀνάστηθι, καὶ ποίησον ἡμῖν θεοὺς,
40οἳ προπορεύσονται ἡμῶν. Ὁ Μωσῆς οὗτος ὁ ἄνθρω‐ πος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. Καὶ λέγει αὐτοῖς ὁ Ἀαρών· Περι‐ έλεσθε τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶ τῶν γυναι‐ κῶν ὑμῶν καὶ τῶν θυγατέρων, καὶ ἐνέγκατέ μοι.
45Καὶ περιείλοντο πᾶς ὁ λαὸς τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶ τῶν γυναικῶν αὐτῶν, καὶ ἤνεγκαν πρὸς Ἀαρών. Καὶ ἐδέξατο ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἔπλασεν αὐτὰ ἐν τῇ γραφίδι, καὶ ἐποίησεν αὐτοῖς μόσχον χωνευτόν. Καὶ εἶπαν· Οὗτοι οἱ θεοί σου,

69

.

525

(50)

Ἰσραὴλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. Καὶ ἰδὼν Ἀαρὼν, ᾠκοδόμησε θυσιαστήριον ἀπέναντι αὐτοῦ, καὶ ἐκήρυξεν Ἀαρὼν, λέγων· Ἑορτὴ τοῦ Κυρίου αὔριον. Καὶ ὀρθρίσας τῇ ἐπαύριον ἀνεβίβασεν ὁλοκαυτώματα, καὶ προσήνεγκε θυσίαν σωτηρίου,
55καὶ ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστη‐ σαν παίζειν.» Ὁ μὲν θεσπέσιος Μωσῆς, τοὺς εὖ
μάλα μυσταγωγούμενος νόμους, ἐποιεῖτο τὰς διατρι‐523

69

.

528

βὰς ἐν τῷ ὄρει Σινᾷ. Οἱ δὲ πρὸς τὴν μέλλησιν αὐτοῦ ἀσυνέτως ὀλιγωρήσαντες, φρενοβλαβεία[ι]ς εἰς τοῦτο κατωλίσθησαν, ὥστε καὶ ὅτι γεγόνασιν ὑπὸ Θεῷ τῷ πάντα ἰσχύοντι τάχα που λοιπὸν μηδὲ εἰδέναι παν‐
5τελῶς· καίτοι καὶ ἐν εἴδει πυρὸς ἐπ’ ὄρους Σινᾶ τε‐ θεαμένοι, καὶ φωνῆς αὐτήκοοι γεγονότες, καὶ μεσι‐ τεύειν αὐτοῖς λελιπαρηκότες Μωσέα. Ἀλλ’, Ὦ τῆς εἰς λῆξιν ἀσυνεσίας ἔμπλεοι, φαίη τις ἂν αὐτοῖς καὶ κεχρόνικεν ὁ Μωσῆς. Εἶτα τί τοῦτο πρὸς τὸν Θεὸν
10ἀεὶ συνόντα τοῖς ἐπὶ τῆς γῆς, κἂν εἰ μὴ ὁρῷτο τυ‐ χόν; Ἀνακεκραγέτω τοίνυν ὁ θεσπέσιος Δαβίδ· «Γε‐ νεὰ σκολιὰ καὶ παραπικραίνουσα.» Καὶ πρός γε τοῦτο Μωσῆς· «Ἐπελάθου Θεοῦ τρέφοντός σε.» Ποίων δὲ ἐδεῖτο θεῶν, ὁ παραδόξως οὕτω λελυτρω‐
15μένος, δι’ ὃν ἡ χάλαζα καὶ ὁ τριήμερος σκότος τῆς τῶν Αἰγυπτίων κατεχεῖτο γῆς, δι’ ὃν ἀπολώλασι ἐν νυκτὶ μιᾷ τὰ πάντων πρωτότοκα; ᾧ ἡ ἀγρία καὶ ἀνουθέτητος θάλασσα τὴν τῶν διωκόντων ὠμότητα διαδιδράσκειν ἐδίδου; Ἀλλ’ εἴ τις ἕλοιτο τὰ καθ’
20ἕκαστα· λέγειν, μακρὸν ἐφ’ ἅπασι δαπανήσει λόγον. Μέλλοντος δὴ οὖν τοῦ πανσόφου Μωσέως, ἐπεφύοντα τῷ Ἀαρών. Ὁ δὲ ἀφόρητον ἤδη πως τεθεαμένος τὴν ἔφοδον (ἀνακεκράγεισαν γάρ· «Ποίησον ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν),» προσκομίζειν ἐκέ‐
25λευσε τά τε τῶν γυναικῶν καὶ τῶν θυγατέρων ἐν‐ ώτια. Οἱ δὲ προσῆγον εὐθύς· ὅτι πεπτώκασιν εἰς τὴν ἐν Αἰγύπτῳ πλάνησιν, καὶ ταῖς ἀρχαίαις ὠλίσθησαν ἀβουλίαις, δι’ αὐτοῦ τοῦ πράγματος κατέδειξεν Ἀα‐ ρὼν, ἐν εἴδει τοῦ μόσχου διαπλάσας αὐτοῖς τὸ προσ‐
30κυνούμενον ἄγαλμα. Μόσχος γὰρ ἦν ἐν Αἰγύπτῳ τὸ σέβας αὐτοῖς τε τοῖς Αἰγυπτίοις, καὶ τοῖς τὴν ἐκείνων ἀπάτην ἠῤῥωστηκόσιν. Ὁρᾷς οὖν ὅπως ὑποφέρονται εἰς τὸ ἐν ἀρχαῖς. Εἰσέφρησε πάλιν τὸ ἀκάθαρτον πνεῦμα· καὶ γέγονεν αὐτοῖς κατὰ τὴν τοῦ Σωτῆρος
35φωνὴν, «χείρονα τῶν πρώτων, τὰ λοίσθια.» Οἶμαι δὲ ὅτι λίαν οἰκονομικῶς ὁ θεσπέσιος Ἀαρὼν ἐζή‐ τησε τὰ ἐνώτια, μονονουχὶ διὰ τούτου σημαίνων, ὅτι τοῦ καθήκοντος κόσμου τὴν ἑαυτῶν σεσυλήκασιν ἀκοήν· ἔχοντες μὲν οὐκέτι τὸ εὐπειθὲς, παρενηνεγ‐
40μένοι δὲ μᾶλλον εἰς θεομισῆ καὶ βέβηλον ἀπείθειαν. Θεοῦ γὰρ λέγοντος, «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ,» εἶτα τοὺς λόγους κατακροτήσαντες, καὶ τῇ παγκάλῳ ψήφῳ τιμήσαντες, εἰρηκότες τὸ, Πάντα ὅσα εἶπεν ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα·
45θεοὺς ἐζήτουν γλυπτούς. Ὁρᾷς ὅπως ἀποβεβλήκασι τὸ εὐήκοον; Καὶ τοῦτο, οἶμαι, τῶν ὤτων ὁ κόσμος. Θέα δὲ, ὅπως καταμειδιᾷ τῶν ἐγχειρημάτων ὁ Ἀα‐ ρών. Ἐπιδείξας γὰρ αὐτοῖς τὸ ἐν εἴδει μόσχου πε‐ ποιημένον ἄγαλμα, προσεφώνει λοιπόν· «Οὗτοι οἱ

69

.

528

(50)

θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰ‐ γύπτου.» Ἀλλ’ οὐκ ἐν μόσχῳ λελύτρωται (πῶς γὰρ ἢ πόθεν), ἀλλ’ «ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ,» καὶ ἐν σημείοις καὶ τέρασιν. Οὐκοῦν ὡς εἰς ἀνάμνησιν τῶν παρὰ Θεοῦ γεγονότων, κατειρω‐
55νεύεται λέγων· «Οὗτοι οἱ θεοί σου, Ἰσραήλ.»
Προσῆγεν δὲ καὶ θυσίας· ἔφαγον δὲ καὶ πεπώκασιν525

69

.

529

ὡς ἐν ἑορτῇ, «Καὶ ἀνέστησαν παίζειν.» Ἕψεται γὰρ ἀποστάσει τῇ παρὰ Θεοῦ τὸ ἐνδεσμεῖσθαι τοῖς σαρκικοῖς, καὶ τρυφὴν ἡγεῖσθαι τὴν ἀκαθαρσίαν, καὶ τέρψιν οἴεσθαι καλὴν καὶ ἡδεῖαν, τὰ ἐφ’ οἷς ἦν αὐ‐
5τοὺς κατοιμώζειν ἄξιον. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος, τοῖς σαρκικοῖς ἐγκλήμασιν ἐναρίθμιον ἐτί‐ θει τὴν ἀκάθαρτον εἰδωλολατρείαν· «Φανερὰ γάρ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι, πορνεία, ἀκα‐ θαρσία, ἀσέλγεια, εἰδωλολατρεία.» Προμνήστρια
10γὰρ καὶ τῶν ἔτι χειρόνων ἡ πλάνησις· καὶ τὸ ἔξω φέρεσθαι Θεοῦ, νοσεῖν ἀναγκάζει τὰ πάντων αἴσχι‐ στα τῶν κακῶν. Οἱ μὲν γὰρ ἐχόρευον, ἀνιέντες, οἶ‐ μαί που, τὰς ἐπιδείπνους ᾠδὰς, δρῶντές τε καὶ λέγοντες ἃ τῶν μεθυόντων ἐστὶν ἐγκλήματα. Ἀγνο‐
15οῦντι δὲ τὰ τετολμημένα τῷ θεσπεσίῳ Μωσῇ φανερὰ καθίστησι Θεὸς, οὕτω λέγων· «Βάδιζε, τὸ τάχος ἐν‐ τεῦθεν κατάβηθι· ἠνόμησε γὰρ ὁ λαὸς, ὃν ἐξήγαγες ἐκ γῆς Αἰγύπτου. Παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς. Ἐποίησαν ἑαυτοῖς μόσχον, καὶ
20προσεκύνησαν αὐτῷ, καὶ τεθύκασιν αὐτῷ, καὶ εἶπαν· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. Καὶ νῦν ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ εἰς αὐτοὺς, ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα. Καὶ ἐδεήθη Μωσῆς ἐναντίον
25Κυρίου τοῦ Θεοῦ αὐτοῦ.» Ἀκούεις ὅπως ἐλαφρὸν καὶ εὐπαράφορον ὄντα τὸν Ἰσραὴλ, καὶ πολὺ λίαν εὐπετῆ εἰς ἀπόστασιν; Οὐδὲ λαὸν «ἴδιον» ὀνο‐ μάζειν ἀξιοῖ· ἀλλὰ καίτοι διορισάμενος τὸν νόμον αὐτὸς, Μωσεῖ τὸ χρῆμα προσνέμει. «Παρέβησαν γὰρ,
30φησὶ, ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς.» Ταύτῃ‐ τοι καὶ ὁ Χριστὸς τοῖς τὰ ἴσα πεφρονηκόσι, καὶ τῆς ἀσεβείας τὴν δόκησιν ὑποπλαττομένοις, ἀγαθουργεῖν δὲ κατ’ ἀλήθειαν οὐ μεμελετηκόσιν, ἐπὶ τοῦ θείου βήματος ἐρεῖν ἔφη τὸν Κριτήν· «Ἀπόστητε ἀπ’
35ἐμοῦ, ἐργάται ἀνομίας, οὐκ οἶδα ὑμᾶς.» Οὐκοῦν Θεῷ γνώριμοι, καὶ λαὸς αὐτοῦ κατὰ ἀλήθειαν εἶεν ἂν, οἱ τῆς εἰς αὐτὸν ἀγάπης ἀδιασπάστως ἐχόμενοι, καὶ τὸ ἐν πίστει γνήσιον ἀποσώζοντες, καὶ ἐρηρει‐ σμένοι πρὸς ἀγαθουργίαν, καὶ τὰ ἐκ τῆς ἐλαφρίας
40ἐγκλήματα παρωθούμενοι. Πλὴν ἐλιπάρει Μωσῆς, καὶ ἀνακόπτεσθαι τὴν ὀργὴν τὴν κατὰ πάντων ἠξίου. Ἔδει γὰρ, ἔδει τὸν μεσιτεύοντα μιμεῖσθαι Χριστὸν, ὃς τὴν ἄνωθεν ἐφ’ ἡμᾶς οὖσαν ὀργὴν διὰ πολλὴν ἁμαρτίαν ἀπεσόβησεν, ὡς Υἱὸς τὴν ἐν πίστει δικαίω‐
45σιν τοῖς ἡμαρτηκόσι δωρούμενος. Τύπος οὖν ἄρα τῆς διὰ Χριστοῦ μεσιτείας, καὶ τοῦτο δὴ πάλιν. Καὶ ὁ μὲν θεσπέσιος Μωσῆς ταῖς ἱκεσίαις ἀποστᾷ τὸ ἀπό‐ τομον τῆς ὀργῆς· εἶτα κάτεισιν ἐκ τοῦ ὄρους. Ἐπειδὴ δὲ χορευόντων ἐπύθετο, καὶ τὰς τῶν μεθυόντων εἰς

69

.

529

(50)

οὖς ἐδέχετο φωνὰς, καταῤῥήγνυσι τὰς πλάκας ἐγκε‐ κολαμμένων αὐτοῖς τῶν νόμων, οὐκέτι παιδαγωγίας ἀξιῶν ὡς ἀπειθεῖς καὶ ἀγνώμονας, ἢ ὀλιγογνώμονας, καὶ κομιδῇ μὲν εὐπάροιστον ἐφ’ ἃ μὴ προσῆκεν ἔχοντας νοῦν, ταχεῖαν δὲ οὕτω τὴν ἀπόστασιν πεποιη‐
55μένους. Ἐπειδὴ δὲ ἧκεν εἰς τὴν συναγωγὴν, συντρί‐ βει τὸν μόσχον. Εἶτα καθιεὶς εἰς ὕδωρ, πεπότικεν
αὐτὸ, φησὶ, τοὺς υἱοὺς Ἰσραήλ· μονονουχὶ διὰ τού‐527

69

.

532

του σημαίνων, ὅτι καὶ αὐτῶν ἡπάτων καὶ σπλάγχνων τῶν ἐν αὐτοῖς ἅψεται τὸ δυσσέβημα· οἶμαι δὲ ὅτι κἀκεῖνο τάχα που καταμηνύων αὐτοῖς, ὅτι τῆς βεβή‐ λου καὶ βδελυρᾶς εἰδωλολατρείας ἐκμεμεστωμένην
5ἔχουσι τὴν καρδίαν. Προσκαλεσάμενος δὲ τοὺς ἐξει‐ λεγμένους, ἀναιρεῖν ἐκέλευε τοὺς ὅτι μάλιστα τῶν ἄλλων αἰτιωτάτους, καὶ ἀδελφοῦ, καὶ γείτονος, καὶ γνωρίμων ἠφειδηκότας. Καὶ δὴ καὶ πεπτώκασι χι‐ λιάδες τρεῖς καὶ εἴκοσιν. Ἐπειδὴ δὲ συμμέτρους
10ἐζήτησε δίκας τοὺς ἀναίδην οὕτω δεδυσσεβηκότας, ὑπονοστεῖ πρὸς Θεὸν, καὶ τὰς ὑπὲρ τῶν ἑτέρων ποιεῖ‐ ται λιτάς. Τότε δὴ μόλις αὐτῷ κατανεύει Θεὸς, συν‐ έσεσθαι λέγων ἥκιστα μὲν αὐτὸς, συναποστελεῖν δὲ μᾶλλον αὐτοῖς ἄγγελον ἐπιστάτην καὶ καθηγησόμενον
15τῆς ὁδοῦ. Καὶ πρός γε δὴ τούτῳ κατοιμώζει μὲν ὁ λαός· προσέταττε δὲ Θεὸς, ἀφελέσθαι τὰς στολὰς καὶ πάντα τὸν κόσμον, ἰέναι τε οὕτως ἐν κατηφείᾳ. Οὗ καὶ εἰς πέρας ἐνηνεγμένου, λαβὼν, φησὶ, Μωσῆς τὴν σκηνὴν αὐτοῦ, ἔπηξεν ἔξω τῆς παρεμβολῆς. Καὶ
20οὕτω μὲν τῆς ἱστορίας ὡς ἐν βραχέσιν ὁ λόγος. Εὐ‐ ρήσομεν δὲ τοὺς ἐξ Ἰσραὴλ τὰ ἴσα τετολμηκότας, ὅτε καθ’ ἡμᾶς γέγονεν ἄνθρωπος ὁ Μονογενής. Ἐκάλει μὲν γὰρ εἰς βασιλείαν οὐρανῶν, καθὰ πάλαι διὰ Μω‐ σέως εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἐλευθερώσειν [δὲ]
25ἐπηγγέλλετο τοὺς εἰς αὐτὸν πιστεύοντας. Ἠλευθέρου γὰρ καὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ τῆς Αἰγύπτου πλεονεξίας καταδεξαμένους ἐν πίστει τὴν δι’ αἵματος σωτηρίαν. Τεθύκασι γὰρ τὸν ἀμνὸν, ὡς ἐν τύποις, ἔτι τοῦ Χριστοῦ πληροῦντος τὸ μυστήριον. Ἀλλ’ οἱ
30νόμον ἔχοντες τὸν παιδαγωγοῦντα καλῶς διὰ σκιᾶς καὶ τύπων ἐπὶ Χριστὸν, ἢ τοὺς τοῦ Μωσέως ἄνω τε καὶ κάτω προϊσχόμενοι λόγους, καὶ αὐτοῦ Μωσέως ἠφειδηκότες (ἐτράποντο γὰρ εἰς διδασκαλίαν καὶ ἐντάλματα ἀνθρώπων), τῆς ὑπὸ Θεῷ λατρείας ἀπ‐
35εσείοντο τὸν ζυγόν. Προσήκαντο γὰρ οὐδαμῶς τὸν δι’ οὗ τῶν ὅλων κρατεῖ, τουτέστι Χριστόν. Καὶ τίς ἡ πρόφασις; Ἀπονενεύκασι γὰρ εἰς ἀπάτην κοσμικὴν, καὶ τὰς ἐν τῷδε τῷ βίῳ τέρψεις τῆς προὐργιεστέρας ποιοῦνται σπουδῆς, προσκεκρούκασιν εἰκότως. Κε‐
40κλημένοι γὰρ εἰς τοὺς γάμους, οὐκ ἤθελον ἐλθεῖν, γυναίων τε καὶ ἀγρῶν προϊσχόμενοι κτήσεις. Καὶ ἦν μὲν ἤδη καιρὸς, δυσσεβείας εἰς τόδε κατολισθήσαντες, τὴν εἰς ἅπαν ὀργὴν ὑπομεῖναι τὸν Ἰσραήλ. Ἀλλὰ τῶν ἁγίων λιταὶ σεσώκασι τὸ κατάλειμμα· πλὴν εἰς
45πολλοὺς ἡ δίκη. Πεπτώκασι γὰρ, μαχαίραις καὶ πο‐ λέμῳ πικρῷ δαπανώμενοι, ἐγνώκασι μόλις ὅτι ἐν αὐτοῖς ἐκβέβηκε κακοῦ τῆς εἰς Χριστὸν παροινίας τὰ ἐγκλήματα. Ἀποβεβληκότες δὲ ὥσπερ τῆς ἀρχαίας ἐκείνης εὐκλείας τὴν περιστολὴν, καὶ πάντα κόσμον

69

.

532

(50)

πνευματικὸν, πολὺ νοσοῦσι τὸ ἄχαρι, καὶ γυμνοὶ μὲν ἁπάσης διατελοῦσι δόξης. Ὅτι δὲ καὶ αὐτὸς αὐτῶν ἀποπεφοίτηκεν ὁ Χριστὸς, ὑπέφηνεν ὁ Μωσῆς, μακρὰν τῆς παρεμβολῆς μεθιστὰς τὴν ἑαυτοῦ σκηνὴν κατα‐ λελειμ[μ]ένην. Πῶς γὰρ ὁ Χριστὸς τὰς τῶν Ἰουδαίων
55ἀγέλας, ἤτοι τὰς παρεμβολὰς, καὶ τῆς ἐκείνων πλη‐ θύος ἀποδεδραμηκὼς τρόπον τινὰ καὶ ἀποτάτω χωρῶν,
σκηνὴν ἀκατάσειστον τὴν ἐξ ἐθνῶν ἀνέδειξεν. Ἐκ‐529

69

.

533

κλησίαν· ἢν καὶ ἰδίαν αὐτὸς ἀποφαίνων, διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς ὧδέ πού φησι· «Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.» Ἔδει τοίνυν καὶ κόσμου καὶ δόξης ὁρᾶσθαι λοιπὸν ἀπημφιεσμένους, τοὺς οὐκ
5ἔχοντας τὸν Ἐμμανουὴλ, τὸν τῆς δόξης Κύριον, τὸν τοῖς ἀγαπῶσιν αὐτὸν, τὸν ἐκ πίστεως καὶ ἀρετῶν περιτιθέντα κόσμον· ὡς ἐπὶ τούτῳ δὴ λίαν ἡσθέντας εἰπεῖν· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐ‐
10φροσύνης. Ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ.» Ἐκπρεπὲς γὰρ δὴ λίαν τὸ κάλλος, δῆλον δὲ ὅτι τὸ ἐν Χριστῷ τὸ νοη‐ τόν· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἀγίῳ Πνεύματι νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
14tΠερὶ τοῦ καλύμματος τοῦ ἐν τῷ προσώπῳ Μω‐
15tσέως.
16 «Ἆρά γε γινώσκεις ἃν ἀναγινώσκεις;» Πρέποι ἂν εἰκότως τοῖς Ἰουδαίων ἐπιφθέγγεσθαι δήμοις, οἳ πρὸς τοῦτο ἥκειν ἀποπληξίας νοηθεῖεν ἂν, ὡς ἀκαρδίους λοιπὸν παρά γε τοῖς ἱεροῖς ὀνομάζεσθαι λόγοις.
20«Ἰδοὺ γὰρ, φησὶ, λαὸς μωρὸς καὶ ἀκάρδιος. Ὀφθαλ‐ μὸς αὐτοῖς, καὶ οὐ βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούονται.» Ὅτι δὲ ἀνόνητος παντελῶς καὶ ὁ νόμος αὐτοῖς γέγονεν ὁ διὰ Μωσέως, διὰ τὸ τῆς ἐνούσης αὐτοῖς ἀσυνεσίας μέγεθος καὶ αὐτὸς ἡμῖν ὁ Χριστὸς
25παρέδειξε λέγων· «Ἐρευνᾶτε τὰς Γραφὰς, [καὶ] ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν. Καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. Καὶ οὐ θέ‐ λετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε.» Πώρωσις μὲν γὰρ ἀπὸ μέρους ἐγένετο τῷ Ἰσραὴλ, καὶ διὰ τοῦ
30πνεύματος φωτισμὸν οὐκ ἔχοντες, ὀκνηροὶ μὲν ἦσαν περὶ τὴν πίστιν, δυσμετακόμιστοι δὲ κομιδῇ πρὸς τὸ δεῖν ἑλέσθαι καὶ φρονεῖν τὰ εἰς σωτηρίαν χρήσιμα. Ἀλλ’ οὐκ ἔξω δίκης εἶεν ἂν, ὅτι, μετὰ τὸ ἑλέσθαι τὸ ὠφελοῦν, ἐτράποντο μᾶλλον εἰς ἀνουθέτητον ἀπείθειαν·
35καὶ τὸ φῶς ἔχοντες τὸ ἐξ οὐρανοῦ καὶ ἄνωθεν, ἠγάπη‐ σαν μᾶλλον τὸ ὡς ἐν νυκτὶ βαδίζειν καὶ σκότῳ. Τοῦτο καὶ ὁ προφήτης ὑπεσήμηνεν λέγων περὶ αὐτῶν· «Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος· μείναντες αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν.» Μεμε‐
40νήκασι γὰρ τραχεῖς καὶ ἐξήνιοι, καὶ ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὰ λυσιτελῆ, καὶ δι’ ὧν εἰκὸς καὶ λίαν ἀμογητὶ διαδρᾶναι τὸ ἀδικοῦν. Ἐπεφώνει μὲν γὰρ ὁ Χριστός· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Καὶ, «Ἕως οὗ τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ
45φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.» Οἱ δὲ ἦσαν ἐν ἴσῳ τοῖς οὐκ ἔχουσι νοῦν, ἢ φρένας. Τοιγάρτοι καὶ κατελήφθησαν ὑπὸ τῆς σκοτίας, καὶ διατελοῦσιν ὡς ἐν νυκτὶ, ἀμέτοχοι παντελῶς τῆς θείας αὐγῆς, καὶ τὸ φῶς τὸ θεῖον οὐκ ἔχοντες· οὐ συνιᾶσι γὰρ

69

.

533

(50)

παντελῶς τὴν θεόπνευστον Γραφήν. Καὶ διὰ ποίαν αἰτίαν, σαφηνιεῖ λέγων ἡμῖν ὁ θεσπέσιος Παῦλος· «Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἀλλ’
55ἕως σήμερον ἡνίκα ἀναγινώσκεται Μωσῆς, κάλυμμα
ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δ’ ἂν ἐπι‐531

69

.

536

στρέψῃ πρὸς Κύριον, παραιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν. Οὗ δὲ τὸ πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Ἄθρει δὴ οὖν τὸ μυστήριον ἐν τοῖς ἱεροῖς καὶ ἀρχαιοτέροις προσαναλάμπον γράμμασιν.
5Ἔχει δὲ οὕτως· «Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Γράψον σεαυτῷ τὰ ῥήματα ταῦτα· ἐπὶ γὰρ τῶν λό‐ γων τούτων τεθήσομαί σοι διαθήκην καὶ τῷ Ἰσραήλ. Καὶ ἦν ἐκεῖ Μωσῆς ἔναντι Κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Ἄρτον οὐκ ἔφαγε,
10καὶ ὕδωρ οὐκ ἔπιε. Καὶ ἔγραψε τὰ ῥήματα ταῦτα ἐπὶ τῶν πλακῶν τῆς διαθήκης, τοὺς δέκα λόγους. Ὡς δὲ κατέβη Μωσῆς ἀπὸ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες ἐπὶ τῶν χειρῶν Μωσῆ. Καταβαίνοντος δὲ αὐτοῦ ἐκ τοῦ ὄρους, Μωσῆς οὐκ ᾔδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ
15χρωτὸς τοῦ προσώπου αὐτοῦ ἐν τῷ λαλεῖν αὐτὸν αὐτῷ. Καὶ εἶδεν Ἀαρὼν καὶ πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ τὸν Μωσῆν. Καὶ ἦν δεδοξασμένη ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ, καὶ ἐφόβ[ήθ]ησαν ἐγγίσαι αὐτῷ. Καὶ ἐκάλεσεν αὐτοὺς Μωσῆς, καὶ ἐπεστρά‐
20φησαν πρὸς αὐτὸν Ἀαρὼν καὶ πάντες οἱ ἄρχον‐ τες τῆς Συναγωγῆς. Καὶ ἐλάλησε πρὸς αὐτοὺς Μω‐ σῆς, καὶ μετὰ ταῦτα προσῆλθον πρὸς αὐτὸν πάν‐ τες οἱ υἱοὶ Ἰσραήλ. Καὶ ἐνετείλατο αὐτοῖς λέγων πάντα ὅσα ἐλάλησε πρὸς αὐτὸν Κύριος ἐν τῷ ὄρει
25Σινᾷ. Καὶ ἐπειδὴ κατέπαυσε λαλεῖν πρὸς αὐτοὺς, ἐπέθηκεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ κάλυμμα. Ἡνίκα δ’ ἂν εἰσεπορεύετο Μωσῆς ἐναντίον Κυρίου, λαλεῖν αὐτῷ, περιῄρει τὸ κάλυμμα, ἕως τοῦ ἐκπο‐ ρεύεσθαι. Καὶ ἐξελθὼν ἐλάλει πᾶσι τοῖς υἱοῖς Ἰσ‐
30ραὴλ, ὅσα ἐνετείλατο αὐτῷ ὁ Κύριος. Καὶ εἶδον οἱ υἱοὶ Ἰσραὴλ τὸ πρόσωπον Μωσέως ὅτι δεδόξασται. Καὶ περιέθηκε Μωσῆς κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ, ἕως ἂν εἰσέλθῃ συλλαλεῖν αὐτῷ.» Καταγρά‐ φει μὲν γὰρ τοῖς ἐκ λίθων πυξίοις τὸν νόμον ὁ τῶν
35ὅλων Θεός. Ἐπειδὴ δὲ τῇ τοῦ θείου φωτὸς προσβολῇ κατηγλάϊστο λοιπὸν τὸ Μωσέως πρόσωπον, ἐν ἡμέραις τεσσαράκοντα προσεδρεύοντος, καὶ τῶν ἀνθρωπίνων ἠφειδηκότος αὐτῶν, ἀγνοοῦσι πρὸς τὴν θέαν οἱ ἀπό‐ λεκτοι τῶν ἐξ Ἰσραὴλ, καὶ πρό γε τῶν ἄλλων Ἀαρών.
40Ἀποφοιτῶντας δὲ ἤδη καὶ εἰς φυγὴν τραπομένους, ἐπιστρέφει Μωσῆς, προσελάλει τε οὕτω τοῖς υἱοῖς Ἰσραὴλ, προκαθιστὰς τοῦ προσώπου τὸ κάλυμμα, καὶ τοῦ θείου φωτὸς τὴν προσερχομένην ἀκτῖνα τοῖς κατασκιάσμασι μόλις φορητὴν τοῖς ὄχλοις ἀποτελῶν.
45«Ἀλλ’ ἡνίκα, φησὶν, εἰσῄει πρὸς τὸν Θεὸν, περιῃ‐ ρεῖτο τὸ κάλυμμα.» Σύνες δὲ οὖν ὅπως ταῖς Ἰου‐ δαίων διανοίαις ἀχώρητόν πώς ἐστι καὶ αὐτοῦ τοῦ νόμου τὸ φῶς. Εἰ δὲ νοοῖτο πνευματικῶς τὰ ἐν αὐτῷ γεγραμμένα· ἀποστρέψει γὰρ ἕτερον οὐδὲν,

69

.

536

(50)

ἢ τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ ταῖς τῶν ἀκροω‐ μένων καρδίαις τὸ θεῖόν τε καὶ διειδέστατον ἐνίησι φῶς. Ἀλλ’ οὐκ ἂν τῶν οὕτω σεπτῶν ἀκροᾶσθαι λόγων οἱ ἐξ Ἰσραὴλ, οὐδ’ ἂν συνεῖεν ἀμογητὶ τοῦ μυστηρίου τὸ βάθος. Καὶ μὴν ὁ Νικόδημος ὅτε τὴν
55διὰ πνεύματος ἀναγέννησιν ἠκροᾶτο λέγοντος τοῦ Χριστοῦ, ψυχρῶς τε καὶ ἀδρανῶς ἀναπεφώνηκε,
λέγων· «Πῶς δύναται ἄνθρωπος ἀναγεννηθῆναι533

69

.

537

γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;» Προσετί‐ θει δὲ τούτοις, ἀναπείθοντος αὐτὸν τοῦ Χριστοῦ τὸ χρῆναι πίστει τιμᾷν τὰ ὑπὲρ νοῦν καὶ λόγον· «Πῶς
5δύναται ταῦτα γενέσθαι;» καίτοι τοῦ νόμου διὰ μυρίων ὅσων σχημάτων προαναγράφοντος τὸ μυστή‐ ριον. Οὐκοῦν ἀπαράδεκτον Ἰουδαίοις καὶ αὐτὸ τοῦ νόμου φῶς, καὶ οὐχὶ δὴ μόνοις τοῖς ἀδρανέσι καὶ ἀγελαίοις, ἀλλὰ καὶ αὐτοῖς τοῖς ἀπολέκτοις καὶ ἱε‐
10ροῖς. Ἀκήκοας γὰρ ὅτι τὴν Μωσέως πεφόβηνται δό‐ ξαν σὺν τοῖς πρεσβυτέροις Ἀαρών. Ἐτίθει δὴ οὖν ὁ Μωσῆς χρησίμως σφόδρα τὸ κάλυμμα. Κατασκίασμα γὰρ ὁ νόμος ἔχει, τὸ παχὺ τοῦ γράμματος, καὶ τῆς ἱστορίας τὸ οὐ σφόδρα λαμπρόν. Ἀλλ’ ἐν ὄψει, φησὶ,
15Θεοῦ εἰσερχόμενος ὁ Μωσῆς, περιῄρει τὸ κάλυμμα. Τοῦτό τοι καὶ ἐφ’ ἡμῶν αὐτῶν ἀληθὲς εὑρήσομεν. Ἐνηνεγμένοι γὰρ ὥσπερ ἐν προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, προσκομίζοντος ἡμᾶς τοῦ Χριστοῦ, κατα‐ σκιασμάτων δίχα τὴν Μωσέως ὀψόμεθα δόξαν, πνευ‐
20ματικῶς νοοῦντες τὸν νόμον. «Μεταμορφούμεθα γὰρ ἀπὸ δόξης εἰς δόξαν,» κατὰ τὸ γεγραμμένον. Ὅτι γὰρ ἐν δόξῃ τὸ Χριστοῦ μυστήριον, πῶς ἔστιν ἀμφιβάλλειν, διακεκραγότος ὡδὶ τοῦ μακαρίου Παύλου σαφῶς περί τε τῆς Πρώτης καὶ Δευτέρας Διαθήκης· «Εἰ γὰρ ἡ
25διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον πε‐ ρισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ;» Κατ‐ ήργηται μὲν γὰρ ἡ τοῦ νόμου σκιὰ, καίτοι τῇ δόξῃ τετιμημένη τῇ διὰ Μωσέως, ἤγουν τῇ ἐν προσώπῳ Μωσέως. Μένει δὲ ἀσάλευτα τὰ διὰ Χριστοῦ, καὶ
30πλουτεῖ πάντως τὴν ἀμείνω τῆς ἀρχαιοτέρας δόξαν τε καὶ χάριν. Περιῃρημένων τοιγαροῦν τῶν ἐν νόμῳ κατασκιασμάτων, «τὴν δόξαν Θεοῦ κατοπτριζόμεθα,» κατὰ τὸ γεγραμμένον. Εἰ ἀκούσωμεν ἐν τύπῳ σφα‐ ζόμενον τὸν ἀμνὸν, εὐθέως γινώσκωμεν τὸ μυστήριον,
35γνωρίζοντες ἀμνὸν, ὃς δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἀν‐ έθηκεν ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Κἂν «σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμέ‐ νους ἁγιάζῃ πρὸς τὴν τῆς σαρκὸς καθαρότητα·» πάλιν οὐδὲν ἧττον νοήσωμεν τὴν διὰ Χριστοῦ κάθαρ‐
40σιν, ἣ δι’ ὕδατός τε καὶ πνεύματος, οὐ σαρκικῶν ἡμᾶς ἀπαλλάττουσα ῥύπων, ἀλλὰ τῶν ἐν πνεύματι καὶ ψυχῇ μολυσμῶν τὸν μῶμον ἐκπλύνουσα. Ἡγιά‐ σμεθα γὰρ ἐν Χριστῷ. Προσεποίσομεν δὲ καὶ τοῦτο χρησίμως. Μέχρι γὰρ τούτου τῶν ἐν τῇ Ἐξόδῳ κε‐
45φαλαίων τὴν ἀφήγησιν συμμετρεῖν ἐγνώκαμεν, οὐ πρὸς τὴν τῶν ἐφεξῆς καταναρκήσαντες ἑρμηνείαν, ἀλλ’ ὅτι τοὺς Περὶ τῆς ἐν πνεύματί τε καὶ ἀλη‐ θείᾳ προσκυνήσεως συντιθέντες λόγους, ταῖς καθηκούσαις ἐρεύναις ὑποβεβλήκαμεν αὐτήν τε τῆς ἁγίας σκηνῆς τὴν κατασκευὴν, καὶ ἕκαστα τῶν ἐν αὐτῇ κειμένων, ἁγιαστηρίου τε, φημὶ, καὶ τῆς κιβωτοὺ, τρα‐ πέζης, καὶ λυχνίας, ὡς ἐλλελοιπέναι δοκεῖν τῇ τῶν ἀναγκαίων ἀφηγήσει μηδέν. Δεδαπανήκαμεν γὰρ εἰς

69

.

537

(50)

τοῦτόν γε ἔννατον καὶ δέκατον λόγον. Θεῷ δὲ ἡμῶν δόξα εἰς αἰῶνας τῶν αἰώνων. Ἀμήν.535

69

.

540

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΚΥΡΙΛΛΟΥ
3tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
4tΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ΛΕΥΙΤΙΚΟΝ
5tΒΙΒΛΙΟΝ.
10tὍτι Χριστοῦ τὸ πάθος, σωτήριον.
11 αʹ. Ὁ μὲν τῶν ὅλων Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων· ἀλλ’ ἔκτισε μὲν εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου. «Καὶ οὐκ ἔστιν ᾅδου βασίλειον ἐπὶ τῆς γῆς,»
15καθὰ γέγραπται· «φθόνῳ δὲ διαβόλου θάνατος εἰσ‐ ῆλθεν εἰς τὸν κόσμον.» Ἔχοι δ’ ἂν ἐφ’ ἑαυτῷ καὶ μάλα εἰκότως τὸ ἀληθὲς ὁ λόγος. Οὐ γὰρ ἂν οὕτως εὐκλεᾶ καὶ ἀξιοθαύμαστον τοῖς εὐκόλως φθείρεσθαι πεφυκόσιν ἐναπέθηκεν ὁ Δημιουργὸς, ἀλλὰ παρεισβέ‐
20βληκε μὲν ἐξ ὀργῆς ὁ θάνατος, ὅτι τῆς θείας ἀλ[ο]γή‐ σας ἐντολῆς ἀπονένευκεν εἰς τὸ ἀπειθὲς καὶ δυσ‐ ήνιον ὁ προπάτωρ Ἀδάμ. Ἀνῄρηται δὲ λοιπὸν, καὶ ἐκ μέσου γέγονεν ἐν Χριστῷ δι’ ὑπακοῆς τοῦ ἑνὸς ἀνθρώπου τὰ ἐγκλήματα. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ·
25καὶ μαρτυρήσει γράφων ὁ θεσπέσιος Παῦλος· «Ὥσ‐ περ γὰρ διὰ παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτω‐ λοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπ‐ ακοῆς τοῦ ἑνὸς ἀνθρώπου δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Καταδεδικάσμεθα γὰρ ἐν ἐκείνῳ πρὸς
30θάνατον· ἠλεήμεθα δὲ διὰ Χριστοῦ, καὶ ἀνεκαινίσθη‐ μεν εἰς ζωήν· γέγονε γὰρ ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, καὶ τέθεικε τὴν ψυχὴν ὑπὲρ ἡμῶν· «Καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν,» κατὰ τὰς Γρα‐ φάς. Φαίη δ’ ἂν ὅτι καὶ τὴν κατὰ κόσμον ἁμαρτίαν
35ἀῤῥωστήσαντες ἐν Ἀδὰμ, γεγόναμεν ἐν Χριστῷ θυ‐ σία πνευματικὴ καὶ εὐώδης τῷ Θεῷ καὶ Πατρὶ, καλή τε καὶ εὐπαράδεκτος, καὶ τῆς κατὰ νόμον σκιᾶς πολὺ λίαν ἐν ἀμείνοσιν. Ἀπαρχὴ δὲ ἡμῶν, ὁ Χρι‐
στὸς, καὶ αὐτὸς ἡμῖν ἀνεκαίνισεν τὴν ὁδόν· οὕτω γάρ537

69

.

541

τού φησιν ὁ Δαβὶδ ἐν βίβλῳ Ψαλμῶν πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· «Θυσίαν καὶ προσφορὰν οὐκ ἐθέλησας· σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώ‐ ματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας. Τότε εἶπον·
5Ἰδοὺ ἥκω, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου, ἠβουλήθην.» Καὶ ταυτὶ δὴ πάλιν ἔξεστι καταθρεῖν καὶ ἐκ τῶν γεγραμμένων ἐν τῷ Λευϊτικῷ. Ἔχει δὲ οὕτως· «Ἐὰν δὲ προσφέρῃς θυσίαν πρωτογεν[ν]ημάτων τῷ Κυρίῳ νέα πεφρυγμένα χίδρα ἐρεικτὰ τῷ Κυρίῳ,
10καὶ προσοίσεις τὴν θυσίαν τῶν πρωτογεν[ν]ημάτων, καὶ ἐπιχεεῖς ἐπ’ αὐτὴν ἔλαιον, καὶ ἐπιθήσεις ἐπ’ αὐτὴν λίβανον. Θυσία ἐστί. Καὶ ἀνοίσει ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ, καὶ πάντα τὸν λίβανον αὐτῆς, κάρπωμά ἐστι τῷ Κυρίῳ.»
15 βʹ. Ἐναργὴς οὖν λίαν ὁ τοῦ γράμματος νοῦς, καὶ οὐκ ἂν δέοιτό τινος, καθάπερ ἐγᾦμαι, πόνου πρός γε τὸ δύνασθαι, φημὶ, συνιέναι λεπτῶς. Πλὴν ἐκεῖνο ἐρῶ· Χίδρα λέγεται τὰ ἐξ ὀσπρίων ἄλευρα. Ἐν δέ γε τοῖς τύποις τὸ Χριστοῦ λαμβάνει μυστήριον. Καὶ
20ἔστιν αὐτὸς ἡ ὑπὲρ ἡμῶν θυσία, τὸ πρωτογέν[ν]ημα τὸ πνευματικὸν, τουτέστιν, ἡ τῆς ἀνθρωπότητος ἀπαρχὴ, ὁ πρωτότοκος ἐκ νεκρῶν, ὁ πρῶτος εἰς ἀφθαρσίαν, τὸ οἱονεὶ πρωτόλειον τῶν κεκοιμημένων. Ὡς «κόκκος μὲν τοῦ σίτου» πεσὼν ἐπὶ τὴν γῆν καὶ ἀποθανὼν,
25ἀστάχυος δὲ δίκην πολλοστὸς ἀναφύς. Τοῦτο γὰρ ἡμῖν αὐτὸς ἀφηγεῖτο λέγων· «Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει, ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.» Πλὴν ἀπ‐ έθανεν, οὐ δι’ ἑαυτὸν, ἀλλ’ ἡμῖν. Ἀλλ’ ἡμῖν ὑπεμ‐
30φήνειεν ἀστείως τὸ γράμμα τὸ νομικόν. «Εἰ γὰρ δή τις ἕλοιτο, φησὶ, δωροφορεῖν θυσίαν πρωτο‐ γεν[ν]ημάτων τῷ Κυρίῳ, νέα πεφρυγμένα χίδρα ἐρεικτὰ τῷ Θεῷ.» Ἄθρει δὴ οὖν, ὅπως ἐκ νέων ἡμᾶς προσάγειν καρπὸν προτρέπει Μωσῆς, ἤτοι τὸ
35γράμμα τὸ νομικόν. Ἀπαρχὴ γὰρ, ὡς ἔφην, τῆς εἰς καινότητα ζωῆς ἀνανεουμένης φύσεως Χριστὸς, καὶ ἐν αὐτῷ γέγονε τὰ πάντα καινά.» Πλὴν, οὐκ [ἐκ] μόνου προσφέρεται σίτου τὰ εἰς θυσίαν, ἀλλὰ καὶ ἐξ ὀσπρίων κατερεικτῶν. Ὅνπερ γὰρ τρόπον ἐκ σίτου σεμίδαλιν,
40καὶ οὐκ αὐτὸν ὑγιᾶ τὸν κόκκον ὁλοκαυτοῦν διετύπου· οὕτω κἀνθάδε χρῆναι ποιεῖσθαι κατερεικτὰ, τουτ‐ έστιν, ἀληλεσμένα τὰ ἐξ ὀσπρίων προστέταχεν, ἵνα δὴ φαίνοιτο τῇ θυσίᾳ προσὸν τὸ οἱονεὶ ἐδώδιμον. Κατ‐ ειθίσμεθα γὰρ, οὐχ ὑγιᾶ τὸν κόκκον, συντεθραυσμέ‐
45νον δὲ μᾶλλον ποιεῖσθαι τροφήν. Οὐκοῦν «πρωτο‐ γέν[ν]ημα μὲν, ὁ Χριστὸς, καὶ θυσία τῷ Θεῷ καλὴ» καὶ εὐοσμωτάτη, τροφιμωτάτη δὲ λίαν καὶ ἡμῖν αὐ‐ τοῖς. «Αὐτὸς γάρ ἐστιν ὁ ἄρτος, ὁ ἐξ οὐρανοῦ κατα‐ βὰς, καὶ ζωὴν τῷ κόσμῳ διδούς·» καὶ οἱονείπως

69

.

541

(50)

ἡμῖν ἔδεσμα τὸν αὐτὸν παραθεὶς, καθάπερ σεμί‐ δαλιν ἢ χίδραν. Ἐπιχέεσθαι δὲ τῇ θυσίᾳ δεῖν ἔφη τὸ ἔλαιον, καταπλάττεσθαι δὲ αὐτὴν καὶ λιβανωτῷ προσ‐ τέταχε· τοῦ μὲν ἐλαίου τὸ ὡς ἐν πιότητι καὶ ἱλαρό‐ τητι συμβολικῶς ὑποφαίνοντος· τοῦ δέ γε λιβάνου,
55τὸ ἱερὸν καὶ εὐῶδες ἀστείως ἡμῖν ὑποσημαίνοντος. Γέγονε μὲν γὰρ, ὡς ἔφην, ὑπὲρ ἡμῶν θυσία ὁ Χρι‐
στὸς, καὶ ὡς ἀγρῶν ἀπαρχὴ πρωτογεν[ν]ημάτων πνευ‐539

69

.

544

ματικῶν. Ὅτι δὲ οὐκ εἰς δάκρυον ἤ τε θρῆνος ὁ θά‐ νατος ἦν αὐτῷ, ἐπ’ ἀναιρέσει δὲ μᾶλλον δακρύων καὶ θρήνων καὶ ἐπ’ ἐλπίδι τῇ λίαν ἱλαρωτάτῃ, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; Οὐ γὰρ γέγονε κάτοχος
5ταῖς ᾅδου πύλαις, οὐδὲ μεμένηκε ἐν νεκροῖς. ἀλλ’ εἰ καὶ κατέπιεν ὁ θάνατος ἰσχύσας, κατὰ τὴν τοῦ προ‐ φήτου φωνὴν, ἀλλὰ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς. Πῶς ἢ τίνα τρόπον; Ἀνεβίω
10γὰρ ὁ Χριστὸς, πατήσας τε θάνατον, ἵνα καὶ ἡμᾶς ἀπαλλάξῃ φθορᾶς, καὶ περιστείλας εὖ μάλα τὸν ἐπὶ τούτῳ θρῆνον, χαίροντας ἤδη πως ἀναπείσῃ βοᾷν· «Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, διέῤ‐ ῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐ‐
15φροσύνην.» Οὐκοῦν ἔχοι ἂν εἰκότως τὸ ἱλαρὸν, ἐν ἐλπίδι, τῆς θυσίας ὁ τρόπος. Νοοῖτο δ’ ἂν καὶ ἑτέρως, εἴπερ ἕλοιτό τις. Ἠλεήμεθα γὰρ ἐν Χριστῷ. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ, «Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου.» Ὅτι δὲ οὐκ ἐπί τισιν εὐλόγοις
20αἰτίαις, ἤτοι πλημμελήμασιν, ὁ Χριστοῦ θάνατος, ἀλλ’ εὐσημωτάτη λίαν καὶ ἀμώμητος παντελῶς ὑπὲρ ἡμῶν θυσία (προσκεκόμισται γὰρ, ἵνα καταργήσῃ τὴν ἁμαρτίαν, καὶ τὸν ἐξ αὐτῆς τε καὶ δι’ αὐτὴν θά‐ νατον), διὰ τοῦ λιβάνου συνήσεις· ὁ μὲν γὰρ προ‐
25πάτωρ Ἀδὰμ ταῖς ἐν ἀρχῇ παραβάσεσιν εὖ μάλα πρεπωδεστάτην ἐκομίζετο τὴν ἀράν. Ἐπειδὴ δὲ τὴν κάκοσμον ἀληθῶς προηῤῥώστησεν ἁμαρτίαν, ταύτῃ‐ τοι καὶ δικαίως κατεδικάζετο. Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἐπ’ οὐδενὶ τῶν ἀτόπων κατεγνω‐
30σμένος (οὐ γὰρ ἐποίησεν ἁμαρτίας), καλὴ καὶ εὐώδης γέγονεν ὑπὲρ ἡμῶν θυσία, καὶ νέων ὥσπερ καρπῶν ἀπαρχὴ, καὶ ὡς ἐν εἴδει παντὶ, σίτῳ τε, φημὶ, καὶ ὀσπρίοις. Ἀπέθανε γὰρ ὑπὲρ πάντων μικρῶν καὶ μεγάλων, ἐθνῶν τε καὶ Ἰουδαίων. Γεγόναμεν γὰρ δι’
35αὐτοῦ καὶ ἐν αὐτῷ μνημόσυνον τῷ Θεῷ καὶ Πατρί. Διὰ τοῦτό φησι τὸ Γράμμα τὸ νομικόν· «Καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ, καὶ πάντα τὸν λίβανον αὐτῆς. Κάρπωμα γάρ ἐστι τῷ Κυρίῳ.» Προ[σ]κεκρουκότες μὲν γὰρ διὰ
40πολλῶν ἁμαρτιῶν, μονονουχὶ καὶ ἐξ ὀμμάτων γεγενή‐ μεθα τοῦ Πατρός. Ἐπειδὴ δὲ γέγονεν ὑπὲρ ἡμῶν θυσία Χριστὸς, ἐμνήσθη ἡμῶν, καὶ ηὐλόγησεν ἡμᾶς· «Ηὐλόγησε τοὺς φοβουμένους αὐτὸν τοὺς μικροὺς μετὰ τῶν μεγάλων.» Τοιγάρτοι καὶ δεδιδάγμεθα
45ψάλλειν καὶ λέγειν· «Εὐλογημένοι τῷ Κυρίῳ ἡμεῖς, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.» Καὶ καθ’ ἕτερον δὲ τρόπον τὴν Χριστοῦ θυσίαν ἡμῖν ὁ νόμος διασαφεῖ, λέγων· «Ἐὰν δὲ θυσία σωτηρίου, τὸ δῶρον αὐτοῦ τῷ Κυρίῳ· ἐὰν μὲν ἐκ τῶν βοῶν αὐτῷ προσ‐

69

.

544

(50)

άγῃ, ἐάν τε ἄρσεν, ἐάν τε θῆλυ, ἄμωμον προσάξει αὐτὸ ἔναντι Κυρίου, καὶ ἐπιθήσει τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου, καὶ σφάξει αὐτὸ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ προσχεοῦ‐ σιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστή‐
55ριον, τῶν ὁλοκαυτωμάτων κύκλῳ. Καὶ προσάξουσιν
ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου, κάρπωμα Κυρίῳ τὰ541

69

.

545

στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν τὸ ἐπὶ τῶν μηρῶν, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ. Καὶ ἀνοί‐
5σουσιν αὐτὰ οἱ υἱοὶ Ἀαρὼν, οἱ ἱερεῖς, ἐπὶ τὸ θυσιαστή‐ ριον, ἐπὶ τὰ ὁλοκαυτώματα, ἐπὶ τὰ ξύλα ἐπὶ τοῦ πυρὸς, κάρπωμα ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.» Καὶ οὐχὶ δὴ μόνον ἐκ βοῶν, ἀλλ’, εἰ δή τις ἕλοιτο, καὶ ἐκ προβάτων ὁλοκαυτοῦν, εἴτ’ οὖν ἐξ αἰγῶν τὴν τοῦ
10σωτηρίου ποιεῖσθαι θυσίαν, διὰ τῶν αὐτῶν ἐπράττετο τρόπων, καὶ εἷς ἐφ’ ἅπασιν ἦν τῆς ἱερουργίας ὁ τρόπος. Εἴτε δὴ ἄρσεν εἴη τυχὸν, εἴτε θῆλυ τὸ θῦμα, μώμου δεῖν ἔφη παντὸς ἀπηλλάχθαι παντελῶς. Καὶ τῆς θυ‐ σίας ὁ λόγος, ἐπ’ αὐτὸν ἂν ἴοι τὸν Ἐμμανουήλ. Αὐτὸς
15γὰρ ὁ μόσχος ὁ σιτευτὸς, τὸ ἄμωμον ἱερεῖον, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ὡς ἐν εἴδει χιμάρου δι’ ἡμᾶς σφαζόμενος· χίμαρος γὰρ κατὰ νόμον ὑπὲρ ἁμαρτίας ἐσφάζετο. Πλὴν ὅρα πάλιν ἰσχνῶς τῆς θυ‐ σίας τὸν τρόπον. Ἀκριβολογεῖται μὲν γὰρ οὐ σφόδρα
20τὸ Γράμμα τὸ νομικὸν περί τε ἄρσεν καὶ θῆλυ.» Νοοῖτο δ’ ἂν πάλιν ὡς ἐν ἀμφοῖν ὁ Χριστός. Ἐν ἄρσενι μὲν, ὡς ἡγούμενος ἤτοι καθηγητής. Ἡγεμο‐ νικώτερον γὰρ θατέρου τὸ ἄρσεν, ἐν θήλεσι δὲ ὡς γεγονὼς ὑπὸ νόμον καὶ ἡγούμενος. Ὑπεξούσιον γὰρ
25καὶ ἐν δευτέροις ἀεὶ τὸ θῆλυ τοῦ ἄῤῥενος, εἴπερ ἐστὶν ἀληθῶς ἐν μείοσι καὶ ἐν ὑφιζάνοντι μέτρῳ. Πλὴν ἄμωμον τὸ ἱερουργούμενον. Τοιοῦτος δὲ ὁ Χριστός. Τοιγάρτοι ἔφασκεν· «Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.» Καὶ μέντοι
30πρὸς Ἰουδαίους τὸ εἰσάπαν ἀμώμητον, ἀπόδειξιν ἐποιεῖτο τὴν θείαν αὐτοῦ φύσιν, λέγων· «Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ ἀλήθειαν λέγω, τί ὑμεῖς οὐ πιστεύετέ μοι;» Ἄμωμον οὖν ταύτῃ τὸ ἱερὸν θῦμά ἐστι. Ἐσφάζετο μὲν ἔναντι Κυρίου παρὰ
35τὰς θύρας τῆς σκηνῆς, ἐπενηνεγμένων αὐτῷ τῶν χειρῶν τοῦ προσκεκομικότος. Εἶτα τοῦ αἵματος τῇ τοῦ θυσιαστηρίου βάσει προσχεομένου, ὁλοκαυτοῦν ἔφη δεῖν τὰ ἐντόσθια. Πέπρακται μὲν γὰρ ἐν ὀφθαλμοῖς ὥσπερ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ τοῦ Υἱοῦ θάνατος, ὑπὲρ
40τῆς τοῦ κόσμου ζωῆς τὴν ἑαυτοῦ τιθέντος ψυχήν. Εἰ γάρ ἐστιν ἀληθὴς ὁ λέγων· «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ·» πῶς οὐκ ἂν αὐτὸν ἀξιώσειε τῆς ἰδίας ἐπισκοπῆς τὸν τοῦ Υἱοῦ θάνατον ὁ Θεὸς καὶ Πατήρ; Τιμᾷ γὰρ πάντως καὶ ἐποπτείας
45ἀξιοῖ· ἀποστρέφεται δὲ πάλιν τὸ βδελυρὸν καὶ ἀπ‐ ηχθημένον. Οὐκοῦν ὅτι μὴ ἀκλεὴς ὁ θάνατος, παρα‐ δείξειεν ἂν εὐθὺς, τὸ καὶ αὐτὸν αὐτόπτην λαχεῖν τὸν Πατέρα. Παρ’ αὐταῖς δὲ ταῖς ἱεραῖς ἐσφάζετο θύραις. Ἀπέθανε γὰρ ὁ Ἐμμανουὴλ, ἀνευρύνων ὥσπερ

69

.

545

(50)

ἡμῖν τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσδρομὴν, καὶ τῆς ἄνω καὶ ἐν οὐρανοῖς Ἐκκλησίας ἀνοιγνὺς τὰς θύρας τοῖς εἰς αὐτὸν πιστεύουσιν. Κερδαίνομεν τοίνυν ἐν θανάτῳ τοῦ Χριστοῦ τὸ καὶ εἰς αὐτὴν ἐλάσαι λοιπὸν τὴν ἁγίων σκηνὴν, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄν‐
55θρωπος, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, τὴν ἄνω καλ‐ λίπολιν, τὴν τῶν ἁγίων μητέρα, καὶ ἀγγέλων τρο‐
φόν. Ὅτι δὲ ἅγιος ἔσται καὶ ἱερὸς ὁ Χριστοῦ θάνατος,543

69

.

548

ὑπεμφήνειεν ἂν τὸ, [ἑ]αυτῷ χρῆναι προσχεῖσθαι λέ‐ γειν τῷ θυσιαστηρίῳ τὸ αἷμα.» Κατασημήνειε δ’ ἂν καὶ ἑτέρως, ὅτι τέθεικε τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῆς Ἐκκλησίας. Τύπος μὲν γὰρ τῆς Ἐκκλησίας τὸ θυ‐
5σιαστήριον, ψυχῆς δὲ τὸ αἷμα. Ἡ δὲ τῶν ἐνδοσθίων ἀνάθεσις, ἤτοι καθιέρωσις, πιμελῆς δὲ, λέγω, ἥπατός τε καὶ νεφρῶν, ὑποδηλοῖ πάλιν, ὅτι καὶ ἅγια, καὶ ἱερὰ, καὶ εὐώδη πάντα τὰ ἐν Χριστῷ. Ἐν ἥπατι μὲν γὰρ, τὰς ἐφ’ ὁτιοῦν ἐπιθυμίας ἤτοι ὀρέξεις γίνεσθαί
10φασιν οἱ ταῦτα σοφοί. Νεφρὸς δὲ δὴ πάλιν, μόριόν ἐστιν ἐν σώματι, διακριτικὴν ἔχον τὴν ἐνέργειαν. Ἀποκρίνει γὰρ τοῦ χρησίμου τὸ περιττόν. Τοιοῦτον δέ τι καὶ ἐν ἡμῖν αὐτοῖς ὁ νοῦς ἐργάζεται. Κιβδηλεύει μὲν γὰρ, εἴπερ ἐστὶ σοφὸς, τὸ ἀδικεῖν πεφυκός· προσ‐
15ίεται δὲ καὶ λίαν ἀσμένως τὸ τελοῦν εἰς ὄνησιν. Ψάλ‐ λει δέ που καὶ ὁ μακάριος Δαβὶδ, ὡς ἐκ προσώπου τοῦ Χριστοῦ· «Ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μού ἐστι.» Καὶ πάλιν· «Ὅτι σὺ ἐκτήσω νεφρούς μου, Κύριε.» Ὅτι δὲ καὶ ἀρετῆς ἀνάμεστος τῆς θεοπρε‐
20τοῦς ὁ Ἑμμανουὴλ, παραδείξειεν ἂν ὡς ἐν τύπῳ πάλιν ἡ «πιμελή.» Ὥσπερ γὰρ ἐν τοῖς ἄριστα τεθραμ‐ μένοις τῶν ζώων ἡ πιμελὴ γίνεται· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον εἰς νοῦν ἀρετὴ τροφὴν ἔχοντα τὴν ἐξ οὐρανοῦ. Ἅγιος δὴ οὖν καὶ ἀμώμητος ὁ Χριστὸς, καὶ
25ἀρετῆς ἔμπλεως, ἱερὸς καὶ εὐώδης, ὁλοκαύτωμα νοητὸν, καὶ ὡς ἐν εἴδει παντὶ προσενηνεγμένον, μόσχῳ τε, φημὶ, καὶ κριῷ, καὶ αἰγί. Σωτήριος γὰρ γέγονεν ὑπὲρ ἡμῶν θυσία τε, καὶ δέδωκεν ἑαυτὸν ὑπὲρ πάντων εἷς, ὁ πάντων ἀντάξιος. Δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ
30καὶ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶ‐ νας τῶν αἰώνων. Ἀμήν.
32tὍτι τῆς μυστικῆς εὐλογίας ἐν μεθέξει γεγονό‐
33tτες, ἅγιοι καὶ ἱεροὶ πάντη καὶ πάντως ἐσόμεθα.
34Ταμίαι γεγόνασι τῶν τοῦ Σωτῆρος ἡμῶν μυστη‐
35ρίων οἱ θεσπέσιοι μαθηταὶ, καὶ οὐχ ἑαυτοῖς ἁρπά‐ ζοντες τὴν τιμὴν, οὔτε μὴν αὐτόκλητοι παρὰ τοῦτο ἰόντες· προκεχειρισμένοι δὲ μᾶλλον εἰς ἀποστολὴν, καὶ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν ἱερουργεῖν ἐπιτε‐ ταγμένοι τὸ σωτήριον κήρυγμα, τουτέστι, τὸ Εὐαγγέ‐
40λιον τοῦ Χριστοῦ. Λαμπροὺς γὰρ ἐτίθει τοὺς μυστ‐ αγωγοὺς, οὕτω λέγων· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.» Εἴκοντες δὴ οὖν, καὶ μάλα προθύ‐ μως, τοῖς Δεσποτικοῖς θεσπίσμασι, φωταγωγοῦσι τὴν οἰκουμένην· παιδευτὴν μὲν λαχόντες αὐτοὶ τὸν ἐν
45οὐρανοῖς Πατέρα καὶ Θεὸν, κοινωνοὺς δὲ τῆς χάριτος ἀποτελοῦντες ἑτέρους. Διεμέμνηντο γὰρ, κατὰ τὸ εἰ‐ κὸς, εἰς τοῦτο γνώμης αὐτοὺς ἀποφέροντος τοῦ Χρι‐ στοῦ, λέγοντος σαφῶς· «Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.» Γράφει τοίνυν ὁ θεσπέσιος Παῦλος, καὶ τὸ

69

.

548

(50)

βαθὺ τῆς μετὰ σαρκὸς οἰκονομίας διατρανοῖ μυστή‐ ριον, ὡδί που λέγων· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιότητι σαρκὸς ἁμαρτίας, περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα
55τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ545

69

.

549

κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Γέγονε γὰρ ὑπὲρ ἡμῶν ἁμαρτία Χριστὸς,» καθὼς γέγραπται, καὶ οὐ δήπου πάντως ἁμαρτίας ἔνοχος. Οὐ γὰρ ὧδε ληρεῖν εἰθίσμεθα, ἐπεὶ μὴ εἶδεν ὅλως τὸ πλημμε‐
5λεῖν, Θεὸς ὢν φύσει, καὶ ἐκ Θεοῦ πεφηνὼς τοῦ Πα‐ τρὸς, ἐπειδὴ δὲ γέγονε θῦμα ὑπὲρ ἁμαρτίας. «Τὸ γὰρ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός.» Ταύ‐ τῃτοί φαμεν γενέσθαι καὶ ἁμαρτίαν. Τέθυται γὰρ, ὡς ἔφην, ἴνα τῷ ἰδίῳ αἵματι κατακτήσηται τὴν
10ὑπ’ οὐρανόν. «Ἠγοράσμεθα γὰρ τιμῆς,» κατὰ τὰς Γραφὰς, καὶ οὐκ ἐσμὲν ἑαυτῶν, ἀλλὰ τοῦ ὑπὲρ ἡμῶν γεγονότος ἁμαρτία, ἵνα τῶν ἀρχαίων ἡμᾶς ἀπαλλά‐ ξῃ πλημμελημάτων, καὶ ἁγίους ἀποφήνῃ διὰ μετ‐ οχῆς τῆς ἁγίας αὐτοῦ σαρκὸς, δῆλον δὲ ὅτι καὶ αἵμα‐
15τος. Τοῦτό τοι καὶ ὁ θεσπέσιος ἡμῖν προανεφώνει νόμος· γέγραπται γὰρ οὕτως ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τῷ Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων· Οὗτος ὁ νόμος τῆς ἁμαρτίας. Ἐν τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώ‐
20ματα, σφάξουσι καὶ τὸ τῆς ἁμαρτίας ἔναντι Κυρίου. Ἅγια ἁγίων ἐστίν. Ἱερεὺς ὁ ἀναφέρων αὐτὴν, ἔδε‐ ται αὐτὴν, ἐν τόπῳ ἁγίῳ βρωθήσεται, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου. Πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς, ἁγιασθήσεται. Ἐν ᾧ ἂν ἐπιῤῥαντισθῇ ἀπὸ
25τοῦ αἵματος αὐτῆς ἐπὶ τὸ ἱμάτιον, ὃ ἂν ῥαντισθῇ ἐπ’ αὐτὸ, πλυνθήσεται ἐν τόπῳ ἁγίῳ. Καὶ σκεῦος ὀστρά‐ κινον οὗ ἐὰν ἑψηθῇ ἐν αὐτῷ, συντριβήσεται· ἐὰν δὲ ἐν σκεύει χαλκῷ ἑψηθῇ, ἐκτρίψει αὐτὸ, καὶ πλύσει ὕδατι. Πᾶν ἄρσεν ἐν τοῖς ἱερεῦσι φάγεται αὐτά.
30Ἅγια ἁγίων ἐστὶ τῷ Κυρίῳ.» Σύνες δὴ οὖν ὅσπερ καταθύεσθαι κελεύει τὴν ἁμαρτίαν, τουτέστι, τὸ ὑπὲρ ἁμαρτίας. Χίμαρος δὲ ἄρα τοῦτο ἦν εἰς τύπον Χριστοῦ, τοῦ δι’ ἡμᾶς, ὡς ἔφην, γεγονότος ἁμαρτία. «Λελόγισται γὰρ ἐν ἀνόμοις,» καὶ συνεσταυρώθη
35λῃσταῖς, κεχρημάτικέ τε καὶ ἀρά. Γέγραπται γὰρ, ὅτι «Κατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.» Ἀλλὰ καὶ καθῆκεν ἑαυτὸν ἐν τούτοις δι’ ἡμᾶς οἰκο‐ νομικῶς· ἀλλ’ ἦν τε καὶ ἔστιν ἅγιος, οὐ κατὰ μέθ‐ εξιν τὴν ὡς παρ’ ἑτέρου καθάπερ ἡμεῖς, φυσικῶς δὲ
40μᾶλλον αὐτὸς ὡς Θεός. Δι’ αὐτοῦ γὰρ πιστεύομεν τὴν κτίσιν ἁγιάζεσθαι, κἂν ἀγγέλους ὀνομάσῃς, κἂν τὸ ἔτι προὖχον ἐν δόξῃ, κἂν τὸ ὑπερκείμενόν τε καὶ ἀνωτέρω, Θρόνους τέ φημι καὶ Ἀρχὰς, κἂν αὐτά μοι λέγῃς τὰ Σεραφίμ· ἀλλ’ οὐκ ἂν ἑτέρως ἁγιάζοιτο
45ταυτὶ, πλὴν ὅτι παρὰ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι. Οὐκοῦν κἂν γέγονεν ἁμαρτία, μεμένηκεν ὅπερ ἦν, τουτέστιν, ἅγιος κατὰ φύσιν ὡς Θεὸς, καὶ «οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα,» κατὰ τὴν Ἰωάννου φω‐ νήν. Ὅτι δὲ καὶ ὁ τῆς σαρκὸς αὐτοῦ θάνατος ἐπ’

69

.

549

(50)

ἀναιρέσει τῆς σαρκὸς γεγονὼς, ἅγιός τε καὶ ἀβέβη‐ λος ἦν, καὶ ὡς ἐν τάξει θυμιαμάτων εὐπαράδεκτος τῷ Θεῷ καὶ Πατρὶ, διαμεμήνυκεν ἐναργῶς ὁ νόμος, εἰπών· «Ἐν τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα, σφάξουσι καὶ τὸ περὶ ἁμαρτίας ἔναντι Κυρίου.»
55Ὁλοκαύτωσις ὁ Χριστὸς, τουτέστιν ὅλος ἐξ ὅλου, καὶ
οὐ μερικῶς, εἰς ὀσμὴν εὐωδίας ἀνακείμενος τῷ Θεῷ547

69

.

552

καὶ Πατρί. Ταύτῃτοι καὶ ἀληθῶς Ἅγιος ἁγίων ἐστίν. Ἡγιάσμεθα γὰρ ἐν αὐτῷ, καὶ αὐτὸς ἡμῶν ἡ πᾶσα δικαίωσις, μᾶλλον δὲ καὶ αὐτῶν τῶν ἄνω πνευμάτων ἁγιασμὸς, καθάπερ ἔφην ἀρτίως. Πλὴν, «Ὁ ἰερεὺς,
5φησὶν, ὁ ἀναφέρων αὐτὴν, ἔδεται αὐτήν.» Ἄθρει δὴ νῦν πάλιν ὅτι πρὸς πᾶν ὁτιοῦν τῶν πρακτέων, ἱεροῖς καὶ θείοις ἡ Ἐκκλησία διοικεῖται θεσμοῖς. Τοῦ γὰρ προσάγοντος τὴν θυσίαν, τὰ ἐξ αὐτῆς γίνεται. Οἶδε ὅ φημι, πᾶς ὁστισοῦν τοῖς τῆς Ἐκκλησίας ἐντε‐
10θραμμένος νόμοις. Ὅτι δὲ τόπος ταῖς θείαις ἱερουρ‐ γίαις ὁ μάλιστα πρέπων, ἡ Ἐκκλησία τοῦ Θεοῦ, καὶ ἐν αὐτῇ ἀναγκαίως τὸ Χριστοῦ τελεῖται μυστήριον, ἐνδείξειεν ἂν οὐκ ἀσυμφανῶς, προσεπενεγκὼν οἷς ἔφην· «Ἐν τόπῳ ἁγίῳ βρωθήσεται, ἐν αὐλῇ τῆς
15σκηνῆς τοῦ μαρτυρίου.» Ἀλλ’ ἦν κατ’ ἐκεῖνο καιροῦ μία μὲν κατὰ τὴν ἔρημον σκηνὴ, καὶ εἷς μετ’ ἐκεί‐ νην ὁ ναὸς, ὃν ἐν τοῖς Ἱεροσολύμοις ὁ Σολομὼν ἐδεί‐ ματο. Καὶ θάνατος ἦν τοῖς ἔξω θύουσι τῆς σκηνῆς. Ἔφη γὰρ οὕτω τὸ Γράμμα τὸ ἱερόν. «Ἄνθρωπος
20τῶν υἱῶν Ἰσραὴλ, ὃς ἂν σφάξῃ μόσχον ἢ πρόβατον, ἢ αἶγα ἐν τῇ παρεμβολῇ, καὶ ὃς ἂν σφάξῃ ἔξω τῆς παρεμβολῆς, καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρ‐ τυρίου, μὴ ἐνέγκῃ αὐτὸ, ὥστε προσενέγκαι δῶρον τῷ Κυρίῳ ἀπέναντι τῆς σκηνῆς Κυρίου, αἷμα λογισθή‐
25σεται τῷ ἀνθρώπῳ, ὃς ἐκεῖνο αἷμα ἐξέχεεν, ἐξολο‐ θρευθήσεται ἡ ψυχὴ ἐκείνη [ἐκ] τοῦ λαοῦ.» Οὐκοῦν ἀνόμημα καὶ βεβήλωσις, καὶ ὑπὸ δίκην αἵματος τὸ τοῖς ἀνοσίοις αἱρετικοῖς συναυλίζεσθαι φιλεῖν, καὶ τῆς πρὸς ἐκείνους ἀντέχεσθαι κοινωνίας. Ἔξω γὰρ θύου‐
30σι τῆς ἁγίας σκηνῆς, τὸ περὶ τῆς ἁμαρτίας, οὐκ ἐν τόποις ἁγίοις τὴν ἱερὰν τελοῦσι θυσίαν. Μία γὰρ ἡ Ἐκκλησία, καθὰ καὶ ὁ πάλαι ναὸς, μία δὲ καὶ ἡ σκηνὴ, τῆς Ἐκκλησίας τὸ κάλλος ὡς ἐν τύποις ἔτι προαναφαίνουσα. Θύσομεν τοίνυν ἡμεῖς τὸ τῆς ἁμαρ‐
35τίας, ὡς ἐν αὐλῇ ἁγίᾳ, καὶ φαγόμεθα τῶν ἁγίων κρεῶν, τουτέστι, τῆς μυστικῆς εὐλογίας ἐν μεθ‐ έξει γεγονότες ἁγιασθησόμεθα. Καὶ μαρτυρήσει λέγων ὁ νόμος· «Πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς, ἁγια‐ σθήσεται.» Ἀλλ’ ἔστιν ἰσοσθενὴς εἰς μυστικὴν εὐ‐
40λογίαν καὶ ὁ ῥαντισμὸς τοῦ αἵματος τῆς θυσίας. Ἔφη γὰρ πάλιν· «Καὶ ᾧ ἂν ἐπιῤῥαντισθῇ ἀπὸ τοῦ αἵματος αὐτῆς, ἐπὶ τὸ ἱμάτιον ὃ ἐὰν ῥαντισθῇ ἐπ’ αὐτῷ, πλυνθήσεται ἐν τόπῳ ἁγίῳ.» Καὶ τί τὸ παρά‐ δοξον, εἰ τὸ λογικὸν ἁγιάζει ζῶον, φημὶ δὴ τὸν ἄν‐
45θρωπον, ὅτε καὶ αὐτὰ τὰ πρὸς ὑπουργίαν τὴν ἱερὰν παρειλημμένα τῶν σκευῶν, ἡγιάζετο κατὰ τὸν αὐ‐ τοῖς που πάντως πρέποντα τρόπον; Ταύτῃτοι καὶ εἰς κοινὴν οὐ παραλαμβάνεται χρείαν. Διὰ τοῦτο τὰ μὲν ἐκπλύνεται τῶν σκευῶν, τὰ δὲ συνθραύεται. Τὰ γὰρ

69

.

552

(50)

τοῖς θείοις λελειτουργηκότα, πῶς ἂν καλοῖτο πρὸς τὰ ἀνθρώπινα; Ὅτι δέ ἐστι τῶν τῆς θυσίας κρεῶν ἁγιοπρεπὴς ἡ μέθεξις, καὶ οὐκ ἂν ἑτέροις ἁρμόσειεν, πλὴν ὅτι δὴ μόνοις τοῖς τῆς ἁμαρτίας καταθλεῖν εἰωθόσι καὶ ἀνδριζομένοις εἰς ἀρετὴν, ὑπεσήμαινε
55λέγων· «Πᾶν ἄρσεν ἐν τοῖς ἱερεῦσι φάγεται αὐτά. Ἅγια ἁγίων ἐστὶ Κυρίῳ.» Ἄρ’ οὖν, εἰπέ μοι, τὸ
θῆλυ γένος ἀποσοβεῖν ὁ νόμος τῆς εὐλογίας προστέ‐549

69

.

553

ταχεν; οὐ τοῦτό φαμεν· ἁγιάζεται γὰρ σὺν ἡμῖν. Ἀλλ’ ἐν τύποις μὲν ἐκεῖνα καὶ σκιαῖς. Διὰ δέ γε τοῦ ἀρσενικοῦ καὶ ἱεροῦ γένους, ὑπεσήμαινεν εὐφυῶς τοὺς ἐν Χριστῷ νοητῶς ἀνδρείους τε καὶ ἱερούς.
5Κεκλήμεθα τοίνυν εἰς μέθεξιν τῆς εὐοσμωτάτης θυ‐ σίας, ὡς ἱερὸν καὶ «ἀπόδεκτον γένος, ὡς ἔθνος ἅγιον, ὡς βασίλειον ἱεράτευμα,» νεανίσκοι καὶ παρ‐ θένοι, πρεσβύται μετὰ νεωτέρων. Ἐν γὰρ Χριστῷ Ἰησοῦ, οὐκ ἄρσεν καὶ θῆλυ, ἀλλ’ ἑνὸς πάντες ἐσμὲν,
10ὡς τοῦ ἑνὸς μὲν ἄρτου μετέχοντες,» κατὰ τὸ γε‐ γραμμένον. Καὶ φέρε δὴ λοιπὸν ἀκλείστοις στόμασι καὶ ἀκαταλήκτοις φωναῖς τὸν τῶν ὅλων Βασιλέα καὶ Λυτρωτὴν δοξολογίαις καταγεραίρωμεν, φημὶ δὲ Χριστὸν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ
15δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ νων. Ἀμήν.
19tΠερὶ τοῦ καθαρισμοῦ τῆς λέπρας.
20 Βεβασίλευκεν ἡμῶν ἡ ἁμαρτία, καὶ κατεκράτη‐ σεν τῶν ἐπὶ τῆς γῆς, «διά τοι τὸ ἐγκεῖσθαι τὴν διάνοιαν τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος,» καὶ ἀχαλίνως ἑλέσθαι παθεῖν τὴν εἰς τὰ χείρονα ῥοπὴν, ποιήσας δὲ παρ’ οὐδὲν τῆς ἐπιει‐
25κείας τὴν δόξαν. Ὁ δὲ Θεὸς «πλούσιος ἐν ἐλέει καὶ οἰκτιρμοῖς,» καθὰ γέγραπται, «διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ, καὶ συνήγειρε, καὶ συνεκάθισε τοῖς ἐπουρανίοις.» Πε‐
30πλουτήκαμεν γὰρ ἐν Χριστῷ τὴν ἄνωθεν ἡμερό‐ τητα, καὶ τὴν ἀκλεᾶ καὶ παμμόχθηρον ἁμαρτίαν ἀπενιψάμεθα, κεκλημένοι διὰ τῆς πίστεως εἰς ἁγια‐ σμόν. Καὶ πρός γε δὴ τούτοις καὶ τῆς εἰς αἰῶνας ζωῆς γεγονότες μέτοχοι, δεκτοί τε ἐσόμεθα, καὶ εἰς
35ὀσμὴν εὐωδίας ἀνακεισόμεθα τῷ Θεῷ καὶ Πατρί. Καὶ γάρ ἐστιν ἀληθὴς ὁ μακάριος Παῦλος γράφων, ὅτι Χριστοῦ «εὐωδία» ἐσμὲν τῷ Θεῷ. Ὅτι γὰρ, εἰ καὶ τετυράννηκεν ἡμῶν ἡ ἁμαρτία κατὰ καιροὺς, ἀλλ’ ἀπεκρουσάμεθα τὴν κηλίδα, διεσμήγμεθα τὸν ῥύ‐
40πον κατελήξαμεν ἐν Χριστῷ τῶν ἀρχαίων ἀῤῥωστη‐ μάτων, ἱερὸς ἡμᾶς ἀναπείσει λόγος. Γέγραπται γὰρ οὕτως ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Οὗτος ὁ νόμος τοῦ λεπροῦ, ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ· καὶ προσαχθήσεται πρὸς τὸν
45ἱερέα, καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τῆς παρεμβολῆς, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἰᾶται ἡ ἁφὴ τῆς λέπρας ἀπὸ τοῦ λεπροῦ. Καὶ προσάξει ὁ ἱερεὺς, καὶ λήψον‐ ται τῷ κεκαθαρισμένῳ δύο ὀρνίθια ζῶντα καὶ κα‐ θαρὰ, καὶ ξύλον κέδρινον, καὶ κεκλωσμένον κόκκινον

69

.

553

(50)

καὶ ὕσσωπον. Καὶ προσάξει ὁ ἱερεὺς, καὶ σφάξουσι τῶν ὀρνιθίων τὸ ἓν, εἰς ἀγγεῖον ὀστράκινον, ἐφ’ ὕδατι ζῶντι. Καὶ τὸ ὀρνίθιον τὸ ζῶν λήψεται αὐτὸ, καὶ τὸ ξύλον τὸ κέδρινον, καὶ τὸ ἀλαστὸν κόκκινον, καὶ τὴν ὕσσωπον, καὶ βάψει αὐτὰ, καὶ τὸ ὀρνίθιον τὸ ζῶν εἰς
55τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ σφαγέντος ἐφ’ ὕδατι ζῶντι, καὶ περιῤῥανεῖ ἐπὶ τὸν καθαρισθέντα ἀπὸ τῆς λέ‐
πρας ἑπτάκις, καὶ καθαρὸς ἔσται. Καὶ ἐξαποστελεῖ551

69

.

556

τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ πεδίον, καὶ πλυνεῖ ὁ κα‐ θαρισθεὶς τὰ ἱμάτια αὐτοῦ. Καὶ ξυρηθήσεται ἀπ’ αὐτοῦ πᾶσαν τὴν τρίχα, καὶ λούσεται ἐν ὕδατι, καὶ καθαρισθήσεται. Καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς
5τὴν παρεμβολὴν, καὶ διατρίψει ἔξω τοῦ οἴκου αὐτοῦ ἑπτὰ ἡμέρας. Καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ξυρηθήσεται πᾶσαν τὴν τρίχα αὐτοῦ, τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸν πώγωνα, καὶ τὰς ὀφρῦς, καὶ πᾶσαν τὴν τρίχα αὐτοῦ ξυρηθήσεται, καὶ πλυνεῖ τὰ ἱμάτια
10αὐτοῦ, καὶ λούσεται τὸ σῶμα ἑαυτοῦ ὕδατι, καὶ κα‐ θαρὸς ἔσται.» Ὁ μὲν οὖν τῆς ἱστορίας ἐμφανὴς ἂν εἴη λόγος, κἂν εἰ μή τις ἕλοιτο διατρανοῦν, ἔχει δὲ οὐδὲν τὸ τελοῦν εἰς ὄνησιν, εἰ μὴ νοοῖτο πνευματικῶς. Οὐκοῦν φέρε λέγωμεν μεταπλάττοντες εὐφυῶς τὸ τοῦ
15γράμματος ἀδρανὲς εἰς τὸ τοῦ Χριστοῦ μυστήριον. Ὀλίγα δὲ ἄττα τῶν ἀναγκαίων εἰς διασάφησιν χρη‐ σίμως ἡμῖν προειρήσεται. Λέπρα γὰρ ἀβούλητον τὸ πάθος τοῖς τινων ἐπισυμβαίνει σώμασιν. Ἔστι δὲ ὄτι μάλιστα βόρον, καὶ κατευρήσεταί πως ἀεὶ πρὸς τὸ
20ἐντὸς μᾶλλον ἢ πρὶν τῶν ἐν οἷς ἂν γένοιτο καταδράτ‐ τεσθαι μέρος. Δυσδιάφυκτον δὲ κομιδῇ τὸ ἀῤῥώστημα, καὶ ἰατρῶν μὲν ἐπιστήμης, ἤγουν τῆς ὑπό του τῶν ταῦτα σοφῶν ἐπικουρίας οὐκ ἀνεχόμενον, ἀποχωροῦν δὲ δὴ μόλις ὥσπερ ἀντεγειρομένης αὐτῷ τῆς φύσεως,
25καὶ τὸ βλάβος ἀποκρουομένης ἐπαμύνοντος τοῦ Θεοῦ. Πλὴν ὁ νόμος ὡς ἀκάθαρτον τὸν λεπρὸν ἀποπέμπε‐ σθαι δεῖν ἔφη τῆς παρεμβολῆς. Εἴρηται γάρ που πρὸς τὸν ἱεροφάντην Μωσέα παρὰ τοῦ Θεοῦ προστάξαντος τοῖς υἱοῖς Ἰσραήλ· «Καὶ ἀποστειλάτωσαν ἐκ τῆς
30παρεμβολῆς πάντα λεπρὸν, πάντα γονοῤῥυῆ, καὶ πάντα ἀκάθαρτον τῇ ψυχῇ.» Καὶ οὐ δή πού φαμεν ὅτι ταῖς τῶν σωμάτων ἀῤῥωστίαις ὁ νόμος ἐπιτιμᾷ. Κομιδῇ γὰρ εὔηθες τοὺς ἀβουλήτως ἠῤῥωστηκότας, καίτοι μᾶλλον ἐλεεῖσθαι δέον, προστεθεῖσθαι δὲ δίκας.
35Ἀλλ’ ἦν ἐν τύποις τὰ διὰ τοῦ πανσόφου Μωσέως ὠδίνοντα τὴν ἀλήθειαν. Λέπρα μὲν γὰρ νεκροῖ τὴν σάρκα, ἁμαρτία δὲ αὖ ψυχαῖς συμβαίνουσα, καὶ εἰς νοῦν εἴπερ ἴοι τὸν ἀνθρώπινον διὰ νεκρῶν ἔργων· τοῦτον ἀχρεῖόν τε εὐθὺς καὶ ἀπεψυγμένον ἀποτελεῖ.
40Ἔργα δὲ εἶναί φαμεν τὰ νεκρὰ τῆς σαρκὸς δηλονότι τὰ μυσαρὰ καὶ βέβηλα πάθη, καὶ τὸ φρονεῖν ἑλέσθαι τὰ ἐπὶ τῆς γῆς. Ταύτῃτοι καὶ ἐν ἀρχαῖς ἐλέγομεν, ὅτι νεκροὺς ἡμᾶς ὄντας τοῖς παραπτώμασιν, ὁ Θεὸς καὶ Πατὴρ συνεζωοποίησε τῷ Χριστῷ. Οὐκοῦν διὰ πράγ‐
45ματος ἐμφανοῦς, εἰς ἐννοίας ἡμᾶς ὁ λόγος ἀποτορ‐ νεύει λεπτάς. Ἐκπέμπει γὰρ τῆς παρεμβολῆς τοὺς λελεπρωμένους· αἰνιγματωδῶς ὑποφαίνων ὅτι τοὺς τῇ ἁμαρτίᾳ νενεκρωμένους, μονονουχὶ δὲ καὶ ποικί‐ λοις πάθεσι κατεστιγμένον ἔχοντας νοῦν, καὶ πολὺ

69

.

556

(50)

νοσοῦντας ὡς ἔν γε δὴ σφίσιν αὐτοῖς τὸ ἀκαλλὲς, ἀπο‐ χωρεῖν ἀνάγκη τῆς τῶν ἁγίων πληθύος, καὶ ἔξω που φέρεσθαι τῶν ἱερῶν καταλόγων. Συναγελασθήσεται γὰρ οὐδαμῶς τοῖς δικαίοις ὁ πονηρὸς, τοῖς βεβήλοις ὁ ῥυπῶν, οὔτε μὴν συνέσται τοῖς ἡγιασμένοις ὁ δυσ‐
55απόνιπτον ἔχων τῆς ἁμαρτίας τὸν μολυσμόν. «Τίς γὰρ κοινωνία, φησὶ, φωτὶ πρὸς σκότος, ἢ τίς μερὶς
πιστῷ μετὰ ἀπίστου;» Ὅτι δὲ τοῖς ὀρθῶς ἐθέλουσι553

69

.

557

βιοῦν, ἀναγκαῖον εἰς ὄνησιν τὸ ἀποφοιτᾷν ἐπείγεσθαι πονηρῶν· αὐτὴ πάλιν ἡμᾶς ἡ θεόπνευστος Γραφὴ ἀναπείσει. Ἔφη γάρ που ὁ Θεὸς τοῖς ἑαυτοῦ γνωρί‐ μοις· «Ἐξέλθετε, ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ
5ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη τοῦ Κυρίου.» Σκεύη δὲ Κυρίου νοηθεῖεν ἂν, αἱ πολυειδεῖς ἀρεταί. Ταύτῃτοι καὶ ὁ θεσπέσιος Παῦλος· «Ἐνδύσασθε, φησὶν, τὴν πανοπλίαν τοῦ Θεοῦ.» Οὐκοῦν ὡς ἐν τύπῳ τῶν λεπρῶν, τὸν ἠῤῥωστηκότα τὴν ἁμαρτίαν καὶ
10μεμολυσμένον πληθύος τῆς τῶν ἁγίων ἀποσοβεῖ Θεός. Ἀλλ’ ἦν δή πού τινα καὶ σφόδρα εἰκὸς τῶν ἠῤῥω‐ στηκότων ἀποκρούεσθαι, τὸ πάθος. Καταλήγομεν γὰρ ἐξ ἁμαρτιῶν ἔσθ’ ὅτε μεθιστάντες τὸν νοῦν ἐπὶ τὸ δρᾷν ἑλέσθαι καὶ φρονεῖν τὰ ἀμείνω καὶ πρεπωδέσ‐
15τερα. Τί οὖν ὁ νόμος; Ἆρα τοῖς ἐθέλουσι μετανοεῖν, οὐ καταδεικνύει τὴν ὀδόν; οὐκ ἀνοίγνυσι τῆς σωτη‐ ρίας τὴν πύλην; Μὴ τοῦτο ὑπολάβῃς. «Ἀγαθὸς γὰρ καὶ φιλάνθρωπος ὁ Δεσπότης.» Ἄκουε λέγοντος ἐναρ‐ γῶς· «Ἐπιστράφητε οἱ ἐπιστρέφοντες, καὶ ἰάσομαι
20τὰ συντρίμματα ὑμῶν.» Καὶ μὴν καὶ διὰ φωνῆς Ἰε‐ ζεχιήλ· «Ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀνομιῶν ὑμῶν, οἶκος τοῦ Ἰσραὴλ, καὶ οὐκ ἔσον‐ ται ὑμῖν εἰς κόλασιν ἀδικίας.» Ποία τοίνυν ἐστὶ τῆς σωτηρίας ἡ ὁδός; Τίς ὁ ἀπαλλάσσων τοὺς ἡμαρτηκό‐ τας τοῦ κολάζεσθαι δεῖν; Τίς ὁ λυτρούμενος καὶ ἀνασώζων εὐκόλως; Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς,
25ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, καὶ ἁγιάζων ἡμᾶς τῷ ἰδίῳ αἵματι. βʹ. Ἄθρει δέ μοι πάλιν ὡς ἐν σκιαῖς ἕτι τοῖς ἐν νόμῳ γεγραμμένοις, τὸ μυστήριον. Προσεκομίζετο γὰρ ὁ λεπρὸς ἔξω γεγονότι τῆς πύλης, τῷ κατὰ νόμον ἱε‐ ρατεύοντι. Διανενευκότος δὲ ὥσπερ ἐπὶ τοῦ πάθους
30τὸ ἄμεινον, καὶ ὅτι παύσεται λοιπὸν, καὶ καταλήξει ὑπεμφαίνοντος, ἐπληροῦντο τὰ εἰς καθαρισμὸν, κατά γε τὸ νομοθέτῃ δοκοῦν. «Ὀρνιθίων μὲν γὰρ καθα‐ ρῶν ἐλαμβάνετο δυάς· ξύλον δὲ κέδρινον καὶ κεκλω‐ σμένον κόκκινον,» ὡς ἐν εἴδει σπαρτίου, καὶ μὴν καὶ
35ὕσσωπον, πόας δὲ εἶδος καὶ τοῦτο. Εἶτα τὸ μὲν ἓν τῶν ὀρνιθίων ἐφ’ ὕδατι κατεσφάζετο, θάτερόν γε μὴν, ὁμοῦ τοῖς ἀρτίως ἡμῖν εἰρημένοις, βαπτισθὲν ἐν τῷ ὕδατι, καὶ μέν τοι τοῦ τεθνεῶτος αἵματι, πεπονθὸς οὐδὲν, ἀνεῖτο λοιπόν. Εἶτα τὸν ἠῤῥωστηκότα τὴν λέ‐
40πραν, ἑπτάκις τῷ ὕδατι ἐπιῤῥαίνων ὁ ἱερεὺς, τῶν ἐκ νόμου κατηγορημάτων ἐλεύθερον ἀπετέλει. Προσ‐ εξυρᾶτο δὲ τὴν τρίχα, καὶ εἰσέθει λοιπὸν ἀνεγκλήτως εἰς τὴν παρεμβολὴν, καὶ εἰς τὸν ἴδιον οἶκον, ἡμέρας ἔξω μεμηνὼς ἑπτά. Οἱ γὰρ πάλαι τὴν τῆς ἁμαρτίας
45περιφέροντες νέκρωσιν, καὶ πολυειδεῖ παθῶν ἀγριό‐ τητι κατεσπιλωμένοι, καὶ λέπραν ὥσπερ ἠῤῥωστηκό‐ τες τὴν νοητήν· πεπλανήμεθα γὰρ τῇ κτίσει λατρεύ‐ σαντες, προσκεκομίσμεθα τῷ Θεῷ ἱερεῖ τῷ μεγάλῳ καὶ ὁσίῳ καὶ ἀκάκῳ, κατὰ τὴν τοῦ μακαρίου Παύλου

69

.

557

(50)

φωνήν. Προσκεκομίσμεθα δὲ παρὰ τοῦ Θεοῦ καὶ Πα‐ τρός. Ἔφη γάρ που Χριστὸς τοῖς Ἰουδαίοις προσλα‐ λῶν· «Μὴ γογγύζεσθε κατ’ ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν.» Προσκομίζει γὰρ ὁ Θεὸς καὶ Πατὴρ τοὺς
55ἠῤῥωστηκότας ὡς ἰδίᾳ δυνάμει τῷ Υἱῷ. Παραγέγονε γὰρ ἰᾶσθαι τοὺς συντετριμμένους τὴν καρδίαν, ἀνοῖξαι
ὀφθαλμοὺς τυφλῶν. Ἐὰν λοιπὸν τὸ ἄναλκί τε καὶ555

69

.

560

ἀδρανὲς εἴς γε τὸ χρῆναι πληροῦν τὰ Θεῷ θυμήρη παραιτούμενοι, φιλεργεστάτην ἔχωμεν τὴν καρδίαν, καὶ τῶν τῆς ἐπιεικείας ἔργων ἀπρὶξ ἡμμένοι, τὴν εὐκλεᾶ καὶ ἀξιοθαύμαστον ἐπιτηδεύσωμεν πολιτείαν,
5τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην ἐπιγινώσκοντες, οὕτω λέγωμεν, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν· «Εὐλόγει, ἡ ψυχή μου τὸν Κύριον, τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν
10στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.» Ἐπιτήρει δὲ ὅπως ἔξω γεγονότι τῆς πύλης τῷ ἱερεῖ, καὶ ἀπο‐ τάτω τῆς παρεμβολῆς, ὁ τὴν λέπραν πεπονθὼς εἰσκο‐ μίζεται. Ἐξεῤῥιμμένοις γὰρ ὥσπερ ἡμῖν, καὶ πό‐ λεως τῆς ἁγίας καὶ ἱερᾶς ἔξω που μεμενηκόσι, φημὶ
15δὲ τῆς Ἐκκλησίας τοῦ Θεοῦ, τὴν καθ’ ἡμᾶς ἔχων ὁμοίωσιν ἐπεφοίτησεν ὁ Χριστός. Ἐπισκεψάμενος δὲ, ἀπέφηνε καθαροὺς διὰ τοῦ ἁγίου βαπτίσματός τε καὶ τοῦ σώματος αὐτοῦ. Τέθυται γὰρ ὑπὲρ ἡμῶν, καὶ σωτήριον ἡμῖν ἀνεδείχθη φάρμακον, τὸ καὶ αὐτὸν
20ὑπὲρ ἡμῶν ἀνασχέσθαι παθεῖν τὸν ἐπὶ ξύλου θάνατον. Τουτὶ γὰρ ἡμῖν ἐν τοῖς ἱεροῖς ἐσκιαγραφεῖτο Γράμ‐ μασιν. «Δύο γὰρ ὀρνίθια καθαρὰ» λαμβάνεται. Τύ‐ πος δὲ ἦν ἄρα καὶ τοῦτο Χριστοῦ τοῦ ἄνωθεν καὶ ἐξ οὐρανοῦ. Ἀεροπετὲς γὰρ τὸ ὀρνίθιον. Καταβέβηκε
25δὲ πρὸς ἡμᾶς ἄνωθέν τε καὶ ἐξ οὐρανῶν ὁ Ἐμμα‐ νουήλ. Οὕτω γάρ πού φησιν· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ Θεοῦ.» Γράφει δὲ καὶ ὁ σοφὸς Ἰωάννης· «Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί.» Κα‐
30θαρὰ δὲ τὰ ὀρνίθια. Καὶ γάρ ἐστιν ἀληθῶς καθαρὸς καὶ ἀβέβηλος ὁ Κύριος, οὐκ εἰδὼς ἁμαρτίαν. Καὶ οὔτι πού φαμεν, ὡς δύο νοοῦμεν Χριστοὺς, κἂν εἰ δύο λέγοιντο ὀρνίθια. Σοφὴν δὲ καὶ ἀναγκαίαν ὁ λόγος ἡμῖν εἰσκομίζει τὴν θεωρίαν. Θεὸς γὰρ ὢν κατὰ φύ‐
35σιν ὁ Μονογενὴς, τὴν τῆς ἁγίας Παρθένου πεφόρηκε σάρκα, καὶ συντίθεται μὲν ὥσπερ ἐκ δυοῖν, φύσεως λέγω τῆς ἀνωτάτω καὶ ἀνθρωπότητος ἀποῤῥήτως καὶ ὑπὲρ νοῦν. Πλὴν εἷς Κύριος Ἰησοῦς Χριστός. Θεωρεῖ δ’ οὖν ὁ λόγος τὴν ἐκ δυοῖν εἰς ἕν τι συνδρο‐
40μήν. Δύο οὖν ταύτῃτοι τὰ ὀρνίθια σημαίνων πολυ‐ τρόπως δὴ ὁ νόμος τὸ Χριστοῦ μυστήριον, δεῖν ἔφη παραλαμβάνεσθαι καὶ «κέδρινον ξύλον·» τύπος δ’ ἂν εἴη καὶ τόδε τῆς ἁγίας αὐτοῦ σαρκὸς, οὐκ ἀν‐ εχομένης παθεῖν τὴν καταφθοράν. Ἄσηπτον γὰρ τὸ
45ξύλον. Ὕσσωπός γε μὴν εἶεν ἂν εἰς τύπον τοῦ ἁγίου Πνεύματος ζέων τὴν ἐνέργειαν, δι’ ἧς τῷ πνεύματι ζέοντες ἀποτελούμεθα τὴν ἐν σπλάγχνοις ἀκαθαρσίαν οἱονεί πως ἐκτετηγμένοι. Πόα γὰρ ἡ ὕσσωπος θερμή τε τῇ φύσει, καὶ διασμήχειν οἵα τε τὴν ἐν σπλάγχνοις

69

.

560

(50)

συνηνεγμένην φλεγματώδη καὶ ψυχρὰν ἀκαθαρσίαν. Ἀπαλλάττει δὲ ἡμᾶς, ὡς ἔφην, τῇ τοῦ πνεύματος ἐνεργείᾳ Χριστὸς, τῶν εἰς νοῦν ἔσω κεκρυμμένων παθῶν. Εὖ δὲ δὴ λίαν ἐφ’ ὕδατι ζῶντι καὶ τὸ τῆς πόας εἶδος παραλαμβάνεται. Βεβαπτίσμεθα γὰρ «ἐν Πνεύ‐
55ματι ἁγίῳ καὶ πυρὶ,» κατὰ τὸ γεγραμμένον. Θερμὴ δὲ, ὡς ἔφην, ἡ πόα, καὶ τῆς τοῦ πνεύματος ἐνερ‐
γείας παραδεκτική. Τὸ δὲ κεκλωσμένον κόκκινον,557

69

.

561

αὐτὸ δὴ πάλιν ἐφ’ ἑαυτῷ τὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ὑπεμφαίνει τρόπον. Πέπλεκται γὰρ ὥσπερ σαρκὶ καὶ αἵματι Θεὸς ὣν ὁ Λόγος. Ἐξεικο‐ νιεῖ δὲ ὁ κόκκος, αἷμά τε καὶ σάρκα. Τοιουτόχρωος
5γὰρ ὁρᾶται καὶ ἔσται. Σφάζεται τοίνυν τὸ ὀρνίθιον ἐφ’ ὕδατι ζῶντι ἐν ᾧ τὸ περιλειφθὲν, ὁμοῦ τοῖς ἄλλοις βαπτίζεται, καὶ λοιπὸν ἀνεῖται πεπονθὸς οὐδὲν, κα‐ θάπερ ἤδη προεῖπον. Τέθυται γὰρ ὑπὲρ ἡμῶν ὁ Χρι‐ στός· ἀλλ’ ἦν ὁ αὐτὸς καὶ ἐν θανάτῳ, καὶ ὑπὲρ θάνα‐
10τον. «Ἐθανατώθη μὲν γὰρ σαρκὶ, κατὰ τὸ γεγραμ‐ μένον, ἐζωοποιήθη δὲ πνεύματι,» ἐν ᾧ «καὶ τοῖς ἐν φυλακῇ ἀπειθήσασί ποτε πνεύμασιν πορευθεὶς» ἐκή‐ ρυξεν. Ἧ μὲν γὰρ νοεῖται καὶ γέγονεν ἄνθρωπος, ὑπέστη τὸν θάνατον· ᾗ δέ ἐστιν ἀληθῶς ζωή τε καὶ
15ἐκ ζωῆς, θανάτου κρείττων ἐφαίνετο. Οὐκοῦν εἰς τὸν τοῦ τεθνεῶτος θάνατον, τὸ ὀρνίθιον τὸ ζῶν ἐβαπτί‐ ζετο. Τοῦ νόμου κατασημαίνοντος αἰνιγματωδῶς, ὅτι καί τοι κατὰ φύσιν ζωὴ καὶ ἐκ ζωῆς ὑπάρχων ὁ Λόγος, τῆς ἰδίας σαρκὸς οἰκειοῦται τὸν θάνατον. Οὐ γὰρ ἦν
20ἀλλοτρία αὐτοῦ ἡ ἀναληφθεῖσα σὰρξ, ἀλλ’ ἰδία αὐτοῦ. Κατεῤῥαμμένος δὲ ὁ λεπρὸς ἑπτάκις τῷ ὕδατι τῶν ἐκ τοῦ λεπροῦσθαι λοιπὸν αἰτιαμάτων ἀπηλλάττετο. Κα‐ θαροὺς δὲ, ὡς ἔφην, καὶ ἡμᾶς ἀποφαίνει Χριστὸς, διὰ τοῦ ἁγίου βαπτίσματος ἡμᾶς ἁγιάζων. Τοῦτο γὰρ
25οἶμαι δηλοῦν τὸ ἑπτάκις. Οὕτω τε συνεὶς ὁ μακάριος ἔφη Παῦλος· «Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερ‐ επερίσσευσεν ἡ χάρις.» Οὐκοῦν τὸ ἀμφιλαφὲς τῆς χάριτος καὶ τὸ οἱονεί πως τελείως ἔχον εἰς ἀποκά‐ θαρσιν, διὰ τοῦ ἑπτάκις σημαίνεται. Κατεῤῥαμ‐
30μένος δὲ ὁ λεπρὸς, ἐξύρετο τὴν τρίχα. Κεκαθαρ‐ μένοι γὰρ διὰ τοῦ ἁγίου βαπτίσματος, οἱονεὶ καὶ τὰ σαρκὸς βλαστήματα, τουτέστι, τὰς ἐν ἡμῖν καὶ ἐμφύτους ἡδονὰς ὡς ἐν εἴδει τριχῶν νοουμένας ὁμοῦ τοῖς ἑτέροις πταίσμασιν ἀποτιθέμεθα, καὶ τοῦτο ἡμῖν
35ἐνεργοῦντος Χριστοῦ. Λόγος γάρ ἐστιν αὐτὸς ζῶν τε καὶ ἐναργὴς καὶ τομώτατος ἀποκείρων ἁμαρτίας, καὶ τῆς ἐκ παθῶν ἀκαθαρσίας ἀπαλλάττων τὸν νοῦν. Ἐξυρημένος δὴ οὖν ὁ λεπρὸς, εἰσέλθει λοιπὸν εἰς τὴν παρεμβολήν· οὔπω γε μὴν καὶ εἰς τὸν ἴδιον οἶκον.
40Κεκαθαρμένοι γὰρ, ὡς ἔφην, συναπτόμεθα τοῖς ἁγίοις, συνδιαιτώμεθα λοιπὸν τῷ ὁσίῳ καὶ ἱερῷ γένει· εἴσιμέν τε οὕτω καὶ ἐν οἴκῳ Θεοῦ, πλὴν οὔπω εἰς τὰς ἄνω μονάς. Τετήρηται γὰρ εἰς αἰῶνα τὸν μέλλοντα τοῖς ἁγίοις τὸ δῶρον. Ταύτῃτοι καὶ εἰσελάσει εἰς τὴν
45παρεμβολὴν ὁ κεκαθαρμένος, ἑπτὰ διατρίψας ἡμέρας, καὶ εἰς τὸν ἴδιον οἶκον εἰσέλθει λοιπόν. Μετὰ γάρ τοι τὸν αἰῶνα τὸν ἐνεστηκότα τὴν διὰ Χριστοῦ κάθαρσιν ἔχοντες, καὶ ἐν ταῖς ἄνω μοναῖς καταλύσομεν· ἕκα‐ στός τε τῶν ἡγιασμένων, καθάπερ εἰς ἴδιον οἶκον τὸν

69

.

561

(50)

ἐκνεμηθησόμενον αὐτῷ καταλύσει κλῆρον. Οὐ κατα‐ λύσει γὰρ παραυτίκα τοῖς πεπιστευκόσι τὰ γέρα· ἀλλ’ ἐπ’ ἐλπίσι μὲν ἀγαθαῖς ἡ κλῆσις, καὶ ὁ τοῦ πνεύματος ἀῤῥαβών. Ἀναλάμψει δὲ ἡ χάρις κατὰ καιρὸν, καὶ τῆς ἐλπίδος τὸ πέρας ἐν Χριστῷ, δι’ οὖ
55καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ
Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.559

69

.

564

(1t)

Περὶ τῆς τῶν Ἰουδαίων Συναγωγῆς, ὄτι συνέβη
2tπεσεῖν αὐτὴν ἐξ ἀπειθείας.
3 αʹ. Τῆς Ἰουδαίων Συναγωγῆς τὸ κατεσκληκὸς ἄγαν, καὶ μέν τοι τὸ ἀπειθὲς καὶ δυσάγωγον τοῦ
5τρόπου, φανερὸν ἐτίθει καὶ πάλαι Θεὸς διὰ φωνῆς Ἰεζεχιὴλ, οὕτω λέγων, ὅτι «Πᾶς ὁ οἶκος Ἰσραὴλ, φιλόνεικοί εἰσι καὶ σκληροκάρδιοι.» Τοιγάρτοι καὶ αὐτὸς ὁ Σωτὴρ, ὡς τὸ σώζεσθαι παραιτουμένην, καὶ τὴν ἐνοῦσαν αὐτῇ σκαιότητα κατῃτιᾶτο, λέγων· «Ἱε‐
10ρουσαλὴμ, Ἱερουσαλὴμ ἡ ἀποκτενοῦσα τοὺς προφή‐ τας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐ‐ τήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία αὑτῆς ὑπὸ τὰς πτέρυγας· καὶ οὐκ ἠθελήσατε. Ἰδοὺ ἀφίεται
15ὑμῖν ὁ οἶκος.» Ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς ἀνασώζειν αὐτὴν διὰ μυρίων ὅσων ἤθελε τρόπων. Οἱ δὲ πολλοὶ λίαν ἀπονενευκότες εἰς τὸ ἐξήνιον, καὶ φειδοῦς τῆς ἄνωθεν ἀλογήσαντες, δειναῖς καὶ ἀκατασκέπτοις ἀπ‐ εφέροντο τροπαῖς εἰς ὄλεθρον καὶ ἀπώλειαν. Καὶ τοῦτο
20νομοθετήσας διὰ Μωσέως τὰ δι’ ὧν ἦν δύνασθαι παιδ‐ αγωγεῖσθαι καλῶς πρὸς εἴδησιν ἀρετῆς, καὶ τῆς ἀληθείας τὴν γνῶσιν ἀποκερδαίνειν εὖ μάλα, καὶ τὰς τῶν ἁγίων προφητῶν ἀναδείξεις κατὰ καιροὺς ἐποιεῖτο χρησίμως, ἵνα ἔχοιεν καὶ ἑτέρους τῶν καλλίστων
25εἰσηγητὰς, καταῤῥυθμίζειν εἰδότας εἰς εὐκλεᾶ πολι‐ τείαν εἰς ἐννομωτάτην ζωὴν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων. Ἀλλὰ δέον ἀνάπτειν τὰ χαρι‐ στήρια τῷ τῶν ὅλων Θεῷ, καὶ προσίεσθαι μὲν ἀσμέ‐ νως τοὺς παιδαγωγοὺς, τιμῆς δὲ πάσης αὐτοὺς
30ἀξιοῦν, μεταπλάττεσθαι δὲ ὥσπερ καὶ μάλα προθύ‐ μως πρὸς τὰ ἀμείνω, καὶ φωνῇ ἑλέσθαι τῇ πρεπω‐ δεστέρᾳ· σκληροί τε καὶ ἄτεγκτοι καὶ τὰ ἕτι χείρω νοσοῦντες ἡλίσκοντο. Τοιγάρτοι καὶ διολώλασιν, καὶ ἐπ’ αὐτοῖς ὁ προφήτης Ἱερεμίας ὧδέ φησιν· «Οἶκος
35Ἰσραὴλ ἔπεσεν, οὐκ ἔστιν ἀναστήσας αὐτόν.» Ἄθρει δέ μοι τὸ χρῆμα πάλιν, καὶ διὰ τῶν Μωσέως γραμ‐ μάτων αἰνιγματωδῶς φωνούμενον. Ἔχει γὰρ οὕτως ἐν τῷ Λευιτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων· Ὡς ἂν εἰσέλθητε εἰς τὴν γῆν
40τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι ὑμῖν ἐν κλήρῳ, καὶ δώσω ἁφὴν λέπρας ἐν ταῖς οἰκίαις τῆς γῆς τῆς ἐγ‐ κτήτου ὑμῖν. Καὶ ἥξει τινὸς αὐτοῦ ἡ οἰκία, καὶ ἀναγ‐ γελεῖ τῷ ἱερεῖ λέγων· Ὥσπερ ἁφὴ ἑώραταί μοι ἐν τῇ οἰκίᾳ. Καὶ προστάξει ὁ ἱερεὺς ἀποσκευάσαι τὴν
45οἰκίαν πρὸ τοῦ εἰσελθεῖν τὸν ἱερέα ἰδεῖν τὴν ἁφὴν, καὶ οὐ μὴ ἀκάθαρτα γενέσθαι πάντα ὅσα ἐὰν ᾖ ἐν τῇ οἰκίᾳ. Καὶ μετὰ ταῦτα εἰσελεύσεται ὁ ἱερεὺς κατα‐ μαθεῖν τὴν οἰκίαν, καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφήν. Καὶ ἰδοὺ ἡ ἁφὴ ἐν τοῖς τοίχοις τῆς οἰκίας, κοιλάδας

69

.

564

(50)

χλωριζούσας ἢ πυριζούσας, καὶ ὄψις αὐτοῦ ταπεινο‐ τέρα τῶν τοίχων. Καὶ ἐξελθὼν ὁ ἱερεὺς ἐκ τῆς οἰκίας ἐπὶ τὴν θύραν τῆς οἰκίας, ἀφοριεῖ ὁ ἱερεὺς τὴν οἰ‐ κίαν ἑπτὰ ἡμέρας. Καὶ πάλιν ἥξει ὁ ἱερεὺς τῇ ἡμέρα τῇ ἑβδόμῃ, καὶ ὄψεται τὴν οἰκίαν· καὶ ἰδοὺ διεχύθη
55ἡ ἀφὴ ἐν τοῖς τοίχοις τῆς οἰκίας, καὶ προστάξει ὁ ἱερεὺς, καὶ ἐξελοῦσι τοὺς λίθους ἐν οἷς ἐστιν ἡ ἀφή·
καὶ ἐκβαλοῦσιν αὐτοὺς ἔξω τῆς πόλεως, εἰς τόπον561

69

.

565

ἀκάθαρτον. Καὶ τὴν οἰκίαν ἀποξύσουσιν ἔσωθεν κύκλῳ, καὶ ἐκχεοῦσι τὸν χοῦν τὸν ἀπεξυσμένον ἔξω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον. Καὶ λήψονται λί‐ θους ἑτέρους ἀπεξυσμένους, καὶ θήσουσιν ἀντὶ τῶν
5λίθων, καὶ χοῦν ἕτερον λήψονται, καὶ ἐξαλείψουσι τὴν οἰκίαν. Ἐὰν δὲ ἐπέλθῃ πάλιν ἡ ἁφὴ, καὶ ἀνα‐ τείλῃ ἐν τῇ οἰκίᾳ, μετὰ τὸ ἐξελεῖν τοὺς λίθους, καὶ μετὰ τὸ ἀποξυσθῆναι τὴν οἰκίαν, καὶ μετὰ τὸ ἐξ‐ αλειφθῆναι τὴν οἰκίαν, καὶ εἰσελεύσεται ὁ ἱερεὺς, καὶ
10ὄψεται εἰ διακέχυται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ, λέπρα ἔμ‐ μονός ἐστιν ἐν τῇ οἰκίᾳ, ἀκάθαρτός ἐστι. Καὶ καθ‐ ελοῦσι τὴν οἰκίαν, καὶ τὰ ξύλα αὐτῆς, καὶ τοὺς λίθους αὐτῆς, καὶ πάντα τὸν χοῦν τῆς οἰκίας ἐξοίσουσιν ἔξω τῆς πόλεως, εἰς τόπον ἀκάθαρτον.» Εἶτα τὸν ἐν αὐτῇ
15κοιμώμενον καὶ ἐσθίοντα καὶ ὅλως εἰσβαίνοντα προειρη‐ κὼς ἀκάθαρτον, εἰσάγει πάλιν ἐπισκοποῦντα τὸν ἱερέα. Λέγει γάρ· «Ἐὰν δὲ παραγενόμενος ὁ ἱερεὺς εἰσέλθῃ καὶ ἴδῃ, καὶ ἰδοὺ διαχύσει οὐ διαχεῖται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ μετὰ τὸ ἐξαλειφθῆναι τὴν οἰκίαν, καὶ καθαριεῖ ὁ ἱερεὺς
20τὴν οἰκίαν, ὅτι ἰάθη ἡ ἁφή. Καὶ λήψεται ἀφαγνίσαι τὴν οἰκίαν δύο ὀρνίθια καθαρὰ ζῶντα, καὶ ξύλον κέδρινον, καὶ κεκλωσμένον κόκκινον, καὶ ὕσσωπον. Καὶ σφάξει τὸ ὀρνίθιον τὸ ἓν εἰς σκεῦος ὀστράκινον ἐν ὕδατι ζῶντι. Καὶ λήψεται τὸ ξύλον τὸ κέδρινον, καὶ τὸ κεκλωσμέ‐
25νον κόκκινον, καὶ τὴν ὕσσωπον, καὶ τὸ ὀρνίθιον τὸ ζῶν, καὶ βάψει αὐτὰ εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ ἐσφαγμένου ἐφ’ ὕδατι ζῶντι, καὶ περιῤῥανεῖ ἐν αὐ‐ τοῖς ἐπὶ τὴν οἰκίαν ἑπτάκις. Καὶ ἀφαγνιεῖ τὴν οἰκίαν ἐν τῷ αἵματι τοῦ ὀρνιθίου ἐσφαγμένου, καὶ ἐν τῷ
30ὕδατι τῷ ζῶντι, καὶ ἐν τῷ ὀρνιθίῳ τῷ ζῶντι, καὶ ἐν τῷ ξύλῳ τῷ κεδρίνῳ, καὶ ἐν τῇ ὑσσώπῳ, καὶ ἐν τῷ κεκλωσμένῳ κοκκίνῳ, καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν ἔξω τῆς πόλεως εἰς τὸ πεδίον, καὶ ἐξιλάσεται περὶ τῆς οἰκίας, καὶ καθαρὰ ἔσται.» Ὅλον ἡμῖν ἐν
35τούτοις ἀναφαίνεται σαφῶς τὸ περὶ τῆς Ἰουδαίων Συναγωγῆς μυστήριον, καὶ τὰ ἐξ ἀρχῆς μέχρι τέλους ἐπ’ αὐτῆς γεγονότα ἤδη, καὶ ἐσόμενα παρὰ Χριστοῦ. Καὶ φέρε δὴ πάλιν ὡς ἔνι λεπτῶς διεξιόντες ἕκαστα, καὶ τὴν ἐν τῷ γράμματι παχύτητα διαπτύσσοντες, τῆς ἐγκεχωσμένης αὐτῷ θεωρίας τὸ κάλλος ἀπογυ‐ μνοῦν σπουδάσωμεν.
40 βʹ. Λέπρα μὲν οὖν ἡ εἰς σῶμα γινομένη τὸ ἀνθρώ‐ πινον, πάθος ἐστὶν, ἰατρῶν μὲν τέχναις ἀποκρούεσθαι μὴ δυνάμενον, μόνῃ δὲ ὑπείκει μετὰ τῶν ἄλλων τῇ μεγάλῃ καὶ πανσθενεῖ δεξιᾷ, καὶ τῇ παντουργῷ δυ‐ νάμει τοῦ Θεοῦ νικώμενον. Ἐν δὲ τοῖς ἅπαξ παθοῦ‐
45σι, φαίνεται καθ’ ἑτέραν ὄψιν ἤπερ ἦν ἐν ἀρχαῖς ἡ σάρξ. Ἑτεροχροιὰ γάρ τις ἐπισυμβαίνουσα τὴν φύ‐ σιν διαψεύδεται, μεθισταμένης εἰς τὸ παρὰ φύσιν, ὅσον εἰς τὴν θέαν τοῦ σώματος τοιαύτην τινὰ προσῆ‐ κεν ὑπολαμβάνειν, καὶ τῆς ἐν ἡμῖν προαιρέσεως τὴν

69

.

565

(50)

μεταβολὴν, καὶ τὴν ἐκ τῶν ἀμεινόνων ἐπὶ τὰ χείρω κατάστασιν. Πολλοὶ γὰρ πολλάκις ἐξ ἀγαθῆς τινος γνώμης εἰς τὴν αἰσχίω μεταχωρήσαντες, καὶ τὸ τῇ φύσει πρέπον ἐκβαίνοντες, πολυτρόπῳ φαυλότητι τὴν ἑαυτῶν ψυχὴν καταστίζουσιν, οἱονεὶ σώζοντες
55ἑκατέρου τὴν ὄψιν ἑαυτοῖς· οὔτε γὰρ πάντως εἰς παντελῆ τοῦ ἀγαθοῦ ζημίαν ἐκπίπτουσιν, οὔτε μὴν
εἰς ὁλόκληρον φαυλότητά τε καὶ ἀτραπίαν ἐκτρέ‐563

69

.

568

χουσι. Τῆς τοιαύτης τοιγαροῦν ἐν ἡμῖν γενομένης ἔσθ’ ὅτε καταστάσεως, καὶ τῶν ὅσα περὶ τὴν ἀνθρωπίνην ἕξιν τε καὶ προαίρεσιν γενέσθαι φιλεῖ, τὸν λελεπρω‐ μένον εἰκόνα ποιεῖ πολλάκις ἡ θεία Γραφή· καὶ ὅτε
5μὲν τὸν ἑκάστου τρόπον, καθάπερ ἐν πίνακι κατα‐ δείκνυσι, πρόσωπον ἑνὸς αὐτοῦ λαμβάνουσα παρατί‐ θησιν εἰς μέσον. Ὅτε δὲ καὶ κατάστασίν τινα τοιαύ‐ την, ἢ ἔθνους, ἢ πόλεως, ἢ χώρας ὑπεμφαίνειν βού‐ λεται, τότε τῆς οἰκίας παρεισάγουσα σχῆμα, διὰ τὸ
10εἶναι περιεκτικὸν τῶν οἰκούντων ἐν αὐτῇ, πληθυντι‐ κὴν ποιεῖται τὴν δήλωσιν. Νοήσεις τοίνυν οἰκίαν λε‐ λεπρωμένην ἀκούων, ὅλην εἰσάπαξ τὴν τῶν Ἰουδαίων Συναγωγὴν τοῖς ἰδίοις δηλονότι κατεφθαρμένην πά‐ θεσι, καὶ τῶν μὲν θεόθεν αὐτῇ κεχρησμῳδημένων
15οὐ σφόδρα φροντίζουσαν, ἀποκλίνουσαν δέ πως εἰς τὸ καὶ δύνασθαι δρᾷν ἅπερ ἦν αὐτοῖς πρὸς ἡδονὴν μᾶλλον, ἢ ἅπερ ἔμελλον ἀποδείξειν ἀγαθήν. Ἀναγ‐ γεῖλαι δέ τι τῷ ἱερεῖ λέγων, ὥσπερ ἁφὴ λέπρας ὁρᾶ‐ ται ἐν τῇ οἰκίᾳ, καὶ οὐδέ πού φαμεν κατηγορήσαντά
20τινα τῆς οἰκίας τῆς ἑαυτοῦ ἰέναι πρὸς τὸν ἱερέα τὸν νομοθέτην εἰπεῖν, ὥσπερ δὲ μᾶλλον ἐξ ἰατροῦ τῷ συμβεβηκότι φάρμακον ἐξαιτήσοντα. Ἐπειδὴ δὲ λε‐ λεπρῶσθαι δεδώκαμεν τὴν τῶν Ἰουδαίων Συναγω‐ γὴν, φέρε τίς ὁ ἀναγγέλλων τὸ πάθος ἐστί; τίς δ’ αὖ
25πάλιν ὁ ἱερεὺς, ὡς ἔνι καλῶς θεωρήσωμεν. Περικεί‐ σθω δὴ οὖν τὸ τοῦ ἀναγγέλλοντος πρόσωπον, τῶν ἁγίων προφητῶν ὁ χορὸς, οἳ καὶ ἐξήγγειλον τῷ πάντων ἀρχιερεῖ καὶ προστάτῃ τῶν ἡμετέρων ψυχῶν, τουτέστι Χριστῷ, καὶ πρὸ τῆς ἐνανθρωπήσεως τῆς Ἰουδαίων
30ἀπονοίας τὰ πάθη, καὶ τὴν τῶν τρόπων ἀνοσιότητα καὶ καταφθορὰν οὐ μίσει καὶ ἀπεχθείᾳ πρὸς ἐκείνους πο‐ θὲν, ἀλλ’ αἰδοῖ τῇ περὶ τὸν εὐεργέτην νικώμενοι, καὶ συνομολογοῦντες μὲν οὐκ ἀδακρυτὶ τὰ ἐκείνων πλημ‐ μελήματα, ἐλεεῖσθαι δ’ οὖν ὅμως παρακαλοῦντες αὐτήν.
35Καί μοι πάλιν εἰς τοῦτο δέχου τρόπον τινὰ τὴν Ἰου‐ δαίων οἰμώζοντα λέπραν, καὶ ἐπ’ αὐτῇ λίαν καταδα‐ κνώμενον τὸν μακάριον προφήτην Ἱερεμίαν, δι’ ὧν οὕτω φησὶν προσευχόμενος· «Αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν, Κύριε. Ποίησον ἡμῖν ἕνεκεν τοῦ
40ὀνόματος, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σου. Σοὶ ἡμάρτομεν. Ὑπομονὴ Ἰσραὴλ, Κύριε, καὶ σώσεις ἐν καιρῷ κακῶν. Ἵνα τί ἐγενήθης ὡσεὶ πάρ‐ οικος ἐπὶ τῆς γῆς, καὶ ὡς αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα; Μὴ ἔσῃ ὡς ἄνθρωπος ὑπνῶν, ἢ ὡς ἀνὴρ
45μὴ δυνάμενος σώζειν; Καὶ σὺ ἐν ἡμῖν εἶ, Κύριε, καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφ’ ἡμᾶς, μὴ ἐπιλάθῃ.» Καὶ πάλιν· «Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον

69

.

568

(50)

αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ. Ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν.» Ἐν γὰρ τοῖς τοιούτοις θρη‐ νήμασι τῶν προφητῶν, τὴν περὶ τοῦ λεπρῶσθαι τὸν Ἰσραὴλ παραγγελίαν παραδεξόμεθα. Προστάττει γε μὴν ὁ ἱερεὺς ἀποσκευάσαι τὴν οἰκίαν Φοβερω‐
55τάτη μὲν γὰρ ἡ ἐπὶ τοῖς πλημμελήμασι τοῖς ἡμετέροις ἐπισκοπὴ τοῦ Θεοῦ γίνεται. Κολάζεσθαι δὲ ἀνάγκη
τοὺς ἐνόχους ὅντας, οἷς ἂν ἤδη κακοῖς διὰ τοῦτο φιλ‐565

69

.

569

άνθρωπος ὢν, παραγγέλλει καθαρισμοὺς ἀγαπᾷν καὶ τὴν ἐπισκήψασαν νόσον ἀποσκευάζεσθαι, φθάνειν τε οὕτω τὴν ἐκ τῆς ἐπισκέψεως δίκην, ὡς ἐν τῷ «Ἀπόπλυνον ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερου‐
5σαλὴμ, ἵνα σωθῇς. Ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου;» Πόνων δὲ διαλογισμοί τινες ἂν νοοῖντ’ ἂν εἰκότως, ἢ ἐκεῖνοι δὴ πάντως δι’ ὦν εἰς πόνους καὶ τὰς ἐπὶ ταῖς πλημμελείαις δίκας εἰσηλθόμεθα. Ὅρα τοίνυν ἐν τούτοις ἐπιτάττοντα τὸν ἱερέα προαποσκευάζεσθαι τὰς αἰτίας, ἐφ’ αἷς ἂν νοοῖτ’ ἄν τις εἰκότως ὑποπεσεῖσθαι ταῖς τιμω‐ ρίαις.
10 γʹ. Εἶτά φησι· «Καὶ εἰσελεύσεται ὁ ἱερεὺς, κατα‐ μαθεῖν τὴν οἰκίαν, καὶ ὄψεται τὴν ἁφὴν, καὶ ἰδοὺ ἡ ἁφὴ ἐν τοῖς τοίχοις.» Καὶ πάλιν· «Ἐξελθὼν ὁ ἱερεὺς ἐκ τῆς οἰκίας ἐπὶ τὴν θύραν τῆς οἰκίας, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν οἰκίαν ἑπτὰ ἡμέρας.» Μετὰ γὰρ τὴν
15ἐξ ἀγαθότητος προσδιαστολὴν, καὶ τὸ ἐπὶ ἑπτὰ δεῖν προκαθῆρται, φαινομένη πάλιν ἡ φαυλότης ἐν σχή‐ ματι λέπρας εἰς εὔλογον ἀγανάκτησιν κέκληκεν εἰκό‐ τως τὸν ἱερέα, τὸ θεῖον ἐν τούτοις φοροῦντα πρόσ‐ ωπον. Διὸ δὴ πάλιν ἐποπτεύσας τὴν ἁφὴν, τουτέστι,
20τὰ τοῦ πάθους σημεῖα καὶ σύμβολα, τὴν οἰκίαν ἀφ‐ ώρισεν εἰς ὅλας ἡμέρας ἑπτά. Λελυπημένος γὰρ καὶ λίαν εἰκότως ἐπὶ ταῖς εἰς τὸν νόμον παροινίαις τῶν ἐξ Ἰσραὴλ, καί τοι φιλάνθρωπος ὢν ὁ Θεὸς, ἐξέπεμψε πάντας εἰς αἰχμαλωσίαν, παραδοὺς εἰς
25χεῖρα τῶν Βαβυλωνίων ἐφ’ ὅλοις ἔτεσι τὸν ἀριθμὸν ἑβδομήκοντα· ἡμέραν δὲ μίαν εἰς δέκα τεθεικώς. Ἑπτά φησιν εἶναι τὰς ἡμέρας τοῦ ἀφορισμοῦ τῆς οἰκίας, τὴν ἡμέραν εἰς ἐνιαυτοὺς δέκα λογιζόμενος, κατὰ τὸ εἰρημένον τῷ προφήτῃ Ἰεζεχιήλ· «Ἡμέ‐
30ραν ἐνιαυτὸν τέθεικά σοι.» Ἐπισφραγιεῖ καὶ τὸν λόγον, καὶ ὁ περὶ τῆς Συναγωγῆς εὐχόμενος ἄγγελος ἐν τῷ Ζαχαρίᾳ, λέγων· «Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσεις τὴν Ἱερουσαλὴμ καὶ τὰς πό‐ λεις Ἰούδα, ἃς ὑπερεῖδες; Τοῦτο ἑβδομηκοστὸν
35ἔτος.» Εἶτα πάλιν φησὶν, ὅτι «Ἐπανήξει ὁ ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.» Τὴν δὲ τοῦ ἱερέως ἐπάνοδον, νοήσεις ἐν τούτοις ἕτερον οὐδὲν, ἢ τῆς τοῦ Θεοῦ φι‐ λανθρωπίας τὴν εἰς τὸ ἔθνος ἐπιστροφήν· ὡς τῷ διὰ τοῦτο τάδε λέγει Κύριος· «Ἐπιστρέψω ἐπὶ τὴν Ἱε‐
40ρουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ οἶκός μου ἀνοικοδομη‐ θήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ἱερουσαλήμ.» Ἢ καὶ πά‐ λιν, ὡς ἐν ἐκείνῳ· «Τίσι διαθῶ Ἐφραῒμ, ὑπερ‐ ασπιῶ σου, Ἰσραήλ; Ὡς Ἄδαμα θήσομαί σε, καὶ
45Βοείμ. Μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ· συν‐ εταράχθη ἡ μεταμέλειά μου· οὐ μὴ ποιήσω σοι κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου. Οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι Ἐφραΐμ. Διότι Θεός εἰμι ἐγὼ, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος.» Ὅταν οὖν φησιν· ἐπαν‐

69

.

569

(50)

ήκοι μὲν ὁ ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἰδεῖν τὴν οἰκίαν, καὶ ἰδοὺ διεχύθη ἡ ἁφὴ ἐν τοῖς τοίχοις τῆς οἰκίας· καὶ προστάξει ὁ ἱερεὺς, καὶ ἐξελοῦσι τοὺς λίθους ἐν οἷς ἐστιν ἡ ἁφὴ, καὶ ἐκβαλοῦσιν αὐτοὺς ἔξω τῆς πόλεως. Καὶ μεθ’ ἕτερα· «Καὶ λήψονται λί‐
55θους ἀπεξυσμένους ἑτέρους, καὶ ἀντιθήσουσιν ἀντὶ
τῶν λίθων ἐκείνων.» Μετὰ γὰρ τὸ ἀνεθῆναι τῆς567

69

.

572

ἐπὶ τοῖς παρῳχηκόσιν αἰτίας, περισκεψάμενος πά‐ λιν τὴν τῶν Ἰουδαίων Συναγωγὴν ὁ τὰ πάντα ἐν ἡμῖν ἐτάζων Θεὸς, καὶ πᾶσαν μὲν, κατὰ τὸ εἰκὸς, οὐκ ἔτι λεπρῶσαν, πλὴν οὐκ εἰσάπαν τῆς ἀρχαίας
5φαυλότητος ἀπηλλαγμένην εὑρὼν, οὐ κατὰ πάντων ἐποιήσατο τὴν ὀργὴν, μόνον δὲ κατὰ ἐκείνων οἵπερ ἦσαν αἴτιοι τοῦ πάσχειν αὐτὴν, καὶ τῆς νόσου γεγό‐ νασιν ἀφορμή· οὓς καὶ λίθους ὀνομάζει, μέρη τινὰ τῆς ὅλης οἰκίας ἤτοι τοῦ ἔθνους ὑποδεικνύς. Οὗτοι
10δὲ ἦσαν, τινὲς μὲν τῶν κατὰ καιροὺς βασιλέων εἰς ἑτέρας λατρείας περιπλανῶντες τὸν λαόν· τινὲς δὲ τῶν ψευδοπροφητῶν, τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦν‐ τες, καθὰ γέγραπται, καὶ τὴν τῶν ἀκροωμένων εὐ‐ λάβειαν παραλύοντες, οὓς καὶ ὑπεξαιρεῖσθαι τῆς
15οἰκίας κελεύει, σημαίνων τὸν ἐκείνων ἀφορισμὸν, ἤτοι τὴν εἰς ἀφανισμὸν ἐκβολήν. Ὁποῖόν ἐστιν ἐπὶ μὲν τῷ Ἰεχονίᾳ τὸ εἰρημένον παρὰ Θεοῦ· «Γῆ, ἄκουε τῶν λόγων Κυρίου. Γράψον τὸν ἄνδρα τοῦτον, ἐκκήρυκτον ἄνθρωπον.» Ἐπὶ δὲ τοῖς ψευδομάντεσι·
20«Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν. Ἀπ‐ έκτεινα αὐτοὺς ἐν ῥήματι στόματός μου.» Καὶ πά‐ λιν ἐκεῖνο· «Διὰ τοῦτο ἡγούμενοι λαοῦ ἀποῤῥιφή‐ σονται ἐξ οἴκου τρυφῆς αὐτῶν, διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσθησαν.» Καὶ πάλιν· «Ἕν‐
25εκεν ἀκαθαρσίας, διεφθάρη φθορᾷ.» Τὸ δὲ ἀντὶ τῶν ὑφαιρεθέντων λίθους ἑτέρους ἀντεισάγεσθαι πάλιν, καθαροὺς καὶ ἀπεξυσμένους, δηλοῖ τὸ κατὰ καιρὸν ἀναδείκνυσθαί τινας διὰ τῆς τοῦ Θεοῦ βουλῆς, τοὺς ἀντιστηρίζοντας τὸν οἶκον Ἰσραὴλ, καὶ συνέχοντας
30εἰς ἀδιάφθορον τόπον, ἢ βασιλέας δηλονότι, ἢ προ‐ φήτας, ἢ ἁγίους. Ὡς ἐν τῷ πρὸς τὸν μακάριον Ἡσαΐαν εἰρημένῳ παρὰ Θεοῦ· «Τάδε λέγει Κύριος Σαβαώθ· Πορεύου εἰς τὸ παστοφόριον, πρὸς Ὀμνᾶν τὸν ταμίαν, καὶ εἰπὸν αὐτῷ· Τί σὺ ὧδε; καὶ τί σοί
35ἐστιν ὧδε; ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγλυ‐ ψας σεαυτῷ ἐν πέτρᾳ σκηνήν. Ἰδοὺ δὴ Κύριος Σα‐ βαὼθ ἐκβαλεῖ ἐκτρίψαι ἄνδρα, καὶ ἀφελεῖ τὴν στολήν σου, καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον, καὶ ῥίψει σε
40εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀπο‐ θανῇ. Καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν, καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα. Καὶ ἀφαιρεθήσῃ ἐκ τῆς οἰκονομίας σου, καὶ ἐκ τῆς στά‐ σεώς σου. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καλέσω
45τὸν παῖδά μου Ἐλειακεὶμ τὸν τοῦ Χελκίου, καὶ ἐν‐ δύσω αὐτὸν τὴν στολήν σου, καὶ τὸν στέφανόν σου δώσω αὐτῷ, καὶ τὸ κράτος, καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ, καὶ ἔσται ὡς πατὴρ τοῖς οἰκοῦσιν ἐν Ἱερουσαλήμ.» Ἀλλὰ καὶ χοῦν ἕτε‐

69

.

572

(50)

ρον, φησὶν, λήψονται, καὶ ἐξαλείψουσι τὴν οἰκίαν·» τὸ Ἐξαλείψουσιν, ἀντὶ τοῦ περιαλείψουσι τεθεικώς. Σημαίνει δὲ καὶ τοῦτο τὴν διὰ τῶν ἁγίων προφητῶν γεγενημένην παράκλησιν τῷ Ἰσραὴλ, οἳ καλοῖς τε καὶ ἀγαθοῖς περιαλείφοντες λόγοις τοὺς ἁμαρτάνον‐
55τας, ἀνέπειθον ἰέναι προθύμως ἐπὶ τὸ δοκοῦν τῷ
Θεῷ, καὶ ἀποτρίβεσθαι μὲν τὴν ἐκ παθῶν βεβή‐569

69

.

573

λωσιν, ζηλοῦν δὲ μᾶλλον καὶ ἐπείγεσθαι ἐφ’ οἷς ἂν ὁ νομοθέτης εἰδέναι χρήσιμον τοὺς λατρεύοντας αὐτῷ. Ὁποῖόν ἐστι τὸ δι’ ἑνὸς τῶν ἁγίων πρὸς αὐτοὺς εἰρη‐ μένον· «Ἐκζητήσατε τὸ καλὸν, καὶ μὴ τὸ πονηρὸν,
5ὅπως ζήσεσθε, καὶ ἔσται Κύριος ὁ Θεὸς, ὁ παντοκρά‐ τωρ οὕτως μεθ’ ὑμῶν.» Καὶ μετὰ τοῦτό φησιν· «Ἐὰν δὲ ἐπέλθῃ πάλιν ἁφὴ τῆς λέπρας, καὶ ἀνα‐ τείλῃ ἐν τῇ οἰκίᾳ, μετὰ τὸ ἐξελθεῖν τοὺς λίθους, καὶ μετὰ τὸ ἀποξυσθῆναι τὴν οἰκίαν, καὶ μετὰ τὸ ἐξ‐
10αλειφθῆναι. Καὶ εἰσελεύσεται ὁ ἱερεὺς, καὶ ὄψεται εἰ διακέχυται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ. Λέπρα ἔμμονός ἐστιν ἐν τῇ οἰκίᾳ· ἀκάθαρτός ἐστιν. Καὶ καθελοῦσι τὴν οἰκίαν, καὶ τὰ ξύλα αὐτῆς, καὶ τοὺς λίθους αὐτῆς, καὶ πάντα τὸν χοῦν τῆς οἰκίας ἐξοίσουσιν ἔξω τῆς
15πόλεως εἰς τόπον ἀκάθαρτον.» Ὅτε γὰρ ἅπας ἐπ‐ ενοήθη θεραπείας τρόπος τοῖς ἐξ Ἰσραὴλ, καὶ ὠφέλη‐ σαν μὲν οὐδὲν ὑπεξαιρεθέντες οἱ ψωριῶντες λίθοι, ἀνόνητος δὲ ἀπεδείχθη λοιπὸν καὶ ἡ διὰ τῶν προφη‐ τῶν ἀλοιφὴ, τουτέστι, παράκλησις, εἰσέρχεται πάλιν
20ἐπισκεψόμενος τὴν λεπρῶσαν ὁ ἱερεύς. Εἰσβέβηκε γὰρ ἐν τῷδε τῷ κόσμῳ μετὰ σώματος ὁ Μονογενής. Ὅτε γέγονεν ἄνθρωπος, πόσην ἢ τίνα μεταβολὴν ἐκ τῆς ἀρχαίας φαυλότητος εἰς πολλὴν ἀγαθὴν πολιτείαν ἐλέγχει Συναγωγὴ περισκεψόμενος ἀκριβῶς. Ἐπειδὴ
25δὲ πάθεσι τοῖς ἐξ ἀρχῆς ἐνεχομένην ἔτι κατέλαβε, καὶ νοσοῦσαν ἔμμονον τὴν ἀκαθαρσίαν, καθαιρεῖσθαι προστάττει λοιπὸν, ἐκπέμπεσθαι δὲ εἰς τόπον ἀκά‐ θαρτον. Λέλυται γὰρ ὅλη τῶν Ἰουδαίων ἡ διὰ νόμου σύστασις, καὶ τὸ ἔθνος εἰς πάντα διεσκορπίσθη τόπον
30ἀκάθαρτον, κατὰ τὸ ἐν προφήταις εἰρημένον· «Καὶ διασκορπιῶ αὐτοὺς εἰς πάντα ἄνεμον.» Ἢ «Λικ‐ μιῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη.» Παραλήψῃ εἰς τοῦτο καλῶς, καὶ τὸ παρὰ τοῦ Σωτῆρος εἰρημένον ἐπὶ τῷ ναῷ τῷ παρ’ αὐτοῖς· «Βλέπετε ταῦτα πάντα. Ἀμὴν
35λέγω ὑμῖν, οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθήσεται.» Ἐπιλέγει δὲ τούτοις, ὅτι «Πᾶς ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν, πάσας τὰς ἡμέρας ἃς ἀφωρισμένη ἐστὶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ ὁ κοιμώμενος ἐν τῇ οἰκίᾳ, πλυνεῖ τὰ ἱμάτια
40ἑαυτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ ὁ ἐσθίων ἐν τῇ οἰκίᾳ, πάλιν ὁμοίως·» ἐκεῖνο σαφῶς ὑποδηλῶν ὅτι πᾶς ὁ τοῖς Ἰουδαίοις καθ’ οἱονοῦν τινα τρόπον, διὰ τοῦ τὰ ἴσα φρονεῖν κολλώμενος, ἕσται δὴ πάντως καὶ τῆς ἐκείνων ἀκαθαρσίας μέτ‐
45οχος. Εἶτα πάλιν ἐπαθρήσοντα τὴν λεπρῶσαν, καὶ αὖθις εἰσφέρει τὸν ἱερέα· «Ἐὰν γὰρ παραγενόμενος εἰσέλθῃ, φησὶν, ὁ ἱερεὺς ἴδῃ. Καὶ ἰδοὺ διαχύσει οὐ διαχεῖται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ, μετὰ τὸ ἐξαλειφθῆναι τὴν οἰκίαν, ὅτι ἰᾶται ἡ ἁφή.» Καθῃρέθη μὲν γὰρ διὰ

69

.

573

(50)

τὴν εἰς Χριστὸν παροινίαν ὡς ἀκάθαρτος ἡ τῶν Ἰου‐ δαίων Συναγωγὴ, καὶ τῆς Θεοῦ φιλίας ἐξώλισθε. Πλὴν ἐν τούτῳ μακρὸν παρατείνασα χρόνον, «ἄχρις ἂν εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν,» κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἐλεηθήσεται παρὰ Χριστοῦ. Ἐπι‐
55σκεπτομένου δὴ πάλιν αὐτὴν κατὰ τὸ λεληθὼς ὡς Θεοῦ, καὶ πάλιν εἰς δικαιοσύνην ἐπ’ ἐσχάτοις ἐπαν‐
άγοντος χρόνοις, δικαιοσύνην δὲ πάντως τὴν διὰ πί‐571

69

.

576

στεως καὶ ἀγάπης τῆς εἰς αὐτόν. Παραγενήσεται τοίνυν ἐπισκοπήσων, καὶ εἰσαῦθις αὐτὴν ὁ πάντων ἀρχιερεύς· καὶ βελτιουμένην εὑρὼν, παραχρῆμα καθαριεῖ, καὶ προσδέξεται, κατὰ τὸ εἰρημένον διὰ
5τῶν ἁγίων προφητῶν· «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, συνάξω τὴν ἀπωσμένην, καὶ τὴν συντετριμ‐ μένην εἰσδέξομαι, καὶ οὓς ἀπωσάμην. Καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλημμα.» Καὶ ἐν ἑτέρῳ δὲ πάλιν· «Διότι ἡμέρας πολλὰς καθίσονται οἱ υἱοὶ
10Ἰσραὴλ οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, οὔτε δήλων. Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ’ ἐσχάτου τῶν ἡμερῶν. Ὅταν οὖν ἐπισκοπήσῃ τὴν λεπρῶσαν, φησὶν, ὁ ἱερεὺς, καὶ καθαρίσῃ αὐτήν· καὶ λήψονται ἀφαγνίσαι τὴν οἰκίαν δύο ὀρνίθια ζῶντα καθαρὰ,
15καὶ ξύλον κέδρινον, καὶ κεκλωσμένον κόκκινον, καὶ τὴν ὕσσωπον.» Καὶ πάλιν· «Τὸ ὀρνίθιον τὸ ζῶν βάψει αὐτὸ εἰς τὸ αἷμα τοῦ ὀρνιθίου ἐσφαγμένου ἐν τῷ ὕδατι ζῶντι, καὶ ἐν τῷ ὀρνιθίῳ τῷ ζῶντι, καὶ ἐν τῷ ξύλῳ τῷ κεδρίνῳ, καὶ ἐν τῇ ὑσσώπῳ, καὶ ἐν τῷ κεκλωσμένῳ κοκκίνῳ, καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν ἔξω τῆς πόλεως εἰς πεδίον καθαρὸν, καὶ ἐξιλάσεται περὶ τῆς οἰκίας, καὶ καθαρὰ ἔσται» δʹ. Ὅλον δὴ πάλιν ἐν τούτοις περιάθρει σαφῶς τοῦ
20Σωτῆρος ἡμῶν τὸ μυστήριον, καὶ τὸν διὰ τοῦ ἁγίου βαπτίσματος καθαρισμόν. Δύο μὲν γὰρ ὀρνίθια λη‐ φθῆναι κελεύει ζῶντα καὶ καθαρά· ἵνα νοήσῃς διὰ τῶν πετεινῶν τὸν οὐράνιον ἄνθρωπον ὁμοῦ καὶ Θεὸν, εἰς δύο μὲν φύσεις, ὅσον ἧκεν εἰς τὸν ἑκάστῃ πρέ‐
25ποντα λόγον διαιρούμενον. Λόγος γὰρ ἦν ὁ ἐκ Θεοῦ Πατρὸς ἀναλάμψας, ἐν σαρκὶ τῇ ἐκ γυναικὸς, πλὴν οὐ μεριζόμενος. Εἷς γὰρ ἐξ ἀμφοῖν ὁ Χρι‐ στός. Καὶ διὰ τοῦτο ὡς δύο λαμβάνεται τὰ ὀρνίθια, καὶ νοεῖται πάλιν, ὡς ἓν ἀμφότερα, πλὴν ζῶντα καὶ
30καθαρά. Ζωῆς γὰρ καὶ καθαρότητος ἁπάσης παρεκ‐ τικὸς καὶ αὐτὸς καθ’ ἑαυτὸν ὁ Λόγος, καὶ ὁ ἐκ Παρ‐ θένου ναὸς τὸν ζῶντα Λόγον ἔχων ἐν ἑαυτῷ. Ἦν γὰρ ἴδιον αὐτοῦ τὸ σῶμα, καὶ οὐκ ἀλλότριον φόρημα. Διά‐ τοι τοῦτο εἷς Κύριος Ἰησοῦς Χριστός. Πρὸς δέ γε
35τοῖς ὀρνιθίοις, καὶ ξύλον κέδρινον λαμβάνειν κελεύει, ἵνα διὰ τούτου ἄφθαρτον εἶναι τὸ σῶμα νοήσῃς Χρι‐ στοῦ. Οὐ γὰρ οἶδε διαφθοράν· παραιτεῖται γὰρ ἡ κέ‐ δρος τὸ φθείρεσθαι. Διὰ δὲ τοῦ μὴ κατεφθάρθαι νοεῖν τὸ ἅγιον σῶμα Χριστοῦ, πιθανὸς δὴ λίαν ὁ περὶ τῆς
40ἀναστάσεως αὐτοῦ λόγος εἰσφέρεται. Τὸ δὲ κεκλω‐ σμένον κόκκινον, τὴν ἐπὶ τῷ θανάτῳ τοῦ Σωτῆρος ἡμῶν ὁμολογίαν ὑποσημαίνει. Καὶ γοῦν εἴρηταί που περὶ τῆς Ἐκκλησίας ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων· «Ὡς σπαρτίον κόκκινον χείλη σου, ἀδελφή μου
45νύμφη.» Ἐπειδὴ γὰρ ἀεὶ τῆς Ἐκκλησίας τὰ χείλη τὴν διὰ τοῦ αἵματος τοῦ Χριστοῦ σωτηρίαν ἀνακη‐ ρύττει, καὶ ἐπ’ αὐτῷ τῆς πίστεως τὴν ὁμολογίαν ποιεῖσθαι κελεύει τὸν προσερχόμενον, σπαρτίῳ κοκ‐ κίνῳ παρεικάζει καλῶς τὰ χείλη αὐτῆς· καὶ αὐτῆς

69

.

576

(50)

δὲ τῆς μυστικῆς εὐλογίας ἡ μέθεξις καταγγελίαν ἔχει τοῦ θανάτου καὶ τῆς ἀναστάσεως αὐτοῦ τοῦ Χριστοῦ. Ἃ καὶ πρότερον ὁμολογεῖν ἀναπείθοντες τοὺς πισ‐ τεύοντας, προσάγομέν τε τῷ ἁγίῳ βαπτίσματι, καὶ τελειοῦμεν ἐν αἵματι Διαθήκης αἰωνίου, καθὰ γέγρα‐
55πται. Καὶ γὰρ τὴν ἐπὶ τῷ αἵματι τοῦ Χριστοῦ τῆς πίστεως ὁμολογίαν, διὰ τοῦ κοκκίνου σημαίνει· διὰ
δὲ τῆς ὑσσώπου, τὴν τοῦ ἁγίου Πνεύματος ζέσιν.573

69

.

577

Θερμὴ γὰρ ἡ πόα, καὶ τῶν ἐκ ψυχρότητος παθῶν σμηκτική. Τοιαύτη δὲ καὶ ἡ τοῦ ἁγίου Πνεύματος ἐν ἡμῖν ἐνέργειά τε καὶ δύναμις. «Λήψεται τοίνυν, φη‐ σὶν, ὁ ἁγνίζων τὴν λελεπρωμένην, τὸ ὀρνίθιον τὸ ζῶν,
5καὶ τὸ κέδρινον ξύλον, καὶ τὸ κόκκινον, καὶ τὴν ὕσ‐ σωπον, καὶ βάψει αὐτὰ εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ ἐσφαγμένου, ἐφ’ ὕδατι ζῶντι, καὶ περιῤῥανεῖ ἐν αὐ‐ τοῖς ἐπὶ τὴν οἰκίαν ἑπτάκις. Καὶ ἀφανιεῖ τὴν οἰκίαν ἐν τῷ αἵματι τοῦ ὀρνιθίου, καὶ ἐν τῷ ὕδατι τῷ ζῶντι,
10καὶ ἐν τῷ ξύλῳ τῷ κεδρίνῳ, καὶ ἐν τῇ ὑσσώπῳ, καὶ ἐν τῷ κεκλωσμένῳ κοκκίνῳ.» Οὐ γὰρ ἑτέρως δύνα‐ σθαι τὴν τῶν Ἰουδαίων Συναγωγὴν τὸν ἐξ ἀπειθείας ἀποπλύνασθαι μολυσμὸν, καὶ τὴν ἐκ τῶν ποικίλων πλημμελημάτων ἀποθέσθαι κηλίδα, πάλιν ἡμῖν ὁ νό‐
15μος ὑποδηλοῖ, εἰ μὴ διὰ μόνης εὐλογίας τῆς παρὰ Χριστοῦ, καὶ τῆς εἰς αὐτὸν ὁμολογίας καὶ πίστεως, τελειουμένης δηλονότι καὶ ἁγιαζομένης διὰ τοῦ βαπ‐ τίσματος τοῦ ἁγίου. Ἐπιτήρει γὰρ ὅπως διὰ τῶν εἰρημένων ὁλόκληρος ἡμῖν ζωγραφεῖται Χριστὸς, καὶ
20ἡ ἐν αὐτῷ πίστις τε καὶ ὁμολογία σημαίνεται. Διὰ μὲν γὰρ τοῦ ὀρνιθίου τοῦ ζῶντος, τὸν ἀεὶ ζῶντα, καὶ ζωοποιὸν καὶ οὐράνιον νοήσαις Λόγον, διὰ δὲ τοῦ ἐσφαγμένου, τὸ τίμιον αἷμα τοῦ παθόντος ναοῦ. Σαρκὶ γὰρ αὐτὸν πεπονθέναι φαμὲν, πλὴν ὡς ἐν
25ἰδίῳ σώματι. Διὰ δὲ τοῦ ἀσήπτου ξύλου, τὴν σάρκα τὴν ἀδιάφθορον· διὰ δὲ τῆς ὑσσώπου, τὸ Πνεῦμα· διὰ δὲ τοῦ κοκκίνου, τὴν ἐφ’ αἵματι Διαθήκης τὴν ὁμο‐ λογίαν· διὰ δὲ τοῦ ζῶντος ὕδατος, τὴν ζωοποιὸν τοῦ βαπτίσματος χάριν, ἣν καὶ ἐν αὐτῷ τῷ πάθει καλῶς
30ὑπεσήμαινεν ἡ ἁγία τοῦ Σωτῆρος ἡμῶν πλευρὰ, ὕδωρ τῷ αἵματι συνεκπέμπουσα, ᾧ καὶ χρῆναι τὴν οἰκίαν ἐπιῤῥαίνεσθαί φησιν, ἵνα καὶ ἀφαγνίζηται, κατὰ τὸ εἰρημένον Ἰεζεχιὴλ τῷ προφήτῃ· «Καὶ λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν, καὶ συνάξω ὑμᾶς ἐκ
35τῶν χωρῶν, καὶ ῥανῶ ἐφ’ ὑμᾶς ὕδωρ καθαρὸν, καὶ καθαρισθήσεσθε.» Περιῤῥαίνεσθαι δὲ καὶ οὐκ εἰσ‐ άπαξ αὐτὴν, ἀλλ’ ἑπτάκις κελεύει. «Οὗ γὰρ ἐπλεόνα‐ σεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.» Εἶτα τούτοις ἐπάγει πάλιν ὁ νομοθέτης, ὅτι καὶ ἐξαπο‐
40στελεῖ τὸ ὀρνίθιον τὸ ζῶν ἔξω τῆς πόλεως εἰς τὸ πε‐ δίον, καὶ ἐξιλάσεται περὶ τῆς οἰκίας, καὶ καθαρὰ ἔσται. Εἰς τύπον τῆς Ἰουδαίων Συναγωγῆς, ἤτοι παντὸς τοῦ ἔθνους, τὴν ἀρτίως ἡμῖν κατωνομασμέ‐ νην «Οἰκίαν» ἐλάβομεν. Πόλιν δὲ εἶναι δώσομεν, τὴν
45πολλῶν οἰκιῶν περιεκτικήν. Τοιαύτην τινὰ εἶναι νοή‐ σεις τὴν καθ’ ἡμᾶς οἰκουμένην, πολλὰ μὲν ἀνθρώπων συνέχουσαν γένη· τείχει δὲ ὥσπερ τινὶ κύκλῳ περι‐ εζωσμένην τῷ στερεώματι· μεθ’ ὃ λοιπὸν ἤδη τὸ πλατύ τε καὶ καθαρὸν τῶν ἄνω κόσμων νοεῖται πεδίον.

69

.

577

(50)

Διδάσκει τοίνυν ὁ νομοθέτης διὰ τοῦ πρὸς τὸ ἔξω τῆς πόλεως πεδίον ἀνίεσθαι τὸ ὀρνίθιον, τήν τε ἀπὸ κόσ‐ μου μετάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν τοῦ Χριστοῦ. Γεγονὼς γὰρ οὗτος πρὸς τὸν Πατέρα καὶ Θεὸν, ὑπὲρ ἁπάντων ἡμῶν καὶ τῆς Ἰουδαίων Συν‐
55αγωγῆς, ἐξιλάσεται, καὶ καθαρισθησόμεθα. Ὥσπερ γὰρ ὁ σοφώτατός φησι μαθητὴς Ἰωάννης· «Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν Χριστὸν
δίκαιον. Καὶ αὐτὸς ἱλασμός ἐστιν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ575

69

.

580

περὶ ὅλου τοῦ κόσμου.» Καλῶς οὖν ἄρα πρὸς Ἰουδαίους ἔφασκεν· «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε.» Δι’ οὗ καὶ μεθ’ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
4tΠερὶ τοῦ μὴ εἰσέρχεσθαι τὸν Ἀαρὼν διὰ παντὸς
5tεἰς τὰ Ἄγια τῶν ἁγίων.
6 αʹ. Θεὸς ὢν φύσει καὶ ἐκ Θεοῦ Πατρὸς ὁ Μονογενὴς καθῆκεν ἑαυτὸν ἐν τοῖς καθ’ ἡμᾶς, καὶ ἐπὶ γῆς ὤφθη, κατὰ τὸ γεγραμμένον, καὶ τοῖς ἀνθρώποις συναν‐ εστράφη, καὶ οὐχ ἑτέρου του χάριν, ἢ ἵνα, καθά φησιν
10ὁ θεσπέσιος Παῦλος, ἐλεήμων γένηται, καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς Θεὸν, εἰς τὸ ἱλάσκεσθαι ταῖς ἁμαρ‐ τίαις τοῦ λαοῦ. Νόμος μὲν γὰρ διὰ Μωσέως τοῖς πάλαι τεθεσπισμένος μεσολαβούντων ἀγγέλων, ἀν‐ θρώπους καθίστησι τοὺς ἱερέας, τὴν κοινὴν τῆς φύ‐
15σεως νοσοῦντας ἀσθένειαν, καὶ δι’ αὐτὴν ὀφείλοντας, καθάπερ ὑπὲρ τῶν τοῦ λαοῦ, οὕτω καὶ ὑπὲρ τῶν ἰδίων ἀγνοημάτων, θυσίαν προσφέρειν. Ὁ δὲ λόγος τῆς ὁρκομοσίας τῆς μετὰ νόμον, «Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον· ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύνα‐
20ται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.» Ἐξιλάσσεται δὲ ὁ Χριστὸς, ἥκιστα μὲν ὑπὲρ ἑαυτοῦ. Καὶ ἀληθὴς ὁ λόγος· Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν· ὑπὲρ ἡμῶν δὲ μᾶλλον. Καὶ τοῦτο ἡμῖν εὖ μάλα σαφηνιεῖ γεγραφὼς
25ὁ θεσπέσιος Παῦλος περὶ αὐτοῦ· Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι.» Ταύ‐ τῃτοι καὶ εἰσβεβηκέναι φησὶν αὐτὸν εἰς τὰ Ἅγια τῶν ἁγίων ἅπαξ, καὶ αἰωνίαν λύτρωσιν εὑράμενον, καὶ μιᾷ προσφορᾷ τετελειωκότα, καὶ τοῦτο εἰς τὸ διηνε‐
30κὲς τοὺς ἁγιαζομένους. Καὶ σεσώσμεθα μὲν ἡμεῖς· αὐτὸς δὲ τὰς ἁμαρτίας ἡμῶν αἴρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Τέθεικε γὰρ τὴν ἰδίαν ψυχὴν ἐθελοντὴς ὑπὲρ ἡμῶν· πλὴν ἀνεβίω. Θεὸς γὰρ ἦν φύσει, καὶ ἔστιν ἐν οὐρανοῖς ἐν δεξιᾷ τοῦ Πατρὸς, «πάντοτε ζῶν
35εἰς τὸ ἐντυγχάνειν ὑπὲρ ἁγίων,» καθάπερ ἔναγχος ἔφην. Καὶ ταυτί μοι πάλιν ὡς ἐκ νομικῆς εἴρηται σκιᾶς, ἣν καὶ ὅπως ἂν ἔχοι σαφῶς ἀφηγήσομαι. Γέ‐ γραπται τοίνυν ἐν τῷ Λευϊτικῷ· «Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου,
40μὴ εἰσπορευέσθω πᾶσαν ὥραν τῶν ἁγίων τὸ ἐσώτερον τοῦ καταπετάσματος, εἰς πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποθανεῖται. Ἐν γὰρ νεφέλῃ ὀφθήσομαι ἐπὶ τοῦ ἱλαστηρίου.» Ἔδει γὰρ, ἔδει τὸν Ἀαρὼν εἰκόνα καὶ
45τύπον ἀποπληροῦν τεταγμένην τῆς ἱερωσύνης Χρι‐ στοῦ μὴ κατὰ πᾶσαν ὥραν, ἤγουν ἐν παντὶ καιρῷ, τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων ποιούμενον εἰσδρομὴν, οἱονεὶ παρασημαίνει τοῦ μυστηρίου τὸ κάλλος. Ἅπαξ γὰρ εἰσβέβηκεν ὁ Χριστὸς, αἰωνίαν λύτρωσιν, ὡς

69

.

580

(50)

ἔφην, εὑράμενος. Πλημμέλημα τοίνυν εἰς αὐτὴν τὴν ἀλήθειαν διὰ τῶν ἐν τύποις, τὸ μὴ κατ’ ἔτος καὶ ἅπαξ εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελαύνει τὸν Ἀαρὼν, ἀλλὰ κατὰ πᾶσαν ὥραν, καὶ ὡς ἐν παντὶ καιρῷ. Διὰ τοῦτο χρῆναι τηρεῖν προστέταχεν, ἵνα μὴ ἀποθάνῃ.
55Εἰ δὲ θάνατος ἦν ἡ δίκη τῷ παραλύοντι τὴν σκιὰν, καὶ εἰς τὸν τῆς ἀληθείας ἐμπαροινοῦντα τύπον, τίς
ἔσται λοιπὸν ἡ ἐπιτίμησις τοῖς εἰς αὐτὴν πλημμε‐577

69

.

581

λοῦσι τὴν ἀλήθειαν, τουτέστι Χριστόν; Ὃ δὴ πε‐ πράχασιν Ἰουδαῖοι τὴν εἰς αὐτὸν πίστιν οὐ προσιέμε‐ νοι, καὶ κατὰ μυρίους ὅσους ἀτιμάζοντες τρόπους, καί τοι λέγοντα σαφῶς· «Ἐγώ εἰμι ἡ ἀλήθεια,»
5τουτέστι τῶν ἐν νόμῳ τύπων ἡ πλήρωσις. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός. Γράφει γὰρ οὕτως ἡμῖν ὁ νομομαθὴς καὶ ἱερώτατος Παῦλος. Εἴργεται τοίνυν ὁ Ἀαρὼν, τοῦ μὴ ποιεῖσθαι διὰ παντὸς τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσβολὴν, ἵνα τοῦ μυστηρίου
10τὸ κάλλος ἀδιαλώβητόν τε καὶ ἀκραιφνὲς, καὶ αὐταῖς ἡμῖν ἀναστράπτοι ταῖς σκιαῖς. Δι’ ἔτους μὲν οὖν καὶ καθ’ ἕνα καιρὸν ἡ εἴσοδος. Τίνα δ’ ἂν γένοιτο τρόπον, καὶ οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος, ἐνομοθέτει λέγων· «Οὕτως εἰσελεύσεται Ἀαρὼν εἰς τὸ ἅγιον. Ἐν μό‐
15σχῳ ἐκ βοῶν περὶ ἁμαρτίας, καὶ κριὸν εἰς ὁλοκάρ‐ πωμα, καὶ χιτῶνα λινοῦν ἡγιασμένον ἐνδύσεται, καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ, καὶ ζώνην λινῆν ζώσεται, καὶ κίδαριν λινῆν περιθήσεται. Ἱμάτια ἅγιά ἐστι· καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα
20αὐτοῦ, καὶ ἐνδύσεται αὐτά. Καὶ παρὰ τῆς συναγωγῆς τῶν υἱῶν Ἰσραὴλ λήψεται δύο χιμάρους ἐξ αἰγῶν περὶ ἁμαρτίας, καὶ κριὸν ἕνα εἰς ὁλοκαύτωμα. Καὶ προσάξει Ἀαρὼν τὸν μόσχον τὸν περὶ ἁμαρ‐ τίας τῆς ἑαυτοῦ, καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ καὶ
25τοῦ οἵκου αὐτοῦ. Καὶ λήψεται τοὺς δύο χιμάρους, καὶ στήσει αὐτοὺς ἔναντι Κυρίου παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐπιθήσει Ἀαρὼν ἐπὶ τοὺς δύο χιμάρους κλῆρον, ἕνα τῷ Κυρίῳ, καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ. Καὶ προσάξει Ἀαρὼν τὸν χί‐
30μαρον, ἐφ’ ὃν ἐπῆλθεν ἐπ’ αὐτῷ ὁ κλῆρος τῷ Κυρίῳ, καὶ προσοίσει περὶ ἁμαρτίας· καὶ τὸν χίμαρον, ἐφ’ ὃν ὁ κλῆρος τοῦ ἀποπομπαίου, στήσει αὐτὸν ζῶντα ἔναντι Κυρίου τοῦ ἐξιλάσασθαι ἐπ’ αὐτοῦ, ὥστε ἐξ‐ αποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπὴν, καὶ ἀφήσει αὐτὸν
35εἰς τὴν ἔρημον.» Τὸν μὲν οὖν τῆς θυσίας ἐν τούτοις ἡμῖν ἐξηγεῖται τρόπον. Εἶτα προσκεκόμικε τὸν μό‐ σχον Ἀαρὼν τὸν περὶ τῆς ἁμαρτίας τῆς ἑαυτοῦ, καὶ τοῦ οἴκου ἑαυτοῦ. Τεθυμένου δὲ τοῦ μόσχου, καὶ μὴν τοῦ κριοῦ γεγονότος εἰς ὁλοκαύτωμα, κατὰ τὸν αὐτῷ
40πρέποντα νόμον· Καὶ λήψεται, φησὶ, τὸ πυρεῖον πλῆρες ἀνθράκων πυρὸς ἀπὸ τοῦ θυσιαστηρίου ἀπέ‐ ναντι Κυρίου. Καὶ πληρώσει τὰς χεῖρας θυμιάματος συνθέσεως λεπτῆς, καὶ εἰσοίσει ἐσώτερον τοῦ κατα‐ πετάσματος, καὶ ἐπιθήσει τὸ θυμίαμα ἐπὶ τὸ πῦρ
45ἔναντι Κυρίου, καὶ καλύψει ἡ ἀτμὶς τοῦ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρτυρίων, καὶ οὐκ ἀπο‐ θανεῖται. Καὶ λήψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ ῥανεῖ τῷ δακτύλῳ τὸ θυσιαστήριον· ῥανεῖ ἑπτά‐ κις ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ αὐτοῦ.» Προσεπ‐

69

.

581

(50)

άγει δὲ τούτοις· «Καὶ σφάξει τὸν χίμαρον περὶ τῆς ἁμαρτίας τὸν παρὰ τοῦ λαοῦ ἔναντι τοῦ Κυρίου, καὶ εἰσοίσει ἀπὸ τοῦ αἵματος αὐτοῦ ἐσώτερον τοῦ κατα‐ πετάσματος· καὶ ποιήσει τὸ αἷμα αὐτοῦ, ὃν τρόπον ἐποίησε τὸ αἷμα τοῦ μόσχου.» Καὶ ταυτὶ δὴ ταῦτα
55προστέταχε γενέσθαι, ὑπὲρ τοῦ ἐξιλάσασθαί φημι ὑπὲρ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραὴλ, καὶ περὶ
πασῶν τῶν ἁμαρτιῶν αὐτῶν. Κατεχρίετο δὲ τῷ αἵ‐579

69

.

584

ματι τοῦ τε μόσχου, καὶ μὴν καὶ τοῦ χιμάρου, οὐχὶ μόνον τὸ ἱλαστήριον, καὶ ἡ ἐσωτέρα σκηνή, του‐ τέστι, τὰ Ἅγια τῶν ἁγίων, ἀλλὰ καὶ αὐτὸ τὸ τῶν καρπωμάτων θυσιαστήριον, ἐν τῇ πρώτῃ σκηνῇ.
5Ἔφη γὰρ πάλιν· «Καὶ ἐξελεύσεται ἐπὶ τὸ θυσια‐ στήριον τὸ ἀπέναντι Κυρίου, καὶ ἐξιλάσεται ἐπ’ αὐ‐ τοῦ· καὶ λήψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ ἀπὸ τοῦ αἵματος τοῦ χιμάρου, καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλωθεν. Καὶ ῥανεῖ ἐπ’
10αὐτὸ ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ αὐτοῦ ἑπτάκις, καὶ καθαρίσει αὐτὸ, καὶ ἁγιάσει αὐτὸ ἀπὸ τῶν ἀκα‐ θαρσιῶν τῶν υἱῶν Ἰσραήλ.» Προσεπάγει δὲ πάλιν «Καὶ προσάξει τὸν χίμαρον τὸν ζῶντα, καὶ ἐπιθή‐ σει Ἀαρὼν τὰς δύο χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν
15τοῦ χιμάρου τοῦ ζῶντος. Καὶ ἐξαγορεύσει ἐπ’ αὐτοῦ πάσας τὰς ἀνομίας τῶν υἱῶν Ἰσραὴλ, καὶ πάσας τὰς ἀδικίας αὐτῶν, καὶ πάσας τὰς ἁμαρτίας αὐτῶν. Καὶ ἐπιθήσει αὐτὰς ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος, καὶ ἐξαποστελεῖ ἐν χειρὶ ἀνθρώπου ἑτοίμου εἰς τὴν ἔρημον. Καὶ λήψεται ὁ χίμαρος ἐφ’ ἑαυτῷ τὰς ἀνομίας αὐτῶν εἰς τὴν ἄβατον, καὶ ἐξαποστελεῖ τὸν χίμαρον εἰς ἔρημον.» βʹ. Ταῦτα μὲν οὖν ἐν τύποις τεθεσπισμένα κατὰ
20καιρὸν, ὧδέ τε ἔχει, καὶ δὴ καὶ ἐπράττετο. Ἐπειδὴ δὲ παρῴχηκεν ἡ σκιὰ, καὶ ὁ τῆς διορθώσεως ἐνέστη καιρὸς, φέρε δὴ, φέρε λεπταῖς καὶ ἀστειοτάτοις ἐν‐ νοίαις χρώμενοι, τὸν τοῦ νόμου σκοπὸν ἐπὶ τὸ τοῦ Χριστοῦ μυστήριον μεταπλάττωμεν. «Εἰσῆλθε μὲν
25γὰρ εἰς τὰ Ἅγια τῶν ἁγίων ἐφ’ ἄπαξ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, αἰωνίαν λύτρωσιν εὑράμε‐ νος.» Πλὴν ἐν αἵματι διαθήκης αἰωνίου, καὶ οὐ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵμα‐ τος, ἀπαλείφων τὴν ἁμαρτίαν τοῦ κόσμου. Τέθυται
30γὰρ οὐχ ὑπέρ γε τῆς ἑαυτοῦ ποθεν, ἀλλ’ ὑπὲρ τῆς ἡμῶν σωτηρίας. Ἑψόμεθα δὴ οὖν καὶ αὐταῖς εὖ μάλα ταῖς τοῦ νόμου σκιαῖς, Ἦν μὲν καὶ σφόδρα εἰκὸς, μᾶλλον δὲ καὶ ἀναγκαῖον, τὸν θεσπέσιον Ἀαρὼν ὑπὲρ τῶν ἰδίων ἀγνοημάτων θυσίαν προσφέρειν. Οὐ γὰρ
35ἂν νοοῖτο γεγονὼς τοῦ πλημμελεῖν ἐν ἀμείνοσιν ἄν‐ θρωπος ὤν. Χριστῷ δὲ οὐκέτι τὸ τοιοῦτον ἁρμόσει· πολλοῦ γε καὶ δεῖ. Καταπεπλούτηκεν γὰρ ἐν ἰδίᾳ φύ‐ σει τὸ ἀπλημμελὲς ὡς Θεός. Πλὴν ἐν αὐτῷ τε καὶ δι’ αὐτοῦ, καὶ αὐτῶν τῶν ἡγιασμένων ἡ κάθαρσις, ἱερέων
40τέ φημι, καὶ μὴν καὶ λαῶν. Θέα γὰρ ὅπως ὁ Ἀαρὼν τὴν ἐν Χριστῷ νοουμένην θυσίαν καὶ νοητὴν εὐοσμίαν ἐν τοῖς ὑπὲρ αὐτοῦ θύμασιν ὑποπλάττεται. Μόσχος γὰρ ἦν καὶ κριὸς εἰς ὁλοκαύτωσιν. Νοεῖται δὲ πάλιν ὡς ἕν γε τῷ μόσχῳ Χριστός. Ἀμφιλαφῆ γὰρ λίαν τὰ
45ὑπὲρ ἁγίων προσκομιζόμενα τῷ Θεῷ, καὶ πλούσιοι σφόδρα τῶν τοιούτων οἱ τρόποι. Ἱερὸν δὲ ζῶον, καὶ τῶν ἄλλων ἁπάντων τῶν εἰς θυσίαν ἐπιτηδείων, ὑπερ‐ κείμενον τὸ τοῦ μόσχου χρῆμα. Οὐκοῦν τῆς θυσίας τὸ τέλειον ὑπεμφήνοιεν ἂν ἡμῖν ὁ μόσχος. Κριὸς δὲ πά‐

69

.

584

(50)

λιν εἰς ὁλοκαύτωσιν, γέγονε γὰρ εἰς ὀσμὴν εὐωδίας ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τῷ Θεῷ καὶ Πατρί· τὸ οἱονεὶ βδελυρόν τε καὶ κάκοσμον τῆς ἁμαρτίας τοῦ κόσμου παραλύων ἐν ἑαυτῷ. Ἐπιτήρει δὲ ὅπως προστεταγμένος ὁ Ἀαρὼν τὴν εἰς τὰ Ἅγια τῶν
55ἁγίων εἰσβολὴν ποιεῖσθαι κατὰ καιροὺς, καὶ ἀποπε‐ ραίνειν εὖ μάλα τὰς ὑπέρ γε τῶν ἰδίων ἀγνοημά‐
των θυσίας, οὐκ ἐν τῷ τῆς ἀρχιερωσύνης σχήματι581

69

.

585

ὁρᾶται κατ’ ἐκεῖνο καιροῦ, ἀλλὰ χιτῶνά φησι λινοῦν ἡγιασμένον ἐνδύσεται, καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ, καὶ λινῆν ζώνην ζώσεται, καὶ κίδαριν λινῆν περιθήσεται· τὰ ἱμάτια ἅγιά ἐστιν, καὶ
5λούσεται ἐν ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ. Ἀλλ’ ἧν ἅπα‐ σιν ἱερουργοῖς σύνηθές τε τοῦτο καὶ κατὰ νόμον τὸ σχῆμα. Τίς ἂν οὖν γένοιτο καὶ τούτων ἡμῖν ὁ λόγος πιθανὸς, ὡς οἶμαι, μᾶλλον δὲ καὶ ἀληθής; Οὐ γὰρ ἦν ἀκόλουθον ὑπὲρ ἰδίων θύοντα πλημμελημάτων τὸν
10Ἀαρὼν, ἐν εἴδει φαίνεσθαι τοῦ Χριστοῦ, τοῦ μὴ εἰδότος τὴν ἁμαρτίαν. Στολισμὸς γὰρ ὁ μάλιστα πρέπων αὐτῷ, καὶ αὐτὸ τῆς ἀρχιερωσύνης τὸ σχῆμα, τῆς τοῦ Σωτῆρος ἡμῶν βασιλείας τε ὁμοῦ καὶ ἱερω‐ σύνης ἀνετύπου τὸ κάλλος. Ὅτι δέ ἐστιν ἀμήχανον
15εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελάσαι δύνασθαί τινας, καὶ εἰς τὴν σκηνὴν τὴν ἀληθινὴν, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος, μὴ οὐχὶ τῷ τῆς παλιγγενεσίας ὕδατι προκαθηγνισμένους, ἐδήλου σαφῶς ὁ νόμος, ὕδατι προστάσσων ἀπολούσασθαι τὸν Ἀαρὼν, εἰ μέλ‐
20λοι ποιεῖσθαι τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσδρομήν. Ἄνθρακας δὲ δεῖν ἀπ’ αὐτοῦ λαμβάνειν τοῦ θυσιαστη‐ ρίου προστέταχεν εἴσω τε ἀποκομίζειν, τουτέστιν, ἐσώτερον τοῦ καταπετάσματος. Ἐπιτάττει δὲ οὕτως αὐτοῖς πλήρη τὴν δράκα λεπτοῦ θυμιάματος ποιεῖν.
25Οὗ καὶ εἰς πέρας ἐνηνεγμένου, καλύψει, φησὶν, ἡ ἀτμὴ τοῦ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρ‐ τυρίων. Τύπος δὲ ἦν αὐτοῦ ὁ Χριστὸς, ὃς τέθυται μὲν ὡς μόσχος· ὁλοκαυτοῦταί γε μὴν, ὡς κριὸς, καὶ ὅλην ἐμπίπλησι τῆν ἁγίαν σκηνὴν, τουτέστι, τὴν Ἐκκλη‐
30σίαν, τῆς νοητῆς εὐοσμίας ὡς καὶ λέξεται πρὸς ἠμῶν· «Μύρον ἐκκενωθὲν ὄνομά σου. Διὰ τοῦτο νεά‐ νιδες ἠγάπησάν σε, καὶ εἵλκυσάν σε. Ὀπίσω σου εἰς ὀσμὴν μύρου σου δραμοῦμεν. Ἀλλὰ φέρε, τὸν λόγον ἀναβιβάζωμεν ἐν ἀρχαῖς. Ἥξει γὰρ οὕτως ἡμῶν κατ’
35εὐθὺ τοῦ πρέποντος ἡ τῶν νοημάτων ἐφήγησις. Μό‐ σχος μὲν οὖν καὶ κριὸς ὑπέρ γε τοῦ Ἀαρὼν, τὰ εἰς θυσίαν ἠγμένα· χίμαροι δὲ δύο παρὰ τοῦ λαοῦ, καὶ μὴν καὶ κριὸς ὁλοκαύτωμα. Γέγραπται γὰρ ὡδί· «Κλῆροι δὲ τοῖς χιμάροις· εἷς μὲν τῷ Κυρίῳ, ἔτε‐
40ρός γε μὴν τῷ ἀποπομπαίῳ.» Καὶ ποῖον ἂν εἴη τὸ ἐπ’ αὐτοῖς μυστήριον, εἰπεῖν ἀναγκαῖον. Τινὲς μὲν οὖν οἴονται τὸν ἕνα τῶν τράγων, ἀποπομπαίῳ τινὶ καὶ ἀκαθάρτῳ δαίμονι δεδόσθαι τε καὶ ἀνίεσθαι κατὰ τὴν ἔρημον, ἡμεῖς δὲ ταύτην τὴν δόξαν ἐκτόπου
45δεισιδαιμονίας μεμεστωμένην εἶναί φαμεν, καὶ τῶν εἰς Ἑλληνικὴν ἡκόντων πλάνησιν αἰτιαμάτων οὐκ ἀπαλλαξομένην. Μᾶλλον δέ· προσεποίσω γὰρ ὑπο‐ στολῆς δίχα, τὸ ἔτι μεῖζον, εἰς ἀνισότητα λογισμῶν τῆς εἰς Θεὸν ἁμαρτίας εἰσηγητὴν τὸν νόμον εὑρήσο‐

69

.

585

(50)

μεν, καίτοι τῆς πολυθέου πλάνης πολυτρόπως ἐξέλ‐ κοντα, καὶ τὸν ἕνα τε καὶ φύσει παραδεικνύντα τῶν ὅλων Κύριον, καὶ ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν παιδαγωγεῖν εἰωθότα. Φαίη γὰρ ἄν τις εὐθὺς τῶν ὀρθὰ φρονεῖν εἰωθότων· Ἀνθότου προστέταχεν ἀνεῖ‐
55σθαί τε καὶ ἀπονέμεσθαι καθάπερ τινὰ θυσίαν πο‐ νηρᾷ καὶ ἀντικειμένῃ δυνάμει τὸν Θεὸν προσκεκο‐
μισμένον, φημὶ δὴ τὸν χίμαρον; Τί δὲ καὶ εὑρήσομεν583

69

.

588

τῶν ἀναγκαίων εἰς ὄνησιν πεπραχότα τὸν Ἀαρὼν, ὅτε τὰς χεῖρας ἐπιτιθεὶς τῷ τράγῳ, κατηγόρευε τὰς ἁμαρτίας τῶν υἱῶν Ἰσραήλ; Ἆρα οὐκ ἂν νοοῖτο τῆς ἀνωτάτω λοιπὸν ἐμβροντησίας τὸ χρῆμα μεστὸν, καὶ
5δυσσεβείας Ἑλληνικῆς, καὶ λογισμῶν σκαιότητος οὐκ ἀπηλλαγμένον; Καὶ τίσιν ἢ πῶς ἀμφίλογον ἔτι τό γε οὕτω κατηῤῥωστηκὸς ἐναργῆ τὴν κατάῤῥησιν; γʹ. Τί οὖν ἄρα τὸ δρώμενον ἦν; Δύο μὲν γὰρ παρ‐ εκομίζοντο χίμαροι καλοί τε καὶ ἰσομεγέθεις ἀλλή‐
10λοις, ἄμφω τε ἰσήλικες, ὁμόχροοί τε καὶ κατ’ οὐδένα τρόπον παθόντες τὴν ἐμπηρίαν· κλῆροι δὲ λοιπὸν ἐγράφοντο δύο, τὰ τῶν χιμάρων ὀνόματα, κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν εὖ μάλα κατασημαίνοντες. Εἷς μὲν γὰρ ὠνομάζετο Κύριος· ἕτερος δὲ Ἀποπομπαῖος.
15Ὡς οὖν, τῶν τράγων ὠνομασμένων, τοῦ μὲν ἑνὸς, Κυρίου, τοῦ δὲ ἑτέρου, Ἀποπομπαίου· διά τοι τὸ ἀποπέμπεσθαι· τοὔνομα γὰρ ἐντεῦθεν αὐτῷ, δαίμονα δὲ οὐχὶ τὸν Ἀποπομπαῖον, αὐτὸ δὲ τὸ ζῶον νοήσομεν εἰρῆσθαι. Καὶ ὁ μὲν Κύριος, τοῦτο γὰρ τῶν χιμάρων
20ἑνὶ ἦν ὄνομα, ὡς ἔφην, ἰσοπρεπῶς ἐσφάζετο. Ἡγίαζε δὲ τῷ αἵματι τὴν ἐσωτάτην σκηνὴν, καὶ μὴν καὶ αὐτὸ τὸ ἔξω τε καὶ τῶν καρπωμάτων θυσιαστήριον, ἐφ’ ᾧ καὶ τὰς κατὰ νόμον ἐτέλουν θυσίας. Ὅ γε μὴν ἕτε‐ ρος, τουτέστιν, ὁ Ἀποπομπαῖος, εἰς τὴν ἄβατον
25ἐξεπέμπετο, κατηγορευκότος ἐπ’ αὐτῷ τοῦ Ἀαρὼν τὰς ἁμαρτίας τῶν υἱῶν Ἰσραήλ. Σημαίνεται δὲ δι’ ἀμφοῖν ὁ Χριστός· ἀποθανὼν μὲν, ὡς ἄνθρωπος, καὶ τεθυμένος ὑπὲρ ἡμῶν, ὡς ἐν εἴδει τράγου. Ἐσφά‐ ζετο γὰρ εἰς ἄφεσιν ἁμαρτιῶν ὁ χίμαρος, ἁγιάζων
30δὲ τὴν Ἐκκλησίαν, ὡς ἐν τύπῳ νοουμένην τῆς ἐσωτάτης σκηνῆς· καὶ μὴν καὶ αὐτοὺς τοὺς ἐν νόμῳ. Ἡγιάζετο γὰρ, ὡς ἔφην, τῷ αἵματι τοῦ χιμάρου καὶ αὐτὸ τὸ κατὰ νόμον θυσιαστήριον. Χωρὶς δὲ πάσης ἀντιλο‐ γίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Οὐκ‐
35οῦν ἐν νόμῳ τὸ τέλειον, οὐδ’ ἂν ἔχῃ τὸ ἁγιάζειν δύ‐ νασθαί τινας ἡ κατὰ νόμον λατρεία. Δεῖται γὰρ ἀναγ‐ καίως ὡς τελειοῦν ἰσχύοντος, τοῦ Χριστοῦ, καὶ ἁγιά‐ ζοντος τῷ ἰδίῳ αἵματι τοὺς τὴν νομικὴν λατρείαν ἐπιτηδεύοντας. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος
40περὶ ἑαυτοῦ τε καὶ τῶν ἐκ περιτομῆς κεκλημένων, οὕτω πού φησιν· «Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄν‐ θρωπος ἐξ ἔργων νόμου, εἰ μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ. Καὶ ἡμεῖς εἰς Ἰησοῦν Χριστὸν ἐπιστεύσα‐ μεν,» ἵν’ ἔχοιμεν δηλονότι τὴν παρ’ αὐτοῦ δικαίω‐
45σιν. Οὐκοῦν τέθυται μὲν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς· ἀνεβίω δὲ αὖ, καὶ εἰς τὴν ἀνθρώ‐ ποις ἄβατον ἀπεδήμησεν χώραν, τουτέστι, τὸν οὐρα‐ νὸν, ἀποβαστάζων ὥσπερ τὰς ἁμαρτίας ἡμῶν. Αὐτὸς γὰρ, πού φησιν, τὰς ἁμαρτίας ἡμῶν αἴρει, καὶ περὶ

69

.

588

(50)

ἡμῶν ὀδυνᾶται. Τοῦτο, οἶμαι, ἔστιν ὁ Ἀποπομπαῖος. Ἀπεπέμπετο μὲν γὰρ, ὥσπερ ἐκ τῶν καθ’ ἡμᾶς εἰς τὴν ἄνω πόλιν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ὑμῶν. Καὶ πρὸς τοῦτο ἡμᾶς ἐμπεδοῖ γράφων ὁ μακάριος Ἰωάννης· «Τεκνία, ταῦτα
55γράφω ὑμῖν, ἵνα μὴ ἁμάρτητε. Καὶ ἐὰν δέ τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰη‐
σοῦν Χριστὸν δίκαιον. Καὶ αὐτὸς ἱλασμός ἐστι περὶ585

69

.

589

τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μό‐ νον, ἀλλὰ καὶ περὶ τοῦ ὅλου κόσμου.» Ἀρεστὸν οὖν, ὅτι διεσμήγμεθα μὲν ἐν Χριστῷ, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Αὐτὸς δέ ἐστι παράκλητος
5ὑπὲρ ἡμῶν, καὶ εἰς τὴν ἀνθρώποις ἄβατον ἀναπεφοί‐ τηκε χώραν, ἧς ἂν εἴη τύπος ἡ ἔρημος. Πρόδρομος γὰρ ὑπὲρ ἡμῶν εἰσῆλθεν εἰς τὸν κόσμον, καὶ αὐτὸς ἡμῖν ἐνεκαίνισε τὴν ὁδὸν, πρόσφατον καὶ ζῶσαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος.
10Ἀποπομπαῖος ἄρα Χριστὸς, ὡς ἐν εἴδει τράγου φέ‐ ρων ἡμῶν τὰς ἁμαρτίας. Χίμαρος γὰρ, ὡς ἔφην, ὑπὲρ ἁμαρτιῶν ἐσφάζετο. Ἡ δὲ τῶν χιμάρων εἰς τὸ πᾶν ὁτιοῦν ἰσότης τε καὶ ὁμοίωσις τὸν αὐτὸν ὄντα παρέδειξεν αἰνιγματωδῶς. Ἐπειδὰν γὰρ οὐκ ἦν τὸν
15σφαγέντα χίμαρον ἀναβιῶναι πάλιν, ἔδοξε γὰρ τερα‐ τοποιΐα τις εἶναι τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. Ἀφι‐ λόκομπον δὲ τὸ Θεῖον ἀεὶ, καίτοι πάντα παραδόξως ἐνεργεῖν ἰσχύον. Ταύτῃτοι καὶ οἰκονομικῶς δύο παρ‐ ελαμβάνοντο, τὴν πρὸς ἀλλήλους ἐμφέρειαν ἰσοπαλῆ
20τε καὶ ἀνεπίληπτον ἔχοντες. Καθάπερ ἀμέλει καὶ ἐπὶ καθαρισμοῦ τοῦ λεπροῦ, δύο πάλιν ὀρνίθια πα‐ ρακομίζεσθαι δεῖν κεχρησμῴδηκεν ὁ νομοθέτης· ὧν τὸ μὲν ἐσφάζετο, θάτερον δὲ ἀνεῖται κατὰ τὴν ἔρη‐ μον. Διὰ μυρίων γὰρ ὅσων ἡμᾶς ἐναργεστάτων πα‐
25ραδειγμάτων ἐκπεπαίδευκεν ὁ νόμος τοῦ Χριστοῦ μυστήριον· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
28tΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
29tΚΥΡΙΛΛΟΥ
30tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ,
31tΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟΥΣ ΑΡΙΘΜΟΥΣ
32tΒΙΒΛΙΟΝ.
37tΠερὶ Χριστοῦ καὶ τῆς Ἰουδαίων Συναγωγῆς.
38Ἀπηνῆ καὶ ἄγροικον ἐπὶ Χριστὸν τὴν γλῶτταν
ἀνέντες οἱ τάλανες Ἰουδαῖοι, κατὰ πολλοὺς ἂν ἁλοῖεν587

69

.

592

τρόπους. Γέγονε δὲ ὅτι τὸ χρῆμα αὐτοῖς οὐκ ἀζήμιον, εἰδείη τις ἂν καὶ ἐξ αὐτῶν τῶν συμβεβηκότων. Ὁ γὰρ πρωτότοκος Ἰσραὴλ, καὶ δόξαν ἔχων τὴν ἐπὶ τῷδε περιφανῆ, ὁ ἀγαπητὸς καὶ ἀπόλεκτος, ὀπίσω
5τέθειται τῶν ἐθνῶν, καὶ γέγονεν ἐν ἐσχάτοις, μᾶλλον δὲ ἐν παντὶ κακῷ. Καὶ τοῦτο αὐτοῖς προανεφώνει Κύριος, διὰ Ὠσηὲ λέγων· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεδή‐ μησαν ἀπ’ ἐμοῦ. Δείλαιοί εἰσιν, ὅτι ἠνόμησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς· αὐτοὶ δὲ κατελά‐
10λησαν κατ’ ἐμοῦ ψευδῆ.» Οὐδὲν γὰρ αὐτῶν ἐστιν ἀπηχὲς εἰς λόγους, ὃ μὴ τετολμήκασιν εἰπεῖν. Δε‐ δυσφημήκασι γὰρ, οὐκ ἐννοοῦντες τὸ γεγραμμένον· «Θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης· Οἱ δὲ κρα‐ τοῦντες αὐτῆς, ἔδονται τοὺς καρποὺς αὐτῆς.»
15Ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς αὐτὸν, ἀχάλινον εἰς συκοφαντίαν τὴν γλῶσσαν ἀνέντες, καθάπερ ἔφην ἀρτίως· ταύτῃτοι καὶ τῆς εἰς αὐτὸν ἐλπίδος διωλι‐ σθήκασι, καὶ δὴ μὴ ἀκουόντων λέγοντος· «Οὗτος ὁ κλῆρός σου, καὶ ἡ μερίς σου, τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοὶ,
20λέγει Κύριος.» Οὐκοῦν ὅτι γλωσσαλγίας ἐγκλήμασι γεγονότες ἔνοχοι, καὶ τῆς εἰς Χριστὸν παροινίας πι‐ κρὰς ἔμελλον ἀποτιννύναι δίκας, καὶ ἐκ τῶν γεγραμ‐ μένων ἐν τοῖς Ἀριθμοῖς εὖ μάλα συνθήσομεν. Ἔχει δὲ οὕτως· «Καὶ ἐλάλησεν Μαριὰμ καὶ Ἀαρὼν κατὰ
25Μωσῆ, ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης, ἣν ἔλαβε Μωσῆς, ὅτι γυναῖκα Αἰθιόπισσαν ἔλαβε. Καὶ εἶπον· Μὴ Μωσῇ μόνῳ ἐλάλησε Κύριος; Οὐχὶ καὶ ἡμῖν ἐλάλησε; Καὶ ἤκουσε Κύριος. Καὶ ὁ ἄνθρωπος Μωσῆς πρᾶος σφόδρα παρὰ πάντας ἀνθρώπους τοὺς
30ὄντας ἐπὶ τῆς γῆς. Καὶ εἶπε Κύριος παραχρῆμα πρὸς Μωσῆν, καὶ Ἀαρὼν, καὶ Μαριάμ· Ἐξέλθετε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. Καὶ ἐξῆλθον οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. Καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης, καὶ ἔστη ἐπὶ τὰς θύρας
35τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐκλήθησαν Ἀαρὼν καὶ Μαριὰμ, καὶ ἐξῆλθον ἀμφότεροι. Καὶ εἶπε πρὸς αὐτοὺς Κύριος· Ἀκούσατε τὸν λόγον μου. Ἐὰν γένη‐ ται ὑμῖν προφήτης Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνω‐ σθήσομαι, καὶ ἐν ἐνυπνίῳ λαλήσω αὐτῷ. Οὐχ οὕτως
40ὡς ὁ θεράπων μου Μωσῆς ἐν ὅλῳ μου τῷ οἴκῳ πιστός ἐστι. Στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει, καὶ οὐ δι’ αἰνιγμάτων, καὶ τὴν δόξαν μου εἶδε. Καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωσῆ. Καὶ ὀργὴ θυμοῦ Κυρίου ἐπ’ αὐτοῖς, καὶ
45ἀπῆλθον· καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς· καὶ ἰδοὺ Μαριὰμ λεπρῶσα ὡσεὶ χιών. Καὶ ἐπέβλεψεν Ἀαρὼν πρὸς Μαριὰμ, καὶ ἰδοὺ λεπρῶσα. Καὶ εἶπεν Ἀαρὼν πρὸς Μωσέα; Δέομαι, Κύριε, μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν, δι’ ὅτι ἠγνοήσαμεν καθ’ οὗ ἡμάρτο‐

69

.

592

(50)

μεν. Μὴ γένηται ἡμῖν ὡς ἴσον θανάτου, ὡσεὶ ἔκτρωμα πορευόμενον ἐκ μήτρας μητρὸς, καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς. Καὶ ἐβόησε Μωσῆς πρὸς Κύριον, λέγων· Ὁ Θεὸς, δέομαί σου, ἴασαι αὐτήν. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Εἰ ὁ πατὴρ αὐτῆς
55πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντρα‐ πήσεται; Ἑπτὰ ἡμέρας ἀφορισθήσεται ἔξω τῆς
παρεμβολῆς. Καὶ μετὰ ταῦτα εἰσελεύσεται. Καὶ ἀφ‐589

69

.

593

ωρίσθη Μαριὰμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας, καὶ ὁ λαὸς οὐκ ἐξῆρεν, ἕως οὗ ἐκαθαρίσθη Μαριάμ.» Συγγενῆ μὲν οὗν καὶ ταῦτα τοῖς ἤδη προειρημένοις. Τῆς γὰρ ἐν ἐκείνοις θεωρίας οὐ λίαν ἀπῴκισται,
5ἀδελφὴν δὲ ὥσπερ καὶ συμφυᾶ τὴν διάνοιαν ἔχει. Λαλεῖ γὰρ καὶ αὐτὰ τὸ μυστήριον, καὶ τῆς Ἰουδαίων Συναγωγῆς τὴν ἐφ’ οἷς εἰς αὐτὸν πεπαρῴνηκεν ἀτι‐ μίας εἰσφέρει. Διαλλάττει δέ πως κατὰ μέρος βραχὺ τῶν πλημμελημάτων ὁ τρόπος. Ἐλεπροῦτο μὲν γὰρ
10ἐν ἐκείνοις ἡ Συναγωγὴ, καὶ ἀκάθαρτος ἦν, πολλοῖς καὶ διαφόροις πταίσμασιν ἑαυτὴν καταφθείρουσα. Ἐν δὲ τούτοις, μόνης ἡμῖν τῆς εἰς Χριστὸν παροινίας ὁ λόγος ἀναπλάττει τὰ ἐγκλήματα, καὶ τῆς μὲν Ἰου‐ δαίων ἀλαζονείας διαγράφει τὸ φύσημα, καταδεικνύει
15δὲ τὴν πραότητα τοῦ λέγοντος· «Μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Πρὸς δὲ τούτοις ἔτι καὶ τὴν τοῦ τὰ δίκαια κρίνοντος εἰσκομί‐ ζει φιλανθρωπίαν μὴ μέχρι παντὸς, μηδὲ ἀπέραντόν τινα τὴν ὀργὴν τοῖς πλημμελοῦσιν ἐπάγοντος· ἀλλὰ
20μοττοῦντος μετὰ τὸ πλῆξαι, σώζοντός τε καὶ ὑγιάζον‐ τος. Ὡς μὲν οὖν ἐν κεφαλαίῳ ἐν ὀλίγοις εἰπεῖν ὅλως ἐν τούτοις ὁ τῶν προκειμένων διανένευκε σκοπός. Διαλαβόντες δὴ ἀνὰ μέρος τῶν εἰρημένων ἕκαστον, τὸν ἐν αὐτοῖς λανθάνοντα διαπτύξωμεν νοῦν, θύραν
25τῷ λόγῳ διανοιγνύντος Θεοῦ τοῦ λέγοντος τοῖς ἐλπί‐ ζουσιν ἐπὶ αὐτόν· «Καὶ δώσω σοι θησαυροὺς σκο‐ τεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι.» βʹ. Κατειρήκασι τοίνυν τοῦ πανσόφου Μωσέως Ἀα‐ ρών τε καὶ Μαριὰμ ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιο‐
30πίσσης ἣν ἔλαβε, καὶ εἶπαν· «Μὴ Μωσῇ μόνῳ ἐλάλησε Κύριος; Οὐχὶ καὶ ἡμῖν ἐλάλησε;» Δύο ταῦτα τῆς κατὰ Μωσέως φλυαρίας τὰ ἐγκλήματα, πρῶτον μὲν, ὅτι γυναῖκα, φημὶ, τὴν Αἰθιόπισσαν ἔλαβε· πρὸς δὲ τοῦτο δεύτερον, τὸ εἰπεῖν· Μὴ Μωσῇ
35μόνῳ ἐλάλησε Κύριος, οὐχὶ καὶ ἡμῖν ἐλάλησεν; Ἐν μὲν γὰρ τῷ πρώτῳ παρανομίας ὑπομένει γραφήν· ἐν δὲ τῷ δευτέρῳ, τὸ μὴ ἐν μεγάλοις σφόδρα τεθεῖ‐ σθαι λέγεται, μήτε μὴν ἐξαίρετόν τινα παρὰ τοὺς ἄλ‐ λους ἐσχηκέναι τὴν χάριν, εἴ γε καὶ ἑτέροις ὁρᾶται
40λαλήσας Θεός. Ἐροῦμεν δὲ κατὰ τάξιν, τῷ πρώτῳ κατηγορήματι τὸν πρῶτον ἀπονέμοντες λόγον· οὕτω τε πάλιν ἐντεῦθεν τὰ ἐκ τῶν τύπων εἰς αὐτὸν ἤδη μεταληψόμεθα τὸν Χριστόν. Γυναῖκα μὲν τοίνυν ἠγάγετο καὶ πάλαι Μωσῆς, καὶ σύνοικον τὴν Μαδια‐
45νίτιδι ἐποιήσατο, τὴν Ἰοθὸρ θυγατέρα φημί· χρόνου δὲ παριππεύσαντος οὐ μικροῦ τὴν Αἰθιόπισσαν ἐπεγά‐ μει, καὶ ἀλλογενῆ καὶ μέλαιναν. Καίτοι τοῦ νομοθέ‐ του σαφῶς διαγγέλλοντος, μὴ χρῆναι τοῖς ἀλλογενέσιν ὅλως ἐπιμίσγεσθαι τοὺς υἱοὺς Ἰσραήλ. Οὕτως γὰρ

69

.

593

(50)

γέγραπται· «Τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου.» Ἐπὶ τούτοις ὡς παρανομίας ὁ μέγας κρίνεται Μω‐ σῆς, ὑπό τε τοῦ Ἀαρὼν καὶ τῆς Μαριὰμ, οὐ νενοηκό‐ των, κατὰ τὸ εἰκὸς, καὶ δι’ αὐτοῦ πάλιν ὡς ἐν τύπῳ
55τὸ καλῶς οἰκονομηθὲν μυστήριον, ὅπερ ἤδη φανερὸν ὡς ἔνι καταστήσομεν, τὴν τοῦ πράγματος φύσιν εἰς
αὐτὸν εὖ μάλα κατασκευάζοντες τὸν Χριστὸν, ᾧ καὶ591

69

.

596

νῦν τε Μωσέως περιθήσομεν πρόσωπον. Νομοθέτης γὰρ ὁ Χριστὸς, καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ὥσπερ οὖν ἦν ἀμέλει κἀκεῖνος. Ἐπεὶ καὶ οὗτος ἡμῖν κατεσήμαινε λέγων· «Προφήτην ὑμῖν ἀναστήσει
5Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.» Εἰς δέ γε τὸ σχῆμα τῆς Ἰουδαίων ἱερωσύνης Ἀαρὼν ληφθήσεται, καὶ ἀναπληρώσει τῆς Συναγωγῆς τὸ πρόσωπον ἡ Μαριάμ. Κατηγόρευσαν τοίνυν τοῦ Σω‐ τῆρος ἡμῶν Χριστοῦ καὶ οἱ τῶν Ἰουδαίων πρεσβύ‐
10τεροι, καὶ αὐτὴ δὲ μετ’ ἐκείνων ἡ Συναγωγὴ, τὴν τῶν θείων ἐνταλμάτων παράβασιν ἐγκαλοῦντες αὐτῷ, διά γε τοῦ λέγειν· «Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄν‐ θρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον.» Διεπρίοντο δὲ καὶ καθ’ ἕτερον τρόπον, ὅτι τὴν μέλαιναν, τουτέστι,
15τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἐμνηστεύετο, καὶ ἐπεγά‐ μει τρόπον τινὰ τῇ πρώτῃ, τουτέστι τῇ Ἰσραηλίτιδι, ἥτις ἦν πάλιν ἡ Συναγωγή. Ὅτι δὲ διεπρίοντο καταλυομένων αὐτοῖς, τῶν ἐξ εἰκαίας ἐπιτηρήσεως ἐθῶν, ἣ καὶ τῶν ἐν τύποις λαληθέντων διὰ Μωσέως,
20οὐ χαλεπὸν συνιδεῖν τὸν ἅπαξ τοῖς εὐαγγελικοῖς ὁμι‐ λοῦντα συγγράμμασιν. Ὅτι δὲ πάλιν ἐμνηστεύετο τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, μελαινομένην ἔτι διὰ τὸ ἐν γνώσει καὶ τρόποις σκοτεινόν· οὔπω γὰρ ἦν ἐν αὐτῇ τὸ φῶς τὸ ἀληθινὸν, τὸ καταλαμπρύνειν καὶ
25καταλευκαίνειν εἰδὸς, συλλέξαιτο μὲν ἄν τις καὶ λίαν εὐκόλως τὴν ἐκ προφητῶν ἀπόδειξιν. Πρεπωδέστερον δέ μοι φαίνεται διὰ τῆς τοῦ Σωτῆρος οἰκονομίας ἐπιδεικνύειν αὐτό. Οὐκοῦν ἀλλογενέσι μὲν οὖσι τοῖς Σαμαρείταις ἐκήρυττε, καὶ ἀρχὴν ὥσπερ τινὰ καὶ
30θεμέλιον τῆς τῶν ἐθνῶν Ἐκκλησίας ἐν ἐκείνοις προκατεβάλλετο. Ὅτι δὲ ἦσαν ἀλλογενεῖς καὶ τῆς ἐξ Ἰσραὴλ ἀγέλης ἐξηυλισμένοι, κατίδοι τις ἂν κἀν‐ τεῦθεν ἀπονητί. Τοὺς γὰρ ἑαυτοῦ μαθητὰς καταγ‐ γέλλοντας ἐκπέμπων τῶν οὐρανῶν βασιλείας τὸ κή‐
35ρυγμα· «Μὴ ἀπέλθητε, φησὶν, εἰς ὁδὸν ἐθνῶν, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε μᾶλλον πρὸς τὰ ἀπολωλότα πρόβατα τοῦ οἴκου Ἰσραήλ.» Ὁρᾷς ὅπως ἔξωθεν τέθεικεν ἐκείνους τῶν προβάτων τοῦ οἴκου Ἰσραήλ; Οὐκοῦν οὔπω μὲν τῶν τῆς ἰσραηλί‐
40τιδος ἀποφοιτήσας γάμων, τουτέστι τῆς Συναγωγῆς ἔτι δέ πως αὐτῇ δοκῶν συνοικεῖν, ἐπεμνηστεύετο τρό‐ πον τινὰ, καὶ ἐπεγάμει τὴν μέλαιναν τὴν ἀλλογενῆ, τουτέστι, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Διὰ τοῦτο καὶ πρὸς Ἰουδαίους διαλεγόμενος ἔφασκε· «Καὶ ἄλλα πρό‐
45βατα ἔχω, ἂ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ γενήσεται μία ποίμνη, εἷς ποι‐ μήν.» Δριμύτερον δέ πως καὶ ἐξελέγχων ὡς ἀπειθεῖς ὅτε διαῤῥήδην ἀπεπυνθάνοντο λέγοντες· «Εἰ σὺ εἰ Χριστὸς, εἶπε ἡμῖν παῤῥησίᾳ.» Ἀπεκρίθη αὐτοῖς ὁ

69

.

596

(50)

Ἰησοῦς· «Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε. Τὰ ἔργα ἂ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρ‐ τυρεῖ περὶ ἐμοῦ. Ἀλλ’ οὐ πιστεύετε, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν.» Ἴδια γὰρ ἤδη πρόβατα τοὺς ἐξ ἐθνῶν ἀπεκάλει. Ἐφ’ ᾧ καὶ λίαν οἱ Φαρισαῖοι
55διαπριόμενοί τε καὶ χαλεπαίνοντες, ὡς ἀγαπῶντι μὲν τοὺς ἀλλογενεῖς, παρ’ οὐδὲν δὲ τὸ θεῖον ποιουμένῳ,
νόμον ἐπισκήπτοντες ἔφασκον· «Οὐ καλῶς ἡμεῖς593

69

.

597

λέγομεν ὅτι Σαμαρείτης εἰ σὺ, καὶ δαιμόνιον ἔχεις;» Εἰ μὴ γάρ φασι τὰ Σαμαρειτῶν, εἰ μὴ φιλέλλην ἦσθα καὶ φιλαλλογενὴς, οὐκ ἂν ὅλως ἀνεμίχθης τοῖς ἐξ ἐθνῶν. Καὶ εἰ μὴ τὸ ἐν Ἕλλησι δαιμόνιον ὑπῆρχεν
5ἐν σοί· δαιμονιῶντας γὰρ ἐκάλουν τοὺς εἰδωλολάτρας, διὰ τὸν ἐν αὐτοῖς ὅντα διάβολον, οὐκ ἂν ἐν τῷ μηδενὶ, φασὶν, ἐποιήσω λόγῳ τῶν νομικῶν ἐνταλμάτων τὴν παράβασιν. Καὶ ὅτι μάλιστα πλήρωσις μᾶλλόν ἐστι νόμου τὰ διὰ Χριστοῦ, καὶ οὐ παράβασις, κατὰ τὸ
10εἰρημένον παρ’ αὐτοῦ· «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι.» Ἦν γὰρ μόνου τοῦ γράμ‐ ματος μετασκευὴ πρὸς ἀλήθειαν. Ὁ μὲν οὖν τῆς ἐπὶ τῇ μελαίνῃ κατηγορίας τρόπος ἐν τούτοις, καὶ ἡ τῆς ἐν Χριστῷ δυστροπίας εἰκὼν, ὡς ἐν τοῖς κατὰ
15Μωσέα ληφθήσεται, τὴν δὲ τούτῳ καὶ γείτονα καὶ ἀδελφὴν λοιδορίαν εἰσοίσομεν ὡς ἐκ τύπου πάλιν ἐπὶ τὸ ἀληθὲς μεταστοιχειοῦντες τῶν λεγομένων τὸν νοῦν. «Οὐ γὰρ μόνῳ, φησὶ, τῷ Μωσεῖ λελάληκε Κύριος· ἀλλὰ καὶ ἡμῖν ἐλάλησεν.» Ἐξ ἀλαζονείας ὁ λόγος,
20ἐκ διακένου φυσήματος ἡ φωνή. Χρῆναι γὰρ δή που φρονοῦντας ὀρθῶς μὴ πάντως εἰς ἴσον ἀναβαίνειν ἐπείγεσθαι μέτρον τῷ δικαίως ἀκούσαντι· «Οἶδά σε παρὰ πάντας, καὶ χάριν εὗρες παρ’ ἐμοί·» ἀνατι‐ θέναι μᾶλλον τὰ ἐφ’ οἷς τετίμηνται χαριστήρια, τὴν
25ἄνωθεν ὡρισμένην οὐχ ὑπερβαίνοντες τάξιν· οὔτε μὴν ἁρπάζοντας ἑαυτοῖς τὴν οὕτω δοθεῖσαν τιμήν. Ὅπερ ἂν νοοῖτο δικαίως τῆς ἐσχάτης ἀλαζονείας οὐκ ἀμοιροῦν. Ἀλλ’ ἐννόει πάλιν τὸν μὲν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, φανερὸν τοῖς Ἰουδαίοις καθιστῶντα
30τοῦ Θεοῦ καὶ Πατρὸς τὸν αὐτῷ καὶ μόνῳ φυσικῶς ἐγνωσμένον σκοπὸν, καὶ λέγοντα· «Ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ’ ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω.» Καὶ πάλιν· «Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ, οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμ‐
35ψαντός με.» Εἶτα πρὸς τοῦτο πάλιν ἀποθρασύνεται μελετῶντας τοὺς ἀνόμους Γραμματεῖς τε καὶ Φαρι‐ σαίους, καὶ ἐπὶ τῷ λαλῆσαι πρὸς τοὺς πατέρας αὐτῶν τὸν Θεὸν, οὐ μετρίως ἀπαυθαδειαζομένους, ταύτης ἕνεκα τῆς αἰτίας ἀπειθεῖν ᾑρημένους. Λέγουσι γάρ·
40«Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Ὁρᾷς οὖν ὅπως διὰ τοῦ λέγειν ἐξεπίστασθαι λαλῆσαι τὸν Θεὸν Μωσῇ, μονονουχὶ γὰρ τὸ ἀρχαῖον ἐκεῖνό φασι καὶ σκληροτέ‐ ροις ῥήμασι· «Μὴ Χριστῷ μόνῳ λελάληκεν ὁ Θεὸς
45καὶ Πατὴρ,» καὶ οὐχὶ τοῖς ἡμετέροις πατράσιν; ἐν δὲ τῷ, φασὶ, τῷ Σινᾶ. Καὶ ἥκουσε Κύριος. Καὶ «Ὁ ἄνθρωπος Μωσῆς πρᾶος σφόδρα παρὰ πάντας ἀνθρώ‐ πους τοὺς ὄντας ἐπὶ τῆς γῆς.» Ἀλαζονείας ὡς ἔοι‐ κεν ἀφορμὴν τὴν Μωσέως ἐποιοῦντο πραότητα Μα‐

69

.

597

(50)

ριάμ τε καὶ Ἀαρών. Ἀλλ’ ἐπὶ τούτῳ καὶ δυσωποῦν‐ τος ἐκείνου χαλεπαίνει Θεὸς, καὶ αὐτόκλητος ἐπὶ τὸ δικαίως ἀγανακτεῖν κατὰ τῶν ἐξυβρίσαι τετολμηκό‐ των ἔρχεται τὴν ἐπὶ τῷ γνησίῳ λειτουργῷ καταφρό‐ νησιν, εἰς αὐτὸν οἰκειούμενος. Οὕτω νοήσεις καὶ ἐπὶ
55Χριστοῦ. Ἀπὸ μὲν γὰρ τῆς ἐνούσης αὐτῷ πραότητός τε καὶ φιλανθρωπίας προαλέστεροί πως εἰς κατα‐
φρόνησιν ἦσαν οἱ Φαρισαῖοι. Ἀλλ’ ἦν, ὡς ἔοικεν,595

69

.

600

ἀναμφισβητήτως ὁρᾷν, ὡς οὐ διαφεύξουσι τὴν ἄνω‐ θεν κίνησιν. Ὡς γὰρ ὑβρισμένος ἐν Υἱῷ, δυσφορή‐ σειν ἔμελλεν ὁ Θεὸς καὶ Πατήρ. Εἶχε γὰρ γνῶσιν ἀδιδάκτως, καὶ διὰ θεοπρεποῦς γνώσεως, τοὺς ἐκ τῆς
5τῶν Φαρισαίων ὑπεροψίας ἀποπτυσθέντας λόγους. γʹ. Εἶτα τούτοις ἐφεξῆς· «Καὶ εἶπε Κύριος παρα‐ χρῆμα, φησὶ, πρὸς Μωσῆν καὶ Ἀαρὼν, καὶ Μαριάμ· Ἐξέλθετε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυ‐ ρίου. Καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης, καὶ ἔστη
10ἐπὶ θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.» Ὑπεμφαί‐ νει πάλιν ὁ λόγος, ὅτιπερ ἔσται κριτὴς ὁ Θεὸς τῶν καταλαλούντων τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ κατελεύσεται πάντως ἐκ δίκης εἰς ὀργὴν τοῖς δια‐ λοιδορεῖσθαι τετολμηκόσι καὶ φιλονεικῆσαι πρὸς ἰσο‐
15τιμίαν αὐτῷ. Δι’ Υἱοῦ δὲ πάντως ἡ κρίσις, συνόντος δηλονότι ἀδιαστίκτως τοῦ τεκόντος αὐτῷ, κατὰ τό· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Ἐπειδὴ δὲ τῷ τὰ δίκαια κρίνοντι παρεστῶτες ἐφαίνοντο Μα‐ ριάμ τε καὶ Ἀαρών· «Ἀκούσατε, φησὶ, τῶν λόγων
20μου. Ἐὰν γένηται, φησὶ, προφήτης ὑμῖν τῷ Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ, οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστι· στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει, καὶ οὐ δι’ αἰνιγμάτων. Καὶ τὴν δόξαν
25Κυρίου εἶδε.» Μωσῆς τὸ ἐξαίρετον, ἐν θεοπτίαις παρὰ τοὺς ἄλλους διὰ τούτου τετήρηται, καὶ τὸ ἐξηλλαγμέ‐ νως δύνασθαι τῶν θείων παρακροᾶσθαι λόγων, ἐπε‐ μαρτυρήθη καλῶς. Τοῦτο δ’ ἂν ἴδοις ἀληθέστερον ἐπὶ Χριστῷ. Οὐ γὰρ ὥσπερ ἐν προφήταις ἐλάλησεν ὁ
30Θεὸς καὶ Πατὴρ, οὕτω καὶ ἐν Υἱῷ. Ἀλλ’ οἱ μὲν οὖν διὰ τοῦ Πνεύματος ἐχορηγοῦντο τὴν γνῶσιν ὧν ἔδει μαθεῖν. Ὁ δὲ οἶδεν οὐ διδακτῶς τὰ ἐν πνεύματι βου‐ λεύματα, ὡς σοφία καὶ βουλὴ τοῦ γεννήσαντος. Καὶ οἱ μὲν μακάριοι προφῆται τὴν δι’ αἰνιγμάτων ἐδέ‐
35χοντο θεωρίαν τῆς δόξης αὐτοῦ. «Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε.» Θεωρεῖται δὲ μόνῳ τῷ κατὰ φύσιν Υἱῷ. Καὶ οὕτως ἂν νοοῖτο θεοπρεπῶς. Καὶ τούτου μάρτυς αὐτὸς ἡμῖν Σωτὴρ γενήσεται, λέγων· «Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέ τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ
40Θεοῦ· οὗτος ἑώρακε τὸν Πατέρα.» Οὐκοῦν οὐκ εὐλό‐ γως, μᾶλλον δὲ ἤδη καὶ δυσσεβῶς Ἰουδαῖοι τὸ λαλῆσαι τοῖς πατράσιν αὐτῶν τὸν Θεὸν προϊσχόμενοι, παρ’ οὐδὲν ἐποιοῦντο λέγοντα τὸν Χριστὸν, ὅπερ ἤκουσε παρὰ τοῦ Πατρὸς, ταῦτα καὶ λαλεῖν. Τὰ μὲν γὰρ ἐν τῷ ὄρει
45τῷ Σινᾶ, σκιαὶ καὶ τύποι εἰσὶ καὶ αἰνίγματα, κεκρυμ‐ μένην τινὰ καὶ οὐ σφόδρα συμφανῆ τὴν τοῦ διαστελ‐ λομένου γνῶσιν ὠδίνοντα. Χριστὸς δὲ τῶν τοῦ Πατρὸς ῥημάτων αὐτήκοος ἦν, εἰ δέ τι πρέποι διὰ τὴν τοῦ νοήματος ἀπαραίτητον χρείαν, καὶ σωματικώτερον

69

.

600

(50)

εἰπεῖν. Εἰσφέρει γε μὴν καὶ πολλὴν ὁ λόγος τὴν ἐπὶ Χριστῷ διαφορὰν, ὡς πρὸς ἅπαντας τοὺς ἐτέρους, «Ἐν ὅλῳ γὰρ τῷ οἴκῳ μου πιστός ἐστιν.» Ἢ οὐχὶ διὰ τούτου μερικὴν μέν τινα καὶ συμμεμετρημένην τὴν οἰκονομίαν ἐπιδεικνύει, τὴν διὰ νόμου καὶ προ‐
55φητῶν; γενικὴν δὲ καὶ καθόλου τὴν διὰ Χριστοῦ; Ὁ μὲν γὰρ νόμος ἕνα τὸν ἐξ Ἰσραὴλ ἔσωζεν οἶκον·
Χριστὸς δὲ οὐχ οὕτως, σύμπαντά τε τὸν κόσμον διὰ597

69

.

601

πίστεως τῆς εἰς αὐτὸν, καὶ δι’ αἵματος τοῦ ἰδίου ἀγο‐ ράζων, κατὰ τὸ γεγραμμένον, τῷ Θεῷ καὶ Πατρί. Διότι τοίνυν φησίν· «Οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωσῆ;» Τοιοῦτο γάρ ἐστι
5τὸ διὰ τοῦ προφήτου πρὸς τοὺς ἀνοσίους Φαρισαίους καὶ πάλαι λαλούμενον διὰ τὰς ἐπὶ Χριστῷ φλυαρίας τε καὶ ἀθυρογλωττίας· «Ὑμεῖς δὲ προσάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. Ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν;
10καὶ ἐπὶ τίνα ἐχαλάσετε τὴν γλῶσσαν ὑμῶν;» Ὅλως γὰρ ὥσπερ τῇ θεομάχῳ γλώσσῃ τὰς ἡνίας χαλάσαν‐ τες οἱ Φαρισαῖοι εὐτροχωτάτην τρόπον τινὰ τὴν δυσ‐ φημίαν ἐποιοῦντο τὰ Χριστοῦ, καὶ πρὸς ὑπέρογκον ἀλαζονείαν ἀναφυσσώμενοι, τοὺς ἐξ ἀπονοίας ἐρεύ‐
15γονται λόγους. Οἷς καὶ λίαν ἐπαλγήσας ὁ Μελῳδός· «Εἶπα, φησὶ, τοῖς παρανομοῦσι· Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε κέρας, μὴ ἐπαίρε‐ σθε εἰς ὕψος τὸ κέρας ὑμῶν, καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν.» Παρηνόμουν γὰρ ὄντως ὃν ἥκιστα
20χρὴ δυσσεβῶς κατακρίνοντες, καὶ εἰς ὕψος τὸ κέρας ἐπαίροντες ἁλοῖεν ἂν, οὐ μόνῳ παραχωροῦντες Χριστῷ, τὸ εἰδέναι τὸ θέλημα τοῦ Πατρὸς, καὶ αὐτοὶ δὲ μᾶλλον ἐπίστασθαι τοῦτο διϊσχυριζόμενοι, διὰ τοῦ λέγειν, καθάπερ ἤδη προείρηται· «Ἡμεῖς οἴδαμεν
25ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς,» ὡς καὶ ἀπειθεῖν διὰ τοῦτο σπουδάζειν. Καὶ ἀπέστη μὲν τῷ τηνικάδε τῆς τοῦ μαρτυρίου σκηνῆς ἡ νεφέλη. Λεπρῶσα δὲ παραχρῆμα ἐφαίνετο Μαριὰμ, καὶ οὐχ ἀπλῶς, ἀλλ’ ὡς χιών. Καὶ γὰρ ταῖς εἰς Χριστὸν παροινίαις, καὶ τοῖς ἀνοσίοις
30τῶν Ἰουδαίων τολμήμασιν ἐπασχάλλουσα, καὶ διατε‐ θεῖσα πικρῶς ἀνέπτη τρόπον τινὰ, καὶ ἀναπεφοίτηκε τῆς Συναγωγῆς, ἡ θεία τε καὶ ἀκήρατος φύσις, κατὰ τὸ εἰρημένον παρὰ Χριστοῦ· «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου.» Καταβε‐
35βηκὼς γὰρ ὁ Κύριος ἐν στύλῳ νεφέλης ὡς νεφέλη πάλιν ἀποφοιτᾷ, κατὰ τὸν ἐν γράμματι τύπον. Ἐπειδὴ δὲ τῆς τῶν Ἰουδαίων Συναγωγῆς εἰκότως ἀπενοσφί‐ ζετο, ἀκάθαρτος ἀνεδείχθη παραχρῆμα· καὶ ἀκάθαρ‐ τος οὐχ ἁπλῶς, ἀλλ’ εἰς ἀκρότητα δραμοῦσα τοῦ πά‐
40θους. Τὸ γὰρ σφόδρα καταλευκαίνεσθαι τὸν λεπρω‐ θέντα λέγειν, τῆς νόσου τὴν ἐπίτασιν ἔχει. Τί δ’ ἂν γένοιτο χιόνος τὸ λευκότερον; Ἦν γὰρ δὴ καὶ εἰκὸς, μᾶλλον δὲ ἀναγκαῖον, καὶ ἀναμφιβόλως ἔχον τὸ ἐν παντὶ γενέσθαι κακῷ τὴν τῶν Ἰουδαίων Συναγωγὴν
45τῆς τοῦ διασώζοντος ἀποπεσοῦσαν φροντίδος. Ὁ μὲν οὖν ἀτίθασσός τε καὶ φιλοσκώμμων τῶν ἀγελαίων ἐσμὸς, ἀκαθαρσίᾳ τε καὶ ἀτιμίᾳ κολάζεται, κατὰ τὸ ὑπὸ τῶν ἁγίων ὀρθῶς εἰρημένον πρὸς τὸν Θεόν· «Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ γνώσω‐

69

.

601

(50)

σιν ὅτι ὄνομά σοι, Κύριος.» Συγκατηγορήσας δὲ τῇ Μαριὰμ οὐ συλλεπροῦται χρησίμως ὁ Ἀαρὼν, καίτοι τὴν ἴσην ἐποφλήσας τῷ κρίνοντι δίκην. Ἐπειδὴ γὰρ τίμιον καὶ μέγα παρὰ Θεῷ τῆς ἱερωσύνης τὸ χρῆμα, ταύτῃτοι τὸ ἐν λέπρᾳ φαίνεσθαι διαφυγὼν, λύπῃ
55μᾶλλον τῇ ὑπὲρ τῆς τοῦτο παθούσης ἐκολάζετο, κατὰ τὸ εἰρημένον παρὰ Θεοῦ· «Περιζώσασθε καὶ κόπτε‐
σθε, οἱ ἱερεῖς, θρηνεῖτε, οἱ λειτουργοῦντες θυσιαστη‐599

69

.

604

ρίῳ· εἰσέλθετε ἐν σάκκοις λειτουργοῦντες Θεῷ, ὅτι ἀπέλιπεν ἐξ οἴκου Θεοῦ ἡμῶν θυσία καὶ σπονδή.» Πρόσεισι δὲ λέγων τῷ πανσόφῳ Μωσῇ· «Δέομαι, Κύριε, μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν, διότι ἠγνοήκαμεν
5καθ’ οὗ ἡμάρτομεν.» Οἱ γὰρ γένει μὲν ὄντες ἐξ Ἰσραὴλ, καὶ τῇ κατὰ σάρκα σχέσει τῆς Ἰουδαίων Συναγωγῆς οὐκ ὄντες ἀλλότριοι, μυστηρίων δὲ τῶν τοῦ Σωτῆρος ἡμῶν ἀποδεδειγμένοι ταμίαι, τὰ ὑπὲρ τῶν ἐξ ἀγνοίας ἡμαρτηκότων ἀναφέρειν ἔμελλον προσευχάς· καίτοι
10συμπταίσαντες ἐν ἀρχῇ. Μὴ συνεπιθέσθαι δὲ τῇ τοῦ Πατρὸς ὀργῇ παρακαλοῦσι Χριστὸν, ὅπερ ἐποίει λέγων ὁ Παῦλος· «Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν.» Ἀλλ’ ἦν τοῦτο λέγων, καὶ οἰκονόμος
15μυστηρίων Θεοῦ, καὶ ἱερουργὸς τοῦ θείου κηρύγμα‐ τος· ὅπερ ἦν τότε καὶ ὁ Ἀαρών. Βοῶντος δὲ τοῦ Μωσέως ὑπὲρ τῆς λελεπρωμένης καὶ ἰάσασθαι παρα‐ καλοῦντος αὐτὴν, ὑπερτίθεται τὸ συγγνῶναι Θεός· «Ἀφορισθήτω, λέγων, ἑπτὰ ἡμέρας ἔξω τῆς παρ‐ εμβολῆς, καὶ μετὰ ταῦτα εἰσελεύσεται πάλιν.»
20 δʹ. Ἡμῖν ὡς ἐν εἰκόνι διαδεικνύοντος τοῦ λόγου, ὅτι ταχεῖα μὲν εἰς ἐλεεῖν, καὶ τρόπον τινὰ πρὸς τὸ παρακαλεῖν ἑαυτὴν ἡ θεία φύσις ἑτοιμοτάτη, τῷ δὲ πλήθει πολλάκις ἢ τῷ μεγέθει τῶν ἡμετέρων πται‐ σμάτων ἀποτραχύνεται, καὶ τὴν ἐπὶ τοῖς ἐνόχοις φιλ‐
25ανθρωπίαν ἀναδύεται. Σημαίνει δὲ κἀκεῖνο, κατά γε τὸν ἡμέτερον νοῦν, ὅτι πολλὴ μὲν ἁγίων πρεσβεία ἀναβέβηκε πρὸς τὸν Θεὸν, ὑπὲρ τοῦ Ἰσραήλ· οὐκ ἐνδεχομένου δὲ τοῦ μὴ κολασθήσεσθαι πρέπειν αὐτὸν, οὐκ ἐπὶ τοῖς τυχοῦσι κατεγνωσμένων, δεύτερον ἐτίθει
30τῆς δίκης τὸν ἔλεον. Ὅτι δὲ πολλάκις διὰ τῶν ἡμετέ‐ ρων πταισμάτων παραθήγεται Θεὸς, εἰς τὸ καὶ αὐτῆς ἔσθ’ ὅτε τῆς ὅτι μάλιστα φιλαιτάτης αὐτῷ γαληνότη‐ τος κατοκνεῖν τὴν ἐπίδοσιν, χαλεπὸν οὐδὲν καὶ διὰ τούτων ἰδεῖν. Ἀπεκαλύπτετό τε διὰ τοῦ ἁγίου Πνεύ‐
35ματος Ἱερεμίᾳ τῷ προφήτῃ τὴν ἐσομένην κατὰ καιροὺς ἐν χώρᾳ τῇ τῶν Ἰουδαίων σφαγήν· κατα‐ τρεχόντων αὐτὴν πολέμου νόμῳ τῶν Βαβυλωνίων· ἀλλ’ ὡς πολλῶν ἤδη πεσόντων τε καὶ ὁρωμένων νεκρῶν, πρὸς ἅγιον προφήτην φησί· «Οἴ μοι ὅτι
40ἐκλείπει ἡ ψυχή μου, ἐπὶ τοῖς ἀνῃρημένοις· περι‐ δράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς· ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει Κύριος.» Ὁρᾷς ἐν
45τούτοις ὠδίνοντα μὲν ἐπὶ τοῖς ἀνῃρημένοις αὐτὸν, καὶ πρόχειρον μὲν ἐλεεῖν ἐθέλοντα τὴν Ἱερουσαλήμ· εἰργόμενον δέ που ἐφ’ ἑαυτοῦ μονονουχὶ, καὶ ἀνασει‐ ράζοντα τὴν θεοπρεπῆ γαληνότητα, διὰ τὸ τῆς ἁμαρ‐ τίας ὑπέρογκον, ζητοῦντα δ’ οὖν ὅμως τοῦ κατοικτεί‐

69

.

604

(50)

ρειν τὰς ἀφορμὰς, καὶ ἐφ’ ἑνὶ θέλοντα καταλύειν τὰ ἐκ τῆς ὀργῆς· ἕνα γὰρ ἄνδρα τοὺς θέλοντας ἐπιδει‐ κνύναι πιστὸν ἐν αὐτῇ διεπλάττετο. Ἐκπέμπεται τοίνυν ἡ Μαριὰμ ἐπὶ τῇ λέπρᾳ κάτοχος. Ἀλλ’ οὐκ ἐξῇρε, φησὶν, ὁ λαὸς, ἕως ἐκαθαρίσθη Μαριάμ. Περι‐
55μενοῦμεν γὰρ καὶ ἡμεῖς οἱ πιστεύοντες εἰς Χριστὸν τὸν τῶν Ἰουδαίων καθαρισμὸν, δῆλον δὲ ὅτι τὸν διὰ
πίστεως. Οὕτω τε τὸ λοιπὸν τὰς ἐν τῷδε τῷ βίῳ κα‐601

69

.

605

ταλιπόντες σκηνὰς, ἐπὶ τὴν ἄνω πόλιν ἀναζεύξομεν, καὶ εἰς τὴν τῆς ἐπαγγελίας ἀναδραμούμεθα γῆν. Ἀληθεύει δὴ οὖν ὁ Σωτὴρ, ὅταν λέγῃ πρὸς τοὺς Ἰου‐ δαίους· «Εἰ πιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί·
5περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε·» δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
8tΠερὶ τῶν κατασκεψαμένων τὴν γῆν τῆς ἐπαγ‐
9tγελίας.
10 αʹ. Ἐξαίρετος μὲν ὁ κλῆρος τοῖς ἀγαπᾷν ᾑρημέ‐ νοις τὸν ὅλων βασιλέα Θεόν. Ἡτοίμασται δὲ αὐτοῖς τῶν ὑπὲρ νοῦν ἀγαθῶν ἡ κτῆσις. Καὶ πιστώσεται λέγων ὁ μακάριος προφήτης Ἡσαΐας· «Ἔστι κλη‐ ρονομία τοῖς θεραπεύουσι Κύριον.» Καὶ πάλιν· «Καὶ
15ἔσῃ πεποιθὼς ἐπὶ Κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς· καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ἰα‐ κὼβ τοῦ Πατρός σου. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.» Οὐκοῦν ἀληθὴς ἂν εἴη, καὶ ἐρηρεισμένη πάντη τε καὶ πάντως ἡ ὑπόσχεσις· οὐ γὰρ ἂν ἁμάρτῃ
20τἀληθοῦς, οὐδ’ ἂν διαψεύσαιτό ποτε τὸ τοῦ Θεοῦ στόμα· ἀποπερανεῖ δὲ πάντως τὰ ἐπηγγελμένα. Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Μελῳδὸς οὕτω πού φησι· «Κύριος μερὶς τῆς κληρονομίας μου· σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν ἐμοί.» Τίνες οὖν ἄρα οἱ θεραπεύον‐
25τες τὸν Κύριον, ἢ καὶ εἰς τίνας οὕτω λαμπρός τε καὶ ἀξιόληπτος καταντήσει κλῆρος; Οἱ τῷ Θεῷ δοκοῦν ἀποπεραίνειν ἐσπουδακότες, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἀμελητὶ διᾴττειν εἰδότες, καὶ παντὸς ἐχθροῦ καταθλεῖν ἀοκνότατα προθέμενοι, καὶ οὐχ ὡς
30ἰδίαις δυνάμεσι, ἤγουν εὐτεχνίαις ἐπιθαρσήσαντες, ἀλλ’ ὅπλον ὥσπερ τι προϊσχόμενοι τὴν ἄνωθεν χάριν, προεστηκότα τε καὶ συνασπίζοντα τὸν τῶν ὅλων ἔχοντες Θεόν. Διατεθέντες γὰρ οὕτω, φασίν· «Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει
35με. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας.» Τοὺς μὲν ἀγα‐ θοὺς καὶ εὐτολμοτάτους, καὶ εἰς τὸ χρῆναι πιστεύειν ἑτοιμοτέρους, ἐκπρεπεστάτους ἀποτελεῖ, πλουσίᾳ χειρὶ διανέμων τὰ ἀγαθά· τοὺς δέ γε τὰ πάντων αἴ‐
40σχιστα νοσεῖν ᾑρημένους εἰς τὸ ἀπειθὲς, ἀποβουκο‐ λήσει πάντως τῶν ἀπολέκτων ἀγέλης, καὶ παντὸς ἀποσοβήσει πράγματος κατευφραίνειν εἰδότος. Ἐπι‐ φωνήσει δὲ ὡς παρ’ ἑκάστῳ μάλιστα δικαίως· «Αὕτη ἡ μερίς σου, μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοί.» Τοιού‐
45τοις ὑποπεπτωκότας ἐγκλήμασι τοὺς τῶν Ἰουδαίων δήμους εὑρήσομεν. Τοιγάρτοι διωλισθήκασι τῆς ἐλπίδος, καὶ ἀπόκληροι μεμενήκασι καίτοι τῆς κλη‐ ρονομίας οὔσης αὐτῶν· εἴπερ ἐστὶν ἀληθὲς, ὡς αὐτῶν εἰσιν αἱ ἐπαγγελίαι, κατὰ τὴν τοῦ μακαρίου Παύλου

69

.

605

(50)

φωνήν. Ἐπειδὴ δὲ ἠπειθήκασι τῷ καλοῦντι πρὸς αὐ‐ τὰς, ἀμέτοχοι μεμενήκασι, καὶ κατὰ τὴν τοῦ Σωτῆ‐ ρος φωνήν· «Γεγόνασιν οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι.» Καὶ τοῦτο δὴ πάλιν ἐξ αὐτῶν ἡμῖν τῶν ἀρχαιοτέρων προανεφωνεῖτο Γραμμάτων. Ἔχει
55δὲ οὕτω· «Καὶ μετὰ ταῦτα ἐξῇρεν ὁ λαὸς ἐξ Ἀσο‐603

69

.

608

ρὼθ, καὶ παρενέβαλεν ἐν τῇ ἐρήμῳ τῇ Φαράν· καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ εἰς
5κατάσχεσιν, ἄνδρα ἕνα κατὰ φυλὴν καὶ δήμους πα‐ τρίων αὐτῶν ἐξαποστελεῖς αὐτούς· πάντα ἀρχηγὸν αὐτῶν. Καὶ ἐξαπέστειλεν αὐτοὺς Μωσῆς ἐκ τῆς ἐρήμου Φαρὰν διὰ φωνῆς Κυρίου, πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ἰσραήλ.» Οὗτοι οἱ μὲν οὖν ἀπόλεκτοι
10τῶν φυλῶν ἄνδρες τὸν ἀριθμὸν δυοκαίδεκα τῆς ἄλλης πληθύος ἀπενοσφίζοντο. Καὶ δὴ ἀνῄεσαν εὖ μάλα κατασκεψόμενοι πότερόν ποτε πίων ἢ λεπτόγεως ἡ χώρα, εὔβοτός τε καὶ ἀγαθὴ, καὶ γονιμωτάτη, ἤγουν ξηρά τε καὶ ἄκαρπος· ἢ ξύλων τροφὸς ἡμέρων, ἢ
15καρπῶν ὡραίων λαχοῦσα γένεσιν, εἰ μὴ ἀμελέτητον ἔχει τὸ λήϊον δύνασθαι κομᾷν· καὶ πρὸς τούτοις ἔτι τίνες ἂν εἶεν οἱ κάτοικοι, πότερόν ποτε δεινοὶ πρὸς ἀλκὴν, καὶ καταγώνιστοι τὰ πολεμικὰ, καὶ οὐ τοῖς τυχοῦσιν εὐάντητοι, ἤγουν τοῖς ἀνδρίζεσθαι μεμελε‐
20τηκόσιν εὐκόλως ἁλώσιμοι· ὅσαι δὲ δὴ αὖ καὶ τίνες αἱ πόλεις, ἆρα ψιλαὶ καὶ ἀτείχιστοι, ἤγουν ἄριστα πεπυργωμέναι. Προσετίθει δὲ ὁ Μωσῆς ὅτι καὶ αὐτῶν δεήσει τῶν καρπῶν ἀποδρεψαμένους οἱονεὶ πρὸς ἀπό‐ δειξιν, ἐπανήκειν αὐτούς. Ἀναβεβηκότες δὴ οὖν ἀπο‐
25φαίνειν ἠπείγοντο τὸ κεκελευσμένον. Ἐπιτηδείου δὲ ὄντος καιροῦ κατεσκέπτοντό τε τὴν γῆν, καὶ δὴ καὶ βότρυν ἐπαναθέμενοι, χρῆμά τι παράδοξον καὶ ἀσύν‐ ηθες, ἀληθὲς θαῦμά τε καὶ ἅμα παρῆσαν ἀζήμιοι, καὶ ἐπανῆκον ἐπὶ Μωσέα. Πλὴν ἐπεμερίζοντο ταῖς
30γνώμαις ἔτι. Αἰνεῖν μὲν γὰρ ἠξίουν, καὶ ἀπήγγελλον ἅπαντες, ὡς ἀγαθὴ καὶ πίων ἡ γῆ, καὶ τούτου μάρ‐ τυρα ἐπεκόμιζον τὸν ἐξ αὐτῆς ληφθέντα καρπόν· ἀλλ’ οἱ μὲν θρασὺ τὸ ἔθνος τὸ ἐπ’ αὐτῆς ὠνόμαζον εὐσθενές τε καὶ μαχιμώτατον, καὶ ταῖς τῶν πάν‐
35των ὑπεροψίαις ὀλίγα παραχωροῦν. Υἱοὺς γὰρ, φασὶ, γιγάντων ἑωράκαμεν ἐκεῖ· ὑψηλὸν δὲ οὕτω καὶ εὐμέγεθες, ὡς ἀκρίδων, οἶμαί που, διενεγκεῖν τοὺς ἐξ αἵματος Ἰσραὴλ, εἰ ταῖς ἐκείνων ὑπεροχαῖς συγκρί‐ νοιντο. Χάλεβ δὲ καὶ Ἰησοῦς ἔφασκον ἐναργῶς, ὡς
40ἀγαθή τε καὶ πίων ἡ γῆ. Καὶ εἰ αἱρετίζει ἡμᾶς Κύριος, εἰσάξει ἡμᾶς εἰς αὐτήν. Περιέσονται δὲ ὅτι τῶν καθη‐ κόντων, Θεοῦ προασπίζοντος, διεβεβαιοῦντο πάλιν. Ἐπειδὴ δὲ τῶν τοιούτων ἠκροῶντο λόγων οἱ ἐξ Ἰσραὴλ, ἡ πολλή τε καὶ ἀγελαία πληθὺς, εὐθὺς εἰς λήθην
45ὑπενεχθεῖσα Θεοῦ, καὶ τῶν ἐν Αἰγύπτῳ σημείων ἀμνη‐ μονήσασα, πολὺ τὸ δεῖμα νοσεῖ, ὀκνεῖ πρὸς τὴν μά‐ χην, ἀπέφηνε τὴν ἀντίστασιν, ἐρᾷ δὲ οὐκέτι τῶν ἐπηγγελμένων· οὐ τὴν τοῦ βοηθοῦντος διενοεῖτο χεῖρα τὴν παναλκῆ τε καὶ ἄμαχον, κατοιμώζει δὲ μειρα‐

69

.

608

(50)

κιωδῶς, καὶ αὐτίκα δὲ μάλα, γυναίοις τε ὁμοῦ καὶ φιλτάτοις τῶν πολεμίων ξίφεσι δαπανηθήσεσθαι προσ‐ δοκᾷ. Καὶ δὴ καὶ φάναι τετολμήκασιν, ὡς ἦν ἀμεί‐ νων θητεία αὐτοῖς ἡ ἐν Αἰγύπτῳ, καὶ τὸ τῆς δουλείας ἄχθος εὐφορητότερον. Ὑπονοστῆσαί τε ὅτι δεήσει
55πρὸς Αἰγυπτίους δακρυῤῥοοῦντες ἔφασκον· παραθή‐ γοντας πρὸς ἀνδρείαν τοὺς ἀμφὶ τὸν Ἰησοῦν καὶ
Χάλεβ, καὶ χοῦν καταπαττομένους καταλιθοῦν ἐπ‐605

69

.

609

εχείρουν. Ἡκόντων δὲ ἤδη πρὸς τοῦτο λοιπὸν ἀθλιό‐ τητος τῶν πραγμάτων, ὤφθη, φησὶ, δόξα Κυρίου ἐν νεφέλῃ ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, ἐν πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ διολλύναι μὲν ἅπαντας ἀμελητὶ
5διεσκέπτετο. Προσπίπτοντος δὲ καὶ ἐκλιπαροῦντος Μωσέως, κατανεύει μόλις. «Εἶπε γὰρ φησὶ, Κύριος πρὸς Μωσῆν· Ἵλεως αὐτοῖς εἰμὶ κατὰ τὸ ῥῆμά σου. Ἀλλὰ ζῶ ἐγὼ, καὶ ζῶν τὸ ὄνομά μου. Καὶ ἐμπλή‐ σει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν. Ὅτι πάντες οἱ
10ἄνδρες οἱ ὁρῶντες τὴν δόξαν μου, καὶ τὰ σημεῖα ἃ ἐγὼ ἐποίησα ἐν τῇ Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, καὶ ἐπείρασάν με τοῦτο δέκατον, καὶ οὐκ εἰσήκουσάν μου τῆς φωνῆς. Ἢ μὴν οὐκ ὄψονται τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν, ἀλλ’ ἢ τὰ τέκνα αὐτῶν,
15ἅ ἐστι μετ’ ἐμοῦ ὧδε· ὅσοι οὐκ οἴδασιν ἀγαθὸν ἢ κακόν. Πᾶς νεώτερος ἄπειρος, τούτοις δώσω τὴν γῆν. Πάντες δὲ οἱ παροξύναντές με, οὐκ ὄψονται αὐτήν· ὁ δὲ παῖς μου Χάλεβ, ὅτι ἐγενήθη πνεῦμα ἕτερον ἐν αὐτῷ, καὶ ἐπηκολούθησέ μοι· εἰσάξω αὐτὸν εἰς τὴν
20γῆν εἰς ἣν εἰσῆλθον ἐκεῖ, καὶ τὸ σπέρμα αὐτοῦ κλη‐ ρονομήσει αὐτήν.» Ἄθρει δὴ οὖν, ὅτι παγχάλεπα μὲν παρὰ Θεῷ τῆς ἀπειθείας τὰ ἐγκλήματα. Δύσ‐ οιστον δὲ τὴν ζημίαν ὑπομένειν ἀνάγκη τοὺς ὑπ’ αὐ‐ τὴν γεγονότας. Τοῦτό τοι παθόντα τὸν Ἰσραὴλ εὑρή‐
25σομεν, τοῖς ἀρχαιοτέροις Γράμμασι τὰ νέα συμβάλ‐ λοντες, καὶ συμβαίνουσαν ταῖς σκιαῖς ἀποφαίνοντες τὴν ἀλήθειαν. Προτρέπει μὲν γὰρ Μωσῆς ἰέναι κα‐ τασκεψομένους εὖ μάλα τῆς ἐπαγγελίας τὴν γῆν τοὺς ἐξηλεγμένους ἐκ πασῶν τῶν φυλῶν. Ἐπειδὴ δὲ ἧκον,
30καὶ ἤδη παρῆσαν, οἱ μὲν κατηγόρευον τὸν ἀριθμὸν ὄντες δέκα, καὶ ἁπάσῃ τῇ συναγωγῇ δειμάτων τε ὁμοῦ, καὶ θεομισοῦς ἀπιστίας γεγόνασι πρόξενοι, Οἱ δὲ δὴ λειπόμενοι δύο Χάλεβ τε ὁ τοῦ Ἰεφωνῆ, καὶ μέν τοι καὶ Ἰησοῦς προὔτρεπόν τε ἰέναι καταδῃώσαντες, καὶ
35αὐτὴν δὲ τὴν γῆν ἐπαινεῖν ἠξίουν, πίων ὅτι καὶ εὔ‐ καρπος, καὶ μὴν καὶ ληΐων ἀριστότροφος ἐναργῶς ἀνακεκραγότες. Ἀλλ’ οἱ μὲν ἐξέπιπτον τῆς ἐπαγγε‐ λίας, οἱ δὲ οὐρανίᾳ ψήφῳ κληρονόμοι τῆς ἄνωθεν τέ‐ θεινται, καὶ τετίμηνται παρὰ Θεοῦ.
40 βʹ. Ποῖος οὖν ἄρα λοιπὸν τῆς ἀληθοῦς καὶ πνευμα‐ τικῆς θεωρίας ὁ τρόπος εἰπεῖν ἀναγκαῖον. Διὰ τῶν Μωσέως βιβλίων, ἤτοι τῶν ἐν αὐτοῖς ὡς ἐν τύποις ἔτι προαναπεπλασμένων τοῖς ἁγίοις ἀγαθῶν, ἤτοι τῆς γῆς τῆς ἁγίας τῆς τοῖς πατράσιν ἐπηγγελμένης ἐξ‐
45επέμπετο τρόπον τινὰ τῶν Ἰουδαίων ὁ νοῦς. Ἔστι γὰρ, ἔστιν ἰδεῖν ἐν τοῖς νομικοῖς συγγράμμασι κατ‐ εσκιασμένον τοῖς τύποις τὸ Χριστοῦ μυστήριον· καὶ τὸν δι’ αὐτοῦ ἐν πνεύματι ἁγιασμὸν, καὶ τὴν τοῖς ἁγίοις ἐπηγγελμένην ἐλπίδα. Τέθυται μὲν γὰρ ὁ

69

.

609

(50)

ἀμνὸς ὁ ἐν Αἰγύπτῳ παρὰ τῶν ἐξ Ἰσραήλ· κατ‐ εχρίοντό τε τῷ αἵματι, καὶ κατείργηται ὁ ὀλοθρευτής. Ὅτι δὲ ἀτονήσει θάνατος ἐν θανάτῳ Χριστοῦ, καὶ τοὺς ἐν ἁγίῳ Πνεύματι κατακεχρισμένους παρελάσει λοιπὸν ἡ φθορὰ, προεπήγγειλεν ἡ σκιά. Ὅτι δὲ καὶ
55τῆς ἐν ἀρχαῖς δοθείσης εὐημερίας ἐπιδραξόμεθα, καὶ ἐν τῷ παραδείσῳ τῆς τρυφῆς ἀνακομισθήσεται
πάλιν ὁ ἄνθρωπος, οὐδὲν ἧττον ἡμῖν ὑπεμφήνειεν ἂν607

69

.

612

ὁ νόμος. Ἑορτάζειν μὲν γὰρ προστέταχεν, ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, καὶ πεντεκαιδεκάτῃ τοῦ μηνὸς, καὶ κάλυντρά τε φοινίκων λαβόντες εἰς χεῖρας, καὶ ὡραίου ξύλου καρπὸν, καὶ κλάδους ξύλου δασεῖς, καὶ ἰτέας,
5καὶ ἄγνου. Δέχεσθαι δὲ οὐχ ἁπλῶς προστέταχεν, ἀλλ’ ἐν πρώτῃ τε ἡμέρᾳ καὶ ἑβδόμῃ· κλητήν τε ἁγίαν τὴν πρώτην ὀνομάζει, καὶ μήν τοι καὶ τὴν ἑβδόμην. Ὑπεδήλου δὲ τὸ χρῆμα πλαγίως, ὅτι δέδοται μὲν ὁ παράδεισος ἐν πρώτῳ καιρῷ τῇ τοῦ γένους ἀρχῇ,
10φημὶ δὲ τῷ Ἀδάμ· δοθήσεται δὲ καὶ ἐν ἐσχάτῳ, τουτ‐ έστι, τῇ συντελείᾳ τοῦ παρόντος αἰῶνος· οὗ τύπος ἂν εἴη καὶ μάλα σαφὴς, ἡ τελευταία τῆς ἑβδόμης ἡμέρα. Ἁγία δὲ ἡ πρώτη, καὶ ἡ ἑβδόμη. Ἅγιος γὰρ ἡμῶν ὁ καιρὸς, καθ’ ὃν ἦν ἔτι τὴν δοθεῖσαν αὐτῷ φυλάτ‐
15των ἐντολὴν ὁ πρωτοπάτωρ Ἀδάμ· ἅγιος δὲ πάλιν ὁ ἐν ἐσχάτοις. Ἡγιάσμεθα γὰρ ἐν Χριστῷ, τῶν ἐξ ἁμαρτίας ἐγκλημάτων ἀπηλλαγμένοι, καὶ μέτοχοι γε‐ γονότες τοῦ ἁγίου Πνεύματος. Οὐκοῦν διὰ τύπου καὶ σκιᾶς μονονουχὶ προαποστέλλει Μωσῆς, ἤτοι τῶν νο‐
20μικῶν γραμμάτων ἡ δύναμις, τοὺς εὐμαθεστέρους καὶ οἱονεί πως ἐξειλεγμένον ἔχοντας τὸν νοῦν, εἰς κα‐ τάσκεψιν ἀκριβῆ τῶν ἐπηγγελμένων παρὰ Θεοῦ. Ἐπειδὴ δὲ τοῖς ἐθέλουσι τυχεῖν τῶν οὕτω σεπτῶν καὶ εὐκλεεστάτων ἀγαθῶν, οὐ πρὸς αἷμά τε καὶ σάρκα
25ἡ πάλη· «πρὸς ἀρχὰς δὲ μᾶλλον καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου,» κατὰ τὸ γεγραμμένον· κατοκνοῦσι τὴν μάχην οἱ φρονοῦντες τὰ τῆς σαρκός· οἱ τὰ πρόσκαιρά τε καὶ ἀπολλύμενα τῆς εἰς αἰῶνα τρυφῆς προτετιμηκότες. Ἄθρει γὰρ
30ὅτι καὶ οἱ ἐξ Ἰσραὴλ, γυναίων τε πέρι καὶ τέκνων ἄνω τε καὶ κάτω λέγουσι ταῖς τῶν ἀπολέκτων φωναῖς εἰς τοσοῦτο δειλίας τε καὶ ἀθλιότητος κατενηνεγμένοι. Ἐννόει δὲ καὶ τοὺς ἐν καιρῷ τῆς ἐπιδημίας τοῦ πάν‐ των ἡμῶν Σωτῆρος Χριστοῦ ταῖς τῶν Ἰουδαίων φω‐
35ναῖς ζημιουμένους τὴν πίστιν. Ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν τῶν οὐρανῶν βασιλείαν τοῖς πιστεύουσιν ἐχαρίζετο. Πλὴν ἐκάλει πρὸς εὐ‐ τολμίαν, δῆλον δὲ ὅτι τὴν πνευματικήν. Καὶ ὅτι προσ‐ ήκει τῆς τοῦ διαβόλου πλεονεξίας καταθλεῖν εὖ μάλα
40τοὺς ἐπ’ αὐτῷ πεποιθότας διεκελεύετο λέγων· «Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Οἱ δὲ πιστεύειν οὐκ ἤθελον, τῆς εἰς Θεὸν ἀγάπης προτάττοντες τὰ σωματικά. Κεκλημένοι γὰρ εἰς τοὺς γάμους, ἤρ‐
45ξαντο, φησὶν, ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Καὶ ὁ μὲν ἔφασκεν· «Ἀγρὸν ἠγόρασα·» ὁ δέ· «Γυναῖκα ἔγημα, καὶ οὐ δύναμαι ἐλθεῖν.» Ὁρᾷς ἀδελφότητα παθῶν; ὁρᾷς συγγένειαν νοσημάτων; Οὐκοῦν οἱ μὲν Γραμματεῖς τε καὶ Φαρισαῖοι καταγορεύουσι τρόπον

69

.

612

(50)

τινὰ διὰ τοῦ μὴ βούλεσθαι βαδίζειν εἰς αὐτὴν, τῆς ἐπαγγελίας τοῦ Θεοῦ, μήτε μὴν ἑτέρους ἐᾷν. Τοι‐ γάρτοι καὶ ἤκουον· «Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως. Αὐτοὶ οὐκ εἰσέλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.» Ἀπολώλασι
55γὰρ ταῖς τῶν ἡγουμένων φωναῖς οἱ ὑπὸ χεῖρα λαοί. Οὕτω που διὰ φωνῆς προφήτου φησὶν ὁ Θεὸς, ὅτι
«Οἱ ποιμένες ἠφρονήσαντο, καὶ τὸν Κύριον οὐκ ἐζή‐609

69

.

613

τησαν· διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ δι‐ εσκορπίσθησαν.» Τοιγάρτοι καὶ ἡ πολλὴ τῶν Ἰουδαίων πληθὺς ἀπώλισθε μὲν τῆς ἐπαγγελίας, ἀμέτοχος δὲ τῆς διὰ Χριστοῦ χάριτος γέγονε. Πλὴν σέσωσται τὸ
5κατάλειμμα διὰ Χριστοῦ. Τύπος δ’ ἂν εἴη καὶ τοῦδε σαφὴς ὁ Χάλεβ υἱὸς Ἰεφονῆ, καὶ μέν τοι καὶ Ἰησοῦς· οἳ μυρία μὲν ὅσα προσεφώνουν τοῖς ἐξ Ἰσραὴλ, πα‐ ραθήγοντες εἰς ἀνδρείαν, καλήν τε καὶ ἀξιόληπτον τὴν γῆν ὀνομάζοντες, καὶ ὅτι κρατήσουσι τῶν ἐθνῶν
10ἀνακεκραγότες· ἀλλὰ μικροῦ διολώλασι. Εἶπε γὰρ, φησὶ, πᾶσα ἡ συναγωγὴ, καταλιθοβολῆσαι αὐτούς. Πλὴν δὲ τέθεινται καὶ κληρονόμοι παρὰ Θεοῦ. Τίς οὖν ἄρα ἐστὶν ὁ Χάλεβ, σαφηνιεῖ τὸ ὄνομα. Διερμη‐ νεύεται γὰρ, πᾶσα καρδία· Ἰεφονῆ δὲ πάλιν, ἡ
15ἐπιστροφή. Οὐκοῦν οἱ τελείαν ἔχοντες μετὰ Θεοῦ τὴν καρδίαν, υἱοὶ τῆς ἐπιστροφῆς σὺν τοῖς Ἰησοῦ. Εἶεν δ’ ἂν οὗτοι πάλιν οἱ πεπιστευκότες, καὶ ὡς ἐν ἀπαρχῇ νοούμενοι τοῖς ἁγίοις ἀποστόλοις, οἳ κεκλή‐ κασι τὸν Ἰσραήλ· καὶ ἐν αὐτοῖς ἂν νοοῖτο τὸ κατά‐
20λειμμα. Καὶ καλοῦντες κεκινδυνεύκασι. Πλὴν τῆς ἁγίας γῆς τέθεινται κληρονόμοι. Ὅτι γὰρ πᾶσαν ὥσ‐ περ ἤτοι τελείαν ἐσχήκασι μετὰ Θεοῦ τὴν καρδίαν οἱ υἱοὶ τῆς ἐπιστροφῆς, τουτέστιν, οἱ ἐπιστρέψαντες ἐκ τῶν νομικῶν ἐνταλμάτων ἐπὶ τὴν διὰ πίστεως λατρείαν
25τε καὶ χάριν, ἀναμάθοι τις ἂν Παύλου γράφοντος ἐναργῶς· σκύβαλα μὲν ἡγοῖτο τὰ ἐν νόμῳ, καὶ κατα‐ λογίσαιτο ζημίαν διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Θεοῦ· καὶ ἵνα αὐτὸν κερδάνῃ, καὶ τὴν αὐτοῦ δικαίω‐ σιν ἔχῃ. Ὅτι τοίνυν ἀπολισθήσει μὲν τῆς ἐπαγγελίας
30ὁ Ἰσραὴλ, ἀπολεῖται δὲ οὐκ εἰσάπαν, ἀλλ’ ὡς ἐν ὀλίγῃ μοίρᾳ σωθήσεται· τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ κατάλειμμα, συνήσεις εὖ μάλα, καθάπερ ἤδη προ‐ εῖπον· εἰσκομιζόμενον βλέπων ἐξ ἐπαγγελίας Θεοῦ τὸν Χάλεβ, συνεζευγμένου τρόπον τινὰ, καὶ παρα‐
35θέοντος τοῦ σώζοντος· ἑρμηνεύεται γὰρ ὧδε Ἰησοῦς. Καὶ γοῦν ὁ θεσπέσιος ἄγγελος Γαβριὴλ αὐτὸς ἦν ὅτε τῇ ἁγίᾳ Παρθένῳ τὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονο‐ γενοῦς εὐηγγελίζετο τρόπον· «Μὴ φοβοῦ, φησὶ, Μα‐ ριάμ· εὗρες γὰρ παρὰ Θεῷ χάριν. Καὶ ἰδοὺ συλλήψῃ
40ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐ‐ τοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται.» Μόνον οὖν ἄρα τῆς Ἰουδαίων Συναγω‐ γῆς τὸ κατάλειμμα κεκληρονόμηκε τὰς ἐπαγγελίας, καὶ εἰς γῆν εἰσέβη τὴν ἱεράν. Ὁ μὲν οὖν πολλοῦ γε
45καὶ δεῖ. Συνήλασε δὲ ὥσπερ αὐτῷ ὁ νέος τε καὶ ἐν πίστει λαός. Ὑπισχνεῖτο γὰρ ὁ τῶν ὅλων Θεὸς συν‐ εισκομιεῖν τῷ Χάλεβ πᾶν παιδίον νέον. Τοῦτο καὶ ὁ θεῖος ἡμῖν Δαβὶδ ὑπεσήμαινε λέγων περὶ τῆς τῶν ἁγίων κληρονομίας· «Γραφήτω αὐτὴ εἰς γε‐

69

.

613

(50)

νεὰν ἑτέραν καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύ‐ ριον.» Οὐ γὰρ τοῖς ἐν νόμῳ παιδαγωγουμένοις, ἀλλ’ εἰς γενεὰν ἑτέραν ὁ κλῆρος τετήρηται. Καὶ τίς ἡ ἑτέρα γενεά; Ὁ νέος, ὡς ἔφην, καὶ ἐν πίστει λαός. Ἐκτίσμεθα γὰρ ἐν Χριστῷ πρὸς καινότητα
55ζωῆς, ἀποδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Κτίσαι γὰρ λέγεται
τοὺς δύο λαοὺς ὁ Χριστὸς εἰς ἕνα καινὸν ἄνθρωπον,611

69

.

616

ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων ἀμφοτέρους ἐν ἐνὶ πνεύματι πρὸς τὸν Πατέρα. Οὐκοῦν εἰς τύπον ἂν εἶεν τοῦ νέου λαοῦ τὰ καὶ αὐτῷ τῷ Χάλεβ συνεισκομι‐ ζόμενα βρέφη. Οἷς καὶ ὁ θεσπέσιος μαθητὴς ἐπ‐
5έστελλε λέγων· «Ὡς ἀρτιγενῆ τὰ βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα ποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν, εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύ‐ ριος.» Ὅτι δὲ καὶ ὁ θεσπέσιος Παῦλος οὕτω συνεὶς τὰ ἐν νόμῳ, μεταπλάττει πρὸς ἀλήθειαν τὸν ἔν γε
10τοῖς γράμμασι τύπον, μαθήσῃ σαφῶς, ὡς δὴ γεγρα‐ φότος Ἑβραίοις, «Ὅτι, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπι‐ κρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρή‐
15μῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου. Τεσσαράκοντα ἔτη προσ‐ ώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπα· Ἀεὶ πλανῶν‐ ται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, οἷς ὤμοσα, καὶ οὐκ εἰσελεύσονται εἰς τὴν κατάπαυ‐
20σίν μου.» Ἵνα δὲ καὶ ἡμεῖς τὴν ἐπάρατον ἀπιστίαν διωθούμενοι, καὶ ὡς ἀποτάτω τῆς ἑαυτῶν ἱέντες ψυχῆς, κληρονόμοι τῆς ἐπαγγελίας εὑρισκώμεθα, προσεφώνει πάλιν· «Βλέπετε, ἀδελφοὶ, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ
25ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐν ὑμῖν ἀπάτῃ τῆς ἁμαρτίας. Μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους
30βεβαίων κατάσχωμεν, ἐν τῷ λέγεσθαι· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνεσθε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ’ οὐχὶ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωσέως. Τίσι δὲ προσ‐
35ώχθισε τεσσαράκοντα ἔτη; Οὐχὶ τοῖς ἁμαρτήσα‐ σιν, ὧν τὰ κῶλα ἔπεσαν ἐν τῇ ἐρήμῳ; Τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; Καὶ βλέπομεν ὅτι οὐκ ἠδυ‐ νήθησαν εἰσελθεῖν διὰ τὴν ἀπείθειαν.» Ὅτι γὰρ τὸ
40ἐξήνιον, καὶ τὸ μὴ τοῖς θείοις ὑπείκειν νεύμασι, προεξένησεν αὐτοῖς ἐπιτηδεύειν ἐθέλουσι τῆς ἐλπί‐ δος τὴν ἀπεμπολήν· ὀνήσειε δ’ ἂν οὐ μετρίως τὸ ἔμπαλιν, οὐδὲν ἧττον ἡμᾶς ἀναπείσει λέγων· «Φο‐ βηθῶμεν οὖν μή ποτε καταλειπομένης ἐπαγγελίας
45εἰσελθεῖν εἰς τὴν ἀνάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι. Καὶ γάρ ἐσμεν εὐηγγελισμένοι, καθάπερ κἀκεῖνοι. Ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους μὴ συγκεκραμένος ἐν πίστει τοῖς ἀκούσασιν. Εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν

69

.

616

(50)

αὐτοῦ οἱ πιστεύσαντες» τῷ πάντων ἡμῶν Σωτῆρι καὶ Λυτρωτῇ· φημὶ δὲ τῷ Χριστῷ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
54tὍτι γέγονεν ἡμῖν ἄρτος ζωῆς ὁ Χριστός.
55 αʹ. Ταῖς τῶν Ἰουδαίων φιλομαθείαις ἐπιτιμῶν ὁ θεσπέσιος προφήτης Ἱερεμίας, καὶ μάλα εἰκότως
ἔφασκε· «Πῶς ἐρεῖτε, ὅτι καὶ μάλα σοφοί ἐσμεν613

69

.

617

ἡμεῖς, καὶ νόμος Κυρίου μεθ’ ἡμῶν ἐστιν; Εἰ μά‐ την ἐγενήθη σχοῖνος ψευδὴς Γραμματεῦσιν. Ἠσχύν‐ θησαν σοφοὶ, ἐπτοήθησαν, καὶ ἑάλωσαν, ὅτι τὸν λόγον τοῦ Κυρίου ἀπεδοκίμασαν. Σοφία τίς ἐστιν ἐν
5αὐτοῖς;» Καίτοι γὰρ ἐπὶ τῇ τῶν νόμων εἰδήσει πολὺ λίαν ἐξογκούμενοι, καὶ ὑψηλὴν αἴροντες τὴν ὀφρὺν οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι, καὶ τῆς ἀγελαίου πληθύος κατασοβαρευόμενοι, πολὺ νοσοῦν‐ τες τὸ εὔηθες, ἄσοφοί τε καὶ ὀλιγογνώμονες ἐξ αὐ‐
10τῶν ἠλέγχοντο τῶν πραγμάτων. Ἀπεδοκίμαζον γὰρ τὴν ἄνωθεν καὶ ἐξ οὐρανοῦ σοφίαν, τὸν ἐκ Θεοῦ Πα‐ τρὸς Λόγον, «Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.» Ταύ‐ τῃτοι γεγόνασιν ἀδόκιμοι καὶ ἀκάρδιοι, «μωροὶ καὶ
15τυφλοὶ,» κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Ἐπει‐ δὴ δὲ τὸν θεῖον παρωθούμενοι λόγον, καὶ τῆς ζωο‐ ποιοῦ χάριτος ὡς ἀποτάτω διᾴττοντες, καὶ ταῖς ἄγαν ἀπειθείαις καταλυποῦντες τὸν Θεὸν κατὰ μυ‐ ρίους ὅσους ἡλίσκοντο τρόπους, λιμῷ διολώλασι.
20Καὶ τοῦτο ἦν τὸ διὰ φωνῆς προφητῶν παρὰ Θεοῦ λελεγμένον· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω λιμὸν ἐπὶ τὴν γῆν· οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος· ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Καὶ σαλευθήσονται ὕδατα, ἕως θαλάσσης, καὶ ἀπὸ
25βοῤῥᾶ ἕως ἀνατολῆς περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσιν.» Οἷς γὰρ ἐξὸν ἔχειν αὐτὸν καὶ μάλα πλουσίως, ἀνούστατα διωθού‐ μενοι, ψήφῳ λοιπὸν θείᾳ κολάζονται, τὰ πάντων ἄριστα ζημιούμενοι, καὶ τὰ δι’ ὧν ἦν εἰκὸς κατα‐
30πλουτεῖν μονονουχὶ δύνασθαι τοῖς ἄνωθεν ἀγαθοῖς· ἀλλ’ ἐκείνοις μὲν ἀπειθεῖν ἑλομένοις, καὶ τὴν θείαν τε καὶ ἀξιάγαστον χάριν ἀνοσίως περιυβρίζουσιν, ὁ τῶν θείων μαθημάτων λιμὸς ἐπενήνεκται, καὶ σφό‐ δρα εἰκότως. Ἡμῖν δὲ τοῖς εἰς αὐτὸν πιστεύουσιν,
35ἄρτος ζωῆς γέγονεν ὁ Ἐμμανουὴλ, «Ἄρτος ἐξ οὐ‐ ρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ·» ἐν ᾧ καὶ δι’ οὗ τὸ θεομισὲς τῆς φθορᾶς ὑπερθέοντος κρά‐ τος, καὶ τὴν ἄνωθεν καὶ ἐξ οὐρανοῦ μεταμφιεννύ‐ μενοι χάριν, τουτέστι, τὴν ἀφθαρσίαν, προκεκομί‐
40σμεθα τῷ Θεῷ καὶ Πατρὶ, λαμπροί τε καὶ ἱεροί. Καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων πεπλουτηκότες δια‐ τελοῦμεν ἐν κόσμῳ; τοῖς τοιούτοις ἡμᾶς ἐφίστησι λογισμοῖς τὸ γράμμα τὸ νομικόν. Ἔχει δὲ οὕτω· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλη‐
45σον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐν τῷ εἰσπορεύεσθαι ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, καὶ ἔσται, ὅταν ἐσθίητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφελεῖτε ἀφαίρεμα, ἀφόρισμα τῷ Κυρίῳ, ἀπαρχὴν φυράματος ὑμῶν· ἄρτον ἀφαίρεμα

69

.

617

(50)

ἀφαιριεῖτε αὐτὸ ὡς ἀφαίρεμα ἀπὸ ἅλωνος, οὕτως ἀφοριεῖτε αὐτό· ἀπαρχὴν φυράματος ὑμῶν, καὶ δώσετε ἀφαίρεμα Κυρίῳ εἰς τὰς γενεὰς ὑμῶν. Ὅταν δὲ διαμάρτητε, καὶ μὴ ποιήσητε πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐλάλησε Κύριος πρὸς Μωσῆν, καθὰ συν‐
55έταξε Κύριος ὁ Θεὸς ὑμῖν ἐν χειρὶ Μωσῆ ἀπὸ τῆς ἡμέρας, ᾗ συνέταξε Κύριος πρὸς ὑμᾶς, καὶ ἐπ‐
έκεινα εἰς τὰς γενεὰς ὑμῶν· καὶ ἔσται, ἐὰν ἐξ ὀφθαλ‐615

69

.

620

μῶν τῆς συναγωγῆς ἀκουσίως γενηθῇ, καὶ ποιήσει πᾶσα ἡ συναγωγὴ μόσχον ἕνα ἐκ βοῶν ἄμωμον εἰς ὁλοκαύτωμα, εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ, καὶ θυσίαν τούτου καὶ σπονδὴν αὐτοῦ, κατὰ τὴν σύντα‐
5ξιν αὐτοῦ, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας. Καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ, καὶ ἀφεθήσεται αὐτοῖς, ὅτι ἀκούσιόν ἐστι· καὶ αὐτοὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν κάρπωμα Κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτῶν ἔναντι Κυρίου,
10περὶ τῶν ἀκουσίων αὐτῶν. Καὶ ἀφεθήσεται πάσῃ συναγωγῇ υἱῶν Ἰσραὴλ, καὶ τῷ προσηλύτῳ προσ‐ πορευομένῳ πρὸς ὑμᾶς, ὅτι παντὶ τῷ λαῷ ἀκούσιον. Ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως, προσάξει αἶγα μίαν ἐνιαύσιον περὶ ἁμαρτίας. Καὶ ἐξιλάσεται ὁ
15ἱερεὺς περὶ τῆς ψυχῆς τῆς ἀκουσιασθείσης καὶ ἁμαρ‐ τούσης ἀκουσίως ἔναντι Κυρίου ἐξιλάσασθαι περὶ αὐτοῦ. Καὶ ἀφεθήσεται αὐτῷ τῷ ἐγχωρίῳ ἐν τοῖς υἱοῖς Ἰσραὴλ, καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς. Νόμος εἷς ἔσται ἐν αὐτοῖς, ὃς ἐὰν ποιήσῃ
20ἀκουσίως.» Καὶ ταῦτα μὲν ἐν τοῖς Ἀριθμοῖς· ἐν δὲ τῷ Λευϊτικῷ διαμορφοῖ μὲν ἑτέρως τὸ μυστή‐ ριον, πλὴν οὐ σφόδρα πρὸς ἀνομοιότητα διεστήκει τὰ θεωρήματα. Φέρε δὴ οὖν κἀκείνων ἐπιμνησθέν‐ τες, ἐπεὶ τὸ λίαν εἰσὶν ἀναγκαῖα πρὸς εἴδησιν, μίαν
25ὥσπερ ἐπ’ ἀμφοῖν ἐξυφαίνωμεν τὴν ἀφήγησιν. Γέ‐ γραπται δὲ οὕτω πάλιν· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Εἰπὸν τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς αὐτοῖς· Ὅταν εἰσέλθητε εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίσητε τὸν θερισμὸν αὐτῆς,
30οἴσετε δραγμάτων ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα. Καὶ ἀνοίσει τὸ δράγμα ἔναντι Κυρίου δεκτὸν ὑμῖν, τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτὸ ὁ ἱερεύς. Καὶ ποιήσετε ἐν τῇ ἡμέρᾳ ἐν ᾗ φέρητε τὸ δράγμα, πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκάρπω‐
35μα τῷ Κυρίῳ. Καὶ τὴν θυσίαν αὐτοῦ δύο δέκατα σε‐ μιδάλεως ἀναπεποιημένην ἐν ἐλαίῳ, θυσίαν τῷ Κυ‐ ρίῳ εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ, καὶ σπονδὴν αὐτοῦ, τὸ τέταρτον οἴνου καὶ ἄρτου. Καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε, ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τοῦ Θεοῦ ὑμῶν. Νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν, ἐν πάσῃ κατοικίᾳ ὑμῶν.»
40 βʹ. Δράγμα μὲν οὖν, ληΐων ἀπαρχὴ, καὶ νέας σύμ‐ βολον εὐκαρπίας. Ἄρτος δὲ αὖ σίτου λοιπὸν συν‐ αγηγερμένου, καὶ εἰς τὴν ἅλωσιν σεσωρευμένου, καὶ τάχα που καὶ εἰς αὐτὰς ἀποθήκας κεκομισμένου. Ἀνάθημα δὲ τῷ Θεῷ τοῖς ἤδη κατῳκηκόσι τῆς ἐπαγ‐
45γελίας τὴν γῆν, ταῦτα ποιεῖσθαι προστέταχεν, ἵνα δι’ ἀμφοῖν νοοῖτο Χριστός· «ἄρτος μὲν ἐξ οὐρανοῦ» καὶ ζωοποιὸς, καὶ ἀπαρχὴ φυράματος τῶν εἰς και‐ νότητα ζωῆς ἀνακτιζομένων ἐν αὐτῷ. Τοῦ μὲν γὰρ ἀρχαιοτέρου φυράματος ἀπαρχὴ γέγονεν ὁ Ἀδάμ·

69

.

620

(50)

ἐπειδὴ δὲ τῆς δοθείσης ἀλογήσας ἐντολῆς παρώλι‐ σθεν εἰς παράβασιν, ἐπάρατος ἦν εὐθὺς, καὶ θανά‐ τῳ καὶ φθορᾷ τὸ ἀνθρώπινον ἐν αὐτῷ κατεδικάζετο γένος. Ἀπαρχὴ δὲ Χριστὸς τοῦ δευτέρου φυράμα‐ τος, ὃς καὶ διέδρα τὴν ἀρὰν, δι’ αὐτὸν δηλονότι
55τὸν ὑπὲρ ἡμῶν γενόμενον κατάραν. Καὶ τὸ τῆς φθορᾶς παρελαύνει κράτος, δι’ αὐτὸν δὴ πάλιν «τὸν
ἐλεύθερον ἐν νεκροῖς.» Ἀνεβίω μὲν γὰρ πατή‐617

69

.

621

σας τὸν θάνατον. Μονονουχὶ δὲ καὶ ἀνάθημα λαμ‐ πρὸν καὶ δωροφορία, καὶ οἷά τις ἀνθρωπότητος ἀπαρ‐ χὴ, κεκαινουργημένος εἰς ἀφθαρσίαν ἀνέβη πρὸς τὸν Πατέρα. Τοιγάρτοι τὸν ἄρτον ἐν τῇ ἁγίᾳ φέρε‐
5σθαι σκηνῇ, καὶ ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἀνα‐ κεῖσθαι Θεῷ, τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν ὑπεμφή‐ νειεν ἂν, καὶ μάλα εἰκότως, τοῦ Ἐμμανουήλ. «Ἀνῆλθε γὰρ οὐκ εἰς χειροποίητά ποθεν, οὔτε μὴν εἰς τὰ ἀν‐ τίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν
10νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν,» κατὰ τὸ γεγραμμένον. Ὅτι δὲ, καὶ ἄρτος ἐστὶ ζωοποιὸς ὁ ἐξ οὐρανοῦ καὶ ἄνωθεν, ἀπαλλάττει τε πρὸς τούτῳ καὶ ἁμαρτιῶν, καὶ ἀγνοημάτων ἐλευ‐ θεροῖ τοὺς ἐπὶ τῆς γῆς, εἰς ὀσμὴν εὐωδίας ἑαυτὸν
15ὑπὲρ αὐτῶν ἀνατιθεὶς τῷ Θεῷ καὶ Πατρὶ, συνήσεις εὖ μάλα τοῖς τῆς διανοίας ὄμμασιν ὡς μόσχον ὁλο‐ καυτούμενον καθορῶν σφαζόμενον, καὶ ὡς χίμαρον ὑπὲρ τῶν τοῦ λαοῦ ἀγνοημάτων. «Παραπτώματα γὰρ τίς συνήσει;» κατὰ τὸ γεγραμμένον. Ἄθρει δὴ
20ὅπως ὁ νομοθέτης τῆς ἐν νόμῳ λατρείας ὑπερκειμέ‐ νην ἀσυγκρίτως τὴν διὰ Χριστοῦ κάθαρσιν ἐκάλεσεν σαφῶς. Εἰ γὰρ παρέλθητε, φησὶ, τὰ Μωσέως, καὶ τῆς νομικῆς λατρείας ἂν ἀλογήσαντες ἐντολῆς κατ‐ εφορῷντό τινες, τότε δὴ, τότε τὴν δι’ αἱμάτων ὑμῖν
25ἀμνησίαν ἐπικυροῦσαν εὑρήσετε, μόσχου καταθυο‐ μένου καὶ χιμάρου προσενηνεγμένου. Τοῦτο δὲ ἦν εἰς τύπον Χριστοῦ. Οὐκοῦν καθορίζει μὲν ὁ νόμος τῶν παραβαινόντων τὴν κόλασιν· ἀπαλλάττει δὲ δί‐ κης καὶ τῶν ἐξ ἀγνοίας αἰτιαμάτων ἐλευθεροῖ τὸ
30τίμιον αἷμα Χριστοῦ. Τέθεικε γὰρ τὴν ψυχὴν ὑπὲρ ἡμῶν, ἵνα τοῦ κόσμου καταλύσῃ τὴν ἁμαρτίαν. Οὐκοῦν ὡς ἐν ἄρτῳ νοοῖτο Χριστὸς ὡς ζωὴ, καὶ ζωοποιός· ὡς ἐν μόσχῳ πάλιν ὁλοκαυτούμενος καὶ εἰς ὀσμὴν εὐωδίας ἑαυτὸν ἀνατιθεὶς τῷ Θεῷ καὶ Πα‐
35τρί· καὶ ὡς ἐν εἴδει χιμάρου γεγονὼς δι’ ἡμᾶς ἁμαρ‐ τία, καὶ ὑπὲρ ἁμαρτιῶν σφαζόμενος. Δράγμα δὲ αὖ, καθ’ ἕτερον νοοῖτο τρόπον. Τίς δὲ καὶ οὗτός ἐστιν, ὡς ἔνι, λελέξεται. Ἀστάχυσι μὲν τοῖς ἐν ἀγρῷ παρεικάσειέ τις ἂν τὸ ἀνθρώπινον γένος, τὸ οἱονεί
40πως ἀνίσχον ἐκ τῆς γῆς, καὶ τὴν ἑαυτῷ πρέπουσαν περιμένον ἐκπλήρωσιν, καὶ χρόνῳ κειρόμενον ἀμῶν‐ τος θανάτου. Οὕτω καὶ αὐτὸς ὁ Χριστὸς τοῖς ἁγίοις ἔφασκε μαθηταῖς· «Οὐχ ὑμεῖς λέγετε, ὅτι ἔτι τε‐ τράμηνόν ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω
45ὑμῖν· ἐπάρατε τοὺς ὀφθαλμοὺς, καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. Καὶ ὁ θε‐ ρίζων, μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον.» Οὐκοῦν, ὡς ἔφην ἀρτίως, ληΐοις τοῖς ἐν ἀγρῷ παρεικαστέον εὖ μάλα τοὺς ἐπὶ τῆς

69

.

621

(50)

γῆς. Γέγονε δὲ καθ’ ἡμᾶς ὁ Χριστὸς, ἀστάχυος δίκην ἀναφὺς ἐκ τῆς ἁγίας Παρθένου. Ἐπεί τοι καὶ σίτου κόκκον καὶ αὐτὸν ἡμῖν ὠνόμαζε, λέγων· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ
55ἀποθάνῃ, πολὺν καρπὸν φέρει.» Ἀνάθημα δὲ ὥσπερ ὑπὲρ ἡμῶν γέγονε τῷ Πατρὶ, καὶ ἐν τάξει δράγματος,
ὡς γῆς ἀπαρχὴ, δι’ ὧν ἐκτέτοκε, μαρτυρομένης εἰς619

69

.

624

εὐκαρπίαν. Ἄσταχύς γε μὴν νοούμενος εἶς, καθὰ καὶ ἡμεῖς αὐτοὶ, οὐκ ἄσταχυς εἷς, ἀλλ’ ὡς δράγμα προσάγεται, τουτέστιν, ἐκ πολλῶν ἀσταχύων, δέσμη μία. Καί τι τὸ χρῆμά ἐστιν ἀναγκαῖον εἰς ὄνησιν,
5καὶ μυστηρίου τύπον ἀποπληροῦν. Εἷς μὲν γάρ ἐστιν Ἰησοῦς ὁ Χριστὸς, πλὴν ὡς ἐν εἴδει δράγματος πολ‐ λοστὸς νοεῖται, καὶ ἔστι, διὰ τὸ πάντας ἔχειν ἐν ἑαυτῷ τοὺς πιστεύοντας, καθ’ ἕνωσιν δὲ δηλονότι τὴν πνευματικήν. Ἐπεὶ τίνα τρόπον ὁ μακάριος
10γράφει Παῦλος· «Ὡς συνεγηγέρμεθά τε αὐτῷ, καὶ συνεκαθίσαμεν ἐν τοῖς ἐπουρανίοις.» Ἐπειδὴ δέ ἐστι καθ’ ἡμᾶς, σύσσωμοι γεγόναμεν αὐτῷ, καὶ «τὴν πρὸς αὐτὸν ἑνότητα διὰ τοῦ σώματος» πεπλουτή‐ καμεν. Ταύτῃτοί φαμεν, ὅτι πάντες ἐσμὲν ἐν αὐτῷ.
15Καὶ γοῦν αὐτός πού φησι πρὸς τὸν ἐν οὐρανοῖς Πα‐ τέρα καὶ Θεόν· «Θέλω, ὥσπερ ἐγὼ καὶ σὺ ἓν ἐσμὲν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν.» Ὡς ἂν ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι. Δράγμα τοίνυν ὡς πάντας ἔχων ἐν ἑαυτῷ, καὶ ὑπὲρ πάντων ἀνακείμενος, καὶ
20ἀνθρωπότητος ἀπαρχὴ τετελειωμένης ἐν πίστει καὶ ὀφειλούσης ἤδη λοιπὸν εἰς τοὺς ἄνω καὶ ἐν οὐρανῷ κομίζεσθαι θησαυρούς. Προσκομίζεσθαι δὲ δεῖν τὸ δράγμα φησὶ τῇ ἐπαύριον τῆς πρώτης, ὅ ἐστι τῇ τρίτῃ. Ἀνεβίω γὰρ ἐκ νεκρῶν κατὰ τὴν τρίτην
25ἡμέραν, αὐτοῦ τε ἀναπεφοίτηκεν εἰς οὐρανὸν, εἰς τὴν σκηνὴν τὴν ἀληθινὴν, καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων. Ἀλλ’ ὥσπερ ἄρτος νοούμενος κατεσημαίνετο κἀν τῷ μόσχῳ τῷ πρὸς ὁλοκαύτωσιν καὶ εἰς ὀσμὴν εὐωδίας, καὶ μέν τοι καὶ ἐν χιμάρῳ τῶν ἀγνοημάτων παρεστη‐
30κότι· οὕτω δὴ πάλιν, καὶ εἰ δράγμα νοοῖτο τυχὸν, ἀλλ’ ἔστιν αὐτὸς τὸ ἐνιαύσιον πρόβατον, τουτέστι τὸ τέλειον. Παντέλειος γὰρ καὶ ἀνενδεὴς ὁ Χριστὸς ἰδίᾳ φύσει. Ἔστι δὲ πρὸς τούτῳ καὶ ἄμωμος παντελῶς. Οὐ γὰρ ἔγνωκεν ἁμαρτίαν, οὐδ’ ἔστι δόλος ἐν τῷ
35στόματι αὐτοῦ. Αὐτός τε ἡ σεμίδαλις ἡ λαμπρὰ, καὶ ἐλαιόδευτος, τουτέστιν, ἡ ὡς ἐν πιότητι καὶ ἱλαρό‐ τητι ζωή. Ζῶμεν γὰρ χαίροντες ἐν αὐτῷ διὰ τὴν ἀποκειμένην ἐλπίδα, καὶ τῇ τοῦ ἁγίου Πνεύματος καταρδευόμενοι χάριτι, κατὰ τὸ ἐν Ψαλμοῖς ἐκεῖνο,
40φαμέν· «Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου.» Γε‐ γόναμεν γὰρ ἠλεημένοι, διὰ πίστεως ἐν Χριστῷ, ᾧ τρόπον τινὰ καὶ συνθυμιώμεθα δευτέραν ἔχοντες τάξιν· καθάπερ ἀμέλει τὰ καλούμενα χίδρα πρὸς τὴν ἐκείνου σεμίδαλιν. Χίδρα γὰρ εἶναί φαμεν, τὰ ἐξ
45ὀσπρίων ἄλευρα. Ὅτι γὰρ καὶ εἰ γέγονε καθ’ ἡμᾶς οἰκονομικῶς, ὑπὲρ ἡμᾶς ὁ Χριστὸς νοοῖτ’ ἂν εἰκότως, ἐνδοιάσειεν ἂν οὐδείς. Οὐκοῦν τιμιωτέρα μὲν ἀσυγ‐ κρίτως ἡ αὐτοῦ ζωή. Ἁγία γὰρ παντελῶς καὶ ἄμω‐ μος. Ἐν μείοσι δὲ καὶ κατόπιν τὰ καθ’ ἡμᾶς, καὶ

69

.

624

(50)

ὡς ἐν τάξει χίδρων, ὡς πρός γε, φημὶ, τὴν ἀπὸ σί‐ του σεμίδαλιν. Ζωῆς δὲ τύπος σεμίδαλις. Πλὴν συν‐ αναφέρεται πρὸς τὸ θυσιαστήριον τὰ χίδρα τῇ σεμι‐ δάλει. Συνθυμιώμεθα γὰρ, ὡς ἔφην, Χριστῷ, καὶ αὐτῷ πάντες εὐωδιάζομεν, καὶ ἐσμὲν σὺν αὐτῷ
55δεκτοὶ τῷ Θεῷ καὶ Πατρί. Καὶ οἱ Χριστὸν οὐκ ἕχον‐ τες, οὐδ’ ἄν εἰσιν ὅλως εἰς θυσίαν ἐπιτήδειοι· «Χω‐
ρὶς γὰρ ἐμοῦ, φησὶν, οὐ δύνασθε ποιεῖν οὐδέν.»621

69

.

625

Νία δὲ, φησὶν, οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέ‐ ραν ταύτην, ἕως ἀναφέρητε τὸ δράγμα. Οὔτε γὰρ ὁ τοῦ νόμου καιρὸς, οὔτε μὴν ὁ τῶν ἁγίων χορὸς προ‐ φητῶν τὴν νέαν εἶχε τροφὴν, τουτέστι, τὰ διὰ Χρι‐
5στοῦ παιδεύματα, οὔτε μὴν αὐτὸν τὸν τῆς ἀνθρω‐ πείας φύσεως ἀνακαινισμὸν, πλὴν ὡς ἐν μόνῃ προσ‐ αγορεύσει τυχόν. Ἐπειδὴ δὲ ἀνεβίω λοιπὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὡς ἐν τάξει δράγματος, τὴν τῆς ἀνθρωπότητος ἀπαρχὴν προσκεκόμικεν
10ἑαυτὸν τῷ Θεῷ καὶ Πατρὶ, τότε δὴ, τότε καὶ εἰς νέαν ὥσπερ ζωὴν μεταστοιχειούμεθα. Πολιτευόμεθα γὰρ εὐαγγελικῶς, «Οὐκ ἐν παλαιότητι γράμματος, ἀλλ’ ἐν καινότητι Πνεύματος·» δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς
15αἰῶνας τῶν αἰώνων. Ἀμήν.
16tΠερὶ τῆς δαμάλεως τῆς πυῤῥᾶς, τῆς κατακαείσης
17tἔξω τῆς παρεμβολῆς.
18 αʹ. Ἀλλὰ μέν που καί φησιν ὁ θεσπέσιος Δαβίδ· «Τί ἀποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπ‐
20έδωκέ μοι;» Πρέποι δ’ ἂν μάλιστα καὶ ἡμῖν αὐτοῖς ἡ τοιάδε φωνή. Τί γὰρ ἔσται τὸ παρ’ ἡμῖν ἰσοστά‐ σιον τῷ Θεῷ καὶ Πατρί; Δέδωκε γὰρ ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱὸν, «ἵνα πᾶς ὁ πιστεύσας εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον·» μονονουχὶ καὶ
25τῆς αὐτῷ πρεπούσης ἀφειδήσας φιλοστοργίας. Δέ‐ δωκε γὰρ ἑαυτὸν ταῖς ἁμαρτίαις ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ σεσώσμεθα μὲν ἡμεῖς· μεμαλάκισται δὲ αὐτὸς διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται, καὶ αὐτὸν ἀνατλὰς τὸν τῆς σαρκὸς θάνα‐
30τον· οὐχ ἵνα μεθ’ ἡμῶν ἐν νεκροῖς ὁρῷτο μεμενη‐ κὼς, ἀλλ’ ἵνα σὺν αὐτῷ τε καὶ δι’ αὐτὸν εἰς ζωὴν ἀναθέοντες, καὶ παλινδρομοῦντες εἰς ἀφθαρσίαν, χαίροντες λέγωμεν· «Ποῦ ἡ νίκη σου, θάνατε; ποῦ σου τὸ κέντρον, ᾅδη;» Τίς οὖν λοιπὸν εἰς τοῦτο
35ἀποφέρουσα τρίβος; Ἡ διὰ τοῦ βαπτίσματος χάρις, δι’ οὗ πάντα ῥύπον ἀποτριβόμενοι, κοινωνοὶ τῆς θείας ἀναδεικνύμεθα φύσεως, ἐνοικοῦντος ἡμῖν διὰ τοῦ Πνεύματος τοῦ Χριστοῦ. Τότε γὰρ, τότε «ἐῤ‐ ῥαντισμένοι τὴν συνείδησιν ἀπὸ νεκρῶν ἔργων,» ὡς
40μακάριος γράφει Παῦλος, καὶ τῆς μυστικῆς εὐλο‐ γίας γεγονότες μέτοχοι, καὶ τῆς ἄνωθεν χάριτος τὸν οἰκεῖον ἀναπιμπλάντες νοῦν, ζηλωτοὶ καὶ ἀπό‐ βλεπτοι, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὁρώμεθα; Ἴδοις δ’ ἂν ἀληθὲς ὅπερ ἔφην, τὰ ἐπὶ τῇ δαμάλει
45τεθεσπισμένα εἰ συνήσεις. «Καὶ ἐλάλησε, φησὶ, Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων· Αὕτη ἡ διαστολὴ τοῦ νόμου, ὅσα συνέταξε Κύριος λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λαβέτωσαν πρὸς σὲ δάμαλιν πυῤῥὰν, ἄμωμον, ἥτις οὐκ ἔχεται ἐν αὐτῇ

69

.

625

(50)

μῶμον, καὶ ᾗ οὐκ ἐπεβλήθη ἐπ’ αὐτὴν ζυγός. Καὶ δώσεις αὐτὴν πρὸς Ἐλεάζαρ τὸν ἱερέα, καὶ ἐξάξου‐ σιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν, καὶ σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ. Καὶ λήψεται Ἐλεάζαρ ἀπὸ τοῦ αἵματος αὐτῆς, καὶ ῥανεῖ ἀπέναντι
55τοῦ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου, ἀπὸ τοῦ
αἵματος αὐτῆς ἑπτάκις. Καὶ κατακαύσουσιν αὐτὴν623

69

.

628

ἐναντίον αὐτοῦ, καὶ τὸ δέρμα αὐτῆς, καὶ τὰ κρέα, καὶ τὸ αἷμα αὐτῆς σὺν τῷ κόπρῳ κατακαυθήσεται. Καὶ λήψεται ὁ ἱερεὺς ξύλον κέδρινον, καὶ ὕσσωπον, καὶ κόκκινον, καὶ εἰσβαλοῦσιν εἰς μέσον τοῦ κατα‐
5καύματος τῆς δαμάλεως. Καὶ πλυνεῖ τὰ ἱμάτια αὐ‐ τοῦ ὁ ἱερεὺς, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ μετὰ ταῦτα εἰσελεύσεται ὁ ἱερεὺς εἰς τὴν παρ‐ εμβολὴν, καὶ ἀκάθαρτος ἔσται ὁ ἱερεὺς ἕως ἑσπέρας. Καὶ ὁ κατακαίων αὐτὴν πλυνεῖ τὰ ἱμάτια αὐτοῦ,
10καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ συνάξει ἄνθρωπος καθαρὸς τὴν σποδὸν τῆς δαμάλεως.» Καὶ ἐν τοῖς ἑξῆς· «Καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ καὶ τοῖς προσηλύτοις τοῖς προκειμένοις ἐν μέσῳ ὑμῶν, νόμιμον αἰώνιον.»
15Προσεπάγει δὲ τούτοις ὁ νομοθέτης, ὅτι καταμιαίνει μέν τινας καὶ βεβήλους ἀποφαίνει τὸ τεθνεῶτος ἀποθήγειν. Ἔσται δὲ ἀκάθαρτος ὁ τοῦτο παθὼν ἐφ’ ὅλαις ἡμέραις τὸν ἀριθμὸν ἑπτά. Ἁγνηθήσεται δὲ τῇ σποδῷ τῆς δαμάλεως ἀναμὶξ ὕδατι τὸ αἷμα ἐῤ‐
20ῥαμμένος τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ μέν τοι καὶ ἐν ἑβδόμῃ. Εἰ δὲ μὴ τοῦτο δρῴη, φησὶν, ἀναπόνιπτον ἕξει τὴν ἀκαθαρσίαν. Ἀποτιεῖ δὲ καὶ δίκας, ὅτι τὴν σκηνὴν Κυρίου ἐμίανεν. Ἐκτριβήσεται, φησὶν, ἡ ψυχὴ αὐτοῦ ἐξ Ἰσραὴλ, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ πε‐
25ριεῤῥαντίσθη ἐπ’ αὐτόν. Εἰ δὲ καὶ ἐν οἴκῳ γένηται, φησὶν, ἐκτεθνάναι τινὰ, καθοριζέσθω δὴ τότε καὶ αὐτῆς τῆς ἑστίας, καὶ πάντων τῶν ἐν αὐτῇ, σκευῶν δὴ λέγω, τῆς ἀκαθαρσίας τὸ ἔγκλημα. Καὶ εἰ πωμά‐ των ἔρημα κέοιτό τινα τῶν ἀγγείων, ἔστω καὶ ταῦτα
30μεμολυσμένα. Βέβηλος δὲ οὐδὲν ἧττον, φησὶν, ὁ ἁψάμενος ἐν πεδίῳ ἢ τραυματίου τυχὸν, ἢ ὀστέου νε‐ κροῦ, ἢ μνήματος. Τίνι δὴ οὖν ἀποσμήχεσθαι τὰ τοιαῦτα προστέταχεν, ἐροῦμεν ὡς ἔνι τὴν τοῦ Γράμ‐ ματος ἀσάφειαν τοῖς καθήκουσι λογισμοῖς εὐτέχνως διαπτύσσοντες. βʹ. Δάμαλις μὲν οὖν ἡ ἀμώμητος παντελῶς, καὶ ῥύπου παντὸς εἰσάπαν ἀπηλλαγμένη, καὶ οὐκ εἰδυῖα
35τὸ πλημμελεῖν, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ἐθάρσησε γὰρ εἰπεῖν· «Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.» Καὶ μέν τοι πρὸς Ἰουδαίους· «Τίς ἐξ ὑμῶν ἐλέγξῃ με περὶ ἁμαρτίας; Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πι‐
40στεύετέ μοι;» Πλὴν ἐκεῖνο ἄθρει δὴ, ποτὲ μὲν μό‐ σχος, ποτὲ δὲ δάμαλις παρά γε τοῖς ἱεροῖς ὠνόμασται λόγοις, ἵνα διὰ μὲν τοῦ ἄῤῥενος, ὡς καθηγητὴς, διὰ δὲ τοῦ θήλεως, ὡς ἐν μείονί τε καὶ ὑποταγῇ σημαί‐ νηται. Καθηγούμενος γὰρ τῶν ὅλων ὁ Θεὸς, καὶ τὸ
45κατὰ πάντων μετὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἀνημμένον κράτος· γέγονε μὲν γὰρ ἑκὼν ὑπὸ νόμον, τετήρηκε δὲ τὰ Μωσέως, ὡς προὔχοντος, εἰ καὶ ἦν οἰκέτης. Καὶ θαυμαστὸν οὐδὲν, ὅτι καὶ προφήτης ὠνόμασται, καὶ ἐν δούλου πέφηνε μορφῇ, καίτοι προφητῶν ὑπ‐

69

.

628

(50)

άρχων Κύριος καὶ Θεός. Πυῤῥὰ δὲ ἡ δάμαλις· τετέ‐ λεσται γὰρ ἐφ’ αἵματι τῆς ἐνανθρωπήσεως τὸ μυ‐ στήριον, εἴπερ ἐστὶν ἀληθὲς ὅτι γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, καὶ ἀφ‐ ῖκται σώζων τὴν ὑπ’ οὐρανὸν ἰδίῳ αἵματι. Αἵματος
55δὲ σημεῖον ἂν γένοιτο καὶ μάλα σαφῶς ἡ πυῤῥότης. Ἀλλ’ εἰ καὶ γέγονεν ὑπήκοος τῷ Πατρὶ, καὶ μεθ’
ἡμῶν ὑπὸ νόμον οἰκονομικῶς ὡς ἄνθρωπος, εἰ καὶ625

69

.

629

δοῦλος ὠνόμασται, τῆς ἀναληφθείσης σαρκὸς οὐκ ἀτιμάσας τὴν σάρκα· ἀλλ’ ἦν τε καὶ ἔστι καὶ οὕτως ἐλεύθερος, ὅτι καὶ φύσει Θεὸς, καὶ ζυγῷ δουλείας ἤκιστα μὲν ἐνδούμενος, ἀπείρατος δὲ τοῦτο, οὐδὲ
5παντελῶς. Ἔρχεται γὰρ ἄνωθεν, καὶ ἐπάνω πάντων ἐστὶν, ἐξ αὐτῆς ἀναφὺς τῆς ἐλευθέρας οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. Ταύτῃτοι τὴν δάμαλιν παρενεχθῆ‐ ναι δεῖν ἔφη, πυῤῥάν τε καὶ ἄμωμον, καὶ τῶν ζεύ‐ γλῃ πόνων ἀπείρατον. Εἰ γὰρ κεκένωκεν ἑαυτὸν ὁ Μο‐
10νογενὴς καθίεται δὲ καὶ ἑκὼν ἐν δούλου μορφῇ, πῶς ἂν ἢ πόθεν εἴη ἂν ἀμφίλογον ὡς ἔσται μὲν πάντως ἐξ ὑψωμάτων ἡ ὕφεσις, ἐκ πληρωμάτων δὲ ἡ κένω‐ σις; ἐξ ἐμφύτου δὲ αὖ καὶ πρεσβυτέρας ἐλευθερίας ἡ κάθοδος, ἡ ὡς ἔν γε, φημὶ, τῇ τοῦ δούλου μορφῇ.
15Ἡ οὗν δάμαλις μὲν διάτοι τὸ ἐν ὑποταγῇ τε καὶ ὑπὸ νόμον ὡς ἡγούμενον· πυῤῥὰ δὲ ὅτι τῆς οἰκονο‐ μίας ὁ τρόπος ἐφ’ αἵματι γέγονε δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν. Ἄμωμος δὲ, διὰ τὸ ἀπλημμελές· οὐ γὰρ οἶδεν ἁμαρτίαν. Ἔργου δὲ καὶ ζεύγλης ἀπείρατος, διὰ τὸ
20ἐλεύθερον ἐν θεότητι, καὶ τὸ ἄηθες τῆς δουλείας, εἰ καὶ γέγονε καθ’ ἡμᾶς καὶ ἐν δούλου μορφῇ. «Ἀλλὰ δώσουσι, φησὶ, τὴν δάμαλιν πρὸς Ἐλεάζαρ τὸν ἱερέα, καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν, καὶ σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ.» Τύ‐
25πος δ’ ἂν εἴη τῶν ἱερῶν καὶ ἡγιασμένων, καὶ τῷ ἁγίῳ Πνεύματι κατακεχρισμένων, ὁ ἱερεύς· ἐπείτοι καὶ πρὸς ἡμᾶς τοὺς πεπιστευκότας εἴρηταί που διὰ φωνῆς ἁγίου· «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον.» Ἡμῖν ἄρα τοῖς ἱεροῖς, τῷ
30ἀπολέκτῳ γένει, καὶ τῷ ἁγίῳ ἔθνει δέδοται Χριστὸς παρὰ Θεοῦ καὶ Πατρὸς, ἁγιασμὸς καὶ ἀπολύτρωσις, σοφία καὶ δικαιοσύνη, Σωτήρ τε καὶ Λυτρωτὴς, καὶ ὡς θεσπέσιος γράφει Παῦλος, «ἔξω τῆς πύλης ἔπαθεν.» Ἔνθα καὶ ἡμᾶς ἰέναι δεῖν ἔφη, τὸν ὀνει‐
35δισμὸν αὐτοῦ φέροντας, τουτέστι, τὸν ἴδιον σταυρόν. Τοῦτο καὶ αὐτὸς ἔφασκεν ὁ Σωτήρ· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.» Ὅτι δὲ τοῖς ἱεροῖς καὶ ἡγιασμένοις πρεπωδέστατόν τε καὶ
40οἰκεῖον εἰς ὄνησιν, μονονουχὶ καὶ ἐν ὀφθαλμοῖς ἔχειν τὸν ἀποθανόντα Χριστὸν, ὑπεμφήνειεν ἂν, τὸ ὡς ἐν ὄψει ἱερέως κατασφάττεσθαι δεῖν νομοτεθῆσαι δάμαλιν. Ὅτε δὲ μεμνήμεθα τοῦ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἀποθανόντος Χριστοῦ, τότε δὴ, τότε μειζόνως
45κατατεθήπαμεν τὸν θεσπέσιον ἡμῖν ὑποφωνοῦντα Παῦλον περὶ αὐτοῦ· «Εἶς γὰρ ὑπὲρ πάντων ἀπέθα‐ νεν, ἵνα οἱ ζῶντες, μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Καὶ πάλιν· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω,

69

.

629

(50)

Χριστῷ συνεσταύρωμαι. Ζῶ δὲ οὐκέτ’ ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παρα‐ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν.» Οὐκοῦν προκείσθω τρό‐ πον τινὰ τοῖς τῆς διανοίας ὄμμασι τὴν ὑπὲρ ἡμῶν
55ὑπομένων σφαγήν. Ζήσομεν γὰρ οὕτως ἑαυτοῖς μὲν οὐκέτι, Θεῷ δὲ μᾶλλον, ὡς ἠγορασμένοι τῷ αἵματι
τοῦ Χριστοῦ, «τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν,» κατὰ627

69

.

632

τὰς Γραφάς. Προσέταττέ γε μὴν τῇ τοῦ ἱερέως χει‐ ρὶ, καταῤῥαίνεσθαι τῷ αἵματι τὴν ἁγίαν σκηνὴν, καὶ τοῦτο ἑπτάκις· καταπίμπρασθαι δὲ τὴν δάμαλιν, οὐδενὸς τὸ σύμπαν ἐκβεβλημένου τῶν ὅσα ἐστὶν αὐ‐
5τῆς· ἀλλ’ ὁμοῦ τοῖς κρέασι καὶ κόπρῳ, τὸ δέρμα καὶ τὰ λοιπὰ τοῦ σώματος. Ἁγιάζει γὰρ ὁ Χριστὸς τῷ ἰδίῳ αἵματι τὴν ἀληθεστέραν σκηνὴν, τουτέστι, τὴν Ἐκκλησίαν· ἁγιάζει δὲ τελείως, τουτέστι, πλουσίως. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ ἑπτάκις τῷ αἵματι κα‐
10ταῤῥαίνεσθαι τὴν σκηνήν. Τελειότητος δὲ σημεῖον, ὁ μέχρις ἑπτὰ προήκων ἀριθμός. Τὸ δέ γε πυρὶ τὴν δάμαλιν καταπίμπρασθαι μετὰ τὴν σφαγὴν, ὑπεμ‐ φαίνειν ἔοικε τὴν μέχρι θανάτου δοκιμασίαν, ἣν ὑπὲρ ἡμῶν ὑπέστη Χριστός. Δοκιμάζεται γὰρ ἐν πυρὶ
15τὸ ἀργύριον, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον, ὅτι «Ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.» Ὅτι δὲ δι’ ὑπακοῆς τῆς μέχρι θανάτου δεδοκίμασται τρόπον τινὰ ὁ Χριστὸς, ἐκδείξειεν ἂν οὐκ ἀσυμφανῶς ἐκεῖνο, οἶμαί που.
20Ἔφη μὲν γάρ που διὰ φωνῆς Ζαχαρίου τοῦ προφή‐ του, τάχα που πρὸς τοὺς ἐν πίστει δεδικαιωμένους, ἤγουν ὑπὲρ ὧν ἀπέθανε· «Καὶ ἐρῶ πρὸς αὐτούς· Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστι, δότε στήσαντες τὸν μισθόν μου, ἢ ἀπείπασθε.» Εἶτά φησιν ὁ προφήτης·
25«Καὶ ἔστησαν τὸν μισθόν μου, τριάκοντα ἀργυρίους. Καὶ εἶπε Κύριος πρός με· Κάθες αὐτοὺς εἰς τὸ χω‐ νευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν.» Οὐκοῦν ὑπεμφήνειεν ἂν, ὡς ἔφην, τὸ μέχρι θανάτου δεδοκιμάσθαι Χριστὸν,
30τὸ πυρὶ τὴν δάμαλιν καταπίμπρασθαι μετὰ τὴν σφαγήν. Πλὴν οὐδὲν ἀπόβλητον αὐτῆς. Ὅλος γὰρ ἅγιος ὁ Χριστὸς, καὶ τὰ κρέα, καὶ τὸ δέρμα, τουτ‐ έστι, τά τε ἐν κατακαλύψει κεκρυμμένα, καὶ τὰ ἐμ‐ φανῆ καὶ πρόχειρα. Θεὸς γὰρ ἦν φύσει, γεγονὼς
35καθ’ ἡμᾶς, πλὴν οὐκ εἰδὼς ἁμαρτίαν. Κέδρινον δὲ ξύλον, καὶ μέν τοι καὶ ὕσσωπος, καὶ κλῶσμα κόκκι‐ νον, ἐμβάλλεται τῇ σποδῷ, τοῦ μὲν κεδρίνου, τὴν ἀφθαρσίαν ἀστείως ἡμῖν ὑπεμφαίνοντος· σήψεως γὰρ ἀμείνων ἡ κέδρος· τῆς δὲ ὑσσώπου, τὴν κάθαρσιν·
40σμηκτικὴ γὰρ ἡ πόα, καὶ τὰς ἐν σπλάγχνοις ἀκαθαρ‐ σίας ἐκτήκουσα φυσικῶς· τοῦ δὲ κοκκίνου κλώσμα‐ τος, τὴν πρὸς σάρκα τοῦ Λόγου συνδρομὴν εὖ μάλα κατασημαίνοντος· ἐνεπλάκη γὰρ ὥσπερ ὁ Λόγος τῇ σαρκὶ καὶ αἵματι, δεδοκίμασται δὲ δι’ ἡμᾶς καὶ διὰ
45πυρὸς καὶ μέχρι θανάτου, καθάπερ ἔφην ἔναγχος. Ἀλλ’ ἦν τὸ πάθος αὐτοῦ, καὶ ὁ τῆς ἐνανθρωπήσεως τρόπος, ἀφθαρσίας ἡμῖν καὶ καθαρισμοῦ πρόξενος. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ τὸν ἐν ψυχῇ καὶ σπλάγ‐ χνοις ἀποτρεψάμενοι μολυσμὸν, εἴπερ ἐστὶν ἀληθῶς

69

.

632

(50)

τὸ σωτήριον βάπτισμα καὶ ἡ τῆς δυνάμεως, οὐ σαρ‐ κὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν· δι’ οὗπερ ἂν γένοιτο πλημμε‐ λημάτων ἡ ἄφεσις, ἕψεται πάντως ταῖς τοῦ πιστεύειν ὁμολογίαις ἡ χάρις. Ὅτι δὲ τὸ ὑπὲρ ἡμῶν τεθνάναι
55Χριστὸν, ὁδὸς γέγονεν εἰς ἀφθαρσίαν καὶ ζωὴν, οὐ‐ δαμόθεν ἀμφίλογον. Ὁ δὲ κατεμπιπρὰς δάμαλιν,
καὶ ἀναμίσγων τῇ σποδιᾷ τὸ κέδρινον ξύλον, τήν τε629

69

.

633

ὕσσωπον, καὶ τὸ κόκκινον, καὶ μέν τοι ὁ συλλέγων τὴν σποδιὰν, ἀκάθαρτοι, φησὶν, ἕως ἑσπέρας, καί‐ τοι φαιδρυνόμενοι τὰ ἄμφια, καὶ ὑπάρχοντες καθαροί· καταδεικνύντος τάχα που τοῦ νόμου
5τὸ τῆς ἀνθρωπίνης φύσεως ἀσθενὲς, καὶ ὅτι λεπτῶς τε καὶ ἀκριβῶς εἰ ἐρευνῷτο τὰ καθ’ ἡμᾶς, ἀνεπιτί‐ μητος παντελῶς οὐδεὶς τῶν τεταγμένων εἰς λειτουρ‐ γίαν, δῆλον δὲ ὅτι τὴν θείαν τε καὶ ἱερὰν, ἀλλὰ κἄν τις εἴη τυχὸν τῶν εἰς ἄριστα βιοῦν ᾑρημένων, καὶ
10εἰς ὅσον οἶόν τε καθαρὸς, οὐκ ἀμώμητον ἕξει τὴν λειτουργίαν. Ἄξιος γὰρ οὐδεὶς τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων ἀποθίγειν. Καὶ θαυμαστὸν οὐδέν· ἀναπείσει γὰρ ἡμᾶς ὁ λόγος ὁ ἱερὸς, οὕτω λέγων· «Ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ.» Οὐκοῦν εἰ
15συγκρίνοιτο τὰ καθ’ ἡμᾶς τῇ καθαρότητι τοῦ Χρι‐ στοῦ, ἀκάθαρτα καὶ μεμολυσμένα, καὶ ὑπὸ δίκησιν ἔσται τὴν θείαν. Θαυμάσειε δ’ ἄν τις καὶ σφόδρα εἰ‐ κότως τὸν θεῖον λέγοντα Μελῳδόν· «Ἐὰν ἀνομίας παρατηρεῖς, Κύριε, τίς ὑποστήσεται; Ὅτι παρὰ σοὶ
20ὁ ἱλασμός ἐστιν.» Ἐπιτιμᾶται δὴ οὖν καὶ ὁ δοκῶν εἶναι καθαρός. Πολὺ γὰρ ἄμεινον, ὡς ἔφην, ἢ κατὰ ἀνθρώπου φύσιν, τὸ ἀπλημμελὲς παντελῶς, καὶ τὸ ἐν ἡμῖν καθαρότητος πλησιάσαι Χριστῷ. Ἔξω δὲ τῆς παρεμβολῆς ἀποχέεσθαι δεῖν ἔφη τὸ ὕδωρ τοῦ
25ἁγνισμοῦ, καὶ οὐχὶ δὴ μᾶλλον ἐν αὐτῇ τῇ παρεμβο‐ λῇ. Ἔξω γὰρ ὥσπερ τῆς Ἰουδαίων Συναγωγῆς ἡ ἐν Χριστῷ κάθαρσις. Ἀπεφοίτησε γὰρ αὐτῆς ἐντε‐ λέστατα λέγων· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» Μετεῤῥύηκε δὲ ὥσπερ ἐπὶ τὰ ἔθνη λοι‐
30πὸν ἡ ἀφαγνίζουσα χάρις· καὶ ὡς ὁ Παῦλός φησιν· «Οἱ μακρὰν γεγόνασιν ἐγγύς.» Κέκληνται γὰρ διὰ πίστεως, καὶ τὴν ἐν Χριστῷ δικαιοσύνην πεπλου‐ τήκασιν, ἀπειθεῖν ἑλομένων τῶν ἐξ Ἰσραήλ. Ὅτι δὲ πᾶν εἶδος ἀκαθαρσίας διασμήξειεν ἂν καὶ λίαν εὐκό‐
35λως τὸ ὕδωρ τοῦ ἁγνισμοῦ, διεσάφει λέγων, ὡς «Εἴ τις ἅψαιτο νεκροῦ, καταμιανθήσεται» μέν· ἀπαλλαχθείη δ’ ἂν οὐχ ἑτέρως τοῦ συμβεβηκότος, εἰ μὴ καταῤῥαίνοιτο τῷ ὕδατι τοῦ ἁγνισμοῦ κατὰ τὴν τρίτην καὶ ἑβδόμην ἡμέραν. Καὶ νεκρότης μὲν,
40σωμάτων φθορὰ, καὶ ἀκαθαρσίας σύμβολον. Ὁ δὲ τοῦ ὕδατος ῥαντισμὸς, ἀναμεμιγμένης αὐτῷ τῆς σπο‐ δοῦ τῆς δαμάλεως καὶ τῶν ἑτέρων, τύπος ἂν εἴη τοῦ ἁγίου βαπτίσματος. Οὐκοῦν ὁ νεκροῖς ἔργοις καὶ τοῖς εἰς φθορὰν μιάσμασιν ἐνεχόμενος· ἔργα δὲ νεκρό‐
45τητος τὰ σαρκὸς εἶναί φαμεν ἀνόσιά τε καὶ βέβηλα πάθη, «πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν·» οὐχ ἑτέρως ἂν ἔχοι τὸ καθαρὸν, εἰ μὴ ἀφ‐ αγνίζοιτό τε καὶ τὸν μολυσμὸν ἀπονίψοι διὰ τοῦ ἁγίου βαπτίσματος, κατά τε τὴν τρίτην καὶ τὴν ἑβδόμην.

69

.

633

(50)

Καὶ σημαίνει μὲν ἡ τρίτη τὸν τῆς ἀναστάσεως και‐ ρὸν, τὸν ἔσχατόν τε καὶ ὡς ἐν τέλει λοιπὸν, καθ’ ὂν γέγονεν ἄνθρωπος ὁ Μονογενής. Εἰ δὲ δὴ καὶ οἶ‐ κος καταμιαίνοιτο, φησὶ, τεθνεῶτός τινος ἐν αὐτῷ, ἀκάθαρτοι μὲν οἱ εἰσβαίνοντες ἐν αὐτῷ. Βδελυρὸν δὲ
55καὶ σκεῦος ἄπαν καὶ ἀγγεῖον οὐ πεπωπασμένον· πλὴν τῷ ὕδατι τοῦ ἁγνισμοῦ καὶ ταῦτα διακαθαίρε‐
ται κατὰ τὸν ἴσον τρόπον, κατὰ τὴν τρίτην καὶ τὴν631

69

.

636

ἑβδόμην ἡμέραν. Οἶκον δὲ τὸν μεμολυσμένον, σκεύη τε τὰ ἐν αὐτῷ, καὶ ἀγγεῖον οὐ πεπωπασμένον, ὁ νο‐ μοθέτης ἡμῖν ἐν τούτοις ὑποδηλοῦν ἔοικεν, τὴν κυ‐ ριοκτόνον τάχα που τῶν Ἰουδαίων Συναγωγήν· συλ‐
5λήβδην μὲν, ἁπασῶν ὡς ἐν οἴκῳ νοουμένην· καθέκα‐ στον δὲ, ὥσπερ διὰ τῶν σκευῶν. Σκεῦος γὰρ ἐπὶ γῆς ὁ ἄνθρωπος. Ὅτι δὲ αὐτοῖς οὐκ ἀσφαλὴς ὁ νοῦς, ἕτοιμος δὲ λίαν εἰς μολυσμοὺς, καὶ πρὸς τὸ πᾶν ὁτιοῦν εἰσδέξασθαι τῶν ἀδικεῖν εἰωθότων, ὑπαινίττε‐
10ταί πως διὰ τῶν ἀγγείων τῶν οὐ πεπωπασμένων, εἰς ἃ τοῖς ἐθέλουσι κατολισθεῖν εὔκολον, κἂν εἴτε ἀσκαλαβῶτες, εἴτ’ οὖν ἕτερόν τι τῶν ἐνοικιδίων ὑπ‐ άρχοι ζώων. Ἀλλ’ ὅγε τῶν ἐν πίστει δεδικαιωμένων, οὐχ ὧδε ἔχει νοῦς. Ἀσφαλὴς γὰρ καὶ πεπωπασμένος,
15καὶ τοῖς ἀδικεῖν εἰωθόσιν οὐχ ἁλώσιμος. Ἀλλὰ κἂν εἴ τις ἅψηται, φησὶν, ἢ τραυματίου τυχὸν, ἢ ὀστέου νεκροῦ, ἢ μνήματος, καὶ οὕτως ἔστω μεμολυσμένος. Καὶ τραυματίαν εἶναί φαμεν τὸν οὐχ ὑγιᾶ τὴν καρ‐ δίαν, τετραυματισμένον δὲ ὥσπερ, ἢ ἐπιθυμίαις κο‐
20σμικαῖς, ἢ θελήμασι κοσμικοῖς, εἴτ’ οὖν σαρκικοῖς. Νεκροῦ δὲ ὀστέον παραδεξόμεθα ἂν εἰς ἀκαθαρσίας λείψανον· μνῆμα δὲ αὖ, εἰς ἀνάμνησιν τρόπον τινὰ καὶ ἀποθανούσης ἀκαθαρσίας. Πλήττει γὰρ ἔστιν ὅτε τὴν καρδίαν ὁ Σατανᾶς. Ἡττώμενοι δὲ ἀνὰ μέρος
25τοῖς τῆς σαρκὸς πάθεσι καὶ ἡμεῖς αὐτοὶ νοσοῦμεν οὐκ εἰς ἅπαν τὴν ἐφ’ ὁτιοῦν ἁμαρτίαν, ἐν λειψάνοις δὲ αὐτῆς ἔτι στάντες διατελοῦμεν ἐν κόσμῳ. Οἷόν τί φημι· κρατεῖν ἐπείγεταί τις ὀργῆς, ἢ φιλαργυρίας, διαφεύγει δὲ οὐκ εἰσάπαν τὴν ὑπερβολήν. Τοῦτο,
30οἶμαι, ἔστι τὸ ἐν λειψάνοις εἶναί τινας ἀκαθαρσίας, οὗ σημεῖον ἂν γένοιτο τοῦ νεκροῦ τὸ ὀστοῦν. Ἀλλὰ καὶ πάθους ἤδη νενικημένου πρὸς ἀνάμνησιν καθ‐ ιέντες τὸν νοῦν, καὶ τεθαμμένης ἡδονῆς ἐγγὺς ἰόν‐ τες ἐσθ’ ὅτε πλημμελοῦμεν οὐ μικρῶς. Ἀπαλλαττό‐
35μεθα δὲ τῶν τοιούτων αἰτιαμάτων, διασμήχοντος ἡμᾶς τοῦ Χριστοῦ, καὶ τῷ ἰδίῳ πάθει διακαθαίρον‐ τος. Ἀπέθανε γὰρ ὑπὲρ ἡμῶν, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Καὶ αὐτὸς τὰς ἁμαρτίας ἡμῶν αἴρει, καὶ ἔστι παράκλητος πρὸς τὸν Πατέρα περὶ τῶν ἁμαρτιῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου, καθὰ γέγραφέ τισιν ὁ θεσπέσιος Ἰωάννης. Ἐν αὐτῷ δὴ οὖν ἡ πᾶσα κά‐ θαρσις, ἡ πᾶσα δικαίωσις, ὁ ἁγιασμὸς, ἡ λύτρωσις, σὺν αὐτῷ τε καὶ δι’ αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ ἡ
40δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
41tΠερὶ τοῦ ὄφεως τοῦ χαλκοῦ.
42 αʹ. Ὁ μὲν Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρ‐ πεται ἐπ’ ἀπωλείᾳ ζώντων, κατὰ τὸ γεγραμμένον. Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ
45γενέσεις τοῦ κόσμου. Ἐπειδὴ δὲ τοῦ γένους ἡ ἀπαρχὴ, τουτέστιν Ἀδὰμ, κατηῤῥώστησε τὴν παρακοὴν, καὶ τῆς θείας ἀλογήσας ἐντολῆς, προσκέκρουκε τῷ Θεῷ δημιουργῷ, ταύτῃτοι κατώλισθεν εἰς φθοράν· καὶ ἐπάρατος μὲν ἡ ἀνθρώπου φύσις, καὶ ὑπὸ δίκην τὸ

69

.

636

(50)

γένος. Ἡμεῖς δὲ οἱ τάλανες καίτοι γεγονότες ἐν ἀφθαρσίᾳ, σκιαῖς ἐν ἴσῳ λοιπὸν καὶ πόαις ταῖς ἐν ἀγρῷ, βραχὺ καὶ μόλις νοστήσαντες, πίπτομεν ἀδο‐ κήτως ὡς ἐπὶ μητέρα τὴν γῆν. Ἐντεῦθεν οἱ ἅγιοι διαφόρως ἀνακεκράγασι τὰ καθ’ ἡμᾶς ἀνοιμώζοντες.
55Ἔστιν οὖν ἀκούειν ἀναφανδὸν βοῶντος τοῦ μὲν μα‐ καρίου Δαβίδ· «Ἄνθρωπος ματαιότητι ὡμοιώθη·»
Ἡσαΐου δὲ αὖ· «Πᾶσα σὰρξ ὡς χόρτος καὶ πᾶσα633

69

.

637

δόξα ἀνθρώπου, ὡς ἄνθος χόρτου.» Καθικόμεθα γὰρ, ὡς ἔφην, εἰς τοῦτο λοιπὸν ἀθλιότητός τε καὶ ταλαι‐ πωρίας, ὡς ὅτῳπερ ἂν εἰκότως τὰ καθ’ ἡμᾶς παρ‐ εικάζοντος, μὴ ἂν δύνασθαι λέγειν, καίτοι λίαν
5ὄντας σοφοὺς τοὺς Πνευματοφόρους. Ἀλλ’ ἐν τούτοις γεγονότας, οὐ περιεῖδεν ὁ Ποιητής· ἠξίωσε δὲ μᾶλλον καὶ φειδοῦς καὶ λόγου, καὶ θανάτου καὶ φθορᾶς ἐλευ‐ θέρους ἀπέφηνεν ἐν Χριστῷ. Πῶς, ἢ τίνα τρόπον; Πρόδηλον μὲν ἅπασι, κἂν εἰ μή τις λέγοι τυχόν·
10πλὴν καὶ ἐν αὐτοῖς κατίδοι τις ἂν τοῖς ἀρχαιοτέροις Γράμμασιν, τοῦ μυστηρίου τὴν δύναμιν. Ἔχει δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐπάραντες ἐξ Ὢρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν Ἐρυθρὰν, περιεκύκλωσαν τὴν γῆν Ἐδώμ· καὶ ὠλιγοψύχωσεν ὁ λαὸς ἐν τῇ
15ὁδῷ· καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν Θεὸν κατὰ Μωσῆ λέγοντες· Ἵνα τί ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου, ἀπο‐ κτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ; Ὅτι οὐκ ἔστιν ἄρτος, οὐδὲ ὕδωρ. Ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ τούτῳ. Καὶ ἀπέστειλε Κύριος εἰς
20τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαόν. Καὶ ἀπέθανεν ὁ λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ. Καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωσῆν ἔλεγεν ὅτι, Ἡμαρτήκαμεν, ὅτι κατελαλήσαμεν τοῦ Κυρίου καὶ κατὰ σοῦ. Εὖξαι οὖν πρὸς Κύριον, καὶ
25ἀφελέτω ἀφ’ ἡμῶν τὸν ὄφιν. Καὶ ηὔξατο Μωσῆς περὶ τοῦ λαοῦ. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Ποίησον σεαυτῷ ὄφιν, καὶ θὲς αὐτὸν ἐπὶ σημείου. Καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐ‐ τὸν ζήσεται. Καὶ ἐποίησεν ὁ Μωσῆς ὄφιν χαλκοῦν,
30καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου. Καὶ ἐγένετο ὅταν ἔδακνεν ὁ ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν, καὶ ἔζη.» Ἐθήτευον μὲν γὰρ ἐν Αἰ‐ γύπτῳ, καὶ ἀφορήτῳ δουλείᾳ κατηχθισμένοι λελύτρων‐ ται παρὰ Θεοῦ, πολλῶν καὶ ἀξιαγάστων γεγονότων
35ἐκεῖ σημείων. Μετεστοιχειοῦτο μὲν γὰρ εἰς αἷμα τὸ ὕδωρ, βάτραχοί τε καὶ σκνῖπες, καὶ μέν τοι καὶ κυνό‐ μυιαι, καὶ χαλάζης ἐπαγωγαὶ μονονουχὶ τῆς Αἰγυ‐ πτίων κατεστράτευον γῆς· ἐκολάζοντο δὲ καὶ σκότῳ, καὶ τῶν πρωτοτόκων ὁ θάνατος ἀφορήτως κατῃκίζετο
40τοὺς πλεονεκτεῖν ᾑρημένους, Θεοῦ παραδόξως ἀνα‐ σώζοντος τοὺς ἐξ Ἰσραήλ. Εἶτα διὰ μέσης θαλάσσης ἰόντες ὡς ἐπὶ ξηρᾶς ἀθλίως ἀπολωλότας ἐθεῶντο τοὺς Αἰγυπτίους. Ἄρτον ἐδέχοντο τὸν ἐξ οὐρανοῦ· καθίει γὰρ αὐτοῖς τὸ μάννα Θεός. Εἵπετο δὲ ὡς ἐν πέτρᾳ
45νοούμενος Χριστός· καὶ ἀδοκήτως νάμασι δεδιψηκό‐ τας ἠλέει. Παναλκὲς γὰρ τὸ Θεῖον, καὶ ἀφθόνως τὰ ζωαρκῆ δωρούμενον τοῖς ἀνακειμένοις αὐτῷ. Ἀλλ’ οἱ τῶν οὕτως ἐξαιρέτων ἀπολαύσαντες ἀγαθῶν, ὀλί‐ γοις ἐλέγχονται πόνοις. Ὅτι καὶ ἀμνήμονες τῶν

69

.

637

(50)

παρὰ Θεοῦ, καὶ ἥκιστα μὲν ἑδραῖοι πρὸς τὸ πιστεύειν αὐτῷ, θρασεῖς δὲ καὶ εὐκατάσειστοι καὶ ἕτοιμοι πρὸς μικροψυχίαν, καὶ τὰ ἐφ’ οἷς τετίμηνται παραλόγως ἠγνοηκότες. Διάκενον γὰρ καλοῦσιν ἄρτον τὸν ἐξ οὐρανοῦ, καὶ τὴν τῶν ὑδάτων ἐπῃτιῶντο σπάνιν· καί‐
55τοι μεμαθηκότες ὡς ἀνήνυτον οὐδὲν τῇ θείᾳ τε καὶ ἀποῤῥήτῳ φύσει, ἢ καὶ ποταμίων ναμάτων μητέρα
τὴν ἀκρότομον αὐτοῖς πέτραν ἐτίθει. Ἀπροφάσιστον635

69

.

640

δὲ κατὰ Θεοῦ ποιούμενοι τὴν κατάῤῥησιν, τοῖς τῶν ὄφεων δήγμασιν ἐκολάζοντο. Εἶτα τῆς σφῶν αὐτῶν πλημμελείας ἐρχόμενοι πρὸς ἀνάμνησιν, δακρυῤ‐ ῥοοῦσι λοιπὸν, καὶ ὁμολογοῦσι τὰ ἐγκλήματα, παρα‐
5καλοῦσι τὸν μεσιτεύοντα, φημὶ δὴ Μωσέα, φιλοικτείρ‐ μονά τε καὶ ἤπιον ἐπ’ αὐτοῖς καταστῆσαι Θεόν. Ὁ δὲ προσπίπτων ἐλιπάρει, τοῖς γε μὴν ἄνωθεν εἴκων νεύμασιν, ὄφιν εἰργάζετο χαλκοῦν, ὑψοῦ τε ἐτίθει, καὶ τοῖς πληττομένοις ἐκέλευεν ἀτενίζειν εἰς αὐτόν·
10ὃ δὴ καὶ δρῶντες ἐσώζοντο. βʹ. Ἀλλὰ τίς ὁ λόγος, ἀλλὰ τί τὸ μέγα καὶ σοφὸν μυστήριον, πολυπραγμονεῖν ἀκόλουθον. Οὐ γὰρ ἀρ‐ κέσει τὸ γράμμα τοῖς νουνεχεστέροις, ἐγκέχωσται δὲ ὥσπερ τοῖς τύποις τὰ μυστήρια. Οὐκοῦν φέρε λέγω‐
15μεν, ὡς ἐκ τύπου πάλιν ἐπὶ τὸ καθόλου καὶ γενικώ‐ τερον, καὶ ὅπερ ἐστὶν ἀληθὲς μεταπλάττοντες τὸ διήγημα. Δυσαρεστούμενοι γὰρ τοῖς παρὰ Θεοῦ καὶ ἄνωθεν ἀγαθοῖς, καὶ ἀκατασκέπτως ἰόντες ἐπὶ τὸ ἡδὺ μᾶλλον ἢ τὸ συμφέρον, καὶ τὰ τῆς ἀρετῆς γυμνά‐
20σματα παρωθούμενοι, προσκείμενοι δὲ τοῖς αἰσχίστοις, λελυπήκαμεν τὸν εὐεργέτην, προσκεκρούκαμεν οὐ καθ’ ἕνα τρόπον τῷ Δημιουργῷ. Ταύτῃτοι πεπτώκα‐ μεν ὑπὸ τὰ τῶν ὄφεων δήγματα· ὄφεων δέ φημι τῶν νοητῶν, οἳ διὰ πάσης ἡμᾶς πλήττοντες ἁμαρτίας,
25τοῖς τοῦ θανάτου δεσμοῖς ὑποφέρουσιν. Ἐξάρχει δὲ ὥσπερ τῆς τῶν ἰοβόλων θηρίων πληθύος ὁ δράκων ὁ ἀποστάτης, τουτέστιν ὁ Σατανᾶς, οὗ τοῖς δήγμασιν ἐν ἀρχαῖς τε καὶ πρώτοις διόλωλεν ὁ ἄνθρωπος, τουτ‐ έστιν, ὁ Ἀδάμ. Ἕρπει δὲ καθάπερ ἐκ ῥίζης καὶ εἰς
30ἡμᾶς τὸ κακὸν, τοὺς ἐξ αὐτῆς γεγονότας. Σεσώσμεθα δέ τινα τρόπον. Τεθεάμεθα γὰρ τὸν ὄφιν, τουτέστι, Χριστόν. Πῶς οὖν ὄφις ὁ ἀγαθὸς κατὰ φύσιν ὁ Θεὸς, μᾶλλον δὲ αὐτόχρημα τὸ ἀγαθόν; Ὅτι γέγονε καθ’ ἡμᾶς, τοὺς ἐκ προαιρέσεως πονηροὺς, «Γέγονεν ἐν
35ὁμοιώματι σαρκὸς ἁμαρτίας·» καὶ, «Ἐν τοῖς ἀδίκοις κατελογίσθη.» Ὅτι δὲ ἡμεῖς πονηροὶ, γεγονότες δὲ οὐχ οὕτως παρὰ Θεοῦ, μεταῤῥυηκότες δὲ εἰς τοῦτο φαυλότητος, διά τοι τὴν καθ’ ἡμῶν τυραννήσασαν ἁμαρτίαν, διατρανοῖ λέγων καὶ αὐτὸς ὁ Χριστός·
40«Εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν· πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;» Ὄφις δὴ οὖν ὁ Χριστὸς, ὃς ἐν ὁμοιώματι πονηρίας, ὅτι γέγονεν ἄνθρωπος. Ἀλλ’ εἴ τις αὐτὸν θεάσαιτο
45νοητῶς, ἀμείνων ἔσται φθορᾶς, καὶ ὑπεραλεῖται θά‐ νατον, καὶ ἀλογήσει δηγμάτων, καὶ τῆς τῶν ἰοβόλων πληθύος οὐ φροντιεῖ. Ὀψόμεθα δὲ Χριστὸν συνιέντες ὀρθῶς τὸ ἐπ’ αὐτῷ μυστήριον. Καὶ ἀραρότως πι‐ στεύοντες ὅτι Θεὸς ὢν κατὰ φύσιν, γέγονεν ἄνθρω‐

69

.

640

(50)

πος· ἀλλ’ εἰ καὶ ἦν ἐν ὁμοιώματι πονηρίας, οὐδὲν ἧττον ἀπομεμένηκεν ἀγαθός. Γέγονε γὰρ καθ’ ἡμᾶς, οὐχ ἵνα μεθ’ ἡμῶν ὁρῷτο πονηρὸς, ἀλλ’ ἵνα ἡμᾶς ἀγαθοὺς ἐργάσηται, τῷ ἁγίῳ μεταστοιχειώσας Πνεύ‐ ματι πρὸς πᾶν εἶδος ἀρετῆς. Ἐπὶ σημείου γε μὴν ὁ
55ὄφις. Ὑψώθη γὰρ ὁ Χριστὸς ἐπὶ τοῦ τιμίου σταυροῦ, καὶ τοῦτο αὐτὸς Ἰουδαίοις προσεφώνει λέγων· «Ὅταν
ὑψώσετε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι637

69

.

641

ἐγώ εἰμι.» Ὅτι δὲ τύπος εἰς τὸ αὐτοῦ βλέπει μυστήριον, ἀναμάθοις αὐτοῦ λέγοντος ἐναργῶς· «Ὥσπερ γὰρ ὁ Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ· οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου.» Χαλκοῦς δὲ ὁ ὄφις ἦν, διὰ
5τὸ εὔηχές τε καὶ εὐφωνότατον τοῦ θείου τε καὶ εὐαγ‐ γελικοῦ κηρύγματος. Ἀνήκοος γὰρ οὐδεὶς τῶν διὰ Χριστοῦ θεσπισμάτων, ἀλλ’ εἰς ἅπασαν μὲν τὴν ὑπου‐ ράνιον. τὸ ἐπ’ αὐτοῦ λαλεῖται μυστήριον, καὶ αὐτῷ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται
10ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός.
Ἀμήν.639

69

.

644

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΚΥΡΙΛΛΟΥ
3tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ,
4tΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ
5tΒΙΒΛΙΟΝ.
10tΠερὶ τῆς νενευροκοπουμένης δαμάλεως ἐν τῇ
11tφάραγγι.
12 αʹ. «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λα‐ λήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθη‐
15κεν κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ποίησεν.» Ἀλλ’ οἱ μὲν συνιέντες ὀρθῶς ὅτι Θεὸς ὢν φύσει, καθίκετο μὲν εἰς κένωσιν, ὅτι γέγονε σὰρξ, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, κατὰ τὰς Γραφὰς, τὴν θείαν τε καὶ ἀξιόληπτον ἐκπεπλουτήκασι χάριν.
20«Ὅσοι γὰρ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι,» φησίν. Οἱ δὲ τὸν θεῖον καὶ σωτήριον ἀληθῶς διωθούμενοι λόγον διωλισθήκασι τῆς ἐλπίδος, κακοὶ κακῶς ἀπολώλασι· τὸν τῶν ὅλων Σω‐ τῆρα καὶ Λυτρωτὴν ἀνοσίως περιυβρίζοντες. Εἶεν
25δ’ ἂν καὶ οὗτοι οἱ τάλανες Ἰουδαῖοι, οἷς καὶ αὐτὸς ὁ προφήτης Ἱερεμίας ἐποιμώζει, λέγων· «Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς πηγὴν δα‐ κρύων, καὶ κλαύσομαι τὸν λαὸν ἡμέρας καὶ νυκτός;» Οἷς γὰρ ἐξὸν εἶναι λαμπροῖς καὶ ἀξιοζηλώτοις, καὶ
30τῆς ἐνούσης εὐημερίας ἐστερημένοι, πῶς οὐκ ἂν εἶεν ἄξιοι τοῦ καὶ ἐν ἴσῳ λοιπὸν τοῖς τεθνεῶσι καταλογί‐ ζεσθαι; Οἷς ἂν εἰκότως ἐπικωκύσειε καὶ τὸ ἐξ ἀγά‐ πης καὶ φιλαλληλίας ἐπιστάξαι δάκρυον. Παντὸς δὴ οὖν ἔρημοι γεγόνασιν ἀγαθοῦ, καὶ ἐξ αὐτῶν ὥσπερ
35κατεσείσθη βάθρων ὁ ἐξήνιος Ἰσραήλ. Μεταπεφοίτηκε γὰρ ἐπὶ τὰ ἔθνη Χριστός· σώζεται δὲ καὶ μόλις ὡς ἐν ὀλιγοστῇ μοίρᾳ λοιπὸν ὁ δυσμαθὴς Ἰουδαῖος. Καὶ
τοῦτό ἐστιν, οἶμαι, τὸ διὰ φωνῆς Ἡσαΐου προφητι‐641

69

.

645

κῶς ὑμνούμενον· «Καὶ εἰ μὴ Κύριος Σαβαὼς ἐγκατ‐ έλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν.» Φέρε οὖν, εἰ δοκεῖ, καὶ ἐξ αὐτῶν τῶν Μωσαϊκῶν καταθρήσωμεν λόγων
5τοῦ μυστηρίου τὴν δύναμιν. Γέγραπται γὰρ οὕτως ἐν τῷ Δευτερονομίῳ· «Ἐὰν δὲ εὑρεθῇ τραυματίας ἐν τῇ γῇ, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι κληρο‐ νομῆσαι, πεπτωκὼς ἐν τῷ πεδίῳ, καὶ οὐκ οἴδασι τὸν πατάξαντα, ἐξελεύσεται ἡ γερουσία σου καὶ οἱ κριταί
10σου, καὶ ἐκμετρήσουσιν ἐπὶ τὰς πόλεις τὰς κύκλῳ τοῦ τραυματίου. Καὶ ἔσται ἡ πόλις ἡ ἐγγίζουσα τῷ τραυματίᾳ, καὶ λήψεται ἡ γερουσία τῆς πόλεως ἐκείνης δάμαλιν ἐκ βοῶν ἥτις οὐκ εἴργασται, καὶ ἤτις οὐχ εἵλκυσε ζυγόν· καὶ καταβιβάσουσιν ἡ γε‐
15ρουσία τῆς πόλεως ἐκείνης τὴν δάμαλιν εἰς φάραγγα τραχεῖαν, ἥτις οὐκ εἴργασται, οὐδὲ σπείρεται. Καὶ νευροκοπήσουσι τὴν δάμαλιν ἐν τῇ φάραγγι, καὶ προσ‐ ελεύσονται οἱ ἱερεῖς καὶ οἱ Λευῗται, ὅτι αὐτοὺς ἐξ‐ ελέξατο Κύριος ὁ Θεός σου, παραστῆναι αὐτῷ, καὶ
20εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, καὶ ἐπὶ τῷ στόματι αὐτῶν ἔσται πᾶσα ἀντιλογία, καὶ πᾶσα ἁφή. Καὶ πᾶσα ἡ γερουσία τῆς πόλεως ἐκείνης, οἱ ἐγγίζοντες τῷ τραυματίᾳ, νίψονται τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τῆς δαμάλεως τῆς νενευροκοπημένης, ἐν τῇ φάραγγι,
25καὶ ἀποκριθέντες ἐροῦσιν· Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο· καὶ οἱ ὀφθαλμοὶ ἡμῶν οὐχ ἑωράκασιν. Ἵλεως γενοῦ τῷ λαῷ σου Ἰσραὴλ, Κύ‐ ριε, οὓς ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου, ἵνα μὴ γένηται αἷμα ἀναίτιον ἐν τῷ λαῷ σου Ἰσραήλ. Καὶ ἐξιλα‐
30σθήσεται αὐτοῖς τὸ αἷμα. Σὺ δὲ ἐξαρεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ ἡμῶν αὐτῶν· ἐὰν δὲ ποιήσῃ τὸ καλὸν καὶ ἀρεστὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.» βʹ. Τετραυμάτισται μὲν οὖν δι’ ἡμᾶς ὁ Ἐμμανουήλ· μεμαλάκισται γὰρ διὰ τὰς ἁμαρτίας ἡμῶν, κατὰ τὰς
35Γραφάς. Ηὕρηται δὲ τοῦτο παθὼν ἐν τῇ τῶν Ἰου‐ δαίων γῇ, καὶ ἔξω πύλης Ἱερουσαλήμ. Πλὴν οὐκ ᾔδεσαν τὸν πατάξαντα, πῶς ἢ τίνα τρόπον. Τί δὴ ἄρα φησὶν ὁ νόμος, Καίτοι τῆς Ἰουδαίων ἀνοσιότητος ἔργον εἶναί φαμεν τὰ κατὰ Χριστοῦ τολμήματα.
40Αὐτοὶ γὰρ Πιλάτῳ προσήγαγον· αὐτοὶ διακεκραγότες ἁλοῖεν ἄν· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν.» Καὶ πάλιν· «Ἐὰν μὴ τοῦτον ἀποκτείνῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος.» Καὶ οἱ θεσπέσιοι δὲ μαθηταὶ τῆς ἐκείνων δυστροπίας κατηγόρευον ἐναργῶς, πρὸς τὸν
45ἐν οὐρανοῖς Πατέρα Θεὸν, ὡδὶ λέγοντες· «Ἐπ’ ἀληθείας γὰρ συνήχθησαν ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν Χριστὸν, ὃν ἔχρισας, Ἡρώδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ.» Ἐναργέστατα δὲ καὶ ἀναφανδὸν ὁ μακάριος Πέτρος τοῖς

69

.

645

(50)

Ἰουδαίων λαοῖς ἐπιπλήττει, λέγων, ποτὲ μὲν ὅτι «Τὸν ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε,» ποτὲ δὲ αὖ· «Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν.» Τί οὖν ἄρα φησὶν ὁ νόμος, ὅτι οὐκ οἴδασι τὸν πατάξαντα; Μυστικὸς ὁ
55λόγος, καὶ οὐ πᾶσιν ἁπλῶς ἐγκείμενος· μόνοις δὲ τάχα γνώριμος τοῖς νοοῦσιν ὀρθῶς τὸ μυστήριον τοῦ
Χριστοῦ. ᾬοντο γὰρ οἱ τῶν Ἰουδαίων καθηγηταὶ,643

69

.

648

καὶ οἱ τοῖς ἀνοσίοις αὐτῶν κοινωνοῦντες σκέμμασιν, ὅτι κεκρατήκασι, καὶ οὐχ ἑκόντος Χριστοῦ καὶ ταῖς ἑαυτῶν δυστροπίαις τὸ χρῆμα προσνέμοντες, ἔχαιρον μὲν ὡς νενικηκότες, καὶ οὐκ ᾔδεισαν ὅτι πέπονθεν
5ἑκὼν, καὶ τοῖς τοῦ Πατρὸς ἑπόμενος νεύμασιν, ἑαυ‐ τὸν δέδωκεν ὑπὲρ ἡμῶν. Καὶ γοῦν Πιλάτῳ φησὶν ἐναργῶς· «Οὐκ εἶχες κατ’ ἐμοῦ ἐξουσίαν οὐδεμίαν, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν.» Οὐκοῦν δέδωκεν ὁ Πατὴρ τὸν Υἱὸν, καὶ, ἵν’ οὕτως εἴπωμεν, αὐτὸς τὸν
10Ἐμμανουὴλ πατάξαι λέγεται. Καὶ γοῦν ἐν βίβλῳ Ψαλμῶν τὸ Χριστοῦ πρόσωπον εἰσφέρεται, λέγον περὶ τῆς τῶν Ἰουδαίων ἀνοσιότητος, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, ὅτι «Ὃν σὺ ἐπά‐ ταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυ‐
15μάτων μου προσέθηκαν.» Μὴ μέγα δὴ οὖν φρονείτω λοιπὸν ὁ κυριοκτόνος· οὐ γὰρ αὐτίκα κεκρατήκασιν, ὡς ἀσθενοῦντος Χριστοῦ, μανθανέτωσαν δὲ διὰ Μω‐ σέως τὸ ἀληθές. Οὐ γὰρ ἴσασι τὸν πατάξαντα. Ὅρα τοίνυν τὸν τετραυματισμένον ἐν τῇ τῶν Ἰουδαίων
20γῇ, τὸν Ἐμμανουήλ. Τὸ δὲ ἐπ’ αὐτῷ μυστήριον, παρ’ αὐτοῖς μὲν οὐδαμῶς πληρούμενον· αἰνιγματω‐ δῶς δὲ μᾶλλον ἱερουργούμενον ἐν τῇ τῶν ἐθνῶν χώρα τε καὶ γῇ. «Εἰ γὰρ μὲν εὑρεθείη, φησὶν, ὁ τραυμα‐ τίας, λήψονται δάμαλιν ζυγοῦ καὶ πόνων ἀπείρατον·
25καὶ δὴ καταβιβάσαντες αὐτὴν εἰς τραχεῖαν καὶ ἀν‐ ήροτον φάραγγα, νευροκοπείτωσαν διὰ τῶν τεταγμέ‐ νων εἰς ἱερουργίαν. Ἀπονιψάμενοι δὲ τὰς χεῖρας ἐπ’ αὐτῇ, λεγόντων, ὅτι Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο.» Δάμαλις μὲν οὖν ὡς ἐν τύπῳ Χριστοῦ,
30καθάπερ ἤδη προείπομεν. Δάμαλις μὲν, ἀνθ’ ὅτου καὶ ζυγοῦ ἀπείρατος, καὶ ὑπὸ ζυγὸν ὡς ἄνθρωπος, καὶ μὴν ἔξω ζυγοῦ, διά τοι τὸ εἶναι κατὰ φύσιν Θεός. Ἐλεύθερον γὰρ τὸ Θεῖον, καὶ οὐδενὶ τῶν ὄντων ὑπ‐ εζευγμένον· κατακρατοῦν δὲ μᾶλλον τῶν ὅλων, καὶ
35ὑπὸ χεῖρας ἔχον τὴν σύμπασαν κτίσιν. Ἀλλ’ ἐλεύθε‐ ρος ὢν κατὰ φύσιν ὁ Υἱὸς ὡς Θεὸς, γέγονε μεθ’ ἡμῶν ὡς ἄνθρωπος, καὶ ὑπὸ ζυγόν. Τοιγάρτοι μεθ’ ἡμῶν Θεὸν ἐπεγράφετο τὸν Πατέρα. Ὑπεζεύγμεθα δὲ ἡμεῖς τῇ τῆς θεότητος ἐξουσίᾳ. Οὐκοῦν δάμαλις μὲν ἡ ὑπὸ
40ζυγὸν ὅσον ἧκον εἰς τὴν φύσιν, ἔξω δὲ ζυγοῦ, διὰ τὴν τῆς θεότητος δόξαν, καὶ τὸ εἰσάπαν ἐλεύθερον. Ἀλλ’ ὅρα τὴν δάμαλιν εἰς τραχεῖαν καὶ ἀνήροτον ἀποφερομένην φάραγγα. Μετὰ γάρ τοι τὸν τίμιον σταυρὸν, ὅτε τραυματίας ηὕρηται Χριστὸς, τῆς
45Ἰουδαίων ἀποπεφοίτηκε γῆς, μεταπεφοίτηκε δὲ λοιπὸν ἐπὶ τὴν τῶν ἐθνῶν χώραν, ἥτις οὐκ εἴρ‐ γασται, οὐδὲ σπείρεται. Πρὸ γάρ τοι τοῦ καὶ αὐ‐ τοῖς ἔθνεσιν ἐπιλάμψαι Χριστὸν, διετέλουν ἐν κό‐ σμῳ, γῆ τις ὥσπερ ξηρὰ καὶ ἀνήροτος, καὶ τῆς κατὰ

69

.

648

(50)

Θεὸν εὐκαρπίας ἐρήμη. Καὶ γοῦν ὁ προφήτης Ἡσαΐας περὶ αὐτῆς, «Εὐφράνθητι, ἔρημος, φησὶν, καὶ αἱ κῶμαι αὐτῆς. Ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρῖνον.» Οὐκοῦν τραχείᾳ τινὶ καὶ οὐκ εἰργασμένῃ γῇ, καὶ ἀκάρπῳ παντελῶς τὴν τῶν ἐθνῶν χώραν,
55ἤτοι πληθὺν, εὖ μάλα παρεικαστέον. Ἐκεῖ «Διὰ τῶν θείων ἱερουργῶν νευροκοπεῖσθαι δεῖν ἔφην τὴν δά‐
μαλιν.» Τελεῖται γὰρ, ὡς ἔφην, παρ’ ἡμῶν τοῖς ἐξ645

69

.

649

ἐθνῶν τὸ Χριστοῦ μυστήριον, καὶ ὁμολογοῦντες αὐτοῦ τὸ πάθος, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ταῖς μυστι‐ καῖς προσίεμεν εὐλογίαις. Τοῦτο, οἶμαι, ἔστι τὸ νευροκοπεῖσθαι τὴν δάμαλιν. Καταγγέλλοντες γὰρ,
5ὡς ἔφην, τὸν θάνατον αὐτοῦ, καὶ μέντοι καὶ τὴν ἀνάστασιν, τὸ σεπτὸν τελοῦμεν μυστήριον. Ἀλλ’ ὅσοι τῆς Ἰουδαίων ἀνοσιότητος ἀποφοιτῶσι μακρὰν ἀφέν‐ τες τὴν πόλιν, ἐν ᾗ τετραυμάτισταί τε καὶ ηὕρηται πεπονθὼς, ἐπὶ τὴν τραχεῖαν καὶ ἀνήροτον ἥκοντες
10φάραγγα, ἐκεῖ νίψονται τὰς χεῖρας ἐπ’ αὐτῷ τῷ Χριστῷ. Ἀπολούσονται γὰρ εἰς τὸν αὐτοῦ θάνατον βαπτιζόμενοι· τουτὶ γὰρ, οἶμαι, ἔστι, τό· Ἐπ’ αὐτῷ νίψονται τὰς χεῖρας. Ὁμολογοῦντες δὲ ὅτι τῆς Ἰου‐ δαίων ἀνοσιότητος γεγόνασι κοινωνοὶ, κομιοῦνται
15τὴν ἄφεσιν. Ἰουδαῖοι μὲν γὰρ ἐμπαροινήσαντες τῷ Χριστῷ, ταῖς ἑαυτῶν κεφαλαῖς καταγράφουσι τὸ δυσσέβημα, λέγοντες· «Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.» Οἱ δὲ τῆς παρ’ αὐτοῦ γλιχό‐ μενοι χάριτος, καὶ τὴν διὰ τοῦ ἁγίου Πνεύματος
20ζητοῦντες κάθαρσιν, δι’ ὧν ἐγνώκασι τιμᾷν, μονον‐ ουχὶ καὶ ἀνακεκράγασι, λέγοντες· «Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο.» Ἐν Χριστῷ δὴ οὖν ἡ κάθαρσις. Κἂν εἴ τις ἐξ Ἰουδαίων ἕλοιτο φρονεῖν ὀρθά· ὃ δὴ καὶ δεδράκασι καὶ πρό γε τῶν ἄλλων οἱ θεσπέ‐
25σιοι μαθηταὶ, καὶ οἱ δι’ αὐτῶν πιστεύσαντες, οἷς ἄν τις εἰκότως καὶ τὸ τῆς γερουσίας περιθείη πρόσ‐ ωπον· τίμιοι γὰρ καὶ ἀπόλεκτοι, τὴν τοῦ Ἰσραὴλ ἀν‐ οσιότητα παραιτούμενοι διὰ πίστεως τῆς ἐν Χριστῷ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν
30ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
31tΠερὶ τῆς αἰχμαλώτου γυναικὸς, ξυρομένης, καὶ
32tὀνυχιζομένης.
33 αʹ. Ἐξείλετο μὲν ἐξ οἴκου δουλείας, καὶ ὡς ἐκ καμί‐ νου σιδηρᾶς τοὺς ἐξ αἵματος Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς,
35μονονουχὶ πεπολεμηκὼς Αἰγυπτίοις «ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ,» καθὰ γέγραπται· καὶ ταῖς τῶν πλεονεκτούντων ἀπονοίαις ἀντεξάγων τὰ θαύματα. Εἴργασται γὰρ σημεῖα καὶ τέρατα, καὶ προστέταχε μὲν θαλάσσης ἰέναι μέσον ὡς ἐπὶ ξηρᾶς. Ὡς δὲ ὁ
40θεῖος ἔφη Δαβίδ· «Ἐτροφοφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Πηγὰς ἀνῆκεν ὑδάτων.» Καὶ τί γὰρ ἂν οὐχὶ τῶν λίαν τεθαυμασμένων παρα‐ δόξως διεπεραίνετο. Οὐκοῦν ὡς θεῖος γράφει Μωσῆς·
45«Ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ, ἐδέξατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ.» Οἱ δὲ, εἰς τοῦτο καθήκοντο δυσβουλίας καὶ σκαιότη‐ τος λογισμῶν, καὶ ἀγρίων ἐπιχειρημάτων, ὡς καὶ παρόντα μετὰ σαρκὸς ἐτέλουν τὸν Λυτρωτὴν ἀπει‐

69

.

649

(50)

θοῦντες. Καὶ τί τοῦτο λέγω, τὰ ἔτι χείρω μεθείς; Ἀπεκτείνασι γὰρ θερμῷ καὶ ἀνημέρῳ θράσει πρὸς τὴν ἀνωτάτω λοιπὸν ἀνοσιότητα στρατηγούμενοι. Ταύτῃ τοι δικαίως ἀποπέμπεται μὲν ἡ κυριοκτόνος Ἱερουσαλὴμ, καὶ τῆς πρὸς Θεὸν οἰκειότητος ἐρήμη
55λοιπὸν δεδειγμένη, πρὸς πᾶν ὁτιοῦν μετακεχώρηκε τῶν κακῶν, αὐτόκλητον ὥσπερ τῆς ἰδίας κεφαλῆς
κατέχουσα δίκην. Ἧ καὶ αὐτὸς πεφώνηκεν ὁ Ἐμ‐647

69

.

652

μανουὴλ, οὕτω λέγων· «Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπι‐ συναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυναγαγεῖ
5ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.» Ὅτι γὰρ ἔμελλε τὴν οὕτω δεινὴν καὶ δύσοιστον ἀνα‐ τλῆναι δίκην ἡ τῶν Ἰουδαίων Συναγωγὴ κατεστυ‐ γημένη παρὰ Χριστοῦ, καὶ αὐτὸς ἡμῖν αἰνιγματω‐
10δῶς παραδείξειεν ἂν ὁ νόμος. Ἔχει γὰρ οὕτως· «Ἐὰν δὲ ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ παραδῷ αὐτοὺς Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου, καὶ προνομεύσῃς τὴν προνομὴν αὐτῶν, καὶ ἴδῃς ἐν τῇ προνομῇ γυναῖκα καλὴν τῷ εἴδει, καὶ ἐπιθυ‐
15μήσῃς αὐτῆς, καὶ λάβῃς αὐτὴν σεαυτῷ γυναῖκα· καὶ εἰσάξῃς αὐτὴν εἰς τὴν οἰκίαν σου ἔνδον, καὶ ξυρήσεις τὴν κεφαλὴν αὐτῆς, καὶ περιονυχιεῖς αὐτὴν, καὶ πε‐ ριελεῖς τὰ ἱμάτια τῆς αἰχμαλωσίας αὐτῆς ἀπ’ αὐτῆς, καὶ καθιεῖται ἐν τῇ οἰκίᾳ σου, καὶ κλαύσεται τὸν πα‐
20τέρα καὶ τὴν μητέρα μηνὸς ἡμέρας. Καὶ μετὰ ταῦτα εἰσελεύσῃ πρὸς αὐτὴν, καὶ συνοικισθήσῃ αὐτῇ, καὶ ἔσται σου γυνή. Καὶ ἔσται ἐὰν μὴ θέλῃς αὐτὴν, ἐξ‐ αποστελεῖς αὐτὴν ἐλευθέραν, καὶ πράσει οὐ πραθήσε‐ ται ἀργυρίου, οὐκ ἀθετήσεις αὐτὴν, διότι ἐταπείνω‐
25σας αὐτήν.» Τὸ μὲν οὖν περιεργάσασθαι τῆς ἱστο‐ ρίας τὸν λόγον, καὶ τέχνην ποιεῖσθαι θέλειν τῶν ἐν σκιαῖς βάσανον, εἰκαῖον οἶμαί που· δυσέφικτον γὰρ οὐδέν· ψιλὸς δὲ δὴ σφόδρα, καὶ σὺν ἱδρῶτι ληπτὸς τῶν τεθεσπισμένων ὁ νοῦς. Ἰτέον δὴ οὖν εἰς ἔρευναν τῶν πνευματικῶν.
30 βʹ. Τίς γὰρ ὅλως, ἢ πρὸς τίνας νοοῖτ’ ἂν γεγονὼς ὁ πόλεμος; καὶ τίς ἡ καλὴ τῷ εἴδει καὶ εὐπρεπεστάτη γυνή; τί δὲ δὴ αὖ τὸ ἀποψιλοῦσθαι μὲν αὐτὴν τῆς κεφαλῆς τὴν τρίχα; ἀπαλλάττεσθαι δὲ καὶ ὀνύχων, καὶ τῶν τῆς αἰχμαλωσίας ἐσθημάτων; Οὐκοῦν, καθ‐
35άπερ ἤδη προεῖπον, οἷά τις αἰχμάλωτος ἐθήτευσεν Αἰγυπτίοις ἡ τῶν Ἰουδαίων Συναγωγή. Καθίκοντο μὲν γὰρ οἱ πατέρες εἰς Αἴγυπτον, λιμοῦ κατωθήσαν‐ τος, ἐν ἀρχαῖς. Ἐπειδὴ δὲ μακρὸς διϊππεύσας χρό‐ νος, ἁδροὺς καὶ εὐτολμωτάτους, καὶ ἀριθμοῦ κρείτ‐
40τονας ἐπετέλει λοιπὸν, περιδεεῖς ἦσαν Αἰγύπτιοι, μὴ ἄρα τῷ πλήθει θαρσήσαντες καταστρατεύοιντο μὲν αὐτῶν, ὑπὸ χεῖρα δὲ ποιοῖντο τὴν σφῶν τοὺς πάλαι κεκρατηκότας. Ἐντεῦθεν ὁ Ἰσραὴλ τοῖς εἰς πλινθείαν ἱδρῶσιν οὐ μετρίως κατῃκίζετο. Πλὴν ἠλέει Θεός.
45Πεπολέμηκεν γὰρ, ὡς ἔφην, πλεονεκτοῦσιν οὐ φορη‐ τῶς τοῖς Αἰγυπτίων δεσμοῖς, ἐξείλετο καὶ νενίκηκεν. Εἶδεν ἐν τῇ προνομῇ τὴν δορύληπτον Ἱερουσαλὴμ, ἤτοι τὴν τῶν Ἰουδαίων πληθὺν τῷ τῆς πατρῴας εὐ‐ γενείας διαστίλβουσαν κάλλει· καλὴ γὰρ καὶ ἀξι‐

69

.

652

(50)

άγαστος διὰ τοὺς πατέρας. Ἐπειδὴ δὲ τεθέαται καὶ ἐπεθύμησεν αὐτῆς, τουτέστιν, ἀξιέραστον ἐποιήσατο, μονονουχὶ δὲ καὶ συνοικῆσαι θελήσας, καὶ ἀγαθῶν σπουδασμάτων αὐτὴν ἀποδεῖξαι μητέρα, εἰσήγαγεν εἰς τὸν ἴδιον οἶκον. Καὶ τί δὴ τοῦτό ἐστιν; Ἔπηξεν
55ἐν τῇ ἐρήμῳ τὴν ἁγίαν σκηνὴν, ἵνα ταῖς κατὰ νόμον θυσίαις, καὶ ταῖς ἐν τύπῳ λατρείαις παιδαγωγου‐
μένη, μανθάνῃ κατὰ βραχὺ τὸ Χριστοῦ μυστήριον.649

69

.

653

Παιδαγωγὸς γὰρ ὁ νόμος ἐπὶ Χριστὸν, ὡς γοῦν ὁ μακάριος ἔφη Παῦλος. Εἰσοικισάμενος καὶ ἐξύρησε, καὶ ὀνύχων ἀπήλλαξε, καὶ τῶν τῆς αἰχμαλωσίας ἀμφίων. Κεφαλὴν μὲν οὖν, τὸ Γράμμα τὸ ἱερὸν κατείθισταί
5πως εἰς νοῦ ποιεῖσθαι δήλωσιν· τρίχας δὲ τὰς ἐν αὐτῇ τοῖς εἰς νοῦν παρεικάζει νοήμασιν. Οὐκοῦν ἡ ξύρησις τῶν τριχῶν τὴν ἐννοιῶν ἀπόθεσιν εὖ μάλα παραδηλοῖ· ὃ δὴ καὶ λελυτρωμένος ὁ ἀρχαῖος Ἰσραὴλ πληροῦν ἐπετάττετο, Θεοῦ λέγοντος ἐναργῶς διὰ τοῦ
10πανσόφου Μωσέως· «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι, πλὴν ἐμοῦ.» Καὶ πάλιν· «Οὐ ποιήσεις οὕτω Κυρίῳ τῷ Θεῷ σου.» Τὰ γὰρ βδελύγματα ἃ Κύριος ἐμίση‐ σεν, ἐποίησαν τοῖς θεοῖς αὐτῶν. Ἐν Αἰγύπτῳ μὲν γὰρ ποιούμενοι τὰς διατριβὰς, ἑτέρας εἶχον ἐννοίας,
15μυρίους εἶναι νομίζοντες τοὺς θεοὺς, καὶ τῇ κτίσει τὸ σέβας παρὰ τῷ Κτίστῃ ἀνάπτοντες· ξύλοις τε καὶ λίθοις ἀνατιθέντες τὴν δόξαν. Ἐπειδὴ δὲ κέκληνται διὰ Μωσέως εἰς ἐπίγνωσιν τοῦ Θεοῦ τοῦ κατὰ φύσιν ἀληθοῦς καὶ μόνου, πῶς ἔστιν ἀμφιβάλλειν ὅτι καὶ
20ἑτέρων αὐτοῖς ἐννοιῶν καινότητα πάντη τε καὶ πάν‐ τως εἰσεκόμισεν ὁ καιρός; Τοῦτο καὶ ἡμῖν ἐπείγε‐ σθαι κατορθοῦν ὁ θεσπέσιος Παῦλος προστέταχε λέ‐ γων· «Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ· ἀλλὰ με‐ ταμορφοῦσθε τῇ ἀνακαινίσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκι‐
25μάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐ‐ άρεστον καὶ τέλειον.» Τὸ μὲν οὖν ψιλοῦσθαι τὴν κεφα‐ λὴν ταυτὶ δή που πάντως ὑπεμφήνειεν ἄν. Τὸ δὲ δὴ καὶ ὀνύχων ἀπαλλάττεσθαι μακρῶν, ῥύπου καὶ ἀκα‐ θαρσίας ἀποβολὴν ἀπαινίττεται. Ῥιπῶσι γὰρ λίαν οἱ
30τῆς χρείας εὐμηκεστέρους τοὺς ὄνυχας ἔχειν, οὐκ οἶδ’ ὅπως ἠγαπηκότες. Ἀποφοιτᾷν ἔδει τὸν Ἰσραὴλ, τῆς πρὸς Θεὸν οἰκειότητος ἠξιωμένον, οὐκ ἂν ἐνδοιάσειέ τις, ἀνακεκραγότος τοῦ νόμου σαφῶς· «Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ ψευδομαρτυρήσεις κατὰ
35τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ·» καὶ ὅσα τούτοις συνήρμοσται. Τὰ δὲ τῆς αἰχμαλωσίας ἱμάτια, φαίην ἂν ἔγωγε τῆς δουλείας τὸ σχῆμα, καὶ τῆς ἐν φαυλό‐ τητι πολιτείας ἀναγράφειν τοὺς τύπους. Ὑπενηλ‐ λαγμένη μὲν γὰρ τοῖς τοῦ διαβόλου θελήμασι, καὶ
40ταῖς ἐκείνου πλεονεξίαις ὑποφέρουσα τὸν αὐχένα, ἄμφιον ὥσπερ τι διεῤῥωγὸς καὶ ῥυπῶν τὴν φιλοσαρ‐ κίαν ἐδέχετο. Ἐπειδὴ δὲ λελύτρωτο νόμῳ, καὶ τὰ ἀμείνω κατεπαιδεύετο φρονεῖν τε καὶ δρᾷν, τῆς ἀρ‐ χαίας φαυλότητος ἀπεδύσατο τὰ ἐγκλήματα, καὶ οἷά
45τινα χιτῶνα λαμπρὸν τὴν διὰ νόμου παίδευσιν ἑαυτῷ περιθεὶς διετέλει λοιπόν. Καὶ τοῦτο, οἶμαι, ἔστιν, ὃ δὴ καὶ ἡμᾶς αὐτοὺς ἀναπείθει δρᾷν ὁ θεσπέσιος Παῦλος, λέγων οὕτως· «Ἀπεκδυσάμενοι τὸν πα‐ λαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυ‐

69

.

653

(50)

σάμενοι τὸν νέον τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν.» Ἀπαμφιεννύμεθα δὲ καὶ ἐν τῷ ἁγίῳ βαπτίσματι, μονονουχὶ παραῤῥίπτοντες τῷ Σα‐ τανᾷ τὰ τῆς αἰχμαλωσίας ἱμάτια. Οὕτω τε λοιπὸν αὐτὸν ἐνδυσάμενοι τὸν Ἐμμανουὴλ ἀνατίθεμεν τῷ
55Θεῷ καὶ Πατρὶ τὰ χαριστήρια λέγοντες· «Ἀγαλ‐ λιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με
ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης.» Ἔφη651

69

.

656

δὲ πάλιν νομοθέτης ὣν ὁ Παῦλος· «Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρό‐ νοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν.» Ὁρᾷς ὅπως ἀπαμ‐ φιεννύμενοι τὰ σαρκὸς ὡς αἰχμαλωσίας ἱμάτια λαμ‐
5πρῷ καὶ θείῳ περιβλήματι κεχρήμεθα τῷ Χριστῷ. Αὐτὸς γάρ ἐστιν ὁ τῆς εὐφροσύνης χιτὼν, καὶ τὸ τῆς σωτηρίας ἱμάτιον. Κατεψιλωμένη δὴ οὖν τὴν τρίχα, καὶ περιῃρημένη, φησὶν, ὄνυχάς τε τοὺς ῥυποῦντας καὶ μακροὺς, καὶ τὰ τῆς αἰχμαλωσίας ἐσθήματα,
10τότε δὴ, τότε τὸ σὸν οἰκήσει δωμάτιον, καὶ εἰσοικι‐ σθήσεται μὲν ὡς ἐν τάξει τῆς γεγαμημένης. Πλὴν «κλαύσεται τὸν πατέρα καὶ τὴν μητέρα μηνὸς ἡμέ‐ ρας,» τουτέστι, τῶν οἴκοι διαμεμνήσεται. Καὶ μετὰ τοῦτο εἰσελεύσῃ πρὸς αὐτὴν, καὶ ἔσται σου γυνή.
15Δεῖν γὰρ οἶμαι τοὺς εἰς οἰκειότητα κεκλημένους τὴν ὡς πρὸς Θεὸν, ἀτόπων μὲν ἐννοιῶν καὶ εἰκαίων ἐν‐ θυμημάτων τῶν ἐπί γε τῷ πλημμελεῖσθαί φημι καὶ ῥύπου παντὸς τὸν νοῦν ἀπαλλάττοντας, καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, «τὸν παλαιὸν ἄνθρωπον
20τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης,» προσεδρεύειν ἀπερισπάστως τῷ τετηρηκότι, καὶ εἰς οἰκειότητα τὴν πατρικὴν παραδεξαμένῳ Θεῷ. τὸ γὰρ προσεδρεύειν ἀπερισπάστως παραδηλώσειεν ἂν, οἶμαί που, τὸ «καθίσαι ἐν τῇ οἰκίᾳ σου.» Καὶ γοῦν ὁ μα‐
25κάριος Δαβὶδ, ἄριστόν τε καὶ ὀνησιφόρον ἀληθῶς τὸ χρῆμα εἰδώς· «Μίαν ᾐτησάμην, φησὶ, παρὰ Κυρίου, ταύτην ἐκζητήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου· τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκήπτεσθαι τὸν ναὸν
30τὸν ἅγιον αὐτοῦ.» Σημεῖον δ’ ἂν γένοιτο καὶ μάλα σαφὲς, τοῦ καὶ ἐρηρεῖσθαι τὸν νοῦν, ἀναπεπλῆσθαί τε καὶ ἀγάπης τῆς εἰς Θεὸν, τὸ δεῖν οἴεσθαι καὶ τοῦτο διὰ παντὸς ταῖς θείαις αὐλαῖς ἐμφιλοχωρεῖν. Πλὴν οὐκ ἠγνόησε τῆς ἀνθρώπου διανοίας τὸ μέτρον ὁ Δη‐
35μιουργός. Πῶς γὰρ ἢ πόθεν; Εἴπερ ἐστὶν ἀληθὴς ὁ λέγων, ὅτι «Αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν.» Ἀπο‐ φοιτῶντες μὲν γὰρ τῆς ἐν κόσμῳ ζωῆς, καὶ τῶν τῆς φιλοσαρκίας παθῶν τὸν νοῦν ὑπεξάγοντες, οὐκ εἰσ‐ άπαν ἀνεγκλήτως τοῦτο ποιεῖν εἰθίσμεθα. Ἀσθενοῦ‐
40μεν δέ πως ἐν ἀρχαῖς, καὶ ὑποφέρεται μὲν ὁ νοῦς ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς. Διολισθήσει δ’ ἂν εὐκό‐ λως τῶν ἐν κόσμῳ περισπασμῶν εἰς ἀνάμνησιν· μονονουχὶ δὲ καὶ τὴν πρὸς αὐτὸν οἰκειότητα πολὺ δὴ λίαν ἀσπάζεται· κἂν εἰ κατάγχοι τυχὸν ὁ νόμος,
45καὶ ἀνόπιν ὥσπερ ἀνασυράζοι Θεὸς εἰς προφερεστέ‐ ραν ἡμᾶς καὶ ἀσυγκρίτως ἀμείνω μετακομίζων ζωήν. Ἐπειδὴ γάρ ἐστιν ἀνάντης ἡ ἀρετὴ, λειοτάτη δὲ ὥσπερ ἡ εἰς τὸ φαῦλον ἡμᾶς ἀποφέρουσα τρίβος, ταύτῃ τοι τὸ πονεῖν διωθούμενοι, τὴν ἑτέραν ἴμεν

69

.

656

(50)

εὐκόλως. Τί τοίνυν φησὶν ὁ νόμος; «Κλαύσεται τὸν πατέρα καὶ τὴν μητέρα μηνὸς ἡμέρας·» τουτέστιν, οὐκ εὐθὺς ἀσπαστὸν ποιήσεται τὸ τὴν σὴν ἑστίαν οἰκεῖν· διαμέμνηται δὲ τῶν οἴκοι βραχύ. Συμβαίνει δὲ τοῦτο τοῖς ἐμπίπτουσιν εἰς αἰχμαλωσίαν οἳ κἂν εἰ
55γένοιντο τυχὸν παρὰ τοῖς ἔχουσιν ἐν τιμῇ, κἂν εἰ παρακέοιτό πως αὐτοῖς τὸ τρυφᾷν ἀφθόνως, ἀλλ’
οὖν οἴκου καὶ γεγενηκότων πόλεώς τε τῆς σφῶν,653

69

.

657

ἐφίενται πάλιν καὶ οὐδὲν ἧττόν εἰσι τῶν ἰδίων μνήμονες, καὶ δακρυῤῥοοῦσιν ἔσθ’ ὅτε, πόνου καὶ ἀνίας τὸν οἰκεῖον ἀναπιμπλάντος νοῦν, ὅτι τῆς ἐνεγ‐ κούσης ἐστέρηνται. Τοῦτο συνέβη παθεῖν ταῖς Ἰου‐
5δαίων ἀγέλαις. Λελύτρωνται μὲν γὰρ ἐξ Αἰγύπτου καὶ πικρᾶς δουλείας ἐξῃρημένοι, κέκληνται παρὰ Θεοῦ πρὸς τὴν ἄνωθεν αὐτοῖς καὶ ἐκ πατέρων ἐλευ‐ θερίαν, ἀλλ’ ἦσαν καὶ οὕτω τῶν ἐν Αἰγύπτῳ μνή‐ μονες· καὶ ἔκλαιον λέγοντες· «Ὄφελον ἀπεθάνο‐
10μεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτῳ. Κατεπ‐ εφύοντο δὲ καὶ Μωσέως, λέγοντες· Ἵνα τί ἐξήγαγες ἡμᾶς, ἐν τῇ ἐρήμῳ ταύτῃ;» Ὅτι τοίνυν ἀνάγκη τῆς ἐπαράτου φιλοσαρκίας, καὶ τῆς εἰς κόσμον ζωῆς ἀπαλλαττομένους, δυσαποσπάστως ἔχειν ἐν ἀρχαῖς,
15καὶ ζητεῖν ἔσθ’ ὅτε τὰ ἐν αὐτῷ, πλαγίως ἡμῖν ὑπεμ‐ φαίνει λέγων ὁ νομοθέτης, ὅτι «Κλαύσεται τὸν πα‐ τέρα καὶ μητέρα μηνὸς ἡμέρας.» Καὶ οὐ δὴ πού φαμεν ὅτι κλαίειν αὐτοὺς προστέταχε· συγχωρεῖ δὲ μᾶλλον, καὶ ἀσθενούντων ἀνέχεται. Καὶ ἀνίεσθαι
20δεῖν ἔφη τοῖς πεπονθόσι αὐτὸ τὰ ἐγκλήματα, διά τοι τὸ οὔπω κεκτῆσθαι τὸ τληπαθές. Καὶ γοῦν συγκε‐ χώρηκε τοῦ πάθους κατὰ τὴν ἔρημον τῇ τῶν Ἰου‐ δαίων Συναγωγῇ, καὶ οὐκ εἰς ἅπαν ὠλόθρευσε τοὺς ἡμαρτηκότας, εἰ καὶ ἠγανάκτει χρησίμως. Ὅτι γὰρ
25οὐκ ἀεὶ συγκεχώρηκεν ἀῤῥωστεῖν, καὶ τῆς ἀρχαίας ἡμᾶς οἰκειότητος, τῆς ἐν κόσμῳ φημὶ μνήμας εἰσ‐ δέχεσθαι, παρέδειξεν ἐναργῶς, χρόνους τῷ κλαίειν ἀπονέμων οὐ μακρούς· μηνὸς γὰρ ἡμέρας, τουτέστι καιροῦ περίοδον βραχεῖάν τινα καὶ συνεσταλμένην.
30Τοιοῦτόν τινα νοῦν, καὶ θεῖος ἡμῖν Μελῳδὸς εἰσκε‐ κόμικεν εἰπὼν πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν· «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλίνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ οἴκου τοῦ πατρός σου· ὅτι ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.—
35Κλαύσασα τοίνυν τὸν πατέρα, φησὶν, καὶ τὴν μητέ‐ ρα μηνὸς ἡμέρας, ἔσται σου τότε γυνή.» Ἀπαλλατ‐ τόμενοι γὰρ, ὡς ἔφην, τῆς ἐν κόσμῳ ζωῆς, τότε δὴ, τότε Θεῷ κολλώμεθα, καθ’ ἕνωσιν δηλονότι τὴν πνευ‐ ματικήν. «Ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦ‐
40μά ἐστιν.» Ἀλλ’ ἔσται, φησὶν, «Ἐὰν μὴ θέλῃς αὐτὴν, ἐξαποστελεῖς αὐτὴν ἐλευθέραν, καὶ πράσει οὐ πραθήσεται ἀργυρίου.» Ὅτε γὰρ δεδυσσέβηκεν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ αὐτῷ τὰς χεῖρας ἐπαφεῖσα Χριστῷ, ὅτι πεπαρῴνηκεν εἰς τὸν ἑαυτῆς
45Δεσπότην, τότε μεμίσηται, καὶ γέγονεν ἀνεθέλητος· μονονουχὶ δὲ καὶ τῆς θείας τε καὶ ἱερᾶς ἑστίας ἐξ‐ επέμπετο. Πλὴν εἰς δουλείαν οὐ παραδέδοται, οὐδὲ οἷον πεπραμένη τῷ Σατανᾷ, τοῖς ἐκείνου θελήμασι παντελῶς ὑπενήνεκται· οὐ γὰρ λελάτρευκεν εἰδώλοις, καίτοι τῆς εἰς Χριστὸν οἰκειότητος ἀπολισθή‐

69

.

657

(50)

σας ὁ Ἰσραήλ. Ἀπομεμένηκε δὲ τὸν ἕνα καὶ φύσει Θεὸν ὁμολογῶν τε καὶ προσκυνῶν, καὶ ἀγάπην τετή‐ ρηκε τὴν εἰς Μωσέα καὶ νόμον· οὐ γὰρ ἠθέτησεν αὐτὸν ὁ τῶν ὅλων Θεὸς, ὅτι τῆς πρὸς αὐτὸν οἰκειό‐ τητος ἠξιώθη ποτέ. Τοῦτο γὰρ ἡμᾶς διδάσκει λέγων· «Οὐκ ἀθετήσεις αὐτὴν ὅτι ἐταπείνωσας αὐτήν.» Ταπείνωσιν γὰρ ἐνταῦθά φησι τὴν διαπαρθένευσιν, ἤτοι τῆς πνευματικῆς συναφείας τὸν τρόπον, δῆλον δὲ ὅτι τῆς ἐν Χριστῷ· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ, καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς
55τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
56tΠερὶ τοῦ πολεμοῦντος πρὸς τοὺς ἐναντίους.
57«Ἀναλάβετε ὅπλα καὶ ἀσπίδα,» προσπεφώνηκέ655

69

.

660

τισιν ὁ προφήτης Ἡσαΐας. Παῦλός γε μὴν ὁ σοφώ‐ τατος· «Ἐνδύσασθε, φησὶν, τὴν πανοπλίαν τοῦ Θεοῦ.» Οἱ γὰρ Θεῷ γνώριμοι, καὶ ἀρετῆς ἐρασταὶ, καὶ ταῖς παγκάλαις ἐπιεικείαις σύντροφοι, κατα‐
5στρατεύονται μὲν ὅτι μάλιστα γενικῶς ἁπάσης βε‐ βήλου καὶ σαρκικῆς ἡδονῆς, ἀντεξάγουσι δὲ ὥσπερ ταῖς τοῦ διαβόλου δυστροπίαις, τὸ ἐρηρεισμένον ἐν πίστει, τὸ ἀκατάσειστον εἰς ὑπομονὴν, τὸ εἰς πόνους τληπαθὲς, καὶ τὸ πρόθυμον εἰς φιλεργίαν, τὴν ἐφ’
10ἄπασι δηλονότι τοῖς τεθαυμασμένοις. Ἀλλ’ οὐκ ἂν, οἶμαι, τὶς εἰς τοῦτό ποτε πνευματικῆς εὐῤῥωστίας ἀφί‐ κοιτο μέτρον, ὡς καὶ τὴν οὕτω περιφανῆ καὶ παντὸς ὑπέκεινα θαύματος δόξαν ἑλεῖν, εἰ μὴ Χριστὸν ἔχοι τὸν προασπίζοντα. Συναθλήσει δὲ πάντως, καὶ συν‐
15έσται προθύμως τοῖς τὰ αὐτοῦ φρονεῖν ᾑρημένοις, καὶ τὴν δι’ αὐτοῦ κάθαρσιν ἐκπεπλουτηκόσιν, αὔχη‐ μά τε ποιεῖσθαι μεμελητηκόσι τὸν ὀνειδισμὸν αὐτοῦ. Καὶ γοῦν ὁ θεσπέσιος Ψαλμῳδός· «Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ οὐρανοῦ
20αὐλισθήσεται. Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, βοηθός μου, καὶ ἐλ‐ πιῶ ἐπ’ αὐτόν. Ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους.» Ἀμείνους γὰρ ὅτι τῶν πολεμίων ἐσόμεθα, διασώζοντος τοῦ
25Θεοῦ, πιστὸς ἔσται λέγων αὐτός· «Ὅτι ἐπ’ ἐμὲ ἦλθε, καὶ ῥύσομαι αὐτόν. Κέκραξέ τε πρὸς μὲ, καὶ ἐπακούσομαι αὐτοῦ· μετ’ αὐτοῦ εἰμι ἐν θλίψει· ἐξε‐ λοῦμαι, καὶ δοξάσω αὐτόν.» Ἀλλ’ ὅρα τὸ χρῆμα, καὶ δι’ αὐτοῦ γραφόμενον τοῦ πανσόφου Μωσέως.
30Ἔφη γάρ· «Ἐὰν δὲ ἐξέλθῃς παραβαλεῖν εἰς τὸν πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ φυλάξῃ ἀπὸ παν‐ τὸς πονηροῦ ῥήματος· ἐὰν ᾖ ἐν σοὶ ἄνθρωπος ὃς οὐκ ἔστι καθαρὸς ἐκ ῥύσεως αὐτοῦ νυκτὸς, καὶ ἐξελεύσε‐ ται ἔξω τῆς παρεμβολῆς, καὶ οὐκ εἰσελεύσει εἰς
35τὴν παρεμβολήν. Καὶ ἔσται τὸ πρὸς ἑσπέραν λούσε‐ ται τὸ σῶμα αὐτοῦ ἐν ὕδατι, καὶ δεδυκότος ἡλίου, εἰσελεύσεται εἰς τὴν παρεμβολήν. Καὶ τόπος ἔσται σοι ἔξω τῆς παρεμβολῆς· καὶ ἐξελεύσῃ ἐκεῖ ἔξω· καὶ πάσσαλος ἔσται σοι ἐπὶ ζώνης σου. Καὶ ἔσται
40ὅταν διακαθιζάνῃς ἔξω, καὶ ὀρύξεις ἐν αὐτῷ, καὶ ἀπ‐ αγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου ἐν αὐτῷ. Ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου, ἐξελέσθαι σε, καὶ παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου. Καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ
45ὀφθήσεται ἔν σοι ἀσχημοσύνη πράγματος, καὶ ἀπο‐ στρέψει ἀπὸ σοῦ.» Ἀκούεις ὅτι τοὺς κατανεανιεύεσθαι τῶν ἐχθρῶν καὶ εὐδοκιμεῖν ἐθέλοντας, ἀπαλλάττεσθαι χρὴ παντὸς μολυσμοῦ; Ἡ πάλη γὰρ ἡμῶν, οὐ «πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς

69

.

660

(50)

ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρα‐ νίοις,» αἳ τὸν ἀνθρώπινον ἀκριβῶς κατασκέπτονται βίον, καὶ τῆς ἑκάστου ζωῆς πολυπραγμονοῦσι τὸν τρόπον. Δεῖ δὴ οὖν ἀμώμητόν τε καὶ ἀνεπίληπτον
55ἡμᾶς ποιεῖσθαι τὴν πολιτείαν, ἵνα μὴ τοῖς παρ’ ἐκείνων ἐγκλήμασιν ὑποφέρηται. Καὶ γὰρ καὶ ἐχθρός
ἐστι καὶ ἐκδικητὴς ὁ τῆς ἁμαρτίας πατήρ. Οἱ μὲν657

69

.

661

οὖν ἐν τῷδε τῷ κόσμῳ, νόμῳ πολέμου καὶ μάχης ἀνεγειρόμενοι τοῖς ἐχθροῖς, τὰς εἰς σῶμα πληγὰς ἤτοι δέχονται τυχὸν, ἤγουν ἑτέροις ἐπάγουσιν. Ἡμεῖς δὲ οὐχ οὕτω· «Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρ‐
5κικὰ,» κατὰ τὸ γεγραμμένον. Οὐκοῦν οὐδὲ εἰς σάρκα πληττόμεθα, ἀλλ’ εἰς νοῦν καὶ καρδίαν εἰσδεχόμενοι τὰς ἐπιθυμίας, καὶ εἰς τὰ τῆς φιλοσαρκίας διαπίπ‐ τοντες πάθη. Χρὴ τοίνυν ἡμᾶς παντευχίαις ἐνηρμό‐ σθαι ταῖς πνευματικαῖς, καὶ τῇ ἄνωθεν χάριτι περι‐
10φράττεσθαι, καὶ εἰς ὅσον οἷόν τε τὸν νοῦν ἔξω βέλους νοητοῦ ποιεῖσθαι παντός. Περιεσόμεθα γὰρ ὡδὶ τῶν ἀνθεστηκότων, καὶ πέρα παντὸς ἱέντες πάθους, ἀδιαλώβητον τῷ Θεῷ τὸ τῆς ψυχῆς τηρήσομεν κάλ‐ λος. Ταύτῃ τοι φησὶν ὁ νόμος· «Ἐὰν δὲ ἐξέλθῃς παρ‐
15εμβαλεῖν εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ φυλάξῃ ἀπὸ παντὸς ῥήματος πονηροῦ,» τουτέστιν, αἰτίας ἁπάσης ἀποτάτω ποίει σαυτὸν, μηδεὶς ἔσται κατὰ σοῦ λόγος ἀληθὴς ἐπ’ αἰσχίῳ τε καὶ διαβεβλη‐ μένῳ πράγματι, παραιτοῦ τὴν κατάῤῥησιν τὴν ἐφο‐
20τῳοῦν καὶ ἀργείτω κατὰ σοῦ πᾶν ῥῆμα πονηρόν. Ὅτι δὲ ἡμᾶς καὶ τῆς σαρκικῆς ἀκαθαρσίας ἀποφορ‐ τίζεσθαι χρὴ τὰ ἐγκλήματα, παρέδειξεν αἰνιγματω‐ δῶς, τὸν ἐκ ῥύσεως αὐτοῦ μεμολυσμένον ἔξω μὲν ἰέναι τῆς παρεμβολῆς ἐπιτάττων ἀπολούεσθαι δεῖν
25ὕδατι πρὸς ἑσπέραν, ὑπονοστεῖν δὲ οὕτως οἴκοι τε λοιπὸν, καὶ εἰς αὐτὴν, εἰ βούλοιτο, τὴν παρεμβολήν. Εἶτα τί τὸ χρῆμα, καὶ τίς ἂν γένοιτο τῶν τοιούτων ὁ νοῦς, διειπεῖν πειράσομαι. Εἰ γὰρ γένοιτό τις ἀν‐ θρώπινος μολυσμὸς βραχὺ πρὸς τὸ ἄναγκες τοῦ νοῦ
30διανενευκότος, καὶ ἀνέντος εἰσβολὴν ταῖς εἰς τὸ φαῦ‐ λον ἐπιθυμίαις, ὅσον μὲν ἧκεν εἰς τοῦτο τῆς τῶν ἁγίων πληθύος ἀπονοσφίζεσθαι δεῖν, δεδικαίωκεν ὁ Δεσπότης, καὶ τοῖς ἀκαθάρτοις τὸν καθαρὸν οὐκ ἐᾷ συναυλίζεσθαι. Ἀφίησι γὰρ οὐδαμῶς ἀνεπίπληκτον
35ἐν ἡμῖν τὴν καταφθείρουσαν ἁμαρτίαν. Ἀλλ’ εὐρή‐ σομεν ἐν Χριστῷ τὴν κάθαρσιν, ὕδατί τε διαγνιζό‐ μενοι, κατά γέ φημι τὸ, «Λούσασθε, καθαροὶ γίνε‐ σθε.» Τοῦτο δρῶντες τὸ πρὸς ἑσπέραν, τουτέστιν, ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς· ὃ δὴ καὶ πεπερασ‐
40μένον κατίδοι τις ἂν ἐπὶ ταῖς τῶν ἁγίων ἀγέλαις. Οἱ γὰρ ταῖς ἐκτόποις φιλοσαρκίαις μεμολυσμένοι, οἱ τῆς τῶν ἁγίων πληθύος καὶ παρεμβολῆς ἔξω μένοντές ποτε, οἱ πόῤῥω που τῆς ἱερᾶς ἀγέλης, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος πεπλουτηκότες κάθαρσιν,
45γεγόνασιν ἐγγὺς οἱ μακρὰν, κοινωνοὶ τῶν ἁγίων ἀπο‐ δεδειγμένοι, καὶ συμπολῖται λοιπὸν καὶ συμμέτοχοι τῆς ἐλπίδος, ἐν καιρῷ δηλονότι τῆς ἐπιδημίας τῆς οἱονεί πως ἐν ἑσπέρᾳ καὶ πρὸς αὐταῖς γενομένης ταῖς τοῦ παρόντος αἰῶνος δυσμαῖς. Δεῖν μὲν οὖν ἔφη, τοὺς

69

.

661

(50)

τὴν ἐν Χριστῷ κάθαρσιν ἐμπορευομένους ἀποκρού‐ εσθαι φιλεῖν τὰ ἐκ τῆς φιλοσαρκίας ἐγκλήματα. «Ἀλλ’ ἔσται σοι, φησὶν, καὶ τόπος ἔξω τῆς παρεμ‐ βολῆς, καὶ ἐξελεύσῃ ἐκεῖ ἔξω, καὶ πάσσαλος ἔσται ἐπὶ τῆς ζώνης σου. Καὶ ἕσται ὅταν διακαθιζάνῃς
55ἔξω, καὶ ὀρύξεις ἐν αὐτῷ· καὶ ἐπαγαγὼν κατακα‐ λύψεις τὴν ἀσχημοσύνην σου ἐν αὐτῷ. Ὅτι Κύριος ὁ
Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου, ἐξελέ‐659

69

.

664

σθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖ‐ ράς σου. Καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος. Παραιτεῖ‐ σθαι γὰρ ὅτι μάλιστα πᾶν εἶδος ἀκαθαρσίας πρέποι
5ἂν, ὡς ἔφην, τοὺς κατανδρίζεσθαι τῶν νοητῶν ἐπιθυ‐ μοῦντας ἐχθρῶν. Ἐπειδὴ δὲ πολλὰ πταίομεν ἅπαν‐ τες, καὶ νοσεῖ μὲν ἡ ἀνθρώπου φύσις τὸ εὐόλισθον εἰς τὸ πλημμελὲς, «συνίησι δὲ οὐδεὶς παραπτώμα‐ τα,» κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν· εἰ δὲ γένοιτο,
10φησὶ, μιᾷ τῶν ἐμφύτων καὶ ἐν ἡμῖν ἀκαθαρσιῶν μο‐ νονουχὶ περιθραύεσθαι, καὶ ἁλίσκεσθαί τι νενοσηκό‐ τας τῶν ἔξω νόμου καὶ ζωῆς ἁγιοπρεποῦς· ἐνοικεῖ γὰρ τοῖς μέλεσι τῆς σαρκὸς τῆς ἁμαρτίας ὁ νόμος, πρῶτον μὲν, μὴ ἐναργῶς καὶ ἀκρύπτως, μήτε μὴν
15ἐν ὄψει πολλῶν τὰ ἐκ τῆς ἀῤῥωστίας παρακείσθω πταίσματα· ἀλλ’ οἷον ἔξω καὶ λεληθότως, καὶ ὡς ἀνωτάτω τῆς παρεμβολῆς, εἶτα ταῖς ἐπανορθοσίαις τούτων καλυπτέσθω, φησί· «Σοφοὶ γὰρ κρύψουσι τὰς ἑαυτῶν αἰσχύνας,» κατὰ τὸ γεγραμμένον. Καταλή‐
20γοντες δὲ τῶν πλημμελημάτων, καὶ ταῖς εἰς τὸ ἄμει‐ νον ῥοπαῖς ἀναστοιχειοῦντες τρόπον τινὰ τὸν νοῦν, εἰς τὸ δεῖν ἑλέσθαι τὸ ὠφελοῦν, ἐκ μέσου ποιούμεθα τῶν ἤδη προεπταισμένων τὸ ἀκαλλὲς, καὶ τὴν κά‐ κοσμον ἁμαρτίαν ταῖς τῶν ἐφεξῆς εὐωδίαις νικήσαν‐
25τες, εἰσελευσόμεθα πάλιν εἰς τὴν τῶν ἁγίων παρεμ‐ βολὴν, τουτέστιν, εἰς τὴν τῶν πρωτοτόκων Ἐκκλη‐ σίαν. Ἐν Χριστῷ δὲ καὶ τοῦτο διαπεραίνεται. Καὶ τίνα τρόπον; Εἰ λάβοιμεν τὸν ἑαυτῶν σταυρὸν, κατὰ τὴν αὐτοῦ φωνὴν, γοργῷ καὶ εὐζωνοτάτῳ κεχρη‐
30μένοι φρονήματι. Τὸ γὰρ ἔχειν ἡμᾶς ἐπὶ τοῦ ζωστῆ‐ ρος πάσσαλον, ἤγουν τὸ ξύλον, τοῦτο δή που τάχα πλαγίως ἡμῖν ὑπαινίττεται. Πνευματικὸς οὖν ὁ νόμος, καὶ τῶν νοητῶν τὴν ὑποτύπωσιν ποιεῖσθαι φιλεῖ τὰ σωματικά. Οὐ γάρ ἐσμεν ἐν ἀκαθαρσίαις, ἐν ὀφθαλ‐
35μοῖς τοῦτο πεποιηκότος Θεοῦ, εἰς ἀφεδρῶνας ἱέντες, καὶ περιττωμάτων τῶν ἀπὸ γαστρὸς ἑαυτοὺς ἀπαλ‐ λάττοντες. Ἀλλ’ ὡς ἔφην ἀρτίως, τύποι καὶ εἰκόνες τῶν νοητῶν εἶεν ἂν καὶ τὰ ἐν αἰσθήσει κείμενα. Δεῖ δὴ οὖν ἡμᾶς καταχωννύειν τὰς ἀκαθαρσίας· ὅτι «Κύ‐
40ριος ὁ Θεὸς περιπατεῖ ἐν τῇ παρεμβολῇ.» Ἐνοικεῖ γὰρ ἐν ἡμῖν καὶ ἐμπεριπατεῖ Χριστός· κἂν ἄσχημον ἴδῃ πρᾶγμα καὶ ἀκαλλὲς ἐν ἡμῖν, ἐπανίσταται πα‐ ραχρῆμα, «Ἅγιον γὰρ Πνεῦμα σοφίας φεύξεται δό‐ λον, κατὰ τὸ γεγραμμένον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων.» Εἰ δὲ εὑρίσκει καθαροὺς καὶ
45διεσμηγμένους, καὶ παθῶν ἀμείνους καὶ μολυσμῶν, ἐνοικήσει προθύμως, καὶ ἐκ χειρὸς ἐχθρῶν ἀπαλ‐ λάξει. Τοιγάρτοι φησίν· «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.» Καὶ πάλιν· «Ἐξέλθετε ἐκεῖθεν, καὶ ἀκα‐ θάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι, λέγει Κύριος.» Ἐκκεκαθαρμένους γὰρ οὕτω προσδέξεται χαίρων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
50tΠερὶ τῶν λίθων κεκονιαμένων.
51 αʹ. Σοφὸς ἦν ἄγαν ὁ θεσπέσιος Παῦλος παιδαγω‐ γεῖσθαι λέγων τοὺς ἀρχαιοτέρους διὰ τῶν Μωσέως γραμμάτων ἐπὶ τὸ Χριστοῦ μυστήριον. Ἔχει γὰρ ὧδε τὸ χρῆμα, καὶ ἀληθὴς ὁ λόγος. Περιτρέποντες μὲν
55γὰρ εἰς ἀλήθειαν τὰ διὰ Μωσέως τεθεσπισμένα παγ‐
κάλην οὖσαν ἐν αὐτοῖς τὴν θεωρίαν εὑρήσομεν. Καὶ661

69

.

665

ἀπρὶξ ὥσπερ ἡμμένοι τοῦ γράμματος, καὶ τῶν ἐν τύποις οὐ μεθιέμενοι λοιπὸν, ἀκουσόμεθα τοῦ προ‐ φήτου λέγοντος· «Λίαν ἐβαθύνατε εἰς κάθισιν.» Οὐδὲν γὰρ ἐγηγερμένον καὶ ὀνησιφόρον ἀληθῶς ἔν
5γε ταῖς σκιαῖς εὑρήσομεν· ἀνέγκλητον δὲ παντελῶς ἀποφανοῦμεν τὴν ἐντολήν. Ταύτῃ τοι καὶ ὁ θεσπέσιος Μωσῆς κάλυμμα ἐτίθει ἐπὶ τὸ πρόσωπον αὐτοῦ, κα‐ τασημαίνων, οἶμαί που, τοῖς νουνεχεστέροις, ὅτι δι‐ πλοῦς ὁ νόμος· καὶ ἔστι μὲν ἐσωτάτω τὸ ἀληθές·
10ἐπενήνεκται δὲ προσώπου δίκην ἡ σκιὰ, καὶ περιττὸν ἐπίβλημα τοῖς κεκρυμμένοις ἐστὶ τὰ ἐξωφανῆ. Διδά‐ σκει τοίνυν ἡμᾶς ἐν τῷ Δευτερονομίῳ Μωσῆς, ὅτι τῆς νέας καὶ ἐν Χριστῷ διαθήκης οἱ μυσταγωγοὶ, λαλήσουσι μὲν κατὰ καιροὺς τὸν δι’ αὐτοῦ λόγον,
15παιδαγωγήσουσι δὲ πρὸς ἀλήθειαν, καὶ φανερωτέραν τοῦ γράμματος ποιήσονται τὴν ἀφήγησιν, πνευμα‐ τικώτερον ἑρμηνεύοντες. Γέγραπται δὲ οὕτω· «Καὶ προσέταξε Μωσῆς καὶ ἡ γερουσία Ἰσραὴλ, λέγων· Φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐντέλλο‐
20μαι ὑμῖν σήμερον· καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ἰορδάνην, εἰς τὴν γῆν ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, καὶ στήσεις σεαυτῷ λίθους μεγάλους, καὶ κονιάσεις αὐτοὺς κονίᾳ, καὶ γράψεις ἐπὶ τῶν λίθων πάντας τοὺς λόγους τοῦ νόμου τούτου, ὡς ἂν δια‐
25βῆτε τὸν Ἰορδάνην, ἡνίκα ἂν εἰσέλθῃς εἰς τὴν γῆν ἢν Κύριος ὁ Θεὸς τῶν πατέρων σου δίδωσί σοι, γῆν ῥέουσαν γάλα καὶ μέλι, ὃν τρόπον εἶπε Κύριος ὁ Θεὸς τῶν πατέρων σου σοί. Καὶ ἔσται ἐὰν διαβῆτε τὸν Ἰορδάνην, στήσετε τοὺς λίθους τούτους, οὓς ἐγὼ
30ἐντέλλομαι σήμερον, ἐν ὄρει Γαιβάλ· καὶ κονιάσεις αὐτοὺς κονίᾳ· καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου· θυσιαστήριον ἐκ λίθων· οὐκ ἐπιβαλεῖς ἐπ’ αὐτοὺς σίδηρον. Λίθους ὁλοκλήρους οἰ‐ κοδομήσεις τὸ θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου. Καὶ
35ἀνοίσεις ἐπ’ αὐτοὺς ὁλοκαυτώματα Κυρίῳ τῷ Θεῷ σου, καὶ θύσεις θυσίαν σωτηρίου, καὶ φάγῃ, καὶ ἐμπλησθήσῃ καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου. Καὶ γράψεις ἐπὶ τῶν λίθων τούτων πάντα τὸν νόμον τοῦτον.» Ἄθρει δή μοι πάλιν ὅτι ποιεῖσθαι
40προστέταχεν οὐ πάρεργον τοὺς ἐπί γε τοῖς ἐσομένοις παρ’ αὐτοῦ λόγους, πλείστης ὅσης ἐπιμελείας αὐτοὺς ἀξιοῦν. Οὗτοι δὲ ἦσαν, οἱ παρὰ τῶν ἁγίων ἀποστόλων. Ἕκαστα δὲ ἂν μέρος ὡς ἔνι διατρανοῦν εὖ μάλα πειράσομαι. βʹ. Εἰ γὰρ γένοιτο, φησὶ, διαβῆναι ἡμᾶς τὸν Ἰορ‐
45δάνην, εἰσελάσαι δὲ καὶ εἰς τὴν τριπόθητον τῆς ἐπαγ‐ γελίας γῆν, τότε δὴ, τότε μεγάλους ἐφ’ ὑψηλοῦ θέν‐ τες λίθους, κονιάσετε μὲν αὐτοὺς, ἐγγράψετε δὲ πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα. Λίθοι μὲν οὖν οἱ με‐ γάλοι καὶ ὑψοῦ τεθειμένοι, τῶν ἁγίων ἡμῖν ἀποστό‐

69

.

665

(50)

λων σημαίνουσι τὸν χορὸν, οἳ μεγάλοι καὶ ὑψηλοὶ καὶ περίοπτοι κατὰ τὸ ἀληθές εἰσιν. Ὅσον γὰρ ἧκεν εἰς ἀρετὴν, καὶ εἰς αὐχήματα πολιτείας τῆς ἐν Χρι‐ στῷ, τὸ ἰσοστατοῦν ἐν τούτοις οὐδέν. Εὑρίσκομεν γὰρ ἐν ταῖς ὑπεροχαῖς ἀνεστηκότας τοὺς καθ’ ἡμᾶς,
55καὶ πολὺ δὴ λίαν ὑπερκειμένους. Τίς γὰρ, εἰπέ μοι, νοῦν ἔχων περὶ τῶν ἴσων ἁμιλλήσεται τοῖς ἱεροῖς
ἐκείνοις καὶ διαβοήτοις ἀνδράσιν, οὓς καὶ φίλους663

69

.

668

ἰδίους ὠνόμασεν ὁ Χριστός; «Οὐκέτι γὰρ, φησὶ, λέγω ὑμᾶς δούλους· ὑμεῖς φίλοι μού ἐστε.» Φῶς δὲ αὐτοὺς τοῦ κόσμου, καὶ ἅλας τῆς γῆς ὠνόμασε, καὶ τοῖς ἰδίοις καὶ αὐτῷ πρέπουσιν ἀξιώμασι κατηγλαϊσμένους
5ὁρᾶσθαι προστέταχεν· εὐεργέτας ἐτίθει, καὶ ἰατροὺς ἀπέδειξεν οἰκουμενικοὺς, λέγων· «Ἀσθενοῦντας θεραπεύετε, δαιμόνια ἐκβάλλετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.» Μεγάλοι δὴ οὖν οἱ λίθοι, καὶ ὥσπερ ἐν ὄρει κείμενοι.
10Τὸ γὰρ τῆς δόξης περιφανὲς καὶ τὸ ἐν εὐκλείᾳ πε‐ ρίοπτον, ὑψοῦ δὴ λίαν καὶ ὥσπερ ἐν ὄρει κειμέ‐ νους φαίνεσθαι ποιεῖ. Ἀλλὰ τίνες ἂν εἶεν οἱ ἱστάντες τοὺς λίθους; Οἱ διαβαίνοντες τὸν Ἰορδά‐ νην. Οἱ εἰς ἅγιον Χριστὸν πιστεύσαντες, καὶ τὴν
15διὰ τοῦ ἁγίου βαπτίσματος καταπλουτοῦντες χά‐ ριν. Οὗτοι δὴ πάντως ἐφ’ ἑαυτοῖς ἀνιστᾶσι διδασ‐ κάλους καὶ μυσταγωγοὺς, τοῦ Σωτῆρος ἡμῶν τοὺς μαθητὰς, τοὺς ἁγίους ἀληθῶς καὶ ἀπολέκτους λίθους, περὶ ὧν ἡμῖν λόγιον ἔφη προφητικόν· «Ὅτι λίθοι
20ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς.» Μονονουχὶ γὰρ κατ‐ εκυλίσθησαν τοῖς ὑπ’ οὐρανὸν, οἱ θεσπέσιοι μαθηταὶ, περινοστοῦντες τὴν οἰκουμένην, καὶ τοῖς ἁπανταχῆ τῆς ἐνούσης αὐτοῖς εὐσεβείας δεικνύντες τὸ κάλλος, καὶ τὸν ἀληθῆ μαργαρίτην διακηρύττοντες, τὸν ἕνα
25καὶ πολυτίμητον λίθον, τουτέστι, τὸν Χριστόν. Κε‐ κονιαμένοι δὲ οἱ λίθοι γραφὴν ἔχουσι, τὸν νόμον σαφῶς σφόδρα. Ἐν γὰρ τοῖς ἁγίοις ἀποστόλοις λευκῶς καὶ ἀναφανδὸν τὰς ἐν νόμῳ θεωρίας εὑρήσομεν, οὐκέτι τῷ γράμματι κατεσκιασμένας, οὐδὲ ἀμυδρὸν ἐχούσας
30ἐπίβλημα τὴν σκιὰν, λαμπρὰς δὲ καὶ καθαράς. Πνευματικὴ γὰρ τῶν ἁγίων ἡ παίδευσις. Λαλοῦσι δὴ οὖν λαμπρῶς τὸν νόμον. Καὶ τοῦτο, οἶμαι, ἔστι, κε‐ κονιαμένοις τοῖς λίθοις ἐγγράφειν αὐτὸν σαφῶς σφόδρα, κατὰ τὸ γεγραμμένον. Ἀνατιθεμένων δὲ
35τῶν λίθων, ἐφ’ οἷς ἦν ὁ νόμος, ἀναδείμασθαι δεῖν ἔφη θυσιαστήριον ἐξ ἑτέρων ὁλοκλήρων λίθων, τουτέστιν, ἀδιατμήτων, καὶ ταῖς ἐκ σιδήρου πληγαῖς οὐκ ἠδικη‐ μένων. Καὶ τίς ἂν γένοιτο καὶ τοῦδε λόγος; Λίθος μὲν γὰρ «Ἀκρογωνιαῖος ἔντιμος» ὁ Χριστός· τέ‐
40θειται δὲ καὶ εἰς τὰ θεμέλια Σιών. Ὑπ’ αὐτῷ γὰρ ἐρηρείσμεθα, καὶ ὑποβάθραν ὥσπερ τινὰ λαβόντες αὐτὸν ἀσφαλῆ καὶ ἀκράδαντον. Καὶ ἡμεῖς ὡς λίθοι ζῶντες ἐποικοδομούμεθα, οἶκος πνευματικὸς, εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον Θεοῦ ἐν πνεύματι. Ἀλλ’
45οὐδὲν ἧττόν ἐσμεν καὶ οἱονεί τι θυσιαστήριον, συν‐ αγηγερμένοι μὲν καθ’ ἕνωσιν τὴν πνευματικὴν, καὶ τὴν ἐν Χριστῷ πίστιν εὐωδιάζοντες, προσκομίζοντες δι’ αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ καθάπερ ἐν τάξει τῶν εὐοσμοτάτων θυμιαμάτων τὰ ἐξ ἀρετῶν αὐχήματα.

69

.

668

(50)

Καὶ γοῦν ἡμῖν ὁ θεσπέσιος ἐπιστέλλει Παῦλος· «Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» Λίθοι δὴ οὖν καὶ ἡμεῖς αὐτοὶ, πλὴν ὁλόκλη‐ ροι καὶ ἀπλῆγες. Οἱ γὰρ αὐτὸν, ὡς ἔφην, εὐωδιά‐
55ζοντες τὸν Χριστὸν, ὁλοτελῆ ποιοῦνται τῆς ἑαυτῶν
διανοίας τὴν καθιέρωσιν· οὐ μεμερισμένοι πρὸς665

69

.

669

τὰ ἐν κόσμῳ, οὔτε μὴν τὰ ἐκ τῆς βεβήλου καὶ βδε‐ λυρᾶς ἁμαρτίας ἔτι φοροῦντες τραύματα· ἀλλ’ ὥσπερ ἐστὶν ἀμέριστος ὁ Χριστὸς, οὕτω καὶ αὐτοὶ μονότρο‐ ποί τε καὶ ἀληθεῖς· Θεῷ μὲν μόνῳ προσκείμενοι,
5παραιτούμενοι δὲ μερίζεσθαι δοκεῖν εἰς τὰ σαρκός τε καὶ κόσμου. Οὔτως ἑαυτὸν ἀναθεὶς, ὁ ἱερὸς γρά‐ φει Παῦλος· «Ἐμοὶ γὰρ τὸ ζῇν, Χριστὸς, καὶ τὸ ἀπο‐ θανεῖν, κέρδος.» Μεμνῆσθαι δὲ ἀναγκαῖον, ὡς τὸν αὐτὸν ἡμῖν ἐν ἑτέροις κατεχρησμῴδησε νόμον, οὕτω
10λέγων· «Ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιήσῃς μοι, οὐκ οἰκοδομήσεις αὐτοὺς τμητοὺς, τὸ γὰρ ἐγ‐ χειρίδιόν σου ἐπιβέβληκας ἐπ’ αὐτὸ, καὶ μεμίανται.» Ὁλόκληροι δὴ οὖν καὶ ἀπλῆγες οἱ λίθοι κατά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους. «Ἀλλὰ φάγῃ,
15φησὶ, καὶ ἐμπλησθήσῃ ἐκεῖ, καὶ εὐφρανθήσῃ ἔναντι Κυρίου τοῦ Θεοῦ σου.» Τοῖς γὰρ εἰς τοῦτο λοιπὸν ἀφιγμένοις εὐκλείας, ὡς εὐωδιάζειν δύνασθαι τὸν Χριστὸν, ἁρμόσειεν καὶ σφόδρα εἰκότως, καὶ τὸ τῆς ἱερᾶς καὶ θείας ἀναπίμπλασθαι τροφῆς, καὶ μὴν καὶ
20εὐφραίνεσθαι νοητῶς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. Διαπε‐ ραίνεται δὲ καὶ τοῦτο ταῖς μυστικαῖς εὐλογίαις κεχρημένων ἐν Ἐκκλησίαις τῶν πεπιστευκότων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· δι’ οὖ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
24tΠερὶ ἐκλογῆς τοῦ Ἰησοῦ.
25 αʹ. Ὀρθῶς δὴ σφόδρα συνεὶς ὁ σοφὸς Ἰωάννης, καὶ τὸ Χριστοῦ μυστήριον, καὶ τῆς Μωσέως διακο‐ νίας τὸ μέτρον, προσπεφώνηκε λέγων, ὅτι «Ὁ νό‐ μος διὰ Μωσέως ἐδόθη· ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.» Ἀλλ’ ἦν μὲν ὁ νόμος ἕτοι‐
30μος εἰς ὀργὴν, καὶ τοῖς παραβαίνουσιν εὐθὺς καὶ ἀμελητὶ πικρὰς ἐπετίθει δίκας· ἁπαξαπλῶς κατ‐ ηγόρει τῆς φαυλότητος, καὶ τῆς ἁμαρτίας ἐποιεῖτο τὴν κατάῤῥησιν. «Ἁμαρτία γὰρ, φησὶν, οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου.» Καὶ πάλιν· «Τὴν ἁμαρτίαν οὐκ
35ἔγνων, εἰ μὴ διὰ νόμου.» Πλημμελημάτων δὲ ἡμᾶς ἀνίησιν ὁ Χριστός. Δικαιοῖ γὰρ ἐν χάριτι, καὶ ἁγιάζει τοὺς πεπιστευκότας, καὶ τῶν πάλαι τοῖς πατράσιν ἐπηγγελμένων εἰσκομίζει τὸ πέρας. Ὅτι δέ ἐστιν ἐπ’ ἀμφοῖν ἀληθῆ, σαφηνιεῖ πάλιν ὁ Παῦλος, ὡδὶ
40γεγραφώς· «Τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.» Γράμμα μὲν γὰρ ὀνομάζει τὴν ἐν νόμῳ σκιάν· πνεῦμα δὲ αὖ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν, φημὶ δὴ τὴν εὐαγγελικήν· ἣν τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην κεκαινούργηκεν ὁ Χριστός.
45Ἐπειδὴ γὰρ οὐκ ἦν ἄμεμπτος ἡ πρώτη, ταύτῃ τοι λοιπὸν ἀναγκαίως καὶ ὁ τῆς δευτέρας ἐζη‐ τήθη τόπος. Καὶ τὴν μὲν ἐπαλαίου Θεὸς, καινὴν ὑπ‐ ισχνούμενος. Συνεσταλμένου δὲ ὥσπερ Μωσέως καὶ ἐκ μέσου λοιπὸν γεγονότος, ἀνέφυ τρόπον τινὰ, καὶ

69

.

669

(50)

καθηγητὴς ἐφ’ ἡμῶν ἀνεδείχθη Χριστὸς, δι’ οὗ καὶ ἐν ᾧ, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσκεκο‐ μισμένοι τὴν τοῖς ἀπεράντοις αἰῶσι συντρέχουσαν εὐημερίαν ἀποληψόμεθα, τὴν εὐαγῆ καὶ ὁσίαν, καὶ πάσης αἰτίας ἀπηλλαγμένην διαβιοῦντες ζωήν.
55Πεπαιδαγώγηκε καὶ πρὸς τοῦτο οὕτως ἡμᾶς διακεῖ‐
σθαι καὶ φρονεῖν αὐτὰ τὰ διὰ Μωσέως τοῖς πάλαι τε‐667

69

.

672

θεσπισμένα. Γέγραπται γὰρ ὡδί· «Καὶ ἐκάλεσε Μωσῆς Ἰησοῦν, καὶ εἶπεν αὐτῷ ἔναντι παντὸς τοῦ Ἰσραήλ· Ἀνδρίζου καὶ ἴσχυε. Σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν, ἣν ὤμοσε
5Κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κληρονομήσεις αὐτὴν αὐτοῖς. Καὶ ἔσται Κύριος ὁ συμπορευόμενός σοι μετὰ σοῦ. Οὐ μὴ ἀνήσει σε, οὐδὲ μὴν ἐγκαταλίπῃ σε. Μὴ φοβοῦ, μηδὲ δειλία.» Μέλ‐ λοντος ἀπαίρειν πραγμάτων τοῦ παναρίστου Μωσέως
10καὶ εἰς τὰς ἄνω λοιπὸν μεθαρμόζεσθαι μονὰς, ἀνταν‐ ίσταται τρόπον τινὰ καὶ διαδέχεται τὴν ἡγεμονίαν ὁ θεσπέσιος Ἰησοῦς. Καταλήγοντος γὰρ ὥσπερ τοῦ παλαιοῦ καὶ ἀρχαίου γράμματος καὶ τῆς ἐν νόμῳ λατρείας, καθάπερ ἤδη προεῖπον, μονονουχὶ καὶ συν‐
15εσταλμένης, καταπεφοίτηκε πρὸς ἡμᾶς ἐξ οὐρανῶν ὁ Μονογενὴς, «καὶ ἐν εἴδει γέγονε τῷ καθ’ ἡμᾶς.» Ὁ δὲ τῶν ὅλων κατεξουσιάζων Θεὸς ὡς ὁ πρεσβύτατον ἔχων τὸ ἐπὶ τόδε λαμπρὸν ἀξίωμα, σκήπτεται χρη‐ σίμως διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν τὸ εἰς ἀρχὰς βα‐
20σιλείας καλεῖσθαι δοκεῖν. Τοιγάρτοι καὶ ἔφασκεν· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ·» δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρὸς, «ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Εἴκοντα δὴ οὖν τῇ τοῦ Χριστοῦ δόξῃ Μωσέα, μηδεὶς εἰς μέσον
25ἀγέτω πάλιν· μὴ κρατείτωσαν οἱ τύποι, μήτε μὴν ἀναμοχλευέσθω πρός τινος ἡ σκιά. «Τὰ ἀρχαῖα παρ‐ ῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Ἢ εἴπερ τις ἕλοιτο τοῦτο δρᾷν, ἴστω τὴν θείαν ἀτιμάζων οἰκονο‐ μίαν, καὶ τῷ Θεῷ δοκοῦν ἀποβιαζόμενος, καὶ τὸ
30σεπτὸν καὶ μέγα παραλύων μυστήριον. Ὁ γὰρ τύ‐ ποις ἔτι προσκείμενος μετὰ τὴν ἀνάδειξιν Ἰησοῦ, καταλόγων μὲν τῶν ἱερῶν ὡς ἀπωτάτω κείσεται· ἀπόκληρος δὲ καὶ ἀμέτοχος παντελῶς τῶν διὰ Χριστοῦ χαρισμάτων ἀποδειχθήσεται. Τοῦτό τοι παθόντας τῶν
35ἐν Γαλατίᾳ τινὰς ἐλέγχει σαφῶς ὁ θεσπέσιος γράφων Παῦλος· «Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκηνεν; οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυ‐ ρωμένος. Τοῦτο μόνον ἐθέλω μαθεῖν ἀφ’ ὑμῶν. Ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως;
40Οὕτως ἀνόητοί ἐστε, ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε;» Εἶτα τούτοις προσεπάγει πάλιν· «Ἀπηλλοτριώθητε ἀπὸ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε. Τῆς χάριτος ἐξεπέσατε. Ἡμεῖς γὰρ διὰ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.» Πιστὸς
45μὲν γὰρ ἀληθῶς, καὶ τῶν ὅτι μάλιστα διαπρεπεστά‐ των, ὁ μέγας Μωσῆς. Ἀλλ’ ἦν οἰκέτης, καὶ τοῦτο αὐτοῦ μέτρον, μεσίτης καὶ διάκονος τοῦ κατακρίνον‐ τος νόμου. Ἐπεδήμησε δὲ ὁ τούτου Δεσπότης, καὶ εἰσκεκόμικεν ἡμῖν τὴν δικαιοῦσαν χάριν. Ἠρεμείτω τοίνυν ὁ νόμος, ὁ τῆς ἁμαρτίας κατήγορος, ἡ τῆς

69

.

672

(50)

κατακρίσεως διακονία, δι’ οὗ τὰ πάντα συνέκλεισεν εἰς ἁμαρτίαν ὁ Θεὸς, ἵνα τοὺς πάντας ἐλεήσῃ, κατὰ τὸ γεγραμμένον. βʹ. Ἀλλὰ τί πρὸς Ἰησοῦν ὁ μέγας ἔφη Μωσῆς; «Ἀνδρίζου καὶ ἴσχυε. Σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώ‐ που τοῦ λαοῦ τούτου εἰς τὴν γῆν, ἢν ὤμοσε Κύριος
55τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κληρονο‐
μήσεις αὐτὴν αὐτοῖς.» Ὅρα τοίνυν τοῦ νόμου τὴν669

69

.

673

προαγόρευσιν. Οὐκ ἠγνόησεν ὁ Μωσῆς τοῦ Σωτῆρος τὴν δόξαν, τὴν ἀσύγκριτον, ὑπεροχὴν τὴν κατὰ παν‐ τὸς ἁγίου, μᾶλλον δὲ ἁπάσης κτίσεως λογικῆς. Ἔγνω τὴν ἄμαχον χεῖρα, τὴν παναλκῆ καὶ ἀκαταγώνιστον
5ἐξουσίαν, μονονουχὶ δὲ καὶ κατατεθήπει βλέπων πί‐ πτοντας ἐχθροὺς, ἀτονοῦντα θάνατον, φεύγοντα Σα‐ τανᾶν, καὶ τὸν ἀνίκητον πάλαι καὶ δυσκαταγώνιστον θῆρα περιδεῆ καὶ ἡττώμενον, ἐμφραττόμενον τῆς ἁμαρτίας τὸ στόμα, λεπροὺς ἐκκεκαθαρμένους, κα‐
10ταπεφρικότας δαίμονας, καὶ θάλασσαν ἀγριαίνουσαν, ἑνὶ κατευναζομένην ῥήματι. Οὐκ ἠγνόησεν ὅτι δεδι‐ καίωκεν ὁ δι’ αὐτοῦ νόμος οὐδένα· καὶ γὰρ ἦν ἀμή‐ χανον αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίαν. Ἀπαλλάξει δὲ τὴν οἰκουμένην ὁ Κύριος ἡμῶν Ἰησοῦς
15Χριστὸς τῶν ἀρχαίων αἰτιαμάτων, καὶ ἐπείπερ ἐστὶν αὐτὸς ἡ ἀλήθεια, καὶ ὁ κατὰ φύσιν ἅγιος, ἁγιάζει τοὺς πεπιστευκότας τῷ ἰδίῳ αἵματι, καὶ θανάτου μὲν καὶ φθορᾶς ἀμείνους ἀποφαίνει, εἰσκομιεῖ δὲ καὶ εἰς αὐτὴν τὴν τῶν οὐρανῶν βασιλείαν, τὴν ἀξιέραστον
20ἀληθῶς καὶ ἁγίαν γῆν τῆς ἄνω μονῆς, τὴν ἐν οὐρανῷ καλλίπολιν, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ὅτι δὲ συναθλήσε‐ ται καὶ συνεργάσεται πρὸς πᾶν ὁτιοῦν ὁ Θεὸς καὶ Πατὴρ καθ’ ἡμᾶς γεγονότι τῷ Υἱῷ, καθίστησιν ἐναρ‐
25γὲς προστεθεικὼς Μωσῆς· «Καὶ Κύριος ὁ συμπο‐ ρευόμενος μετὰ σοῦ οὐκ ἀνήσει σε, οὐδ’ οὐ μὴ ἐγκα‐ ταλίπῃ σε.» Παναλκὴς μὲν οὖν ὁ Υἱὸς, καὶ ἄμαχον ἔχει τὴν ἐξουσίαν· ἐπείπερ ἐστὶ κατὰ φύσιν Θεός. Ἐπικουρεῖσθαι δὲ λέγεται παρὰ τοῦ Πατρὸς διὰ τὸ
30ἀνθρώπινον· πρέποντος τοῦ λόγου καὶ αὐτοῦ δὲ τοῦ πράγματος τῷ τῆς δουλείας σχήματι, καὶ αὐτῷ δὲ τῷ τρόπῳ τῆς μετὰ σαρκὸς οἰκονομίας. Καὶ γοῦν ὁ Υἱὸς ἵνα πιστεύηται καθ’ ἡμᾶς γεγονὼς, καὶ τῷ ἀν‐ θρώπῳ πρέπον ἀσθενὲς ὑποπλάττεται, λέγων πρὸς
35τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· «Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.» γʹ. Ὅτι δὲ καὶ ἡ διὰ νόμου παίδευσις οὐδενὶ μέν που τάχα τῶν πρὸ τῆς ἐπιδημίας κατέστη γνώριμος
40νοηθεῖσα πνευματικῶς, τεθαύμασται δὲ λοιπὸν ἐπι‐ λάμψαντος τοῦ Χριστοῦ, μονονουχὶ δὲ ἐν ὄψει τέθει‐ ται μικροῖς καὶ μεγάλοις, καταφοιτήσαντος ἐφ’ ἡμᾶς τοῦ ἁγίου Πνεύματος, δι’ οὗ συνίεμεν καὶ τὰ βάθη τοῦ Θεοῦ, σαφὲς κἀκ τῶνδε δὴ πάλιν. Ἔχει γὰρ ὧδε·
45«Καὶ ἔγραψε Μωσῆς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου εἰς βιβλίον, καὶ ἔδωκε τοῖς ἱερεῦσι τοῖς υἱοῖς Λευὶ, τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ τοῖς πρεσβυτέροις υἱῶν Ἰσραήλ. Καὶ ἐνετείλατο Μωσῆς αὐτοῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων· Μετὰ

69

.

673

(50)

ἐπτὰ ἔτη ἐν καιρῷ ἐνιαυτοῦ ἀφέσεως, ἐν ἑορτῇ Σκη‐ νοπηγίας, ἐν τῷ συμπορεύεσθαι πάντα Ἰσραὴλ, ὀφθῆναι ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος, ἀναγνώσεσθε τὸν νόμον τοῦ‐ τον ἐναντίον παντὸς Ἰσραὴλ εἰς τὰ ὦτα αὐτῶν.
55Ἐκκλησιάζετε τὸν λαὸν, τοὺς ἄνδρας καὶ τὰς γυναῖ‐ κας, καὶ τὰ ἔκγονα, καὶ τὸν προσήλυτόν σου τὸν ἐν
ταῖς πόλεσί σου, ἵνα ἀκούσωσι, καὶ ἵνα μάθωσι φο‐671

69

.

676

βεῖσθαι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ ἀκούσωνται ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου.» Ἀκούεις ὅτι γέγραφε μὲν τὸν νόμον· ἐπισκήπτει δὲ καὶ τοῖς ἐξειλεγμένοις ἱερεῦσί τέ φημι, καὶ μέν τοι
5καὶ πρεσβυτέροις ἑβδόμου παρελάσοντος ἔτους, ἐν καιρῷ τῆς ἀφέσεως, ἐν ἑορτῇ τῆς Σκηνοπηγίας, ἐκκλησιάζειν ἅπαντας νεανίας καὶ πρεσβύτας, γύ‐ ναιά τε καὶ παῖδας, καὶ τότε συνειλεγμένοις ἀναγι‐ νώσκειν αὐτόν. Ὅτι γὰρ ἔμελλον πολλοὶ καὶ οὐκ
10εὐαρίθμητοι παριππεύσειν χρόνοι, ἄχρις ἂν ἐπιλάμψῃ Χριστὸς, καὶ ὁ τῆς ἐνανθρωπήσεως ἀναδειχθείη και‐ ρὸς, ἀναμάθοι τις ἂν διά γε τοῦ δεῖν δι’ ἑπτὰ ἐτῶν ποιεῖν τὴν ἀνάγνωσιν. Ὁ γὰρ ἑπτὰ ἀριθμὸς πληθύος ἂν εἴη σημαντικὸς παρὰ τῇ θείᾳ Γραφῇ, κατ’ ἐκεῖνο
15δὲ, οἶμαί που, τὸ «Στεῖρα δὲ ἔτεκεν ἑπτά.» Καὶ πάλιν· «Μὴ καταπιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα· ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν καρδίᾳ αὐτοῦ.» Ἔφη δέ που καὶ ὁ Παροιμιαστής· «Ἑπτάκις πε‐ σεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται.» Ἐπιτήρει δὲ
20ὅτι ἐν ἔτεσι τοῖς ἑπτὰ τοῖς πρὸ τῆς ἀφέσεως, τουτ‐ έστιν, ἐν χρόνοις τοῖς πρὸ τῆς ἐπιδημίας, ὁ νόμος οὐκ ἀνεγινώσκετο. Ὅμοιον γὰρ τὸ μηδ’ ὅλως ἀναγι‐ νώσκειν αὐτὸν, τὸ μηδὲν δύνασθαι νοεῖν, κἂν εἴ τις αὐτὸν ἀναγινώσκοι τυχόν. Γνώριμος δὲ, ὡς ἔφην,
25τότε δὴ γέγονε μικροῖς καὶ μεγάλοις, ὅτε καὶ ὁ τῆς ἀφέσεως ἐνέστη καιρός. Ὁ μὲν γὰρ νόμος τοῖς ἀρχαιοτέροις ἐνετέλλετο, λέγων· «Δι’ ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν, καὶ οὕτω ποιήσεις αὐτήν. Ἄφες πᾶν χρέος ἴδιον ὃ ὀφείλει σοι ὁ πλησίον.» Καὶ πάλιν·
30«Ἐὰν κτήσεις παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἔτει τῷ ἑβδόμῳ ἀφήσεις αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ.» Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐπὶ τέλει τῶν αἰώνων, καὶ μονονουχὶ ἑπτὰ ἐτῶν, ἀφῆκε τὰ ὀφειλήματα, καὶ ἀνῆκεν ἡμαρτηκότας, καὶ χρεω‐
35φειλέταις οὖσιν, ἐχαρίσατο, κατὰ τὴν εὐαγγελικὴν παραβολὴν, δούλους ὄντας τῆς ἁμαρτίας, καὶ ὑπ‐ εζευγμένους τῷ Σατανᾷ, τῷ τῆς ἐλευθερίας πνεύματι λαμπροὺς ἀπέφηνε καὶ ἠγλαϊσμένους. Ἀνεδείχθη δὲ τῆς ἀφέσεως ὁ καιρὸς, ἐν καιρῷ τῆς Σκηνοπηγίας,
40ἢ τὸ τῆς ἀναστάσεως ὑποδηλοῖ μυστήριον, ὅτε τὸ ἑκάστου τῶν ἐν γῇ κειμένων διαπήγνυται σκῆνος, ἤ τοι τὸ σῶμα. Ἐπειδὴ γὰρ ἐκ νεκρῶν ἀνεβίω Χριστὸς, πατήσας τὸν θάνατον, καὶ σκυλεύσας τὸν ᾅδην, καὶ εἰρηκὼς τοῖς ἐν δεσμοῖς· «Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ
45σκότει, ἀνακαλύφθητε,» τότε τῷ ἁγίῳ ἀνακαλλύνων Πνεύματι τὴν ἀνθρώπου φύσιν, ὡς ἐν ἀπαρχῇ τοῦ γένους, καὶ τῶν ἀνακτιζομένων εἰς ἁγιασμὸν, ἐνεφύ‐ σησε τοῖς ἁγίοις ἀποστόλοις λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Τότε καὶ ἀνεῴχθησαν οἱ τῆς διανοίας ἡμῶν

69

.

676

(50)

ὀφθαλμοί. Τότε πεφωτίσμεθα, καὶ τὸν πάλαι κεκρυμ‐ μένον, καὶ οὐδενί που τάχα τῶν ἀρχαιοτέρων γνώρι‐ μον νενοήκαμεν νόμον. Τότε συνεγηγέρμεθα καὶ ἐκ τῶν περάτων τῆς γῆς, εἰς ὃν ἐξελέξατο τόπον, τουτ‐ έστι, τὴν Ἐκκλησίαν, ἐκεῖ γεγονόσιν ἡμῖν τὸν ἐν
55σκιαῖς καὶ τύποις διερμηνεύουσι νόμον οἱ ἀπόλεκτοί
τε καὶ ἱεροὶ μυσταγωγοὶ καὶ διδάσκαλοι. Καὶ γοῦν ὁ673

69

.

677

θεσπέσιος Παῦλος τοὺς τύπους εὖ μάλα μεταστοι‐ χειῶν εἰς πνευματικὴν θεωρίαν, καὶ ἐπιστέλλει, καί φησι· «Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους
5ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ;» Σφαζόντων δὲ τῶν ἐξ Ἰσραὴλ τὸν ἀμνὸν, καὶ προσεδρευόντων ταῖς σκιαῖς, τὸν τοῦ μυστηρίου τύπον εἰς Χριστὸν ἀναφέ‐ ρων, ἔφη πάλιν, ὅτι «Τὸ πάσχα ἡμῶν ἐτύθη Χρι‐
10στός.» Ἐπιστέλλει δὲ καὶ ἑτέροις· «Λέγετέ μοι, οἱ ὑπὸ νόμου θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; Γέγραπται γὰρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης, κατὰ σάρκα γεγένηται· ὁ δὲ
15ἐκ τῆς ἐλευθέρας, δι’ ἐπαγγελίας· ἅτινά ἐστιν ἀλ‐ ληγορούμενα. Αὗται γάρ εἰσι δύο Διαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἀγάρ. Τὸ γὰρ Ἀγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ. Δουλεύει γὰρ μετὰ
20τῶν τέκνων αὐτῆς. Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν.» Μυσταγωγούμενοι τοίνυν πνευματικῶς τὸν νόμον τὸν θεῖον ἐν ἑαυτοῖς εἰσδεχόμεθα φόβον. Ὅτι δὲ ἔμελλε συσταλήσεσθαι κατὰ καιροὺς τῆς ἐν τύποις καὶ σκιᾷ λατρείας ἡ
25δύναμις, παρέδειξε πάλιν αἰνιγματωδῶς ὁ Μωσῆς. Γέγραπται γὰρ ὅτι ἡνίκα δὲ συνετέλεσε Μωσῆς γρά‐ φων πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς βιβλίον, ἕως εἰς τέλος, καὶ ἐνετείλατο τοῖς Λευίταις τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς Διαθήκης Κυρίου, λέγων·
30«Λαβόντες τὸ βιβλίον τοῦτο, θήσετε αὐτὸ ἐκ πλαγίων τῆς κιβωτοῦ τῆς Διαθήκης Κυρίου τοῦ Θεοῦ ἡμῶν.» Σύνες οὖν ὅπως εἰς ἔν τι μέρος τῆς κιβωτοῦ, καὶ οὐκ ἐν αὐτῷ τῷ μέσῳ προστέταχεν ἀποκεῖσθαι τὸν νόμον· ὡς ὅσον οὐδέπω παρεσομένων τῶν νέων καὶ διὰ
35Χριστοῦ θεσπισμάτων, οἷς ἦν ἀνάγκη παραχωρεῖν τὴν ἀρχαιοτέραν ἐντολήν· μονονουχὶ δὲ καὶ διδόναι τόπον, ἢ καὶ ἐκ μέσου χωρεῖν, ἴνα τὸ τυχὸν ἐπεισφέ‐ ρηται. Οὐκ ἀποβάλλεται μὲν γὰρ τῆς ἁγίας κιβωτοῦ· δεκτὸς γὰρ ἐν Ἐκκλησίαις ὁ διὰ Μωσέως νόμος, πλὴν,
40οὐκ ἐν πρώτῳ τέθειται τόπῳ· συνεστάλη δὲ ὥσπερ καὶ μεμένηκεν ἐκ πλαγίου, παραχωρῶν, ὡς ἔφην, τοῖς ἀσυγκρίτως ὑπερκειμένοις, τουτέστι, τοῖς θείοις τε καὶ εὐαγγελικοῖς θεσπίσμασι, δι’ ὧν ἡμᾶς εἰς θεογνωσίαν, καὶ εἰς πᾶσαν εἴδησιν ἀρετῆς πεπαιδα‐ γώγηκεν ὁ Χριστός· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.675