TLG 4090 096 :: CYRILLUS :: De adoratione et cultu in spiritu et veritate

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

De adoratione et cultu in spiritu et veritate

Citation: Volume — page — (line)

68

.

132

(1t)

ΠΙΝΑΞ ΤΗΣΔΕ ΤΗΣ ΒΙΒΛΟΥ.
4ΛΟΓΟΣ Αʹ.
5 Περὶ τῆς εἰς φαυλότητα τοῦ ἀνθρώπου παρα‐ τροπῆς, καὶ αἰχμαλωσίας τῆς εἰς ἁμαρτίαν· καὶ ὁμοῦ περὶ κλήσεως καὶ ἐπιστροφῆς τῆς κατὰ μετάγνωσιν, καὶ τῆς εἰς τὸ ἄμεινον ἀναδρομῆς. ΛΟΓΟΣ Βʹ.
10 Ὅτι ἀμήχανον διαφυγεῖν τὸν ἐξ ἁμαρτίας θά‐ νατον καὶ τὴν τοῦ διαβόλου πλεονεξίαν, εἰ μὴ δι’ ἁγιασμοῦ τοῦ κατὰ Χριστόν. Καὶ ὅτι οὐκ ἐν νόμῳ ἡ δικαίωσις, ἀλλ’ ἐν Χριστῷ. ΛΟΓΟΣ Γʹ.
15 Περὶ τοῦ αὐτοῦ. ΛΟΓΟΣ Δʹ. Ὅτι τὸν κεκλημένον εἰς δικαίωσιν παρὰ Θεοῦ, καὶ λελυτρωμένον αὐτῷ κατακολουθεῖν χρὴ, καὶ παραιτεῖσθαι μὲν τὸν εἰς φαυλότητα
20μαλακισμὸν, ζῇν δὲ μᾶλλον ἐπείγεσθαι συννό‐ μως καὶ νεανικῶς ΛΟΓΟΣ Εʹ Ἔτι περὶ ἀνδρείας, τῆς ἐν Χριστῷ. ΛΟΓΟΣ ϛʹ.
25 Ὅτι χρὴ Θεῷ τῷ κατὰ φύσιν ἡμᾶς προσκεῖ‐ σθαι μόνῳ, καὶ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης ψυχῆς καὶ καρδίας. ΛΟΓΟΣ Ζʹ. Περὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης.
30ΛΟΓΟΣ Ηʹ. Ἔτι περὶ ἀγάπης τῆς εἰς ἀδελφοὺς, καὶ κατὰ τοῦ κλέπτοντος μόσχον ἢ πρόβατον. ΛΟΓΟΣ Θʹ. Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυ‐
35νήσεως, καὶ περὶ τῆς ἁγίας σκηνῆς ὅτι τύπος ἦν τῆς ἐν Χριστῷ Ἐκκλησίας. ΛΟΓΟΣ Ιʹ. Περὶ τῶν ἐν τῇ ἁγίᾳ σκηνῇ. ΛΟΓΟΣ ΙΑʹ.
40 Περὶ ἱερωσύνης, καὶ ὅτι τύπος ἦν ἡ κατὰ νόμον τῆς ἐν Χριστῷ ΛΟΓΟΣ ΙΒʹ. Περὶ ἱερωσύνης. ΛΟΓΟΣ ΙΓʹ.
45 Ἔτι περὶ ἱερωσύνης. ΛΟΓΟΣ ΙΔʹ. Ὅτι χρὴ τοὺς φοιτᾷν ἐθέλοντας ἐν ἐκκλη‐ σίαις καθαροὺς καὶ ἐκνενιμμένους εἶναι τὴν ἐξ ἁμαρτίας κηλῖδα, καὶ οὕτω παρίστασθαι τῷ

68

.

132

(50)

Θεῷ. ΛΟΓΟΣ ΙΕʹ. Ὅτι χρὴ καθαροὺς καὶ ἐκνενιμμένους τὴν ἁμαρτίαν παρίστασθαι τῷ Θεῷ. Καὶ ὅτι ἐν Χρι‐ στῷ πάλιν ἡμῖν ἡ κάθαρσις.
55ΛΟΓΟΣ Ιϛʹ. Ὅτι χρὴ προσάγειν ἡμᾶς θυσίας πνευματι‐ κὰς καὶ δωροφορίας Θεῷ. ΛΟΓΟΣ ΙΖʹ.
Περὶ ἑορτῶν ἁγίων.132

68

.

133

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΚΥΡΙΛΛΟΥ
3tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ,
4tΠΕΡΙ ΤΗΣ
5tΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ
6tΚΑΙ ΛΑΤΡΕΙΑΣ.
7tΛΟΓΟΣ ΠΡΩΤΟΣ
12tΠερὶ τῆς εἰς φαυλότητα τοῦ ἀνθρώπου παρατρο‐
13tπῆς, καὶ αἰχμαλωσίας, τῆς εἰς ἁμαρτίαν, καὶ
14tὁμοῦ περὶ κλήσεως καὶ ἐπιστροφῆς, τῆς κατὰ
15tμετάγνωσιν, καὶ τῆς εἰς τὸ ἄμεινον ἀναδρομῆς.
16 Ποῖ δὴ καὶ πόθεν ἔρεσθαι μὲν δὴ, περιττὸν οἶμαί που. Φαίης γὰρ ἂν, εὖ οἶδ’ ὅτι, μελλήσας οὐδὲν, ὡς οἴκοθέν τε καὶ ὡς ἡμᾶς. ΠΑΛΛΑΔΙΟΣ. Ἀληθές.
20ΚΥΡΙΛΛΟΣ. Δέλτιον δὲ δή σοι τουτὶ τὸ ἐν χεροῖν, ὅ τι; ΠΑΛΛ. Βίβλος Εὐαγγελικὴ, Ματθαίου τε καὶ Ἰωάννου συγγραφή. ΚΥΡ. Οἴει δὲ αὐτὴν ὅποι τε καὶ ὅτῳ διακομίζεσθαι
25δεῖν; Οὐ γάρ που θυραῖός γε ἰὼν ἐκμελετῴης ἂν, ὦ Παλλάδιε. Πόνοι τε μᾶλλον οἱ ἐπὶ τῷδε γλυκεῖς, οἴκοι τε καὶ ἐν σχολῇ. ΠΑΛΛ. Εὖ λέγεις. Ἐντευξόμενος δὲ ἀφῖγμαί σοι. Καὶ δέλτον ἄγω τὴν ἱεράν· μυρία γὰρ ὅσα πεπονη‐
30κὼς, οὐδὲν ὅ τι μᾶλλον ἔχω νοεῖν τί ἂν γένοιτο δη‐ λοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐπὶ μὲν τῷ Ματθαίῳ, λέγων· «Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον, ἢ τοὺς προφήτας. Οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν· ἕως ἂν παρ‐
35έλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν, ἢ μία κεραία οὐ134

68

.

136

μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται.» Ἐν δέ γε τῇ κατὰ τὸν Ἰωάννην συγγραφῇ, πρὸς τὴν ἐκ τῆς Σαμαρείας γυναῖκα· «Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν
5Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. Ὑμεῖς προσ‐ κυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. Ἀλλὰ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ.
10Καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ τῇ ἀληθείᾳ δεῖ προσκυνεῖν.» ΚΥΡ. Εἶτα τί τὸ ἄναντες εἶναί σοι δοκοῦν, ὡς ἔν γε δὴ τούτοις; Τί δὲ δὴ τὸ βαθὺ καὶ δυσέφικτον;
15ἐρομένῳ φράσον. ΠΑΛΛ. Ἐθῶν μὲν τῶν ἀρχαιοτέρων ἀποφοιτᾷν, καὶ τῆς ἐν Νόμῳ δικαιοσύνης καταλῆξαι δεῖν ἱερὸς ἡμῖν ἐπιτάττει λόγος. Ἔφη δὲ ὁ Παῦλος τοῖς ταύτης ἐφιεμένοις καὶ μετὰ τὴν πίστιν· «Κατηργήθητε ἀπὸ
20τοῦ Χριστοῦ, οἵτινες ἐν Νόμῳ δικαιοῦσθε, τῆς χάρι‐ τος ἐξεπέσατε. Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.» Πολιτείας δὲ τῆς κατὰ τὸν Νόμον, καί τοι λαμπρὰ καὶ μεγάλα δεικνύων ἡμῖν ἐφ’ ἑαυτῷ τὰ αὐχήματα, πάλιν φησίν· «Ἅτινα
25ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι τὰ πάντα ζημίαν, διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν
30αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην, τὴν ἐκ Νόμου, ἀλλὰ τὴν ἐκ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην.» Οὐκ ἀμώμητον δὲ εἶναι τὴν ἀρχαίαν ἐντολὴν διεβε‐ βαιοῦτο σαφῶς. Ταύτῃτοί φησι καὶ ἀντ’ ἐκείνης ἡμῖν εἰσκεκομίσθαι χρησίμως τὴν διὰ Χριστοῦ καὶ νέαν,
35τοῦτ’ ἔστι, τὴν εὐαγγελικήν. Γράφει δὲ οὕτως· «Ἀθέ‐ τησις μὲν γὰρ γίνεται προσαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Οὐδὲν γὰρ ἐτελείωσεν ὁ Νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ.» Καὶ πάλιν· «Εἰ γὰρ ἡ πρώτη
40ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τό‐ πος.» Μεμφόμενος γὰρ αὐτοὺς λέγει· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν
45ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξ‐ αγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐν‐ έμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ταύτας, λέγει

68

.

136

(50)

Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ εἰς τὴν καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς.» Ἐξ‐ όχως δὲ τὸ τῆς καινότητος ὄνομα συνιείς τε καὶ ἑρμη‐ νεύων· «Ἐν τῷ λέγειν,» φησὶ, «καινὴν, πεπαλαίωκε τὴν πρώτην· τὸ γὰρ παλαιούμενον καὶ γηράσκον,
55ἐγγὺς ἀφανισμοῦ.» Εἰ τοίνυν τετελείωκε μὲν ὁ Νόμος οὐδὲν, ἀθέτησις δὲ τῆς ἀρχαίας γέγονεν ἐντολῆς καὶ
τῆς δευτέρας ἐπεισφορὰ, προσοικειούσης ἡμᾶς τῷ136

68

.

137

Θεῷ, τί δὴ ἄρα φησὶν ὁ Σωτὴρ, «Οὐκ ἦλθον κατα‐ λῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι;» καὶ ὅτι, «Προσ‐ ήκει προσκυνεῖν ἡμᾶς ἐν πνεύματι καὶ ἀληθείᾳ τῷ Θεῷ καὶ Πατρί;» Δηλοῖ γὰρ, οἶμαι, τουτὶ, τὸ ἀπο‐
5παύσασθαι δεῖν ἡμᾶς ἠθῶν καὶ λατρείας τῆς κατὰ τὸν νόμον. ΚΥΡ. Ὡς εἰς πλατὺ ζητημάτων ἐξοίχῃ πέλαγος! Ποῖος γὰρ ἂν ἀρκέσειε νοῦς, τοῖς οὕτω λεπτοῖς θεω‐ ρήμασιν ἐνατενίσαι λαμπρῶς, ὡς τοῖς πάλαι τεθε‐
10σπισμένοις διὰ τοῦ πανσόφου Μωσέως, ἀδελφὴν οἷά περ καὶ γείτονα, καὶ διὰ τῶν αὐτῶν ἰοῦσαν πραγμά‐ των, τὴν νέαν ἡμῖν ἐπιδεῖξαι Γραφὴν, καὶ τῆς νομι‐ κῆς πολιτείας οὐ σφόδρα διῳκισμένην τὴν ἐν Χριστῷ ζωὴν, εἰ πρὸς θεωρίαν ἄγοιτο τὴν πνευματικὴν τὰ
15τοῖς ἀρχαίοις διωρισμένα. Τύπος γὰρ ὁ νόμος καὶ σκιὰ, καὶ τῆς εὐσεβείας ἡ μόρφωσις ὡς ἐν ὠδῖσιν ἔτι, καὶ κεκρυμμένον ἐν ἑαυτῇ τὸ τῆς ἀληθείας ἔχουσα κάλλος. Ἢ οὐχ ὧδε ἔχειν ἐρεῖς ὅπερ ἔφην; ΠΑΛΛ. Πάνυ μενοῦν. Ἀλλὰ τίς ἂν γένοιτο τούτου
20ἡ διασάφησις; Ἢ τίς ὁ τρόπος τοῦ πολιτεύεσθαι μὲν Εὐαγγελικῶς ἐξῆφθαι ἔτι δοκεῖν τῆς ἀρχαίας ἐντολῆς, καὶ πληροῦν οἴεσθαι τὰ διὰ Μωσέως; ΚΥΡ. Οὐχ ἁπλοῦς ὁ λόγος, ὡς ἄν τις εἰκάσειε· χρῆμα δὲ, οἶμαι, καὶ πολυσχιδὲς καὶ πολύμορφον ἡ
25ἀρετή· καὶ τῆς ἐν Χριστῷ πολιτείας τὰ αὐχήματα, διὰ πλείστης ὅσης ἡμῖν τῆς ἀγαθουργίας ἐκποικίλ‐ λεται. Καὶ γοῦν ὁ θεσπέσιος Δαβὶδ ἐν ψαλμῷ τῷ τε‐ τάρτῳ καὶ τεσσαρακοστῷ παρίστησι μὲν τῷ Χριστῷ, παρθένον ἁγνὴν, ὡς ἐν τάξει βασιλίδος, τὴν Ἐκκλη‐
30σίαν, περίχρυσον δὲ αὐτῇ καὶ πεποικιλμένην περι‐ τίθησι στολὴν, οὕτω λέγων· «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημ‐ μένη καὶ πεποικιλμένη.» Τοῦ μὲν διαχρύσου, τὸ ἔν‐ τιμον καὶ περιφανὲς, καθάπερ ἐγῷμαι, τοῦ δὲ ποικί‐
35λου, τὸ πολυειδὲς τῆς ἀρετῆς εὖ μάλα κατασημαί‐ νοντος. Εὐπρεπεστάτη γὰρ λίαν ἡ Ἐκκλησία, κό‐ σμον ἔχουσα τὸν νοητὸν, οὐ τοῖς τῆς σαρκὸς ὁρώμενον ὀφθαλμοῖς, ἀλλ’ εἰς νοῦν ἔσω καὶ καρδίαν, τὸν ἐν τῷ κρυπτῷ νοούμενον Ἰουδαῖον, διὰ πλείστων ἡμῖν ὅσων
40ὡραϊσμῶν εὐφυᾶ καὶ ἐξαίρετον ἀστείως ἐκφαίνοντα. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· «Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὔτε μὴν ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ, Ἰουδαῖος, καὶ περιτομὴ καρδίας, ἐν πνεύματι οὐ γράμματι, οὗ
45ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ.» ΠΑΛΛ. Ἆρ’ οὖν, εἰπέ μοι, τῆς ἐν πνεύματι περι‐ τομῆς εἰσκεκομισμένης, καὶ θυσιῶν τῶν κατὰ τὸν νόμον ἀνατετραμμένων, καὶ τόπον οὐδένα παρ’ ἡμῖν ἐχούσης τῆς πολιτείας, οὐκ ἀπίθανόν πως εἶναι δοκεῖ

68

.

137

(50)

τὸ φάναι Χριστὸν, «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι;» Ἢ εἴπερ οὐχ ὧδε ἔχει, διακωλύ‐ σειεν ἂν οἶμαί που καὶ ἡμᾶς οὐδὲν, βουθυσίαις μὲν καὶ λιβανωτοῖς τὸν τῶν ὅλων καταγεραίρειν Θεὸν, προσκομίζειν δὲ αὐτῷ τρυγόνας καὶ περιστερὰς, καὶ
55εἴ τι δρᾷν ἕτερον τοῖς ἀρχαιοτέροις νενόμισται, τοῦτο
καὶ ἡμᾶς αὐτοὺς ἐπείγεσθαι πληροῦν.138

68

.

140

ΚΥΡ. Καὶ μὴν, ὦ ἑταῖρε, πολὺ τοῦ πρέποντος ἀποκομίζῃ μακράν· ἀνατετράφθαι γὰρ οἴει τὸν νόμον, ὡς οὐδὲν ἀπώνασθαι μὲν τῶν αὐτοῦ, καὶ ἀχρεῖον ἔχοντα παντελῶς τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀναγκαίων
5δήλωσιν, οὐχὶ μετατετράφθαι μᾶλλον αὐτὸν εἰς ἀλη‐ θείας ἔνδειξιν, καίτοι τοῦ μακαρίου γράφοντος Παύ‐ λου· «Νόμον οὖν καταργοῦμεν διὰ πίστεως; μὴ γένοιτο! ἀλλὰ νόμον ἱστάνομεν.» Παιδαγωγεῖ γὰρ ὁ νόμος, καὶ ἀποφέρει καλῶς εἰς τὸ ἐπὶ Χριστῷ μυ‐
10στήριον. Εἶναι δέ φαμεν τὰ πάλαι διὰ Μωσέως τοῖς ἀρχαιοτέροις τεθεσπισμένα, στοιχεῖα τῆς ἀρχῆς τῶν λόγων τοῦ Θεοῦ. Εἰ δὲ παρωσόμεθα τὸν παιδαγωγὸν, τίς ἡμᾶς ἔτι διακομιεῖ πρὸς τὸ Χριστοῦ μυστήριον; Καὶ εἰ παραιτοίμεθα τὸ μαθεῖν τὰ στοιχεῖα τῆς ἀρχῆς
15τῶν λογίων τοῦ Θεοῦ, πῶς ἂν ἔτι λοιπὸν, ἢ πόθεν ἀφιξόμεθα πρὸς τὸ τέλος; Ἢ γὰρ οὐ κατὰ τὰς Γρα‐ φὰς πλήρωμα νόμου καὶ προφητῶν ὁ Χριστός; ΠΑΛΛ. Ναί. ΚΥΡ. Γέγραπται γὰρ ὡδί. Πλήρωμα δὲ νόμου καὶ
20προφητῶν, εἴη ἄν· εἰς αὐτὸν οἶμαί που παντὸς ὁρῶν‐ τος καὶ τετραμμένου προφητικοῦ τε καὶ νομικοῦ θεσπίσματος. Τοιγάρτοι ἔφασκε τὰς τῶν Ἰουδαίων ἀπειθείας ἐκδυσωπῶν· «Μὴ δοκεῖτε, ὅτι ἐγὼ κατ‐ ηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν
25ὑμῶν Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε;» Ἀφῖχθαι δὴ οὖν εἰ λέγοι, καταλύσων μὲν οὐδαμῶς τὸν νόμον,
30ἀποπερανῶν δὲ μᾶλλον αὐτὸν, μὴ τὴν εἰς ἅπαν ἀνα‐ τροπὴν τῶν πάλαι τεθεσπισμένων εἰργάσθαι διανοοῦ· μᾶλλον δὲ μεταπλασμὸν ὥσπερ τινὰ, καὶ ἵν’ οὕτως εἴπω, μεταχάραξιν τῶν ἐν τύποις ἐπὶ τὸ ἀληθές. ΠΑΛΛ. Ὀρθῶς ἔφης.
35ΚΥΡ. Καὶ δὴ τοιοῦτον ἔδει γενέσθαι παρὰ Χριστοῦ. Οἱ τὴν ἐν πίναξι καὶ γραφαῖς εὐτεχνίαν ἐξησκηκότες, οὐκ εὐθὺς τοῦ γράφειν ἀρχόμενοι, τὸ ἀνενδεῶς ἔχον, καὶ εἰς ἅπαν ἀπηρτισμένον ἐπιφέρουσιν εἶδος ταῖς γραφαῖς, ἐν εἴδει πρότερον καὶ ἀκαλλεστέρῳ χρώματι
40σκιαγραφοῦντες εὖ μάλα, καὶ ὧνπερ ἂν ἕλοιντο τυχὸν ἀμυδροτέρων ἔτι τοὺς τύπους προαναφαίνοντες, εἶτα ταῖς σκιαῖς ἐπαλείφοντες, τὸ ἑκάστῃ πρέπον τε καὶ ἁρμοδιώτατον σχῆμα, μεταφέρουσι τοὺς τύπους ἐξ εἶδος τὸ ἐμφανὲς, καὶ ἀσυγκρίτως ἄμεινον, ἢ τὸ
45ἐν ἀρχαῖς. Ἢ οὐχ ὧδε ἔχει; ΠΑΛΛ. Ἔγωγέ φημι. ΚΥΡ. Οἱ δὲ δὴ τὴν χαλκουργικὴν ἐπιτηδεύοντες ἐμπειρίαν, ἀνδριάντα τυχὸν εἰ βούλοιντο διαπήγνυ‐ σθαι, κηρῷ μὲν τὸ πρῶτον εἰς εἶδος ἄγουσιν ἀδρα‐

68

.

140

(50)

νὲς, εἶτα πυρὶ κατατήκοντες, ἐπιχέουσι τὸν χαλκὸν, ἄγουσί τε οὕτω πρὸς τὸ ἀρτίως ἔχον εἶδός τε καὶ κάλλος εὖ μάλα τὸ τεχνουργούμενον. Ἐπιῤῥιφθείσης δὲ ταῖς σκιαῖς τῆς τῶν χρωμάτων πολυειδίας, καὶ
μὴν καὶ χαλκοῦ τὰ ἐκ κηροῦ κατατήκοντος, δόξειε140

68

.

141

μὲν ἂν ἠθετῆσθαί τε καὶ ἀνατετράφθαι βραχύ. τὰ πρῶτά τε καὶ ἐν ἀρχῇ σχήματα. Ἔχει δὲ οὐχ οὕτω τὸ χρῆμα τῇ φύσει. Φαῖεν γὰρ ἂν ἀληθεύοντες, χαλκ‐ ουργός τε καὶ γραφεύς· Οὐ κατελύσαμεν τὰς σκιὰς,
5οὐκ εἰς ἀχρειότητα παντελῆ τοὺς τύπους ἐπέμψαμεν, πεπληρώκαμεν δὲ μᾶλλον. Ὃ γὰρ ἦν ἰδεῖν ὡς ἐν σκιαῖς ἔτι καὶ τύποις ἀφανέστερόν τε καὶ ἀκαλλέστε‐ ρον, τοῦτο προβέβηκεν ἐπὶ τὸ ἄμεινόν τε καὶ ἐμφα‐ νέστερον.
10ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Καὶ εἴπερ τις ἕλοιτο πολυπραγμονεῖν ἀλη‐ θῶς τὴν ἱεράν τε καὶ θεόπνευστον Γραφὴν, εἴσεται δὴ πάντως ἀληθὲς ὑπάρχον, ὅ φημι. Κάλυμμα γὰρ ἐτίθει Μωσῆς ἐπὶ τὸ πρόσωπον αὑτοῦ, διὰ τὸ μὴ
15δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ ἀτενίζειν εἰς τὸ πρόσ‐ ωπον αὐτοῦ, κατὰ τὸ γεγραμμένον. ΠΑΛΛ. Καὶ τί δὴ τοῦτο παραδηλοῖ; ΚΥΡ. Ταῖς γὰρ Ἰουδαίων διανοίαις παχυτέραις οὔσαις ἔτι οἰστὰ μέν πως ἦν τὰ ἐξωφανῆ τοῦ νόμου,
20φημὶ δὲ δὴ πάλιν τὰ διὰ μόνου τοῦ γράμματος, ἀφόρητα δὲ καὶ ἀπρόβλητα παντελῶς, τὰ ἔσω κε‐ κρυμμένα, καὶ ἵν’ οὕτως εἴπωμεν τὸ τῶν νοημάτων πρόσωπον ἀληθές. Τοιγάρτοι καὶ ὁ θεσπέσιος ἡμῖν γράφει Παῦλος· «Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ
25αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθή‐ κης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ κατ‐ αργεῖται. Ἀλλ’ ἕως σήμερον, ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.» Ἀλλ’ ὧδε μὲν δὴ τὰ τῶν Ἰουδαίων ἑστάτω. «Ἡμεῖς
30δὲ δὴ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ,» φησὶν, «τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθά‐ περ ἀπὸ Κυρίου πνεύματος· ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν.» Ὥσπερ γὰρ οἱ ἐν ἐσόπτρῳ βλέποντες εἰκόνα
35καὶ τύπον τοῦ ἀληθοῦς, καὶ οὐκ αὐτό που τὸ ἀληθὲς ἐγκαταθρήσειαν ἂν, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον, οἱ τῆς ἐν Χριστῷ πολιτείας τὸ κάλλος ἐπιθυμοῦντες ἰδεῖν, καθάπερ ἐσόπτρῳ τῷ νόμῳ χρώμενοι κατορθώσειαν ἂν ὡς ἄριστα τὸ ποθούμενον. Τὴν γὰρ αὐτὴν τῶν
40πραγμάτων εἰκόνα μεταπλάττοντες εἰς ἀλήθειαν, εἴσονται καθαρῶς τὸ ὅτι μάλιστα δοκοῦν καὶ εὐ‐ άρεστον τῷ Θεῷ. ΠΑΛΛ. Εἶτα τίς ἂν γένοιτο τυχὸν ὁ λόγος τοῦ μὴ ἐν ἀρχαῖς τοῖς πάλαι, τὸ νέον τε καὶ Εὐαγγελικὸν
45δεδόσθαι χρησμώδημα· τύπους δὲ μᾶλλον νενομοθε‐ τῆσθαι καὶ σκιάς; ΚΥΡ. Τὸ μὲν ἀκριβὲς τῆς οἰκονομίας, καὶ ὅπως ἂν ἔχοι ταυτὶ, κατά γε τὸ ἀληθέστερον, ἀναθετέον εὐσε‐ βῶς τῷ πάντα εἰδότι Θεῷ. Λογισμοὶ δὲ ἡμᾶς ἐννοιῶν

68

.

141

(50)

ἀγαθῶν ἀμοιρεῖν οὐκ εἰδότες, ἀποφέρουσί πως κἂν γοῦν εἰς μετρίαν εἴδησιν, ἢ καὶ τάχα που πρὸς τὸ εἰδέναι δοκεῖν τῆς οἰκονομίας τὴν πρόφασιν. Φαμὲν οὖν, ὅτι παιδαγωγίας ἔδει πολλῆς, καὶ ἀνατροφῆς τρόπον τινὰ νηπιοπρεποῦς, τοῖς ἐξ Αἰγύπτου λελυ‐
55τρωμένοις. Παχύνοι γὰρ ἦσαν ἔτι καὶ εὐπαράφοροι
κομιδῇ πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχεστάτων. Δυσαπό‐142

68

.

144

νιπτον δὲ παντελῶς τὴν φιλοσαρκίαν ἠῤῥωστηκόσι, καὶ δυσδιαφύκτοις πάθεσιν ἐγκατειλημμένοις, ἀν‐ έφικτόν πως ἦν ἔτι καὶ οὐχ ἕτοιμον ἑλεῖν τὸ εὐθὺς ἀναθρώσκειν δύνασθαι πρὸς τὸ ἄγαν ἀστεῖον, ὡς
5καὶ ζωῆς τινα τρόπον ἐπανελέσθαι, τυχὸν τῆς οὕτω λαμπρᾶς καὶ ὑπερφυοῦς, ὡς περιπατεῖν μὲν ἐπὶ τῆς γῆς, ἔχειν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς, κατὰ τὸ γεγραμμένον. Ἦ γὰρ οὐχὶ τελείων μὲν ἔστιν ἡ στερεὰ τροφὴ, γάλα δὲ τοῖς ἔτι νηπίοις τὸ πρεπωδέστερον;
10ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Ἔδει τοίνυν παιδαγωγίας μὲν τῆς ἐν τύποις, ἔτι νηπίοις, καὶ ἵν’ οὕτως εἴπωμεν, τρυφερωτέρας ἀνατροφῆς, οὐχὶ τοῦ πρὸς τελειότητα διατάττοντος λόγου, καὶ ἀποκομίζειν οἵου τε πρὸς τὸ ἀρτίως ἔχον.
15Ἐλαφροὶ δὲ οὕτως καὶ ὀλιγογνώμονες, καὶ πρὸς πᾶν ὁτιοῦν εὔκολοι τῶν παθῶν, ἁλοῖεν ἂν οἱ ἐξ Ἰσραήλ· ὡς εἴπερ τις ἐν αὐτοῖς ἀκριβὴς ἦν βάσανος ἠθῶν καὶ ἐγχειρημάτων, οὐδὲ ἂν οἶμαι σκιᾶς ἠξίωντο. Καὶ τοῦτο δέδειχεν ὁ Μωσῆς. Θεοῦ γὰρ προστάττοντος,
20ἀνέθορε μὲν εἰς τὸ ὄρος αὐτὸς, τὸν νόμον ὑποδεξόμε‐ νος. Οἱ δὲ παραχρῆμα κατώλισθον εἰς ἀπόστασιν. Μεμοσχοποιήκασι γὰρ, φάναι τε οἱ δείλαιοι τετολμή‐ κασιν· «Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνήγα‐ γόν σε ἐκ γῆς Αἰγύπτου.» Ἐπὶ οὖν ταῖς οὕτω δει‐
25ναῖς ἐλαφρίαις ἐδυσφόρει μὲν ὁ Μωσῆς, κατεῤῥήγνυ δὲ τὰς πλάκας, ἐν αἷς ἦν ὁ νόμος, οὐδὲ σκιᾶς ἢ τύ‐ πων, ἢ κἂν γοῦν ὅλως παιδαγωγίας τῆς ἄνωθεν ἀξίους εἶναι νομίσας τοὺς οἷς γε τοσοῦτον ἀπόπληκτος ἦν ὁ νοῦς, ὡς ἀμνημονῆσαι μὲν τῶν οὕτω τεθαυμασμέ‐
30νων, ἃ διὰ τῆς θείας ἰσχύος ὑπὲρ αὐτῶν ἐξεπράττετο, μόσχῳ δὲ τὸ σέβας ἀναθεῖναι πάλιν, καὶ τῆς ἐν Αἰγύπτῳ λατρείας ἐλθεῖν ἐς ἀνάμνησιν. Ἀλλ’ ἐν πλαξὶ μὲν λιθίναις ἐσκιογραφεῖτο τότε τοῖς ἀρχαιοτέ‐ ροις ὁ νόμος ἐν δακτύλῳ Θεοῦ, καθὰ γέγραπται. Τύ‐
35πος δὲ ἦν ἐκεῖνα τῶν καθ’ ἡμᾶς ἐν Χριστῷ γενέσθαι πεπιστευμένων. Καταγράφει γὰρ ὥσπερ ἐν ἡμῖν τῆς ἑαυτοῦ βουλῆς τὴν εἴδησιν ὁ πάντων Δεσπότης Θεὸς, οἱονεὶ καλάμῳ χρώμενος τῷ Υἱῷ ἐν Πνεύματι. Ὠνό‐ μαζε γὰρ οὕτως αὐτὸν διὰ Δαβὶδ, λέγων· «Ἡ
40γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.» Ἐνεχάραξε γὰρ ταῖς ἁπάντων καρδίαις ὁ τοῦ Πατρὸς κάλαμος, τοῦτ’ ἔστιν, ὁ Υἱὸς, τὴν παντὸς εἴδησιν ἀγαθοῦ, οἱονεί τινι δακτύλῳ Θεοῦ, τῷ τε τοῦ Πατρὸς, καὶ τῷ ἰδίῳ χρώμενος Πνεύματι. Δάκτυλον γὰρ ὠνό‐
45μασε τὸ Πνεῦμα Θεοῦ, λέγων, ποτὲ μὲν, «Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια·» ποτὲ δὲ αὖ, «Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.» Ἐπιστολὴν δὲ ἡμᾶς τὴν πνευματικὴν καὶ ὁ Παῦλος ἐκάλει, λέγων· «Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε ἐγγε‐

68

.

144

(50)

γραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων, φανερούμε‐ νοι ὅτι ἐστὲ ἐπιστολὴ Θεοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐγ‐ γεγραμμένη, οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πίναξι λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκί‐
55ναις.»
ΠΑΛΛ. Ἀλλ’ ὅτι μὲν τύποι καὶ σκιαὶ τὰ κατὰ144

68

.

145

τὸν νόμον, φαίην ἂν καὶ αὐτὸς, εὖ ἴσθι τοι. Φέρε δὴ οὖν λεπτόν τε καὶ ἀκριβῆ τοῖς ἐν τύπῳ κεχρησμῳδη‐ μένοις ἐνιέντες τὸν νοῦν, πολυπραγμονῶμεν εὖ μάλα τῆς ἀληθείας τὸ κάλλος. Εἴη γὰρ ἂν οὕτω λοιπὸν
5οὐδενὶ τῶν ὄντων ἀσυμφανὲς τῆς ἐν πνεύματι λα‐ τρείας τὸ μυστήριον. ΚΥΡ. Καὶ μὴν, ὦ γενναῖε, καταπέφρικά τοι σφόδρα εἰκότως, δυσοκνότατά τέ εἰμι πρὸς τοῦτο λίαν. Εἶεν γὰρ οἶμαί που τοῖς καθ’ ἡμᾶς οὐχ ἁλώσιμα, τὰ οὕτως
10ἀνῳκισμένην καὶ ὑπερτενῆ λαχόντα τὴν θεωρίαν. Χρῆναι δὲ οἶμαι λέγειν ἀνασκοπουμένῳ τὸ βάθος τῶν ἐν τῷ νόμῳ θεωρημάτων· «Τίς σοφὸς καὶ συν‐ ήσει ταῦτα; καὶ συνετὸς, καὶ ἐπιγνώσεται αὐτά;» ΠΑΛΛ. Οὐκ ἄτραχυ μὲν τὸ χρῆμα, ὦ τᾶν. «Αἰ‐
15τεῖτε» δὲ ὅμως, φησὶν ὁ Χριστὸς, «καὶ δοθήσεται ὑμῖν· ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσε‐ ται ὑμῖν.» ΚΥΡ. Ἰτέον δὴ οὖν ἐπὶ τὸ χρῆναι φιλοθηρεῖν τὸ τελοῦν εἰς ὄνησιν· καὶ δὴ καὶ ἱκετηρίαν προανατεί‐
20νωμεν λέγοντες· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου.» Δεῖ δὲ ἡμᾶς, ὡς ἔοικε, πρό γε τῶν ἄλλων εἰπεῖν, τήν τε εἰς φαυλότητα τοῦ ἀνθρώπου παρατροπὴν, δουλείας τε πέρι, καὶ αἰχμαλωσίας τῆς ὑπὸ τῷ πάντων ἐχθρῷ,
25ὅπως τε καὶ τίνα τρόπον ταυτὶ παρ’ ἡμῶν καὶ ἐν ἡμῖν ἐκπράττεται. Προσεπειπεῖν δὲ δὴ οὕτω, καὶ τίνα χρὴ τρόπον ἀπονεύειν τοῦ κακοῦ, καὶ ἀποσείεσθαι μὲν τῆς ἐπ’ ἐκείνῳ δουλείας τὸν ζυγὸν, ἀναθρώσκειν δὲ αὖ πρὸς τὸ ἐν ἀρχαῖς, διασώζοντος καὶ ἐπαμύνοντος
30τοῦ Θεοῦ. Τῇδε γὰρ ἡμῖν ἰόντος τοῦ λόγου ὁδῷ τῇ πρεπούσῃ, προσήκοι ἂν, οἶμαι, καὶ τὰ λοιπά. ΠΑΛΛ. Ὀρθότατα διανοῇ. ΚΥΡ. Τὸ γάρ τοι καρποφορεῖν δύνασθαι τῷ Θεῷ καὶ προσάγειν θυσίας πνευματικὰς, ἤγουν ἀνδρίζε‐
35σθαι, καὶ εὐδοκιμεῖν, κατορθοῦν ἐθέλοντας τὴν ἀρε‐ τὴν, οὐχὶ δήπου πρέποι ἂν τοῖς οὕτω δουλείας καὶ παθῶν ἀνάγκης ἀπηλλαγμένοις, ἀλλ’ οἷς ἤδη πως ὁ νοῦς ἀνανήφει πρὸς τὸ ἐλεύθερον, καὶ οὐκ ἀμελέτητον ἔχει τὸ ἀποσείεσθαι τὸν ζυγὸν τῆς τοῦ διαβόλου πλεον‐
40εξίας. ΠΑΛΛ. Σύμφημι, νοεῖς γὰρ ὀρθῶς. ΚΥΡ. Καὶ δὴ καὶ λέγωμεν, ὡς πεποίηται μὲν ὁ ἄνθρωπος ἐν ἀρχαῖς, ἁμαρτίας μὲν καὶ παθῶν ἀνω‐ τέρω πως ἔτι τὴν διάνοιαν ἔχων, οὐ μὴν ἀνεπίδεκτος
45παντελῶς τῆς ἐφ’ ὅπερ ἂν ἕλοιτο παρατροπῆς. Ἐδό‐ κει γὰρ ἔχειν ὀρθῶς τῷ πάντων ἀριστοτέχνῃ Θεῷ, τῶν ἰδίων θελημάτων ἀνάπτειν αὐτῷ τὰς ἡνίας, καὶ ἀναθεῖναι δρᾷν τὸ δοκοῦν αὐτοκελεύστοις ὁρμαῖς. Προαιρετικὴν γὰρ ἔδει, καὶ οὐχ ὥσπερ ἐξ ἀνάγκης

68

.

145

(50)

ὁρᾶσθαι τὴν ἀρετὴν, ἀλλ’ οὐδὲ φύσεως νόμοις ἀδια‐ πτώτως ἐρηρεισμένην· ἴδιον γὰρ ἂν εἴη τουτὶ τῆς ἀνω‐ τάτω πασῶν οὐσίας καὶ ὑπεροχῆς. Ἐπειδὴ δὲ τοῖς τῆς ἰδίας φύσεως λόγοις τὸ ζῶον ἀπήρτιστο τεχνουρ‐ γοῦντος Θεοῦ, κατεπλούτει παραχρῆμα τὴν πρὸς
55αὐτὸν ὁμοίωσιν. Ἐνεχαράττετο γὰρ αὐτῷ τῆς θείας
φύσεως ἡ εἰκὼν, ἐμφυσηθέντος ἁγίου Πνεύματος.146

68

.

148

Αὐτὸ γάρ ἐστιν ἡ πνοὴ τῆς ζωῆς, ἐπεί τοι ζωὴ κατὰ φύσιν ὁ Θεός. ΠΑΛΛ. Ἆρ’ οὖν ψυχὴ τῷ ἀνθρώπῳ τὸ θεῖον ἐγέ‐ νετο πνεῦμα;
5ΚΥΡ. Καὶ πῶς οὐκ ἄτοπον κομιδῇ τὸ τῇδε νοεῖν; Ἦ γὰρ ἂν ἄτρεπτος, καὶ αὐτή που διαμεμένηκεν ἡ ψυχή· νυνὶ δέ ἐστι τρεπτή. Τρεπτὸν δὲ οὔτι που τὸ πνεῦμά ἐστιν. Ἢ εἴπερ τὸ τρέπεσθαι νοσεῖ, ἐπ’ αὐτὴν ὁ μῶμος τὴν θείαν ἀναδραμεῖται φύσιν; εἴπερ ἐστὶ
10τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μὴν καὶ τοῦ Υἱοῦ, τὸ οὐ‐ σιωδῶς ἐξ ἀμφοῖν, ἤγουν ἐκ Πατρὸς δι’ Υἱοῦ προχεό‐ μενον Πνεῦμα. Ἀμαθὲς οὖν ἄρα τὸ εἰς ψυχὴν οἴεσθαι μεταπεπλάσθαι τὸ Πνεῦμα, καὶ εἰς ἀνθρώπου μετα‐ χωρῆσαι φύσιν. Ἀλλ’ ἐψυχοῦτο μὲν τὸ πλαστουργηθὲν
15ἀῤῥήτῳ δυνάμει· κατεκαλλύνετο δὲ παραχρῆμα τῇ τοῦ πνεύματος δόσει. Ἦν γὰρ οὐχ ἑτέρως τὴν θείαν ἡμᾶς εἰκόνα δύνασθαι πλουτεῖν. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Κατακοσμήσας δὴ οὖν τὸ τέχνημα Θεὸς, τὴν
20ἐν παραδείσῳ δίαιταν ἐχαρίζετο. Ἐπειδὴ δὲ ἔδει τὸν οὕτως κατηγλαϊσμένον, καὶ τῇ τῶν ἄνωθεν ἀγαθῶν ἀφθονίᾳ κατεστεμμένον, μὴ εὐκόλως ἀναφέρεσθαι πρὸς ἀλαζονείαν ἐᾷν, ἀγνοοῦντα τὴν δουλείαν, καὶ ὡς ἔστι μέτρον τῶν οἰκετικῶν (τὸ γάρ τοι λίαν εὐρὺ
25πρὸς τὸ εὐκλεὲς, καὶ τὸ ἀμέτρως ἐλεύθερον, ἀποφέ‐ ρει πρὸς τὸ ὑπέροφρυ καὶ ἐπάρατον πάθος), πρόφα‐ σις αὐτῷ τοῦ μὴ ἀγνοεῖν τὸν Δεσπότην, ἐγκρατείας ἐδόθη νόμος· ἵνα δι’ αὐτοῦ καλοῖτο πρὸς ἀνάμνησιν ἀεὶ τοῦ μετ’ ἐξουσίας προστεταχότος, καὶ εἰδείη σα‐
30φῶς, ὡς ἔστιν ὑπεζευγμένος τοῖς τοῦ κρατοῦντος θεσμοῖς. Ἀλλ’ οὐκ ἠρέμει τὸ ἀνόσιον ἐκεῖνο καὶ θεο‐ μισὲς θηρίον. ΠΑΛΛ. Φαίης ἂν οἶμαί που τὸν Σατανᾶν, ὃς τῶν οὐρανίων ἀψίδων ἀστραπῆς δίκην κατηκοντίζετο·
35νοσεῖν γὰρ αὐτῷ μειρακιωδῶς ἐδόκει τὸ θέλειν εἶναι Θεὸς, καὶ τὰ ὑπὲρ φύσιν τὴν ἑαυτοῦ παραδηλῶν, ἐφαντάζετο. ΚΥΡ. Διατεκμαίρῃ καλῶς. Φθόνου γὰρ καὶ ἁμαρ‐ τίας εὑρετὴς ὢν, καὶ πατὴρ, ἀπρακτεῖν οὐκ ἤθελε
40περὶ τὸ ἐπὶ γῆς ζῶον, τοῦτ’ ἔστι, τὸν ἄνθρωπον. Εἶτα δόλῳ καὶ ἀπάταις ὑπελθὼν, παρεκόμισεν εἰς παρακοὴν, πανουργίας ὀργάνῳ τῷ γυναίῳ χρώμενος. Ἀεὶ γάρ πως ἡμᾶς κατασείουσι πρὸς τὸ ἀκαλλὲς, τοῦτ’ ἔστιν, εἰς ἁμαρτίαν, αἱ σὺν ἡμῖν τε καὶ ἐν ἡμῖν
45ἡδοναί· ἡδονῆς δὲ τύπος, ἡ γυνή· θωπείαις δὲ ταῖς ἐξ ἡδονῶν καταθεῖ πολλάκις ἐπὶ τὸ ἀνεθέλητον ὁ νοῦς. Ὅπερ οὖν ἐν Ἀδὰμ ὡς ἐν πάχει πραγμάτων καὶ αἰσθητῶς ὁρᾶται συμβεβηκὸς, τοῦτο καὶ ἐν ἑκάστῳ τῶν καθ’ ἡμᾶς, νοητῶς τε καὶ κεκρυμμένως κατίδοι

68

.

148

(50)

τις ἂν πληρούμενον. Προανατέλλουσα γὰρ ἡδονὴ κα‐ ταγοητεύει τὸν νοῦν, καὶ κατὰ βραχὺ ὑποσπᾷ πρὸς τὸ οἴεσθαι λοιπὸν, τὸ μηδὲν εἶναι παντελῶς, τοῦ θείου νόμου παράβασιν. Καὶ πιστώσεται λέγων ὁ Χριστοῦ μαθητής· «Μηδεὶς πειραζόμενος, λεγέτω ὅτι Ἀπὸ
55Θεοῦ πειράζομαι. Ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν·
πειράζει δὲ αὐτὸς οὐδένα. Ἕκαστος δὲ πειράζεται148

68

.

149

ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμε‐ νος. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα, ἀποκύει θάνατον.
6ΠΑΛΛ. Ἀτρεκὴς ὁ λόγος. ΚΥΡ. Ἀπεμπολήσασα δὴ οὖν τὴν παρὰ Θεοῦ χάριν, καὶ γυμνωθεῖσα ἤδη τῶν ἐν ἀρχαῖς ἀγαθῶν, ἐξεπέμ‐ πετο μὲν τοῦ παραδείσου τῆς τρυφῆς, μετεπλάττετο
10δὲ πρὸς τὸ ἀκαλλὲς εὐθὺς ἡ ἀνθρώπου φύσις, φθορᾶς δὲ εἴσω πεσοῦσα λοιπὸν ἀνεδείκνυτο. ΠΑΛΛ. Ἀναγκαίως. Ἔνδεια γὰρ οἶμαι τῶν παρὰ Θεοῦ χαρισμάτων, οὐδὲν ἕτερόν ἐστιν ἢ παντὸς ἀπόπτωσις ἀγαθοῦ. Ἀῤῥωστήσειε δ’ ἂν ἡ ἀνθρώ‐
15που φύσις καὶ μάλα ῥᾳδίως τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων παραφορὰν, εἰ μὴ ἀνέχοι πρὸς ἀρετὴν αὐ‐ τὴν ἡ τοῦ διασώζοντος χάρις, τοῖς ἄνωθεν καὶ παρ’ ἑαυτῆς ἀγαθοῖς πλουτίζουσα. ΚΥΡ. Εὖ λέγεις. Συναινέσαιμι γὰρ ἂν καὶ μάλα
20εἰκότως· τρέφει μὲν γὰρ εἰς ἀλκὴν τὴν πνευματικὴν ὁ ἄρτος ὁ ζῶν, τοῦτ’ ἔστιν, ὁ τοῦ Θεοῦ λόγος. Γέγρα‐ πται γὰρ, ὅτι «Καὶ ἄρτος στηρίζει καρδίαν ἀνθρώ‐ που.» Δουλείας δὲ ἀπαλλάττει καὶ παθῶν, καὶ τοῖς εἰς ἐλευθερίαν αὐχήμασιν εὖ μάλα καταχρυσοῖ. Συν‐
25εσταλκότος δὲ ὥσπερ τὴν χεῖρα τοῦ Θεοῦ, καὶ τὴν ἐν τούτοις ἡμῖν χορηγίαν οὐ διανέμοντος· πᾶσα ἀνάγκη πως καὶ ἀνεθελήτοις ἡμᾶς περιπίπτειν κακοῖς, καὶ ἀρετῆς μὲν ἁπάσης ἀπωλισθεῖν, ὑπελθεῖν δὲ ὥσπερ τὸν ἑτέρου ζυγὸν, ἥκειν τε ἐς τοῦτο κακῶν καὶ πλεον‐
30εξίας, ὡς ἀγχοῦ γενέσθαι λοιπὸν τοῦ καὶ αὐτὴν ἀπολέσαι τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ὑπηρετοῦσαν ἡμῖν καὶ συνῳκισμένην σύνεσιν, καὶ σοφίας ἐρήμην τῆς κατὰ Θεὸν ἀποφανθῆναί τε παντελῶς τὴν τοῦ παθόντος καρδίαν, ἐκπεπορνευμένην ὥσπερ τῷ Σα‐
35τανᾷ, καὶ ὑπενεχθεῖσαν εὐκόλως ὕβρεσί τε καὶ ἀσελ‐ γείαις ταῖς ὑπ’ αὐτοῦ. ΠΑΛΛ. Ἐκδείξειας ἂν ὅπως, ἢ ψιλοῖς ἐάσεις ἐπι‐ νήχεσθαι λογισμοῖς; ΚΥΡ. Ἥκιστά γε. Παραδείξαιμι γὰρ ἂν ὡς ἔνι
40καλῶς τὰ τοῖς ἀρχαίοις συμβεβηκότα, διαμορφῶν εὐτέχνως εἰς τύπον τῶν νοητῶν. Εἰκόνες γὰρ ἐναρ‐ γεῖς καὶ ἀριδηλότατοι γένοιντο ἂν ἡμῖν τῶν ἐν θεωρίᾳ λεπτῇ, τὰ ὡς ἐν αἰσθήσει τε καὶ ὡς ἐν ὄψει σημαν‐ τικῇ. Γέγραπται τοίνυν περὶ τοῦ προπάτορος Ἀβραάμ·
45«Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη Ἀβραὰμ εἰς Αἴγυπτον παροικίσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς.» Τὴν γάρ τοι φίλην τε αὑτῷ καὶ ἐνεγ‐ κοῦσαν ἀφεὶς, μεθωρμίζετο πρὸς ἑτέραν, ἢν ὑπέδειξε Θεός. «Ἔξελθε γὰρ,» φησὶν, «ἐκ τῆς γῆς σου, καὶ

68

.

149

(50)

ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω.» Καταβρίθοντος δὲ τοῦ λιμοῦ, καὶ δυσδιά‐ φυκτον κομιδῇ τὴν ζημίαν ἐπάγοντος, τὴν Αἴγυπτον ἰδεῖν, καὶ οὐχ ἑκὼν, ἐβιάζετο. Καὶ κατῴκησε μὲν οὐχὶ, παρῴκησε δὲ μᾶλλον ἐν αὐτῇ.
55ΠΑΛΛ. Τί οὖν τοῦτό γε;150

68

.

152

ΚΥΡ. Ἀρίστην ἡμῖν τῶν ἀφανεστέρων τὴν θεωρίαν διαμορφοῖ. ΠΑΛΛ. Τίνα τρόπον; ΚΥΡ. Ταῖς τῶν Ἰουδαίων ἀπειθίαις ἐπιτιμῶν, ἔφη
5που ὁ Θεός· «Ἰδοὺ ἐπάγω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦ‐ σαι λόγον Κυρίου. Καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν περιδραμοῦνται ζητοῦντες λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσιν.» Ἆρ’ οὖν, ὦ ἑταῖρε, τοὺς τοιῷδε τυχὸν
10καταπιεσθέντας λιμῷ, καὶ χορηγίας ἐκπεπτωκότας τῆς διακρατούσης εἰς ἀρετὴν, καὶ τροφὰς οὐκ ἔχοντας τὰς ἐξ οὐρανοῦ καὶ ἄνωθεν, οὐχὶ πᾶσά πως ἀνάγκη μετανάστην ὥσπερ τινὰ καὶ φυγάδα ποιεῖσθαι τὸν νοῦν, μεταθέοντα λοιπὸν ἐπὶ τὰ αἰσχίω, καὶ ὥσπερ
15τινὸς γῆς ἰδίας τῆς εἰς ἀρετὴν εὐσθενείας ἐξωθούμε‐ νον, καταβαίνειν εἰς ἑτέραν ἕξιν τε καὶ θέλησιν· οὐκ ἔτι μὲν τὴν ὑπὸ Θεῷ, σκήπτροις δὲ μᾶλλον ὑποκει‐ μένην διαβολικοῖς. Πατὴρ γὰρ, οἶμαι, καὶ βασιλεὺς ἁμαρτίας, ὁ πρῶτος αὐτὴν ἐς κόσμον ἐνεγκὼν, οὗ καὶ
20εἰς εἰκόνα καὶ τύπον παραδέξαιτ’ ἂν οἶμαί τις, καὶ σφόδρα εἰκότως, τὸν Φαραὼ, τῆς Αἰγυπτίων ἐξάρ‐ χοντα. Παρ’ οἷς βαθὺς μὲν ἦν λίαν ὁ τοῦ πεπλανῆσθαι σκότος· κακίας δὲ τρόπος ἀνεπιτήδευτος παντελῶς οὐδείς.
25ΠΑΛΛ. Καὶ τί τὸ λυπῆσαν τὸν μακάριον Ἀβραὰμ, ἐκ τοῦ καθικέσθαι τυχὸν εἰς τὴν Αἰγυπτίων; ΚΥΡ. Πλεῖστον μενοῦν ὅσον. Μικροῦ γὰρ ἐπέκεινα παντὸς ἠνέχθη κακοῦ. Ἀναμάθοις δ’ ἂν καὶ τοῦτο εὐκόλως, ἱεροῦ φωνοῦντος Γράμματος· «Ἐγένετο δὲ
30ἡνίκα εἰσῆλθεν Ἀβραὰμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα ὅτι καλὴ εἴη σφόδρα, καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ, καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραὼ καὶ ἤγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ.» Ἄθρει δὴ οὖν ὅτι μικροῦ διόλωλεν αὐτῷ τὸ γύναιον,
35ὦ τᾶν. ΠΑΛΛ. Ὡς δριμὺ τὸ χρῆμα, καὶ καταλυπεῖν ἱκανόν. ΚΥΡ. Καὶ μὴν τοῦτό τοι περὶ ἡμᾶς αὐτοὺς νοητῶς συμβήσεται. Οἷς γὰρ ἂν γένοιτο πατρίδος μὲν, ὥσπερ
40τῆς ἰδίας ἀπολισθεῖν, τῆς συνήθους τε καὶ φιλαιτάτης εὐκοσμίας καὶ ἀρετῆς, καθικέσθαι δὲ πρὸς τὰ χείρω, καὶ ὑπὸ σκῆπτρα γενέσθαι διαβολικὰ, πάντη τε καὶ πάντως ἐπιφύονταί τε καὶ ἐπιβουλεύουσι δεινῶς αἱ πονηραὶ καὶ ἐναντίαι δυνάμεις· κἂν εἰ θεάσαιντό τινα
45τῶν ὑπ’ αὐταῖς γεγονότων οὐκ ἀκαλλῆ τὴν σύνεσιν ἔχειν δυνάμενον, περιποιεῖν σπουδάζουσι τῷ ἰδίῳ καθηγητῇ, καὶ τοῖς ἐκείνου σπερματισμοῖς ὑποφέ‐ ρουσιν, ἵνα Θεῷ μὲν οὐκέτι, καρποφορῇ δὲ μᾶλλον τῷ Σατανᾷ. «Τὰ γὰρ βρώματα αὐτοῦ,» κατὰ τὸ

68

.

152

(50)

γεγραμμένον, «ἐκλεκτά·» κατακηλοῦσαι δὲ ὥσπερ τὸν ἁλόντα τε καὶ ὑπολισθήσαντα νοῦν, ὡς ἂν μὴ πολὺ βλέπων εἰς τὸ ἐλεύθερον, τῆς ὑπ’ αὐταῖς θητείας ἀποφοιτήσειε. Περιποιοῦσιν ἐσθ’ ὅτε τὰς ἐπὶ τοῖς γηΐνοις ἡδονὰς, καὶ οἱονείπως καταπλουτίζουσι ταῖς
55εἰς τὸ μηδὲν θυμηδίαις, καθάπερ ἀμέλει καὶ οἱ τῶν Αἰγυπτίων ἄρχοντες, τὴν σύνοικον ἀπολλύντα τὸν
μακάριον Ἀβραὰμ, οἱονεὶ περισαίνοντες ταῖς τιμαῖς,152

68

.

153

καὶ δώρων προσαγωγαῖς, τοῦ λυπεῖσθαι λίαν ἀποκο‐ μίζειν ἤθελον. Γέγραπται γὰρ, ὅτι «Καὶ τῷ Ἀβραὰμ εὖ ἐχρήσαντο δι’ αὐτὴν,» δῆλον δὲ, ὅτι τὴν Σάῤῥαν, «καὶ ἐγένοντο αὐτῷ, πρόβατά τε καὶ μόσχοι, καὶ ὄνοι,
5καὶ παῖδες, καὶ παιδίσκαι, καὶ ἡμίονοι, καὶ κάμηλοι.» Πλεονεκτῶν γὰρ ἡμᾶς εἰς τὰ καιριώτατα, καὶ οἱονεὶ γονῆς τε καὶ εὐκαρπίας ἀποστερῶν ἐλευθέρας ὁ Σα‐ τανᾶς, καὶ ταῖς ἰδίαις ὕβρεσι καὶ ἀσελγείαις τὸν εὐγενῆ νοῦν ὑποφέρων ἐκ πλεονεξίας, τῇ τῶν ἐπιγείων τέρψει
10καταδεσμεῖ. Διελήλακε δὲ μανίας εἰς τοῦτό ποτε, ὡς καὶ αὐτῷ τὴν πεῖραν καθεῖναι τῷ Χριστῷ. «Ἀν‐ αγαγὼν γὰρ αὐτὸν,» φησὶν, «ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης, ἐν στιγμῇ χρόνου, καὶ εἶ‐ πεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην
15ἅπασαν, καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδονται, καὶ ᾧ ἐὰν θέλω, δίδωμι αὐτά. Σὺ οὖν ἐὰν προσκυ‐ νήσῃς ἐνώπιόν μου, ἔσται σοι πάντα.» ΠΑΛΛ. Ἔχει μὲν ὀρθῶς. Πλὴν ἐρομένῳ, φράσον. Τίς ἂν γένοιτο τοῖς παθοῦσιν ἢ ὄνησις ἤγουν ἡ ἐπι‐
20κούρησις; ΚΥΡ. Θεὸς, ὦ γενναῖε, καὶ ἡ παρ’ αὐτοῦ χάρις, οὐ μέχρι παντὸς ἐφιεῖσα τὸν ἠσθενηκότα νοῦν ὑπὸ πόδας εἶναι διαβολικοὺς, ἀλλὰ ὑπερασπίζουσά τε καὶ ἐξαιρουμένη, τὸν οὐδὲν ἐπαμύνειν ἑαυτῷ δυνάμενον.
25Ἴδοις δ’ ἂν, εἰ βούλοιο, τουτὶ γεγονὸς καὶ ἐπὶ τοῦ προπάτορος Ἀβραάμ. Ἀπειρηκότος γὰρ τοῦ δικαίου, καὶ δρᾷν οἵου τε παντελῶς οὐδὲν, μέσος ἐχώρει Θεὸς, καὶ τῆς Αἰγυπτίων ἀσελγείας τὸ γύναιον ἠλευθέρου. «Ἤτασε γὰρ Κύριος τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις
30καὶ πονηροῖς, καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ.» Ἠφίει δὲ οὕτω μόλις ὕβρεως ἐλευθέραν τὴν τῷ δικαίῳ συνῳκισμένην. Θεὸς οὖν ἄρα καὶ μόνος ἐξέλοιτο ἂν ἐκ τῆς τοῦ διαβόλου χει‐ ρὸς τὸν ἐναλόντα νοῦν, καὶ εἰς εὐκοσμίαν αὐτὸν ἀνα‐
35στρέψει τὴν ἐν ἀρχαῖς. ΠΑΛΛ. Ἐνδείᾳ δὴ οὖν τῇ τῶν ἄνωθεν ἀγαθῶν κατωθούμενοι κάτιμεν ἐσθ’ ὅτε πρὸς τὰ αἰσχρὰ καὶ βδελυρά. ΚΥΡ. Οὕτω φημί.
40ΠΑΛΛ. Ἀλλ’ ἔστι που πάντως τῷ φιλαγάθῳ πρέ‐ πον Θεῷ, τὸ μηδενὶ τῶν τοιούτων ἐᾷν περιπίπτειν ἡμᾶς. ΚΥΡ. Πρέπον μὲν ὅτι μάλιστα τουτὶ Θεῷ, καὶ θελη‐ τόν γε, ὦ τᾶν· εἴη γὰρ ἂν ἥκιστα μὲν ἀγαθὸς, φιλ‐
45άρετος δὲ οὐ λίαν, εἰ μὴ τοῦτον ἔχοι πρὸς ἡμᾶς τὸν σκοπόν. Παραίτιοι δὲ τοῦ παθεῖν ἑαυτοῖς ἡμεῖς, παραθήγοντες εἰς ὀργὰς τὸν τῶν ὅλων Δεσπότην· ἐνίησι γὰρ οὕτω πρὸς ἀσθενῆ τε καὶ ἄνανδρον νοῦν. Ἢ οὐχὶ βοῶντος ἀκούεις δι’ ἑνὸς τῶν ἁγίων προφη‐

68

.

153

(50)

τῶν· «Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθέ‐ νειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοί· γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται;» Γράφει δὲ περί τινων καὶ ὁ σοφώτατος Παῦλος· «Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρ‐
55έδωκεν αὐτοῦς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ
μὴ καθήκοντα.» Τρανώτερον δὲ τουτὶ καὶ ὁ θεσπέ‐154

68

.

156

σιος Ἡσαΐας καθίστησι, λέγων, ὡς ἐκ προσώπου τῶν υἱῶν Ἰσραὴλ, ἤγουν τῶν ὠλισθηκότων εἰς ἁμαρτίας· «Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν.» ΠΑΛΛ. Ἆρ’ οὖν, εἰπέ μοι, καταῤῥᾳθυμοῦντες
5ἡμεῖς τοῦ πρέποντος καὶ ταῖς ἁμαρτίαις ἁλισκόμενοι, προσρίψομεν τὴν αἰτίαν τῷ Θεῷ, καὶ ἐγκαλέσομεν αὐτῷ τὴν ὀργὴν, ὡς διὰ τοῦτο ἡμαρτηκότες; ΚΥΡ. Ἐπαιτιασόμεθα μὲν οὐχὶ, μανία γὰρ τοῦτό γε· φάσκοντες δὲ, ὅτι «Σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρ‐
10τομεν,» τοιοῦτόν τι νοοῦμεν· Ὡς εἰ μὴ τὸ σὸν ἔχοι‐ μεν εὐμενὲς, ὦ Δέσποτα, τὸ ἀπεῖργον οὐδὲν, τυραν‐ νεῖσθαι μὲν ὑπὸ ἁμαρτίας, διὰ τὸ τῆς ἡμετέρας φύ‐ σεως ἀσθενὲς, παντὶ δὲ λοιπὸν ἐνέχεσθαι κακῷ. ΠΑΛΛ. Συνίημι ὃ φῄς.
15ΚΥΡ. Φροντίδος οὖν ἅμα καὶ μὴν καὶ φειδοῦς τῆς ἄνωθεν ἀπαμφιεννύμενοι, καὶ τῆς εἰς ἄγαν ἐξιτηλίας, καὶ τῶν εἰς τὸ φαῦλον ἀσχέτων ἀπονευμάτων πρατ‐ τόμενοι δίκας, ἀσθενεῖς καὶ εὐάλωτοι, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ἠῤῥωστηκότες ἀποδεικνύμεθα;
20Πάρα δὲ δή σοι ταυτὶ καταθεάσασθαι λαμπρῶς, τοῖς Ἱερεμίου περιτυχόντι λόγοις. Ἰουδαίων μὲν γὰρ ἡ ἀγρία πληθὺς, καί τοι σφόδρα πλουσίως ἐνσπατα‐ λῶσά τε καὶ ἐνευρυνομένη ταῖς παρὰ Θεοῦ φιλοτι‐ μίαις, καὶ ἁπάντων κρατήσασά τε λοιπὸν τῶν
25ἐχθρῶν, διελάσασά τε λοιπὸν εἰς αὐτό που τάχα τῆς ἐν ἀνθρώποις εὐκλείας τὸ ἀνωτάτω, σκληράν τε καὶ ἄθραυστον ἐμελέτα τὴν ἀπείθειαν. Μονονουχὶ δὲ καὶ ἐῤῥῶσθαι φράσαντες ταῖς διὰ Μωσέως ἐντολαῖς, καὶ μικροῦ παντελῶς ἀξιοῦντες λόγου τὰ τεθεσπισμένα,
30ἀπαραποδίστοις ἐφέροντο ῥοπαῖς εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ὑποκάτω γὰρ δρυὸς, καὶ λεύκης, καὶ δένδρου συσκιάζοντος κατὰ τὴν τοῦ προφήτου φωνὴν, βωμοὺς ἀνεδείμαντο, καὶ ἐν τοῖς εἰδενδροτάτοις τῶν ἀλσῶν, τεμένη τοῖς δαίμοσι διαπήξαντες, βουθυσίαις
35καὶ λιβανωτοῖς, καὶ τοῖς ἄλλοις ἅπασι, καταγεραίρειν ἠξίουν, Θεοὺς καὶ σωτῆρας, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων οὐκ ἐρυθριῶντες λέγειν, τὰ διὰ σφῶν τε‐ χνουργούμενα; Καθίκοντο δὲ μωρίας εἰς τοῦτό ποτε. ὡς ἐν καυχημάτων τάξει λοιπὸν ποιεῖσθαι τὰς ἀν‐
40οσίους τεκνοσφαγίας, οἴεσθαι δὲ ὡδὶ λιπαρωτάτην ἀνάπτειν τὴν θυσίαν αὐτοῖς. Καὶ οὐ μέχρι τούτων τὰ τῆς δυσσεβείας ἐπράττετο τοῖς ἐξ Ἰσραήλ. Προσ‐ θήκην δὲ ὥσπερ τινὰ τοῖς τολμήμασιν ἀεὶ προσ‐ επάγοντες, τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀχά‐
45λινον ἀποφοίτησιν, οὐ μετρίως ἐφ’ ἑαυτοῖς κατηρέ‐ θιζον εἰς ὀργὰς, καίτοι χρηστὸν ὄντα τὸν νομοθέ‐ την. Ἐπειδὴ δὲ τὴν ἐπ’ αὐτῷ δουλείαν ἀπεσείοντο νεανικῶς, μεθίει λοιπὸν καὶ πλεονεκτεῖσθαι καὶ παρ’ ἐχθρῶν, καὶ πρὸς ἀναγκαίαν ἤδη πως ἀποφέρεσθαι

68

.

156

(50)

θητείαν, τὴν ὑπὸ Χαλδαίοις φημὶ καὶ Βαβυλωνίοις. Οἱ μὲν γὰρ, ἧκον τὰ οἴκοι μεθέντες ἐξανδραποδισά‐ μενοί τε αὐτοὺς, καὶ τὴν ἁγίαν καὶ διαβόητον πόλιν
ἐμπρήσαντες, ἔρεσθαι δὲ μόλις ἐδόκει τοῖς πολεμου‐156

68

.

157

μένοις τὸν προφήτην Ἱερεμίαν, τὸ ὅποιπερ ἂν αὐτοῖς ἐκτελευτήσειε τὸ κακόν. «Καὶ εἶπε,» φησὶν, «Ἱερε‐ μίας· Οὕτως ἐρεῖτε πρὸς Σεδεκίαν· Τάδε λέγει Κύ‐ ριος· Ἰδοὺ ἐγὼ μεταστρέφω τὰ ὅπλα τὰ πολεμικὰ,
5ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξω τοῦ τείχους, εἰς τὸ μέσον τῆς πόλεως ταύτης. Καὶ πολεμήσω ὑμᾶς ἐγὼ ἐν χειρὶ ἐκτεταμένῃ, καὶ ἐν βραχίονι κραταιῷ, μετὰ θυμοῦ καὶ ὀργῆς μεγάλης. Καὶ πατάξω πάντας τοὺς
10κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ, τοὺς ἀνθρώπους καὶ τὰ κτήνη ἐν θανάτῳ μεγάλῳ, καὶ ἀποθανοῦνται.» Εἶτα μεθ’ ἕτερα· «Καὶ πρὸς τὸν λαὸν,» φησὶν, «ἐρεῖς τοῦτον, Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς, καὶ τὴν
15ὁδὸν τοῦ θανάτου. Ὁ καθήμενος ἐν τῇ πόλει ταύτῃ, ἀποθανεῖται ἐν μαχαίρᾳ, καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπο‐ ρευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς, ζήσεται. Καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς σκύλα, καὶ ζήσεται. Διότι ἐστήριξα τὸ
20πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ, καὶ οὐκ εἰς ἀγαθὰ, καὶ εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσεται, καὶ κατακαύσει αὐτὴν ἐν πυρί.» Συνίης οὖν, ὅτι ταῖς εἰσάπαξ φιλοτιμίαις καταλυποῦντες Θεὸν, ἐσόμεθα μὲν οὐχ οἷοί τε ταῖς τῶν ἐχθρῶν εὐσθενείαις ἀντιπράττειν οἱ δείλαιοι, ἐγκειμένης δὲ ὥσπερ καὶ καταθρωσκούσης ἡμῶν τῆς
25θείας ὀργῆς, δοῦλοι μὲν ἀντ’ ἐλευθέρων ἐσόμεθα, ἀκλεᾶ δὲ καὶ ἐλεεινὸν διαζήσομεν βίον. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Ἀποφέρει μὲν γὰρ ὁ τοῦ Θεοῦ νόμος πρὸς ἀμώμητον πολιτείαν τὸν τρυφερὸν καὶ εὐήνιον, λύχνος δὲ ὥσπερ τις ἑκάστῳ γίνεται, πρὸς τὴν τοῦ χρησί‐
30μου τε καὶ ἀναγκαίου παράδειξιν, καὶ αἰδοῖ μὲν τῇ πρὸς αὐτὸν ἡττώμενος, διαβιῴη τις ἂν οὐκ ἀθαυμά‐ στως οἶμαί που, καὶ καθάπερ ἁγίαν κατοικήσει πό‐ λιν τὸ ἐρηρεισμένον εἰς ἀρετὴν, καὶ βεβηκὸς εἰς εὐλάβειαν. Εἰ δὲ δή τις ἕλοιτο καθάπερ τινὰ δρυμόν
35τε καὶ ὕλην εὐανθῆ τε καὶ εὔξυλον, εἰσβάλλειν ἑτοί‐ μως εἰς τὰς κοσμικὰς ἡδονὰς, καὶ τέρψεσι ταῖς κατὰ τὸν βίον ἐμφιλοχωρεῖν, καὶ οἱονεί πως εἰδώλων ἐσμὸν εἰς νοῦν καὶ καρδίαν εἰσδέχεσθαι τὴν πολύμορφον ἡδονὴν, καὶ θυμιᾷν τοῖς δαίμοσι τοὺς τῆς αὐτοῦ
40προθυμίας καρπούς· τότε δὴ τότε καὶ σφόδρα εἰκό‐ τως ἀπολισθήσειεν ἂν φειδοῦς τῆς ἄνωθεν, καὶ ἑτοι‐ μοτάτη λίαν προσκείσεται θήρα τοῖς ἐθέλουσιν ἑλεῖν. Πόλεως δὲ ὥσπερ ἁγίας ἐξωθούμενος τῆς ἐν ἀρχαῖς εὐκοσμίας, κατοιχήσεται λοιπὸν ὥσπερ ἐξ ἀναγκαίου
45ζυγοῦ, πρὸς τὸ τοῖς κρατοῦσι δοκοῦν, καὶ μακρὰν ἔσται Θεοῦ, κατά γε τὸν τῆς διαθέσεως τρόπον, μετ‐ οικισμὸν ὑπομένων τὸν εἰς Βαβυλῶνα, τοῦτ’ ἔστι, τὰ ἐπέκεινα τερμάτων γῆς ἁγίας, ἐν ᾗ γνωστὸς ὁ Θεὸς, καὶ μέγα τὸ ὄνομα αὐτοῦ. Τοιγάρτοι διακεκρά‐

68

.

157

(50)

γασιν οἱ τὸν οὕτω σκληρὸν ὑπομένοντες πόνον, καὶ εἰς χεῖρας πεσόντες ἐχθρῶν, καὶ τὴν παρ’ ἐκείνοις δίαιταν, ὡς ἀνδραποδώδη καὶ οἰκετικὴν οὐ φέροντες· «Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν, ἐν τῷ μνησθῆναι ἡμᾶς τὴν Σιών.»
55Νοσεῖ γὰρ οἶμαί τι τοιοῦτον ὁ ἀνθρώπινος νοῦς.
ΠΑΛΛ. Τὸ τί δὴ φῄς;158

68

.

160

ΚΥΡ. Ῥᾴθυμος μὲν γὰρ καὶ ἀναπεπτωκὼς ἀεί πως ἐστὶν εἰς ἐπιθυμίαν τῶν ἐν χερσὶν ἀγαθῶν, ἐφίεται δὲ οὐ λίαν ὧνπερ ἂν ἔχοι τὴν ἐξουσίαν. Εἰ δὲ δή τις γένοιτο μετάκλησις ἐπὶ θάτερα, καὶ ὧν ἂν ἔχοι λαμ‐
5πρῶν ἡττᾶσθαι παρῇ, τότε δὴ μόλις αἰσθάνεται πα‐ θὼν, ὃ παντὶ δὴ σθένει διακρούεσθαι ἐχρῆν, καὶ οὐ διὰ πείρας ἥκειν ἐᾷν προαναιροῦντα τὴν ἔφοδον. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ἀναγκαῖον οὖν ἄρα, καὶ σοφὸν, καὶ τῶν
10ὅ τι μάλιστα λυσιτελεστάτων τὸ προαναιρεῖν εὖ μάλα τὰ μοχθηρὰ, καὶ τῆς ἀβουλήτου θητείας τὴν ἔφοδον, καὶ προαπονεύειν πειρᾶσθαι γοργῶς τὰ, ὧν εἰ γέ‐ νοιτο πρὸς πεῖραν ἐλθεῖν, ἐν παντὶ κεισόμεθα κακῷ. ΠΑΛΛ. Ὧδε ἔχει.
15ΚΥΡ. Καὶ εἰ μὲν ἐκ θείας ὀργῆς ὁ τῆς ἀναγκαίας δουλείας ἡμῖν ἐπιφέροιτο ζυγὸς, καὶ μὴν καὶ τὸ δεῖν εἰς ἀδόκιμον καθικέσθαι νοῦν, ἀντιφέρεσθαι μὲν οὐ ῥᾷον. Φαίην δ’ ἂν εἶναι χρήσιμον, κἂν γοῦν τὸ δια‐ μεμνῆσθαι μόνον ἐξ οἵων εἰς οἷα μετακεκλίσθαι, καὶ
20κατολοφύρεσθαι πικρῶς τὴν παράβλεψιν, καὶ τῆς ἄνωθεν ἐπικουρίας τὴν σπάνιν· «Ἡ γὰρ, κατὰ Θεὸν λύπη, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατερ‐ γάζεται.» Θείας δὲ ἡμῖν οὐκ ἀπηρτημένης ὀργῆς, ἀλλ’ ἐνὸν ἐπ’ ἐξουσίας ἑλέσθαι τε καὶ δρᾷν τὸ δοκοῦν,
25καὶ τὴν ἐπ’ ἄμφω ῥοπὴν, τήν τε εἰς τὸ φαῦλον, φημὶ, καὶ τὴν εἰς τὸ ἀγαθὸν, ἀνειμένην πως ἔτι καὶ ἀκαταβίαστον παντελῶς διακεκτῆσθαι παρὸν, παραι‐ τητέον γεννικῶς τὸν ὡς ἐν φαυλότητι μαλακισμὸν, οἶμαι δὲ δεῖν ἀποσείεσθαι φιλεῖν τὰς ἐπ’ ἐχθροῖς
30ἡδονὰς, καὶ τὸ ὑπὸ χεῖρα πράττειν ἐχθρῶν, οἳ κατάρ‐ χειν λέγονται τοῦ αἰῶνος τούτου. Κἂν εἰ προσίοι τὸ τυχὸν εὐημερίας οὐκ ἀμοιροῦν, εὐημερίας δέ φημι τῆς ἐν κόσμῳ τετιμημένης, εἰς αἰσχρὸν γὰρ πάντως καὶ ἀκαλλὲς καταστρέφει τέλος.
35ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ. Βούλει λέγωμεν ἐξ ἀρχαίων ἑλόντες παρα‐ δειγμάτων; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Λιμοῦ κατατήκοντος τοὺς ἀνὰ πᾶσαν, ὡς
40ἔπος εἰπεῖν, τὴν γῆν, καθικέσθαι πρὸς Αἰγυπτίους τοὺς ἐξ Ἰακὼβ ἐδόκει, νεανίαι δὲ ἦσαν τὸν ἀριθμόν που δέκα, καὶ ὁ τῆς ἀποδημίας σκοπὸς, τὸ ἐκπρία‐ σθαι τροφὰς, καὶ ἕτερον ἦν οὐδέν. Ἐπειδὴ δὲ ἧκον εἰς τοῦτο καὶ κατεγνωρίζοντο λοιπὸν ὡς ἀδελφοὶ, σιτο‐
45δοτοῦντος τότε καὶ ἐξάρχοντος τῆς Αἰγυπτίων τοῦ Ἰωσὴφ, εἰς οὖς τὸ πραχθὲν ἐδέχετο Φαραὼ, «Καὶ εἶπε,» φησὶ, «Φαραὼ πρὸς Ἰωσήφ· Εἶπον τοῖς ἀδελφοῖς σου· Τοῦτο ποιήσατε· Γεμίσατε τὰ πυρεῖα ὑμῶν, καὶ ἀπέλθετε εἰς γῆν Χαναὰν καὶ παραλα‐

68

.

160

(50)

βόντες τὸν πατέρα ὑμῶν, καὶ τὰ ὑπάρχοντα ὑμῶν, ἥκετε πρὸς μὲ, καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ φάγεσθε τὸν μυελὸν τῆς γῆς. Σὺ δὲ ἔντειλαι ταῦτα, λαβεῖν αὐτοὺς ἁμάξας ἐκ γῆς Αἰγύ‐
πτου, τοῖς παιδίοις ὑμῶν καὶ ταῖς γυναιξὶ, καὶ ἀναλα‐160

68

.

161

βόντες τὸν πατέρα ὑμῶν παραγίνεσθε, καὶ μὴ φεί‐ σησθε τοῖς ὀφθαλμοῖς τῶν σκευῶν ὑμῶν· τὰ γὰρ πάντα ἀγαθὰ Αἰγύπτου ὑμῖν ἔσται.» Ὁ μὲν οὖν τῆς Αἰγυπτίων ἡγούμενος αὐτοῖς ἀνάπαυλαν καὶ τρυφῇ
5καταπιαίνειν εὖ μάλα κατεπηγγείλατο, καὶ μὴν καὶ ἁμάξας ἐχαρίζετο, καταλεαίνων οἶμαί που τοῖς ὀκνοῦσι τὴν κάθοδον. Οἱ δὲ πανοικὶ, κατέβαινον εὐ‐ θὺς, τὴν πρόσκαιρον τῶν ἐδωδίμων ἀπόλαυσιν, οὐκ οἶδ’ ὅπως προτετιμηκότες γῆς τε καὶ χώρας δοθείσης
10παρὰ Θεοῦ· ἦν γὰρ δή που παρὰ πολὺ κρεῖττόν τε καὶ ἄμεινον τὸ ἐκείνην νέμεσθαι, εἰ καὶ σὺν βραχεῖ τὸ χρῆμα κατωρθοῦτο πόνῳ. Ἐπειδὴ δὲ ἧκον εἰς Αἴγυπτον, ᾤοντο μὲν ἴσως καὶ διαδράναι λοιπὸν τοὺς οἴκοι πόνους, οἷς καὶ τῶν παραυτίκα τερπνῶν
15ἡ αἴσθησις ἡδεῖά πως ἦν αὐτοῖς. Διέρποντος δὲ τοῦ χρόνου, τὸν ἀκλεᾶ τῆς δουλείας ὑποτρέχει ζυγὸν, ἡ ἄνωθέν τε καὶ ἐκ πατέρων εὐγενὴς καὶ ἐλευθέρα πληθύς. Οὐκοῦν εἰ προσείη μετ’ εὐημερίας κοσμικῆς τὸ προσπίπτειν εἰς τὰ αἰσχίω, παραιτητέον, ὦ τᾶν,
20εἴπερ ἐστὶ παρ’ ἡμῖν ἐν λόγῳ τὸ ἐλεύθερον, βδελυρόν τε καὶ ἀπηχθισμένον τὸ δουλοπρεπὲς χρῆμά τε καὶ φρόνημα. ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Τί δὲ, οὐχὶ κἀκεῖνό φαμεν, οὐ μετρίαν ὥς
25γέ μοι δοκεῖ τοῖς ἀρτίως ἡμῖν εἰρημένοις συνωδίνον τὴν ὄνησιν; ΠΑΛΛ. Τὸ ποῖ τί φῄς. ΚΥΡ. Ῥαψάκης ὁ Βαβυλώνιος τῶν Ἀσσυρίων στρατηγὸς, ἀριθμοῦ κρείττονα δορυφόρων ποτὲ πλη‐
30θὺν ἐπεσύρετο, ἧκέ τε πολιορκήσων, μᾶλλον δὲ, καὶ λίαν ἀμογητὶ, πᾶσαν ἐκ βάθρων αἱρήσειν ὑπειληφὼς τὴν ἁγίαν πόλιν. Εἶτα προεσάλευε τῶν ὅπλων τὴν οὐκ ἀμελέτητον αὐτῷ, κατειθισμένην δὲ σφόδρα κατὰ τοῦ Θεοῦ γλωσσαλγίαν. Μυρία δὲ ὅσα παλίμφημα λέγων,
35προσεπεφώνει τὸ τελευταῖον τοῖς τὴν ἁγίαν οἰκοῦσι πόλιν· «Τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων· Εἰ βούλεσθε εὐλογηθῆναι, πορεύεσθε πρὸς μὲ, καὶ φάγεσθε ἕκα‐ στος τὴν ἄμπελον αὐτοῦ, καὶ τὰς συκᾶς αὐτοῦ, καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν, ἕως ἂν ἔλθω, καὶ
40λάβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων.» Ἄθρει δὴ οὖν ὅτι καὶ αὐτὸς ἐπαγγέλλεται τὴν ἐπ’ ἀμπέλῳ τε καὶ συκῇ τρυφήν τε καὶ τέρψιν προσετίθει δὲ, ὅτι «Καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν.»
45ΠΑΛΛ. Ἀλλὰ τί ἂν βούλοιτο ταῦτα δηλοῦν, εἰ πρὸς θεωρίαν ἄγοιτο τὴν πνευματικήν; ΚΥΡ. Κατὰ διττὸν οἶμαι τρόπον ἡ τῆς φαυλότητος ἐν ἡμῖν ἀποπεραίνεται δύναμις. Ἢ γὰρ ταῖς θύρα‐ θεν ἡδοναῖς, ἢ ταῖς ἐμφύτοις καὶ ἐν ἡμῖν, ὑπό τε

68

.

161

(50)

σφῶν αὐτῶν, καὶ μὴν καὶ ἑτέρων, ἐντρυφᾷν ἀναπει‐ θόμενοι, πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχεστάτων, διωλι‐ σθηκότες ἁλοῖεν ἂν, οἱ πρὸς ἁμαρτίαν εὔκολοι. Ἐκδείξειε δ’ ἂν καὶ τοῦτο ἡμῖν ὡς ἔστιν ἀληθὲς, τοῦ Σωτῆρος ὁ μαθητὴς, ὡδίπη λέγων, «Ὅτι πᾶν τὸ ἐν
55τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία162

68

.

164

τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου.» Ἔμφυ‐ τος γὰρ καὶ ἐν ἡμῖν αὐτοῖς ἐῤῥιζωμένη καὶ μένουσα τῆς σαρκὸς ἡ ἐπιθυμία, νόμον δὲ αὐτὴν ἁμαρτίας, καὶ ὁ θεῖος ἡμῖν ὠνόμαζε Παῦλος, ἐνοικοῦντα τοῖς
5μέλεσι τῆς σαρκός. Τέρψεις δὲ καὶ ἡδοναὶ θύραθέν τε καὶ εἰσπεποιημέναι, τὰ δι’ ὀμμάτων. Θαυμάζεται γὰρ τὰ ἐκ πλούτου δι’ ὀφθαλμῶν, καὶ μὴν καὶ εὐ‐ ιματίαι, καὶ τὰ οἷς ἂν προσκέοιντό τινες, ὡς ἡδίστην ἔχοιεν τὴν ἀπόλαυσιν, ψῆφον αὐτοῖς οὐκ ἀγεννῆ
10δωρούμενοι. Οὐκοῦν, ἄμπελος μὲν καὶ συκῆ, τῆς ἔξωθέν τε καὶ εἰσπεποιημένης τέρψεώς τε καὶ τρυφῆς εἶεν ἂν εἰς τύπον ὁμοῦ τῶν ἐν κόσμῳ πραγμάτων τὸ πρόσκαιρόν τε καὶ εὐμάραντον ἀστείως καταδει‐ κνύουσαι, καὶ σὺν τῷδε τὸ γλυκὺ μετὰ τοῦ σκοτοῦν
15εἰωθότος. Τρυφὴ μὲν γὰρ ἅπασα κοσμικὴ, γλυκεῖαν μὲν ἔχει τὴν παραυτίκα μέθεξιν, σκοτεῖ δὲ δὴ λίαν καὶ ἐκμεθύσκει δεινῶς τὸν εἰσδεδεγμένον αὐτήν. Εἰκὼν δὲ ὁ λάκκος τῶν ἐμφύτων τε καὶ ἐν ἡμῖν κινη‐ μάτων. Οὐ γὰρ εἰσπεποίηται ταυτὶ καθάπερ ἐκεῖνα,
20πηγάζει δὲ ὥσπερ ἐν ἡμῖν, ἐξ αὐτῆς ἀναβρύοντα τῆς σαρκός. Τούτων οὖν ἁπάντων φυσικῶν τε καὶ ἐπ‐ ακτῶν, ἐλευθέραν ἡμῖν τὴν μέθεξιν, καὶ πλατεῖαν κο‐ μιδῇ τὴν ἀπόλαυσιν, ἔσεσθαί φασιν αἱ πονηραὶ δυ‐ νάμεις, εἰ καθάπερ ἁγίαν καὶ ἀκατάσειστον καταλε‐
25λοιπότες πόλιν, τὴν ἐγκράτειαν, προσχωρήσαιμεν τῷ βασιλεῖ Βαβυλῶνος, ὃς ἦν ἐν τύπῳ τοῦ Σατανᾶ. Ἀλλ’ ὁ μὲν Ῥαψάκης, τὸ παραυτίκα τερπνὸν, ἀνεῖ‐ ναί τε αὐτοῖς καὶ ἐπιδώσειν ἐπηγγέλλετο προσκε‐ χωρηκόσι τοῖς Βαβυλωνίοις. Οἱ δὲ οὐκ ἐπείθοντο
30φρονοῦντες ὀρθῶς, ἕψεται γὰρ πάντως τῷ θέλειν ἑλέσθαι τὰ κοσμικὰ, τὸ χρῆναι πεσεῖν εἰς ἀνεθέλητον δουλείαν, καὶ ἐν δορυκτήτων γενέσθαι τάξει.
34ΠΑΛΛ. Ἀτρεκὴς ὁ λόγος. Τίς δ’ ἂν γένοιτο τούτων
35ἡ λύσις, ὡς ἥδιστα ἂν ἐρομένῳ φράσον. ΚΥΡ. Τίς δ’ ἂν ἑτέρα παρὰ τὴν ἐναντίως ἔχουσαν τῇ πρώτῃ καὶ ἐν ἀρχαῖς; Ῥοπαῖς γὰρ ἰδίων ἀπο‐ νεύοντες θελημάτων, ἐπὶ τὸ βιοῦν ἐθέλειν αἰσχρῶς, καὶ τῆς ἀμωμήτου πολιτείας τὴν ἀστειότητα παρ‐
40ωθούμενοι, πρὸς ἀγεννῆ καὶ ἀνδραποδώδη πεπτώκα‐ μεν νοῦν, μόνα φρονοῦντες τὰ ἐπὶ τῆς γῆς, καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς ὁλοτρόπως ἐγκείμενοι. Ταύτῃ‐ τοι λοιπὸν καὶ κατολισθεῖν ἡμᾶς ἠφίει Θεὸς, εἰς ἀδό‐ κιμον νοῦν.
45ΠΑΛΛ. Παλινδρομεῖν οὖν ἄρα πρὸς ἀρετὴν ἀναγ‐ καῖον; ΚΥΡ. Ἀμελητί γε, ὦ τᾶν, οὐκ ἐφιεμένους ἔτι τῆς ἐν κόσμῳ ζωῆς, κατ’ ἐκεῖνό που πάντως τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς εἰρημένον ὀρθῶς· «Ἀπεθάνετε

68

.

164

(50)

γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν Χριστῷ ἐν τῷ Θεῷ.» Δεδιψηκότας δὲ μᾶλλον τὴν ἐν οὐρανοῖς ἀπο‐ γραφὴν, καὶ οἱονεὶ πατρίδα καὶ πόλιν τὴν ἄνω πεποιημένους, καὶ ἀνακεκραγότας εὖ μάλα πρὸς Θεόν· «Ἄνες μοι ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ,
55καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου.»
Ὁ γάρ τοι περιπατῶν ἐπὶ τῆς γῆς, καὶ λαμπρὸν ἐν164

68

.

165

οὐρανοῖς τὸ πολίτευμα ἔχων πάροικός τε καὶ παρ‐ επίδημος ἀληθῶς ἐξ αὐτῶν ἂν εἰκότως φαίνοιτο τῶν πραγμάτων. Καὶ γοῦν τοῦ Σωτῆρος ὁ μαθητὴς τοῦτο ποιεῖσθαι κελεύει, καὶ ἡμᾶς αὐτοὺς αὔχημα περι‐
5φανές τε καὶ εὐπρεπὲς, ὡδί πη λέγων· «Ἀδελφοὶ, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχε‐ σθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς.» ΠΑΛΛ. Ἆρ’ οὖν ἀρκέσειε πρὸς κατόρθωσιν ἀρετῆς
10ἡ τοιάδε διάθεσις, τὸ καταλῆξαί φημι τῶν σαρκικῶν ἐπιθυμιῶν; ΚΥΡ. Εἰ προσγένοιτο σοφῶς καὶ τὰ ἐκ τῆς ἑτέρας ἐπιεικείας, δῆλον δὲ ὅτι τῆς πνευματικῆς. Γέγραπται γάρ· «Πλατεῖα ἡ ἐντολή σου σφόδρα.» Ἢ οὐχὶ διττὸς
15ἐν ἡμῖν ὁ μολυσμὸς, ψυχῆς τε καὶ σώματος; Ἕπεσθαι δεῖν οἰηθείην ἂν, καὶ λίαν εἰκότως, τοῖς καταμιαί‐ νειν εἰωθόσιν, ἰσοπαλῆ τε καὶ ἰσουργὰ τὰ διασμήχειν εἰωθότα. ΠΑΛΛ. Ὀρθῶς ἔφης.
20ΚΥΡ. Ὥσπερ οὖν ἀμέλει διττὸς ὁ ῥύπος ψυχικός τε καὶ σωματικὸς, οὕτω καὶ ἡ διακάθαρσις ψυχική τε καὶ σωματικὴ γένοιτ’ ἂν εἰκότως. Πλὴν ὅτι τὸ παροικίαν ἡγεῖσθαι, φιλεῖν τὴν ἐν κόσμῳ ζωὴν, τοῖς τῇδε διακειμένοις οὐκ ἀκερδὲς ἀταλαιπώρως ἰδεῖν,
25εἴπερ ἕλοιτό τις εἰκόνα τοῦ πράγματος ποιεῖσθαι τὸν Ἀβραὰμ, πρὸς ὃν εἴρηται παρὰ Θεοῦ· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου. Καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω
30σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογητὸς, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς κατ‐ αρωμένους σε καταράσομαι, καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.» Συνίης ὅπως οὐκ ἐκ γῆς τε καὶ οἴκου μόνον, ἀλλὰ καὶ ἐκ τῆς συγγενείας, καὶ
35μὴν καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς ἀπαίρειν ἐκέλευσεν, ἥκειν τε εἰς γῆν, ἥνπερ αὐτὸς ἐκδείξειεν ὁ καλῶν; ΠΑΛΛ. Ἀλλὰ τί δὴ τοῦτό ἐστιν; ΚΥΡ. Εἶτά πως οὐκ ἐναργὲς, ὅτι Θεοῦ καλοῦντος εἰς ἀκολούθησιν, δῆλον δὲ ὅτι τὴν πνευματικὴν, καὶ
40τῆς ἐν κόσμῳ ζωῆς, φημὶ δὲ δὴ πάλιν τῆς ἐν ἡδοναῖς καὶ φιλοσαρκίαις, οὓς ἂν ἕλοιτο τιμᾷν, ἐξέρπειν ἐθέλοντος, ἀπόπληκτον κομιδῇ, τὸ ἡγεῖσθαί τι τοῦ τοιοῦδε ἄμεινον; Καταλογιζέσθω γὰρ ὡς οὐδὲν πα‐ τρίς τε καὶ γένος, καὶ οἶκος πατρὸς, καὶ τῶν ἐπι‐
45γείων ἡ κτῆσις. Τοιγάρτοι καὶ αὐτὸς ὁ Σωτὴρ πρὸς τὴν ἴσην ἡμᾶς ἀνδρείαν ἐκάλει, λέγων· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ

68

.

165

(50)

ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Προσ‐ ετίθει δέ· «Καὶ πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺς, ἢ ἀδελ‐ φὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, ἢ οἰκίας ἕνεκα τοῦ ὀνόματός μου, πολλαπλα‐ σίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει.»
55Ἢ γὰρ οὐχὶ τῆς εἰς ἄκρον εὐσθενείας τῆς ἐν Χριστῷ
νοουμένης ἔργον εἶναι φῂς, τὴν οὕτω λαμπρὰν καὶ166

68

.

168

περίοπτον ἀνδρείαν, ἣ παρ’ οὐδὲν ἡγεῖται ταυτί; τὸ δὲ δεῖν ἕπεσθαι τῷ Χριστῷ ποιεῖται περὶ πολλοῦ. ΠΑΛΛ. Πάνυ μὲν οὖν, ἐπεί τοι καὶ τῆς ἀρίστης ἐλ‐ πίδος, καὶ τῆς ἐν Χριστῷ θυμηδίας διωλισθήκασιν, οἱ
5κεκλημένοι μὲν εἰς τοὺς γάμους, καταρνησάμενοι δὲ τὴν ἄφιξιν. Ὧν ὁ μέν τις ἔφη· «Γυναῖκα ἔγημα, καὶ οὐ δύναμαι ἐλθεῖν.» Ὁ δέ τις ἀγρὸν ἐκπρίσσθαι λέγων, ἀμείνω τῆς κλήσεως ἐποιεῖτο τὰ πρόσκαιρα. ΚΥΡ. Εὖγε, ὦ Παλλάδιε· εὐφραίνεις γὰρ ἡμᾶς τὰ
10εἰκότα λέγων, καὶ ἐξ εὐμαθείας τῆς ἄγαν προανα‐ θρώσκων εὖ μάλα πρὸς τὸ συνιέναι θερμῶς τοῦ λό‐ γου τὸ πέρας. Ἄθρει δὴ οὖν ὅτι τοῖς ὀλοσχερῶς τε καὶ ὁλοτρόπως ἀκολουθοῦσι Θεῷ, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος πεποιημένοις δεύτερα τὰ τῆς σαρκὸς, καὶ
15φιληδονίαν κοσμικὴν, ἕψεται δὴ πάντως, τὸ εὐλογίας τῆς ἄνωθεν πλουσίως μεταλαχεῖν. Τί γὰρ λέγει πρὸς Ἀβραάμ; «Καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐ‐ λογήσω σε,» καὶ τὰ τούτοις συνημμένα. Ὁρᾷς οὖν ὅσην αὐτῷ πληθὺν ἐπεσώρευσε πνευματικῶν ἀγαθῶν;
20Τίνα δὲ τρόπον ἀπαίρει τῆς ἐνεγκούσης Ἀβραὰμ, πῶς οὐκ ἄξιον ἰδεῖν; «Ἔλαβε γὰρ,» φησὶ, «Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ, καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελ‐ φοῦ αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, ὅσα ἐκτήσαντο, καὶ πᾶσαν ψυχὴν, ἣν ἐκτήσαντο ἐν
25Χαῤῥάν. Καὶ ἐξῆλθον πορευθῆναι εἰς γῆν Χαναὰν, καὶ διώδευσεν Ἀβραὰμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς, ἕως τοῦ τόπου Συχὲμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν.» Ἐξεχώρει μὲν γὰρ ἐκ Χαῤῥὰν, οὐδὲν ἑαυτοῦ λείψανον ἀφιεὶς ἐν αὐτῇ, παγγενεὶ δὲ ὥσπερ καὶ πανοικὶ, προ‐
30θυμότατα μετατρέχων εἰς γῆν Χαναὰμ, ἣν ἔδειξε Θεός. Εἶτα δίεισι τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς, καὶ εἰς γῆν ἔρχεται τὴν ὑψηλήν. Ὁ γάρ τοι βεβουλημένος τοῖς θείοις εὖ μάλα κατακολουθεῖν θεσπίσμασι, καὶ φροντίδος τῆς ἀρίστης ἀξιοῦν τὴν ἄνωθεν κλῆσιν,
35ἐξίτω ζωῆς τῆς ἐν ἡδοναῖς κοσμικαῖς ὅλος διόλου, καὶ οἱονεὶ παγγενεὶ, οὐδὲν τῆς ἑαυτοῦ διανοίας λεί‐ ψανον ἀφεὶς, ἐν οἷς ἦν ποτε. Ἀπαίρει γὰρ οὕτως ὀρθῶς, καὶ διοδεύσει τὴν γῆν, κέκληται γὰρ παρὰ Θεοῦ, ἵνα ὥσπερ ὁ μακάριος γράφει Παῦλος, ἐξισχύσῃ
40καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ μῆκος, καὶ ὕψος, καὶ βάθος τοῦ μυστηρίου τοῦ Χριστοῦ. Πρὸς γῆν γὰρ τότε τὴν ὑψηλὴν ἀναφοιτήσει καλῶς, τοῦτ’ ἔστι, πρὸς ἕξιν τὴν ἀνῳκισμένην ἐν ἀρεταῖς, καὶ οὐδαμόθεν ἔχουσαν ἔτι τὸ κατεῤῥιμμένον εἰς φι‐
45λοσαρκίαν. Ἀφικομένῳ δὲ ἤδη πρὸς τοῦτο, τί πάλιν ἔσται τῶν ἀγαθῶν, ἐξ αὐτῶν εἰσόμεθα τῶν ἱερῶν Γραμμάτων. «Ὤφθη γὰρ,» φησὶ, «Κύριος τῷ Ἀβραὰμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν Ἀβραὰμ ἐκεῖ

68

.

168

(50)

θυσιαστήριον τῷ Κυρίῳ, τῷ ὀφθέντι αὐτῷ.» Ἐμφιλο‐ χωροῦντι μὲν γὰρ εἰς γῆν πατρίδος αὐτοῦ, καὶ οὔπω πρὸς τὴν ἁγίαν μεταχωρήσαντι γῆν, μόνος δέδοται χρησμὸς τοῦ μεταχωρῆσαι δεῖν εἰς ἑτέραν, τῆς ἐνεγ‐ κούσης ἠφειδηκότα. Ἐπειδὴ δὲ ἦλθεν εἰς γῆν Χαναὰν
55πανοικί τε καὶ πανσκευεὶ, καὶ πρὸς τὴν ἁγίαν ἀνέ‐168

68

.

169

θορε γῆν, ἡ τῆς θεοπτίας δέδοται χάρις, καὶ τῆς ἐλπίδος τὸ ἀσφαλὲς ἐν βεβαίῳ τῆς ἐλευθερίας, καὶ τὸ ἐξεῖναι λοιπὸν ἐγείρειν θυσιαστήριον. Καὶ ἡμῖν οὖν ἄρα, κατά γε τὸ ἴσον τοῦ λόγου σχῆμα, προσμέ‐
5νουσι μὲν τῷ κόσμῳ καὶ ταῖς κατ’ αὐτὸν βδελυρωτά‐ ταις ἡδοναῖς, οὐδεμία μὲν ἔσται παρὰ Θεοῦ χάρις· κεκλημένοις δὲ καὶ τοῖς θείοις ὑπείκουσι νόμοις, ἀναθρώσκουσι τῶν καθάπερ εἰς γῆν ὑψηλὴν τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίν τε καὶ προθυμίαν,
10ἐνίησι μὲν τῆς ἰδίας δόξης τὴν γνῶσιν ὁ Θεὸς, καὶ τὸ τῆς ἐλπίδος ἐρηρεισμένον ἐπαγγέλλεται· εὐσθενῆ δὲ οὕτω τὸν ἐν ἡμῖν ἀπεργάζεται νοῦν, ὡς ἤδη πως ἰσχύσαι θυσίας προσάγειν πνευματικὰς, καὶ εὐωδίαν γενέσθαι Χριστοῦ τῷ Θεῷ καὶ Πατρὶ, κατὰ τὸ γεγραμ‐
15μένον· παραστῆσαι δὲ καὶ αὐτῷ τὸ σῶμα, θυσίαν ζῶσαν καὶ εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν καὶ ἐν πνεύματι λατρείαν τὴν ἀπόδεκτον παρὰ Θεῷ. Προσ‐ ίεται γὰρ ἀσμένως τῆς ἐν πνεύματι λατρείας τοὺς τρόπους, καὶ θυσίαν ἡγεῖται τὸ χρῆμα πνευματικήν.
22ΠΑΛΛ. Μεθορμίζεσθαι δὴ οὖν ἐπὶ τὰ ἀμείνω πρέπει, τῶν αἰσχιόνων ἀπαίροντας· καὶ προσίεσθαι μὲν ὡς ἥδιστα τὴν ἄνωθεν κλῆσιν, ἐμφιλοχωρεῖν δὲ
25ὅτι μάλιστα φιλεῖν τοῖς ἐκ νόμου τετιμημένοις, καὶ τὴν ἀρίστην ψῆφον λαχοῦσι παρὰ Θεῷ. Ὡς τό τοι ζητεῖν ἀνόπιν ἰέναι καὶ ἐπινοστεῖν ἐπί τι τῶν ἀδικεῖν εἰωθότων, αἰτίας οὐκ ἀπαλλάξομεν. ΚΥΡ. Οὐ μὲν οὖν, ὦ ἑταῖρε. Παγχάλεπον μὲν γὰρ
30τὸ νοσεῖν ἑλέσθαι πάλιν τὰ ὧν ἂν ἐξοίχοιτό τις· ὡς τοῖς γε ἅπαξ ἐξῃρημένοις δυνάμει Θεοῦ πολιτείας κοσμικῆς, σφαλερὸν ἄγαν τὸ κἂν γοῦν εἰς αὐτὴν ἀποβλέψαι μόνον, καὶ οἱονεὶ πρὸς ἀνάμνησιν ἰέναι πλημμελημάτων, εἰς τὴν ἐπ’ αὐτοῖς ἀγάπησιν ἱέντας
35τὸν νοῦν. Καὶ γοῦν ὁ θεσπέσιος Μελῳδὸς ἐλιπάρει λέγων· «Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα.» Ματαιότης γὰρ ὡς ἀληθῶς ὁ τοῦδε τοῦ βίου περισπασμὸς, καὶ ἡ τῶν προσκαίρων διάκενος τέρψις, ὧν ὅτι προσήκει διίστασθαι καὶ
40ἀποφοιτᾷν, παραιτεῖσθαι δὲ καὶ μόνην τὴν ὡς ἐν ἐν‐ νοίαις μὲν ἔτι σὺν ἡδονῇ τε κατάσκεψιν τόν γε ὡς ἀληθῶς ὀρθοποδεῖν ᾑρημένον, ἀναμάθοι τις ἂν κἀν‐ τεῦθεν εὐκόλως. ΠΑΛΛ. Ἐκ τοῦ δὴ φής;
45ΚΥΡ. Οἱ τῶν Σοδόμων οἰκήτορες εἰς τὰς παρὰ φύσιν ἡδονὰς ἀγρίως ἐξοιστρούμενοι, καὶ ἀτιμάζοντες μὲν τὸν συνόδου νόμον, ὃν ἐπὶ παίδων γοναῖς ἡ φύσις ὡρίσατο, ὥραις δὲ ταῖς ἀῤῥένων ἐπιθηγόμενοι, καὶ τί γὰρ οὐχὶ τῶν λίαν ἐκτοπωτάτων διαπεραίνοντες,

68

.

169

(50)

κατηρέθιζον εἰς ὀργὰς, καὶ οἱονείπως κατεβιάζοντο πρὸς τὴν ἐπ’ αὐτοῖς ἰέναι δίκην, καίτοι φιλάνθρωπον ὄντα τὸν Δημιουργόν. Ἐπειδὴ δὲ τοῦ χρῆναι παθεῖν ἐπὶ θύραις ἦν ὁ καιρὸς, δεδαπανημένης ὥσπερ τῆς ἐπ’ αὐτοῖς ἀνεξικακίας, εἰσέβαλλον ἐν Σοδόμοις οἱ
55τοῦτο πληρώσοντες. Γέγραπται δὲ οὕτως· «Ἦλθον
δὲ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας. Λὼτ δὲ ἐκάθητο170

68

.

172

παρὰ τὴν πύλην Σοδόμων. Ἰδὼν δὲ Λὼτ, ἐξανέστη εἰς συνάντησιν αὐτῶν, καὶ προσεκύνησε τῷ προσώπῳ ἐπὶ τὴν γῆν, καὶ εἶπεν· Ἰδοὺ, Κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν, καὶ καταλύσατε, καὶ
5νίψασθε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες ἀπελεύ‐ σεσθε εἰς τὴν ὁδὸν ὑμῶν. Καὶ εἶπον· Οὐχί. Ἀλλ’ ἐν τῇ πλατείᾳ καταλύσομεν, καὶ κατεβιάζετο αὐτοὺς, καὶ ἐξέκλιναν πρὸς αὐτὸν, καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐποίησεν αὐτοῖς πότον. Καὶ ἀζύμους ἔπε‐
10ψεν αὐτοῖς, καὶ ἔφαγον πρὸ τοῦ κοιμηθῆναι.» Λὼτ μὲν γὰρ, ἅτε δὴ καὶ ἐξ αἵματος ὑπάρχων Ἀβραὰμ, καὶ τοῖς τῆς ὀρθότητος νόμοις ἐντεθραμμένος, εὐσε‐ βείας τε τῆς εἰς Θεὸν οὐκ ἐν βραχεῖ λόγῳ πεφρον‐ τικὼς, παρῴκει τὰ Σόδομα. Ἦν δὲ ἐπ’ αὐτοῖς ἔπηλυς
15καὶ ξένος καὶ γένει καὶ τρόπῳ. «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπί‐ στου,» κατὰ τὸ γεγραμμένον; Κατευμεγεθήσας δὲ τῶν ἐπιχωρίων κακῶν, καὶ τὴν αὐτῷ συνήθη τοῦ βίου διαστείχων ὁδὸν, ἁγίων εἴχετο σπουδασμάτων,
20καὶ τῆς φιλοξενίας τὸν νόμον ὅτι μάλιστα τιμῶν, ταῖς τοῦ ἄστεως προσιζήσας εἰσβολαῖς, τοὺς εἰσ‐ τρέχοντας ἐν αὐταῖς προσίεται φιλοφρόνως, θεοφιλὲς τὸ χρῆμα εἰδώς. Ἐπειδὴ δὲ ἧκον οἱ τοῖς εἰς ἀσέλ‐ γειαν ἀχαλίνως ἐκλελυττηκόσι τὴν δίκην ἐποίσοντες
25(δυὰς δ’ ἦν ἀγγέλων), ὑπαντιάζει γοργῶς, καὶ τῆς ἐνούσης αὐτῷ χρηστότητος μήνυσιν ἐναργῆ προανα‐ φαίνει τὴν πρόσρησιν. Προσκεκύνηκε γὰρ τῷ προσ‐ ώπῳ ἐπὶ τὴν γῆν, οἴκαδε τε ἰέναι προτρέπει, καὶ τοῖς τῆς ἀγάπης ἐνσπαταλῆσαι νόμοις. Οἱ δέ φασιν·
30Οὐχὶ, ἀλλ’ ἐν τῇ πλατείᾳ καταλύσομεν· τὸ μὲν εἶναι ξένοι καὶ ἀνέστιοι διὰ τούτου κατασημαίνοντες, κατ‐ ερεθίζοντες δὲ οἶμαί που πρὸς ἐντονωτέραν σπου‐ δὴν τὸν φιλοξενεῖν ᾑρημένον, μονονουχὶ δὲ καὶ ἀστείως ὑποσημαίνοντες, ὡς οὐκ ἂν αὐτοὺς μεθεῖτο
35πρεπόντως ἐρήμους ὄντας ἑστίας, καὶ ἐν αὐταῖς τριόδοις ἐξεῤῥιμμένους· ὃ δὴ καὶ συνεὶς ὁ δίκαιος, μειζόνως κατεβιάζετο, καὶ οὐχ ἁρπαγμὸν τὴν παραί‐ τησιν ὡς ἐξ ἀδρανοῦς καὶ ὑδαρεστέρας ἐποιεῖτο φρενός. Οὐκοῦν εἰσοικίζεται μὲν αὐτοὺς, ἀζύμους τε
40ἄρτους παρετίθει, καὶ πότον εἰργάζετο. Ἀλλὰ ταυτὶ μὲν ὁ δίκαιος. Σοδομῖται δὲ γυμνὴν καὶ ἀσχήμονα νοσοῦντες ἡδονὴν, τὸ τοῦ δικαίου δωμάτιον ἀνοσίως περιερχόμενοι, καὶ τῆς εἰς ἄκρον ἡκούσης ἀναισχυν‐ τίας πεσόντες ἐπέκεινα, ἀνεῖσθαι μὲν σφίσι τὰ συνήθη
45δρᾷν ἠξίουν, εἶτα δέον ἑλέσθαι φιλοξενίαν, ἀσελγείᾳ τῇ παρὰ φύσιν ἐβούλοντο κακοῦν. Ἀφιστάντα δὲ αὐτοὺς τὸν Λὼτ τῶν οὕτως ἀγρίων καὶ βδελυρωτά‐ των ἐγχειρημάτων παραλύειν ἤθελον, ἥλω δ’ ἂν τάχα καὶ εἰς αὐτὸ τὸ παθεῖν, εἰ μὴ παρῆσαν οἱ σώζοντες.

68

.

172

(50)

«Ἐκτείναντες γὰρ,» φησὶν, «οἱ ἄνδρες τὰς χεῖρας, εἰσεσπάσαντο τὸν Λὼτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον, καὶ τὴν θύραν τοῦ οἴκου ἀπέκλεισαν. Τοὺς δὲ ἄν‐ δρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἀορασίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ παρελύθησαν
55ζητοῦντες τὴν θύραν.» Εὐμεμέτρηται δὲ οὐκ ἔν γε τουτοισὶ μόνοις τὰ τῆς ἐπικουρίας αὐτῷ. Γέγραπται
γὰρ πάλιν· «Ἡνίκα δὲ ὄρθρος ἐγένετο, ἐπεσπούδαζον172

68

.

173

οἱ ἄγγελοι τὸν Λὼτ, λέγοντες· Ἀναστὰς λάβε τὴν γυναῖκά σου καὶ τὰς δύο θυγατέρας ἃς ἔχεις, καὶ ἔξελθε, ἵνα μὴ καὶ σὺ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως. Καὶ ἐταράχθησαν, καὶ ἐκράτησαν οἱ ἄγγε‐
5λοι τῆς χειρὸς αὐτοῦ, καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ, καὶ τῶν δύο θυγατέρων αὐτοῦ, ἐν τῷ φείσα‐ σθαι Κύριον αὐτῶν.» Ἔνδειγμα δή σοι τουτὶ καὶ σφόδρα τρανὲς τοῦ μὴ μόνοις ἡμᾶς παραθήγεσθαι λόγοις, καὶ ταῖς ἐς νοῦν παρακλήσεσιν ἀποφοιτᾷν
10ἁμαρτίας, ἥκειν δὲ καὶ εἰς τοῦτο λοιπὸν ἡμερότητος τῆς εἰς ἡμᾶς τὸν τῶν ὅλων σωτῆρα Θεὸν, ὡς ἐνεργὸν ποιεῖσθαι τὴν ἐπικουρίαν, κατά γε τὸ, «Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με.» Ἐπειδὴ γάρ ἐστιν οὐ λίαν εὐσθενὴς
15ἡ ἀνθρώπου φύσις, οὔτε μὴν ἀποχρώντως ἔχουσα πρὸς τὸ διεκνεῦσαι δύνασθαι τοῦ κακοῦ, συναθλεῖ πως αὐτῇ πρὸς τοῦτο Θεός. Καὶ διττὴν ἀπονέμων ὁρᾶται τὴν χάριν· νουθεσίαις ἀναπείθων καὶ ἐπικου‐ ρίαν εὑρὼν, καὶ ἀμείνω τιθεὶς τοῦ παρὰ πόδας τε
20καὶ τυραννοῦντος κακοῦ. Ἴδοις δ’ ἂν ἀληθὲς κἀκεῖνο ὑπάρχον, ὡς ὀλίγοι μὲν κομιδῇ τῆς δικαιοσύνης οἱ ἐπιμεληταὶ, καὶ πολλὴ κατὰ βίον ἡ σπάνις ἀνδρῶν ἀγαθῶν· ἄνδρα γὰρ πιστὸν ἔργον εὑρεῖν, κατὰ τὸ γεγραμμένον. Πλὴν ἀπόλεκτος ὁ τοιοῦτος, καὶ φρον‐
25τίδος τῆς ἄνωθεν οὐ παρέργως ἠξιωμένος. Εἰ γάρ ἐστι κατὰ τὸν κόσμον ἀναμὶξ τοῖς ἄλλοις, ἀλλ’ οὐδὲν ἐντεῦθεν ὑπομένει τὸ βλάβος, ὡς κρίνον ἐξ ἀκανθῶν ἁρπάζεται, καὶ οὐκ ἂν συναπόλοιτο δίκαιος μετὰ ἀσεβῶν, κατὰ τὰς τῶν ἁγίων φωνάς.
30ΠΑΛΛ. Ἄραρεν οὖν, ὅτι φειδοῖ τῇ παρὰ Θεοῦ, καὶ ἀγγέλων ἁγίων συνδρομῇ, καὶ τὴν ἐκ τῆς φαυλότητος πλεονεξίαν ἀπονιψόμεθα, καὶ τὸ μηδαμῆ μηδαμῶς ταῖς τῶν πονηρῶν ἁλῶναι δίκαις ἀναμφιλόγως εὑρή‐ σομεν, Θεῷ πιστεύοντες σαφῶς ἀνακεκραγότι δι’ ἑνὸς
35τῶν προφητῶν, ὅτι «Ἐγὼ Κύριος ὁ Θεός σου, ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι, Μὴ φοβοῦ, Ἰα‐ κὼβ, ὀλιγοστὸς Ἰσραὴλ, ἐγὼ ἐβοήθησά σοι, λέγει Κύριος, ὁ λυτρούμενός σε, Ἰσραήλ.» ΚΥΡ. Ἢ γὰρ οὐχὶ συλλήπτορα τοῖς ἁγίοις ἐκδεί‐
40ξειεν ἂν τὸν πάντα ἰσχύοντα Θεὸν τὸ ἀπηρτῆσθαι τὸν Λὼτ τῆς τῶν ἀγγέλων χειρός; Θεοῦ γὰρ τύπος ἂν εἶεν [ἂν] οὗτοι. Τρεῖς μὲν ἐν ἀρχῇ τῷ Ἀβραὰμ προσβάλλοντες ἐν τῇ δρυῒ τῇ Μαμβρῇ, δύο δὲ τοῖς Σοδόμοις ἐπιφοιτήσαντες. «Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει
45οὐδένα,» κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν, «ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ·» συνόντος αὐτῷ δηλονότι καὶ ἐνυπάρχοντος φυσικῶς καὶ τοῦ ἁγίου Πνεύματος. ΠΑΛΛ. Συνίης εὖ μάλα. Τὰ δὲ ἐφεξῆς περιαθρῶ‐

68

.

173

(50)

μεν, εἰ δοκεῖ. ΚΥΡ. Ἀοκνότατά γε, καὶ δὴ ἐρῶ. «Καὶ ἐγένετο,» φησὶν, «ἡνίκα ἐξήγαγον αὐτὸν ἔξω, εἶπον· Σῶζε τὴν σεαυτοῦ ψυχὴν, μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, μηδὲ
στῇς ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὄρος σώζου, μή174

68

.

176

ποτε συμπαραληφθῇς.» Ἐν μὲν οὖν τῷ, «Σῶζε τὴν σεαυτοῦ ψυχὴν,» φημὶ δὴ λέγεσθαι σαφῶς τὸ, «Σεαυ‐ τὸν ἁγνὸν τήρει· καὶ μὴ κοινώνει ἁμαρτίαις ἀλλο‐ τρίαις.» Καὶ ἀμείνων ἔσο τῶν ἐν κόσμῳ παρυπο‐
5δισμάτων· ψυχῆς γὰρ ἀντάλλαγμα τὸ σύμπαν οὐδέν. «Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ὅταν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ;» Τὸ δὲ δὴ χρῆναι λέγειν ἀμεταστρεπτὶ ποιεῖσθαι τὴν βάδισιν, σημαίνει που τάχα τὸ, μὴ ταῖς εἰς φαυλότητα με‐
10ταστροφαῖς τὰ ἴσα φρονεῖν ἑλέσθαι πάλιν τοῖς ὑπὸ δίκην τὴν πυρὸς ἐξ ἀκρασίας ἐνηνεγμένοις («Οὐδεὶς γὰρ,» φησὶ, «τὴν χεῖρα βαλὼν ἐπ’ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασι‐ λείαν τῶν οὐρανῶν)·» ἔχεσθαι δὲ δεῖν τῆς εἰς σω‐
15τηρίαν ὁδοῦ, μὴ τῇδε κἀκεῖσε περισπωμένους, καὶ φαντασίαις ἑώλοις κοσμικῶν ἐπιθυμιῶν ἐλαφρὸν καὶ εὐδιαῤῥίπιστον νοῦν, ἀλλ’ ἐντελῆ τε καὶ ἄϋπνον, καὶ εἰς εὐθὺ βλέπειν ἀεὶ μεμελετηκότα, τηροῦντας ἐν ἑαυτοῖς. Καὶ τὸ ἔτι μεῖζον ἐρῶ· φησὶ γὰρ ὁ ἄγγελος
20οὐχ ὅτι χρὴ ἤδη μόνον αὐτὸν ἀμεταστρεπτὶ ποιεῖσθαι τὴν βάδισιν· προσετίθει δὲ χρησίμως τὸ, «Μὴ στῇς ἐν πάσῃ τῇ περιχώρῳ. Εἰς τὸ ὄρος σώζου, μήποτε συμ‐ παραληφθῇς.»
25ΠΑΛΛ. Καὶ τί ἂν βούλοιτο δηλοῦν τὸ, «Μὴ στῇς ἐν πάσῃ τῇ περιχώρῳ;» ΚΥΡ. Τὸ οἶμαι νωθρόν τε καὶ ἀδρανὲς εἰς τὸ δεῖν ἐξίπτασθαι τοῦ κακοῦ, σφαλερόν τε καὶ ἐπιζήμιον. ΠΑΛΛ. Φράσον ὅπως.
30ΚΥΡ. Προφητικὸς ἔφη λόγος· «Οὐαὶ, οἱ ποιοῦντες τὸ ἔργον Κυρίου ἀμελῶς. —Τρέχετε δὲ ἵνα καταλά‐ βητε,» καὶ αὐτός πού φησιν ὁ θεσπέσιος Παῦλος. Τὸ γάρ τοι μὴ δρᾷν ἐθέλειν εὐσθενέστατά τε καὶ ἐν σπουδῇ τὴν ἐκ τῶν αἰσχιόνων ἀποδρομὴν, δυσαπο‐
35σπάστως ἔχοντος πρὸς τὰ ἀρχαῖα τοῦ νοῦ, καὶ οἱονεὶ στυγνῶς ἀφ’ ἑκάστου τῶν φαύλων ἀπαίροντος, δυσ‐ οκνότατα δὲ μεθορμιζομένου πρὸς τὸ πεφυκὸς ὠφελεῖν, εἴη ἂν ἕτερον οὐδὲν, ἢ τὸ στῆναι λοιπὸν ἐν περιχώρῳ κακίας, καίτοι δρομαίως ἐξιέναι δέον. Ἢ γὰρ ἂν
40τῶν ἐνδεχομένων, πρὶν ὅρων ἔξω γενέσθαι κακοῦ, μέλλοντας ἀεὶ καὶ ἀναδυομένους καταληφθῆναι τῇ δίκῃ, πρὶν ἀποκαθήρασθαι τὴν κηλίδα, πρὶν ἀποπλύ‐ νασθαι τὸν ἐκ τῆς ἀρχαίας ῥᾳθυμίας ἐντετηκότα τῇ ψυχῇ μολυσμὸν, πρὶν ἀποφορτίσασθαι τὰ ἐγκλήματα,
45καὶ ζυγὸν ὑποδραμεῖν τὸν σωτήριον, ἀναπαύσασθαι διὰ Χριστοῦ. Ἄριστον οὖν παρακελευσμάτων τὸ, «Μὴ στῇς ἐν πάσῃ τῇ περιχώρῳ,» τοῦτ’ ἔστιν, Ἐν μηδενὶ τρόπῳ φαυλότητος διαμελλήσας ἁλῷς, ἄνιθι δὲ μᾶλλον, ὥσπερ εἰς ὄρος, εἰς ἐξῃρημένην τινὰ καὶ

68

.

176

(50)

περίοπτον ζωὴν, οὐδὲν ἔχουσαν τὸ χαμαιῤῥιφὲς, ἀλλ’ ἐν ὑψηλῇ τε καὶ ἐπηρμένῃ διαπρέπουσαν ἀρετῇ, καὶ ἀπηλλαγμένῃ φρονήματος τοῦ χθαμαλωτάτου, τοῦτ’ ἔστιν τοῦ ἐπιγείου καὶ σαρκικοῦ. Γέγραπται γὰρ, ὅτι «Τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.»
55Ἀνωτάτω γὰρ τῶν ἐπιγείων τὸ ἁγιοπρεπές ἐστι φρό‐176

68

.

177

νημα. «Καὶ νεοττοὶ γυπὸς τὰ ὑψηλὰ πέτονται,» κατὰ τὸ γεγραμμένον, εἴπερ ἔχουσι καθάπερ εἰς ὄρος ἐν οὐρανῷ τὸ πολίτευμα, καὶ μεταποιοῦνται πατρίδος τῆς ἄνω. Γράφει δέ που καὶ Παῦλος· «Τὰ ἄνω ζη‐
5τεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.» ΠΑΛΛ. Ὄρος οὖν ἄρα τὸ νοητὸν, ἡ ἐν ἁγιασμῷ ζωὴ, καὶ τῆς ἐξαιρέτου πολιτείας τὸ ὑπερτενὲς, νοου‐ μένης που κάτω τῆς ἐν ἀκαθαρσίαις καὶ φιλαμαρτή‐ μονος, καὶ τοῖς ἐπιγείοις ἐντετηγμένης.
10ΚΥΡ. Εὖ ἔφης· τουτὶ γὰρ ἡμῖν ὁ λόγος εὖ μάλα καταδηλοῖ, θαυμάσειας δ’ ἂν ἔτι καὶ τόδε. ΠΑΛΛ. Τὸ τί; ΚΥΡ. Ὁ μὲν γὰρ μακάριος ἄγγελος ἀμελητί τε καὶ ἀμεταστρεπτὶ διαθέοντα τὸν θεσπέσιον Λὼτ,
15χρῆναι δεῖν ἔφασκεν εἰς τὸ ὄρος ἀναπηδᾷν. Ὃ ἐλι‐ πάρει λέγων· «Δέομαι, Κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύ‐ νην σου, ὃ ποιεῖς ἐπὶ τοῦ ζῇν τὴν ψυχήν μου· ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μὴ κατα‐
20λάβῃ με τὰ κακὰ, καὶ ἀποθάνω. Ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ, ἥ ἐστι μικρὰ, ἐκεῖ σωθήσομαι. Οὐ μικρά ἐστι, καὶ ζήσεται ἡ ψυχή μου; Καὶ εἰπὼν αὐτῷ, φησίν· Ἰδοὺ ἐγὼ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ, τοῦ μὴ κατα‐
25στρέψαι τὴν πόλιν περὶ ἧς ἐλάλησας. Σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ, οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα ἕως τοῦ σὲ εἰσελθεῖν ἐκεῖ. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως ἐκείνης, Σηγώρ. Ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς τὴν Σηγώρ.»
30ΠΑΛΛ. Καὶ τίς ἂν γένοιτο καὶ διὰ τούτων ἡμῖν ἡ ὄνησις, ἐθέλοιμ’ ἂν, ὡς εὖ ἴσθι τοι, διαμαθεῖν. ΚΥΡ. Ἢ οὐχὶ συνίης, καίτοι πολὺ νενευκὼς εἰς τὸ λίαν εὐμαθὲς, ὅτι τοῖς ἄρτι φαυλότητος ἐκδεδραμη‐ κόσι, χρῆναι δὲ δεῖν οἰομένοις ἐπὶ τὴν τῆς σωτηρίας
35ἵεσθαι τρίβον, οὐκ εὐθὺς, οὔτε μὴν ἐκ πρώτων ἐγχει‐ ρημάτων, ἁλώσιμος ἡ ἀρετὴ καὶ βάσιμον τὸ δοκοῦν; Ἀλλ’ οὐδ’ ἂν εὐκόλως ἀνακομίζοιτό τις εἰς πολιτείαν ἐξῃρημένην, οὐδ’ ἂν γένοιτο μακρὰν τῶν οἱονεί πως αὐτῷ συντεθραμμένων παθῶν, ἀλλ’ ἔξω μὲν ἔσται
40τῶν τοιούτων ἠρέμα, τό γε ὅσον εἰς προθυμίας τὰς ἐπ’ ἀμείνοσι, καὶ ἐγχειρημάτων ἀρχάς· ὑψοῦ δὲ οὐ λίαν, ἢ μακράν· μονονουχὶ δὲ μεταφοιτήσειεν εἰς γῆν μὲν ὥσπερ εἰς ἑτέραν, εἰς ζωὴν μὲν ἐπαινουμένην, ὑψηλὴν δὲ οὔπω καὶ περίοπτον λαχοῦσαν τὴν δόξαν,
45ὁποία τις ἦν ἡ κατὰ νόμον παιδαγωγία, πρὸς ἀρχὰς ἀναφέρουσα ζωῆς ἀρίστης τε καὶ ἀγαθῆς. Γέγραπται γάρ· «Ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια.» Ὃν γὰρ τρόπον τοῖς περὶ γνῶσιν ἐσπουδακόσι, καὶ θεω‐ ρίας ἐφιεμένοις τῆς μυστικῆς, ἐπιτήδειος μὲν ἐν

68

.

177

(50)

ἀρχαῖς καὶ ὅτι μάλιστα πρέπων εἴη ἂν ὁ τῆς κατ‐ ηχήσεως λόγος· διᾴττουσι δὲ πρὸς ἄνδρα τέλειον ἤδη,
καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ,178

68

.

180

ἁρμόσειεν ἂν ἤδη πως ἡ στερεωτέρα τροφὴ, τοῦτ’ ἔστιν, ὁ περὶ τῶν ἀνωτάτω λόγος, οἶμός τε ἅπασα λοιπὸν ἐρεύνης δογματικῆς· οὕτω κἀνθάδε φημὶ, τοῦτ’ ἔστιν, ἐν ταῖς τῶν ἠθῶν καὶ τρόπων ἐπανορθώ‐
5σεσι, οὐκ ἂν εἴη τῶν ἐνδεχομένων εὐθὺς ἀναθρώσκειν δύνασθαί τινας ἐπὶ τὸ ἀμωμήτως ἔχον, ἤγουν εἰς ὑπερφυᾶ καὶ ὑπέρλοφον πολιτείαν. Προσήκοι δ’ ἂν, οἶμαι, κατὰ βραχὺ πρὸς τὴν ἀρτίως ἔχουσαν ἕξιν, ἐκ μικρῶν καὶ συμμέτρων ἀρξάμενος, καὶ μονονουχὶ
10προειστρέχων καθάπερ εἰς πόλιν μικρὰν, καὶ ὄρους ὑψηλοῦ γείτονα, τὴν τῆς ἐξαιρέτου καὶ ἀνῳκισμένης ζωῆς ὑποκαθημένην τε καὶ ἐν μείοσι πολιτείαν. Ταύτῃ‐ τοι καὶ ὁ δίκαιος Λὼτ, τύπος ἂν εἴη τῶν τῇδε διακει‐ μένων, οὐκ εἰς τὸ ὄρος εὐθὺς, ἀλλ’ ἐν πόλει Σηγὼρ
15τῇ μικρᾷ, καταλύσειν ἀξιῶν. Ἢ γὰρ οὐχὶ καὶ ἐν τοῖς εὐαγγελικοῖς κηρύγμασι τοιαύτας πολλάκις τὰς οἰκονομίας εὑρήσομεν ἐν τοῖς πιστεύουσι γεγενημέ‐ νας; Καὶ γοῦν ὁ μακάριος Παῦλος ἐπιστέλλει λέγων· «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς
20πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐκ ἐπιταγήν. Θέλω γὰρ πάντας ἀνθρώ‐ πους εἶναι ὡς καὶ ἐμαυτόν. Ἀλλ’ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.» Ὁρᾷς
25πῶς τῆς ἐγκρατείας τὸ εἰς ἄγαν ὑπερφερὲς, καθάπερ ὄρος ἡμῖν ὑπέδειξε λέγων· «Καλὸν ἀνθρώπῳ γυναι‐ κὸς μὴ ἅπτεσθαι·» ἐφῆκε δὲ ἡμᾶς καταλῦσαι εἰς Σηγὼρ, τοῦτ’ ἔστιν, εἰς τὴν ὑποκαθημένην ἔτι τοῦ τελείως ἔχοντος ἀγωγὴν, τό τε ἐξεῖναί φημι μόνῃ τῇ
30ἰδίᾳ συμπλέκεσθαι γυναικί; Τὴν δὲ γῆν τὴν ἀρίστην, καρποὺς ἀποδώσειν ἔφασκεν ὁ Σωτὴρ, τὴν μὲν ἑκατὸν, τὴν δὲ ἑξήκοντα, τὴν δὲ τριάκοντα. Διεδίδου δὲ καὶ τὸ τάλαντον, οὐκ ἐν ἴσῳ μέτρῳ, ἀλλὰ τῷ μὲν πέντε, τῷ δὲ δύο, τῷ δὲ ἕν· τὸ, οἶμαι, τῶν ἕξεων ἀνισοσθενὲς
35διὰ τούτων δεικνὺς, ἑκάστῳ τε διανέμων ὡς ἂν ἐπιτη‐ δειότητος ἔχοι καὶ γνώμης. Ὡς γὰρ ἔφαμεν ἀρτίως, «Ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.»
42ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Ἐφίησι μὲν ὁ μακάριος ἄγγελος καταλύσειν εἰς Σηγώρ. «Ἰδοὺ γὰρ,» φησὶν, «ἐθαύμασά σου
45τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ τοῦ μὴ κα‐ ταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας. Σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ.» Εἶτά φησιν, ὅτι «Ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ.» Θαυμάσαις δ’ ἂν, ὦ ἑταῖρε, τίς ἂν γένοιτο μαθὼν

68

.

180

(50)

καὶ τούτων ὁ νοῦς, «Ἐθαύμασα γάρ σου,» φησὶ, «τὸ πρόσωπόν σου τοῦ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας.» Ἀνεθέλητος μὲν γὰρ τῷ Θεῷ, κατὰ τὸ ἀληθὲς, ἡ τελείως οὐκ ἔχουσα πρὸς ἀρετὴν πολιτεία, καὶ τὸ κατά τι γοῦν ἡττᾶσθαι τῶν παθῶν
55ἀπόβλητόν τε αὐτῷ καὶ κατακρίσεως οὐ μακράν. Πλὴν ἐφίησιν ἐκ φιλανθρωπίας, καὶ συμμετρήσας τῇ
φύσει τὸ ἐν ἀρχαῖς ἐφικτὸν, σώζεσθαι κελεύει, καὶ180

68

.

181

μελετῶντας ἔτι τὸ ἀγαθὸν, οὔπω τε τὴν ὑπαίτιον κομιδῇ διαστείχοντας ἀγωγήν. Ἀλλὰ καὶ τοῖς εἰς τοῦτο ἥκουσι μέτρων, καὶ εἰς ταυτηνί τε εἰσελαύνουσι τὴν κατάστασιν, οὐ δίχα φωτὸς τοῦ θείου καὶ δᾳδου‐
5χίας τῆς ἄνωθεν ἡ εἰσδρομὴ γένοιτ’ ἄν. «Ἀνέτειλε γὰρ,» φησὶν, «ὁ ἥλιος καὶ Λὼτ εἰσῆλθεν εἰς Ση‐ γώρ.» ΠΑΛΛ. Ὡς σφόδρα γε τὰ εἰκότα ἔφης! ΚΥΡ. Ὁ μὲν οὖν θεσπέσιος Λὼτ εἰς τὴν ἔτι μι‐
10κρὰν εἰσέθει πόλιν, ἐφιέντος αὐτῷ τοῦ Θεοῦ· ἠλέγ‐ χετο δὲ καὶ πρὸς τοῦτο ἀσθενὴς ἡ ἑπομένη τε αὐτῷ καὶ συνεκθέουσα γυνή. «Ἐπέβλεψε γὰρ,» φησὶν, «εἰς τὰ ὀπίσω, καὶ ἐγένετο στήλη ἁλός.» Θέα δὲ ὅτι νοῦς μὲν ὁ ἀνδρεῖος καὶ φρόνημα τὸ νεανικὸν, κἂν
15εἰ μὴ τελείως ἀφικνοῖτο τυχὸν εἰς τὸ ἀρέσκον Θεῷ, κατορθοῦν ἠργμένος τὴν ἀρετὴν, ἀλλ’ οὖν ἕξεις παθῶν ποιεῖται κατὰ βραχὺ πρὸς τὸ ἀμεινόνως ἔχον. Ὁ δὲ ἀσθενής τε καὶ ἄνανδρος, οὗ σημεῖον ἡ γυνὴ, ταῖς εἰς φαυλότητα μετατροπαῖς, ἀχρειοῦται παντελῶς. Τουτὶ
20γὰρ οἶμαι δηλοῦν τὸ γενέσθαι στήλη ἁλός· ὅπερ ἂν εἴη σύμβολον ἀπομαρανθείσης φρενὸς, καὶ νοῦ πρὸς ἠλιθιότητα μεταφοιτᾷν κειμένου, καὶ εἰς ἐσχάτην ἤδη πως ἀναισθησίαν ἐληλακότος. Ἀπομωρανθὲν δὲ τὸ ἅλας, εἰς οὐδὲν ἰσχύσειν ἔτι, καὶ αὐτὸς ἔφασκεν
25ὁ Σωτήρ· ἀχρειωθήσεσθαι δὲ παντελῶς, ἔξω τε πεμπό‐ μενον, καὶ ὑπὸ πόδας ἀνθρώπων διεῤῥιμμένον. Ἀπ‐ ελιθοῦτο μὲν οὖν ἡ γυνὴ, προσετίθει δὲ οὐκ εἰς μακρὰν τὸ λεῖπον ὁ Λώτ. Γέγραπται γὰρ, ὅτι «Ἀνέβη Λὼτ ἐκ Σηγὼρ, καὶ ἐκάθητο ἐν τῷ ὄρει, αὐτὸς καὶ αἱ
30δύο θυγατέρες αὐτοῦ μετ’ αὐτοῦ. Ἐφοβήθησαν γὰρ κατοικῆσαι ἐν Σηγὼρ, καὶ ᾤκησαν ἐν τῷ σπηλαίῳ, αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ’ αὐτοῦ.» Πρόεισι γὰρ ὥσπερ δι’ ἀναβαθμῶν ὁ νοῦς ἐπὶ τὸ ἔχον ἀρτίως, καὶ ἀναθρώσκει κατὰ βραχὺ πρὸς
35ὅπερ ἦν ἐν ἀρχαῖς, οὐκ ἐπιτηδείως ἔχων οὔτε λίαν ἱκανῶς. Πρόεισί τε καὶ ἀναφοιτᾷ πρὸς τὸ ἄμεινον, φρονήσει τε καὶ ἀνδρείᾳ τῇ πνευματικῇ καθάπερ τισὶν ἰδίαις θυγατράσιν ἐπισκηπτόμενος, καὶ κάτω που μένειν ἀφεὶς τὸ ἡδυπαθές τε καὶ ἄνανδρον, ὧν
40εἰς τύπον ἡ γυνή. Κατοικεῖ δὲ λοιπὸν καθάπερ ἐν ὄρει τε καὶ ἐν σπηλαίῳ· τοῦ μὲν ὄρους ἡμῖν τὸ ὑψηλόν τε καὶ ἐπηρμένον εἰς εὐεξίαν τὴν πνευματικὴν, τοῦ δὲ σπηλαίου, τὸ πεπηγὸς καὶ ἑδραῖον τῆς εἰς ἀρετὴν διαμονῆς ὑποδηλούντων εὖ μάλα. Γέγραπται γὰρ ὡδὶ
45περὶ ἀνδρῶν ἀγαθῶν· «Πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδὸν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καμμύων τοὺς ὀφθαλμοὺς, ἵνα μὴ ἴδῃ ἀδικίαν, οὗτος οἰκήσει ἐν

68

.

181

(50)

ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς.» Εἴη δ’ ἂν καὶ ἑτέρως οὐκ ἀπίθανος ἡμῖν ὁ ἐπὶ τῷδε λόγος. Πέτρα μὲν γὰρ ὁ Χριστὸς, διὰ τὸ εὐσθενές τε καὶ ἄτρωτον τῆς ἀνωτάτω πασῶν οὐσίας. Σπήλαιον δὲ τὸ ἐν Χριστῷ νοοῖτ’ ἂν ἡ Ἐκκλησία, τὸ τῶν ἁγίων κατάλυμα,
55τῶν εὐσεβούντων ἡ σκέπη, ἣν κατοικοῦσι δίκαιοι,182

68

.

184

καὶ μὴν ὅσοι τὴν διὰ πυρὸς παραιτοῦνται δίκην. ΠΑΛΛ. Ὡς εὖγε ἡμῖν, ὦ τᾶν, ὁ λόγος ἔχει! Βουλοί‐ μην δ’ ἂν ἔγωγε καὶ δι’ ἑτέρων ὅσων ἡμῖν ἀποδεί‐ ξεων ἰέναι τὸ γύμνασμα. Τὸ γάρ τοι φιλεῖν ἐξεπίστα‐
5σθαι πλουσίως τὸ τελοῦν εἰς ὄνησιν, οἰησαίμην ἂν ἔγωγε τοῦ παντὸς ἄξιον. ΚΥΡ. Καὶ μὴν, ὦ Παλλάδιε, τά γε εἰκότα φής. Εἴη γὰρ ἂν διανοίας ἡμῖν τῆς εἰς ὅτι μάλιστα φιλομαθε‐ στάτης τὸ χρῆμα καρπὸς, ὄκνου δὲ ἀμείνων ὁ πρὸς
10ἡμῶν ἔσται λόγος, οὐ τὸ αὐτό μοι δοκοῦν, τοῖς οὕτω λαμπροῖς καὶ ἀξιεράστοις διηγήμασι, τὴν οὐκ ἐν καιρῷ παρειστρέχουσαν ἐπασκῆσαι σιγήν. Οὐκοῦν ὅτι τῆς πρὸς τὰ φαῦλα διαθέσεώς τε καὶ κοινωνίας εἰσ‐ άπαν τε καὶ ὁλοτρόπως ἀποσχοινίζεσθαι χρὴ κατὰ τὸ
15ἐγχωροῦν· καὶ μὴν ὅτι τὸ ἀναθρεῖν δύνασθαι πρὸς ἀρετὴν, προσγένοιτ’ ἂν οὐχ ἑτέρως, ἢ κατὰ τοῦτον αὐτὸν τὸν τρόπον, ἀπονητὶ θεωρήσομεν, τῆς διανοίας τὸν ὀφθαλμὸν ἐνιέντες εὖ μάλα, καὶ τοῖς κατὰ τὸν θεσπέσιον Ἀβραὰμ, καὶ τοῖς ὑπὲρ λόγον κατωρθω‐
20μένοις ἐπὶ τῇ ἐξόδῳ τῶν ἐξ Ἰσραὴλ, ἣν πεποίηνται κατὰ καιροὺς τῆς Αἰγυπτίων πλεονεξίας, τὰ δεσμὰ διαῤῥήξαντες. ΠΑΛΛ. Φράζε δὴ οὖν ἀνὰ μέρος. Ὡς εὖ ἴσθι τοι πλουσίως ἡμᾶς εὐφραίνων, εἰ δρᾷν ἕλοιο ταυτί.
25ΚΥΡ. Ἐλέγομεν τοίνυν, ὡς ἀφορήτῳ ποτὲ λιμῷ, καὶ ταῖς τῶν ἀναγκαίων ἐνδείαις ἐκπεπιεσμένος ὁ θεσπέσιος Ἀβραὰμ, οὐ θελητὴν ἐποιεῖτο τὴν εἰς Αἴγυπτον κάθοδον, καὶ ταῖς ἀνάγκαις ἐδίδου κρατεῖν. Ξένον δὲ ὄντα καὶ ἔπηλυν, λύπαις καὶ πλεονεξίαις ὁ
30Φαραὼ κατῃκίζετο. Τὴν γάρ τοι συνῳκισμένην αὐτῷ παραλύειν ἤθελεν, ἡδοναῖς ἀκράτοις ἐκκεκαυμένος, εἰς αἰσχρουργίας ἔφεσιν. Κατορθῶσαι δὲ τοῦτο, οὐκ ἠφίει Θεός. «Ἤτασε γὰρ,» φησὶ, «τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις περὶ Σάῤῥας τῆς γυναικὸς
35Ἀβραάμ.» Εἰκὼν δὲ καὶ τύπος ὁ Φαραὼ διαβολικῆς ἀκρασίας. Σκοπὸς γὰρ ἐκείνῳ καὶ τῶν ὅτι μάλιστα διεσπουδασμένων, τὸ καὶ ταῖς τῶν ἁγίων συνέσεσιν ἐνιέναι φιλεῖν τῆς ἐνούσης αὐτῷ ἀκαθαρσίας τὰ σπέρ‐ ματα, ὡς ἂν ἕλοιντο καρποφορεῖν τὰ αὐτῷ φίλα τε
40καὶ καθ’ ἡδονήν. Εἶεν δ’ ἂν οἶμαι ταυτὶ, τὰ εἰς πο‐ λύτροπον ἁμαρτίαν ἐγκλήματα. Καὶ ἁλοίη μὲν πᾶς τις οὖν, καὶ οὐχ ἑκὼν ὑποκείσεται ταῖς ἐκείνου πλεον‐ εξίαις. Νοσεῖ γὰρ ἡ φύσις τὸ ἄναλκι, ἐφίησι γεμὴν οὔτι που Θεὸς, ἀνασειράζων τρόπον τινὰ τὰ κατὰ
45τῶν ἁγίων ἐπιχειρήματα, καὶ τοῦ πονηροῦ τὰς ἐπι‐ βουλάς. Συμβέβηκε δὲ οὐχ ἑτέρως διαδράναι τὰ βλάβη τὸν θεσπέσιον Ἀβραὰμ, εἰ μὴ, τὴν τῶν Αἰγυπτίων ἀφεὶς, πρὸς τὸν ἐν ἀρχῇ καὶ θεόσδοτον ἀναπεφοίτηκε χῶρον, οὗ καὶ ἀφιγμένος σπουδασμάτων ἀγαθῶν σχο‐

68

.

184

(50)

λαῖος ἦν ἐπιμελητής. Γέγραπται δὲ οὕτως· «Ἀνέβη δὲ Ἀβραὰμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ, καὶ πάντα τὰ αὐτοῦ, καὶ Λὼτ μετ’ αὐτοῦ εἰς τὴν
ἔρημον. Ἀβραὰμ δὲ ἦν πλούσιος σφόδρα, κτήνεσι184

68

.

185

καὶ ἀργυρίῳ, καὶ χρυσίῳ, καὶ ἐπορεύθη ὅποι ἐξῆλθεν εἰς τὴν ἔρημον ἕως Βαιθὴλ, ἕως τοῦ τόπου, οὗ ἦν ἡ σκηνὴ αὐτοῦ πρότερον, ἀνὰ μέσον Βαιθὴλ, καὶ ἀνὰ μέσον Ἀγγαὶ, εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ
5ἐποίησεν ἐκεῖ τὴν ἀρχήν. Καὶ ἐπεκάλεσεν ἐκεῖ Ἀβραὰμ τὸ ὄνομα Κυρίου.» Συνίης οὖν ὅτι συναναπ‐ αίρειν ἀνάγκη τοῖς ἐξ ἀκρασίας κοσμικῆς εἰς ἑτέραν ἀνατρέχουσι ζωὴν ἱερὰν, οἱονεὶ πάντα τὰ αὐτῶν; πανοικὶ γὰρ καὶ παγγενεὶ, προσθείην δ’ ἂν ὅτι καὶ
10πανσκευεὶ, τῆς Αἰγυπτίων ἀποδεδράμηκε γῆς ὁ προπάτωρ Ἀβραάμ. Δεῖ γὰρ ὁλοτρόπως ἀποφοιτᾷν καὶ πανοικὶ τρόπον τινὰ μεθορμίζεσθαι φιλεῖν εἰς τὴν ἔρημον, τοῦτ’ ἔστιν, εἰς ἀπαρενόχλητόν τε καὶ καθαρὰν διανοίας κατάστασιν, ὅθεν καὶ ἐν ἀρχαῖς ἡ
15τοῦ ἀνθρώπου φύσις ἐκβέβηκεν, ἐνδείᾳ τῶν ἄνωθεν ἀγαθῶν ἀπονεύσασα πρὸς τὰ χείρω. Τοῦτο γὰρ αἰνι‐ γματωδῶς κατασημήνειεν ἂν ἡ εἰς ἀλλοτρίους κάθ‐ οδος, ἀπὸ γῆς οἱονεὶ καὶ σκηνῆς τῆς ἐν ἀρχαῖς τε καὶ φιλαιτάτης, ἐν ᾗ καὶ θυσιαστήριον. Παλινδρομοῦντες
20γὰρ οὕτως, ἕως ἂν ἐν τόπῳ καὶ χώρᾳ γενώμεθα τοῦ θυσιαστηρίου τοῦ ἐν ἀρχαῖς, τοῦτ’ ἔστι, τοῦ πάλαι προσπεφυκότος ἁγιασμοῦ, καὶ ἡμεῖς ἐπικαλούμεθα τὸν τῶν ὅλων Θεὸν, τὸ προφητικὸν ἐκεῖνο πρόσρημα λέγοντες· «Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν. Τὸ
25ὄνομά σου ὀνομάζομεν.» ΠΑΛΛ. Ἀστειότατα ἔφης. ΚΥΡ. Ἴδοις δ’ ἂν τὸ χρῆμα ἡμῖν οὐχ ἑτέρως ἔχον, καὶ τὰ ἐπὶ τοῖς υἱοῖς Ἰσραὴλ γεγονότα κατὰ καιροὺς εὖ μάλα διασκοπούμενος· οὓς ἐπείπερ εἷλον οἱ Αἰ‐
30γύπτιοι λιμοῦ κατωθήσαντος ἐν ἀρχαῖς καὶ τοὺς ἄνωθέν τε καὶ ἐκ ῥίζης ἁγίων, καὶ ἐλευθέρους εἰς ἀδόκητόν τε καὶ ἀμελέτητον αὐτοῖς καταζευγνύντες θητείαν, ἀγρίως κατεβιάζοντο, τῆς ἐπ’ αὐτοὺς ὠμότη‐ τος τοιάνδε τινὰ συνθέντες τὴν ἀφορμήν. «Ἀνέστη
35γὰρ,» φησὶ, «βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. Εἶπε δὲ τῷ γένει αὐτοῦ· Ἰδοὺ τὸ γένος τῶν υἱῶν Ἰσραὴλ, μέγα πλῆθος, καὶ ἰσχύει ὑπὲρ ἡμᾶς, δεῦτε κατασοφισώμεθα αὐτοὺς, μήποτε πληθυνθῇ, καὶ, ἡνίκα ἐὰν συμβῇ πόλεμος, προστεθή‐
40σονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους, καὶ ἐκπο‐ λεμήσαντες ἡμᾶς, ἐξελεύσονται ἐκ τῆς γῆς.» Ἐλύπει γὰρ, οἶμαι, τὸν τῆς Αἰγυπτίων ἐξάρχοντα γῆς, τὸ κἂν γοῦν ἑλέσθαι ποτὲ πρὸς ἐλευθερίαν ἰδεῖν. τοὺς ἐξ ἀναγκαίου δεσμοῦ, οὐ κατὰ γνώμην ὑπεζευγμένους.
45«Καὶ ἐπέστησεν αὐτοῖς, φησὶν, ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐκ τῶν ἔργων, καὶ ᾠκοδόμη‐ σαν πόλεις ὀχυρὰς τῷ Φαραὼ τήν τε Πειθὼν, καὶ Ῥαμεσσῆ, καὶ Ὧν, ἥ ἐστιν Ἡλίου πόλις.» Καρποὶ γὰρ ἦσαν τῆς ἀφορήτου πλεονεξίας, τληπάθειαι μὲν

68

.

185

(50)

αἱ διηνεκεῖς ἐπί τε πηλῷ καὶ πλινθείᾳ, πόλεις δὲ περιβόλοις πυργούμεναι, καὶ τῶν ἐν ἀγροῖς χωμά‐ των ἐγέρσεις, ἀμισθὶ δὲ ταυτὶ καὶ σὺν ἱδρῶτι μακρῷ τοῖς πονοῦσι διεπεραίνετο. Ὑπὸ χεῖρα γὰρ ἑλόντες τὴν ἑαυτῶν οἱ κοσμοκράτορες τοῦ αἰῶνος τούτου τὰς
55ἀθλίας τῶν ἀνθρώπων ψυχὰς, πηλῷ καὶ πλινθείαις
καὶ τοῖς εἰς γῆν τε καὶ περὶ γῆν δρωμένοις ἐγκα‐186

68

.

188

τατρύχουσι, καὶ πειρασμῷ πονηρῷ τε καὶ ἀκερδεῖ προσδήσαντες (τοιάδε γὰρ τὰ σαρκὸς καὶ τὰ περὶ αὐτὴν ἔργα φαίνεται), πικρὰν ἀναγκάζουσι καὶ παμ‐ μόχθηρον κομιδῇ καταδέχεσθαι ζωὴν, ἣ κατ’ οὐδένα
5τρόπον τοῖς ἐπιτηδεύειν ἠναγκασμένοις εἰσοίσει τὸ ὠφελοῦν. Τί γὰρ ἂν τὰ σαρκὸς ἔργα τε καὶ πάθη τὴν ἀθλίαν ἡμῶν ὀνήσει ψυχήν; Κέρδος δὲ ὥσπερ ἀνακείσεται παρ’ ἡμῶν διαβόλῳ καὶ δαίμοσι, καὶ τῆς τῶν ἀντικειμένων βασιλείας πλοῦτος ἔσται καὶ
10καύχημα, καθάπερ ἀμέλει καὶ τῷ Φαραὼ πρὸς εὐ‐ κλείας ὂν οὐ μικρᾶς ᾤετο τὸ ἀναδείμασθαι πόλεις αὐτῷ τοὺς ἐξ Ἰσραὴλ ἀσιτί τε καὶ ἀμισθὶ πρὸς τοῦτο ἥκειν ἠναγκασμένους.
15ΠΑΛΛ. Ὧδε ἔχει. Καὶ γάρ τοι λίαν ἐστὶν ἐναργὴς ὁ λόγος. ΚΥΡ. Ἀνατύπωσιν δὴ οὖν καὶ οἱονεί πως εἰκόνα σαφῆ τῶν εἰκαίων τε καὶ ἀνιέρων ἐπὶ γῆς ἡμῶν σπουδασμάτων ὁ τῶν Ἰσραηλιτῶν ἀναγράφει πόνος,
20ἐγκειμένου τε καὶ ἐπιθρώσκοντος αὐτοῦ τε τοῦ Σα‐ τανᾶ, καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν, οὓς τοῖς τῶν ἐργοδιωκτῶν ὀνόμασιν ἡ θεία σημαίνει Γραφή· τὸν πονηρὸν δὲ περισπασμὸν φαίην ἂν ἔγωγε ταυτὶ, μεστὸν μὲν ἱδρῶτος καὶ πόνου, ἀναπεπλησμέ‐
25νον δὲ ὥσπερ πηλοῦ καὶ ἀκαθαρσίας, καὶ βορβορώ‐ δους ἡδονῆς. Ἀλλ’ ἠλέει καὶ τότε Θεὸς τοὺς ἀνοσιώ‐ τατά τε καὶ ἀγριώτατα ταῖς τῶν Αἰγυπτίων πλεον‐ εξίαις κατῃκισμένους, καὶ παρ’ αὐτὸ τὸ χρεὼν δου‐ λεύοντας. Ὑπουργὸν γὰρ τῆς εἰς αὐτοὺς ἡμερότητος,
30τὸν πανάριστον εὐθὺς ἐποιεῖτο Μωσέα. Ἢ γὰρ οὐχὶ καὶ εἰς ἡμᾶς αὐτοὺς τοῦτο δρῶντα Θεὸν εὑρήσομεν; Διωλισθηκόσι γὰρ ἡμῖν εἰς ἁμαρτίας, χαρίζεται μὲν τὸν ἔλεον, μεσίτην δὲ ὥσπερ πρὸς ἐλευθέραν ἀναφέ‐ ροντα ζωὴν ἐν ταῖς ἁπάντων καρδίαις τὸν οἰκεῖον
35εὐθὺς ἐνίησι νόμον. ΠΑΛΛ. Συνίημι ὃ φής. ΚΥΡ. Βούλει δὴ οὖν, τὸ πλάτος τῆς ἱστορίας ἐπι‐ τεμόντες, ὡς ἔνι τὰ εἰκότα λέγωμεν; ΠΑΛΛ. Καὶ μάλα.
40ΚΥΡ. Γέγραπται τοίνυν ὡδί· «Καὶ μετὰ ταῦτα εἰσῆλθε Μωσῆς καὶ Ἀαρὼν πρὸς Φαραὼ, καὶ εἶπον αὐτῷ· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἐξαπό‐ στειλον τὸν λαόν μου, ἵνα μοι ἑορτάσωσιν ἐν τῇ ἐρήμῳ. Καὶ εἶπε Φαραώ· Τίς ἐστιν, οὗ εἰσακούσομαι
45τῆς φωνῆς αὐτοῦ, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραήλ; Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ.» Οἱ μὲν γὰρ ἀμφὶ Μωσέα τε καὶ Ἀαρὼν, τῆς Αἰγυπτίων χώρας τε καὶ γῆς ἀνεῖσθαι δεῖν διεβεβαιοῦντο τὸν Ἰσραὴλ, Θεοῦ καλοῦντος εἰς

68

.

188

(50)

ἑορτήν· ἑορτὴ γὰρ ὄντως ἀληθὴς τὸν τῆς ἀνεθελήτου δουλείας ἀπολύσασθαι ζυγὸν, καὶ ὑπὸ Θεῷ γενέσθαι λοιπὸν, καὶ τὰ αὐτῷ θυμήρη πληροῦν, ἀντεξάγοντος
οὐδενὸς, ἤγουν τὸ αὐτῷ δοκοῦν ἀνθελέσθαι τε καὶ188

68

.

189

ἀγαπᾷν ἀναγκάζοντος. Ἀθυρογλωττεῖ δὲ λίαν ὁ Φα‐ ραὼ, καὶ τῆς τοῦ Θεοῦ δόξης καταθρασύνεται, μήτε τὸν Κύριον ὅστις ποτέ ἐστιν εἰδέναι λέγων, μήτε μὴν ἀνήσειν τὸν Ἰσραήλ. Καταλήγει δὲ οὐδαμῶς ὁ θεσπέ‐
5σιος Μωσῆς, ἀποπεραίνεσθαι δὲ δεῖν τὸ τῷ Θεῷ δο‐ κοῦν εὖ μάλα διισχυρίζεται. Παραποδίζοντος γὰρ εἰς ἐλευθερίαν ἰέναι τοῦ Σατανᾶ, τοὺς οἵπερ ἂν εἶεν ὑπ’ αὐτῷ γεγονότες κατανδρίζεσθαι χρὴ, καὶ ἀμείνους γίνεσθαι παντὸς μὲν, οἶμαι, δίχα κωλύματος, ἥκιστα
10γεμὴν ὁρᾶσθαι δειλοὺς, ἀλλ’ ἐγκεῖσθαι λέγοντας· «Ὁ Θεὸς τῶν Ἑβραίων προσκέκληται ἡμᾶς. Πορευ‐ σόμεθα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον, ὅπως θύσωμεν τῷ Θεῷ ἡμῶν, μή ποτε συναντήσῃ ἡμῖν θάνατος ἢ φόνος.» Ταυτὶ γὰρ ἡμῖν καὶ ὁ σοφὸς τότε
15διεκεκράγει Μωσῆς. Οὐ γὰρ δὴ καθ’ ὁμοιότητα, φησὶ, τὴν πρὸς ὑμᾶς, ὦ Αἰγύπτιοι, μόσχος ἡμῖν τοῖς Ἑβραίοις τὸ σέβας, ἀλλ’ οὐδὲ σῦς, ἢ αἲξ, ἢ βρέτας ἀνδρὸς, καὶ πτηνῶν ἀποσκίασμα, καὶ ἑρπετῶν εἰκόνες, τὰ ἐν σηκοῖς ἱδρυμένα. Ἐπικέκληται δὲ ἡμᾶς ὁ Θεὸς
20καὶ Δεσπότης, ὃς τόδε σύμπαν διετεκτήνατο. Μέγας οὖν ἄρα, καὶ τοῖς Αἰγυπτίων ἀσύντακτος, καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν, ὁ τῶν Ἑβραίων Θεὸς, ὃς εἰς τὴν ἔρημον ἡμᾶς καλεῖ, τὴν εὐάρεστον αὐτῷ θυσίαν προσκομιοῦντας ἐκεῖ. Σκοτισμὸς μὲν οὖν Αἴγυπτος
25ὀνομάζεται, χρῆναι δὲ οἶμαι τοὺς οἵπερ ἐσμὲν πνευ‐ ματικῶς προσβάλλειν τοῖς ἐν σκιᾷ καὶ τύποις. Δεῖ γὰρ ἡμᾶς ἀποφοιτῶντας εὖ μάλα παντὸς οἶμαί που πράγματος τοῦ κατασκοτεῖν εἰωθότος, καὶ ὥσπερ τινὰ χώραν ἐκβεβηκότας τὴν ὑπὸ τῷ τυράννῳ κειμένην,
30φημὶ δὴ τῷ Σατανᾷ, τὸ ἐν ἁμαρτίαις εὔκολον, μετα‐ χωρεῖν ἐπείγεσθαι νεανικῶς εἰς ἀνειμένην τε καὶ καθαρωτέραν ζωὴν, καὶ πολιτείας ἐννόμου διαστείχειν ὁδὸν, οὐχ ὑποκειμένην δαίμοσι· δυνησόμεθα γὰρ εὖ τότε τοὺς τῆς δικαιοσύνης καρποὺς καταθύειν τῷ
35Θεῷ. Στέλλεσθαι δὲ δεῖν τοὺς ἐξ Ἰσραὴλ ὁδὸν τριῶν ἡμερῶν διεβεβαιοῦτο κατὰ τὴν ἔρημον, τὸ μὴ ἐγγὺς εἶναι τῶν τῆς φαυλότητος ὅρων καὶ ζωῆς τῆς τυ‐ ραννουμένης διὰ τούτου δηλῶν. Σκήπτεται δέ τι καὶ σοφὸν ὁ θεσπέσιος Μωσῆς, καὶ εὐαφόρμως δὴ λίαν
40ἀπονοσφίζεσθαι δεῖν τῆς Αἰγύπτου φησὶν τοὺς ὑπὸ Θεοῦ κεκλημένους· «Μή πως γὰρ συναντήσῃ ἡμῖν θάνατος,» φησὶν, «ἢ φόνος.»
45ΠΑΛΛ. Καὶ τί δὴ τοῦτό ἐστιν; ἕτοιμον γὰρ οὐχὶ τοῖς θέλουσι νοεῖν. ΚΥΡ. Ἐγὼ φράσω· Αἰγυπτίοις ἦν ἔθος, τετήρηται δὲ καὶ εἰς δεῦρο παρὰ τοῖς τῶν εἰδώλων προσκυνη‐ ταῖς, τὸ δεῖν, εἰσφοιτῶντας ἐν ἱεροῖς, νεκρῷ περιτυ‐

68

.

189

(50)

χεῖν παραιτεῖσθαι σώματι. Μολυσμὸν γὰρ εἶναι τὸν ἀνωτάτω φασὶ τὸ οὐχ ὅπως δὴ μόνον, εἴ τις ἕλοιτο, θήγειν, ἀλλὰ γὰρ κἂν εἰ ἐν ψιλαῖς ταυτ[αισ]ὶ παραπίπ‐ τοι θέαις. Οὐκοῦν ἐκ τῶν παρὰ σφίσιν ἐθῶν ἀναπείθει φρονεῖν, ὡς οὐκ ἂν γένοιτο καθαρῶς τὸ θύειν αὐτοῖς,
55εἰ ἐξ ἀπροόπτου ποθὲν τοῦτο δρᾷν ἠργμένοις παρα‐ τύχοι νεκρὸς ἢ φόνος, τοῦτ’ ἔστιν, ἢ νόμῳ φύσεως
τετελευτηκὼς, ἢ ὑπὸ τοῦ τῶν φονευόντων ἐκβεβιασμέ‐190

68

.

192

νος. Ὑμῖν γὰρ ἔφασκεν, ἱερά τέ ἐστι καὶ τεμένη, κλεῖθρά τε καὶ πύλαι, ὧν εἴσω τυχὸν εἰσδεδραμηκό‐ σιν ἐξέσται θύειν ἁγνῶς, ὥσπερ ἂν οἴεσθε κατὰ σφᾶς αὐτούς· ἡμᾶς δὲ ἀνάγκη κατὰ μέσην θύοντας
5πόλιν, ἐν τριόδοις τε καὶ ἐν ἀγροῖς, ταῖς τῶν τεθνεώ‐ των καταμολύνεσθαι θέαις. Τὸ γὰρ ἀπεῖργον ὅροις, παντελῶς οὐδέν. Καὶ ὁ μὲν τῆς ἱστορίας λόγος ἔχοι ἂν ἡμῖν ὡς ἐν ἔθεσι τῶν Αἰγυπτίων τὸ πιθανὸν, εἴη δ’ ἂν ὀρθῶς εἰρημένον τὸ ὑπὸ τοῦ πανσόφου Μω‐
10σέως, κἂν εἰ νοοῖτο πνευματικῶς. Χρὴ γὰρ ἡμᾶς ὡς ἐν ἐρήμῳ θύειν, καὶ ἑορτὴν ἁγίαν ἀποπεραίνειν Θεῷ, τῆς Αἰγυπτίων ἀπαίροντας, παραιτεῖσθαι δὲ καὶ θανάτου θέαν. Σχολαίῳ γὰρ νῷ καὶ βεβηκότι μα‐ κρὰν τοῦ κατασκοτίζεσθαι κοσμικῶς, καὶ τῶν εἰς
15νεκρότητα καὶ φθορὰν κατακομιζόντων τὸν ὀφθαλμὸν ἀπαλλάττοντες, θύσομεν καθαρῶς τῷ πάντων κρα‐ τοῦντι Θεῷ. Ἔργα δὲ νεκρὰ, τὰ σαρκὸς ἂν εἴη. Σκο‐ τισμὸς δὲ κοσμικὸς, ἡ ἐκ πονηρῶν καὶ εἰκαίων περισπασμῶν ἐπιθόλωσις, τὸν καθαρόν τε καὶ διαυγῆ
20τῆς διανοίας αἰθέρα καταμολύνουσα. Ὧν ὅτι προσ‐ ῆκεν ἀπονοσφίζεσθαι τοὺς εἰλικρινῶς λατρεύειν ἐθέλοντας, καὶ ὁ τῆς ἱστορίας ἡμᾶς ἀναπείθει λόγος. ΠΑΛΛ. Καὶ μὴν τοῦτό γέ ἐστιν οὐκ ἀσυμφανές· τὰ δ’ οὖν ἐφεξῆς διαπέραινέ μοι.
25ΚΥΡ. Τοὺς μὲν οὖν ἐξ Ἰσραὴλ δύσοιστος οἶμαί τις καὶ δριμὺς τῆς ἀρχαίας ἐλευθερίας εἰσέθει πόθος· ἀπονενευκότες δὲ ἤδη πρὸς τοῦτο, δεινῶς κατηρέθιζον εἰς ὀργὰς τὸν τοῖς τῆς δουλείας ἐγκαταδέοντα ζυγοῖς. Ἔργον δὲ εἶναι σχολῆς τὰς ἐπὶ τοιοῖσδε λέγων ἐπι‐
30θυμίας, ἐγκατατείνεσθαι σφίσι τὸν ἐπὶ τοῖς ἔργοις ἱδρῶτα κελεύει, τῆς μὲν ἐν ἔθει συντάξεως ἀνυπερθέ‐ τως ἐξαιτουμένης, περιτεμνομένης δὲ ἀσυνήθως αὐ‐ τοῖς τῆς τῶν ἀχύρων διανομῆς· ἔφασκεν γὰρ, ὅτι «Σχολάζετε, σχολασταί ἐστε, διὰ τοῦτο λέγετε, Πορευ‐
35θῶμεν καὶ θύσωμεν τῷ Θεῷ ἡμῶν. Νῦν οὖν πορευ‐ θέντες ἐργάζεσθε· τὸ γὰρ ἄχυρον οὐ δοθήσεται, καὶ τὴν σύνταξιν τῆς πλινθείας αὐτοὶ δώσετε. Ἑώρων οὖν οἱ Γραμματεῖς τῶν υἱῶν Ἰσραὴλ ἑαυτοὺς ἐν κα‐ κοῖς, λέγοντες· Οὐκ ἀπολείψετε ἀπὸ τῆς πλινθείας τὸ
40καθῆκον τῇ ἡμέρᾳ. Συνήντησαν δὲ Μωσῇ καὶ Ἀαρὼν ἐρχομένοις εἰς συνάντησιν αὐτοῖς, ἐκπορευομένων αὐτῶν ἀπὸ τοῦ Φαραὼ, καὶ εἶπον αὐτοῖς· Ἐπίδοι[τ]ο ὁ Θεὸς ὑμᾶς, καὶ κρίναι ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραὼ, καὶ ἐναντίον τῶν θεραπόντων
45αὐτοῦ, δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ, ἀπο‐ κτεῖναι ἡμᾶς.» Ἢ γὰρ, ὦ φιλότης, οὐκ ἀτρεκὲς εἶναι φὴς, ὡς ἐπειδὰν ἕλοιτό τις τῆς τοῦ διαβόλου πλεον‐ εξίας ἀπολύσασθαι τὸν ζυγὸν, καὶ τὸ λαμπρὸν καὶ ἐλεύθερον τῆς εἰς Θεὸν λατρείας ἀντανελέσθαι καύ‐

68

.

192

(50)

χημα, σχολάσαι τε καὶ γνῶναι τὸν ἀληθῶς Δεσπότην, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς,» ἐγκαλέσει μὲν
ἡμῖν ὡς ἀνόσιόν τι χρῆμα, τὴν ἐπὶ τῷδε σχολὴν καὶ192

68

.

193

θέλησιν, κατεξανίσταται δὲ τοῖς ἄλλοις ὁμοῦ πονηροῖς τε καὶ ἀκαθάρτοις πνεύμασιν ὁ πάντων ἐχθρὸς, σαρκικῆς μὲν καὶ γεώδους ἀκαθαρσίας καὶ τῶν ἐν κόσμῳ ἀκαταλήκτως ἔχεσθαι, κατὰ τὸ ἑκάστῳ σύν‐
5ηθες, ἐπαναγκάζων ἀγρίως, ἀπέχεσθαι δὲ τῆς ἐντρι‐ βοῦς φαυλότητος ἥκιστα μὲν ἐφιεὶς, δυσπόριστον δὲ καὶ τοῦτο τιθεὶς, ὡς ἂν μὴ τῷ λίαν ἑτοίμῳ δια‐ πτύοιτό τε καὶ εἰς κόρον ἴοι τὸ κακόν; Ταυτὶ γὰρ οἶμαι καταδηλοῦν, τὸ ἐξαιτεῖν μὲν εὐτόνως τῆς πλιν‐
10θείας τὴν σύνταξιν, τὰ δὲ δι’ ὧν ἂν γένοιτο ῥᾳδίως ἀποστερεῖν, τοῦτ’ ἔστιν, τὸ ἄχυρον. Πεφύκαμεν δέ πως, τότε δὴ μάλιστα προθυμότατά τε καὶ εὐσθε‐ νέστατα τὰ συνήθη ζητεῖν, καὶ θερμοτέραις ἐπιθυ‐ μίαις ἐπ’ αὐτὰ καταφλέγεσθαι, ὅτε τι φαίνοιτο μεταξὺ
15τὸ ὡς ἐξ ἀνάγκης ἀποφέρον ἐπὶ τὸ μὴ δύνασθαι τυ‐ χεῖν. Θείου δὲ δὴ νόμου τὸν ἀνθρώπινον νοῦν τὰ αἰσχίω μεταπαιδεύοντος μακρά τις εἰσδύνει τότε δὴ μάλιστα ποθὴ, καλοῦσα πρὸς τὰ αὐτὰ, καὶ μονον‐ ουχὶ τοῦ νομοθέτου καταβοᾷν ἀναπείθουσα· καὶ
20τοῦδε δὴ πάλιν ὡς ἐν σκιαῖς ἀπόδειξις οἱ Γραμμα‐ τεῖς τῶν υἱῶν Ἰσραὴλ, ἐντρυχόμενοί τε τοῖς ἔργοις, καὶ τὴν ἐπ’ αὐτὰ ῥᾳδίαν οὐχ ὁρῶντες ὁδόν· ἀχύρου γὰρ ἦσαν ἐν σπάνει, ἐπῃτιῶντο δὲ λίαν Μωσέα τε καὶ Ἀαρὼν τῆς ἐπενηνεγμένης αἰτίας αὐτοῖς,
25πρόφασιν αὐτοὺς γενέσθαι λέγοντες, καὶ δυσαχθεστέ‐ ραν ἀνατλῆναι τῆς πλεονεξίας τὴν ἔφοδον, οὐχ ἑτέρου του χάριν, ἢ ὅτι δὴ μόνον ἐλευθερίας αὐτοὺς εἰσέδυ πόθος, τοῖς παρ’ αὐτῶν λόγοις ἀναπεπεισμένους.
31ΠΑΛΛ. Οὐ γὰρ οἴει λέγειν τὰ εἰκότα καὶ ἀληθῆ; ΚΥΡ. Παντάπασι μὲν οὖν, ὦ Παλλάδιε· ἅμα γὰρ ἡμᾶς ἐπιθυμία χρηστὴ καὶ λογισμὸς ἀγαθὸς ἀνεσό‐ βησε τυχὸν πρὸς τὸ δεῖν ἑλέσθαι τὰ τῷ Θεῷ δο‐
35κοῦντα, καὶ νόμου τοῦ πρὸς εὐσέβειαν διαμεμνήμεθα· κατάγχει δὲ μάλιστα χειρόνως ἐπὶ τὸ σίνεσθαι πεφυ‐ κὸς ὁ πάντων ἐχθρὸς, πλὴν ἐκρύεται καὶ σώζει Θεός. Καὶ γοῦν ἔφη πρὸς Μωσέα· «Βάδισον, εἰπὲ τοῖς υἱοῖς Ἰσραὴλ λέγων, Ἐγὼ Κύριος, καὶ ἐξάξω ὑμᾶς
40ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων, καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλείας αὐτῶν, καὶ λυτρώσομαι ὑμᾶς, ἐν βραχίονι ὑψηλῷ, καὶ κρίσει μεγάλῃ, καὶ λήψομαι ὑμᾶς εἰς λαὸν ἐμαυτῷ. Καὶ ἔσομαι ὑμῶν Θεὸς, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ
45ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς δυναστείας τῶν Αἰγυπτίων.» Ἀποτρέποντος γὰρ ἡμᾶς τοῦ Σα‐ τανᾶ, καὶ ἁπάσης ἀγαθῆς ἐξανιστάντος ἐπιθυμίας, καὶ τῶν εἰς τοῦτο διανευμάτων δι’ ὧν ἂν δύναιτο παρωθοῦντος τρόπων, προτρέπει πρὸς θέλησιν ἀγα‐

68

.

193

(50)

θὴν ὁ τοῦ Θεοῦ νόμος, ἄθραυστον μὲν τὸν ἐπικου‐ ροῦντα δεικνὺς, ἐλπίδι δὲ τῇ λιπαρωτάτῃ παραθήγων εἰς εὐτολμίαν, καὶ πίστει νευρῶν, καὶ τῷ Θεῷ προσ‐ νέμων, ὡς ἀληθῶς σωτῆρι καὶ λυτρωτῇ. ΠΑΛΛ. Ὡς πανάριστόν τι χρῆμα καὶ σωτήριον ἡ
55πίστις, καὶ τὸ δεῖν ἕπεσθαι διψῇν τῷ Θεῷ!
ΚΥΡ. Ὀρθῶς ἔφης. Ἕρπει δὲ ὅτι πρὸς πέρας ἡ194

68

.

196

πίστις τὸ ἀγαθὸν, εἴσῃ τοι καλῶς, ἐκτελευτῶντος ἡμῖν τοῦ λόγου πρὸς τὸν ἴδιον σκοπόν. Ἐπειδὴ γὰρ ἧκον πρὸς τὸν Φαραὼ διαλεξόμενοι πάλιν οἱ ἀμφὶ Μω‐ σέα, ἀνεῖναί τε τῆς Αἰγυπτίων καὶ ἀπολῦσαι δεσμῶν
5τῶν πάλαι τὸν Ἰσραὴλ ἀναπείσοντες, σημείοις ἐκδυσ‐ ωπεῖν τοῖς ὑπὲρ λόγον ἤθελον, ῥάβδου τε εἰς ὄφιν μεταπλασμὸν ἐπεδείκνυον, καὶ ἔτι τοῦ γε μείζονά τε καὶ ὑπερφερῆ κατορθοῦν δύνασθαι προχειρότατα, διὰ Θεοῦ σαφῶς ἐπηγγέλλοντο. Ὁ δὲ τοῖς ἰδίοις ἰσουργεῖν
10ἐκέλευε Μάγοις, μονονουχὶ διὰ τούτου βοῶν· Οὐκ ἀγνῶτες ἔργων τῶν τοιούτων ἡμεῖς. Πλεῖστοι δὲ ὅσοι παρ’ Αἰγυπτίοις ἢ καθ’ ὑμᾶς· καὶ μελέτημα τοῖς Μάγοις τὸ θαυματουργεῖν, οἷς καὶ ὑμεῖς ἐναρίθμιοι. Σκληρυνομένῳ δὲ λίαν, καὶ οὐκ ἀνιέντι τὸν Ἰσραὴλ,
15τέσσαρες δειναὶ καὶ ἀλλήλων χείρους ἐπιφέρονται πληγαί· ὕδατός τε γὰρ εἰς αἷμα μεταβολὴ παραδό‐ ξως ἐπράττετο, βάτραχοί τε καὶ σκνίπες, καὶ τελευ‐ ταία κυνόμυια, μαλθακώτερον ἤδη πως ὡς ἐξ ἀνάγκης οὐ φορητῆς ἀπετέλουν τὸν Φαραώ. Εἰσκαλεσάμενος
20δὴ τοὺς ἀμφὶ Μωσέα, φησίν· «Εἰσελθόντες θύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἐν τῇ γῇ. Καὶ εἶπε Μωσῆς, Οὐ δυνατὸν γενέσθαι οὕτως· τὰ γὰρ βδελύγματα τῶν Αἰγυπτίων θύσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν. Ἐὰν γὰρ θύσωμεν Κυρίῳ τῷ Θεῷ ἡμῶν τὰ βδελύγματα τῶν
25Αἰγυπτίων ἐναντίον αὐτῶν, λιθοβοληθησόμεθα. Ὁδὸν τριῶν ἡμερῶν πορευσόμεθα εἰς τὴν ἔρημον, καὶ θύσο‐ μεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, καθάπερ εἶπεν ἡμῖν. Καὶ εἶπε Φαραώ· Ἐγὼ ἀποστελῶ ὑμᾶς, καὶ θύσετε Κυ‐ ρίῳ τῷ Θεῷ ὑμῶν ἐν τῇ ἐρήμῳ, ἀλλ’ οὐ μακρὰν ἀπο‐
30τενεῖτε τοῦ πορευθῆναι.» Ἀντεξάγοντι μὲν γὰρ τῷ Σατανᾷ, καὶ ταῖς εἰς τὸ ἀγαθὸν ἡμῶν προθυμίαις ἀντιφέρεσθαι ἐγνωκότι νεανικῶς τὴν ἑαυτοῦ μισο‐ πονηρίαν, ἀντανίστησι Θεὸς, καὶ κατάγχει θρασυνό‐ μενον, καὶ τιθασσεύει πληγαῖς. Ὁ δὲ τότε μόλις
35ἐφίησι μὲν οὐχ ἑκών· πειρᾶται δ’ οὖν ὅμως ἀναπεί‐ θειν ἡμᾶς, ποιεῖσθαι μὲν οὐκ ἀκριβῆ τὴν εἰς Θεὸν λατρείαν, μὴ μὴν ἔτι παντελῶς καὶ τῆς ἐπ’ αὐτῷ δουλείας ἀποφοιτᾷν. Οὐ γὰρ ἔξω γῆς ἰδίας, ἀλλ’ ἐν αὐτῇ χρῆναι θύειν τοῖς Ἰουδαίοις ἐκέλευε. Σοφώτατα
40δὲ Μωσῆς, «Οὐ δυνατὸν γενέσθαι οὕτω,» φησί. Γί‐ νεται μὲν γὰρ ἀεὶ τῶν φαύλων εἰσηγητὴς ὁ τῆς ἁμαρτίας εὑρετής· ἐκπέμπει δὲ νόμος ὁ θεῖος αὐτὰ, καὶ ἀποφάσκει τὸ δρᾷν, ἅπερ ἂν ἐκείνῳ δοκῇ. Προσ‐ εκτέον τοιγαροῦν τοῖς ἐθέλουσι βιοῦν ὀρθῶς, οὐχ
45οἷσπερ ἂν λέγοι φενακίζων ὁ Πονηρὸς, ἀλλ’ οἷς τὸ θεῖον ἡμῖν ἀναφωνεῖ χρησμῴδημα. «Λύχνος γὰρ,» φησὶ, «τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρί‐ βοις μου.» ΠΑΛΛ. Ἀληθές.

68

.

196

(50)

ΚΥΡ. Συνέχοντος τοίνυν ἡμᾶς, ἤγουν καθείργειν ἐθέλοντος καὶ ὑπ’ αὐτῷ ποιεῖσθαι, τοῦ Πονηροῦ, λα‐ τρευτέον Θεῷ τῷ κατὰ φύσιν μόνῳ, καὶ διψυχίας ἰόν‐ τες ὡς ἀπωτάτω, λέγωμεν, «Οὐ δυνατὸν γενέσθαι οὕτως.» — — «Δύναται γὰρ οὐδεὶς δυσὶ κυρίοις δουλεύειν·
55ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ
τοῦ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει.»196

68

.

197

Γέγραπται δὲ αὖ, «Οὐαὶ καρδίαις δειλαῖς, καὶ χερσὶ παρειμέναις, καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρί‐ βους!» Χρῆναι γὰρ ἔγωγέ φημι, καθαρὰν καὶ ἀμώ‐ μητον ποιεῖσθαι λατρείαν τῷ πάντων κρατοῦντι Θεῷ,
5ἐκπεφοιτηκότας εἰσάπαν τῆς ὑπ’ ἐκείνῳ λατρείας· οὕτω τε πρὸς τὴν ἀμείνω ζητεῖν ἰέναι γεννικῶς· ἄλ‐ λως τε, «Τὰ βδελύγματα τῶν Αἰγυπτίων,» φησὶ, «θύσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν. Ἐὰν γὰρ θύσωμεν τὰ βδελύγματα τῶν Αἰγυπτίων ἐναντίον αὐτῶν, λιθο‐
10βοληθησόμεθα.» Καὶ ὅσον μὲν ἧκεν εἴς γε τὸν τῆς ἱστορίας λόγον, εὐάφορμος ἡ παραίτησις. Βδελύγματα γὰρ ἐνθάδε φησὶ, τὰ σεβάσματα· μόσχοι δὲ ἦσαν τοῖς Αἰγυπτίοις τὸ σέβας. Ταυτὶ δὲ, φησὶν, εἰ τῷ τῶν Ἑβραίων καταθύσομεν Θεῷ, ἀκονήσομεν εἰς ὀργὰς
15πάντη τε καὶ πάντως τοὺς Αἰγυπτίους, δύσοιστον τὸ χρῆμα ποιουμένους. Ἔσθ’ ὅτε καὶ πιθανὸς λόγος. Ὅσον δὲ ἧκεν εἰς θεωρίαν πνευματικὴν, οὐ μετρίαν ἔχει τὴν ὄνησιν. Ὃ γὰρ οἶδε μάλιστα τιμᾷν, καὶ ποιεῖ‐ ται περὶ πολλοῦ, ἀξιοῖ τε λόγου παντὸς ἡ τῶν δαι‐
20μονίων πληθὺς, κατανεκροῦντες ἡμεῖς ἡδίστην τῷ Θεῷ τελοῦμεν λατρείαν. ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ. Ἢ γὰρ οὐχὶ τὰ τῆς σαρκὸς πάθη τίμια παρ’ ἑαυτοῖς; καὶ οὐχὶ πάντως δι’ ἑαυτὰ, ἀλλ’ ἐπείτοι δι’
25αὐτῶν ὀλλύμεθα, καὶ πρὸς δουλείαν τὴν ὑπ’ αὐτοῖς κατεσφίγμεθα; ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ταῦτα δὴ νεκροῦντες καὶ οἱονεὶ κατασφά‐ ζοντες, εἰς ὀσμὴν εὐωδίας ἐσόμεθα τῷ Θεῷ. Γράφει
30δὲ ὁ Παῦλος ὡδί· «Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λα‐ τρείαν ὑμῶν.» Δρῴη δ’ ἂν τοιοῦτό τις ὀρθῶς, νεκρῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πά‐ θος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν. Ἕκαστον
35οὖν ἄρα τῶν ἐν ἡμῖν παθῶν, Αἰγυπτίων τῶν νοητῶν ἐστι βδέλυγμα, τοῦτ’ ἔστι, σεβασμιώτατον. Ὅτι γὰρ ἔθος τῇ θείᾳ Γραφῇ βδέλυγμα λέγειν τὸ ἐν εἰδώλου τάξει, καὶ οἱονεί τι σέβας, ἀναπείθει λέγων Θεὸς διὰ τῆς Ἱερεμίου φωνῆς, περὶ τῆς Ἰουδαίων Συναγω‐
40γῆς· «Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα;» Εἰ δὲ δή τις βούλοιτο λέγειν βδέλυγμα τῶν Αἰγυπτίων τὸ οἱονεὶ μίσημα καὶ παραίτησιν, οὐκ ἂν ἐξοίχοιτο τοῦ πρέποντος νοῦ· ἃ γὰρ ἔθος ἀεὶ μισεῖν καὶ καταβδελύττεσθαι τοῖς ἀκαθάρτοις πνεύ‐
45μασι, ταυτὶ πρὸς ἡμῶν εἰς ὀσμὴν εὐωδίας ἀνακείσεται τῷ Θεῷ, καὶ θυσία πνευματικὴ, πίστις, πραότης, ἐγκράτεια, σωφροσύνη, φιλαλληλία, καὶ τῆς εἰς Θεὸν γνησιότητος τὰ αὐχήματα. ΠΑΛΛ. Καὶ τίνες ἂν εἶεν οἱ ἐν τῇ γῇ θύοντες τοῦ

68

.

197

(50)

Πονηροῦ; νοοῖντο δ’ ἂν τίνες καὶ οἱ ἔξω γῆς; ΚΥΡ. Οἱ μὲν γὰρ οὔπω τῆς Αἰγυπτίων ἐκβεβη‐ κότες, καὶ Θεῷ θύοντες ἐν αὐτῇ, πολλοὶ λίαν, καὶ
ἀριθμοῦ τάχα που κρείττονες· οἱ δὲ ἔξω τε καὶ ἐν198

68

.

200

ἐρήμῳ, κομιδῇ βραχεῖς καὶ ἀπόλεκτοι· «Πολλοὶ γάρ εἰσι κλητοὶ,» φησὶν, «ὀλίγοι δὲ ἐκλεκτοί.» Κεκλή‐ μεθα μὲν οὖν εἰς ἐλευθερίαν πάντες διὰ πίστεως τῆς ἐν Χριστῷ, καὶ ἐκλελυτρώμεθα τυραννίδος διαβολικῆς,
5ἀποφέροντος ἡμᾶς εἰς τοῦτο Χριστοῦ, προανατυπου‐ μένου τοῖς πάλαι καλῶς ἐν Μωσῇ τε καὶ Ἀαρὼν, ἵν’ ἐν ταὐτῷ τὸν Ἐμμανουὴλ νομοθέτην ὄντα καὶ ἀρχιε‐ ρέα καὶ ἀπόστολον, οἰκονομικῶς ἐννοῇς. Οἱ δέ γε πλεῖστοι τῶν κεκλημένων ἐμφιλοχωροῦσιν ἔτι τοῖς
10πάλαι κακοῖς, διανοίᾳ δὲ οὔπω τῇ ὁλοσχερεῖ κοσμι‐ κῆς ἀπάτης ἐκβεβηκότες, ὡς ἐν γυμνῇ τε καὶ μόνῃ τῇ πίστει λατρεύουσι Θεῷ. Τούτους εἶναί φαμεν τοὺς ἐν Αἰγύπτῳ θύοντας, ἤγουν ἔξω βραχὺ γεγονότας. «Οὐ μακρὰν γὰρ ἀποτενεῖτε,» φησὶν ὁ σκληροκάρ‐
15διος Φαραὼ, κἂν εἰ τῆς Αἰγυπτίων ἐκτρέχητε γῆς. Οἴγε μὴν ὁλοκλήρῳ μεταστάσει τῇ εἰς ἀγαθὸν εὐα‐ ρεστεῖν ἐθέλοντες τῷ Θεῷ, ἀπηλλαγμένοι τε καὶ εἰσ‐ άπαν συγχύσεως κοσμικῆς, ἔξω φέρονται τῆς Αἰ‐ γυπτίων, καὶ τὴν τυράννου διαδιδράσκουσι χεῖρα,
20καὶ καθάπερ ἐν ἐρήμῳ τῇ σχολαίᾳ τε καὶ ἀνειμένῃ ζωῇ καθαροὶ καθαρῶς θύουσι τῷ Θεῷ. Φαίην δ’ ἂν ἔγωγε καὶ καθ’ ἕτερόν τινα τρόπον, ἀποτάτω δεῖν τῆς Αἰγυπτίων φέρεσθαι γῆς τοὺς ἐκ τοῦ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα πρὸς ἀλήθειαν τρέχον‐
25τας, καὶ εἰς ἐπίγνωσιν κεκλημένους τοῦ κατὰ φύσιν ὄντος Θεοῦ. Ἐκβεβήκασι γὰρ οὔπω τελείως οἱ τὰ τῆς ἀρχαίας ἀπάτης οὔπω τῆς ἑαυτῶν διανοίας ἀποτρί‐ βοντες λείψανα. Παρατηροῦνται γάρ τινες ἡμέρας, καὶ μῆνας, καὶ καιροὺς, καὶ ἐνιαυτούς. Οὗτοι πρὸς
30τὸ ἐλεύθερον ἀξίωμα διὰ Χριστοῦ κεκλημένοι, τὴν Αἰγυπτίων οἰκοῦντες, ἔτι θύουσι τῷ Θεῷ, τὸν οὐχὶ ἂν ἀβούλητον τῷ Σατανᾷ διασώζοντες βίον. Εἰ δὲ δή τις ἐξοίχοιτο παντελῶς, τοῖς ἀρχαιοτέροις ἔθεσιν ἐῤῥῶσθαι φράσας, ἐν ἐρήμῳ θύει, καὶ τὴν ἐπαίνου παντὸς ἀξίαν
35ἐπιτηδεύει ζωήν. ΠΑΛΛ. Σύμφημι· νοεῖς γὰρ ὀρθῶς. Ἴτω δὲ αὖθις ἡμῖν κατὰ ῥοῦν ὁ λόγος. ΚΥΡ. Οὐκοῦν ψευδομυθεῖ μὲν ὁ Φαραὼ, καὶ ἀρνεῖ‐ ται τὴν ὑπόσχεσιν, ἀνίησι δὲ οὔτι πω τοὺς ἐξ Ἰσραήλ.
40Εἶτα τρισὶν ἑτέραις πληγαῖς κατῃκίζετο, καὶ κατα‐ νεύει μόλις, ἀνήσειν εἰπών· ἥλω τε ψευδοεπήσας πά‐ λιν. «Ψεύστης γάρ ἐστι, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε,» κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Χάλαζαν δὲ τὴν ῥαγδαιοτάτην ἐνίησι τοῖς Αἰγυπτίοις, ἀπειλοῦντος
45Θεοῦ, καὶ δὴ καὶ ἐνιέντος, καὶ μὴν ἀκρίδα τὴν ἀγρ‐ ολέτειραν, εἴπερ τι χρὴ καὶ ἐξ Ἑλλήνων φωνὴν ἑλόν‐ τας εἰπεῖν. Τότε δὴ, τότε καὶ μόλις οἱ πάλαι δεινοί τε καὶ ἄθραυστοι τῆς τοῦ Φαραὼ βδελυρίας ὑπασπισταὶ πλείστην ὅσην αὐτοῦ ποιοῦνται καταβοὴν, λέγοντες·

68

.

200

(50)

«Ἕως τίνος ἔσται ἡμῖν τοῦτο σκῶλον; ἐξαπόστειλον τοὺς ἀνθρώπους, ὅπως λατρεύσωσι Κυρίῳ τῷ Θεῷ αὐτῶν. Ἢ εἰδέναι βούλει ὅτι ἀπόλωλεν Αἴγυπτος;» Καί μοι πάλιν ἐντεῦθεν ἔπεισι νοεῖν, ὡς ἔστι που τάχα τῶν ὑπ’ αὐτῷ δυνάμεων ἀμείνων ὁ Σατανᾶς,
55ἐφ’ οἷς ἂν αὐτῷ τὸ νικᾷν πρέποι. Αἱ μὲν γὰρ, ὡς200

68

.

201

ἔοικε, σκληραὶ μέν εἰσιν ἄγαν καὶ ἀμείλικτοι κομιδῇ, καὶ ὀψὲ μὲν καὶ μόλις ἰοῦσαι δ’ ἂν ὅμως κἂν γοῦν εἰς μετρίαν αἴσθησιν τῆς θείας ὀργῆς· ὁ δέ ἐστιν ἀγριότητι τῇ ὑπὲρ λόγον ὑπερφερὴς, καὶ κατεσκλη‐
5κὼς εἰς ἄκρον. Γέγραπται γὰρ ὅτι, «Ἡ καρδία αὐ‐ τοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκε δὲ ὥσπερ ἄκμων ἀνήλατος.» Πλείστης οὖν ὅσης γενομένης ἐπ’ αὐτῷ τῆς καταβοῆς, ἔφη μόλις τοῖς ἀμφὶ Μωσέα· «Πο‐ ρεύεσθε καὶ λατρεύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν. Τίνες δὲ
10καί εἰσιν οἱ πορευόμενοι;» Καὶ λέγει Μωσῆς· «Σὺν τοῖς νεανίσκοις ἡμῶν καὶ τοῖς πρεσβυτέροις ἡμῶν πορευσόμεθα, σὺν τοῖς υἱοῖς καὶ ταῖς θυγατράσι, καὶ προβάτοις, καὶ βουσὶν ἡμῶν· ἔστι γὰρ ἡ ἑορτὴ Κυρίου τοῦ Θεοῦ ἡμῶν. Καὶ εἶπε πρὸς αὐτούς· Ἔστω Κύριος
15μεθ’ ὑμῶν, καθ’ ὅτι ἀποστέλλω ὑμᾶς, μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν; Ἴδετε, ὅτι πονηρία πρόκειται ὑμῖν. Μὴ οὕτως· πορευέσθωσαν δὲ οἱ ἄνδρες, καὶ λατρεύσατε τῷ Θεῷ, τοῦτο γὰρ αὐτοὶ ζητεῖτε.» Σύν‐ ες δὴ οὖν, ὦ φιλότης, ὡς ἀρίστην μὲν ὁ Μωσῆς
20ποιεῖσθαι δεῖν ἔφασκε τὴν ἀνάζευξιν· ὁ δὲ, οὐχ οὕτω, φησίν· ἀνήσειν δὲ ἀπὸ μέρους, καὶ ὁμήρευσιν τρόπον τινὰ ταῖς τῶν ἀπαιρόντων ὑποστροφαῖς δεῖν ἔφη τὸ λειπόμενον, καὶ αὐτῆς ἀπομενούσης ἐν Αἰγύπτῳ τῆς ἀποσκευῆς. Οἰχέσθω γὰρ δὴ πᾶς μὲν ὑμῶν νεανίας,
25φησί· πᾶν δὲ γένος τὸ ἐν ἀκμαῖς. Ὁ δέ γε θεῖος Μωσῆς, ὅτι προσῆκεν ἀπαίρειν εὖ μάλα διϊσχυρίζε‐ ται, παροφθέντος οὐδενός· ἀλλ’ ὁμοῦ τοῖς ἐν ἥβῃ καὶ ἐν δυσμαῖς ἡλικίας, υἱοῖς τε καὶ θυγατράσι, καὶ βοῶν ἀγέλαις, καὶ ἑτέροις θρέμμασι. Καὶ γάρ τοι προσήκει
30τοὺς τῆς ἀληθοῦς ἐλευθερίας μεταποιεῖσθαι σπουδά‐ ζοντας, τῶν μὲν ἐν κόσμῳ φιλεῖν ἀπαλλάττεσθαι κακῶν, καὶ τρίβον ἰέναι τὴν ἐπ’ ἀρεταῖς, οὐδὲν τὸ παράπαν τῆς ἑαυτῶν ψυχῆς τε καὶ διανοίας ἀφιέντας λείψανον, δι’ οὗ δὴ πάλιν ταῖς τοῦ πονηροῦ πλεον‐
35εξίαις ὑπενεχθεῖεν ἄν. Καλεῖ δὲ πρὸς τοῦτο ὁ θεῖος νόμος νεανίσκους καὶ παρθένους, πρεσβύτας μετὰ νεωτέρων, κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, καὶ πᾶν εἶδος τῆς ἐν Χριστῷ νοουμένης ἡλικίας. Οἷς καὶ ὁ θεσπέσιος Ἰωάννης προσεφώνει, λέγων· «Ἔγραψα
40ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν Πατέρα· ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς· ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει, καὶ νενικήκατε τὸν πονηρόν.» Εἶεν δ’ ἂν καὶ ἑτέρως, νεανίαι μὲν τῆς ἀνδρείας τύπος,
45φρονήσεως δὲ πρεσβύται, νηπιότητος δὲ τῆς ἐν Χριστῷ νοουμένης, υἱοί τε καὶ θυγατέρες· σὺν ἀν‐ δρείᾳ γὰρ, καὶ φρονήσει, καὶ ἁπλότητι τῇ κατὰ Θεὸν, ἀπαροῦμεν ἐξ ἁμαρτίας εἰς ἁγιασμόν. «Ἀνδρίζεσθε γὰρ,» φησὶ, «καὶ κραταιούσθω ἡ καρδία ὑμῶν.»

68

.

201

(50)

Καὶ αὖ· Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» Πρόβατα δὲ καὶ βόας συναπο‐ τρέχειν εἰπὼν, κατασημαίνειν ἂν οἶμαί που, ὅτι προσήκει μηδὲ αὐτὰ μεθεῖναι τῷ Σατανᾷ τὰ σωμα‐ τικά τε καὶ ἀλογώτερα τῶν ἐν ἡμῖν κινημάτων. Καὶ
55γοῦν ὁ θεσπέσιος Παῦλος γράφει· «Ὥσπερ γὰρ παρ‐ εστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ
τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε202

68

.

204

τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.» ΠΑΛΛ. Ἀνθότου δὴ οὖν ἀνίησι μὲν τοὺς ἐν ἥβῃ καὶ ἐν ἀκμαῖς, μεταποιεῖται δὲ τῶν ἑτέρων ὁ Φαραώ; ΚΥΡ. Τίνα γὰρ εἶναι φὴς τὸν ἐν Αἰγύπτῳ μέ‐
5νοντα; ΠΑΛΛ. Ἦσαν, οἶμαί που, γύναια δὴ πάντως, παῖδες ἄνηβοι, καὶ ἀσθενεῖς πρεσβύται, καὶ ἄλογος κτῆσις. ΚΥΡ. Εἶτα, ὦ βέλτιστε, πῶς οὐκ ἐκεῖνο εὐθὺς
10διανοῇ; ΠΑΛΛ. Τὸ ποῖον φής; ΚΥΡ. Τοὺς μὲν γὰρ σφριγῶντάς τε καὶ νέους, καὶ ἀκμαιοτέραν ἔχοντας τὴν ἕξιν εἰς εὐσέβειαν, ἡγεῖται φορτικούς· ἀπαλλακτιᾷ γὰρ, οἶμαι, καὶ οὐχ ἑκὼν,
15τῶν ἀνθεστηκότων, οἳ καί εἰσιν ἀντιπράττειν οἷοί τε, καὶ σφίσιν ἑαυτοῖς ἐπαμύνειν ἀδικουμένοις, κατά γε τὸ, «Ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν.» Μεταποιεῖται δὲ λίαν τοῦ μὴ ἀνδρίζεσθαι πεφυκότος, καὶ ὡς γένος ἀδρανὲς καὶ ἀφιλοπόλεμον, ἀγαπᾷ τε
20νοσοῦν ἐν ἑαυτῷ φρόνημα τὸ θῆλυ καὶ μαλθακὸν, καὶ οἷον ἀφηβηκός τε καὶ ἄναλκι, καὶ μειρακιῶδες ἔτι, καὶ τὸ παχύ τε καὶ ἀλογώτερον, ὡς ἐν τύπῳ βουσί τε καὶ προβάτοις. ΠΑΛΛ. Εὖ ἔφης.
25ΚΥΡ. Ψευδομυθεῖ δὲ πάλιν ὁ σκληρόνους τε καὶ ἀκαμπὴς Φαραώ. Εἶτα ταῖς τῆς ἀκρίδος συμβολαῖς ὅλης, ὡς εἰπεῖν, δαπανωμένης αὐτῶν τῆς χώρας, με‐ τάπεμπτον ποιεῖται Μωσέα, συνεισθέοντος Ἀαρὼν, καί φησι· «Πορευθέντες λατρεύσατε Κυρίῳ τῷ Θεῷ
30ὑμῶν, πλὴν τῶν προβάτων καὶ τῶν βοῶν ὑπολίπεσθε, καὶ ἡ ἀποσκευὴ ὑμῶν ἀποτρεχέτω μεθ’ ὑμῶν.» Καὶ εἶπε Μωσῆς· «Ἀλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα, καὶ θυσίας ἃ ποιήσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν· καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεθ’ ἡμῶν, καὶ οὐχ ὑπολη‐
35ψόμεθα ὁπλήν· ἀπ’ αὐτῶν γὰρ ληψόμεθα λατρεῦσαι Κυρίῳ τῷ Θεῷ ἡμῶν.» ΠΑΛΛ. Καὶ τίνα τοῖς εἰρημένοις παρά γε τοῦ παν‐ σόφου Μωσέως ἐφαρμόσαιμεν ἂν τὴν διάνοιαν; ἢ πῶς ἄν τις λάβοι τὰ ἐξ Αἰγύπτου καὶ Φαραὼ, καὶ ἀναθείη
40Θεῷ; ΚΥΡ. Καὶ μὴν, ὦ ἑταῖρε, σαφὴς ὁ λόγος. Ὁ μὲν γὰρ τοῖς εὐσεβεῖν ἐθέλουσιν ἀνθεστηκὼς καὶ μαχό‐ μενος, εἰ μὴ παντελῶς ἐξείη τὸ ὑπ’ αὐτῷ κεῖσθαί τινας, κἂν γοῦν ἐκ μέρους τοῦτο ἔχειν ἐπιθυμεῖ· ὁ
45δέ γε τοῦ Θεοῦ νόμος τομωτάτην τινὰ ποιεῖσθαι δι‐ δάσκει τὴν ἀποφοίτησιν, οὐδ’ ὁπωστιοῦν ὑπ’ αὐτῷ κεῖσθαί τε καὶ μένειν ἐῶντας, οὐ ψυχῆς, οὐ νοῦ μό‐ ριον, οὐ σωματικοῦ κινήματος ἀφορμήν. Προσέτι δὲ δεῖν καὶ τῆς ἐν κόσμῳ ζωῆς τὰ κάλλιστά τε καὶ ἐξαί‐

68

.

204

(50)

ρετα προσκομίζειν Θεῷ. Τοῦτο γὰρ οἶμαι δηλοῦν, τὸ
ἐξ Αἰγύπτου λαβεῖν, καὶ καταθῦσαι Θεῷ. Ἢ οὐχὶ204

68

.

205

τουτὶ δρῷεν ἂν οἱ διὰ σοφίας κοσμικῆς τοῖς ἱεροῖς τε καὶ θείοις ἡμῶν ἐπαγωνιζόμενοι δόγμασιν, καὶ τὸ λαμπρὸν ἐν λέξει, καὶ τὸ ἐν εἰδήσει πικρὸν θηρώμενοι, καὶ τὴν λογικὴν λατρείαν ἐπιτελοῦντες Θεῷ; «Πᾶσα
5μὲν γὰρ σοφία παρὰ Κυρίου,» κατὰ τὸ γεγραμμέ‐ νον. Ἀλλ’ ἐν πνεύματι κοσμικῷ, τοὺς παρ’ Ἕλλησι ποιητὰς καὶ λογογράφους εἰς τοῦτο λαμπρότητος τῆς κατ’ εὐγλωττίαν ἀφικέσθαι φαμέν. Καὶ γοῦν ὁ θεσ‐ πέσιος Παῦλος· «Οὐ τὸ πνεῦμα, φησὶ, τοῦ κόσμου
10τούτου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ Θεοῦ, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς σοφίας ἀνθρωπίνης λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος.» Ὅτι δὲ ἦν ἀληθῶς ὁ Μωσῆς ἐν σκιαῖς ἔτι, τὰ ἐξαίρετα τῆς ἐν κόσμῳ
15ζωῆς οὐκ ἀπόβλητα γενήσεσθαι λέγων τῷ κατὰ φύσιν Θεῷ, παραχρῆμα δείκνυσιν ἐναργῶς, πλὴν ὡς ἐν τύπῳ καὶ σκιᾷ. Θεοῦ γὰρ προστάττοντος σκυλεύειν τοὺς Αἰγυπτίους, χρυσᾶ τε καὶ ἀργυρᾶ σκεύη χρή‐ σασθαι δεῖν ἔφασκε, παρά τε συσκήνου καὶ γείτονος,
20ὃ δὴ καὶ περαίνεται διὰ γυναικῶν. Ψίθυρον γὰρ ἀεί πώς ἐστι τὸ χρῆμα καὶ λαλίστατον, καὶ πρὸς ἀπά‐ την εὐμήχανον. Σκεύη δὲ οἶμαι χρυσᾶ τε καὶ ἀργυρᾶ παρὰ τῶν Αἰγυπτίων εἴη ἂν, καθάπερ ἀρτίως ἔφην, τὰ οἷς ἦν εἰκὸς κατασεμνύνεσθαι τῶν ἐν κόσμῳ τινὰς,
25εἰ καὶ Θεὸν εἴδησαν τὸν ἀληθινόν. Ἔστι δὲ ὅ φημι τοιόνδε τι πάλιν. Κοινὰ μὲν γὰρ ἅπασιν ἀνθρώποις τὰ νοῦ τε καὶ ψυχῆς κινήματα, καὶ ἡ πρὸς πᾶν ὁτιοῦν ἐπιτηδειότης ἀγαθοῦ τε καὶ πονηροῦ. Ἀλλ’ οἱ μὲν τοῖς τῆς φύσεως πλεονεκτήμασιν ἀποκεχρημένοι
30καλῶς, τὸν εὐκλεᾶ καὶ ἐξαίρετον κατορθοῦσι βίον. Οἵ γε μὴν ἐφ’ ἃ μὴ προσῆκεν ἀνοητότατα παρατρέ‐ ποντες, παρασημαίνουσί πως τὰ τῆς φύσεως ἀγαθὰ καὶ τὴν ἐπ’ αἰσχίστοις ἰέναι τρίβον. Ἀνδρεία τε γὰρ καὶ φρόνησις καλὰ μὲν τοῖς ἄριστα κεχρημένοις,
35ἐπιζήμια δὲ τοῖς οὐκ ἔχουσιν ὀρθῶς· ἔξεστι μὲν γὰρ ἀνδρίζεσθαι καὶ φρονεῖν σὺν ἐπαίνῳ καὶ κρότοις· ἔξεστι δὲ αὖ σὺν πολλῇ δὴ ταῦτα κεκτῆσθαι καταβοῇ. Ταυτὶ δὴ κοινὰ καὶ ἐν πᾶσίν ἐστι, καὶ ἐν τοῖς ἔτι πλα‐ νωμένοις, καὶ ἐν τοῖς εἰδόσι Θεόν. Ὅτε γοῦν ἡ πάλαι
40φαυλότητος ἐργάτις ἀνδρεία, καὶ τὸ ἐν συνέσει πικρὸν μετατρέποιντο πρὸς ἡμῶν εἰς τὸ δοκοῦν τῷ Θεῷ, μονονουχὶ καὶ ἐξ Αἰγυπτίων ληφθέντα, καὶ ἐκ τῆς ἐν κόσμῳ ζωῆς, ἱερά τε καὶ εὐπρόσδεκτα γενήσεται τῷ Θεῷ· μεταρυθμίζεται γὰρ εἰς ἀρετῆς χρείαν, καὶ
45ὑπουργίαν ἁγιασμοῦ, καθάπερ ἀμέλει τὰ ἐξ Αἰγύπτου σκεύη χρυσᾶ τε καὶ ἀργυρᾶ πρὸς κατασκευήν τε καὶ ἀποτέλεσμα τῆς ἁγίας σκηνῆς ἀνεδείχθη χρήσιμα. Μετὰ δὲ τὸ σκυλεῦσαι τοὺς Αἰγυπτίους, καὶ τῶν πρω‐ τοτόκων τὸν θάνατον, λελύτρωνται μόλις οἱ ἐξ Ἰσραὴλ,

68

.

205

(50)

καταθύσαντες τὸν ἀμνὸν εἰς τύπον Χριστοῦ· ἦν γὰρ οὐχ ἑτέρως δύνασθαι τοῦ τοιοῦδε τυχεῖν, ἐπείπερ ἐστὶ πᾶσα λύτρωσις ἐν Χριστῷ, καὶ δι’ αὐτοῦ πᾶσα δόσις ἀγαθή. Ἐκπέμπονται δὲ τῆς Αἰγυπτίων, κατὰ μέσην νύκτα, μονονουχὶ σκότους τε ὁμοῦ καὶ δουλείας ἀπαλ‐
55λαττόμενοι. Ἐν γάρ τοι σκότῳ τῷ νοητῷ, καὶ οὐκ ἐν φωτὶ τῷ θείῳ, τὸ δοῦλον εἰς ἁμαρτίαν ἀεί πως εἶναι
φιλεῖ. «Πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ206

68

.

208

φῶς,» κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Ἄζυμον δὲ τὸ σταῖς ἐκφέρεται, καὶ ἐπισιτισμοῦ δίχα φεύγουσι. «Κατεβιάζοντο γὰρ, φησὶν, οἱ Αἰγύπτιοι τὸν λαὸν, σπουδῇ ἐκβαλεῖν αὐτοὺς ἀπὸ τῆς γῆς. Εἶπαν γὰρ ὅτι
5πάντες ἡμεῖς ἀποθνήσκομεν. Ἀνέλαβε δὲ ὁ λαὸς καὶ τὸ σταῖς αὐτῶν πρὸ τοῦ ζυμωθῆναι τὰ φυράματα αὐτῶν, τὰ ἐνδεδεμένα ἐν τοῖς ἱματίοις αὐτῶν ἐπὶ τῶν ὤμων.» Οὐ γὰρ οἶμαι δεῖν, τοὺς τῷ Θεῷ κολλᾶσθαι μέλλοντας, οἰκειότητά τε πρὸς αὐτὸν ᾑρημένους, κα‐
10κίας λείψανον ἐπιφέρεσθαι κοσμικῆς, οὔτε μὴν ἀλ‐ λοτρίαις τε καὶ ἀνιέροις ἐφοδιάζεσθαι τροφαῖς, δῆλον δὲ ὅτι ταῖς νοηταῖς· ἀζύμους δὲ εἶναι φιλεῖν ἄρτους, τὸ ἐφίεσθαι λοιπὸν τοῦ ζωογονοῦντος τὸν κόσμον· ἑορτάσειαν γὰρ οἱ τοιοίδε καθαρῶς, καὶ τὴν ἀξιόλη‐
15πτον τῷ Θεῷ λατρείαν ἀποπεραίνοντες, ὑπ’ αὐτῷ μένουσι διαπαντός.
19ΠΑΛΛ. Ἄραρεν οὖν, ὅτι καθάπερ τινὸς γῆς ἁγίας
20τε καὶ ἱερᾶς ἐφικέσθαι χρὴ τοὺς οἵπερ ἂν εἶεν φιλό‐ θεοί τε καὶ ἀγαθοὶ, τῆς ὑπὸ Χριστῷ καὶ ἀτυραννεύ‐ του ζωῆς· ἐπείγεσθαι δὲ καταθύειν οὐκ ἐν τῇ τῶν ἐχθρῶν, τοῦτ’ ἔστιν, οὐκ ὄντας ἐν ἕξει τῇ φιλαμαρ‐ τήτῳ, καὶ οὐκ ἀμωμήτῳ λίαν, ἐν προθυμίαις δὲ
25μᾶλλον ταῖς εἰς ἀρετὴν, καὶ ἐν ἠθῶν καταστάσει, τῆς τοῦ διαβόλου τυραννίδος ἐξῳκισμένῃ. ΚΥΡ. Μὴ ἑτέρως ἔχειν ὑπολάβοις ἢ οὕτως, ὦ τᾶν· πεποίηται γὰρ ὀρθῶς ἡμῖν ὁ λόγος. Πάρα δὲ εἰ δοκεῖ καὶ δι’ ἑτέρας ταυτὶ θεωρεῖν εἰκόνος. Ἐπειδὴ γὰρ
30διὰ τῆς εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀποδρομῆς κατα‐ λυπεῖν ἀπετόλμων τὸν τῶν ὅλων σωτῆρα Θεὸν οἱ τὴν ἁγίαν οἰκοῦντες πόλιν, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, ὑπὸ χεῖρα γεγόνασι τῶν Βαβυλωνίων, οἳ καὶ δορυκτή‐ τους ἑλόντες θητεύειν ἐκέλευον. Εἴκειν γὰρ ἦν τοῖς
35κρατοῦσιν ἀνάγκη, καὶ οὐχ ἑκόντας αὐτούς. Οἱ δὲ ἀλύοντες λίαν, καὶ ἐπὶ ταῖς ἀδοκήτοις συμφοραῖς κατοιμώζοντες, κἂν γοῦν εὑρέσθαι βραχεῖαν τοῦ πόνου παραψυχὴν ἐζήτουν ἔσθ’ ὅτε. Τοῦτο δὲ ἦν, ταῖς εἰς Θεὸν ὑμνῳδίαις τῆς ἐνούσης αὐτοῖς ἀνίας
40ἀπαμβλύνεσθαι τὸ δριμύ· «Ἐμνήσθην γὰρ τοῦ Θεοῦ καὶ εὐφράνθην,» ὁ θεῖος ἔφη Δαβὶδ, ἑορτὴν ἀποφαίνων πνευματικὴν, τὴν εἰς Θεὸν ὑμνῳδίαν. Ἀλλ’ αἰσχρὸν εἶναί πως ἐδόκει τοῖς ἀναμέλπειν ἐθέλουσι, καὶ τὰ συνήθη πληροῦν, τὴν οὕτω γλυκεῖαν ἠχὴν τοῖς τῶν
45ἀλλοφύλων ὠσὶν ἐνιέναι φιλεῖν, καὶ τὸ αὐτοῖς ἥδιστόν τε καὶ λιγυρώτατον μέλος, οἱονεί πως ἤδη καὶ εἰς ἀέρα ῥίπτειν, καταμειδιώντων ἔσθ’ ὅτε τῶν Βαβυ‐ λωνίων, καὶ ἀχθομένων εἰς ἅπαν ταῖς δι’ ὀργάνων ᾠδαῖς. Τοιγάρτοι καὶ ἔφασκον· «Ἐπὶ τῶν ποταμῶν

68

.

208

(50)

Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν, ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών·» ἐν ᾗ κατὰ νόμους καὶ ἔθη τὰ Ἰουδαίων, ἡ τῆς αἰνέσεως θυσία προσεκο‐ μίζετο χορδαῖς καὶ ὀργάνοις ἐκπεραινομένη, καὶ κατακηλοῦσα τοῖς μέλεσι τοὺς τῷ θείῳ προσιόντας
55ναῷ. Ἐπειδὴ δὲ ἦσαν ἐν ἀλλοτρίῳ ζυγῷ δουλείας208

68

.

209

κατεσφιγμένοι, κατολοφυρόμενοι λέγουσιν· «Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς, ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν·» τὸ ἐν ᾠδαῖς ἀπρακτεῖν, δι’ αὐτοῦ δὴ τούτου κατασημαίνοντες. Ἄκαρπον γὰρ, μᾶλλον δὲ ὠλεσί‐
5καρπον ἡ ἰτέα φυτὸν, εἴρηται γὰρ ὡδὶ παρὰ τοῦ τῶν παρ’ Ἕλλησι ποιητῶν. Ἀνέκειτο τοίνυν εἰς ἀπραξίαν τε καὶ ἀκαρπίαν τὰ τῆς ᾠδῆς ὄργανα· καὶ τῆς εἰς τοῦτο ῥᾳστώνης τὴν ἀφορμὴν ἀνακεκραγότες λέγουσι· «Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;»
10Διακομίσαντος δὲ αὐτοῖς τοῦ Βαροὺχ τοὺς Ἱερεμίου λόγους, Ἔκλαιον πάντες, φησὶ, καὶ ἐνήστευον καὶ ηὔχοντο προσευχὴν ἐναντίον Κυρίου· καὶ συνήγαγον ἀργύριον, καθὰ ἑκάστου ἐδύνατο ἡ χείρ· καὶ ἀπ‐ έστειλαν εἰς Ἱερουσαλὴμ πρὸς Ἰωακεὶμ υἱὸν Χελκίου,
15υἱοῦ Σαλὼμ τὸν ἱερέα, καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς πάντα τὸν λαὸν τὸν εὑρεθέντα μετ’ αὐτοῦ ἐν Ἱερου‐ σαλήμ.» Καὶ μεθ’ ἕτερα· «Καὶ εἶπον· Ἰδοὺ ἀπ‐ εστείλαμεν πρὸς ὑμᾶς ἀργύριον, ἀγοράσατε τοῦ ἀργυ‐ ρίου ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας, καὶ λίβανον,
20καὶ ποιήσατε μάννα, καὶ ἀνοίσατε ἐπὶ θυσιαστήριον Κυρίου τοῦ Θεοῦ ἡμῶν.» Πρέπειν γὰρ ᾤοντο σφίσι μὲν, οὐχὶ θύειν ἔτι, γῆς μὲν ἁγίας ἐξῳκισμένοις, πράττουσι δὲ τέως ὑπὸ Θεῷ μὲν οὐκέτι, κατεζευγμέ‐ νοις δὲ ὥσπερ ἑτέρῳ καὶ ὑπὸ χεῖρα πεσοῦσι τὴν τυ‐
25ραννικὴν, τοῖς γε μὴν ἔτι τὴν ἁγίαν οἰκοῦσι πόλιν, λειτουργίας τε τῆς ἱερᾶς λαχοῦσι τὴν δόξαν, ἀπονέ‐ μουσι τὴν λατρείαν, ὀρθῷ δηλαδὴ χρώμενοι λογισμῷ, πρὸς τὴν τοῦ πρέποντός τε καὶ ἀναγκαίου κατάσκε‐ ψιν. Καὶ αὐτὸς δὲ ἡμῖν ὁ σοφώτατος Δανιὴλ, ἱερῶν
30μὲν εἴχετο σπουδασμάτων, ὁμοῦ δὲ καὶ τοῖς ἄλλοις αἰχμάλωτος ὢν, τὸ τῆς ἀνάγκης κατεσοφίζετο χρῆμα. Καὶ τίνα τρόπον, ἐρῶ· προσηύχετο γὰρ τρεῖς τῆς ἡμέρας καιρούς. Ἀλλ’ ἦσαν αὐτῷ βλέπουσαί τε καὶ ἠνεῳγμέναι πρὸς τὴν Ἱερουσαλὴμ αἱ θυρίδες ἐν
35τοῖς ὑπερῴοις. Γέγραπται γὰρ ὡδί. Εὐπρόσδεκτον γὰρ τότε μόλις ἔσεσθαι παρὰ Θεῷ τὴν ἰδίαν ᾤετο προσευχὴν, εἰ γῆς ἀλλοτρίας καὶ μεμισημένης, εἰ μὴ σαρκὶ δύναιτο τυχὸν, κἂν γοῦν ἐννοίαις ἀπονοσφί‐ ζοιτο, καὶ τοῖς τῆς διανοίας ὄμμασι, πρὸς τὴν τῷ
40Θεῷ φιλαιτάτην ἀφορῶν γῆν, εἰς αὐτὸν δὲ ὥσπερ εἰσ‐ φρήσας τὸν νεὼν, τὴν ὑπὲρ ὧν ἂν ἕλοιτο προσάγοι λιτήν. ΠΑΛΛ. Εὖ γε ὡς ἀληθῶς ὁ σύμπας ἡμῖν διήρτισται
λόγος.210

68

.

212

(1t)

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ
2tΚΑΙ ΑΛΗΘΕΙΑΙ
3tΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ
4tΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
8Ὅτι ἀμήχανον διαφυγεῖν τὸν ἐξ ἁμαρτίας θάνα‐ τον, καὶ τὴν τοῦ διαβόλου πλεονεξίαν, εἰ μὴ δι’
10 ἁγιασμοῦ τοῦ κατὰ Χριστὸν, καὶ ὅτι οὐκ ἐν νόμῳ ἡ δικαίωσις, ἀλλ’ ἐν Χριστῷ. Χρῆμα μὲν οὖν, ὦ Παλλάδιε, τὸ ἀπονοσφίζεσθαι φιλεῖν τοῦ κατασίνεσθαι πεφυκότος, ἐφίεσθαι δὲ δεῖν τῆς ὑπὸ τῷ Θεῷ δουλείας, ὡς εὐκλεές τε καὶ ὀνησι‐
15φόρον, οὐκ ἀγεννὴς ἡμῖν διέδειξε λόγος. ΠΑΛΛ. Οὐ γὰρ οὖν. ΚΥΡ. Ὁλοτρόπως γε μὴν τῶν αἰσχιόνων ἀπαίρον‐ τας, τὰ ἀμείνω ὅτι προσῆκεν ἡμᾶς ὅτι ζητεῖν, εὖ μάλα διεβεβαιούμεθα.
20ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Χρῆναι δὲ οὕτω λοιπὸν ἐδόκει τῆς ἐν κόσμῳ ζωῆς τὸ φιλήδονον, καὶ τὴν ἐπὶ τῷδε τύρβην ἱέντας ὡς ἀποτάτω καταθύειν ἐπείγεσθαι τῷ Θεῷ, καὶ οἷάπερ ἐν ἐρήμῳ γεγονότας διαθέσει νοῦ, σχολαίαν καὶ
25καθαρωτάτην, καὶ μολυσμοῖς οὐ βατὴν, καλὴν δὲ καὶ εὐπρόσδεκτον ἐπιτηδεύειν αὐτῷ τὴν λατρείαν. ΠΑΛΛ. Ἐδόκει γὰρ ὧδε. ΚΥΡ. Καὶ μὴν, ὅτι καθειργνύντος ὑφ’ ἑαυτῷ καὶ συνέχειν ἡμᾶς ἐθέλοντος, ἐκ πλεονεξίας τοῦ Σατανᾶ,
30θεῖος ἐκάλει νόμος εἰς ἐλεύθερον ἀξίωμα, τὴν περὶ τῶν ἀρίστων εἰσήγησιν ταῖς ἐκείνου βδελυρίαις ἀντι‐ τιθεὶς, καὶ πρὸς τὰ ἀμείνω παιδαγωγῶν, ἐκ μυρίων ὅσων τῶν παραδειγμάτων διελευκαίνετο; ΠΑΛΛ. Ἀληθές.
35ΚΥΡ. Θεὸς οὖν ἄρα τῆς σωτηρίας ὁ χορηγὸς, καὶ ἁπάσης ἡμῖν εὐημερίας πρύτανις, τῆς πρὸς αὐτὸν οἰκειότητος καταδεικνύων τὴν ὁδὸν, μεσιτεύοντος τοῦ Χριστοῦ. Ἢ γὰρ οὐχὶ τύπος ἂν γένοιτο, καὶ μάλα σα‐
φὴς τῆς διὰ Χριστοῦ μεσιτείας, ἡ διὰ Μωσέως;212

68

.

213

ΠΑΛΛ. Τίνα τρόπον; ΚΥΡ. Μωσῆς μὲν γὰρ ὁ θεσπέσιος σαρκικῆς δου‐ λείας ἐξεκόμιζε τὸν Ἰσραὴλ καὶ τῶν εἰς πλινθείαν ἐξῃρεῖτο πόνων, ἔργων τε τῶν περὶ γῆν, καὶ μεταίχ‐
5μιον ὥσπερ τι κείμενος Θεοῦ καὶ ἀνθρώπων, τοὺς ἄνωθεν σφίσι διεκόμιζε λόγους. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, τὰ ὡς ἐν τύπῳ καὶ σκιαῖς μετα‐ χαράττων εἰς ἀλήθειαν, δουλείας ἡμᾶς ἐξέλκει τῆς νοητῆς, τὴν μὲν πάλαι καθ’ ἡμῶν τυραννήσασαν
10ἁμαρτίαν ἐξιστὰς, κατασείων δὲ τοῦ διαβόλου τὸ κράτος, καὶ φρονήματος μὲν ἐπιγείου καὶ τῶν περὶ σάρκα σπουδασμάτων ἀποφοιτᾷν ἀναπείθων τοὺς ἕπεσθαι δεῖν οἰομένους αὐτῷ, μεταπλάττων δὲ ὥσπερ εἰς ἔφεσιν ἀρετῆς, ἀριδηλότατά τε ἡμῖν τὴν τοῦ Θεοῦ
15καὶ Πατρὸς ἀπαγγέλλων θέλησιν· τοιγάρτοι καὶ ἔφασκεν· «Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ, οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός με.» Καὶ πάλιν· «Ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ’ ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντο‐ λὴν δέδωκε, τί εἴπω, καὶ τί λαλήσω.» Καὶ γοῦν ὁ
20Μωσῆς εἰκόνα καὶ ἀνατύπωσιν τῆς ἐν Χριστῷ μεσι‐ τείας, τὰ καθ’ ἑαυτὸν ἐποιεῖτο, λέγων τοῖς ἐξ Ἰσραήλ· «Προφήτην ἐκ τῶν ἀδελφῶν σου ἀναστήσει σοι ὡς ἐμὲ, Κύριος ὁ Θεός σου. Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρὴβ, τῇ
25ἡμέρᾳ τῆς ἐκκλησίας.» Ἐν τύπῳ μὲν οὖν καὶ εἰκόνι τὰ διὰ Μωσέως, καὶ τῆς κατ’ αὐτὸν μεσιτείας ἡ δύνα‐ μις· ἀποῤῥητότερος δὲ τῆς ἐν Χριστῷ μεσιτείας ὁ τρόπος. Ὁ μὲν γὰρ νόμου καὶ σκιᾶς διάκονος ἦν καὶ παιδαγωγίας τῆς ἄνωθεν διακομιστής· Χριστὸς δὲ
30ὡς νόμου καὶ προφητῶν δεσπότης, τὰ αὐτῷ δοκοῦντα θεσμοθετεῖ, καὶ μεσίτης ἦν, συνθεούσης ἐν αὐτῷ καὶ εἰς ἓν ὥσπερ ἰούσης, θεότητός τε καὶ ἀνθρωπότητος. Ἄμφω γὰρ ἅμα νοεῖται Χριστός. «Καὶ Μωσῆς μὲν ὡς θεράπων εἰς ὅλον τὸν οἶκον αὐτοῦ πιστὸς, Χριστὸς
35δὲ ὡς υἱὸς, ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς·» οἱ διὰ τῆς εἰς αὐτὸν πίστεως πρὸς ἐλευθε‐ ρίαν ἠγμένοι τὴν ἀληθῆ. Ἄραρεν οὖν, ὅτι μεσίτης μὲν σαρκικῆς ἐλευθερίας, γράμματός τε καὶ σκιᾶς ὁ ἱεροφάντης Μωσῆς· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χρι‐
40στὸς, τῶν ὑπὲρ νόμον εἰσηγητὴς, καὶ τῆς σαρκικῆς ἐλευθερίας τὴν ἀσυγκρίτως ἀμείνω δωρούμενος, τοῦτ’ ἔστι, τὴν κατὰ πνεῦμα. Τοιγάρτοι καὶ ἔφασκε καὶ τοῖς σαρκικῶς ἠλευθερωμένοις τοῖς ἐξ Ἰσραήλ· «Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς
45μαθηταί μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.» Καὶ πάλιν· «Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας· ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. Ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθε‐

68

.

213

(50)

ρώσῃ, ὄντως ἐλεύθεροι ἐστέ.214
53ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Καυχησόμεθα δὴ οὖν οὐ τοῖς κατὰ σάρκα
55λαμπροῖς, ἀλλὰ τοῖς ἐν πνεύματι καὶ δικαιοσύνῃ τῇ

68

.

216

κατὰ Χριστὸν, οὐ τῇ κατὰ νόμον. Εἰ γὰρ δοῦλον ἔτι τὸ ὑφ’ ἁμαρτίαν, δικαιοῖ δὲ ἥκιστα μὲν ὁ νόμος, κα‐ τακρίνει δὲ μᾶλλον καὶ γράφεται παραβαίνοντας, πῶς οὐκ ἂν γένοιτο παντί τῳ σαφὲς, ὅτι πᾶσα δικαίωσις
5ἐν Χριστῷ, καὶ τελείωσις ἡ ἐν πνεύματι δι’ ἁγιασμοῦ, δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ; Καὶ γοῦν ὁ σοφώτατος γράφει Παῦλος· «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέ‐ λιον, δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Δικαιο‐
10σύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται· Ὁ δὲ δίκαιος ἐκ πί‐ στεως ζήσεται.» Νόμου τε τοῦ πάλαι τὸ ἀνόνητόν τε καὶ ἀδρανὲς ἔν γε τουτῳῒ καταγράφει, λέγων· «Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ Θεῷ, δῆλον· ὅτι
15ὁ δίκαιος ἐκ πίστεως ζήσεται. Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ’ ὁ ποιήσας αὐτὰ, ζήσεται ἐν αὐτοῖς.» Ἐν Χριστῷ τοιγαροῦν δικαιούμεθα διὰ πίστεως, ἐκ‐ λελυτρώμεθα δὲ δουλείας τῆς νοητῆς. ΠΑΛΛ. Ἀνόνητος οὖν ὁ νόμος;
20ΚΥΡ. Οὐ τοῦτό φημι· κεχρησμῴδηται γὰρ οὐ μά‐ την· δέδοται δὲ μᾶλλον «εἰς βοήθειαν,» κατὰ τὸ γεγραμμένον· ὅσον μὲν γὰρ ἧκεν εἰς παιδαγωγίαν, καὶ τὸ εἰδέναι τὸ πλημμελὲς, καὶ εἰς τὸ χρῆναι λαβεῖν ἀρχὰς καὶ στοιχεῖα τῶν λογίων τοῦ Θεοῦ, πῶς οὐκ
25ἂν νοοῖτο χρήσιμος; Ἀργότερος δὲ πρὸς ἀπόνιψιν ἁμαρτίας, καὶ εἰς τὸ δύνασθαι τελειοῦν εἰς ἁγια‐ σμόν. Καὶ γοῦν ὁ θεσπέσιος ἡμῖν ἔφη Παῦλος· «Οἴδα‐ μεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ· καὶ ὑπόδικος γένηται πᾶς ὁ
30κόσμος τῷ Θεῷ· διότι ἐξ ἔργων νόμου οὐ δικαιωθή‐ σεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου, ἐπί‐ γνωσις ἁμαρτιῶν.» Δεικτικὸς οὖν ἄρα τῆς ἁμαρτίας ὁ νόμος, οὐκ αὐχημάτων πρόξενος τῶν εἰς ἀρετήν. Τὸ γάρ τοι φάναι τυχὸν, Οὐ πορνεύσεις, οὐ μοιχεύ‐
35σεις, οὐ κλέψεις, οὐκ ἐπιορκήσεις, καὶ εἴ τι τοιού‐ τοις συνήρμοσται, τὰ τῆς φαυλότητος εἴδη κα‐ τασημαίνοντος ἦν, καὶ ἐξιστάντος ἀκαθαρσίας, οὐκ ἀρετῆς εἴδησιν εἰσκομίζοντος, οὐδὲ τῆς ἀκιβδήλου ζωῆς καταφανεστάτην τοῖς ἀκροωμένοις ποιοῦντος
40τὴν γνῶσιν. Ὡς τό τοι μὴ χρῆναι τὰ αἰσχίω δρᾷν, τοῖς τῆς ἐξαιρέτου πολιτείας ἐγγράφεσθαι τρόποις, ἀμα‐ θὲς οἶμαί που. Δεῖν δὲ οἶμαι καὶ σφόδρα εἰκότως, τότε δὴ μόλις τὴν ἐφ’ ἅπασι τοῖς ἐπαινουμένοις ἡμᾶς ἀναδεῖσθαι ψῆφον, εἰ δὴ μεθέντες καὶ διωσάμενοι τὸ
45κακὸν καὶ κάτω που μένειν ἐῶντες, τὸ ἐν ὑπολήψει φαυλότητος καὶ βεβήλου βδελυρίας οὐκ ἀπηλλαγμένον, ἐπ’ αὐτὰ τῆς ἀρετῆς ἀναθρώσκομεν τὰ αὐχήματα. Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσει, φησὶν, ἡ δικαιο‐

68

.

216

(50)

σύνη ὑμῶν, πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Συνίης οὖν ὅτι τὴν ἐπέκεινα τῆς κατὰ νόμον ἑλέσθαι δικαιοσύνην προστέταχεν ὁ Σωτὴρ, καὶ ἄριστόν γε τὸ χρῆμα εἰδὼς ὁ σοφὸς γράφει Παῦλος· «Εἴ τις δοκεῖ
55ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον. Περιτομὴ
ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμὶν,216

68

.

217

Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. Ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ μὲν
5οὖν γε ἡγοῦμαι τὰ πάντα ζημίαν εἶναι, διὰ τὸ ὑπερ‐ έχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· δι’ ὃν τὰ πάντα ἐζημιώθην· καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ
10πίστεως Χριστοῦ.» ΠΑΛΛ. Συνίημι μὲν, σαφὴς γὰρ ὁ λόγος· πλὴν ἐκεῖνο φράσον. Τί μὴ μᾶλλον ἐν ἀρχαῖς ἡ διὰ πίστεως ἡμῖν δικαιοσύνη, καὶ ὁ κατ’ αὐτὴν ἁγιασμὸς ἐθεσπί‐ ζετο, εἴπερ οὐκ ἀπόχρη εἰς τελείωσιν ὁ πάλαι νόμος;
15ΚΥΡ. Ὅτι, ὦ ἑταῖρε, φαίην ἂν, ἀπονίζεται μὲν εἰκότως τὸ ῥυποῦν, ἀποσμήχεται δὲ τὸ μεμολυσμέ‐ νον, καὶ καταφαιδρύνεται τὸ ἐσκοτισμένον· πρέποι δ’ ἂν, οἶμαι, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, θεραπεύε‐ σθαι μὲν τὸ ἠῤῥωστηκὸς, καλεῖσθαι δὲ πρὸς μετά‐
20γνωσιν, οὐχὶ τοὺς ἡγιασμένους, ἀλλὰ τοὺς ταῖς ἁμαρ‐ τίαις ἐπηχθισμένους. Ἦ γὰρ οὐχὶ προκαταγινώσκεσθαι χρὴ τοὺς καλουμένους εἰς ἄφεσιν, καὶ ἐκ τῆς ἐνούσης αὐτοῖς ἀσθενείας κεκινδυνευκότας, ὁρᾶσθαι λελυτρω‐ μένους; Ἔδει τοιγαροῦν ἔλεγχον ὥσπερ τινὰ καὶ κατ‐
25ήγορον ἀκριβῆ τῆς ἁπάντων ἀσθενείας, τὸν τῆς ἁμαρτίας δεικτικὸν προαναφαίνεσθαι νόμον, ἵνα καὶ τῆς θείας ἡμῖν ἡμερότητος τῆς διὰ Χριστοῦ μὴ ἀγνοῆται τὸ μέγεθος. Ποῦ γὰρ ἢ πῶς ἡ τῆς ἀφέσεως χάρις, εἰ μὴ ὑποκέοιτο τὰ ἐγκλήματα; Καὶ εἰ χρὴ
30βραχυλογοῦντας καὶ ἐπί τινων ἀρχαίων διηγημάτων ἀναπηδᾷν, ἐρῶ πάλιν, ὅτι τῷ μὲν Ἀβραὰμ ἐπηγέλ‐ λετο ὁ Θεὸς τὴν διὰ πίστεως χάριν· καὶ καθάπερ ἐν ἀπαρχῇ τῶν ἠλεημένων, ἐν αὐτῷ πρεσβυτέραν ἐποιεῖτο τοῦ νόμου τὴν ἐξ ἡμερότητος ἄφεσιν. Γέ‐
35γραπται γὰρ, ὅτι, «Ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Προσδιαμαρτύ‐ ρεται δὲ λέγων ὁ Παῦλος· «Πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, φησὶν, ἀλλ’ ἐν ἀκροβυστίᾳ· καὶ σημεῖον ἔλαβε περιτομὴν,
40σφραγίδα τῆς δικαιοσύνης τῆς πίστεως, τῆς ἐν ἀκρο‐ βυστίᾳ.» Ἤκουσέ τε Θεοῦ λέγοντος ἐναργῶς, ὅτι, «Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.» Τὸ δὲ, «ἐν σοὶ,» σημαίνοι ἂν τὸ, καθ’ ὁμοιότητα τὴν σήν· οὕτω τε συνεὶς ὁ Παῦλός φησι· «Προϊδοῦσα δὲ ἡ
45Γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, προ‐ ευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.» Σημεῖον οὖν ἄρα τῆς ἐν ἀκροβυστίᾳ πίστεως, ἡ περιτομὴ, δεδικαίωται δὲ οὐκ

68

.

217

(50)

ἐξ ἔργων νόμου, καὶ τῆς ἐν σαρκὶ περιτομῆς πρε‐ σβύτερα φαίνεται τὰ διὰ πίστιν αὐχήματα. Φίλος γὰρ
ἐκλήθη Θεοῦ.218

68

.

220

(3)

ΠΑΛΛ. Τίς οὖν ἡ μέλλησις τοῦ κατὰ πίστιν ἁγια‐ σμοῦ, ἐπαπορήσαιμι δ’ ἂν εἰκότως, ἀνθ’ ὅτου δὴ λέγων
5ὡς ἐν πρεσβυτέρᾳ θέσει τὸ σημεῖον καὶ ὡς ἐν δευτέ‐ ροις τὸ ὑπερτεροῦν; ΚΥΡ. Οὐ γὰρ ἔφαμεν ἀρτίως ὡς ἀξιαγάστου καὶ ἀποῤῥήτου τινὸς εὐτεχνίας ἔργον ἦν τὸ προαναθρώ‐ σκειν ἐν χρόνῳ τῆς δικαιούσης πίστεως τὸν κατακρί‐
10νοντα νόμον; ἢ οὐχὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει; καὶ ἡ δύναμις ἐν ἀσθενείᾳ τελειοῦται, κατὰ τὸ γεγραμ‐ μένον; ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Οὐκοῦν νόμος παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ
15παράπτωμα. Οὗ γὰρ οὐκ ἔστιν νόμος, οὐδὲ παράβασις. Παραβάσεως δὲ καὶ τῆς ἐπὶ τοῦτο ῥᾳστώνης πῶς ἄν τις ἴδοι τὴν ἄφεσιν, οὐ προκατακρίναντος ἡμᾶς τοῦ νό‐ μου; Ὅτι δὲ ἀληθὲς ὅ φημι, καὶ οὐκ ἐξίτηλός τις ἢ ἀκαλλὴς ὁ ἐπὶ τῷδε λόγος, συλλήψεται λέγων ὁ Παῦ‐
20λος· «Ὥστε ὁ νόμος τῶν παραβάσεων χάριν προσ‐ ετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ὃ ἐπήγγελται, διαταγῇ ἀγγέλων.» Σοφὸς δὲ ἄγαν ὢν τὰς ἐσομένας ἔσθ’ ὅτε παρά τινων εὑρεσιλογίας καὶ ἐπαπορήσεις προανα‐ κόπτειν ἐπιχειρεῖ· ἦν γὰρ δή τινας εἰκὸς τῆς ἐν πί‐
25στει δικαιοσύνης ἐπαιτιᾶσθαι τὴν μέλλησιν καὶ τὴν μεταξὺ τοῦ νόμου παρεισδρομὴν, εἰς ἀθέτησιν τῆς ἀρχαίας ἐκείνης ἐπαγγελίας γενέσθαι λέγειν. Τοιγάρ‐ τοι φησίν· «Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος
30ζωοποιῆσαι, ὄντως ἐν νόμῳ ἂν ἦν ἡ δικαιοσύνη. Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν. Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμου ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν
35ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶ‐ μεν. Ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγω‐ γόν ἐσμεν, πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ.» Καταλευκαίνει δὲ ὥσπερ τὴν
40ἐπαπόρησιν εὖ μάλα προστιθεὶς, «Τοῦτο δὲ λέγω, δια‐ θήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ, ὁ μετὰ ἔτη τετρακόσια καὶ τριάκοντα γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν· εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας. Τῷ δὲ Ἀβραὰμ
45δι’ ἐπαγγελίας κεχάρισται ὁ Θεός.» Κατακλείσας οὖν ἡμᾶς εἰς ἁμαρτίαν ὁ νόμος, πεπαιδαγώγηκεν εἰς Χριστὸν, τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χρι‐ στός. Τοιγάρτοι καὶ ἔφασκεν ἠπειθηκόσιν αὐτῷ τοῖς Ἰουδαίων λαοῖς· «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε

68

.

220

(50)

ἂν ἐμοί. Περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε·» Δικαιού‐ μεθα δὴ οὖν οὐκ ἐξ ἔργων νόμου, πίστει δὲ μᾶλλον τῇ εἰς Χριστόν· «Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσί. Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ
55τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά. Ἀλλ’ ἐκ τῆς τοῦ νόμου
κατάρας ἐξεπρίατο πάντας ὁ Χριστὸς, γεγενημένος220

68

.

221

ὑπὲρ ἡμῶν κατάρα. Γέγραπται γὰρ, ὅτι ἐπικατάρα‐ τος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένοιτο ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς
5πίστεως.» ΠΑΛΛ. Ἀλλ’, ὦ γενναῖε, βούλει, εἰ δοκεῖ, ἴωμεν δὴ μᾶλλον ἐφ’ ἕτερόν τι χριστομαθές· νόμου γὰρ καὶ τῆς κατ’ αὐτὸν οἰκονομίας ἀπόχρη ταυτί. ΚΥΡ. Φράζε δὴ οὖν ὅ τι καὶ αὐτῷ σοι φίλον, κἀμοὶ
10δὲ εἰπεῖν οὐ τῶν ἀνεφίκτων ἄγαν. ΠΑΛΛ. Καὶ μὴν οὐκ ἀνάντης λίαν, ἤγουν ἀστιβὴς ἡ ἐπαπόρησις. Ἁλοίη δ’ ἂν, οἶμαι, καὶ λίαν ἀμογητὶ τὸ ζητούμενον, Χριστοῦ τὸ θεῖον ἡμῖν ἐνιέντος φῶς. Ἆρ’ οὖν οὐχὶ ταῖς ἀναιμάκτοις δωροφορίαις Θεὸν
15τιμήσομεν, οἱ τὴν ἐν πίστει δικαίωσιν παραδεδε‐ γμένοι, καὶ τὴν ἐν σκιαῖς καὶ τύποις λατρείαν ἐξ‐ ωθούμενοι; ΚΥΡ. Εὖ λέγεις. Γέγραπται γὰρ ὅτι, «Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ
20ἀπὸ σῶν καρπῶν δικαιοσύνης·» «τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεὸς,» κατὰ τὰς τῶν ἁγίων φωνάς. ΠΑΛΛ. Εἰκαῖον οὖν ἄρα τὸ ἐπείγεσθαι βουθυτεῖν καὶ τὰ διὰ τῆς ἀρχαίας ἡμῖν ἐντολῆς εἰσκεκομισμένα
25πληροῦν. Μηλοσφαγίαι τε γὰρ καὶ λιβανωτοὶ, λά‐ γανά τε πρὸς τούτοις, καὶ σεμίδαλις ἐλαιόδευτος, τρυγόνες τε καὶ περιστεραὶ, τὰ κατ’ ἐκεῖνο τοῦ και‐ ροῦ, τῶν προσκυνούντων ἀναθήματα. Ἀλλά μοι φρά‐ σον ἀνθ’ ὅτου μὴ ἐν ἀρχαῖς ἀπόπεμπτα μὲν ἐποιεῖτο
30ταυτὶ, τὰ δὲ οἷς ἐφήδεται νυνὶ θεσμοθετῶν ὁρᾶται Θεὸς, καὶ τοὺς θυσίας ἡμῖν τῆς πνευματικῆς ἐκκα‐ λύπτει τρόπους. ΚΥΡ. Ἆρ’ οὖν οἴει, καὶ φάναι τολμᾷς, βεβουλεῦ‐ σθαι μὲν οὐκ ὀρθῶς ἐν ἀρχαῖς τὸ θεῖον, ἀφημαρτηκὸς
35δὲ ὥσπερ τοῦ τελείως ἀγαθοῦ, τὸ μεῖζον εὑρεῖν δεδυ‐ νῆσθαι μόλις; ἢ γοῦν ἑλέσθαι μὲν τότε τὰ ὡς ἐν σκιαῖς, ὡς διαρκῶς ἔχοντα τὸ δοκοῦν αὐτῷ, φιλόκαι‐ νον δέ τι καθ’ ἡμᾶς ὑπομεῖναι πάθος, ἑτέροις νέ‐ μοντα τὴν ῥοπὴν, καὶ λατρείαν ἡμῖν τὴν οὐ πάλαι
40διεγνωσμένην κεκαινουργηκότα; ΠΑΛΛ. Οὐ μὲν οὖν. Λῆρος γὰρ, οἶμαι, ταυτί. Οὐδ’ ἂν οἰησαίμην ὅτι τὸ ἀφαμαρτεῖν δύνασθαι κατά τι γοῦν ὅλως ἕποιτο αὐτῷ. Μάθοιμι δ’ ἂν ὡς ἥδιστά γε τί τὸ ἀναπεῖθον θεσμοθετεῖν, τοῖς ἐπὶ τῆς γῆς,
45ἐκεῖνα μὲν τότε, νυνὶ δὲ ταυτί. ΚΥΡ. Ἀνόπιν ὥσπερ ἰέναι πάλιν ὁ σὸς ἡμᾶς ἀναγ‐ κάζει λόγος. Ἢ οὐκ ἔφην ὅτι παιδαγωγὸς ἦν ὁ νό‐ μος, τοῦτ’ ἔστι, τῶν ἔτι νηπίων ὁ παιδευτής; καὶ τοῖς οὔπω συνιέναι δυναμένοις τί τὸ ἀληθῶς ἀγαθόν;

68

.

221

(50)

καὶ ποῖον ἂν εἴη τὸ θέλημα τοῦ Θεοῦ, τὸ τέλειον καὶ
εὐάρεστον, δι’ αἰνίγματος ὑποδηλῶν; καὶ ὡς ἐν222

68

.

224

παχέσιν ἔτι κατασημαίνων τύποις; εἴσῃ γὰρ, εἴσῃ, καὶ οὐ σὺν ἱδρῶτι μακρῷ τῆς πνευματικῆς λατρείας ὁ τρόπος, ὡς ἦν μὲν, ἀεί τε καὶ ἐν ἀρχαῖς τριπόθη‐ τος Θεῷ, δυσέμβατος δὲ καὶ ἀναφὴς ἔτι ταῖς τῶν
5Ἰουδαίων ψυχαῖς. Διά τοι τοῦτο δεῖσθαι λόγου νη‐ πιοπρεποῦς, καὶ μαθημάτων ἁπλῶν, καὶ παιδοκο‐ μίας οἰκονομικῆς οὐδὲν ἐχούσης τὸ ἄναντες ἢ τραχὺ, ἐνομοθέτει μὲν γὰρ καὶ πάλαι τὰ ἐν τύποις Θεός. Προϋπεδείκνυ δὲ πάλιν, ὡς ἥξοντά τε καὶ παρεσό‐
10μενα κατὰ καιροὺς τὰ ἐκ τῆς ἀληθοῦς λατρείας· καὶ ἀπόβλητον μὲν ἐποίει τὸ τὴν δι’ αἱμάτων πρόσ‐ οδον, καὶ τὴν σκιάν· ἀπεσείετο δὲ διὰ τοῦ προφή‐ του λέγων Ἀμώς· «Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν
15ὑμῶν· διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν, οὐκ ἐπιβλέψομαι. Μετάστησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι.» Εἰσκεκόμικε δὲ διὰ Μιχαίου πρόσ‐ ωπον ἀνδρὸς, τίνα δὴ τρόπον κατορθώσειεν ἂν ἀμω‐
20μήτως τὸ ἀγαθὸν, ὀρεκτιῶντος ἀναμαθεῖν· «Ἐν τίνι γὰρ καταλάβω τὸν Κύριον, ἀντιλήψομαι Θεοῦ ὑψί‐ στου; Εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; Εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν, ἢ ἐν μυριάσι χιμάρων πιόνων; Εἰ δῶ πρωτό‐
25τοκά μου, ἀσεβείας καρπὸν κοιλίας μου, ὑπὲρ ἁμαρ‐ τίας ψυχῆς μου;» Εἶτα συνημμένως καὶ ἐφεξῆς· «Εἰ ἀνηγγέλη σοι, φησὶν, ἄνθρωπε, τί τὸ καλόν· ἢ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ’ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾷν ἔλεος· καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι
30μετὰ Κυρίου τοῦ Θεοῦ σου;» Ἆρ’ οὖν οὐχὶ τοῦτό ἐστιν ἐναργῶς, ὅπερ ἔφη Χριστός· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι;» Καὶ πά‐ λιν· «Ὁ ἐμὲ ἀγαπῶν, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου
35εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔστω.» Οὐκ ἐν νομικῇ μὲν λατρείᾳ τῇ κατὰ Χριστὸν, ἀλλὰ ἁγίᾳ τε καὶ πνευματικῇ. ΠΑΛΛ. Ὀρθότατα ἔφης. ΚΥΡ. Καὶ διὰ μὲν τῆς Ἡσαΐου φωνῆς, θερμότε‐
40ρον ἐπιπλήττει τοῖς ἐξ Ἰσραὴλ λέγων· «Ἀκούσατε λόγων Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥων. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος; Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ τράγων οὐ βούλομαι·
45οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι, τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε. Ἐὰν φέρητε σεμίδαλιν, μάταιον. Θυμίαμα βδέλυγμά μοί ἐστι, τὰς νουμηνίας ὑμῶν, καὶ τὰ Σάββατα, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι.

68

.

224

(50)

Νηστείαν καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν ἐμίση‐ σεν ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονήν.» Διά τε τοῦ προφήτου Μαλαχίου, ταυτὸ λέγει ἔτι πρὸς λίαν ἀπηχθημένους· διαμέμνηται δὲ καιρῶν, καθ’ οὓς ἂν αὐτῷ προσοίσειαν οἱ ἀνὰ πᾶσαν τὴν
55γῆν τῆς ἀναιμάκτου καὶ νοητῆς θυσίας τὴν ἀσύγκρι‐224

68

.

225

τον εὐωδίαν. Ἔφη γὰρ ὧδε πάλιν· «Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου
5δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυ‐ μίαμα προσφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρὰ, διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ.» Συνίης ὅτι θυμίαμά τε καὶ θυσίαν αὐτῷ καθαρὰν ἀπὸ παντὸς ἔθνους
10ἀνενεχθήσεσθαί φησιν. Ὥσπερ δὲ τὴν νέαν ἡμῖν καὶ ἐν Χριστῷ διαθήκην, καινὴν ὀνομάσας, πεπαλαίωκε τὴν πρώτην. Γράφει γὰρ ἡμῖν οὕτως καὶ ὁ θεσπέ‐ σιος Παῦλος. Ὡς κἀνθάδε, καθαρὰν εἰπὼν τὴν ἀπὸ παντὸς ἔθνους θυσίαν ἐσομένην κατὰ καιροὺς, τῷ
15μὴ οὕτως ἔχειν τῆς ἀρχαίας καταψηφίζεται. Κα‐ θαρὰ γάρ τινα τρόπον, ἡ μήτε καθαίρουσα, μήτε μὴν ἔχουσα τὸ τελειοῦν δύνασθαι πρὸς ἀρετήν; Ταύτῃ τοί φησιν ὁ μακάριος Παῦλος, ὡς ἦν μὲν οὐκ ἄμεμ‐ πτος, εἰσκεκομίσθαι δὲ ἀναγκαίως τὰ διὰ Χριστοῦ,
20καὶ τὸν τῆς δευτέρας ἐκζητεῖσθαι τόπον. ΠΑΛΛ. Ἀβούλητος ἄρα παντελῶς ἡ ἐν σκιαῖς λατρεία παναγίῳ Θεῷ; ΚΥΡ. Παντάπασι μὲν οὖν. Πάρα δέ γε σαφῶς ἐπαΐειν λέγοντος τοῖς ἐξ Ἰσραὴλ, διὰ τῆς Ἱερεμίου
25φωνῆς· «Τάδε λέγει Κύριος· Τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ τῶν θυσιῶν ὑμῶν, καὶ φάγετε κρέα. Ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν, καὶ οὐκ ἐνετειλάμην αὐτοῖς ἐν ἡμέρᾳ, ᾖ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου περὶ ὁλοκαυτωμάτων καὶ
30θυσιῶν. Ἀλλ’ ἢ τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς λέγων, Ἀκούσατε τῆς φωνῆς μου.» Ὅσον μὲν γὰρ ἧκεν εἴς γε τὸ ἀκριβὲς τῷ νομοθέτῃ δοκοῦν, οὐδ’ ἂν ὅλως ἐν ἀρχαῖς ὁ ἐν σκιαῖς ἔτι κατεχρησμῳδήθη νό‐ μος, τῆς ἐν πνεύματι λατρείας σεσιγημένης. Ἐπειδὴ
35δὲ ἦν τὸ χρῆμα φορτικὸν, καὶ τὸ δύνασθαι πληροῦν τὸ τελείως ἀγαθὸν, τοῖς τὸ τηνικάδε βάσιμον μὲν οὐχὶ, φαίην δ’ ἂν ὅτι σκληρὸν καὶ οὐκ ἄτραχυ, νη‐ πιοπρεπὴς οἷά τις μελέτησις, τὴν τῆς ἀληθείας ἔχουσα μόρφωσιν, ὁ ἐν γράμμασι νόμος, οἰκονομικῶς
40ἐθεσπίζετο. Πλὴν ἐδήλου σαφῶς ὁ τῶν νόμων ἡμῖν ὁριστὴς, ὅτι μὴ ἐκεῖνα μᾶλλον αὐτῷ θυμηρέστατα, τριπόθητα δὲ τὰ διὰ Χριστοῦ. Καὶ γοῦν ἔφη πάλιν· «Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν, ἀπ‐ έκτεινα αὐτοὺς ἐν ῥήμασι στόματός μου, καὶ τὸ κρίμα
45μου ὡς φῶς ἐξελεύσεται· διότι ἔλεος θέλω, καὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ, ἢ ὁλοκαυτώματα.» Πολὺ γὰρ ἄμεινον παρὰ Θεῷ καὶ μόσχου πίπτοντος, καὶ προβάτου σφαγῆς, ἡ εἰς ἀδελφοὺς ἀγάπη, εἰς τὸ τοῦ νόμου πλήρωμα, καὶ τὸ ὑπερέχον τῆς γνώσεως

68

.

225

(50)

Χριστοῦ, δι’ οὗπερ ἂν γένοιτο καὶ αὐτὸς ἡμῖν γνω‐ στὸς ὁ Πατήρ. Πρόξενον δὲ ὅτι τῆς αἰωνίου ζωῆς τὸ χρῆμά ἐστιν, οὐκ ἐνδοιάσῃ τις ἂν, Χριστοῦ λέγοντος πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν
55Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Ἀψευ‐226

68

.

228

δήσει δὲ ὅτι πάντη τε καὶ πάντως ἡ ἀλήθεια, πῶς ἔστιν ἀμφιβαλεῖν; ΠΑΛΛ. Ἥκιστά γε. ΚΥΡ. Ἀπολισθήσαντα δὲ τῆς πρὸς αὐτὸν οἰκειότη‐
5τος τὸν Ἰσραὴλ, ἐπεί τοι τὴν πίστιν οὐ προσηκά‐ μενος, οὐκ ἔγνω Θεὸν, οὐχ ἑτέρως ἐπανήξειν εἰς τὸ ἀπαρχῆς εὖ μάλα φησὶν, πλὴν ὅτι διὰ μόνου Χριστοῦ, καταλήξαντα τῶν ἐθῶν τῶν κατὰ νόμον. Γέγραπται, δὲ αὖ· «Διότι ἡμέρας πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσ‐
10ραὴλ, οὐκ ὄντος θυσιαστηρίου, οὐδὲ ἱερατείας, οὐδὲ δήλων· καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ’ ἐσχάτων τούτων τῶν
15ἡμερῶν.» Ὅταν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσ‐ έλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται· πλὴν ἐν Χρι‐ στῷ· κατωνόμασται δὲ Δαβὶδ διὰ τὸ ἐκ σπέρματος εἶναι καὶ ἐκ φυλῆς τοῦ Δαβίδ. Ἀναιρεθήσεσθαι δὲ καὶ αὐτὰς τὰς κατὰ νόμον θυσίας διεβεβαιοῦτο σαφῶς
20διὰ Ἰωὴλ λέγων· «Περιζώσασθε καὶ κόπτεσθε οἱ ἱερεῖς, θρηνεῖτε οἱ λειτουργοῦντες θυσιαστηρίῳ, εἰσέλθετε, ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες Θεῷ· ὅτι ἀπέσχικεν ἐξ οἴκου Θεοῦ ὑμῶν θυσία καὶ σπονδή.» Καὶ πάλιν δι’ αὐτοῦ τοῦ προφήτου· «Ἐξῆρ‐
25ται θυσία καὶ σπονδὴ ἐξ οἴκου Κυρίου· πενθεῖτε οἱ ἱερεῖς λειτουργοῦντες τῷ θυσιαστηρίῳ.» Καὶ πρός γε δὴ τούτοις, καὶ αὐτὴν ἐκ μέσου γενήσεσθαι τὴν σκηνὴν ὑπισχνεῖτο, λέγων· «Καὶ ἔσται, ἐὰν πληθυν‐ θῆτε, καὶ αὐξηθῆτε ἐπὶ τῆς γῆς, λέγει Κύριος, ἐν
30ταῖς ἡμέραις ἐκείναις οὐκ ἐροῦσιν ἔτι, Κιβωτὸς δια‐ θήκης Κυρίου ἁγίου Ἰσραὴλ οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐδὲ ὀνομασθήσεται, οὐδὲ ἐπισκεφθήσεται, καὶ οὐ ποιηθήσεται ἔτι.» Ἀνατετραμμένης γὰρ εἰς τὸ παντελὲς τῆς ἐν τύποις ἔτι καὶ δι’ αἱμάτων θυ‐
35σίας, ἀνάγκη πως ἦν, καὶ αὐτὴν ἐκ μέσου ποιεῖσθαι τὴν σκηνὴν, ἅτε δὴ τῆς ἀληθεστέρας ἀντεγηγερμέ‐ νης, τοῦτ’ ἔστι, τῆς Ἐκκλησίας, ὑπὲρ ἧς καὶ αὐτὸς ἔφη Χριστός· «Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐ‐ τήν.» Καὶ ὅτι μεταχωρήσει καὶ μεταστήσεται πρὸς
40τὸ ἄμεινον τῆς λατρείας ὁ τρόπος πρὸς τὴν ἐν Χρι‐ στῷ καὶ νέαν, σαφὲς ἂν γένοιτο, γράφοντος ἡμῖν περὶ Θεοῦ τοῦ Μαλαχίου· «Καὶ καθαριεῖ τοὺς υἱοὺς Λευῒ, καὶ χεεῖ ἐπ’ αὐτοὺς ὥσπερ τὸ χρυσίον, καὶ ὡς ἀργύ‐ ριον· καὶ ἔσονται τῷ Κυρίῳ προσάγοντες θυσίαν ἐν
45δικαιοσύνῃ, καὶ ἀρέσει τῷ Θεῷ ἡ θυσία Ἰούδα, καὶ Ἰερουσαλὴμ, καθὼς ἡ ἡμέρα τοῦ αἰῶνος, καὶ καθὼς τὰ ἔτη τὰ ἔμπροσθεν.» Συνίης δὴ οὖν, ὅτι μονονουχὶ μεταχάλκευσίν τινα καὶ ἀναπλασμὸν ἱερωσύνης τε ἅμα καὶ θυσιῶν ἔσεσθαί φησι;

68

.

228

(50)

ΠΑΛΛ. Συνίημι. ΚΥΡ. Τὸ γάρ τοι, χεεῖ καὶ καθαρίσει, καθάπερ ἐπὶ χρυσοῦ τε καὶ χρυσουργοῦ λελεγμένον, ἆρ’ οὐχὶ πρὸς τοῦτο ἐννοιῶν ἡμᾶς ἰέναι βούλεται; ΠΑΛΛ. Πάνυ μὲν οὖν.
55ΚΥΡ. Ὅτι γὰρ ἔμελλε νοητῶς τοιοῦτόν τι κατορ‐ θοῦν, ἐνανθρωπήσας ὁ Λόγος, πεπληροφόρηκεν εἰπὼν
ὁ Θεὸς καὶ Πατὴρ, ὅτι «Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν228

68

.

229

αὐτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε. Ἰδοὺ ἔρχεται, λέγει Κύ‐ ριος παντοκράτωρ· καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ;
5διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων. Καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον, καὶ ὡς τὸ χρυσίον·» Καινουργίαν οὖν ἄρα καὶ ἀναπλασμὸν τῆς ἱερωσύνης ἔσεσθαί φησιν· καὶ τόν γε τῆς λειτουργίας τρόπον,
10οὐχ ἕτερόν τι παραδεικνὺς, πλὴν ὅτι, τουτὶ Χριστοῦ μυστήριον. Ἔφη πάλιν διὰ φωνῆς Ἰεζεκιὴλ περὶ τῶν ἱερῶσθαι κεκληρωμένων· «Οὗτοι προσάξουσι πρὸς μὲ τοῦ λειτουργεῖν μοι, καὶ στήσονται πρὸ προσ‐ ώπου μου τοῦ προσφέρειν μοι θυσίαν, στέαρ καὶ
15αἷμα, λέγει Κύριος ὁ Θεός. Οὗτοι εἰσελεύσονται εἰς τὰ ἅγιά μου, καὶ οὗτοι προσελεύσονταί μοι πρὸς τὴν τράπεζάν μου, τοῦ λειτουργεῖν μοι.» Καὶ στέαρ καὶ αἷμα καὶ τὰς ἐπὶ τῇ τραπέζῃ λειτουργίας, ἆρ’ οὐχὶ φαῖεν ἂν εἰκότως, τὸ Χριστοῦ μυστήριον;
20ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Ἀριδηλότατον δὲ καὶ αὐτὸν ἡμῖν τὸν και‐ ρὸν, καθ’ ὃν ἡ πάντων ἐπὶ τὸ ἄμεινον ἔσται μεταδρομὴ τῆς καινουργίας ὁ τρόπος, ἐποίει λέγων ὁ Θεός· «Καὶ ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα
25ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυ‐ τώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος.» Ἡμέραν δὲ τὴν ὀγδόην τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναστάσεως ὀνο‐ μάζει καιρόν· καθ’ ὃν τὰ ὁλοκαυτώματα, τοῦτ’ ἔστιν,
30ἡ τελεία καὶ ὁλοσχερὴς εἰς Θεὸν ἀφιέρωσις τῶν πεπιστευκότων, δεκτὴ τῷ Θεῷ, καὶ δωροφορία πνευ‐ ματική. Καὶ τοῦτο διδάσκει γράφων ὁ θεσπέσιος Παῦλος· «Δι’ αὐτοῦ οὖν ἀναφέρομεν θυσίαν αἰνέσεως διαπαντὸς τῷ Θεῷ· τοῦτ’ ἔστι, καρπὸν χειλέων ὁμο‐
35λογούντων τῷ ὀνόματι αὐτοῦ.» Καὶ πάλιν· «Τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνησθε. Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.» Καρποὶ γὰρ οἱ πρὸς ἡμῶν τῷ Θεῷ τῶν ἐν πίστει δεδικαιωμένων, τίνες ἂν εἶεν ἕτεροι, πλὴν ὅτι δοξολογία μακρὰ καὶ
40διηνεκής; Καὶ θῦμα τὸ καθαρώτατον τῆς ἀμωμήτου ζωῆς, ἡ ἀπαράβλητος εὐωδία. ΠΑΛΛ. Παγκάλως ἡμῖν ὁ λόγος ἔχει, καὶ ἀληθὲς, ὅτι δικαιοῦταί τις ἥκιστα μὲν ἐν νόμῳ, διὰ πίστεως δὲ μᾶλλον τῆς ἐν Χριστῷ, καὶ μυσταγωγίας εὐαγγε‐
45λικῆς. Ἐθέλοιμι δ’ ἂν καὶ δι’ ἐναργῶν ἡμῖν ἰέναι παραδειγμάτων τὴν ἀφήγησιν, καὶ ἐξ αὐτῶν τούτων μαθεῖν τῶν ἱερῶν Γραμμάτων. ΚΥΡ. Οὐκοῦν, ὦ φιλότης, εἶμι μὲν ἐγὼ πρὸς τοῦτο ἑτοίμως, ἐπεί σοι δοκεῖ. Σὺ δὲ δή μοι πάλιν

68

.

229

(50)

τὸν ἀκριβῆ τε καὶ ἀπεξεσμένον ἐφ’ ἑκάστῳ τῶν θεωρημάτων ἐξέταζε νοῦν. Καὶ εἴ σοί τι δόξαιμι μὴ λίαν ὀρθῶς νοεῖν, ἢ λέγειν, νηφαλίως ἐπανόρθου καὶ μεθόρμιζε σαφῶς, τοὺς τῶν τεκτόνων ἀρίστους ἀπο‐
μιμούμενος, οἳ ἐπειδὰν ἐξήκοι τοῦ καθήκοντος λόγου230

68

.

232

τὸ ἐν χερσὶ, μεταρυθμίζουσιν εὐτέχνως ἐπὶ τὸ ὡς ἄριστα ἔχειν δοκοῦν. Ἀπαρχὴν δὲ ὥσπερ τινὰ τῶν εἴς γε ταυτὶ ποιησόμεθα λόγων τὸν ἱεροφάντην Μωσέα, καὶ τῆς κατ’ αὐτὸν ἱστορίας ἐπιδρομάδην ἁψάμενος,
5πληροφορεῖν εὖ μάλα πειράσομαι, καὶ καταδεῖξαι σαφῶς, τετελειωκότα μὲν τὸν νόμον οὐδὲν, οὔτε μὴν ἀποχρῶντα πρὸς σωτηρίαν· λυτρωτὴν δὲ τῶν ὅλων καὶ σωτῆρα Χριστόν. ΠΑΛΛ. Οὐ μετρίαν ἴσθι τοι διδοὺς τὴν ὄνησιν,
10ὄκνου κρείττονα σαυτὸν κἂν τούτῳ δεικνύς· δυσ‐ έφικτα μὲν γὰρ τὰ ἐν χερσὶ λίαν, καὶ δυσκάτοπτος κομιδῇ τῶν ζητουμένων ἡ γνῶσις, πλούσιός γε μὴν ὁ ἐκκαλύπτων Θεός. ΚΥΡ. Εὖ λέγεις, καὶ δή με κυσὶ ταῖς εὐρινωτάταις
15ἐν ἴσῳ, κατ’ ἴχνος ἰέναι λοιπὸν τῶν ἐν βάθει τε καὶ ἀφανεστέρων ἐννοιῶν, ὁ σὸς παραθήγει λόγος. Οὐκ‐ οῦν ἐν ἐρήμῳ ποτὲ τῇ κατὰ τὴν καλουμένην Μα‐ διὰμ, ὀΐων ἀγέλας διαποιμαίνοντι τῷ μακαρίῳ Μωσῇ πρὸς αὐταῖς τε ταῖς ὑπωρείαις ὄντι τοῦ ὄρους Χωρὴβ,
20χρῆμά τι ξένον καὶ οὐκ ἀθαύμαστον Θεοῦ πληροῦντος ἐδείκνυτο. «Ὤφθη γὰρ αὐτῷ, «φησὶν,» ἄγγελος ἐν πυρὸς φλογὶ ἐκ βάτου· καὶ ἑώρα ὅτι ὁ βάτος ἐκαίετο πυρὶ, ὁ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωσῆς· Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ
25κατακαίεται ὁ βάτος.» Ξύλον δὲ οὐχὶ τῶν ἡμέρων ὁ βάτος, ἀγρίας δὲ μᾶλλον ἀκάνθης εἶδος, καὶ ὀρεσι‐ τρόφου ῥίζης, ἐφ’ ᾗ τὸ φρικτὸν ἐπράττετο θαῦμα, μυστηρίου τύπον εὖ μάλα πληροῦν. Ἄγγελος γὰρ ἦν ὡς ἐν εἴδει πυρὸς ὅλον διόλου καταβοσκόμενος,
30αἴσθησιν δὲ τῷ ξύλῳ μηδεμίαν ἐντιθεὶς τῆς τοῦ πυρὸς ἐνεργείας, ἐν ἴσῳ δὲ ὥσπερ εἰ καὶ μὴ παρῆν, μηδ’ ὅσον εἰπεῖν θερμασίας που τάχα τῆς ὡς ἐκ πυρὸς τοῦ ξύλου μετεσχηκότος. ΠΑΛΛ. Τί οὖν τοῦτό γε;
35ΚΥΡ. Ξύλῳ γὰρ ὥσπερ ἀγρίῳ γεγονότι τῷ Ἰσραὴλ, καὶ καρποὺς ἡμέρους δικαιοσύνης οὐκ ἔχοντι· τοῖς γὰρ Αἰγυπτίων ἐτρέφοντο νόμοις· ὁ δι’ ἀγγέλων ἔμελλε δοθήσεσθαι νόμος, φωτίζειν μὲν ἱκανὸς, εἰ γοῦν νοοῖτο πνευματικῶς, καὶ τὸν εἰς νοῦν ἀποπέμψαι
40σκότον, ἐνέργεια γὰρ καὶ ἤδε πυρὸς, πλὴν τοῖς λα‐ βοῦσιν ἀνόνητος, καὶ οὔτι που πάντως δι’ ἑαυτὸν, ἀλλ’ ἐπεί τοι τὸ φῶς μὴ εἰς νοῦν ἐδέχοντο καὶ καρ‐ δίαν, οἱ πρὸς οὓς ὁ λόγος, ἔξωθεν δὲ ὥσπερ φωτισμοῦ δόκησιν τὸ γράμμα πλουτήσαντες, ὅπερ ἔχειν ἐνόμι‐
45ζον, οὐκ εἶχον ἀληθῶς. Τοιγάρτοι περὶ τὸν βάτον μὲν ὁρᾶσθαι τὸ πῦρ, μὴ μὴν ἔτι καὶ θερμασίας αἴ‐ σθησιν ἐνιέναι τῷ ξύλῳ, παραδηλοῖ τι τοιοῦτον ὥς γέ μοι δοκεῖ. Ὅτι δὲ ἀνόνητον Ἰουδαίοις τὸ ἐκ τοῦ νό‐ μου γέγονε φῶς, σαφηνιεῖ λέγων αὐτὸς ὁ Σωτήρ·

68

.

232

(50)

«Ἐρευνᾶτε τὰς Γραφὰς ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦ‐ σαι περὶ ἐμοῦ. Καὶ οὐ θέλετε ἐλθεῖν πρὸς μὲ, ἵνα ζωὴν αἰώνιον ἔχητε.» Καὶ μεθ’ ἕτερα πάλιν, πρὸς τοὺς τῶν Ἰουδαίων καθηγητὰς, καὶ πρὸς πάντα δὲ
55τὸν λαόν· «Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν
πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μω‐232

68

.

233

σῆς, ἐφ’ ὃν ὑμεῖς ἠλπίκατε· εἰ γὰρ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. Εἰ δὲ τοῖς ἐκείνου ῥήμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε;» Οἱ γὰρ ὅλως
5τὴν διὰ νόμου στοιχείωσιν ἀμαθέστατα διωθούμενοι, πῶς ἂν εἰσδέξαιντο διὰ Χριστοῦ, τοῦ τελείως ἀγαθοῦ τὴν γνῶσιν εἰσφέροντα; Καιόμενον μὲν βλέπων, κα‐ ταφλεγόμενον δὲ οὐχὶ τὸν βάτον, ἀλλ’ οὐδὲ εἴκοντα τῷ πυρὶ, κατετεθήπει λοιπὸν ὁ μακάριος Μωσῆς, τί ὅτι
10οὐ κατακαίεται ὁ βάτος. Καταπλαγείη γὰρ ἄν τις τῆς εἰσάπαν ἀναισθησίας τὸν Ἰσραὴλ, οἱ συλλήπτορά τε καὶ ἀρωγὸν τὸν παρὰ Θεοῦ δεξάμενοι νόμον, καὶ τὸν δι’ αὐτοῦ φωτισμὸν πλουτήσαντες, εἶτα λόγου μη‐ δενὸς ἀξιοῦντες τὸ χρῆμα, μήτε μὴν εἰς νοῦν καὶ
15καρδίαν εἰσοικισάμενοι τὸ δοθὲν, ἀνωφέλητοι μεμε‐ νήκασι· νεκρὸς γὰρ ὥσπερ αὐτοῖς εἰκότως καὶ ἀπεψυγμένος ὁ νοῦς· εἴποι δ’ ἄν τις καὶ ἐπ’ αὐτοῖς εἰκότως· Τί ὅτι οὐ κατακαίεται ὁ βάτος; ἦ γὰρ ἂν ἐγένοντο μεθ’ ἡμῶν τῷ πνεύματι ζέοντες.
22ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἔοικε δὲ καὶ ἑτέρων ἡμῖν ἐννοιῶν οὐκ ἀμαθῆ θεωρίαν ὑποφαίνειν τὸ χρῆμα. Μέλλουσι γὰρ
25ἤδη τοῖς ἐξ Ἰσραὴλ γῆς τῆς Αἰγυπτίων ἀπαίρειν, καὶ οἷον οὐδέπω τὸν τῆς ἀνεθελήτου θητείας ἀπο‐ σείεσθαι ζυγὸν, διάτοι τοῦτο ταῖς τοῦ κρατοῦντος ἔτι προσκρούειν ὀργαῖς σημεῖον ἐδίδου Θεὸς τὸ ἐπὶ τοῦ βάτου δρώμενον· ὅτι καὶ αὐτοῦ πυρὸς ἀμείνους ἔσον‐
30ται πολὺ, καὶ τοῖς ἀδικεῖν ἰσχύουσιν οὐχ ἁλώσιμοι, κατά γε τὸ, οἶμαι, θεοπρεπῶς εἰρημένον· «Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι. Φλὸξ οὐ κατακαύσει σε, ποταμοὶ οὐ συγκλείσουσί σε.» ΠΑΛΛ. Εὐφυὴς ὁ λόγος.
35ΚΥΡ. Οὐκοῦν ἐτεθήπει μὲν ὧδε τὸ ὅραμα Μωσῆς· καὶ δὴ καὶ προσέθει τὸ ἀγχοῦ γενέσθαι ποθῶν. «Ὡς δὲ εἶδε, φησὶ, Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ἐκ τοῦ βάτου, λέγων· Μωσῆ, Μωσῆ. Ὁ δὲ εἶπε· Τί ἐστι; Μὴ ἐγγίσῃς ὧδε, λύσαι τὸ ὑπόδημα ἐκ
40τῶν ποδῶν σου, ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί.» Νόμου δὲ τύπος ἡμῖν ὁ μακάριος ἔσται Μωσῆς· «Μωσέα γὰρ ἔχουσι καὶ τοὺς προφήτας,» ἐν εὐαγγελικοῖς θεσπίσμασί φησιν ὁ μακάριος Ἀβραάμ. Μή πως ἀπίθανόν σοι τὸ ῥῆμα δοκεῖ;
45ΠΑΛΛ. Οὐ μὲν οὖν· νόμου γὰρ πρόσωπον ὁ Μω‐ σῆς. ΚΥΡ. Κέκληται τοίνυν ὁ Ἰσραὴλ, καὶ ἡ κατὰ νό‐ μον καὶ ὑπὸ νόμον ἀγέλη. «Κύριος γὰρ,» φησὶν, «ὁ Θεὸς τῶν Ἑβραίων προκέκληται ἡμᾶς.» Καὶ

68

.

233

(50)

ὑπήκουσε μὲν τῷ καλοῦντι Θεῷ, καθὰ καὶ ὁ Μωσῆς· «Πάντα γὰρ ὅσα εἶπε Κύριος ὁ Θεὸς, ποιήσομεν, καὶ ἀκουσόμεθα.» Ἐπειδὴ δὲ καὶ τῆς κατὰ νόμον ὑποτα‐ γῆς ἡ δύναμις οὐχ ἱκανὴ πρὸς κάθαρσιν, «Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ὑφαιρεῖν ἁμαρτίας·»

68

.

236

εἴργεται Μωσῆς πλησιάζειν Θεῷ· «Μὴ ἐγγίσῃς γὰρ ὧδε,» φησίν. Ἀπρόσιτον γὰρ διὰ νόμου τὸ ἀγαθόν· καὶ τῆς κατὰ Μωσέα πολιτείας ἡ δύναμις οὐχ ἱκανὴ λίαν εἴς γε τὸ ἀποκομίζειν δύνασθαι τῷ Θεῷ. Παρ‐
5ίστησι δὲ αὐτῷ δι’ ἁγιασμοῦ Χριστός. Ἁγίους γὰρ εἶναι πρέπει τοὺς τῷ ἁγίῳ Θεῷ κολλᾶσθαι σπουδά‐ ζοντας· «Ἅγιοι γὰρ ἔσεσθε, φησὶν, ὅτι ἐγὼ ἅγιός εἰμι.» Ὅτι δὲ τῆς κατὰ νόμον πολιτείας ὁ τρόπος οὐκ ἀμώμητος παντελῶς, εὐθὺς ἐδίδαξεν, εἰπών· «Λύ‐
10σαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστίν.» Ἀπολύειν γὰρ τὸ ὑπό‐ δημα προστέταχε τοῦ ποδὸς τὸν ἱεροφάντην Μωσέα, οὔπω καθαρὰν, οὐδὲ τῶν ἀπὸ φθορᾶς καὶ νεκρότητος ἔργων εἰσάπαν ἀπηλλαγμένην, τῆς κατὰ νόμον ζωῆς
15τὴν πορείαν ἀποδεικνὺς, ἀπὸ δὲ τῆς παρ’ Ἕλλησι συνηθείας ὁ θεῖος ἡμῖν ἐπαιδεύετο Μωσῆς, ὅτι μὴ θέμις ἐγγίζειν Θεῷ, τὸν ἐν λειψάνοις ὄντα νεκρότητος καὶ φθορᾶς. Οὐ γὰρ ἐφοίτων ἐν ἱεροῖς τὰ ἐκ τεθνεώ‐ των ζώων ὑποδήματα τοῖς ποσὶν ἐνδυόμενοι. Μολυ‐
20σμοῦ δὲ τρόπος τοῖς ἐκείνων νόμοις τὸ χρῆμα ἐγρά‐ φετο. Νεκρότητος δὲ καὶ φθορᾶς καὶ τῶν εἰς τοῦτο ἡκόντων ἀκαθαρσίας ἀπέλυσεν ἡμᾶς οὐχ ὁ νόμος, ὦ τᾶν, οὐδὲ πορεία ζωῆς τῆς κατὰ τὸ γράμμα τὸ Μω‐ σαϊκὸν, πίστις δὲ μᾶλλον ἡ ἐν Χριστῷ, καὶ τῆς εὐαγ‐
25γελικῆς πολιτείας ἡ τελειοτάτη κάθαρσις. Ἢ οὐκ ἀληθὲς ὅ φημι;
29ΠΑΛΛ. Πῶς γὰρ οὔ;
30ΚΥΡ. Ἀπολύσαντι δὲ τὸ ὑπόδημα τοῦ ποδὸς, προσ‐ θέοντί γέ τε λοιπὸν, καὶ ἀγχοῦ γεγονότι, προσεφώνει Θεός· «Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ. Ἀπ‐ έστρεψε δὲ Μωσῆς τὸ πρόσωπον αὐτοῦ, φησίν· ηὐλα‐
35βεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ Θεοῦ.» Ἀποθέ‐ μενοι γὰρ φρόνημα τὸ νεκρὸν, καὶ οἱονεὶ καθαρῷ τε καὶ ἐλευθέρῳ ποδὶ τῆς ἐν Χριστῷ πολιτείας διαστεί‐ χοντες τὴν ὁδὸν, ἐσόμεθα μὲν ἀγχοῦ τῷ Θεῷ, κατὰ σχέσιν δὲ δηλονότι τὴν πνευματικὴν, καὶ οὐχὶ κατά
40γε τὴν ἐν τόπῳ διάστασιν. Τύποι γὰρ ἐκεῖνα καὶ σκιὰ τὰ Μωσέως, οὕτω τε λοιπὸν τοὺς περὶ τῆς ἄνω μυ‐ σταγωγίας καταπλουτήσομεν λόγους, καὶ τὴν τοῦ Θεοῦ γνῶσιν ἐν ἑαυτοῖς συλλέξομεν, ἑαυτὸν ἡμῖν ἐμ‐ φανίζοντος ἐν Υἱῷ τοῦ Πατρός. Ὀψόμεθα γὰρ αὐτὸν,
45καὶ ἀσυγκρίτως ἄμεινον, ἢ ὁ πάλαι λαὸς, ὡς ἐν προσ‐ ώπῳ Μωσέως. Ὁ μὲν γὰρ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ· ηὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ Θεοῦ. Δι’ οὗ σημαίνεται τῶν ἐν νόμῳ παιδαγωγουμένων, τὸ τῆς διανοίας ἀσθενὲς, οὐκ ἀναμενούσης τρόπον τινὰ

68

.

236

(50)

πρὸς Θεὸν, οὔτε μὴν οἵας τε ἰδεῖν τὴν δόξαν αὐτοῦ, κατά γε τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,» ἤγουν ἐκεῖνο, τὸ «Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος· ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν.» Ἡμεῖς δὲ τοῖς περὶ τῆς ἀῤῥήτου φύ‐
55σεως προσιέντες λόγοις, καθαροῖς καὶ πεφωτισμένοις
ὄμμασιν, ἐν Υἱῷ διαπρέπον τὸ τοῦ Θεοῦ καὶ Πατρὸς234

68

.

237

καταθεώμεθα κάλλος. Καὶ οἰομένοις μὲν Ἰουδαίοις ὅτι τεθέανται τὸν Πατέρα, σοφῶς ἐλέγετο παρὰ Χρι‐ στοῦ· «Οὔτε εἶδος αὐτοῦ ἑωράκατε, οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε.» Φιλοπευστοῦντι δὲ τῷ Φιλίππῳ λίαν, καὶ
5παχύτερον μὲν ἢ ἐχρῆν, ἐκ φιλομαθείας δ’ οὖν ὅμως ἐρομένῳ καὶ λέγοντι· «Κύριε, δεῖξον ἡμῖν τὸν Πα‐ τέρα, καὶ ἀρκεῖ ἡμῖν,» ἀπεκρίνατο Χριστός· «Τοσ‐ οῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Οὐ
10πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν;» Ὅτι δέ ἐστιν οὐκ εὐσθενὴς ἄγαν, οὔτε μὴν ἱκανὴ πρὸς Θεοῦ κατάδειξιν ἀκριβῆ καὶ ἀμώμητον, ἡ διὰ τῆς κατὰ νόμον ἐντολῆς θεωρία τε καὶ παίδευ‐ σις, ὡς ἐν σκιᾷ καὶ αἰνίγματι καὶ διὰ ταῖν δυοῖν τοῦ
15Λάβαν ὀψόμεθα θυγατέροιν. Γέγραπται γὰρ, ὅτι Τῷ δὲ Λάβαν ἦσαν δύο θυγατέρες, ὄνομα τῇ μείζονι Λεία, καὶ ὄνομα τῇ ἑτέρᾳ Ῥαχήλ. Οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς, Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα· καὶ προσέκειτο μὲν τῇ Ῥαχὴλ ὁ
20πατριάρχης Ἰακὼβ, ἠγάγετο δὲ πρὸ αὐτῆς τὴν Λείαν. Μετοιχομένου δὴ οὖν εἰς τὸ ἀληθὲς τοῦ τύπου, τὸ Χριστοῦ κατόψει μυστήριον. Δύο γάρ εἰσιν αἱ πρὸς οἰκειότητα κεκλημέναι τὴν πνευματικὴν ἡρμοσμέναι τε αὐτῷ γυναῖκες· πρεσβυτέρα μὲν, ἡ πρώτη, καὶ
25διὰ Μωσέως ὡς ἐν προσώπῳ τῆς Ἰουδαίων συναγω‐ γῆς, πρὸς ἣν εἴρηται παρὰ Θεοῦ διὰ φωνῆς προφη‐ τῶν· «Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλὴ, ἀλλ’ ἢ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὰ ἀδικήματά σου, καὶ εἰς φόνον τοῦ ποιεῖν.» Δευτέρα
30δὲ ἦν ἡ νεᾶνις καὶ ἐκπρεπεστέρα, τοῦτ’ ἔστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, πρὸς ἣν ὁ θεῖος ἔφη Δαβίδ· «Ἄκου‐ σον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπι‐ λάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· ὅτι ἐπεθύμησεν ὁ Βασιλεὺς τοῦ κάλλους σου.» Εἴρη‐
35ται δέ που πρὸς αὐτὴν καὶ τὸ, «Οἱ ὀφθαλμοί σου περιστεράς.» Νοητὸν δὲ δή που καὶ ὑπερκόσμιον ἀληθῶς τῆς Ἐκκλησίας τὸ κάλλος. Γέγραπται γὰρ, ὅτι «Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως, Ἐσε‐ βών.» Τὸ δὲ, Ἐσεβὼν, ἔσωθέν ἐστιν Ἑβραίων φωνῇ·
40σώματος μὲν γὰρ ὀφθαλμοῖς οὐχ ἁλώσιμον, καθαροῦ δὲ νοῦ προσβολαῖς εὐκάτοπτον. Ἢ οὐχ ὧδε ἔχει; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Οὐκοῦν οὐ διὰ τῆς κατὰ νόμον παιδαγωγίας κατίδοι τις ἂν τὸ θεῖόν τε καὶ ἀκήρατον κάλλος, ἐν
45Χριστῷ δὲ μᾶλλον καὶ τοῖς δι’ αὐτοῦ παιδεύμασιν. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ἱκανὸς δὲ πρὸς λύτρωσιν, ὦ Παλλάδιε, καὶ πρός γε τὸ δύνασθαι χειρός τε καὶ τυραννίδος ἐξ‐ ελέσθαι διαβολικῆς, οὐχὶ Μωσῆς, ἢ νόμος, ἀλλ’ ὁ Μω‐

68

.

237

(50)

σέως Δεσπότης, τοῦτ’ ἔστι Χριστὸς, καὶ μυστηρίου τοῦ κατ’ αὐτὸν ἡ δύναμις. Καὶ γοῦν Θεοῦ λέγοντος· «Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου ἐν Αἰγύπτῳ, καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιω‐ κτῶν· οἶδα γὰρ ὀδύνην αὐτῶν, καὶ κατέβην ἐξελέσθαι
55αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων, ἐξαγαγεῖν αὐτοὺς
ἐκ τῆς γῆς ἐκείνης εἰς γῆν ἀγαθὴν καὶ πολλὴν, εἰς236

68

.

240

γῆν ῥέουσαν γάλα καὶ μέλι.» Καὶ προστιθέντος εὐ‐ θύς· «Καὶ νῦν ἰδοὺ ἡ κραυγὴ τῶν υἱῶν Ἰσραὴλ, ἥκει πρός με· κἀγὼ ἑώρακα τὸν θλιμμὸν, ὃν οἱ Αἰ‐ γύπτιοι θλίβουσιν αὐτούς· καὶ νῦν δεῦρο, ἀποστελῶ
5σε πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐξάξεις τὸν λαόν μου, τοὺς υἱοὺς Ἰσραὴλ, ἐκ γῆς Αἰγύπτου·» σα‐ φῶς δὲ καὶ διαῤῥήδην ἀνεκεκράγει Μωσῆς· «Τίς εἰμι ἐγὼ, ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰ‐ γύπτου, καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς
10Αἰγύπτου;» Ἆρ’ οὖν οὐκ ἐναργὴς ὁ τύπος, καὶ ὁ τῆς παραιτήσεως τρόπος οὐχὶ τὴν ἀναφορὰν ἐπὶ τὸ ἀσυγ‐ κρίτως ὑπερτεροῦν καὶ ὑπερκείμενον ἔχει, τοῦτ’ ἔστι, Χριστόν; Ὡς τὸ, «Τίς εἰμι ἐγώ;» λέγειν ἀνάρμοστον· εὐπετὲς δὲ λίαν τὸ ἐξελέσθαι λαοὺς, καὶ σώζειν ἔθνη,
15καὶ ἀποκομίζειν εἰς ἐλευθερίαν, συντετριμμένου καὶ ἀτονήσαντος, τοῦ πρὸς δουλείαν συνέχοντος τοῦτ’ ἔστι, τοῦ Σατανᾶ. ΠΑΛΛ. Εὐπετέστατον· ἔφης γὰρ ὀρθῶς ΚΥΡ. Τί δέ; οὐχὶ κἀντεῦθεν ἰδεῖν ἀταλαίπωρον
20παντελῶς, ὅτι τῆς ἁπάντων σωτηρίας πρύτανις γέ‐ γονεν ὁ Μονογενής; δι’ αὐτοῦ, γὰρ ἐκλελυτρώμεθα, καί φησιν ὁ προφήτης· «Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς.» ΠΑΛΛ. Πόθεν ἔφης;
25ΚΥΡ. Ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς Μωσῇ κεκέλευ‐ κεν ἐναργῶς, ἀοκνότατα μὲν ἰέναι πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, εἰπεῖν δὲ ἀναφανδὸν ὡς ἀρωγὸν καὶ συλλή‐ πτορα τὸν πάντα ἰσχύοντα λαβόντες Θεὸν, ἀποφορ‐ τιοῦνται μὲν εὐκόλως τῆς ἐν Αἰγύπτῳ δουλείας τὸ
30δυσαχθὲς, οἴκαδέ γε μὴν ἀπαίρουσι πάλιν, καὶ εἰς τὴν τῶν πατέρων ἐλευθερίαν ἀναφοιτήσαντες, τὴν ἁγίαν οἰκήσουσι γῆν· ἐκεῖ τε πλουσίως τοῖς παρ’ αὐ‐ τοῦ δοθησομένοις ἐνσπαταλήσωσιν ἀγαθοῖς. Ἀπ‐ εκρίθη, φησὶν, ὁ Μωσῆς καὶ εἶπεν· «Ἐὰν μὴ πι‐
35στεύσωσί μοι, μηδὲ ἀκούσωσί μου τῆς φωνῆς (ἐροῦσι γὰρ, ὅτι Οὐκ ὦπταί σοι ὁ Θεὸς), τί ἐρῶ πρὸς αὐτούς; Εἶπε δὲ αὐτῷ ὁ Κύριος· Τί τοῦτό ἐστι τὸ ἐν τῇ χειρί σου; Ὁ δὲ εἶπε, Ῥάβδος· καὶ εἶπε· Ῥίψον αὐτὴν ἐπὶ τὴν γῆν. Καὶ ἔῤῥιψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο
40ὄφις· καὶ ἔφυγε Μωσῆς ἀπ’ αὐτοῦ. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Ἔκτεινε τὴν χεῖρά σου, καὶ ἐπιλαβοῦ τῆς κέρκου. Καὶ ἐκτείνας τὴν χεῖρα, ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ.» ΠΑΛΛ. Ὡς ἐξαίσιον μὲν τὸ θαῦμα, ὦ τᾶν. Τὸ δὲ
45τί ἂν βούλοιτο καταδηλοῦν, φράζε δὴ πάλιν αὐτός. ΚΥΡ. Ἐγὼ φράσω· Μακροὺς Αἰγυπτίοις συνδιαι‐ τώμενοι χρόνους οἱ ἐξ Ἰσραὴλ, καὶ εἰς πᾶν εἶδος ἁμαρτίας ὠλισθηκότες, καὶ τρυφαῖς ἡδόμενοι ταῖς ἐπιχωρίοις, βραδεῖς μὲν ὅτι καὶ δυσμετακόμιστοι λίαν

68

.

240

(50)

ἔσονται πρὸς εὐκοσμίαν, οὐκ ἠγνόησεν ὁ Μωσῆς· συνωθήσει δὲ ὅτι πρὸς εὐπείθειαν τῶν ἔργων ὁ πό‐ νος οὐχ ἑκόντας αὐτοὺς, εἰ θαυματουργοῦντα θεά‐
σαιντο, σοφῶς ὑπελάμβανε. Χρῆμα μὲν γὰρ ἀλη‐238

68

.

241

θῶς δυσεξίτητον ἡδονὴ, καὶ παθῶν ἀγριότης τῶν ἐν ἡμῖν οὐκ εὐχερῶς τιθασσεύεται. Ἱδρῶτος δὲ καταθλίβοντος καὶ πόνων ἐπηρτημένων, ἀναπεί‐ σειεν ἂν εὐκόλως καὶ τῶν ἡδίστων ὑπερφρονεῖν ὁ
5ἀπαλλάττειν ὑπισχνούμενος· οἶμαι δὲ ὅτι καὶ ὁ παν‐ τὸς ἀγαθοῦ τὴν εἴδησιν ἔχων Θεὸς, δύσοιστόν τε καὶ δυσαλγῆ τότε δὴ μάλιστα τοῖς ἐξ Ἰσραὴλ τὴν τῶν Αἰγυπτίων ἐπηφίει πλεονεξίαν οἰκονομικώτατά τε λίαν, ὡς ἂν εἶεν εὔκολοι πρὸς ἀποδρομὴν, καὶ μὴ
10ταῖς συντρόφοις ἡδοναῖς ἐνδούμενοι, σκληροί τε γέ‐ νοιντο καὶ δυσάγωγοι κομιδῇ, καὶ τὴν τοῦ καλοῦντος εἰς ἐλευθερίαν ἀτιμάζοντες χάριν, ἐθελούσιον ποιοῖντο τὴν ἐν Αἰγύπτῳ θητείαν, τὸ παραυτίκα τερπνὸν, ὀλί‐ γων ἔσθ’ ὅτε προτάττοντες πόνων. Μᾶλλον δὲ καὶ
15αὐτῶν ἐν ἀμείνοσι καταλογιζόμενοι τῶν παρὰ Θεοῦ, καὶ γοῦν ἀσμενέστατα τῆς τῶν πάλαι τετυραννευκό‐ των πλεονεξίας ἐκδεδυκότες, αὐλιζόμενοί τε κατὰ τὴν ἔρημον, καὶ τὰ ἄνωθέν τε καὶ ἐξ οὐρανοῦ σιτούμενοι, τὴν τοῦ μάννα χορηγίαν φημὶ, τῆς ἐν Αἰγύπτῳ τρυ‐
20φῆς οὐκ ἀδακρυτὶ μνημονεύουσιν. Ἐκτεθνάναι μᾶλλον, ὡς ἦν δή που παρὰ πολὺ κρεῖττόν τε καὶ ἄμεινον αὐτοῖς, ταῖς ἐν Αἰγύπτῳ τραπέζαις ἐνσπατα‐ λῶντας, ἔτι διατεινόμενοι, καὶ μειρακιωδῶς ἀνακε‐ κραγότες· «Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυ‐
25ρίου ἐν Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν!»
30ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Οὐκοῦν ὡς ἀναγκαία τις ἔσοιτο πρὸς εὐπεί‐ θειαν αὐτοῖς ἡ θαυματουργία, Μωσῆς ἠπίστατο. Τοιγάρτοι φησίν· «Ἐὰν μὴ εἰσακούσωσί μου (ἐροῦσι γὰρ, ὅτι Οὐκ ὦπταί σοι ὁ Θεὸς), τί ἐρῶ πρὸς αὐτούς;»
35Ὁ δέ γε τῶν ὅλων Θεὸς μελέτησιν ὥσπερ τινὰ ποιεῖ‐ σθαι τὸ θαῦμα παραχρῆμα διεκελεύετο· προαναπεί‐ θων, οἶμαι, τῇ πείρᾳ τὸν λειτουργὸν, ὅτι καὶ τοῖς ἄλλοις ἅπασι καθάπερ αὐτῷ πρὸς ἔνδειξιν ἀκριβῆ τοῦ κεκλῆσθαι παρὰ Θεοῦ, διαρκὲς ἔσται τὸ δρώμε‐
40νον· καὶ ἁρμόσαι γὰρ ἂν οὐχ ἑτέρῳ τὸ μεθιστᾷν δύνασθαι τῶν ὄντων τὰς φύσεις πρὸς ὅπερ ἂν ἕλοιτο τυχὸν, πλὴν ὅτι καὶ μόνῳ τῷ πάντων Δημιουργῷ, μήνυσιν δὲ ὥσπερ τῆς διὰ Χριστοῦ σωτηρίας αἰνιγ‐ ματωδῶς τὸ παράδοξον εὖ μάλα τιθείς. Ὀψόμεθα γὰρ
45τῆς ἐν αὐτῷ ἀνθρωπείας φύσεως τὸν εἰς τὸ ἀρχαῖον ἀναπλασμὸν, καὶ τὴν οἱονεὶ μεταμόρφωσιν, τὴν εἰς ὅπερ ἦμεν ἐν Ἀδὰμ, εὐθὺς εἰς τὸ εἶναι παρενηνεγ‐ μένοι, δόξης τε οὔπω τῆς ἄνωθεν καὶ ἁγιασμοῦ τη‐ τώμενοι.
52ΠΑΛΛ. Πῶς ἔφης; ἀσυμφανὴς γὰρ ὁ λόγος. ΚΥΡ. Ἡ ῥάβδος ἤτοι τὸ σκῆπτρον ἡμῖν, οὐχὶ βασιλείας σύμβολον εἴη ἂν, ὦ Παλλάδιε;
55ΠΑΛΛ. Πάνυ μὲν οὖν, ἐπείτοι καὶ ὅρκιον αὐτὸ240

68

.

244

πεποιῆσθαί φασι τῶν ἀρχαιοτέρων τινὰς, οἱ τὰ Ἑλ‐ λήνων ὑμνεῖν εἰωθότες. ΚΥΡ. Τί δέ; οὐχὶ παραδείσου φυτὸν εἶναι φῂς, καὶ πρεσβύτερον τῆς τομῆς, τὸ κήποις ἐκτεθηλέναι
5λαχεῖν; ΠΑΛΛ. Φημί. ΚΥΡ. Ἴθι δὴ οὖν ταῖς ἐννοίαις ἐπὶ τὸν ἀρχαῖον ἐκεῖνον Ἀδάμ· καὶ ἐν ἀπαρχῇ καὶ ῥίζῃ τοῦ γένους ὅλην ὥσπερ ἐν ἑαυτῷ καταλογίζου τὴν ἀνθρωπότητα.
10Καὶ πρός γε τοῦτο διανοοῦ, ὅτι πεποίητο μὲν κατ’ εἰκόνα τοῦ κτίσαντος, ἐτέτακτο δὲ ἄρχειν τῶν ἐπὶ γῆς, καὶ ἦν ὥσπερ ἐν χειρὶ Θεοῦ, διὰ τῆς ἐν ἁγιασμῷ ζωῆς, καὶ μονονουχὶ παραδείσου φυτὸν εὐανθές τε καὶ εὐγενέστατον. Ἐπειδὴ δὲ ταῖς τοῦ ὄφεως πικρίαις
15πεφενακισμένος, παρεκομίσθη τῶν ἐν ἀρχαῖς, καὶ τῆς θείας ἀλογήσας ἐντολῆς κατεφωρᾶτο λοιπὸν, τότε δὴ, τότε θέσεώς τε καὶ ῥίζης τῆς πρώτης ἀποσπώ‐ μενος, τῆς τοῦ συνέχοντος εἰς ἁγιασμὸν ἀπώλισθε χειρὸς, καὶ καταπέπτωκεν εἰς γῆν, τοῦτ’ ἔστιν, ἐκ
20τῶν τῆς ἀρετῆς ὑψωμάτων, καὶ καταπεφοίτηκεν ἀδρανῶς εἰς τὸ φρονεῖν ἑλέσθαι τὰ σαρκικὰ, ἄκρατον ἤδη που νοσήσας τὴν πονηρίαν, καὶ ὄφεως, οἶμαι, δι‐ ενεγκὼν οὐδέν. Ἀπεγυμνοῦτο δὲ οὕτω βασιλείας καὶ δόξης τῆς ἐν ἀρχαῖς, ἐξεπέμπετό τε παραδείσου καὶ
25τρυφῆς. Ἢ γὰρ οὐχὶ ταυτὶ πρὸς ἡμᾶς ὁ θεῖος ἔφη Μωσῆς; ΠΑΛΛ. Ἔφη γὰρ οὖν. ΚΥΡ. Κατηγμένον δὲ ἤδη πρὸς τοῦτο φαυλότητος ὁ νομοθέτης ὁρῶν, ἀπέδρα τρόπον τινὰ, καὶ τὴν
30ἐνοῦσαν αὐτῷ πονηρίαν κατεμυσάττετο. Πέφευγε γὰρ ὁ Μωσῆς, τὸν ὄφιν ἀφείς. Γέγραπται δὲ, ὅτι «Ἅγιον Πνεῦμα σοφίας φεύξεται δόλον, καὶ ἀναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων.» Ἀσύμβατα γὰρ ἀλλήλοις ἁγιασμὸς καὶ ἀκαθαρσία, φῶς τε καὶ σκότος, δικαιο‐
35σύνη καὶ ἀδικία. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Τὸ τοίνυν ἀποπέσαι χειρὸς τῆς Μωσέως τὴν ῥάβδον, κατασημήνειεν ἂν, ὡς ἦν ἐν ἀρχαῖς ὁ κατ’ εἰκόνα τὴν θείαν πεποιημένος παραδείσου φυτὸν, καὶ
40ἐν δόξῃ βασιλείας, καὶ ἐν χειρὶ τοῦ Δημιουργοῦ· κατώλισθε δὲ εἰς γῆν, διὰ τοῦ φρονεῖν ἑλέσθαι τὰ σαρκικὰ, καὶ διὰ τῆς εἰς ἄκρον ἡκούσης πικρίας, ὄφις ἦν ὥσπερ τις τοῖς τῆς θεότητος ὀφθαλμοῖς. Ἀλλ’ ἐκελεύετο Μωσῆς ἐκτεῖναι τὴν χεῖρα, καὶ ἐπι‐
45λαβέσθαι τῆς κέρκου· ἀνεπλάττετο δὲ πρὸς τὸ ἐν ἀρχαῖς εὐθύς. Καὶ ὄφις μὲν ἦν οὐκέτι, ῥάβδος δὲ πάλιν, καὶ παραδείσου φυτόν. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, καὶ ἀνακτίσαι τὸ ποιηθὲν εἰς τὸ ἀπαρχῆς,

68

.

244

(50)

ἀπέστειλεν ἡμῖν ἐξ οὐρανοῦ τὸν Μονογενῆ, τὴν χεῖρα τὴν δεξιὰν, τὴν τῶν ὅλων ἐργάτιν καὶ σώτειραν ἀληθῶς, κατά γε τὸ, «Δεξιὰ Κυρίου ἐποίησε δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με.» Τότε δὴ, τότε τῆς ἐν γῇ κειμέ‐
νης ἀνθρωπότητος ἐπελάβετο καὶ πικρίας ἡμᾶς242

68

.

245

ἀπαλλάξας θηριοπρεποῦς, τῆς ἐν φαυλότητι τε καὶ ἁμαρτίαις, ἀνεκόμισέ τε δι’ ἁγιασμοῦ πρὸς βασιλίδα τιμὴν, καὶ ἡμερότητα τὴν εἰς ἀρετήν. Ἐνδιαίτημα δὲ τὸ ἀρχαῖον τοῖς πιστεύουσι διδοὺς ἐν ἀπαρχῇ καὶ
5πρώτῳ τῷ συγκεκρεμαμένῳ λῃστῇ· «Ἀμὴν, ἀμὴν λέγω σοι, φησὶ, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παρα‐ δείσῳ.» ΠΑΛΛ. Πεποίηται μὲν ὡς ἄριστά γε ἡμῖν καὶ ὀρ‐ θῶς ὁ λόγος. Πλὴν ἐκεῖνο φράσον, ἀνθ’ ὅτου τῆς κέρ‐
10κου λαβέσθαι κελεύει, καὶ οὐχὶ τῆς κεφαλῆς, ἢ μέσων. ΚΥΡ. Ὧδε γὰρ, ὦ φιλότης, ἐκπράττεσθαι ἐχρῆν· ἐπείτοι τὸ κέρκου λαβέσθαι, καὶ οὐχὶ μέσων ἢ κε‐ φαλῆς, τῷ μυστηρίῳ χρήσιμον.
15ΠΑΛΛ. Τίνα τρόπον; ΚΥΡ. Ἀρχὴ μὲν γὰρ ὥσπερ παντὸς ζώου ἡ κεφαλὴ, κέρκος δὲ πέρας. Φέρε δὴ οὖν ὡς ἔτι ζῶον, τὸ σύμπαν ἡμῖν τοῦ ἀνθρώπου γένος καταλογιζέσθω πρὸς τὸ παρόν. Ἐπελάβετο τοίνυν τῆς κέρκου Χριστὸς, τοῦτ’
20ἔστι, τῶν ἐν ἐσχάτοις καὶ τελευταίων· καταπεφοίτηκε γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Ἀλλ’ ὥσπερ εἰ καὶ τῆς κέρκου Μωσῆς ἐπελάβετο, καὶ μέχρι αὐτῆς ἀνέθει τῆς κεφαλῆς ὁ μεταπλασμὸς (μετεστοι‐ χειοῦτο γὰρ ὁλοκλήρως εἰς ῥάβδον ὁ ὄφις)· κατὰ τὸν
25ἴσον τουτονὶ τρόπον, κἂν εἰ τῶν ἐσχάτων ἀντελάβετο Χριστὸς, ἀλλ’ εἰς πᾶν διήκει τὸ γένος, καὶ μέχρις αὐτῆς ἀφικνεῖται τῆς κεφαλῆς, τοῦτ’ ἔστι, τοῦ Ἀδὰμ, ἡ διὰ χάριτος ἀναμόρφωσις. Γέγραπται γὰρ, ὅτι εἰς τοῦτο Χριστὸς ἀπέθανε καὶ ἀνέστη, ἵνα καὶ νεκρῶν
30καὶ ζώντων κυριεύσῃ. Οὐκοῦν τοῖς ἐσχάτοις καὶ ἡ τῶν ἐν ἀρχαῖς συγκατορθοῦται λύτρωσις. ΠΑΛΛ. Πιθανὸς ὁ λόγος ἐστί τε ἡμῖν, καὶ οὐκ ἀπὸ σκοποῦ τὸ διήγημα. ΚΥΡ. Ἑδραιότατον οὖν πρὸς τὴν ἐπὶ τῷδε πίστιν,
35καὶ δυσὶ δυνάμεσιν αὐτὸν ἑτέραις ἐποιεῖτο θεοση‐ μείαις. Γέγραπται γὰρ εὐθύς· «Εἶπε γὰρ αὐτῷ Κύ‐ ριος πάλιν· Εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. Καὶ εἰσήνεγκε τὴν χεῖρα αὐτοῦ, καὶ ἐγενήθη ἡ χεὶρ αὐτοῦ λεπρῶσα ὡς χιών. Καὶ εἶπε πάλιν·
40Εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. Καὶ εἰσήνεγκε τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ, καὶ ἐξήνεγκε τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ· καὶ πάλιν ἀποκατεστάθη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ.» Ἄθρει δὴ οὖν ὡς ἔστι θεοπρεπὲς, καὶ τῶν
45ἄγαν ἡκόντων εἰς τὸ θαυμάζεσθαι πρέπειν τὸ κατορ‐ θούμενον, συνωδίνον δὲ ὥσπερ τῷ πρώτῳ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δήλωσιν. ΠΑΛΛ. Οὐκοῦν διασάφει· συνίημι γὰρ οὔτι πω. ΚΥΡ. Σαρκὸς μὲν ἡ λέπρα πάθος, ἄμεινον δὲ ἢ

68

.

245

(50)

κατὰ ἰατροὺς, καὶ ταῖς παρ’ ἐκείνων ἐμπειρίαις οὐχ ἁλώσιμον. Ἀνιερὸς δὲ καὶ ἀκάθαρτος ὁ λεπρὸς, κατά γε τὴν πάλαι διὰ Μωσέως ἐντολὴν, ἀπηχθημένος δὲ
λίαν καὶ παρὰ τοῖς τὰ Ἑλλήνων τιμῶσιν ἔθη. Ἡμι‐244

68

.

248

θνὴς γὰρ ἤδη πως ὁ τοῦτο παθὼν, βδελυρὸς δὲ καὶ ἀκάθαρτος ὁ νεκρός. Ἀνῆπται δὴ οὖν ὡς ὑπερφυὲς, καὶ τῶν καθ’ ἡμᾶς ἐπέκεινα μέτρων, τὸ θεραπεῦσαι δύνασθαι λεπρὸν, ἢ μόνῃ τῇ θείᾳ καὶ ἀφράστῳ φύσει
5τε καὶ ἐνεργείᾳ. Τοιγάρτοι καὶ ἐθαυμάζετο Χριστὸς τῷ λελεπρωμένῳ μετ’ ἐξουσίας ἐπιφωνῶν· «Θέλω, καθαρίσθητι.» Φωνὴ γὰρ ἡ παντουργὸς, ἡ καὶ αὐτοὺς ἐκ μνημάτων διανιστᾶσα τοὺς νεκροὺς, καὶ θανάτου κρεῖττον καὶ φθορᾶς, τὸ ἐπ’ ἐκείνῳ θαῦμα πεπλή‐
10ρωκε. Προστέταχε τοιγαροῦν ἐγκρύψαι τῷ κόλπῳ τὴν χεῖρα, εἶτα γυμνώσαντα τῆς τοῦ κόλπου περιβολῆς, ὅλην δι’ ὅλου λεπρῶσαν αὐτὴν ἐπιδεῖξαι, πάλιν δὲ ἐγκρύψαντα τῷ κόλπῳ τὸ δεύτερον, τοῦ συμβεβηκό‐ τος ἀπηλλαγμένην καταδείκνυσιν εὐθύς· ὡς ἂν συν‐
15εῖεν ἐντεῦθεν οἱ ἐξ Ἰσραὴλ, ὡς ἀῤῥήτῳ τινὶ καὶ ἀφράστῳ δυνάμει μονονουχὶ τεθωρακισμένος, προ‐ στήσεται τῶν ἠδικημένων, καὶ ταῖς Αἰγυπτίων πλεον‐ εξίαις ἀνοσίως ὑπεζευγμένων. Καὶ λόγος μὲν οὗτος οὐ βαθὺς, τῇ δὲ ἱστορίᾳ χρήσιμος. Χρῆναι δὲ οἶμαι
20τὴν τοῦ προκειμένου διάνοιαν ἐκβασανίζοντας ἀκρι‐ βῶς, ἐκεῖνο ζητεῖν, τί μὲν ἂν εἴη τὸ ἐν τῷ κόλπῳ συγκρύψαι τὴν χεῖρα· τί δὲ τὸ ἔξω γεγενημένην, καταλεπροῦσθαι δεινῶς· καὶ πρὸς τούτοις ἔτι τὸν τῆς καθάρσεως τρόπον. Ἐνιεὶς γὰρ δὴ τῷ κόλπῳ τὴν
25χεῖρα, τοῦ πάθους ἀπήλλαττεν. ΠΑΛΛ. Εὖ λέγεις. Ὀνήσειε γὰρ ἂν οὐ μετρίως ἡμᾶς ἡ ἐφ’ ἑκάστῳ βάσανος. ΚΥΡ. Οὐκοῦν ἐμοί γε δοκεῖ τοιοῦτόν τι παραδη‐ λοῦν ὡς ἐν σκιᾷ τὸ παράδοξον. Ἕως μὲν γὰρ ἦν ὁ
30κατ’ εἰκόνα τὴν θείαν πεποιημένος ἄνθρωπος μονον‐ ουχὶ τιθηνούμενος ἐν κόλπῳ Θεοῦ, καὶ τὴν δοθεῖσαν οὔπω πατήσας ἐντολὴν, φειδοῖ καὶ ἀγάπῃ τῇ παρ’ αὐτοῦ κατημφιεσμένος, καθαρὸς καὶ ἡγιασμένος, καὶ τὴν διὰ θανάτου νέκρωσιν οὐκ εἰδὼς διετέλει· Ἐπειδὴ δὲ
35τῆς ὑπὸ Θεῷ σκέπης τε καὶ φιλίας ἐκβέβηκε διὰ τῶν εἰς τὸ φαῦλον ἀπονευμάτων, ἀνίερός τε καὶ βδελυρὸς, καὶ τὴν τοῦ θανάτου νοσήσας ἀκαθαρσίαν, ἐναργῶς ἠλέγχετο. Εἰσδεξαμένου δὲ πάλιν ἡμᾶς ἐν Χριστῷ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ τῇ θείᾳ χάριτι περιβεβλη‐
40κότος, καὶ οἱονεί που ἐν κόλποις ἔχοντος διὰ τῆς υἱοθε‐ σίας, ὁμοῦ ταῖς ἀκαθαρσίαις καὶ τὴν ἐκ τῆς ἀρχαίας ἀρᾶς ἀποβαλόντες νέκρωσιν, εἰς τὸ ἐν ἀρχαῖς ἀνα‐ θρώσκομεν. Γέγραπται γὰρ περὶ τῆς Μωσέως χειρὸς, ὅτι «Ἀποκατεστάθη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ.»
45ΠΑΛΛ. Ἀστειότατα ἔφης. ΚΥΡ. Τὸ δὲ τρίτον ἡμῖν ἐπὶ τούτῳ σημεῖον, ἀρι‐ δηλότατα καὶ ἀναφανδὸν τὸ Χριστοῦ βοᾷ μυστήριον. Ἔφη γὰρ ὡδὶ πάλιν πρὸς Μωσέα Θεός· «Ἐὰν δὲ μὴ πιστεύσωσί σοι, μηδὲ εἰσακούσωσι τῆς φωνῆς τοῦ

68

.

248

(50)

σημείου τοῦ πρώτου, πιστεύσουσί σοι τῆς φωνῆς τοῦ σημείου τοῦ δευτέρου.» Καὶ δὴ τί τοῦτό ἐστι, διεσά‐ φει, λέγων· «Καὶ ἔσται ἐὰν μὴ πιστεύσωσι τοῖς δυσὶ
σημείοις τούτοις, μηδὲ εἰσακούσωσι τῆς φωνῆς σου,246

68

.

249

λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρὸν, καὶ ἔσται τὸ ὕδωρ, ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ πο‐ ταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ.» Τελευταῖον γὰρ τῷ κόσμῳ σημεῖον ὁ Χριστοῦ γέγονε θάνατος, καὶ ἡ διὰ
5τοῦ ὕδατός τε καὶ αἵματος κάθαρσις, προσκειμένου δηλονότι καὶ τοῦ ἁγίου σώματος, ὃ διὰ τῆς ξηρᾶς σημαίνεται· ὅτι δὲ ὕδωρ καὶ αἷμα τῆς ἁγίας ἡμῖν ἐξεδόθη πλευρᾶς, διανυγείσης τῇ λόγχῃ, παρήσω λέγειν, διὰ τὸ πᾶσιν εἶναι γνωριμώτατον. Πλὴν ὅτι
10σημεῖον ὁ τοῦ Σωτῆρος ὠνόμασται θάνατος, ἀναμά‐ θοι τις ἂν καὶ τοῦτο σαφῶς ἐξ ἱερῶν Γραμμάτων· Φαρισαῖοι μὲν γὰρ οἱ πάντολμοι, καίτοι πολλῶν ἤδη προκατωρθωμένων θαυμάτων, ὡς οὐδενὸς γεγονότος, προσίεσαν λέγοντες τῷ Χριστῷ· «Διδάσκαλε,» φα‐
15σὶν, «θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.» Ὁ δὲ πρὸς αὐτούς· «Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς
20νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.» Οὐκοῦν πρώτη μὲν ἀντίληψις ἡμῖν ἐν Χριστῷ, διὰ νόμου τοῦ κατὰ Μωσέα· «Νόμον γὰρ εἰς βοήθειαν δέδωκε,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἐπελά‐
25βετο δὲ τῆς κέρκου Μωσῆς. Δευτέρα δὲ κάθαρσις ἐν Χριστῷ δὴ πάλιν διὰ προφητῶν ἁγίων, καὶ διὰ τῆς Ἰωάννου φωνῆς καὶ ἀποστολῆς. Οἱ μὲν γὰρ ἔφασκον· «Λούσασθε, καθαροὶ γένεσθε·» ὁ δὲ εἰς βάπτισμα μετανοίας ἐκάλει. Τρίτον δὲ σημεῖον, ὃ καὶ ἔσχατον
30εἶναί φασιν, ὁ Χριστοῦ θάνατος, ἐφ’ ᾧ καὶ πίστις· «Ἐὰν γὰρ μὴ πιστεύσωσί σοι,» φησὶ, «μηδὲ εἰσακούσωσι τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσι τῇ φωνῇ τοῦ σημείου τοῦ δευτέρου.» Ὁρᾷς ὅτι τὴν πίστιν ἀκολουθήσειν εὖ μάλα φησὶν, οὐχὶ τῷ πρώτῳ σημείῳ,
35τοῦτ’ ἔστιν, οὐ τῇ ἀντιλήψει τῇ κατὰ νόμον, οὔτε μὴν τῇ διὰ μέσου καθάρσει, τοῦτ’ ἔστι, τῇ διὰ προφητῶν ἁγίων, καὶ Ἰωάννου τυχὸν, μόνῃ δὲ τῇ φωνῇ τοῦ ση‐ μείου τοῦ ἐσχάτου. Οὐ γὰρ ἄφωνον τὸ Χριστοῦ μυστήριον, καλεῖ δὲ σύμπαντας τοὺς ἀνὰ πᾶσαν τὴν
40γῆν ὑψηλῷ καὶ διαπρυσίῳ κηρύγματι πρὸς τὴν δι’ ὕδατός τε καὶ αἵματος κάθαρσιν, καὶ μὴν καὶ εἰς ζωοποίησιν τὴν κατὰ μετάληψιν τῆς ἁγίας σαρκός. Ὑπηρέτει τοιγαροῦν ὁ νόμος τοῖς περὶ Χριστοῦ προαγγέλμασιν, αὐτὸς δέ ἐστιν οὐ λίαν ἱκανὸς εἰς τὸ
45ἀνασώζειν δύνασθαί τινας. Παραδείξειε δ’ ἂν, οἶμαι, τὶς καὶ τοῦτο σαφῶς ὁμολογοῦντα Μωσέα καὶ διὰ τῆς προκειμένης συγγραφῆς. Καίτοι γὰρ λέγοντος τοῦ Θεοῦ, ὅτι Ἔσομαι μετὰ σοῦ, προαναπείθοντος δὲ θαυματουργίαις αὐτὸν, ἐλιπάρει λέγων· «Κύριε, οὐχ

68

.

249

(50)

ἱκανός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης ἡμέ‐ ρας, οὐδὲ ἀφ’ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου. Ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι. Εἶπε δὲ Κύριος πρὸς Μωσῆν· Τίς ἔδωκε στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφὸν, βλέποντα καὶ τυ‐
55φλόν; οὐκ ἐγὼ Κύριος ὁ Θεός; Καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε ἃ μέλ‐
λεις λαλῆσαι. Καὶ εἶπε Μωσῆς· Δέομαι, Κύριε,248

68

.

252

προχείρισαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς.» Οὐ γὰρ εὐσθενὴς ὁ νόμος, οὐδὲ ἀποχρώντως ἔχων εἰς τὸ πᾶσαν δύνασθαι διασῶσαι τὴν γῆν, καὶ τῆς τοῦ δια‐ βόλου τυραννίδος ἐξελέσθαι τὸν ἄνθρωπον. Οὐκ ἠγνόηκε
5δὲ ὁ Μωσῆς, ὡς βραδύγλωσσός τε καὶ ἰσχνόφωνος, ἀρξαμένου μάλιστα διαλέγεσθαι πρὸς αὐτὸν τοῦ Θεοῦ, καὶ λόγους ποιεῖσθαι περὶ αὐτοῦ προστάττοντος· «Οὕτως» γὰρ, φησὶν, «ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ἐγώ εἰμι ὁ ὤν. Τοῦτό μου ἐστὶ τὸ ὄνομα.» Βραδύγλωσσος
10γὰρ ὁ νόμος, πρὸς τὸ διαρθροῦν εὖ μάλα τὸν περὶ τοῦ ὄντος λόγον· οὔτε μὴν οἷός τε μυσταγωγεῖν πρὸς τὴν ἐν ἁγίᾳ Τριάδι προσκυνουμένην σεπτὴν καὶ ἄῤῥητον φύσιν. Ἰσχνόφωνος δὲ πρὸς τοῦτο, μόνοις τε καὶ μόλις τοῖς ἐξ Ἰσραὴλ προσλαλεῖν δυνάμενος,
15ἀκουόμενός τε κατὰ μόνην τὴν Ἰουδαίαν, καίτοι τῶν ἄλλων ἁπάντων ἐθνῶν οὐδὲ, ὅσον εἰπεῖν, εἰς οὖς ἑλόν‐ των τὸ κήρυγμα. Τοιγάρτοι προγινώσκων ὁ θεσπέ‐ σιος Μωσῆς, τὸν διαρκῶς ἔχοντα πρὸς τὸ ἀκριβὲς καὶ ἀπεξεσμένον τοῖς ἀκροωμένοις ἐμποιῆσαι λόγον τὸν
20περὶ Θεοῦ, καὶ εἰς τὸ πάσῃ ῥᾳδίως διακηρύξαι τῇ γῇ, τοῦτ’ ἔστι Χριστόν· «Δέομαι, Κύριε,» φησὶ, «προχείρισαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς.» Χρι‐ στὸς γάρ ἐστιν ὁ δυνάμενος ἀληθῶς· καὶ ὅτι κατὰ και‐ ροὺς κατ’ εὐδοκίαν Θεοῦ καὶ Πατρὸς, εἰς τοῦτο προ‐
25χειρισθήσεται, καὶ διὰ νόμου προήγγελτο. Ἡ δέ γε Μωσέως παραίτησις, καὶ μετὰ θείαν ὑπόσχεσιν, καὶ μετὰ πολλῶν σημείων ἐπίδειξιν, τύπος ἂν εἴη, κατ‐ οκνοῦντός τε ἅμα καὶ παραιτουμένου τοῦ Ἰσραὴλ, τὴν ὑπὸ Χριστοῦ θείαν τε καὶ εὐαγγελικὴν λειτουργίαν,
30καὶ ὑπακοὴν, οἳ μετὰ μυρίους ὅσους τοὺς περὶ πί‐ στεως λόγους καὶ τερατουργίας ἐπίδειξιν, τετηρήκασι τὸ δυσήκοον, καὶ μεμενήκασιν ἀπειθεῖς. Καὶ διττή γε ἡ Μωσέως παραίτησις. Δύο γὰρ χρόνοι καθ’ οὓς ἐξήνιος καὶ δυσάγωγος ἦν ὁ Ἰσραήλ· διὰ Μωσέως τε
35καὶ Ἰησοῦ, καὶ Κριτῶν, καὶ μετ’ ἐκεῖνον εὐθὺς, καθ’ ὃν γεγόνασι προφῆται, καὶ Ἰωάννης, ὁ καθάπερ ἐν μεταιχμίῳ κείμενος ἀποστόλων τε καὶ προφητῶν. Πέρας μὲν γὰρ ἦν προφητικῆς λειτουργίας, ἀπαρχὴ δὲ ὥσπερ λαμπρότητος ἀποστολικῆς. Ἀλλ’ ἡ Μωσέως
40παραίτησις πρὸς ὀργὰς ἐκάλει Θεόν. Καὶ μεθίστη τὸ χρῆμα λοιπὸν εἰς ἑτέραν ὥσπερ οἰκονομίαν, δι’ ἧς ἀνασώζεσθαι χρῆν τοὺς ταῖς τῶν Αἰγυπτίων πλεον‐ εξίαις κατηχθημένους. «Καὶ θυμωθεὶς Κύριος ἐπὶ Μωσῆν, εἶπεν· Οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ὁ
45Λευΐτης; Ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι, καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι· καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ, καὶ ἐρεῖς πρὸς αὐτόν· καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτοῦ· καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ τὸ στόμα αὐτοῦ, καὶ

68

.

252

(50)

συμβιβάσω ὑμᾶς ἃ ποιήσετε, καὶ αὐτός σοι προσλα‐ λήσει πρὸς τὸν λαόν· καὶ αὐτὸς ἔσται σου στόμα· σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν Θεόν.» Προσκεκρουκότος γὰρ ὥσπερ ἀδρανοῦς τοῦ νόμου, καὶ ἠπειθηκότων ἄγαν τῶν ἐξ Ἰσραὴλ, προσετέθη Χριστὸς, ὁ ἀληθὴς
55Λευΐτης, ὁ μέγας ἀρχιερεὺς, ὁ τοῖς ὑπὸ νόμον συντε‐ ταγμένος, ὡς ἀδελφὸς διὰ τὸ ἀνθρώπινον, ὁ Μωσῇ
μὲν λαλήσας ὡς Θεὸς, συμβιβαζόμενος δὲ παρὰ τοῦ250

68

.

253

Πατρὸς κατά γε τὸ σχῆμα τὸ προφητικὸν, εἰ καὶ ἔστι Κύριος· «Προφήτην γὰρ ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν· καὶ θήσω τοὺς λόγους μου εἰς τὸ στόμα αὐτοῦ· καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα
5ἂν ἐντείλωμαι αὐτοῖς.» Ἔφασκε δὲ καὶ αὐτὸς ὁ Χριστός· «Ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ· ἀλλ’ ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν δέδωκε, τί εἴπω, καὶ τί λαλήσω.» Χριστὸς ἄρα προσεφώνησε τῷ λαῷ, καὶ Μωσῇ μὲν γίνεται στόμα διερμηνεύων ἡμῖν πνευμα‐
10τικῶς τὸν νόμον, Μωσῆς δὲ αὐτῷ πάλιν τὰ πρὸς Θεόν. Δοκεῖ γάρ που εἶναι Θεῷ προσεχέστερος ὁ Μωσῆς, ἐπείτοι γέγονεν ὑπὸ νόμον ὁ Ἐμμανουὴλ, καὶ τὰ διὰ τοῦ πανσόφου Μωσέως τηρεῖν ἐπηγγέλλετο λέγων· «Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον, ἢ τοὺς
15προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.» Μυσταγωγὸς οὖν ἄρα σαφὴς ὁ Χριστὸς, τὰ τοῦ βρα‐ δυγλώσσου νόμου πρὸς τρανότητα μετατιθεὶς, καὶ τὴν τοῦ γράμματος ἰσχνοφωνίαν εἰς εὐηχεστάτην ὥσπερ μεταπλάττων ἐξήγησιν. Πνευματικὸς γὰρ ὁ
20νόμος ἐν Χριστῷ, καὶ ἀδελφὰ τοῖς πάλαι τὰ δι’ αὐτοῦ κηρύγματα· Μωσέως γὰρ ἦν ἀδελφὸς ὁ Ἀαρών.
25ΠΑΛΛ. Ἀδρανὴς οὖν τό γε εἰς ἑαυτὸν ἧκον ὁ νό‐ μος· τετελείωκε γὰρ οὐδέν. ΚΥΡ. Οὕτως, φημὶ, καὶ τό γε ὡς μικροπρεπὲς τῆς κατ’ αὐτὸν πολιτείας καταθρήσαι τις ἂν καὶ διὰ τῶν ἐφεξῆς. Γέγραπται γὰρ, ὅτι «Ἐπορεύθη Μωσῆς,
30καὶ ἀπέστρεψε πρὸς Ἰοθὸρ τὸν γαμβρὸν αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Πορεύσομαι καὶ ἀποτρέψω πρὸς τοὺς ἀδελφούς μου τοὺς ἐν Αἰγύπτῳ· καὶ ὄψομαι εἰ ἔτι ζῶσι. Καὶ εἶπεν ὁ Ἰοθὸρ τῷ Μωσῇ· Βάδιζε ὑγιαί‐ νων. Μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας, ἐτε‐
35λεύτησεν ὁ βασιλεὺς Αἰγύπτου· εἶπε δὲ ὁ Κύριος πρὸς Μωσῆ ἐν Μαδιάμ· Βάδιζε, ἄπελθε εἰς Αἴγυπτον· τεθνήκασι γὰρ οἱ πάντες οἱ ζητοῦντες τὴν ψυχήν σου.» Ἀναλαβὼν δὲ Μωσῆς τὴν γυναῖκα καὶ τὰ παιδία, ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια, καὶ ἀπέστρεψεν
40εἰς Αἴγυπτον. ΠΑΛΛ. Καὶ τί ἐν τούτοις; οὐ γὰρ ἔχω νοεῖν, καὶ φράσαι, ἐφ’ οἷς εἰκότως τὴν κατὰ νόμον ζωὴν ἐπαιτιῷ‐ τό τις ἄν. ΚΥΡ. Καίτοι πλείστης ὅσης τὸ χρῆμα μομφῆς
45ἐκμεμεστωμένον κατίδοι τις ἂν, ὦ Παλλάδιε, ταῖς τῶν προκειμένων ἐννοίαις προβαλὼν ὀξυωπέστερον· ὡς προκεχειρισμένος εἰς ἀποστολὴν ὁ θεσπέσιος Μωσῆς, οὐκ εὐθυδρομεῖ πρὸς τοῦτο τὰ ἐν κόσμῳ με‐ θεὶς, μερίζεται δὲ καὶ εἰς φροντίδα σαρκικὴν, καὶ

68

.

253

(50)

τοῖς κατὰ γένος προανακοινοῦται τὴν ἀποδημίαν. Καὶ οὐ πρότερον ἐξέθει τῆς Μαδιηναίων, εἰ μὴ τε‐ θνεῶτα λοιπὸν τὸν τῆς Αἰγυπτίων ἐμάνθανε τύραν‐ νον· ἐδεδίει γὰρ τεθνάναι λίαν. Ἐπειδὴ δὲ τῶν ἐπὶ τούτοις δειμάτων ἀπήλλακτο προηγγελκότος αὐτῷ τοῦ
55Θεοῦ, τότε δὴ μόλις ἀναλαβὼν τὴν γυναῖκα καὶ τὰ παιδία, κάτεισιν εἰς τὴν Αἰγυπτίων, ἀποπεραίνων τὰ
προστεταγμένα. Τύπος δ’ ἂν εἴη ταυτὶ τῆς κατὰ νόμον252

68

.

256

ζωῆς, μεμερισμένης τρόπον τινὰ, καὶ ἐπ’ ἄμφω βλε‐ πούσης, πρός τε τὰ θεῖά φημι καὶ ἀνθρώπινα. Ἔστι γὰρ δὴ φροντίδος οὐκ ἐλευθέρα γεώδους τε καὶ κο‐ σμικῆς, οὔτε μὴν εἰσάπαν ἱερὰ, καίτοι τῆς εὐαγγε‐
5λικῆς πολιτείας οὐκ ἐχούσης ὅλως τὸ μερίζεσθαι πρὸς τὰ σαρκὸς, ἤγουν πρὸς τὰ ἐν κόσμῳ πράγματα, ὁλο‐ τρόπως δὲ, ὥσπερ ἀφιερούσης τῷ Θεῷ τοὺς ὑπὸ Χριστῷ γεγονότας. «Οἱ γὰρ τοῦ Ἰησοῦ Χριστοῦ,» φησὶ, «τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ
10ταῖς ἐπιθυμίαις.» Καὶ γοῦν ἐπειδή τις τῶν μαθητῶν προσελθὼν ἔφασκε τῷ Χριστῷ· «Διδάσκαλε, ἐπίτρε‐ ψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου·» τὴν ἱερὰν ὁλοτρόπως ἐδιδάσκετο πολιτείαν, ἀκούων εὐθύς· «Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι
15τοὺς ἑαυτῶν νεκρούς.» Γράφει δέ τισι καὶ ὁ θεσπέ‐ σιος Παῦλος· «Ὅτε ηὐδόκησεν ὁ Θεὸς ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵ‐ ματι.» Προσανατίθεται δὲ Μωσῆς. Μεμέρισται γὰρ,
20ὡς ἔφην, ἡ κατὰ νόμον ζωὴ, κεῖται δὲ ἔτι καὶ ὑπὸ τὸν τοῦ θανάτου φόβον. Ἐδεδίει γὰρ ὁ Μωσῆς κατα‐ βαίνειν εἰς Αἴγυπτον, τὸ τεθνάναι παραιτούμενος. Κατήργηται δὲ καὶ τοῦτο ἐν Χριστῷ. Καὶ πιστώσε‐ ται λέγων ὁ ἱερὸς Παῦλος περί τε Χριστοῦ καὶ ἡμῶν·
25«Ἐπειδὴ γὰρ τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν· ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ’ ἔστι, τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι
30ἦσαν δουλείας.» Τοιγάρτοι καὶ αὐτοῦ τοῦ τεθνάναι λοιπὸν, ὁ τῶν ἁγίων καταθρασύνεται νοῦς. Ἔφη γὰρ πάλιν ὁ Παῦλος· «Ἐμοὶ γὰρ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος.» Καὶ πάλιν· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις ἢ στενοχωρία,
35ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μά‐ χαιρα;» Ὅτι δὲ τοῖς τοῦ θανάτου δείμασιν ἐνέχεται μὲν ἡ κατὰ νόμον ζωὴ, διέδρα δὲ τοῦτο τῆς ἐν Χριστῷ πολιτείας τὸ καύχημα, σαφὲς ἂν γένοιτο, βεβασιλευ‐ κέναι τὸν θάνατον ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως,
40ἱεροῦ βοῶντος Γράμματος. Ἀλλ’ ὁ καταργήσας τὸν θάνατον, καὶ τῆς φθορᾶς κατασείσας τὸ κράτος, ἀνασώσας τε ὁμοῦ τοῖς πιστεύουσι καὶ τοὺς ὑπὸ νόμῳ παιδαγωγηθέντας ποτὲ, τίς ἂν εἴη ἕτερος, πλὴν ὅτι καὶ μόνος ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός; «Οὐ
45γὰρ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσω‐ σεν αὐτοὺς,» προφητικὸν ἔφη χρησμῴδημα. Ἴδοις δ’ ἂν καὶ μάλα σαφῶς τὸ ἐπὶ τῷδε μυστήριον ὡς ἐν τύπῳ πάλιν τοῖς συμβεβηκόσι τῷ μακαρίῳ Μωσῇ. Ἐξοιχομένῳ γὰρ ἤδη τῆς Μαδιηναίων, διασπεύδοντί

68

.

256

(50)

τε λοιπὸν εἰς Αἴγυπτον, ἔφη Θεός· «Εἰσπορευομένου σου καὶ ἀποστρέφοντος εἰς Αἴγυπτον, ὅρα τὰ τέρατα πάντα, ἃ δέδωκα ἐν ταῖς χερσί σου, ποιήσεις αὐτὰ ἐναντίον Φαραώ.» Καὶ μεθ’ ἕτερα· «Καὶ ἐγένετο, φησὶν, ἐν τῇ ὁδῷ, ἐν τῷ καταλύματι συνήντησεν
55αὐτῷ ἄγγελος Κυρίου, καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι· καὶ λαβοῦσα Σεπφώρα ψῆφον, περιέτεμε τὴν ἀκρο‐
βυστίαν τοῦ υἱοῦ, αὐτῆς, καὶ προσέπεσε πρὸς τοὺς254

68

.

257

πόδας αὐτοῦ, καὶ εἶπεν· Ἔστη τὸ αἷμα τῆς πε‐ ριτομῆς τοῦ παιδίου μου.» Ἆρά σοι μακροῦ πρὸς σαφήνειαν δεήσει λόγου; ἤγουν ἐναργὲς τὸ θεώρημα;
7ΠΑΛΛ. Οὐ μὲν οὖν· συνίημι γὰρ οὐδαμῶς ὅ τί ποτέ ἐστι τὸ ὡς ἐν σκιᾷ τῷ συμβεβηκότι καταδεικνύ‐ μενον.
10ΚΥΡ. Οὐ γὰρ, ὦ φιλότης, ἀληθὲς εἶναι φῂς, ὅτι θανάτου κάτοχος ἡ ἀνθρώπου φύσις ἐκ τῆς ἀρχαίας ἐκείνης γέγονεν ἀρᾶς; εἴρηται γὰρ πρὸς ἡμᾶς, ὡς ἐν ἀπαρχῇ τοῦ γένους καὶ ῥίζῃ τῇ ἀνωτάτω τῷ Ἀδάμ· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.»
15ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Οὐκοῦν ἐπειδήπερ τὴν τοῦ γένους ἀρχὴν, τὸν ἐκ τῆς ἁμαρτίας συμβέβηκεν ἀῤῥωστῆσαι θάνα‐ τον, ἀναγκαίως καὶ εἰς ἡμᾶς αὐτοὺς τὸ χρῆμα διέβη, καὶ ὁμοῦ τῇ ῥίζῃ καὶ τὰ ἐξ αὐτῆς ἀναθέοντα κατενε‐
20μήθη φυτά. Φθαρτοῦ γὰρ σώματος φθαρτὸς ὁ καρπός. Οὕτω βεβασίλευκε κατὰ πάντων ὁ θάνατος, καὶ μέ‐ χρις αὐτοῦ Μωσέως, τοῦτ’ ἔστι, τῶν κατὰ νόμον και‐ ρῶν. Τύπος οὖν ἄρα σαφής τε καὶ ἐναργὴς τοῦ μέχρι Μωσέως ἰσχύσαι τὸν θάνατον, καὶ ὑποκεῖσθαι φθορᾷ
25τὰ ἀνθρώπινα, τὸ ἀγγελικὸν ἐγχείρημα κατὰ Μω‐ σέως τότε. Πλὴν ἐδυσώπει τὸν ὀλοθρεύοντα, καὶ ἀφίστα Μωσέως, ἡ σύνοικός τε καὶ συνηρμοσμένη Σεπφώρα, ψήφῳ τὸ οἰκεῖον περιτεμοῦσα παιδίον, ἐκλιπαροῦσά τε καὶ λέγουσα· «Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ
30παιδίου μου.» Ἔστη δὲ τὸ αἷμα, φησὶν, οὐχ ὡς τῆς τοῦ αἵματος ῥύσεως ἀποπαυσαμένης· οὐδὲ γὰρ, οἶμαι, τοῦτο μεθίστη ποτὲ τοῦ φονᾷν ἐθέλειν τὸν ὀλοθρευ‐ τὴν, ἀλλ’ οἱονείπου ἔλεγε· Πέπρακται καὶ πεπλήρω‐ ται τὸ δοκοῦν τῷ Θεῷ, τοῦτ’ ἔστιν, ἡ περιτομὴ τοῦ
35παιδίου· ὥσπερ ἂν εἴ τις λέγοι τυχόν· Ὁ τοῦδε τοῦ πράγματος ἔστη τύπος, ἤγουν, Ἔστη τυχὸν ὁ πρὸς τόδε λόγος. Ἀντὶ τοῦ, Πρὸς πέρας ἥκει καὶ δέδει‐ κται. ΠΑΛΛ. Εἶτα τίς πρὸς ἡμῶν ἡ Σεπφώρα νοοῖτο;
40τί δὲ ἡ ψῆφος, καὶ ἡ δι’ αὐτῆς γενομένη περιτομή; δεδυσώπηται δὲ ὅπως ὁ θεῖος ἄγγελος, καὶ διέδρα Μωσῆς τὸν ἐπηρτημένον αὐτῷ καὶ ὀφειλόμενον θά‐ νατον, παιδίου περιτετμημένου; ΚΥΡ. Ἀσαφὴς ὁ λόγος, καὶ δυσέφικτος ἀληθῶς
45τῶν ζητουμένων ὁ νοῦς· Θεῷ δὲ πίσυνος, ὡς ἂν οἷός τε ὦ, πάλιν ἐρῶ. Ἡ Σεπφώρα, θυγάτηρ οὖσα τοῦ ἱερέως τοῦ Μαδιὰμ (ἀνὴρ δὲ οὗτος ἀλλογενὴς, καὶ οὐκ ἐξ αἵματος Ἰσραὴλ), τύπον ἡμῖν καὶ πρόσωπον τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἀποπληροῖ, κεκλημένης

68

.

257

(50)

πρὸς Θεὸν ὡς ἐκ λατρείας κοσμικῆς. Εἴρηται γάρ που πρὸς αὐτὴν διὰ φωνῆς τοῦ Δαβίδ· «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλά‐
θου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου,256

68

.

260

ὅτι ἐπεθύμησεν ὁ Βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστιν ὁ Κύριός σου.» Κέκληται τοίνυν ἀκολουθοῦσα τῷ νόμῳ, καὶ μονονουχὶ συνηρμοσμένη Μωσῇ τῷ παιδαγωγῷ, καὶ ἀποφέροντι καλῶς πρὸς τὸ Χριστοῦ
5μυστήριον. Στοιχειωτὴς γὰρ ὁ νόμος, καὶ ἀναφέρει μὲν εἰς ἀρχὰς τῶν λογίων τοῦ Θεοῦ, σπερματίζει δὲ ὥσπερ ἐν ἡμῖν δι’ αἰνιγμάτων καὶ σκιᾶς τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν γνῶσιν. Καὶ γοῦν Ἰουδαίοις ἔφασκεν ὁ Χριστὸς, καὶ αὐτὸν ἠθετηκόσι Μωσέα τὸν
10ἱερώτατον· «Ἢ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα; Ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ ἐπιστεύετε Μωσῇ, ἐπι‐ στεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε.» Πα‐ ραδεχθείσης τοιγαροῦν πρὸς ἡμῶν τῆς Σεπφώρας εἰς
15πρόσωπον τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἔσται που πάν‐ τως τὸ ἐξ αὐτῆς παιδίον εἰς τύπον τοῦ νέου λαοῦ, τὴν ἐν Χριστῷ διὰ πνεύματος νηπιότητα καὶ εἰς Θεὸν ἀναγέννησιν δεξαμένων τῶν πεπιστευκότων, οὓς καὶ λαὸν κτιζόμενον ἔφη που Δαβίδ. Τὸ τοίνυν ἀρτι‐
20γενὲς ἐν Χριστῷ παιδίον, τοῦτ’ ἔστιν, ὁ νέος τε καὶ διὰ πίστεως λαὸς περιτομῆς δυσωπεῖ θάνατον. Σύμ‐ βολον γὰρ ἡ ψῆφος τῆς ἀῤῥήκτου φύσεως, ἧς τὸ εὐ‐ σθενές τε καὶ ἄθραυστον ὡς ἐν σκληρᾷ τῇ λίθῳ σημαίνεται. Καὶ γοῦν Ἰησοῦς ὁ τοῦ Ναυῆ διαβιβά‐
25σας τὸν Ἰορδάνην τοὺς ἐξ Ἰσραὴλ, μαχαίραις αὐτοὺς περιέτεμε πετρίναις, τὴν ἐν Χριστῷ διὰ πνεύματος περιτομὴν προανατυπῶν. Πέτρα γὰρ ὁ Χριστὸς, ὃν ὡς ἐν τύπῳ προδηλοῖ, καθάπερ ἔφην ἀρτίως, καὶ ἡ τὸ Σεπφώρας παιδίον περιτεμοῦσα ψῆφος. Ὅτε καὶ ἀπ‐
30έδρα θάνατος, καὶ τῆς ἐν Χριστῷ περιτομῆς τετιμη‐ κὼς τὸ μυστήριον ἀποπεφοίτηκε τοῦ Μωσέως ὁ ἀπο‐ κτεῖναι ζητῶν, αἰνιγματωδῶς ἡμῖν ὑποφωνοῦντος τοῦ πράγματος, ὡς οὐ μόνον τῶν ἠξιωμένων τῆς ἐν Χριστῷ περιτομῆς ἀπέστη θάνατος, ἀλλὰ καὶ αὐτοῖς
35τὸ χρῆμα, φημὶ δὲ δὴ τὸ Χριστοῦ μυστήριον, βεβοή‐ θηκε τοῖς πατράσιν. Ὥσπερ γὰρ πάντες ἀπεθάνομεν ἐν Ἀδὰμ, οὕτω καὶ εἰς πάντας ἡ διὰ Χριστοῦ φέρεται χάρις. Ἀπέθανε γὰρ διὰ τοῦτο, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Οὐκοῦν ἐν καιρῷ τῆς τοῦ νέου λαοῦ
40περιτομῆς καὶ ἡ τῶν πατέρων συγκατωρθοῦτο ζωή. Ζῶσι γὰρ Θεῷ, ζήσειν μέλλοντες· τουτὶ γὰρ ἡμῖν καὶ ἱερὸς ἔφη λόγος. Καιρὸς δὲ περιτομῆς τῆς ἐν πνεύματι νοουμένης ἡ Χριστοῦ παρουσία, ὡς Μωσέως μὲν πρεσβύτερος, ὡς Θεὸς, δεύτερος δὲ καὶ μετ’ αὐτὸν,
45καθὸ πέφηνεν ἄνθρωπος εἰς διακονίαν τὴν ἐφ’ ἡμῖν. Ἐπιτήρει γὰρ, ὅτι προεχειρίζετο Θεὸς, Μωσέα μὲν πρῶτον, εἶτα συνῆψε τὸν Ἀαρὼν, τῆς Μωσέως ἀπο‐ στολῆς τε καὶ διακονίας δευτέραν ἐν χρόνῳ προανατυ‐ πῶν τὴν ἀνάδειξιν τοῦ Χριστοῦ, ὃς ἦν ἐν ἰσότητι μὲν

68

.

260

(50)

τῇ πρὸς Μωσέα διὰ τὸ ἀνθρώπινον, ἐν ὑπεροχῇ δὲ θείᾳ καὶ ἀσυγκρίτῳ διὰ τὸ ἐκ Θεοῦ γεγεννῆσθαι Πα‐ τρός. Πάρα δέ σοι καὶ τοῦτο ἰδεῖν ἐξ αὐτῶν, εἴπερ ἕλοιο, τῶν ἱερῶν Γραμμάτων. «Ἐποίησαν» γὰρ, φησὶ, «Μωσῆς καὶ Ἀαρὼν, καθάπερ ἐνετείλατο αὐτοῖς Κύ‐
55ριος, οὕτως ἐποίησαν· Μωσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα, Ἀαρὼν δὲ ὁ ἀδελφὸς αὐτοῦ ὀγδοήκοντα τριῶν ἦν ἐτῶν,
ἡνίκα ἐλάλησαν πρὸς Φαραώ.» Ἀκούεις ὅπως ἄμφω258

68

.

261

μὲν ἤστην ἐν ἴσῳ κατά γε τὸ ἥκειν εἰς ὀγδοηκοστὸν ἔτος, εἰ καὶ μετ’ αὐτὸν εἰς διακονίαν; Οὕτω καὶ ὁ Χριστός. Ἴσος μὲν κατά τι τῷ Μωσῇ, διὰ τὸ ἀνθρώ‐ πινον, καὶ δεύτερος εἰς οἰκονομίαν, ὑπερκείμενος δὲ
5καὶ ὑπερανεστηκὼς, ὡς ἐν Θεότητί τε καὶ δόξῃ τῇ κατὰ τὴν ἁγίαν Τριάδα.
11ΠΑΛΛ. Ὡς σαφής τε καὶ ἐναργὴς ὁ λόγος. ΚΥΡ. Τί δέ; οὐχὶ κἀκεῖνο πρὸς τούτοις ἄξιον ἰδεῖν; ΠΑΛΛ. Τὸ ποῖον;
15ΚΥΡ. Οὐ γάρτοι τῆς τῶν Αἰγυπτίων ἐκδεδραμή‐ κασι γῆς οἱ ἐξ Ἰσραήλ. Ἀλλ’ οὐδ’ ἂν οὕτω τὴν δυσ‐ αχθῆ τε καὶ κατεστυγημένην αὐτοῖς ἀπελύσαντο δουλείαν, μᾶλλον δὲ, οὐδ’ ἂν ὅλως διέδρασαν τὸν τοῖς ἐν Αἰγύπτῳ πρωτοτόκοις ἐπιῤῥιφέντα θάνατον, καὶ
20τὴν δυσδιάφυκτον χεῖρα τοῦ ὀλοθρευτοῦ, εἰ μὴ κατα‐ θύσαντες τὸν ἀμνὸν εἰς τύπον Χριστοῦ τοῦ αἴροντος τὰς ἁμαρτίας τοῦ κόσμου. Ἔχρισαν μὲν τῷ αἵματι τὰς φλιὰς, κατὰ τὸν σφίσι διὰ Μωσέως ὁρισθέντα νόμον· τὸ δὲ Χριστοῦ μυστήριον ὅπλον ὥσπερ τι καὶ
25ἀνατείχισμα τῆς ἑαυτῶν ἐποιοῦντο ψυχῆς. Λυ[κ]τι‐ κὸν γὰρ θανάτου φάρμακον ὁ Χριστοῦ θάνατος, καὶ φθορᾶς ἀμείνους οἱ τῆς μυστικῆς εὐλογίας μέτοχοι, κατά γε τὸ, «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν
30αἰώνιον.» Κατεδηδοκότες δὲ τὸν ἀμνὸν, ἄρτους ἀζύ‐ μους ἤσθιον ἐπ’ αὐτῷ, τῶν εὐαγγελικῶν παιδευμάτων ὡς ἐν ἀζύμῳ τε καὶ καθαρωτάτῃ τροφῇ παραδηλοῦντος τοῦ τύπου τὴν ἀστειότητα, πλὴν ἐσομένην οὐκ ἀν‐ ιδρωτὶ, καὶ πικρίας δίχα τῆς κατὰ τὰς θλίψεις. Τοι‐
35γάρτοι πικρίδας συνεσθίεσθαι τοῖς ἄρτοις τοῖς οὐκ ἐζυμωμένοις, τὴν ἄδολον καὶ καθαρωτάτην ἐν Χριστῷ ζωὴν οὐ δίχα πικρίας ἐσομένην ὑποδηλοῖ. Συνεισκο‐ μιστέον τοιγαροῦν ἀναγκαίως ταῖς ἀζύμοις τροφαῖς τὴν πικρίδα. «Πάντες γὰρ οἱ θέλοντες ζῇν ἐν Χριστῷ
40διωχθήσονται,» φησίν. Πλὴν οἵγε τοῦτο παθόντες, μακάριοι. Συμπάσχοντες γὰρ καὶ συμβασιλεύσουσι, κατὰ τὸ γεγραμμένον. Μὴ ἐξοίχεταί ποι πρὸς τὸ ἀκαλλὲς ὁ λόγος;
ΠΑΛΛ. Οὐδαμῶς.260

68

.

264

(1t)

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ
2tΚΑΙ ΑΛΗΘΕΙΑ
3tΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ
4tΛΟΓΟΣ ΤΡΙΤΟΣ.
8Ὅτι ἀμήχανον διαφυγεῖν τὸν ἐξ ἁμαρτίας θάνα‐ τον, καὶ τὴν τοῦ διαβόλου πλεονεξίαν, εἰ μὴ
10 δι’ ἁγιασμοῦ τοῦ κατὰ Χριστόν· καὶ ὅτι οὐκ ἐν νόμῳ ἡ δικαίωσις, ἀλλ’ ἐν Χριστῷ. Οὐκοῦν ἐπειδήπερ τῆς θυσίας ὁ τρόπος τοῖς ἐξ Ἰσραὴλ εὖ μάλα διεπεραίνετο, καὶ τὰ μὲν τῶν Αἰγυ‐ πτίων πρωτότοκα διολώλει λοιπὸν, ἀπεσόβει δὲ τῶν
15ἡγιασμένων ὡς ἐν τύπῳ Χριστὸς τὸν ὀλοθρευτὴν, τότε δὴ μόλις τῆς τῶν κρατούντων ἐκθέοντες γῆς, καὶ πρὸς τὴν ἐπηγγελμένην αὐτοῖς ἀφικέσθαι δια‐ σπεύδοντες, οὐκ εὐθυδρομοῦσιν εἰς αὐτὴν, περιαγω‐ γαῖς δὲ ὥσπερ ταῖς ἐπὶ θάτερα τῆς εὐθείας ἀπεκο‐
20μίζοντο. Γράφει μὲν γὰρ ὧδε πάλιν· «Ὡς δὲ ἐξαπ‐ έστειλε Φαραὼ τὸν λαὸν, οὐχ ὡδήγησεν αὐτοὺς ὁ Θεὸς ὁδὸν γῆς Φιλιστιεὶμ, ὅτι ἐγγὺς ἦν. Εἶπε γὰρ ὁ Θεός· Μήποτε μεταμελήσῃ τῷ λαῷ ἰδόντι πόλεμον, καὶ ἀποστρέψῃ εἰς Αἴγυπτον. Καὶ ἐκύκλωσεν ὁ Θεὸς λαὸν
25αὐτοῦ ὁδὸν τὴν εἰς ἔρημον εἰς τὴν Ἐρυθρὰν θάλασσαν.» ΠΑΛΛ. Τί δὴ ἄρα κἀν τούτῳ τὸ κεκρυμμένον· ΚΥΡ. Ἐκβασανιστέον, εἰ δοκεῖ. Σύνες γὰρ ὅτι παρακειμένης ὁδοῦ τῆς ἐπ’ εὐθείας αὐτοῖς, καὶ βρα‐ χυποροῦντας ἐξὸν ἀφικέσθαι συντόμως (Ἐγγὺς γὰρ
30ἦν, φησὶ, τῆς ἐπαγγελίας ἡ γῆ), δῆλον ὅτι δι’ ἑτέρας αὐτοὺς ἀπεκόμιζε, τῆς ἐν κύκλῳ μακρῷ, τὸ ἕτοιμον εἰς ἀπόστασιν, καὶ τὸ ἀσχέτως ἔτι κατανενευκὸς εἰς δειλίαν τῶν πάλαι προεγνωκὼς ὁ πάντων Δημιουργός. ΠΑΛΛ. Οὐδέν τι μᾶλλόν ἐστι σαφὴς ὁ λόγος.
35ΚΥΡ. Ἰτέον δὴ οὖν ἐπὶ θεωρίαν τὴν πνευματικὴν, τοὺς ἀπὸ ζωῆς κοσμικῆς καὶ δαιμονιώδους πλεονεξίας, ὥσπερ τινὸς γῆς Αἰγυπτίων ἀπαίροντας, ὁδὸς εὐθεῖα
καὶ ὀλίγη παντελῶς ἀποφέρει πρὸς ἁγιασμὸν, καὶ εἰς262

68

.

265

ἐλπίδα τὴν παρὰ Θεῷ, πίστις ἡ ἐν Χριστῷ, καὶ ἡ κατ’ αὐτὸν δικαίωσις, κατά γε τὸ ὑπὸ τοῦ Παύλου σοφῶς εἰρημένον· «Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου, τοῦτ’ ἔστι τὸ
5ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν, ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου ὅτι Κύριος Ἰησοῦς, καὶ πιστεύ‐ σῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιο‐ σύνην· στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.»
10Ταύτην οὖν ἄρα τὴν οὕτως ἀγχοῦ καὶ συνεσταλμένην ὁδὸν διαστείχειν οὐκ ἠφίει τοὺς πάλαι Θεός· ἐπενόει δὲ ὥσπερ τινὰ κύκλον τὴν ἐπ’ εὐθείας οὐκ ἔχοντα, τὸν ἐν περιστροφαῖς λόγων καὶ ἐν αἰνίγμασι νόμον μακροτέραν ἔχοντα καὶ οὐκ ἀταλαίπωρον τὴν παιδ‐
15αγωγίαν, ἵν’ ὥσπερ τινὰ μελέτησιν τῶν τελειοτέρων τὰ ἐν σκιαῖς ἔχοντες, καὶ προκατηχούμενοι τὸ μυ‐ στήριον, μὴ τοῖς τυχοῦσιν ἁπλῶς καταπτοοῖντο δεί‐ μασιν, εἰς ἀποδρομὴν καὶ ἀπόστασιν τὴν ἀπὸ Χρι‐ στοῦ, προγεγυμνασμένοι δὲ ὥσπερ καὶ ἀναμανθά‐
20νοντες τὸ ἀληθῶς ὠφελοῦν, ἑτοιμότεροι μὲν ἂν εἶεν
20πρὸς τὴν τῆς ἀληθείας ἔφεσίν τε καὶ προθυμίαν, ἐρηρεισμένην δὲ καὶ ἀ[να]κατάσειστον ἔχοιεν τὴν εἰς Θεὸν ἀγάπησιν. Διὰ μακρᾶς οὖν ὥσπερ καὶ οὐκ εὐ‐ θείας ὁδοῦ, τῆς κατὰ τὸ γράμμα λατρείας, παιδαγωγὸς ἦν ὁ νόμος. Χριστὸς δὲ οὐχ οὕτω. Παρέδειξε γὰρ
25ἡμῖν τὴν εἰς εὐθὺ καὶ ἀγχοῦ, τοῦτ’ ἔστι, τὴν διὰ πίστεως, μεταχαλκεύων εἰς εὐτολμίαν, καὶ εἰς τὸ χρῆναι λοιπὸν κατανδρίζεσθαι τῶν ἀνθεστηκότων· τληπαθεῖν δὲ ὅτι μάλιστα φιλεῖν ὑπέρ τε τοῦ ἀγαθοῦ, καὶ ταῖς τοῦ διαβόλου μεθοδ[ε]ίαις ἀντιφέρεσθαι γεννι‐
30κῶς, ἐκεῖνό που τάχα τὸ ἐν προφήτῃ λέγοντας· «Ἰδοὺ Κύριος βοηθεῖ μοι, τίς κακώσει με;» Τὸ δὲ δὴ τὴν οὕτως ἡμῖν ἀξιάγαστον εὐτολμίαν ἐμποιοῦν εἴη δή που πάντων ἂν ἕτερον οὐδὲν, παρὰ τὴν ἐξ ὕψους δύναμιν, τοῦτ’ ἔστι, τὴν τοῦ ἁγίου Πνεύματος
35μέθεξίν τε καὶ κοινωνίαν.
39ΠΑΛΛ. Συνίημι ὃ φῂς, καί σε τῆς ἀγχινοίας
40ἄγαμαι. ΚΥΡ. Καὶ τόν γε τῆς διὰ Χριστοῦ σωτηρίας και‐ ρὸν κατασημήνειεν ἂν εὐθὺς τὸ παρεζευγμένον. «Πέμπτῃ γὰρ, φησὶ, γενεᾷ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.» Ἐκλελυτρώμεθα γὰρ ἐκ δουλείας,
45καὶ μὴν καὶ πόνων τῶν ἐν εἰκαίοις περισπασμοῖς, καὶ ταλαιπωρίας τῆς περὶ γῆν τε καὶ χοῦν (συνίης δὲ ὅ φημι), κατὰ τὴν εὐαγγελικὴν παραβολὴν, ὡς ἐν πέμπτῃ γενεᾷ, τῷ πέμπτῳ καιρῷ. «Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ,

68

.

265

(50)

ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.» Τουτὶ δὲ καὶ περὶ τὴν ἕκτην τε καὶ τὴν ἐνάτην ἔφη δρᾷν· «Περὶ δὲ τὴν ἑνδε‐ κάτην, εὗρεν ἄλλους ἀργοὺς, ἔφη τε πρὸς ἐκείνους· Τί ἑστήκατε ὧδε ὅλην τὴν ἡμέραν ἀργοί; ὑπάγετε,
55καὶ ὑμεῖς ἐργάζεσθε εἰς τὸν ἀμπελῶνά μου.» Ἄθρει δὴ οὖν, ὡς ἐν πέμπτῃ γενεᾷ πεμπομένους εἰς τὸν
ἀμπελῶνα τοὺς τελευταίους, καὶ ἐν καιροῖς τοῖς264

68

.

268

ἐσχάτοις, ὅτε γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, καὶ τὴν ὑπὲρ τῆς ἁπάντων ζωῆς ὑπομεμένηκε σφαγήν. Τοιγάρτοι καὶ ὁ Μωσέως διετύπου νόμος, λαμβάνε‐ σθαι μὲν τὸν ἀμνὸν ἀπὸ δεκάτης τοῦ πρώτου μηνὸς,
5σφάζεσθαι δὲ πρὸς ἑσπέραν τῆς τεσσαρεσκαιδεκάτης τοῦ αὐτοῦ μηνὸς, ἵν’ ἐν ταὐτῷ καὶ ὁ πέμπτος ἡμῖν καιρὸς, ὡς ἐν ἡμέρᾳ τῇ πέμπτῃ, καὶ τοῖς ἐπὶ τέλει τοῦ αἰῶνος, τὴν τοῦ Σωτῆρος γενέσθαι σφαγὴν διὰ τοῦ, πρὸς ἑσπέραν, σημαίνηται.
10ΠΑΛΛ. Ἅπας οὖν, ὡς ἔοικε, τῆς θεοπνεύστου Γρα‐ φῆς ὁ σκοπὸς εἰς τὸ Χριστοῦ βλέπει μυστήριον; ΚΥΡ. Παντάπασι μὲν οὖν· τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός· «Ἐπεὶ μηδέ ἐστιν ὄνομα ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ
15σωθῆναι ἡμᾶς.» Ἔφη γὰρ ὧδε τοῦ Σωτῆρος ὁ μαθη‐ τὴς, καὶ γείτων ἡ δεῖξις, εἰ τοῖς ἐφεξῆς προσβάλλοι‐ μεν. «Ἐξάραντες, φησὶν, οἱ υἱοὶ Ἰσραὴλ ἐκ Σοκχὼθ, ἐστρατοπέδευσαν ἐν Ὀθὼμ παρὰ τὴν ἔρημον· ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης,
20δεῖξαι αὐτοῖς τὴν ὁδὸν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρός· οὐκ ἐξέλιπεν ὁ στύλος τοῦ πυρὸς νυκτὸς ἐναντίον παντὸς τοῦ λαοῦ.» Ὁρᾷς ὅπως τῆς τῶν Αἰγυπτίων γῆς ἐκπεφοιτηκότων τῶν ἐξ Ἰσραὴλ καθηγεῖτο Θεὸς ἐν στύλῳ νεφέλης καὶ πυρός; ἐγράφετο δὲ δι’ ἀμφοῖν
25ὁ Χριστός. ΠΑΛΛ. Τίνα τρόπον; ΚΥΡ. Πρῶτον μὲν, ὅτι στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας ἐστὶν ἀκατάσειστόν τε καὶ ἄθραυστον παν‐ τελῶς, καὶ ἀνέχων τῆς γῆς ὑψοῦ. Ἀπηλλάγμεθα
30γὰρ ἐν Χριστῷ τοῦ φρονεῖν τὰ σαρκὸς, καὶ τοῖς ἐπιγείοις ἐγκαλινδεῖσθαι κακοῖς· αἱρόμεθα δὲ ὥσπερ ὑψοῦ δι’ αὐτοῦ, ἄνω φρονοῦντες, καὶ ἐν οὐρανῷ πο‐ λιτευόμενοι. Γέγραπται γὰρ, ὅτι «Τοῦ Θεοῦ οἱ κρα‐ τα[ι]οὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.» Ἔφη δέ που Χρι‐
35στὸς καὶ διὰ φωνῆς τοῦ Δαβὶδ περί τε τῆς γῆς καὶ τῶν ἁγίων ἀποστόλων· «Ἐγὼ ἐστερέωσα τοὺς στύ‐ λους αὐτῆς.» Ἐστερεώθησαν γὰρ οἱ τὴν γῆν ἀνέχον‐ τες ἅγιοι μαθηταὶ τὴν ἐξ ὕψους δύναμιν, τοῦτ’ ἔστι, τὴν διὰ τοῦ ἁγίου Πνεύματος χάριν ἀμφιασάμενοι.
40Στύλοι δὲ ἦσαν αὐτοὶ, κατὰ συμμορφίαν τὴν ὡς πρὸς Χριστὸν, καὶ καθ’ ὁμοίωσιν τὴν ἐν χάριτι διὰ Πνεύ‐ ματος. Ἐκδέξῃ δὴ οὖν οὐχ ἑτέρου του χάριν, ἢ ὧν ἔφαμεν ἀρτίως, στύλον ἡμῖν ὠνομάσθαι Χριστόν· καθηγεῖτό γε μὴν ἡμέρας μὲν οὔσης, ἐν στύλῳ νεφέ‐
45λης, τὴν δὲ νύκτα, φησὶν, ἐν στύλῳ πυρὸς, δεῖξαι αὐτοῖς τὴν ὁδόν. Νύκτα μὲν ὀνομάζειν ἔθος τῇ θείᾳ Γραφῇ, τὸν πρὸ τῆς ἐπιδημίας καιρὸν, καθ’ ὃν ἔτι τυραννοῦντος τοῦ Σατανᾶ, κατεκράτει τῶν ἐπὶ τῆς γῆς τῆς ἀγνωσίας ὁ σκότος· ἡμέραν δὲ αὖ, τῆς τοῦ

68

.

268

(50)

Σωτῆρος ἡμῶν ἐπιδημίας τὸν χρόνον, καθ’ ὃν πεφω‐ τίσμεθα, τὰς τῆς ἀληθοῦς θεογνωσίας αὐγὰς εἰσ‐ δεξάμενοι κατὰ νοῦν, καὶ τὸν τῆς δικαιοσύνης ἥλιον τοῖς τῆς καρδίας ὄμμασι βλέποντες· καὶ μαρτυρήσει
λέγων ὁ Παῦλος περὶ τοῦ χρόνου τοῦ πρὸ τῆς ἐπιδη‐266

68

.

269

μίας καὶ τοῦ κατ’ αὐτήν· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτὸς, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.» Νοουμένου τοιγαροῦν
5εἰς νύκτα τοῦ πάλαι καιροῦ, εἰς ἡμέραν δὲ αὖ τοῦ καθ’ ὃν γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, φαμὲν ὅτι προηγεῖτο μὲν τῶν ἐξ Ἰσραὴλ ἐν εἴδει πυρὸς, ὡς ἐν τῷ κατακρίνοντί τε καὶ κολάζοντι νόμῳ (κολάσεως γὰρ σημεῖον τὸ πῦρ)· ἡμῶν δὲ ἐν εἴδει νεφέλης, ὡς ἐν
10τύπῳ τοῦ ἁγίου βαπτίσματος καὶ τῆς δι’ ὕδατος σωτηρίας. Ἢ οὐχ ὕδωρ ἡ νεφέλη;
13ΠΑΛΛ. Πῶς γὰρ οὔ; ΚΥΡ. Ἐκπεφοιτηκότων δὲ τῆς Αἰγυπτίων τῶν ἐξ
15Ἰσραὴλ, ἀνεκαίετο πρὸς ὀργὰς ὁ πάλαι πλεονεκτῶν, τοῦτ’ ἔστιν ὁ Φαραὼ, καὶ διώκειν ἐπεχείρει. «Ἔζευξε γὰρ,» φησὶ, «τὰ ἅρματα αὐτοῦ καὶ πάντα τὸν λαὸν συναπενέγκαι μεθ’ ἑαυτοῦ, καὶ λαβὼν ἑξακόσια ἅρματα ἐκλεκτὰ, καὶ πᾶσαν τὴν ἵππον τῶν Αἰγυπτίων, καὶ
20τριστάτας ἐπὶ πάντων.» Καὶ μεθ’ ἕτερα πάλιν· «Ἀναβλέψαντες δὲ οἱ υἱοὶ Ἰσραὴλ τοῖς ὀφθαλμοῖς ὁρῶσιν, καὶ ἰδοὺ οἱ Αἰγύπτιοι ἐστρατοπέδευσαν ὀπίσω αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα. Ἀνεβόησαν δὲ οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον, καὶ κατεφέροντο τοῦ Μω‐
25σέως ἀναφανδὸν λέγοντες· Παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γῇ Αἰγύπτῳ, ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ; τί τοῦτο ἐποίησας ἡμῖν ἐξαγαγὼν ἡμᾶς ἐξ Αἰγύπτου; Οὐ τοῦτο ἦν τὸ ῥῆμα ὃ ἐλαλή‐ σαμεν πρὸς σὲ ἐν Αἰγύπτῳ, λέγοντες· Πάρες ἡμᾶς
30ὅκως δουλεύσωμεν Αἰγυπτίοις; Κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν Αἰγυπτίοις, ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ.» Πρὸς τὰ τοιάδε Μωσῆς· «Θαρσεῖτε, φησὶ, στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ Κυρίου ἣν ποιήσει ἡμῖν σήμερον. Ὃν τρόπον γὰρ ἑωράκατε
35Αἰγυπτίους σήμερον, οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον. Κύριος πολεμήσει ὑπὲρ ἡμῶν, καὶ ὑμεῖς σιγήσετε. Εἶπε δὲ Κύριος πρὸς Μωσῆν· Τί βοᾷς πρός με; λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἀνα‐ ζευξάτωσαν· καὶ σὺ ἔπαρον τὴν ῥάβδον σου, καὶ ἔκ‐
40τεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν, καὶ ξήρανον αὐτήν. Καὶ εἰσελθέτωσαν οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν.» Καὶ τόν γε τῆς ἐπι‐ κουρίας τρόπον φανερὸν ἐποίει Θεός· «Ἐξῆρε γὰρ ὁ ἄγγελος τοῦ Θεοῦ ὁ προπορευόμενος τῆς παρεμβολῆς
45τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν· ἐξῆρε δὲ καὶ ὁ στύλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν, καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν· καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων, καὶ ἀνὰ μέσον παρεμβολῆς Ἰσραὴλ, καὶ ἔστη, καὶ

68

.

269

(50)

ἐγένετο σκότος καὶ γνόφος. Καὶ διῆλθεν ἡ νὺξ, καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα.» Καὶ ταυτὶ μὲν ἡμῖν ὁ τῆς ἱστορίας ἐξυφαίνει λόγος· χρῆναι δὲ οἶμαι πάλιν ἡμᾶς τὴν τῶν νοημάτων ἀκρίβειαν ἰδεῖν λεπτὸν ἐνιέντες τοῖς γεγραμμένοις τὸν νοῦν. ΠΑΛΛ. Πάνυ μὲν οὖν.
55ΚΥΡ. Ἐξαίρουσι τοιγαροῦν οἱ ἐξ Ἰσραὴλ εἰς τὴν ἁγίαν σπεύδοντες γῆν, ὡς ἐν στύλῳ πυρὸς καὶ νεφέ‐ λης προβιβάζοντός τε καὶ ἡγουμένου Θεοῦ. Οὐ γὰρ
ἔστιν, οὐκ ἔστιν εἰς τὴν ἄνω τε καὶ ἁγίαν ἀφικνεῖσθαι268

68

.

272

πόλιν, μὴ οὐχὶ καθηγουμένου Χριστοῦ, καὶ ἐναργῆ καθιστάντος τὴν τῆς σωτηρίας ὁδόν. Τοῖς γε μὴν τοῦτο δρᾷν ᾑρημένοις, ἐπιτρίζουσι μὲν τοὺς ὀδόντας οἱ κατὰ τόνδε τὸν κόσμον ἐχθροὶ, παραθήγει γε μὴν
5εἰς εὐτολμίαν ὁ νόμος καὶ παραθαρσύνει πεφοβημέ‐ νους· καὶ ὅτι πεσεῖται τῶν ἐναντίων τὸ στῖφος, εὖ μάλα καταδηλοῖ· τὸ γὰρ ἐκ ποδῶν γενέσθαι τοὺς Αἰ‐ γυπτίους τουτί που πάντως ἡμῖν ὑπαινίττεται· τοὺς δὲ ἐν φόβοις ὄντας τοῦ παθεῖν, ὡς ἐν τύπῳ πάλιν τοῦ
10ἁγίου βαπτίσματος διέσωζε Θεός. «Λάλησον γὰρ,» φησὶ, «τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἀναζευξάτωσαν· καὶ σὺ ἔπαρον τὴν ῥάβδον σου, καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν, καὶ ξήρανον αὐτήν· καὶ εἰσ‐ ελθέτωσαν οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῆς θαλάσ‐
15σης.» Ἢ οὐχ ὁ θεσπέσιος γράφει Παῦλος περὶ τῶν υἱῶν Ἰσραὴλ, ὅτι πάντες εἰς τὸν Μωσῆ ἐβα‐ πτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ; ΠΑΛΛ. Σύμφημι. ΚΥΡ. Χρὴ τοιγαροῦν τοὺς ἀκολουθεῖν ἐθέλοντας
20τῷ Χριστῷ, καὶ πρὸς τὴν ἄνω σπεύδοντας πόλιν, μὴ ἐνιζῆσαι τῷ νόμῳ, μηδὲ ταῖς διὰ Μωσέως ἐντολαῖς ἀμεταστάτως ἐγκαταυλίζεσθαι, καὶ σκιαῖς καὶ τύποις ἐμφιλοχωρεῖν· ἀναζευγνύναι δὲ μᾶλλον καὶ μεταχω‐ ρεῖν ἑτέρωσε, τοῦτ’ ἔστιν, ἐπὶ τὸ ἅγιον βάπτισμα.
25Τοῦτο γὰρ ἔδρων οἱ πάλαι κατὰ πρόσταξιν Θεοῦ διὰ μέσων ἰόντες κυμάτων, καὶ ὡς ὁ Παῦλός φησιν, ἐν θαλάσσῃ βαπτιζόμενοι· τότε γὰρ δὴ, τότε καὶ αὐτὸν ἕξουσιν ἀρωγὸν τὸν Θεοῦ τε καὶ ἀνθρώπων μεσίτην, Χριστὸν Ἰησοῦν. Θεὸς γὰρ ὢν ὁ Λόγος, γέγονε σάρξ·
30καὶ καθ’ ἕτερον δὲ τρόπον, μεσίτην οἰκονομικῶς ὡς διὰ μέσου χωρεῖν εἰωθότα τῶν τε σεβομένων αὐτὸν καὶ τῶν διωκόντων αὐτοὺς, καὶ συμμίσγειν οὐκ ἐῶντα, τάς τε τῶν ἐναντίων ἐφόδους ἀποκωλύοντα. «Ἐξῆρε γὰρ,» φησὶν, «ὁ ἄγγελος τοῦ Θεοῦ, καὶ ὁ στύλος τῆς
35νεφέλης, καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων, καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς Ἰσ‐ ραὴλ, καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα.» Ὡς ἐν ἀγγέλῳ δὲ πάλιν καὶ ὡς ἐν στύλῳ νεφέλης ὁ Χριστὸς σημαίνεται. Καλεῖται γὰρ τὸ ὄνομα αὐτοῦ,
40«μεγάλης βουλῆς Ἄγγελος.» ΠΑΛΛ. Μεσολαβοῦντος ἄρα Χριστοῦ, τοῖς πολεμεῖν ἐθέλουσιν οὐ συμμίξομεν; ΚΥΡ. Ὧδε μὲν ἔχει τὸ χρῆμα· νοεῖς γὰρ ὀρθῶς. Πλὴν ἐκεῖνό φημι, καὶ οὐκ ἀπὸ σκοποῦ, καθάπερ ἐγᾦμαι,
45τὸ δοκοῦν οἰχήσεται· ἄρτι μὲν γὰρ τῆς φιληδόνου τε καὶ ἐγκοσμίου ζωῆς ἀποφοιτᾷν ᾑρημένοι, ἕπεσθαί τε δεῖν ὅτι μάλιστα διεσπουδακότες τοῖς τοῦ Θεοῦ νόμοις, οὔπω γε μὴν τὴν διὰ τοῦ ἁγίου βαπτίσματος κατα‐ πλουτήσαντες χάριν, οὐ λίαν ἐσμὲν εὐσθενεῖς, ἤγουν

68

.

272

(50)

ἐπιτήδειοι πρὸς τὸ χρῆναι τληπαθεῖν, καὶ ἀνασχέσθαι πόνων τῶν ὑπὲρ ἀρετῆς, καὶ πολέμων πεῖραν δύ‐ νασθαι διενεγκεῖν. Ὥσπερ δὲ τὰ ἀρτιθαλῆ τῶν φυτῶν, τῆς ἀκμαιοτάτης μὲν τοῦ ἡλίου βολῆς παραιτεῖται τὸ βλάβος, ἀδικοῖντο δ’ ἂν οὐ μετρίως, εἰ πνευμάτων
55ἐμβολαῖς ἀγριωτέραις διακραδαίνοιντο, δεῖ δὲ δὴ πάντως αὐτοῖς τῶν ἐκ τέχνης ἐπικουρημάτων, καὶ
τῆς ἐν κύκλῳ περιβολῆς· κατὰ τὸν αὐτὸν, οἶμαι, του‐270

68

.

273

τονὶ τρόπον καὶ ἡ τοῦ ἀνθρώπου ψυχὴ, ἄρτι τῆς ἐκ παθῶν δουλείας ἐκτρέχουσα, καὶ πρὸς τὰ ἀμείνω μεθ‐ ορμιζομένη, καὶ τῷ θείῳ κατακολουθεῖν ἐθέλουσα νόμῳ, τρυφερόνους τέ ἐστι καὶ εὐαφεστέρα, καὶ ἀνα‐
5σοβοῖτο εὐκόλως, ἀνόπιν ἱδρῶτα τεθεαμένη καὶ πο‐ λέμου νόμον, ἀσπαστὸν δὲ ἡγήσεται τὸ ἐν οἷς ἦν ποτε διαγενέσθαι πάλιν. Καὶ γοῦν οἱ ἐξ Ἰσραὴλ τὴν τῶν Αἰγυπτίων τεθεαμένοι παρασκευὴν, καὶ πρὸς μόνην τοῦ πολέμου τὴν θέαν ἀπειρηκότες, ἐπεφύοντο λέγον‐
10τες τῷ θεσπεσίῳ Μωσῇ· «Οὐ τοῦτο ῥῆμα ἦν ὃ ἐλα‐ λήσαμεν ἐν Αἰγύπτῳ πρὸς σὲ λέγοντες, Πάρες ἡμᾶς, ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις; κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν Αἰγυπτίοις, ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ.» Οὐκοῦν ἀδρανὴς εἰς μάχην, καὶ πρὸς δου‐
15λείαν ἑτοιμοτάτη, καὶ εὐκαταπτόητος κομιδῇ πρὸ τοῦ ἁγίου βαπτίσματος ἡ τοῦ ἀνθρώπου ψυχή· εἰ δὲ δὴ τυχοῦσα τῆς χάριτος τὴν ἐξ ὕψους δύναμιν ἀμφιά‐ σαιτο, εὐσθενέστατα μὲν ἀντεγκομιεῖ τοῖς διώκειν ἐθέλουσι, καὶ διαμαχεῖται γενναίως, ῥᾷστα δ’ ἂν δια‐
20κρούσαιτο τὰς τῶν πολεμίων ἐπαναστάσεις, στρατη‐ γοῦντός τε καὶ προασπίζοντος Χριστοῦ. Περιεσόμεθα γὰρ οὐχ ἑτέρως ἢ κατὰ τοῦτον αὐτὸν τὸν τρόπον. ΠΑΛΛ. Σκόπει δὴ οὖν διὰ ποίων ἡμῖν καὶ τοῦτο παραστήσεις παραδειγμάτων· ἀπορήσεις γὰρ οὔτι
25που. ΚΥΡ. Διὰ πλείστων μὲν οὖν ὅσων καταδεῖξαι ῥᾷον, πλὴν ἀπό γε πρώτου τοῦ γείτονος, καὶ ἐξ ὧν αὐτὸς γέγραφεν ὁ Μωσῆς· οἱ γὰρ πρὸς μόνην ἀπειρηκότες τῶν Αἰγυπτίων τὴν θέαν, ἐπειδὴ τὴν Ἐρυθρὰν δι‐
30έβησαν θάλασσαν, καὶ τὸν τοῦ ἁγίου βαπτίσματος ἐπλήρουν τύπον (ἐβαπτίσθησαν γὰρ, φησὶν, εἰς Μω‐ σέα, καθάπερ καὶ ὁ σοφὸς γράφει Παῦλος, ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ), μάχιμοί τε ἤδη καὶ δεινοὶ πρὸς ἀντίστασιν ἀνεδείκνυντο τοῖς ἐχθροῖς, πλὴν διὰ
35Χριστοῦ. Γέγραπται δὲ οὕτως· «Ἦλθε δὲ Ἀμαλὴκ καὶ ἐπολέμει Ἰσραὴλ ἐν Ῥαφδίν. Εἶπε δὲ Μωσῆς τῷ Ἰησοῦ· Ἐπίλεξαι σεαυτῷ ἄνδρας δυνατοὺς, καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον· καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ, καὶ ἡ ῥά‐
40βδος τοῦ Θεοῦ ἐν τῇ χειρί μου. Καὶ ἐποίησεν Ἰησοῦς, καθάπερ αὐτῷ εἶπε Μωσῆς, καὶ ἐξελθὼν παρετάξατο τῷ Ἀμαλήκ· καὶ Μωσῆς, καὶ Ἀαρὼν, καὶ Ὣρ ἀν‐ έβησαν ἐπὶ τὴν κορυφὴν τοῦ βουνοῦ. Καὶ ἐγίνετο, ὅταν ἐπῆρε Μωσῆς τὰς χεῖρας κατίσχυεν Ἰσραὴλ, ὅταν δὲ
45καθῆκε τὰς χεῖρας, κατίσχυεν Ἀμαλήκ. Αἱ δὲ χεῖρες Μωσῆ βαρεῖαι, καὶ λαβόντες λίθον ἐπέθηκαν ὑπ’ αὐτὸν, καὶ ἐκάθητο ἐπ’ αὐτοῦ, καὶ Ἀαρὼν, καὶ Ὣρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ, ἐντεῦθεν εἷς, καὶ ἐντεῦθεν εἷς· καὶ ἐγίνοντο αἱ χεῖρες Μωσῇ ἐστηριγμέναι ἕως δυ‐

68

.

273

(50)

σμῶν ἡλίου· καὶ ἐτρέψατο Ἰησοῦς τὸν Ἀμαλὴκ, καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν φόνῳ μαχαίρας. Εἶπε δὲ Κύριος πρὸς Μωσῆν· Κατάγραψον τοῦτο εἰς μνη‐ μόσυνον ἐν βιβλίῳ, καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῦ, ὅτι ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπὸ
55τὸν οὐρανόν. Καὶ ᾠκοδόμησε Μωσῆς θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Κύριος καταφυγή μου, ὅτι ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ Κύριος
ἐπὶ Ἀμαλὴκ ἀπὸ γενεῶν εἰς γενεάς.»272

68

.

276

ΠΑΛΛ. Καὶ τίς ἂν γένοιτο τῶν γεγραμμένων ὁ νοῦς; συνίημι γὰρ οὐ σφόδρα. ΚΥΡ. Καὶ μὴν, ὡς ἐγᾦμαι, χαλεπὸν οὐδὲν τοῖς ἐθέλουσιν ἰδεῖν· προσταττόμενον γὰρ ὑπὸ Μωσέως
5ἐννοήσας Ἰησοῦν, τί ἂν ἕτερον ὑποτοπήσαι τις ἂν, ἢ ἐκεῖνό που πάντως, ὅτι Θεὸς ὢν ὁ Λόγος, γέγονεν ὑπὸ νόμον, κατά γε τὸ τῆς ἀνθρωπότητος σχῆμα, καὶ ὑπετάχθη τρόπον τινὰ ταῖς διὰ Μωσέως ἐντολαῖς κατὰ διαφόρους τρόπους, ὧδε μὲν ὑπομένων τὴν
10κατὰ σάρκα περιτομὴν, ὧδε δὲ τὰ δίδραχμα τελῶν, καὶ τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον συγκαθιστάμενος, λέγων τε σαφῶς· «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι.» Ἀλλ’ εἰ καὶ γέγονεν ὑπὸ νόμον διὰ τὸ ἀνθρώπινον, ἀλλ’ ἦν καὶ οὕτω Θεός, Σωτήρ τε
15καὶ Λυτρωτὴς παντὸς τοῦ λαοῦ. Ἐπιλεξάμενος γὰρ ἐκ παντὸς τοῦ λαοῦ Ἰσραὴλ, καὶ ἐκ παντὸς ἔθνους ἄνδρας δυνατοὺς, φημὶ δὲ δὴ πάλιν τοὺς ἁγίους ἀπο‐ στόλους καὶ τοὺς διὰ πίστεως κεκλημένους, οἷς ἂν λέγοιτο καλῶς· «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον
20ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν.» Παρετάξατο σὺν αὐτοῖς τῷ ἄρχοντι τοῦ αἰῶνος τούτου· περὶ οὗ φησιν ὁ πάντων δεσπότης, αὐτὸς ὁ πάντα νικῶν· «Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος τούτου, νῦν ὁ ἄρχων τοῦ αἰῶνος τούτου ἐκβληθήσεται ἔξω.» Στε‐
25φανοῖ δὲ ψήφῳ λαμπρᾷ καὶ τοὺς σὺν αὐτῷ τε καὶ δι’ αὐτοῦ νικήσαντας ὁ θεσπέσιος Ἰωάννης· «Γράφω ὑμῖν,» φησὶ, «νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ νενι‐ κήκατε τὸν Πονηρόν.» Ἢ οὐκ ἀληθὲς ὅ φημι; ΠΑΛΛ. Καὶ μάλα.
30ΚΥΡ. Καὶ εἰς αὔριον μὲν τὴν παράταξιν ἐπιτε‐ λεῖσθαι δεῖν ἔφη Μωσῆς· οὐ γὰρ ἐν χρόνῳ τῷ κατ’ αὐτὸν τὰ Χριστοῦ πέφηνε κατορθώματα· πέπρακται δὲ μᾶλλον ἐν τῷ ἑξῆς καὶ γείτονι, τοῦτ’ ἔστι, κατὰ Μωσέα καὶ νόμον. Εἶτα πρός τινα βουνὸν καὶ ἐπὶ
35κορυφὴν ἄνεισι γηλόφου Μωσῆς, ὡς ἂν δύναιτο κατ‐ αθρεῖν τὴν μάχην καὶ τὰ ἐν αὐτῇ τοῦ πάντων Ἰησοῦ κατορθώματα. Ἀναβιβάζει γὰρ συμμέτρως καὶ ἡ κατὰ νόμον μυσταγωγία πρὸς τὸ οἱονεὶ μακρόθεν δύνασθαι καθορᾷν τὰ Χριστοῦ στρατηγήματα. Καὶ
40ἀνατείνοντος μὲν Μωσέως τὰς χεῖρας, κατίσχυεν Ἰσραήλ· καθιέντος δὲ, ἠσθένει, καὶ κατίσχυε Ἀμαλήκ· ἀνάλωτος γὰρ αὐτῷ τε τῷ διαβόλῳ καὶ παντὶ γέγονεν ἐχθρῷ, καὶ καταδῃοῦν ἐθέλοντι πικρῶς, οὐχὶ δή που πᾶς Ἰσραὴλ, ἀλλ’ ὅσοι τὴν πρὸς Χριστὸν τετιμή‐
45κασι συμμορφίαν, διὰ τοῦ φορέσαι τὸν ὀνειδισμὸν αὐτοῦ, τοῦτ’ ἔστι, τὸν τίμιον σταυρόν· χεῖρες γὰρ ἀποτάδην εἰς ἀέρα δεικνύμεναι, τὸ τοῦ σταυροῦ σχῆμα γράφουσιν ἐναργῶς. Ὅσοι γε μὴν οὐ προσήκαντο τὸν σταυρὸν, εὐκατάδρομοι γεγόνασι τοῖς ἐχθροῖς, οὐκ

68

.

276

(50)

ἔχοντες τὸν ἐπαρωγόν. Ὅταν οὖν ἡμῖν ἐκτείνῃ τὰς χεῖρας Μωσῆς, τὸ τοῦ σταυροῦ σχῆμα δεικνύων, πίπτει δὲ ἀτονήσας ὁ Ἀμαλὴκ, σημαίνει που πάν‐ τως τὸ σχῆμα ἡμῖν τοὺς διὰ τοῦ τιμίου σταυροῦ νι‐ κῶντας τὸν Σατανᾶν, καὶ κατισχύοντας τῶν ἐχθρῶν
55Ὅταν δὲ καθιέντα τὰς χεῖρας βλέπωμεν, εἶτα κατ‐
ισχύοντα τὸν Ἀμαλὴκ, τοὺς ὑπὸ τῷ διαβόλῳ γεγενη‐274

68

.

277

μένους καὶ νενικημένους ἐννοήσομεν, διὰ τὸ μὴ δεῖν ἐθέλειν προσήκασθαι τὸν σταυρὸν, οἷς καὶ ὁ Χριστὸς προσεφώνει λέγων· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε, ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν
5ἀποθανεῖσθε.» Βαρείας δὲ εἶναί φησι τὰς χεῖρας Μωσέως, καὶ μόλις ἐπαιρομένας, ὀκνηρῶς τε λίαν ἐκτεινομένας, εἰς τὸ καταδεῖξαι δεῖν τὸ τοῦ σταυροῦ τίμιον σχῆμα, ἐκεῖνο οἶμαί που δηλῶν αἰνιγματωδῶς, ὡς οὐ λίαν ἕτοιμος ἦν εἰς τὸ παραδέχεσθαι τὴν
10πίστιν ὁ Ἰσραὴλ, δυσοκνότατά τε καὶ μόλις ἐρχόμε‐ νος εἰς τὸ θέλειν ἀναλαβεῖν τὸν ὀνειδισμὸν τοῦ Χρι‐ στοῦ· σκάνδαλον γὰρ Ἰουδαίοις διά τοι τοῦτο καλῶς ὀνομάζει τὸν σταυρὸν καὶ ὁ θεσπέσιος Παῦλος. «Καὶ λαβόντες,» φησὶ, «λίθον, ὑπέθηκαν ὑπ’ αὐτὸν, καὶ
15ἐκάθητο ἐπ’ αὐτοῦ, καὶ Ἀαρὼν καὶ Ὣρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ, ἐντεῦθεν εἷς, καὶ ἐντεῦθεν εἷς.» Λίθος δὲ τίμιος, ἐκλεκτὸς, ἀκρογωνιαῖος, ἔντιμος ὁ Χριστὸς, ἐφ’ ᾧ καὶ ἀναπαυόμενοι (δηλοῖ γὰρ ἡ κάθησις τὴν ἀνάπαυσιν) οἱ ἐπιεικέστεροι δὲ καὶ εὐμαθέστεροι
20τῶν ἐξ Ἰσραὴλ, τὸ λῆμμα τῆς χάριτος τῆς κατ’ ἐκ‐ λογὴν, ἁπλοῦσι τὰς χεῖρας, τοῦτ’ ἔστι, καταδέχονται τὸν σταυρὸν, στηρίζοντος οἱονεί που καὶ διακρατοῦν‐ τος αὐτοὺς καὶ πρός γε τοῦτο Χριστοῦ, ὡς ἐν Ὥρ τε καὶ Ἀαρὼν σημαίνεται, νοούμενος ἐν ταὐτῷ κριτὴς
25καὶ ἀρχιερεύς. Ὣρ μὲν γὰρ ἦν ἀδέκαστος κριτής· Ἀαρὼν δὲ ἀρχιερεὺς, ὁ τὸ λῆμμα συνέχων, τὸ κατ’ ἐκλογὴν χάριτος τῶν ἐξ Ἰσραὴλ, πρὸς τὴν διὰ πί‐ στεως σωτηρίαν. Τουτὶ γὰρ οἶμαι δηλοῦν τὸ διὰ φωνῆς Ἡσαΐου προφητικῶς εἰρημένον· «Καὶ εἰ μὴ
30Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν.» Πεπτωκότος τοιγαροῦν τοῦ ἀνθεστηκότος, φημὶ δὴ τοῦ Ἀμαλήκ· «Κατάγραψον,» φησὶν, «εἰς μνημόσυνον τοῦτο εἰς βιβλίον, καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῦ.»
35Ἔμελλε γὰρ διὰ τῆς τῶν ἁγίων εὐαγγελιστῶν συγ‐ γραφῆς εἰς ἀτελεύτητον καὶ μακρὰν ἐκτείνεσθαι μνήμην τὰ διὰ Χριστοῦ κατορθώματα. Δίδοσθαί γε μὴν ἔφη τὴν συγγραφὴν εἰς τὰ ὦτα τοῦ Ἰησοῦ. Ἀνάθημα γὰρ ὥσπερ ἔπαινοί τε καὶ ἐγκώμια τῷ
40Χριστῷ τὰ τῶν ἁγίων συγγράμματα. Πεπτωκότος δὲ ἤδη καὶ νενικημένου τοῦ Ἀμαλὴκ, ἀνίστησιν ὁ Μωσῆς θυσιαστήριον τῷ Θεῷ· καταγράφει δὲ καὶ αὐτῷ ὄνομα, «Κύριός μου, καταφυγή μου.» Τύπος δὲ ἂν εἴη καὶ τοῦτο Χριστοῦ. Κύριος γὰρ ἡμῖν γέγονε
45καὶ καταφυγή· νενικηκὼς γὰρ τὸν ἄρχοντα τοῦ αἰῶ‐ νος τούτου, πατήσας δὲ τοῦ θανάτου τὸ κράτος, καὶ ἀναθεὶς ἑαυτὸν ὑπὲρ ἡμῶν ὥσπερ ἄμωμον ἱερεῖον, εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Τύπος οὖν ἄρα Χριστοῦ, τὸ θυσιαστήριον, ᾧ καὶ πρέπον τε καὶ

68

.

277

(50)

ἀληθὲς ὄνομα, «Κύριός μου, καταφυγή μου.» ΠΑΛΛ. Σύμφημι· νοεῖς γὰρ ὀρθῶς. ΚΥΡ. Ἐν χειρὶ δὲ κρυφαίᾳ πολεμήσας τὸν νοητὸν Ἀμαλὴκ καὶ νενικηκὼς ὁ Χριστὸς, κατεκράτησε
τῶν ἐθνῶν, καὶ διήρπασεν αὐτοῦ τὰ σκεύη, καθά276

68

.

280

φησιν αὐτὸς, καταδήσας τὸν ἰσχυρόν. Τὴν γὰρ ὑπ’ ἐκείνῳ πράττουσαν ἀγέλην ποτὲ, φημὶ δὴ τοὺς ἐξ ἐθνῶν, τοῖς ἀρχαιοτέροις συνῆψε ποιμνίοις· τοιγάρ‐ τοι καὶ ἔφασκε· «Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ
5ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.» Χριστὸς δέ ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφὰς, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καὶ τὴν ἔχ‐
10θραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, καὶ εἰς ἕνα καινὸν ἄνθρω‐ πον τούς τε ἐκ περιτομῆς καὶ τοὺς ἔξω νόμου συν‐ ενεγκών. Ἄθρει δὴ οὖν πάλιν τοῦτο μέγα μυστήριον, τοῖς ἀρτίως ἡμῖν εἰρημένοις παρεζευγμένον, ὡς ἐν
15σκιᾷ καὶ αἰνίγμασιν. «Ἤκουσε γὰρ,» φησὶν, «Ἰοθὸρ, ὁ ἱερεὺς Μαδιὰμ, ὁ γαμβρὸς Μωσῆ, πάντα ὅσα ἐποίησε Κύριος Ἰσραὴλ τῷ ἑαυτοῦ λαῷ· ἐξήγαγε γὰρ Κύριος τὸν Ἰσραὴλ ἐξ Αἰγύπτου. Ἔλαβε δὲ καὶ Ἰοθὸρ ὁ γαμβρὸς Μωσέως Σεπφώραν τὴν γυναῖκα Μωσῆ μετὰ
20τὴν ἄφεσιν αὐτῆς, καὶ τοὺς δύο υἱοὺς αὐτῆς· ὄνομα τῷ ἑνὶ Γερσὰν, λέγων· Πάροικος ἤμην ἐν γῇ ἀλλο‐ τρίᾳ· καὶ τὸ ὄνομα τοῦ δευτέρου Ἐλιεζὲρ, λέγων· Ὁ γὰρ Θεὸς τοῦ πατρός μου βοηθός μου, καὶ ἐξείλετό με ἐκ χειρὸς Φαραώ. Καὶ ἦλθεν Ἰοθὸρ ὁ γαμβρὸς
25Μωσῆ, καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ, πρὸς Μωσῆν εἰς τὴν ἔρημον, οὗ παρέλαβεν ἐπὶ τὸ ὄρος τοῦ Θεοῦ. Ἀνηγγέλη δὲ Μωσῇ λέγοντες· Ἰδοὺ ὁ γαμβρός σου Ἰοθὸρ πα‐ ραγίνεται πρὸς σὲ, καὶ ἡ γυνὴ καὶ οἱ δύο υἱοί σου μετ’ αὐτοῦ. Ἐξῆλθε δὲ Μωσῆς εἰς συνάντησιν τῷ
30γαμβρῷ αὐτοῦ Ἰοθὸρ, καὶ προσεκύνησεν αὐτῷ, καὶ κατεφίλησεν αὐτὸν, καὶ ἠσπάσαντο ἀλλήλους, καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν σκηνήν· καὶ διηγήσατο Μωσῆς τῷ γαμβρῷ πάντα ὅσα ἐποίησεν ὁ Κύριος τῷ Φαραὼ καὶ τοῖς Αἰγυπτίοις ἕνεκα τοῦ Ἰσραὴλ, καὶ
35πάντα τὸν μόχθον τὸν γενόμενον αὐτοῖς ἐν τῇ ὁδῷ, καὶ ὅτι ἐξείλετο αὐτοὺς Κύριος ἐκ χειρὸς Φαραὼ, καὶ ἐκ χειρὸς τῶν Αἰγυπτίων. Ἐξέστη δὲ ὁ Ἰοθὸρ ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς οἷς ἐποίησεν αὐτοὺς Κύριος, ὅτι ἐξείλετο αὐτοὺς Κύριος ἐκ χειρὸς Αἰγυπτίων καὶ
40ἐκ χειρὸς Φαραώ. Καὶ εἶπεν Ἰοθόρ· Εὐλογητὸς Κύ‐ ριος, ὅτι ἐξείλετο τὸν λαὸν αὐτοῦ ἐκ χειρὸς τῶν Αἰγυ‐ πτίων, καὶ ἐκ χειρὸς Φαραώ. Νῦν ἔγνων, ὅτι μέγας Κύριος παρὰ πάντας τοὺς θεοὺς, ἕνεκεν τούτου, ὅτι ἐπέθεντο αὐτοῖς. Καὶ ἔλαβεν Ἰοθὸρ γαμβρὸς Μωσῆ
45ὁλοκαυτώματα καὶ θυσίας τῷ Θεῷ· παρεγένοντο δὲ Ἀαρὼν καὶ πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ συμφα‐ γεῖν ἄρτον μετὰ τοῦ γαμβροῦ Μωσέως ἐναντίον τοῦ Θεοῦ. Καὶ ἐγένετο μετὰ τὴν ἐπαύριον, συνεκάθισε Μωσῆς κρίνειν τὸν λαόν· παρειστήκει δὲ ὁ λαὸς πᾶς

68

.

280

(50)

Μωσῇ ἀπὸ πρωΐθεν ἕως ἑσπέρας. Ἰδὼν δὲ Ἰοθὸρ πάντα ὅσα ἐποίησε τῷ λαῷ, λέγει· Τί τοῦτο ὃ σὺ ποιεῖς τῷ λαῷ; διὰ τί σὺ κάθησαι μόνος, πᾶς δὲ λαὸς παρέστηκέ σοι ἀπὸ πρωῒ ἕως δείλης; Καὶ λέγει Μω‐ σῆς τῷ γαμβρῷ· Ὅτι παραγίνεται ὁ λαὸς πρός με
55ἐκζητῆσαι κρίσιν παρὰ Θεοῦ. Ὅταν γὰρ γένηται αὐτοῖς ἀντιλογία καὶ ἔλθωσι πρός με, διακρίνω ἕκα‐
στον, καὶ συμβιβάζω αὐτοὺς τὰ προστάγματα τοῦ278

68

.

281

Θεοῦ καὶ τὸν νόμον αὐτοῦ. Εἶπε δὲ ὁ γαμβρὸς Μωσῆ πρὸς αὐτόν· Οὐκ ὀρθῶς σὺ ποιεῖς τὸ ῥῆμα τοῦτο, οὐ δυνήσῃ σὺ ποιεῖν μόνος. Νῦν δὲ ἄκουσόν μου, καὶ συμβουλεύσω σοι, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ. Γίνου
5σὺ τῷ λαῷ τὰ πρὸς τὸν Θεὸν, καὶ ἀνοίσεις τοὺς λό‐ γους αὐτῶν πρὸς τὸν Θεὸν, καὶ διαμαρτύρει αὐτοῖς τὰ προστάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ, καὶ σημανεῖς αὐτοῖς τὰς ὁδοὺς, ἐν αἷς πορεύσονται ἐν αὐταῖς, καὶ τὰ ἔργα ἃ ποιήσουσι. Καὶ σὺ σαυτῷ
10σκέψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας, φησὶ, δυνατοὺς, καὶ κρινοῦσι τὸν λαόν.» Καὶ μεθ’ ἕτερα πάλιν· «Ἤκουσε δὲ,» φησὶ, «Μωσῆς τῆς φωνῆς τοῦ γαμ‐ βροῦ αὐτοῦ, καὶ ἐποίησεν ὅσα αὐτῷ εἶπεν.» ΠΑΛΛ. Ἴθι δή μοι πάλιν, καὶ ἀνὰ μέρος ἕκαστα διαλαβὼν, διασάφει.
15ΚΥΡ. Ἦ οὐκ εἶναι φῂς ἀλλογενῆ τε καὶ ἐξ ἐθνῶν τὸν Μαδιηναῖον; Οὐ γάρ που ῥίζης τῆς Ἀβραὰμ ἐξέφυ· ἦν δὲ καὶ ἑτέρως ἱερουργός τε καὶ λάτρις τῆς κατ’ ἐκεῖνο καιροῦ νενομισμένης ἐπὶ τῆς γῆς ἐθελο‐ θρησκείας. Προσεκύνουν μὲν γὰρ, ὡς πολὺς ἔχει
20λόγος, ᾤοντό τε αὐτοὶ κατὰ σφᾶς αὐτοὺς, ὑψίστῳ Θεῷ καθάπερ ἀμέλει καὶ Μελχισεδέκ· προσεδέχοντο δὲ καὶ ἑτέρους τάχα που θεοὺς, ἐναριθμοῦντες αὐτῷ τὰ ἐξαίρετα τῶν κτισμάτων, γῆν τε καὶ οὐρανὸν, ἥλιον καὶ σελήνην, καὶ τὰ τῶν ἄστρων ἐπισημότερα·
25καὶ πλημμέλημα μὲν ἀρχαῖον ἡ ἐπὶ τῷδε καταφθορὰ καὶ πλάνησις, διήκει δὲ καὶ εἰς δεῦρο καὶ παρατείνε‐ ται. Φρονοῦσι γὰρ ὧδε παραληροῦντες ἔτι τῶν ἐν τῇ Φοινίκῃ καὶ Παλαιστίνῃ τινὲς, οἳ σφᾶς μὲν αὐτοὺς θεοσεβεῖς ὀνομάζουσιν, οἶμον δέ τινα θρησκείας δια‐
30στείχουσι μέσην, οὔτε τοῖς Ἰουδαίων ἔθεσι καθαρῶς, οὔτε τοῖς Ἑλλήνων προσκείμενοι, εἰς ἄμφω δὲ ὥσπερ διαῤῥιπτούμενοι καὶ μεμερισμένοι. Ἑλομένοις δέ ποτε τοῖς ἐξ Ἰσραὴλ τὸ ὧδε φρονεῖν ὁ προφήτης Ἡλίας ἐπετίμα λέγων· «Ἕως πότε χωλανεῖτε ἐπ’
35ἀμφοτέραις ταῖς ἰγνύαις; ἢ Βάαλ, Βάαλ, ἢ τῷ Θεῷ, Θεῷ.» Ἦν οὖν ἄρα καὶ Ἰοθὸρ τοιουτονί τινα, κατὰ τὸ εἰκὸς, θρησκείας διέπων τρόπον. Ὃς ἐπείπερ ἔγνω τὰ παρὰ Θεοῦ γεγονότα πρὸς σωτηρίαν τῶν ἐξ Ἰσραὴλ, σεπτοῖς καὶ ἀξιαγάστοις διηγήμασι κατα‐
40κηλούμενος, πανοικί τε καὶ παγγενεὶ πρὸς τὸν ἱερὸν ἀφικνεῖται Μωσέα· ὃς ἐπείπερ εἶδεν, ἀσμένως εἰσ‐ εδέξατό τε καὶ εἰσκεκόμικεν εἰς ἰδίαν σκηνήν. Ἀφ‐ ηγεῖται δὲ ἀκριβέστερον τὰ διὰ τῆς θείας ἰσχύος εὖ μάλα κατορθώματα. Καὶ τὰ παντὸς ἐπέκεινα λόγου
45τερατουργήματα. Καλεῖται γὰρ εἰς μετάγνωσιν τὴν ὡς πρὸς Θεὸν ἡ τῶν πλανωμένων πληθὺς, φημὶ δὴ τὰ ἔθνη, ἐν πρώτοις μὲν ἐκ παρακουσμάτων ὧν ἄν τις ποιοῖτο περὶ Θεοῦ, εἶθ’ οὕτως αὐτὰ δι’ ἑαυτῶν πρὸς τὸν θεῖον ὥσπερ αὐτομολοῦντα νόμον, τοῦτ’

68

.

281

(50)

ἔστι, τὴν διὰ γράμματος ἱεροῦ κατήχησιν. Ὥστε καὶ εἰς τὴν πρώτην εἰστρέχει σκηνήν. Εἰσαγωγικὸς γὰρ ὁ νόμος· εἶτα τοῖς ἀρχαιοτέροις διηγήμασιν ἀναπε‐ πεισμένα, μεταχωρεῖ καὶ εἰς τὸ φρονεῖν ἑλέσθαι λοι‐ πὸν, ὅτι δὴ Θεὸς εἷς τέ ἐστι καὶ μόνος, καὶ μὴν καὶ
55εἰς τὸ χρῆναι καρποφορεῖν αὐτῷ. Τὴν γάρ τοι Μω‐ σέως διήγησιν ἀκηκοὼς ὁ Μαδιηναῖος, «Νῦν ἔγνων,»
φησὶν, ὅτι μέγας Κύριος παρὰ πάντας τοὺς θεούς·280

68

.

284

ἕνεκεν τούτου, ὅτι ἐπέθεντο αὐτοῖς. Καὶ ἔλαβεν Ἰοθὸρ ὁ γαμβρὸς Μωσῆ ὁλοκαυτώματα καὶ θυσίας τῷ Κυρίῳ.» Στειχειωτὴς οὖν ἄρα, καὶ εἰς πρώτας εἰσβολὰς ἡμᾶς τῆς ἀληθοῦς θεογνωσίας ἀποφέρει
5Μωσῆς, τοῦτ’ ἔστιν, ἡ διὰ τῶν ἀρχαιοτέρων Γραμμά‐ των κατήχησις εἰσαγωγική. ΠΑΛΛ. Ἄραρεν. ΚΥΡ. Τελειοῖ δὲ Χριστὸς τοὺς διὰ νόμου κατηχου‐ μένους. Νόμον δὲ εἰ λέγοιμι πάλιν, διαθήκην ἐννόει
10τὴν παλαιάν. Καὶ γοῦν πρὸς μὲν τὸν Ἰοθὸρ μόνοις ἐχρῆτο τοῖς περὶ Θεοῦ διηγήμασιν ὁ Μωσῆς· γνώμης τε εἰς τοῦτο μεθίστη λοιπὸν, ὡς διαῤῥήδην ὁμολογεῖν οὐκ εἶναι Θεὸν ἕτερον, πλὴν ὅτι μόνος ὁ εἷς, ὁ φύσει καὶ ἀληθῶς. Πίστις δὲ αὕτη κατηχουμένων ἡ πρώτη,
15τὸ τῆς πολυθέου δόξης ἀπαλλάττεσθαί φημι, καὶ τὸν ἀληθῶς ἕνα τε καὶ φύσει παραδέχεσθαι Θεόν. Ἀαρὼν δὲ τὸν Ἰοθὸρ καὶ τραπέζης ἠξίου, καὶ εἰς ἄρτου βρῶσιν ἐκάλει. «Παραγέγονε» γὰρ, φησὶν, «Ἀαρὼν καὶ πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ, συμφαγεῖν ἄρτον
20μετὰ τοῦ γαμβροῦ Μωσῆ ἐναντίον τοῦ Θεοῦ.» Τελειοῖ γὰρ ἡμᾶς ἄρτῳ τῷ ζῶντι Χριστὸς, ὁ ἀληθέστερος Ἀαρών· τελειοῖ δὲ οὐ μόνον τοὺς ἐξ ἐθνῶν, ἀναμὶξ δὲ μᾶλλον τοὺς ἐξειλεγμένους ἐξ αἵματος Ἰσραὴλ, ὧν ἂν εἶεν τύπος οἱ πρεσβύτεροι. Ἔμφασιν δὲ πρὸς
25ἁγιασμὸν οὐ μετρίαν ἔχει τὸ ὡς ἐνώπιον τοῦ Θεοῦ τὸν ἄρτον χρῆναι φαγεῖν. Τί γὰρ οὕτως ἐν ὄψει Θεοῦ, ὡς μυστικὴ τράπεζα, καὶ θυσία, καὶ οἱ ταύτης μέτ‐ οχοι; ΠΑΛΛ. Εὖ λέγεις.
30ΚΥΡ. Ὅτι διὰ Χριστοῦ τελειούμενοι, καὶ τῆς ἐν νόμῳ παιδαγωγίας πρὸς ἀμείνω σύνεσιν ἀναθρώσκο‐ μεν, ἀπονητὶ δὲ ὀψόμεθα σαφῆ τοῦ πράγματος εἰκόνα δεχόμενοι, Μωσέα τε καὶ Ἰοθόρ· «Μωσῆς μὲν γὰρ ὁ θεσπέσιος ἐκάθητο κρίνων,» φησί· «παρειστήκει δὲ
35αὐτῷ πᾶς ὁ λαὸς ἀπὸ πρωῒ ἕως ἑσπέρας.» Εἰσηγεῖ‐ ται δὲ γνώμην Ἰοθὸρ, ἣν τετίμηκε Μωσῆς, ἄριστά τε ἔχειν ἐννενοηκὼς προσεδέξατο· «Ἤκουσε γὰρ,» φησὶ, «Μωσῆς τῆς φωνῆς τοῦ γαμβροῦ, καὶ ἐποίησεν ὅσα αὐτῷ εἶπεν.» Ἢ γὰρ οὐχὶ πάντη τε καὶ πάντως
40ὁ τὴν ἀμείνω βουλὴν καὶ γνώμην οἷός τε λέγειν νοοῖτ’ ἂν ὑπάρχειν καὶ ἐν συνέσει προφερεστέρᾳ; ΠΑΛΛ. Φημί. ΚΥΡ. Ὅτι δὲ ἀμείνων καὶ ἐπέκεινα πολὺ τῆς ἐν νόμῳ κατηχήσεως ἡ διὰ Χριστοῦ τελείωσις, εἰς
45γνῶσιν ἡμᾶς ὑπερφέρουσα τὴν ἀσυγκρίτως ὑπερκει‐ μένην, ἐκδείξειεν ἂν εὐκόλως ὁ ἱερώτατος Παῦλος, διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ, καθά φησιν αὐτὸς, τὰ ἐν νόμῳ κέρδη προθυμότατα ζημιού‐ μενος, σκύβαλά τε εἶναι νομίζων, ἵνα Χριστὸν κερ‐

68

.

284

(50)

δήσῃ. Καὶ πρὸς μὲν τοὺς μόνα τιμῶντας ἔτι τὰ διὰ Μωσέως, οὐ προσιεμένους δὲ τὴν διὰ Χριστοῦ τε‐
λείωσιν, ὁ προφήτης ἔφασκεν Ἱερεμίας· Πῶς ἐρεῖτε282

68

.

285

ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου ἐστὶ μεθ’ ἡμῶν; Εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς Γραμμα‐ τεῦσιν· ᾐσχύνθησαν σοφοὶ, ἐπτοήθησαν καὶ ἑάλωσαν· σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν λόγον Κυρίου ἀπ‐
5εδοκίμασαν;» Ἡμῖν δὲ τοῖς τὸν σωτήριον οὐκ ἀποδο‐ κιμάζουσι λόγον (προσιέμεθα γὰρ ἀσμένως τὰ διὰ Χριστοῦ κηρύγματα) γέγονεν αὐτὸς σοφία παρὰ Θεοῦ. Πεπλεονεκτήκαμεν οὖν ἄρα καὶ κατὰ σύνεσιν τοὺς ἐν νόμῳ, καὶ οἱ τοῖς κατὰ νόμον διηγήμασιν κατ‐
10ηχούμενοι, φαγόντες τὸν ἄρτον ἐνώπιον τοῦ Θεοῦ, τὰ ἀμείνω καὶ λαλεῖν καὶ φρονεῖν πεπαιδεύμεθα. Γνω‐ μοδοτεῖ γὰρ Ἰοθὸρ, καὶ ἐπακούει Μωσῆς. Εἴη δὲ ἂν εἰκότως πρόσωπον μὲν ὥσπερ τῶν ἐξ ἐθνῶν Ἰοθὸρ, Μωσῆς δὲ τῶν κατὰ νόμον.
17ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Οὐκοῦν ἡ διὰ Χριστοῦ τελείωσις, καὶ τῶν κατ’ αὐτὸν μυστηρίων ἡ δύναμις, καὶ σοφοὺς ἡμᾶς
20ἀποτελεῖ, καὶ θανάτου κρείττονας ὁρᾶσθαι ποιεῖ, τὸν κεκρυμμένον τε καὶ νοητὸν Ἀμαλὴκ καταστρέφουσα, τοῦτ’ ἔστι, τὸν Σατανᾶν. Καὶ ὀρθῶς γε λίαν ὁ Ψάλ‐ λων ἔφασκεν· «Ὅτι ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Ἡμῶν
25δὲ δὴ περὶ τῶν ἐν πίστει λελαμπρυσμένων, ἀνεφώνει πάλιν ὡς πρὸς αὐτόν· «Ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν.» Καυχώμεθα γὰρ ἐν Χριστῷ σω‐ ζόμενοι, καὶ αὐτὸν ἔχοντες ὅπλον εὐδοκίας, κατὰ τὰς
30Γραφάς. Τούτου δὲ αὖ τύπος ἡμῖν καὶ εἰκὼν ἐναργὴς ἂν γένοιτο πάλιν, τὸ ἐν τῷ τέλει τῆς δευτέρας τῶν Βασιλειῶν γεγραμμένον· ἔχει δὲ οὕτως· «Καὶ ἀνέστη Δαβὶδ πρωΐ, καὶ λόγος Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν προφήτην τὸν ὁρῶντα πρὸς Δαβὶδ, λέγων· Πορεύ‐
35θητι καὶ λάλησον πρὸς Δαβὶδ, λέγων· Τάδε λέγει Κύριος· Τρία ἐγὼ ἐρῶ ἐπὶ σὲ, ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν, καὶ ποιήσω σοι. Καὶ εἰσῆλθε Γὰδ πρὸς Δαβὶδ, καὶ ἀπήγγειλε, καὶ εἶπεν αὐτῷ· Ἔκλεξαι σεαυτῷ γε‐ νέσθαι, ἢ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῆ σου, ἢ
40τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου, καὶ ἔσονται καταδιώκειν σε· ἢ τρεῖς ἡμέρας γενέσθαι θάνατον ἐν τῇ γῇ σου. Νῦν οὖν γνῶθι καὶ ἴδε τί ἀποκριθῶ τῷ ἀποστείλαντί με ῥῆμα. Καὶ εἶπε Δαβὶδ πρὸς Γάδ· Στενά μοι πάντοθεν σφόδρα ἐστὶ καὶ τὰ
45τρία· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα· εἰς δὲ χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω. Καὶ ἐξελέξατο ἑαυτῷ Δαβὶδ τὸν θάνα‐ τον· ἦσαν δὲ αἱ ἡμέραι θερισμοῦ πυρῶν, καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ ἀπὸ πρωΐθεν ἕως ὥρας

68

.

285

(50)

ἀρίστου· καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ, καὶ ἀπ‐ έθανεν ἐκ τοῦ λαοῦ Κυρίου ἀπὸ Δὰν καὶ ἕως Βερσαβεὲ, ἑβδομήκοντα χιλιάδες ἀνδρῶν· καὶ ἐξέτεινεν ὁ ἄγγε‐ λος τοῦ Θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς Ἱερουσαλὴμ τοῦ διαφθεῖραι αὐτήν· καὶ παρεκλήθη Κύριος ἐπὶ τῇ
55κακίᾳ, καὶ εἶπε τῷ ἀγγέλῳ τῷ διαφθείροντι ἐν τῷ λαῷ· Ἱκανὸν, ἄνες τὴν χεῖρά σου. Καὶ ὁ ἄγγελος
τοῦ Θεοῦ ἦν ἑστὼς περὶ τῇ ἅλῳ Ὀρνᾶ τοῦ Ἰεβου‐284

68

.

288

σαίου. Καὶ εἶπε Δαβὶδ πρὸς Κύριον, ἐν τῷ ἰδεῖν αὐ‐ τὸν τὸν ἄγγελον τὸν τύπτοντα ἐν τῷ λαῷ, καὶ εἶπεν· Ἰδοὺ ἐγώ εἰμι ὁ ποιμὴν, ἐγὼ ἡμάρτηκα, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα· καὶ οὗτοι τὰ πρόβατα τί ἐποίη‐
5σαν; Γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Καὶ ἦλθε Γὰδ πρὸς Δαβὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ εἶπεν αὐτῷ· Ἀνάβηθι, καὶ στῆσον τῷ Κυρίῳ θυσιαστήριον ἐν τῇ ἅλῳ Ὀρνᾶ τοῦ Ἰεβου‐ σαίου. Καὶ ἀνέβη Δαβὶδ κατὰ τὸ ῥῆμα Γὰδ τοῦ προ‐
10φήτου, ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος· καὶ διέκυ‐ ψεν Ὀρνᾶ, καὶ εἶδε τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ, παραπορευομένους ἐπάνω αὐτοῦ· καὶ ἐξῆλθεν Ὀρνᾶ, καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. Καὶ εἶπεν Ὀρνᾶ· Τί ὅτι ἦλθεν ὁ
15κύριός μου ὁ βασιλεὺς πρὸς τὸν δοῦλον αὐτοῦ; Καὶ εἶπε Δαβίδ· Κτήσασθαι παρὰ σοῦ τὴν ἅλω τοῦ οἰκο‐ δομῆσαι θυσιαστήριον τῷ Κυρίῳ, καὶ συσχεθῇ ἡ θραῦσις ἐπάνωθεν τοῦ λαοῦ. Καὶ εἶπεν Ὀρνᾶ πρὸς Δαβίδ· Λαβέτω καὶ ἀνενεγκάτω ὁ κύριός μου ὁ βασι‐
20λεὺς τῷ Κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα. Τὰ πάντα ἔδωκεν Ὀρνᾶ τῷ βα‐ σιλεῖ. Καὶ εἶπεν Ὀρνᾶ πρὸς τὸν βασιλέα· Κύριος ὁ Θεός σου εὐλογήσαι σε. Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς
25Ὀρνᾶν· Οὐχί· ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι. Καὶ οὐκ ἀνοίσω Κυρίῳ τῷ Θεῷ μου ὁλο‐ καύτωμα δωρεάν. Καὶ ἐκτήσατο Δαβὶδ ἅλω καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα, καὶ ᾠκοδόμη‐ σεν ἐκεῖ Δαβὶδ θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς. Καὶ προσέθηκε Σαλομὼν
30εἰς τὸ θυσιαστήριον ἐπ’ ἐσχάτων, ὅτι μικρὸν ἦν ἐν πρώτοις. Καὶ ἐπήκουσε Κύριος τῇ γῇ, καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνωθεν Ἰσραήλ. ΠΑΛΛ. Καὶ τίς ἂν εἴη πάλιν ἔν γε δὴ τούτοις ὁ νοῦς; ὡς δυσέφικτον κομιδῇ τὸ θεώρημα. ΚΥΡ. Δυσέφικτον μὲν ὁμολογουμένως, καὶ δυσάλω‐
35τον ἀληθῶς. Πλὴν ἐκεῖνό φημι τὴν τοῦ προκειμένου περίνοιαν, ὡς ἐν ὀλίγοις εὖ μάλα συνενεγκὼν, καὶ περιστρέψας εἰς νοῦν. Ἄθρει δὴ οὖν, ὦ Παλλάδιε, καθάπερ ἐν ἐσόπτρῳ καὶ ἐν ἰσχναῖς φαντασίαις τὸ Χριστοῦ μυστήριον, καὶ τῆς ἐφ’ ἡμῖν οἰκονομίας τὸν
40τρόπον. ΠΑΛΛ. Οὐκοῦν δρῴης ἂν αὐτὸς εὖγε τουτὶ, τὸ συνιέναι δύνασθαι χορηγοῦντος Θεοῦ. ΚΥΡ. Ἄκουε δή. Βαδιοῦμαι γὰρ ἤδη ἐπὶ τὸ χρῆναι λέγειν. Ἐκ θείας ὀργῆς κατενεμήθη θάνατος τὸν λαὸν
45Κυρίου, καὶ μέχρις ὥρας ἀρίστου, διακωλύοντος οὐ‐ δενὸς, ἴσχυσεν ὁ ὀλοθρευτής· μέλλοντα δὲ αὐτοῖς ἐπαφεῖναι τὴν χεῖρα τοῖς Ἱεροσολύμοις, ἀπείργει Θεός· τεθεαμένος δὲ τὸν ἄγγελον, ἐλιπάρει Κύριον Δαβὶδ, λέγων πεπλημμεληκέναι ἑαυτόν· ἄμεινον δὲ

68

.

288

(50)

εἶναι καὶ δικαιότερον τὸν ποιμένα καὶ ἡγούμενον ἐκ‐ τεθνάναι μᾶλλον, ἤγουν τὰ πρόβατα, διά τοι τὸ εἰδέ‐ ναι μηδέν· εἶτα Θεοῦ σημαίνοντος, ἐγείρει θυσια‐ στήριον ἐν τῇ ἅλῳ Ὀρνᾶ, ἣν ἅμα τοῖς ἀλοῶσι βου‐ σὶν ἐξεπρίατο σίκλων πεντήκοντα. Ἐπειδὴ δὲ τὸ
55θεῖον εὖ μάλα θυσιαστήριον ἀνεδείματο, τὰς ἐπ’
αὐτῷ θυσίας ἐτέλει, ὁλοκαυτώματα καὶ εἰρηνικάς·286

68

.

289

ἔστη δὲ οὕτω λοιπὸν ἡ θραῦσις, καὶ ὁ πάλαι δεινὸς ἐνεκόπη θάνατος. Ἐπεσημαίνετο δὲ τὸ Γράμμα τὸ ἱερὸν, ὅτι βραχὺ μὲν ἦν ἐν ἀρχαῖς τὸ θυσιαστήριον, προσέθηκέ γε μὴν ἐν ἐσχάτοις Σαλομὼν αὐτῷ. Ἢ
5οὐκ εἶναι φῂς ὡς ἔν γε βραχεῖ τὴν τοῦ προκειμένου περίνοιαν ἐν τούτοις; ΠΑΛΛ. Φημί· πῶς δ’ ἂν γένοιτο σαφὴς ὁ νοῦς, ἤδη διατράνου. ΚΥΡ. Ἦ οὐκ οἶσθα, ὅτι κατώλισθεν ὁμολογου‐
10μένως εἰς θάνατον καὶ φθορὰν ἡ ἀνθρώπου φύσις, καταθήξασα πρὸς ὀργὰς τὸν Δημιουργὸν, ὡς ἐν τῇ γένους ἡμῶν ἀπαρχῇ, τοῦτ’ ἔστιν, Ἀδὰμ, ὃς τὴν θείαν ἐν ἀρχαῖς ἠθέτησεν ἐντολὴν, ἀκήκοε δὲ οὕτω· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ;»
15ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ἀπὸ πρωῒ τοιγαροῦν, τοῦτ’ ἔστιν, ἐκ πρώτων τοῦ παρόντος αἰῶνος καιρῶν, κατενεμήθη θάνατος τοὺς ἐπὶ τῆς γῆς, μέχρις ὥρας ἀρίστου, τοῦτ’ ἔστιν, ἕως καιρὸς τραπέζης. Ὅτε γὰρ ἡμῖν ἐνέστη
20καιρὸς τῆς ἁγίας τραπέζης, δῆλον δὲ ὅτι τῆς ἐν Χριστῷ καὶ μυστικῆς, ἐφ’ ᾗ τὸν ἄρτον ἐσθίομεν τὸν ἐξ οὐρανοῦ καὶ ζωοποιὸν, ὁ πάλαι δεινὸς καὶ δυσάν‐ τητος κατηργήθη θάνατος, παρακεκλημένου Θεοῦ· καὶ δεδυσώπηται μόλις ὁ ὀλοθρευτὴς, ὃς ἐπείπερ
25ἤθελε καὶ τοῖς τὴν ἁγίαν οἰκοῦσι πόλιν, τὴν νοητὴν Ἱερουσαλὴμ, τὴν διαφθείρουσαν ἐπαφεῖναι χεῖρα, Θεοῦ παρακεκλημένου, τότε δὴ μόλις εἴργεται· «Ἄνες γὰρ νῦν,» φησὶν, «ἱκανόν ἐστιν.» Ἁγία δὲ πόλις, ἡ Ἐκκλησία, ἧς εἶεν ἂν οἰκήτορες οἱ διὰ ζῶντος
30ἄρτου τελειούμενοι πρὸς ἁγιασμόν. Τῆς οὕτω σεπτῆς καὶ ἀξιαγάστου πόλεως καὶ ὁ θεῖος Δαβὶδ διαμέμνη‐ ται λέγων· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Κατῴκησε γὰρ ἐν ἡμῖν Χριστὸς, ὅς ἐστι ζωὴ καὶ ζωοποιός. Τοιγάρτοι καὶ ἀποσοβεῖ Θεὸς
35τῶν ἡγιασμένων τὸν ὀλοθρευτὴν, ὡς οὐκέτι νικᾷν ὀφείλοντα μετὰ τὴν ἀνάδειξιν τοῦ καιροῦ τῆς ἁγίας τραπέζης, ἣν ὁ τοῦ ἀρίστου καιρὸς ὑπαινίττεται. Ἐξείλετο τοίνυν ἡμᾶς ὁ Χριστὸς, ὡς ἐν προσώπῳ νοούμενος τοῦ Δαβίδ. Ἐπειδὴ γὰρ ἐθεᾶτο δαπανῶντα
40τὸν θάνατον τοὺς ἐπὶ τῆς γῆς, παράκλητος γέγονεν ὑπὲρ ἡμῶν πρὸς τὸν Πατέρα· προσεκόμιζε γὰρ ἑαυτὸν ὑπὲρ ἡμῶν, καὶ ὑπέθηκεν ἑκὼν τῷ θανάτῳ, δεδυ‐ σώπηκέ τε τὸν ὀλοθρευτὴν, ἑαυτοῦ λέγων εἶναι τὴν ἁμαρτίαν· οὐχ ὅτι πεποίηκε τὴν ἁμαρτίαν, ἀλλ’
45ὅτι, κατὰ τὰς Γραφὰς, «αὐτὸς τὰς ἁμαρτίας ἡμῶν αἴρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη,» καίτοι μὴ εἰδὼς ἁμαρτίαν· «καὶ γέ‐ γονεν ὑπὲρ ἡμῶν κατάρα.» Χρῆναι δέ φησι, τὸν ποιμένα μᾶλλον ἢ τὰ πρόβατα παθεῖν· ὡς γὰρ ποι‐

68

.

289

(50)

μὴν ἀγαθὸς τὴν ψυχὴν αὐτοῦ τέθεικεν ὑπὲρ τῶν προβάτων. Εἶτα κατὰ θείαν ὑπόμνησιν, ὁ θεσπέσιος Δαβὶδ, ἔνθα τὸν ἄγγελον τὸν ὀλοθρευτὴν ἀπρακτοῦντα ἤδη καὶ ἑστηκότα τεθέαται (εἶδε γὰρ αὐτὸν παρὰ τὴν ἅλω, φησὶν), ἐκεῖ διαπήξας θυσιαστήριον, ὁλοκαυ‐
55τώματα καὶ εἰρηνικὰς (θυσιῶν δὲ τῶν κατὰ τὸν νόμον εἴδη τε καὶ τρόποι ταυτὶ) προσαγήοχε τῷ Θεῷ. Καὶ
διὰ μὲν τῆς ἅλω νοήσεις τὴν Ἐκκλησίαν, εἰς ἣν288

68

.

292

ἀφιγμένος, ἔστη τε λοιπὸν, καὶ κατηργήθη θάνατος, καὶ τὴν πάλαι δεινήν τε καὶ διαφθείρουσαν χεῖρα συνέστειλεν ὁ ὀλοθρευτής· οἶκος γάρ ἐστι τῆς κατὰ φύσιν ζωῆς, τοῦτ’ ἔστι Χριστοῦ. Ἅλω δὲ εἶναί φα‐
5μεν ὡς ἐξ ὁμοιώσεως καὶ εἰκόνος τὴν Ἐκκλησίαν, ἐφ’ ᾗ δραγμάτων, ἤγουν ἀσταχύων, συλλέγοντα[ι] δίκην οἱ τῆς ἀπὸ κόσμου ζωῆς διὰ τοῦ λόγου τῶν ἁγίων κειρόμενοι θεριστῶν, τοῦτ’ ἔστιν, ἀποστόλων τε καὶ εὐαγγελιστῶν, ἵνα καὶ εἰς τὰς ἄνω συγκομισθεῖεν
10αὐλὰς, καὶ καθάπερ εἰς ἀποθήκην δεσποτικὴν, εἰς τὴν ἐπουράνιον Ἱερουσαλὴμ, οἷά τις σῖτος εἰσφέροιντο καθαρὸς, κατὰ τὴν τῶν ἀχρειοτέρων καὶ περιττῶν ἀπόθεσιν πραγμάτων τε ἅμα καὶ φρονημάτων, ἅπερ ὡς ἐν εἴδει τῶν ἀχύρων νοεῖται. Εἴρηται δέ που παρὰ
15Χριστοῦ τοῖς ἁγίοις ἀποστόλοις· «Οὐχὶ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν· Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. Ὁ θερίζων μισθὸν λαμβάνει, καὶ συνάγει καρ‐
20πὸν εἰς ζωὴν αἰώνιον.» Καὶ πάλιν· «Ὁ μὲν θερι‐ σμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλῃ ἐργάτας εἰς θερισμὸν αὐτοῦ.» Θερισμὸν, οἶμαι, τὸν νοητὸν τὴν τῶν μελλόντων πιστεύειν ὀνομάζων πληθὺν, ἁγίους δὲ
25θεριστὰς εἶναι λέγων τοὺς εἰς νοῦν καὶ γλῶτταν τὸν θεῖον ἔχοντας λόγον, ὅς ἐστι ζῶν τε καὶ ἐναργὴς, καὶ τομώτατος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν.» Ὀνόματι δὲ τῆς ἅλω καὶ
30ὁ μακάριος Βαπτιστὴς κατεδήλου τὴν Ἐκκλησίαν, ὡδί που λέγων περὶ Χριστοῦ· «Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς, ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί·
35οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.» Ταύτην οὖν ἄρα τὴν ἅλω τὴν νοητὴν, φημὶ δὴ τὴν Ἐκκλησίαν, ἐξεπρίατο Χριστὸς πεντήκοντα σίκλων,
40τοῦτ’ ἔστιν, οὐκ ἐλαφρῶν τιμημάτων· ἑαυτὸν γὰρ δέδωκεν ὑπὲρ αὐτῆς, καὶ ἔπηξεν ἐν αὐτῇ τὸ θυσια‐ στήριον· καὶ ἐπείπερ αὐτός ἐστιν ὁ ἱερουργὸς (γέγονε γὰρ ἀρχιερεὺς), καὶ αὐτὸς τὸ θῦμα προσεκόμισεν ἑαυτὸν, ὡς ἐν εἴδει καὶ τύπῳ τοῦ ἀλοῶντος μόσχου,
45καὶ γέγονεν ὁλοκαύτωμα καὶ εἰρηνικὴ θυσία. Λέλυ‐ ται γὰρ τὸ μεσολαβοῦν ἐν Χριστῷ, καὶ οἱ πάλαι διεστηκότες τε καὶ ἀφωρισμένοι διὰ τὴν ἁμαρτίαν συνεισδυόμεθα δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ, τὴν ἀρχαίαν ἐκείνην καταλύσαντες ἔχθραν.

68

.

292

(50)

Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφάς. ΠΑΛΛ. Μόσχον οὖν ἄρα νοήσομεν τὸν ἀλοῶντα Χριστόν; τίνα τρόπον φής; ΚΥΡ. Οὐ γὰρ, ὦ φιλότης, μόσχους ἡμῖν τοὺς ἀλοῶντας ὁ διὰ Μωσέως νόμος τοὺς ἁγίους ὠνόμασε
55μαθητάς; ἔφη γὰρ αἰνιγματωδῶς· «Οὐ φιμώσεις βοῦν ἀλοῶντα.» Ὃ δὴ καὶ μάλα σαφῶς ἐννενοηκὼς
ὁ μακάριος Παῦλος· «Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ;290

68

.

293

Ἢ δι’ ἡμᾶς πάντως λέγει; Δι’ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπ’ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾷν, καὶ ἀλοῶν ἐπ’ ἐλπίδι τοῦ μετέχειν.» Μόσχοι τοιγαροῦν, κατ’ εἰκόνα τοῦ πρώτου, τοῦτ’ ἔστι, Χριστοῦ, καὶ οἱ μακάριοι μα‐
5θηταί. Μόσχος δὲ καὶ ἑτέρως ἀλωητὴς ὁ Χριστός· δι’ αὐτοῦ γὰρ ἡ κάθαρσις καὶ ἡ τῶν περιττῶν πραγμάτων ἀπόθεσις, περισπασμῶν τέ φημι καὶ τῶν κατὰ τὸν κόσμον φρονημάτων σαρκικῶν, ἃ καὶ φλογός εἰσι τροφὴ, καθάπερ καὶ τὸ ἄχυρον. Ἐγηγερμένου δὲ τοῦ
10θυσιαστηρίου, ἐφ’ ᾧ καὶ εἰρηνικὴ καὶ τὸ ὁλοκαύτωμα, λέλυται τὸ λυποῦν· ἐπήκουσε γὰρ Κύριος τῇ γῇ, καὶ συνεσχέθη ἡ θραῦσις. Ἑαυτὸν γὰρ ὑπὲρ ἡμῶν ἱερα‐ τεύσαντος τοῦ Χριστοῦ, κατηργήθη θάνατος, καὶ ἀνετράπη φθορὰ, ἕτοιμον ἤδη πως ταῖς ἁπάντων εὐ‐
15χαῖς ὑποσχόντος τὸ οὖς τοῦ πάντα ἰσχύοντος Θεοῦ· «Ἔτι γὰρ λαλοῦντός σου, φησὶν, ἐρῶ· Τί ἐστιν;» Τὸ δέ γε μικρὸν εἶναι τὸ ἐν ἀρχαῖς θυσιαστήριον, προσ‐ τεθεῖσθαι δὲ λέγειν ὕστερον αὐτῷ, τὴν κατὰ καιροὺς ἐσομένην τοῦ Εὐαγγελίου προκοπὴν δηλοῖ, καὶ τῶν
20ἁγίων Ἐκκλησιῶν τὸ συνεσταλμένον ἐν ἀρχαῖς, πλάτος δὲ ὥσπερ καὶ ἐν τοῖς ἐφεξῆς. Εὐρύνεται γὰρ οἷον ἀεὶ τὰ θυσιαστήρια, προστιθεμένων Ἐκκλησιῶν ἀεί πως ταῖς πρώταις ἑτέρων, καὶ εἰς πληθὺν ἀμέτρη‐ τον ἐκτεινομένων τῶν λαῶν, οἳ διὰ τῆς ἐν Χριστῷ θυ‐
25σίας λελύτρωνται, αὐτὸν ἔχοντες ἱερουργὸν καὶ θῦμα τὸ ἅγιον, καὶ εὔοσμον διακαθαῖρον, καὶ ὡς ἀξιάγα‐ στον θυσιαστήριον, καὶ ὡς ἐν εἴδει τῆς ἅλω τῆς Ἐκ‐ κλησίας δεσπότην. ΠΑΛΛ. Ὡς σαφής ἐστιν καὶ ἐναργὴς ὁ λόγος· πε‐
30ποίηται γὰρ εὐτέχνως. ΚΥΡ. Ἢ γὰρ οὐχὶ κἂν αὐτὸς ἐνδοιάσας οὐδὲν, ἔφης ὡς ἔστι Χριστὸς ἡ πάντων ζωὴ καὶ λύτρωσις; ΠΑΛΛ. Φαίην ἂν, ἴσθι τοι. Φρονῶ γὰρ ὡδί. ΚΥΡ. Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν ὁ πάντων
35ἀντάξιος· καὶ τὴν ἰδίαν ψυχὴν ἀντάλλαγμα τῆς ἡμῶν ἐποιήσατο, τὴν τοῦ διαβόλου δυστροπίαν ἐκδυσωπῶν, καὶ οἱονεί πως ἱστὰς τῆς καθ’ ἡμῶν τυραννούσης ἁμαρτίας τὴν κατάῤῥησιν, καὶ τὴν ἐπὶ τοῖς ἁπάντων ἐγκλήμασιν ἀθυρογλωττίαν.
40ΠΑΛΛ. Τίνα φῂς τρόπον; ΚΥΡ. Ἐπειδὴ γὰρ βεβασίλευκε τῶν ἐπὶ τῆς γῆς ἡ ἁμαρτία, πολὺ διανενευκότων ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, καθὰ γέγραπται, καὶ ἐπιμελῶς ἐγκειμένης τῆς ἁπάντων καρδίας ἐπὶ τὸ χρῆναι καὶ βούλεσθαι
45κατορθοῦν αὐτὰ, πεπτώκαμεν ἀναγκαίως καὶ ὑπὸ θανάτου δίκην. Νόμου γὰρ θείου παράβασις, καὶ θελημάτων ἀθέτησις τῶν Δεσποτικῶν, θάνατον ἔχει τὴν δίκην. Κατεφθαρμένην δὲ οὕτω τὴν ἀνθρώπου φύσιν, ἐπῴκτειρε μὲν ὁ Δημιουργὸς, γέγονε δὲ ἄν‐

68

.

293

(50)

θρωπος ὁ Μονογενὴς, καὶ τῷ θανάτῳ φυσικῶς ἐνεχό‐ μενον πεφόρηκε σῶμα, καὶ κεχρημάτικε σὰρξ, ἵνα ὑπὲρ ἡμῶν ἀνατλὰς τὸν ἐξ ἁμαρτίας ἡμῖν ἐπαρτη‐
θέντα θάνατον, καταργήσῃ τὴν ἁμαρτίαν, καὶ παύσῃ292

68

.

296

λοιπὸν ἐγκαλοῦντα τὸν Σατανᾶν, ὡς ἐκτετικότων ἡμῶν ἐν αὐτῷ τῷ Χριστῷ τῶν εἰς ἁμαρτίαν αἰτιαμάτων τὰς δίκας· «αἴρει γὰρ ἡμῶν τὰς ἁμαρτίας, καὶ περὶ ἡμῶν ὀδυνᾶται,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἢ
5οὐχὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν; ΠΑΛΛ. Ἀληθές. «Ἐτραυματίσθη γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ γέγονεν ἐν κακώσει καὶ ἐν πληγῇ.» ΚΥΡ. Λέλυται τοίνυν ἡ ἁμαρτία, Χριστοῦ παθόν‐
10τος ὑπὲρ ἡμῶν, καὶ οὐκ ἂν οἶμαι καταβοήσειεν ἀναγ‐ καίως ἔτι τῶν ἡγιασμένων διὰ Χριστοῦ, καὶ τοῦτο ἡμῖν διαδείξει σαφῶς ὁ προφήτης Ζαχαρίας ὡς ἐν ὁράσει λέγων· «Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπε πρός με· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου,
15καὶ ἴδε τὸ ἐκπορευόμενον τοῦτο. Καὶ εἶπα; Τί ἐστι; καὶ εἶπε· Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον. Καὶ εἶπεν· Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ. Καὶ ἰδοὺ τάλαντον μολίβδου ἐξαιρόμενον, καὶ ἰδοὺ μία γυνὴ ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου· καὶ ἔῤῥιψε τὸν
20λίθον τοῦ μολίβδου εἰς τὸ στόμα αὐτῆς· καὶ ἦρα τοὺς ὀφθαλμοὺς, καὶ εἶδον· καὶ ἰδοὺ δύο γυναῖκες ἐκπο‐ ρευόμεναι, καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν· καὶ αὗται εἶχον πτέρυγας ὡς πτέρυγες ἔποπος· καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τῆς γῆς, καὶ ἀνὰ
25μέσον τοῦ οὐρανοῦ. Καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· Ποῦ αὗται ἀποφέρουσι τὸ μέτρον; Καὶ εἶπε πρός με· Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος, καὶ ἑτοιμάσαι, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ.» Βούλει λέγωμεν τὰ ἐφ’
30ἑκάστῳ πάλιν, καὶ θεωρῶμεν ὡς ἔνι; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Μέτρον τι τῆς Ἱερουσαλὴμ ἐκτρέχον τε‐ θέαται μὲν ὁ προφήτης, ἐρομένῳ δὲ ὅ τί ποτ’ ἐστιν, ὁ ἄγγελος ἔφη· «Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ
35γῇ.» Ὅμοιον δὲ, ὡς εἰ λέγοι τυχόν· Ἐν τῷδε τῷ μέτρῳ μετρεῖται τῶν ἀνὰ πᾶσαν τὴν γῆν τὰ κατὰ καιροὺς πλημμελήματα. Μέχρι γὰρ δὴ ποσότητος φανερᾶς ἡκούσης ἡμῶν τῆς ἁμαρτίας, ἐπάγει δὴ τότε τὰς δίκας λελυπημένος ὁ νομοθέτης· διακαρτερεῖ δὲ
40πολλάκις ἐξ ἐμφύτου φιλανθρωπίας, καὶ πλημμε‐ λούντων ἀνέχεται, πρὸ τῆς συμπληρώσεως οὐκ εἰσ‐ άπαν ἀγανακτῶν. Καὶ γοῦν ἔφη πρὸς Ἀβραὰμ τὸν ἱερόν· «Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν.» Πρὸς δὲ τοὺς Φαρι‐
45σαίους ἀσχέτως ἐκλελυττηκότας ἔφη Χριστός· «Καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.» Ἐκπορευομένοι τοιγαροῦν τοῦ μέτρου, ἐξαίρεται μὲν τοῦ μολίβδου τὸ τάλαντον, ἔῤῥιπται δὲ εἰς μέσον ἡ γυνὴ πληροῦσα τὸ μέτρον, ἢ καὶ ἐν στόματι τῷ

68

.

296

(50)

ἰδίῳ τὸν τοῦ μολίβδου λίθον ἐδέχετο· εἶτά φησιν ὁ θεσπέσιος ἄγγελος· Αὕτη ἐστὶν ἡ ἀνομία. ΠΑΛΛ. Οὔπω λίαν ἐστὶν ἐναργὴς ὁ λόγος. ΚΥΡ. Οὐκοῦν ἔσται, καὶ οὐκ εἰς μακράν. Τὸ γάρ τοι τοῦ μολίβδου τάλαντον αὐτὸς ἂν εἴη Χριστὸς,
55ὃς ἐξαίρεται μὲν, τοῦτ’ ἔστιν, ὑψοῦται διὰ τοῦ σταυ‐294

68

.

297

ροῦ, καὶ τοῖς τῆς θεότητος ἀξιώμασιν ὁρᾶται δια‐ πρεπής. Ὁ γὰρ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρί‐ σατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Κατακλείει δὲ τῆς ἁμαρτίας τὸ στόμα, κατὰ τὸ ἐν Ψαλμοῖς
5ὑμνούμενον· «Καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς·» εἰρημένη καταβοῶν τῶν ἐξ ἀσθενείας ἡμαρ‐ τηκότων, καὶ ἐν πίστει δεδικαιωμένων. «Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων; «Χριστοῦ δὲ παθόντος ὑπὲρ ἡμῶν, πῶς ἦν ἀκόλουθον καὶ ἡμᾶς αὐτοὺς ἔτι
10τὰς ὑπὲρ τῶν ἰδίων πλημμελημάτων ἐξαιτεῖσθαι δίκας; ΠΑΛΛ. Ὀρθότατα ἔφης. Δεδικαιώμεθα γὰρ ἐν Χριστῷ, καὶ τὴν ἐκ τῆς ἁμαρτίας καταβοὴν εὖ μάλα διεκρουσάμεθα. Ἥδιστα δ’ ἂν ἀναμάθοιμί σου,
15διὰ ποίαν αἰτίαν σημαίνεται μὲν ὡς ἐν μολίβδῳ Χρι‐ στὸς, ὡς ἐν προσώπῳ δὲ γυναικὸς ἡ ἀνομία φαίνεται. ΚΥΡ. Καὶ μὴν καὶ τοῦτό γε ἔστιν εὔκολον ἰδεῖν ἀπό γε τῶν ἱερῶν Γραμμάτων· πολλοῖς γὰρ ἤδη καὶ ἑτέροις Χριστὸς παρεικάζεται, διὰ τῆς τῶν σημαινο‐
20μένων ποιότητος, τῶν ἐπ’ αὐτῷ νοουμένων. ΠΑΛΛ. Οἷον τί φής, ΚΥΡ. Γέγονεν ἡμῖν κρηπὶς καὶ ἀσφάλεια, καὶ ἀκλόνητος ὑποβάθρα, καὶ θεμέλιος ἀῤῥαγής· ὠνό‐ μασται δὲ διὰ τοῦτο λίθος. «Ἰδοὺ γὰρ, φησὶ, τίθημι
25εἰς τὰ θεμέλια Σιὼν λίθον ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον. Καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ μὴ καται‐ σχυνθῇ.» Ἔστι δὲ πάλιν αὐτὸς, τὸ λαμπρόν τε καὶ ἀξιάγαστον τῆς Ἐκκλησίας κειμήλιον, ὁ πλοῦτος ἡμῶν ὁ πνευματικός· εἴρηται δὲ μαργαρίτης. Ὁμοία
30γάρ ἐστι, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας. Εὑρὼν δὲ ἕνα πολύτι‐ μον μαργαρίτην ἀπελθὼν, ἐπίπρασκε πάντα ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν.» Συνῆψε δὲ ἡμᾶς δι’ ἑαυ‐ τοῦ τῷ Θεῷ καὶ Πατρὶ, καταλύσας τὴν ἔχθραν ἐν
35τῷ σώματι αὐτοῦ, καθὰ γέγραπται· καὶ γοῦν ἔφη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, περὶ τῶν ἐν πίστει τῇ εἰς αὐτὸν δεδικαιωμένων· «Πάτερ, θέλω ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι.» Κέκληται ταύτῃ τοι κασσιτέρινος
40λίθος, κασσιτέρῳ γὰρ κολλᾶται τὰ κολλώμενα. Ἔφη δέ που Θεὸς διὰ φωνῆς Ζαχαρίου, τὸν ἴδιον ἡμῖν κα‐ ταδεικνύων Υἱὸν, ὡς κατὰ καιροὺς ἥξοντά τε καὶ πορευσόμενον· «Καὶ χαρήσονται, καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ.» Οὕτω
45τοιγαροῦν κἀνθάδε τάλαντον μολίβδου φησὶν αὐτόν. Καὶ τίς ὁ τοῦδε λόγος, ἐρῶ δὴ πάλιν. Ὁ ἀδόκιμος ἄργυρος ἀναμὶξ μολίβδῳ τηκόμενος, εὖ μάλα διακα‐ θαίρεται, εἰς ἑαυτὸν ἁρπάζοντος τοῦ μολίβδου φυσι‐ κῶς, τοῦ συγκαιομένου τὸν ῥύπον· τοιοῦτόν τι καὶ

68

.

297

(50)

εἰς ἡμᾶς αὐτοὺς ἐπλήρωσε Χριστός. Ἀδοκίμοις γὰρ οὖσιν ἐμίχθη σωματικῶς τε ἅμα καὶ πνευματικῶς, οὕτω τε λοιπὸν τὸν ἐν ἡμῖν κατέτηξε ῥύπον. Αἴρει γὰρ ἡμῶν τὰς ἁμαρτίας, ἵν’ ἡμεῖς δι’ αὐτόν τε καὶ
δι’ αὐτοῦ καθαροί τε ὦμεν καὶ λελαμπρυσμένοι. Καὶ296

68

.

300

γοῦν ὁ προφήτης Ἱερεμίας τοὺς τῶν Ἰουδαίων λαοὺς τὴν διὰ Χριστοῦ κάθαρσιν οὐ προσιεμένους, ἐποτνιᾶτο λέγων· «Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μό‐ λιβδος, εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρίαι
5αὐτῶν οὐκ ἐτάκησαν· ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος.» Συνίης οὖν ὅπως οὐκ ἠγνόηκεν ἡ θεία Γραφὴ τὴν ἐπ’ ἀργύρῳ κάθαρσιν οὐ δίχα μολίβδου πράττεσθαι δυνα‐ μένην. Οὐκοῦν ἐπειδήπερ ἀδοκίμους ὄντας ἡμᾶς
10ἐξεκάθηρεν ὁ Χριστὸς, μολίβδῳ παρεικάζεται, καὶ αὐτὸς ἐμφράττει τῆς ἁμαρτίας τὸ στόμα, τῆς ὡς ἐν εἴδει γυναικός. Γυνὴ δὲ σύμβολον ἀσθενείας τε ἅμα καὶ ἡδονῆς, ἀνομία τε πᾶσα διὰ τούτων πράττεται. Ἡδονῇ γὰρ τινὶ τῇ εἰς τὸ τυχὸν, ἢ τόδε προκατεφθαρ‐
15μένος ὁ νοῦς, οὕτω τε ἀπονευρούμενος, τοὺς εἰς ἀρετὴν ἀποφέροντας ἀνίησι πόνους, πίπτει δὲ πρὸς ἁμαρτίαν ἡ τοῦ ἀνθρώπου ψυχή· τοιγάρτοι φιλήδονοι μᾶλλον ἢ φιλόθεοι λέγονταί τινες. Ἐπιφωνεῖ δὲ καὶ ὁ προφήτης τοῖς ἐξ ἀσθενείας ψυχικῆς κατηῤῥωστη‐
20κόσι τὴν ἁμαρτίαν, καὶ τὴν εἰς φαυλότητα πάρεσιν· «Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυ‐ μένα.» ΠΑΛΛ. Ἀλλ’ ὧδε μὲν τόδε. Ξυνωρίς τε, εἰπέ μοι, γυναικῶν, αἳ τὸ μέτρον καὶ τὴν ἀνομίαν εἰς γῆν
25ἀποφέρουσι τὴν Βαβυλωνίων, τί ἂν βούλοιτο δηλοῦν; ΚΥΡ. Ἐμπέφρακται μὲν, ὦ γενναῖε, τῆς ἀνομίας τὸ στόμα διὰ Χριστοῦ· δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, ἀπηλλάγμεθά τε παντὸς αἰτιάματος, καὶ πέπαυται καθ’ ἡμῶν ἡ τῆς ἀνομίας κατάῤῥησις. Γέγονε γὰρ
30οὗτος τῆς εἰς ἡμᾶς οἰκονομίας ὁ σκοπὸς, τῷ δι’ ἡμᾶς, καθ’ ἡμᾶς, καὶ ὑπὲρ ἡμῶν, εἰς θάνατον, εἰ καὶ ἀνε‐ βίω πάλιν· οὐ γὰρ ἐνεδέχετο τὴν ζωὴν ἡττᾶσθαι θα‐ νάτῳ. Ἀλλ’ ἠπείθησάν τινες τῷ Εὐαγγελίῳ τοῦ Χρι‐ στοῦ, καὶ τὴν ἐκ τῆς ἁμαρτίας οὐ προσηκάμενοι λύ‐
35τρωσιν, ἀχθοφοροῦσι πάλιν αὐτὴν, ταῖς σφῶν αὐτῶν ἐπαρτήσαντες κεφαλαῖς διὰ φρενὸς ἀσθένειαν, καὶ νοῦ μαλακίαν καὶ ἀνανδρίαν ψυχῆς. Οὗτοι παντὶ πνεύ‐ ματι περιφέρονται πονηρῷ, καὶ εἰς πᾶν εἶδος ἀκα‐ θαρσίας βιαιότατα συνωθούμενοι πλείστην ὅσην
40ποιοῦνται τὴν εἰς τὰ φαῦλα σπουδήν. Σπουδῆς δὲ ση‐ μεῖον ἡ πτέρυξ, ἣν καὶ ἔποπος εἶναί φησιν, εἶδος δὲ τοῦτο στρουθίου, τὰ τῶν τελμάτων ἀεὶ δυσωδέστατα περιθέοντος, καὶ τὰ ἐκ βορβόρου καὶ ἀκαθαρσίας συλλέγοντος εἰς τροφήν. Ὅσοι τοιγαροῦν τὰς ἑαυτῶν
45σπουδὰς δαπανῶσιν εἰς μολυσμὸν, οὗτοι δὴ πάντως τὰς μὲν πτέρυγας ἔποπος εἰκότως ἂν ἔχειν λέγοιντο. Γυναικοειδεῖς δὲ καὶ αὐτοὶ, καὶ ἐκτεθηλυμμένοι, σύμμορφοί τε λοιπὸν τῇ τυραννευούσῃ κατὰ σφῶν ἁμαρτίᾳ. Ὅνπερ γὰρ τρόπον, σύμμορφοι τῷ Χριστῷ

68

.

300

(50)

δι’ ἁγιασμοῦ γεγόνασιν οἱ ὑπ’ αὐτῷ τε καὶ σὺν αὐτῷ· οὕτω καὶ τῇ ἀνομίᾳ σύμμορφοί τε καὶ ὁμοειδεῖς οἱ ταύτην ἐπηχθισμένοι, καὶ τῇ ἀκαθάρτῳ φαυλότητι συζῇν ᾑρημένοι. Ἀποφέρουσι δὲ τὸ μέτρον εἰς Βα‐
βυλῶνα, καὶ οἶκον αὐτῷ ζητοῦσιν ἐκεῖ, αἰνιγματω‐298

68

.

301

δῶς, οἶμαί που, καὶ τοῦδε σημαίνοντος, ὡς εἰ μή τις ἕλοιτο τὰ διὰ Χριστοῦ, καὶ τῆς ἁμαρτίας ἀγαπήσει τὴν ἔμφραξιν, διὰ τὸ πρὸς μόνας ἔχειν ἀκαθαρσίας τὸ σπούδασμα, ἐξοιχήσεται μὲν τῆς ἁγίας Ἱερουσα‐
5λὴμ, τοῦτ’ ἔστι, τῆς τῶν πρωτοτόκων ἁγίας μητρὸς, καλλιπόλεως δὲ τῆς ἄνω· μονονουχὶ δὲ δυσφόρητον ἔχων τὴν ἁμαρτίαν φορτίον, συνοικήσει τοῖς Βαβυ‐ λωνίοις, τοῦτ’ ἔστι, μερίδα καὶ κλῆρον ἕξει μετὰ τῶν ἀθέων εἰδωλολατρῶν. Ἐν ἴσῳ γὰρ τοῖς ἀθέοις, οἱ τὴν
10διὰ Χριστοῦ λύτρωσιν ἀτιμάσαντες. Καὶ γοῦν ὁ Σω‐ τήρ· «Ἐὰν ἁμαρτήσῃ, φησὶν, ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξύ σου καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μή σου ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἕνα ἢ δύο, ἵνα ἐπὶ στό‐
15ματος δύο ἢ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα· ἐὰν δὲ καὶ τούτων παρακούσῃ, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.» Ἔστι τοίνυν οὐκ ἀσυμ‐ φανὲς, μᾶλλον δὲ διὰ πάσης ἡμῖν μεμαρτύρηται τῆς
20θείας Γραφῆς, ὅτι πᾶσα δικαίωσις καὶ πᾶσα λύτρωσις ἐν Χριστῷ.
24ΠΑΛΛ. Εὖ ἔφης.
25tΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ
26tΚΑΙ ΑΛΗΘΕΙΑΙ
27tΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ
28tΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ.
32Ὅτι τὸν κεκλημένον εἰς δικαίωσιν παρὰ Θεοῦ καὶ λελυτρωμένον, αὐτῷ κατακολουθεῖν χρὴ, καὶ παραιτεῖσθαι μὲν τὸν εἰς φαυλότητα μαλακι‐
35 σμὸν, ζῇν δὲ μᾶλλον ἐπείγεσθαι συννόμως καὶ νεανικῶς. Σφαλερὸν μὲν οὖν, ὡς ἔοικεν, ὦ Παλλάδιε, φαίην δ’ ἂν ὅτι καὶ βδελυρώτατον, εἴσω τε πάσης βεβηκὸς ἀτοπίας, μὴ τὸ κατανδρίζεσθαι φιλεῖν φαυλότητός τε
40καὶ ἁμαρτίας· θρυπτομένους δὲ ὥσπερ εἰς ἐκτόπους
ἡδονὰς, καὶ θηλυπρεπεῖς μαλακίας ἐγκαθιέντας τῷ300

68

.

304

νῷ, τῆς εἰς ἀρετὴν εὐτολμίας ἀποφοιτᾷν, καί τοι παρὸν εὖ μάλα διὰ Χριστοῦ πρὸς πᾶν ὁτιοῦν ἀνα‐ θρώσκειν δύνασθαι τῶν ἐπαινουμένων, καὶ πρός γε τούτῳ, ἡμᾶς παραθήγει, λέγων, ὁ ἱερώτατος Παῦ‐
5λος· «Τοῦ λοιποῦ ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.» ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Ποιήσομεν γὰρ δύναμιν ἐν Χριστῷ· πλὴν οὐκ ἂν οἶμαί τις ἀνιδρωτὶ κατορθώσειε τὸ κατανεα‐
10νιεύεσθαι παθῶν, καὶ ἀπορθοῦν εἰς τοῦτο τὸν οἰκεῖον ἰσχῦσαι νοῦν. ΠΑΛΛ. Σύμφημι. ΚΥΡ. Τοιγάρτοι χρῆμα διαφανές τε καὶ ἀξιόλη‐ πτον, καὶ ἀναπίπτουσι μὲν οὐχ ἁλώσιμον, ἐκτετιμη‐
15κόσι δὲ τὸ πονεῖν, εὐπόριστον. Γέγραπται δὲ, ὅτι «Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ, καὶ ἐκβιάζεται ἑαυ‐ τοῦ τὴν ἀπώλειαν.» Μικροῖς δὲ ἱδρῶσι δύνασθαι κατορθοῦν τὰ ἐξαίρετα τῶν πραγμάτων, ἀμαθὲς οἶμαί που, καὶ τὸ μόνον ἐννοεῖν. Ἢ οὐχὶ τῶν ἄλλων
20ἁπάντων ἡμῖν ὅτι μάλιστα τιμαλφέστατον εἴη ἂν, τὸ διασῶσαι τὴν ψυχὴν, καὶ τῆς ἰδίας ὑπεραθλῆσαι ζωῆς; ΠΑΛΛ. Μάλιστά γε. ΚΥΡ. Τὸ δὲ ἤδη περιφανὲς ἐν δόξῃ, τίσι μάλιστα
25τῶν ἀθλητῶν οἰήσῃ πρέπειν, πότερα τοῖς ἀθλοῦσιν ὀρθῶς καὶ ἐξησκημένως, καὶ οἷς ἐν λόγῳ τὸ χρῆναι νικᾷν, ἢ τοῖς ὡς ἥδιστα διαχεομένοις εἰς τρυφὰς, καὶ τὴν ἐν ῥᾳστώνῃ ζωὴν, τῆς ἀρίστης ἀνθῃρημένοις; ΠΑΛΛ. Καὶ πῶς, ἢ πόθεν ἀμφίλογον, ὡς ἥκιστα
30μὲν τὸ νικᾷν πρέποι ἂν τοῖς ἠῤῥωστηκόσι τὸ ῥᾳθυ‐ μεῖν, τό γε μὴν δύνασθαι κρατεῖν τοῖς ἐπιεικεστέροις; ΚΥΡ. Ἀρ’ οὖν ἐροῦμεν ὡς καὶ προσήκοι εἰς εὐ‐ κλείας δύναμιν τὸ χρῆμα αὐτοῖς, ἐῤῥῶσθαι μὲν φρά‐ σουσι τὸ χρῆναι πονεῖν, τόγε μὴν ἀνεῖσθαι καὶ τρυ‐
35φᾷν ἑλομένοις. ΠΑΛΛ. Οὐ μὲν οὖν. ΚΥΡ. Ἕψεται δὴ οὖν τοῖς ὅτι μάλιστα φιλοπονω‐ τάτοις, τὸ εὐδοκιμεῖν καὶ ἀγώνων δίχα κατορθώσειεν ἂν οὐδεὶς τὸ εἶναι περιφανής.
40ΠΑΛΛ. Ἄραρεν. ΚΥΡ. Ἰτέον δὴ οὖν, Παλλάδιε, κατ’ εὐθὺ τῶν ἐπαινουμένων, καὶ ἀνδρείας τῆς εἰς ἀρετὴν ἐπιμελη‐ τέον, εὐψυχίας τε τῆς ἄγαν καὶ τεθαυμασμένης παρά τε τῇ θεοπνεύστῳ Γραφῇ, καὶ τῆς ἐντριβοῦς καὶ φίλης
45τῶν ἁγίων ψυχαῖς. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαβὶδ εἰς τοῦτο διανενευκόσιν εὖ μάλα, προσεφώνει λέγων· «Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.» Ὡς δὲ αὐτὸ δὴ τουτὶ καὶ πρό γε τῶν ἄλλων κατωρθωκὼς, αὐτὸς

68

.

304

(50)

ἑαυτῷ σεμνύνεται, καί φησι· «Κύριος φωτισμός μου καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω·»
Μύρια γὰρ ὅσα περὶ ἡμᾶς τὰ σκάνδαλα, κρείττων302

68

.

305

δὲ, οἶμαι, παντὸς ἀριθμοῦ πληθὺς δαιμονίων κατερε‐ θίζει πρὸς ἁμαρτίαν, καὶ προσέτι τῶν ἐμφύτων ἡδο‐ νῶν οὐκ ἀγεννὴς ἀγριότης, φιλοχρηματίαι τε καὶ ἀλαζονίαι, καὶ οἱ φόνου γείτονες ἐπισκήπτουσι φθό‐
5νοι, μῖσος καὶ καταλαλιαὶ, καὶ τί γὰρ οὐχὶ τῶν ὁμοίων κακῶν. Ἀλλ’ οἱ μὲν εὔκολοι πρὸς ἀπαγωγὴν, οὐδ’ ὅσον εἰπεῖν τοῦ χρῆναι γενναίως τὰ τοιάδε δι‐ ενεγκεῖν ἄκρῳ τάχα που δακτύλῳ προσψαύσοντες, ἀμελητὶ τὸ νικᾷν ἀπονέμοντι τοῖς ἐχθροῖς, σευτλίον
10ἡμίεφθον, κατὰ τὴν τοῦ προφήτου φωνὴν, οἱονεί πως εἰς γῆν ἐῤῥιμμένοι, καὶ ἀμαχεὶ τρόπον τινὰ τοῖς τῆς φαυλότητος ὑπενηνεγμένοι ποσίν. Οἱ δὲ φιλάρετοί τε καὶ ἀγαθοὶ, καὶ τῆς ἄνωθεν ἐφιέμενοι δόξης, ζωῆς τε τῆς εἰς αἰῶνα μεταλαχεῖν γλιχόμενοι, γενναιότατα καὶ εὐτολ‐
15μότατα ταῖς τῶν ἰδίων παθῶν ὑπαντιάζουσι προσβολαῖς, κατανεκροῦντες τὴν σάρκα, καὶ τῶν ἐν αὐτῇ τε καὶ ἐξ αὐτῆς κατεξανιστάμενοι κινημάτων. Ταύτῃ τοι καὶ πᾶν εἶδος φαυλότητός τε καὶ ἁμαρτίας εὐτεχνέστατα παρωθούμενοι, τὴν ἱερὰν καὶ ἀμώμητον κατορθοῦσι
20ζωὴν, οἷς καὶ ὁ θεσπέσιος Παῦλος ἐπιφωνεῖ, λέγων· «Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀλη‐ θείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγ‐ γελίου τῆς εἰρήνης· ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυ‐
25ρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι.» Παντευχία γὰρ ἡ πνευματικὴ τοῖς ἁγίοις πρεπωδεστάτη, ἧς ἐφίεσθαι δεῖν ἡμᾶς, εἰ καὶ καθ’ ἕτερον τρόπον, κελεύει δ’ οὖν ὅμως καὶ αὐτὸς ὁ Σωτήρ· «Ἔστωσαν γὰρ
30ὑμῶν αἱ ὀσφύες, φησὶ, περιεζωσμέναι, καὶ τὰ ὑπο‐ δήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ οἱ λύχνοι καιόμενοι·» τὸ μὲν εὔζωνόν τε καὶ οἱονεί που συνεσταλμένον, ἐπὶ τὸ χρῆναι τληπαθεῖν ὑπέρ γε τοῦ ἀγαθοῦ, καὶ τῆς εἰς Θεὸν ἀγάπης, τοῦ διεζῶσθαι σημαίνοντος· τὸ δ’
35εὐτρεπές τε καὶ πρόθυμον, εἰς τὴν ἀπὸ τοῦ κόσμου κατάστασιν, τοῦ ὑποδεδέσθαι τοὺς πόδας, ὡς αὐτίκα δὴ μάλα βαδιουμένους, οἷπερ ἂν ἡμᾶς ὁ θεῖος ἰέναι βούλοιτο νόμος· τὸ δὲ καίεσθαι τοὺς λύχνους, τοῦ μὴ ὡς ἐν σκότει τε καὶ ἀμαθίᾳ ζῇν ἀνέχεσθαί τινας,
40ἐν φωτὶ δὲ μᾶλλον τῷ διὰ Χριστοῦ τὴν εἰς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ποιεῖσθαι πορείαν. Ἰουδαίοις μὲν ἐκ φρενοβλαβείας τοῦτο δρᾷν οὐκ ἀνεχομένοις, προσεφώνει Χριστός· «Ἕως τὸ φῶς ἔχετε περιπα‐ τεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.»
45Οὐκοῦν ἑτοιμότης εἰς ἀρετὴν καὶ ἀνδρεία φρονήσει συνεζευγμένη, λαμπρὸν καὶ περίοπτον ἀποφήνειεν ἂν τῆς εὐσεβείας τὸν ἐραστήν. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Οὐ γὰρ ἐν τῷ ἀνεῖσθαι φιλεῖν, τὸ εὐκλεὲς

68

.

305

(50)

εὑρήσομεν· ἀλλ’ εἴπερ ἱδροῦν ἕλοιτό τις, τότε δὴ μό‐ λις ἔσται λαμπρός τε καὶ εὐδοκιμώτατος. Καὶ γοῦν ποιουμένοις ἔτι τὰς ἐν Αἰγύπτῳ διατριβὰς τοῖς υἱοῖς Ἰσραὴλ, ἐφίστησι μὲν ἐπιστάτας τῶν ἔργων δεινοὺς καὶ πικροὺς ὁ βέβηλος Φαραώ· οἱ δὲ, τὴν ἀνεθέλητόν
55τε αὐτοῖς, καὶ ὡς ἐξ ἀνάγκης ἐπεῤῥιμμένην σκληρ‐
αγωγίαν γύμνασμα ποιούμενοι πρὸς τὸ τληπαθὲς,304

68

.

308

ὠφέληνται μᾶλλον, ἤπερ ἠδίκηνται κατὰ τὸ ἀληθές. Ἐδεδίει μὲν γὰρ ὁ Φαραὼ τοὺς Ἑβραίους εἰς πληθὺν ἀμέτρητον ἐκτεινομένους ὁρῶν· κακουργότατα δὲ κολάζειν ἐπιχειρῶν τὴν ἔν γε δὴ τούτῳ φορὰν καὶ
5ἐπίδοσιν, «Ἐπέστησεν αὐτοῖς, φησὶν, ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις.» Περι‐ τρέπεται δὲ αὐτοῖς πρὸς τὸ ἐναντίον ἡ σκέψις. Ἡ γὰρ ἐπενηνεγμένη κάκωσις πρόφασις αὐτοῖς τῆς εἰς πλη‐ θὺν ἐπιδόσεως ἦν, Θεοῦ τὸ χρῆμα οἰκονομοῦντος, καὶ
10ταῖς ἐκείνου ῥᾳδιουργίαις τὴν οἰκείαν ὥσπερ ἀντεξά‐ γοντος χάριν. «Καθότι γὰρ αὐτοὺς ἐταπείνουν, φησὶ, τοσούτῳ πλείους ἐγίνοντο καὶ ἴσχυον.» Ἐπιφέρει μὲν γὰρ τὰς θλίψεις ὁ Σατανᾶς, τοὺς ὀδόντας ἐπιτρί‐ ζων τοῖς ἁγίοις, καὶ ὧνπερ ἂν ὡς ἰδίων μετεποιεῖτο
15Θεὸς, τούτοις ἀεί πως ἀπολέγδην ἐπιπηδῶν· «Τὰ γὰρ βρώματα αὐτοῦ ἐκλεκτὰ,» φησίν· ἀλλ’ οἱ πο‐ νοῦντες ἐν τούτοις, αὐτῶν ἀμείνους ἔσονται πειραζό‐ μενοι· καὶ τὸ καρτερὸν ἐν ἀγῶσιν ἀποφαίνει δὴ πάν‐ τως εὐκλεεστέρους, ὥς τε δι’ ὦν ἂν νοοῖτο λυπεῖν καὶ
20κακοῦν, διὰ τούτων μάλιστα καὶ οὐχ ἑκὼν, ὀνήσειεν ἂν, καὶ δι’ ὧν αἱρήσειν ὑπείληφεν, εὐσθενεστέρους ἀποτελεῖ. Ἐπειδὴ δὲ τὸ πανοῦργον σόφισμα τῷ Φα‐ ραὼ πρὸς ἀδόκητον πέρας ἐκτελευτᾷ, καὶ δι’ ὧν ἐκάκου, καὶ προσωφελῶν ἦν, ὀψὲ καὶ μόλις αἰσθάνε‐
25ται, καὶ μεθίστησι παραχρῆμα τῆς ἐπιβουλῆς τὸν τρόπον· μεταπεμψάμενος γὰρ τῶν Ἑβραίων τὰς μαίας, «Ὅταν μαιοῦσθε τὰς Ἑβραίας, φησὶν, καὶ ὦσι πρὸς τὸ τίκτειν, ἐὰν μὲν ἄρσεν ᾖ, ἀποκτείνατε αὐτὸ, ἐὰν δὲ θῆλυ, περιποιεῖσθε αὐτό.» Ἐφοβήθη‐
30σαν δὲ αἱ μαῖαι τὸν Θεὸν, καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου καὶ ἐζωογό‐ νουν τὰ ἄρσενα.» Ἀπρακτούσης δὲ αὐτῷ τῆς κατὰ τοῦ γένους ἀνοσιότητος, καὶ μιαιφόνου βουλῆς, οὐ γὰρ ἠφίει Θεὸς δυσσεβεῖν τὰς μαίας, μέτεισι λοιπὸν
35ἐπὶ τὸ ἐκφάνδην ἀδικεῖν, καὶ λεληθότως μὲν, οὐκέτι λυπεῖν ἠξίου, γυμνῶς δὲ ἤδη πω; αἱρεῖται πόλεμον, καὶ θάνατον ἀπηνῆ τῶν τικτομένων καταψηφίζεται. «Συνέταξε γὰρ, φησὶ, Φαραὼ παντὶ τῷ λαῷ αὐτοῦ λέγων· Πᾶν ἄρσεν ὃ ἐὰν τεχθῇ τοῖς Ἑβραίοις, εἰς τὸν
40ποταμὸν ῥίψατε, καὶ πᾶν θῆλυ, ζωογονεῖτε αὐτό.» Μέλει γὰρ αὐτῷ τοῦ θήλεως οὐδαμῶς, ἀφιλοπόλεμον γὰρ χρῆμα γυνὴ, καὶ οὐκ ἀστεῖον εἰς σύνεσιν· λυπεῖ δὲ κατ’ ἄμφω τὸ ἄρσεν, ὡς σοφόν τε καὶ μαχιμώτα‐ τον. Οὐκοῦν ἥδιστόν γε καὶ καταθύμιον κομιδῆ τῷ
45μιαιφόνῳ δράκοντι, φημὶ δὴ τῷ Σατανᾷ, ψυχῆς φρό‐ νημα γυναικοπρεπὲς, ἐκτεθηλυμμένον τε καὶ ἄναλκι· καὶ πρός γε τούτῳ νοσοῦν τὸ εἰς σοφίαν ἀνεπιτήδειον, ἐχθρὸν δὲ καὶ κατεστυγημένον τὸ πρόθυμον εἰς ἀν‐ δρείαν, καὶ μαλακισμοῦ μὲν ἄμεινον, δειλίας δὲ καθυ‐

68

.

308

(50)

περτεροῦν, καὶ τὸ ἄγαν ἐμφρονέστατον. Διά τοι τοῦτο, ζωογονεῖ μὲν τὸ θῆλυ, καὶ ἐξίστησί πως τὴν ἐπ’ αὐτῷ μιαιφόνον βουλήν τε καὶ σκέψιν. Εὔηθες γὰρ οἶμαι τὸ μάχεσθαι ζητεῖν τοῖς αὐτόθεν ὑπεστρωμέ‐ νοις, οἴκοθέν τε νοσοῦσι τὸ ὑπεζεῦχθαι φιλεῖν, κατα‐
55πνίγει δὲ ὥσπερ τὸ ἄρσεν ταῖς τῶν πειρασμῶν περι‐
στάσεσιν ἐνιείς. Τοῦτό μοι δοκεῖ καὶ ὁ θεῖος Δαβὶδ306

68

.

309

ἀναμελῳδεῖν καὶ λέγειν· «Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς· ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ’ ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν
5ἡμᾶς· χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν.»
9ΠΑΛΛ. Ὧδε ἔχει.
10ΚΥΡ. Ἄθρει δὴ τῆς ἐπιβουλῆς τὸν τρόπον. Πρῶτον μὲν γὰρ αὐτοὺς ἀγρίοις κατῃκίζετο πόνοις, τὸ μὴ εἰς πληθὺν ἰέναι πολλὴν, κακουργότατα σοφιζόμενος, δι’ ὧν ἠξίου κακοῦν· καὶ λαθραῖον ἦν ἔτι τὸ ἀδίκημα, καὶ οὐ λίαν ἐμφανὴς ὁ τοῦ τυράννου σκοπὸς, ἀντ‐
15εφέρετο δὲ καθάπερ ἔφην ἀρτίως, ἡ τοῦ κατοικτείρον‐ τος χάρις. Ταπεινούμενοι δὲ, μᾶλλον εἰς αὔξησιν ἵεσαν, ἀλκῆς τε καὶ ἀριθμοῦ. Εἶτα διὰ μέσου τὰς μαίας ταῖς Ἑβραίων γυναιξὶν, ἐξοπλίζειν ἤθελεν. Ἀλλ’ οὐδὲ τοῦτο κρατεῖν ἠφίει Θεός. Ἐπιβουλῆς δὲ
20λοιπὸν, ὡς ἐν τρίτῳ τε καὶ τελευταίῳ τρόπῳ παντὶ τῷ ἰδίῳ προστέταχε λαῷ καταπνίγειν τὸ ἄρσεν, τὸ λεληθότως πλεονεκτεῖν οὐκέτι παραιτούμενος. Οὐ‐ κοῦν τοῖς ἀνδριζομένοις, πολεμεῖ μὲν ἀοράτως ὁ Σατανᾶς, συντίθησι δὲ τὰ τῆς ἐπιβουλῆς, ὡς ἔν γε
25τρόπῳ τριπλῷ· καὶ ἀπάρχεται μὲν τῆς μάχης διὰ κακούργων σκεμμάτων, τὴν εἰς ἀρετὴν ἐπίδοσιν ἀποκωλύων τοῦ νοῦ· ἐντρύχεσθαι γὰρ ἀδοκήτοις παρασκευάζει πόνοις καὶ σκληροῖς ἀγῶσιν ὁμιλεῖν. Ἀδικεῖν δὲ ἰσχύσας διὰ τούτων οὐδὲν, ἐπαμύνοντος
30τοῦ Θεοῦ, τοὺς κατὰ πίστιν ἡμῖν ἰδίους καὶ ταυτο‐ εθνεῖς παροτρύνει πολλάκις, καὶ καταθήγειν ἐπιχει‐ ρεῖ πρὸς ἀπέχθειάν τε καὶ μάχην. Καὶ μαρτυρήσει λέγων ὁ Παῦλος· «Κινδύνοις ἐν ψευδαδέλφοις, κιν‐ δύνοις ἐκ γένους.» Εἰ δὲ δὴ γένοιτο καὶ τούτου δια‐
35μαρτεῖν, τὸν θεῖον αὐτοῖς ἐνιέντος φόβον τοῦ τῶν ἁγίων προεστηκότος, καθὰ καὶ τὰ πάλαι ταῖς μαίαις· ἀναφανδὸν ἐγείρει λοιπὸν τοὺς σφετέρους ὑπασπιστὰς, εἰς ἀγριότητα καὶ μιαιφονίαν. Ἀνθεξόμεθα δὲ καὶ οὕτως τῆς εἰς εὐτολμίαν ἀγάπης, καὶ τῆς εἰς ἀνδρείαν
40σπουδῆς, οὐκ ἠγνοηκότες, ὅτι τὸ ἀπηχθημένον παρ’ ἐκείνῳ, Θεῷ τίμιον. Τέθειται γὰρ ἐν λόγῳ καὶ φει‐ δοῦς ἀξιοῖ, τὸ ἀνωτέρω μαλακισμοῦ. ΠΑΛΛ. Πείθομαι. Παρὸν δὲ οἶμαι καὶ τοῦτο πάλιν, καὶ ἐξ αὐτῆς ἡμῖν τῆς ἁγίας καταθεᾶσθαι Γραφῆς.
45Ἀπόρησις γὰρ ἐννοιῶν, οὔτι που. ΚΥΡ. Οὐκοῦν Θεοῦ διδόντος λέγομεν, ὡς ἐν τοῖς ἐπίκλην Ἀριθμοῖς, Μωσαϊκὸν δὲ τοῦτο βιβλίον· «Καὶ ἐλάλησε, φησὶ, Κύριος πρὸς Μωσῆν, ἐν τῇ ἐρήμῳ Σινᾶ, ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν μιᾷ

68

.

309

(50)

τοῦ μηνὸς τοῦ δευτέρου ἔτους, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, λέγων· Λάβετε ἀρχὴν πάσης συγγε‐ νείας υἱῶν Ἰσραὴλ, καὶ κατὰ συγγενείας αὐτῶν, καὶ κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ἐξ ὀνόμα‐ τος αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν· πᾶς ἄρσην ἀπὸ εἰ‐
55κοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει308

68

.

312

Ἰσραὴλ, ἐπισκέψασθε αὐτοὺς ἐν δυνάμει αὐτῶν, σὺ καὶ Ἀαρὼν ἐπισκέψασθε αὐτούς.» Ὅτι μὲν οὖν τὸ ἄρσεν καὶ μαχιμώτατον, καὶ εἰς ἥβην ἀναβεβηκὸς, τουτέστιν, εἰς εὐεξίαν τὴν πνευματικὴν καὶ εἰς
5μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἐν ἀπογραφῇ τῇ θείᾳ, καὶ ἐν βιβλίῳ τέτακται Θεοῦ, σαφὲς ἂν γένοιτο καὶ διὰ τούτων εὖ μάλα· ἀριθμεῖται γὰρ οὐχ ἑτέρου του χάριν, καθάπερ ἐγᾦμαι, τὸ ἄρσεν ἐν εἰκοστῷ τε καὶ ἔτι γεγονὸς ἐνιαυτῷ, ἢ ὥστε
10δύνασθαι νοεῖν καὶ ἡμᾶς αὐτοὺς, ὡς ἀπόβλητον μὲν καὶ ἀδόκιμον τὸ ἄναλκί τε καὶ ἀτελὲς εἰς σύνεσιν, ἂ δὴ προσεῖναί φαμεν τοῖς ἔτι μὲν νέοις κομιδῆ, καὶ οὔπω πρὸς ἥβης ἥκουσι μέτρον, ὅ περ ὁ θεῖος οἶδέ τε καὶ ὁρίζει νόμος, τουτέστι τὸ ἔτος τὸ εἰκοστόν·
15τίμιον δὲ καὶ ἐν ἀριθμῷ καὶ ἐγνωσμένον παρὰ Θεῷ, κατά τε πληθὺν, καὶ γένη καὶ κεφαλὰς, καὶ ὀνομα‐ στὶ, τὸ ἐν ἀκμαῖς τε καὶ ἄρσεν. Ἀνδριζομένοις γὰρ οὕτω, καὶ εἰς τοῦτο προήκουσι διανοίας μέτρον, τοῖς ἁγίοις ἀποστόλοις εἴρηται διὰ Χριστοῦ, ποτὲ
20μὲν, ὅτι, «Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑποτάσσεται ὑμῖν, χαίρετε δὲ μᾶλλον ὅτι τὰ ὀνόματα ὑμῶν γέγρα‐ πται ἐν τοῖς οὐρανοῖς·» ποτὲ δὲ πάλιν· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν, ἄνευ τοῦ πατρός μου τοῦ ἐν
25οὐρανοῖς; Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠρι‐ θμημέναι εἰσίν.» Τὸ ἀκριβὲς οἶμαί που τῆς ἐπ’ αὐτοῖς φροντίδος, τοῦ αὐτὰς εἰπεῖν ἀπαριθμεῖσθαι τὰς τρίχας καταδηλοῦντος εὖ μάλα. Οὐκοῦν ἐν βιβλίῳ Θεοῦ τὸ ἐν ἀκμαῖς τε καὶ ἄρσεν. Ἐπράττετο δὲ τὰ
30τῆς ἀπογραφῆς, διά τε Μωσέως καὶ Ἀαρὼν, ἵνα δι’ ἀμφοῖν τὸν ἕνα νοῶμεν Χριστὸν, ὡς ἐν Μωσῇ, νομοθέτην, ὡς ἐν Ἀαρὼν, ἀρχιερέα. Γέγονε γὰρ ἐφ’ ἡμᾶς νομοθέτης τε ἅμα, καὶ ὅσιος καὶ ἄκακος ἀρχιερεὺς, καὶ διὰ τῆς αὐτοῦ μεσιτείας, τῶν ἀνδρι‐
35ζομένων καὶ ἐκπρεπεστέρων εἰς ἀρετὴν, ἐν θείαις βίβλοις ἀπογραφή. Προσεφώνει δὲ τούτοις καὶ σοφὸς Ἰωάννης λέγων· «Γράφω ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυ‐ ροί ἐστε, καὶ νενικήκατε τὸν πονηρόν.» Οὐκοῦν εἶεν ἂν οὗτοι, περὶ ὧν ἔφαμεν ἀρτίως· ὅτι «Πᾶν
40ἄρσεν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευό‐ μενος ἐν δυνάμει Ἰσραήλ·» οὓς ὅτι ποιεῖται διὰ φειδοῦς, καὶ φροντίδος ἀξιοῖ, φιλάρετος ὢν ὁ δημιουρ‐ γὸς, κατίδοις, ὦ Παλλάδιε, καὶ διὰ τῶν ἐφεξῆς γε‐ γραμμένων. Ἔφη γὰρ πάλιν τοῖς ἀμφὶ Μωσέα καὶ
45Ἀαρὼν, δῆλον δὲ ὅτι Θεὸς, «Καὶ μεθ’ ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἄρχοντος, κατ’ οἴκους πατριῶν ἔσονται, καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἵτινες παραστήσονται μεθ’ ὑμῶν.» Φυλὴ γὰρ ἑκάστη τὸν εὐκλεέστερον καὶ μαχιμώτατον ἐφίστη‐

68

.

312

(50)

σιν ἡγεμόνα, καὶ προασπιστὴν, καὶ βουλῆς ἐξάρ‐ χοντα, καὶ τῶν πρακτέων εἰσηγητὴν, ὧν ἂν εἶεν εἰς τύπον, οἱ τοῖς ἀπολέκτοις καὶ ἐν βίβλῳ ζωῆς κειμέ‐ νοις, ἐφεστηκότες ἄγγελοι. Γέγραπται γὰρ περὶ παντὸς δικαίου· «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύ‐
55κλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Ὅτι δὲ ἀγγελικαῖς ἐπικουρίαις διασεσώσμεθα κατὰ
βούλησιν Θεοῦ, πανταχόθεν ἂν γένοιτο σαφὲς, καὶ310

68

.

313

περιττὸν οἶμαι συλλέγειν εἰς τὸ παρὸν, τὰς δείξεις· καίτοι τοῖς ἐθέλουσι μετὸν καὶ λίαν εὐκόλως εἴπερ ἕλοιντο τοῦτο δρᾷν.
7ΠΑΛΛ. Οὐκοῦν ὡς ἐν τύπῳ τῷ κατὰ Μωσέα καὶ Ἀαρὼν διὰ Χριστοῦ γένοιτ’ ἂν τῶν ἀνδριζομένων ἡ ἀπογραφή.
10ΚΥΡ. Οὕτω φημί· ἀποφέρει γὰρ ἡμᾶς εἰς τὸν ἐπὶ τῷδε λόγον, οὐκ ἀπίθανον ἔχον τὴν ὑποψίαν τὸ παρὰ τῷ μακαρίῳ Δανιήλ. ΠΑΛΛ. Τὸ ποῖον τί φής; ΚΥΡ. Τεθέαται μὲν γὰρ, ὡς ἐν ἡλικίᾳ τῇ πρεσβυ‐
15τικῇ τὸν Πατέρα, λευκῇ μὲν πολιᾷ κατεστεμμένον, ἐνδύμασι δὲ τοῖς ἐν εἴδει χιόνος ἐκπρεπῆ, ἔφη δὲ ὅτι «Καὶ βίβλοι ἠνεῴχθησαν, καὶ κριτήριον ἐκάθισε, καὶ εἶδον. Καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ Παλαιοῦ
20τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία.» Ὅτε γὰρ ἐν εἴδει τῷ καθ’ ἡμᾶς γέγονεν ὁ Μονογενὴς, τότε καὶ βίβλους ἠνέῳξεν ὁ Πατὴρ, καὶ ἀνῆκε μὲν τοῦ κρίνεσθαι τοὺς ἐνόχους ἁμαρτίαις· ἐφῆκε δὲ τοῖς
25ἀνδριζομένοις τὸ ἐγγράφεσθαί τε καὶ ἐναριθμεῖσθαι λοιπὸν τοῖς ἄνω χοροῖς, καὶ ἐν μνήμῃ κεῖσθαι Θεοῦ. Ἀκούω δὲ ψάλλοντος τοῦ μακαρίου Δαβὶδ περὶ τῶν εἰς Χριστὸν πεπαρῳνηκότων· «Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων οὐ γραφήτω‐
30σαν.» Πεπτώκασι μὲν γὰρ ἐξ ἀσθενοῦς λογισμοῦ καὶ τῆς εἰς Χριστὸν πολιτείας ἐξ ἀνανδρίας ἡμαρτη‐ κότες, οἱ χρηστῷ τε καὶ φιλανθρώπῳ νεύματι τοῦ Θεοῦ καὶ Πατρὸς ἐκτετιμημένοι· κέκληνται μὲν γὰρ εἰς τοὺς γάμους, μαλακῶς δὲ καὶ παρειμένως τοῖς
35ἁγίοις δειπνοκλήτορσιν ἀπεκρίναντο, λέγοντες· ὁ μὲν, ὅτι ἀγρὸν ἠγόρασα· ὁ δὲ, ὅτι γυναῖκα ἔγημα, καὶ οὐ δύναμαι ἐλθεῖν. Ἀκούεις λεγόντων πανταχῆ, ὅτι Οὐ δύναμαι· νοῦς γὰρ ὁ ἀνθρώπινος εἰς φιληδο‐ νίαν κοσμικὴν ἀπονενευκὼς, ἀδρανής τέ ἐστι καὶ
40ἄναλκις εἰς τὸ ἐργάζεσθαι τὰ τοῦ Θεοῦ· ἔσται δὲ οὗτος καὶ τῆς οὐρανίου καὶ θείας ἀμέτοχος ἑορτῆς. ΠΑΛΛ. Μόνον οὖν ἄρα τὸ ἡβηκὸς καὶ ἀνδρεῖον, καὶ ἔμφρον ἤδη πως, ἐν ἀπογραφῇ Θεοῦ, καὶ ἐν βί‐ βλῳ ζώντων, τὸ δὲ μὴ τοιοῦτον ἅπαν, ἀδόκιμον ἢ
45πῶς; ΚΥΡ. Ἀκριβῆ καὶ ἐγηγερμένον ἐνιεὶς τὸν νοῦν τοῖς Γεγραμμένοις, εἴσῃ τοι τὸ ἀληθές. Ἀπογράφε‐ ται γὰρ οὐχὶ τὸ ἐν ἥβῃ μόνον, καὶ ἐν ἔτει τῷ εἰκοστῷ γεγονὸς, προστέτακται δὲ ὅτι, πᾶν ἄρσεν. Ἢ οὐκ

68

.

313

(50)

ἐννοεῖς ἂ λέγω; ΠΑΛΛ. Συνίημι. ΚΥΡ. Οὐκοῦν, εἰ μὲν τῆς ἐν Χριστῷ νοουμένης ἀνδρίας, καὶ ὁ τῶν ἐπιτηδείων εἰς τὸ δύνασθαι κατορ‐ θοῦν εὖ μάλα τὴν ἀρετὴν περιεργάζοιτο τρόπος,
55ἰδίαν ἕξουσι τὴν ἀπογραφὴν, οἱ πρὸς τοῦτο δόξης
ἐλάσαντες, ὡς ἀνδρεῖοί τε ἤδη καὶ μαχιμώτατοι, καὶ312

68

.

316

μειρακιώδη φρόνησιν ὑπερβεβηκότες, οὐχὶ ἑκάστῳ τῶν καθ’ ἡμᾶς ἁρμόσειεν ἂν, ὦ ἑταῖρε, τόπος τις ἴδιός τε καὶ πρέπων ἀπογραφῆς καὶ δόξης, τῇ τῶν δρωμένων λαμπρότητι συμμετρούμενος;
5ΠΑΛΛ. Φημί. ΚΥΡ. Οὐ γὰρ ἔν γε τοῖς ἁγίοις ἀποστόλοις ὁ μὴ κατ’ αὐτοὺς ἔσται ποθέν· πολλοῦ γε καὶ δεῖ. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Οὐδ’ αὖ ἐκεῖνό φαμεν, ὡς τοῖς ἄγαν ἐκλε‐
10λαμπρυσμένοις ἐκ πολυειδοῦς ἀρετῆς, καὶ βίου κατ‐ όρθωσιν τὴν ἐννομωτάτην ἐπησκηκόσιν, ὁ μὴ τοιοῦτος συντετάξεται, κληρονομήσει δὲ ὅτι, κατὰ τὸ ἴδιον μέτρον, οὐκ ἀσυμφανές.
15ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Οὐκοῦν, καθὸ πεπιστεύκαμεν εἰς τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, καὶ διὰ τοῦ βαπτίσμα‐ τος τὴν ἐξ οὐρανοῦ καὶ ἄνωθεν ἰσχὺν πεπλουτήκα‐ μεν· ἐνεδυσάμεθα γὰρ τὴν ἐξ ὕψους δύναμιν τῷ
20ἁγίῳ· κατεσφραγισμένοι Πνεύματι, τεθείμεθα καὶ ἡμεῖς ὡς ἐν ἀρσένων τάξει τε καὶ λόγῳ, καὶ κατελο‐ γίσθημεν ἐν βίβλῳ Θεοῦ. Πλὴν ἔστι τις κἀνθάδε δια‐ φορά. Πρῶτοι γὰρ ὥσπερ ἐν ἀπογραφῇ, καὶ ἀγχοῦ Θεοῦ μᾶλλον οἱ ἱερώτεροί τε καὶ ἁγιώτεροι. Μία
25μὲν ἡ πίστις ἡ εἰς Χριστόν· πλὴν, οὐχ ἅπαντες οἱ πεπιστευκότες ἐν ὁμοίῳ καὶ ἴσῳ τρόπῳ τέ εἰσι καὶ βίῳ, ἀλλ’ οἱ μὲν, οὕτως· οἱ δὲ οὕτως, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Οὐκοῦν, οἱ μὲν βίου σεμνό‐ τητι προὔχοντες, ἁγιώτεροι δὲ διὰ τοῦτο, πρώτην
30ἔχουσι τὴν τάξιν ἐν ἀπογραφῇ τῇ θείᾳ, καὶ ἐν μνήμῃ Θεοῦ· οἱ δὲ τὸ μεῖον ἔχοντες, ἐν ἁγιασμῷ, διὰ τὸ μεῖον ἐν ἀρετῇ, δεύτεροί που πάντως καὶ ἐν ἀπογραφαῖς. ΠΑΛΛ. Καὶ πῶς ἂν γένοιτο καὶ τοῦτο σαφές;
35ΚΥΡ. Ἀπό γε τῶν Γεγραμμένων. Ἔστι γὰρ ἡμῖν οὐ προαλὴς ὁ λόγος· μετὰ γάρ τοι τὴν ἐπαρίθμησιν ἢν ἐπὶ τοῖς ἄῤῥεσί τε καὶ ἀκμαιοτάτοις ἐποιήσατο, τρόπον ἡμῖν ἕτερον ἀπογραφῆς διετύπου πάλιν ὁ τῶν ὅλων Θεός. Ἔχει δὲ οὕτως· «Ἐλάλησε Κύριος πρὸς
40Μωσῆν ἐν τῇ ἐρήμῳ Σινᾷ λέγων· Ἐπίσκεψαι τοὺς υἱοὺς Λευὶ κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ συγγε‐ νείας αὐτῶν, κατὰ δήμους. Πᾶν ἀρσενικὸν ἀπὸ μη‐ νιαίου καὶ ἐπάνω ἐπισκέψῃ αὐτούς. Καὶ ἐπεσκέψατο αὐτοὺς ὁ Μωσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ὃν
45τρόπον συνέταξεν αὐτοῖς Κύριος.» Γενομένης δὲ οὕτω τῆς ἀπογραφῆς κατὰ δήμους, καὶ κατ’ οἴκους πα‐ τριῶν, ὅλον εὐθὺς τὸν ἐκλογισμὸν ἐπιφέρει, λέγων· «Πᾶσα ἡ ἐπίσκεψις τῶν υἱῶν Λευὶ, οὓς ἐπεσκέψατο Μωσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου κατὰ δήμους

68

.

316

(50)

αὐτῶν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, δύω καὶ εἴκοσι χιλιάδες.» Ἐπισυνάπτει δὲ παραχρῆμα, καί
φησι· «Καὶ εἶπε Κύριος πρὸς Μωσῆν, λέγων·314

68

.

317

Ἐπίσκεψαι πᾶν πρωτότοκον ἄρσεν τῶν υἱῶν Ἰσραὴλ ἀπὸ μηνιαίου καὶ ἐπάνω, καὶ λάβε τὸν ἀριθμὸν αὐ‐ τῶν ἐξ ὀνόματος, καὶ λήψῃ τοὺς Λευίτας ἐμοὶ, ἐγὼ Κύριος, ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν
5Ἰσραὴλ, καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ πάντων τῶν πρωτοτόκων ἐν τοῖς κτήνεσι τῶν υἱῶν Ἰσραήλ. Καὶ ἐπεσκέψατο Μωσῆς, ὃν τρόπον ἐνετείλατο Κύριος αὐτῷ καὶ ἐγένετο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω,
10ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες, τρεῖς καὶ ἑβδομήκοντα καὶ διακόσιοι. Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάβε τοὺς Λευίτας ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ, καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ τῶν κτηνῶν αὐτῶν, καὶ
15ἔσονται ἐμοὶ οἱ Λευῖται· ἐγὼ Κύριος· καὶ τὰ λύτρα τριῶν καὶ ἐβδομήκοντα καὶ διακοσίων οἱ πλεονάζον‐ τες παρὰ τοὺς Λευίτας ἀπὸ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ· καὶ λήψῃ πέντε σίκλους κατὰ κεφαλὰς κατὰ τὸ δίδραχμα τὸ ἅγιον· λήψῃ εἴκοσιν ὀβολοὺς
20τοῦ σίκλου, καὶ δώσεις τὸ ἀργύριον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λύτρα τῶν πλεοναζόντων ἐν αὐτοῖς.» Ὡς βαθὺ τὸ χρῆμα καὶ δυσέφικτον, ὦ Παλλάδιε, τὸ προσβαλεῖν δύνασθαι, φημὶ δὴ τοῖς ὧδε διεσταλμένοις, λεπτῶς τε καὶ ἀκριβῶς.
25ΠΑΛΛ. Εὖ λέγεις· καθίει δ’ οὖν ὅμως τὸν νοῦν εἰς βάσανον, Χριστῷ τῷ παντὸς ἀγαθοῦ δοτῆρι πίσυνος. ΚΥΡ. Σύνες δὴ, ὅτι ἐν ἀπογραφῇ τῇ πρώτῃ, πᾶν μὲν ἦν ἄρσεν, καὶ εἰκοσαετὲς τὸ ζητούμενον, τουτ‐ έστι τὸ ἔμφρον τε καὶ ἀνδρεῖον, καὶ ἐν ἀκμαῖς τοῦ
30δύνασθαι κατορθοῦν, ἃ ἂν βούλοιτο Θεός. Ἐχέτω δὲ ἅλις ἡμῖν ὁ περὶ τοῦδε λόγος. Πεποίηται γὰρ, ὡς ἐγῷμαι λίαν ἀποχρώντως ἔχων. Ἔν γε ταυταινὶ ταῖν δυαῖν ἀπογραφαῖν, ἅπαν μὲν ἄρσεν τὸ ἐκ φυλῆς Λευῒ, ταῖς θείαις τε καὶ ἱεραῖς ἐντάττεται ψήφοις. Ἀπό γε τῆς
35ἑτέρας πληθύος, οὐκέτι πᾶν ἄρσεν ἁπλῶς, ἀλλὰ τὸ πρωτότοκον, ἀπὸ μηνιαίου δὲ σύμπαν καὶ ἐπάνω τὸ ἀρι‐ θμούμενον. Καὶ ἡ μὲν τῶν Λευιτικῶν βρεφῶν ἀπαρίθ‐ μησις, δύο καὶ εἴκοσι χιλιάδες· ἡ δὲ τῶν πρωτοτόκων δύο καὶ εἴκοσι χιλιάδες καὶ τρεῖς καὶ διακόσιοι καὶ
40ἑβδομήκοντα. Εἶτα θεσπίζει Θεὸς, ἀντὶ τῶν πρωτοτό‐ κων τοὺς Λευίτας ἀνατίθεσθαι δεῖν. Ἐπειδὴ δὲ ὑπερ‐ τεροῦν ἤτοι πλεονάζοι ἀριθμῷ τὸ δημοτικὸν εὑρίσκε‐ ται, διακοσίαις ἑβδομήκοντα καὶ τρισὶ κεφαλαῖς, δεδικαίωκεν ὁ νομοθέτης, προσκομίζεσθαι δεῖν ὑπὲρ
45αὐτῶν τὰ λύτρα τῇ φυλῇ τῇ Λευιτικῇ, ὡς ἂν καὶ ὑπὲρ αὐτῶν ποιοῖντο τὰς λειτουργίας, καὶ ἀναφέροιεν τὰς λατρείας, μισθὸν ὥσπερ τινὰ τὴν ἀπερισπάστου προσεδρείας τουτονὶ κομιζόμενος παρ’ αὐτῶν. Ἢ οὐκ ἐν τούτοις φὴς τὴν τῶν προκειμένων περίνοιαν;
51ΠΑΛΛ. Φημί. ΚΥΡ. Οὐκοῦν ἐκεῖνο ἐρῶ· καί μοι πάλιν ὁ λόγος οὐκ ἀπὸ σκοποῦ βαδιεῖται, κατά γε τὸ εἰκὸς καὶ οὐκ ἀπιθάνως ἔχον· ἤτε μὲν γὰρ ἀνδρίας τε ὁμοῦ καὶ
55φρονήσεως τῆς ἐν Χριστῷ νοουμένης ἀνάμνησις ἦν,
καὶ ὡς ἐν τύπῳ ζήτησις, ἀπεγράφετο τὸ ἄρσεν, οὐκ316

68

.

320

ἀφανῆ τὴν τοῦ σώματος ἡλικίαν ἔχον. Ἐπειδὴ δὲ πρὸς τούτοις ἐχρῆν καὶ τὴν ὡς ἐν πίστει τε καὶ ἀγάπῃ τῇ εἰς Χριστὸν γενομένην ἀπογραφὴν εὖ μάλα κα‐ τασημαίνεσθαι, συμπεπλεγμένης διαφορᾶς, ἣν ὡς ἔν γε
5τοῖς πιστεύουσιν ἔστιν ἰδεῖν. Οἱ μὲν γὰρ, ὁμοῦ τῷ παραδέχεσθαι τὴν πίστιν, καὶ τὸ ἐν ἔργοις ἱερὸν, καὶ τὴν ὑπὸ Θεῷ δουλείαν ἐπιτηδεύουσιν· οἱ δὲ οὐχ ὁλόκληρον ποιοῦνται τὴν ἀφιέρωσιν, μεμερισμένοι πρὸς τὰ ἐν κόσμῳ· ταύτῃ τοι δικαίως ὁ νομοθέτης
10προτιμᾶσθαι θατέρου κελεύει τὸ ἱερὸν, ὡς ἐν τύπῳ νοούμενον γένει τῷ Λευιτικῷ· καὶ τὸν πρῶτον ἔχειν ἐν ἀπογραφῇ, προστέταχε τόπον. Πρώτου δὴ οὖν διὰ τοῦτο μνημονεύει τοῦ Λευτικοῦ, ἕπεται δὲ αὐτῷ καὶ παρέζευκταί πως, τὸ ἄρσεν τε καὶ τὸ πρωτότοκον.
15Ἐκτετίμηται γὰρ παρὰ Θεῷ λίαν, τὸ ὡς ἐν ἀνδρείᾳ τῇ πνευματικῇ καὶ ἐν συμμορφίᾳ νοούμενον, τῇ κατὰ Χριστὸν, ὅς ἐστι πρωτότοκος. Καὶ γοῦν ὁ θεσ‐ πέσιος Παῦλος ἐπιστέλλει τισὶ τῶν ὀκλαζόντων περὶ τὴν πίστιν, καὶ εἰς ἐννοίας ψυχρὰς ἐκτεθηλυμμένων·
20«Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Δεκτὸς οὖν ἄρα καὶ ἐν βίβλῳ Θεοῦ πᾶς, ὁ ὡς ἐν μορφώσει τῇ κατὰ Χριστὸν πρωτότοκος, ἄρσην τε καὶ ἐμφρονέστατος. Ἐπιτήρει δὲ ὅτι καθά‐ περ ἔφην ἀρτίως, ἀπὸ μὲν τῶν ἑτεροφύλων, οὐ πᾶν
25ἄρσεν ἁπλῶς ἐναρίθμιον, ἀλλὰ μόνον τὸ πρωτότοκον· οὐ γάρ τοι πᾶς ἄνθρωπος ἐν πίστει διαπρεπὴς, καὶ ἐν συμμορφίᾳ τῇ κατὰ Χριστὸν, πολλοὶ γὰρ οἱ μὴ πιστεύσαντες, ἀνάγραπτον δὲ καὶ ἐν ἀριθμῷ μόνον ἐστὶ τὸ πρωτότοκον, διὰ τὸν ἐν ἡμῖν πρωτότοκον, καὶ ἐν
30πολλοῖς ἀδελφοῖς. Ἅπαν δὲ ἄρσεν ἁπλῶς καὶ ἀδιακρί‐ τως ἔν γε τοῖς Λευιτικοῖς ἐν ἀπογραφῇ καὶ ἐν ἐκλο‐ γισμοῖς· Θεῷ γὰρ οἰκεῖον ὁλοκλήρως τὸ ἅγιον. Μη‐ νιαῖα δὲ καὶ ἐπάνω τὰ ἀπογραφόμενα· καὶ τίς ἡ πρό‐ φασις; Ὅτι τῶν πεπιστευκότων ἡ ἐν Χριστῷ νηπιό‐
35της, οὐκ ἀπόβλητος παρὰ Θεῷ, σύμβολος δὲ ὥσπερ τῆς ἁπλότητος τῆς ἐν Χριστῷ, καὶ πνευματικῆς νη‐ πιότητος, τὸ τῆς ἡλικίας κομιδῆ βραχύ. Ὥσπερ γὰρ ἐλέγομεν ὡς ἐν τοῖς μαχιμωτάτοις, καλῶς τε καὶ ἀμωμήτως γεγενῆσθαι τὴν ἀπογραφὴν ἀπὸ εἰκοσαε‐
40τοῦς καὶ ἐπάνω, οὕτω φαμὲν, ὅτι τῆς ἐν Χριστῷ νη‐ πιότητος, σημεῖον ἂν γένοιτο σαφὲς, ὁ ἐκ μηνιαίου καιρός. Τοιουτονὶ δὲ καὶ ὁ Παῦλός φησιν· «Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιά‐ ζετε· ταῖς δὲ φρεσὶν, τέλειοι γίνεσθε.»
48ΠΑΛΛ. Οἰησόμεθα δὴ οὖν, ὡς συμμεθέξομεν τοῖς ἁγίοις, ὧνπερ ἂν αὐτοὶ, ταῖς γε δὴ σφῶν αὐτῶν

68

.

320

(50)

κατορθώσειαν ἂν κεφαλαῖς, ἀνδριζόμενοί τε καὶ εὐ‐ δοκιμεῖν ὅτι μάλιστα διεσπουδακότες. ΚΥΡ. Πάνυ μὲν οὖν, εἴπερ εἰσὶν ἀληθῶς, αὐτοὶ μὲν θείων ἀνάμεστοι χαρισμάτων, πόνοις καὶ ἱδρῶσιν ἑλόντες τὸ δῶρον, καὶ διὰ μυρίων ὅσων ἀγώνων ἐλά‐
55σαντες· ἀναπιμπλᾶσι δὲ καὶ ἡμᾶς τῶν σφίσι δεδω‐
ρημένων ἐξ ἀγάπης Θεοῦ. Καὶ γοῦν ὁ θεσπέσιος318

68

.

321

Παῦλος προσεφώνει τισὶ τῶν πεπιστευκότων· «Ἐπι‐ ποθῶ γὰρ ἰδεῖν ὑμᾶς ἵνα τι μεταδῶ ὑμῖν χάρισμα πνευματικόν.» Ἢ γὰρ, οὐχὶ ξένιον οὐράνιον, χά‐ ρισμά τε πνευματικὸν εἶναι φὴς, τὴν ἀμώμητόν τε
5καὶ ἀπλανῆ περὶ Θεοῦ γνῶσιν, καὶ τὴν ἐφ’ ἅπασι τοῖς ἀρίστοις εἴδησιν ἀκριβῆ; ΠΑΛΛ. Ναί. Εἴπερ ἐστὶ τὸ χρῆμα ζωοποιόν. Τοι‐ γάρτοι σαφῶς διειδέναι τίς μὲν ὁ φύσει τε καὶ ἀληθῶς τῶν ὅλων δημιουργὸς, καὶ Θεὸς, ποία δὲ ζωὴ, ἡ ἀρίστη
10τρίβος, εἰς μακραίωνά τε καὶ ἀτελεύτητον ἀποκομί‐ ζει ζωήν. ΚΥΡ. Ὀρθῶς ἔφης. Ταῦτά τοι διδάσκων ἡμᾶς καὶ αὐτὸς ὁ Χριστὸς, τοῖς ἁγίοις ἀποστόλοις διεκελεύετο, λέγων· «Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.» Εἴη δ’ ἂν
15καὶ ἑτέρως οὐκ ἀκερδὴς τοῖς ἄλλοις ἡ τῶν ἁγίων λαμπρότης· ἐν γὰρ ταῖς ἐκείνων εὐδοκιμήσεσιν, ἀφανί‐ ζεταί που τὰ ἡμῶν ἡττήματα, καὶ ταῖς τῶν εὐκλεεστέ‐ ρων προσεσχηκὼς εὐψυχίαις, ὁ φιλάρετος ἡμῶν Θεὸς, τοῖς ἀσθενεστέροις ἀνίησι τὰ ἐγκλήματα. Καὶ γοῦν
20οἱ ἐξ Ἰσραὴλ ἀκαθέκτως ἀπονενευκότες εἰς παρακοὴν, καὶ τῶν φαύλων οὐδὲν ἐῶντες ἀνεπιτήδευτον, παρ‐ ώτρυναν ἀναγκαίως τὸν νομοθέτην ἐφ’ ἑαυτοῖς· ἐπειδὴ δὲ δίκας ἤδη τῶν τετολμημένων πράττειν ἤθελε τοὺς ἀγρίως οὕτω λελυπηκότας, προσεκόμιζε μὲν τὰς ἱκε‐
25τηρίας ὁ προφήτης Ἱερεμίας. Τί δὲ πρὸς τοῦτο Θεός; «Περιδράμετε, φησὶν, ἐν ταῖς ὁδοῖς Ἱερου‐ σαλὴμ, καὶ ἴδετε καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε ἄνδρα εἰ ἔστι ποιῶν κρίμα, καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτοῖς,
30λέγει Κύριος.» Ἀνήσειν δὲ καὶ Σοδόμοις τὴν διὰ πυρὸς ἔφη δίκην, εἰ πέντε τινὲς εἶεν ἐν αὐτοῖς ὅσιοι καὶ ἀγαθοί. Οὐκοῦν ἡ τῶν ἀγίων λαμπρότης, καὶ τοῖς ἄγαν ἁμαρτωλοῖς, ἔσθ’ ὅτε, τὸ μὴ κολάζεσθαι δεῖν παραχρῆμα προξενεῖ, τὸν θεῖον ὥσπερ ἐκδυσωποῦσα
35θυμὸν καὶ ἀνασειράζουσα τὴν ὀργήν· τοῖς δὲ τὴν πίστιν γνησίως εἰσδεδεγμένοις, εὐψυχίας γε μὴν εἰς τοῦτο ἰέναι μὴ δυναμένοις, ὡς πόνοις ἑλεῖν δύνασθαι, τὸ, καὶ θείων αὐτοὺς ἐμπίπλασθαι χαρισμάτων, μονονουχὶ συμμερίζονται τὰς εὐδοκιμήσεις, παιδα‐
40γωγοῦντες, ὡς ἔνι, καὶ πρὸς πᾶν ὁτιοῦν ἀποφέροντες τῶν ἀρεσκόντων Θεῷ, καὶ τῶν ἰδίων αὐτοὺς ἀνδρα‐ γαθημάτων ἀποφαίνοντες κοινωνούς· καὶ ἃ μόλις αὐτοὶ διὰ πλείστων ὅσων εὑρίσκουσι πόνων, ταῦτα ταῖς ἑτέρων ἐνιέντες ψυχαῖς. Ὅτι γὰρ συμμεθέξομεν
45τοῖς ἁγίοις καὶ τῆς ἐνούσης αὐτοῖς λαμπρότητος, καὶ τῶν ἀνδραγαθημάτων ἐσόμεθα κοινωνοὶ, ἐξ ἡμερό‐ τητος καὶ φιλανθρωπίας, τὰ ἡμῶν ἡττήματα τοῖς ἐκείνων κατορθώμασιν, οἱονεὶ συμφύροντός τε καὶ ἀνακιρνῶντος Θεοῦ, καὶ τὸ ἐνδεὲς τῷ τελειοτέρῳ

68

.

321

(50)

συνείροντος, ἵν’ εἴη δεκτόν· σαφὲς ἂν γένοιτο καὶ διὰ τούτου πάλιν.
54ΠΑΛΛ. Ποίου δή τινος φής;
55ΚΥΡ. Μωαβῖται καὶ Μαδιηναῖοι, ἔθνη μὲν ἤστην
ἀνόσιά τε καὶ βάρβαρα, κατενέμοντο δὲ τῆς ἐπαγγελίας320

68

.

324

τὴν γῆν, ἣν κληρονομίζειν ἔμελλον οἱ υἱοὶ Ἰσραήλ. Ἐπειδὴ δὲ ἀγχοῦ τε λοιπὸν καὶ γείτων ὁ πόλεμος ἦν ἤδη πως, ὡς αὐτίκα δὴ μάλα ἀπολούμενοι, καὶ ταῖς τοῦ Ἰσραὴλ δυνάμεσιν ἀντεξάγειν οὐχ οἷοί
5τε, προσεπειρῶντο μὲν, μάγων τέχνῃ, καὶ τοῖς παρὰ σφίσιν ἀνοσίοις ἐπιτηδεύμασι, προσαποσείεσθαι τοὺς ἐχθρούς. Ἐπειδὴ δὲ πάντα δρῶντες, ἠδίκουν οὐδὲν, Θεοῦ προασπίζοντος, καὶ τὸν ψευδόμαντιν Βαλαὰμ εἰς τὸ εὐλογεῖν περιτρέποντος, καί τοι πρὸς τὸ ἐπα‐
10ρᾶσθαι δεῖν μεμισθαρνηκότα ὡς ἐν ἀπορίαις ἤδη γε‐ νόμενοι ταῖς ἐσχάταις, ἐλογίζοντο κατὰ σφᾶς αὐτοὺς, μὴ ἂν ἑτέρως ἰσχύσειν ἀδικῆσαι τὸν Ἰσραὴλ, εἰ μὴ Θεῷ τῷ προεστηκότι προσκρούσειαν, καὶ γυμνοὶ τῆς ἄνωθεν ἐπικουρίας τῆς πρὸς αὐτοὺς, εἴπερ ἕλοιντο,
15συγκροτοῖεν μάχην. Εἰδότες δ’ ὅτι θερμόν τε καὶ προαλὲς εἴς γε τὸ θῆλυ τὸ ἄρσεν, καὶ ταῖς εἰς τοῦτο μυσαρωτάταις ἡδοναῖς οὐκ ἀσφαλὴς ἡ νεότης, γύναια καθίεσαν ἐξωραϊσμένα, πρὸς ὁμιλίαν οὐκ εὐπρεπῆ τοῖς ἐξ Ἰσραὴλ, ὧν ταῖς ὥραις ἑτοιμότατα συνηρ‐
20πάζετο πᾶν ὅσον ἦν εὐπετὲς εἰς τὸ νοσεῖν τὰ σαρκὸς, παρεκομίζετό τε κατὰ βραχὺ τῆς εἰς Θεὸν λατρείας, ταῖς ἐκείνων ἑπόμενοι γνώμαις. Συνηῤῥώστουν τε τῇ πορνείᾳ τὴν ἀπόστασιν. Γέγραπται γάρ· «Καὶ ἐτε‐ λέσθη ὁ λαὸς τῷ Βεελφεγώρ.» Αὐτὸ δὲ τουτὶ καὶ διὰ
25φωνῆς προφητῶν ἔφη Θεός· «Καὶ ὁ λαὸς ὁ συνιὼν συνεπλέκετο μετὰ πόρνης.» Ἠγανάκτει μὲν οὖν καὶ μάλιστα εἰκότως ἐπὶ τούτοις ὁ νομοθέτης, καὶ ἦν τὸ χρῆμα τοῖς ἐξ Ἰσραὴλ οὐκ ἀζήμιον. Ἐν ἀφορήτοις γὰρ ἦσαν εὐθὺς διὰ τοῦτο συμφοραῖς, ἀδελφοῦ καὶ
30γείτονος δαπανωμένων χειρὶ τῶν πεπορνευκότων. Αἱρεῖσθαι δὲ πρὸς Μαδιηναίους εὐθὺς διετύπου πό‐ λεμον λέγων πρὸς τὸν ἱεροφάντην Μωσέα Θεός· «Ἐκδίκει τὴν ἐκδίκησιν τῶν υἱῶν Ἰσραὴλ ἐκ τῶν Μαδιανιτῶν, καὶ ἔσχατον προσθήσῃ πρὸς τὸν λαόν
35σου. Καὶ ἐλάλησε Μωσῆς πρὸς τὸν λαὸν, λέγων· Ἐξο‐ πλίσατε τοὺς ἄνδρας ἐξ ὑμῶν, καὶ παρατάξασθε ἔναντι Κυρίου ἐπὶ Μαδιὰμ, ἀποδοῦναι ἐκδίκησιν τῷ Κυρίῳ τῇ Μαδιὰμ, χιλίους ἐκ φυλῆς, καὶ χιλίους ἐκ φυλῆς, ἐκ πασῶν φυλῶν υἱῶν Ἰσραὴλ, ἀποστεί‐
40λατε παρατάξασθαι. Καὶ ἐξηρίθμησαν ἐκ τῶν χι‐ λιάδων Ἰσραὴλ χιλίους ἐκ φυλῆς δώδεκα χιλιάδας ἐνωπλισμένους εἰς παράταξιν, καὶ ἀπέστειλεν αὐτοὺς Μωσῆς χιλίους ἐκ φυλῆς, καὶ χιλίους ἐκ φυλῆς, σὺν δυνάμει αὐτῶν· καὶ τὸν Φινεὲς υἱὸν Ἐλεάζαρ υἱοῦ
45Ἀαρὼν τοῦ ἱερέως, καὶ τὰ σκεύη τὰ ἅγια, καὶ αἱ σάλπιγγες τῶν σημασιῶν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ παρετάξαντο ἐπὶ Μαδιὰμ, καθὰ ἐνετείλατο Κύριος τῷ Μωσεῖ, καὶ ἀπέκτειναν πᾶν ἀρσενικὸν, καὶ τοὺς βασιλεῖς Μαδιὰμ, ἀπέκτειναν ἅμα τοῖς τραυματίαις

68

.

324

(50)

αὐτῶν· καὶ τὸν Νευεὶν, καὶ τὸν Ῥοκὸν, καὶ τὸν Σοὺρ, καὶ τὸν Οὒρ, καὶ τὸν Ῥοβὸκ, πέντε βασιλεῖς Μαδιὰμ, καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ, ἀπέκτειναν ἐν ῥομφαίᾳ σὺν τοῖς τραυματίαις αὐτῶν· καὶ προενόμευσαν τὰς γυναῖκας Μαδιὰμ, καὶ τὴν ἀποσκευὴν αὐτῶν, καὶ τὰ
55κτήνη αὐτῶν, καὶ πάντα τὰ ἔγκτητα αὐτῶν, καὶ τὴν
δύναμιν αὐτῶν προενόμευσαν, καὶ πάσας τὰς πόλεις322

68

.

325

αὐτῶν τὰς ἐν ταῖς κατοικίαις αὐτῶν, καὶ τὰς ἐπαύ‐ λεις αὐτῶν ἐνέπρησαν ἐν πυρὶ, καὶ ἔλαβον πᾶσαν τὴν προνομὴν αὐτῶν· καὶ πάντα τὰ σκῦλα αὐτῶν ἀπὸ ἀν‐ θρώπου ἕως κτήνους, καὶ ἤγαγον πρὸς Μωσῆν καὶ πρὸς
5Ἐλεάζαρ τὸν ἱερέα, καὶ πρὸς πάντας τοὺς υἱοὺς Ἰσ‐ ραὴλ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα καὶ τὴν προνομὴν εἰς τὴν παρεμβολὴν εἰς Ἀραβὼθ Μωὰβ, ἥ ἐστιν ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ. Καὶ ἐξῆλθε Μωσῆς καὶ Ἐλεά‐ ζαρ ὁ ἱερεὺς, καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς
10εἰς συνάντησιν αὐτοῖς ἔξω τῆς παρεμβολῆς, καὶ ὠργίσθη Μωσῆς ἐπὶ τοῖς ἐπισκόποις τῆς δυνάμεως χιλιάρχοις καὶ ἑκατοντάρχοις τοῖς ἐρχομένοις ἐκ τῆς παρατά‐ ξεως τοῦ πολέμου· καὶ εἶπεν αὐτοῖς Μωσῆς· Ἵνα τί ἐζωγρήσατε πᾶν θῆλυ; αὗται γὰρ ἦσαν τοῖς υἱοῖς
15Ἰσραὴλ κατὰ τὸ ῥῆμα Βαλαὰμ, τοῦ ἀποστατῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα Κυρίου, ἕνεκεν Φογώρ· καὶ ἐγέ‐ νετο ἡ πληγὴ ἐν τῇ συναγωγῇ Κυρίου· νῦν ἀπο‐ κτείνατε πᾶν ἀρσενικὸν, ἐν πάσῃ ἀπαρτίᾳ, καὶ πᾶσαν γυναῖκα, ἥτις ἔγνω κοίτην ἄρσενος, ἀποκτείνατε· καὶ
20πᾶσαν τὴν ἀπαρτίαν τῶν γυναικῶν, ἥτις οὐκ οἶδε κοίτην ἄρσενος, ζωγρήσατε αὐτάς.» Ταῦτα Θεοῦ κεχρησμῳδηκότος, ἀπόλεκτοι νεανίαι πρὸς τὴν τοῦ πολέμου συνεκομίζοντο χρείαν· καὶ ἀπὸ πάσης συν‐ έῤῥει φυλῆς, τὸ ὅτι μάλιστα τληπαθὲς καὶ δοκιμώ‐
25τατον, ἵνα τὸ ἀφ’ ἑκάστης εὐδοκιμοῦν, αὔχημα γένη‐ ται τοῦ παντὸς, καὶ ἡ τοῦ μέρους λαμπρότης εἰς ὅλον ἴοι τὸ πλήρωμα, κατά γε τὸ ὑπὸ Παύλου σοφῶς εἰρημένον· «Εἴτε γὰρ πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει
30πάντα τὰ μέλη. ΠΑΛΛ. Ὀρθῶς διανοῇ. ΚΥΡ. Κατεστρατεύετο τοίνυν τῶν Μαδιηναίων ἡ τῶν ἀπολέκτων ἀλκιμωτάτη πληθὺς, συνόντος αὐ‐ τοῖς Φινεές τε τοῦ ἱερέως, καὶ τῶν ἁγίων σκευῶν,
35καὶ μὴν καὶ σαλπίγγων, τῶν καλουμένων σημασιῶν. Καὶ γάρ ἐστιν ἀεὶ σύνοπλός τε καὶ συμπαραστάτης τοῖς ἀνδριζομένοις ὁ Χριστὸς, ὁ μέγας ἡμῶν ἀρχιε‐ ρεύς· συναθλοῦσι δὲ καὶ ἄγγελοι, καθάπερ ἐν σκεύεσι τοῖς ἁγίοις ὑποδηλούμενοι. Σκεύη γὰρ ἅγια καὶ λει‐
40τουργικὰ, τὰ ἐν οὐρανῷ λογικὰ πνεύματα· τέτακται γὰρ παρὰ Θεοῦ πρὸς ἐπικουρίαν ἡμῶν. Πάρεισι δὲ οὐδὲν ἧττον καὶ αἱ σάλπιγγες τῶν σημασιῶν, τουτ‐ έστι τῶν θεηγόρων οἱ λόγοι, τὸ τίνα χρὴ τρόπον κατανδρίζεσθαι τῶν ἐχθρῶν, ἤτοι τῶν ἐν ἡμῖν ὄντων
45παθῶν, εὖ μάλα κατασημαίνοντες. Οὐκοῦν ὑποτύπω‐ σις Χριστοῦ μὲν, ὁ ἱερεὺς, τουτέστιν, ὁ Φινεὲς, ἀγ‐ γέλων δὲ, σκεύη τὰ ἅγια· τῶν δὲ τὸν θεῖον ἡμῖν διακεκραγότων λόγον, αἱ σάλπιγγες τῶν σημασιῶν. Οὕτω γὰρ ἀμογητὶ περιεσόμεθα τῶν ἀνθεστηκότων

68

.

325

(50)

ἐν Χριστῷ, λέγοντες τὸ ἐν Ψαλμοῖς ᾀδόμενον· «Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνό‐ ματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν.» Ὃ δὴ καὶ πεπράχασιν οἱ ἐξ Ἰσραήλ· πᾶσαν γὰρ τῶν Μαδιηναίων πόλιν τε καὶ χώραν καταδῃώσαντες,
55παρεκομίζοντο πρὸς Ἐλεάζαρ τὸν ἱερέα, καὶ πρὸς πᾶσαν τὴν συναγωγὴν υἱῶν Ἰσραὴλ τὴν αἰχμαλωσίαν·
ἱερὰ γὰρ ὥσπερ ἀναθήματα τῷ Χριστῷ τῷ πάντων324

68

.

328

ἀρχιερεῖ, καὶ οὐκ ἀσυμφανῆ τοῖς λαοῖς τὰ τῶν ἁγίων κατορθώματα, κατά γε τό· «Οὐ γάρ ἐστι κρυπτὸν, ὃ οὐ μὴ φανερωθήσεται, οὐδὲ ἀπόκρυφον, ὃ οὐ μὴ γνωσθῇ, καὶ εἰς φανερὸν ἔλθῃ.» Ἄγεται τοίνυν ἐν
5ὄψει τοῦ ἱερέως, καὶ παντὸς τοῦ λαοῦ, τὰ ἐκ τῆς αἰχμαλωσίας, τυπικῶς δὲ καὶ οἰκονομικῶς. Πλὴν, ἐπετίμα Μωσῆς τοῖς νενικηκόσιν ὡς οὐ κατὰ λόγον τὸν ἀκριβῆ καὶ ἀδιάβλητον παντελῶς, τὸ πρᾶγμα συντεθεικόσιν· οὐ γὰρ ἔδει, φησὶ, ζωγρῆσαι τὸ ἄρ‐
10σεν, οὐδ’ ἂν αὖ θῆλυ τὸ ἐμπειρόγαμον. Καὶ πιθανὸς μὲν τῆς ἱστορίας ὁ λόγος· ἔδει γὰρ, ἔδει τῆς ὅσον οὐδέπω μελλούσης ὑπὸ αὐτοῖς ἔσεσθαι γῆς, ἀποκεί‐ ρεσθαι τὸ ἄρσεν, ὡς ἧξον μετὰ βραχὺ πρὸς ἥβην τε καὶ ἀλκὴν, καὶ πολέμιον ἐσόμενον τῷ λαῷ· συν‐
15αναιρεῖσθαι δὲ καὶ τὸ θῆλυ, σκανδάλου παραίτιον γεγονὸς, καὶ εἰ σέσωστο, τάχα που πάλιν ἐσόμενον· ὅσον δὲ ἧκον εἰς θεωρίαν τὴν πνευματικὴν, ἐκεῖνο οἶμαί που κατίδοι τις ἂν ἔν γε δὴ τούτοις ἡμῖν ἀσ‐ τείως ὑποδηλούμενον.
21ΠΑΛΛ. Ὁποῖον τί φής; ΚΥΡ. Οὐκ ἀκαταιτίατοι μεμενήκασιν οἱ ἀπόλεκτοι τῶν φυλῶν, καί τοι τὴν νίκην ἀράμενοι· δι’ οὗ ση‐ μαίνεται, καὶ μάλα σαφῶς, ὡς τὸ εἰσάπαν ἀμώμητον,
25οὐδ’ ἂν αὐτοῖς τοῖς ἀνδριζομένοις ὑπάρξῃ ποτέ. Καὶ αὐτὸ γὰρ ἡμῶν τὸ ὀρθῶς εἰργάσθαι δοκοῦν, μομφῆς καὶ αἰτίας ἀμοιρήσειεν ἂν οὔτι που, περιεργαζομέ‐ νου τε καὶ βασανίζοντος Θεοῦ. Τοιγάρτοι καὶ γέγρα‐ πται· «Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε,
30τίς ὑποστήσεται;» Καὶ πάλιν· «Ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δού‐ λου σου· ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι.» Ἔνεστι δὴ οὖν ἔσθ’ ὅτε καὶ ἐν ταῖς τῶν ἀπολέκτων ἀνδρείαις, μομφὴν ὁσίαν ἰδεῖν, ἣν ἡ τοῦ
35νομοθέτου γνῶσις καθορᾷ, παρατρέχει δὲ ἡμᾶς· συν‐ ίεμεν γὰρ οὔτι που, κατὰ τό· «Παραπτώματα τίς συνήσει;» Καὶ Ἡσαΐας δέ πού φησιν, ὅτι πᾶσα ἡμῶν ἡ δικαιοσύνη, ὡς ῥάκος ἀποκαθημένης. Διά τοι τὸ εἰς ἄγαν ἀστείως καὶ ἀμωμήτως, μὴ ἂν ἔχειν δύ‐
40νασθαί ποτε. Παῦλος δὲ ὁ σοφώτατος, «Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα» γεγραφὼς, «Ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι, φησίν· ὁ δὲ ἀνακρίνων με, Κύριός ἐσ‐ τιν.» Ἡ δὲ μέμψις ἡ παρὰ Μωσέως οὐ πρὸς ἅπαν‐ τας ἁπλῶς, ἀλλὰ πρὸς μόνους ἐπράττετο τοὺς τῆς
45δυνάμεως ἐπισκόπους, καὶ πρὸς χιλιάρχους καὶ ἑκα‐ τοντάρχους· «Δυνατοὶ γὰρ, δυνατῶς ἐτασθήσονται,» καὶ κατ’ αὐτῶν μάλιστα τὸ ἀκριβὲς τοῦ νόμου· «Ὧ γὰρ πολὺ παρέθεντο, φησὶ, πολὺ ζητήσουσιν ἀπ’ αὐτοῦ.» Τοιγάρτοι καὶ γέγραφε, τοῦ Σωτῆρος ὁ μα‐

68

.

328

(50)

θητής· «Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα.» Φέρεται τοίνυν ἐπὶ τοὺς ἐπισκόπους καὶ τῶν ταγμάτων προεστηκό‐ τας ἡ κατὰ πάντων αἰτίασις. Ἀεὶ γάρ που ταῖς νή‐ ψεσι τῶν καθηγουμένων εὐδοκιμεῖ τὸ ὑπήκοον. Τοι‐
55γάρτοι καὶ γέγραπται τοῖς ὑπὸ χεῖρα λαοῖς· «Πείθεσθε
τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυ‐326

68

.

329

πνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσον‐ τες.» Μετὰ δὲ τὴν τῶν γυναικῶν τε καὶ παιδίων ἀναίρεσιν, ἀναπονίπτους οὐκ ἐᾷ τοὺς πολεμιστὰς ὁ θεσπέσιος Μωσῆς ἐναυλίζεσθαι τῇ παρεμβολῇ, προ‐
5αποκαθαίρεσθαι δὲ δεῖν ἐπιτάττει, λέγων· «Καὶ ὑμεῖς παρεμβαλεῖτε ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· πᾶς ὁ ἀνελὼν καὶ ὁ ἁπτόμενος τοῦ τετρωμένου ἁγνι‐ σθήσεται τῇ ἡμέρᾳ τρίτῃ, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ὑμεῖς καὶ ἡ αἰχμαλωσία ὑμῶν, καὶ πᾶν περίβλημα,
10καὶ πᾶν σκεῦος δερμάτινον, καὶ πᾶσαν ἐργασίαν ἐξ αἰγείας, καὶ πᾶν σκεῦος ξύλινον ἀφαγνιεῖσθε.» Ὁρᾷς ὅτι καὶ τὸ ἄριστόν τε καὶ εὐδόκιμον ἐν ἡμῖν τῶν ἀπολέκτων γένος οὐκ ἀμώμητον παντελῶς· «Καθαρὸς γὰρ οὐδεὶς ἀπὸ ῥύπου,» καὶ εἰ σφόδρα
15τις εἴη τῶν εὐδοκιμεῖν εἰωθότων· τετήρηται γὰρ τὸ τελείως ἅγιον εἰς αἰῶνα τὸν μέλλοντα. Ἔξω τοιγαρ‐ οῦν καθίζει τῆς παρεμβολῆς τοὺς νενικηκότας, καὶ ἀφαγνίζεσθαι δεῖν αὐτοὺς ἐν ἡμέρᾳ φησὶ τῇ τρίτῃ καὶ τῇ ἑβδόμῃ. Τῆς μὲν ἡμέρας τῆς τρίτης
20ἢ τὸν τρίτον ἡμῖν σημαινούσης τὸν καιρὸν, καθ’ ὃν ἡ διὰ Χριστοῦ γέγονε κάθαρσις μετὰ χρόνον τὸν κατὰ Μωσέα, καὶ καθ’ ὃν ὁ τῶν ἁγίων προφητῶν ἀνεδείχθη χορὸς, ἤτοι τὸν τῆς ἀναστάσεως, καθ’ ὃν ἀνεβίω Χριστὸς, προσηλώσας τῷ τιμίῳ σταυρῷ τὸ καθ’ ἡμῶν
25χειρόγραφον, καὶ λυτικὸν ἁμαρτίας τὸ δι’ ἡμᾶς ὑπομείνας πάθος. Τῆς γε μὴν ἑβδόμης τὸν ἐπὶ τῇ συντελείᾳ τοῦ παρόντος αἰῶνος καιρὸν ἀναπειθούσης νοεῖν, καθ’ ὃν ὁλοτρόπως τὸ τῆς ἁμαρτίας ἄχθος ἀποσεισάμενοι, καὶ εἰς λῆξιν ἰόντες ἁγιασμοῦ, συν‐
30εσόμεθα τῷ Χριστῷ, καθαρὰν καὶ ἡγνισμένην, καὶ ἐν μακαριότητι τῇ κατὰ Χριστὸν τρίβοντες ζωήν.
34ΠΑΛΛ. Εὖ ἔχει, κατά γε τὸ ἐμοὶ δοκοῦν.
35ΚΥΡ. Θαυμάσαις δ’ ἂν καὶ πρὸς τούτοις ἔτι τὸ ἐφεξῆς μυστήριον· διαδέχεται γὰρ εὐθὺς τὴν Μωσέως λαλιὰν Ἐλεάζαρ ὁ ἱερεὺς, καί φησι πρὸς τοὺς ἄνδρας τῆς δυνάμεως τοὺς ἐρχομένους ἐκ τῆς παρατάξεως τοῦ πολέμου· «Τοῦτο τὸ δικαίωμα τοῦ νόμου ὃν συν‐
40έταξε Κύριος τῷ Μωσῇ, πλὴν τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ μολίβδου, καὶ κασσιτέρου, πᾶν πρᾶγμα ὃ διελεύσεται ἐν πυρὶ καὶ καθαρισθήσεται, ἀλλ’ ἢ τῷ ὕδατι τοῦ ἁγνισμοῦ ἁγ‐ νισθήσεται· καὶ πάντα ὅσα μὴ διαπορεύσεται διὰ
45πυρὸς, διελεύσεται δι’ ὕδατος· καὶ πλυνεῖτε τὰ ἱμά‐ τια ὑμῶν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ καθαρισθήσεσθε, καὶ μετὰ ταῦτα εἰσελεύσεσθε εἰς τὴν παρεμβολήν.» Ἐπι‐ τήρησον ὅτι Μωσῆς μὲν πρότερος τοῖς νενικηκόσι τὸν τοῦ διασμήχεσθαι κατεδήλου καιρὸν, οὐκέτι δὲ καὶ τὸν

68

.

329

(50)

τρόπον. Προανακηρύττει γὰρ ὁ νόμος τῆς διὰ Χριστοῦ καθάρσεως τὸν καιρόν· δεύτερος δὲ καὶ μετὰ Μωσέα προσπεφώνηκεν ὁ ἱερεὺς, τουτέστιν, ὁ Ἐλεάζαρ. Διατάττει μὲν γὰρ μετὰ Μωσέα Χριστὸς, καὶ τὸν καιρὸν μὲν οὐκέτι τοῦ καθαρισμοῦ τοῖς ἀνδριζομένοις
55καταδηλοῖ· αὐτὸς γὰρ ἦν ὁ καιρός· τὸν δὲ τρόπον
εἰσηγεῖται, καὶ αὐτό πως ἤδη λοιπὸν ἐν ὄψει τίθησι328

68

.

332

τὸ μυστήριον, τὸν ἀκριβῆ τοῦ νόμου διερμηνεύων σκοπόν. Προστέταχε γὰρ ὅσα μὲν ἦν ἐν τοῖς σκεύεσι τὴν πυρὸς ἀκμὴν διήκειν, οἷά τε παρενεχθῆναι διὰ πυρός· τὰ δὲ ὅσα μὲν εὐσθένειαν οὐκ ἔχοντα φυσικὴν, σαθρὰ
5δὲ καὶ ἑτοιμότερά πως εἰς τὸ παθεῖν δύνασθαι τὸν εἰσάπαν ἀφανισμὸν, ἐσθῆτα δὲ λέγων, καὶ τὸ ἐκ δερ‐ μάτων καὶ ξύλων δι’ ὕδατος φέρεσθαι, ὡς ἐν σκεύε‐ σιν ἡμᾶς χρυσοῖς τε καὶ ἀργυροῖς καὶ ἐν τοῖς ἑτέ‐ ροις αἰνιγματωδῶς ὑποφαίνων, οἷς ἡ διὰ Χριστοῦ
10γέγονε κάθαρσις ὡς ἐν πυρί τε καὶ ὕδατι. Βεβαπτί‐ σμεθα γὰρ ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Οὐκοῦν τὸ διακομίζεσθαι διὰ πυρός τε καὶ ὕδατος τὰ ἐκ τῆς αἰχμαλωσίας συνειλεγμένα, τὴν ἡμῶν ἀρτίως ὑπο‐ δηλοῖ κάθαρσιν, οὓς ὄντας ποτὲ πλοῦτον ὥσπερ τινὰ
15διαβολικὸν ἑαυτῷ περιεποιήσατο Χριστὸς, εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσας, καὶ δήσας τὸν ἰσχυρόν. Εἰσελεύσεσθαι δὲ τότε μόλις εἰς τὴν παρεμβολὴν τοὺς νενικηκότας ὁ Ἐλεάζαρ φησὶν, ὅταν ἀποπλύνειαν τῇ ἡμέρᾳ τῇ
20ἑβδόμῃ τὰ ἱμάτια, καὶ οὕτως ἔσεσθαι καθαρούς. Ἡ γὰρ τελεία κάθαρσις, καὶ ῥύπου παντὸς ἀπόθε‐ σις, ἐν ἐσχάτοις ἔσται τῆς συντελείας καιροῖς, καθάπερ ἔφην ἀρτίως, ἀναιρουμένης εἰσάπαν τῆς ἁμαρτίας, καὶ εἰς τὸ ἄνωθέν τε καὶ πρεσβύτατον
25κάλλος τῆς ἀνθρώπου φύσεως ἀναφερομένης. «Ἔσται γὰρ τότε,» φησὶν, «ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθή‐ σεται. Καὶ οὐ μὴ παρέλθῃ ἐκείνῃ οὐδεὶς ἀκάθαρτος, ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι διὰ Κυρίου.» Οἶμαι μὲν οὖν ἔγωγε τῆς σαφηνείας τὸν λόγον οὐκ
30ἔξω φέρεσθαι τοῦ σκοποῦ. Πλὴν, εἰ ἕλοιτό τις τὸ καὶ ἑτέρως χρῆναι νοεῖν, ἐκεῖνό φαμεν, τὸ ἑκάστου τῶν νενικηκότων σκεῦος, εἴτε χρυσοῦν εἴη τυχὸν, εἴτε ἀργυροῦν, εἴτε καὶ ἐκ χαλκοῦ, καὶ ἐξ ἑτέρας ὕλης πεποιημένον, διὰ πυρὸς ἰέναι προστέταχεν· ὡς γὰρ
35ὁ μακάριος γράφει Παῦλος, «Ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει.» Προστέταχε δὲ καὶ δι’ ὕδατος ἔρχεσθαί τινα· δοκιμάζεσθαι γὰρ οὐχ ἑτέρως ὁ τῆς ψαλμῳδίας ἡμῖν ὑπαινίττεται λό‐ γος, τὰς τῶν ἁγίων ψυχὰς, πλὴν ὅτι κατὰ τοιούσδε
40τινὰς τρόπους. Καὶ γοῦν ὁ Δαβὶδ ἔψαλλεν, ὅτι «Ἐδο‐ κίμασας ἡμᾶς, ὦ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. ΠΑΛΛ. Ἀλλ’, ὦ γενναῖε, φαῖεν ἂν ἴσως ἡμῖν οἱ φιλομαθέστεροι· Τὸ μὲν γὰρ ὅπως τοῖς Μαδιηναίοις
45παρετάξαντό ποτε καὶ νενικήκασιν οἱ ἐξειλεγμένοι, τίνα τε τρόπον τὸν ἐκ τοῦ πολέμου διεσμήξαντο μο‐ λυσμὸν, διαρκῶς ἡμῖν ὁ λόγος ἐκδέδειχε· καιρὸς δὲ ἤδη πληροφορεῖν, εἰ καὶ μέτοχοι κατὰ τὸ ἀληθὲς τῆς τῶν ἀνδριζομένων εὐτολμίας ἐσόμεθα, καὶ συμμεθέ‐

68

.

332

(50)

ξομεν αὐτοῖς τῶν κατορθωμάτων, καίτοι τὸ εἰσάπαν ἰσοστατοῦν οὐκ ἔχοντες ἐν ἀρετῇ, μειονεκτούμενοι δέ πως τῆς ἐκείνων εὐψυχίας. Ταυτὶ γὰρ ἡμῖν ὁ σὸς ὑπισχνεῖται λόγος. ΚΥΡ. Καὶ μὴν ἀγχοῦ τέ ἐστι καὶ γείτων εὐθὺς ὁ
55ἐπὶ τῷδε νόμος, ἐναργεστάτην εὖ μάλα τὴν ἀπόδει‐ ξιν ἔχων, καὶ οὐκ ἀνάντη τὴν προσβολήν· «Καὶ
ἐλάλησε Κύριος,» φησὶ, «πρὸς Μωσῆν, λέγων· Λάβε330

68

.

333

τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίας ἀπὸ ἀν‐ θρώπου ἕως κτήνους, σὺ καὶ Ἐλεάζαρ ὁ ἱερεὺς, καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῆς συναγωγῆς, καὶ διελεῖτε τὰ σκύλα ἀνὰ μέσον τῶν πολεμιστῶν τῶν ἐκπεπορευ‐
5μένων εἰς παράταξιν, καὶ ἀνὰ μέσον πάσης τῆς συναγωγῆς, καὶ ἀφελεῖτε τὸ τέλος Κυρίῳ, παρὰ τῶν ἀνθρώπων τῶν πολεμιστῶν τῶν ἐκπορευομένων εἰς τὴν παράταξιν, μίαν ψυχὴν ἀπὸ πεντακοσίων. Ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν, καὶ ἀπὸ τῶν
10βοῶν καὶ ἀπὸ τῶν προβάτων, καὶ ἀπὸ τῶν ὄνων καὶ ἀπὸ τοῦ ἡμίσους αὐτῶν λήψεσθε· καὶ δώσεις Ἐλεάζαρ τῷ ἱερεῖ τὰς ἀπαρχὰς Κυρίου, καὶ ἀπὸ τοῦ ἡμίσους τοῦ τῶν υἱῶν Ἰσραὴλ λήψῃ ἕνα ἀπὸ τῶν πεντήκοντα, ἀπὸ τῶν ἀνθρώπων, καὶ ἀπὸ τῶν βοῶν, καὶ ἀπὸ τῶν
15προβάτων, καὶ ἀπὸ τῶν ὄνων, καὶ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ δώσεις αὐτὰ τοῖς Λευΐταις τοῖς φυλάσ‐ σουσι τὰς φυλακὰς ἐν τῇ σκηνῇ Κυρίου. Καὶ ἐποίησε Μωσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς, καθὰ συνέταξε Κύριος τῷ Μωσῇ.» Διεπεραίνετο γὰρ εὐθὺς τὸ θεῖον χρη‐
20σμῴδημα, λεπτῆς τε καὶ ἀκριβοῦς γενομένης τῆς ἀπαριθμήσεως τῶν σκύλων, καὶ τῆς ἐν ἡμίσει διανο‐ μῆς, καὶ ἀποδοθέντων τῶν ἀφαιρεμάτων, ἤτοι τῶν ἀπαρχῶν Κυρίῳ, τῷ ἱερεῖ τῷ Ἐλεάζαρ, φημὶ, καὶ τοῖς ἐκ φυλῆς Λευί· ἆρά σοι λήθης ἀμείνων ὁ νοῦς,
25καὶ εἰς ὅπερ ἔφαμεν ἐν ἀρχαῖς ἀναθεῖν εὐσθενής; ΠΑΛΛ. Τὸ ποῖον; ΚΥΡ. Οὐ γὰρ δὴ χιλίους τοὺς ἀφ’ ἑκάστης φυλῆς εἰς τὴν τοῦ πολέμου συγκεκομίσθαι χρείαν ὁ ἱερὸς ἔφη λόγος;
30ΠΑΛΛ. Ἔφη γὰρ οὖν. ΚΥΡ. Τὴν δέ γε τοῦ μέρους λαμπρότητα καὶ εὐδο‐ κίμησιν εἰς ὅλον ἥξειν τὸ πλήρωμα, σαφῶς τε καὶ ἐναργῶς ἐλέγομεν, ἡμερότητός τε καὶ φιλανθρωπίας Θεοῦ καὶ τοῦτο ἐφ’ ἡμῖν εὖ μάλα διοικουμένης, ἵν’
35ὥσπερ ἑνὸς καὶ εὐοσμοτάτου θυμιάματος, ἐκ διαφόρων εἰδῶν πεποιημένου, μία τις ἡ πάντων εὐωδία λοιπὸν ἀναφέρηται τῷ Θεῷ, καὶ τῷ λίαν εὐδοκιμωτάτῳ συγ‐ καταλαμπρύνοιτό πως τὸ μὴ οὕτως εὐδοκιμοῦν. ΠΑΛΛ. Ἀληθές. Ταυτὶ γὰρ ἡμῖν ὁ λόγος ἐκβασα‐
40νίζειν ἤθελε. ΚΥΡ. Ἄθρει δὴ οὖν ἀπημφιεσμένως ταῦτα τοῖς ἐξ Ἰσραὴλ νομοθετοῦντα Θεόν· οἱ μὲν γὰρ ἀπόλεκτοι χίλιοι κατὰ φυλὴν κατεστρατεύοντο τῶν Μαδιηναίων· καὶ τὸ νικᾷν, οἶμαί που, πόνῳ καὶ ἱδρῶτι κερδαίνον‐
45τες, διενείμαντο τὰ ἐκ τοῦ πολέμου συνειλεγμένα πρὸς πᾶσαν εὐθὺς τὴν συναγωγὴν, καὶ τοῖς τῶν ἀνδριζομένων κατορθώμασιν ἡ ἑτέρα πληθὺς κατ‐ εσεμνύνετο· «Διελεῖτε γὰρ,» φησὶ, «τὰ σκῦλα, σὺ καὶ Ἐλεάζαρ ὁ ἱερεὺς, καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῆς

68

.

333

(50)

συναγωγῆς· καὶ διελεῖτε τὰ σκῦλα ἀναμέσον τῶν πολεμιστῶν τῶν ἐκπορευομένων εἰς τὴν παράταξιν, καὶ ἀνὰ μέσον τῆς συναγωγῆς.» Ὅτι γὰρ συνευδο‐ κιμήσει τοῖς ἄγαν ἐξειλεγμένοις καὶ περιφανεστέροις τὸ βραχύ τι καταδεὲς, καὶ κατόπιν ἰὸν τῆς ἐκείνων
55μεγαλοφυΐας, ὑπεσημαίνετό πως καὶ ὁ θεσπέσιος Παῦλος. Ἀπαριθμησάμενος γὰρ τῶν ἀρχαιοτέρων
ἁγίων τοὺς διὰ πίστεως εὐδοκιμηκότας καὶ οἷς ἡ δόξα332

68

.

336

περιφανὴς, ἀπό γε τῆς εἰς Θεὸν ἀκριβοῦς εὐσεβείας «Κατὰ πίστιν,» φησὶν, «ἀπέθανον οὗτοι πάντες, καὶ οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν
5τελειωθῶσιν.» Ἐπιστέλλει δὲ καὶ ἑτέροις· «Ἤδη τετελειωμένοι ἐστέ· χωρὶς ἡμῶν ἐβασιλεύσατε, καὶ ὤφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβα‐ σιλεύσωμεν.» Ὁρᾷς ὅπως συντελειωθήσονται τοῖς ἐν τέλει, καὶ οἱ τάξιν ἔχοντες τὴν καταδεᾶ, καὶ συν‐
10ευλογοῦνται τοῖς ἐξειλεγμένοις οἱ μὴ κατ’ αὐτοὺς εὐσθενεῖς; Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβίδ· «Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, τῷ ποιήσαντι τὸν οὐ‐ ρανὸν καὶ τὴν γῆν· εὐλόγησε Κύριος τὸν οἶκον Ἀα‐ ρών· εὐλόγησε Κύριος τὸν οἶκον Ἰσραήλ· εὐλόγησε
15Κύριος τοὺς φοβουμένους αὐτὸν, τοὺς μικροὺς μετὰ τῶν μεγάλων.» Συνευλογοῦνται τοῖς μεγάλοις οἱ καλούμενοι μικροὶ, ἐν ῥώμῃ μὲν ἐπαυχεῖν οὐκ ἔχοντες ἴσῃ, καὶ ταῖς εἰς τὸ χρῆναι τληπαθεῖν ἡττώμενοι προθυμίαις, ζήλῳ δὲ τάχα καὶ πίστει παρισούμενοι,
20καὶ ταῖς κατὰ δύναμιν εὐσθενείαις Χριστὸν εὐφραίνον‐ τες. Καὶ τύπος ἂν εἶεν Μωσῆς τε καὶ Ἐλεάζαρ ἑνὸς τοῦ ἀρχιερέως τε καὶ νομοθέτου Χριστοῦ, διανέμοντος τῷ λαῷ τὰ σκῦλα, συμπαρεστηκότων ἀγγέλων ἁγίων, ὧν καὶ τύπος εἶεν ἂν οἱ ἄρχοντες τῶν πατριῶν τῆς
25συναγωγῆς. Ἢ οὐκ εἶναι φὴς πολλοὺς ἐπὶ γῆς τῶν ἁγίων ἀγγέλων, παρὰ Θεοῦ τεταγμένους, εἴς γε τὸ δεῖν τοῖς πεπιστευκόσιν ἐπικουρεῖν, καὶ οἱονεὶ καθ‐ ηγεῖσθαι λαῶν; ΠΑΛΛ. Φημί· πῶς γὰρ οὔ;
30ΚΥΡ. Ἥξειν ἀπ’ οὐρανοῦ προσδοκᾶται Χριστὸς μετὰ τῶν ἁγίων ἀγγέλων, καὶ καθιεῖται μὲν ἐπὶ θρό‐ νου δόξης αὐτοῦ, διανεμεῖται δὲ ἑκάστῳ τὰ αὐτῷ πρέποντα γέρα, καὶ ἀναλόγως τοῖς κατορθώμασι τὰς τιμάς· τοιγάρτοι καὶ ὁ σοφὸς ἡμῖν Ἡσαΐας περὶ
35Χριστοῦ φησι· «Διὰ τοῦτο αὐτὸς κυριεύσει πολλῶν, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη.» Ἐν Χριστῷ τοιγαροῦν ἡ τῶν ἀγαθῶν διανέμησις, ὡς ἐν Μωσῇ τε καὶ Ἐλεάζαρ ἐκτυπουμένων. Νομοθέ‐
40της γὰρ ἐν ταυτῷ καὶ ἀρχιερεὺς ὁ Χριστός. ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Τίς δὲ δὴ καὶ αὐτὸς ὁ τοῦ διανείμασθαι τρό‐ πος, ἆρ’ οὐχὶ θαυμάζειν ἄξιον; ΠΑΛΛ. Πάνυ μὲν οὖν. Ἐν ἴσῃ γὰρ μοίρᾳ τετίμη‐
45ται τῷ μαχίμῳ τὸ ἠρεμοῦν. ΚΥΡ. Οὐκ ἴση μὲν οὖν, πολλοῦ γε καὶ δεῖ, κἂν εἰ τὴν τοῦ παντὸς ἡμίσειαν ἔχῃ τὸ μάχιμον, τὴν δὲ ἑτέραν ἡμίσειαν ἡ πᾶσα συναγωγή· σύμπας μὲν γὰρ τῶν ἐξ Ἰσραὴλ ὁ ἀριθμὸς εἰς ἑξακοσίας χιλιάδας

68

.

336

(50)

ἦν, καὶ πεντακοσίους πεντήκοντα πρὸς τρισχιλίους, ἀνὰ μέρος οὔσης καὶ ἐξῃρημένης τοῦ καταλόγου τῆς ἱερατευούσης φυλῆς. Πληθὺς δὲ ἦν μαχιμωτάτη, χί‐ λιοι κατὰ φυλήν. Ἐν ἴσῳ δὴ οὖν διαμοιρηθέντων τῶν σκύλων, καὶ τὴν τοῦ παντὸς ἡμίσειαν ἑκατέρας
55λαχούσης πληθύος, ἐν πολλῷ πλείονι τοῖς ἐλάττοσιν,
αἱ τιμαὶ, καὶ οὐχὶ τοῖς πλείοσι καὶ ὑπερκειμένοις ἐν334

68

.

337

ἀριθμῷ. Οὐκοῦν ἥτις ποτέ ἐστιν ἡ παντὶ τῷ λαῷ δοθησομένη δόξα κατὰ καιροὺς, καὶ τῆς οὐρανίου δωρεᾶς τὸ μέτρον, ταύτης ἡ ἀκριβὴς οἱονεί πως ἡμί‐ σεια τοῖς ἐξειλεγμένοις ἀπονεμηθήσεται, καὶ τῆς
5θείας ἐπισκέψεως ἀξίους ὄντας ἑαυτοὺς ἀποφαίνουσι· τῆς δὲ ἑτέρας ἡμισείας τῷ παντὶ πλήθει δοθησομέ‐ νης, καίτοι πλεονεκτοῦντι τοσοῦτον ἐν ἀριθμῷ· «Πολ‐ λοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί» ..... βαθὺς γὰρ ὁ λόγος.
12ΠΑΛΛ. Συνίημι. Εἰ γὰρ καὶ μέτοχοι τῆς τῶν ἁγίων ἐσόμεθα δόξης, ἀλλ’ οὖν ἐν μείοσιν ἢ κατ’ αὐτούς· τουτὶ γὰρ ἡμῖν ὁ λόγος ὁ σὸς οὐκ ἀμυδρῶς
15ὑπαινίττεται. ΚΥΡ. Ὀρθῶς ἔφης. Θέα δὲ δὴ πρὸς τούτοις ἕτερον, δι’ οὗ μάλιστα τῶν ἀνδριζομένων τὴν εἰς Θεὸν παῤ‐ ῥησίαν εὔκολον ἰδεῖν. ΠΑΛΛ. Τὸ τί δὲ φής;
20ΚΥΡ. Τὰς μὲν γὰρ δυοκαίδεκα χιλιάδας τῶν πολε‐ μιστῶν, ἀπὸ τῆς τοῦ παντὸς ἡμισείας τῆς ἐκνεμη‐ θείσης αὐτοῖς προσκομίζειν προστέταχε τῷ ἀρχιερεῖ μίαν κεφαλὴν ἀπὸ πεντακοσίων, ἔν τε τοῖς ἀνθρώ‐ ποις καὶ ἐν τοῖς κτήνεσι· καὶ τοῦτο ἦν αὐτοῖς τῷ
25Κυρίῳ τὸ τέλος. Πληθύν γε μὴν τὴν ἑτέραν, μίαν ψυχὴν ἀπὸ πεντήκοντα, τῇ ἱερᾷ φυλῇ καταθέσθαι δεῖν ἐδικαίωσε Κύριος. Ἀνατυποῦντος δὲ πάλιν ἡμῖν τοῦ Ἐλεάζαρ ἐφ’ ἑαυτῷ, τὸν ἕνα τε καὶ μόνον ἀληθῶς ἀρχιερέα, τουτέστι Χριστὸν, ἐξαιρέτως καὶ ἀληθῶς
30καὶ οἱονεί πως αὐτῷ κατὰ πρόσωπον ἰδικῶς, ἀνακεί‐ σεται τῶν ἐξειλεγμένων ἡ δωροφορία· αὐτῷ γὰρ προσ‐ άγουσι, μεσολαβοῦντος οὐδενός· ὃ δὴ καὶ ἔδρων οἱ μακάριοι μαθηταὶ, δρῶσι δὲ ἔτι καὶ νῦν οἱ λαῶν ἡγούμενοι, τοὺς ἐπὶ τῷ θείῳ κηρύγματι πόνους ἰδι‐
35κὸν ἀνάθημα ποιούμενοι τῷ Χριστῷ· ἡ δὲ ἑτέρα τῶν εὐδοκιμούντων πληθὺς ποιεῖται μὲν τὰς δωροφορίας εἰς δόξαν Χριστοῦ, πλὴν διὰ μέσον, κειμένων ἁγίων, ὡς ἔν γε τῇ ἱερᾷ φυλῇ νοουμένων· εἴρηται γάρ· «Γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα.» Οὐκοῦν διὰ μέσων
40ἁγίων ἡ εἰς Θεὸν αἰδὼς καὶ τὸ σέβας αὐτῶν, καρπο‐ φορούντων μὲν, οὐ μὴν ἀνήκουσαν ἰδικῶς τῷ προσ‐ ώπῳ Χριστοῦ ποιουμένων τὴν δωροφορίαν. Ὁποῖόν τι κατορθοῦν ἐσπούδαζον οἱ τὰς καλουμένας λογίας συμφέροντες, καὶ διακονίας πέμποντες τοῖς ἁγίοις ἐν
45Ἱερουσαλὴμ, ἢ καὶ δι’ ἡστινοσοῦν ἑτέρας θεραπείας ἀνακτώμενοι τοὺς ἀνακειμένους Θεῷ. Ἰδικὸν οὖν ἀνάθημα τῷ Θεῷ, τῶν ἐκπρεπεστέρων τὰ δῶρα· διὰ μέσων δ’ ὥσπερ ἁγίων, καὶ ὡς ἐν δευτέρᾳ τάξει, καὶ ἡ τῶν ὑποδεεστέρων. Καὶ οἱ μὲν ἀπὸ πεντακοσίων

68

.

337

(50)

μίαν προσάγουσι ψυχὴν, οἱ δὲ ἀπὸ πεντήκοντα· ἐν ἐλάττοσι γὰρ ὀφλήμασι τὸ εὐδοκιμοῦν, διὸ καὶ μείων ἡ προσφορά· ἐν πολλῷ δὲ πλείοσι τὸ ὑποδεὲς, διὸ καὶ ἐν ἀριθμῷ πλείονι τὰ προσκομιζόμενα παρ’ αὐτῶν, ἀναλόγως τοῖς ἑκάστου πταίσμασι, τὰ ὑπὲρ αὐτῶν
55προσφέρεται· «Ὧ γὰρ πλεῖον ἀφεθήσεται,» φησὶ, «πλεῖον ἀγαπήσει· καὶ ᾧ τὸ ἔλαττον ἀφίεται, ἔλαττον
ἀγαπήσει.» Δεκαπλασίονα τοιγαροῦν προσφέρουσι336

68

.

340

παρὰ τοὺς ἐξειλεγμένους, οἱ μὴ κατ’ αὐτοὺς, οὐχ ὡς εὐλαβέστεροι καὶ ζῶντες ἐπιεικέστερον, ἀλλ’ ὡς πολλῷ πλείοσιν ἐνεχόμενοι πταίσμασι, καὶ πολλαπλα‐ σίονος ἀναγκαίας δεόμενοι τοῦ καθαρισμοῦ. Ὡς γὰρ
5εἴρηκεν ὁ Σωτήρ· «Ὁ λελουμένος οὐ χρείαν ἔχει, εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστι καθαρὸς ὅλος.» Σμικροτάτης δὲ κομιδῇ τοῖς ἁγίοις καθάρσεως δεῖ· νοσεῖ γὰρ ἡ φύσις, τὸ μὴ δύνασθαι παντελῶς ἀμοι‐ ρεῖν ἁμαρτίας.
13ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Οἱ μὲν οὖν ἀπόλεκτοι τῶν φυλῶν τοῖς θείοις
15εἴκοντες νόμοις, διεμοιρήσαντο τὰ ἐκ τοῦ πολέμου πρὸς πᾶσαν τὴν συναγωγὴν, καὶ προσαγηόχασι τὰ δῶρα Κυρίῳ κατὰ τὴν τοῦ νόμου σύνταξιν· ἀναθή‐ μασι δὲ τοῖς εὐπρεπεστέροις καταγεραίρουσι Θεὸν οἱ τῶν ἀπολέκτων ἡγούμενοι, ὡς καὶ ἐμφανεστέραν
20ἔχοντες ἢ κατ’ αὐτοὺς τὴν δόξαν. Γράφει γὰρ ὧδε πάλιν· «Καὶ προσῆλθον Μωσῇ πάντες οἱ καθεστα‐ μένοι εἰς τὰς χιλιαρχίας τῆς δυνάμεως, χιλίαρχοι καὶ ἑκατόνταρχοι, καὶ εἶπαν πρὸς Μωσῆν· Οἱ παῖδές σου εἰλήφασι τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν
25τῶν παρ’ ἡμῖν, καὶ οὐ διαπεφώνηκεν ἀπ’ αὐτῶν οὐδὲ εἷς, καὶ προσενηνόχαμεν τὸ δῶρον Κυρίῳ, ἀνὴρ ὃς εὗρε σκεῦος χρυσοῦν, καὶ χλιδῶνα, καὶ ψέλλιον, καὶ δακτύλιον, καὶ περιδέξιον, καὶ ἐμπλόκιον ἐξιλάσασθαι περὶ ἡμῶν ἔναντι Κυρίου. Καὶ ἔλαβε Μωσῆς καὶ
30Ἐλεάζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρ’ αὐτῶν πᾶν σκεῦος εἰργασμένον· καὶ ἐγένετο πᾶν τὸ χρυσίον τὸ ἀφαί‐ ρεμα ὃ ἀφεῖλον Κυρίῳ ἑκκαίδεκα χιλιάδες καὶ ἑπτα‐ κόσιοι καὶ πεντήκοντα σίκλοι παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων, καὶ οἱ ἄνδρες οἱ πολε‐
35μισταὶ ἐπρονόμευσαν ἕκαστος αὐτῷ. Καὶ ἔλαβε Μω‐ σῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρὰ τῶν χιλιάρχων καὶ ἑκατοντάρχων, καὶ εἰσήνεγκεν αὐτὰ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου μνημόσυνον τῶν υἱῶν Ἰσραὴλ, ἔναντι Κυρίου.» Ἀκούεις ὅπως ἀκριβῆ μὲν
40γενέσθαι φησὶ τῶν μεμαχημένων τὸν ἐκλογισμὸν, ὡς ἀπομεῖναι μηδένα παρ’ οὗ τὸ δῶρον οὐ προσκεκόμι‐ σται, κατά γε τὸ τοῖς θείοις νεύμασι δοκοῦν; Βεβου‐ λῆσθαι δὲ καὶ αὐτοὶ προσκομίσαι λέγουσι Κυρίῳ, καὶ ἃ μὴ χρῆναι προσάγειν δεδικαίωκεν αὐτὸς, χλιδῶνα
45καὶ ψέλλιον, καὶ περιδέξιον, καὶ ὅσαπερ ἐν κόσμῳ πεποίηται χρυσῷ. Προστέταχε γὰρ ὁ νομοθέτης, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν ποιεῖσθαι τὰ δῶρα· καὶ δὴ προσκεκόμισται κατὰ τὸ θεῖόν τε καὶ οὐράνιον σύνταγμα· ἐθελούσιον δὲ ποιοῦνται προσκο‐

68

.

340

(50)

μιδὴν τὰ ἐν κειμηλίοις ἐξαίρετα· καὶ νικῶσι ταῖς φιλοτιμίαις τοῦ νόμου τὸν ὅρον οἱ τῶν ἀπολέκτων ἡγούμενοι. Καὶ δὴ λαβόντες Μωσῆς τε καὶ Ἀαρὼν, εἰσκεκομίκασι μὲν εἰς τὴν ἁγίαν σκηνήν· ἀπόθετα δὲ ποιοῦντες μνημόσυνον ἔναντι Κυρίου· οἱ γάρ τοι
55λαῶν ἡγούμενοι, καὶ εἰς ἄρχοντας τεταγμένοι, λαμπροῖς καὶ εὐπρεπεστέροις ἀναθήμασι τιμῶσι
Θεὸν, κόσμον ὥσπερ τινὰ προσάγοντες καὶ ἀνατι‐338

68

.

341

θέντες Θεῷ, τὸ πολυειδὲς ἐν ἀρετῇ, καὶ οἱονεὶ καὶ αὐτὸ τοῦ νόμου τὸ μέτρον ὑπερθέοντες, εὐδοκιμοῦσι λαμπρότερον. ΠΑΛΛ. Οἷον δὴ τί φής; ΚΥΡ. Τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ
5Εὐαγγελίου ζῇν διετάξατο Χριστὸς, ὃ δὴ καὶ ἐκ νομι‐ κῆς ἐντολῆς βεβαιοῦν ἐσπούδαζε γράφων ὁ Παῦλος, ποτὲ μὲν, ὅτι «Οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τῶν θυσιαστηρίων εἰσί·» ποτὲ δὲ πάλιν, ὡς ἐξ ἀναγ‐ καίων παραδειγμάτων ἀκαταιτίατον παντελῶς ἀπ‐
10εδείκνυε, λέγων· «Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Ἢ τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἢ οὐχὶ ὁ νόμος ταῦτα λέγει; Ἐν γὰρ τῷ Μωσέως νόμῳ γέγραπται,
15Οὐ φιμώσεις βοῦν ἁλοῶντα. Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; ἢ δι’ ἡμᾶς πάντως λέγει; Δι’ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ’ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾷν, καὶ ὁ ἁλοῶν ἐπ’ ἐλπίδι τοῦ μετέχειν.» Εἶτα τούτοις ἐπήνεγκεν εὐθύς· «Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ
20ἐσπείραμεν, μέγα, εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσο‐ μεν; Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλ‐ λον ἡμεῖς; Ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ.» Εἶτα πάλιν ἐπιστηρί‐
25ζει· «Τίς οὖν μού ἐστιν ὁ μισθός; Ἵνα εὐαγγε‐ λιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον.» Ὁρᾷς ὅπως ὑπὲρ τὸ δοκοῦν τῷ Χριστῷ καὶ τῷ πάλαι νόμῳ, ἐξουσίαν ἔχων ἐκ τοῦ Εὐαγγελίου ζῇν, ἀδάπανον ἐτίθει τὸ Εὐαγγέλιον, δῶρον ὥσπερ ἑκούσιον ἀνατι‐
30θεὶς τὸ χρῆμα αὐτῷ; Τὸ δὲ δὴ μὴ χρῆναι γαμεῖν, οὔτε ὁ παλαιὸς νόμος, οὔτε τὸ νέον ἡμῖν τεθέσπικε κήρυγμα. Καὶ γοῦν ὁ Παῦλός φησι· «Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω.» Ἀλλ’ οἱ σφό‐ δρα νεανικοὶ πρὸς εὐσέβειαν, κατανεκροῦντες τὴν
35σάρκα, λαμπρὸν ἀνάθημα προσάγουσι τῷ Θεῷ, τὴν ὑπὲρ νόμον ἐγκράτειαν, καὶ ὥσπερ τινὰ κόσμον εὐ‐ τέχνως εἰργασμένον τὴν ἐξ ἔργου τε καὶ λόγου συν‐ τεθειμένην ἀρίστην ζωήν. Εἰσεκόμισαν δὲ Μωσῆς τε καὶ Ἀαρὼν εἰς τὴν ἁγίαν σκηνὴν τὰ προσκεκομι‐
40σμένα· δεκτὰ γὰρ Χριστῷ, καὶ πλοῦτος αὔχημά τε λαμπρὸν, τὰ τῶν ἁγίων ἀνδραγαθήματα, δι’ ὧν καὶ μακρὰν, μᾶλλον δὲ ἀτελεύτητον ἀποκερδαίνουσι μνή‐ μην, καὶ τῆς θείας ἐπισκέψεως ἀξίους ὄντας ἑαυτοὺς ἀποφαίνουσι· τὸ γὰρ ἔναντι Κυρίου τεθεῖσθαι λέγειν
45τὰ ἀναθήματα, τοιοῦτόν τι δηλοῖ. Μέγα δὲ καὶ ἐξαί‐ ρετον τὸ ὡς ἐν ὄψει κεῖσθαι Θεοῦ· τιμᾷ γὰρ ὑπερ‐ φυῶς, οὓς καὶ ἐφορᾷν ἀξιοῖ.
51ΠΑΛΛ. Ἐκ πολλῶν μὲν ἡμῖν, ὡς ἔοικε, σημαίνει λέγων, τὸ ἀναπείθεσθαι καὶ φρονεῖν, ὡς τό τοι χρῆ‐ ναι καρποφορεῖν πρέπει ἂν οὐχ ἑτέροις μᾶλλον, ἢ
τοῖς ἄγαν ἀνδριζομένοις καὶ εἰωθόσιν εὐδοκιμεῖν.340

68

.

344

ΚΥΡ. Εὖγε, ὦ Παλλάδιε, διανοῇ γὰρ ὀρθῶς. Ἔχει δὲ ὧδε τὸ χρῆμα τῇ φύσει, καὶ μαρτυρήσει τὸ γράμμα τὸ ἱερόν. Ἐπειδὴ γὰρ τοῖς υἱοῖς Ἰσραὴλ αὐλιζομέ‐ νοις ἔτι κατὰ τὴν ἔρημον τὴν ἁγίαν σκηνὴν ἐγείρειν
5ἐβούλετο ὁ Θεὸς, εἰς εἰκόνα καὶ τύπον τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, συναγείρεσθαι δεῖν τὰ εἰς τοῦτο χρήσιμα διετύπου πάλιν. Ἔφη τε οὕτω πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ἐὰν λάβῃς τὸν συλλογισμὸν τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν, καὶ δώσουσιν ἕκαστος
10λύτρα τῆς ψυχῆς αὐτοῦ Κυρίῳ, καὶ οὐκ ἔσται ἐν αὐτοῖς πτῶσις ἐν τῇ ἐπισκοπῇ αὐτῶν· καὶ τοῦτό ἐστιν ὃ δώσουσιν, ὅσοι ἐὰν πορεύωνται τὴν ἐπίσκεψιν, τὸ ἥμισυ τοῦ διδράχμου, ὅ ἐστι κατὰ δίδραχμον τὸ ἅγιον, εἴκοσιν ὀβολοὶ τὸ δίδραχμον, τὸ ἥμισυ τοῦ
15διδράχμου εἰσφορὰ τῷ Κυρίῳ. Πᾶς ὁ παραπορευόμε‐ νος εἰς τὴν ἐπίσκεψιν, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω δώσουσι τὴν εἰσφορὰν τῷ Κυρίῳ. Ὁ πλουτῶν οὐ προσθήσει, καὶ ὁ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ τοῦ ἡμίσους τοῦ διδράχμου, ἐπὶ τὸ διδόναι τὴν εἰσφορὰν
20τῷ Κυρίῳ· ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν· καὶ λήψῃ τὸ ἀργύριον τῆς εἰσφορᾶς παρὰ τῶν υἱῶν Ἰσραὴλ, καὶ δώσεις αὐτοῖς εἰς κάτεργον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ μνημό‐ συνον ἐναντίον Κυρίου ἐξιλάσασθαι περὶ τῶν ψυχῶν
25ὑμῶν.» Ἰδοὺ δὴ πάλιν ἀκριβῆ τὸν ἐκλογισμὸν δια‐ περαίνεσθαι δεῖν ὁ νομοθέτης φησί· συνενεγκεῖν δὲ προστέταχε τὰ δῶρα Κυρίῳ, τὸ ἥμισυ τοῦ διδράχ‐ μου. Τίνες δ’ ἂν εἶεν οἱ προσκομίζειν ὀφείλοντες, διορίζει σαφῶς· οὐ γὰρ δὴ γυναίοις τοῦτο δρᾷν, οὔτε
30μὴν τοῖς ἔτι νηπίοις ἐφῆκε Θεός· ἀποδοκιμάζων, οἶ‐ μαί που, τὸ ἄναλκί τε καὶ μαλθακὸν, καὶ τὸ ἀτελὲς εἰς σύνεσιν· ἐγκαταγράφων δὲ ὥσπερ τοῖς ὀφείλουσι καρποφορεῖν τὸν ἡβηκότα ἤδη καὶ σφριγῶντα νεανίαν, καὶ παραπορευόμενον εἰς τὴν ἐπίσκεψιν, οἷς καὶ ἔτος
35ὁρίζει τὸ εἰκοστόν. Μόνοι γὰρ ἄξιοι τοῦ χρῆναι προσ‐ άγειν τὰ δῶρα Κυρίῳ, κατὰ τὸν νόμον, οἱ μειρα‐ κιώδη φρόνησιν καὶ θηλύφρονα νοῦν ἀναθρώσκοντες, καὶ εἰς ἀνδρὸς ἤδη τελοῦντες μέτρον, ἡλικίας ἔχοντες πλήρωμα τῆς ἐν Χριστῷ νοουμένης καὶ πνευμα‐
40τικῆς. Οὗτοι παραπορεύονται εἰς τὴν ἐπίσκεψιν, τουτ‐ έστιν, ἀξίους ἑαυτοὺς ἀποφαίνουσι τοῦ καὶ ἐν ὄψει γενέσθαι Θεοῦ, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους.» Ὑπὲρ σωτηρίας δὲ τῆς τῶν προσαγόντων τὰ λύτρα, καὶ εἰς τὰ κάτ‐
45εργα τῆς ἁγίας σκηνῆς, καὶ εἰς μνημόσυνον ἔναντι Κυρίου· συνίστησι γὰρ ἐκκλησίας, καὶ εἰς κόσμον χρήσιμα τῆς ἁγίας σκηνῆς, τὰ τῶν ἁγίων ἀνδραγα‐ θήματα, μετὰ τοῦ καὶ τὴν τῆς ψυχῆς σωτηρίαν εὖ μάλα συγκατορθοῦν, καὶ ἀτελευτήτῳ δόξῃ στεφανοῦν

68

.

344

(50)

τοὺς ἀνδριζομένους. Ἢ οὐκ ἀληθὴς ὁ λόγος εἶναί σοι δοκεῖ; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Τὸ μὲν οὖν λύτρον, ἤτοι τὸ δίδραχμον, δασμο‐ λογεῖσθαι δεῖν κεχρησμῴδηκε Θεὸς, καὶ ἦν τῶν ἀν‐
55δριζομένων ἐν τούτῳ τὰ τέλη. Οἱ δὲ τῶν φυλῶν ἡγού‐
μενοι, προστιθέντες τοῖς ἐκ νόμου προστεταγμένοις,342

68

.

345

τὰ ἔτι μείζω καὶ ἀξιολογώτερα προσεκόμιζόν τινα τῶν παρὰ σφίσι τὰ ἐξαίρετα. Γέγραπται γὰρ, ὅτι «Καὶ οἱ ἄρχοντες ἤνεγκαν τοὺς λίθους τῆς σμαράγ‐ δου, καὶ τοὺς λίθους τῆς συμπληρώσεως, εἰς τὴν
5ἐπωμίδα, καὶ τὸ λόγιον, καὶ τὰς συνθέσεις, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὴν σύνθεσιν τοῦ θυμιάμα‐ τος.» Ἆρ’ οὖν οὐχὶ τοῖς ὀπίσω βραχὺ ταυτὶ συγ‐ γενῆ; Ἡ μὲν γὰρ τῶν μαχίμων πληθὺς τὰ τῆς αἰχμαλωσίας προσεκόμιζεν τῷ Θεῷ, κατὰ τὴν δο‐
10θεῖσαν ἐντολὴν, ἀπὸ ἀνθρώπου ἕως κτήνους· οἱ δὲ χιλίαρχοί τε καὶ ἑκατόνταρχοι προσέθεσαν τούτοις χλιδῶνα καὶ ψέλλιον, καὶ ἐμπλόκιον, καὶ δακτύλιον, καὶ πᾶν σκεῦος χρυσοῦν εἰργασμένον, ἃ καὶ εἰς αὐτὴν τὴν ἁγίαν ἐτίθει σκηνὴν Ἐλεάζαρ ὁ ἱερεύς. Ἐν δέ
15γε τούτοις ἡ μὲν πᾶσα τῶν ἡβηκότων πληθὺς ἐτέλει τὸ δίδραχμον, προσάγουσι δὲ πάλιν οἱ ἄρχοντες λίθους ἐκλεκτοὺς, εἰς τὴν ἐπωμίδα, καὶ τὸ λόγιον, ἅπερ εἰς κόσμον συνετέλει τοῦ προὔχοντος ἐν ἱερω‐ σύνῃ. Προσάγουσι γὰρ ἑαυτοὺς, εἰς κόσμον Χριστῷ,
20καθάπερ τινὰς λίθους τιμίους, οἱ λαῶν ἡγούμενοι. Τοιγάρτοι καὶ ὁ προφήτης τοὺς ἁγίους ἡμῖν ἀποστό‐ λους καταδηλῶν, «Λίθοι, φησὶν, ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς·» ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος, ὁ ἀπὸ Ἱερουσαλὴμ καὶ ἕως τοῦ Ἰλλυρικοῦ περιθέων διὰ
25τὸ κήρυγμα. Λίθοι τοιγαροῦν οἱ τίμιοι καὶ εἰς δόξαν Χριστοῦ, τῶν ἁγίων τὸ στῖφος. Εἶεν δ’ ἂν αὐτοὶ καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ ἡ σύνθεσις τοῦ θυμιάμα‐ τος, τὴν Χριστοῦ γνῶσιν εὐωδιάζοντες, καὶ, ὥσπερ ἐν ἐλαίῳ, καταπιαίνοντες ταῖς πανσόφοις διδασκα‐
30λίαις καὶ τοῖς διὰ τοῦ Πνεύματος λόγοις τὰς τῶν μυσταγωγουμένων ψυχάς. Σύνθετον δὲ τὸ θυμίαμα· συντέθειται γὰρ ἡ περὶ Χριστοῦ γνῶσις ἐκ δυοῖν, ἥπερ ἐστὶν ἐν ταὐτῷ Θεὸς καὶ ἄνθρωπος· πλὴν εἷς ἐξ ἀμφοῖν, υἱὸς καὶ Χριστὸς, πρὸς ὃν εἴρηταί που καὶ
35πρός γε ἡμῶν αὐτῶν· «Μύρον ἐκκενωθὲν ὄνομά σοι.» ΠΑΛΛ. Ἐν ἐπισκέψει δὴ οὖν τῇ παρὰ Θεῷ, τὸ μάχιμόν τε καὶ εὔρωστον, οὗ καὶ ὁ καρπὸς, Ἐκκλη‐ σιῶν σύστασις, καὶ τὰ εἰς δόξαν Θεοῦ. Τουτὶ γὰρ
40ἡμῖν ἐμφαίνει τὰ θεωρήματα. ΚΥΡ. Ὀρθῶς ἔφης. Κλῆρος δὲ ὅτι λαμπρὸς καὶ ἐξαίρετος, καὶ τό γε δὴ χρῆναι παντὸς ἀγαθοῦ με‐ ταλαχεῖν, τοῖς οὕτως εὐδοκιμεῖν εἰωθόσιν ἀπονεμη‐ θήσεται παρὰ Θεοῦ, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις;
45Ἢ οὐκ ἐπαΐεις ἀναμελῳδοῦντος μὲν τοῦ Δαβίδ· «Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι;» καὶ μὴν τοῦ σο‐ φοῦ καὶ ἱεροῦ γράφοντος Παύλου· «Ὃ γὰρ ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει;» ΠΑΛΛ. Ἐπυθόμην.

68

.

345

(50)

ΚΥΡ. Ἀνδριεῖται γάρ τις οὐκ ἀμισθὶ, καὶ ἔστι που πάντως ἀληθὴς ὁ λέγων· «Οὐ γὰρ ἄδικος ὁ Θεὸς, ἐπιλαθέσθαι τοῦ κόπου ὑμῶν καὶ τῆς ἀγάπης,
ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ.» Ἐπιλήσεται344

68

.

348

μὲν ἥκιστά γε, διανεμεῖ δὲ ὅτι τῶν πόνων τὰ γέρα, τοῖς ἀνωτέρω μαλακισμοῦ, τοῦ καταβιάζοντος εἰς τὸ πλημμελὲς, πληροφορήσει πάλιν τὰ ἐν τοῖς Ἀρι‐ θμοῖς γεγραμμένα· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆ
5καὶ Ἐλεάζαρ τὸν ἱερέα λέγων· Λάβε τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, κατ’ οἴκους πατριῶν αὐτῶν· πᾶς ὁ ἐκπορευό‐ μενος παρατάξασθαι ἐν Ἰσραήλ.» Εἶτα γενομένης τῆς ἀπαριθμήσεως κατὰ δήμους, καὶ κατὰ φυλὰς,
10ἐπιφέρει πάλιν· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆ, λέγων· Τούτοις μερισθήσεται ἡ γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων· τοῖς πλείοσι πλεονάσεις τὴν κλη‐ ρονομίαν, καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονο‐ μίαν αὐτῶν· ἑκάστῳ, καθὼς ἐπεσκέπησαν, δοθήσε‐
15ται ἡ κληρονομία αὐτῶν, ἀνὰ μέσον πολλῶν καὶ ὀλί‐ γων.» Καὶ νόμος μὲν οὗτος ἐπί γε τὸ χρῆναι κληρο‐ νομεῖν τοὺς τὸ εἰκοστὸν ἤδη τρίβοντας ἔτος. Μετὰ δέ γε τὸν ἐκλογισμὸν τῆς ἀγελαίου πληθύος, ἐπαριθμεῖ‐ ται τὸ γένος τὸ Λευϊτικόν· «Καὶ οἱ υἱοὶ,» φησὶν, «τοῦ
20Λευῒ κατὰ δήμους αὐτῶν τῷ Γεδσὼν, δῆμος ὁ Γεδ‐ σωνὶ, τῷ Καὰθ, δῆμος ὁ Κααθὶ, τῷ Μεραρὶ, δῆμος ὁ Μεραρί· οὗτοι δῆμοι υἱῶν Λευΐ.» Καὶ μεταξὺ γε‐ νεαλογήσας Μωσέως τε πέρι καὶ Ἀαρὼν, ἐπιφέρει πάλιν περὶ τῶν υἱῶν Λευΐ· «Καὶ ἐγενήθησαν ἐξ
25ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπ‐ εσκέπησαν ἐν τοῖς υἱοῖς Ἰσραήλ. Καὶ αὕτη ἡ ἐπίσκεψις Μωσῆ καὶ Ἐλεάζαρ τοῦ ἱερέως, οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν Ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου
30κατὰ Ἱεριχώ. Καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωσῆ καὶ Ἀαρὼν, οὓς ἐπεσκέ‐ ψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ Σινᾷ, ὅτι εἶπε Κύριος αὐτοῖς· Θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς, πλὴν Χαλὲβ
35υἱὸς Ἰεφωνῆ, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ.» Καὶ φέρε ἂν, πάλιν ἐπιτροχάδην καὶ ἀνὰ μέρος ἕκαστα διϊόν‐ τες, λέγωμεν σαφέστερόν τε καὶ εὐκρινέστερον.
40ΠΑΛΛ. Φράζε δὴ οὖν ὀκνήσας οὐδὲν, ὡς ἔν γε δὴ τούτοις ἡδὺ τὸ στενολεσχεῖν. ΚΥΡ. Οὐκοῦν ἐν ὀλίγοις τῶν προκειμένων τὸν νοῦν συναγείροντες, ἐκεῖνό φαμεν· Τὸ ἡβηκὸς δὴ πάλιν, καὶ τὴν ἐμπειροπόλεμον ἡλικίαν ἀπαριθμεῖ‐
45σθαι δεῖν προστάττει Θεός. Ὡς γὰρ ἤδη φθάσαντες εἴπομεν, ἐν γνώσει τε καὶ ἀπογραφῇ τῇ παρὰ Θεῷ, καὶ ἐν βίβλῳ ζώντων, οὐ τὸ ἄναλκι καὶ ἀδρανὲς, οὔτε μὴν τὸ ἔτι νηπιάζον κατὰ τὴν φρόνησιν, ἀλλὰ πᾶν ὅσον ἐστὶν εὐσθενές τε ἤδη καὶ ἕτοιμον εἰς παρά‐

68

.

348

(50)

ταξιν τὴν κατὰ παθῶν τε καὶ ἁμαρτίας, καὶ βεβη‐ κὸς εἰς σύνεσιν, εὐπρεπές τε ἤδη πρὸς τὸ χρῆναι δρᾷν καὶ δύνασθαι κατορθοῦν, ἃ ἂν βούλοιτο Θεός· οὗτοί τε τὴν γῆν κατά τε τὰς φυλὰς, καὶ ἐξ ὀνόματος, καὶ καθ’ ἕκαστον εὖ μάλα διεμοιρήσαντο· κληρονό‐
55μοι γὰρ ἔσονται τῆς ἁγίας γῆς, καὶ τῶν ἐν ἐλπίσι μεθέξουσιν ἀγαθῶν, οἱ περὶ ὧν ὁ λόγος κατὰ φυλάς
τε καὶ κατὰ γένος, ὡς ἐν τῷ, «Μακάριοι οἱ πραεῖς,346

68

.

349

ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν· μακάριοι οἱ ἐλεή‐ μονες, ὅτι αὐτοὶ ἐλεηθήσονται·» καὶ ὡς ἐν τοῖς ἑτέροις μακαρισμοῖς. Κλῆρος γὰρ οὗτός ἐστιν ὥσπερ τις ἴδιος τῶν ἠλεημένων, πραέων τε καὶ τῶν πτωχῶν
5ἐν πνεύματι, καὶ δεδιωγμένων ἕνεκα τῆς δικαιοσύνης. Πλὴν καὶ καθ’ ἕνα καὶ ἐξ ὀνόματος τῆς εὐκλείας ὁ στέφανος, ἀναλόγως ἕκαστον τοῖς αὐτοῦ κατορθώ‐ μασι τιμῶντος Θεοῦ, καὶ τὴν δέουσαν τοῖς ἀνδριζο‐ μένοις ἐπιμετροῦντος χάριν, εἰ καὶ [fort. ἢ καὶ]
10νοοῖτο τυχὸν, ὡς ἐν μέτρῳ πλείονι, καὶ πλουσιωτέρᾳ διανομῇ· «Μέτρον γὰρ,» φησὶ, «καλὸν πεπιεσμένον, σεσαλευμένον, ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν·» καὶ αὐτὸ δὴ τοῦτο δηλοῦν οἶμαί που τὸ φάναι Θεόν· «Τοῖς πλείοσι πλεονάσεις τὴν κληρο‐
15νομίαν αὐτῶν, καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν, ἑκάστῳ, καθὼς ἐπεσκέπησαν, δοθήσεται ἡ κληρονομία αὐτῶν.» Τὸ γὰρ ὡς ἐν ἀριθμῷ τῶν ὀνομάτων πλείονι, τύπος ἂν γένοιτο σα‐ φὴς τοῦ ὑπερκειμένου καὶ πλεονάζοντος ἐν ἀρετῇ· ὁ
20μὲν γὰρ οὕτως, ὁ δὲ οὕτως εὐδοκιμεῖ, κατὰ τὸν μα‐ κάριον Παῦλον. Κληρωτὴ δὲ ἡ γῆ, κατ’ ἐκεῖνό που τάχα τό· «Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου·» πρὸς Θεὸν εἰρημένον. Θείᾳ γὰρ ψήφῳ γενήσεται τῶν ἐσο‐ μένων ἀγαθῶν ἡ ἀπλανὴς διανέμησις, ἑκάστῳ τὸ
25πρέπον εἰς ἀποκλήρωσιν ὁρίζοντος τότε τοῦ πάντα εἰδότος τὰ καθ’ ἡμᾶς. Ἰδικὴ δὲ πάλιν ἡ τῶν Λευϊτῶν ἀπαρίθμησις, ἀπὸ μηνιαίου καὶ ἐπάνω. Καὶ κλῆρος αὐτοῖς οὐ δίδοται ἐν μέσῳ τῶν υἱῶν Ἰσραὴλ, οὐδὲ συνεπεσκέπησαν αὐτοῖς. Ἁγιώτερον γὰρ ἀεί που τὸ
30ἱερώτερον γένος. Διὸ καὶ ἐξῃρημένη τῶν ἄλλων ἡ ἀπογραφὴ περὶ αὐτοῦ, καὶ κλῆρος αὐτοῖς οὐ μετὰ τῶν ἄλλων, ἀλλὰ καὶ ἐπίσκεψις ἰδική· μερὶς δὲ αὐτοῖς καὶ κλῆρος, αὐτὸς ὁ τῶν ὅλων Θεὸς, κατὰ τὸ, «Μα‐ κάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν
35ὄψονται.» Τῶν γὰρ καλουμένων πτωχῶν τῷ πνεύματι τὴν τῶν οὐρανῶν βασιλείαν μελλόντων κληρονομεῖν, παρακληθησομένων δὲ καὶ τῶν ἑλομένων τὸ πενθεῖν, ἐλεηθησομένων δὲ καὶ τῶν ἐλεημόνων· Οἱ καθαροὶ τῇ καρδίᾳ, φησὶ, μακάριοι, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψον‐
40ται, Οὗτοι δ’ ἂν εἶεν οἱ παρὰ τοὺς ἄλλους ἅπαντας ἱερώτεροί τε καὶ ἁγιώτεροι, καὶ κλῆρος αὐτοῖς καὶ μερὶς ἡ ἀκριβὴς θεοπτία, τοῦτ’ ἔστιν, ἡ περὶ τῆς θεότητος γνῶσις. Τοῦτό τοι Χριστὸς τοῖς ἁγίοις ἀπο‐ στόλοις ἐπηγγέλλετο χαριεῖσθαι, λέγων· «Ταῦτα ἐν
45παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παῤῥησίᾳ περὶ τοῦ Πατρὸς ἀπαγγελῶ ὑμῖν.» Ἀπὸ μηνιαίου δὲ τῶν ἱερωτέρων ἡ ἀπογραφὴ, καθάπερ ἔφην ἀρτίως. Ἀνά‐ γραπτον γὰρ, καὶ ἐν βίβλῳ Θεοῦ, τῶν ἁγιωτέρων

68

.

349

(50)

οὐχὶ δὴ μόνον τὸ ἐν ἰσχύϊ πνευματικῇ καὶ ἐν σοφίᾳ περιφανέστερον, ἀλλὰ καὶ ὅσον ἐστὶν ἐν ἁπλότητι τῇ κατὰ Χριστὸν, καὶ ἐν κακίᾳ νηπιάζον. Ἀνάγραπτον οὖν ἅπαν ἐστὶ τὸ γένος τὸ ἱερώτερον, καὶ τὸ σοφόν τε καὶ ἁπλοῦν. Ἴδοις δ’ ἂν, ὦ Παλλάδιε, τοιάνδε τινὰ
55διαφορὰν ἐν ταῖς τῶν ἁγίων ψυχαῖς, γνώμαις τε καὶ
τρόποις. Προστέθεικε δὲ ὅτι οὐκ ἦν ἄνθρωπος ἐν τοῖς348

68

.

352

ἐπεσκεμμένοις ὑπὸ Μωσῆ καὶ Ἀαρὼν, οὓς ἐπεσκέ‐ ψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ Σινᾷ, ὅτι εἶπε Κύριος αὐτοῖς· Θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς, πλὴν Χαλὲβ ὁ
5υἱὸς Ἰεφονῆ, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ· παραδεικνὺς ἐναργῶς, ὅτι μὴ τοῖς ἀπειθήσασιν ἡ κληρονομία, καὶ τὸ ἐν βίβλῳ γεγράφθαι Θεοῦ· πρέποι δ’ ἂν μᾶλ‐ λον τοῖς τὴν πίστιν εἰσδεδεγμένοις, δῆλον δὲ ὅτι τὴν ἐν Χριστῷ· περὶ μὲν γὰρ τῶν ἠπειθηκότων τὸ,
10«Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν,» ὁ θεσπέσιος ἔφη Δαβίδ. Ὑπεμφαίνει δὲ ἡμῖν καὶ τὸ θεῖον ἐν τούτοις λόγιον, ὅτι τοῖς πιστεύουσιν ἡ χάρις· διὰ γάρ τοι τοῦτο πρὸς τῷ Ἰορδάνῃ τὴν ἀπογραφὴν γενέσθαι φησὶ
15μυστικῶς ὁ λόγος· ἀνάγραπτος γὰρ ὁ βεβαπτισμένος· πλὴν οὐχ ὁλοκλήρως ἀποπέπτωκε τῆς ἐλπίδος ὁ Ἰσραήλ. Σέσωσται γὰρ τὸ κατάλειμμα, κατὰ τὴν τοῦ προφήτου φωνὴν, οὗ τύπος ἂν εἶεν οἱ ἐκ πάν‐ των καταλελειμμένοι μόνοι Χαλέβ τε καὶ Ἰησοῦς,
20συγκληρονομοῦντές τε καὶ ἀπογραφόμενοι τοῖς τῆς ἀπιστίας ἐγκλήμασιν οὐκ ἐνεχομένοις. Ἐπιτήρει δὲ πανταχῆ τὴν τῶν ἁγίων ἀπογραφὴν καὶ κληροδο‐ σίαν. Πράττεται γὰρ διά τε Μωσέως καὶ τοῦ προὔ‐ χοντος ἐν ἱερωσύνῃ, ἵνα, καθάπερ ἤδη προεῖπον, τὸν
25ἕνα δι’ ἀμφοῖν νοήσῃς Χριστὸν, ὡς ἀρχιερέα καὶ νο‐ μοθέτην, δι’ οὗ πᾶσα χάρις, καὶ τὸ ἐν ταῖς ἄνω φέ‐ ρεσθαι βίβλοις, ἃς καὶ ὁ μακάριος Δανιὴλ τεθεᾶσθαί φησιν ἑαυτόν. «Βίβλοι γὰρ ἠνεῴχθησαν,» φησὶν, ὅτι πολλή που πάντων καὶ διάφορος ἡ ἀπογραφὴ,
30διὰ δή τοι τοῦτο πολλὰ, καὶ οὐχ ἓν τὸ βιβλίον.
33ΠΑΛΛ. Ὀρθῶς οὖν ἄρα καὶ σοφῶς ὁ τῆς Παροι‐ μίας ἡμῖν ἔφη λόγος· «Πλούτου ὀκνηροὶ ἐνδεεῖς γί‐
35νονται· οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ.» ΚΥΡ. Ἐρείδονται γὰρ οὖν, καὶ Θεὸν ἔχουσιν εὐ‐ μενῆ καὶ προεστηκότα, καὶ καταπιαίνοντα μὲν εὐλο‐ γίαις ταῖς ἄνωθεν, διαφανεστάτῃ δὲ λίαν στεφανοῦντα τιμῇ, καὶ διαβοήτοις αὐχήμασι πλουσίως κατακαλ‐
40λύνοντα. Ἢ οὐκ ἀληθεύει, λέγων· «Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι τοὺς δοξάζοντάς με δοξάσω;» ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Ἀποπεραίνει γε μὴν τὰ εἰς δόξαν Θεοῦ πᾶς τις οὖν, οἶμαι, νεανικὸς, καὶ ἐπησκηκὼς ἀνδρείαν
45τὴν πνευματικὴν, καὶ ἀντανίστασθαι μεμελετηκὼς ὁρατοῖς τε καὶ ἀοράτοις ἐχθροῖς, ἑαυτόν τε καὶ ἑτέ‐ ρους ἀνασώζειν εἰδὼς, καὶ ἐν Θεῷ πάντα δυνά‐ μενος. ΠΑΛΛ. Σύμφημι.

68

.

352

(50)

ΚΥΡ. Βούλει δὴ οὖν αὐτὸ δὴ τοῦτο καταθρῶμεν εὖ μάλα, καθάπερ ἐν πίνακι σκιαγραφηθὲν, ἐν τοῖς κατὰ τὸν θεσπέσιον Ἀβραὰμ ἐπωφελεστάτοις ἡμῖν διηγήμασιν; ΠΑΛΛ. Ἑλοίμην ἂν σφόδρα. Πῶς γὰρ οὔ;
55ΚΥΡ. Γέγραπται τοίνυν, ὡς κατῴκει τε καὶ κατ‐
ηυλίζετο μὲν ἐν Σοδόμοις ὁ Λώτ· ἐπειδὴ δὲ τὴν γῆν350

68

.

353

δεινὸς καὶ βαρὺς κατέθει πόλεμος, τῶν τε ἀγχοῦ, καὶ τῶν ἐκ τῆς ὁμόρου χώρας, ὁμοῦ τοῖς ἡγεῖσθαι λαχοῦσι κατὰ κράτος ἑλόντων τὴν πόλιν, συναπεκο‐ μίζετο τοῖς ἐξαναστᾶσιν ὁ Λὼτ, καὶ ὁμοῦ τοῖς ἄλλοις
5δορύληπτος ἦν· παραγενόμενος δέ τις τῶν ἀνασεσω‐ σμένων, «Ἀπηγγέλη,» φησὶν, «Ἀβραὰμ τῷ περάτῃ, αὐτὸς δὲ κατῴκει πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, Ἀμοῤ‐ ῥαίου τοῦ ἀδελφοῦ Ἐσχὼλ, καὶ τοῦ ἀδελφοῦ Αὐνᾶν, οἳ ἦσαν συνωμόται τοῦ Ἀβράμ. Ἀκούσας δὲ
10Ἀβρὰμ, ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ. Καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν· καὶ ἐπέπεσεν ἐπ’ αὐτοὺς τὴν νύκτα αὐτὸς, καὶ οἱ παῖδες αὐτοῦ. Καὶ ἐπάταξεν αὐτοὺς, καὶ κατεδίωξεν
15αὐτοὺς ἕως Χοβὰ, ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ. Καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὰς γυναῖκας, καὶ τὸν λαόν. Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτοῦ,
20μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς Χοδολλο‐ γομὸρ, καὶ τῶν βασιλέων τῶν μετὰ αὐτοῦ εἰς τὴν κοιλάδα τοῦ Σαβῆ. Τοῦτο ἦν τὸ πεδίον τῶν βασιλέων. Καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ ὑψίστου· καὶ εὐλό‐
25γησε τὸν Ἀβρὰμ, καὶ εἶπεν· Εὐλογημένος Ἀβρὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Καὶ ἔδωκεν αὐτῷ δεκάτην μοῖραν ἀπὸ πάντων. Εἶπε δὲ βασιλεὺς Σοδό‐
30μων πρὸς Ἀβράμ· Δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵπ‐ πον λάβε σεαυτῷ. Εἶπε δὲ Ἀβρὰμ πρὸς τὸν βασιλέα Σοδόμων· Ἐκτενῶ τὴν χεῖρά μου πρὸς Κύριον τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφυρωτῆρος ὑποδήματος λήψο‐
35μαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς ὅτι Ἐγὼ ἐπλούτισα τὸν Ἀβρὰμ, πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι, καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ’ ἐμοῦ, Ἐσχὼλ, Αὐνᾶν, Μαμβρῆ· οὗτοι λήψονται μερίδα. Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα
40Κυρίου πρὸς Ἀβρὰμ ἐν ὁράματι τῆς νυκτὸς, λέγων· Μὴ φοβοῦ, Ἀβρὰμ, ἐγὼ ὑπερασπίζω σου, ὁ μισθός σου πολὺς ἔσται σφόδρα. Λέγει δὲ Ἀβρὰμ, Δέσποτα Κύριε, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος, ὁ δὲ υἱὸς Μασὲχ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς
45Ἐλιέζερ· καὶ εἶπεν Ἀβράμ· Ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με. Καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτὸν, λέγουσα· Οὐ κληρονομήσει σε οὗτος· ἄλλος ἐξελεύ‐ σεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. Ἐξήγαγε δὲ

68

.

353

(50)

αὐτὸν ἔξω, καὶ εἶπεν αὐτῷ· Ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξ‐ αριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου.» Ὁρᾷς τῶν ἁγίων τὸ ἕτοιμον εἰς εὐ‐ τολμίαν, καὶ ὅπως ἔχουσι τὸ τληπαθὲς ἐθελούσιον;
55Ἅμα γὰρ ἐπύθετο κεκινδυνευκότα τὸν Λὼτ, κατ‐ ηλέει μὲν εὐθὺς τοῦ προσγενοῦς τὴν συμφορὰν, ἁρ‐
πάσας δὲ τοὺς οἰκογενεῖς, καί τινας τῶν συνωμοτῶν,352

68

.

356

οὐκ ὄντας Ἑβραίους, ἐχώρει ῥᾳδίως κατὰ τῶν λελυ‐ πηκότων, καὶ κατεχειροῦτο μὲν εὐκόλως, ἀπήλλαττε δὲ τῆς αἰχμαλωσίας, αὐτόν τε τὸν ἀδελφόπαιδα Λὼτ, καὶ τοὺς ὑπὸ χεῖρα πεσόντας τῶν κεκρατηκό‐
5των. Εἶτα λοιπὸν, ὡς νενικηκότι τὴν αὐτῷ πρέπου‐ σαν τιμὴν ἀποσώζοντες, ὑπήντων εἰκότως, ὅ τε βασιλεὺς Σοδόμων, καὶ Μελχισεδὲκ ὁ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, καθὰ γέγραπται. Ὑπήντα δὲ οὐ ψιλῶς, ἐπεκομίζετο δὲ τῆς ἱερωσύνης τὰ σύμβολα,
10τῆς τὸ τηνικάδε νενομισμένης, ἄρτους τε καὶ οἶνον, καὶ κατηυλόγει τὸν Ἀβραὰμ, καὶ γέρας ἐδίδου φωνὰς ἱεράς. Ἠνδρίσατο τοιγαροῦν καὶ νενίκηκεν Ἀβραάμ· τοιοῦτοι γὰρ ἀεί πώς εἰσιν οἱ κατὰ Χρι‐ στὸν ἀνδρεῖοι, καὶ θεοφιλεστάτην εἰς νοῦν ἔχοντες
15τὴν εὐτολμίαν. Προσθήσω δὲ, ὥσπερ εἰς παράδειγμα καὶ πίστιν τοῦ λόγου, τοὺς ἁγίους ἀποστόλους, οἳ, πάντα εὐκόλως διαρπάζοντος τοῦ Σατανᾶ, καὶ μὴν τῶν ἀνθεστηκότων τοῖς τῆς ἀληθείας δόγμασι, τὰς τῶν ἁπλουστέρων καταληϊζομένων ψυχὰς, ἀντεφέρον‐
20το νεανικῶς, συνεξοπλίζοντες ἑαυτοῖς τοὺς οἰκογενεῖς, τουτέστι, τοὺς τοῖς ἱεροῖς ἐντεθραμμένους Γράμμασι, καί τινας τῶν συνωμοτῶν, οὐκ ὄντας Ἑβραίους, φημὶ δὲ δὴ πάλιν, τοὺς φρονοῦντας μὲν ἔτι τὰ ἐν κόσμῳ, συναθλοῦντας δὲ τοῖς ἁγίοις, καὶ ζηλοῦντας
25αὐτοὺς, ἀνδριζόμενοι δὲ οὕτω νενικήκασι, καὶ τῆς ἐκείνου πλεονεξίας ἐξήρπαζον τοὺς ἑαλωκότας. Τοὺς μὲν γὰρ ἐκ τῆς εἰδωλολατρείας, καὶ τοῦ προσ‐ κυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα, τοὺς δὲ, τῆς ψευδωνύμου γνώσεως ἐξέλκοντες, ἀνασώζουσιν·
30ἀλλὰ τῆς οὕτω λαμπρᾶς καὶ μεγαλοφυοῦς εὐψυχίας, ἀποκερδαίνουσιν ἀμοιβὴν, τάς τε παρὰ τῶν ἐν κόσμῳ τιμάς· «Ἐξῆλθε γὰρ, φησὶ, βασιλεὺς Σοδόμων εἰς συνάντησιν τῷ Ἀβραὰμ, καὶ Μελχισεδὲκ, ὁ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου,» εὐλογίαν τὴν διὰ Χριστοῦ, τῇ
35ζωοποιῷ χάριτι κατευφραίνοντος ἄρτῳ τε καὶ οἴνῳ. Τοιγάρτοι καὶ ἀληθεύοντες ἐφ’ ἑαυτοῖς, εὖ μάλα φασίν· «Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.» Τύπος δ’ ἂν εἴη τῆς κατὰ Χριστὸν ἱερωσύνης ὁ Μελχισεδὲκ, καὶ οὐ πολ‐
40λῶν, οἶμαι, τὸ χρῆμα πρὸς ἀπόδειξιν δεήσεται λόγων, ἐξαρκοῦντος εἰς τοῦτο Γράμματος ἱεροῦ. Φάσκοντος δὲ τοῦ Σοδόμων βασιλέως πρὸς τὸν θεσπέσιον Ἀβραὰμ, ὡς νενικηκότα· Δός μοι τοὺς ἄνδρας, τοὺς δὲ ἵππους λάβε σεαυτῷ, μηδὲν τὸ σύμπαν λαβεῖν ἀπώμνυτο
45παραχρῆμα, πλὴν εἰ ἄρα τὰς τροφὰς τῶν συγκεκμη‐ κότων, καὶ τοῖς συνωμόταις μερίδα Ἐσχὼλ, Αὐνᾶν, καὶ Μαμβρῆ. Πολεμοῦντες γὰρ καὶ ὑπεραθλοῦντες γεννικῶς ὑπὲρ τῆς τῶν ἀπολωλότων ἐλευθερίας οἱ ἅγιοι, καὶ πάντα πόνον εἰσβαίνοντες, οὐδὲν ἀπὸ

68

.

356

(50)

κόσμου λαμβάνουσιν, οὔτε μὴν τὸν ἐπίγειον συλλέ‐ γουσι πλοῦτον, παραιτούμενοι σφόδρα τὸν ἐντεῦθεν ὀνειδισμόν· «Ἵνα μὴ εἴπῃς,» φησὶν, «ὅτι Ἐγὼ ἐπλού‐ τισα τὸν Ἀβραάμ·» πλὴν ὅτι μόνας δέχονται τρο‐ φὰς, τὰς ἐκ τῶν ὠφελουμένων. «Ἄξιος γὰρ ὁ ἐργά‐
55της τοῦ μισθοῦ αὐτοῦ·» καὶ τοῖς τὸ Εὐαγγέλιον
καταγγέλλουσιν ἐκ τοῦ Εὐαγγελίου ζῇν ἐκέλευεν ὁ354

68

.

357

Χριστός. Οἵ γε μὴν συνωμόται δέχονται μερίδας, εὐλογοῦντος οἶμαί που Θεοῦ, καὶ ἐν τοῖς κατὰ τόν‐ δε τὸν βίον πράγμασι τοὺς τῶν ἁγίων συζηλωτάς· πλεονάζει γὰρ αὐτοῖς ἐκ δικαίας ὁδοῦ συμμέτρως τὰ
5ὄντα· τοῖς γὰρ οὔπω παντελῶς τῶν ἐπιγείων ἀπο‐ φοιτήσασι, μεμερισμένοις δὲ ὥσπερ Θεῷ τε καὶ κόσμῳ, καὶ τὰς ἐπὶ γῆς εὐλογίας διανέμει Θεός. Οὕτως ηὐλόγει τὸν Ἰακὼβ, εἰς πλῆθος ἄγων τὰ θρέμματα.
10ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Εὐδοκιμοῦσι δὲ οὕτως, καὶ λελαμπρυσμέ‐ νοις, ὡς ἤδη γνησίοις, τὸ μήτε χρῆναι καταναρκᾷν φησιν ὁ σώζειν εἰδὼς, καὶ μὴν ὅτι καὶ ἀμφιλαφῆ κομιοῦνται μισθὸν, χρησίμως κατεπαγγέλλεται·
15ὁμοῦ τὸ ἄναλκί τε καὶ ἀποτολμότατον πάθος ὡς ἀπωτάτω τιθεὶς τῆς τῶν φοβουμένων αὐτὸν ἀγέλης, καὶ ἐλπίδι τῶν ἐπηγγελμένων καταθήγων εἰς προ‐ θυμίας, καὶ καθιστὰς ἐῤῥωμενεστέρους. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος, οὕτω διατιθεὶς, ποτὲ μὲν
20ἔφασκε· «Πάντα ἰσχύω ἐν τῷ δυναμοῦντί με Χρι‐ στῷ·» ποτὲ δὲ αὖ· «Τὸν δρόμον τετέλεκα, τὴν πί‐ στιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιο‐ σύνης στέφανος.» Ἀσχάλλει δὲ λίαν ὁ θεσπέσιος Ἀβραὰμ, καὶ υἱὸν ἔχων οἰκογενῆ, δυσθυμίας οὐκ
25ἀμοιρεῖ. Τί γάρ μοι δώσεις, φησὶν, εἰ ἄτεκνος ἀπολύομαι; καὶ ἀπαιδίας ἐν ἴσῳ ποιεῖται τὸ νόθον ἔχειν καρπόν. Εἶτα Θεὸς ἐπαγγέλλεται τὸν ἐξ ἐλευ‐ θέρας υἱὸν, τουτέστι τὸν Ἰσαὰκ, καὶ ἔσεσθαί φησιν αὐτὸν ἐν ἐκείνῳ πατέρα πολλῶν ἐθνῶν, ἕξειν δὲ τὸ
30σπέρμα καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ· ἐλύπει γὰρ λίαν τοὺς ἁγίους ἀποστόλους, τὸ ὥσπερ ἀπό τινος δούλης, τῆς κατὰ νόμον λατρείας, νόθον ἔχειν καρ‐ πόν. Ἐζήτουν δὲ μᾶλλον τὸν ἐκ τῆς ἐλευθερίας, τουτ‐ έστι, τὸν ἐκ τῆς Καινῆς Διαθήκης. Οὗτος δὲ ἦν ὁ
35Χριστὸς, οὗ καὶ εἰς τύπον ὁ Ἰσαὰκ κατ’ ἐπαγγελίαν νοεῖται, καὶ διὰ πίστεως. Καὶ γοῦν ὁ μακάριος Παῦ‐ λος, περὶ τῶν ἐν ἑαυτῷ νόμου φησὶν αὐχημάτων, «Ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χρι‐ στὸν ζημίαν· ἀλλὰ μὲν οὖν γε καὶ ἡγοῦμαι πάντα
40ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δι’ ὃν τὰ πάντα ἐζημιώ‐ θην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερ‐ δήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην, τὴν διὰ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χρι‐
45στοῦ.» Ἐν Χριστῷ γὰρ γεγόνασι πατέρες πολλῶν ἐθνῶν καὶ ἀναριθμήτου σπέρματος, καθάπερ ἀμέ‐ λει καὶ Ἀβραὰμ ἐν Ἰσαάκ. Ἀναθήσομεν δὲ τὸν ἐπὶ τῷδε λόγον, οὐχὶ δὴ μόνοις τοῖς πάλαι τε καὶ ἁγίοις ἀποστόλοις, ἀλλὰ καὶ τοῖς μετ’ ἐκείνους τὸ

68

.

357

(50)

ἱεροῦσθαι λαχοῦσι, καὶ Ἐκκλησιῶν ἡγουμένοις, ἢ καὶ
παντί τε λοιπὸν ὁσίῳ καὶ ἀγαθῷ.356

68

.

360

(1t)

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ
2tΚΑΙ ΑΛΗΘΕΙΑ
3tΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ
4tΛΟΓΟΣ ΠΕΜΠΤΟΣ
8Περὶ ἀνδρείας τῆς ἐν Χριστῷ. Σκοπὸς οὖν ἁγίοις, κἂν εἰ τῆς τῶν ἄλλων ὑπερ‐
10αθλοῖεν ζωῆς, ὦ Παλλάδιε, μηδὲν τῶν ἐν κόσμῳ προσοικειοῦσθαι φιλεῖν· εἶεν γὰρ ἂν οὕτω σοφοί τε καὶ δυνατοὶ, καὶ ἀγαθῆς ἐλπίδος ἔμπλεῳ, καὶ εὐμε‐ νείαις ταῖς ἄνωθεν εὖ μάλα τετειχισμένοι, καὶ, ὡς εὖ ἴσθι τοι, μὴ ἑτέρως ἔχειν τὸ χρῆμα, ὦ τᾶν. Ἀνω‐
15τέραν μὲν γὰρ τῶν ἐν κόσμῳ περισπασμῶν καὶ προσκαίρων ἐπιθυμιῶν τὴν διάνοιαν ἔχοντες, εὐκατ‐ αγωνίστοις κομιδῆ περιτεύξονται τοῖς ἐχθροῖς, περιέσονταί τε καὶ μάλα ῥᾳδίως τῶν ἀνθεστηκότων, προκατασείοντος τοῦ Θεοῦ τὴν ἐκείνων δύναμιν·
20ἐναλόντες δὲ καὶ αὐτοὶ πάθεσι κοσμικοῖς, καὶ γεωδε‐ στέραις ἐπιθυμίαις ἐνειλημμένοι, εὐκατάτροχοι μὲν ὥσπερ καὶ εὐαλωτότατοι λίαν παρακείσονται τότε τοῖς διώκειν αὐτοὺς ᾑρημένοις, γυμνοὶ δὲ τῆς ἄνωθεν ἀσφαλείας ἐκδεδειγμένοι, θήρα τις ὥσπερ ἑτοιμο‐
25τάτη παρακείσονται τοῖς ἐχθροῖς. ΠΑΛΛ. Καὶ τίς ἂν γένοιτο τῶν εἰρημένων ἡ πί‐ στις, ἐθέλοιμ’ ἂν εἰδέναι σαφῶς. ΚΥΡ. Τὸ Γράμμα τὸ ἱερὸν, τὰ τοῖς ἀρχαίοις συμ‐ βεβηκότα χρησίμως παραφωνοῦν. Ἦ γὰρ, οὐχὶ
30πρὸς νουθεσίαν ἡμῶν ἐκεῖνα γεγράφθαι καὶ ὁ θεσπέ‐ σιος ἔφη Παῦλος; ΠΑΛΛ. Φημί· ἐμποιήσει γὰρ οὐ μετρίαν ἡμῖν τὴν ὄνησιν τὰ ἐξ αὐτῶν δηλούμενα. Τύποι γὰρ ἦσαν τῆς ἀληθείας αἱ σκιαί.
35ΚΥΡ. Οὐκοῦν ἤδη λέγωμεν. Διαπεραιωσάμενοι γὰρ τὸν Ἰορδάνην οἱ ἐξ Ἰσραὴλ, προσέβαλον τῇ Ἱεριχώ· καὶ δὴ καὶ θείοις ἑπόμενοι νεύμασιν ἐκπο‐ λιορκεῖν ἐσπούδαζον, ὡς αὐτίκα δὴ μάλα περιεσό‐ μενοι, καὶ αἱρήσοντες, καὶ τὸν πολέμου νόμον ἐξηρ‐
40τημένοι παρῆσαν οἱ μαχιμώτατοι. Γέγραπται γάρ·358

68

.

361

ὅτι «Καὶ εἰσῆλθεν Ἰησοῦς ὁ τοῦ Ναυῆ πρὸς τοὺς ἱερεῖς, καὶ εἶπεν αὐτοῖς λέγων· Παραγγείλατε τῷ λαῷ περιελθεῖν καὶ κυκλῶσαι τὴν πόλιν, καὶ οἱ μά‐ χιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἔναντι Κυ‐
5ρίου.» Προστάττοντος γὰρ τοῦ Χριστοῦ διὰ τῆς τῶν ἡγουμένων φωνῆς, καταστρατευόμεθα τῶν ἐχθρῶν, οὐ πρὸς αἷμα καὶ σάρκα τὴν μάχην αἱρούμενοι, πρὸς ἀρχὰς δὲ μᾶλλον καὶ ἐξουσίας, καὶ τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς τυραννήσαντα νόμον. Ἐσόμεθα
10δὲ τότε καὶ ἐν ὄψει Θεοῦ, παντευχίᾳ μὲν ὥσπερ ἐνηρμοσμένοι τῇ θείᾳ τε καὶ νοητῇ. (Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, κατὰ τὴν τοῦ Παύλου φωνὴν), τοῖς δὲ τῆς δικαιοσύνης αὐχήμασιν ἐκπρεπεῖς. Ἐφορᾷ δὴ οὖν τοὺς μαχιμωτάτους ὁ πάντων Δεσπότης Θεὸς,
15τὰ λαμπρὰ τῆς δικαιοσύνης σκεύη περικειμένους, τοῦτ’ ἔστι, τὸ ὡς ἐνώπιον Χριστοῦ παραπορεύεσθαι τοὺς μαχίμους ἐνωπλισμένους. Τίμιον δὲ σφόδρα καὶ πολύευκτον ἀληθῶς, τὸ ἐν ἐπισκέψει γενέσθαι Θεοῦ, εἴπερ ἐστὶν οὐκ ἀπίθανον ἐννοεῖν, ὅτι τοῖς
20λελυπηκόσι, κόλασιν ὥσπερ τινὰ τὴν ἀποστροφὴν ἐπιτίθησι Θεὸς, λέγων· «Ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν.» Παρατεινούσης δὲ τῆς πολιορκίας καὶ εἰς ἡμέραν ἑβδόμην, ἔφη πάλιν Ἰησοῦς ὁ τοῦ Ναυῆ τοῖς υἱοῖς
25Ἰσραήλ· «Κεκράξατε πρὸς Κύριον· παραδέδωκε γὰρ ἡμῖν Κύριος τὴν πόλιν, καὶ ἔσται ἡ πόλις ἀνά‐ θεμα, αὕτη καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ, τῷ Κυρίῳ τῶν δυνάμεων Σαβαώθ· πλὴν Ῥαὰβ τὴν πόρνην περι‐ ποιεῖσθε αὐτὴν, καὶ πάντα ὅσα ἐστὶν ἐν τῷ οἴκῳ
30αὐτῆς. Ἀλλ’ ὑμεῖς φυλάξασθε ἀπὸ τοῦ ἀναθέματος, μή ποτε ἐνθυμηθέντες ὑμεῖς αὐτοὶ λάβητε ἀπὸ τοῦ ἀναθέματος, καὶ ποιήσητε τὴν παρεμβολὴν τῶν υἱῶν Ἰσραὴλ ἀνάθεμα, καὶ ἐκτρίψητε ἡμᾶς, καὶ πᾶν ἀργύριον καὶ χρυσίον, καὶ χαλκὸς καὶ σίδηρος
35ἅγιον ἔσται τῷ Κυρίῳ, εἰς θησαυρὸν Κυρίου εἰσ‐ ενεχθήσεται.» Ἠφίει μὲν γὰρ ταῖς ἄλλαις λαφυρ‐ αγωγίαις ἐντρυφᾷν τοὺς ἀνδριζομένους, εἰσκομίζε‐ σθαι δὲ δεῖν εἰς θησαυρὸν Κυρίου, φησὶ, πᾶν ἀργύριον καὶ χρυσίον, χαλκόν τε καὶ σίδηρον· τοῦτο γὰρ ἦν τὸ
40ἐπίκλην ἀνάθεμα, τουτέστι, τὸ ἀπονεμηθὲν ἐκ πάν‐ των καὶ ἀφορισθὲν τῷ Θεῷ. Ἀλλ’ οὐδενὸς ἀξιώσας λόγου τὴν ἐντολὴν, «Ἔλαβε, φησὶν, Ἄχαρ ὁ υἱὸς Χαμμὶ, υἱοῦ Ζαμβρῆ, υἱοῦ Ζαρᾶ ἐκ τῆς φυλῆς Ἰούδα, ἀπὸ τοῦ ἀναθέματος. Καὶ ἐθυμώθη ὀργῇ Κύριος τοῖς υἱοῖς
45Ἰσραήλ.» Χρῆναι γὰρ οἶμαι τοὺς ταῖς κοσμικαῖς ἡδοναῖς καὶ τοῖς ἐν τῷδε τῷ βίῳ περισπασμοῖς τὸ εὐσθενὲς ἐν Χριστῷ παρεξάγοντας φρόνημα, καὶ διὰ τῶν τῆς δικαιοσύνης ὅπλων εὐδοκιμεῖν ᾑρημέ‐ νους, ἐν ἐπισκέψει τε ἤδη γεγονότας Χριστοῦ, μηδε‐

68

.

361

(50)

νὸς ἐφίεσθαι τῶν ἐν κόσμῳ τεθαυμασμένων, μὴ πλούτου, μὴ δόξης, μὴ δυναστείας, ἢ ὑπεροχῆς, μὴ τῶν ἐκ τῆς σοφίας Ἑλληνικῆς ἀνοσίων δογμάτων. Εἶεν δ’ ἂν, εἰς τύπον λαμπρότητος μὲν τῆς ἐν ἀξιώμασι καὶ ὑπεροχαῖς, τὸ ἀργύριον· λαμπρὰ γὰρ
55ἡ ὕλη· πλούτου δὲ, ὁ χρυσός. Τὸ δὲ τῆς γλώττης
εὔηχες τῶν ἐν κόσμῳ σοφῶν, κατασημήνειεν ὁ360

68

.

364

χαλκός· ἰσχὺν δὲ καὶ δυναστείαν, σκληρὸς ὢν ἄγαν ὁ σίδηρος, καὶ τῇ ὕλῃ πάσῃ μαχόμενος. Ὧν εἴπερ τις ἕλοιτο μεταλαχεῖν, καίτοι τὴν ἀρίστην τάξιν ἔχων παρὰ Θεῷ, καὶ ἀναμετρούμενος ἐν πολεμισταῖς,
5καὶ μὴν καὶ πνευματικαῖς εὐψυχίαις γεγονὼς ἐκ‐ πρεπὴς, προσκρούσει Θεῷ, καὶ κιβδήλοις παρατρο‐ παῖς καταλυπεῖν ᾑρημένος τὸν σύνοπλόν τε καὶ ἀρωγὸν, ταῖς ἐντεῦθεν ὀργαῖς ὑποκείσεται. ΠΑΛΛ. Εὖ ἔφης. Συναινέσαιμι γὰρ ἄν. Πλὴν,
10ἐκεῖνό μοι φράσον, βραχὺ τοῦ πράγματος καὶ τῆς ἱστορίας ἀποκομίσας τὸν λόγον· διατί Κυρίῳ τὸ ἀργύριον καὶ τὸ χρυσίον, καὶ ὁ χαλκὸς καὶ σίδηρος, καὶ οὐχὶ δὴ μᾶλλον, ἢ ὡς ἄχρηστα τυχὸν, ἢ ὡς καταμολύνειν εἰδότα, τῆς παρεμβολῆς ἐξεπέμπετο·
15μυσαρὰ γὰρ δέδειχεν αὐτὰ τῆς πνευματικῆς θεωρίας ἡ δύναμις. ΚΥΡ. Ὅτι, ὦ Παλλάδιε, λαμπρότης μὲν ἅπασα, σοφία τε καὶ πλοῦτος, καὶ μὴν καὶ ἰσχὺς, πρεπόντως τε καὶ ὁσίως ἀνακείσεται τῷ Θεῷ. Αὐτοῦ γὰρ ἡ
20δόξα καὶ ἡ πᾶσα λαμπρότης, πλοῦτός τε καὶ σοφία, καὶ δύναμις. Ἀλλ’ εἰ μέν τις ἕλοιτο παρ’ αὐτοῦ, καὶ ἀπὸ θησαυροῦ Κυρίου πλουτίζοιτο, πλοῦτον δηλονότι τὸν νοητὸν, δόξαν τε καὶ σύνεσιν, καὶ ἰσχὺν ἔχει πνευματικὴν, περίοπτος ἔσται καὶ ζηλωτός. Εἰ δὲ δὴ
25βούλοιτο ταυτὶ παρὰ τοῦ κόσμου λαβεῖν, βδελυρὸς ἔσται καὶ ἀπηχθημένος παρά γε τῷ φιλαρέτῳ Θεῷ, καὶ ὑπὸ κρίσιν ἔσται καὶ δίκην. Ἕψεται γὰρ πάντως τῷ μὲν πλούτῳ τὸ φιλήδονον, λαμπρότητι δὲ καὶ ὑπεροχαῖς γείτων εὐθὺς ἡ ὑπεροψία· δυναστείαις γε
30μὴν παραπέπηγεν ἡ πλεονεξία· σοφίᾳ δὲ τῇ ἐν κό‐ σμῳ, τὸ ἐν δόγμασιν ἀκαλλὲς, κἂν εἰ τὸ εὔηχες ἔχοι τῶν ἐκεῖνα γεγραφότων ἡ γλῶττα. Τοιοῦτόν τι καὶ ὁ Παῦλός φησιν· «Εἴ τίς ἐστιν ἐν ὑμῖν σοφὸς, μωρὸς γενέσθω, ἵνα γένηται σοφός· ἡ γὰρ σοφία τοῦ κόσμου
35τούτου, μωρία παρὰ Θεῷ ἐστιν.» Ἄχαρ δὴ οὖν, οὐκ ἐκ θησαυροῦ Χριστοῦ λαβὼν, ἀλλ’ ὥσπερ ἀπὸ κόσμου τῆς Ἱεριχοῦς, προσκρούει Θεῷ. Τὰ δὲ ἐντεῦθεν βλάβη καὶ τὰ ἐκ θείας ὀργῆς συμβαίνοντα, οὐκ ἐπὶ μόνον ἐχώρει τὸν ἐπὶ τοῖσδε κατεγνωσμένον, ἀλλ’ ὅλην
40ἐκάκου τὴν συναγωγήν· ἀμέτοχος γὰρ γεγονὼς ἐπι‐ κουρίας τῆς ἄνωθεν, ἀδρανής τε καὶ ἄναλκις ἦν ὁ πάλαι δυσαλωτότατος Ἰσραήλ. ΠΑΛΛ. Καὶ πῶς ἢ πόθεν ἀναμάθοιμεν, ὡς ἔστιν ἀληθὴς ὁ ἐπὶ τῷδε λόγος;
45ΚΥΡ. Ἀπό γε τῶν ἐφεξῆς γεγραμμένων. Μετὰ γὰρ τὰ κατὰ τὴν Ἱεριχὼ καὶ τὰ ἐπ’ αὐτῇ λαμπρῶς καὶ νεανικῶς εἰργασμένα παρὰ παντὸς Ἰσραὴλ, ἀπέστειλεν Ἰησοῦς ἄνδρας ἀπὸ Ἱεριχὼ εἰς Γαῒ, λέ‐ γων· «Ἀναβάντες κατασκέψασθε τὴν Γαΐ. Καὶ ἀνέβησαν

68

.

364

(50)

οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν Γαΐ, καὶ ἀν‐ έστρεψαν πρὸς Ἰησοῦν, καὶ εἶπαν πρὸς αὐτόν· Μὴ ἀναβαινέτω πᾶς ὁ λαὸς, ἀλλ’ ὡσεὶ δισχίλιοι ἢ τρισχί‐ λιοι ἄνδρες ἀναβαινέτωσαν, καὶ ἐκπολιορκησάτωσαν τὴν πόλιν. Μὴ ἀναγάγῃς ἐκεῖ τὸν λαὸν ἅπαντα·
55ὀλίγοι γάρ εἰσι. Καὶ ἀνέβησαν ἐκεῖ ὡσεὶ τρισχίλιοι362

68

.

365

ἄνδρες, καὶ ἔφυγον ἀπὸ προσώπου ἀνδρῶν Γαΐ, καὶ ἀπέκτειναν ἀπ’ αὐτῶν ἄνδρες Γαῒ εἰς τριακονταὲξ ἄνδρας, καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τῆς πύλης, καὶ συνέτριψαν αὐτοὺς ἀπὸ τοῦ καταφεροῦς· καὶ ἐπτοήθη
5ἡ καρδία τοῦ λαοῦ, καὶ ἐγένετο ὥσπερ ὕδωρ.» Οἱ πόλεις ἑλόντες, καὶ χώρας καταδῃώσαντες, καὶ τὰ ὠμότατα τῶν ἐθνῶν ἀμογητὶ νικήσαντες, ἀκαταμα‐ χήτοις περιτυγχάνουσι τοῖς ἀπὸ τῆς Γαῒ, καὶ μόλις ἐσώζοντο, καὶ ἀπεχώρουν οὐκ ἀζήμιοι, μηδὲ ὅλην ἐν
10ἀρχαῖς τὴν τῶν μαχίμων πληθὺν ἐν ὅπλοις εἶναι θε‐ λήσαντες, εὐκαταγώνιστον δὲ κομιδῇ καὶ ὀλίγοις ἔσεσθαι τὴν πόλιν διαῤῥήδην ὁμολογήσαντες. Μὴ ἀναβαινέτω γὰρ, ἔφασκον, πᾶς ὁ λαὸς, ἀλλ’ ὡσεὶ δισχίλιοι ἄνδρες. Πρὸς δὲ τὸ ἀδόκητον πάθος, καὶ τὴν
15τῆς ἐλπίδος ἐπέκεινα συμφορὰν, βαρυθυμήσαντος λίαν τοῦ Ἰησοῦ, καὶ περιῤῥηγνύντος μὲν τὴν ἐσθῆτα, τῷ δὲ Θεῷ προσπίπτοντος, καὶ τί ποτέ ἐστι τὸ χρῆμα κατατεθηπότος, ἔφη Θεός· «Ἀνάστηθι· ἵνα τί σὺ οὕτω συμπέπτωκας ἐπὶ πρόσωπόν σου; Ἡμάρτηκεν
20ὁ λαὸς καὶ παρέβη τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς αὐτοὺς, καὶ κλέψαντες ἀπὸ τοῦ ἀναθέματος ἐνέβαλον εἰς τὰ σκεύη αὐτῶν. Οὐ μὴ δύνωνται οἱ υἱοὶ Ἰσραὴλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν· αὐ‐ χένα ἐπιστρέψουσιν ἔναντι τῶν ἐχθρῶν αὐτῶν, ὅτι
25ἐγενήθησαν ἀνάθεμα, οὐ προσθήσω ἔτι εἶναι μεθ’ ὑμῶν, ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν.» Παραδειχθέντα δὴ τὸν Ἄχαρ ἤρετο μὲν Ἰησοῦς, λέ‐ γων· «Δὸς δόξαν σήμερον Κυρίῳ τῷ Θεῷ Ἰσραὴλ, καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί
30ἐποίησας, καὶ μὴ κρύψῃς ἀπ’ ἐμοῦ. Ἀπεκρίθη δὲ Ἄχαρ τῷ Ἰησοῦ, καὶ εἶπεν· Ἀληθῶς ἥμαρτον ἐναν‐ τίον Κυρίου Θεοῦ Ἰσραὴλ, οὕτως καὶ οὕτως ἐποίησα. Εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην καὶ διακόσια δί‐ δραχμα ἀργυρίου, καὶ γλῶσσαν μίαν χρυσῆν πεντή‐
35κοντα διδράχμων, καὶ ἐνθυμηθεὶς αὐτῶν ἔλαβον, καὶ ἰδοὺ κέκρυπται ταῦτα ἐν τῇ γῇ, ἐν τῇ σκηνῆ μου, καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν.» Συνίης ὅτι καὶ αὐτὸς ὁ κεκλοφὼς ἑωρακέναι φησὶν ἐν τῇ προνομῇ ψιλὴν ποικίλην, καὶ διακόσια δίδραχμα
40ἀργυρίου, καὶ γλῶσσαν χρυσῆν πεντήκοντα διδρά‐ χμων, ἐνθυμηθῆναί τε αὐτῶν, τουτέστιν, εἰς ἄθεσμον αὐτῶν ἐπιθυμίαν ἐλθεῖν. Τὴν μὲν οὖν ψιλὴν, στρατιω‐ τικὴν οἴονται στολὴν, χλαμύδα τε εἶναί φασι ποικίλως ἐξυφασμένην· στρατιωτικὸν δὲ τὸ ἔσθημα, καὶ πλεον‐
45εξίας σύμβολον. Παραπέφυκε γὰρ ἀεί πως τῷ στρα‐ τευσίμῳ γένει τὸ ὡς ἥδιστα πλεονεκτεῖν. Τύπος δὲ αὖ λαμπρότητος κοσμικῆς, τὸ ἀργύριον· καὶ σοφίας τῆς Ἑλληνικῆς τῆς ἡδυεποῦς, ἡ γλῶσσα. Τοιαύτη τίς ἐστι καὶ ἡ τῶν παρ’ Ἕλλησι σοφῶν γλῶσσά τε

68

.

365

(50)

καὶ παίδευσις, οἱονεὶ χρυσῆ τε καὶ ἐντιμωτάτη, διά γε τὸ ἐν λέξει περιφανές. Ἐκκεκαλυμμένης δὲ ἤδη τῆς ἁμαρτίας, ποιναῖς ὑπετίθει τὸν Ἄχαρ ὁ Ἰησοῦς, οὐχ ἑαυτὸν ἠδικηκότα μόνον, ἀλλ’ εἰς ὅλην τὴν συν‐ αγωγὴν τὴν ἐκ τῆς ἰδίας ἀκρατοῦς ἐπιθυμίας ἐκτεί‐
55ναντα βλάβην. Καὶ τάχα που τοῦτό ἐστι τὸ ἄριστά τε καὶ σαφῶς διὰ τῆς τοῦ Παύλου φωνῆς πρὸς ἡμᾶς
εἰρημένον· «Ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν·364

68

.

368

μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.» Ἆρά σοι δέ‐ δεικται σαφῶς, ἐν μὲν τῷ πρώτῳ τῷ Ἀβραὰμ, ὡς ἀπήμαντα μὲν τοῖς ἁγίοις διαμένει τὰ εἰς ἀλκὴν αὐ‐ χήματα· ἕψηται δὲ ῥᾳδίως τὸ δεδυνῆσθαι καταθλεῖν
5τῶν ἐχθρῶν, εἰ μηδὲν ἕλοιντο τῶν ἀπὸ κόσμου ζητεῖν· ἐν δέ γε τῷ Ἄχαρ, εἰς τὸ τούτοις ἐναντίον ἐκκεχωρη‐ κότα τὰ πράγματα, ἀποκλίναντι τῆς εὐθείας, καὶ νενευκότι πρὸς τὰ ἐν κόσμῳ; ΠΑΛΛ. Πάνυ μὲν οὖν· σαφὴς γὰρ ὁ λόγος.
10ΚΥΡ. Ὅτι δὲ χρὴ τοὺς ἁγίους πανταχῆ μονοτρό‐ πους ὁρᾶσθαι, καὶ οὐχ ἑτερογνώμονας, σαφὲς ἂν γέ‐ νοιτο, τοῦ νόμου λέγοντος ἐναργῶς· «Οὐκ ἔσται σκεύη ἀνδρὸς ἐπὶ γυναικὶ, οὐδὲ μὴ ἐνδύσηται ἀνὴρ στολὴν γυναικείαν, ὅτι βδέλυγμά ἐστιν ἐνώπιον Κυρίου πᾶς
15ὁ ποιῶν ταῦτα.» Βδέλυγμα γὰρ ἐν ἴσῳ παρὰ Θεῷ καὶ ἀκαλλέστατον θέαμα, γενναιότητος ὑπόληψις ἐπὶ μα‐ λακισμοῖς· τοῦτο γάρ ἐστι τὸ εἶναι σκεύη ἀνδρὸς ἐπὶ γυναικί· καὶ τὸ νοσεῖν ἐν ἀνδρείαις τὸν μαλακισμόν· τοῦτο γὰρ ὁμοίως τὸ ἐνδύσασθαι τὸν ἄνδρα στολὴν
20γυναικείαν. ΠΑΛΛ. Οἷον δὴ τί φής; ΚΥΡ. Οὐ χρῆμα πονηρὸν καὶ ἀδόκιμον ἡ ὑπόκρισις παρά τε Θεῷ καὶ ἀνθρώποις; ΠΑΛΛ. Ἀληθές.
25ΚΥΡ. Ἄρ’ οὖν εἴ τις εἴη φιλήδονος καὶ ἀκρατὴς, καὶ ἐξ αὐτῶν ἐλέγχοιτο τῶν δρωμένων, ὡς ἔστι τοιοῦ‐ τος, εἶτα τῆς ἐπιεικείας κατάπλαστον ἐφ’ ἑαυτῷ ποιοῖτο τὴν δόξαν, ἐπαινέσαις ἂν τόν γε τοιοῦτον αὐ‐ τὸς, ὦ Παλλάδιε;
30ΠΑΛΛ. Οὐ μὲν οὖν. ΚΥΡ. Τί δὲ δὴ τὸν ἀληθῶς κόσμιον καὶ εὐσχήμονα, οὐκ οἰήσῃ δεῖν ἐν ταυτότητι γνώμης ἐρηρεισμένον, οὐχ ἕτερόν τι παρ’ ὅπερ ἐστὶ γινώσκεσθαι; ΠΑΛΛ. Φημί.
35ΚΥΡ. Οὐκοῦν μήποτε τὸ εὔθρυπτόν τε καὶ μαλθα‐ κὸν φρόνημά τινων, τὴν τῆς ἀνδρείας ὑποτρεχέτω δόξαν· τοῦτο γὰρ τὸ, Οὐκ ἔσται σκεύη ἀνδρὸς ἐπὶ γυναικί· μήτε μὴν τὸ ἀληθῶς εὐσθενὲς ζητείτω τὸ μαλθακόν· τοῦτο γὰρ πάλιν τὸ, Οὐ μὴ ἐνδύσηται
40ἀνὴρ στολὴν γυναικείαν. Ἴση γὰρ ὥσπερ ἐν ἀμφοῖν ἡ φαυλότης, καὶ ὕβρις εἰς ἀρετὴν τὰ ἐγκλήματα. ΠΑΛΛ. Σφαλερὸν, ὡς ἔοικεν, ὁ μαλθακισμὸς, καὶ τὸ χρῆμά ἐστιν οὐκ ἀζήμιον. ΚΥΡ. Μὴ γὰρ ἐνδοιάσῃς ὅλως. Ἀπόβλητον γὰρ
45κομιδῇ, καὶ θεομισὲς τὸ πάθος· τοιγάρτοι καὶ τῶν ἱερῶν ἐκπέμπεται καταλόγων ὁ τοῖς τοιοῖσδε τυχὸν ἐγκλήμασιν ἐνεχόμενος. Χρῆναι γὰρ ἔγωγέ φημι τόν γε ἀληθῶς εὐσθενῆ τε καὶ γενναιότατον, μηδαμῆ τὸν οἰκεῖον περιθραύεσθαι νοῦν ἀμελετήτως ἐᾷν, δείμα‐

68

.

368

(50)

τος δὲ καὶ ὄκνου παντὸς ἀνωτέρω τηρεῖν, καὶ πίστει μὲν τῇ εἰς Θεὸν ἀμωμήτως ἐρηρεισμένον, «Πάντα ἰσχύω,» λέγειν, «ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ·» πα‐ ραιτεῖσθαι δὲ ὡς ὀλέθρου πρόξενον, καὶ ἀδοκίμους
ἡμᾶς ἀποφαῖνον παρὰ Θεῷ, τὸ φρονεῖν ἑλέσθαι τὰ366

68

.

369

γεωδέστερα. Καὶ γοῦν ἐν τῷ Δευτερονομίῳ γέγραπται πάλιν· «Ἐὰν ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ ἴδῃς ἵππον καὶ ἀναβάτην, καὶ λαὸν πλείονά σου, οὐ φοβηθήσῃ ἀπ’ αὐτῶν, ὅτι Κύριος ὁ Θεός σου
5μετὰ σοῦ, ὁ ἀναβιβάσας σε ἐκ γῆς Αἰγύπτου, καὶ ἔσται ὅταν ἐγγίσῃς τῷ πολέμῳ, καὶ προσεγγίσας ὁ ἱερεὺς λαλήσει τῷ λαῷ, καὶ ἐρεῖ πρὸς αὐτούς· Ἄκουε, Ἰσραὴλ, ὑμεῖς προπορεύεσθε σήμερον εἰς τὸν πόλε‐ μον ἐπὶ τοὺς ἐχθροὺς ὑμῶν, μὴ ἐκλυέσθω ἡ καρδία
10ὑμῶν, μὴ φοβεῖσθε, μηδὲ θραύεσθε, μηδὲ ἐκκλί‐ νητε ἀπὸ προσώπου αὐτῶν· ὅτι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ προπορευόμενος μεθ’ ὑμῶν, συμπολεμήσει ὑμῖν τοὺς ἐχθροὺς ὑμῶν διασῶσαι ὑμᾶς. Καὶ λαλήσουσιν οἱ γραμματεῖς πρὸς τὸν λαὸν, λέγοντες· Τίς ὁ ἄνθρωπος
15ὁ οἰκοδομήσας οἰκίαν καινὴν, καὶ οὐκ ἐνεκαίνισεν αὐ‐ τήν; Πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ, καὶ ἄνθρωπος ἕτερος ἐγκαινιεῖ αὐτήν. Καὶ τίς ὁ ἄνθρωπος ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ οὐκ εὐφράνθη ἀπ’ αὐτοῦ;
20Πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ, καὶ ἄνθρωπος ἕτερος εὐφρανθήσεται ἐξ αὐτοῦ. Καὶ τίς ὁ ἄνθρωπος ὅστις μεμνήστευται γυναῖκα, καὶ οὐκ ἔλαβεν αὐτήν; Πο‐ ρευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ
25ἀποθάνῃ ἐν τῷ πολέμῳ, καὶ ἄνθρωπος ἕτερος λήψεται αὐτήν. Καὶ προσθήσουσιν οἱ γραμματεῖς λαλῆσαι πρὸς τὸν λαὸν, καὶ ἐροῦσι· Τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τῇ καρδίᾳ; Πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, ἵνα μὴ δειλιάνῃ τὴν καρδίαν τοῦ ἀδελφοῦ αὐτοῦ, ὥσπερ ἡ αὐτοῦ.» ΠΑΛΛ. Ἀλλ’ ὅτι χρὴ μὲν τεθαῤῥηκότας ἐπὶ Θεῷ
30διαπρέπειν ἀρεταῖς καὶ πρὸς πᾶν ὁτιοῦν ἀνδρίζεσθαι τῶν ἀγαθῶν, καὶ αὐτὸς ἐγὼ φαίην ἄν. Ἀποπέμπονται δὲ τοῦ πολέμου τινὲς, ὡς ἀνεπιτήδειοι, πῶς ἢ τίνα τρό‐ πον οὐκ ἔχω μαθεῖν. ΚΥΡ. Ἢ οὐκ οἶσθα ὅτι οὐκ ἂν εὐδόκιμος γένοιτο
35παρὰ Θεῷ, ἀλλ’ οὐδ’ ἂν ἕλοιτό τις τοὺς ὑπὲρ τῆς εἰς αὐτὸν εὐσεβείας ἀνατλῆναι πόνους, εἰ μὴ παροικίαν ἡγεῖτο τὴν ἐν τῷδε τῷ κόσμῳ ζωήν; Ὅπερ ἡμῖν ἄριστά τε καὶ ἐναργῶς, ὡς ἐν εἰκόνι καὶ τύποις, ἐν ταῖς τῶν ἁγίων ἐγράφετο πολιτείαις. Παρῴκει μὲν
40γὰρ ἐν σκηναῖς ὁ θεσπέσιος Ἀβραὰμ, καὶ τὴν ἐκ τόπων εἰς τόπους ἐποιεῖτο παραδρομήν· καὶ ἅπας δὲ κατὰ τὴν ἔρημον ὁ Ἰσραὴλ συχνὰς ἐποιεῖτο τὰς ἀπάρσεις, καὶ κατῴκηκεν ἐν σκηναῖς. Ἐπισεμνύνε‐ ται δὲ τούτῳ λίαν καὶ ὁ προφήτης Δαβὶδ, οὕτω λέγων
45πρὸς τὸν Θεόν· «Ἄνες μοι, ὅτι πάροικός εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου.» Ἀπεδέχετο δὲ σφόδρα τὰς ἄνω μονὰς, οὕτω λέγων· «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ

68

.

369

(50)

ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.» Φρονοῦσι δὴ οὖν οἱ τοιοῦτοι τὰ ἄνω, καὶ τὰς ἐν τοῖς οὐρανοῖς δι‐ ψῶσι μονὰς, ἃς καὶ αὐτὸς ὁ Σωτὴρ τοῖς ἀγαπῶσιν αὐτὸν ὑπισχνεῖται, λέγων· «Πορεύομαι, καὶ ἑτοι‐ μάσω τόπον ὑμῖν, καὶ πάλιν ἥξω, καὶ παραλήψομαι
55ὑμᾶς μετ’ ἐμαυτοῦ, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς368

68

.

372

ἐκεῖ μετ’ ἐμοῦ ἧτε.» Τύπος οὖν ἄρα, τοῦ παροικίαν ἡγεῖσθαι μὴ ἀνεχομένου τὴν παροῦσαν ζωὴν, ὁ οἰκίαν οἰκοδομῶν, καὶ ταῖς περὶ ταύτην φιλεργίαις σπου‐ δαίως ἐγκείμενος· τοῦ δὲ φιλοκτήμονος καὶ φιλοκερ‐
5δοῦς, ὁ ἀμπελῶνα φυτεύων· τὸν δέ γε γυναικομανῆ, καὶ ἐκτεθρυμμένον, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἐπιδόντα τὸν νοῦν, κατασημήνειεν ἂν ὁ γυναικὸς μνηστείᾳ προσιών. Τοιγάρτοι τῇ τοῦ στρατοκήρυκος φωνῇ, τῆς ἱερᾶς καὶ μαχιμωτάτης ἀποχωροῦσι πλη‐
10θύος. Ἃ δὲ ἦν εἰκὸς τοὺς τοιοῖσδε συνειλημμένους πάθεσιν ἐννοεῖν τε καὶ λέγειν, ταῦτα δὴ φθάσας ὁ κήρυξ ἀνεφώνει. Ἢ οὐκ ἀληθὲς, ὡς τοῖς τὰ τοιαῦτα νοσεῖν εἰωθόσι, φίλον πως ἐν διωγμοῖς τὸ ἀφερέπονον ἀγαπᾷν, καὶ ταῖς ὑπὲρ τῆς εἰς Θεὸν ἀγάπης μὴ
15κατακολουθεῖν σπουδαῖς, ἐννοοῦντας ὅτι εἴ τι γένοιτο παθεῖν ἀγωνιζομένους, οἴκων τε καὶ κτήσεων, καὶ τῶν παρὰ σφίσι τετιμημένων ἐκπίπτουσιν ἐπιθυ‐ μιῶν; ἐντεῦθεν γὰρ αὐτοῖς συμβαίνει τὸ ἀτολμω‐ τάτους ὁρᾶσθαι καὶ ἀγεννεῖς. Ἅπερ οὖν εἰκὸς φρονεῖν
20τε καὶ λέγειν ἐκείνους, ταῦτα διακέκραγεν ὁ γραμ‐ ματεὺς, πλαγίοις ὥσπερ ἐλέγχοις καὶ ἀστείοις ὀνειδι‐ σμοῖς καταπλήττων τὸν ἀγεννῆ, καὶ προφασιζόμενον πρόφασιν ἐν ἀσθενείαις, καὶ τροφὴν ὥσπερ τινὰ τῇ δειλίᾳ, κοσμικὰς ἡδονὰς συλλέγοντα. Διὰ τοῦτο τὴν
25τελευταίαν φωνὴν, γυμνήν τε καὶ ἀπημφιεσμένην ποιεῖσθαι προστέταχε τὸν στρατοκήρυκα Θεός. «Καὶ προσθήσουσι γὰρ, φησὶν, οἱ Γραμματεῖς λαλῆσαι πρὸς τὸν λαὸν, καὶ ἐροῦσιν· Εἴ τις ἄνθρωπος φοβού‐ μενος καὶ δειλὸς τῇ καρδίᾳ, πορευέσθω εἰς τὸν οἶκον
30αὐτοῦ, ἵνα μὴ δειλιάνῃ τὴν καρδίαν τοῦ ἀδελφοῦ αὐτοῦ, ὥσπερ τὴν αὐτοῦ.» Μονονουχὶ γὰρ σαφῶς ἐκεῖνό φησιν· Ὁ τοῖς γηΐνοις ἐγκείμενος, καὶ οἰκίας οἰκοδομῶν, καὶ φυτεύων ἀμπελῶνα, καὶ ταῖς εἰς φι‐ λοσαρκίαν ἡδοναῖς ἡττώμενος, ἔσται που πάντως
35δειλός τε καὶ ἄναλκις· ἀδόκιμος δὲ παντελῶς ὁ τοιοῦ‐ τος, καὶ πρὸς ζημίας ἔσται τοῖς ἄλλοις· Φθείρουσι γὰρ ἤθη χρηστὰ, ὁμιλίαι κακαί.» Καὶ καθέλκει πρὸς ἀνανδρίαν ἔσθ’ ὅτε τὸν εὐσθενῆ τε εὔψυχον ὁ δειλίαις εὐαλωτότατος. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος
40ἐπετίμα τισὶν, οἳ διακωλύειν αὐτὸν ἤθελον ἀναβαίνειν εἰς Ἱεροσόλυμα· φησὶ γάρ· «Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.»
45Σημειωτέον δὲ ὅτι καὶ τῶν κεκλημένων εἰς τοὺς γά‐ μους ἡ παραίτησις ἦν τὸ, «Ἀγρὸν ἠγόρασα, καὶ γυναῖκα ἔγημα, καὶ οὐ δύναμαι ἐλθεῖν.» Γέγραπται δὲ οὕτως ἐν τῷ Εὐαγγελίῳ καὶ ἐν παραβολαῖς. Χαλεπὸν δὲ οὔτι που καὶ ἐξ ἀρχαίων παραδειγμάτων, εἴγε σοι

68

.

372

(50)

δοκεῖ, τὴν ἐπὶ τῷδε δέχεσθαι πίστιν. ΠΑΛΛ. Φράζε δὴ οὖν, μελλήσας οὐδέν· ὀνήσεις γὰρ λίαν. ΚΥΡ. Οὐκοῦν ὡς ἐν τοῖς Ἀριθμοῖς ἀνέγνωμεν· «Καὶ μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ Ἀσηρὼθ, καὶ
55παρενέβαλον ἐν τῇ ἐρήμῳ τῇ Φαράν. Καὶ ἐλάλησε
Κύριος πρὸς Μωσῆν λέγων· Ἀπόστειλον σεαυτῷ370

68

.

373

ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χανα‐ ναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ κατάσχεσιν, ἄνδρα ἔνα κατὰ φυλὴν, κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτοὺς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν. Καὶ
5ἐξαπέστειλεν αὐτοὺς Μωσῆς ἐκ τῆς ἐρήμου Φαρὰν διὰ φωνῆς Κυρίου, πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ἰσραήλ.» Ἀπηριθμημένων δὲ κατὰ φυλάς τε καὶ γένη τῶν ἐξαπεσταλμένων, ἐπιφέρει πάλιν· «Καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου
10Σὶν, ἕως Ῥοὼβ, εἰσπορευομένων Ἐμάθ.» Καὶ μεθ’ ἕτερα· «Καὶ ἦλθον ἕως φάραγγος Βότρυος, καὶ κατ‐ εσκέψαντο αὐτὴν, καὶ ἔκοψαν ἐκεῖθεν κλῆμα, καὶ βότρυν σταφυλῆς ἕνα ἐπ’ αὐτοῦ, καὶ ἦραν αὐτὸ ἐπ’ ἀναφορεῦσι, καὶ ἀπὸ τῶν ῥοιῶν, καὶ ἀπὸ τῶν σύκων·
15καὶ τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν, φάραγξ Βότρυος, διὰ τὸν βότρυν, ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἀπέστρεψαν ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν, μετὰ τεσσαράκοντα ἡμέρας· καὶ πορευθέντες ἦλθον πρὸς Μωσῆν καὶ Ἀαρὼν, καὶ πρὸς πᾶσαν συναγω‐
20γὴν τῶν υἱῶν Ἰσραὴλ εἰς τὴν ἔρημον Φαρὰν Κάδης. Καὶ ἀπεκρίθησαν αὐτοῖς ῥῆμα, καὶ πάσῃ συναγωγῇ, καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς, καὶ διηγήσαντο αὐτῷ, καὶ εἶπον· Ἤλθομεν εἰς τὴν γῆν εἰς ἢν ἀπ‐ έστειλας ἡμᾶς, γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ οὗτος
25ὁ καρπὸς αὐτῆς. Ἀλλ’ ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατ‐ οικοῦν ἐπ’ αὐτῆς, καὶ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σφόδρα, καὶ τὴν γενεὰν Ἐνὰκ ἑωράκα‐ μεν ἐκεῖ.» Συνίης ὅπως οἱ εὐπτόητοί τε καὶ ἀτολμό‐ τατοι τῶν κατεσκεμμένων τὴν γῆν τῆς ἐπαγγελίας
30ὡμολογήκασιν ἐναργῶς, ὡς εὐάμπελός τε καὶ πίων ἡ γῆ, καὶ καρποῖς ὡραίοις διαβριθὴς, παραπλέκουσι δὲ τούτοις τὰ εἰς δειλίαν, θρασὺ μὲν τὸ ἔθνος τὸ κατοι‐ κοῦν ὀνομάζοντες, πόλεις τε ὀχυρὰς καὶ τετειχισμέ‐ νας ἄνω καὶ κάτω λέγοντες, καὶ τῆς ἐπὶ τὸ κρατήσειν
35ἐλπίδος ἐξιστῶντες τὸν Ἰσραὴλ, καὶ καταφοβοῦντες εἰς ἀνανδρίαν; ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Ἀλλ’ οἴγε σοφοὶ καὶ νεανικοὶ, Χαλέβ τε καὶ Ἰησοῦς, ταῖς ἐκείνων τερθρείαις ἀνθειστήκεισαν,
40λέγοντες πρός τε τὸν λαὸν καὶ τὸν Μωσέα τὸν ἱερόν· «Οὐχί· ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακλη‐ ρονομήσομεν αὐτὴν, ὅτι δυνησόμεθα πρὸς αὐτούς.» Κατέληγον δὲ οὐδαμῶς οἱ συναπεσταλμένοι, δυσ‐ άλωτον ἔσεσθαι διαβεβαιούμενοι τοῖς ἐξ Ἰσραὴλ τῆς
45ἐπαγγελίας τὴν γῆν. Εἶτά φησιν· «Καὶ ἀναλαβοῦσα πᾶσα ἡ συναγωγὴ, δέδωκε φωνὴν, καὶ ἔκλαιεν ὁ λαὸς ὅλην τὴν νύκτα ἐκείνην, καὶ διεγόγγυζον ἐπὶ Μωσῆν καὶ Ἀαρὼν πάντες οἱ υἱοὶ Ἰσραήλ· καὶ εἶπε πρὸς αὐτοὺς πᾶσα ἡ συναγωγή· Ὄφελον ἀπεθάνομεν ἐν γῇ

68

.

373

(50)

Αἰγύπτου, ἢ ἐν τῇ ἐρήμῳ ταύτῃ, εἰ ἀπεθάνομεν· καὶ ἵνα τί Κύριος εἰσάγει ἡμᾶς εἰς τὴν γῆν ταύτην πεσεῖν ἐν τῷ πολέμῳ; Αἱ γυναῖκες ἡμῶν καὶ τὰ παιδία ἔσονται εἰς διαρπαγήν. Νῦν οὖν βέλτιον ἡμῖν ἐστιν ἀποστραφῆναι εἰς Αἴγυπτον. Καὶ εἶπον ὁ ἕτε‐
55ρος τῷ ἑτέρῳ· Δῶμεν ἀρχηγὸν, καὶ ἀποστρέψωμεν372

68

.

376

εἰς Αἴγυπτον.» Εἰς τοῦτο μὲν ἀθλιότητός τε καὶ ἀναν‐ δρίας ἡ πᾶσα κατώλισθε συναγωγή. Μεθιστάντος δὲ ὥσπερ εἰς εὐτολμίαν αὐτοὺς Ἰησοῦ τοῦ Ναυῆ, καὶ περιῤῥηγνύντος μὲν τὴν ἐσθῆτα, μυρία δὲ ὅσα τῆς
5γῆς ἐγκώμια καταχέοντος, ἀναθαρσεῖν οὐκ ἤθελον· καταλυποῦντες δὲ ταῖς ἀνοήτοις μικροψυχίαις τὸν ἐπαμύνοντα Θεὸν, καὶ ταῖς ἑαυτῶν δυνάμεσιν ἀπονέ‐ μοντες τὴν τῆς ἐλπίδος κατόρθωσιν. Τοιγάρτοι λοιπὸν καὶ ἀπώμνυ, λέγων· «Εἰ ὄψεταί τις τῶν ἀνδρῶν
10τούτων τὴν γῆν, ἢν ὤμοσα τοῖς πατράσιν αὐτῶν, πλὴν Χαλὲβ υἱὸς Ἰεφονῆ, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ.» Ἆρά ἐστιν ἐνδοιαστὸν ὡς ὁ δειλός τε καὶ ἀφερέπονος, καὶ βραχὺς εἰς πίστιν, προσαπόλλυσιν αὐτῷ καὶ ἑτέ‐ ρους, κακαῖς παραφθείρων ὁμιλίαις, κλήρου τε ἀπο‐
15πεσεῖται καὶ ἐλπίδος τῆς εἰς Θεόν· ὁ δὲ εὐσθενής τε καὶ ἀλκιμώτατος εἴσω τε κείσεται τῆς ἐλπίδος, καὶ γνώριμος ἔσται Θεῷ; ΠΑΛΛ. Οὐκ ἀμφίβολον· ἀπόχρη γὰρ ἡ δεῖξις. ΚΥΡ. Οὐκοῦν καθάπερ ἔφαμεν ἐν ἀρχαῖς, ἀνεπιτή‐
20δειος εἰς παράταξιν τὴν πνευματικὴν ὁ ταῖς κοσμι‐ καῖς ἐνειλημμένος ἡδοναῖς. ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Προσθεί[ν]ην δ’ ἂν ὅτι (χρῆναι γὰρ οἶμαι τὸ ὠφελοῦν εὖ μάλα φιλοθηρεῖν) καὶ ὁ νεωστὶ κατορθοῦν
25ἀρετὴν ἡντιναοῦν ἀρξάμενος, οὔπω πρὸς μάχην ἱκα‐ νὸς, εὐκατακόμιστος δὲ κομιδῇ πρὸς τὸ ἀδικοῦν. ΠΑΛΛ. Πῶς λέγεις; ΚΥΡ. Ἐν τῷ Δευτερονομίῳ γέγραπται· «Ἐὰν δέ τις λάβῃ γυναῖκα προσφάτως, οὐκ ἐξελεύσεται εἰς
30πόλεμον, καὶ οὐκ ἐπιβληθήσεται αὐτῷ οὐδὲν πρᾶγμα. Ἀθῶος ἔσται ἐν τῇ οἰκίᾳ αὐτοῦ, ἐνιαυτὸν ἕνα εὐφρα‐ νεῖ τὴν γυναῖκα αὐτοῦ ἢν ἔλαβεν.» Ἆρ’ οὖν, ὦ Παλ‐ λάδιε, προσεκτέον μόνῳ τε καὶ ψιλῷ τῷ γράμματι, καὶ ὁ φιλάρετος νομοθέτης οἴκοι καθίζει τὸ μάχιμον,
35καὶ οὐκ ἐᾷ εὐδοκιμεῖν ταῖς εἰς γυναῖκα ψυχραῖς ὁμιλίαις ἡττώμενον, καὶ προὐργιαιτέραν τῶν ἀναγ‐ καίων ποιούμενον τὴν φιλοσαρκίαν; ΠΑΛΛ. Ἥκιστά γε τουτὶ δοίην ἂν ἔγωγε τὸ τῷ νομοθέτῃ δοκοῦν· πιθανὸς δέ τις, ὡς ἔοικεν, ὁ ἐπ’ αὐτῷ
40κεῖται λόγος. ΚΥΡ. Οὐκοῦν ὅπερ ἔφην ἀνακυκλήσας ἐρῶ. Ἀνὴρ ἀρετῆς ἁψάμενος, καὶ οὔπω ταύτην εὖ μάλα κατωρ‐ θωκὼς, εὐκατακόμιστος εἰς τὸ ἐναντίον. ΠΑΛΛ. Φράσον ὅπως. Ἕπομαι γὰρ οὐ σφόδρα.
45ΚΥΡ. Ὁ Σολομών πού φησιν· «Εἶπον τὴν σο‐ φίαν σὴν ἀδελφὴν εἶναι· τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ.» Οἰκειούμεθα γὰρ ὥσπερ τὰς ἀρετὰς, τὸ ἐν αὐταῖς καρποφορεῖν ὅτι μάλιστα δι‐ εσπουδακότες· ὁ μὲν γάρ τις τυχὸν τὸ ἐν γνώσει σο‐

68

.

376

(50)

φὸν, ὁ δὲ τὴν πραότητα καὶ ἀοργησίαν οὐκ ἀνεπιτή‐ δευτον ἔχει, ἤγουν ἕτερόν τι τῶν τοιούτων ὅπερ ἂν
ἕλοιτο κατορθοῦν. Ἆρ’ οὖν εὐθὺς ὁ τῆς ἔν γε τούτοις374

68

.

377

ἐπιεικείας ἀρξάμενος νοῦς, ἱκανὸς εἰς τὸ δοκιμάζε‐ σθαι καὶ πειράζεσθαι; καὶ τοῖς τὰ ὀρθὰ διαστρέφουσι περιτυχὼν ὁ σοφίᾳ συνοικήσας προσφάτως, οὐ διαστραφήσεται μᾶλλον, ἤγουν περιέσται καὶ διακρού‐
5σεται τὰ ἐκείνων βλάβη, βεβηκὼς καὶ ἐρηρεισμένος διαρκῶς οὔπω πρὸς σύνεσιν· ΠΑΛΛ. Ἔοικεν. ΚΥΡ. Παροτρύνοντος δέ τινος, ὁ τὴν πραότητα με‐ λετῶν, εἰ μήπω τις εἴη πρὸς τοῦτο γεγυμνασμένος,
10οὐ κατοιχήσεται πρὸς ὀργὴν εὐκόλως; ΠΑΛΛ. Οἶμαί γε. ΚΥΡ. Ἐντριβὴς δὲ σοφὸς διαμαχεῖται σοφοῖς, καὶ ἀντεξάγει νεανικῶς ταῖς ἐκείνων πανουργίαις τὰ ἐξ ὀρθότητος λογισμῶν;
15ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Τί δέ, ὁ πραότητι κατωρθωκὼς οὐ δυσχερὴς εἰς ὀργὰς, κἂν εἰ πρὸς τοῦτο αὐτὸν παραθήγοιεν ἔσθ’ ὅτε τινές; ΠΑΛΛ. Φημί.
20ΚΥΡ. Ὀρθῶς οὖν ὁ νόμος καθάπερ ἐν εἴδει τῷ γυναικὸς διαμορφώσας ἀστείως τὴν τοῖς ἁγίοις σύν‐ οικον ἀρετὴν, «Ἐάν τις λάβῃ γυναῖκα προσφάτως, φησὶν, οὐκ ἐξελεύσεται εἰς πόλεμον, καὶ οὐκ ἐπιβλη‐ θήσεται αὐτῷ οὐδὲν πρᾶγμα· ἀθῶος ἔσται ἐν τῇ οἰκίᾳ
25αὐτοῦ. Ἐνιαυτὸν ἕνα εὐφρανεῖ τὴν γυναῖκα ἣν ἔλαβε.» Καταφορτίζεσθαι γὰρ οὐκ ἐᾷ πόνοις τε καὶ διωγμοῖς τὸν οἱονείπως ἀρτιπαγῆ, καὶ νεαρωτέραν ἔχοντα τὴν εἰς τὸ ἀγαθὸν σπουδὴν, σχολαῖον δὲ ὥσπερ καὶ ἐφ’ ἑαυτῷ μένοντα, καὶ θαλπόμενον ταῖς εἰς
30ἀρετὴν καταδεσμεῖσθαι φιλοστοργίαις. Τοιοῦτόν τι πεπραχότας εὑρήσομεν τοὺς ἁγίους ἀποστόλους, οἳ τοῖς ἐξ ἐθνῶν ἐπιστρέφουσι, καὶ νεωστὶ κεκλημένοις εἰς ἐπίγνωσιν Θεοῦ, σαφῶς ἐπιστέλλουσιν· «Ἔδοξε γὰρ τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον ἐπι‐
35τίθεσθαι ὑμῖν βάρος, πλὴν ἀπέχεσθαι ὑμᾶς πορνείας καὶ πνικτοῦ, καὶ αἵματος.» Παρέντες γὰρ οἰκονομι‐ κῶς τῶν ἐνταλμάτων τὰ φορτικώτερα, ὀλίγα τε καὶ ἀναγκαῖα τηρεῖν ἐκέλευον, τῶν ἀρτίως εἰσκεκομισμέ‐ νων ἐπὶ τὸ χρῆναι θεοσεβεῖν τὸ ἀτληπαθὲς οὐκ ἠγνοη‐
40κότες. Καὶ γοῦν, ἀνίησι μὲν τοὺς τοιούτους ὁ τῶν ὅλων Θεὸς καὶ ὀργῆς καὶ αἰτιαμάτων, κἂν εἰ περι‐ πέσοιεν ὀλιγοψυχίαις, τὴν ἀσυνήθη τῶν πόνων δια‐ στείχοντες ὁδόν. Εἰσπράττεται δὲ μετὰ τοῦτο δίκας, καὶ ὑποφέρει λοιπὸν τοῖς ἐξ ὀργῆς κινήμασιν, ἀσθε‐
45νοῦντας μὲν οὐκέτι διὰ τὸ ἄηθες ἐν τοῖς πόνοις, ἀνα‐ πίπτοντας δὲ μᾶλλον εἰς τὸ ἡδύ τε καὶ ἄτραχυ, καὶ ἑτοιμότατα παραχεομένους εἰς τὸ ἀπᾷδον αὐτῶν. Ἢ γὰρ οὐκ ἀνάντης μὲν ἡ ἀρετὴ, καὶ τὸ εἰς αὐτὴν ἰέναι τραχὺ, καὶ ἱδροῦν ἀνάγκη τὸν κατορθοῦν ᾑρημένον;

68

.

377

(50)

ΠΑΛΛ. Φημί. ΚΥΡ. Ἀλλ’ ἧν που οὐκ ἀπεικὸς, μᾶλλον δὲ, οὐχ ὅσιόν τε καὶ πρέπον, τοὺς μὲν ἄρτι πρὸς τοῦτο ἠγμέ‐ νους, παιδαγωγεῖσθαι συγγνώμαις, προθυμίαις οὔπω
ταῖς ἄγαν ἐρηρεισμένους, ἁπαλοῖς δὲ ὥσπερ ἰόντας376

68

.

380

ποσὶ, καὶ νοσοῦντας ἔτι τὸ ἄναλκι, πόνοις τε καὶ φό‐ βοις σκληραγωγεῖσθαι τὸν ἐντριβῆ, καθάπερ ἐξ ἀνάγκης ἤδη που ἀποφέρεσθαι λοιπὸν εἰς τὸ τληπαθὲς καὶ εὐήνιον·
5ΠΑΛΛ. Ἄριστα διανοῇ. ΚΥΡ. Καὶ τὸ χρῆμά ἐστιν οὐκ ἀσυμφανὲς, εἰ τὰ τυπικῶς τοῖς ἀρχαίοις συμβεβηκότα πολυπραγμονεῖν ἐθέλοιμεν. Γέγραπται γὰρ ὡδί· «Ἐξῆρε δὲ Μωσῆς τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ θαλάσσης Ἐρυθρᾶς, καὶ ἤγα‐
10γεν αὐτοὺς εἰς τὴν ἔρημον Σούρ· καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ, καὶ οὐχ ηὕρισκον ὕδωρ, ὥστε πιεῖν. Ἦλθον δὲ εἰς Μεῤῥᾶν, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἐκ Μεῤῥᾶς· πικρὸν γὰρ ἦν. Διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πικρία· καὶ
15διεγόγγυζεν ὁ λαὸς πρὸς Μωσῆν, λέγοντες· Τί πιό‐ μεθα; Ἐβόησε δὲ Μωσῆς πρὸς Κύριον· καὶ ἔδειξεν αὐτῷ Κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ.» Ἄρτι μὲν γὰρ τῆς Αἰγυ‐ πτίων ἀπαίροντες γῆς οἱ ἐξ Ἰσραὴλ, καὶ τῆς ὑπ’
20αὐτοῖς θητείας τὸν δυσαχθῆ τε καὶ ἄτλητον ἀποῤῥι‐ πτοῦντες ζυγὸν, εἰς τὴν πάλαι τοῖς πατράσιν ἐπηγ‐ γελμένην μεθορμίζεσθαι γῆν, Θεοῦ καλοῦντος, ἐσπού‐ δαζον. Πρῶτος δὲ αὐτοῖς ὑπαντιάζει πόνος, τῶν ὑδά‐ των ἡ σπάνις, ἃ μόλις μὲν διὰ μακροῦ καμοῦσιν
25εὑρέθη, πλὴν οὐκ ἀταλαίπωρον ἔχοντα τὴν ἀπόλαυ‐ σιν· πικρὰ γὰρ ἦν, καθὰ γέγραπται. Ξύλου δὲ μίξει μετεσκευάζετο πρὸς τὸ ἡδύ τε καὶ γλυκὺ, Θεοῦ πα‐ ραδεδειχότος τοῦ πράγματος τὴν ὁδὸν τῷ θεσπεσίῳ Μωσῇ. Νόμῳ γὰρ θείῳ παιδαγωγούμενοι πρὸς τὸ
30δεῖν ἑλέσθαι κατακολουθεῖν τῷ Θεῷ, τῆς ἐκ παθῶν δουλείας ἐξέλκοντι, καὶ ἐκ τῆς τῶν δαιμονίων ἀπαλ‐ λάττεσθαι τυραννίδος, ἱδροῦν ἀνάγκη πειραζομένους, καὶ τὸν τῆς εὐδοκιμήσεως ἀναδεῖσθαι στέφανον, τοῖς ἐξ ἀσκήσεως πόνοις κατατήκοντας τὰ σαρκὸς, καὶ
35ὥσπερ τινὰ θῆρα δεινὸν καταγοητεύοντας, δίψει τε καὶ ἀσιτίαις, τὸ πρὸς ἡδονὴν ἀεὶ βλέπον ἀτίθασσον κίνημα. Πρώτη γὰρ ἡμῖν ἡ μάχη, κατορθοῦν ἐθέλουσι τὴν ἐγκράτειαν, πρὸς σάρκα τε καὶ τὰ αὐτῆς· καὶ οὐκ ἂν οἶμαί τις ἑτέρως ἐκμελετῴη τὴν ἀρετήν. Τύ‐
40πος οὖν ἄρα τῶν ἐν ἀσκήσει πόνων, ἡ δίψα τοῖς πάλαι συμβᾶσα κατὰ τὴν ἔρημον· καὶ ἀπαρχὴ γυμνασμάτων, τὰ σωματικά. Ἐπιτήρει γὰρ ὅπως οὐκ ἐν ἀρχαῖς εὐθὺς πολέμῳ προσβάλλουσιν (οὐ γὰρ τοῖς ἀρτίως κατανδρίζεσθαι τῶν παθῶν καὶ κατορθοῦν ἀρετὴν
45ἠργμένοις, εὐθὺς ἡ πάλη πρὸς τὰς ἀρχάς τε καὶ ἐξουσίας, διὰ τὸ τῶν δοκιμαζομένων ἀγεννὲς ἔτι καὶ οὔπω λίαν ἀσφαλὲς), ἀλλὰ τοῖς τῆς σαρκὸς δοκιμάζον‐ ται πόνοις, ἐπιμετροῦντος Θεοῦ ταῖς τῶν πειρωμένων ἕξεσι τοῦ πόνου τὸ δυσαχθές. Καὶ τοῦτό ἐστιν οἶμαί

68

.

380

(50)

που τὸ, «Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀν‐ θρώπινος· πιστὸς δὲ, φησὶν, ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.» Πικροὺς δὲ ὄντας λίαν τοὺς ὑπὲρ ἀρε‐
55τῆς ἱδρῶτας, εἰς τὸ ἡδύ τε καὶ γλυκὺ μεταπλάττει378

68

.

381

Χριστὸς, ὃς εἴρηταί τε καὶ ἔστι ξύλον ζωῆς. Ἔφη δέ που καὶ αὐτὸς ἐν εὐαγγελικοῖς συγγράμμασιν· «Εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ἔδρασαν, ἐν τῷ ξηρῷ τί δράσουσιν;» ὑγρόν τε καὶ εὐανθὲς ἑαυτὸν ὀνο‐
5μάζων ξύλον. Δείκνυται δὲ τῷ θεσπεσίῳ Μωσῇ παρὰ Θεοῦ ξύλον. Ἀποκαλύπτει γὰρ μόνος τὸν Υἱὸν ὁ Πατὴρ, ἐπεὶ καὶ μόνος οἶδεν αὐτόν. «Οὐδεὶς γὰρ οἶδε τίς ἐστιν ὁ Υἱὸς, εἰ μὴ Πατήρ.» Οὐκοῦν ἐν Χριστῷ τῷ τῆς ζωῆς ξύλῳ, γλυκέα μὲν τὰ πικρὰ,
10φορητὰ δὲ τὰ δύσοιστα, καὶ εἰς ζωὴν ἀναγκαῖα τὰ ὡς ἐν ἰδίᾳ φύσει καταφθείρειν εἰωθότα.
14ΠΑΛΛ. Τίνα φῂς τρόπον;
15ΚΥΡ. Εἴπερ ἐστὶν ἀληθὲς, ὅτι τὸ μὲν σῶμα πικροὶ λίαν ὄντες καταφθείρουσιν οἱ πόνοι, ζωῆς δὲ τῆς αἰωνίου μέτοχον ἀποτελοῦσι ψυχὴν (ἔφη δή που καὶ ὁ Παῦλος· «Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι.» Καὶ πάλιν· «Εἰ γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, ἀλλ’
20ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ»)· τίς δ’ ἂν ἕλοιτό ποτε τοὺς ὧδε δριμεῖς ἀνατλῆναι πόνους, μὴ οὐχὶ γλυκεῖαν ἔχων ἐλπίδα τὴν ἐν Χριστῷ; ΠΑΛΛ. Οὐδεὶς ἂν, οἶμαι, παντελῶς. ΚΥΡ. Ὅρα δὴ οὖν (ἰέναι γὰρ δὴ πρὸς ἀνάμνησιν
25τῶν ἐν ἀρχαῖς ἀναγκαῖον ἡμῖν, ὦ Παλλάδιε) δεδιψη‐ κότα μὲν ἐν ἐρήμῳ τὸν Ἰσραὴλ, καὶ τοῦ πανσόφου Μωσέως καταγογγύζοντα, νηποινί γε μὴν εἰς τοῦτο πεσόντα μικροψυχίας· οὐ γὰρ ἐκτέτικε δίκας, οὐδὲ ὑπέστη τὰ ἐξ ὀργῆς, καίτοι κολάζειν εἰωθότος Θεοῦ
30τοὺς ἐπὶ τῷδε κατεγνωσμένους. Ἐλεεῖται γὰρ ἐν ἀρχαῖς ὁ ἐν γυμνάσμασιν ἔτι τοῖς ὑπὲρ ἀρετῆς ἔσθ’ ὅτε καὶ πταίων· ἀσύγγνωστον δὲ μετὰ τοῦτο τὴν ἄγαν ἔχει μικροψυχίαν, καὶ τὴν ἀχάλινον ἀποδρομὴν, ἢν ἂν ποιοῖτο τυχὸν εἰς ἐκτόπους ἐπιθυμίας. Καὶ
35γοῦν ἐν τοῖς Ἀριθμοῖς περὶ τῶν υἱῶν Ἰσραὴλ ἔφη που πάλιν τὸ Γράμμα τὸ ἱερόν· «Καὶ ἐξῆραν ἐκ τοῦ ὄρους Κυρίου ὁδὸν τριῶν ἡμερῶν, καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν.
40Καὶ ἐγένετο ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν, καὶ εἶπε Μωσῆς· Ἐξεγέρθητι, Κύριε, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε. Καὶ ἐν τῇ καταπαύσει εἶπεν· Ἐπίστρεφε, Κύριε, χι‐ λιάδας μυριάδας ἐν τῷ Ἰσραήλ· καὶ ἡ νεφέλη ἐγέ‐
45νετο σκιάζουσα ἐπ’ αὐτοῖς ἡμέρας, ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς· καὶ ἦν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι Κυρίου· καὶ ἤκουσε Κύριος, καὶ ἐθυ‐ μώθη ὀργῇ, καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυ‐ ρίου, καὶ κατέφαγε μέρος τι τῆς παρεμβολῆς, καὶ

68

.

381

(50)

ἐκέκραξεν ὁ λαὸς πρὸς Μωσῆν. Καὶ ηὔξατο Μωσῆς πρὸς τὸν Κύριον, καὶ ἐκόπασε τὸ πῦρ. Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Ἐμπυρισμός· ὅτι ἐξ‐ εκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου.» Καὶ μετὰ τοῦτο πάλιν· «Καὶ ἐξάραντες ἐξ Ὣρ τοῦ ὄρους ὁδὸν ἐπὶ
55θάλασσαν Ἐρυθρὰν, περιεκύκλωσαν τὴν γῆν Ἐδώμ·
καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ. Καὶ κατελάλει ὁ380

68

.

384

λαὸς πρὸς τὸν Θεὸν καὶ κατὰ Μωσῆ, λέγοντες· Ἵνα τί ἐξήγαγες ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ; ὅτι οὐκ ἔστιν ἄρτος, οὐδὲ ὕδωρ· ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ
5τούτῳ. Καὶ ἀπέστειλε Κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαὸν, καὶ ἀπέθανε λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ.» Ὁρᾷς οὖν ὅτι πυρὶ καὶ ὄφεσιν ὁ ψίθυρός τε καὶ γογγυστὴς δεδαπάνηται λαός. Οἱ μὲν γὰρ ἐξαίρουσιν ἐκ τοῦ ὄρους Κυρίου,
10προβιβαζούσης αὐτῶν τῆς κιβωτοῦ, καὶ προαναζη‐ τούσης ἀνάπαυσιν· ἐπευχομένου δὲ καὶ πρεσβεύοντος τοῦ Μωσέως, καὶ μὴν καὶ νεφέλης ἐπισκιαζούσης αὐτοῖς, οἱ δὲ, διάκενον ὀνομάζοντες τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, πλείστην ὅσην κατά τε τοῦ Θεοῦ καὶ Μω‐
15σέως ἐποιοῦντο τὴν καταβοήν. Διά τοι τοῦτο, πυρὸς μὲν ἔργον ἐκεῖνοι γεγόνασιν ἀναγκαίως, οἱ δὲ πικρῶν ὄφεων δήγμασιν ἀμελ[λ]ητὶ διολώλασι. ΠΑΛΛ. Καὶ τίς γένοιτο πάλιν ἐν ἀμφοῖν ἐπιτή‐ ρησις; καὶ τί τὸ ὄρος Κυρίου;
20ΚΥΡ. Ὄρος οἶμαί που Κυρίου φησὶ τὸ Σινὰ, ἐφ’ ὃ καταβέβηκεν ἐν εἴδει πυρὸς ὁ πάντων Δημιουρ‐ γὸς, ὤφθη τε παντὶ τῷ λαῷ, κατὰ τὸ γεγραμμένον, καὶ τοὺς ἐπὶ τοῖς πρακτέοις κατεχρησμῴδησε νό‐ μους· «Ἔθετο γὰρ ἐκεῖ τοῖς υἱοῖς Ἰσραὴλ δικαιώ‐
25ματα καὶ κρίσεις.» Ἀλλ’ ἦν καὶ πάλαι θεσμοθετῶν ἐκεῖνα Χριστός. Τοιγάρτοι καὶ λόγους ἰδίους τοὺς διὰ Μωσέως καλεῖ νόμους. Ἔφη γάρ· «Ἀμὴν λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν
30πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.» Φέρε δὴ οὖν τῆς ἱστορίας τὸ πάχος ἀφέντες, τῶν πνευματικῶν ἐννοιῶν τὴν ἰσχνότητα καταθρήσωμεν. Οἱ γάρ τοι θεοπτίας μὲν ἤδη καὶ θεογνωσίας ἠξιωμένοι, καὶ τῆς θείας
35φύσεως τὴν λαμπρότητα τοῖς τῆς διανοίας ὄμμασι, καθάπερ ἐν ὄρει, τεθεαμένοι, τουτέστιν, ἐν ὑπερτάτῃ καὶ ἀνῳκισμένῃ λίαν ὑπεροχῇ (παντὸς γὰρ ἐπέκεινα δόξα τε καὶ φύσις Θεοῦ), οἱ παραστήσαντες ἑαυτοὺς οἱονεὶ διὰ τῆς πίστεως τῷ Χριστῷ, καὶ τῶν παρ’
40αὐτοῦ γεγονότες οὐκ ἀνήκοοι ῥημάτων, ὑποσχόμενοί τε τὴν ὑπακοὴν (τοῦτο γὰρ ἔδρα καὶ τότε λέγων ὁ Ἰσραήλ· «Πάντα, ὅσα εἶπε Κύριος ὁ Θεός σου, ποιήσο‐ μεν καὶ ἀκουσόμεθα») τῆς ἤδη γνησίως πρεπούσης φειδοῦς ἀπολαύσουσι, καὶ μεθέξουσι φροντίδος τῆς
45ἀποχρώσης εἰς σωτηρίαν αὐτοῖς· αὐτὸν γὰρ ἕξουσιν ἡγεμόνα, προασπιστήν τε καὶ προβιβάζοντα πρὸς τὸ κατασκέψασθαι αὐτοῖς τὴν ἀνάπαυσιν. Πρῶτος γὰρ ὁ Χριστὸς δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἑαυτὸν ἀντέταξε τῷ πάλαι νικήσαντι Σατανᾷ, νενηστευκώς τε καὶ πει‐

68

.

384

(50)

ραζόμενος ἐν τῇ ἐρήμῳ, ἵν’ ἡμεῖς ἔχωμεν τὴν ἀνά‐ παυσιν, νενικημένον, καὶ πεπτωκότα, καὶ τοῖς ἑαυ‐ τῶν ποσὶν ὑπεστρωμένον ὁρῶντες αὐτόν. Τοιγάρτοι καὶ ἔλεγε· «Θλίψιν ἔχετε ἐν τῷ κόσμῳ, ἀλλὰ θαρ‐ σεῖτε· ἐγὼ νενίκηκα τὸν κόσμον.» Καὶ πάλιν·
55«Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων
καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ.»382

68

.

385

Πρῶτος γὰρ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τῷ θανάτῳ προσβαλὼν, κατέλυσε μὲν τὸ ἐκείνου κράτος, κατ‐ εσκέψατο δὲ ἡμῖν τὴν ἀνάπαυσιν, ἀνακαινίσας εἰς ἀφθαρσίαν. Πρῶτος εἰσῆλθεν εἰς τὸν παράδεισον,
5ἐκδυσωπήσας μὲν ὥσπερ τὴν στρεφομένην ῥομφαίαν, ἀποστήσας δὲ ἡμῶν τὴν ἐξείργουσαν ἁμαρτίαν. Ἐκ‐ τέτικε γὰρ αὐτὸς ὑπὲρ ἡμῶν τὰ ὀφειλήματα, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, κατὰ τὸ γεγραμμένον. Πρῶτος γὰρ ἀνέβη πρὸς τὸν Πατέρα καὶ Θεὸν, ἐγκαι‐
10νίζων ἡμῖν τὴν ἄνω πορείαν, καὶ προετοιμάζων τὰς ἄνω μονάς. Τοιγάρτοι καὶ ἔφασκε· «Πορεύσομαι καὶ ἑτοιμάσω τόπον ὑμῖν.» Προανετυποῦτο δὴ οὖν ὡς ἔν γε τῇ κιβωτῷ Χριστός· κατεσκεύαστο γὰρ ἐκ ξύλων ἀσήπτων ἐκείνη, καὶ τὸν θεῖον ἐν ἑαυτῇ κατ‐
15επύκαζε νόμον, ὅς ἐστι Λόγος Θεοῦ. Ἴδοις δ’ ἂν τούτῳ προσεοικὸς, τὸ ἐπὶ Χριστοῦ μυστήριον. Θεὸς γὰρ ἦν ὁ Λόγος ἐν ἀφθάρτῳ ναῷ. Οὐκοῦν προεβάδιζεν ἡ κιβωτὸς κατασκεψομένη τοῖς ἐξ Ἰσραὴλ τὴν ἀνάπαυ‐ σιν. Προβαδίζει δὲ καὶ ἡμῶν ὁ Χριστὸς κατὰ τοὺς
20ἀρτίως ἡμῖν εἰρημένους τρόπους· καὶ πρός γε δὴ τούτῳ τὴν μεσίτου χρείαν ἀποπληρῶν, παράκλητος γίνεται πρὸς τὸν Πατέρα, καὶ ἱλασμὸς ὑπὲρ ἡμῶν, καθὰ καὶ πάλαι Μωσῆς· ὃς ἐν μὲν τῷ ἐξαίρειν τὴν κιβωτὸν ἔφασκεν· «Ἐξεγέρθητι, Κύριε, διασκορ‐
25πισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε·» ἐν δὲ τῷ καταπαύειν· «Ἐπί‐ στρεφε, Κύριε, χιλιάδας μυριάδας ἐν τῷ Ἰσραήλ.» Ὅτε γὰρ ἐγήγερται πρὸς ἐπικουρίαν ἡμῶν ὁ Μονο‐ γενὴς καὶ ὁ πάλαι λέγων διὰ τῆς τοῦ Ψάλλοντος
30φωνῆς· «Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος·» τότε πεπτώκασιν οἱ ἐχθροὶ, καὶ πεφεύγασιν οἱ ἀνθεστηκότες καὶ τῇ θείᾳ δόξῃ μαχόμενοι. Τε‐ θριάμβευκε γὰρ ἐν τῷ σταυρῷ ἀρχάς τε καὶ ἐξου‐
35σίας· καὶ κατήργηκεν ἀποθανὼν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, κατὰ τὸ γεγραμμένον· καταπαύσας δὲ ὥσπερ, καὶ εἰς τέλος ἐνεγκὼν, τὴν ὅλην οἰκονομίαν διὰ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν καὶ πορείας τῆς εἰς τὸ ἄνω πρὸς τὸν Πατέρα, πᾶσαν ἐπέστρεψε τὴν
40γῆν, καὶ χιλίας μυριάδας τοὺς ἰδίους ἐποιεῖτο προσ‐ κυνητάς· «Ὅταν γὰρ, ἔφασκεν, ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Οὐκοῦν ἡ Μωσέως εὐχὴ τύπος ἂν εἴη τῆς μεσιτείας Χριστοῦ, κατά γε τὸ σχῆμα τὸ ἀνθρώπινον, εὐχομένου τε καὶ ἐξαι‐
45τοῦντος ἡμῖν τὰ κάλλιστα παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Ὡς γὰρ ὁ θεσπέσιος Ἰωάννης φησί· «Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ ὑπὲρ ὅλου

68

.

385

(50)

τοῦ κόσμου.» Καὶ προσέτι πάλιν αὐτὸν ἔχομεν σκε‐ παστὴν, ὡς ἐν τῇ νεφέλῃ τῇ κατασκιαζούσῃ νοούμε‐ νον. Ἀκουέτω γὰρ ὁ πίστει τῇ εἰς αὐτὸν δικαιού‐ μενος· «Ἡμέρας ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα.» Φάσκουσι δὲ καί τινες ἐν τῇ
55τῶν μισθῶν διανομῇ, κατὰ τὴν εὐαγγελικὴν παραβο‐384

68

.

388

λήν· «Ἡμεῖς ἐβαστάσαμεν τὸ βάρος τῆς ἡμέρας, καὶ τὸν καύσωνα,» τὸ σφοδρὸν οἶμαί που καὶ ἀκμαῖον εἰς πύρωσιν, τῶν ἐξ ἀτιθάσσων ἡδονῶν, ἢ τάχα που καὶ πειρασμῶν καύσωνά τε καὶ ἡμέρας
5ὀνομάζοντες βάρος· βοηθὸς οὖν ἄρα καὶ σκεπαστὴς εἰς σωτηρίαν γέγονεν ἡμῖν ὁ Χριστός. Ὅταν οὖν τινες τῶν θεοπτίας ἠξιωμένων, καὶ οἵπερ ἂν γένοιντο τῶν θείων αὐτήκοοι κηρυγμάτων, διά τε τῆς ἐπὶ τῷ πι‐ στεύειν ὁμολογίας οἱονεί πως ἤδη καθυποσχόμενοι τὸ
10εὐήκοον, ἀθετῶσι ταῖς εἰς τὸ χεῖρον μεταβολαῖς τὸν προβαδίζοντα καὶ ἡγούμενον, φημὶ δὴ Χριστὸν, τὸν κατασκεπτόμενον αὐτοῖς τὴν ἀνάπαυσιν, τὸν ὡς ἐν μεσίτου τάξει πρεσβεύοντα, τὸν ὡς ἐν τύπῳ νεφέλης νοούμενον σκεπαστὴν, τότε δὴ τότε καὶ μάλα εἰκότως
15τῆς σφῶν αὐτῶν εὐηθείας εἰσπραττόμενοι λόγους, τὴν διὰ πυρὸς ἀγρίαν ὑπομένουσι δίκην· καὶ τοῦτο, οἶμαι, ἐστὶν ὃ καὶ αὐτὸς ὁ σοφὸς ἔφη Παῦλος· «Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκ ἔτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως,
20καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.» ΠΑΛΛ. Οἱ πᾶσαν οὖν τὴν οἰκονομίαν τὴν ἐν Χρι‐ στῷ νοουμένην ἐξ ἁμαρτίας ἠθετηκότες, πυρὸς ἔσον‐ ται τροφή. Δηλοῖ δὲ ὁ γογγυσμὸς, ὡς ἔοικε, τὴν ἀπόστασιν καὶ τὸ μὴ θέλειν ποιεῖσθαι δεκτὴν τὴν παρ’
25αὐτοῦ σωτηρίαν, καίτοι γευσαμένοις τῆς χάριτος, καὶ ἀσφαλὲς τῶν μελλόντων ἐνέχυρον, τὴν ἐπὶ τοῖς ἤδη παρῳχηκόσιν ἔχοντες πεῖραν. ΚΥΡ. Οὕτω φημί· μικροψυχήσαντες δὲ καὶ ἕτεροι, τὴν αὐτὴν ἐποιοῦντο καταβοὴν, καὶ κατεψιθύριζον
30ἀδρανῶς τοῦ Θεοῦ καὶ Μωσέως, ἄρτον διάκενον ὀνομάζοντες τὸ μάννα τὸ ἐξ οὐρανοῦ. Ἀλλ’ ὑπὸ τῶν ὄφεων ἀπώλλυντο. Οἱ γὰρ ταῖς ἀχαριστίαις τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν ἀτιμάζοντες, καὶ ἐν οὐ‐ δενὶ τιθέντες λόγῳ τῆς ἐλευθερίας τὴν χάριν, καὶ
35πρὸς τούτοις ἔτι τὸν ζωοποιὸν αὐτοῦ Λόγον, καὶ τὴν διὰ τοῦ Πνεύματος δωρεὰν ὡς ἄχρηστον διασύροντες, τοῖς τοῦ μιαιφόνου δράκοντος περιπεσοῦνται δήγμα‐ σιν. Ἀλλ’ οἵ γε τοῖς οὕτως ἐκτόποις οὐκ ἐναλόντες πταίσμασι, συνδιαφεύξονται τῇ φαυλότητι καὶ τὴν
40ἐπηρτημένην αὐτῇ κόλασίν τε καὶ δίκην, καὶ ἀμεί‐ νους ἔσονται τῶν ἐχθρῶν· «Ἐπὶ ἀσπίδα γὰρ καὶ βασιλίσκον ἐπιβήσονται, καὶ καταπατήσουσι λέοντα καὶ δράκοντα.» Ἄραρε δὴ οὖν, καὶ ἐξ αὐτῶν ἡμῖν μεμαρτύρηται τῶν πραγμάτων, σφαλερὸν ὅτι τὸ ῥᾳ‐
45θυμεῖν, καὶ ἀναπίπτειν εἰς ἀτολμίας, τοὺς ἤδη γεγυ‐ μνασμένους, καὶ οὐκ ἀμελέτητον ἔχοντας τὸ διὰ πόνων εὐδοκιμεῖν, ἐντριβὲς δέ πως ἤδη καὶ κατημαξευμένον τὸ ἱδροῦν ὑπὲρ ἀρετῆς. ΠΑΛΛ. Ἄραρέ γε καὶ ἔστιν ἀληθές.

68

.

388

(50)

ΚΥΡ. Διεβεβαιοῦτο δὲ ἡμῖν ὁ λόγος, ὡς οὐ μόνον ἐστὶ θεομισές τε καὶ ὑπὸ δίκην τὸ γογγύζειν κατὰ Θεοῦ, καὶ ὥσπερ τινὰ κατάῤῥησιν ἢ καταβοὴν τῆς τοῦ σώζοντος ἡμερότητος ποιεῖσθαι τὴν ὀλιγοψυχίαν, κἂν εἰ βραχεῖς διὰ μέσου φαίνοιντο πόνοι, ἐπάρατον
55δὲ οὐδὲν ἧττόν ἐστι τὸ ἀνεῖσθαι φιλεῖν, καὶ παρὸν αὐτοῖς τοῖς θείοις χαρίσμασιν ἀδιαβλήτως ἐντρυφᾷν,
καὶ τοῖς ἄνωθέν τε καὶ διὰ τοῦ Πνεύματος ἀποτρέ‐386

68

.

389

φεσθαι λόγοις, ἐπὶ φθαρτὰς ἡδονὰς καὶ ἀκαθάρτους φιλοσαρκίας ἀχάλινον ποιεῖσθαι τὴν ἀποφοίτησιν. Ὕβρις γὰρ ἐναργῶς εἰς τὰ ἀμείνω καὶ σώζοντα, τὸ ἀνθελέσθαι τὰ πονηρὰ, καὶ νοῦ ψῆφος ἀνοσιωτάτη
5τὸ τῶν οὐρανίων προτάξαι τὰ γεωδέστερα, καίτοι πλείστην ἐφ’ ἑαυτοῖς νοσοῦντα τὴν βδελυρίαν· καὶ ὀρθῶς ἐπὶ τούτοις μονονουχὶ καὶ δακρύει λέγων ὁ προφήτης Ἡσαΐας· «Οὐαὶ, οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρόν· οἱ λέγοντες τὸ γλυκὺ
10πικρὸν, καὶ τὸ πικρὸν γλυκύ· οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος.» Τοιούτοις κακοῖς ἐναλόν‐ τας πταίσμασι τοὺς ἐξ Ἰσραὴλ εὑρήσομεν. Μετὰ γάρ τοι τὴν ἐπὶ τῷ γογγύσαι δίκην, γείτονα καὶ παρ‐ εζευγμένην εὐθὺς τὴν ἐφ’ ἅπασι τοῖς αἰσχίστοις
15ἐνόσουν ἐπιθυμίαν. Περιπτύοντες γὰρ ὥσπερ τὰ παρὰ τοῦ Θεοῦ, καὶ τοῖς οὐρανόθεν ἀγαθοῖς ἀνοσίως ἐπι‐ στυγνάζοντες, παρώτρυνον ἀναγκαίως ἐφ’ ἑαυτοῖς τὸν κριτήν. Γέγραπται γὰρ, ὅτι «Καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς, ἐπεθύμησεν ἐπιθυμίαν, καὶ καθίσαντες
20ἔκλαιον οἱ υἱοὶ Ἰσραὴλ, καὶ εἶπον· Τίς ἡμᾶς ψωμιεῖ κρέα; Ἐμνήσθημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεὰν, καὶ τοὺς σικύους, καὶ τοὺς πέπονας, καὶ τὰ πράσα, καὶ τὰ κρόμμυα, καὶ τὰ σκόροδα. Νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος. Οὐδὲν πλὴν εἰς τὸ μάννα
25οἱ ὀφθαλμοὶ ἡμῶν. Καὶ ἤκουσε, φησὶ, Μωσῆς κλαιόν‐ των αὐτῶν κατὰ δήμους αὐτῶν, ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ· καὶ ἐθυμώθη ὀργῇ Κύριος σφόδρα, καὶ ἔναντι Μωσῆ ἦν πονηρόν.» Ἢ οὐκ ἄξιον εἶναι φὴς ὀργῆς τε τῆς θείας, καὶ καταγνώσεως τῆς ὡς ἐξ
30ἀνδρῶν ἁγίων, τὸ πρὸς τοῦτο καθικέσθαι μαλακισμοῦ καὶ λογισμῶν ἀνανδρίας τοὺς ἤδη γεγυμνασμένους, ὡς νοσῆσαι μὲν ἀκρατῶς τὸ ὑπονοστεῖν ἐθέλειν εἰς ἐκτόπους οὕτως ἀκαθαρσίας, καὶ παραλελύσθαι τοσ‐ οῦτον εἰς ἀκρασίαν, ὡς μειρακιωδῶς ὀλοφύρεσθαι,
35τὴν δριμεῖαν ὥσπερ οὐ φέροντας τῆς ἐπιθυμίας προσβολήν; ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Ἀλύοντος δὲ τοῦ πανσόφου Μωσέως, καὶ δυσθυμίαν ἔχοντος τὴν ἐπὶ τῷδε δεινὴν, καὶ ἀναφαν‐
40δὸν κεκραγότος, ὡς οὐκ ἄν ποτε μόνος ἰσχύσῃ δι‐ ενεγκεῖν τὸν οὕτως εὐκόλως εἰς παραφορὰν καὶ ἀπό‐ στασιν ἰόντα λαὸν, συλλήπτορας μὲν καὶ ἐπαρωγοὺς τῆς ἐπὶ τῷδε φροντίδος ἄνδρας ἀνέδειξε Θεὸς, τὸν ἀριθμὸν ἑβδομήκοντα, οὓς καὶ τῇ τοῦ Πνεύματος
45δόσει διαφανεστέρους ἐτίθει· προεφήτευσαν γὰρ ἐν τῇ παρεμβολῇ. Πρὸς δέ γε Μωσέα φησί· «Καὶ τῷ λαῷ ἐρεῖς· Ἁγνίσασθε εἰς αὔριον, καὶ φάγεσθε κρέα, ὅτι ἐκλαύσατε ἐναντίον Κυρίου, λέγοντες· Τίς ἡμᾶς ψωμιεῖ κρέα; ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγύπτῳ·

68

.

389

(50)

καὶ δώσει Κύριος ὑμῖν φαγεῖν κρέα, καὶ φάγεσθε κρέα. Οὐχ ἡμέραν μίαν φάγεσθε κρέα, οὐδὲ δύο, οὐδὲ πέντε ἡμέρας, οὐδὲ δέκα ἡμέρας, οὐδὲ εἴκοσι ἡμέρας, ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν, καὶ ἔσται ὑμῖν εἰς χολέραν,
55ὅτι ἠπειθήσατε Κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύ‐
σατε ἐναντίον αὐτοῦ, λέγοντες· Ἱνατί ἡμῖν ἐξελθεῖν388

68

.

392

ἐξ Αἰγύπτου;» Ἐλύπει γὰρ τοῦτο λίαν τὸν Λυτρωτὴν, τὸ καὶ αὐτῆς δουλείας ἀλογῆσαι τὸν Ἰσραὴλ, καὶ ἡγεῖσθαι παρ’ οὐδὲν τοὺς ἐν Αἰγύπτῳ πόνους, κρεῶν καὶ λαχάνων ἕνεκα τῶν δυσωδεστάτων. Καὶ ἡμᾶς δὲ
5αὐτοὺς θερμαὶ καὶ δριμεῖαι πολλάκις ἀναπείθουσιν ἡδοναὶ, τὴν ὑπὸ τῷ διαβόλῳ δουλείαν ἡγεῖσθαι φορη‐ τὴν, καὶ φθαρτῶν ἕνεκα καὶ γεωδεστέρων ἐπιθυ‐ μιῶν, τοῖς τῆς ἁμαρτίας ἐγκαταδεσμεύεσθαι ζυγοῖς. Ἀλλ’ ἐδίδου καὶ τότε τὸ σαρκοφαγεῖν, οὐκ εἰς μίαν,
10οὐδὲ εἰς δέκα τυχὸν, ἀλλ’ εἰς ἡμέρας τριάκοντα, δι’ οὗ σημαίνεται τῆς ἐπ’ αὐτοὺς ὀργῆς ἡ παράτασις. Ἐφίησι δὲ καὶ νῦν τοῖς ἀσχέτως ἀπονενευκόσιν εἰς κοσμικὰς ἡδονὰς, τὸ καὶ μετασχεῖν, εἰ ἕλοιντο, τῶν σαρκικῶν, καὶ εἰς χρόνους ἔσθ’ ὅτε μακρούς. Οὕτω
15γὰρ λέγεται παραδοῦναί τινας εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα. Ἀλλ’ ἐκείνοις γέγονεν εἰς χολέραν ἡ βρῶσις, καὶ τοῖς ἀγαπῶσι τὰ σαρκικὰ καὶ προτιμῶσι τοῦ μάννα τοῦ νοητοῦ, ὅ ἐστι ῥῆμα Θεοῦ, τὰ φθαρτὰ καὶ ἐπίγεια, καταλήξει πρὸς θάνατον τὸ
20ἐγχείρημα· καὶ ἔστιν, οἶμαι, τουτὶ τὸ, «Ὁ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν.» Ἀῤῥωστίας δὲ τῆς τοιᾶσδε τυχὸν ἡ λύσις· «Πνεύ‐ ματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέ‐ σητε. Στρατεύεται γὰρ ἡ σὰρξ κατὰ τοῦ πνεύματος,
25τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ ἀντί‐ κειται ἀλλήλοις.» Ὡς εἴπερ ἠβουλήθησαν οἱ ἐξ Ἰσραὴλ ἀποχρῶσαν ἡγεῖσθαι τρυφὴν τὴν τοῦ μάννα χορη‐ γίαν, ὅ ἐστιν ἄρτος ἀγγέλων νοητὸς, καὶ τύπος γλυ‐ κύτητος τῆς διὰ τοῦ Πνεύματος, οὐκ ἂν ἐτέλεσαν
30ἐπιθυμίαν σαρκὸς, οὐδ’ ἂν ἐξ αὐτῆς ἐθέρισαν τὴν φθοράν.» Ἐπισημότατα δὲ τοῦ λαοῦ τὰ μνήματα· ἐκεῖ γὰρ, φησὶν, ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητὴν, κατὰ τὸ, «Ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί·» καὶ λαὸς ἐπιθυμητὴς ὁ ἐκεῖνα παθὼν ὠνόμασται, κατ’
35ἐκεῖνο οἶμαί που τὸ περί τινων εἰρημένον· «Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν·» ἀπὸ γὰρ τῆς ἁμαρτίας, ἡ κλῆσις· καὶ ἀτελεύτητος ἐπεγράφετο τοῖς τεθνεῶσιν οἰκτρῶς ὁ ἐπὶ ταῖς ἀνανδρίαις ὀνειδισμὸς, καὶ ἐξ ὧν κατεγινώσκοντο τὸ ἐπίσημον.
41ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Οὐκοῦν ὅτι μάλιστα παραιτητέον τοῖς γε ἀληθῶς φιλομαθεῖν ᾑρημένοις, τό γε ἀτληπαθὲς ἐν πόνοις, καὶ γογγυσμὸν ἀδρανῆ, καὶ ἀχάριστον εἰκαιο‐
45μυθίαν, καὶ τό γε τῶν ἄλλων ἀνοσιώτερόν πως, τῶν ἐκ φαυλότητος καὶ φιλοσαρκίας ἐφίεσθαι μολυσμῶν. Ἐπαμφοτερίζει γὰρ ὁ τοιοῦτος, καὶ τὴν τῆς διανοίας ἰγνὺν χωλεύουσαν ἔχει. Γέγραπται γὰρ, ὅτι «Οὐαὶ καρδίαις δειλαῖς, καὶ χερσὶ παρειμέναις, καὶ ἁμαρ‐

68

.

392

(50)

τωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους.» Χρῆναι δὲ οἶμαι τὸ τληπαθὲς καὶ τὸ καρτερὸν εἰς ὑπομονὴν παντὸς ἀξιοῦντας λόγου διαμεμνῆσθαι λέγοντος τοῦ Χρι‐ στοῦ· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω
ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω390

68

.

393

μοι.» τουτέστιν, Εἰ δὴ βούλοιτό τις ἐμὸς εἶναι μαθη‐ τὴς, διὰ τῶν ἴσων ἐμοὶ παθημάτων ἡκέτω προθύμως, καὶ οἱονεὶ τὴν αὐτὴν ἴτω τε καὶ ἀγαπάτω τρίβον· συναναπαύσεται γὰρ οὗτος καὶ συνδιαιτήσεται. Τοῦτο
5δὲ ἡμῖν αὐτὸς ἐζήτει παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, λέγων· «Θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ αὐτοὶ μετ’ ἐμοῦ ὦσι.» Καὶ ἑτέρως δὲ σύνεσμεν τῷ Χρι‐ στῷ, περιπατοῦντες μὲν ἐπὶ γῆς, οὐκέτι δὲ σαρκι‐ κῶς, ἀλλὰ πνευματικῶς πολιτευόμενοι, καὶ κατά‐
10λυμα καὶ ἀνάπαυσιν ποιεῖσθαι σπουδάζοντες, τὸ δο‐ κοῦν αὐτῷ. Ἔχεις γεγραμμένον ἐν τοῖς Ἀριθμοῖς τὸν ἐπὶ τῷδε τύπον· «Καὶ τῇ ἡμέρᾳ,» φησὶν, «ἐν ᾗ ἐστάθη ἡ σκηνὴ, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν, τὸν οἶκον τοῦ μαρτυρίου. Καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς
15σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωΐ· οὕτως ἐγίνετο δια‐ παντός· ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας, καὶ εἶδος πυρὸς τὴν νύκτα. Καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, μετὰ ταῦτα ἀπῆραν οἱ υἱοὶ Ἰσραήλ· καὶ ἐν τῷ τόπῳ οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρεν‐
20έβαλον οἱ υἱοὶ Ἰσραήλ· διὰ προστάγματος Κυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Πάσας τὰς ἡμέρας ἐν αἷς σκιάζει ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ· καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς
25ἡμέρας πλείους, καὶ φυλάξονται οἱ υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ Θεοῦ, καὶ οὐ μὴ ἐξάρωσι· καὶ ἔσται ὅταν σκεπάζῃ ἡ νεφέλη ἡμέρας ἀριθμῷ ἐπὶ τῆς σκηνῆς, διὰ φωνῆς Κυρίου παρεμβαλοῦσι, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι· καὶ ἔσται ὅταν γένηται ἡ νεφέλη
30ἀφ’ ἑσπέρας ἕως πρωῒ, καὶ ἀναβῇ ἡ νεφέλη τὸ πρωῒ, καὶ ἀπαροῦσιν ἡμέρας ἢ νυκτὸς, καὶ ἀναβῇ ἡ νεφέλη, ἀπαροῦσιν ἡμέρας, ἢ μηνὸς ἡμέρας πλεοναζούσης τῆς νεφέλης σκιαζούσης ἐπ’ αὐτῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ οὐ μὴ ἀπαροῦσιν, ὅτι διὰ προστάγ‐
35ματος Κυρίου ἀπαροῦσι. Τὴν φυλακὴν Κυρίου ἐφυ‐ λάξαντο διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωσῆ.» Ἐγηγερμένης κατὰ τὴν ἔρημον τῆς ἁγίας σκηνῆς, πεπληρωκέναι φησὶ τὴν νεφέλην αὐτήν· εἶτα συν‐ απαίρειν καὶ συγκαταλύειν αὐτῇ προστέταχε τοὺς ἐξ
40Ἰσραὴλ, ἄνω τε καὶ κάτω μετὰ πολλῆς ἀκριβείας τὴν τῶν ἀπάρσεων ἐπιτήρησιν ποιεῖσθαι παρεγγυῶν, καὶ ἐπισφαλῆ τὴν παράβασιν τοῖς ἐθέλουσι ῥᾳθυμεῖν ἀπό γε τούτου δεικνύς. Ἀλλὰ ταυτὶ μὲν ἱστορικῶς. Θεωρῶμεν δὲ ἤδη πνευματικῶς. Ἅμα τε γὰρ ἐγήγερ‐
45ται καὶ ἀνέτειλεν ἐπὶ τῆς γῆς ἡ ἀληθεστάτη σκηνὴ, τουτέστιν ἡ Ἐκκλησία, πεπλήρωται τῆς δόξης τοῦ Χριστοῦ· τὸ γὰρ καλύπτεσθαι τῇ νεφέλῃ τὴν ἀρ‐ χαίαν σκηνὴν, οὐχ ἕτερον, οἶμαί που, παρὰ τοῦτο δηλοῖ. Πεπλήρωκε τοίνυν τῆς ἑαυτοῦ δόξης τὴν Ἐκ‐

68

.

393

(50)

κλησίαν ὁ Χριστὸς, καὶ τοῖς μὲν ἐν ἀμαθίᾳ καὶ πλάνῃ, καθάπερ ἐν νυκτὶ καὶ σκότῳ διατρίβουσι, πυρὸς ἀναλάμπει δίκην, τὸν νοητὸν δηλονότι φωτι‐ σμὸν ἐνιεὶς, τοῖς γε μὴν ἤδη πεφωτισμένοις, καὶ ἡμέραν ἔχουσιν ἐν καρδίᾳ τὴν νοητὴν, τὴν παρ’
55ἑαυτοῦ σκιάν τε καὶ σκέπην δωρούμενος, καὶ δρό‐ σοις αὐτοὺς καταπιαίνων πνευματικαῖς, τουτέστι,
ταῖς ἄνωθέν τε καὶ διὰ τοῦ Πνεύματος παρακλήσεσι.392

68

.

396

Τοῦτο γάρ ἐστι τὸ ὡς ἐν εἴδει μὲν πυρὸς ὁρᾶσθαι τὴν νύκτα, ἐν δὲ εἴδει νεφέλης, τὴν ἡμέραν. Ἔδει γὰρ, ἔδει τοῖς μὲν ἔτι νηπίοις φωτισμοῦ καὶ ἐλλάμ‐ ψεως, τῆς ἀποφερούσης εἰς θεογνωσίαν· τοῖς δὲ
5τούτων ἀνωτέρω καὶ λελαμπρυσμένοις διὰ τῆς πί‐ στεως, σκέπης καὶ ἐπικουρίας, ὡς ἂν δύναιντο γεν‐ ναίως διενεγκεῖν τοῦ παρόντος βίου τὸν καύσωνα καὶ τῆς ἡμέρας τὸ βάρος· «Πάντες γὰρ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται.» Ἀπαιρού‐
10σης δὲ τῆς νεφέλης, συναπαίρει καὶ ἡ σκηνὴ, καὶ καταλυούσης συγκαθίσταται, καὶ σὺν αὐτῇ τοῦτο ἔδρων οἱ ἐξ Ἰσραήλ· ἕπεται γὰρ ἡ Ἐκκλησία παν‐ ταχῆ τῷ Χριστῷ, καὶ ἡ τῶν πιστευόντων ἁγία πλη‐ θὺς τοῦ καλοῦντος εἰς σωτηρίαν οὐκ ἀπονοσφίζεται.
15ΠΑΛΛ. Καὶ τίς ἂν νοοῖτο τυχὸν ἥ τε ἄπαρσις ἡμῶν καὶ ἡ κατάλυσις, προβιβάζοντός τε καὶ ἡγου‐ μένου Χριστοῦ; ΚΥΡ. Ἀδιαφορήσει μέν πως ἔν γε δὴ τούτοις ἡμῖν ὁ λόγος, τύπον ὥσπερ τινὰ καταδεικνύντος
20ἡμῖν τοῦ θέλειν εἶναι μετὰ Θεοῦ τοῦ τε συναπαίρειν καὶ συγκαθίστασθαι τῇ νεφέλῃ· πλὴν εἰς ἐννοίας ὡς ἔνι λεπτὰς τὸν νοῦν ἐνιέντες, πάλιν ἐκεῖνο ἐροῦμεν, ὅτι πρώτη μὲν ἄπαρσις ἡ ἐξ ἀπιστίας εἰς πίστιν, καὶ ἐξ ἀγνοίας εἰς γνῶσιν, καὶ ἐκ τοῦ μὴ εἰδέναι τίς
25ὁ φύσει τε καὶ ἀληθῶς Θεὸς, ἐπὶ τὸ εἰδέναι σαφῶς τὸν τῶν ὅλων Δεσπότην καὶ Ποιητήν. Ἄπαρσις δὲ ὥσπερ μετ’ ἐκείνην δευτέρα καὶ ἐπωφελὴς, ἡ ἐκ φαυλότητός τε καὶ ἀσελγείας, ἐπὶ τὸ θέλειν ἤδη πως τὰ ἀμείνω δρᾷν τε καὶ φρονεῖν. Τρίτη δὲ ταύτης
30προφερεστέρα καὶ ἐν εὐκλείᾳ μείζονι, ἡ ἐκ τοῦ ἐν‐ δεοῦς ἐπὶ τὸ ἀρτίως ἔχον, πρακτικῶς τε ἅμα καὶ δογματικῶς. Ἢ οὐχὶ κατὰ βραχὺ πρὸς αὔξησιν ἴμεν τὴν ἐν Χριστῷ νοουμένην, προκόπτοντες μὲν εἰς ἄνδρα τέλειον, ἀναθρώσκοντες δὲ καὶ εἰς μέτρον ἡλι‐
35κίας τοῦ πληρώματος αὐτοῦ; Τοῦτο τάχα πού ἐστι τὸ διὰ φωνῆς τοῦ θεσπεσίου Παύλου ὑμνούμενον ἡμῖν· «Τῶν μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως.» Ἀπαίροντες δὲ νοητῶς
40ἐξ ἀγνοίας εἰς ἐπίγνωσιν, ἐξ ἀμαθίας εἰς σύνεσιν, ἐξ ἀπιστίας εἰς πίστιν, καὶ ἀεὶ προκόπτοντες ἐν ἀρε‐ ταῖς, ἆρ’ οὐχὶ τόπον ἐκ τόπου μεθορμιζόμεθα, καὶ ἐκ διαθέσεως ἤγουν ἕξεως τῆς τοιᾶσδε τυχὸν, εἰς τὴν τοιάνδε αὖ μεθιστάμενοι προσεοίκαμεν ἤδη πως
45τοῖς εἰωθόσιν ὁδοιπορεῖν;
47ΠΑΛΛ. Συνίημι ὃ φής. ΚΥΡ. Ἀλλ’ οὔτε τὴν ἐκ φαυλότητος ἄπαρσιν, οὔτε μὴν τὸ ἐφικνεῖσθαι τυχὸν καὶ ἐγκαταυλίσθαι τρόπον

68

.

396

(50)

τινὰ τοῖς ἀμείνοσι, κατορθῶσαί τις ἂν δυνηθῇ, μὴ οὐχὶ συνόντος τε καὶ ἡγουμένου Χριστοῦ. Τοιγάρτοι καὶ τοῖς ἁγίοις ἔφασκε μαθηταῖς· «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.» Οὐκοῦν τὸ συνεῖναί τε τῷ Θεῷ, καὶ σὺν αὐτῷ πάντα δρᾷν, ὑποφήνειεν ἂν αἰ‐
55νιγματωδῶς τότε συναπαίρειν ἀπαιρούσῃ τῇ νεφέλῃ,
καὶ ἠρεμούσῃ συνηρεμεῖν. Πλὴν, διὰ προστάγματος394

68

.

397

Κυρίου, φησὶν, ἀπαροῦσι· καὶ τοῦτο, οἶμαι, δηλοῖ τὸ καὶ λόγου δεῖσθαι τοῦ παροτρύνοντος εἰς ἀλκὴν, καὶ εἰς τὴν τοῖς ἁγίοις πρέπουσαν εὐκοσμίαν τοὺς ἕπεσθαι δεῖν οἰομένους ἐν Χριστῷ· «Πάντα γὰρ, φησὶν, εὐσχη‐
5μόνως καὶ κατὰ τάξιν γινέσθω.» Τύπος δὲ ἄρα καὶ τοῦδε δὴ πάλιν, τὸ ἐφεξῆς γεγραμμένον. Ἔφη γὰρ ὧδε Θεὸς πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ποίησον σεαυτῷ δύο σάλπιγγας ἐλατὰς, ἀργυρᾶς ποιήσεις αὐ‐ τὰς, καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν, καὶ
10ἐξαίρειν τὰς παρεμβολάς. Καὶ σαλπιεῖς ἐν αὐταῖς, καὶ συναχθήσεται πᾶσα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, Ἐὰν δὲ ἐν μιᾷ σαλπίσωσι, ἐλεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες ἀρχηγοὶ Ἰσραήλ. Καὶ σαλπιεῖτε σημασίαν, καὶ ἐξαροῦσιν αἱ
15παρεμβολαὶ αἱ παρεμβάλλουσαι ἀνατολάς· καὶ σαλ‐ πιεῖτε σημασίαν δευτέραν, καὶ ἐξαροῦσιν αἱ παρεμ‐ βολαὶ αἱ παρεμβάλλουσαι λίβα. Καὶ σαλπιεῖτε σημα‐ σίαν τρίτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμ‐ βάλλουσαι παρὰ θάλασσαν. Καὶ σαλπιεῖτε σημασίαν
20τετάρτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμ‐ βάλλουσαι πρὸς βοῤῥᾶν· σημασίᾳ σαλπιοῦσιν ἐν τῇ ἐξάρσει αὐτῶν, καὶ ὅταν συναγάγητε τὴν συναγωγὴν, σαλπιεῖτε, καὶ οὐ σημασίᾳ. Καὶ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς σαλπιοῦσι ταῖς σάλπιγξι· καὶ ἔσται ὑμῖν νό‐
25μιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.» ΠΑΛΛ. Τί δὴ οὖν ἄρα φαμὲν τὴν τῶν σαλπίγγων εἶναι δυάδα, καὶ τὰς τῶν σημασιῶν διαφορὰς, ἐλατὰς δὲ ἀνθ’ ὅτου, καὶ ἐξ ἀργύρου δεῖν ποιεῖσθαι προστέ‐ ταχε;
30ΚΥΡ. Δύο μὲν οὖν αἱ σάλπιγγες· διπλοῦν γὰρ ἐν ἐκκλησίαις τὸ τῆς παρακλήσεως κήρυγμα· ἓν μὲν γὰρ εἰς ὀρθότητα τὴν δογματικὴν ἀποφέρει τοὺς πε‐ πιστευκότας, καὶ τὸν τῶν διεστραμμένων κατακιβδη‐ λεύει λόγον· ὁποῖός τις ἦν ὁ τῶν κωλυόντων γαμεῖν,
35καὶ ἀσυμφύλως δεδιδαχότων ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν τοῖς πιστοῖς. Καταλο‐ γισαίμην δ’ ἂν ἐν τούτοις καὶ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἳ τὸ τῷ θείῳ νόμῳ τετιμημένον καὶ δοκοῦν μεθέντες ὡς ἕωλον, καὶ ὀλίγου παντελῶς
40ἀξιοῦντες λόγου, ταῖς παρὰ σφῶν διδασκαλίαις καὶ ἀνθρωπίνοις ἐντάλμασι προσανακεκλίσθαι δεῖν τοὺς παιδευομένους ἐκέλευον. Καὶ ἕτεροι δέ τινες περι‐ τέμνεσθαι τοὺς ἐν πίστει δεδικαιωμένους ἀσυνετοῦντες ἐδίδασκον, ἵνα ἐν τῇ ἀλλοτρίᾳ σαρκὶ καυχήσονται
45κατὰ τὸ γεγραμμένον. Ἀλλ’ ἐλέγετο περὶ αὐτῶν· «Ἔξω τοὺς κύνας, ἔξω τοὺς κακοὺς ἐργάτας.» Ἕτε‐ ρον δὲ πρὸς ἠθικὴν ἐπανόρθωσιν ξεναγεῖ, καὶ τῆς ἐν Χριστῷ πολιτείας καταλευκαίνει τὴν ὁδόν. Ἀργυραῖ δὲ αἱ σάλπιγγες· τὴν ἐπ’ ἀμφοῖν τοῖν λόγοιν λαμ‐

68

.

397

(50)

πρότητα, καὶ τὸ ἄγαν εἰλικρινές· ὡς ἐν ἰδίᾳ φύσει τῆς ὕλης ὑμῖν ὑποφαινούσης ἀστείως. Ἐν δέ γε ταῖς σάλπιγξιν, ἀνακαλείσθω, φησὶν, ἐπὶ τὴν σκηνὴν ὁ λαός. Κηρύγμασι γὰρ τοὺς ἐν σκηναῖς ὥσπερ ἰδίαις συναγείρομεν εἰς ἐκκλησίας· συνδεδραμηκότας δὲ,
55καὶ ἀπαίρειν ἀναπείθομεν ἐκ τῶν αἰσχιόνων ἐπὶ τὰ πρέποντα τοῖς ἡγιασμένοις, καὶ οἱονεὶ μεθορμίζεσθαι
πρὸς τὸ ἀγαθὸν ἐκ φαυλότητος εὖ μάλα μεταπαι‐396

68

.

400

δεύομεν. Ἣ οὐχὶ λόγος εἰς ὀρθότητα τὴν δογματι‐ κὴν καὶ εἰς ἠθῶν ἐπανόρθωσιν ἀποφέρει τὸν ἐπιεικῆ καὶ ζωῆς τῆς ἐν Χριστῷ γνήσιον ἐραστήν; ΠΑΛΛ. Οὕτω φημί.
5ΚΥΡ. Οὐκοῦν δύο μὲν αἱ σάλπιγγες, αἱ συλλέγου‐ σαι τὸν λαὸν ἐπὶ τὴν σκηνήν. Ἐὰν δὲ μιᾷ σαλπί‐ σωσι, φησὶ, προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες ἀρχηγοὶ υἱῶν Ἰσραήλ. Δεῖν μὲν γὰρ ὑπο‐ λαμβάνω παρακλήσεώς τε καὶ προτροπῆς, καὶ τοῖς
10τὴν ἕξιν τελειοτέροις, πλὴν οὐ τοσαύτης ὅσησπερ ἂν δέοιτο καὶ ἡ τῶν ἑτέρων πληθύς· διὰ τοῦτο τοὺς μὲν ἄλλους ἅπαντας δύο μόλις ἀνακαλοῦσι σάλπιγγες, μία δὲ τοὺς ἐξειλεγμένους· ἀρκεῖ γὰρ ὀλίγον τῷ σοφῷ, καὶ ἀφορμὴν εἰ λάβοι, προσθήσει τὸ λεῖπον,
15κατὰ τὸ· «Δίδου σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι.» Εἶτα προστέταχε τέσσαρας ποιεῖσθαι σημασιῶν δια‐ φορὰς, ὥστε δι’ αὐτῶν ἀναζευγνύναι τε καὶ ἀπαίρειν τούς τε πρὸς ἠῶ καὶ λίβα, βοῤῥᾶ καὶ νότον· οἶμαι
20οὖν τὰς τέσσαρας ἡμῖν τῶν Εὐαγγελίων συγγραφὰς διὰ τούτου σημαίνεσθαι, δι’ ὧν ὁ σύμπας παιδαγω‐ γεῖται κόσμος πρὸς δογματικήν τε ἅμα καὶ ἠθικὴν ἐπιστήμην. Εἰ δὲ δή τι χρὴ καὶ ἕτερον ἐπινοοῦντας λέγειν, κατοκνήσομεν οὐδαμῶς, ὕπνου καὶ ἱδρῶτος
25κρείττονα τὴν τοῦ χρησίμου ποιούμενοι θήραν. Λό‐ γου τοιγαροῦν τοῦ παρ’ ἡμῖν τέσσαρας εὑρήσομεν τὰς διαφορὰς, δι’ ὧν ἡ σύμπασα γῆ τὸν ἄριστόν τε καὶ εὐδόκιμον ἀληθῶς κατορθώσει βίον· μία μὲν οὖν ἐστι καὶ πρώτη, δι’ ἧς πρὸς ἐπίγνωσιν ἀληθείας καὶ
30εἰς ἀνάληψιν θείου φωτὸς καλεῖν εἰθίσμεθα τοὺς τῇ κτίσει παρὰ τὸν Κτίστην λελατρευκότας, καὶ λέγον‐ τας ἀμαθῶς τῷ ξύλῳ· Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με, κατὰ τὴν τοῦ προφήτου φωνήν. Τοῖς γε μὴν ἤδη πεπιστευκόσιν, αἱ τρεῖς
35ἕτεραι τοῦ λόγου διαφοραὶ πρέποιεν ἂν εἰκότως· ἐπεί τοι καὶ τρεῖς εἶναι βίου καὶ πολιτείας διαφορὰς ἐδίδασκεν ὁ Σωτήρ· ἔφη γὰρ ὅτι, τὰ καταβληθέντα τῶν σπερμάτων ἐπὶ τὴν καλὴν γῆν ἐποίησε καρπὸν, ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα. Οὐκοῦν
40ἐστί τις ἑκάστῳ τῶν τοιούτων, ὁ αὐτῷ μάλιστα πρέ‐ πων λόγος· οὐ γάρ πω δρῶντες ὀρθῶς, τοὺς Θεῷ καὶ κόσμῳ μεμερισμένους, διὰ τὸ κατὰ νόμον ὑπεζεῦχθαι γάμοις, καὶ τοὺς τὸν πανάριστόν τε καὶ ἀσκητικὸν ἐπανελομένους βίον, ἤγουν τὸν ἱερωσύνῃ πρέποντα,
45τοῖς ἴσοις ἀφυλάκτοις ὠφελήσομεν λόγοις, ἀλλ’ ἐκείνοις μὲν ἐροῦμεν· «Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα·» καὶ ὅσα τοῖς γεγαμηκόσιν ἁρμόζει φρονεῖν τε καὶ δρᾷν. Τοῖς γε μὴν ἀσκητικοῖς καὶ καρτερεῖν ἐγνωκόσι· «Νε‐

68

.

400

(50)

κρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν.» Καὶ τὸ, «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλου‐ σαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» Τοῖς δὲ κε‐ κλημένοις εἰς ἱερωσύνην· «Χείλη ἱερέως φυλάξεται
55γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐ‐
τοῦ,» καὶ ὅσα Τιμοθέῳ παρεγγυᾷ γράφων ὁ σοφώ‐398

68

.

401

τατος Παῦλος. Ἆρά μοι τοῦ πρέποντος ἐξέρπει τὰ διηγήματα, καὶ ἀποφέρεταί ποι πρὸς τὸ οὐκ ἔχον ὀρθῶς;
6ΠΑΛΛ. Ἥκιστά γε. ΚΥΡ. Ἐπιτήρει δὲ ὅτι μόνοις ἀπονέμει τοῖς ἱερᾶσθαι λαχοῦσι, τὸ κεχρῆσθαι ταῖς σάλπιγξιν· ἀνατιθεὶς, οἶμαί που, τοῖς τῶν λαῶν παιδευταῖς καὶ
10ἡγιασμένοις εἰς ἱερωσύνην, τὸν μυσταγωγοῦντα, καὶ μὴν καὶ εἰς ἔφεσιν ἀρετῆς ἐπαλείφοντα λόγον. Διὰ τοῦτο γὰρ, οἶμαι, πρὸς μὲν Μωσέα φησί· «Ποίησον σεαυτῷ δύο σάλπιγγας.» Νόμῳ δὲ ὥσπερ κατασφρα‐ γίζων τὸ χρῆμα· «Καὶ οἱ υἱοὶ Ἀαρὼν,» φησὶν, «οἱ
15ἱερεῖς, σαλπιοῦσι ταῖς σάλπιγξι· καὶ ἔσται ὑμῖν νό‐ μιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.» ΠΑΛΛ. Οὐκοῦν τῶν σημασιῶν τοὺς τρόπους, εἰς τὸν ἑκάστῳ τῶν εἰωθότων εὐδοκιμεῖν ἐοικότα λόγον, παραδεξόμεθα. Συναπαροῦμεν δὲ οὕτω καὶ συγκα‐
20ταλύσομεν τῇ νεφέλῃ, τουτέστι, συμβαδιούμεθα νοητῶς, καὶ συναναπαυσόμεθα τῷ Χριστῷ. ΚΥΡ. Εὖ λέγεις. Τουτὶ γὰρ ἡμᾶς ἀναπείσει φρο‐ νεῖν, καὶ προφήτου λόγος ἔχων ὡδί· «Καὶ νῦν, Ἰσραὴλ, τί Κύριος ὁ Θεὸς ἐπιζητεῖ παρὰ σοῦ, ἀλλ’ ἢ τὸ ποιεῖν
25κρῖμα, καὶ ἀγαπᾷν ἔλεος, καὶ ἕτοιμον εἶναι τοῦ πο‐ ρεύεσθαι μετὰ Κυρίου Θεοῦ σου;» ΠΑΛΛ. Ἀλλ’ ὅτι μὲν χρῆμα καλὸν, καὶ τοῦ παν‐ τὸς ἄξιον, καὶ τὴν ἐπ’ ἀνδρείᾳ δόξαν καταπλουτοῦν, τὸ πορεύεσθαι μετὰ Κυρίου Θεοῦ σου, πῶς οὐκ ἂν
30γένοιτο σαφές; Τί δ’ ἂν εἴη πάλιν τὸ, ἕτοιμον εἶναι, φράσαις ἂν ἐθέλοντί μοι. ΚΥΡ. Πῶς γὰρ οὔ; τοῦ γὰρ φρονεῖν τε καὶ δρᾷν ἐπείγεσθαι τὰ Θεοῦ, παρὰ πόδας ἡμῖν κειμένου, καὶ ἀπείργοντος οὐδενὸς, οὔτε μὴν ἀνθέλκοντος εἰς ἀδόκι‐
35μον νοῦν, τοῦτο, οἶμαι, ἔστι τὸ ἕτοιμον εἶναι τοῦ πο‐ ρεύεσθαι μετὰ Θεοῦ. ΠΑΛΛ. Τίνας δὲ ὅλως εἶναί φαμεν τοὺς ἀκολου‐ θεῖν τῷ Θεῷ ἐθέλοντας, μὴ μὴν ἔτι καὶ ἐξ ὅλης τοῦτο δρᾷν ἑλομένους ψυχῆς, ὀκλάζοντας δὲ πρὸς τὸ ἄναλκι
40καὶ παραιτουμένους τὸ καρτερόν; ΚΥΡ. Τοὺς, οἵ γε βραδεῖς τέ εἰσι, καὶ μόλις ἱέντας μὲν ἐπὶ τὸ φρονεῖν ἐθέλειν τὰ ἐφ’ οἷς ἂν ἥδοιτο Θεὸς, οὐ μὴν ἔτι καὶ ἀντεχομένους ὁλοκλήρῳ διανοίᾳ πολι‐ τείας ἁγιοπρεποῦς, οἳ μοῖραν μὲν ὥσπερ ὀλίγην τῆς
45ἐνούσης αὐτοῖς σπουδῆς τε καὶ προθυμίας ἀπονέμουσι τῇ εἰς Θεὸν ἀγάπῃ, τὸ δέ γε λοιπὸν ἅπαν ἀσωτότατά τε καὶ προαλῶς δαπανᾷν ἐγνώκασι τοῖς ἐν τῷδε βίῳ περισπασμοῖς, καὶ ἀνονήτοις ἱδρῶσι καὶ πικροῖς φροντίσμασιν, ὧν εἰς τύπον ἂν εἶεν οἱ ἐκ Ῥουβείμ

68

.

401

(50)

τε καὶ Γάδ· γέγραπται γὰρ πάλιν ἐν τοῖς Ἀριθμοῖς·
«Καὶ κτηνῶν πλῆθος ἦν τοῖς υἱοῖς Ῥουβεὶμ καὶ400

68

.

404

τοῖς υἱοῖς Γὰδ, πλῆθος πολὺ σφόδρα. Καὶ εἶδον τὴν χώραν Ἰαζὴρ, καὶ τὴν χώραν Γαλαὰδ, καὶ ἦν ὁ τόπος, τόπος κτήνεσι. Καὶ προσελθόντες οἱ υἱοὶ Ῥουβεὶμ καὶ οἱ υἱοὶ Γὰδ, εἶπον πρὸς Μωσῆν καὶ πρὸς Ἐλεάζαρ τὸν
5ἱερέα, καὶ πρὸς τοὺς ἄρχοντας τῆς Συναγωγῆς λέ‐ γοντες· Ἀταρὼθ, καὶ Δαιβὼν καὶ Ἰαζὴρ, καὶ Ναμρὰ, καὶ Ἐσεβὼν, καὶ Ἐλεαλὴ, καὶ Σεβαμὰ, καὶ Ναβαὺ, καὶ Βαιὰν τὴν γῆν, ἢν παρέδωκε Κύριος ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ, γῆ κτηνοτρόφος ἐστὶ, καὶ
10τοῖς παισί σου κτήνη ὑπάρχει. Καὶ ἔλεγον· Εἰ εὕρο‐ μεν χάριν ἐνώπιόν σου, δοθήτω ἡ γῆ αὕτη τοῖς οἰ‐ κέταις σου ἐν κατασχέσει, καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν Ἰορδάνην. Καὶ εἶπε Μωσῆς τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς Ῥουβείμ· Οἱ ἀδελφοὶ ὑμῶν πορεύσονται
15εἰς τὸν πόλεμον, καὶ ὑμεῖς καθίσεσθε αὐτοῦ; Καὶ ἵνα τί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν Ἰσραὴλ, μὴ διαβῆναι εἰς τὴν γῆν ἣν Κύριος ὁ Θεὸς δίδωσιν αὐτοῖς;» Εἶτα πρὸς τούτοις κατονειδίσας αὐτοῖς τῶν πατέρων τὴν ἀπείθειαν, καὶ τὰ ἐκείνοις ἐντεῦθεν
20συμβεβηκότα· «Τετελευτήκασι γὰρ ἐν τῇ ἐρήμῳ,» φησὶν, οὐδ’, ὅσον εἰπεῖν, τεθεαμένοι μόνον τῆς ἐπαγ‐ γελίας τὴν γῆν. Ἐπιφέρει πάλιν· «Καὶ ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν, σύστρεμμα ἀνθρώπων ἁμαρτωλῶν, προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς
25Κυρίου ἐπὶ Ἰσραὴλ, ὅτι ἀποστραφήσεσθε ἀπ’ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ, καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην. Καὶ προσ‐ ῆλθον αὐτῷ καὶ ἔλεγον· Ἐπαύλεις προβάτων οἰκο‐ δομήσομεν ὧδε τοῖς κτήνεσιν ἡμῶν, καὶ πόλεις ταῖς
30ἀποσκευαῖς ἡμῶν· καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυ‐ λακὴν πρότεροι τῶν υἱῶν Ἰσραὴλ ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον· καὶ κατοικήσει ἡ ἀπο‐ σκευὴ ἡμῶν ἐν ταῖς πόλεσι τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν· οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς
35οἰκίας ἡμῶν, ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ Ἰσραὴλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ. Καὶ οὐκέτι κλη‐ ρονομήσομεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου καὶ ἐπέκεινα, ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν ἀνατολαῖς.» Συνίης ὅτι
40κτηνοτροφίας ἕνεκα καὶ κτήσεων, καὶ τῆς εἰς γυ‐ ναῖκάς τε καὶ παῖδας ἀγάπης, οὐδ’ ἂν ὅλως παρῆλθον οἱ τοιοίδε τὸν Ἰορδάνην, ἀλλ’ οὐδ’ ἂν ὅσον ὅλως ἀποθήγειν ἠνέσχοντο πολέμου καὶ μάχης, οὐδ’ ἂν εὐκλείας τοῖς ἄλλοις συμμετασχεῖν ἠθέλησαν, καὶ
45τῶν ἐπ’ ἐλπίσιν ἀγαθῶν· ἄριστον δὲ καὶ πολύευκτον ἐδόκει τὸ μένειν αὐτοὺς, μηδ’, ὅσον εἰπεῖν, τοῖς Ἰορ‐ δάνου νάμασιν ἐνθέντας τὸν πόδα· κατονειδίζοντος δὲ τοῦ Μωσέως καὶ ὀῤῥωδεῖν ἀναπείθοντος, ὑποβλέ‐ πεσθαί τε τὴν θείαν ὀργὴν, ὑπισχνοῦνται μόλις συμ‐

68

.

404

(50)

παρελεύσεσθαι μὲν τοῖς ἄλλοις τὸν Ἰορδάνην, καὶ συμμετασχεῖν ἱδρώτων αὐτοῖς τῶν ἐν πολέμῳ καὶ μάχαις· οὐ μὴν ὅτι καὶ συμμεριοῦνταί φασι, διὰ τὸ ἀπέχειν ἢ ἀποσχεῖν τὸν κλῆρον, ἐν τῷ πέραν τοῦ Ἰορδάνου. Τοιοῦτοί τινες τὸν τρόπον εἰσὶν, οἱ ταῖς
55τοῦ παρόντος βίου μερίμναις κατεσφιγμένοι. Καὶ
ὅλην μὲν ὥσπερ ἀπονέμοντες τὴν καρδίαν τῷ φρονεῖν402

68

.

405

ἑλέσθαι τὰ ἐπὶ τῆς γῆς, ὀλίγα δὲ μόλις τῶν ἀναγ‐ καίων φροντίζοντες, καὶ οὐκ ἐν σπουδῇ ποιούμενοι τὰ Θεοῦ. «Πολλοὶ γὰρ,» φησὶ, «κλητοὶ, ὀλίγοι δὲ ἐκλε‐ κτοί.» Οἱ τοίνυν τελοῦντες μὲν ἐν τοῖς κεκλημένοις
5διά γε τὴν πίστιν, οὐ μὴν ἔτι τοῖς ἐξειλεγμένοις ἐν‐ αρίθμιοι, διὰ τὸ ἀνεῖσθαι πρὸς τὸ ἡδὺ, βραδεῖς ἔσθ’ ὅτε καὶ ὀκνηροὶ λίαν εἰσὶ, καὶ περὶ αὐτὴν τάχα που τὴν τοῦ ἁγίου βαπτίσματος χάριν· καταπεφρίκασι δὲ τὸ ὑπὲρ εὐκλείας Θεοῦ καὶ ὠφελείας τῆς σφῶν αὐ‐
10τῶν, τοὺς ἁγίοις πρέποντας ἀνατλῆναι πόνους, καὶ συνδιώκεσθαι τοῖς γνησίοις, εἰ καὶ πρὸς τοῦτο ἄγοι καιρός· κατονειδίζοντος δὲ αὐτοὺς νόμου τοῦ θείου, καὶ καταπτοούσης ἔσθ’ ὅτε τῆς θείας ὀργῆς, ἴενται μὲν ὀκνηρῶς ἐπὶ τὸ σωτήριον βάπτισμα, καὶ συμ‐
15μετέχουσι πόνων τοῖς ἐξειλεγμένοις, ἢ μετριώτερον συννηστεύοντες, ἢ καὶ συζηλοῦντες ἔσθ’ ὅτε τῶν πολεμουμένων Ἐκκλησιῶν, οὐ μὴν ἔτι καὶ καταφρο‐ νεῖν τῶν ἐν κόσμῳ πειθόμενοι, ἀλλ’ ὥσπερ ἴδιον καὶ ἐκνεμηθέντα αὐτοῖς ὑπονοστοῦντες κλῆρον, τὰς ἐπὶ
20τοῖς ἐπιγείοις ἡδονάς τε καὶ τέρψεις. Διὰ τοῦτο ἔφασκεν ὁ Χριστὸς τοῖς τῆς ὀρθότητος ἐρασταῖς, καὶ εὐσεβεῖν ὅτι μάλιστα διεσπουδακόσι· «Προσέχετε, μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι φροντίσι καὶ με‐ ρίμναις βιωτικαῖς.» Ἢ οὐκ ἐπιζήμιον εἶναι φὴς τὸ
25χρῆμα, ὦ τᾶν; ΠΑΛΛ. Φημὶ, πῶς γὰρ οὔ; ΚΥΡ. Λεπτὸν δὲ τοῖς γεγραμμένοις τὸν τῆς δια‐ νοίας ὀφθαλμὸν ἐνιεὶς, καταθαυμάσαις εὖ μάλα τῆς εἰκόνος τὸ κάλλος.
30ΠΑΛΛ. Τίνα τρόπον; ΚΥΡ. Οἱ κτηνοτροφίας ἕνεκα παίδων τε καὶ γυ‐ ναικῶν, ἐπαύλεών τε καὶ οἰκοδομημάτων, τὸν ἐπὶ τοῖς ἀρίστοις ὄκνον εἰσδεδεγμένοι, Ῥουβείμ ἐστι καὶ Γάδ.
35ΠΑΛΛ. Καὶ τί δὴ τοῦτό ἐστιν; ΚΥΡ. Ὁ μὲν γὰρ ἦν πρωτότοκος ἐξ Ἰακὼβ, ὁ δὲ θεραπαίνης ἐξέφυ τῆς Ζελφᾶς. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Οὐκοῦν πρωτότοκοι μὲν διὰ τὴν πίστιν, οἱ
40κεκλημένοι, καὶ κλῆρον λαχόντες παρὰ Θεῷ τὸν ἐξαίρετον, ὅσον ἧκεν εἰς τὴν χάριν, οὐ φιλελεύθεροι δὲ, διά γε τὴν εἰς τὰ αἰσχίω ῥοπήν· ἐκκλησίαν δὲ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, τοὺς ἐν πίστει δεδικαιωμένους, διακεκλῆσθαί φαμεν. Ἀλλ’
45οὐ φιλελεύθερος ὁ πρωτότοκος, κοινωνὸς δὲ μᾶλλον καὶ συνεραστὴς τοῖς τὸ τῆς δουλείας αἶσχος οὐ πεφευ‐ γόσιν. ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Ἀλλ’ ἤδη μου πρὸς ἀκτὴν ἰόντος τοῦ λόγου,

68

.

405

(50)

καὶ οἱονεί που τῶν πεισμάτων ποιουμένου τὰς ἐκβο‐ λὰς, ἔπεισιν εἰπεῖν καὶ προσαναμνῆσαι πάλιν, ὅτι χρὴ πρὸς πᾶν ὁτιοῦν ἀνδρίζεσθαι τῶν τελούντων εἰς ὄνησιν, καὶ γύμνασμα εἰς ἀρετὴν ἡγεῖσθαι τοὺς
πόνους, διακεῖσθαι δὲ οὐχ ἑτέρως ἢ ὅτι Θεὸς ὁ σώζων404

68

.

408

ἐστὶ, καὶ τὸ καταθλεῖν δύνασθαι τῶν ἀνθεστηκότων δωρούμενος, κἂν εἰ πολὺ μείζοσιν ἢ ταῖς ἐν ἡμῖν ἀντιφέροιντο ἀλκαῖς. Ὅτι γὰρ οὐκ ἀνόνητον ἱδρῶτα καταστάζομεν, τοὺς ὑπὲρ ἀρετῆς ἀνατλάντες πόνους,
5διδάξει λέγων ἐν τῷ Δευτερονομίῳ Μωσῆς· «Καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν, ἢν ἤγαγέ σε Κύριος ὁ Θεός σου ἐν τῇ ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε καὶ ἐκπει‐ ράσῃ σε, καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυ‐ λάξῃ τὰς ἐντολὰς αὐτοῦ, ἢ οὔ.» Νοσεῖν δὲ τὴν ἄναν‐
10δρον οὐκ ἐᾷ δειλίαν, ἀνασκοπουμένους εὖ μάλα τὴν τοῦ προασπίζοντος χεῖρα. Γράφει δὲ οὕτω πάλιν· «Ἐὰν δὲ λέγῃς ἐν τῇ διανοίᾳ σου, ὅτι Πολὺ τὸ ἔθνος τοῦτο, ἢ ἐγὼ, πῶς δυνήσομαι ἐξολοθρεῦσαι αὐτούς; οὐ φοβηθήσῃ αὐτούς· μνείᾳ μνησθήσῃ ὅσα ἐποίησε
15Κύριος ὁ Θεός σου τῷ Φαραὼ, καὶ πᾶσι τοῖς Αἰγυ‐ πτίοις τοὺς πειρασμοὺς τοὺς μεγάλους, οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου· τὰ σημεῖα, καὶ τὰ τέρατα τὰ με‐ γάλα ἐκεῖνα, τὴν χεῖρα τὴν κραταιὰν, καὶ τὸν βρα‐ χίονα τὸν ὑψηλόν· ὡς ἐξήγαγέ σε Κύριος ὁ Θεός σου·
20οὕτως ποιήσει Κύριος ὁ Θεὸς ἡμῶν πᾶσι τοῖς ἔθνεσιν, οὓς σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν.»
22tΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ
23tΚΑΙ ΑΛΗΘΕΙΑ
24tΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ
25tΛΟΓΟΣ ΕΚΤΟΣ.
29Ὅτι χρὴ Θεῷ τῷ κατὰ φύσιν ἡμᾶς προσκεῖσθαι
30 μόνῳ, καὶ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης ψυχῆς καὶ καρδίας. ΚΥΡ. Ἀνδρείας μὲν οὖν πέρι τῆς ἐν Χριστῷ νοουμέ‐ νης, καὶ πνευματικῆς εὐσθενείας ἀποχρῶν, ἡμῖν, ὡς ἔοικεν, ἐκπεποίηται λόγος, ὦ Παλλάδιε· τὰ δὲ ἐφ’ οἷς
35ἂν γένοιτο ταυτὶ πρὸς ἡμῶν, περιαθρεῖν ἀναγκαῖον, καθάπερ ἐγᾦμαι, πάλιν. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Φέρε δὴ οὖν, τῆς διανοίας τὸν ὀφθαλμὸν ἐν
κύκλῳ περιελίττοντες, καὶ εἰς ἀκριβῆ κατάσκεψιν406

68

.

409

τῶν καθ’ ἡμᾶς ἱέντες πραγμάτων, ἀνασκοπῶμεν εὖ μάλα, διὰ ποίας ἰόντες τρίβου, λαμπροί τε ἐσόμεθα, καὶ τὴν ἐφ’ ἅπασι τοῖς ἐπαινουμένοις οἷά τινα στέ‐ φανον ἀναδησόμεθα ψῆφον. Ἢ οὐ δοκῶ σοι φρονεῖν
5ὀρθὰ, τὸ ἔν γε τούτοις φιλοκρινεῖν ᾑρημένος; ΠΑΛΛ. Παντάπασι μὲν οὖν. Φαίην γὰρ ἂν καὶ αὐτὸς ἐγὼ προκλήσει τῇ πρὸς ἀνδρίαν προκαταθή‐ γεσθαι δεῖν, ἑλέσθαι τε τὰ δι’ ὧν ἄν τις ἔσοιτο λαμ‐ πρὸς, καὶ τῆς ἀμωμήτου ζωῆς ἔρχοιτο κατ’ εὐθύ.
10ΚΥΡ. Οὐκοῦν ἤδη λέγωμεν, ὡς ἁπάσης μὲν οἰκίας ἔρεισμα, κρηπίς· νεὼς δὲ τρόπις, ἀρχή· τοῦ δὲ κατ‐ ορθοῦν ᾑρημένου, θεμέλιος ἂν γένοιτο καὶ ὑποβάθρας ἀρχὴ, τῆς ἀληθείας ἡ γνῶσις, καὶ ὁ περὶ πίστεως τῆς εἰς Θεὸν τὸν ἕνα καὶ φύσει καὶ ἀληθινὸν ἀκιβδήλευτος
15λόγος· «Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συν‐ ῆτε,» φησὶ τὸ Γράμμα τὸ ἱερόν. Συνιέντας δὲ οὔπω τῶν ἀναγκαίων οὐδὲν ἀπρακτεῖν ἀνάγκη, τὸ κατορ‐ θοῦν οὐκ εἰδότας. Ἢ οὐκ ἂν ἀναγκαῖον εἶναι φὴς πρὸς εὐδοκίμησιν ἡμῖν, τὴν ἐπὶ παντὶ τῷ πρακτέῳ
20διάσκεψιν, εἰ ἐν λόγῳ πεποιήμεθα τὸ δρᾷν ὀρθῶς, ἃ ἐρᾷν ἀναγκαῖον; ΠΑΛΛ. Φημί. ΚΥΡ. Τροφὸς οὖν ἄρα συνέσεως, πίστις. Σύνεσις δὲ, τῶν πρακτέων ἡμῖν ποιεῖται τὴν βάσανον. Καὶ
25γοῦν ὅτε τοῖς ἐξ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς παιδαγωγὸν ὥσπερ τινὰ, καὶ ἰθυντῆρα σοφὸν, τὸν διὰ Μωσέως ἐπέστησε νόμον, ὑποβάθραν ὥσπερ τινὰ καὶ ἀκατά‐ σειστον ἀρχὴν, τὴν παρὰ τῆς μιᾶς τε καὶ ἀληθοῦς Θεότητος προκατεβάλετο γνῶσιν· μὴ γὰρ ἂν ἰσχύσειν
30αὐτοὺς ὑπελάμβανε τῆς ἀδιαβλήτου καὶ ἀκραιφνοῦς ἐφικέσθαι ζωῆς, ἤγουν τῷ τῶν καλλίστων εἰσηγητῇ καταρυθμίζεσθαι νόμῳ, καὶ ὑπείκειν ἐντολαῖς, εἰ μὴ καθάπερ προανατείχισμα τὴν ἐπὶ Θεῷ πίστιν ἑλόντες εἰς νοῦν, ἀντιφέροιντο γενναίως ταῖς εἰς ῥᾳθυμίαν αὐ‐
35τοὺς ἀκονούσαις ἡδοναῖς. Ἔδει δὴ οὖν, ἔδει, καθάπερ τινὰ ψυχικὴν ἀῤῥωστίαν, προαποθέσθαι τοὺς πάλαι τὴν πολύθεον πλάνησιν, πίστει τε τῇ εἰς Θεὸν τὸν ἕνα φύσει καὶ ἀληθῶς ἐρηρεῖσθαι καλῶς· τοιγάρτοι καὶ πρῶτος αὐτοῖς προανέλαμψε νόμος· «Ἐγώ εἰμι
40Κύριος ὁ Θεός σου, ὅστις ἐξήγαγόν σε ἐκ γῆς Αἰγύ‐ πτου ἐξ οἴκου δουλείας. Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς, οὐ προσ‐
45κυνήσεις αὐτοῖς, οὐδ’ οὐ μὴ λατρεύσῃς αὐτοῖς. Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, ὁ Θεὸς ζηλωτὴς, ἀπο‐ διδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσί με· καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με, καὶ φυλάσσουσι τὰ

68

.

409

(50)

προστάγματά μου.» Ἔδει γὰρ, ἔδει σκληροῖς κατα‐ πτοεῖσθαι δείμασι, τοὺς ἀνεξίτητον μέλλοντας ποιεῖ‐ σθαι τὴν ἐντολήν· τοιγάρτοι καὶ ζηλωτὴν ἑαυτὸν ὀνο‐ μάζει Θεὸν, καὶ ἁμαρτίας πατέρων ἐπιτιθέντα τοῖς
ἐξ αὐτῶν, εἴ γε κατ’ ἐκείνους ἕλοιντο βιοῦν, καὶ προ‐408

68

.

412

γονικοῖς ἁμιλλᾶσθαι πταίσμασιν. Οὐ γάρ πού φαμεν, ὡς τοῖς γε ὅλως οὐδὲν πεπλημμεληκόσιν αἱ τῶν πα‐ τέρων ἐγκατασκήπτουσιν ἁμαρτίαι, καί τοι διαῤῥή‐ δην ἀνακεκραγότος Θεοῦ· «Οὐκ ἀποθανοῦνται πα‐
5τέρες ὑπὲρ τέκνων, οὐδὲ τέκνα ὑπὲρ πατέρων, ἕκα‐ στος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται.» Ἀλλ’ εἰ ταῖς τῶν πατέρων ἕποιντο γνώμαις οἱ ἐξ αὐτῶν, καὶ προ‐ γονικῆς δυσσεβείας ἔσοιντο ζηλωταὶ, παρατείνει που τάχα καὶ εἰς αὐτοὺς ὁ θυμός. Κἂν εἰ γένοιτό πως ἐξ
10ἐμφύτου φιλανθρωπίας ἀνεῖναι τοῖς πρώτοις τὸν ὑπὲρ πάντα Θεὸν, τὸ κολάζεσθαι δεῖν, ἀλλ’ οὖν ὀψὲ τοῖς δευτέροις ἤγουν τοῖς τρίτοις ἐπάγει τὴν ἐν ἀρ‐ χαῖς τῷ βεβήλῳ γένει πρέπουσάν τε καὶ ὀφειλομένην ὀργήν. Κατεσόβει τοίνυν εἰς τὸ φοβεῖσθαι δεῖν, ζη‐
15λωτὴν ἑαυτὸν ὀνομάζων Θεόν· ἐβεβαίου γε μὴν καὶ ἑτέρως εἰς πίστιν αὐτοὺς, ποιεῖν ἔλεος εἰς χιλιάδας ὑπισχνούμενος τοῖς ἀγαπῶσιν αὐτόν. Προσετίθει δὲ τούτοις γείτονά τε καὶ ἀδελφὴν ἐντολήν· «Οὐ γὰρ λήψῃ, φησὶ, τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ μα‐
20ταίῳ· οὐ γὰρ μὴ καθαρίσῃ Κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.» Τοῦτό τινες ἔδρων, ξύ‐ λοις τε καὶ λίθοις τὴν τοῦ Θεοῦ κλῆσιν ἀνάπτοντες, καὶ τὸν ὑπὲρ πᾶν ὄνομα κατακομίζοντες ἀμαθῶς εἰς ἀνθρωπίνης χειρὸς φιλοτέχνημά τε καὶ πόνον. Ἔφη
25δέ που περὶ αὐτῶν διὰ φωνῆς Ἡσαΐου Θεός· «Ἐκλε‐ ξάμενος τέκτων ξύλον, ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐῤῥύθμισεν αὐτὸ, καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς, καὶ ὡς ὡραιότητα ἀνθρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ· ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ ὃ ἐφύτευσε
30Κύριος, καὶ ὑετὸς ἐμήκυνεν, ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν, καὶ λαβὼν ἀπ’ αὐτοῦ, ἐθερμάνθη, καὶ καύ‐ σαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῶν· τὸ δὲ λοιπὸν εἰρ‐ γάσαντο εἰς θεοὺς, καὶ προσκυνοῦσιν αὐτοῖς.» Καὶ μεθ’ ἕτερα· «Γνῶτε, ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ
35πλανῶνται.» Οὗτοι λαμβάνουσι τὸ ὄνομα Κυρίου ἐπὶ ματαίῳ. Ἀλλ’ οἶμαι δεῖν τοὺς οἵ γε λοιπὸν ἔξω τε πάγης γεγόνασι διαβολικῆς, καὶ Θεὸν ἐγνώκασι τὸν ἀληθινὸν, μὴ εἰς ψυχρὰς ὀκλάζειν ἐννοίας, μήτε μὴν τὸ ἀγεννὲς ἔν γε δὴ τούτῳ τιμᾷν φληνάφως,
40ἀνθελκομένους εἰς τὸ δεῖν ἑτέρους εἰδέναι θεοὺς, ἤγουν οἴεσθαί τινας ὑπάρχειν ὅλως παρὰ τὸν ἕνα καὶ ἀλη‐ θῶς. «Εἰ γὰρ καὶ λέγοιντό τινες θεοὶ καὶ κύριοι, ἔν τε τῷ οὐρανῷ, καὶ ἐπὶ γῆς, ἀλλ’ ἡμῖν εἷς Θεὸς, ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς
45Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ· καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα, καὶ ἡμεῖς ἐν αὐτῷ.» Ἥκιστα μὲν γὰρ τὴν τῆς θεότητος φύσιν συστελοῦμεν Ἰουδαϊκῶς, εἰς μόνον τὸν ἕνα Θεὸν καὶ Πατέρα, κατευρύνοντες δὲ ὥσπερ εἰς ἁγίαν τε

68

.

412

(50)

καὶ ὁμοούσιον Τριάδα· καὶ μὴν καὶ προσώπων ποιό‐ τητι, καὶ ὑποστάσεως ἰδιότητι διαστέλλοντες, εἰς ἕνα δὴ πάλιν συστελοῦμεν Θεὸν, διὰ τὸ τῆς οὐσίας ταυτὸν, καὶ αὐτῷ λατρεύσομεν, αὐτῷ προσκυνήσομεν, ἐπικαλούμενοι τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα
55τὸ ἅγιον. «Οὐ γὰρ ἔσονται,» φησὶ, «θεοὶ ἕτεροι πλὴν
ἐμοῦ·» καὶ πάλιν· «Κύριον τὸν Θεόν σου προσκυ‐410

68

.

413

νήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Ἐπειδὴ δὲ εἶς μὲν ἔστι Θεὸς ὁ Πατὴρ, εἶς δὲ Κύριος ὁ Υἱὸς, ἓν δὲ Πνεῦμα ἅγιον ἐκπορευτὸν, οὔτε τὸν ἕνα Θεὸν τῆς ἀλη‐ θοῦς κυριότητος ἐξοίσομεν· οὔτε μὴν τὸν ἀληθῶς
5καὶ φύσει Κύριον, τοῦ εἶναι Θεὸν ἐκπέμψομεν· ἕψε‐ ται γὰρ θεότητι μὲν πάντως τῇ κατὰ φύσιν, ἡ κυ‐ ριότης· κυριότητι δὲ αὖ τῇ κατ’ ἀλήθειαν, ἡ τῆς θεότητος δόξα. ΠΑΛΛ. Ὀρθότατά γε καὶ ὅτι μάλιστα σοφῶς
10ἔφης. ΚΥΡ. Ἕνα δὴ οὖν, Παλλάδιε, Θεὸν εἰσόμεθα, καὶ ἐπ’ αὐτῷ τὸ σύμπαν οὐδένα καταλογιούμεθα, τὴν ἀνόσιόν τε καὶ βέβηλον διψυχίαν, ὡς ἀλαζόνα καὶ ὑβρίστριαν ἀληθῶς, ἀπωτάτω ποιούμενοι τῆς ἑαυτῶν
15ψυχῆς, ἵνα μὴ καὶ ἡμῖν αὐτοῖς ἱερὸς ἐπιφωνῇ λόγος· «Ἕως πότε χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις; ἢ Βάαλ Βάαλ, ἢ Θεῷ Θεῷ.» Μονοτρόπους γὰρ ἡμᾶς, οὐχ ἑτερόφρονας καὶ σεσαλευμένους, εἰς ἃ μὴ προσῆκεν ἑτοιμότατα μεταπίπτοντας ὁρᾶσθαι δεή‐
20σει· ὡς τό τοι χωλεύειν ἐπ’ ἄμφω καὶ καταδονεῖσθαι φιλεῖν, φαίην ἂν ἔγωγε τῶν ὅτι μάλιστα δυσαθεωτά‐ των. Καὶ γοῦν καὶ ὁ πάλαι νόμος θανάτῳ τιμᾶται τὸν οὐκ ἀσφαλῆ, φησὶ γάρ· «Ὁ θυσιάζων θεοῖς ἐξολοθρευθήσεται, πλὴν Κυρίῳ μόνῳ.» Τοιγάρτοι
25τῆς θείας κατεπαίρεσθαι δόξης, καὶ τὰ αὐτῇ καὶ μόνῃ διανέμειν πρέποντα, ἐπιχειρεῖν οἷς ἂν ἕλοιτό τις, καὶ τοῖς μὴ φύσει χαρίζεσθαι θεοῖς, νοσημάτων αἴσχιστον, μᾶλλον δὲ δυσσεβείας ἂν γένοιτο τῆς ἐσχάτης ἔγκλημα καὶ γραφή. Ἀπηλλάχθαι δὴ οὖν
30τῶν τοιούτων ἀνάγκη, τόν γε ὡς ἀληθῶς γνήσιον καὶ θεοφιλῆ, καὶ οὐχὶ δὴ μόνον ἀποκαθαίροντα τὴν καρ‐ δίαν, ἀλλὰ μηδ’ ὅσον εἰπεῖν διὰ γλώσσης ἱέντα ποτὲ τὸ εἴδωλον ὄνομα. Γέγραπται γὰρ, ὅτι «Καὶ ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνησθήσεσθε, οὐδ’ οὐ μὴ ἀκουσθῇ
35ἐκ τοῦ στόματος ὑμῶν.» Ἃ γὰρ αἰσχρὸν εἰδέναι, λαλεῖν οὐκ ἀζήμιον. Πανταχῆ δὲ τὸ ἐν πίστει γνήσιον τιμᾷν ᾑρημένους, διαμεμνῆσθαι προσήκει τοῦ μα‐ καρίου Παύλου γράφοντος ὧδε· «Ἀδύνατον γὰρ τοὺς ἅπαξ πεφωτισμένους, καὶ καλὸν γευσαμένους
40Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παρα‐ πεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν.» Οἱ γὰρ ἅπαξ εἰς μετάληψιν τῆς οὐρανίου καὶ θείας ἐνηνεγ‐ μένοι χάριτος, διά γε τοῦ ἁγίου βαπτίσματος, ἀνα‐ στάσεώς τε πέρι, καὶ τῆς τοῦ Χριστοῦ βασιλείας τὸν
45ἀληθῆ καὶ ζωοποιὸν παραδεξάμενοι λόγον, εἰ παλιν‐ δρομεῖν ἕλοιντο πρὸς τὸ ἐν ἀρχαῖς, καὶ νόσον ὑπο‐ δραμεῖν τὴν πρώτην, οὐκ ἀνακαινισθήσονται πρὸς καθαρισμὸν διὰ δευτέρου βαπτίσματος· «Οὐ γὰρ ἡ αὐτῶν ἀπιστία τὴν πίστιν τοῦ Θεοῦ καταργήσει,»

68

.

413

(50)

καθά φησιν ὁ θεσπέσιος Παῦλος. Οὐδὲ ἐπείπερ κατα‐ πεφρονήκασί τινες ἀνόπιν ἰόντες τῆς θείας χάριτος, τὸ ἀβέβαιον καταγράψομεν· ποιναῖς δὲ μᾶλλον ὁ τῶν ὅλων ὑποθήσει κριτὴς τοὺς εἰς τοῦτο κατολισθεῖν δυσσεβείας οὐ παραιτουμένους, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ
55καταπατῆσαι καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγή‐
σασθαι, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσαι, ἐν ᾧ412

68

.

416

ἡγιάσθησαν, καὶ γεγόνασι τῆς θείας φύσεως κοινω‐ νοί. Ὥσπερ γὰρ στρατιώτην τὸν ῥιψάσπιδά τε καὶ φυγοπόλεμον, οὐ δευτέροις τιμᾶσθαι σημάντροις, ἀλλ’ ἤδη κολάζεσθαι χρὴ, καὶ τῆς ἀνανδρείας ἀπο‐
5τιννύναι λόγους· τὸν αὐτὸν, οἶμαι, προσήκει τρόπον, τοὺς οὕτω σεπτήν τε καὶ ἀξιάγαστον περιυβρίζοντας χάριν, οὐ τοῦ δευτέρου τιμᾶσθαι Πνεύματος δόσει, τῆς πρώτης ἀθετουμένης, ἀλλ’ ἤδη ποιναῖς ὑποκεῖ‐ σθαι πρέπει. Ὅτι γὰρ τοὺς ἅπαξ πεφωτισμένους εἰς
10τοῦτο ἰέναι προσήκει γνώμης, καὶ ἑδραιότητος λο‐ γισμῶν, ὡς εἰδέναι μὲν ἕνα τὸν φύσει Θεὸν, καταμυ‐ σάττεσθαι δὲ τοὺς ἕτερόν τι παρὰ τοῦτο εἰσηγουμένους, καὶ ἐπιθυμημάτων ποιεῖσθαι κάλλιστον, τὸ ἐπιθρώ‐ σκειν εἰδώλοις, καὶ κατασείειν ναοὺς, καὶ οὐδὲν ἡγεῖ‐
15σθαι τὰ Ἑλλήνων σεβάσματα, καὶ ἀρχαῖος ἡμᾶς δι‐ δάξει λόγος. Γέγραπται γὰρ ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχὼ, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ὑμεῖς
20διαβαίνετε τὸν Ἰορδάνην εἰς γῆν Χαναὰν, καὶ ἀπ‐ ολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσ‐ ώπου ὑμῶν. Καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν, καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτὰ, καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτε.» Συνίης ὅτι
25τοὺς παρελθόντας τὸν Ἰορδάνην, ἐκ μέσου ποιεῖσθαι χρὴ βωμοὺς καὶ τεμένη, καὶ αὐτοῖς εἰδώλοις καὶ στήλαις ἀναμοχλεύειν ἀμελητί; ὡς τό γε φειδὼ τοῖς τοιούτοις τυχὸν ἀπονέμειν κακοῖς μήνυσις ἂν γένοιτο σαφὴς, τοῦ μὴ ἐρηρεῖσθαι καλῶς, μήτε μὴν ἀκαται‐
30τίατον τῷ Θεῷ τὴν καρδίαν ἀφιεροῦν, καίτοι λέγοντι σαφῶς περὶ τῶν ἀθέων καὶ πονηρῶν· «Οὐ προσκυ‐ νήσεις τοῖς θεοῖς αὐτῶν, οὐδ’ οὐ μὴ λατρεύσῃς κατὰ τὰ ἔργα αὐτῶν, ἀλλὰ καθαιρέσει καθελεῖς, καὶ συν‐ τρίβων συντρίψεις τὰς στήλας αὐτῶν, καὶ λατρεύσεις
35Κυρίῳ τῷ Θεῷ σου, καὶ εὐλογήσω τὸν ἄρτον σου, καὶ τὸν οἶνόν σου, καὶ τὸ ὕδωρ σου· καὶ ἀποστρέψω μαλακίαν ἀφ’ ὑμῶν· οὐκ ἔσται ἄγονος, οὐδὲ στεῖρα ἐπὶ τῆς γῆς σου, τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρώσω.» Ἔστι γὰρ οὐκ ἀσυμφανὲς, ὡς τοῖς
40ἄγαν ἐρηρεισμένοις καὶ ἐξ ὑγιοῦς διανοίας τῷ τῶν ὅλων Θεῷ προσκειμένοις, ἀπόδειξίν τε τοῦ πρά‐ γματος ἐναργῆ ποιεῖσθαι μεμελετηκόσι, τὸ κατα‐ σείειν βωμούς τε καὶ στήλας, καὶ ἀνθρώπων ἀθύρ‐ ματα παρεφθαρμένων τὸν νοῦν, θείων ἔσται χαρι‐
45σμάτων πρόξενον. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Εἰ γὰρ δὴ καθέλῃς τὰ χειροποιητὰ, φησὶ λατρεύσειάς τε Θεῷ, τὰ παρ’ ἐκείνοις ἔθη μεμιση‐ κὼς, «Εὐλογήσω τὸν ἄρτον σου, καὶ τὸν οἶνόν σου.

68

.

416

(50)

καὶ τὸ ὕδωρ σου.» Μυστικὸς ὁ λόγος καὶ βαθύς· τοῖς γὰρ Θεῷ γνησίοις, πρὸς εὐλογίας ἔσται πνευ‐ ματικῆς, τῶν τοῦ Χριστοῦ μυστηρίων ἡ μέθεξις, καὶ ἡ διὰ τοῦ ἁγίου βαπτίσματος χάρις. Τοῖς γε μὴν δι‐ ψυχοῦσιν ἔτι, κεκινημένοις εἰς ἀπόστασιν, ὀργὴ καὶ
55κατάκριμα· καὶ τί γὰρ οὐχὶ τῶν δεινῶν, τὸ μεταλα‐
χεῖν ἐστι τῆς εὐλογίας τῆς πνευματικῆς; καὶ τοῦτο,414

68

.

417

οἶμαι, ἔστιν, ὃ καὶ ὁ σοφὸς ἔφη Παῦλος, ὅτι «Ὁ ἐσθίων καὶ πίνων τὸ σῶμα καὶ αἷμα τοῦ Χριστοῦ ἀναξίως, κατάκριμα ἑαυτῷ ἐσθίει καὶ πίει, μὴ δια‐ κρίνων τὸ σῶμα Κυρίου. Δοκιμαζέτω δὲ,» φησὶν, «ὁ
5ἄνθρωπος ἑαυτὸν, καὶ τότε ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω·» Ἔσται τοίνυν πρὸς εὐ‐ λογίας, φησὶ, τῶν ἁγίων μυστηρίων ἡ μέθεξις, τοῖς γε ὡς ἀληθῶς φιλοθεωτάτοις. Καὶ ἀπαλλαγήσονται δὲ μαλακισμοῦ, τουτέστι, τοῦ νοσεῖν ἑτοίμως τὸ
10ἀδικεῖν πεφυκὸς, καὶ ἀποκομίζον εἰς ἀνανδρίαν· ἀλλ’ οὐδὲ ἄγονος ἔσται, φησὶν, ἐν αὐτοῖς, οὐδὲ στεῖρα. Γο‐ νιμωτάτη γὰρ πᾶσα θεοφιλὴς καὶ ὁσία ψυχὴ, καὶ καρ‐ ποῖς ἁγίοις κατάκομος, φημὶ δὲ δὴ πάλιν, τοῖς ἐξ ἀρετῆς αὐχήμασιν.
15ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Εὐκατάσειστον δὲ τὴν καρδίαν ἔχειν οὐκ ἐῶν, εὐμηχανῶς ἐπιτρέπει πρὸς τὸ δεῖν ἑλέσθαι τὸ βεβηκὸς εἰς πίστιν, καὶ εἰς εὐσέβειαν ἀσφαλές· ποτὲ μὲν γὰρ λογισμοῖς τοῖς καθήκουσιν μεταπαιδεύων
20ἐπὶ τὸ ἄμεινον, ἀποσπουδάζειν κελεύει, μᾶλλον δὲ ἀποστρέφεσθαι παντελῶς, ὡς ὀλέθρου πρόξενον, τὸ θύειν εἰδώλοις ἢ προσκυνεῖν, διαβολῆς τῆς ἐσχάτης, μᾶλλον δὲ δυσσεβείας τῆς ἀνωτάτω δεικνὺς ἀνάπλεων τὴν τοιάνδε νόσον· ποτὲ δὲ καὶ φόβον, τὸν τοῦ κολά‐
25ζεσθαι λέγω, παιδαγωγὸν ὥσπερ τινὰ καὶ γενναῖον ἡμῖν ἐπιστήσας φύλακα, περιτρέπει πανταχόθεν ἐπὶ τὸ ἀρέσκον αὐτῷ. Καὶ γοῦν ἐν τῷ Δευτερονομίῳ φησὶν ὁ μακάριος Μωσῆς· «Καὶ ταῦτα τὰ προσ‐ τάγματα καὶ τὰ κρίματα, ἃ φυλάξεσθε τοῦ ποιῆσαι
30ἐπὶ τῆς γῆς, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ πάσας τὰς ἡμέρας, ἃς ὑμεῖς ζῆτε ἐπὶ τῆς γῆς. Ἀπωλείᾳ ἀπολεῖτε πάντας τοὺς τόπους, ἐν οἷς ἐλάτρευσαν ἐκεῖ τὰ ἔθνη τοῖς θεοῖς αὐτῶν, οὓς ὑμεῖς κληρονομεῖτε αὐτοὺς ἐπὶ τῶν ὀρέων
35τῶν ὑψηλῶν, καὶ ἐπὶ τῶν θινῶν, καὶ ὑποκάτω δέν‐ δρου δασέος. Καὶ κατασκάψετε τοὺς βωμοὺς αὐτῶν, καὶ συντρίψετε τὰς στήλας αὐτῶν, καὶ τὰ ἄλση αὐ‐ τῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κα‐ τακαύσετε πυρὶ, καὶ ἀπολεῖτε τὸ ὄνομα αὐτῶν ἐκ τοῦ
40τόπου ἐκείνου.» Οἱ μὲν Ἑλλήνων σοφοὶ καὶ λογάδες, ποιηταὶ δὲ μάλιστα, ὀρειάδας τινὰς καὶ ἁμαδρυάδας ὀνομάζουσι νύμφας, ἤτοι δαίμονας. Εἰσὶ δὲ οἳ καὶ τοῖς κατὰ τόπον ὑψώμασι τοὺς παρὰ σφίσι τιμᾷν ᾑρημένοι θεοὺς, βωμοὺς ἱστάντες ἐν ὄρεσι, βουθυτεῖν
45ἐσπούδαζον, καὶ τοῖς τῶν δένδρων εὐφυεστέροις περι‐ ιδρύσαντες ἕλη καὶ δαιμονίων ἰνδάλματα, μηλοσφα‐ γίαις ἐκέχρηντο. Ἀλλ’ ἦν ἀναγκαῖον κατοῤῥωδοῦντας οὐδὲν τοὺς ὑπὸ Θεῷ γεγονότας τῷ κατ’ ἀλήθειάν τε καὶ φύσει, τὰ τῶν πλανωμένων κατασείειν ἀθύρματα,

68

.

417

(50)

καὶ τῶν παρ’ ἐκείνοις ἐθῶν ὡς ἀπωτάτω χωρεῖν. Τοιγάρτοι φησὶ πάλιν· «Ἐὰν δὲ ἐξολοθρεύσῃ Κύ‐ ριος ὁ Θεός σου τὰ ἔθνη, εἰς οὓς σὺ πορεύσῃ ἐκεῖ τοῦ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀπὸ προσώπου σου, καὶ κατακληρονομήσῃς αὐτοὺς, καὶ κατοικήσῃς
55ἐν τῇ γῇ αὐτῶν, πρόσεχε σαυτῷ, μὴ ἐκζητήσῃς ἐπακολουθῆσαι αὐτοῖς μετὰ τὸ ἐξολοθρευθῆναι αὐ‐ τοὺς ἀπὸ προσώπου σου, οὐ μὴ ἐκζητήσῃς τοὺς
θεοὺς αὐτῶν, λέγων, Πῶς ποιοῦσι τὰ ἔθνη ταῦτα τοῖς416

68

.

420

θεοῖς αὐτῶν, ποιήσω καὶ ἐγώ· οὐ ποιήσῃς οὕτω Κυ‐ ρίῳ τῷ Θεῷ σου· τὰ γὰρ βδελύγματα, ἃ Κύριος ἐμί‐ σησεν, ἐποίησαν τοῖς θεοῖς αὐτῶν, ὅτι καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν
5πυρὶ τοῖς θεοῖς αὐτῶν.» Εὖ γε ὁ νομοθέτης ἀπο‐ φάσκει παντελῶς τῶν πλανωμένων τὴν μίμησιν, καὶ ἀποφοιτᾷν εὖ μάλα κελεύει τῆς ἀνηλεοῦς τῶν τέκνων σφαγῆς. Φθόρους δὲ καὶ λυμεῶνας τῆς ἀνθρωπότητος τοὺς φιλαιμάτους τε καὶ ψευδωνύμους ἐλέγχει θεοὺς,
10καὶ αὐτοὺς ἀγρίως τοὺς τῆς ἀναγκαίας φιλοστοργίας ἀτιμάζοντας νόμους, διά γε τὸ σφίσι δοκοῦν· «Ἔκτισε μὲν γὰρ εἰς τὸ εἶναι τὰ πάντα Θεὸς, καὶ σωτή‐ ριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ᾅδου βα‐ σίλειον ἐπὶ γῆς. Φθόνῳ δὲ διαβόλου θάνατος εἰς τὸν
15κόσμον εἰσῆλθεν.» Καὶ ἡ μὲν θεία θέλησις ἀνατρέπει θάνατον, καὶ καταλύει φθοράν· καὶ τὸ οὐκ εἶναι τὰ ὄντα, μισεῖ· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καθὰ γέγραπται. Οἱ δὲ ταῖς τῶν δαιμονίων πλεον‐ εξίαις σεσαγηνευμένοι πρὸς πλάνησιν, καθάπερ ἡδύ‐
20σματα, καὶ τῶν ὅτι μάλιστα χρηστῶν καὶ εὐοσμοτάτων θυμιαμάτων, προσκομίζουσι τῷ Σατανᾷ τῶν ἐπὶ ζωῇ γεγονότων τὸν ὄλεθρον, καὶ τῶν ἐκτισμένων εἰς τὸ εἶναι, τὸν θάνατον. Εὐφυέστατα τοίνυν, τῆς ἐσχά‐ της δεῖξαι διαβολῆς τὰ παρ’ ἐκείνοις ἔμπλεω ἠβου‐
25λήθη καὶ φύσιν ἀδικουμένην, καὶ τῆς πολυεύκτου φιλοπαιδίας πεπατημένους θεσμοὺς, μετασοβῶν εὖ μάλα τὸν εὐγενῆ καὶ μισόκακον νοῦν τῶν ἀκροωμέ‐ νων ἐπὶ τὸ χρῆναι τιμᾷν καὶ ἀνθελέσθαι γοργῶς ἅπερ ἂν αὐτὸς βούλοιτό τε καὶ λέγοι. Καὶ ταυτὶ
30μὲν, εἰς ἀνατροπὴν τῆς παρ’ ἐκείνοις ἀνοσιότητος ἐνομοθετεῖτο πάλαι. Καθορίζει δὲ θάνατον τοῦ μετα‐ πείθειν ἐθέλοντος τὸν ἐρηρεισμένον, καὶ τῆς ἀληθείας τὴν γνῶσιν φιλοθέως εἰσδεδεγμένον. Ἔφη γὰρ οὕτω πάλιν· «Ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης ἢ ἐνυπνια‐
35ζόμενος τὸ ἐνύπνιον, καὶ δῷ σοι σημεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας, ὃ ἐλάλησε πρὸς σὲ, λέ‐ γων· Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε, οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προφήτου ἐκείνου ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο,
40ὅτι πειράζει Κύριος ὁ Θεός σου ὑμᾶς τοῦ εἰδέναι, εἰ ἀγαπᾶτε τὸν Θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν, καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν· ὀπίσω Κυρίου τοῦ Θεοῦ ὑμῶν πορεύσεσθε, καὶ τοῦτον φοβηθήσεσθε, καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξεσθε, καὶ τῆς φωνῆς αὐτοῦ ἀκού‐
45σεσθε, καὶ αὐτῷ δουλεύσετε, καὶ αὐτῷ προστεθή‐ σεσθε. Καὶ ὁ προφήτης ἐκεῖνος ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος ἐκεῖνος, ἀποθανεῖται· ἐλάλησε γὰρ ἀποπλανῆσαί σε ἀπὸ Κυρίου τοῦ Θεοῦ σου.» Ὡς ὅσιός τε καὶ Θεῷ πρέπων ὁ νόμος! Εἰ γάρ τοι τοῖς

68

.

420

(50)

τῶν σωμάτων φονευταῖς πάντη τε καὶ πάντως τὸ ἐκτεθνάναι δεῖν ἕψεται κατὰ νόμους, πῶς ἂν οὐχὶ κινδυνεύσειεν εἰκότως ὁ ψυχῇ τὴν ὀλέθριον ἐπι‐ φέρων πλάνησιν, καὶ βόθροις τῆς ἀπωλείας ἐνιεὶς τὴν ἀμείνω σώματος, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος
55φωνήν; Χρῆναι μὲν δὴ τὴν ἐφ’ αἵματι πράττεσθαι
δίκην, τὸν ἀπατεῶνα καὶ βωμολόχον, ἐδικαίου Θεός·418

68

.

421

ποινὴν δὲ τὴν ἴσην καταψηφίζεται καὶ τὸν εὐπαρά‐ φορόν τε καὶ ἐλαφρὸν ὑποτεθεικότων τοῖς τοιοῖσδε νοῦν. Ἐξὸν γὰρ εὐκόλως διαδράναι, φησὶν, ἀνανή‐ φοντα πρὸς τὸ ἀληθὲς, ἐθελούσιον ἀνθ’ ὅτου τὴν
5εἴς γε τὸ ἀδικοῦν ἀποδρομὴν ἐποιήσατο; «Ἐὰν δὲ εὑρεθῇ ἐν σοὶ ἐν μιᾷ τῶν πόλεών σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι, ἀνὴρ ἢ γυνὴ, ὅστις ποιήσει τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, παρελθεῖν τὴν διαθήκην αὐτοῦ, καὶ ἀπελθόντες λατρεύσωσι
10θεοῖς ἑτέροις, καὶ προσκυνήσωσιν αὐτοῖς, τῷ ἡλίῳ ἢ τῇ σελήνῃ, ἢ παντὶ τῶν ἐκ τοῦ κόσμου τοῦ οὐρανοῦ, ἃ οὐ προσέταξέ σοι, καὶ οὐκ ἀνηγγέλη σοι, καὶ ἐκ‐ ζητήσει σφόδρα, καὶ ἰδοὺ ἀληθὲς γέγονε τὸ ῥῆμα, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν Ἰσραήλ· καὶ ἐξάξεις
15τὸν ἄνθρωπον ἐκεῖνον, ἢ τὴν γυναῖκα ἐκείνην, οἵ‐ τινες ἐποίησαν τὸ πρᾶγμα τὸ πονηρὸν τοῦτο, καὶ λι‐ θοβολήσετε αὐτοὺς ἐν λίθοις, καὶ τελευτήσουσιν· ἐπὶ δυσὶ μάρτυσιν ἢ ἐπὶ τρισὶ μάρτυσιν ἀποθανεῖται ὁ ἀποθνήσκων· οὐκ ἀποθανεῖται ἐφ’ ἑνὶ μάρτυρι·
20καὶ ἡ χεὶρ τῶν μαρτύρων ἔσται ἐπ’ αὐτῷ ἐν πρώ‐ τοις θανατῶσαι αὐτὸν, καὶ ἡ χεὶρ τοῦ παντὸς λαοῦ ἐπ’ ἐσχάτων· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐ‐ τῶν·» Θεοῦ γὰρ ἠδικημένου περὶ τὸ ἴδιον σέβασμα, τὸ ἐποικτείρειν οὐκ ἀσφαλές. Ἐπιζήμιον δὲ κομιδῆ
25τὸ μὴ ἐν καιρῷ μαλακίζεσθαι πρὸς ἀνάνδρους φιλ‐ αλληλίας· καὶ τοῦτο, οἶμαι, ἔστιν ὅπερ ἔφη Κύριος· «Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» Ἐῤῥέτω γὰρ καὶ τότε νόμος φιλοστορ‐ γίας, καὶ φυσικῆς ἀγάπης οἰχέσθω δύναμις, καὶ
30πᾶν ὁτιοῦν τῶν ἡκόντων εἰς φιλανθρωπίαν, καὶ ἵν’ οὕτως εἴπωμεν, δι’ εὐσεβοῦς σκληρότητος θεραπευέσθω Θεός. Ἢ γὰρ οὐχ ὅσιον εἶναι φὴς, τοὺς ἀπρο‐ φάσιστον ἔχοντας τὴν ἀπόστασιν, κολάζεσθαι δεῖν ἀφιλοικτειρμόνως, ὡς τὴν ἐπέκεινα πάντων καταλυ‐ ποῦντας δόξαν, καὶ ὑβρίζειν ἀφυλάκτως οὐ παραιτουμένους, ὃν ἦν δή που κρεῖττον ταῖς εἰς ἑδραιότητα κατευφραίνειν σπουδαῖς;
35ΠΑΛΛ. Ὅσιον, πῶς γὰρ οὔ; ΚΥΡ. Μεμνήσομαι δὲ διειπόντος αὐτοῦ τοῖς ἀρ‐ χαιοτέροις· «Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν ἀπ’ ἐμοῦ μακρὰν, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθη‐
40σαν;» Κατατεθηπὼς δὲ ὥσπερ ἐπ’ ἀκράτοις ἀμα‐ θίαις τοὺς ἐξ Ἰσραὴλ, ὧδέ πή φησιν· «Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον ἡ γῆ σφό‐ δρα, λέγει Κύριος· ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου. Ἐμὲ ἐγκατέλιπε πηγὴν ὕδατος ζῶντος, καὶ
45ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυ‐ νήσονται ὕδωρ συνέχειν.» Εὐβουλίας γὰρ ἁπάσης ἀφαμαρτεῖν οἰηθείην ἂν ἔγωγε, καὶ μάλα εἰκότως τοὺς, οἵ γε τῆς εἰς Θεὸν ἀποφοιτῶντες λατρείας, τῇ κτίσει λατρεύουσι παρὰ τὸν Κτίστην καὶ Ποιητὴν,

68

.

421

(50)

ἤγουν ἔτι πρὸς αἰσχίω καταθρώσκοντες πλάνησιν, προσκυνοῦσι τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν· καί τοι ἦν εὐκόλως, εἴπερ ἕλοιντο φρονεῖν ὀρθῶς, τῆς ὑπὲρ πάντα καὶ ἀῤῥήτου φύσεως καταθεάσασθαι τὸ κάλ‐ λος ἀπὸ κτίσεως κόσμου, καὶ ἐκ τῆς τῶν γεγονότων
55εὐρυθμίας τὸν ταξίαρχον καὶ ἡγεμόνα καὶ δημιουρ‐ γὸν τοῦδε τοῦ παντὸς ἐννοεῖν. Ἀλλὰ τὴν οὕτω σεπτήν
τε καὶ ἀξιάγαστον γνώμην διαπτύσαντες, τινὲς τῶν420

68

.

424

ἀρχαιοτέρων, χρύσεα χαλκείων ἠλλάξαντο, κατὰ τοὺς παρ’ Ἕλλησι ποιητάς. Τὸ γάρ τοι χρῆναι μεθέντες Θεῷ τῷ κατὰ φύσιν προσκυνεῖν, μειρακιωδῶς ἐτρά‐ ποντο πρὸς ἀνόνητον εἰκαιολατρείαν· αἰσχύνην
5καὶ γέλωτα τῆς ἑαυτῶν καταχέοντες κεφαλῆς καὶ ἐπικουρίας τῆς ἄνωθεν αὐτόκλητον ᾑρημένοι τὴν ἀπόπτωσιν. Καὶ γοῦν ἔφη Θεός· «Ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ἰσραὴλ αὐτοὶ, καὶ οἱ βασιλεῖς αὐτῶν, καὶ οἱ ἄρχοντες
10αὐτῶν, καὶ οἱ ἱερεῖς αὐτῶν, καὶ οἱ προφῆται αὐτῶν· τῷ ξύλῳ εἶπαν, ὅτι Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με. Καὶ ἔστρεψαν ἐπ’ ἐμὲ νῶτα, καὶ οὐ πρόσωπα αὐτῶν· καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν· Ἀνάστα καὶ σῶσον ἡμᾶς. Καὶ ποῦ
15εἰσὶν οἱ θεοί σου, οὓς ἐποίησας σαυτῷ; Εἰ ἀναστή‐ σονται καὶ σώσουσί σε ἐν τῷ καιρῷ τῆς κακώσεώς σου; ὅτι κατὰ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν διόδων τῆς Ἱερου‐ σαλὲμ, ἔθυον τῷ Βαάλ. Ἱνατί λαλεῖτε πρός με; Πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμὲ, λέγει Κύριος.»
20ΠΑΛΛ. Δεινόν γε ὡς ἀληθῶς τὸ χρῆμα, ὦ τᾶν. ΚΥΡ. Ἀλλ’ ὁ μέν τις ἔσθ’ ὅτε τῶν τελούντων ἐν ἡμῖν, ἐρηρεισμένος δὲ οὔπω λίαν, κατάπλαστον δὲ καὶ νόθην τὴν εἰς Χριστὸν ἐπιτηδεύσας ἀγάπησιν, καὶ οἷος ὥσπερ κώδιον ἑαυτῷ περιτιθεὶς τὸ δοκεῖν
25εἶναι θεοφιλὴς, πικρὸν καὶ ἀνόσιον ἔσται θηρίον, κέρκωψ τε καὶ ἀλλοπρόσαλλος, ὡς οἴκοι καὶ νυκτὶ, φημὶ δὴ τὸ λεληθότως, ταῖς τῶν δαιμονίων προσκεῖ‐ σθαι λατρείαις, οἴεσθαι δέ που κατὰ τὸ εἰκὸς, καὶ αὐτὸν δύνασθαι διαδράναι Θεὸν, καὶ τὸν τῆς ἀῤῥήτου
30φύσεως παραλογίσασθαι νοῦν. Ἐκδείξῃ δ’ ἄν τις καὶ λίαν ἀμογητὶ, τὸν ᾧγε ταυτὶ πάρεστι φρονεῖν, τῆς Ἑλλήνων ἀβελτηρίας τὰ αἰσχίω βεβουλημένον. Τοῖς μὲν γὰρ παρ’ Ἕλλησι σοφοῖς κτιστὸν καὶ γεννητὸν ὄντα, πάντ’ ἐφορᾷν καὶ πάντ’ ἐπακούειν, ὀρθῶς ἔχειν
35ἐδόκει τὸν ἥλιον, τὸν φωστῆρα τὸν μέγαν, καὶ ἐπ’ αὐτῷ δὴ τούτῳ πεποιημένον παρὰ Θεοῦ· ᾤοντο γὰρ δεῖν τὸ ἐν Θεοῦ τάξει παρειλημμένον, τοῖς τῆς θείας φύσεως καταπλουτεῖν ἀξιώμασιν. Ἀξίωμα δὲ τῆς ἀνωτάτω φύσεως, τὰ πάντα εἰδέναι καὶ καθορᾷν.
40Ἀλλ’ ἐκεῖνοι μὲν ἐν τούτοις· ἡμῖν δὲ Θεὸς ἐπεφώνει πάλαι· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν· μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τι;» Λάθοι γὰρ οὐδὲν τόν γε ἀληθῶς φύσει Θεόν. Καὶ μυσταγωγείτω ὁ μακάριος Δαβὶδ λέγων· «Σύνετε δὴ,
45ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί, ποτὲ φρονήσατε· ὁ φυτεύσας τὸ οὖς, οὐκ ἀκούσει; καὶ ὁ πλάσας ὀφθαλ‐ μοὺς, οὐχὶ κατανοεῖ;» Ἔφασκον, οἶμαι, τινὲς ἐξ ἀσυν‐ εσίας· «Οὐκ ὄψεται Κύριος, οὐδ’ οὐ συνήσει ὁ Θεὸς Ἰακώβ.» Ἢ οὐκ ἠλίθιον κομιδῇ, τὸ μήτε εἰδέναι

68

.

424

(50)

λέγειν τὸν τῆς γνώσεως χορηγὸν, μήτε μὴν ἐπαίειν οἴεσθαι, τὸν τοῖς παρ’ αὐτοῦ γεγονόσι τὸ χρῆμα δι‐
δόντα;422

68

.

425

ΠΑΛΛ. Ἀπίθανον παντελῶς. ΚΥΡ. Προσκυνητέον οὖν ἄρα μόνῳ τε καὶ ὁλοτρό‐ πως Κυρίῳ τῷ Θεῷ, κατὰ τὰς Γραφὰς, ἑτέρῳ δὲ παρ’ αὐτὸν οὐδενί. Γέγραπται γὰρ, ὅτι «Τέλειος ἔσῃ
5ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.» Τελειότης δὲ πνευ‐ ματικὴ, τὸ ἱδρυμένον ἐν πίστει, καὶ ἀμώμητον εἰς λατρείαν, καὶ τῆς εἰς Θεὸν ἀγάπης τὸ ἀδιάβλητον κάλλος. ΠΑΛΛ. Οὕτω φημί.
10ΚΥΡ. Ἆρ’ οὖν, ὦ Παλλάδιε, τοὺς ἥκιστα μὲν θεοῖς ἑτέροις, ἤγουν τῇ κτίσει παρὰ τὸν Κτίσαντα προσκυνεῖν ἑλομένους· πειθομένους δὲ οὐκ οἶδ’ ὅπως ταῖς τῶν εἰδωλολατρούντων ψευδομαντείαις, μώμου καὶ αἰτίας ἀπαλλάξομεν; ἢ τῶν εἰς ἀπόστα‐
15σιν ἐγκλημάτων ἐλευθέρους ἀποφαίνειν τοῖς γε ὡς ἀληθῶς γνησίοις ἀσφαλές; ΠΑΛΛ. Οὐδαμῶς. ΚΥΡ. Ἀστρογοητεῖαι δὲ καὶ κληδονισμοὶ καὶ ψευδομαντεῖαι, καὶ δαιμονιώδεις φενακισμοὶ, πρέ‐
20ποιεν ἂν, οἶμαί που, μόνοις τε καὶ τάχα τοῖς ἐκτοπώ‐ τατα προτεθυμημένοις τὴν ἀκλεᾶ καὶ ἐπάρατον εἰδωλολατρείαν εἰσοικίζεσθαι κατὰ νοῦν. ΠΑΛΛ. Ὀρθῶς ἔφης. Ἐπείτοι καὶ θεῖος ἡμῖν παρεγγυᾷ λόγος, τὴν εἴς γε τούτους αἰσχρότητα
25καταμυσάττεσθαι δεῖν. Ἔχει δὲ οὕτως· «Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων· οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ καὶ τὴν θυγατέρα αὐτοῦ ἐν πυρὶ,
30μαντευόμενος μαντείαν, καὶ κληδονιζόμενος, καὶ οἰωνιζόμενος, φαρμακὸς, ἐπᾴδων ἐπαοιδὴν, ἐγγα‐ στρίμυθος, καὶ τερατοσκόπος, καὶ ἐρωτῶν τοὺς νεκρούς· ἔστι γὰρ βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα.» Καὶ μεθ’ ἕτερα πάλιν φησί· «Τέ‐
35λειος ἔσῃ ἔναντι Κυρίου τοῦ Θεοῦ σου· τὰ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομήσεις αὐτοὺς, οὗτοι κληδονισμῶν καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ οὐχ οὕτως ἔδωκε Κύ‐ ριος ὁ Θεός σου. Προφήτην ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀναστήσει Κύριος ὁ Θεός σου· [αὐτοῦ ἀκούσεσθε
40κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου] ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας.» ΚΥΡ. Εὖγε, ὦ φιλότης. Ἑψόμεθα γὰρ οὐχὶ τερα‐ τοσκόποις τε καὶ νεκρομάντεσιν, ἀλλ’ οὐδὲ πτήσεις τῶν οἰωνῶν, ὡς ἀληθές τι χρῆμα παραδεξόμεθα, κἂν
45εἰ φέροιντο πρὸς δεξιὸν, εἴτ’ οὖν εἰς εὐώνυμον· κἂν εἰ πρὸς ἑσπέραν τε καὶ πρὸς ἠῶ· μωρίας γὰρ ταυτὶ τῆς ἐσχάτης. Ἡγεμόνα δὲ τοῦ παντὸς ποιού‐ μενοι τὸν Χριστὸν τὸν δι’ ἡμᾶς καθ’ ἡμᾶς προφήτην, παρ’ αὐτοῦ ληψόμεθα τῶν ἀναγκαίων τὴν γνῶσιν,

68

.

425

(50)

καὶ αὐτῷ προσεδρεύσομεν, οἰμώζειν μακρὰ ταῖς τῶν δαιμονίων ψευδοεπείαις καὶ τὸ ἐῤῥῶσθαι λέγοντες. Μόνῳ γὰρ ὥσπερ τὸ χρῆναι ζωοποιεῖν καὶ κατάρχειν
τῶν ὅλων, φυσικῶς τε καὶ ἰδικῶς ἀνακείσεται Θεῷ·424

68

.

428

τὸν αὐτὸν, οἶμαι, τρόπον, καὶ τὸ πάντων ἔχειν τὴν γνῶσιν. Ἴδιον δὲ φύσεως τῆς αὐτοῦ, τὸ εἰδέναι σα‐ φῶς τὰ ἐσόμενα, καὶ συνειλεγμένην ὥσπερ ἐν ἑαυτῷ τὴν τῶν ὅλων εἴδησιν ἔχειν. Ἢ οὐχὶ σοφός τε
5καὶ ἀτρεκὴς ὁ ἐπὶ τῷδε λόγος; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Εἰς αὐτὸν οὖν ἄρα πλημμελήσομεν, καὶ εἰς τὴν ἀνωτάτω δόξαν ἡ γραφὴ, εἰ βεβήλοις τε καὶ ἀκαθάρτοις πνεύμασιν ἐνεῖναι πιστεύσομεν τὰ δι’
10ὧν αὐτὸς κατακαλλύνοιτό τε καὶ ὑπάρχει λίαν ἐκ‐ πρεπής. Ὥρα ἤδη διακειμένους ὡδὶ φληνάφως ὑπονοεῖν καὶ ζωοποιεῖν δύνασθαι, καὶ δὴ καὶ δη‐ μιουργὸν ὑπάρχειν τὸν Σατανᾶν, εἰ τὰ πάντων ἐξαί‐ ρετα καὶ ἰδικῶς ἀνακείμενα τῇ τοῦ Θεοῦ φύσει,
15χαριούμεθά τε αὐτῷ, καὶ προσπεφυκέναι φαμέν· ἴδιον δὲ καὶ ἐξαίρετον ἀγαθὸν τῆς ἀνωτάτω φύσεως, τῶν ἐσομένων ἡ γνῶσις. Ἢ οὐκ ἀληθὲς ὅ φημι; ΠΑΛΛ. Καὶ μάλα. Φησὶ γὰρ διὰ φωνῆς Ἡσαΐου. πρός τινας ἀνατιθέντας τῇ κτίσει τὰ τοῦ Θεοῦ·
20«Μνήσθητε ταῦτα, καὶ στενάξατε· μετανοήσατε, οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ, καὶ μνήσθητε πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἰμι Θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ ἀναγγέλλων πρότερον τὰ ἔσχατα, πρὶν αὐτὰ γενέσθαι, καὶ ἅμα συνετελέσθη,
25καὶ εἶπα· Πᾶσά μου ἡ βουλὴ στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι, ποιήσω.» Μήνυσιν γὰρ ὥσπερ τοῦ μὴ ἕτερον εἶναί τινα παρ’ αὐτὸν φύσει τε καὶ ἀληθῶς Θεὸν τοῖς ἀκροωμένοις ἐτίθει τὸ ἀναγγέλλειν δύνασθαι τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι.
30ΚΥΡ. Εὖ γε, ὦ Παλλάδιε, Βουλοίμην δ’ ἂν ἔτι περιαθροῦντας εὖ μάλα τὸ ἀληθὲς, καὶ τόδε διασκο‐ πεῖν· τίνα τρόπον ἔτι, εἰ τελοῖμεν ὅλως ἔν γε τοῖς ἐθέλουσι βιοῦν ὀρθῶς τε καὶ εὐαγγελικῶς, ταῖς τῶν ψευδομαντειῶν θωπείαις ἑψόμεθα καὶ δὴ καὶ προσ‐
35εσχηκότες, ὡς εἴη τις λόγος ὁ παρ’ αὐτῶν ἀληθὴς, οὐχὶ τῆς τοῦ Σωτῆρος καθοριοῦμεν φωνῆς τὸ δια‐ ψεύδεσθαι δεῖν. Ἔφη γάρ που καὶ πρὸς τοὺς ἀλαζό‐ νας καὶ ὑβριστὰς Ἰουδαίους· «Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ
40πατρὸς ὑμῶν θέλετε ποιεῖν· ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ· ὅταν λαλεῖ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψευστής ἐστιν αὐτὸς, καὶ ὁ πατὴρ αὐτοῦ.» Τίνα δὴ οὖν ἔσται τρόπον νημερτὴς,
45ψευστής· πῶς δὲ οὐχὶ πάντη τε καὶ πάντως ἁμαρ‐ τοεπὴς, ὁ μὴ ἑστηκὼς ἐν τῇ ἀληθείᾳ; Ἆρ’ οὖν ἐναργὲς, ὦ Παλλάδιε, παντί που λοιπὸν, ὅτι ταῖς τῶν δαιμονίων φωναῖς τὸ ἀληθὲς ἀπονέμοντες, καταψηφιούμεθα τοῦ Χριστοῦ τὴν ψευδομυθίαν, καὶ

68

.

428

(50)

ψευδοεπεῖν ἐροῦμεν τὴν ἀλήθειαν; ΠΑΛΛ. Κινδυνεύομεν. ΚΥΡ. Ἄλλως τε, προσθείην γὰρ τοῖς εἰρημένοις καὶ τόδε· δεδιδάγμεθα παρὰ Χριστοῦ, τοὺς τῶν
ἀκαθάρτων πνευμάτων μὴ προσίεσθαι λόγους, κἂν426

68

.

429

εἰ βούλοιντό ποτε τὴν αὐτοῖς ἀστιβῆ καὶ ἀσυνηθεστά‐ την προσκομίζειν ἀλήθειαν. ΠΑΛΛ. Πῶς δὲ φής; ΚΥΡ. Ἦ οὐκ ἐπαΐεις τῶν ἁγίων εὐαγγελιστῶν
5ἀναγεγραφότων, ὅτι τὰ μὲν δαιμόνια, τορόν τι καὶ μέγα διακεκραγότα, προσῄεσαν τῷ Χριστῷ· «Ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς· οἴδαμέν σε τίς εἶ, ὁ Ἅγιος τοῦ Θεοῦ. Ὁ δὲ ἐπιτιμῶν,» φησὶν, «οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι εἴδη‐
10σαν τὸν Χριστὸν αὐτὸν εἶναι.» Καίτοι τί δή ποτε, κατὰ γάρ τοι τὸ εἰκὸς ἐνδοιάσειέ τις ἂν, τοῖς τὸ ἀληθὲς ἀνακεκραγόσιν ἐπιτετίμηκεν ὁ Χριστός; Ἀλλ’ ἦν δή που τὸ δρώμενον, ἐπωφελὲς εἰς ἡμᾶς. Τὸ γάρ τοι μὴ δεῖν τοῖς παρ’ ἐκείνοις προσκεῖσθαι
15λόγοις, κἂν εἰ αὐτὴν ἐθέλοιεν ἀναφωνεῖν τὴν ἀλή‐ θειαν, καὶ τὰ ἐναργῶς ἔτυμα λέγειν, διὰ τούτου παιδευόμεθα· ἀναπλέκοντες γὰρ ἔσθ’ ὅτε τῇ ἀλη‐ θείᾳ τὸ ψεῦδος, κατασίνονται τοὺς ἀκροωμένους, οὐ καθ’ ἕτερον, οἶμαι, τρόπον, ἢ καθ’ ὃν θεῷτό τις τοὺς
20τῇ τοῦ μέλιτος μίξει παραιρουμένους τὴν αἴσθη‐ σιν τῶν πικρῶν, καὶ τῇ τῶν γλυκέων ἐπιπλοκῇ κατασυλᾷν ἐθέλοντας τὸ ἔσθ’ ὅτε λυποῦν. ΠΑΛΛ. Σφαλερὸν οὖν παντελῶς τὸ τοῖς τῶν χρη‐ σμολόγων προσέχειν φενακισμοῖς.
25ΚΥΡ. Θανάτῳ τὸ χρῆμα τιμᾶται Θεὸς, καὶ ἐν τοῖς ἐσχάτοις καταγράφει κακοῖς. Ἔφη δὲ οὕτως ἐν τῷ Λευιτικῷ· «Καὶ ψυχὴ ἣ ἂν ἐπακολουθήσῃ ἐγγαστριμύθοις ἢ ἐπαοιδοῖς, ὥστε ἐκπορνεῦσαι ὀπίσω αὐτῶν, ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν
30ψυχὴν ἐκείνην, καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς· καὶ ἔσεσθε ἅγιοι, ὅτι ἐγὼ ἅγιός εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.» Καὶ μεθ’ ἕτερα πάλιν· «Καὶ ἀνὴρ ἢ γυνὴ ὃς ἐὰν γένηται αὐτῶν ἐγγαστρίμυθος ἢ ἐπαοιδὸς, θανάτῳ θανατούσθω, καὶ ἐν λίθοις λιθοβολήσατε
35αὐτούς· ἔνοχοί εἰσιν.» Ἀποφάσκει μὲν γὰρ πρῶτον, τὸ χρῆναί τινας ταῖς βωμολόχοις ἀστρομαντείαις, ἤγουν νεκυομαντείαις ἕπεσθαι φιλεῖν, πολιτείας ἁγιο‐ πρεποῦς ὡς ἀπωτάτω τὸ χρῆμα εἶναι λέγων, καὶ τοῖς Θεῷ προσκειμένοις ἀνάρμοστον κομιδῆ· καὶ
40καθορίζει τοῦ δευτέρου τὸν θάνατον, ἐνόχους τέ φησιν εἶναι καὶ αὐτούς· οὐκ ἐφιεὶς τὸν ἔλεον ἀπονέ‐ μεσθαι πρὸς ἡμῶν τοῖς πρὸς τοῦτο ἤδη μοχθηρίας ἐληλακόσιν, ὡς πάγην γενέσθαι θανάτου, καὶ ψυχῶν ἀθώων θήρατρον, καὶ ὀλέθρου θύραν, καὶ πέταυρον
45ᾅδου, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων κακῶν; Ἀλλ’ οἶμαί που σοφὸν καὶ ἀκίβδηλον ἐννοεῖν, ὡς οὐκ ἂν ἐπεστήρισε Θεὸς τὴν οὕτω πικρὰν καὶ παντὸς ἐπ‐ έκεινα κακοῦ διᾴττουσαν δίκην τοῖς εἰδέναι τε καὶ λαλεῖν ἑτέροις τὰ ἐσόμενα δυναμένοις, καί τοι τῶν

68

.

429

(50)

ἐσομένων ἀληθῶς ἔχουσιν εἰπεῖν. Κολάζεται γὰρ οὐχὶ τῆς ἀληθείας ὁ μῦθος, ἐπάρατον δὲ τὸ ψευδει‐ πεῖν· ἀλλ’ εἰ δή τις ἁλίσκοιτο τοῦτο δρῶν, καὶ τοῦτο ὡς ἐκ Θεοῦ, αὐτήν που τὴν ἄῤῥητον σεσυκοφάντηκε φύσιν, καὶ τῇ ἀληθείᾳ τὸ ψεῦδος ὡς αὐτῇ προσῆκον
55ἀνατιθεὶς, ἰσοπαλῆ τοῖς ἐγκλήμασιν ἀνατλὰς τὴν
δίκην πρὸς αὐτὸ λίαν οἰχήσεται. Ἐπιτιμᾷ γὰρ ὁ428

68

.

432

λόγος οὐ τοῖς ἐκ Θεοῦ, μὴ γένοιτο, πραττομένοις τὰ ὡς Θεοῦ· ὅτι μηδὲ ψεύδους ἐλευθέραν ἐποιοῦντο τὴν προαγόρευσιν. Ἐπειδὴ δὲ οὐκ ἐξ ἀληθείας ἑλόντες, λαλοῦσιν ἃ ἂν βούλοιντο, καὶ τὸ κατὰ σφᾶς αὐτοὺς,
5ταύτῃτοι διημαρτήκασιν. ΠΑΛΛ. Ἆρ’ οὖν, ἐν τῷδε διαγνωσόμεθα πότερα Θεὸς ὁ χρησμοδοτῶν ἐστιν, ἤγουν ἐκεῖνοι λαλοῦσι τὰ σφῶν αὐτῶν; ΚΥΡ. Καὶ μάλα· θεῖος γὰρ καὶ ἡμᾶς πρὸς τοῦτο
10εὐθὺς ἀναπείσει νόμος. Ἔφη γὰρ οὕτω Θεὸς ἐν Δευτερονομίῳ· «Ἐὰν δὲ λέγῃ τις ἐν καρδίᾳ· Πῶς γνωσόμεθα τὸ ῥῆμα, ὃ οὐκ ἐλάλησε Κύριος; ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ μὴ γένηται τὸ ῥῆμα ὃ οὐκ ἐλάλησε
15Κύριος, ἐν ἀσεβείᾳ ἐλάλησεν ὁ προφήτης, οὐκ ἀφέξε‐ σθε ἀπ’ αὐτοῦ.» Ἀκούεις ὅτι τὰς ἐν τοῖς προηγορευ‐ μένοις ἀποτεύξεις ἀπόδειξιν ἔσεσθαί φησιν ἐναργῆ τοῦ μὴ ἐκ Θεοῦ κεχρησμοδοτῆσθαί τι; φιλεῖ γὰρ ἀλήθειαν ἡ ἀλήθεια. Τοιοῦτόν τί φησι διὰ τῆς
20Ἱερεμίου φωνῆς· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν· εἰ κρυβήσεται ἄν‐ θρωπος ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος. Ἤκουσα ἃ λαλοῦσιν οἱ προφῆται; ἂ προ‐
25φητεύουσιν οἱ προφῆται ἐν τῷ ὀνόματί μου ψευδῆ.» Εἶτα διὰ μέσου τοὺς τῶν θείων νόμων καταφρονή‐ σαντας ἐπαιτιασάμενος οὐ μικρῶς, ἐναργῆ τὴν ἀπόδειξιν τῶν τε ἐκ Θεοῦ καὶ μὴ, δίδωσι τὴν ἀλή‐ θειαν. Ἔφη γὰρ πάλιν· «Ὁ προφήτης, ἐν ᾧ τὸ
30ἐνύπνιον αὐτοῦ, καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτὸν, διηγησάσθω τὸν λόγον μου ἐπ’ ἀληθείας.» Ὡς εἴπερ τι φαίνοιτο τῆς ἀληθείας ἡμαρτηκὸς, ἐκδείξειεν ἂν αὐτὸ εὐθὺς ψευδοεπῆ τὸν γεννήτορα, καὶ ἀπὸ τῆς ἑαυτοῦ λαλοῦντα καρδίας, οὐκ ἀπὸ στόματος Κυ‐
35ρίου, καθὰ γέγραπται. ΠΑΛΛ. Βούλει τι θῶμεν τῶν ἀναγκαίων εἰς βά‐ σανον, ἢ παρέντες ἴωμεν, ᾗπερ ἂν ὁ σὸς ἡμᾶς ἀπο‐ κομίσῃ λόγος; ΚΥΡ. Καὶ μὴν, ὦ Παλλάδιε, τῶν ἀναγκαίων εἰς
40ὄνησιν οὐ βραχὺς ἡμῖν ὁ λόγος· ὡς τό τοι μὴ φάναι τὸ δοκοῦν ἐλευθέρως ἐπαιτιασαίμην ἂν, καὶ μάλα εἰκότως· φράζε δὴ οὖν ὀκνήσας οὐδέν. ΠΑΛΛ. Εἰ μὴ ἀπὸ στόματος Κυρίου λαλοῦσί τινες, ἐρεύγονται δὲ, ὡς φὴς, τὰ ἀπὸ καρδίας, τίνα δὴ
45τρόπον καί τοι τεθνεῶτα τὸν ἅγιον Σαμουὴλ ἡ ἐγ‐ γαστρίμυθος ἐκείνη γυνὴ παρεκόμισε τῷ Σαοὺλ, τὸ τῶν ἐσομένων αὐτῷ σαφηνιοῦντα πέρας; ταυτὶ γὰρ ὧδε πεπρᾶχθαι, καὶ οὐχ ἑτέρως ἔχειν οἴονταί τινες.

68

.

432

(50)

ΚΥΡ. Οἴει δὲ αὐτὸς οὐχ ὧδε ἔχειν, καὶ λογιεῖ τοῦτο ἄμεινον, ἤγουν φληνάφως τὴν τοῦ δικαίου ψυχὴν ἐκβεβιάσθαι φὴς κατὰ τὸ ἀληθὲς, καὶ γυναίου
καλοῦντος ἐλθεῖν;430

68

.

433

ΠΑΛΛ. Οὐκ ἂν ἔχοιμι σαφῶς εἰπεῖν. Ἐνδείξειε δ’ ἂν, οἶμαί που, τὸ ἀληθὲς, ἡ βάσανος. ΚΥΡ. Εὖ ἔφης. Οὐκοῦν ἐκεῖνο καὶ πρό γε τῶν ἄλλων πολυπραγμονείσθω τέως, πότερον διὰ Θεοῦ
5πολυπραγμονοῦνται καὶ τερατεύονται καὶ ἀποπεραί‐ νουσι ταυτὶ, ἤγουν διὰ πονηρῶν πνευμάτων οἷς με‐ λέτη τὸ ἐπιτήδευμα. ΠΑΛΛ. Καὶ τίς ἂν εἰς τοῦτο λογισμῶν ἀτοπίας ἀφίκοιτο ἂν, ὡς οἴεσθαι διὰ Θεοῦ τερατεύεσθαι ταυτὶ
10νεκρομάντας τε καὶ ἐγγαστριμύθους καὶ ἐπαοιδούς; Διαμεμνήσομαι γὰρ τοῦ νόμου, παντὸς ἑλομένου τοῦτο δρᾷν ποινὴν καθορίζοντος τὴν ἐσχάτην. Εἶτα πῶς οὐκ ἀπόπληκτον ἐννοεῖν, τὸν θανάτῳ καταδεδι‐ κασμένον, οὐκ ἀπᾴδειν Θεῷ; Οὐ γάρ πω τοῖς ἑαυ‐
15τοῦ διαμαχεῖται νόμοις. ΚΥΡ. Ἄριστα διανοῇ. Τὰς δὲ τῶν ἁγίων ψυχὰς σωμάτων ἀπηλλαγμένας παρεῤῥίφθαι νομιοῦμεν, καὶ λόγου μὲν ἀξιοῦσθαι μηδενὸς, ἥκειν δὲ ἤδη πρὸς τοῦτο ταλαιπωρίας, ὡς καὶ πονηροῖς καὶ ἀκαθάρτοις
20ὑποκεῖσθαι πνεύμασι, καὶ ἀνεθελήτως ἀκολουθεῖν περιτρέπουσιν εὐκόλως οἷπερ ἂν ἕλοιντο τυχόν. Καί‐ τοι τὸ τῆς Ἀποκαλύψεως βιβλίον ἡμῖν συντιθεὶς ὁ σοφὸς Ἰωάννης, ὃ καὶ ταῖς τῶν Πατέρων τετίμηται ψήφοις, τὰς τῶν ἁγίων ψυχὰς ὑπ’ αὐτὸ τὸ θεῖον
25τεθεᾶσθαι θυσιαστήριον, διεβεβαιοῦτο σαφῶς. Εἰ δὲ καὶ ἐξ αὐτῶν ἕλκουσι τῶν ἄνω μονῶν, καὶ τόπων αὐτὰς τῶν ἱερωτάτων κατακομίζουσιν ἀφειδῶς, ἀπείργοντος οὐδενὸς, βάσιμος μὲν ἅπασι τοῖς δαιμο‐ νίοις ὁ οὐρανὸς, ἀνοίγνυται δὲ κατὰ τὸ εἰκὸς αὐτοῖς
30καὶ ἡ τοῦ παραδείσου πύλη· παραχωρεῖ δὲ, ὡς ἔοι‐ κεν, καὶ ἡ φλογίνη ῥομφαία, καὶ οὐχὶ τῆς εἰσόδου καὶ ἐξόδου μόνον αὐτοῖς· ἀλλ’ εἰ βούλοιντό τινας καὶ τῶν εἴσω γεγονότων ἐκκομίζειν ἐκ παῤῥησίας· εἶτα οὐχὶ δὴ τοῦτό ἐστι, τὴν ἐν Χριστῷ διασύρειν ἐλ‐
35πίδα, καὶ τρισάθλιον ὑποφαίνειν τῶν τεθαυμασμένων τὸν βίον; ΠΑΛΛ. Ἔοικεν. ΚΥΡ. Καὶ μὴν οὐκ ἀσυμφανές. Πῶς δὲ ἦν ἄμει‐ νον τῷ θαυμασίῳ Παύλῳ, τὸ ἀναλῦσαι, καὶ σὺν
40Χριστῷ εἶναι; Εἰ γὰρ δὴ μέλλοιμεν τῶν ἐπιγείων ἀποφοιτήσαντες, καὶ σὺν Χριστῷ γεγονότες, τοῖς ἀντικειμένοις ὑποκεῖσθαι πνεύμασι, κεκένωται μὲν ἡ πίστις, κατὰ τὸ γεγραμμένον, τὸ δὲ ἐνδημεῖν ἐν σώματι, τοῦ συνεῖναι Χριστῷ, πᾶς τις οὖν, οἶμαι, καὶ
45ἀσυγκρίτως διενεγκεῖν ἐπιψηφιεῖται λοιπὸν, καὶ τὸ ἐπὶ τούτου δυσανεκτότερον· ἔτι μὲν γὰρ ἐν τῷδε τῷ βίῳ ποιούμενοι τὰς διατριβὰς, οὐχὶ τοῖς τοῦ διαβό‐ λου θελήμασιν ὑπεζεύγμεθα, πατοῦμεν δὲ ἐπάνω ὄφεων καὶ σκορπίων μᾶλλον, καὶ ἐπὶ πᾶσαν τὴν

68

.

433

(50)

δύναμιν τοῦ ἐχθροῦ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Εἶτα σὺν Χριστῷ γεγονότες, πῶς ἐν χείροσιν ἐσό‐ μεθα; πῶς δὲ αὐτὸς ἀληθεύει λέγων· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν
55αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ
οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῶν χειρῶν μου· ὁ Πατήρ432

68

.

436

μου ὃς ἔδωκέ μοι, πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου;» Πεφενάκικε δὲ τάχα που τῆς εἰς Χριστὸν εὐσεβείας τοὺς ἀθλητὰς, γεγραφὼς ὡδὶ καὶ ὁ σοφώτατος Πέ‐
5τρος· «Ὥστε καὶ ὑπὸ ἄλλων πάσχοντες κατὰ τὸ θέλημα αὐτοῦ, πιστῷ Κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν.» Εἰ δὲ τῷ Θεῷ παρατεθεῖσαν ψυχὴν βιάζεται ὁ Σατανᾶς, ἄγων τε καὶ φέρων οἵπερ ἂν ἕλοιτο κατὰ καιροὺς, πῶς ἂν νοοῖτο πιστὸς ὁ τῶν
10ἁγίων προεστηκὼς, καὶ οἱονεὶ παρακαταθήκην τὸ ἑκάστου πνεῦμα λαβών; Λῆρος οὖν ἄρα ταυτὶ, καὶ ἀποπληξία δεινὴ, τὸ κατὰ ἀλήθειαν οἴεσθαι τὴν προφήτου φωνὴν ψυχραῖς ἐπῳδαῖς γυναίου μυσαρωτά‐ του τῶν ἐκνεμηθέντων αὐτῇ καθελκῦσαι τόπων.
15ΠΑΛΛ. Τίς οὖν ἂν γένοιτο τῶν θεωρημάτων ὁ λόγος; χρῆναι γὰρ οἶμαι τὰ οὕτως αἰσχρὰ μηδ’ ὅσον εἰπεῖν, κἂν γοῦν ἐν ψιλαῖς ἐννοίαις ἑλεῖν. ΚΥΡ. Αὐτὸ παραθέντες τὸ Γράμμα τὸ ἱερὸν, τὰ εἰς νοῦν ἰόντα τότε σαφῆ καταστήσομεν, πανταχῆ
20τοῦ πρέποντος ἀπρὶξ ἡμμένοι. Ἔχει δὲ οὕτω· «Καὶ Σαμουὴλ ἀπέθανε, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ, καὶ θάπτουσιν αὐτὸν ἐν Ἀρμαθαΐμ, ἐν πόλει αὐτοῦ· καὶ Σαοὺλ περιεῖλε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς. Καὶ συναθροίζονται οἱ ἀλλό‐
25φυλοι, καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωνάμ. Καὶ συναθροίζει Σαοὺλ πάντα ἄνδρα Ἰσραὴλ, καὶ παρεμβάλλουσιν εἰς Γελβουέ. Καὶ εἶδε Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων, καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα. Καὶ ἐπηρώτησε
30Σαοὺλ διὰ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ Κύριος ἐν τοῖς ἐνυπνίοις, καὶ ἐν τοῖς δήλοις, καὶ ἐν τοῖς προφήταις. Καὶ εἶπε Σαοὺλ τοῖς παισὶν αὐτοῦ· Ζη‐ τήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον, καὶ πορεύσομαι πρὸς αὐτὴν, καὶ ζητήσω ἐν αὐτῇ. Καὶ εἶπον οἱ
35παῖδες αὐτοῦ πρὸς αὐτόν· Ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν Ἀενδώρ. Καὶ συνεκαλύψατο Σαούλ· καὶ περιεβά‐ λετο ἱμάτια ἕτερα, καὶ πορεύεται αὐτὸς καὶ δύο ἄν‐ δρες μετ’ αὐτοῦ, καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς, καὶ εἶπεν αὐτῇ· Μάντευσαι δή μοι ἐν τῷ
40ἐγγαστριμύθῳ, καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι. Καὶ εἶπεν αὐτῷ ἡ γυνή· Ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησε Σαοὺλ ὡς ἐξωλόθρευσε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς, καὶ ἱνατί σὺ παγιδεύεις τὴν ψυχήν μου, θανατῶσαι αὐτήν; Καὶ ὤμοσεν
45αὐτῇ Σαοὺλ, λέγων· Ζῇ Κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ. Καὶ εἶπεν ἡ γυνὴ τῷ Σαούλ· Τίνα ἀναγάγω σοι; Καὶ εἶπε· Τὸν Σαμουὴλ ἀνάγαγέ μοι. Καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουὴλ, καὶ ἀνεβόησε φωνῇ μεγάλῃ. Καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαούλ· Ἱνατί

68

.

436

(50)

παρελογίσω με; καὶ σὺ εἶ Σαούλ. Καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· Μὴ φοβοῦ, εἶπον τίνα ἑώρακας. Καὶ εἶπεν αὐτῷ ἡ γυνή· Θεοὺς ἑώρακα ἀναβαίνοντας ἐκ τῆς γῆς. Καὶ εἶπεν αὐτῇ· Τί ἔγνως; Καὶ εἶπεν αὐτῷ· Ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος
55διπλοΐδα ἀναβεβλημένος. Καὶ ἔγνω Σαοὺλ, ὅτι οὗτος
Σαμουὴλ, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν434

68

.

437

γῆν, καὶ προσεκύνησεν αὐτῷ. Καὶ εἶπε Σαμουήλ· Ἱνατί παρηνώχλησάς μοι ἀναβῆναί με; Καὶ εἶπε Σαούλ· Θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοὶ, καὶ ὁ Θεὸς ἀφέστηκεν ἀπ’
5ἐμοῦ, καὶ οὐκ ἐπακήκοέ μου ἔτι, καὶ ἐν χειρὶ τῶν προφητῶν, καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε, γνωρίσαι μοι, τί ποιήσω. Καὶ εἶπε Σαμουήλ; Ἱνατί ἐπερωτᾷς με, καὶ Κύριος ἀφέστηκεν ἀπὸ σοῦ, καὶ γέγονε μετὰ τοῦ πλη‐
10σίον σου; καὶ πεποίηκε Κύριός σοι, καθὼς ἐλά‐ λησε Κύριος ἐν χειρί μου· καὶ διαῤῥήξει Κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου, καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαβίδ· διότι οὐκ ἤκουσας φωνῆς Κυρίου, καὶ οὐκ ἐπλήρωσας θυμὸν ὀργῆς αὐτοῦ ἐν
15Ἀμαλὴκ, διὰ τοῦτο τὸ ῥῆμα ἐποίησε Κύριός σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ· καὶ παραδώσει Κύριος τὸν Ἰσραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ, καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ δώσει Κύριος εἰς χεῖρας ἀλλοφύλων.» Ἆρά
20σοι λοιπὸν ἐνδοιάσαι θέμις, ὅτι ταῖς ἑαυτοῦ ψήφοις κατεγνωσμένος ἐκτέτηκεν ὁ Σαούλ; Ἐπειδὴ γὰρ ἐδεδίει τῶν ἠθροισμένων ἐφ’ ἑαυτῷ τὸ ἀσθενὲς εἰς μάχην, μανθάνειν ἠξίου τὰ ἐσόμενα παρὰ Θεοῦ. Σεσιωπηκότος δὲ, καὶ ἀποκαλύπτοντος οὐδὲν, τρέπε‐
25ται πρὸς τὸ λυπεῖν τὸν σιωπᾷν ᾑρημένον. Ἀφικνεῖ‐ ται δὲ πρὸς νεκυομαντείαν, καίτοι τοὺς γνώστας δέ φημι τοὺς οἰομένους εἰδέναι τὰ ἐσόμενα. Εἶτά φησιν· «Ἀνάγαγέ μοι τὸν Σαμουὴλ,» οὐχ ὡς τῆς ἐπῳδῆς ἤτοι τῆς μάγων τέχνης, τὴν τοῦ ἁγίου ψυχὴν
30παρενεγκεῖν δυναμένης, ἀλλ’ ὡς ἀεὶ τῶν μαντευομέ‐ νων τῇ τοιᾷδε κεχρημένων φωνῇ· ἐπυθόμην δὲ ὅτι λόγοις τισὶν ἀποῤῥήτοις καταγοητεύοντες τὰ δαιμό‐ νια, καὶ ὕδατι κατεπᾴδοντες, εἴδωλα καὶ σκιὰς, καὶ ὡς ἐν ἐσόπτρῳ μορφὰς καταθεῶνταί τινων, τάχα
35που τῶν δαιμονίων καταπλαττομένων ἀστείως τὰ τῶν λεγομένων ἀνακομιεῖσθαι σχήματα. Καὶ γοῦν ἔφη μὲν ἐν ἀρχαῖς τὸ γύναιον· Ὁρῶ θεοὺς ἀναβαίνον‐ τας ἐκ τῆς γῆς. Εἶτα μὲν τοῦτο· «Καὶ εἶδε,» φησὶν, «ἡ γυνὴ τὸν Σαμουήλ.» Χαλεπὸν δὲ οὐδὲν, ἐν ἴσῳ τε
40καὶ ὁμοίῳ σχήματι τοῦ μακαρίου Σαμουὴλ σκιὰν ὀφθῆναι καὶ εἴδωλον, ἐκ δαιμονιώδους ἐνεργείας μεμορφωμένον. Εἴπερ οὖν οἴοιτό τις ἀνακεκλῆσθαι κατὰ τὸ ἀληθὲς τὴν τοῦ προφήτου ψυχὴν, καὶ τοῖς τοῦ γυναίου λόγοις ἐπιψηφιεῖται τὸ ἀληθὲς, ἐπειδὴ καὶ θεοὺς ἀναβαίνοντας ἀπὸ τῆς γῆς τεθεᾶσθαί φησιν, καὶ τοῖς τῆς μαντείας ἔθεσι χαριζέσθω τὸ ψεῦ‐ δος, ἀλλ’ οἰέσθω κατὰ ἀλήθειαν καὶ θεοὺς εἶναί τινας τῆς τοιαύτης τάξεως τοὺς ἀνασχόντας ἀπὸ τῆς γῆς,
45καίτοι Θεοῦ κατὰ φύσιν ὄντος ἑνός τε καὶ μόνου. ΠΑΛΛ. Ἔφης μὲν ὀρθῶς. Ἐρεῖ δὲ οὖν, οἶμαι, τὶς, Καίτοι λελάληκεν ἀληθῆ φιλοπευστοῦντος τοῦ Σαοὺλ ἐσόμενα. Οὐ μικρὸς δὲ ἡμῖν δεδαπάνηται λόγος ἀπελέγχων ὅτι οὐκ ἐν ἀκαθάρτοις πνεύμασιν

68

.

437

(50)

ἡ ἀλήθεια. ΚΥΡ. Οὐ γὰρ οὖν. Ἀνάρμοστον γὰρ χρῆμά τι καὶ ἀσυμφυὲς, φῶς καὶ σκότος, Χριστὸς καὶ Βελιάλ· τοῖς γε μὴν παροτρύνουσι καὶ καταλυπεῖν εἰωθόσιν, ἀποκαλύπτει Θεὸς, καὶ δι’ ὧν ἥκιστα χρὴ ἔσθ’ ὅτε,
55τὰ ἐσόμενα, ἐνηχούντων κατὰ τὸ εἰκὸς ἁγίων ἀγγέ‐436

68

.

440

λων εἰς ἀνθρώπινον νοῦν, ἅπερ ἂν εἰ μάθοιεν οἱ φιλοπευστεῖν ᾑρημένοι, κατατακήσονται λίαν, καὶ ἀπαρχὴν ὥσπερ τινὰ τῆς σφίσιν ἐπηρτημένης ὀργῆς τε καὶ δίκης ὑπομένουσι τὴν πρόγνωσιν. Ἁγίοις μὲν
5γὰρ προφήταις ἐπαναπαύεται, καὶ ἀνακοινοῦται πολλάκις, οὐχὶ δὴ μόνα τὰ σκυθρωπὰ, καὶ οἷσπερ ἄν τις ἐπιστυγνάσας καθίσει δακρύων, ἀλλὰ καὶ ὅσα πρὸς εὐθυμίας καὶ εὐημερίας ἔσται τισίν· ἀνοσίοις δὲ καὶ ἐναγεστάτοις φιλομάντεσι, τὰ σφίσιν αὐτοῖς
10ἐσόμενα διεκκαλύπτει κακά. ΠΑΛΛ. Καὶ τίς ἢ πόθεν ἂν γένοιτο τούτων ἡμῖν ἡ πίστις; ΚΥΡ. Ἀπό γε τῶν ἱερῶν Γραμμάτων· τύπος γὰρ ἡμῖν καὶ μυσταγωγίας ἀνεγράφη τρόπος, τὰ τοῖς
15ἀρχαιοτέροις συμβεβηκότα. Ἢ γὰρ οὐκ οἶσθα, ὅτι Βαλὰκ ὁ τοῦ Σεπφὼρ, ὁ Μωαβιτῶν καὶ Μαδιηναίων τύραννος, τὴν ἀκαταγώνιστόν τε καὶ ἄθραυστον τοῦ Ἰσραὴλ κατοῤῥωδήσας πληθὺν, καὶ αὐτίκα δὴ μάλα τοῖς ἑτέροις ἔθνεσι συνδιόλλυσθαι πεπιστευκὼς, κατ‐
20εμισθοῦτο τὸν Βαλαάμ; «Δεῦρο δὴ,» λέγων, «ἐπάρα‐ σαί μοι τὸν Ἰσραήλ. Ἐπειδὴ δὲ ἧκον οἱ πρέσβεις· Κα‐ ταλύσατε αὐτοῦ,» φησὶ, «τὴν νύκτα, καὶ ἀποκριθή‐ σομαι ὑμῖν πρᾶγμα ὃ ἐὰν λαλήσῃ Κύριος πρός με.» Ὀνειράτια δὲ ψυχρὰ καὶ δαιμονιώδη ζητῶν, καὶ ἐξ
25ἐπῳδῆς τάχα που καὶ μαγγανείας αὐτῷ συμβαίνοντα προσδοκῶν, Κύριον ἔφη λαλήσειν αὐτῷ· θεοκλυτεῖν γὰρ ἐσκήπτετο. Ἀλλ’ εἰ καὶ ταῖς συνήθεσι τῶν γοήτων φωναῖς τὸ Γράμμα χρῆται τὸ ἱερὸν, οὐκ ἂν οἰηθείημεν ὀρθῶς φρονοῦντες, Θεὸν τὸν φύσει καὶ
30ἀληθῶς ταῖς βεβήλων ἐνιέναι ψυχαῖς ὡς ἐξ ἀγάπης τὸ ἀληθὲς, καὶ ἀνδρὶ μυσαρῷ καὶ γόητι καὶ εἰδωλολάτρῃ προσλαλεῖν. Πλὴν, «Ἦλθε,» φησὶν, «ὁ Θεὸς πρὸς Βαλαὰμ, καὶ εἶπεν αὐτῷ· Τί οἱ ἄνθρωποι οὗτοι παρὰ σοί;» Τοῦ δὲ τῆς ἀφίξεως τὴν αἰτίαν ἀπηγγελκότος,
35«Εἶπε,» φησὶν, «ὁ Θεὸς πρὸς Βαλαάμ· Οὐ πορεύσῃ μετ’ αὐτῶν, οὐδ’ οὐ μὴ καταράσῃ τὸν λαόν· ἔστι γὰρ εὐλογημένος.» Ἰδοὺ δὴ σαφῶς ἐκ προσώπου τοῦ Θεοῦ, ὁ μακάριος ἄγγελος τὸν ἀπατεῶνα καὶ εἰκαιόμυθον ἀποτρέπει γόητα τὸν εὐλογημένον παρὰ Θεῷ μὴ
40ἐπαρᾶσθαι ζητεῖν, μηδὲ ταῖς ἄνωθεν ἀντεξάγειν ψήφοις τὰ ἐξ ἀνθρωπίνης δυσβουλίας εὑρέματα, οὐχ ὡς τῆς ἀρᾶς ἰσχυούσης ἀδικεῖν, ἀλλ’ ἵνα σαφῶς τε καὶ ἐναργῶς ὁ τὴν τοιαύτην ἐλπίδα παραλόγως εἰσδεδεγμένος, πληροφοροῖτο, καὶ δι’ αὐτοῦ, ὡς οὐκ
45ἂν γένοιτό ποτε Μωαβίταις ἢ Μαδιηναίοις ἁλώσιμος ὁ Ἰσραὴλ, προασπίζοντός τε καὶ ὑπεραθλοῦντος Θεοῦ, καὶ ταῖς εὐμενείαις ἀνατειχίζοντος τὸν αὐτῷ προσκείμενον καὶ εὐλογηθέντα λαόν. Ἀλλὰ ταυτὶ μὲν ὁ θεσπέσιος ἄγγελος ἔφη τε καὶ δρᾷν ἐνετέλ‐

68

.

440

(50)

λετο· ἐπειδὴ δὲ ταῖς τῶν δώρων ὑποσχέσεσιν ἐπὶ τῷ χρῆναι βαδίζειν ὁ μάντις ἐδελεάζετο, τάχα που καὶ ἀληθῶς ἰσχύσειν ὑπειληφὼς, ἰέναι μὲν ἐφίησιν ὁ μακάριος ἄγγελος, κατὰ μέσην δὲ ὤφθη τὴν ὁδὸν, συναστραπτούσῃ ῥομφαίᾳ, διδάσκων ἐναργῶς ὡς ὁ
55πόλεμος αὐτῷ πρός τε Θεὸν καὶ ἀγγέλους, εἰ ἐπαρᾶ‐ σθαι βούλοιτο τοὺς εὐλογημένους. Ἐπειδὴ δὲ ἀφῖκτο
πρὸς τὸν Μαδιηναῖον, βωμοὺς μὲν ἀνίστη, καὶ438

68

.

441

βουθυτεῖν ἐκέλευε· προφήτης δὲ ἦν εὐθὺς, οὐχ ὁ συνήθης, καὶ ψευδηγόρος, ἀλλὰ θείᾳ τε καὶ ἀποῤ‐ ῥήτῳ δυνάμει παρετρέπετο παρ’ ἐλπίδα πρὸς τὸ ἐναντίον. Ἐπηρᾶτο μὲν γὰρ οὐδαμῶς, ηὐλόγει δὲ
5μᾶλλον τὸν Ἰσραὴλ, καὶ πικραῖς ἐνίησι λύπαις τὸν Βαλάκ. Γέγραπται δὲ οὕτως· ὅτι «Ἐθυμώθη Βαλὰκ καὶ συνεκρότησε ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· Καταράσασθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν ηὐλόγησας τούτῳ
10τρίτῳ. Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· Οὐχὶ καὶ τοῖς ἀγγέλοις σου οἷς ἀπέστειλας πρός με ἐλάλησα, λέ‐ γων· Ἐάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα Κυρίου ποιῆσαι αὐτὸ καλὸν ἢ πονηρὸν παρ’
15ἑαυτοῦ; ὅσα ἂν εἴπῃ μοι Θεὸς, ταῦτα ἐρῶ.» Σύν‐ ηθες μὲν οὖν τοῖς ψευδομάντεσι, καὶ ταῖς οὕτως ἀπατηλαῖς κεχρῆσθαι φωναῖς, σκεπτομένοις ὅτι πάντη τε καὶ πάντως τοῖς φιλοπευστεῖν ἐθέλουσιν, ἐροῦσι τὸ ἀληθές. Σύνες δὲ ὅτι τὸ φάναι τὸ ἀτρεκὲς
20ἀλλότριον τῆς ἐπαοιδοῦ τε καὶ μάγου τέχνης· προσ‐ γένοιτο δ’ ἂν ἔσθ’ ὅτε παρὰ Θεοῦ ἐπὶ τῷ τὰς τῶν βεβήλων ψυχὰς, τῇ τῶν ἐσομένων προαγορεύσει δει‐ νῶς κατακομίζοντος. ΠΑΛΛ. Πείθομαι.
25ΚΥΡ. Ὅτι γὰρ μεμίσηκε καὶ παραλύει Θεὸς τὰς τοιαύτας ἤτουν γοητείας καὶ εἰκαιομυθίας, σαφὲς ἂν γένοιτο λέγοντος αὐτοῦ· «Ἐγὼ Κύριος ὁ Θεός·» καὶ προσέτι τούτοις· «Τίς ἕτερος διασκεδάσει ση‐ μεῖα ἐγγαστριμύθων καὶ τὰς μαντείας ἀπὸ καρδίας,
30ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω, καὶ τὴν βουλὴν αὐτῶν μωρεύων, καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων;» Μαντείας μὲν γὰρ τὰς ἀπὸ καρδίας, ἑώλους τε καὶ ψευδοεπεῖς ἀποφαίνει· τοῦ γε μὴν ἰδίου παιδὸς,
35τουτέστι Χριστοῦ, πάντα μὲν ἵστησι λόγον· τὴν δὲ βουλὴν τῶν ἀγγέλων αὐτοῦ, τουτέστιν, ἃ ἂν βού‐ λοιντο λαλεῖν, οἱ τῆς ἐπ’ αὐτοῦ πίστεως κήρυκες, ταῦτα δὲ πάντα ἀληθείας ἔμπλεω δεικνύει, σημείοις τε καὶ τέρασι προσμαρτυρῶν, καὶ ταῖς ἄλλαις τοῦ
40Πνεύματος ἐνεργείαις. Ἔφη δέ που πάλιν, κατονει‐ δίζων τισὶ τὰ Θεοῦ νόμῳ κεκιβδηλευμένα· «Στῆθι τοίνυν ἐν ταῖς ἐπαοιδαῖς σου, καὶ τῇ πολλῇ φαρμα‐ κείᾳ σου, ἃ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνήσῃ ὠφεληθῆναι· κεκοπίακας ἐν ταῖς βουλαῖς σου, στή‐
45τωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας, ἀναγγειλάτωσάν σοι ὅ τι μέλλει ἐπὶ σὲ ἔρχεσθαι.» Ὁρᾷς οὖν ὡς γέλωτος ἀξίαν καὶ ἀνωφελῆ παντελῶς τὴν ἐπάρατον ἀστρο‐ γοητείαν ἀπελέγχει Θεός. Ὅτι δὲ πάλιν πρέποι ἂν

68

.

441

(50)

αὐτῷ καὶ μόνῳ τὸ νημερτὲς, καὶ τὸ ἕτοιμον εἰς λό‐ γους τοὺς περὶ τῶν ἔσεσθαι προσδοκωμένων ἀπλα‐ νῶς, ἄκουε λέγοντος διὰ φωνῆς Ἡσαΐου· «Μνήσθη‐ τε ταῦτα, καὶ στενάξατε· μετανοήσατε, οἱ πεπλανη‐ μένοι, ἐπιστρέψατε τῇ καρδίᾳ, καὶ μνήσθητε τὰ
55πρότερα ἀπὸ τοῦ αἰῶνος· ὅτι ἐγώ εἰμι Θεὸς, καὶ οὐκ ἔστιν πλὴν ἐμοῦ· ἀναγγέλλων πρότερον τὰ ἔσχατα
πρὶν αὐτὰ γενέσθαι, καὶ ἅμα συνετελέσθη. Καὶ εἶπα·440

68

.

444

Πᾶσά μου ἡ βουλὴ στήσεται, καὶ πάντα ὅσα βούλο‐ μαι, ποιήσω.» Μόνῳ δὴ οὖν ἀνακείσεται πρὸς ἡμῶν τῷ πάντων ἐπέκεινα Θεῷ, τὸ διειδέναι τε σαφῶς, καὶ προαγορεύειν ἀπλανῶς δύνασθαι τὰ ἐσόμενα·
5ὕθλοι δὲ ἄλλως καὶ γραώδη μυθάρια, βωμολοχίαι τε καὶ φενακισμοὶ, τὰ παρ’ ἑτέρων, οἳ τὸν νοῦν παρ‐ εφθορότες τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦσι, κατὰ τὸ γεγραμμένον, καὶ ἀργυρολογίας ἀφορμὴν ποιοῦνται τὸ ψεῦδος.
10ΠΑΛΛ. Ἀληθές. Ἔχει γὰρ ὧδε, καὶ οὐχ ἑτέρως. ΚΥΡ. Ἀφεξόμεθα δὴ οὖν καὶ τοῦδε, καὶ οἶμον ἀφέντες τὴν διεστραμμένην, βαδιούμεθα τὴν ἐπ’ εὐθὺ, Θεῷ μονοτρόπως προσκείμενοι, καὶ ταῖς τῶν ἁγίων φωναῖς ἐπιψηφιζόμενοι τὴν ἀλήθειαν.
15ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Τί δὲ οὐχὶ κἀκεῖνο πρὸς τούτοις ἡγησό‐ μεθα στυγητὸν, μοῖράν τε εἶναί φαμεν Ἑλληνικῆς ἀθεότητος, τό τε περικαθαίρεσθαι φιλεῖν τάχα που πυρὶ καὶ ὕδατι, καὶ ἑτέροις τισὶ τοιούτοις τρόποις;
20ΠΑΛΛ. Καὶ μάλιστά γε. Τοιγάρτοι καὶ θεῖον ἔφη χρησμῴδημα σαφῶς· «Οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί.» ΚΥΡ. Ὡς εὖ γε ἡμῖν ὁ νόμος προσεφώνει ταυτὶ,
25καὶ ἀπέφησε τὸ δρᾷν! Εἰκαιότητος γὰρ οἶμαι τὸ χρῆμα μεστὸν, καὶ λογισμοῦ τητώμενον τοῦ παν‐ αρίστου καὶ σοφοῦ· ὀνήσει γὰρ κατὰ τίνα δὴ τρόπον ἡ πυρὸς ἡμᾶς φύσις; καὶ δᾷδες ἐν κύκλῳ περιθέου‐ σαι πῶς ἂν ἐξέλοιντο τὸν ἡμαρτηκότα; Χαλκοῦ μὲν
30γὰρ ἤγουν ἑτέρας τοιαύτης τινὸς ὕλης, ἐκτήκει τὸν ῥύπον ἡ πυρὸς βολή. Νοῦ δὲ καὶ ψυχῆς βεβή‐ λωσιν, τίνα τρόπον ἀφανιεῖ; Ἆρ’ οὖν, οὐ γέλωτος ἤδη ταυτὶ, καὶ φληνάφων ἐννοιῶν εὑρέματα; ΠΑΛΛ. Παντάπασι μὲν οὖν.
35ΚΥΡ. Φαίην δ’ ἂν ὡς ἥδιστα τοῖς Ἑλλήνων λογά‐ σιν, οἳ τῶν τοιούτων αἰσχρῶν ἐπιτηδευμάτων εὑρε‐ ταὶ γεγόνασι, καὶ τοῖς ἄλλοις εἰσηγηταί· Τί δὴ ἄρα δρῶντες, ὦ γενναῖοι καὶ σοφοὶ, τὸν μὲν Τιτυὸν ἐκεῖ‐ νον, ὃν ἐκφύναι λέγετε γῆς, εἰς ᾅδου κολάζετε, γῦπας
40αὐτῷ περιιστάντες τῶν ἡπάτων δαιτυμόνας, ὥραν ὅτι γυναίου τεθαυμακὼς ἠῤῥώστησε τὴν ἐπιθυμίαν; Ταντάλῳ δὲ λίθον ἐπηρτῆσθαί φατε, καὶ γλώττης αὐτὸν ἀκολάστου εἰσπράττεσθαι δίκας μυθολογεῖτε τοῖς νέοις; κύκλου δὲ μακραῖς καὶ ἀεικινήτοις περι‐
45στροφαῖς, τὸν Ἰξίονα καταδήσαντες, ποινὴν ἀνατλῆ‐ ναι ἐπὶ τῷδέ φατε, τοῖς ἐξ ἀπάτης ὑμῶν οὐκ ἀπ‐ ᾴδουσαν θεοῖς, σφᾶς δὲ αὐτοὺς καὶ ἑτέρους καίτοι δεινοῖς καὶ ἐκτοπωτάτοις ἐναλόντας κακοῖς, πυρὶ καὶ θαλλοῖς ἀπαλλάττετε, καθάπερ οἴεσθέ που, καὶ τῶν

68

.

444

(50)

ἐγκλημάτων χαρίζεσθε τὴν ἀπόνιψιν, καί τοι ἄγαν κατεγνωσμένοις. Τιτυῷ δὲ, εἰπέ μοι, καὶ τοῖς ἀρτίως ὠνομασμένοις, τὸ ἐν ἐνδείᾳ τάχα που γενέσθαι πυρὸς, σκληρὰν καὶ ἀδιεξίτητον ἐπίθετε δίκην; Καὶ μὴν ὅ γε καθ’ ὑμᾶς κλεπτίστατος καὶ πυρὸς ἀνθρώποις
55διακομιστὴς, τὸν Προμηθέα λέγω, εἴ τίς περ ὅλως
κἀκεῖνος ἦν, τὴν πυρὸς ἐπλούτει χρῆσιν, καὶ πρό γε442

68

.

445

τῶν ἄλλων· ἀῤῥήκτοις δὲ καὶ αὐτὸν ἐνειλῆφθαι δε‐ σμοῖς οἱ παρ’ ὑμῖν ᾄδουσι μῦθοι· καὶ μὴν καὶ γαμψώ‐ νυχας ἐπιπτῆναι αἰγυπιοὺς λέγουσι, καθάπερ ἀμέλει καὶ Τιτυῷ, δεινοὺς καὶ ἀγρίους τοὺς κολαστάς. Δότε
5δὴ, δότε τὴν διὰ πυρὸς κάθαρσιν, οὐχὶ δὴ μόνοις ἐκείνοις, ἀλλ’ εἰ καί τινες ὑμῶν ἢ θυγατράσιν ἑτέ‐ ρων, ἢ γυναιξὶν ἐπιμαίνοιντο, δρῶντες ἃ μὴ θέμις, καὶ οὗτοι πυρὶ τῆς αἰτίας ἀπηλλαγμένοι, συνδιαφευ‐ γόντων τοῖς πταίσμασι τὰς γραφάς· ἀλλ’ ἐφ’ ἑτέροις
10μὲν εὐθὺς δικαστήρια καὶ γραφαὶ, καὶ ἡ τῶν νόμων σαλεύεται μισοπονηρία, ἑαυτοὺς δὲ τὴν πάναισχρον καὶ δυσώδη ζωὴν ἀδιακρίτως ἐπιτηδεύοντας, παντὸς ἀπαλλάττειν οἴεσθε μολυσμοῦ, ψυχροῖς καὶ μειρα‐ κιώδεσιν ἀθύρμασιν ἐξηπατημένοι, καὶ ὑπηρέτας εἰς
15τοῦτο λαμβάνοντες τοὺς ὅτι μάλιστα τῶν ἄλλων μυ‐ σαρωτάτους· οἳ καὶ ὁμοῦ τῷ σχήματι, τὸν ἀνδρο‐ πρεπῆ μεθέντες λόγον, καταβιβάζονται πρὸς τὰ γυ‐ ναικῶν ἤθη τε καὶ τρόπους σώματά τε καὶ γνώμας. Εἶτα τίνα τρόπον ὁ τοιοῦτος ἀφαγνιεῖ; διακείμενοι
20γὰρ ὡδὶ, τοιόνδε τι δράσετε, ὡς εἰ καὶ τὸ τυχόν τις ἐδόκει καταμυρίζεσθαι μὲν, βορβόρῳ δέ τῳ ἀκοσμο‐ τάτῳ κατακεχρισμένος, εἶτα κατορθοῦν οἴοιτο καὶ σφόδρα καλῶς τό γε εἰς νοῦν ἧκον αὐτῷ. ΠΑΛΛ. Εὖ λέγεις· καὶ συναινέσαιμι ἂν ἀληθῆ
25λέγοντί σοι. ΚΥΡ. Καὶ παρίημι μὲν τὴν ἔν γε τούτῳ μωρίαν, καὶ σιγήσω τέως τοὺς τῆς καθάρσεως ὑπουργοὺς, ἐπ’ αὐτὸ δὲ εἶμι τὸ χρῆμα πάλιν· καὶ δὴ καὶ ἐρῶ, ὡς ἀνούστατά τε καὶ ἀμαθέστατα βιοῦν ἑλομένους,
30καταφωράσαιτό τις ἂν τοὺς τῶν δαιμονίων προσκυ‐ νητὰς, καὶ μήτε τὸν τοῦ ἐκσμήξασθαι νοοῦντας τρό‐ πον, μήτε μὴν ἠκριβωκότας, ὅ τί ποτέ ἐστι κατὰ ἀλήθειαν μολυσμὸς καὶ βεβήλωσις· μοιχεῖαί τε γὰρ καὶ τὰ ἔτι τούτων ἀγριώτερα πάθη, ἀῤῥενομιξίαι
35καὶ φόνοι, καταλαλιαὶ καὶ φθόνοι, ψευδομαντεῖαι καὶ δόλοι, ἀπάτη καὶ ψευδορκία, κηλίδες ἂν εἶεν καὶ μο‐ λυσμοὶ ψυχὴν καὶ σῶμα καταμιαίνουσαι, καὶ δυσ‐ απόνιπτον ἔχουσαι τὴν ἐκβολήν. Ἀλλὰ ταυτὶ μὲν οὔτε πῦρ, οὔτ’ ἂν ὑδάτων πηγαὶ διασμήξειαν. Παρ‐
40έντες δὲ, οἶμαί που, καὶ τὸ εἰδέναι μόνον, ὅτι σπι‐ λοῦσι ψυχὴν, καὶ δυσωδίας ἔμπλεω ἀποτελοῦσι τὸν νοῦν, νεκρῶν ἀποφοιτῶσι σωμάτων, καὶ καταμυσάτ‐ τονται τὸ κατεφθαρμένον, τοὺς τῆς φύσεως ἀτιμά‐ ζοντες νόμους. Καὶ μὴν καὶ ἐδωδίμων ὧν ἂν ἕλοιντο
45κατὰ σφᾶς αὐτοὺς συνετῶς καταγινώσκουσι, κἂν εἰ συμβαίη τυχὸν, καὶ οὐχ ἑκόντας θίγειν, εὐθὺς ἀνα‐ θρώσκοντες ἐπὶ τὴν διὰ πυρὸς ἢ ὕδατος ἴενται κά‐ θαρσιν, ὡς ἂν εἰ μόνον ἀπόσχοιντο τούτων, ἅγιοί τε καὶ εἰλικρινεῖς ἐσόμενοι. Ἥττηνται γὰρ ὧδε τῆς δό‐

68

.

445

(50)

ξης, καὶ ἐξεστήκασι φρενῶν, ἐφ’ οἷς ἂν λέγοιτο καὶ σφόδρα εἰκότως· «Οὐαὶ ὑμῖν, ἐξήνιοί τε καὶ ἀμα‐ θεῖς, διυλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον κατα‐ πίνοντες.» Λόγου γὰρ ἀξιοῦντες οὐδενὸς τό γε ὡς ἀληθῶς καταμολύνειν εἰδὸς, καταπεφρίκασι περιτ‐
55τῶς τὰ ἐφ’ οἷς ἄν τις οὐδὲν ὑπομένει τὸ βλάβος.444

68

.

448

Ὥστε καὶ εἴ τις αὐτῶν ἐπὶ τύμβον ἴοι, καὶ τοῖς τῶν τεθνεώτων ἐμβάλλοι σήμασιν, ἱμάτιον ἀποβα‐ λὼν, ψιλοῦται τὴν κεφαλὴν, καὶ αὐτὴν ἀποκείρων ὡς μεμολυσμένην τὴν τρίχα, ὧν ὅτι προσῆκεν ἀπο‐
5φοιτᾷν καὶ παραιτεῖσθαι τὴν μίμησιν, ὁ θεῖος ἡμᾶς ἐπαίδευσε νόμος. Ἔφη γὰρ πάλιν· «Οὐ φοιβήσετε, οὐκ ἐπιθήσετε φαλάκρωμα ἐπὶ νεκρῷ, ἀνὰ μέσον ὀφθαλμῶν ὑμῶν.» Ἑλλήνων γὰρ οἱ λογάδες, Ἀπόλ‐ λωνα μυθολογοῦσι θεὸν, ὃν καὶ Φοῖβον ὀνομάζουσι,
10τουτέστι, καθαρὸν καὶ ἀμίαντον. Τὸν αὐτὸν δὲ εἶναι τῷ ἡλίῳ φασί. Φοιβάζειν οὖν ἔφασκον, καὶ φοιβᾶ‐ σθαι πάλιν, κατὰ συνήθειαν τὴν Ἑλληνικὴν, τὸ κα‐ θαίρειν τε καὶ καθαίρεσθαι, κατά γε τὸ αὐτοῖς δο‐ κοῦν, καὶ τοὺς παρὰ σφίσιν αὐτοῖς νόμους. Ἀπείρ‐
15γει δὴ οὖν ἡμᾶς τὸ θεῖον χρησμῴδημα τῶν οὕτως αἰσχρῶν καὶ ἀκαλλεστάτων ἐπιτηδευμάτων. Οὐ γάρ‐ τοι προσήκει μολυσμὸν ἡγεῖσθαι ψυχῆς, τὸν τῶν σωμάτων θάνατον, οὔτε μὴν οἴεσθαι ταῖς τῶν ὁρώντων καρδίαις ἐναπομάττεσθαι ῥύπον, τὴν ἐπὶ
20νεκρῷ θέαν, οὐδ’ αὖ ἐπὶ τῷδε προσήκει τὴν τρίχα ψιλοῦν. Κομιδῆ γὰρ ἕωλον καὶ τῆς χαμαιζήλου δόξης τὸ χρῆμα μεστόν. Εὖ γε δὴ οὖν ὁ νόμος τὸ, «Οὐ φοι‐ βήσετε,» φησίν· οὐ γὰρ ἡ τοιάδε κάθαρσις ὀνήσει ψυχὴν, ἀδικεῖ δὲ μᾶλλον, καὶ τὴν γνῶσιν παραιρου‐
25μένη τῆς ἐπωφελεστάτης ὁδοῦ, καὶ τῆς τοῦ συμφέ‐ ροντος ἀποκομίζουσα θήρας. Σκεψώμεθα γὰρ ὡδί· Νόμοι παρ’ ἡμῖν τῶν ἐπὶ γῆς κρατούντων εἰσὶ, τὰ πρακτέα καὶ μὴ, τοῖς ἁπανταχοῦ βραβεύοντές τε καὶ ἀποφάσκοντες· ἀλλ’ οὐκ ἄν τις δύναιτο διαφυ‐
30γεῖν τὰς ἐπὶ ταῖς παραβάσεσι δίκας, μὴ οὐχὶ τὸ ἀνεῖσθαι δεῖν τῆς βασιλέως ἡμερότητος ἐφιείσης αὐτῷ. Κατὰ τὸν ἴσον γοῦν τρόπον, ὁ τῶν θείων ἀλο‐ γήσας νόμων, οὐκ ἂν γένοιτο καθαρὸς, μὴ οὐχὶ θείῳ νεύματι τὸ χρῆμα πεπλουτηκώς. Εἰ μὲν γὰρ πυρὸς
35ἢ ὕδατος παραβεβήκαμεν νόμους, καὶ ὁ τῆς ἁμαρ‐ τίας λόγος εἰς ἐκεῖνα βλέπει, ἀπονιπτέτω τὸ ὕδωρ τὴν γραφὴν, κατατηκέτω τὸν ῥύπον τὸ πῦρ, καὶ ἀνιέντων ἐπ’ ἐξουσίας, οἷς ἂν ἕλοιντο τὰ ἐγκλήματα εἰ δὲ ἀληθὴς ὁ λέγων πρὸς τὸν Θεόν· «Σοὶ μόνῳ
40ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα,» εἷς γὰρ ὁ νομοθέτης καὶ κριτὴς, ἀνθ’ ὅτου μεθέντες τὸν τοῦ κολάσαι τε καὶ ἀνεῖναι κύριον, εἰς γραο‐ πρεπεῖς ἐννοίας κατολισθαίνουσι, πυρὶ καὶ ὕδατι νέμοντες τὸ ἀπαλλάττειν δύνασθαι τῶν αἰτιαμάτων
45αὐτούς. Ἄπαγε τῆς δυσβουλίας, ἄνθρωπε, πρόσιθι μόνῳ τῷ κατὰ φύσιν Θεῷ, καὶ ἀκούσῃ λέγοντος εὐθύς· «Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου ἕνεκα ἐμοῦ, καὶ οὐ μνησθήσομαι.» Αὕτη κάθαρσις ἀληθής· τοῦτο λαμπρότης ἡ πνευματική· διεσμή‐

68

.

448

(50)

γμεθα γὰρ ἡμεῖς, πίστει τῇ εἰς Χριστὸν κεκερδα‐ κότες τῆς ἁμαρτίας τὴν ἄφεσιν, ἡγιασμένοι δὲ τῷ λουτρῷ τῆς παλιγγενεσίας, καὶ τὴν θείαν ἑαυτοὺς καταπλουτίσαντες χάριν, τὴν τοῦ θείου Πνεύματος, ὃ καὶ πυρὸς δίκην, οἷά τινα συρφετὸν τὸν ταῖς ἡμετέραις διανοίαις ἐγκατασκήψαντα δαπανᾷ μο‐ λυσμόν. Ἐν Πνεύματι γὰρ ἁγίῳ καὶ πυρὶ βεβαπτίσθαι ἡμᾶς φησι ταύτῃτοι δικαίως ἡ θεόπνευστος
55Γραφή. ΠΑΛΛ. Ἐν μοίρᾳ δὴ οὖν εἰδωλολατρείας λογιού‐
μεθά που καὶ τὴν ἐπὶ τῷδε πλάνησιν;446

68

.

449

ΚΥΡ. Πάνυ μὲν οὖν. Ἀθεότητος γὰρ τὸ χρῆμα μεστόν. Συντάξαιτο δὲ τούτοις καὶ ἐπαριθμοῖτο ἂν εἰκότως, τὸ οἴεσθαι τὰ ἀνθρώπινα τοῖς ἑτέρων διοι‐ κεῖσθαι νεύμασιν, καὶ τῶν καθ’ ἡμᾶς ἀνῆφθαι τὴν
5ἐξουσίαν οὐχ ἡμᾶς αὐτοὺς, ἀλλ’ οὓς ἂν ἕλοιντο μυ‐ θοπλαστεῖν οἱ τῶν οὕτως ἀπιθάνων δογμάτων εὑρε‐ ταί. Εἱμαρμένην γὰρ καὶ Τύχην καὶ Γένεσιν, οὐκ οἶδα ὅπως οἰακοστρόφους ὥσπερ τινὰς ἐφιστάντες τῷ βίῳ, ἕκαστον μὲν ἡμῶν οὐκ εἶναί φασι τῶν πρα‐
10κτέων θελητὴν ἢ κύριον· ἄγεσθαι δὲ καθάπερ ἐξ ἀναγκαίου δεσμοῦ πρὸς τὸ τοῖς κρατοῦσι δοκοῦν. Εἶτα τί ἂν γένοιτό ποτε τοῦ τοιοῦδε ἀλογώτερον; πῶς δ’ ἂν μειζόνων ἠδίκησεν ὁ Σατανᾶς τὸ τῶν ἀν‐ θρώπων γένος, ἢ ὅτε προσῆκεν ὧδε φρονεῖν καὶ δια‐
15λογίζεσθαι διαθείς; πῶς γὰρ ἂν ἔτι βουλεύσαιτο τὰ χρηστὰ, καὶ ἐθελουργὸς ἐπ’ αὐτά τις ἴοι ποτέ; Γεγονὼς δὲ καὶ ἐν τοῖς αἰσχίοσι, καὶ πεφρονηκὼς ἃ μὴ χρὴ, πῶς ἂν ἑαυτὸν αἰτιῷτο καὶ κατατήξας ταῖς λύπαις τὰ ἀμείνω μεταβουλεύσαιτο φρονεῖν τε καὶ
20δρᾷν; Ὥσπερ γὰρ τοῖς τὴν θάλατταν διᾴττουσι καὶ διαπλεῖν ᾑρημένοις πᾶσά πως τοῖς ἐκ πρύμνης ἄγεσθαι ἀνάγκη πνεύμασι, καὶ καταβιάζεσθαι παν‐ ταχῆ πρὸς τὸ τῷ συνωθοῦντι δοκοῦν· οὕτω που πάν‐ τως καὶ ἡμῖν αὐτοῖς παραχωρεῖν ἀναγκαῖον, ἐφ’
25ὅπερ ἂν ἕλοιτο διακομίζειν ἡ Τύχη, καὶ τὰ δυσδιά‐ φυκτα κατ’ ἐκείνους τῆς Εἰμαρμένης πνεύματα. Ἢ οὐκ ὀρθῶς εἰρῆσθαι ταυτὶ καὶ αὐτὸς οἰήσῃ πάλιν; ΠΑΛΛ. Πῶς γὰρ οὔ; ΚΥΡ. Οὐκοῦν ἠλίθιον κομιδῆ, τὸν μὲν ἀγαθὸν καὶ
30ἐπιεικῆ στεφανοῦν ἐπαίνοις, καὶ τιμῆς ἀξιοῦν, τὸν δὲ πονηρὸν καὶ ἀκόλαστον βδελυρὸν ἡγεῖσθαι καὶ διεπτυσμένον. ΠΑΛΛ. Τίνα φῂς τρόπον; ΚΥΡ. Ὅτι, ὦ Παλλάδιε, Γένεσίς τε καὶ Τύχη
35νενικήκασι κατ’ αὐτοὺς, καὶ ἀνεθελήτως ἐπ’ ἄμφω τὸ τρισάθλιον τῶν ἐπὶ τῆς γῆς ἀποφέρουσι γένος. Ἐθελούσιον δὲ παρ’ ἡμῖν οὐδέν. Ἢ γὰρ οὐχὶ τὸ πε‐ φυκός τι κινεῖν καὶ δυνάμενον, αἴτιον ἂν εἴη τοῦ κι‐ νεῖσθαι τοῖς παρ’ αὐτοῦ κινουμένοις;
40ΠΑΛΛ. Φημί. ΚΥΡ. Ἴθι οὖν διά γε τῶν ἴσων ἐννοιῶν ἐπὶ τὰ ἀν‐ θρώπινα, καὶ ἀναμέτρει τὰ καθ’ ἡμᾶς, καὶ ἵν’ ἐσμὲν κακοῦ περιαθρήσῃς εὖ μάλα, εἰ μὴ ταῖς ἑαυτῶν ἐθε‐ λουσίοις ῥοπαῖς, ἢ τὰν, ἢ ἐπὶ τὰν ἴμεν τε καὶ διασπεύ‐
45δομεν, κεκρατήμεθα δὲ ὥσπερ καὶ ὑπενηνέγμεθα τοῖς ἑτέρων ζυγοῖς ἄγειν τε καὶ φέρειν τὰ καθ’ ἡμᾶς, ᾗπερ ἂν ἕλοιντο, δυναμένοις. Τὰ εἰκότα γὰρ ἤδη φρονοῦντες, ἑαυτοῖς μὲν ἔτι τῶν πρακτέων ἀνα‐ θήσομεν οὐδὲν, ἀνάψομεν δὲ μᾶλλον τὰς ἐφ’ ἅπασιν

68

.

449

(50)

αἰτίας, τοῖς ἐφ’ ὁτιοῦν τῶν κατὰ γνώμην αὐτοῖς πηδαλιουχεῖν εἰωθόσιν. Ἀφεστήξει δὴ οὖν ὥσπερ ἐπαίνου παντὸς ὁ δίκαιος, οὕτω καὶ ποινῆς ὁ ἄδικος, καὶ τοῦ κολάζεσθαι δεῖν. ΠΑΛΛ. Ὀρθότατα διανοῇ.
55ΚΥΡ. Εἰκῆ τοιγαροῦν θαυμάζουσιν οἱ τῶν τοιού‐
των δογμάτων εὑρεταὶ Σόλωνά τε τὸν Ἀθήνῃσι,448

68

.

452

Δράκοντά τε καὶ Λυκοῦργον, ὡς παγκάλων μαθημά‐ των εἰσηγητὰς, καὶ νόμους τοῖς Ἕλλησι τοὺς ἀρίστους ἐξευρηκότας. Ποία γὰρ ἐκ τοῦδε λοιπὸν ἡ ὄνησις, εἰ μηδὲν ἐφ’ ἡμῖν, ἀνῆπται δὲ μᾶλλον τὰ ἡμῶν ἑτέροις;
5ἐν ἴσῳ δέ που καὶ ἐν ὁμοίῳ λοιπὸν, τοῖς τοὺς νόμους εἰδόσι, καὶ ὁ τούτους ἠγνοηκὼς, εἰ μὴ μέτεστι δρᾷν τοῖς ἐθέλουσιν ἐλευθέρως, ἃ ἂν ἕλοιντο τυχὸν, ἀδικω‐ τάτους δὲ λίαν τοὺς τῶν νόμων ὑφηγητὰς γενέσθαι φημὶ, καί τοι πλείστην ὅσην δόξαν δικαιοσύνης ἐφ’
10ἑαυτοῖς ᾑρημένους. Χρῆναι γὰρ δὴ νενομοθετήκασιν, οὐκ οἶδ’ ὅπως, τοὺς ῥᾳθυμοῦντας κολάζεσθαι, καὶ πικρὰς τῆς παραβάσεως ἀποτιννύναι δίκας, κανόνας δὲ ὥσπερ τοῖς νέοις καὶ παιδαγωγίας τρόπους ἀξιεπαινετωτάτους παραδεδώκασιν, ἢ ὡς ὂν ἐφ’ ἡμῖν
15αὐτοῖς, τὸ διαβιοῦν ἑλέσθαι σεμνῶς, ἢ οὐκ οἶδ’ ὅ τι πεφρονηκότες. Φαίη δ’ ἂν, οἶμαι, τίς· Εὖγε, ὦ Σόλων, ἐνομοθέτεις τοῖς τότε· ἀλλ’ ἔδει που πάντως προσανα‐ πείθειν τὴν Εἱμαρμένην ἐφεῖναι τοῖς νομοθετουμέ‐ νοις ἃ ἂν βούλοιντο φρονεῖν τε καὶ δρᾷν. Ἐνομοθέτεις
20δὲ οὐ πεπεικώς· ἐγέλας δέ που τάχα καὶ αὐτὸς τὸν μῦθον, καὶ κυρίους ἠπίστασο τῶν πρακτέων ἡμᾶς, τήν τε ἄδικον καὶ τυφλὴν τῶν ἀνθρωπίνων πραγμά‐ των ἀπεσόβεις Τύχην· ἢ γὰρ οὐκ ἂν ᾤου δεῖν, ἄριστον μὲν εἶναι πολίτην ὑπονοεῖν, τὸν εὐσεβῆ τε καὶ νομο‐
25φύλακα, καὶ τῆς εἰς ἄκρον ἐπιεικείας ἀνῆρθαι τὴν δόξαν, ἀχρεῖον δὲ αὖ καὶ τοῖς αἰσχίστοις ἐναριθμού‐ μενον, τὸν ἐῤῥῶσθαι φράζοντα τοῖς εἰς ὀρθότητα συμ‐ βουλεύσουσι διᾴττειν νόμοις;
31ΠΑΛΛ. Ἀστειότατά τε καὶ σφόδρα καλῶς ἔφης. ΚΥΡ. Τί δὲ, ὦ φιλότης; οὐχὶ τὰς παιδαγωγίας καὶ τὰς ὑποθήκας, καὶ μὴν καὶ προκλήσεις τὰς ἐπ’ ἀρετὴν, ἅσπερ ἂν ποιοῖντο πατέρες μὲν ἐφ’ υἱοῖς,
35διδάσκαλοι δὲ ὁμιληταῖς, εἰκαίας εἶναι φήσομεν, εἰ καταστείχειν ἀνάγκη τὴν οὐ κατὰ γνώμην ὁδὸν, καὶ βίου τρίβον ἰέναι τὴν ἀνεθέλητον ἔσθ’ ὅτε; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Εἰ δὲ δὴ καὶ παισὶν ἰδίοις, ἤγουν ἑτέροις τισὶ
40πεπλημμεληκόσιν ἐποτρύνοιτό τις καὶ ὀρθὴν ποιεῖται τὴν ἐπίπληξιν, ἐπαινέσαις ἂν τὸν τοιοῦτον αὐτὸς, ἢ ἄδικον λογιῇ, τοὺς μὲν ἁπάντων ἡμῖν τῶν κακῶν αἰτίους ἀνεπιτιμήτους ἐᾷν οὐκ οἶδ’ ὅπως ᾑρημένους, τούς γε μὴν, ἀνεθελήτως τε καὶ ἐξ ἀνάγκης ἐπὶ
45ταῦτα ἠγμένους ὑποφέρειν ταῖς δίκαις; ΠΑΛΛ. Ἔοικε. Πολὺ γὰρ ἔχει τὸ πιθανὸν ὁ λόγος. ΚΥΡ. Ἔμπλεως δὲ ὅτι δυσσεβείας αὐτοῖς τῆς ἐσχάτης ἡ τοιάδε δόξα, κἀντεῦθεν εἴσῃ τοι· τὸν γὰρ τοῦδε τοῦ παντὸς οἰακοστρόφον ὥσπερ τινὰ καὶ ἐπι‐

68

.

452

(50)

στάτην Θεὸν, τῆς ἐνούσης αὐτῷ κατασείοντες δόξης, καὶ εἰς τοῦτο λοιπὸν ἰόντες θράσους, ὡς τῶν ἰδίων εἰσάπαν ἀλλοτριοῦν αὐχημάτων αὐτὸν, ψήφοις ἰδίαις αὐτοὶ τὸ τῶν καθ’ ἡμᾶς ἀπονέμουσι κράτος, τοῖς εἰς νοῦν ἥκουσιν ἁπλῶς· καί τοι τὴν κτίσιν ἅπασαν οὐκ
55ἀνεπιστατήτοις κινήμασι φερομένην ὁρῶντες εἰς τὰ450

68

.

453

οἰκεῖα. Τί γὰρ οὐκ ἐν κόσμῳ πράττεται τῶν περὶ τὴν κτίσιν; τί δὲ τῶν ὄντων οὐχὶ τὴν ἰδίαν τετήρηκε τάξιν, καὶ μονονουχὶ τὸν ταξίαρχον ἀναφωνεῖ; καὶ ὅτι νόμοις ὑπέζευκται βοᾷ καὶ νεύμασι διοικεῖται
5τοῖς τοῦ κρατεῖν ἰσχύοντος, φημὶ δὴ Θεοῦ. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος· «Τὰ γὰρ ἀόρατα αὐτοῦ,» φησὶν, «ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· διότι γνόντες τὸν
10Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἀλλ’ ἐματαιώθησαν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες, εἶναι σοφοὶ ἐμωράνθησαν.» Πῶς γὰρ οὐκ ἐμωράνθησαν ἕτερ’ ἄττα παρά τε τὸ ἔχον ὀρθῶς, σφίσι τε αὐτοῖς καὶ μὴν καὶ ἑτέροις φρονεῖν συμβουλεύοντες· Καί‐
15τοι τί δή ποτε φαίη τις ἂν τοῖς οὕτως ἀθλίοις ἐπι‐ νήχεσθαι λογισμοῖς, μηδὲ αὐτοῖς ἁνδάνοντος τοῖς παρ’ ὑμῖν ποιηταῖς τοῦ μύθου; Ἀνῆφθαι γὰρ δὴ τῶν πρακτέων τὰς οἰκονομίας, οὐχ ἑτέρους τινὰς, ἀλλ’ ἡμᾶς αὐτοὺς εὖ ἔχειν ἐδόκει. Καὶ γοῦν Ὅμηρος
20μὲν, ἐν οἰκείοις ποιήμασι, τὸν πανάριστον ὑμῶν καὶ ὕπατον Δία τοῖς ἑτέροις ἔφη προσδιειλέχθαι δαίμοσι περὶ τῆς Αἰγίσθου μοιχείας, καὶ τῆς ἐπὶ τῷδε ποινῆς·
25Ὦ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται! Ἐξ ἡμέων γάρ φασι κάκ’ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ Σφίσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχου‐ σιν. Ἀνθ’ ὅτου γὰρ δὴ, φησὶν, ἐπαιτιῶνταί τινες τοὺς θεοὺς
30ὡς παρ’ αὐτῶν ἔχοντες τὰ κακὰ, καὶ οὐχὶ δὴ μᾶλλον τῆς σφῶν αὐτῶν ἁμαρτίας κατακεκράγασιν, ὡς ἐνιείσης αὐτοὺς συμφοραῖς, καὶ ταῖς ὑπὲρ μόρον, τουτέστι, καὶ ταῖς ὑπὲρ Εἰμαρμένην, ἤτοι τὸ τῇ Εἱμαρμένῃ δοκοῦν. Οὐκοῦν εἴπερ ἕλοιτό τις διαβιῶναι
35μὲν ὀρθῶς, εὐβουλοτάτας δὲ καὶ ἐπιεικεστάτας τὰς ἐν τῷδε τῷ βίῳ ποιεῖσθαι διατριβὰς, ὀρθοποδήσει τε καὶ διανήξεται τὰ δεινὰ, γνώμης ἔχων ὀρθῆς καὶ ἀδια‐ στρόφου καρπὸν, τὸ μὴ ἐναλῶναι κακοῖς· καὶ ἀληθὴς ὁ λόγος. Ἐφ’ ἡμῖν γὰρ αὐτοῖς ἐστι, τὸ ἐπ’ ἄμφω
40βλέπειν, πρός τε τὸ ἀγαθόν φημι καὶ τὸ ἐναντίον· καὶ οἱ μὲν ἐν λόγῳ πεποιημένοι, τὸ θαυμάζεσθαι πε‐ φυκὸς καὶ τὴν εἰς ὀρθότητα τρίβον, ἐν καλῷ γενήσον‐ ται τῆς ἀρετῆς· οἱ δὲ ἀποκλίνοντες εἰς τὸ ἐναντίον, καὶ τῶν ἀμεινόνων προθέντες τὸ ἀδικοῦν, αὐτοὶ τὴν
45ἰδίαν καταφθείροντες ζωὴν, ἁλοῖεν ἂν αὐθένται τινὲς καὶ ὀλετῆρες δεινοὶ τῆς σφῶν αὐτῶν κεφαλῆς ἐξεληλεγμένοι. Ὅτι δὲ ἐφ’ ἡμῖν αὐτοῖς τὸ ἐπ’ ἄμφω βλέπειν κείσεται, καθάπερ ἔφην ἀρτίως, καὶ ἀναπε‐ πτωκότες εἰς ἡδονὰς, τῆς τῶν συμφερόντων διαμαρ‐

68

.

453

(50)

τάνομεν θήρας, σαφὲς ἂν γένοιτο, διαβοῶντος ἑτέρου τῶν παρ’ αὐτοῖς ποιητῶν· Εὐριπίδης οὗτος ἦν. Γύναιον μὲν γὰρ ἐπὶ σκηνῆς ἀῤῥωστοῦν ἐποίει τὴν ἀκό‐ λαστον ἡδονὴν, εἶτα οὐκ οἶδ’ ὅπως φιλοσοφοῦν ἔδειξε, καὶ λέγον·
55Τροιζήνιαι γυναῖκες, αἳ τόδ’ ἔσχατον
Οἰκεῖτε χώρας Πελοπείας προνώπιον,452

68

.

456

Ἤδη ποτ’ ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ Θνητῶν ἐφρόντις’, ᾗ διέφθαρται βίος. Καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν Πράσσειν κάκιον· ἔστι γὰρ τὸ εὖ φρονεῖν
5Πολλοῖσιν. Ἀλλὰ τῇδε ἀθρητέον τόδε· Τὰ χρήστ’ ἐπιστάμεθα καὶ γινώσκομεν, Οὐκ ἐκπονοῦμεν δὲ, οἱ μὲν ἀργίας ὕπο, Οἱ δ’ ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ Ἄλλην τιν’. Εἰσὶ δ’ ἡδοναὶ πολλαὶ βίου,
10Μακραί τε λέσχαι, καὶ σχολὴ, τερπνὸν κακόν. Συνίης ὅπως οὐ Τύχην, οὐ Γένεσιν, οὐχ Εἱμαρ‐ μένην τοῖς ἀρχαιοτέροις αἰτιᾶσθαι δοκεῖ, ὡς ἐξωθοῦ‐ σαν ἡμᾶς σὺν βίᾳ τῆς ἐγνωσμένης ὀρθότητος, καὶ ὧν ἂν μάθοιμεν εἶναι χρηστῶν; Διέφθαρται γὰρ ὁ
15βίος τῶν ἐπὶ τῆς γῆς, φησὶν, οὐ κατὰ γνώμης φύσιν, τουτέστιν, οὐχ ὅτι πονηρὰν ἔχουσι κατὰ φύσιν τὴν γνώμην· ἀλλ’ ὅτι μὴ ἐκπονεῖν ἐθέλουσι τὰ ἐγνωσμένα χρηστά. Καὶ τίς ἡ τοῦδε πρόφασις· Ἢ γὰρ ὄκνος, φησὶν, ἐπέδησε πρὸς ἀργίαν, ἤ τις τῶν κατὰ τὸν
20βίον ἡδονῶν ἀντεισδραμοῦσα, φησὶ, καὶ τοῦ συμφέ‐ ροντος ἀντανίσχουσα, τῆς τῶν ἀναγκαίων ἀπεκόμιζε θήρας, καὶ ἀπεβουκόλησε τὸν νοῦν, λειοτέραν ἀπο‐ φαίνουσα τὴν εἰς ῥᾳθυμίαν ὁδόν. Μυρία δὲ ἂν τού‐ τοις ἐπεσωρεύσαμεν τῶν παρ’ αὐτοῖς, καὶ ῥᾷστά γε
25δή. Τὸ δὲ ἀποχρῶν, ὅτι τοῖς ἀκροωμένοις ἡδὺ, τίς ἂν ἐνδοιάσαι; τοιγάρτοι καὶ διωσόμεθα τοῦ λόγου τὸν ὄχλον. ΠΑΛΛ. Ὀρθῶς ἔφης. Ἀλλ’ εἰ βούλει, φασὶ, ταῦτα δὴ μέθες. Διανοοῦ δὲ ὅπως ἀπολογήσῃ σοφῶς, εἴπερ
30ἔροιντό τινες, τίς ἂν νοοῖτο τυχὸν ὁ λόγος τῆς ἐν ἡμῖν ἀνισότητος, καὶ τοῦ ἄνω τε καὶ κάτω παρ’ ἀξίαν ἔσθ’ ὅτε. Εὐημεροῦντα μὲν γὰρ καὶ πλου‐ τοῦντα τὸν πονηρὸν καταθεῷτό τις ἂν, ἔν γε τοῖς ἐναντίοις γεγονότα πολλάκις τὸν ἐπιεικῆ, καὶ τῶν
35εἰς λῆξιν ἡκόντων ἐπαίνων ἔμπλεω. ΚΥΡ. Δυσέποπτον ἀληθῶς καὶ δυσέφικτον κομιδῆ τὸ χρῆμά ἐστιν, ὦ Παλλάδιε, καὶ τὸ ταυτὶ δὴ βού‐ λεσθαι πολυπραγμονεῖν φαίην ἂν ἔγωγε τῶν τῆς ἀνθρωπότητος μέτρων ἐπέκεινά τε καὶ ἀνωτάτω.
40Θείοις γὰρ κρίμασι παραχωρεῖν ἀναγκαῖον· καὶ εἴπερ ἑλοίμεθα φρονεῖν ὀρθῶς, μόνῳ δὴ, μόνῳ τῷ ὑπερτάτῳ καὶ ἀκηράτῳ νῷ τῆς οἰκονομίας τὴν γνῶσιν ἀνάπτοντες, πρὸς τὰ ἐν χερσὶ βαδιούμεθα, ἃ καὶ σὺν βίᾳ μόλις πρὸς ἡμῶν εὑρίσκεται, κατὰ τὰς
45Γραφάς. Ἐπειδὴ δὲ οἶμαι δεῖν κατὰ τὸ ἐγχωροῦν ἐπαμύνειν ἡμᾶς τῷ λόγῳ, φέρε καὶ ἡμεῖς ἐπ’ ἐκεῖνο ἴωμεν. Ἕωλον ἀρτίως τῶν ἀθέων τὴν δόξαν ἀπηλέγχομεν, οὐκ ἐξαγωνίοις χρώμενοι λογισμοῖς, ἀλλ’ ἐξ ἀναγκαίων ἐννοιῶν ἀποφαίνοντες, ὅτι τῆς

68

.

456

(50)

ἀνθρώπου διανοίας οὐ γένεσις ἔχει τοὺς οἴακας, ἀλλ’ οὐδ’ Εἱμαρμένης ἡμῖν σκληρός τε καὶ δυσδιά‐ φυκτος ἐπέῤῥιπται ζυγὸς, ἀλλ’ ὅτι κυρία τῶν ἐν αἱρέσει πρακτέων ἡ ἑκάστου γνώμη, καὶ ἐφ’ ἡμῖν αὐτοῖς τὸ ἑλέσθαι δρᾷν τὸ δοκοῦν, εἴτ’ ἀγαθὸν, εἴτε
55φαῦλον. Καταλογισαίμην γὰρ ἔγωγε τῆς εὐημερίας454

68

.

457

τοὺς τρόπους κατά γε τὸ τοῖς ἱεροῖς Γράμμασιν εὖ ἔχειν ὑπειλημμένον, οὐκ ἐν οἷς τὸ βδελυρὸν καὶ γήϊ‐ νον δὴ τουτὶ σπαταλᾷ σαρκίον, ἀλλ’ ἐφ’ οἷς ἂν γέ‐ νοιτο τῆς αἰωνίου ζωῆς μεταλαχεῖν δύνασθαι τὴν
5ὑπὲρ σῶμα ψυχήν· εἶεν δ’ ἂν, οἶμαι, ταυτὶ, τὰ εἰς ἀρετὴν σπουδάσματα, καὶ ἡ ἐν πίστει τε καὶ ἔργοις λαμπρότης. Εἰ μὲν οὖν οὐ μέτεστι τοῖς ἐθέλουσι σωφρονεῖν, κἂν εἰ φαῦλοί τινες εἶεν, εἴτ’ οὖν ἀγαθοὶ τοὺς τρόπους, ἡκόντων εἰς μέσον οἱ διελέγξοντες.
10Εἰ δὲ ἐν αἱρέσει κειμένου τοῦ κατορθοῦν ἐλευθέρως, ἃ ἂν βούλοιτό τις, καὶ ἐνὸν ἅπασι μετ’ ἐξουσίας τὸ εὐημερεῖν ἑλέσθαι πνευματικῶς, καὶ τῆς ἄνωθεν εὐ‐ κλείας ἐν ἴσῳ μεταλαχεῖν, πλεονεκτοῦσί τινες, ἢ ἐν πλούτῳ τὰς ὑπεροχὰς, ἢ ἐν δοξαρίοις ἔχοντες κοσμι‐
15κοῖς, μὴ τοῦτο ἡμᾶς πρὸς ἀθέους τινὰς καὶ τῆς ἀληθοῦς γνώσεως ἐκμεμοχλευμένας ἀποκομιζέτω δόξας, ὡς οἴεσθαι τοῖς καθ’ ἡμᾶς, Εἱμαρμένης καὶ Τύχης ἐπιτεθεῖσθαι ζυγόν. Ἀλλὰ γραφέσθω μέν τις, εἰ βούλεται, τῶν ἐν πλούτῳ τὰς πλεονεξίας
20ἴδιον ὥσπερ πεποιημένων ἀγαθὸν, τὸ πᾶσι κοινὸν, εἰ λόγος ἀπῆν ὁ πλεονεξίας. Πολυπραγμονείτω δὲ μᾶλλον τοῦ πεποιηκότος τὴν βούλησιν· ἐν ἴσῃ γὰρ τάξει τὰ καθ’ ἡμᾶς οἰκονομεῖσθαί τε καὶ ὁρᾶσθαι θέλων, πλουσίοις μὲν παραγγέλλει τὸν συναχθέντα
25πλοῦτον ἀπεμπολᾷν, καὶ ταῖς τῶν πτωχευομένων διανέμειν χρείαις, δόξης δὲ καὶ ὑπεροχῆς οὐκ ἐφίησιν ἐρᾷν. Ὅτι δὲ τὴν ἰσότητα τοῖς ἐπὶ γῆς βραβεύει Θεὸς, χαλεπὸν οὐδὲν συνιδεῖν καὶ ἐξ αὐτῆς ἡμᾶς τῆς τοῦ σώματος κατασκευῆς. Οὐ γὰρ οἶδεν ἡ φύσις, τὸν
30ἐν πενίᾳ καὶ πλούτῳ, τὸν δυσγενῆ καὶ λαμπρὸν, τὸν εὐγενῆ καὶ κατεῤῥιμμένον, καὶ τὸν ἐν δόξῃ τῇ κατὰ τόνδε τὸν βίον· ἀλλ’ ἴση διὰ πάντων ἀπροσω‐ πολήπτως ἔρχεται, τοῖς αὐτοῖς ἀποτελοῦσα μορίοις ἕκαστον εἰς τὸ ἀρτίως ἔχον σχῆμά τε καὶ κάλλος·
35καὶ μία μὲν ὁδὸς ἡ πάντων εἰς γένεσιν, μία δὲ ζωῆς ἀπόθεσις, οὐ τὸν μὲν ἀνιεῖσα βρόχων, τὸν δὲ εἴσω ποιουμένη τυχὸν, ἀλλὰ σκληρόν τε καὶ ἀνεξίτητον παντὶ τῷ πεποιημένῳ τὸ τέλος ἐπάγουσα. Ἆρ’ οὖν, εἰπέ μοι, δυσκάτοπτον ἔτι, μᾶλλον δὲ οὐχὶ παντί τῳ
40λοιπὸν ἐναργὲς, ὅτι τῆς θείας βουλῆς ὁ σκοπὸς, τὸ ἐν ἰσότητι ζῇν τοὺς ἐπὶ γῆς; Ἄκουε δὲ λέγοντος, εἰ δοκεῖ, καὶ δι’ ἑνὸς τῶν προφητῶν· «Οὐχὶ Θεὸς εἷς ἔκτισεν ἡμᾶς; οὐχὶ Πατὴρ εἷς πάντων ἡμῶν; τί ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ;» Οὐκοῦν
45εἰ τὸ τῷ πεποιηκότι δοκοῦν παραλύουσί τινες, ἐθελού‐ σιον ἔχοντες ἐφ’ ὅπερ ἂν ἕλοιντο τῶν πρακτέων τὴν ῥοπὴν (τετίμηκε γὰρ ἐλευθερίᾳ τὴν φύσιν ὁ Δημιουρ‐ γὸς), οὐδὲν πρὸς τὸν λόγον, ἐπεί τοι καὶ νόμων τῶν καθ’ ἡμᾶς ὑπερορῶσί τινες. Ἀλλ’, οἶμαί γε δὴ, κατα‐

68

.

457

(50)

ψέξειεν ἂν οὐδεὶς, εἴ γε νοῦν ἔχοι, τῶν νόμων τοὺς ὁριστὰς, ἐπαιτιῷτο δ’ ἂν μᾶλλον καὶ σφόδρα εἰκό‐ τως τοὺς ὑπερφρονεῖν ἑλομένους τῶν ἀναγκαίων. Ὅταν τοίνυν πλημμελοῦντες λέγωσί τινες· Ἐδόκει που τάχα τῇ Τύχῃ, καὶ, Εἰμαρμένης ἦν οὗτος ἐπ’
55ἐμοὶ σκοπὸς, τίς ὁ λῆρος, ὦ οὗτοι, καὶ πρός γε ἡμῶν λελέξεται; Τί δὲ δὴ γράφεσθε τὸ μηδὲν, τῆς
σφῶν αὐτῶν ἐλαφρίας οὐ κατεγνωκότες; Ἀλλ’ ἥ γε456

68

.

460

θεία Γραφὴ παραφωνήσει τὸ ἀληθὲς τοῖς μὴ ὀρθο‐ ποδεῖν ᾑρημένοις· «Ἀφροσύνη ἀνδρὸς λυμανεῖται τὰς ὁδοὺς αὐτοῦ· τὸν δὲ Θεὸν αἰτιάσεται τῇ καρδίᾳ αὐτοῦ.» Ἀληθοῦς οὖν ἄρα διημαρτήκασι δόξης οἱ
5Γένεσίν τε καὶ Εἰμαρμένην καὶ Τύχην εὐδιαῤῥίπι‐ στον τοῖς καθ’ ἡμᾶς ἐπιστήσαντες, καὶ οὐχὶ δὴ μᾶλλον Θεῷ προσνέμοντες τὴν τῶν πραγμάτων οἰ‐ κονομίαν· καίτοι λέγοντος τοῦ Χριστοῦ· «Οὐχὶ δύο στρουθία ἀσσαρίου ἑνὸς πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν
10οὐ πεσεῖται ἐπὶ τὴν γῆν, ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Ὑμῶν δὲ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσί. Μὴ οὖν φοβεῖσθε· πολλῶν στρου‐ θίων διαφέρετε ὑμεῖς.» Προνοεῖ μὲν γὰρ τῶν ἐπὶ τῆς γῆς ὁ Δημιουργὸς, ἑκάστῳ γε μὴν ἐφίησι καὶ
15δρᾷν τὸ δοκοῦν, καὶ ἣν ἂν βούλοιτο βαδίζειν ὁδόν. Ἐπειδὴ δὲ ἠῤῥώστησε τὴν παρατροπὴν τὸ ἐπὶ τῆς γῆς γένος, νόμον εὐθὺς εἰς βοήθειαν δέδωκε, κατὰ τὸ γεγραμμένον. Σφαλερὸν οὖν ἄρα παντί τῳ λοιπὸν τὴν εἰς Χριστὸν πίστιν εἰσδεδεγμένῳ, καὶ τὴν ἀρ‐
20χαίαν ἐκείνην διελάσαντι πλάνησιν, τὸ γραώδεσι μύθοις ἀποφέρεσθαι πρὸς ἃ μὴ δεῖ, καὶ τῆς ὑγιοῦς ἀποκομίζεσθαι δόξης, ὡς τόδε τὸ σύμπαν, ἤτοι τὸν ἄνθρωπον, ἡνιοχεῖν οἴεσθαι Τύχην τε καὶ Εἱμαρμέ‐ νην, τὰς οὐκ οὔσας ὅλως.
25ΠΑΛΛ. Σφαλερώτατον. Καταθήξει γὰρ ἂν ὁ τοιοῦ‐ τος πάντη τε καὶ πάντως ἐφ’ ἑαυτῷ τὸν κριτήν. ΚΥΡ. Τί δέ; οὐ πάναισχρον εἶναι φὴς καὶ ἀγχίθυ‐ ρον ἀληθῶς τοῖς τοιοῖσδε κακοῖς τὸ ἡμέρας ἐπιτη‐ ρεῖν, καὶ ὥρας, καὶ καιροὺς, καὶ ἐνιαυτοὺς, αὖξίν τε
30καὶ φθίσιν τοῦ σεληνιακοῦ κύκλου; ΠΑΛΛ. Καὶ μάλα. Σαφέστατα γὰρ τοῖς ἐξ ἐθνῶν ἀνασεσωσμένοις ἔγκλημα ποιεῖται τὸ χρῆμα, λέγων ὁ θεσπέσιος Παῦλος· «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ
35γνόντες τὸν Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλαι ἄνωθεν δουλεύειν θέλετε; ἡμέ‐ ρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ ἐνιαυτοὺς, καὶ καιρούς· φοβοῦμαι ὑμᾶς, μή πως εἰκῆ κεκοπίακα
40εἰς ὑμᾶς.» ΚΥΡ. Ἡ ὡρῶν ἄρα καὶ ἡμερῶν ἐπιτήρησις, προσθείην δ’ ἂν ὅτι καὶ ἡ καιρῶν, ἀνάρμοστος παν‐ τελῶς τοῖς τὸν ἕνα τε καὶ φύσει Θεὸν οὐκ ἠγνοηκόσι, μᾶλλον δὲ τοῖς ὑπ’ αὐτοῦ διὰ πίστεως ἐγνωσμένοις,
45καὶ εἰς οἰκειότητα κεκλημένοις τὴν διὰ τῆς χάριτος· ὑπονοστεῖ γὰρ ἀνόπιν, τὸ ἐν Χριστῷ καύχημα με‐ θεὶς, ὁ τοῦτο δρᾷν ᾑρημένος· καὶ φιλελεύθερον μὲν οὐκέτι τὸν οἰκεῖον διεσώσατο νοῦν, φληνάφως δὲ μᾶλλον τὸν τῆς ἀρχαίας πλανήσεως ὑποτρέχει ζυγὸν,

68

.

460

(50)

τοῖς τοῦ κόσμου στοιχείοις τιμὴν ἀπονέμων, ἥνπερ ἂν ἔχοι Θεὸς, καὶ ταῖς ἀνωτάτω στεφανῶν εὐκλείαις τὰ κεκλημένα πρὸς γένεσιν τοῖς τοῦ πεποιηκότος νεύμασι. Στοιχεῖα δὲ κόσμου φησὶ τὰ οἱονεὶ μόρια τοῦ παντὸς, καιρούς τε καὶ μῆνας, καὶ τὰς τούτων
55ἀναμετρήσεις, διά τε ὡρῶν καὶ ἡμερῶν ἀποτελουμέ‐458

68

.

461

νας. Συνεχῆ γὰρ ὄντα τὸν χρόνον, καὶ ἀείῤῥυτον ἔχοντα τὴν εἰς τὸ πρόσω φορὰν, ταῖς τῶν καιρῶν, ὡρῶν τε καὶ ἡμερῶν οἱονεί πως διὰ μέσον παρεγκο‐ παῖς καὶ ἀνακυκλήσεσι ταῖς εἰς αὖθις αὖ μέτροις τε
5καὶ ἀριθμοῖς ὑπέταξε Θεός. Ἔδει γὰρ, ἔδει τοῖς οὐκ ἄναρχον ἔχουσιν εἰς τὸ εἶναι διεκβολὴν, καὶ ὅσον οὐ‐ δέπω πρὸς τὸ τῆς ἰδίας ζωῆς ἀφιξομένοις τέλος, καὶ χρόνου τοῦ τοιοῦδε τυχὸν, ἀρχομένου τε, φημὶ, καὶ λήγοντος, καὶ τοῖς οὐκ οὖσιν ἀεὶ τὴν οἰκείαν ὥσπερ
10συγκαθιστάντος φύσιν. Εἰσκεκομισμένου τοιγαροῦν οὐδενὸς ἑτέρου τοῖς ἐπὶ τῆς γῆς διά τε καιρῶν, ὡρῶν τε καὶ ἡμερῶν, πλὴν ὅτι καὶ μόνης τῆς ἐν κύκλῳ διαδρομῆς καὶ ἀναμετρήσεως ἀκριβοῦς, τί μυθοπλαστοῦσί τινες ἃ καὶ γελοῖον ἐννοεῖν; καὶ τὰς
15μὲν τῶν ὡρῶν ἀγαθοεργοὺς, τὰς δὲ, οὐ τοιαύτας εἶναί φασι, καὶ ἀκριβῆ λίαν ποιοῦνται τὴν ἐπιτήρη‐ σιν, αὐταῖς ἀπονέμοντες τὸ ἐπάγειν δύνασθαι τό τε εὐημερεῖν καὶ τὸ ἐναντίον, οἷς ἂν ἕλοιντο τυχὸν, ἢ οἷς ἂν αὐτὰς ἀνάγκη συμβαίνειν; Ἆρ’ οὖν οὐχὶ
20λῆρός τε ἤδη ταυτὶ καὶ φρενοβλάβεια δεινὴ, πάγη δέ τις διαβολικὴ φιλοκακούργως ἐσκευασμένη; ΠΑΛΛ. Φημὶ, καὶ ἔστιν ἐναργές. ΚΥΡ. Ὥσπερ γὰρ ἐλέγομεν, ὅτι Μοίραις τε καὶ Τύχῃ καὶ ἀλλοτρίοις νεύμασι τὰ καθ’ ἑαυτοὺς ἡμᾶς
25ἀνάπτειν ἀνέπειθον, εἰκαῖον ἡμῖν ἀποφαίνοντες τὸ ἐπιμελὲς, καὶ μερίμνης ἀποκομίζοντες τῆς ὑπὲρ σφῶν αὐτῶν· οὕτω κἀνθάδε τὴν αὐτὴν ἡμῖν ἐξαρ‐ τύοντες πλάνησιν, καθάπερ ἐξ ἀναγκαίου ζυγοῦ τὰ ἐξ ἡμερῶν καὶ ὡρῶν ἐπηρτῆσθαί φασι, τοῖς ἐπὶ τῆς
30γῆς, δυσδιάφυκτον ἔχοντα τὴν διεκδρομήν· καὶ τόγε παράδοξον (γραοπρεπὴς μὲν γὰρ ὁ τοιόσδε μῦθος), ὕθλοις δὲ τοῖς περὶ τούτων νηρίθμους ὁρῶντες ἑπο‐ μένας τὰς ἀποτεύξεις, οὐ χαρίζονται τῇ πείρᾳ τὸ διελέγχειν δύνασθαι τὸν φενακισμόν· φαυλότητα δὲ
35καταγράφοντες ὡρῶν τε καὶ ἡμερῶν, καὶ ταῖς εἰς τὸ μεῖον καταδύσεσι τοῦ σεληνιαίου κύκλου τὴν αὐ‐ τὴν ἐπάγοντες ψῆφον, ὅ τί ποτε ἄρα φαῖεν ἄν. Εἰ δὴ βούλοιτό τις ἐν ὥρᾳ μιᾷ καὶ ἐν ἡμέρᾳ τυχὸν, τοὺς μὲν ὄντας ἐν εὐημερίαις, τοὺς δὲ ταῖς ἐσχάταις
40ἐναλόντας συμφοραῖς, ἀπαριθμεῖσθαι καὶ λέγειν, καίτοι τὸ φύσει φαῦλον παντί τῳ γένοιτ’ ἂν ὁποῖον εἶναι καὶ πέφυκεν· εἴπερ οὖν ἐστιν ὥρα τε καὶ ἠὼς τοῖς ἐπὶ γῆς ἐπιζήμια, τί μὴ εἰς πάντας ἐν ἴσῳ τὰ ἐξ αὐτῶν διαστείχει βλάβη· ἀλλ’ οἱ μέν εἰσιν
45ἐν τοῖς ἄγαν εὐκταιοτάτοις, οἱ δὲ διολώλασιν ἔσθ’ ὅτε, καὶ τοῦ πρὸς λῆξιν ἰόντος ἔμπλεω κακοῦ, μῦθος τῷ βίῳ γεγόνασι, καὶ σκηνῆς ὑπόθεσις τραγικῆς; Ἀλλ’ ἔστιν ἰδεῖν τοῖς γε ἀκριβῶς ἐθέλουσι τὸ ὅτι μάλιστα λυσιτελὲς εἰδέναι τε καὶ ἐκπονεῖν, ὅτι κατὰ τὴν αὐ‐

68

.

461

(50)

τὴν ἡμέραν τε καὶ ὥραν τυχὸν, ὁ δεῖνα μὲν ἥλω μοι‐ χείας ἢ φόνου καὶ πικρὰς τοῖς δικάζουσιν ἀποτιννύει τὰς δίκας, ὁ δεῖνα δὲ αὖ σωφροσύνης τε καὶ κοσμιό‐ τητος καὶ τῆς ὑπὲρ ἄγαν ἐπιεικείας ἐπαίνοις ἐντρυφᾷ. Ἀλλ’ οὔτε τὸν ἀκόλαστον ἀπείρξειεν ἂν ἡμέρα τε καὶ
55ὥρα σωφρονεῖν, οὔτε μὴν τὸν ἐπιεικῆ καὶ κόσμιον, κα‐ ταθήξειεν ἂν εἰς ἀκοσμίαν καὶ ἀκολάστους ἡδονάς·
γνώμη δὲ μᾶλλον ἡ ἐλευθέρα πρὸς πᾶν ὁτιοῦν, καὶ460

68

.

464

ἀνειμένη ῥοπὴ, τὸν μὲν ἐν ἐκείνοις, τὸν δ’ αὖ ἐν τού‐ τοις γενέσθαι παρεσκεύασεν. Οὐκοῦν ἐν ἡμῖν, καὶ οὐκ ἐν ταῖς τῶν καιρῶν ποιότησι φυσικαῖς, τότε διευ‐ θυμεῖσθαι ἔστι, καὶ τὸ μὴ οὕτως ἔχον.
5ΠΑΛΛ. Ἔοικεν. Εὐθὺς γὰρ ὁ λόγος. ΚΥΡ. Ἐκδεδίασι δὲ ὅτι μάλιστα τήν τε πέμπτην καὶ ὀγδόην ἡμέραν, καὶ προφασίζονται μὲν προφά‐ σεις ἐν ἁμαρτίαις, λελήθασι δὲ τῶν ἀρτιφρόνων οὐ‐ δένα ψυχροῖς καὶ γραώδεσιν ἐπινηχόμενοι λογισμοῖς·
10ἐριννύων γάρ τινων γένεσιν καὶ δαιμονίων ἀνάδειξιν, ἃ καὶ τῶν ἄλλων ἐστὶν ἀγριώτερα, ποινάς τε καὶ δίκας, καί τινα πρὸς τούτοις ἕτερα, φληνάφως αὐταῖς ἐπιπλέκοντες, οὐκ ἐρυθριῶσιν οἱ τάλανες. Εἰ δὲ δὴ καὶ ὑπονοστήσειεν ἐπὶ τὸ μεῖον ὁ πρὶν πλησιφαὴς
15ὢν ἤδη τῆς σελήνης κύκλος, διατορνεύει γὰρ ὧδε τῶν μηνιαίων διαστημάτων τὸ ἀνακύκλημα φθίνουσά τε καὶ αὔξουσα κατά γε τὸ τεχνησαμένῳ δοκοῦν· κατα‐ λήγουσι μὲν ἔργου παντὸς, ὑπερτίθενται δὲ καὶ ἀπο‐ δημίας πάντη τε καὶ πάντως συμφθίνειν οἰόμενοι
20τῷ στοιχείῳ τὰ καθ’ ἡμᾶς, καὶ ταῖς εἰς τὸ μεῖον ὑποστροφαῖς συνεκτήκεσθαι τὰ ἀνθρώπινα. Ἀλλ’ εἰ χρή τι ταῖς ἐκείνων ἀσυνεσίαις ἐπιμειδιῶντας εἰπεῖν, τὸν ὀστρείοις πρέποντα καὶ τοῖς τῶν λαχάνων ἀτυ‐ χεστάτοις εἰσδέχονται φόβον. Σώματα μὲν γὰρ τὰ
25τοιάδε τυχὸν ἤγουν τὰ ἔτι μείζω τε καὶ προφερέστερα, πασχέτω φυσικῶς τὴν συναίσθησιν, καθ’ ὃν οἶδεν ὁ Δημιουργὸς λόγον· ἐπισφαλὴς γὰρ ἐν τούτοις ἡ βά‐ σανος, καὶ οὐκ ἀκερδὲς τὸ ἄπραγμον, διανοίας δὲ ἀνθρωπίνης ἀφεστήξει πολὺ καὶ μακράν που τὸ χρῆμα
30κείσεται. Εἰ γὰρ καὶ φθίνει τυχὸν τὸ στοιχεῖον, ἀλλ’ ὅ γε σώφρων καὶ ἐμμελὴς οὐδὲν ἧττον ἔσται τοιοῦτος, καὶ οὐκ ἂν ταῖς ἐκείνου συνιζήσει αὐγαῖς ἐπὶ τὸ μεῖον ὁ νοῦς, οὐδ’ ἂν μεταθεῖτο τῶν πραγμάτων ἡ φύσις ἐπὶ τὸ αἴσχιόν τε καὶ ἄμεινον ταῖς τοῦ στοιχείου δυ‐
35νάμεσι κατηναγκασμένη. Ἀεὶ γάρ πως συμπαρο‐ μαρτεῖ τοῖς μὲν τῶν ἀρίστων δημιουργοῖς τὸ χρῆναι μεταλαχεῖν παντὸς ἀγαθοῦ, τοῖς γε μὴν τῶν φαύλων ἐργάταις, τὰ αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατα. Θαυμάζω δὲ ὅτι φθινούσης σελήνης, καὶ εἰς τὸ τοῦ
40μηνὸς διερπούσης τέλος, χρήσταις μὲν οὖσιν αὐτοῖς καὶ ἄγαν ἐρασιχρημάτοις αὐξάνουσιν οἱ τόκοι, καὶ ἁδρότερα τῶν δεδανεικότων ἀποτελεῖται τὰ βαλάν‐ τια, συγκατισχνοῦσθαι δὲ τῷ στοιχείῳ καὶ συναῤῥω‐ στεῖν ἀναγκαίως τὰ ἕτερα τῶν πραγμάτων, οὐκ οἶδ’
45ὅπως ὑπειλήφασιν. Ἢ οὐκ εἶναι φὴς γελοιότητός τε καὶ ἀσυνεσίας ἔμπλεω ταυτί; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Τὸ μὲν τοῖς οὕτως φληνάφως ὑπειλημμένοις μακροὺς ἀντεξάγειν λόγους, εἰκαῖον οἶμαί που. Νοσεῖ

68

.

464

(50)

γὰρ ἐξ ἑαυτῶν, κἂν εἰ μή τις λέγοι, τὸ ἀκαλλές. Ἴωμεν δὲ μᾶλλον ἐπ’ ἐκεῖνο νυνί. ΠΑΛΛ. Τὸ ποῖον; ΚΥΡ. Καταμυσάττεσθαί μοι δοκεῖ τήν τε πέμπτην καὶ ὀγδόην ἡμέραν ὁ Σατανᾶς, καὶ τὴν τῆς σελήνης
55ἐκ πλησιφαοῦς ἀνόπιν ὁδὸν, ἤτοι τῆς συνόδου τὸν462

68

.

465

καιρὸν, τουτέστι, τὴν τεσσαρεσκαιδεκάτην, δι’ αἰτίαν τοιαύτην, κἂν εἰ παμποίκιλος ὢν καὶ δριμὺς εἰς κα‐ κουργίαν, ἑτέρας αὐτοῖς ἐπιπλέκει τὰς ἀφορμάς· τοὺς γάρ τοι καιροὺς ἤτοι τὰς ἡμέρας, ἐν αἷς αὐτὸν
5τῆς καθ’ ἡμῶν τυραννίδος ἀπολισθεῖν συμβέβηκεν, ἐπιλάμψαντος ἡμῖν τοῦ Μονογενοῦς ἐν ἀνθρωπείᾳ μορφῇ καὶ ἐν εἴδει τῷ καθ’ ἡμᾶς, τάχα που καὶ ἐν ψιλαῖς ἐννοίαις ἑλεῖν οὐκ ἀνέχεται. ΠΑΛΛ. Πῶς δὴ φής;
10ΚΥΡ. Οὐ γὰρ, ὦ Παλλάδιε, πέμπτος ἡμῖν ἀπαρι‐ θμεῖται καιρὸς, ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας; ΠΑΛΛ. Συνίημι ὃ φὴς, ἀπό γε τῆς εὐαγγελικῆς παραβολῆς. Ἐξεληλυθέναι γὰρ ἔφη Χριστὸς, τὸν τοῖς ἐργάταις εἰς τὸν ἀμπελῶνα μισθούμενον, περὶ
15ὥραν πρώτην, τρίτην τε καὶ ἕκτην, καὶ ἐννάτην καὶ ἑνδεκάτην, τουτέστιν, ἐν τῷ τελευταίῳ καιρῷ, καθ’ ὃν ἐπεφάνη τε καὶ ἐπέλαμψεν ἡμῖν. ΚΥΡ. Νουνεχέστατά γε καὶ λίαν ὀρθῶς εἴρηκας. Τί δέ; οὐχὶ τῇ πέμπτῃ τοῦ Σαββάτου παραδεδόσθαι
20φαμὲν αὐτὸν, καὶ εἰς ἀρχὰς ὥσπερ ἥκειν τῆς ὅλης οἰκονομίας, δι’ ἧς οἱ πάντες ἀνασεσώσμεθα, τὸν σω‐ τήριον ὑπὲρ ἡμῶν ἀνατλάντος σταυρὸν τοῦ δι’ ἡμᾶς ἐνηνθρωπηκότος; ΠΑΛΛ. Καὶ μάλα.
25ΚΥΡ. Κατήργηκε δὲ τὸν θάνατον, καὶ ἀνεβίω πά‐ λιν, σκυλεύσας τὸν ᾅδην, οὐκ ἐν ὀγδόῃ, τουτέστι, τῇ μιᾷ τῶν Σαββάτων, ΠΑΛΛ. Οὐκ ἀμφίβολον. ΚΥΡ. Καὶ γοῦν ὁ πάλαι νόμος τὴν ἐν σαρκὶ περι‐
30τομὴν, ὑποτύπωσίν τινα τῆς ἐν πνεύματι καὶ ἀλη‐ θείᾳ, διετύπου πράττεσθαι κατὰ τὴν ὀγδόην. Περι‐ τομὴ δέ γε τῆς ἀρχαίας ἐκείνης ἡ προφερεστέρα, τουτέστιν, ἡ ἐν πνεύματι, Πνεύματός ἐστιν ἁγίου μέθεξις, καὶ χάρις ἡ ἐν ἀρχαῖς, ἢν, ἐπείπερ ἐκ νε‐
35κρῶν ἀνεβίω, πάλιν ἀνεκαίνισεν, ἡμῖν ὁ Χριστὸς, λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ἔφη δέ που καὶ ὁ μακάριος Παῦλος, ὅτι «Τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός.» Ἡμέρα γε μὴν τῆς σωτηρίου ταύτης καὶ πολυεύκτου σφαγῆς, ἡ κατὰ σελήνην τεσσαρεσκαι‐
40δεκάτη. Οὕτω καὶ ὁ νόμος προανεκήρυττεν ἐναργῶς τῆς τοῦ Σωτῆρος ἡμῶν σφαγῆς τὸν καιρὸν, ἢν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς ὑπομεμενηκέναι φαμὲν αὐτόν· «Τῇ γὰρ δεκάτῃ, φησὶ, τοῦ μηνὸς τοῦ πρώτου, λα‐ βέτωσαν ἑαυτοῖς πρόβατον κατ’ οἴκους, κατ’ ἀριθμὸν,
45φησὶ, ψυχῆς συλλέξουσι, καὶ ἔσται διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου, καὶ σφάξουσιν αὐτὸν πρὸς ἑσπέραν πᾶν τὸ πλῆθος τῶν υἱῶν Ἰσραήλ.» Ἀκούεις ὅπως ἀπὸ δεκάτης ληφθὲν, εἰς τεσσαρεσκαιδεκάτην ἐφυλάττετο τοῖς πάλαι τὸ

68

.

465

(50)

ἱερεῖον, ἵνα τὸν πέμπτον νοήσῃς καιρὸν, καθ’ ὃν γενόμενος ἄνθρωπος τὸν ὑπὲρ ἡμῶν ὑπέστη θάνατον, φθινούσης ἤδη τῆς σελήνης, ἣ καὶ εἰς ἀρχὰς τέτα‐ κται τῆς νυκτός; Μυστηρίου δὲ τὸ χρῆμα τύπος, καὶ ὑποσημαίνειν ἔοικεν ἰσχνῶς, τῆς τοῦ διαβόλου πλεον‐
55εξίας τὴν ἀνόπιν ὁδὸν, καὶ κατάδυσιν ὥσπερ τὴν κατὰ βραχὺ πρὸς τὸ ἄναλκι καὶ εἰσάπαν ἀσθενές.
Σελήνης δέ πως ἐπέχει τύπον. Ἄρχει γὰρ καὶ αὐτὸς464

68

.

468

τῆς νυκτὸς, τουτέστι, τῶν ἐν σκότει καὶ νυσταζόντων ἔτι, καὶ τὴν τῆς θεογνωσίας οὐκ ἐχόντων αὐγήν· ὅτι δὲ τῇ νυκτὶ παρεικάζειν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὴν τῶν ἐπιπλανωμένων ἀγέλην, ἄκουε τί
5φησιν ὁ πάντων Δεσπότης πρὸς Ἰουδαίους, ὑπονο‐ στούσης πρὸς εἰδωλολατρίαν τῆς Ἱερουσαλήμ· «Νυκτὶ ὡμοίωσα τὴν μητέρα σου· ὡμοιώθη ὁ λαός μου, ὡς οὐκ ἔχων γνῶσιν.» Συνίης ὅτι νύκτα φησὶ τοὺς οὐκ ἔχοντας γνῶσιν τῆς ἀληθοῦς καὶ κατὰ φύσιν δηλονότι
10θεότητος; Μεμίσηκε τοιγαροῦν ὁ πάντων ἐχθρὸς και‐ ροὺς καὶ ἡμέρας καθ’ οὓς διόλωλε μὲν αὐτὸς, ἀνασε‐ σώσμεθα δὲ ἡμεῖς. Ὁ δὲ σὺν ἐκείνῳ μισῶν τῆς αὐτοῦ μερίδος ἔσται, καὶ κλῆρον ἕξει σὺν αὐτῷ, τὸ ἀκατα‐ λήκτως κολάζεσθαι δεῖν.
15ΠΑΛΛ. Ἐν μοίρᾳ δὴ οὖν τῆς ὡς ἀληθῶς βεβήλου τε καὶ θεομισοῦς εἰδωλολατρίας, καὶ τοιάδε θήσομεν, καθάπερ ἀμέλει καὶ τὴν περὶ τῆς καλουμένης γενέ‐ σεως εἰκαιομυθίαν. ΚΥΡ. Ὡς εὖ ἴσθι τοι, μὴ ἑτέρως ἔχειν, καθὰ καὶ
20αὐτὴ διήλεγξε τῶν πραγμάτων ἡ βάσανος. Καὶ πρός γε δὴ τούτοις καταστυγητέον εὖ μάλα καὶ τὸ προσ‐ κεῖσθαι φιλεῖν ἀνονήτοις οἰωνοσκοπίαις, ψιθυρισμοῖς τε καὶ ἐπῳδαῖς· νοῦ γὰρ ἐλαφρίας εἰς τοῦτο διωλι‐ σθήκασί τινες τῶν παρ’ Ἕλλησιν, ὡς οἴεσθαι τῶν
25καθ’ ἡμᾶς πραγμάτων τὴν γνῶσιν, καὶ τοῖς εἰς ἀέρα διᾴττουσιν ἐγκεῖσθαι πτηνοῖς. Τοιγάρτοι καὶ τὰς εἰς ἕω τε καὶ εἰς ἑσπέραν, εἰς δεξιόν τε καὶ εἰς εὐώνυ‐ μον περιεργάζονται πτήσεις· κἂν εἰ κράζουσά πω φαίνοιτο κορώνη, τὸ οὖς ὑποστήσαντες, καθάπερ τι
30τῶν ἄγαν ἀληθεστάτων ἐκδέχονται, καὶ ὑπονοστοῦσι χαίροντες· ἐπερυθριῶσι δὲ οὐδαμῶς οἱ δείλαιοι, τῆς οὕτω σεπτῆς προφητείας τὴν δύναμιν ἀνατιθέντες στρουθίοις. Σεμνὸς δὲ αὐτοῖς ἐκπεποίηται τοιουτοσὶ λόγος, ὥσπερ οἴονται κατὰ σφᾶς αὐτούς· φαίνουσι
35γὰρ δι’ αὐτῶν οἱ θεοὶ, φησίν. Ἡμεῖς δὲ θεοὺς οὐκ εἶναί φαμεν τοὺς ἀποστάτας ἀγγέλους, παρ’ ὧν εἰς ἡμᾶς ἀγαθοί τε καὶ ἀξιάγαστοι προφῆται κεχειροτό‐ νηνται, καὶ τῶν ἐσομένων οἱ γνῶσται, ἥ τε λακέρυζα κορώνη, καὶ μὴν καὶ ὠκύπτερος ἴρηξ, ξουθαί τε πέ‐
40λειαι, κατά γε τοὺς παρ’ Ἕλλησι λόγους, καὶ τὰ ἕτερα τῶν στρουθίων, ἄξιοί γε οἱ προφῆται τῶν ἐν‐ ηχούντων αὐτοῖς τὰ εἰς ἡμᾶς αὐτοὺς τερετίσματα· ὄλβιοι δὲ καὶ ὑμεῖς καὶ ἀξιοζήλωτοι τοιούτων τυχόντες τῶν θεηγόρων· ἐκλέλησθε δὲ ὡς ἔοικε καὶ τὰς τῶν
45παρ’ ὑμῖν ποιητῶν θαυμάζοντες δόξας, ὅτι καὶ αὐ‐ τοῖς ἐδόκει τὸ χρῆμα διαγελᾷν, ὕθλον τε εἶναι νομί‐ ζειν αὐτὸ, καὶ τῶν ἀναγκαίων οὐδέν. Ὅμηρος μὲν γάρ· Ὢ πέπον, οἰωνοὺς μὲν ἔα, φησὶν,

68

.

468

(50)

Εἴτ’ ἐπὶ δέξι’ ἴωσι πρὸς ἠώ τ’ ἠέλιόν τε, Εἴτ’ ἐπ’ ἀριστερὰ, τοί γε ποτὶ ζόφον ἠερόεντα. Εὐριπίδης δὲ σαφῶς καὶ ἀναφανδὸν καθορίζει τὸ μάταιον τοῦ κατασκέπτεσθαι δεῖν τὰς οἰωνῶν δια‐ πτήσεις. Θησέα μὲν γὰρ Ἱππολύτῳ φησὶ ἐπιμαίνεσθαι
55τῷ οἰκείῳ παιδὶ, καὶ δὴ καὶ ἐξελᾷν τῆς ἐνεγκούσης
ἐπιχειρεῖν. Ἐκείνου δὲ φάσκοντος·466

68

.

469

Οὔθ’ ὅρκον, οὔτε πίστιν, οὐδὲ μάντεων Φήμας ἐλέγξας, ἄκριτον ἐκβάλλεις με γῆς. Θησέα πρὸς τοῦτο εἰπεῖν· Ἡ δέλτος ἤδε κλῆρον οὐ δεδεγμένη
5 Κατηγορεῖ σου πιστά· τοὺς δ’ ὑπὲρ κάρα Φοιτῶντας ὄρνεις, πόλλ’ ἐγὼ χαίρειν λέγω. Καὶ μὴν ἀξιόχρεως ἡ Θεοῦ φωνὴ γένοιτ’ ἂν, καὶ τῆς ἐν δέλτῳ γραφῆς, ἀμείνων ἡ πίστις, εἴπερ ἐστὶ καὶ ψευδοεπεῖν οὐκ ἀπεικὸς ἡμᾶς· μηδὲν δὲ ἁμαρτεῖν,
10ἔστι Θεοῦ, καὶ τὸ ἀληθὲς ὅτι μάλιστα φίλον. Ἀλλ’ ᾔδει που πάντως τοὺς ὑπὲρ κάρα φοιτῶντας ὄρνεις Θησεὺς, οὐδὲν ὄντας παντελῶς. Οὐκοῦν δαιμονίοις μὲν ἀναθετέον οὔτι πω τῶν ἐσομένων τὴν γνῶσιν, Θεῷ δὲ μᾶλλον αὐτὴν προσνεμοῦμεν ὡς ἐξαίρετον.
15Καὶ φενακισμὸς ἔσται λοιπὸν, τὰ τῶν ὀρνίθων μαν‐ τεύματα, καὶ διανοίας οὐκ ἀσφαλοῦς ἔλεγχος ἐναρ‐ γὴς, ἡ ἐπὶ τῷδε πίστις. Καὶ αὐτὸς δέ πού φησιν ὁ νόμος· «Οὐκ οἰωνιεῖσθε,» βδελυρὸν τὸ χρῆμα εἰ‐ δὼς, καὶ ὅτι μάλιστα κατεστυγημένον παρά γε τῷ
20πάντων κρατοῦντι Θεῷ. ΠΑΛΛ. Ὧδε ταῦτα ἔχειν καὶ αὐτῷ μοι δοκεῖ. ΚΥΡ. Ἐπειδὴ δὲ πάλιν, καὶ ὁ λαθραῖος οὗτος καὶ γραοπρεπὴς ψιθυρισμὸς, γοητείας ἂν εἴη μοῖρα τε καὶ τρόπος. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Μωσῆς τοὺς
25ἄνωθεν ἡμῖν διεσαφήνισε νόμους, ἀεὶ συνάπτων τὰ πλημμελήματα, καὶ οἱονεί πως ἐν ἀδελφότητι καὶ ὁμοφυΐᾳ τιθεὶς τῇ φαρμακείᾳ τὴν ἐπῳδήν. «Οὐκ ἔσται γὰρ, ἔφασκεν, ἐν ὑμῖν μαντευόμενος μαντείαν, οἰωνιζόμενος καὶ κληδονιζόμενος, φαρμακὸς, ἐπαοι‐
30δὸς, τερατοσκόπος, καὶ ἐγγαστρίμυθος, καὶ ἐπερωτῶν τοὺς νεκρούς.» Ἀλλὰ νοσεῖ μὲν ἡ ἐπῳδὴ τὸ πάναι‐ σχρον κομιδῇ, καὶ τὸ ἐν κακῷ κεῖσθαι λίαν, ἀνεπτόην‐ ται δὲ οὐκ οἶδ’ ὅπως εἰς τοῦτό τινες, ἐκεῖνο λέγοντες ὅτι Κύριον Σαβαὼθ ὀνομάζουσι κατεπᾴδοντες τοῖς
35ἠῤῥωστηκόσιν οἱ τῶν τοιῶνδε μελεδωνοί. Ταύτῃ τοι καὶ ἐμπεδοῦν, ὅτι μὴ αἰσχρὸν εἴη λοιπὸν τὸ ἐπιτή‐ δευμα, διασπεύδουσιν. Ἐοίκασι δὲ ψυχρῷ τε καὶ ἀδρανεῖ πρὸς ἀπάτην καὶ φρενοβλάβειαν ἀποκομί‐ ζεσθαι λογισμῷ· τοιγάρτοι τοῦ πράγματος ὅτι μά‐
40λιστα δυσαχθὲς, αὐτὸ δὴ τοῦτό ἐστιν. Ἡμεῖς γὰρ τὸ, Κύριος Σαβαὼθ, τῷ τῶν ὅλων ἀναφωνοῦμεν Θεῷ, δο‐ ξολογεῖν ἐθέλοντες· ἑτέρῳ γε μὴν τῶν ὄντων οὐδενὶ τὴν τοιάνδε κλῆσιν ἐφίεμεν ἔχειν. Εἷς γὰρ καὶ μόνος ἐστὶν ὁ τῶν δυνάμεων Κύριος. Οἱ δὲ, τὴν οὕτως ὑπερφυᾶ
45καὶ εὐκλεεστάτην ἐπωνυμίαν, ἤτοι δοξολογίαν, πα‐ ραῤῥίπτουσιν εὐκόλως οἷς ἂν ἕλοιντο τῶν συναθυ‐ ρόντων αὐτοῖς δαιμονίων, καὶ τοῖς τῆς τερατουργίας αὐτῶν ὑποκριταῖς, τὴν Θεῷ καὶ μόνῳ πρεπωδεστάτην χαρίζονται δόξαν, κολακεύοντές τε καὶ κολακευόμενοι,

68

.

469

(50)

καὶ τῆς οὕτω δεινῆς δυσσεβείας τὴν ὑπερβολὴν, τῆς ἐφ’ οἷς ἂν ἕλοιντο συνδρομῆς ἀπονέμοντες εἰς ἀντέκ‐ τισιν. Θεομάχον γὰρ ἀεὶ καὶ φιλοδοξότατον τῶν δαι‐ μονίων τὸ στῖφος. Χρὴ τοιγαροῦν, μὴ ταῖς ἐκείνων ἡμᾶς συναποφέρεσθαι δυσβουλίαις, ἀποφοιτᾷν δὲ
55μᾶλλον ὡς ἀπωτάτω, καὶ μὴ πονηροῖς προσέχειν ἰατροῖς ἢ τερατουργοῖς, τοῖς δαίμοσι, μισθὸν ὥσπερ
τινὰ τῶν εἰς ἡμᾶς ἀθυρμάτων ἐξαιτοῦσι τὰς δυσφη‐468

68

.

472

μίας. Σὺ δὲ εἴ τι τῶν τοῦ σώματος μορίων ἀλγεῖς, καὶ πεπίστευκας ἀληθῶς, ὅτι τὸ Κύριος Σαβαὼθ, καὶ αἱ τοιαίδε κλήσεις ἃς Θεῷ τῷ κατὰ φύσιν ἡ θεία προσνέμει Γραφὴ, λυτικαί σοι γενήσονται τοῦ κακοῦ,
5αὐτὸς ὑπὲρ σεαυτοῦ προσευχόμενος, ἀναφώνει τὰς λέξεις· ἄμεινον γὰρ ἢ ἐκεῖνοι δράσεις, Θεῷ τὴν δόξαν ἀνατιθεὶς, καὶ οὐχὶ τοῖς ἀκαθάρτοις πνεύμασι. Μεμνήσομαι δὲ καὶ τῆς θεοπνεύστου Γραφῆς λεγού‐ σης· «Ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς
10πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ’ αὐτῷ, ἀλείψαντες αὐτὸν ἐλαίῳ, ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος, κἂν ἁμαρτίας ᾖ πεποιη‐ κὼς, ἀφεθήσεται αὐτῷ.»
15ΠΑΛΛ. Οἰωνοσκοπία δὴ οὖν, καὶ μέν τοι καὶ ἐπῳδὴ συντετάχθω, εἰ δοκεῖ, τοῖς ἐκ νόμου διαβεβλημένοις, καὶ τοῖς ἐν αἰσχίστῃ καὶ βδελυρωτάτῃ δόξῃ παρὰ Θεῷ. ΚΥΡ. Καὶ μάλα, προσθείην δ’ ἂν, ὅτι καὶ καθ’
20ἑτέρους τὸν Θεὸν ὑβριοῦμεν τρόπους, καὶ τῆς εἰς αὐ‐ τὸν δυσσεβείας ὄφλοι τις ἂν γραφήν τε καὶ λόγους, τὸ ψευδορκεῖν ᾑρημένος, καὶ τὸ παλίμφημόν τι, καὶ ἀπηχὲς εἰπεῖν κατά γε τῆς ὑπερτάτης καὶ ἀνωτάτω δόξης. Τὸ μὲν γὰρ κολάζεται τῇ εἰσάπαν ὀργῇ, καὶ
25ἀσχέτῳ ποινῇ, συντελοῦντος τοῦ δρεπάνου, καθὰ γέ‐ γραπται, τὴν τοῦ ψευδορκοῦντος ἑστίαν, καὶ κατα‐ σείοντος εἰς τὸ παντελές· «Εἰσελεύσεται γὰρ, φησὶν, εἰς τὸν οἶκον τοῦ κλέπτου, καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ καταλύσει
30ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ, καὶ συντελέσει αὐτὸν, καὶ τὰ ξύλα αὐτοῦ, καὶ τοὺς λίθους αὐτοῦ.» Θάτερόν γε μὴν, τὸ ἐκτεθνάναι δεῖν, καὶ τὸ πάντων ἐπέκεινα τῶν κακῶν ἔχειν τὴν δίκην. Χρὴ τοιγαροῦν ὀμνύναι μὴ ἐπὶ ψεύδει· μᾶλλον δὲ μηδ’ ὅλως ὀμνύναι. Τουτὶ
35γὰρ ἡμᾶς ἐδίδαξεν ὁ Σωτὴρ, λέγων· «Ἔστω ὑμῶν, τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ· τὸ δὲ περισσὸν τούτων, ἐκ τοῦ διαβόλου ἐστίν.» Ὅρκου γὰρ ὅλως οὐκ ἔσται χρεία τοῖς ἐν ὑπολήψει σεμνότητος, καὶ σύνοικον ὥσπερ πε‐ ποιημένοις τὴν ἀρετήν· ἐκτετίμηται γὰρ λίαν παρὰ
40τοῖς εὐσεβείας ἐρασταῖς τῶν τοιούτων ὁ βίος, καὶ τὸ ἀπιστεῖσθαι μισεῖν· κἂν εἴ τι φθέγγοιτο τυχὸν, τῇ τῶν ἀκροωμένων εὐθὺς στεφανοῦται πίστει. Ἔστω τοιγαροῦν ἡμῶν εὐκλεὴς ὁ βίος, καὶ ἀργήσει πάντως που, καθάπερ ἐγᾦμαι, καὶ ἡ τοῦ διόμνυσθαι χρεία.
45Εἰ δὲ δή που γένοιτο, καὶ τῆς εἰς ἁγίους τιμῆς ὀλιγω‐ ρούντων ἔσθ’ ὅτε τινῶν, ὅρκιος ἔστω Θεὸς, μὴ τὸ ἑτέρων ὄνομα παρακομιζέσθω τινῶν. Ἀπερισκέπτως γὰρ ἤδη τινὲς εἰς ἐκλύτους ἰόντες ἐξιτηλίας, ἀδια‐ φορεῖν ὑποπλάττονται, νὴ τὸν οὐρανὸν, ἢ τὴν δίκην,

68

.

472

(50)

νὴ τὴν Ἀδράστειαν λέγοντες, νὴ τὸ φῶς, νὴ τὸν λύ‐ χνον. Ἕτερά τε ἄττα κατὰ τὸ σφίσι δοκοῦν συλλέγον‐ τες, τάχα που καὶ εὐσεβεῖν οἴονται, τὸ μὲν θεῖον ὄνομα παρωθούμενοι, τῇ δὲ πρεπούσῃ Θεῷ καταχρυ‐ σοῦντες δόξῃ τὰ τοῖς αὐτοῦ νεύμασι κεκλημένα πρὸς
55γένεσιν. Τοιαύτην τινὰ πλάνησιν ἠῤῥωστηκότα κατὰ καιροὺς τὸν Ἰσραὴλ εὑρήσομεν. Ὁμολογουμένως
γὰρ τῷ Θεῷ τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀνεδείμαντο470

68

.

473

ναὸν, καὶ ἐπ’ αὐτῷ δὴ τούτῳ φρονοῦντες μέγα, καὶ τῶν εἰς εὐσέβειαν αὐχημάτων εἴσω γενέσθαι πεπι‐ στευκότες, καὶ ἀξιολογωτάτην εὖ μάλα τὴν δόξαν ἑλεῖν τῶν σφίσι διηγγελμένων διὰ τοῦ πανσόφου Μω‐
5σέως ὀλίγα φροντίσαντες ἀπεριμερίμνως ἡλίσκοντο· ἀλλ’ ὅτι τὸ χρῆμα αὐτοῖς οὐ πρὸς εὔκλειαν ἔσται πο‐ θὲν, καὶ γάννυται δὲ οὐχὶ ταῖς ἐκ λίθων οἰκοδομίαις ὁ Θεὸς, ἐδίδασκε λέγων· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομή‐
10σετέ μοι; ἢ τίς τόπος τῆς καταπαύσεώς μου; λέγει Κύριος.» Ἐμπίπλησι γὰρ τὰ πάντα Θεὸς, καὶ ἐπ‐ αναπαύεται μὲν οὐρανῷ, διήκει δὲ καὶ ἐπὶ τῆς γῆς· οὐ γὰρ ἐν ποσῷ τὸ θεῖον, ἀλλ’ ὥσπερ ἐστὶν ἀπωτάτω φαντασίας σωματικῆς, οὕτω καὶ τόπου καὶ τοῦ πε‐
15ποσῶσθαι δοκεῖν. Ἐπειδὴ δὲ ἅπαξ Ἰουδαῖοι λέγοντος ἤκουον, Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου, πρὸς ἐννοίας ἰόντες οὐκ ἀσφαλεῖς, ὅρκιον ἐποιοῦντο τὸν οὐρανὸν, θεῖον αὐτὸν ὀνομάζοντες θρό‐ νον, ὁμοίως δὲ καὶ τὴν γῆν, ὡς ὑπὸ πόδας Θεοῦ κει‐
20μένην· καὶ μὴν καὶ τὴν Ἱερουσαλὴμ, πόλις γὰρ, ἔφασκον, ἐστὶ τοῦ πάντων κρατοῦντος Θεοῦ, καί τοι τῶν ἀρχαιοτέρων ἁγίων τὸ, Ζῇ Κύριος, ἐν ὅρκου χρείᾳ πεποιημένων. Ἀλλὰ τὴν τῶν Ἰουδαίων ἠλι‐ θιωτάτην ἔννοιαν κατεκιβδήλευσεν ὁ Σωτὴρ, μὴ δεῖν
25ἀπόμνυσθαι λέγων, μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ Θεοῦ, μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ, μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις τοῦ μεγάλου βασιλέως ἐστίν· ἃ γὰρ ἐκεῖνοι ληροῦντες ἔφασκον, ταῦτα χρησίμως ὁ Σωτὴρ ἐφθέγξατο, παν‐
30ταχῆ κατάπλαστον, καὶ οὐκ οἶδ’ ὅθεν ἐξευρημένον ἐλέγχων αὐτῶν τὸ ἔν γε τούτοις εὐλαβές. Οἰχέσθω δὴ οὖν καὶ ἡ ἐπὶ τῷδε πλάνησις. Δεδιδάγμεθα γὰρ ἐν ταῖς ὅρκου χρείαις, μηδενὸς μὲν ἑτέρου διαμεμνῆσθαι πώποτε, ποιεῖσθαι δὲ μᾶλλον εἰς πίστιν ἀσφαλῆ καὶ
35ἀξιόχρεων, τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὔ, οὔ. Ἔφη δὲ καὶ ὁ νόμος· «Εἰ ἀπόλοιτο παρακαταθήκη πρός τινος, ἐξαιτοίη δὲ ὁ δοὺς τὴν ἐπὶ τῷδε πίστιν, ὅρκος ἔσται τοῦ Θεοῦ ἀναμέσον ἀμφοτέρων.» Καὶ ἄνθρωποι μὲν κατὰ τοῦ μείζονος ὀμνύουσιν· ἔφη γὰρ ὧδε Παῦλος
40ἡμῖν ὁ σοφός· μεῖζον δὲ εἶναί φαμεν ἀνθρώπου, νοοῦν‐ τες ὀρθῶς, οὐ τῷ μεγέθει τυχὸν, ἤγουν ἐν συνέσει καὶ σοφίᾳ, καὶ δόξῃ πλεονεκτοῦν, ἀλλ’ ὡς τὸ εἶναι τοιῶσδε τυχὸν ἡμῖν. ΠΑΛΛ. Οὐ συνίημι ὃ φής.
45ΚΥΡ. Καὶ μὴν, ὦ Παλλάδιε, σαφὴς, ὥς γέ μοι δοκεῖ, καὶ ἐναργὴς ὁ λόγος. Ἢ γὰρ οὐχὶ μεγέθει φαμὲν τῶν ἀνθρωπίνων σωμάτων διενεγκεῖν ἀσυγ‐ κρίτως πολλὰ τῶν πεποιημένων, καὶ προσέτι τὸν οὐρανόν;

68

.

473

(50)

ΠΑΛΛ. Καὶ πάνυ. ΚΥΡ. Συνέσει δὲ καὶ σοφίᾳ καὶ ἰσχνότητι σωμά‐ των, οὐχ ὑπερφέρουσιν ἄγγελοι; ΠΑΛΛ. Ὑπερφέρουσιν, ἀλλὰ καὶ τιμῇ. ΚΥΡ. Λαμπρότητι δὲ καὶ δόξῃ τῇ κατὰ σῶμά
55φημι, οὐκ ἀπαραβλήτως ἀμείνων ἡλίου φύσις·
ΠΑΛΛ. Ἀμείνων.472

68

.

476

ΚΥΡ. Ἄραρεν οὖν, ὅτι τούτων ἕκαστον ἔχοι ἂν εἰκότως ὡς πρὸς ἡμᾶς τὸ ὑπερτεροῦν, καθ’ ὃ πέφυκε νικᾷν. Ὅρκια δὴ οὖν ταυτὶ ποιησόμεθα, παρέντες ὡς περιττὸν, τὸ διαμεμνῆσθαι Θεοῦ;
5ΠΑΛΛ. Οὐδαμῶς. ΚΥΡ. Ἔοικεν οὖν ἄρα τὸ κατὰ φύσιν ὑπερτενὲς καὶ ὅλῳ τῷ εἶναι τῶν πεποιημένων διενεγκὸν, του‐ τέστι, Θεὸν, καὶ ἀνθρώπου μεῖζον εἰπεῖν. ΠΑΛΛ. Εὖ λέγεις.
10ΚΥΡ. Ἔστω τοιγαροῦν τὸ Ναὶ, καὶ τὸ Οὓ, παρά γε τοῖς ἄριστα βιοῦν ᾑρημένοις, ὅρκου χρεία τε καὶ δύναμις, καὶ διαπεπήχθω ὀρθῶς· ἕψεται γὰρ οὕτω καὶ τὸ πιστεύεσθαι δεῖν. Εἰ δὲ ἀτιμάζοιτο πρός τινος τὸ Ναὶ καὶ τὸ Οὒ, τῶν ὅρκων ἡ χρεία τετράφθω λοι‐
15πὸν ἐπὶ τὸ μεῖζον ἢ καθ’ ἡμᾶς, μᾶλλον δὲ ἢ κατὰ πᾶσαν τὴν κτίσιν. Δυσφημίαν δὲ, τί ἂν λέγοιμι λοι‐ πὸν, ὅποι τέ ἐστι, καὶ ἵν’ ἀποφέρῃ κακοῦ τοὺς αὐτῇ χρωμένους, ἣν θανάτῳ μὲν πικρῷ καὶ ὁ πάλαι τι‐ μᾶται νόμος. Καταδεδίκακε δὲ καὶ αὐτὸς ὁ Χριστὸς,
20ἀφύκτοις τε καὶ ἀτελευτήτοις κακοῖς· «Ὃς γὰρ ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ’ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι.» Πνεῦμα λέγων τὴν ὑπὲρ σῶμα
25φύσιν, ὅπερ ἐστὶ Θεὸς, ᾧ τὴν γλῶτταν ἀχάλινον ὁ ἐπαφεῖναι τολμῶν, τοὺς τῆς ἀθυροστομίας ἐκθεριεῖ καρπούς. «Χείλη γὰρ ἄφρονος, ἄγουσιν αὐτὸν εἰς κακὰ, καθὼς γέγραπται. Τὸ στόμα δὲ αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται.» Τοιγάρτοι καὶ ὁ θεσπέσιος
30ἔφασκε Μελῳδός·» Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου· μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας.» Εἶεν δ’ ἂν οὗτοι, κατὰ Θεοῦ καὶ τῆς ἀῤῥήτου καὶ ἀκηράτου φύσεως ἀνοσιωτάτη καταβοή.
36ΠΑΛΛ. Δεῖ δὴ οὖν ἄρα διερηρεῖσθαι καλῶς, τοὺς ἰέναι μὲν ἀμωμήτως τὴν ἐπ’ εὐθὺ σπουδάζοντας, Θεῷ δὲ προσκρούειν οὐκ ἀνεχομένους. ΚΥΡ. Οὕτω φημί. Πρὸς γάρ τοι τοὺς προσιόντας
40Θεῷ μὴ ἐξ ὑγιοῦς καρδίας, ἀλλ’ ὑπόπτου καὶ παρ‐ εφθαρμένης, καὶ ἀῤῥωστεῖν ἑλομένης τὸ ἄναλκί τε καὶ εὐκατάσειστον, ὁ προφήτης φησίν· «Ἕως πότε χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν, ἢ Βάαλ, Βάαλ, ἢ Θεῷ Θεῷ;» Τὸ γὰρ μήτε πρὸς πίστιν εἰσ‐
45άπαν ὑγιὲς, μήτε μὴν εἰς πλάνησιν διαπεπῆχθαι φιλεῖν, ἐπ’ ἄμφω τε χωλεύειν ἐστὶ, καὶ μὴν, τὸ ἐφ’ ἑκατέρῳ καταφθείρει γνήσιον. Πρόφασις δὲ τῆς οὕτω σαθρᾶς καὶ εὐδιακλάστου γνώμης γένοιτ’ ἂν, οἶμαι, τισὶ τὸ κατάπλαστον ποιεῖσθαι καὶ οὐκ ἀληθῆ τὴν εἰς

68

.

476

(50)

Θεὸν ἀγάπησιν, καὶ ὑποκρίνεσθαι μὲν τὸ χριστια‐ νίζειν βούλεσθαι, μὴ μὴν ἐξ ὅλης καρδίας τοῦτο δρᾷν, μήτε μὴν αἰδοῖ τῇ πρὸς τὸ ἀληθὲς ἀναπεπεισμένους
καὶ τετιμηκότας τὸ ἔχον ὀρθῶς· ἀλλ’ ἢ θηρωμένους474

68

.

477

τὸ σφίσιν αὐτοῖς καθ’ ἡδονὴν, ἢ κινδύνου φόβον, καὶ δυσημερίας ἀγρίαν ἔφοδον οἱονεὶ καταγοητεύοντας τῇ πίστει προσεληλυθέναι δοκεῖν, ἵνα πολλοὺς ἔχοιεν τοὺς συναθλεῖν ᾑρημένους, καὶ τὴν οἰκείαν δανείζειν
5φροντίδα. Ἀλλ’ ἐσχάτη τοῖς τοιούτοις ἀπονεμηθήσε‐ ται φροντὶς, καὶ ἐν τοῖς ὅτι μάλιστα καταβεβλημέ‐ νοις ὁ κλῆρος, ἀτιμότατοί τε καὶ ἀπεῤῥιμμένοι καὶ μόλις ἀποκερδαίνοντες τὸ ἀξιοῦσθαι ζωῆς, ἁλοῖεν ἂν Θεοῦ βασανίζοντος τὰ ἐν ἡμῖν κεκρυμμένα· ὁποῖοί
10τινες ἦσαν οἱ ἀπὸ Γαβαών. Προσκεχωρήκασι μὲν γὰρ τῷ Ἰησοῦ ποτε, καὶ τῷ λαῷ τοῦ Θεοῦ προσοικειοῦ‐ σθαι λίαν ἐξελιπάρουν· πλὴν οὐκ ἀκακουργὸν ἐποι‐ οῦντο τὴν προσδρομὴν, οὔτε μὴν ἁπλῆν τε καὶ ἀκαπήλευτον, καὶ ὡς ἐξ ἀγάπης τῆς πρὸς Θεὸν, ἀλλ’
15ἐν ὑποκρίσει καὶ δόλῳ. Καὶ διέλαθον μὲν ἐν ἀρχαῖς. Ἐπειδὴ δὲ πικρὰ δρῶντες ἡλίσκοντο, καὶ κατεφωρά‐ θησαν κακόνοοί τε καὶ πολυγνώμονες, ἐν τοῖς ἐσχάτοις ἐτάττοντο. Γεγόνασι γὰρ ξυλοκόποι τε καὶ ὑδροφόροι πάσῃ τῇ Συναγωγῇ. Ὁρᾷς οὖν ὅποι κατακομιεῖ τὸ
20μὴ γνήσιον, καὶ τὸ μὴ ἑλέσθαι τιμᾷν ἐξ ὑγιοῦς δια‐ νοίας τὴν πρὸς ἁγίους οἰκειότητα πνευματικήν. Ἀπατῶσι μὲν γὰρ ἔσθ’ ὅτε τινὲς, καὶ οὔτι πού φημι τὸν πάντα εἰδότα Χριστὸν, τοὺς ἐν τύπῳ δὲ μᾶλλον αὐτοῦ, τουτέστιν, τοὺς λαῶν ἡγουμένους. Καθάπερ
25ἀμέλει κἀκεῖνοι τότε τὸν Ἰησοῦν εἰς εἰκόνα καὶ ὑποτύπωσιν παρενεχθέντα Χριστοῦ, καὶ εἰσελαύνουσι μετὰ δόλου κατασκιασμάτων, ἐν βάθει διαλογισμῶν, καὶ τῆς εἰς νοῦν πονηρίας προϊσχόμενοι τὴν ὑπόκρι‐ σιν· καταγινωσκόμενοι δὲ, λαθεῖν γὰρ οὐκ ἔνι,
30σωθήσονται μόλις, μοῖραν ἔχοντες τὴν δουλοπρεπῆ καὶ ἐσχάτην· ἀνελευθέρου γὰρ γνώμης, ἀπάτη καρ‐ πός. Ἡμεῖς δὲ, οἷς τὸ φρονεῖν ὑγιῶς τὰ τοῦ Θεοῦ σκο‐ πὸς καὶ ἀποσπουδάζεται τὰ λοιπὰ, προσκεισόμεθα τῷ ἰδίῳ Δεσπότῃ καὶ Θεῷ τῶν ὅλων, ἐξ ἁπλῆς καρδίας,
35ἐκ διανοίας ὀρθῆς, ἐξ ὁλοτελοῦς ἀγάπης, ἀῤῥωστεῖν τὸ δίψυχον οὐκ ἀνεχομένης, ἀποφοιτώσης δὲ παντε‐ λῶς ἠθῶν καὶ φρονημάτων Ἑλληνικῶν, καὶ ἰούσης ὡς ἀπωτάτω καὶ μάλα γοργῶς τῶν ἐκ νόμου καταδε‐ δικασμένων. Ἐσόμεθα γὰρ οὕτω τέλειοι ἐναντίον
40Κυρίου τοῦ Θεοῦ, κατὰ τὸ γεγραμμένον, καὶ λαμπροὶ, καὶ εὐδόκιμοι μετὰ τῶν ἄλλων ἁγίων ἐν Χριστῷ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.476

68

.

480

(1t)

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ
2tΚΑΙ ΑΛΗΘΕΙΑ
3tΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ
4tΛΟΓΟΣ ΕΒΔΟΜΟΣ.
8tΠερὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης.
9Εὐφημίαις ἡμῖν, ὦ Παλλάδιε, ταῖς εἰς λῆξιν καὶ
10ἀνωτάτω στεφανοῦντος τοῦ νόμου τὴν πρώτην τε καὶ ὑπερτάτην τῶν ἐντολῶν, τὸ, «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, φημὶ, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης διανοίας, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου·» προσ‐ επάγοντος δὲ, ὅτι «Καὶ τὸν πλησίον σου ὡς σεαυτὸν,»
15καὶ μὴν καὶ αὐτοῦ τοῦ Χριστοῦ φάσκοντος ἐναργῶς, ὅτι ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται, πλήρωμά τε νόμου τὴν ἀγά‐ πην κατονομάζοντος καὶ τοῦ θεσπεσίου Παύλου, διά τοι τὸ μηδὲν τῷ πλησίον ἐργάζεσθαι κακὸν, ἀποχρῶ‐
20σαν ἡμῖν, ὡς γοῦν ἔμοιγε δοκεῖ, τὴν ἐπὶ τῇ πρώτῃ διασκευὴν ἐποιήσατο ὁ λόγος, κατά γε τὸ ἐγχωροῦν, ἄνω τε καὶ κάτω, καὶ οἱονεί πως ἐν κύκλῳ περινο‐ στῶν, καὶ οὐκ ἀγεννῶς ἀφηγούμενος τῆς εἰς Θεὸν ἀγάπης ὁλοτελοῦς τε καὶ ἀμωμήτου παντελῶς, τίς
25ἂν γένοιτο πρὸς ἡμῶν ὁ τρόπος. Φέρε δὴ οὖν τὴν γείτονά τε καὶ ἀδελφὴν πολυπραγμονῶμεν ἐντολὴν, καὶ ἀγάπης τῆς εἰς τὸν πλησίον ἀκριβῆ ποιώμεθα τὴν κατάσκεψιν, ἰχνηλατοῦντες εὖ μάλα τὰ δι’ ὧν ἂν γέ‐ νοιτό τις μὲν ἀρετῆς ἐν κύκλῳ καλῷ, φιλοτεχνίας
30δὲ τῆς εἰς τοῦτο, τὴν ἀρίστην δόξαν ἀράμενος, ἐν ἀγαθότητι βαδιεῖται μετὰ Θεοῦ καὶ ἀνθρώπων κατὰ τὸν θεσπέσιον Σαμουήλ. Χρῆναι γὰρ ἔγωγέ φημι τῇ εἰς Θεὸν ἀγάπῃ συνεπιτηδεύειν ἀστείως τὴν εἰς ἀδελ‐ φούς· ὡς τό τοι λείπεσθαι μιᾶς, τὴν ἐπ’ ἀμφοῖν
35ἀπότευξιν ἔχει, κατά γε τὰς Ἰωάννου φωνάς. Γέ‐ γραφε γὰρ ὡδί· «Ἐάν τις εἴπῃ, ὅτι Ἀγαπῶ τὸν Θεὸν,
καὶ τὸν ἀδελφὸν αὐτοῦ μισεῖ, ψεύστης ἐστίν· ὁ γὰρ478

68

.

481

μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὂν ἑώρακε, τὸν Θεὸν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾷν; Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν παρ’ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.» Συνδιόλλυνται δὴ
5οὖν ἀλλήλοιν ἑκάτερα καὶ συνανίσχει λαμπρῶς· ἀγχίθυροι γὰρ ὥσπερ ἀλλήλαιν αἱ ἀρεταὶ, καὶ οἷά τις συνωρὶς ἀδιάσπαστος, εἰς ἕν τι τὸ ἐκπρεπὲς καὶ τελεώτατον κάλλος τῆς εἰς Θεὸν εὐσεβείας, τὸν ἡνιο‐ χεῖν ἄριστα μεμελετηκότα διακομίζουσιν.
10ΠΑΛΛ. Εὖ ἔφης. Καὶ ἐπεί τοι σκοπὸς τὸ ἱδροῦν ἐν τούτοις, ἴθι δὴ αὖ, καὶ τὰς ἐφ’ ἑκάστῳ τῶν θεωρημά‐ των συναγείρων πίστεις ἐκ τῶν ἱερῶν Γραμμάτων, πειρῶ μοι λέγειν, τὸ ὅπως ἂν γένοιτο τῆς εἰς τὸν πλησίον ἀγάπης ἀκραιφνὴς ἡ πλήρωσις.
15ΚΥΡ. Πλείστη μὲν οὖν ὅση πρὸς τοῦτο ἡμᾶς ἀπο‐ φέρει τρίβος. Γέγραπται γὰρ, ὅτι «Πλατεῖα ἡ ἐντολή σου σφόδρα.» Τό γε μὴν ἐφ’ ἑκάστῳ τῶν δρωμένων εὐτεχνὲς, οὐχ ἑτέρωθεν ἂν οἶμαί που συλλέξαιτό τις πλὴν ὅτι γε διὰ τοῦ νόμου· δεδόσθαι γὰρ ἡμῖν αὐτὸν
20εἰς βοήθειαν προφητικὸς ἔφη λόγος. Καὶ γοῦν πρὸς ἀνάμνησιν ἡμᾶς τὴν διηνεκῆ τῶν τεθεσπισμένων δια‐ νιστὰς ὁ νομοθέτης, φησί· «Καὶ ἐμβαλεῖτε τὰ ῥή‐ ματα ταῦτα εἰς τὴν καρδίαν ὑμῶν, καὶ εἰς τὴν ψυχὴν ὑμῶν, καὶ ἀφάψατε ταῦτα εἰς σημεῖον ἐπὶ τῆς χειρὸς
25ὑμῶν, καὶ ἔσται ἀσάλευτα πρὸ ὀφθαλμῶν ὑμῶν, καὶ διδάξατε αὐτὰ τὰ τέκνα ὑμῶν, λαλεῖν αὐτὰ, καθημέ‐ νους ἐν ὁδῷ, καὶ κοιταζομένους, καὶ διανισταμένους, καὶ γράψατε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἴκων ὑμῶν, καὶ τῶν πυλῶν ὑμῶν, ἵνα πολυημερεύητε, καὶ ἡμέραι
30τῶν υἱῶν ὑμῶν ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς, καθὼς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς.» Καὶ τί δὴ πάλιν ἐστὶ τὸ, Ἀφάψατε αὐτὰ ἐπὶ τῶν χειρῶν ὑμῶν, ἐν τοῖς Ἀρι‐ θμοῖς ἐδήλου σαφῶς. Γέγραπται γὰρ ὡδί· «Καὶ εἶπε
35Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, καὶ ποιησάτωσαν ἑαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων ἑαυ‐ τῶν εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τῶν πτερυγίων κλῶσμα ὑακίνθινον, καὶ
40ἔσται ἐν τοῖς κρασπέδοις, καὶ ὄψεσθε αὐτὰ, καὶ μνησθήσεσθε πασῶν τῶν ἐντολῶν Κυρίου, καὶ ποιή‐ σετε αὐτάς· καὶ οὐ διαστραφήσεσθε ὀπίσω τῶν δια‐ νοιῶν ὑμῶν, καὶ ὀπίσω τῶν ὀφθαλμῶν ὑμῶν ἐν οἷς ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν, ὅπως ἂν μνησθῆτε·
45καὶ ποιήσετε πάσας τὰς ἐντολάς μου, καὶ ἔσεσθε ἅγιοι τῷ Θεῷ ὑμῶν, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.» Προεπιτά‐ ξας οὖν εὖ μάλα καταγράφειν ἡμᾶς ἐν καρδίαις τὸν νόμον, εἶτα χαλεπὸν ἀῤῥώστημα νοῦ τὴν λήθην εἰ‐ δὼς, οἷά περ ἐν πίνακι ταῖς φλιαῖς ἀποσημήνασθαι

68

.

481

(50)

δεῖν ἐπιτάττει τὰς ἐντολάς· καὶ μὴν καὶ τῆς δεξιᾶς ἀφάπτειν χειρὸς δέλτιά που τάχα τὸν νόμον ὠδίνοντα, καὶ ἐγγεγραμμένον ἔχοντα τὸ χρησμῴδημα, καὶ μὴν καὶ αὐτῶν ἀπηρτῆσθαι τῶν ἐσθημάτων, οὐκ ἀσυντε‐ λὲς εἶναί φησιν εἰς ὄνησιν, τά τε κράσπεδα, καὶ τὸ
55κλῶσμα ὑακίνθινον.480

68

.

484

ΠΑΛΛ. Καὶ τίς ἂν γένοιτο τῶν θείων νόμων ἡμῖν ἀνάμνησις διά τε κρασπέδων καὶ ὑακινθίνου κλώ‐ σματος; ΚΥΡ. Οὐ γὰρ δὴ τὸν νόμον αἰνιγματωδῶς λελα‐
5λῆσθαι τοῖς πάλαι καὶ μὴν καὶ ὡς ἐν σκιαῖς εἶναι φής; ΠΑΛΛ. Φημί. ΚΥΡ. Αἴνιγμα δὴ οὖν τοῦ δεῖν ἑλέσθαι, φρονεῖν τε καὶ δρᾷν τὰ ἐξ οὐρανοῦ, καὶ τῶν ἄνωθεν διαμεμνῆ‐
10σθαι νόμων, τὸ κρασπέδων τε καὶ αὐτῆς ἀφάψαι χειρὸς τὸ κλῶσμα τὸ ὑακίνθινον; λίθῳ γὰρ οἶμαι τῇ Ἰνδικῇ, τῷ ὑακινθίνῳ φημὶ, τὸ αἰθέριόν πως εἰκάζε‐ ται σῶμα, αὐγῇ τε καὶ σκότῳ συμμιγὲς, καὶ ἐν βάθει πως ἔχον τὸ ὑδαροειδὲς, ὑποτρέμουσάν τε καὶ εὐ‐
15διάχυτον ὑποφαῖνον τὴν ὄψιν. Ἀπηρτῆσθαι δὴ οὖν ὁ νόμος τῶν τε ἐσθημάτων αὐτῶν καὶ μὴν καὶ χειρὸς τὸ κλῶσμα τὸ ὑακίνθινον οἰκονομικῶς προστέταχεν, οἱονεί πως ὑποφωνῶν. Ἔσθημά σοι νοῦ καὶ διανοίας ἄμφιον, λόγιον ἔστω τὸ ἐξ οὐρανοῦ, καὶ δεξιῶν ἔργων
20βραβευτὴς ὁ νόμος. Ἔργου γὰρ δὴ σύμβολον ἡ χείρ· τὰ δὲ συννόμως δρώμενα πρὸς ἡμῶν, πάντως που καὶ ἀνεπίπληκτα, καὶ τὸ ἐν φαυλότητι σκαιὸν οὐκ ἔχει. Ἐμεγάλυνον οὖν οἱ Φαρισαῖοι τὰ κράσπεδα αὐτῶν, καὶ ἐπλάτυνον τὰ φυλακτήρια αὐτῶν, τουτέστι, τὰ
25τῆς δεξιᾶς ἀπηρτημένα δέλτια· πλὴν ἐγελῶντο παρὰ Χριστοῦ, εἰς φιλοδοξίας ἀφορμὴν, καὶ οὐκ εἰς ἀνά‐ μνησιν τοῦ νόμου τὸ χρῆμα ποιούμενοι. Ἔστιν οὖν ἄρα καὶ ἐννόμως ἀνομεῖν, εἰ μή τις ὀρθῶς ἀποχρῷτο τῷ νόμῳ. Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἔφη Σολομών·
30«ἔστι δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ.» Κα‐ ταγραπτέον οὖν ἄρα τὴν θείαν ἐντολὴν εἰς νοῦν καὶ καρδίαν, καὶ τήν γε τοῦ πράγματος ὄνησιν ἐναργῆ καθιστὰς ὁ θεῖος ἔφη Δαβὶδ περὶ δικαίου παντός· «Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ
35οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.» Ἔστι γὰρ, οἶμαι, καὶ μάλα σαφὲς, ὡς ὅτῳ περ ἂν ὁ θεῖος εἰς νοῦν ὑπάρχει νόμος, προσέσται που πάντως καὶ τὸ ἐρηρεῖσθαι καλῶς, καὶ τὸ ἐν βεβαίῳ κεῖσθαι τῆς ἀρετῆς.
40ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Οὐκοῦν ἡ μακρὰ καὶ διηνεκὴς τοῦ νόμου μελέτησις, ἀποκομίζει πρὸς τὸ εὐθὺ, τοῦτο δ’ ἂν εἴη τῷ Θεῷ δοκοῦν, θολὸν ὥσπερ τινὰ καὶ ὁμίχλην τῆς ἀνθρώπου διανοίας, τὴν λήθην ἐκπέμπουσα. Καὶ
45οὐ μέχρι τούτων ὁ νομοθέτης, ἀλλά τι καὶ ἄμεινον προσεπινοῶν, δέλεαρ ὥσπερ τι, τῆς ἔν γε τῷ χρῆναι ποιεῖν προθυμίας, ἐλπίδα ποιεῖται, τὴν ἐφ’ ἅπασι τοῖς εὐκταιοτάτοις. Ἔφη γὰρ πάλιν· «Ἐὰν ἐν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυ‐

68

.

484

(50)

λάξησθε, καὶ ποιήσητε αὐτὰς, δώσω τὸν ὑετὸν ὑμῖν ἐν τῷ καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν. Καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγη‐ τὸν, καὶ ὁ τρυγητὸς καταλήψεται τὸν σπόρον, καὶ
55φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονὴν, καὶ κατοι‐482

68

.

485

κήσετε μετ’ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ ὁ πό‐ λεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν, καὶ δώσω εἰρήνην ἐν τῇ γῇ ὑμῶν, καὶ κοιμηθήσεσθε, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν ὑμᾶς, καὶ ἀπολῶ θηρία πονηρὰ ἐκ
5τῆς γῆς ὑμῶν.» Συνίης ὅσης φροντίδος καὶ ἡμερό‐ τητος ἀξιοῖ τὸν ἐπιεικῆ τε καὶ φιλεργέστατον, καὶ μὴν αἰδοῖ τῇ περὶ τὸν νόμον ἡττώμενον; Πρώϊμόν τε γὰρ καὶ ὄψιμον ὑετὸν, εὐκαρπίαν τε τὴν ἀλλεπάλλη‐ λον, καὶ μὴν καὶ ἄρτου πλησμονὴν, καὶ τῶν ἐδωδί‐
10μων ἄφθονον χρῆσιν, καὶ πρός γε τούτοις εἰρήνην χαριεῖσθαι κατεπαγγέλλεται. Τὸν γάρ τοι τοῦ νόμου φύλακα γνήσιον, καὶ ὧν ἂν βούλοιτο Θεὸς ἄπληστον ἐραστὴν, ταῖς τῶν οὐρανίων ἀγαθῶν ἀφθονίαις κατα‐ μεθύειν εἰκός· γῆν μὲν γὰρ οἷά τε πίειράν τε καὶ
15εὔτοκον τὴν τοῦ δικαίου ψυχὴν, παράκλησις ἡ πνευ‐ ματική τε καὶ ἄνωθεν ὑετοῦ κατάρδουσα δίκην, κα‐ τευφραίνει λίαν, ὡς ἀνελλιπῆ καὶ οἱονεὶ παμποίκιλον τῆς εἰς Θεὸν εὐσεβείας ἐκφαίνει καρπόν· εἰρήνη δὲ στεφανοῖ, τὴν εἰς τὸ εὖ εἶναι διαμονὴν εἰσφέρουσα.
20Γράφει γοῦν καὶ ὁ Παῦλος· «Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν, καὶ τὰ νοήματα ὑμῶν.» Ὁ τῆς τοιᾶσδε οὖν παρὰ Θεοῦ φιλοτιμίας τετυχηκὼς, ἀπόλεμόν τε καὶ εἰρηναῖον διατελέσει βίον, εἴκοντος ἐχθροῦ, πίπτον‐
25τός τε καὶ οἰχομένου πρὸς τὸ μηδὲν τοῦ ἀνθεστηκότος παντὸς, καὶ ἀπρακτούσης ἐφόδου διαβολικῆς, καὶ φό‐ βου παντὸς ἐκποδὼν ἰόντος εὐκόλως. Τὸν αὐτὸν δὲ τουτονὶ νόμον καὶ ἐν τῷ Δευτερονομίῳ γεγραμμένον εὑρήσομεν. Ἔφη γὰρ ὡδὶ βραχὺ παραλλάξας· «Ἐὰν
30δὲ ἀκοῇ εἰσακούσητε πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾷν Κύριον τὸν Θεόν σου, καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ δώσει σοι τὸν ὑετὸν τῆς γῆς σου, καθ’ ὥραν πρώϊμον καὶ ὄψιμον
35καὶ εἰσοίσεις τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου, καὶ τὸ ἔλαιόν σου, καὶ δώσεις χορτάσματα ἐν τοῖς ἀγροῖς σου τοῖς κτήνεσί σου.» Οὐκοῦν τὸ μὲν εὐτεχνές τε καὶ εὔρυθμον, εἴς γε τὸ χρῆναι πληροῦν ἃ ἂν βούλοιτο Θεὸς, ἡ τοῦ νόμου μελέτησις ταῖς ἡμετέραις εἰσοι‐
40κιεῖται ψυχαῖς. Ἱδρῶτα δὲ τὸν ἐπ’ ἀρεταῖς οἰστὸν ἀποφαίνει τῶν ἐπηγγελμένων ἡ ἔφεσις. ΠΑΛΛ. Ἀληθές· συναινέσαιμι γὰρ, καὶ σφόδρα εἰκότως. Ἀγάπης δὲ τῆς εἰς τὸν πλησίον, τίνα δὴ τρόπον διαπερανεῖ τις ἂν τὸν νόμον, ὥρα λέγειν, ὦ
45τάν. ΚΥΡ. Ἰτέον δὴ οὖν ἐπ’ αὐτὸ δὴ τοῦτο. Καὶ δὴ λέ‐ γομεν, τοῖς ἱεροῖς ἑπόμενοι Γράμμασιν, ὅτι Μωσῇ προστέταχεν ὁ τῶν ὄλων Δεσπότης Θεὸς, ἐξεκκλησιά‐ σαι τὸν λαὸν, καὶ ὑπὸ τὸ Σινᾶ καλούμενον ὄρος κα‐

68

.

485

(50)

θαρούς τε καὶ ἡγνισμένους εὖ μάλα συνενεγκεῖν· ἀποπλύνασθαι γὰρ δεῖν τὰ ἄμφια, καὶ τῆς εἰς γυναῖ‐ κας ἡδονῆς ὁρᾶσθαι βελτίους, εἰς τρεῖς διατέταχεν ἡμέρας, διὰ τῶν ἐν αἰσθήσει καὶ ὁρατῶν πραγμάτων σημαίνων τὰ νοητά· λαμπροῖς γὰρ ὥσπερ ἀμφίοις,
55τοῖς ἐξ ἀρετῶν αὐχήμασι κατηγλαϊσμένους, καὶ τῇ κατὰ νοῦν φαιδρότητι διαπρέποντας, καὶ φιλοσαρκίας
ἁπάσης καὶ μολυσμῶν ἐπιγείων ἀπηλλαγμένους,484

68

.

488

οἱονεί πως εἰς ὄψιν ἰέναι πρέπει Θεοῦ, παιδαγωγοῦν‐ τος ἡμᾶς εἰς τοῦτο τοῦ νόμου, καθάπερ ἀμέλει καὶ τοὺς πάλαι Μωσῆς· τύποι γὰρ ἦσαν ἐκεῖνα τῶν ἀλη‐ θεστέρων. Καὶ ἡ διὰ τοῦ πανσόφου Μωσέως παιδα‐
5γωγία, τὴν διὰ τοῦ νόμου παίδευσιν ἀποκομίζοντος εἰς Χριστὸν, ὑπετύπου τοῖς ἀρχαιοτέροις. Ἐπιτηρεῖν δὲ πρὸς τούτοις ἄξιον κἀκεῖνο οἶμαί που. Τὸ γάρ τοι χρῆμά τε καὶ πρόσωπον τοῦ παιδαγωγεῖν ὀφείλοντος, ἔν γε τῷ Μωσέως προσώπῳ τετήρηται καλῶς· οὐ γὰρ
10ἑαυτῷ, παρέστησεν, ἀλλὰ Θεῷ τὸν λαὸν, οἱονεί πως θεσμοθέτῃ καὶ διδασκάλῳ καὶ τῶν πρακτέων εἰσ‐ ηγητῇ. Προσεκόμιζε δὲ καὶ ἡμᾶς οὐχ ἑαυτῷ διὰ τοῦ γράμματος παιδαγωγὸς ὢν ὁ νόμος, ἀλλὰ τῷ δι’ ἡμᾶς ἐξ οὐρανοῦ καταφοιτήσαντι Θεῷ Λόγῳ. Ἆρά
15σοι κατ’ ἴχνος τῶν τῆς ἀληθείας ἐννοιῶν ὁ λόγος ἡμῖν ἰέναι δοκεῖ; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Γέγραπται τοίνυν, ὅτι «Καὶ ἐξήγαγε Μωσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ Θεοῦ, ἐκ τῆς παρεμβολῆς,
20καὶ παρέστησαν ὑπὸ τὸ ὄρος τὸ Σινᾶ. Τὸ δὲ ὄρος τὸ Σινᾶ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι Κύριον ἐπ’ αὐτοῦ ἐν πυρὶ, καὶ ἀνέβαινεν ὁ καπνὸς ὡς καπνὸς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα· ἐγένοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι
25σφόδρα. Μωσῆς ἐλάλει· ὁ δὲ Θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ.» Τὸ μὲν οὖν ἐν ὄρει καταφοιτῆσαι Θεὸν, σημεῖον ἂν γένοιτο καὶ μάλα σαφὲς, τοῦ διανοίαις αὐτὸν οὐ χθαμαλωτάταις ἐπιφοιτᾷν, οὔτε μὴν ἐναυ‐ λίζεσθαι φιλεῖν τοῖς γεῶδες ἔχουσι καὶ χαμαιῤῥιφὲς
30τὸ φρόνημα, ἀλλ’ ὅτῳ περ ἂν ὁ νοῦς ἀναθρώσκοι πρὸς τὸ ὑψοῦ, καὶ οἱονεὶ κορυφὴν ὑπερτέλλουσαν ἔχων, κάτω που βλέπει τὰ ἀνθρώπινα, καὶ μόνα φαντάζοιτο τὰ παρὰ Θεῷ. Κατασημήνειε δ’ ἂν καὶ ἑτέρως, ὑψηλὴ μὲν ὅτι καὶ ὑπερκειμένη τῶν καθ’ ἡμᾶς ἡ περὶ Θεοῦ
35γνῶσις, μόνοις δὲ τάχα που κἂν γοῦν ἐκ μέρους ἁλώσιμος τοῖς τὰ ὑψηλὰ πέτεσθαι μεμελετηκόσι· «Νεοσσοὶ γὰρ γυπὸς τὰ ὑψηλὰ πέτανται,» κατὰ τὸ γεγραμμένον. Ἐν τούτῳ δὲ σύνες, ὅτι κατέβη Θεὸς τὸν ἀρχαῖον τοῖς πάλαι διορίζων νόμον, οὐκ ἔνθα περ
40ἦν ὁ λαὸς, ἀλλ’ ὑψοῦ καὶ μακράν. Ἀφειστήκει γὰρ μακρόθεν ἔτι κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, οὔπω γεγονότος μεθ’ ἡμῶν σαρκικῶς, οὔτε μὴν καθέντος ἑαυτὸν εἰς κένωσιν τοῦ Μονογενοῦς· οὐ γὰρ τοῖς ἀρχαιοτέροις, ἀλλ’ εἰς ἡμᾶς αὐτοὺς τετήρηται τὸ
45μυστήριον· γέγονε γὰρ μεθ’ ἡμῶν ὅσον ἧκεν εἰπεῖν, εἰς δόξαν ὀφθαλμοφανῆ, τὰ τῆς θεότητος ὑψώματα καταλελοιπώς· ἐπολιτεύετο δὲ μεθ’ ἡμῶν, ὡς εἷς ἐξ ἡμῶν. Ἐν εἴδει γε μὴν τοῦ πυρὸς κατῄει Θεός· ἔδει, τοῖς ἀνάγκῃ καὶ νόμῳ τοὺς παιδαγωγεῖσθαι μέλλον‐

68

.

488

(50)

τας, ὅτι πρὸς πῦρ ἕξουσι τοὺς λόγους, εἰ ἕλοιντο ῥᾳθυμεῖν, διειδέναι σαφῶς. Οὐ γὰρ ἐξ ἀγάπης τῆς ἐθελουσίου, καὶ νοῦ ῥοπῆς ἐλευθέρας ἐπράττετο τοῖς ἀρχαιοτέροις τὸ θεοφιλὲς, ἀλλ’ ὡς ἐξ ἀνάγκης καὶ φόβου· πνεῦμα γὰρ ἦν οὐκ ἐλεύθερον, οὔτε μὴν υἱο‐
55θεσίας, τὸ ἐν αὐτοῖς, ἀλλὰ δουλείας εἰς φόβον. Καπνί‐ ζεται δὲ τὸ ὄρος διὰ τὸ καταβεβηκέναι Κύριον ἐπ’
αὐτὸν ἐν πυρί· καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐν Ψαλμοῖς486

68

.

489

ὑμνούμενον· «Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ.» Κατασημήνειε δ’ ἂν καὶ ἑτέρως ἡμῖν ὁ καπνὸς τὸ ἐπὶ τῇ καταφρονήσει πάντη τε καὶ πάντως ἐσόμενον δάκρυον· ἐξέρπει γὰρ δὴ ταῖς τοῦ καπνοῦ προσβολαῖς
5ἡ ἐξ ὀμμάτων ἰκμάς. Εἰ δὲ βούλοιτό τις τοῖς προκει‐ μένοις θεωρήμασιν ἐπιβαλεῖν ἑτέρως, εἰς τὸν διὰ τοῦ νόμου φωτισμὸν καταλογιεῖται τὸ πῦρ, πλὴν ἀχλύος οὐ δίχα· καὶ γάρ ἐστιν ἀμυδρὸς καὶ ἀσαφὴς ὁ νόμος, καὶ τὸ ἐκ τοῦ γράμματος κατασκίασμα παχὺ, καὶ
10καταθολοῦν ἱκανὸν τὸν τῆς διανοίας ὀφθαλμόν. Ἰσχυ‐ ρότεραι δὲ προβαίνουσαι τῆς σάλπιγγος αἱ φωναί· μικρὰ γὰρ ἦν καὶ μόλις ἀναφωνοῦντος τοῦ νόμου τὸ ἐν ἀρχαῖς. Ἐπειδὴ δὲ προβέβηκεν ὁ λόγος ἡμῖν εἰς παίδευσιν εὐαγγελικὴν, ἐπιλάμψαντος τοῦ Ἐμμα‐
15νουὴλ, ἰσχυρότεραι γεγόνασιν αἱ φωναί· ἐξάκουστον γάρ τι καὶ τορὸν ἀναπεφώνηκεν ὁ Χριστὸς, καὶ εἰς πᾶσαν ἤδη διῆκον τὴν οἰκουμένην. Αὐτοῦ γὰρ ἔστιν ἀκοῦσαι λέγοντος διὰ φωνῆς τοῦ Δαβίδ· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοι‐
20κοῦντες τὴν οἰκουμένην.» Καίτοι τῆς τοῦ νόμου τηνικάδε φωνῆς, ἑτέρωθι μὲν οὐκ ἰούσης, οὔτε μὴν ἅπαντα μυσταγωγούσης τὰ ἔθνη, μόνην δὲ τὴν Ἰου‐ δαίων περιηχούσης χώραν, καὶ παιδαγωγούσης ἒν γένος τὸ ἐξ Ἰσραήλ. Ἀλλ’, «Ἐλάλει μὲν, φησὶν, ὁ
25Μωσῆς· ὁ δὲ Θεὸς, ἀπεκρίνετο αὐτῷ φωνῇ.» Ἐζήτει μὲν γὰρ ὡς διάκονος τὸν νόμον ὁ Μωσῆς, καὶ τῶν θείων θεσπισμάτων μεσίτης καὶ ὑπουργός· ἀπεκρί‐ νετο δὲ Θεὸς τῇ ἰδίᾳ φωνῇ, τουτέστι, δι’ Υἱοῦ· φωνὴ γὰρ καὶ λόγος τοῦ Πατρὸς, ὁ Υἱός. Ἐξ αὐτοῦ δὲ ὁ
30νόμος, καὶ εἰ λελάληται δι’ ἀγγέλων· πάρα γοῦν, εἴπερ ἕλοιτό τις, ἐπαΐειν λέγοντος ἐναργῶς· «Αὐτὸς ὁ λαλῶν, πάρειμι.» Καὶ, «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι· λέγω γὰρ ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἒν,
35ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.» Λόγους οὖν ἰδίους, τὸν νόμον ἀποκαλεῖ· φωνὴ γὰρ αὐτὸν λελάληκε Θεοῦ, καθάπερ ἔφην ἀρτίως, τουτέστιν ὁ Υἱός. Εἶτά φη‐
40σιν, ὅτι «Καταβέβηκεν ὁ Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ ἐκάλεσε Κύριος τὸν Μωσῆν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ ἀνέβη Μωσῆς. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Μωσῆν λέγων· Καταβὰς δια‐ μάρτυραι τῷ λαῷ μήποτε ἐγγίσωσι πρὸς τὸν Θεὸν
45κατανοῆσαι, καὶ πέσῃ ἐξ αὐτῶν πλῆθος· καὶ οἱ ἱερεῖς οἱ ἐγγίζοντες Κυρίῳ τῷ Θεῷ ἁγιασθήτωσαν, μήποτε ἀπαλλάξῃ ἀπ’ αὐτῶν Κύριος.» Κάτεισιν εἰς τὸ ὄρος ὁ ὑπὲρ πάντων Θεὸς, εἶτα κεκλημένος ἄνεισιν ὁ Μω‐ σῆς. Οὐ γάρ ἐστι τῶν ἐνδεχομένων ἰσχύσαι τινὰς εἰς

68

.

489

(50)

τὰ τῆς ἀληθοῦς θεοπτίας ἀναθρώσκειν ὑψώματα, μὴ οὐχὶ καθέντος ἑαυτὸν τοῦ Θεοῦ, καὶ ταῖς ἡμετέραις διανοίαις προσιτὸν γενέσθαι παρασκευάζοντος· αὐτοῦ δὲ καλοῦντος ἄνιμεν οὕτω μόλις εἰς ὑπερφυᾶ καὶ ἐξῃρημένην οἱονεὶ κορυφὴν, τὴν περὶ αὐτοῦ γνῶσιν
55ἀληθῆ ὅπερ ἐποίσει Χριστὸς, ἀποκαλύπτων ἡμῖν τὸν Πατέρα καὶ Θεὸν, καὶ ἀστιβὲς μὲν τοῖς ἀγε‐
λαίοις τὸ ὄρος (ἀνέμβατος γὰρ τοῖς πολλοῖς ἡ τῆς488

68

.

492

ἄγαν ὑπερτενοῦς γνώσεως χάρις), βάσιμος δὲ μό‐ νοις τοῖς εἰδόσι διαστείχειν αὐτὴν, μᾶλλον δὲ καὶ εἰς τοῦτο κεκλημένοις παρὰ Θεοῦ, καθάπερ ἀμέ‐ λει καὶ Μωσῆς. Εἴ τις οὖν ἄρα ἐστὶ πιστὸς καὶ γνή‐
5σιος ἐν οἴκῳ Θεοῦ, ἔσται καὶ αὐτὸς κατ’ ἐκεῖνον ἐξειλεγμένος καὶ ἐπιτηδείως ἔχων εἰς τὸ ἀγχοῦ γενέ‐ σθαι Θεοῦ, κατά γε τὸν ἐν ἁγιασμῷ καὶ εἰδήσει τρό‐ πον. Συνεσόμεθα γὰρ οὕτως αὐτῷ λέγοντι· «Σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ.» Ἀποκαθαίρεσθαι δὲ
10δεῖν τοὺς ἱερωσύνῃ κατεστεμμένους παρεγγυᾷ λέ‐ γων· «Μήποτε ἀπαλλάξῃ ἀπ’ αὐτῶν Κύριος.» Σφαλερὸν γὰρ κομιδῇ τῆς ἱερωσύνης τὸ χρῆμα, καὶ κινδύνων οὐκ ἀπωτάτω, μᾶλλον δὲ καὶ λίαν ἐγγὺς, εἰ μὴ ὁρῷτο προσὸν τὸ ἀμώμητον εἰς ζωήν· ἁγίους
15γὰρ εἶναι πρέπει τοὺς τῷ πανάγνῳ λειτουργοῦντας Θεῷ. Εἶτά φησι· «Καὶ εἶπε Κύριος τῷ Μωσῇ· Βάδιζε, κατάβηθι καὶ ἀνάβηθι σὺ καὶ Ἀαρὼν μετὰ σοῦ· οἱ δὲ ἱερεῖς καὶ ὁ λαὸς μὴ βιαζέσθωσαν ἀναβῆ‐ ναι πρὸς τὸν Θεὸν, μήποτε ἀπολέσῃ ἀπ’ αὐτῶν Κύ‐
20ριος.» Ἄνεισιν ὁ Μωσῆς καὶ οὐ δίχα τοῦ Ἀαρὼν, ὃς ἦν εἰς τύπον Χριστοῦ. Τίμιος γὰρ νόμος ἐν Χρι‐ στῷ, καὶ ὡς ἅγιος δι’ αὐτὸν, ἐγγὺς Θεοῦ καὶ μετὰ Θεοῦ. Διακηρύττει γὰρ καὶ αὐτὸς τὸν ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν, κατὰ τὰς Γραφάς.
25Παρεζεύχθω οὖν ὁ νόμος Χριστῷ, διὰ τῆς ἐν πνεύ‐ ματι θεωρίας. Ἀκήκοε γὰρ ὁ Μωσῆς· «Ἀνάβηθι σὺ καὶ Ἀαρών.»—«Ἂ οὖν Θεὸς συνέζευξεν, ἄνθρω‐ πος μὴ χωριζέτω,» τῆς ἐν Χριστῷ θεωρίας ἀποκο‐ μίζων τὸν νόμον, διὰ τὸ μόνῃ προσκεῖσθαι τῇ σκιᾷ,
30καὶ μὴ εἰς εἰκόνα τῶν τύπων παραδέχεσθαι τὴν ἀλή‐ θειαν. Εἴρηταί γε μὴν ἀναφοιτᾷν εἰς τὸ ὄρος τοῖς δήμοις ὁμοῦ τὸ γένος τὸ ἱερόν. Οὐ γὰρ τοῖς ἐν νόμῳ παιδαγωγουμένοις, οὐδὲ τοῖς ἔτι τὴν ἐν σκιαῖς τε‐ λοῦσι λατρείαν, δέδοται παρὰ Θεοῦ τὸ ἐν ὑψηλοῖς
35καὶ ὑπερτάτοις ἰέναι δόγμασι τοῖς περὶ αὐτοῦ· τετήρηται δὲ μᾶλλον τοῖς ἐν πίστει δεδικαιωμένοις, καὶ ἐν Χριστῷ κεκλημένοις εἰς ὑπακοὴν, καὶ πολὺ τῆς ἀρχαιοτέρας διενεγκοῦσαν γνῶσιν. Τεθαύμακε γὰρ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ καὶ ὁ
40θεσπέσιος Παῦλος· μαρτυρήσει δὲ καὶ αὐτὸς ὁ Σωτὴρ, περί τε ἡμῶν καὶ τῶν ἐξ αἵματος Ἰσραὴλ, ἀναφαν‐ δὸν λέγων, ὅτι «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. Καὶ περὶ μὲν τῶν Ἰουδαίων· «Ἄφετε αὐτοὺς,
45τυφλοί εἰσιν, ὁδηγοὶ τυφλῶν.» Προσπεφώνηκε δὲ πάλιν τοῖς ἐγνωκόσιν αὐτόν· «Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν.» Ἐπειδὴ δὲ τοὺς περὶ τούτων διεπέραινε λόγους ὁ τῶν ὅλων Θεὸς, ἄρχεται θεσμοθετεῖν, καὶ

68

.

492

(50)

τοὺς ἐφ’ ἅπασι τοῖς ἀρίστοις ὁρίζειν νόμους. Οὕτω τέ φησιν· «Ἐγὼ Κύριος ὁ Θεός σου, ὅστις ἐξήγα‐ γόν σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.» Πρέπουσαν δὲ τοῖς νόμοις ἐποιήσατο τὴν ἀρχὴν, ἑαυτὸν εἶναι λέ‐
55γων τὸν ἐν Αἰγύπτῳ τερατουργόν· τὸν ταῖς τῶν πλεονεκτούντων μανίαις ὅλην, ὡς ἔπος εἰπεῖν, κατ‐
εξανιστάντα τὴν κτίσιν· ὑετούς τε καὶ χαλάζας ἐξ490

68

.

493

ὡπλικότα, καὶ τῶν στοιχείων μεταβολὰς ἐπιδεδειχότα, καὶ τοῖς πρωτοτόκοις τὸν οἰκτρὸν ἐνιέντα θάνατον, καὶ σκότον αὐτοῖς καταχέαντα τὸν τριήμερον· τὸν διὰ μέσων ἰέναι κυμάτων οἷς ἂν ἐθέλοι δωρούμενον,
5καὶ ἀμογητὶ συνθραύοντα τοὺς ἀνθεστηκότας. Ἔδει γὰρ, ἔδει μὴ ἀγνοεῖν τοὺς τῆς θείας ἐντολῆς ὑποτρέ‐ χοντας τὸν ζυγὸν, ὅση τίς ἐστιν ἡ τοῦ νομοθέτου δύναμις, καὶ ὅτι προσκρούειν αὐτοῖς οὐκ ἀσφαλὲς τῷ πάντα εὐκόλως κατορθοῦν ἰσχύοντι.
10ΠΑΛΛ. Ὡς εὖ γε ἡμῖν ὁ νομοθέτης καὶ θεοπρεπῶς ἐσκέπτετο! Κατάγχει γάρ πως ἀεὶ τὸ δεῖμα πρὸς εὐπείθειαν, καὶ ὥσπερ τινὰ πῶλον εὐήνιον ἀπεργά‐ ζεται τὸν ἀπηνῆ καὶ δυσάγωγον. ΚΥΡ. Ὀρθότατα ἔφης. Ἀποφήσας δὴ οὖν τὸ χρῆ‐
15ναι θεοῖς προσκυνεῖν ἑτέροις, καὶ τὴν εἰδώλου παντὸς ποίησιν, ἐξομοίωμά τε καὶ γραφὴν, καὶ τὸ προσνέ‐ μειν ἀποτολμᾷν τὸ τῆς θεότητος ὄνομα ταῖς τῶν ἀγαλματουργῶν ἐπιστήμαις, δίκαις ὑπενεγκὼν ταῖς ἐσχάταις («Οὐ γὰρ λήψῃ, φησὶ, τὸ ὄνομα Κυρίου τοῦ
20Θεοῦ σου ἐπὶ ματαίῳ, ὅτι οὐ μὴ καθαρίσῃ Κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ»), κατα‐ ρυθμίζει λοιπὸν τὰ ἀνθρώπινα, καὶ ὥσπερ τινὰ κανόνα πρὸς τὸ εὐθὺ ταῖς ἁπάντων πολιτείαις ὁρίζει τὸν νόμον· ἁπάσης δὲ ἡμᾶς ἐξίστησιν ἁμαρτίας, τὸν
25τῆς ἐν Χριστῷ δικαιοσύνης καὶ πρό γε τῶν ἄλλων κατασημαίνων καιρὸν, καθ’ ὃν ἡ τελεωτάτη λύτρωσις καὶ ἡ φαυλότητος καταφθορὰ, καὶ ἀναμόρφωσις εἰς τὸ ἀπ’ ἀρχῆς, καὶ ζωῆς ἀνακαινισμὸς τῆς ἐν ἁγιό‐ τητί τε καὶ φιλοθεΐᾳ. Τοιγάρτοι φησί· «Μνήσθητι
30τὴν ἡμέραν τῶν Σαββάτων ἁγιάζειν αὐτήν· ἓξ ἡμέ‐ ρας ἐργάσῃ, καὶ ποιήσεις πάντα τὰ ἔργα σου, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ Σάββατα, ἀνάπαυσις Κυρίῳ τῷ Θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ παι‐
35δίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου, πᾶν τὸ κτῆνός σου, καὶ ὁ προσήλυτος ὁ παροικῶν ἐν σοί. Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησε Κύριος τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. Διὰ
40τοῦτο ηὐλόγησε Κύριος τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτήν. ΠΑΛΛ. Καὶ τί δὴ τοῦτό ἐστιν; οὐ γάρ τοι συνίημι σαφῶς. Ἁγιάσαιμεν δ’ ἂν τίνα τρόπον τὴν τῶν Σαβ‐ βάτων ἡμέραν;
45ΚΥΡ. Βούλει λέγωμεν ὀλίγα ἄττα περὶ Σαββάτου καὶ τῆς ἐν αὐτῷ τετιμημένης ἀργίας; εἶεν γὰρ ἂν οὕτω καὶ μάλα σαφῆ τὰ θεόθεν ἡμῖν κεχρησμο‐ δοτημένα. ΠΑΛΛ. Πάνυ μὲν οὖν.

68

.

493

(50)

ΚΥΡ. Τὸ Σάββατον, ὦ Παλλάδιε, τελευταία τῆς ἑβδομάδος τυγχάνον ἡμέρα, κατασημήνειεν ἂν, οἶ‐ μαί που, τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸν, ὃς πέφηνε μὲν ἐπὶ συντελείᾳ καὶ μονονουχὶ πρὸς αὐταῖς ἤδη τοῦ παρόντος αἰῶνος δυσμαῖς, ἀρχὴ
55δὲ καὶ θύρα καὶ ὁδὸς ἡμῖν γέγονεν εἰς ἀπόνιψιν492

68

.

496

ἁμαρτίας, εἰς ἐλευθερίαν καὶ ἄφεσιν, εἰς ἀφθαρσίαν καὶ εἰς ζωὴν, καὶ εἰς ἐλπίδα τὴν μέλλουσαν. Πολυ‐ τρόπως δὲ ἡμῖν τὸν ἐν Χριστῷ νοούμενον σαββατι‐ σμὸν καὶ ἡ τῶν ἱερῶν Γραμμάτων αἰνίττεται πίστις,
5ὁτὲ μὲν τὴν ἐν ἑαυτῷ κατάληξιν, τὴν ὡς ἐξ ἁμαρ‐ τιῶν ὑπογράφουσα, καὶ τὴν ὅτι μάλιστα πικράν τε καὶ ἀπηνῆ τοῦ παραβαίνοντος καθορίζουσα δίκην, ὁτὲ δὲ αὖ τὴν ἐν αὐτῷ λύτρωσίν τε καὶ ἄφεσιν εἰς ἐλευθερίαν, καὶ μὴν καὶ εὐτρεπισμὸν τὸν εἰς αἰῶνα
10τὸν μέλλοντα τυπικῶς ὑποφαίνουσα. ΠΑΛΛ. Φράζε δὴ οὖν ὅπως. Εἰδείην γὰρ ἂν ὡς ἥδιστά γε. ΚΥΡ. Διὰ πίστεως, ὦ Παλλάδιε, τῆς ἐν Χριστῷ νοουμένης πνευματικῶς σαββατίζομεν, τῶν ἐν τῷδε
15κόσμῳ περισπασμῶν καταλήγοντες, καὶ περιφορᾶς εἰκαίας ἀποπαυόμενοι, καὶ φαυλότητος ἀπονοσφιζό‐ μενοι, καὶ τὸν τῆς ἁμαρτίας διεκδύνοντες ζυγὸν, ἀνείμεθα λοιπὸν εἰς ἐλεύθερον ἁγιασμόν. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος περὶ τῶν οὔπω πεπιστευκότων
20φησί· «Τίσι δὲ προσώχθισε τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἀπειθήσασιν, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ; Τίσι δὲ ὤμοσε μὴ εἰσελθεῖν εἰς τὴν κατά‐ παυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπο‐ μεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι’ ἀπείθειαν.
25Φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι.» Καὶ μεθ’ ἕτερα· «Ἄρα ἀπο‐ λείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.» Καίτοι πῶς οὐκ ἀληθὲς, ὡς εἴπερ ἐστὶν ὁ σαββατισμὸς, τὸ
30μόνον ἀργεῖν ἐν Σαββάτῳ, πῶς οὐκ εἰσῆλθεν εἰς τὴν κατάπαυσιν ὁ Ἰσραὴλ, καί τοι τὴν ἐν Σαββάτῳ τηρήσας ἀργίαν; Ἀλλ’ ἦν εἰς τύπον τὸ χρῆμα τῆς ἐν Χριστῷ καταπαύσεως, καὶ τοῦ καταλήξειν ἐξ ἁμαρτίας δικαιουμένου τῇ πίστει. Τοιγάρτοι λιθό‐
35λευστον ἐκτεθνάναι δεῖν ἐκέλευσε Θεὸς τὸν ἐν Σαβ‐ βάτῳ συλλέγοντα ξύλα· ἡ δὲ ἐπ’ ἐκείνῳ δίκη, νοη‐ τοῦ καὶ ἀναγκαίου πράγματος ὑποτύπωσις ἦν. Ἢ γὰρ οὐχὶ τὸ ἐκ τῆς οἰκείας ῥίζης αὐανθὲν, ἐκκεκα‐ θαρμένον καὶ ξηρανθὲν ἤδη ξύλον, νεκρότητος ἂν
40εἴη σύμβολον; εἴη δ’ ἂν καὶ ἑτέρως πυρὸς δια‐ τροφή; ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Τοιαύτη τίς ἐστιν ἡ παμμόχθηρος ἁμαρ‐ τία, νεκρότης ὥσπερ τις, καὶ τῆς ἀνημέρου φλογὸς
45ἀνοσία τροφὸς τοῖς ἀγαπῶσιν αὐτήν. Ὅταν τοίνυν ὡς ἐν καιρῷ καταλήξεως, τῆς ἐξ ἁμαρτιῶν λέγω, νεκρῶν καὶ ἀκάρπων ἔργων ἔχοιντό τινες, καὶ ἀγα‐ πᾷν ἕλοιντο, μεθέντες τὴν ἀρετὴν, τὰ δι’ ὧν αὐτοῖς εἰς αἰῶνα ποιναὶ καὶ φλόγες ἐξάπτοιντο, τὴν ἐπὶ

68

.

496

(50)

θανάτῳ κατάῤῥησιν ὑπομενοῦσιν εἰκότως, ὅτι καί‐ τοι μὴ βιοῦν ἀνειμένως ἐξὸν, ἐθελοντὶ διαστείχουσιν ἐπὶ τὸ κολάζεσθαι δεῖν. Εἰσερχόμεθα δὴ οὖν εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες, κατά γε τὴν τοῦ μα‐ καρίου Παύλου φωνήν. Καὶ γοῦν διὰ φωνῆς Ἰερεμίου,
55τοὺς δι’ ἁμαρτίας τῆς εἰς τὸν τύπον, τὸ τῆς ἀληθείας
παρασημαίνοντας κάλλος ἐπαιτιᾶται Θεὸς λέγων·494

68

.

497

«Βάδισον καὶ στῆθι ἐν πύλαις υἱῶν λαοῦ σου, ἐν αἷς εἰσπορεύονται βασιλεῖς Ἰούδα, καὶ ἐν αἷς ἐκπο‐ ρεύονται ἐν αὐταῖς, καὶ ἐν πάσαις ταῖς πύλαις Ἱερουσαλήμ· καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀκούσατε λόγον
5Κυρίου, βασιλεῖς Ἰούδα καὶ πᾶσα Ἰουδαία καὶ πᾶσα Ἱερουσαλὴμ, καὶ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις. Τάδε λέγει Κύριος· Φυλάσσεσθε τὰς ψυχὰς ὑμῶν, καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων, καὶ πᾶν ἔργον οὐ ποιήσετε, καὶ μὴ ἐκπο‐
10ρεύεσθε ταῖς πύλαις Ἱερουσαλὴμ, καὶ μὴ ἐκφέρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν Σαβ‐ βάτων, καθὼς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν καὶ οὐκ ἤκουσαν, καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν, καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας
15αὐτῶν, τοῦ μὴ ἀκοῦσαί μου, καὶ τοῦ μὴ δέξασθαι παιδείαν.» Οὐ μόνον δὴ οὖν τὸ δεῖν ἔργου παντὸς καταλήγειν ἐν Σαββάτῳ προστέταχεν, ἀλλὰ καὶ περαιτέρω πυλῶν Ἱερουσαλήμ. ΠΑΛΛ. Εἶτα τίς ἂν εἴη καὶ τούτων ὁ λόγος;
20ΚΥΡ. Νοητὸς δὴ καὶ πνευματικὸς, καὶ ἐπέκεινα τῶν τύπων, καὶ σκιᾶς ἀμείνων τῆς ἀρχαιοτέρας. Ἔργου μὲν γὰρ τοῦ πρὸς φαυλότητα τετραμμένου τε καὶ βλέποντος εἰς κατάληξιν ἰέναι κελεύει τοὺς ἐν Χριστῷ σαββατίζοντας, βάσταγμά γε μὴν ἐπωμά‐
25διον ποιεῖσθαι μηδέν. Τοὺς γὰρ ἅπαξ διὰ τῆς πί‐ στεως τὸ δύσοιστον ἀληθῶς τῆς ἁμαρτίας ἄχθος ἀπο‐ βεβληκότας, πῶς οὐκ ἀπόπληκτον παντελῶς τὸ καὶ εἰς αὖθις αὐτῷ καταφορτίζεσθαι δεῖν, καὶ ὑποπίπτειν ἑλέσθαι πάλιν τοῖς εἰς φαυλότητα ζυγοῖς; Πυλῶν δὲ
30εἴσω καθίζειν τῶν τῆς Ἱερουσαλὴμ, τὸ μὴ χρῆναι πόλεως ἡμᾶς τῆς ἁγίας ἀπονοσφίζεσθαι τυπῶν, μήτε μὴν ἔξω φέρεσθαι καὶ ἀπολισθεῖν ἐφιεὶς, διὰ τῆς εἰς ἕτερόν τι παρατροπῆς. Ἁγίαν δὲ πόλιν νοήσεις, τὴν Ἐκκλησίαν· ἤδη γάρ πού τινες, διὰ τῆς εἰς Χριστὸν
35πίστεως ἐκλελαμπρυσμένοι, ἀποφορτισάμενοί τε τὴν βέβηλον ἁμαρτίαν, εἴσω τε πυλῶν γεγονότες ἁγίων τοῦ οἴκου τοῦ Θεοῦ, παρεκομίσθησαν εἰς ἀπόστασιν, εἰ καὶ μὴ πρὸς ἐμφανῆ τυχὸν, ἀλλ’ οὖν ἐξήλαντο τῆς ἁγίας πύλης, ἔθη τιμήσαντες εἰδωλοπρεπῆ. Εἴσω δὴ
40οὖν καθῆσθαι πυλῶν τοὺς νοητῶς σαββατίζοντας κεχρησμῴδηκε Θεὸς, τὸ ἀσφαλές τε καὶ ἀνεξίτηλον, καὶ τὸ μηδαμῆ χρῆναι παρολισθεῖν τῆς εἰς αὐτὸν γνησιότητος, τοῦ τύπου σημαίνοντος. Ὅτι δὲ Θεοῦ πόλις ἡ Ἐκκλησία, μάλιστα μὲν ἀναβοήσει καὶ ὁ
45Δαβὶδ λέγων· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ·» πληροφορήσει δέ που καὶ αὐτὸς ὁ Σωτὴρ περὶ αὐτῆς λέγων· Ὧδε κατοικήσω ὅτι ᾑρετι‐ σάμην αὐτήν.» ΠΑΛΛ. Ἄραρεν οὖν, ὅτι παντὸς ἔργου καταλύ‐

68

.

497

(50)

σομεν ἐν Σαββάτῳ, κατά γε τὸ νομοθέτῃ δοκοῦν. ΚΥΡ. Οὐ παντὸς ἁπλῶς, ὦ Παλλάδιε· τὸ γάρ τοι χρῆναι φρονεῖν τε καὶ δρᾷν τὰ ἐφ’ οἷς ἂν ἥδοιτο Θεὸς, καὶ οὐ μετρίαν ἔχοι τὴν ὄνησιν, οὐκ ἐπαινου‐ μένην ἂν εἰσδέξαιτο τὴν κατάληξιν. Προστέθεικε
55γὰρ οὐ μάτην, ὥς γέ μοι δοκεῖ, τὸ Γράμμα τὸ ἱερὸν,496

68

.

500

τὸ ἁγιάζεσθαι δεῖν πρὸς ἡμῶν τὴν τῶν Σαββάτων ἡμέραν· «Μνήσθητι γὰρ, «φησὶ,» τὴν ἡμέραν τῶν Σαββάτων ἁγιάζειν αὐτήν.» Ἀποπερανοῦμεν δὲ τοῦτο καὶ λίαν ἐπιεικῶς, εἰ ἁγίων ἔργων ἐπιμελη‐
5ταὶ φαινόμεθα, σαββατίζοντες νοητῶς· εἴη δ’ ἂν τοῦ πράγματος ὑποτύπωσις ἐναργὴς, τὸ ἐν Σαββάτῳ τοὺς ἱερέας ἐν τῷ ἱερῷ τὸ Σάββατον βεβηλοῦν, καὶ ἀμωμήτως ἐργάζεσθαι τὰ ἱερὰ, καὶ πληροῦν θυ‐ σίας, καὶ μηλοσφαγεῖν, πάντα τε δρᾷν τὰ εἰς δόξαν
10Θεοῦ ἀδιακωλύτως. Ἢ γὰρ οὐχὶ ταῖς τῶν Ἰουδαίων μομφαῖς αὐτὸ δὴ τοῦτο παρεκόμισεν ὁ Χριστὸς, ὅτε δὴ λύσιν ἐπεφήμιζον αὐτῷ τοῦ νόμου τεθεραπευκότι τὸν παράλυτον ἐν Σαββάτῳ; ΠΑΛΛ. Μεμνήσομαι.
15ΚΥΡ. Περιτέμνεται δὲ καὶ ἄνθρωπος ἐν Σαββάτῳ, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, οὐκ ἐπιτιμῶντος τοῦ νόμου· παρεγγυᾷ γὰρ ὁ τύπος καὶ μονονουχὶ διαμαρ‐ τύρεται σαφῶς, ὅτι πρέποι ἂν καὶ μάλα εἰκότως τοῖς ἐν Χριστῷ σαββατίζουσι, τουτέστι, τοῖς καταλήγουσιν
20ἁμαρτίας, καὶ ἁγιαζομένοις διὰ πίστεως, ἡ ἐν πνεύ‐ ματι περιτομὴ πραττομένη κατὰ τὴν ὀγδόην, τουτ‐ έστι τὴν ἀναστάσιμον ἡμέραν· ἐγήγερται γὰρ οὕτω Χριστός. Ἐπειδὴ δὲ ἀνεβίω, τὸ τοῦ θανάτου καταλύ‐ σας κράτος, κατεσφράγισεν εὐθὺς τῷ ἁγίῳ Πνεύ‐
25ματι τοὺς ἑαυτοῦ γνωρίμους, καὶ τοῦτό ἐστιν ἡ ἐν πνεύματι περιτομή. Ἐνεφύσησε γὰρ λέγων· «Λά‐ βετε Πνεῦμα ἅγιον.» Ἣ οὐχ οὕτω πράττεσθαι τὴν ὡς ἐν νοήσει περιτομὴν καὶ ὁ Παῦλός φησι; Περι‐ τετμῆσθαι γὰρ δεῖν περιτομῇ ἀχειροποιήτῳ, τουτέστι
30πνεύματι, διισχυρίσατο τοὺς πεπιστευκότας. Προσ‐ θείην δ’ ἂν ὅτι, τῶν εἰς ἀνδρείαν τὴν πνευματικὴν, καὶ τοῦ συντρίβειν ἐχθροὺς, καὶ νικᾷν ἐν Χριστῷ τοὺς ἀνθεστηκότας, οὐκ ἂν καταλήξαιμεν εἰκότως, νοητῶς σαββατίζοντες· εἰκόνα δέ σοι παροίσω πάλιν
35τὸν ἀρχαῖον ἐκεῖνον Ἰησοῦν, ὁμοῦ τοῖς ἐξ Ἰσραὴλ ᾑρηκότα τὴν Ἱεριχὼ κατὰ τὴν ἑβδόμην ἡμέραν, τουτέστιν, ἐν τῷ Σαββάτῳ. ΠΑΛΛ. Ἀργίαν οὖν ἄρα τὸ Σάββατον μόνον ἡμῖν, ὡς ἔοικε, τῶν ἐκ φαυλότητος καὶ ἁμαρτιῶν εἰσκομί‐
40σειεν ἂν, τόγε ἧκον εἰς ἀλήθειαν, τὴν ὡς ἐν τύποις ἔτι τοῖς ἀρχαιοτέροις μονονουχὶ σκιαγραφουμένην. ΚΥΡ. Οὕτω φημί· καθ’ ἕτερον δὲ τρόπον, τὸ Χρι‐ στοῦ μυστήριον παραδείξειεν ἂν καὶ μάλα σαφῶς. ΠΑΛΛ. Τίνα δὴ φής.
45ΚΥΡ. Ἔφη που πάλιν ὁ νόμος· «Ἐὰν δὲ κτήσῃ παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι, τῷ δὲ ἔτει τῷ ἑβδόμῳ ἀπελεύσεται ἐλεύθερος δωρεάν.» Καὶ ἐν μὲν τῇ Ἐξόδῳ ταυτί. Ἐν δὲ τῷ Δευτερονομίῳ πάλιν οὕτω φησί· «Ἐὰν δὲ πραθῇ σοι ὁ ἀδελφός σου ὁ Ἑβραῖος, ἢ ἡ

68

.

500

(50)

Ἑβραία, δουλεύσει σοι ἓξ ἔτη, καὶ τῷ ἑβδόμῳ ἐξαπο‐ στελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ· ὅταν δὲ ἐξαποστε‐ λεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ, οὐκ ἐξαποστελεῖς αὐ‐ τὸν κενόν· ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου, καὶ ἀπὸ τοῦ σίτου καὶ ἀπὸ τῆς κλήρου σου· καθὼς
55ηὐλόγησέ σε Κύριος ὁ Θεός σου, δώσεις αὐτῷ.» Τὸν μὲν γὰρ ἄλλον ἅπαντα χρόνον, πρὸ τῆς τοῦ Σωτῆρος
ἡμῶν ἐπιδημίας, πνεύματι δουλείας ὁ Ἰσραὴλ κατ‐498

68

.

501

εσφίγγετο, νόμῳ τῷ κολάζοντι καταζευγνύμενος. Ἐπειδὴ δὲ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς (τέθειται δὲ ἡμῖν καὶ τοῦδε τύπος τὸ Σάββατον) ἐπέλαμψεν ὁ Ἐμμανουὴλ, τότε δὴ τὸ μὲν δουλείας ἀφῄρηται
5πνεῦμα, προσκεκομικότες δὲ ὅλως οὐδὲν εἰς ἀπολύ‐ τρωσιν τῷ Δεσπότῃ, φιλανθρωπίνῳ χάριτι κέκληνται πρὸς ἐλευθερίαν, καὶ εἰς τὴν τῆς υἱοθεσίας δόξαν· δεδικαίωνται γὰρ οἱ πιστεύσαντες οὐκ ἐξ ἔργων νό‐ μου κατὰ τὰς Γραφὰς, ἀλλ’ ἐκ πίστεως. Καὶ τοῦτο
10εἶναί φημι τὸ, «Ἀπελεύσεται ἐλεύθερος δωρεάν.» Ἀλλ’, «Ὅταν, φησὶν, ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ, οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν· ἐφόδιον ἐφ‐ οδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου, ἀπὸ τοῦ σίτου σου, καὶ ἀπὸ τῆς ληνοῦ σου.» Ὁρᾷς ἐναργῶς τοῦ
15κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν, ἔν γε τουτοισὶ διαλάμπουσαν; λελυτρώμεθα γὰρ, καὶ ἀνῆκεν ἡμᾶς ἐλευθέρους ὁ πάντων ἡμῶν Σωτὴρ, δωρεάν. Οὐ γὰρ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος, κατὰ τὸ γεγραμμένον,
20τῆς οὕτως ὑπερφυοῦς ἡμερότητος μετεσχήκαμεν· ἀνιεὶς δὲ ἡμᾶς ἐλευθέρους, τουτέστιν, ἀπαλλάξας ἁμαρτιῶν, καὶ τῇ τῆς υἱοθεσίας κατακαλλύνας χά‐ ριτι, καλὸν ἡμῖν ἐφόδιον ἑαυτὸν προστέθεικεν, ὡς ἄμωμον ἱερεῖον, καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν δι’
25ἡμᾶς ἠγμένος, χαρισάμενός τε τὸ μετασχεῖν εὐλο‐ γίας τῆς ζωοποιοῦ, τουτέστι, τῆς ἁγίας αὐτοῦ σαρ‐ κός τε καὶ αἵματος. Τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐφοδιάζε‐ σθαι δεῖν ἀπὸ τῶν προβάτων, ἀπό τε σίτου καὶ οἴνου, τοὺς ἐν ἑβδόμῳ καιρῷ, τουτέστιν, ἐν τῷ νοητῷ
30Σαββάτῳ, κεκλημένους εἰς ἐλευθερίαν ἐξ ἡμερότητος τῆς Δεσποτικῆς· ἀλλὰ ταυτὶ μὲν ὁ νόμος. Ἐπειδὴ δὲ τοῖς Ἰουδαίοις ἀναπεπτωκόσιν εἰς ῥᾳθυμίαν, οὐ λίαν ἐδόκει τηρεῖν τὰ ἐντεταλμένα, κατῃτιᾶτο ὁ Θεὸς τοῦτο δρᾷν ἑλομένους. Γέγραπται γὰρ, ὅτι καὶ
35«Ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν, λέγων· Οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, λέγων· Διεθέ‐ μην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐξειλόμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δου‐ λείας λέγων· Ὅταν πληρωθῇ ἓξ ἔτη, ἀποστελεῖς τὸν
40ἀδελφόν σου τὸν Ἑβραῖον, ὃς πραθήσεταί σοι, καὶ ἐργᾶταί σοι ἓξ ἔτη, καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθε‐ ρον· καὶ οὐκ ἤκουσάν μου, καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν· καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου, τοῦ καλέσαι ἄφεσιν ἕκαστον
45τοῦ πλησίον αὐτοῦ· καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ, ᾧ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ’ αὐτοῦ· καὶ ἐπεστρέψατε, καὶ ἐβεβηλώσατε τὴν διαθήκην μου, τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ, καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, οὓς ἐξ‐

68

.

501

(50)

απεστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν, τοῦ εἶναι ὑμῖν εἰς παῖδας καὶ παιδίσκας.» Ὁρᾷς ὅπως οὐκ ἀνέχεται τῶν τύπων ἀθετουμένων, μᾶλλον δὲ αὐτῆς τῆς ἀληθείας ἐξυβρισμένης ὡς ἐν σκιαῖς ἔτι; «Ἀμε‐ ταμέλητα γὰρ τὰ χαρίσματα, καὶ ἡ κλῆσις τοῦ
55Θεοῦ,» κατὰ τὸ γεγραμμένον. Τοὺς δὲ ἀνεθέντας ἅπαξ, ἀνόπιν ἕλκοντες Ἰουδαῖοι, καὶ τοῖς τῆς
δουλείας αὖθις ὑποφέροντες ζυγοῖς, τὸ ἀμεταμέλητον οὐ τετηρῄκασι, προσκεκρούκασί τε διὰ τοῦτο500

68

.

504

τοῦ μυστηρίου τὴν δύναμιν, ἀθετήσαντές τε καὶ ἀτιμάσαντες, εἰ καὶ ἦν ἐν τύποις ἔτι ΠΑΛΛ. Ὀρθότατα ἔφης. ΚΥΡ. Δικαιούμεθα δὲ ὅτι δωρεὰν διὰ χάριτος τῆς ἐν Χριστῷ, τῆς ἑαυτῶν ζωῆς ἀντάλλαγμα προσενεγ‐
5κόντες οὐδὲν, ἀλλ’ οὐδὲ τὴν τῆς ἐλευθερίας ἐκ πριάμενοι δόξαν, ἡμερότητι δὲ καὶ φιλανθρωπίᾳ Δεσποτικῇ τὸ χρῆμα κερδαίνοντες, ὑπετύπου λέγων ἐν τῷ Δευτερονομίῳ· «Δι’ ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν. Καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως,
10ἀφήσεις πᾶν χρέος ἴδιον, ὃ ὀφείλει σοι ὁ πλησίον σου, καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις ὃ ἐὰν ᾖ σοι παρ’ αὐτῷ· τῷ δὲ ἀδελφῷ σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου, ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεής· ὅτι εὐλογῶν εὐλο‐ γήσει σε Κύριος ὁ Θεός σου, ἐν τῇ γῇ, ᾗ Κύριος ὁ
15Θεός σου δίδωσί σοι ἐν κλήρῳ κατακληρονομῆσαι αὐτήν.» Ὁρᾶς διαστράπτουσαν ἐν ταῖς σκιαῖς τὴν ἀλήθειαν; Ἐναργέστατα γὰρ τοῦ Σωτῆρος ἡμῶν τὴν εἰς ἡμᾶς οἰκονομίαν παραδείξειεν ἂν καὶ τόδε. Τοὺς μὲν γὰρ ἀγχοῦ γεγονότας αὐτῷ διὰ τῆς πίστεως,
20οἰκείους τε ἤδη καὶ ἀδελφοὺς ἀναδεδειγμένους, διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος, θείας τε φύσεως γενέσθαι κοινωνοὺς, ὀφλημάτων ἀνῆκεν, ἐκτετικότας οὐδέν· οὐ γὰρ ἐζήτησε παρ’ αὐτῶν τὰς τῆς παρα‐ βάσεως δίκας, καίτοι τοὺς λόγους τῶν σφίσι βεβιω‐
25μένων ἐπωφληκότας αὐτῷ· τοὺς δὲ ἀλλοτρίους ἔτι, μονονουχὶ δὲ καὶ ἀλλογενεῖς, διὰ τὴν ὀλέθριον αὐτῶν ἀπιστίαν, καὶ ὡς ἀπωτάτω γεγονότας τῆς εἰς αὐτὸν οἰκειότητος, ἐνόχους κατέστησε τοῖς ὀφλήμασι, καὶ ὡς ἀναπόνιπτον ἔχοντας ἔτι τὴν ἁμαρτίαν, ὑπόχρεώς
30τε τῇ δίκῃ καὶ τῷ κολάζεσθαι δεῖν εἰκότως εἰργά‐ σατο· καὶ γοῦν προσεφώνει μὲν τοῖς πεπιστευκόσιν· «Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ὄντως μαθηταί μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.» Τοῖς δὲ τὴν ἀληθῆ
35καὶ εὐαγγελικὴν ἀτιμάζουσι παίδευσιν, «Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Συνίης οὖν ὅτι, τοὺς μὲν κατὰ πίστιν οἰκείους, πρὸς ἐλευθερίαν ἀνήσειν ἐπαγγέλλεται, τοὺς δὲ ἀλλοτρίους ἔτι καὶ
40ξένους, ἐντεθνεῶτας τοῖς πταίσμασιν, ἀποτίσειν ἔφη τῷ κριτῇ τῶν ἰδίων πλημμελημάτων τοὺς λόγους; ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Διαμορφοῖ δὲ ἀστείως καὶ τὴν εἰς αἰῶνα τὸν μέλλοντα τρυφὴν ἁγιοπρεπῆ, καὶ τὴν τῶν οὐρανίων
45μέθεξιν ἀγαθῶν ἡ κατὰ τὸ Σάββατον ἀργία. ΠΑΛΛ. Φράσον ἂν ὅπως συνιέναι θέλοντί μοι. ΚΥΡ. Καὶ μάλα. Ψάλλει γάρ που λέγων ὁ θεσπέ‐ σιος Δαβὶδ περὶ τῶν υἱῶν Ἰσραὴλ, καὶ τοῦ πάντα ἰσχύοντος Θεοῦ· «Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς·

68

.

504

(50)

ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος,» τὸ μάννα λέγων, οὐρανοῦ καὶ ἀγγέλων τροφὴν, ἵνα τῶν αἰσθητῶν τε καὶ ὁρατῶν τὸν οἰκεῖον ἱέντες ἐπέκεινα νοῦν, τὴν
πνευματικὴν καὶ θείαν κατασκεπτώμεθα χορηγίαν,502

68

.

505

ἢν ταῖς τῶν ἁγίων ψυχαῖς ἐνίησι Θεὸς, τὸν ἀγγέλους τρέφοντα, καὶ ζωογονοῦντα τοὺς ἀνθρώπους, Θεὸν λόγον ἐγκαταυλίζεσθαι ποιῶν τοῖς τὴν πίστιν εἰσ‐ δεδεγμένοις. Κατῴκηκε γὰρ ὁ Χριστὸς ἐν ταῖς καρ‐
5δίαις ἡμῶν διὰ τοῦ ἁγίου Πνεύματος, καὶ ἄρτῳ ζῶντι καὶ ἐξ οὐρανοῦ τρεφόμεθα πρὸς εὐεξίαν τε καὶ ἰσχὺν πνευματικήν· τύπος μὲν οὖν τοῦ τοιοῦδε, τὸ μάννα, σαφὴς καὶ ἀνενδοιάστως ἔχων. Προστέταχε δὲ ὁ νό‐ μος συναγείρειν αὐτὸ τοὺς υἱοὺς Ἰσραὴλ, τὸ διαρκῶς
10ἔχον ἑκάστῳ μὴ ὑπερτρέχοντας. Γέγραπται γὰρ ὡδί· «Τὸ πρωῒ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κορίαννον, λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς. Ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ἰσραὴλ, εἶπαν ἕτερος
15τῷ ἑτέρῳ· Τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεισαν τί ἧν. Εἶπε δὲ Μωσῆς πρὸς αὐτούς; Οὗτος ὁ ἄρτος ὃν δέ‐ δωκεν ὑμῖν Κύριος φαγεῖν. Τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος· Συναγάγετε ἀπ’ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας γομὸρ κατὰ κεφαλὰς, κατὰ ἀριθμὸν ψυ‐
20χῶν ὑμῶν, ἕκαστος σὺν τοῖς συσκήνοις ὑμῶν συλλέ‐ ξατε.» Εἶτά φησι καὶ μεθ’ ἕτερα πάλιν· «Ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ ἕκτῃ, συνέλεξαν τὰ δέοντα διπλᾶ γομὸρ τῷ ἑνί· εἰσῆλθον δὲ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς, καὶ ἀνήγγειλαν Μωσῇ. Εἶπε δὲ Μωσῆς
25πρὸς αὐτούς· Τοῦτο τὸ ῥῆμά ἐστιν ὃ ἐλάλησε Κύριος· Σάββατα ἅγια ἀνάπαυσις τῷ Κυρίῳ· αὔριον ὅσα ἂν πέ[σ]σητε, πέ[σ]σετε, ὅσα ἐὰν ἕψητε, ἕψετε, καὶ πᾶν τὸ πλεονάζον καταλείπετε αὑτοῖς ἀποθήκην εἰς τὸ πρωΐ.» Εἶτα πρὸς τούτοις τὸν θεῖον αὐτοῖς διεσάφει νόμον,
30εὐθὺς ἐπειπὼν ὁ ἱεροφάντης Μωσῆς· «Φάγετε σήμε‐ ρον· ἔστι γὰρ Σάββατα σήμερον τῷ Κυρίῳ. Οὐχ εὑ‐ ρήσετε σήμερον ἐν τῷ πεδίῳ. Ἓξ ἡμέρας συλλέξετε, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ Σάββατα· οὐκ ἔσται ἐν αὐτῇ.» Ἆρά σοι λοιπὸν, ὦ Παλλάδιε, καὶ μετὰ τοῦτο ἀσυμ‐
35φανὲς, ὅτι τῆς ἐσομένης εἰς αἰῶνα τὸν μέλλοντα ζωῆς, οἱονεὶ προευτρεπισμὸν καὶ ὑποτύπωσιν ἂν ἔχοι καὶ μάλα σαφῆ, τὸ μήτε τι δρᾷν ἐν Σαββάτῳ; συλλέγειν δὲ ὥσπερ εἰς ἀποθήκην τὸ ἤδη πεπορισμέ‐ νον; καὶ μηδὲ αὐτὸ τὸ ἐξ οὐρανοῦ καταδεδόσθαι
40μάννα, τῷ δὲ ἤδη συγκεκομισμένῳ διακεχρῆσθαι δεῖν εἰς ἀπόλαυσιν καὶ τροφήν; Σαββατίζοντες γὰρ ἐν Χριστῷ καὶ εἰς λῆξιν ἰόντες τῆς ἁμαρτίας ὁλοτελῆ, τοῖς ἄνωθεν ἐντρυφήσομεν ἀγαθοῖς, πόνου μὲν ἐξῃρη‐ μένου παντὸς, ἱδρώτων δὲ δίχα, πᾶν ὅπερ ὀνίνησι
45πλουσίως εὑρίσκοντες. ΠΑΛΛ. Ἀληθὴς ὁ λόγος. Ἐφ’ ἑτοίμοις γὰρ ὥσπερ καὶ προκεισομένοις ἅπασιν ἀγαθοῖς ἡ τὸ τηνικάδε τῶν ἁγίων ἔσται ζωή· εἰρήσθω δὲ καὶ πρὸς ἡμῶν αὐτῶν ἁγίῳ παντί· «Τοὺς πόνους τῶν καρπῶν σου

68

.

505

(50)

φάγεσαι.» ΚΥΡ. Οὐκοῦν ἀναθέοντες εἰς τὸ ἀπαρχῆς, καὶ ὥσπερ ἀνόπιν τὸν λόγον ἀνασειράζοντες, ἐκεῖνό φαμεν, τὸ, ὅτι δὴ σφόδρα καὶ ἀκολούθως ὁ νόμος ἐφ’ ἕνα τὸν φύσει καὶ ἀληθῶς μεταστήσας Θεὸν, οὐ
55συγκεχώρηκεν ἀγνοεῖν οὐδὲ τὸν ἐξ αὐτοῦ τε καὶ ἐν
αὐτῷ φύντα τε καὶ συνυπάρχοντα συναΐδιον Λόγον.504

68

.

508

Προεντειλάμενος γὰρ καὶ εἰπὼν, «Ἀγαπήσεις Κύ‐ ριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου·» καὶ μήν· «Καὶ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι, πλὴν
5ἐμοῦ·» συνῆψεν εὐθὺς τὸ Χριστοῦ μυστήριον, ἐπ‐ ειπών· «Μνήσθητι τὴν ἡμέραν τῶν Σαββάτων ἁγιάζειν.» Οἶμος γὰρ ἥδε καλή τε καὶ ἀναγκαία, καὶ θεοπρεπεστάτης εὐτεχνίας ὁδὸς, καὶ τελεωτάτην τοῖς ἃ προσῆκεν εἰδέναι μανθάνουσιν, ἐμποιοῦσα τὴν
10ὄνησιν. Καὶ γοῦν ὁ Σωτὴρ πρὸς τὸν ἐν οὐρανοῖς ἔφη Πατέρα καὶ Θεόν· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπ‐ έστειλας Ἰησοῦν Χριστόν.» Συμπαρομαρτεῖ γὰρ ἀναγκαίως τῷ λόγῳ τῷ περὶ Πατρὸς, ὁ περὶ Υἱοῦ,
15καὶ ἀγχίθυρος λίαν ἡ ἐπ’ ἀμφοῖν ἐστι γνῶσις. Ἰου‐ δαίοις γοῦν τῆς ἀληθείας ἡμαρτηκόσι, διὰ τοῦ μὴ προσίεσθαι τὸν Υἱὸν, οἰομένοις δὲ ὅτι Θεὸν ἐγνώκα‐ σιν, ἐπετίμα λέγων· «Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου
20ᾔδειτε ἄν.» Συνεισκρίνεται γὰρ ἐπ’ ἀμφοῖν ἡ ἑκα‐ τέρου γνῶσις. Οὐκοῦν θεμέλιον ὥσπερ τινὰ προκατα‐ θεὶς ἀναγκαίως τὸ ἀκριβὲς εἰς θεογνωσίαν, καὶ τοῦ νομοθέτου τὴν εἴδησιν προενριζώσας αὐτοῖς, κάτεισιν ἐπὶ τὰ ἀνθρώπινα, καὶ τῇ εἰς Θεὸν αἰδοῖ γείτονα
25τίθησι καὶ συνημμένην εὐθὺς τὴν εἰς πατέρα τε καὶ μητέρα, δι’ ὧν εἰς τὸ εἶναί τε καὶ ὑπάρχειν ὅλως Θεοῦ κατανεύοντος κεκομίσμεθα, δευτέραν ὥσπερ τινὰ τάξιν ἐχόντων τοῦ Δημιουργοῦ· θείοις μὲν γὰρ νεύμασι καὶ αὐτοδιδάκτῳ τέχνῃ ζωοπλαστεῖ τὸ τικτό‐
30μενον ἡ φύσις ἐν ἑαυτῇ· δημιουργικὴν δὲ ὥσπερ ὑποπλάττεται δόξαν· καὶ ὥσπερ ὁ Θεὸς πάντων ἐστὶν ἀρχὴ καὶ γένεσις, καθὸ Ποιητὴς καὶ Δημιουργὸς, οὕτω καὶ ἕκαστος τῶν εἰς γονέας τετελεκότων τῷ ἐξ αὐτοῦ φύντι τέκνῳ ῥίζα τις ὥσπερ ἐστὶ γενέσεως,
35καὶ τῆς εἰς τὸ εἶναι παρόδου πηγή. Εἰς τύπον δὴ οὖν τοῦ πάντων δημιουργοῦ, ἡ πατρὸς καὶ μητρὸς ὑπουργία πρὸς ὕπαρξιν, εἰς ἅπαντας τοὺς ἐπὶ τῆς γῆς. Τοιγάρτοι τῶν ἄλλων προφερεστέραν τὴν εἰς αὐτοὺς ποιεῖσθαι τιμὴν ὁ νόμος προστέταχεν, οὔτε
40γερῶν ἀποστήσας τοὺς ᾑρημένους τιμᾷν, οὔτε ποινῆς ἀπαλλάττων τοὺς τοῦτο δρᾷν οὐκ ἀνεχομένους· τὴν μὲν γὰρ εὐγενῆ καὶ ὁσίαν γνώμην τιμαῖς στεφανοῖ· τὴν δὲ οὐχ οὕτως ἔχουσαν, τοῖς εἰς λῆξιν καταφορ‐ τίζει κακοῖς· «Τίμα» γὰρ, φησὶ, «τὸν πατέρα σου, ἵνα
45εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.» Οὐκοῦν ἆθλον μὲν ὥσπερ τι καὶ γέρας ἐξαίρετον εἰς ζωὴν, καὶ τὸ ἐπὶ μήκιστον ἰέναι χρόνον, τοῖς ἐθέλουσι τιμᾷν, θάνατον δὲ τοῖς ἀλαζόσι καὶ ὑβρισταῖς ἐπαρ‐ τήσας ὁ νόμος, παιδαγωγὸν ὥσπερ τινὰ μετασοβοῦντα

68

.

508

(50)

πρὸς τὸ εὐθὺ τὸν φόβον ἐφίστησιν. Ἔφη γὰρ πάλιν· «Ὃς τύπτει πατέρα ἢ μητέρα αὐτοῦ, θανάτῳ τε‐ λευτάτω· καὶ ὁ κακολογῶν πατέρα αὐτοῦ ἢ μητέρα, τελευτήσει θανάτῳ.» Ἄθρει δὴ οὖν ὅτι πάντα μὲν τὸν τρόπον τῆς εἰς αὐτοὺς ἁμαρτίας ἐν ἴσῳ κολάζει
55μέτρῳ, ἀγχοῦ δὲ δὴ πάλιν τοῖς περὶ Θεοῦ τὰ γονέων δίκαια τιθεὶς ὁρᾶται σαφῶς. Ὥσπερ γὰρ ἐπὶ Θεοῦ, τὸ
γλώττης πλημμέλημα τιμᾶται θανάτῳ καὶ ταῖς εἰς506

68

.

509

ἄκρον ὀργαῖς, οὕτω καὶ ἐπ’ αὐτῶν τῶν γεγεννηκότων· καὶ τὴν θείαν μέν τις ἀθετήσας ἐντολὴν, καὶ ταῖς παραβάσεσι καταλυπεῖν ᾑρημένος τὸν παιδαγωγὸν, χωρὶς οἰκτιρμῶν ἀποθνήσκει. Πατρὸς δὲ τυχὸν ἢ
5μητρὸς ὑποθηκῶν ἀλογήσας, λιθόλευστος τελευτᾷ, νόμου τοῦ θείου καὶ τόδε προστεταχότος. Ἔφη δὲ οὕτως ἐν τῷ Δευτερονομίῳ· «Ἐὰν δέ τινι ᾖ υἱὸς ἀπειθὴς καὶ ἐρεθιστὴς, οὐχ ὑπακούων φωνῆς πατρὸς αὐτοῦ καὶ φωνῆς μητρὸς, καὶ παιδεύσωσιν αὐτὸν, καὶ
10μὴ εἰσακούσῃ αὐτῶν· καὶ συλλαβόντες αὐτὸν ὁ πα‐ τὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ, ἐξάξουσιν αὐτὸν ἐπὶ τὴν γερουσίαν τῆς πόλεως αὐτοῦ, καὶ ἐπὶ τὴν πύλην τοῦ τόπου αὐτοῦ, καὶ ἐροῦσι τοῖς ἀνδράσι τῆς πόλεως αὐτοῦ λέγοντες, ὅτι Ὁ υἱὸς ἡμῶν οὗτος ἀπειθεῖ, καὶ
15ἐρεθίζει, καὶ οὐκ εἰσακούει τῆς φωνῆς ἡμῶν, συμ‐ βολοκοπῶν οἰνοφλυγεῖ· καὶ λιθοβολήσουσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ λίθοις, καὶ ἀποθανεῖται. Καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν, καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται·» Ἆρά σοι λοι‐
20πὸν ἐνδοιάζειν ἔτι καὶ μετὰ τοῦτο θέμις, ὡς εἶσι κατ’ ἴχνος τῆς τοῦ Θεοῦ τιμῆς ἡ εἰς πατέρα τε καὶ μητέρα;
25ΠΑΛΛ. Οὐδαμῶς. Ἐκδυσωπεῖ γὰρ ἡμᾶς εἰς γε τὸ χρῆναι τιμᾷν, καὶ τὸ ὑπό του σοφῶς εἰρημένον· «Μνήσθητι, ὅτι δι’ αὐτῶν ἐγεννήθης.» Καὶ μὴν ὁ πατριάρχης Ἰακιὼβ ἐπιεικέστατα λέγων· «Εἰ μὴ ὁ φόβος Ἰσαὰκ τοῦ πατρὸς ἦν μοι.»
30ΚΥΡ. Ἆρ’ οὖν, εἰπέ μοι, τὸ δι’ αὐτῶν γεγενῆσθαι λέγειν, οὐκ εἰκόνα τοῦ Δημιουργοῦ καὶ τοῦ πρὸς τὸ εἶναι καλοῦντος τὰ οὐκ ὄντα ποτὲ καταδείξειεν ἂν ἐναργῶς ὄντας αὐτούς; τὸ δὲ δὴ καὶ φόβῳ τῷ πρὸς ἡμῶν τετιμῆσθαι πρέπειν, οὐ μονονουχὶ καὶ ἐν αὐτῷ
35Δεσποτικῷ τέθεικεν ἀξιώματι; ΠΑΛΛ. Καὶ μάλα. Τοιγάρτοι καὶ ἐπαρᾶταί τισιν ὁ Παροιμιαστὴς, λέγων· «Ὀφθαλμὸν καταγελῶντα πατρὸς, καὶ ἀτιμάζοντα γῆρας μητρὸς, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων.» Πλὴν ἐκεῖνο
40διασάφει, τὸ ὅπως ἂν οἴοιτό τις εἰρῆσθαι σαφῶς παρὰ τοῦ πάντων Σωτῆρος Χριστοῦ· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» Μεμνήσο‐ μαι δὲ κἀκείνου· πατέρα γὰρ θάπτειν καὶ γηροκο‐ μεῖν ἐκλιπαροῦντι τῷ μαθητῇ, τὸ «Ἀκολούθει μοι,
45φησὶ, καὶ ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς.» ΚΥΡ. Εἶτα τί τὸ ἄτοπον ἐν τούτοις; ἄναντες γὰρ οὐδὲν, ὥς γέ μοι δοκεῖ, ψιλὴ δὲ λίαν τῶν προ‐ κειμένων ἡ γνῶσις, καὶ ἑλεῖν ἑτοιμοτάτη τοῖς ἐθέλου‐

68

.

509

(50)

σιν ὀρθῶς νοεῖν.
ΠΑΛΛ. Καὶ μὴν οὐκ ἐλεύθερος παντελῶς ὑποψίας508

68

.

512

ὁ λόγος· ἔοικε γάρ πως τῆς εἰς γονέας αἰδοῦς ἀποκο‐ μίζειν ἡμᾶς. ΚΥΡ. Ἄπαγε τῆς ὑπονοίας, ἄνθρωπε, καὶ τῶν οὕτω κεκιβδηλευμένων ἐννοιῶν! ἀφίστησι γὰρ, οὔ τί
5που τῆς εἰς γονέας αἰδοῦς, τοῦ Σωτῆρος ὁ λόγος, πρεσβυτέραν δὲ καὶ ἀμείνω τὴν εἰς Θεὸν ἡγεῖσθαι διδάσκει. Διατετέλεκε δὲ καὶ ἡμῖν ὁ λόγος, ἀγχοῦ καὶ δευτέραν ἄνω τε καὶ κάτω τῆς Θεῷ πρεπούσης ὀνομάζων αὐτὴν, ὃ δὴ καὶ αὐτὸς τετήρηκεν ὁ Χριστὸς,
10οὐκ αἰτίαν ἐπιγράψας τοῖς ἀγαπᾷν ἑλομένοις, ἀλλ’ οὐδὲ μῶμόν τινα καὶ γραφὴν ἐπιθεὶς τοῖς ᾑρημένοις τιμᾷν. Τό γε μὴν κατόπιν ἰέναι Θεοῦ τὰ ἀνθρώπινα, πρεπωδέστατα νομοθετεῖ. Τοιγάρτοι φησὶν οὐχ ἁπλῶς· «Ὁ φιλῶν πατέρα αὐτοῦ ἢ μητέρα·» προσ‐
15τέθεικε δὲ τὸ, «ὑπὲρ ἐμέ.» Ἢ γὰρ οὐκ οἰήσῃ πρέπειν τῆς εἰς ἀνθρώπους ἀγάπης προτετάχθαι τὴν εἰς Θεόν; ΠΑΛΛ. Παντάπασι μὲν οὖν. ΚΥΡ. Ἰέναι δὴ οὖν οὐκ ἠφίει τὸν μαθητὴν ἐπὶ τὸ
20μὴ δεῖν οἴεσθαι προὐργιαιτέραν ποιεῖσθαι τῆς εἰς Θεὸν αἰδοῦς τὴν εἰς ἄνθρωπον, κἂν εἰ ὑπάρχοι πα‐ τὴρ, ὁ καὶ τοῖς τῆς φύσεως νόμοις εἴς γε τὸ χρῆναι τιμᾶσθαι συνηγορούμενος. Ἀμείνω μὲν οὖν τὰ καθ’ ἑαυτὸν ποιεῖται τῶν καθ’ ἡμᾶς. Τὸ γάρ τοι πάντων
25ἐπέκεινα καὶ ἀνωτάτω, Θεός· ἐφίησι δὲ οὐδαμῶς παρ’ οὐδὲν ἡγεῖσθαί τισιν τὴν εἰς γονέας αἰδὼ, διά γε τὸ χρῆναι φρονεῖν τε καὶ λέγειν, ὡς ἔστιν ἐν μοίρᾳ τῇ πρεσβυτέρᾳ τε καὶ ἀμείνονι τὰ τοῦ Θεοῦ. Ἐπίκλημα γὰρ ἐποιεῖτο τοῖς Ἰουδαίων καθηγηταῖς τὸ χρῆμα ὁ
30Χριστὸς λέγων· «Ὁ Θεὸς εἶπε, Τίμα τὸν πατέρα σου, καὶ τὴν μητέρα σου· ὑμεῖς δὲ λέγετε, φησὶν ὁ Θεός· Ὃς ἐὰν εἴπῃ τῷ πατρὶ αὐτοῦ, Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ, καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ
35Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.» ΠΑΛΛ. Καὶ μὴν οὐ λίαν ἑτοίμη τῶν προκειμένων ἡ γνῶσις. Διασάφει δὴ οὖν ὅ τί ποτέ ἐστιν ἔν γε τούτῳ τὸ τῶν Φαρισαίων πλημμέλημα. ΚΥΡ. Ἐν τῷ Λευϊτικῷ γέγραπταί που· «Καὶ
40ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἄνθρωπος ὃς ἐὰν εὔχηται εὐχὴν ὥς τε τιμὴν τῆς ψυχῆς αὐτοῦ τῷ Κυρίῳ, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος ἀπὸ εἰκοσαετοῦς ἕως ἑξηκονταετοῦς, ἔσται ἡ τιμὴ αὐτοῦ πεντήκοντα
45δίδραχμα ἀργυρίου, τῷ σταθμῷ τῷ ἁγίῳ.» Ὀλίγα δὲ ἄττα μεταξὺ γυναίου τε πέρι καὶ μειρακίων εἰ‐ πὼν, ἐπιφέρει πάλιν· «Ἐὰν δὲ ταπεινὸς ᾖ τῇ τιμῇ, στήσεται ἐναντίον τοῦ ἱερέως, καὶ τιμήσεται αὐτὸν ὁ ἱερεύς.» Μυστικὸς μὲν οὖν ὁ λόγος καὶ βαθὺς, καιρῷ

68

.

512

(50)

δὲ τῷ πρέποντι πρὸς ἡμῶν εὖ μάλα βασανισθήσεται· τὸ δὲ ἐν χερσὶ, φέρε λέγωμεν· Προσῄεσάν τινες τῶν ἐξ Ἰσραὴλ, καὶ καθιεροῦν ἐσπούδαζον τῷ Θεῷ τὰς
ἑαυτῶν ψυχὰς, ὡς ἐν τύπῳ μὲν ἔτι καὶ σκιᾷ, πλὴν510

68

.

513

κατὰ τὸν νόμον, τὰς ὑπὲρ σφῶν αὐτῶν ὁμολογοῦντες τιμὰς τοῖς ἱερᾶσθαι λαχοῦσι, καὶ τῷ θείῳ προσεδρεύ‐ ουσι θυσιαστηρίῳ. Ἀλλ’ ἦσάν τινες, ἐφιέμενοι μὲν τῆς τοιᾶσδε δόξης, (ἡγιασμένοι γὰρ ἤδη καὶ ἱεροὶ, καὶ
5θεῖον ἀνάθημα, καὶ τί γὰρ οὐχὶ τῶν τοιῶνδε χρημα‐ τίζειν ἠξίουν;) σπάνει δὲ χρημάτων ἀνακόπτοντες τὴν ἐπιθυμίαν, καὶ δυσδιάφευκτον ἔχοντες παραπόδισμα τοῦ πράγματος τὴν πτωχείαν· προτρεπόντων δὲ αὐ‐ τοὺς καὶ μάλα προθύμως ἐπὶ τὸ δεῖν ἰέναι πρὸς τοῦτο
10τῶν Γραμματέων καὶ Φαρισαίων (ἐρασιχρήματοι γὰρ οἱ τοιοίδε λίαν, καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι), τὴν εἰς γονέας αἰδὼ προετείνοντο, δύνασθαί τε μόλις σφίσι τε αὐτοῖς κἀκείνοις τὰ ζωαρκῆ πορίζεσθαι τυ‐ χὸν, ἢ καὶ ἄμφια συλλέγειν, ἀληθεύοντες, ἔφασκον.
15Οἵδε ἀναπείθειν ἐτόλμων, παρ’ οὐδὲν ἡγεῖσθαι τὸ χρῆμα διὰ Θεόν· κἂν εἰ προσίοιεν οἱ γεγεννηκότες τὴν συνήθη παρ’ αὐτῶν ζητοῦντες ἐπικουρίαν, χρῆναι λέγειν ἐδίδασκον πατρὶ καὶ μητρί· «Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς ἄν.» Τουτέστιν, Ὅπερ ἂν ἐξ ἐμοῦ
20λάβῃς, τὸ θεῖον ἴσθι τοι παραβλάπτων ἀνάθημα, καὶ χρήμασιν ἱεροῖς τὰς χεῖρας ἐπάγων· ἀνατέθεικα γὰρ ἐμαυτὸν καὶ ὡς δῶρον ἐπήγγελμαι τῷ Θεῷ. Οἱ δὲ τὰ ἐκ τῆς ἱεροσυλίας δεδιότες βλάβη, καὶ τοὺς ἐπὶ τῷδε νό‐ μους καταπεφρικότες ἄγαν, διεκαρτέρουν οἰμώζοντες,
25καὶ τὴν εἰς Θεὸν εὐσέβειαν πρόφασιν αὐτοῖς γενέσθαι λιμοῦ διετείνοντο, κατακεκραγότες τάχα που καὶ τῆς θείας ἐντολῆς, ὡς ἀδικούσης αὐτοὺς εἰς τὰ καιριώτατα. Διὰ τί τοίνυν φησὶν, «Ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ, διὰ τὴν παράδοσιν ὑμῶν;» Ἔδει γὰρ, ἔδει τι‐
30μᾷν τοὺς φύσαντας, οὐ τῆς εἰς Θεὸν εὐσεβείας ἕνεκα τὸν ἐπ’ αὐτοῖς καταλύειν νόμον. Οὐκοῦν οὔτε τῶν Θεῷ πρεπόντων ἀμελητέον διὰ τὰ ἀνθρώπινα, οὔτε μὴν εἰσάπαν τῶν ἀνθρωπίνων διὰ Θεὸν καταραθυ‐ μεῖν ἀναγκαῖον· ἀπονέμοντας δὲ μᾶλλον τὸ τῆς
35ἀγάπης ἐξαίρετον τῇ πάντων ἀρχῇ, τουτέστι τῷ Θεῷ, καὶ καθάπερ ἐν τάξει δευτέρᾳ καὶ γείτονι, παρακο‐ μίζειν εὐθὺς καὶ εἰς τοὺς τῆς γενέσεως ὑπουργοὺς τὰς αὐτοῖς ὅτι μάλιστα πρεπούσας τιμὰς προσενθυ‐ μουμένους, οἷς ἔφην καὶ τόδε.
43ΠΑΛΛ. Τὸ τί δὴ φής; ΚΥΡ. Χρῆμα γὰρ ὅτι μάλιστα τῶν ἀναγκαίων ἡμῖν
45ἀποφαίνων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν εἰς τοὺς φύσαντας αἰδὼ, φειδοῦς ἠξίου καὶ λόγου τὴν ἑαυ‐ τοῦ μητέρα. Ἀπηρτημένος γὰρ ἤδη τοῦ τιμίου σταυροῦ, καὶ τῷ ξύλῳ προσηλωμένος, τῷ γνησίῳ μαθητῇ τὴν ἁγίαν ἐδίδου Παρθένον, καὶ γηροκόμον αὐτῇ καθιστὰς

68

.

513

(50)

τὸν ἠγαπημένον, ἔλεγεν· «Γύναι, ἰδοὺ ὁ υἱός σου· καὶ τῷ μαθητῇ εἶπεν· Ἰδοὺ ἡ μήτηρ σου· καὶ ἀπ’ ἐκεί‐ νης τῆς ὥρας, φησὶν, ἔλαβεν αὐτὴν ὁ μαθητὴς εἰς τὰ ἴδια. ΠΑΛΛ. Ὡς ἄριστά γε ἡμῖν ὁ περὶ τοῦδε λόγος
55ἐκπεποιῆσθαι δοκεῖ. ΚΥΡ. Καταζεύξας δὴ οὖν εὖ μάλα τοῖς γεγεννη‐
κόσι τὰ ἐξ αὐτῶν, καὶ τὸν ἐκ νόμου καὶ ἀνάγκης512

68

.

516

αὐτοῖς ἐπιῤῥίψας ζυγὸν, ὁποῖοί τινες εἶεν ἂν περὶ τὰ σφῶν αὐτῶν γεννήματα καὶ οἱ γονεῖς, εἰ τὸ τῷ Θεῷ δοκοῦν οὐκ ἐκσοβήσονται, παραχρῆμα νομοθετεῖ. Παῦλος μὲν οὖν ὁ σοφώτατος ἐν βραχεῖ καὶ εὐαπ‐
5αλλάκτως, ὑποτάττεσθαι δεῖν τοῖς πατράσι, παρεγ‐ γυᾷ τοῖς τέκνοις· ἔφη δὲ, ὅτι καὶ «Οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν νουθεσίᾳ Κυρίου·» τουτέστι, Τῶν ἀρίστων αὐτοῖς μαθημάτων εἰσηγηταὶ γεγονότες, πρὸς θεοφιλῆ καὶ
10ἐννομωτάτην ἀπευθύνετε πολιτείαν. Διὰ κύκλου δὲ ὥσπερ ὁ νόμος (σύνηθες γάρ ἐστιν ὡς ἀεὶ τοῦτο αὐτῷ), τῆς τῶν τέκνων ἐπιεικείας προνοεῖν ὅτι μάλιστά γε καὶ μάλα ὀρθῶς ἐπισκήπτει πατράσιν· «Οὐ γὰρ βεβηλώσεις,» φησὶ, «τὴν θυγατέρα σου ἐκπορνεῦσαι
15αὐτὴν, καὶ οὐκ ἐκπορνεύσῃ ἡ γῆ, καὶ ἡ γῆ πλησθή‐ σεται ἀνομίας. Τὴν γάρ τοι σωμάτων ἁγνείαν καὶ πρό γε τῶν ἄλλων, καὶ πρωτόλειον ὥσπερ τι τῆς εὐα‐ γοῦς πολιτείας, ἐξαιτεῖ παρ’ ἡμῶν ὁ Δημιουργός· προεισβολαὶ γὰρ ὥσπερ τῆς κατὰ πνεῦμα λαμπρότη‐
20τος τὰ σωματικὰ, τὸν ἐπ’ αἰσχρότητί τε καὶ ἀτιμίᾳ διαδιδράσκοντα μῶμον. Τὰ πάντων οὖν ἄριστα πρέ‐ ποι ἂν ἡμῖν εἰσηγεῖσθαι πατέρας. Εἰ δὲ δὴ μέλλοιεν ὑπτιοῦσθαι καὶ ῥᾳθυμεῖν οἱ παιδαγωγοὶ, μᾶλλον δὲ καὶ τῶν αἰσχιόνων αὐτοῖς γεγονότες ἀρχηγοὶ καὶ κα‐
25θηγηταὶ παραλόγως ἡλίσκοντο, ποινὴν ὑποστήσονται τὴν ἐσχάτην, ὡς τοὺς ἰδίους αὐτοὶ καρποὺς κατα‐ φθείροντες, καὶ τοῖς τῆς ἀπωλείας ἐνιέντες βόθροις, ὧν ἦν δήπου καὶ ὑπερθνήσκειν ἄμεινον· νομοθετεῖ γὰρ καὶ τοῦτο ἡ φύσις πατράσιν. Ὁ δὲ δὴ πρὸς αἰ‐
30σχρότητα τὴν ἐμφανεστάτην τοῖς ἐθέλουσι προθεὶς τὸ ἑαυτοῦ κόριον, οὐχ ὑπὲρ αὐτοῦ καὶ μόνου δικαίως ἂν εὐθύνοιτό τε καὶ ἐξαιτοῖτο δίκας παρά γε τοῦ πάν‐ των κριτοῦ, ἀλλὰ καὶ ὑπὲρ παντὸς τοῦ πρὸς αἰσχρό‐ τητα διωλισθηκότος. Θήρατρον γὰρ ὥσπερ τι προθεὶς
35καὶ θανάτου λίνον, πάντας ἔχει συλλαβὼν, καὶ εἰ μὴ πάντες ἁλίσκοιντο. Δοκιμάζεται γὰρ οὐχὶ δή που πάντως τὸ ἐκβεβηκὸς, ἀλλὰ τῶν ἐγχειρημάτων ἡ δύναμις· γυναικὸς δὲ πέρι τοιᾶσδε, καὶ ὁ σοφώτατος γράφει Σολομών· «Τὴν γυναῖκα, ἥτις ἐστὶ θήρευμα
40καὶ σαγήνη καρδία αὐτῆς, δεσμὸς εἰς χεῖρας αὐτῆς.» Ἀναγκαίως τοιγαροῦν ὁ νομοθέτης, «Οὐ βεβηλώ‐ σεις,» φησὶ, «τὴν θυγατέρα σου, ἐκπορνεῦσαι αὐτὴν, καὶ οὐκ ἐκπορνεύσῃ ἡ γῆ.» Οὐ γὰρ οὔσης ὅλως, περὶ ἣν ἂν γένοιτο τυχὸν τῆς πορνείας τὸ ἔγκλημα, χαλε‐
45πὸν οὐδὲν τὸ διαδράναι παθεῖν, καὶ εἴ τῴ τις εἴη πρὸς ἡδονὴν εὐπάροιστος, καὶ τὸ ἄναλκι παντελῶς ἀῤῥωστή‐ σας ὁ νοῦς, εὐκοσμίαν δὲ τὴν εἴς γε τὸ σῶμα τηρεῖσθαι. Τέως προστάξας παρὰ τῶν πατέρων τοῖς τέκνοις, θανάτῳ τιμᾶται καὶ τὸν εἰς τοῦτο ἰόντα γνώμην,

68

.

516

(50)

ὡς εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ τὰ ἴδια παραῤῥίψαι γεννήματα· γέγραπται δὲ οὕτως ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις λέγων· Ἐάν τις ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσγεγενημένων προσηλύτων ἐν
55Ἰσραὴλ, ὃς ἂν δῷ τοῦ σπέρματος αὐτοῦ ἄρχοντι, θανάτῳ θανατούσθω· τὸ ἔθνος τὸ ἐπὶ τῆς γῆς λιθο‐
βολήσουσιν αὐτὸν ἐν λίθοις· καὶ ἐγὼ ἐπιστήσω τὸ514

68

.

517

πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ ἀπολῶ αὐτὸν ἐκ τοῦ λαοῦ αὐτοῦ, ὅτι τοῦ σπέρματος αὐτοῦ ἔδωκεν ἄρχοντι, ἵνα μιάνῃ τὰ ἅγιά μου, καὶ βεβη‐ λώσῃ τὸ ὄνομα τῶν ἡγιασμένων μοι.»
5ΠΑΛΛ. Ἀμυδρὸς ὁ νόμος. Οὐ γὰρ ἐναργές πω μάλα τὸ τί ἂν βούλοιτο δηλοῦν. Διασάφει δὴ οὖν· δράσεις γὰρ ὀρθῶς. ΚΥΡ. Μωαβῖται καὶ Μαδιηναῖοι, Γεργεσαῖοί τε καὶ Ἀγαρηνοὶ, καὶ βαρβάρων ἕτερα ἄττα γένη, τὴν
10Ἰουδαίων προσοικοῦντα χώραν, ἔθεσιν ἐπολιτεύετο τοῖς Ἑλληνικοῖς, καὶ ἦν ἑκάστῳ θρησκεία τὸ δοκοῦν, καὶ τὸ εἰς νοῦν ἧκον ἁπλῶς, προσκύνησις καὶ λα‐ τρεία· ἀσφαλῆ δὲ οὔπω καὶ ἐρηρεισμένην ἔχοντες τὴν διάνοιαν εἰς φιλοθεῖαν οἱ ἐξ Ἰσραὴλ, κομιδῇ μὲν
15ἦσαν εὐπάροιστοι πρὸς ἀπόστασιν, εὔκολοι δὲ οὕτως εἰς ἀποφορὰν, ὡς ἡγεῖσθαι παρ’ οὐδὲν τὸ καὶ αὐτοῖς, εἰ τύχοι, προσκυνεῖν τοῖς τῶν ὁμόρων θεοῖς, καὶ συν‐ ελέσθαι νοσεῖν τοῖς γείτοσι τὴν ἄνωθεν τε καὶ ἐν Αἰγύπτῳ πλάνησιν. Καὶ γοῦν ταῖς ἐκ Μαδιὰμ νεάνι‐
20σιν ἐπεμαίνοντό ποτε, καὶ γυναίων ὥραις συνηρπα‐ σμένοι, συνεπεκαλοῦντο αὐτοῖς τὸν Βεελφεγώρ. Ἐν‐ τεῦθεν ὁ νομοθέτης προαναθρήσας εὖ μάλα τὸ σαθρόν τε καὶ εὐδιάκλαστον τῆς ἐνούσης αὐτοῖς διανοίας, ἀπέφησε παντελῶς τὴν πρὸς ἀλλοτρίους ἐπιμιξίαν,
25σαφέστατα λέγων· «Τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου· ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ πορευθεὶς λατρεύσει θεοῖς ἑτέροις.» Ἐπειδὴ τοίνυν ἦν δή που πάντως, καὶ μάλα εἰκότως, τῶν ἐξ Ἰσραὴλ ἑλέ‐
30σθαι τινὰς, τοῖς τῶν ἐθνῶν περιφανεστέροις κατεγγυᾷν θυγατέρας πλούτῳ σεσαγηνευμένας, εἴς γε τὸ χρῆναι λογίζεσθαι παρ’ οὐδὲν τὴν ἀπόστασιν, ὀργὴν καὶ τὸν θάνατον καθορίζει τοῦ τολμήματος, καὶ τοῖς περὶ τῶν ἐσχάτων ὑποφέρει λόγοις τὴν γραφήν· ἦν γὰρ
35ἀναγκαῖον τὴν ἀλλογενεῖ δοθεῖσαν, γενέσθαι καὶ ἑτε‐ ρόφρονα, καὶ λατρεῦσαι δαίμοσιν· ὡς ὀλετῆρα δὴ οὖν τοῦ ἰδίου καρποῦ, ταῖς ἰσοῤῥόποις ὑπέστρωσε δίκαις. Οὐκοῦν ἡ μὲν ἱερά τε καὶ νέα Γραφὴ παρεγγυᾷ τοῖς φύσασιν, ἐν νουθεσίᾳ Κυρίου ποιεῖσθαι σπουδάζειν
40τὰς τῶν τέκνων ἀνατροφὰς, ὁ δὲ βραδύγλωσσος νόμος διὰ κύκλου καὶ περιφορᾶς τὴν αὐτὴν εἴσεισιν ὁδόν. Τὸ γάρ τοι μὴ χρῆναι πατέρας θυγατράσιν ἐφεῖναι δρᾷν τὰ εἰς αἰσχρότητα καὶ ἀσέλγειαν προεπιτάξας εὖ μάλα, δεῖν δὴ ἔτι καὶ μετὰ τοῦτό φησι τὰ εἰς
45θεογνωσίαν αὐταῖς ἀσάλευτα τηρεῖν, καὶ βεβήλοις εἰδωλολατρ[ε]ίαις οὐκ ἐᾷν ἐναλίσκεσθαι, κἂν εἰ πολλή τις αὐταῖς προκέοιτο περιουσία χρημάτων· ἀνδρὶ μὲν γὰρ ἀλλογενεῖ, πλουσίῳ δ’ οὖν ὅμως, νόμῳ τοῦ γάμου συνεζευγμένη, ἆρ’ οὐχὶ τοῦτό ἐστι τὸ, «Τί γὰρ ὠφε‐

68

.

517

(50)

ληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ;»
54ΠΑΛΛ. Ὀρθῶς ἔφης.
55ΚΥΡ. Ἴδοι δ’ ἄν τις, καὶ μάλα ῥᾳδίως, οὐ βραχὺ τὸ μεσολαβοῦν, τοῖς τε ἐν Χριστῷ δεδικαιωμένοις,
καὶ τοῖς διὰ νόμου παιδαγωγουμένοις. Τὸ μὲν γὰρ516

68

.

520

ὀθνείοις ἐπιπλέκεσθαί τισιν, ὁμόσε τε κατὰ ταὐτὸν τοῖς ἀλλογενέσιν ἰέναι, τοῖς ἀρχαιοτέροις οὐκ ἀζήμιον ἦν· ἡμῖν δὲ ὁ Παῦλος, πολιτεύεσθαι δεῖν ἄμεινόν τε καὶ εὐθαρσέστερον συμβουλεύει, λέγων· «Εἴ τις
5ἀνὴρ γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· καὶ γυνὴ, ἤτις ἔχει ἄνδρα ἄπιστον, καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς, μὴ ἀφιέτω τὸν ἄνδρα. Ἡγίασται γὰρ ὁ ἀνὴρ ἄπιστος ἐν τῇ γυναικί· καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπι‐
10στος ἐν τῷ ἀνδρί.» Τίς οὖν ἄρα ἐστὶ τῆς ἔν γε τού‐ τοις οἰκονομίας ὁ τρόπος; Ἐδεδίει δὲ ἀνθ’ ὅτου πάλαι μὲν ὁ νόμος τὴν πρὸς ἑτερόφρονας ἀναπλοκὴν, νυνὶ δὲ οὐκ ἔτι; Ἐδραίους μὲν γὰρ τοὺς ἐν Χριστῷ κεκλη‐ μένους, καὶ ἀκατάσειστον ἔχοντας τὴν φιλοθεΐαν, τὸ
15κατοικοῦν ἐν αὐτοῖς ἀπεργάζεται Πνεῦμα, δι’ οὗ καὶ «ἐν ᾧ κράζομεν· Ἀββᾶ ὁ Πατήρ·» οἱ δὲ οὔπω τὸ δῶρον ἐπλούτουν. Ὡς γὰρ ὁ θεσπέσιος Ἰωάννης φησὶν, «Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.» Οὐκοῦν ἡ πᾶσα τελείωσις ἐν
20Χριστῷ, τετελείωκε δὲ ὁ νόμος οὐδὲν, κατὰ τὸ γε‐ γραμμένον. ΠΑΛΛ. Φράσῃς ἂν οὖν ἱρείροντί μοι τὸ ὅπως ἂν γένοιτο σαφὲς τὸ ἀτελὲς ἐν νόμῳ. ΚΥΡ. Καὶ μάλα. Βαδιεῖται δὲ ἡμῖν ἐπὶ τὰ ἐν
25χερσὶν ὁ λόγος, καὶ ἀγάπης τῆς εἰς τὸν πλησίον ἐκβα‐ σανιεῖ τοὺς τρόπους, παχύτερόν πως ἢ χρὴ τῆς διὰ Μωσέως συγγραφῆς, τοῖς ἀρχαιοτέροις εἰσκεκομι‐ σμένης. ΠΑΛΛ. Ἴθι δὴ οὖν ἐπ’ αὐτὸ [τὸ] δὴ τουτὶ, καὶ μάλα
30προθύμως. ΚΥΡ. Οὐκοῦν ὁ μὲν νόμος, «Ἀγαπήσεις, φησὶ, τὸν πλησίον σου ὡς ἑαυτόν·» ὁ δὲ Κύριος ἡμῶν Ἰη‐ σοῦς Χριστὸς, τῆς φιλαλληλίας τὸν νόμον διὰ μορίων ὅσων ἡμῖν εἰσηγεῖται λόγων, συνήγορον δὲ τῷ νόμῳ
35τὴν ἔμφυτον γνῶσιν, καὶ τὴν ἐν ἑκάστῳ θέλησιν οἱο‐ νεὶ καθιστὰς, «Ἃ οὖν θέλετε, φησὶν, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ταῦτα καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.» Εἰ γὰρ ὧνπερ ἄν τις εὔξαιτο τυχεῖν, ταῦτα δρᾷν ἕλοιτο καὶ αὐτὸς ἑτέροις, οὐκ ἀποδραμεῖται
40σκοποῦ· βαδιεῖται δὲ μᾶλλον κατ’ εὐθὺ τῆς ἀγάπης, καὶ τὸν τῆς φιλαλληλίας ἀναδήσεται στέφανον. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Ἡ ἀγάπη τοίνυν, νόμου μὲν πλήρωσις, πίστεως δὲ καὶ ἐλπίδος ἀμείνων. Γράφει γὰρ οὕτως
45ἡμῖν ὁ θεσπέσιος Παῦλος. Τοιγάρτοι καθάπερ ἐξ ἀν‐ θέων ἠρινῶν πολυειδῆ τινα στέφανον ἀναπλέκων αὐτῇ, πάλιν φησί· «Κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μα‐

68

.

520

(50)

κροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περ‐
περεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ518

68

.

521

τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει ἡ ἀγάπη, οὐδέποτε ἐκπίπτει.» Ἀλλ’ ἐμ‐
5φανῆ μὲν ἅπασιν, ὥς γε οἶμαι, ταυτὶ, καὶ μακρὸς ἂν γένοιτο λίαν ὁ περὶ αὐτῶν λόγος, εἴπερ τις ἕλοιτο λεπτῶς τὰ παρὰ τῇ Νέᾳ συναγείρειν Γραφῇ. Τετρα‐ ψόμεθα δὲ νυνὶ πρὸς τὰς ἐκ νόμου σκιὰς, καὶ τὰ ὡς ἐν τύποις ἔτι τοῖς πάλαι τεθεσπισμένα.
10ΠΑΛΛ. Ἄριστα διανοῇ. ΚΥΡ. Μελέτησις μὲν ὁ νόμος ἦν εἰς δικαιοσύνην καὶ προεισβολή τις ὥσπερ τῶν εὐαγγελικῶν ἀνδρ‐ αγαθημάτων. Γέγραπται γάρ· «Ἀρχὴ ὁδοῦ ἀγαθῆς, τὸ ποιεῖν τὰ δίκαια.» Παιδαγωγεῖ γὰρ ὁ νόμος ἐπὶ
15Χριστὸν, καὶ τῆς ἐν αὐτῷ νοουμένης ζωῆς οὐ διεψευ‐ σμένην ἂν ἔχοι τὴν δόξαν, εἰ νοοῖτο πνευματικῶς. Καὶ ἵστησι μὲν εἰς δικαιοσύνην, ἀποφέρει δὲ πρὸς τὸ ὑπὲρ τοῦτο ἔτι τὸ μάθημα τὸ εὐαγγελικόν. Τρόποι δὲ δικαιοσύνης, πρῶτος μὲν, τιμὴ καὶ ἀγάπησις, ἡ
20εἰς τὸν ἕνα τε καὶ φύσει Θεόν· γείτων δὲ ὥσπερ καὶ μετ’ ἐκεῖνο εὐθὺς ἡ εἰς ἀδελφοὺς καὶ ὁμογενεῖς, προ‐ εγκειμένης τῆς εἰς γονέας αἰδοῦς. Ἐν κόσμῳ δὴ οὖν τῷ πρέποντι πρόεισιν ἡμῖν ὁ Λόγος, μετά γε τὴν εἰς Θεὸν εὐσέβειαν, καὶ τὸ εἰς γονέας εὐλαβὲς, ὅτι τῆς
25ἐπιεικείας προσήκει τὴν ἔνδειξιν καὶ εἰς ἑτέρους ἡμᾶς ποιεῖσθαι παρεγγυῶν. Πανταχῆ γὰρ ὁ νόμος, τῆς ἰσότητος προνοεῖ, καὶ ἀκριβῆ τοῦ δικαίου ποιεῖσθαι τὴν βάσανον, ὁρᾶται θεσμοθετῶν. Γέγραπται γὰρ ἐν Δευτερονομίῳ· «Οὐκ ἔσται ἐν τῷ μαρσίππῳ σου στά‐
30θμιον μέγα ἢ μικρόν· στάθμιον ἀληθινὸν δίκαιον ἔσται σοι, καὶ μέτρον ἀληθινὸν δίκαιον ἔσται σοι, ἵνα πολυ‐ ήμερος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα, πᾶς ποιῶν ἄδικον.» Καὶ πάλιν ἐν τῷ
35Λευϊτικῷ· «Ἐν μέτροις καὶ σταθμίοις, καὶ ζυγοῖς ζυγὰ δίκαια, καὶ στάθμια δίκαια, καὶ χοῦς δίκαιος ἔσται σοι.» Μέτροις δὲ καὶ σταθμίοις καὶ ζυγοῖς παρισοῦν εὖ μάλα τῆς δικαιοσύνης τοὺς τρόπους ἠπείγετο καὶ μάλα ὀρθῶς· νοῦς γὰρ εὐθύς τε καὶ φι‐
40λοδίκαιος ταλαντεύει τρόπον τινὰ καὶ ἀναμετρεῖ τῶν πραγμάτων τὰς φύσεις, καὶ τὸν τῆς ἰσότητος βα‐ σανίζει λόγον, λεπτότερόν τε καὶ ἀκριβέστερον, ἤπερ ἂν οἴοιτό τις τοὺς ἐπὶ πλάστιγγος καὶ ζυγοῦ, τὸ νό‐ μισμα δοκιμάζοντας· ἐπιμετρεῖ δὲ ὥσπερ ἑκάστῳ
45τῶν θεωρουμένων τὸ ὅτι μάλιστα πρέπον αὐτῷ, οὔτε τῷ περιττῷ τῆς ἀκριβοῦς ἰσότητος παραλύων κάλλος, οὔτε μὴν τῇ πρὸς τὸ μεῖον ὑποφορᾷ, παραχαράττε‐ σθαι συγχωρῶν τὸ ὡς ἐν ἰσότητι διαρκές. Ἔστω τοί‐ νυν ζυγὰ καὶ στάθμια δίκαια, καὶ χοῦς δίκαιος, φησίν·

68

.

521

(50)

εἶεν δ’ ἂν, οἶμαι, ταυτὶ, τύποι τινὲς ὥσπερ καὶ ἐμ‐ φανῆ παραδείγματα, τρόπους ἡμῖν ὑποφαίνοντα, δι’ ὧνπερ ἂν ἡμῖν ὁ τῆς ἀκριβοῦς ἰσότητος διερευνῷτο λόγος, καὶ ἡ τῆς δικαιοσύνης ἀναφανεῖται γνῶσις. Σύνες δὲ ὅτι συμμετρεῖται μὲν τὰ ἐν νόμῳ, καὶ ὅρον
55ἔχει τὴν δικαιοσύνην, πλουτεῖ δὲ τὸ μεῖζον, καὶ πολὺ δὴ λίαν ἐπέκεινα τρέχει τὰ διὰ Χριστοῦ. Πέρα γὰρ δικαίου τὸ ἀγαθὸν, τουτέστι, τῆς ἐν Χριστῷ πολιτείας
ἡ δόξα.520

68

.

524

ΠΑΛΛ. Εὖ λέγεις. Μεμνήσομαι γὰρ τοῖς ἐν πίστει δεδικαιωμένοις διειπόντος Χριστοῦ· «Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλ‐
5θητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» ΚΥΡ. Ἀλλ’ ὧδε μὲν ἡμῖν ἐχέτω ταυτί· πολυπρα‐ γμονῶμεν δὲ, εἰ δοκεῖ, τῆς Μωσαϊκῆς ἐπιεικείας τὸ μέτρον, καὶ τῆς κατὰ νόμον δικαιοσύνης τὴν δόξαν· τὸν γάρτοι φιλοθηρεῖν τοῦ δικαίου τὴν γνῶ‐
10σιν ὀρθότατα διεσπουδακότα, καὶ μὴν καὶ τὸ δια‐ πρέπειν ἐν ἀγαπήσει τυχὸν τῇ πρὸς ἀδελφοὺς ἐν λόγῳ πεποιημένον, ἀσφαλῆ τε καὶ βεβηκότα, καὶ ὅπερ ἐστὶν ἀληθῶς, ὁρᾶσθαι πρέπει, οὐκ εὐκατάσει‐ στον, οὐδὲ ἐλαφρὸν, οὐ κατάπλαστον ἔχοντα τὸ χρη‐
15στὸν, καὶ ὥσπερ ὄϊος τῷ κωδίῳ κατασκιάζει ἐθέλοντα τὴν λύκου μορφὴν, μᾶλλον δὲ γυμνὴν καὶ ἀνεπίλη‐ πτον ἔχειν ἐπείγεσθαι τοῦ ἰδίου τρόπου τὴν ἐλευθε‐ ρίαν. Τοιγάρτοι φησὶν ὁ νόμος· «Οὐ πορεύσῃ δόλῳ ἐν τῶ ἔθνει σου, καὶ οὐ μισήσεις τὸν ἀδελφόν σου
20τῇ καρδίᾳ σου.» Τίθησί τε καὶ ἑτέρως αὐτό· «Καὶ ἱμάτιον γὰρ, φησὶν, ἐκ δύο ὑφασμένον οὐκ ἐπιβα‐ λεῖς σεαυτῷ·» καὶ πάλιν· «Οὐκ ἐνδύσῃ κίβδηλον ἔριον καὶ λίνον ἐν τῷ αὐτῷ.» Πάνδεινον γὰρ ἀλη‐ θῶς καὶ μώμου παντὸς ἐπέκεινα, τοῖς ἐν ὑπολήψει
25χρηστότητος ἀπάτη καὶ δόλος· καὶ ἔστι τὸ χρῆμα τῶν ἄγαν παρὰ Θεῷ κατεστυγημένων, καὶ ἀδελ‐ φὴν ἔχον ἀεί πως τὴν διψυχίαν, καὶ τὸ οἱονεὶ τῆς γνώμης διφυές τε καὶ ἀλλοπρόσαλλον, ἐφ’ οἷς ὅτι μάλιστα καταθήγεται πρὸς ὀργὰς ὁ θεῖός τε καὶ
30ἀκήρατος νοῦς. Ἔφη γάρ που περί τινων· «Βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν· δόλια γὰρ τὰ ῥή‐ ματα τοῦ στόματος αὐτῶν· τῷ πλησίον αὐτοῦ λα‐ λεῖ τὰ εἰρηνικὰ, καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος, ἢ
35ἐν λαῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;» Ἀναβή‐ σεσθαι δὲ καὶ εἰς τὸ ὄρος τοῦ Κυρίου φησιν ὁ Δαβὶδ, τὸν ἀθῷον χερσὶ, καὶ καθαρὸν τῇ καρδίᾳ, ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησε τῷ πλη‐ σίον αὐτοῦ κακόν. Ἀποφάσκει δὴ οὖν ὁ νόμος ὡς
40αἴσχιστόν τε καὶ ἀπηχὲς, τὸ ἐν δόλῳ πορεύεσθαι, τουτέστι, τὸ πανούργως ἑλέσθαι βιοῦν, καὶ ὑπο‐ πλάττεσθαι μὲν τῆς δικαιοσύνης τὸ σχῆμα, κατασί‐ νεσθαι δὲ ἀδελφοὺς, τῶν τῆς ἀγάπης νόμων ἠφει‐ δηκότα· ἄμφιόν γε μὴν ἔχειν ἡμᾶς οὐκ ἐᾷ τὸ ἐκ
45δυοῖν ὑφασμένον, αἴνιγμά που τὸ χρῆμα τιθεὶς, τοῦ μὴ ἀνέχεσθαι, διπλόην ὥσπερ ἔχειν εἰς νοῦν· δι‐ πλόην δὲ εἶναί φημι, τὴν ἔσω καὶ νοητὴν, τὴν ἐπάρατον ἀνθρωπαρέσκειαν, ἣ ἐκ δυοῖν ὥσπερ ἀναπλέκεται σπουδασμάτοιν, τὴν εἰς ἄλληλα δια‐

68

.

524

(50)

φθορὰν οὐ μετρίαν ἠῤῥωστηκότοιν. Τίς γὰρ ἢ ποῖος τῶν ὑποκριτῶν ὁ βίος; ἆρ’ οὐχὶ τὸ ἐν ὄψει μὲν ἀνθρώπων ὁρᾶσθαι χρηστοὺς, καὶ τὸ δοκεῖν μὲν εἶναι, μὴ μὴν ἔτι καὶ εἶναι κατὰ ἀλήθειαν χρη‐ στούς;
55ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Διττὸς οὖν ὁ τρόπος ἐξ ἀνομοίων ἡμῖν θε‐
λημάτων ἐξυφασμένος. Ἀλλ’ ὅ γε θεσπέσιος Δαβὶδ522

68

.

525

ἀποδέχεται τὸν μονότροπον καὶ φειδοῦς ἀξιοῦσθαί φησι τῆς ἄνωθεν· «Κύριος γὰρ κατοικίζει μονο‐ τρόπους, φησὶν, ἐν οἴκῳ.» Διασκορπίζειν δὲ λέ‐ γεται καὶ ὁ Θεὸς ὀστᾶ ἀνθρωπαρέσκων· καταμυ‐
5σάττεται δὲ τὸ χρῆμα καὶ ὁ Παῦλος, λέγων· «Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; ἢ ζητῶ ἀνθρώ‐ ποις ἀρέσκειν; εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.» ΠΑΛΛ. Καὶ τίνι τῶν ὄντων οὐκ ἀσυμφανὲς, ὡς
10ἔκτοπον ἀληθῶς καὶ τῆς ἀκριβοῦς ὀρθότητος ἀπω‐ τάτω τὸ διψυχεῖν τε καὶ ὑποκρίνεσθαι; ΚΥΡ. Ἀγάπης οὖν ἄρα καρπὸς τῆς ἀμωμήτως ἐσκευασμένης καὶ ἀνδρὶ πρεπούσης δικαίῳ τε καὶ ἀγαθῷ, τὸ ἀπηλλάχθαι δόλου. Καὶ τοῦδε δεῖν δή φη‐
15σιν ὁ νόμος, τόν γε ὡς ἀληθῶς τῆς δικαιοσύνης ἐπιμελητὴν, καὶ ἀγάπης τῆς εἰς ἀδελφοὺς ἐραστὴν, ὀρθῶς ἔχειν οἴεσθαι τὴν ἐπὶ τῷδε δόξαν, οὐκ εἴπερ αὐτός τε καὶ μόνος παραιτοῖτο ἀδικεῖν, ἀλλ’ εἰ καὶ γένοιτο παιδευτὴς καὶ τῶν κατὰ γένος οἰκείων,
20ἤγουν καθ’ ἕτερόν τινα τρόπον ἐγγὺς γεγονότων, καὶ τὸ τῆς πρὸς αὐτὸν οἰκειότητος ὄνομα πεπλου‐ τηκότων. Παρεγγυᾷ δὲ καὶ ὁ Παῦλος τὸν ἐπιμελη‐ σόμενον Ἐκκλησίας, τέκνα ἔχειν ἐν ὑποταγῇ, καὶ ἀπόδειξιν τὸ πρᾶγμα τῆς ἐνούσης αὐτῷ ἐπιεικείας
25καὶ μὴ, ποιεῖται λέγων· «Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελή‐ σεται;» Διὰ τοῦτό φησιν ὁ νόμος ὡς ἐν παραδείγμα‐ τος τρόπῳ, καὶ ἐναργοῦς εἰκόνος· «Ἐὰν δὲ κερα‐ τίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα, καὶ ἀποθάνῃ, λίθοις
30λιθοβοληθήσεται ὁ ταῦρος, καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ, ὁ δὲ κύριος τοῦ ταύρου ἀθῶος ἔσται· ἐὰν δὲ ὁ ταῦρος κερατιστὴς ᾖ πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης, καὶ διαμαρτύρωνται τῷ κυρίῳ αὐτοῦ, καὶ μὴ ἀφανίσῃ αὐτὸν, ἀνέλῃ δὲ ἄνδρα ἢ γυναῖκα,
35ὁ ταῦρος λιθοβοληθήσεται, καὶ ὁ κύριος αὐτοῦ προσ‐ αποθανεῖται· ἐὰν δὲ λύτρα ἐπιβληθῇ αὐτῷ, δώσει λύτρα τῆς ψυχῆς αὐτοῦ, ὅσα ἐὰν ἐπιβάλωσιν αὐτῷ. Ἐὰν δὲ υἱὸν ἢ θυγατέρα κερατίσῃ ὁ ταῦρος, κατὰ τὸ δικαίωμα τοῦτο ποιήσουσιν αὐτῷ. Ἐὰν δὲ παῖδα
40κερατίσῃ ἢ παιδίσκην, ἀργυρίου τριάκοντα δίδραχμα δώσει τῷ κυρίῳ αὐτῶν, καὶ ὁ ταῦρος λιθοβοληθήσε‐ ται.» Ἆρά σοι σαφὲς τὸ χρησμῴδημα; ΠΑΛΛ. Οὐ σφόδρα. ΚΥΡ. Ἄθρει δὴ οὖν ὅ φημι, καὶ πρό γε τῶν
45ἄλλων εἰς νοῦν ἔχε τὸν ἱερώτατον Παῦλον, ὡδὶ γε‐ γραφότα· «Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Ἢ δι’ ἡμᾶς πάντως λέγει;» Ταύρῳ δὴ οὖν παρεικάζει τὸν ὑβριστήν τε καὶ ἀλαζόνα, καὶ πλεονεκτεῖν ἰσχύοντα. Γαῦρον γὰρ ἀεί πώς ἐστι καὶ ἀγέρωχον τὸ ζῶον,

68

.

525

(50)

καὶ πάνδεινον εἰς ἀλκὴν, καὶ δύσοιστον ἔχει τὴν ἔφοδον. Τὸν δὴ τοιοῦτον, εἰ γένοιτο, φησὶν, οἰκεῖος, καὶ οἱονεί πως κατεζευγμένος τῶν ὁσιουργεῖν ᾑρη‐ μένων τινὶ, παραλύσειέ τε, μᾶλλον δὲ καὶ ἀνέλοι τινὰ, καταχωννὺς τάχα που ταῖς πλεονεξίαις, ἀπο‐
55τιννῦναι δίκην τὴν ἐπ’ αὐτῷ θανάτῳ προστέταχε·
χρῆναι ἔφη λιθόλευστον τελευτᾷν. Ὑποκλέπτει δὲ524

68

.

528

τῆς ὀργῆς τὸν κεκτημένον, εἰ μὴ τῆς πλεονεξίας εἰ‐ δείη τὸν τρόπον, μηδὲ τῆς ἐκείνου φαυλότητος ἁλί‐ σκοιτο κοινωνός· οὐ γὰρ ἡμῶν ἐγκλήματα τὰ ἑτέρων, εἰ λαθραῖα γένοιτο τυχόν. Ἐσθίειν δ’ οὐκ ἐᾷ τοῦ ταύ‐
5ρου τὰ κρέα, τό τοι μὴ χρῆναι μεταλαχεῖν τῆς ἑτέ‐ ρων ἀκαθαρσίας, ὡς ἐν τύπῳ τῷ κατὰ τὴν βρῶσιν καὶ τὴν οἱονεὶ μέθεξιν ὑποτυπῶν· ἆρ’ οὐχὶ τοῦτό ἐστιν ἐναργῶς, τὸ, «Σεαυτὸν ἁγνὸν τήρει, καὶ μὴ κοινώ‐ νει ἁμαρτίαις ἀλλοτρίαις;»
10ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Συγκαταδικάζεσθαι δὲ τῷ μόσχῳ δεδικαίωκε τὸν δεσπότην, εἴπερ εἰδείη τὸ πλημμεληθὲν, καὶ μα‐ θὼν ἐλέγχοιτο τὴν πλεονεξίαν· τὸ γὰρ ἀπείργειν δύνασθαι τῆς ἀδικίας τοὺς τρόπους, καὶ κατακωλύειν
15εὖ μάλα τὸ πλημμελὲς, εἶτα τοῦτο δρᾷν οὐκ ἀνέχε‐ σθαι, καὶ λίαν ἐσπουδασμένως, μονονουχὶ καὶ συνειρ‐ γασμένον ἀποφαίνει τὸν ἄνθρωπον, καὶ ὅσον ἧκεν εἰς θέλησιν καὶ ταυτοβουλίαν τοῖς ἐθέλουσιν ἀνοσιουρ‐ γεῖν καὶ συνεκπονεῖν ᾑρημένον. Τεθνάτω δὴ οὖν ὁ
20τοιόσδε, φησὶν, πλὴν εἰ μὴ λύτρα καὶ τὰς ἔν γε τούτοις ζημίας ἐπιθεῖεν οἱ κριταί. Βλέπει δὲ ὁ νόμος πρὸς τὸ χρηστὸν, καὶ συνθέλησιν τὴν εἰς ἁμαρτίαν, καὶ ὡς ἐν ψιλῇ συναινέσει συνδρομήν. «Κολάζει γὰρ μετριώτερον, εἴπερ ἕλοιντο, φησὶν, οἱ κριταί.»
25Καὶ δέχου τὸν τύπον εἰς ἀλήθειαν· κατακρίνει μὲν γὰρ θανάτῳ τὰ παγχάλεπα τῶν πλημμελημάτων ὁ πάντων κριτὴς, πλὴν προσίεται τοὺς ἡμαρτηκότας, καὶ λύτρα προσφέροντας, τὰ τῆς ἁμαρτίας λυτικὰ, τὸ ἐκ μετανοίας δάκρυον, τὸν ἐπὶ ταῖς μεταγνώσεσι
30πόνον, τῆς ἐλεημοσύνης τοὺς τρόπους· «Κατακαυ‐ χᾶται γὰρ ἔλεος κρίσεως,» κατὰ τὰς Γραφάς. Ἀκριβῆ δὲ ὁ νόμος καὶ τὴν ἐπὶ τοῖς πεπονθόσι ποιεῖται διαστολήν· εἰ μὲν γὰρ υἱὸν ἡ θυγατέρα, φησὶν, ὁ μόσχος ἀνέλῃ, τεθνάτω καὶ ἀφιλοικτιρμό‐
35νως· εἰ δὲ παῖδα ἢ παιδίσκην, ἀργύριον ἔστω τὸ ὑπὲρ αὐτῶν ζητούμενον. Τίς οὖν ὁ λόγος, πῶς οὐκ ἄξιον ἰδεῖν; καίτοι τὸ ἐλεύθερόν τε καὶ δοῦλον ἐν ἡμῖν, ἐκ πλεονεξίας καὶ οὐκ ἀῤῥώστημα φύσεως, καθάπερ ἀμέλει καὶ τὸ νοσεῖν· «Εἷς γὰρ ἡμᾶς
40ἔκτισε Θεὸς, καὶ εἷς ὁ πάντων Πατὴρ,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἆρ’ οὖν ὡς ἔγκλημα καὶ δουλείαν καταγράφει τινῶν ὁ Δημιουργός; ἆρα καὶ παρ’ αὐτῷ τὸ δοῦλον ἐν μείοσι, καὶ δόξῃ πλεονεκτεῖ τὸ ἐλεύ‐ θερον; Οὐ μὲν οὖν. «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ
45ἔνι δοῦλος, οὔτε ἐλεύθερος.» Οὐκοῦν, σκιὰ γὰρ ὁ νόμος, διὰ μὲν υἱοῦ τε καὶ θύγατρος, τὸ ἐλεύθερον τῶν ἁγίων σημαίνεται γένος· διὰ δέ γε παιδός τε καὶ παιδίσκης, τὸ δοῦλον ἔτι καὶ ὑπὸ ζυγὸν ἁμαρ‐ τίας. Ἔστι δὲ οὐ ταυτὸν, τὸ πλημμελεῖν εἰς ἁγίους

68

.

528

(50)

ἢ ἁμαρτωλούς. Κολάζεται δὲ οὐκ ἐν ἴσῳ μέτρῳ τὰ ἐπ’ ἀμφοῖν· ὅτι μὲν γὰρ ἀδελφοὶ τὴν φύσιν, οἴδε τε κἀκεῖνοι, παντί τῳ σαφές· ἀλλ’ ἔστι τὸ ἅγιον, ἐν ὑπεροχῇ τῇ πνευματικῇ, καὶ ἐν τοῖς τῆς ἀρετῆς ὑψώμασι· καὶ παρὰ τῷ Θεῷ τίμιον, ὡς καὶ ἐν υἱοῦ
55τάξει γενέσθαι καὶ θύγατρος, καὶ τὸ ἀνθρώπινόν τε καὶ δουλοπρεπὲς ὑπερφέρεσθαι μέτρον. Ὁσιουργεῖν
δὲ ὁ νόμος καὶ ἀγάπης ἔχεσθαι τῆς εἰς ἀδελφοὺς,526

68

.

529

καὶ καθ’ ἑτέρους ἡμῖν εἰσηγεῖται τρόπους, οὓς καὶ παραθέντες ἐφεξῆς, τὸ εἰς νοῦν ἧκον ἐφ’ ἑκάστῳ ἐροῦμεν. Ἔφη γὰρ πάλιν· «Ἐὰν δέ τις ἀνοίξῃ λάκκον, ἢ λατομήσῃ λάκκον, καὶ μὴ καλύψῃ αὐτὸν,
5καὶ ἐμπέσῃ ἐκεῖ μόσχος, ἢ ὄνος, ὁ κύριος τοῦ λάκ‐ κου ἀποτίσει, ἀργύριον δώσει τῷ κυρίῳ αὐτῶν, τὸ δὲ τετελευτηκὸς αὐτῷ ἔσται.» Τοῦτο δέ ἐστιν αἰνι‐ γματωδῶς, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον, καὶ τὸ ὠφελεῖν πεφυκὸς οὐκ ἐᾷν ἄχρη‐
10στον γενέσθαι τισὶν, οὔτε μὴν ὁδὸν ὁρᾶσθαι πρὸς θά‐ νατον, τὰ ἡμῖν τε καὶ ἑτέροις ἀναγκαῖα πρὸς ζωήν. Ἢ γὰρ οὐχὶ λάκκον τις ἀνοίγων, ἢ λατομῶν, ἑαυ‐ τῷ τι καὶ ἑτέροις χρήσιμόν τε καὶ ἀναγκαῖον ἀπο‐ τελεῖ; Ἀλλὰ μὴ ἔστω, φησὶ, κινδύνου πρόφασις ἑτέ‐
15ρῳ τὰ σά. «Ἡ γὰρ ἀγάπη,» καθά φησιν ὁ θεσπέσιος Παῦλος, «οὐ ζητεῖ τὰ ἑαυτῆς,» λογίζεται δὲ μᾶλ‐ λον καὶ τὰ ἑτέρων.
20ΠΑΛΛ. Καὶ τίς ὁ λάκκον ἀνοίγων ἢ λατομῶν, τίς δὲ ὁ λάκκος, ἐθέλοιμ’ ἂν εἰδέναι σαφῶς. ΚΥΡ. Τὸ μὲν οὖν ἐκ τῆς ἱστορίας ὑποδηλούμενον, οὐκ ἀσυμφανές· χρῆναι γάρ φησι κατακαλύπτεσθαι λάκκον, ἵνα μή τι βλάβος συμβαίνῃ τισίν. Ἤγουν
25ἴστω, φησὶν, ὁ μὴ τοῦτο πεπραχὼς, ὡς εἴπερ τι κατολισθήσειεν, ἀργύριον ἀποδώσει τῷ κυρίῳ αὐτοῦ, τὸ δὲ τεθνηκὸς ἔσται αὐτῷ. Ἀναθρώσκοντες δὲ τὸ τῆς ἱστορίας ἐμφανὲς, καὶ εἰς θεωρίαν ἀναγαγόντες τὸ χρῆμα πνευματικὴν, ἐκεῖνο ἐροῦμεν· Λάκκον
30ἔοικεν ὀνομάζειν ἡμῖν ἐν τούτοις ὁ νόμος, τῆς θεο‐ πνεύστου Γραφῆς τὴν γνῶσιν, καὶ τὸν περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος λόγον, καὶ τοῦ κατὰ Χριστὸν μυσιηρίου τὴν εἴδησιν· κεῖται γὰρ ὥσπερ ἐν βάθει ταυτὶ, καὶ ζωοποιὸν ἔχει τὴν δύναμιν· καὶ μαρτυρή‐
35σει λέγων αὐτὸς ὁ Σωτήρ· «Αὕτη δέ ἐστιν ἡ αἰώ‐ νιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Οὐκοῦν ὁ συγ‐ γράμμασι μὲν τοῖς ἀρχαιοτέροις ἐντυχὼν, καὶ σὺν πόνῳ πολυπραγμονῶν τῆς θεοπνεύστου Γραφῆς τοὺς
40λόγους, καὶ τὴν ἀκριβῆ τε καὶ ἀκίβδηλον γνῶσιν ἀνα‐ ζητῶν, πολλὴν ἂν ἔχοι τὴν ἐμφέρειαν πρός γε τὸν ὀρύττοντα λάκκον· ζητεῖ γὰρ ὕδωρ ζωοποιὸν, καὶ πηγὴν εὐφραίνουσαν, καὶ χειμάῤῥουν τρυφῆς· ὁ δέ γε εἰς τοῦτο λοιπὸν συνέσεως ἀφιγμένος, ὡς καὶ ἰδίᾳ
45δύνασθαι παραδοῦναι συγγραφῇ τοῦ μυστηρίου τὸν λόγον, λατομεῖ λάκκον· καινουργεῖ γὰρ ὥσπερ οὐ τοῖς ἑτέρων ἱδρῶσιν ἐποικοδομῶν, ἀλλὰ τοῖς ἰδίοις ἑαυτόν τε καὶ ἑτέρους ὠφελῶν. Ὀρύττουσι δὲ λάκ‐ κους συντετριμμένους, κατὰ τὴν τοῦ προφήτου φωνὴν,

68

.

529

(50)

καὶ οἱ τῆς ψευδωνύμου γνώσεως ἐρασταί· εἴ τις τοί‐ νυν ὀρύξειε λάκκον, ἀσφαλιζέσθω, φησὶν, μὴ ἄρα τισὶν ὀλέθρου γένοιτο τρόπος, τὸ καλῶς εἰργάσθαι δοκοῦν· δεῖ γὰρ ἡμᾶς ὀρθῶς τε καὶ ἀπηκριβωμένως τὸν περὶ Θεοῦ ποιεῖσθαι λόγον, ὡς μηδενὶ γενέσθαι
55σκανδάλου πρόφασιν. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ πῶμα
ἐπικεῖσθαι τῷ λάκκῳ, τὸ τῆς καθηκούσης ἀσφα‐528

68

.

532

λείας μὴ ἀμοιρεῖν τὸν λόγον. Ἐὰν γὰρ πέσῃ, φησὶ, βοῦς ἢ ὄνος, ὁ πεπονηκὼς ἀποτίσει. Βοῦν δὲ καὶ ὄνον ὀνομάζει πάλιν οὐχ ἁπλῶς, ἀλλ’ ὡς ἐν λόγῳ βα‐ θεῖ· καὶ βοῦν μέν φησιν, ἵνα νοήσῃς τὸ ἱερόν τε
5καὶ καθαρὸν γένος· ὄνον δὲ, ἵνα συνῇς, τὸ ἀνίερον καὶ ἀκάθαρτον· οὐ γὰρ προσάγεται κατὰ νόμον εἰς θυ‐ σίαν Θεῷ τὸ ἀκάθαρτον· ἱερὸν δὲ γένος καὶ καθα‐ ρὸν εἶναί φαμεν, τοὺς ἡγιασμένους ἤδη διὰ τῆς πί‐ στεως· ἀνίερον δὲ καὶ ἀκάθαρτον, τοὺς οὔπω κεκα‐
10θαρμένους διὰ τοῦ ἁγίου βαπτίσματος, ἀλλ’ ἐντε‐ τηγμένον ἔχοντες ἔτι τῆς ἁμαρτίας τὸν μολυσμόν. Ὅμοιον οὖν ὡς εἰ λέγοι, Εἴ τι γένοιτο βλάβος, ἢ περί τινα τῶν ἤδη βεβαπτισμένων καὶ κατεσφρα‐ γισμένων διὰ τῆς χάριτος εἰς οἰκειότητα τὴν ὡς
15πρὸς Θεὸν, ἤγουν εἴς τινα τυχὸν τῶν οὔπω τοιού‐ των, ὀφλήσει δίκην ὁ τοῦ σκανδάλου πρόξενος, καὶ αὐτῷ μενεῖ τὸ τεθνηκὸς, τουτέστιν, αὐτοῦ γενήσε‐ ται τοῦ παθόντος ὁ θάνατος. Ἀσφαλίζεταί γε γοῦν καὶ αὐτὸς ὁ Σωτὴρ ἡμᾶς λέγων· «Ὃς ἐὰν σκανδα‐
20λίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμὲ, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.» ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Ἴδοις δ’ ἂν εὐκόλως καὶ δι’ ἑτέρων ἡμῖν αἰ‐
25νιγμάτων παραδηλοῦντα τὸν νόμον σφαλερὸν, ὅτι τὸ πλημμελεῖν καὶ τοῦτο εἰς ἀδελφούς· τὸ γὰρ τύπτειν αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, εἰς Χριστὸν ἡμῶν ἀναφέρει τὸ πλημμελές. Ἔφη τοίνυν· «Ἐὰν δὲ ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας καὶ προσεμπρήσῃ ἅλω‐
30νας ἢ στάχυας, ἢ πεδίον, ἀποτίσει τὸ πῦρ ὁ ἐγκαύ‐ σας.» Οὐ γάρ τοι προσήκει τοῖς ἀδικεῖν πεφυκόσι συνδιόλλυσθαι τὸ χρηστὸν, οὐδὲ τοῖς ἀγρίοις συνδα‐ πανᾶσθαι τὸ ἤμερον. ΠΑΛΛ. Πῶς ἔφης;
35ΚΥΡ. Ἢ γὰρ οὐχὶ ταῖς ἐν ὄρεσί τε καὶ ἐν ἀγροῖς ἀκάνθαις παρεικάζοιτο ἂν εἰκότως τὰ τῶν ἀνοσίων αἱρετικῶν συγγράμματα, καὶ ἡ τῶν παρ’ Ἕλλησι δογμάτων τερθρεία; τίς γὰρ ἂν γένοιτο ταῖς τῶν ἀν‐ θρώπων ψυχαῖς ἐκεῖθεν ἡ ὄνησις, μᾶλλον δὲ ποῖον
40οὐκ ἔσται βλάβος τοῖς εἰς νοῦν ἐθέλουσιν ἐκεῖνα λα‐ βεῖν; Πυρὸς τοίνυν μόνου τροφὸς, ἡ ἄκανθα, καὶ φλο‐ γὸς διατροφή. Ἀνακαίουσι δὲ καὶ φλόγας ἡμῖν τὰς εἰς αἰῶνα καὶ τῶν πεπλανημένων τὰ ἐξίτηλα δόγ‐ ματα, καὶ τὰ τῶν εἰδωλολατρῶν γραοπρεπῆ μυθά‐
45ρια· ἄσταχυς δὲ καὶ σῖτος, ἡμερωτάτη τροφὴ, καὶ ἀνθρώποις ἐδώδιμα, καὶ ἀναγκαῖα πρὸς ὄνησιν· συνέχει γὰρ ἡμᾶς εἰς ζωὴν, καὶ τύπος ἂν εἴη τῶν τῆς ἀληθείας δογμάτων, δι’ ὧν οἱ πεπιστευκότες ὡς ἄρτῳ ζῶντι τρεφόμεθα καὶ ἀληθινῷ, τῷ Χριστῷ.

68

.

532

(50)

Ἔστι δὲ αὖ πεδίον λεῖον ὥσπερ τι καὶ ἄτραχυ, τοῖς διαστείχειν εἰδόσιν ὀρθῶς ἡ θεόπνευστος Γραφή· «Πάν‐ τα γὰρ ἐνώπιον τοῖς συνιοῦσι,» κατὰ τὸ γεγραμ‐ μένον· «καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.» Οὐκοῦν ἄκανθα μὲν ἡ μυσαρωτάτη καὶ βέβηλος ἀθυροστο‐
55μία τῶν διεστραμμένων· σῖτος δὲ καὶ ἄσταχυς ὁ
ψυχωφελής τε καὶ τροφιμώτατος τῆς ἀληθείας λό‐530

68

.

533

γος· ψιλὸν δὲ πεδίον, ἡ θεόπνευστος Γραφή. Ὅταν τοίνυν οἷά περ φλόγες, ἢ πῦρ τοῖς τῶν ἑτεροδόξων τε καὶ Ἑλλήνων φενακισμοῖς οἱ τῶν ἁγίων μυσταγωγῶν ἐπιφύοιντο λόγοι, τοῖς τῆς ἀληθείας συνηγοροῦντες
5δόγμασι, καὶ τὰ κατὰ μόνης ἰόντων ἀκάνθης φησὶ, καὶ καταφλεγόντων μὲν ὡς ἄχρηστον καὶ ἀγρίαν ὕλην, τὰ παρ’ ἐκείνοις συγγράμματα, μὴ συναδι‐ κούντων δὲ σῖτον ἢ ἄσταχυν, τουτέστιν, νηφέτωσαν οἱ μυσταγωγοὶ, μὴ ἄρα τι καταπημήνειαν τῶν τῆς
10ἀληθείας δογμάτων· ἢ ἴστω, φησὶν, ὁ σὺν ἀσφαλείᾳ τοῦτο δρᾷν οὐκ ἀνεχόμενος, ὡς εἴπερ τι γένοιτο συγκαταφλεχθῆναι τοῖς φαύλοις τῶν ἀναγκαίων εἰς ὄνησιν, ἀποτίσει τῆς ἀπροσεξίας τοὺς λόγους. Αἰσθά‐ νῃ δὴ οὖν ὅσην ἡμᾶς ποιεῖσθαι τὴν ἐπιτήρησιν προσ‐
15τέταχεν ὁ νομοθετῶν, τῆς εἰς ἀδελφοὺς ἀγάπης τὸ εἰλικρινὲς ἀθόλωτον ἀποσώζων πανταχῆ; ΠΑΛΛ. Συνίημι.
18tΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ
19tΚΑΙ ΑΛΗΘΕΙΑ
20tΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ
21tΛΟΓΟΣ ΟΓΔΟΟΣ.
25Ἔτι περὶ ἀγάπης τῆς εἰς ἀδελφοὺς, καὶ κατὰ τοῦ κλέπτοντος μόσχον ἢ πρόβατον. Πανταχόθεν δὴ οὖν, ὦ Παλλάδιε, πάρα σοι νοεῖν, ὡς ὀρθούς τε καὶ ἀκριβεῖς ἄγαν ποιεῖσθαι κελεύει τῆς μυσταγωγίας τοὺς λόγους καὶ ὁ πάλαι νόμος.
30Οὐκ ἀζήμιον δὲ τοῖς ἐξαπατᾷν εἰωθόσι τῶν ἁπλου‐ στέρων τινὰς τὸ χρῆμα τιθεὶς, ἔφη πάλιν· «Ἐὰν δέ τις κλέψῃ μόσχον ἢ πρόβατον, καὶ σφάξῃ ἢ ἀποδῶ‐ ται, πέντε μόσχους ἀποτίσει ἀντὶ τοῦ μόσχου, καὶ τέσσαρα πρόβατα ἀντὶ τοῦ προβάτου. Ἐὰν δὲ ἐν τῷ
35διορύγματι εὑρεθῇ ὁ κλέπτης, καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος· ἐὰν δὲ ἀνατείλῃ ὁ ἥλιος ἐπ’ αὐτῷ, ἔνοχος ἔσται, ἀνταποθανεῖται. Ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ, πραθήτω ἀντὶ τοῦ κλέμματος· ἐὰν δὲ καταληφθῇ καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ κλέμμα,
40ἀπό τε ὄνου καὶ ἕως προβάτου ζῶντα, διπλᾶ ἀπο‐
τίσει αὐτά.»532

68

.

536

ΠΑΛΛ. Οὐ σφόδρα σαφὴς ὁ λόγος. Σὺ δὲ ὅ τί ποτέ ἐστι τὸ ὡς ἐν αἰνίγματι χρησμῳδούμενον, πει‐ ρῶ μοι λέγειν. ΚΥΡ. Ζημίαν ὁ νόμος καθορίζει χρησίμως τοῦ
5πλεονεκτεῖν ἐθέλοντος, καὶ ἀνασειράζει τρόπον τινὰ τὸν ἀκάθεκτον εἰς ἐπιθυμίαν, ὧν ἂν ἔχοι τυχὸν ἢ γείτων, ἢ ἀδελφὸς, ὥστε κἂν εἰ γένοιτο, φησὶν, ἐν αὐτῷ τεθνάναι τῷ κλέπτειν τὸν ἐπὶ τῷδε κατεγνω‐ σμένον, οὐδένα τοῖς ἀνῃρηκόσι προστρίβεσθαι μῶμον.
10Ἀτιμᾷ δὲ καὶ λέγων, ὅτι προσήκει πιπράσκειν αὐ‐ τὸν, εἰ μὴ πρὸς λύτρων ἀντέχοι καταβολὴν, εἴς γε τὸ χρῆναι βιοῦν ἑλέσθαι καλῶς συνελαύνων τοῖς δεί‐ μασι. Νοῦς γε μὴν τῆς ἱστορίας ὁ κεκρυμμένος ἕτε‐ ρος ἂν εἴη παρὰ τοῦτον πολὺ, καὶ δεῖ καὶ λέγειν
15ἡμᾶς ὡς ἔνι καλῶς. Μόσχος μὲν δὴ καὶ πρόβατον, καθαρά τε ἄμφω καὶ ἱερὰ, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακομιζόμενα τῷ Θεῷ. Ἀλλ’ ὁ μὲν μόσχος ἐν ὑπερ‐ οχῇ καὶ μεγέθει σώματος· θάτερόν γε μὴν, οὐχ οὕτω. Μόσχου γὰρ μεῖον τὸ πρόβατον. Μόσχοι δὴ
20οὖν καὶ πρόβατα ὥσπερ τινὰ ζῶα καθαρά τε καὶ ἱερώ‐ τατα, τῶν διὰ πίστεως δεδικαιωμένων ἡ ἁγία πλη‐ θὺς, καὶ διχηλοῦντες ὁπλὴν, καὶ μηρυκισμὸν ἀν‐ άγοντες, κατὰ τὸν νόμον, καὶ καρπῶν ἡμέρων ἐργά‐ ται· γηπονεῖ γὰρ ὁ μόσχος· ἔγκαρπον δὲ καὶ τὸ πρό‐
25βατον, καὶ ἐνσεσήκασται μὲν ταῖς θείαις αὐλαῖς, τουτέστιν, ἐν ἐκκλησίαις ἡ τῶν κεκλημένων ἀγέλη· πολλοὶ δὲ λίαν οἱ κλέπται περὶ αὐτὴν, διορύττοντες τε καὶ παρεισδύνοντες, καὶ πολυτρόποις φενακισμοῖς τὰς τῶν ἁπλουστέρων ψυχὰς ἐξέλκοντες, καὶ μονον‐
30ουχὶ καταπιπράσκοντες τῷ ὀλοθρεύοντι Σατανᾷ· πλὴν ὁ δεδρακώς τι τοιοῦτον, πέντε μόσχους ἀπο‐ τίσει, φησὶν, ἀνθ’ ἑνὸς, καὶ τέσσαρα πρόβατα ἀντὶ τοῦ προβάτου· πενταπλασίονα μὲν γὰρ ἐπὶ τῷ μόσχῳ, τῷ κεκλοφότι τὴν δίκην, τετραπλασίονα δὲ δεῖν ἐφ’
35ἑνὶ προβάτῳ γενέσθαι φησὶ, κατὰ τὸ μέτρον, οἶμαί που, τῆς πνευματικῆς κατ’ ἀρετὴν ποσότητος, τῶν ἀπολλυμένων ἐπιθεὶς τὴν κόλασιν. Τύπος δ’ ἂν εἴη καὶ σκιὰ τῆς ἐν ἀρετῇ ποσότητος, ἡ σωματική· τὸ γάρτοι μεῖζον ἢ μεῖον ἐν ἐπιεικείαις, ἀταλαίπωρον
40ἰδεῖν ἔν γε τοῖς πεπιστευκόσιν, ἐπεὶ μὴ ἐν ἴσῳ πάν‐ τες τυχόν· «Ἀλλ’ ἕκαστος ἡμῶν ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.» Εἰ δὲ δὴ κλέπτων τε καὶ διορύττων ἔτι, καὶ τὰ τῆς λῃστείας ἔργα πληρῶν, ὡς ἐν νυκτί τε καὶ σκότῳ καταφωραθείη, φησὶ, καὶ
45ἐκτεθνάτω τότε· καὶ τὸ χρῆμα, οὐ φόνος, οὐδὲ τῷ δράσαντι γραφή. Πλεονέκτης γὰρ καὶ βίαιος ὁ πε‐ σὼν, καὶ πολέμου τέτρωται νόμῳ· ἡλίου δὲ ἀνατεί‐ λαντος, καὶ παρελάσαντος ἤδη τοῦ τῆς λῃστείας και‐ ροῦ, τὴν τοῦ πλήττοντος εἴργει χεῖρα, καὶ φόνου

68

.

536

(50)

γραφὴν καθορίζει τοῦ τολμήματος. Ἕως μὲν γὰρ ὁ κλέπτης ὁ νοητὸς, τὴν τοῦ πιστεύσαντος εἰς Χριστὸν καταλωβᾶται ψυχὴν, καὶ ἀγάπης ἐξέλκει τῆς εἰς Θεὸν, εἰ ἐν αὐτοῖς ἁλοίη τοῖς πλημμελήμασι, πάθοι ἂν οὐκ ἀδίκως καὶ τὸ ἐκτεθνάναι δεῖν· ψυχὴν γὰρ
55ἀπέκτεινε, τὴν ἀμείνω σώματος· ἡλίου δὲ ἀνατεί‐ λαντος καὶ αὐτῷ κατὰ νοῦν, καὶ διαυγαζούσης ὡς ἐν
τάξει φωτὸς καὶ ἡμέρας, τῆς ἀληθοῦς γνώσεως,534

68

.

537

κινδυνεύειν οὐκ ἐᾷ, κολάζεται γὰρ τὰ νυκτὸς ἔργα καὶ σκότους, τὰ δὲ ὡς ἐν φωτὶ λοιπὸν, οὐκ ἔτι. Ἀνεῖ‐ σθαι δὲ τῶν ἀρχαίων ἐγκλημάτων, καὶ τῶν ἐν ἀγνοίᾳ καὶ σκότῳ, δεδικαίωκε Θεός. Καὶ δὴ καὶ λεγέσθω
5τοῖς ἐξ ἁμαρτίας εἰς φῶς ἀφιγμένοις τὸ νοητὸν, «Ἦτέ ποτε σκότος, νυνὶ δὲ φῶς ἐν Κυρίῳ.» Οὕτω δεδικαίωκεν ὁ Κύριος καὶ τὸν θεσπέσιον Παῦλον, τὸν πρότερον ὄντα βλάσφημον, καὶ διώκτην, καὶ ὑβρι‐ στήν· καθ’ ὑπερβολὴν γὰρ ἐδίωκε τὴν Ἐκκλησίαν
10τοῦ Θεοῦ, καὶ ἐπόρθει αὐτήν. ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Ἐὰν δὲ μὴ δύνηται, φησὶ, πέντε μόσχους ἀνθ’ ἑνὸς, καὶ πρόβατα τέσσαρα ἀνθ’ ἑνὸς, πραθήτω ἀντὶ τοῦ κλέμματος. Ὁρᾷς ὅπως ἀτιμίαν ὁ νόμος τὴν
15δουλοπρεπῆ καταγράφει σαφῶς τῶν διηνεκῆ καὶ ἀνέκνιπτον ἐχόντων τὴν ἁμαρτίαν, καὶ μηδ’, ὅσον εἰπεῖν, λύτροις ἀποκρούεσθαι τὰ ἐγκλήματα δυνα‐ μένων, διά τε τὸ τῆς γνώμης ἀσθενὲς οὐκ ἀνεχομένων ἱδροῦν εἰς μετάγνωσιν, καὶ διὰ τῶν εἰς τοῦτο πόνων
20ἐκμειλίττεσθαι Θεόν; Πιπράσκεσθαι δὴ οὖν εὖ μάλα φησίν. Ἐναριθμεῖσθαι γὰρ οὐκ ἐᾷ τοῖς διὰ τῆς θείας χάριτος ἠλευθερωμένοις, τοὺς οὕτω μεμολυσμένους. Ἐξωθούμενοι δὲ τῆς τοῖς ἐλευθέροις πρεπούσης τι‐ μῆς, ἀκούσονται καὶ αὐτοί· «Ἰδοὺ ταῖς ἀνομίαις ὑμῶν
25ἐπράθητε.» Εἰ δὲ κεκλοφὼς μὲν ἁλοίη, φησὶν, οὔπω δὲ ἀνελὼν, τουτέστιν, εἰ φενακισμοῦ καὶ ἀπάτης ἀρξάμε‐ νος τῆς εἰς ἑτέρους καταλαμβάνοιτό τις τῶν ἑτεροδοξεῖν εἰωθότων, νενικηκὼς δὲ οὔπω καὶ κατακομίσας εἰς ὄλεθρον τοὺς ἀκροωμένους, ἀποτίσει διπλᾶ. Ἀναλή‐
30ψεται γὰρ τὸ οἰκεῖον ὁ τῆς ἀγέλης δεσπότης, προσ‐ εξαιτηθήσεται δὲ καὶ λόγους ὁ βωμολόχος· τοῦτο γὰρ ἂν εἴη τὸ ἐν διπλῷ· καὶ ζημίαν ὑπομενεῖ τὴν εἰς θάνατον. Ὃ γὰρ ἠθέλησε δρᾷν εἰς ἑτέρους, πάθοι ἂν αὐτὸς καὶ μάλα εἰκότως.
35ΠΑΛΛ. Ὡς ὀλέθριόν τε καὶ πάνδεινον ἀληθῶς τῶν φενάκων τὸ χρῆμα, περὶ ὧν οἶμαί που καὶ αὐτὸν προαγορεῦσαι Χριστόν· «Προσέχετε ἀπὸ τῶν ἐρχο‐ μένων πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες.»
40ΚΥΡ. Ὀρθῶς οὖν ὁ νόμος ὡς θηρῶν ἀγρίων, τὸ ἐκτεθνάναι δεῖν παντὸς τοιοῦδε καταψηφίζεται. Γέ‐ γραπται γὰρ ἐν μὲν τῇ Ἐξόδῳ· «Ἐὰν κλέψῃ τίς τινα τῶν υἱῶν Ἰσραὴλ, καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται, καὶ εὑρεθῇ ἐν αὐτῷ, θανάτῳ τελευτάτω.»
45Ἐν δέ γε τῷ Δευτερονομίῳ· «Ἐὰν δὲ ἁλῷ ἄν‐ θρωπος κλέπτων ψυχὴν ἐκ τῶν ἀδελφῶν αὐτοῦ, τῶν υἱῶν Ἰσραὴλ, καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται, ἀποθανεῖται ὁ κλέπτης ἐκεῖνος.» Οὐ γάρ τοι θέμις τὸ ἱερὸν ἐν Χριστῷ καταδῃοῦσθαι γένος, καὶ εἰς δου‐

68

.

537

(50)

λείαν οὐκ ἐντριβῆ κατακομίζεσθαί ποι παρά γε τῶν τοῦτο δρᾷν εἰωθότων· ὥσπερ γὰρ οἱ τὰ μειράκια φενακίζοντες, πόλεώς τε καὶ οἰκιῶν ἀπονοσφίζουσι, καὶ αὐχημάτων αὐτὰ τῶν ἐλευθέρων ἐκπέμποντες, τοῖς τῆς ἀναγκαίας δουλείας ὑποφέρουσι ζυγοῖς· τὸν
55αὐτὸν, οἶμαι, τρόπον, οἱ τοὺς ὀρθὰ φρονεῖν ἑλομένους,
καὶ τὸν ἐλευθέροις πρέποντα βίον ἐπιτηδεύοντας, ἐπὶ536

68

.

540

τὸ σφίσιν αὐτοῖς ἀνοητότατα δοκοῦν, πολυπλόκοις ἐννοιῶν ἀπάταις ἀποκομίζοντες, λῃστείας εἰκότως τῆς ἐπὶ ψυχαῖς ἀνθρώπων, ὑπομενοῦσι τὴν γραφήν· ποινὴ δὲ αὐτοῖς ὁ θάνατος. Τοῖς τοιούτοις, μηδὲ «Χαί‐
5ρειν λέγετε,» φησὶ τοῦ Σωτῆρος ὁ μαθητὴς, οὐκ εἰς τρόπων ἡμᾶς ἀγριότητα παιδαγωγῶν, ἀλλ’ ὅτι τῷ λύκῳ τὸ πρόβατον εἰς διαθέσεις οὐκ ἐπιτήδειον· ἀσύμβατα δὲ ὥσπερ ἀλλήλοιν, τὰ ἑτερογνωμονεῖν εἰωθότα· «Τίς γὰρ μερὶς πιστῷ μετὰ ἀπίστου;»
10Καὶ πρός γε δὴ τούτοις, τοῖς πόρνοις τοῦ αἰῶνος τούτου μὴ συναναπλέκεσθαι δεῖν, ὁ θεσπέσιος Παῦλος γράφει. Ἵνα τοίνυν μὴ καθάπερ ἐκ πατρῴας ἑστίας τῆς Ἐκκλησίας τοῦ Θεοῦ καθαρπάζοιντό τινες, καὶ εἰς ἐκκλησίας ἀποφέροιντο πονηρευομένων, ταῖς εἰς
15φαυλότητα παρατροπαῖς τὸν οἰκεῖον ὥσπερ καταπι‐ πράσκοντες νοῦν, «Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμι‐ λίαι κακαὶ,» θάνατον ὁρίζει τὴν δίκην ὁ νόμος τοῖς τοῦτο δρᾷν ἀνοσιώτατα προτεθυμημένοις. Ἴδοις δ’ ἂν αὐτὸ πλαγίως ἡμῖν ὑποφαίνοντα πάλιν νόμον, καὶ
20δι’ ἑτέρου χρησμῳδήματος. Καταρυθμίζει γὰρ ἐπὶ τὸ ἔχον ὀρθῶς τὰ ἐν κόσμῳ πράγματα, διὰ τῆς ἐμ‐ φανεστέρας καὶ ἑτοίμης ἑλεῖν τοῖς ἐθέλουσι θεωρίας. Οὐ γάρ τοι τὴν ἱστορίαν ἔν γε τοῖς ὅτι μάλιστα χρησί‐ μοις ὡς ἕωλον ἀναιρήσομεν. Ὀνήσει γὰρ ἔσθ’ ὅτε
25καὶ αὐτὸ τὸ γράμμα τοὺς ἀκροωμένους, ὠδίνει δὲ ὥσπερ ἐν βάθει τὰ πνευματικὰ, καὶ τῶν ἰσχνοτέρων ἐννοιῶν τὴν δύναμιν ὡς ἐν σκιαῖς ἔχει λεπταῖς. Ἔφη δὲ ἐν τῇ Ἐξόδῳ πάλιν· «Ἐὰν δέ τις ἀπατήσῃ παρ‐ θένον ἀμνήστευτον, καὶ κοιμηθῇ μετ’ αὐτῆς, φερνῇ
30φερνιεῖ αὐτὴν ἑαυτῷ γυναῖκα. Ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ, καὶ μὴ βούληται ὁ πατὴρ αὐτῆς δοῦναι αὐτὴν αὐτῷ γυναῖκα, ἀργύριον ἀποτίσει τῷ πατρὶ καθ’ ὅσον ἐστὶν ἡ φερνὴ τῶν παρθένων.» Ἀνευρύ‐ νων δὲ ὥσπερ ἡμῖν τὴν θείαν ἐντολὴν, ὁ θεσπέσιος
35Μωσῆς ἐν τῷ Δευτερονομίῳ φησίν· «Ἐὰν δὲ εὑ‐ ρεθῇ ἄνθρωπος κοιμώμενος μετὰ γυναικὸς συν‐ ῳκισμένης ἀνδρὶ, ἀποκτενεῖτε ἀμφοτέρους, τὸν ἄνδρα τὸν κοιμώμενον μετὰ τῆς γυναικὸς, καὶ τὴν γυναῖκα, καὶ ἐξαρεῖς τὸ πονηρὸν ἐξ υἱῶν Ἰσραήλ. Ἐὰν δὲ
40γένηται παρθένος μεμνηστευμένη ἀνδρὶ, καὶ εὑρὼν αὐτὴν ἄνθρωπος ἐν πόλει, κοιμηθῇ μετ’ αὐτῆς, ἐξ‐ άξετε ἀμφοτέρους ἐπὶ τὴν πύλην τῆς πόλεως αὐτῶν, καὶ λιθοβοληθήσονται ἐν λίθοις, καὶ ἀποθανοῦνται· τὴν νεάνιν, ὅτι οὐκ ἐβόησεν ἐν τῇ πόλει, καὶ τὸν ἄν‐
45θρωπον, ὅτι ἐταπείνωσε τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ· καὶ ἐξαρεῖτε τὸ πονηρὸν ἐξ ὑμῶν αὐτῶν. Ἐὰν δὲ ἐν πεδίῳ εὕρῃ ἄνθρωπος τὴν μεμνηστευμέ‐ νην, καὶ βιασάμενος κοιμηθῇ μετ’ αὐτῆς, ἀποκτε‐ νεῖτε τὸν ἄνθρωπον, τὸν κοιμώμενον μετ’ αὐτῆς,

68

.

540

(50)

μόνον· τῇ δὲ νεάνιδι ποιήσετε οὐδὲν, οὐκ ἔσται τῇ νεάνιδι ἁμάρτημα θανάτου, ὅτι ὡς εἴ τις ἐπαναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ, καὶ φονεύσῃ αὐ‐ τοῦ τὴν ψυχήν, οὕτως τὸ πρᾶγμα τοῦτο, ὅτι ἐν τῷ ἀγρῷ εὗρεν αὐτὴν, ἐβόησεν ἡ νεάνις ἡ μεμνηστευ‐
55μένη, καὶ ὁ βοηθήσων οὐκ ἦν αὐτῇ.» Τὸ μὲν οὖν τῆς ἱστορίας, οὐδενὸς οἶμαί που δεήσεσθαι λόγου, πρὸς τὸ
συνιέναι δύνασθαί τισι· σαφῆ γὰρ λίαν καὶ ἐναργῆ.538

68

.

541

Δεῖ δὲ ἡμᾶς, ὡς ἔοικε, ταυτὶ μεθέντας εἰς τὸ παρὸν, τὴν ἔσω τε καὶ κεκρυμμένην ἰέναι τρίβον. ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Φημὶ δὴ οὖν, ὅτι ὥσπερ ἐν τοῖς εἰς γυναῖκα
5πλημμελήμασι, τὸ πάντων ἂν εἴη παγχάλεπον, ἡ μοιχεία, τὸν ἑτέρου τινὸς παραλύουσα γάμον, καὶ τῶν ἤδη συνημμένων ποιοῦσα διάζευξιν, κατὰ τὸν αὐτὸν, οἶμαι, τουτονὶ τρόπον, τῶν εἰς ἀνθρωπίνας ψυχὰς αἰτιαμάτων, τὸ πάντων μάλιστά ἐστι δυσσε‐
10βέστερόν τε καὶ ἀφορητότερον, τὸ ἐπιτηδεῦσαι τὴν παραφθορὰν, οὐκ εἰς τὴν τυχοῦσαν ἁπλῶς, ἀλλὰ εἰς τὴν ἤδη τρόπον τινὰ συνῳκισμένην καὶ ἑνωθεῖσαν Χριστῷ, τῷ ἄνωθέν τε καὶ ἐξ οὐρανοῦ νυμφίῳ· ἑνού‐ μεθα γὰρ αὐτῷ διά τε τῆς πίστεως, καὶ προσέτι,
15τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος· «Ὁ γὰρ κολλώ‐ μενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι,» κατὰ τὰς Γρα‐ φάς. Θανάτῳ δὴ οὖν ὁ νόμος τιμᾶται δικαίως ὁμοῦ τῷ μοιχεύσαντι τὴν πεπορνευμένην, καὶ τὸν μὲν ὡς ἐνιέντα τῆς ἐνούσης αὐτῷ δυσσεβείας τὰ σπέρματα,
20τὴν δὲ, ὅτι τὸν τῆς γνησιότητος ἀτιμάζουσα νόμον, ἑτέρῳ γέγονε, καὶ ταῖς ἐκείνου παραφθοραῖς ἁπλοῦσα τὸν νοῦν, τὸν ἐξ ἀνθρωπίνων εὑρημάτων εἰσεδέξατο μολυσμόν. ΠΑΛΛ. Πιθανὸς ὁ λόγος.
25ΚΥΡ. Γυναικὶ μὲν οὖν, ἀνδρὶ κατὰ νόμους συν‐ ῳκισμένῃ, παρεικαστέον εὖ μάλα τὴν διὰ πίστεώς τε καὶ Πνεύματος Χριστῷ συνῳκισμένην καὶ ἑνωθεῖ‐ σαν ψυχήν. Παρθένον δὲ εἶναι μεμνηστευμένην λο‐ γιούμεθα, τὴν κεκλημένην εἰς ἀρχὰς γνώσεως ἀλη‐
30θοῦς, οὔπω δὲ ὁλοτελῶς ἑνωθεῖσαν Χριστῷ, περιμέ‐ νουσάν τε ἔτι καθάπερ τινὰ γάμον καὶ συναφείας τρόπον τὸν ἀληθέστερον, τὴν διὰ τοῦ ἁγίου βαπτί‐ σματος χάριν, καὶ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν, ἀῤῥαβῶνά γε μὴν, καὶ ὁμιλίας ὥσπερ ἀρχὴν, τὸν
35τῆς κατηχήσεως λόγον εἰσδεδεγμένην. Οὕτω τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ὁ θεῖος ἡμῖν μυσταγωγὸς, Παῦλος δὲ οὗτος, παρεκόμισε τῷ Χριστῷ· γράφει γὰρ ὧδε· «Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.» Καὶ αὐτὸς δέ πού φησιν ὁ
40Νυμφίος διὰ φωνῆς προφητῶν· «Καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα, ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, καὶ ἐν ἐλέῳ, καὶ ἐν οἰκτιρμοῖς· καὶ μνη‐ στεύσομαί σε ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον.» Εἰ τοίνυν γένοιτο, φησὶ, τῆς παραφθορᾶς τὰ ἐγκλή‐
45ματα, καὶ ἐπί τινι τοιᾷδε ψυχῇ, μοιχείᾳ γεγράφθω τὸ χρῆμα· ὑπόχρεως γὰρ ἡ μεμνηστευμένη, καὶ ὑπὸ χεῖρα λοιπὸν τοῦ μετὰ βραχὺ νυμφίου. Ἀλλ’ εἰ μὲν ἐν πόλει γένοιτο τὸ ἀδίκημα, φησὶ, τουτέστιν, ἢ ἐν Ἐκκλησίᾳ Χριστοῦ, καὶ ἐν πόλει Θεοῦ ζῶντος, ἣν

68

.

541

(50)

κατοικοῦσιν ἄγγελοι, καὶ ἄνδρες ἅγιοι, καθηγηταὶ καὶ διδάσκαλοι τοῖς κινδυνεύουσι, καὶ ἀπατωμένοις ἐπαμύνειν οἷοί τε, συναποτεθνάτω τῷ φένακι καὶ ἡ παθοῦσα παρθένος. Ἐξὸν γὰρ ἑτοίμως διαδράναι τὴν παραφθορὰν, εἰ τοῖς διασώζειν εἰδόσι καταμεμήνυκε
55διδασκάλοις, ἐθελούσιον ἠῤῥώστησε τὸ παθεῖν, καὶ οὐκ ἐξ ἀνάγκης ἔχει τὴν εἰς τὸ φαῦλον ἀπαγωγήν. Εἰ
δὲ δὴ μὴ γένοιτο, φησὶν, ἐν Ἐκκλησίᾳ, μηδὲ ἐν540

68

.

544

πόλει Θεοῦ ζῶντος, ἀλλ’ ὥσπερ ἐν πεδίῳ καὶ ἐν ἀγρῷ, οὗ μυσταγωγὸς ὁ ἐπαμύνων οὐκ ἦν, καὶ τῶν μετα‐ πείθειν ἐπὶ τὸ ἄμεινον εἰωθότων ἐρημία πολλὴ, καὶ ὡς ἐν σπάνει παιδαγωγῶν ὁ φενακισμὸς, κινδυνευέτω
5μόνος ὁ βιασάμενος· πλεονεξία γὰρ ἤδη τὸ δρώμενον καὶ πάθος ἀνεπικούρητον, καὶ ἀνάγκη τις δυσδιάφυ‐ κτος, παρακρούσεται τὴν γραφήν· ἢ τοῖς ἀβουλήτως ἐπενηνεγμένοις ὡς ἀκουσίοις, ἐπιτιμᾷν οὐ περιττὸν εἶναι φήσομεν;
12ΠΑΛΛ. Παντάπασι μὲν οὖν· ὅσιος γὰρ ὁ νόμος. ΚΥΡ. Εὖ λέγεις· ἰσχνοτέραν δὲ τῶν δρωμένων ποιεῖ τὴν βάσανον, καὶ ἐπιμετρεῖ τρόπον τινὰ τοῖς πλημ‐
15μελήμασι τὰς ὀργὰς, οὔτε τοῦ κολάζεσθαι δεῖν ἀπαλ‐ λάττων εἰσάπαν τὸ ἐπὶ τοῖς μείοσι πλημμελὲς, οὔτε μὴν ἐν ἴσῳ τοῖς ὑπὲρ τοῦτο τιθεὶς, ἰσομεγέθη δὲ ὥσπερ τοῖς αἰτιάμασιν ἀποτορνεύων τὴν κίνησιν. Ἔφη γὰρ πάλιν· «Ἐὰν δέ τις εὕρῃ τὴν παῖδα τὴν
20παρθένον, ἥτις οὐ μεμνήστευται, καὶ βιασάμενος αὐτὴν κοιμηθῇ μετ’ αὐτῆς, καὶ εὑρεθῇ, δώσει ὁ ἄν‐ θρωπος ὁ κοιμηθεὶς μετ’ αὐτῆς τῷ πατρὶ τῆς νεάνι‐ δος πεντήκοντα δίδραχμα ἀργυρίου, καὶ αὐτοῦ ἔσται γυνὴ, ἀνθ’ ὧν ἐταπείνωσεν αὐτήν· οὐ δυνήσεται
25ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον.» Μοιχεία μὲν οὖν ὑπόχρεω κατεστήσατο τὸν συνόντα μεμνη‐ στευμένῃ, κατὰ τρόπους δὲ δηλονότι τοὺς ἤδη προει‐ ρημένους. Εἰ δὲ δὴ φαίνοιτο, φησὶ, καὶ ἀσυναφὴς ἔτι, κατεγγυηθεῖσα δὲ οὔπω Χριστῷ διὰ τῆς πίστεως,
30ὡς ἐν εἴδει παρθένου ψυχὴ, εἶτά τις αὐτὴν τοῖς εἰς δυσσέβειαν λόγοις καταμιάνας ἁλῷ, καὶ παρενεγκὼν ἐκ πλάνης εἰς πλάνησιν, ὁποῖόν τι δρῶσιν αἱρετικοὶ, τοὺς ἐξ ἐθνῶν ἔσθ’ ὅτε καὶ Ἰουδαίων ἁρπάζοντες, ἕπεσθαί τε σφίσιν αὐτοῖς ἀναπείθοντες, οὐκ ἀζήμιον
35εὑρήσει τὸ ἐγχείρημα. Ἀποτίσει γὰρ τῷ πατρὶ τῶν πνευμάτων, τουτέστι, τῷ Θεῷ, τῆς πλημμελείας τοὺς λόγους, ὡς ἐν ζημίᾳ χρημάτων ὑποτυπουμένης εὖ μάλα. Τὸ δὲ, Αὐτοῦ ἔσται γυνὴ, τῇ ἱστορίᾳ χρή‐ σιμον.
40ΠΑΛΛ. Συνίημι ὃ φής· διπλοῦς γὰρ ὁ νόμος· σαρκικός τε καὶ πνευματικός. ΚΥΡ. Ἐπιτήρει δὲ, ὅπως οὐδὲ ὁ τῆς ἀρχαίας ἐν‐ τολῆς ἠγνόησε λόγος, ὅπερ ἔφη Χριστὸς ἀνδρός τε πέρι καὶ γυναικός· «Ὃ οὖν Θεὸς συνέζευξεν, ἄν‐
45θρωπος μὴ χωριζέτω.» Αὐτοῦ γὰρ ἔστω γυνὴ, φησὶν, ἀνθ’ ὧν ἐταπείνωσεν αὐτήν· οὐ δυνήσεται ἐξαπο‐ στεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον. Καὶ πρός γε τούτῳ, διανοοῦ τῆς πανάγνου παρθενίας, ὁπόσον ἐστὶ τὸ ὡς ἐν αὐχήμασιν ὑψηλόν· ταπείνωσιν γὰρ

68

.

544

(50)

οἶδέ τε καὶ ὀνομάζειν ἀξιοῖ τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος, τὴν διαπαρθένευσιν, καὶ οἱονεὶ τῆς σεμνό‐ τητος τὴν ἀπόθεσιν. ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Ἀποφήσας δὴ οὖν ὡς θεομισῆ καὶ ἀνόσιον
55ἀληθῶς τὸν τῶν ἑτεροδόξων φενακισμὸν, καὶ τὴν εἰς φαυλότητα παρατροπὴν τῶν παραφθείρειν εἰωθότων
τοὺς ὀρθοποδεῖν ᾑρημένους, καὶ τὴν ἐφ’ ἃ μὴ προσ‐542

68

.

545

ῆκεν ἀπαγωγὴν, ἐπινενόηκέ τι καὶ ἕτερον, ὃ δὴ καὶ αὐτὸς ἡμῖν ὁ θεσπέσιος Παῦλος μαθημάτων ἄριστον ἐποιεῖτο, λέγων· «Μὴ λογομαχεῖν ἐπ’ οὐδενὶ χρη‐ σίμῳ, ἢ ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.» Αἱ γὰρ
5περιτταὶ διαλέξεις, καὶ τὸ φιλόνεικον κομιδῇ περὶ ζητήσεις, οὐκ ἀναγκαίας γεννῶσι μάχας, καὶ τὸν τῶν ἀκροωμένων τύπτουσι νοῦν· οἱ μὲν γὰρ, ἐξ ἐλα‐ φρίας, τὸ μὴ ὀρθῶς ἔχον τε καὶ εἰρημένον ἔσθ’ ὅτε προαλῶς τε καὶ ἀμαθῶς εἰσδέχονταί τε καὶ ἐπαινεῖν
10σπουδάζουσιν· οἱ δὲ, τοῖς ἀρίστοις τὴν αἰσχίω ψῆφον ἐπάγοντες, τὴν ἴσην τοῖς ἄλλοις ἠῤῥωστηκότες ἀπαι‐ δευσίαν, ἁλοῖεν ἄν· ὀλίγοι δὲ παντελῶς οἱ διακρίνειν εἰδότες, καὶ τοῦ κατασίνεσθαι πεφυκότος προτάττειν τὸ ὠφελοῦν. Ἄπληγα δὲ τὸν νοῦν οὗτοι διατηροῦσι
15μόλις ἐν ταῖς τῶν ἑτέρων λογομαχίαις. Οὐκοῦν ὡς ἔσται τὸ χρῆμα τοῖς δρᾷν ἐθέλουσιν οὐκ ἀζήμιον, ὑπαινίττεται πάλιν ἡμῖν ὁ νόμος, λέγων· «Ἐὰν δὲ μά‐ χωνται δύο ἄνδρες, καὶ πατάξωσι γυναῖκα ἐν γαστρὶ ἔχουσαν, καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονι‐
20σμένον, ἐπιζήμιον ζημιωθήσεται, καθότι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναικὸς, καὶ δώσει μετὰ ἀξιώματος. Ἐὰν δὲ ἐξεικονισμένον ᾖ, δώσει ψυχὴν ἀντὶ ψυχῆς.» Λόγος μὲν οὖν, ἐν μήτρᾳ τὸ ἔμβρυον, ἀνθρωποειδὲς ὁρᾶσθαι μόλις, καὶ εἰς τύπον ἰέναι τοῦ καθ’ ἡμᾶς
25σώματος τότε, ὅτε καὶ ἀριθμὸς ἐπ’ αὐτῷ τεσσαρα‐ κοστῆς ἡμέρας διαπεραίνεται. Ταύτῃτοί φασι Μωσέα μὲν τὸν πανάριστον ἐκ τῆς ἐν Αἰγύπτῳ πλάνης οἱον‐ εί πως ἀνωδίνοντά τε καὶ ἀναμορφοῦντα τὸν Ἰσραὴλ εἰς τὴν ἐν νόμῳ ζωὴν, σιτίων ἀπέχεσθαι καὶ ποτῶν·
30«Ἄρτον γὰρ, φησὶν, οὐκ ἔφαγον, καὶ ὕδωρ οὐκ ἔπιον τεσσαράκοντα ἡμέρας.» Καὶ εἰς ἡμᾶς δὲ αὐ‐ τοὺς, ὑποτοπητέον δράσαι τε τοῦτο καὶ ὑπομεῖναι Χριστόν. Ἀνεμορφοῦτο γὰρ ἐν αὐτῷ πρὸς ἁγιασμὸν δι’ ἐγκρατείας ἡ φύσις, ἐξ ἀκρατοῦς ὀρέξεως ἐν
35ἀρχαῖς ἐν τῷ πρωτοπλάστῳ τὸν εἰς ἁμαρτίαν καὶ παράβασιν ἀῤῥωστήσασα μολυσμόν. Ταυτὶ μὲν ἡμᾶς οὐκ ἀπίθανον ἐννοεῖν· πλὴν, ὅπως ποτ’ ἂν ἔχοι τῆς ἱστορίας ὁ λόγος, παρείσθω νυνί· πῶς δ’ ἂν νοεῖσθαι πρέποι, τὸ γυναῖκα πλήττεσθαι τὴν ἐν γαστρὶ ἔχου‐
40σαν, πρὸς τῶν εἰωθότων λογομαχεῖν, φέρε δὴ, φέρε διασκεπτώμεθα· τὸ γάρ τοι λίαν ἰσχνομυθεῖν ἔν γε δὴ τούτοις, οὐκ ἀτερπές. Οὐκοῦν καρπὸς ἂν εἴη καὶ κύημα νοῦ, πίστις ἡ εἰς Χριστὸν, δι’ ἐντελοῦς ἡμᾶς γνώσεως ἀναπλάττουσα πρὸς αὐτὸν, καὶ εἰς θεῖον
45διαμορφοῦσα τύπον· καὶ γοῦν οἱ πεπιστευκότες διὰ φωνῆς Ἡσαΐου, τοῦτο, οἶμαί που, κατασημαίνοντες, εὖ μάλα κατακεκράγασι· «Διὰ τὸν φόβον σου, Κύ‐ ριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν, πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ

68

.

545

(50)

τῆς γῆς.» Οὐκοῦν καρπὸς ἂν εἴη καὶ κύημα νοῦ τὸ πνευματικὸν καὶ σωτήριον, πίστις ἡ εἰς Χριστὸν, ἣ καὶ τοὺς θείους ἡμῖν χαρακτῆρας ἐνσημαίνεται. Τοῖς γοῦν ἐκ τελεωτέρας γνώσεως μετεῤῥυηκόσιν ἀμαθῶς εἰς τὴν μείω τε καὶ ἀτελεστέραν, Γαλάται
55δὲ οὗτοι, προσεφώνει λέγων ὁ θεσπέσιος Παῦλος· «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ
Χριστὸς ἐν ὑμῖν.» Ἐναρξάμενοι γὰρ πνεύματι, τὴν544

68

.

548

κατὰ σάρκα τελείωσιν ἐπετήδευον, εἰς τὴν τοῦ νόμου λατρείαν μετενηνεγμένοι· ταύτῃτοι καὶ ἀτελεσφό‐ ρητον ἐν ἑαυτοῖς τὴν τοῦ Χριστοῦ μόρφωσιν ἀπετέ‐ λουν, οἱονεί πως ἀπαμβλίσκοντες τὸ ἔν γε σφίσιν
5αὐτοῖς ὡς ἐν νηδύϊ κείμενον ἀγαθόν. Οὐκοῦν τὸ ἐν γνώσει τέλειον καὶ τὸ ἀκραιφνὲς εἰς πίστιν, τοῦ Σωτῆρος τὴν μόρφωσιν ταῖς ἁπάντων ἡμῶν εἰσοικιεῖ‐ ται ψυχαῖς, καὶ τοῦτο ἐν ἡμῖν ὡς θεία τις ἔσται σπορά. Ὅταν τοίνυν ὡς ἀπό γε τῆς τινων λογομα‐
10χίας σκανδαλίζοιντό τινες· εἶτα ἡ τοῦτο παθοῦσα ψυχὴ, τὴν ὡς ἐν ὠδίσι κειμένην, καὶ εἰς νοῦν ἔσω τεθησαυρισμένην, ἀπαμβλίσκοι πίστιν τε καὶ γνῶ‐ σιν, εἰ μὲν εἴη, φησὶ, μὴ ἐξεικονισμένη, τουτέστιν, εἰ ἀτελὴς ἔτι καὶ ἀκαλλεστέρα, ζημίαν ὑπομενεῖ
15πάντη τε καὶ πάντως ὁ τοῦ σκανδάλου παραίτιος, ἣν ἂν ἐπιβάλῃ, φησὶν, ὁ ταύτης νυμφίος, τουτέστι, Χριστός· καὶ δώσει μετὰ ἀξιώματος, τουτέστι, καὶ ὁμολογείτω χάριν, μὴ τὴν εἰς ὄλεθρον παντελῆ ποι‐ νὴν ὑποστάς. Εἰ δὲ εἴη, φησὶν, ἐξεικονισμένον τὸ τῆς
20ψυχῆς κύημα νοητὸν, τουτέστιν, εἰ γνῶσις εἴη καὶ πίστις τοῦ Χριστοῦ φοροῦσα μόρφωσιν, τοῖς περὶ τῶν ἐσχάτων ὑποκείσεται λόγοις, ὡς ἤδη καὶ φο‐ νευτή. Ψυχῆς γὰρ θάνατος, ἡ τῆς ἀμωμήτου πίστεως ἀπόθεσις, καὶ τῆς ἀρτίως ἐχούσης γνώσεως ἡ ζημία.
25Τοιγάρτοι τὸ χρῆναι μεταλαχεῖν ἀνοσίων εἰσηγημά‐ των, καὶ ὧν ἂν ποιοῖτο λόγων, ἀνὴρ, γεγονὼς κατά‐ βρωμα διαβολικὸν, καὶ τῆς τῶν δαιμονίων ἀγέλης οἱονεί πως τροφὴ, μολυσμὸν εἶναί φησι· καὶ ἀποφά‐ σκει πάλιν, ὡς ἐν αἰνίγματι λέγων, «Καὶ κρέας θη‐
30ριάλωτον οὐκ ἔδεσθε· τῷ κυνὶ ἀποῤῥίψατε αὐτό.» Κύνα μὲν γὰρ, τὸν ἀναιδῆ καὶ ἀκάθαρτον ἄνθρωπον ὀνομάζειν ἔθος τῇ θείᾳ Γραφῇ. Πρέπον δ’ ἂν εἴη τῷ τοιῷδε τυχὸν, ἅπας τις οὖν, οἶμαι, λόγος βδελυρὸς καὶ δυσώδης, καὶ ἐξ αὐτοῦ συγκείμενος τοῦ Βεελζεβοὺλ,
35ὡς θηρὸς ἀγρίου κατεδηδοκότος τὴν ὑποπεσοῦσαν αὐτῷ καὶ ὑπηρετοῦσαν εἰς τοῦτο ψυχήν· «Λέγει γὰρ οὐδεὶς, Ἀνάθεμα Ἰησοῦς, εἰ μὴ ἐν Βεελζεβούλ.» Ἁγίοις γε μὴν τὸ ἐν μεθέξει γενέσθαι τῶν οὕτως αἰσχρῶν ἢ κεκιβδηλευμένων ἐννοιῶν τε καὶ λόγων,
40ἀνάρμοστον κομιδῇ. «Κοινωνία γὰρ οὐδεμία φωτὶ πρὸς σκότος.»
43ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ἐγρηγορέναι δὲ ὅτι προσήκει τοὺς καθηγεῖ‐
45σθαι λαχόντας, καὶ ἡγουμένους ποιμνίων, κατεχρη‐ σμῴδησε πάλιν. Τίς δ’ ἂν γένοιτο τῆς πρὸς ἡμῶν ἐπιεικείας εἰς τοῦτο τρόπος, ὑπεμφαίνει, λέγων ἐν τῷ Λευϊτικῷ· «Τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτερο‐ ζύγῳ, καὶ τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διά‐

68

.

548

(50)

φορον.» Πώεσι μὲν γὰρ αἰγῶν καὶ προβάτων, ἤγουν ἀμπελῶνι παρεικαστέον εὖ μάλα τὴν ὑπὸ χεῖρα πληθύν. Ἤκουε μὲν γὰρ ὁ θεσπέσιος Πέτρος· «Σί‐ μων Ἰωνᾶ, φιλεῖς με; βόσκε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου.» Περὶ δέ γε τῶν ἐξ Ἰσ‐
55ραὴλ, ὁ προφήτης ἔφασκεν Ἡσαΐας· «Ὁ γὰρ ἀμπε‐
λὼν Κυρίου Σαβαὼθ, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ546

68

.

549

ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον.» Ποι‐ μένος δὴ οὖν ἀρετὴ, τὸ μὴ ἐπαφιέναι προβάτοις ἑτε‐ ροειδές τι ζῶον, ὡς ταῖς ὀθνείου τυχὸν ὀχείαις ὑπο‐ πεσεῖν, ἵνα μὴ ἑτεροφυὲς τέκῃ, καὶ τῆς ἐνούσης
5αὐτῷ φυσικῆς εὐγενείας ἐκνενευκός· ἀμπελώνων δὲ ὁ μελεδωνὸς, εἴπερ εἴη νουνεχὴς, καὶ γηπονεῖν ἄριστα μεμελετηκὼς, οὐκ ἂν ἀνάσχοιτό ποτε τὰ ξηρὰ τῶν σπερμάτων ὑπ’ αὐταῖς φύεσθαι ταῖς ἀμπέλοις, ἵνα μὴ δαπανωμένης αὐταῖς τῆς ἰκμάδος εἰς τὸ ἀλλότριον,
10ὑστερίζοιεν αὗται περὶ τὸ οἰκεῖον. Ἴθι δὴ οὖν ὡς ἐξ εἰκόνος ἤδη πως, ἐπὶ τὸν πνευματικὸν, τὰ λογικὰ θρέμματα, μὴ τοῖς τῶν ἑτεροδιδασκάλων ὑπάγεσθαι συγχωρῶμεν ἀνοσίως ὥσπερ σπερματισμοῖς, νοητοῖς δηλονότι, καὶ ταῖς ὡς ἐν λόγῳ εἰσηγήσεσιν· ἀκαλλὴς
15γὰρ λίαν ὁ ἐξ ἀνομοίου καρπὸς γνώμης, καὶ οἱ τῶν οὐχ ὁμοπίστων λόγοι, φαύλων ἂν γένοιντο κυημάτων πρόξενοι τοῖς εἰσδεδεγμένοις αὐτούς· ἀμπελῶνας δὲ ὄντας ἡμᾶς, καὶ ἐν ὀρχάτων τάξει κειμένους, μονοει‐ δεῖ τρόπον τινὰ προσήκει στεφανοῦσθαι καρπῷ, καὶ
20τὸν διφυᾶ παραιτεῖσθαι τρόπον. Λόγος γὰρ οὐδεὶς εἰς ὁμοιότητα φυσικὴν, σίτῳ καὶ βότρυσιν. Ἀλλοτρίων δὴ οὖν σπερμάτων μηδεὶς ἡμῶν ἔστω τόπος. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Καὶ καθ’ ἕτερον δὲ τρόπον ἀσυναφῆ καὶ
25ἀσύμβατα, καὶ τῆς πρὸς ἄλληλα κοινωνίας διεσχι‐ σμένα τὰ ἑτεροτροποῦντα δεικνύει, παραθεὶς εἰς τύ‐ πον τὴν ἐκτοπωτάτην καὶ ἀλλόκοτον κομιδῇ τοῦ λο‐ γικοῦ ζώου σύνοδον, πρὸς τὸ μὴ τοιοῦτον, ἑτεροειδὲς δὲ καὶ ἔκφυλον. Καὶ δὴ καί φησιν ἐν μὲν τῇ Ἐξόδῳ·
30«Ὃς ἂν κοιμηθῇ μετὰ κτήνους, θανάτῳ ἀποκτενεῖτε αὐτόν.» Σαφέστερον δὲ πάλιν ἐν τῷ Λευϊτικῷ· «Καὶ ὃς ἐὰν δῷ κοιτασίαν αὐτοῦ ἐν τετράποδι, θανάτῳ θανατούσθω, καὶ τὸ τετράπουν ἀποκτενεῖτε· καὶ γυνὴ ἤτις προσελεύσεται πρὸς πᾶν κτῆνος βιασθῆναι αὐτὴν
35ὑπ’ αὐτοῦ, ἀποκτενεῖτε τὴν γυναῖκα, καὶ τὸ κτῆνος· θανάτῳ θανατούσθωσαν· ἔνοχοί εἰσιν.» Ὁμιλίαι τε γὰρ, καὶ οἱονεὶ μίξεις αἱ νοηταὶ καὶ σύνοδοι, αἱ πρὸς οὓς ἂν ἥκιστα πρέποι, καὶ οἷς κατηῤῥώστησε πρὸς ἀλογίαν ὁ νοῦς τὴν ἐσχάτην, θανάτου πρόξενοι, καὶ
40αὐτοῖς τοῖς παραφθείρουσι, καὶ τοῖς ἐθελούσιον ὑπο‐ μένουσι τὴν παραφθοράν. ΠΑΛΛ. Ὀρθότατά τε καὶ μάλα ὁσίως ὁ νόμος φησί. ΚΥΡ. Θαυμάσαις δ’ ἂν ἔτι καὶ τόδε· ἦν γὰρ δή
45πού τινας, ὡς ἐξ ἀφορήτου πλεονεξίας, καὶ εἰ μὴ βούλοιντο τυχὸν τὴν ἐξ ὀρθότητος ἐννοιῶν ἐπὶ τὸ πλαγίως ἔχον ὑπομεῖναι παραφθορὰν, καὶ καθάπερ ἐξ ἀνάγκης, οὐκ ἀδακρυτὶ τάχα που παθεῖν τὴν πλά‐ νησιν. Οὐκ ἀνεπικούρητον τοίνυν ὁ νόμος περιορᾷν

68

.

549

(50)

ἠξίου καὶ τὸ τοιοῦτον γένος. ΠΑΛΛ. Τὸ ποῖόν τι φῄς; ΚΥΡ. Τὸ ζυγῷ δουλείας κατεσφιγμένον καὶ ταῖς
τῶν πριαμένων ἐξουσίαις κατησχοιμένον.548

68

.

552

ΠΑΛΛ. Βεβοήθηκε δὲ τίνα δὴ ἄρα τρόπον καὶ τού‐ τοις ὁ νόμος; ΚΥΡ. Ἀνίησι γὰρ δεσμοῦ καὶ ἀνάγκης, εἰ τὸ βλά‐ βος εἴη περὶ ψυχὴν, καὶ ἀποτρέχειν εἰ βούλοιτο τὸ
5ἠδικημένον παραποδίζοντος οὐδενὸς, δεδικαίωκεν ἐναργῶς. Ἔφη γὰρ ὧδε πλαγίως ἐν τῇ Ἐξόδῳ· «Ἐὰν δέ τις πατάξῃ τὸν ὀφθαλμὸν τοῦ οἰκέτου αὐτοῦ, ἢ τὸν ὀφθαλμὸν τῆς θεραπαίνης αὐτοῦ, καὶ ἐκτυφλώσῃ, ἐλευθερίους ἐξαποστελεῖ αὐτοὺς, ἀντὶ
10τοῦ ὀφθαλμοῦ αὐτῶν· ἐὰν δὲ τὸν ὀδόντα τῆς θερα‐ παίνης αὐτοῦ ἐκκόψῃ, ἢ τὸν ὀδόντα τοῦ οἰκέτου αὐ‐ τοῦ, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς, ἀντὶ τοῦ ὀδόντος αὐτῶν.» Ὅσον μὲν γὰρ ἧκεν εἰς θεωρίαν ἐξωφανῆ καὶ πρόχειρον νοῦν, κατακωλύει τὸ θράσος, καὶ συμ‐
15μέτρους ἀποτελεῖ τὰς τῶν κτησαμένων ὀργὰς, καὶ οὐ μέχρις ἐκείνων ἰέναι βούλεται, δι’ ὧν ἂν γένοιτο, τὴν εἰς τὸ εὖ εἶναι ζημίαν τοὺς ὑπεζευγμένους, ἀπο‐ στῆναι. Ἐφίησι δὲ οὐδαμῶς ἀχαλίνως ἰέναι τὰ ἐκ θυμοῦ, καὶ εἰς αὐτὴν ἤδη πράττεσθαι τὴν φύσιν, ἧς
20ἂν νοοῖτο μόνος ὑπάρχων Δεσπότης ὁ Δημιουργός· δουλεία γὰρ καὶ τὸ ἐπὶ τῇδε πάθος οὐκ ἀῤῥώστημα φυσικὸν, ἀλλ’ εἰσποιητὸν ἐκ πλεονεξίας. Ἐν Χριστῷ μὲν οὖν ὁ Θεὸς καὶ Πατὴρ ὅλην ἀναπλάττει εὐθὺς πρὸς τὸ ἐν ἀρχαῖς τὴν φύσιν. «Εἴ τις γὰρ ἐν Χριστῷ,
25καινὴ κτίσις.» Ἀναιρεῖται δὲ παντελῶς τῆς δουλείας τὸ αἶσχος· γράφει γὰρ ὁ Παῦλος, ὅτι «Ἐν Χριστῷ Ἰησοῦ, οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος.» Ἀφαιρεῖται δὲ τέως ὁ νόμος προσπαιδαγωγῶν εἰς τὸ τέλειον τὸ τῆς ἐξουσίας ἀκάθεκτον, καὶ τὸ ἐπέκεινα μέτρου
30τοῦ καθήκοντος, ζημίαν ἐπιτιθεὶς τοῖς ὀλιγωροῦσι τοῦ νόμου, τῶν ἠδικημένων τὴν ἄφεσιν. Ἀλλὰ ταυτὶ μὲν εἰς γράμμα καὶ σκιὰν, εἴπερ ἕλοιτό τις καὶ τῇδε νοεῖν· εἰ δὲ δὴ διερμηνεύοιτο πνευματικῶς ὁ τοῦ νόμου σκοπὸς, προσβάλλοις ἂν, ὦ Παλλάδιε, καὶ
35καθ’ ἕτερον τρόπον τοῖς ἐν αὐτῷ θεωρήμασι· φῶς μὲν γὰρ τουτὶ τὸ ἐγκόσμιον τοῖς τοῦ σώματος ὀφθαλ‐ μοῖς εἰσδεχόμεθά τε καὶ θαυμάζομεν· φῶς δὲ τὸ θεῖον καὶ νοητὸν ἐν ταῖς ἡμετέραις ἀνίσχει καρδίαις· καὶ τροφὴ μὲν ἡ τοῦ σώματος, ὀδοῦσι καταλεαίνεται,
40καὶ ἔσται τὸ χρῆμα πρὸς ζωὴν ὁδός· τὰ δέ γε τῶν θείων θεωρημάτων, σκληρὰ, καὶ δυσέφικτα καθάπερ ὀδόντι τῇ τῆς διανοίας ἰσχύϊ μονονουχὶ συνθρύπτεται καὶ ἀποτρέφει ψυχήν. Καὶ γοῦν ἡ Σοφία τὴν θείαν ἡμῖν καὶ πνευματικὴν ἁπλοῦσα τράπεζαν, «Ἔλθετε,
45φάγετε τὸν ἐμὸν ἄρτον,» φησίν. Οὐκοῦν κἂν εἰ οἰκέτῃ συμβαίνοι τυχὸν περί τι τῶν τοιούτων βλάβος, παραπαίοντος δεσπότου καὶ παρολισθεῖν ἀναγκάζον‐ τος ἐξ ὀρθότητος δογμάτων εἰς ἔκτοπον πλάνησιν, λελύσθω, φησὶν, ὁ δεσμὸς, καὶ λόγος ἔστω μηδεὶς

68

.

552

(50)

ἀναγκαίου ζυγοῦ. Διεῤῥίφθω δέ ποι καὶ τῆς ἐξουσίας τὸ δεῖμα, ἴτω τε λοιπὸν ὁ κατεζευγμένος, ὅποιπερ ἂν αὐτῷ τὸ ἀλωβήτως ἔχειν εὑρίσκοιτο· ψυχῆς γὰρ ἄμεινον οὐδὲν ἦν. Καὶ ἵνα σώσῃ, φησὶν, ἀπολελύσθω δουλείας. Ἴδοις δ’ ἂν ἀληθῆ τὸν λόγον, καὶ ἐν καιροῖς
55ἔτι τοῖς καθ’ ἡμᾶς πληρούμενον· οὐ γὰρ ἀνέχονται δεσποτῶν οἰκέται παρακομιζόντων εἰς πλάνησιν, τῆς
ἐπηρτημένης αὐτοῖς ἐξουσίας ὑπεξαγαγόντες γενικῶς550

68

.

553

τὸ ἔν γε τούτῳ πειθήνιον· ἄχθει μὲν γὰρ τῷ δουλείας τὸν τοῦ σώματος ὑπενεγκόντες αὐχένα, τηροῦσιν ἀθόλωτον ἐν ἑαυτοῖς τὸν νοῦν, καὶ τὸ δεῖν εἰδέναι σαφῶς τε καὶ ἀπλανῶς τὸν περὶ τῆς ἀληθοῦς πίστεως
5λόγον, πολλοῦ δὴ λίαν, μᾶλλον δὲ τοῦ παντὸς εἶναι ἄξιον πεπιστεύκασι, καὶ τροφὴν τὸ χρῆμα ποιοῦνται πνευματικὴν, οἷά περ ὀδόντι τῷ νῷ κατατρίβοντες τὸ εἰς οὖς ἐρχόμενον, καὶ τὴν τῶν θείων νοημάτων ἀναμασώμενοι δύναμιν.
10ΠΑΛΛ. Ὡς σαφής τε ἡμῖν, καὶ ὀρθῶς ἔχων ὁ λόγος. ΚΥΡ. Προσεθίζει δὲ καὶ ἑτέρως ὁ νόμος ἡμᾶς εἰς φιλαλληλίαν, τιμᾷν ἀναπείθων τὸ συγκαθίστασθαι τοῖς ἐγγὺς, καὶ τοὺς τῆς ἀνισότητος καταμυσαττόμε‐
15νός τε καὶ κολάζων τρόπους. ΠΑΛΛ. Πῶς δὴ φής; ΚΥΡ. Ἄκουε δή· γράφει γὰρ πάλιν· «Ἐὰν κε‐ ρατίσῃ τινὸς ταῦρος τὸν ταῦρον τοῦ πλησίον, καὶ τελευτήσῃ, ἀποδώσονται τὸν ταῦρον τὸν ζῶντα, καὶ
20διελοῦνται τὸ ἀργύριον αὐτοῦ, καὶ τὸν ταῦρον τὸν τεθνηκότα διελοῦνται. Ἐὰν δὲ γνωρίζηται ὁ ταῦρος ὅτι κερατιστής ἐστι πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης ἡμέρας· καὶ διαμεμαρτυρημένοι ὦσι τῷ κυρίῳ αὐ‐ τοῦ, καὶ μὴ ἀφανίσῃ αὐτὸν, ἀποτίσει ταῦρον ἀντὶ
25ταύρου, ὁ δὲ τετελευτηκὼς αὐτῷ ἔσται.» Ὁρᾷς τὸ αἴ‐ νιγμα, καὶ οἱονείπως ἡμῖν ἐκ παραδείγματος ἐναργε‐ στάτου πρὸς τὸ εὐθὺ διαστείχοντα τὸν ἐπὶ τῷδε λό‐ γον; Εἰ γὰρ γένοιτο τεθνάναι, φησὶ, τὸν τοῦ δεῖνα ταῦρον, καὶ ὑφ’ ἑτέρου ταύρου πεσεῖν, διελοῦνται
30τὸν ταῦρον τὸν ζῶντα, καὶ ἀμφοῖν ἔσται πάλιν ὁ τεθνηκὼς, τουτέστιν, εἰ πλεονεξίας ἐπιγένοιτο καὶ ἀδικίας τρόπος παρ’ οὐχ ἑκόντος τινὸς εἰς ἕτερον, ἐντρυφάτω, φησὶν, ὁ ἠδικημένος τοῖς τοῦ λυπήσαντος ἀγαθοῖς, καὶ κοινὰς ἐχέτω τὰς θυμηδίας. Τοῦτο γὰρ,
35οἶμαι, ἔστι, τὸ διελέσθαι τὸν ταῦρον τὸν ζῶντα· Κοινὰς δὲ ποιείτω, φησὶ, καὶ ἀνεθελήτως προσκε‐ κρουκὼς τὰς τοῦ πεπονθότος συμφοράς· τουτὶ γὰρ οἶμαι παραδηλοῦν, τὸ διελέσθαι τὸν τεθνηκότα. Ὁρᾷς οὖν ὅπως ὁ νόμος αἰνιγματωδῶς ἔτι καὶ κατεσκια‐
40σμένως τὸν φιλάλληλον εἰσηγεῖται τρόπον; Ἢ οὐχὶ δὴ τοῦτό ἐστι τὸ, «Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων;» ΠΑΛΛ. Ἔοικε. ΚΥΡ. Εἰ δὲ δὴ, φησὶν, ὁ πλεονεκτῶν εἰδείη σαφῶς,
45ὅτι πείσεταί τι δεινὸν ὁ πέλας, τῶν τῆς πλεονεξίας τρόπων οὐκ ἀνῃρημένων, ζημίαν αὐτὸς τὴν ἴσην ὑπομενεῖ, καὶ τὴν τοῦ παθόντος συμφορὰν ἐπαν‐ τλήσει μόνῃ τῇ ἰδίᾳ ψυχῇ. Τοῦτο γὰρ αἰνιγματωδῶς, τὸ, «Ἀποτίσει ταῦρον ἀντὶ ταύρου, ὁ δὲ τετελευτη‐

68

.

553

(50)

κὼς αὐτοῦ ἔσται.» Οὐ γὰρ μέχρι τοῦ τῶν οἰκείων ἀγαθῶν ἀποπεσεῖν τοῖς ἀδικοῦσιν ὁ λόγος, ἀλλ’ ἰδίαν ἕξουσι συμφορὰν, καὶ αὐτῶν ἔσται πάθος, τὸ τῷ πέ‐ λας συμβεβηκός.
ΠΑΛΛ. Ὡς εὖ γε ἡμῖν ὁ λόγος ἔχει.552

68

.

556

ΚΥΡ. Σοφὸν δὲ ἡμῖν τῆς εἰς ἀλλήλους ἀγάπης ἐτίθει νόμον καὶ ὁ θεσπέσιος Παῦλος, ὡδίπη λέγων· «Μὴ τὰ ἑαυτῶν ζητοῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων.» Οὐ ζητεῖ γὰρ ἡ ἀγάπη τὰ ἑαυτῆς· περισκέπτεται δὲ
5μᾶλλον καὶ τὰ ἑτέρων, καὶ ὅπως ἂν ἔχοι τὰ ἀδελφῶν εὖ. Τοῦτό τοι πάλιν τὸ ἀρχαῖον ἡμῖν ὑπαινίττεται Γράμμα· ἔχει δὲ οὕτως· «Ἐὰν δὲ καταβοσκήσῃ τις ἀγρὸν ἢ ἀμπελῶνα, καὶ ἀφῇ τὸ κτῆνος αὐτοῦ, κατα‐ βοσκῆσαι ἀγρὸν ἕτερον, ἀποτίσει ἐκ τοῦ ἀγροῦ αὐτοῦ
10κατὰ τὸ γέννημα αὐτοῦ· ἐὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκήσῃ, τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ, καὶ τὰ βέλτιστα τοῦ ἀμπελῶνος αὐτοῦ ἀποτίσει.» Ὁ μὲν γὰρ ἀγροῖς ἑτέρων τὸ ἴδιον κτῆνος ἐπαφιεὶς, ὀνίνησι μὲν τὰ καθ’ ἑαυτὸν, καὶ ζητεῖ πως τὰ ἑαυτοῦ, πλὴν
15οὐκ ἐξ ὧν ὁ γείτων εὐφραίνεται, οὐδὲ ἐφ’ οἷς ἂν ἥδοιτό τις τῶν πέλας, ἀλλ’ ἐξ ὧν ἂν λυπεῖσθαί τε καὶ ἀδικεῖσθαι συμβαίνοι. Ζητητέον οὖν ἄρα τὸ ἡμᾶς ὠφελοῦν, τουτέστι, τὸ ἑαυτῶν, οὐ διὰ τῆς εἰς ἑτέρους πλεονεξίας, ἀλλὰ δι’ ὧν ἂν γένοιτο πρὸς τοῦτο ἰέναι,
20πλημμελοῦντας οὐδὲν, καὶ τῆς τοῦ γείτονος εὐθυμίας ἑστώσης ὀρθῶς. Τοῦτο γὰρ ἂν εἴη σαφῶς, τὸ ζητεῖν καὶ τὰ ἑτέρων. Ἢ ἴστω τις, φησὶν, εἰ ἀφυλάκτως ἕλοιτο καταλυπεῖν ἀδελφοὺς, καὶ ἀπρονοήτως ἔχοι τοῦ πέλας, εἰς μόνον τάχα που τὸ ἴδιον βλέπων, τὴν
25ἴσην ὑπομενεῖν ζημίαν, καὶ τὸν τῆς δοκούσης ὠφε‐ λείας τρόπον, τῶν ὅτι μάλιστα φιλαιτάτων αὐτῷ προξενήσων τὴν ἀπώλειαν. Τουτὶ γὰρ, οἶμαι, ἔστι τὸ, «Ἀποτίσει τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ, καὶ τοῦ ἀμπελῶνος αὐτοῦ.» Ἁρμόζει δ’ ἂν, ὥς γέ μοι φαί‐
30νεται, τῶν προκειμένων ἡ δύναμις καὶ τοῖς τῶν αἱ‐ ρέσεων εὑρεταῖς, ὧν οἱ βδελυροὶ καὶ ἀνούστατοι μα‐ θηταὶ, κτηνῶν ἀλόγων δίκην, λήϊά τε καὶ ἀμπελῶνας κατανέμονται τοὺς δεσποτικοὺς, εἰς κρίμα καὶ κόλα‐ σιν τῶν τῆς αἱρέσεως εὑρετῶν· συμβήσεται γὰρ
35ἐκείνοις ἡ τῶν καλλίστῳν ζημία, τουτέστιν, ὁ περὶ αὐτὴν ὄλεθρος τὴν ψυχήν· ἀμπελῶνος γὰρ, ἤγουν ληΐου τυχὸν, καὶ ἀνὰ μέρος ἑκάστου τῶν καθ’ ἡμᾶς νοουμένων τὸ ἐν αὐτῷ βέλτιστον ἡ ψυχή. ΠΑΛΛ. Καρπὸν οὖν ἄρα τῆς ἀγάπης εἶναί φαμεν
40τὸ χρῆναι ζητεῖν τὰ ἑτέρων, καὶ οὐχὶ δὴ μόνον τὰ ἑαυτῶν. ΚΥΡ. Πάνυ μὲν οὖν, ὦ Παλλάδιε, καὶ τὸ μὲν χρῆ‐ ναι πληροῦν τὴν εἰς ἀδελφοὺς ἀγάπησιν, ὡς ἥδιστον τῷ Θεῷ, καταφορτίζεσθαι δὲ τὴν ἀγάπην τῷ περιττῷ
45καὶ πλείονι τῆς πρὸς ἡμῶν καταχρήσεως, οἰκονομι‐ κῶς οὐκ ἐᾷ· κατασίνεται γὰρ εὐκόλως καὶ τὸν εὖ βεβηκότα νοῦν, κἂν εἰ ἐν καλῷ γένοιτο τυχὸν τῆς ἐφ’ ὅτῳ οὖν ἀρετῆς, τὸ μὴ μετρίως αὐτῷ, δυσαντήτῳ δὲ μᾶλλον ἐπιθρῶσκον ὁρμῇ.

68

.

556

(50)

ΠΑΛΛ. Ὅσον δὴ τί φής; οὐ γάρ τοι συνίημι σαφῶς. ΚΥΡ. Ἢ οὐκ ἀρετὴν εἶναι φὴς, τὸ πρᾶόν τε καὶ ἀνεξίκακον;
ΠΑΛΛ. Πῶς γὰρ οὕ;554

68

.

557

ΚΥΡ. Ἀλλ’ εἴπερ τις τυχὸν τῷ πραότητά τε καὶ ἀνεξικακίαν ἐπιτηδεύοντι, λύπας τε καὶ ὕβρεις ἐπι‐ σωρεύσειε, καὶ τὰ δι’ ὧν οἱ θυμοὶ, μετρίως μὲν εἰ γένοιτο, διακαρτερήσειεν ἂν ἔσθ’ ὅτε καὶ οἴσει γεν‐
5νικῶς, γύμνασμά τε πραότητος καὶ ἀοργησίας τὸ χρῆμα ποιήσεται. Εἰ δὲ δή τις ἴοι τοῦ μετρίου πέρα, καὶ τῶν ἀνεξικακίας ὅρων ἐπέκεινα τρέχοι, τὸ ἀπει‐ κὸς οὐδὲν, καταβιασθεῖσαν ὥσπερ τὴν ἀρετὴν καὶ ἀτονῆσαι βραχύ.
10ΠΑΛΛ. Εὖ λέγεις· μεθύει γάρ πως ἐν ἀνθρώποις τὸ ἀγαθὸν, καὶ οὐδενὸς κατασείοντος, ἕστηκε μό‐ λις. ΚΥΡ. Ἴθι δὴ οὖν, εἰ δοκεῖ, καὶ ἐπ’ αὐτὴν τὴν ἀγάπησιν. Ἀρετὴ γὰρ ἡ προὔχουσα, καὶ τῶν ἄλλων
15ἐστὶν ἡ προφερεστέρα. Τῆς γε μὴν ἄγαν καταχρή‐ σεως οὐκ ἀνέχεται. Ὃ δὴ πάλιν καθάπερ ἐν εἴδει παραβολῆς καὶ σαφοῦς παραδείγματος, ὁ νόμος ἡμῖν ὑφηγεῖται λέγων· «Ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμη‐ τὸν τοῦ πλησίον σου, καὶ συλλέξῃς ἐν ταῖς χερσί
20σου στάχυς, καὶ δρέπανον οὐ μὴ ἐπιβάλῃς ἐπὶ τὸν ἀμητὸν τοῦ πλησίον σου· ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμ‐ πελῶνα τοῦ πλησίον σου, καὶ φάγῃς σταφυλὴν ὅσον ψυχήν σου ἐμπλησθῆναι, εἰς δὲ ἄγγος οὐκ ἐμβαλεῖς.» Τὸ μὲν γὰρ ὀλίγους χερσὶ συναγεῖραι στάχυας,
25ἤγουν ἀποκεῖραι βότρυν εἰς ἐπιθυμίαν ἢ τροφὴν, οὐδὲν ἂν ἔχοι τὸ βλάβος. Οἴσει γὰρ, οἶμαι, σὺν θυμη‐ δείᾳ· ταυτὶ τῆς ἀγάπης ὁ νόμος, καὶ οὐκ ἐπέκεινα τοῦ μέτρου τὸ χρῆμα φαίνεται. Τὸ δὲ καὶ ἀμῶντα σίδηρον τοῖς τοῦ πέλας ὑπενεγκεῖν, ὑπερνήχεταί πως
30καὶ ὑπερθρώσκει λοιπὸν τὸ φιλάλληλον, καὶ εἰς ὅρους ἤδη τοὺς τῆς πλεονεξίας οἴχεται. Οὐκοῦν ὑπόδει‐ γμα τοῦτο σαφὲς τοῦ μὴ κατακεχρῆσθαι δεῖν ταῖς τῶν ἀδελφῶν ἀγαπήσεσίν ἐστι, τιμᾷν δὲ ταῖς αὐταρ‐ κείαις καὶ τὸ φιλάλληλον. Οὐκ ἄκομψον δὲ καθ‐
35άπερ ἐγῷμαι, τὸν ἐπὶ τῷδε πάλιν εἰς ἡμᾶς καὶ ἑτέ‐ ροις τισὶν ἐφαρμόσαι λόγον, οἳ τὰς ἐν ταῖς Ἐκκλη‐ σίαις τῶν διδασκόντων φωνὰς, αἵπερ ἂν ἐκ τοῦ παρα‐ χρῆμα καὶ προχείρου γένοιντο, καθάπερ τινὰ τροφὴν δρεπόμενοι νοητὴν, οὐ μέχρι τούτου μένειν ἀνέχον‐
40ται, πέρα δὲ ὥσπερ ἰόντες τοῦ μέτρου, καὶ οἷά περ εἰς ἄγγος ἐμβάλλοντες, καὶ δέλτοις ἐναποτίθενται, χρηστομαθεῖς μὲν ὄντες λίαν, ἀδικοῦντες δέ πως εἰς ὑπόληψιν ἀδελφοὺς, ὅτι τὸ ἐσχεδιασμένον εὐθὺς, ὥσπερ τι τῶν ἄγαν κατεσκευασμένων, ἐναποτίθενται
45γραφῇ, Ἀλλ’ ὅ γε νόμος, ὦ βέλτιστοι, φαίην ἂν αὐτοῖς, τὸ μηδὲν εἰς ἄγγος ἐμβάλλειν προστέταχεν ἐναρ‐ γῶς. ΠΑΛΛ. Σφαλερὸν οὖν ἄρα τὸ ἀναμοχλεύειν ὥσπερ ψυχῆς ἀρετὴν, καὶ τὸν εὖ βεβηκότα νοῦν μονονουχὶ

68

.

557

(50)

κατασείειν ἀποτολμᾷν τῷ τῆς καταχρήσεως πε‐ ριττῷ. ΚΥΡ. Ἀτρεκὴς ὁ λόγος. Χρῆναι γὰρ δεῖν δεδι‐ καίωκεν ἐναργῶς ὁ τῶν ὅλων Θεὸς, οὐκ ἐπιβου‐ λεύειν ἡμᾶς ἀρετῇ, μετέχειν δὲ μᾶλλον, εἰ τύχοι,
55τῶν ἐξ ἀρετῆς ἀγαθῶν. Καὶ ἀμυδρὸν ἐπὶ τούτῳ ποιεῖ‐ ται τὸ αἴνιγμα, καὶ ἐν μικροῖς κομιδῆ τὰ ἀσυγκρί‐
τως ὑπερκείμενα ζωγραφεῖ. Γέγραπται γὰρ ἐν τῷ556

68

.

560

Δευτερονομίῳ· «Ἐὰν δὲ συναντήσῃς νοσσιᾷ ὀρνέων πρὸ προσώπου σου ἐν τῇ ὁδῷ, ἢ ἐπὶ παντὶ δένδρῳ, ἢ ἐπὶ τῆς γῆς, νεοσσοῖς, ἢ ὠοῖς, καὶ ἡ μήτηρ θάλπῃ ἐπὶ τῶν νεοσσῶν, ἢ ἐπὶ τῶν ὠῶν, οὐ λήψῃ τὴν μη‐
5τέρα μετὰ τῶν τέκνων. Ἀποστολῇ ἀποστελεῖς τὴν μητέρα, τὰ δὲ παιδία λήψῃ σεαυτῷ, ἵνα εὖ σοι γένη‐ ται, καὶ πολυήμερος ἔσῃ.» ΠΑΛΛ. Καὶ τί δὴ τοῦτό ἐστιν; οὐ γάρ μοι σαφὲς τὸ αἴνιγμα.
10ΚΥΡ. Ἢ οὐκ ἐναργῶς ἐπαΐεις; ὡς εἴπερ τις ἕλοι νεοττεύουσαν ἔτι τὴν ὄρνιν, ἤγουν ἐπωάζουσαν, ποιείσθω μὲν ὄνησίν τε καὶ εὕρημα τὰ ἐξ αὐτῆς· ἀποπεμπέτω γε μὴν, οὐδὲν ἐποίησε βλάβος. ΠΑΛΛ. Ναί· ὁ γάρ τοι τοῦ Γράμματος οὗτος ἂν
15εἴη σκοπός. ΚΥΡ. Οὐκοῦν ἄθρει τὸ κεκρυμμένον, καὶ οἱονεὶ δια‐ πτύξας τὴν σκιὰν, κατασκέπτου νοητῶς τὴν ἀλήθειαν. Ἑκάστη μὲν γὰρ ἀρετὴ, μήτηρ οἷά τίς ἐστι τῶν ἐξ αὐ‐ τῆς ἀγαθῶν καὶ γένεσις, οἷον εἴ τις λέγοι τὴν χρηστό‐
20τητα, τὴν φιλοπτωχείαν, τὴν πραότητα, τὴν μακρο‐ θυμίαν. Χρηστεύεται γάρ τις οὐχ ἑαυτῷ μᾶλλον ἢ ἑτέροις· μετάσχοιεν δ’ αὖ τῆς φιλοπτωχείας, οἱ ταύ‐ της δεδεημένοι, καὶ πραότητος ὁμοίως καὶ μακρο‐ θυμίας. Οὐκοῦν ἀρετὴ μὲν ἑκάστη μήτηρ ἂν νοοῖτο,
25καὶ οἱονεί τις ἀρχὴ τῶν ἐν αὐτῇ τε καὶ ἐξ αὐτῆς ἀγαθῶν. Νοσσιαὶ δὲ ὥσπερ ἀρετῶν, αἱ ταύτας ὠδί‐ νουσαι, καὶ ἐν σφίσιν αὐταῖς ἑλοῦσαι ψυχαί. Χρῆ‐ ναι δὴ οὖν ἄρα φησὶν ὁ νόμος, τοὺς ἀνδράσι περι‐ τυγχάνοντας, ἐν οἷς ἂν εἶεν ἀρεταὶ καθάπερ εἰς
30νοσσιὰν συγκεκομισμέναι, ποιεῖσθαι μὲν κέρδη τὰ ἐξ αὐτῶν, μὴ μὴν ἔτι κατασίνεσθαι φιλεῖν ἀρετὴν, τὴν τῶν ἀρίστων κατορθωμάτων μητέρα· ἀδικεῖται δὲ ἀρετὴ, κατασειομένη πρός τινος, κατά γε τοὺς ἤδη προειρημένους τρόπους.
35ΠΑΛΛ. Ὡς βαθὺ τὸ αἴνιγμα! ΚΥΡ. Ναί· λέγεις ὀρθῶς. Ἀλλ’, ἵνα τι φῶμεν ταῖς τοῦ μακαρίου Παύλου συμβαῖνον φωναῖς, «Μὴ τῶν στρουθίων μέλει τῷ Θεῷ; ἢ δι’ ἡμᾶς πάντως λέγει;» τύπους γὰρ ἡμῖν πραγμάτων, οὐκ αὐτὰ σαφῶς ἐξ‐
40ηγεῖται τὰ πράγματα, τῆς διὰ Μωσέως ἐντολῆς ὁ λόγος· ἴδοις δ’ ἂν, ὅπως ἡμᾶς καὶ εἰς τρόπους ἤδη τῆς ἀνω‐ τάτω φιλαλληλίας ἀνακομίζει κατὰ βραχύ. Πειρᾶται γὰρ ἀναπείθειν, καὶ αὐτοὺς ἀγαπᾷν τοὺς προσκε‐ κρουκότας, καὶ λύπης ἀμείνους ὁρᾶσθαι τῆς εἰς
45ἐχθροὺς, μὴ ὑπὸ τοῦ κακοῦ νικωμένους, νικῶντας δὲ μᾶλλον ἐν τῷ ἀγαθῷ τὸ κακόν. Ἔφη γὰρ πάλιν ἐν μὲν τῇ Ἐξόδῳ· «Ἐὰν δὲ συναντήσῃς τῷ βοῒ τοῦ ἐχθροῦ σου, ἢ τῷ ὑποζυγίῳ αὐτοῦ, πλανωμένοις ἐν τῇ ὁδῷ, ἀποστρέψας ἀποδώσεις αὐτῷ· ἐὰν δὲ ἴδῃς τὸ

68

.

560

(50)

ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον αὐτοῦ, οὐ παρελεύσῃ αὐτὸ, ἀλλὰ συνεγερεῖς αὐτὸ μετ’ αὐτοῦ.» Ἐν δὲ τῷ Δευτερονομίῳ· «Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου, ἢ τὸ πρόβατον αὐτοῦ, πλα‐ νώμενα ἐν τῇ ὁδῷ, ὑπερίδῃς αὐτά· ἀποστροφῇ ἀπο‐
55στρέψεις αὐτὰ τῷ ἀδελφῷ σου· ἐὰν δὲ μὴ ἐγγίζῃ ὁ558

68

.

561

ἀδελφός σου πρὸς σὲ, μηδὲ ἐπιστήσῃ αὐτὸν, συνάξεις αὐτὰ ἔνδον εἰς τὴν οἰκίαν σου, καὶ ἔσται μετὰ σοῦ, ἕως ἂν ζητήσῃ αὐτὰ ὁ ἀδελφός σου, καὶ ἀποδώσεις αὐτὰ αὐτῷ· οὕτως ποιήσεις τὸν ὄνον αὐτοῦ, καὶ
5οὕτως ποιήσεις τὸ ἱμάτιον αὐτοῦ, καὶ οὕτως ποιή‐ σεις κατὰ πᾶσαν ἀπώλειαν τοῦ ἀδελφοῦ σου, ὅσα ἐὰν ἀπόληται παρ’ αὐτοῦ, καὶ εὕρῃς, οὐ δυνήσῃ ὑπεριδεῖν αὐτά· οὐχ ὑπερόψει τὸν ὄνον τοῦ ἀδελ‐ φοῦ σου, ἢ τὸν μόσχον αὐτοῦ πεπτωκότα ἐν τῇ
10ὁδῷ· μὴ ὑπερίδῃς, ἀνιστῶν ἀναστήσεις αὐτὰ μετ’ αὐτοῦ.» Συνίης οὖν, ὅπως ἡμᾶς ἀστειότατα παιδαγω‐ γεῖ πρὸς τὸ ἄγαν ἤδη πως καὶ τελέως ἀγαθὸν, μελέ‐ τησιν ὥσπερ ἀμνησικακίας ποιεῖσθαι προστάττων, τὴν εἰς τὰ κτήνη φειδὼ τοῦ λελυπηκότος, ὃν καὶ ἄνω
15τε καὶ κάτω τῷ τῆς ἀδελφότητος ὀνόματι στεφανοῖ, κατακωλύων, οἶμαί που, τὸ ἔντονον εἰς ὀργὰς, καὶ τὸ περιττὸν εἰς μικροψυχίας, καὶ τὸν τῆς φύσεως νόμον, βραβευτὴν ὥσπερ τινὰ τῆς ἀγάπης εἰσφέρων. Ἂν γὰρ εὕρῃς, φησὶν, πλανώμενον κτῆνος, ἢ ἀπο‐
20λωλὸς ἱμάτιον, περισώσεις αὐτὰ τῷ ἀδελφῷ σου· κἂν εἰ γένοιτό τι τῶν ἀχθοφορεῖν εἰωθότων κατολισθῆ‐ σαν εἰς γῆν ὑπ’ αὐτῷ συντρίβεσθαι τῷ φορτίῳ, συν‐ εργάσῃ καὶ συνεγερεῖς. Ἕτερον δὲ τοῦτό ἐστιν οὐδὲν, ἢ τὸν κεκτημένον ὠφελεῖν, καὶ μελέτη πρὸς ἔλεον, καὶ
25παιδαγωγία πρὸς φιλοικειότητα, καὶ τὸ λυπεῖσθαι μακρὰ παρωθεῖσθαι ζητεῖν, καὶ παραιτεῖσθαι διαφο‐ ρὰς, ὑπέρ γε τοῦ μὴ δοκεῖν προσκρούειν ἀγάπῃ καὶ νόμῳ τῷ εἰς φιλαδελφίαν. Εἰκὸς δὲ δή τι καὶ ἕτερον ὑπαινίττεσθαι, τὸ χρησμῴδημα· εἰ γὰρ τοσαύτη
30γέγονε τῷ νομοθέτῃ φροντὶς, ὡς εἰ καί τι τῶν ἀλό‐ γων εἴη τὸ πεπονθὸς, ὀρέγειν ἡμᾶς τὴν ἐπικουρίαν, πῶς οὐκ ἂν αὐτῷ μειζόνως ἀρέσειεν ἡ εἰς ἀνθρώπους φειδὼ, καὶ ἡ τοῖς ὁμογενέσιν ὀφειλομένη φιλαλληλία; οὐκοῦν κἂν εἰ ἐχθρὸς πλανῷτο τυχὸν, μανθανέτω τὴν
35ἐπ’ εὐθὺ, καὶ δι’ ἡμῶν νευέτω πρὸς τὸ συμφέρον. Οὕτω καὶ ὁ Χριστὸς, λίθοις μὲν ἐβάλλετο παρὰ τῶν ἐξ Ἰσραὴλ, ἐπεφώνει δὲ ὅμως· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς κατα‐ λάβῃ.» Καὶ εἰ πόνῳ τις καὶ πειρασμοῖς ἐνθλίβοιτο τῶν
40προσκεκρουκότων, καὶ οἱονείπως εἰς γῆν ἐῤῥιμμένος, ἀφύκτοις ἀνάγκαις καταπιέζοιτο, φησὶν, ἐπικουρείσθω πρὸς ἡμῶν, καὶ ἔστω λύπης ἀμείνων, ὁ διάφορος. Ἢ οὐχὶ δὴ τοῦτό ἐστιν, «Εὖ ποιεῖτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς;»
45ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Ἁγιοπρεπὲς οὖν ἄρα, τὸ τοῖς κάμνουσι συν‐ αλγεῖν, καὶ οὐχὶ δὴ μᾶλλον τὰ ἐφ’ οἷς ἦν ἄμεινον ἐποικτείρεσθαι δεῖν, πλεονεξίας τῆς κατ’ αὐτῶν ποιεῖσθαι πρόφασιν, ἐπιθρώσκοντάς τε καὶ ἐπιμη‐

68

.

561

(50)

νιῶντας ἔτι τοῖς ἠδικημένοις. Κἂν εἰ δύναιτό τις λα‐ θραίους ἀποτελεῖν τῆς ἐπιβουλῆς τοὺς τρόπους, ἀπο‐ σχέσθαι δεῖν ὁ νόμος εὖ μάλα φησὶ καὶ τῶν ἐπὶ τῷ‐ δε κακουργημάτων· ἔφη γὰρ πάλιν· «Οὐ κακῶς ἐρεῖς κωφὸν, καὶ ἀπέναντι τυφλοῦ οὐ προσθήσεις σκάνδα‐
55λον.» Καί τοι πῶς οὐκ ἄμεινον, καὶ τοῖς ἄγαν ἐπιει‐
κέσιν ὅτι μάλιστα πρέπει τὸ χαλινὸν ὥσπερ ἔχειν ἐν560

68

.

564

γλώττῃ, καὶ τὴν ἐφ’ ὁτῳοῦν, μᾶλλον δὲ ἀνθρώπῳ παντὶ παραιτεῖσθαι κατάῤῥησιν; Μὴ καταλαλεῖτε γὰρ, φησὶν, ἀδελφοί μου, ἀλλήλων, τοῦ Σωτῆρος ὁ μαθητής. Νῦν δέ φησιν ὁ νόμος· «Οὐ κακῶς ἐρεῖς κωφὸν,» δι’
5αἰνίγματος, οἶμαί που, κατασημαίνειν ἐθέλων τὸ δεῖν ἀναγκαίως τούς γε ὡς ἀληθῶς ἐπιεικεῖς τὸν τρόπον, ἀποφοιτᾷν ἀδικίας, κἂν εἰ τὸ παθεῖν ἑτοίμως δύνασθαι συμβαίνῃ τισί· κωφὸς μὲν γὰρ ἢ τυφλὸς, ἀῤῥωστίας οὐκ ἐλεύθεροι· νοσοῦσι γὰρ δὴ τὰ ἀπὸ σώματος,
10καὶ τὰς αἰσθήσεις πεπήρωνται, ὄψιν δὲ λέγω καὶ ἀκοήν. Καὶ οὐκ ἂν ἀκούσειεν ὁ κωφὸς τοῦ καταλαλεῖν ἐθέλοντος, ἀλλ’ οὐδ’ ἂν καταθεῷτο τυφλὸς τὸν προστι‐ θέντα σκάνδαλον. Λαθεῖν οὖν ἄρα χαλεπὸν οὐδὲν, κἂν εἰ βούλοιτό τις ἐπιβουλεύειν αὐτοῖς. Ἀλλ’ οὓς
15ἔδει μᾶλλον ἑλεῖν, ὡς ἠῤῥωστηκότας ἤδη τῆς οἴκοθεν συμφορᾶς, καὶ προσαδικοῦντες ἁλώσονται, σκανδάλῳ μὲν τὸν τυφλὸν οὐκ εἰδότα συντρίβοντες, λοιδορίαις δὲ τὸν κωφὸν, ὡς ἐπ’ εὐφημίαις, ἔσθ’ ὅτε καὶ μει‐ διᾷν ἀναπείθοντες, πλήττοντές γε μὴν καὶ εἰς αὐτά
20που πολλάκις τὰ καιριώτατα. Οὐκοῦν κεκρυμμένη μὲν, εἴπερ ἕλοιτό τις, ἡ ἐπ’ ἀμφοῖν ἂν γένοιτο κα‐ κουργία, σκληρότητος δὲ καὶ τῆς ἄγαν μισαλληλίας οὐκ ἂν διεξοίχοιτο γραφήν. ΠΑΛΛ. Ἀληθές.
25ΚΥΡ. Φιλαλλήλους γὰρ ὅτι καὶ φιλοικτίρμονας, καὶ τὸ ἀρχαῖον ἡμᾶς καθίστησι θέσπισμα, ῥᾷον ἂν μάθοις ἐπαΐων λέγοντος, ὁτὲ μὲν, ὅτι «Ἀνοίγων ἀνοίξεις τὰ σπλάγχνα σου τῷ ἀδελφῷ σου τῷ ἐπι‐ δεομένῳ ἐν σοί·» ὁτὲ δὲ αὖ, «Καὶ προσήλυτον οὐ κα‐
30κώσετε, οὐδὲ μὴ θλίψετε αὐτόν· ἦτε γὰρ προσήλυτοι ἐν γῇ Αἰγύπτου. Πᾶσαν χῆραν καὶ ὀρφανὸν οὐ κακώ‐ σετε· ἐὰν δὲ κακίᾳ κακώσητε αὐτοὺς, καὶ κράξαντες καταβοήσωσι πρὸς μὲ, ἀκοῇ εἰσακούσομαι τῆς φωνῆς αὐτῶν, καὶ ὀργισθήσομαι θυμῷ, καὶ ἀποκτενῶ
35ὑμᾶς μαχαίρᾳ, καὶ ἔσονται αἱ γυναῖκες ὑμῶν χῆραι, καὶ τὰ παιδία ὑμῶν ὀρφανά. Ἐὰν δὲ ἀργύριον ἐκδα‐ νείσῃς τῷ ἀδελφῷ σου πενιχρῷ τῷ παρὰ σοὶ, οὐκ ἔσῃ αὐτὸν κατεπείγων, οὐδὲ ἐπιθήσεις αὐτῷ τόκον· ἐὰν δὲ ἐνεχύρασμα ἐνεχυράσῃς τὸ ἱμάτιον τοῦ πλη‐
40σίον σου, πρὸ δυσμῶν ἡλίου ἀποδώσεις αὐτῷ. Ἔστι γὰρ τοῦτο περιβόλαιον αὐτοῦ μόνον, τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ· ἐν τίνι κοιμηθήσεται; ἐὰν οὖν καταβοήσῃ πρός με, εἰσακούσομαι αὐτοῦ· ἐλεήμων γάρ εἰμι.» Ἀκούεις ὅπως τὸ γλυκὺ τῆς φιλαλληλίας
45μάθημα προτιθεὶς, προσηπείλησε τὴν ὀργήν; μονον‐ ουχὶ δὲ καὶ ἀπολογεῖται χρηστῶς τοῖς αὐτὴν ὑπο‐ μεῖναι μέλλουσιν, εἰ μὴ ποιοῖντο διὰ σπουδῆς τὴν εἰς ἀδελφοὺς εὐσπλαγχνίαν; Ἐλεήμων γάρ εἰμι, φησὶ, τουτέστιν, ἀγαθὸς ὢν κατὰ φύσιν, καὶ οἰκτίρμων ὡς

68

.

564

(50)

Θεὸς, προσδέξομαι πάντως τὴν τοῦ παθόντος κατα‐ βοὴν, καὶ ἐλεήσω προχείρως τῶν τῇ πενίᾳ κατηχθι‐ σμένων τὸ δάκρυον. Παραιτητέον οὖν ἄρα τοῦ πένη‐ τος τὴν κατάῤῥησιν. Ὅτι γὰρ εἶναι προσήκει κοινω‐ νικοὺς, καὶ σπουδῆς ἀξιοῦν τῆς προὐργιαιτάτης τὴν
55φιλοπτωχίαν, ἐκδεδυσώπηκε πάλιν ἐν τῷ Δευτερονο‐ μίῳ, λέγων, «Οὐκ ἀποστερήσεις μισθὸν πένητος, ἢ
ἐνδεοῦς ἐκ τῶν ἀδελφῶν σου, ἢ ἐκ τῶν προσηλύτων562

68

.

565

τῶν ἐν ταῖς πόλεσί σου, αὐθημερινὸν ἀποδώσεις τὸν μισθὸν αὐτοῦ. Οὐκ ἐπιδύσεται ὁ ἥλιος ἐπ’ αὐτῷ, ὅτι πένης ἐστὶ, καὶ ἐπ’ αὐτῷ ἔχει τὴν ἐλπίδα· καὶ οὐ καταβοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ οὐκ ἔσται
5ἐν σοὶ ἁμαρτία.» Συνίης οὖν ὅτι τοῦ πένητος τὴν κα‐ ταβοὴν κατοῤῥωδεῖν ἀναπείθει, συνελαύνων εἰς φιλ‐ αλληλίαν; καὶ ἡ μὲν νέα τε καὶ διὰ Χριστοῦ Γραφὴ, τὸ τελείως ἀγαθὸν εἰσφέρουσα, «Πωλήσατε τὰ ὑπάρ‐ χοντα, φησὶ, καὶ δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα
10εὔοδα ὑμῖν ἔσται·» ὃ δὴ καὶ δεδράκασι τῶν πεπι‐ στευκότων τινές. «Προσεκόμιζον γὰρ χωρίων τε καὶ οἰκιῶν τιμὰς, καὶ ἐτίθεσαν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, διεδίδοτο δὲ ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν.» Ἐπειδὴ δὲ στοιχειωτής ἐστιν ὁ νόμος,
15καὶ εἰς ἀρχὰς ἀποφέρει τῶν λογίων τοῦ Θεοῦ, προ‐ μελέτησιν ὥσπερ τινὰ τῆς εἰς τοῦτον τρίβου ποιεῖ‐ σθαι προστάττει τὸ ὡς ἐν ὀλίγοις ἄφθονον, διὰ τοῦτό φησιν· «Ἐὰν δὲ ἀμήσῃς ἀμητόν σου ἐν τῷ ἀγρῷ σου, καὶ ἐπιλάθῃ δράχμα ἐν τῷ ἀγρῷ σου, οὐκ ἀναστρα‐
20φήσῃ λαβεῖν αὐτό· τῷ πτωχῷ, καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις τῶν χειρῶν σου· ἐὰν δὲ ἐλαιολογῇς οὐκ ἐπαναστρέψεις καλα‐ μήσασθαι τὰ ὀπίσω σου, τῷ προσηλύτῳ καὶ τῷ
25ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται, καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτου, διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο. Ἐὰν δὲ τρυγήσῃς τὸν ἀμπελῶνά σου, οὐκ ἐπανατρυγήσῃς αὐτὸν τὰ ὀπίσω σου, τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται, καὶ
30μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ. Διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο.» Κα‐ λὸν γὰρ ἐν εὐθυμίαις τὸ διαμεμνῆσθαι πόνων, καὶ θλίψεως τῆς ἀρχαιοτέρας· καλεῖ γὰρ τὸ χρῆμα πρὸς φιλοπτωχίαν, καὶ τῆς εὐημερίας τὸ πλάτος, ἀμνη‐
35μονεῖν οὐκ ἐᾷ τῶν ἐν ἐνδείᾳ κακῶν. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Θέα δὲ ὅπως ἡμᾶς εὐτεχνέστατα καὶ λίαν ἀστείως ἀπεθίζει μὲν τῶν χειρόνων, καὶ ἀποσπου‐ δάζειν ἀναπείθει τὸ ἀσυμπαθὲς, προσάγει δὲ τοῖς
40ἀμείνοσι, καὶ τοῖς τῆς φιλαλληλίας ἐμβιβάζει τρό‐ ποις· προτρέπει μὲν γὰρ εἴ του δέοιντο τυχὸν, ἐκ‐ δανείζειν ἀδελφοῖς, ἀπείργει δὲ τόκων, καὶ διωθεῖ‐ σθαι προστάττει πλεονασμούς. Προσεπιτάξας δὲ δεῖν μὴ εἶναι φορτικοὺς, μήτε μὴν ἐγκεῖσθαι τοῖς ὠφλη‐
45κόσιν, ἄφεσιν χρεῶν ποιεῖσθαι κελεύει. Γράφει δὲ οὕτως· «Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον ἀρ‐ γυρίου, καὶ τόκον βρωμάτων, καὶ τόκον παντὸς πράγματος, οὗ ἐὰν ἐκδανείσῃς τῷ ἀλλοτρίῳ, οὐκ ἐκ‐ τοκιεῖς· ἵνα εὐλογήσῃ Κύριος ὁ Θεός σου ἐν πᾶσι

68

.

565

(50)

τοῖς ἔργοις σου ἐπὶ τῆς γῆς, ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν.» Ὅσον μὲν γὰρ ἧκεν εἴς γε τὴν τοῦ νομοθέτου βούλησιν, προὔκειτο ἂν ἀφθόνως, ὡς ὀθνείῳ τε ὁμοῦ καὶ ἀδελφοῖς τὸ τῶν ἐν πλάτει περιουσίας, δεξιὸν καὶ φιλότιμον· «Παντὶ γὰρ τῷ
55αἰτοῦντί σε δίδου, φησὶν ὁ Χριστὸς, καὶ ἀπὸ τοῦ564

68

.

568

αἴροντος τὰ σὰ, μὴ ἀπαίτει.» Ἐπειδὴ δὲ οὐκ ἄγαν εὐσθενὴς τῶν ἐν ἀρχαῖς ἐπὶ δικαιοσύνῃ ὁ νοῦς, εἴς γε τὸ περαίνειν ἀμωμήτως δύνασθαι τὸ ἀγαθὸν, κατὰ βραχὺ πρόεισιν ἐπ’ αὐτὸ παιδαγωγῶν ὁ νόμος,
5καὶ τὸν τῆς δικαιοσύνης τρόπον ἐπιμετρεῖται· ὡς εἰς ἀδελφοὺς καὶ γείτονας, τῆς εὐσπλαγχνίας τὸ ἀκριβὲς, καὶ τὸ εἰς ὀθνείους ἄφθονον, καὶ τὸ εἰς ἅπαν‐ τας κοινωνικὸν, παιδαγωγίᾳ τηρῶν τῇ τελεωτέρᾳ, μέχρι γὰρ καιροῦ διορθώσεως αἱ σκιαί· καιρὸς δὲ ἦν
10οὗτος ὁ τῆς Χριστοῦ παρουσίας. ΠΑΛΛ. Ἀστειότατα ἔφης. ΚΥΡ. Προσεπιτάξας δὴ οὖν τὸ χρῆναι διακιχρᾷν, καὶ πλεονασμοὺς ἀποτεμὼν, καὶ τοῖς τοῦτο δρᾷν ἑλομένοις εὐλογίαν ὑπισχνούμενος, ἑπτὰ τοῖς ὀφλή‐
15μασιν ἐπελιττομένων ἐνιαυτῶν, ἀνεῖναι προστάττει, τὸν τῆς ἁπάντων ἀφέσεως τιμῶντας καιρὸν, τουτέστι, τῆς τοῦ Χριστοῦ παρουσίας, καθ’ ὃν οἱ πάντες δεδι‐ καιώμεθα τῇ πίστει, τῶν ἀρχαίων πλημμελημάτων τὴν ἀμνηστίαν ἀποκερδαίοντες, προσηλώσαντος αὐ‐
20τοῦ τῷ ἰδίῳ σταυρῷ τὸ καθ’ ἡμῶν χειρόγραφον, καὶ οὓς ὠφλήσαμεν λόγους τῷ κριτῇ, πεποιηκότος ἐκ μέ‐ σου. Λέγει δὲ οὕτω πάλιν ἐν τῷ Δευτερονομίῳ· «Δι’ ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν, καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως· Ἀφήσεις πᾶν χρέος ἴδιον, ὃ ὀφείλει σοι
25ὁ πλησίον, καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις, ὅτι ἐπικέκληται ἄφεσις Κυρίῳ τῷ Θεῷ σου. Τὸν ἀλλό‐ τριον ἀπαιτήσεις ὅσα ἐὰν ᾖ σοι παρ’ αὐτῷ. Τῷ δὲ ἀδελφῷ σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου, ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεὴς, ὅτι εὐλογῶν εὐλογήσει σε Κύριος
30ὁ Θεός σου ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ κατακληρονομῆσαι αὐτήν.» Καὶ μεθ’ ἕτερα πάλιν· «Ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς ἐκ τῶν ἀδελφῶν σου, ἐν μιᾷ τῶν πόλεών σου, ἐν τῇ γῇ ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐκ ἀποστρέψεις τὴν καρδίαν
35σου, οὐδὲ μὴ συσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου, τοῦ ἐπιδεομένου. Ἀνοίγων ἀνοίξεις τὴν χεῖρά σου αὐτῷ, δάνειον δανιεῖς αὐτῷ ὅσον ἂν ἐπιδέη‐ ται, καὶ καθ’ ὅσον ὑστερεῖται. Πρόσεχε σεαυτῷ μήποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα λέ‐
40γων· Ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον, ἔτος τῆς ἀφέσεως, καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δῷς αὐτῷ, καὶ βοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται σοι ἁμαρτία μεγάλη· διδοὺς δώσεις αὐτῷ, καὶ δάνειον δανιεῖς αὐτῷ ὅσον ἂν ἐπι‐
45δέηταί σου, καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου, διδόν‐ τος σοῦ αὐτῷ· ὅτι διὰ τὸ ῥῆμα τοῦτο εὐλογήσει σε Κύριος ὁ Θεός σου, ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν πᾶσιν οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου.» Οὐ λυπηθήσῃ, φησὶ, τῇ καρδίᾳ διδόντος σοῦ αὐτῷ· «Ἱλαρὸν γὰρ δότην

68

.

568

(50)

ἀγαπᾷ ὁ Θεὸς,» κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. ΠΑΛΛ. Εἶτα πῶς τὸ ἔτος τὸ ἕβδομον τοῦτο τὴν τοῦ Σωτῆρος ἡμῶν καταδηλοῖ παρουσίαν, καθ’ ἣν ὁ τῆς ἀπάντων ἀφέσεως ἀνεδείχθη καιρὸς, ἤτοι τετε‐
55λείωται τρόπος;566

68

.

569

ΚΥΡ. Ἢ οὐ μεμνήσῃ διειρηκότων ἡμῶν καὶ ἐν τοῖς ἤδη παρῳχηκόσιν, ὅτι σύνηθες τῇ θείᾳ Γραφῇ, τοῦ παρόντος καὶ ἐνεστηκότος αἰῶνος τὸ σύμπαν διάστημα παρομοιοῦν ἑβδομάδι, διὰ τὴν εἰς τὸ ἀπαρ‐
5χῆς τῶν ἡμερῶν ἀνακύκλωσιν; πέρας γὰρ ἑβδομά‐ δος, τὸ Σάββατον, καὶ γείτων εὐθὺς ἡ ὀγδόη, νέαν ἡμῖν ὥσπερ αἰῶνος ἀρχὴν εἰσκομίσουσα, διὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. ΠΑΛΛ. Μεμνήσομαι.
10ΚΥΡ. Ἐπιδεδήμηκε τοίνυν κατὰ τὰς Γραφὰς, ἐπὶ συντελείᾳ τοῦ παρόντος αἰῶνος, καὶ οἱονεί πως ἐν Σαββάτῳ Χριστὸς, ὅτε καὶ ἀνῆκεν ἅπαντας, σειραῖς τῶν οἰκείων ἁμαρτιῶν κατεσφιγμένους, καὶ ἐπωφλη‐ κότας αὐτῷ τοὺς τῆς παραβάσεως λόγους. Τοιγάρτοι
15καὶ ἐν τοῖς Εὐαγγελίοις, ὀφειλέταις ἡμᾶς παρεικάζει λέγων· «Δύο χρεωφειλέται ἦσαν ἀνθρώπῳ ἑνί· ὁ εἷς ὤφειλεν αὐτῷ δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεν‐ τήκοντα. Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέ‐ ροις ἐχαρίσατο.» Καὶ πρὸς τούτοις ἔτι τὸν τῆς
20προσευχῆς ἡμῖν διαπλάττων τύπον, «Οὕτως οὖν ὑμεῖς προσεύχεσθε, φησί· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐ‐ ρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν
25σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.» Πλαγίως οὖν ἄρα καὶ αἰνιγματωδῶς ὁ νόμος τὸ θεῖον ἡμῖν ὑπεδήλου μυστήριον, ἄφεσιν ποιεῖσθαι προστάττων τὴν δι’ ἐτῶν ἑπτὰ, καὶ ταῖς τῆς χρηστότητος ἐμβι‐
30βάζει τρίβοις, χρημάτων ἀμείνω ποιεῖσθαι διδάσκων, τὴν εἰς ἀδελφοὺς ἀγάπησιν, εὐμεταδότους τε εἶναι καὶ κοινωνικοὺς ἀναπείθων, καὶ οἱονεὶ μελέτησίν τινα τῆς εἰς ἅπαντας ἀφθονωτέρας αἰδοῦς, τὴν εἰς ἀδελφὸν καὶ γείτονα τέως ἡμερότητα τιθείς.
35ΠΑΛΛ. Ὧδε ἔχει. Συναινέσαιμι γὰρ ἀριστοεπεῖν ἐθέλοντί σοι. ΚΥΡ. Καὶ τὸ ἔτι μεῖζον, εἰ μάθοις, καταθαυμάσαις ἂν, ὦ Παλλάδιε. ΠΑΛΛ. Τὸ ποῖον;
40ΚΥΡ. Χρηστότητος γὰρ καὶ φιλαλληλίας εἰς τοῦτο προήκειν ἡμᾶς ὁ νόμος βούλεται, ὡς οὐδὲν ἡγεῖσθαι, τῆς εἰς ἀδελφοὺς ἀγάπης τὸ ἰσοστατοῦν. Κατακολου‐ θεῖν δὲ οὕτω γεννικῶς ταῖς ἐπ’ αὐτοῖς δυσθυμίαις, ὡς καὶ ὀργῆς ὁρᾶσθαι κρείττονας, κἂν εἰ μὴ
45γένοιντο πρὸς ἡμᾶς ὁποίους εἶναί τε καὶ ὁρᾶσθαι χρὴ, καὶ ταῖς ἀφιλοστοργίαις ἕλοιντο λυπεῖν. Ἔχεις καὶ τοῦδε τὸν τύπον ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἀπέστειλε γὰρ, φησὶν, ὁ Μωσῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα Ἐδὼμ, λέγων· Τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ·

68

.

569

(50)

Σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς, καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρ‐ ῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν, καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς
55φωνῆς ἡμῶν, καὶ ἀποστείλας ἄγγελον, ἐξήγαγεν
ἡμᾶς ἐξ Αἰγύπτου, καὶ νῦν ἐσμεν ἐν Κάδης πόλει, ἐκ568

68

.

572

μέρους τῶν ὁρίων σου. Παρελευσόμεθα διὰ τῆς γῆς σου, οὐ διελευσόμεθα δι’ ἀγρῶν, οὐδὲ δι’ ἀμπελώνων, οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου, ὁδῷ βασιλικῇ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα,
5ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου. Καὶ εἶπε πρὸς αὐ‐ τὸν Ἐδώμ· Οὐ διελεύσῃ δι’ ἐμοῦ, εἰ δὲ μὴ, ἐν πολέ‐ μῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι. Καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραήλ· Παρὰ τὸ ὄρος παρελευσόμεθα· ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη
10μου, δώσω τιμήν σοι· Ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι, παρὰ τὸ ὄρος παρελευσόμεθα. Ὁ δὲ εἶπεν· Οὐ δι‐ ελεύσῃ δι’ ἐμοῦ. Καὶ ἐξῆλθεν Ἐδὼμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ, καὶ ἐν χειρὶ ἰσχυρᾷ. Καὶ οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ
15τῶν ὁρίων αὐτοῦ, καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπ’ αὐτοῦ.» Ἀκούεις ὅπως, οἱ μὲν ἐξ αἵματος Ἰσραὴλ, τὰς ἐν Αἰγύπτῳ ταλαιπωρίας χρησίμως ἀπαριθμούμενοι, καὶ τῆς πλεονεξίας τοὺς τρόπους ἄνω τε καὶ κάτω συντιθέντες, ἀστείως τὴν οὐδὲν ἀδικοῦσαν αἰτοῦσι
20χάριν, μονονουχὶ συλλήπτορα ποιεῖσθαι σπουδάζοντες τὸν ὁμογενῆ· καὶ γὰρ ἦσαν ἐξ Ἠσαῦ ἀδελφοὶ Ἰακώβ· οἱ δὲ καίτοι κατοικτεῖραι δέον, ἐφεῖναί τε δρᾷν ὅπερ ἂν εἰδεῖεν χρήσιμόν τε καὶ ἐπωφελὲς αὐτῶν, σκληροί τε καὶ ἀτεράμονες καὶ συναλγεῖν οὐκ εἰδότες,
25δι’ αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων· ἐξείργουσι γὰρ ὁδοῦ, καίτοι λέγοντος ἐναργῶς τοῦ λαοῦ, μήτε ἀμ‐ πελῶσι, μήτε ἀγρῶν εὐκαρπίαις κατασίνεσθαί ποι, ἀλλὰ καὶ ὕδωρ ἀντλήσειν οὐκ ἀνάργυρον. Ὁ δὲ, εἰ μὴ βούλοιντο τῶν αἰτηθέντων ἀποχωρεῖν, οὐ προσ‐
30ηπείλησε μόνον τὴν ἔφοδον, ἀλλ’ ἦν καὶ ἐν ὅπλοις ἤδη, καὶ πανστρατὶ, παρετάττετο. Καὶ τί δὴ πρὸς τοῦτο; κρείττων ἦν μικροψυχίας ὁ Ἰσραήλ· ἐξέκλινε γὰρ ἀπ’ αὐτοῦ, φησὶ, τὸ πρὸς ἀδελφοὺς δύσερι παρ‐ ωθούμενος, καὶ τῆς ἀγχιστείας τὸν νόμον, ταῖς ἄγαν
35ἀνεξικακίαις ἐκτετιμηκώς. Ἢ οὐχ ὧδε ἔχειν οἰήσῃ ταυτί; ΠΑΛΛ. Καὶ πάνυ. ΚΥΡ. Οὐκοῦν τὸ θυμοὺς ἀνακόπτειν καὶ ἀνασει‐ ράζειν ὀργὰς, καὶ ἐπιμετρεῖν ἀναλόγως τὰς δίκας
40τοῖς ἑκάστου πταίσμασι, καὶ μὴν καὶ τὸ δεῖν ὀρθὰς καὶ ἀδιαβλήτους παντελῶς πράττεσθαι πρὸς ἡμῶν τὰς ἐφ’ ἑκάστῳ κρίσεις, ἀγάπης εἶναι λογιούμεθα τῆς εἰς ἀδελφοὺς καρπόν τε καὶ ἀποτέλεσμα. ΠΑΛΛ. Καὶ μάλα δικαίως.
45ΚΥΡ. Πάρα δὴ οὖν ἐθέλοντί σοι, διαπείθεσθαι πάλιν, ποτὲ μὲν λέγοντος, «Καὶ οὐ μηνιεῖς τοῖς υἱοῖς τοῦ λαοῦ σου·» ποτὲ δὲ αὖ· «Ἐὰν δὲ γένηται ἀντιλογία ἀνὰ μέσον ἀνθρώπων, καὶ προσέλθωσιν εἰς κρίσιν, καὶ κρίνωσι καὶ δικαιώσωσι τὸν δίκαιον καὶ κατ‐

68

.

572

(50)

αγνῶσι τοῦ ἀσεβοῦς, καὶ ἐὰν ἄξιος ᾖ πληγῶν ὁ ἀσε‐ βῶν, καὶ καθιεὶς αὐτὸν ἐναντίον τῶν κριτῶν, καὶ μαστιγώσουσιν αὐτὸν ἐναντίον αὐτοῦ, κατὰ τὴν ἀσέβειαν αὐτοῦ, ἀριθμῷ τεσσαράκοντα μαστιγώσου‐ σιν αὐτὸν, οὐ προσθήσουσιν, ἐὰν δὲ προσθήσωσι
55μαστιγῶσαι αὐτὸν, ὑπὲρ ταύτας τὰς πληγὰς πλείους,
ἀσχημονήσει ὁ ἀδελφός σου ἐναντίον σου.»570

68

.

573

ΠΑΛΛ. Καὶ τίς ἂν ὁρῷτο πάλιν ἡμῖν ὁ λόγος, τοῦ χρῆναι πληγαῖς ἀριθμῷ τεσσαράκοντα μόναις κα‐ ταπαίεσθαι τοὺς κατεγνωσμένους; αἰσχύνει δὲ ὅπως τινὰς, τὸ ὑπὲρ τούτου φράσον.
5ΚΥΡ. Κατὰ πολλοὺς ἡμῖν τρόπους τὸ Χριστοῦ μυστήριον σκιαγραφεῖται καλῶς διὰ τῆς ἀρχαίας ἐντολῆς, καὶ τὸ σωτήριον ἡμῖν οἱονεὶ πλαστουργεῖται πάθος, ἐν ᾧ, καὶ δι’ οὗ παντὸς ἀπηλλάγμεθα τοῦ κα‐ κοῦν ἰσχύοντος, καὶ ἀνηκέστοις ἡμᾶς ἐνιέντος συμ‐
10φοραῖς· καὶ ὥσπερ ἔναγχος ἔφην, τὸ δι’ ἑπτὰ ἐτῶν ἀνεῖσθαι τοὺς ὠφληκότας, τὸν τῆς ἁπάντων ἀφέσεως καιρὸν ὑπαινίττεται. Δεδικαιώμεθα γὰρ ἐν Χριστῷ, καὶ δεδιδάγμεθα λέγειν ἐν προσευχαῖς, πρὸς τὸν ἐν οὐ‐ ρανοῖς Πατέρα καὶ Θεὸν, «Ἄφες ἡμῖν τὰ ὀφειλήματα
15ἡμῶν·» οὕτω κἀνθάδε, τὸ μέχρι πληγῶν τεσσαράκοντα προήκειν τοῖς παίουσιν, ἤτοι παιομένοις τὰς διὰ μαστίγων αἰκίας, τὸν τριπόθητον ἡμῖν τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς ἀποφαίνει καιρὸν, καθ’ ὃν τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ με‐
20μαλάκισται μὲν αὐτὸς διὰ τὰς ἁμαρτίας ἡμῶν, ἐμ‐ παροινησάντων εἰς αὐτὸν τῶν ἐξ Ἰσραὴλ, καὶ τὰς κατὰ νώτων πληγὰς ἐπενεγκόντος Πιλάτου, ποινῆς δὲ ἡμεῖς καὶ κολάσεως ἐξῃρήμεθα. Πάλαι γὰρ ἦσαν πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, κατὰ τὸ γεγραμ‐
25μένον, ἀλλ’ ὑπὲρ ἡμῶν ἐμαστίχθη Χριστός· ὥσπερ γὰρ ὑπὲρ πάντων ἀπέθανεν, οὕτω καὶ ὑπὲρ πάντων ἐμαστιγοῦτο πάλιν, εἷς ὢν ὁ πάντων ἀντάξιος. Τὸν δέ γε τεσσαρακονθήμερον ἀριθμὸν εἰς τὸν πεντάκις ὀκτὼ κατατεμὼν, χρήσιμον εὑρήσεις τῇ τοῦ καιροῦ
30σημασίᾳ, τὸν πέντε καὶ τὸν ὀκτὼ, ἐπιδεδήμηκε γὰρ ὁ Μονογενὴς ἐν πέμπτῳ καιρῷ, κατά γε τὴν Εὐαγ‐ γελικὴν παραβολήν· Ἐμισθοῦτο γάρ τις εἰς τὸν ἀμ‐ πελῶνα τοὺς ἐργάτας· ἐξελθὼν δὲ περὶ τὴν ὥραν πρώτην, τρίτην τε καὶ ἕκτην, καὶ ἐννάτην καὶ ἑνδε‐
35κάτην· ἐγήγερται δὲ κατὰ τὴν ὀγδόην, τοῦ θανάτου καταλύσας τὸ κράτος, καὶ τῆς ἐπεισάκτου φθορᾶς τὴν μητέρα συνδιολλὺς αὐτῷ, τοῦτ’ ἔστιν, ἁμαρτίαν, ἧς ἀνῃρημένης, ἀργεῖν ἀνάγκη καὶ μάστιγας, καὶ τὰς δι’ αὐτὴν ποινὰς καὶ κολάσεις. Οὐκ ἐᾷ τοιγαροῦν ὁ
40νόμος ὑπερτρέχειν ἔτι τὴν μάστιγα τὸν τεσσαρακο‐ στὸν ἀριθμὸν, μέχρι τῆς Χριστοῦ παρουσίας καὶ οἱονεί πως ἱστὰς τὰ κολαστήρια, καὶ τὸν τῆς ἀφέσεως κατασημαίνων καιρόν. Τῆς γὰρ ἀληθείας οἱ τύποι τὸ κάλλος ὠδίνουσιν. Ἰστέον δὲ ὅτι προσκρούσας ὁ
45Ἰσραὴλ, τεσσαρακοστὸν ἔτος ἐπλανᾶτο τὴν ἔρημον· ὅρκῳ γὰρ ὤμοσεν ὁ Θεὸς, μὴ εἰσάξειν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Καὶ ἦν ὅρος οὗτος αὐτοῖς τῆς ὀργῆς, παρῳχηκότος δὲ τοῦ καιροῦ, λέλυται μὲν ἡ ὀργὴ, διέβησαν δὲ τὸν Ἰορδάνην οἱ ἐξ αὐτῶν, καὶ

68

.

573

(50)

εἰσέφρησαν εἰς τὴν γῆν, οὐχ ὑπερδραμούσης τῆς ἀγανακτήσεως τὸ τεσσαρακοστὸν ἔτος. Τύπος οὖν ἄρα καὶ τοῦδε σαφὴς, τὸ μέχρι πληγῶν τεσσαράκοντα καταπαίεσθαι τινὰς, ἀφέσεως γὰρ ὁ μετὰ τοῦτο και‐ ρὸς, διάβασιν ἡμῖν εἰσφέρων τὴν τοῦ Ἰορδάνου τὴν
55μυστικὴν, καὶ μὴν καὶ μαχαίρας πετρίνας, ὅ ἐστι,
τὴν ἐν πνεύματι περιτομὴν, καὶ τὴν Ἰησοῦ στρατη‐572

68

.

576

γίαν· γέγονε γὰρ ἡμῖν καθηγητὴς ὁ Χριστὸς, μετὰ Μωσέα καὶ νόμον.
4ΠΑΛΛ. Πείθομαι.
5ΚΥΡ. Ἵνα τοίνυν ὀρθῶς τε καὶ ἀδεκάστως τὰ παρ‐ εμπίπτοντα διακρίνοιτο, καὶ οἱ τῆς πλεονεξίας ἀφαν‐ ίζοιντο τρόποι, «Κριτὰς, φησὶ, καὶ γραμματοεισ‐ αγωγεῖς καταστήσεις σεαυτῷ ἐν πάσαις ταῖς πόλεσί σου, αἷς Κύριος ὁ Θεὸς δίδωσί σοι, κατὰ φυλὰς καὶ
10κρινοῦσι τὸν λαὸν δικαίαν κρίσιν. Οὐκ ἐκκλινοῦσι κρίσιν, οὐδὲ ἐπιγνώσονται πρόσωπον, οὐδὲ λήψονται δῶρα· τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καὶ ἐξαίρει λόγους δικαίων.» Ὤετο γὰρ δεῖν ὁ νόμος, καὶ μάλα εἰκότως τοὺς οἵπερ ἂν εἶεν εἰς τὸ δικάζειν
15ἠγμένοι, καὶ τοῦ χρηματίζεσθαι φιλεῖν ὁρᾶσθαι βελ‐ τίους, καὶ τῇ πρός τινας αἰδοῖ μὴ χαριζομένους τοῦ καλῶς καὶ ἀδιαβλήτως ἔχοντος τὴν παράβασιν, καὶ μὴν καὶ τὸ ἑτεροκλινὲς, ὡς ἀνόσιον ἀποσειομένους ταλαντεύοντάς τε συννόμως ἕκαστα τῶν πραγμάτων,
20καὶ τὸν τῶν ὅλων ἀπομιμεῖσθαι κριτὴν, τοῦτ’ ἔστι, Χριστὸν, ὃν καὶ αὐτὸς ὁ νόμος προαναπεφώνηκεν ἐναργῶς, καὶ κριτὴν ὄντα εἰδὼς ὡς Θεόν. Ἔφη δὲ οὕτω πάλιν· «Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἣν Κύ‐ ριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, καὶ κληρονο‐
25μήσῃς αὐτὴν, καὶ κατοικήσῃς ἐπ’ αὐτῆς, καὶ εἴπῃς, Καταστήσω ἐπ’ ἐμαυτὸν ἄρχοντα καθὰ καὶ τὰ λοιπὰ ἔθνη τὰ κύκλῳ μου, καθιστῶν καταστήσεις ἐπὶ σεαυ‐ τὸν ἄρχοντα, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, αὐ‐ τὸν ἐκ τῶν ἀδελφῶν σου καταστήσεις ἐπὶ σεαυτὸν
30ἄρχοντα· οὐ δυνήσῃ καταστῆσαι ἐπὶ σεαυτὸν ἄνθρω‐ πον ἀλλότριον, ὅτι οὐκ ἀδελφός σού ἐστιν.» Οὐ δεῖ γὰρ ἡμᾶς τῇ κτίσει λατρεύειν παρὰ τὸν κτίσαντα Θεὸν, ἱέντας ὡς ἐσωτάτω τοῖς τῆς ἀληθείας προσκλί‐ νεσθαι λόγοις, καὶ εἰσκαλέσαι μὲν ὥσπερ εἰς γῆν
35τὴν ἁγίαν, τοῦτ’ ἔστι, τὴν ἐπαγγελίαν τοῦ Θεοῦ τὴν διὰ πίστεως τῆς ἐν Χριστῷ· καταστῆσαι δὲ οὕτως ἐφ’ ἑαυτοῖς ἄρχοντα καὶ κριτὴν τὸν ἐκ Θεοῦ πεφυκότα Υἱὸν, κἂν εἰ νοοῖτο μετὰ σαρκός· λέγει τε περὶ ἡμῶν· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ, ἐπὶ Σιὼν
40ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυ‐ ρίου.» Ἕτερόν γε μὴν ἐπ’ αὐτῷ τὸ σύμπαν, οὐδένα παραδεξόμεθα, καὶ τοῖς ὀθνείων ζυγοῖς οὐχ ὑποίσο‐ μεν τὸν αὐχένα· εἷς γὰρ ἡμῖν ἐστι καθηγητὴς ὁ Χρι‐ στός. Ἰουδαῖοι γὰρ οἱ τάλανες ἔξω μεμενήκασι δι’
45ἀπιστίαν, καὶ ἥκιστα μὲν ἐφ’ ἑαυτοῖς εἰς ἄρχοντά τε καὶ κριτὴν κατεδέξαντο τὸν Χριστὸν, καί τοι κατ‐ ηγμένον ἐξ οὐρανοῦ, θελήσει τε καὶ εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ πρὸς τούτοις ὅτι καὶ ἄνθρωπον ἀλλό‐ τριον ἐφ’ ἑαυτοῖς κεχειροτονήκασι τὸν τῆς ἀπωλείας

68

.

576

(50)

υἱὸν, τοῦτ’ ἔστι, τὸν Ἀντίχριστον, ἔκφυλόν τε καὶ ἀλλογενῆ, καὶ οὐδ’ ἐξ αἵματος Ἰσραὴλ, καί τοι τοῦ νόμου διειπόντος σαφῶς, «Οὐ δυνήσῃ καταστῆσαι ἐπὶ σεαυτὸν ἄνθρωπον ἀλλότριον, ὅτι οὐκ ἀδελφός
σού ἐστιν.» Ἤκουον δὲ λέγοντος καὶ αὐτοῦ τοῦ Χρι‐574

68

.

577

στοῦ· «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με. Ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.» Ἐπιδεδήμηκε γὰρ ὁ Χρι‐ στὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἥξει δὲ κατὰ καιροὺς ὁ
5τῆς ἀνομίας υἱὸς, οὐκ εἰς δόξαν Θεοῦ Πατρὸς, τοῦτο γὰρ οἶμαι εἶναι τὸ, Ἐν τῷ ὀνόματι τοῦ Πατρὸς, ἀλλ’ ἰδίᾳ κεφαλῇ περιτιθεὶς ὁ δείλαιος τὸ τῆς θεότητος ὄνομα. «Καθιεῖται γὰρ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἀποδει‐ κνὺς ἑαυτὸν, ὅτι ἐστὶ Θεός.» Ἀλλ’ οὐκ ἂν αὐτῷ προσ‐
10κυνήσουσιν Ἰουδαῖοι, οὐδ’ ἂν ὡς Χριστὸν παραδέ‐ ξαιντό ποτε τηροῦντες τὸν νόμον· ἐξ αἵματος γὰρ Ἰσραὴλ ἀναφύναι Χριστὸν, προμεμήνυκεν ἐναργῶς. Οἱ δὲ, καὶ τοῦτο μεθέντες ὡς ἕωλον, ἄνθρωπον ἀλλό‐ τριον καὶ ἀλλογενῆ παραδέξονται.
15ΠΑΛΛ. Οὐκοῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρ‐ ποὺς, καὶ τῆς αἰσχρᾶς εἰκαιοβουλίας τὴν ἰσοπαλῆ κομιοῦνται δίκην. ΚΥΡ. Εὖ ἔφης· ὁ γάρτοι τὰ δίκαια κρίνων Θεὸς, διανεμεῖ δὴ πάντως ἑκάστῳ κατὰ τὸ ἔργον αὐ‐
20τοῦ. Καὶ ὧδε μὲν ἡμῖν ἐχέτω ταυτὶ, καὶ ἀποχρῶν ἔστω ὁ λόγος. Ἀτὰρ δὴ τοῖς εἰς τὸ κρίνειν ἑτέρους ἠγμένοις, καὶ εἰς τὸν τοῖς δικάζουσι πρέποντα θῶ‐ κον, ἐπεφώνει πάλιν ὁ νόμος· «Οὐ παραδέξῃ ἀκοὴν ματαίαν,» τοῦτ’ ἔστι, λόγον ψευδῆ καὶ συκοφαντίας
25ἔμπλεω· «Οὐ προστεθήσῃ μετὰ πλήθους ἐκκλῖναι μετὰ πλειόνων, ὥστε ἐκκλῖναι κρίσιν.» Καὶ πάλιν μεθ’ ἕτερα· «Οὐ διαστρέψεις κρῖμα πένητος ἐν κρί‐ σει αὐτοῦ, ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀποστήσῃ.» Πρέποι γὰρ ἂν ὅτι μάλιστά γε, τὸ ἀνεπίληπτον ἐν
30λόγοις τοῖς τοῦ δικάζειν κυρίοις, καὶ ὀρθοεπεῖν ἀνάγκη τὸν ἐφ’ ἑκάστῳ τῶν κατηγορουμένων ψηφο‐ ρεῖν ὀφείλοντα τὸ τῷ νομοθέτῃ δοκοῦν. Ἐπενήνε‐ κται δὲ χρησίμως καὶ τὸ, «Πένητα οὐκ ἐλεήσεις ἐν κρίσει.» Πρόχειρον γάρ τι χρῆμα καὶ προαλὲς, παρά γε
35τοῖς κρίνουσι τὸ ἐπ’ ἄμφω βλέπειν, ὅτε μὴ πλούσιος ὁ κρινόμενος, καὶ εὐκατάτροχον κομιδῆ πρὸς πλεονε‐ ξίαν, ἀνὴρ πενίᾳ κατηχθισμένος· ἔχει δὲ οὐκ ἀνικά‐ νως ἔσθ’ ὅτε καὶ πρός γε τὸ δύνασθαι τὸν τοῦ δι‐ καίου καταβιάσασθαι λόγον, καλῶν εἰς ἔλεον τοὺς
40τῶν δικαζόντων ἁπαλωτέρους. Ἐξείργει δὴ οὖν ὁ νόμος καὶ τοῦ πλεονεκτεῖσθαι δεῖν καὶ τοῦ κατ‐ οικτείρειν τοὺς ἐν ἐνδείᾳ καὶ ἀθλιότητι, τῆς δικαιοκ‐ ρισίας τὸ κάλλος τηρῶν ἀπαράφθορον, καὶ τῆς ἰσότη‐ τος πρύτανιν πανταχῆ τὸν δικάζοντα τιθείς· «Δι‐
45καίως γὰρ τὸ δίκαιον διώξεις,» φησίν. Ὡς τό τοι λυποῦν τὸν νόμον, κἂν εἴ τι τῶν ἀγαθῶν ὑπάρχειν δοκῇ, νοοῖτ’ ἂν εἰκότως οὐκ ἀπλημμελές· «Ἔστι γὰρ δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ,» κατὰ τὸ γε‐ γραμμένον. Δεῖται δὴ οὖν εὐτεχνίας τὸ ἀγαθὸν, καὶ

68

.

577

(50)

τὸ ἐποικτείρειν οὐκ ἐν καιρῷ, τῆς εἰς νόμον ἀδικίας οὐκ ἂν διαφύγοι γραφήν. Τοὺς μὲν οὖν μετρίοις ἐγκατειλημμένους αἰτιάμασι, ταῖς διὰ μαστίγων αἰκίαις ἐπανορθοῖ. Θέα δὲ ὅπως δουλοπρεπὲς τὸ χρῆμα καὶ ἀνελεύθερον κομιδῆ, καὶ μή τοι θαυμά‐
55σῃς· πνεῦμα γὰρ ἦν ἐν αὐτοῖς δουλείας. Διὰ τοῦτο
πληγαὶ μὲν οὐκέτι τοῖς διὰ Χριστοῦ θεσπίσμασιν576

68

.

580

ἕπονται, καθὰ καὶ τῷ πάλαι νόμῳ. Πρόκειται δὲ μᾶλλον τὰ ἐλευθέροις πρέποντα, λαμπραὶ καὶ ἀξιό‐ ληπτοι δωρεαὶ, καὶ πνευματικῶν ἀγαθῶν ἀπαρχαί τε καὶ ὑποσχέσεις, καὶ μακαρισμοὶ τοῖς κατορθώμα‐
5σι πρέποντες, καὶ ἀπειλὴ μὲν οὐκέτι, προκλήσεις δὲ μᾶλλον ἐπ’ ἀρετήν. Οἰκέταις μὲν γὰρ ὡς οἰκέ‐ της καὶ συνομόδουλος προσελάλει Μωσῆς, τοῖς ἀρ‐ χαιοτέροις, Χριστὸς δὲ υἱοῖς ὡς Υἱὸς, καὶ ὡς ἀδελ‐ φοῖς κατὰ θέσιν, ὁ ἀληθῶς καὶ γνήσιος ἐκ Θεοῦ Πα‐
10τρός.
12ΠΑΛΛ. Ὀρθῶς ἔχει. ΚΥΡ. Θανάτῳ γε μὴν τὸν φονεύοντα ζημιοῖ, καὶ ταῖς τῶν ἴσων ἐπαγωγαῖς, τὸ ἀχάλινον ἀνασειράζει
15θράσος, καὶ τὸν οὐκέτι φορητὸν κολάζει θυμὸν ἀφο‐ ρήτῳ δίκῃ καὶ τοῖς εἰς λῆξιν ἰοῦσι κακοῦ, προβασα‐ νίζων εὖ μάλα τοῦ δεδρακότος τὸν σκοπόν· καὶ εἰ μὲν ἑκούσιον εἴη τὸ πλημμεληθὲν, ἀναιρεῖ τὸν ἔλεον. Ἀσχημονεῖν δὲ οὐκ ἐᾷ τὴν φιλαλληλίαν, θρυπτομέ‐
20νην οὐκ ἐν καιρῷ, καὶ ἐφ’ οἷς ἥκιστα χρὴ, κατα‐ σπωμένην ὥσπερ ἐπὶ τὸ μαλθακώτερον. Ἔφη γὰρ οὕτως· «Ἐὰν δέ τις ἐπίθηται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ, καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου μου λήψῃ, αὐτὸν θανατῶσαι.» Εἰ δὲ μέχρι τοῦ ἀῤῥω‐
25στῆσαι μόνον προήκει τῷ παίοντι τοῦ βεβιασμένου τὸ πάθος· ἐπιμετρεῖ τὴν δίκην, καὶ μέχρι χρημά‐ των προστάττει γενέσθαι τὸ βλάβος. Ἔφη γὰρ ὧδε πάλιν· «Ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες, καὶ πατά‐ ξῃ τις τὸν πλησίον λίθῳ, ἢ πυγμῇ, καὶ μὴ ἀποθά‐
30νῃ, κατακλιθῇ δὲ ἐπὶ κοίτης, ἐὰν ἐξαναστὰς ὁ ἄνθρω‐ πος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου, ἀθῶος ἔσται ὁ πα‐ τάξας, πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτίσει, καὶ τὰ ἰατρεῖα. Καὶ ταυτὶ μὲν ὁ νόμος. Ἀλλ’ ὅ γε Σωτὴρ, τὸ τελείως ἀγαθὸν εἰσφέρων· «Τῷ παίοντί σε,» φησὶν,
35«ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.» Οἰκετῶν δὲ πέρι νομοθετεῖ τάδε· «Ἐὰν δέ τις πατάξῃ τὸν παῖδα αὐτοῦ, ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ, καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθή‐ σεται, ἐὰν δὲ διαβιώσῃ ἡμέραν μίαν ἢ δύο, οὐκ ἐκ‐
40δικηθήσεται· τὸ γὰρ ἀργύριον αὐτοῦ ἐστιν.» Θανάτῳ μὲν οὖν τιμᾶται τὴν εἰσάπαν ὀργήν· οὐ γὰρ ἐπεί τοι γεγόναμεν ἐκ πλεονεξίας δεσπόται, καὶ ζωῆς ἀπείρ‐ γειν αὐτῆς ἐφῆκε Θεὸς, τοὺς ὑπὸ χεῖρα καὶ ζυγόν. Συναναπλέκειν δὲ ταῖς ὀργαῖς ἀναπείθει τὸν ἔλεον,
45ποινὴν καθορίζων τοῦ φονεύοντος τὴν ἐσχάτην. «Εἰ δὲ διαβιῴη, φησὶν, ἡμέραν μίαν ἢ δύο, οὐκ ἐκδικη‐ θήσεται, τὸ ἀργύριον αὐτοῦ ἐστιν.» Μονονουχὶ γάρ φησιν, Οὐ τῆς τοῦ παίοντος ἔργον ὀργῆς τὸ τῷ πα‐ θόντι συμβεβηκὸς, μετά γε τὸ εὐρωστῆσαί πως. Οὐ

68

.

580

(50)

γὰρ ἂν ἠθέλησέ τις ἀποβαλεῖν τὸν ἴδιον οἰκέτην, ὃν ἀργυρίοις ἐπρίατο, καὶ χρήματα δοὺς, ἐκτήσατο. Ἀκούσιος δὲ εἰ γένοιτο φονεὺς, ζημιοῦν ἀειφυγίᾳ δικαιοῖ πάλιν ὁ νόμος αὐτὸν, συμμέτρῳ φιλανθρωπίᾳ κεράσας τὴν κόλασιν, καὶ τὸ ἀνεθελήτως πλημμε‐
55ληθὲν, οὐκ ἐν ἴσῃ μοίρᾳ τοῖς ἐθελουσίοις εὖ μάλα τιθείς. Πόλεις δὲ ἀφορίζεσθαι τρεῖς προστέταχεν, ἃς
καὶ τῶν Φυγαδευτηρίων ὠνόμασε, συνελαύνει τε οὕ‐578

68

.

581

τως ἐκεῖ τοὺς ἐπ’ ἀκουσίοις πταίσμασι φεύγοντας. Καὶ καιρὸν ἀφέσεως ὁρίζει πάλιν καὶ τοῖς ὧδε πε‐ πραχόσιν ἀθλίως, ἱερέως θάνατον τοῦ ὑπερκειμένου καὶ προὔχοντος. Γράφει δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς·
5«Ἐὰν δὲ ἐξαπίνης οὐ δι’ ἔχθραν ὤσῃ αὐτὸν, ἢ ἐπιῤ‐ ῥίψῃ ἐπ’ αὐτὸν πᾶν σκεῦος, οὐκ ἐξ ἐνέδρου ἢ παντὶ λίθῳ, ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ οὐκ εἰδὼς, καὶ ἐπιπέσῃ ἐπ’ αὐτὸν, καὶ ἀποθάνῃ, αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ ἦν, οὐδὲ ζητῶν κακοποιῆσαι, καὶ κρινεῖ
10ἡ Συναγωγὴ ἀνὰ μέσον τοῦ πατάξαντος, καὶ ἀνὰ μέσον τοῦ ἀγχιστεύοντος τὸ αἷμα κατὰ τὰ κρίματα ταῦτα, καὶ ἐξελεῖται ἡ Συναγωγὴ τὸν φονεύσαντα ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα. Καὶ ἀποκαταστή‐ σουσιν αὐτὸν ἡ Συναγωγὴ εἰς τὴν πόλιν τοῦ φυγα‐
15δευτηρίου, οὗ κατέφυγε· καὶ κατοικήσει ἐκεῖ ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς μέγας, ὃν ἔχρισαν αὐτὸν τῷ ἐλαίῳ τῷ ἁγίῳ.» Εἶτα μεθ’ ἕτερα· «Καὶ μετὰ τὸ ἀποθανεῖν τὸν ἱερέα τὸν μέγαν, ἐπαναστρέψει ὁ φο‐ νεύσας εἰς τὴν γῆν τῆς κατασχέσεως αὐτοῦ.»
23ΠΑΛΛ. Λύσις οὖν ἄρα τῆς ἀειφυγίας αὐτοῖς, ὁ τοῦ προλεχθέντος ἡμῖν ἀρτίως ἱερέως θάνατος.
25ΚΥΡ. Σχῆμα τοῦτο τοῖς τύποις. Ὠδίνουσι δὲ τὸ τοῦ Χριστοῦ μυστήριον αἱ σκιαί. ΠΑΛΛ. Τίνα τρόπον; ΚΥΡ. Οὐκ ἀπίθανον, ὦ Παλλάδιε, τό γε οἴεσθαι τυχὸν τοὺς ταῖς ἁμαρτίαις ἐγκατειλημμένους, φονευ‐
30τὰς ὥσπερ τινὰς τῆς ἰδίας ὑπάρχειν ψυχῆς, καὶ κατ‐ ολισθῆσαι εἰς τοῦτο ταλαιπωρίας οὐκ ἐθελουσίως, ἐκβεβιασμένους δὲ ὥσπερ εἰς παράβασιν, καὶ εἰς τὸ προσκροῦσαι Θεῷ, διὰ τὸ ἐγκεῖσθαι τὴν διάνοιαν τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, καὶ διὰ τὸν ἐν
35τοῖς μέλεσι τῆς σαρκὸς τῆς ἀτιθάσσου φιληδονίας, τυραννήσαντα νόμον. Φυγῇ τοιγαροῦν τῇ ἀπὸ κόσμου καὶ σώματος ἡ ἀθλία ψυχὴ τοῦ ἀνθρώπου ζημιοῦται, καὶ ὥσπερ εἰς πόλιν τινὰ φυγαδευτηρίου τοῖς τοῦ θανάτου μυχοῖς ἐνιζήσασα, μακροὺς διετέλει χρόνους,
40ἀνείθη δὲ μόλις ἀποθανόντος Χριστοῦ τοῦ μεγάλου ἱερέως, ὃς τὸν ὑπὲρ πάντων θάνατον ἀνατλὰς, κατα‐ πεφοίτηκε μὲν εἰς ᾅδου, πύλας δὲ ἤνοιξε τοῖς κάτω, καὶ δεσμῶν ἠφίει, «λέγων τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύπτεσθε.»
45ΠΑΛΛ. Ὡς σαφὴς ὁ λόγος. ΚΥΡ. Οὐ καθ’ ἕνα δὲ τρόπον εὐδοκιμεῖν ἀναπεί‐ θων τοὺς ἀρχαιοτέρους ὁ νόμος, ἀλλ’ εὖ συντεθεῖ‐ σθαι διὰ πάντων, καὶ ὡς ἄριστα ἔχειν, ἵνα ᾖ ἄρτιος ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρ‐

68

.

581

(50)

τημένος, καὶ συνόδους γαμικὰς καταῤῥυθμίζει πρὸς τὸ σεμνὸν, καὶ ὡς ἂν ἀμωμήτως πράττοιτο ταυτὶ παρά τε Θεῷ καὶ ἀνθρώποις, καθίστησιν ἐναργές. Πορνείαν μὲν οὖν καὶ ἀκαθαρσίαν ἐξορίζει παντε‐ λῶς, ἀῤῥενομιξίαν δὲ καὶ μοιχείαν, ὡς ἀπωτάτω
55ποιεῖται, λέγων ἐν τῷ Λευιτικῷ· «Καὶ πρὸς τὴν γυναῖκα τοῦ πλησίον σου οὐ δώσεις κοίτην σπέρμα‐
τός σου, ἐκμιανθῆναι πρὸς αὐτὴν, καὶ μετὰ ἄρσε‐580

68

.

584

νος οὐ κοιμηθήσῃ κοίτην γυναικείαν· βδέλυγμα γάρ ἐστιν.» Αὐτόθεν, φησὶ, τὰ τοιαῦτα τὸ κατακεκρί‐ σθαι νοσεῖ, καὶ πολὺ τὸ δυσῶδες ἐντετηκὸς αὐτοῖς, ἀταλαιπώρως εὑρίσκεται, καὶ μακροῦ πρὸς ἔλεγχον
5οὐ δεήσει λόγου τοῖς εἰς τοῦτο βδελυρίας ἠγμένοις, ὡς οἴκοθεν ἔχειν αἰσχρὰν οὕτω καὶ ἀκαλλῆ τὴν δό‐ ξαν, καὶ παρ’ αὐτῆς τῆς φύσεως τὴν γραφήν. Τοι‐ γάρ τοι παρεὶς τὰ τοιαῦτα, τὰ συννόμως δρώμενα, καὶ οὐκ ἔξω λόγου βασανίζει, λέγων ἐν τῷ Δευτερο‐
10νομίῳ· «Ἐὰν δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ· καὶ ἔσται, ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ· ὅτι εὗρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα, γράψει αὐτῇ βιβλίον ἀποστασίου, καὶ ἀποδώσει εἰς τὰς χεῖρας αὐτῆς, καὶ ἀποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ·
15καὶ ἐὰν ἀπελθοῦσα γένηται ἀνδρὶ ἑτέρῳ, καὶ μισήσῃ αὐτὴν ἀνὴρ ὁ ἔσχατος, καὶ γράψῃ αὐτῇ βιβλίον ἀπο‐ στασίου, καὶ δώσῃ εἰς τὰς χεῖρας αὐτῆς, καὶ ἐξαπο‐ στείλῃ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, ἢ καὶ ἀποθάνῃ ὁ ἀνὴρ αὐτῆς ὁ ἔσχατος, ὃς ἔλαβεν αὐτὴν ἑαυτῷ γυ‐
20ναῖκα, οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερον ἐξαποστείλας αὐτὴν, ἐπαναστρέψας λαβεῖν αὐτὴν ἑαυτῷ γυναῖκα, μετὰ τὸ μιανθῆναι αὐτὴν, ὅτι βδέλυγμά ἐστιν ἐναν‐ τίον Κυρίου τοῦ Θεοῦ σου, καὶ οὐ μιάνητε τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ.»
25Τὴν γὰρ ἐπ’ αἰτίαις εὐλόγοις ἀνδρὸς διεσχοινισμένην καὶ ἀνατλᾶσαν ὕβριν τὴν ὑφ’ ἑτέρῳ, γνήσιον ποιεῖ‐ σθαι σύνοικον, οὐκ ἀσφαλὲς, μᾶλλον δὲ καὶ εἰσάπαν ἀμαθές. «Ὁ γὰρ κατέχων, φησὶ, μοιχαλίδα, ἄφρων καὶ ἀσεβής.» Ὥσπερ δὲ ἀποφάσκει τοῖς ἐμφανῶς
30αἰσχροῖς καὶ ἀναμφιβόλως κατεγνωσμένοις, τὸ ἐφ‐ ήδεσθαι δεῖν, οὕτω δὴ πάλιν οὐκ ἐᾷ τὰ σεμνὰ διαβάλ‐ λειν, ὡς ἄσεμνα. Ἐν ἴσῳ γὰρ πλημμελείας λόγῳ κείσεται τὸ φιλοστοργίας ἀξιοῦν, ὃ φεύγειν ἄμεινον, καὶ τὸ διαθέσεως ἀποστερεῖν, ὃ παραιτεῖσθαι φόβος.
35«Οὐαὶ γὰρ, φησὶν, οἱ λέγοντες τὸ γλυκὺ πικρὸν, καὶ τὸ πικρὸν γλυκύ· τὸ καλὸν πονηρὸν, καὶ τὸ πονηρὸν καλόν· οἱ τιθέντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς.» Οὐκοῦν εἰσποιεῖσθαι μὲν εἰς αὖθις τὴν γεγενη‐ μένην ἀπόπεμπτον οὐκ ἐᾷ, οὔτε μὴν ἐφίησι τοῖς
40οὔπω κατεγνωσμένοις τὰ ἐκ φιλολογίας ἐπιφέρεσθαι βλάβη. Ἔφη δὲ οὕτω πάλιν· «Ἐὰν δέ τις λάβῃ γυναῖ‐ κα, καὶ συνοικήσῃ αὐτῇ, καὶ μισήσῃ αὐτὴν, καὶ ἐπι‐ θῇ αὐτῇ προφασιστικοὺς λόγους, καὶ κατενέγκῃ αὐ‐ τῆς ὄνομα πονηρὸν, καὶ λέγῃ, Τὴν γυναῖκα ταύτην
45εἴληφα, καὶ προσελθὼν αὐτῇ οὐχ εὕρηκα αὐτῆς τὰ παρθένια· καὶ λαβὼν ὁ πατὴρ τῆς παιδὸς καὶ ἡ μή‐ τηρ, ἐξοίσουσι τὰ παρθένια τῆς παιδὸς πρὸς τὴν γερουσίαν ἐπὶ τὴν πύλην, καὶ ἐρεῖ ὁ πατὴρ τῆς παι‐ δὸς τῇ γερουσίᾳ· Τὴν θυγατέρα μου ταύτην δέδωκα

68

.

584

(50)

τῷ ἀνθρώπῳ τούτῳ γυναῖκα, καὶ μισήσας αὐτὴν νῦν οὗτος, ἐπιτίθησιν αὐτῇ προφασιστικοὺς λόγους, λέ‐ γων, Οὐχ εὕρηκα τῇ θυγατρί σου παρθένια· καὶ ταῦτα τὰ παρθένια τῆς θυγατρός μου. Καὶ ἀναπτύ‐ ξουσι τὸ ἱμάτιον ἐναντίον τῆς γερουσίας τῆς πόλεως,
55καὶ λήψεται ἡ γερουσία τῆς πόλεως ἐκείνης τὸν ἄν‐
θρωπον ἐκεῖνον, καὶ παιδεύσουσιν αὐτὸν, καὶ ζημιώ‐582

68

.

585

σουσιν αὐτὸν ἑκατὸν σίκλους, καὶ δώσουσι τῷ πατρὶ τῆς νεάνιδος, ὅτι ἐξήνεγκεν ὄνομα πονηρὸν ἐπὶ παρ‐ θένον Ἰσραηλῖτιν, καὶ αὐτοῦ ἔσται γυνή. Οὐ δυνή‐ σεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον.» Συνίης
5οὖν ὅπως οὐκ ἀζήμιον παντελῶς ἀπαλλάττεσθαι δεῖν τοῦ συνεδρίου, προστέταχε τὸν ἀδίκως ὀλιγωρήσαντα τῆς οὔπω κατεγνωσμένης. Χρῆναι γὰρ οἶμαι περι‐ έπειν εὖ μάλα τὸ ἀγαθὸν, καὶ μὴ ἁψικόρως ἵεσθαι πρὸς τὸ δοκοῦν τὸ σεμνὸν ὡς ἄσεμνον συκοφαντεῖν
10ᾑρημένους· πειρᾶσθαι δὲ μᾶλλον αἰδοῦς ἀξιοῦν, τὸ παντὶ προσκεῖσθαι καλῷ, καὶ τοῖς ἀρίστοις εἰς εὐ‐ φημίαν συνδιαιτᾶσθαι φιλεῖν. Ὁ γάρ τοι τὰς διὰ μέσου τῶν πραγμάτων ἀκηδίας οὐ προσιέμενος, τὸν ἐφ’ οἷς ἂν γένοιτο καλῶς ἀποπεραίνει σκοπόν.
15Ὅτι δὲ εἶναι προσήκει τοιούτους ἡμᾶς ὑπεδήλου πάλιν ὁ νόμος ὑποφωνῶν· «Ἐὰν οἰκοδομήσῃς οἰκίαν καινὴν, ποιήσεις στεφάνην τῷ δώματί σου. Καὶ οὐ ποιήσεις φόνον ἐν τῇ οἰκίᾳ σου, ἐὰν πέσῃ ὁ πεσὼν ἐπ’ αὐτοῦ.» Ὥσπερ γάρ ἐστιν ἀκαλλὴς
20οἰκία ταινίας ἐρήμη, καὶ τῶν ὑστεροδομίων οὐκ ἐπενηνεγμένων αὐτῇ, τὸν αὐτὸν, οἶμαι, τρόπον, ἀπίθανον κομιδῆ πᾶν ἔργον ἡμῖν ἀγαθὸν, εἰ μὴ πρὸς πέρας ἄγοιτο τὸ πρέπον αὐτῷ· καὶ οὐ μέχρι τούτων, ἀλλ’ ἕψεται τοῖς ῥᾳθυμοῦσι καὶ κίνδυνος. Τοῦτο γὰρ,
25οἶμαι, ἔστι τὸ κατολισθεῖν ἐκ τῆς οἰκίας τινά. «Οὐαὶ γὰρ,» φησὶν, «οἱ ποιοῦντες τὸ ἔργον Κυρίου ἀμελῶς.» Διὰ μυρίων οὖν ὅσων ὁ νόμος ἡμᾶς ἀποκομίζει πρὸς τὸ συμφέρον. Καὶ τροφὴν μὲν οὔπω παρατίθησι τὴν ἀνδροπρεπῆ τε καὶ στερεωτέραν, γάλακτι δὲ ὥσπερ
30νηπίους ὄντας παιδοκομεῖ, τοὺς ἀρχαιοτέρους δια‐ βιβάζων κατὰ βραχὺ πρὸς τὸ Χριστοῦ μυστήριον. Ὅτι γὰρ πνευματικὸς ὁ νόμος, καὶ ὅσον μὲν ἧκεν εἰς σκιὰν καὶ τύπους, οἱονεί πως οὐκ ἐδώδιμος, οὔτε μὴν ἀναγκαῖος εἰς πνευματικὴν ἂν γένοιτο τροφὴν,
35ἔσται δὲ τοιοῦτος, εἰ γοῦν μεταπλάττοιτο πρὸς θεω‐ ρίαν εὐαγγελικὴν, καὶ εἰς τὸ Χριστοῦ μυστήριον, συνήσεις εὖ μάλα γεγραφότος ὡδὶ τοῦ πανσόφου Μω‐ σέως περὶ αὐτοῦ. Ἔφη γὰρ ἐν τῷ Λευιτικῷ· «Ὅταν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἢν Κύριος ὁ Θεός σου δίδωσιν
40ὑμῖν, καὶ καταφυτεύσητε πᾶν ξύλον βρώσιμον, πε‐ ρικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ· ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ὑμῖν ἀπερικάθαρτος, οὐ βρωθήσεται. Καὶ τῷ ἔτει τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος, αἰνετὸς τῷ Κυρίῳ. Ἐν δὲ τῷ ἔτει τῷ πέμπτῳ
45φάγεσθε τὸν καρπὸν αὐτοῦ. Πρόσθεμα ὑμῖν τὰ γεν‐ νήματα αὐτοῦ. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.» Παραδεί‐ σοις μὲν γὰρ τοῖς εὐερνεστάτοις ἡ Μωσέως ἡμῖν ἔοικε Συγγραφὴ, πολυειδῆ θεσπισμάτων ὠδίνουσα βλάστην, καὶ ξύλοις ὥσπερ κατάκομος, τοῖς ἐφ’ ἑκάστῳ νόμοις.

68

.

585

(50)

Ἀλλ’ ἐφ’ ἑκάστῳ ξύλῳ καθαριεῖτε, φησὶν, τὴν ἀκα‐ θαρσίαν αὐτοῦ, τοῦτ’ ἔστι, τὸ τῆς ἱστορίας εἰκαῖον ἀποτεμεῖς, καὶ τὸ οἱονεὶ ξυλῶδες περιελεῖς τοῦ γράμ‐ ματος, ἐπ’ αὐτὴν δὲ ἥξεις τοῦ φυτοῦ τὴν καρδίαν, τοῦτ’ ἔστι, τοῦ τεθεσπισμένου τὸν ἔσω περιεργάσῃ καρ‐
55πὸν, καὶ αὐτὸ ποιήσῃ τροφήν. «Ἀλλ’ ἔσται,» φησὶν,584

68

.

588

«ὁ καρπὸς αὐτοῦ, τρία ἔτη ἀπερικάθαρτος· οὐ βρωθή‐ σεται.» Τὸ ἔτος τίθησιν εἰς καιρόν· καιροὶ γὰρ πρῶ‐ τοι γεγόνασι τρεῖς, καθ’ οὓς ἦν ὁ νόμος ἀπερικάθαρ‐ τος ἔτι, τῷ τῆς ἱστορίας πάχει κατηχθισμένος, καὶ
5ὥσπερ εἰκαῖον συρφετὸν περικείμενος τὴν σκιάν. Χρόνους δὲ τρεῖς εἶναί φημι, τὸν Μωσέως, τὸν Ἰησοῦ, τὸν Κριτῶν· καιρὸς μετ’ ἐκείνους τέταρτος ἦν, καθ’ ὃν ὁ λαμπρὸς τῶν ἁγίων προφητῶν ἀνέφυ χορός. Τότε γέγονεν ὁ τοῦ νόμου καρπὸς ἅγιός τε καὶ αἰνε‐
10τός. Ἤρξατο γὰρ ἐκ προφητῶν ἁγίων, ἀθετεῖσθαι τὰ ἐν νόμῳ, καὶ οὐδὲ ὀνομάζεσθαι τὰ ὡς ἐν σκιαῖς, κη‐ ρύττεσθαι δὲ φανερῶς ἡ ἀλήθεια, καὶ τῆς Χριστοῦ παρουσίας ἐπαινεῖσθαι τὸ μυστήριον. Καὶ γείτων εὐθὺς ὁ πρόδρομος ἦν, ἀνακεκραγώς τε καὶ λέγων·
15«Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Οὐκοῦν ἐν τετάρτῳ χρόνῳ πρὸς ἀρχὰς τοῦ διακαθαί‐ ρεσθαι τὰ ἐν νόμῳ γέγονε, καὶ ἦν ἤδη πως ὁ καρπὸς ἅγιος. Πλὴν, ἐν πέμπτῳ βρώσιμος, καθ’ ὃν ἡ Χριστοῦ παρουσία μαρτυρουμένη διά τε τοῦ νόμου καὶ διὰ τῶν
20προφητῶν. Διὰ τοῦτό φησιν, «Ἔσται ὁ καρπὸς αὐτοῦ πρόσθεμα ὑμῖν.» Πρὸς γὰρ τοῖς εὐαγγελικοῖς κηρύ‐ γμασι καὶ ἡ νομικὴ παίδευσις πρὸς θεωρίαν ἠγμένη πνευματικὴν τοῖς φιλομαθέσι χρειωδεστάτη· καὶ γοῦν ἔφασκεν ὁ Σωτὴρ, ὅτι «Πᾶς γραμματεὺς μαθητευθεὶς
25τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά·» καινὰ λέγων, τὰ Εὐαγγέλια, καὶ παλαιὰ δὲ, τὰ ἐν νόμῳ, τὴν ἐν Χριστῷ γνῶσιν ἡμῖν οὐκ ἀγεννῶς συνεισφέροντα· αὐτῷ ἡ δόξα εἰς τοὺς
30αἰῶνας τῶν αἰώνων, Ἀμήν.
32tΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ
33tΚΑΙ ΑΛΗΘΕΙΑ
34tΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ
35tΛΟΓΟΣ ΕΝΝΑΤΟΣ.
39tΠερὶ τῆς ἁγίας σκηνῆς, ὅτι τύπος ἦν τῆς ἐν
40tΧριστῷ Ἐκκλησίας.
41Ἀγάπης μὲν οὖν εἰς Θεόν τε καὶ ἀδελφοὺς περι‐
φανῆ τὰ αὐχήματα, καὶ ἀποπεραίνεται μὲν δι’ ἀμφοῖν586

68

.

589

ὁ νόμος. εὐκλείας γε μὴν εἰς τοῦτο κατηντηκὼς ἅπας τις οὖν, λαμπρός τε καὶ ἀξιάγαστος, καὶ ἐν τοῖς ὅτι μάλιστα γνησίοις κατατετάξεται, Χριστοῦ βοῶντος καὶ λέγοντος, «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα
5ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Εἰσελεύσεται γὰρ δὴ καὶ μάλα ἑτοίμως εἰς τὴν ἐπουράνιον Ἱερουσαλὴμ, καὶ ταῖς ἄνω μοναῖς ἐνδιαιτήσεται, τοῖς ὑπὲρ νοῦν καὶ λόγον ἐντρυφῶν ἀγαθοῖς. Τοιουτονί τι καὶ ὁ προφήτης
10Ἡσαΐας φησίν· «Οἱ ὀφθαλμοί σου ὄψονται, Ἱερουσα‐ λὴμ, πόλεις πλουσίας, σκηνὰς, αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσι.» Παράγει μὲν γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, κατὰ τὰς Γραφάς.
15Ἑδραιοτάτη δὲ σφόδρα καὶ ἀκράδαντος πάντως ἡ τῶν ἐσομένων ἐλπίς. Ἀλλὰ τούτων ἁπάντων λυομέ‐ νων, καθὰ καὶ τοῦ Σωτῆρος διισχυρίσατο μαθητὴς, ποταμοὺς δεῖ εὑρεθῆναι ἡμᾶς, ἁγίους καὶ ἀμώμους κατ’ ἐνώπιον αὐτοῦ, πνευματικαῖς μὲν θυσίαις κα‐
20ταγεραίροντας ὡς Σωτῆρα καὶ Λυτρωτὴν, ἱερὰν δὲ καὶ ἀπόλεκτον, καὶ τοῖς εὐαγγελικοῖς συμβαίνουσαν νόμοις ἐπιτηδεύοντας πολιτείαν· καθάπερ ἀμέλει τοῖς ἀρχαιοτέροις ὁ νόμος τὴν οὕτω σεπτήν τε καὶ ἀξιόληπτον ἐσκιαγράφει ζωήν· μηλοσφαγεῖν ἐπιτάτ‐
25των, καὶ τὰς δι’ αἱμάτων ποιεῖσθαι προσαγωγὰς, δεκάτας τε καὶ ἀπαρχὰς ἀφιεροῦν τῷ Θεῷ, καὶ πρὸς τούτοις ἔτι χαριστήρια. Πλὴν, οὐκ ἔξω ταυτὶ τῆς ἁγίας πράττεσθαι δεῖν ἐνομοθέτει σκηνῆς. Ἀπόλεκτον δὲ τὸ ἐκ Λευῒ γένος ἀνετίθει τῷ Θεῷ, τύπον ἡμῖν καὶ εἰς
30ἡμᾶς αὐτοὺς τὸ χρῆμα τιθείς. Κεκλήμεθα γὰρ καὶ ἡμεῖς παρά γε ταῖς θείαις Γραφαῖς «γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίη‐ σιν.» Εἰσελαύνομεν δὲ καὶ εἰς σκηνὴν τὴν ἀληθεστέ‐ ραν, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος, τοῦτ’
35ἔστι τὴν Ἐκκλησίαν, οὐ διὰ μόσχων καὶ τράγων ἐκμειλισσόμενοι τὸν τῶν ὅλων Δημιουργὸν, ἀλλ’ ὡς ἐν ὀρθῇ τε καὶ ἀμωμήτῳ πίστει διαπρέποντες, καὶ πνευματικαῖς καρποφορίαις νοητῶς εὐωδιάζοντες. «Τοιαύταις γὰρ δὴ θυσίαις εὐαρεστεῖται Θεὸς,» καὶ
40τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν.
44ΠΑΛΛ. Ὀρθῶς ἔφης. Καὶ θυσίαις μὲν ταῖς ὑπὲρ
45νόμον ὅτι προσῆκεν ἡμᾶς εὐδοκιμεῖν, φαίην ἂν ἔγωγε· συνθήσομαι γάρ. Πλὴν, ἐκεῖνο φράσον· ἆρ’ οὐκ εἰς τύπον ἡμῖν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἡ παλαιὰ κατὰ τὴν ἔρημον διεπήγνυτο σκηνὴ, τῆς ἀληθεστέρας ἀμυ‐ δρόν πως ἔτι τὸ κάλλος ἐκφαίνουσα;

68

.

589

(50)

ΚΥΡ. Πάνυ μὲν οὖν. Ἔφην δὲ καὶ ἀρτίως, ὅτι καὶ τὸ ἄριστα δεῖν εἰλῆφθαι πρὸς ἱερὰς λει‐ τουργίας τοὺς ἐξ αἵματος Λευῒ, καὶ κεκλημένων ἐν πίστει πρὸς ἱερὰν καὶ ἀμώμητον ζωὴν, φη‐
μὶ δὴ τὴν ἐν Χριστῷ, τύπος ἂν εἴη πάλιν.588

68

.

592

ΠΑΛΛ. Βούλει δὴ οὖν ὀλίγα ἄττα περί τε τῆς ἁγίας σκηνῆς, καὶ τῆς κατὰ νόμον ἱερωσύνης λέγω‐ μεν, βασανίζοντος ἡμῖν τοῦ λόγου τὰ ἐπ’ ἀμφοῖν ὁσίως τεθεσπισμένα;
5ΚΥΡ. Οὐκ ἄτραχυ μὲν τὸ χρῆμα· πόνου γὰρ, οἶ‐ μαι, δεήσει μακροῦ, καὶ ἱδρῶτος ἡμῖν, ὦ Παλλάδιε, πρός τε τὸ δύνασθαι συνιέναι ταυτὶ, καὶ μὴν καὶ φράσαι. Ἀτὰρ, εἴτοι δοκεῖ, Θεῷ πίσυνοι διαστείχω‐ μεν· διεπύθου γὰρ λέγοντος ἐναργῶς, «Τίς ἔδωκε
10στόμα ἀνθρώπῳ; καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ Κύριος ὁ Θεός; καὶ νῦν πορεύου καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου.» ΠΑΛΛ. Ἴθι δὴ οὖν, συλλήπτορα καὶ πρός γε τουτὶ
15τὸν τῆς σοφίας ποιούμενος χορηγόν. ΚΥΡ. Οὐκοῦν εἶμί τοι, καὶ δὴ καὶ ἐρῶ, τὰ ἐξ ἱερῶν Γραμμάτων εὖ μάλα συνενεγκών. Κατέθορε μὲν γὰρ ἐν εἴδει πυρὸς ἐπὶ ὄρος τὸ Σινᾶ Θεὸς ὁ πάντων δημιουργὸς, καὶ νόμους ἐτίθει, καθ’ οὓς ἦν
20ἕκαστα τῶν πρακτέων ἀποφέρεσθαι πρὸς τὸ εὐθὺ καὶ ἀκιβδήλως ἔχον. Εἶτα τῆς ἀρχαιοτέρας αὐτοὺς ἀποκομίζων πλάνης, καὶ τῆς ἐν Αἰγύπτῳ ψευδολα‐ τρείας ὡς ἀπωτάτω τιθεὶς, προσελάλει Μωσῇ τῷ τηνικάδε μεσιτεύοντι. «Τάδε ἐρεῖς,» φησὶ, «τῷ οἴκῳ
25Ἰακὼβ, καὶ ἀναγγελεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ὑμεῖς ἑωράκατε, ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς, οὐ ποιήσετε ἑαυτοῖς θεοὺς ἀργυροῦς, καὶ θεοὺς χρυ‐ σοῦς οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς.» Θεοῖς μὲν γὰρ οὐκ ἠφίει τοῖς ψευδωνύμοις λατρεύειν. Προσκεῖσθαι
30δὲ δεῖν ἐπιτάττει μόνῳ τῷ ἄνωθεν ἥκοντι καὶ ἐξ οὐ‐ ρανοῦ, καὶ τῷ κατὰ πάντων οὐσιωδῶς ἀνημμένῳ τὸ κράτος, οὐκ ἐν εὐχροίαις ὑλῶν ἔχοντι τὸ περι‐ φανὲς, ἀλλ’ ἐν τῷ δεικνύειν ἴδιον ὄντα τὸν οὐρανόν. Ἦν δέ πως ἀνάγκη, τοὺς τῆς ἀρχαίας ἀνοσιότητος
35καὶ βεβήλου λατρείας ἀποφοιτᾷν ἐπιτεταγμένους, ἐφ’ ἑτέραν εὐθὺς μεταχωρῆσαι συνήθειαν, καὶ ὥσ‐ περ τινὰ ζυγὸν ὑπελθεῖν τὴν ὑπὸ Θεῷ τῷ κατὰ φύ‐ σιν, λατρείαν. Ἀνειμένος γὰρ νοῦς, ἀκάθεκτος, καὶ πολὺ λίαν ἕτοιμος εἰς ἀποφορὰν, τὴν εἰς πᾶν ὁτιοῦν
40τῶν ἐκτοπωτάτων δειμάτων τε καὶ φροντίδος ἐπηρ‐ τημένων, ἀταλαιπώρως κομιδῆ διᾴττει πρὸς τὸ εὐθὺ, καὶ ἀπονεύει πρὸς τὸ συμφέρον. Ἐπειδὴ δὲ δι’ Υἱοῦ πρόσιμεν τῷ Πατρί· «Οὐδεὶς γὰρ ἔρχεται πρὸς τὸν Πατέρα,» φησὶν, «εἰ μὴ δι’ ἐμοῦ.» Λοιπὸν ἀναγκαίως
45τὴν δι’ Υἱοῦ πρόσοδον καὶ τῆς ἐν αὐτῷ καρποφορίας τοὺς τύπους, ἐθεσμοθέτει λέγων· «Θυσιαστήριον ἐκ γῆς ποιήσεις μοι, καὶ θύσετε ἐπ’ αὐτῷ τὰ ὁλοκαυ‐ τώματα, καὶ τὰς θυσίας ὑμῶν, τὰ πρόβατα καὶ τοὺς βόας ὑμῶν, ἐν παντὶ τόπῳ ᾧ ἂν ἐπονομάσω τὸ

68

.

592

(50)

ὄνομά μου ἐκεῖ· καὶ ἥξω πρὸς σὲ, καὶ εὐλογήσω σε. Ἐὰν δὲ ἐκ λίθων θυσιαστήριον ποιῇς μοι, οὐκ οἰκο‐ δομήσεις αὐτοὺς τμητούς· τὸ γὰρ ἐγχειρίδιόν σου ἐπιβέβληκας ἐπ’ αὐτὸ, καὶ μεμίανται.» Γήϊνον μὲν γὰρ ὀνομάζει θυσιαστήριον τὸν Ἐμμανουήλ· «Γέ‐
55γονε γὰρ σὰρξ ὁ Λόγος.» Γῆ δὲ ἐκ γῆς ἡ σαρκός ἐστι590

68

.

593

φύσις. Ἐν Χριστῷ δὴ οὖν ἡ πᾶσα καρποφορία καὶ πᾶσα προσαγωγή· φησὶ γὰρ αὐτὸς, «Χωρὶς ἐμοῦ, οὐ δύνασθε ποιεῖν οὐδέν.» Ὥσπερ γὰρ δι’ αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν, οὕτω καὶ πᾶσα θυσία
5δεκτὴ δι’ αὐτοῦ, τῶν τὴν πίστιν εἰσδεδεγμένων. Ἐπαγγέλλεται δὲ τοῖς τὸ ἐκ γῆς ἱστᾶσι θυσιαστή‐ ριον, ἄφιξίν τε καὶ εὐλογίαν. «Ἥξω γὰρ,» φησὶ, «πρὸς σὲ, καὶ εὐλογήσω σε.» Παραδεξαμένοις γὰρ ἡμῖν διὰ τοῦ πανσόφου Μωσέως τῆς ἀληθείας τοὺς
10τύπους, καὶ αὕτη κατὰ καιροὺς ἐπέλαμψεν ἡ ἀλήθεια, τοῦτ’ ἔστι Χριστὸς, δι’ οὗ καὶ ἐν ᾧ τὴν ἄνωθεν εὐ‐ λογίαν καὶ παρὰ Πατρὸς πεπλουτήκαμεν, κατεσφρα‐ γισμένοι πρὸς υἱοθεσίαν ἐν ἁγίῳ Πνεύματι, ἐν Χριστῷ δὲ δὴ πάλιν καὶ τοῦτο διαπεραίνεται. «Ἐὰν
15δὲ θυσιαστήριον ἐκ λίθων ποιῇς μοι,» φησὶν, «οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς.» Οὐκ ἐᾷ σιδήρῳ κατατιτρώσκεσθαι τοὺς ἀφιερωμένους τῷ Θεῷ λίθους. Λίθος γὰρ ἦν ἐκλεκτὸς, ἀκρογωνιαῖος, ἔντιμος, ὁ Χριστὸς, ἄτρωτος μὲν ἁμαρτίαις, τὰς δὲ ἐκ διαβόλου
20πληγὰς παθεῖν οὐκ εἰδὼς, οὐ μεμερισμένος Θεῷ τε καὶ κόσμῳ, καὶ εἰ γέγονε σὰρξ, ἀλλ’ ὅλος ὢν ἅγιος, οὐ διαιρούμενος εἰς Θεὸν ἰδίᾳ, καὶ εἰς ἄνθρωπον ἰδικῶς μετὰ τὴν ἄῤῥητον ἕνωσιν, ἤτοι τὴν πρὸς σάρκα σύνοδον, ἀλλ’ εἷς ὑπάρχων Θεὸς, καὶ ἄνθρω‐
25πος ὁ αὐτός. Μεμέρισται γὰρ οὐδαμῶς, καθὰ καὶ ὁ σοφὸς γράφει Παῦλος. ΠΑΛΛ. Τὸ ἐκ γῆς οὖν ἄρα θυσιαστήριον, καὶ μὴν καὶ οἱ ἀπλῆγες λίθοι, σημαίνουσι Χριστὸν, κατὰ τοὺς ἤδη προειρημένους τρόπους;
30ΚΥΡ. Οὕτω φημί· πνευματικὸς γὰρ ὁ νόμος, κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ τὸ Χριστοῦ μυστήριον, καὶ τὴν δι’ αὐτοῦ πρόσοδον αἰνιγματωδῶς ὑπετύπου, τότε δὴ, τότε καὶ τῆς Ἐκκλησίας προαναδεῖξαι τὸ σχῆμα Θεὸς ἐσκέπτετο. Μωσέα μὲν οὖν ἐκάλει καὶ
35σὺν αὐτῷ τὸν Ἰησοῦν ἐπὶ τὸ ὄρος τὸ Σινᾶ. Καὶ σύνες ἐντεῦθεν, ὅτι καὶ αὐτοῖς τοῖς ἁγίοις προφήταις δι’ Υἱοῦ προσιτὸς ὁ Πατήρ· ἀναθρώσκουσι γὰρ ἀλλή‐ λοις Μωσῆς τε καὶ Ἰησοῦς. Γέγραπται γὰρ, «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Εἶπον τοῖς υἱοῖς
40Ἰσραὴλ, καὶ λάβετέ μοι ἀπαρχὰς παρὰ πάντων, οἷς ἂν δόξῃ τῇ καρδίᾳ, λήψεσθε τὰς ἀπαρχάς μου, καὶ αὕτη ἐστὶν ἡ ἀπαρχὴ, ἣν λήψεσθε παρ’ αὐτῶν, χρυσίον καὶ ἀργύριον, χαλκὸν καὶ ὑακίνθινον, πορ‐ φύραν καὶ κόκκινον διπλοῦν, καὶ βυσσὸν κεκλωσμέ‐
45νην, καὶ τρίχας αἰγείας, καὶ δέρματα κριῶν ἠρυ‐ θροδανωμένα, καὶ δέρματα ὑακίνθινα, καὶ ξύλα ἄσηπτα, καὶ λίθους σαρδίου, καὶ λίθους εἰς τὴν γλυφὴν, εἰς τὴν ἐπωμίδα, καὶ εἰς τὸν ποδήρη, καὶ ποιήσεις μοι ἁγίασμα, καὶ ὀφθήσομαι ἐν ὑμῖν. Καὶ

68

.

593

(50)

ποιήσεις μοι κατὰ πάντα ὅσα ἄν σοι δείξω ἐν τῷ ὄρει τὸ παράδειγμα τῆς σκηνῆς, καὶ τὸ παράδειγμα πάντων τῶν σκευῶν αὐτῆς, οὕτως ποιήσεις.» Ὁρᾷς ὅπως ἐπὶ τὸ χρῆναι καρποφορεῖν τὸ λυσιτελές τε καὶ χρειωδέστατον, εἰς Ἐκκλησίας σύστασιν προ‐
55τρέπει λαοὺς, προσκομίζοντας ἱλαρῶς τὰ κατ’ ἰσχύν
τε καὶ γνώμην; Οὐ γάρ τοι χρυσὸν ἐζήτει μόνον592

68

.

596

ἤγουν τὰ πολλοῖς δυσπόριστα τυχὸν, ἀλλὰ καὶ τρίχας αἰγείας, καὶ κριῶν δέρματα, δεικνὺς ὅτι καὶ τὸ βραχύ τε καὶ εὐτελὲς, εἰ μηδὲν ἔχοι λαμπρότερον ὁ καρποφορεῖν ᾑρημένος, οὐκ ἀπόβλητον τῷ Θεῷ· ἢ
5τάχα που καὶ ἐν ἴσῳ τοῖς τιμιωτάτοις, ἢ καὶ ἐν ἐπαίνῳ μείζονι, καθάπερ ἀμέλει καὶ ὁ Χριστὸς οὐκ ἀθαύμαστον ἠφίει τὴν ἐν τοῖς Ἱεροσολύμοις χήραν, τῷ γαζοφυλακίῳ προσάγουσαν βραχύ τι καὶ εὐπό‐ ριστον κομιδῆ, μέγα δ’ ἴσως τοῖς ἐν ἐσχάτῃ πενίᾳ,
10οὓς δὴ καὶ κατατρύχειν εἰκὸς καὶ τῶν ἄγαν εὐτελε‐ στάτων τὴν ἀπεμπολήν. Ληφθεισῶν δὲ τῶν ἀπαρ‐ χῶν, «Ἁγίασμά μοι ποιήσεις,» φησὶ, «καὶ ὀφθή‐ σομαι ἐν ὑμῖν.» Ἐπιφαίνεται γὰρ ἐν Ἐκκλησίᾳ Χριστὸς, καὶ ἐπιλάμπει τοῖς ἐν αὐτῇ, κατά γε τὸ
15ἐν Ψαλμοῖς, «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.» Ἐπιτήρει δὲ ὅπως, καίτοι καταβεβηκὼς ἐπὶ τὸ ὄρος ἐν εἴδει πυρὸς, ὀφθείς τε τῷ λαῷ παντί· γέγρα‐ πται γὰρ οὕτως, ὡς οὔπω φανεὶς, τὸ Ὀφθήσομαι, φησὶν, ἐν ὑμῖν, ἐγηγερμένου τοῦ ἁγιάσματος. Μόνον
20γὰρ οὐχὶ διακεκραγὼς ὁρᾶται σαφῶς, ὅτι σκιαὶ μὲν, αἱ ὀπτασίαι ἐκεῖναι τῆς ἀληθοῦς θεοπτίας. Ἡ δὲ ἀληθὴς ἀνάδειξις, ὁ Χριστὸς, ἐν ᾧ καὶ αὐτὸν τεθεά‐ μεθα τὸν Πατέρα. Καὶ γοῦν Ἰουδαίους οἰομένους ὅτι τεθέανται κατὰ τὸ ἀληθὲς ἐν τῷ ὄρει Σινᾶ τὸν
25τῶν ὅλων Θεὸν, ἀνούστατα διατιθεμένους διήλεγχε, λέγων· «Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε.» Οὐκοῦν ὀφθήσομαι, φησὶν, ἐν
30ὑμῖν ἐγηγερμένου τοῦ ἁγιάσματος. Τοῦτο δὲ ἦν Ἐκκλησίας τύπος, καθ’ ὁμοιότητα γενομένης τῆς ἄνω. Καὶ γάρ τοι φησὶ, «Ποιήσεις μοι κατὰ πάντα ὅσα δεικνύω σοι ἐν τῷ ὄρει, οὕτω ποιήσεις.» Παρεδεί‐ χθη γάρ τοι τῷ μακαρίῳ Μωσῇ τύπος, ὡς ἔφην,
35τῶν ἁγίων Ἐκκλησιῶν, καὶ πολυειδῶς αὐτὸς ὡς ἐν σκιᾷ πλαττόμενος ὁ δι’ ἡμᾶς γενόμενος ἄνθρωπος. Ἐφ’ ἑκάστῳ γε μὴν τῶν παραδειγμάτων πολὺς ἂν γένοιτο καὶ μακρὸς ὁ λόγος, καὶ ἰσχνομυθίας ἔμ‐ πλεως. Ἐπειδὴ δέ ἐστι τὰ μὲν ἴδιά τε καὶ πρέποντα
40τῇ τῶν γεγονότων κατασκευῇ, τὰ δὲ πρὸς τὴν τῶν θεωρημάτων ἀπονένευκε χρείαν, φέρε, λέγωμεν τὰ εἴς γε τοῦτο λυσιτελῆ, μεθέντες τὰ ἕτερα.
45ΠΑΛΛ. Οὐ συνίημι ὃ φής. ΚΥΡ. Ἄθρει δὴ οὖν ὅ φημι· συνήσεις γὰρ, οἶμαι, καὶ λίαν ἀμογητί· κιβωτὸν γενέσθαι προστέταχεν ἐκ ξύλων ἀσήπτων, ἔσωθέν τε καὶ ἔξωθεν χρυσίῳ καθαρῷ διαπεπυκασμένην, καὶ τὰ καλούμενα μαρ‐

68

.

596

(50)

τύρια, τοῦτ’ ἔστι, τὸν νόμον ὡς ἐν πλαξὶν ὠδίνουσαν, καὶ οὐ μέχρι τούτων τὰ ἐπ’ αὐτήν· ἀναφορέας γὰρ δὴ γενέσθαι προστάττει πάλιν ἐξ ἀσήπτων ξύλων, ἐν ἴσῳ κεχρυσωμένους, χρυσοῦς τε δακτυλίους καὶ στρεπτὰ κύκλῳ. Μῆκός τε καὶ πλάτος καὶ ὕψος ὡρί‐
55σατο τῷ τεχνήματι. Ἀλλ’ εἰ βούλοιτό τις πολυπρα‐ γμονεῖν εὖ μάλα τὰ τοιάδε μυστικῶς, εὑρήσει μὲν
ἴσως, ὅ τί ποτέ ἐστιν ἡ κιβωτὸς, καὶ τὰ ἐν αὐτῇ594

68

.

597

μαρτύρια, καὶ τίς ἡ ξύλων ἀσήπτων γέγονε χρεία. Τί δ’ ἂν βούλοιτο δηλοῦν, καὶ τῇ κιβωτῷ τὸ χρυσίον, τὰ τέως ἐν τάξει χρείας τε καὶ κόσμου συντεθειμένα, κυμάτια δὴ λέγω, στρεπτὰ, κρίκους τε καὶ ἀναφο‐
5ρέας, εἰ περιεργάζοιτο τυχὸν, σκληρὸν εὑρήσει τὸ χρῆμα. Καὶ λόγον αὐτοῖς ἐφαρμόσαι τὸν μυστικὸν οὐκ ἔχων, περιττοεπήσει τάχα που, καὶ ὄχλον εἰ‐ καίων ἐπισωρεύσει ῥημάτων, ταῖς τῶν φιλομαθεστέ‐ ρων ἀκοαῖς. Ἀληθὴς δὲ ἡμῖν ὁ λόγος οὐκ ἐπί τοι
10μόνης τῆς κιβωτοῦ τυχὸν, προσθείην δ’ ἂν ὅτι καὶ ἐπί γε τῶν ἄλλων, ἃ δὴ γενέσθαι προστέταχεν. ΠΑΛΛ. Οὐκ ἀπίθανά μοι δοκεῖς διανοεῖσθαί τε καὶ λέγειν. Τοιγάρτοι μεθεὶς τό γε ἧκον, ὡς φὴς, εἰς συμμετρίαν. τε καὶ χρείαν, ἤγουν εἰς κόσμον τῶν
15ἀποτελεσμάτων, ἐπ’ αὐτὸ διᾴττειν ἐπείγου τὸ τοῖς θεωρήμασιν, ἀναγκαῖον, τοῦτ’ ἔστι, τίνα τρόπον αὐτὸς ἡμῖν ὁ Χριστὸς σημαίνεται διὰ τῶν παραδε‐ δειγμένων, ἤτοι κατεσκευασμένων, ἀμελητὶ δια‐ σάφει.
20ΚΥΡ. Οὐκοῦν, ἐγὼ μὲν, ὡς ἔνι φράσαι τε καὶ νοεῖν, πειράσομαι. Διαμαρτάνοντι δέ τ’ ἀληθοῦς, καὶ μεῖον ἢ χρὴ τῇ τῶν νοημάτων ὑπεροχῇ προσβάλ‐ λοντι, συγγνώμων ἔσο. Τὸ γὰρ ἐν ἐσόπτρῳ τε καὶ αἰνίγματι βλέπειν, ἀποσφήλειεν ἂν ἔσθ’ ὅτε καὶ τὸν
25ἀκριβῆ τε καὶ ἔμφρονα νοῦν. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Ἡ κιβωτὸς ἡμῖν, ὦ Παλλάδιε, τύπος ἂν εἴη καὶ εἰκὼν τοῦ Χριστοῦ. Τὸν γὰρ τῆς ἐνανθρωπή‐ σεως τοῦ Μονογενοῦς ἀνασκοπούμενοι τρόπον, καθά‐
30περ ἐν κιβωτῷ τῷ ἐκ Παρθένου ναῷ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἐνηυλισμένον ὀψόμεθα. «Κατῴκησε γὰρ ἐν αὐτῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σω‐ ματικῶς,» κατὰ τὰς Γραφάς. Λόγος δὲ ἦν Θεοῦ, τὰ ἐν τῇ κιβωτῷ μαρτύρια. Καὶ ἄσηπτα μὲν ἦν αὐτῆς
35τὰ ξύλα, χρυσῷ δὲ τῷ καθαρῷ καὶ δοκιμωτάτῳ κατεκαλλύνετο, ἔσωθέν τε καὶ ἔξωθεν. Ἄφθαρτον γὰρ τὸ σῶμα Χριστοῦ, καθάπερ τινὶ χρυσῷ, τῇ τοῦ ἐνοικοῦντος Λόγου δυνάμει καὶ λαμπρότητι, καὶ τῇ τοῦ ἁγίου Πνεύματος φύσει καὶ ἐνεργείᾳ
40ζωοποιῷ, πρὸς ἀφθαρσίαν διακρατούμενον. Διὰ γάρ τοι τοῦτο καὶ ζωοποιεῖν λέγεται Χριστός. Ζωὴ γὰρ ὢν κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, τῇ δυ‐ νάμει τοῦ ἰδίου πνεύματος τὸν ἴδιον αὐτὸς ἀν‐ εζωοποίει ναὸν, φθορᾶς ἀνωτέρω τιθείς. «Ἡ γὰρ σὰρξ
45αὐτοῦ οὐκ οἶδε διαφθορὰν,» κατὰ τὴν τοῦ ἁγίου Παύλου φωνήν. Προσεφώνει δέ που καὶ Ἰουδαίοις, περὶ τοῦ ἰδίου σώματος· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν·» καὶ μὴν καὶ ὁ Πέτρος τεθανατῶσθαι μὲν σαρκὶ, φησὶν, αὐτὸν,

68

.

597

(50)

ἐζωοποιῆσθαι δὲ πνεύματι. Σύμβολον οὖν ἄρα τῆς ὑπερλάμπρου θεότητος, ὁ χρυσὸς, ἐπαληλειμμένης ὥσπερ τῷ ἁγίῳ σώματι, καὶ τὴν ἰδίαν αὐτοῦ λαμ‐ πρότητά τε καὶ ἀφθαρσίαν ἐνιείσης ἀποῤῥήτως, καὶ ὡς αὐτή που μόνη καὶ καθ’ ἑαυτὴν ἡ θεία τε καὶ
55ὑπὲρ νοῦν ἐπίσταται φύσις. Εἰ γὰρ «Οἱ δίκαιοι κατὰ596

68

.

600

καιροὺς ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν,» τίς ἔσται λοιπὸν ἡ αὐτοῦ δόξα Χριστοῦ; Πῶς δὲ οὐ νοῦ καὶ λόγου πέρα παντὸς ἡ ἔκλαμψις; Χρυσοῖ δὲ τὴν κιβωτὸν ἔχοντες ἀναφο‐
5ρεῖς, χρυσοῖ καὶ οἱ κρίκοι, καὶ πάντα τὰ ἐν αὐτῇ· μέτοχοι γὰρ τῆς δόξης οἱ ἀμφ’ αὐτὸν, καὶ ὡς ἐν ἀγάπῃ καὶ ἁγιασμῷ προσερηρεισμένοι καὶ χρήσιμοι. Τοιοῦτοί τινες ἦσαν καὶ οἱ μακάριοι μαθηταὶ, δύναμιν τὴν παρ’ αὐτοῦ τὴν θεοπρεπῆ δεχόμενοι, καὶ τῆς
10ἄνωθεν ὑπεροχῆς τὴν λαμπρότητα μεθεκτῶς ἐκπε‐ πλουτηκότες, καὶ πληροῦντες διὰ τοῦτο τὰς θεοση‐ μίας. ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. «Καὶ πρός γε τῇ κιβωτῷ, ποιήσεις,» φησὶν,
15«ἱλαστήριον, ἐπίθεμα χρυσίου καθαροῦ δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος, καὶ πήχεως καὶ ἡμίσους τὸ πλάτος. Καὶ ποιήσεις δύο Χερουβὶμ χρυσᾶ τορνευτά· καὶ ἐπιθήσεις αὐτὰ ἐξ ἀμφοτέρων τῶν κλιτῶν τοῦ ἱλαστηρίου. Ποιηθήσονται Χερουβὶμ εἷς ἐκ τοῦ
20κλίτους τούτου, καὶ Χερουβὶμ εἷς ἐκ τοῦ κλί‐ τους τοῦ δευτέρου τοῦ ἱλαστηρίου. Καὶ ποιήσεις τοὺς δύο Χερουβὶμ ἐπὶ τὰ δύο κλίτη. Ἔσονται οἱ Χερουβὶμ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωθεν συ‐ σκιάζοντες ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τοῦ ἱλαστηρίου,
25καὶ τὰ πρόσωπα αὐτῶν εἰσάλληλα, εἰς τὸ ἱλαστήριον ἔσονται τὰ πρόσωπα τῶν Χερουβίμ. Καὶ ἐπιθήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κεφαλὴν ἄνωθεν, καὶ εἰς τὴν κιβωτὸν ἐμβαλεῖς τὰ μαρτύρια ἃ ἂν δῶ σοι. Καὶ γνωσθήσομαί σοι ἐκεῖθεν, καὶ λαλήσω σοι ἄνωθεν
30τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δύο Χερουβὶμ τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι πρὸς τοὺς υἱοὺς Ἰσραήλ.» ΠΑΛΛ. Εἶτα τί τὸ ἱλαστήριον εἶναι φής; ΚΥΡ. Ὅσον μὲν ἧκεν εἴς τε γράμμα καὶ σκιὰν,
35ἐκ χρυσοῦ ἐπεποίητο καθαροῦ, καὶ ἐπήρτητό πως ἐπικειμένη τῇ κιβωτῷ· εἴρηται γὰρ ἐπίθεμα διὰ τοῦτο. Τετραμμένοι δὲ εἰς αὐτὸ καὶ βλέποντες, οἱ τοῖς τῆς ἱερωσύνης αὐχήμασι κατηγλαϊσμένοι, πρὸς Θεὸν ἐδόκουν τετράφθαι καὶ βλέπειν. Φαμὲν δὲ εἶναι
40τὸ ἱλαστήριον, εἰ νοοῖτο πνευματικῶς, τὸν δι’ ἡμᾶς γενόμενον ἄνθρωπον, «ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δι‐ καιοσύνης αὐτοῦ.» Παῦλος γὰρ ὧδέ φησιν. Ἐπιστέλ‐ λει δὲ ἡμῖν καὶ Ἰωάννης ὁ σοφώτατος μαθητής·
45«Τεκνία, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμάρτητε, καὶ ἐάν τις δὲ ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πα‐ τέρα, Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμε‐ τέρων δὲ μόνων, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.»

68

.

600

(50)

Δι’ αὐτοῦ γὰρ ἱλασμὸς, εὐχή τε πᾶσα, καὶ αἴτησις ἀγαθῶν. «Ἕως γὰρ ἄρτι,» φησὶν, «οὐκ ᾐτήσατε οὐδὲν ἐπὶ τῷ ὀνόματί μου· αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν.» Αὐτὸς οὖν ἄρα τὸ ἱλαστήριον. Δι’ αὐτοῦ γὰρ ἡμῖν ἵλεως ὁ Πατὴρ, καὶ εἰς αὐτὸν καταλήγει πᾶν
55πέρας εὐχῆς, καὶ δι’ αὐτοῦ πρόσιμεν, οὐχ ἑτέρως ὄντες δεκτοί. Τοιγάρτοι φησὶν, «Ἐγώ εἰμι ἡ ὁδός·»
καὶ, «Ἐγώ εἰμι θύρα,» καὶ, «Οὐδεὶς ἔρχεται πρὸς τὸν598

68

.

601

Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.» Πλὴν εἰ καὶ γέγονε καθ’ ἡμᾶς, καθιεὶς ἑαυτὸν εἰς ἀνθρωπότητά τε καὶ κέ‐ νωσιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἀλλ’ ἔστι καὶ ἴδιον αὐτοῦ φυσικῶς τὸ ἐν δόξῃ νοεῖσθαι τῇ θεοπρε‐
5πεῖ, καὶ ἐν ὑπεροχαῖς ὑπάρχειν ταῖς ὑπὲρ τὴν κτί‐ σιν, καθάπερ ἀμέλει καὶ πρὸ τῆς σαρκός. Διὰ τοῦτο τὰ Χερουβὶμ περιεστᾶσι τὸ ἱλαστήριον, πυκάζοντα ταῖς πτέρυξι, καὶ πρὸς αὐτὸ τετραμμένα, καὶ ἀεὶ τὸ πρόσωπον ἐπερείδοντα, καὶ δορυφορίας μὲν ἀπό‐
10δειξις ἐναργὴς, ἡ εἰς δεξιά τε καὶ εὐώνυμα στάσις. Τὸ δὲ τῶν ἀνωτάτω δυνάμεων οἱονεί πως ἔντονόν τε καὶ ἀκόρεστον εἰς θεοπτίαν, ὑπεμφαίνειν ἔοικεν, τὸ βλέπειν ἀεὶ τὰ Χερουβὶμ ἐπὶ τὸ ἱλαστήριον. Ἐν τῷ ἰδίῳ δὲ σχήματι γράφει τὸν Υἱὸν καὶ ὁ προφήτης
15Ἡσαΐας, λέγων· «Εἶδον τὸν Κύριον Σαβαὼθ καθήμε‐ νον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ Σεραφὶμ εἱστήκεσαν κύκλῳ αὐτοῦ,» καὶ ἓξ μὲν ἑκάστῳ πτέ‐ ρυγας ἐκπεφυκέναι, φησὶ, καλύπτειν δὲ αὐτὰ, ταῖς μὲν δυσὶ τοὺς πόδας, ταῖς δὲ δυσὶ τὰ πρόσωπα, πέ‐
20τεσθαι δὲ ταῖς ἑτέραις. Καὶ εἰ μὲν οἴοιτό τις ὅτι τὸ τοῦ Θεοῦ πρόσωπον, καὶ μὴν καὶ τοὺς πόδας κατεκά‐ λυπτον τὰ Σεραφὶμ, οὐδὲν ἀπεικὸς ἐννοεῖν τι τοιοῦ‐ τον. Μετατρέποντες γὰρ εἰς Ἑλλήνων φωνὴν, τοῦ Σεραφὶμ τὴν δήλωσιν, γνώσεως πληθυσμὸν ἤτοι σο‐
25φίας χύσιν σημαινομένην εὑρήσομεν. Ὑπεμφαίνουσι τοιγαροῦν τῷ σχήματι καὶ μάλα σαφῶς, αἱ πάνσοφοί τε καὶ ἀνωτάτω δυνάμεις, ὅτι Θεοῦ πρόσωπον οὐ θέμις ὁρᾶσθαι πρός τινος. Ἄποπτος γὰρ παντελῶς ἡ ὑπὲρ πάντα νοῦν ἐστι φύσις, καὶ φῶς ἀπρόσιτον
30οἰκεῖ, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, καὶ «Οὐδεὶς ὄψεται Θεοῦ πρόσωπον, καὶ ζήσεται,» κατά γε τὸ παρ’ αὐτοῦ πρὸς Μωσέα τὸν ἱερώτατον εἰρη‐ μένον ὀρθῶς. Ἀλλ’ οὐδ’ ἄν τις γνοίη τά τε ἴχνη καὶ τὰς ὁδοὺς αὐτοῦ. Γέγραπται γὰρ, «Ὦ βάθος πλού‐
35του, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύ‐ νητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!» Ψάλλει δὲ καὶ ὁ μακάριος Δαβὶδ, καὶ σο‐ φὸν ἀνακρούει μέλος· «Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου
40οὐ γνωσθήσονται.» Ὥσπερ γὰρ οὐκ ἄν τις ἴδοι ἴχνος ἐν ὕδασιν, ἢ ἀνθρώπου τυχὸν ἢ νεὼς, ἢ τῶν ἐν αὐ‐ τοῖς νηχομένων, οὕτως οὐκ ἂν καταθρήσειέ τις θείας τε καὶ ἀποῤῥήτους ὁδούς. Ὧν ἂν εἶεν εἰς τύπον οἱ πόδες. Εἰ δὲ δὴ καὶ τὰ ἑαυτῶν πρόσωπα καὶ τοὺς
45πόδας καταπυκάζειν ταῖς πτέρυξιν ὑποτοπήσαιτό τις τὰ ἅγια Σεραφὶμ, ἐννοῶμεν ὅτι τῆς περὶ Θεοῦ σο‐ φίας, ἤτοι γνώσεως ἀρχὴν ἢ τέλος ἰδεῖν οὐ θέμις. Ἀκατάληπτος γὰρ καὶ αὐτὴ, καὶ ὑπὲρ νοῦν ἐστι τὸν ἀνθρώπινον. Ἀρχὴ δὲ παντὸς σώματος, κεφαλή· τέ‐

68

.

601

(50)

λος δὲ οἱ πόδες. Τὸ ἱλαστήριον οὖν ἄρα Χριστὸς, ὃς καὶ ἐν σαρκὶ πεφηνὼς, οὐδὲν ἧττόν ἐστι Θεὸς, καὶ Κύριος, φύσει τε καὶ ἀληθῶς, περιεστώσας ἐν κύκλῳ δουλοπρεπῶς καὶ αὐτὰς ἔχων τὰς ἀνωτάτω δυνά‐ μεις. Ἔφη δέ που καὶ λόγος ἡμῖν ἱερὸς, ὡς μετά γε
55τὸ ἐκστῆναι τὸν Σατανᾶν τὴν ἐν Χριστῷ μεθέντα πεῖραν, ὅτε νενήστευκεν ὑπὲρ ἡμῶν, ἄγγελοι προσῆλ‐
θον καὶ διηκόνουν αὐτῷ· «Πνεύματα γάρ εἰσι λει‐600

68

.

604

τουργικὰ εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίας.» Ἄνωθεν δὲ τοῦ ἱλαστηρίου, γνωσθήσομαί σοι, φησὶ, καὶ λαλήσω σοι, δύο που, καθάπερ ἐγᾦμαι, καὶ διὰ τούτου δηλῶν.
5Ἢ γὰρ ὅτι ἄνθρωπος ὢν ὁ Χριστὸς, τὰ ὑπὲρ ἀνθρώ‐ που λαλήσει φύσιν, καὶ οὐχὶ μόνοις ἐμμενεῖ τοῖς τῆς κενώσεως μέτροις, διά γε τὸ εἶναι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν. «Ἐγὼ γὰρ, ἔφασκε, καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» καὶ, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέ‐
10ρα.» Ἢ ἐκεῖνό που τάχα· γινώσκεται γὰρ ἄνωθεν τοῦ ἱλαστηρίου καὶ τῶν Χερουβὶμ, τουτέστιν, ἐν ὑπεροχῇ καὶ δόξῃ τῇ ὑπὲρ ἄνθρωπον, καὶ παντὸς ἐπέκεινα γενητοῦ, ὧν τὸ ἀκρότατόν τε καὶ ὑπέρτατον τὰ Σε‐ ραφὶμ, εἰ καὶ γέγονε σάρξ. Ἐκ χρυσοῦ δὲ τὸ ἱλαστή‐
15ριον, καὶ αὐτὰ τὰ Σεραφίμ. Ἡ μὲν γὰρ εὐκλεής τε καὶ περικαλλεστάτη φύσις, Θεός. Ἐν ὁμοιώσει δὲ τῇ πρὸς αὐτὸν κατὰ μέθεξιν, τὰ γενητά. Τοῖς δὲ ἐν κύκλῳ καὶ ἀγχοῦ γεγονόσιν αὐτοῦ, τὴν τῆς ἰδίας καὶ φυσικῆς φαιδρότητος ἐπιμερίζει μέθεξιν, ὡς
20φωτὸς ἐπί τι τῶν πέλας ἀντανακλωμένου, καὶ λαμ‐ πρότητι τῇ ἰδίᾳ τὸ προστυχὸν καταυγάζοντος.
24ΠΑΛΛ. Ὀρθῶς ἔχει, καὶ ἀπεξεσμένος ἡμῖν εἰς
25τἀληθὲς, ὁ λόγος. ΚΥΡ. Μετὰ δὲ τὴν τοῦ ἱλαστηρίου κατασκευὴν, καὶ ἑτέρως ἡμῖν τὸ Χριστοῦ μυστήριον σκιαγραφεῖ, λέγων· «Καὶ ποιήσεις τράπεζαν χρυσοῦ καθαροῦ.» Δακτυλίους τε αὐτῇ προσερειρῆσθαι δεῖν ἐπιτάξας,
30καὶ χρυσοῦς ἐμβάλλεσθαι τοὺς ἀναφορέας, μέτρα τε αὐτῆς καὶ εὐτεχνίας τοὺς τρόπους, καθ’ οὓς ἂν γέ‐ νοιτο λαχοῦσα τὸ ἐκπρεπὲς εἰς εἶδος τὸ ἀνωτάτω σαφέστατα διειπὼν, «Καὶ ἐπιθήσεις, φησὶν, ἐπὶ τὴν τράπεζαν ἄρτους ἐνωπίους, ἐναντίον μου διὰ
35παντός.» Χρυσᾶ δὲ αὐτῆς τὰ σκεύη, τρυβλία τε καὶ θυίσκας, καὶ μὴν καὶ κυάθους, καὶ σπονδεῖα γενέσθαι προστέταχεν. Ἆρ’ οὐκ ἐναργῶς ὁ ἄρτος ἡμῖν ὁ ἐξ οὐρανοῦ κατεδείκνυτο, προκεισόμενος κατὰ καιροὺς ἐν ἁγίαις τραπέζαις ἐκκλησιῶν, καὶ ζωὴν διδοὺς τῷ
40κόσμῳ; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Τρυβλία τε καὶ θυίσκαι, κύαθοί τε καὶ σπονδεῖα, καὶ τὰ δι’ ὧν τῆς ἁγίας τραπέζης ἡ μυστικὴ καὶ ἱερωτάτη πληροῦται χρεία, οὐ τῶν θείων κειμη‐
45λίων τύπος ἂν εἶεν. ὦ τᾶν; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Ἀλλὰ ταυτὶ μὲν ἐν τῇ Ἐξόδῳ. Τραπέζης δὲ πέρι καὶ μὴν καὶ προθέσεως ἄρτων, κεχρησμῴδη‐ κεν ὁ νομοθέτης ἐν τῷ Λευιτικῷ· ἀνευρύνει δὲ ὥσπερ

68

.

604

(50)

τὴν ἐντολὴν, τίνα τε τρόπον ἡ πρόθεσις ἔσται, διδάσκει σαφῶς, λέγων οὕτως· «Καὶ λήψεσθε σεμίδαλιν, καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους. Δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς. Καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα, καὶ ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν
55ἔναντι Κυρίου. Καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνη‐
σιν προκείμενα τῷ Κυρίῳ, τῇ ἡμέρᾳ τῶν σαββάτων602

68

.

605

προσθήσεται ἔναντι Κυρίου διαπαντὸς ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ, διαθήκην αἰώνιον· καὶ ἔσται Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ. Καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ· ἔστι γὰρ Ἅγια τῶν ἁγίων τοῦτο αὐτῶν, καὶ ἀπὸ
5τῶν θυσιαζομένων τῷ Κυρίῳ, νόμιμον αἰώνιον.» Ἐν δέ γε τοῖς Ἀριθμοῖς, ὡς ἕνα πάλιν ἄρτον ἡμῖν τὸν ἐξ οὐρανοῦ καὶ ἐξ ἡμῶν· γέγονε γὰρ Θεὸς ὢν φύσει καθ’ ἡμᾶς ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, κατεδείκνυ λέγων πρὸς τὸν ἱεροφάντην Μωϋσέα· «Λάλησον τοῖς
10υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐν τῷ πο‐ ρεύεσθαι ὑμᾶς εἰς τὴν γῆν ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, καὶ ἔσται, ὅταν ἐσθίητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφαιρεῖτε ἀφαίρεμα ἀφόρισμα Κυρίῳ ἀπαρ‐ χὴν φυράματος ὑμῶν· ἄρτον ἀφαίρεμα ἀφοριεῖτε
15αὐτὸ ὡς ἀφαίρεμα ἀπὸ ἅλωνος, οὕτως ἀφαιρήσετε ἀπαρχὴν φυράματος ὑμῶν, καὶ δώσετε τῷ Κυρίῳ ἀφαίρεμα εἰς τὰς γενεὰς ὑμῶν.» Καὶ ἀπονητὶ μὲν διὰ τούτων καταθεῷτό τις ἂν τὸ τῆς ἀληθείας μυστή‐ ριον. Λελέξεται δὲ πρὸς ἡμῶν ἐν ἰδίῳ καιρῷ λεπτῶς
20καὶ ἀπηκριβωμένως, εἰς ἕτερον ἡμῖν ἱδρῶτα συγγρα‐ φῆς μετεῤῥηκότος τοῦ λόγου. Πλὴν ἐκεῖνο, οἶμαί που, κατατεθήποι τις ἂν εἴς γε τὸ παρὸν ἡμῖν, ὦ Παλ‐ λάδιε. ΠΑΛΛ. Τὸ ποῖόν τι φής;
25ΚΥΡ. Πολυειδῶς γὰρ ἡμῖν ἐμφανῆ καθιστὰς τὸν Ἐμμανουὴλ, καὶ δι’ ἑτέρου πάλιν αὐτὸν ἀναπλάττει λόγου. Πρὸς γάρ τοι Μωϋσέα φησί· «Καὶ ποιήσεις λυχνίαν ἐκ χρυσίου καθαροῦ, τορνευτὴν ποιήσεις τὴν λυχνίαν· ὁ καυλὸς αὐτῆς καὶ οἱ καλαμίσκοι, καὶ
30οἱ κρατῆρες, καὶ οἱ σφαιρωτῆρες, καὶ τὰ κρίνα ἐξ αὐτῆς ἔσται. Ἓξ καλαμίσκοι ἐκ τοῦ κλίτους τοῦ δευ‐ τέρου.» Καὶ αὖ ἐπὶ τούτοις τὰ εἰς κόσμον τε καὶ χρείαν τῷ τεχνήματι τελοῦντα προστεθεικὼς, κρίνα τέ φημι, καὶ σφαιρωτῆρας καὶ καρυίσκους, ἐπεφώνει
35πάλιν· «Ὅλη τορνευτὴ, ἐξ ἑνὸς χρυσίου καθαροῦ· καὶ ποιήσεις τοὺς λύχνους αὐτῆς ἑπτὰ, καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς. Καὶ φανοῦσιν ἐκ τοῦ ἑνὸς προσ‐ ώπου. Καὶ τὸν ἐπαρυστῆρα αὐτῆς, καὶ τὰ ὑποθέ‐ ματα αὐτῆς ἐκ χρυσίου καθαροῦ, ποιήσεις πάντα τὰ
40σκεύη ταῦτα ταλάντου χρυσίου καθαροῦ. Ὅρα, ποιήσεις κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.» Χρυσῆ μὲν οὖν ἡ λυχνία τύπον ἐπέχουσα τοῦ Χριστοῦ. Φύσει γὰρ καὶ ἀληθείᾳ Θεὸς ὁ Υἱός· χρυσῷ δὲ παρεικαστέον, καθὰ καὶ ἐν τοῖς ἀνωτέρω διωρι‐
45ζόμεθα, τὴν θείαν λαμπρότητα καὶ ὑπεροχήν. Τορ‐ νευτὴ δὲ ὅτι περικαλλὴς καὶ πέρα λόγου παντὸς, τό γε ἧκον εἰς εὐμορφίαν τὴν νοητὴν, ὁ Ἐμμανουήλ. Γέγραπται γὰρ ὅτι «Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Οὐκοῦν τὸ ἐκτετορνεῦσθαι τὴν

68

.

605

(50)

λυχνίαν, τὸ εἰς εἶδος ἐκπρεπὲς, δῆλον δὲ ὅτι τὸ θεο‐ πρεπὲς, κατεδείκνυεν ἂν εὖ μάλα τοῦ Ἐμμανουήλ. Εἰς δεξιὸν δὲ καὶ εὐώνυμον, οἷάπερ ἐκ δένδρου καλα‐ μίσκους ἐκπεφυκότας, συναναθρώσκειν δὲ τῷ μέσῳ καυλῷ, καὶ εἰς ὕψος αἴρεσθαί φησι τὸ ἰσοστατοῦν.
55Εἷς γὰρ ὢν κατὰ φύσιν ὁ Μονογενὴς, καὶ ἐν ἁπλότητι τῇ κατ’ οὐσίαν, ὡς Θεὸς, διαφόροις ἐνεργείαις πολλο‐
στὸς εἶναι δοκεῖ, ἀλλ’ οὐδὲν εἰσκεκριμένον ἢ ὀθνεῖον604

68

.

608

ἐν αὐτῷ, κἂν εἰ νοοῖτό πως τοῖς θεοπρεπέσιν ἀξιώ‐ μασιν οὐχ ἁπλοῦς. Φῶς γὰρ καὶ ζωὴ, καὶ δύναμις καὶ ἀφθαρσία νοεῖται. Ὅτι γὰρ οὐδὲν εἰσποιητὸν ἐν αὐτῷ διδάξαι βεβουλημένος, προσεπήνεγκεν, οἶμαί που, τὸ,
5«Οἱ σφαιρωτῆρες καὶ οἱ καλαμίσκοι ἐξ αὐτῆς ἔστω‐ σαν· ὅλη τορνευτὴ ἐκ χρυσίου καθαροῦ,» τοῦτ’ ἔστιν, ὅλος διόλου Θεὸς, οὐκ ἐν ἴσῳ τοῖς γενητοῖς ἡγιασμένος, οὐδὲ ὥσπερ ἄγγελοι τυχὸν ἐν ἰδίᾳ νοού‐ μενοι φύσει, κατηγλαϊσμένοι δὲ ἐκείνου χάριτί τε καὶ
10δόξῃ, καὶ οἷάπερ χρυσίῳ καθαρῷ, τῇ τοῦ πνεύματος δόσει κατακεχρισμένοι, ἀλλ’ αὐτὸ τῇ φύσει τὸ χρῆμα, Θεὸς, ἡ καθαρωτάτη τε καὶ ὑπερτάτη φύσις. Ἑπτὰ δὲ οἱ λύχνοι· κατὰ πολλοὺς γὰρ τρόπους ὁ παρὰ Χριστοῦ φωτισμός. Καὶ, «Ὧ μὲν δέδοται λόγος σο‐
15φίας, ἑτέρῳ δὲ λόγος γνώσεως, διάκρισίς τε πνευμά‐ των,» καὶ τὰ λοιπά. Τελειότητος δὲ σημεῖον, ὁ ἑπτὰ πάλιν ἐστὶν ἀριθμός. Παντέλειος δὲ καὶ κατὰ φύσιν ἰδίαν ὁ Ἐμμανουὴλ, ὡς Θεὸς, καὶ τῶν παρ’ αὐτοῦ χαρισμάτων ἐν διανομῇ, τελείως ἔγκειται τοῖς
20ἑλεῖν ἀξίοις. Οὐ γὰρ «Ἐκ μέτρου δίδωσι τὸ πνεῦμα,» κατὰ τὴν τοῦ Ἰωάννου φωνὴν, ἀλλ’ «ἐκ τοῦ πλη‐ ρώματος ἡμεῖς πάντες ἐλάβομεν.» Εἶτά φησι· «Καὶ ἐπιθήσεις τοὺς λύχνους, καὶ φανοῦσιν ἐκ τοῦ ἑνὸς προσώπου.» Ἀλλὰ τίς ἂν γένοιτο τυχὸν ἡ τοιάδε
25θέσις, ἐν τοῖς Ἀριθμοῖς ἐδήλου σαφῶς, οὕτω λέγων· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Λάλησον Ἀαρὼν, καὶ ἐρεῖς πρὸς αὐτόν· Ὅταν ἐπιθῇς τοὺς λύχνους ἐκ μέρους κατὰ πρόσωπον τῆς λυχνίας, φω‐ τιοῦσιν οἱ ἑπτὰ λύχνοι· καὶ ἐποίησεν οὕτως Ἀαρὼν
30ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας, καὶ ἐξῆψε τοὺς λύχνους αὐτῆς, καθὰ συνέταξε Κύριος τῷ Μωσῇ» Σύνες δὴ οὖν, ὅτι κατὰ πρόσωπον τῆς λυ‐ χνίας, οἱ ἑπτὰ τετραμμένοι λύχνοι, τὸ φῶς τοῖς ὁρῶ‐ σιν ἐνίεσαν. Οὐ γὰρ τοῖς κατόπιν καὶ οἱονεί πως ἐν
35ἀποστροφῇ κειμένοις τῇ παρὰ Θεῷ, τὸ θεῖόν τε καὶ νοητὸν ἐπιλάμπει φῶς, ἀλλὰ τοῖς εἰς ὄψιν ἠγμένοις δι’ ἁγιασμοῦ, καὶ ἀντιπροσώποις ἤδη γεγονόσι διὰ τῆς ἐν πίστει παῤῥησίας, καὶ τῆς ἔν γε τῷ βιοῦν ὀρθῶς παγκάλου σεμνότητος. Βδελυρὸν μὲν γὰρ καὶ
40ἀπηχθημένον πᾶν ὅσον ἐστὶν ἐν φαυλότητί τε καὶ ἀπειθίᾳ. Τίμιον δὲ καὶ ἐν ἐπισκέψει Θεοῦ, τὸ εὐπει‐ θὲς καὶ εὐήνιον. Ἰουδαίοις μὲν γὰρ ἐμπαροινεῖν ἑλο‐ μένοις ἀκαθέκτως αὐτῷ, καὶ διὰ φωνῆς Ἡσαΐου φη‐ σίν· «Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀπο‐
45στρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν.» «Ὀφθαλμοὶ δὲ Κυρίου ἐπὶ δικαίους,» κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Τῆς ἁγίας ταυτησὶ λυχνίας μέμνηται σαφῶς

68

.

608

(50)

καὶ ὁ θεσπέσιος Ζαχαρίας· ἔφη γὰρ, ὅτι «Καὶ ἐπ‐ έστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ ἐξήγειρέ με, ὃν τρόπον ἐξηγέρθη ἄνθρωπος ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ εἷπε πρὸς μὲ, Τί σὺ βλέπεις; Καὶ εἶπα, Ἑώρακα, καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον αὐτῆς,
55καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ δύο ἐλαῖαι ἐπάνω
αὐτῆς· μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς, καὶ μία606

68

.

609

ἐξ εὐωνύμων. Καὶ ἐπηρώτησα, καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ, λέγων, Κύριε, τί ἐστι ταῦτα; καὶ εἶπε πρὸς μὲ, λέγων, Οὐ γινώσκεις τί ἐστι ταῦτα; Καὶ εἶπα, Οὐχὶ, Κύριε.» Ὁ μὲν οὖν
5μακάριος προφήτης διεπυνθάνετο λέγων, Τί ἐστι ταῦτα, Κύριε; Βραχὺ δὲ διήγημα παρενθεὶς ὁ θεσπέ‐ σιος ἄγγελος διερμηνεύει τὴν ὅρασιν, καὶ τὴν τῆς λυχνίας κατασκευὴν εἰς Χριστὸν ἀναφέρει λέγων περὶ τῶν ἐν αὐτῇ λύχνων ἑπτὰ, «Οὗτοι οἱ ὀφθαλμοὶ Κυ‐
10ρίου, ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.» Εἰ γὰρ χρή τι καὶ τῶν παχυτέρων εἰπεῖν, μυρίοις ὅσοις ἡμᾶς ὀφθαλ‐ μοῖς τὸ θεῖον ὁρᾷ καὶ κατασκέπτεται τὰ ἀνθρώπινα, γινώσκων τὰ ἐν τῷ σκότει, κατὰ τὸ γεγραμμένον, «Καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστιν.» Εἰ γὰρ καὶ ἡμῖν τοῖς
15ἐν κόσμῳ τὸ φῶς ἐνίησι Θεὸς, καταπλουτήσειεν ἂν αὐτὸ καὶ πρό γε τῶν ἄλλων ἐν ἰδίᾳ φύσει λαχών. Ἢ εἴπερ οὐχ ὧδε ἔχειν ὑποπτεύουσί τινες, ὥρα που τάχα τοῖς ὧδε φρονεῖν ἑλομένοις ἐπιφωνεῖν, «Σύνετε δὴ ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε. Ὁ
20φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλ‐ μὸν, οὐχὶ κατανοεῖ; Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ ἠκονημένος μᾶλλον μαχαίρας διστόμου, διικνούμενος μέχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ
25ἐννοιῶν καρδίας, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.» Φωτίζει δὴ οὖν καὶ ἐφορᾷ πάντα Χριστός. Τοιγάρτοι καὶ ἔφασκε δι’ ἑνὸς τῶν προφη‐ τῶν· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ
30Θεὸς πόῤῥωθεν. Μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τι;» Λάθοι γὰρ ἂν οὐδὲν τὸν πάντα εἰδότα νοῦν. Ἢ οὐκ ἄριστά σοι ταῦτα διεσκέφθαι δοκῶ; ΠΑΛΛ. Παντάπασι μὲν οὖν. ΚΥΡ. Ἀσύνηθες δέ τι περὶ τὴν λυχνίαν ὁ προφή‐
35της ὁρῶν, ἐλαιῶν γὰρ ἦσαν κλάδοι, προσεπυνθάνετο λέγων, «Τί αἱ δύο ἐλαῖαι αὗται αἱ ἐκ δεξιῶν τῆς λυ‐ χνίας καὶ ἐξ εὐωνύμων; Καὶ ἐπηρώτησα,» φησὶν, «ἐκ δευτέρου, καὶ εἶπα πρὸς αὐτόν· Τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν, οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων τῶν
40χρυσῶν, τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπα‐ ρυστρίδας τὰς χρυσᾶς; Καὶ εἶπε πρός με,» φησὶν, «Οὐ γινώσκεις τί ἐστι ταῦτα; Καὶ εἶπα, Οὐχὶ, Κύριε. Καὶ εἶπέ μοι· Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρ‐ εστήκασι τῷ Κυρίῳ πάσης τῆς γῆς.»
45ΠΑΛΛ. Τίς οὖν ἄρα γέγονε χρεία τῷ μακαρίῳ προφήτῃ, τοῦ καὶ εἰς αὖθις ἀναπυθέσθαι δεῖν; Ἐπ‐ ηρώτησα γὰρ, φησὶν, ἐκ δευτέρου. ΚΥΡ. Ἢ γὰρ οὐχὶ φαίης ἂν, ὦ Παλλάδιε, σοφόν τε εἶναι καὶ πρέπον, τοῖς γε ὅλως ὀρθὰ φρονεῖν ᾑρη‐

68

.

609

(50)

μένοις, ἀκριβεῖς καὶ ἀπεξεσμένους τὰς ἐφ’ ὅτῳ οὖν τῶν ἀναγκαίων ποιεῖσθαι πεύσεις; ΠΑΛΛ. Φημί. ΚΥΡ. Κλῶνας δὴ οὖν ἐλαιῶν θαλῷ βρύοντας ἁπαλῷ καὶ νεοθαλεῖ τεθεαμένος ὁ προφήτης, ἐλαίας αὐτοὺς,
55καὶ οὐκ ἐξ ἐλαιῶν ὠνόμαζε κλάδους. Εἶτα σεσιώπη‐
κεν ὁ θεσπέσιος ἄγγελος, τὴν ἐμφρονεστέραν καὶ608

68

.

612

ἀληθῆ περιμένων πεῦσιν· ἐπειδὴ δὲ διεγηγερμένος, δύο κλάδους ἐλαιῶν ὠνόμαζε λοιπὸν, καὶ ἀναμαθεῖν ἐλιπάρει, τίνος ἂν εἴη σύμβολα ταυτὶ ἐδιδάσκετο πα‐ ραχρῆμα, τοῦ ἀγγέλου λέγοντος· «Οὗτοι οἱ δύο υἱοὶ
5τῆς πιότητος παρεστήκασι τῷ Κυρίῳ πάσης τῆς γῆς.» Υἱοὺς δὲ πιότητος δύο, τόν τε ἐξ Ἰσραὴλ, καὶ μέν τοι τὸν ἐξ ἐθνῶν ἀπεκάλει λαὸν, οὓς καὶ τῷ Κυρίῳ πάσης τῆς γῆς παρεστάναι φησὶ, σαφῶς τε καὶ ἐναρ‐ γῶς εἰς τύπον Χριστοῦ, τὸ ἐπὶ τῇ λυχνίᾳ τέχνημα
10τιθεὶς, ἧς οἱ κλάδοι τῶν ἐλαιῶν, εἰς δεξιά τε καὶ εὐώ‐ νυμα, καὶ οἱονεὶ τὴν ἐν κύκλῳ λαχόντες στάσιν τῷ ἐλαίῳ καταπιαίνονται, ὅ ἐστιν ἁγίου Πνεύματος τύπος, τὸν τῶν πιστευόντων κατάρδοντος νοῦν, κατὰ τὸ, «Ἐν ἐλαίῳ ἐλίπανας τὴν κεφαλήν μου.»
15ΠΑΛΛ. Εἶτα τί μὴ μᾶλλον ἐλαίας αὐτὰς, κλῶνας δὲ μᾶλλον ἐλαιῶν ἀπεκάλει; ΚΥΡ. Ὅτι, ὦ ἑταῖρε, καθάπερ ἐξ ἐλαιῶν μόσχια λεπτὰ καὶ ἀρτιθαλεῖς ἐξῄρηνται κλάδοι, μόνον δὲ οὐχὶ μεταβοθρεύονται μετὰ πίστεως εἰς εὐσέβειαν
20οἱ πεπιστευκότες, οἱ μὲν ἐκ τῆς Ἰουδαίων ὄντες συν‐ αγωγῆς, οἱ δὲ, τῆς ἐξ ἐθνῶν πληθύος ἐξῃρημένοι· πεπιστεύκασι γὰρ οὐχὶ πάντες οἱ ἐξ Ἰσραὴλ, οὔτε μὴν ἅπασα τῶν ἐθνῶν εἰσέφρησεν ἡ πληθύς. Κλάδοι τοίνυν ἐλαιῶν, οἱ ὡς ἐκ δένδρων ἀπεσπασμένοι πληθύος
25Ἰουδαϊκῆς, καὶ μὴν καὶ Ἑλληνικῆς, καὶ ἐν φωτὶ τῷ θείῳ γεγενημένοι, καὶ ἐνσπαταλῶντες ἤδη πως τῇ τοῦ ἁγίου Πνεύματος ἀφθονωτέρᾳ χύσει. Τοῦτο γὰρ οἶμαι δηλοῦν, τὸ, ὡς ἐν μυξωτῆρσι τῶν λύχνων τοὺς τῶν ἐλαιῶν κεῖσθαι κλάδους, ὧν καὶ ὁ μακάριος Ψαλ‐
30μῳδὸς διαμέμνηταί που, πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν ἀναμελῳδῶν τε καὶ λέγων περί τε τῆς συν‐ ηρμοσμένης αὐτῷ νύμφης, τουτέστι, τῆς Ἐκκλησίας, καὶ τῶν ἐν πίστει τέκνων αὐτῆς· «Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου.
35Οἱ υἱοί σου, ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.» Ζωοποιούμεθα γὰρ ἐν μεθέξει Πνεύματος, καὶ ἐν ἁγίᾳ τραπέζῃ Χριστοῦ, τὴν εἰς αὐτὸν πίστιν εἰσ‐ δεδεγμένοι. ΠΑΛΛ. Ναὶ λέγεις ὀρθῶς· «Ἐγὼ γάρ εἰμι,» φη‐
40σὶν, «ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.» ΚΥΡ. Ἀλλὰ λυχνίας μὲν πέρι, καὶ τῶν ἐν αὐτῇ, ταυτὶ πρὸς ἡμῶν εἰς παρὸν εἰρήσεται. Ἴτω δὲ ὁ λόγος ἐπὶ τὸ χαλκοῦν ἤδη θυσιαστήριον, τῆς κατὰ
45νόμον λατρείας, τὸ χρειωδέστατον. «Ποιήσεις γὰρ,» φησὶ, «θυσιαστήριον ἐκ ξύλων ἀσήπτων. Πέντε πήχεων τὸ μῆκος, καὶ πέντε πήχεων τὸ εὖρος. Τετράγωνον ἔσται τὸ θυσιαστήριον, καὶ τριῶν πή‐ χεων τὸ ὕψος αὐτοῦ· καὶ ποιήσεις τὰ κέρατα ἐπὶ

68

.

612

(50)

τῶν τεσσάρων γωνιῶν, ἐξ αὐτοῦ ἔσται τὰ κέ‐ ρατα, καὶ καλύψεις αὐτὰ χαλκῷ, καὶ ποιήσεις στε‐ φάνην τῷ θυσιαστηρίῳ, καὶ τὸν καλυπτῆρα αὐτοῦ, καὶ τὰς φιάλας αὐτοῦ, καὶ τὰς κρεάγρας αὐτοῦ, καὶ τὸ πυρεῖον αὐτοῦ, πάντα τὰ σκεύη αὐτοῦ ποιήσεις
55χαλκᾶ.» Πεντάπηχυ μὲν οὖν εἰς εὖρός τε καὶ μῆκος610

68

.

613

τὸ θυσιαστήριον. Ἔδει γὰρ, ἔδει μέτρων αὐτῷ, καὶ λίαν ἀφθονωτάτων. Σχίσαι τε γὰρ ἐπ’ αὐτῷ καὶ βοῶν ἔμελλον ἀναφέρεσθαι τμήματα, καὶ ὁλοκαυτώσεις, οἰῶν τε καὶ τράγων ἀναφοραὶ καθιερουμένων Θεῷ.
5Ταύτῃτοι χαλκῆ καὶ ἐσχάρα καὶ πυρεῖον αὐτῷ, κρεάγραι τε καὶ φιάλαι, καὶ πάντα αὐτοῦ τὰ σκεύη, ὡς ἂν δύναιντο ταῖς κατὰ νόμον θυσίαις, τὴν παρά γε σφῶν αὐτῶν εἰσκομίζοντα χρείαν, ταῖς τοῦ παμ‐ φάγου πυρὸς μὴ καταφθείρεσθαι προσβολαῖς. Στεφά‐
10νην δὲ καὶ τὰ ἐπὶ ταῖς γωνίαις κέρατα, τῷ τοῦ σχή‐ ματος κάλλει προσθήσομεν. Ἄχαρι γὰρ οὐδὲν παρὰ τῷ πανσόφῳ Θεῷ. Πλὴν, ἐκεῖνο πάλιν δὴ φέρε λέ‐ γωμεν, ἀκριβῆ τὸν νοῦν ἐπερείδοντες τοῖς ἐφ’ ἑκάστῳ τεθεσπισμένοις. Θυσιαστήριον προστέταχε ταῖς κατὰ
15νόμον θυσίαις ἐοικὸς καὶ πρέπον, ἀλλ’ οὐδὲν ἐν αὐτῷ χρυσοῦν, καθάπερ ἀμέλει, καταθεῷτό τις ἂν ἐπὶ τῆς κιβωτοῦ, λυχνίας τε αὖ καὶ τραπέζης, καὶ τῶν ἀμφ’ αὐτήν. ΠΑΛΛ. Τί δὴ οὖν ἄρα καὶ τοῦτό ἐστι;
20ΚΥΡ. Οὐ γὰρ δὴ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὴν κατὰ πάντων ὑπεροχὴν, καὶ ἀσύγκριτον λαμπρό‐ τητα, ὡς ἐν νοήσει λέγω, τὸ χρυσίον εὖ μάλα κατα‐ δηλοῦν ἐλέγομεν, ὦ Παλλάδιε; ΠΑΛΛ. Ὧδε ἔχει.
25ΚΥΡ. Ἄθρει δὴ οὖν, ἀχρύσωτον παντελῶς τῆς κατὰ νόμον λατρείας τὸ θυσιαστήριον, αἴνιγμά που τὸ χρῆμα τιθέντος ἡμῖν τοῦ Θεοῦ, καὶ μάλα σαφῶς, ὅτι Πνεύματος ἁγίου πρόξενος ἥκιστα μὲν ὁ νόμος, τετίμηται δὲ οὐχὶ τοιαύτῃ χάριτι τῆς ἐν τύπῳ λα‐
30τρείας ἡ δύναμις. Πνεῦμα γὰρ ἦν δουλείας ἐπὶ τὸν Ἰσραήλ· ἡμῖν δὲ τὸ δῶρον ἀπενεμήθη διὰ Χριστοῦ μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν. Ἐνεφύσησε γὰρ, λέγων, «Λάβετε Πνεῦμα ἅγιον.» Τοιγάρτοι καὶ Παῦλος προσεφώνει τοῖς πεπιστευκόσιν, «Οὐ γὰρ ἐλάβετε
35πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ ὁ Πατήρ.» Ὅτι δὲ τῆς κατὰ νόμον λατρείας ἡ δύναμις τὴν τοῦ ἁγίου Πνεύματος οὐκ ἐπλούτει μέθεξιν, δέδονται δὲ μᾶλλον τοῖς ἐν πίστει δεδικαιωμένοις, πληροφορήσει λέγων
40ὁ σοφὸς Ἰωάννης· «Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.» Οὔπω γὰρ ἀνεβίω Χρι‐ στός· μονονουχὶ γὰρ τότε κατεχρυσώθη τῷ Πνεύματι, καὶ κοινωνίᾳ τῇ πρὸς αὐτὸν, ἡ ἀνθρώπου φύσις. Χρυ‐ σοῦ μὲν δὴ δίχα, ταύτῃτοι γενέσθαι προστέταχε τὸ
45θυσιαστήριον, καθάπερ ἐγῷμαι, τὸν δὲ ἐπὶ τῷ χαλκῷ λόγον, ἐξ οὗ καὶ πεποίητο, παραδραμεῖν, ὡς ἔοικε, τοῖς φιλομαθέσιν οὐκ ἀζήμιον. Ἐκτέκοι γὰρ ἄν τι τῶν ἀναγκαίων ἡ βάσανος, καθάπερ τὸ ὑπό του σο‐ φῶς εἰρημένον, Ἐν παντὶ μεριμνῶντι ἔνεστι περιττόν.

68

.

613

(50)

ΠΑΛΛ. Τί οὖν ἂν ἔχοις εἰπεῖν καὶ ἐπὶ τῷδε πάλιν; ΚΥΡ. Ἄκουε δή· ψήφῳ μὲν γὰρ τῇ ἄνωθεν εἰς ἱερέα καὶ ἡγούμενον τὸν θεσπέσιον Ἀαρὼν κεχειρο‐ τονῆσθαί φησι τὸ Γράμμα τὸ ἱερόν. Κορέ γε μὴν καὶ Δαθὰν, καὶ τοῖς ἀμφ’ αὐτοὺς, ἡ ἀγρία πληθὺς
55τῆς ἄνωθεν ψήφου προαλέστατα καταθέοντες, καὶ612

68

.

616

τῶν θείων κατεξανιστάμενοι νόμων, πυρεῖα προσῆγον ἄκλητοι καὶ αὐτόμολοι πρὸς τοῦτο ἰόντες, καὶ τιμὴν ἁρπάζοντες, οὐ νεμηθεῖσαν αὐτοῖς, ἀντιπαρεξάγοντες καὶ μάλα θερμῶς, τὰ ἐξ ἀπονοίας καὶ θράσους, ἱερεῖ
5τῷ προὔχοντι, καὶ τῶν ἄλλων ἁπάντων ἀπολέγδην ἐξῃρημένῳ. Ἐσκιαγραφεῖτο δὲ διὰ τούτων ἡ ἐσομένη κατὰ Χριστοῦ τῶν Ἰουδαίων ἀπόνοια. Αὐτὸς γὰρ ἡμῶν ἀρχιερεὺς, ψήφῳ πρὸς τοῦτο ἠγμένος τῇ παρὰ Πατρὸς, καὶ οἱ μὲν τῶν οὕτως αἰσχρῶν ἐπιχειρημά‐
10των ἐκτετίκασι δίκας· ἀποτίσουσι δὲ καὶ μετ’ αὐτοὺς Ἰουδαῖοι τοῖς ἴσοις ἐγκλήμασι γεγονότες ἔνοχοι. Θεὸς δὲ δὴ τότε πρὸς Μωσέα τε τὸν ἱερὸν, καὶ μὴν καὶ πρὸς Ἐλεάζαρ ἔφη, τὸν ἐξ Ἀαρὼν τὸν ἱερέα· «Ἀν‐ έλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κεκαυμένων,
15καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ, ὅτι ἡγίασε τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν. Καὶ ἐποίησαν αὐτὰ λεπίδας ἐλατὰς, περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι Κυρίου, καὶ ἡγιάσθησαν. Καὶ ἐγένοντο εἰς σημεῖον
20τοῖς υἱοῖς Ἰσραήλ. «Ταύτῃ μὲν οὖν ἔφη τὸ τηνικάδε Θεός. Ἐν τῇ Ἐξόδῳ δὲ γέγραπται περὶ τοῦ Βεσε‐ λεὴλ, ὃς ἦν ἐκ πατρὸς μὲν Οὐρίου, φυλῆς δὲ τῆς Δὰν, καὶ πάσης εὐτεχνίας ἡγούμενος· «Οὗτος ἐποίησε τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐκ τῶν πυρείων
25τῶν χαλκῶν, ἃ ἦν τοῖς ἀνδράσι τοῖς καταστασιάσασι μετὰ τῆς Κορὲ συναγωγῆς.» ΠΑΛΛ. Τί οὖν τοῦτό γε; ΚΥΡ. Πολλὴν ἂν ἔχοι τὴν ὄνησιν, εἰ ἐννοοῖτο ὅτι πεποίηται μὲν ἡ κιβωτὸς εἰς τύπον Χριστοῦ, καὶ μέν
30τοι καὶ τὰ ἕτερα, λυχνία, φημὶ, καὶ τὸ ἱλαστήριον, καὶ ἐκ χρυσίου τράπεζα, προσκομίσαντος τοῦ λαοῦ καὶ ἀναθέντος ἑκάστου τὸ ἐν χερσί. Δεκτοὶ γὰρ λίαν εἰς δόξαν Θεοῦ καὶ Πατρὸς, οἱ καρποφοροῦντες Χριστῷ, καὶ δωροφορίας προσάγοντες τὰς πνευματικὰς, ὧν
35ἦσαν ἐκεῖνοι τύποι καὶ σκιαί. Τῆς δὲ κατὰ νόμον λα‐ τρείας τὸ θυσιαστήριον, παροξυσμοῦ καὶ ἀντιλογίας, καὶ ἵν’ οὕτως εἴπω λοιπὸν, ἀντάρσεως τῆς καθ’ ἱε‐ ρέως τοῦ μεγάλου γεγενημένης, οἱονεί πως ὑπόμνημα καὶ προαναφώνησις, ἐν αὐτῇ κειμένη τῇ κατασκευῇ,
40μυστικῶς τε καὶ οἰκονομικῶς σημαίνεται. Ἆρά σοι σαφὲς τὸ αἴνιγμα; Χριστοῦ γὰρ εἰς τύπον ὁ Ἀαρών· πεφιλονεικήκασι δὲ τῇ τοῦ Χριστοῦ δόξῃ καὶ Ἰου‐ δαῖοι, καὶ ἀντιλέγεται διὰ τοῦτο τὸ κατὰ νόμον θυσια‐ στήριον. Πέπαυται γὰρ ἡ ὡς ἐν σκιαῖς λατρεία·
45καὶ ἐν Χριστῷ δὴ μᾶλλον εὐωδιάζομεν τῷ Πατρὶ τὴν νοητὴν εὐοσμίαν· καὶ τοῦτο ἡμῖν ὡς ἐν σκιαῖς πάλιν ὑπετύπου, λέγων· «Καὶ ποιήσεις μοι θυσιαστήριον θυ‐ μιάματος ἐκ ξύλων ἀσήπτων, καὶ ποιήσεις αὐτὸ πή‐ χεως τὸ μῆκος, καὶ πήχεως τὸ εὖρος· τετράγωνον

68

.

616

(50)

ἔσται, καὶ δύο πήχεων τὸ ὕψος. Ἐξ αὐτοῦ ἔσται τὰ κέρατα αὐτοῦ, καὶ καταχρυσώσεις αὐτὸ χρυσίῳ κα‐ θαρῷ, τὴν ἐσχάραν αὐτοῦ, καὶ τοὺς τοίχους αὐτοῦ κύκλῳ, καὶ τὰ κέρατα αὐτοῦ.» Σκυτάλας δὲ αὐτῷ καὶ κρίκους, καὶ ἀναφορέας, ἕτερά τε τοιαῦτα προστε‐
55θεικὼς, καὶ θήσεις αὐτὸ, φησὶν, «Ἔναντι τοῦ καταπε‐614

68

.

617

τάσματος τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ Θεός· καὶ θυμιάσει ἐπ’ αὐτοῦ Ἀαρὼν θυμίαμα σύνθετον λεπτὸν τὸ πρωΐ, πρωΐ· ὅταν ἐπισκιάζῃ τοὺς λύχνους, θυμιάσει ἐπ’
5αὐτοῦ. Καὶ ὅταν ἐξάπτῃ Ἀαρὼν τοὺς λύχνους τὸ ὀψὲ, θυμιάσει ἐπ’ αὐτοῦ θυμίαμα ἐνδελεχισμοῦ διὰ παν‐ τὸς ἔναντι Κυρίου εἰς τὰς γενεὰς αὐτῶν. Καὶ οὐκ ἀνοίσεις ἐπ’ αὐτῷ θυμίαμα ἕτερον· κάρπωμα θυσίας, καὶ σπονδὴν οὐ σπείσεις ἐπ’ αὐτοῦ. Καὶ ἐξιλάσεται
10ἐπ’ αὐτοῦ Ἀαρὼν ἐπὶ τῶν κεράτων αὐτοῦ, ἅπαξ τοῦ ἐνιαυτοῦ ἀπὸ τοῦ αἵματος τοῦ καθαρισμοῦ τῶν ἁμαρ‐ τιῶν τοῦ ἐξιλασμοῦ. Ἅπαξ τοῦ ἐνιαυτοῦ καθαριεῖ αὐτὸ εἰς τὰς γενεὰς αὐτῶν· Ἅγιον τῶν ἁγίων ἐστὶ τῷ Κυρίῳ.»
15ΠΑΛΛ. Εἰς τύπον ἄρα Χριστοῦ καὶ τοῦτο παρα‐ δεξόμεθα; ΚΥΡ. Πάνυ μὲν οὖν, ὦ Παλλάδιε. Ἀληθὲς γὰρ ὅτι τὸ χρῆμά ἐστι, τὸ τίμιον αὐτοῦ καὶ βαθὺ μυστή‐ ριον ἐνδείξ[ει]εν ἂν καὶ μάλα ῥᾳδίως τοῖς γε ᾑρημένοις
20τὰ τοιάδε πολυπραγμονεῖν ἰσχνῶς τε καὶ κατεῤῥι‐ νημένως. Πεποίητο μὲν γὰρ ἐκ ξύλων ἀσήπτων, χρυσῷ δὲ ὅλον ἀλήλ[ε]ιπτο. Ἀδιάφθορον γὰρ τὸ σῶμα Χριστοῦ, καὶ φύσιν ἐν ἑαυτῷ τὴν θείαν καταπλου‐ τοῦν· «Γέγονε γὰρ σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν
25ἡμῖν.» Ἀπαρχὴ δὲ ἡμῶν ὁ Χριστὸς, καὶ ῥίζα τοῦ γένους ἀνακτιζομένου πρὸς ἀφθαρσίαν διὰ τῆς πρὸς Θεὸν ἑνώσεως, εἰ καὶ ἐξαιρέτως ἐπ’ αὐτοῦ τὸ χρῆμα νοοῖτο. Κέρατα δὲ τῷ θυσιαστηρίῳ, καὶ οἱονεὶ χεῖρες ἐκπεπετασμέναι, καὶ τοῦ τιμίου σταυροῦ τὸ
30σχῆμα προαναπλάττοντα. Εἰ δὲ δὴ τέτταρά τις εἶ‐ ναι λέγοι τὰ κέρατα, ἀδικοῦν οὐδὲν, εἴς γε τὸ νοεῖν ὀρθῶς τὸν φιλομαθῆ. Τετραγώνου τε γὰρ καὶ ἰσοπλεύ‐ ρου πανταχῆ τοῦ θυσιαστηρίου τυγχάνοντος, ἴση πανταχόθεν τῶν κεράτων ἡ θέα· καὶ τίς ὁ τοῦδε
35λόγος; ἐν παντὶ γὰρ τόπῳ Χριστὸς γινώσκεται, καὶ οὗτος ἐσταυρωμένος· αὔχημα δὲ τοῦτο λαμπρὸν τοῖς πιστεύουσιν εἰς αὐτόν. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύ‐
40ρωται, κἀγὼ τῷ κόσμῳ.» Πρόσκειται δὲ τῷ τεχνή‐ ματι, τὰ τελοῦντα πρὸς κόσμον, στεφάνη στρεπτή· καὶ γάρ ἐστιν ἀληθῶς «Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων» ὁ Ἐμμανουήλ. Ἐπενήνεκται δὲ καὶ τὰ εἰς χρείαν αὐτῷ, οἱ ἀναφορεῖς τε καὶ
45τὰ λοιπά. Φέρεσθαι γὰρ ἐν κόσμῳ κατὰ τοὺς τῶν ἀναζεύξεων καιροὺς τὸ θεῖον ἔδει θυσιαστήριον. Ἔδρων δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταὶ, Χριστὸν περιφέροντες διὰ τοῦ κηρύγματος εὐσχημόνως τε καὶ κατὰ τάξιν, ὡς Θεοῦ διάκονοι καὶ οἰκονόμοι

68

.

617

(50)

μυστηρίων Χριστοῦ. «Θήσεις δὲ,» φησὶ, «τὸ θυσια‐ στήριον ἀπέναντι τοῦ καταπετάσματος τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν μαρτυρίων ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν.» ΠΑΛΛ. Εἶτα τί τὸ ἀναγκαῖον καὶ χώρων αὐτῶν
55οἶμαι, τῶν τεταγμένων; ΚΥΡ. Ὡς βαθὺς μὲν ὁ λόγος, καὶ ἀμυδρὸς ἄγαν
ἐρῶ δὲ ὡς ἔνι, Θεῷ πίσυνος τῷ καὶ αὐτοὺς σοφοῦντι616

68

.

620

τοὺς τυφλούς. Κιβωτὸν γενέσθαι ἐκ ξύλων ἀσήπτων καὶ χρυσίου καθαροῦ, φησὶ, καὶ ἦν ὁ νόμος ἐν αὐτῇ, τουτέστιν, ὁ θεῖος λόγος, ἤτοι τὰ μαρτύρια. Τύπος γὰρ ἦν τὸ χρῆμα, τοῦ ἐκ Θεοῦ φύντος Λόγου, κατ‐
5οικήσαντος ἐν ἡμῖν, καὶ σαρκὸς ἐν ὁμοιώματι γε‐ γονότος, κατὰ τὰς Γραφάς. Εἶτα καταπέτασμά τι τέσσαρσι στύλοις ἐπιτετανυσμένον, ἀπαιωρεῖσθαι τῇ κιβωτῷ δεῖν ἔφη. Ὄνομα δὲ τῷ καταπετάσματι, τὸ ἱλαστήριον. Χριστὸς δὲ καὶ τοῦτο. «Ἱλασμὸς γάρ
10ἐστιν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ἱλαστήριον διὰ πίστεως.» Ὠνόμαζε γὰρ οὕτως ὁ Παῦλος αὐτόν· γε‐ γράφατο δὲ καὶ οἱονεί πως ἐν κύκλῳ τοῦ ἱλαστηρίου τὰ Χερουβὶμ, τῶν ἀνωτάτω δυνάμεων τὴν ὑπὸ Θεῷ δου‐ λείαν· Θεὸς γὰρ ὁ Λόγος· καὶ τὸ ἀγχοῦ δὴ μάλα, καὶ
15μὴν καὶ τὸ παρεστάναι λειτουργικῶς, εὖ μάλα σημαί‐ νοντα. Εἶτα Θεὸς ἔφη πρὸς Μωσέα· «Καὶ γνωσθήσομαί σοι ἐκεῖθεν, καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀναμέσον τῶν δύο Χερουβὶμ τῶν ὄντων ἐπὶ τῆς κιβω‐ τοῦ τοῦ μαρτυρίου.» Ἦν δὲ, ὡς ἔφην, ἡ κιβω‐
20τὸς ὁ Χριστὸς, ὡς ἐν ἀφθάρτῳ σώματι Θεὸς Λόγος, πλὴν εἰς γῆν ἡ κιβωτός· γέγονε δὲ καὶ ἐν ὑφέσει καὶ ἐν χθαμαλότητι τῇ καθ’ ἡμᾶς ὁ Μονογενής. Μορφὴν γὰρ ὑπέδυ τὴν δουλοπρεπῆ, καὶ κεκένωκεν ἑαυτόν. Αὐτὸς δὲ πάλιν ἐστὶ τὸ ἱλαστήριον, τὸ ὑψοῦ
25κείμενον, καὶ ὑπὸ τῶν ἄνω Δυνάμεων δορυφορού‐ μενον. Οὐ γὰρ ἐκ μόνων ἡμῖν τῶν τῆς κενώσεως τρόπων γνώριμος ὁ Υἱὸς, ἀλλὰ καὶ ἐξ ὧν ἐστι Θεὸς καὶ τῶν ὅλων Κύριος. Εἰ γὰρ καὶ τεταπείνωκεν ἑαυ‐ τὸν διὰ τὸ ἀνθρώπινον, ἐν τοῖς καθ’ ἡμᾶς οἰκονομι‐
30κῶς καταβεβηκὼς, ἀλλ’ «Ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα.» Τύπος δ’ ἂν εἴη καὶ τοῦδε, τὸ ὑψοῦ τεθεῖσθαι τὸ ἱλαστήριον εἰς δεξιὸν καὶ εὐώνυμον ἀναγεγραμ‐ μένων τῶν Χερουβίμ. Ἔνθα γὰρ ἂν ἡ Θεῷ πρέ‐
35πουσα μόνῳ φαίνοιτο λειτουργία, ἐκεῖ δήπου εἴη ἂν πάντως καὶ ἡ τῆς θεότητος δόξα, καὶ τῶν ὑπὲρ λόγον ἀξιωμάτων ἡ ὑπεροχή. «Ἄνωθεν δὲ τῶν Χε‐ ρουβὶμ, γνωσθήσομαί σοι,» φησὶν, ὁ πάντων Δε‐ σπότης, τὴν ἄῤῥητον φύσιν μὴ ἐν οἷς ἡ κτίσις ζῃ‐
40τεῖσθαι προστάττων, ἀλλ’ ἐπέκεινα πάντως τοῦ κεκλημένου πρὸς ὕπαρξιν· Θεοῦ γὰρ φύσει λόγος τε καὶ τόπος ὁ πρεπωδέστατος, τὸ πέρα τε καὶ ἄνω παντὸς γενητοῦ. Οὐκοῦν ὁ ὑπεράνω τῶν Χερουβὶμ τό‐ πος, καὶ αἰσθητῶς ἐν τῇ ἁγίᾳ σκηνῇ μονονουχὶ τὴν
45θείαν ἡμῖν καταδηλοῖ φύσιν· ταύτῃτοι τὸ χρυσοῦν θυσιαστήριον εἰς τύπον Χριστοῦ γεγονὸς, ἀποκεῖσθαι προστέταχεν ἀπέναντι τοῦ ὑπεράνω τῶν Χερουβὶμ χρηματίζοντός τε καὶ νοουμένου τοῦ οἱονεί πως εἰς ὄψιν Θεοῦ καὶ ἐν ὀφθαλμοῖς τοῦ Πατρὸς ἐν Χριστῷ

68

.

620

(50)

γενέσθαι τὰ καθ’ ἡμᾶς τοῦτό που σημαίνοντος. Ἐν ἀπο‐ στροφῇ γὰρ ὄντα τὸν ἄνθρωπον, καὶ προσκεκρουκότα Θεῷ διὰ τὴν παράβασιν καὶ πολλὴν ἁμαρτίαν, ἔστησε πάλιν ἐν προσώπῳ τοῦ Πατρὸς ὡς ἐν ἑαυτῷ καὶ πρώτῳ Χριστός. «Πρόδρομος γὰρ ὑπὲρ ἡμῶν εἰσβέ‐
55βηκεν εἰς τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσ‐ ώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν,» καθὰ γράφει Παῦλος
ἡμῖν ὁ σοφός. Ὁ γὰρ ὑπάρχων ἀεὶ μετὰ τοῦ ἰδίου618

68

.

621

Πατρὸς, νῦν ἐμφανισθῆναι λέγεται ὡς ἐν ἑαυτῷ γε καὶ πρώτῳ παρατιθεὶς ἐν ὄψει τοῦ Πατρὸς τὰ ἀνθρώ‐ πινα, καὶ τὴν ἀρχαίαν ἐκείνην ἀποστροφὴν μεθιστάς. «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν,» κατὰ τὰς Γραφάς.
7ΠΑΛΛ. Ἄραρεν οὖν ὅτι Χριστοῦ πάλιν εἰκὼν τὸ θυσιαστήριον τὸ χρυσοῦν. ΚΥΡ. Καὶ πρός γε δὴ τούτῳ νοοῖτ’ ἂν εἰκότως
10αὐτὸς ὁ θυμίαμα τὸ σύνθετον καὶ λεπτόν. Αὐτὸς γὰρ ὁ ἀρχιερεύς· «Θυμιάσει γὰρ,» φησὶν, «ἐπ’ αὐτοῦ Ἀαρὼν θυμίαμα σύνθετον, λεπτόν·» καὶ σύνθε‐ τον μὲν τὸ θυμίαμα· Θεὸς γὰρ ὢν ὁ Λόγος, γέγονε σάρξ. Καὶ συντέθειταί πως ἡμῖν ὁ Ἐμμανουὴλ,
15θείας φύσεώς τε καὶ ἀνθρωπότητος εἰς ἐνότητα τὴν ὑπὲρ νοῦν, ἀποῤῥήτως συνηνεγμένην. Λεπτὸν δὲ, ὅτι τὸ παχὺ τῆς κατὰ νόμον λατρείας οὐκ ἔχει. «Θυ‐ σίας γὰρ καὶ προσφορὰν οὐκ ἠθέλησας. Ὁλοκαύτω‐ μα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας. Σῶμα δὲ
20κατηρτίσω μοι, φησί· τότε εἶπον, Ἰδοὺ ἥκω· τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου.» Καὶ τί δὴ τοῦτό ἐστι τὸ θέλημα τοῦ Πατρὸς, αὐτὸς ἡμᾶς ἐν Εὐαγ‐ γελίοις μεμυσταγώγηκε λέγων, ὅτι «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν,
25ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πεμψαντός με, ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.» Προσκεκόμικε γὰρ ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας, κεχρημάτικέ τε διὰ τοῦτο
30καὶ ἀρχιερεύς. Οὐκοῦν αὐτὸς ὁ ἀρχιερεὺς, αὐτὸς τὸ θυμίαμα τὸ σύνθετόν τε καὶ λεπτόν· καὶ μαρτυ‐ ρήσει λέγων ὁ Παῦλος· «Τῷ δὲ Θεῷ χάρις, τῷ πάν‐ τοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν
35παντὶ τόπῳ, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ, ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν.» Προσεφώνει δὲ καὶ ἡμῖν· «Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητὰ, καὶ περιπα‐
40τεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.» Καὶ τόν γε τοῦ θυμιᾷν ἐναργῆ καθίστη καιρὸν, ἅπαντα δὲ δεῖν ἐν τάξει τε καὶ εὐκοσμίᾳ πράττεσθαι νομοθετῶν,
45καὶ δι’ ὧν ἂν ἡμῖν ἡ τῶν εἰς τὸ εἴσω θεωρημάτων εὖ ἔχοι δύναμις. «Τὸ πρωῒ» γὰρ, φησὶ, «καὶ τὸ ὀψὲ τῶν λύχνων ἐξαπτομένων καὶ ἐπισκιαζομένων,» τοῦ μὲν ὀψὲ καὶ πρωῒ, τὸ ἀδιάλειπτόν τε καὶ διηνεκὲς ἐμ‐ φαίνοντος, τοῦ δὲ ὑπὸ λύχνοις χρῆναι θυμιᾷν, ἐκεῖνό

68

.

621

(50)

που τάχα παραδηλοῦντος εὖ μάλα, ὅτι φωτὶ τῷ θείῳ καταλαμπόμενοι, τότε δὴ, τότε τῆς εὐωδίας Χριστοῦ πλουσίως ἀναπιμπλάμεθα, ἴμεν τε οὕτω πρὸς αἴσθησιν τῶν ἔσω σκηνῆς ἀγαθῶν, ἤτοι τῆς τῶν θείων χαρισμάτων διανομῆς, ἣν τοῖς ἀξίοις ὀρέγει
55Χριστός· Ὥστε εἴ τις οὔπω γέγονεν ἐν φωτὶ διὰ πίστεως, ἔστι που πάντως καὶ τῆς νοητῆς εὐωδίας
ἀμέτοχος, ἔτι τὸ Χριστοῦ μὴ εἰδὼς μυστήριον.620

68

.

624

«Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε, φησί. Προσβολὴ γὰρ ἡ πίστις, εἰς σύνεσιν ἀποφέ‐ ρουσα, καὶ οἱονεὶ πρὸς παραδοχὴν τοῦ θείου φωτὸς ἁπλοῦσα τὸν νοῦν. Ἐνδελεχισμοῦ δὲ ὀνομάζει τὸ
5θυμίαμα. Καιρὸς γὰρ οὐδεὶς, καθ’ ὃν οὐκ εὐωδιάζει Χριστὸς ἐν τῇ ἁγίᾳ σκηνῇ, τουτέστιν, ἐν τῇ Ἐκκλη‐ σίᾳ. Ἀποφάσκει δὲ παντελῶς, τὸ δεῖν ἐπ’ αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ θυσιαστηρίου τοῦ Χριστοῦ, σπονδὴν κατακεῖσθαι, καὶ ἀναφέ[ρε]σθαι κάρπωμα. Κατήρ‐
10γηται γὰρ ἐν Χριστῷ τὰ ἐν νόμῳ, καὶ εἰς τέλος ἕρ‐ πουσιν αἱ σκιαί. Τοῦτο, οἶμαι, ἔστι σπονδὴ καὶ κάρ‐ πωμα. Καὶ μαρτυρεῖ λέγων ὁ προφήτης· «Ἐξῆρ‐ ται ἐξ οἴκου Κυρίου θυσία καὶ σπονδή.» Ἀναδε‐ δειγμένης γὰρ ἤδη τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ
15προσκυνήσεως καὶ λατρείας, περιτταί πως αἱ σκιαὶ, καὶ τὸ ἐν τύποις εἰκαῖον καὶ ἀνόνητον παντελῶς· καινὴ γὰρ κτίσις ἐν Χριστῷ. Τῆς γὰρ χάριτος ἐκ‐ πεπτώκασιν οἱ ἐν νόμω δικαιούμενοι μετὰ τὴν τῆς ἀληθείας ἀνάδειξιν. «Οὐκ ἀνοίσεις δὲ,» φησὶν,
20«ἐπὶ τὸ θυσιαστήριον θυμίαμα ἕτερον.» Παρα‐ δεξόμεθα γὰρ ἐν Χριστῷ ἕτερον παντελῶς οὐδένα. Ῥαββὶ δὲ τῶν ὄντων ἐροῦμεν οὐδενί. Εἷς γὰρ ἡμῶν διδάσκαλος καὶ καθηγητὴς, καὶ αὐτῷ δὴ μόνῳ προσκεισόμεθα, λέγοντες, «Μῦρον ἐκκενωθὲν ὄνομά
25σου. Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε. Εἵλκυσάν με, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦσαι.» Ἢ οὐχὶ τοῦτό ἐστι τὸ, «Οὐκ ἀνοίσεις ἐπ’ αὐτὸ θυμίαμα ἕτερον;» Μόνου γὰρ Χριστοῦ τὸ εὐῶδες ἐν Ἐκκλη‐ σίᾳ τοῖς γε ἀληθῶς ἐχέφροσιν ἐξαρκοίη ἂν, ἑτέρας
30ὀσμῆς οὐκ ἐφιεμένοις· καθάπερ ἀμέλει καὶ οἱ τά‐ λανες Ἰουδαῖοι. Τὸ μὲν γὰρ θυμίαμα τὸ σύνθετον καὶ λεπτὸν, τουτέστι, Χριστὸν, ταῖς ἀπονοίαις περιυβρίζουσιν. Καὶ ἀμέτοχοι μὲν τῆς ἱερᾶς ταύτης ἢ καὶ θείας ἀληθῶς μεμενήκασιν εὐωδίας· ἕτερον
35δὲ ἀντ’ αὐτοῦ παραδέξονται, τὸν τῆς ἀνομίας υἱὸν, «τὸν ἀντικείμενον καὶ ὑπεραιρόμενον ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ, κατὰ τὸ γεγραμμένον, καθίσαι, ἀποδει‐ κνύοντα ἑαυτὸν ὅτι ἐστὶ Θεὸς,» ὃς καὶ τὴν θείαν
40σκηνὴν καταμιαίνει, καπνὸς ὢν ἀλλότριος, καὶ ἵν’ οὕτως εἴπω, κακοσμία διαβολική· «Ἔσται γὰρ αὐτοῦ,» φησὶν, «ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ Σατανᾶ.» ΠΑΛΛ. Συνίημι ὃ φής. Καὶ γάρ ἐστιν ἐναργὴς ὁ
45λόγος. ΚΥΡ. Ἐξιλάσασθαί γε μὴν ἐπὶ τοῦ θυσιαστηρίου τοῦ θυμιάματος, προστάττει τῷ Ἀαρὼν ἅπαξ τοῦ ἐνιαυτοῦ καταχρίοντι τῷ αἵματι τοῦ καθαρισμοῦ τῶν ἁμαρτιῶν, τὰς τῶν κεράτων ἀρχάς. «Ἅγιον γὰρ,»

68

.

624

(50)

φησὶ, «τῶν ἁγίων ἐστί.» Καὶ τοῦτό σοι σαφὲς κατα‐ στήσει, λέγων, ὁ θεσπέσιος Παῦλος· «Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελεωτέρας σκηνῆς, οὐ χειροποιή‐ του, τουτέστιν, οὐ ταύτης τῆς κτίσεως· οὐδὲ δι’
55αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος
εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑ‐622

68

.

625

ράμενος.» Ὡς γὰρ αὐτός που πάλιν φησὶν, «Ἅπαξ ἀποθανὼν, οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύσει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ.» Εἰσῄει τοίνυν ὁ
5θεσπέσιος Ἀαρὼν εἰς τὰ Ἅγια τῶν ἁγίων, ἅπαξ τοῦ ἐνιαυτοῦ, δι’ αἵματος τοῦ καθαρισμοῦ τῶν ἁμαρτιῶν. Καὶ ὅρα Χριστὸν ἐν τουτοισὶ πάλιν, αἵματι τῷ ἰδίῳ τῆς ἁπάντων σωτηρίας καὶ ζωῆς, μονονουχὶ τὸν ἴδιον καταῤῥαίνοντα σταυρόν. Σταυροῦ γὰρ τύπος τὰ κέ‐
10ρατα, τῇδε κἀκεῖσε ὡς ἐν τάξει χειρῶν ἀποτάδην ἐκνενευκότα. Οὐκοῦν ἀποθανόντα μὲν ἅπαξ ἐννόει Χριστὸν, Ἅγιον δὲ τῶν ἁγίων ὄντα, κατὰ φύσιν, ὡς Θεόν. Καὶ γάρ ἐστιν ἀληθὴς Ἰωάννης, λέγων, ὅτι «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.»
15Χριστοῦ γὰρ μέτοχος ἡ πᾶσά ἐστι ὁρατὴ καὶ ἀόρατος κτίσις. Ἄγγελοί τε γὰρ καὶ ἀρχάγγελοι, καὶ τὰ ἔτι τούτων ἐπέκεινα, καὶ αὐτὰ δὲ τὰ Χερουβὶμ, οὐχ ἑτέ‐ ρως ἅγια, πλὴν ὅτι διὰ μόνου Χριστοῦ, ἐν ἁγίῳ Πνεύματι. Αὐτὸς οὖν ἄρα ἐστὶ τὸ θυσιαστήριον, αὐ‐
20τὸς δὲ τὸ θυμίαμα, καὶ ἀρχιερεὺς, αὐτὸς δὲ ὁμοίως τὸ αἷμα τοῦ καθαρισμοῦ ἁμαρτιῶν. ΠΑΛΛ. Ναὶ λέγεις ὀρθῶς. Πλὴν ὅ τί ποτέ ἐστι τοῦ καθαρισμοῦ τῶν ἁμαρτιῶν τὸ αἷμα, σαφῶς ἐν‐ νοεῖν οὐκ ἔχω.
25ΚΥΡ. Προανατυπῶν ὁ νόμος τὴν δι’ αἵματος ἀπο‐ κάθαρσιν καὶ τὸ θῦμα τὸ ἱερὸν, φημὶ δὴ Χριστὸν, δι’ οὗ καὶ σεσώσμεθα, τὸν ἐξ ἁμαρτίας ἐντετηγμένον ἡμῖν διαδιδράσκοντες μολυσμὸν, ὧδέ πή φησιν ἐν τῷ Λευϊτικῷ· «Ἐὰν δὲ πᾶσα,» φησὶ, «συναγωγὴ
30Ἰσραὴλ ἀγνοήσῃ, καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς, καὶ ποιήσωσι μίαν ἀπὸ πασῶν τῶν ἐντο‐ λῶν Κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσι, καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία, ἢν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς
35ἁμαρτίας, καὶ προσάξει αὐτὸν παρὰ τὰς θύρας τοῦ μαρτυρίου τῆς σκηνῆς, καὶ ἐπιθήσουσιν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι Κυρίου, καὶ σφάξουσι μόσχον ἔναντι Κυρίου, καὶ εἰσοίσει ὁ ἱερεὺς χριστὸς ἀπὸ τοῦ αἵμα‐
40τος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. Καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ ῥανεῖ ἑπτάκις ἔναντι Κυρίου κατ’ ἐνώπιον τοῦ καταπετάσματος τοῦ ἁγίου, καὶ ἀπὸ τοῦ αἵματος ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου
45τῶν θυμιαμάτων τῆς συνθέσεως, ὅ ἐστιν ἐνώπιον Κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.» Καὶ πλατύτερον μὲν περί γε τούτων ἡμῖν κατὰ καιροὺς εἰρήσεται· ἄθρει δὲ ὡς ἐν μόσχῳ πάλιν ὑπὲρ ἡμῶν σφαζόμενον τὸν Ἐμμανουὴλ, καὶ ἁμαρτίας ἡμᾶς

68

.

625

(50)

ἀπαλλάττοντα, καὶ ἐξιστῶντα δίκης, καὶ ποινῆς ἀποφέροντα, καὶ διὰ τῆς μείζονος καὶ τελειοτέρας ἰόντα σκηνῆς, οὐ διὰ μόσχων καὶ τράγων, ἀλλὰ δι’ αἵματος τοῦ ἰδίου, καὶ θανάτου προσάπαξ ἀπογευ‐ σάμενον. Ἐπὶ ξύλου γὰρ ἄνω λόγχῃ διανοιγεὶς τὴν
55πλευρὰν, αἷμά τε καὶ ὕδωρ ἐξέβλυσεν. Τύπος δ’ ἂν εἶεν σταυροῦ, καθὰ καὶ φθάσαντες εἴπομεν, αἱ τῶν
κεράτων ἐξοχαί.624

68

.

628

ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἀλλ’ οὔτι πω μόνῳ τῷ αἵματι καθαίρεσθαι δεῖν αἰνιγματωδῶς ὁ νόμος, ἀλλὰ καὶ ὕδατι τῷ ἁγίῳ προστέταχε. Τελεωτάτη γὰρ ἤδε πρὸς κάθαρσιν ὁδὸς,
5κατά γε τὸ ἐν Χριστῷ μυστήριον. ΠΑΛΛ. Πῶς δὲ δὴ ἄρα καὶ τοῦτο δέδειχεν, ἢ τίνα τρόπον; ΚΥΡ. Γέγραπται γὰρ, ὅτι «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ποίησον λουτῆρα χαλκοῦν,
10καὶ βάσιν αὐτοῦ χαλκῆν, ὥστε νίπτεσθαι. Καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου. Καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ· καὶ νίψονται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι. Ὅταν εἰσπορεύων‐
15ται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι, καὶ οὐ μὴ ἀποθάνωσιν· ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν, καὶ ἀναφέρειν τὰ ὁλο‐ καυτώματα Κυρίῳ, νίψονται τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι. Ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν
20τοῦ μαρτυρίου, νίψονται ὕδατι ἵνα μὴ ἀποθάνωσι· καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον αὐτῷ. καὶ ταῖς γενεαῖς αὐτοῦ μετ’ αὐτόν.» Ὅτι μὲν οὖν ἡ διὰ τοῦ ἁγίου βαπτίσματος ὡς ἔν γε δὴ τούτῳ προανεγράφετο χάρις, οὐκ ἀσυμφανές. Βαπτιζόμεθα γὰρ, οὐ σαρκὸς
25ἀπόθεσιν ῥύπου ἀποκερδαίνοντες, ἀλλὰ τῶν νοῦ καὶ καρδίας ἀπαλλαττόμενοι μολυσμῶν, καὶ τὰς τῶν πλημμελημάτων ἀπολουόμενοι κηλίδας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ καλοῦντος εἰς σωτηρίαν. Δεδικαιώ‐ μεθα γὰρ οὐκ ἐξ ἔργων νόμου, κατὰ τὰς Γραφὰς,
30ἀλλ’ ἐκ πίστεως Ἰησοῦ Χριστοῦ. Θέα δὲ δὴ, ὅπως καίτοι κατὰ νόμον ἅγιος ὢν ὁ Ἀαρὼν, καὶ μὴν καὶ οἱ σὺν αὐτῷ λειτουργεῖν ἐπιτεταγμένοι, προσαπονίζονται χεῖράς τε καὶ πόδας ὕδατι, πόνων δὲ οὕτως ἅπτονται τῶν ἱερῶν, καὶ μὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰστρέ‐
35χουσι, δειμάτων ἐλεύθεροι, σαφῶς τε καὶ ἐναργῶς καταδηλοῦντος, οἶμαί που, καὶ τοῦτο τοῦ νόμου, μόνον δὲ οὐχὶ καὶ αὐτοῦ διακεκραγότος τοῦ πράγματος, ὡς ἀνίερος παρὰ Θεῷ, καὶ ὁ δοκῶν εἶναί τις κατὰ νόμον ἱερὸς, εἰ μὴ ἀπολούσαιτο τῷ ὕδατι, καὶ ὅτι τῆς ἐν
40νόμῳ λατρείας ἡ δύναμις οὐκ ἀπόχρη πρὸς κάθαρσιν. Προαπενίζοντο γοῦν, καίτοι κατὰ νόμον ἡγιασμένοι, καθαίρεται δὲ, οὔτι που τὸ καθαρὸν, ἀλλὰ τὸ ῥυποῦν καὶ ἀκάθαρτον. Τοιουτονὶ δὲ καὶ αὐτὸς εἴρηκεν ὁ Χριστὸς, «Ὁ λελουμένος οὐ χρείαν ἔχει, εἰ μὴ τοὺς
45πόδας νίψασθαι, ἔστι γὰρ καθαρός.» Γράφει δὲ καὶ σοφώτατος Παῦλος, ὡς ἔστιν ἀδύνατον αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. Ἀτελὴς οὖν ὁ νόμος εἰς ἁγιασμὸν, εἰ μὴ προσγένοιτο τοῖς δεδιψηκόσι τὴν πρὸς Θεὸν οἰκειότητα τὸ σωτήριον βάπτισμα. Τοι‐

68

.

628

(50)

γάρτοι καὶ ὁ θεσπέσιος Ἰωάννης, καίτοι τοῖς ἄγαν αὐχήμασιν εὖ μάλα κατεστεμμένος, καὶ ἀρετῆς εἰς τοῦτο διέρπειν εἰδὼς, ὡς εἰς λῆξιν ἤδη γενέσθαι τὴν ἀνωτάτω, βαπτίζεσθαι παρεκάλει τῷ Σωτῆρι λέγων· «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι.»
55ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Χεῖρες δὲ καὶ πόδες ἀπονιπτόμενοι, ἔργου
καὶ πορείας τῆς οἱονεὶ πρὸς ἕκαστα τῶν πρακτέων,626

68

.

629

τὸ καθαρὸν καὶ ἀκίβδηλον ὑποσημαίνουσιν. Τουτὶ δὲ ἡμῖν ἐξησκηκόσιν, ἐφεῖται μὲν εἰσελθεῖν εἰς τὴν ἐσωτέραν σκηνὴν, προσκομίζειν δὲ τῷ Θεῷ θυσίας πνευματικὰς, καὶ ὡς ἐν τάξει θυμιαμάτων τῆς εὐαγ‐
5γελικῆς πολιτείας καθιεροῦν οἱονείπως τὴν εὐοσμίαν. Παρεγγυᾷ δὲ χρησίμως ἀπονίζεσθαι δεῖν τοὺς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελαύνειν ἐθέλοντας, καὶ τῶν ἱερῶν ἔργων ἐπιμελητὰς, ἵνα μὴ ἀποθάνωσιν. Χρῆμα γὰρ ἐπισφαλὲς καὶ ἐπιζήμιον ἀληθῶς, τὸ ἐγγίζειν Θεῷ
10μὴ κεκαθαρμένους. Τοιγάρτοι καὶ σοφὸς ἡμῖν ἐπι‐ σκήπτει Παῦλος, εἰ τῆς μυστικῆς εὐλογίας μεταλα‐ χεῖν ἐθέλοιμεν, ἑαυτοὺς δοκιμάζειν, προσιέναι τε οὕτω λοιπόν. Πρᾶγμα δὲ ὅτι καὶ κινδύνου μεστὸν τὸ ἀτημελὲς ἐν τούτοις, ἐκκαλύπτει λέγων· «Διὰ τοῦτο
15ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινό‐ μεθα. Κρινόμενοι δὲ ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.» ΠΑΛΛ. Ἄραρεν οὖν ὅτι τὴν διὰ τοῦ ἁγίου βαπτί‐
20σματος ὁ ἱερὸς ἡμῖν λουτὴρ προκατεδείκνυε χάριν. ΚΥΡ. Ὧδε ἔχει· μὴ γὰρ ἐνδοιάσῃς ὅλως. Καὶ τόν γε τῆς τούτου κατασκευῆς περιαθρήσας τρόπον, κατα‐ τεθηπὼς ἂν, οἶμαι, καὶ ἔτι μειζόνως ἔσῃ. Γέγραπται γὰρ ὡδὶ περὶ τοῦ Βεσελεὴλ, τοῦ τὰ ἐν τῇ σκηνῇ
25τετεχνουργηκότος· «Οὗτος ἐποίησε τὸν λουτῆρα τὸν χαλκοῦν, καὶ τὴν βάσιν αὐτοῦ χαλκῆν, ἐκ τῶν κατ‐ όπτρων τῶν νηστευσασῶν, αἳ ἐνήστευσαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐν ᾗ ἡμέρᾳ ἔπηξεν αὐτήν. Καὶ ἐποίησε τὸν λουτῆρα, ἵνα νίπτωνται ἐξ
30αὐτοῦ Μωσῆς τε καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας, εἰσπορευομένων αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, οἳ ὅταν προσπορεύων‐ ται εἰς τὸ θυσιαστήριον, λειτουργεῖν, ἐνίπτοντο ἐξ αὐτοῦ, καθάπερ συνέταξεν ὁ Κύριος τῷ Μωσῇ.»
35ΠΑΛΛ. Καὶ τί τῶν κατόπτρων τὸ χρῆμα; τίνες δὲ ἄρα καὶ αἱ νηστεύσασαι; ΚΥΡ. Πολλὰ τῶν γεγενημένων σαφῆ μὲν οὐκ ἔχει παρὰ τῇ θείᾳ Γραφῇ τὴν ἀφήγησιν. Σημαίνεται δέ πως ἐκ παραδρομῆς, καθάπερ ἀμέλει καὶ τόδε τὸ ἐν
40χερσί. Ποῦ γὰρ, ἢ τίνες νενηστεύκασι τῆς ἁγίας ἐγηγερμένης σκηνῆς, οὐ λελάληκεν ὁ Μωσῆς. Ὅτι δὲ γέγονεν, οὐκ ἐνδοιάσαι τις ἄν· εἴρηται γὰρ, εἰ καὶ μὴ σαφῶς. Ἀλλὰ τουτὶ δὴ μεθέντες, ἐπ’ ἐκεῖνο ἴωμεν, εἰ δοκεῖ.
45ΠΑΛΛ. Τὸ ποῖον; ΚΥΡ. Τὰ νενηστευκότα γύναια τίνος ἂν εἶεν εἰς τύπον; τί δὲ τὸ ἐκ τῶν κατόπτρων τὸν λουτῆρα πλάτ‐ τεσθαι τὸν χαλκοῦν; ΠΑΛΛ. Καὶ μὴν, σὸν ἤδη πως καὶ τοῦτο εἰπεῖν.

68

.

629

(50)

ΚΥΡ. Ἄκουε δή· Λελατρεύκασιν εἰδώλοις οἱ ἐξ Ἰσραὴλ, τὴν ὑπὸ τοῖς Αἰγυπτίοις ἀνατλάντες θητείαν, καὶ τοῖς ἐκείνων διαβιοῦντες νόμοις, μακροὺς διατε‐ τελέκασι χρόνους. Ἔθος τοίνυν Αἰγυπτίων μάλιστα γυναιξὶν, εἰσφοιτᾷν ἱεροῖς, λινῇ μὲν ἐσθῆτι κατεσταλ‐
55μέναις, κατόπτρῳ δὲ τὴν ἀριστερὰν, καὶ σείστρῳ
τὴν δεξιὰν ἱεροπρεπῶς κατεστεμμέναις, αἳ ὅτι628

68

.

632

μάλιστα τῶν ἄλλων ἐξειλεγμέναι καὶ ἱερομύστιδες, τῆς τοιαύτης μόλις ἠξιοῦντο τιμῆς, ὕβρεως μὲν οὖν· ὧδε γὰρ ἄμεινόν τε καὶ ἀληθὲς εἰπεῖν. Γύναια δὴ οὖν τῶν ἐξ αἵματος Ἰσραὴλ, λείψανα τῆς ἐν Αἰγύπτῳ
5λατρείας ἐν ἰδίοις σκεύεσιν εὑρηκότα, ταυτὶ δὴ τὰ κάτοπτρα προσεκόμισαν εἰς καρποφορίαν, ἃ καὶ εἰς τὸ τοῦ λουτῆρος μετεσκευάσθη χρῆμα. Σκηνῆς δὲ τῆς ἁγίας ἐγηγερμένης νενηστεύκασι προσιζήσαντά που ταῖς θύραις, καὶ πάντα ἁγνῶς διαιτώμενα, ὑποδη‐
10λοῦντος, οἶμαι, τοῦ πράγματος, ὅτι τῆς ἀληθεστέρας ἀναδεδειγμένης σκηνῆς, τοῦτ’ ἔστι, τῆς Ἐκκλησίας ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος, ὡς ὁ θεσπέ‐ σιος γράφει Παῦλος, καιρὸς ἤδη πως τοὺς ἀνακειμέ‐ νους εἰς δόξαν ποτὲ τῆς τῶν δαιμονίων ἀγέλης, εἰς
15ἱερὰ μεταπλάττεσθαι σκεύη, καὶ ἐπιτηδείως ἔχοντα πρὸς παραδοχὴν τοῦ ἁγίου βαπτίσματος, ὡς καὶ δια‐ πρέπειν δύνασθαι τοῖς ὑπὲρ νόμον αὐχήμασιν. Τουτὶ γὰρ, οἶμαι, ἔστι τὸ ἐκ κατόπτρων Ἑλληνικῶν, ἤτοι κειμηλίων διαβολικῶν, τὸν λουτῆρα πλάττεσθαι τὸν
20χαλκοῦν, ἐν ᾧ δὴ καὶ τὸ ὕδωρ, τὸ καὶ αὐτὸν ἀπο‐ καθαῖρον Μωσέα, καὶ τῇ κατὰ νόμον ἱερωσύνῃ χρήσι‐ μον εἰς ἀπόνιψιν, δῆλον δὲ ὅτι τὴν νοητήν. Ἢ γὰρ, οὐχὶ σκεύη διαβολικὰ, τοὺς πεπλανημένους καὶ τοῖς δαιμονίοις λελατρευκότας φαίης ἂν εἶναι καὶ αὐτὸς,
25ὦ Παλλάδιε; ΠΑΛΛ. Πῶς γὰρ οὔ; ΚΥΡ. Νενηστεύκασι δὲ τὰ γύναια παρὰ τὰς θύρας τῆς σκηνῆς τῆς ἁγίας. Εἴη δ’ ἂν καὶ τάδε καλὸν αἴνιγμα καὶ σοφὸν, τοῦ μὴ δι’ αἱμάτων εἰστρέχειν ἐν
30ἐκκλησίαις τοὺς ἐν Χριστῷ δεδικαιωμένους, θυσίαις δὲ μᾶλλον πνευματικαῖς ἐκπρέποντας, καὶ δωροφο‐ ρίαν ὥσπερ τινὰ προσκομίζοντας τῷ Θεῷ τὴν ἐγκρά‐ τειαν, τὴν οἱονεὶ νέκρωσιν τῆς σαρκός. «Παραστή‐ σατε γὰρ,» φησὶ, «τὰ σώματα ὑμῶν, θυσίαν ζῶσαν,
35ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» Καὶ πάλιν· «Δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν.» Οὐκοῦν αἱ νηστεύσασαι τῆς ἁγίας ἐγηγερμένης σκηνῆς, εἰς εἰκόνα τελοῦσι ψυχῶν, οὐ Μωσαϊκοῖς ἐντάλμασι παιδαγωγουμένων ἔτι, πνευ‐
40ματικὴν δὲ μᾶλλον καὶ εὐαγγελικὴν ἀναδεδειγμένων τὴν πολιτείαν ἤδη, καὶ πατουσῶν οὐκ ἀνιδρωτὶ τὰς ἐπιγείους ἡδονὰς, καὶ ἀναμορφουμένων εὖ μάλα πρὸς τὸ ἀκήρατον κάλλος, διὰ τὸ μὴ ἀνέχεσθαι παθεῖν τὰ μυσαρά τε καὶ βέβηλα τῆς φιλοσαρκίας ἐγκλήματα.
45Ἢ οὐχ οὕτως ἡμῖν ὁ τοῦ βίου τρόπος τοῖς ἐν Χριστῷ κεκλημένοις εἰς ἁγιασμὸν καὶ ἰσχνότητα τὴν πνευ‐ ματικήν; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Ἀλλὰ ταυτὶ μὲν εἰς τὸ παρὸν σκευῶν ἱερῶν

68

.

632

(50)

εἰρήσθω πέρι. Φέρε δὲ, εἰ δοκεῖ, καὶ αὐτὴν ἡμῖν ὅπως ἔχει θέσεώς τε καὶ κατασκευῆς κατασκεπτώμεθα τὴν σκηνήν. Καὶ βαθὺ μὲν τὸ χρῆμα, καὶ τῶν καθ’ ἡμᾶς ἐπέκεινα μέτρων, βλάβος δὲ οἶμαι τὸ σύμπαν οὐδὲν, πανταχόθεν ἡμᾶς ἐρανίζεσθαι φιλεῖν τὸ τελοῦν εἰς
55ὄνησιν, καὶ τοῖς ἄγαν ὑπερκειμένοις ὡς ἔνι προσβάλ‐
λοντας.630

68

.

633

ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Εἰ μὲν οὖν ἕλοιτό τις ἄγαν ἰσχνομυθεῖν, μακρὸς ἂν γένοιτο καὶ πολυσχιδὴς ὁ ἐφ’ ἑκάστῳ λό‐ γος. Ἰστέον δὲ ὅτι, τὰ μὲν σκευῶν καὶ θεωρίας ἀγχοῦ
5καὶ λόγων ἐστὶ μυστικῶν, τὰ δὲ εἰς κόσμον τε καὶ χρείαν ἐκμεμηχάνηται τῆς σκηνῆς· ὑποτεμὼν δὲ, ὡς ἔνι, τὸ μῆκος τοῦ λόγου, ἐν βραχέσιν ἐρῶ, καὶ συστελῶ τὸ διήγημα. Ἔφη τοίνυν, ὅτι «Καὶ τὴν σκηνὴν ποιήσεις δέκα αὐλαίας, ἐκ βύσσου κεκλωσμέ‐
10νης, καὶ ὑακίνθου καὶ πορφύρας, καὶ κοκκίνου κεκλω‐ σμένου. Χερουβὶμ ἐργασίαν ὑφαντοῦ ποιήσεις αὐτά· μῆκος τῆς αὐλαίας τῆς μιᾶς, ὀκτὼ καὶ εἴκοσι πήχεις, καὶ εὖρος τεσσάρων πήχεων ἡ αὐλαία ἡ μία ἔσται· μέτρον τὸ αὐτὸ ἔσται πάσαις ταῖς αὐλαίαις. Πέντε δὲ
15αὐλαῖαι ἔσονται ἐξ ἀλλήλων συνεχόμεναι, ἑτέρα ἐκ τῆς ἑτέρας, καὶ πέντε αὐλαῖαι ἔσονται συνεχόμεναι, ἑτέρᾳ τῇ ἑτέρᾳ.» Δέκα μὲν οὖν αἱ αὐλαῖα· καὶ ἀλ‐ λήλων ἀπρὶξ ἡμμέναι· πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ, καὶ τῶν ἐνοικούντων αὐταῖς εἷς που πάντων
20καὶ ὅσιος ὁ σκοπὸς, μία δὲ καὶ ἡ περὶ Θεοῦ γνῶσις. Ἐν γὰρ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεὸς, κατὰ τὸ γε‐ γραμμένον. Ἐκδέξῃ δὲ, εἰ δοκεῖ, τὰς δέκα αὐλαίας, εἶναί τε οἰήσῃ τὸ πλήρωμα τῶν εἰς κόσμον Ἐκκλησιῶν, οὐ διεσπαρμένων εἰς διχόνοιαν, ἢ εἰς ἀσύμφωνον δό‐
25ξαν, ἀλλ’ ἡνωμένων ἐν πνεύματι, καὶ οἱονεί πως συνεσφιγμένων εἰς ἓν καθ’ ἑνότητα τὴν ἐν Χριστῷ διὰ πίστεως. Πανταχοῦ γὰρ καὶ ἐν πάσαις εἷς Κύ‐ ριος, μία πίστις, ἓν βάπτισμα. Πλάτος δὲ ἑκάστῃ τῶν αὐλαιῶν πήχεις τέσσαρες, καὶ ὀκτὼ καὶ εἴκοσι τὸ
30μῆκος. Καὶ περίεργον μὲν καὶ ἰσχνὸν τὸ αἴνιγμα, πλὴν οἶμαι καταδηλοῦν αὐτὸ σκοτεινῶς τε καὶ ἀμυ‐ δρῶς, ὅτι καὶ ἡ διὰ νόμου παίδευσις δεκτή πως ἐν Ἐκκλησίαις, στενοτάτη μὲν οὖσα διά γε τὸ ἀσυμφα‐ νὲς τοῦ γράμματος· προϊόντος γε μὴν εἰς μῆκος τοῦ
35χρόνου, τέλος ἕξει τὸ περὶ Χριστοῦ μυστήριον, τοῦτ’ ἔστι, τὴν ὀγδόην, ἤτοι τὴν ἐν ὀγδόῃ γενομένην ἀνάστασιν. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χρι‐ στὸς, πρὸς ὃν καὶ ὁ θεῖος ἀνακέκραγε Δαβίδ· «Πλατεῖα ἡ ἐντολή σου σφόδρα.» Γράφει δὲ καὶ ὁ θεσπέσιος
40Παῦλος, τοῖς τὴν ἐν νόμῳ λατρείαν τῆς εἰς Χριστὸν πίστεως προτετιμηκόσι· «Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται· οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέ‐
45κνοις λέγω. Πλατύνθητε καὶ ὑμεῖς, μὴ γίνεσθε ἑτερο‐ ζυγοῦντες ἀπίστοις.» Ὁρᾷς ὅτι τὸ προσκεῖσθαι θέλειν τοῖς ἀπειθήσασιν Ἰουδαίοις καὶ λαλοῦσιν ἔτι τὰ ἐν νόμῳ μετὰ τὴν πίστιν, στενοχωρεῖσθαι ποιεῖ;
51ΠΑΛΛ. Συνίημι. ΚΥΡ. Ἱστία δὲ ταῖς αὐλαίαις ἐκ βύσσου κεκλω‐ σμένης, καὶ ὑακίνθου καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου. Παμποίκιλος γὰρ τῆς Ἐκκλησίας ὁ
55κόσμος. Τοῦτό τοι καὶ ὁ θεσπέσιος ψάλλει Δαβὶδ, ὡδί πη λέγων περὶ αὐτῆς· «Παρέστη ἡ βασίλισσα ἐκ
δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη,632

68

.

636

πεποικιλμένη.» Κόσμημα δὲ καὶ ὡραϊσμὸς ἐν αὐτῇ πολυειδὴς, ὁ Χριστὸς, εἷς μὲν κατὰ φύσιν ὑπάρχων, αἰνίγμασι δὲ πολλοῖς καὶ διαφόροις νοούμενος, οἷον, φέρε εἰπεῖν, καὶ βύσσος κεκλωσμένη. Ἰσχνὸς γὰρ ὢν
5καὶ ἀσώματος κατὰ φύσιν ὁ ἐκ Θεοῦ τοῦ Πατρὸς Λό‐ γος, κέκλωσται τρόπον τινὰ διὰ τῆς οἱονεὶ πρὸς σάρκα συμπλοκῆς. Οὐκοῦν καὶ βύσσος κεκλωσμένη, καὶ μὴν, καὶ ὡς ὑάκινθος, ὅτι μὴ ἐκ γῆς, ἀλλ’ ἄνωθεν καὶ ἐξ οὐρανοῦ· ὑακίνθῳ γάρ πως παρεικάζεται τὸ
10ὑψοῦ τε καὶ ἄνω καὶ αἰθέριον σῶμα, τὸ καὶ μέχρις αὐτοῦ διῆκον τοῦ στερεώματος. Οὐκοῦν ὡς ὑάκινθος διὰ τὸ ἐξ οὐρανοῦ, πορφύρα δὲ, ὅτι μὴ δοῦλος, ὡς γενητὸς, ἀλλ’ ἐκ Θεοῦ βασιλεὺς, καὶ τῶν ὅλων Κύριος. Κεκλωσμένον δὲ κόκκινον· ἐν συμπλοκῇ γὰρ, ὡς
15ἔφην, τῇ πρὸς σάρκα νοούμενος, καὶ ὑπάρχων ἀληθῶς ὁ τοῦ Θεοῦ Λόγος, τὸ ἴδιον αἷμα δέδωκεν ὑπὲρ ἡμῶν. Αἵματος γὰρ σημεῖον, τὸ κόκκινον· Χερουβὶμ δὲ, τῶν δειρέων ἡ γραφὴ, τὸ συνῆφθαι τάχα που τοῖς ἄνω τὰ κάτω, καὶ ταῖς ἐν οὐρανῷ δυνάμεσι τὴν ἐπὶ τῆς γῆς
20Ἐκκλησίαν ἡνῶσθαι λοιπὸν καταδηλοῦντος τοῦ πράγ‐ ματος εὖ μάλα. Ἰστέον δὲ ὅτι καὶ ὁ σοφώτατος Σολο‐ μὼν, ἐνεκόλαψε τοῖς τείχεσι τοῦ ναοῦ τὰ Χερουβίμ. Ἐκπεποίηται δὲ τὸν αὐτὸν τουτονὶ τρόπον καὶ ἡ διατύπωσις τοῦ οἴκου τοῦ σημαινομένου διὰ φωνῆς
25Ἰεζεκιήλ. Καλύμματα δὲ ταῖς αὐλαίαις δέῤῥεις, ἀγ‐ κύλαις τε καὶ κρίκοις συνεσφιγμέναι. Καὶ μὴν καὶ ἐπικαλύμματα, δέρματα ὑακίνθινα, καὶ δέρματα κριῶν, ἠρυθροδανωμένα, τῆς Ἐκκλησίας τὸν σκεπα‐ στὴν Χριστὸν ὑπεμφαίνοντα, διὰ μὲν τοῦ ὑακίνθου
30πάλιν, ὡς ἐξ οὐρανοῦ καὶ ἄνωθεν. διὰ δέ γε τοῦ ἐρυ‐ θροῦ χρώματος, ὡς ἐν σαρκὶ γέγονεν. Τοιουτονὶ γάρ πώς ἐστι τὸ τῆς σαρκὸς χρῶμα. ΠΑΛΛ. Οὐκ ἔξω λόγου ταυτὶ τεθεωρῆσθαί φημι. ΚΥΡ. Στύλοι δὲ ταῖς αὐλαίαις, εὖρος μὲν εἰς
35πῆχυν ἰόντες ἕνα τε καὶ ἥμισυ. Μῆκος δέ γε μὴν εἰς δέκα, κεφαλὰς μὲν καὶ σώματα χρυσῷ διαπεπασμέ‐ νοι, βάσεσι δὲ διπλαῖς καὶ ἀργυραῖς ἐπερηρεισμένοι. Νοεῖται δὲ πάλιν ὡς ἐν ἑκάστῳ στύλῳ Χριστὸς, τῆς Ἐκκλησίας τὸ ἔρεισμα, τὸ τῆς ἀληθείας ἑδραίωμα,
40κατὰ τὴν τοῦ Παύλου φωνήν. Ἵστησι δὲ καὶ συνέχει τὰ πάντα αὐτός. Διὰ μὲν γὰρ τοῦ ἑνός τε καὶ ἡμί‐ σους πήχεως, ὡς τέλειος κατὰ φύσιν θεότητος, μείων δὲ αὖ, ὡς ἐν ἀνθρωπότητος μέτροις, πλαγίως ὑπο‐ σημαίνεται. Οὐκ εὔηθες δὲ εἰπεῖν, ὅτι παντέλειος
45μὲν, ὡς ἐν ὁλοκλήρῳ πήχει Χριστὸς, ἐπεί τοι Θεός ἐστι κατὰ φύσιν. Ὡς δὲ ἐν ἡμίσει πήχεως, ὑφειμέ‐ νος διὰ τὸ ἀνθρώπινον. Τέλειον γὰρ ἐν γενητοῖς οὐδέν. Πλούσιος δὲ ὢν, ἐπτώχευσεν ἐν ἡμῖν, καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν ὁ Μονογενής.

68

.

636

(50)

ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Οὐκοῦν οὐκ ἰσοστατήσει ταῖς τῆς θεότητος ὑπεροχαῖς τὸ ἀνθρώπινον· πολλοῦ γε καὶ δεῖ. Τοι‐
γάρτοι καὶ ἔφασκεν, ὡς καθ’ ἡμᾶς γεγονὼς καὶ νοού‐634

68

.

637

μενος· «Ὁ Πατήρ μου μείζων μου ἐστὶ,» καίτοι κατὰ φύσιν θεότητος, ἰσομέτρως ἔχων, καὶ τῆς τοῦ τεκόντος ὑπεροχῆς οὐχ ἡττώμενος. Μῆκος δὲ τῷ ξύλῳ, δεκάπηχυ. Παντέλειος γὰρ ὡς ἐν ὑψώμασι τῆς
5θεότητος, ὁ Χριστός. Τελειότητος δὲ σημεῖον, ὁ εἰς δέκα τρέχων ἀριθμὸς παρά γε τῇ θείᾳ λαμβάνεται Γραφῇ. Χρυσῆ δὲ τῷ ξύλῳ κεφαλὴ, καὶ μὴν καὶ σῶμα χρυσοῦν. Φύσεώς γε μὴν τῆς ἀνωτάτω κατα‐ πλουτεῖ τὸν ἐναυλισμὸν ὁ ἐκ Παρθένου ναός. Σύμ‐
10βολον δὲ θεότητος, ὁ χρυσὸς, ὑπεροχὴν ἔχων τὴν κατὰ πάντων, ὡς ἐν ὕλης τυχὸν τῆς τοιᾶσδε λόγῳ. Ἐξ ἀργύρου δὲ καὶ ἐκ δυοῖν ἡ βάσις. Λαμπρὸς δὲ καὶ διαφανὴς ἐν γῇ ὁ Χριστὸς, κατά γε τὸ, «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν·» καὶ οἱονεὶ διφυᾶ τὴν
15γνῶσιν ἔχει· νοεῖται γὰρ ἐν αὐτῷ Θεός τε καὶ ἄν‐ θρωπος. Τουτὶ γὰρ, οἶμαι, ἔστι, τὸ διπλῆν ὥσπερ ἔχειν καὶ ἐξ ἀργύρου τὴν βάσιν. ΠΑΛΛ. Εἰκάζεις ὀρθῶς. ΚΥΡ. Θέα γε μὴν ἐκεῖνο, ὦ τᾶν.
20ΠΑΛΛ. Ὅ τι δή; ΚΥΡ. Εἰς αὐλαίας γὰρ δέκα προστεταχὼς ὅλην ἐκτείνεσθαι τὴν σκηνὴν, ἐπιλέγει μεταξύ· «Καὶ ποιήσεις δέῤῥεις τριχίνας, σκέπην ἐπὶ τῆς σκηνῆς· ἕνδεκα ποιήσεις αὐτὰς δέῤῥεις, τὸ μῆκος τῆς δέῤῥεως
25τῆς μιᾶς ἔσται τριάκοντα πήχεων, καὶ τεσσάρων πήχεων τὸ εὖρος τῆς δέῤῥεως τῆς μιᾶς· τὸ αὐτὸ μῆκος ἐπὶ ταῖς ἕνδεκα δέῤῥεσι. Καὶ συνάψεις τὰς πέντε δέῤῥεις ἐπὶ τὸ αὐτὸ, καὶ τὰς ἓξ δέῤῥεις ἐπὶ τὸ αὐτὸ, καὶ ἐπιδιπλώσεις τὴν δέῤῥιν τὴν ἕκτην κατὰ
30πρόσωπον τῆς σκηνῆς· καὶ ποιήσεις ἀγκύλας πεντή‐ κοντα ἐπὶ τοῦ χείλους τῆς δέῤῥεως τῆς μιᾶς, τῆς ἀνὰ μέσον κατὰ τὴν συμβολήν. Καὶ πεντήκοντα ἀγ‐ κύλας ποιήσεις ἐπὶ τοῦ χείλους τῆς δέῤῥεως τῆς συναπτούσης τῆς δευτέρας.» Τί τὸ χρῆμα λοιπὸν, ὦ
35Παλλάδιε; δέκα μὲν γὰρ ἐγείρει τὰς αὐλαίας. Εἶτα πῶς οὐκ ἰσάριθμοι ταύταις αἱ δέῤῥεις, περιττεύει δὲ μία, τοῦτ’ ἔστιν ἡ ἑνδεκάτη; Συνάψεις γὰρ, φησὶν, τὰς πέντε δέῤῥεις ἐπὶ τὸ αὐτὸ, καὶ τὰς ἓξ δέῤῥεις ἐπὶ τὸ αὐτό. ΠΑΛΛ. Οὐκ ἔχω φράσαι. ΚΥΡ. Ἀλλ’ ἥ γε θέσις σαφηνιεῖ τὸ ζητούμενον.
40ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ. Πέντε μὲν γὰρ αὐλαίας ἀλλήλαις συνεσφιγ‐ μένας ὅτι προσῆκε γενέσθαι φησίν· ἑτέρας δὲ πέντε, κατὰ τὸ αὐτὸ δὲ σχῆμα, καὶ ἐν ἴσῳ τρόπῳ ἀντιτε‐ ταγμένας. Τοιγαροῦν ἀλλήλαιν καὶ ἀντιπροσώπως
45ἀντεγηγερμέναιν, ὡς ἐκ βοῤῥέου τυχὸν καὶ νότου, ἤγουν ἐξ ἠοῦς καὶ μέντοι καὶ δυσμῶν, ἑνδεκάτη τις ἡ διὰ μέσου λοιπὸν ἐσχεδιάζετο πλευρὰ, ἀνὰ μέρος ποιουμένη τὰς δέκα, διῃρημένας εἰς δύο, ἐφ’ ᾗ τάχα που καὶ δέῤῥις ἡ ἑνδεκάτη περιτετά[ν]νυσται, κρίκοις

68

.

637

(50)

τε καὶ ἀγκύλαις ἄμφω συνέχοντα τὰς πλευράς· καθ’ ὁμοιότητα δὲ τῶν ἄλλων, καὶ οἱ ταύτης στύλοι, πλὴν ἥττους ἐν ἀριθμῷ. Αἱ μὲν γὰρ δέκα αὐλαῖαι, καθάπερ ἤδη προεῖπον, εἰς μῆκος ἐξετείνοντο πή‐ χεων ὀκτὼ καὶ εἴκοσιν, ἥ γε μὴν ἑνδεκάτη καὶ μεσαι‐
55τάτη τῶν ἄλλων, τὸ εὖρος τῶν πέντε (τετραπήχεις636

68

.

640

δὲ αὖται), πρὸς τὸ εἰκοσάπηχύ[ν] που διατετάν[ν]υ‐ σται μέτρον. Διὰ τοῦτό φησι· Καὶ ἐπιδιπλώσεις τὴν δέῤῥιν τὴν ἕκτην κατὰ πρόσωπον τῆς σκηνῆς, ἵνα μὴ τὸ περιττῶς ἐκτεταμένον τῷ τῆς αὐλῆς κάλλει
5διαλυμαίνοιτο. Ἐν ταύτῃ δὴ οὖν τῇ μεταξὺ τῶν ἄλ‐ λων καὶ ὡς ἑνδεκάτῃ τὰ ἱερά τε καὶ θεῖα τετάχατο σκεύη, διαμορφοῦντα ποικίλως ἔν γε δὴ σφίσιν αὐ‐ τοῖς τὸν Ἐμμανουήλ· τάχα που τοῦ ἀριθμοῦ καὶ τόδε κατασημαίνοντος, ὡς ἐν τελευταίοις τοῦ αἰῶνος
10καιροῖς, καὶ ὡς ἐν ὥρᾳ τῇ ἑνδεκάτῃ τυχὸν ἀναφαί‐ νεται Χριστὸς, καὶ ἡ Χριστὸν ἔχουσα σκηνὴ, τοῦτ’ ἔστιν, ἡ Ἐκκλησία. ΠΑΛΛ. Οὐδὲν, ὡς ἔοικεν, ἀπεικὸς ἐννοεῖν εὖ ἔχειν καὶ τὸν ἐπὶ τῷδε λόγον.
15ΚΥΡ. Μετὰ δέ γε τοὺς ἐπὶ τῇ σκηνῇ λόγους τε καὶ τύπους, «Καὶ ποιήσεις, φησὶν, αὐλὴν τῇ σκηνῇ, εἰς τὸ κλίτος τὸ πρὸς λίβα, καὶ ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης· μῆκος ἑκατὸν πήχεων τῷ ἑνὶ κλίτει· καὶ οἱ στύλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις
20αὐτῶν εἴκοσι χαλκαῖ· καὶ οἱ κρίκοι αὐτῶν, καὶ αἱ ψαλίδες ἀργυραῖ. Οὕτως τῷ κλίτει τῷ πρὸς ἀπ‐ ηλιώτην ἱστία ἑκατὸν πήχεων μῆκος· καὶ οἱ στύλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ· καὶ οἱ κρίκοι καὶ αἱ ψαλίδες τῶν στύλων, καὶ αἱ
25βάσεις αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ. Τὸ δὲ εὖ‐ ρος τῆς αὐλῆς τὸ κατὰ θάλασσαν, ἱστία πεντήκοντα πήχεων, στύλοι αὐτῶν δέκα, καὶ βάσεις αὐτῶν δέκα.» Ἄθρει δὴ οὖν, ὅτι στεναὶ μὲν αἱ πρῶται γεγόνασιν αὐλαὶ, καὶ εἰς τρίτην διήκουσαι δεκάδα πήχεων. Εὖ‐
30ρος μὲν γὰρ αὐταῖς τέσσαρες, μῆκος δὲ ὀκτὼ καὶ εἴκοσι· αἱ δὲ μετ’ ἐκείνας, εὐρεῖαί τε οὕτω καὶ μα‐ κραί· ἑκατὸν γὰρ ἐφ’ ἑκατὸν, καὶ πεντήκοντα ἐπὶ πεντήκοντα, τρέχουσαί τε ἡ μὲν εἰς ἠῶ, ἡ δὲ εἰς ἑσπέραν τε καὶ λίβα.
35ΠΑΛΛ. Εἶτα τί τὸ αἴνιγμα; ΚΥΡ. Οὐχὶ δὴ τοῦτό ἐστιν ἐναργῶς, τὸ πάλαι δι‐ επηγγελμένον διὰ φωνῆς Ἡσαΐου πρὸς τὴν ἐν ἐσχά‐ τοις καιροῖς ἀναδεδειγμένην Ἐκκλησίαν· «Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου, καὶ τὰς δέῤῥεις τῶν αὐ‐
40λαιῶν σου. Πῆξον, μὴ φείσῃ ἔτι εἰς τὰ δεξιὰ, καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.» Στενουμένη γὰρ ἐν ἀρχαῖς ἡ Ἐκκλησία Χριστοῦ, λοιπὸν εἰς ἠῶ τε καὶ δύσιν, καὶ βοῤῥᾶν τε καὶ νότον ἐξευρύνεται, καὶ διὰ παντὸς ἥκει τόπου.
45ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ἐπιτήρει δὲ ὅτι τοὺς μὲν ἄλλους ἅπαντας στύλους τῶν δέκα αὐλαιῶν, καὶ τῆς ἀνὰ μέσον, χρυ‐ σῷ μὲν ἔφη διαπάττεσθαι δεῖν, βάσεσί γε μὴν ἐπ‐ ερηρεῖσθαι διπλαῖς, ἀργύρου πεποιημέναις. Καὶ τίς ὁ

68

.

640

(50)

τοῦδε λόγος, εἴρηται, καθάπερ ἐγᾦμαι· τῶν δὲ μα‐ κρῶν καὶ πλατειῶν αὐλαιῶν τοὺς στύλους, ἑτέρῳ διαποικίλλει λόγῳ. Ἀργύρῳ μὲν ἐκ κεφαλῆς εἰς πό‐ δας καταγλαΐζεσθαι δεῖν εὖ μάλα φησὶ, βάσεσι δὲ αὖ
ἐπερηρεῖσθαι χαλκαῖς καὶ περιαργύροις. Τύπος638

68

.

641

δ’ ἂν εἴη καὶ τοῦδε Χριστὸς, φωτὸς μὲν ὅτι διέλαμψε δίκην, αὐγαῖς δηλονότι ταῖς νοηταῖς ἀστράπτων ὡς Θεὸς, τοῦ ἀργύρου σημαίνοντος. Ὅτι δὲ λαμπρὸς καὶ εὐηχὴς ὁ περὶ γῆν αὐτῷ πεποίηται λόγος, τοῦτ’ ἔστι,
5τὸ κήρυγμα τὸ εὐαγγελικὸν, τοῦ περιαργύρου χαλ‐ κοῦ πλαγίως ἡμῖν ὑπεμφαίνοντος. Εὐηχὴς μὲν γὰρ καὶ ὁ χαλκὸς, λαμπρὸν δὲ δὴ λίαν καὶ διαφανὲς τοῦ ἀργύρου τὸ χρῆμα. Ἔνεστι δὲ τοῦτο τοῖς εὐαγγελι‐ κοῖς κηρύγμασι, καὶ κατίδοι τις ἂν, τοῦ Σωτῆρος
10τὸν λόγον, ἔχοντα μὲν τῆς εἰς ἄκρον εὐσεβείας τὸ διειδές τε καὶ καθαρὸν, ὅλην δὲ ὥσπερ περιβομβοῦντα τὴν οἰκουμένην. Εἰ δὲ δή τις ἕλοιτο τοὺς ἁγίους ἀπο‐ στόλους καὶ εὐαγγελιστὰς ὡς ἐν τοῖς τοιοῖσδε τυχὸν ἀνατυποῦσθαι στύλοις, λογιεῖται τὰ εἰκότα. Καὶ γάρ
15εἰσιν ἀληθῶς ὥσπερ ἠργυρωμένοι, διὰ τὸ ἐν μεθέξει γενέσθαι Χριστοῦ τοῦ φωτίζοντος. Τοιγάρτοι φησί· «Καὶ ἔσται ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς.» Ὀνομάζονται δὲ καὶ «Τοῦ κόσμου φῶς,» χαλκῷ δὲ περιαργύρῳ μονονουχὶ καὶ ἐμβεβηκότες. Ἔρει‐
20σμα γὰρ αὐτοῖς, ὥσπερ τῷ λαμπρῷ καὶ εὐηχεστάτῳ κεχρῆσθαι λόγῳ. «Κύριος γὰρ,» φησὶ, «δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Ὡραῖοι δὲ καὶ οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθὰ, γέ‐ γραπται.
25ΠΑΛΛ. Βαθὺς μὲν ὁ λόγος, πλὴν, ἀληθείας ἐγγύς. ΚΥΡ. Συμπεπερασμένων δὴ οὖν καὶ τῶν ἐπὶ ταῖς αὐλαῖς τεθεσπισμένων, εἰς ἐλαίου τε καὶ μύ‐ ρου καὶ μὴν καὶ θυμιαμάτων μετατρέπει κατα‐ σκευὴν, οὕτω λέγων· «Καὶ σὺ, σύνταξον τοῖς υἱοῖς
30Ἰσραήλ· καὶ λαβέτωσάν σοι ἔλαιον ἐξ ἐλαιῶν ἄτρυ‐ γον, καθαρὸν, κεκομμένον εἰς φῶς καῦσαι, ἵνα καίη‐ ται λύχνος διαπαντὸς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἔξωθεν τοῦ καταπετάσματος τοῦ ἐπὶ τῆς διαθήκης, καὶ καύσει αὐτὸ ὁ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀφ’ ἑσπέ‐
35ρας ἕως πρωῒ, ἐναντίον Κυρίου, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν, παρὰ τῶν υἱῶν Ἰσραήλ.» ΠΑΛΛ. Καὶ τί δὴ τοῦτό ἐστιν; ΚΥΡ. Ἀναγκαιοτάτην ἔχει τὴν δήλωσιν, καὶ σο‐ φὸν εἶναί φημι τὸ αἴνιγμα· ἑπτὰ μὲν γὰρ λύχνοις,
40καιομένοις. τε ἀεὶ καὶ φαίνουσιν ἐν τῇ ἁγίᾳ σκηνῇ, τὸν διὰ Χριστοῦ φωτισμὸν παρεικαστέον εὖ μάλα, διαρκῶς ἔχοντα πρὸς τὸ ἐλλάμπειν δύνασθαι καὶ ἀνα‐ καίειν, ἤτοι ἀναμεστοῦν, τῶν πιστευόντων τὸν νοῦν. Ἀριθμὸς γάρ πως ὁ εἰς ἑπτὰ τὴν τῆς τελειώσεως
45δήλωσιν ὑπεμφαίνει πανταχῆ. Ὡς ἔν γε τῷ φάναι τυ‐ χὸν, «Στεῖρα δὲ ἔτεκεν ἑπτὰ» τοῦτ’ ἔστι, πλεῖστά τε καὶ ὅσα ἐχρῆν εἶναι πρὸς αὐτάρκειαν. Ἀνακαίουσι δὲ τοὺς λύχνους Ἀαρών τε καὶ οἱ λοιποὶ, οἱ καὶ μετ’ αὐτὸν ἱερεῖς. Ἄσβεστος γὰρ ὥσπερ ὁ παρὰ Χριστοῦ

68

.

641

(50)

φωτισμὸς ἐν Ἐκκλησίαις σώζεται ταῖς τῶν ἱερᾶσθαι κεκληρωκότων ἐπιεικείαις, οἳ ταῖς εἰς ὀρθότητα μυσταγωγίαις τὸν τῶν πιστευόντων καταλαμπρύνουσι νοῦν. Τουτὶ γὰρ, οἶμαι, ἔστι τὸ ἀνακαίεσθαι τοὺς λύχνους ἀπὸ ἑσπέρας ἕως πρωΐ. Σκοτίαν δὲ οἶμαι
55τὴν ἐκ διαβόλου πλάνησιν, καὶ νοητὴν ὥσπερ τινὰ
νύκτα κατὰ νοῦν ἀνθρώποις συμβαίνουσαν, τὰ τῶν640

68

.

644

ἀνοσίων αἱρετικῶν ἀφεγγῆ τε καὶ ἀμυδρὰ μυθάρια. Διηνεκὲς οὖν ἄρα καὶ ἀκατάληκτον τοῦ Σωτῆρος τὸ φῶς ὁρῷτο ἂν ἐν Ἐκκλησίαις, διερμηνευόντων ὀρ‐ θῶς τὰ θεῖά τε καὶ εὐαγγελικὰ κηρύγματα τῶν ἐν
5αὐταῖς διδασκάλων. Καθαρὸν δὲ τὸ ἔλαιον· τρυγὸς γὰρ ὥσπερ καὶ ῥύπου παντὸς ἀπήλλακται παντελῶς ὁ περί γε τῶν θείων δογμάτων ὀρθός τε καὶ ἀληθὴς καὶ ἀμιγὴς τοῦ χείρονος λόγος, ὃς ἀεὶ τοῦ Σωτῆρος ἐγείρει τὸν φωτισμὸν, οὐκ αὐτὸς οἴκοθέν τι προστι‐
10θεὶς εἰς λαμπρότητα τῷ Χριστῷ (κομιδῇ γὰρ εὔηθες τὸ ἀνθρώπου δεῖσθαι νομίζειν αὐτὸν), ἀλλ’ ὅτι φῶς τὸ ἀληθινὸν καὶ ἀπαύγασμα τοῦ Πατρὸς ὑπάρχων ὁ Χριστὸς, τοῖς εἰς ὀρθότητα τῶν διδασκάλων λόγοις, τοῦθ’ ὅπερ ἐστὶν ἀληθῶς, ταῖς τῶν πιστευόντων δια‐
15νοίαις φαίνεται. ΠΑΛΛ. Καὶ διατί τὸ ἔλαιον ἐξ ἐλαιῶν εἶναί φησι; τοιγάρτοι λίαν ἀκριβὲς τοῦ λόγου, τάχα τι τῶν ἀναγ‐ καίων ὠδίνει θεωρημάτων. ΚΥΡ. Ἄριστα διανοῇ, καὶ τόγε εἰς νοῦν ἧκον ἐρῶ.
20Οὐκ ἐκ μόνων ἡμῖν ἐλαιῶν, ὦ Παλλάδιε, τὴν τοῦ ἐλαίου χρείαν ἐπιτηδεύειν ἔθος τοῖς ταῦτα σοφοῖς, ἀλλὰ καὶ ἐξ ἑτέρων ὅσων νόθων τε καὶ γεωδεστέρων σπερ‐ μάτων. Καὶ τὸ μὲν γνήσιον ἀληθῶς ἐξ ἐλαιῶν ἔσται τῶν δοκιμωτάτων, κίβδηλον δέ πως τὸ ὡς ἐκ μο‐
25χλείας καὶ τέχνης, καὶ οἱονεί πως οὐκ ἀληθὲς, τὸ ἐκ σπερμάτων τῶν γεωδεστέρων, φημί. Οὐκοῦν λόγῳ τε τῷ ἀκιβδήλῳ καὶ ἀληθεῖ, καὶ διὰ σοφίας τῆς ἄνωθεν τοῖς ἀξίοις χορηγουμένῳ, τὸ ἐξ ἐλαιῶν ἔλαιον εὖ μάλα παρεικαστέον. Τόγε μὴν ἐξ ἀνθρωπίνων ἐννοιῶν καὶ
30δαιμωνιώδους ἐμπνοίας ἐξευρημένον, τὸ ἐκ τῆς τι‐ νων τέχνης καὶ καπηλείας, καὶ νόθην ἔχον τὴν χρῆ‐ σιν. Ἀχρεῖος δὲ καὶ ἀπόβλητος ὁ τοιόσδε λόγος, καὶ ἀσυντελὴς παντελῶς πρὸς φωτισμὸν τῆς γνώσεως τοῦ Χριστοῦ. Τοιγάρτοι καὶ ἀπαράδεκτος ἐν Ἐκκλη‐
35σίαις, οὔτε τὸ εὐῶδες ἔχων τοῦ ἁγίου Πνεύματος («Οὐδεὶς γὰρ λέγει, Κύριος Ἰησοῦς, εἰ μὴ ἐν Πνεύ‐ ματι ἁγίῳ»), οὔτε μὴν τὸ γνήσιον καὶ ἀθόλωτον τῆς ἀληθείας, καὶ εἰς χρησίμην τὴν ὄνησιν ἀναγκαῖον. Ἐπιτήρει δὲ ὅτι παρὰ τῶν υἱῶν Ἰσραὴλ προσκομί‐
40ζεσθαι δεῖν τὸ ἐξ ἐλαιῶν ἔλαιον ὁ νόμος φησίν. Ὡς γὰρ ἔφην φθάσας, καρπὸς ἔσται παρ’ ἡμῶν καὶ δω‐ ροφορία πνευματικὴ τῷ Θεῷ, λόγος ἀληθὴς, τὸν παρὰ Χριστοῦ φωτισμὸν οὐκ ἀφιεὶς ἀσθενεῖν ἐν τοῖς μυστ‐ αγωγουμένοις. Ἔξωθεν δὲ τοῦ καταπετάσματος, ἥ τε
45τῶν λύχνων θέσις, καὶ μὴν καὶ ἡ καῦσις. Φῶς γὰρ ὑπάρχων κατὰ φύσιν ὁ Χριστὸς, οὐ δεῖται φωτὸς, ἀλλ’ ἡμῖν αὐτοῖς τοῖς ἔξω θεότητος, καθὸ γενητοῖς, τὸ ἴδιον ἐνίησι φῶς. Ὡς ἐσωτέρω δὲ τοῦ καταπετάσμα‐ τος ἡ κιβωτὸς ἦν, εἰς ὑποτύπωσιν καὶ εἰκόνα κειμένη

68

.

644

(50)

Χριστοῦ.
52ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Εἶτά φησι· «Καὶ ἐλάλησε Κύριος πρὸς Μω‐ σῆν· Καὶ σὺ λάβε ἡδύσματα, ἄνθος σμύρνης ἐκλε‐
55κτῆς πεντακοσίους σίκλους, καὶ κινναμώμου εὐώδους
τὸ ἥμισυ τούτου, διακοσίους πεντήκοντα, καὶ καλά‐642

68

.

645

μου εὐώδους διακοσίους πεντήκοντα, καὶ ἴρεως πεν‐ τακοσίους σίκλους τοῦ ἁγίου, καὶ ἔλαιον ἐξ ἐλαιῶν ἔσται, καὶ ποιήσεις αὐτὸ ἔλαιον χρίσμα ἅγιον μύρον μυρεψικὸν τέχνῃ μυρεψοῦ. Ἔλαιον χρίσμα ἅγιον
5ἔσται. Καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυ‐ ρίου, καὶ τὴν κιβωτὸν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸ θυσιαστήριον τοῦ θυμιάμα‐ τος, καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, καὶ
10πάντα αὐτοῦ τὰ σκεύη, καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸν λουτῆρα, καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἁγιάσεις αὐτά· καὶ ἔσται Ἅγια τῶν ἀγίων. Πᾶς ὁ ἁπτόμενος αὐτῶν, ἁγιασθήσεται. Καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις, καὶ ἁγιάσεις
15αὐτοὺς ἱερατεύειν μοι. Καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλή‐ σεις, λέγων· Ἔλαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν· ἐπὶ σάρκα ἀνθρώ‐ που οὐ χρισθήσεται, καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς ὡσαύτως. Ἅγιόν ἐστι, καὶ
20ἁγίασμα ἔσται ὑμῖν. Ὃς ἂν ποιήσῃ ὡσαύτως, καὶ ὃς ἂν δῷ ἀπ’ αὐτοῦ ἀλλογενεῖ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ.» Ποιότητος μὲν οὖνπερ, καὶ μὴν καὶ συνθήκης, ἀνισότητός τε αὖ, τῆς εἰς ὁλκὴν δὴ, λέγω, τῶν ὠνομασμένων εἰδῶν, οὐδὲν ἂν ἔχοιμι φρά‐
25σαι· φίλη γὰρ ἡ ἀλήθεια τοῖς εὖ φρονεῖν εἰωθόσιν. Ἔλαιον δὲ μύροις ἀνακραθὲν, κατασημήνειεν ἂν, ὥσπερ οὖν ἐγᾦμαι, τὸν ἐν Χριστῷ διὰ Πνεύματος ἁγιασμὸν τοῖς ἠλεημένοις χορηγούμενον. Κατά γε τὸ, «Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου.» Κατα‐
30χρίεται δὲ ἡ σκηνὴ, καὶ πάντα τὰ ἐν αὐτῇ, μετάσχοι γὰρ ἂν ἁγιασμοῦ καὶ τόπος διὰ τοῦ ἐνοικοῦντος ἐν αὐτῷ. Ἁγιάζεται δὲ καὶ τὰ σκεύη, κατά γε τὸν αὐ‐ τοῖς πρέποντα τρόπον, ὅτι ταῖς Θεοῦ λειτουργίαις χρήσιμα, καὶ ὁ ἁπτόμενος αὐτῶν ἁγιασθήσεται.
35Ἀνέπαφα δὴ οὖν τοῖς ἔτι βεβήλοις τὰ ἅγιά τε καὶ ἱερά· «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;» κατὰ τὸ γεγραμμένον. Ἀποφάσκει δὲ παντελῶς τὸ δεῖν ἑαυτοῖς τὴν ὁμοίαν ἐλαίου ποιεῖσθαι κατασκευήν. Ἴδιον γὰρ μόνου τὸ ἁγιάζειν ἐστὶ τοῦ Θεοῦ, καὶ ὡς
40ἐξαίρετον ἀληθῶς ἀνακείσεται τὸ χρῆμα αὐτῷ, γε‐ νητῇ δὲ καὶ πεποιημένῃ φύσει τὸ ἁγιάζειν ἑτέρους δύνασθαι, πῶς ἂν ἔχοι ποτέ; Πλουτεῖ γὰρ μόλις ἐκ μετοχῆς τῆς ἄνωθεν τὸν ἁγιασμόν. Πρέποι δ’ ἂν αὐτῇ διὰ τῆς τῶν ἁγίων ἐπιβοᾶσθαι φωνῆς. «Τί γὰρ
45ἔχεις ὃ οὐκ ἔλαβες;» Καὶ γὰρ Ἰωάννης φησὶ περὶ τοῦ Μονογενοῦς, ὅτι «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» Καὶ, «Οὐκ ἐκ μέτρου δί‐ δωσι τὸ Πνεῦμα,» πηγὴ δὲ μᾶλλον ὑπάρχων αὐτὸς ἁγιασμοῦ, ἐπιμετρεῖ τοῖς ἀξίοις τὸ Πνεῦμα, καὶ τὴν

68

.

645

(50)

λογικὴν ἁγιάζει κτίσιν· «Ἐπὶ σάρκα δὲ ἀνθρώπου, φησὶν, οὐ χρισθήσεται,» καίτοι προστεταχὼς κα‐ ταχρίεσθαι δεῖν ἀπ’ αὐτοῦ, τόν τε Ἀαρὼν καὶ τοὺς συνιερατεύοντας. Οὐκοῦν ὑπὲρ ἀνθρώπινον τὸ γένος ἤδη τὸ ἱερὸν, ἅτε δὴ καὶ Χριστοῦ μέτοχον τοῦ ὑπὲρ
55τὴν κτίσιν. Τοιγάρτοι καὶ πρὸς τὸ ὑπὲρ φύσιν ἡμᾶς ἀνακομίζων ἀξίωμα, καὶ οἱονεὶ τῶν ἐπιγείων ἀπο‐
τεμὼν, τοῖς ἄνω προσνέμει· «Πατέρα» γὰρ, φησὶ,644

68

.

648

«μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.» Ὄλεθρος δὲ ἡ δίκη τοῖς ἀπ’ αὐτοῦ παρέχουσιν ἀλλογενεῖ· «Μὴ δῶτε γὰρ,» φησὶ, «τὰ ἅγια τοῖς κυσὶ,
5μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων.» Τὸ γάρ τοι προσάγειν ἀτημελῶς τοῖς ἀπίστοις ἔτι τὰ κεκρυμμένα, καὶ τὰ μόνοις ἁγίοις πρέποντα, κινδύνου μεστόν· ἁγιάζεται γὰρ οὐ τὸ βέβηλον ἔτι καὶ νοσοῦν ἐκτόπως τὴν ἀκαθαρσίαν, ἀλλὰ τὸ ἤδη
10κεκαθαρμένον διὰ τοῦ ἁγίου βαπτίσματος. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Κατὰ τὸν ἴσον τουτονὶ τρόπον καὶ λόγον, τὴν τοῦ θυμιάματος ποιεῖσθαι κατασκευὴν διετύπου, λέγων· «Καὶ σὺ λάβε σεαυτῷ ἡδύσματα, στακτὴν
15καὶ ὄνυχα, καὶ χαλβάνην ἡδυσμοῦ, καὶ λίβανον δια‐ φανῆ, ἴσον ἴσῳ ἐστὶν, καὶ ποιήσουσιν αὐτῷ θυμίαμα μυρεψικόν· ἔργον μυρεψοῦ μεμιγμένον, καθαρὸν, ἔργον ἅγιον. Καὶ συγκόψεις ἐκ τούτων λεπτῶς, καὶ θήσεις ἀπέναντι τοῦ μαρτυρίου ἐν τῇ σκηνῇ τοῦ
20μαρτυρίου, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν. Ἅγιον τῶν ἁγίων ἔσται ὑμῖν θυμίαμα. Κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιηθήσεται ὑμῖν ἑαυτοῖς. Ἁγίασμα ἔσται ὑμῖν Κυρίῳ. Ὃς ἂν ποιήσῃ ὡσαύτως, ὥστε ὀσφραί‐ νεσθαι ἐν αὐτῷ, ἀπολεῖται ἐκ τοῦ λαοῦ αὐτοῦ.»
25Ὑποφαίνει δὲ πάλιν ἡμῖν ὁ ἐπὶ τῷδε λόγος, ὅτι τὰ ἰδικῶς ἐξαίρετα τῆς ἁπασῶν ἐπέκεινα φύσεως. Μέτ‐ εστι μὲν τῶν πεποιημένων οὐδενὶ οὐσιωδῶς, κοινὸν δὲ τῇ κτίσει παντελῶς οὐδὲν, πρὸς τὸν ποιητὴν καὶ δεσπότην, τόγε ἧκον εἰς ἀξίας λόγον καὶ γερῶν
30ὑπεροχήν. Μεμνησόμεθα δὲ καὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν, καὶ αὐτὸ δὲ τὸ σύνθετον καὶ λεπτὸν θυμία‐ μα Χριστὸν εἰρηκότες, καὶ αὐτὸν ἡμῖν τὸν Ἐμμα‐ νουὴλ δι’ ἀμφοῖν σημαίνεσθαι. Οὐκοῦν εἰς Χριστὸν ἀναφερομένου τοῦ θυμιάματος (εὐῶδες γὰρ ἀσυγκρί‐
35τως), οὐ ποιήσομεν ἑαυτοῖς κατ’ αὐτὸ δὴ τὸ θυμίαμα. Ἕτερον γὰρ ἐπ’ αὐτῷ παντελῶς οὐδένα παραδεξό‐ μεθα, καθάπερ ἀμέλει καὶ οἱ τάλανες Ἰουδαῖοι, τὸν τῆς ἀνομίας υἱόν. Ἑαυτοῖς γὰρ οἱ τοιοίδε συνθέντες ἁλώσονται, καὶ κατ’ ἐκεῖνο δὴ τὸ εὐῶδες καὶ ἐξαίρε‐
40τον ἀληθῶς θυμίαμα, τοῦ Θεοῦ καὶ Πατρὸς, τοῦ τὴν μὲν ὀσμὴν τῆς γνώσεως αὐτοῦ πεφανερωκότος ἡμῖν ἐν τῷ Υἱῷ, δι’ οὗ καὶ ἡμεῖς εὐωδιάζομεν, οὐχ ἑαυτοῖς συνθέντες τὸ θυμίαμα τὸ λεπτὸν, ἀλλ’ ὡς μέτοχοι τοῦ θυμιάματος, καὶ τῇ τοῦ Πνεύματος χάριτι κα‐
45τακεχρισμένοι, καὶ διὰ τῆς ἐν Χριστῷ πολιτείας εὐ‐ δοκιμεῖν σπουδάζοντες. ΠΑΛΛ. Διὰ παντὸς οὖν, ὡς ἔοικεν, τοῦ γεγονότος ἐν, τῇ ἁγίᾳ σκηνῇ, τὸ τοῦ Σωτῆρος ἡμῖν διαμορφοῦται μυστήριον.

68

.

648

(50)

ΚΥΡ. Καὶ πρός γε δὴ τούτῳ καταθαυμάσειας ἂν, εἰ μάθοις ὅτι καὶ αὐτοὶ τῆς ἁγίας σκηνῆς οἱ τεχνουρ‐ γοὶ Χριστὸν διαπλάττουσιν, ὡς ἔν γε σφίσιν αὐτοῖς.
ΠΑΛΛ. Τίνα φὴς τρόπον; ἐννοεῖν γὰρ οὐκ ἔχω. ΚΥΡ. Γέγραπται γὰρ αὖ· «Καὶ ἐλάλησε Κύριος646
55πρὸς Μωσῆν, λέγων· Ἰδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρίου υἱὸν, υἱοῦ Ὢρ τῆς φυ‐

68

.

649

λῆς Ἰούδα, καὶ ἐνέπλησα αὐτὸν Πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης. Καὶ ἐν παντὶ ἔργῳ διανοεῖσθαι τὸ χρυσίον, καὶ τὸ ἀργύριον, καὶ τὸν χαλ‐ κὸν, καὶ τὴν ὑάκινθον, καὶ τὴν πορφύραν, καὶ τὸ
5κόκκινον τὸ νηστὸν, καὶ τὴν βύσσον τὴν κεκλωσμένην, καὶ τὰ λιθουργικὰ, καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα. Καὶ ἐγὼ δέ‐ δωκα αὐτὸν, καὶ τὸν Ἐλιὰβ τοῦ Ἀχισαμὰ, ἐκ φυλῆς Δὰν, καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν, καὶ
10ποιήσουσιν πάντα ὅσα συνέταξα.» Ἄθρει δὴ οὖν ὅπως καθηγεῖται μὲν τῶν τεχνουργημάτων ὁ Βεσε‐ λεὴλ, Ἐλιὰβ δὲ ἐργάζεται. ΠΑΛΛ. Τί οὖν τοῦτό γε; ΚΥΡ. Πεύσῃ δὴ οὖν· Ἰούδας τε καὶ Δὰν, ἄμφω
15μὲν ἐξ Ἰακὼβ, ἀλλ’ ὁ μὲν ἐξ ἐλευθέρας τῆς Λείας, ὁ δὲ ἐκ θεραπαίνης τῆς Βάλης. Τύπος οὖν ἄρα καὶ ἐναργὴς ὁ Βεσελεὴλ τοῦ πεφηνότος ἡμῖν ἐκ φυλῆς Ἰούδα τὸ κατὰ σάρκα Χριστοῦ, καὶ ἐκ φύσεως ἀλη‐ θῶς τῆς ἐλευθέρας, δῆλον δὲ ὅτι τῆς θείας καὶ ὑπερ‐
20τάτης. Ἐμφήνειε δ’ ἂν εὖ μάλα καὶ Ἐλιὰβ τοὺς, ὡς ἐκ δούλης τῆς Ἰερουσαλὴμ, Χριστῷ συνεργασαμέ‐ νους ἀποστόλους καὶ εὐαγγελιστάς· Θεοῦ γὰρ γεγό‐ νασι συνεργοὶ τὰ εἰς σύστασιν τῶν ἁγίων Ἐκκλησιῶν μονονουχὶ πονοῦντι καὶ τεχνωμένῳ Συνεκόμιζον δὲ τὰ
25ἐξ οἰκείας σπουδῆς καὶ ἐπιεικείας εἰς τὰ τῆς σκηνῆς ἔργα πάντες οἱ συνετοὶ τῇ καρδίᾳ, τῶν κατὰ καιροὺς διδασκάλων ἀποπληροῦντες εἰκόνας, οἷς ἐν σπουδῇ καὶ φροντίδι τὸ ἐργάζεσθαι τὰ τοῦ Θεοῦ, καὶ ὅσαπερ ἂν τελοίη πρὸς ὄνησιν τῆς Ἐκκλησίας Χριστοῦ.
30tΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ
31tΚΑΙ ΑΛΗΘΕΙΑ
32tΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ
33tΛΟΓΟΣ ΔΕΚΑΤΟΣ
37Περὶ τῶν αὐτῶν ἔτι, καὶ περὶ τῶν ἐν ἁγίᾳ σκηνῇ Ἀρά σοι σαφὴς, ὦ Παλλάδιε, καὶ ἀποχρῶν ὁ λόγος,
ὃν ἐπὶ τῇ ἁγίᾳ σκηνῇ καὶ τῶν ἐν αὐτῇ πεποιήμεθα;648

68

.

652

ΠΑΛΛ. Σαφὴς μὲν εὖ μάλα, πλὴν ἀποχρῶν ἥκιστά γε. ΚΥΡ. Βούλει δὴ οὖν ἐπ’ ἐκεῖνο πάλιν προθυμότατα διαστείχωμεν, ὃ τοῖς ἐπ’ αὐτῇ διηγήμασιν ἐλλελοι‐
5πέναι δοκεῖ; οἴει γάρ που, κατὰ τὸ εἰκὸς, προσεπ‐ άγεσθαι δεῖν τὸν σαφηνιοῦντα λόγον, τίνα μὲν ἡμῖν ἐγήγερται τρόπον, πηνίκα δὲ καὶ ὅπως τὰ ἐν αὐτῇ συντέθειται δικαιώματά τε καὶ νόμοι, καὶ ἐγκαινι‐ σμὸς καὶ ἁγιασμὸς καὶ κρίσις.
10ΠΑΛΛ. Φράζε δὴ οὖν τὰ ἐφ’ ἑκάστῳ πάλιν· διανοῇ γὰρ ὀρθῶς. ΚΥΡ. Οὐκοῦν ἐρῶ μὲν ἐγώ. Σὺ δὲ αὖ συγγνώμων ἔσο, τὴν εἰσάπαν δυσχέρειαν τῶν θεωρημάτων ἐν‐ νενοηκὼς, κἂν εἴπου τι λέγοιμι τυχὸν τῶν ἀκριβείας
15ἡμαρτηκότων, καὶ λόγου τοῦ δέοντος ἐκπεφοιτηκό‐ των, μετάπλαττε καὶ μεθάρμοζε. Συλλήπτορα γάρ σε καὶ ἀρωγὸν τῶν ἐμαυτοῦ ποιήσομαι λόγων. ΠΑΛΛ. Ἴθι Θεῷ πίσυνος. ΚΥΡ. Συμπεπερασμένων δὴ οὖν εὖ μάλα τῶν
20ἔργων τῆς ἁγίας σκηνῆς, καὶ μὴν καὶ ἑκάστου τῶν ἐν αὐτῇ σοφῶς καὶ εὐτέχνως ἐκπεποιημένων πρός γε τὸ παραδειχθὲν ἐν τῷ ὄρει κάλλος, ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων, «Ἐν ἡμέρᾳ μιᾷ μη‐ νὸς τοῦ πρώτου, νεομηνίᾳ, στήσεις τὴν σκηνὴν τοῦ
25μαρτυρίου.» Καὶ μεθ’ ἕτερα πάλιν· «Καὶ ἐγένετο, φησὶν, ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει ἐκπορευομένων αὐτῶν ἐξ Αἰγύπτου νεομηνίας, ἐστάθη ἡ σκηνὴ, καὶ ἔστησε Μωσῆς τὴν σκηνήν.» Ἐγήγερ‐ ται μὲν οὖν, κατὰ τὸ Θεῷ δοκοῦν, ἡ ἀρχαία σκηνὴ
30τῆς ἐν Χριστῷ νοουμένης Ἐκκλησίας, ἐφ’ ἑαυτῇ τοὺς τύπους εὖ μάλα προσαναφαίνουσα. Πολυπραγμονῶ‐ μεν δὲ, εἰ δοκεῖ, τὰς αἰτίας τοῦ διὰ Μωσέως ἐγηγέρ‐ θαι μᾶλλον αὐτὴν, σεσιγημένου πρὸς τὸ παρὸν Ἰη‐ σοῦ τοῦ Ναυῆ, καίτοι παρεστηκότος ἀεὶ τῷ παν‐
35αρίστῳ Μωσῇ, καὶ συναναθρώσκοντος μὲν ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, πολεμοῦντος δὲ καὶ ἀντεξάγοντος τῷ Ἀμα‐ λὴκ διὰ φωνῆς Μωσέως. Ἔφη γάρ που πρὸς αὐτὸν, «Ἐπίλεξαι σεαυτῷ ἄνδρας δυνατοὺς, καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον.» Καὶ παρετάξατο,
40καὶ νενίκηκε. Τίς οὖν ἄρα ἐστὶν ὁ τοῦδε λόγος, οὐ δοκιμάζειν ἄξιον; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Οὐκοῦν ἐφ’ ἑκάστῳ τῶν δρωμένων τὸν τοῦ μυστηρίου λόγον εἴπερ ἕλοιτό τις ἐξακριβοῦν ὡς ἔνι,
45κατατεθηπὼς ἐρεῖ τὸ, «Ὦ βάθος πλούτου καὶ σο‐ φίας καὶ γνώσεως Θεοῦ!» Ἄθρει γὰρ ὅπως λεπτός τε καὶ ἀναγκαῖος ὁ ἐφ’ ἑκάστῳ νοῦς· ἀναθέοντι μὲν γὰρ εἰς τὸ ὄρος τῷ θεσπεσίῳ Μωσῇ, συνάνεισιν Ἰη‐ σοῦς· οὐ γὰρ προσιτὸς ἑτέρως ὁ Πατὴρ, εἰ μὴ δι’ Υἱοῦ.

68

.

652

(50)

Καὶ γάρ ἐστιν ἀληθὲς, εἰ λέγοιτο· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.» Ἐν Χριστῷ τοι‐ γαροῦν καὶ αὐτοῖς τοῖς ἁγίοις ἡ πρόσοδος· καὶ οὐκ ἄν τις δύναιτο, καθάπερ εἰς ὄρος, ἀναπηδᾷν εἰς ὑψη‐ λήν τινα καὶ ὑπερφερῆ θεωρίαν, ἀλλ’ οὐδ’ ἂν, οἶμαι,
55τὶς ἀγχοῦ γένοιτο Θεοῦ, κατὰ τρόπον δὲ δηλονότι συν‐650

68

.

653

αφείας, τῆς ἐν πνεύματι καὶ ἁγιασμῷ πολιτείας, μὴ οὐχὶ συνόντος τε αὐτῷ τοῦ Ἐμμανουὴλ, καὶ τὰ ἀνθρώποις ἀνέφικτα βάσιμα τιθέντος καὶ ἱππήλατα. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ φωνῆς Ἡσαΐου εἰρη‐
5μένον, «Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ πάντα τὰ σκολιὰ ἔσται εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας.» Ἐν Χριστῷ γὰρ ἡμῖν καὶ τὰ ἀνάντη λεῖα, καὶ βάσι‐ μον τὸ τραχύ· ψιλὰ δὲ καὶ ὕπτια, τὰ δυσπόρευτα.
10Καὶ γὰρ, ὡς αὐτός που πάλιν φησὶν ὁ προφήτης, «Ὁδὸς εὐσεβῶν. εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.» Οὐκοῦν ἀναγκαίως συνάνεισιν Ἰησοῦς τῷ θεσπεσίῳ Μωσῇ. Προσιτὸς γὰρ, ὡς ἔφην, ὁ Πατὴρ δι’ Υἱοῦ, καὶ αὐτός ἐστιν ὁ μεσίτης, συν‐
15άπτων ἡμᾶς δι’ ἑαυτοῦ, καὶ ἐν τοῖς ὑπὲρ φύσιν ὑψώ‐ μασιν ἀνακομίζων. Παρετέτακτο δὲ σὺν ἀπολέκτοις ἀνδράσι, καὶ ἐνίκα τὸν Ἀμαλήκ. Ἐπιλεξάμενος γὰρ τοὺς ἁγίους ὁ Χριστὸς, ὧν ἀπαρχὴ γεγόνασιν οἱ θεσ‐ πέσιοι μαθηταὶ, νενίκηκε τὸν ἀρχηγὸν τοῦ αἰῶνος
20τούτου· Μωσῆς δὲ ὁ κελεύων ἦν· γέγονε γὰρ ὑπὸ νό‐ μον ὁ Υἱὸς, καίτοι νομοθέτης ὑπάρχων ὡς Θεός. Καὶ τῆς παρατάξεως ὁ καιρὸς οὐ κατ’ αὐτὴν ἐκείνην ἐπράττετο τὴν ἡμέραν, καθ’ ἢν οἱ Μωσέως γεγόνασι λόγοι, ἀλλ’ εἰς τὴν αὔριον, τοῦτ’ ἔστιν, εἰς ὑπέρθεσιν
25ἑτέρου καιροῦ. Προηγόρευσε γὰρ ὁ νόμος τὰ ἐσόμενα, καὶ τῶν τοῦ Σωτῆρος κατορθωμάτων λαμπρὰν ἔχει τὴν ἀφήγησιν, εἰ νοοῖτο πνευματικῶς. Ταύτῃτοι, καθάπερ ἐγᾦμαι, καὶ τὴν ἁγίαν σκηνὴν ἀνέστησεν ὁ Μωσῆς. Ἔστι γὰρ οὐκ ἀσυντελὴς ἡ διὰ νόμου παί‐
30δευσις εἰς τὴν τῆς Ἐκκλησίας σύστασιν. Παιδαγωγεῖ γὰρ εἰς Χριστὸν, ὅς ἐστιν ἡ κεφαλὴ τῆς Ἐκκλησίας, καὶ ἡ πᾶσα σύστασις, στύλος καὶ ἑδραίωμα τῆς ἀλη‐ θείας, κατὰ τὸ γεγραμμένον. Καὶ γοῦν Ἰουδαίοις προσπεφώνηκεν ὁ Χριστός· «Εἰ ἐπιστεύετε Μωσῇ,
35ἐπιστεύετε ἂν καὶ ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγρα‐ ψεν.» Οἰκοδομεῖ τοιγαροῦν καὶ ὁ Μωσῆς, τοῦτ’ ἔστιν, ἡ διὰ νόμου παίδευσις, τὴν Ἐκκλησίαν Χριστοῦ, τὸ ἐπ’ αὐτῇ μυστήριον ὡς ἐν σκιαῖς ἔτι προαναφαίνουσα. Πρόσωπον δὲ τὸ Μωσέως ἔσθ’ ὅτε τὸν δι’ αὐτοῦ παρ‐
40ίστησι νόμον, κατά γε τὸ ἐν εὐαγγελικαῖς παραβολαῖς ὀρθῶς εἰρημένον, «Ἔχουσι Μωσέα καὶ τοὺς προφήτας.» ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Τί δ’ ἂν βούλοιτο κατασημῆναι πάλιν τὸ, ἐν ἡμέρᾳ χρῆναι μιᾷ, καὶ μὴν καὶ τὸ, νουμηνίᾳ τοῦ
45μηνὸς τοῦ πρώτου, καὶ τὸ, ἐν δευτέρῳ ἔτει τὴν ἁγίαν διαπήγνυσθαι σκηνὴν, φέρε δὴ λέγωμεν ἰχνη‐ λατοῦντες τὸ ἀληθὲς, καὶ τὸ ὡς ἄριστα ἔχειν τοῖς ἐντευξομένοις δοκοῦν. Ἡμέρα μὲν γὰρ ἡ μία τὸν πολύευκτον ἡμῖν καὶ σωτήριον ὑποφαίνει καιρὸν,

68

.

653

(50)

καθ’ ὃν ἄνθρωπος γεγονὼς ὁ Μονογενὴς, τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς κατεκτήσατο τοὺς ἐπὶ τῆς γῆς τῷ Θεῷ καὶ Πατρί. Εἷς δὲ δὴ πάντων ὁ τοῦδε καιρός· ἅπαξ γὰρ ἀποθανὼν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐτῷ οὐκέτι κυριεύσει, κατὰ τὰς Γραφάς· οὐ γὰρ
55ἔτι προσδοκήσομεν ὑπέρ τε ἡμῶν αὐτῶν καὶ τῶν ἐν
ᾅδου πνευμάτων τεθνήξεσθαι τὸν Υἱὸν, ἀλλ’ οὐδὲ652

68

.

656

ἀπαρχὴν ἔσεσθαι τῶν κεκοιμημένων δευτέραν. Οὐ γὰρ ἐσομένου θανάτου, πῶς ἂν γένοιτο καὶ ἀνάστα‐ σις; Ἔστι τοίνυν οὐ ψευδοεπῆσαι λέγοντας, ὡς εἷς ὁ τοῦδε καιρὸς, καθάπερ ἔφην ἀρτίως, καὶ ἡμέρα μία,
5ἧς καὶ ὁ προφήτης ἐμνήσθη λέγων ὡς ἐκ προσώπου Θεοῦ, «Καιρῷ δεκτῷ ἐπηκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.» Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος, «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας,» καθ’ ἣν ἐκ νεκρῶν ἀνεβίω Χρι‐
10στὸς, τὸ ἀμειδὲς τοῦ θανάτου καταλύσας κράτος, ὅτε καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας οἰκοδόμους ὥσπερ τινὰς καὶ τεχνίτας πνευματικοὺς τοὺς ἁγίους ἀπο‐ στόλους καθίστη, λέγων, «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ
15Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, δι‐ δάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέ‐ ρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Ἢ γὰρ οὐχὶ τοῦτο εἶναι φὴς τῆς Ἐκκλησίας τὴν σύστασιν;
20ΠΑΛΛ. Τὸ τί δὴ φής; ΚΥΡ. Τὴν διὰ τῶν ἁγίων μυσταγωγῶν παραδο‐ θεῖσαν πίστιν, καὶ κεκηρυγμένην πολιτείαν, φημὶ δὴ τὴν ἐν Χριστῷ, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος πρὸς Θεὸν ἕνωσιν, διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος.
25Οὕτω γὰρ ἡμῖν προσεφώνει λέγων ὁ Παῦλος, «Καὶ ὑμεῖς ὡς λίθοι ζῶντες ἐποικοδομεῖσθε οἶκος πνευμα‐ τικὸς, εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.» Πάλαι μὲν γὰρ ὡς ἐν διαφόροις σκεύεσιν ἐν τῇ ἁγίᾳ σκηνῇ προεμορφοῦτο Χριστὸς, ὡς χρυσοῦν
30θυμιατήριον, ὡς κιβωτὸς, ὡς λυχνία, καὶ μὴν καὶ ὡς τράπεζα, καὶ τὰ ἐν αὐτῇ· ἕκαστος δὲ, οἶμαι, τῶν πε‐ πιστευκότων, κατά γε τὸν ἐνεστηκότα καιρὸν, οἶκος καὶ ναὸς χρηματίζει Θεοῦ, Χριστὸν ἔχων ἐνηυλισμέ‐ νον. Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τῆς
35πίστεως, καθὰ γέγραπται, εἷς μὲν καὶ ὁ αὐτὸς κατὰ φύσιν ὑπάρχων, εἰ καὶ νοοῖτο μετὰ σαρκός. «Εἷς γὰρ Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰη‐ σοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα,» τοῖς δὲ τῆς θεότητος διαφόροις ἰδιώμασιν τὸ οἱονεὶ πολυειδὲς ἔχων ἐφ’
40ἑαυτῷ, καὶ διαφόρως νοούμενος. Ἔστι γὰρ ἐν ἡμῖν ὡς Λόγος Θεοῦ, καὶ σοφία, καὶ φῶς, καὶ ζωὴ, καὶ ἄρτος ὁ ζῶν καὶ ἐξ οὐρανοῦ. ΠΑΛΛ. Συνῆκα ὃ φής. ΚΥΡ. Οὐκοῦν ὁ τῆς ἐνανθρωπήσεως καιρὸς ἡμῖν,
45καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἡ τριπόθητος ἡμέρα, προανετυποῦτο πάλαι διὰ τὸ φάναι Θεὸν, Ἐν ἡμέρᾳ μιᾷ στήσεις τὴν σκηνήν. Τὸ δὲ, Καὶ ἐν νουμηνίᾳ τοῦ μηνὸς τοῦ πρώτου, χρησίμως τε καὶ ἀναγκαίως προσενηνεγμένον κατίδοι τις ἂν, ὦ Παλ‐

68

.

656

(50)

λάδιε. Ὥσπερ γὰρ ἀρχὴ μηνὸς, ἡμερῶν ἡ ἐν αὐτῷ πρώτη, τοῦτ’ ἔστιν, ἡ νουμηνία· οὕτως καὶ ἀρχή τις ὥσπερ αἰῶνος νέου, καὶ προεισβολὴ καινότητος χρό‐ νων, ὁ τῆς ἐπιδημίας καιρός. «Καινὴ γὰρ κτίσις ἐν Χριστῷ· τὰ ἀρχαῖα παρῆλθεν.» Ἀναλάμπει δὲ
55ὥσπερ ἡμῖν ὁ μετὰ τοῦτον αἰὼν, νῦν μὲν ὡς ἐν
ἐλπίσιν ἔτι βλεπόμενος, τότε δὲ καὶ παρεσόμενος654

68

.

657

ἀληθῶς, ὅταν ἡμῖν ὁ Χριστὸς ἐπιλάμψῃ πάλιν μετὰ τῶν ἁγίων ἀγγέλων ἐν τῇ δόξῃ τοῦ Πατρὸς, τοὺς ἐν καινότητι ζωῆς περιπατεῖν ἑλομένους, καὶ τὸ ἐκπρε‐ πέστατον κάλλος τῆς εὐαγγελικῆς πολιτείας ἐν ὑπο‐
5μονῇ πλουτήσαντας, παραληψόμενος μεθ’ ἑαυτοῦ, καὶ εἰς τὴν πάλαι προσδοκωμένην δόξαν καὶ βασιλείαν εἰσκομιῶν. Ὅτι δὲ καινὴ κτίσις καὶ οἱονεὶ καιρῶν καὶ πραγμάτων βλάστη νέα τῶν ἐν Χριστῷ, καταδεί‐ ξειεν ἂν εὖ μάλα τὸ αἴνιγμα τοῦ πρώτου μηνὸς,
10καθ’ ὃν πόαι μὲν καὶ ἁπαλαὶ καὶ ἀρτιφανεῖς ἐν γῇ, φυτῶν δὲ ἀναθήλησις, καὶ τῶν ἐν λειμῶσιν ἀνθέων τὸ πολυειδὲς ἐμφαίνεται κάλλος, ἐαρινῆς γελώσης εὐωδίας· οἱονεὶ γάρ πως ἐν τοιῷδε καιρῷ κέκληκεν ὁ Χριστὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, οὕτω λέγων,
15«Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, ὅτι ἰδοὺ ὁ χειμὼν ἀπῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἐν αὐτῷ· τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ· καιρὸς τῆς τομῆς ἔφθασεν.» Ἀνεθάλη γὰρ ἡ ἀνθρώπου φύ‐ σις αὖ, ὥσπερ τι φυτὸν, καταμαρανθεῖσα θανάτῳ,
20διά τε τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν κατὰ πάν‐ των ἡμῶν τυραννήσασαν ἁμαρτίαν. Ἀκούω δὲ λέγον‐ τος τοῦ Χριστοῦ καὶ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, «Αὐτὸς ὁ λαλῶν πάρειμι, ὡς ὥρα ἐπὶ τῶν ὀρέων.» Ὅπερ γὰρ ἐν ὄρεσι καὶ δρυμοῖς τὸ ἔαρ ἐργάζεται,
25βλάστῃ νέᾳ στεφανοῦν τὰ φυτὰ, τοῦτο καὶ ἐφ’ ἡμῶν ἡ τοῦ Σωτῆρος ἡμῶν ἀποπεπλήρωκε παρουσία, γε‐ νομένη κατὰ καιροὺς, ὡς ἐν ἔτει δευτέρῳ, καὶ οὐκ ἔν γε τῷ πρώτῳ καιρῷ, καθ’ ὃν ἦν ὁ νόμος, καὶ τῶν προφητῶν ὁ χορὸς, καὶ καθ’ ὃν ἐκράτει θάνατος. Βε‐
30βασίλευκε γὰρ ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως. Οὐκ‐ οῦν ὡς ἐν δευτέρῳ ἔτει, τοῦτ’ ἔστιν, ὡς ἐν χρόνῳ τῷ μετὰ τὸν πρῶτον, καθ’ ὃν ἦν ὁ νόμος, ἡ ἐξ ἐθνῶν ἀνέλαμψεν Ἐκκλησία, Χριστὸν ἔναυλον ἔχουσα, τὸ τῶν προφητῶν καὶ τοῦ νόμου τέλος. Ἆρά σοι δοκεῖ
35πρὸς τὸ εὐθύ τε καὶ ἀληθὲς διᾴττειν ἡμῶν ὁ λόγος; ΠΑΛΛ. Παντάπασι μὲν οὖν. ΚΥΡ. Οἶμαι δὲ ἔγωγε τὴν ἀληθεστέραν ἡμῖν προ‐ κατηγγέλθαι σκηνὴν διὰ φωνῆς Ἡσαΐου, λέγοντος ὡς πρὸς ἕκαστον τῶν ἐν πίστει κεκλημένων εἰς δικαιο‐
40σύνην, «Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, πό‐ λεις πλουσίας, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς· οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσιν εἰς τὸν αἰῶνα χρό‐ νον.» Θεοῦ γὰρ πόλις ἡ Ἐκκλησία, ἧς καὶ ὁ θεσπέ‐
45σιος Δαβὶδ ἐπεμνήσθη λέγων, «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Πλουσία γὰρ αὕτη, καὶ τοῖς ἄνωθεν καὶ ἐξ οὐρανοῦ χαρίσμασι κατ‐ ηγλαϊσμένη, καὶ ἄῤῥηκτον ἔχουσα τὴν ἐν βεβαίῳ στά‐ σιν, ἵδρυσίν τε καὶ διαμονήν. «Πύλαι γὰρ ᾅδου οὐ

68

.

657

(50)

κατισχύσουσιν αὐτῆς,» κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. ΠΑΛΛ. Ὀρθότατα καὶ εἰκότα διανοῇ. ΚΥΡ. Ἐγηγερμένης δὲ τῆς σκηνῆς, ὅτι προσῆκεν ἐν κόσμῳ κεῖσθαι τὰ ἐν αὐτῇ, καὶ μὴ χύδην καὶ
55ἀτημελῶς, διδάσκει λέγων ὁ πάντων δεσπότης Θεός·656

68

.

660

«Καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου, καὶ σκε‐ πάσεις τὴν κιβωτὸν τῷ καταπετάσματι. Καὶ εἰσοίσεις τὴν τράπεζαν, καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς. Καὶ εἰσοίσεις τὴν λυχνίαν, καὶ ἐπιθήσεις τοὺς λύχνους
5αὐτῆς. Καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν, εἰς τὸ θυμιᾷν ἐναντίον τῆς κιβωτοῦ. Καὶ ἐπιθήσεις κά‐ λυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὸ θυσιαστήριον τῶν καρπωμά‐ των θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυ‐
10ρίου. Καὶ περιθήσεις τὴν σκηνὴν, καὶ πάντα τὰ αὐτῆς περιθήσεις κύκλῳ.» Ἀλλ’ ἔνεστι μὲν ἐν τούτοις εἰσκεκομισμένα ἰδεῖν ἐν τῇ ἁγίᾳ σκηνῇ τὰ σκεύη τὰ ἱερά· οὐ μὴν ἔτι καὶ σαφῶς τὸν ἑκάστῳ πρέποντά τε καὶ ἐκνεμηθέντα τόπον. Βούλει δὴ οὖν τῶν ἐπὶ τῇ
15σκηνῇ προσταγμάτων λεπτήν τε καὶ ἀκριβῆ τῶν τοιῶνδε τὴν γνῶσιν ἐρανιζώμεθα; ΠΑΛΛ. Ὡς ἥδιστά γε. ΚΥΡ. Ἔφη τοίνυν πρὸς τὸν ἱερὸν Μωσέα Θεός· «Καὶ ποιήσεις καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύ‐
20ρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου νενησμέ‐ νης· ἔργον ὑφαντὸν ποιήσεις αὐτὸ Χερουβίμ. Καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ τεσσάρων στύλων ἀσήπτων κε‐ χρυσωμένων χρυσίῳ. Καὶ αἱ κεφαλίδες αὐτῶν χρυ‐ σαῖ, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ. Καὶ
25θήσεις τὸ καταπέτασμα ἐπὶ τῶν στύλων, καὶ εἰσοί‐ σεις ἐκεῖ ἐσώτερον τοῦ καταπετάσματος τὴν κιβωτὸν τοῦ μαρτυρίου. Καὶ διοριεῖ τὸ καταπέτασμα ὑμῖν ἀναμέσον τοῦ Ἁγίου, καὶ ἀναμέσον τοῦ Ἁγίου τῶν ἁγίων. Κατακαλύψεις τῷ καταπετάσματι τὴν κιβωτὸν
30τοῦ μαρτυρίου ἐν τῷ Ἁγίῳ τῶν ἁγίων. Καὶ ἐπιθή‐ σεις τὴν τράπεζαν ἔξωθεν τοῦ καταπετάσματος, καὶ τὴν λυχνίαν ἀπέναντι τῆς τραπέζης ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς νότον. Καὶ τὴν τράπεζαν θήσεις ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς βοῤῥᾶν. Καὶ ποιήσεις
35ἐπίσπαστρον τῇ θύρᾳ τῆς σκηνῆς ἐξ ὑακίνθου καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου κεκλωσμένης, ἔργον ποικιλτοῦ. Καὶ ποιήσεις τῷ κα‐ ταπετάσματι πέντε στύλους, καὶ χρυσώσεις αὐτοὺς χρυσίῳ· καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ χωνεύ‐
40σεις αὐτοῖς πέντε βάσεις χαλκᾶς.» Καὶ ταυτὶ μὲν περὶ τούτων. Περὶ δέ γε τοῦ λουτῆρος ὧδέ πή φησι· «Ποίησον λουτῆρα χαλκοῦν, καὶ βάσιν αὐτῷ χαλκῆν ὥστε νίπτεσθαι, καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἀνὰ μέσον τοῦ θυσιαστη‐ ρίου.» Ἆρά σοι σαφὴς ὁ ἐφ’ ἑκάστῳ λόγος; ΠΑΛΛ. Οὐ μὲν οὖν· διηπόρηκα γὰρ, ἴσθι· καὶ τί
45τὸ χρῆμα, εἰπεῖν οὐκ ἔχω. ΚΥΡ. Οὐκοῦν ἐφ’ ἑκάστῳ τῶν προκειμένων ῥητῶν, εἰς θεωρίαν τὴν ἐπ’ αὐτοῖς τὸ τελοῦν ἁρπάσας, σαφῆ καὶ εὐκρινεστάτην, ὡς ἂν οἷός τε ὦ, ποιήσομαι τὴν ἀφήγησιν. Ἐγήγερται μὲν γὰρ, ὦ Παλλάδιε, κατὰ

68

.

660

(50)

τὴν ἔρημον ἡ ἁγία σκηνὴ, ὡς ἐν θέσει τε καὶ ἐν εἴδει διπλῷ. Καὶ μία μὲν ἦν ἡ ἐσωτάτη· ὄνομα δὲ αὐτῇ, τὰ Ἅγια τῶν ἁγίων. Προεισβολὴ δὲ ὥσπερ τις καὶ περὶ αὐτὴν ἡ πρώτη, τὰ ἐπίκλην Ἅγια. Καὶ εἰς μὲν τὴν ἐσωτάτω σκηνὴν, ἡ κιβωτὸς ἀπετέθειτο, ἐπὶ
55τεσσάρων στύλων χρυσῶν ἔχουσα περιπέτασμα πε‐ ποιημένον ἐντέχνως ἐξ ὑακίνθου καὶ πορφύρας, καὶ
κοκκίνου κεκλωσμένου, καὶ βύσσου νενησμένης. Εἰ‐658

68

.

661

ρηκότες δὲ ἤδη, καὶ, καθάπερ ἐγᾦμαι, διαρκῶς τὰ ἐπί τε τῇ βύσσῳ καὶ τῇ πορφύρᾳ, καὶ τῷ κεκλω‐ σμένῳ κοκκίνῳ, καὶ μέν τοι καὶ ὑακίνθῳ, παρωσόμεθα μὲν τὸ ταυτοεπές· ἐκεῖνό γε μὴν ἐροῦμεν εἰς τὸ παρ‐
5όν· Τὸ καταπέτασμα τὸ ἐπὶ τεσσάρων στύλων χρυ‐ σῶν, ὧν αἱ βάσεις ἀργυραῖ, τὸ Χριστοῦ μυστήριον ὑπεδήλου τότε. Τί γάρ; οὐχὶ καταπέτασμα τὸ σῶμα Χριστοῦ καὶ σοφὸς ἡμῖν ὠνόμασε Παῦλος, οὕτω λέγων, «Ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν
10διὰ τοῦ καταπετάσματος, τουτέστι, τῆς σαρκὸς αὐ‐ τοῦ;» ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Ἄθρει δὴ οὖν ὡς ἐν σκιαῖς καὶ αἰνίγμασιν, ὅτι Θεὸς ὢν καὶ ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν ὁ Λόγος,
15ὡς ἐν χρυσῇ καὶ ἀσήπτῳ γέγονε κιβωτῷ, τῷ ἐκ Παρθένου ναῷ· ἄσηπτον γὰρ καὶ τίμιον τὸ σῶμα Χριστοῦ· μονονουχὶ δὲ καὶ ἐκρύπτετο καθάπερ ἐν τάξει καταπετάσματος, τὴν σάρκα λαβών· κρύπτεσθαι δέ φαμεν τὸν ἐκ Θεοῦ Λόγον, οὐχ ὡς ἐν βραχεῖ πε‐
20ριορισθέντα σώματι· πανταχῆ γὰρ καὶ ἐν πᾶσιν ὁ Υἱός· ἀλλὰ τῷ λανθάνειν οἰκονομικῶς, καὶ τὸν τῆς ἀναδείξεως ὑπομένειν καιρόν. Ἀναδείξεως δὲ τῆς εἰς ἅπαντας ὁ καιρὸς, ἡ ἐκ νεκρῶν ἀναβίωσις. Πρὸ μὲν γὰρ τοῦ τιμίου σταυροῦ, τοῖς ἁγίοις ἐπέταττε
25μαθηταῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιῶσι. Γέγραπται γὰρ ὡδί. Μετὰ δέ γε τὸ ἀναβιῶναι παθόντα τὸν θά‐ νατον, «Πορευθέντες, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Οὐκοῦν ἐπ‐
30εκρέματο μὲν τοῖς στύλοις τὸ καταπέτασμα, κατακα‐ λύπτον ἔσω τὴν κιβωτὸν, τύπος δ’ ἂν εἴη Χριστοῦ, τοῖς τῶν ἁγίων εὐαγγελιστῶν κηρύγμασιν αἰρομένου τε ὑψοῦ, καὶ ἐν δόξῃ θεότητος ὁρωμένου τοῖς ἐν τῇ ἁγίᾳ σκηνῇ, τουτέστι, τῇ Ἐκκλησίᾳ. Τέσσαρες δὲ οἱ
35στύλοι, χρυσοῖ καὶ περιάργυροι· ἰσάριθμοι δὲ αὐτοῖς οἱ εὐαγγελισταὶ, λαμπροί τε καὶ τίμιοι. Οὐκοῦν ἔκειτο μὲν ἡ κιβωτὸς, ἄνωθεν δὲ κάτω διῆκον τὸ καταπέ‐ τασμα, τὸ ἐκ βύσσου καὶ πορφύρας καὶ τῶν ἄλλων, οὐχ ὁρατὴν ἐτίθει. Ἄνωθεν δὲ τοῦ καταπετάσματος
40καὶ τῶν εἰς δεξιά τε καὶ εὐώνυμα Χερουβὶμ, ἐχρη‐ μάτιζε Θεὸς, δεικνὺς ὅτι καὶ ὑπὲρ πᾶσαν κτίσιν ἐστί· καὶ αὐτὰ δὲ πάντα τὰ τῶν λογικῶν ἀνωτάτω, τουτ‐ έστι τὰ Σεραφὶμ, τὴν θείαν τε καὶ ἄῤῥητον ὑπο‐ κάθηται δόξαν, καὶ αὐτὸν δορυφοροῦντα τὸν Υἱὸν, εἰ
45καὶ γέγονε σὰρξ, καὶ ὡς ἐν ὑφέσει τυχὸν τῆς πρὸς τὸν Πατέρα ἰσότητος, καθὸ πέφυκεν ἄνθρωπος. Τοι‐ γάρτοι καὶ ἔφασκεν αὐτός· «Ὁ Πατήρ μου μείζων μού ἐστιν.» Ἶσος δὲ ὢν κατὰ φύσιν τῷ γεγεννηκότι, τὸ ἐν μείοσι γενέσθαι φησὶ διὰ μόνον τὸ ἀνθρώπινον.

68

.

661

(50)

Διὰ τοῦτο καὶ ἐν τῇ ἁγίᾳ σκηνῇ, κύκλῳ μὲν τοῦ κα‐ ταπετάσματος, τὰ Χερουβὶμ, καὶ αὐτὰ ὡς Θεὸν δο‐ ρυφοροῦντα τὸν Υἱόν. Καὶ μὴν καὶ αὐτοῦ τοῦ κατα‐ πετάσματος ἄνωθεν, ὃ ἦν εἰς τύπον Χριστοῦ, νοεῖται Θεός. «Καὶ γνωσθήσομαι» γὰρ, φησὶν, «ἐκεῖθεν, καὶ
55λαλήσω σοι.» Ἐπέκεινα γὰρ πάσης κτίσεως ὁ Πατὴρ, καὶ αὐτοῦ τοῦ Ἐμμανουὴλ, οὐ καθ’ ὃ νοεῖται καὶ
ἔστι Θεός· ἶσος γάρ ἐστι κατὰ πάντα Θεῷ· ἀλλ’ ὅσον660

68

.

664

ἧκεν εἰς δούλου μορφὴν, καὶ εἰς ἀνθρωπότητος μέ‐ τρον.
4ΠΑΛΛ. Ὡς λεπτὸς ὁ λόγος καὶ βαθύς.
5ΚΥΡ. Ἔρχεται δὲ ὅμως οὐκ ἀπὸ σκοποῦ. ΠΑΛΛ. Σύμφημι. ΚΥΡ. Ἐχούσης δὲ ὧδε τῆς κιβωτοῦ, «Καὶ θήσεις, φησὶ, τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾷν ἐναντίον τῆς κιβωτοῦ.» Καὶ Χριστὸς μὲν ὅτι τὸ θυ‐
10σιαστήριόν ἐστι τὸ χρυσοῦν, διαρκῶς ἡμῖν εἰρῆσθαι δοκῶ. Τέθειταί γε μὴν ἀπέναντι τῆς κιβωτοῦ, ἐφ’ ᾗ τὸ καταπέτασμα, καὶ κύκλῳ τὰ Σεραφὶμ, καὶ ἀνω‐ τέρω Θεὸς, οἱονεὶ δεχόμενος τὴν ἀπαράβλητον εὐωδίαν τοῦ Ἐμμανουήλ. Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ
15εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καθὰ γέγραπται· τοιγάρτοι καὶ ἔφασκεν αὐτὸς, «Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱόν.» Δεκτοὶ δὲ τῷ Θεῷ καὶ ἡμεῖς αὐτοὶ, τὸ Χριστοῦ μύρον εὐωδιάζοντες. Πιστώσεται δὲ καὶ ὁ Παῦλος γράφων· «Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμ‐
20βεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώ‐ σεως αὐτοῦ φανεροῦντι δι’ ἡμᾶς, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ.» ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Ἐννοῶμεν δὴ οὖν ἀκριβῶς, τοῖς γεγραμ‐
25μένοις ἐνιέντες τὸν ὀφθαλμὸν, ἱδρύσθαι μὲν τὴν κι‐ βωτὸν ἐν τῷ πρὸς λίβα καὶ δυσμὰς κλίτει τῆς ἁγίας σκηνῆς· ἀπέναντι δὲ αὐτῆς τὸ χρυσοῦν θυσιαστή‐ ριον, ἐν τῷ πρὸς ἀκτῖνα τόπῳ. Ἠὼς γὰρ καὶ δύσις μεμέστωται τοῦ Χριστοῦ, βοῤῥᾶς τε καὶ νότος. Καὶ
30γοῦν τόπος μὲν τῇ λυχνίᾳ, τὰ νότια τῆς σκηνῆς. τῇ δὲ τραπέζῃ, τὰ πρὸς βοῤῥᾶν. Καὶ ὅτι δι’ ἀμφοῖν ὁ Χριστὸς σημαίνεται, πολὺς ἡμῖν ἤδη προαπέδειξε λόγος· ὅτι μὲν γὰρ φῶς ὁ Χριστὸς, ἡ λυχνία δηλοῖ· ὅτι δὲ ζωὴ καὶ ἄρτος ὁ ζῶν, ἡ τράπεζα μὲν καὶ τὰ
35ἐν αὐτῇ. Πλὴν ἐκεῖνο διανοοῦ, καὶ ἄθρει τὸ μυστή‐ ριον· Νοτιωτάτη μὲν γὰρ τῶν Ἰουδαίων ἡ χώρα, βορειοτέρα δὲ πάλιν ἡ τῶν ἐθνῶν. Οὐκοῦν ἀπό γε τῆς θέσεως τῆς ἀμφοῖν, τῆς τε λυχνίας καὶ τῆς τραπέζης, φημὶ, περιέσται δήπου τοῖς ἐθέλουσιν εὖ μάλα νοεῖν,
40ὅτι τοῖς μὲν Ἰουδαίοις φῶς ἐπέλαμψεν ὁ Χριστὸς, καὶ παρ’ αὐτοῖς ἐκήρυττεν, «Ἐγώ εἰμι τὸ φῶς.» Ἀπέσταλται γὰρ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Καὶ, «Αὐτῶν εἰσιν αἱ ἐπαγγελίαι,» κατὰ τὰς Γραφάς. Ἐπεὶ δὲ οὐ προσήκαντο τῆς ἀλη‐
45θείας τὸ φῶς, γέγονε τοῖς ἔθνεσιν ζωὴ καὶ ἄρτος ἐξ οὐρανοῦ· καὶ οὐ δίχα φωτὸς τὰ ἔθνη· καὶ τοῦτο δ’ ἂν μάθοις, διήκοντος τοῦ φωτὸς τῆς λυχνίας καὶ εἰς τὰ βόρεια τῆς σκηνῆς. Στενοτάτης δὲ οὔσης τῆς σκηνῆς τῆς ἁγίας, τὸ ἀπεικὸς οὐδὲν, μονονουχὶ καὶ

68

.

664

(50)

παρατεθεῖσθαι δοκεῖν τῇ τραπέζῃ τὴν λυχνίαν, κἂν εἰ τὸν νότιον ἔχῃ τόπον. Ἐμφανίζει δὲ ἡμῖν καὶ ἑτέ‐ ρως ὁ τύπος, ὡς θείου φωτὸς ἐκλάμποντος γένοιτ’ ἂν τοῖς ἀξίοις τὸ μεταλαχεῖν δύνασθαι τοῦ Χριστοῦ, ὡς ἄρτου ζῶντος καὶ ἀληθινοῦ. Σύσσωμα δὲ καὶ συμ‐
55μέτοχα γέγονε τὰ ἔθνη Χριστοῦ. Γράφει δὲ πάλιν ὁ
θεσπέσιος Παῦλος· Σύσσωμα δὲ καὶ συμμέτοχα γέ‐662

68

.

665

γονε τὰ ἔθνη φωτὸς, δηλονότι τοῦ νοητοῦ, προσανα‐ πιμπλάμενα «διαυγαζούσης ἡμέρας, καὶ Φωσφόρου κατὰ νοῦν ἀνατέλλοντος,» ἔφη γάρ τις τῶν τοῦ Σω‐ τῆρος μαθητῶν. Ἐχόντων δὲ ὧδε θέσεώς τε καὶ κα‐
5τασκευῆς τῶν ἐν τοῖς Ἁγίοις τῶν ἁγίων, ἐπίσπα‐ στρον, ἤτοι καταπέτασμα, γενέσθαι προστέταχεν ἐξ ὑακίνθου καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου νενησμένης· τοῦτο δὲ ταῖς σκηνῆς εἰσβολαῖς περιτείνεσθαι δεῖν ἔφασκεν ἀναγκαίως, πέντε χρυσοῖς
10ἐπαιωρούμενον στύλοις, ὧν αἱ βάσεις χαλκαῖ. Καὶ ἐπίσπαστρον μὲν ὀνομάζει, τῆς θύρας τὸ περιτά‐ νυσμα, διὰ τὸ, οἶμαι, λεπτοῖς κρίκοις ἀνόπιν ἕλκεσθαι δικνουμένης τῆς εἰσβολῆς· ἀντεπισπᾶσθαι δὲ αὖ καὶ κατευρύνεσθαι τῶν θυρῶν, κρύπτειν τὰ Ἅγια. Πέντε
15δὲ οἱ στύλοι, χρυσοῖ καὶ περίχαλκοι, τοὺς ὡς πέμπτῳ καιρῷ, καθ’ ὃν ἡ Χριστοῦ γέγονε παρουσία, προ‐ ανατυποῦντες διδασκάλους καὶ τῶν Ἐκκλησιῶν ἡγου‐ μένους· οἳ τὸν τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον, τί‐ μιοι μὲν ὡς χρυσός εἰσιν, εὐηχεῖς δὲ οὕτως ὡς χαλ‐
20κός. «Εἰς πᾶσαν γὰρ δὴ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥή‐ ματα αὐτῶν·» οἳ καὶ διὰ τῆς ἐντέχνου καὶ θεοπνεύ‐ στου μυσταγωγίας τοῖς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰστρέχειν ἐθέλουσιν ἀνευρύνουσιν ὥσπερ τὰς εἰσβο‐
25λάς. Τὰ μὲν οὖν Ἅγια τῶν ἁγίων, τοῦτ’ ἔστιν, ἡ ἐσωτέρα σκηνὴ κατεκαλύπτετο τῷ καταπετάσματι. Παρερήρειστο δὲ εὐθὺς καὶ συνήρμοστο τῇ δευτέρᾳ καὶ ἡ πρώτη σκηνὴ, τὸ θυσιαστήριον ἔχουσα τῶν καρπωμάτων, ἐν ᾧ πᾶσα ἡ δι’ αἱμάτων ἐτελεῖτο
30προσαγωγὴ, πόπανά τε καὶ οἱ λιβανωτοὶ, καὶ πᾶσα θυσία καὶ σπονδὴ, καὶ πρός γε τῷ θυσιαστηρίῳ καὶ τὸν λουτῆρα τὸν χαλκοῦν. Τόπος δὲ αὖ τῷ μὲν θυ‐ σιαστηρίῳ παρὰ τὰς θύρας τῆς σκηνῆς, δῆλον δὲ ὅτι τῆς ἐξωτέρας· τῷ δέ γε λουτῆρι, τὸ μεσαίτατον τῆς
35σκηνῆς. ΠΑΛΛ. Καὶ τίς ἂν νοοῖτο πάλιν ἡ ἐπιτήρησις; ΚΥΡ. Ἀκριβὲς, ὦ Παλλάδιε, τὸ Γράμμα τὸ ἱερὸν, καὶ εἰκαῖον ἐν αὐτῷ παντελῶς οὐδέν. Θέα γὰρ ὅπως ἡμῖν τὸ αἴνιγμα παιδαγωγοῦντα δέδειχεν ἐπὶ Χρι‐
40στὸν τὸν νόμον. Τέθειται γὰρ παρ’ αὐταῖς ταῖς εἰσ‐ όδοις ταῖς εἰς τὰ Ἅγια τῶν ἁγίων τῆς κατὰ νόμον λατρείας τὸ θυσιαστήριον. Ἀποφέρει γὰρ ὁ νόμος μόλις ἡμᾶς εἰς ἀρχὰς τῶν τοῦ Χριστοῦ μυστηρίων, καὶ οἱονεί πως παρὰ τὰς πρώτας εἰσβολὰς τῆς ἐπ’
45αὐτῷ γνώσεως ἀκριβοῦς· εἰσκομίζει δὲ οὐδαμῶς εἰς τὰ Ἅγια τῶν ἁγίων, τοῦτ’ ἔστιν, εἰς τὴν ἐσωτέραν σκηνὴν, ἐν ᾗ πολυειδὴς ὁ Χριστὸς, ὡς Θεοῦ Λόγος, ὡς φῶς, ὡς ἄρτος ζῶν, ὡς εὐωδίας ὀσμὴ τῷ Θεῷ καὶ Πατρί. Ἢ γὰρ οὐχὶ φαίης ἂν ὅτι στοιχεῖά τε καὶ

68

.

665

(50)

ἀρχαὶ τῶν λογίων τοῦ Θεοῦ, τῆς κατὰ νόμον λατρείας ἡ προμελέτησις ἦν; ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ὅτι δὲ τετελείωκεν ὁ νόμος οὐδὲν, «Ἀμή‐
χανον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρ‐664

68

.

668

τίας,» ἀναμάθοις ἂν εὐθὺς, καὶ λίαν ἀμογητὶ, καὶ τὴν τοῦ λουτῆρος χρείαν ἐννενοηκώς. Ἔκειτο γὰρ ἐν μέσῃ τῇ πρώτῃ σκηνῇ λαμπρὸς καὶ περίοπτος, προ‐ απονίζων ὕδατι τοὺς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰστρέ‐
5χοντας. Τέθειτο γὰρ τοῖς ἱερεῦσιν ὁ ἐπὶ τῷδε νόμος. Οὐκοῦν καὶ ἡ ἐν νόμῳ δοκοῦσα πλήρωσις, ἀτελὴς, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος κάθαρσιν ὑποδη‐ λοῦσα, ἣ τὸ ἱερὸν ἐκπλύνει γένος, φημὶ δὴ τὸ τῶν ἐν πίστει δεδικαιωμένων, οἷς καὶ ὁ θεσπέσιος μαθητὴς
10προσπεφώνηκε λέγων, «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περι‐ ποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ἡμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς.» Ἰστέον δὲ ὅτι καὶ τῇ θύρᾳ τῆς ἔξω σκηνῆς περιτετάννυστο
15καταπέτασμα, ὡς ἂν μὴ γυμνά τε καὶ ἐμφανῆ τοῖς ἔξωθεν εἴη τὰ Ἅγια, τοῦτ’ ἔστιν, ἡ πρώτη σκηνὴ, ἐν ᾗ τὸ ἐν νόμῳ θυσιαστήριον· καταδηλοῦντος, οἶμαι, τοῦ τύπου πάλιν, ὅτι μηδὲ αὐτὸς τοῖς τυχοῦσιν ἐμφα‐ νὴς ὁ νόμος. Κατακάλυμμα γὰρ ἔχει τὸ γράμμα, καὶ
20κατακεκάλυπταί τε καὶ κατημφίασταί πως τὴν ὡς ἐν σκιαῖς ἀσάφειαν. ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Οὐκοῦν ἐν μὲν τῇ πρώτῃ σκηνῇ λουτὴρ ἔκειτο καὶ θυσιαστήριον· ἐν δὲ τῇ δευτέρᾳ καὶ ἐσω‐
25τάτω, ἡ κιβωτὸς καὶ ἡ λυχνία· καὶ μέντοι καὶ τὸ χρυσοῦν θυμιατήριον, ἐφ’ ᾧ τὸ λεπτὸν θυμίαμα, τράπεζά τε καὶ ἄρτοι. Διαμέμνηται δὲ ὁ θεσπέσιος Παῦλος καὶ στάμνου χρυσῆς ἐχούσης τὸ μάννα. Καὶ μὴν καὶ ῥάβδον ἡμῖν ὀνομάζει τὴν Ἀαρὼν, ἣν καὶ
30ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἀποτεθεῖσθαί φησιν, ἅτε δὴ καὶ τῶν ἱερῶν Γραμμάτων ἐντριβὴς, καὶ ἐγνω‐ κὼς ὅτι μάλιστά γε τὰ τεθεσπισμένα κατὰ καιροὺς, καὶ τῷ μακαρίῳ Μωσῇ προστεταγμένα θεόθεν. Οἶδε δὲ οὖσαν καὶ τράπεζαν καὶ λυχνίαν ἐν τῇ πρώτῃ
35σκηνῇ. Γράφει δὲ οὕτω περὶ ταῖν δυοῖν διαθήκαιν, «Ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. Εἶχε μὲν οὖν καὶ ἡ πρώτη δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ
40πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα, καὶ ἡ πρό‐ θεσις τῶν ἄρτων, ἥτις λέγεται ἁγία. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ, ἡ λεγομένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ,
45ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης. Ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιά‐ ζοντα τὸ ἱλαστήριον,» περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος.

68

.

668

(50)

ΠΑΛΛ. Ἄρ’ οὖν εἴ τις ἕλοιτο φιλοπευστεῖν, χρῆναί τε λέγοι τὰς αἰτίας εἰπεῖν τῆς ὅλης κατασκευῆς, τίς ἂν γένοιτο πρὸς ἡμῶν ὁ λόγος; ΚΥΡ. Ὅτι, ὦ Παλλάδιε, τὰ μὲν πρὸ τῆς κατα‐ σκευῆς τῆς ἁγίας σκηνῆς, τὰ δὲ μετὰ τοῦτο γενέ‐
55σθαι προστέταχεν. Ἐν μὲν γὰρ τῇ Ἐξόδῳ καί τοι666

68

.

669

πρὶν ὅλως τοὺς περὶ τῆς ἁγίας σκηνῆς ὀφθῆναι τύ‐ πους, καὶ τὰ ἐπ’ αὐτῆς γενέσθαι προστάγματα, τὸν ἐπὶ τῇ χρυσῇ στάμνῳ κατεχρησμῴδησε λόγον, εἰδὼς τὸ ἐσόμενον. Μετὰ δέ γε τὴν πῆξιν τῆς ὅλης σκηνῆς
5ἐν τοῖς Ἀριθμοῖς εὑρήσομεν τὴν ῥάβδον τὴν Ἀαρὼν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσκεκομισμένην. Ἐν δὲ τῷ Λευϊτικῷ προσεπενομοθέτει Θεὸς περί τε λυχνίας, καὶ μὴν καὶ τραπέζης τῆς ἐν τῇ πρώτῃ σκηνῇ. Νο‐ μομαθὴς δὲ ὑπάρχων ὁ σοφώτατος Παῦλος, παρίησι
10μὲν ὅλως τῶν γεγονότων οὐδὲν, διαμέμνηται δὲ πρώ‐ των τε καὶ μέσων καὶ τελευταίων. ΠΑΛΛ. Ἄριστα ἔφης. Φράζε δὴ οὖν ἕκαστα σα‐ φῶς καὶ διεσταλμένως· βαθὺς γάρ που πάντως ὁ ἐπ’ αὐτοῖς ἐστι λόγος.
15ΚΥΡ. Ναὶ, λέγεις ὀρθῶς. Ἔχει γὰρ ὧδε τὸ χρῆμα κατὰ ἀλήθειαν. Ποιήσομαι δὲ τῶν διηγημάτων καὶ τὴν στάμνον ἀρχήν. Ὑετοῦ μὲν γοῦν δίκην καθίει Θεὸς τοῖς ἐξ Ἰσραὴλ τὸ μάννα κατὰ τὴν ἔρημον· τροφὴ γὰρ τοῦτο καὶ ἄρτος αὐτοῖς ἄνωθεν καὶ ἐξ
20οὐρανοῦ. Ἀλλ’ ὅτι μὴ μέχρι τῶν αἰσθητῶν τὸ δρώ‐ μενον ἦν· ἀναφέρει γάρ τε ὥσπερ διὰ τύπου καὶ σκιᾶς ἐπὶ τὸ χρῆναι νοεῖν, ὅτι παρέσται κατὰ και‐ ροὺς ὁ ἄνωθεν ἡμῖν καὶ ἐκ Πατρὸς Λόγος, ὡς ἄρτος ἐξ οὐρανοῦ, ὡς καὶ ὁ θεῖος ἡμῖν Δαβὶδ ὑποφαίνει
25λέγων· «Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγ‐ γέλων ἔφαγεν ἄνθρωπος.» Καὶ οὔτι πού φαμεν τὸ μάννα τὸ αἰσθητὸν ἄρτον εἶναι τὸν ἐξ οὐρανοῦ καὶ ἀγγέλων. Τρέφεται μὲν γὰρ τὸ πνεῦμα πνευματι‐ κῶς, σῶμα δὲ αὖ κατ’ ἰδίαν φύσιν, τοῦτ’ ἔστι,
30σωματικῶς. Τροφὴ δὲ ἀγγέλων καὶ ἄρτος ὁ πρέπων οὐρανοῖς καὶ τοῖς ἄνω πνεύμασιν, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος. Τὸ μάννα δὴ οὖν ἐδήλου Χριστόν. Οὐδὲν δὲ ὁ τύπος τὸ ὠφελοῦν ἔχει, μὴ τῆς ἀληθείας εἰσδεδεγ‐ μένης. Σκιὰ γὰρ τοῦτο ἐκείνης, οὐ δι’ ἑαυτὸ κυρίως
35γεγονὸς, ἀλλ’ ἵνα τι τῶν ἀμεινόνων ἐφ’ ἑαυτῷ ζω‐ γραφῇ. Διὰ τοῦτο Χριστὸς τοῖς Ἰουδαίων δήμοις σο‐ φὴν ἐποιεῖτο τὴν ἐπίπληξιν, ὅτι μὴ μᾶλλον αὐτὸν ὡς ἀλήθειαν, ἀλλὰ Μωσέα θαυμάζουσι, τῶν τύπων τὸν ὑπουργόν. Ἔφη γὰρ οὕτως, «Ἀμὴν, ἀμὴν λέγω
40ὑμῖν, Μωσῆς ὑμῖν δέδωκε τὸ μάννα· ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν.» Εἰκόνα δὴ οὖν τὸ μάννα τιθεὶς τοῦ ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταφοιτήσαντος Λόγου, τὰ ἐπί γε τῇ στάμνῳ κε‐
45χρησμῴδηκε Θεός. Γέγραπται δὲ οὕτως· «Εἶπε δὲ Μωσῆς· Τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε Κύριος, Πλή‐ σατε τὸ γομὸρ τοῦ μάννα, εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν, ἵνα ἴδωσι τὸν ἄρτον, ὃν ἐφάγετε ὑμεῖς ἐν τῇ ἐρήμῳ, ὡς ἐξήγαγεν ὑμᾶς Κύριος ἐκ γῆς Αἰ‐

68

.

669

(50)

γύπτου. Καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· Λάβε στά‐ μνον χρυσοῦν ἕνα, καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομὸρ τοῦ μάννα, καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ Θεοῦ, εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωσῇ. Καὶ ἀπέθετο Ἀαρὼν
55ἔναντι τοῦ μαρτυρίου, εἰς διατήρησιν.» Ὥσπερ γὰρ ἐλέγομεν ὅτι τὸν θεῖον ἔχουσα λόγον ἡ κιβωτὸς ὑπ‐
εδήλου τὸν Ἐμμανουήλ· Θεοῦ γὰρ ἦν Λόγος ὡς ἐν668

68

.

672

ἁγίῳ ναῷ, τῷ ἐκ Παρθένου φημί· τὸν αὐτὸν δὴ τρό‐ πον καὶ ἡ στάμνος ἡμῖν ἡ χρυσῆ, τὸ μάννα τὸ αἰσθη‐ τὸν ὠδίνουσα, τὸν ἄνωθεν καὶ ζωοποιὸν ἐμφαίνει Λόγον, δῆλον δὲ ὅτι τὸν ἐκ Πατρὸς, ὡς ἐν ἱερῷ καὶ
5ἀχράντῳ σώματι. Ἐπίμεστος δὲ καὶ ἡ στάμνος τοῦ μάννα. «Ἐνῴκησε γὰρ ἐν αὐτῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,» κατά γε τὴν τοῦ μακαρίου Παύλου φωνήν. «Καὶ οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦ‐ μα.» Παντέλειος γὰρ ὁ Χριστός. Ἀπέκειτο δὲ ἡ στά‐
10μνος, εἰς διατήρησιν εἰς τὰς γενεὰς τῶν υἱῶν Ἰσραήλ. Ἄφθαρτος γὰρ καὶ μένων ἀεὶ, καὶ ἐν παντὶ καιρῷ τε καὶ χρόνῳ γνωριμώτατος ὁ Χριστός. Καὶ ἔστιν ἔναντι Κυρίου, τοῦτ’ ἔστιν, ἐν ὀφθαλμοῖς τοῦ Πατρός. Ὅτε γὰρ γέγονε καθ’ ἡμᾶς ὁ Μονογενὴς, τότε καὶ
15εἰσῆλθεν εἰς τὰ Ἅγια τῶν ἁγίων, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, τοῦτ’ ἔστιν, εἰς τὸν οὐρα‐ νὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν, καθὰ γέγραπται. Οὐ γὰρ ἑαυτὸν ἐν ὄψει καθ‐ ίστησι τοῦ Πατρὸς, ἀλλὰ ἡμᾶς ὡς ἐν ἑαυτῷ, καίτοι
20γεγονότας ἐκ προσώπου καὶ οἱονεί πως ἐξ ὀφθαλμῶν, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν κατὰ πάντων τυραννήσασαν ἁμαρτίαν. Ἐν Χριστῷ τοιγαροῦν ἐσχήκαμεν τὴν προσαγωγὴν, καὶ τὴν παῤῥησίαν εἰς τὴν εἴσοδον τῶν Ἁγίων, καθάπερ ἡμῖν ὁ σοφὸς ἔφη
25Παῦλος. Ὥσπερ γὰρ καὶ συνεγηγέρμεθα καὶ συν‐ εκαθίσαμεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, οὕτω πά‐ λιν ἐν αὐτῷ καὶ ἐν προσώπῳ γεγόναμεν τοῦ Πατρός. Καὶ στάμνου μὲν πέρι τῆς ἱερᾶς εἰρήσθω τάδε· ση‐ μαίνει δὲ ὅτι καὶ αὐτὴ τὸν Χριστὸν ἡ ῥάβδος Ἀαρὼν,
30φέρε δὴ λέγωμεν, εἰ δοκεῖ. ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Κορὲ τοίνυν καὶ μέντοι καὶ Ἀβειρὼν, καὶ πρός γε τούτῳ Δαθὰν, φυλῆς τε καὶ αἵματος ἐξέφυ‐ σαν τῆς Λευΐ· συντεταγμένην δὲ, φησὶ, ταῖς ἄνωθεν
35ψήφοις ἐν τῇ ἁγίᾳ σκηνῇ λειτουργίαν ἐγκεχειρι‐ σμένοι, τὴν Μωσέως τε καὶ Ἀαρὼν δεδιψήκασι δό‐ ξαν, ἑαυτοῖς ἁρπάζοντες τὴν τιμὴν, κεκλημένοι δὲ οὐχὶ πρὸς τοῦτο παρὰ Θεοῦ. Καὶ μὴν καὶ εἰς ἀπηνὲς ἀπογαυρούμενοι θράσος, ἐξοφρυώμενοί τε ἄγαν, φο‐
40ρητὴν μὲν οὐκέτι, δύσοιστον δὲ κομιδῇ κατ’ ἀμφοῖν ἐποιοῦντο τὴν κατάῤῥησιν· ἀτιμαγέλαι δὲ ὥσπερ ἀπενοσφίζοντο ταῦροι, καὶ τὴν ὑπὸ Θεῷ δουλείαν ἀποσειόμενοι, συναποθρώσκειν αὐτοῖς ἑτέρους δυσσε‐ βοῦντας ἀνέπειθον. Ἀλλ’ οἱ μὲν τῶν σφίσι τετολ‐
45μημένων εἰσεπράττοντο δίκας. Διοιγνῦσα γὰρ ἡ γῆ τὸ στόμα αὐτῆς, αὐτοῖς ὁμογενέσι, σκηναῖς καὶ πε‐ ριουσίαις, εἰς ᾅδου καθίει τὸν ἀλαζόνα λαόν· ὅτι δὲ ψήφῳ τῇ ἄνωθεν, καὶ οὐχὶ θελήμασι τοῖς Μωσέως, τὴν προὔχουσαν ἐν ἱερωσύνῃ τάξιν Ἀαρὼν διεκλη‐

68

.

672

(50)

ρώσατο, διατρανοῦν ἐθέλων ὁ νομοθέτης, εἰς τὸν πανάριστον ἔφη Μωσέα· «Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λάβε παρ’ αὐτῶν ῥάβδον, κατ’ οἴκους πατριῶν, παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν, κατ’ οἴκους πα‐ τριῶν αὐτῶν, δώδεκα ῥάβδους, καὶ ἑκάστου τὸ ὄνομα
55αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ῥάβδου. Καὶ τὸ ὄνομα Ἀαρὼν ἐπίγραψον ἐπὶ τῆς ῥάβδου Λευΐ. Ἔστι γὰρ
ῥάβδος μία. Κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώ‐670

68

.

673

σουσι. Καὶ θῄσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, κατέναντι τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ. Καὶ ἔσται, ὁ ἄνθρωπος ὃν ἂν ἐκλέξωμαι αὐτὸν, ἡ ῥάβδος αὐτοῦ ἐκβλαστήσει. Καὶ περιελῶ ἀπ’ ἐμοῦ
5τὸν γογγυσμὸν υἱῶν Ἰσραὴλ, ἃ αὐτοὶ γογγύζουσιν ἐφ’ ὑμῖν. Καὶ ἐλάλησε Μωσῆς τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον, τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατ’ ἄρχοντα, κατ’ οἴ‐ κους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους. Καὶ ἡ ῥάβδος
10Ἀαρὼν ἀναμέσον τῶν ῥάβδων αὐτῶν, καὶ ἀπέθηκε Μωσῆς τὰς ῥάβδους ἔναντι Κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. Καὶ ἐγένετο τῇ ἐπαύριον, καὶ εἰσῆλθε Μωσῆς καὶ Ἀαρὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. Καὶ ἰδοὺ ἐβλάστησεν ἡ ῥάβδος Ἀαρὼν εἰς οἶκον Λευῒ,
15καὶ ἐξήνεγκε βλαστὸν, καὶ ἐξήνθησεν ἄνθη, καὶ ἐβλάστησε κάρυα. Καὶ ἐξήνεγκε Μωσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου Κυρίου πρὸς πάντας υἱοὺς Ἰσραήλ. Καὶ εἶδον, καὶ ἔλαβον ἕκαστος τῆν ῥάβδον αὐτοῦ. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Ἀπόθες τὴν
20ῥάβδον Ἀαρὼν ἐνώπιον τῶν μαρτυρίων εἰς διατή‐ ρησιν, σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων. Καὶ παυσά‐ σθω ὁ γογγυσμὸς αὐτῶν ἀπ’ ἐμοῦ, καὶ οὐ μὴ ἀποθά‐ νωσι.» Σημεῖον οὖν οὐκ ἀσυμφανὲς τοῦ ἐξῃρῆσθαι λαμπρῶς καὶ ἐκκεκριμένως εἰς ἱερουργίαν, ὡς ἐξ
25αἵματος Λευῒ, τὸν θεσπέσιον Ἀαρὼν, τὸ ἐξανθῆσαι τὴν ῥάβδον. Περιτρεπομένης δὲ αὖθις εἰς θεωρίαν πνευματικὴν, ὡς ἐν τύποις ἔτι παχυτάτοις, τὸ Χρι‐ στοῦ μυστήριον ἀναλάμψει πάλιν. ΠΑΛΛ. Τίνα τρόπον;
30ΚΥΡ. Κεχειροτόνηται μὲν γὰρ νομοθέτης ἅμα καὶ ἀρχιερεὺς ἐφ’ ἡμᾶς παρὰ Θεοῦ καὶ Πατρὸς ὁ Ἐμ‐ μανουὴλ, ἑαυτὸν ὑπὲρ ἡμῶν προσκομιῶν τὸ θῦμα. Ὡς γὰρ ὁ μακάριος ἔφη Παῦλος, «Ὁ μὲν νόμος διὰ Μωσέως, ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας
35ἀσθένειαν· ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.» Οὐκοῦν καθίκετο μὲν ἐξ οὐρανοῦ ὁ Λόγος, καὶ γέγονε καθ’ ἡμᾶς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.
40Ἀλλ’ οὐκ ἐδόκει φρονεῖν ὀρθὰ τοῖς ἐξ αἵματος Ἰσραήλ· ἀντεξάγοντες δὲ ὥσπερ αὐτῷ τὸ ἴδιον θέ‐ λημα τοῖς ἐκ φθόνου βέλεσι πολυτρόπως ἔβαλλον, οὐ γλώττης, οὐ θράσους, οὐκ ἐκτόπων ἐπιχειρημάτων ἔτι φειδόμενοι, διολλύντες δὲ σφᾶς αὐτοὺς οἱ δείλαιοι,
45καὶ τελευταῖον ἐσταύρωσαν. Πλὴν ἀνέθαλλεν ἡ ῥά‐ βδος ἡ ἐκ ῥίζης Ἰεσσαί· ἀνέφυ γὰρ δὴ καὶ ἀνεβίω Χριστὸς, λύσας τὰς ὀδύνας τοῦ θανάτου, καθὰ γέ‐ γραπται· ζωὴν γὰρ ὄντα κατὰ φύσιν, ὡς Θεὸν, πῶς ἦν εἰκὸς κρατεῖσθαι θανάτῳ, καὶ οὐχὶ δὴ μᾶλλον

68

.

673

(50)

καταθλῆσαι φθορᾶς; Ὥσπερ δὲ τὸ ἀναφῦναι τὴν ῥά‐ βδον, καὶ ἀναβλαστεῖν ἀδοκήτως τὸ ἀνανθὲς ἤδη ξύ‐ λον, διαρκὲς τοῖς ἀρχαιοτέροις σημεῖον ἦν τοῦ διὰ ψήφου τῆς ἄνωθεν εἰς ἀρχιερέα κεχειροτονῆσθαι τὸν Ἀαρών· οὕτω φαμὲν, ὅτι λαμπρά τε καὶ ἐναργὴς καὶ ἀπο‐
55χρῶσα λίαν ἀπόδειξις τοῦ καὶ Θεὸν εἶναι κατὰ φύσιν τὸν Ἐμμανουὴλ, τὸ πατῆσαι θάνατον, καὶ ἀναβιῶ‐
ναι θεοπρεπῶς. Καὶ γοῦν αὐτὸς ὁ Χριστὸς, καίτοι672

68

.

676

πᾶν ὁτιοῦν τῶν ὑπέρ γε τὸ εἰκὸς καὶ λόγον ἀποπε‐ ραίνειν ἀμογητὶ καὶ εὐκόλως δυνάμενος, τοῖς τὸ ση‐ μεῖον αἰτοῦσιν ἔφασκεν· «Ἡ γενεὰ αὕτη πονηρά ἐστι· σημεῖον αἰτεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ,
5εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.» Οὐκοῦν διαβόητον ἀληθῶς καὶ περιφανὲς σημεῖον,
10καὶ ἀρκοῦν εἰς πίστιν τοῖς γε ὡς ἀληθῶς εὐγνώμοσι, τοῦ κατὰ φύσιν εἶναι Θεὸν καὶ ἐκ Θεοῦ Πατρὸς πε‐ φυκέναι τὸν Υἱὸν, τὸ καταργῆσαι τὸν θάνατον καὶ φθορὰν, καὶ ἀναθάλαι πρὸς ζωήν. «Γέγονε γὰρ αὐ‐ τὸς ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ πρωτότοκος ἐκ
15τῶν νεκρῶν.» Καὶ δέδοται τὸ σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων, ὡς ἂν εἰδεῖεν ὅτι ψήφῳ τοῦ Θεοῦ καὶ Πα‐ τρὸς ἀρχιερεὺς γέγονεν ἐφ’ ἡμᾶς ὁ Χριστὸς, «ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτω‐ λῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος,» κατὰ
20τὸ γεγραμμένον. ΠΑΛΛ. Ἀλλ’ ἐξήνθησε μὲν ἡμῖν ἡ ῥάβδος ἡ Ἀαρών· τουτὶ γὰρ ἡμῖν ἀρτίως ὁ ἱερὸς ὑπέδειξε λόγος· ἐξήνθησε δὲ κάρυα· καὶ τί δὴ τὸ αἴνιγμα, νοεῖν οὐκ ἔχω.
25ΚΥΡ. Μάλιστα μὲν, ὦ Παλλάδιε, τὸ ἀπεικὸς οὐδὲν, ἐκ καρύας εἰλῆφθαι τὴν ῥάβδον ὑπονοεῖν. Καὶ ἦν ἐν ἔθει τοῖς πάλαι τὸ καὶ τοιοῖσδέ τισιν ἀποκεχρῆσθαι σκήπτροις. Εἰ δὲ δὴ καὶ λόγον ἡμᾶς ἐφαρμόσαι δεῖ τὸν τοῖς θεωρήμασι πρέποντα, φράσαιμ’ ἂν ἐκεῖνο
30πάλιν, ὃ ἐκτεθρύλληταί πως, δοκεῖ δὲ εἶναί τισι καὶ ὡς ἐν πίστει δεκτὸν, τὸ μὴ ἀνικάνως ἔχειν τὴν ῥάβδον τὴν καρυΐνην ἀϋπνίαν ἐμποιεῖν, εἰ πρός γε τὸ κάρα κέοιτό τινων, τάχα που δυνάμεσι φυσικαῖς ἐνεργοῦσαν τὸ χρῆμα κατὰ θέλησιν Θεοῦ. Πιστώσεται δέ πως εἰς
35τοῦτο ἡμᾶς καὶ αὐτὸς λέγων πρὸς Ἱερεμίαν ὁ πάντα εἰδὼς, καὶ τῶν ὅλων Δημιουργός· «Τί σὺ ὁρᾷς, Ἱερεμία; «Ὁ δὲ, Βακτηρίαν» λέγων «καρυΐνην· καὶ δὴ πρὸς τοῦτο Θεός; «Ὀρθῶς ἑώρακας,» φησὶν «ὅτι ἐγὼ ἐγρήγορα ἐπὶ τοὺς λόγους μου, τοῦ ποιῆσαι αὐ‐
40τούς.» Ἀϋπνίας οὖν ἄρα σύμβολον νοοῖτ’ ἂν εἰκότως ἡ ῥάβδος ἡ καρυΐνη. Γρηγόρησις δὲ ὥσπερ ἐξ ὕπνου γέγονεν ἡ ἐκ νεκρῶν ἀναβίωσις τοῦ Χριστοῦ. Τοιγάρ‐ τοι καὶ διὰ τῆς τοῦ Ψάλλοντος λύρας φησίν· «Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι Κύριος ἀντ‐
45ελάβετό μου.» ΠΑΛΛ. Ἀληθὴς ὁ λόγος. ΚΥΡ. Λύχνου δὲ καὶ τραπέζης πέρι, τῆς ἔν γε τῇ πρώτῃ σκηνῇ, γέγραπται πάλιν ὡδί· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Ἔντειλαι τοῖς υἱοῖς

68

.

676

(50)

Ἰσραὴλ, καὶ λαβέτωσαν ἔλαιον καθαρὸν, κεκομμένον εἰς φῶς, καῦσαι λύχνον διαπαντὸς, ἔξωθεν τοῦ κατα‐ πετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ καύσου‐ σιν αὐτὸ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωῒ ἐνώπιον Κυρίου ἐνδελεχῶς, νόμιμον αἰώνιον εἰς
55τὰς γενεὰς ὑμῶν. Ἐπὶ τῆς λυχνίας τῆς καθαρᾶς καύσετε τοὺς λύχνους ἐναντίον Κυρίου ἕως εἰς τὸ πρωΐ.
Καὶ λήψεσθε σεμίδαλιν, καὶ ποιήσετε αὐτὴν δώδεκα674

68

.

677

ἄρτους. Δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἶς, καὶ ἐπι‐ θήσετε αὐτοὺς δύο θέματα, ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι Κυρίου, καὶ ἐπι‐ θήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα, καὶ
5ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ. Τῇ ἡμέρᾳ τῶν σαββάτων προθήσετε ἔναντι Κυρίου διαπαντὸς ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ, δια‐ θήκην αἰώνιον· καὶ ἔσται Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ· ἔστι γὰρ Ἅγια
10τῶν ἁγίων. Τοῦτο αὐτῷ ἀπὸ τῶν θυσιαζομένων τῷ Κυρίῳ, νόμιμον αἰώνιον.» Καθαρὸν οὖν τὸ ἔλαιον, καὶ μὴν καὶ ἐλάϊνον, τοῦτ’ ἔστιν, ἐξ ἐλαιῶν, οὐκ ἐξ ἑτεροειδῶν σπερμάτων καὶ γεωδεστέρων, ἐξ ὧν ἔλαιον μὲν ἐθλίβετο, νόθον δὲ ὥσπερ καὶ οἱονεὶ κεκαπηλευ‐
15μένον· ἀεὶ γάρ ἐστι καθαρὸν καὶ γνήσιον ἀληθῶς ἐν Ἐκκλησίαις τὸ φῶς, δῆλον δὲ ὅτι τὸ διὰ Χριστοῦ, Πνεύματι, κἂν εἰ διὰ τῆς τῶν ἁγίων διακονοῖτο φωνῆς, πρὸς οὓς ἔφη Χριστός· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Καὶ θαυμαστὸν οὐδέν· οὓς γὰρ ἀδελφοὺς
20ὠνόμασε, καὶ μετόχους ἑαυτοῦ κατεστήσατο, τούτοις ἂν εἰκότως καὶ τῶν ἰδίων ἀξιωμάτων ἐπιμερίζοι τὴν δόξαν. Καίεται δὴ οὖν ὁ λύχνος καὶ ἐν τῇ πρώτῃ σκηνῇ, καὶ διττὸν ἂν ἔχοι τὸ χρῆμα τὸν νοῦν· ἐν μὲν γὰρ τῇ ἐσωτέρᾳ σκηνῇ λύχνοι φαίνουσιν ἑπτὰ,
25ἐξαπτόμενοι τὸ πρωΐ, καὶ πλούσιον τοῖς εἰστρέχουσιν ἐνιέντες τὸ φῶς. Καὶ ἦν ἡ λυχνία Χριστὸς, ὡς ἐν τύπῳ πάλιν τοὺς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰστρέχειν ἐθέλοντας πολλῷ καὶ ἀμφιλαφεῖ καταυγάζων φωτί· «Προσέλθετε γὰρ, φησὶ, πρὸς αὐτὸν καὶ φωτίσθητε.»
30Καὶ μὴν καὶ τὸ ἀνακαίεσθαι τὸ πρωῒ τοὺς λύχνους κατασημήνειεν ἂν τῆς ἐνανθρωπήσεως τὸν καιρόν. Διηύγασε γὰρ, οἷά τις ἡμέρα, καὶ φῶς ἀνέλαμψε νοητὸν, τῆς ἀρχαίας ἡμῶν ἀμαθίας ἐλαύνων τὸν σκό‐ τον, καὶ ὡς ἐν τάξει νυκτὸς, τὴν ἐπισκήψασαν ταῖς
35ἁπάντων καρδίαις κατασκεδαννύων ἀχλύν. Οὕτω γὰρ ἡμῖν τῆς τοῦ Σωτῆρος ἐπιδημίας τὸν καιρὸν καὶ ὁ προφήτης παρεκάλει λέγων· «Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψομαι.» Πότε γὰρ ἂν δεκταὶ γεγόνασιν αἱ ἁπάν‐
40των εὐχαὶ, καὶ οἱ πάλαι πλανώμενοι παρέστημεν οἱονεὶ τῷ Θεῷ, δι’ οἰκειότητος, δηλονότι τῆς πνευμα‐ τικῆς, καὶ ὑπακοῆς καὶ πίστεως, εἰ μὴ τὸ φῶς ἡμῖν ἐπέλαμψε τὸ ἐξ οὐρανοῦ, τοῦτ’ ἔστι, Χριστός; Οὐκοῦν ἐν μὲν τῇ ἐσωτέρᾳ σκηνῇ πλούσιόν τε καὶ λεπτὸν
45τῶν ἑπτὰ λύχνων τὸ φῶς, ἐν δὲ τῇ πρώτῃ σκηνῇ λύχνος ἦν ὁ φαίνων, ἐμφαίνων τε, οἶμαι, μὴ δίχα τοῦ θείου φωτὸς, μηδὲ αὐτοὺς εἶναι τοὺς ἐν νόμῳ παιδ‐ αγωγουμένους καταδηλοῦντος τοῦ πράγματος. Ἐκάλει γὰρ ἐκ πολυθεΐας εἰς ἐπίγνωσιν τοῦ φύσει τε καὶ

68

.

677

(50)

ἀληθῶς Θεοῦ καὶ ὁ διὰ Μωσέως νόμος, καὶ ἀφίστα μὲν τοὺς ἀρχαιοτέρους τοῦ λατρεύειν ἔτι τῇ κτίσει παρὰ τὸν Κτίσαντα, προσκεῖσθαι δὲ δεῖν ἀνέπειθε τῷ πάντων Δημιουργῷ· φωτὸς δὲ οὐ δίχα τοῦ νοητοῦ ταυτὶ ταῖς τῶν παιδαγωγουμένων κατωρθοῦτο ψυχαῖς.
55Οὐκοῦν, ἐρῶ γὰρ εἰσαῦθις, πλούσιος μὲν καὶ πολὺς τοῖς εἰς τὰ Ἅγια τῶν ἁγίων ὁ παρὰ Χριστοῦ φωτι‐
σμὸς, μείων δὲ τοῖς ἐν νόμῳ· καὶ ἀληθὴς ὁ λόγος676

68

.

680

Ἰσοστατεῖ γὰρ οὐδαμῶς, εἰς λαμπρότητα τὴν πνευμα‐ τικὴν, τοῖς εὐαγγελικοῖς θεσπίσμασιν, ἡ ἐν νόμῳ σκιά· τὰ μὲν γὰρ ὅλην περιαστράπτει τὴν οἰκου‐ μένην, ἡ δὲ ἦν μόνοις γνώρισμα τοῖς ἐξ Ἰσραήλ.
5ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Ἔοικε δὲ, ὦ Παλλάδιε, καὶ ἕτερόν τι παρα‐ δηλοῦν ἡ τράπεζα καὶ ὁ λύχνος, ὁ ἔν γε τῇ πρώτῃ σκηνῇ. ΠΑΛΛ. Τὸ τί δὴ φής;
10ΚΥΡ. Ἰωάννην τάχα που τὸν θεσπέσιον Βαπτιστὴν ὁ λύχνος, ἄρτοι δὲ οἱ δύο καὶ δέκα, τὸν τῶν ἁγίων ἡμῖν ἀποστόλων προανατυποῦσι χορόν. ΠΑΛΛ. Τίνα τρόπον; ΚΥΡ. Ἢ οὐκ οἶσθα ὅτι τοῖς ἐν νόμῳ καὶ κατὰ τὴν
15Ἰουδαίαν λύχνος ἦν οἷά τις, Χριστοῦ προβαδίζων ὁ θεσπέσιος Βαπτιστὴς, καὶ περὶ αὐτοῦ προαναπεφώ‐ νηκεν ὁ Θεὸς καὶ Πατήρ· «Ἡτοίμασα λύχνον τῷ Χρι‐ στῷ μου.» Μεμαρτύρηκε δὲ τοῦτο καὶ αὐτὸς ὁ Σωτὴρ, τοῖς τῶν Ἰουδαίων καθηγηταῖς περὶ αὐτοῦ λέγων.
20«Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιασθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.» Θέα γὰρ ὅπως ὡς νομομαθὴς ὢν ὁ μακάριος Παῦλος, μονονουχὶ πρὸς ἀνάμνησιν ἀναφέ‐ ρει λύχνου, τοῦ κατὰ τὴν πρώτην σκηνήν. Ἄσβεστον
25μὲν γὰρ ὁ νομοθέτης διατηρεῖσθαι δεῖν κεκέλευκεν οὕτω λέγων· «Καὶ καύσουσιν αὐτὸν Ἀαρὼν, καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωῒ ἐνώπιον Κυρίου ἐνδελεχῶς.» Χρόνον γε μὴν ἐπ’ αὐτῷ κομιδῇ βραχὺν ἡσθέντες Ἰουδαῖοι, διά γε τὸ προσδραμεῖν τῷ δι’ αὐ‐
30τοῦ βαπτίσματι, καὶ θαῦμα ἑλεῖν ἐπ’ αὐτῷ πολὺ, κατεκοίμισαν τῷ θανάτῳ μονονουχὶ τὸν ἀειφανῆ λύ‐ χνον κατασβεννύοντες. Εἰ γὰρ καὶ Ἡρώδου τὸ τόλ‐ μημα λέγοιτο τυχὸν, ἀλλ’ οὖν ὄντος ἐξ αἵματος Ἰσραήλ· διὰ τοῦτο Χριστὸς τοῖς Ἰουδαίων λαοῖς τὸ κατὰ
35παντὸς ἁγίου θράσος ἐγκαλῶν, «Οὐκ ἐνδέχεται,» φησὶ, «προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.» ΠΑΛΛ. Φῶς οὖν ἄρα καὶ λύχνος, καθ’ ὁμοιότητα καὶ κατὰ μέθεξιν τοῦ Χριστοῦ, καὶ ὁ θεσπέσιος Βαπτιστὴς τοῖς ἐν νόμῳ κατὰ τὴν Ἰουδαίαν.
40ΚΥΡ. Οὕτω φημί. Κατὰ τὸν ἴσον δὲ τρόπον ἄρτους νοεῖσθαί φαμεν τοὺς ἁγίους ἀποστόλους. Εἷς μὲν γὰρ ὁ φύσει τε καὶ ἀληθῶς ἄρτος ὁ ἐξ οὐρανοῦ καὶ ζωο‐ ποιός· κατὰ μίμησιν δὲ τοῦ φύσει καὶ κατὰ μέθεξιν ἄρτοι τρέφοντες εἰς εὐσέβειαν οἱ θεῖοι μυσταγωγοὶ,
45λόγους ἡμῖν ἐνιέντες ζωῆς, καὶ τὸν ἐκ τῆς ἀμαθίας λιμὸν, τῆς τῶν πιστευόντων ἐξιστάντες ψυχῆς. Ἰσάρι‐ θμοι δὲ τοῖς μαθηταῖς, οἱ ἄρτοι· δυοκαίδεκα γὰρ, καὶ εἰς δύο κείμενοι θέματα, ἒξ ἔνθεν, φησὶ, καὶ ἓξ ἔνθεν, μονονουχὶ καὶ ἐν κύκλῳ περιεστῶτες, καὶ ἐν

68

.

680

(50)

μέσῳ τόπῳ κείμενον ἔχοντες ἕνα τε καὶ ἐξ οὐρανοῦ, τοῦτ’ ἔστι, Χριστόν· καὶ δύο δεκάτων ἕκαστος, τοῦτ’ ἔστιν, ἐκ δύο μέτρων τελείων. Τέλειοι γὰρ κατ’ ἄμφω γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, πρὸς πᾶν ὁτιοῦν
ἀρτίως ἔχοντες ἀγαθὸν, ἔργῳ τε διαπρεπεῖς καὶ λόγῳ.678

68

.

681

Λίβανος δὲ καὶ ἅλας αὐτοῖς τὰ ἐπιπαττόμενα, τοῦ μὲν λιβάνου τὸ εὐῶδες ἐν ἁγιασμῷ, καὶ εὐωδίᾳ Χρι‐ στοῦ, τοῦ γε μὴν ἁλὸς, τὴν φρόνησιν ὑπεμφαίνοντος. Οὐ γὰρ ἀσύνετος ἢ μωρὸς τῶν ἁγίων ὁ λόγος, ἀλλ’
5ἐν χάριτί τε καὶ ἅλατι ἠρτυμένος, κατὰ τὸ γεγραμ‐ μένον, καὶ χάριν διδοὺς τοῖς ἀκούουσιν. Εἴρηται δὲ πρὸς αὐτοὺς καὶ παρὰ Χριστοῦ· «Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς.» Προτίθενται δὲ καὶ ἐν ἡμέρᾳ Σαβ‐ βάτων. Ἡμέρα γὰρ ἀναδείξεως τῶν ἁγίων ἀποστό‐
10λων, ὁ τοῦ νοητοῦ Σαββάτου καιρὸς, τοῦτ’ ἔστιν, ἡ Χριστοῦ παρουσία, ἣν ἐπείπερ οὐκ ἔγνωσαν οἱ ἐξ Ἰσραὴλ, ὁ Παῦλός φησι περὶ αὐτῶν, «Ἄρα ἀπο‐ λείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.» Οὐ γὰρ εἰσῆλθον εἰς τὴν κατάπαυσιν αὐτοῦ, τὴν πίστιν οὐ
15προσηκάμενοι. Σαββατισμὸς οὖν νοητὸς καὶ ἀληθὴς, ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρός. Ἐν ὀφθαλμοῖς δὲ Θεοῦ τῶν ἄρτων ἡ πρόθεσις, καὶ μὴν καὶ ἐν ὀφθαλμοῖς Ἰσραήλ. «Προθήσετε γὰρ, φησὶ, τῇ ἡμέρᾳ τῶν Σαββάτων ἔναντι Κυρίου διὰ παντὸς, παρὰ
20τῶν υἱῶν Ἰσραήλ·» θεωμένου καὶ διηνεκῶς ἀξιοῦντος τοὺς ἁγίους ἐπισκοπῆς. «Ὀφθαλμοὶ γὰρ Κυρίου ἐπὶ δικαίους,» φησί. Τοῦ δὲ Ἰσραὴλ, ὡς προσέχειν αὐτοῖς ὀφείλοντος, καὶ οἱονεί πως ἐφιστῶντος τῆς διανοίας τὸν ὀφθαλμὸν, οὗ καὶ εἰς τύπον ἂν εἴη ὁ
25σωματικός. «Ἀλλ’ ἔσται, φησὶν, Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ φάγονται αὐτά.» Πρόκειται γὰρ ἡμῖν εἰς τροφὴν τὰ τῶν ἁγίων ἀποστόλων συγγράμ‐ ματα, τοῖς ἐν πίστει δεδικαιωμένοις, ἁγίῳ τε καὶ ἱερῷ γένει, λαοῖς τοῖς εἰς περιποίησιν, καὶ ἐξειλε‐
30γμένοις, καὶ τῇ τοῦ ἁγίου Πνεύματος χάριτι κατακε‐ χρισμένοις. ΠΑΛΛ. Εὖ ἔφης· συναινέσαιμι γὰρ ἄν. Ἀλλὰ τοῦ δὴ χάριν, οὐκ ἐν τοῖς Ἁγίοις τῶν ἁγίων, ἀλλ’ ἐν τῇ πρώτῃ σκηνῇ τοῦ ἁγίου Βαπτιστοῦ, καὶ τῶν ἁγίων
35ἀποστόλων οἱ τύποι; ΚΥΡ. Πρῶτον μὲν ὅτι πολὺ τὸ μεσολαβοῦν, καὶ οὐκ ἐν οἷς ὁ Χριστὸς, καὶ τὰ τῶν ἁγίων κείσεται, ἀλλ’ οἱονεί πως ἔξω καὶ ἐν μείοσιν. Ἐξῄρηται γὰρ καὶ ἀνὰ μέρος ἐστὶ τὰ τοῦ Θεοῦ, καὶ πολὺς τὰ ἀνθρώπινα
40διατειχίζει λόγος, ἀσύγκριτον ἐπιδεικνὺς τὴν τῶν φύσεων ἰδιότητα, καὶ τὴν τῆς εὐκλείας διαφοράν. Εἶτα ὅτι γεγόνασιν ἐξ Ἰουδαίων καὶ τῆς κατὰ νόμον λατρείας. Ταύτῃ τοι τόπος ὥσπερ αὐτοῖς ὁ πρέπων ἡ πρώτη σκηνὴ, ἐν ᾗ τὸ ἐν τύποις ἔκειτο τῶν καρ‐
45πωμάτων θυσιαστήριον· ἢ οὐκ ἐξ αἵματος Ἰσραὴλ καὶ ἀπὸ σκηνῆς ὥσπερ τῆς πρώτης, ἡ τῶν ἁγίων μαθητῶν γέγονε κλῆσις; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Ἔχοντος δὴ οὖν ἀποχρώντως ἡμῖν εὖ μάλα

68

.

681

(50)

τοῦ περὶ τούτων λόγου, παροιστέον, εἰ δοκεῖ, τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, διατρανοῦσαν ἀστείως, τὸ ἐπί γε τῇ πρώτῃ καὶ τῇ δευτέρᾳ σκηνῇ μαρτύριον.
Γράφει δὲ ὧδε· «Τούτων δὲ οὕτω κατεσκευασμένων680

68

.

684

εἰς μὲν τὴν πρώτην σκηνὴν, διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες. Εἰς δὲ τὴν δευτέ‐ ραν, ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ
5ἀγνοημάτων, τοῦτο δηλοῦντος τοῦ ἁγίου Πνεύματος, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν. Ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ’ ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν
10τελειῶσαι τὸν λατρεύοντα, μόνον ἐπὶ βρώμασι καὶ πόμασι καὶ διαφόροις βαπτισμοῖς δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα. Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειρο‐
15ποιήτου, τοῦτ’ ἔστιν, οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς Ἅγια τῶν ἁγίων αἰωνίαν λύτρω‐ σιν εὑράμενος.» Συνίης οὖν ὅτι τὰς μὲν ἐν τῇ πρώτῃ σκηνῇ λατρείας ἐπετέλουν οἱ ἱερεῖς, τὴν εἰς Ἅγια τῶν
20ἁγίων εἰσδρομὴν οὐκ ἔχοντες. Τοιάδε γάρ πώς ἐστιν ἡ κατὰ νόμον λατρεία, στάσιν ἔχουσα τὴν ἐν σκιαῖς. Εἰκαῖα δὲ ταῦτα πρὸς κάθαρσιν καὶ ἀπόπλυσιν ἁμαρ‐ τίας. Διεπύθου γὰρ ἀρτίως βοῶντος τοῦ Παύλου, ὡς ἀνικάνως ἔχουσι κατὰ συνείδησιν, τελειῶσαι τὸν λα‐
25τρεύοντα. Διετηρεῖτο δὲ μᾶλλον μέχρι καιροῦ διορ‐ θώσεως, δῆλον δὲ ὅτι τῆς ἐνανθρωπήσεως τοῦ Μονο‐ γενοῦς, ὅτε τῶν τύπων τὸ ἀκαλλὲς μετακεχώρηκεν εἰς ἀλήθειαν. «Ἅπαξ δὲ τοῦ ἐνιαυτοῦ καὶ μόνος ὁ ἀρχιερεὺς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσέθει. Καὶ οὐ
30χωρὶς αἵματος, ὃ προσῆγεν ὑπέρ τε ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.» Σαφηνιεῖ δὲ ἡμῖν καὶ τοῦτο πάλιν ὁ σοφώτατος Παῦλος ὡδὶ λέγων περὶ Χριστοῦ, «Ἀνώτερον λέγων, ὅτι θυσίας καὶ προσφορὰς καὶ ὁλο‐ καυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὔτε
35ηὐδόκησας, αἵτινες κατὰ νόμον προσφέρονται. Τότε εἶπον, Ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου·» ἀναι‐ ρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ· «Ἐν ᾧ θελή‐ ματι ἡγιασμένοι ἐσμὲν, διὰ τῆς προσφορᾶς τοῦ σώ‐ ματος Ἰησοῦ Χριστοῦ· καὶ πᾶς μὲν ἀρχιερεὺς ἕστηκε
40καθ’ ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας αἵτινες οὐδέποτε δύνανται πε‐ ριελεῖν ἁμαρτίας, οὐδεμίαν ὑπὲρ ἁμαρτιῶν προσενέγ‐ κας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ· τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ
45αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, μιᾷ γὰρ προσ‐ φορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.» Ἅπαξ γὰρ ἀποθανὼν, οὐκέτι ἀποθνήσκει, κατὰ τὸ γεγραμμένον· πολλῶν δὲ ἀνενεγκὼν ἁμαρτίας, εἰσῆλ‐ θεν εἰς τὰ Ἅγια τῶν ἁγίων, τοῦτ’ ἔστιν, εἰς τὸν

68

.

684

(50)

οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. ΠΑΛΛ. Σαφὴς ὁ λόγος· ἱδρῶτα δὴ οὖν τὸν ἐπὶ τῷδε μέθες, αἷμα δὲ ποῖον ἂν εἴη πάλιν ὃ καὶ προσκομί‐ ζειν ἔθος, τὸν τῶν ἱερῶν ἡγούμενον ὑπέρ τε ἑαυτοῦ
55καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, ἐρομένῳ φράσον.682

68

.

685

ΚΥΡ. Νομομαθὴς ὢν ὁ Παῦλος καὶ ἠκριβωκὼς ὅτι μάλιστά γε τὴν διὰ Μωσέως ἐντολήν, ὡς σοφοῖς τὰ τοιαῦτα τοῖς Ἑβραίων λαοῖς, καὶ ἀνεγνωκόσι τὸν νόμον, περὶ τῶν οὕτω σεπτῶν τε καὶ ἀποῤῥήτων ἄγαν,
5οὐκ ἐν πλάτει διηγημάτων, ἐν παραδρομῇ δὲ μᾶλλον καὶ ἀναμνήσει τῶν ἤδη προεγνωσμένων, τὰ τοιάδε προσλαλεῖ. Παροίσω δὲ, εἰ δοκεῖ, καὶ τὸν ἐπὶ τῷδε νό‐ μον χρηστομαθεῖν ᾑρημένῳ, καὶ τὸ ἀκριβὲς δὴ λίαν καὶ ἀπεξεσμένον εἰς διασάφησιν τῶν θεωρημάτων εὖ
10μάλα δεδιψηκότι. Γέγραπται τοίνυν ἐν τῷ Λευιτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Λάλησον πρὸς τοὺς υἱοὺς Ἰσραήλ· Ψυχὴ, ἐὰν ἁμάρτῃ ἐναντίον Κυρίου ἀκουσίως ἀπὸ πάντων τῶν προσταγμάτων Κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ ποιήσῃ ἕν τι ἀπ’ αὐ‐
15τῶν, ἐὰν μὲν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ, τοῦ τὸν λαὸν ἁμαρτεῖν, προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, μόσχον ἐκ βοῶν ἄμωμον τῷ Κυρίῳ περὶ τῆς ἁμαρτίας, καὶ προσάξει τὸν μόσχον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Κυρίου,
20καὶ σφάξει τὸν μόσχον ἐνώπιον Κυρίου. Καὶ λαβὼν ὁ ἱερεὺς ὁ χριστὸς ὁ τετελειωμένος τὰς χεῖρας ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, εἰσοίσει αὐτὸ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἷμα, καὶ προσρανεῖ ἀπὸ τοῦ αἵματος ἑπτάκις
25ἔναντι Κυρίου, κατὰ τὸ καταπέτασμα τὸ ἅγιον. Καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυμιάματος τῆς συν‐ θέσεως τοῦ ἐναντίον Κυρίου, ὃ ἐστὶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ πᾶν τὸ αἷμα τοῦ μόσχου ἐκχεεῖ παρὰ
30τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, ὃς ἐστὶ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ πᾶν τὸ στέαρ τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας περιελεῖ ἀπ’ αὐτοῦ, τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων, καὶ τοὺς δύο
35νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ αὐτὸ, ὃν τρόπον ἀφαιρεῖται αὐτὸ ἀπὸ τοῦ μόσχου τοῦ τῆς θυσίας τοῦ σωτηρίου, καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον τῆς καρπώσεως
40καὶ τὸ δέρμα τοῦ μόσχου, καὶ πᾶσαν αὐτοῦ τὴν σάρκα σὺν τῇ κεφαλῇ καὶ τοῖς ἀκρωτηρίοις, καὶ τῇ κοιλίᾳ, καὶ τῇ κόπρῳ· καὶ ἐξοίσουσιν ὅλον τὸν μόσχον ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν, οὗ ἐκχεοῦσι τὴν σποδιάν. Καὶ κατακαύσουσιν αὐτὸν ἐπὶ ξύλων ἐν πυρί·
45ἐπὶ τῆς ἐκχύσεως τῆς σποδιᾶς καυθήσεται.» Ταυτὶ μὲν ὁ νόμος γενέσθαι προστέταχεν, εἰ τῶν ἐξ ἀγνοίας πταισμάτων καταγράφοιτό τι τοῦ προὔχοντος ἐν ἱε‐ ρωσύνῃ. Χρῆναι δέ φησι καὶ ὑπὲρ τῶν τοῦ λαοῦ ἀγνοημάτων ἐπιτελεῖσθαι θυσίαν μόσχου προσκομι‐

68

.

685

(50)

ζομένου σφαζομένου τε οὕτως παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Κυρίου, καὶ τῶν πρε‐ σβυτέρων τῆς Συναγωγῆς ἐπιθέντων αὐτῷ τὰς χεῖρας, εἰσφερομένου τε τοῦ αἵματος εἰς τὰ Ἅγια τῶν ἁγίων, καὶ ἁπαξαπλῶς εἰπεῖν πάντων ἐπιτελουμένων ἐπ’
55αὐτῷ καθ’ ὁμοιότητα τῆς θυσίας ὑπὲρ Ἀαρών. Ἀλλ’ ὅτι μὲν δὴ καὶ ἱερέων καὶ λαοῦ κάθαρσις ὁ Χριστὸς,
δεδικαιώμεθα γὰρ ἐν αὐτῷ τὸν ἐκ τῆς ἁμαρτίας ἀπο‐684

68

.

688

τριβόμενοι μολυσμὸν, καὶ διὰ τούτων ἂν γένοιτο παντί τῳ σαφές. Λέγωμεν δὲ ἀνὰ μέρος τὰ ἐφ’ ἑκάστῳ τῶν γεγραμμένων· προήκοι γὰρ ἂν εὐκρινῶς ὁ λόγος καὶ διαπτύσσων, ὡς ἔνι, τὰ κεκρυμμένα. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Λαμβάνεται τοίνυν ὁ μόσχος ἀμώμητός τε
5καὶ ἀπλὴξ εἰς τύπον Χριστοῦ τοῦ ἀληθῶς ἀμώμου, καὶ τὸν ἐκ τῆς ἁμαρτίας τραυματισμὸν οὐκ ἀνασχο‐ μένου παθεῖν. «Ἔρχεται γὰρ, φησὶν, ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν·» οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, κατὰ τὰς Γραφάς. Προσάγεται δὲ
10πρὸς αὐταῖς τῆς ἁγίας σκηνῆς ταῖς θύραις ἔναντι Κυρίου, τὸ παθεῖν ὥσπερ οὐ παραιτούμενος, ὑπέρ γε τῆς ἁγίας σκηνῆς, τοῦτ’ ἔστι, τῆς Ἐκκλησίας, ἀνα‐ τεθειμένος τε ὑπὲρ αὐτῆς εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Τοιγάρτοι καὶ ἔφασκεν, «Ὑπὲρ αὐτῶν
15ἐγὼ ἁγιάζω ἐμαυτόν.» Τὸ, ἁγιάζω, λέγων, ἀντὶ τοῦ, προσάγω, καὶ ἀνατίθημι προσφορὰν ἀμώμητον τῷ Θεῷ καὶ Πατρί. Ἁγιάζεσθαι γὰρ λέγεται τὸ ἀνατιθέ‐ μενον τῷ Θεῷ, κατ’ ἐκεῖνό που τὸ γεγραμμένον· «Παγὶς ἀνδρὶ, ταχύ τι τῶν ἰδίων ἁγιάσαι· μετὰ γὰρ
20τὸ εὔξασθαι, μετανοεῖν γίνεται.» Ὅτι δὲ ἡ προσφορὰ δεκτὴ καὶ εὐάρεστος, δηλοῖ τὸ, «Ἔναντι Κυρίου.» Νοοῦμεν γὰρ ἤδη τὸ γεγραμμένον ἐπὶ τῆς τῶν ἀδελ‐ φῶν ξυνωρίδος, Καΐν τέ φημι καὶ Ἀβέλ. «Ἐπεῖδε μὲν γὰρ, φησὶν, ὁ Θεὸς ἐπὶ Ἀβέλ τε καὶ ἐπὶ τοῖς
25δώροις αὐτοῦ, ἐπὶ δὲ Καῒν καὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν·» ἐφορᾷ γὰρ ὅτι τὸ ἁνδάνον αὐτῷ, καὶ ἀποστρέφεται μισῶν τὸ μὴ οὕτως ἔχον, οὐκ ἀσυμ‐ φανές. Ἐπιτιθεμένων δὲ τῷ μόσχῳ τῶν χειρῶν τοῦ διημαρτηκότος, ἡ σφαγὴ πράττεται· καὶ ἐνώπιον
30Κυρίου. «Αὐτὸς γὰρ ἡμῶν αἴρει τὰς ἁμαρτίας, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται» σφαζόμενος. Ἔργου γὰρ δὴ καὶ πράξεων, ἡ χεὶρ, εἰς τύπον. Πλὴν, ἐνώπιον Κυ‐ ρίου σφάζεται, μονονουχὶ καὶ συγκαταβαίνοντος τοῦ Πατρὸς εἰς τὸ δεῖν ὑπὲρ ἡμῶν ἐκτεθνάναι τὸν Υἱόν·
35οὐ γὰρ ἀποστρέφεται σφαζόμενον βλέπων, καὶ οὐ δή που πάντως τὸ παθεῖν ἐπαινῶν, οὐκ ἠγνοηκὼς δὲ ὅτι σωτήριόν ἐστι τῷ κόσμῳ τὸ παθεῖν ὑπὲρ ἡμῶν τὸν Ἐμμανουήλ. Οὐκοῦν αὐτὸς ἡμῶν αἴρει τὰς ἁμαρ‐ τίας, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται, τὴν ἐπὶ τῷ τιμίῳ
40σταυρῷ δι’ ἡμᾶς ὑπομένων σφαγήν. Εἶτα λαβὼν ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ, ῥανεῖ μὲν ἑπτά‐ κις ἐπὶ τὸ καταπέτασμα τὸ ἅγιον, ὃ ἦν ἐπὶ τῆς κι‐ βωτοῦ. Ὄνομα δὲ αὐτῷ, τὸ ἱλαστήριον. Καταχρίει δὲ καὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.
45Γέγονε γὰρ ἡμῖν ἱλασμός τε καὶ ἱλαστήριον, ὁ Χρι‐ στός. Πλὴν, ἐν αἵματι διαθήκης αἰωνίου, τελεωτάτην ἡμῖν δωρεῖται τὴν ἀποκάθαρσιν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ, τὸ ἑπτάκις ῥαίνεσθαι τῷ αἵματι τὸ ἱλαστήριον· σύμβολον δὲ τελειότητος, ὁ ἑπτὰ ἀριθμός. Εὐωδιά‐

68

.

688

(50)

ζει γὰρ αὐτοῦ καὶ ὁ θάνατος τὴν τοῦ κόσμου σωτηρίαν καὶ ζωὴν καὶ τὴν ἐν πίστει προσαγωγήν· «Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερ‐ θέντι,» κατὰ τὰς Γραφάς. Οὐκοῦν τοῦ θανάτου τὴν
55εὐωδίαν δηλοῖ τὸ καταχρίεσθαι τῷ αἵματι τὸ χρυ‐ σοῦν θυμιατήριον. Ἐκχεῖται δὲ καὶ τὸ αἷμα τὸ λοι‐
πὸν παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν καρπω‐686

68

.

689

μάτων ἐν τῇ πρώτῃ σκηνῇ· καὶ ψυχῆς μὲν εἰς τύπον τὸ αἷμα. Τέθεικε δὲ τὴν ψυχὴν ὁ Ἐμμανουὴλ, οὐχ ὑπέρ γε μόνης τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐν νόμῳ, τουτέστι, τοῦ Ἰσραήλ, ἐκλελυ‐
5τρώμεθα γὰρ τῷ αἵματι τοῦ Χριστοῦ συλλήβδην ἅπαντες, Ἕλληνές τε καὶ Ἰουδαῖοι, καὶ μαρτυρήσει λέγων ὁ Παῦλος· «Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν· εἴπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν
10διὰ πίστεως.» Ὑφαιρομένων δὲ ἀπ’ αὐτῶν τῶν ἐντο‐ σθίων τοῦ μόσχου καὶ ἀναφερομένων εἰς τὸ θυσιασ‐ τήριον, ἔξω τῆς παρεμβολῆς τὸ ἐπίλοιπον καταπίμ‐ πραται σῶμα. Ἔστι γὰρ αὐτὸς τὸ θῦμα τὸ ἱερὸν, εὐωδιάζων ἐν ἀρεταῖς, ὧν εἶεν ἂν τύποι τὰ ἐντόσθια,
15καὶ κεκρυμμέναι οἱονεί πως ἐν ἡμῖν αἱ ἀρεταὶ, καὶ εἰς νοῦν ἔσω κείμεναι· αὐτὸς καὶ ὁ πάσχων ἔξω τῆς πύλης, καὶ τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς ἐκκαθαίρων τοὺς μεμολυσμένους· «Δαμάλεως γὰρ σποδὸς ῥαντί‐ ζουσα τοὺς κεκοινωμένους, ἁγιάζει, φησὶ, πρὸς τὴν
20τῆς σαρκὸς καθαρότητα.» Οὐκοῦν εἷς καὶ ὁ αὐτὸς ὑπάρχων ὁ Ἐμμανουὴλ, καὶ ἐν ταῖς ἁγίαις εὐωδιάζει σκηναῖς, φημὶ δὴ ταῖς Ἐκκλησίαις· πέπονθε δὲ καὶ ἔξω τῆς πύλης· ἔνθα καὶ ἡμᾶς ἐξιέναι δεῖν τὸν ὀνει‐ δισμὸν αὐτοῦ φέροντας, ὁ θεσπέσιος ἔφη Παῦλος.
25Προσάγεται δὲ ὁ μόσχος καὶ ὑπὲρ τῶν τοῦ λαοῦ ἀγνοη‐ μάτων, ἐν ἴσῳ τε καὶ ἀπαραλλάκτως· καὶ λόγος ἦν τῆς θυσίας ἐν ἅπασιν ὁ αὐτός. Ἐν ἴσῳ γὰρ τρόπῳ προσκεκόμικεν ἑαυτὸν ὑπέρ τε μικρῶν καὶ μεγάλων, λαοῦ τε καὶ ἱερέων ὁ Ἐμμανουήλ. Ἢ οὐκ ἀληθὲς ὅ
30φημι; ΠΑΛΛ. Πῶς γὰρ οὔ; ΚΥΡ. Βούλει δὴ οὖν ὥσπερ ἀνόπιν τὸν λόγον ἀνα‐ σειράζοντες, πρὸς τὰ ἐπὶ τῇ σκηνῇ διηγήματα με‐ τατρεπώμεθα.
35ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Συμπεπερασμένων τοιγαροῦν τῶν ἔργων ἁπάντων, καὶ ἐν τόπῳ τῷ ἑκάστῳ πρεπωδεστάτῳ τῶν ἱερῶν σκευῶν εὖ μάλα συντεθειμένων, ἁγιάζεσθαι δεῖν αὐτά τε καὶ τὴν σκηνὴν διετύπου Θεὸς, οὕτω λέγων
40τῷ θεσπεσίῳ Μωσῇ· «Καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρί‐ σματος, καὶ χρίσεις τὴν σκηνὴν, καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἁγιάσεις αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἔσται ἅγια. Καὶ χρίσεις τὸ θυσιαστήριον τῶν καρπωμάτων, καὶ πάντα τὰ ἐν αὐτῷ σκεύη, καὶ
45ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ἔσται τὸ θυσιαστή‐ ριον Ἅγιον ἁγίων.» Ἐλαίῳ δὴ οὖν τῷ ἁγίῳ κα‐ ταχριουμένην ὁρᾷς τήν τε κιβωτὸν, καὶ μέντοι τὴν τράπεζαν, καὶ τὴν λυχνίαν ἐπ’ αὐτῇ, καὶ τὸ χρυσοῦν ἔτι θυμιατήριον· καί τοι γὰρ πάντων μακρὸς ἡμῖν διεσάφησεν ἤδη λόγος ἀνατυπούμενον τὸν Ἐμμανουήλ.

68

.

689

(50)

ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Σύνες δὴ οὖν ἄρα τὸ διὰ φωνῆς τοῦ Δαβὶδ, ὡς πρὸς αὐτὸν ὑμνούμενον· «Ἠγάπησας δικαιοσύ‐ νην, καὶ ἐμίσησας ἀδικίαν. Διὰ τοῦτο ἔχρισέ σε Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους
55σου.» Γράφει δὲ καὶ ὁ Παῦλος, «ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες.» Ἰστέον δὲ, ὅτι
κατὰ τὸν ἀμωμήτως ἔχοντα λόγον, αὐτὸς ὑπάρχων ὁ688

68

.

692

τοῖς ἄλλοις ἅπασιν ἁγιασμοῦ χορηγὸς καὶ συνδοτὴρ, ὡς Θεὸς, τῷ Θεῷ καὶ Πατρὶ, μεθ’ ἡμῶν ἁγιάζεται κατὰ τὸ ἀνθρώπινον· καὶ τοῦτό ἐστιν ἡ λεγομένη κένωσις. Ὁ γὰρ ἅγιος κατὰ φύσιν ὡς Θεὸς, δεδεῆ‐
5σθαι λέγεται τοῦ ἁγιάζοντος Θεοῦ· καὶ τοῦτό φησιν ὁ μακάριος Πέτρος· «Ἵνα τὸν ἀπὸ Ναζαρὲτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ.» Οὐκοῦν περὶ τὸ ἀνθρώπινον ἡ χρίσις, καὶ τῆς σαρκὸς ὁ ἁγιασμὸς, τῆς οὐ κατὰ φύσιν ἁγίας, ἀλλ’ ὡς ἐν μεθέξει τῇ παρὰ
10Θεοῦ· θύραθεν γὰρ τοῖς κτίσμασιν ὁ ἁγιασμὸς, καὶ εἰσποιητῶς παρὰ Θεοῦ καταπλουτοῦσι τὴν χάριν. Χρίεται δὲ τοῖς ἄλλοις ὁμοῦ, καὶ τῆς κατὰ νόμον λα‐ τρείας τὸ θυσιαστήριον. Ἅγιος γὰρ καὶ ὁ νόμος, καλῶν εἰς ἐπίγνωσιν τοῦ κατὰ φύσιν Θεοῦ, καὶ δι‐
15καιοσύνης εἴδησιν τοῖς ἀκροωμένοις ἐντιθεὶς, καὶ εἰς ἀρχὰς ἀγαθότητος ἀποφέρων τοὺς παιδευομένους· «Ἀρχὴ γὰρ, φησὶν, ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια.» Γράφει δέ που καὶ ὁ θεσπέσιος Παῦλος, «Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ
20δικαία καὶ ἀγαθή.» Ἅγιος δὲ ἁγίων ὁ νόμος, οὐ κατά γε τὴν σκιὰν, ἀλλ’ ὅτι πρὸς θεωρίαν εἰ μετατρέποιτο τὴν πνευματικὴν, αὐτὸν ἡμῖν οἱ τύποι διακεκράγασι τὸν Χριστὸν, τὸν Ἅγιον ἁγίων ἀληθῶς· ἁγιάζει γὰρ ὡς Θεὸς τῷ ἰδίῳ καταχρίων πνεύματι τοὺς ἐν
25μεθέξει γεγονότας αὐτοῦ διὰ τῆς πίστεως. Ἐγη‐ γερμένης δὲ δὴ, καὶ μὴν καὶ ἐλαίῳ τῷ ἁγίῳ κα‐ τακεχρισμένης τῆς ἁγίας σκηνῆς, τὸ μετὰ τοῦτο λέγωμεν, εἰ δοκεῖ. ΠΑΛΛ. Πάνυ μὲν οὖν.
30ΚΥΡ. Γέγραπται τοίνυν ὡδί· «Καὶ συνετέλεσε Μωσῆς πάντα τὰ ἔργα, καὶ συνεκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ δόξης Κυρίου ἐπλη‐ ρώθη ἡ σκηνή. Καὶ οὐκ ἠδυνήθη Μωσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ’
35αὐτὴν ἡ νεφέλη, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή. Ἡνίκα δὲ ἀνέβη ἀπὸ τῆς σκηνῆς, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραὴλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν· εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως τῆς ἡμέρας, ἧς ἀνέβη ἡ νεφέλη· νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας,
40καὶ πῦρ ἦν ἐπ’ αὐτῆς νυκτὸς, ἐναντίον παντὸς Ἰσ‐ ραὴλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν.» Ἀναδε‐ δειγμένης γὰρ ἐν κόσμῳ τῆς ἁγίας καὶ ἀληθεστέρας σκηνῆς, τοῦτ’ ἔστι, τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, φῶς περιελάμπετο Χριστοῦ, καὶ ἡ νεφέλη ὥσπερ τις πνευ‐
45ματικὴ δρόσος ἡμᾶς τοῖς ἄνωθεν πλουσίως καταπιαί‐ νουσα, τὸν θεῖον ναὸν ἀναπίμπλησι. Πλὴν, οὐκ ἠδυ‐ νήθη, φησὶν, εἰσελθεῖν ὁ Μωσῆς, οὐ γὰρ εἰσβέβηκεν ὁ Ἰσραὴλ, τὴν τοῦ θείου φωτὸς προσβολὴν ἐνεγκεῖν οὐ δυνάμενος, ἐπείτοι οὐδὲ συνῆκε τὸ Χριστοῦ μυσ‐

68

.

692

(50)

τήριον, ἀλλ’ οὐδὲ προσήκατο τὸν ἐν πνεύματι φωτι‐ σμὸν, οὐδὲ τεθέαται τοῖς τῆς διανοίας ὄμμασι τὴν δόξαν Κυρίου, ᾧ καὶ ὡς ἐν τύπῳ νεφέλης, ἀπαίροντι μὲν τοῦ κόσμου καὶ πρὸς τὰ ἄνω βαδίζοντι, συν‐ απαίρομεν κατ’ ἴχνος ἰόντες τὸ δεσποτικὸν ἐνεκαίνισε
55γὰρ ἡμῖν τὴν πρόσφατόν τε καὶ ζῶσαν ὁδὸν, τὴν εἰς
τὰ ἄνω φημὶ καὶ ἐν οὐρανῷ, ἀναπαυομένῳ δὲ ὥσπερ690

68

.

693

καὶ καταλύοντι, συναναπαυόμεθα καὶ συγκαταλύσο‐ μεν. Ἀπαιρούσῃ δὲ τῇ νεφέλῃ, συναπῆρεν ὁ λαός· καὶ καταλυούσης, συγκατηυλίζετο· «Νεφέλη γὰρ ἦν, φησὶν, ἐπὶ τῆς σκηνῆς τὴν ἡμέραν, καὶ πῦρ
5τὴν νύκτα.» Καταπιαίνει μὲν γὰρ ὁ Χριστὸς χαρί‐ σμασι τοῖς πνευματικοῖς, τοὺς ὥσπερ ἐν ἡμέρᾳ καὶ φωτὶ γεγονότας, διά γε τοῦ τὴν ἐπ’ αὐτῷ γνῶσιν λεπ‐ τῶς τε καὶ ἐξητασμένως ἑλεῖν, καὶ ἐκλελαμπρύνθαι τὸν νοῦν· καταφωτίζει δὲ τοὺς ἀμαθεστέρους ἔτι.
10Σκότος δὲ ὅλως κοσμικῆς ἀπάτης οὐκ ἔστιν ἐν Ἐκ‐ κλησίαις, περιαστράπτοντος αὐτὰς τοῦ Χριστοῦ, καὶ νοητῷ φωτὶ τὰ σύμπαντα καταυγάζοντος· οὐ γάρ ἐσμεν νυκτὸς, οὐδὲ σκότους, ἀλλ’ υἱοὶ φωτὸς καὶ ἡμέ‐ ρας, κατὰ τὸ γεγραμμένον.
15ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Προσθέντες δὲ τούτοις, καὶ οὐκ ἐν μήκει λόγων, τοὺς ἐπί γε τῇ σκηνῇ νόμους, τάς τε τῶν λαῶν δωροφορίας, καὶ μὴν καὶ ἀπάρσεις καὶ συναυ‐ λισμοὺς, ἀφηγησόμεθα· ἴοι γὰρ ἂν οὕτω πρὸς οἶμον
20ὀρθὴν ὁ λόγος. ΠΑΛΛ. Σύμφημι. ΚΥΡ. Δεδικαίωκε τοίνυν ὁ νομοθέτης καὶ κριτὴς ἐν μόνῃ δὴ χρῆναι τῇ ἁγίᾳ σκηνῇ τὰς θυσίας ἐπιτε‐ λεῖν, τοὺς εἴπερ ἂν ἕλοιντο τοῦτο δρᾷν, ἀφιστὰς, οἶ‐
25μαί που, τῆς ἑώλου ψευδολατρείας, τῆς ἐν Αἰγύπτῳ φημὶ, ἔνθα πολὺς μὲν ὁ τῶν εἰδώλων ἐμπαιγμὸς, θεῶν τε τῶν ψευδωνύμων ἡ ἀκαλλεστάτη πληθὺς, οὐδὲ αὐτοῖς τάχα που τοῖς προσκυνεῖν ᾑρημένοις γνω‐ ρίζεσθαι δυναμένη· ἀνεῖται δὲ καὶ τὸ θύειν, ὥσπερ
30ἂν ἕλοιτό τις, κατά γε τὸ ὑπό του τῶν παρ’ Ἕλλησι σοφῶν ἀτημελῶς εἰρημένον, ἄλλος δ’ ἄλλῳ ἔρεζε θεῶν. Ἀφιστὰς οὖν τῆς οὕτω ψυχρᾶς τε καὶ βεβήλου τρι‐ βῆς καὶ συνηθείας ἀλογωτάτης, ἔφη πάλιν ἐν τῷ Λευιτικῷ· «Λάλησον πρὸς Ἀαρὼν καὶ πρὸς τοὺς υἱοὺς
35αὐτοῦ, καὶ πρὸς πάντας τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Τοῦτο τὸ ῥῆμα ὃ ἐνετείλατο Κύριος λέγων· Ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσ‐ κειμένων ἐν ὑμῖν, ὃς ἂν, σφάξῃ μόσχον ἢ πρόβατον, ἢ αἶγα ἐν τῇ παρεμβολῇ, καὶ ὃς ἐὰν σφάξῃ ἔξω τῆς
40παρεμβολῆς, καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρ‐ τυρίου μὴ ἐνέγκῃ, ὥστε ποιῆσαι αὐτὸ εἰς ὁλοκαύ‐ τωμα, ἢ σωτήριον τῷ Κυρίῳ, δεκτὸν εἰς ὀσμὴν εὐω‐ δίας· καὶ ὃς ἂν σφάξῃ ἔξω ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ μὴ ἐνέγκῃ αὐτὸ, ὥστε μὴ προσ‐
45ενέγκῃ δῶρον Κυρίῳ ἀπέναντι τῆς σκηνῆς Κυρίου, καὶ λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ, αἷμα ἐξέχεεν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.» Αἷμα μὲν οὖν ἐκχεῖν, καὶ τοῖς εἰς μιαιφωνίαν ἐγκλή‐ μασιν ἔνοχον ἔσεσθαι τὸν ἔξω θύοντα τῆς σκηνῆς.

68

.

693

(50)

Ἑαυτὸν γὰρ ὥσπερ διεχρήσατό τις, καὶ τὴν οἰκείαν ὠλόθρευσε ψυχὴν, ὁ Θεοῦ μὲν τοῦ κατὰ φύσιν ἀφιστὰς αὐτὴν, προσνέμων δὲ λίθοις καὶ ξύλοις καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἀνατιθείς. Ὅτι δὲ οὐ πᾶν ἁπλῶς θῦμα παρὰ τὰς θύρας ἄγεσθαι
55προστέταχε τῆς σκηνῆς, ἀλλ’ ὅπερ ἕλοιτό τις εἰς θυσίαν ἀναθεῖναι Θεῷ, δέδειχεν ἐναργῶς προσ‐
επάγων εὐθύς· «Καὶ οὐ θύσουσιν ἐπὶ τὰς θυσίας692

68

.

696

αὐτῶν τοῖς ματαίοις, οἷς αὐτοὶ ἐκπορνεύσωσιν ὀπίσω αὐτῶν.» Οὐκοῦν ἀποφάσκει παντελῶς τὸ θύειν ἀδιακρίτως, ᾧπερ ἂν βούλοιτό τις, δεῖν δὲ δὴ μόνῳ τῷ κατὰ φύσιν Θεῷ τὰς λατρείας ἐπιτελεῖν, εὖ μάλα
5φησί. ΠΑΛΛ. Ὡς ἄριστά γε ἡμῖν ὁ λόγος ἔχει. ΚΥΡ. Ὀνήσειε δ’ ἂν καὶ οὐ μετρίως ἡμᾶς καθ’ ἕτερον οἶμαι τρόπον τὸ χρῆναι νοεῖν ὡς ἔστι λυσι‐ τελὲς καὶ ἀναγκαῖον ἤδη πως τὸ, ἐν μόνῃ δεῖν τῇ ἁγίᾳ
10σκηνῇ πράττεσθαι τὰς θυσίας, καὶ τὰ ἱερὰ προσφέ‐ ρεσθαι θύματα. ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ. Ἦ οὐκ εἰκόνα καὶ τύπον ἐλέγομεν εἶναι τοῦ Ἐμμανουὴλ, τὸν ἱερέως τε πέρι καὶ ἀγνοημάτων
15λαοῦ πρὸς τῇ ἁγίᾳ σκηνῇ σφαζόμενον μόσχον; ΠΑΛΛ. Ἐλέγομεν. ΚΥΡ. Χρῆναι δὴ οὖν ταύτῃ τοι φαμὲν, ὡς ἐν σκη‐ ναῖς ἁγίαις ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, τοῦ Χριστοῦ τελεῖσθαι μυστήριον. Τουτὶ γὰρ ἡμῖν καὶ ἑτέρωθί που
20διετύπου πάλιν. Θεσμοθετήσας γὰρ ἐν ἀρχαῖς τίνα δὴ τρόπον προσήκει σφάζεσθαι τὸν ἀμνὸν εἰς τύπον Χρι‐ στοῦ τῆς Αἰγυπτίων ἀπαίρουσι γῆς τοῖς ἐξ Ἰσραήλ· «Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται, φησὶ, καὶ οὐκ ἐξοίσετε ἀπὸ τῶν κρεῶν αὐτοῦ ἔξω.» Οὐκοῦν παραλύουσι τὸ Θεῷ
25δοκοῦν, οἱ ἑτερόφρονες αἱρετικοὶ παρὰ τὴν οὖσαν ἀληθῶς ἁγίαν σκηνὴν, ἑαυτοῖς ἑτέραν διαπηγνύντες, καὶ ἔξω θύοντες τὸν ἀμνὸν, καὶ ἀπωτάτω που τῆς μιᾶς ἀποφέροντες οἰκίας, καὶ μερίζοντες τὸν ἀμέ‐ ριστον· εἷς γὰρ καὶ τέλειος ἐν πᾶσι Χριστός. Ἀλλ’
30ὅγε σοφός τε ἡμῖν καὶ ἱεροφάντης Μωσῆς παρεγγυᾷ λέγων ἐν τῷ Δευτερονομίῳ, «Πρόσεχε σεαυτῷ μὴ ἀνενέγκῃς τὸ ὁλοκαύτωμά σου ἐν παντὶ τόπῳ ᾧ ἐὰν ἴδῃς, ἀλλ’ ἢ εἰς τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν, ἐν μιᾷ τῶν πόλεών σου, ἐκεῖ ἀνοίσεις τὰ
35ὁλοκαυτώματά σου, καὶ ἐκεῖ ποιήσεις πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον· ἀλλ’ ἢ ἐν πάσῃ ἐπιθυμίᾳ σου θύσεις, καὶ φάγῃ κρέα κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου· κατὰ τὴν εὐλογίαν Κυρίου τοῦ Θεοῦ σου, ἣν ἔδωκέ σοι ἐν πάσῃ πόλει. Ὁ ἀκάθαρτος ἐν σοὶ
40καὶ ὁ καθαρὸς ἐπὶ τὸ αὐτὸ φάγεται αὐτὸ, ὡς δορκάδα ἢ ἔλαφον, πλὴν τὸ αἷμα οὐ φάγεσθε, ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ, ὡς ὕδωρ.» Διανοίας οὖν ἄρα τῆς βδελυρωτάτης ἀμπλάκημα καὶ γραφὴ, τὸ ἐν παντὶ τόπῳ θύειν ἀποτολμᾷν, καὶ μὴ ἐν οἴκῳ Θεοῦ πληροῦν
45τὸ Χριστοῦ μυστήριον. ΠΑΛΛ. Εὖ λέγεις· πλὴν ἐκεῖνο φράσον. Τὴν αἵμα‐ τος βρῶσιν κεκιβδήλευκεν ὁ νόμος, καὶ μάλα εἰκότως. Τί δ’ ἂν εἴη πάλιν ὁ ἔν γε τῷ γράμματι νοῦς; ΚΥΡ. Οὐκοῦν, εἰ δοκεῖ, τὰ ἐπὶ τῷδε τεθεσπισμένα,

68

.

696

(50)

καὶ ἐν τῷ Λευιτικῷ φέρε δὴ λέγωμεν. Ἔχει γὰρ ὧδε· «Καὶ ὁ ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προση‐ λύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν φάγῃ πᾶν αἷμα, ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν τὴν ἔσθουσαν τὸ αἷμα, καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ
55αὐτῆς. Ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ694

68

.

697

ἐστι. Καὶ ἐγὼ δέδωκα αὐτὸ ὑμῖν ἐπὶ τοῦ θυσια‐ στηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ ψυχῆς ἐξιλάσεται. Διὰ τοῦτο εἴ‐ ρηκα τοῖς υἱοῖς Ἰσραήλ· Πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ
5φάγεται αἷμα. Καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν οὐ φάγεται αἷμα· καὶ ἄνθρωπος τῶν υἱῶν Ἰσ‐ ραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν θηρεύσῃ θήρευμα θηρίον ἢ πετεινὸν, ὃ ἐσθίεται, καὶ ἐκχεεῖ τὸ αἷμα, καὶ καλύψει αὐτὸ τῇ γῇ· ἡ γὰρ
10ψυχὴ πάσης σαρκὸς, αἷμα αὐτοῦ ἐστι. Καὶ εἶπα τοῖς υἱοῖς Ἰσραήλ· Αἷμα πάσης σαρκὸς οὐ φάγεσθε, ὅτι ἡ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι· πᾶς ὁ ἐσθίων αὐτὸ, ἐξολοθρευθήσεται.» Ἄθρει δὴ οὖν σαφῶς καὶ ἀναφανδὸν ὡς εἰς ψυχῆς τύπον τὸ αἷμα λαμβά‐
15νεται. ΠΑΛΛ. Συνίημι, ΚΥΡ. Ἀλλοτριοῖ τοιγαροῦν ὁ νόμος, καὶ ὑπεξάγει σωμάτων τῶν σφαζομένων τὸ αἷμα, δόγμα διδάσκων ἀληθὲς, καὶ πρός γε ἡμῶν αὐτῶν ἐν πίστει δεκτὸν,
20καὶ ἐν Ἐκκλησίαις τίμιον, τὸ, ἀθάνατον εἶναί φημι, διακεῖσθαι καὶ φρονεῖν τὴν λογικὴν τοῦ ἀνθρώπου ψυχὴν, ἣν τοῖς γηΐνοις σώμασιν, οὐ συγκαταφθείρει θάνατος, ἀπολύει δὲ μᾶλλον καὶ ἀνίησιν ὁ Δημιουργὸς, καὶ ὑπεξάγει τοῦ παθεῖν, ζωῆς ἀποφήνας μέτοχον.
25Πεποίηται γὰρ ὁ ἄνθρωπος ἐν ἀρχαῖς εἰς ψυχὴν ζῶ‐ σαν, ἐνιέντος αὐτῷ τοῦ Θεοῦ πνοὴν ζωῆς· γέγραπται γὰρ ὡδί. Καταγράψομεν γὰρ, καθάπερ ἐγᾦμαι, τὸ ἄναλκι τῆς τὰ πάντα ζωογονούσης ζωῆς, εἰ τὸ πρὸς αὐτῆς γεγονὸς εἰς ζωὴν, συνδιόλλυσθαί φαμεν τοῖς
30προσκαίροις σώμασι. Συνέσει δὲ τῇ παγκάλῳ στέ‐ ψομεν, ἀθάνατον εἶναι πιστεύοντες, δοκοῦν ὧδε ἔχειν αὐτὴν τῷ πάντων Δημιουργῷ, ἐν ᾧ ζῶμεν, καὶ κι‐ νούμεθα, καὶ ἐσμέν. Καὶ οὗτος, οἶμαί που, τῆς νομο‐ θεσίας τῆς ἐπὶ τῷδε λόγος. Ἴωμεν δὲ καὶ ἐφ’ ἕτερα
35δικαιώματα τῆς σκηνῆς. Ἔφη τοίνυν ὁ Θεὸς ἐν τῇ Ἐξόδῳ, «Οὐ σφάξεις ἐπὶ ζύμῃ αἷμα θυσιάσματός μου.» Ἄζυμον ἔστω, φησὶ, τὸ προχεόμενον αἷμα, καὶ ὑπὲρ τοῦ προσκεκομισμένου εἰς θυσίαν τῷ Θεῷ, ζύμης αὐτῷ δηλονότι ἤτοι σεμιδάλεως ἐζυμωμένης,
40οὐκ ἐπενηνεγμένης· χρὴ γὰρ ἡμᾶς ἐκκεκαθαρμένους καὶ ἀζύμους ὥσπερ ὑπάρχοντας, τοῦτ’ ἔστι, τὴν ἐκ φαυλότητος καὶ πονηρίας οἱονεί πως ἐπιπλοκὴν, εἰς νοῦν οὐκ ἔχοντας, καθιεροῦν τῷ Θεῷ τὰς ἑαυτῶν ψυχὰς, ὧν εἰς τύπον τὸ αἷμα· νέον δὲ φύραμα καὶ
45ἀζύμους ἐκάλει καὶ ὁ θεσπέσιος Παῦλος, τοὺς εἰλι‐ κρινῆ καὶ ἀθόλωτον, καὶ ἀσυμμιγῆ φαυλότητος τὴν οἰκείαν τηροῦντας ψυχὴν, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς Χριστὸν, καὶ ἀγάπης ὁλοτελοῦς. Ἀλλ’ «Οὐδὲ μὴ κοιμηθῇ, φησὶ, στέαρ τῆς ἑορτῆς μου, ἕως

68

.

697

(50)

πρωΐ,» τοῦτ’ ἔστι, χθιζὸν οὐκ ἀνοίσεις στέαρ εἰς ὀσμὴν εὐωδίας. Ἐν δὲ τῷ Λευιτικῷ σαφεστέραν ποιεῖται τοῦ νόμου τὴν δήλωσιν, καὶ τὸ χρῆμα ἐναρ‐ γὲς καθίστησι λέγων περὶ τοῦ προσάγοντος θῦμα· «Κἂν εὐχὴν, ἢ ἑκούσιον θυσιάσῃ τὸ δῶρον αὐτοῦ,
55ᾗ ἂν ἡμέρᾳ προσενέγκῃ τὴν θυσίαν, βρωθήσεται, καὶ τῇ αὔριον· τὸ δὲ καταλειφθὲν ἀπὸ τῶν κρεῶν τῆς
θυσίας, ἕως ἡμέρας τρίτης, ἐν πυρὶ καυθήσεται.696

68

.

700

Ἐὰν δὲ φαγὼν φάγῃ ἀπὸ τῶν κρεῶν τῇ ἡμέρᾳ τῇ τρίτῃ, οὐ δεχθήσεται αὐτῷ τῷ προσφέροντι αὐτὸ, οὐ λογισθήσεται αὐτῷ, μίασμά ἐστιν· ἡ δὲ ψυχὴ ἤτις ἂν φάγῃ ἀπ’ αὐτοῦ, μιανθήσεται, καὶ τὴν ἁμαρτίαν
5λήψεται.» Τριταῖον μὲν οὖν ἀποπέμπεται θῦμα, παρ‐ αιτεῖται δὲ ὅτι καὶ τὸ χθιζὸν, διεσάφει λέγων. «Ἐὰν δὲ θύσῃς θυσίαν εὐχὴν χαρμοσύνης τῷ Κυρίῳ, εἰς δεκτὸν ὑμῖν θύσετε αὐτό. Αὐτῇ τῇ ἡμέρᾳ ἐκείνῃ βρω‐ θήσεται, οὐ καταλείψεται ἀπὸ τῶν κρεῶν εἰς τὸ πρωΐ·
10ἐγώ εἰμι Κύριος· τὴν ἁμαρτίαν λήψεται.» ΠΑΛΛ. Εἶτα τίς ἂν γένοιτο καὶ τῶνδε ὁ νοῦς; ΚΥΡ. Προαποδέδειχεν ἡμῖν ὁ νόμος ἐν τοῖς ἀνω‐ τέρω πλειστάκις, ὅτι τὸν ἅπαντα χρόνον κατατέμνειν ἔθος τῇ θείᾳ Γραφῇ, ποτὲ μὲν εἰς δύο, καθ’ ὃν ἦν ὁ
15νόμος, καὶ καθ’ ὃν ἐπέλαμψεν ὁ Χριστός· ποτὲ δὲ αὖ, εἰς τρεῖς παρεισκρινομένου τε καὶ τὰ τάττοντος μεταξὺ, καὶ καθ’ ὃν ὁ τῶν ἁγίων προφητῶν ἀνέλαμψε χορὸς, πλὴν ὅτι καὶ ἐν χρόνῳ τῷ κατὰ Μωσέα, καὶ ἐν τῷ τῶν ἁγίων προφητῶν λατρείας ἦν τρόπος ὁ
20αὐτὸς, ὡς ἐν σκιαῖς ἔτι ταῖς κατὰ νόμον. Πρωΐας δὲ γενομένης, ἤτοι τοῦ τρίτου λοιπὸν πάλιν ἀναδειχθέν‐ τος καιροῦ, καὶ τοῦ νοητοῦ φωτὸς, τοῦτ’ ἔστι, Χρι‐ στοῦ, τὴν ὑφ’ ἥλιον περιαστράπτοντος, λελυμένης δὲ λοιπὸν τῆς παλαιᾶς ἀχλύος, οὐκέτι δεκτὸς τῆς τὸ
25τηνικάδε λατρείας ὁ τρόπος, ἀλλ’ εἴτε χθιζὸν, εἴτ’ οὖν εἴη τὸ τριταῖον στέαρ, ἢ θύμα, δεκτὸν μὲν οὐκέτι, βδελυρὸν δὲ καὶ ἀπόβλητον παρὰ Θεῷ, καὶ ἐν μιά‐ σματος τάξει λελογισμένον τοῖς οὐκ ἐν καιρῷ προσ‐ κομίζειν ᾑρημένοις. Ἢ οὐκ εἶναι φὴς ἀληθὲς, ὅτι
30Χριστοῦ καταλάμποντος τοῖς εὐαγγελικοῖς παιδεύ‐ μασι τὰς τῶν ἁγίων ψυχὰς καὶ εἰς λατρείαν τὴν πνευματικὴν μυσταγωγοῦντος εὖ μάλα, περιττά πως ἤδη καὶ ἀνωφελῆ τὰ ἐν νόμῳ; ΠΑΛΛ. Φημί. Μεμνήσομαι γὰρ τοῦ θεσπεσίου
35Παύλου, σκύβαλα καὶ ζημίαν ἀποκεκληκότος τὰ κατὰ νόμον αὐχήματα, διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ. Ἀκούω δὲ γεγραφότος τισί· «Λέγω δὲ ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς οὐδὲν ἡμᾶς ὠφελήσει.» ΚΥΡ. Ὀρθῶς ἔφης. Οὐκοῦν ἁμαρτία καὶ μολυ‐
40σμὸς, ἀναδειχθέντος Χριστοῦ, καὶ παρελάσαντος τοῦ καιροῦ, καθ’ ὃν ἦν ὁ νόμος καὶ οἱ προφῆται, τῆς ὡς ἐν σκιαῖς λατρείας ἀντέχεσθαι· καὶ Θεῷ προσάγειν ἐπι‐ χειρεῖν ὄϊν, ἢ στέαρ, ἢ λιβανωτόν· καίτοι λέγοντος ἐναργῶς τοῦ Υἱοῦ τῷ Θεῷ καὶ Πατρί· «Θυσίαν καὶ
45προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας, τότε εἶπον, Ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου.» Ἄμω‐ μον γὰρ ὥσπερ ἱερεῖον ἑαυτὸν ὑπὲρ ἡμῶν ἀναθεὶς ὁ

68

.

700

(50)

Υἱὸς, ἔστησε τὰ ἐν νόμῳ, περιελεῖν ἁμαρτίας οὐ δυνάμενα· τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χρι‐ στός.
ΠΑΛΛ. Εὖ ἔφης.698

68

.

701

ΚΥΡ. Διὰ νομικῆς οὖν ἄρα λατρείας ἀπρόσιτος ὁ Πατὴρ, μετὰ τὴν ἐν Χριστῷ τελείωσιν, προσιτὸς δέ ἐστι διὰ μόνου τοῦ Υἱοῦ. Τοιγάρτοι καὶ ἔφασκεν, «Οὐ‐ δεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.» Ὅτι
5δὲ ἄθυτόν τε καὶ ἀτελὲς πᾶν εἴτι μὴ ἐν Χριστῷ, δε‐ κτὸν δὲ καὶ ἱερώτατον τὸ δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ, σαφὲς ἂν γένοιτο καὶ δι’ ὧν ὁ νόμος ἐν μὲν τῇ Ἐξόδῳ φησίν· «Οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ·» ἐν δὲ τῷ Λευιτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν
10λέγων· Μόσχον ἢ πρόβατον ἢ αἶγα ᾧ ἂν τεχθῇ, καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα αὐτοῦ. Τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα, δεχθήσεται εἰς δῶρα κάρπωμα τῷ Κυρίῳ, καὶ μόσχον καὶ πρόβατον, αὐ‐ τὴν καὶ τὸ παιδίον αὐτῆς οὐ σφάξετε ἐν ἡμέρᾳ μιᾷ.»
15Ἄρνα μὲν οὖν τὸ ἀρτιγενὲς καὶ ὑπότιτθον ἔτι σφράττειν οὐκ ἐᾷ, δεικνὺς ὅτι, τὸ ἀτελὲς ἔτι καὶ ὡς ἐν συνέσει βραχύ τε καὶ ἀσθενὲς, οὔπω μὲν ἱερόν· ἔτι δὲ ἀπαράδεκτον διὰ τοῦτο Θεῷ. Τοιοῦτοί τινες ἦσαν ἄσοφοί τε καὶ ὀλιγογνώμονες, πρὸς οὓς ὁ
20θεσπέσιος γράφει Παῦλος· «Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκοντος ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλα‐ κτος, οὐ στερεᾶς τροφῆς· τελείων δέ ἐστιν ἡ στερεὰ
25τροφή.» Οὐκοῦν ἀτελὲς ἔτι, τὸ ἐν γάλακτί τε καὶ ὑπὸ μαστὸν, κατά γε τὸ ἐν συνέσει φημὶ καὶ εὐρωστίᾳ πνευματικῇ· ἴτω δὲ αὖ ἡμῖν ὁ περὶ τῶνδε λόγος, ὡς ἐκ τύπου τῶν ἐν αἰσθήσει καὶ ἐναργῶν πραγμάτων, ἐπὶ τὰ ὑπὲρ αἴσθησίν τε καὶ νοητὰ, πλὴν ὅτι τὰ πάντα γέγο‐
30νεν ἐν Χριστῷ καὶ ἐν τελειότητι καὶ παραδοχῇ, συνή‐ σεις εὖ μάλα. Τὰ γάρ τοι προσκομιζόμενα ζῶα καὶ ἀνατιθέμενα τῷ Θεῷ, δεῖν μὲν εἶναί φησιν ἑπτὰ ἡμέ‐ ρας ὑπὸ τὴν μητέρα, τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέ‐ κεινα, δῶρον ἔσεσθαι, καὶ εἰς κάρπωμα τῷ Θεῷ.
37ΠΑΛΛ. Οὐ σφόδρα σαφὴς ὁ λόγος. ΚΥΡ. Ἦ γὰρ οὐχὶ τὴν ὀγδόην τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν εἶναι φὴς, καὶ ἀρχὴν ὥσπερ
40αἰῶνος νέου, παριππεύσαντος τοῦ κατὰ νόμον ὡς ἐν ἡμέραις ἑπτὰ ταῖς πρώταις; ΠΑΛΛ. Φημί. ΚΥΡ. Οὐκοῦν ἀνίερόν τε καὶ ἀπροσκόμιστον ἔτι τὸ ὡς ἐν χρόνῳ τῷ κατὰ τὸν νόμον δηλονότι τὸ ἐν
45λατρείᾳ σαρκικῇ· δῶρον δὲ ἤδη καὶ εὐπρόσδεκτον τῷ Θεῷ πᾶν εἴτι λοιπὸν ἐν Χριστῷ κατὰ τὴν ὀγδόην καὶ ἐπέκεινα. Ἀκατάληκτος γὰρ ἡ ἐν Χριστῷ κλῆ‐ σις, ἀρχὴν ἔχουσα τὴν ἀνάστασιν. Καὶ τοῦτο εἰδὼς αὐτὸς ἔφασκεν ὁ Υἱὸς, ὁτὲ μὲν, «Ὅταν ὑψωθῶ ἐκ

68

.

701

(50)

τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτὸν,» ὁτὲ δὲ, «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φέρει.»
ΠΑΛΛ. Ὀρθῶς ἔφης. Τὸ δέ γε μὴ συνδιόλλυσθαι700

68

.

704

δεῖν μητέρα τοῖς τέκνοις ἐν ἡμέρᾳ μιᾷ, τί ἂν εἴη πάλιν; ΚΥΡ. Νομοθετήσας εὖ μάλα τὰ ἐπὶ Χριστῷ, καὶ τὴν δι’ αὐτοῦ τελείωσιν προαναφωνήσας ἀστείως,
5οὐκ ἠγνόησεν, ὡς Θεὸς, τῶν Ἰουδαίων τὸ ἀπειθὲς, καὶ τῆς Ἱερουσαλὴμ τὸ δυσήνιον, καὶ ὅτι ταύτης ἕνεκα τῆς αἰτίας, ὀλοθρευθήσονται μὲν ὡς κυριοκτό‐ νοι, καὶ ἀγρίως πεπαρῳνηκότες εἰς τὸν Υἱὸν οἱ ἐξ Ἰσραὴλ, πλὴν οὐκ εἰσάπαν ὁλόριζος Ἱερουσαλὴμ
10οἰχήσεται, μενεῖ δὲ ὥσπερ ἔρημος τέκνων, τὸν τελευ‐ ταῖον καὶ ἐν ἐσχάτοις περιμένουσα καιρὸν, καθ’ ὃν καὶ αὐτὴ σωθήσεται κατόπιν τρέχουσα τῶν ἐθνῶν· τέθειται γὰρ εἰς νῶτον, τοῦτ’ ἔστιν, ὀπίσω, κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, «Ὅτι θήσει αὐτοὺς νῶτον·»
15πᾶς γὰρ Ἰσραὴλ σωθήσεται, τῆς ἐξ ἐθνῶν ἀγέλης τοῖς θείοις σηκοῖς προενηυλισμένης. Οὐκ ἐᾷ τοι‐ γαροῦν ὁ νόμος τὴν ὡς ἐν ἐσχάτῃ πανωλεθρίᾳ γενέ‐ σθαι φθορὰν, ἡμερότητι συγκεκραμένην τὴν ἐπὶ τοῖς ἀπειθήσασι προαναφαίνων ὀργὴν, ἐν ταὐτῷ δὲ, οἶμαι
20τύπων ὥσπερ τινὰ τὸ χρῆμα τιθεὶς εἰδήσεως ἀναγ‐ καίας. Ἥκιστα μὲν γὰρ οἰχήσεται τὰ ὄντα πρὸς τὸ μηδὲν ἀκράτῳ φθορᾷ τυραννούμενα, διαμενεῖ δὲ ὥσπερ ταῖς διαδοχαῖς τοῦτο ἐν ἐκείνῳ, κἀκεῖνο τυχὸν ἐν τούτῳ σωζόμενα, κατά γε τὸ συγγενὲς ἢ ὁμοειδὲς,
25τὸν εἰσάπαν ὄλεθρον τῶν ἰδίων κτισμάτων ἀποσο‐ βοῦντος τοῦ Θεοῦ. «Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου,» κατὰ τὸ γεγραμμένον. Ἔπρεπε δὲ καὶ τῶν τοιούτων ἡ προαγόρευσις, καὶ μὴν καὶ ἡ δήλωσις, τῶν περὶ
30Χριστοῦ λόγων, δι’ ὃν καὶ ἐν ᾧ τὰ ἐφθαρμένα σώζε‐ ται, καὶ τὸ θανάτῳ τυραννούμενον ἀνατέθηλεν εἰς ζωὴν, τετελεύτηκε μὲν γὰρ ἡ ῥίζα τοῦ ἀνθρωπείου γένους οἷά τις μήτηρ, ὡς ἐν Ἀδὰμ, πλὴν οἱ ἐξ αὐτῆς, τοῦτ’ ἔστιν, ἡμεῖς, ἀνεθάλλομεν ἐν Χριστῷ καὶ ἐσμὲν
35καὶ σωζόμεθα, ζωὴν ἔχοντες αὐτὸν καὶ ῥίζαν ὥσπερ τοῦ γένους δευτέραν. ΠΑΛΛ. Ὡς εὖ γε δὴ καὶ μάλα ἀπεζεσμένως ὁ λόγος ἔχει. ΚΥΡ. Ἄξιον δὲ, ὦ Παλλάδιε, τοῖς εἰρημένοις
40ἐπενεγκεῖν, τό· «Οὐ φυτεύσεις σεαυτῷ ἄλσος· πᾶν ξύλον παρὰ τὸ θυσιαστήριον Κυρίου τοῦ Θεοῦ σου, οὐ ποιήσεις σεαυτῷ, οὐ στήσεις σεαυτῷ στήλην, ἃ ἐμίσησε Κύριος ὁ Θεός σου.» Θέα γὰρ ὅπως εἰδωλο‐ πρεποῦς ἀπάτης ἐξοικίζει παντελῶς τὸν τῆς ἀληθείας
45προσκυνητὴν, ἥκιστα μὲν ἐφιεὶς, τοῖς Ἑλλήνων ἀποκεχρῆσθαι νόμοις, ἀποσείεσθαι δὲ δεῖν τὰ παρ’ ἐκείνοις ἔθη παρεγγυῶν, κἂν εἰ μηδὲν ἔχοιεν τὸ λυ‐ ποῦν, καὶ εἰ γένοιντο τυχόν. ΠΑΛΛ. Οἷόν τι φής;

68

.

704

(50)

ΚΥΡ. Τὰ εὐερνέστατα τῶν φυτῶν πάντα τε ἀμφι‐ λαφῶς κομῶντα δρυμὸν καταλαμβάνοντες Ἕλληνες. βωμοὺς καὶ θυσίας τοῖς δαιμονίοις ἵστασαν. Ἔδει γὰρ, ἔδει τοῖς τῶν δαιμονίων βωμοῖς ἀποφορὰν ὥσπερ νοῦ, καὶ μὴν καὶ τέρψεις παραπεπῆχθαι κοσμικάς.
55Νοσεῖ γὰρ τὸ ψεῦδος οἴκοθεν μὲν τὸ ἄναλκι, κατακαλ‐
λύνεται δὲ πολλάκις τοῖς εἰσποιητοῖς ὡραϊσμοῖς,702

68

.

705

καθάπερ ἀμέλει καὶ τῶν γυναίων τὰ ἄσεμνα. Τῷ δὲ θείῳ θυσιαστηρίῳ τῷ τῆς ἀληθείας ἀπαστράπτοντι κάλλει, ποίων ἔδει τῶν ἔξωθεν ἐπικουρημάτων, ἤγουν εἰκαίων ὡραϊσμῶν; οὐ γὰρ διὰ τέρψεως κο‐
5σμικῆς προσιτὸν τὸ θεῖον, οὐδὲ ἀνειμένῳ τρόπον τινὰ νῷ καὶ ἀνάπτοντι πρὸς τὰ σαρκικὰ, ἀλλ’ ὡς ἐν νηφούσῃ διανοίᾳ καὶ πολὺ πρὸς τὸ ἄνω βλεπούσῃ καὶ ἐν οὐρανοῖς. Εἴπερ ἦν ὅλως καὶ ὑπὸ πρέμνα τυχὸν, ὡς ἐκ ταυτομάτου γεγονὸς θεῖόν που θυσιαστήριον,
10ἠδίκησεν ἂν τὸ χρῆμα οὐδὲν τὸν ἀσφαλῆ καὶ γνήσιον τοῦ Σωτῆρος προσκυνητήν· ἐπειδὴ δέ ἐστιν ὅλως Ἑλληνικὸν τὸ ἐπιτήδευμα, παραιτητέον τὴν μίμησιν, καὶ τῆς συνηθείας τὸ ἐμφερὲς, καθάπερ ἀμέλει, τῷ μὲν πιστῷ καὶ βεβηκότι νῷ πρὸς ἀληθῆ εἴδησιν, εἴδωλον
15μὲν οὐδὲν ἐν κόσμῳ, ἀλλ’ οὐδὲ εἰδωλόθυτόν ἐστιν, ἐσθίειν γε μὴν οὐκ ἐφίεται παρεγγυῶντος ἑτέρου διὰ τὴν τῶν ἀσθενεστέρων συνείδησιν· «Ἵνα τί γὰρ ἐγὼ κρίνομαι ὑπὸ ἄλλης συνειδήσεως; Εἰ ἐγὼ χάριτι μετ‐ έχω, τί βλασφημοῦμαι, ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;»
20εὐδοκιμεῖ τοιγαροῦν τὸ χρῆμα παρὰ Θεῷ τὸ παραι‐ τεῖσθαί φημι τὴν πρὸς Ἕλληνας ἰσουργίαν, ὡς ἔν τε τῇ τῶν θυσιαστηρίων θέσει, καὶ ἐν τοῖς περὶ θρη‐ σκείας ἔθεσί τε καὶ τρόποις. ΠΑΛΛ. Σύμφημι.
25ΚΥΡ. Τὸ δὲ δὴ χρῆναι καρποφορεῖν εἰς δόξαν Θεοῦ, καὶ μὴ κενὰς χεῖρας ἔχοντας εἰς τὴν ἁγίαν ἰέναι σκηνὴν, διεσάφει πάλιν ἡμῖν τὸ Γράμμα τὸ ἱερὸν, ἐν τοῖς Ἀριθμοῖς οὕτως ἔχον· «Καὶ ἐγένετο, ᾗ ἡμέρᾳ συνετέλεσε Μωσῆς, ὥστε ἀναστῆσαι τὴν
30σκηνὴν, καὶ ἔχρισεν αὐτὴν, καὶ ἡγίασεν αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸ θυσιαστήριον, καὶ πάντα τὰ σκεύη αὐτοῦ, καὶ ἔχρισεν αὐτὰ, καὶ ἡγίασεν αὐτά. Καὶ προσήνεγκαν οἱ ἄρχοντες Ἰσραὴλ, δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν. Οὗτοι οἱ ἄρχοντες
35φυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς. Καὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν ἔναντι Κυρίου, ἓξ ἁμάξας λαμπηνίκας, καὶ δώδεκα βόας, ἅμαξαν παρὰ δύο ἀρχόντων, καὶ μόσχον παρὰ ἑκάστου. Καὶ προσ‐ ήγαγον ἐναντίον τῆς σκηνῆς. Καὶ εἶπε Κύριος πρὸς
40Μωσῆν, λέγων· Λάβε παρ’ αὐτῶν, καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσεις αὐτὰ τοῖς Λευίταις ἑκάστῳ κατὰ τὴν αὐ‐ τοῦ λειτουργίαν. Καὶ λαβὼν Μωσῆς τὰς ἁμάξας καὶ τοὺς βόας, ἔδωκεν αὐτὰ τοῖς Λευίταις.» Καὶ οὐ μέ‐
45χρι τούτων τὰ ἐκ τῶν φυλάρχων ἦν· προσεπενήνε‐ κται δὲ καὶ ἕτερα. Γέγραπται γὰρ, «Καὶ προσήνεγ‐ καν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστη‐ ρίου, ἐν τῇ ἡμέρᾳ ᾗ ἔχρισεν αὐτὸ, καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ θυσιαστη‐

68

.

705

(50)

ρίου. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Ἄρχων εἷς καθ’ ἡμέραν, ἄρχων καθ’ ἡμέραν προσοίσουσι τὰ δῶρα αὐ‐ τῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου. Καὶ ἦν ὁ προσφέρων ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ, Ναασσὼν υἱὸς Ἀμιναδὰβ, ἄρχων τῆς φυλῆς Ἰούδα.
55Καὶ προσήνεγκε τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀρ‐
γυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον.704

68

.

708

ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν, θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος, μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα. Καὶ χίμαρον ἐξ αἰγῶν
5ἕνα περὶ ἁμαρτίας· καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυ‐ σίας πέντε. Τοῦτο δῶρον Ναασσὼν υἱοῦ Ἀμιναδάβ.» Προσεκόμιζον δὲ καὶ καθεξῆς ἄχρι τοῦ δυοκαιδεκά‐ του, κατά γε τὸν ἴσον τρόπον καὶ ἐν ἀπαραλλάκτοις φιλοτιμίαις, ἐκνεμηθείσης ἑκάστῳ τῆς αὐτῷ συντε‐
10ταγμένης ἡμέρας ἰδικῶς· διετύπου γὰρ ὧδε Θεός. ΠΑΛΛ. Καὶ τίς δὴ ἄρα ἐστὶ τῆς οὕτω πολυειδοῦς προσαγωγῆς ὁ λόγος; ΚΥΡ. Καρποφορία μὲν οὖν τὸ χρῆμά ἐστιν, ὦ Παλ‐ λάδιε, πέπλεκται δὲ, οἶμαι, καὶ λόγος αὐτῇ μυστικὸς
15εἰς τὸν Ἐμμανουὴλ, καὶ εἰς ἡμᾶς αὐτοὺς ἀνακομί‐ ζων τὸ αἴνιγμα· φράσω δὲ ὡς ἂν οἷός τε ὦ πάλιν. Ἀναδεδειγμένης γὰρ ἐν τῷδε τῷ κόσμῳ τῆς ἁγίας, καὶ ἀληθοῦς σκηνῆς, τοῦτ’ ἔστι, τῆς Ἐκκλησίας, πολυειδῶς ἐν αὐτῇ διαπρέπων Χριστὸς καὶ μονονουχὶ
20παρ’ ἡμῶν καὶ ὑπὲρ ἡμῶν ὡς ἱερὸν προσάγεται θύμα τῷ Θεῷ καὶ Πατρὶ, λύτρον καὶ ἀντάλλαγμα τῆς ἁπάντων ζωῆς, εἷς ὁ πάντων ἀντάξιος. Ἐπειδὴ γὰρ γέγονεν ἄνθρωπος ὁ Μονογενὴς ὡς εἷς ἐξ ἡμῶν, ἑαυτὸν προσκεκόμικε τῷ Θεῷ καὶ Πατρὶ, πρωτόλειον
25ὥσπερ τι καὶ ἀπαρχὴ τῆς ἀνθρώπου φύσεως εὐωδια‐ ζούσης ἐν ἁγιασμῷ, φυσικῶς μὲν καὶ οὐσιωδῶς ἐν‐ υπάρχοντι, καθ’ ὃ νοεῖται καὶ ἔστι Θεὸς, εἰσκεκρι‐ μένως δὲ αὖ διὰ τὸ ἀνθρώπινον. Εἷς δὲ ὑπάρχων καὶ αὐτὸς, κατὰ πολλοὺς ἐγράφετο τρόπους, ὡς ἔν γε τῇ
30τῶν ἀρχόντων προσκομιδῇ, ἱερουργεῖται δὲ ὥσπερ καὶ νῦν ὁ Χριστὸς, διὰ τῶν κατὰ καιροὺς ἡγουμένων πολυτρόπως νοούμενος, καὶ διαφόροις ὀνόμασιν ἐκτε‐ τιμημένος· καὶ καθ’ ἡμέραν προσφορὰ, τὸ ἀνεκλει‐ πὲς οἱονεί πως καὶ ἀκατάληκτον τῆς Χριστοῦ θυσίας
35ἐν ἡμέρᾳ πάσῃ καὶ τὸ ἐν αὐτῇ καρποφόρον τῶν ἐν πίστει δεδικαιωμένων ὑποδηλοῦντος τοῦ πράγματος. Οὐ γὰρ ἐπιλείψουσιν οἱ προσκυνηταὶ, ἀλλ’ οὐδὲ σπάνις ἔσται δωροφορίας· προσκομισθήσεται δὲ πρὸς ἡμῶν καὶ ὑπὲρ ἡμῶν ὁ Χριστὸς, μυστικῶς ἱερουργούμενος
40ἐν ταῖς ἁγίαις σκηναῖς. Αὐτὸς δὲ ἡμῶν καρποφορία πρώτη καὶ ἐξαίρετος· προσκεκόμικε γὰρ ἑαυτὸν εἰς θυσίαν τῷ Πατρὶ, καὶ οὐχ ὑπέρ γε μᾶλλον ἑαυτοῦ, κατὰ τὸν ἀμωμήτως ἔχοντα λόγον, ἀλλ’ ὑπὲρ ἡμῶν τῶν ὑπὸ ζυγὸν καὶ γραφὴν ἁμαρτίας. Καθ’ ὁμοιότητα
45δὲ τὴν πρὸς αὐτὸν, ἱερὰ θύματα καὶ ἡμεῖς, κόσμῳ μὲν ἀποθνήσκοντες, ὡς νενεκρωμένης τῆς ἁμαρτίας ἐν ἡμῖν, ζῶντες δὲ τῷ Θεῷ, τὴν ἐν ἁγιασμῷ καὶ ὁσιό‐ τητι ζωήν. Ταυτὶ γὰρ ἡμῖν ὑπεμφαίνειν ἔοικεν ἡ τῶν ἀρχόντων προσαγωγὴ, ἣν καὶ ἀνὰ μέρος ἐκβασανί‐

68

.

708

(50)

ζοντες τοῖς καθήκουσι λογισμοῖς, ὅπως ἂν ἡμῖν εὖ ἔχοι, βούλει λέγωμεν κατὰ τὸ ἐγχωροῦν;
54ΠΑΛΛ. Καὶ μάλα.
55ΚΥΡ. Προσκεκόμισται μὲν οὖν παρὰ ἑκάστου μό‐ σχος· ἐκνενέμηνται δὲ τοῖς ἱεροῖς ἔργοις τῆς ἁγίας
σκηνῆς, ἓξ οὖσαι τὸν ἀριθμὸν αἱ ἅμαξαι. Εἶτα παρ’706

68

.

709

ἑκάστου τρυβλίον ἓν ἀργυροῦν, καὶ φιάλη μία, καὶ ἀμφότερα, φησὶ, πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, θυΐσκη μία θυμιάματος ἔμπλεως, κριὸς εἷς, ἀμνὸς εἷς ἐνιαύσιος εἰς ὁλοκαύτωμα, χίμαρος
5ἐξ αἰγῶν περὶ ἁμαρτίας· καὶ ταυτὶ μὲν τὰ ὁλοκαυ‐ τώματα. Προσεκόμιζον δὲ καὶ εἰς θυσίαν σωτηρίου, φησὶ, δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίους πέντε. ΠΑΛΛ. Φράζε δὴ οὖν καὶ πρό γε τῶν ἄλλων, τί τὸ
10μεταξὺ, καὶ ποίαν ἄν τις εἴποι τὴν διαφορὰν τῆς τοῦ σωτηρίου θυσίας, καὶ ὁλοκαυτώματος. ΚΥΡ. Ἄκουε δή. Τὰ μὲν γὰρ ὁλοκαυτώματα τῶν ζώων ὅλα δι’ ὅλων, ἱερῷ καὶ ἀσβέστῳ κατεφλέγετο πυρὶ, οὐδενὸς τὸ σύμπαν ἐξῃρημένου, ἀλλ’ οἱονεί
15πως παντὸς μορίου καὶ μέλους εἰς ὀσμὴν εὐωδίας ἀναβαίνοντος τῷ. θεῷ, τὰ δέ γε ὑπὲρ τῆς τοῦ σωτη‐ ρίου θυσίας σφαζόμενα, μερικὴν ἐδέχετο τὴν καθιέ‐ ρωσιν, ὡς ἐν ὤμῳ δεξιῷ, κεφαλῇ τε καὶ ποσὶ, νε‐ φροῖς καὶ ἥπατι, καὶ ἑτέροις τισὶ τοῖς εἰς τὸ εἴσω καὶ
20ἐνδοσθίοις. Πρέπει δὴ οὖν τὸ ὁλοκαυτοῦσθαι Χριστῷ· καὶ γάρ ἐστιν ἀληθῶς ὅλος ἅγιος, εὐώδης ἅπας καὶ ἱερός. Ἡμῖν δὲ οἰκεῖον, τὸ οὐκ εἰσάπαν ἅγιον, καὶ οὐχ ὁλοκλήρως ἱερὸν, οἷς ἔνεστί τι καὶ μολυσμοῦ διὰ τὴν ἐν ἡμῖν ἁμαρτίαν. «Καθαρὸς γὰρ οὐδεὶς ἀπὸ
25ῥύπου,» καὶ «Παραπτώματα τίς συνήσει;» κατὰ τὸ γεγραμμένον. Διὰ τοῦτο τὴν ὑπὲρ τοῦ σωτηρίου θυσίαν, οὐχ ὁλόκαυτον ὁ νόμος, μερικῶς δὲ μᾶλλον καθιεροῦ‐ σθαι δεῖν εὖ μάλα προστέταχεν. Ἆρ’ οὖν, ὦ Παλλά‐ διε, σαφής σοι καὶ ἀποχρῶν εἰς εὐμαθίαν ὁ λόγος;
32ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Φέρε δὴ οὖν, ἐπ’ ἐκεῖνο ἴωμεν εἴς γε τὸ, ἑκά‐ στῳ φημὶ τῶν προσενηνεγμένων, φάναι τι, καὶ μὴν
35καὶ συνιέναι τῶν ἀναγκαίων εἰς ὄνησιν. ΠΑΛΛ. Ἴθι δὴ οὖν. ΚΥΡ. Ἔστι τοίνυν τὰ παρ’ ἑκάστου τῶν φυλάρ‐ χων, τρυβλίον ἀργυροῦν ἓν καὶ φιάλη μία, καὶ ἀμ‐ φότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐλαίῳ.
40Τὸ μὲν οὖν τρυβλίον ἐστὶ τοῖς ἐδωδίμοις ὑπηρετοῦν, καὶ εἰς ὀψοφαγίαν χρήσιμον, καθὸ καὶ αὐτὸς ἐδί‐ δαξεν ὁ Σωτὴρ φιλοπνευστοῦντι Ἰωάννῃ τῷ γνησίῳ μαθητῇ τίς ὁ παραδώσων αὐτὸν, «Ὁ ἐμβάψας, φησὶ, μετ’ ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ.» Φιάλης
45δὲ τί ἂν λέγοιμι τὴν χρείαν, διακεκραγότος ὡδὶ τοῦ πράγματος; Καὶ σημεῖον ἄρτου σεμίδαλις, ὅτι καὶ ἐξ αὐτῆς ἄρτος, ἄρτος δὲ ζωῆς, ὁ Χριστός. Οὐκοῦν ὡς ἐν τῷ τρυβλίῳ καὶ ἐν τῇ φιάλῃ, καὶ ὡς ἐν ἄρτῳ τῷ ἐν ἀμφοῖν, πλήρη γὰρ ἦν σεμιδάλεως, ὡς ἐν

68

.

709

(50)

βρώσει τε καὶ πόσει, ζωὴ καὶ ζωοποιὸς ὁ Χριστὸς σημαίνεται. «Ἀμὴν γὰρ, φησὶ, λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.» Ἐλαίῳ δὲ τὴν σεμίδαλιν καταδεδεῦσθαί φησιν, αὐτό
55που τὸ ἐν Ψαλμοῖς ἀναμελῳδοῦντος οἱονεί που τοῦ τύπου· «Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδι‐
κίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον708

68

.

712

ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Θυΐσκη δὲ αὖ, σχῆμά τε καὶ εἶδος θυμιατηρίου, θυΐας ἐν ἴσῳ πεποιημένου, ἐπίμεστον δὲ καὶ αὐτὸ θυμιάματος· εὐωδία γὰρ καὶ θυμιατήριον ὁ Χριστὸς, οὐκ ἔξωθεν
5δὲ τὸ εὐῶδες ἔχων, καθάπερ ἀμέλει καὶ ἡμεῖς αὐτοὶ κατὰ μέθεξιν ἀρετῆς, καὶ τοῦ κατ’ εὐσέβειαν ἁγια‐ σμοῦ τὸ ἐν τούτοις εἶναι κερδαίνοντες, ἀλλ’ οἴκοθεν ὡς Θεὸς καὶ ἐν ἰδίᾳ φύσει πλουτῶν τὰ δι’ ὧν θαυμά‐ ζεται, καὶ ὅλην ἐμπίπλησι τὴν οἰκουμένην τῆς ὑπερ‐
10κοσμίου καὶ ὑπὲρ κτίσιν ὀσμῆς. Θεὸς γὰρ ὢν φύσει καὶ ἀληθῶς, καὶ τὴν ὀσμὴν τῆς γνώσεως τοῦ Πατρὸς ἐν ἰδίᾳ φύσει λαχὼν, εὖ μάλα διαγινώσκεται, ἔμ‐ πλεως οὖν ἡ θυΐσκη θυμιάματος. Ταύτῃ τοι προσ‐ άγεται μόσχος τε καὶ κριὸς, καὶ μὴν καὶ ἀμνὸς, καὶ
15χίμαρος ἐξ αἰγῶν, τὰ πρὸς τούτοις ἔτι προσκεκομι‐ σμένα, καὶ διὰ πάντων αὐτὸς ὁ γραφόμενος· ἐν μὲν τῷ μόσχῳ, διὰ τὸ ἄγαν εὐσθενὲς, καὶ ὅτι τῶν ἐν ἡμε‐ ρότητι καὶ καθαρότητι ζώων, τὸ προὔχον, ὁ μόσχος, καὶ ὡς ἐν μεγέθει σώματος, τὸ ὑπερτεροῦν· ἐν
20ὑπεροχῇ δὲ τῇ νοητῇ, πάντα ἐστὶ τὰ Χριστοῦ, καὶ αὐτὸς ὁ προὔχων καὶ ὑπερκείμενος τῇ κατὰ πᾶν ὁτιοῦν ἀσυγκρίτῳ διαφορᾷ· ἐν δὲ τῷ κριῷ, διὰ τὸ τέλειον, καὶ μέντοι διὰ τὸ ἄκακον, ἐν τῷ ἀμνῷ· «Ἐγὼ γὰρ, φησὶν, ὡς ἀρνίον ἄκακον ἀγόμε‐
25νον τοῦ θύεσθαι, οὐκ ἔγνων·» ἐν δὲ τῷ χιμάρῳ, διὰ τὴν ὑπέρ γε τῶν ἡμαρτηκότων σφαγήν. Χίμαρος γὰρ ὑπὲρ ἁμαρτίας τὸ θῦμα, κατὰ τὸν νόμον· εἰσέδυ δὲ δι’ ἡμᾶς τὸν θάνατον ὁ Ἐμμανουὴλ, καὶ τῶν ἀρ‐ χαίων πλημμελημάτων ἐκλελυτρώμεθα, δι’ ἣν ὑπέ‐
30μεινεν ὑπὲρ ἡμῶν σφαγήν. Ἢ οὐκ εἶναι φὴς καὶ τοῦτο ἀληθές;
33ΠΑΛΛ. Πῶς γὰρ οὔ; ΚΥΡ. Ἐπιτήρει δὲ ὅτι προσεκομίσθησαν μὲν οἱ
35μόσχοι, δέδονταί γε μὴν εἰς τὰ ἔργα τῆς σκηνῆς, ἵν’ ἐν ταῖς ἀναζεύξεσιν αὐτοὶ φέροντες ἐφ’ ἁμαξῶν, πό‐ νου καὶ ἀνίας ἀπαλλάτοιεν τοὺς ἱερουργούς. Ἐπανα‐ παύεται γὰρ ἡ Ἐκκλησία Χριστῷ, καὶ αὐτὸς ἡμᾶς φέρει, τοῖς ὑπὲρ δύναμιν πόνοις περιπίπτειν οὐκ
40ἐφιεὶς τὸ ἱερὸν καὶ τίμιον γένος, καὶ τὸν τῶν ἁγίων ἔργων ἐπιστήμονα λαόν. Οὕτω μὲν οὖν ἀνοιστέον ἐπὶ Χριστὸν τὰ ὠνομασμένα. Τὰ δέ γε εἰς θυσίαν σωτη‐ ρίου προσεκόμιζον οἱονεί πως αὖ ἀνθ’ ἑαυτῶν οἱ ἡγού‐ μενοι, καθιεροῦντες τρόπον τινὰ τῇ ἁγίᾳ σκηνῇ, καὶ
45εἰς ὀσμὴν εὐωδίας ἀναφέροντες τῷ Θεῷ. Δαμάλεις δὲ ἦσαν δύο, κριοὶ πέντε, τράγοι πέντε, ἀμνάδες πέντε. Καὶ μόσχος μὲν, ὁ Χριστὸς, δαμάλεις δὲ αὖ ἡμεῖς, καὶ λόγος ὁ ἐπ’ ἀμφοῖν, οὐκ ἀσύμφυλος, ἀλη‐ θὴς δὲ μᾶλλον καὶ ἐναργής· ἡγεμονικώτατον γὰρ

68

.

712

(50)

ἀεί πως τὸ ἄρσεν ἐστὶ, καὶ ἐν τιμῇ καὶ δόξῃ τῇ παν‐ αρίστῳ παρὰ Θεῷ, καὶ μάρτυς ἡ φύσις, ὁμολογοῦσα τὸ χρῆμα. Μεῖον δὲ καὶ ὑπεστρωμένον τὸ θῆλυ, καὶ οἱονεὶ κατόπιν ἰὸν τῆς ἀρσένων ἀλκῆς τε καὶ δόξης. Ἔστι δὴ οὖν ἐν ἄρσενι μόσχῳ, καθηγητὴς μὲν ἡμῶν
55ὁ Χριστὸς, ὑπεζεύγμεθα δὲ ὥσπερ ἡμεῖς καὶ ἐν πολ‐ λῷ μείονι παρ’ αὐτὸν ἀλκῇ τε καὶ δόξῃ, καὶ, ἀσύγ‐
κριτον τὸ μεσολαβοῦν. Εἰ γὰρ καὶ γέγονε καθ’ ἡμᾶς,710

68

.

713

ὁμοειδὴς γὰρ τῷ μόσχῳ δάμαλις, ἀλλ’ ἐν πολλῇ λίαν ὑπεροχῇ τὰ αὐτοῦ. «Τίς γὰρ ὁμοιωθήσεται τῷ Θεῷ ἐν υἱοῖς Θεοῦ;» καθ’ ἡμᾶς γὰρ ὁμοῦ καὶ ὑπὲρ ἡμᾶς ὁ Χριστὸς ἐν ὑπεροχῇ θεότητος, εἰ καὶ γέγονε σάρξ.
5Δύο γε μὴν αἱ δαμάλεις, εἰς τύπον, οἶμαί που, τῶν δύο λαῶν, συνδεδραμηκότων εἰς ἕνα τὸν ἀπ’ ἀμφοῖν, συνείροντος εἰς ἑνότητα τὴν πνευματικὴν διὰ πίστεως τοῦ δι’ ἡμᾶς τε καὶ μεθ’ ἡμῶν. Κριοὶ δὲ πάλιν καὶ ἀμνοὶ ἰσάριθμοι, χίμαροί τε οὐχ ἥττους, τῶν πιστευ‐
10όντων πληθὺν ὑπεμφαίνοντες, τὴν ὡς ἐν πέμπτῳ, φημὶ, συνενηνεγμένην καιρῷ, καθ’ ὃν ἡ ἐπιδημία τοῦ λέγοντος, «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Σημαίνεται δὲ τῶν πεπιστευκότων διὰ μὲν τῶν κριῶν τὸ ὡς ἐν φρονήσει τέλειον, καὶ
15τῆς νοητῆς ἡλικίας, δῆλον δὲ ὅτι τῆς ἐν Χριστῷ, τὸ ἀρτίως ἔχον, διὰ δὲ τῶν ἀμνῶν τὸ ὡς ἐν ἁπλότητί τε καὶ ἀκακίᾳ· «Μὴ» γὰρ δὴ, φησὶν, «ἀδελφοὶ, παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε·» διὰ δὲ τῶν ὑπὲρ ἁμαρ‐
20τίας χιμάρων, τὸ ἀεὶ δεῖσθαι καθαρισμοῦ καὶ πλημ‐ μελημάτων ἀφέσεως. Τοιγάρτοι καὶ δεδιδάγμεθα λέ‐ γειν ἐν προσευχαῖς· «Ἄφες ἡμῖν τὰ παραπτώμα‐ τα.» Οὐ γάρ ἐστι καιρὸς, ὅτε μὴ βοᾷν ἀναγκαῖον τοῖς ὡς ἀληθῶς ἀρτίφροσι, καὶ τῆς ἀνθρωπείας φύ‐
25σεως εἰδόσι τὸ ἄναλκι, καὶ, «Παραπτώματα τίς συν‐ ήσει;» καὶ, «Ἐκ τῶν κρυφίων μου καθάρισον με.» Τοῦτο θυσία πνευματικὴ, σωτηρίας τε πέρι τῶν ἡμετέρων ψυχῶν εὐωδιάζουσα τῷ Θεῷ.
32ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Χριστὸν οὖν ἔφην, ὡς ἔν γε τῷ μόσχῳ καὶ τοῖς κριοῖς, ἀμνοῖς τε καὶ τράγοις, καὶ τοῖς ἑτέροις
35κατασημαίνεσθαι, καὶ ἀφαμαρτεῖν τοῦ πρέποντος οἰηθείην ἂν οὔτι που τὸν ἐπὶ τῷδε λόγον. Εἰ δὲ δή τις ἕλοιτο καὶ ἐφ’ ἡμᾶς αὐτοὺς τὴν τῶν ἐννοιῶν μετακομίσαι δύναμιν, τὸ λυποῦν οὐδὲν, τοιαύτην τινὰ θεωρίαν τοῖς προκειμένοις ἐπενεγκεῖν.
40ΠΑΛΛ. Ὁποίαν δὴ φῄς; ΚΥΡ. Προσεκομίζοντο κατὰ τὸν νόμον παρὰ παν‐ τὸς Ἰσραὴλ τὰ ἱερὰ θύματα. Προσεχεῖτο δὲ τῷ θείῳ θυσιαστηρίῳ τῶν σφαζομένων τὸ αἷμα, μονονουχὶ κα‐ ταγράφοντος ὡς ἐν σκιᾷ τοῦ δρωμένου, καὶ πλαγίως
45ἡμῖν ὑπεμφαίνοντος, ὅτι Θεῷ τῷ ἁγίῳ τὰς ἑαυτῶν ἡμῶν καθιεροῦν προσήκει ψυχάς. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Οὐκοῦν ἀνθ’ ἠμῶν καὶ ὑπὲρ ἡμῶν τὰ θύμα‐ τα, καὶ ἡμεῖς ἐσμεν ἐν αὐτοῖς οἱ κατὰ τύπον ἱερουρ‐

68

.

713

(50)

γούμενοι. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Φέρε δὴ οὖν πολυπραγμονοῦντες ὀρθῶς τὰ ὡς παρὰ πάντων προσκεκομισμένα διὰ τῆς τῶν ἡγου‐ μένων χειρὸς, τῆς ἐν πνεύματι θεωρίας τὸ κάλλος
55περιαθρήσωμεν. Ἦν οὖν ἄρα τὰ προσενηνεγμένα ἐν ἀργυροῖς σκεύεσι, τρυβλίῳ, φημὶ, καὶ φιάλῃ, σε‐
μίδαλις ἐλαιοβρεχής. Σύμβολον δὲ λαμπρότητος μὲν712

68

.

716

ὁ ἄργυρος, ζωῆς δὲ ἡ σεμίδαλις, ὡς ἄρτου γένεσις τοῦ συνέχοντος εἰς ζωὴν, ἱλαρότητος δὲ τὸ ἔλαιον. Προσαγέσθω δὴ οὖν καὶ πρός γε ἡμῶν αὐτῶν τῷ ἐπὶ πάντων Θεῷ τὸ ὡς ἐν λαμπρότητι ζωῆς ἱλαρὸν,
5ἐλπίδι τῇ ἐν Χριστῷ. «Τῇ γὰρ ἐλπίδι χαίροντες,» φησί. Πῶς δ’ ἂν εἶεν οὐχὶ τῆς ἀνωτάτω θυμηδίας ἔμπλεῳ, τὸ ἐν ζωῇ τε καὶ πολιτείᾳ περιφανὲς ἐξησκη‐ κότες εὖ μάλα τῶν τοῦ Σωτῆρος ἡμῶν ἐνταλμάτων οἱ φύλακες; οἷς πάντη τε καὶ πάντως τὸ ἐν μεθέξει
10γενέσθαι τῆς δόξης αὐτοῦ τεθησαύρισται παρὰ Θεῷ. «Ἀπεθάνετε γὰρ, φησὶ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυ‐ πται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Οὐκοῦν ἡ σεμίδαλις ἐλαιό‐
15δευτος. Ἔνεστι γὰρ τῇ τῶν ἁγίων ζωῇ καὶ τὸ ὡς ἐν ἐλπίδι δόξης ἱλαρὸν, μετὰ λαμπρότητος δηλονότι τῆς ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Χρυσῆ δὲ θυΐσκη θυμιάμα‐ τος πλήρης, τὸ τῶν ἁγίων γράφουσα κάλλος, καὶ ὡς ἐν σκεύεσιν ἐκλεκτοῖς τὸ εὐῶδες ἐν ἁγιασμῷ, εἶτα
20δῶρον ὥσπερ τι Θεῷ τὸ εὐοσμότατον ἀληθῶς. Ἢ οὐχὶ σκεύη λαμπρὰ καὶ ἀπόλεκτα τοὺς ἁγίους ὑπάρχειν οἰησαίμεθα ἂν, ὦ Παλλάδιε; ΠΑΛΛ. Μάλιστά γε. ΚΥΡ. Μόσχος δὲ ἦν παρ’ ἑκάστου, καὶ δυοκαίδεκα
25μὲν οἱ πάντες. Ἀχθοφοροῦσί γε μὴν τὴν ἁγίαν σκηνὴν, κατὰ δύο προσενηνεγμένοι πρὸς ἅμαξαν μίαν, καὶ ὑπὸ ζυγὸν ἕνα, ἐκνενέμηνται δὲ ταῖς τῶν Λευιτῶν ὑπουργίαις· καὶ τύπος ἂν εἴη τὸ χρῆμα τῶν δύο λαῶν, οὐκέτι μεμερισμένων εἰς ἀνομοιότητα δογμά‐
30των καὶ ζωῆς, συνενηνεγμένοιν δὲ ὥσπερ καὶ συνδε‐ δραμηκότοιν ὑπό γε τὸν ἕνα τοῦ Σωτῆρος ζυγὸν τληπαθῶς καὶ ἀνδρείως. «Ἀνδρίζου γὰρ, φησὶ, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.» Τληπαθὲς δὲ ζῶον ὁ μόσχος καὶ κραταιότα‐
35τον. Τοιοίδε πάντως οἱ θεοσεβείας ᾑρημένοι, ζυγὸν ὥσπερ ἐφ’ ἑαυτοῖς ἐπέχοντες τὸν Χριστὸν, ὡς ἐν τῇ ἁγίᾳ σκηνῇ προανατυπούμενον. Σῶμα δὲ αὐτοῦ τὴν Ἐκκλησίαν καὶ ὁ θεῖος ἡμῖν ὠνόμαζε Παῦλος. Ἐλέ‐ γετο δὲ καὶ πρὸς Ἀνανίαν περὶ αὐτοῦ, φημὶ δὴ τοῦ
40Παύλου· «Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐναντίον τῶν ἐθνῶν.» Κριὸς δὲ πρὸς τούτοις, καὶ μὴν καὶ ἀμνὸς τὰ προσ‐ ενηνεγμένα, τοῦ τε πρεσβυτέρου προσενηνεγμένου καὶ τοῦ νέου λαοῦ τὴν πρὸς Θεὸν ἄφιξιν καὶ τὴν
45οἱονείπως ἀνάθεσιν, δῆλον δὲ ὅτι τὴν πνευματικὴν, ὑπεμφαίνοντες. Ὥσπερ γὰρ τὸ τληπαθὲς καὶ ἀν‐ δρεῖον ὡς ἔν γε τοῖς μόσχοις κατεσημαίνετο, κατὰ τὸν ἴσον, οἶμαι, τουτονὶ τρόπον καὶ ἐν τοῖς προβάτοις ἡ ὡς ἐν πραότητι καρποφορία τῶν διὰ πίστεως

68

.

716

(50)

τῆς ἐν Χριστῷ δεδικαιωμένων διαδείκνυται σαφῶς. Πρᾶον γὰρ δὴ τὸ ζῶον, καὶ μὴν ἔγκαρπον. Τοιοῦτοι δὲ πάντες οἱ τῆς εὐαγγελικῆς πολιτείας ἀκριβεῖς ἐρ‐ γάται, οἷς καὶ αὐτὸς ἐπεφώνησεν ὁ Χριστός· «Παντὶ τῷ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ,
55μὴ ἀπαίτει, καὶ τῷ παίοντί σε εἰς τὴν σιαγόνα, στρέ‐ ψον αὐτῷ καὶ τὴν ἄλλην.» Γράφει δὲ καὶ ὁ Παῦλος·
«Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι714

68

.

717

πρὸς πάντας, ἐν πραότητι διδάσκοντα τοὺς ἀντιδια‐ τιθεμένους.» Τὸ δὲ δεῖν ἕπεσθαι τοῖς ἤδη προειρη‐ μένοις καὶ τὴν αἰγὸς προσφορὰν, ἐκδείξειεν ἂν οὐχὶ ἕτερον, οἶμαι, τὶ, πλὴν ὅπερ ἔναγχος ἔφην, τὸ δεῖσθαι
5δὴ πάντας, κἂν εἴ τινες εἶεν ἀγαθοὶ τὴν ἕξιν, τοῦ διὰ μεταγνώσεως καθαρισμοῦ καὶ ἀμνηστίας παραπτω‐ μάτων. Καὶ τοῦτο εἰδὼς ὁ θεῖος ἔφη Δαβίδ «Ἐὰν ἀν‐ ομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται;» Χίμαρος δὴ οὖν τὸ ὑπὲρ ἀφέσεως θῦμα, κατὰ τὸν πά‐
10λαι νόμον. Μετάγνωσις δὲ νυνὶ καὶ ἀμνηστίας αἴτη‐ σις τὸ καθ’ ἡμᾶς ἱερεῖον, τοὺς ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσιόντας Θεῷ. «Λέγε γὰρ, φησὶ, σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς.» Ψάλλει δέ που καὶ ὁ Δαβίδ· «Εἶπα, Ἐξαγορεύσω κατ’ ἐμοῦ
15τὴν ἁμαρτίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέ‐ βειαν τῆς καρδίας μου.» Ἆρά σοι λοιπὸν σαφὴς ὁ λόγος περὶ τῆς τῶν ἀρχόντων δωροφορίας; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Χρῆναι δὲ οἶμαι κἀκεῖνο εἰπεῖν, προσκεκο‐
20μισμένης γὰρ ἤδη τῆς παρ’ ἑκάστου καὶ ὡς ὑπὲρ πάντων θυσίας, ἀρχὴ τῶν θείων ἐγένετο λόγων ἐν τῇ ἁγίᾳ σκηνῇ πρὸς τὸν ἱεροφάντην Μωσέα. Γέγρα‐ πται δὲ οὕτω πάλιν ἐν τοῖς Ἀριθμοῖς· «Αὕτη ἡ ἐγκαίνισις τοῦ θυσιαστηρίου, μετὰ τὸ πληρῶσαι
25τὰς χεῖρας αὐτοῦ, καὶ μετὰ τὸ χρίσαι αὐτόν. Ἐν τῷ εἰσπορεύεσθαι Μωσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, τοῦ λαλῆσαι αὐτῷ, καὶ ἤκουσε τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστη‐ ρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, ἀνὰ
30μέσον τῶν δύο Χερουβὶμ, καὶ ἐλάλει πρὸς αὐτόν.» Τετελειωμένης γὰρ ὥσπερ τῆς ἁγίας σκηνῆς, καὶ ἀναδειχθέντος κόσμῳ τοῦ ἀληθοῦς ἁγιάσματος, ὅ ἐστιν ἡ Ἐκκλησία, τότε δὴ τότε φωνὴ γέγονε πρὸς ἡμᾶς τοῦ Θεοῦ καὶ Πατρός. «Λελάληκε γὰρ ἡμῖν ἐν
35Υἱῷ,» ὃν καὶ ἱλαστήριον εἶναί φαμεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς. Ἄνωθεν δὲ τῶν Χερουβὶμ ἡ φωνή· κτίσεως γὰρ ἀνωτάτω καὶ ἐπ‐ έκεινα Θεὸς, οὐσιώδη τε καὶ ἐνυπάρχουσαν τὴν κατὰ παντὸς τοῦ γεγονότος ἔχων ὑπεροχήν· διαπορθμεύων
40δὲ εἰς ἡμᾶς τὰς ἄνωθεν καὶ παρὰ Πατρὸς φωνὰς, ἔφασκεν ὁ Υἱὸς, τὸ ἀληθὲς ἱλαστήριον, «Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός με.» Οὐκοῦν ἄνωθεν τοῦ ἱλαστηρίου γέγονεν ἡ φωνή. Θαυμάσαις δ’ ἂν οὐ μετρίως τὴν τῶν φυλάρ‐
45χων ἀνασκοπούμενος πρόσοδον. Ἀπονεμηθείσης γὰρ ἡμέρας ἑκάστῳ καὶ ἰδικῶς, καθ’ ἣν ἔδει πληροῦν τὰ συντεταγμένα καὶ προσκομίσαι τὸ δῶρον, προσίεσαν μὲν ἐν κόσμῳ κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν· πλὴν οὐ κατὰ τὴν τῆς γενέσεως τάξιν, ἤτοι καθ’

68

.

717

(50)

ἡλικίαν, ἀλλ’ οὐδὲ ἀναμὶξ καὶ χύδην ἁπλῶς, συντε‐ θειμένοι δὲ μᾶλλον ὥσπερ εἰς οἰκονομίαν μυστι‐ κήν. ΠΑΛΛ. Καὶ μὴν ὅ τι ποτέ ἐστιν ὃ φὴς, ἐννοεῖν οὐκ ἔχω. Φράζε δὴ οὖν μοι σαφῶς.
55ΚΥΡ. Βούλει λέγωμεν ἐν τάξει καὶ καθεξῆς τοὺς ἐξ716

68

.

720

Ἰακὼβ γεγονότας; Σαφὲς γὰρ ἂν γένοιτο καὶ λίαν ὡδὶ τὸ ἐν τῇ προσόδῳ παρηλλαγμένον. ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Ἔστι τοίνυν πρωτότοκος μὲν ὁ Ῥουβὴμ,
5ἐπ’ αὐτῷ δὲ Συμεὼν, Λευὶ, καὶ Ἰούδας ἀπό γε μητρὸς τῆς Λείας. Βάλα δὲ αὖ τὸ θεραπαινίδιον τὸν Δάν τε καὶ Νεφθαλεὶμ, καὶ μὴν καὶ ἡ Ζελφὰ παιδίσκη Λείας, τὸν Γὰδ καὶ Ἀσὴρ, Λεία γε μὴν πρὸς τοῖς ἄλλοις τέσσαρσι, τὸν Ἰσάχαρ καὶ Ζαβου‐
10λὼν τίκτει· γενέσθην δὲ καὶ ἀπὸ Ῥαχὴλ Ἰωσὴφ καὶ Βενιαμίν. Οὐκοῦν πρῶτοι μὲν ἐκ Λείας, οἱ ἐξ ἐλευ‐ θέρας τέσσαρες, Ῥουβὴμ, καὶ Συμεὼν, Λευὶ καὶ Ἰούδας. Ἐκ δυοῖν δὲ θεραπαίναιν, Βάλας τε καὶ Ζελφᾶς, τέσσαρες, Δὰν καὶ Νεφθαλεὶμ, Γὰδ καὶ
15Ἀσήρ. Ἕτεροι δὲ αὖ ἐπὶ τούτοις τέσσαρες· δύο μὲν ἐκ Λείας, Ἰσάχαρ τε καὶ Ζαβουλὼν, ἀπὸ δέ γε τῆς Ῥαχὴλ, Ἰωσὴφ καὶ Βενιαμίν. Μεμνῆσθαι δὲ ἀναγκαῖον, ὡς εἰς δύο μεμέρισται φυλὰς ὁ Ἰωσὴφ κλῆρος, εἴς τε τὸν Ἐφραῒμ καὶ μέντοι τὸν Μανασ‐ σῆν, τοὺς ἐξ αὐτοῦ γεγονότας.
20ΠΑΛΛ. Συνίημι μὲν εὖ μάλα τῶν ὀνομάτων τὴν τάξιν· τί δ’ ἂν εἴη λοιπὸν τὸ ζητούμενον ὡς ἔν γε δὴ τούτοις, σὸν ἤδη διατρανοῦν. ΚΥΡ. Προσιόντες, ὦ Παλλάδιε, τοῖς δώροις ἅμα, τοῦτο ἔδρων, οὐ καθ’ ἡλικίαν, ἀλλὰ πρῶτος μὲν
25Ἰούδας, καίτοι τέταρτος ὢν κατὰ χρόνον, ἔννατος δὲ μετ’ αὐτὸν Ἰσάχαρ, καὶ σὺν αὐτοῖς δέκατος Ζα‐ βουλών. Συμμορία δὲ ὥσπερ μετὰ τούτους δευτέρα, Ῥουβὴμ ὁ πρωτότοκος, καὶ ὁ καθεξῆς καὶ δεύτερος, Συμεών. Συνῆπται δὲ καὶ ὁ Δὰν ἐκ δούλης. Καὶ
30πρός γε δὴ τούτοις, τάγμα τὸ τρίτον διὰ τριῶν ἐλευθέρων, Ἐφραΐμ τε καὶ Μανασσῆ καὶ Βενιαμίν. Συμμορία δὲ τετάρτη ἐν ἐσχάτοις, τῶν ἐκ θεραπαι‐ νῶν γεγονότων. Τρεῖς δὲ δὴ οὗτοι πάλιν, Δὰν καὶ Ἀσὴρ, καὶ Νεφθαλεὶμ, καίτοι προὔχοντες τῷ τῆς
35γενέσεως χρόνῳ, τῶν ὡς τάξει προτεταγμένων, Ἐφραΐμ τε, φημὶ, καὶ Μανασσῆ, καὶ Βενιαμίν. Ἆρ’ οὐκ ἀναγκαίαν φῂς τὴν ἐπὶ τούτοις βά‐ σανον; ΠΑΛΛ. Μάλιστά γε· τίς οὖν ὁ λόγος, πειρῶ μοι
40λέγειν. ΚΥΡ. Αἴνιγμά που τὸ χρῆμά ἐστι, καθάπερ ἐγᾦ‐ μαι πάλιν. Ὅτι τάξιν ἔχει τὴν πρώτην παρὰ Θεῷ τὰ διὰ Χριστοῦ τῶν ἐν νόμῳ· καὶ ὅτι τέθεινται μὲν οἱ πρῶτοι ἔσχατοι, οἱ δὲ ἔσχατοι πρῶτοι. Οἱ γὰρ ὡς
45ἐν χρόνῳ πρεσβύτεροι διά τε τοῦτο πρωτότοκοι, τοῦτ’ ἔστιν ὁ Ἰσραὴλ, κατόπιν ἔρχεται τῶν ἐθνῶν. Καὶ οἱ τὸ δοῦλον ἔχοντες πνεῦμα, καὶ τῆς δουλευού‐ σης Ἱερουσαλὴμ υἱοὶ, τὸ προὔχειν ἐν δόξῃ παραχω‐ ρήσουσι τοῖς τῆς ἐλευθέρας, ἥτις ἐστὶ μήτηρ

68

.

720

(50)

ἡμῶν τῶν ἐν Χριστῷ δεδικαιωμένων, καὶ εἰς ἐλεύ‐ θερον ἀξίωμα κεκλημένων δι’ ἐλευθέρου πνεύματος. Ὅρα γὰρ, εἰ δοκεῖ, τῶν θεωρημάτων τὸ ἀκριβές. Πρώτη μὲν γὰρ προσάγει τὸ δῶρον ἡ Ἰούδα φυλή· ἐξ ἧς ἀνέφυ κατὰ σάρκα Χριστός. Καὶ μετὰ ταύτην
55εὐθὺς ἡ Ἰσάχαρ τε καὶ Ζαβουλών· ἄμφω δὲ ἤσθην
ἐλεύθεροι καὶ ἐξ ἐλευθέρων. Εἶτα Ῥουβὴμ ὁ πρω‐718

68

.

721

τότοκος, Συμεών τε καὶ Γὰδ, ὅς ἐστιν ἐκ δούλης. Σημαίνεται δὲ διὰ τούτων ὁ Ἰσραήλ. Καὶ φέρε τὰς ἐφ’ ἑκάστῳ λέγωμεν, ἐκ τῆς ἐπ’ αὐτοῖς γενομένης προφητείας ἐξ Ἰακὼβ συλλέγοντες. Ἔφη τοίνυν ὁ
5θεσπέσιος Ἰακώβ· «Ῥουβὴμ πρωτότοκός μου, σὺ ἰσχύς μου, καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης·» καὶ πάλιν· «Συμεὼν καὶ Λευὶ ἀδελφοὶ συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐ‐ τῶν. Εἰς βουλὴν αὐτῶν μὴ εἰσέλθῃ ἡ ψυχή μου,
10καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρεῖσαι τὰ ἥπατά μου· ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους, καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον. Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη.» Περὶ δὲ τοῦ Γὰδ
15ἔφη πάλιν τάδε· «Πειρατήριον πειρατεύσει, καὶ αὐ‐ τὸς πειρατεύσει αὐτὸν κατὰ πόδας.» Οὐκοῦν ἐν μὲν τῷ Ῥουβὴμ σημαίνοιτο ἂν εἰκότως ὁ Ἰσραὴλ, ὁ πρωτότοκος μὲν κατὰ χρόνον, σκληρὸς δὲ δὴ καὶ αὐθάδης καὶ ὑβριστής· ἐν δέ γε τῷ Συμεὼν, ᾧ καὶ
20συνῆπται Λευῒ, ὡς ἕτοιμος εἰς μιαιφονίαν, καὶ ἀπεκτονὼς μὲν ἁγίους· «Τίνα» γὰρ, φησὶ, «τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν;» νευρο‐ κοπήσας δὲ ὥσπερ καὶ ταῦρον, ὅς ἐστι Χριστός. Οὐ γάρτοι μόνος ὁ τῶν Ἰουδαίων καταφωρᾶται τε‐
25τολμηκὼς τὰ κατὰ τῶν ἁγίων καὶ κατὰ Χριστοῦ τολμήματα, συνέδραμε δὲ τούτοις καὶ ὁ Λευῒ, τοῦτ’ ἔστι τὸ ἱερὸν γένος, οἱ τῷ θυσιαστηρίῳ προσεδρεύον‐ τες, Γραμματεῖς τε καὶ Φαρισαῖοι. Διὰ τοῦτο, ἐν ταῖς τοῦ προπάτορος Ἰακὼβ προφητείαις, συνέζευ‐
30κται τῷ Συμεὼν καὶ ὁ Λευΐ. Ἐν δέ γε τῷ Γὰδ, ὅς ἐστιν ἐκ δούλης καὶ πειρατήριον, ὡς δυσγενὴς κατὰ γνώμην, καὶ πειράζων τὸν Ἰησοῦν, καὶ παγίδας ἱστὰς, εἰς κακουργίας αὐτῷ· προσῄεσαν γὰρ λέγον‐ τες, «Ἔξεστι δοῦναι φόρους Καίσαρι, ἢ οὔ;»
35Οὐκοῦν, ἀνοίσω γὰρ αὖθις εἰς τὸ ἐν ἀρχαῖς τὸν λόγον, ὁ ἐν χρόνῳ πρωτότοκος Ἰσραὴλ, ὁ σκληρὸς καὶ αὐθάδης καὶ ὑβριστὴς, ὁ πρόχειρος εἰς μιαιφο‐ νίαν, καὶ ἐπάρατον μὲν τὴν μῆνιν ἔχων, ἀπεκτονὼς δὲ ἀνθρώπους, καὶ νευροκοπήσας ταῦρον, ὁ δυσγενὴς
40καὶ πικρὸς εἰς δόλους, καὶ παγίδας ἱστὰς καὶ πει‐ ρατήριον, κατόπιν τέτακται τῶν ἐν Χριστῷ τε καὶ ἐλευθέρων, καὶ εἰ ἐλεύθερος μεθ’ ἡμᾶς, ὡς ἐν ὄψει μόλις ἔρχεσθαι Θεοῦ. ΠΑΛΛ. Εὖ ἔφης.
45ΚΥΡ. Ἀναμάθοις δ’ ἂν ὅ φημι, καὶ τοῖς ἐφεξῆς τὸν νοῦν ἐφιστάς. Τρεῖς γὰρ ἀλλήλων ἐχόμενοι προσ‐ εκόμιζον ἐφεξῆς, ἐξ ἐλευθέρας τῆς Ῥαχὴλ, Ἐφραΐμ τε καὶ Μανασσῆς*. Εἶτα τρεῖς ἀλλήλων ἐχόμενοί τε καὶ μετ’ ἐκείνους οἱ ἐκ θεραπαινῶν, φημὶ δὲ δὴ

68

.

721

(50)

πάλιν, Δὰν, Ἀσήρ τε καὶ Νεφθαλείμ. Συνίης οὖν ὅτι προεισβάλλουσι μὲν καὶ ἐκτετίμηνται λίαν οἱ ἐξ ἐλευθέρας, ἕπονταί γε μὴν οἱ ἐκ θεραπαινῶν· ἢ οὐχὶ τοῦτό ἐστιν ἐναργὲς, ὃ καὶ αὐτὸς ἡμῖν ὁ θε‐ σπέσιος γράφει Παῦλος; «Ὅταν» γὰρ, φησὶ, «τὸ
55πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σω‐
θήσεται.»720

68

.

724

ΠΑΛΛ. Ὀρθῶς ἔφης· ἰσχνὴ γὰρ ἄγαν ἡ ἐπιτή‐ ρησις. ΚΥΡ. Καὶ μὴν ὅτι τὸ χρῆμα οὐκ ἐψευσμένον, εἴσῃ τοι καὶ λίαν εὐπετῶς. Ἐμπεδοῖ γὰρ ἡμᾶς καὶ ἐξ
5ἑτέρων εὐθὺς ἐννοιῶν ὁ λόγος· ἐν κόσμῳ γὰρ τῷ καθήκοντι πράττεσθαι δεῖν ἐτύπου Θεὸς τάς τε ἀνα‐ ζεύξεις, καὶ μὴν καὶ ἱδρύσεις, ἤτοι συγκαταυλι‐ σμοὺς τῶν υἱῶν Ἰσραὴλ, κύκλῳ τε ἰέναι τῆς σκη‐ νῆς εὖ μάλα προστέταχε, κατά γε τὸ, οἶμαι, πρὸς
10τοῦ μάκαρος Δαβὶδ ἀστείως ὑμνούμενον· «Καὶ κυ‐ κλώσω τὸ θυσιαστήριόν σου, Κύριε, τοῦ ἀκοῦσαί με φωνῆς αἰνέσεώς σου,» ἤγουν τὸ, «Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ.» Ὑποσημαίνεται δέ τι καὶ ἕτερον, τὸ ὡς ἐν τύπῳ
15δράσαι κεκελευσμένον. Χρὴ γὰρ ἡμᾶς οὐκ ἀπο‐ νοσφίζεσθαι Θεοῦ, ἀλλ’ οἱονείπως ἀγχοῦ καὶ ἐν κύκλῳ φαίνεσθαι περιεστηκότας, οὐ μεσολαβούσης ἁμαρ‐ τίας, οὐ διαστάσης ἡμᾶς κοσμικῆς ἡδονῆς, ἀλλ’ εἰς ἑνότητα τὴν πνευματικὴν συλλέγοντος ὀρθοῦ δια‐
20νοίας παραστήματος ἑτοιμότητός τε τῆς πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων. Πρέπει γὰρ ἂν ὅτι μά‐ λιστά γε τοῖς οὕτως εὐδοκιμεῖν ᾑρημένοις τὸ χρῆ‐ ναι καρποφορεῖν. Γέγραπται γὰρ ὅτι «Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα.» Οὐκοῦν συναπαίρειν αὐτοὺς ἐκέ‐
25λευε τῇ σκηνῇ, καὶ κύκλῳ βαδίζειν, καὶ ὡς ἐν τάξει πάλιν, οὐ ταῖς ἡλικίαις πρεπούσῃ καὶ ἀσυγχύτως ἰούσῃ πρὸς τοὺς ἐσχάτους ἀπὸ τῶν πρώτων, συνημ‐ μένους δὲ οὕτω, καὶ ἀνὰ μέρος, καθάπερ ἐν τῇ τῶν δώρων προσαγωγῇ. Γέγραπται δὲ οὕτως ἐν τοῖς
30Ἀριθμοῖς, «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν λέγων· Ἄνθρωπος ἐχόμενος κατὰ τάγμα αὐτοῦ καὶ κατὰ σημασίας κατ’ οἴκους πατριῶν αὐτῶν, παρεμβαλέτωσαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι Κυρίου, κύ‐ κλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ
35υἱοὶ Ἰσραήλ.» Εἶτα τὸν ἑκάστῳ τόπον ἐκνεμηθέντα δεικνύει· ὅποι τε καὶ ὅπως καὶ τίνες οἱ παρεμβάλ‐ λοντες. Ἐπιφέρει γὰρ ὡδί· «Καὶ οἱ παρεμβάλλοντες πρῶτοι, κατὰ ἀνατολὰς, τάγμα παρεμβολῆς Ἰούδα σὺν δυνάμει αὐτῶν, καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι
40φυλῆς Ἰσάχαρ, καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλών.» Εἶτα διαμέμνηται συμμορίας δευτέρας καί φησι· «Τάγμα παρεμβολῆς Ῥουβὴμ πρὸς νότον σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ῥουβὴμ, Ἐλισοὺρ, υἱὸς Σεδιοὺρ, δύναμις αὐτοῦ οἱ ἐπεσκεμ‐
45μένοι ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ, φυλῆς Συ‐ μεὼν, καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ, φυλῆς Γάδ.» Καὶ τρίτην εὐθὺς ἐπισυνάπτει λέγων· «Τάγμα παρεμβολῆς Ἐφραῒμ παρὰ θάλασσαν σὺν δυνάμει

68

.

724

(50)

αὐτῶν, καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Βεν‐ ιαμίν.» Καὶ μὴν καὶ τετάρτης συμμορίας εὐθὺς διαμέμνηται λέγων, «Τάγμα παρεμβολῆς Δὰν πρὸς βοῤῥᾶν σὺν δυνάμει αὐτῶν· καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Ἀσὴρ, καὶ οἱ παρεμβάλλοντες
55ἐχόμενοι αὐτοῦ φυλῆς Νεφθαλεὶμ, πάντες οἱ ἐπεσκεμ‐ μένοι, φησὶ, τῆς παρεμβολῆς Δὰν, ἑκατὸν πεντήκοντα
καὶ ἑπτὰ χιλιάδες καὶ ἑξακόσιοι, ἔσχατοι ἐξαροῦσι722

68

.

725

κατὰ τάγματα αὐτῶν.» Ὁρᾷς ὅτι προτέτακται μὲν Ἰούδας καὶ οἱ σὺν αὐτῷ, καὶ τὸν ἀπόλεκτον ἔχει τόπον τὸν πρὸς ἠὼ καὶ νότον; ἐν φωτὶ γὰρ οἱ ἐν Χριστῷ, καὶ τῷ πνεύματι ζέοντες. Δεύτερος ὁ Ῥουβὴμ, καὶ οἱ
5σὺν αὐτῷ. Καὶ τρίτοι μὲν πάλιν οἱ ἐξ ἐλευθέρας. Εἶτα μετὰ τούτους ἕτεροι τρεῖς, οἱ ἐκ θεραπαινῶν, περὶ ὧν εἴρηται τὸ, «Ἔσχατοι ἐξαροῦσιν.» Ἆρ’ οὐκ ἐναργὲς καὶ οὐδαμόθεν ἐνδοιαστὸν, ὅτι προτετίμηται καὶ προεισκέκληται τοῦ πρωτοτόκου τὸ δεύτερον,
10τοῦτ’ ἔστι, τὸ ἐν Χριστῷ, καὶ τῶν ἐκ δουλείας τὸ ἐλεύθερον ἐν πίστει; Οἱ μὲν γὰρ ἡγοῦνται διὰ τὸν ἐξ Ἰούδα Χριστόν· οἱ δὲ κατόπιν ἔρχονται μόλις, καὶ ὡς ἐν δευτέρᾳ τέθεινται τάξει. ΠΑΛΛ. Ὀρθότατα ἔφης· καί σε τῆς οὕτω λεπτῆς
15ἀγχινοίας ἐπαινέσαιμι.
16tΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ
17tΚΑΙ ΑΛΗΘΕΙΑ
18tΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ
19tΛΟΓΟΣ ΕΝΔΕΚΑΤΟΣ.
23tΠερὶ ἱερωσύνης, καὶ ὅτι τύπος ἦν κατὰ νόμον
24tτῆς ἐν Χριστῷ.
25ΚΥΡ. Σκηνῆς μὲν δὴ πέρι καὶ τῶν ἐπ’ αὐτῇ κεχρη‐ σμῳδημένων, ἀποχρῶν ἡμῖν εὖ μάλα καὶ ἀστείως ἀπεξεσμένος εἰς ἰσχνότητα τὴν πνευματικὴ ἐκπεποίη‐ ται λόγος. Πρέποι δ’ ἂν, ὥς γέ μοι φαίνεται, συνερεῖς δέ που καὶ αὐτὸς, οἶδ’ ὅτι, τῶν ἱερωσύνης ἅψασθαι
30γερῶν, τίνα τε αὖ τὸν τρόπον διὰ τῆς ἐν τύπῳ καὶ κατὰ νόμον ἡ ἀληθὴς σημαίνεται, τοῦτ’ ἔστιν, ἡ ἐν Χριστῷ τε καὶ δι’ αὐτοῦ τὸ ἱερὸν ἁγιάζουσα γένος, φημὶ δὲ δὴ πάλιν τοὺς ἐν πίστει λελαμπρυσμένους, καὶ τὴν εἰς Θεὸν οἰκειότητα πεπλουτηκότας, διά γε
35τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος. ΠΑΛΛ. Πρέποι γὰρ ἂν καὶ μάλα εἰκότως. ΚΥΡ. Ἀποτελεσθείσης δὴ οὖν ἐν κόσμῳ τῷ πρέ‐ ποντι τῆς ἁγίας σκηνῆς, καὶ εἰς εἶδος ἐνηνεγμένης τὸ ἐν τῷ ὄρει παραδειχθὲν τῷ θεσπεσίῳ Μωσῇ, τὴν
40τῶν ἱερέων ἀνάδειξιν ἐποιεῖτο Θεὸς, καὶ δὴ καὶ ἔφασκε, «Καὶ σὺ προσαγάγου πρὸς ἑαυτὸν τόν τε
Ἀαρὼν τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ ἐκ724

68

.

728

τῶν υἱῶν Ἰσραὴλ ἱερατεύειν μοι, Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ, καὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ υἱοὺς Ἀα‐ ρών.» Ὀνομαστὶ μὲν οὖν οἱ ἀπόλεκτοι κέκληνται πρὸς ἱερουργίαν. «Οὐ γὰρ ἑαυτῷ τις λαμβάνει τὴν
5τιμὴν, ἀλλ’ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ,» κατὰ τὸ γεγραμμένον. Ἴτω δὴ οὖν αὐτόμολος μὲν μηδεὶς εἰς τὸ ἱερατεύειν τῷ Θεῷ, περιμενέτω δὲ κλῆσιν, ἤγουν, ἁρπάζειν ἐπιχειρῶν, ὃ μὴ ταῖς ἄνωθεν ἔχει ψήφοις, τὴν Δαθάν τε καὶ Ἀβειρὼν ὑφέξει δίκην. Καὶ μήτοι
10θαυμάσῃς εἰ τὸ αὐτόμολον ἐφ’ ἡμῶν ἔκτοπόν τε καὶ ἀκαλλὲς, ὅτε καὶ περὶ αὐτοῦ τοῦ Χριστοῦ γράφει Παῦλος, «Οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτὸν, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Κλήσεως οὖν ἄρα τῆς
15ἐπὶ Χριστῷ λεγομένης εἰκὼν ἂν εἴη πάλιν τὸ πρὸς Μωσέα σοφῶς εἰρημένον, «Καὶ σὺ προσαγάγου πρὸς ἑαυτὸν τόν τε Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ τοὺς υἱοὺς αὐτοῦ.» Τὸ γὰρ «προσαγάγου,» τί ἕτερον ἢ τὸ, οἰκείωσαί τε καὶ προσκάλει, δηλοῖ; Κέκληται δὲ
20ὥσπερ εἰς ἀρχιερέα Χριστὸς διὰ βουλῆς τοῦ Πατρός. Συγκέκληνται δὲ τρόπον τινὰ αὐτῷ καὶ συνεργοὶ τέ‐ θεινται πρὸς ἱερουργίαν καὶ οἱ θεσπέσιοι μαθηταί. Τοιγάρτοι καὶ διαῤῥήδην ἔφασκον, «Θεοῦ γάρ ἐσμεν συνεργοί·» περιεφοίτων δὲ αὖ καὶ τὴν ὑφ’ ἥλιον
25πᾶσαν, ἱερουργοῦντες εἰς τὰ ἔθνη τὸ Εὐαγγέλιον Χριστοῦ. Κέκληνται μὲν γὰρ εἰς ἀποστολὴν διὰ Χριστοῦ, καὶ ἀληθὴς ὁ λόγος. Ἀλλ’ ἦν που πάντως τὸ χρῆμα καὶ αὐτὸ θελητὸν τῷ Πατρί· μία γὰρ ἐφ’ ἅπασι τοῖς δρωμένοις ἡ ψῆφος, ὅτι καὶ βουλὴ καὶ
30σοφία καὶ θέλησις τοῦ Πατρὸς ὁ Υἱός. Οὐκοῦν ὁ Ἀαρὼν τύπος ἂν εἴη Χριστοῦ, καὶ τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ νοουμένης ἱερωσύνης, οἱονεὶ προανά‐ δειξις, ὡς ἐν σκιαῖς ἔτι ταῖς ἀμυδροτέραις. Σύνες δὲ ὅτι προστάττεται Μωσῆς προσαγαγέσθαι πρὸς ἑαυ‐
35τὸν τόν τε Ἀαρών· ἀσθενὴς γάρ πως καὶ ἀτελὴς ὁ νόμος, εἰ καὶ ἀπονοσφίζοιτο τοῦ Χριστοῦ. «Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.» Χριστὸς δὲ μίαν ὑπὲρ ἁμαρτωλῶν προσενέγκας θυ‐ σίαν, τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους,
40Ἴστωσαν δὴ οὖν οἱ σκιᾶς ἔτι καὶ γράμματος φίλοι, καὶ Μωσαϊκῶν ἐνταλμάτων κατηξιωμένοι, ὡς εἰ μὴ προσαγάγοιντο πρὸς ἑαυτοὺς τὸν ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, εἰς οὐδὲν αὐτοῖς τῆς ἐν τύπῳ λατρείας καταλήξει τὸ
45σπούδασμα. Ποῖα γὰρ ἂν εἶεν παρά γε τῷ φιλαρέτῳ Θεῷ τῆς ἐν νόμῳ ζωῆς τὰ αὐχήματα; Τοιγάρτοι καὶ Παῦλος ἡμῖν ὁ σοφώτατος, διὰ τὸ ὑπερέχον τῆς γνώ‐ σεως τῆς Χριστοῦ, σκύβαλα μὲν ἡγεῖσθαι τὰ ἐν κόσμῳ φησὶν, ἀνθελέσθαι δὲ τὰ πνευματικά· καὶ τοῦτό ἐστι

68

.

728

(50)

νοητῶς, τὸ προσάγεσθαι πρὸς ἑαυτὸν αὐτὸν τὸν Ἀαρών. ΠΑΛΛ. Συνίημι ὃ φῄς· σαφὴς γὰρ ὁ λόγος.
ΚΥΡ. Προσαγάγου τοίνυν, φησὶ, πρὸς ἑαυτὸν726

68

.

729

Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ καθ’ ἕτερον, οἶμαι, τρό‐ πον, τὸ χρῆμα εἰδὼς οὐκ ἀσυντελὲς εἰς ὄνησιν τὴν ὡς ἐν νοήσει πνευματικῇ· σύνες δὲ ὃ φημί. Ἀπεστέλ‐ λετο μὲν γὰρ Μωσῆς, τῆς ἐν Αἰγύπτῳ ταλαιπωρίας
5ἐκκομίζων τὸν Ἰσραήλ. Εἶτα τὴν ἀνθρώπου δύναμιν ὑπερανεστηκὸς ἄγαν, καὶ πέρα δὴ μέτρων τῆς ἐνού‐ σης ἰσχύος τε καὶ εὐγλωττίας αὐτῷ τὸ ἐγχείρημα βλέπων, ἐλιπάρει λέγων· «Ἰδοὺ οὐκ εὔλαλός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης, οὐδὲ ἀφ’ οὗ ἤρξω
10λαλεῖν τῷ θεράποντί σου, ἰσχνόφωνος καὶ βραδύγλωσ‐ σός εἰμι ἐγώ.» Θεοῦ δὲ πρὸς ταῦτα, «Τίς ἔδωκε στόμα ἀνθρώπῳ,» λέγοντος, «τίς ἐποίησε δύσκωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ Κύριος ὁ Θεός; καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα
15σου.» Τῆς τῶν κατορθωμάτων ὑπεροχῆς ἡττώμε‐ νος, ἐδεδίει πάλιν, καὶ δὴ ἔφασκε, «Δέομαι, Κύριε, προχείρισαι ἄλλον, τὸν δυνάμενον, ὃν ἀποστελεῖς.» Προεχειρίζετο δὲ τὸ τηνικάδε Θεὸς παραχρῆμα τὸν Ἀαρὼν, εἰς τύπον τοῦ πάντα εὐκόλως κατορθοῦν
20εἰδότος Χριστοῦ· λελύτρωται δὲ οὐχ ἑτέρως ὁ Ἰσραὴλ, εἰ μὴ δέδοται συνεργὸς τῇ Μωσέως ἰσχνομυθίᾳ καὶ ἀσθενείᾳ πάλιν, ὡς ἐν εἰκόνι τῇ Ἀαρὼν ὁ Χριστός· οὕτω κἀνθάδε νοήσεις. Τὸ γὰρ ἀσθενὲς τοῦ νόμου τελειῶν ἐν Χριστῷ, παρεκόμισεν εἰς ἱερωσύνην τὸν
25Ἀαρὼν, καὶ συνάπτει χρησίμως τῷ μακαρίῳ Μωσῇ. Οὔτε γὰρ εἰς λύτρωσιν ἀρκέσειεν ἂν ὁ νόμος, οὔτε μὴν εἰς τὸ δύνασθαι τελειοῦν εἰς ἁγιασμὸν τοὺς ἐκλελυτρωμένους. Λύτρωσις δὲ καὶ ἁγιασμὸς ὁ Χρι‐ στὸς, συνεργαζομένων ἁγίων· καθάπερ ἀμέλει Μωσῆς
30μὲν τῷ Ἀαρὼν ἐν Αἰγύπτῳ τότε, αὐτῷ γε μὴν τῷ Ἀαρὼν οἱ υἱοί. Τῷ δὲ δὴ πάντων ἀρχιερεῖ καὶ ἡγου‐ μένῳ Χριστῷ συνειργάζοντο νοητῶς καὶ οἱ θεσπέσιοι μαθηταί. Πάντα μὲν ἰσχύοντι κατορθοῦν, καὶ οὐχ ὡς ἀσθενοῦντι συντρέχοντες, ἀλλ’ ὡς κεκλημένοι πρὸς
35ὑπουργίαν καὶ ἀριστίνδην ἐπιλελεγμένοι, καὶ τὸ ἐφ’ ἅπασιν εὐσθενὲς παρ’ αὐτοῦ κερδαίνοντες. Καὶ μαρ‐ τυρήσει λέγων ὁ θεσπέσιος Παῦλος· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» ΠΑΛΛ. Οὐκοῦν ἀπόλεκτοι καὶ ὀνομαστὶ κέκληνται
40πρὸς ἱερουργίαν Ἀαρών τε καὶ οἱ λοιποί. ΚΥΡ. Καὶ πρός γε δὴ τούτοις λαμπρά τε καὶ ἱεροπρεπῆ τὰ ἐσθήματα κατασκευάζεσθαι αὐτοῖς ἐνομοθέτει λέγων· «Καὶ ποιήσεις στολὴν ἁγίαν Ἀαρὼν τῷ ἀδελφῷ σου εἰς τιμὴν καὶ δόξαν, καὶ σὺ
45λάλησον πᾶσι τοῖς σοφοῖς τῇ διανοίᾳ, οὓς ἐνέπλησα πνεῦμα αἰσθήσεως, καὶ ποιήσουσι τὴν στολὴν τὴν ἁγίαν Ἀαρὼν εἰς τὸ ἅγιον ἐν ᾗ ἱερατεύσει μοι.» Παῦλος μὲν οὖν ὁ σοφώτατος τοῖς ἐν πίστει δεδικαιω‐ μένοις τὴν ἁγίαν ὄντως καὶ ἐξ οὐρανοῦ στολὴν ἀν‐

68

.

729

(50)

άπτεσθαι δεῖν συμβουλεύει γράφων· «Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.» Τοῦτο γάρτοι ὁ προφήτης Ἡσαΐας προανακεκράγει λέγων ὡς ἐκ προσώπου τῆς Ἐκκλησίας, «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου
55καὶ χιτῶνα εὐφροσύνης.» Ἔσθημα δὴ οὖν τὸ εἰς728

68

.

732

τιμὴν καὶ δόξαν ἀληθῶς τῷ ἱερῷ καὶ ἁγίῳ γένει, Χριστὸς, κόσμημά τε λαμπρὸν καὶ ὑπερκόσμιον ταῖς τῶν ἁγίων ψυχαῖς. «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτί‐ σθητε, Χριστὸν ἐνεδύσασθε,» φησὶ, καὶ ἀληθὴς ὁ λό‐
5γος. Ὡς ἐν σκιαῖς δὲ ὁ νόμος κατακαλλύνει τὸν Ἀαρὼν, εἰς Χριστὸν ἀναφέρων τὴν ἐκ τοῦ ποικίλως ἐστάλθαι δόξαν. Μονονουχὶ γὰρ καὶ συνυφασμένος τῇ τῶν τεχνημάτων κατασκευῇ μυστικός τε καὶ ἀκριβὴς εὑρίσκεται λόγος, αἰνιγματωδῶς ὑποφαίνων
10τοῦ Σωτῆρος τὴν δόξαν. Θέα γὰρ ὅπως τῆς συνέσεως τῆς παρὰ Θεοῦ τῶν ἐσθημάτων τοὺς τεχνουργοὺς ἀναπεπλῆσθαί φησιν, εἰς εὐανθῆ ποικιλουργίαν ἀπο‐ κομίζοντος, καὶ τὴν Χριστοῦ τοῖς ἀμφίοις ἐγγράφον‐ τος δόξαν. Περιστήθιον δὲ καὶ ἐπωμὶς, καὶ ποδήρης,
15καὶ χιτὼν ὁ κοσυμβωτὸς, κίδαρίς τε καὶ ζώνη, τὰ τεχνουργούμενα, αὐτά τε καὶ πρὸς τούτοις ἕτερα, ἃ καὶ ἀνὰ μέρος ἡμῖν, ὡς ἔνι, λελέξεται. Ἔφη τοίνυν περὶ τῶν εἰς ἔργα παρειλημμένων, «Καὶ αὐτοὶ λή‐ ψονται τὸ χρυσίον, καὶ τὴν ὑάκινθον, καὶ τὴν πορφύ‐
20ραν, καὶ τὸ κόκκινον, καὶ βύσσον.» Καί μοι πάλιν λεπτὸν ἐνιεὶς τοῖς προκειμένοις τὸν νοῦν, καὶ πρό γε δὴ τῶν ἄλλων ἄθρει δὴ τόδε. ΠΑΛΛ. Τὸ ποῖον τί φής; ΚΥΡ. Οὐ γὰρ χρυσίου καὶ βύσσου, καὶ μὴν καὶ
25πορφύρας καὶ κοκκίνου κεκλωσμένου, ὑακίνθου τε αὖ πάντα πεποίηνται τὰ ἐν τῇ σκηνῇ, καὶ ἦν εἰς τύπον Χριστοῦ; ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Θέα δὲ δὴ ὅτι διὰ τῶν αὐτῶν καὶ ἡ τοῦ
30προὔχοντος ἐν ἱερωσύνῃ διεσκευάσθη στολὴ, τὴν Χριστοῦ δόξαν ὡς ἐν εἰκόνι δὴ πάλιν καὶ τύποις ὠδίνουσα· λόγοι γὰρ οἱ αὐτοὶ, γνῶσις δὲ οὐχ ἑτέρα, τὸ Χριστοῦ κάλλος κατασημαίνουσι. Γινώσκεται γὰρ ὡς ἐν χρυσῷ μὲν Θεὸς, ὡς ἐν πορφύρᾳ τὸ βασίλειον
35ἔχων ἀξίωμα, καὶ ὡς ἐν βύσσῳ λεπτῇ λόγος ἰσ‐ χνὸς καὶ ἀσώματος, ὡς ἐν κοκκίνῳ διὰ τὴν σάρκα· ἐν ὑακίνθῳ γε μὴν ἀεροφανεῖ, τοιουτόχρως γὰρ ὑάκινθος, διὰ τὸ ἄνωθεν καὶ ἐξ οὐρανοῦ. Ἢ γὰρ οὐχὶ Θεός τε ἅμα καὶ βασιλεὺς ὁ ἐκ Θεοῦ Πατρὸς
40Λόγος; ΠΑΛΛ. Πῶς γὰρ οὕ; ΚΥΡ. Οὐχὶ δὲ Λόγος ὢν τοῦ Πατρὸς λεπτὸς καὶ ἀσώματος, γέγονεν ἐν σαρκὶ καὶ ἔστιν ἄνωθεν; ΠΑΛΛ. Ἀληθές.
45ΚΥΡ. Αἱ αὐταὶ τοιγαροῦν ἀπαραλλάκτως καὶ ὡς ἐν θεωρίᾳ λεπτῇ τῶν ἐσθημάτων αἱ ὕλαι, καὶ μέν‐ τοι καὶ τῶν κατεσκευασμένων ἐν τῇ ἁγίᾳ σκηνῆ. Καὶ ταυτὶ μὲν ὧδε, τὰ δὲ εἰς τιμὴν καὶ δόξαν τῷ Ἀαρὼν ποικίλως ἐξυφασμένα καιρὸς ἤδη λέγειν. Οὐκοῦν,

68

.

732

(50)

«Καὶ ποιήσουσι, φησὶ, τὴν ἐπωμίδα ἐκ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν ποικιλτοῦ, δύο ἐπωμί‐ δες συνέχουσαι ἔσονται αὐτῷ, ἑτέρα τὴν ἑτέραν ἐπὶ
τοῖς δύο μέρεσιν ἐξηρτημένα. Καὶ τὸ ὕφασμα τῶν730

68

.

733

ἐπωμίδων, ὅ ἐστιν ἐπ’ αὐτῷ κατὰ τὴν ποίησιν, ἐξ αὐτοῦ ἔσται ἐκ χρυσοῦ καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμέ‐ νης.» Ὕλην δὲ τοῖς ὑφάσμασι δοὺς τὴν ἤδη προει‐
5ρημένην, εὐθὺς ἐπιφέρει· «Καὶ λήψῃ τοὺς δύο λίθους, λίθους σμαράγδους, καὶ γλύψεις ἐν αὐτοῖς τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ, ἓξ ὀνόματα περὶ τὸν λίθον τὸν ἕνα, καὶ τὰ ἓξ ὀνόματα τὰ λοιπὰ ἐπὶ τὸν λίθον τὸν δεύτερον, κατὰ τὰς γενέσεις αὐτῶν, ἔργον λιθουρ‐
10γικῆς τέχνης· γλύμμα σφραγίδος διαγλύψεις τοὺς λίθους ἐπὶ τοῖς ὀνόμασι τῶν υἱῶν Ἰσραήλ. Καὶ θή‐ σεις τοὺς δύο λίθους ἐπὶ τῶν ὤμων τῆς ἐπωμίδος· λίθοι μνημόσυνόν εἰσι τοῖς υἱοῖς Ἰσραήλ.» ΠΑΛΛ. Βαθὺς μὲν, ὡς ἔοικεν, ὁ ἐν τοῖς θεωρή‐
15μασι λόγος· πειρῶ δὲ πρότερον ἐκεῖνο εἰπεῖν, τί τὸ χρῆμα τῆς ἐπίκλην ἐπωμίδος, ἢ ποῖον ἂν ἔχοι τῆς κατασκευῆς τὸν τρόπον. ΚΥΡ. Ὕφασμά τι χιτῶνος ὡς ἐν εἴδει καὶ μέχρι στέρνου διῆκον γενέσθαι προστέταχεν, ὡς αὐτοῖς
20ἔσω τε καὶ ὡς ἐν χρῷ καὶ μέχρι ποδῶν ἐσθήμασιν ἐπενηνεγμένου, καὶ τὴν ἐκ χρυσοῦ καὶ πορφύρας ἀπαστράπτων αὐγὴν, τοῖς τῶν θεωμένων ὀφθαλμοῖς σεπτόν τε καὶ ἱεροπρεπὲς ἐντέκοι τὸ θαῦμα. Τοῦτο κέκληκεν ἐπωμίδα, διὰ τὸ, οἶμαι, βραχὺ τοῦ τεχνήμα‐
25τος, καὶ τὸ ἀμφοῖν δὴ μόλις ἐπιτάννυσθαι τοῖν ὤμοιν. Ἐν ταύτῃ δὴ οὖν τῇ ἐπωμίδι δύο λίθους, σμαράγ‐ δου δὲ αὗται, κλώσμασιν ἰσχνοῖς εὖ μάλα διεσφιγμέ‐ νας ἐνερείδεσθαι δεῖν διετύπου σαφῶς, ἐνορωρυγ‐ μένων εὐτέχνως ὀνομαστὶ τῶν φυλῶν, ὡς ἓξ ἐν μιᾷ
30γράφεσθαι λίθῳ. Καὶ τίς ὁ τοῦδε λόγος, αὐτὸς ἡμῖν διεσάφει λέγων· «Καὶ λήψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἔναντι Κυρίου ἐπὶ τῶν δύο ὤμων αὐτοῦ, μνημόσυνον περὶ αὐτῶν.» ΠΑΛΛ. Νομιοῦμεν δὲ τί διά τε τῶν λίθων καὶ
35τῶν ἐν αὐτοῖς ὑποδηλοῦσθαι πάλιν; ΚΥΡ. Ἄκουε δή· ὠχρὰ μὲν λίθος ἡ σμάραγδος. Ἐννήχεται δὲ αὐτῇ τὸ αὐγοειδὲς ἐν βάθει, καὶ οἱον‐ εὶ σκότῳ συγκέκραται φῶς· ἑκατέρου πρὸς ἑαυτὸ τὸ νικᾷν ἀνθέλκοντος. Ἆρ’ οὖν, ὦ Παλλάδιε, πρὸς τὸ
40ὑψοῦ τε καὶ ἄνω βλέπων ὁ τοῦ σώματος ὀφθαλμὸς, καὶ κατατείνας εἰς τὸ βαθὺ πρὸς αἰθέρα καὶ οὐρανὸν, οὐχὶ τοιᾷδέ τινι προβαλεῖ θεωρίᾳ; ὠχρὸς γάρ που καὶ ὡς ἐν βάθει μέλας, καὶ φωτὶ μετρίῳ συμμιγὴς, ὁ ἀνωτάτω λίαν αἰθήρ.
45ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Εἰκόνα δὴ οὖν οὐρανοῦ τὴν λίθον ποιεῖται τὸ Γράμμα τὸ ἱερόν. Καὶ μή τοι θαυμάσῃς ὅτε καὶ σαπφείρῳ παρεικάζει πάλιν αὐτόν. Ὠχρὰ γὰρ ἡ σάπφειρος, καὶ τῆς ἐν σμαράγδῳ θέας οὐ μακράν.

68

.

733

(50)

Γέγραπται δὲ οὕτως ἐν τῇ Ἐξόδῳ, «Καὶ ἀνέβη Μωσῆς καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῆς γερουσίας Ἰσραήλ. Καὶ εἶδον τὸν τόπον οὗ εἱστήκει ὁ Θεὸς Ἰσραήλ· καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡσεὶ ἔργον λίθου σαπφείρου, καὶ ὥσ‐
55περ εἶδος στερεώματος τοῦ οὐρανοῦ, τῇ καθαρότητι.»732

68

.

736

Ἐπειδὴ γὰρ ἐν Αἰγύπτῳ γεγονότες οἱ ἐξ Ἰσραὴλ λελατρεύκασι τῇ κτίσει, καὶ θεὸν ἐκάλουν τὸν οὐρα‐ νὸν, χρησίμως αὐτοῖς ὁ τῶν ὅλων Κύριος καὶ ἐπ’ αὐτοῦ βεβηκὼς ἐφαίνετο τοῦ στερεώματος, ἵν’ εἰδεῖεν
5ὅτι πάντα ὑπὸ πόδας ἔχει, καὶ αὐτῶν ἐστι τῶν οὐ‐ ρανῶν δεσπότης, ὡς δημιουργός. Συνίης οὖν ὅτι τύ‐ πον ὥσπερ τινὰ καὶ εἰκονισμὸν οὐρανοῦ τὸ Γράμμα ποιεῖται τὸ ἱερὸν, τὴν ὡς ἐν μετρίῳ φωτὶ κατ‐ ωχριῶσαν λίθον; κυαναυγὴς γὰρ φύσει.
10ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Οὐρανοῦ δὴ οὖν σημεῖον ἡ σμάραγδος, γε‐ γραμμένον ἔχουσα κατὰ γένος τὸν Ἰσραὴλ, καὶ τόπον λαχοῦσα τὴν ἐπωμίδα, δι’ οὗ παρέσται νοεῖν, ὡς, οἵπερ ἂν εἶεν τὴν ἀπογραφὴν λαχόντες ἐν οὐρανῷ,
15οὗτοι πάντη τε καὶ πάντως ἐπαναπαύσονται τῷ Χρι‐ στῷ, μονονουχὶ καὶ ἐπ’ ὤμων ἔχοντι, καὶ ὡς ἐν τά‐ ξει τέκνων ποιουμένῳ τοὺς ἀγαθούς. Τοιοῦτον δὲ καὶ ὁ θεῖος ἔφη Μωσῆς, φειδοῖ τῇ παρὰ Θεοῦ κατακαλ‐ λύνων τὸν Ἰσραήλ· «Ὡς ἀετὸς σκεπάσαι νοσσιὰν
20ἑαυτοῦ, καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησε, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς, καὶ ἀν‐ έλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ.» Ἀλλὰ δή που καὶ ὁ Δαβὶδ ἀναμελῳδεῖ ἁγίῳ παντὶ, καὶ ἐν βοηθείᾳ τοῦ Ὑψίστου κατῳκηκότι, «Ἐπὶ τῶν μετα‐
25φρένων αὐτοῦ ἐπισκιάσει σοι,» φησί. Μετάφρενά που καθάπερ ἐγᾦμαι τὰ ὑπαυχένια μέρη, καὶ τὰ ὡς ἐν ὤμοις ὑποδηλῶν, καὶ οὐχὶ δὴ πάντως τὰ νῶτα. Ἐπ’ ὤμων δὴ οὖν ἀρθήσονται, κατὰ τὴν τοῦ προ‐ φήτου φωνὴν, καὶ ἐπὶ βραχίονος ἀναληφθήσονται
30κατὰ τὸν ἀρχαῖον Ἐφραῒμ, οἱ τὴν ἄνω λαχόντες ἀπογραφὴν, ἣν εὐκλεᾶ τε καὶ ἀξιάγαστον καὶ τῶν θείων χαρισμάτων τὸ κάλλος ὑπερκειμένην αὐτὸς ἀπέφηνεν ὁ Σωτὴρ, τοῖς ἁγίοις μαθηταῖς ὡδίπη λέγων· «Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑποτάσσεται ὑμῖν, χαίρετε
35δὲ μᾶλλον, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς.» Μνημόσυνον δὲ τὴν ἔν γε τοῖς λί‐ θοις ἀπογραφὴν ἔσεσθαί φησι τοῖς υἱοῖς Ἰσραὴλ ἔναντι Κυρίου, μονονουχὶ καὶ ἐνατενίζοντος, ὡς ἐν Ἀαρών· εἰσδέχεται γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ εἰς
40ἀνάμνησιν ἐν Χριστῷ, καὶ γεγόναμεν ἐν αὐτῷ γνώ‐ ριμοί τε καὶ ἐποπτείας ἄξιοι, καὶ ὡς ἐν βίβλῳ Θεοῦ. ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Κόσμημα δὲ τούτῳ καὶ ἕτερον προσεπ‐ άγεσθαι δεῖν ἐπιτάττει λέγων, «Καὶ ποιήσεις ἀσπι‐
45δίσκας ἐκ χρυσοῦ καθαροῦ καταμεμιγμένας, καὶ ποιήσεις δύο κροσσωτὰ ἐκ χρυσίου καθαροῦ καταμε‐ μιγμένα ἐν ἄνθεσιν ἔργον πλοκῆς, καὶ ἐπιθήσεις τὰ κροσσωτὰ τὰ πεπλεγμένα ἐπὶ τὰς ἀσπιδίσκας καὶ τὰς παρωμίδας αὐτῶν ἐκ τῶν ἐμπροσθίων. Καὶ ποιή‐

68

.

736

(50)

σεις λόγιον τῶν κρίσεων, ἔργον ὑφάντου κατὰ τὸν ῥυθμὸν τῆς ἐπωμίδος, ποιήσεις αὐτὸ ἐκ χρυσίου καὶ ὑακίνθου, καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου κεκλωσμένης, ποιήσεις αὐτὸ τετράγωνον, ἔσται διπλοῦν σπιθαμῆς τὸ μῆκος καὶ σπιθαμῆς τὸ
55εὖρος, Καὶ καθυφανεῖς ἐν αὐτῷ ὕφασμα κατὰ τὸν734

68

.

737

λίθον τετράστιχον.» Εἶτα τῶν λίθων συνθεὶς τὰ ὀνό‐ ματα αὐτῶν, προσεπάγει πάλιν, «Καὶ οἱ λίθοι ἔστω‐ σαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δώδεκα, κατὰ τὰ ὀνόματα αὐτῶν, γλυφαὶ σφραγίδων ἑκάστου
5κατὰ τὰ ὀνόματα αὐτῶν ἔστωσαν εἰς τὰς δώδεκα φυλάς.» Καὶ ἑξῆς μετ’ ὀλίγα· «Καὶ λήψεται,» φησὶν, «Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ λογίου τῆς κρίσεως, ἐπὶ τοῦ στήθους εἰσιόντι εἰς τὸ Ἅγιον, μνημόσυνον ἔναντι Κυρίου τοῦ Θεοῦ.»
10ΠΑΛΛ. Ὡς βαθὺ τοῦ λογίου τὸ χρῆμα, δυσέφι‐ κτός τε κομιδῆ καὶ αὐτὸς εἶναί μοι δοκεῖ τῆς κατα‐ σκευῆς ὁ τρόπος. ΚΥΡ. Ἰτέον δὴ οὖν ἐπ’ αὐτὰ, καὶ ὡς ἀγχοῦ δὴ μάλα τῆς ἀληθείας, εἰ καὶ μὴ εἰσάπαν αὐτῆς ἐφ‐
15ικέσθαι τυχὸν ἐπιτρέπει τὸ ἄναντες. Τὰ γάρτοι λίαν ἀσυμφανῆ κἂν γοῦν ἐν ἐσόπτρῳ βλέπειν, φαίην ἂν ἔγωγε θατέρου διενεγκεῖν, τοῦ μηδ’ ὅλως ἐννενοῆ‐ σθαι λέγω. Ἐρῶ δὴ οὖν, ὡς οἷόν τε καὶ ὡς ἂν ἔχοιμι κατὰ νοῦν. Ἀσπιδίσκας δύο προστέταχε γενέσθαι ἐκ
20χρυσίου δὴ καθαροῦ, εὐρυτέρας μὲν ἢ κατὰ νομίσ‐ ματος κύκλον, ἐν εἴδει γε μὴν τῷ αὐτῷ· κυκλοτε‐ ρὲς γὰρ τὸ νόμισμα· εἶτα δύο κροσσωτὰ μεμιγμένα ἐν ἄνθεσιν ἐκ χρυσίου καθαροῦ. Σειρὰς δὲ εἶναί φα‐ μεν τὰ κροσσωτὰ, ἐκπεποικιλμένην ἐχούσας τὴν ὡς
25ἐν χρώμασιν ὄψιν. Ἄνθη γὰρ ἔφη τὰ χρώματα. Βύσ‐ σος δὲ ἦν ἄρα καὶ πορφύρα ταυτὶ, καὶ νῆμα χρυ‐ σοῦν, καὶ μὴν καὶ ὑάκινθος, καὶ κλῶσμα τὸ κόκκι‐ νον. Καὶ πρός γε δὴ τούτῳ χρῆναι γενέσθαι φησὶ τετράγωνον ὕφασμα, καὶ ὡς ἐν εἴδει κύβου, σπιθα‐
30μιαῖον, ἰσόπλευρον πανταχῆ. Ἐνυφαίνεσθαι δὲ δεῖν αὐτῷ τὰς δυοκαίδεκα λίθους εὖ μάλα φησὶ, καὶ ἀνὰ τρεῖς κειμένας, ὡς ἐν τέσσαρσιν ὅλοις στίχοις ἐντε‐ τορευμένων αὐταῖς ὀνομαστὶ τῶν φυλῶν. Οὐκοῦν ἀπὸ μὲν τῆς ἐπωμίδος, χρυσαῖς καὶ πολυειδέσιν αἱ
35ἀσπιδίσκαι σειραῖς ἐκκεκρεμασμέναι ὑπεκάθηντο μέντοι ἠρέμα, τὸ ὑψοῦ τε δοκεῖν καὶ ἐπ’ αὐτοῖς εἶναι τοῖς ὤμοις. Ἥπτοντο δὲ τῶν στέρνων καὶ αὐτοῖς ἤδη ἐπῃώρηντο τοῖς μαστοῖς· ἀπὸ δέ γε τῶν ἀσπιδισκῶν σειραῖς ἑτέραις τὸ τῶν κρίσεων λόγιον εὖ μάλα προσ‐
40ηρτημένον ἐπενήχετο τῷ στέρνῳ, κροσσωτῶν ἐκ‐ κεκρεμασμένων. Καὶ ἦν οὐκ ἀθαύμαστον τοῖς ὁρῶσι τὸ χρῆμα, λίθοις καὶ χρυσῷ διαφανὲς καὶ ταῖς τῶν ἑτέρων ὑλῶν εὐχροίαις πανδόξως ἐξειργασμένον. Ἔσεσθαι δὲ καὶ τοῦτο πάλιν εἰς ἀνάμνησιν τοῖς υἱοῖς
45Ἰσραὴλ, ἔναντι Κυρίου εἰσιόντος Ἀαρὼν εἰς τὸ Ἅγιον. Ἆρά σοι σαφὲς ὡς ἔνι λοιπὸν τῶν τεχνημά‐ των τὸ σχῆμα; ΠΑΛΛ. Καὶ μάλα. Ἀνθ’ ὅτου δὲ δὴ τὸ λόγιον τῶν κρίσεων ὄνομα τῷ τεχνήματι;

68

.

737

(50)

ΚΥΡ. Οὐ γὰρ δὴ καὶ ἐπωμίδα κεκλῆσθαι τὸ ἀνωτέρω, διὰ τὸ ἀμφοῖν ἐπιτετᾶσθαι τοῖν ὤμοιν, ἐτυμολογοῦντες εἰρήκαμεν; ΠΑΛΛ. Ναί. Τί οὖν τοῦτό γε;
ΚΥΡ. Ὅτι πάλιν ἐτύμως τε καὶ ἀναλόγως τὸ ὡς736

68

.

740

ἐν καρδίᾳ τε καὶ σπλάγχνοις ἀποτεθειμένον λόγιον τῶν κρίσεων ὠνομάσθαι φαμέν. Ἐνδιαίτημα γὰρ ὥσπερ τοῦ ἐν ἡμῖν λογικοῦ καρδία καὶ σπλάγχνα. Ἐρήρεισται δὲ ὥσπερ καὶ ἐγκαταπέπηκται φυσικῶς
5τῷ ἐν ἡμῖν λογικῷ καὶ ἡ ἐφ’ ἑκάστῳ τῶν πρακτέων ὀρθή τε καὶ ἀδιάβλητος κρίσις, τοῦτ’ ἔστιν, ἡ δι‐ καιοκρισία, καὶ τὸ ἑκάστῳ πρέπον· ἢ γὰρ οὐχὶ λο‐ γική τις ἐν ἡμῖν τὰς τῶν πρακτέων ταλαντεύει φύ‐ σεις, καὶ ἀποκρίνει τῶν ἀμεινόνων τὸ ἄχαρί τε καὶ
10ἀλυσιτελές; ΠΑΛΛ. Καὶ πάνυ. ΚΥΡ. Κρίσιν δὲ ὀνομάζειν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὴν ὀρθότητα καὶ δικαιοκρισίαν. Καὶ γοῦν ὁ θεσπέσιος ψάλλει Δαβίδ· «Μακάριοι οἱ φυλάσσοντες
15κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ.» Ἔφη δέ που πάλιν· «Καὶ τιμὴ βασιλέως, κρίσιν ἀγαπᾷν. Λαμπρὰ γὰρ ἡ βασιλέως τιμή τε καὶ δόξα, φιλοῦσα δικαιοσύνην. Λόγιον οὖν ἄρα κρίσεως τὸ καρδίᾳ καὶ στέρνοις ἐπεῤῥιμμένον, διὰ τὸ ὥσπερ
20ἐν τόπῳ κεῖσθαι τοῦ λογικοῦ, ἐν ᾧ ἡ ὀρθότης ἐν δι‐ καιοσύνῃ. Ἐν αὐτῷ δὲ τούτῳ λίθοι δυοκαίδεκα χρυ‐ σίῳ περισχετοὶ, γραφὴν ἔχοντες, τὰς φυλάς. Εἶεν δ’ ἂν τύπος ἀνδρῶν ἁγίων, οἳ λαμπροί τέ εἰσι καὶ τίμιοι, καὶ οἷά τινες ἀπόλεκτοι λίθοι, μονονουχὶ καὶ
25εἰς νοῦν καὶ καρδίαν κείμενοι τοῦ Χριστοῦ· καὶ γάρ εἰσιν ἀληθῶς μνήμης ἄξιοι, διά γε τὸ ἐν ἀρετῇ δια‐ φανὲς, καὶ τὸ ὡς ἐν ἁγιασμῷ τίμιον. Ἀποκρέμανται δὲ τοῦ λογίου τῶν κρίσεων καὶ κρωσσοὶ χρυσοῖ, παρα‐ δηλοῦντος, οἶμαι, τοῦ πράγματος, ὅτι τῆς τῶν ἁγίων
30πληθύος ὁ πολύς τε καὶ ἀναρίθμητος τῶν ἀνδραγαθη‐ μάτων ἐσμὸς μονονουχὶ καὶ ἀπηρτημένος ὁρᾶται. Καὶ γοῦν ὁ μακάριος Δαβὶδ καὶ τῆς Ἐκκλησίας τὸν κόσμον ἐν κροσσωτοῖς εἶναί φησιν.
35ΠΑΛΛ. Πιθανὸς ὁ λόγος. ΚΥΡ. Ἀπὸ δέ γε τοῦ λογίου τῶν κρίσεων χρυσοῖς δακτύλοις ἐνειλημμένη ποικίλη τε καὶ εὔχρως ἀνέρπει σειρὰ, καθάπερ ἐλέγομεν, καὶ δι’ ἀμφοῖν ἰοῦσα ταῖν ἀσπιδίσκαιν, ἐπ’ αὐτὸ διήκει τῆς ἐπωμίδος τὸ ἄκρον,
40ἐφ’ ᾗ τῆς ἀπογραφῆς αἱ λίθοι. Τί δ’ ἂν εἴη καὶ τόδε, πῶς οὐκ ἄξιον ἰδεῖν; Δοκεῖ δὴ οὖν μοι παραδηλοῦν τὸ αἴνιγμα τοιουτονί τι πάλιν· Ὡς γὰρ οἱ λίθοι οἱ τίμιοι καὶ ἐν γνώσει τε καὶ ἐν μνήμῃ Χριστοῦ, πρὸς τὴν ἄνω τρέχοντες ἀπογραφὴν, τὸ χρῆμα κερδαίνουσι διὰ
45τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστε‐ ρῶν· γράφει γὰρ ὧδε σαφῶς ὁ θεσπέσιος Παῦλος. Καὶ μὴν καὶ ἑτέρωθί φησιν· «Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ.» Χρυσᾶ δὲ τὰ βασιλέως ὅπλα, χρυσαῖ δὲ ὁμοίως αἱ ἀσπιδίσκαι, καὶ τὴν τοῦ Θεοῦ πανοπλίαν

68

.

740

(50)

αἰνιγματωδῶς ὑποφαίνουσαι. Ἐσόμεθα δὴ οὖν οὐχ ἑτέρως ἐν μνήμῃ τε καὶ ἀπογραφῇ Θεοῦ, μὴ οὐχὶ τῶν ὅπλων τῆς δικαιοσύνης ἁψάμενοι, καὶ δι’ αὐτῶν
ἰόντες πρακτικῶς. Τὸ δὲ δὴ τῆς ἐπωμίδος ἀνῆφθαι738

68

.

741

τὸ λόγιον κατασημήνειεν ἂν, οἶμαι, τὸ τοῖς ἄνω συν‐ ῆφθαι τὰ κάτω, μεσιτεύοντος τοῦ Χριστοῦ. «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἒν,» κατὰ τὰς Γραφὰς, καὶ τῆς τῶν ἁγίων ἀγγέλων
5πληθύος τῷ συνδέσμῳ τῆς ἀγάπης ἀπαρτήσας τὰ ἀνθρώπινα. Ἰστέον δὲ ὅτι καὶ ὁ μακάριος Ἰεζεκιὴλ τὸν ἄρχοντα Τύρου πάντα μὲν τίμιον λίθον ἐνδεδύσθαι φησίν· ἀπαριθμεῖται δὲ τούτους, οὓς καὶ ἐν τῷ λο‐ γίῳ τῶν κρίσεων τεθεῖσθαί φησιν ὁ θεσπέσιος Μω‐
10σῆς. Ἦσαν δὲ οὗτοι, σάρδιον, τοπάζιον, σμάραγδος, ἄνθραξ, σάπφειρος, καὶ ἰάσπις, λιγύριον, ἀχάτης, ἀμέθυστος, χρυσόλιθος, βηρύλλιον, ὀνύχιον. Τετάχατο δὲ ἀνὰ τρεῖς, καὶ ἐν ὅλοις τέσσαρσι στίχοις, τὸ ἑδραῖον ἐν πίστει τῶν ἐν καρδίᾳ καὶ μνήμῃ Χριστοῦ σκιαγρα‐
15φούσης ἡμῖν τῆς τοιᾶσδε θέσεως. Πίστεως μὲν γὰρ τὸ ἀνὰ τρεῖς, καὶ ὡς ἐν Τριάδι σύμβολον· ἑδραιότη‐ τος δὲ τὸ ὡς ἐν τετραγώνῳ τε καὶ ἰσοπλεύρῳ σχήματι. Πεποίητο γὰρ οὕτω τὸ λόγιον, ἐφ’ ᾧ καὶ αἱ λίθοι δυοκαίδεκα.
20ΠΑΛΛ. Πείθομαι. ΚΥΡ. Καὶ πρός γε δὴ τούτοις συναναπλέκεσθαί τι καὶ ἕτερον ταῖς δυοκαίδεκα λίθοις προσεπιτάττει, λέγων· «Καὶ ἐπιθήσεις ἐπὶ τὸ λόγιον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ ἔσται ἐπὶ τοῦ
25στήθους Ἀαρὼν, ὅταν εἰσπορεύηται εἰς τὸ Ἅγιον ἔναντι Κυρίου, καὶ εἰσοίσει Ἀαρὼν τὰς κρίσεις τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ στήθους ἔναντι Κυρίου διὰ παντός.» Δήλωσιν μὲν οὖν ὀνομάζει καὶ ἀλήθειαν, οὐ μὴν ἔτι καὶ διαμεμήνυκεν ἐναργῶς πότερα δὴ
30λίθους, ἢ ὡς ἐν μικρῷ πινακίῳ γραφὴν γενέσθαι προστέταχεν. Μεμνήσομαι δὲ προφήτου λέγοντος, «Διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, οὔτε δή‐
35λων.» Ἀλλ’ εἴτ’ οὖν εἶεν καὶ ταῦτα λίθοι, εἴτ’ οὖν ὡς ἐν πίνακι χρυσῇ τῶν ὀνομάτων γραφῇ, πολυπραγ‐ μονήσει μὲν οὐ λίαν ὁ λόγος, γνωσόμεθα δὲ εἰς τύ‐ πον αὐτὰ τεθεῖσθαι, Χριστοῦ συνόντος ἁγίοις. «Ἰδοὺ γὰρ, φησὶ, μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, καὶ
40ἕως συντελείας τοῦ αἰῶνος.» Ἀλήθεια δὲ καὶ δήλω‐ σις ὁ Χριστός. Ἔγνωμεν γὰρ ἐν αὐτῷ τὸν Πατέρα, καὶ δεδήλωκεν ἡμῖν τὸ ἀγαθὸν αὐτοῦ θέλημα τὸ τέ‐ λειον καὶ εὐάρεστον, κατὰ τὰς Γραφάς. Ἔφη γάρ που Χριστός· «Οὐκέτι λέγω ὑμᾶς δούλους, ὑμεῖς φίλοι
45μού ἐστε, ὅτι πάντα ἂ ἤκουσα παρὰ τοῦ Πατρός μου ἀπήγγειλα ὑμῖν.» Ἀλήθεια δὲ καὶ ἑτέρως Ἐμμα‐ νουὴλ, ὅτι μόνος αὐτὸς κατὰ φύσιν Υἱὸς, καὶ ὡς ἐκ Θεοῦ Θεὸς, μόνος ἅγιος, μόνος Κύριος· μεθεκτῶς δὲ ἡ κτίσις, καὶ κατὰ μίμησιν, ὅσα καὶ αὐτὸς εἶναι

68

.

741

(50)

νοεῖται. Σύνεστι δὴ οὖν τοῖς ἁγίοις ὡς ἐν δήλῳ τε καὶ ἀληθείᾳ νοούμενος ὁ Χριστὸς, ὃς καὶ ἐν προσώπῳ τοῦ Πατρὸς εἰσφέρει τὰ καθ’ ἡμᾶς, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ ἡμῶν. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ,
Καὶ εἰσοίσει Ἀαρὼν τὰς κρίσεις τῶν υἱῶν Ἰσραὴλ740

68

.

744

ἔναντι Κυρίου ἐπὶ τοῦ στήθους αὐτοῦ διὰ παν‐ τός. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ἱεροπρεπὲς δέ τι καὶ ἀξιάγαστον ἄμφιον
5κατασκευάζεσθαι δεῖν ἐπιτάττει λέγων· «Καὶ ποι‐ ήσεις ὑποδύτην ποδήρη, ὅλον ὑακίνθινον, καὶ ἔσται τὸ περιστόμιον ἐξ αὐτοῦ μέσον, ὤαν ἔχων κύκλῳ τοῦ περιστομίον, ἔργον ὑφάντου, τὴν συμβολὴν συνυφα‐ σμένην ἐξ αὐτοῦ, ἵνα μὴ ῥαγῇ. Καὶ ποιήσεις ὑπὸ
10τὸ λῶμα τοῦ ὑποδύτου κάτωθεν, ὡσεὶ ἐξανθούσης ῥόας ῥοΐσκους ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκ‐ κίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης, ὑπὸ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ. Τὸ αὐτὸ εἶδος τοῖς ῥοΐσκοις, καὶ κώδωνας χρυσοῦς ἀναμέσον τούτων
15περικύκλῳ παρὰ ῥοΐσκον χρυσοῦν κώδωνα, καὶ ἄνθινον ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ. Καὶ ἔσται Ἀαρὼν ἐν τῷ λειτουργεῖν ἀκουστὴ ἡ φωνὴ αὐ‐ τοῦ, εἰσιόντι εἰς τὸ Ἅγιον ἔναντι Κυρίου, καὶ ἐξιόντι, ἵνα μὴ ἀποθάνῃ.» Ὑποδύτην μὲν οὖν καὶ ποδήρη,
20χιτῶνα μακρὸν, εὐφυᾶ τε πρὸς περιστολὴν, καὶ τὸν ἐκ δειρῆς αὐτῆς εἰς ἄκρους ἰόντα πόδας, ὀνομάζει σαφῶς· ἐξ ὑακίνθου δὲ, ὅτι τῆς ἄνωθεν ἀφθαρσίας σύμβολον, τουτέστι Χριστοῦ. Τοιουτονὶ γάρτοι καὶ ὁ θεσπέσιος Δαβὶδ προαναπεφώνηκε λέγων ὡς ἐκ
25προσώπου τοῦ Θεοῦ περὶ τῶν ἐν ταῖς ἐκκλησίαις ἱερουργούντων· «Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτη‐ ρίαν.» Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος. Καὶ τοῦτο, οἶ‐ μαι, ἔστι τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ, ὃ ἐπιπο‐
30θοῦμεν ἐνδύσασθαι, ὁ τῆς εὐφροσύνης χιτὼν, τὸ ἱμά‐ τιον τοῦ σωτηρίου, κατὰ τὴν τοῦ προφήτου φωνήν. Οὐρανοῦ δὲ τύπος τὸ χρῶμα τὸ ὑακίνθινον εἴρηται σαφῶς. Καὶ ἀληθὴς μὲν ὁ λόγος, ὡς ἐφ’ ἡμῶν αὐτῶν. Περιβεβλήμεθα γὰρ ἀφθαρσίαν τὴν ἄνωθεν. Εἰ δὲ καὶ
35αὐτὸς νοοῖτο Χριστὸς, ὡς ἐν Ἀαρὼν τὸν ποδήρη τὸν ὑποδύτην ἔχων, οὐδὲν ἧττον ἡμῖν ἀληθὴς ὁ λόγος Θεὸς γὰρ ὢν κατὰ φύσιν ὁ Μονογενὴς, ἄφθαρτον ἀποτελεῖ τὸ ἴδιον σῶμα, καὶ ζωῇ τῇ ἄνωθεν περιβα‐ λὼν αὐτὸ, τῆς τοῦ θανάτου πλεονεξίας ἐτίθει που
40πάντως ἐν ἀμείνοσιν· ὅτι γὰρ φυσικῶς τε ἅμα καὶ ἀμεθέκτως ἐν Χριστῷ καὶ ἀφθαρσία καὶ ζωὰ, συν‐ ήσεις κἀντεῦθεν. Ἔφη μὲν γὰρ ἅτε δὴ καὶ ὑπάρχων κατὰ φύσιν Θεὸς, «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.» Ζωοποιούμενος δὲ κατὰ τὸ ἀνθρώπινον, «Ὥσπερ
45γὰρ ὁ Πατὴρ,» φησὶν, «ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ.» Οὐκοῦν κἂν εἰ αὐτὸς νοοῖτο Χριστὸς, ὁ ἀφθαρσίαν τὴν ἄνω‐ θεν περιβεβλῆσθαι λεγόμενος, οὐχὶ τοῦ πρέποντος ἐξοίχοιτο ἂν ὁ λόγος. Πρὸς δέ γε δὴ τοῖς κάτω τυχὸν

68

.

744

(50)

μέρεσι, ῥοΐσκοι καὶ κώδωνες παραλλάσσοντες τὰ ἐγ‐ κείμενα· καὶ ῥοΐσκοι μὲν ὡς συνυφασμένοι, χρυσοῖ δὲ οἱ κώδωνες· ὡς ἂν εὔηχοί τε εἶεν κατὰ τὸ ἀληθὲς, καὶ μὴν καὶ εἰσθέοντος Ἀαρὼν εἰς τὰ Ἅγια τῶν ἁγίων, ἐπισημοτάτην αὐτοῦ ποιῶνται τὴν εἰσδρομήν.
55Σύμβολον δὲ καὶ τοῦτό ἐστι τῆς σωτηρίου καὶ σοφῆς
οἰκονομίας, φημὶ δὴ τοῦ θείου τε καὶ εὐαγγελικοῦ742

68

.

745

κηρύγματος, οἱονεί πως ἅπασαν περιβομβοῦντος πό‐ λιν, ὅτε δι’ ἡμᾶς εἰσβέβηκεν εἰς τὰ Ἅγια τῶν ἁγίων, αἰωνίαν λύτρωσιν εὑράμενος, ὁ μέγας ἡμῶν ἀρχιε‐ ρεὺς, τὸ ἄμωμον θῦμα. «Μιᾷ γὰρ προσφορᾷ τετε‐
5λείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.» Αἴ‐ νιγμα δὲ ὥσπερ οὐκ ἀσυμφανὲς, τοῦ μὲν σωτηρίου κηρύγματος οἱ ἐκ χρυσοῦ γεγονότες κώδωνες, πόλεων δὲ οἱ ῥοΐσκοι. ΠΑΛΛ. Τίνα τρόπον;
10ΚΥΡ. Ὡς γὰρ πόλις ἑνὶ μὲν ἔξωθεν περιδέδεται πύργῳ, μυρίας δὲ ὅσας ἐν ἑαυτῇ συνέχει τὰς συνοι‐ κίας· τὸν αὐτὸν, οἶμαι, τρόπον καὶ τὸ χρῆμα τῆς ῥόας ἑνὶ μὲν ἔξωθεν ἐλύτρῳ διέζωσται, ἔσωθεν δὲ οἱ κόκκοι χιτῶσιν ἰσχνοῖς ἀλλήλων ἀποτειχίζονται, μόνον
15δὲ οὐχὶ συλλέγονται κατὰ συνοικίας. Ἢ οὐχ ὧδε ἔχει; ΠΑΛΛ. Σύμφημι. ΚΥΡ. Κώδων δὴ οὖν παρ’ ἑκάστῃ ῥόᾳ· διδάσκαλος γὰρ παρ’ ἑκάστῃ πόλει, τῇ τῶν θείων δογμάτων ἀπο‐ κτυπήσει καὶ εὐηχίᾳ, φανερὰν ἅπασι καθιστὰς τοῦ
20Σωτῆρος ἡμῶν τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσδρομήν. Ἐπήρτηται δὲ καὶ δεῖμα θανάτου τοῖς ἱερουργεῖν ἐπιτεταγμένοις, ἤτοι τῷ Ἀαρὼν, εἰς τὴν ἁγίαν σκη‐ νὴν, εἰ μὴ περιβομβοῖεν εὖ μάλα τῶν κωδώνων οἱ κτύποι. Χρῆμα γὰρ ἐπισφαλὲς διδασκάλοις ἡ σιωπή.
25Καὶ τοῦτό ἐστιν ἐναργῶς, ὅπερ ἔφη Παῦλος, «Οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι.» ΠΑΛΛ. Ἔοικεν· διατεκμαίρῃ γὰρ δὴ καὶ λίαν ὀρ‐ θῶς. ΚΥΡ. Καὶ πρός γε δὴ τούτοις· «Καὶ ποιήσεις,
30φησὶ, πέταλον χρυσοῦν, καθαρὸν, καὶ ἐκτυπώσεις ἐν αὐτῷ ἐκτύπωμα σφραγίδος, Ἁγίασμα Κυρίῳ, καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ ὑακίνθου κεκλωσμένης. Καὶ ἔσται ἐπὶ τῆς μίτρας, κατὰ πρόσωπον τῆς μίτρας ἔσται. Καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ἀαρών. Καὶ ἐξαρεῖ Ἀα‐
35ρὼν τὰ ἁμαρτήματα τῶν ἁγίων, ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ Ἰσραὴλ, παντὸς δόματος τῶν ἁγίων αὐτῶν. Καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ἀαρὼν διαπαντὸς, δεκτὸν αὐτοῖς ἔναντι Κυρίου.» Ἐξ ὑακίνθου μὲν οὖν ἡ μίτρα, χρυσοῦν δὲ τὸ πέταλον. Ἐκτύπωμα δὲ ἐν αὐτῷ
40καὶ γραφὴ, τὸ Χριστοῦ μυστήριον, καὶ τῆς εἰς τόνδε τὸν κόσμον ἀποστολῆς προαναφώνησις ἐναργής. Ἁγίασμα γὰρ, φησὶ, Κυρίῳ. Ἢ οὐχὶ ἐνηγιᾶσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἑαυτὸν ἔφη σαφῶς ὁ Ἐμμα‐ νουήλ;
45ΠΑΛΛ. Ναὶ, μεμνήσομαι γὰρ Ἰουδαίοις λέγοντος, «Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος Θεοῦ ἐγέ‐ νετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφὴ, ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς Θεοῦ εἰμι;»

68

.

745

(50)

ΚΥΡ. Ἐνηγιᾶσθαι δὲ ὅταν λέγῃ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἑαυτὸν ὁ Υἱὸς, τὸ οἱονεὶ προκεχειρίσθαι τε καὶ ἀπεστάλθαι δηλοῖ. Ἁγίασμα δὴ οὖν Κυρίου,
φησὶ, τοῦτ’ ἔστιν, εἰς τόνδε τὸν κόσμον ἀνάδειξις καὶ744

68

.

748

ἀποστολὴ, πλὴν εἰς βασιλείαν καὶ δόξαν. Τελειοῖ γὰρ οὕτως τὸν Ἀαρὼν, χρυσοῦν ἐπὶ τῷ μετώπῳ τὸ ψαλίον τιθείς. Κύριος δὲ τῶν ὅλων καὶ βασιλεὺς, ὁ Χριστὸς, φυσικῶς τε ἅμα καὶ μεθεκτῶς. Θεὸς γὰρ ὢν φύσει
5κεκένωκεν ἑαυτὸν, καθεὶς ἐν δούλου μορφῇ. Καὶ δέ‐ χεται βασιλείαν, κατά γε τὸ πρέπον τῷ ἀνθρωπίνῳ σχήματι, καίτοι σύνεδρος ὢν ἄνωθέν τε καὶ ἀπ’ ἀρχῆς τῷ Θεῷ καὶ Πατρὶ, καὶ συγκατάρχων τῶν ὅλων καὶ συνδεσπότης. Σύνες δὲ ὅπως ἐξ ὑακίνθου γέγονεν ἡ
10μίτρα αὐτοῦ, τὸ λαμπρὸν τῆς βασιλείας ἔχουσα σύν‐ θημα, φημὶ δὴ τὸ πέταλον τὸ χρυσοῦν. Ὑάκινθος δὲ οὐρανοῦ σημεῖον· καὶ διαμέμνησο λέγοντος τοῦ Χρι‐ στοῦ, «Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου.» Οὐ γὰρ ἐπίγειος βασιλεὺς, ἀλλ’ οὐράνιος ὁ
15Χριστὸς, ὅλην ὑπὸ πόδας ἔχων τὴν κτίσιν. Προσεπ‐ ενεγκὼν δὲ, ὅτι «Καὶ ἐξαρεῖ Ἀαρὼν τὰ ἁμαρτήματα τῶν ἁγίων ὅσα ἂν ἁγιάσωσι, παντὸς δόματος τῶν ἁγίων αὐτῶν,» ὅτι πᾶσά τε προσαγωγὴ καὶ τελείωσις ἐν Χριστῷ, διαμεμήνυκεν ἐναργῶς, καὶ μὴν ὅτι
20πᾶσα δικαίωσις ἐν αὐτῷ τε καὶ δι’ αὐτοῦ, καὶ ἡ τῶν πάλαι πλημμελημάτων ἀπόθεσις. Αὐτὸς γὰρ ἡμῶν αἴρει τὰς ἁμαρτίας, καὶ δι’ αὐτοῦ γεγόναμεν δεκτοὶ, τὰς ἐν πνεύματι δωροφορίας προσκομίζοντες τῷ Θεῷ καὶ Πατρί.
25ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἀναπόθετον δὲ καὶ διηνεκῆ καὶ εἰς ἀπεράν‐ τους αἰῶνας ἐκτεινομένην τὴν τοῦ Σωτῆρος ἡμῶν βασιλείαν εὖ μάλα καταδεικνὺς, περί τε τῆς μίτρας τοῦ πετάλου φησί· «Καὶ ἔσται ἐπὶ τοῦ μετώπου
30Ἀαρὼν διὰ παντός.» Εἶτα ποῖ ποτ’ ἂν ἡμῖν ὁ θρα‐ σὺς καὶ ἀπόπληκτος τῶν ἀνοσίων αἱρετικῶν οἰχήσε‐ ται λόγος, πεφλυαρηκότων ὅτι καταλήξει ποτὲ τὸ Χριστοῦ κράτος, καὶ παραδώσει τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, τῶν τῆς θεότητος ἀποφοιτήσας θώ‐
35κων ὁ Ἐμμανουήλ; Ἐπισεμνύνονται γὰρ τοῖς ὧδε δεινοῖς καὶ ἐξιτήλοις δόγμασιν, οἷς ἀκόλουθον εἰπεῖν· «Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφάς.» Ἰδοὺ γὰρ, ἰδοὺ σαφῶς τε καὶ ἐναργῶς τοῦ Θεοῦ καὶ Πατρὸς δόξῃ καὶ τιμῇ διηνεκεῖ, καὶ τοῖς τῆς βασιλείας συνθήμασι
40ταινιοῦντος τὸν Ἀαρὼν, ἀποστεφανοῦσιν αὐτοὶ, καὶ μονονουχὶ τοῖς μετώποις ἐμπρέπουσαν τὴν ἱερὰν ἁρπάζουσι μίτραν. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. «Κίδαρίν τε καὶ ζώνην ἐκ βύσσου ποιή‐
45σεις,» φησί. Στρατιωτικὸν δὲ τῷ Ἀαρὼν τὸ σχῆμα, ζωστήρ τε καὶ κράνος· ἐν εἴδει γάρ πως ἡ κίδαρις τῷ τοιῷδέ ἐστι. Πεπολέμηκε γὰρ ὑπὲρ ἡμῶν ὁ Χρι‐ στὸς «ἐν χειρὶ κρυφαίᾳ,» κατὰ τὸ γεγραμμένον, καὶ «Τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτὸ,

68

.

748

(50)

τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο,» καὶ καθεῖλεν ἀρχὰς, τεθριάμβευκε δυνάμεις, κατέσεισε κυριότητας, καὶ αἰχμαλώτους ὄντας ἐῤῥύσατο τοὺς ἐπὶ τῆς γῆς. Ὅτι δὲ οὐχ ὁρατὸς ἢ παχὺς ὁ πόλεμος, οὐδὲ οἷον πρὸς αἷμα καὶ σάρκα, γέγονεν αὐτῷ, ὑποφαίνειν
55ἔοικεν αἰνιγματωδῶς τὸ ἐκ βύσσου μόνης τῆς ἄγαν746

68

.

749

ἰσχνῆς τὴν πολεμικὴν γενέσθαι σκευὴν, κίδαρίν τε καὶ ζώνην. Κόσμῳ μὲν οὖν ἱεροπρεπεῖ λαμπρόν τε καὶ ἀξιάγαστον ὑποφαίνει τὸν Ἀαρών. Προσεπιτάττει δὲ λέγων· «Καὶ τοῖς υἱοῖς Ἀαρὼν ποιήσεις χιτῶνας
5καὶ ζώνας, καὶ κιδάρεις ποιήσεις αὐτοῖς εἰς τιμὴν καὶ δόξαν. Καὶ ἐνδύσεις αὐτὰ Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ τοὺς υἱοὺς αὐτοῦ μετ’ αὐτοῦ. Καὶ χρίσεις αὐτοὺς, καὶ ἐμπλήσεις αὐτῶν τὰς χεῖρας, καὶ ἁγιά‐ σεις αὐτοὺς, ἵνα ἱερατεύωσί μοι. Καὶ ποιήσεις αὐτοῖς
10περισκελῆ λινᾶ καλύψαι ἀσχημοσύνην χρωτὸς αὐτῶν, ἀπὸ ὀσφύος ἕως μηρῶν ἔσται. Καὶ ἕξει Ἀαρὼν αὐτὰ καὶ οἱ υἱοὶ αὐτοῦ, ὅταν εἰσπορεύωνται εἰς τὴν σκη‐ νὴν τοῦ μαρτυρίου, ἢ ὅταν προσπορεύωνται λειτουρ‐ γεῖν πρὸς τὸ θυσιαστήριον τοῦ ἁγίου. Καὶ οὐκ ἐπ‐
15άξονται πρὸς ἑαυτοὺς ἁμαρτίαν, ἵνα μὴ ἀποθάνωσι. Νόμιμον αἰώνιον αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν.» Ὁρᾷς ὅτι καὶ αὐτοῖς τοῖς ἐξ Ἀαρὼν ἐμπρέ‐ πει τὸ, ὡς ἔν γε τῷ πολεμικῷ καθορᾶσθαι σχήματι. Μάχιμον γὰρ τὸ ἱερὸν ἅπαν ἐστὶ γένος, καὶ οὐ πρὸς
20αἷμα καὶ σάρκα στρατεύεσθαί τε καὶ ἀντεξάγειν εἰδὸς, ἀλλὰ τῆς βεβήλου κατακωλύειν ἁμαρτίας, ἐμφανέ‐ στατά τε καὶ λογικῶς τῶν τῆς ἀληθείας δογμάτων ὑπερμαχόμενον, καὶ αἰχμαλωτίζον πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, καθὰ γέγραπται. Περισκελές
25τε λινοῦν αὐτοῖς, τὸ ἀκαλλές τε καὶ ἄσχημον τῶν περὶ μηροὺς κατασκιάζον εὖ μάλα. Σεμνὰ γὰρ εὖ μάλα πάντα τὰ τῶν ἀγίων, καὶ ἄσχημον ἐν αὐτοῖς οὐδέν· ὑποσημαίνει δέ πως τὸ λινοῦν τοῖς περιμηροῖς τοῦ σώματος μέρεσιν ἐπενηνεγμένον, ὅτι τοῖς ἁγίοις
30πρεπωδεστάτη τῶν τῆς σαρκὸς ἡδονῶν ἡ ἀπόψυξις· ψυχρὸν γὰρ τὸ λινοῦν. Τὸ δὲ θερμὸν εἰς ὀρέξεις τὰς μυσαρωτάτας, ὁσίου παντὸς ἀλλότριον. Ἐκ λίνου δὲ καὶ ἑτέρως τοῖς ἱερᾶσθαι λαχοῦσιν, ἄμφιά τε καὶ περισκελῆ. Νεκρῶν γὰρ ἔργων ἀποφοιτᾷν ἀναγκαῖον
35αὐτούς· σύμβολον δὲ νεκρότητος ὡς ἐκ θνησειδίου λη‐ φθὲν, φημὶ δὴ προβάτου. Νεκρῶν οὖν ἔργων ἀπόθεσις, ὡς ἐν τύπῳ πάλιν, τὸ τοῖς ἐκ λίνου ἐστάλθαι, καὶ οὐχὶ δὴ μᾶλλον τοῖς ἐξ ἐρίων ἐσθήμασι· καὶ τοῦτο νόμος ἅγιος ὁ διηνεκής. Ἕψεται δὲ ὅτι πάντη τε καὶ
40πάντως τὸ ἐκτεθνάναι δεῖν, ἠμεληκόσι τοῦ πρέποντος, Καὶ τῆς ὅτι μάλιστα πρεπούσης αὐτοῖς εὐκοσμίας, διαμεμήνυκεν εἰπὼν ὅ τι χρὴ φοροῦντας ἱερουργεῖν· Καὶ οὐκ ἐπάξονται, φησὶ, πρὸς ἑαυτοὺς ἁμαρτίαν, ἵνα μὴ ἀποθάνωσιν.
47ΠΑΛΛ. Ἀσφαλὴς ὁ νόμος τὸ ἑκάστῳ λυσιτελὲς εὖ μάλα καταδεικνὺς, καὶ τὰ δι’ ὧν ἄριστα ἔχοι σαφῆ καθιστάς.

68

.

749

(50)

ΚΥΡ. Ὧδε ἔχει· καὶ στολῇ μὲν τῇ τοιᾷδε τὸ ἱερὸν καὶ ἀπόλεκτον κατακαλλύνει γένος, ἁγιάζει δὲ καὶ ἑτέρως. ὡς ἐν σκιᾷ μὲν ἔτι, πλὴν ἐν Χριστῷ. Γέ‐ γραπται γὰρ δὲ ὡδί· «Καὶ ταῦτά ἐστιν ἃ ποιήσεις αὐτοῖς· ἁγίασαι αὐτοὺς ὥστε ἱερατεύειν μοι αὐτοὺς,
55λήψῃ μοσχάριον ἐκ βοῶν ἓν, καὶ κριοὺς δύο ἀμώμους, καὶ ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ, καὶ λά‐
γανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ. Σεμίδαλιν ἐκ πυ‐748

68

.

752

ρῶν ποιήσεις αὐτὰ, καὶ ἐπιθήσεις αὐτὰ ἐπὶ κανοῦν ἓν, καὶ προσοίσεις αὐτὰ ἐπὶ τῷ κανῷ, καὶ τὸ μοσχά‐ ριον, καὶ τοὺς δύο κριούς. Καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ
5μαρτυρίου, καὶ λούσεις αὐτοὺς ἐν ὕδατι. Καὶ λαβὼν τὰς στολὰς, ἐνδύσεις Ἀαρὼν τὸν ἀδελφόν σου καὶ τὸν χιτῶνα τὸν ποδήρη, καὶ τὴν ἐπωμίδα, καὶ τὸ λογεῖον. Καὶ συνάψεις αὐτῷ τὸ λογεῖον πρὸς τὴν ἐπωμίδα. Καὶ ἐπιθήσεις τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ,
10καὶ ἐπιθήσεις τὸ πέταλον τὸ ἁγίασμα ἐπὶ τὴν μίτραν, καὶ λήψῃ τοῦ ἐλαίου τοῦ χρίσματος, καὶ ἐπιχεεῖς αὐτὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ χρίσεις αὐτόν. Καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις, καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας, καὶ ζώσεις αὐτοὺς ταῖς ζώναις, καὶ περιθήσεις αὐτοῖς
15τὰς κιδάρεις. Καὶ ἔσται αὐτοῖς ἱερατεία μοι εἰς τὸν αἰῶνα, καὶ τελειώσεις Ἀαρὼν τὰς χεῖρας αὐτοῦ, καὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ.» Προσκομίζε‐ σθαι μὲν οὖν εἰς θυσίαν προστέταχε μοσχάριον καὶ δύο κριοὺς, λάγανά τε καὶ ἄρτους ἐπὶ κανῷ.
20Προαφαγνίζει δὲ καὶ ἑτέρως, τύπον, οἶμαι, οὕτω που τὸ χρῆμα τιθεὶς τοῦ κατὰ ἀλήθειαν ἁγιασμοῦ. Ὕδατι γὰρ ἀπολούσας τὸν Ἀαρὼν, τὴν ἁγίαν αὐτὸν ἀμφιέννυσι στολήν. Ἀπολουσάμενοι δὲ καὶ ἡμεῖς διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ πᾶν εἶδος ἀκαθαρσίας
25ἀποτριβόμενοι, τότε δὴ, τότε τὴν ἄνωθεν καὶ ἐξ οὐρα‐ νοῦ καταπλουτοῦμεν χάριν, τὸν τῆς εὐφροσύνης χι‐ τῶνα δεχόμενοι, κατά γε τὸ, «Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.» Προαπέδειξε γὰρ ὁ λόγος, ὅτι πολυτρόπως ἦν ὁ Χριστὸς ὡς ἐν κόσμῳ τῷ περὶ
30τὸν Ἀαρὼν πλαττόμενος. Ἐλαίῳ δὲ καταχρίει τὴν κεφαλὴν ἁγίῳ. Ψάλλει δέ που καὶ ὁ Δαβίδ· «Ἐλίπα‐ νας ἐν ἐλαίῳ τὴν κεφαλήν μου,» τὸ ἱλαρὸν ἐν ἐλπίδι τῆς τῶν ἁγίων φωνῆς, ἤτοι τὴν ἄνωθεν ἱλαροποιὸν ἐπίσκεψιν τοῦ ἐλαίου κατασημαίνοντος. Ἠλεήμεθα
35γὰρ οἱ πιστεύσαντες, καί ἐσμεν εὐλογγημένοι τῷ Κυ‐ ρίῳ, τῇ τοῦ Πνεύματος ἐπιχορηγίᾳ τὸν νοῦν κατα‐ πιαινόμενοι· νοῦ δὲ εἰς τύπον ἡ κεφαλή. Κατὰ τὸν ἴσον δὲ τουτονὶ τρόπον οἱ ἱερεῖς ἡγιάζοντο, ὕδατί τε ἀπονιζόμενοι καὶ ἐλαίῳ χριόμενοι, οὕτω τε χριόμε‐
40νοι τὴν ἱερὰν ἀμφίασιν περικείμενοι, τελειούμενοί τε τὰς χεῖρας, ὡς ἤδη πως δοκεῖν καὶ ἐπιτηδείως ἔχειν εἴς γε τὸ χρῆναι λοιπὸν καθαρῶς τε καὶ ἀμωμήτως τὰς θυσίας ἐπιτελεῖν. Προηγιασμένοι δὲ καὶ ἡμεῖς αὐτοὶ, καὶ τῇ ἄνωθεν χάριτι κατηγλαϊσμένοι, καὶ κε‐
45χρισμένοι πρὸς τελειότητα τὴν πνευματικὴν, ὡς ἐκ παῤῥησίας λοιπὸν καθαραῖς οἱονεί πως καὶ πανάγνοις χερσὶ, προσκομίζομεν Θεῷ τὰς δωροφορίας, δῆλον δὲ ὅτι τὰς πνευματικάς. Καί τοι τοιοῦτον οἶμαι δηλοῦν τὸ τῷ μακαρίῳ Δαβὶδ ὑμνούμενον περὶ παντὸς ἀναβαίνοντος εἰς τὸ ὄρος Κυρίου· «Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ.»

68

.

752

(50)

ΠΑΛΛ. Ἔοικεν. ΚΥΡ. Τίνα δὲ τρόπον αὖ ἐκπράττεσθαι χρὴ τὰς ὑπὲρ τῶν ἱερέων θυσίας, ἐθεσμοθέτει λέγων· «Καὶ προσάξεις τὸν μόσχον ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐπιθήσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ
55τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι Κυρίου, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου,
καὶ σφάξεις τὸν μόσχον ἔναντι Κυρίου, παρὰ τὰς750

68

.

753

θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ λήψῃ ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ θήσεις ἐπὶ τῶν δύο κεράτων τοῦ θυσιαστηρίου τῷ δακτύλῳ σου. Τὸ δὲ λοιπὸν πᾶν αἷμα ἐκχεεῖς παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου, καὶ
5λήψῃ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας, καὶ τὸν λο‐ βὸν τὸν ἐπὶ τοῦ ἥπατος, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν, καὶ ἐπιθήσεις ἐπὶ τὸ θυσιαστή‐ ριον. Τὰ δὲ κρέατα τοῦ μόσχου, καὶ τὸ δέρμα, καὶ τὴν κόπρον κατακαύσεις πυρὶ ἔξω τῆς παρεμβολῆς·
10ἁμαρτίας γάρ ἐστι. Καὶ τὸν κριὸν λήψῃ τὸν ἕνα, καὶ ἐπιθήσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐ‐ τῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ, καὶ σφάξεις αὐτὸν, καὶ λαβὼν τὸ αἷμα προχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ, καὶ τὸν κριὸν διχοτομήσεις κατὰ μέλη· καὶ
15πλυνεῖς τὰ ἐνδόσθια καὶ τοὺς πόδας ὕδατι, καὶ ἐπι‐ θήσεις ἐπὶ τὰ διχοτομήματα σὺν τῇ κεφαλῇ, καὶ ἀνοίσεις ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον, ὁλοκαύ‐ τωμα τῷ Κυρίῳ εἰς ὀσμὴν εὐωδίας· θυμίαμα Κυρίῳ ἐστί. Καὶ λήψῃ τὸν κριὸν τὸν δεύτερον, καὶ ἐπιθή‐
20σει Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ, καὶ σφάξεις αὐτὸν, καὶ λήψῃ τοῦ αἵματος αὐτοῦ, καὶ ἐπιθήσεις ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ἀαρὼν τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τῆς δεξιᾶς χειρὸς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ, καὶ ἐπὶ
25τοὺς λοβοὺς τῶν ὤτων τῶν υἱῶν αὐτοῦ τῶν δεξιῶν, καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν, καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν. Καὶ λήψῃ ἀπὸ τοῦ αἵματος τοῦ θυσιαστηρίου, καὶ ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως, καὶ ῥανεῖς ἐπὶ Ἀαρὼν καὶ ἐπὶ τὴν στολὴν αὐ‐
30τοῦ, καὶ ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ, καὶ ἁγιασθήσεται αὐτὸς καὶ ἡ στολὴ αὐτοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ στολαὶ τῶν υἱῶν αὐτοῦ. Τὸ δὲ αἷμα τοῦ κριοῦ προχεεῖς πρὸς τὸ θυ‐ σιαστήριον κύκλῳ, καὶ λήψῃ ἀπὸ τοῦ κριοῦ τὸ στέαρ
35αὐτοῦ, καὶ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν, καὶ τὸν λοβὸν τοῦ ἥπατος, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ὑπ’ αὐτῶν, καὶ τὸν βραχίονα τὸν δεξιόν· ἔστι γὰρ τελείωσις αὕτη· καὶ ἄρτον ἕνα ἐξ ἐλαίου, καὶ λάγανον ἓν ἀπὸ τοῦ κανοῦ τῶν ἀζύμων
40τῶν προτεθειμένων ἔναντι Κυρίου. Καὶ ἐπιθήσεις τὰ πάντα ἐπὶ τὰς χεῖρας Ἀαρὼν, καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ. Καὶ ἀφοριεῖς αὐτὰ ἀφόρισμα ἔναντι Κυρίου, καὶ λήψῃ αὐτὰ ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως εἰς
45ὀσμὴν εὐωδίας ἔναντι Κυρίου· κάρπωμά ἐστι Κυ‐ ρίῳ. Καὶ λήψῃ τὸ στηθύνιον ἀπὸ τοῦ κριοῦ τῆς τε‐ λειώσεως, ὅ ἐστιν Ἀαρὼν, καὶ ἀφοριεῖς αὐτὸ ἀφ‐ όρισμα ἔναντι Κυρίου, καὶ ἔσται σοι ἐν μερίδι, καὶ ἁγιάσεις τὸ στηθύνιον ἀφόρισμα, καὶ τὸν βραχίονα

68

.

753

(50)

τοῦ ἀφαιρέματος, ὃς ἀφώρισται, καὶ ὃς ἀφῄρηται ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως ἀπὸ τοῦ Ἀαρὼν καὶ ἀπὸ τῶν υἱῶν αὐτοῦ, καὶ ἔσται Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ἰσραήλ· ἔστι γὰρ ἀφόρισμα τοῦτο, καὶ ἀφαίρεμα ἔσται παρὰ τῶν
55υἱῶν Ἰσραὴλ ἀπὸ τῶν θυμάτων τῶν σωτηρίων τῶν υἱῶν Ἰσραὴλ, ἀφαίρεμα Κυρίῳ.» Καὶ μετ’ ὀλίγα· «Καὶ τὸν κριὸν τῆς τελειώσεως λήψῃ, καὶ ἑψήσεις
τὰ κρέα ἐν τόπῳ ἁγίῳ, καὶ ἔδονται Ἀαρὼν καὶ οἱ752

68

.

756

υἱοὶ αὐτοῦ τὰ κρέα τοῦ κριοῦ, καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρ‐ τυρίου ἔδονται αὐτὰ, ἐν οἷς ἡγιάσθησαν ἐν αὐτοῖς τελειῶσαι τὰς χεῖρας αὐτῶν ἁγιάσαι αὐτοὺς, καὶ ἀλλογενὴς οὐκ ἔδεται ἀπ’ αὐτῶν· ἔστι γὰρ ἅγια. Ἐὰν δὲ καταλειφθῇ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τῆς τελειώσεως καὶ τῶν ἄρτων ἕως πρωῒ, κατακαύσεις τὰ λοιπὰ πυρί. Οὐ βρωθήσεται· ἁγίασμα γάρ ἐστι.»
5ΠΑΛΛ. Ὡς βαθὺ τὸ χρῆμα τῶν νομικῶν ἐνταλ‐ μάτων. ΚΥΡ. Βαθὺ μὲν οὖν λίαν· ἔφης γὰρ ὀρθῶς· πλὴν οὐκ εἰσάπαν ἀσυμφανὲς, τὸ θεῖον ἐν ἡμῖν ἐναστρά‐ πτοντος φῶς τοῦ ἁγίου Πνεύματος. Καὶ φέρε δὴ πά‐
10λιν, ὡς ἔνι, τὰ ἐφ’ ἑκάστῳ λέγωμεν. Κατὰ μυρίους ὅσους ἡμᾶς ἁγιάζει τρόπους ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἱερούς τε καὶ εὐπροσδέκτους ἀποτελεῖ. Δι’ αὐτοῦ γάρ τε καὶ ἐν αὐτῷ τὴν προσαγωγὴν ἐσχήκα‐ μεν, καί ἐσμεν οὐκ ἀνεθέλητοι τῷ Θεῷ καὶ Πατρί.
15Χρειωδέστατά τε καὶ ἀναγκαῖα πρὸς σωτηρίαν ἡμῖν, τοῖς ὑπὸ φθοράν τε καὶ ἁμαρτίαν, ὅ τε θάνατος αὐτοῦ καὶ μέν τοι καὶ ἡ ζωὴ, καὶ πρὸς τούτοις ἔτι ἡ διὰ τοῦ σώματός τε καὶ αἵματος αὐτοῦ τελείωσις· ἐν Χριστῷ γὰρ δὴ, καὶ οὐκ ἐν νόμῳ τὸ τέλειον.
20ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἄθρει δὴ οὖν ὡς ἐν τύποις ἔτι τὰ δι’ ὧν εὖ μάλα σεσώσμεθά τε καὶ ἡγιάσμεθα, ἱεροί τε καὶ ἅγιοι γεγόναμεν ἐν Χριστῷ. Μοσχάριον ἦν ἐκ βοῶν τὸ εἰς θυσίαν ἠγμένον, καὶ σφάζεται μὲν πρὸς αὐταῖς
25ταῖς θύραις τῆς ἁγίας σκηνῆς, ἐπενηνεγμένων αὐτῷ τῶν χειρῶν. Προσεχεῖτο δὲ τὸ αἷμα τῷ θυσιαστηρίῳ, καταχριομένων αὐτῷ τῶν κεράτων· καὶ καπνίζονται μὲν ἐν τάξει τῶν εὐοσμοτάτων θυμιαμάτων τὰ ἐντό‐ σθια. Τὸ δὲ λοιπὸν ἐμπίπραται σῶμα, διακομισθὲν
30ἐπέκεινα τῆς παρεμβολῆς. Καὶ μοσχάριον μὲν ὁ Χριστὸς, ὡς ἔξω ζυγοῦ καὶ ὑπὸ ζυγόν. Θεὸς γὰρ ὢν φύσει γέγονεν ὑπὸ νόμον διὰ τὸ ἀνθρώπινον. ἦ γὰρ οὐχὶ τὸ βραχὺ μοσχάριον ζυγοῦ μὲν ἄηθές ἐστι, φύσεώς γε μὴν τῆς ὑπὸ ζυγόν;
35ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Μοσχάριον δὴ οὖν ὠνόμασται πάλιν οἰκονο‐ μικῶς ὁ Χριστὸς, ἵν’ ἐν ταυτῷ νοῆται πρὸς ἡμῶν καὶ τὸ ἄηθες τῆς τοῦ Λόγου θεότητος εἰς δουλείαν, καὶ τὸ ὡς ἐν φύσει γενέσθαι τῇ ὑπὸ ζυγὸν κατά γε
40τὸ ἀνθρώπινον. Σφάζεται δὲ ὡς ὑπέρ γε τῆς ἁγίας σκηνῆς καὶ τῶν ἐπιθέντων αὐτῷ τὰς χεῖρας· Λευῖ‐ ται δὲ οὗτοι καὶ ἱερεῖς· ἀπέθανε γὰρ ὑπέρ τε τῆς Ἐκκλησίας καὶ τῶν αὐτῷ καθιερωμένων διὰ τῆς πίστεως. Ἱερὸς δὲ ὅτι καὶ ὡς ἐν τρόπῳ θυσίας εὐ‐
45πρόσδεκτος τῷ Θεῷ καὶ Πατρὶ τοῦ Ἐμμανουὴλ ὁ θάνατος, πάρα σοι νοεῖν, προσχεομένου τοῦ αἵματος τῷ ἁγίῳ θυσιαστηρίῳ, καὶ καταχρίοντος αὐτὸ, θυ‐ μιωμένων δὲ καὶ τῶν ἐντοσθίων, ἃ καὶ εἰς τύπον εἶεν ἂν τῶν εἰς τὸ ἔσω καὶ εἰς νοῦν ἀρετῶν, αἷς

68

.

756

(50)

ἔνεστι μὲν τὸ εὐῶδες πνευματικῶς, οὐ καθ’ ἕνα δὲ τρόπον, ἐπεί τοι πολλὰ τὰ ἐντόσθια, πιμελὴ καὶ νε‐ φροὶ, καὶ ὁ λοβὸς τοῦ ἥπατος. Ἐμπίπραται δὲ τοῦ σώματος τὸ λειπόμενον, ἔξω τῆς παρεμβολῆς. Ἔξω γὰρ τῆς πύλης ἔπαθεν ὁ Χριστός· γράφει δὲ οὕτως
55ὁ Παῦλος. Τὸ δέ γε πυρὶ δαπανᾶσθαι τὸ σῶμα κα‐
τασημήνειεν ἂν ἰσχνῶς, ὅτι τὸ πάθος αὐτῷ καὶ ὁ θά‐754

68

.

757

νατος οὐ πρὸς ἀδοξίαν ἔσται ποθὲν, ἀλλ’ εἰς λαμ‐ πρὰν καὶ ἐμφανεστάτην ἐκτελευτήσει δόξαν. Ἐν εἴδει γὰρ δὴ τῷ πυρὸς νοεῖται τὸ θεῖον· καταβέβηκε δὲ οὕτως καὶ ἐπὶ τὸ ὄρος τὸ Σινᾶ. Καταλύσων δὲ
5τοῦ θανάτου τὸ κράτος, ὑπέδυ τὸν θάνατον οἰκονο‐ μικῶς ὁ Χριστὸς, ἵν’ ὡς Θεὸς δοξάζηται πρὸς ἡμῶν. Ἕρπει δὴ οὖν εἰς θεοπρεπῆ δόξαν ὁ θάνατος, τὸ τέ‐ λος ἔχων τὸ ἀναβιῶναι λαμπρὸν, καὶ τὸ ἔν γε τῷ πα‐ θεῖν μικροπρεπὲς, εὐκλείαις ταῖς ἀνωτάτω νικώμε‐
10νον, οἴχεται πρὸς τὸ μηδέν· καὶ τοῦτο, οἶμαι ἔστιν αἰνιγματωδῶς, τὸ δαπανᾶσθαι πυρὶ τὸ νεκρὸν μοσχά‐ ριον. Ἐπειπὼν δὲ, ὅτι ἁμαρτία γάρ ἐστιν, εἰς ἀπο‐ κάθαρσιν ἁμαρτίας τὸ Χριστοῦ γενέσθαι διαμεμήνυκε πάθος, καὶ τὸ χρῆμά ἐστιν οὐκ ἀσυμφανές.
15ΠΑΛΛ. Οὐ γὰρ οὖν. ΚΥΡ. Εἶτα κριὸς ὁ πρῶτος λαμβάνεται καὶ σφά‐ ζεται μὲν ἐν ἴσῳ τῷ μόσχῳ· προσεχεῖτο δὲ αὖ τῷ θυσιαστηρίῳ τὸ αἷμα, καὶ μελειστὶ τεμνόμενος ἀν‐ εφέρετο, τῶν ἐντοσθίων ἐκπεπλυσμένων ὕδατι, κε‐
20φαλῇ τε ἅμα καὶ ποσὶν, ὅτι θυμίαμά ἐστι· γράφεται δὲ πάλιν ἡμῖν καὶ διὰ τούτων ὁ Χριστὸς, ὁ ἐν κριῷ τῷ τελείῳ τέλειος, ἁγίαν ἔχων ζωήν. Δηλοῖ γὰρ, οἶ‐ μαί που ὅτι, τὸ προσχεῖσθαι τὸ αἷμα τῷ θυσιαστη‐ ρίῳ· ζωῆς γὰρ τύπος τὸ αἷμα, καὶ εἰς ὀσμὴν εὐω‐
25δίας ἀνακείμενος τῷ Θεῷ καὶ Πατρὶ, ὡς ὑπὲρ πάν‐ των τε ἅμα καὶ ὑπὲρ ἑκάστου· τύπος δὲ τοῦτο πά‐ λιν, τὸ ἀναφέρεσθαι τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον, ὡς ἐν παντί τε καὶ κατὰ μέλος. Μέλη δὲ ἡμεῖς ἀνὰ μέρος Χριστοῦ, καὶ ἓν πάντες νοούμεθα σῶμα· ἅγιος
30δὲ ὅτι καὶ ἱερὸς ὅλος καὶ σπίλον ἀκαθαρσίας οὐκ ἔχων, ἡ τῶν ἐντοσθίων ἔκπλυσις εὖ μάλα παραδη‐ λοῖ. Συναναφέρεται δὲ κεφαλὴ καὶ πόδες, τὸ ἀπ’ ἀρ‐ χῆς καὶ μέχρι παντὸς εὐῶδες ἐν ἁγιασμῷ τῆς τοῦ Σωτῆρος ζωῆς ὑποφαίνοντες. Παντὸς γὰρ ζώου κε‐
35φαλὴ μὲν ἀρχὴ, κατάληξις δὲ ὥσπερ καὶ τοῦ παν‐ τὸς σώματος οἱ πόδες τὸ τέλος. Ἢ καὶ τάχα που νοεῖν ἄμεινον εἰς τύπον μὲν νοῦ κεφαλὴ, πορείας γε μὴν τῆς κατ’ ἐνέργειαν πρακτικῆς τοὺς πόδας. Εὐώδη δὲ πάντα ἐν Χριστῷ, καὶ εἰς ἄκρον ἥκοντα
40καθαρότητος καὶ νοήματα καὶ πράξεις· οὐ γὰρ ἐποίη‐ σεν ἁμαρτίαν· ταύτῃ τοι καὶ ὁλοκαυτώματα καὶ θυ‐ σίασμά φησι τὴν καθιέρωσιν τοῦ κριοῦ. οὐ γὰρ ἐκ μέρους ἅγιος ἢ ἱερός. Πρέποι γὰρ ἂν οὐκ ἐκείνῳ ποθὲν, ἡμῖν δὲ μᾶλλον, τὸ καὶ ἀσθενεῖν ἔσθ’ ὅτε καὶ
45ἐναλῶναι πταίσμασι· καθαρὸς γὰρ οὐδεὶς ἐξ ἁμαρ‐ τιῶν, καὶ πολλὰ πταίομεν ἅπαντες, κατὰ τὸ γεγραμ‐ μένον. ΠΑΛΛ. Καὶ πῶς ἄν τις οἴοιτο τυχὸν, καὶ αὐτὴν γενέσθαι τὴν Χριστοῦ ζωὴν ὑπὲρ ἡμῶν;

68

.

757

(50)

ΚΥΡ. Καὶ μὴν εἴσῃ τοι καὶ μάλα ῥᾳδίως, ἐννοήσας ὅτι τῆς ἐν Ἀδὰμ παραβάσεως γεγόναμεν κοινωνοὶ, μόνον δὲ οὐχὶ καὶ τῶν ἐκείνῳ πεπλημμελημένων ἐκ‐ τετίκαμεν δίκας, διαδραμούσης εἰς ἅπαντας τῆς ἀρᾶς, καὶ τὸ ἐξ ἐκείνου γένος κατανεμηθείσης τρό‐
55πον τινὰ τῆς ὀργῆς. Καθίκετο τοίνυν εἰς ἐνανθρω‐
πότητα, καὶ ἐσκήνωσεν ἐν ἡμῖν ὁ Μονογενὴς, καὶ756

68

.

760

ὑπέθηκεν ἑαυτὸν τῷ Θεῷ καὶ Πατρί. «Γέγονε γὰρ ὑπήκοος μέχρι θανάτου,» τῆς ἐξ Ἀδὰμ ἀποταξίας ἀφανίζων τὰ ἐγκλήματα, καὶ τῆς εὐπειθείας τὴν εὐωδίαν ὡς ὑπὲρ πάντων τε ἅμα καὶ ὑπὲρ ἑκάστου
5προσαγήοχε τῷ Θεῷ καὶ Πατρὶ, καὶ δι’ αὐτοῦ σεσώ‐ σμεθα· καὶ μάρτυς ὁ Παῦλος ὡδὶ γεγραφώς· «Ἄρα οὖν, ὡς δι’ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώ‐ πους εἰς κατάκριμα, οὕτω καὶ δι’ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς· ὥσπερ
10γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς ἀνθρώπου δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Συνίης οὖν ὅτι σεσώσμεθα μὲν ὡς ἔν γε τῷ μόσχῳ, τεθνεῶτος ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ, εὐωδιάζομεν δὲ
15τῷ Θεῷ καὶ Πατρὶ διὰ τῆς ὑποταγῆς αὐτοῦ καὶ τῆς ἐν ἁγιασμῷ ζωῆς· Προσεχεῖτο γὰρ τὸ αἷμα τοῦ κριοῦ τῷ ἁγίῳ θυσιαστηρίῳ. ΠΑΛΛ. Συνίημι ὃ φής. ΚΥΡ. Πολυτρόπως δὲ τὸν αὐτὸν ἡμῖν διαπλάττων
20ὡς ἐν σκιαῖς· Καὶ λήψῃ, φησὶ, κριὸν τὸν δεύτερον, καὶ πράττεται μὲν ἐπ’ αὐτῷ κατὰ τὸν πρῶτον ἡ σφα‐ γή. Καταχρίεται δὲ Ἀαρὼν, καὶ τὸ ὑπ’ αὐτῷ τῶν ἱερέων ἁγιάζεται στίφος, ἐπιτιθεμένου τοῦ αἵματος ἐπ’ ἄκροις χειρὸς καὶ ὠτίου, καὶ μὴν καὶ ποδὸς τῶν
25δεξιῶν· ἁγιάζεται δὲ καὶ τῶν ἱερέων ἡ στολὴ κα‐ ταῤῥαντισθεῖσα τῷ αἵματι, εἶτα τοῦ λείποντος ἐπι‐ προχεομένου τῇ βάσει τοῦ θυσιαστηρίου, κατὰ τὸ Θεῷ δοκοῦν, ἀπολαμβάνεται τά τε ἐντόσθια καὶ ἄζυμος ἄρτος καὶ λάγανον ἕν· ἄμφω δὲ ἦν ἐλαιό‐
30δευτα· καὶ προσκομίζουσι μὲν ἐν χερσὶν ἐνθέντες ἰδίαις οἱ ἀμφὶ τὸν Ἀαρὼν, ἀποδέχεται δὲ τὴν θυσίαν καὶ ἀναφέρει Μωσῆς. Δεῖν δὲ πρὸς τούτοις ἔφη βρα‐ χίονα καὶ στηθήνιον ἀποτάττεσθαι τῷ ἱερεῖ, καὶ ἐν μοίρᾳ κεῖσθαι τῶν ἀφαιρουμένων. Ὄνομα δὲ τῷ θύ‐
35ματι, κριὸς τελειώσεως. Τεθυμιαμένων δὲ τῶν ἐν‐ τοσθίων, τὸ λοιπὸν σὺν ἄρτοις ἐσθίεται σῶμα, πυρὶ κατακαιομένων τῶν εἰς τὸ πρωῒ καταλελειμμένων. Ἔχει γὰρ ὧδε τὸ γράμμα τὸ ἱερόν. ΠΑΛΛ. Ὡς βαθὺς ὁ λόγος!
40ΚΥΡ. Ἔφης ὀρθῶς· βαθὺς γὰρ δὴ λίαν, ὠδίνει δὲ μὴν τὸ Χριστοῦ μυστήριον. Γέγονε γὰρ ἡμῖν κριὸς τελειώσεως εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀρτίως ἔχον‐ τας ἀποφαίνων, καὶ ἐκπρεπεστάτους ἐν ἀρεταῖς δι’ ἁγιασμοῦ ἐν πνεύματι, καὶ πρό γε τῶν ἄλλων ἀκοὴν
45μὲν ἐνθεὶς, τὴν εὐλογίας πλήρη, τουτέστι, τὴν εὐ‐ πειθῆ καὶ εὐήνιον, καὶ ἐπιτηδείως μὲν ἔχουσαν εἰς παραδοχὴν τῶν περὶ αὐτοῦ δογμάτων, οὐκ ἀνεχομέ‐ νην δὲ ψιθύρων τερετισμῶν, καὶ μυσαρᾶς ἀθυρογλωσ‐ σίας, ἣν ἂν ποιοῖντό τινες τῇ ἀληθείᾳ μαχόμενοι, καὶ

68

.

760

(50)

τοῖς τῆς ὀρθότητος ἀντεξάγοντες δόγμασιν· ἀκοῆς γὰρ δὴ τοῦτο τῆς ἁγίας καρπός. Καὶ μὴν Ἰωάννης ἡμῖν ὁ θεσπέσιος ὧδέ πή φησιν· «Ἀδελφοὶ, δοκιμά‐ ζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστι· πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ Ἰησοῦν Χριστὸν, ἐκ τοῦ Θεοῦ οὐκ ἔστι,
55καὶ πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν, ἐκ τοῦ Θεοῦ ἐστι.» Βάσανος δὲ ῥημάτων πράττοιτο ἂν εἰ‐
κότως οὐχ ἑτέρως τέ ποι μᾶλλον ἢ εἰς οὖς. Ἅγιον758

68

.

761

δὴ οὖν ἔσται τὸ οὖς τοῖς τῆς ἀκριβείας καὶ δογμα‐ τικῆς ὀρθότητος ἐπιμεληταῖς. Ἀλλὰ τοῦτό ἐστι Χρι‐ στοῦ τὸ δῶρον καὶ ξένιον οὐρανοῦ, καὶ κατόρθωσις αἵματος τοῦ ἁγίου· ἁπάντων γὰρ ἡμῖν τῶν ἐξαιρέ‐
5των ἡ κτῆσις ἐν αὐτῷ τε καὶ δι’ αὐτοῦ. Τοιγάρτοι καὶ χεὶρ ἡγιάζετο, πρακτικῆς ἐνεργείας παραδει‐ κτικὴ, καὶ μέντοι καὶ ποῦς, τῆς ἐν τροχιαῖς ὀρθό‐ τητος σύμβολον ἐναργές. Ἁγίοις γὰρ ἡμᾶς ἔργοις ἐπισεμνύνεσθαι χρὴ, καὶ διαστείχειν εὖ μάλα τὴν εἰς
10πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων Θεῷ διᾴττουσαν τρίβον, κατὰ τὸ ἐν Ψαλμοῖς ᾀδόμενον, «Καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου,» ἤγουν τὸ ἐν βίβλῳ Παροιμιῶν, «Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶ, καὶ τὰς ὁδούς σου κατεύθυνε.» Κεκτήσθω δὴ οὖν τὸ ἱε‐
15ρὸν καὶ ἀπόλεκτον γένος ἁγίαν μὲν ἀκοὴν, χεῖρά τε ὁμοίως καὶ πόδα κατά γε τοὺς ἀρτίως ἡμῖν εἰρημέ‐ νους τρόπους· δεξιά τε πάντα χριόμενα καὶ ὡς ἐν μοίρᾳ τῇ λοίσθῳ, τουτέστιν, ἐν ἄκροις. Τὸ γὰρ ἄκρον φησὶ τοῦ ὠτὸς, καὶ μὴν καὶ ποδὸς καὶ χειρός· ἅπασα
20γὰρ, οἶμαι, πρᾶξις ἀγαθὴ γενναία τέ ἐστι καὶ δεξιὰ, τὸ ὡς ἐν φαυλότητι σκαιὸν οὐκ ἔχουσα, καὶ μέχρι τῶν ἄκρων, ὅ ἐστι μέχρι παντὸς ἤτοι τέλους. Προσ‐ ήκει γὰρ εἶναι δεξιοὺς ἐν ἁγιασμῷ τοὺς Θεῷ καθ‐ ιερωμένους μέχρι παντὸς ἐν ὑπομονῇ. «Ὁ γὰρ ἀρ‐
25ξάμενος, φησὶν, ἔργον ἀγαθὸν ἐν ὑμῖν, ἐπιτελεσά‐ τω.» Ἔκτοπον δὲ λίαν καὶ τὸ ἀνόπιν ἱέσθαι τρόπον τινὰ διαπεραίνειν ὀκνοῦντας τὸ ἀγαθόν. Ἐπειδὴ δὲ εἰς τύπον Θεοῦ Μωσῆς, προσκομίζουσι μὲν τὴν θυσίαν οἱ ἀμφὶ τὸν Ἀαρὼν, ὑποδέχεται δὲ αὐτὸς,
30οἱονεί πως Θεοῦ καὶ διὰ τοῦδε κατασημαίνοντος, ὅτι τῶν οὕτως ἡγιασμένων τὰς ἐπὶ Χριστῷ θυσίας μονονουχὶ καὶ ἀπὸ χειρὸς εἰς χεῖρα δέξεται, καὶ οὐκ ἀπαξιώσει τὸ χρῆμα· Χριστοῦ γὰρ ἔχει τὴν εὐωδίαν, καὶ τοῦτο, οἶμαι, ἔστιν ἡ τῶν ἐντοσθίων ἀναφορὰ
35θυμιωμένων αὐτῷ. Ἀφαίρεμα δὲ τῷ ἱερεῖ στηθύ‐ νιον, καὶ βραχίων ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως. Καὶ βραχίων μὲν ἰσχύος ἂν εἴη σύμβολον, στηθύνιον δὲ καρδίας καὶ νεφρῶν. Δέδοται δὲ τῷ ἁγίῳ τε καὶ ἱερῷ γένει Χριστὸς, δύναμις καὶ σοφία παρὰ τοῦ
40Θεοῦ καὶ Πατρός. Ἢ οὐκ ἐν αὐτῷ σοφοί τέ ἐσμεν καὶ ἄγαν εὐσθενεῖς; ΠΑΛΛ. Πῶς γὰρ οὔ; γέγραπται γὰρ ὅτι Χριστὸς, Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, γέγονεν ἡμῖν ταῦτα παρὰ τοῦ Θεοῦ.
45ΚΥΡ. Ἱερὰ δὲ βρῶσις τοῖς εἰς λειτουργίαν ἐξει‐ λεγμένοις τὰ κρέα. Δέδοται δὲ τοῖς ἀζύμοις ἄρτοις ὁμοῦ, συμμετέχοντος οὐδενὸς τῶν ἀλλογενῶν, ἢ, εἰ τοῦτο δρῴη τις, καὶ τεθνηξομένου. Ψυχαῖς γὰρ ἂν πρέποι ταῖς ἱεραῖς τὸ ἐν μεθέξει γίνεσθαι τροφῆς

68

.

761

(50)

ἁγίας, τουτέστι, τοῦ σώματος τοῦ Χριστοῦ, καὶ ἀπρόσιτος τοῖς ἀλλογενέσιν ἡ εὐλογία. Νοοῖτο δ’ ἂν ἑτερογενὲς καὶ τὸ ἄπιστον ἔτι καὶ ἀβάπτιστον γένος, καὶ πρὸς τούτοις ἔτι τὸ ἐξεστραμμένον εἰς ἑτερό‐ φρονα νοῦν, καὶ ταῖς τῶν ἁγίων ἀσύμβατον γνώμαις,
55καὶ ὡς ἐν φαυλότητι δογμάτων διεσχοινισμένον. Δα‐
πανᾶται δὲ καὶ πυρὶ πᾶν ὅσον ἐστὶ τῆς θυσίας λεί‐760

68

.

764

ψανον, οὐκ ἐφιέντος ἐσθίειν τοῦ νόμου καὶ εἰς τὴν αὔριον· ἁγιασμοῦ γὰρ, οἶμαι, τὶς ἕτερος ἡμῖν ἔσται τρόπος κατὰ τὸν αἰῶνα τὸν μέλλοντα πνευματικῶς ἐνεργούμενος, οὐκέτι σωματικῶς, καὶ καθ’ ὃν οἶδε
5λόγον ὁ πάντα μετασκευάζων Θεὸς, καὶ οἷπερ ἂν βούλοιτο μετατιθείς. Ἕψεται δέ τις τοῖς λόγοις οὐκ ἀσύνετος νοῦς· λελυμένης γὰρ ἐν ἡμῖν τῆς φθορᾶς μετά γε τὸ ἀναβιῶναι τυχὸν ἐκ νεκρῶν, οὐκ ἀναγκαῖά πως ἐστὶ τὰ δι’ ὧν ἂν ἦν δύνασθαι διαδράσκειν αὐ‐
10τήν. Ἕτερος δὴ οὖν ἁγιασμοῦ τρόπος τῇ τοῦ καιροῦ καταστάσει πρέπων ἐπινοηθήσεται, συνόντος ἡμῖν τοῦ Χριστοῦ. Τὸ δὲ εἰς νοῦν ἧκον εἰπόντες, τοῖς τὰ ἀμείνω νοοῦσι παραχωρήσομεν. Καὶ τάχα τι τοιοῦ‐ τον ὑποσημαίνει λέγων ὁ θεσπέσιος Παῦλος· «Ὅταν δὲ
15ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται,» ἀντὶ τοῦ, πέρας ἕξει καὶ στήσεται. ΠΑΛΛ. Ἔοικεν. ΚΥΡ. Ταυτὶ μὲν οὖν ἔφη διαπεραίνεσθαι δεῖν εἰς τὴν τῶν ἱερῶν τελείωσιν. Συνεγηγερμένων δὲ τῶν
20ἱερέων Ἰσραὴλ, καὶ συνειλεγμένων εἰς Ἐκκλησίαν, τὴν εἰς ἐμφανὲς ἀνάδειξιν διετύπου λέγων· «Λάβε Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὸν μόσχον τὸν περὶ ἁμαρτίας, καὶ τοὺς δύο κριοὺς, καὶ τὸ κανοῦν τῶν ἀζύμων, καὶ πᾶσαν τὴν
25συναγωγὴν ἐκκλησίασον ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ εἶπε Μωσῆς τῇ συναγωγῇ· [καὶ ἐποίησε ὃν τρόπον συνέταξεν αὐτῷ Κύριος καὶ ἐξεκκλησίασε τὴν συναγωγὴν ἐπὶ τὴν θύραν τῆς σκη‐ νῆς τοῦ μαρτυρίου. Καὶ εἶπε Μωσῆς·] Τοῦτό ἐστι
30τὸ ῥῆμα ὃ ἐνετείλατο Κύριος ποιῆσαι. Καὶ ἀμφ‐ ιέννυσι μὲν ἐν κόσμῳ τὸν Ἀαρὼν, καὶ μέντοι τοὺς ἱερέας. Προσρανεῖ δὲ τῷ ἐλαίῳ τῆς χρίσεως τὸ θυ‐ σιαστήριον ἑπτάκις, καὶ ἐπὶ πάντα αὐτοῦ τὰ σκεύη, καὶ ἐπὶ τὸν λουτῆρα, φησὶ, καὶ τὴν σκηνὴν, καὶ
35πάντα τὰ ἐν αὐτῇ, καὶ ἡγίασεν αὐτά.» Ἁγία γὰρ ἡ σκηνὴ, καταπλουτεῖ δὲ τελείως τὸ θυσιαστήριον τὸν διὰ Πνεύματος ἁγιασμὸν, οὐχ ὡς ἐν τάξει μετίσχον τῶν λογικῶν· οὐ γὰρ οὕτως ἅγιον, ὡς, οἷον εἰπεῖν, ἀγγέλου φύσις, ἤγουν ἀνθρώπου ψυχή· ἀλλ’ οἱονεί πως
40ἐξ ἐπαφῆς τῆς ἐπιτιθεμένης θυσίας αὐτῷ. Ἅγιος γὰρ καὶ τόπος ἐν ᾧπερ ἂν γένοιτο Χριστός. Κατα‐ χρίσας δὴ οὖν τὸ θυσιαστήριον ἑπτάκις, ὅ ἐστι πλου‐ σίως, ἁγιάζει τὸν Ἀαρών· προσεπήντλησε γὰρ αὐτῷ τὸ τῆς χρίσεως ἔλαιον, καὶ πρός γε δὴ τούτῳ προσ‐
45κεκόμικε τὰς θυσίας τὰς ὑπέρ τε αὐτοῦ καὶ τῶν ἐξ αὐτοῦ κατά γε τοὺς ἀρτίως ἡμῖν προαποδοθέντας τρόπους. Ἐπειδὴ δὲ εἰς πέρας ἦκτο ταυτὶ, προσεπι‐ τάττει λέγων, «Καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς καὶ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἑπτὰ ἡμέρας, ἕως ἡμέρα

68

.

764

(50)

πληρωθῇ, ἡμέρα τελειώσεως ὑμῶν. Ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χεῖρας ὑμῶν, καθάπερ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ, ᾗ ἐνετείλατο Κύριος τοῦ ποιῆσαι, ὥστε ἐξ‐ ιλάσασθαι περὶ ὑμῶν, καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καθίσεσθε ἑπτὰ ἡμέρας. Ἡμέραν δὲ
55καὶ νύκτα φυλάξασθε τὰ φυλάγματα Κυρίου, ἵνα μὴ
ἀποθάνητε· οὕτως γὰρ ἐνετείλατό μοι Κύριος ὁ Θεός.»762

68

.

765

Ὁποῖος μὲν οὖν ἐφ’ ἑκάστῃ τῶν θυσιῶν γέγονε τρό‐ πος, ἀποχρῶν ἡμῖν εὖ μάλα διέδειξε λόγος. Τοιγάρ‐ τοι μεθέντες τὸ ἔν γε τούτοις ἰσχνομυθεῖν, ἐπὶ τοῦτο ἴωμεν. Οὐκ ἐφίησιν ὁ νόμος τοὺς ἱερὸν καὶ ἀπόλεκτον
5καταπλουτήσαντας κλῆρον, τετελειωμένους τε ἤδη πρὸς τὸ ἱερᾶσθαι δεῖν, ἔξω που φέρεσθαι τῆς ἁγίας σκηνῆς, ἀλλ’ εἰς ἑβδόμην ἡμέραν εἴσω τε καθίζειν, καὶ μονονουχὶ προσηλοῖ ταῖς θύραις, οὐχ ὑπεραίρον‐ τας τὸν οὐδὸν, τὴν ἐν τόποις ἁγίοις κάθισιν σύμβολον,
10οἶμαί που, τιθεὶς ἑδραιότητος καὶ διαμονῆς τῆς ἐν ἁγιασμῷ. Διερηρεῖσθαι γὰρ δεῖ καὶ ἀκλονήτως ἔχειν εἰς ἀρετὴν ἀναγκαῖον ἡμᾶς, τοὺς οἵγε τετάγμεθα προσεδρεύειν Θεῷ, οὐκ ἔξω φοιτῶντας τοῦ καθήκον‐ τος τρόπου καὶ γνώμης ἐκτρέχοντας ἱεροπρεποῦς·
15ἀγχοῦ δὲ ὥσπερ ἀεὶ καὶ οἰκοῦντας παρὰ Θεῷ, κατά γε τὸ εἰρημένον διὰ φωνῆς προφήτου· «Ζητῶν ζήτει, καὶ παρ’ ἐμοὶ οἴκει.» Εἰς ἑπτὰ δὲ τοῦτο ἡμέρας ποιεῖν ἐκέλευσεν ὁ Μωσῆς· τὸ ἐν παντὶ δὲ χρῆναι καιρῷ Θεῷ προσεδρεύειν ἐπείγεσθαι, τοῦ ἑπτὰ ση‐
20μαίνοντος, οἱονεὶ γάρ πως τὸ διόλου καὶ διὰ παντὸς φησίν. Εἴσω δὲ ὄντας σκηνῆς ἐντέλλεται τηρεῖν τὰ φυλάγματα Κυρίου, τῆς παρὰ Θεῷ προσεδρείας καρ‐ πὸν, τὸ εὐπειθὲς ὑποφαίνων, καὶ τὸ δρᾷν ἐθέλειν ἅπερ ἂν ἕλοιτο νομοθετεῖν. Προσεδρευτέον ὧδε τῷ
25πάντων Δεσπότῃ, πρὸς αὐτό που τὸ λοῖσθον τῶν κα‐ κῶν τῆς ἐπ’ ἀγαθοῖς ῥᾳθυμίας ἐκτελευτώσης ἀεί· προσεπήνεγκε γὰρ ὁ Μωσῆς ταύτῃ τοι, καθάπερ ἐγᾦμαι, τὸ, «Ἵνα μὴ ἀποθάνητε.» ΠΑΛΛ. Ὀρθῶς ἔφης.
30ΚΥΡ. Τετελειωμένος δὲ ἤδη πρὸς ἱερουγρίαν ὁ Ἀαρὼν ἄρχεται πληροῦν τὰ νενομισμένα. Καὶ τίνα δὴ τρόπον, φέρε δὴ λέγωμεν. Γέγραπται γὰρ πάλιν ἐν τῷ Λευιτικῷ· «Καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐκάλεσε Μωσῆς Ἀαρὼν, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ
35τὴν γερουσίαν Ἰσραὴλ, καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· Λάβε σεαυτῷ μοσχάριον ἐκ βοῶν περὶ ἁμαρ‐ τίας, καὶ κριὸν εἰς ὁλοκαύτωμα, ἄμωμα, καὶ προσ‐ ένεγκε αὐτὰ ἔναντι Κυρίου. Καὶ τῇ γερουσίᾳ Ἰσραὴλ λάλησον, λέγων· Λάβετε χίμαρον ἐξ αἰγῶν ἕνα περὶ
40ἁμαρτίας, καὶ μοσχάριον, καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν, ἄμωμα, καὶ μόσχον, καὶ κριὸν εἰς θυ‐ σίαν σωτηρίου ἔναντι Κυρίου, καὶ σεμίδαλιν πεφυρα‐ μένην ἐν ἐλαίῳ, ὅτι σήμερον Κύριος ὀφθήσεται ἐν ὑμῖν. Καὶ ἔλαβον, καθὸ ἐνετείλατο Μωσῆς ἀπέναντι
45τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ προσῆλθεν πᾶσα συναγωγὴ, καὶ ἔστησαν ἔναντι Κυρίου, καὶ εἶπε Μωσῆς· Τοῦτο τὸ ῥῆμα, ὃ εἶπε Κύριος, ποιήσατε, καὶ ὀφθήσεται ἐν ὑμῖν ἡ δόξα Κυρίου. Καὶ εἶπε Μωσῆς τῷ Ἀαρών· Πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ

68

.

765

(50)

ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου, καὶ τὸ ὁλοκαύ‐ τωμά σου, καὶ ἐξίλασαι περὶ σεαυτοῦ, καὶ τοῦ οἴκου σου, καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ, καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο Κύριος.» Λεπτὸν, ὦ Παλλάδιε, τοῖς ἱεροῖς Γράμμασι τὸν νοῦν ἐνιεὶς περιαθρήσεις εὖ μάλα κἀν τῷδε διαφανὲς τὸ Χριστοῦ
55μυστήριον. ΠΑΛΛ. Τίνα τρόπον; ΚΥΡ. Ἐν ἡμέρᾳ γὰρ ὀγδόῃ καταλήγει μὲν ὥσπερ
τοῦ ἱερᾶσθαι Μωσῆς. Ἄρχεταί γε μὴν ὁ Ἀαρὼν,764

68

.

768

πλὴν οὐ σεσίγηκεν ὁ Μωσῆς, καίτοι διᾴττοντος ἤδη πρὸς τὰ τῆς ἱερωσύνης ἔργα τοῦ Ἀαρών. Χρόνος γὰρ δὴ τῆς ἱερωσύνης Χριστοῦ νοοῖτ’ ἂν εἰκότως ὁ μετὰ τὸν νόμον, τοῦτ’ ἔστιν, ἡ ὀγδόη, καθ’ ἣν ἡ ἀνάστα‐
5σις, καὶ ἀρχή τις ὥσπερ αἰῶνος νέου. Καινὴ γὰρ κτίσις ἐν Χριστῷ, κατὰ τὸ γεγραμμένον. Ἀναδεδειγ‐ μένου δὲ ἤδη Χριστοῦ κατὰ τὴν ὀγδόην, καταλήγει μὲν τὰ Μωσέως· οὐ γὰρ ἐν τύποις ἔτι καὶ σκιαῖς λατρεύομεν· ἥ γε μὴν ἐννόμῳ παίδευσις οὐ σεσίγηκε,
10πνευματικὸς γὰρ ὁ νόμος τοῖς πνευματικοῖς, καὶ ἀεὶ τὸ Χριστοῦ λαλεῖ μυστήριον. Ἐπηγγέλλετο μὲν οὖν ὁ Μωσῆς κατὰ τὴν ὀγδόην ἡμέραν ὀφθήσεσθαι τὴν δόξαν Κυρίου. Προαναπεφώνηκε γὰρ ὁ νόμος τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὸν χρόνον. Προσεπι‐
15τάττει δὲ πάλιν, πρότερον μὲν ὑπὲρ ἑαυτοῦ τὸν Ἀαρὼν θυσίας ἐπιτελεῖν· μετὰ δὲ τοῦτο, τὰς ὑπὲρ παντὸς τοῦ λαοῦ, τύπον, οἶμαι, τὸ χρῆμα τιθεὶς τοῖς καθ’ ἡμᾶς ἤδη πως, καὶ ὑποφαίνων εὖ μάλα καὶ σαφῶς, ὅτι τοῖς ἐξειλεγμένοις εἰς ἱερωσύνην, καὶ τοῖς τὸν ἐν
20πίστει δεχομένοις ἁγιασμὸν, πρέποι ἂν εἰκότως τὸ ἁγίους τε εἶναι καὶ ἱερούς. Τίς δ’ ἂν γένοιτο τῆς προσαγωγῆς ὁ τρόπος, ὡς ἔνι δηλώσομεν. Μοσχάριον οὖν ὑπὲρ ἁμαρτίας καὶ καθαρισμοῦ τῶν ἱερουργούν‐ των ἐσφάζετο. Προχεομένου δὲ τοῦ αἵματος τῷ ἁγίῳ
25θυσιαστηρίῳ, τεθυμιαμένων δὲ καὶ τῶν ἐντοσθίων, πυρὶ τὸ ἐπίλοιπον κατεφλέγετο σῶμα. Κριὸς δὲ δὴ πά‐ λιν τὸ ὁλοκαυτούμενον ἦν, κατά γε τὸν συνήθη νόμον τῆς ὁλοκαυτώσεως· χίμαρος δὲ τὸ θῦμα πρὸς ἀπο‐ κάθαρσιν ἁμαρτίας τοῦ λαοῦ· μοσχάριον δὲ καὶ ἀμνὸς,
30τὰ εἰς ὁλοκαύτωσιν, κριός τε καὶ μόσχος εἰς θυσίαν σωτηρίου, ἐπιτεθειμένης τῷ θυσιαστηρίῳ καὶ τῆς σεμιδάλεως, εἰ καὶ μὴ πάσης τυχὸν, ἀλλὰ δρακὸς καὶ ἐκ μέρους. Εἶτά φησιν, ὅτι «Καὶ ἐξάρας Ἀαρὼν τὰς χεῖρας ἐπὶ τὸν λαὸν, ηὐλόγησεν αὐτοὺς, καὶ
35κατέβη ποιήσας τὸ περὶ τῆς ἁμαρτίας, καὶ τὰ ὁλο‐ καυτώματα καὶ τὰ τοῦ σωτηρίου, καὶ εἰσῆλθε Μωσῆς καὶ Ἀαρὼν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἐξελ‐ θόντες εὐλόγησαν ἅπαντα τὸν λαὸν, καὶ ὤφθη ἡ δόξα Κυρίου παντὶ τῷ λαῷ, καὶ ἐξῆλθε πῦρ παρὰ Κυρίου,
40καὶ κατέφαγε τὰ ἐπὶ τοῦ θυσιαστηρίου, τά τε ὁλοκαυτώματα, καὶ τὰ στέατα, καὶ εἶδε πᾶς ὁ λαὸς, καὶ ἐξέστη, καὶ ἔπεσον ἐπὶ πρόσωπον.» ΠΑΛΛ. Τί δὴ οὖν ἄρα καὶ ἐπὶ τοῖσδε φής; ΚΥΡ. Ὤφθη μὲν οὖν κατά γε τὸ ἀληθὲς ἡ δόξα Κυρίου κατὰ τὴν ὀγδόην, ἤτοι γέγονεν ἐμφανὴς ὁ
45Υἱὸς, ἡ δόξα τοῦ Θεοῦ καὶ Πατρός· ὠνόμαζε γὰρ αὐ‐ τὸν οὕτω λέγων πρὸς Μωσέα τὸν ἱερώτατον· «Ζῶ ἐγὼ, λέγει Κύριος, ἢ μὴν ἐμπλησθήσεται τῆς δόξης Κυρίου πᾶσα ἡ γῆ.» Ἱεροὺς δὲ ἡμᾶς ἀπο‐ φαίνει αὐτὸς ὑπὲρ ἡμῶν ὡς ἔν γε τῷ μόσχῳ σφαζό‐

68

.

768

(50)

μενος, καὶ ἁμαρτίας ἐλευθερῶν, καὶ παντὸς ἀνιεὶς ἐγκλήματος, καὶ τὸν ἐκ τοῦ κατεγνῶσθαι διασμήχων ῥύπον, καὶ αὐτὸς ὁμοίως εἰς ὀσμὴν εὐωδίας τῆς νοη‐ τῆς ὡς κριὸς τελειούμενος, αὐτὸς καὶ θυσία σωτηρίου γινόμενος, καὶ ἁγιάζων ἡμᾶς τῷ ἰδίῳ αἵματι, αὐτὸς
55καὶ σεμίδαλις ἐλαιόδευτος, ἐν ἱλαρότητι ζωῆς ἁγίας,
παραδεικνὺς ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Θεῷ καὶ Πατρί.766

68

.

769

ΠΑΛΛ. Συνίημι ὃ φής. ΚΥΡ. Οἶμαι δὲ ἔγωγε, τὴν ὑπὲρ τοῦ Ἀαρὼν θυ‐ σίαν καὶ ὑπὲρ τοῦ λαοῦ παραδηλοῦν ἀστείως τὴν τῶν ἁγίων εἰς Θεὸν καθιέρωσιν. Ἀναδεδειγμένου δὲ λοι‐
5πὸν καὶ ἐμφανῆ τὰ καθ’ ἑαυτὸν καταστήσαντος τοῦ Ἐμμανουὴλ, δι’ οὗ κεκλήμεθα πρὸς ἁγιασμὸν, δεκτοί τε καὶ ἱεροὶ, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνατεθείμεθα τῷ Πατρί. Ἐπιτήρει γὰρ ὅτι, διὰ τῶν ἔναγχος εἰρημέ‐ νων, ἐπεραίνετο μὲν ἐννόμως ἡ τῶν ἱερέων τελείωσις,
10δι’ αὐτοῦ δὲ δὴ πάλιν πολυτρόπως ἡγιασμένων. Κατ‐ εκαίετο μὲν γὰρ ὡς μόσχος ἔξω τῆς παρεμβολῆς ὑπὲρ ἁμαρτίας, ἐθυμιᾶτο δὲ ὡς κριὸς καθηκόντως ὁλοκαυτούμενος, μελειστὶ δὲ ὅλος ὡς ὑπὲρ ἑκάστου καὶ ὑπὲρ πάντων, ἡγίαζε τῷ αἵματι καταχρίων αὐ‐
15τοὺς, ὡς κριὸς σωτηρίου. Ὀγδόης δὲ ἤδη λοιπὸν ἀναδεδειγμένης ἡμέρας, τοῦτ’ ἔστι, καθ’ ἣν ἐκφανε‐ στέρα γέγονεν ἡ δόξα Χριστοῦ, κατηργημένου θανά‐ του, καὶ πεπατημένης φθορᾶς, λοιπὸν ἱερεῖς τε καὶ λαοὶ καρποφοροῦσι Θεῷ, οὐκ ὀθνείοις τιμῶντές τισιν,
20οὐδὲ τοῖς ἔξωθεν εὐφραίνοντες τὸν τῶν ὅλων Δεσπό‐ την, καθάπερ καὶ ὁ κατὰ σάρκα Ἰσραὴλ, ἀλλὰ ἑαυ‐ τοὺς ἀποφαίνοντες εὐώδη θυσίαν. Οἱονεὶ γάρ πως ἐν εἰκόνι τοῖς θύμασι τὰς ἑαυτῶν ἱερουργοῦμεν ψυχὰς, καὶ Θεῷ προσάγομεν, ἀποθνήσκοντες μὲν τῷ κόσμῳ,
25καὶ τῷ φρονεῖν τὰ σαρκὸς, καὶ παθῶν νέκρωσιν ὑπομένοντες, μόνον δὲ οὐχὶ συσταυρούμενοι τῷ Χρι‐ στῷ, ἵνα πρὸς ἁγίαν καὶ ἀμώμητον μεταχωροῦντες ζωὴν, κατὰ τὸ αὐτῷ δοκοῦν πολιτευώμεθα. Τοιοῦτόν τι καὶ ὁ θεσπέσιος γράφει Παῦλος· «Πάντοτε τὴν
30νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ.» Καὶ πάλιν· «Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσο‐ μεν·» εἰ συμμορφούμεθα τῷ θανάτῳ καὶ τοῖς παθή‐ μασιν αὐτοῦ, κατὰ τὸ γεγραμμένον, κοινωνοὶ καὶ
35τῆς ἀναστάσεως καὶ τῆς δόξης ἐσόμεθα. Οὐκοῦν ἔξω μὲν τῆς πύλης ὑπὲρ ἡμῶν πέπονθεν ὁ Χριστὸς, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, ἔξιμεν δὲ καὶ αὐτοὶ, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες, ἔξω τῆς πύλης, ὡς μοσχάριον ἐν ἴσῳ τρόπῳ σφαζόμενοι, καὶ ὡς
40κριὸς ὁλοκαυτούμενοι, τὴν ἐν Χριστῷ πολιτείαν εὐ‐ ωδιάζομεν τῷ Θεῷ· Καὶ ταυτὶ μὲν ὑπὲρ Ἀαρὼν καὶ τῶν σὺν αὐτῷ τε καὶ ἐξ αὐτοῦ τὰ θύματα, τὰ δὲ ὑπὲρ τοῦ λαοῦ, χίμαρος τὸ ὑπὲρ ἁμαρτίας. Καὶ τίς ὁ λόγος; καίτοι μοσχαρίου προσενηνεγμένου πρὸς
45ἀποκάθαρσιν ἱερέων. Ἐν ὑπεροχῇ δὲ πάντα τὰ ἱερέων, καὶ θυσίας προσαγωγαὶ, καὶ τὰ εἰς ἀποκάθαρσίν τε καὶ ἁγνισμόν· μείζων δὲ ὡς ἐν μεγέθει σώματος χι‐ μάρου μοσχάριον, τῆς ἐν πράγμασι νοητῆς ὑπερ‐ οχῆς μηνύσιον ἐμφαῖνον ἐναργές. Μοσχάριον δὲ καὶ

68

.

769

(50)

ἀμνὸς εἰς ὁλοκάρπωσιν τὴν ἐν Χριστῷ νηπιότητα τῶν ἐν πίστει καθιερουμένων ὑπαινίττεται· μόσχος δὲ καὶ κριὸς τὸ τληπαθὲς καὶ ἀνδρεῖον, καὶ τὴν ἐν πραότητι καρποφορίαν κατασημαίνουσιν εὖ μάλα καὶ τοῦ μὲν πρώτου τύπος ὁ μόσχος· ὁ δέ γε κριὸς
55τοῦ δευτέρου. Διάβροχος δὲ τῷ ἐλαίῳ σεμίδαλις τῆς ἐν Χριστῷ ζωῆς τὴν ἐλπίδα λαμπρὰν εὖ μάλα καταδη‐
λοῖ· οὐ γάρ τοι στυγνάζοντας καὶ δεδακρυμένους,768

68

.

772

ἀλλ’ εὐθύμους καὶ ἱλαροὺς τῆς ἐν Χριστῷ πολιτείας ἐξῆφθαι πρέπει. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ, «Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ.» Ἐπιλάμψει γὰρ οὕτω καθαρῶς τε καὶ ἐναργῶς ἡ δόξα Χριστοῦ, ἀσμε‐
5νέστατα προσιεμένη τὰς τῶν ἁγίων καρποφορίας, καθάπερ ἀμέλει καὶ τότε Θεὸς ἐν εἴδει πυρὸς κατα‐ πεφοίτηκεν ἐναργῶς, καὶ κατέφαγε τὰ θύματα. Μόνον δὲ οὐχὶ τροφὴν ἡγεῖται καὶ τρυφὴν τῶν ἡγια‐ σμένων ἐν πίστει τὴν εὐδοκίμησιν. Ὑπεμφαίνει δέ
10τι καὶ μυστικὸν ὁ λόγος· τότε μὲν γὰρ ἐπὶ τὰ διχο‐ τομήματα τὴν πυρὸς ἀκμὴν καθίει Θεὸς, οἱονεί πως τῶν προκειμένων ἁπτόμενος· ὑποπλάττεται γὰρ τὴν πυρὸς φύσιν ἀεὶ τὸ Θεῖον. Νυνὶ δὲ τῆς νοητῆς προτι‐ θεμένης αὐτῷ θυσίας, οὐκ ἐν εἴδει πυρὸς, ἀλλ’ ἐν
15ἁγίῳ Πνεύματι, τῶν προκειμένων νοητῶς ἐφαπτό‐ μενος, ζωοποιὸν ἀποφαίνει τοῖς ἐφιεμένοις μεταλα‐ χεῖν, καὶ ἀληθὲς ἐν πίστει τὸ χρῆμα δεδέγμεθα.
19ΠΑΛΛ. Ὀρθῶς ἔφης.
20ΚΥΡ. Ἐξάρας δὲ Ἀαρὼν τὰς χεῖρας ηὐλόγησε τὸν λαόν. Καὶ θέα δὴ πάλιν ὡς ἐν πρώτῃ χειρῶν ἐπι‐ θέσει ἐπὶ λαοῖς διὰ τοῦ Ἀαρών· εὐλογεῖ γὰρ ἅπαν‐ τας ὁ ἀληθὴς Ἀαρὼν, ἱερέας καὶ λαοὺς, τοὺς μικροὺς μετὰ τῶν μεγάλων, κατὰ τὸ γεγραμμένον, μονονουχὶ
25καὶ χεῖρας ἐπιθεὶς, καὶ σημεῖον ἂν γένοιτο σαφὲς ἡ χειρὸς ἐπίθεσις τῆς τοῦ παναγίου Πνεύματος εἰς ἡμᾶς καταβολῆς. Πρὸ δὲ τῆς ἱερουργίας τῆς Ἀαρὼν ἡ χειρῶν ἐπίθεσις οὐκ ἦν. «Οὔπω γὰρ ἦν Πνεῦμα,» κατὰ τὴν Ἰωάννου φωνὴν, ὅτι «Ἰησοῦς οὐδέπω ἐδο‐
30ξάσθη.» ΠΑΛΛ. Πιθανὸς ὁ λόγος. ΚΥΡ. Καὶ τόνδε τῆς ἱερέων εὐχῆς καταῤῥυθμίζει τρόπον, προαναγορεύσεις τινὰς τῶν διὰ Χριστοῦ πα‐ θημάτων εὖ μάλα τιθεὶς τοὺς ἐν αὐτῇ λόγους. Ἔφη
35γὰρ, ὅτι «Λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ λέ‐ γων· Οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ἰσραὴλ, λέγον‐ τες αὐτοῖς. Καὶ ἐπιθήσουσι τὸ ὄνομά μου ἐπὶ τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγὼ Κύριος εὐλογήσω αὐτοὺς, Εὐλογήσαι σε Κύριος καὶ φυλάξαι σε, ἐπιφάναι Κύ‐
40ριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ, καὶ δώῃ σοι εἰρήνην, καὶ ἐλεησάτω σε.» Προστάττει μὲν οὖν εὐλογεῖν τὸν λαὸν τοὺς ἐν ἱερωσύνῃ κατεστεμμένους, ἀφίστησι δὲ χρησίμως εἰκαιότητος λογισμῶν, οὐκ ἀνθρώπου χεῖρα τὴν εὐλογοῦσαν δεικνὺς, ἀλλ’ ἑαυτὸν ὡς Κύριον.
45«Πᾶσα γὰρ δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα ἀγαθὸν, καὶ πᾶσα εὐλογία ἄνωθέν ἐστι καταβαίνουσα ἀπὸ τοῦ Πατρὸς τῶν φώτων,» κατὰ τὸ γεγραμμένον. Χριστὸς δὲ τῆς εὐλογίας ἡ ὁδὸς, καὶ αὐτός ἐστιν ἡμῖν τῶν οὐρανίων ἀγαθῶν ὁ διανομεὺς, ἐν αὐτῷ τε καὶ δι’

68

.

772

(50)

αὐτοῦ τὰ πάντα παρὰ τοῦ Πατρός. Καὶ γοῦν ὁ θεσ‐ πέσιος Παῦλος, «Χάρις ὑμῖν καὶ εἰρήνη, φησὶν, ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ.» Εὐλογούμεθα δὴ οὖν ἐν ὀνόματι Θεοῦ, πῶς δ’ ἂν γένοιτο τυχὸν καὶ ὁ τοῦδε τρόπος, κατασημαίνων
55ἀστείως, ἐπιφθέγγεσθαι δεῖν ἔφη τὸν ἐπευχόμενον
ἱερέα· «Εὐλογήσαι σε Κύριος καὶ φυλάξαι σε, ἐπι‐770

68

.

773

φάναι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ, καὶ ἐλεήσαι σε, ἐπάραι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ, καὶ δώῃ σοι εἰρήνην.» Φυλάττει μὲν οὖν ἡ εὐλογία παρα‐ λύουσα τὴν ἀρὰν, καὶ ἀναπλάττουσα τὸ ἡμαρτηκὸς,
5εἰς τὸ ἐπαινεῖσθαι δεῖν ἐν Χριστῷ· καὶ τούτου μάρτυς ὁ Παῦλος ὡδὶ γεγραφώς· «Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογή‐ σας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ, ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, καθὼς ἐξελέξατο ἡμᾶς ἐν
10αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατ’ ἐνώπιον αὐτοῦ· ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ τοῦ Χριστοῦ εἰς αὐτόν.» Ὁρᾷς ὅτι τὸ ἀπόβλητον διὰ τὴν ἁμαρτίαν ἔφυ, καὶ ὁ ἄνθρωπος δεκτὸς εἰς υἱοθεσίαν εὐλογούμενος ἐν
15Χριστῷ διὰ μετοχῆς τοῦ Πνεύματος, ὃ καὶ ἐξέχεεν εἰς ἡμᾶς πλουσίως, ὁ μὴ ἐκ μέρους αὐτὸ τοῖς ἁγίοις δωρούμενος, ἀλλ’ ὡς ἐξ ἰδίου πληρώματος ἐντιθείς. Ἐπιφάνεια δὲ προσώπου Θεοῦ προξενήσειεν ἂν αὐ‐ τίκα τὸ ἐλεῖσθαι δεῖν, εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἔν γε
20τῷ γνῶναι Θεὸν τὸ χρῆναι μεταλαχεῖν τῆς αἰωνίου ζωῆς εἰσβήσεται. Οὕτω γὰρ ἔφασκεν ὁ Σωτὴρ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Ὅτι δὲ
25πρόσωπον τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, ὃς καὶ ἐπέφανεν ἡμῖν, ἐνδοιάσαι τις ἂν ἥκιστά γε, καθάπερ ἐγᾦμαι· χαρακτὴρ γάρ ἐστι καὶ ὁμοίωσις καὶ εἰκὼν αὐτοῦ, γινώσκομεν δὲ δι’ αὐτοῦ τε καὶ σὺν αὐτῷ τὸν Πατέρα, συνεισθέοντος δὲ ἀναγκαίως τῇ τοιᾷδε γνώ‐
30σει καὶ τοῦ ἐλεεῖσθαι δεῖν· Δεδικαιώμεθα γὰρ ἐν πίστει, καὶ οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἃ ἐποιή‐ σαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος, ἀπ‐ εφορτισάμεθά τε τὴν φθορὰν, καὶ εἰς καινότητα ζωῆς ἐν Χριστῷ μετεστοιχίσμεθα, κατοικτείροντος Θεοῦ.
35Καὶ καθ’ ἕτερον δὲ τρόπον, εἰ πρὸς Ἰουδαίους τοῦ λόγου τὴν δύναμιν παρατρέποιμεν, ἠλέηνται κατὰ τὸ ἀληθὲς, ἐπιλάμψαντος αὐτοῖς τοῦ Μονογενοῦς. Ἐπ‐ έκειτο μὲν γὰρ αὐτοῖς δύσοιστον ὥσπερ τι καὶ ἀπό‐ βλητον ἄχθος, ὁ κατακρίνων νόμος, καὶ οἰκτιρμοῦ
40δίχα κολάζων τοὺς ἁμαρτάνοντας. Ἠλέηνται δὲ, τὴν δικαιοῦσαν χάριν ὀψὲ καὶ μόλις διὰ Χριστοῦ κερδαί‐ νοντες, οὗ καὶ τὴν ἄφιξιν ἰδεῖν γλιχόμενοι, πρὸς τὸν τῶν ὅλων Θεὸν ἐκεκράγεισαν, «Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου,
45καὶ σωθησόμεθα.» Ἠλεήμεθα δὴ οὖν οἱ πάντες ἐν ἐπιφανείᾳ Χριστοῦ. Καὶ μέντοι καὶ ἔπαρσις τοῦ προσώπου τοῦ Θεοῦ πρόξενος εἰρήνης, ἧς ἐστι δοτὴρ καὶ βραβευτὴς ὁ Χριστὸς, ὡς ἴδιον ἀγαθὸν τοῖς πι‐ στεύουσιν εἰς αὐτὸν καὶ προθεὶς καὶ δωρούμενος.

68

.

773

(50)

«Εἰρήνην» γὰρ, φησὶν, «τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Ὅτε γὰρ οἱονεί πως ὑψοῦ τέθεικε τὸν Υἱὸν ὁ Πατὴρ, χαρισάμενος αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, «Κάθου τε ἐκ δεξιῶν μου,» λέγων, τότε δὴ, τότε τὴν διιστᾶσαν ἡμᾶς κα‐
55ταλύσαντες ἔχθραν, συνήφθημεν εἰς εἰρήνην, διὰ τοῦ
φρονεῖν ἑλέσθαι τὰ αὐτοῦ, καὶ ἐν Πνεύματι περιπα‐772

68

.

776

τεῖν, ἐν ᾧ καὶ δι’ οὗ θείας φύσεως ἀναδεδείγμεθα κοινωνοὶ, συνείροντος ἡμᾶς εἰς ἑνότητα τοῦ Χριστοῦ· ἔφη γάρ που πρὸς τὸν Πατέρα· «Θέλω ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἒν ὦσιν.»
5—«Ἒν γὰρ δὴ σῶμα οἱ πάντες ἐσμὲν ἐν Χριστῷ,» καί· «Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι,» κατὰ τὴν Γραφήν. Ὅτι, δὲ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἴδιον ὥσπερ ἐπαίροντος πρόσωπον, τοῦτ’ ἔστι, δοξά‐ ζοντος τὸν Υἱὸν, τὴν πρὸς αὐτὸν εἰρήνην πεπλουτή‐
10καμεν, σαφηνιεῖ λέγων αὐτός· «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» ΠΑΛΛ. Ὀρθῶς διανοῇ. «Αὐτὸς γάρ ἐστιν ἡ εἰ‐ ρήνη ἡμῶν, καὶ δι’ αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκα‐ μεν ἐν πνεύματι πρὸς τὸν Πατέρα.»
15ΚΥΡ. Ἱερέων μὲν οὖν πέρι καὶ τῆς ἐπ’ αὐτοῖς ἀναδείξεως ταυτὶ πρὸς ἡμᾶς ὁ νόμος. Ἁγιάζεσθαι δὲ δεῖν εὖ μάλα φησὶ τὸ Λευιτικὸν, καὶ τοῖς καθ‐ ήκουσι τρόποις προηγνισμένον, τῆς ἐκνεμηθείσης αὐτοῖς λειτουργίας μεταποιεῖσθαι τότε. Λέγει δὲ οὕτως
20ἐν τοῖς Ἀριθμοῖς· «Λάβε τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀφαγνιεῖς αὐτοὺς, καὶ οὕτως ποιή‐ σεις τὸν ἀφαγνισμὸν αὐτῶν· περιῤῥανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ, καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν, καὶ πλυνοῦσι τὰ ἱμάτια αὐτῶν, καὶ καθαροὶ
25ἔσονται, καὶ λήψονται μόσχον ἕνα ἐκ βοῶν, καὶ τού‐ του θυσίαν σεμίδαλιν ἀναπεποιημένην ἐν ἐλαίῳ, καὶ μόσχον ἕνα ἐνιαύσιον ἐκ βοῶν λήψῃ περὶ ἁμαρτίας, καὶ προσάξεις τοὺς Λευίτας ἔνδοσθεν τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν
30Ἰσραὴλ, καὶ προσάξεις τοὺς Λευίτας, καὶ ἀφορίσει Ἀαρὼν τοὺς Λευίτας, ἀπόδομα ἔναντι Κυρίου παρὰ τῶν υἱῶν Ἰσραὴλ, καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα Κυρίου. Οἱ δὲ Λευῖται ἐπιθήσουσι τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων, καὶ ποιήσεις τὸν ἕνα
35περὶ ἁμαρτίας, καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσασθαι περὶ αὐτῶν. Καὶ στήσεις τοὺς Λευίτας ἔναντι Κυρίου, καὶ ἐναντίον. Ἀαρὼν, καὶ ἐναντίον τῶν υἱῶν αὐτοῦ, καὶ ἀποδώσεις αὐτοὺς, ἀπόδομα ἔναντι Κυρίου, καὶ διαστελεῖς τοὺς Λευίτας ἐκ μέσου
40τῶν υἱῶν Ἰσραὴλ, καὶ ἔσονται ἐμοὶ, καὶ μετὰ ταῦτα εἰσελεύσονται οἱ Λευῖται ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου.» ΠΑΛΛ. Διασάφει δὴ οὖν εὖ μάλα, τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τοῦ ἁγνισμοῦ τρόπος, τοῦ τοῖς Λευίταις ἐπενηνεγμένου.
45ΚΥΡ. Μυστικὸς μὲν οὖν, ὦ Παλλάδιε, καὶ ἐν Χριστῷ δὴ πάλιν· αὐτὸς γὰρ ἡμῶν ἡ ἀποκάθαρσις, καὶ ῥύ‐ που παντὸς ἡ ἀπόνιψις, καὶ ἁγιασμοῦ δοτήρ. Πε‐ ριῤῥανεῖς γὰρ αὐτοὺς ὕδωρ ἁγνισμοῦ, φησί. Τοῦτό τοι καὶ ὁ σοφὸς κατεδήλου Παῦλος, ὡδὶ γεγραφώς·

68

.

776

(50)

«Εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα Χριστοῦ·» καὶ ἀληθὴς ὁ λόγος. Εἰ γὰρ ἔνεστι τοῖς τύποις τὸ ὠφελοῦν, καὶ ἡ σκιὰ σωτήριος, πῶς
55ἂν οὐχὶ μᾶλλον τὸ ἀληθὲς, τουτέστι, τὸ αἷμα Χριστοῦ· Ὕδωρ δὴ οὖν ἁγνισμοῦ τὸ ἀναμὶξ τῇ σποδῷ τῆς δα‐
μάλεως τῆς λεγομένης νεκρώσεως τοῦ Χριστοῦ σύμ‐774

68

.

777

βολον ἐναργὲς ἦν, ὡς ἔν γε τῷ ἁγίῳ βαπτίσματι καὶ ἡμεῖς αὐτοὶ πληροῦν εὐχόμεθα διὰ πίστεως. Ὡς γὰρ αὐτός που πάλιν ὁ θεσπέσιος ἔφη Παῦλος, «Συνετάφη‐ μεν γὰρ αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον,
5ἵνα ὥσπερ ἠγέρθη Χριστὸς διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.» Ἔφη δὲ πάλιν· «Πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῇ θνητῇ ἡμῶν σαρκὶ φανερωθῇ.»
10ΠΑΛΛ. Καὶ τίς δὴ ἄρα ἐστὶν ἡ ἐνθάδε λεγομένη νέκρωσις τοῦ Χριστοῦ; ΚΥΡ. Τὸ ἐκτεθνάναι μὲν κόσμῳ καὶ ἁμαρτίαις, ἱεράν τε καὶ ἁγίαν καὶ τὴν ὅτι μάλιστα φιλαιτάτην Θεῷ διαβιῶναι ζωὴν, ἐφ’ ᾧ δὴ πάλιν ἀπεσεμνύνετο
15λίαν ὁ Παῦλος λέγων· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω· Χριστῷ συνεσταύρωμαι. Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ ἀγα‐ πήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.»
20Τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐκτεθνάναι μὲν ἐν κόσμῳ, καὶ τὴν Χριστοῦ νέκρωσιν ὑπενεγκεῖν, διαβιῶναι δὲ αὖ τὴν ἐν αὐτῷ ζωήν. Σποδὸς οὖν δαμάλεως ἀναμὶξ ὕδατι τὴν Ἰησοῦ νέκρωσιν ὡς ἐν ἁγίῳ βαπτίσματι τελου‐ μένην ὑπεμφαίνοι ἄν. Ἧς ἐν μεθέξει γενέσθαι καὶ
25αὐτοὺς ἔφη δεῖν τοὺς ἐν τάξει τελοῦντας τῇ Λευϊτικῇ, πᾶν εἶδος ἀκαθαρσίας σαρκικῆς ὡς ἐν σκιᾷ πάλιν ἐκ‐ πεφορτισμένους. Δηλοῖ γὰρ, οἶμαι, τουτὶ καὶ μάλα σαφῶς τὸ ἀποψιλοῦσθαι ξυρῷ τὴν τοῦ σώματος τρίχα. «Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώ‐
30τερος,» καθάπερ τινὰ τριχῶν καὶ ὀνύχων ἀποκείρων ἐκ νοῦ, τῶν ἐμφύτων καὶ ἐν ἡμῖν σαρκικῶν κινημά‐ των τὴν ἀκαθαρσίαν, ὃν καὶ νόμον ἁμαρτίας ἐνῳκη‐ κότα τοῖς μέλεσι τῆς σαρκὸς, ἀντιστρατευόμενόν τε τῷ νόμῳ τοῦ νοὸς, καὶ εἰς ἃ μὴ θέμις ἐξέλκοντα,
35Γράμμα πού φησιν ἱερὸν, ἀλλὰ τῇ τοῦ ἁγίου Πνεύ‐ ματος δυνάμει τε καὶ ἐνεργείᾳ καθάπερ ξυρῷ τεμνό‐ μενος ἀσθενεῖ, κἂν εἰ ἀναφύοιτό πως ἐν ἡμῖν, γοργό‐ τερον ἀποκείρεται. «Πνεύματι γὰρ περιπατεῖτε,» φησὶ, «καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.»
40Ὥσπερ δὲ τὸ ξυρὸν οὐκ ἐξ αὐτῆς τῆς εἰσάπαν ἀνα‐ βοθρεύει ῥίζης τὴν ἐν ἡμῖν τρίχα, τέμνει δὲ ἀναφυο‐ μένην εὐθέως· οὕτω καὶ ἐν ἡμῖν ὁ τοῦ Θεοῦ λόγος, πρόῤῥιζον ὥσπερ, τὴν ὡς ἔμφυτον ἐπιθυμίας οὐκ ἀναβοθρεύει κίνησιν (τετήρηται γὰρ τὸ τέλειον ἅγιον
45εἰς αἰῶνα τὸν μέλλοντα), κατανεκροῖ δὲ μᾶλλον ἀναφυο‐ μένην καὶ ἀνίσχουσαν ἐν ἡμῖν, καὶ τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα τιθασσεύει νόμον. Οὐκοῦν ἡ τριχῶν ἀφαίρεσις τὴν νοῦ κάθαρσιν ὑπαινίττεται, ἣν ἂν ἐν ἡμῖν ὁ θεῖός τε καὶ τομώτερος ἐργάζεται τοῦ

68

.

777

(50)

Θεοῦ λόγος. Ἀπόπλυσις δὲ ἱματίων, λαμπρὰν καὶ ἀκίβδηλον ἡμῖν πολιτείαν ὑποφαίνει, τὴν ἐξωφανῆ. «Προνοούμενοι γὰρ καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου,» κατὰ τὸ γεγραμμένον, «ἀλλὰ καὶ ἐνώπιον ἀνθρώ‐ πων.» Καὶ αὐτὸς δέ πού φησι· «Λαμψάτω τὸ φῶς
55ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ776

68

.

780

ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Εἶναι δὴ οὖν ἀναγκαῖον τοὺς ἀληθῶς ἁγίους καὶ ἱεροὺς, ἔσωθέν τε καὶ ἔξωθεν καθαρῶς τὴν νέκρωσιν τοῦ Ἰησοῦ περιφέροντας ἐν τῷ ἰδίῳ
5σώματι, καὶ συντεθειμένους αὐτῷ τρόπον τινὰ διὰ τοῦ ἁγίου βαπτίσματος. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Προσκομίζεσθαι δὲ δεῖν τὴν ὑπὲρ αὐτῶν ἔφη θυσίαν ἐν μόσχοις δυσὶ, τελείῳ τε καὶ ἐνιαυσίῳ,
10τοῦτ’ ἔστιν, ἁπαλῷ τε καὶ νέῳ· καὶ τέλειος μὲν, ὁ εἰς ὁλοκαύτωμα, συνθυμιωμένης αὐτῷ σεμιδάλεως ἐλαίῳ δεδευμένης· ὅγε μὴν ἕτερος, ὑπὲρ ἁμαρτίας ἔξω τῆς παρεμβολῆς ἐμπιπρᾶται· τελειοῦται γὰρ οὕτω τὰ ὑπὲρ ἁμαρτίας θύματα. Καὶ ἔστι δὴ πάλιν
15ἐν ἀμφοῖν ὁ Χριστὸς, ἐν μόσχῳ μὲν τῷ εἰς ὁλοκαύ‐ τωσιν, ὅλος ἅγιος, καὶ εἰς ὀσμὴν εὐωδίας ὑπὲρ ἡμῶν τῷ Θεῷ καὶ Πατρὶ τῆς ἐν ἐλπίδι ζωῆς τὸ εὔχαρί τε καὶ ἱλαρὸν τοῖς ἁγίοις φέρων· σεμίδαλις γὰρ ἐλαιόδευτος συνανεκομίζετο τῷ μόσχῳ· ἕψεται
20δέ που πάντως τοῖς τὴν ἐν Χριστῷ τετιμηκόσι ζωήν. Καὶ μὴν καὶ ὡς μοσχάριον ὑπὲρ ἁμαρτίας πυρὶ δα‐ πανώμενον. «Τῷ γὰρ μώλωπι αὐτοῦ ἰάθημεν,» κατὰ τὰς Γραφάς. Ἐπιτήρει δὲ, ὅτι τέλειος μὲν ὁλοκαυτοῦται μόσχος, ἐνιαύσιος δὲ ὑπὲρ ἁμαρτίας
25σφάζεται· ἵνα ἐν ταὐτῷ νοῇς διὰ δυοῖν τὸν ἕνα ὡς ἐν τελειότητι μὲν ἀρετῶν, τὸν εὐοσμότατον νοητῶς, ὡς ἐν ἁπλότητι δὲ καὶ ἀκακίᾳ σφαζόμενον. «Ἐγὼ γὰρ,» φησὶν, «ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων.» Ὅτι δὲ ὡς ὑπὲρ πάντων τε
30ἅμα καὶ παρὰ πάντων ἀνάθημα τῷ Θεῷ τὸ ἱερουρ‐ γὸν προσάγεται γένος, ἐνδείξειεν ἂν ἡ χειρῶν ἐπί‐ θεσις τῶν ἐξ Ἰσραήλ. «Ἐπιθήσουσι γὰρ,» φησὶν, «οἱ υἱοὶ Ἰσραὴλ τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν Λευϊτῶν.» Ὥσπερ γὰρ οἱ Λευῗται ταῖς τῶν θυμά‐
35των κεφαλαῖς τὰς χεῖρας ἐπῆγον, καὶ τοῖς σφαζο‐ μένοις ὑπὲρ αὐτῶν εἰς τύπον Χριστοῦ (ἔδρων δὲ τοῦτο, οὐκ εὐλογοῦντές ποθεν, πολλοῦ γε καὶ δεῖ, ἀλλ’ οἱονεί πως τῇ τῶν χειρῶν ἐπιθέσει καταδεικνύν‐ τες τὸν τὰς ἁμαρτίας ἡμῶν φέροντα Θεὸν, καὶ ὑπὲρ
40ἡμῶν ἱερουργούμενον, ἵνα «Προσηλώσῃ τῷ ἰδίῳ σταυρῷ τὸ καθ’ ἡμῶν χειρόγραφον»)· οὕτω πεπρᾶ‐ χθαι νοήσεις τὴν τοῖς Λευΐταις χειροτονίαν τῶν λαῶν. Οἱονεὶ γάρ πως ἀνθ’ ἑαυτῶν τῷ Θεῷ πρὸς ἱερουρ‐ γίαν προκαθίσαντες αὐτοὺς, ὡς ἐξειλεγμένους, τὰς
45κεῖρας ἐπῆγον. Ἀλλ’ ἐπράττετο μὲν ἡ χειρῶν ἐπί‐ θεσις τότε. Μετεῤῥυηκότων δὲ τῶν πραγμάτων νυνὶ εἰς τὸ ἄμεινον, ἀσυγκρίτως τοῖς ἐπὶ ἱερουργίαν διὰ Χριστοῦ καλουμένοις ἐπιψηφίζονται λαοὶ, τὸ ὡς εἶεν ἄξιοι παραφωνοῦντες εὖ μάλα· καὶ τοῦτο ἐν Ἐκ‐

68

.

780

(50)

κλησίαις, καθάπερ ἀμέλει καὶ οἱ πάλαι, παρὰ τῇ ἱερᾷ τε καὶ θείᾳ σκηνῇ, τὰς ἐπὶ τοῖς Λευΐταις χειροθεσίας ἔδρων. Πρόδηλον οὖν ὅτι εἰ μήτε ἐν ἐκκλησίᾳ, μήτε μὴν ἐπὶ λαοῦ χειροτονία γένοιτο, παρὰ τὴν θείαν ἔσται βούλησιν, καὶ ἔξω νόμων τῶν ἱερῶν. Τετελειωμένοι
55δὲ οἱ Λευῗται, τῶν εἰς ἱερουργίαν ἅπτονται πάντων.778

68

.

781

Οὐκοῦν ὃς μὴ ἅγιος ἐν Χριστῷ καὶ εἰ μὴ προαγνί‐ ζοιτο, καθ’ ὃν ἂν πρέπει τρόπον, ἀποχωρείτω μα‐ κράν· νηποινὶ γὰρ οὐχὶ τῶν θείων ἅψεται θυσιαστη‐ ρίων.
6tΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ
7tΚΑΙ ΑΛΗΘΕΙΑ
8tΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ
9tΛΟΓΟΣ ΔΩΔΕΚΑΤΟΣ.
19tΠερὶ ἱερωσύνης.
20 Στολῆς μὲν οὖν πέρι τῆς ἱερᾶς, καὶ μέντοι καὶ θυσιῶν, ἃς δὴ καὶ ἀποπεραίνεσθαι δεῖν ἐπὶ ταῖς τῶν ἱερέων τελειώσεσιν ἐθεσμοθέτει Θεὸς, εἴρηται σαφῶς. Μυρίων δὲ ὅσων ἐπ’ αὐτοῖς κεχρησμῳδημένων, λειτουργίας τε πέρι καὶ καθαρισμῶν, καὶ ἀκριβοῦς
25ἐμμελείας τῆς ἔν γε τῷ χρῆναι βιοῦν ἐννομώτατά τε καὶ ἀπεξεσμένως εἰς νοητὴν ἀστειότητα, οἶμαι δεῖν ἔγωγε καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο εἰπεῖν. ΠΑΛΛ. Τὸ ποῖόν τι φής· ΚΥΡ. Ἀνάθημα γὰρ τῷ Θεῷ καὶ ἀπόλεκτον ἐκ
30πασῶν τῶν φυλῶν, ἡ ἐξ αἵματος ἦν τοῦ Λευὶ, καὶ νόμος ἐδίδου τῷ γένει τὸ ἱερᾶσθαι δεῖν, ἔκκριτον αὐτῷ τὸ ἐπὶ τῷδε γέρας ἀπονέμοντος Θεοῦ· πλὴν οὐκ ἀβασάνιστον ὁλοτρόπως τὴν ἱερουργὸν ἠφίει πληθὺν, οὐδὲ ἀνῆκεν ἁπλῶς τοῖς τυχοῦσι τὸ χρῆμα,
35διά γε τὸ ἐξ αἵματος εἶναι Λευΐ· πολυπραγμονεῖν δὲ δεῖν ἐκέλευε καὶ σφόδρα λεπτῶς, μὴ ἄρα τι τῶν κατεψεγμένων ἀῤῥωστῆσαι συμβὰν, ἀνεθέλητον εἴη Θεῷ, καὶ μεμωμημένην ποιοῖτο τὴν πρόσοδον, μόνον δὲ οὐχὶ καὶ ἀνίπτοις εἰσθέων ποσὶν εἰς τὴν τοῦ μαρ‐
40τυρίου σκηνὴν προσκρούοι καὶ οὐχ ἑκών. Γέγραπται δὲ οὕτω πάλιν ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Εἶπον Ἀαρών· Ἄνθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν, τινὶ ἂν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα
45τοῦ Θεοῦ αὐτοῦ. Πᾶς ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῷ μῶ‐ μος, οὐ προσελεύσεται, ἄνθρωπος τυφλὸς, ἢ χωλὸς,
ἢ κολοβόρινος, ἢ ὠτότμητος, ἢ ἄνθρωπος ᾧ ἐστιν ἐν780

68

.

784

αὐτῷ σύντριμμα χειρὸς ἢ σύντριμμα ποδὸς, ἢ κυρ‐ τὸς, ἢ ἔφηλος, ἢ πτιλὸς τοὺς ὀφθαλμοὺς, ἢ ἄνθρωπος ᾧ ἐὰν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία, ἢ λιχὴν, ἢ μονόρχης· πᾶς ὅστις ἐστὶν ἐν αὐτῷ μῶμος ἐκ τοῦ σπέρματος
5Ἀαρὼν τοῦ ἱερέως, οὐκ ἐγγιεῖ τοῦ προσενεγκεῖν τὰς θυσίας τῷ Κυρίῳ, ὅτι μῶμος ἐν αὐτῷ. Τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ, οὐ προσελεύσεται προσενεγκεῖν· τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ, τὰ Ἅγια τῶν ἁγίων, καὶ ἀπὸ τῶν ἁγίων φάγεται, πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσ‐
10ελεύσεται, καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιεῖ, ὅτι μῶμον ἔχει· καὶ οὐ βεβηλώσει τὸ ἅγιον τοῦ Θεοῦ αὐτοῦ, ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» ΠΑΛΛ. Ἆρ’ οὖν, εἰπέ μοι, πρὸς ἐγκλήματός ἐστί τισιν ἀῤῥωστία σωματική; Γράφεται δὲ τὴν φύσιν
15ὁ Δημιουργὸς, καὶ ἀνεθελήτως παρεφθαρμένην; ΚΥΡ. Εὖγε, ὦ Παλλάδιε· φρονεῖς γὰρ ὀρθῶς. Αἰτία μὲν γὰρ καὶ γραφὴ γένοιτ’ ἂν ἔσθ’ ὅτε τισὶν, ἐθε‐ λούσιον ἔχουσι τῆς σφῶν αὐτῶν διανοίας τὴν εἰς τὰ φαῦλα παρατροπὴν, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἐκ‐
20τόπων ἀπόνευσιν ἐκτετιμηκόσιν· ἀῤῥωστήμασι δὲ τοῖς περὶ τὴν σάρκα, φυσικῶς τε καὶ ἀνεθελήτως συμβαίνουσι, τὸ ἐπιτιμᾷν, οἶμαί που σκληρὸν καὶ ἀσυμπαθὲς, καὶ τῶν εἰς σκαιότητα κατηγορημάτων οὐκ ἀμοιροῦν. Πάρεστι δὴ οὖν ἐντεῦθεν ἐκεῖνο περι‐
25νοεῖν, ὡς οὐκ ἂν ὁ τῶν ὅλων δημιουργὸς ἐπ’ ἀνεθε‐ λήτοις αἰτίαις τὴν ἀνθρώπου φύσιν ἐγράψατο, οὐδ’ ἂν ὡς ἀνίερον τὸν ἠῤῥωστηκότα σωματικῶς τῆς αὐ‐ τῷ συντεταγμένης ἐξέπεμψε λειτουργίας· ἀλλ’ ὡς ἐκ τύπου πάλιν τῶν σωματικῶν, εἰς ἀστειοτέρας
30ἡμᾶς καταλεπτύνει βουλὰς, καὶ τῶν ἐν ψυχῇ παθῶν τὸ πολυειδὲς ὑποφαίνει, θεομισὲς δὲ ὅτι τὸ χρῆμα δίδωσι νοεῖν. Ἢ γὰρ οὐχὶ καὶ ὁ θεσπέσιος Παῦλος, ἕπεσθαι δεῖν ἔφη τοῖς ἀπολέκτοις εἰς ἱερωσύνην, τὴν ἐφ’ ἅπασι τοῖς τεθαυμασμένοις εὐκλεᾶ ψῆφον;
35«Ἵνα» γὰρ, φησὶν, «ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρω‐ πος, εἰς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.» Δεῖν γε μὴν καὶ τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι διισχυρί‐ σατο, καὶ μάλα σαφῶς· καὶ πολλὴν ἐν τούτοις ἐποιεῖ‐ το τὴν ἀκρίβειαν.
40ΠΑΛΛ. Φημί. Τίς δ’ ἂν εἴη λοιπὸν καὶ ὁ ἐφ’ ἑκάστῳ λόγος τῶν ἀρτίως ἡμῖν ἀπηριθμημένων ἀῤῥωστημά‐ των, ἐθέλοιμ’ ἂν, ὡς εὖ ἴσθι τοι, μαθεῖν. ΚΥΡ. Φέρε δὴ οὖν ἀνὰ μέρος, ὡς ἐν εἴδει ἀναλαμ‐ βάνοντες, τὰ εἰς νοῦν ἰόντα λέγωμεν· «Ἄνθρωπος,»
45φησὶν, «εἰς τὰς γενεὰς ὑμῶν, ἐκ τοῦ γένους σου, ᾧ ἐὰν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ.» Ἀσφαλὴς ὁ λόγος, πικρὸν τὸ χρησμῴδημα. Τέθειται γὰρ ὁ νόμος, οὐχὶ κατὰ μόνων τῶν τηνικάδε γεγονότων ἐξ Ἀαρὼν, ἀλλ’ εἰς

68

.

784

(50)

ἅπαν διήκει τὸ γένος, καὶ κατὰ παντὸς αἵματος ἱερα‐ τικοῦ, καὶ εἰς πάντα διέρπει χρόνον. Δηλοῖ γὰρ, οἶμαι, τουτὶ, τὸ, «Ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν.» Ἀπαράδεκτον γὰρ ἀείπως Θεῷ, τὸ μὴ ἀμωμήτως ἔχον. Καιρὸν δὲ εἰπεῖν οὐκ ἂν δύναιτό τις, καθ’ ὃν
55αὐτῷ προσφιλὲς ἂν γένοιτο τὸ κατεγνωσμένον, ὡς
ἐπ’ ἀῤῥωστίαις δὲ δὴ μᾶλλον ὅτι ταῖς πνευματικαῖς·782

68

.

785

ἐκτετίμηται δὲ μᾶλλον τὸ ἀμωμήτως ἔχον, καὶ νο‐ σοῦν οὐδαμόθεν τὴν παραφθορὰν, ἄρτιον δὲ ὥσπερ εἰς ἀρετὴν, καὶ εὐσθενὲς εἰς ἁγιασμὸν, τὸ εὐδοκιμεῖν εὖ μάλα μεμελετηκὸς ἐν ὑπομονῇ, καὶ γοργὸν εἰς
5σύνεσιν διηνεκῆ. Τοιγαροῦν καὶ κατὰ παντὸς ἰόντα τοῦ γένους τὸν ἐπὶ τῷδε ποιεῖται νόμον, ἀκίβδηλον ἑαυτῷ τὸ ἱερὸν καὶ ἀπόλεκτον ἀποφαίνων γένος· τότε μὲν ὡς ἐν φυλῇ τῇ Λευῒ, καὶ ὡς ἐξ αἵματος Ἀαρὼν, νυνί γε μὴν ὡς ἔν γε τοῖς ἡγιασμένοις ἐν Χριστῷ τῷ
10μεγάλῳ καὶ κατ’ ἀλήθειαν ἀρχιερεῖ, ᾧ προσπεφύκα‐ μεν διὰ πνεύματος, κοινωνοὶ καὶ μέτοχοι τῆς οἰκείας αὐτοῦ φύσεως ἀναδεδειγμένοι. Τοιγάρτοι καὶ εἰς ἀδελ‐ φότητα κεκληκὼς τοὺς ἐν πίστει δεδικαιωμένους, ὥσπερ κοινωνοῖς αὐτοῖς ἐπαγάλλεται λέγων· «Ἰδοὺ
15ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός.» Ἢ γὰρ οὐχὶ τῷ προσώπῳ Χριστοῦ καὶ τὸν ἐπὶ τῷδε λόγον ἀνάπτειν ἐδόκει τῶ θεσπεσίῳ Παύλῳ; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Ἀπείργει δὴ οὖν τοῦ ἱερᾶσθαι δεῖν τὸν ἐφ’
20ὅτῳ οὖν τῶν ὠνομασμένων, ὡς ἄῤῥωστον καὶ κατ‐ εσκωμμένον. Οὐ γὰρ προσελεύσεται, φησὶ, προσφέρειν τὰ δῶρα τοῦ Θεοῦ, ἄνθρωπος τυφλὸς ἢ χωλός. Ἔχει μὲν οὖν αὐτόθεν, κἂν εἰ νοοῖτο σωματικῶς, πολὺ τὸ χρῆμα τὸ ἀκαλλές· ἐξεῤῥυηκότοιν γὰρ ὀφθαλμοῖν,
25καὶ μὴν καὶ ποδὸς οὐκ ἐρηρεισμένου, ὀρθὰ βαίνειν οὐκ ἔχοντος, πῶς οὐκ ἄμεινον ἠρεμεῖν, οὐδὲ ὅποι ποτὲ ἰέναι χρὴ τὸν ἱερέα διεγνωκότα, ἤγουν ἰέναι σὺν γέλωτι, ποδί τε καὶ ὀφθαλμοῖς ἀλλοτρίοις χρώ‐ μενον; Ἀλλ’ εἴη μὲν ἂν οὐ πολὺς ὁ τοῦδε λόγος. Τὰ
30δ’ ἀναγκαῖα πρὸς γνῶσιν καὶ θεωρίαν ἡμῖν τὴν πνευ‐ ματικὴν, φέρε λέγωμεν, τὸ τῆς ἱστορίας ὑποτρέχον‐ τες παχύ. Τυφλὸν μὲν οὖν ἔοικε τὸν εὐήθη λίαν καὶ ἀνούστατον ἀποκαλεῖν. Ὃ γάρ ἐστιν ὀφθαλμὸς τῷ γηΐνῳ σώματι, τοῦτο καὶ ἐν ψυχῇ λέγοιτ’ ἂν ὁ νοῦς,
35φωτὶ μὲν τῷ θείῳ καταλαμπόμενος, καὶ πρὸς αὐτὸ τὸ ἀκήρατον ἀναμύων κάλλος, καὶ ταῖς τῶν ἐννοιῶν ἰσχναῖς οἱονεί πως καὶ εὐστρόφοις κινήσεσιν ἀνα‐ θρώσκων εὖ μάλα πρὸς τὸ ἀκριβὲς ἐν δόξῃ, καὶ δογμα‐ τικῆς ὀρθότητος οὐχ ἁμαρτάνειν εἰδώς. Τοῦτο, οἶμαι,
40ἐστὶ τὸ παροιμιωδῶς εἰρημένον, «Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια.» Εἴρηται δέ που καὶ πρὸς τὴν τῶν Ἰουδαίων μητέρα βλέπουσαν οὐκ ὀρθῶς· «Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλὴ, ἀλλ’ ἢ εἰς τὴν πλεον‐
45εξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῶον ἐκχέειν αὐτὸ, καὶ εἰς τὰ ἀδικήματά σου, καὶ εἰς φόνον τοῦ ποιεῖν αὐτά.» Ἀνεπιτήδειος οὖν εἰς ἱερουργίαν ὁ τυφλὸς νοητῶς, τοῦτ’ ἔστιν ὁ παντελῶς ἀσύνετος, καὶ νοῦν καὶ φρένα λελωβημένος. Ἀνεπιτήδειος δὲ πρὸς τούτῳ

68

.

785

(50)

καὶ ὁ χωλὸς, τοῦτ’ ἔστιν ἀνὴρ ὀρθοποδεῖν οὐκ εἰδὼς, καὶ πρὸς τὸ ἀρτίως βαίνειν οὐκ εὐσθενής. Ἡ μὲν γὰρ τυφλότης, καθάπερ ἔφην ἀρτίως, τῆς εἰς ἄκρον ἀσυνεσίας σύμβολον· χωλότης δὲ αὖ, τῆς οἱονεὶ κε‐ κλασμένης καὶ ἀδρανοῦς κινήσεώς τε καὶ προθυμίας,
55ἣν ἂν ἐφ’ ἑκάστῳ ποιοῖτό τις τυχὸν τῶν πρακτέων.
Εἰ μὴ τοῖς οὕτω λελωβημένοις ἐπιφωνεῖν ἄξιον·784

68

.

788

«Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυ‐ μένα.» Ἐπῃτιᾶτο δὲ καὶ αὐτὸς ὁ Χριστὸς τοὺς τῶν Ἰουδαίων δήμους, ὡς ὀρθὰς μὲν οὐκ ἀνεχομένους ποιεῖσθαι τὰς ἐπ’ αὐτῷ τροχιὰς, ἐκτετραμμένας δὲ
5μᾶλλον εἰς τὸ χωλὸν, καὶ τῶν τῆς ὀρθότητος ἀπολι‐ σθήσαντας λογισμῶν. «Υἱοὶ γὰρ,» φησὶν, «ἀλλό‐ τριοι ἐψεύσαντό μοι· υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Ἐν ἴσῳ δὴ οὖν ἀλλήλαιν καὶ ἀγχοῦ λίαν, ὡς ἐν ὁμοιότητι παθῶν,
10χωλότης νοῦ καὶ τυφλότης· ἡ μὲν τὸ ὡς ἐν συνέσει τίμιον, ἡ δὲ τὸ ὡς ἐν ἔργοις ἀγαθοῖς εὐσθενὲς, εἰς ἀχρειότητα καταφέρουσαι. Ἀπόβλητον δὲ πρὸς τού‐ τοις ὁ νόμος ποιεῖσθαι δεῖν ἔφη τὸν κολοβόρινον, καὶ σὺν αὐτῷ τὸν ὠτότμητον. Ἐφαρμόσειε δ’ ἄν τις
15ἐπ’ αὐτοῖς τὸν τοιόνδε λόγον. Αἰσθήσεσι μὲν γὰρ ταῖς ὀσφρητικαῖς τὰ κάκοσμά τε καὶ εὐοσμότατα δοκιμά‐ ζεται, τῶν ὅσα ἐστὶν ἐν φύσει τοιᾷδε, τῇ τὸ ὀδωδέναι λαχούσῃ, φημί· διακριτικὴ δὲ λίαν ἡ αἴσθησις, καὶ τοῦ κατευφραίνειν εἰδότος, καὶ τοῦ μὴ τοιῶσδε τυχὸν,
20ἀλλ’ ἑτεροίως ἔχοντος, καὶ ὡς ἐν χείρονι μοίρᾳ· νοῦς γε μὴν ἔφη ὁ ἀνθρώπινος, εἰ ἀρτίως ἔχοι τυχὸν ἔν γε τοῖς καθ’ ἑαυτὸν, ἴεται μὲν εὐσθενῶς εἰς τὸ διακρίνειν δύνασθαι τὴν τῶν πραγμάτων ποιότητα, ἀκριβῆ δὲ τὴν βάσανον ἐφ’ ἑκάστῳ ποιήσεται, καὶ
25οἷά τις ἄριστος τραπεζίτης δοκιμάζων ἅπαντα, καὶ τὸ μὲν καλὸν κατέχων, καὶ ἀπὸ παντὸς εἴδους πονη‐ ροῦ ἀπεχόμενος, κατὰ τὸ γεγραμμένον, εὐδοκιμήσει λίαν. Κατακιβδηλεύει γὰρ τὸ οἱονείπως αἰσχρὸν καὶ παράσημον τῶν δρωμένων, προσοῖτο δ’ ἂν εὐκόλως
30τὸ ἐπωφελές τε καὶ ἄμεινον. Οὐκοῦν ἡ σιμότης, τὸ μὴ ἄγαν ὑγιὲς καὶ ἀρτίως ἔχον ὡς ἐν αἰσθήσει δη‐ λοῖ, καθ’ ἣν ἕκαστα τῶν πραγμάτων ἄριστα διακρί‐ νοντες, τὴν ἀμείνω μὲν τοῖς ἀρίστοις, τὴν χείρω δὲ τοῖς αἰσχίοσιν ἀπονέμοντες ψῆφον, σοφοί τε καὶ ἀγχί‐
35νοοι, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ἐσμέν τε καὶ ὠνομάσμεθα. Ὀσμὴ γὰρ ὥσπερ εἰς νοῦν ἀναθρώ‐ σκουσα, τῶν ὑπ’ αὐτοῦ νοουμένων οἱονεὶ ποιότης πραγματική. Τὸ δὲ δὴ παρακεκόφθαι τὸ οὖς, ὑπεμφή‐ νειεν ἂν, ὥς γέ μοι δοκεῖ, τὸ δυσήκοον. Παρακεκομ‐
40μένης γὰρ ἀκοῆς, δοίην ἂν ἔγωγε πάθος εἶναι τὸ ἐκ μέρους εὐπειθὲς, καὶ οὐχ ὁλοκλήρως εὐήνιον εἰς ὑπακοὴν, ἤγουν τὸ μὴ ἀμωμήτως ἐπαΐειν δύνασθαι τῶν ἱερῶν, μάλιστα δὲ γραμμάτων, ὃ δὴ καὶ δρῶσί τινες, ἐφ’ ἃ μὴ προσῆκεν ἀβουλότατα παρατρέποντες
45τῆς ψυχῆς τὸ εὐήκοον. Εἶεν δ’ ἂν οὗτοι, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνὴν, οἱ κνηθόμενοι τὴν ἀκοὴν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας αὐτὴν ἀποστρέφοντες, προσκείμενοι δὲ πνεύμασι πλάνης, καὶ εἰς βεβήλους κενοφωνίας ἐκνενευκότες. Οὐκοῦν ὁ ὠτότμητος τῆς

68

.

788

(50)

εἰς τὸ εἴσω καὶ νοητῆς ἀκοῆς ὑπεμφήνειεν ἂν τὴν πήρωσιν, καὶ τὴν ἐξ ὀρθότητος ἐπὶ τὸ χεῖρον πα‐ ραφθοράν. Ἀλλὰ καὶ εἴ τῳ τυχὸν σύντριμμα ποδὸς ἢ σύντριμμα χειρὸς ὁρῷτο προσὸν, ἀποχωρείτω, φη‐ σὶν, καὶ ἐν ἴσῳ τετάχθω τοῖς ἄλλοις, νοεῖν ἀναπεί‐
55θοντος τοῦδε τοῦ τὸν πόδα τυχὸν ἢ τὴν χεῖρα συντε‐
θραυσμένου μὲν, πλὴν οὐκ εἰσάπαν ἠῤῥωστηκότος,786

68

.

789

τὸν οὐχ ὁλοκλήρως εἰς ἔργα χωρεῖν δυνάμενον, οὔτε μὴν ἀδιάβλητον ἔχοντα παντελῶς τὴν βάδισιν, ἤτοι τὴν ἐνέργειαν, τὴν ὡς ἐν πολιτείᾳ, φημὶ, καὶ ζωῇ τῇ ἐννομωτάτῃ. Εἶεν δ’ ἂν καὶ οὗτοι πάλιν, ἢ οἱ ποιοῦν‐
5τες τὸ ἔργον Κυρίου ἀμελῶς, οἷς ἐπενήνεκται τὸ οὐαὶ διὰ προφήτου φωνῆς, ἤγουν οἱ τὸ δίκαιον οὐ δικαίως διώκοντες, κατὰ τὸ γεγραμμένον. Ἐπιτήρει δὲ ὅτι τῇ νοητῇ καὶ ὁλοτελεῖ χωλότητι, καὶ ἡ μετρία τοῦ σκέλους πήρωσις ἐν ἴσῳ τέ ἐστι, καὶ ὡς ταὐτὸν λελό‐
10γισται. Τῷ γὰρ μηδ’ ὅλως τι δρᾷν ἰσχύσαι τῶν ἀγα‐ θῶν, τὸ μὴ δρᾷν ὀρθῶς ἐν ἴσῳ κείσεται λόγῳ. Φαίνοιτο δ’ ἂν εἰκότως ἐν μὲν τῇ χωλότητι, τὸ μηδ’ ὅλως· ἐν δὲ τῷ συντρίμματι, τὸ μὴ ὑγιῶς. ΠΑΛΛ. Ἔοικε.
15ΚΥΡ. Κυρτὸν δὲ, καὶ ἔφηλον, καὶ πτιλὸν τοὺς ὀφθαλ‐ μοὺς καταγράφει πάλιν ὡς ἐν τοῖς ἀδοκιμωτάτοις. Καὶ κυρτὸν μὲν εἶναί φαμεν, τὸν οἱονεὶ κεκυφότα, καὶ κάτω βλέποντα νῷ, καὶ πρὸς τὰ σαρκὸς νενευκότα πάθη, καὶ τοῖς ἐπιγείοις τὸν ὀφθαλμὸν ἐπερείδοντα,
20δῆλον δὲ ὅτι τὸν νοητὸν, καὶ εἰς τοῦτο γνώμης ἰόντα λοιπὸν, ὡς τὸ ἀπορθοῦσθαι μισεῖν, πρός γέ φημι τὸ χρῆναι τὰ ἄνω φρονεῖν. Εἶεν δ’ ἂν ἐν τούτοις τὰ τῶν Ἰουδαίων ἐγκλήματα, περὶ ὧν γέγραπται· «Σκοτι‐ σθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ
25τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.» Ἔφηλον δὲ, τὸν τὴν ἐφηλίδα τὴν καλουμένην ἐπ’ αὐτοῖς ἔχοντα μετώποις. Ἀῤῥώστημα δὲ τουτὶ καταμελαίνειν εἶδος τὴν ἐπ’ ἄκρου δέρματος ὄψιν. Παραιρεῖται δὲ τοῖς οἷς ἂν γένοιτο παθεῖν, τὸ κἂν γοῦν ἰσχύσαι λαθεῖν, αὐ‐
30ταῖς ἐπανθοῦν ὀφρύσιν, ὅλοις τε προσώποις ἐπηρτη‐ μένον. Ἔφηλος δὴ οὖν ὁ τοιόσδε σωματικῶς, νοητῶς γε μὴν ὑποφαίνει τὸν ἀσχήμονα, γυμνῶς τε καὶ ἀκρύπτως, καὶ οἱονεὶ πρόσωπον οὐκ ἔχοντα καθαρὸν, ἀλλ’ ἐκφανὲς ἅπασι τὸ ἀκαλλὲς εἰς ζωὴν, ὡς μὴ εἰ‐
35δέναι που τάχα, μηδὲ τὸ ὑπό του τῶν σοφῶν ὀρθῶς εἰρημένον, «Σοφοὶ κρύψουσι τὰς ἑαυτῶν αἰσχύνας.» ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ. Οὐ γὰρ, ὦ Παλλάδιε, μυρία ὅσα γε τὰ ἐν ἡμῖν ἐστι πάθη;
40ΠΑΛΛ. Ναί· τί οὖν τοῦτό γε; ΚΥΡ. Ὅτι, ὦ γενναῖε, φημὶ, νοσεῖ μὲν ἕκαστος, ἃ νοσεῖ, αἰδοῖ δὲ πολλάκις τῇ πρὸς ἀδελφοὺς ἡττώμε‐ νος, ἐν σπουδῇ καὶ λόγῳ ποιεῖται πολλῷ καὶ τὸ ἐῤ‐ ῥῶσθαι δοκεῖν, καὶ τὸ λανθάνειν ἐν κακοῖς.
45ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Εἰ δὲ δή τις εἴη πρὸς τοῦτο ἥκων ἀναισχυν‐ τίας, ὡς ἡγεῖσθαι παρ’ οὐδὲν, τὸ καὶ ἐκφανδὸν ἑλέ‐ σθαι πλημμελεῖν, καὶ τῶν εἰς κοσμιότητα γερῶν ἀφειδῆσαι παντελῶς, οὐκ ἄν τῳ δόξειεν ὁ τοιόσδε

68

.

789

(50)

λοιπὸν, τοῦ ἱεροῦ καὶ ἁγίου γένους οἴχεσθαι μακράν; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Ἔφηλον τοίνυν ὁ νόμος ἀποκαλεῖ τὸν τοιοῦ‐ τον, ὡς οὐδὲ κρύπτειν εἰδότα καὶ ἀνεχόμενον τὸ
συμβὰν ἀῤῥώστημα καὶ πάθος αὐτῷ. Πτιλὸν δὲ τοὺς788

68

.

792

ὀφθαλμοὺς, τὸν ἥκιστα μὲν τοῦ βλέπειν ἐστερημένον, ὑγιῶς δὲ τοῦτο ποιεῖν οὐκ ἔχοντα. ὁποῖοί τινες εἶεν, οἷς ἔνεστι μὲν ἡ φρόνησις, τό γε μὴν ἑλέσθαι φρονεῖν ὀρθῶς οὐχ ὁρᾶται προσόν. Οἱ μὲν γὰρ ὁρῶντες,
5φησὶ, τὸ ἀγαθὸν, ἐφ’ ἂ μὴ προσῆκε τῶν ἰδίων θελη‐ μάτων παρατρέπουσι τὴν ῥοπήν· οἱ δὲ, καὶ δογματι‐ κῆς ὀρθότητος οὐκ ἀμοιρεῖν ἰσχύοντες, μονονουχὶ τὸν οἰκεῖον αὐτοὶ κατασίνονται νοῦν, εἰς ἀκαλλεστάτην ἐννοιῶν ἱέντες θήραν, καὶ ὑγιὲς οὐδὲν τῆς ἐπὶ Θεῷ
10δόξης εἰσδεχόμενοι· ὁποῖοί τινές εἰσιν, αἱρετικῶν μὲν μάλιστα παῖδες, Ἰουδαῖοί τε πρὸς τούτοις, οἱ Θεὸν μὲν πιστεύοντες εἶναι τὸν Πατέρα, τόν γε μὴν ἐξ αὐτοῦ πεφηνότα κατὰ φύσιν Υἱὸν ἀνοητότατα διωθού‐ μενοι. Τοιγάρτοι καὶ ἀληθὲς ἐπ’ αὐτοῖς τὸ διὰ τοῦ
15προφήτου φωνῆς ὑμνούμενον, «Ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν.» Ὀνίνησι γὰρ τὸ βλέπειν οὐδὲν, εἰ μὴ προορῷτό τισι τὸ ὑγιῶς βλέπειν, καθάπερ ἀμέλει καὶ τὴν χωλότητα, καὶ τὸ σύντριμμα τοῦ ποδὸς ἐν ἴσῳ τετάχθαι λόγῳ δικαίως ἐλέγομεν· διοίσει γὰρ
20ὅλως οὐδὲν, τοῦ μηδ’ ὅλως ἰέναι δύνασθαι, τὸ μὴ ὑγιῶς ἰέναι τυχὸν, τὴν ὡς ἐν πράγμασι δὲ δηλονότι τρίβον, καὶ τὴν ὡς ἐν ἔργοις ὁδόν. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Οὐ προσελεύσεται δὲ ἱερουργήσων ἄνθρωπος,
25ᾧ ἐὰν ᾖ ἐπ’ αὐτῷ ψώρα ἀγρία, ἢ λειχὴν, ἢ μόνορχις, ἢ πᾶς ᾧ ἐστιν ἐν αὐτῷ μῶμος. Ψώρᾳ μὲν οὖν ἀγρίᾳ παρεικαστέον τὰ ἐκτοπώτατα τῶν παθῶν, δριμυτέ‐ ροις ῥεύμασι καταχεόμενα νοῦ, καὶ πέρα παντὸς ἰόντα μέτρου, καὶ ἐξ ἡδονῆς μὲν ἔχοντα τὴν ἀρχὴν,
30εἰς πικρόν γε μὴν ἐξήκοντα τέλος. Ἢ οὐχὶ δὴ φὴς ἑκάστῳ τῶν πλημμελημάτων καὶ συμμετρίαν τινὰ καὶ ἀμετρίαν ὁρᾶσθαι τοῦ κακοῦ; ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ. Ὁ σωματικῆς ἡδονῆς ἡττώμενος, οὐκ ἂν
35τοῦτο πάθοι καὶ μετρίως καὶ ὑπὲρ μέτρον; Οἱ μὲν γὰρ, ἥττηνται μόνον, καὶ νοσοῦσι περιεσταλμένως· οἱ δὲ καὶ εἰς ἄκρον ἥκουσι τοῦ κακοῦ, καὶ ἀσχέτως ἀγριαίνουσαν νοσοῦσι τὴν ἡδονὴν, ὡς καὶ αὐτῶν ἐπέ‐ κεινα τῶν κατὰ φύσιν ἐξολισθῆσαι παθῶν.
40ΠΑΛΛ. Συνίημι ὃ φής. ΚΥΡ. Οὐκοῦν ἐφ’ ἑκάστῳ τῶν κακῶν τὸ ἐκτόπως ἐκνενευκὸς εἰς τὸ πέρα λόγου, καὶ μέτρων ἐπέκεινα τῶν ἐν ἔθει καὶ παρὰ πολλοῖς, λέγοιτ’ ἂν ἡ ἀγρία ψώρα λοιπόν. Λειχὴν δὲ πρὸς τούτοις, πᾶν ὁτιοῦν
45πάθος, ἀεὶ διέρπον εἰς τὸ εὐρὺ, καὶ ἀκατάληκτον ἔχον τὴν εἰς τὸ χεῖρον ἐπίδοσιν. Συστέλλεσθαι δὲ δεῖν, καὶ εἰς τὸ μεῖον ἄγεσθαι πρὸς ἡμῶν τὰ προσπί‐ πτοντα τῶν παθῶν, ὁ θεῖος βούλεται νόμος. Τοιοῦτόν τι νοήσεις ἀκούων· «Ἐὰν Πνεῦμα τοῦ ἐξουσιάζοντος

68

.

792

(50)

ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα κατα‐ παύσει ἁμαρτίας μεγάλας.» Τὰ γὰρ ἀνεπίπληκτα τῶν παθῶν, ἕρπει μὲν ἀεὶ πρὸς τὸ αἰσχιόνως ἔχον· καταδράττεται δὲ καρδίας καὶ νοῦ, καὶ εἰς ὄλεθρον ἄγει παντελῆ. Δεῖ δὴ οὖν ἄρα πρὸς ἡμῶν ἐπιτιμᾶσθαι
55τὸ φαῦλον, ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς περιστελ‐790

68

.

793

λούσης αὐτὸ τῆς ἐν ἡμῖν νήψεως, καὶ ἀναιρούσης κατὰ βραχύ. Μόνορχιν δὲ πρὸς τούτοις, φησὶ, καθά‐ περ ἐγᾦμαι, τὸν ἡμίανδρον, καὶ οἱονεὶ παρακεκομμέ‐ νον τὸ τελείως ἀνδροπρεπές. «Οὔτε γὰρ πόρνοι,»
5φησὶν, «οὔτε μαλακοὶ τὴν τοῦ Θεοῦ βασιλείαν κλη‐ ρονομήσουσι.» Θηλυδρίας δὲ τοὺς τοιούτους ὀνομάζει, ὅτι τὴν ἀνδρὸς λαχόντες φύσιν, ψεύδονται τὸ ἀνδρο‐ πρεπὲς, καὶ νοῦν καὶ σῶμα μαλακιζόμενοι, καὶ ἑκοντὶ κατακλώμενοι πρὸς τὸ ἄναλκι καὶ θηλυπρε‐
10πές. Εἰκὸς δὲ δὴ πάλιν, τὸν μόνορχιν καὶ ἕτερόν τι παραδηλοῦν. Ἄνδρα μὲν γὰρ ὀνομάζειν ἔθος τὸν εὐσθενῆ καὶ συνεστραμμένον, καὶ οὐκ ἀνικάνως ἔχοντα πρὸς τὸ δύνασθαι κατορθοῦν ἃ ἂν ἕλοιτο τυ‐ χόν. Νοηθείη δ’ ἂν εἰκότως ἐξ ἡμισείας ἀνὴρ, ὁ μὴ
15ὁλοκλήρως εὐσθενὴς, μήτε εἰσάπαν εἰς τὰ αὐτῷ πρέποντα γοργός· οὐ γάρ τοι προσήκει τὸν Θεῷ προσ‐ κείμενον, διακεκομμένην αὐτῷ τὴν ἀνδρείαν καὶ λελωβημένον προσάγειν τὸ εὐσθενὲς, καὶ ὡς ἀσθενεῖν ἐκ μέρους· ἀνδρίζεσθαι δὲ καὶ κραταιοῦσθαι, κατὰ
20τὸ γεγραμμένον, ἀδιάβλητον ἔχοντα καὶ ἀκατάσκω‐ πτον προθυμίαν. Οὐκοῦν ἀνίερος μὲν ὁμολογουμένως, ὁ ὑπὸ μώμου γραφήν. Εἴργεται δὲ οὐχὶ τοῦ χρῆναι μεταλαχεῖν τῆς ἁγίας τροφῆς. «Φάγεται γὰρ ἀπὸ τῶν ἁγίων,» φησὶ, «πλὴν πρὸς τὸ καταπέτασμα οὐ
25προσελεύσεται, καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιεῖ» Οἱ γὰρ ἔτι ταῖς εἰς νοῦν ἔσω κεκρυμμέναις ἀσθε‐ νείαις ἔνοχοι, μεταλάχοιεν ἂν τῆς εὐλογίας Χριστοῦ, καὶ οὐχ ὡς ἐν τάξει τῇ τῶν ἁγίων εἰς ἐπίδοσιν ἁγια‐ σμοῦ, καὶ εἰς ἑδραιότητα νοῦ, καὶ τὴν ἐφ’ ἅπασι τοῖς
30ἀρίστοις ἐρηρεισμένην διαμονὴν, ἀλλ’ ὡς ἐν τρόπῳ τῷ πρέποντι τοῖς ἠῤῥωστηκόσιν εἰς ἀπόθεσιν τοῦ κα‐ κοῦ, καὶ εἰς κατάληξιν ἁμαρτίας, καὶ εἰς νέκρωσιν ἡδονῶν, καὶ εἰς ἀνάληψιν εὐεξίας τῆς πνευματικῆς. Ἐπειδὴ γάρ ἐστιν ὁ Χριστὸς καινὴ κτίσις, κατὰ τὰς
35Γραφὰς, ταύτῃτοι δεχόμεθα καὶ ἡμεῖς αὐτὸν ἐν ἑαυ‐ τοῖς διὰ τῆς ἁγίας αὐτοῦ σαρκός τε καὶ αἵματος, ἵνα πρὸς καινότητα ζωῆς ἀναστοιχειούμενοι δι’ αὐτοῦ καὶ ἐν αὐτῷ, τὸν παλαιὸν ἄνθρωπον ἀποσκευαζώ‐ μεθα, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς
40ἀπάτης, κατὰ τὸ γεγραμμένον. ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Ἀποφάσκει μὲν οὖν τῶν ἱερῶν ἔργων τὴν ἐπιτήδευσιν τοῖς οἱονείπως ἐντετηγμένην καὶ ἀνα‐ πόβλητον ἠῤῥωστηκόσι τὴν νοητὴν ἐπήρειαν· ἅγιον
45γὰρ ἥκιστά γε τὸ νοσοῦν ἀεὶ τὰ προσπεφυκότα τῶν παθῶν· ἀλλ’ εἰ καί τινι [τῶν] ἀμωμήτως ἐχόντων ἔν γε δὴ σφίσιν αὐτοῖς, καὶ ἀδιαβλήτως εἰς λειτουργίαν, τὸ ἀῤῥωστῆσαι συμβαίνει τὰ κοινὰ δὴ ταυτὶ καὶ οὐκ ἐξίτηλα τῶν παθῶν, οὐκ ἀνεπιτίμητον ἐᾶσθαι δεῖν

68

.

793

(50)

αὐτὸν ἐπιτάττει, λέγων· «Εἶπον πρὸς Ἀαρὼν καὶ πρὸς τοὺς υἱοὺς αὐτοῦ, καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ἰσραὴλ, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομα τὸ ἅγιόν μου, ὅσα αὐτοὶ ἁγιάζουσί μοι· ἐγὼ Κύριος. Εἶπον αὐτοῖς· Εἰς τὰς γενεὰς ὑμῶν πᾶς ἄν‐
55θρωπος, ὃς ἂν προσέλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος792

68

.

796

ὑμῶν πρὸς τὰ ἅγια, ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ἰσ‐ ραὴλ τῷ Κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ’ αὐτῷ ᾖ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπ’ ἐμοῦ. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ ἄνθρωπος ἐκ τοῦ σπέρμα‐
5τος Ἀαρὼν τοῦ ἱερέως, καὶ οὗτος λεπρᾷ ἢ γονοῤ‐ ῥυεῖ, τῶν ἁγίων οὐκ ἔδεται, ἕως ἂν καθαρισθῇ, καὶ ὁ ἁπτόμενος πάσης ἀκαθαρσίας ψυχῆς, ἢ ἄνθρωπος ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, ἢ ὅστις ἂν ἅψηται παντὸς ἑρπετοῦ ἀκαθάρτου, ὃ μιαίνει αὐτὸν,
10ἢ ἐπ’ ἀνθρώπῳ, ἐν ᾧ μιαίνει αὐτὸν κατὰ πᾶσαν ἀκα‐ θαρσίαν αὐτοῦ· ψυχὴ ἥτις ἐὰν ἅψηται αὐτῶν, ἀκά‐ θαρτος ἔσται ἕως ἑσπέρας, οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ δύῃ ὁ ἥλιος, καὶ καθαρὸς ἔσται, καὶ τότε φάγεται
15τῶν ἁγίων, ὅτι ἄρτος αὐτοῦ ἐστι. Θνησιμαῖον καὶ θηριάλωτον οὐ φάγεται, μὴ μιανθῆναι αὐτὸν ἐν αὐ‐ τοῖς. Ἐγὼ Κύριος, καὶ φυλάξονται τὰ φυλάγματά μου, ἵνα μὴ λάβωσι δι’ αὐτὰ ἁμαρτίαν, καὶ ἀποθά‐ νωσι δι’ αὐτὰ, ἐὰν βεβηλώσωσιν αὐτά. Ἐγὼ Κύριος
20ὁ ἁγιάζων αὐτούς.» Οἱ γὰρ δὴ προσάγοντες τὰ ἱερὰ, φησὶν, ἤτοι τὰ ἁγιαζόμενα παρὰ τῶν υἱῶν Ἰσραὴλ, ὅσα ἂν ἀναθεῖεν εἰς θυσίαν τῷ Θεῷ, μὴ βεβηλούντων αὐτοῦ τὸ ὄνομα, προσάγοντες οὐ προηγνισμένοι, καὶ ἀναπόνιπτον ἔχοντες ἔτι τὴν ἀκαθαρσίαν ἣν ἂν συμ‐
25βαίνει παθεῖν· ἢ ἴστωσαν ὅτι, φησὶ, τὴν ἐσχάτην εὐ‐ θὺς ἀποτίσουσι δίκην. Ἐγὼ γάρ εἰμι Κύριος, τοῦτ’ ἔστιν, οὐ θεὸς ψευδώνυμος, εἰς ὃν εἰ καί τις ἁμάρ‐ τοι τυχὸν, οὐδὲν ἔσται πλημμελές. Τί γὰρ ἂν καὶ γένοιτο πρὸς ἡμῶν εἰς ξύλον ἢ λίθον, ᾧπερ ἂν ἕποιτο
30καὶ τὸ εὐθύνεσθαι δεῖν; Οὐκοῦν τοῖς ἄγαν δείμασι προσεπανορθῶν εἰς ἀσφάλειαν τῆς ἀκαθαρσίας, τοὺς τρόπους καθ’ οὓς ἂν γένοιτο πρὸς ἡμῶν ἀπαριθμεῖ‐ ται χρησίμως, ὡς ἂν εἰδεῖεν οἱ λειτουργοὶ τῆς αὐτοῖς ὅτι μάλιστα πρεπούσης ἐπιεικείας τὴν ὁδὸν, καὶ δι’
35ὧν ἂν εἶεν δεκτοί τε καὶ καθαροὶ, τὴν τῷ νομοθέτῃ θυμαρεστάτην διαστείχοντες ζωήν. ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Τὸν μὲν οὖν λεπρῶντα καὶ γονοῤῥυῆ, καὶ τῆς ἱερᾶς ἐξίστησι λειτουργίας, καὶ δεῖν γενέσθαι
40φησὶ τῶν ἁγίων ἀμέτοχον, μέχρις ἂν αὐτῷ τὸ συμ‐ βὰν ἀποκρούσαιτο, καὶ ἀπωτάτω γένοιτο τοῦ νοσεῖν. Προσάπτει δὲ τούτοις, ὡς ὁμοφυᾶ νοσοῦντα ἀκαθαρ‐ σίαν, τὸν ἁπτόμενον πάσης ἀκαθαρσίας ψυχῆς, ἢ ᾧ ἐὰν ἐξέλθῃ κοίτη σπέρματος, καὶ μέντοι τὸν ἑρπε‐
45τοῦ θιγγάνοντα, καὶ ἀνδρὸς ἡντιναοῦν ἔχοντος ἐπὶ μολυσμῷ τὴν κατάῤῥησιν· οὐ πάθεσιν, οἶμαι, σωμα‐ τικοῖς ἐπιτιμῶντος τοῦ νόμου, κατά γε τὸν ἀληθῆ καὶ ἀμωμήτως ἔχοντα σκοπὸν, ἀλλ’ ὡς ἐν τύποις ἔτι, τοῖς ἐν αἰσθήσει καὶ σωματικοῖς, τὰ ἐν ψυχαῖς

68

.

796

(50)

ἀποφαίνοντος. Σύμβολον δὴ οὖν νεκρώσεως μὲν, ἡ λέπρα· δαπανᾷ γὰρ καὶ καταβόσκεται τὴν σάρκα, μεθίστησι δὲ εἰς τὸ παρὰ φύσιν, καὶ ἀλλοιοῖ τοῦ σώματος τὴν ὄψιν. Γονόῤῥοια δὲ, καρπογονίας ἐστὶν ἀπόθεσις, ῥεούσης εἰς τὸ μηδὲν τῆς φύσεως· ὁποῖος
55ἄν τις ὁρῷτο καὶ ἀνθρώπου νοῦς παρενεχθεὶς εἰς παραφθορὰν καὶ μονονουχὶ δαπανώμενος εἰς ἀκαρ‐
πίαν, διά γε τοῦ δύνασθαι συνιέναι μηδὲν τῶν ἀναγ‐794

68

.

797

καίων εἰς σωτηρίαν· ὁποῖοί τινες γεγόνασιν Ὑμέ‐ ναιός τε καὶ Ἀλέξανδρος, οἰόμενοί τε καὶ λέγοντες ἀνάστασιν ἤδη γεγονέναι. Καὶ προστεθεῖεν ἂν τού‐ τοις, οἱ ἀπονεύοντες ἀχαλίνως πρὸς πᾶν ὁτιοῦν τῶν
5ἐκτόπων, καὶ τῆς ἑαυτῶν διανοίας τὸν καρπὸν πα‐ ραῤῥιπτοῦντες ἁπλῶς εἰς ἑώλους καὶ ἀσελγεῖς ἡδο‐ νάς. Οὐκοῦν ὁ λεπρὸς μὲν καὶ γονοῤῥυὴς, τοῦτ’ ἔστιν, ὁ τοῖς νεκρότητος ἔργοις ἐνισχημένος (εἶεν δ’ ἂν ἔργα νεκρότητος, τὰ τῆς σαρκὸς πάθη), καὶ ὁ τὴν
10ἔσω καρποφορίαν, τὴν εἰς νοῦν δηλονότι καὶ κεκρυμ‐ μένην, οὐκ ἀπαράφθορον ἔχων, ἀποχωρείτω, φησὶ, τῶν ἁγίων, ἕως ἂν καθαρισθῇ. Ὡς γὰρ ὁ θεσπέσιος ἔφη Παῦλος, «Ὃς ἂν ἐσθίῃ τὸ σῶμα τοῦ Κυρίου καὶ πίνῃ τὸ ποτήριον αὐτοῦ ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει
15καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα αὐτοῦ. Δοκιμαζέτω δὲ,» φησὶν, «ἄνθρωπος ἑαυτὸν, καὶ τότε ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω.» ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Ἄθρει δὴ οὖν, ὦ Παλλάδιε, τὸ ἀκριβὲς τοῦ
20νόμου· κεχώρηκε γὰρ ἥκιστά γε κατὰ μόνων τοῦ λεπροῦ καὶ γονοῤῥυοῦς, συγκαταδικάζει δὲ ὥσπερ αὐτοῖς, καὶ εἴ τις ἅψαιτο τυχὸν τῶν ἠῤῥωστηκότων, λεπροῦ δὴ λέγω καὶ γονοῤῥυοῦς. «Καὶ ὁ ἁπτόμε‐ νος,» φησὶ, «πάσης ἀκαθαρσίας ψυχῆς, ἢ ᾧ ἂν ἐξέλ‐
25θῃ κοίτη σπέρματος αὐτοῦ, ἀκάθαρτος ἔσται.» ΠΑΛΛ. Καὶ τίς ἂν γένοιτο τοῖς ἐπαφωμένοις ἡ ἀπό γε τούτου ζημία; ΚΥΡ. Οὐδεμία μὲν, κατά γε τὸν ἐν προχείρῳ λό‐ γον. Καταμιανεῖ γὰρ οὐχὶ τὴν ἀνθρώπου ψυχὴν,
30σώματος ἐπαφή. Πνευματικὸς δὲ ὁ νόμος, καὶ διδά‐ σκει πάλιν ἡμᾶς αἰνιγματωδῶς, ὡς ἀκάθαρτοι μὲν ἐν ἐγκλήμασι μολυσμῶν, οἱ ψυχικοῖς ἔνοχοι πάθεσιν. Συγκαταμιαίνονται δὲ αὐτοῖς καὶ οἱ θιγγάνοντες, ἤτοι κολλώμενοι, κατὰ σχέσιν δὲ δηλονότι τῆς ταυτοβου‐
35λίας, ἤγουν ταυτοεργίας· «Φθείρουσι γὰρ ἤθη χρη‐ στὰ ὁμιλίαι κακαί·» καὶ, «Μερὶς μὲν οὐδεμία πιστῷ μετὰ ἀπίστου·» πολέμιον δὲ καὶ ἀσύμβατον τῷ σκότῳ τὸ φῶς. Καὶ ἀληθὲς, ὅτι «Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ
40ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις.» Ὅτι δὲ οὐχὶ τὸ ἀῤῥωστῆσαι μόνον τὰ ἐκτοπώτατα τῶν πα‐ θῶν, μόνοις ἔσται τοῖς ἠῤῥωστηκόσι παγχάλεπον, ἀλλὰ καὶ οἵπερ ἂν γένοιντο σύμφρονές τε καὶ ὁμο‐ γνώμονες, οὐ μείοσιν ἢ ἐκεῖνοι καταμιανθήσονται
45μολυσμοῖς, παρέδειξεν εὐθὺς ἐπειπὼν, ὅτι «Ὅστις ἐὰν ἅψηται παντὸς ἑρπετοῦ ἀκαθάρτου, μιανεῖ αὐτὸν, ἢ ἐπ’ ἀνθρώπῳ ἐν ᾧ μιανεῖ κατὰ πᾶσαν ἀκαθαρσίαν αὐτοῦ, ψυχὴ ἥτις ἂν ἅψηται αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.» Ἑρπετὰ δὲ πικρὰ καὶ ἰοβόλα

68

.

797

(50)

λέγεσθαί τε καὶ εἶναί φαμεν, τοὺς οἷσπερ ἂν εἴη πρέπων ὁ λόγος, «Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐ‐ τῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει.» Εἶεν δ’ ἂν οὗτοι καὶ πρό γε τῶν ἄλλων οἱ τὰ ὀρθὰ δια‐ στρέφοντες, καὶ τοῖς ἁπλουστέροις τὸν ὀλέθρου
55πρόξενον ἐνηχοῦντες λόγον, ἀποφέροντές γε πρὸς
ἐννοίας οὐκ ἀγαθὰς, καὶ εἰς δόξαν ἐπὶ Θεῷ τὴν δι‐796

68

.

800

εστραμμένην, ἤγουν κἀκεῖνοι τυχὸν, οἱ λέγοντες· «Φά‐ γωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν·» καὶ οἱ πρός γε τὰς ἐν κόσμῳ φιληδονίας τὰς τῶν ἀμαθε‐ στέρων διανοίας ἐξέλκοντες. Ἀκάθαρτοι δὲ πάλιν καὶ
5καταμιαίνειν εἰδότες τοὺς ἐπαφωμένους, ἤτοι πλη‐ σίον ἰόντας, κατά γε, φημὶ, τὸν διαθέσεως νόμον, οἱ περὶ ὧν ἔφη που καὶ ὁ σοφώτατος Παῦλος· «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ἢ πόρνος, ἢ μέθυσος, ἢ ἅρπαξ, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, τῷ τοιούτῳ
10μηδὲ συνεσθίειν.» Ἢ γὰρ οὐχὶ τῷ ἱερῷ τε καὶ ἀπο‐ λέκτῳ γένει πρεπωδέστατον εἶναι φὴς τὸ, μὴ γεγο‐ νόσι τὰ τοιάδε τῶν κακῶν, μήτε μὴν τοῖς ἠῤῥω‐ στηκόσι συναναφύρεσθαι δεῖν;
15ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. «Ἔσται δὴ οὖν ἐν ἀκαθαρσίᾳ,» φησὶν, «ὃς ἂν ἅψηται τούτων, ἕως ἑσπέρας. Οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ δύῃ ὁ ἥλιος, καὶ καθαρὸς ἔσται, καὶ τότε
20φάγεται ἀπὸ τῶν ἁγίων, ὅτι ἄρτος αὐτοῦ ἐστιν.» Ἀποφάσκει γε μὴν καὶ πρὸς τούτοις ἔτι τὴν θνησι‐ μαίου τε καὶ θηριαλώτου βρῶσιν, ὡς καταμιαίνειν ἱκανῶς δυναμένην. Θέα δὴ οὖν, ὦ Παλλάδιε, τὴν ῥύπου παντὸς ἀπόθεσιν, καὶ ἐγκλημάτων ἀπαλλα‐
25γὴν, οὐχ ἑτέρως ἂν ἐν ἡμῖν ἐσομένην, πλὴν ὅτι διὰ μόνου Χριστοῦ, καὶ ὡς ἐν καιρῷ τῆς ἐπιδημίας. ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ. Ὅτι γὰρ ἀπερικάθαρτον ἅπαν καὶ ἐν μολυ‐ σμοῖς ἔτι, καὶ ὅτι ζωῆς ἀμέτοχον τὸ πρὸ τῆς ἐπιδη‐
30μίας τοῦ Μονογενοῦς, παρέδειξεν εἰπών· «Ἀκάθαρ‐ τος ἔσται ἕως ἑσπέρας, καὶ οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων.» Ἢ οὐκ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐπι‐ δεδήμηκεν ὁ Ἐμμανουήλ; ΠΑΛΛ. Ναί· σαφὴς γὰρ ὁ λόγος.
35ΚΥΡ. Ἐζωοποιήμεθα δὲ κατεδηδοκότες τὸν ἄρτον, τὸν ὡς ἀληθῶς ἅγιον καὶ ἐξ οὐρανοῦ, τοῦτ’ ἔστι Χριστὸν, εἰς πέρας ἥκοντος τοῦ καιροῦ, καὶ ὥσπερ ἡλίου δύνοντος, καὶ κατακλείοντος εἰς ἑσπέραν τοῦ χρόνου τὸ μέτρον.
40ΠΑΛΛ. Πάνυ. ΚΥΡ. Ταύτῃτοι καὶ μέχρις ἑσπέρας ἀκάθαρτος ὁ μεμολυσμένος, ἀμέτοχος δὲ καὶ τροφῆς ἁγίας καὶ ζωοποιοῦ, τὸν τῆς καθάρσεως περιμένων καιρόν. Ὕδατι δὲ λουσάμενος καὶ δῦντος ἡλίου, καθαρὸς,
45καὶ ἴδιον ἄρτον ἔχων τὸν ἐξ οὐρανοῦ. Ἐκνενέμηται γὰρ ὥσπερ τοῖς δι’ ὕδατος ἡγιασμένοις, ὡς ἐν ἁγίῳ, φημὶ, βαπτίσματι, τὸ εὐλογεῖσθαι διὰ Χριστοῦ· καὶ δὴ αὐτός ἐστιν ὁ ἄρτος ὁ ζῶν, αὐτὸς δὲ δὴ πάλιν ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.

68

.

800

(50)

Ὅτι δὲ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καταση‐ μήνειεν ἂν τὸν καιρὸν ἡ ἡλίου δύσις, εἴσῃ τοι σαφῶς, Θεοῦ λέγοντος ἐπὶ τῷ ἀμνῷ πρὸς τὸν ἱεροφάντην Μωσέα· «Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λαβέτω‐ σαν ἑαυτοῖς πρόβατον κατ’ οἴκους, καὶ ἔσται, φησὶ,
55διατετηρημένον ἀπὸ τῆς δεκάτης τοῦ μηνὸς, ἕως τῆς,
τεσσαρεσκαιδεκάτης, καὶ σφάξουσιν αὐτὸν πᾶν τὸ798

68

.

801

πλῆθος τῶν υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν.» Ὥρα γὰρ ἡ δεκάτη λέγεται καθ’ ἣν ἐπέφανεν ἡμῖν ὁ Ἐμμα‐ νουὴλ, πρὸς αὐτῇ λοιπὸν τῇ ἑσπέρᾳ, τοῦτ’ ἔστι τῷ τέλει τοῦ ἐνεστῶτος καιροῦ. Θνησιμαῖον δὲ καὶ θηριά‐
5λωτον, οὐ μεῖον ἢ λέπρα τοῖς ἐφαπτομένοις τὸν μολυ‐ σμὸν ἐνίησι νοητῶς· τοῦ μὲν θνησιμαίου τὸ τελείως νεκρὸν καὶ ἀπεψυγμένον, ὡς ἐν ἔργοις τοῖς κατὰ τὴν σάρκα, τοῦ δὲ θηριαλώτου, τὴν ὑπὸ τῷ διαβόλῳ πε‐ σοῦσαν ψυχὴν ἀναφανδὸν σημαίνοντος. Χρῆμα δὲ
10ὅτι σωτήριον ἀποφοιτᾷν ἀνδρὸς, νεκρὰ φρονεῖν ἐγνω‐ κότος καὶ ἀπεψυγμένου τὸν νοῦν, καὶ τρέφοντος ὥσ‐ περ ἐφ’ ἑαυτῷ τὸν Σατανᾶν (κατεσθίει γὰρ ἃς ἂν ἕλοι‐ το ψυχὰς), πῶς οὐκ ἂν εἴη σαφὲς τοῖς γε ἀληθῶς ἀρτίφροσι, καὶ ἀπωτάτω χωρεῖν παντὸς τοῦ καταμο‐
15λύνειν εἰωθότος ἄριστα διεσπουδακόσιν; ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Ἐπειδὴ δὲ πρὸς τοῦτο λοιπὸν ἀκριβείας ἡμῖν ἐξέρπει τὰ διηγήματα, καὶ ὁ τοῦ νόμου σκοπὸς ἥκιστα μὲν τοῖς μεμολυσμένοις ἂν εἴη γε μὴν τοῖς
20ἀμωμήτως ἔχουσι τὸ χρῆναι μεταλαχεῖν τῶν ἁγίων καὶ ζωοποιῶν ἐδεσμάτων· διίστησιν εὐθὺς εὖ μάλα τὰ γένη, καὶ τίνες ἂν εἶεν οἱ τῆς εὐλογίας ἄξιοι, καὶ πρός γε τοῦτο διᾴττειν οἷοί τε, ὥρισται· τίσι δὲ αὖ τὸ ἀποσοβεῖσθαι πρέπει τῶν ἱερῶν ἐδωδίμων, διεσά‐
25φει λέγων· «Καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἅγια· πάροικος ἱερέως ἢ μισθωτὸς, οὐ φάγεται ἅγια. Ἐὰν δὲ ἱερεὺς κτήσηται ψυχὴν ἔκκτητον ἀργυρίου, οὗτος φάγεται τὸν ἄρτον αὐτοῦ, καὶ οἱ οἰκογενεῖς αὐτοῦ, καὶ οὗτοι φάγονται τῶν ἄρτων αὐτοῦ.» Ἐξείργει
30μὲν ὡς μεμολυσμένον καὶ ἀναπόνιπτον ἔτι τὸν ἀλλο‐ γενῆ τε καὶ ἔκφυλον, τοῦτ’ ἔστι τὸν οὔπω πεπιστευ‐ κότα καὶ Θεὸν οὐκ εἰδότα τὸν ἀληθινόν. Οἷς γὰρ οὐκ ἔνεστι τὸ διὰ τῆς ἐν πνεύματι καὶ νοητῆς οἰκειότητος συνδεῖσθαι Χριστῷ τῷ μεγάλῳ καὶ ἀληθῶς ἱερεῖ, πῶς
35ἂν οἱ τοιοίδε γένοιντο μέτοχοι τῶν ἄρτων αὐτοῦ; Δώσομεν γὰρ οὐχὶ τὰ ἅγια τοῖς κυσὶ, παραῤῥίψειε δ’ ἂν οὐδεὶς τοὺς νοητοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Οὐκοῦν ἀμέτοχος μὲν ὁλοτρόπως ὁ ἀλλογενής. Συν‐
40άπτει δὲ τούτῳ τὸν πάροικόν τε καὶ μισθωτόν· εἶεν δ’ ἂν οὗτοι πάλιν, κατά γε τὸ αὐτῷ μοι δοκοῦν, οἱ κόσμῳ μὲν ζῶντες, καὶ αὐτῷ πολιτευόμενοι, καὶ οἱονεὶ πατρίδα πεποιημένοι τὴν γῆν, διά γε τοῦ μόνα φρονεῖν τὰ σαρκὸς, ἐν ψιλῇ δὲ ὥσπερ καὶ μόνῃ παρ‐
45οικοῦντες τῇ πίστει, τὴν εἰς Χριστὸν ἀγάπησιν. Καὶ ὅσον μὲν ἧκεν εἰς λόγους, χρηστοὶ καὶ ἐπιεικεῖς· τὸ δ’ οὖν εἰς ἔργα καὶ τρόπους τῆς ἀληθοῦς εὐλα‐ βείας, πολὺ δὴ λίαν ἐξεστηκότες. Μισθωτοὶ δὲ αὖ, καὶ αὐτό που τάχα τὸ πιστεῦσαι μόνον, οὐκ αἰδοῖ τῇ

68

.

801

(50)

πρὸς ἀλήθειαν ᾑρημένοι, μισθὸν δὲ ὥσπερ τινὰ τοῦ δοκεῖν εἶναι Χριστιανοὶ, τὸ ἀρέσκειν τισὶ θηρώμενοι, καὶ τὰς ἐκ τῶν ὠφελεῖν δυναμένων αὐτοὺς φροντί‐ δας θωπευτικῶς ὑποτρέχοντες, καὶ πορισμὸν ποιού‐ μενοι τὴν εὐσέβειαν καὶ φιλοκερδείας προκάλυμμα,
55τὸ χρηστοεπὲς καθάπερ προσωπεῖον ἑαυτοῖς περι‐
πλάττοντες. Ὅσον μὲν οὖν ἧκεν εἰς νόμου δύναμιν,800

68

.

804

εἰ συντετάξονται τοῖς ἀλλογενέσιν οἱ πάροικοί τε καὶ μισθωτοὶ καὶ τῶν ἁγίων ὡς ἀπωτάτω, σὺν ἐκεί‐ νοις ἔσονται· μόνον δὲ οὐχὶ καὶ ἀδελφὰ νοσοῦντες ἐγκλήματα, τὴν ὁμοφυᾶ δικαίως ὑποστήσονται δί‐
5κην. Ἀνεῖσθαι δὲ δεῖν τοῖς οἰκείοις ἔφη τῶν ἁγίων τὴν μέθεξιν. Φάγονται γὰρ, φησὶν, οἱ τῶν ἱερέων οἰκογενεῖς, καὶ ὃν ἂν ἐκπρίαιντο τυχὸν, ἔκκτητόν τε καὶ ἀργυρώνητον καὶ οἰκογενῆ που λέγων, τὸν ἐν πίστει γνήσιον, καὶ οἰκεῖον ἐν πνεύματι, καὶ τιμῆς
10ἠγορασμένον, κατὰ τὸν μακάριον Παῦλον. «Χριστὸς γὰρ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νομοῦ, γενόμενος ὑπὲρ ἡμῶν κατάρα,» κατὰ τὸ γεγραμ‐ μένον. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Προσεπιτάττει δὲ ὅτι καὶ θυγάτηρ ἀνθρώ‐
15που ἱερέως, ἐὰν γένηται ἀνδρὶ ἀλλογενεῖ, αὕτη τῶν ἀπαρχῶν τῶν ἁγίων οὐ φάγεται. Τὸν μὲν οἰκεῖον ἐκ‐ τετίμηκεν ἐναργῶς, μεταλαχεῖν ἐφιεὶς τῶν ἁγίων, ὡς γνήσιον· πλὴν ὅτι τοῖς ἔχουσι τὴν πρὸς αὐτὸν οἰκειό‐ τητα, παραιτητέον εὖ μάλα τὸ προσκολλᾶσθαι φιλεῖν
20τοῖς μὴ κατὰ πίστιν ἢ τρόπον οἰκείοις, μήτε μὴν τὸ οἱονεὶ συγγενὲς πεπλουτηκόσιν ἐξ ἀρετῆς, οὐκ ἀσυμ‐ φανὲς ἂν γένοιτο τοῖς ἐθέλουσι πολυπραγμονεῖν τῶν ἱερῶν Γραμμάτων τὴν πίστιν. Ὥσπερ γὰρ ἐν τοῖς ἤδη προανεγνωσμένοις ἀκάθαρτον μὲν ἐποίει τὸν
25λεπρὸν, καὶ αὖ ἐπὶ τούτῳ τὸν γονοῤῥυᾶ, μολυσμοῦ δὲ καὶ ἀκαθαρσίας τῆς ἐπ’ αὐτοῖς ἐτίθει μέτοχον τὸν ἀγχοῦ γεγονότα, καὶ οἱονεὶ συνημμένον ἐξ ἐπαφῆς· οὕτω κἀνθάδε τὴν ἱερέως θυγατέρα φησὶ, κἂν εἰ ἔχοι τυχὸν τὸ συγγενὲς ἅγιον, οὐδὲν ἐντεῦθεν ὠφεληθήσε‐
30σθαι, συνημμένην ἑτέρῳ, τοῦτ’ ἔστιν ἀλλογενεῖ, τῷ μηδαμόθεν οἰκείῳ, μήτε μὴν ἐξ αἵματος Ἰσραήλ. Ὁ μὲν οὖν τῆς ἱστορίας ἐν τούτοις ᾖ λόγος. Παροι‐ σθέντος δὲ ἡμῖν εἰς θεωρίαν πνευματικὴν τοῦ νόμου, φαμὲν ὅτι θυγατέρα φησὶν ἱερέως, τὴν ἐξ ὕδατός τε
35καὶ πνεύματος ἀναγεννηθεῖσαν ψυχὴν δυνάμει Χρι‐ στοῦ, καὶ διὰ πίστεως κεκλημένην εἰς ἁγιασμόν· ἀλλ’ ἔσται, φησὶ, καὶ ἡ τοιάδε τυχὸν τῶν ἁγίων ἀμέ‐ τοχος, εἰ γένοιτο ἀνθρώπῳ ἀλλογενεῖ, τοῦτ’ ἔστιν, εἰ συνάπτοιτό τισι τοῖς οὐκ ἀληθῶς ἁγίοις, καὶ σχέσιν
40οὐκ ἔχουσιν πρὸς Θεὸν πνευματικήν· σώμασι μὲν οὖν σωματικὸς ἂν γένοιτο τῆς συναφείας ὁ τρόπος, πνεύμασι δὲ αὖ πνευματικός. ΠΑΛΛ. Καὶ τίνας εἰς τοῦτο παρενεχθῆναί φαμεν; ΚΥΡ. Οὓς ὁ σεμνὸς τῆς σοφίας διησφαλίζετο λόγος,
45οὕτως ἔχων· «Υἱὲ, μή σε πλανήσωσιν ἄνδρες ἀσε‐ βεῖς, μηδὲ βουληθῇς ἐὰν παρακαλέσωσί σε λέγοντες· Ἐλθὲ μεθ’ ἡμῶν· κοινώνησον αἵματος.» Προσθήσομεν δὲ κἀκείνους, οἳ τῆς ὀρθῆς πίστεως ἀμαθῶς ἀπονε‐ νευκότες, ὀπίσω τρέχουσι σαρκὸς, τοὺς μὲν διὰ τοῦ

68

.

804

(50)

ἁγίου Πνεύματος οὐ προσιέμενοι λόγους, προσεσχη‐ κότες δὲ πνεύμασι πλάνης, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὸν νοῦν. Οὗτοι τὴν πρὸς Χριστὸν οἰκειότητα παρωθούμενοι, γεγόνασι κατὰ τὸ ἀληθὲς ἀνθρώποις ἀλλογενέσι, καὶ σπερμάτων ἠνέσχοντο
55διαβολικῶν, καρποφοροῦντες ἐν πλάνῃ τὰ πλάνης802

68

.

805

ἔργα καὶ ἀπωλείας. Ἀπόβλητος οὖν, κἂν ἱερά τις εἴη ποτὲ καὶ ὁσία ψυχὴ, τοῖς οὕτως αἰσχροῖς ἐναλοῦσα μιάσμασιν. Ἀνίερον γὰρ κομιδῇ πᾶν ὃ ἐὰν γένηται μυσαρὸν καὶ μεμολυσμένον, διὰ τοῦ προσκεῖσθαι
5φαύλοις τε καὶ ἀνοσίοις ἀνδράσι. Γείτονα δὲ τούτῳ καὶ ἕτερον εὐθὺς κατεχρησμῴδησε νόμον· ἔχει δὲ οὕτως· «Καὶ θυγάτηρ ἱερέως, ἐὰν γένηται χήρα ἐκβεβλημένη, σπέρμα δὲ μὴ ᾖ αὐτῇ, ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τὸν πατρικὸν αὐτῆς κατὰ τὴν νεότητα αὐτῆς· ἀπὸ τῶν ἄρτων
10τοῦ Πατρὸς αὐτῆς φάγεται.» Ὁ μὲν οὖν τῆς ἱστορίας ἐναργὴς, οἶμαι, λόγος· ἰτέον δὲ δὴ πρὸς ἐννοίας τὰς ἔσω καὶ κεκρυμμένας. Εἰ γὰρ γένοιτο, φησὶν, ἀπό‐ βλητος ὡς κατεγνωσμένη ψυχὴ, καὶ ἀνδρὸς ἐρήμη φαίνοιτο λοιπὸν, τοῦτ’ ἔστι τοῦ νοητοῦ νυμφίου, καρ‐
15πὸν ἔχουσα τὸν ἐξ ἀρετῆς οὐδένα· δρομαῖον ποιείσθω πρὸς τὸ ἐν ἀρχαῖς τὸ βάδισμα, καὶ ἐπανηκέτω γοργῶς ἐπὶ τὸν οἶκον τοῦ ἰδίου πατρὸς, διὰ μεταγνώσεως δὲ δηλονότι ζητοῦσα τὴν πρὸς Θεὸν οἰκείωσιν, καὶ τότε φάγεται τῶν ἄρτων αὐτοῦ. Λυπεῖ δὲ οὐδὲν καὶ οἷς
20ἔφαμεν ἀρτίως τὴν τῶν εἰρημένων ἐφαρμόσαι δύνα‐ μιν. Εἰ γὰρ γένοιτο, φησὶν, ἱεράν τε καὶ ἁγίαν ψυχὴν ἀνδράσι βεβήλοις ὑπενηνεγμένην κατολισθεῖν εἰς πλάνησιν, καὶ δογμάτων ἀλλοτρίων εἰσδέξασθαι μολυ‐ σμὸν, γένοιτό τε διὰ τοῦτο ὥσπερ τις χήρα καὶ ἀπό‐
25πεμπτος ἐκ Θεοῦ, ἐκνήψασα δέ πως οἷς κατώλισθεν μάθοι, ἐπανηκέτω πρὸς τὸν Πατέρα. Δέχεται γὰρ τοὺς πεπλανημένους, εἰ φαίνοιντο καθαροὶ τῶν εἰσκε‐ κριμένων αὐτοῖς ἀνοσίων σπερμάτων, εἰ μηδὲν ἐπι‐ φέροιντο τῆς τῶν πλανησάντων βδελυρίας λείψανον·
30συναγελάζει δὲ οὕτω τοῖς ἁγίοις προσκυνηταῖς, πα‐ ρατιθεὶς ἑαυτὸν ὡς ἄρτον ἐξ οὐρανοῦ, βρῶσιν αὐτοῖς τὴν ζωοποιόν. Οἶμαι δὲ ἔγωγε καὶ ἕτερόν τι παρα‐ δηλοῦν τὸν νομοθέτην ἡμῖν διὰ τουτωνὶ τῶν νόμων. Προαναφωνεῖ γὰρ ὥσπερ τῆς Ἰουδαίων Συναγωγῆς
35τὴν ἀπόστασιν, καὶ τὴν ἐπὶ τούτῳ δίκην, καὶ τὴν ἐσομένην ἐπ’ αὐτῇ κατὰ καιροὺς χρηστότητα, πρὸς ὑποστροφὴν ἀναφέρουσαν ἐλέῳ Θεοῦ, καὶ ἀνακομί‐ ζουσαν εἰς τὸ ἐν ἀρχῇ. «Θυγάτηρ» γὰρ, φησὶν, «ἀνθρώπου ἱερέως, ἐὰν γένηται ἀνδρὶ ἀλλογενεῖ,
40τῶν ἀπαρχῶν τῶν ἁγίων οὐκ ἔδεται.» Ὅσον μὲν γὰρ ἧκεν εἰς διδασκαλίαν καὶ μάθησιν, πατὴρ ὥσπερ τις τῆς Ἰουδαίων Συναγωγῆς, ὁ θεσπέσιος γέγονε Μωσῆς. Ἦν οὖν ἄρα θυγάτηρ ἱερέως· ἱερουργὸς γὰρ καὶ ὁ Μωσῆς, ἅτε δὴ καὶ ἐξ αἵματος καὶ φυλῆς
45ὑπάρχων Λευΐ. Ἀλλὰ γέγονεν ἡ τούτου θυγάτηρ ἀν‐ θρώπῳ ἀλλογενεῖ. Ὀλίγου γὰρ παντελῶς ἀξιοῦσα λόγου τὰ θεόθεν διωρισμένα, καὶ σπερμάτων τρόπον τινὰ τῶν ἄνωθεν ἀλογήσασα, μεμελέτηκε διδασκαλίας, ἐντάλματα ἀνθρώπων, καὶ ταῖς ἑτέρων καρποφορεῖ

68

.

805

(50)

γνωμοδοσίαις· ταύτῃτοι Θεὸς ἐπῃτιᾶτο λέγων αὐτῇ διὰ φωνῆς Ἱερεμίου· «Ἆρον εἰς εὐθεῖαν τοὺς ὀφθαλ‐ μούς σου, καὶ ἴδε, ποῦ οὐχὶ ἐξεφύρθης· ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη, καὶ ἐμίανας τὴν γῆν ἐν τῇ πορνείᾳ σου καὶ ἐν ταῖς κα‐
55κίαις σου, καὶ ἔσχες ποιμένας πολλοὺς, εἰς πρόσκομμα σαυτῇ.» Ἀλλὰ ταυτὶ μὲν ἀρχαῖα τῆς Ἰουδαίων
Συναγωγῆς τὰ ἐγκλήματα· ἀδελφὰ δὲ τούτοις καὶ804

68

.

808

νέα, τὰ ἐπ’ αὐτοῦ τοῦ Χριστοῦ. Προσιεμένη γὰρ οὐ‐ δαμῶς τὸν ἄνωθεν καὶ ἐκ Θεοῦ Πατρὸς νυμφίον, τοῖς τῶν Γραμματέων καὶ Φαρισαίων προσέχει λόγοις. Γέγονε τοίνυν ἀνθρώπῳ ἀλλογενεῖ, καὶ τῶν ἁγίων
5ἀμέτοχος ταύτῃτοι μεμένηκεν· οὐ γὰρ ἔφαγε τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, τοῦτ’ ἔστι Χριστόν. Ὁρᾷς τὰ ἐγκλή‐ ματα, καὶ τὴν τοῖς τὰ τοιάδε δεδυσσεβηκόσιν ἐπ‐ ενηνεγμένην εὐθὺς παρὰ Χριστοῦ δίκην. Ἄθρει δὴ οὖν καὶ τίνα τρόπον ἠλέηνται, καὶ ἀνεκομίσθησαν
10εἰς τὸ ἐν ἀρχαῖς· «Θυγάτηρ, φησὶν, ἱερέως, ἐὰν γέ‐ νηται χήρα ἐκβεβλημένη, σπέρμα δὲ μὴ ᾖ ἐν αὐτῇ, ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τοῦ πατρὸς αὐτῆς, κατὰ τὴν νεότητα αὐτῆς, καὶ ἀπὸ τῶν ἄρτων τοῦ πατρὸς αὐτῆς φάγεται.» Χήρα μὲν γὰρ καὶ ἐκβεβλημένη
15διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, ἡ τῶν Ἰουδαίων ἀν‐ εδείχθη Συναγωγὴ, καὶ μεμένηκεν ἐν ἁμαρτίαις, καὶ ἐν τῷ κεκτῆσθαι μηδὲν τῶν πνευματικῶν ἀγαθῶν, καὶ μακροὺς ἐν τούτῳ διατετέλεκε χρόνους. Ἀλλ’ ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τὸν πατρικὸν αὐτῆς·
20κεκλήσεται γὰρ καὶ αὐτὴ διὰ πίστεως πρὸς Θεόν· ἐπιγράψεται δὲ σὺν ἡμῖν Πατέρα τὸν τῶν ὅλων δη‐ μιουργὸν, καὶ τῆς Χριστοῦ γένοιτ’ ἂν εὐλογίας μέτο‐ χος. Τοῦτό σοι σαφὲς τὸ μυστήριον καὶ ὁ τοῦ προφή‐ του καταστήσει λόγος· ἔφη γὰρ ὧδε· «Διότι ἡμέρας
25πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασι‐ λέως, οὐδὲ ἄρχοντος· οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὐδὲ ἱερατείας, οὐδὲ δήλων· καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητή‐ σουσι Κύριον τὸν Θεὸν αὐτῶν καὶ βασιλέα αὐτῶν,
30καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν.» ΠΑΛΛ. Ἀληθὴς ὁ λόγος. ΚΥΡ. Οὐκοῦν ἐδώδιμα μὲν καὶ πρὸς μετάληψιν εὐπρεπῆ τοῖς ἀλωβήτως ἔχουσι τό γε ἐπὶ σφίσιν αὐ‐
35τοῖς, τὰ ἱερὰ, τοῦτ’ ἔστι τὰ ἅγια. Προκείσεται δὲ οὐκέτι τοῖς οὐκ ἔχουσιν ὑγιῶς, ἢ σχέσει τῇ πρὸς ἑτέρους ἐκμεμολυσμένοις. Γέγραπται γὰρ, ὅτι «Μετὰ στρεβλοῦ διαστρέψεις.» Ὅτι δὲ καὶ τοῖς ἀληθῶς ἱε‐ ροῖς οὐκ ἀζήμιον τὸ ὡς ἐν χρήσει κοινῇ ποιεῖσθαι
40τὰ ἅγια, καὶ μηδὲν οἴεσθαι διενεγκεῖν τῶν ἄλλων αὐτὰ, διετράνου λέγων εὐθύς· «Καὶ ἄνθρωπος ὃς ἐὰν φάγῃ τὰ ἅγια κατ’ ἄγνοιαν, καὶ προσθήσει τὸ ἐπίπεμπτον αὐτοῦ ἐπ’ αὐτὸ, καὶ δώσει τῷ ἱερεῖ τὸ ἅγιον, καὶ οὐ βεβηλώσει τὰ ἅγια τῶν υἱῶν Ἰσραὴλ,
45ἃ αὐτοὶ ἀφαιροῦσι τῷ Κυρίῳ, καὶ ἐπάξουσιν ἐφ’ ἑαυ‐ τοῖς ἀνομίαν πλημμελείας ἐν τῷ ἐσθίειν αὐτοὺς τὰ ἅγια αὐτῶν· ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» ΠΑΛΛ. Οὐ σφόδρα συνίημι ὅ τί ποτ’ ἐστὶν ὃ φής. ΚΥΡ. Πεύσῃ τοι καὶ μάλα σαφῶς· ἄναντες γὰρ οὐ‐

68

.

808

(50)

δέν. Τὰ εἰς ὀσμὴν εὐωδίας ἀνατεθειμένα, μόσχοι τυ‐ χὸν, ἢ ὄϊς, ἀνεκομίζοντο μὲν ἐκ μέρους ἐπὶ τὸ θυ‐ σιαστήριον, ἐξαιρουμένων τῶν ἐντοσθίων, ποδῶν, τε καὶ κεφαλῆς, καὶ πιμελῆς, ἔσθ’ ὅτε καὶ νεφρῶν· ἔτρεφον δὲ τοῖς λειψάνοις τοὺς ἱερεῖς. «Οἱ γὰρ ἐσθίοντες τὰς θυ‐
55σίας, κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσὶ,» καθὰ καὶ ὁ θε‐806

68

.

809

σπέσιος ἔφη Παῦλος. Ἦν οὖν ἄρα ἀνάγκη καθιεροῦσθαι Θεῷ τὸ ὑπὸ τοῦ προσκομισθέντος, κατὰ τὸν ἑκάστῳ πρέποντα νόμον, παραμυθεῖσθαι δὲ τῷ λοιπῷ σώματι τῆς θυσίας τοὺς ὑπουργούς. Εἰ δὲ δή τις ὅλον
5ὥσπερ διόλου τὸ δῶρον ἀπονοσφίσαιτο, καὶ ταῖς ἰδίαις ἀπονενέμηκε χρείαις, τεθυμιακὼς οὐδέν· ὡς ἅγια κατεδηδοκὼς, ἐγράφετο νόμῳ. Τοῦτό τοι δεδράκασιν οἱ Ἡλὶ τοῦ ἱερέως υἱοὶ, πρὸ θυσιῶν ἁρπάζοντες καὶ βεβηλοῦντες τὰ ἱερὰ, καὶ τοῖς εἰς τὸ θύειν ἥκουσιν, ἀν‐
10οσιώτατα λέγοντες· «Δὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ.» Ἀλλ’ ἐκεῖνα μὲν ὡς ἑκούσια καὶ γυμνὴν ἔχοντα τὴν ὕβριν, ἀναλόγως ἐκολάζετο. «Εἰ δὲ δὴ γένοιτο, φησὶν, ἢ λήθῃ συνηρπασμένον, ἢ τὸ τοῖς νόμοις δοκοῦν οὐκ ἀκριβῶς ἐγνωκότα, δράσαι τι τοιοῦτον· ζημίαν ὑπο‐
15μενέτω· καὶ ἀποτιννύτω μὲν τὸ ἴσον ἀμελητί· προσ‐ επαγέτω δὲ τούτῳ καὶ τὸ ἐπίπεμπτον,» τοῦτ’ ἔστι, τὴν τοῦ τιμήματος πέμπτην μοῖραν· «καὶ ἀπολύσε‐ ται γὰρ οὕτω τὰ ἐγκλήματα, καὶ τὰ ἐκ τῆς ἀγνοίας διακρούσεται βλάβη» Ὅτε τοίνυν τὸ ἀγνοηθὲν, γρα‐
20φῆς οὐκ ἐλεύθερον, τί ἂν οἴοιτό τις τὸ ἐξ ἀπονοίας καὶ θράσους; Παραιτητέον δὴ οὖν οἷς ἐν φροντίδι τὰ ἱερὰ, μηδὲν πρὸ θυσίας οἰκειοῦσθαι ζητεῖν· ἢ ἴστων, ὅτι δεινὰ πεπλημμεληκότες, ὀφλήσουσι δίκην, καὶ ὑπὸ θείαν ἔσονται κίνησιν. Ἢ οὐκ εἶναι φὴς ἀληθὲς
25τὸ χρῆμα, ὦ τᾶν;
28ΠΑΛΛ. Παντάπασι μὲν οὖν. ΚΥΡ. Ἁγίους δὲ ὅτι καὶ ἐκνενιμμένους εἶναι χρὴ
30τοὺς ἱερατεύοντας, ἀποσείεσθαι δὲ καὶ μάλα νεανι‐ κῶς τὸ οἱονείπως νεκρὸν καὶ ἀπεψυγμένον φρόνημα, καὶ τὸ μὴ ἔμπνουν εἰς ἀρετὴν, διεσάφει λέγων· «Εἶ‐ πον τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐν ταῖς ψυχαῖς οὐ μιανθήσονται ἐν τῷ
35ἔθνει αὐτῶν, ἀλλ’ ἢ ἐν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτῶν, ἐπὶ πατρὶ καὶ μητρὶ, καὶ υἱοῖς καὶ θυγατράσιν, ἐπ’ ἀδελφῷ, καὶ ἐπ’ ἀδελφῇ παρθένῳ τῇ ἐγγιζούσῃ αὐτῷ, τῇ μὴ ἐκδεδομένῃ ἀνδρὶ, ἐπὶ τούτοις μιανθή‐ σεται. Οὐ μιανθήσεται ἐξάπινα ἐν τῷ λαῷ αὐτοῦ
40εἰς βεβήλωσιν αὐτοῦ. Καὶ φαλάκρωμα οὐ ξυρηθήσε‐ σθε τὴν κεφαλὴν ἐπὶ νεκρῷ, καὶ τὴν ὄψιν τοῦ πώ‐ γωνος οὐ ξυρήσονται, καὶ ἐπὶ τὰς σάρκας αὐτῶν οὐ κατατεμοῦσιν ἐντομίδας. Ἅγιοι ἔσονται τῷ Θεῷ αὐτῶν, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομα τοῦ Θεοῦ αὐ‐
45τῶν· τὰς γὰρ θυσίας Κυρίου δῶρα τοῦ Θεοῦ αὐτῶν αὐτοὶ προσφέρουσι, καὶ ἔσονται ἅγιοι.» Μίασμα μὲν γὰρ ἀνδρὶ γένοιτ’ ἂν παντελῶς οὐδὲν, ὁ ἑτέρου θάνατος, εἰ τόν γε τῆς ἀληθείας πολυπραγμονοίη τις λόγον. Νεκρότης γε μὴν ἡ σωματικὴ, τύπος ἂν

68

.

809

(50)

εἴη τῆς ἔσω καὶ ἐν ψυχαῖς, ὑφ’ ἧς ἀνάγκη κατα‐ μιαίνεσθαι τὸν ἀγχοῦ γεγονότα, ἢ κατὰ θέλησιν, ἢ κατὰ ταυτοεργίαν· νεκρῶν γὰρ ἔργων ἀποφοιτᾷν καὶ ὡς ἀπωτάτω φέρεσθαι, πρέποι ἂν ἁγίοις, καὶ τοῖς τὰ τοιάδε κατηῤῥωστηκόσι μὴ εἰς ταυτὸν ἰέναι,
55καλόν. Γέγραπται γὰρ, ὅτι «Ὁ ἁπτόμενος πίσσης,808

68

.

812

μολυνθήσεται.» Μετάσχοι γὰρ ἂν καὶ μάλα ῥᾳδίως τῆς ἑτέρου φαυλότητος, ὁ κολλᾶσθαι μὴ παραιτού‐ μενος. Ἐφίησι δὲ ὁ νόμος τοῖς ἡγιασμένοις, ἐπὶ πατρὶ καὶ μητρὶ, παισί τε καὶ ἀδελφοῖς, καὶ μέν‐
5τοι καὶ ἀγχισπόροις ἀνεγκλήτως καταμιαίνεσθαι· διὰ τοῦ καὶ ἀψύχοις σώμασιν ἐπιφοιτᾷν, τῇ πρὸς τὴν φύσιν αἰδοῖ, καὶ τῶν εἰς τύπον ἀλογήσας ἀδικη‐ μάτων, ὡς ἂν μὴ δοκοῖεν ἄτεγκτοί τινες εἶναι καὶ ἀγέρωχοί τε καὶ ἀσυμπαθεῖς, οἱ Θεῷ γνώριμοι· καί
10τοι λέγοντος ἐναργῶς τοῦ νόμου· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται.» Καὶ καθ’ ἕτερον δὴ τρόπον τε καὶ λόγον, ἀπεῖρχθαί φαμεν τοῦ χρῆναι πενθεῖν τοὺς ἡγιασμένους· ζωῆς γὰρ ὄντας ἱερουργοὺς, καὶ εἰς τὴν τοῦ θανάτου λύσιν
15προσκομίζοντας τὰ ἱερὰ τῷ Θεῷ (θανάτου γὰρ λύσις ὁ Χριστοῦ θάνατος, διά τε προβάτων καὶ μόσχων ἀνατυπούμενος), πῶς ἦν ἀκόλουθον ταῖς ἐπὶ θανάτῳ καταβαρύνεσθαι λύπαις; Οὕτω καὶ ὁ θεσπέσιος Παῦ‐ λος, τοῖς εἰς ἐλπίδα ζωῆς καὶ ἀναστάσεως βεβαπτι‐
20σμένοις εἰς Χριστὸν, ἐπιστέλλει σαφῶς· «Τοῦτο δὲ λέγω, ἵνα μὴ λυπεῖσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμη‐ θέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ, καὶ ἐγερεῖ σὺν
25ἡμῖν.» Ἐφῆκε μὲν οὖν ὁ νόμος τοῖς ἄγαν ἀγχοῦ τεθνεῶσιν ἐπιφοιτᾷν τοὺς ἡγιασμένους. Ἐπιμετρεῖ δὲ τὸ χρῆμα, καὶ τὸ αὐτοῖς ὅτι μάλιστα πρέπον παρα‐ λύειν οὐκ ἐᾷ τῷ περιττῷ καὶ ὑπὲρ τὴν χρείαν, ὡς ἂν μὴ τὸ σεπτὸν τῆς ἱερωσύνης ἀδικοῖτο γέρας.
30Ἐξίστησι γὰρ τοῦ καθ’ ὁμοιότητα τὴν ἑτέρων ψι‐ λοῦσθαι τὰς κεφαλὰς, καὶ ἐφ’ ὕβρει προσώπου καταξύρεσθαι γενειάδα· καὶ τὰ μανίας Ἑλληνικῆς ἀνοσιουργήματα, τὰς εἰς σάρκα φημὶ κατατομὰς, οὐδ’ ὅσον εἰς νοῦν ἑλεῖν ἐπιτάττει. Συνδιατίθεσθαι
35μὲν γὰρ τοῖς οἰκείοις εἰς λύπας, τὸ ἀπεικὸς οὐδέν· τό γε μὴν εἰς ἅπαν ἀσχημονεῖν, ἀκαλλὲς ἂν εἴη καὶ ἀπόπληκτον κομιδῇ. «Πάντα γὰρ, φησὶν, εὐσχη‐ μόνως καὶ κατὰ τάξιν γινέσθω.» Προτετιμηκότας δὲ τὰ Θεοῦ· καὶ τῶν εἰς γονέας αὐτοὺς, κατὰ τὸν
40πάλαι νόμον, καὶ αὐτὸς ἡμῖν ὁ Σωτὴρ ἡγεῖσθαι προστέταχεν, οὕτω λέγων· «Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἥκιστα μὲν οὖν ἐπὶ νεκροῖς καταμιαίνε‐
45σθαι δεῖν ἐπιτάττει τοὺς ἱερέας. Ἀσύμβατον δὲ καὶ ἀσυμφανὲς τῷ βεβήλῳ, τὸ ἅγιον, καὶ καθ’ ἑτέρους ἡμῖν ἀποφαίνων τρόπους, νόμους ἡμῖν ἐτίθει τοὺς ἐπὶ γάμοις, εὐθὺς ἐπιλέγων· «Ἐπὶ παντὸς ἱερέως, γυναῖκα πόρνην καὶ βεβηλωμένην οὐ λήψονται, καὶ

68

.

812

(50)

γυναῖκα ἐκβεβλημένην ὑπὸ ἀνδρὸς αὐτῆς οὐ λήψον‐ ται· ὅτι ἅγιός ἐστι Κυρίῳ τῷ Θεῷ αὐτοῦ, καὶ ἁγιάσεις αὐτόν· τὰ δῶρα Κυρίου τοῦ Θεοῦ ὑμῶν, οὗτος προσφέρει· ἅγιος ἔσται, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» Ἡ μὲν οὖν πεπορνευμένη κατὰ
55τὸ ἀληθὲς καὶ μεμολυσμένη γυνὴ, τὸ ἐπ’ αἰσχροῖς
ἐπημφιεσμένη ἔγκλημα νοσεῖ, καὶ ἀναμφίλογον810

68

.

813

ἔχει τὴν κατάῤῥησιν. Ἀκαταιτίατος δὲ οὐδαμῶς ἡ ἐκβεβλημένη. Πάθοι γὰρ ἂν οὐκ εἰκῆ, τὸ ἀπο‐ σείεσθαι δεῖν τῆς τοῦ συνόντος ἑστίας. Χρὴ τοιγαρ‐ οῦν, τοὺς εἰς τὴν οὕτω σεπτὴν λειτουργίαν ἠγμένους,
5οὐχὶ δήπου μόνων τῶν ἐμφανεστάτην καὶ ἀκατακά‐ λυπτον ἐφ’ ἑαυτοῖς ἐχόντων τὴν κατάγνωσιν ἀπο‐ σχέσθαι κακῶν, ἀλλὰ καὶ παντὸς, οἶμαι, πράγματος, ᾧπερ ἂν ἕποιτο φαυλότητος δόξα, καὶ ὑπόληψις οὐκ ἀγαθὴ, καὶ ἐν πολλαῖς ἄγαν ὑποψίαις τὸ ἄσεμνον.
10Ἔοικε δὲ ὁ λόγος, καὶ τῆς Ἰουδαίων Συναγωγῆς τὴν συμφορὰν ὑπαινίττεσθαι, ἢν ὅτι πεπόρνευκεν εἰς ποιμένας πολλοὺς, κατὰ τὸ γεγραμμένον, οὐ προσ‐ ήκατο Χριστὸς εἰς πνευματικὴν κοινωνίαν, ὁ πάν‐ αγνος ἱερεὺς, ὁ δῶρον ὥσπερ τι ἐξαίρετον ἑαυτὸν
15ἀνατιθεὶς ὑπὲρ ἡμῶν τῷ Πατρὶ, ὁ μεθ’ ἡμῶν ἅγιος κατὰ τὸ ἀνθρώπινον, καίτοι πᾶσαν αὐτὸς ἁγιάζων τὴν κτίσιν, ὡς ἐκ Θεοῦ καὶ Θεός. Σαφεστέραν δὲ τοῦ μυστηρίου τὴν δήλωσιν ἀπετέλει λέγων· «Καὶ θυγάτηρ ἀνθρώπου ἱερέως, ἐὰν βεβηλωθῇ τοῦ ἐκ‐
20πορνεῦσαι, τὸ ὄνομα τοῦ πατρὸς αὐτῆς αὐτὴ βεβη‐ λοῖ, ἐπὶ πυρὸς κατακαυθήσεται.» Δέδοται γὰρ εἰς φλόγα, ὡς ἀνοσία καὶ βέβηλος, ἡ τῶν Ἰουδαίων Συναγωγὴ, ταῖς τῶν Γραμματέων καὶ Φαρισαίων ἀκολουθοῦσα γνώμαις, καὶ τοῖς ἀνθρώπων ἐντάλμα‐
25σιν ὅλον ἑαυτῆς ἀναθεῖσα τὸν νοῦν. Τοιγάρτοι καὶ σφόδρα δικαίως ἤκουε τοῦ προφήτου λέγοντος· «Πῶς ἐγένου πόρνη, πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως;» Ἐκπεπορνευμένη τοίνυν, καὶ ἀλογήσασα παντελῶς τοῦ ἄνωθέν τε καὶ πνευματικοῦ νυμφίου, πυρὸς γέ‐
30γονε τροφή. Τοιγάρτοι πικρὸν ἐπ’ αὐτῇ καταστάζων δάκρυον καὶ ὁ προφήτης Ἱερεμίας φησίν· «Ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσε Κύριος τὸ ὄνομά σου· εἰς φωνὴν περιτομῆς αὐτῆς, ἀνήφθη πῦρ ἐπ’ αὐτήν· μεγάλη ἡ θλίψις ἐπὶ σέ. Ἠχρειώθησαν οἱ
35κλάδοι αὐτῆς, καὶ Κύριος τῶν δυνάμεων ὁ καταφυ‐ τεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακά.» Τρόπος οὖν ἄρα πορνείας τῆς νοητῆς, τὸ ἀπονεύειν ὀρθότητος, καὶ διδα‐ σκάλοις προσκεῖσθαι ζητεῖν αἰσχροῖς τε καὶ ἀνοσίοις. ΠΑΛΛ. Οὕτω φημί.
40ΚΥΡ. Καὶ ἀμυδρότεροι μὲν τῶν εἰρημένων οἱ τύποι, καὶ οὐκ ἄγαν εὐφανεῖς ἐπί γε τῶν ἄλλων ἱερέων, ἀναλάμπουσι δὲ ὥσπερ ἐν Ἀαρὼν εἰκόνα φοροῦντι Χριστοῦ. Ἔφη γὰρ πάλιν· «Καὶ ὁ ἱερεὺς ὁ μέγας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, τοῦ ἐπικεχυμένου
45ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλαίου τοῦ χριστοῦ, καὶ τετελειω‐ μένου ἐνδύσασθαι τὰ ἱμάτια, τὴν κεφαλὴν οὐκ ἀποκι‐ δαρώσει,» ἤτοι οὐκ ἀπομιτρώσει, «καὶ τὰ ἱμάτια οὐ διαῤῥήξει, καὶ ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύσεται, ἐπὶ πατρὶ αὐτοῦ οὐδὲ ἐπὶ μητρὶ αὐτοῦ

68

.

813

(50)

οὐ μιανθήσεται, καὶ ἐκ τῶν ἁγίων οὐκ ἐξελεύσεται, καὶ οὐ βεβηλώσει τὸ ἡγιασμένον τοῦ Θεοῦ αὐτοῦ ὅτι τὸ ἅγιον ἔλαιον τὸ χριστὸν τοῦ Θεοῦ ἐπ’ αὐτῷ. Ἐγὼ Κύριος. Οὗτος γυναῖκα παρθένον ἐκ τοῦ γένους αὐ‐ τοῦ λήψεται, χήραν δὲ καὶ ἐκβεβλημένην καὶ βεβη‐
55λωμένην καὶ πόρνην, ταύτας οὐ λήψεται, ἀλλ’ ἢ παρθένον ἐκ τοῦ λαοῦ αὐτοῦ λήψεται γυναῖκα. Καὶ
οὐ βεβηλώσει τὸ σπέρμα αὐτοῦ ἐν τῷ λαῷ αὐτοῦ.812

68

.

816

Ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ἁγιάζων αὐτούς.» Ὁρᾷς ἐναρ‐ γῶς ὡς ἐν τύποις ἔτι τὸν Ἐμμανουὴλ καὶ Χριστὸν, ὠνομασμένον ὡς ἐν Ἀαρών. Ἐχρίσθη γὰρ Πνεύ‐ ματι, κατὰ τὰς Γραφὰς, αὐτὸς ὑπάρχων ὁ παντέλειος
5ἱερεύς. Τοιγάρτοι καὶ ἀναπόβλητον ἔχει τῆς ἱερω‐ σύνης τὴν δόξαν. «Οὐ γὰρ ἀποκιδαρώσει,» φησὶ, «τὴν κεφαλὴν,» τοῦτ’ ἔστιν, οὐκ ἀποβαλεῖ τὸ σχῆμα τὸ ἱεροπρεπές. Εἴρηται γὰρ πρὸς τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν· «Σὺ ἱερεὺς εἰς τὸν
10αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. —Καὶ οἱ μὲν πλείονές εἰσιν ἱερεῖς γεγονότες, διὰ τὸ θανάτῳ κω‐ λύεσθαι παραμένειν· οὗτος δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. Ὅθεν καὶ εἰς τὸ παντελὲς δύναται σώζειν τοὺς
15προσιόντας τῷ Θεῷ δι’ αὐτοῦ·» γέγραφε γὰρ ὧδε καὶ ὁ θεσπέσιος Παῦλος. Οὐκοῦν τὸ μὴ ἀφαιρεῖσθαι τῆς κεφαλῆς τὴν κίδαριν, τῆς ἱερωσύνης τὸ ἀναπό‐ βλητον ὑπεμφήνειεν ἄν. Εἰ δὲ δὴ λέγοιτο, «Τὴν κεφαλὴν οὐκ ἀπομιτρώσει,» συνήσεις εὖ μάλα τὸ
20τῆς βασιλείας αὐτοῦ διηνεκές τε καὶ ἀκατάσειστον· μίτρα γὰρ ἡ ἐπὶ μετώποις ἄκροις τὸ χρυσοῦν ἔχουσα ψέλλιον, ἀρχῆς ἂν εἴη καὶ βασιλείας σύμβολον. Ἀλλ’, «Οὐδὲ τὰ ἱμάτια διαῤῥήξει,» φησί. Τοῦτό τοί τισι δρᾷν ἔθος ἐπὶ νεκροῖς· Χριστοῦ δὲ τὸ χρῆμα παντε‐
25λῶς ἀλλότριον. Πάθοι γὰρ ἂν ἥκιστά γε τὸν ἐπὶ θανάτῳ πόνον, ἡ ζωή. Οὐδὲν γὰρ ὅλως αὐτῇ τὸ νε‐ κρὸν, ἀλλ’ ἔστιν αὕτη καὶ θανάτου λύσις, καὶ φθο‐ ρᾶς ἀνατροπή. Καὶ γοῦν καὶ ὁ Σωτὴρ ἐπετίμα ποτὲ τοῖς κατοιμώζειν ἐθέλουσι τὸ τοῦ ἀρχισυναγώγου
30κόριον, «Ἀποχωρεῖτε,» λέγων, «καὶ μὴ κλαίετε οὐ γὰρ ἀπέθανε τὸ κοράσιον, ἀλλὰ καθεύδει.» Ἔκ‐ τοπον γὰρ ἀληθῶς τὸ δακρυῤῥοεῖν αὐτοὺς ὡς ἐπὶ τεθνεώσῃ τῇ κόρῃ, τῆς τῶν ὅλων παρούσης ζωῆς, τοῦτ’ ἔστι, Χριστοῦ. Εἰ δὲ δεδάκρυκεν ἐπὶ Λαζάρῳ,
35φιλοστοργίας εἶναί φαμεν τὸ χρῆμα καρπὸν, καὶ τῆς θείας ἡμερότητος τὸ ἐφ’ ἡμῖν συμπαθές· ἠλέητο γὰρ ἡ φύσις, θανάτῳ τυραννουμένη, καὶ λύσις αὐτῇ τοῦ πάθους τὸ δάκρυον ἦν. ΠΑΛΛ. Ἔοικεν.
40ΚΥΡ. Ὅτι δὲ κατ’ οὐδένα τρόπον τὸ βέβηλον ἐν Χριστῷ, πλαγίως ὑποσημαίνεται διά γε τοῦ νεκρό‐ τητος ἀπανίστασθαι δεῖν τὸν ἀρχιερέα λέγειν, οὐδενὶ τὸ σύμπαν ἐπιφοιτῶντα νεκρῷ, ἠμελημένης ἐν τού‐ τῳ καὶ τῆς εἰς πατέρα τιμῆς καὶ εἰς μητέρα καὶ
45ἀδελφούς. Θέα γὰρ ὅπως νουνεχὴς ὁ νόμος, καὶ τὴν τοῖς νοήμασι πρέπουσαν εὐκοσμίαν οὐκ ἐν μικρῷ τιθεὶς λόγῳ. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἱερέων ἐδυσω‐ πεῖτο τὴν φύσιν, καὶ τοῖς ἄγαν ἀγχοῦ καὶ ἐξ αἵμα‐ τος νεκροῖς, τοῖς ἡγιασμένοις ἐδίδου τὸ ἀνεγκλήτως

68

.

816

(50)

ἐξεῖναι δρᾷν τὰ νενομισμένα. Πεφρόντικε δὲ οὐ σφό‐ δρα τῆς εἰς τὴν σκιὰν ἁμαρτίας. Γεγράφατο γὰρ ἐφ’ ἡμῶν τὰ ἐγκλήματα, καὶ εἰς ἀνθρώπους ὁ τύπος, οἷς εἰ καί τι παρέποιτο μολυσμοῦ, τὸ ἀπεικὸς οὐ‐ δέν. «Πολλὰ γὰρ πταίομεν ἅπαντες·» καὶ ἠῤῥώ‐
55στηκεν ἐν ἡμῖν τὸ πλημμελεῖν ἡ φύσις. Ἐπὶ δέ γε
τοῦ ἀρχιερέως τοῦ μεγάλου, τοῦτ’ ἔστι, Χριστοῦ,814

68

.

817

τετήρηται καθαρῶς καὶ ἐν αὐτῷ τῷ τύπῳ τὸ σέβας, καὶ τὸ ἀκίβδηλον ἐν σκιαῖς, ἵνα μὴ τὸ τῆς ἀληθείας παρασημαίνηται κάλλος, ὡς ἐν ἐκείνοις ἠδικημένον. Ἀβέβηλος γὰρ ὁ Χριστὸς, καὶ οὐκ εἰδὼς ἁμαρτίαν,
5καὶ παντὸς ἐπέκεινα μολυσμοῦ, μᾶλλον δὲ λαμπρό‐ τητός τε καὶ καθαρότητος νοητῆς· εἴσω τε παντὸς ἁγιασμοῦ, κἂν εἰ ἐξίτηλον ἔχων τὸ ἔν γε τούτῳ δια‐ φανὲς, διά τοι τὸ φυσικοῖς ἐρηρεῖσθαι νόμοις, καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν. Δηλοῖ δὲ, οἶμαι,
10τουτὶ, τὸ, «Ἀπὸ τῶν ἁγίων οὐκ ἐξελεύσεται, καὶ οὐ βεβηλώσει τὸ ἡγιασμένον τοῦ Θεοῦ αὐτοῦ.» Γυναῖ‐ κα δὲ δεῖν παρθένον πρὸς γάμου φέρεσθαι κοινωνίαν, εὖ μάλα φησὶ, καὶ ἀνάρμοστον ποιεῖται τὴν ἐξ‐ ωσμένην. Ἣ καὶ εἰς τύπον ἂν εἴη τῆς Ἰουδαίων Συν‐
15αγωγῆς· ἐκβέβληται γὰρ τῆς πρὸς αὐτὸν ἑνότητος, καὶ περὶ αὐτῆς φησι διὰ τῆς τοῦ προφήτου φωνῆς, ὅτι «Αὐτὴ οὐχ ἡ γυνή μου, καὶ ἐγὼ οὐκ ἀνὴρ αὐ‐ τῆς.» Ἡρμόσατο δὲ ὁ Παῦλος τὴν ἐξ ἐθνῶν Ἐκκλη‐ σίαν, παρθένον ἁγνὴν τῷ Χριστῷ, ἄσπιλον δὲ καὶ
20ἀρυτίδωτον, μᾶλλον δὲ ἁγίαν καὶ ἄμωμον. Οὕτω μὲν οὖν ἐπί τε τῆς ἐξ ἐθνῶν Ἐκκλησίας καὶ τῆς Ἰουδαίων μητρὸς, ἀληθὲς ἂν εἴη τὸ αἴνιγμα, καὶ ὁ τύπος οὐκ ἀκαλλής. Εἰ δὲ δὴ βούλοιτό τις πρὸς τὸν ἐφ’ ἑκάστῳ λόγον περιτρέπειν ἀξίως τῶν ἐννοιῶν τὴν δύναμιν,
25φαμὲν, ὅτι ψυχαῖς βεβήλοις καὶ ἀνοσίαις, ἀσυναφὴς ὁ Χριστός· ταῖς δὲ πανάγνοις καὶ καθαραῖς, οἷάπερ παρθένοις, σύνεστι πνευματικῶς, καὶ ἐγκάρπους ἀποτελεῖ, καὶ γένος αὐτὰς οἰκεῖον ἀποκαλεῖ. «Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου,» φησὶ,
30«τοῦ ἐν τοῖς οὐρανοῖς, οὗτος καὶ ἀδελφός μου, καὶ ἀδελφή μου, καὶ μήτηρ μού ἐστιν.»
35ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Ὁποίους μὲν οὖν εἶναι χρὴ τοὺς ἐξειλε‐ γμένους εἰς ἱερουργίαν, ἄττα τε ὀρθῶς ἐπείγεσθαι δρᾷν, καὶ ὧν ἂν αὐτοὺς ἀπηλλάχθαι πρέποι, διακε‐ χρησμῴδηκεν ἐναργῶς· ἀλλ’ ἦν δή που πρὸς τῷδε
40σοφὸν, τὸ τίνα χρὴ τρόπον ἱερουργεῖν αὐτοὺς, ἐκ‐ φάνδην εἰπεῖν, καὶ καταῤῥυθμίσαι νόμοις, τά τε τῶν θυσιῶν εἴδη καὶ πᾶν τὸ ἱερουργούμενον, ὡς ἂν ἀμωμήτως ἔχοι τὸ πρᾶγμα αὐτοῖς, θυμηρεστάτην τε οὕτω ποιοῖντο τὴν λειτουργίαν. Οὐκοῦν καὶ πρό γε
45τῶν ἄλλων, «Οὐκ ἀναβήσῃ,» φησὶν, «ἐν ἀναβα‐ θμοῖς ἐπὶ τὸ θυσιαστήριόν μου, ἵνα μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ’ αὐτό.» Ἀλλὰ πῶς ἂν τυ‐ χὸν γένοιτο τοῦτο, ἐρεῖ τις εὐθὺς, καίτοι ἐκ λίνου κατεσκευασμένον τοῖς ἱερεῦσιν ἐδίδου τὸ περισκελὲς,

68

.

817

(50)

«ἵνα καλύπτῃ,» φησὶν, «ἀσχημοσύνην» χρωτὸς αὐτοῦ; Εἴπερ οὖν ἄρα, καὶ ὑψοῦ διᾴττειν ἐχρῆν, οὐ‐ δὲν ἂν ἠδίκησε τὸ χρῆμα αὐτοὺς περιεσταλμένους τὸ ἄσχημον. Ποῖ δὴ οὖν ἄρα τὸν τοῦ νόμου φαμὲν εἶναι σκοπόν; Τοῖς τῶν εἰδώλων προσκυνηταῖς, εὐ‐
55κλεὲς εἶναί τε καὶ ἀναγκαῖον ἐδόκει, τὸ ὑψοῦ τοῖς τεμένεσιν ἱδρύσθαι βωμούς· καὶ οὐ πολὺς ἦν αὐτοῖς
ὁ ἐπί γε τῷ χρῆναι σεμνῶς περιεστάλθαι λόγος.816

68

.

820

Εὐφυῶς οὖν ὁ νόμος, ἀπὸ τοῦ συμβαίνειν αὐτοῖς εἰω‐ θότος, τοὺς θείους ἱερουργοὺς ἀνορθοῖ πρὸς τὸ ἄμει‐ νον, καὶ ὡς ἐκ τύπου σωματικοῦ, πρὸς θεωρίαν ἄγει πνευματικήν. «Οὐ» γὰρ «ἀναβήσῃ,» φησὶν, «ἐν
5ἀναβαθμοῖς ἐπὶ τὸ θυσιαστήριόν μου, ἵνα μὴ ἀποκα‐ λύψῃς τὴν ἀσχημοσύνην σου ἐπ’ αὐτοῦ.» Τοῦτ’ ἔστιν, Ὁ θεῖος ἱερουργὸς ὁ πρὸς λειτουργίαν ἡγιασμένος τὴν ἐμὴν, ζητείτω τὰ ταπεινὰ, μὴ ἀναθρωσκέτω πρὸς τὸ ὑψοῦ. Παραιτείσθω τὴν ἀλαζονείαν, ἵνα μὴ ἀσχή‐
10μων ὁρῷτο καὶ ἀκαλλής. Ἀκαλλὲς γὰρ καὶ ἄσχη‐ μον κομιδῇ καὶ παγχάλεπον ἀῤῥώστημα νοῦ, φρόνη‐ μα τὸ ὑπέρογκον. «Ὅσῳ γὰρ μέγας εἶ, φησὶ, το‐ σούτῳ ταπείνου σεαυτὸν, καὶ ἔναντι Κυρίου εὑρή‐ σεις χάριν.» Γράφει δὲ καὶ ὁ τοῦ Σωτῆρος μαθητής·
15«Καυχάσθω ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ· ὁ δὲ πλούσιος, ἐν τῇ ταπεινώσει αὐτοῦ.» Παρελεύ‐ σεται γὰρ καὶ ἐν ἴσῳ πόαις, καὶ ἀνθέων διοίσει τῶν ἐν ἀγροῖς κατ’ οὐδένα τρόπον. ΠΑΛΛ. Σύμφημι.
20ΚΥΡ. Ὄγκου δὴ οὖν καὶ ὑπεροψίας ἀπηλλάχθαι δεῖν ἔφη τὸν ἱερουργόν. Τίνα τε οὖν τρόπον ἐννομω‐ τάτην ποιήσαιτο ἂν τὴν ἱερουργίαν καὶ ἀνεπίπληκτον, παντελῶς εἴσῃ τοι σαφῶς· γέγραπται γὰρ ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέ‐
25γων· Ἔντειλαι Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων· Οὗτος ὁ νόμος τῆς ὁλοκαυτώσεως, αὕτη ἡ ὁλοκαύτω‐ σις ἐπὶ τῆς καύσεως αὐτῆς ἐπὶ τοῦ θυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τοπρωΐ· καὶ τὸ πῦρ τοῦ θυσια‐ στηρίου καυθήσεται ἐπ’ αὐτοῦ, οὐ σβεσθήσεται· καὶ
30ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν, καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ, καὶ ἀφελεῖ τὴν κατακάρπωσιν, ἣν ἂν καταναλώσῃ τὸ πῦρ, τὴν ὁλο‐ καύτωσιν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ παραθήσει αὐτὸ ἐχόμενον τοῦ θυσιαστηρίου, καὶ ἐκδύσεται τὴν
35στολὴν αὐτοῦ, καὶ ἐνδύσεται στολὴν ἄλλην, καὶ ἐξοί‐ σει τὴν κατακάρπωσιν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν· καὶ πῦρ ἐπὶ τὸ θυσιαστήριον καυθήσεται ἐπ’ αὐτοῦ, καὶ οὐ σβεσθήσεται· καὶ καύσει ἐπ’ αὐ‐ τοῦ ὁ ἱερεὺς ξύλα τοπρωῒ πρωῒ, καὶ στοιβάσει ἐπ’
40αὐτοῦ τὴν ὁλοκαύτωσιν, καὶ ἐπιθήσει ἐπ’ αὐτὸ τὸ στέαρ τοῦ σωτηρίου καὶ πῦρ διὰ παντὸς καυθήσεται ἐπὶ τὸ θυσιαστήριον, οὐ σβεσθήσεται.» Ἐνδελεχὲς μὲν οὖν καὶ ἀκατάπαυστον κομιδῇ τοῦ θυσιαστηρίου τὸ πῦρ, καὶ οὐκ ὀθνεῖον ἢ ἔξωθεν, ἀλλὰ τὸ αὐτοῦ,
45τοῦτ’ ἔστι, τὸ ἄνωθεν καὶ ἐξ οὐρανοῦ, Καὶ τί δὴ τοῦτό ἐστιν; Ἐπίμεστον γὰρ τῆς τοῦ Θεοῦ δόξης τὸ ἅγιον ἡμῶν θυσιαστήριον. Ἐν εἴδει δὲ τοῦ πυρὸς ἡ θεία τε καὶ ἀπόῤῥητος εἰκάζεται φύσις. Ἔοικε δὲ καὶ μυστικόν τι ὁ λόγος εὖ μάλα παραδηλοῦν. ΠΑΛΛ. Τὸ ποῖόν τι φής;

68

.

820

(50)

ΚΥΡ. Ἦ οὐκ αὐτὸν εἶναι τὸν Ἐμμανουὴλ τὸ θεῖον ἐλέγομεν, ὡς ἐν τύπῳ, θυσιαστήριον, δι’ οὗ προσίεμεν τῷ Θεῷ καὶ Πατρὶ, λατρεύοντες λογικῶς, καὶ μονονουχὶ καταθύοντες τὸ εὐῶδες ἐν ἀρεταῖς, καὶ τῆς εὐαγγελι‐ κῆς πολιτείας τὸν ἁγιασμόν; «Παραστήσατε γὰρ τὰ
55σώματα ὑμῶν, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ
Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.»818

68

.

821

ΠΑΛΛ. Ἐλέγομεν· μεμνήσομαι γάρ. ΚΥΡ. Θέα δὴ οὖν ὅτι καταφοιτῆσαν ἐξ οὐρανοῦ πῦρ ἐπὶ τὸ θυσιαστήριον, καταλήγειν οὐκ ἐᾷ, οὐδὲ οἷον ἀπανίστασθαι μαρανθὲν, ἀλλ’ εἶναί τε διὰ παντὸς
5αὐτῷ, καὶ ἀπαύστως ἐμφιλοχωρεῖν. Μεμαρτύρηκε δὲ καὶ ὁ Βαπτιστὴς Ἰωάννης περὶ Χριστοῦ· «Ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ ἐν εἴδει περιστερᾶς, καὶ ἔμεινεν ἐπ’ αὐτόν. Καὶ ἐγὼ,» φησὶν, «οὐκ ᾔδειν αὐτόν· ἀλλ’ ὁ πέμψας με βαπτίζειν,
10αὐτός μοι εἶπεν· Ἐφ’ ὃν ἂν [ε]ἴδῃς τὸ Πνεῦμα κατα‐ βαῖνον ἐξ οὐρανοῦ, καὶ μένον ἐπ’ αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι τῷ ἁγίῳ.» Ἀνετυποῦτο δὴ οὖν ὡς ἐν σκιαῖς ἔτι τὸ Πνεῦμα τὸ ἅγιον, ἐν εἴδει πυρὸς καταβαῖνον ἐπὶ Χριστὸν, καὶ ἀεὶ μένον ἐπ’
15αὐτόν. Ἀκατεύναστον γὰρ καὶ ἀκατάληκτον παντε‐ λῶς τοῦ θυσιαστηρίου τὸ πῦρ. Ὅτι δὲ τῇ τοῦ πυρὸς φύσει τὸ Πνεῦμα παρεικάζεται, πληροφορεῖ σε λέγων τοῖς Ἰουδαίων δήμοις καὶ ὁ μακάριος Βαπτιστής· «Ἐγὼ βαπτίζω ἐν ὕδατι, μέσος δὲ ὑμῶν ἕστηκεν,
20ὂν ὑμεῖς οὐκ οἴδατε, ὁ ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδή‐ ματος.» Ἔφη δὲ, ὅτι «Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.» Βεβαπτίσμεθα γὰρ οὐκ εἰς πῦρ αἰσθητὸν, ἀλλ’ ἐν ἁγίῳ Πνεύματι, πυρὸς
25δίκην ἐκτήκοντι τὸν ἐν ψυχαῖς μολυσμόν, τοιγάρ τοι καὶ γέγραπται περὶ Χριστοῦ, ὅτι «Ἰδοὺ αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυ‐ νόντων· καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων, ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον.» Ἄσβεστον οὖν ἄρα
30τοῦ θυσιαστηρίου τὸ πῦρ. Μεμένηκε γὰρ ἐν Χριστῷ τὸ Πνεῦμα τὸ ἅγιον, καίτοι κατὰ φύσιν ἐνυπάρχον αὐτῷ, καθὸ νοεῖται καὶ ἔστι Θεός. Ἔφη δὲ καὶ νό‐ μος, ἴδιον τοῦ θυσιαστηρίου τὸ πῦρ. Εἰ γὰρ καὶ γέ‐ γονεν ἄνθρωπος ὁ Μονογενὴς, καὶ κατά γε τὸ πρέ‐
35πον τῇ ἀνθρωπότητι σχῆμα, καὶ ἐν μεθέξει Πνεύ‐ ματος γεγενῆσθαι λέγεται· ἀλλ’ οὖν αὐτοῦ τε καὶ ἐν αὐτῷ, καὶ ἴδιον ἀληθῶς τὸ Πνεῦμά ἐστιν. Εἰ δὲ δή τις ἕλοιτο, τὸν ἐπὶ τῷδε λόγον καὶ ἐφ’ ἕκαστον ἄγειν τῶν ἡγιασμένων διὰ πίστεως ἐν Χριστῷ, ὡς ἤδη
40πως αὐτὸν καὶ θεῖον νοεῖσθαι θυσιαστήριον· ἐπωφε‐ λὴς ὁ λόγος· πρέπει γὰρ, ἄνδρας τοὺς ἱεροὺς, καὶ Χριστῷ τὴν οἰκείαν ἀναθέντας ζωὴν, θερμοὺς καὶ ζέοντας ὁρᾶσθαι τῷ Πνεύματι, καὶ τοῦτο διὰ παντὸς, οὐκ εἰς ἀπόψυξιν καταφερομένους διὰ κοσμικῶν ἡ‐
45δονῶν, ἀναζωπυροῦντας δὲ μᾶλλον ἐν ἁγιασμῷ τὸν νοῦν εἰς φιλοθεΐαν καὶ ἔφεσιν ἀρετῆς. Λατρείας γὰρ οὗτος τῆς λογικῆς ὁ τρόπος. Οὗτος μὲν οὖν ὁ τοῦ θυ‐ σιαστηρίου λόγος. Προσεπιτάττει δέ τι καὶ τῇ ἱστο‐ ρίᾳ χρήσιμον. Τὴν γάρ τοι σποδιὰν ἐκκομίζεσθαι

68

.

821

(50)

δεῖν, οὐ παρ’ ἑτέρου, φησὶ, τῶν ἀλλογενῶν, ἤγουν ἐξ ἑτέρας ὄντος φυλῆς, δι’ ὑπουργίας δὲ μᾶλλον τῶν ἡγιασμένων. Ἐπιτήρει δὲ, ὅπως οὐδὲν ἡγεῖσθαι βραχὺ τῶν εἰς θείαν ἡκόντων λειτουργίαν ἀφίησιν ὁ νόμος, οὐδὲ οἷον ἱερατικῆς αὐτουργίας ἀνάξιον, ὡς
55παραχωρεῖν ἑτέρῳ μὴ ἱερῷ· οὐ γάρ τοι βάσιμα τοῖς
ἀνάγνοις τὰ ἅγια. Ἀνέπαφον δὲ καὶ αὐτὸ τὸ θεῖόν820

68

.

824

ἐστι θυσιαστήριον. Καὶ ἵν’ εἰδεῖεν οἱ ἀπόλεκτοι πρὸς ἱερουργίαν, τοῦ θείου θυσιαστηρίου τὸ ὑπερφυὲς ὡς ἐν ἁγιασμῷ, καὶ αὐτοῖς ἀνάπτει τὸ σέβας τοῖς ἱερο‐ πρεπέσιν ἐσθήμασιν. Ἐσταλμένους γὰρ ἱερῶς ἔξω
5φαίνεσθαι τῆς σκηνῆς, οὐκ ἐφίησιν οἰκονομικῶς. Τὰ γάρ τοι, φησὶν, ἡγιασμένα, μὴ τοῖς ἀνάγνοις ὡμι‐ ληκότα, καὶ τὸν ἐξ ὀθνείων ἔχοντα μολυσμὸν, τὸ τῆς ἁγίας σκηνῆς ἀδικείτω σέβας. Διὰ τοῦτο τὴν σπο‐ διὰν, συγκομίζειν μὲν ἐφίησιν ἐσταλμένους ἱεροπρε‐
10πῶς, μεταμφιέννυσθαι δὲ πρὸς τὸ ἔξω φέροντας, καὶ τῶν ἁγίων ἀποφοιτῶντας τόπων. Κεχρησμῴδηκε δὲ τῷ τοιούτῳ συγγενὲς καὶ διὰ φωνῆς Ἰεζεχιήλ· γρά‐ φει δὲ οὕτως· «Καὶ εἶπεν πρός με· Αἱ ἐξέδραι αἱ πρὸς βοῤῥᾶν, καὶ ἐξέδραι πρὸς νότον, αἱ οὖσαι κατὰ
15πρόσωπον τῶν διαστημάτων, αὗταί εἰσιν αἱ ἐξέδραι τοῦ ἁγίου, ἐν αἷς φάγονται ἐκεῖ οἱ ἱερεῖς, οἱ υἱοὶ Σαδδοὺχ, οἱ ἐγγίζοντες πρὸς Κύριον εἰς τὰ Ἅγια τῶν ἁγίων, καὶ ἐκεῖ θήσουσι τὰ Ἅγια τῶν ἁγίων καὶ τὰς θυσίας, καὶ τὰ ὑπὲρ ἁμαρτίας, καὶ τὰ ὑπὲρ ἀγνοίας· διότι
20τόπος ἅγιός ἐστιν. Οὐκ εἰσελεύσεταί τις πάρεξ τῶν ἱερέων, οὐκ ἐξελεύσονται ἐκ τῆς αὐλῆς τοῦ ἁγίου εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, ὅπως διὰ παντὸς ἅγιοι ὦσιν οἱ προσάγοντες, καὶ μὴ ἅπτωνται τοῦ στολισμοῦ αὐτῶν, ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, διότι ἅγιά
25ἐστιν· καὶ ἐνδύσονται ἱμάτια ἕτερα ὅταν ἅπτωνται τοῦ λαοῦ.» Ἅγια μὲν οὖν καὶ αὐτὰ τὰ ἐσθήματα τῶν ἱερέων, καὶ ἄμικτα τοῖς πολλοῖς. Ἐν νυκτὶ δὲ καὶ ἡμέρᾳ τὸ ὁλοκαυτούμενον· ἀκατάληκτος γὰρ ἡ εὐωδία Χριστοῦ· καὶ αὐτὸς δὲ τῶν ἀγίων ὁ βίος, εἰ
30ὡς ἐν τρόπῳ νοοῖτο τῷ καθ’ ὁλοκαύτωσιν, ἄπαυστον ἔχει τὴν εὐοσμίαν· Χριστὸν γὰρ εὐωδιάζουσιν, τῆς εὐαγγελικῆς πολιτείας ἱερουργοῦντες Θεῷ τὰ ὡς ἐξ ἔργων αὐχήματα. ΠΑΛΛ. Ἀληθὴς ὁ λόγος.
35ΚΥΡ. Τίνα μὲν οὖν τρόπον τὸ τῆς ὁλοκαυτώσεως ἔσται χρῆμα, δι’ ὧν ἔφαμεν, οὐκ ἀσυμφανές. Πῶς δ’ ἂν γένοιτο καὶ λίαν ὀρθῶς καὶ ὁ τῆς θυσίας τρό‐ πος, ἐπιτάττει λέγων· «Οὗτος ὁ νόμος τῆς θυσίας, ἣν προσάξουσιν αὐτὴν, οἱ υἱοὶ Ἀαρὼν ἔναντι Κυρίου,
40ἀπέναντι τοῦ θυσιαστηρίου· καὶ ἀφελεῖ ἀπ’ αὐτοῦ τῇ δρακὶ ἀπὸ τῆς σεμιδάλεως τῆς θυσίας σὺν τῷ ἐλαίῳ αὐτῆς, καὶ σὺν παντὶ τῷ λιβάνῳ αὐτῆς τὰ ὄντα ἐπὶ τῆς θυσίας. Καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστή‐ ριον κάρπωμα ὀσμὴν εὐωδίας, τὸ μνημόσυνον αὐτῆς
45τῷ Κυρίῳ. Τὸ δὲ καταλειφθὲν ἀπ’ αὐτῆς ἔδεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ. Ἄζυμα βρωθήσεται ἐν τόπῳ ἁγίῳ· ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἔδον‐ ται αὐτήν· οὐ πεφθήσεται ἐζυμωμένη· μερίδα αὐτὴν ἔδωκα αὐτοῖς ἀπὸ τῶν καρπωμάτων Κυρίου. Ἅγια

68

.

824

(50)

ἁγίων ἐστὶν, ὥσπερ τὸ τῆς ἁμαρτίας, καὶ ὥσπερ τὸ τῆς πλημμελείας. Πᾶν ἀρσενικὸν τῶν ἱερέων ἔδον‐ ται αὐτήν. Νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἀπὸ τῶν καρπωμάτων Κυρίου· πᾶς ὃς ἐὰν ἅψηται αὐτῶν, ἁγιασθήσεται.» Τὰ μὲν οὖν ὁλοκαυτούμενα,
55τὴν οἱονείπως ὁλοτελῆ καὶ εἰσάπαν ἀφιέρωσιν τῶν
ἐξαιρέτως ἁγίων ὑποδηλοῖ· θυσία δὲ, αὐτὴν ὡς ἐκ822

68

.

825

μέρους ἁγίαν καὶ ὑπὸ Θεῷ ζωήν· ἧς ὑποτύπωσις ἀκριβὴς, ἡ σεμίδαλις διὰ δρακὸς ἱερέως ἀναφερομένη σὺν τῷ ἐλαίῳ καὶ τῷ λιβάνῳ. Τὴν γάρ τοι Θεῷ καθ‐ ιερουμένην ζωὴν, καὶ εἰ γένοιτο τυχὸν ἐκ μέρους,
5εὐώδη πάντως εἶναι χρὴ, καὶ λιπαρωτάταις ἐλπίσι πιαινομένην. Ἦ οὐκ εὐοσμότατον εἶναι φὴς πᾶν ἔργον ἡμῶν ἀγαθόν; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Τί δέ; οὐκ ἐπ’ ἀγαθαῖς ἐλπίσι πράττεται
10πρὸς ἡμῶν; ΠΑΛΛ. Ναί· ἕψεται γὰρ πάντως τὰ παρὰ Θεοῦ. ΚΥΡ. Λίβανος δὴ οὖν, καὶ σεμίδαλις ἐλαιόδευτος, τὴν εὐώδη τε καὶ λιπαρωτάτην ἡμῖν ὑπαινίττεται ζωήν.
15ΠΑΛΛ. Εὖ ἔφης· ἀλλὰ τίς ἂν γένοιτο πρὸς ἡμῶν ἡ ὡς ἐκ μέρους ἁγία ζωή; ΚΥΡ. Ἡ μήτε εἰς λῆξιν πολιτείας ἥκουσα τῆς ἁγιοπρεποῦς, μήτε κατὰ τὴν ἄγαν ἀνῳκισμένην ἰοῦσα τρίβον, ὁποία τις ἦν ἡ Ἰωάννου φωνὴ τυχὸν,
20ἤγουν τῶν ἁγίων ἀποστόλων· μήτε μὴ ἐκπίπτουσα τοῦ εἶναι σεπτὴ, διά γε τὸ ἡττῆσθαι τυχὸν τῆς ἄγαν ὑποκειμένης που. Ἦ οὐ τῶν ἐν κόσμῳ καὶ παιδο‐ ποιῶν ὁ βίος, εἰ διαζῇν ἕλοιντο χρηστῶς, μεμέρισταί πως Θεῷ τε καὶ κόσμῳ, κατὰ τὴν τοῦ μακαρίου Παύ‐
25λου φωνήν; ΠΑΛΛ. Μεμέρισται· πῶς γὰρ οὔ; ΚΥΡ. Τύπος οὖν ἄρα ζωῆς τῆς οὐκ εἰσάπαν ἀνα‐ κειμένης Θεῷ, μέσης δὲ ὥσπερ καὶ ἐπ’ ἄμφω βλε‐ πούσης, ἡ μερικὴ καθιέρωσις τῆς σεμιδάλεως ἦν, τὸ
30εὐῶδες ἐχούσης καὶ ἱλαρόν· ἣν καὶ εἰς μνημόσυνον ἔσεσθαί φησιν ὁ νόμος, τοῦ δι’ ὑπουργίας ἱερατικῆς προσκεκομικότος. Ἀποκερδανοῦμεν δὲ ἀληθῶς τὸ ἐν μνήμῃ κεῖσθαι τῇ παρὰ Θεῷ, δι’ ὧν καρποφοροῦν‐ τες εὐωδιάζομεν· μεσιτεύοντος τοῦ Χριστοῦ καὶ Θεῷ
35προσάγοντος, τὸ[ν] μὲν ὁλοκλήρως ἅγιον, ὡς ἐν τάξει τῶν ὁλοκαυτωμάτων· καὶ μέντοι τὸν μὴ τοιοῦτον εἰσ‐ άπαν διὰ τὸ μεμερίσθαι τῷ κόσμῳ, θυσίαν ὥσπερ τινὰ μερικήν. Ἄζυμος δὲ ἡ θυσία. Πρέποι γὰρ ἂν πράττεσθαι καθαρῶς, πᾶν ὅπερ ἂν γένοιτο πρὸς ἡμῶν,
40εἰς δόξαν Θεοῦ. Καὶ γοῦν ὁ Σωτὴρ, παραιτεῖσθαι προστέταχε, τὸ ἐν μέσαις ἑστῶτα ταῖς ἀγοραῖς ποιεῖ‐ σθαι τὰς προσευχὰς, καὶ τὸ ἀμειδὲς ἐν νηστείαις, καὶ τὸ σαλπίζειν ἀκόσμως, κατοικτείροντας ἀδελ‐ φούς. Ζύμη γὰρ αὕτη, βεβηλοῦσα τὰ ἱερά. Τὸ δὲ εἰς
45δόξαν Θεοῦ πραττόμενον, ἐγκλημάτων ἀνθρωπαρε‐ σκείας ἀπηλλάχθαι πρέπει· εἴη γὰρ ἂν οὕτως ἄζυ‐ μον ἀληθῶς καὶ ἱερὸν τὸ θύμα. Μερὶς δὲ καὶ βρῶσις τοῖς ἱερεῦσι, τὸ κατάλοιπον τῆς θυσίας. Ἐσθίεται πᾶν ἀρσενικὸν ἐν τόπῳ ἁγίῳ· τοῦ μὲν ἐν ἁγίῳ τό‐

68

.

825

(50)

πῳ πρὸς τῶν ἱερέων δαπανᾶσθαι τὰ ἱερὰ, τοῖς μυστι‐ κωτέροις ἡμῶν λόγοις τηροῦντος τὸ σέβας· τοῦ δὲ πᾶν ἄρσεν ἐσθίειν, ὑποδηλοῦντος ἀστείως ὡς ἀκαλλές τι χρῆμα καὶ ἀνόσιον ἀληθῶς ὁ μαλακισμὸς τοῖς ἐξειλεγμένοις παρὰ Θεοῦ. Ἀνίερον γὰρ ἀποτελεῖ,
55καὶ εὐλογίας ἐξίστησι τῆς πνευματικῆς, καὶ ἀμέτο‐
χον ἀποφαίνει τῶν παρὰ Θεοῦ τοῖς ἁγίοις ἐκνενεμη‐824

68

.

828

μένων ἀγαθῶν. Ἐμαλακίσθη δὲ καὶ Ἰούδας, ἀπονεύ‐ σας εἰς αἰσχροκέρδειαν· ἐξ ἀνάνδρου δὲ τοῦτο καὶ ἀγεννοῦς λογισμοῦ· ταύτῃτοι καὶ ἄγευστος τῶν παρὰ Θεοῦ μεμένηκεν ἀγαθῶν, καὶ ἀμέτοχος παντελῶς
5τῶν τοῖς ἁγίοις δεδωρημένων.
9ΠΑΛΛ. Ὧδε ἔχει.
10ΚΥΡ. Καὶ θυσίας μὲν τῆς ἐξ ἀγέλης, οὗτος ὁ νό‐ μος· τρόπῳ γε μὴν ἑτέρῳ, τὴν ἐξ ἱεροῦ προσάγεσθαι γένους προστέταχε λέγων· «Τοῦτο τὸ δῶρον Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ, ὃ προσοίσουσι Κυρίῳ ἐν τῇ ἡμέρᾳ ᾗ ἂν χρίσῃς αὐτὸν, τὸ δέκατον τοῦ οἰφὶ σεμι‐
15δάλεως εἰς θυσίαν διαπαντὸς, τὸ ἥμισυ αὐτῆς το‐ πρωῒ, καὶ τὸ ἥμισυ αὐτῆς τὸ δειλινόν. Ἐπὶ τηγάνου ἐν ἐλαίῳ ποιηθήσεται· πεφυραμένην οἴσει αὐτὴν, ἑλικτὰ, θυσίαν ἐκ κλασμάτων, θυσίαν εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Ὁ ἱερεὺς ὁ χριστὸς ὁ ἀντ’ αὐτοῦ ἐκ
20τῶν υἱῶν αὐτοῦ, ποιήσει αὐτήν· νόμος αἰώνιος, ἅπαν ἐπιτελεσθήσεται· καὶ πᾶσα θυσία ἱερέως ὁλόκαυτος ἔσται, καὶ οὐ βρωθήσεται.» Ἄθρει δὴ οὖν, ὦ Παλλά‐ διε, τοῦ νόμου τὸ ἀκριβὲς, καὶ τὸ ἄγαν ἰσχνὸν εἰς ἀσφάλειαν ἱεροπρεπῆ. Ἐπειδὴ γὰρ τὰς τῶν ἀγε‐
25λαίων θυσίας οὐχ ὁλοκαυτοῦσθαι δεῖν προστέταχεν, ἅτε δὴ μὴ εἰσάπαν ἁγίαν ἐχόντων ζωὴν, μεμερισμέ‐ νην δὲ ὥσπερ Θεῷ καὶ κόσμῳ, διιστὰς εἰκότως, καὶ ἐν μοίρᾳ τιθεὶς τῇ ὑπερκειμένῃ τοὺς ἐξειλεγμένους εἰς ἱερουργίαν, ὁλόκαυτον τὴν ὑπὲρ αὐτῶν ποιεῖσθαι
30δεῖν ἔφη θυσίαν, τὴν προσαγομένην σεμίδαλιν κατα‐ θυμιῶντας Θεῷ πρωῒ καὶ τὸ δειλινὸν, τοῦτ’ ἔστι, διὰ πάσης ἡμέρας καὶ ἐν παντὶ καιρῷ. Ἅγιος γὰρ ἀεί πώς ἐστι καὶ ἀκατάληκτον ἔχων τὴν εὐωδίαν, δῆλον δὲ ὅτι τὴν πνευματικὴν, ὁ ἐξειλεγμένος, οὐ μεμε‐
35ρισμένος Θεῷ τε καὶ κόσμῳ, κατά τινας, εὐπαρ‐ έδρως δὲ καὶ ἀπερισπάστως, καὶ ὅλος ἐξ ὅλου προσ‐ κείμενος τῷ ἰδίῳ Δεσπότῃ, καὶ οἱονείπως ἀναβοῶν· «Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Τὸ τοίνυν δέκατον τῆς σεμιδάλεως,
40ζωῆς ἂν εἴη σημεῖον, εὐωδιαζούσης Θεῷ κατὰ πάντα καιρόν. Ἀλλ’ «ἐπὶ τηγάνου,» φησὶ, καὶ μὴν «καὶ ἐλαίῳ πεφυραμένην, καὶ ἐκ κλασμάτων ἀνοίσει αὐ‐ τήν·» τοῦ μὲν τηγάνου, καθάπερ ἐγᾦμαι, τὸ ἐπ‐ ώδυνον, τοῦ δὲ πεφυρᾶσθαι τῷ ἐλαίῳ, τὸ δαψιλὲς ἐν
45ἱλαρότητι, τοῦ δὲ ἐκ κλασμάτων, τὸ οἱονεὶ τρυφε‐ ρόν τε καὶ εὐδιάθρυπτον τῆς τῶν ἁγίων καρδίας ὑπο‐ σημαινόντων ἡμῖν αἰνιγματωδῶς. Ἕψεται γὰρ πάν‐ τως τῇ εἰσάπαν καὶ ὁλοκλήρως ἁγίᾳ ζωῇ, τὸ ἐν πό‐ νοις δεῖν εἶναι, καὶ τὸ ἀμφιλαφὲς ἐν ἐλπίδι τῇ παρὰ

68

.

828

(50)

Θεῷ, καὶ τὸ εὐδιάθρυπτον κομιδῇ· πρέπει γὰρ ἂν ἥκιστά γε τὸ ἀτριβές. Γέγραπται γὰρ, ὅτι «Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Πέπηγε δὲ ὡς λίθος, καὶ ὥσπερ ἄκμων ἀνήλατος, ἡ τοῦ διαβόλου καρδία· λέγει γὰρ
55οὕτω τὸ Γράμμα τὸ ἱερόν. Ἐκτείνεται δὲ καὶ μέχρι παντὸς ὁ νόμος, ταῖς τῶν ἱερατευόντων διαδοχαῖς
πληρούμενος· ἕπεσθαι γὰρ δεῖ ταῖς τῶν προλαβόν‐826

68

.

829

των εὐδοκιμήσεσι, καὶ μιμητὰς ἀναφαίνεσθαι τῆς τῶν πατέρων εὐκλείας, κατ’ ἴχνος ἰόντας τῆς ἐκεί‐ νων λατρείας, καὶ τὴν φιλαιτάτην τῷ Θεῷ προσκο‐ μίζοντας εὐωδίαν, οὐ μεμερισμένως, ἀλλ’ ὁλοτελῶς.
5Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, «Πᾶσα θυσία ἱερέως ὁλό‐ καυτος ἔσται.» ΠΑΛΛ. Ἑαυτοὺς οὖν ἄρα προσοίσομεν, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακεισόμεθα τῷ Θεῷ, τὴν τῶν ἁγίων ἰχνηλατοῦντες ζωὴν, καὶ ταῖς ἐκείνων ἱερουργίαις
10ἑπόμενοι, δῆλον δὲ ὅτι ταῖς πνευματικαῖς. ΚΥΡ. Πάνυ μὲν οὖν, ὦ Παλλάδιε. Πλὴν ὅτι τὸ ἀποτρίψασθαι μολυσμὸν, καὶ διαδράναι τὴν ἁμαρτίαν, οὐχ ἑτέρως ἂν γένοιτο καὶ ἐνυπάρξαι τισὶν, ἢ ὅτι διὰ μόνου Χριστοῦ, ἐν ᾧ καὶ δι’ οὗ πᾶσα κάθαρσις, τὴν
15σωτήριον ὑπὲρ ἡμῶν ὑπομείναντος σφαγὴν, ἀναμά‐ θοι τις ἂν, καὶ οὐκ εἰς μακρὰν, διά τε τοῦ γείτονος καὶ συνεζευγμένου θεσπίσματος· ἔχει γὰρ ὧδε· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τῷ Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων· Οὗτος ὁ νόμος
20τῆς ἁμαρτίας· ἐν τόπῳ οὗ σφάξουσι τὸ ὁλοκαύτωμα, σφάξουσι τὰ περὶ τῆς ἁμαρτίας ἔναντι Κυρίου· Ἅγια ἁγίων ἐστίν. Ὁ ἱερεὺς ἀναφέρων αὐτὴν, ἔδεται αὐ‐ τήν· ἐν τόπῳ ἁγίῳ βρωθήσεται, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου. Πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς,
25ἁγιασθήσεται· καὶ ᾧ ἐὰν ἐπιῤῥαντισθῇ ἀπὸ τοῦ αἵ‐ ματος αὐτῆς ἐπὶ τὸ ἱμάτιον, ὃς ἐὰν ῥαντισθῇ ἐπ’ αὐτὸ, πλυθήσεται ἐν τόπῳ ἁγίῳ· καὶ σκεῦος ὀστράκινον οὗ ἐὰν ἑψηθῇ ἐν αὐτῷ, συντριβήσεται· ἐὰν δὲ ἐν σκεύει χαλκῷ ἑψηθῇ, ἐκτρίψει αὐτὸ, καὶ ἐκκλύσει ὕδατι.
30Πᾶς ἄρσην ἐν τοῖς ἱερεῦσι φάγεται αὐτά· Ἅγια ἁγίων ἐστὶ Κυρίῳ.» Ἱερεῖον μὲν οὖν τὸ περὶ τῆς ἁμαρτίας εἴη ἂν ἕτερον οὐδὲν παρὰ τὸν Ἐμμανουὴλ, ὅς ἐστιν ἀμνὸς ὁ ἀληθινὸς ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Σφάζεται δὲ ἐν τόπῳ τοῦ ὁλοκαυτώματος·
35οὐ γάρ τοι μερικῶς τε καὶ καθ’ ἡμᾶς ἅγιος ὁ Χρι‐ στὸς (οὐ γὰρ ἐποίησεν ἁμαρτίαν), εὐώδης δὲ ὅλος καὶ ἱερὸς, καὶ ἁγιασμοῦ τοῖς ἄλλοις ἅπασι χορηγός. Εἰ γὰρ καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη καὶ τοῖς κατακεκρι‐ μένοις ἐναρίθμιος γέγονεν οἰκονομικῶς· ἀλλ’ οἶδεν
40ἅγιον ὄντα καὶ ἱερὸν τὸν τοῦ Υἱοῦ θάνατον ὁ Πατήρ. Ταύτῃτοί φησιν· «Ἐν τόπῳ οὗ σφάξουσι τὸ ὁλο‐ καύτωμα, σφάξουσι καὶ τὸ περὶ ἁμαρτίας· Ἅγια ἁγίων ἐστίν.» Ὥσπερ γὰρ Θεὸς θεῶν ἐστιν ὁ Υἱὸς, οὕτω καὶ ἁγίων Ἅγιος, ὅλην αὐτὸς ἁγιάζων τὴν κτί‐
45σιν τῷ ἰδίῳ πνεύματι, καθὸ πέφυκεν ἐκ Πατρὸς, καὶ ἔστι Θεὸς ἀληθῶς. Ἔδεται δὲ τὴν θυσίαν, φησὶν, ὁ προσκομίζων αὐτὴν ἱερεύς. Ἕκαστος γὰρ, οἶμαι, τῶν εἰς λειτουργίαν τὴν ἱερὰν ἠγμένων, τοὺς καρποὺς τῶν ἰδίων ἀποτρυγήσει πόνων, καὶ τῆς ἑαυτοῦ λειτουρ‐

68

.

829

(50)

γίας ἐκθεριεῖ τὴν ἀντίδοσιν. Ἐσθίεται δὲ τῆς θυσίας τὸ λείψανον ἐν ἁγίοις τόποις, καὶ ἐν αὐλῇ τῆς ἁγίας σκηνῆς. Προσάγεται γὰρ ἐν ἐκκλησίαις τὰ μυστικὰ, καὶ τῆς ἁγίας τραπέζης Χριστοῦ τὸ ἀπόλεκτον ἐν αὐταῖς ἀξιοῦται γένος. Ἔνθα δ’ ἂν ἱερατεύει νόμι‐
55μος ἱερεὺς, ἅγιος ἔσται τόπος. Ἁγιάζει δὲ τὸν ἁπτό‐
μενον ἡ θυσία, καὶ ὁ τοῦ αἵματος ῥαντισμός. Προσ‐828

68

.

832

ίεμεν γὰρ τοῖς ἁγίοις, οὐχ ἑτέρου του χάριν, ἢ ὥστε μεταλαχεῖν τοῦ ἁγίου Χριστοῦ διά τε τῆς ἀποῤῥή‐ του καὶ πνευματικῆς θυσίας. Διαγνίζεται δὲ καὶ τὰ ταῖς θυσίαις ὑπηρετοῦντα σκεύη, ὡς ἂν μὴ ἑτέρῳ
5γένοιτό τινι, μηδὲ ταῖς τῶν ἀνθρώπων ὑποφέροιτο χρείαις τὰ τοῖς ἱεροῖς λελειτουργηκότα. Τετήρηται δὲ ὁ νόμος, καὶ ἐν ἐκκλησίαις σώζεται. Ἀνδριζομένοις δὲ ὅτι τὸ εὐλογεῖσθαι πρέπει, σαφηνιεῖ πάλιν ὁ νό‐ μος εἰπών· «Πᾶν ἄρσεν ἐν τοῖς ἱερεῦσι φάγεται
10αὐτά.» ΠΑΛΛ. Σαφὴς ὁ λόγος. ΚΥΡ. Θεσμοθετεῖ δὲ πρὸς τούτοις, καὶ ὅπως ἂν γέ‐ νοιτο καλῶς τῆς θυσίας ὁ τρόπος, τῆς ὑπὲρ ἁμαρτίας, φημί· καὶ τίνα μὲν ἐξ αὐτῆς, τὰ τοῖς λειτουργοῦσιν
15ἐδώδιμα, τίνα δὲ αὖ, τὰ εἰς ὀσμὴν εὐωδίας ἐξῃρη‐ μένα. Γέγραπται γὰρ οὕτω· «Καὶ πάντα, φησὶ, τὰ περὶ τῆς ἁμαρτίας, ὧν ἂν εἰσενεχθῇ ἀπὸ τοῦ αἵμα‐ τος αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐξιλάσα‐ σθαι ἐν τόπῳ ἁγίῳ, οὐ βρωθήσεται, ἐν πυρὶ κατα‐
20καυθήσεται. Καὶ οὗτος ὁ νόμος τοῦ κριοῦ τοῦ περὶ τῆς πλημμελείας, Ἅγια ἁγίων ἐστίν· ἐν τόπῳ οὗ σφάξουσι τὸ ὁλοκαύτωμα, σφάξουσι τὸν κριὸν περὶ τῆς πλημμελείας ἔναντι Κυρίου. Καὶ τὸ αἷμα προσ‐ χεεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου κύκλῳ· καὶ
25πᾶν τὸ στέαρ αὐτοῦ προσοίσει ἀπ’ αὐτοῦ, καὶ τὴν ὀσφὺν, καὶ πᾶν τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδό‐ σθια, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων· καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν τὸ ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν
30τοῖς νεφροῖς, περιελεῖ αὐτὰ, καὶ ἀνοίσει αὐτὰ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα τῷ Κυρίῳ· περὶ πλημμελείας ἐστί. Πᾶς ἄρσην ἐκ τῶν ἱερέων ἔδεται αὐτὰ, ἐν τόπῳ ἁγίῳ ἔδονται αὐτά. Ἅγια ἁγίων ἐστίν. Ὥσπερ τὸ περὶ τῆς ἁμαρτίας, οὕτω καὶ τὸ περὶ τῆς
35πλημμελείας· νόμος εἷς αὐτῶν ὁ ἱερεὺς ὅστις ἐξ‐ ιλάσεται ἐν αὐτῷ, αὐτῷ ἔσται.» Ἀποφάσκει μὲν γὰρ δεῖν ποιεῖσθαι τροφὰς τὰ τῶν ἱερείων ἐνδόσθια. Χρὴ γὰρ μόνῳ, φησὶν, ἀνακεῖσθαι Θεῷ, καὶ αὐτῷ προσάγεσθαι· τουτὶ γὰρ οἶμαι καταδηλοῦν τὸ, «ἐν
40πυρὶ κατακαυθήσεται,» τοῦτ’ ἔστιν, ἀνακεῖσθαι τὸ ἐν μόνῃ ἐκνενεμήσθω σαφῶς τῇ θείᾳ τε καὶ ὑπὲρ πάντα φύσει, ἧς εἰς τύπον τὸ πῦρ. Καταθυομένου δὲ τοῦ κριοῦ τῆς πλημμελείας, προσχεῖται τὸ αἷμα τῇ βάσει τοῦ θυσιαστηρίου· ἅγιος γὰρ καὶ ἱερὸς ὁ Χριστοῦ
45θάνατος, καὶ μὴν καὶ εὐώδης. Ἀναφέρεται γὰρ τὰ ἐνδόσθια, πιμελὴ, καὶ νεφροὶ, καὶ λοβὸς τοῦ ἥπατος. Εἶεν δ’ ἂν, οἶμαι, ταυτὶ, καθὰ καὶ ἐν ἑτέροις ἔφην, εἰς ἀρετῆς τύπον τῆς οὐ μιᾶς, ἀλλ’ ὡς ἐν εἴδει πολ‐ λῶν. Πλεῖστοι γὰρ ὅσοι τῆς ἀρετῆς οἱ τρόποι· δεδι‐

68

.

832

(50)

καιώμεθα δὴ οὖν ἐν Χριστῷ, τὸν ὑπὲρ ἡμῶν ἀνα‐ τλάντι θάνατον, καὶ ἀναθέντι ἑαυτὸν εἰς ὀσμὴν εὐ‐ ωδίας τῷ Θεῷ καὶ Πατρί· ὅτι δὲ οὐκ ἀμισθὶ λειτουρ‐ γήσομεν τῷ Θεῷ, σαφηνίζει, λέγων εὐθύς τε καὶ ἐφεξῆς· «Καὶ ὁ ἱερεὺς ὁ προσάγων ὁλοκαυτώματα
55ἀνθρώπου, τὸ δέρμα τῆς ὁλοκαυτώσεως ἧς αὐτὸς προσφέρει, αὐτῷ ἔσται, καὶ πᾶσα θυσία ἥτις ποιη‐
θήσεται ἐν τῷ κλιβάνῳ. Καὶ πᾶσα ἥτις ποιηθήσεται830

68

.

833

ἐπ’ ἐσχάρας, ἣ ἐπὶ τηγάνου, τοῦ ἱερέως τοῦ προσφέ‐ ροντος αὐτὴν, αὐτοῦ ἔσται. Καὶ πᾶσα θυσία ἀναπε‐ ποιημένη ἐν ἐλαίῳ, καὶ μὴ ἀναπεποιημένη, πᾶσι τοῖς υἱοῖς Ἀαρὼν ἔσται· ἑκάστῳ τὸ ἴσον.» Σώζεται
5καὶ οὗτος ἐν ἐκκλησίαις ὁ νόμος, καὶ βραβεύει τοῖς ἱερουργοῖς τὴν ἰσότητα, διανέμων ἑκάστῳ τῆς ἀναι‐ μάκτου θυσίας ἀπαραλλάκτως τὰ γέρα. Καὶ τοῦτο εἰδὼς ὁ Παῦλος γράφει· «Οὕτω καὶ ὁ Κύριος προσέταξε, τοὺς τῷ θυσιαστηρίῳ προσεδρεύοντας, ἐκ τοῦ θυσιαστηρίου ζῇν.» Καὶ οἱ προσφέροντες τὰς θυσίας, κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσὶ, καθὰ πάλιν αὐτός
10πού φησιν. ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Καταῤῥυθμίζει δὲ αὖ καὶ τῆς αἰνέσεως τὴν θυσίαν, καὶ ὅπως ἂν γένοιτο παρεγγυᾷ, λέγων· «Οὗ‐ τος ὁ νόμος θυσίας σωτηρίου, ἣν προσοίσουσι Κυρίῳ·
15Ἐὰν μὲν περὶ αἰνέσεως προσφέρῃ αὐτὴν, καὶ προσοίσει ἐπὶ τῆς θυσίας τῆς αἰνέσεως, ἄρτους ἓξ σεμιδάλεως ἀναπεποιημένης ἐλαίῳ, καὶ λάγανα ἄζυμα διακε‐ χρισμένα ἐν ἐλαίῳ, καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ. Ἐπ’ ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ
20ἐπὶ θυσίᾳ αἰνέσεως σωτηρίου· καὶ προσάξει ἓν ἀπὸ πάντων τῶν δώρων αὐτοῦ, ἀφαίρεμα Κυρίῳ. Τῷ ἱερεῖ τῷ προσχέοντι τὸ αἷμα τοῦ σωτηρίου, αὐτῷ ἔσται· καὶ τὰ κρέα θυσίας αἰνέσεως σωτηρίου, αὐτῷ ἔσται. Καὶ ἐν ᾗ ἡμέρᾳ δωρεῖται, βρωθήσεται· οὐ κατα‐
25λείψουσιν ἀπ’ αὐτοῦ εἰς τὸ πρωΐ.» Ἐπ’ ἄρτοις ζυμί‐ ταις τῆς αἰνέσεως τὴν θυσίαν ποιεῖσθαι προστέταχε· καίτοι σαφῶς καὶ ἐναργῶς ἐν ἑτέροις εἰπὼν, ὅτι «Πᾶσαν ζύμην καὶ πᾶν μέλι οὐ προσοίσετε Κυρίῳ τῷ Θεῷ ὑμῶν. Δῶρον ἀπαρχῆς προσοίσετε αὐτὰ τῷ
30Κυρίῳ· ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναθήσεται εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.» Ἆρ’ οὖν, ὦ Παλλάδιε, τὸ περίεργον ἐν τούτοις, οὐκ ὀνησιφόρον εἶναι φής; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Τίς οὖν ἄρα ἔσται τῆς οἰκονομίας ὁ τρόπος,
35φέρε δὴ λέγωμεν, πολυπραγμονοῦντες ὡς ἔνι, καὶ τρίβον ἱέντες τὴν κεκρυμμένην. Νομικώτατα τοίνυν καὶ ὁ θεσπέσιος Δαβὶδ τὴν πνευματικὴν ἀνακρούων λύραν, «Ποτήριον,» φησὶ, «σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι·» τῆς αἰνέσεως
40τὴν θυσίαν, ποτήριον σωτηρίου διαῤῥήδην ἀποκα‐ λῶν. Προσκομίζομεν δὲ καὶ ἡμεῖς τὴν αἴνεσιν κατὰ πληθὺν μὲν ἐν ἐκκλησίαις, εἰς ἑνότητα πνεύματος, καὶ ὡς εἰς ἓν σῶμα καὶ ψυχὴν μίαν συνενηνεγμένοι διὰ τῆς πίστεως· γέγραπται γὰρ, ὅτι «Τοῦ δὲ πλή‐
45θους τῶν πεπιστευκότων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία.» Ποιούμεθα δὲ τὰς δοξολογίας καὶ καθ’ ἕνα πολλάκις ἠρεμοῦντες οἶκον, καὶ ἐν ἡμέρᾳ, καὶ ἐν νυκτί· καὶ τὸ χρῆμά ἐστι τοῖς ἐπιεικέσιν ἐν τριβῇ. Ἢ οὐκ ἀληθὲς ὅ φημι;

68

.

833

(50)

ΠΑΛΛ. Πῶς γὰρ οὔ; ΚΥΡ. Ἀλλ’ εἴτ’ οὖν ἐν ἐκκλησίαις κατὰ πληθὺν προσάγοιτο πρὸς ἡμῶν τὸ θῦμα, εἴτ’ οὖν ἐν ἑτέροις πράττοιτο τόποις, καὶ καθ’ ἕνα τυχὸν, ἢ καὶ κατὰ δύο που, καὶ τρεῖς, καὶ πλείονας ἔτι, ἀδιάκριτος ἡ
55παράστασις τῶν ὑμνολογεῖν εἰωθότων, καὶ εἰς τοῦτο συνδεδραμηκότων· ὁμοῦ γὰρ τοῖς ἤδη κεκαθαρμένοις
διὰ τοῦ ἁγίου βαπτίσματος, συναναφέρει τὸ θῦμα·832

68

.

836

καὶ ὁ κατηχούμενος ἔτι, καὶ τοῖς τελείοις συναναθεὶς τὴν αἴνεσιν, τῶν ἔτι μυστικωτέρων ἀποφοιτᾷ, καὶ θυσίας εἴργεται τῆς ἐπὶ Χριστῷ. Ταύτῃτοι καλῶς ὁ νόμος προανεφώνει τὴν οἰκονομίαν, καὶ τῆς αἰνέσεως
5τὴν θυσίαν, ἐπ’ ἄρτοις ζυμίταις, καὶ ἐν ἀζύμοις λα‐ γάνοις ποιεῖσθαι προστέταχεν. Ἑκάστου, καθάπερ ἐγᾦμαι, τῶν ὠνομασμένων, ζωῆς εἶδος ὑποσημαί‐ νοντος· ἄρτος μὲν γὰρ ὁ ἐζυμωμένος, βίου καὶ ζωῆς ἔσται τύπος, τῆς οὔπω κεκαθαρμένης διὰ τοῦ ἁγίου
10βαπτίσματος, οὔτε μὴν εἰσάπαν ἀπηλλαγμένης κο‐ σμικῆς ἀκαθαρσίας· λάγανον δὲ ἄζυμον, τῆς ἤδη διεσμηγμένης ἐν Χριστῷ διὰ πίστεως, τῆς τῶν τε‐ λείων, φημὶ, οἷς καὶ ὁ θεσπέσιος Παῦλος προσεφώνει, λέγων· «Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ,
15μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.» Καὶ πάλιν· «Ἐκκαθά‐ ρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι.» ΠΑΛΛ. Ἄριστα ἔφης.
20ΚΥΡ. Σεμίδαλις δὲ πρὸς τούτοις οὔπω πρὸς ἑνό‐ τητα συνενηνεγμένη, καθὰ καὶ ἐν ἄρτῳ καὶ ἐν λα‐ γάνῳ τυχὸν, μένουσα δὲ ὥσπερ ἐν κόκκοις ἔτι, τὸ ὡς ἓν καθ’ ἕκαστον καὶ καθ’ ἕνα τῶν προσκομιζόντων τὴν αἴνεσιν ὑπαινίττεται· δεκτοὶ γάρ ἐσμεν τῷ Θεῷ,
25ποιούμενοι τὰς δοξολογίας, καὶ ἀνὰ μέρος ἕκαστος, καὶ ὡς ἓν οἱ πάντες κατὰ πληθύν. Ἐπιχεῖται δὲ τὸ ἔλαιον τῇ τῆς αἰνέσεως θυσίᾳ, τὸ ἱλαρὸν τοῦ πράγμα‐ τος ὑποσημαῖνον, καὶ ὅτι πάντη τε καὶ πάντως ἕψεται παρὰ Θεῷ τὸ ἐλεεῖσθαι δεῖν τοῖς προσάγειν εἰωθόσιν
30αὐτήν. «Θῦσον γὰρ, φησὶ, τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπικά‐ λεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Γράφει δέ που καὶ ὁ Χριστοῦ μα‐ θητής· «Ἀθυμεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ;
35ψαλλέτω.» Οὐκοῦν ἐν ἄρτοις ἐζυμωμένοις, καὶ ἐν ἀζύμοις λαγάνοις, καὶ ἐν κεγχρεμίσιν ἔτι σεμιδάλεως ἐκπράττεσθαι δεῖν τῆς αἰνέσεως τὴν θυσίαν, διετύ‐ που σαφῶς· ἑνὸς δὲ ἀφ’ ἑκάστου προσαγομένου, καὶ ὡς ἐν δρακὶ μιᾷ τῆς σεμιδάλεως, σφαζομένου τε προ‐
40βάτου, καὶ τῶν ἐντοσθίων θυομένων κατὰ τὸν νόμον, ἐδώδιμα τὰ λοιπὰ τοῖς ἱερουργεῖν ἐπιτεταγμένοις, οὐκ ἀκερδῆ τὴν ἱερωσύνην καταδεικνύντος τοῦ νό‐ μου· προσεπιτάττει λέγων· «Ἐν ᾗ ἡμέρᾳ δωρεῖται, βρωθήσεται· οὐ καταλείψουσιν ἀπ’ αὐτοῦ εἰς τὸ
45πρωΐ.» Δι’ οὗ δὴ πάλιν ἔπεισι νοεῖν ἐκεῖνό που τάχα· παρελάσαντος γὰρ τοῦ καιροῦ, καὶ παρῳχηκότος τοῦ αἰῶνος τοῦ ἐνεστηκότος καθάπερ ἡμέρας, δοξο‐ λογίας ἡμῖν ἐπινοηθήσεται παρ’ οὓς ἴσμεν τρόπος ἕτερος. Ὥσπερ γὰρ τῆς ἐπὶ τῷ Φαραὼ δυναστείας

68

.

836

(50)

ἐλευθερωθέντες ἡδόμενοι ἐν νόμῳ ἔλεγον, «ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀνα‐ βάτην ἔῤῥιψεν εἰς θάλασσαν.» Λαμπρότερα δὲ ἀσυγ‐ κρίτως καὶ ὑπερκείμενα προαναθεωροῦντες ἐν πνεύ‐ ματι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὰ κατορθώ‐
55ματα, διακεκράγασι τῶν ἁγίων τινές· «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν·» τοῦτο δὲ ἦν, «Ἀνέβη ὁ Θεὸς
ἐν ἀλαλαγμῷ,» σκυλεύσας τὸν ᾅδην, «καὶ εἰπὼν834

68

.

837

τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε·» τὸν αὐτὸν, οἶμαι, τρόπον, κατηργη‐ μένου θανάτου, καὶ τῆς ἁμαρτίας λελυμένης εἰσάπαν, αἰνέσεως ἔσται τρόπος ὁ τῷ καιρῷ πρέπων· ἐπὶ
5μείζοσι γὰρ ὑμνήσομεν· καὶ τὰ ὑπὲρ νοῦν καὶ λόγον πλουτήσαντες ἀγαθὰ, λαμπροτέραις εὐφημίαις τὸν ἁπάντων ἡμῖν δοτῆρα τῶν ἀγαθῶν Χριστὸν συστεφα‐ νώσομεν τῷ Θεῷ καὶ Πατρί. «Εἴτε γὰρ προφητεῖαι καταργηθήσονται,» φησὶν, «εἴτε γνῶσις παύσεται·
10Καὶ ἄρτι μὲν ἐκ μέρους γινώσκομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.» Καὶ μὴν καὶ αὐτὸς ἔφη που Χριστός· «Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν. Ἀλλ’ ἔρχεται ὥρα ὅτε οὔτε ἐν παροι‐ μίαις λαλήσω ὑμῖν, ἀλλὰ παῤῥησίᾳ περὶ τοῦ Πατρὸς
15ἀναγγελῶ ὑμῖν.» Ὡς οὖν ἐσομένης ἐν ἡμῖν κατὰ καιροὺς τελειοτέρας γνώσεως, ὑψηλότερον ἢ νῦν καὶ ὑμνήσομεν. ΠΑΛΛ. Πιθανὸς ὁ λόγος. ΚΥΡ. Ἑκάστῃ δὴ οὖν θυσίᾳ τὸν αὐτῇ πρέποντα
20θεσμοθετήσας ὅρον, καὶ ὅπως ἂν γένοιτο, διειπὼν εὖ μάλα, κοινωνὸν εὐθὺς τοῦ θυσιαστηρίου καθίστησι τὸν ἱερουργόν. Γέγραπται γὰρ ὡδί· «Καὶ εἶπε Κύ‐ ριος πρὸς Ἀαρὼν, λέγων· Σὺ καὶ οἱ υἱοί σου, καὶ ὁ οἶκος πατριᾶς σου, λήψεσθε τὰς ἀπαρχὰς τῶν ἁγίων·
25καὶ σὺ καὶ οἱ υἱοί σου λήψεσθε τὰς ἁμαρτίας τῆς ἱε‐ ρατείας ὑμῶν.» Προσεπαγαγὼν δὲ τούτοις, ὅτι χρὴ τῶν ἱερῶν ἔχεσθαι σπουδασμάτων αὐτοὺς διεγηγερ‐ μένῳ καὶ νήφοντι νῷ, «Καὶ ἰδοὺ ἐγὼ,» φησὶ, «δέ‐ δωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν ἀπὸ πάντων
30τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν Ἰσραήλ· σοὶ δέ‐ δωκα αὐτὰ εἰς γέρας, καὶ τοῖς υἱοῖς σου μετὰ σὲ, νόμιμον αἰώνιον· καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγια‐ σμένων ἁγίων τῶν καρπωμάτων, ἀπὸ πάντων τῶν δώρων αὐτῶν, καὶ ἀπὸ πάντων τῶν θυσιασμάτων αὐ‐
35τῶν, καὶ ἀπὸ πάσης πλημμελείας αὐτῶν, καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν, ὅσα ἀποδιδόασί μοι ἀπὸ πάντων τῶν ἁγίων, σοὶ ἔσται καὶ τοῖς υἱοῖς σου. Ἐν τῷ Ἁγίῳ τῶν ἁγίων φάγεσθε αὐτά· πᾶν ἀρσενικὸν φάγεσθε αὐτὰ, σὺ καὶ οἱ υἱοί σου. Ἅγια ἔσται σοι.
40Καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχῶν δομάτων αὐτῶν, ἀπὸ πάντων τῶν ἐπιθεμάτων τῶν υἱῶν Ἰσραήλ. Σοὶ δέ‐ δωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά. Πᾶσα ἀπαρχὴ ἐλαίου, καὶ πᾶσα
45ἀπαρχὴ οἴνου, καὶ σίτου, ἀπαρχὴ αὐτῶν ὅσα ἂν δῶσι τῷ Κυρίῳ, σοὶ δέδωκα αὐτά. Τὰ πρωτογεννήματα πάντα ὅσα ἐν τῇ γῇ αὐτῶν, ὅσα ἂν ἐνέγκωσι Κυρίῳ, σοὶ ἔσται. Πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά. Πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς Ἰσραὴλ, σοὶ ἔσται,

68

.

837

(50)

καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκὸς, ὅσα προσφέρουσι Κυρίῳ, ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ ἔσται. Ἀλλ’ ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ· καὶ ἡ λύτρωσις αὐτοῦ, ἀπὸ
55μηνιαίου· ἡ συντίμησις πέντε σίκλων, κατὰ τὸν σί‐
κλον τὸν ἅγιον, εἴκοσι ὀβολοί εἰσι· πλὴν πρωτότοκα836

68

.

840

μόσχων καὶ πρωτότοκα προβάτων, καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ· ἅγιά ἐστι· καὶ τὸ αἷμα αὐτῶν προσ‐ χεεῖς πρὸς τὸ θυσιαστήριον, καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Καὶ τὰ κρέα
5ἔσται σοὶ, καθὰ καὶ τὸ στηθύνιον τοῦ ἐπιθέματος· καὶ κατὰ τὸν βραχίονα τὸν δεξιὸν, σοὶ ἔσται. Πᾶν ἀφαί‐ ρεμα τῶν ἁγίων, ὅσα ἐὰν ἀφέλωσιν οἱ υἱοὶ Ἰσραὴλ Κυρίῳ, δέδωκα σοὶ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγα‐ τράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· διαθήκη ἁλὸς
10αἰωνίου ἐστὶν ἔναντι Κυρίου, σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ.» Συνίης οὖν ἄρα κἀντεῦθεν, οἶμαί που, καὶ μάλα σαφῶς, ὅτι πᾶν εἶδος θυσίας καὶ προσαγω‐ γῆς ἐκνενέμηκεν ἐναργῶς τῷ ἱερῷ τε καὶ ἀπολέκτῳ γένει, καὶ τὰ ἀπὸ πάσης πλημμελείας, καὶ ἀπὸ πα‐
15σῶν τῶν ἁμαρτιῶν, τοῦτ’ ἔστι, τὰ ὑπὲρ πάσης πλημ‐ μελείας καὶ ἁμαρτίας θύματα. Ὄνομα γὰρ τοῖς ὑπὲρ ἁμαρτίας θύμασιν, ἁμαρτία. Τοιγάρτοι καὶ Παῦλος ἡμῖν ὁ σοφὸς, νομικὴν ἐπὶ Χριστῷ τὴν λέξιν ἐπετίθει λέγων· «Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ
20Θεῷ· τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρ‐ τίαν ἐποίησε.» Τέθυται γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφὰς, ὡς ἀρνίον ἄκακον ὁ Υἱός. Ὅτι δὲ ἁμαρτία τοῖς ὑπὲρ ἡμῶν ἁμαρτίας θύμασιν ὄνομα τέθειται παρὰ τοῦ νόμου, σαφηνιεῖ λέγων διὰ
25τοῦ προφήτου Θεὸς περὶ τῶν ἱερουργῶν· «Ἁμαρτίας λαοῦ μου φάγονται·» τοῦτ’ ἔστι, τὰ ὑπὲρ ἁμαρτιῶν τοῦ λαοῦ μου, βρῶσις ἔσται τοῖς ἱερεῦσιν. Ἀπονέμει τοίνυν αὐτοῖς ἁπάσης θυσίας λείψανον, ἐδώδιμά τε ποιεῖσθαι προστάττει, πλὴν ἐν ἁγίῳ τόπῳ, φησὶ, καὶ
30ὑπὸ παντὸς ἀρσενικοῦ. Καὶ τίς ὁ ἐπὶ τῷδε λόγος, εἴρηται πρὸς ἡμῶν. Ἐν δὴ τοῖς ἤδη παρῳχηκόσιν, ἐλαίου δὲ ἀπαρχὴ, σίτου τε καὶ οἴνου, καὶ τῶν πρω‐ τοτόκων αἱ ἀπολυτρώσεις, καὶ μέν τοι τὰ ἀναθήματα μόνοις οὐκέτι τοῖς ἀρσενικοῖς, οὐδὲ ἐν αὐλῇ τῇ ἁγία
35βρώσιμα, ἀλλ’ ἐν οἴκῳ λοιπὸν ἱερέως, καὶ αὐταῖς θυ‐ γατράσιν ἐγκείμενα πρὸς ἀπόλαυσιν, καὶ παντὶ γνω‐ ρίμῳ καὶ οἰκειοτάτῳ. Καὶ ἀναγκαία πρὸς ἐπιτήρησι ἡ διαστολή· τὰ μὲν γὰρ τῶν θυσιῶν λείψανα, μόνου ἂν πρέποι τοῖς ἡγιασμένοις εἰς χρῆσιν, καὶ οὐχ ὡς
40βρῶσις ἔσται κοινή· καὶ τόπος ἅγιος, ὁ πρέπων αὐ‐ τοῖς. Τὰ δὲ ὅσα περίεστιν, ἐν δωροφορίας τάξει προσ‐ ενηνεγμένα, παραλαβὼν, δεύτερόν πως, φησὶν, ἐν ἑαυτοῖς ἔχει λόγον· καὶ παντὶ προσκείσεται τῷ οἴκῳ τοῖς ἱερουργοῖς, εἰ μόνον εἴη καθαρὸς, τοῦτ’ ἔστιν,
45ἀβέβηλος· κατὰ μὲν τὸν νόμον, εἰ μὴ ἀπερίτμητος, εἰ μὴ ἀλλογενὴς, εἰ μὴ λεπρὸς, εἰ μὴ γονοῤῥυής· κατὰ δέ γε τὸν τοῦ νέου Γράμματος σκοπὸν καὶ ἀσφάλειαν ἐκκλησιαστικὴν, εἰ μὴ ἀνίερός τε καὶ ἄπι‐ στος, εἰ εὐσεβὴς καὶ φιλόθεος. Πρέποι γὰρ ἂν ὅτι

68

.

840

(50)

μάλιστά γε τοῖς εἰς θείαν ἱερουργίαν ἠγμένοις, κολ‐ λᾶσθαι φιλεῖν τοὺς οἵπερ ἂν εἶεν ἀγαθοί τε τὴν ἕξιν, καὶ φιλοθεΐας ἔμπλεω τὴν διάνοιαν ἔχοντες. Προστι‐ θεὶς δὲ τούτοις, ὅτι «Διαθήκη ἁλὸς αἰωνίου ἐστὶν ἔναντι Κυρίου, σοὶ καὶ τῷ σπέρματί σου μετὰ σοῦ,»
55τηρεῖσθαί που πάντως ἐκεῖνο προστέταχεν, ὃ καὶ ἐν ἑτέροις ἔφη· «Οὐ διαλείψει ἅλας διαθήκης Κυρίου
ἀπὸ θυσιασμάτων ὑμῶν. Ἐπὶ παντὶ δώρῳ ὑμῶν προσ‐838

68

.

841

οίσετε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἅλα.» Κατεπάττετο δὲ ἁλσὶν ἡ θυσία, τοῦ τύπου σημαίνοντος τὸ ἐμφρόνως χρῆναι κα‐ θιεροῦσθαι Θεῷ, καὶ οἱονεὶ ποιεῖσθαι νοστιμωτάτην αὐ‐ τῷ τὴν πρόσοδον. Οὐ γὰρ βρωθήσεται ἄρτος ἄνευ ἅλατος,
5κατὰ τὸ γεγραμμένον. «Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς,» τοῖς ἁγίοις ἀποστόλοις προσπεφώνηκεν ὁ Χριστός. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Νόμοι μὲν οὖν οἴδε εἰσὶ, καθ’ οὓς ἱερᾶσθαι πρέπει τοὺς ἡγιασμένους. Ὅτι δὲ τοὺς ἐξειλεγμέ‐
10νους, ἀρίστην ἐφ’ ἑαυτοῖς λαχόντας τὴν ψῆφον, ἀπο‐ φοιτᾷν ἀναγκαῖον καὶ βεβήλου συνουσίας, καὶ μερί‐ μνης κοσμικῆς, ἐφ’ ἧς ἂν γένοιτο καὶ τὸν εὖ βεβηκότα καταμεθύσκεσθαι νοῦν, καὶ μονονουχὶ κατασείεσθαι πρὸς ἐκτόπους ἡδονὰς, διασαφηνιεῖ λέγων ἐν τῷ
15Λευϊτικῷ· «Οἶνον καὶ σίκερα οὐ πίεσθε, σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ προπορευομένων ὑμῶν εἰς τὸ θυσιαστήριον καὶ οὐ μὴ ἀποθάνητε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν διαστεῖλαι ἀναμέσον
20τῶν ἁγίων καὶ τῶν βεβήλων, καὶ ἀναμέσον τῶν ἀκαθάρτων καὶ τῶν καθαρῶν. Καὶ συμβιβάσεις τοῖς υἱοῖς Ἰσραὴλ ἅπαντα τὰ νόμιμα ἃ ἐλάλησε Κύ‐ ριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωσῆ.» Ἄθρει δὴ οὖν τὸ ἐγρηγορέναι δεῖν ἀναγκαῖον αὐτοῖς, καὶ θανάτου
25πρόξενον, τῷ νῷ κατεσκοτισμένῳ καὶ πεφροντισμένῃ καρδίᾳ, καὶ μέθην ἐχούσῃ κοσμικήν· μεθύουσι γὰρ ἄνευ οἴνου τινὲς, τὸ λειτουργίας ἅπτεσθαι τῆς ἱερᾶς. Οἴχεται γὰρ ἔσθ’ ὅτε πρὸς τὸ ἀκαλλὲς ὁ νοῦς ὀρθο‐ ποδεῖν οὐκ ἔχων, καὶ διαπίπτει τὰ ἱερὰ, καὶ ἐν
30κόσμῳ μὲν οὐκέτι τὰ δρώμενα, διέῤῥιπται δὲ ὥσπερ τῆς εὐθείας ὁδοῦ· ὃ δὴ πεπονθότας, ἀνάγκη προσ‐ κρούειν Θεῷ, καὶ πικρὰς τῆς ῥᾳθυμίας ἀνατλῆναι δίκας. Ἐγρηγορέναι δὴ οὖν ἀναγκαῖον, μέθνη ἀπο‐ σειομένους, τὴν ἐκ μερίμνης κοσμικῆς. Τοῦτό τοι
35δρᾷν καὶ αὐτὸς ὁ Σωτὴρ ἀναπείθει, λέγων· «Προσ‐ έχετε μήποτε βαρυνθῶσιν αἱ καρδίαι ὑμῶν φροντίδι καὶ μερίμναις βιωτικαῖς.» Τίς δ’ ἂν γένοιτο πρὸς ἡμῶν ὁ τῆς νήψεως τρόπος, ἢ πῶς ἀβέβηλοί τε καὶ καθαροὶ καὶ δίκης ἔξω μενοῦμεν, ὑπεσήμανεν εὐθύς.
40«Διάστειλαι γὰρ, φησὶν, ἀνὰ μέσον ἁγίου καὶ βεβή‐ λου, καὶ καθαροῦ καὶ ἀκαθάρτου· καὶ συμβιβάσεις τοὺς υἱοὺς Ἰσραὴλ ἅπαντα τὰ νόμιμα, ἃ ἐλάλησε Κύριος ἐν χειρὶ Μωσῆ.» Τοῦτο δέ ἐστιν ἐναργῶς ἐκεῖνο εἰπεῖν, ὅτι προσήκει τοὺς ἱερέας τὸ μεθύειν
45ἀποσειομένους, ἀποφοιτᾷν ἀνδρῶν οὐχ ἁγίων, βεβή‐ λων δὲ καὶ ἀκαθάρτων. Δρῴη δ’ ἂν, οἶμαι, τὶς αὐτὸ καὶ μάλα ῥᾳδίως, ἀβέβηλός τε ὑπάρχων καὶ καθα‐ ρός· «Πᾶν γὰρ ζῶον, φησὶν, ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ.» Καὶ

68

.

841

(50)

πρός γε δὴ τούτῳ, σοφοὺς εἶναι προσήκει καὶ διδακτι‐ κούς· ὁ γάρ τοι τῆς λογικῆς ἀγέλης προσεγκείμενος, νηφάλιος ἔστω καὶ διδακτικός. Εὖ γε δὴ σφόδρα τὸ, Συμβιβάσεις, φησὶ, τοῦτ’ ἔστι, σαφηνιεῖς, ὡς ἰσχύσαι συνιδεῖν τοὺς ἀκροωμένους, ὡς ἔστι παιδαγωγὸς ὁ
55νόμος, καὶ λαλεῖ τὸ Χριστοῦ μυστήριον· δυσέφικτον γὰρ οὐδέν. ἢ συμβιβασμοῦ δεόμενον, εἰ μὴ νοοῖτο πνευματικῶς· κομιδῇ γὰρ ἁπλοῦς καὶ τῶν ἀσαφείας
κατασκιασμάτων ὁ τῆς ἱστορίας ἀπήλλακται λόγος.840

68

.

844

(1t)

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ
2tΚΑΙ ΑΛΗΘΕΙΑ
3tΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ
4tΛΟΓΟΣ ΤΡΙΣΚΑΙΔΕΚΑΤΟΣ
8Ἔτι περὶ ἱερωσύνης. Ἱερέων μὲν δὴ πέρι καὶ Ἀαρὼν, ταυτὶ πρὸς
10ἡμῶν εἰρήσθω τέως. Χρῆναι δὲ οἶμαι προσενεγκεῖν οἷς ἔφην τὰ ἐκλελοιπέναι δοκοῦντα ἐπί γε τοῖς Λευΐ‐ ταις τεθεσπισμένα. Ὧδε γὰρ ἔχοιτο ἀποχρῶν ὁ λόγος. ΠΑΛΛ. Οὐκοῦν ἴθι τοι, φράζε τε σαφῶς· διανοῇ γὰρ
15ὀρθῶς. ΚΥΡ. Τάξιν μὲν δὴ ταῖς ἱερουργίαις τὴν ἀρίστην ἐπιτιθεὶς, ὑποκαθίστησι τῷ ἀρχιερεῖ τὸ τάγμα τὸ Λευϊτικὸν, ἐν τοῖς Ἀριθμοῖς οὕτω λέγων· «Καὶ τοῖς Λευΐταις λαλήσεις, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐὰν λάβητε
20παρὰ τῶν υἱῶν Ἰσραὴλ τὸ ἐπιδέκατον, ὃ δέδωκα ὑμῖν παρ’ αὐτῶν ἐν κλήρῳ, καὶ ἀφελεῖτε ὑμεῖς ἀπ’ αὐτοῦ ἀφαίρεμα Κυρίῳ, ἐπιδέκατον ἀπὸ τοῦ ἐπι‐ δεκάτου, καὶ λογισθήσεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ ἅλω, καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ.
25Οὕτως ἀφελεῖτε αὐτοὺς καὶ ὑμεῖς ἀπὸ πάντων τῶν ἀφαιρεμάτων Κυρίου ἀπὸ πάντων τῶν ἐπιδεκάτων ὑμῶν, ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραήλ· καὶ δώσετε ἀπ’ αὐτῶν ἀφαίρεμα Κυρίῳ, Ἀαρὼν τῷ ἱερεῖ ἀπὸ πάντων τῶν δομάτων ὑμῶν ἀφελεῖτε
30ἀφαίρεμα Κυρίῳ, ἢ ἀπὸ πάντων τῶν ἀπαρχῶν τὸ ἡγιασμένον ἀπ’ αὐτοῦ. Καὶ ἐρεῖς πρὸς αὐτούς· Ὅταν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ’ αὐτοῦ, καὶ λογισθήσεται τοῖς Λευΐταις ὡς γέννημα ἀπὸ ἅλω, καὶ ὡς γέννημα ἀπὸ ληνοῦ· καὶ ἔδεσθε αὐτὸ ἐν παντὶ τόπῳ, ὑμεῖς καὶ
35οἱ υἱοὶ ὑμῶν, καὶ οἱ οἶκοι ὑμῶν, ὅτι μισθὸς οὗτος ὑμῖν ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ οὐ λήψεσθε δι’ αὐτὸ ἁμαρ‐ τίαν, ὅτι ἂν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ’ αὐτοῦ· καὶ
τὰ ἅγια τῶν υἱῶν Ἰσραὴλ οὐ βεβηλώσετε, ἵνα μὴ842

68

.

845

ἀποθάνητε.» Ὁρᾷς τὸ Χριστοῦ μυστήριον ὡς ἐν σκιαῖς ἔτι, καὶ προαναλάμπον ἐν τύποις; ὁ γάρ τοι δεκάτας λαμβάνων δεδεκάτωται, κατὰ τὴν τοῦ μα‐ καρίου Παύλου φωνήν. Ἀλλὰ τότε μὲν ὁ τύπος ἐν
5Μελχισεδὲκ, ἐν δέ γε καιροῖς κατὰ Μωσέα, τετήρη‐ ται πάλιν ὡς ἐν Ἀαρὼν, τὸν τῶν ἱερέων ἱερέα Χρι‐ στὸν ἐφ’ ἑαυτῷ σημαίνοντι τὸν ἡγούμενον, καὶ προεστηκότα τῆς ἁγίας σκηνῆς, τοῦτ’ ἔστι τῆς Ἐκ‐ κλησίας, τὸν Ἅγιον τῶν ἁγίων, καὶ Θεὸν τῶν θεῶν,
10ᾧ πᾶσα καρποφορία πρὸς ἡμῶν ὀφείλεται. Γέγρα‐ πται γὰρ, ὅτι «Πάντες οἱ κύκλῳ αὐτοῦ, οἴσουσι δῶρα.» Ἀλλ’ ἐν τύποις μὲν ἔτι τὰ Μωσαϊκὰ, πνευ‐ ματικαῖς δὲ νυνὶ καρποφορίαις τὸν ἑαυτῶν κατευφραίνουσι Λυτρωτὴν, οἱ τῶν εὐαγγελικῶν θεσπισμά‐ των γνήσιοι φύλακες.
15ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἀπόλεκτον δὲ ὅτι τὸ Λευϊτικόν ἐστι γένος, καὶ τῶν ἄλλων ἐξῃρημένον, φανερὸν ποιεῖ κατὰ τοιόνδε τινὰ τρόπον· Ἀπαριθμεῖσθαι προστέταχε τὸ δημοτικὸν, καὶ τῆς ἀγελαίου πληθύος ἀκριβῆ ποιεῖ‐
20σθαι τὸν ἐκλογισμὸν, οὐκ ἠγνοηκὼς ὁ Δημιουργός. Ἠρίθμηνται γὰρ αὐτῷ σταγόνες ὑετοῦ, κατὰ τὸ γεγραμμένον, καὶ οὐκ ἄν τι διαλάθοι νοῦν τὸν ἀκή‐ ρατον, ἀλλ’ ἵν’ εἰδεῖεν καὶ μάλα σαφῶς οἱ τοῖς ἱεροῖς ἐντυχόντες Γράμμασιν, ὅτι τῷ Θεῷ προσκείμενοι
25καὶ λαὸς αὐτοῦ κεχρηματικότες, ἐν ἀπογραφαῖς ἴενται ταῖς παρὰ Θεῷ, καὶ ἐν βίβλῳ ζωῆς, καὶ ἐν‐ αρίθμιοι τοῖς γνωρίμοις, καὶ ἐν μνήμαις ἤδη τοῦ πάντων Δεσπότου. Οὐκοῦν ἀπεγράφετο μὲν τὸ δημο‐ τικὸν, ἀνὰ μέρος δὲ ὥσπερ ἐτίθει Θεὸς τὸ ἀπόλεκτόν
30τε καὶ ἱερὸν γένος, καὶ οὐκ ἐν ἴσῃ τάξει τοῖς ἄλλοις ἠφίει ποθὲν, μοῖραν δὲ ὥσπερ αὐτῷ τὴν προὔχουσαν ἀπ‐ εταμιεύετο, λέγων πρὸς Μωσέα τὸν σοφώτατον· «Ὅρα τὴν φυλὴν Λευῒ, οὐ συνεπισκέψῃ τὸν ἀριθμὸν αὐτῶν, καὶ οὐ λήψῃ ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ.» Ἐξαίρετος
35γὰρ τῶν ἁγίων ὁ κλῆρος, καὶ ἐν ὑπεροχαῖς τὰ γέρα. Καὶ τάχα που καὶ ἐν βίβλοις ἑτέραις ἡ ἀπογραφή· τεθέαται γὰρ οὐ μίαν ὁ θεσπέσιος Δανιὴλ, ἀλλ’ ᾗ φησιν αὐτός· «Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴ‐ χθησαν.» Οὐκοῦν ἀναλόγοις τοῖς ἑκάστου μέτροις,
40ἡ ἀπογραφή. Ἐξῄρηται δὲ ὥσπερ τῆς ἄλλης πλη‐ θύος τὸ ταῖς θείαις ἱερουργίαις ἐκνεμηθὲν καὶ ἀνα‐ κείμενον γένος, καὶ τόν γε τῆς τῶν Λευϊτῶν ἱερουρ‐ γίας τρόπον διεσάφει λέγων εὐθύς· «Λάβε τὴν φυλὴν Λευῒ, καὶ στήσεις αὐτοὺς ἐναντίον Ἀαρὼν
45τοῦ ἱερέως, καὶ λειτουργήσουσιν αὐτῷ, καὶ φυλά‐ ξουσι τὰς φυλακὰς αὐτοῦ, καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς· καὶ φυλάξουσι πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰς φυλακὰς τῶν

68

.

845

(50)

υἱῶν Ἰσραὴλ κατὰ πάντα τὰ ἔργα τῆς σκηνῆς. Καὶ δώσεις τοὺς Λευΐτας Ἀαρὼν τῷ ἀδελφῷ σου, καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσι· δεδομένοι δόμα οὗτοί μοί εἰσιν ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου.
55Καὶ φυλάξουσι τὴν ἱερατείαν αὐτῶν, καὶ πάντα τὰ κατὰ τὸν βωμὸν, καὶ ἔσω τοῦ καταπετάσματος· καὶ
ὁ ἀλλογενὴς ὁ ἁπτόμενος, ἀποθανεῖται.» Οἱ μὲν οὖν844

68

.

848

Λευῗται, συνεργάται τρόπον τινὰ καὶ οἱονεὶ συλλή‐ πτορες τοῖς ἱερουργοῖς ἐκνενέμηνται, φυλάξουσι γὰρ τὰς φυλακὰς αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἀαρὼν, καὶ πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰ
5φυλάγματα τῶν υἱῶν. Ἰσραήλ. Καὶ μέχρι τούτων αὐ‐ τοῖς τῆς συνεργείας ὁ τρόπος. Ἐφίστησι δὲ τῇ σκηνῇ τόν τε Ἀαρὼν, καὶ τοὺς υἱοὺς σὺν αὐτῷ, καὶ «Φυλάξουσι» γὰρ, φησὶ, «τὴν ἱερατείαν ἑαυτῶν καὶ πάντα κατὰ τὸν βωμὸν, καὶ τὰ ἐσώτερα τοῦ κατα‐
10πετάσματος,» τοῦτ’ ἔστι τὰ ἀπόῤῥητά τε καὶ μυ‐ στικώτερα, καὶ ὅσα δρᾷν ἔθος τοὺς τῷ θείῳ προσ‐ εδρεύοντας θυσιαστηρίῳ· καὶ ἔστι μὲν ἀκραιφνῶς ὡς εἰς Χριστὸν ὁ τύπος, ὃν κατέστησεν ὁ Πατὴρ ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς. Κατασημή‐
15νειαν δ’ οὐκ ἀσυμφανῶς οἱ τῷ Ἀαρὼν συνιερατεύον‐ τες, τῶν ἁγίων ἀποστόλων τὸν ἐναγῆ τε καὶ ἀξι‐ άγαστον χορὸν, συνεργαζομένων ὥσπερ καὶ συλλει‐ τουργούντων τῷ Χριστῷ. Θεοῦ γὰρ γεγόνασι συνεργοὶ, ταμίαι τε καὶ οἰκονόμοι μυστηρίων Θεοῦ, καὶ μὴν
20καὶ διάκονοι, δι’ ὧν πεπιστεύκαμεν. Εἰ δέ τις ἕλοιτο καὶ τῆς Ἐκκλησίας τὴν τάξιν πολυπραγμονεῖν, τὴν ἐν νόμῳ προανατύπωσιν, καταθαυμάσειεν ἂν εἰκότως. Ἐπισκόποις μὲν γὰρ, ἅτε δὴ τότε καθηγεῖσθαι λα‐ χοῦσιν, καὶ μὴν τοῖς ἐπὶ τὴν μείω διέπουσι τάξιν,
25πρεσβυτέροις δέ φημι, πεπίστευται τὸ θυσιαστήριον, καὶ τὰ ἔσω τοῦ καταπετάσματος, οἷς ἂν πρέποι καὶ λέγεσθαι· «Καὶ φυλάξουσι τὴν ἱερατείαν αὐτῶν·» διακόνοις γε μὴν, τὸ, «Φυλάξουσι τὰς φυλακὰς τῆς σκηνῆς, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὰ φυλά‐
30γματα τοῦ λαοῦ.» Ἢ οὐκ αὐτοὶ προστάττουσι δια‐ κεκραγότες ἐν ἐκκλησίαις, ποτὲ μὲν ὑμνολογεῖν ὅτι προσήκει λαοῖς, καὶ ἐν κόσμῳ μὲν ἑστάναι, κατηρε‐ μεῖν δὲ πολλάκις, καὶ διανιστᾶσιν εἰς προσευχὰς, καὶ τῆς ἀναιμάκτου θυσίας ἐπιτελουμένης, αὐτοὶ προσ‐
35κομίζουσι τὰ τῶν σκευῶν ἱερώτερα, καὶ λεπτὴν ἐφ’ ἅπασι τοῖς ἀναγκαίοις ποιοῦνται τὴν ἐπιτήρησιν; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Οὐκοῦν ἱερατεύουσι μὲν οἱ προὔχοντες, συλ‐ λαμβάνονται δὲ οἱ Λευῗται τῆς ἐκκλησιαστικῆς ἱερα‐ τείας τὴν τάξιν, τοῦ νομικοῦ προαναφωνοῦντος γράμ‐
40ματος. Ἐξείργεται δὲ τὸ δημοτικὸν παντὸς ἱεροῦ πράγματος, καὶ ὁ περὶ τῶν ἐσχάτων ἐπήρτηται λόγος τοῖς ἁρπάζουσι τὴν τιμήν. Τεθνήξεται γὰρ, φησὶν, ἢν αὐτόμολός τις ἐπ’ αὐτὴν ἔλθῃ, τὴν θείαν ἐφ’ ἑαυτῷ ψῆφον οὐκ ἔχων.
45ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Οὐκοῦν ἀσύντακτον μὲν ταῖς τῶν ἄλλων ἀπογραφαῖς τὸ Λευϊτικόν, πλὴν ἀνάγραπτον ἰδικῶς καὶ ἐν βίβλῳ Θεοῦ· «Καὶ ἐλάλησεν» γὰρ, φησὶ, «Κύριος πρὸς Μωσῆν ἐν τῇ ἐρήμῳ Σινᾶ λέγων·

68

.

848

(50)

Ἐπίσκεψαι τοὺς υἱοὺς Λευῒ κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν, κατὰ συγγενείας αὐτῶν. Πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἐπίσκεψαι αὐτούς· καὶ ἐπεσκέψαντο αὐτοὺς Μωσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ὃν τρόπον συνέταξεν αὐτοῖς Κύ‐
55ριος. Καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευῒ ἐξ ὀνομάτων αὐτῶν,
Γεδσὼν, Καὰθ, καὶ Μεραρί· ταῦτα τὰ ὀνόματα τῶν846

68

.

849

υἱῶν Γεδσὼν, κατὰ δήμους αὐτῶν, Λοβενὶ καὶ Σεμεΐ. Καὶ υἱοὶ Καὰθ κατὰ δήμους αὐτῶν, Ἀμρὰμ καὶ Ἰσσαὰρ, Χεβρὼν καὶ Ὀζιήλ· καὶ υἱοὶ Μεραρὶ κατὰ δήμους αὐτῶν, Μοολὶ καὶ Μουσί. Οὗτοί εἰσι δῆμοι
5τῶν Λευϊτῶν κατ’ οἴκους πατριῶν αὐτῶν.» Ἄθρει δὴ οὖν, ὦ Παλλάδιε, καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο. Λεπτὴ γὰρ ἡ ἐπιτήρησις. Ἀπεγράφετο μὲν οὖν τὸ δημο‐ τικὸν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, οὐκ ἀξιούσης, οἶμαί που, τῆς νομικῆς ἀκριβείας τὸ ἄναλκί τε καὶ ἀδρανὲς
10ἔτι, τὸ καὶ ἐν βίβλῳ γράφεσθαι Θεοῦ. Τὸ γάρ τοι σφριγῶν καὶ ἐν ἀκμαῖς ἤδη ταῖς πνευματικαῖς, τοῖς τῶν ἁγίων καταλόγοις εἰσκρίνοιτο ἂν εἰκότως. Ποιεῖ‐ ται τοίνυν ὁ νόμος ὑποτύπωσιν εὐφυᾶ τῆς πνευμα‐ τικῆς ἡλικίας, τὴν σωματικὴν, καὶ τὸ ἐν ἀκμαῖς,
15ἀπόλεκτον ἐτίθει γένος, τὸ ἄνηβόν τε καὶ ἀσθενὲς, καὶ μειρακιῶδες ἔτι παρατρέχων, καὶ οὐκ ἐν βίβλῳ τιθεὶς ἱερᾷ. Ἐπὶ δέ γε τῶν Λευϊτῶν, ἀπὸ μηνιαίου γέγονεν ἡ ἀπογραφή· προσίεται γὰρ ὁ πάντων Δε‐ σπότης καὶ λίαν ἀσμένως τὴν ἐν Χριστῷ νηπιότητα
20τῶν ἐξειλεγμένων, καθάπερ ἀμέλει τὸ ἔμφρον. Τὸ γὰρ ἐν ἀμφοῖν διαπρέπειν, ἐξαίρετον, ἐν συνέσει τε, φημὶ, καὶ ἁπλότητι τῇ κατὰ Χριστόν. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος· «Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ
25τέλειοι γίνεσθε.» Καὶ αὐτὸς δέ πού φησιν ὁ Χρι‐ στός· «Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» Δεκτὴ τοιγαροῦν ἡ τῶν ἁγίων ἁπλότης. Κατ’ ὄνομα δὲ καὶ μέντοι καὶ κατὰ δήμους καὶ πατριὰς ἡ ἐπίσκεψις. Ἐπισκοπῆς γὰρ ἰδίας
30ἀξιοῖ Θεὸς οὓς ἂν ἕλοιτο τιμᾷν, καὶ καθ’ ἕνα, καὶ κατὰ πληθὺν, καὶ κατὰ γένος. Καὶ τὸ ἔν γε τούτοις ἀκριβὲς, σαφηνιεῖ λέγων αὐτὸς ὁ Σωτὴρ τοῖς ἁγίοις ἀποστόλοις· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ
35Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς; Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν.» ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἀπογραφὴν δὲ πρὸς τῇδε ποιεῖσθαι δευ‐ τὲραν τοῦ Λευϊτικοῦ τε δήμου, καὶ ἑκάστῳ ἐντετάχθαι
40δεῖν τὴν αὐτῷ πρέπουσαν λειτουργίαν προσενομο‐ θέτει, λέγων «Λάβε τὸ κεφάλαιον τῶν υἱῶν Καὰθ ἐκ μέσου υἱῶν Λευῒ, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν, καὶ ἐπάνω ἕως πεντήκοντα ἐτῶν, πᾶς ὁ εἰσπορευόμενος
45λειτουργεῖν ποιῆσαι πάντα τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. Καὶ ταῦτα τὰ ἔργα τῶν υἱῶν Καὰθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, Ἅγιον τῶν ἁγίων. Καὶ εἰσελεύ‐ σεται Ἀαρὼν καὶ υἱοὶ αὐτοῦ, ὅταν ἐξαίρῃ ἡ παρεμ‐ βολὴ, καὶ καθελοῦσι τὸ καταπέτασμα τὸ συσκιάζον, καὶ

68

.

849

(50)

κατακαλύψουσιν ἐν αὐτῷ τὴν κιβωτὸν τοῦ μαρτυρίου. Καὶ ἐπιθήσουσιν ἐπ’ αὐτὸ κατακάλυμμα δέρμα ὑακίν‐ θινον, καὶ ἐπιβαλοῦσιν ἐπ’ αὐτὴν ἱμάτιον ὅλον ὑακίν‐ θινον ἄνωθεν, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς, καὶ ἐπὶ τὴν τράπεζαν τὴν προκειμένην ἐπιβαλοῦσιν ἐπ’
55αὐτὴν ἱμάτιον ὁλοπόρφυρον, καὶ τὰ τρυβλία, καὶ τὰς θυΐσκας, καὶ τοὺς κυάθους, καὶ τὰ σπονδεῖα ἐν οἷς
σπένδουσι, καὶ οἱ ἄρτοι οἳ διαπαντὸς ἐπ’ αὐτῆς ἔσον‐848

68

.

852

ται, καὶ ἐπιβαλοῦσιν ἐπ’ αὐτὴν ἱμάτιον κόκκινον, καὶ καλύψουσιν αὐτὴν καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ διεμβαλοῦσι δι’ αὐτῆς τοὺς ἀναφορεῖς. Καὶ λή‐ ψονται ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσι τὴν λυχνίαν
5τὴν φωτίζουσαν, καὶ τοὺς λύχνους αὐτῆς, καὶ τὰς λα‐ βίδας αὐτῆς, καὶ τὰς ἐπαρυστρίδας αὐτῆς, καὶ πάντα τὰ ἀγγεῖα τοῦ ἐλαίου, οἷς λειτουργοῦσιν ἐν αὐτοῖς. Καὶ ἐμβαλοῦσιν αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, εἰς κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ ἐπιθήσουσιν
10αὐτὴν ἐπ’ ἀναφορέων, καὶ ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐπικαλύψουσιν ἱμάτιον ὑακίνθινον, καὶ καλύ‐ ψουσιν αὐτὸ καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς αὐτοῦ, καὶ λήψονται πάντα τὰ σκεύη τὰ λειτουργικὰ ὅσα λειτουργοῦσιν ἐν
15αὐτοῖς ἐν τοῖς ἁγίοις, καὶ ἐμβαλοῦσιν εἰς ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσιν αὐτὰ καλύμματι δερμα‐ τίνῳ ὑακινθίνῳ, καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς, καὶ τὸν καλυπτῆρα ἐπιθήσουσιν ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπικαλύψουσιν ἐπ’ αὐτὸ ἱμάτιον ὁλοπόρφυρον, καὶ
20ἐπιθήσουσιν ἐπ’ αὐτὸ πάντα τὰ σκεύη ὅσοις λειτουρ‐ γοῦσιν ἐπ’ αὐτῷ ἐν αὐτοῖς, καὶ τὰ πυρεῖα, καὶ τὰς κρεάγρας, καὶ τὰς φιάλας, καὶ τὸν καλυπτῆρα, καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου, καὶ ἐπιβαλοῦσιν ἐπ’ αὐτὸ κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ διεμβα‐
25λοῦσι τοὺς ἀναφορεῖς αὐτοῦ. Καὶ λήψονται ἱμάτιον πορφυροῦν, καὶ συγκαλύψουσι τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἐμβαλοῦσιν αὐτὸ εἰς κάλυμμα δερ‐ μάτινον ὑακίνθινον, καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς, καὶ συντελέσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, καλύ‐
30πτοντες τὰ ἅγια, καὶ πάντα τὰ σκεύη τὰ ἅγια, ἐν τῷ ἐξαίρειν τὴν παρεμβολὴν καὶ μετὰ ταῦτα εἰσελεύ‐ σονται υἱοὶ Καὰθ αἴρειν, καὶ οὐχ ἅψονται τῶν ἁγίων, ἵνα μὴ ἀποθάνωσι.» Ἡ μὲν οὖν ἐκ μηνιαίων ἀπο‐ γραφὴ, καὶ αὐτὴν τῶν ἁγίων τὴν ἀκακίαν ἁνδάνου‐
35σάν τε καὶ εὐπαράδεκτον εἶναι διδάσκει Θεῷ. Τόγε μὴν ἔργοις τοῖς ἱεροῖς ἐκνενεμῆσθαι, μόνην τὴν τῷ νόμῳ διωρισμένην ἡλικίαν, τὴν ἀπὸ πέντε καὶ εἴκοσι, καὶ μέχρι πεντήκοντα ἐτῶν, ἐκεῖνο οἶμαι δηλοῦν, ὅτι Θεῷ λειτουργίαν ἀποπεραίνει τὴν ἐξαίρετον καὶ ἀδια‐
40βλήτως ἔχουσαν, πᾶν ὅσον ἐστὶν ἔμφρον τε καὶ εὐ‐ σθενὲς ἤδη τε καὶ ἔτι. Ἤδη μὲν γὰρ ἐν τούτοις, ὁ ἐν εἴκοσι καὶ πέντε γεγονὼς ἐνιαυτοῖς, ἔτι δὲ καὶ ὁ μέχρι πεντήκοντα προελθών. Διανένευκεν γὰρ ἤδη πως πρὸς κατάληξιν ἰσχύος, ἀνὴρ ἐξελάσας ἐπέκεινα
45τοῦ πεντηκοστοῦ, καὶ οὐκ ἐν ἀκμαῖς ἔτι ταῖς ἀμωμήτοις ἐστὶν, διέρπει δὲ ὥσπερ ἐπὶ τὰ ἐκ γήρως πάθη. Ἄσοφος δὲ οὐδεὶς, ἀλλ’ οὐδ’ ἄναλκις, λειτουργήσειεν ἂν ἀμωμήτως Θεῷ, εἴπερ ἐστὶν ἀληθὲς εἰπεῖν, ὡς ἰσχύος ἔργα καὶ φρενὸς ἂν γένοιτο παγκάλου τὰ ὅσαπερ ἂν βλέποι πρὸς ἀρετήν· καὶ τὸ ἐπαινεῖσθαι δεῖν πρὸς τοῦ νομοθέτου διεκληρώσατο. ΠΑΛΛ. Οὕτω φημί.

68

.

852

(50)

ΚΥΡ. Λειτουργία δὲ τοῖς ἐκ δήμου Καὰθ, τὰ Ἅγια τῶν ἁγίων, προειστρεχόντων τῶν ἱερέων καὶ πυ‐ καζόντων αὐτά. Πανταχοῦ γὰρ τιμιώτερον τὸ προὖχον ἐν τάξει, καὶ πάντα ὅσα ἐστὶν ἐν κόσμῳ παρὰ Θεῷ, ἄτακτον δὲ παντελῶς οὐδέν. Ἐν ὑπουργίαις δὲ τὸ
55Λευϊτικὸν, καὶ ταῖς τῶν ὑπερκειμένων ἱερουργίαις ὑπεστρωμένον. Καταπυκάζονται δὲ δέρμασί τε καὶ
ἱματίοις ὑακινθίνοις, ἥ τε ἁγία κιβωτὸς, καὶ τὸ χρυ‐850

68

.

853

σοῦν θυμιατήριον, λυχνία τε αὖ καὶ τὰ σκεύη τὰ λει‐ τουργικὰ, τὸ ἄνωθεν ἡμῖν καὶ ἐξ οὐρανοῦ σημαίνον‐ τος τοῦ ὑακινθίνου. Τοιουτόχρως γὰρ ὁ ἄνωθεν καὶ εἰς βάθος αἰθήρ. Ὅτι δὲ τύποι Χριστοῦ τοῦ ἄνωθεν
5καὶ ἐξ οὐρανοῦ τὰ σκεύη τὰ ἱερὰ, διὰ μακρῶν ἡμῖν ἤδη προαποδέδεικται λόγων. Ἡ δὲ τράπεζα, καὶ ἱμάτιον ὁλοπόρφυρον πρὸς τοῖς ὑακινθίνοις περιβλή‐ μασιν ἔχει· τὸ δέ γε τῶν καρπωμάτων θυσιαστήριον, ἱμάτιον κόκκινον, καὶ μέντοι καὶ ὁ λουτὴρ, ἱμάτιον
10ὁλοπόρφυρον ἐπὶ πυκάσμασι τοῖς ὑακινθίνοις. Καὶ σημαίνει μὲν ἡ τράπεζα, τὴν πρόθεσιν ἔχουσα τῶν ἄρτων, τὴν ἀναίμακτον θυσίαν, δι’ ἧς εὐλογούμεθα τὸν ἄρτον ἐσθίοντες τὸν ἐξ οὐρανοῦ, τοῦτ’ ἔστι Χρι‐ στὸν, ὃς καὶ γέγονε καθ’ ἡμᾶς, ἀλλ’ ἦν τε καὶ ἔστι
15καὶ οὕτως Θεὸς ἄνωθέν τε καὶ ἐκ Πατρὸς ἐρχόμενος, καὶ ἐπάνω πάντων ὡς τῶν ὅλων βασιλεὺς καὶ Κύ‐ ριος. Αἴνιγμα δὲ τῆς τοῦ Χριστοῦ βασιλείας εἴη ἂν, ὡς ἔμοιγε φαίνεται, τὸ ἐπιτετανύσθαι τῇ τραπέζῃ τὸ ἁλουργὲς ἱμάτιον, ἤτοι τὸ περίβλημα τὸ πορφυ‐
20ροῦν. Κατημφίεστο δὲ τόδε τῶν καρπωμάτων θυσια‐ στήριον ἱματίῳ κοκκίνῳ· ἱμάτιον δὲ τὸ κοκκινοβαφὲς, αἵματος τύπον παραδεξόμεθα. Τέθυται γὰρ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὁ Χριστὸς, καὶ ἀμνὸς οἷά τις ἐπὶ τὸ θεῖον ἀνέβη θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ
25καὶ Πατρί. Πρὸς δὲ τοῖς ὑακινθίνοις, ἱμάτιον ὁλο‐ πόρφυρον τῷ λουτῆρι τὸ πέτασμα. Γράφει δὲ ὁ λου‐ τὴρ ἐφ’ ἑαυτῷ τὸν τύπον τοῦ ἁγίου βαπτίσματος, ὕδασιν ἡμᾶς ἁγίοις ἀπολούοντος εἰς ἀπόθεσιν ἁμαρ‐ τίας, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν ἀποκομί‐
30ζοντος. Ἄνωθεν δὲ καὶ ἐξ οὐρανοῦ τὸ ἅγιον βάπτι‐ σμα· αἴνιγμα δὲ τούτου, τὸ χρῶμα τὸ ὑακίνθινον. Ἢ οὐκ ἄριστά σοι ταυτὶ δὴ φάναι δοκῶ, ὡς ἔν γε τοιαύτῃ δυσκαταληψίᾳ θεωρημάτων; ΠΑΛΛ. Καὶ μάλα.
35ΚΥΡ. Λειτουργία μὲν οὖν ἡ τοιάδε τοῖς ἀπὸ Καάθ· Γεδσωνῖται δὲ αὖ καὶ μέν τοι καὶ Μεραρῖται, κατὰ τὸν ἴσον τρόπον, ἀπεγράφοντο μὲν ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν καὶ μέχρι πεντήκοντα, ὀνομαστὶ δὲ κατ’ οἴκους καὶ πατριάς· καὶ λειτουργία μὲν τῷ
40δήμῳ Γεδσὼν, αἱ δέῤῥεις τῆς σκηνῆς, τὰ καλύμματα, τὰ περιτανύσματα τῶν θυρῶν, καὶ τὰ ἱστία τῆς αὐ‐ λῆς καὶ τὰ περισσά· γέγραπται δὲ ὡδί. Τό γε μὴν ἐκ Μεραρὶ (δῆμος δὲ καὶ οὗτος Λευϊτικὸς), οἱ στύλοι τῆς σκηνῆς, αἱ βάσεις, αἱ κεφαλίδες, πάσσαλοί τε καὶ μο‐
45χλοὶ, καὶ τὸ καταπέτασμα τῆς σκηνῆς τῆς ἔξω, καὶ ἅττα τινὰ πρὸς τούτοις ἕτερα. Καὶ οἱ μὲν ἀπὸ Γεδσών τε καὶ Μεραρὶ, ταῖς δι’ ἁμαξῶν ὑπουργίαις τὰ σφίσιν αὐτοῖς ἐγκεχειρισμένα διεκόμιζον πανταχῆ. Κααθῖταί γε μὴν, τὰ Ἅγια τῶν ἁγίων εἰς ὤμους ἔχοντες ᾔεσαν.

68

.

853

(50)

Γέγραπται γὰρ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Καὶ προσήνεγκαν οἱ ἄρχοντες Ἰσραὴλ δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν· οὗτοι οἱ ἄρχοντες φυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς, καὶ ἤνεγκαν τὰ δῶρα αὐτῶν ἔναντι Κυρίου, ἓξ ἁμάξας λαμπηνί‐
55κας καὶ δώδεκα βόας. Ἅμαξαν παρὰ δύο ἀρχόντων,852

68

.

856

καὶ μόσχον παρ’ ἑκάστου, καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν, λέγων· Λάβε παρ’ αὐτῶν, καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λει‐ τουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσεις αὐτὰ
5τοῖς Λευΐταις, ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν. Καὶ λαβὼν Μωσῆς τὰς ἁμάξας καὶ τοὺς βόας, ἔδωκεν αὐτὰ τοῖς Λευΐταις. Καὶ τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκε τοῖς υἱοῖς Γεδσὼν κατὰ τὰς λειτουργίας αὐτῶν, καὶ τὰς τέσσαρας ἁμάξας καὶ
10τοὺς ὀκτὼ βόας ἔδωκε τοῖς υἱοῖς Μεραρὶ κατὰ τὰς λειτουργίας αὐτῶν, διὰ Ἰθάμαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως· καὶ τοῖς υἱοῖς Καὰθ οὐ δέδωκεν, ὅτι τὰ λειτ‐ ουργήματα τοῦ ἁγίου ἔχουσιν, ἐπ’ ὤμων ἀροῦσιν.» Ἀκούεις ὅπως τοῖς μὲν τὸ ἐφ’ ἁμαξῶν ἄγειν τε καὶ φέρειν ἔθος, Κααθίταις δὲ μόνοις, εἰς ὤμους τὰ ἱερά;
15ΠΑΛΛ. Τοῦ δὴ χάριν; ΚΥΡ. Ἀεὶ γάρ πως ἐστὶν ἐν ἱδρῶτι μείζονι τὸ προὖχόν τε καὶ ἱερώτερον, παρέπεται δὲ αὐτῷ πάντη τε καὶ πάντως· τὸ χρῆναι πονεῖν, καὶ πρός γε δὴ τούτῳ, τὸ τληπαθεῖν, καὶ οὐκ ἐν ἴσῳ τοῖς ἄλλοις,
20οἵπερ ἂν εἶεν καὶ ἁγιώτεροι, καὶ ἀγχοῦ δὴ μᾶλλον οἱονείπως Θεοῦ. Ἢ οὐκ ἀληθὲς ὅ φημι; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Ἐν κόσμῳ μὲν οὖν τοιῷδε τὸ Λευϊτικὸν ἐλει‐ τούργει γένος. Οἶμαι δ’ ἔγωγε, μυστηρίου τύπον τὸ
25χρῆμα πληροῦν. ΠΑΛΛ. Πῶς δὴ φής; ΚΥΡ. Ἐοίκασι γὰρ, οἱ μὲν δύο δῆμοι, Γεδσών τε καὶ Μεραρὶ, τοὺς ἐν νόμῳ λαοὺς ὑπαινίττεσθαι, φημὶ δὴ τὸν Ἰσραήλ· Κααθῖται δέ γε, τοὺς ἡγιασμένους ἐν
30Χριστῷ διὰ πίστεως. Οἷς μὲν γὰρ ἦν ἐν φροντίδι τὰ ἱστία τῆς αὐλῆς, αἱ δέῤῥεις τῆς σκηνῆς, τὰ καλύμ‐ ματα καὶ οἱ στύλοι, κεφαλαί τε καὶ βάσεις, πάσσαλοί τε καὶ περιτανύσματα, καὶ ᾗ φησι τὸ Γράμμα τὸ ἱερὸν, «Πάντα τὰ περισσὰ,» δι’ οὗ σημαίνεται τὸ
35τῆς λειτουργίας οὐκ ἀναγκαῖον. Οἱ δὲ, φέρειν ἐθαρ‐ σήθησαν τὰ Ἅγια τῶν ἁγίων, καὶ τὰ δι’ ὧν Χριστὸς, οὐ καθ’ ἕνα τρόπον, πολλαχῶς δὲ μᾶλλον καὶ πολυει‐ δῶς σημαίνεται, ὡς κιβωτὸς, ὡς τράπεζα, καὶ ὡς χρυσῆ λυχνία, καὶ χρυσοῦν θυμιατήριον. Ἁπλοῦς
40γὰρ ὑπάρχων κατὰ φύσιν ὡς Θεὸς, τῇ τῆς ἐργασίας διαφορᾷ πολυτρόπως γνωρίζεται. Ἔστι μὲν γὰρ ὁμολογουμένως ζῶν τε καὶ ἐνεργὴς ὁ τοῦ Πατρὸς Λόγος, καὶ πρός γε τούτῳ ζωὴ, καὶ φῶς, καὶ νοητῆς εὐωδίας ὀσμή. Οὐκοῦν ὅσοι ταῖς διὰ Μωσέως προσ‐
45εδρεύουσιν ἐντολαῖς, λειτουργίαν ἔχουσι τὰ περισσὰ τῆς σκηνῆς· ἀνωφελὴς γὰρ ὁ νόμος, εἰ μὴ νοοῖτο πνευματικῶς. Ὅσοι δὲ τεθάρσηνται τὰ Ἅγια τῶν ἁγίων, ἅγιοί που πάντως εἰσὶν ἐν Χριστῷ, περισσὸν οὐδὲν, ἀλλ’ οἱονείπως αὐτὸν ἔποχον ἔχοντες τὸν Ἐμ‐

68

.

856

(50)

μανουήλ. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἄθρει δὲ, εἰ δοκεῖ, καὶ τόδε. ΠΑΛΛ. Τὸ τί δὴ φής; ΚΥΡ. Οἱ μὲν γὰρ τὰ περισσὰ τῆς ἁγίας σκηνῆς
55ἐγκεχειρισμένοι φέρουσιν ἐφ’ ἁμαξῶν. Κααθῖται δὲ, τὰ Ἅγια τῶν ἁγίων οὐκ ἐφ’ ἁμαξῶν, οὐκ ἐφ’ ἑτέρου
του παντελῶς, ἀλλ’ ὤμοις αὐτοῖς ἐπιθέντες ᾔεσαν.854

68

.

857

ΠΑΛΛ. Τί οὖν τοῦτό γε; ΚΥΡ. Ὅτι, ὦ ἑταῖρε, φαίην ἂν, φορτικὸς ὁ νόμος, καὶ δύσοιστον ἄχθος· γένοιτο δ’ ἂν τοῦ τοιοῦδε μήνυ‐ σις ἐναργὴς, τὸ μὴ εἰς ὤμους φέρεσθαι τὰ περισσὰ,
5διά τοι τὸ ἀσθενεῖν τοὺς ὑπεζευγμένους. Τοιγάρτοι καὶ ἔφασκον οἱ θεσπέσιοι μαθηταὶ, τοῖς μετὰ τὴν πίστιν ἐπὶ νομικὴν ἰοῦσι λατρείαν· «Καὶ νῦν τί πειράζετε τὸν Θεὸν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχη‐ λον τῶν μαθητῶν, ὃν οὔτε ὑμεῖς, οὔτε οἱ πατέρες
10ὑμῶν ἴσχυσαν βαστάσαι;» Κααθῖται δὲ, τὰ δι’ ὧν ὁ Χριστὸς σημαίνεται, τοῖς σφῶν αὐτῶν ἐπιθέντες ὤμοις, ἐλαφρὸν καὶ εὐπαρακόμιστον ποιοῦνται φορ‐ τίον. Ἆρ’ οὖν οὐχὶ τοῦτό ἐστιν ἐναργῶς, ὅπερ αὐτὸς ἔφη Χριστός· «Ὁ ζυγός μου χρηστός ἐστι, καὶ τὸ
15φορτίον μου ἐλαφρόν; ΠΑΛΛ. Ἔοικεν. ΚΥΡ. Προσθείην δ’ ἂν ἔτι τοῖς εἰρημένοις καὶ τόδε. Εἴη γὰρ ἂν οὐκ ἀσυντελὲς εἰς πληροφορίαν· ἐν μὲν γὰρ τῇ πρώτῃ τῶν Λευϊτῶν ἀπογραφῇ, τετάχατο
20μὲν οἱ ἀπὸ Γεδσὼν ἐν ἀρχαῖς, εἶτα μέσος ὁ Καὰθ, καὶ τελευταῖος, ὁ Μεραρὶ (δῆμοι δὲ οὗτοι Λευιτικοί)· ἐν δὲ τῇ δευτέρᾳ, τῇ ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν, προσ‐ τέθειται τῶν ἄλλων ὁ Καὰθ, καὶ πρῶτος ὠνόμασται. Τελευταῖος δὲ μετ’ αὐτὸν, Γεδσών τε καὶ Μεραρὶ,
25λειτουργίαν ἔχοντες τὰ περισσὰ τῆς σκηνῆς. Καὶ ἑκάτερον μὲν τοῖν δυοῖν τουτωνὶ δήμοιν, ἀνὰ δύο μόνας ἔχουσι πατριὰς, ὁ δὲ προήκει μὲν καὶ μέχρι τεσσάρων. Συνίης οὖν ἄρα τὸ αἴνιγμα; ΠΑΛΛ. Ἥκιστά γε.
30ΚΥΡ. Κέκληται μὲν γὰρ ἐν πρώτοις ὁ Ἰσραήλ· παρεισδραμούσης δὲ μεταξὺ τῆς τῶν ἐθνῶν ἀγέλης, τέτακται μετὰ ταύτην· καὶ οἱ μὲν ἔσχατοι γεγόνασι πρῶτοι, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, οἱ δὲ πρῶτοι ἔσχατοι.
35ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ὅτι δὲ βραχὺς ἐν ἀριθμῷ τῶν Ἰουδαίων ὁ δῆμος, ὑπερκειμένης παρὰ πολὺ τῆς ἐξ ἐθνῶν ἀμε‐ τρήτου πληθύος, δῆλον. ΠΑΛΛ. Πῶς γὰρ οὔ;
40ΚΥΡ. Τοιγάρτοι Θεὸς πρὸς ἱεροφάντην Μωσέα φησί· «Καὶ νῦν ἔασόν με, καὶ θυμωθεὶς ἐξαναλώσω τὴν συναγωγὴν ταύτην, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ πολὺ μᾶλλον ἢ τοῦτο.» Λειτουργίαις μὲν οὖν ταῖς τοιαῖσδε τὸ Λευϊτικὸν ἅπαν ἐκτετίμηται
45στῖφος· καὶ ὅρος αὐτοῖς τῆς ἱερουργίας ὑπεζεῦχθαι τῷ προὔχοντι, καὶ ὑπὸ χεῖρα πράττειν τὴν Ἀαρών. Τό γε μὴν ὑπὲρ τοῦτο φρονεῖν καὶ τἀμείνω ζητεῖν, τῶν ἐκνεμηθέντων αὐτῷ καὶ διωρισμένων παρὰ Θεοῦ, ποινῆς καὶ ὀλέθρου πρόξενον, καὶ διὰ πείρας αὐτῆς

68

.

857

(50)

ἀνεδείκνυτο. Γέγραπται δὲ πάλιν ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κορὲ υἱὸς Ἰσαὰρ, υἱοῦ Καὰθ, υἱοῦ Λευῒ, καὶ Δαθὰν, καὶ Ἀβειρὼν, υἱοὶ Ἐλιὰβ, καὶ Ἄϋν, υἱὸς Φαλὲθ, υἱοῦ Ῥουβὴν, καὶ ἀνέστησαν ἔναντι Μωσῆ, καὶ ἄνδρες τῶν υἱῶν Ἰσραὴλ πεντήκοντα καὶ
55διακόσιοι, ἀρχηγοὶ συναγωγῆς σύγκλητοι βουλῆς, καὶ ἄνδρες ὀνομαστοὶ συνέστησαν ἐπὶ Μωσῆν καὶ
Ἀαρὼν, καὶ εἶπαν πρὸς αὐτούς· Ἐχέτω ὑμῖν ὅτι856

68

.

860

πᾶσα ἡ συναγωγὴ, πάντες ἅγιοι, καὶ ἐν αὐτοῖς Κύ‐ ριος· καὶ διατί κατανίστασθε ἐπὶ τὴν συναγωγὴν Κυ‐ ρίου; Καὶ ἀκούσας Μωσῆς, ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐλάλησε πρὸς Κορὲ καὶ πρὸς πᾶσαν αὐτοῦ τὴν
5συναγωγὴν, λέγων· Ἐπέσκεπται καὶ ἔγνω ὁ Θεὸς τοὺς ὄντας αὐτοῦ καὶ τοὺς ἁγίους, καὶ προσηγάγετο πρὸς ἑαυτόν· καὶ οὓς ἐξελέξατο ἑαυτῷ, προσηγάγετο πρὸς ἑαυτόν. Τοῦτο ποιήσατε, λάβετε ὑμῖν αὐτοῖς πυρεῖα, Κορὲ καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, καὶ
10ἐπίθετε ἐπ’ αὐτὰ πῦρ, καὶ ἐπίθετε ἐπ’ αὐτὰ θυμίαμα ἔναντι Κυρίου αὔριον· καὶ ἔσται ὁ ἀνὴρ ὃν ἐκλέλεκται Κύριος, οὗτος ἅγιος· ἱκανούσθω ὑμῖν, υἱοὶ Λευΐ. Καὶ εἶπε Μωσῆς πρὸς Κορέ· Εἰσακούσατέ μου, υἱοὶ Λευΐ. Μὴ μικρόν ἐστι τοῦτο ὑμῖν, ὅτι διέστειλεν ὁ Θεὸς
15Ἰσραὴλ ὑμᾶς ἐκ συναγωγῆς Ἰσραὴλ, καὶ προσηγά‐ γετο ὑμᾶς πρὸς ἑαυτὸν λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς Κυρίου, καὶ παρίστασθαι ἔναντι τῆς σκηνῆς λατρεύειν αὐτῷ, καὶ προσηγάγετό σε καὶ πάντας τοὺς ἀδελφούς σου υἱοὺς Λευῒ μετὰ σοῦ, καὶ
20ζητεῖτε ἱερατεύειν;» Λειτουργίαν γὰρ ἔχοντες οἱ ἀπὸ Καὰθ, τὸ εἰς ὤμους αἴρειν τὰ Ἅγια τῶν ἁγίων, ἐπέθρωσκον ἀμαθῶς τοῖς ὑπερκειμένοις καὶ τοῖς τῶν ἱερέων φιλονεικοῦσι μέτροις. Ἑαυτοῖς γὰρ ἁρπάζον‐ τες τὰς τιμὰς, κατὰ τὸ γεγραμμένον, καὶ τῆς μὲν
25θείας ἀλογήσαντες ἐντολῆς, νόμους δὲ τῆς ἱερουργίας ὑπερθέοντες ἀνοσίως, τὰς τῶν προεστηκότων τιμὰς ὀλίγου παντελῶς ἀξιοῦντες λόγου. Ἔφασκον γὰρ πρὸς Μωσέα καὶ Ἀαρών· «Ἐχέτω ὑμῖν ὅτι πᾶσα ἡ συναγωγὴ, πάντες ἅγιοι, καὶ ἐν αὐτοῖς Κύριος.»
30Ἀκούεις ὅπως τὸ σφίσιν αὐτοῖς ἐκνεμηθὲν μέτρον ἀτιμάζουσι, μόνον δὲ οὐχὶ κοινὴν εἶναί φασι, καὶ οὐχὶ δήμοις τοῖς αὐτοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι τὴν τοῦ ἀρχιερέως τιμὴν, καὶ οὐδὲν ὅλως τὸ περιτ‐ τὸν, ἢ περιφανέστερον, κἂν εἰ ὑπερκεῖσθαι λέγοιντο
35ψήφῳ τὸ χρῆμα λαχόντες τῇ παρὰ Θεοῦ· ὅπερ ἐστὶν ἐναργῶς, ταῖς ἄνωθεν ψήφοις ἐπιτιμᾷν, καὶ οὐδὲν εἶναι λογίζεσθαι τὸ τῷ νομοθέτῃ δοκοῦν. Ἀλλ’ ὁ μὲν θεσπέσιος Μωσῆς, ἠπιότητι τῇ συνήθει χρώμενος, ὡς ἠῤῥωστηκότας παρεκάλει, καὶ τὴν ὅσην οὔπω κατ’
40αὐτῶν ἐσομένην ὀργὴν ἐννενοηκὼς, ἐπιπλήττει λέγων· «Ἱκανούσθω ὑμῖν, οἱ υἱοὶ Λευΐ. Οὐ γὰρ μικρὸν,» φησὶν, «ὑμῖν, ὅτι ὑμᾶς ἐκ πάντων ἀπολέκτους ἐποιή‐ σατο πρὸς τὴν οὕτω σεπτὴν καὶ ἀξιάγαστον λειτουρ‐ γίαν ὁ τῶν ὅλων Θεός.» Οἱ δὲ ἦσαν ἔτι πικροὶ καὶ
45ἀτεράμονες, καὶ ἀχάλινοι πρὸς ὑπεροψίαν, ἄχρις ἂν αὐτοῖς εἰς τοῦτο κακοῦ τὰ τῆς ἀπονοίας εἰσβέβηκεν, ὡς διανοίξασαν τὴν γῆν τὸ στόμα, αὐτοῖς γένεσι καὶ σκηναῖς ἑλεῖν, καὶ ὀλέθρῳ ξένῳ περιβαλεῖν. Κατέβη‐ σαν γὰρ εἰς ᾅδου ζῶντες, κατὰ τὸ γεγραμμένον.

68

.

860

(50)

Ἀνόσιον οὖν ἄρα καὶ θανάτου γραφὴν ἔχει παρὰ Θεῷ, τὸ κατανίστασθαι κεφαλῆς, καὶ τὸ μὴ ὑπείκειν τοῖς προτεταγμένοις, καὶ τὴν προὔχουσαν παρὰ Θεοῦ λαχοῦσι τιμήν. Συνέσεως δὲ τῆς ἀνωτάτω καρπὸς, τὸ ἐφ’ ᾧ ἄν τις ἔχοι σεμνύνεσθαι καὶ εὐχαριστεῖν, καὶ
55μὴ τοῖς ἐπέκεινα μέτρου ῥιψοκινδύνως ἐπιπηδᾷν, μήτε μὴν ἐφίεσθαι τῶν οὔπω δεδωρημένων αὐτοῖς, οἰομένους εἶναι κοινὰ καὶ βάσιμα τοῖς πολλοῖς, ἃ
μόνοις τοῖς ἄνωθεν διοικεῖται νεύμασιν.858

68

.

861

(3)

ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἐν τάξει δὴ οὖν τῇ ἀσυγχύτῳ τὰ ἱερά·
5πρέποι γὰρ ἂν ὡδὶ, καὶ οὐχ ἑτεροίως ἔχειν. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Κοινὸν δὲ ὥσπερ ἀμφοῖν ἀπονέμει κλῆρον, τὰς τῶν ὑπὸ χεῖρα δωροφορίας, καὶ ἅπερ ἀνοίσειέ τις εἰς ἀνάθημα καὶ θυσίαν τῷ Θεῷ, ταῦτα δεῖν εἶναί
10φησιν ἱερέων τε ἅμα καὶ Λευϊτῶν. Ἔφη γὰρ οὕτω πρὸς Ἀαρὼν ὁ τῶν ὅλων Θεός· «Ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς· ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ. Καὶ τοῖς υἱοῖς Λευΐ· Ἰδοὺ δέδωκα πᾶν
15ἐπιδέκατον ἐν Ἰσραὴλ ἐν κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν, ὅσα αὐτοὶ λειτουργοῦσι λειτουργίαν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ Ἰσραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαβεῖν ἁμαρτίαν θανατηφόρον, καὶ λειτουργήσει ὁ Λευΐτης
20αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ αὐτοὶ λήψονται τὰ ἁμαρτήματα αὐτῶν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν, καὶ ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσι κληρονομίαν· ὅτι τὰ ἐπι‐ δέκατα τῶν υἱῶν Ἰσραὴλ ὅσα ἐὰν ἀφορίσωσι Κυρίῳ,
25ἀφαίρεμα δέδωκα τοῖς Λευΐταις ἐν κλήρῳ· διὰ τοῦτο εἴρηκα αὐτοῖς· Ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομή‐ σουσι κλῆρον.» Ἐν δέ γε τῷ Δευτερονομίῳ τὸν αὐτὸν ὥσπερ ἀνακυκλώσας λόγον, ὧδέ πή φησιν· «Οὐκ ἔσται τοῖς ἱερεῦσι τοῖς Λευΐταις ὅλῃ φυλῇ Λευῒ μερὶς,
30οὐδὲ κλῆρος μετὰ Ἰσραήλ. Καρπώματα Κυρίου ὁ κλῆρος αὐτῶν· φάγονται αὐτά. Κλῆρος δὲ οὐκ ἔσται αὐτοῖς ἐν τοῖς ἀδελφοῖς αὐτῶν· Κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ. Καὶ αὕτη ἡ κρίσις τῶν ἱερέων τὰ παρὰ τοῦ λαοῦ παρὰ τῶν θυόντων τὰ θύ‐
35ματα, ἐάν τε μόσχον, ἐάν τε πρόβατον· καὶ δώσεις τὸν βραχίονα τῷ ἱερεῖ, καὶ τὰ σιαγόνια, καὶ τὸ ἔνυ‐ στρον, καὶ τὰς ἀπαρχὰς τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, καὶ τὴν ἀπαρχὴν τῶν κου‐ ρῶν τῶν προβάτων σου δώσεις αὐτῷ· ὅτι αὐτὸν ἐξ‐
40ελέξατο Κύριος ἐκ πασῶν τῶν φυλῶν σου, παρεστάναι ἔναντι Κυρίου τοῦ Θεοῦ, λειτουργεῖν καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ πάσας τὰς ἡμέρας.» Ἄθρει δὴ οὖν ὅπως ἀσύντακτον τῷ λαῷ τὸ ἱερόν ἐστι γένος, καὶ διεσχοίνισταί πως τῶν
45ἄλλων· καὶ οὐχὶ δὴ μόνοις τοῖς κατὰ τὴν λειτουργίαν ἐπιτηδεύμασιν, ἀλλὰ γὰρ ἤδη καὶ τῇ τῆς ἐλπίδος διαφορᾷ. Τοῖς μὲν γὰρ τὸν χαμαιπετῆ διαζῶσι βίον, καὶ τοῖς ἐπιγείοις προστετηκόσι καὶ δεδιψηκόσι τὰ πρόσκαιρα, καὶ ἐν ἴσῳ σκιαῖς παρελαύνοντα, λέγοιτ’

68

.

861

(50)

ἂν εἰκότως· «Αὕτη ἡ μερίς σου, οὗτος ὁ κλῆρός σου, μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοὶ, λέγει Κύριος.» Τοῖς δὲ τὴν ἁγίαν καὶ ἀμώμητον ἐκτετιμηκόσι ζωὴν, καὶ ἀπολέκτοις ἤδη δι’ ἀρετὴν, εὖ μάλα ῥητέον· «Ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι
55ἐν αὐτοῖς· ὅτι ἐγὼ μερίς σου καὶ ἡ κληρονομία σου,860

68

.

864

φησὶ Κύριος.» Καὶ γοῦν ὁ Σωτὴρ, προσελθόντι ποτὲ καὶ ἐρομένῳ τινὶ, ὅπως ἂν ἔχοι ζωὴν τὴν αἰώνιον, «Τὰς ἐντολὰς οἶδας, φησὶ, τὸ, Οὐ φονεύσεις, Οὐ μοι‐ χεύσεις, Οὐ κλέψεις,» καὶ τὰ συγγενῆ. Τοῦ δὲ, ὅτι
5τῶν μὲν τοιούτων γένοιτο φύλαξ ἀναφανδὸν εἰρηκότος, προσερομένου δὲ καὶ προστεθεικότος τὸ, Τί ἔτι ὑστερῶ; «Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυ‐ ρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο, ἀκολούθει μοι.» Ἀνάγκη
10δὴ οὖν τοὺς ἀπερισπάστως τῷ Θεῷ λειτουργεῖν ἐθέ‐ λοντας, ἕπεσθαί τε δεῖν οἰομένους αὐτῷ, ἀποφοιτᾷν μὲν τῶν ἐπιγείων, κλῆρον καὶ αὐτὸν ποιεῖσθαι μόνον, καὶ τῇ εἰς αὐτὸν ἐλπίδι καταπιαίνεσθαι, κατὰ τὸ ἐν Ψαλμοῖς ᾀδόμενον· «Κατατρύφησον τοῦ Κυρίου, καὶ
15ἔλπισον ἐπ’ αὐτὸν, καὶ αὐτὸς ποιήσει.» Ἀφορίζει τοίνυν τὰ ἐπιδέκατα τοῖς Λευΐταις, εἰς ἀντίδοσιν τοῦ πόνου τῆς λειτουργίας αὐτῶν. Οὐ γὰρ ἀμισθὶ τοῖς ἁγίοις ὁ πόνος, ἀλλ’ ἐξαίρετοι μὲν αἱ τιμαὶ, περι‐ φανῆ δὲ τὰ γέρα. «Μὴ γὰρ δὴ μεριμνᾶτε, φησὶν
20ὁ Σωτὴρ, τῇ ψυχῇ ὑμῶν, τί φάγητε, καὶ τῷ σώ‐ ματι τί ἐνδύσησθε· ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Ἁμαρτήματα δὲ ὀνομάζει πάλιν, τὰ ὑπὲρ ἁμαρτιῶν σφαζόμενα. Τύποι δ’ ἂν
25εἶεν καὶ ταῦτα Χριστοῦ, τοῦ δι’ ἡμᾶς τεθυμένου, καὶ ὑπομείναντος τὴν σφαγὴν, ἵνα καταργήσῃ τὴν ἁμαρ‐ τίαν τοῦ κόσμου, ἐδεστὰ δὲ μόνοις τοῖς ἱερουργοῖς τὰ ὑπὲρ τῆς ἁμαρτίας. Πρέποι γὰρ οὐ ταῖς ἀνιέροις ψυχαῖς τὸ χρῆναι μεταλαχεῖν τοῦ ἁγίου σώματος τοῦ
30Χριστοῦ, ἀλλὰ ταῖς ἀπολέκτοις καὶ καθαραῖς, αἷς ἄν τις ἐπιφωνήσειε τὸ, «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίη‐ σιν.» Ἐξῄρηνται δὲ τοῖς εἰς τὸ λειτουργεῖν ἐπιτε‐ ταγμένοις, ὅ τε βραχίων καὶ τὰ σιαγόνια, καὶ μὴν
35καὶ τὸ ἔνυστρον· ἐνεῖναι γὰρ δεῖ τῷ ἀπολέκτῳ γένει τὸ πρακτικὸν καὶ δραστήριον· καὶ τοῦτό ἐστιν ὁ βρα‐ χίων· καὶ μέντοι καὶ λόγον, δῆλον δὲ ὅτι τὸν διδα‐ κτικὸν, οὗ τύπος τὰ σιαγόνια· προσέτι δὲ καὶ τὸ ἔνυ‐ στρον, δι’ οὗ τὸ καρπογόνον εὖ μάλα σημαίνεται. Ἢ
40γὰρ οὐχὶ πρακτικὸν καὶ ἐλλογιμώτατον, καὶ μέντοι καὶ γονιμώτατον εἶναι χρὴ τὸν ἀληθῶς καὶ Θεῷ γνώριμον; ΠΑΛΛ. Πάνυ μέν. ΚΥΡ. Οὐκοῦν ἀπόκληρον μὲν τὸ Λευϊτικὸν ἐποιεῖτο
45γένος, καὶ κλῆρον αὐτῷ τὸν ἐξαίρετον ἑαυτὸν ἐπι‐ δούς. Τό γε μὴν εἰσάπαν ἔξω τεθεῖσθαι τῶν ἄλλων δοκεῖν, διά γε τὸ μηδὲν ὅλως ἑλεῖν, οὐκ ἠφίει χρησί‐ μως· συνεμέτρει δὲ ὥσπερ τὸ χρῆμα, βραχύ τι δοὺς εἰς ἀναγκαίαν ἀπόλαυσιν· γέγραπται γὰρ ὡδί· «Καὶ

68

.

864

(50)

ἐλάλησε Κύριος πρὸς Μωσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην, κατὰ Ἱεριχὼ, λέγων· Σύνταξον σοῖς υἱοῖς Ἰσραὴλ, καὶ δώσουσι τοῖς Λευΐταις ἀπὸ τῶν κλήρων κατασχέσεως αὐτῶν πόλεις κατ‐ οικεῖν, καὶ τὰ προάστεια τῶν πόλεων κύκλῳ αὐ‐
55τῶν δώσουσι τοῖς Λευΐταις· καὶ ἔσονται αὐτοῖς αἱ
πόλεις κατοικεῖν, καὶ τὰ ἀφορίσματα αὐτῶν ἔσται862

68

.

865

τοῖς κτήνεσιν αὐτῶν, καὶ πᾶσι τοῖς τετράποσιν αὐ‐ τῶν. Καὶ τὰ συγκυροῦντα τῶν πόλεων, ἃς δώσετε τοῖς Λευΐταις, ἀπὸ τείχους τῆς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλῳ, καὶ μετρήσεις ἔξω τῆς πόλεως τὸ
5κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς λίβα δισχιλίους πήχεις, καὶ τὸ κλί‐ τος τὸ πρὸς θάλασσαν δισχιλίους πήχεις, καὶ τὸ κλί‐ τος τὸ πρὸς βοῤῥᾶν δισχιλίους πήχεις, καὶ ἡ πόλις μέσον τούτου ἔσται ὑμῖν, καὶ τὰ ὅμορα τῶν πόλεων,
10καὶ τὰς πόλεις δώσετε τοῖς Λευΐταις, τὰς ἓξ πόλεις τῶν φυγαδευτηρίων, ἃς δώσετε φυγεῖν ἐκεῖ τῷ φο‐ νεύσαντι.» Ἐφεῖται γὰρ τοῖς ἁγίοις, καὶ ἐν τῷδε τῷ κόσμῳ κεκτῆσθαι τὰ ζωαρκῆ, καὶ ὅσαπερ ἂν αὐ‐ τοῖς, ὡς πρός γε τὴν ἀναγκαίαν τοῦ σώματος χρείαν,
15ἀρκέσειεν ἄν. «Ἔχοντες γὰρ, φησὶ, διατροφὰς, καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.» Καὶ τὸ ἔτι περιττὸν, οὐκ ἀζήμιον. Πολίχναι δὴ οὖν καὶ δω‐ μάτια, περισπόριά τε, καὶ τοῦτο μεμετρημένα, τοῖς ἁγίοις ἐκνενέμηνται λειτουργοῖς· ἐδικαίου γὰρ ὧδε
20Θεὸς, οὔτε τοῖς ὑπὲρ τὴν χρείαν ἢ εἰς τρυφὴν ἀνιεὶς, οὔτε μὴν τῷ λίαν κατεσφιγμένῳ καταθλίβων ἀμέτρως, ἀφιστὰς δὲ χρησίμως, καὶ τὸ πολὺ λίαν ἐνδεὲς, καὶ τὸ λυποῦν ἀφανίζων. Συνεμέτρει γὰρ τῇ χρείᾳ τὴν αὐτάρκειαν. Ἐπιτρέπεσθαί γε μὴν τοῖς
25Λευΐταις τὰς τῶν φυγαδευτηρίων ἐντέλλεται πόλεις, γένος τὸ μάλιστα πεπονθὸς, πλείστης δὲ ὅσης ἐπι‐ κουρίας δεόμενον, τῇ τῶν ἱερουργῶν φροντίδι παρα‐ τιθέμενος. Τύπος δὲ, οἶμαι, ταῖς ἐκκλησίαις ἐντεῦ‐ θεν, τὸ ἐπιμελεῖσθαι δεσμίων· «Μνημονεύετε» γὰρ,
30φησὶ, «τῶν δεσμίων, ὡς συνδεδεμένοι· τῶν κακουχου‐ μένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.» ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ἐν βεβαίῳ δὲ ὅτι τὰ τῆς ἐλπίδος τοῖς ἁγίοις ἱερουργοῖς, καὶ μὴν ὅτι διηνεκὴς ὁ κλῆρος αὐτοῖς,
35ὑπεδήλου πάλιν αἰνιγματωδῶς κατὰ τοιόνδε τινὰ τρόπον. Γέγραπται γὰρ ἐπὶ τέλει τοῦ Λευϊτικοῦ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆ, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐὰν εἰσ‐ έλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀνα‐
40παύσεται ἡ γῆ ἣν ἐγὼ δίδωμι ὑμῖν, Σάββατα Κυρίῳ. Ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου, ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου, καὶ συνάξεις τὸν καρπὸν αὐτῆς τῷ δὲ ἔτει τῷ ἑβδόμῳ Σάββατα, ἀνάπαυσις ἔσται τῇ γῇ, Σάββατα τῷ Κυρίῳ.» Διορισάμενος δὲ τὸν Σαββα‐
45τισμὸν, ἄσπορόν τε καὶ ἀνήροτον ἀνεῖσθαι τὴν γῆν ἐν ἔτει προστεταχὼς τῷ ἑβδόμῳ, προσεπάγει πάλιν· «Καὶ ἐξαριθμήσεις σεαυτῷ ἑπτὰ ἀναπαύσεις ἐτῶν, ἑπτὰ ἔτη ἑπτάκις. Καὶ ἔσονταί σοι ἑπτὰ ἑβδομάδες ἐτῶν ἐννέα καὶ τεσσαράκοντα ἔτη, διαγγελεῖτε σάλ‐

68

.

865

(50)

πιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν, ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, τῇ δεκάτῃ τοῦ μηνὸς, τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ διαγγελεῖτε σάλπιγγι ἐν πάσῃ τῇ γῇ ὑμῶν. Καὶ ἁγιάσετε τὸ ἔτος τὸν πεντηκοστὸν ἐνιαυτὸν, καὶ δια‐ βοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσι τοῖς κατοικοῦσιν
55αὐτήν. Ἐνιαυτὸς ἀφέσεως, σημασία αὕτη ἔσται ὑμῖν,
καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ,864

68

.

868

καὶ ἕκαστος εἰς τὴν πατριὰν αὐτοῦ ἀπελεύσεσθε. Ἀφέσεως σημασία αὕτη, τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸς ἔσται ὑμῖν.» Τίς μὲν οὖν ὁ λόγος τοῦ καὶ αὐτὴν ἀνεῖσθαι τὴν γῆν, τί δὲ δὴ οὖν καὶ τὸ τῆς
5ἀφέσεως ἔτος ὑποδηλοῖ, βασανιοῦμεν εὐκαίρως· ὅτι δὲ ἐξαίρετος τοῖς Λευΐταις ὁ κλῆρος, λελέξεται· τέως δὲ γράφει ὡδὶ πάλιν· «Ἐὰν δέ τις ἀποδῶται τὴν οἰ‐ κίαν οἰκέτῃ τὴν ἐν πόλει τετειχισμένῃ, καὶ ἔσται ἡ λύτρωσις αὐτῆς, ἕως πληρωθῇ ἐνιαυτὸς ἡμερῶν,
10ἔσται ἡ λύτρωσις αὐτῆς· ἐὰν δὲ μὴ λυτρωθῇ, ἕως ἂν πληρωθῇ αὐτῆς ἐνιαυτὸς ὅλος, κυρωθήσεται ἡ οἰκία ἡ οὖσα ἐν πόλει τῇ ἐχούσῃ τεῖχος βεβαίως τῷ κτησα‐ μένῳ αὐτὴν εἰς τὰς γενεὰς αὐτοῦ· καὶ οὐκ ἐξελεύσε‐ ται ἐν τῇ ἀφέσει. Αἱ δὲ οἰκίαι αἱ ἐν ἐπαύλεσιν, αἷς
15οὐκ ἔστιν ἐν αὐταῖς τεῖχος κύκλῳ, πρὸς τὸν ἀγρὸν τῆς γῆς λογισθήσονται· λυτρωταὶ διαπαντὸς ἔσονται, καὶ ἐν τῇ ἀφέσει ἐξελεύσονται. Καὶ αἱ πόλεις τῶν Λευϊτῶν, οἰκίαι τῶν πόλεων κατασχέσεως αὐτῶν, λυτρωταὶ διαπαντὸς ἔσονται τοῖς Λευΐταις, καὶ ὃς ἂν
20λυτρώσηται παρὰ τῶν Λευϊτῶν, καὶ ἐξελεύσεται ἡ διάπρασις αὐτῶν οἰκιῶν πόλεως κατασχέσεως αὐτῶν ἐν τῇ ἀφέσει· ὅτι οἰκίαι τῶν πόλεων τῶν Λευϊτῶν κατάσχεσις αὐτῶν ἐν μέσῳ υἱῶν Ἰσραὴλ, καὶ οἱ ἀγροὶ ἀφωρισμένοι ταῖς πόλεσιν αὐτῶν οὐ πραθήσον‐
25ται· ὅτι κατάσχεσις αἰωνία τοῦτο αὐτῶν ἐστιν.» ΠΑΛΛ. Καὶ τί δὴ ἄρα φησὶν ὁ νόμος; συνίημι γὰρ οὐ σφόδρα. ΚΥΡ. Ἄκουε δή· τὰ μὲν γὰρ ἐν ἄστει τῶν οἰκοδο‐ μημάτων ἃ ἂν ἐκπρίαιντό τινες παρὰ τῶν κυρίων,
30ἐξέστω, φησὶ, τοῖς ἀποδομένοις, ἀναμοιράσασθαι τὸ δοθὲν καὶ μέχρις ἔτους ἑνός· εἰ δὲ μὴ τοῦτο γένηται, παρῳχηκότος ἐνιαυτοῦ, κύριος ἔστω, φησὶ, καὶ γραμ‐ μάτων ἔξω λοιπὸν ὁ πριάμενος. Εἰ δὲ ἀγρὸς εἴη καὶ ἔπαυλις, ἐξέστω, φησὶ, τὸ ἀνακομίζεσθαι διὰ παν‐
35τὸς, ἐκτετικότος τῷ πριαμένῳ τὸ δοθὲν ἀργύριον τοῦ ἀπεμπωληκότος. Οὐκ ἔχοντος δὲ καταθεῖναι καὶ ἀνα‐ λαβεῖν, ἀνεῖσθαι προστέταχεν ἐν ἔτει πεντηκοστῷ, ἐκτετικότος οὐδὲν τοῦ πάλαι Κυρίου. Κατελογίζετο γὰρ ὁ νόμος τῷ πριαμένῳ τὴν κτῆσιν, τοῦ μακροῦ
40χρόνου τὰ κέρδη πρὸς τὴν τῶν ὀφλημάτων ἀντέκτι‐ σιν. Ἀλλὰ ταυτὶ μὲν ἐπὶ τοῖς ἀγελαίοις ἐθεσμοθέτει Θεός. Ἀνὰ μέρος δὲ ὥσπερ πάλιν καὶ ὡς ἐν ἰδίᾳ ἐτί‐ θει τιμῇ τὰ Λευϊτικὰ, λυτρωτὰ διὰ παντὸς εἶναι λέ‐ γων αὐτὰ, καὶ ἐπιπράσκεσθαι διακωλύων· «Μερὶς
45γὰρ αὕτη, φησὶ, καὶ κλῆρος αὐτοῖς.» ΠΑΛΛ. Ἆρ’ οὖν, ὦ γενναῖε, μέχρι τούτων ἡμῖν ὁ τοῦ νόμου σκοπὸς, ἐκτέκοι δ’ ἂν ὅλως οὐδὲν τῶν ἀναγ‐ καίων ἡ βάσανος; ΚΥΡ. Εἶτα πῶς πνευματικὸς ἔτι ὁ νόμος; ἢ πῶς

68

.

868

(50)

οὐκ ἄξιον ἐννοεῖν, ὅ τί ποτε ἄρα φησὶ τὸ Γράμμα τὸ ἱερὸν, τοῦ δὴ χάριν, ἀλύτρωτα μὲν τὰ ἐν ἄστει παρῳχηκότος ἐνιαυτοῦ ἑνὸς, ἐλλυτρώσιμα δὲ καὶ διὰ παντὸς τὰ ἔξω καὶ ἐν ἀγροῖς; Ἀλλ’ ἔστιν ἰδεῖν ὡς οὐ σφόδρα πολὺς τῷ πανσόφῳ Θεῷ τῆς ἱστορίας ὁ λόγος,
55ἔστ’ ἂν ἴοι καταροῦν τὰ πνευματικὰ, καὶ τῆς ἀλη‐
θείας οἱ χαρακτῆρες ἀκριβεῖς λίαν ἐκφαίνοιντο.866

68

.

869

ΠΑΛΛ. Διασάφει δὴ οὖν ὅ τί ποτ’ ἐστὶν ὅ φησιν ὁ νόμος; ΚΥΡ. Ἀμυδρὸν, ὦ Παλλάδιε, τῆς ἐμπωλῆς τὸ χρῆμα, καὶ λίαν ἀνάντη τὴν προσβολὴν ἔχον, κἂν εἰ
5ἐν ψιλαῖς ἐννοίαις αὐτὴν περινοεῖν ἕλοιτό τις· φράσω γε μὴν, ὡς ἔνι, καὶ ὡς ἂν εἰς νοῦν ἴοι τὸν ἐμόν. Ἐρήσομαι δὲ, καί μοι λέγε· Τοῖς καταδῃοῦν εἰωθόσι πόλεις τε καὶ χώρας, τίνες ἂν εἶεν ἁλώσιμοι, καὶ οὐ σὺν ἱδρῶτι μακρῷ; πότερα δὴ φὴς, οἱ τειχῶν ἔσω
10καὶ πόλεων τῶν εὐπυργοτάτων, ἢ μᾶλλον οἱ ἐν ἀγροῖς; ΠΑΛΛ. Καὶ τίνι τοῦτο ἀσυμφανές; εὐαλωτότατοι γὰρ οἱ ἐν ἀτειχίστοις ἀγροῖς. ΚΥΡ. Ὀρθῶς ἔφης· οἴει δὲ δὴ τίνας ἄμεινόν τε
15καὶ ἐπιεικέστατα διαζῇν, ἀστικοὺς ἄρα καὶ τοὺς ἐν εἰδήσει νόμων, ἤγουν τοὺς ἐν κώμαις ἀγροικότερον ἀνατεθραμμένους; Οὐκοῦν ἀσθενέστερον μὲν οἱ ἐν ἀγροῖς προστήσονται τῆς ἑαυτῶν σωτηρίας, οἱ δὲ πόλεων εἴσω πεπυργωμένων, βουλεύσονται δὴ τὰ
20ἀμείνω, καὶ λογιοῦνται συννόμως τὰ σφίσιν αὐτοῖς ἀναγκαῖα πρὸς ὄνησιν, καὶ ᾖ βουλῆς καὶ σκεμμάτων καιρός. ΠΑΛΛ. Ἀληθές· εἰ καὶ πεπόνθασι μὲν τὸ ἡττᾶσθαι τυχόν.
25ΚΥΡ. Καὶ μὴν καὶ ἁλῶναι τοῖς ἐν ἀγρῷ, καὶ βου‐ λῆς ἡμαρτηκόσι τῆς ἀρίστης ἔσθ’ ὅτε συγγνοίη τις ἄν· ἀτείχιστοι γὰρ καὶ τῶν ἐν ταῖς πόλεσιν ἀβου‐ λότεροι. Τούς γε μὴν ἑτέρους, ἐπαιτιῷτό τις ἂν, καὶ μάλα εἰκότως οἶμαι, εἰ μετὰ τὸ ἀμύνασθαι τοὺς
30ἐχθροὺς καὶ διασώσασθαι τὰ οἰκεῖα, ταῖς τῶν ἀνθ‐ εστηκότων προσβολαῖς, προὔδοσαν μὲν ἑκόντες αὐτοὶ, κακανδρίᾳ δὲ τῇ σφῶν προηττημένοι, γεγόνασιν ὑπὸ χεῖρα τῶν ἀνθεστηκότων. ΠΑΛΛ. Εὖ ἔφης.
35ΚΥΡ. Θέα δὴ οὖν Ἰουδαίους μὲν, τὴν ἁγίαν οἰ‐ κοῦντας πόλιν, περὶ ἧς φησιν ὁ τῶν ὅλων Θεός· «Καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κύκλω‐ θεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.» Καὶ μέν‐ τοι πρὸς τόδε καὶ νόμῳ σεσοφωμένους. Τοιγάρτοι
40καὶ ἔφασκεν· «Μακάριοί ἐσμεν οἱ υἱοὶ Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστιν.» Ἆρ’ οὖν, οὐχὶ δυσεμβατωτάτους κομιδῇ τοὺς τοιούτους εἶναι φὴς ταῖς τῶν δαιμονίων ἐπαγωγαῖς, εἴπερ ἕλοιντο βιοῦν ὀρθῶς, καὶ τοῖς θείοις ὑποφέρεσθαι νόμοις;
45ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Αἱ δὲ τῶν ἐθνῶν ἀγέλαι, φρένα μὲν ἔχουσαι τὴν ἀγροικοτέραν καὶ εὐπάροιστον, παντελῶς εἶεν ἂν εἰκότως οὐ σὺν ἱδρῶτι ληπταὶ, τῷ διαρπάζοντι Σα‐ τανᾷ, γυμναὶ μὲν ἐπικουρίας τῆς ἄνωθεν, ἥκιστα δὲ

68

.

869

(50)

τὸν παιδαγωγὸν καταπλουτοῦσαι νόμον. ΠΑΛΛ. Ἔοικεν.
ΚΥΡ. Οὐκοῦν Ἰουδαῖοι μὲν, οἱ πόλιν οἰκοῦντες868

68

.

872

τετειχισμένην, καὶ ταῖς ἄνωθεν ἐπικουρίαις διεζω‐ σμένην, καὶ φρένας ἔχοντες ἀστικὰς, καὶ τὸ τῷ Θεῷ δοκοῦν οὐκ ἠγνοηκότες, εἶτα τοῦ πρέποντος ἀλογή‐ σαντες, τὸν σφίσιν αὐτοῖς ἀπονεμηθέντα κλῆρον
5ἀποβεβληκότες ἐκ ῥᾳθυμίας, καὶ τῆς ἄγαν ἐλπίδος ἐκπεπτωκότες, εἰ μὴ ἐκνήψειαν ἂν ἐκ μέθης αὐτῶν, κατὰ τὸ γεγραμμένον, καὶ ἀνακομίσαιντο τὰ οἰκεῖα, τοῦ τῆς λυτρώσεως ἐνεστηκότος ἐνιαυτοῦ, τοῦτ’ ἔστι, τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἀπομενοῦσι λοι‐
10πὸν, καὶ διηνεκῶς ὑποκείσονται τῷ πριαμένῳ, τοῦτ’ ἔστι τῷ Σατανᾷ. «Ἰδοὺ γὰρ, φησὶ, ταῖς ἀνομίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἁμαρτίαις ὑμῶν ἐξαπέστει‐ λα τὴν μητέρα ὑμῶν.» Ἀνεπικούρητος δὲ παντελῶς ἡ τῶν ἐθνῶν οὖσα πληθὺς, καὶ τὴν ἄγροικόν τε καὶ
15ἀμαθῆ νοσοῦσα φρένα, ταύτῃτοι καὶ ἐξωσμένη πρὸς τὴν ὑφ’ ἑτέροις δουλείαν, λυτρωτὴ διὰ παντός ἐστιν, ἐποικτείροντος τοῦ Θεοῦ· ἀναλήψεται γὰρ τὸν ἴδιον κλῆρον κεκλημένη πρὸς ἐλευθερίαν, ἐν τῷ ἔτει τῆς ἀφέσεως, ὅτε πᾶσαν τὴν ὑφ’ ἡλίῳ τῆς τῶν δαιμονίων
20πλεονεξίας ἀνῆκε Χριστὸς, καὶ τῶν τῆς ἁμαρτίας ἐξείλετο βρόχων, καὶ δεδικαίωκεν ἐν πίστει, καὶ ἡγίακεν ἐν πνεύματι, καταργήσας τῷ ἰδίῳ σταυρῷ τὸ καθ’ ἡμῶν χειρόγραφον, ἀνεκποίητα δὲ τὰ Λευϊ‐ τικά· τετήρηται γὰρ ἀσφαλῶς τοῖς ἁγίοις ὁ κλῆρος,
25καὶ ἐρηρεισμένην ἔχουσι τὴν ἐλπίδα. Καὶ γοῦν ἐπὶ τῇ φιλομαθεστάτῃ Μαριὰμ ἔφη που Χριστὸς, ὅτι τὴν καλὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς. Πλὴν μικροῦ καὶ μεγάλου ἱερέως καὶ λαοῦ, καὶ πάντων τῶν ἁπαξαπλῶς ἡ λύτρωσις ἐν Χριστῷ
30καὶ τὸ τῆς ἐλπίδος ἀσφαλές. ΠΑΛΛ. Ἀπεμπωλήσει δὴ οὖν τὸν ἴδιον κλῆρον ὁ Ἰσραὴλ, τῆς λυτρώσεως τὸν ἐνιαυτὸν οὐκ ἐπεγνω‐ κώς· ἔσται γε μὴν ἐν καθέξει τῆς ἐλπίδος τὰ ἔθνη, καὶ τῶν τῆς φύσεως ἀγαθῶν ἐπανάληψις ἔσται διὰ
35Χριστοῦ. ΚΥΡ. Οὕτω φημί· κατασφραγιεῖ δὲ τὸν λόγον ἡμῶν εἰς τὸ ἀληθὲς, ὁ τῶν ὅλων Θεὸς καὶ καθ’ ἕτε‐ ρον τοῦτο σημαίνων τρόπον, διὰ φωνῆς Ἰεζεχιὴλ, ἐν τῇ τοῦ οἴκου διαμετρήσει· «Τάδε λέγει Κύριος· Ἐὰν
40δῷ ὁ ἀφηγούμενος δόμα ἑνὶ ἐκ τῶν υἱῶν αὐτοῦ, ἐκ τῆς κληρονομίας αὐτοῦ, τοῦτο τοῖς υἱοῖς αὐτοῦ ἔσται· ἢ ἑνὶ τῶν παίδων αὐτοῦ, καὶ ἔσται αὐτῷ ἕως τοῦ ἔτους τῆς ἀφέσεως. Καὶ ἀποδώσει τῷ ἀφηγουμένῳ, πλὴν τῆς κληρονομίας τῶν υἱῶν αὐτοῦ αὐτοῖς ἔσται,
45καὶ οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος ἐκ τῆς κληρονομίας τοῦ λαοῦ αὐτοῦ καταδυναστεῦσαι αὐτοὺς ἐκ τῆς κα‐ τασχέσεως αὐτοῦ, ἀπὸ κληρονομίας αὐτοῦ κατακληρο‐ νομῆσαι τοῖς υἱοῖς αὐτοῦ, ὅπως μὴ διασκορπίζηται ὁ λαός μου, ἕκαστος ἀπὸ κατασχέσεως αὐτοῦ.» Ἆρά

68

.

872

(50)

σοι σαφὲς τὸ χρησμῴδημα, καὶ ψιλὸς ὁρᾶται τῆς ἱστορίας ὁ νοῦς; ΠΑΛΛ. Οὐδαμῶς· ἀναμάθοιμι δ’ ἂν ὡς ἥδιστά γε. ΚΥΡ. Ἡγούμενον, ὦ Παλλάδιε, τὸν ἀρχιερέα καλεῖ, τὸν καθηγεῖσθαι λαχόντα τῶν ὑπὸ χεῖρα λαῶν.
55Οὐκοῦν ἐπειδήπερ ἐπιτήδειοι καὶ ἐξαίρετοι τοῖς ἁγίοις870

68

.

873

ἱερουργοῖς ἐκνενέμηνται κλῆροι, καὶ τούτους αὐτοῖς ἐσαεὶ διασώζεσθαι καὶ ἀναποβλήτους εἶναι προστέ‐ ταχεν, ἀναγκαίως ἐκεῖνο δηλοῖ. Εἰ γὰρ γένοιτο, φησὶν, ἕνα τῶν ἡγουμένων ἤτοι τῶν ἱερουργῶν, τοῖς
5ἰδίοις διανεῖμαι τέκνοις ἐξ ἰδίου κλήρου τινὰ, πε‐ πήχθω, φησὶ, τὸ δοθὲν, καὶ ἀνεκποίητον ἔστω τῷ λαβόντι τὸ δῶρον. Οἴχεται γὰρ οὐκ ἐπί τινα τῶν ἀλ‐ λογενῶν ὁ κλῆρος, ἀλλ’ ἐξ ἱερέων εἰς ἱερούς. Εἰ δὲ δὴ καὶ ἑνὶ τῶν οἰκετῶν χαρίσαιτο, κεκτήσεται, φησὶν,
10οὐ βεβαίως ὁ λαβὼν, ἀναδραμεῖται δὲ πάντως ἐπὶ τὸν ἡγούμενον, ἐν τῷ ἔτει τῆς ἀφέσεως, ὁ κλῆρος αὐτοῦ. Προσεπιτάττει γε μὴν ἀποσείεσθαι τὸν ἱερουργὸν τοῦ τῶν ἀλλοτρίων ἐφίεσθαι κλήρου, τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος ἐκ τῆς κληρονο‐
15μίας τοῦ λαοῦ αὐτοῦ. Ἆρά σοι γέγονεν ἀποχρῶν ὁ λόγος εἰς τὴν τοῦ πράγματος διασάφησιν; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Ἴτω δὴ οὖν εἰς βάσανον τὴν πνευματικήν· τύποι γὰρ δὴ τὰ ἐν νόμῳ, καὶ τῆς ἀληθείας ἡ μόρ‐
20φωσις ἐγκεχάρακται ταῖς σκιαῖς. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Οὐκοῦν κλῆροι μὲν ἀσφαλεῖς καὶ μένοντες, οἱ ἐκ πατέρων εἰς τέκνα, ἀπόβλητοι δὲ καὶ ἀνόπιν ἰόντες, οἱ ἐκ δεσποτῶν εἰς τοὺς οἰκέτας· τοῦτο γὰρ
25ἔφη τὸ Γράμμα τὸ ἱερόν. ΠΑΛΛ. Συνίημι. ΚΥΡ. Εἷς δὲ ἡμῶν τῶν ἐν πίστει δεδικαιωμένων καθηγητὴς, ὁ Χριστὸς, κλῆρον ἔχων ἴδιον, τὸν τοῦ Θεοῦ καὶ Πατρός. Τοιγάρτοι καὶ ἔφασκεν, ὅταν πρὸς
30αὐτὸν ἐποιεῖτο τοὺς λόγους ὡς ἐν σχήματι προσευχῆς, ὅτι «Πάντα τὰ ἐμὰ, σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Ψάλλει δέ που καὶ ὁ θεσπέ‐ σιος Μελῳδὸς, ὅτι ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα τοῖς ἀνθρώποις· οὓς μὲν
35γὰρ ἔθετο ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, καὶ ᾧ μὲν δέδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, καὶ τὰ τούτοις ἀδελφά. Καὶ ἁπαξαπλῶς τοῖς ἰδίοις ἀγα‐ θοῖς τὰς τῶν ἀγαπώντων αὐτὸν καταπιαίνει ψυχάς.
40Βεβαία δὴ οὖν καὶ ἐρηρεισμένη τοῖς ἱερουργοῖς τε καὶ ἐλευθέροις τῶν δεδωρημένων ἡ κτῆσις. Τοῖς δὲ τὸ δοῦλον ἔχουσι πνεῦμα, τοῦτ’ ἔστι, τοῖς ἐξ Ἰσραὴλ, τὴν ἐλευθέραν πίστιν οὐ προσιεμένοις, ἀλλ’ ὑπὸ ζυγὰ κειμένοις ἔτι τῆς βεβήλου καὶ βδελυρᾶς ἁμαρτίας,
45ἀπόβλητος καὶ ἀφαιρετὴ καὶ ἡ δοθεῖσα χάρις διὰ Μω‐ σέως, τοῦτ’ ἔστιν ἡ ἐν νόμῳ γνῶσις, παιδαγωγοῦσα πρὸς ἀλήθειαν. Καὶ κλῆρος μὲν ὅλως μετὰ τῶν ἁγίων οὐδεὶς, μερὶς δὲ οὐδεμία μετὰ Χριστοῦ. «Τῷ γὰρ ἔχοντι,» φησὶ, «δοθήσεται καὶ περισσευθήσεται,

68

.

873

(50)

ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ.» Ὅτι δὲ ἀπόκληρος ὁ Ἰσραὴλ τὴν πίστιν οὐ προσηκάμενος, οὐδὲ τοῖς εἰς ἐλευθερίαν ἀξιώμασιν ἐκλελαμπρυσμένος, διαμεμήνυκεν ὁ Σωτὴρ, τὴν τοῦδε τοῦ νόμου, καθάπερ ἐγῷμαι, δύναμιν παρακομίζων
55εἰς μέσον. Ἔφη γὰρ ὧδε τοῖς ἀπειθεῖν ἑλομένοις·872

68

.

876

«Ἀμὴν, ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας, ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. Ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. Ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ἐλεύθεροι ὄντως
5ἔσεσθε.» Ἄθρει δὴ οὖν ὅτι τὸ χρῆναι κληρονομεῖν. ἐλευθέροις ἂν πρέποι, καὶ οὐχὶ δὴ μᾶλλον τοῖς ὑπὸ ζυγὰ δουλείας· υἱοὶ γὰρ οἱ μένοντες ἐν τῇ οἰκίᾳ, καὶ οὐχὶ δοῦλοι, φησίν. ΠΑΛΛ. Ἀστειότατα ἔχει.
10ΚΥΡ. Προσεπάγων δὲ ὁ νόμος τὸ, «Οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος ἐκ τῆς κληρονομίας τοῦ λαοῦ αὐτοῦ, τοῦ κατακληρονομῆσαι τοῖς υἱοῖς αὐτοῦ,» παραδηλοῖ τι τοιοῦτον, ὡς οὐκ ἄν ποτε Χριστὸς, αὐτὸς γὰρ ἡμῶν ἡγούμενος, διανείμαι τισὶ τῶν ἡγιασμένων, τὸν οὐκ
15αὐτοῖς πρέποντα κλῆρον. Ἢ γὰρ, οὐχὶ μερὶς ὥσπερ τις ἑτέρα, καὶ κλῆρος ἕτερος, τοῖς οὐχ ὁλοκλήρως ἁνατεθεικόσι Θεῷ τὴν ἑαυτῶν ζωήν· ἕτερος δὲ καὶ ἐξαίρετος τοῖς ἐξειλεγμένοις καὶ εἰς λῆξιν διεληλα‐ κόσι τῆς ἐν Χριστῷ λαμπρότητος;
20ΠΑΛΛ. Πῶς γὰρ οὔ; ΚΥΡ. Οὐκοῦν ἀκαλλὲς ἁγίοις, τὸ παρὰ Χριστοῦ δέχεσθαι ζητεῖν ἃ τοῖς ἐν κόσμῳ πρέπει, καὶ πολι‐ τείαν ἐπιτηδεύουσι τὴν οὐκ εἰσάπαν ἡγιασμένην. Ζητητέον δὲ μᾶλλον, σαρκικὸν μὲν οὐδὲν, θεῖα δὲ
25πάντα καὶ πνευματικά· οὕτω καὶ αὐτὸς ὁ Σωτὴρ τοὺς ἁγίους ἀποστόλους ποιεῖσθαι προσέταττε τῆς ἱκετείας τοὺς λόγους, διαπλάττων εὖ μάλα πρὸς τὸ ἁγιοπρεπὲς τὴν αἴτησιν. «Οὕτως» γὰρ, φησὶν, «ὑμεῖς προσεύχεσθε· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγια‐
30σθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίε‐ μεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς
35εἰς πειρασμὸν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.» Τοῖς οὖν αἰτοῦσιν οὐ καθηκόντως, ἃ μὴ δίδωσιν ὁ ἡγούμενος, λελέξεται πρὸς ἡμῶν· «Αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖτε.» Ὅτι δέ ἐστιν ἀλη‐ θὴς ὁ λέγων πρὸς τὸν Θεὸν, ὅτι «Σὺ ἀποδώσεις ἑκά‐
40στῳ κατὰ τὰ ἔργα αὐτοῦ,» πάλιν ἡμῖν ὑπαινίττεται λέγων ὁ νόμος, ὅτι «Ταύτης ἕνεκα τῆς αἰτίας, οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος, ἐκ τῆς κληρονομίας τοῦ λαοῦ αὐτοῦ, τοῦ κατακληρονομῆσαι τοὺς υἱοὺς αὐτοῦ, ὅπως, φησὶ, μὴ διασκορπίζηται ὁ λαός μου ἕκαστος
45ἀπὸ τῆς κληρονομίας αὐτοῦ.» Ἡτοίμασται γὰρ ὥσπερ ἑκάστῳ κλῆρος ἴδιος, καὶ ἀναλόγως τοῖς κατωρθωμέ‐ νοις ἡ μερὶς παρὰ Θεοῦ. Ἢ καὶ τάχα που, φησὶν, ὡς ἔστι τῶν ἄγαν ἐκτόπων μεθίστασθαι καὶ ἐπιθυ‐ μεῖν τοὺς ἡγιασμένους, ὧν ἂν ἔχοιεν οἱ φρονοῦντες

68

.

876

(50)

τὰ ἐν κόσμῳ, πρόσκαιρα δὲ ταῦτα καὶ σαρκικὰ, καὶ ἐν ἴσῳ σκιαῖς παρελαύνοντα. ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Κλῆροι μὲν οὖν ἰδικοὶ, καὶ μέντοι καὶ πό‐ λεις τῶν ἄλλων ἐξῃρημέναι τοῖς ἁγίοις ἱερουργοῖς,
55παρὰ Θεοῦ τὰ γέρα, κοινὴν δὲ ὥσπερ ἁπάντων ὁρίζει
τὴν μίαν καὶ διαβόητον Ἱερουσαλήμ· ἔφη γὰρ οὕ‐874

68

.

877

τως ἐν τῷ Δευτερονομίῳ· «Ἐὰν παραγένηται ὁ Λευίτης ἐκ μιᾶς τῶν πόλεων ὑμῶν, ἐκ πάντων τῶν υἱῶν Ἰσραὴλ οὗ αὐτὸς παροικεῖ, καθὸ ἐπιθυμεῖ ἡ ψυχὴ αὐτοῦ εἰς τόπον ὃν ἐκλέξηται Κύριος ὁ Θεός
5σου, καὶ λειτουργήσει τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ ὥσπερ πάντες ἀδελφοὶ αὐτοῦ οἱ Λευῖται οἱ παρ‐ εστηκότες ἐκεῖ ἐνώπιον Κυρίου, μερίδα μεμερι‐ σμένην φάγεται, πλὴν τῆς πράσεως αὐτοῦ τῆς κατὰ τὴν πατριάν.» Ἑνὸς γὰρ ὄντος Θεοῦ πανταχῆ τῶν
10ἱερέων ἅπτεσθαι χρὴ τοὺς εἴς γε τουτὶ παρενηνεγμέ‐ νους, καὶ ψήφῳ τῇ ἄνωθεν ἀπολελεγμένους. Τοῦτό τοι καὶ νῦν ἐν Ἐκκλησίαις τετήρηται, καὶ τετίμηται πρὸς ἡμῶν ὁ νόμος· πόλις μὲν γὰρ ἑκάστῳ καὶ κλῆ‐ ρος ἴδιος τῶν ἐξειλεγμένων εἰς ἱερωσύνην, συμπαρα‐
15λαμβάνεται δὲ πρὸς ἱερουργίαν, κἂν εἰ ἐξ ἑτέρας εἰς ἑτέραν ἴοι τυχὸν, ἢ πόλιν ἢ χώραν, καὶ συνεσθίει μετὰ τῶν ἱερέων, καὶ τοῖς τῆς ἀγάπης τιμᾶται νό‐ μοις· ἔοικε δέ τι καὶ μυστικὸν, καθάπερ ἐγῷμαι, πάλιν ὁ νόμος ὑποδηλοῦν. Μυρίαι μὲν γὰρ ἀνὰ πᾶ‐
20σαν τὴν οἰκουμένην χῶραί τε καὶ πόλεις ἐν αἷς ἅγιαί τε καὶ θεοφιλεῖς ἀνθρώπων ψυχαὶ λειτουρ‐ γοῦσι Θεῷ, διά γε τοῦ ζῇν ἐννόμως, καὶ πολιτεύεσθαι μὲν εὐαγγελικῶς, καταθύειν δὲ ὥσπερ αὐτῷ τὰ εἰς ὀσμὴν εὐωδίας, δῆλον δὲ ὅτι τῆς πνευματικῆς, πίστιν,
25ἐλπίδα, ἀγάπην, ὑπομονὴν, πραότητα, φιλοπτωχίαν· «Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται Θεὸς,» κατὰ τὰς Γραφάς. Ἀλλ’ οἵδε δὴ πάντες καθάπερ εἰς μίαν καὶ κοινὴν μητέρα συνθέουσι τὴν ἐπουράνιον Ἱερου‐ σαλὴμ, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν, τὴν ἄνω
30καλλίπολιν, τὴν σκηνὴν τὴν ἀληθινὴν, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος, ἐκεῖ καθαρώτερον λειτουρ‐ γήσομεν, ἐξαιρεθείσης μὲν ἡμῶν τῆς ἁμαρτίας εἰσ‐ άπαν, πεπαυμένου δὲ λέοντος καὶ δράκοντος, βασι‐ λίσκου καὶ ἀσπίδος· «Ἔσται» γὰρ, φησὶν, «ἐκεῖ
35ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται, καὶ οὐ μὴ εὑρεθῇ ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐδὲν οὐ μὴ ἀναβῇ ἐκεῖ.» Μεμερισμένην ἐκεῖ με‐ ρίδα φαγόμεθα. Γέγραπται γάρ· «Τοὺς καρποὺς τῶν πόνων σου φάγεσαι.» Ἢ οὐκ ἀνάλογος τοῖς
40ἑκάστου πόνοις ἡ τῶν ἀγαθῶν ἀντέκτισις, εἰ καὶ ἐν μέτρῳ πλείονι διὰ τὴν τοῦ Δεσπότου φιλοτιμίαν; «Μέτρον γὰρ, φησὶν, καλὸν, πεπιέσμενον, ὑπερ‐ εκχυνόμενον, σεσαλευμένον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν.»
45ΠΑΛΛ. Ἔφης μὲν ὀρθῶς. Πλὴν ἐκεῖνο φράσον· οὐ γὰρ ἐξῆν τοῖς Λευίταις ἐν ἰδίαις οὖσι πόλεσί τε καὶ κώμαις, ἱερουργεῖν; ΚΥΡ. Ἥκιστά γε· μία γὰρ ἡ σκηνὴ, καὶ ἓν τὸ θυ‐ σιαστήριον ἐφ’ ᾧ πάντα τὰ ἱερὰ, εἷς δὲ καὶ νεὼς ἐν

68

.

877

(50)

τοῖς Ἱεροσολύμοις, ὃν Σολομὼν ἀνεδείματο, τῆς ἀρ‐ χαίας ἐκείνης σκηνῆς ἀποπληρῶν τὸ σχῆμα. Ἀπο‐ φάσκει δὲ παντελῶς ὁ νόμος, τὸ ἐξεῖναί τισι, τῆς ἁγίας ἔξωθεν θύειν σκηνῆς· καὶ τοῖς τοῦτο δρᾷν ἐθέ‐ λουσιν, ὄλεθρος ἦν ἡ ζημία, καὶ ὁ περὶ τῶν ἐσχάτων
55ἐπήρτητο λόγος. Ἔφη γὰρ ὧδε σαφῶς· «Ἐὰν δέ τις
θύσῃ πρόβατον ἢ μόσχον ἐν τῇ παρεμβολῇ, καὶ ἐπὶ876

68

.

880

τὰς θύρας τῆς σκηνῆς μὴ ἐνέγκῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.» Ὅτι δὲ ἦν πᾶσά πως ἀνάγκη κατ’ ἐκεῖνο καιροῦ τοὺς θύειν ἐθέλοντας, εἴς γε τὸν νεὼν καὶ εἰς τὴν ἁγίαν αὐτὴν ἀφικνεῖσθαι
5πόλιν, καὶ ἀποπεραίνειν ἐννόμως τὰ ἱερὰ, προσκομι‐ ζόντων αὐτὰ τῶν ἐξ αἵματος τοῦ Λευὶ, παρά σοι σαφῶς ἐπαΐειν Θεοῦ λέγοντος ἐναργῶς ἐν τῳ Δευτε‐ ρονομίῳ· «Οὐ δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσί σου τὸ ἐπιδέκατον τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ
10ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, καὶ πάσας τὰς εὐχὰς, ὅσας ἂν εὔξῃ, καὶ τὰς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χει‐ ρῶν ὑμῶν, ἀλλ’ ἢ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου φάγῃ αὐτὸ ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου
15αὑτῷ, σὺ καὶ οἱ υἱοί σου, καὶ ἡ θυγάτηρ σου, καὶ ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευίτης, καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσί σου, καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου ἐπὶ πάντα, οὗ ἐὰν ἐπι‐ βάλῃς τὴν χεῖρά σου· πρόσεχε σεαυτῷ μὴ ἐγκαταλί‐
20πῃς τὸν Λευίτην πάντα τὸν χρόνον ὅσον ἂν ζῇ ἐπὶ τῆς γῆς.» Ἀπρόσιτον γὰρ τὸ Θεῖον, καὶ ἀπαράδεκτος ἡ θυσία Λευίτου δίχα· μεσιτεύουσι γὰρ, τὸν Θεοῦ καὶ ἀνθρώπων μεσίτην ἀπομιμούμενοι, τοῦτ’ ἔστι Χρι‐ στόν. Ὅτι δὲ μία τέ ἐστιν ἡ Ἐκκλησία, καὶ ἓν τὸ
25Χριστοῦ μυστήριον, οὐκ ἔννομος δὲ θυσία, μᾶλλον δὲ καὶ ἀπόβλητος, καὶ τὸ ἁνδάνειν οὐκ ἔχουσα τῷ Θεῷ μὴ ἐν ἐκκλησίᾳ τελουμένη, παρέδειξεν ἐναργῶς ὁ νόμος, μὴ δεῖν ἔξω λέγω τῆς ἁγίας σκηνῆς τελεῖσθαι τὰ ἱερά. Ὅση δὲ τῶν τοιούτων ἡ ἐπιτήρησις, εἴσῃ
30τοι κἀντεῦθεν. Ἦν μὲν γὰρ ἀπεικὸς οὐδὲν, μᾶλλον δὲ καὶ ἀληθὲς, μακροῖς διαστήμασι τοῖς διὰ μέσου κει‐ μένοις ἀπονοσφίζεσθαι τῶν Ἱεροσολύμων τὰς ἀνὰ τὴν Ἰουδαίαν πᾶσαν οὐκ εὐαριθμήτους πόλεις. Καὶ τί τὸ ἐντεῦθεν σκληρὸν καὶ δυσήνυτον, τοὺς θύειν
35ἐθέλοντας ἀπαρχὴν σίτου, καὶ μὴν ἐλαίου καὶ οἴνου, τοσαύτην δύνασθαι διακομίσαι τὴν τρίβον; Ὄκνον δ’ ἂν ἴσως ἐνεποίησέ τισιν, ὁ ὑπὸ χεῖρα πόνος, ἀλλ’ ἦν ἀκαλλὲς, μᾶλλον δὲ τῶν ἄγαν ἐκτοπωτάτων, ἐπεί τοι τὸ χρῆμα δυσχερὲς, καὶ οὐκ εὐκατόρθωτον τοῖς ἀπω‐
40τέρω κειμένοις ἦν, παραλύεσθαι τῆς ἀληθείας τὸ κάλλος, οὐκ ἐν τῇ ἁγίᾳ σκηνῇ προσκομιζόντων τὰ ἱερὰ τῶν ἐξ Ἰσραήλ. Ἵνα τοίνυν ἁπάντων ἡμῖν τῶν ἐν μέσῳ παραποδισμάτων χρησίμως ἐξῃρημένων, καὶ εἰς τὸ τῷ νομοθέτῃ δοκοῦν διεξάγοιτο λοιπὸν ὁ
45ἐπὶ τῷδε νόμος, πεπαιδαγώγηκεν ὁ Μωσῆς, καὶ τὴν θείαν διερμηνεύει βούλησιν ἐν τῷ Δευτερονομίῳ, λέ‐ γων· «Δεκάτην ἀποδεκατώσεις παντὸς γεννήματος τοῦ σπέρματός σου, τὸ γέννημα τοῦ ἀγροῦ σου ἐνιαυ‐ τὸν κατ’ ἐνιαυτὸν, καὶ φάγῃ αὐτὸ ἐναντίον Κυρίου

68

.

880

(50)

τοῦ Θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ, ἐκεῖ οἴσεις τὰ ἐπιδέκατα τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, καὶ τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, ἵνα μάθῃς φοβεῖσθαι Κύριον τὸν
55Θεόν σου πάσας τὰς ἡμέρας. Ἐὰν δὲ μακρὰν γένη‐
ται ἡ ὁδὸς ἀπὸ σοῦ, καὶ μὴ δύνῃ ἀναφέρειν αὐτὰ,878

68

.

881

ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε Κύριος ὁ Θεός σου, καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου, καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου,
5καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, αὐτὸν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, καὶ δώσεις ἀργύριον ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν ἢ ἐπὶ προβάτοις, ἢ ἐπ’ οἴνῳ ἢ ἐπὶ σίκερα, ἢ ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή
10σου, καὶ φάγῃ ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ οἶκός σου, καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσί σου, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ.» Ὁρᾷς τοῦ νόμου τὸ εὐτεχνὲς, κα‐ ταψιλοῦντος τὸ ἄναντες, καὶ βάσιμα τὰ δυσπόρευτα
15τιθέντος εὖ μάλα, κατευμαρίζοντος δὲ καὶ τὰ λίαν δυσχερῆ; καὶ τοῦτο, οἶμαι, ἐστὶ, τὸ διὰ τῆς τοῦ προ‐ φήτου φωνῆς· «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.» Ἐπιτήρει δὲ ὅτι πανταχῆ τε καὶ ἀναγκαίως ὁ Λευίτης παραλαμβάνεται, καταδεικνύντος ἡμῖν ἐναργῶς τοῦ νόμου,
20ὡς οὐκ ἂν πρόσοιτο θυσίαν ὁ τῶν ὅλων Θεὸς ἐξ ἀνιέρου χειρὸς, καὶ ἀπᾴδοντος τοῦ νόμου προσκεκομι‐ σμένην. ΠΑΛΛ. Ἐκτετίμηται δὴ οὖν εἰσάπαν τὸ Λευιτικόν. ΚΥΡ. Παντάπασι μὲν οὖν, ὦ Παλλάδιε· Χριστοῦ γὰρ τύπος, καὶ ἐκμαγεῖον ὁ ἱερεύς· ὠνόμασται γὰρ
25μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ὁ Ἐμμανουὴλ, ἀπόστο‐ λός τε καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν κατὰ τὰς Γραφὰς, ὃς οὐ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν εἰς τὰ Ἅγια τῶν ἁγίων ἐφάπαξ, αἰωνίαν λύτρωσιν εὑράμενος. Καὶ μιᾷ προσ‐
30φορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομέ‐ νους, κατὰ τὰς Γραφάς. Ἄθρει δὲ, εἴ σοι δοκεῖ, καὶ καθ’ ἕτερον τρόπον, τῇ δόξῃ Χριστοῦ στεφανούμενον τὸν ἱερουργόν· διαῤῥήδην γὰρ ἡμῖν ἀνακεκραγότος αὐτοῦ καὶ λέγοντος· «Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐ‐
35δένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα·» καὶ μὴν δι’ ἁγίου φωνῆς· «Εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς,» παρά γε τοῖς ἱεροῖς κείμενον Γράμμασιν, ἀναμέλποντος δὲ καὶ τοῦ θεσπεσίου Δαβὶδ, ὅτι «Θεὸς
40κριτής ἐστι.» Τὸ ἐπὶ τῷδε λαμπρὸν ἀξίωμα, τοῖς ἐξ αἵματος ἱεροῦ προσνέμων ὁ νομοθέτης, ὧδέ πή φησιν ἐν τῷ Δευτερονομίῳ· «Ἐὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀναμέσον αἷμα αἵματος, καὶ ἀναμέσον κρίσις κρίσεως, καὶ ἀναμέσον ἁφὴ ἁφῆς, καὶ ἀναμέ‐
45σον ἀντιλογία ἀντιλογίας, ῥήματα κρίσεως ἐν ταῖς πόλεσιν ὑμῶν, καὶ ἀναστὰς ἀναβήσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐκεῖ, καὶ ἐλεύσῃ πρὸς τοὺς ἱερεῖς τοὺς Λευίτας καὶ πρὸς τὸν κριτὴν ὃς ἂν γένηται ἐν ταῖς ἡ μέραις ἐκείναις, καὶ ἐκζητήσαν‐

68

.

881

(50)

τες ἀναγγελοῦσί σοι τὴν κρίσιν, καὶ ποιήσεις κατὰ τὸ πρᾶγμα ὃ ἂν ἀναγγείλωσί σοι ἐκ τοῦ τόπου οὗ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου, καὶ φυλάξῃ ποιῆσαι πάντα ὅσα ἂν νομοθετηθῇ σοι. Κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν ἢν ἂν εἴπωσί σοι, ποιήσεις. Οὐκ
55ἐκκλινεῖς ἀπὸ τοῦ ῥήματος οὗ ἐὰν ἀναγγείλωσί σοι
δεξιὰ οὐδὲ ἀριστερὰ, καὶ ὁ ἄνθρωπος ὃς ἐὰν ποιήσῃ880

68

.

884

ἐν ὑπερηφανίᾳ ὥστε μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρεστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ σου, ἢ τοῦ κριτοῦ ὃς ἂν ᾖ ἐν ταῖς ἡμέραις ἐκεί‐ ναις, καὶ ἀποθανεῖται ὁ ἄνθρωπος ἐκεῖνος, καὶ ἐξαρεῖς
5τὸν πονηρὸν ἐξ Ἰσραήλ. Καὶ πᾶς ὁ λαὸς ἀκούσας φο‐ βηθήσεται, καὶ οὐκ ἀσεβήσει ἔτι.» Ὁρᾷς ἐπισκή‐ πτοντα σαφῶς τὸν νόμον τοῖς κατὰ πᾶσαν αἰτίαν ἐγκαλεῖν ᾑρημένοις, κριτήν τε καὶ διαγνώμονα ποιεῖ‐ σθαι τὸν ἱερουργόν. Ἀλλὰ φυλάξῃ σφόδρα ποιῆσαι
10κατὰ πάντα ὅσα ἂν νομοθετηθῇ σοι. «Χείλη γὰρ ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ζητήσουσιν ἐκ στόματος αὐτοῦ,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Νομοθετεῖ μὲν γὰρ ἥκιστα μὲν αὐτὸς, ἀποκομίζει δὲ μᾶλλον εἰς τὸ εὐθὺ τὸ τῷ νομοθέτῃ δοκοῦν ἀδεκάστως
15ἀφηγούμενος, καὶ δικαιοσύνης ὑπάρχων ἄριστος βρα‐ βευτὴς, τὴν ἐφ’ ἑκάστῳ κρίσιν ταλαντεύει λεπτῶς. Ἀγριότητος δὲ καὶ ὑπεροψίας ταύτῃτοι γραφὴ τοῖς ἀπειθεῖν ἑλομένοις ἀκολουθεῖ, καὶ τὸ παντῶν ἐπέ‐ κεινα διεληλακὸς τῶν κακῶν, τοῦτ’ ἔστιν, ὁ θάνατος
20καθορίζεται, Τεθνήξεται γὰρ ὃς ἂν ἀλογήσῃ, φησὶ, τοῦ ἱερέως τοῦ παρεστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ. Μέγα δὴ οὖν καὶ οὐκ ἀθαύ‐ μαστον ἀληθῶς, ἡ ὑπὸ Θεῷ παράστασίς τε καὶ λει‐ τουργία. Ὁ δὲ τὸν τοῦ Θεοῦ λειτουργὸν ἀτιμάσας,
25ὑπὸ δίκην ἔσται καὶ κόλασιν, καὶ ὁ τὸ θεῖον ἀξίωμα περιπτύων, πικροὺς τῆς ὑπεροψίας ἀποτίσει λόγους. Πεφροντικότα δὲ καὶ αὐτὸν εὑρήσομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῆς εἰς τόνδε τὸν νόμον αἰδοῦς. Προσεφώνει γὰρ ὡδὶ τοῖς Ἰουδαίων λαοῖς· «Ἐπὶ τῆς
30Μωσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν, ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε.» Μηδεὶς οὖν κρινέτω τὸν ἱερουργὸν, κἂν εἰ παρειμένος ὁρῷτό πως, καὶ εἰ τὸ ῥᾴθυμον ἔχοι πρός γε τὸ βιοῦν ἑλέ‐
35σθαι συννόμως, διερμηνεύοντι δὲ τὸν νόμον, προσκο‐ μιζέτω τὴν εὐπείθειαν. Πάσχει μὲν γὰρ τὰ ἀπὸ γνώ‐ μης οἰκείας, ἐξηγεῖται δὲ τὰ τοῦ Θεοῦ. Οὐκ ἀτιμα‐ στέον οὖν τὰ τοῦ Θεοῦ διὰ τὰ ἀνθρώπινα.
40ΠΑΛΛ. Οὐ μὲν οὖν. ΚΥΡ. Λαμπρὸν δὲ ὅτι καὶ ἀπόβλεπτον ἀληθῶς τῆς ἱερωσύνης τὸ χρῆμα, κἀντεῦθεν εἴσῃ τοι· ἐπισημοτά‐ την μὲν γὰρ ἔχει τὴν εἰσβολὴν, καὶ μέν τοι καὶ τὴν κατάληξιν. Οὐδὲ γὰρ ἄν τις λάθοι πρὸς ἱερουργίαν
45ἠγμένος, ἤγουν κεκλημένος παρὰ Θεοῦ, πρὸς τὰς ἄνω τε καὶ ἐν οὐρανῷ μονὰς, καὶ μεθεὶς ἑτέρῳ τὴν ἱερωσύνην. Τοιγάρτοι καὶ ὁ Χριστὸς, τοὺς τὸ εὐ‐ αγγελικὸν τοῖς ἔθνεσιν ἱερουργοῦντας κήρυγμα, καὶ προσέτι τοῖς ἐξ Ἰσραὴλ πάντη τε καὶ πάντως ἔσε‐

68

.

884

(50)

σθαι περιφανεῖς, καὶ ἀπόβλεπτον ἔφη λαχεῖν τὴν δόξαν. «Οὐδεὶς γὰρ λύχνον ἅψας, εἰς τὸ κρυπτὸν τίθησιν, ἀλλ’ οὐδὲ ὑπὸ κλίνην,» φησὶν, «ἤγουν ὑπὸ μό‐ διον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, ἵνα πάντες οἱ εἰσπορευό‐ μενοι, τὸ φῶς βλέπωσιν·» ἀληθὲς γὰρ ὅτι εἰρημένον,
55τὸ ἐν δόξῃ φημὶ τῇ περιφανεῖ καὶ τεθαυμασμένῃ,
τὸν θεῖον ἔσεσθαι λειτουργὸν, ἀναπειθέτω βοῶν καὶ882

68

.

885

ὁ θεσπέσιος Ἡσαΐας· «Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών.» ΠΑΛΛ. Ἀλλ’ ὧδε μὲν ὅτι ταῦτα ἔχει, παντί τῳ σαφές. Φράζε δ’ ὅπως ὁ ἐπὶ τῷδε τύπος, καὶ διὰ
5τῶν ἱερῶν ἡμῖν ἐσκιαγραφεῖτο λόγων. ΚΥΡ. Καὶ μὴν, ὦ ἑταῖρε, πάρα σοι καὶ λίαν ἀμο‐ γητὶ καθορᾷν ὡς ἐν παχυτέροις ἔτι τύποις, τὸ χρῆμα γραφόμενον· ἔφη γὰρ ὧδε Θεὸς ἐν τοῖς Ἀριθμοῖς, πρὸς Μωσέα τὸν ἱερώτατον· «Λάβε τὸν Ἀαρὼν καὶ
10Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ ἀναβίβασον αὐτοὺς εἰς Ὣρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς· καὶ ἔκδυ‐ σον Ἀαρὼν τὴν στολὴν αὐτοῦ, καὶ ἔνδυσον Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ Ἀαρὼν προστεθεὶς, ἀποθανέτω ἐκεῖ. Καὶ ἐποίησε Μωσῆς καθὰ συνέταξε Κύριος
15αὐτῷ, καὶ ἀνεβίβασεν αὐτοὺς εἰς Ὢρ τὸ ὄρος ἐναν‐ τίον πάσης τῆς συναγωγῆς, καὶ ἐξέδυσε τὸν Ἀαρὼν τὰ ἱμάτια αὐτοῦ, καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ ἀπέθανεν Ἀαρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους.» Συνίης οὖν ὅπως ἀναβιβάζεται τεθνηξό‐
20μενος μὲν καὶ καταλήξων Ἀαρὼν, ἀνθεξόμενος δὲ τῆς ἱερωσύνης ὁ ἐξ αὐτοῦ, τοῦτ’ ἔστιν, ὁ Ἐλεάζαρ; Κατασημήνειε δ’ ἂν τὸ ὄρος τὸ περίοπτόν τε καὶ τὸ ὑψοῦ, καὶ τὸ ἐν δόξῃ περιφανές. Λελέχθω δὴ οὖν παντί τῳ λοιπὸν πρὸς ἱερουργίαν ἠγμένῳ· «Οὐ δύ‐
25ναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.»
26tΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ
27tΚΑΙ ΑΛΗΘΕΙΑ
28tΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ
29tΛΟΓΟΣ ΤΕΣΣΑΡΑΚΛΙΔΕΚΑΤΟΣ
33Ὅτι χρὴ τοὺς φοιτᾷν ἐθέλοντας ἐν ἐκκλησίαις, καθαροὺς καὶ ἐκνενιμμένους εἶναι τὴν ἐξ
35 ἁμαρτίας κηλίδα, καὶ οὕτω παρίστασθαι τῷ Θεῷ. Σκηνῆς μὲν οὖν πέρι καὶ μέν τοι καὶ περὶ ἱερέων καὶ Λευιτικῆς ὑπουργίας διαρκέστατά μοι ταῦτα
λελέχθαι φαίνεται, καὶ λεπτῶς διεσκέφθαι δοκῶ. Πρέ‐884

68

.

888

ποι δ’ ἂν ὅτι μάλιστά γε τοὺς οἵπερ ἂν ἕλοιντο βιοῦν ὀρθῶς, καὶ τῆς ἐν Χριστῷ πολιτείας τὸ εἰσ‐ άπαν εὐπρεπὲς, οἷά τινα στέφανον ταῖς σφῶν αὐτῶν ἀναδεῖν κεφαλαῖς, προτροπάδην ὥσπερ ἀλλήλοις δια‐
5κελεύεσθαι λέγοντας· «Δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ·» ὅτε καί τινες τὴν οὕτως εὐκλεᾶ τε καὶ ὀνη‐ σιφόρον εἰσδεδεγμένοι φωνὴν, μονονουχὶ καὶ ἀνα‐
10σκιρτῶσι λέγοντες· «Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα.» Ἆρ’ οὖν, ὦ Παλλάδιε, τοῖς εἰς οἶκον ἰέναι Θεοῦ διασπεύδουσι, ποταπὸς ἂν εἴη σκοπὸς καὶ ὁ νοῦς αὐτοῖς ὅποι ποτὲ ἄρα βλέποι, καὶ τί κατορθοῦν γλιχόμενοι, πρὸς τὴν
15ἱεράν τε καὶ θείαν ἴενται σκηνήν; ΠΑΛΛ. Καὶ μὴν, ὦ ἑταῖρε, τὸ χρῆμά ἐστιν οὐκ ἀσυμφανές· γέγραπται γὰρ, ὅτι «Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ·» καὶ «Ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ.»
20ΚΥΡ. Προσκομίζοντες οὖν ἄρα τὰς ὑπέρ γε σφῶν αὐτῶν θυσίας, δῆλον δὲ ὅτι τὰς πνευματικὰς, καὶ μὴν καὶ προσελευσόμενοι κατὰ νοητὴν προσκύνησιν, εἰσίασί τινες εἰς τὸν οἶκον Κυρίου καὶ εἰς τὰς αὐλὰς αὐτοῦ.
25ΠΑΛΛ. Οὕτω φημί. ΚΥΡ. Οἰησόμεθα δὴ οὖν τοὺς εἰσφοιτᾷν ἐθέλον‐ τας, χρῆναι διᾴττειν ἁπλῶς, οὐκ ἐκνενιμμένους τὴν ἁμαρτίαν, οὐ βδελυρίας ἀπηλλαγμένους, οὐκ ἀπεξ‐ εσμένους ὥσπερ τῆς φιλοσαρκίας τὸν ῥύπον, ἀλλ’ ἐν‐
30τετηγμένον ἔχοντας τὸν νοῦν, καὶ καρδίαν ἰώδη ἔχον‐ τας; Ἥκιστά γε, λαμπρότητι δὲ μᾶλλον τῇ ἐν Χρι‐ στῷ κατηγλαϊσμένους, καὶ τὸ παμποίκιλον τῆς θεο‐ φιλεστάτης ἀρετῆς διαστίλβοντας κάλλος. ΠΑΛΛ. Πάνυ μὲν οὖν· δεῖν γὰρ ἔγωγέ φημι κατ’
35ὀφθαλμοὺς ἰέναι Κυρίου, κηλίδος ἁπάσης τῶν ἡμε‐ τέρων διανοιῶν προεκτετριμμένης. ΚΥΡ. Ὀρθῶς ἔφης, ἐπεί τοι καὶ στυγητὸν, καὶ μὴν καὶ ἀπόβλητον ποιεῖται τὸν ἄῤῥωστον, καὶ τῆς τῶν ἁγίων ἐκπέμπει πληθύος. Ὃ δὴ καὶ εὖ μάλα
40συνιεὶς ὁ θεσπέσιος γράφει Παῦλος· «Ἐξάρατε οὖν τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.» Καὶ οὐκ ἠθῶν ἀγριότητα φαίην ἂν ἔγωγε τὸ χρῆμα καρπὸν, ἀλλὰ σοφὸν ἀσφαλείας εὕρεμα. «Μικρὰ γὰρ ζύμη,» φη‐ σὶν, «ὅλον τὸ φύραμα ζυμοῖ.» Τοῦτό τοι πάλιν καὶ
45νόμος ἡμῖν ἱερὸς αἰνιγματωδῶς ὑπετύπου. Γέγρα‐ πται γὰρ ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ πάντα γονοῤῥυῆ, καὶ πάντα ἀκάθαρτον

68

.

888

(50)

ἐπὶ ψυχῇ, ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ, ἐξαποστεί‐ λατε ἔξω τῆς παρεμβολῆς, καὶ οὐ μιανοῦσι τὰς παρ‐ εμβολὰς αὐτῶν ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς. Καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ἰσραήλ» Ἆρ’ οὐκ ἀληθὲς εἰπεῖν ὡς δυσαχθὲς ἄγαν καὶ δυσδιακόμιστον
55ἀληθῶς τὸ τοῦ νόμου φορτίον; Συνίης γὰρ ὅπως καὶ
ἐπ’ ἀνεθελήτοις ἀῤῥωστίαις καταγράφει δίκην, καίτοι886

68

.

889

κατοικτείρεσθαι δέον τοὺς ταῖς τοιαύταις ἐναλόντας συμφοραῖς· ἀνθ’ ὅτου γὰρ δὴ διαπορήσειεν ἄν τις καὶ μάλα εἰκότως, ἔξοικόν τε καὶ ἀπόπεμπτον ἐποι‐ εῖτο τὸν λεπρὸν, καὶ μέντοι πρὸς τούτοις τὸν γονοῤ‐
5ῥοίας πάθει κατισχημένον, καὶ αὖ τὸν ἀκάθαρτον ἐπὶ ψυχῇ; ΠΑΛΛ. Οὐκ ἂν ἔχοιμι νοεῖν, φράσαις δ’ ἂν ἴσως αὐτός. ΚΥΡ. Οἶμαι δὴ οὖν ὅτι τῶν ἐν πάχει καὶ σωματι‐
10κῶν πραγμάτων οὐ σφόδρα πολὺς παρὰ Θεῷ λόγος ἦν, τὴν θείαν ἡμῖν καὶ πνευματικὴν προανατυποῦντι λατρείαν. Κολάζεται μὲν γὰρ τὰ ἔξω νόμου, καὶ ὅσα τοῦ πρέποντος ἐκβεβηκότα φαίνεται, ταυτὶ φαίην ἂν ὑπὸ κρίσιν εἶναι καὶ δίκην, ἀῤῥώστημα δὲ τὸ σω‐
15ματικὸν, κατ’ οὐδένα τρόπον προσκρούσειεν ἂν τοῖς νόμοις. Κείσεται δὴ οὖν εἰκότως καὶ ἀπωτάτω γρα‐ φῆς, καὶ τὸ ἐγκαλεῖσθαι πρός τινος, οὐκ ἂν ἔχοι ποθέν· ἢ γὰρ οὐχὶ παντί τῳ σαφὲς, ὅτι νοσεῖ μὲν ἑκὼν οὐδεὶς, εὐκταιότατον δὲ πᾶς τις οὖν, οἶμαι,
20ποιεῖται τὸ εὐρωστεῖν; ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Οὐκοῦν κἂν εἰ ἔχοι τι τὸ ἀκαλλὲς τῆς ἱστο‐ ρίας ὁ λόγος, τὸ λυποῦν οὐδέν ἐστιν, ἂν διεξάγοιτο καλῶς τὰ πνευματικὰ πρός γε τὸ τῷ νομοθέτῃ δο‐
25κοῦν. Λέπρα τοίνυν ἐστὶ, σαρκὸς νέκρωσις, καὶ βο‐ ρὸν ὅτι μάλιστα τὸ πάθος. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Μωσῆς λελεπρωμένης αὐτῷ τῆς Μαρίας, περιδεὴς γεγονὼς, ἄθυμός τε λίαν, ἐλιπάρει, λέγων· «Ὁ Θεὸς, δέομαί σου, ἴασαι αὐτὴν,» ἔφη γάρ· «Μὴ γένηται
30ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς, καὶ καταφάγεται τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς.» Γο‐ νοῤῥυᾶ δὲ τί ἂν λέγοιμι, ποταπὸν τὸ πάθος; ἠγνόηκε γὰρ οὐδείς. Τό γε μὴν ἀκαθάρτους εἶναί τινας ἐπὶ ψυχῇ, τοιόνδε τι δηλοῖ, τὸ κατοιχομένου θίγειν καὶ
35ἀγχοῦ γενέσθαι νεκροῦ σώματος, εἰς μολυσμοῦ τρό‐ πον τοῖς ἀρχαιοτέροις ὁ νόμος κατελογίζετο, ἀπηχθη‐ μένην Θεῷ τῷ πάντα ζωογονεῖν ἰσχύοντι, τὴν νεκρό‐ τητα δεικνύς. Καὶ μὴν καὶ ἑτέρως, εἰς νοῦ καὶ ψυ‐ χῆς νέκρωσιν καθάπερ ἐν τύπῳ παχεῖ, τὸ χρῆμα
40δεχόμενος. Νεκρὸς δὲ νοῦς καὶ ἀπεψυγμένος, ὁ φιλ‐ αμαρτήμων, καὶ τῶν εἰς ζωὴν ἀνδραγαθημάτων ἀμοι‐ ρεῖν εἰθισμένος. Ἀλλ’ εἰ τεθνάναι συνέβη τινὰς, πᾶσά πως ἀνάγκη, τοὺς ἐξ αἵματός τε καὶ κατὰ γέ‐ νος οἰκείους συνιέναι τε καὶ δρᾷν ἐπ’ αὐτῷ τὰ νενο‐
45μισμένα· πλὴν ἀκάθαρτοι καὶ οὗτοι κατὰ τὸν νόμον, οὐκ εἰσάπαν δὲ καὶ μέχρι παντὸς, ἀλλ’ ἦν τις αὐτοῖς ἀποκαθάρσεως τρόπος. Ἔχεις ἀποχρῶσαν τῆς ἱστο‐ ρίας δήλωσιν. ΠΑΛΛ. Καὶ μάλα.

68

.

889

(50)

ΚΥΡ. Φέρε δὴ οὖν εἰς πνευματικὴν θεωρίαν με‐ ταστοιχειοῦντες αὐτὴν, ἐκεῖνο λέγωμεν, ὅτι σημαί‐ νει μὲν ἡμῖν ὁ λεπρὸς, τὸν τοῖς εἰς νεότητα πάθεσι ποικίλοις κατεστιγμένον. Ταῦτα δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἃ καὶ αὐτὸς ἡμῖν ὁ σοφώτατος Παῦλος κατ‐
55ηριθμεῖτο λέγων· «Πορνεία, ἀκαθαρσία, εἰδωλολα‐
τρεία, ἔχθραι, ἔρις, θυμοὶ, ζῆλοι.» Ἕτερός γε μὴν,888

68

.

892

τοῦτ’ ἔστιν, ὁ γονοῤῥυὴς, τὸν ἀεὶ καὶ ἀσχέτως ἐν μολυσμοῖς, καὶ τὴν τῆς φύσεως ἐπιτηδειότητα πρὸς καρποφορίαν ἐνάρετόν τε καὶ ἀξιάγαστον δαπανῶντα πρὸς τὸ μηδέν.
5ΠΑΛΛ. Οἷον δέ τι φής; ΚΥΡ. Πλατὺς μὲν λίαν ὁ ἐφ’ ἅπασι λόγος· ἑνὶ δὲ δὴ τέως σαφεῖ καὶ ἐναργεστάτῳ κεχρήσομαι παρα‐ δείγματι, πρὸς ἀπόδειξιν ὧν ἔφην· οἱ τὸν νοῦν ἔχον‐ τες εὐφυᾶ καὶ οἱονείπως ἀπεξεσμένον τοῖς περὶ τῆς
10ἀληθείας αὐτὸν ἐνιέντες λόγοις, ἆρ’ οὐχὶ τὸ ἐν ὀρθό‐ τητί τε καὶ ἀτρεκείᾳ δογμάτων εὐπρεπὲς καρπὸν ἕξουσιν οὐκ ἀθαύμαστον; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Οἱ δέ γε τουτὶ μὲν, οὐχὶ φρονεῖν τε καὶ
15δρᾷν ᾑρημένοι, παρατρέποντες δὲ μᾶλλον τῆς ἀναγ‐ καίας ὁδοῦ, καὶ δογμάτων ἀνοσίων ἰστῶντες συνήγο‐ ρον, ἤγουν τῆς ἐν κόσμῳ πονηρίας ἀποφαίνοντες ὑπουργὸν, δόλου καὶ ἀπάτης ποιοῦνται γεννήτορα, τὴν τῆς φύσεως ἐπιτηδειότητα πρὸς τὸ ἀγαθὸν, ἐπ’
20οὐδενὶ τῷ χρησίμῳ ζημιούμενοι, καταγράφουσιν ἡμῖν εὖ μάλα τὸν γονοῤῥυᾶ, καὶ πάθους σωματικοῦ ψυχικὴν ἀῤῥωστίαν ὁμοφυᾶ δεικνύουσιν ἐν ἰδίοις τρό‐ ποις. ΠΑΛΛ. Ὀρθῶς ἔφης.
25ΚΥΡ. Ὁ δὲ ἀκάθαρτος ἐπὶ ψυχῇ σημαίνει που πάντως τῆς ἑτέρων νεκρότητος τὸν μετεσχηκότα, καὶ πλημμελημάτων ἀλλοτρίων ῥᾳθύμως ἀναπιμ‐ πλάμενον, πρὸς ὃν καὶ ὁ θεῖος ἔφη που Δαβίδ· «Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ
30τὴν μερίδα σου ἐτίθεις.» Κατασίνεται γὰρ ὥσπερ καὶ κατανεκροῖ ψυχήν τε καὶ νοῦν, τὸ δρᾷν ἃ μὴ θέ‐ μις, οὕτω τὸ τοῖς αὐτὰ δρῶσι συνευδοκεῖν, καὶ τοῖς αὐτουργοῦσιν εἰς ἁμαρτίαν κοινωνὸς ἂν εἴη καὶ ὁ συνεθελητής. Ἀκαταιτίατος γὰρ οὔτι που. Τοιγάρ‐
35τοι καὶ Παῦλος· «Σεαυτὸν ἁγνὸν τήρει,» φησὶν, «καὶ μὴ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις·» τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐπὶ νεκρῷ μολύνεσθαι νοητῶς. ΠΑΛΛ. Ἔοικεν. ΚΥΡ. Ἀποστείχειν δὴ οὖν τῆς συναγωγῆς εὖ μάλα
40προστέταχε λεπρὸν καὶ γονοῤῥυᾶ, καὶ ἀκάθαρτον ἐπὶ τῇ ψυχῇ, τοῖς τῶν ἁγίων χοροῖς οὐκ ἐῶν ἀνα‐ πλέκεσθαι τοὺς δυσαπόνιπτον ἔχοντας τὴν ἀκαθαρ‐ σίαν; «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου;» φησί.
45ΠΑΛΛ. Σφαλερὸν οὖν ἄρα, τὸ ἀνίπτοις ὥσπερ ἰέναι ποσὶν εἰς οἶκον Θεοῦ. ΚΥΡ. Σφαλερώτατον μὲν οὖν, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι τῷ Θεῷ προσκρούειν οὐκ ἀζήμιον. Ἐξείργει δὲ καὶ ἑτέρους τῆς ἁγίας αὐλῆς ἐν τῷ Δευτερονομίῳ,

68

.

892

(50)

λέγων· «Οὐκ εἰσελεύσεται θλαδίας καὶ ἀποκεκομ‐ μένος εἰς ἐκκλησίαν Κυρίου, οὐκ εἰσελεύσεται ὁ ἐκ πόρνης εἰς ἐκκλησίαν Κυρίου· οὐκ εἰσελεύσεται Ἀμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου, καὶ ἕως δεκάτης γενεᾶς οὐκ εἰσελεύσεται εἰς ἐκκλη‐
55σίαν Κυρίου, καὶ ἕως εἰς τὸν αἰῶνα, παρὰ τὸ μὴ890

68

.

893

συναντῆσαι αὐτοὺς ὑμῖν μετὰ ἄρτων καὶ ὕδατος ἐν τῇ ὁδῷ, ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου, καὶ ὅτι ἐμισθώσαντο ἐπὶ σὲ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἐκ τῆς Μεσοποταμίας καταρᾶσθαί σε. Καὶ οὐκ ἠθέλησε
5Κύριος ὁ Θεός σου εἰσακοῦσαι τοῦ Βαλαὰμ, καὶ μετ‐ έστρεψε Κύριος ὁ Θεός σου τὰς κατάρας εἰς εὐλογίαν, ὅτι ἠγάπησέ σε Κύριος ὁ Θεός σου. Οὐ προσαγορεύ‐ σεις εἰρηνικὰ αὐτοῖς, καὶ συμφέροντα αὐτοῖς, πάσας τὰς ἡμέρας σου εἰς τὸν αἰῶνα.»
10ΠΑΛΛ. Καὶ τίς ἂν νοοῖτο θλαδίας καὶ ἀποκεκομ‐ μένος, Ἀμμανίτης καὶ Μωαβίτης, ἐθέλοιμ’ ἂν ἐκμα‐ θεῖν. ΚΥΡ. Ἄκουε δή· ὁ τῆς τῶν εὐνούχων ποιήσεως οὐχ εἶς τρόπος, οὐχ εἷς, ὦ Παλλάδιε, διττὸς δέ τις εἶναι
15λέγεται, καὶ πεφώραται. Οἱ μὲν γάρ εἰσι τομίαι καὶ διεσπασμένοι τὰ ἀρσενικά· οἱ δὲ τεθλασμένα καὶ ἀχρεῖα παντελῶς φέρουσιν ἔτι, ὠμῶς δὲ καὶ ἀνοσίως ἀποτέμ‐ νονταί τινες ἔσθ’ ὅτε τὸ παιδοποιὸν τοῦ σώματος μόριον, καί εἰσιν ἄπρακτοι πρὸς τὰ ἀνδρὸς, καίτοι τελοῦντες
20ἐν ἀνδράσι φύσει τε καὶ ἡλικίᾳ· ἀνδρείας δὲ σύμβο‐ λον, τὰ ἀρσενικά. Τὸν τοίνυν θλαδίαν ὑποτοπητέον, τὸν οἱονείπως οὐκ ἐξεσπασμένον εἰσάπαν ψυχήν τε καὶ νοῦν, συντεθραυσμένην δὲ μᾶλλον σώζοντά πως ἐν ἑαυτῷ τὴν ἐπ’ ἀγαθοῖς ἀνδρίαν, ἀποκεκομμένον γε
25μὴν, τὸν ὁλοκλήρως αὐτὰ ἀποβεβληκότα, καὶ τῶν ἀνδράσι πρεπωδεστάτων ἐστερημένον. Ἐν ἴσῳ δὲ ὥσπερ ἐγκλήματι, τῷ μηδ’ ὅλως ἀνδρίζεσθαι θέλειν, τὸ μὴ ὑγιῶς ἀνδρίζεσθαι φιλεῖν.
31ΠΑΛΛ. Οἷον δὴ τί φής; ΚΥΡ. Ἀναπεπτώκασί τινες εἰς ἐπιθυμίας σαρκι‐ κὰς, ὅλας ὥσπερ ἡνίας ἀνέντες τῷ πάθει, σαθρόν τε καὶ ἄνανδρον ταῖς εἰς ἀσέλγειαν ἡδοναῖς παραῤῥι‐
35πτοῦντες τὸν νοῦν. Ἕτεροι δὲ αὖ θαυμάζουσι τὴν ἐγκράτειαν, καὶ ἅπτονται μὲν ἔσθ’ ὅτε τῶν εἰς τοῦτο λαμπρῶν ἐπιχειρημάτων, ἐκδεδίασι δὲ τὴν ἀντίστα‐ σιν, καὶ τὴν τῆς ἡδονῆς προσβολὴν οὐ φέροντες, κα‐ τανύουσι πρὸς τὸ ἄναλκι. Ἆρ’ οὖν, οὐχὶ τὸν μὲν
40εἰσάπαν ἀπειρηκότα τοῖς εἰς ἀνδρίαν ἐπιχειρήμασιν προσερεῖς εἰκότως ἀποκεκομμένον; Τὸν δὲ εἰς νοῦν μὲν ἔχοντα τὸ θέλειν ἀνδρίζεσθαι, μὴ μὴν ἔτι καὶ κατορ‐ θοῦν ἰσχύοντα τὴν ἀρετὴν, οἰήσῃ θλαδίαν, εἰς τρόπων ποιότητα μεταχαράττων ἀστείως καὶ τὰ τοῦ σώματος
45πάθη, καὶ εἰκόνα τῶν νοητῶν καὶ ἀφανεστέρων, τὰ ἐν αἰσθήσει δεχόμενος; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Συνεξείργετο δὲ τούτοις Ἀμμανίτης τε καὶ Μωαβίτης, ὡς ἀνόσιοί τε καὶ βδελυρώτατοι, καὶ λεόν‐

68

.

893

(50)

των δίκην τοῖς ἁγίοις ἐπιφυόμενοι, καὶ τοῖς εὐδοκι‐ μεῖν εἰωθόσι, τὰ ἐκ φθόνου καὶ βασκανίας ἐπιχέον‐ τες βέλη. Τύπος δ’ ἂν εἶεν, Ἀμμανῖται μὲν δὴ, τῶν ἀφιλοικτιρμόνων αἱρετικῶν. Μωαβῖται δὲ αὖ, τῶν ἐν πλάναις ἔτι ταῖς εἰδωλικαῖς, καὶ ταῖς τῶν δαιμο‐
55νίων μοχθηρίαις ὑπεστρωμένων· θεοστυγεῖς γὰρ ἄμφω, καὶ ἀδελφὸν ὥσπερ κατὰ τῶν ἁγίων νοσοῦντες
τὸ θράσος.892

68

.

896

ΠΑΛΛ. Οὐ σφόδρα συνίημι ὃ φής. ΚΥΡ. Συνιεῖς εὖ μάλα, καὶ οὐκ εἰς μακράν. Ἀμμανῖται μὲν γὰρ Ἡσαῦ γεγονότες, ἀγχίσποροι καὶ ὁμαίμονες τοῖς ἐξ Ἰακὼβ ἦσαν υἱοῖς, φημὶ δὴ τῷ
5Ἰσραήλ· ἀλλὰ καὶ αὐτῆς οὐκ οἶδ’ ὅπως τῆς φύ‐ σεως ἀλογήσαντες, τὸν τῆς συγγενείας ἐψεύδοντο τρόπον οἱ ἐξ Ἡσαῦ, δεινοί τε καὶ ἀκαμπεῖς κατεφ‐ ορῶντο λοιπὸν πρὸς τοὺς ἀγχοῦ καὶ ἐξ αἵματος, τοῦτ’ ἔστι τῶν Ἰσραήλ. Ἐπειδὴ γὰρ τῆς Αἰγυπτίων
10ἀπαίρων τὴν Ἀμμανιτῶν παρέθει χώραν, ὡς ἀδελ‐ φὸν ἐλιπάρει τὸν οἰκήτορα παριέναι, ἢ διᾴττειν αὐ‐ τοὺς καὶ κατοικτείρειν ἠδικημένους· ὁ δὲ οὐκ ἀνίει. Καὶ τί τοῦτο λέγω; Μᾶλλον δὲ καὶ ἐν ὅπλοις, ἢ καὶ πόλεμον αἴρεται. Κἂν ἠδίκησε δεινῶς, εἰ μὴ κατὰ
15θείαν ὀμφὴν, ἀπονένευκεν ὁ Ἰσραήλ· ἔχει δὲ οὕτω τὸ γεγραμμένον· «Καὶ ἀπέστειλε Μωσῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα Ἐδὼμ, λέγων· Τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· Σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς. Καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς
20Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν. Καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν, καὶ ἀποστείλας ἀγγέλους, ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου. Καὶ νῦν
25ἐσμεν ἐν Κάδης πόλει, ἐκ μέρους τῶν ὁρίων σου. Παρ‐ ελευσόμεθα διὰ τῆς γῆς σου. Οὐ διελευσόμεθα δι’ ἀγρῶν, οὐδὲ δι’ ἀμπελώνων, οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκων σου. Ὁδῷ βασιλικῇ πορευσόμεθα· οὐκ ἐκ‐ κλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμεν
30τὰ ὅριά σου. Καὶ εἶπε πρὸς αὐτὸν Ἐδώμ· Οὐ δι‐ ελεύσῃ δι’ ἐμοῦ. Εἰ δὲ μὴ, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι.» Καὶ μεθ’ ἕτερα· «Καὶ ἐξῆλθεν Ἐδὼμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ, καὶ ἐν χειρὶ ἰσχυρᾷ. Καὶ οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ
35Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ. Καὶ ἐξέκλι‐ νεν Ἰσραὴλ ἀπ’ αὐτοῦ.» Ἆρ’ οὐχὶ σαφής τε λοιπὸν καὶ ἐναργὴς ὁ λόγος; ΠΑΛΛ. Οὔτι που μάλα. ΚΥΡ. Οὐ γὰρ δὴ συνίης ὅτι σχέσει τῇ κατ’ ἀγχι‐
40στείαν συνημμένοι τοῖς ἐξ Ἰσραὴλ, ἀφιλόστοργοί τε καὶ ἀτεράμονες, καὶ θηρῶν ἀγρίων διενεγκόντες οὐ‐ δὲν, ἐξ αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων; Ἐποικτεῖ‐ ραι γὰρ δέον ὡς ἀδελφοὺς, ἐν ἱδρῶσιν ὄντας καὶ πό‐ νοις, ἐξίασι καταδῃώσαντες. Τοιγάρτοι φησὶν ὁ νόμος·
45«Οὐκ εἰσελεύσονται εἰς ἐκκλησίαν Κυρίου, παρὰ τὸ μὴ συναντῆσαι ὑμῖν αὐτοὺς μετὰ ἄρτου καὶ ὕδα‐ τος, ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου,» τοῦτ’ ἔστι, διὰ τὸ ἄγαν ἀσυμπαθὲς, καὶ ἀγρίων ἐκπεφοιτηκὸς εἰς ἀνοσιότητα τρόπων. Ἴδοις δ’ ἂν ὅτι τοιοῦτοι πρὸς

68

.

896

(50)

ἡμᾶς τοὺς ὀρθοποδεῖν ᾑρημένους οἱ τῶν αἱρετικῶν λαοὶ καὶ ἡγούμενοι. Ὅσον γὰρ ἧκεν εἴς γε τὸ ἕνα καὶ μόνον εἰδέναι Θεὸν τὸν Πατέρα, καὶ τὴν εἰς Υἱὸν καὶ τὸ Πνεῦμα προσίεσθαι πίστιν, εἰ καὶ μὴ εἰσάπαν ὑγιῶς δόξαν ἔχουσιν οὐκ ἀληθῆ τῆς πρὸς ἡμᾶς ἀδελ‐
55φότητος, καὶ νοθηφοροῦσι γνώμῃ τὸ συγγενὲς, ἀλλ’
ἐν διωγμοῖς οὖσιν οὐκ ἐπαμύνουσι, μᾶλλον δὲ καὶ894

68

.

897

ταῖς παρὰ σφῶν ἐπιφορτίζουσι μοχθηρίαις. «Ἐξ ἡμῶν γὰρ ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν,» κατὰ τὸ γεγραμμένον. «Εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενή‐ κεισαν ἂν μεθ’ ἡμῶν.» Οἷς καὶ αὐτὸς ὁ Σωτὴρ, κα‐
5τάπλαστον ἔχουσι τὸ ἐπιεικὲς, οὐ μὴν ἔτι καὶ δρᾷν εἰωθόσι τὰ εἰς δόξαν αὐτοῦ, προσφωνήσειεν ἂν καὶ μάλα εἰκότως· «Ὁ μὴ ὢν μετ’ ἐμοῦ, κατ’ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ, σκορπίζει.» Ἆρά σοι δοκοῦσιν Ἀμμανίταις ἐοικέναι τὰ θεομισῆ τῶν αἱρε‐
10τικῶν ἐργαστήρια, τὸ ἀσυμπαθές τε καὶ ἀφιλόθεον ἐκτόπως ἠῤῥωστηκότες; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Ἄθρει δὲ καὶ Μωαβίτας, εἰ δοκεῖ, πολεμιω‐ τάτους ὄντας ἀναφανδὸν τοῖς ἐθέλουσι λατρεύειν Θεῷ
15τῷ μόνῳ τε φύσει καὶ ἀληθῶς. Ἦσαν μὲν γὰρ εἰδώ‐ λων προσκυνηταὶ, μαντείαις τε καὶ γοητείαις ἐξαι‐ ρέτως ἐπιθαρσήσαντες, καὶ περὶ πτήσεις τῶν οἰωνῶν οὐ μετρίως ἐπτοημένοι, ἐπιτρίζοντες δὲ τοὺς ὀδόντας ταῖς τοῦ Ἰσραὴλ εὐπραγίαις, κατεμισθοῦντο τὸν
20Βαλαὰμ, καὶ ἐπαρᾶσθαι παρεσκεύαζον, δυνάμει δὲ τῇ ἀφράστῳ Θεοῦ, τὸ τοῦ μάντεως στόμα πρὸς ἀν‐ εθελήτους αὐτοῖς εὐλογίας μετεσκευάζετο. Τοιοῦτος ἂν εἴη καθ’ ἡμῶν ὁ Ἑλλήνων πόλεμος, τῇ τοῦ Σωτῆ‐ ρος ἡμῶν διαφθονουμένων δόξῃ, καὶ πᾶσαν τοῦ δια‐
25βόλου καθ’ ἡμῶν κατεξανιστάντων ἰσχὺν, ἣν ἡ θεία καὶ ἄνωθεν κατασείει χάρις, τῆς τῶν δαιμόνων ἀγέλης τὸ ἄναλκι καταχέουσα, καὶ τὸν τῆς ἐπιβουλῆς ἀναθεῖσα τρόπον πρὸς τὸ εὐφραίνειν εἰδός. ΠΑΛΛ. Πάνυ μὲν οὖν.
30ΚΥΡ. Ἀμμανίταις δὲ καὶ μέντοι καὶ Μωαβίταις, ἀστιβῆ τὰ ἅγια καὶ μάλα γε εἰκότως· οἷς γὰρ ἀδελ‐ φὰ τὰ τολμήματα καὶ ὁμοειδὲς τὸ θράσος, τούτοις ἂν εἴη πρέπον καὶ ταῖς ἰσοῤῥόποις ἐναλῶναι δίκαις. Ἄθρει δὲ δὴ τοῦ νόμου τὸ ἀσφαλές· ἐξίστησι
35γὰρ παντελῶς τοὺς ἁγίους αὐτῶν, καὶ οὐδ’ ὅσον εἰ‐ πεῖν εἰς κοινολογίαν ἰέναι θέλειν, παρεγγυᾷ λέγων· «Οὐ προσαγορεύσεις εἰρηνικὰ αὐτοῖς, καὶ συμφέ‐ ροντα αὐτοῖς οὐ λαλήσεις, πάσας τὰς ἡμέρας σου εἰς τὸν αἰῶνα.» Ἆρ’ οὐχὶ τοῦτό ἐστιν ἐναργῶς, ὃ καὶ
40ἁγίων ἡμᾶς ἐξεπαίδευσε δυὰς, Παῦλός τε καὶ Ἰωάννης; Ὁ μὲν γὰρ ἔφασκεν· «Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, τούτῳ μὴ χαίρειν λέγετε,» καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ, «Οὐ προσ‐ αγορεύσεις εἰρηνικὰ αὐτοῖς, καὶ συμφέροντα αὐτοῖς.»
45Ὁ δὲ πάλιν, «Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν, παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος.» Τοῦτό ἐστι τὸ, Οὐ λαλήσεις συμφέροντα αὐτοῖς. Δεῖν γάρ φησιν ὁ νόμος τοῖς ἄγαν ἐξεστραμ‐ μένοις, ὡς μεμηνόσι παραχωρεῖν, λέγοντας· «Πο‐

68

.

897

(50)

ρεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.» Ἀλλ’ ὁ μὲν Ἀμμανίτης ἕως τρίτης εἴργεται γενεᾶς, Μωαβίτης δὲ καὶ μέχρι δεκάτης, ἀπό γε τοῦ χρόνου, καθάπερ ἐγῷμαι, τῆς ἐπ’ ἀμφοῖν ἀγανακτήσεως τὸ μέγεθος ἡμῖν ὑπεμφαίνοντος Θεοῦ.
55Μείων γὰρ, κατὰ τὸ εἰκὸς, ἡ αἱρετικῶν δίκη· φαίη896

68

.

900

γὰρ ἄν τις καὶ ἐπ’ αὐτοῖς καθάπερ ἀμέλει καὶ ἐπὶ τοῖς Ἰουδαίοις. «Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν.» Οἰόμενοι γὰρ ὀρθο‐ επεῖς εἶναι καὶ σοφοὶ, λελήθασι σφᾶς αὐτοὺς οἱ δεί‐
5λαιοι, καὶ τοῖς τῆς ἀληθείας μαχόμενοι δόγμασι, καὶ ζήλῳ πεπλασμένῳ κατακεκρατημένοι, τῇ τοῦ Θεοῦ δόξῃ συναγορεύειν οἴονται, τοῖς ὀρθοποδοῦσιν ἀντι‐ ταττόμενοι. Μωαβῖται δέ γε, τοῦτ’ ἔστι, τὰ Ἑλλήνων στίφη, γυμνῶς καὶ ἀναφανδὸν, καὶ ὑποστολῆς ἁπά‐
10σης δίχα, τῇ θείᾳ μάχονται δόξῃ. Τοιγάρτοι φορτι‐ κωτέραν ἐπήρτησέ πως τὴν δίκην αὐτοῖς ὁ νόμος. Πλὴν ἄμφω τῶν ἱερῶν ἀπόπεμπτοι περιβόλων, ὡς βέβηλοί τε καὶ θεομισεῖς. ΠΑΛΛ. Χρῆμα δὴ οὖν οὐκ ἀζήμιον, ὅσον ἧκεν εἰς
15μολυσμοὺς, τὸ ὀθνείοις τισὶ καὶ ἑτερογνώμοσι, κἂν γοῦν εἰς λόγους ἰέναι φιλεῖν. ΚΥΡ. Συνίης εὖ μάλα. Τοιγάρτοι καὶ ὁ νόμος τοὺς ἐκνενιμμένους καὶ καθαροὺς, καὶ οἰκείους ἤδη Θεῷ, διὰ τοῦτο τῆς ἐκείνων βδελυρίας ἀποτειχίζει λέγων·
20«Καὶ ἔσται ἐν τῷ εἰσαγαγεῖν σε Κύριον τὸν Θεόν σου εἰς τὴν γῆν εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτὴν, καὶ ἐξαρεῖς ἔθνη μεγάλα, καὶ πολλὰ, καὶ ἰσχυρὰ ἀπὸ προσώπου σου, τὸν Χετταῖον, καὶ τὸν Γεργεσαῖον, καὶ τὸν Ἀμοῤῥαῖον, καὶ τὸν Χαναναῖον, καὶ τὸν Φερε‐
25ζαῖον, καὶ τὸν Εὐαῖον, καὶ τὸν Ἰεβουσαῖον, ἑπτὰ ἔθνη πολλὰ, καὶ μεγάλα, καὶ ἰσχυρότερα ὑμῶν, καὶ παρα‐ δώσει αὐτοὺς Κύριος ὁ Θεὸς ὑμῶν εἰς χεῖράς σου, καὶ πατάξεις αὐτοὺς, ἀφανισμῷ ἀφανίσεις αὐτούς. Οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδ’ οὐ μὴ ἐλεήσεις
30αὐτοὺς, οὐδὲ μὴ γαμβρεύσεις πρὸς αὐτούς. Τὴν θυ‐ γατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγα‐ τέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου, ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ λατρεύσει θεοῖς ἑτέροις.» Ἀσφαλὴς οὖν ὁ νόμος. «Οὐ γὰρ συνθήσῃ,» φησὶ, «δια‐
35θήκην πρὸς αὐτούς·» ἀσύμβατον γὰρ καὶ ἀσυναφὲς τῷ ἡγιασμένῳ, τὸ βέβηλον ἔτι, τῷ πεφωτισμένῳ, τὸ ἐν ὁμίχλῃ καὶ σκότῳ, τῷ εἰσδεδεγμένῳ τὸ ἀπαρά‐ δεκτον· τῷ πρὸς ἱεράν τε καὶ θείαν εἰσφοιτῶντι σκηνὴν, τὸ ταύτης ἐξωθούμενον.
40ΠΑΛΛ. Εἶτα τί τὸ προμηθὲς τοῦ νόμου; διίστησι δὲ ἀνθ’ ὅτου καὶ τοῦτο εἰσάπαν τοῦ βεβήλου τὸ καθαρὸν, κἂν εἰ ἐν καλῷ τις γένοιτο τῆς ἀρετῆς; ΚΥΡ. Πολὺ γὰρ δὴ λίαν τὸ δέος, ὦ τᾶν· μὴ ἄρα πως καὶ τό γε ὀρθῶς ἑστάναι δοκοῦν, τὸν ἐφ’ ἃ μὴ
45προσῆκον εἰσδέξαιτο κλόνον καὶ παρενεχθείη τοῦ πρέποντος, ὑπό του τυχὸν ἐκβεβιασμένον, ἢ ἐρεθι‐ ζούσης ἡδονῆς, ἢ κατωθούσης εἰς τὸ πλημμελὲς, τῆς ἐν‐ ούσης τῇ φύσει πρὸς τοῦτο ῥοπῆς. Ἀπονένευκε γὰρ ἀεί πως ἐπὶ τὸ φαῦλον, καὶ θεῖος ἡμῖν ἐπιμαρτύρει

68

.

900

(50)

λόγος· «Ἐπιμελῶς γὰρ ἔγκειται,» φησὶν, «ἡ διά‐ νοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος.» Παραθείην δ’ ἂν ἐθέλοντί σοι πρὸς ἀπόδειξιν ἐναργῆ, τὰ ὅσαπερ αὐτὴν ὑπομεῖναι λόγος τὴν ἐξ Ἰακώβ. ΠΑΛΛ. Δίναν δή που φής· οἶμαι γὰρ ὡδί.
55ΚΥΡ. Πάνυ μὲν οὖν, ὦ Παλλάδιε· γέγραπται γὰρ
οὕτως ἐν τῷ τῆς Γενέσεως βιβλίῳ· «Καὶ ἦλθεν898

68

.

901

Ἰακὼβ εἰς Σαλὴμ πόλιν Σηκίμων, ἥ ἐστιν ἐν γῇ Χαναὰν, ὅτε ἐπανῆλθεν ἐκ τῆς Μεσοποταμίας Συ‐ ρίας, καὶ παρενέβαλε κατὰ πρόσωπον τῆς πόλεως, καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ, οὗ ἔστησεν ἐκεῖ
5τὴν σκηνὴν αὐτοῦ, παρὰ Ἐμμὼρ πατρὸς Συχὲμ, ἑκατὸν ἀμνῶν, καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸν Θεὸν Ἰσραήλ. Ἐξῆλθε δὲ Δείνα, ἡ θυγάτηρ Λείας, ἢν ἔτεκε τῷ Ἰακὼβ, καταμαθεῖν τὰς θυγατέρας τῶν ἐγχωρίων, καὶ εἶδεν αὐτὴν Συχὲμ
10ὁ υἱὸς Ἐμμὼρ ὁ Εὐαῖος, ὁ ἄρχων τῆς γῆς. Καὶ λα‐ βὼν αὐτὴν, ἐκοιμήθη μετ’ αὐτῆς. Καὶ ἐταπείνωσεν αὐτήν. Καὶ προσέσχε τῇ ψυχῇ Δείνας τῆς θυγατρὸς Ἰακώβ. Καὶ ἠγάπησε τὴν παρθένον, καὶ ἐλάλησε κατὰ τὴν διάνοιαν τῆς παρθένου αὐτῇ.» Ἄθρει δὴ
15οὖν ὅτι σκηνῇ μὲν ἔτι τῇ τοῦ πατρὸς ἐμφιλοχωροῦσά τε καὶ ἐνηυλισμένη, ἐν ᾗ καὶ ἐπεκαλέσατο τὸν Θεὸν Ἰσραὴλ, καὶ σεπτὸν ἐγήγερτο θυσιαστήριον, ἀβέβη‐ λός τε ἦν ἔτι καὶ ἐν τοῖς τῆς παρθενίας αὐχήμασιν. Ἐπειδὴ δὲ τῆς πατρῴας ἐξέθει σκηνῆς, καὶ χῶρον
20ἀφεῖσα τὸν ἱερὸν, γυναιξὶν ὀθνείαις ἐπεμίσγετο, πρὸς ἀσυνήθη βεβήλωσιν παραχρῆμα κατεβιάζετο, καὶ ἦν οὐκέτι παρθένος, ταῖς ἑτέρων ἡδοναῖς ἀνεθελήτως μὲν ἐν ἀρχαῖς ὑπενηνεγμένη, παθοῦσα δὲ μετὰ τοῦτο καὶ τὸ τῷ πλεονεκτήσαντι συνεῖναι θέλειν. «Ἐλάλησε γὰρ,» φησὶ, «κατὰ τὴν διάνοιαν τῆς παρθένου
25αὐτῇ.» ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Οὐκοῦν εἰς εἰκόνα τῶν νοητῶν παραθέντες τὸ αἰσθητὸν, φέρε δὴ λέγωμεν, ὅτι σκηνὴν ὥσπερ τινὰ τὴν ἐξαίρετον πολιτείαν οἰκοῦσα ψυχὴ, πάναγνος
30ἔσται καὶ καθαρὰ, καὶ βδελυρίας ἁπάσης ἀπηλλα‐ γμένη, εἰ δὲ ἐξοίχοιτό ποι, καὶ πρὸς τὰς τῶν ἀλλοφύ‐ λων ἐπείγοιτο θυγατέρας, τοῦτ’ ἔστιν, εἰ ἐρευνοίη καὶ κατασκέπτοιτο τὴν τῶν ἐν κόσμῳ ζωὴν, τὸν εὐ‐ φυᾶ τε καὶ εὐγενῆ φθαρήσεται νοῦν· εἴη γὰρ ἂν οὐκ
35ἀζήμιον τὸ συνδιαιτᾶσθαι τοῖς φαύλοις τοὺς οἷσπερ ἂν γένοιτο σκοπὸς, τὸ διαβιῶναι λαμπρῶς. Ἀλλ’ ὅ γε θεῖος Δαβὶδ οὐκ ἔξω τῆς ἱερᾶς σκηνῆς ἰέναι κατεφω‐ ρᾶτο θέλων, ἐμφιλοχωρεῖν δὲ μᾶλλον καὶ ἐνδιαιτᾶ‐ σθαι οὐ μακρὰν, τῶν ὅτι μάλιστα δι’ εὐχῆς ἐποιεῖτο
40λέγων· «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζη‐ τήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐ‐ τοῦ. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κα‐
45κῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ.» Σκηνὴν, οἶμαι, λέγων τὴν θείαν καὶ ἱερὰν, ὡς ἔν γε δὴ τούτοις, τῆς εὐαγοῦς πολιτείας τὸ βεβη‐ κός τε καὶ ἀκατάσειστον, ἐφ’ ᾗ τρόπον τινὰ καὶ εἰσ‐ δεδυκὼς, τοῖς καταδῃοῦν ἐθέλουσι τῶν παθῶν, ἀν‐

68

.

901

(50)

άλωτος ἦν. ΠΑΛΛ. Ἔοικεν. ΚΥΡ. Τί δέ; οὐχὶ σαφέστερόν τε καὶ ἀληθέστερον ἀναμάθοι τις ἂν, ὅτι τὰ παντὸς ἐπέκεινα μολυσμοῦ περιποιήσειεν ἂν ἔσθ’ ὅτε καὶ τοῖς ἐρηρεῖσθαι πεπι‐
55στευμένοις, αἱ πρὸς ἀλλογενεῖς ὁμιλίαι, παρενεγκὼν900

68

.

904

εἰς ἀπόδειξιν τῆς Σολομῶντος ζωῆς τὴν κατάληξιν, καὶ ἅπερ αὐτῷ συνέβη παθεῖν, ἐπ’ αὐτῷ γήρως οὐδῷ; ΠΑΛΛ. Πῶς ἔφης;
5ΚΥΡ. Ἦν μὲν γὰρ οὕτω λαμπρὸς καὶ ἀοίδιμος, ὡς ἀσύγκριτον ἤδη πως τὴν δόξαν ἑλεῖν, μετέθει γε μὴν εἰς τὸ ἀκαλλὲς, μᾶλλον δὲ καὶ κατέθορεν ἀγεν‐ νῶς, ἐς αὐτό που τὸ λοῖσθον τῆς εἰς Θεὸν ἀσεβείας. Ἔχει δὲ ὧδε τὰ ἐπ’ αὐτῷ. Γέγραπται γὰρ ἐν τῇ
10τρίτῃ τῶν Βασιλειῶν· «Καὶ ἐμεγαλύνθη Σολομὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει. Καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σολομὼν, τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ, ἧς ἔδωκε Κύριος ἐν τῇ καρδίᾳ αὐτοῦ.» Ἀλλὰ
15τὸν οὕτως εὐκλεᾶ καὶ ἀοίδιμον, καὶ σοφίας εἰς τοῦτο διεληλακότα λοιπὸν, ὡς ἐν ἀμετρήτῳ γενέσθαι θαύ‐ ματι, καὶ παρά γε τοῖς ἄγαν διωρισμένοις, ἡδονὴ γυναίων ἐξεμόχλευσε πονηρῶν, καὶ οἱονείπως αὐτῆς ἐξελοῦσα τῆς θείας σκηνῆς τοῖς τῆς εἰδωλολατρείας
20ἐνῆκε βόθροις. Γέγραπται γὰρ ὡδὶ περὶ αὐτοῦ· «Καὶ ὁ βασιλεὺς Σολομὼν ἦν φιλογύναιος, καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας, καὶ τὴν θυγατέρα Φαραώ· Μωαβίτιδας, καὶ Ἀμμονίτιδας, καὶ Ἰδουμαίας, Σύρας, Χετταίας, Ἀμοῤῥαίας, ἐκ τῶν ἐθνῶν, ὧν
25ἀπεῖπε Κύριος τοῖς υἱοῖς Ἰσραήλ· Οὐκ εἰσελεύσεσθε πρὸς αὐτοὺς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται πρὸς ὑμᾶς, ἵνα μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω τῶν εἰδώλων αὐτῶν. Εἰς αὐτοὺς ἐκολλήθη Σολομὼν, τοῦ ἀγαπῆσαι. Καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι
30ἑπτακόσιαι, καὶ παλλακαὶ τριακόσιαι. Καὶ ἐγενήθη ἐν τῷ καιρῷ γήρως Σολομὼν, καὶ ἐξέκλιναν αἱ γυ‐ ναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν ἑτέρων. Καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία τοῦ Δαβὶδ τοῦ
35πατρὸς αὐτοῦ. Καὶ ἐπορεύθη Σολομὼν ὀπίσω τῆς Ἀστάρτης βδελύγματος Σιδωνίων, καὶ ὀπίσω τοῦ βασιλέως αὐτῶν εἰδώλου υἱῶν Ἀμμών· καὶ ἐποίησε Σολομὼν πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐπορεύθη ὀπίσω Κυρίου, ὡς Δαβὶδ ὁ πατὴρ αὐτοῦ.» Ἆρ’ οὐκ
40ἐποιμώζειν ἄξιον τῷ τοιάδε παθεῖν λεγομένῳ; Ὁ τὸν διαβόητον ἐκεῖνον ἐν τοῖς Ἱεροσολύμοις ἀναστή‐ σας ναὸν, ὁ τὴν τῶν θείων θρόνων πάρεδρον αἰτήσας σοφίαν, ὁ ἐπὶ συνέσει τῇ ἀσυγκρίτῳ τεθαυμασμένος, καὶ μέχρις αὐτῶν τερμάτων τῆς ὑπ’ οὐρανόν, ὁ
45καθάπερ ἑωσφόρος, πόλεσί τε καὶ χώραις ἐκφανὴς, αἰσχρῶν γυναικῶν ἡττώμενος, καὶ μυσαρωτάτης ἡδονῆς κατόπιν ἰὼν, εἰς τοῦτο μωρίας φωρᾶται πεσὼν, ὡς καὶ αὐτῆς ἀλογῆσαι παντελῶς τῆς εἰς Θεὸν εὐσεβείας. Σφαλερὸν οὖν ἄρα καὶ ἀναμφιλόγως

68

.

904

(50)

ἐστὶ τὸ τοῖς ἀλλοφύλοις εἶναι κατὰ ταὐτόν. Πάνδεινον δὲ κομιδῇ καὶ τὸ ἡδονῆς ἡττᾶσθαι τῆς σαρκικῆς, καὶ ἀκάθαρτος ὁ τοιόσδε, καὶ τῷ πανάγνῳ Θεῷ κατεστυ‐ γημένος, καὶ οὐκ ἀρετῆς δίχα, πρὸς τὴν ἱεράν τε καὶ θείαν εἰσελάσαι σκηνήν. Ἀλλ’ οὐδ’ ἂν προσοίσειε
55θυσίαν δεκτήν. Γέγραπται γὰρ ἐν τῷ Δευτερονομίῳ· «Οὐκ ἔσται πόρνη ἀπὸ θυγατέρων Ἰσραὴλ, καὶ οὐκ
ἔσται πορνεύων ἀπὸ υἱῶν Ἰσραήλ· καὶ οὐκ ἔσται902

68

.

905

τελεσφόρος ἀπὸ θυγατέρων Ἰσραὴλ, καὶ οὐκ ἔσται τελισκόμενος ἀπὸ υἱῶν Ἰσραήλ· οὐ προσοίσεις μί‐ σθωμα πόρνης, οὐδὲ ἄλλαγμα κυνὸς εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου πρὸς πᾶσαν εὐχὴν, ὅτι βδέλυ‐
5γμα Κυρίῳ τῷ Θεῷ σού ἐστι καὶ ἀμφότερα.» ΠΑΛΛ. Ὡς δριμὺς ὁ νόμος, καὶ τῶν ὅτι μάλιστα λυσιτελεστάτων! ΚΥΡ. Εὖγε, ὦ Παλλάδιε· νοεῖς γὰρ ὀρθῶς. Κατα‐ τεθήποις γὰρ, οἶμαι, καὶ ἔτι μειζόνως, ἐννενοηκὼς ὅτι
10κατακωλύων εὖ μάλα τὸ λεῖον εἰς ἡδονὰς, τὸν ἀσελ‐ γῆ καὶ ἀκόλαστον ἀποπέμπεται. Θέα γὰρ ὅπως καὶ τοῖς ἑκούσιον καὶ αὐθαίρετον ἐπιτηδεύειν ἐθέλουσι τὸν ἐπ’ αἰσχρότητι μολυσμὸν, καὶ μέν τοι καὶ τοῖς εἰς τοῦτο κατακομίζειν εἰωθόσιν ὡς ἐξ ἀνάγκης ἑτέρους,
15ἐπισκήπτων ὁρᾶται, καὶ δι’ ὧν ἀποφάσκει τὸ χρῆναι δρᾷν, ἀσφαλεστέρους ἀποτελεῖ, καὶ δυσεύρετον αὐτοῖς τὸν ταῖς ἀπολογίαις ἐξαρκεῖν ἰσχύοντα λόγον κατα‐ σκευάζει. Οὐ γὰρ ἀγνοίας ἔτι τὰ ἐγκλήματα, ῥᾳθυ‐ μίας δὲ λοιπὸν καὶ ἀνυποτάκτου φρενὸς ἡ γραφή.
20ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ. Οὐ γὰρ αὐτόκλητοί τινες ἐπὶ τὸ πορνεύειν ἴασι, καὶ μισθαρνεῖν ἐθέλοντα γύναιά τε καὶ μειρά‐ κια, ταῖς τινων ἀκρασίαις καταπιπράσκει τὴν ὥραν; ΠΑΛΛ. Ναί.
25ΚΥΡ. Τί δέ; οὐκ αἰσχρῶν λημμάτων ἡττῶνταί τινες, καὶ προσθέντες τοῖς ἐθέλουσι τὰς σφῶν θεραπαίνας, ἤγουν τῶν ἀῤῥένων, οὓς ἂν ἐκπρίαιντο τυχὸν, ἀργυ‐ ρολογοῦσιν οἱ δείλαιοι; περὶ ὧν καὶ ὁ προφήτης φη‐ σίν· «Καὶ τὰ κοράσια ἐπώλουν ἀντὶ οἴνου, καὶ ἔπι‐
30νον.» Ἀληθὲς γὰρ ὅτι πρὸς τοῦτο φαυλότητος καὶ ἀκαθαρσίας μέτρον καθικνοῦνταί τινες, ὡς ἀνοσίως ἀποτολμᾷν δασμολογεῖν ἔσθ’ ὅτε καὶ τὰ τοιάδε τῶν αἰσχρῶν. ΠΑΛΛ. Συνίημι.
35ΚΥΡ. Οὐκοῦν πορνεύουσι μὲν ἑκουσίως, οἱ μὲν, τὸ αὐτοὶ ἔξω φέρεσθαι τοῦ κακοῦ, εἶτα πρὸς τοῦτο ἰόντες ἰδιογνωμόνως· τελεσφόροι γε μὴν εἶεν ἂν, οἱ φόρους τελοῦντες ὡς ἐξ ἀνάγκης ἑτέροις, καὶ τὰ ἐκ τῆς ἀσελγείας μισθώματα τοῖς πριαμένοις συλλέ‐
40γοντες. ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Ἀποφάσκει δὴ οὖν ὁ νόμος τὸ χρῆμα παν‐ ταχῆ, καὶ ἀνόσιον ποιεῖται τὸν ἐναλόντα γραφῇ, ἔξω τε εἴργει σκηνῆς ἱερὰς, καὶ ἀπρόσιτον αὐτῷ τὸ θεῖον
45εὐθὺς ἀποφαίνει θυσιαστήριον, ἀπαράδεκτον ἔσεσθαι τὸ θύμα λέγων, καὶ ἀπρόσδεκτον τὴν εὐχήν. Ἀληθὲς γὰρ, ὅτι οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος πόρνης. Ἐν ἴσῳ δὲ τρόπῳ στυγητὸν ποιεῖται καὶ βδελυρώτα‐ τον τὸ ἄλλαγμα τοῦ κυνός· κύνα δὲ, οἶμαι, φησὶ,

68

.

905

(50)

τὸν εἰς ἀκαθαρσίαν εὔκολον, καὶ τοῖς προσιοῦσιν ἁπλῶς ἐγκείμενον· ἄλλαγμα δὲ κυνὸς, τὸ αὐτῷ τυχὸν ὑπὲρ αὐτοῦ προσαγόμενον. Ἐπιφωνείτω δὴ οὖν ὁ νόμος· «Οὐκ ἔσται πόρνη ἀπὸ θυγατέρων Ἰσραὴλ, καὶ οὐκ ἔσται πορνεύων ἀπὸ Υἱῶν Ἰσραήλ.» Ὁ δέ
55γε σοφώτατος Παῦλος συνηχείτω βοῶν· «Φεύγετε904

68

.

908

τὴν πορνείαν· Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρω‐ πος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.» Καλείτω δὴ οὖν καὶ πρός γε τὸ δεῖν τῶν ἀμεινόνων ἐφίεσθαι τοὺς τῆς ἐγκρα‐
5τείας αὐχήμασι γενναίως ἐπιθρώσκοντας. Ἔφη γὰρ πάλιν· «Παρακαλῶ γὰρ ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν· εὐάρεστον τῷ Θεῷ, τὴν λογι‐ κὴν λατρείαν ὑμῶν καὶ μὴ συσχηματίζεσθε τῷ
10αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινίσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον.» Ἢ οὐκ εἶναι φῂς θυσίαν ὄντως ἁγίαν καὶ πάναγνον ἀλη‐ θῶς, τὴν τῶν αἰσχιόνων ἀπόθεσιν;
15ΠΑΛΛ. Φαίην ἂν ἔγωγε· πῶς γὰρ οὔ; ΚΥΡ. Καὶ ἀποφοιτῶσι μὲν ἡμῖν σαρκικῆς ἡδονῆς, ἐπιγάννυται Θεὸς, ἐπιστυγνάζει δὲ λίαν ἀποκλίνουσι πρὸς τὸ ἄναλκι, καὶ σαρκὸς ὀπίσω πεσεῖν ᾑρημένοις ἐπάγει τὰς δίκας· καταβιάζεται γὰρ ἔσθ’ ὅτε καὶ εἰς
20ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, θερμὴ καὶ ἀκόλαστος ἡδονή. Καὶ ἀληθὲς ὅτι τὸ χρῆμά ἐστιν, ἐκδείξειεν ἂν εὐθὺς ὁ ἐπί γε τῷ Σολομῶν λόγος. Καταφωρᾶται δὲ πρὸ αὐτοῦ παρενηνεγμένος εἰς τοῦτο κατὰ τὴν ἔρημον ὁ Ἰσραήλ· γέγραπται γὰρ, ὅτι «Κατέλυσεν Ἰσραὴλ ἐν
25Σαττεὶν, καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωάβ· καὶ ἐκάλεσαν αὐτοὺς εἰς τὰς θυ‐ σίας τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ λαὸς τῶν θυ‐ σιῶν αὐτῶν, καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν, καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγὼρ, καὶ ὠργίσθη
30θυμῷ Κύριος τῷ Ἰσραήλ. Καὶ εἶπε Κύριος τῷ Μωσῇ· Λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ, καὶ παραδει‐ γμάτισον αὐτοὺς Κυρίῳ κατέναντι τοῦ ἡλίου, καὶ ἀπο‐ στραφήσεται ὀργὴ θυμοῦ Κυρίου ἀπὸ Ἰσραήλ.» Ὁρᾷς ὅτι παραθήγεταί πως, μονονουχὶ δὲ καὶ εἰς
35ἀνεθελήτους ὀργὰς ἐκφέρεται πρὸς ἡμῶν ἡ θεία τε καὶ ἡμερωτάτη φύσις; Κτηνοπρεπὲς γὰρ τὸ χρῆμα, τὸ ἐπιμαίνεσθαι, φημὶ, ταῖς γυναικῶν ὥραις, καὶ ἀνόσιον κομιδῇ, καὶ τῆς εἰς Θεὸν εὐσεβείας ἄλλαγμα ποιεῖσθαι τολμᾷν τὴν ἀκόλαστον ἡδονήν. Τοιγάρτοι
40καὶ παραδειγματίζονται τῷ Κυρίῳ ἀπέναντι τοῦ ἡλίου, τοῦτ’ ἔστιν, ὀρθῶν ἀπήρτηνται ξύλων τετραμ‐ μένων πρὸς ἀνατολὰς, καὶ ἦν οὗτος αὐτοῖς ὁ τῆς κο‐ λάσεως τρόπος, μονονουχὶ διακεκραγότος ἐναργῶς τοῦ τύπου, καὶ φωνὴν ἀνιέντος, ὅτι τὸν πανδερκῆ
45καὶ ἀπαραλόγιστον ὀφθαλμὸν τοῦ κρίνοντος, οὐκ ἂν διαδράσειέ τις, τοιοῖσδε πταίσμασιν ἐναλοὺς, οὐδ’ ἂν οἴχοιτο νηποινὶ, προσκείσεται δὲ κατὰ τὴν προφήτου φωνὴν, εἰς ὅρασιν πάσῃ σαρκὶ, πικρὰς τῶν αὐτῷ πε‐ πλημμελημένων ὑπέχων τὰς δίκας.

68

.

908

(50)

ΠΑΛΛ. Τὸ ἐμφανὲς οὖν ἄρα κολάζεσθαι, καὶ τὸ οἱονείπως ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ παραδειγματισθῆναι φησὶν, ἀπέναντι τοῦ ἡλίου. ΚΥΡ. Πάνυ μὲν οὖν· ἔστι δὲ ἡμῖν ὁ λόγος οὐκ ἀπὸ σκοποῦ· ὅτι δὲ τοῖς πορνεύουσιν, ἤτοι τοῖς πεπορνευ‐
55μένοις, τῆς οὕτω ψυχρᾶς καὶ βεβήλου ζωῆς πρὸς
Θεὸν οἱ λόγοι, καὶ ἐμφανῆ μέν ἐστι τὰ κεκρυμμένα,906

68

.

909

γνωσθήσεται δὲ τὰ ἐν ἑκάστῳ σαφῶς, καὶ δι’ ἑτέρου πάλιν ἡμῖν διετύπου νόμου. Γέγραπται γὰρ ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέ‐ γων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς
5αὐτούς· Ἀνδρὸς ἐὰν παραβῇ ἡ γυνὴ αὐτοῦ, καὶ ὑπερ‐ ιδοῦσα παρίδῃ αὐτὸν, καὶ κοιμηθῇ τις μετ’ αὐτῆς κοίτην σπέρματος, καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ ἀνδρὸς αὐτῆς, καὶ κρύψῃ, αὐτὴ δὲ ᾖ μεμιασμένη, καὶ μάρ‐ τυς μὴ ἦν μετ’ αὐτῆς, καὶ αὐτὴ μὴ ᾖ συνειλημμένη,
10καὶ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως, καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μεμίανται, ἢ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως, καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μὴ ᾖ μεμιασμένη· καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα, καὶ προσοίσει τὸ δῶ‐
15ρον περὶ αὐτῆς, τὸ δέκατον τοῦ οἰφὶ ἄλευρον κρίθι‐ νον, οὐκ ἐπιχεῖ ἐπ’ αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπ’ αὐτὸ λίβανον· ἔστι γὰρ θυσία ζηλοτυπίας, θυσία μνημοσύνου, ἀναμιμνήσκουσα ἁμαρτίαν. Καὶ προσ‐ άξει αὐτὴν ὁ ἱερεὺς, καὶ στήσει αὐτὴν ἔναντι Κυρίου,
20καὶ λήψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἐν ἀγγείῳ ὀστρακίνῳ, καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ λαβὼν ὁ ἱερεὺς ἐμ‐ βαλεῖ εἰς τὸ ὕδωρ, καὶ στήσει ὁ ἱερεὺς τὴν γυναῖκα ἔναντι Κυρίου, καὶ ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυ‐
25ναικὸς, καὶ δώσει ἐπὶ τὰς χεῖρας αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύνου, τὴν θυσίαν τῆς ζηλοτυπίας· ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου· καὶ ὁρκιεῖ αὐτὴν ὁ ἱερεὺς, καὶ ἐρεῖ τῇ γυναικί· Εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ,
30εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς, ἀθώα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου. Εἰ δὲ σὺ παραβέβηκας ὕπανδρος οὖσα, εἰ μεμίανσαι, καὶ ἔδωκέ τις τὴν κοί‐ την αὐτοῦ ἐν σοὶ, πλὴν τοῦ ἀνδρός σου· καὶ ὁρκιεῖ
35ὁ ἱερεὺς τὴν γυναῖκα ἐν τοῖς ὅρκοις τῆς ἀρᾶς ταύτης, καὶ ἐρεῖ ὁ ἱερεὺς τῇ γυναικί· Δῴη σε Κύριος ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ δοῦναι Κύριον τὸν μηρόν σου διαπεπτωκότα, καὶ τὴν κοι‐ λίαν σου πεπρησμένην. Καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ
40ἐπικαταρώμενον τοῦτο εἰς τὴν κοιλίαν σου, πρῆσαι γαστέρα, καὶ διαπεσεῖν μηρόν σου. Καὶ ἐρεῖ ἡ γυνή· Γένοιτο, γένοιτο. Καὶ γράψει ὁ ἱερεὺς τὰς ἀρὰς ταύ‐ τας εἰς βιβλίον, καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ τοῦ ἐλε‐ γμοῦ τοῦ ἐπικαταρωμένου, καὶ ποτιεῖ τὴν γυναῖκα
45τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου. Καὶ εἰσ‐ ελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦ ἐλεγμοῦ· καὶ λήψεται ὁ ἱερεὺς ἐκ χειρὸς τῆς γυναικὸς τὴν θυσίαν τῆς ζηλοτυπίας, καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι Κυρίου, καὶ προσοίσει αὐτὴν πρὸς

68

.

909

(50)

τὸ θυσιαστήριον. Καὶ δράξεται ὁ ἱερεὺς ἀπὸ τῆς θυ‐ σίας τὸ μνημόσυνον αὐτῆς, καὶ ἀνοίσεται αὐτὸ ἐπὶ τὸ θυσιαστήριον, καὶ μετὰ ταῦτα, ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ. Καὶ ἔσται, ἐὰν ᾖ μεμιασμένη καὶ λήθῃ λάθῃ τὸν ἄνδρα αὐτῆς, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ
55τοῦ ἐλεγμοῦ τὸ ἐπικαταρώμενον, καὶ πρησθήσεται τὴν κοιλίαν, καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς, καὶ ἔσται
ἡ γυνὴ εἰς ἀρὰν τῷ λαῷ αὐτῆς. Ἐὰν δὲ μὴ μιανθῇ908

68

.

912

ἡ γυνὴ, καὶ καθαρὰ ᾖ, καὶ ἀθώα ἔσται, καὶ ἐκσπερ‐ ματιεῖ σπέρμα.» Ταυτὶ μὲν, ὁ νόμος. Φαίην δ’ ἂν ὅτι τὸ τῶν γεγραμμένων πέρι σχολαίως ἐν ὀλίγαι· ἐννοίαις εὖ μάλα συνενεγκὼν, ὁ θεῖος ἡμῖν γράφει
5Παῦλος· «Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμ‐ προσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὰ, εἴτε φαῦλα.» ΠΑΛΛ. Οἴομαι μὲν ὀρθῶς εἰρῆσθαι ταυτί· πλὴν τὰ ἐφ’ ἑκάστῳ τῶν τεθεσπισμένων διασάφει λεπτῶς.
10ΚΥΡ. Τὴν ἐν ὑποψίαις τοῦ μεμοιχεῦσθαι γυναῖκα, ὅταν ἐλέγχων ἐρήμην ὑπομείνῃ γραφὴν, ἄγεσθαι προστέταχε πρὸς τὸν ἱερέα, καὶ δὴ καὶ ἐν ὀφθαλμοῖς ἑστάναι Θεοῦ, καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ μέλλειν ἅπαν‐ τας παραστήσεσθαι τῷ Χριστῷ· εἶτα τὸ ὑπὲρ αὐτῆς
15προσάγεσθαι δῶρον κρίθινον ἄλευρον, οὐ λιβάνῳ δια‐ πεπασμένον, οὐκ ἐλαίῳ δεδευμένον· θυσία γὰρ ζη‐ λοτυπίας ἐστὶν, ἀναμιμνήσκουσα ἁμαρτίαν. Πρόδη‐ λον οὖν ὅτι τῆς ἑκάστου ζωῆς ὀσμή τις ὥσπερ ἄνεισι πρὸς Θεὸν, τοῖς μὲν παρειμένοις ἐπὶ τὸ ῥᾴθυμον τὴν
20ἐφ’ ἅπασι τοῖς ἐκτοπωτάτοις ἐπιφέρουσα γραφὴν, τοῖς δέ γε βιοῦν ὀρθῶς ἄριστα διεσπουδακόσιν, ἐπιμαρ‐ τυροῦσα τὸ γνήσιον. Ταύτῃτοί φαμεν, καὶ σφόδρα εἰκότως, τῶν μὲν οὐκ ὄντων ἐν ὑποψίαις, τὰ δῶρα τὴν ἐκ πυρῶν σεμίδαλιν ἔχειν, προσόντος λιβάνου,
25καὶ μὴν καὶ ἐλαίου καταχεομένου. Ἕψεται γὰρ πάν‐ τως τῇ τέως ἀνθρωπίνῃ ζωῇ, ἧς ἂν εἴη καὶ τύπος ἡ ἐκ πυρῶν σεμίδαλις, τὸ ἐν εὐωδίᾳ τε καὶ ἱλαρότητι καταλογίζεσθαι δεῖν παρά γε τῷ φιλαρέτῳ Θεῷ. Νόθου δὲ καὶ ζωῆς κτηνοπρεποῦς σημεῖον ἂν γένοιτο
30καὶ μάλα σαφὲς, τὸ κρίθινον ἄλευρον· κτηνοπρεπέστε‐ ρον γάρ πως, καὶ οὐκ ἐοικὸς ἀνθρώπῳ λίαν, τὸ ἀκρα‐ τὲς εἰς ὄρεξιν, καὶ τὸ ἀχαλίνως ἰέναι θέλειν εἰς ἐκ‐ τόπους ἡδονάς. Ταύτῃτοι κρίθινον ἄλευρον, ἡ ἐπὶ νόθῳ ζωῇ κατηγορουμένη γυνὴ, προσεκόμιζε τῷ
35Θεῷ, λιβάνου τε καὶ ἐλαίου δίχα, τοῦτ’ ἔστιν, εὐωδίας τε καὶ ἱλαρότητος· θυσία γάρ ἐστιν ἀναμιμνήσκουσα ἁμαρτίαν. Ὅπου δὲ ἀνάμνησις ἁμαρτίας, πῶς ἂν ἢ πόθεν εἴη τὸ ἱλαρόν; Οὐ γὰρ ἐν ἐλπίδι στεφάνων ὁ κρινόμενος, ἀλλ’ ἐν φόβῳ δίκης καὶ πυρός. Καὶ πρός
40γε δὴ τούτοις, ἀκατακάλυπτος ἡ γυνὴ προσάγεται τῷ κριτῇ, τοῦτ’ ἔστιν, οὐκ ἐν τῷ συνήθει καὶ πρέποντι κόσμῳ. Καὶ τίς ἂν γένοιτο τοῦδε λόγος; Ἀκοσμίας γὰρ τὰ ἐγκλήματα, καὶ βδελυρίας ἡ γραφή. Μέμνησο δὲ ὅτι γυναῖκα ἀκατακάλυπτον οὐκ ἐᾷ προσεύχεσθαι
45τῷ Θεῷ, νομομαθὴς ὢν ὁ Παῦλος, τοῦ κατακαλύπτε‐ σθαι δεῖν αὐτὴν τὸν τῆς φύσεως νόμον εἰς ἀπόδειξιν ἑλών. «Ἡ γὰρ κόμη,» φησὶν, «ἀντὶ περιβολαίου δέδοται αὐτῇ.» Οὐκέτι οὖν ἐν κόσμῳ τὸ γύναιον ἦν, διαβεβλημένον ἐπ’ ἀκοσμίᾳ. Ἀκατακάλυπτον δὲ, καὶ

68

.

912

(50)

ἑτέρως· γυμνὰ γὰρ ἐν ὀφθαλμοῖς τοῦ κρίνοντος τὰ πάντα ἐστὶ, λάθοι δ’ ἂν ὅλως οὐδεὶς τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, καὶ διὰ προφήτου φωνῆς ὥδε λέγοντος· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί
55τι;» Πλὴν ὅτι Χριστὸς ὁ κρίνων ἐστὶν, αἰνιγματωδῶς
ὑποφαίνει πάλιν. Ὕδωρ γὰρ, ἔφη, ζῶν τε καὶ καθα‐910

68

.

913

ρὸν εἰς ἀγγεῖον ὀστράκινον ἐνίεσθαι δεῖν, καὶ μὴν καὶ ἀπὸ τῆς γῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς. Εἶτα τῶν τῆς ἀρᾶς λόγων ἐναποπλυνθέντων ὕδατι, πίνειν ἐκέ‐ λευσε τὴν ἐν ὑποψίαις τοῦ πεπορνεῦσθαι γυναῖκα.
5Καὶ, «Εἰ μὲν ἔνοχος εἴη τῷ ἐγκλήματι, πρησθήσεται,» φησὶ, «κοιλίαν, καὶ πεσεῖται μηρός· εἰ δὲ τῆς αἰτίας ἀπήλλακται, καὶ οὐκ ἀληθὲς ἐπ’ αὐτῇ τὸ ὑπειλημμέ‐ νον, ἐκσπερματιεῖ σπέρμα.» ΠΑΛΛ. Τίς οὖν ὁ λόγος; ἢ πῶς ἂν ἡμῖν καὶ διὰ
10τῶν ἀρτίως ὠνομασμένων, ὁ Χριστὸς σημαίνοιτο; ΚΥΡ. Διὰ μὲν γὰρ τοῦ ὕδατος τοῦ ζῶντος καὶ καθαροῦ, τὸν ζωοποιὸν συνήσεις τὸν Θεοῦ Λόγον, τὸν ἀληθῶς καθαρὸν, καὶ ἁμαρτίας ἀμέτοχον παντελῶς, ὃς ἐν σαρκὶ γέγονε, καθάπερ ἐν ὀστρακίνῳ σκεύει.
15Χοῦς γὰρ ὅτι καὶ ἀπὸ γῆς ἡ σὰρξ, πῶς ἂν ἢ πόθεν ἀμφίβολον; Διὰ δέ γε τῆς ἀπὸ τῆς σκηνῆς γῆς, τὸν ἐν θανάτῳ νοήσεις δι’ ἡμᾶς· εἴρηται γὰρ τῇ ἀνθρώ‐ που φύσει· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Διὰ δέ γε τῶν λόγων τῆς ἀρᾶς, τὸν ὑπὲρ ἡμῶν γεγονότα κατ‐
20άραν, διὰ τὸ ἐπὶ ξύλου κρεμασθῆναι, συνήσεις εὖ μάλα. Γέγραπται γὰρ, ὅτι καὶ «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.» Ὅταν τοίνυν εἰς τὸ τῆς ἀνθρωπίνης διανοίας καθίκοιτο βάθος, Θεὸς κατὰ φύ‐ σιν ὑπάρχων ὁ Ἐμμανουὴλ, ἐνόχους μὲν ὄντας πταί‐
25σμασιν, ἐλέγξει κολάζων· κατειλημμένους δὲ οὐκ ἐν τούτοις, καρποφόρους ἀποφανεῖ. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, ἐκσπερματιεῖ σπέρμα, τῆς ψυχῆς τὸ καρ‐ πογόνον, τοῦ σωματικοῦ σημαίνοντος πάθους. ΠΑΛΛ. Ἄριστα ἔφης.
30ΚΥΡ. Πορνεία μὲν οὖν καὶ τὰ σαρκὸς πάθη κατα‐ κιβδηλεύει τὸν ἄνθρωπον, καὶ τῆς πρὸς Θεὸν ἐξίστη‐ σιν οἰκειότητος· οἱ γὰρ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Σάρκα δὲ, καθάπερ ἐγᾦμαι, τὸ σαρκικὸν ὀνομάζει φρόνημα. Νοοῖτο γὰρ ἂν ὡδὶ τὸ γεγραμμέ‐
35νον ὀρθῶς. Τρόπος δὲ αὖ πρὸς τόδε φαυλότητος, καὶ μὴν καὶ ἠθῶν ῥυθμὸς ἀγριότητος, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἐκτοπωτάτων ἐξιτηλία, βδελυροὺς ἡμᾶς καὶ ἀνιέρους ἀποτελεῖ. Οὐ γάρ τοι προσήκει σαρκικῶν ἡμᾶς μόνων κατανδρίζεσθαι παθῶν, ἀλλὰ καὶ ἠθῶν
40ἡμερότητι διαπρέπειν, καὶ ἀγάπης ὅτι μάλιστα τῆς εἰς ἀδελφοὺς ἐπιμελητὰς ἀναφαίνεσθαι, καὶ τοῖς τῆς δικαιοσύνης αὐχήμασιν ὁρᾶσθαι κατεστεμμένους, καὶ πρός γε δὴ τούτοις, λεπτὸν καὶ ἐξησκημένον ἔν γε δὴ σφίσιν αὐτοῖς ἔχειν τὸν νοῦν, ταῖς περὶ Θεοῦ δό‐
45ξαις ἀδιαστρόφως προσβάλλοντα, καὶ ἐν δογμάτων ἐρεύναις πανταχῆ σώζοντα τὸ ἀμωμήτως ἔχον· τέ‐ λειοι γὰρ οἱ τοιοίδε, κατὰ τὸ ἀληθὲς οὐδενὸς ὄντες τῶν ἀρίστων ἐπιδεεῖς· ἄρτιον γὰρ εἶναι δεῖν τὸν τοῦ Θεοῦ ἄνθρωπον καὶ ὁ θεῖος ἡμῖν ἔφη Παῦλος· «Ἄρ‐

68

.

913

(50)

τιον» δέ φησι τὸν εἰς πᾶν ἔργον ἀγαθὸν ἐξηρτυμένον, καὶ ἐπιτηδείως ἔχοντα πρὸς τὸ κατορθοῦν εὖ μάλα δύνασθαι τὴν ἀρετήν. Ἢ οὐχ ὧδε ἔχει; ΠΑΛΛ. Πῶς γὰρ οὔ;
ΚΥΡ. Θέα δὴ οὖν ὅπως αἰνιγματωδῶς ὁ νόμος εἰς912

68

.

916

ἀνθρωπίνων ἠθῶν ὑποτύπωσιν, ζῶά τε πολλὰ τῶν ἀλόγων, καὶ μὴν καὶ πτηνῶν καὶ ἐνύδρων γένη παρ‐ ενεγκὼν, κατὰ μυρίους ἡμᾶς ὀνίνησι τρόπους. Καὶ μή τι θαυμάσῃς, ὅπου καὶ αὐτοῖς ἔσθ’ ὅτε παρεικά‐
5ζει φυτοῖς, ἀπὸ τῆς ἑκάστου ποιότητος φυσικῆς. κα‐ τασημαίνων ἀστείως τὰ ἐφ’ ἑκάστῳ τῶν καθ’ ἡμᾶς. Ἔφη γάρ που Θεὸς διὰ φωνῆς Ἡσαΐου, τῶν εἰς Χρι‐ στὸν διὰ πίστεως ἀνατεθαλκότων εἰς ζωὴν τὰς εὐοσμίας ὑποδηλῶν, δῆλον δὲ ὅτι τὰς πνευματικὰς,
10καὶ μὴν καὶ ὑψώματα τὰ εἰς ἀρετήν· «Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὕδωρ ζῶν, καὶ ἐν γῇ ἀνύδρῳ ποταμοὺς, καὶ θήσω εἰς τὴν ἄνυδρον γῆν, κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην.» Καὶ πάλιν· «Καὶ ἔσται,» φησὶν, «ἀντὶ τῆς στοιβῆς, ἀναβήσεται
15κυπάρισσος· ἀντὶ δὲ κονύζης, ἀναβήσεται μυρσίνη·» στοιβὴν, οἶμαί που, καὶ κόνυζαν, τὰς ἀνημέρους ἔτι ψυχὰς, καὶ ἐν εἴδει τῆς ἀγρίας ἀκάνθης ἐκφαινομέ‐ νας παρά γε τοῖς τῆς θεότητος ὀφθαλμοῖς, ὀνομάζων εὐφυῶς. Ἀλλὰ καὶ λίθοις ἔσθ’ ὅτε τὸ σεπτὸν τῶν
20ἁγίων παρεικάζεται στίφος· «Λίθοι γὰρ ἅγιοι κυ‐ λίονται ἐπὶ τῆς γῆς.» Καὶ μὴν καὶ ζύμῃ προσεοικέ‐ ναι καὶ κόκκῳ σινάπεως τὴν τῶν οὐρανῶν βασιλείαν ἔφασκεν ὁ Σωτήρ. Ἐκ πολλῶν οὖν ἄρα καὶ ἐναργε‐ στάτων παραδειγμάτων καταδηλοῦν ἔθος τῇ θεοπνεύ‐
25στῳ Γραφῇ τὰ ἀνθρώπινα. ΠΑΛΛ. Σύμφημι. ΚΥΡ. Ἄθρει δὴ οὖν ὅτι μυρία μὲν ὅσα κτηνῶν εἴδη, καὶ μὴν τὰ πτηνῶν καὶ τὰ νηκτῶν παρενεγ‐ κοῦσα χρησίμως, τὰ μὲν, ὡς ἀκάθαρτα καταμιαίνει
30παντελῶς, τὰ δὲ αὖ προσίεταί τε καὶ ἀπαλλάττει διαβολῆς, ἵν’ εἰδεῖεν ὀρθῶς οἱ Θεῷ λατρεύοντες, τίνα μὲν δρῶντες, οὐκ εἰσδεχθεῖεν ἄν· τίνων δὲ νουνεχῶς ἀπεσχημένοι, μώμου μὲν ἔσονται μακρὰν, λαμπροὶ δ’ ἂν εἶεν καὶ ἀξιόληπτοι, καὶ ψήφῳ τῇ ἄνωθεν τετι‐
35μημένοι. Ἔχει δὲ οὕτως ἡμῖν ὁ ἐπὶ τῷδε νόμος· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων· Λαλήσατε τοῖς υἱοῖς Ἰσραὴλ, λέγοντες· Ταῦτα τὰ κτήνη, ἃ φάγεσθε ἀπὸ πάντων τῶν κτηνῶν τῶν ἐπὶ τῆς γῆς, πᾶν κτῆνος διχηλοῦν ὁπλὴν, καὶ ὀνυχιστῆρας
40ὀνυχίζον δύο χηλῶν, καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσι, ταῦτα φάγεσθε· πλὴν ἀπὸ τούτων οὐ φάγε‐ σθε, ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν, καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς, καὶ ὀνυχιζόντων ὀνυχιστῆ‐ ρας· τὸν κάμηλον, ὅτι ἀνάγει μηρυκισμὸν, ὁπλὴν δὲ
45οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν, καὶ τὸν δασύ‐ ποδα, ὅτι ἀνάγει μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν, καὶ τὸν χοιρογρύλλιον, ὅτι ἀνάγει μηρυκισμὸν, καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν, καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν, τοῦτο καὶ

68

.

916

(50)

ὀνυχίζει ὄνυχας ὁπλῆς, καὶ τοῦτο οὐκ ἀνάγει μηρυ‐ κισμὸν, ἀκάθαρτον τοῦτο ὑμῖν. Ἀπὸ τῶν κρεῶν αὐ‐ τῶν οὐ φάγεσθε, καὶ τῶν θνησιμαίων αὐτῶν οὐ φά‐ γεσθε, ἀκάθαρτα ταῦτα ὑμῖν.» Ἐναργέστατα μὲν οὖν ὁ Χριστὸς, «Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα,»
55φησὶ, «κοινοῖ τὸν ἄνθρωπον.» Εἴρηται δέ που καὶ πρὸς τὸν θεσπέσιον Πέτρον, τῆς σινδόνος ἄνωθεν καθιεμέ‐
νης τέσσαρσιν ἀρχαῖς, ἐν ᾗ πάντα γέγραπται τὰ914

68

.

917

τετράποδα καὶ πτηνά· «Ἀναστὰς Πέτρε, θύσον καὶ φάγε.» Ἀνακεκραγότος δὲ τοῦ μαθητοῦ καὶ τὴν νο‐ μικὴν ἐπιτήρησιν δεδιότος ἔτι, καὶ, «Μηδαμῶς, Κύ‐ ριε,» λέγοντος, «ὅτι οὐδέ ποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκά‐
5θαρτον, οὐδὲ εἰσῆλθεν εἰς τὸ στόμα μου πᾶν κρέας βέβηλον,» πάλιν ἐφώνει Θεός· «Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.» Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος, ὅτι «Βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ.» Ἔστι δὴ οὖν οὐκ ἀσυμφανὲς, ὅτι βεβηλοῖ μέν τι τῶν ὄντων
10ἥκιστα μὲν ὁ νόμος, πάντα δὲ οἶδε καθαρὰ τοῖς κα‐ θαροῖς· ἀλλ’ εἰς ἠθῶν ποιότητας ἀνθρωπίνων τὸ ἑκά‐ στου ζώου φυσικὸν εὖ μάλα παραλαβὼν, ὀνίνησιν οὐ μετρίως. Μάθοις δ’ ἂν ὅ φημι δὴ, κἀκ τῶνδε πάλιν, ἀληθὲς ὅτι καὶ ἀναμφίβολον. Τὰ γάρ τοι πᾶσι κατ‐
15εγνωσμένα, καταμυσάττεσθαι δεῖν ὁρᾶται προστετα‐ χὼς, κάμηλον δὴ λέγων, καὶ τὸν χοιρογρύλλιον, νυκτι‐ κόρακα, καὶ τὸν καταῤῥάκτην, καὶ ἀσκαλαβώτην, καὶ μυγαλὴν, καὶ τὰ ἔτι τούτων αἰσχίονα. Ἆρ’ οὖν οὐκ ἐναργὴς ὡς ἔν γε τούτοις ὁ τοῦ νομοθέτου σκοπὸς εἴη
20ἂν, ὦ ’γαθέ; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Οὐκοῦν εἰς ἠθῶν ποιότητα μετακομιστέον εὖ μάλα τὰ φυσικῶς ἐνόντα τισὶ τῶν ἀλόγων ζώων, ἑκάστου, φέρε εἰπεῖν, καταγράφοντος ὥσπερ ἐν ἑαυ‐
25τῷ τὸν τοῦ δεῖνος τρόπον, καὶ ἐν οἷς ἂν εἴη καταση‐ μαίνοντος. Ἢ γὰρ οὐχὶ καὶ ἡμεῖς αὐτοὶ κατειθίσμε‐ θά πως, τοὺς μὲν ἄγαν θερμοὺς καὶ εὐσθενεστάτους, καὶ θράσει τῶν ἄλλων ὑπερφέροντας, σῦς, ἢ λέοντας, ἤ τι τῶν τοιούτων ἕτερον ἀποκαλεῖν; τοὺς δὲ πράους
30καὶ ἠρεμαίους, καὶ ὑφειμένην ἔχοντας τὴν διάνοιαν, πρόβατα, καὶ περιστερὰς, καὶ τῷ τῇ γαλήνης ὀνό‐ ματι στεφανοῦν ἔσθ’ ὅτε, τοῖς ἑκάστου τρόποις τὴν πρέπουσαν δήλωσιν ἀπὸ τῶν ἐμφανεστέρων ἐπ‐ άγοντες;
35ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ἴωμεν δὴ οὖν ἐπὶ τὸν τοῦ νόμου σκοπὸν, καὶ ὅ τί ποτέ ἐστιν ὃ παρεγγυᾷ, πολυπραγμονῶμεν εὖ μάλα. ΠΑΛΛ. Ἴωμεν.
40ΚΥΡ. Τὰ τῆς δικαιοσύνης αὐχήματα, καὶ ἁπαξ‐ απλῶς ἁπάσης ἐπιεικείας, πρόεισι μὲν ἀπὸ γνώμης τῆς ἑκάστου τυχὸν, κατορθοῦταί γε μὴν κατὰ διττὸν, οἶμαι, τρόπον, καὶ διφυᾶ μέν πως ἐφ’ ἑαυτοῖς τὴν ἔκ‐ φασιν ἔχει.
45ΠΑΛΛ. Πῶς δὲ φής; ΚΥΡ. Ἢ γὰρ εἰς ἑαυτοὺς δρῶμέν τι τῶν ἀγαθῶν, ἡδονὰς ἀποκείροντες τὰς ἐκτόπους καὶ μεμωμημένας, νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καθιστάντες τὸν νοῦν εἰς πραότητα τὴν ἐν πνεύματι, πτωχείαν ἐπι‐

68

.

917

(50)

τηδεύοντες, καθαρὰν καὶ ἀθόλωτον, καθόσον οἷόν τε, τὴν διάνοιαν ἔχοντες, ἤγουν τὰ εἰς ἀδελφοὺς ἀγαθὰ πληροῦντες σπουδάσματα, τοῖς ἑλομένοις λυπεῖν καὶ ἀφιλοστόργως προσκεκρουκόσιν, ἀκακίαν δωρούμενοι, τοῖς κάμνουσιν ἐπαμύνοντες, παρακαλοῦντες λελυ‐
55πημένους, πεπλανημένους ἐξ ἀμαθίας εἰς τὸ εὐθὲς
μετατρέποντες, χειραγωγοῦντες ἐπὶ τὸ ἄμεινον,916

68

.

920

ἐπαρκοῦντες δεομένοις, καὶ τὰ ἐφ’ οἷς ἂν ἥδοιτο Θεὸς, ἀποπεραίνειν εὖ μάλα διεσπουδακότες. Ἆρ’ οὐ διφυής ἐστί πως τῆς δικαιοσύνης ὁ τρόπος, εἴς τε ἡμᾶς αὐτοὺς, καὶ μέν τοι καὶ εἰς ἑτέρους κατορθού‐
5μενος; ΠΑΛΛ. Ἔοικε. ΚΥΡ. Ὁπλῇ δὴ οὖν ἐσχισμένῃ, ἤτοι ποδὸς διχηλίᾳ, παρεικάζει πως ἀεὶ τὸν τοιοῦτον ὁ νόμος. Ποῦς γὰρ ἀεὶ, πορείας μὲν ἡμῖν τῆς κατ’ ἐνέργειαν πρακτικῆς
10σύμβολον ἂν εἴη καὶ τύπος· καὶ δή φαμεν, ὀρθῷ διάτ‐ τειν ποδὶ, τοὺς ἀμωμήτως ἰέναι πρὸς τὸ τελοῦν εἰς ὄνησιν εὖ μάλα προθυμουμένους. Ἀναμέλπει δέ που καὶ ὁ Δαβίδ· «Ὁ γὰρ ποῦς μου ἔστη ἐν εὐθύτητι,» τοῦτ’ ἔστιν, ἐν δικαιοσύνῃ πεπόρευμαι καὶ εὐθύτητι·
15μεμίσηκα δὲ τὸ διεστραμμένον. Περὶ δέ γε τῶν φιλ‐ αμαρτημόνων· «Ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα, σύντριμμα δὲ καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν.» Οὐκοῦν τῆς μὲν ἐν ἔργοις πορείας σύμβολον ὁ ποῦς. Διχηλιὰ δέ γε τύπος ἂν εἴη σαφὴς τοῦ ἐπ’ ἄμφω βαί‐
20νειν ἡμᾶς ὀρθῶς καὶ ἀνεπιπλήκτως δύνασθαι, εἰς τὸ καθ’ ἡμᾶς αὐτοὺς, καὶ μέν τοι καὶ εἰς ἑτέρους.
23ΠΑΛΛ. Πιθανὸς ὁ λόγος. ΚΥΡ. Εἴ τις οὖν εἴη τυχὸν, ὀρθῶς καὶ ἐπιστημόνως
25ἐπ’ ἄμφω βαίνειν εἰδὼς, ἑαυτόν τε καὶ ἑτέρους ὠφε‐ λεῖν οἷός τε, τῇ τῶν ἠθῶν ποιότητι λέγω, καὶ πρός γε δὴ τούτῳ, νουνεχὴς καὶ ἐμφρονέστατος, καὶ τοῖς περὶ Θεοῦ λόγοις ἐναύλιον ὥσπερ τι καὶ ἐνδιαίτημα διδοὺς τὴν καρδίαν, ἄνω τε καὶ κάτω στρέφων ἀεί‐
30πως ἐν ἑαυτῷ τὰς τῶν θείων δογμάτων ἐννοίας, καὶ διὰ τοῦτο πυκνῶς καὶ ἐμφρόνως ἐξερευνᾷν, κατα‐ λεπτύνων τρόπον τινὰ τὰ οὕτω τῶν νοημάτων ἀκρι‐ βῶς ἐγνωσμένα, ζώῳ που πάντως ἔσται προσεοικὼς ἀναφέροντι τὸν μηρυκισμὸν, καὶ τὴν ἐν κοιλίᾳ τροφὴν
35ἀνερευγομένῳ ἀεὶ, καὶ τοῖς ὀδοῦσιν ὑπάγοντι, ὡς ἂν καὶ ἔτι καταλεαίνοιτο, καὶ τῷ τῆς πέψεως ἰσχνῷ χωροίη πρὸς ὄνησιν. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Καθαρὸν δὲ εἶναί φησι τὸ ζῶον, ὅπερ ἂν ἔχῃ
40πρὸς διχηλοῦσαν ὁπλὴν ἐκτελευτῶντα τὸν πόδα, ἀνα‐ κομίζει τε αὖ τὸν ἐν κοιλίᾳ μηρυκισμόν· ὁ γὰρ εἶναι πεφυκὼς ἄριστός τε καὶ ἀγαθὸς εἰς ἑαυτὸν καὶ ἑτέ‐ ρους, προσειληφὼς δὲ καὶ τὸ φιλόλογον καὶ τὸ εἰς γνῶσιν ἐντριβὲς, δῆλον δὲ ὅτι τὴν ἐπὶ Θεῷ, ἄρτιος
45ἔσται πρὸς ἀρετὴν, καὶ ἀμωμήτως ἔχων ἔν γε τοῖς καθ’ ἑαυτὸν, πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων· κἂν εἰ μέτοχός τις τοῦ τοιοῦδε γένοιτο τυχὸν, κατὰ μάθησιν λέγω, καὶ οἱονείπως καταθοινήσαιτο τὸν παρ’ αὐτοῦ λόγον, κἂν εἰ γένοιτο μιμητὴς, ἕλοιτό τε

68

.

920

(50)

ζηλοῦν τὸν ὧδε διαπρεπῆ καὶ ἐξαίρετον, ἀβέβηλος ἔσται καὶ καθαρός. Συνδιαιτήσεται γὰρ καθαρῷ, καὶ τῆς ἐν αὐτῷ συνέσεως καὶ χρηστομαθίας ἐκμαγεῖον ὥσπερ τι τὸν οἰκεῖον εὐθὺς ἀναδείξει τρόπον. Τοῦτο, οἶμαι, ἐστὶ τὸ δεῖν ἐσθίειν ἡμᾶς ἀπὸ παντὸς ζώου κα‐
55τασχίζοντος φυσικῶς εἰς ὁπλὴν τὸν πόδα, καὶ ἀνάνον‐918

68

.

921

τος μηρυκισμόν. Καθαρὰ γὰρ τὰ τοιάδε φησὶν ὁ νό‐ μος, κατά γε τὸν ἀρτίως γεγονότα λόγον. ΠΑΛΛ. Συνῆκα ὃ φής. ΚΥΡ. Τὸν μὲν οὖν ἄριστόν τε καὶ ἀρτίως ἔχοντα
5πρὸς ἀρετὴν, ὑπέδειξεν αἰνιγματωδῶς, ὡς ἔν γε δὴ ζώῳ, τῷ διχηλεῖν πεφυκότι, καὶ ἀνάγοντι μηρυκι‐ σμόν. Ὅτι δὲ καλὸν καὶ ὀνησιφόρον ἀποσείεσθαι φιλεῖν τὸν οὐχ ὧδε ἔχοντα γνώμης, καὶ οἱονεὶ χωλεύον‐ τα πρὸς τὸ ἀγαθὸν, καὶ τελειότητος τῆς εἰς ἀρετὴν
10ἰόντα κατόπιν, παρεγγυᾷ πάλιν, οὔτε τοῖς ἀνάγουσι μηρυκισμὸν, δίχα τοῦ κεκτῆσθαι τὸ διχηλοῦν, οὔτε μὴν τοῖς διχηλεῖν πεφυκόσιν, εἰ μηρυκισμὸν οὐκ ἔχοιεν, τὴν ἀρίστην ψῆφον ἐπενεγκὼν, καταγράφων δὲ μᾶλλον αὐτῶν τὸ ἀκάθαρτον, καὶ τοῖς καταμιαί‐
15νειν εἰδόσι τιθεὶς ἐναρίθμια. Πρακτικῆς μὲν οὖν ἐνεργείας καὶ ποιότητος τρόπων, τὴν τοῦ ποδὸς διχη‐ λίαν, τύπον εἶναι διαβεβαιούμεθα, φρονοῦντες ὀρθῶς, καὶ τὰ αἰνιγματωδῶς εἰρημένα μεταχαράττοντες εἰς ἀλήθειαν. Τὸν δέ γε μηρυκισμὸν, λόγου τε κατ’ εὐσέ‐
20βειαν, καὶ δογματικῆς ἐπιστήμης, ὀρθῆς τε καὶ ἐν‐ τριβοῦς σημεῖον εἶναι διοριζόμεθα. Ἢ οὐχ ὧδε ἔχει; ΠΑΛΛ. Πάνυ μὲν οὖν; ΚΥΡ. Ἀτελὴς οὖν ἄρα πρὸς ἀρετὴν νοοῖτ’ ἂν εἰκότως, καὶ τοῦ χρῆναι θαυμάζεσθαι καθεστήκει
25μακρὰν, ὁ ἔργοις μὲν ἐπαυχῶν ἀγαθοῖς, ὀρθότητος δὲ τῆς δογματικῆς ἡττώμενος, καὶ λόγους οὐκ ἔχων τῆς ἀληθείας εἰς νοῦν. Ἀληθὲς δὲ ὅτι καὶ τὸ ἔμπα‐ λιν, οὐκ ἀσυμφανές· δογματικὴ γὰρ ὀρθότης, καὶ λό‐ γων τῶν θείων ἡ γλυκεῖα φροντὶς, ἡμᾶς ὀνήσειεν
30ἂν οὐδὲν, εἴς γε τὸ τελείως ἔχειν εἰς ἀρετῆς ὑπό‐ ληψιν, τῆς ἐν ἔργοις φαιδρότητος οὐ παρεζευγμένης. Ὁ γὰρ ἐπ’ ἀμφοῖν δεξιὸς, τὴν τοῦ τελείως εὐδοκι‐ μεῖν ἀποίσεται ψῆφον. Καὶ ὁ θατέρου λειπόμενος, ἀδρανὲς ἕξει τὸ ἐν τῷ καλῷ θαυμάζεσθαι. Τοιουτονί
35τι καὶ ὁ Σωτὴρ ὑποφαίνει, λέγων, ἐλάχιστον μὲν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἀποκεκλῆσθαι τὸν διδάσκον‐ τα μὲν, οὐ μὴν ἔτι καὶ πεποιηκότα· μέγαν δὲ αὖ καὶ διαπρεπῆ, τὸν πράξαντα καὶ δεδιδαχότα. Ἀκάθαρτος οὖν κατὰ νόμον, ὁ ἑνὸς ἡττώμενος. Τούτων δὲ ὅτι
40προσῆκεν ἀποφοιτᾷν, καὶ κατ’ οὐδένα τρόπον ὁρᾷ‐ σθαι μετεσχηκότας, διεσάφει λέγων· «Ἀπὸ τῶν κρεῶν οὐ φάγεσθε, καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε.» Οὔτε γὰρ ζῶσι, φησὶ, μὴ συναναστραφή‐ σεσθε. Κἂν εἰ τεθναίη τις τῶν τοιῶνδε τυχὸν, ἀβέ‐
45βηλον τὸν οἰκεῖον τηρήσετε νοῦν· οὐδ’ ὅσον εἰπεῖν ἀποθιγγάνοντες τῶν ἐκείνοις πεποιημένων, λογίων δὲ δηλονότι, καὶ μιαρῶν συγγραμμάτων· λείψανα γὰρ τὰ τοιάδε τῆς ἀνθρώπου ζωῆς. Τοῦτό τοι δρᾷν ἔθος τοῖς ἀπαιδεύτοις αἱρετικοῖς. Πεπλάνηνται μὲν γὰρ

68

.

921

(50)

ὁμολογουμένως, οἱ τῆς ἐνούσης αὐτοῖς ἀμαθίας γε‐ γονότες καθηγηταί· λείψανα δὲ ὥσπερ τῆς ἑαυτῶν δυσσεβείας τοῖς ἰδίοις παρακατέθεντο μαθηταῖς· οἱ δὲ, καὶ λίαν ἀσμένως προσίενταί τε καὶ εἰσοικίζονται κατὰ νοῦν, καὶ δυσαπόνιπτον ἔχουσι μολυσμὸν, θνη‐
55σιμαίων ὥσπερ κρεῶν ἐπαφώμενοι, ἃ δυσωδίας ἐστὶ
τῆς ἐσχάτης καὶ ἀκαθαρσίας ἔμπλεω.920

68

.

924

ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Δέχεται τοίνυν εἰς παράδειγμα τοῦ μὴ διχη‐ λοῦντος μὲν τὴν ὁπλὴν, ἀνακομίζοντος δὲ τὸν μηρυ‐ κισμὸν, τὴν κάμηλον, ζῶον εὐσθενές τε καὶ ὑπερ‐
5μέγεθες, δασύποδά τε καὶ χοιρογρύλλιον, τὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἄλλων μικροφανέστατα, διὰ τῶν ἄκρων, καθάπερ ἐγᾦμαι, συλλήβδην ἅπαντα περι‐ λαβὼν, καὶ οὐδὲν ἔξω τῶν διὰ μέσου μεθείς. Ὅμοιον γὰρ ὡς εἰ καὶ λέγοιτο τυχὸν, Ἀπὸ τοῦ λίαν ὑψηλοῦ τε καὶ
10ἀνωτάτω καὶ μέχρι μικρῶν, καὶ τῶν ὅτι μάλιστα κατω‐ τάτω, πᾶς ὅς γε τοιοῦτος βδελυρὸς καὶ ἀκάθαρτος. Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ, κατὰ τὸ γεγραμ‐ μένον· ἀλλ’ εἴτε τις εἴη μέγας καὶ σοβαρὸς, πλούτῳ τε καὶ δόξῃ τῇ κατὰ κόσμον εἰς ὕψος ἠρμένος, τὴν
15ἀκλεᾶ καὶ ἀγέραστον ἀποίσεται ψῆφον, τοῖς τῆς φαυ‐ λότητος αἰτιάμασιν ἐνεχόμενος· εἴτε τις εἴη μικρὸς, πτωχείᾳ τε καὶ ἀδοξίᾳ συζῶν, καταδικασθήσεται πρὸς ἀκαθαρσίαν, εἰ μὴ τοῖς εἰς ἀρετὴν ἐπαυχοίη τρόποις· οὐδ’ ἂν εὕρεμά τις ποιήσαιτο τῆς ταπεινότητος, τὸ
20ἐλεεῖσθαι δεῖν παρὰ τοῦ δικαίου Κριτοῦ, τὸ εὐπρεπὲς ἐν ἔργοις οὐκ ἔχων, τοῖς κατ’ εὐσέβειαν δὲ δηλονότι καὶ ἀρετήν. Οὐκοῦν κάμηλος μὲν, λαγώς τε καὶ χοι‐ ρογρύλλιος, μικροῦ τε καὶ μεγάλου τύπος ἂν εἶεν οὐκ ἀσυμφανής. Παραφέρει δὲ καὶ τὸν σῦν, ὡς ἀκά‐
25θαρτον, διάτοι τὸ διχηλεῖν μὲν ὁπλὴν, οὐ μὴν ἔτι πεφυκότα καὶ ἀναμασᾶσθαι τροφὴν, τοῦτ’ ἔστιν, ἀνάγειν μηρυκισμὸν, ἀδρανές τε καὶ ἄχρηστον τὸ ἐν ἔργοις καύχημα, δίχα τοῦ λόγου τοῦ κατ’ εὐσέβειαν ἀποφαίνων. Ὥσπερ γὰρ ἡ πίστις χωρὶς τῶν ἔργων
30νεκρά ἐστιν, οὕτω καὶ τὸ ἔμπαλιν, νεκρά που πάν‐ τως ἡ εὐκοσμία, καὶ τὸ ἐν ἔργοις ἐπιεικὲς, ἀπούσης θεογνωσίας, καὶ λόγου τοῦ κατ’ εὐσέβειαν ταῖς ἡμε‐ τέραις ψυχαῖς οὐκ ἐνῳκηκότος, κάτω δὲ οὖσα, εἰσνέ‐ νευκεν εἰς γῆν, καὶ δεδιέναι πως δοκεῖ τὸ ἀνίσχειν
35ἄνω τὸν ὀφθαλμόν. Τοιουτονί τι παθόντας οὐκ ὀλίγους εὑρήσομεν, οἳ σεμνὸν μὲν ἔχουσιν ἔσθ’ ὅτε τὸν βίον καὶ καθαρὸν, Θεὸν δὲ τὸν φύσει καὶ ἀληθινὸν οὐκ ἐπεγνωκότες, μόνοις οἱονεί πως τοῖς ἐπὶ τῆς γῆς τὸν τῆς διανοίας ὀφθαλμὸν ἐνερείδουσιν. Ἀκάθαρτος
40δὲ καὶ ὁ τοιόσδε πάλιν· «Στεφανοῦται γὰρ οὐ‐ δεὶς, ἐὰν μὴ νομίμως ἀθλήσῃ,» κατὰ τὸ γεγραμ‐ μένον. ΠΑΛΛ. Καταμιαίνει τοιγαροῦν ἡμᾶς ὡς ἐν εἴδει συὸς, καὶ μέν τοι καὶ τῶν ἄλλων, ταῖς ἐκ νόμου δια‐
45βολαῖς ὑπενηνεγμένους. ΚΥΡ. Πάνυ μὲν οὖν ἔφης ὀρθῶς. Καὶ οὐκ ἀπόχρη τῷ νόμῳ τὰς τῶν ἀκαθάρτων παρακομίζειν εἰκόνας, διὰ δέ γε δὴ μόνων καὶ τῶν τοιῶνδε τυχὸν, διὰ πάσης δὲ ὥσπερ τῆς κτίσεως ἡμᾶς ὠφελεῖν ᾑρημένος καὶ

68

.

924

(50)

τὴν τοῦ χρησίμου καὶ πρέποντος εἴδησιν πλουσίως παρατιθεὶς, καὶ τὰ ἐνύδρων δίεισι γένη, καὶ πτηνῶν ἀγέλας, ἵνα τὸ ἑκάστῳ προσπεφυκὸς πολυπραγμο‐ νοῦντες εὖ μάλα, τί μὲν ἂν εἴη λοιπὸν τὸ ἁνδάνον Θεῷ, τί δὲ ἀπόβλητον καὶ ἀπηχθημένον αὐτῷ περι‐
55νοεῖν ἔχοιμεν, ἐννομωτάτην δὲ οὕτως ἐπιτηδεύοντες ζωὴν, παντὸς τοῦ καταμιαίνειν εἰωθότος εὐσθενε‐
στάτην ποιώμεθα τὴν ἀποδρομήν. Ἔφη τοίνυν ὁ νόμος922

68

.

925

ὡδί πη πάλιν· «Καὶ ταῦτα φάγεσθε ἀπὸ πάντων τῶν ἐν τοῖς ὕδασι· πάντα ὅσα ἐστὶν αὐτοῖς πτερύγια καὶ λεπίδες ἐν τοῖς ὕδασι, καὶ ἐν ταῖς θαλάσσαις, καὶ ἐν τοῖς χειμάῤῥοις, ταῦτα φάγεσθε· καὶ πάντα ὅσα
5οὐκ ἔστιν αὐτοῖς πτερύγια, οὔτε λεπίδες ἐν τοῖς ὕδασι, καὶ ἐν ταῖς θαλάσσαις, καὶ ἐν τοῖς χειμάῤῥοις, ἀπὸ πάντων ὧν ἐρεύγεται τὰ ὕδατα καὶ ἀπὸ πάσης ψυχῆς ζώσης ἐν τῷ ὕδατι, βδέλυγμά ἐστι, καὶ βδε‐ λύγματα ἔσονται ὑμῖν. Ἀπὸ τῶν κρεῶν αὐτῶν οὐκ
10ἔδεσθε, καὶ τὰ θνησιμαῖα αὐτῶν βδελύξεσθε, καὶ πάντα ὅσα οὐκ ἔστιν ἐν αὐτοῖς πτερύγια οὔτε λε‐ πίδες τῶν ἐν τοῖς ὕδασι, βδέλυγμα τοῦτό ἐστιν ὑμῖν.» ΠΑΛΛ. Ἀλλ’ ἥτις ποτέ ἐστιν ἔν γε δὴ τούτοις
15ἡ διαφορὰ, κατὰ θεωρίαν δὴ λέγω τὴν πνευμα‐ τικὴν, φράσαις ἂν αὐτός. Συνίημι γὰρ οὔτι που μά‐ λα ἐγώ. ΚΥΡ. Πάνυ μὲν οὖν· ἐρῶ γὰρ, ὡς ἔνι, μεταπλάτ‐ των ἐπὶ τὸ ἐμφανὲς τὰ ὡς ἐν τρόπῳ παραδειγμάτων
20τῷ νόμῳ παρειλημμένα· ὅσα μὲν γὰρ τῶν ἐν τοῖς ὕδασι πρὸς τοῦ πάντων Δημιουργοῦ τῷ τῶν ἰχθύων εὖ μάλα πεπλαστούργηται νόμῳ, ταῖς τῶν πτερυγίων ἐκβολαῖς οἱονείπως ἀεὶ διερέττοντα, τὴν οἵπερ ἂν ἕλοιντο τυχὸν ὡς εὐσθενῆ καὶ εὐδρομωτάτην ποιοῦν‐
25ται κίνησιν. Καὶ ἡλίου μὲν θερμὴν ἄνωθεν ἐνιέντος τοῖς ὕδασι τῆς ἀκτῖνος τὴν προσβολὴν, ἀνανήχεται, καὶ μονονουχὶ καὶ αὐτῶν τῶν ὑδάτων ἀναθρώσκειν ἀποτολμᾷ, τὸ κάτω μένειν ἀεὶ παραιτούμενα, διεξοί‐ χεται δὲ ῥᾳδίως καὶ τῶν θηρώντων τὰ λῖνα. Τά γε
30μὴν οὐκ ἐν λεπίσι καὶ πτερυγίοις, ἤγουν ἐν ἐλύτροις ὄντα σκληροῖς, καὶ ὀστράκῳ τῷ συμφυεῖ κατημ‐ φιεσμένα, ἥκιστα μὲν οἶδε τὸ ἄνω, εἰσδύεται δὲ τὴν εἰς τὸ κάτω πόαν ἀεὶ, καὶ τοῖς ἰλυώδεσι τῶν τόπων ἐμφιλοχωρεῖ. Ἀδρανῆ τέ ἐστι καὶ εὐάλωτα, καὶ τοῖς
35ἅπαξ τεθεαμένοις, ἱδρῶτος δίχα ληπτά. Καὶ λόγος μὲν ἐπ’ ἐκείνοις, οὑτοσὶ, σαφής τε καὶ ἀληθής· ἴωμεν δ’ αὖ ὡς ἐξ εἰκόνων καὶ τύπων ἐπὶ τὰ ἐμφα‐ νέστερα. ΠΑΛΛ. Φράσειας ἂν ἄριστα, καὶ πρός γε δὴ τούτῳ
40προθύμως ἰών. ΚΥΡ. Τὸν τοῦδε τοῦ βίου περισπασμὸν, καὶ τὴν ἐν αὐτῷ τῶν πραγμάτων πικρὰν ἀνάχυσιν καὶ ἀναφυρ‐ μὸν κατασημαίνων ἡμῖν ἀστείως ὁ Μελῳδὸς ψάλλει· «Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος. Ἐκεῖ
45ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῶα μικρὰ μετὰ με‐ γάλων.» Ἰχθύσι γὰρ παρεικαστέον εὖ μάλα τοὺς ἐπ’ οὐδενὶ μὲν ἔσθ’ ὅτε τῶν ἀναγκαίων εἰς ὄνησιν, τῇ‐ δέ τε κἀκεῖσε διᾴττοντας, καὶ μόνα συλλέγοντας τὰ ὅσαπερ ἂν ἀποφῆναι σαρκικοὺς καὶ εἰκαίους ἀνατλῆ‐

68

.

925

(50)

ναι παρασκευάζει πόνους. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Ἐπιπλήττει δέ που τοῖς τοιοῖσδέ τισι καὶ ὁ τοῦ Χριστοῦ μαθητὴς, ὡδὶ λέγων· «Ἄγε δὴ νῦν οἱ λέγοντες· Σήμερον καὶ αὔριον πορευσόμεθα εἰς
55τήνδε τὴν πόλιν, καὶ ποιήσομεν ἐνιαυτὸν ἕνα, καὶ ἐμπορευσόμεθα, καὶ κερδήσομεν.» Καὶ μετ’ ὀλίγα·
«Ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ Κύριος θελήσῃ, καὶ924

68

.

928

ζήσωμεν, ποιήσομεν τοῦτο ἢ ἐκεῖνο, νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν.» Οὐκοῦν ἰχθύων διανηχό‐ μεθα δίκην τὴν πλατεῖαν ταύτην καὶ εὐρύχωρον θάλασσαν, τοῦτ’ ἔστι, τὸν κόσμον· διάφορος γάρ πως
5ὁ ἑκάστου βίος. Οἱ μὲν γὰρ οὐκ εἰσάπαν ἀπονενεύ‐ κασιν ἐπὶ τὸ χρῆναι πλημμελεῖν, ἀλλ’ ἴσασι μὲν, ἀῤῥωστοῦντες ἔσθ’ ὅτε, καὶ ταῖς τῆς σαρκὸς ἐνεχό‐ μενοι πλεονεξίαις, καὶ οὐκ ἀφεστάναι τῶν ἄλλων αἰτιαμάτων βούλονται. «Πολλὰ γὰρ πταίομεν ἅπαν‐
10τες,» κατὰ τὸ γεγραμμένον. Ἀποσείονται δ’ οὖν ὅμως ὡς ἀκαλλὲς τὸ γυμνῶς ἐθέλειν ἀσχημονεῖν. Ἀναπείσειε δ’ ἂν οὐδεὶς ἐμφανῆ τε καὶ ἀκατάσκιον ἐπιτηδεύειν τὴν πλημμέλειαν. Ἐπιμελοῦνται δὲ σφό‐ δρα τοῦ χρῆναι λαθεῖν. «Σοφοὶ γὰρ κρύψουσι τὰς ἑαυ‐
15τῶν αἰσχύνας,» κατὰ τὸ γεγραμμένον. Τοῦτο, οἶμαι, ἐστὶ τὸ ὡς ἐν τάξει κατακαλύμματος τὰς λεπίδας ἔχειν. Ἀνανήχονται δὲ πλειστάκις καὶ εἰς τὸ ὑψοῦ, βλέπουσι γὰρ, οὐκ εἰς τὸ κάτω διὰ παντὸς, φρονοῦσι δὲ καὶ τὰ ἄνω, καὶ διαδιδράσκουσιν εὐπετῶς τοὺς
20οἵπερ ἂν ἕλοιντο σαγηνεύειν εἰς ὄλεθρον· τοῦτό τις ἐρεῖ τὸ οἱονεὶ πτερυγίοις κεχρῆσθαι νοητῶς, καὶ θερ‐ μὴν ἄγαν τὴν τῆς διανοίας ποιεῖσθαι κίνησιν. ΠΑΛΛ. Εἰκότα ἔφης· ἀποφέρει γάρ πως τὸ αἴνι‐ γμα πρὸς τὸ τῇδε ἔχειν οἴεσθαι τὸν λόγον.
25ΚΥΡ. Πλημμελοῦσι δέ τινες, οὐχ ὑπεσταλμένως, γυμνὴν δὲ ὥσπερ καὶ ἀκατακάλυπτον παντελῶς ἐπι‐ τηδεύοντες τὴν φαυλότητα· καὶ περὶ αὐτῶν ἂν λέ‐ γοιτο καλῶς· «Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν.» Νενεύκασι γὰρ ἀεὶ πρὸς ἀκαθαρσίαν, καὶ τοῖς κατω‐
30τάτω βορβόροις ἐγκαλινδούμενοι, κνώδαλα κατὰ τὸ ἀληθὲς, ἤγουν, ἕτερόν τι παρὰ τοῦτό εἰσιν. Εἶεν δ’ ἂν οἱ τοιοίδε πάντη τε καὶ πάντως ἀδρανεῖς τε καὶ εὐάλωτοι, ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἡδοναῖς τυραννούμενοι. Ἢ γὰρ οὐχὶ τοιουτοσί πώς ἐστι τῶν
35ἀπεγνωσμένων ὁ βίος; Γύναιά τε γὰρ τὰ μαχλῶντα καὶ ἑταιριζόμενα, καὶ τὸ πάναισχρόν τε καὶ κιβδη‐ λότατον τῶν θηλυδρίων γένος, καὶ μὴν καὶ ὅσοι δια‐ πρέπουσιν ἐν σκηναῖς, καὶ οἷς ἀκόρεστος ἡ φιλο‐ σαρκία, καὶ τὸ πλανᾶσθαι φίλον εἰς βέβηλον εἰδωλο‐
40λατρίαν, ἐπάρατον ἀληθῶς διαζῶσι βίον, καὶ τὸν εἰς αἰσχροτάτους ἥκοντα μολυσμούς. Οὐκοῦν καθαρίζει μὲν ὁ νόμος τοὺς ἠῤῥωστηκότας μὲν τὰ ἀνθρώπινα, μὴ μὴν ἔτι καὶ εἰσάπαν ἐκτετραμμένους, ἀνανηχομέ‐ νους δὲ ὥσπερ εἰς τὸ ὑψοῦ, καὶ οὐχὶ τοῖς ἐπιγείοις
45ἐνιζήσαντας μόνοις, πεφρονηκότας δὲ καὶ τὰ ἄνω, καὶ μεμερισμένους ὥσπερ Θεῷ τε καὶ κόσμῳ. Κατα‐ μιαίνει δὲ αὐτοὺς ὅλῳ χωροῦντας τρόπῳ, πρὸς τὸ ἀκαταλήκτως ἑλέσθαι καὶ δρᾷν καὶ φρονεῖν τὰ σαρκός τε καὶ κόσμου, καὶ ἐπὶ τούτοις μὲν ἅπασαν ἀποδυ‐

68

.

928

(50)

σαμένους αἰδῶ, γυμνῶς δὲ καὶ ἀπημφιεσμένως ἀσχη‐ μονεῖν εἰωθότας. Ἐξίστησι δὲ χρησίμως τῆς πρὸς αὐτοὺς κοινωνίας, τὴν πρὸς ἐκείνους οὐκ ἀτιμάζων.
Οὐ γάρ τοι τοῖς φαύλοις ἰέναι κατὰ ταυτὸν, ἀλλὰ τοῖς926

68

.

929

ἐπιεικεστέροις ἀσφαλές. Γέγραπται γὰρ «Ὁ συμπο‐ ρευόμενος σοφοῖς, σοφὸς ἔσται· ὁ δὲ συμπορευόμενος ἄφροσι, γνωσθήσεται.» Γράφει δὲ καὶ ὁ Παῦλος· «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ
5μηδὲ συνεσθίειν.» ΠΑΛΛ. Εὖ ἔφης· τὸ γάρ τοι χρῆμά ἐστιν οὐκ ἀσυντελὲς εἰς ὄνησιν. ΚΥΡ. Νηκτῶν μὲν δὴ πέρι καὶ τῶν ἐν τοῖς ὕδασι ταυτὶ πρὸς ἡμᾶς αἰνιγματωδῶς ὁ νόμος. Κατευρύ‐
10νων δὲ ὥσπερ τῶν παραδειγμάτων ἡμῖν τὴν παρά‐ θεσιν, ἐπὶ τὰς πτηνῶν ἀγέλας ἐπιφέρει λέγων· «Καὶ ταῦτα βδελύξεσθε ἀπὸ τῶν πετεινῶν, καὶ οὐ βρωθή‐ σεται· βδέλυγμά ἐστι· τὸν ἀετὸν καὶ τὸν γρύπα, καὶ τὸν ἁλιαίετον, καὶ τὸν γύπα, καὶ τὸν ἰκτῖνον, καὶ τὰ
15ὅμοια αὐτῷ, καὶ στρουθὸν, καὶ γλαῦκα, καὶ λάρον, καὶ τὰ ὅμοια αὐτῷ, καὶ πάντα κόρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ νυκτι‐ κόρακα, καὶ καταράκτην, καὶ ἴβιν, καὶ πορφυρίωνα, καὶ πελεκᾶνα, καὶ κύκνον, καὶ ἐρωδιὸν, καὶ χαρά‐
20δριον καὶ τὰ ὅμοια αὐτῷ, καὶ ἔποπα, καὶ νυκτερίδα, καὶ πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τέσσαρα, βδελύγματά ἐστιν ὑμῖν. Ἀλλὰ ταῦτα φά‐ γεσθε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τέσσαρα, ἃ ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν αὐ‐
25τῶν, πηδᾷν ἐν αὐτοῖς ἐπὶ τῆς γῆς, καὶ ταῦτα φάγεσθε ἀπ’ αὐτῶν, τὸν βροῦχον καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὸν ἀττάκην καὶ τὰ ὅμοια αὐτῷ, καὶ ὀφιομάχην καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὴν ἀκρίδα καὶ τὰ ὅμοια αὐτῇ. Πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν, οἷς εἰσι τέσσαρες πόδες,
30βδελύγματά ἐστιν ὑμῖν, καὶ ἐν τούτοις μιανθήσεσθε. Πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.» Ἆρά σοι σαφὴς τῶν εἰρημένων ὁ νοῦς; ΠΑΛΛ. Ἥκιστά γε.
35ΚΥΡ. Ἢ οὐκ αἰσθάνῃ λοιπὸν, ὡς ἐν ἴσῳ τοῖς ἄλ‐ λοις ἠθῶν εἶεν ἂν εἰκόνες καὶ τρόπων διαφοραὶ, τὰ ἑκάστου τῶν ὠνομασμένων ἴδια φυσικῶς; ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ. Βούλει λέγωμεν ἀνὰ μέρος, ἕκαστα λεπτῶς
40διακρίναντες; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Ἀποφάσκει τοίνυν ὁ νόμος τὸν ἀετὸν καὶ τὸν γρύπα, καὶ τὸν ἁλιαίετον, καὶ μέντοι τὸν γύπα· διίπταται γὰρ τὰ τοιάδε ὑψοῦ, καὶ τοῖς ἀνωτάτω λίαν
45ἐναβρύνεσθαι φιλεῖ, καὶ μισεῖ τὰ κάτω· «Νεοσσοὶ γὰρ,» φησὶ, «γυπὸς τὰ ὑψηλὰ πέτονται.» Τοιουτοσί πως δὲ ὁ ἀλαζὼν καὶ ἐξωφρυωμένος ἄγαν, καὶ ἐπηρ‐ μένον ἐν ἑαυτῷ τὸν νοῦν ἔχων, καὶ τοῦ μὲν ἐπιεικοῦς καὶ μετρίου φρονήματος ὑπερορᾷν εἰθισμένος, ἥκι‐

68

.

929

(50)

στά γε ἀγαπῶν τοῖς ταπεινοῖς συναπάγεσθαι. Συγ‐ καταψέγει δὲ τούτοις τὸν ἰκτῖνα, καὶ τὰ ὅμοια αὐτῷ, καὶ κόρακα καὶ τὰ ὅμοια αὐτῷ, δι’ ὧν εὖ μάλα ση‐ μαίνεται, τό γε ἁρπάζειν εἰδὸς, καὶ δεινὸν εἰς κα‐ κουργίαν ἀνθρώπων γένος· καὶ τοῦ μὲν πρώτου τύπος
55ὁ ἰκτῖνος, θατέρου γε μὴν, ὁ μελάντατος καὶ βαθύς.
Σκοτεινοὶ δέ πως καὶ οὐχ ἅπασιν ἐναργεῖς, οἱ δρι‐928

68

.

932

μεῖς εἰς πονηρίαν, καὶ ἀσυμφανῆ τοῖς πολλοῖς ἔν γε δὴ σφίσιν αὐτοῖς τὴν τῶν ἠθῶν ἔχοντες μοχθηρίαν. Παραπέφυκε δὲ ἀεὶ τοῖς τὴν ἐπάρατον ἀλαζονείαν ἠῤῥωστηκόσι, τὸ πλεονεκτεῖν ἐθέλειν οὓς ἂν δύναιντο
5τυχὸν, καὶ πολυτρόποις κακουργίας ἐκπολιορκεῖν εὑ‐ ρήμασιν, καθαρπάζειν δὲ οὕτω, καὶ τοῦτο ἀπλήστως. Ταύτῃτοι συνάπτει λέγων εὐθύ· «Καὶ στρουθὸν καὶ λάρον.» Ἀπληστότατα γὰρ οἶμαι ταυτὶ, καὶ τὸ παρ‐ εμπίπτον ἀεὶ συλλέγοντα. Εἶτά φησιν, ὅτι «Καὶ
10ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ νυκτικόρακα, καὶ κατ‐ αῤῥάκτην, καὶ ἴβιν, καὶ πορφυρίωνα, καὶ πελεκᾶνα, καὶ κύκνον.» Καταγράψειαν δ’ ἂν ἐφ’ ἑαυτοῖς καὶ τόδε τοὺς ὠμῶς καὶ ἀγρίως ἐπιβουλεύοντας ἑτέροις, καὶ ἀσχέτως ἐπιφυομένους, οἷς ἂν δύναιντο τυχὸν, ὡς καὶ
15αὐτὸν ἐπιφέρειν οὐ παραιτεῖσθαί τισι τὸν ἐπὶ ζωῇ κίνδυνόν τε καὶ φόβον. Ὁ μὲν γὰρ ἱέραξ καταθρῶσκε· δεινῶς παντὸς ἀσθενεστέρου πτηνοῦ, καὶ κατὰ στρου‐ θίων ἴεται, καὶ διόλλυσι λαβὼν, καταῤῥάκτης γε μὴν, καὶ ἴβις, καὶ πορφυρίων, προσθείην δ’ ἂν ὅτι καὶ πε‐
20λεκᾶνος, ἐπιμαίνονται τοῖς ἰχθύσι, καὶ τροφὴν ποιοῦν‐ ται τὸν ἐκείνων ὄλεθρον. Τοιοῦτοι δὲ πάντες, ὅσον ἧκεν εἰς τρόπους καὶ ἠθῶν ἀγριότητα, οἱ παρ’ οὐδὲν ἡγούμενοι τὸ διολλύναι τινὰς, διά γε τὸ σφίσιν αὐτοῖς ἡδύ· οἳ τὸν τῆς φιλαλληλίας παρωσάμενοι νόμον, καὶ
25τοῖς τῆς ἀγάπης προσκεκρουκότες θεσμοῖς, καὶ τοῦτο εἰσάπαν ἀκούσειαν ἂν εἰκότως καὶ πρός γε ἡμῶν αὐτῶν· «Μὴ τὰ ἑαυτῶν ζητεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων· ἡ γὰρ ἀγάπη, φησὶ, τῷ πλησίον κακὸν οὐκ ἐργάζε‐ ται.» Παραιτεῖσθαι δὲ δεῖν ἔφη πάλιν γλαῦκα, καὶ
30ἐρωδιὸν, καὶ χαραδριὸν, καὶ τὰ ὅμοια αὐτῶν, ἔποπα καὶ νυκτερίδα. Νυκτὸς δὲ οἶμαι φίλα ταυτὶ, καὶ χαί‐ ροντα μὲν τῷ σκότει, καὶ πτῆσιν ὡς ἡδυτάτην ἐν αὐτῷ ποιεῖσθαι μεμελετηκότα, κατεχθραίνοντα δὲ τὸ ἡλίου φῶς, καὶ τὸ ἐν αὐτῷ τι δρᾷν μὴ ἀνεχόμενα·
35εἶεν δ’ ἂν οἱ τοιοίδε σαφῶς, οἱ τῶν φαύλων ἐργάται. Καὶ γάρ ἐστιν ἀληθὲς ὅπερ ἔφη Χριστὸς, ὅτι «Πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται εἰς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ
40τὰ ἔργα αὐτοῦ, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.» Ἀκάθαρτα δὲ καὶ τὰ ἑρπετὰ τῶν πετεινῶν, «ἃ πορ‐ εύεται,» φησὶν, «ἐπὶ τεσσάρων,» οἷον φέρε εἰπεῖν τὰ μυιῶν, καὶ εἴ τι τούτοις ἀγχοῦ. Μυρία δὲ ὅσα ταυτὶ μικρὰ καὶ ἀπόπτυστα, καὶ τὴν εἰς τὸ ὑψοῦ πτῆσιν
45οὐκ ἔχοντα. Τίς οὖν ἄρα ἐστὶ λόγος τοῦ καὶ ἐπ’ αὐτὰ τὸν νόμον ἐλθεῖν, περιαθρεῖν ἀναγκαῖον. Ὥσπερ γὰρ ὅτε τῶν κτηνῶν ἐποιεῖτο μνήμην, τὴν κάμηλον ὀνο‐ μάσας, προσετίθει τὸν λαγωὸν, ἐν ἴσῳ που πάντως ἀκαθάρτους ἀποφαίνων τοὺς ἐπὶ φαυλότητι διαβε‐

68

.

932

(50)

βλημένους, κἂν εἰ μέγας τις εἴη καὶ μικρὸς (προσ‐ ωποληψία γὰρ οὐκ ἔστι παρὰ τῷ Θεῷ, κατὰ τὸ γε‐ γραμμένον)· οὕτω κἀνθάδε διαμέμνηται μὲν ἀετοῦ, καὶ τῶν πτηνῶν ὀνομάσας τὸν βασιλεύτατον, κάτεισι δὲ πάλιν καὶ ἐπ’ αὐτὸ τὸ βραχὺ τῶν πτεροφορεῖν εἰωθό‐
55των, ἐν ἴσῳ τιθεὶς μικρόν τε καὶ μέγαν, εἰ τῶν ἐκ‐ τόπων εἴη δημιουργὸς, καὶ τὸ διαβεβλῆσθαι δεῖν,
ἀνεξίτητον ἔχοι. Ὑπεξάγει γε μὴν τοῦ τοιούτου γέ‐930

68

.

933

νους, ἀκρίδα καὶ βροῦχον, καὶ τὰ τούτοις ἐμφερῆ, διάτοι τὸ εὐσθενὲς, ὡς ἀναθρώσκειν δύνασθαι, καὶ ἥκιστα μὲν ἐμφιλοχωρεῖν τοῖς κάτω, αἴρεσθαι δὲ πολλάκις εἰς τὸ ὑψοῦ, καὶ διαπηδᾷν εὐκόλως. Τοιου‐
5τοσὶ δέ πως, ὁ βίον μὲν ἔχων τὸν κοσμικὸν, ἐπιεικείας γε μὴν τῆς ἄλλης καὶ ἀγάπης τῆς εἰς Θεὸν οὐκ εἰσ‐ άπαν ἠμοιρηκώς· ὁ γὰρ τοιοῦτος, οὐ τοῖς ἐπιγείοις παντελῶς ἐνδέδεται, καὶ ἐνιζάνει τοῖς κάτω, μεμε‐ λέτηκε δέ πως καὶ τὰ ἄνω φρονεῖν, καὶ εὐδοκιμεῖν
10ἔσθ’ ὅτε, πρὸς τὰ ἄνω διαπηδῶν καὶ τῶν ἐπιγείων ὑπεριπτάμενος. Τὸν δὲ τῶν ἀκαθάρτων ἀποθιγ‐ γάνοντα καὶ μεμολυσμένον, ἀποπλύνεσθαι μὲν δεῖ τὸ ἱμάτιον· πρὸς ἑσπέραν δὲ, καθαρὸν ἔσεσθαί φησι, τὸ Χριστοῦ μυστήριον εὖ μάλα παραδηλῶν, δι’ οὗ
15κεκαθάρμεθα, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος πλου‐ τοῦντες ἄφεσιν, κατὰ τὸν καιρὸν δηλονότι τῆς ἐπι‐ δημίας αὐτοῦ, πρὸς ἑσπέραν οἱονεὶ γεγονότα, τοῦτ’ ἔστιν, εἰς τέλος ἤδη διέρποντος τοῦ παρόντος αἰῶνος. Ἢ οὐκ ἐν ἐσχάτοις καιροῖς ἐνανθρωπῆσαί φαμεν τὸν
20τοῦ Θεοῦ Λόγον; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Βέβηλον δὲ καὶ ὁ νόμος ἑτέρως ἔσεσθαί φησι, τὸν ἐπιθιγγάνοντά πως ἢ θηρὸς ἀγρίου τυχὸν, ἤγουν ἑτέρου τοῦ τῶν ἀκαθάρτων ζώων· ἔφη δὲ
25οὕτως· «Καὶ πᾶς ὃς πορεύεται ἐπὶ χειρῶν ἐν πᾶσι τοῖς θηρίοις, ἃ πορεύεται ἐπὶ τέσσαρα, ἀκάθαρτά ἐστιν ὑμῖν. Πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, καὶ ὁ αἴρων τῶν θνη‐ σιμαίων αὐτῶν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ ἀκάθαρ‐
30τος ἔσται ἕως ἑσπέρας. Ἀκάθαρτα ταῦτά ἐστιν ὑμῖν. Καὶ ταῦτα ὑμῖν ἀκάθαρτα ἀπὸ τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς, ἡ γαλὴ, καὶ ὁ μῦς, καὶ ὁ κροκόδειλος, ὁ χερσαῖος, μυγάλη, καὶ χαμαιλέων, καὶ καλαβώτης, καὶ σαῦρα, καὶ ἀσπάλαξ. Ταῦτα ἀκάθαρτα ὑμῖν ἀπὸ
35πάντων τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς. Πᾶς ὁ ἁπτόμε‐ νος αὐτῶν τεθνηκότων, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ πᾶν ἐφ’ ὃ ἂν ἐπιπέσῃ ἀπ’ αὐτῶν ἐπ’ αὐτὸ τεθνη‐ κότων αὐτῶν, ἀκάθαρτον ἔσται ἀπὸ παντὸς σκεύους ξυλίνου ἢ ἱματίου ἢ δέρματος ἢ σάκκου. Πᾶν σκεῦος
40ὃ ἂν ποιηθῇ ἔργον ἐν αὐτῷ, εἰς ὕδωρ βαφήσεται, καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας, καὶ καθαρὸν ἔσται.» Προσετίθει δὲ τούτοις, ὡς ἔσται μεμολυ‐ σμένον πᾶν σκεῦος, ἐφ’ ᾧ ἂν πέσῃ τῶν θνησιμαίων αὐτῶν. Καὶ ἄγγος ὀστράκινον, καὶ δερμάτινον, καὶ
45ἱμάτιον, ἔδεσμά τε καὶ ποτὸν, πλὴν πηγῆς ὑδάτων, καὶ λάκκου, φησὶ, καὶ συναγωγῆς ὑδάτων καὶ σπερ‐ μάτων. Ἔοικε δὲ ὁ νόμος διὰ μὲν τῶν ἀγρίων θηρίων, τοὺς τῶν λῃστῶν ὠμοτάτους παραδηλοῦν, οἷς λελό‐ γισται παρ’ οὐδὲν, καὶ αὐτὸ τῶν πάντων ἐπέκεινα

68

.

933

(50)

τῶν κακῶν, ἡ ἀνδροκτονία, μόνον δὲ οὐχὶ προστυγ‐ χάνοντα καταδαρδάπτουσι διολλύντες ἀνηλεῶς, καὶ φειδοῦς ἁπάσης ἐξῃρημένης. Διὰ δέ γε μυὸς καὶ γα‐ λῆς, καὶ τῶν ἀγχοῦ τε καὶ ἐοικότων, κροκοδείλου τέ φημι τοῦ χερσαίου, σαύρας τε καὶ ἀσκαλαβώτου, τὰ
55ψοφοδεῆ καὶ ἄνανδρα, καὶ ἐν νυκτὶ περιθέοντα τῶν κλεπτῶν γένη, ἃ λεληθότως μὲν τοὺς νυστάζοντας
κατασίνεσθαι φιλεῖ, ἐκδέδιε δὲ τὸ ἀλῶναι δεινῶς, καὶ932

68

.

936

τὴν τῶν ἀδικουμένων παραιτεῖται γρήγορσιν. Ἢ γὰρ οὐχὶ κλεπτίστατόν τι χρῆμα, γαλῆ τε καὶ μῦς, καὶ πρὸς δειλίαν εὔκολα, καταδύεται δὲ τοὺς ἐν γῇ μυχοὺς, εἰ διακτυπήσειέ τις, ἥδιστα δ’ ἂν ἐν νυκτὶ καὶ
5οὐκ ἐν ἡμέρᾳ νέμοιντο, κροκόδειλός τε χερσαῖος καὶ τὰ συγγενῆ; ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ἀκάθαρτον μὲν οὖν πᾶν, ὅπερ ἐστὶ λῃστρι‐ κὸν, κἂν εἰ διὰ τρόπου τις εἴη θηριοπρεποὺς, καὶ
10φιλαιμάτους ἔχοι τὰς χεῖρας· κἂν εἰ μικρὰ παρακλέ‐ πτοι, καθὰ μῦς καὶ γαλῆ, καὶ ἀσπάλακός τε καὶ ἀσκαλαβώτου δίκην, τοίχους ἀναθρώσκει καὶ στέγας, κἂν εἴ τις ἐπιθιγγάνοι τῶν ὧδε μεμολυσμένων, με‐ θέξει τῶν ἐγκλημάτων. Κοινωνία γὰρ ἡ πρὸς τοιούσδε
15τινὰς, πάντη τε καὶ πάντως ἀκαθάρτους ἀποφαίνει. Ἀνθρώπων δ’ ἂν εἶεν εἰς τύπον, τὰ μεμολυσμένα τῶν σκευῶν. Ἐν εἴδει γὰρ σκεύους ὁ ἄνθρωπος. Ἀπαλλάττει γε μὴν τοῦ καταμολύνεσθαι δεῖν, πηγὴν ὕδατος, λάκκον τε καὶ συναγωγὴν ὕδατος· κἂν εἰ πέσοι
20τυχὸν ἐν αὐτοῖς τι τῶν κατὰ νόμον μεμολυσμένων, οὐκ ἐφιεὶς, οἶμαί που, τοὺς ὑπὸ νόμον, δυσαχθὲς καὶ δυσδιακόμιστον παντελῶς ἡγεῖσθαι τὸ χρῆμα, καὶ τὴν τοῦ νόμου τήρησιν ἀνεπιτήδευτον ἔχειν, τὸ ἔν γε τουτοισὶ βλάβος, εἰς αὐτὰ παθόντας τὰ καιριώτατα.
25Ὡς καὶ πόλεων ἔσθ’ ὅτε, καὶ οἴκων ἀποφοιτᾷν, μεμο‐ λυσμένων αὐτοῖς τῶν ὑδάτων, καὶ τῆς ἀναγκαίας τε καὶ ἀπαραιτήτου παραιρουμένης χρείας. Παρῆκε δὴ οὖν ὁ νόμος τῆς ἱστορίας τὸ ἀκριβὲς, διὰ δέ γε τὸ τοῖς ὑπὸ νόμον ἀναγκαῖον καὶ χρήσιμον.
30ΠΑΛΛ. Πιθανὸς ὁ λόγος. ΚΥΡ. Ἐν ἴσῳ γε μὴν τοῖς ἄλλοις ἀκάθαρτον εἶναί φησι καὶ τῶν καθαρῶν ζώων τὸ θνησιμαῖον· προσ‐ επήγαγε δὲ, ὅτι καταμιανεῖ καὶ αὐτὸ τὸν ἁπτόμενον· γράφει δὲ οὕτως· «Ἐὰν δὲ ἀποθάνῃ τῶν κτηνῶν, ὅ
35ἐστιν ὑμῖν τοῦ φαγεῖν, ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, καὶ ὁ ἐσθίων ἀπὸ τῶν θνησιμαίων αὐτῶν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, καὶ λούσεται ὕδατι, καὶ καθαρὸς ἔσται. Καὶ ὁ αἴρων ἀπὸ τῶν θνησιμαίων
40αὐτῶν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.» Ὅπερ ἐστὶν ἐναργῶς, καθάπερ ἐγᾦμαι, τὸ, «Εἴ τις ἀδελφὸς ὀνομαζόμενος ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ μέθυσος, ἢ λοίδορος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ
45συνεσθίειν.» Εἰ γὰρ δή τις ὅλως τῶν ἐν ὑπολήψει σεμνότητος, καὶ τῶν ἤδη κεκαθαρμένων, καὶ εἰς κοινωνίαν τὴν πνευματικὴν διὰ πίστεως εἰσδεδεγμέ‐ νων, τὴν ἐκ τῆς ἁμαρτίας ὑπομένει νέκρωσιν, «βδε‐ λυρὸς ἔστω,» φησὶ, «καὶ ἀπηχθημένος·» νεκροῖς

68

.

936

(50)

γὰρ ἔργοις μεμολυσμένος, καταμιαίνει που πάντως τὸν αὐτῷ κολλώμενον. Ἀλλ’ εἰ καὶ πάθοι τις τὸν μο‐ λυσμὸν, καθαρὸς ἔστω δι’ ὕδατος πρὸς ἑσπέραν. Καὶ τί δὴ τοῦτό ἐστι, προκαταμεμήνυκεν ἡμῖν ἐναργῶς ὁ
λόγος. Ἄθρει δὲ ὅτι καὶ τὸν ἐσθίοντα τῶν θνησι‐934

68

.

937

μαίων αὐτῶν, καὶ εἰ ἐπαφῷτό τις μόνον, ἀκάθαρτον ἔσεσθαί φησιν, οὔτε, τὸν μετασχόντα τῆς ἐκείνων νεκρότητος, μώμου καὶ γραφῆς ἀπαλλάττων, οὔτε μὴν ἀναίτιον εἶναι λέγων, καὶ εἰ ἀγχοῦ τις ἴοι καὶ
5πλησιαζόμενος. Χρῆναι γὰρ οἶμαι νηφαλέως ἀποφοι‐ τᾷν, οὐχὶ δήπου μόνης τῆς πρὸς φαύλους ταυτοερ‐ γίας, ἀλλὰ καὶ αὐτοῦ τοῦ συνιέναι μόνον. «Ὁ γὰρ ἁπτόμενος πίσσης, μολυνθήσεται,» φησί. Καὶ ἀλη‐ θὴς ὁ λόγος· ὅτι δὲ εἰς ἠθῶν ποιότητα τὰ ἐκ τῶν
10παραδειγμάτων χρήσιμα τῷ νόμῳ παρείληπται, ἀνα‐ μάθοι τις ἂν ἐκ τῶν ἐπενηνεγμένων. Ἔφη γὰρ πάλιν· «Καὶ οὐ μὴ βδελύξεσθε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, καὶ οὐ μιανθήσεσθε ἐν τούτοις, καὶ οὐκ ἀκάθαρτοι ἔσεσθε
15ἐν αὐτοῖς, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.» Ὁποῖον γὰρ ἂν ἐποίησε μολυσμὸν τῇ τοῦ ἀνθρώπου ψυχῇ, τὸ ἐκτεθνάναι ζῶον, καὶ τοῦ τεθνεῶτος ἀπο‐ θίγειν; Τί γὰρ ἂν ἠδίκησε βρῶσις, ἡ εἰς κοιλίαν χω‐ ροῦσα καὶ ἐκπεμπομένη πρὸς ἀφεδρῶνα, κατὰ τὴν
20τοῦ Σωτῆρος φωνήν; ΠΑΛΛ. Οὐδὲν, ὡς ἐγῷμαι· νοεῖς γὰρ ὀρθῶς. ΚΥΡ. Χρῆναι δὴ οὖν ἔγωγέ φημι, κατὰ τοὺς τῶν πλωτήρων εὐτεχνεστάτους, πάντα σείοντας κάλων, ἔξω φέρεσθαι μολυσμῶν, ἠρεμαῖαν δὲ ὥσπερ ἀκτὴν
25καὶ ἀκύμονα πρὸς τὴν Θεῷ φιλαιτάτην εἰσελαύνειν ζωήν. Προσιτὸς γὰρ ἡμῖν οὐχ ἑτέρως ἢ οὕτως ἂν γένοιτο καὶ μόνως, ἀληθὲς δὲ ὅτι τὸ χρῆμά ἐστιν, ἀταλαίπωρον ἰδεῖν. Γέγραπται γὰρ πάλιν ἐν τῇ Ἐξόδῳ· «Καὶ Μωσῆς ἦν ποιμαίνων τὰ πρόβατα
30Ἰοθὸρ τοῦ γαμβροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιὰμ, καὶ ἤγαγε τὰ πρόβατα ὑπὸ τὴν ἔρημον· καὶ ἦλθεν εἰς τὸ ὅρος Χωρήβ. Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς ἐκ τοῦ βάτου, καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρὶ, ὁ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωσῆς·
35Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατακαίεται ὁ βάτος. Ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ὁ Κύριος ἐκ τοῦ βάτου, λέγων· Μωσῆ, Μωσῆ· ὁ δὲ εἶπε· Τί ἐστιν; Ὁ δὲ εἶπε· Μὴ ἐγγίσῃς ὧδε, λύσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ
40γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί.» Συνίης οὖν ὅπως οὐκ ἂν ἀγχοῦ γένοιτό τις τοῦ πανάγνου Θεοῦ, μὴ οὐχὶ πάντα ῥύπον τῆς ἑαυτοῦ προαπονίζων ψυ‐ χῆς· νεκρότητος δὲ ἁπάσης τῆς ὡς ἐν πράγμασι νοου‐ μένης, ἀπολύων τὸν πόδα, τοῦτ’ ἔστι, τὴν εἰς τὰ
45πρακτέα βάδισιν νοητήν; Ἢ γὰρ οὐχὶ τὸ ὑπόδημα, νεκροῦ ζώου λείψανον; ΠΑΛΛ. Πῶς γὰρ οὔ; ΚΥΡ. Τύπος οὖν ἄρα νεκρότητος τὸ χρῆμά ἐστιν, ἣν εἴπερ τις ἀποφορτίσαιτο, τὰ δι’ ὧν ἂν ἐξοίχοιτο

68

.

937

(50)

διαῤῥήξας δεσμὰ, ἥξει τε ἀγχοῦ καὶ οἰκεῖος ἔσται Θεῷ, καὶ πρός γε τὸ σώζειν ἑτέρους δύνασθαι λοιπὸν, ἐπιτηδείως ἔχων. Προσεχειρίζετο γοῦν ὁ Μωσῆς εἰς ἀποστολὴν, καὶ πρὸς ἐκλύτρωσιν τῶν υἱῶν Ἰσραήλ. Ἱερὸς δὲ ἡμῖν ὑποπεφώνηκε λόγος· «Υἱὲ, ἐὰν σοφὸς
55γένῃ, σεαυτῷ σοφὸς ἔση καὶ τῷ πλησίον σου.»
ΠΑΛΛ. Εὖ λέγεις.936

68

.

940

ΚΥΡ. Τί δὲ, οὐχὶ κἀκεῖνο δὴ τουτοισὶν ἐποίσο‐ μεν ἄν; ΠΑΛΛ. Τὸ ποῖον; ΚΥΡ. Καταφοιτήσειν μέλλοντος ἐν εἴδει πυρὸς
5ἐπὶ τοῦ ὄρους τοῦ Σινᾶ τοῦ πάντων κρατοῦντος Θεοῦ, προσετάττετο Μωσῆς εὐτρεπῆ πρὸς θεοπτίαν ἀποφῆ‐ ναι τὸν Ἰσραήλ. Τόν γε μὴν τῆς ἑτοιμασίας τρόπον, αὐτὸς ὁ πάντων ἐθεσμοδότει Δεσπότης. Εἶπε γὰρ Κύ‐ ριος πρὸς Μωσῆν· «Καταβὰς, διαμάρτυρε τῷ λαῷ,
10καὶ ἅγνισον αὐτοὺς σήμερον, καὶ αὔριον, καὶ πλυνά‐ τωσαν τὰ ἱμάτια αὐτῶν, καὶ ἕτοιμοι ἔστωσαν εἰς τὴν ἡμέραν τὴν τρίτην· τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ, καταβή‐ σεται Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐναντίον παντὸς τοῦ λαοῦ.» Προαγνίζεσθαι δὴ οὖν ἀναγκαῖον τοὺς
15οἵπερ ἂν εἶεν τῆς πρὸς Θεὸν οἰκειότητος ἐρασταὶ, καὶ οἷς ἂν γένοιτο σκοπὸς τὸ οἱονεὶ παρεστάναι καὶ λειτουργεῖν αὐτῷ διὰ τῆς εἰς πᾶν ἀγαθὸν ἀλκῆς τε καὶ προθυμίας. Εἴη δ’ ἂν ὁ τοιόσδε λοιπὸν, οὐκ ἀν‐ ικάνως ἔχων, καὶ πρός γε τὸ δεῖν καὶ αὐτὸν ἤδη πως
20καταθρῆσαι Θεὸν, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· «Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Προήκοντα δὲ καὶ εἰς τοῦτο λαμπρό‐ τητος κατόψει δὴ πάλιν καὶ αὐτὸν, εἴπερ ἕλοιο, τὸν θεσπέσιον Ἀβραάμ. Καὶ φέρε δὴ λέγωμεν ἀνὰ μέρος
25τὰ ἐπ’ αὐτῷ. Γέγραπται γὰρ ὡδί· «Καὶ εἷπε Κύριος πρὸς Ἀβραάμ· Σὺ δὲ τὴν διαθήκην μου διατηρή‐ σεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ, εἰς τὰς γενεὰς αὐτῶν. Καὶ αὕτη ἡ διαθήκη ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου
30μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικὸν, καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, πᾶν ἀρσενικὸν, εἰς τὰς γενεὰς
35ὑμῶν, καὶ οἰκογενὴς καὶ ὁ ἀργυρώνητος ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου, περιτομῇ περιτμηθήσεται ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος. Καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον, καὶ ἀπερί‐
40τμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευ‐ θήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασεν.» Εἶτά φησιν, ὅτι «Καὶ ἔλαβεν Ἀβραὰμ Ἰσμαὴλ τὸν υἱὸν αὐτοῦ, καὶ πάντας
45τοὺς οἰκογενεῖς αὐτοῦ, καὶ πάντας τοὺς ἀργυρωνήτους αὐτοῦ, καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ, καὶ περιέτεμε τὴν σάρκα τῆς ἀκροβυστίας αὐτῶν ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός.» Ποῖον οὖν ἄρα τῆς ὑπακοῆς τὸ γέρας, ὤνησε

68

.

940

(50)

δὲ κατὰ τίνα δὴ τρόπον ἡ περιτομὴ, διὰ τῶν ἐφεξῆς εἰσόμεθα. «Ὤφθη γὰρ αὐτῷ,» φησὶν, «ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἰστή‐
55κεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν αὐτοὺς, προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς
αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε· Κύ‐938

68

.

941

ριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου· ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον, καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ τοῦτο παρ‐
5ελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ ἕνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. Καὶ εἶπον· Οὕτω ποιήσομεν, καθὼς εἴρηκας.» Ἡ μὲν γὰρ ἐν σαρκὶ περιτομὴ, τύπος ἂν εἴη καὶ μάλα σαφὴς, τῆς νοητῆς καὶ ἐν πνεύματι, καθ’ ἣν ἅπαντα μολυσμὸν τῶν ἡμετέρων
10διανοιῶν ἐξίστησιν ὁ Χριστός. «Περιτετμήμεθα γὰρ, κατά γε τὴν τοῦ μακαρίου Παύλου φωνὴν, περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τῆς σαρκός.» Ἀπημ‐ φιεσμένοι γὰρ ὥσπερ τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ τὰς
15τῆς σαρκὸς ἡδονὰς τῇ τοῦ πνεύματος ὀξύτητί τε καὶ ἐνεργείᾳ μονονουχὶ παρακεκομμένοι, ἀξίους ἑαυτοὺς ἀποφανοῦμεν ἤδη πως τοῦ καὶ θεοπτίας ἀξιοῦσθαι δεῖν, καὶ ἱερὸν γενέσθαι κατάλυμα τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος. «Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ
20τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ, ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα, καὶ ἐν αὐτῷ καταλύσομεν,» ἔφασκεν ὁ Σωτήρ. Καὶ οὐ μέχρι τούτων, τῆς ἐπιεικείας ἡ ἀντέκτισις, ἀλλ’ ὡς ἤδη παραδεχθέντες πρὸς οἰκειότητα τὴν ὡς πρὸς
25Θεὸν, τὰ ἐν αὐτῷ γνωσόμεθα, δι’ ἀποκαλύψεως δὲ δηλονότι τῆς παρ’ αὐτῷ· καθάπερ ἀμέλει καὶ ὁ θε‐ σπέσιος Ἀβραὰμ τὰ περὶ τῆς τῶν Σοδόμων κατα‐ στροφῆς ἐδιδάσκετο. Φίλῳ γὰρ ὥσπερ ἀνεκοινοῦτο Θεός. Ἄθρει δὴ οὖν ὅτι μυρίων ὅσων ἡμῖν ἀγαθῶν
30ἐμποιήσειεν ἀντέκτισιν, τὸ ἐξοίχεσθαι μολυσμῶν. Τοιγάρτοι καὶ Παῦλος, «Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ,» φησὶ, «διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» Καὶ μὴν καὶ ὁ προφήτης Ἱερεμίας ἀνακέκραγε σαφῶς· «Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν, Ἱερουσαλὴμ, ἵνα σωθῇς.»
35ΠΑΛΛ. Προσιτέον δὴ οὖν οὐκ ἐν βεβηλώσει ψυχῆς τῷ παναγίῳ Θεῷ, ἀλλ’ ὡς ἐν ἱερᾷ τε καὶ ἀμωμήτῳ ζωῇ. Κατ’ εὐθὺ γὰρ ὧδε τοῦ πρέποντος ἥξομεν. ΚΥΡ. Πάνυ μὲν οὖν, ὦ Παλλάδιε, καὶ οὐ πολλοῦ τε, οἶμαι, δεήσει πόνου πρὸς τὸ δύνασθαι καταθρεῖν
40ἀληθῶς ἔχοντά σοι τὸν ἐπὶ τῷδε λόγον, εἰ τὰς τῶν ἁγίων πολυτείας πολυπραγμονεῖν ἕλοιο φιλομαθῶς καὶ ὁμοφρόνως· τὰ γὰρ τοῖς ἀρχαίοις συμβεβηκότα τυπι‐ κῶς, νουθεσίας ἡμῖν ἔφασκεν ἀναγεγράφθαι τρόπους ὁ θεσπέσιος Παῦλος. Οὐκοῦν ὅτι καθαροὺς καὶ ἐκνε‐
45νιμμένους προσιέναι δεῖ τῷ Θεῷ, διαμάθοι τις ἂν κἀκ τῶνδε δὴ πάλιν. Δῖνα μὲν γὰρ ἡ ἐξ Ἰακὼβ, ἅτε παρθένος καὶ ἐν ὤρᾳ γάμου, τὰς τῶν ἐν Σικίμοις θυγατέρας κατοπτεύουσα, τῆς πατρῴας ἐξέθει σκη‐ νῆς, ἀλλ’ οὐκ ἠρέμει Συχὲμ ὁ Ἐμμὼρ υἱός. Ἐρᾷ

68

.

941

(50)

γὰρ εὐθὺς τῆς νεάνιδος, καὶ ἀσχέτοις ἐπιθυμίαις ἐπὶ τὸ δοκοῦν ἡρπάζετο. Ἀγροικότερον δὲ πρὸς τοῦτο ἰὼν, κατεβιάζετο τὴν παρθένον τὴν Ἑβραίαν ὁ ἀλλόφυλός τε καὶ ἀπερίτμητος ἔτι. Δύσοιστον δὲ τὸ χρῆμα ἐδόκει τοῖς ἐξ Ἰακὼβ, καὶ τοῖς ἀνοσίως πε‐
55παρῳνηκόσιν εἰς Ἑβραίαν καὶ ἀδελφὴν, τὸν πολέμου νόμον ἐπῄεσαν. Ἀσχάλλοντα δὲ καὶ περιδεῆ γεγονότα
τὸν θεσπέσιον Ἰακὼβ, καὶ ἐν ὑποψίαις ὄντα τοῦ διόλ‐940

68

.

944

λυσθαι παγγενῆ, προσίετο Θεὸς καὶ διεσώζετο πάλιν, καὶ τίνα δὴ τρόπον, ἄξιον ἰδεῖν. Γέγραπται τοίνυν ὡδί· «Εἶπε δὲ Ἰακὼβ πρὸς Συμεὼν καὶ Λευΐ· Μιση‐ τόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι πᾶσι τοῖς
5κατοικοῦσι τὴν γῆν, ἔντε τοῖς Χαναναίοις, καὶ ἐν τοῖς Φερεζαίοις, ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ· καὶ συναχθέντες ἐπ’ ἐμὲ, συγκόψουσί με, καὶ ἐκτριβήσο‐ μαι ἐγὼ, καὶ ὁ οἶκός μου. Οἱ δὲ εἶπαν· Ἀλλ’ ὡσεὶ πόρνῃ κατακέχρηνται τῇ ἀδελφῇ ἡμῶν. Εἶπε δὲ ὁ
10Θεὸς πρὸς Ἰακώβ· Ἀναστὰς, ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ. Καὶ ποίησον ἐκεῖ θυσιαστή‐ ριον τῷ Θεῷ τῷ ὀφθέντι σοι, ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ σου. Εἶπε δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ, καὶ πᾶσι τοῖς μετ’ αὐτοῦ·
15Ἄρατε τοὺς θεοὺς τοὺς μεθ’ ὑμῶν ἐκ μέσου ὑμῶν, καὶ καθαρίσθητε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ’ ἐμοῦ, καὶ διέσωσέ με ἐν
20τῇ ὁδῷ, ᾗ ἐπορεύθην. Καὶ ἔδωκαν τῷ Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυ‐ ψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σηκίμοις, καὶ ἀπώλεσεν αὐτὰ, ἕως τῆς σήμερον ἡμέρας.»
25Ὁρᾷς ὅτι προσίετο μὲν ὁ πάντων Δεσπότης κατοῤ‐ ῥωδοῦντα τὸν δίκαιον, καὶ ἀναδείμασθαι κελεύει θυ‐ σιαστήριον εἰς ὀσμὴν εὐωδίας καὶ τῆς ἐσομένης αὐτῷ σωτηρίας καὶ ἀρωγῆς ἀνάθημα λαμπρόν. Ὁ δὲ, ὅτι τοῦτο δρᾷν ἀναγκαῖον εὖ μάλα διεγνωκὼς, προ‐
30αποκαθήρασθαι δεῖν ἐπιτάττει τοὺς ψευδωνύμους ἐκ μέσου ποιοῦντας θεοὺς, καὶ στολὰς ἑτέρας μετημφι‐ εσμένους. Ἀλλ’, οἶμαι δὴ, τοῦτο κατασημήνειεν ἂν εὐθὺς, τὸ εἰλικρινὲς ἐν πίστει, καὶ τὸ ἀβέβηλον εἰς ζωήν· τὸ μὲν γὰρ μονοτρόπως Θεῷ προσκεῖσθαι φιλεῖν,
35οὐ μεμερισμένους τὴν διάνοιαν, οὔτε μὴν ἀπονενευ‐ κότας ἐπὶ τὸ χρῆναι νοσεῖν τῆς τῶν δαιμονίων ἀπάτης λείψανα, νοοῖτ’ ἂν εἰκότως ἔν γε τῷ τοὺς ἀλλοτρίους ἐξῃρῆσθαι θεούς· ἐν δέ γε τῷ μεταμείβειν τὰς στολὰς, τὸ οἱονεὶ πολιτείαν μεταμφιάσασθαι καθαράν. Ἐδόκει
40γὰρ ὧδε γράφειν καὶ τῷ σοφωτάτῳ Παύλῳ. Ἢ οὐκ ἐπαΐεις ἐναργῶς λέγοντος· «Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδύσασθε τὸν νέον τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν;» ἀπέκθεσιν δὲ τῆς
45σαρκὸς, τῶν σαρκικῶν ἡδονῶν τὴν ἀπόθεσιν διακα‐ λῶν. Γράφει δέ που καὶ Σολομών· «Ἐν παντὶ καιρῷ ἔστωσαν ἱμάτιά σου λαμπρά.» Φαίην δ’ ἂν ὅτι καὶ μάλα ὀρθῶς ἐννενοηκὼς, οὐκ ἂν εἰς τοῦτο προήκοι τερθρείας ὁ σοφὸς ἡμῖν Σολομὼν, ὡς ἱματίων ἡμᾶς

68

.

944

(50)

ἀναπείθειν μειρακιωδῶς ἐντρυφᾷν λαμπρότησιν, ἀμ‐ φίῳ δὲ ὥσπερ παρεικάζει λαμπρῷ τὴν οἱονείπως ἐκ‐ νενιμμένην καὶ ῥύπου παντὸς ἐλευθέραν ζωήν. Ἐπεὶ πῶς ἄν τις ἐνδύσαιτο τὸν Κύριον ἡμῶν Ἰησοῦν Χρι‐ στόν; Ἆρ’ οὐχὶ φαίης ἂν, ὅτι τοῖς τῆς εὐαγγελικῆς
55πολιτείας αὐχήμασι κατημφιεσμένος, ἀποπεραίνει που πάντως τὸ χρῆμα, ὦ τᾶν;
ΠΑΛΛ. Καὶ μάλα.942

68

.

945

ΚΥΡ. Εἰ δὲ δὴ καὶ ἐπ’ αὐτόν τις τὸν ἀοίδιμον Ἰωσὴφ ἴοι, εὑρήσει παρέντα τῆς ἐπιεικείας οὐδὲν, ἐννενοηκότα δὲ ὅτι συνεργάσεται πρὸς πᾶν ὁτιοῦν αὐτῷ, καὶ ἐπαμυνεῖ Θεὸς, εἰ παραιτοῖτο γενικῶς τὸ
5καταμολύνεσθαι δεῖν. Ἐξὸν γὰρ εὐημερεῖν καὶ κατ‐ ευρύνεσθαι ταῖς τρυφαῖς, τοῖς τῆς νεότητος διαπύροις σκιρτήμασιν εἰς τὸ ἡδύ τε καὶ φίλον ἀνέντα τρέχειν, καὶ ἀνεπιπλήκτοις φέρεσθαι ταῖς ὁρμαῖς, τοῦτο μὲν οὐκ ἔδρα, πολλοῦ γε καὶ δεῖ, μοῖραν δὲ ὥσπερ ἐποιεῖτο
10κρείττονα τὴν παρὰ Θεῷ, καὶ τῆς ἐγκρατείας τοὺς πόνους προετίθει παντὸς τοῦ παραυτίκα καταπιαίνον‐ τος. Ἤδει γὰρ ὅτι γλυκὺ μέν πώς ἐστιν ἐν ἀρχαῖς, τὸ σαρκὸς ἐρέθισμα, καὶ οἱονεὶ μέλιτι καταγοητεύει τὸν νοῦν, ὡς ἔν γε τούτοις ἡδονὴ, καταστρέφει γε
15μὴν εἰς τέλος οὐκέτι τὸ γλυκύ· ποιναὶ γὰρ εὐθὺς καὶ δίκαι, καὶ τί γὰρ οὐχὶ τῶν τοιῶνδε κακῶν, τῆς τοῦ πεπλημμεληκότος καταρτηθήσονται κεφαλῆς, βούλει λέγωμεν ὀλίγα ἄττα τῶν ἐπ’ αὐτῷ γεγραμμένων; ΠΑΛΛ. Πάνυ μὲν οὖν.
20ΚΥΡ. «Καὶ ἦν,» φησὶν, «Ἰωσὴφ καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα. Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἐπέβαλεν ἡ γυνὴ τοῦ κυρίου αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ Ἰωσὴφ, καὶ εἶπεν· Κοιμήθητι μετ’ ἐμοῦ. Ὁ δὲ οὐκ ἤθελεν, εἶπε δὲ τῇ γυναικὶ τοῦ
25κυρίου αὐτοῦ· Εἰ ὁ κύριός μου οὐ γινώσκει δι’ ἐμὲ οὐδὲν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ, ἔδωκεν εἰς τὰς χεῖράς μου, καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ ταύτῃ οὐθὲν ἐμοῦ, οὐδὲ ὑπεξῄρηται ἀπ’ ἐμοῦ οὐδὲν, πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι, καὶ
30πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτή‐ σομαι ἐναντίον τοῦ Θεοῦ; Ἡνίκα δὲ ἐλάλει τῷ Ἰωσὴφ ἡμέραν ἐξ ἡμέρας, καὶ οὐχ ὑπήκουεν αὐτῇ καθεύδειν μετ’ αὐτῆς, τοῦ συγγενέσθαι αὐτῇ. Ἐγένετο δὲ τοιαύτη τις ἡμέρα, καὶ εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν οἰκίαν ποιεῖν
35τὰ ἔργα αὐτοῦ, καὶ οὐθεὶς ἦν τῶν ἐν τῇ οἰκίᾳ ἔσω, καὶ ἐπεσπάσατο αὐτὸν τῶν ἱματίων, λέγουσα· Κοι‐ μήθητι μετ’ ἐμοῦ. Καὶ καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς, ἔφυγε, καὶ ἐξῆλθεν ἔξω. Καὶ ἐγένετο ὡς εἶδεν ὅτι καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν
40ταῖς χερσὶν αὐτῆς ἔφυγε καὶ ἐξῆλθεν ἔξω, ἐκάλεσε τοὺς ὄντας ἐν τῇ οἰκίᾳ, καὶ εἶπεν αὐτοῖς, λέγουσα· Ἴδετε, εἰσήγαγεν ἡμῖν παῖδα Ἑβραῖον, ἐμπαίζειν ἡμῖν. Εἰσῆλθε πρὸς μὲ, λέγων· Κοιμήθητι μετ’ ἐμοῦ, καὶ ἐβόησα φωνῇ μεγάλῃ. Ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν,
45ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρ’ ἐμοὶ ἔφυγε, καὶ ἐξῆλθεν ἔξω.» Ὁρᾷς ὅπως τὸ μὲν γύναιον εἰς εὐνὴν, καὶ οὐχ ἑκόντα παρεβιάζετο, τῷ γεμὴν ἐρήρειστο πρὸς ἐγκράτειαν ὁ νοῦς ὑπ’ οὐδενὸς τὸ σύμπαν ἡττώμενος; Βούπαις

68

.

945

(50)

ἦν ἔτι, ἑπτακαίδεκά που μόλις ἐτῶν, ἐν πρώταις ὑπήνης ἐκβολαῖς, ἐν ἀκμαῖς ἡδονῶν, καὶ ἐν τοῖς ὅτι μάλιστα διαπύροις κινήμασι, καὶ ἵν’ οὕτως εἴποιμεν, σκληραῖς καὶ ἀνουθετήτοις ἐπιθυμίαις. Φιλεῖ γὰρ ἀεί
πως ἐν ἀθραύστοις ἔτι τοῦ ὀρεκτιᾷν ὁρμαῖς, τὸ ἔφ‐944

68

.

948

ηβον εἶναι γένος, καὶ χαλινῶν τῶν εἰς ἐγκράτειαν οὐ λίαν ἀνέχεται. Ἀλλ’ ἦν ἀκλόνητος ὁ θεσπέσιος Ἰω‐ σὴφ, οὐ τὸ τῆς νεότητος ἀνειμένον ἀπαιδαγώγητον ἔχων, οὐ δεδιὼς ὅτι ξένος ἦν καὶ οἰκέτης. Ἐκβεβίαστο
5γὰρ εἰς ἄμφω παρὰ τῶν ἀδελφῶν τοῖς Ἰσμαηλίταις καταπωλούμενος. Ἐπεὶ δὲ κρείττων ἦν ἡδονῆς τε ἅμα τῆς μυσαρωτάτης, καὶ τῶν εἰς ἀσέλγειαν κινη‐ μάτων, συκοφαντεῖ τὸ γύναιον, καὶ ἀντίστροφον τῷ νέῳ ποιεῖται τὴν γραφήν. Τὸν δὲ, οὐκ εἴκοντα τοῖς
10αὐτῆς αἰτήμασιν, ὑβριστὴν ἀπεκάλει. Καὶ δεσμώτης μὲν ἐντεῦθεν ὁ νεανίας ἦν· θείᾳ γε μὴν χάριτι διεσώ‐ ζετο, καὶ μισθὸν ἐγκρατείας ἀποκεκέρδηκεν εὐθὺς, τὸ ἁπάσης κατάρξαι τῆς Αἰγυπτίων χώρας. Οὐκοῦν κἂν εἰ ἔχοι τὸ χρῆμα πόνους, κἂν ἱδρῶτες προκέοιντο
15βαρεῖς τῶν εἰς ἐγκράτειαν αὐχημάτων, οὐ πολὺς ὁ λόγος, τῷ γε ὅλως φιλοθεεῖν ᾑρημένῳ· ἕξει γὰρ, ἕξει καὶ ἰσοπαλῆ τὸν ἔπαινον, καὶ ἰσοῤῥόπους τὰς ἀμοιβάς. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαβὶδ, ταῖς ἐπὶ τοῦτο τληπαθείαις ἀποθαυμάζει λέγων, τὸν ἀξιεπαινε‐
20τώτατον νεανίαν, «Εἰς δοῦλον ἐπράθη Ἰωσὴφ, ἐτα‐ πείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ.» Σίδηρον, οἶμαι, λέγων, τὴν σκληρὰν καὶ ἄθραυστον τῶν ἱδρώτων προσβολὴν, δι’ ὧν ἂν γένοιτο καταστέλλειν ἁμαρτίας καὶ ῥύπου παντὸς ἀποφοιτᾷν,
25τῆς γε μὴν ἁγίας καὶ καθαρωτάτης ἐφικέσθαι ζωῆς, φημὶ δὴ τῆς εὐαγγελικῆς τε καὶ ἐν Χριστῷ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
31tΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ
32tΚΑΙ ΑΛΗΘΕΙΑ
33tΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ
34tΛΟΓΟΣ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΟΣ.
38Ὅτι χρὴ καθαροὺς καὶ ἐκνενιμμένους παρίστα‐ σθαι τῷ Θεῷ, καὶ ὅτι ἐν Χριστῷ πάλιν ἡμῖν ἡ
40καθάρσις. Ἐκ παντὸς ἡμῖν, ὦ Παλλάδιε, συναγήγερται λό‐
γου σαφής τε καὶ ἐναργὴς ἀπόδειξις, τοῦ δεῖν ἰέναι946

68

.

949

παγκάλως εἰς οἶκον Θεοῦ, λαμπρούς τε καὶ ἐκνε‐ νιμμένους, οἰκειότητά τε τὴν πρὸς αὐτὸν δι’ ἁγια‐ σμοῦ κερδαίνοντας. Ἵλεῳ γὰρ τότε περιτευξόμεθα τῷ Θεῷ, καὶ ἵν’ οὕτως εἴπωμεν, ὅλῳ βλέποντι τὰ καθ’
5ἡμᾶς ὀφθαλμῷ, καὶ τὴν τοῖς ἁγίοις πρεπωδεστάτην φειδὼ διανέμοντι. «Ἐπὶ τίνα δὲ ἐπιβλέψω,» φησὶν, «ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» Ὁσίας γὰρ ὄντως ἀνατενεῖ χεῖ‐ ρας, καὶ εἰς αὐτό που διακεκράξεται τὸ τῆς θεότη‐
10τος οὖς, ὁ δὴ οὕτως ἔχων, ὡς καὶ εἰς πέρας ἥκων τῶν ὧν ἂν εὔξαιτο τυχὸν, ἐκ περιχαρείας εἰπεῖν· «Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.» Ἢ οὐ διεπύθου σαφῶς ἀναμελῳδοῦντος
15ἡμῖν τοῦ θεσπεσίου Δαβὶδ, ὅτι «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν;» ΠΑΛΛ. Ἐπυθόμην; ΚΥΡ. Ὅτι μὲν ἔστιν ἀληθὴς ὁ λόγος, οὐκ ἐνδοιά‐ σαι θέμις, πλὴν, ἐπί γε τὸ δεῖν ἀποτρίβεσθαι μολυ‐
20σμοὺς, τίς ἂν γένοιτο πρὸς ἡμῶν ὁ τρόπος; συνήσει γὰρ δὴ παραπτώματα μὲν οὐδεὶς, πολλὰ δὲ πταίομεν ἅπαντες. Νοσεῖ δὲ ἡ φύσις τὸ εἰς ἁμαρτίαν εὔκολον, καὶ λίαν ἐστὶν εὐπάροιστος ἐπὶ τὸ πεφυκέναι ἀδικεῖν, καταλεαινούσης ἡμῖν τρόπον τινὰ τῆς ἐπὶ τὰ φαῦλα
25ῥοπῆς, τὴν ὁδὸν τῆς ἐκτόπου καὶ βδελυρᾶς ἡδονῆς. ΠΑΛΛ. Εὖ λέγεις· συναινέσαιμι γὰρ ἂν μελλή‐ σας οὐδὲν, ὀρθοεπεῖν ᾑρημένῳ. ΚΥΡ. Ἤδη μὲν γὰρ καὶ ἡ ἀπὸ γῆς σὰρξ τὸν τῆς ἁμαρτίας ἐν ἑαυτῇ κατηῤῥώστησε νόμον, εὐπαράφο‐
30ρος δὲ λίαν ὁ ἀνθρώπινος νοῦς, ἐπὶ τὸ ἐκνεῦσαι δεῖν ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, κατὰ τὸ γεγραμμένον. Τοιγάρτοι καὶ λόγος ἡμῖν ἱερὸς ἐπιστυγνάζει δι‐ καίως· «Πάντες γὰρ, φησὶν, ἐξέκλινον, ἅμα ἠ‐ χρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν
35ἕως ἑνός.» Ἐπειδὴ δὲ οὐκ ἦν ἀπόνευσις τοῦ κακοῦ, Σωτῆρα καὶ Λυτρωτὴν πέπομφεν ἡμῖν ἐξ οὐρανοῦ τὸν ἴδιον Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ, δικαιοῦντα τῇ πίστει, καὶ ποινῆς ἀπαλλάττοντα, καὶ εὐσθενὲς μὲν λίαν ἀποτελοῦντα τὸ ἄναλκι, καταφωτίζοντα δὲ τὸ
40ἐσκοτισμένον, ἐπιστρέφοντα δὲ τὸ πλανώμενον, καὶ πλεονεξίας ἐξέλκοντα διαβολικῆς, τὸ ὑπεστρωμένον αὐτῷ. ΠΑΛΛ. Ἐν Χριστῷ δὴ οὖν τὸ ἐκ τῆς ἁμαρτίας αἶσχος ἀποτριψόμεθα, διεσμηγμένοι δὲ οὕτω, καὶ
45μώμου παντὸς ἰόντες ὡς ἀπωτάτω, προσελευσόμεθα δι’ αὐτοῦ τῷ Θεῷ καὶ Πατρί. ΚΥΡ. Συνίης εὖ μάλα· διακεκραγότων καὶ αὐτῶν ἐπαΐοι τις ἂν τῶν ἁγίων προφήτων, τὴν οὕτως ἡμῖν ἀξιάγαστον καὶ πολύευκτον χάριν. Μιχαίας μὲν γὰρ

68

.

949

(50)

ὁ σοφώτατος, ὧδέ πή φησι· «Τίς Θεὸς ὥσπερ σὺ, ἐξαίρων ἀνομίας, καὶ ὑπερβαίνων ἀδικίας τοῖς κατα‐ λοίποις τῆς κληρονομίας αὐτοῦ, καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν;» Ἕτερος δὲ αὖ· «Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραὴλ,
55μὴ ἐπιλανθάνου μου. Ἰδοὺ γὰρ ἀπήλειψα ὡς ἐν νεφέλῃ τὰς ἀνομίας σου, καὶ ὡς γνόφος τὰς ἁμαρ‐
τίας σου.» Καὶ πλεῖστα μὲν ἄν τις συλλέξαιτο τὰ948

68

.

952

ἀπὸ τῆς θείας Γραφῆς, παραδεικνὺς εὖ μάλα τὸ ἔν γε δὴ τούτοις ἡμῖν ἀληθὲς, τὸ δὲ, οἷς ἂν ἕποιτο σαφής τε καὶ ἐναργὴς ἡ πίστις, ἐπισωρεύειν ἕτερα, περιτ‐ τὸν οἶμαί που.
5ΠΑΛΛ. Ἀλλ’ ἐναργὲς μὲν ὅτι τὸ χρῆμα, παντί τῳ σαφές. Ἑλοίμην δ’ ἂν ἔγωγε, καὶ ἐκ νομικῶν εἰκό‐ νων τὴν ἐν Χριστῷ διαθρῆσαι κάθαρσιν. ΚΥΡ. Ἄθρει δὴ οὖν, εἴ σοι φίλον, τῇδέ τε ἡμᾶς ἰέναι δοκεῖ· τοὺς γάρ τοι μεμολυσμένους, καὶ τοὺς
10τῆς παρανομίας ἐγκλήμασιν ὑπενηνεγμένους, θύειν ὁ νόμος ἐκέλευε, διχῆ διαστέλλων τῶν θυσιῶν τοὺς τρόπους. Αἱ μὲν γὰρ, ὑπὲρ ἡμῶν αὐτῶν σφαζόμενον καταγράφουσι τὸν Ἐμμανουὴλ, αἱ δὲ, καὶ ἡμᾶς αὐ‐ τοὺς ἀποθνήσκοντας τῷ κόσμῳ, καὶ εἰς ὀσμὴν εὐ‐
15ωδίας ἀνακομίζοντας τῷ Θεῷ τὴν οἰκείαν ζωήν τε καὶ σωτηρίαν. Ἢ γὰρ οὐχὶ νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ περιφορᾶς κοσμικῆς, καὶ γεωδεστέρων ἡδονῶν τὸν νοῦν ἀπαλλάττοντες, τὴν θείαν τε καὶ εὐαγγελικὴν διαζήσομεν ζωήν;
20ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Οὐκοῦν θυσία μὲν ἔστιν, ἡ ὡς ἐν θανάτῳ Χριστοῦ πνευματικὴ διακάθαρσις, εὐχὴ δὲ καὶ δῶ‐ ρον, ὡς πρὸς ἡμῶν, τὸ ἀναθεῖναι Θεῷ τὴν εὐκοσμίαν τε καὶ ἐν ἁγιότητι ζωήν. Προδιαστέλλει γε μὴν ὁ νό‐
25μος καὶ διαμαρτύρεται σαφῶς, τὸ δεῖν ἀμωμήτους τὰς ἔν γε δὴ τούτοις ποιεῖσθαι προσαγωγὰς, χρησί‐ μως τε καὶ ἀναγκαίως. Ἐπειδὴ δὲ τῶν προσφερομέ‐ νων θυμάτων, ἃ μὲν ἐδήλου Χριστὸν, ὡς ὑπὲρ ἡμῶν σφαζόμενον, ἃ δὲ καὶ ἡμᾶς ἀνατυποῖ, μονονουχὶ κα‐
30ταθυμιῶντας τῷ Θεῷ τὴν οἰκείαν ζωήν. Ταύτῃτοί φησιν, ἀμώμητά τε εἶναι δεῖν αὐτὰ, καὶ κατ’ οὐδένα τρόπον νοσοῦντα τὴν ἐμπηρίαν. Ἄμωμος γὰρ ὁ Χρι‐ στός· οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, ἀλλ’ οὐδ’ ἂν ἡμᾶς αὐτοὺς παραδέξαιτο Θεὸς, ἐν μολυσμοῖς ὄντας ἔτι,
35καὶ τῆς ἁμαρτίας νοσοῦντας τὸ ἀτερπές. Γέγραπται τοίνυν ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐ‐ τοῦ, καὶ πάσῃ Συναγωγῇ υἱῶν Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἄνθρωπος ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἢ
40τῶν προσηλύτων τῶν προσκειμένων πρὸς αὐτοὺς ἐν Ἰσραὴλ, ὃς ἂν προσενέγκῃ τὰ δῶρα αὐτοῦ κατὰ πᾶ‐ σαν ὁμολογίαν αὐτῶν, ἢ κατὰ πᾶσαν αἵρεσιν αὐτῶν, ὅσα ἂν προσενέγκωσι τῷ Θεῷ εἰς ὁλοκαύτωμα· δε‐ κτὰ ὑμῖν, ἄμωμα ἄρσενα ἐκ τῶν βουκολίων, καὶ ἐκ
45τῶν προβάτων, καὶ ἐκ τῶν αἰγῶν, πάντα ὅσα ἂν ἔχῃ μῶμον ἐν αὐτῷ, οὐ προσάξουσι Κυρίῳ, διότι οὐ δε‐ κτὸν ἔσται ὑμῖν. Καὶ ἄνθρωπος ὃς ἂν προσενέγκῃ θυ‐ σίαν σωτηρίου τῷ Κυρίῳ, διαστείλας εὐχὴν, ἢ κατὰ αἵρεσιν ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν, ἐκ τῶν βουκολίων ἢ

68

.

952

(50)

ἐκ τῶν προβάτων, ἄμωμον ἔσται εἰσδεκτὸν, πᾶς μῶ‐ μος οὐκ ἔσται ἐν αὐτῷ. Τυφλὸν ἢ συντετριμμένον, ἢ γλωσσότμητον, ἢ μυρμηκιῶντα, ἢ ψωραγριῶντα, ἢ λειχῆνας ἔχοντα, οὐ προσάξουσι ταῦτα τῷ Θεῷ, καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπ’ αὐτῶν ἐπὶ τὸ θυσιαστή‐
55ριον τῷ Κυρίῳ. Καὶ μόσχον ἢ πρόβατον ὠτότμητον,950

68

.

953

ἢ κολοβόκερκον σφάγια ποιήσεις αὐτὰ σεαυτῷ· εἰς δὲ εὐχήν σου οὐ δεχθήσεται. Θλαδίαν καὶ ἐκτεθλιμ‐ μένον, καὶ ἐκτομίαν, καὶ ἀπεσπασμένον, οὐ προσ‐ άξετε αὐτὰ τῷ Κυρίῳ, καὶ ἐπὶ τῆς γῆς ὑμῶν οὐ ποιή‐
5σετε. Καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα τοῦ Θεοῦ ὑμῶν ἀπὸ πάντων τούτων, ὅτι φθάρ‐ ματά ἐστιν ἐν αὐτοῖς, καὶ μῶμος ἐν αὐτοῖς. Οὐ δε‐ χθήσεται ταῦτα ὑμῖν.» Ἄθρει δὴ οὖν ὅτι παρεγγυᾷ σαφῶς καὶ ἀναφανδὸν ὁ νόμος, καὶ τοῖς ἐξ αἵματος
10Ἰσραὴλ, καὶ τοῖς ἔξωθέν τε καὶ εἰσκεκριμένοις εἰς λαοὺς, φημὶ δὴ τοῖς προσηλύτοις, τὸ χρῆναι μωμο‐ σκοπεῖν εὖ μάλα τὰ ἱερά. Δεῖν γὰρ ἔφη προσκομί‐ ζεσθαι πρὸς ἡμῶν τὸ ἄρσεν τε καὶ ἄμωμον, τοῦτ’ ἔστι, τὸ εὐσθενὲς, καὶ ἀνωτέρω παθῶν· ὁ γάρ τοι
15μαλακισμὸς, καὶ φρόνημα· τὸ θηλυπρεπὲς, καὶ μέν τοι καὶ τὸ νοσεῖν τὴν εἴς γε νοῦν ἔσω καὶ νοητὴν ἐμπηρίαν, ἀπαράδεκτον παντελῶς τῷ Θεῷ, καὶ ἀπό‐ βλητον. Ἢ οὐκ ἀνίερον εἶναι φὴς τὸν ᾧπερ ἂν φαί‐ νοιτο προσόντα ταυτί;
20ΠΑΛΛ. Πῶς γὰρ οὔ; ΚΥΡ. Οὐκοῦν ἀπόβλητον μὲν τὸ ἄναλκι, καὶ τὸ οἱονεὶ παρειμένον, δεκτὸν δὲ τὸ εὐσθενὲς, ὡς ἐν ἀρσένων φύσει ζωγραφούμενον, εἰ παρεζευγμένον ἔχοι τὸ ἄμωμον. Εἶεν δι’ ἂν εἰς τύπον ἡμῖν σαφῆ τὰ
25τοιάδε Χριστοῦ. Ἄρσην γὰρ ὁμοῦ καὶ ἄμωμος ὁ Ἐμμανουὴλ, εἴπερ ἐστὶν ἀληθῶς Θεοῦ δύναμις, καὶ οὐκ εἰδὼς ἁμαρτίαν. Ἄρσην δὲ καὶ ἑτέρως· προὖ‐ χον γὰρ ἀεὶ, καὶ ἐν ἀμείνοσι θατέρου τὸ ἄρσεν· καὶ πρός γε δὴ τούτῳ καὶ ἡγεμονικώτατον. Προέστηκε
30δὲ καὶ ἀσυγκρίτως ἐστὶν ἐν ἀμείνοσι, καὶ καθηγεῖ‐ ται τῶν ὅλων, εἰ καὶ γέγονε καθ’ ἡμᾶς ὁ Υἱὸς, καὶ ὁ ποιμὴν ἐν προβάτοις κατελογίσθη χρησίμως. Ἀνίερα δὲ καὶ ἀπόπεμπτα τῶν θυμάτων, τυφλὸν, καὶ συντετριμμένον, καὶ μὴν καὶ γλωσσότμητον,
35καὶ μυρμηκιῶν, καὶ ψωραγριῶν, καὶ λειχῆνας ἔχον, ὠτότμητόν τε καὶ κολοβόκερκον. Ἀλλὰ καὶ εἴ τῳ, φησὶ, καταθλασθείη τυχὸν τὰ ἀρσενικὰ, καὶ τὸ εἰς εὐνούχους ἤδη τελοῦν, ἀναγκαῖον ἔχοι πάθος. Τουτὶ γὰρ οἶμαι δηλοῦν, θλαδίαν καὶ ἐκτεθλιμμένον, ἐκτο‐
40μίαν καὶ ἀπεσπασμένον. ΠΑΛΛ. Ἆρ’ οὖν εἰς ἤθη καὶ τρόπους τοὺς καθ’ ἡμᾶς μεταληπτέον ταυτί; ΚΥΡ. Πάνυ μὲν οὖν· εἴη γὰρ ἂν οὐχ ἑτέρως ἢ οὕτως ἡμῖν πνευματικὸς ὁ νόμος. Γένοιτο δ’ ἂν
45οὐδεὶς παρὰ Θεῷ λόγος τῆς ὡς ἐν σκιαῖς λατρείας, ἀλλ’ οὐδ’ ἂν ὡρίσατό ποτε τοὺς ἐν αὐτῇ νόμους, μὴ οὐχὶ τῆς ἀληθείας προανατυπῶν ἐν αὐτῇ τὸ ἐκπρε‐ πέστατον κάλλος. ΠΑΛΛ. Εὖ λέγεις. Πέραινε δὴ οὖν τὸν ἐφ’ ἑκάστῳ

68

.

953

(50)

λόγον, καὶ τίς ἂν γένοιτο διασάφει πάλιν. ΚΥΡ. Οὐκοῦν εἶμί τοι καὶ μάλα προθύμως. Τυ‐ φλὸν μὲν οὖν ἔοικε, τὸν ἄσοφόν τε καὶ ἀσύνετον λέ‐ γειν, καὶ φῶς οὐκ ἔχοντα θεῖον ἐν ἑαυτῷ τοῦτ’ ἔστι, τὸν διὰ Χριστοῦ φωτισμὸν ἐν Πνεύματι, ἀνίερος δὲ
55παντελῶς, ὁ ἄνους τε καὶ ἄπιστος ἔτι· «Ἐὰν γὰρ
μὴ πιστεύσητε, οὐ μὴ συνῆτε,» φησίν. Συντετριμμέ‐952

68

.

956

νον δὲ αὖ, τὸν ὁλοτρόπως ἠῤῥωστηκότα, καὶ ὑγιὲς ἔχοντα παντελῶς οὐδὲν, οὔτε μὴν ὀρθοποδεῖν δυνά‐ μενον, ἤγουν δράσαι τι τῶν ἀγαθῶν ἰσχύοντα, εὐρω‐ στίας δὲ τῆς ἐν Χριστῷ καὶ ἐν Πνεύματι παντελῶς
5ἡττώμενον, πεπόνθασι δέ τι τοιοῦτον, οἱ περὶ ὧν γέ‐ γραπται, δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθέ‐ νειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοὶ ἅμα· γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.» Ἀλλ’
10ὅγε θεῖος ἡμῖν Μελῳδὸς, τοὺς ἐν πίστει τῇ ἐν Χριστῷ δεδικαιωμένους, εἰσκεκόμικεν ἱλαροὺς, ψάλλοντάς τε καὶ λέγοντας· «Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, τὸν ἰώμενον πάσας τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου.» Γλωσσότμητόν τε, καθάπερ
15ἐγῷμαι, τὸν ὀρθοεπεῖν οὐκ εἰδότα, οὔτε μὴν ἀναφω‐ νεῖν ἰσχύοντα τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν κατὰ τὸ γεγραμμένον, τὸ ἐξ ἀγαθῆς συνειδήσεως ἐπερώτημα εἰς Θεὸν, πλὴν ὅτι καὶ τὴν τοιάνδε πάλιν ἀποκρούσονται νόσον, ἐν παρουσίᾳ Χριστοῦ, σαφηνιεῖ
20λέγων ὁ προφήτης· «Καὶ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην.» Γλωσσότμητος οὖν ὁ ψελλίζων ἔτι, καὶ λαλεῖν οὔπω δεδιδαγμένος τὴν ἄνωθεν ἡμῖν καὶ παρὰ Πατρὸς εἰρήνην, τοῦτ’ ἔστι, Χριστὸν, ἤτοι τὰ ἐπ’ αὐτῷ. Μυρμηκιῶντάς γε
25μὴν καὶ ψωραγριῶντας, καὶ λειχῆνας ἔχοντας εἶναί φαμεν τοὺς, οἵπερ ἂν ἔχοιεν ἔν γε δὴ σφίσιν αὐτοῖς ἐμπαθῆ τὸν νοῦν, καὶ πολλὴν ἐγκατηῤῥωστηκότας τὴν ἐν ἁμαρτίαις φθορὰν, οὐ μὴν ὅτι χρὴ καὶ πρὸς τὸ μεῖον ἄγειν αὐτοὺς διενθυμουμένους, ἐφιέντας δὲ
30μᾶλλον διέρπειν ἐπὶ τὸ αἴσχιον, καὶ κατευρύνεσθαι πρὸς τὸ χεῖρον. Μυρμηκία τε γὰρ καὶ ἀγρία ψώρα, καὶ μὴν καὶ λειχὴν, ἀεὶ πρὸς ἐπίδοσιν ἰόντα φαίνε‐ ται, καὶ πρὸς τὸ χειρόνως ἔχειν διανένευκέ πως, καὶ ὅλην κατὰ βραχὺ διανέμεται τὴν σάρκα. Τοιαῦτα δὲ
35καὶ τὰ ἐν ταῖς ἡμετέραις ψυχαῖς οὐκ ἀνακοπτόμενα τῶν παθῶν, ἀσχέτῳ δὲ ὥσπερ ὁρμῇ πρὸς τὸ χεῖρον ἀεὶ διεκτρέχοντα. Ὠτότμητον δὲ, πρός γε δὴ τούτῳ τὸν κολοβόκερκον, τὸν δυσπειθῆ καὶ ἀνήκοον, καὶ τὸν μὴ μέχρι παντὸς εὐσχήμονα κατασημήνειεν ἄν.
40Ἢ οὐχὶ τὸ βλάβος εἰς ἀκοὴν, τοῖς γε τὸ οὖς ἀποκε‐ κομμένοις; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Τὰ δὲ τῶν ζώων τὴν κέρκον οὐκ ἔχοντα, δοίης ἂν αὐτὸς ἔν γε τῷ καλλίστῳ σχήματι; Οὐδα‐
45μῶς· νοσεῖ γὰρ ἐφ’ ἑαυτῶν πολὺ δὴ λίαν τὸ ἀπρεπές. Οὐκοῦν ἀσχήμων καὶ ἀκαλλὴς ὁ ὡς ἐν ζώῳ τυχὸν τῷ τὴν κέρκον οὐκ ἔχοντι πλαγίως ὑποδηλούμενος. Ἀπό‐ βλητον δὲ ποιεῖται τὸ ἄρσεν μὲν, ὅσον ἧκεν εἰς φύ‐ σιν, ἐνεργεῖν δὲ τὰ ἀρσένων οὐ δυνάμενον, θλαδίαν δὴ

68

.

956

(50)

λέγω καὶ ἐκτομίαν· εἶεν δ’ ἂν οἱ τοιοίδε πάλιν, οἱ ἐν ὑπολήψει μὲν ἀνδρείας τῆς εἰς ἀρετὴν, οὐ μὴν ἔτι καὶ ἐνεργοὶ πρὸς ἀρετῆς αὐχήματα, ξηροὶ δὲ ὥσπερ καὶ ἄκαρποι, καὶ τὸ δύνασθαι καρποφορεῖν πολυτρό‐ πως παρῃρημένοι. Πλεῖστος γὰρ ὅσος ἡμᾶς ἀνοσίων
55παθῶν καταβιάζεται δῆμος εἰς τὸ ἄναλκί τε καὶ ἀδρα‐ νὲς, καὶ προσέτι τούτῳ τὸ μὴ ἰσχύσαι καρποφορεῖν.
Ταύτῃτοι, καθάπερ ἐγῷμαι, καὶ πολλοῖς ὀνόμασι τὸ954

68

.

957

εὐνουχισθὲν ὁ νόμος ἀποκαλεῖ· θλαδίαν γὰρ, φησὶ, καὶ ἐκτεθλιμμένον, καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον· παμποίκιλα γὰρ τὰ ἐν ἡμῖν πάθη, διὰ πολλῆς ὥσπερ ἄγοντα τρίβου πρὸς τὸ ἄναλκί τε καὶ ἀδρανές.»
5ΠΑΛΛ. Πιθανὸς ὁ λόγος. ΚΥΡ. Μυσαρὸν δὲ ὅτι πρὸς τούτοις ἐστὶ, καὶ διὰ χειρὸς ἀλλοτρίας, τὰς ἱερουργίας καταθύειν Θεῷ, προσαπέφηνε λέγων· «Καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα Κυρίῳ τῷ Θεῷ ὑμῶν.» Δι’ οὗ
10σημαίνεται τυπικῶς, ὡς διὰ μόνου Χριστοῦ προσιτὸς ὁ Πατήρ· αὐτὸς γὰρ ἡμῶν ὁ ἄμωμος ἀληθῶς καὶ μέ‐ γας ἀρχιερεὺς, ὁ μεσίτης οἰκονομικῶς· ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος· «Ἐν αὐτῷ τὴν προσαγω‐ γὴν ἐσχήκαμεν ἐν Πνεύματι πρὸς τὸν Πατέρα.»
15Μώμου δὴ οὖν ἀπηλλάχθαι πρέπει τοὺς οἵπερ ἂν ἕλοιντο τὰς ἑαυτῶν ψυχὰς καθιεροῦν τῷ Θεῷ καὶ Πατρὶ, μεσιτεύοντος τοῦ Χριστοῦ· «Ἅγιοι γὰρ ἔσεσθε,» φησὶ, «καθὼς ἐγὼ ἅγιός εἰμι.» ΠΑΛΛ. Ἄριστα ἔφης.
20ΚΥΡ. Καταρυθμίσας δὲ τῆς θυσίας τοὺς τρόπους, ὡς ἐν βουσὶ καὶ προβάτοις, καὶ δι’ ἑτέρων ἡμῖν ἐπι‐ νοιῶν ἔρχεται, τὸ δεῖν ἀμωμήτως προσιέναι Θεῷ τοῖς τοῦτο δρᾷν εἰωθόσιν, εὖ μάλα παρεγγυῶν· ἔφη γὰρ πάλιν ἐν τῷ Λευϊτικῷ· «Πᾶσαν θυσίαν ἣν ἂν προσ‐
25φέρητε Κυρίῳ, οὐ προσοίσετε ζυμωτήν· πᾶσαν γὰρ ζύμην καὶ πᾶν μέλι οὐ προσοίσετε ἀπ’ αὐτοῦ, καρπῶ‐ σαι Κυρίῳ, δῶρον ἀπαρχῆς προσοίσετε αὐτὰ Κυρίῳ, ἐπὶ τὸ θυσιαστήριον οὐκ ἀναβιβασθήσεται εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, καὶ πᾶν δῶρον θυσίας ὑμῶν ἁλὶ ἁλι‐
30σθήσεται. Οὐ διαπαύσετε ἅλας διαθήκης Κυρίῳ ἀπὸ θυσιασμάτων ὑμῶν, ἐπὶ παντὸς δώρου ὑμῶν προσοί‐ σετε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἅλας.» Ζύμη μὲν οὖν παν‐ ουργίας ἂν εἴη τύπος, οὐχὶ πάντως γε καὶ μόνης τῆς κατεψεγμένης, ἀλλὰ καὶ τῆς ἑτέρας, φημὶ δὴ
35τῆς ἀγαθῆς καὶ ἐπαινουμένης, ἢν καὶ τῆς σοφίας ὁ λόγος, τοῖς ἀκάκοις ἔτι διδόναι κατεπαγγέλλεται. μέσον γάρ πώς ἐστι τὸ τῆς πανουργίας ὄνομα. Μέλι δὲ αὖ, ἡδονὴν μὲν ἔσθ’ ὅτε τὴν σωματικὴν ἡμῖν πλα‐ γίως ὑπαινίττεται, ὡς ἔν γε τῷ φάναι· «Μὴ πρόσεχε
40φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης.» Ποτὲ δὲ καὶ ἀγαθῶν γλυκασμάτων εἰσφέρει τὴν ὑποτύπωσιν. Γέγραπται γὰρ, ὅτι «Φάγε μέλι, υἱέ· ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ σου ὁ φάρυγξ.» Ἀποφάσκει δὴ οὖν ὁ νόμος, τὸ προσκομί‐
45ζεσθαι δεῖν εἰς κάρπωμα καὶ θυσίαν, ζύμην τε καὶ μέλι. Δέχεται μὲν γὰρ παρὰ τοῦ προσάγοντος εἰς δῶρον καὶ ἀπαρχὴν, ἀνακομίζει δὲ οὐδαμῶς εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ. ΠΑΛΛ. Εἶτα τί τὸ αἴνιγμα διασάφει πάλιν.

68

.

957

(50)

ΚΥΡ. Δυσέφικτον, ὦ Παλλάδιε, τὸ χρῆμά ἐστι. Τί γὰρ ἂν βούλοιτο δηλοῦν, τὸ ἀπόβλητα μὲν οὐδαμῶς
ποιεῖσθαι ταυτὶ, μὴ μὴν ἔτι καὶ εἰς κάρπωμα καὶ θυ‐956

68

.

960

σίαν ἀνακομίζειν αὐτὰ, πῶς οὐκ ἄναντες ἰδεῖν; Οἶμαι δὴ οὖν ὅτι καὶ πανοῦργον ἔσθ’ ὅτε ψυχῆς ὁσίας καὶ ἀγαθῆς, εἰ δρῷτο κατὰ καιροὺς, καὶ πρόφασιν ἔχοι τὴν εἰς Θεὸν εὐσέβειαν, οὐκ ἀπόβλητον μὲν παρ’ αὐτῷ,
5πλὴν οὐκ ἐν ἴσῳ λόγῳ κατατετάξεται τῆς εὐώδους ἀρετῆς, οὐδ’ ἂν εἰς θυσίαν καταλογισθείη τὴν νοητήν. Ἁπλότης γὰρ μᾶλλον τιμιωτέρα παρὰ Θεῷ. Κατα‐ θαυμάζει μὲν γὰρ τὸ Γράμμα τὸ ἱερὸν τὸν θεσπέσιον Ἰακὼβ, οὕτω λέγον· «Καὶ ἦν Ἰακὼβ ἄπλαστος ἀνὴρ,
10οἰκῶν ἐν οἰκίᾳ.» Ἐξῄρηται μὲν γὰρ πάντων τῶν ἀκάκων ἡ πανουργία. Πρὸς δέ γε τοὺς ἁγίους ἀπο‐ στόλους αὐτὸς ἔφασκεν ὁ Σωτήρ· «Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί.» Ἀλλ’ ἔστι τὸ μὲν ἀκέραιον τίμιον παρὰ Θεῷ, καὶ καθ’
15ἕτερόν που πάντων ἐν ἀμείνοσιν. Τὸ δέ γε πανοῦργον καὶ πονηρὸν, τῇ οἰκονομίᾳ πρέπον τῆς ἀποστολῆς, ᾧ προσεχρῆτο κατὰ καιροὺς καὶ ὁ μακάριος Παῦλος, πανταχῆ διαδιδράσκων τὸ πρόωρον παρ’ ἐχθρῶν ὑπομεῖναι θάνατον. Οὐκοῦν τὸ πανοῦργον ἔν γε τοῖς
20κατὰ Θεὸν σπουδάσμασι, δεκτὸν μὲν ἂν γένοιτο, κα‐ ταλογισθείη δ’ ἂν οὐδαμῶς εἰς ἀρετῆς εὐωδίαν, εἰ δοκιμάζοιτο κατ’ ἰδίαν φύσιν. Κατὰ τὸν ἴσον δὴ τρό‐ πον καὶ τὸ μέλι, τῆς σαρκικῆς ἡδονῆς εἰς τύπον πα‐ ραληφθὲν, ὑποφήνειεν ἂν, οἶμαί που, τὴν ἐγκόσμιον
25ταύτην, καὶ σαρκικῶν ἡδονῶν οὐκ ἀπηλλαγμένην ζωήν· τίμιος μὲν γὰρ ὁ γάμος, ταῖς τεκνογονίαις ὑπηρετῶν, καὶ ἀνυπαίτιος κατὰ νόμον, ὁ ἐν Χριστῷ κεχρημένος. Πλὴν οὐκ ἔσται τοῦτό τισιν εἰς ἀρετῆς δύναμιν, οὔτε μὴν ἐν ἴσῳ τετάξεται τοῖς τῆς ἐγκρα‐
30τείας αὐχήμασιν· ἐπιστέλλει δὲ τοῖς ἐν γάμῳ καὶ ὁ μακάριος Παῦλος· «Μὴ χωρίζεσθε ἀπ’ ἀλλήλων, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάσητε τῇ προσευχῇ καὶ τῇ δεήσει.» Καὶ πάλιν· «Ἐπὶ τὸ αὐτὸ ἦτε, φησὶν, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς, διὰ τὴν
35ἀκρασίαν ὑμῶν.» Προσεπήνεγκε δὲ τούτοις· «Ταῦτα δὲ λέγω κατὰ συγγνώμην, οὐ κατὰ ἐπιταγήν.» Ὁρᾷς οὖν ὅτι συγγνώμην δίδωσι τοῖς ἐν γάμῳ; Πῶς οὖν ἀρετὴ, τὸ συγγνώμῃ θεραπευόμενον; «Περὶ δὲ τῆς παρθένου,» φησὶν, «ὅτι μακαριωτέρα ἐστὶν ἐὰν οὕτως
40μείνῃ,» τοῦτ’ ἔστιν, ἄγαμος. Οὐκοῦν οὐκ ἀπόβλητον μὲν τὸ μέλι. δεκτὸς γὰρ ὁ γάμος. Πλὴν οὐκ εἰς ὀσμὴν εὐωδίας, καθὰ καὶ τῆς ἀρετῆς οἱ τρόποι. Ἀλλὰ καὶ ἔν γε μὴν τοῖς θύμασιν ἐπιπάττονται ἅλες, χρῆναι γὰρ οἶμαι καταθύειν ἡμᾶς σοφῶς τε καὶ ἐμφρόνως, καὶ
45πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν εὖ μάλα διηρτημένους. Τὸ γὰρ ἄχαρί τε καὶ ἄνοστον, πρέποι ἂν ἥκιστά γε τοῖς εὐσεβεῖν ἑλομένοις. Ταύτῃτοι καὶ ὁ Σωτήρ· «Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς,» τοῖς ἁγίοις ἔφασκε μαθηταῖς. Ἐπιστέλλει δὲ καὶ ὁ Παῦλος· «Ὁ λόγος

68

.

960

(50)

ὑμῶν ἐν χάριτί τε καὶ ἅλατι ἠρτυμένος, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.» ΠΑΛΛ. Ἄραρεν οὖν ὅτι τὸ ἔμφρον τε καὶ ἐπίχαρι, διὰ τῶν ἁλῶν σημαίνεται. ΚΥΡ. Ὧδε ἔχει· χρῆναι δὲ οἶμαι λοιπὸν εὖ μάλα
55διῃρηκότας τοὺς ἐπί γε τὸ δεῖν καταθύειν τρόπους,
ἐξ αὐτῶν ἤδη τῶν ἱερῶν καταθρεῖν Γραμμάτων, τὸ958

68

.

961

ὅπως ἂν γένοιτο τοῖς τὴν ἁμαρτίαν διηῤῥωστηκόσι, διεκδύναι τὴν νόσον, καὶ τὰ ἐκ τοῦ πλημμελεῖν δια‐ κρούσασθαι βλάβη· γέγραπται τοίνυν ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλη‐
5σον πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, λέγων· Ψυχὴ ἐὰν ἁμάρτῃ ἔναντι Κυρίου ἀκουσίως, ἀπὸ πάντων τῶν προσταγ‐ μάτων Κυρίου, ὧν οὐ δεῖ ποιεῖν καὶ ποιήσῃ ἕν τι ἀπ’ αὐτῶν· ἐὰν μὲν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ τὸν λαὸν ἁμαρτεῖν, καὶ προσάξει περὶ
10τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, μόσχον ἐκ βοῶν ἄμωμον τῷ Κυρίῳ περὶ τῆς ἁμαρτίας. Καὶ προσάξει τὸν μόσχον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυ‐ ρίου ἔναντι Κυρίου, καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι Κυρίου, καὶ
15σφάξει τὸν μόσχον ἐνώπιον Κυρίου. Καὶ λαβὼν ὁ ἱερεὺς ὁ χριστὸς ὁ τετελειωμένος τὰς χεῖρας ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ εἰσοίσει αὐτὸ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἷμα, καὶ προσρανεῖ ἀπὸ τοῦ αἵματος ἑπτάκις
20ἔναντι Κυρίου, κατὰ τὸ καταπέτασμα τὸ ἅγιον. Καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυμιάματος τῆς συνθέσεως τοῦ ἐναντίον Κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. Καὶ πᾶν τὸ αἷμα τοῦ μόσχου ἐκχεεῖ
25παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμά‐ των, ὅ ἐστι παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυ‐ ρίου. Καὶ πᾶν τὸ στέαρ τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας, περιελεῖ ἀπ’ αὐτοῦ τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων, καὶ
30τοὺς δύο νεφροὺς, καὶ στέαρ τὸ ἐπ’ αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ αὐτὸ, ὃν τρόπον ἀφαιρεῖται αὐτὸ ἀπὸ τοῦ μόσχου τοῦ τῆς θυσίας τοῦ σωτηρίου, καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον τῆς καρπώσεως,
35καὶ τὸ δέρμα τοῦ μόσχου, καὶ πᾶσαν αὐτοῦ τὴν σάρκα σὺν τῇ κεφαλῇ καὶ τοῖς ἀκρωτηρίοις καὶ τῇ κοιλίᾳ καὶ τῇ κόπρῳ. Καὶ ἐξοίσουσιν ὅλον τὸν μόσχον ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν οὗ ἐκχέουσι τὴν σποδιὰν, καὶ κατακαύσουσιν αὐτὸν ἐπὶ ξύλων ἐν πυρὶ,
40ἐπὶ τῆς ἐκχύσεως τῆς σποδιᾶς καυθήσεται.» Ἄρχον‐ τος μὲν οὖν πέρι, συναφαμαρτεῖν αὐτῷ τοῦ πρέπον‐ τος, καὶ τοὺς ὑπὸ χεῖρα λαοὺς παρασκευάζοντος, τὰ τοιάδε φησίν· ἐπεχρησμῴδησε δὲ τούτοις εὐθύς· «Ἐὰν δὲ πᾶσα συναγωγὴ τῶν υἱῶν Ἰσραὴλ ἀγνοήσῃ
45καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς, καὶ ποιήσωσι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσι, καὶ γνωσθῇ αὐ‐ τοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς ἁμαρτίας.» Ἱερουργεῖσθαι δὲ δεῖν αὐτὸν κατὰ τὸν ἴσον τῷ

68

.

961

(50)

πρώτῳ τύπον, εὖ μάλα φησί. ΠΑΛΛ. Τίς οὖν ἂν εἴη πάλιν ὁ ἔν γε τουτοισὶ λόγος; ΚΥΡ. Σαφὴς, ὦ Παλλάδιε, καὶ οὐ χαλεπὸς ἑλεῖν, τοῖς γε ὅλως ἀρτίφροσιν. Ἐν Χριστῷ γὰρ ἡ κάθαρ‐
55σις ἱερέων, καὶ λαοῦ, σμικροῦ καὶ μεγάλου, καὶ συλ‐ λήβδην ἁπάντων, καὶ εἰ καθ’ ἕνα τυχὸν πλημμελοῦντες
ἁλισκοίμεθα, διά τοι τὸ τὸν θεῖον οὐκ εἰδέναι νόμον,960

68

.

964

ἤγουν ἀνεθελήτως ἐκβεβιάσθαι τυχὸν, εἴς γε τὸ ἥκιστα δοκοῦν τῷ πάντων Δεσπότῃ Θεῷ. Ταύτῃτοι καὶ ὁ θεσπέσιος ἡμῖν ἐπεφώνει Δαβίδ· «Ἁμαρτίας νεότη‐ τός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς.» Ὡς δὲ ἀγα‐
5θὸν ὄντα φύσει, χρηστόν τε καὶ φιλοικτείρμονα καὶ τῆς ἡμετέρας φύσεως οὐκ ἠγνοηκότα τὸ ἄναλκι, μονονουχὶ καὶ καταιτιᾶται σαφῶς ὁ μακάριος Ἰὼβ, μέλλοντά τε καὶ ἀναδυόμενον πρὸς τὸ ἀνεῖναί τισι τὰς ἁμαρτίας. Οὕτω δέ φησι· «Καὶ ἵνα τί οὐκ ἐποιήσω
10τῆς ἀνομίας μου λήθην, καὶ καθαρισμὸν τῆς ἁμαρ‐ τίας μου;» Προσανακεκράγει δὴ οὖν ὁ νόμος, ὡς ἐν Χριστῷ τε καὶ μόνῳ δικαιωθήσονται διὰ πίστεως οἱ ταῖς ἁμαρτίαις ἐνισχημένοι. Αὐτὸς γάρ ἐστιν ὁ μόσχου δίκην ὑπὲρ ἡμῶν σφαγιαζόμενος παρὰ τὰς θύρας τῆς
15ἱερᾶς τε καὶ θείας σκηνῆς, ἵν’ ἡμῖν ἀνευρύνῃ τὴν εἰς τὸ εἴσω πάροδον, αὐτὸς ὁ τὰς ἁμαρτίας ἡμῶν αἴρων, κατὰ τὴν τοῦ προφήτου φωνήν. Τουτὶ γὰρ οἶμαι δη‐ λοῦν, τὸ ἐπιτίθεσθαι τὰς χεῖρας τῷ μόσχῳ, αὐτὸς ὁ διὰ τοῦ αἵματος εἰσπεφοιτηκὼς εἰς τὰ Ἅγια τῶν
20ἁγίων, καὶ λύτρωσιν ἡμῖν ἁγίαν εὑράμενος, καὶ μιᾷ προσφορᾷ τελειώσας εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομέ‐ νους, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· αὐτός ἐστιν ὁ ἐν τῷ ῥαντισμῷ τοῦ ἰδίου αἵματος ἁγιάζων τὴν Ἐκκλησίαν, καὶ τοῦτο πλουσίως. «Βάψει» γὰρ,
25φησὶν, «ὁ ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἷμα, καὶ προσ‐ ρανεῖ ἀπὸ τοῦ αἵματος ἑπτάκις τῷ δακτύλῳ ἔναντι Κυρίου.»—«Προσεληλύθαμεν» γὰρ, φησὶν, «Ἱερου‐ σαλὴμ ἐπουρανίῳ, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπο‐ γεγραμμένων ἐν οὐρανοῖς, καὶ αἵματι ῥαντισμοῦ
30κρεῖττον λαλοῦντι, παρὰ τὸν Ἄβελ.» Τοῦ μὲν γὰρ Ἄβελ τὸ αἷμα κατεκεκράγει πρὸς Θεὸν, καταδικάζον τοῦ φονευτοῦ, τὸ δὲ τίμιον αἷμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, λαλεῖ περὶ ἡμῶν τὰ ἀμείνω πρὸς Θεόν. Ἐκκέχυται γὰρ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα.
35Προσεχεῖτο δὲ τοῦ μόσχου τὸ αἷμα τῇ βάσει τοῦ θυ‐ σιαστηρίου· καὶ γάρ ἐστιν ἅγιός τε καὶ ἱερὸς ἀληθῶς ὁ Χριστοῦ θάνατος. Καὶ ἀναφέρεται μὲν τὰ ἐντόσθια, πιμελὴ καὶ νεφροὶ καὶ λοβὸς ὁ τοῦ ἥπατος. Εὐώδη γὰρ πάντα τὰ ἐν Χριστῷ, τά τε ἐξωφανῆ, καὶ τὰ
40κεκρυμμένα· ὁ Λόγος γὰρ ἦν ἅγιος, καὶ οὐδὲν ἐν αὐτῷ τὸ μὴ καθαρόν. Κατακαίεταί γε μὴν ἔξω τῆς πύλης τὸ δέρμα καὶ τὰ λοιπά· οὐδὲ αὐτὸν ἡμῖν ἀπα‐ ράδεκτον τοῦ πάθους τὸν τόπον ἐῶντος τοῦ νόμου. Τοιγάρτοι καὶ πρὸς ἡμᾶς ὁ θεσπέσιος ἔφη Παῦλος·
45«Ἐξερχώμεθα οὖν ἔξω τῆς πύλης τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες,» τοῦτ’ ἔστι, τὸν ὑπὲρ ἡμῶν τε καὶ δι’ ἡμᾶς σταυρόν. Καὶ αὐτὸς δέ πού φησιν ὁ Σωτήρ· «Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Ἔοικε δὲ τὸ ἔξω τῆς πύ‐

68

.

964

(50)

λης ὁ ἱερώτατος Παῦλος, τὸ ἔξω τοῦ κόσμου νοεῖν. Ζωῆς γὰρ ἡμᾶς ἐξίστησι κοσμικῆς τὸ θέλειν ἕπεσθαι τῷ Χριστῷ. Καὶ μαρτυρήσει πάλιν ὁ Παῦλος. Ἔφη γὰρ ὧδε περὶ Χριστοῦ· «Δι’ οὗ ἐμοὶ κόσμος ἐσταύ‐ ρωται, κἀγὼ τῷ κόσμῳ.» Περιπατοῦντες δὲ ἐπὶ
55τῆς γῆς οἱ ἅγιοι, διαβιῶναι σπουδάζουσιν οὐκέτι
μὲν ἐπιγείως, ἔχειν δὲ μᾶλλον ἐν οὐρανῷ τὸ πολί‐962

68

.

965

τευμα. Κάθαρσις δὲ τοῖς μεμολυσμένοις, ἡ σποδιὰ μετὰ ὕδατος. Λυτήριον γὰρ ἁμαρτίας, τοῦ Σωτῆρος τὸ πάθος, ἁγιάζων ἡμᾶς δι’ ὕδατος, δι’ οὗ κερδανοῦ‐ μεν οὐ σαρκὸς ἀπόθεσιν ῥύπου, κατὰ τὸ γεγραμμέ‐
5νον, ἀλλὰ τῶν ἐν ψυχαῖς μολυσμῶν τὴν ἀπόνιψιν· «Λούσασθε» γὰρ, φησὶν, «καὶ καθαροὶ γίνεσθε·» καὶ προφητικὸς ἡμῖν ἄνωθεν διεκελεύετο λόγος. ΠΑΛΛ. Ἐν μόσχῳ δὴ οὖν ὡς ἐν εἰκόνι καὶ τύποις, ὁ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ σκιαγραφεῖται
10θάνατος. ΚΥΡ. Συνίης εὖ μάλα, καὶ πρός γε δὴ τούτῳ κα‐ ταθαυμάσαις ἂν, οἶμαι, καὶ εἰς ἐκεῖνο βλέπων. ΠΑΛΛ. Τὸ ποῖον; ΚΥΡ. Εἰ μὲν γὰρ ἁμάρτοι, φησὶν, ὁ ἡγούμενος
15ὁμοῦ τῶν ὑπεζευγμένων, εἴ τ’ οὖν αὐτὴ καθ’ ἑαυτὴν ἡ ὑπὸ χεῖρα πληθὺς, μόσχος ἔσται τὸ θῦμα. Ἐναλοὺς δὲ πταίσμασιν ἰδικοῖς ὁ ἡγούμενος, προσκομιζέτω, φησὶ, χίμαρον ἐξ αἰγῶν. Εἰ δὲ δή τις εἴη τῶν ἐν λαοῖς, ἄρσεν μὲν οὐκέτι, θῆλυ δὲ ἔστω τὸ σφάγιον·
20Ἀναγνώσομαι δὲ, εἰ δοκεῖ, καὶ τοὺς ἐπὶ τοῖσδε νόμους, ἔφη γὰρ ὧδε· «Ἐὰν δὲ ὁ ἄρχων ἁμάρτῃ, καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου τοῦ Θεοῦ αὐ‐ τοῦ, ἢ οὐ ποιηθήσεται ἀκουσίως, καὶ πλημμελήσῃ, καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ,
25καὶ προσοίσει τὸ δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν, ἄρσεν ἄμωμον, περὶ ἁμαρτίας· καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου, καὶ σφάξουσιν αὐτὸν ἐν τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα ἐν‐ ώπιον Κυρίου, ἁμαρτίας ἐστί. Καὶ ἐπιθήσει ὁ ἱερεὺς
30ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, καὶ τὸ πᾶν αἷμα αὐτοῦ ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, καὶ τὸ πᾶν στέαρ αὐτοῦ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον, ὥσπερ τὸ στέαρ
35θυσίας σωτηρίου, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ.» Καὶ πρός γε δὴ τούτοις, «Ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς, ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ἣ οὐ ποιηθήσεται,
40καὶ πλημμελήσῃ, καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ οἴσει χίμαιραν ἐξ αἰγῶν, θή‐ λειαν ἄμωμον οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ.» Καὶ τῆς θυσίας τὸν τρόπον, ὅπως ἂν γένοιτο, διειπών· «Ἐὰν δὲ πρόβατον προσενέγκῃ,» φησὶ, «τὸ δῶρον
45αὐτοῦ περὶ τῆς ἁμαρτίας, θῆλυ ἄμωμον προσοίσει αὐτό.» Συνίης οὖν, ὦ Παλλάδιε, τοῦ μυστηρίου τὸ βάθος, ὡς ἐν ἐσόπτρῳ καὶ σκιαῖς τοῖς ἀρχαιοτέροις ἀνατυπούμενον; Ἰσομοιρεῖ γὰρ ὥσπερ τῷ μεγέθει τῶν πλημμελημάτων, ἡ τῶν θυμάτων προσαγωγή·

68

.

965

(50)

καὶ μόσχος μὲν ἧν ὑπὲρ ἄρχοντός τε καὶ λαοῦ, κοινὴ τάχα που καὶ μίαν ἠῤῥωστηκότοιν τὴν ἁμαρτίαν. Ἔριφος δὲ εἷς, ὑπὲρ ἑνὸς, ἤτοι μιᾶς ψυχῆς· ἑαυτὸν γὰρ προσκεκόμικεν ὁ Χριστὸς, ἅμα μὲν ὑπὲρ πάν‐ των, ὡς ἐν εἰκόνι τῷ μόσχῳ, βαρεῖ τε καὶ μεγάλῳ
55θύματι· «Ὅπου γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, φησὶν,
ὑπερεπερίσσευσεν ἡ χάρις.» Ἐρίφου δὲ καὶ προβά‐964

68

.

968

του δίκην, ὑπὲρ ἑκάστου καὶ ἰδικῶς διὰ τὸ ὡμοιῶ‐ σθαι, φημὶ, τοῖς ὑφ’ ἁμαρτίαν, καὶ ἐν τοῖς ἀνόμοις λελογίσθαι, κατὰ τὰς Γραφάς· ἀνόμου δὲ τύπος, ὁ ἔριφος, ὡς ἄκαρπος καὶ ξηρός. Παρίστησι γοῦν ὁ
5Χριστὸς, ὡς πρόβατα μὲν ἐκ δεξιῶν, τοὺς ἁγίους, ὡς ἐρίφους δὲ καὶ ἐξ εὐωνύμων τοὺς τῆς ἀνομίας ἐργάτας. Οὐκοῦν τὸ ἐπίδοξον αὐτοῦ καὶ ὑπερφυὲς κατίδοι τις ἂν ὡς ἕν γε τῷ μόσχῳ. Τὸ δὲ ὁμοιοῦσθαι τοῖς καθ’ ἡμᾶς, λελογίσθαι δὲ ὅτι καὶ ἐν τοῖς ἀνό‐
10μοις, διὰ τοῦ χιμάρου νοήσεις. Ἐσφάζετο δὲ καὶ ὡς πρόβατον, διὰ τὴν ἔμφυτον ἡμερότητα, καὶ τὴν εἰς πραότητα θυσίας ὑπεροχήν. «Ὡς πρόβατον γὰρ ἤχθη,» φησὶ, «καὶ ὡς ἀμνὸς, ἐναντίον τοῦ κείροντος αὐτὸν, ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.»
15Ἀλλ’ εἰ μὲν εἴη τυχὸν ἡγούμενος ὁ ταῖς πλημμελείαις ἔνοχος, ἄρσην ὁ χίμαρος ἦν. Εἰ δὲ δή τις ἐν λαοῖς καὶ καθ’ ἕνα, θῆλυ τὸ σφάγιον, κἂν εἴ τε πρόβατον εἴη τυχὸν, εἴτ’ οὖν ἐξ αἰγῶν, καὶ ἐν τῇ τῶν θυμά‐ των διαφορᾷ τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὸ
20σοφὸν, τοῦ νόμου κατασημαίνοντος. Ἡγεμονεῦον μὲν γὰρ ἀεί πώς ἐστι, καὶ ἐν τιμῇ πρώτῃ τὸ ἄρσεν, ἑπό‐ μενον δὲ καὶ ἐν δευτέροις τὸ θῆλυ. Ἀναλόγως δὴ οὖν τοῖς ἑκάστου πταίσμασι, καὶ ἡ διὰ Χριστοῦ κά‐ θαρσις ἔν γε τοῖς προεστηκόσι καὶ ἡγουμένοις, καὶ
25τοῖς ὑπὸ χεῖρα, καὶ καθ’ ἕνα τε καὶ ὑπεζευγμένοις. Εἶεν γὰρ οὐκ ἐν ἴσοις αἰτιάμασι πεσόντες εἰς ἁμαρ‐ τίαν, ἡγούμενος καὶ λαὸς, ἀλλ’ ἐν μείζοσι που πάν‐ τως, ἡγούμενοι. Τοιγάρτοι πλουσιωτέρᾳ διασμήχον‐ ται χάριτι.
30ΠΑΛΛ. Συνίημι ὃ φής· ἄμεινον γὰρ θατέρου, τὸ ἄρσεν. ΚΥΡ. Ἴδοις δ’ ἂν ἐν Χριστῷ, τὸ ὡς ἐν δόξῃ διά‐ φορον· ἄρχων μὲν γάρ ἐστι καὶ τῶν ὅλων καθηγητὴς ὁμολογουμένως, ὡς Θεὸς καὶ Κύριος. Γέγονε δὲ καὶ
35ὡς ἐν τάξει δεύτερος, διὰ τὸ ἀνθρώπινον, τέθειται δὲ καὶ ὑπὸ νόμον, ὡς ὑφηγούμενος. ΠΑΛΛ. Πιθανὸς ὁ νοῦς. ΚΥΡ. Καὶ ἑτέρους δὲ μολυσμῶν ἐπισυνάπτει τρό‐ πους, καὶ τὸν ἐφ’ ἑκάστῳ δὴ πάλιν, προκεχρησμῴδη‐
40κεν ἁγνισμὸν, ὡς ἐν Χριστῷ πληρούμενον. Ἔφη δὲ οὕτως· «Ἐὰν δὲ ψυχὴ ἁμάρτῃ, καὶ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν, ἢ σύνοιδεν, ἐὰν μὴ ἀπαγγείλῃ, λήψεται τὴν ἁμαρτίαν. Ἡ ψυχὴ ἐκείνη ἥτις ἐὰν ἅψηται παντὸς πράγματος ἀκαθάρ‐
45του, ἢ θνησιμαίου, ἢ θηριαλώτου ἀκαθάρτου, ἢ τῶν θνησιμαίων βδελυγμάτων τῶν ἀκαθάρτων, ἢ τῶν θνησιμαίων κτηνῶν τῶν ἀκαθάρτων, ἢ ἅψηται ἀπὸ ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ, ἧς ἂν ἁψάμενος μιανθῇ, καὶ ἔλαθεν αὐτὸν, μετὰ

68

.

968

(50)

τοῦτο δὲ γνῷ, καὶ πλημμελήσῃ, ἡ ψυχὴ ἡ ἄνομος, ἡ διαστέλλουσα τοῖς χείλεσι κακοποιῆσαι ἢ καλῶς ποιῆσαι κατὰ πάντα ὅσα ἐὰν διαστείλῃ ὁ ἄνθρωπος μεθ’ ὅρκου, καὶ λάθῃ αὐτὸν πρὸ ὀφθαλμῶν, καὶ οὗτος γνῷ, καὶ ἁμάρτῃ ἕν τι τούτων· καὶ ἐξαγορεύσει
55τὴν ἁμαρτίαν περὶ ὧν ἡμάρτηκε κατ’ αὐτῆς· καὶ
οἴσει περὶ ὧν ἐπλημμέλησε Κυρίῳ, περὶ τῆς ἁμαρ‐966

68

.

969

τίας ἧς ἥμαρτε, θῆλυ ἀπὸ τῶν προβάτων, ἀμνάδα ἢ χίμαιραν ἐξ αἰγῶν περὶ ἁμαρτίας, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία.» Ἄθρει
5δὴ οὖν ὅτι τὸν ὁρκισμοῦ φωνῆς ἐπαΐοντα, καὶ παρ’ οὐδὲν ὅλως τὸ πρᾶγμα πεποιημένον, καὶ τὸν ἑτέροις ἔνοχον μολυσμοῖς, καὶ μὴν ἐπὶ τούτῳ, τὸν ἐπὶ τῇ ψευδορκίᾳ κατεγνωσμένον, ἐν ἴσῳ τε καὶ ἀπαραλλάκτῳ τίθησι πλημμελείας τρόπῳ· μολυσμὸς γὰρ ἀληθῶς
10ἐξαίσιος, καὶ εἰς αὐτό που τὸ λοῖσθον ἀναθρώσκει τῶν κακῶν, ἡ εἰς Θεὸν καταφρόνησις, καὶ ταῖς σαρκικαῖς ἀκαθαρσίαις ἐγγύς τε καὶ ἀδελφὸν τὸ πλημμέλημα, ἢ οὐκ ἐν ἴσῳ θετέον λόγῳ τὴν ἐπάρατον ψευδορκίαν καὶ ὁρκισμοῦ καταφρόνησιν;
15ΠΑΛΛ. Πάνυ μὲν οὖν· ἰσοπαλῆ γάρ πως ἐπ’ ἀμ‐ φοῖν ἀεὶ τὰ ἐγκλήματα. ΚΥΡ. Ἕψεται δὴ οὖν καὶ τούτοις ἡ λύσις δι’ ἐξ‐ αγορεύσεώς τε καὶ μὴν καὶ ἀμνάδος, ἤτοι προβάτου σφαγῆς· «Λέγε γὰρ σὺ τὰς ἀνομίας σου πρῶτος,»
20φησὶν, «ἵνα δικαιωθῇς.» Καὶ μὴν καὶ ὁ θεῖος ἀναφω‐ νεῖ Δαβίδ· «Εἶπα· Ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρ‐ δίας μου.» Πλὴν, οὐκ ἀπόχρη εἰς τὴν τελείαν ἀπό‐ νιψιν τὸ ἐξαγορεῦσαι μόνον, ἀπαλλάττει δὲ παντελῶς
25ὁ Χριστοῦ θάνατος, παθόντος ὑπὲρ ἡμῶν, καὶ ταῖς ἁπάντων ἡμῶν ἁμαρτίαις ἑαυτὸν ὑποφέροντος ὡς ἐν εἴδει παντὶ τῶν ἡμέρων ζώων· ἐν μόσχῳ δὴ λέγω, καὶ μὴν καὶ προβάτῳ καὶ αἰγί. Ἀπροφάσιστον δὲ ὥσπερ καθιστὰς ὁ νόμος τὸ ῥᾴθυμον εἰς θυσίαν, τοῖς
30ἐν μολυσμοῖς καὶ ἀκαθαρσίαις, εἰ μὴ μόσχον τις ἔχοι καὶ πρόβατον, τοῖς κατὰ χεῖρα καὶ ἐν ἰσχύϊ τιμᾷν ἀνα‐ πείθει, λέγων· «Ἐὰν δὲ μὴ ἰσχύῃ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν εἰς τὸ πρόβατον, οἴσει περὶ τῆς ἁμαρτίας αὐ‐ τοῦ, ἧς ἥμαρτε, δύο τρυγόνας, ἢ δύο νοσσοὺς περι‐
35στερῶν Κυρίῳ, ἕνα περὶ ἁμαρτίας, καὶ ἕνα εἰς ὁλο‐ καύτωμα, καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα, καὶ προσ‐ άξει ὁ ἱερεὺς τὸ περὶ τῆς ἁμαρτίας πρότερον, καὶ ἀποκνίσει ὁ ἱερεὺς τὴν κεφαλὴν αὐτοῦ ἀπὸ τοῦ σφον‐ δύλου, καὶ οὐ διελεῖ, καὶ ῥανεῖ ἀπὸ τοῦ αἵματος τοῦ
40περὶ τῆς ἁμαρτίας, ἐπὶ τὸν τοῖχον τοῦ θυσιαστηρίου. Τὸ δὲ κατάλοιπον τοῦ αἵματος καταστραγγιεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου. Ἁμαρτίας γάρ ἐστι, καὶ τὸ δεύτερον ποιήσει ὁλοκαύτωμα ὡς καθήκει· καὶ ἐξ‐ ιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας, ἧς
45ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ.» Τρυγόνι μὲν δὴ καὶ περιστερᾷ παρεικαστέον εὖ μάλα τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ὅτι τὸ μέν ἐστιν εὐφωνότατόν τε καὶ λαλίστατον ἐν στρουθίοις, τὸ δὲ ὅτι μάλιστα πρὸς ἄκρον ἥκει πραότητος. Ἄμφω δὲ ἦν ἐν Χριστῷ.

68

.

969

(50)

Πᾶσαν μὲν γὰρ κατεκήλησε τὴν οἰκουμένην τοῖς εὐαγ‐ γελικοῖς κηρύγμασι, τρυγὼν ἡ ἄνωθέν τε καὶ ἐξ οὐ‐ ρανοῦ, λιγυρὸν ὥσπερ ἐνιεῖσα μέλος, καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς κατατρανοῦσα θέλησιν. Ὡς γὰρ ὁ θεσπέσιος Ἰωάννης φησὶν, «Ὃν ἀπέστειλεν ὁ Θεὸς,
55τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ.» Ἐκάλει δὲ καὶ ἡμᾶς πρὸς μίμησιν τῆς ἐνούσης αὐτῷ πραότητός τε καὶ
ἡμερότητος, οὕτω λέγων· «Ἄρατε τὸν ζυγόν μου968

68

.

972

ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Λήψεται τοίνυν τὴν τρυγόνα, φησὶν, «ὁ ἱερεὺς, καὶ ἀποκνίσει τῷ ὄνυχι. Σφάζεται γὰρ οὕτω τὰ ἐλαφρὰ τῶν στρουθίων. Πλὴν, οὐκ εἰσ‐
5άπαν ἀποτεμεῖ, δῆλον δὲ ὅτι τὴν κεφαλήν. Πέπρα‐ κται γὰρ οὕτως ὁ Χριστοῦ θάνατος, οὐκ εἰς μερισμὸν, ἀλλ’ εἰς ἕνωσιν. Τοιγάρτοι καὶ ἐν ἀρχαῖς ἐπὶ τὸ Πάσχα τιθεὶς νόμον, καταθύεσθαι μὲν προστέταχε τὸν ἀμνὸν, πλὴν «Ἐν οἰκίᾳ βρωθήσεται,» φησὶ,
10«μιᾷ, καὶ οὐκ ἐξοίσετε τῶν κρεῶν αὐτοῦ ἔξω.» Με‐ μέρισται γὰρ οὐδαμῶς ὁ Χριστὸς, ἀλλ’ εἷς ὁλοκλή‐ ρως καὶ ἐν ἑκάστῳ καὶ ἐν πᾶσίν ἐστι, καὶ αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, συλλέγων ἡμᾶς εἰς ἕνωσιν τήν τε πρὸς ἀλλήλους ἐν ὁμοψυχίᾳ, καὶ τὴν δι’ ἑαυτοῦ πρὸς
15Θεὸν ἐν Πνεύματι. Ὅτι τοίνυν οὐ μερισμοῦ πρόξενος, ἀλλ’ ἑνώσεως πρὸς ἡμᾶς ὁ Χριστοῦ γέγονε θάνατος, ἐδήλου πλαγίως τὸ θύεσθαι μὲν τὸ στρουθίον, οὐ μὴν καὶ εἰσάπαν ἀποκείρεσθαι τοῦ σπονδούλου τὴν κεφα‐ λήν· ὅτι δὲ ἁγιάζει τὴν Ἐκκλησίαν τῷ ἰδίῳ αἵματι,
20κατασημήνειεν ἂν, τὸ τῷ αἵματι τοῦ στρουθίου καταραίνεσθαι τὴν σκηνὴν καὶ τὰ ἐν αὐτῇ. Μία δὲ τρυγὼν ὑπὲρ ἁμαρτίας, καὶ μία πάλιν, εἰς ὁλοκαύ‐ τωμα, νοεῖται δὲ δι’ ἀμφοῖν ὁ Χριστὸς, καὶ ἀποθνή‐ σκων ὑπὲρ ἡμῶν, καὶ εἰς ὀσμὴν εὐωδίας ὁλοκαυτού‐
25μενος τῷ Πατρὶ, καὶ μὴν καὶ ἀντάλλαγμα τῆς ἁπάν‐ των ζωῆς ἑαυτὸν ἀνατιθείς. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ὑποβιβάζει γε μὴν ὁ νόμος καὶ εἰς τὸ λίαν εὐπόριστον τῆς θυσίας τὸν τρόπον· καὶ ἀναλόγως
30τοῖς ἑκάστου μέτροις ποιεῖσθαι προστάττει, τὸν ἐπὶ τοῖς ἀρίστοις ὄκνον ὑποτεμνόμενος πανταχῆ, καὶ ἀπροφάσιστον καθιστὰς τοῖς ἑλοῦσι τὸ ῥᾴθυμον. Γρά‐ φει δὲ ὧδε πάλιν· «Ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐ‐ τοῦ ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν, καὶ
35οἴσει τὸ δῶρον αὐτοῦ, περὶ οὗ ἥμαρτε, τὸ δέκατον τοῦ οἶφι σεμιδάλεως περὶ ἁμαρτίας. Οὐκ ἐπιχεεῖ ἐπ’ αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπ’ αὐτῷ λίβανον, ὅτι περὶ ἁμαρτίας ἐστὶ, καὶ οἴσει αὐτὴν πρὸς τὸν ἱερέα, καὶ δραξάμενος ὁ ἱερεὺς ἀπ’ αὐτῆς πλήρη τὴν δράκα αὐ‐
40τοῦ, τὸ μνημόσυνον αὐτῆς ἐπιθήσει ἐπὶ τὸ θυσιαστή‐ ριον τῶν ὁλοκαυτωμάτων Κυρίου, ἁμαρτία ἐστί. Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς, περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν ἀφ’ ἑνὸς τούτων, καὶ ἀφεθήσεται αὐτῷ. Τὸ δὲ καταλειφθὲν ἔσται τῷ ἱερεῖ, ὡς θυσία
45τῆς σεμιδάλεως.» Ἀλλ’ ἔν γε δὴ τούτοις, περὶ Χρι‐ στοῦ μὲν οὐκέτι, τὴν δὲ τοῦ προσάγοντος ζωὴν, καὶ τὴν ἐν Χριστῷ πρόσοδον, καὶ τὴν εἰς Θεὸν ἀφιέρωσιν, ὁ τῆς θυσίας ἡμῖν ὑποφαίνει τρόπος. Προσφέρεται μὲν γὰρ σεμίδαλις ἄρτου γένεσις. Ζωῆς δὲ τύπος, ὁ ἄρ‐

68

.

972

(50)

τος· ἀλλ’ οὔτε λιβάνῳ καταπάττεσθαι δεῖν αὐτὴν, οὔτε μὴν ἐλαίῳ δεδεῦσθαι λέγει, σοφήν τε καὶ ἀναγ‐ καίαν τοῦ τοιοῦδε τὴν ἀφορμὴν εὖ μάλα προαναφω‐ νῶν, ὅτι περὶ ἁμαρτίας ἐστὶν, ἧς ἂν εἴη πάντη τε καὶ πάντως ἀπωτάτω τὸ ἱλαρὸν, ὡς ἐν ἐλαίῳ νοούμε‐
55νον, καὶ μέν τοι τὸ εὐῶδες, ὡς ἐν λιβάνῳ τυχόν· εἴη δ’ ἂν οὐκ ἀμφίλογον, ὅτι χρῆμα στυγνὸν καὶ ἄοσμον
ἀληθῶς, ἡ ἐν ἡμῖν ἁμαρτία. Καταπλουτήσει δὲ ἐφ’970

68

.

973

ἑαυτῇ, τῆς ἀρετῆς ἀεί πως τὸ ἱλαρὸν, δι’ ἐλπίδος τῆς εἰς Θεὸν πολὺ τὸ εὐῶδες ἐχούσης, ὡς ἐν πιότητι δη‐ λονότι τῇ νοητῇ. Τύπος οὖν ἄρα ζωῆς, τῆς μὴ ἐχού‐ σης τὸ ἱλαρὸν καὶ εὐωδίας ἐρήμης, ἡ λιβάνου δίχα
5καὶ ἐλαίου σεμίδαλις, ἀλλ’ ἐν Χριστῷ καὶ αὐτὴ μετα‐ στήσεται πρὸς τὸ ἱλαρόν. Δέχεται δὲ καὶ τὸ εὐῶδες ἐν πίστει, καὶ προσφέρεται τῷ Θεῷ δι’ αὐτοῦ, τοῦ διασμήχοντος τοὺς μεμολυσμένους, καὶ ἀπονίζοντος νοητῶς τοὺς ἐναλόντας ἀκαθαρσίᾳ. «Δράξεται γὰρ,»
10φησὶν, «ὁ ἱερεὺς ἀπὸ τῆς σεμιδάλεως, καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων Κυρίῳ.» Ἐν Χριστῷ γὰρ ἡμῶν ἡ προσαγωγὴ, καὶ δι’ αὐτοῦ προσίεμεν οἱ μεμολυσμένοι. Δικαιούμεθα δὲ διὰ πί‐ στεως, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνατιθέμεθα τῷ Πατρὶ,
15ἑαυτοὺς μὲν οὐκέτι, Χριστὸν δὲ τὸν ἐν ἡμῖν, εὐωδίαν ἔχοντες τὴν πνευματικήν. ΠΑΛΛ. Ἀτρεκὴς ὁ λόγος. ΚΥΡ. Καὶ πρός γε δὴ τούτοις, καὶ εἰ γένοιτό τινας προσκροῦσαι Θεῷ, καὶ ὑφελέσθαι τι τῶν ἡγιασμένων,
20εἴτ’ οὖν ἀνήνασθαι τὸ ἐπηγγελμένον, καὶ μηδὲ παρα‐ χρῆμα προσενεγκεῖν, καὶ τὸ ῥᾴθυμον ἐν τούτοις, λήθης ἔγκλημα παθεῖν, διακαθαίρει πάλιν. Γέγραπται γὰρ ὡδί· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ψυχὴ ἢ ἂν λάθῃ αὐτὴν λήθη, καὶ ἁμάρτῃ ἀκουσίως
25ἀπὸ τῶν ἁγίων Κυρίου, καὶ οἴσει τῆς πλημμελείας αὐτοῦ τῷ Κυρίῳ κριὸν ἄμωμον ἐκ τῶν προβάτων, τι‐ μῆς ἀργυρίου σίκλων, τῷ σίκλῳ τῶν ἁγίων, περὶ οὗ ἐπλημμέλησε· καὶ ὃ ἥμαρτεν ἀπὸ τῶν ἁγίων, ἀπο‐ τίσει αὐτὸ, καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπ’ αὐτὸ,
30καὶ δώσει αὐτὸ τῷ ἱερεῖ, καὶ ὁ ἱερεὺς ἐξιλάσεται περὶ αὐτοῦ ἐν τῷ κριῷ τῆς πλημμελείας, καὶ ἀφεθήσεται αὐτῷ.» Πάνδεινον γὰρ ἀληθῶς, τὸ ὑφελέσθαι τι τῶν ἡγιασμένων καὶ ἀνατιθεμένων εἰς δόξαν Θεοῦ. Ἐν ἴσῳ δὲ τρόπῳ διαβεβλήσεται, καὶ οὐκ ἐν μικραῖς
35αἰτίαις, τὸ μὴ ἀποτίσαι τὰ ἐπηγγελμένα. «Τέκνον γὰρ,» φησὶν, «ἐὰν εὔξῃ εὐχὴν τῷ Κυρίῳ, μὴ χρο‐ νίσῃς τοῦ ἀποδοῦναι αὐτήν· ἀγαθὸν τὸ μὴ εὔξασθαί σε, ἢ τὸ εὔξασθαι, καὶ μὴ ἀποδοῦναι.» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβίδ· «Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ
40τῷ Θεῷ ὑμῶν.» Ἐκολάζοντο δὲ καὶ οἱ Ἠλεὶ παῖδες, ὑποκλέπτοντές τινα τῶν ἁγίων, καὶ σφετεριζόμενοι τὰ τοῦ Θεοῦ. Τίς οὖν ἂν γένοιτο καὶ τοῦδε τυχὸν ἡ ἄφεσις; Ἢ πῶς ἂν ἐκλύσοιεν αἰτίας τὸν πόδα, καὶ ἀπαλλάττοιτό τις; Πρῶτον μὲν εἰ πλουσιωτέραν τῶν
45ὑφαιρεθέντων ποιοῖτο τὴν ἀντέκτισιν· Προσθήσει γὰρ τὸ ἐπίπεμπτον, φησὶν, εἶτα κριὸν εἰς θυσίαν εἰ προσ‐ οίσειεν ὠνητόν. Τύπος ἂν εἴη τὸ χρῆμα, Χριστοῦ, ὃν οἱ τῶν Ἰουδαίων προεστηκότες ἐξεπρίαντο τρόπον τινὰ, τριάκοντα δηναρίων, ἃ τῷ προδότῃ κατέθεντο

68

.

973

(50)

μαθητῇ. Οὐκοῦν ἐν Χριστῷ, καὶ τῶν εἰς Θεὸν αἰτια‐ μάτων, ἡ ἄφεσις. Ὅτι δὲ καὶ τῶν εἰς ἀνθρώπους ἀδικημάτων ἀπαλλάξειεν ἂν αὐτὸς, ἀταλαίπωρον ἰδεῖν, τὸν γείτονά τε καὶ ἐφεξῆς ἀνεγνωκόσι νόμον. Ἔχει δὲ οὕτω· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων·
55Ψυχὴ ἣ ἂν ἁμάρτῃ, καὶ παριδοῦσα παρίδῃ τὰς ἐντο‐ λὰς Κυρίου, καὶ ψεύσεται τὰ πρὸς τὸν πλησίον ἐν
παραθήκῃ, ἢ περὶ κοινωνίας, ἢ περὶ ἁρπαγῆς, ἢ972

68

.

976

ἠδίκησέ τι τὸν πλησίον, ἢ εὗρεν ἀπώλειαν, καὶ ψεύ‐ σηται περὶ αὐτῆς, καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων, ὧν ἐὰν ποιήσῃ ὁ ἄνθρωπος, ὥστε ἁμαρτεῖν ἐν τούτοις. Καὶ ἔσται ἡνίκα ἐὰν ἁμάρτῃ, καὶ πλημ‐
5μελήσῃ, καὶ ἀποδῷ τὸ ἅρπαγμα, ὃ ἥρπασεν, ἢ τὸ ἀδίκημα, ὃ ἠδίκησεν, ἢ τὴν παραθήκην, ἥτις παρ‐ ετέθη αὐτῷ, ἢ τὴν ἀπώλειαν, ἣν εὗρεν ἀπὸ παντὸς πράγματος, οὗ ὤμοσε περὶ αὐτοῦ ἀδίκως, καὶ ἀποτί‐ σει αὐτὸ τὸ κεφάλαιον, καὶ τὸ ἐπίπεμπτον προσθήσει
10ἐπ’ αὐτὸ, τίνος ἐστὶν, αὐτῷ ἀποδώσει ᾗ ἡμέρᾳ ἐλεγ‐ χθῇ, καὶ τῆς πλημμελείας αὐτοῦ οἴσει τῷ Κυρίῳ κριὸν ἀπὸ τῶν προβάτων ἄμωμον, τιμῆς, εἰς ὃ ἐπλημμέ‐ λησε. Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυ‐ ρίου, καὶ ἀφεθήσεται αὐτῷ περὶ ἑνὸς ἀπὸ πάντων ὧν
15ἐποίησε καὶ ἐπλημμέλησεν ἐν αὐτῷ.» Ὁρᾷς τῆς ἀποκαθάρσεως ἐν ἴσῳ τρέχοντα, καὶ πληρούμενον δι’ ἀμφοῖν τὸν τρόπον; Ἐκτίσει γὰρ δὴ σὺν πλεονασμῷ, καὶ κριοῦ προσαγωγῇ· τά τε εἰς Θεὸν ἐγκλήματα, τά τε εἰς ἀδελφοὺς καὶ ὁμογενεῖς ἀποκρούεσθαι δεῖν ὁ
20νόμος εὖ μάλα διεκελεύετο. Μερικὴ δὲ οὔτι που δι‐ καίωσις ἐν Χριστῷ, τελεία δὲ μᾶλλον τοῦ κατασπιλοῦν εἰωθότος ἀπόνιψις· τοιγάρτοι καὶ ἔφασκεν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβη‐
25κεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.» Εἰ δὲ τὸ κρί‐ νεσθαι διαπέφευγεν, ὁ τὴν ἐν πίστει δικαίωσιν εἰσποιη‐ τὴν ἔχων διὰ Χριστοῦ, πᾶσά πως ἀνάγκη λέγειν ὡς διέδρα τὰ ἐγκλήματα· καὶ τρόπος αἰτιαμάτων ἰσχύ‐ σειεν ἂν οὐδεὶς, κατά γε τοιοῦδε, φημί. «Θεὸς γὰρ ὁ
30δικαιῶν, τίς ὁ κατακρίνων;» Οὐκοῦν τοῖς λελυπημέ‐ νοις τῶν ἀδελφῶν, διὰ πραγμάτων ἀπολογούμενοι, τὴν ἐν Χριστῷ δικαίωσιν ἑτοιμοτάτην εὑρήσομεν. Οὕτω καὶ Ζακχαῖος ὁ τελώνης κεκλημένος εἰς ἀπο‐ στολὴν, οὐχ ὡς ἕψεται μόνον τῷ κεκληκότι κατεπηγ‐
35γέλλετο, ἀλλὰ καὶ πάντα ὅσα ἂν ἠδίκησεν ἀποδώσειν ἐν τετραπλῷ. Χρῆναι γὰρ οἶμαι τοὺς μέλλοντας ἔν γε δὴ σφίσιν αὐτοῖς ἔνοικον διὰ τοῦ Πνεύματος ποιεῖσθαι Χριστὸν, προαπονίζεσθαι ῥύπους, καὶ προαποσμήχειν ἐγκλήματα, λαμπρὰν δὲ οὕτω καὶ ἀκηλίδωτον ἀπο‐
40φαίνειν αὐτῷ τὴν ἰδίαν ψυχὴν, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Μελῳδὸς ἐν καλῷ τῆς τοιαύτης ἀρετῆς γεγονὼς, ἀνεφώνει λέγων· «Ἑτοίμη ἡ καρδία μου, ὦ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ.» Ὥσπερ γὰρ καθαροῖς μὲν οὖσι τοῖς ἐρίοις
45ἐνιζάνουσιν αἱ βαφαὶ, εἰ δὲ ῥύπου τι μέτεισι λείψα‐ νον, εὐαπόβλητον εὐθὺς τὸ εἰσκεκριμένον, καὶ ἀσφαλῆ τὴν ἕδραν οὐκ ἔχον ἐν αὐτοῖς· οὕτω καὶ ἡ Χριστοῦ μέθεξις, ταῖς μὲν ἁγίαις καὶ καθαραῖς εἰσ‐ δύεται ψυχαῖς, ταῖς δὲ μὴ οὕτως ἐχούσαις, οὐδ’ ἂν

68

.

976

(50)

ὅλως ἐνιζήσειεν· «Ἅγιον γὰρ πνεῦμα σοφίας φεύξε‐ ται δόλον,» κατὰ τὸ γεγραμμένον, «καὶ οὐ κατοική‐ σει ἐν σώματι κατάχρεῳ ἁμαρτίαις.» Οὐκοῦν θε‐ ραπεύοντες τοὺς ἠδικημένους, καὶ τοῖς εἰς φιλίαν κατορθώμασι τὰς τῶν ἀδελφῶν ἀποκείροντες λύπας,
55αἰτίας ἑαυτοὺς ἁπάσης ἀπαλλάξομεν, καὶ τὴν ἐν Χρι‐ στῷ κερδανοῦμεν ἄφεσιν.
ΠΑΛΛ. Ὀρθότατα ἔφης.974

68

.

977

ΚΥΡ. Βούλει δὴ τούτοις καὶ ἑτέρους ἐννοιῶν ἐπι‐ συλλέγοντες τρόπους, τά τε ἐκ μολυσμῶν ἐγκλήματα, καὶ τὰ ἐφ’ ἑκάστῳ τεθεσπισμένα πρὸς ἀποκάθαρσιν ἐξηγώμεθα;
5ΠΑΛΛ. Πάνυ μὲν οὖν, ἀμφιλαφεστέραν γὰρ οὕτω τὴν ὄνησιν ἐξεργάσαιτ’ ἂν ἡμῖν ὁ ἐπὶ τῷδε λόγος. ΚΥΡ. Γέγραπται τοίνυν ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρ‐
10εμβολῆς πάντα λεπρὸν, καὶ πάντα γονοῤῥυῆ, καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ, ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ, ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς, καὶ οὐ μὴ μιανοῦσι τὰς παρεμβολὰς αὐτῶν, ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς.» Ὅτι μὲν οὖν τοῖς ἐξ ἀνάγ‐
15κης καὶ ἀβουλήτως συμβαίνουσιν, οὐκ ἂν, οἶμαι, δόξειεν εἰκότως ἐπιτιμᾷν ὁ νόμος ἡμῖν, ἐν τούτοις, παντί τῳ σαφές· κολάζεται γὰρ ἀνθ’ ὅτου, τὸ σώμα‐ τος πάθος, καὶ τὴν ἐκ νόμου κατάῤῥησιν ὅπως ἂν ἔχοι δικαίαν, ὁ σαρκικαῖς ἀῤῥωστίαις περιπεσών;
20σοφὸν οὖν ἄρα καὶ ἀναγκαῖον εἰς εἰκόνα καὶ τύπον τῶν ἐν ψυχαῖς νοσημάτων, δέχεσθαι τὰ σωματικά. Εἴη γὰρ ἂν οὕτω πνευματικὸς ὁ νόμος, καὶ ψῆφος ὁσία τὰ ἐφ’ ἑκάστῳ παρὰ Θεοῦ κατὰ καιροὺς κεχρησμ‐ ῳδημένα, οὐχὶ τοὺς ἀνεθελήτοις ἐναλόντας νόσοις,
25ταῖς δίκαις ὑπάγοντα, ἀλλ’ οἷς ὁ τοῦ πλημμελῆσαι λόγος, ὁσίαν ἂν ἔχοι τὴν ἐπίπληξιν. ΠΑΛΛ. Ὡς εὖγε δὴ φής. ΚΥΡ. Ἀποπέμπεσθαι μὲν οὖν τῆς παρεμβολῆς προστέταχε λεπρὸν, ἰσχνοτάτην δὲ λίαν ἐπ’ αὐτῷ
30ποιεῖται τὴν βάσανον, καὶ δοκιμάζεσθαι δεῖν ἐπι‐ τάττει τὴν νόσον, οὕτω λέγων· «Καὶ ἐλάλησε Κύ‐ ριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων· Ἀνθρώπῳ ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ οὐλὴ σημασίας τηλαυγὴς, καὶ γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ
35ἁφὴ λέπρας, ἀχθήσεται πρὸς Ἀαρὼν τὸν ἱερέα, ἢ ἕνα τῶν υἱῶν αὐτοῦ τῶν ἱερέων· καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν ἐν δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ ἡ θρὶξ ἐν τῇ ἁφῇ μεταβάλῃ λευκὴ, καὶ ἡ ὄψις τῆς ἁφῆς ταπεινὴ ἀπὸ δέρματος τοῦ χρωτὸς, ἁφὴ λέπρας ἐστὶ,
40καὶ ὄψεται ὁ ἱερεὺς, καὶ μιανεῖ αὐτόν. Ἐὰν δὲ καὶ τηλαυγὴς λευκὴ ᾖ ἐν τῷ δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ ταπεινὴ μὴ ᾖ ἡ ὄψις αὐτῆς ἀπὸ τοῦ δέρματος, καὶ ἡ θρὶξ αὐτοῦ οὐ μετέβαλε τρίχα λευκὴν, αὐτὴ δέ ἐστιν ἀμαυρὰ, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν
45ἑπτὰ ἡμέρας· καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ ἡ ἁφὴ μένει ἐναντίον αὐτοῦ, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι, καὶ ἀφ‐ οριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας τὸ δεύτερον, καὶ ὄψεται ὁ ἱερεὺς αὐτὸν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τὸ δεύ‐

68

.

977

(50)

τερον. Καὶ ἰδοὺ ἀμαυρὰ ἡ ἁφὴ, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς· σημασία γάρ ἐστι. Καὶ πλυνάμενος τὰ ἱμάτια αὐτοῦ, καθα‐ ρὸς ἔσται. Ἐὰν δὲ μεταβαλοῦσα μεταπέσῃ ἡ σημασία ἐν τῷ δέρματι, μετὰ τὸ ἰδεῖν αὐτὸν τὸν ἱερέα τοῦ
55καθαρίσαι αὐτὸν, καὶ ὀφθήσεται τὸ δεύτερον τῷ ἱερεῖ, καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς, καὶ ἰδοὺ μετέπεσεν
ἡ σημασία ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς·976

68

.

980

λέπρα ἐστίν.» Ἰσχνομυθία μὲν οὖν τὸ χρῆμά ἐστιν, ὦ Παλλάδιε, καὶ οὐχ ἕτοιμος ἑλεῖν ὁ ἐπὶ τοῖσδε λόγος. Ἀναγκαῖον δὲ οἶμαι συνενεγκόντα τὸν νοῦν, ὡς ἐν ὀλίγοις εἰπεῖν, τὸ τί ἂν βούλοιτο δηλοῦν ὁ νό‐
5μος. Προεξηγήσομαι δὲ τέως τοῦ πάθους τὴν διαφο‐ ράν. Λέπρα μὲν οὖν τοῖς ἀνθρωπίνοις σώμασι παγχάλεπόν ἐστι πάθος, καὶ δυσδιάφυκτον καὶ βο‐ ρόν· συμβαίνει δὲ κατὰ νέκρωσιν. Κοιλαίνεται μὲν γὰρ τὸ τραῦμα εὐθὺς, δαπανωμένου τοῦ δέρματος,
10καὶ εἰς βάθος ἀεὶ συνιζάνοντος· ἅτε δὴ, καὶ διερπού‐ σης ἀεὶ πρὸς τὸ κάτω τῆς φθορᾶς. Ὅθεν τοι, καθάπερ ἐγῷμαι, καὶ ἡ θρὶξ ἐπανθοῦσα τοῖς τόποις μαραινο‐ μένη, καταλευκαίνεται, καὶ οἱονεί τι φυτὸν τῇ ὑπο‐ κειμένῃ συγκαταφθείρεται γῇ. Λέπρα μὲν οὖν τὸ
15τοιόνδε πάθος. Λεύκη δὲ πάλιν, ἀῤῥώστημα σαρκικὸν τῇ λέπρᾳ προσεοικὸς, πλὴν οὐκ ἐνίησι τὸ λυποῦν εἰς βάθος, οὔτε μὴν εἰσπέμπει τοῖς ἔσω τῆς νόσου τὴν αἴσθησιν, ἐπινήχεται δὲ ὥσπερ ἄκρῳ τε, καὶ μόλις ἐπανθοῦσα τῷ σώματι, καὶ οὐδὲ τρίχα μεθ‐
20ίστησιν εἰς τὸ λευκὸν, οὔτε μὴν ἀκαθέκτως εὐρύνε‐ ται, ἀλλ’ ὀλίγοις κομιδῇ τοῖς ἐπικουρήμασιν εὐκόλως ἀνασειράζεται, καὶ ὑπονοστεῖ πρὸς ὑγιὲς ἡ ἐπαν‐ θοῦσα σάρξ. Οὐκοῦν ἡ μὲν λέπρα, νέκρωσις ὁμολο‐ γουμένη, ἐν ὑποψίαις δέ πως τῆς λέπρας ἡ λεύκη,
25οὐ μὴν ἔτι καὶ τὸ αὐτὸ κατὰ ἀλήθειαν, λέπρα καὶ νέκρωσις. Καταψηφίζεται τοίνυν ὁ νόμος τοῦ λεπροῦ τὸ ἀκάθαρτον, ὡς ἤδη παθόντος τὴν νέκρωσιν. Ἀνίησι δὲ τοῦ ἐγκλήματος, τὸν λεύκην ἠῤῥωστη‐ κότα, ὡς ἐν ὑποψίαις μὲν γεγονότα τοῦ λεπρᾷν, οὐ
30μὴν ἔτι καὶ λελεπρωμένον. Τοιγάρτοι, φησὶν, εἰ γέ‐ νοιτο οὐλὴ σημασίας, καὶ ἁφὴ λέπρας, καὶ κοιλο‐ τέρα ἡ ὄψις τοῦ δέρματος, καὶ μὴν καὶ τριχὸς εἰς λευκότητα μεταβολὴ, συναποθνησκούσης τάχα που τῇ ὑποκειμένῃ σαρκὶ, λέπρα δὴ πάντως ἔσται. Ἕρ‐
35πει γὰρ εἰς βάθος ἡ νέκρωσις. Εἰ δὲ δὴ γένοιτό τις λεύκη σημασίας, δίχα κοιλότητος τῆς ἐν δέρματι, καὶ τριχὸς εἰς λευκότητα μεταβολῆς, δοκιμαζέσθω, φησὶ, παρὰ τοῦ ἱερέως, καὶ ἀφοριζέσθω δεύτερον· τὸ ἀπεικὸς γὰρ οὐδὲν, ὡς καὶ αὐτὴ τῶν ἡμερῶν ἡ
40παράτασις, τὸ ἀῤῥώστημα βασανίζουσα, παραδεί‐ ξειεν ἂν ἔσθ’ ὅτε τοῖς ἐρευνῶσι τὸ ἀκριβές. Ἡ μὲν γὰρ θρὶξ ὑπομένει τὸ ἑτερόχρουν, κοιλαινομένου τοῦ δέρματος, μετακεχώρηκε δὲ πρὸς λέπραν ἡ λεύκη. Οὐδενὸς δὲ τούτων γεγονότος, «Ἀνείσθω, φησὶ, τῆς
45αἰτίας.» Οὐ γάρ τοι λέπρα τὸ πάθος, ἀλλὰ τὸ λέπρᾳ προσεοικὸς, καὶ ἀγχοῦ δὴ μάλα, τοῦτ’ ἔστιν, ἡ λεύκη. Ὁ μὲν οὖν ἐν προχείρῳ λόγος, καὶ ἡ τοῦ πράγματος διασάφησις ἀποχρῶσαν ἔχει τὴν παράθε‐ σιν. Ἀλλὰ φέρε λέγωμεν τὰ πνευματικὰ, καὶ τῶν εἰς νοῦν τε καὶ κεκρυμμένων ἐννοιῶν ἁπτώμεθα. ΠΑΛΛ. Ὡς καλὸν τὸ χρῆμα καὶ ὀνησιφόρον.

68

.

980

(50)

ΚΥΡ. Χρὴ τοίνυν ἡμᾶς τοὺς ἐν Χριστῷ ζωοποιου‐ μένους, ζωοποίησιν δέ φημι τὴν πνευματικὴν, νε‐ κρῶν ἔργων ἀποφοιτᾷν, καὶ ὡς ἀπωτάτω χωρεῖν, εἶεν δ’ ἂν, οἶμαι, ταυτὶ, τὰ δι’ ὧν ἂν γένοιτο κατα‐ νεκροῦσθαι ψυχὴν, καὶ ἀποψύχεσθαι νοῦν, ἀχαλίνως
55ἐκνενευκότα πρὸς τὰ σαρκός τε καὶ κόσμου. Εἰ γάρ ἐστιν ἀληθὲς, ὡς ὁ εἰς τὴν σάρκα σπείρων, ἐκ τῆς
σαρκὸς θερίσει φθοράν· καὶ οἱ κατὰ σάρκα ζῶντες978

68

.

981

Θεῷ ἀρέσαι οὐ δύνανται, ὅτι δὲ καὶ τεθνήξονται πῶς ἂν εἴη λοιπὸν ἢ πόθεν ἀμφίλογον; Νεκρὸς οὖν ἄρα, καὶ τοῖς τῆς νεκρότητος ἔργοις ἐνισχημένος, ὁ ψυχήν τε καὶ νοῦν ἐκμεμολυσμένος, καὶ μὴν καὶ
5φαυλότητος ἀνάπλεως κοσμικῆς. Καὶ νοητὴν ἀλη‐ θῶς, εἴπερ ἂν ἕλοιτό τις τὴν τοιάνδε λέπραν εἰπεῖν, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. Ἀκάθαρτος οὖν ὁ τοιοῦτος ἐν ὀφθαλμοῖς τοῦ Χριστοῦ. «Καταμιανεῖ γὰρ αὐτὸν,» φησὶν, «ὁ ἱερεύς.» Ἀκούσεται γὰρ
10ἐπὶ τοῦ θείου βήματος, τοῖς ἄγαν φιλαμαρτήμοσιν ἐναρίθμιος ὤν· «Πορεύετε ἀπ’ ἐμοῦ, ἐργάται ἀνομίας, οὐκ οἶδα ὑμᾶς.» Λεύκῃ γε μὴν καὶ οὐλῇ σημασίας παρεικαστέον τοὺς ἐν ψιλαῖς ταῖς ἐπιθυμίαις κειμέ‐ νους ἔτι, καὶ οὔπω πρὸς ἔργον ἥκοντας λογισμοῦ.
15Ἢ οὐχὶ δὴ φὴς ὑπάρχειν ἀληθὲς, ὡς προαναθρώ‐ σκουσιν ἐν ἡμῖν καὶ οἱονεὶ προανίσχουσι τῶν ἀπο‐ τελεσμάτων αἱ ἡδοναὶ καὶ λογισμοὶ, καλοῦντες ἐπί τι τῶν διαβεβλημένων ἐκ νόμου; ΠΑΛΛ. Φημί· μεμνήσομαι γὰρ τοῦ μακαρίου Δα‐
20βὶδ λέγοντος· «Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημ‐ μέλησα.» ΚΥΡ. Ὀρθότατα ἔφης· πρὸ γάρ τοι τῶν ἀποτε‐ λεσμάτων, γίνεται δὴ πάντως ἐν πλημμελείαις ὁ νοῦς, προωδινήσας τὴν ἡδονὴν, πλὴν ἐν μόναις ἔτι ταῖς ἐπι‐
25θυμίαις τῆς ἁμαρτίας κειμένης, ἕστηκεν ἐν μεταιχμίῳ, πρὸς ἄμφω βλέπων ὁ νοῦς· καὶ ἐλευθέραν ἔχων ἐφ’ ὅπερ ἂν ἕλοιτο τὴν ῥοπὴν, καὶ πεπονθὼς οὔπω τὴν νέκρωσιν, ἀγχοῦ δὲ δὴ σφόδρα γεγονὼς τοῦ κακοῦ, καὶ ἐν ὠδῖσιν ἔχων τὸ πάθος. Τοιουτονί τι σαφῶς καὶ ὁ τοῦ
30Σωτῆρος ἡμῖν ὑπεφώνησε μαθητής. «Μηδεὶς γὰρ,» φησὶ, «πειραζόμενος λεγέτω, ὅτι Ἀπὸ Θεοῦ πειράζο‐ μαι. Ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. Ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. Εἶτα
35ἡ ἐπιθυμία συλλαβοῦσα, τίκτει ἁμαρτίαν. Ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα, ἀποκύει θάνατον.» ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Οὐκοῦν τὸ ἐκτεθνάναι τυχὸν, ὡς ἐν λέπρᾳ, φημὶ τῇ νοητῇ, καὶ ὡς ἐν πάθει τῷ κατὰ νέκρωσιν
40τὴν ἐξ ἁμαρτίας, οὐκ ἐν μόναις ἂν γένοιτο ταῖς ἐπι‐ θυμίαις, ἀλλ’ ἐν ταῖς ἐκβάσεσι τῶν ἀποτελεσμάτων, καὶ ἕως μὲν ἔστιν ἐν ὠδῖσιν ἔτι τοῦ νοῦ τὸ κακὸν, οὔπω νέκρωσις, οὔπω θάνατος, οὐ γὰρ πᾶσα ἁμαρτία πρὸς θάνατον, ὡς ὁ τοῦ Σωτῆρος εἴρηκε μαθητὴς,
45ἀλλ’ ἐν ὑποψίαις ἔτι τοῦ παθεῖν τὰ νεκροῦν εἰδότα. Ἐν δοκήσει δέ πως ἢ ἀγχοῦ τῆς λέπρας, τὴν λεύκην ἐλέγομεν. Ὄψεται, φησὶν, ὁ ἱερεὺς, τὸν τῷ πάθει κάτοχον, φημὶ δὴ τῇ λεύκῃ, καὶ εἰ μὲν ὁρῷτο μὴ μεταβάλλουσα πρὸς λέπραν, οὐ καταμιανεῖ αὐτὸν,

68

.

981

(50)

ἀφοριεῖ δὲ μᾶλλον· οὐ γὰρ ἀνεπίπληκτον παρὰ Θεῷ, κἂν γοῦν ἐν ἐπιθυμίαις καὶ ἀγχοῦ γενέσθαι τοῦ κα‐ κοῦ. Εἰ δὲ παραιτοῖτο, φησὶ, τὸ πάθος τὴν μεταβο‐ λὴν, οὐκ εἰς τὸ χεῖρον ἐκνενευκὸς, καθαρὸς ἔστω, φησίν. Ἄριστον δὴ οὖν καὶ σωτήριον ἀληθῶς τὸ,
55παραιτεῖσθαι τὴν νέκρωσιν, τὴν ὡς ἐν ἔργοις φημὶ,980

68

.

984

καὶ αὐτοῖς ἤδη πως τοῖς ἀποτελέσμασι τὸν νοῦν ἀπο‐ ψύχουσαν. Σοφὸν δὲ πρὸς τούτῳ, τὸ ἀπονεύειν εὖ μάλα πειρᾶσθαι τὰ πάθη, καὶ εἰ ἐν ψιλαῖς ἔτι ταῖς ἐπιθυμίαις ὁρῷτο συμβαίνοντα· τουτὶ γὰρ, οἶμαι,
5ἐστὶ τὸ λέπρας αὐτῆς καὶ λεύκης ἀποφοιτᾷν. Διεπύ‐ θου γὰρ ὅτι πλείστης ὅσης τὰ καθ’ ἡμᾶς ἐποπτείας ἀξιοῖ Θεὸς κατὰ φύσιν ὑπάρχων ὁ Ἐμμανουὴλ, ὁ μέ‐ γας ἡμῶν Ἀρχιερεὺς, καὶ προσίεται μὲν τὸ φαῦλον ἐκνενιμμένους, ἐκπέμπει δὲ δὴ τῆς τῶν ἁγίων πα‐
10ρεμβολῆς, εἰ καταθεῷτο μεμολυσμένους. ΠΑΛΛ. Ἀληθὴς ὁ λόγος. ΚΥΡ. «Ἅγιοι γὰρ ἔσεσθε,» φησὶν, «ὅτι ἐγὼ ἅγιός εἰμι.» Ἐπιτήρει δὲ, ὅτι πλυνάμενον τὰ ἱμάτια τὸν τῆς αἰτίας ἀπηλλαγμένον, καθαρὸν ἔσεσθαί φησι, τὴν
15δι’ ὕδατος κάθαρσιν προαναφωνῶν ὁ νόμος, καὶ ὡς ἐν τύποις ἡμῖν τοῖς ἐν αἰσθήσει σωματικῇ, τὸ τοῦ ἁγίου βαπτίσματος καταγράφων μυστήριον. ΠΑΛΛ. Συνίημι. ΚΥΡ. Θέα δὴ οὖν, ὦ Παλλάδιε, τὸ πολὺ λίαν ἐντενὲς
20τοῦ νόμου. Μετατάττει γὰρ ὥσπερ τὰς ἐννοίας ἡμῶν ἐπὶ τὸ ἐναντίως ἔχον, καὶ τὸ τελοῦν εἰς ὄνησιν διὰ παντὸς ὥσπερ ὑποφαίνει τρόπου. ΠΑΛΛ. Πῶς δὴ φής; ΚΥΡ. Ἔφη γὰρ πάλιν· «Καὶ ἁφὴ λέπρας, ἐὰν
25γένηται ἐν ἀνθρώπῳ, καὶ ἥξει πρὸς τὸν ἱερέα, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ οὐλὴ λευκὴ ἐν τῷ δέρματι, καὶ αὕτη μετέβαλε τρίχα λευκὴν, καὶ ἀπὸ τοῦ ὑγιοῦς τῆς σαρκὸς τῆς ζώσης ἐν τῇ οὐλῇ, λέπρα παλαιου‐ μένη ἐστὶν ἐν τῷ δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ
30μιανεῖ αὐτὸν ὁ ἱερεὺς, καὶ ἀφοριεῖ αὐτὸν, ὅτι ἀκά‐ θαρτός ἐστιν. Ἐὰν δὲ ἀνθοῦσα ἐξανθήσῃ λέπρα ἐν τῷ δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ καλύψῃ ἡ λέπρα πᾶν τὸ δέρμα τῆς ἁφῆς ἀπὸ κεφαλῆς ἕως ποδῶν αὐτοῦ, καθ’ ὅλην τὴν ὅρασιν τοῦ ἱερέως, καὶ ὄψεται
35ὁ ἱερεὺς, καὶ ἰδοὺ ἐκάλυψεν ἡ λέπρα πᾶν τὸ δέρμα τοῦ χρωτὸς αὐτοῦ, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεὺς τὴν ἁφὴν, ὅτι πᾶν μετέβαλε λευκὸν, καὶ καθαρός ἐστι. Καὶ ᾗ ἂν ἡμέρᾳ ὀφθῇ ἐν αὐτῷ χρὼς ζῶν, μιανθήσε‐ ται· καὶ ὄψεται ὁ ἱερεὺς τὸν χρῶτα τὸν ὑγιῆ, καὶ
40μιανεῖ αὐτόν. Ὁ χρὼς ὁ ὑγιὴς, ἀκάθαρτός ἐστι· λέπρα ἐστίν. Ἐὰν δὲ ἀποκαταστῇ ὁ χρὼς ὁ ὑγιὴς, καὶ μεταβάλῃ λευκὴ, καὶ ἐλεύσεται πρὸς τὸν ἱερέα· καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ μετέβαλεν ἡ ἁφὴ εἰς τὸ λευκὸν, καὶ καθαριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν, καὶ καθαρός ἐστι.»
45ΠΑΛΛ. Καὶ τίς ἂν νοοῖτο πρὸς ἡμῶν ἔν γε τούτῳ τῆς ἀντιστροφῆς ὁ τρόπος; ΚΥΡ. Οὐ γὰρ δὴ συνίης ὅτι λέπραν μὲν εἶναι δι‐ εβεβαιούμεθα, τὴν ἐκ μέρους νέκρωσιν ἐν ζώσῃ σαρκὶ, καὶ ἀπόβλητος ἦν ὁ τῇ νόσῳ κάτοχος, ὡς μεμολυ‐

68

.

984

(50)

σμένος; ΠΑΛΛ. Συνίημι. ΚΥΡ. Ἄθρει δὴ οὖν, ὅτι περιτρέπεταί πως ἡμῖν τὸ χρῆμα δὴ πάλιν εἰς τὸ ἐναντίως ἔχον. Εἰ γὰρ δὴ γένοιτο, φησὶν, ὅλος διόλου λεπρὸς, καὶ νεκρώσει
55κάτοχος, οὐδὲν ἔχων ὑγιὲς, ἀνείσθω δὴ τότε τῶν εἰς982

68

.

985

μολυσμὸν ἐγκλημάτων, καθαρός ἐστι. Χρωτὸς δὲ δὴ ζῶντος εἰ μὲν εἴη τι λείψανον ἐν αὐτῷ, Καταγρα‐ φέτω, φησὶν, ὁ ἱερεὺς αὐτοῦ τὴν ἀκαθαρσίαν· μιανεῖ γὰρ αὐτὸν ὁ χρὼς ὁ ζῶν, καὶ λεπρός ἐστιν· ἰσομοι‐
5ρήσει καὶ τόδε τοῖς εἰς λέπραν αἰτιάμασιν. ΠΑΛΛ. Οὐκ ἂν ἔχοιμι νοεῖν ὅ τί ποτέ ἐστιν, ὃ φής. Εἰ γὰρ ἡ ἐκ μέρους λέπρα καταμιανεῖ τινας, πῶς ἀποφήνειε καθαροὺς ἡ εἰσάπαν καὶ ὁλοτελής; ΚΥΡ. Ἰσχνομυθία μὲν οὖν, ὦ Παλλάδιε, τὸ χρῆμά
10ἐστιν, οἰησόμεθα δὲ οὔτι που μαχομένην ὥσπερ καὶ ἀντεξάγουσαν ἡμῖν τὴν θεωρίαν, εἰσφέρειν τοῦ νόμου τὸ ἀκριβές. Ἐφήρμοσται δέ τις ἑκάστῳ λόγος σοφός τε καὶ ἀναγκαῖος, καὶ ἀδιαβλήτως ἔχων· καὶ φέρε λέ‐ γωμεν, εἰ δοκεῖ.
15ΠΑΛΛ. Πάνυ μὲν οὖν· ἐρεῖς γὰρ ὡς ἥδιστα δεδι‐ ψηκότι μοι. ΚΥΡ. Κατὰ διττὸν, οἶμαι, τρόπον τὸν εὐνομώτατον παρά γε τῷ φιλαρέτῳ Θεῷ κατορθώσομεν βίον. Ἢ γὰρ, ζῶντες αὐτῷ τὴν ἐκ παθῶν τε καὶ ἁμαρτίας
20παραιτούμεθα νέκρωσιν, καὶ τοῦτό ἐστι τὸ μὴ παθεῖν τὴν λέπραν· ζῶντι γὰρ σώματι νεκρότης ἐπισυμβαί‐ νουσα μερικὴ, τὴν λέπραν ἀποτελεῖ· ἤγουν καθ’ ἕτερον τρόπον διὰ νεκρώσεως ἀγαθῆς, καὶ τοῦ μη‐ κέτι ζῇν ἀνέχεσθαι κοσμικῶς, καθάπερ τινὰ στέφα‐
25νον, τὴν ἐφ’ ἅπασι τοῖς ἀρίστοις ἀναδησόμεθα ψῆ‐ φον. Γράφει γὰρ ὧδέ τισιν ὁ θεσπέσιος Παῦλος· «Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς εἶναι νεκροὺς μὲν τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ, ἐν Χριστῷ Ἰησοῦ.» Οὐκοῦν ζῶντες μὲν ἐν Χριστῷ, διά γε τοῦ κατορθοῦν
30ἐπείγεσθαι τὸ αὐτῷ δοκοῦν, τὸ κατανεκροῦσθαι μι‐ σήσομεν, δῆλον δὲ, ὅτι πρὸς πάθη καὶ ἁμαρτίας· ἀποθανόντες δὲ τῇ ἁμαρτίᾳ, κατὰ τὸ γεγραμμένον, τὸ ζῇν ἐν αὐτῇ διωσόμεθα, φρονοῦντες ὀρθῶς. ΠΑΛΛ. Φράζε δή μοι ταυτὶ καὶ ἔτι σαφῶς· συνίημι
35γὰρ οὐ λίαν. ΚΥΡ. Οὐ γὰρ, ὦ Παλλάδιε, ταύτῃτοί φαμεν, τὸν ὑπὲρ ἡμῶν θάνατον ἀνατλῆναι Χριστὸν, ἵνα οἱ ζῶν‐ τες, μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι, τουτέστι Χριστῷ;
40ΠΑΛΛ. Φαμὲν ὁμολογουμένως. ΚΥΡ. Ζῶμεν οὖν ἄρα Χριστῷ, πολιτευόμενοι μὲν εὐαγγελικῶς, καταμυσαττόμενοι δὲ τὴν ἐξ ἁμαρτίας νέκρωσιν, ἤτοι τὸν ἐκ παθῶν θάνατον. Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος ἐπιστέλλει περὶ Χριστοῦ· «Ὃς τὰς
45ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τοῦ ξύλου, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δι‐ καιοσύνῃ ζήσωμεν.» Οἶμαι γὰρ δεῖν, τοὺς οἷς ἂν εἴη λόγος τοῦ διαβιῶναι λαμπρῶς, παντὸς τοῦ κατανε‐ κροῦν εἰδότος ἰέναι μακρὰν, καὶ κατορθοῦν εὖ μάλα

68

.

985

(50)

τὸ ἀπαλλάττεσθαι μολυσμῶν. ΠΑΛΛ. Εὖ λέγεις.
ΚΥΡ. Οὐκοῦν, πάθοι ἂν ἥκιστά γε τὸ ὡς ἐν λέπρᾳ984

68

.

988

πάθος, ὁ Χριστῷ μὲν ζῇν ᾑρημένος, καὶ τοῖς εὐαγ‐ γελικοῖς θεσπίσμασι κατακολουθῶν, διωθούμενος δὲ τὴν ἐξ ἁμαρτίας νέκρωσιν. ΠΑΛΛ. Πείθομαι.
5ΚΥΡ. Καὶ εἷς μὲν οὑτοσὶ τρόπος, εὐαρεστεῖν ἡμᾶς δύνασθαι τῷ Θεῷ, ἕτερός γε μὴν ἐπιτελοῖτ’ ἂν ὀρθῶς ὡδίπη πάλιν. Χρὴ γὰρ ἡμᾶς νεκροῦντας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυ‐ μίαν κακὴν, καὶ τὴν πλεονεξίαν, δοκεῖν πως ἤδη καὶ
10ἐκτεθνάναι τῇ ἁμαρτίᾳ, καὶ τοῦτο εἰσάπαν, οὐκέτι ζῶντας ἐν αὐτῇ. Καὶ πληροφορήσει λέγων ὁ θεσπέ‐ σιος Παῦλος· «Τί οὖν ἐροῦμεν; ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο, οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;»
15Ὥσπερ οὖν ἔν γε τῷ ζῇν ἑλέσθαι Χριστῷ, τὸ νεκροῦ‐ σθαι μερικῶς ὑπετίθει ταῖς δίκαις ὁ νόμος, οὕτω καὶ ἐν τῷ τεθνάναι τῇ ἁμαρτίᾳ, τὸ ζῇν ἐν αὐτῇ, μολυ‐ σμὸς ἂν εἴη πάλιν, καὶ τῆς ἐκ νόμου γραφῆς οὐκ ἀπηλλαγμένος. Ταύτῃτοί φησιν, ὡς εἰ γένοιτο λέπρα
20καθόλου τοῦ σώματος, καὶ οἱονεὶ νέκρωσις κατὰ παντὸς ἰοῦσα μέλους, κατασημήνειεν ἂν, τὸν ἀποθα‐ νόντα τῇ ἁμαρτίᾳ· καὶ μολυσμὸς οὐκέτι τῷ σώματι. Καθαρὸς γάρ ἐστι, φησὶν, ὅλος διόλου τεθνεὼς τῇ ἁμαρτίᾳ, καὶ τόπον οὐδένα παραχωρήσας αὐτῇ, καὶ
25οἱονεί πως ἐν ἑαυτῷ τὸ ἐναυλίζεσθαι δούς· «Εἰ δὲ δὴ,» φησὶ, «χρὼς ἐν αὐτῷ ζῶν ὁρῷτο πάλιν, μιανεῖ αὐτὸν ὁ χρὼς ὁ ζῶν.» Τὸ γάρ τοι ζῇν ὅλως τῇ ἁμαρ‐ τίᾳ κἂν γοῦν ἐκ μέρους, βδελυρὸν ἀποφαίνει τὸν ἠῤῥωστηκότα· «Μικρὰ γὰρ, φησὶ, ζύμη ὅλον τὸ
30φύραμα ζυμοῖ·» καὶ ἀληθὴς ὁ λόγος. Εἰ δὲ ἀποκατα‐ σταίη, φησὶν, ὁ χρὼς ὁ ζῶν, καὶ μεταχοροίη πρὸς λέπραν, λελύσθω τὰ ἐγκλήματα, καθαρός ἐστιν. Ἀπήλλακται γὰρ καὶ τοῦ μερικῶς ἔτι ζῇν τῇ ἁμαρ‐ τίᾳ, πρὸς νέκρωσιν τὴν ἐπαινουμένην μετοιχομένου
35τοῦ νοῦ, καὶ παγκάλην ἀληθῶς ἔχοντος τὴν μετάστα‐ σιν. Οὐκοῦν, ἀνακεφαλαιώσομαι γὰρ ἅπερ ἔφην, εἰ ζῶμεν Θεῷ, μηδὲν ἔστω νεκρὸν ἐν ἡμῖν, εἰ ἀπεθάνο‐ μεν τῇ ἁμαρτίᾳ, μηδὲν αὐτῆς ἔστω ζῶν ἐν ἡμῖν. Οἶμος γὰρ ἥδε λαμπρὰ πολιτείας ἡμῖν ἁγιοπρεποῦς,
40καὶ οὐδὲν ἐχούσης ὃ διαβεβλήσεται.
42ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἰσχνότερον δὲ διαιρῶν ὁ νόμος τὰ τοιάδε τῶν παθῶν· «Κἂν εἰ γένοιτο,» φησὶν, «ὑποψία καὶ
45δόκησις, τοῦ λελεπρῶσθαι τυχὸν, ἢ ἐναπουλωθέντι τραύματι, ἤγουν ἐν μορίῳ σώματος κατακεκαυμένῳ ποτὲ, ταῖς αὐταῖς ἀκριβείαις τε καὶ ἐπισκέψεσι κε‐ χρήσθω πάλιν ὁ ἱερεύς. Κἂν εἰ τὸ δοκοῦν ἐξανθῆσαι λευκὸν, μὴ μετατεθείη πρὸς λέπραν, καθαρὸς ἔστω,»

68

.

988

(50)

φησίν· «εἰ δὲ δὴ γένοιτο σαφὴς μετάστασις τῆς λευ‐ κῆς εἰς λέπραν, ἀκάθαρτος ἔσται καὶ βδελυρός.» Ὑπαινίττεται δέ πως καὶ διὰ τούτων ἡμῖν ὁ νόμος, ὅτι τὰ ἐν ψυχαῖς ἀῤῥωστήματα, μυρία δὲ ὅσα ταυτὶ, τεθεραπευμένα ταῖς ἐπιεικείαις, καὶ κατὰ καιροὺς
55οἱονεὶ πρὸς ἀπούλωσιν ἀνενηνεγμένα, ταῖς πρὸς ἡμῶν
ῥᾳθυμίαις εἰ ἀνασκαλεύοιτό πως, ἐποπτεύσει μὲν ὁ986

68

.

989

Χριστὸς, ὁ μέγας ἡμῶν ἀρχιερεὺς, ὀρθὸν δὲ δὴ λίαν ἐξοίσει τὸ κρίμα. Εἰ γὰρ δὴ μέχρι μόνων προήκει, φησὶ, λογισμῶν ἡ νόσος, ἀνεπιτίμητος μὲν ὁ παθὼν οὐδαμῶς, ἀφορισθήσεται γὰρ, πλὴν οὐκ ἀπόβλητος
5παντελῶς, οὔτε μὴν εἰσάπαν νενεκρωμένος. Εἰ δὲ δὴ λογισμῶν καὶ ἐπιθυμίας αὐτῆς διᾴττοι τὸ πάθος, πε‐ πονθὸς ἤδη πως τὴν εἰσάπαν εἴς γε τὰ χείρω μεταβο‐ λὴν, ταῖς ἐκ μολυσμῶν ὑποθήσει δίκαις τὸν αὖθις ἠῤ‐ ῥωστηκότα. Παραφυλακτέον δὴ οὖν ὅτι μάλιστά γε
10τὰ ἤδη κατηυνασμένα μὴ ἀφυπνίζειν τῶν παθῶν, μήτε μὴν ἀνανεοῦν τὰ εἰς νοῦν τραύματα, καὶ παλιν‐ δρομεῖν εἰς τὰ ἐν ἀρχαῖς. Εἰ δὲ μὴ, καὶ ἡμεῖς ἀκού‐ σομεν διακεκραγότος ἁγίου· «Γέγονεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον
15ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορ‐ βόρου.» ΠΑΛΛ. Ὀρθῶς μοι δοκεῖς καὶ σφόδρα εἰκότα λέ‐ γειν. ΚΥΡ. Λέπρας μὲν οὖν πέρι καὶ τῆς ἐν οὐλαῖς τε
20καὶ τραύμασι, ταυτὶ πρὸς ἡμᾶς ὁ νόμος. Προσεπάγει δὲ δὴ καί φησι· «Καὶ ἀνδρὶ ἢ γυναικὶ ἐὰν γένηται ἐν αὐτοῖς ἁφὴ λέπρας ἐν τῇ κεφαλῇ, ἢ ἐν τῷ πώγωνι, καὶ ὄψεται ὁ ἱερεὺς τὴν κεφαλήν. Καὶ εἰ μέν τις εἴη κοιλότης,» φησὶν, «ἐν αὐτῇ, τοῦ δέρματος τηκομένου
25καὶ ὑφιζάνοντος, καὶ μὴν καὶ τριχὸς εἰς λευκότητα μεταβολὴ, λεπρὸς ὁ τοιόσδε καὶ ἀκάθαρτος ἔσται,» φη‐ σὶν, «ὁμολογουμένως. Εἰ δὲ δὴ τῶν τοιούτων γένοιτο μηδὲν, ξυράσθω τὴν κεφαλὴν ἤτοι τὸν πώγωνα,» φη‐ σὶν, «ὁ τὴν λεύκην ὑπομεμενηκώς. Ἐψιλωμένος δὲ
30οὕτω τὴν τρίχα, προσίτω τῷ ἱερεῖ, καὶ δοκιμαζέσθω τότε. Τῆς μὲν γὰρ σημασίας ἤτοι τῆς λευκῆς οὐ δια‐ χεομένης εἰς τὸ εὐρὺ, μενούσης δὲ ὥσπερ κατὰ χώ‐ ραν, ἤγουν εἰς τὸ μεῖον ὑπενηνεγμένης, καθαρὸς ἔστω πάλιν. Οὐ γάρ τοι λέπρα τὸ πάθος, ὑποψία δὲ
35μᾶλλον καὶ δόκησις. ΠΑΛΛ. Τίς οὖν ἂν εἴη καὶ τούτων ὁ νοῦς; ΚΥΡ. Διττὸς ἐν ἡμῖν ὁ μολυσμὸς, ὦ Παλλάδιε, σαρκός τε καὶ πνεύματος. Καὶ κατασπιλοῖ μὲν τὴν σάρκα τὰ ταύτης ἔκτοπά τε καὶ ἀνόσια πάθη, ψυ‐
40χήν τε καὶ νοῦν· μάλιστα μὲν οὖν τῶν ἄλλων ἡ ἐξ ὀρθότητος τῆς δογματικῆς ἐπὶ τὰ χείρω παραφορὰ, καὶ τῆς ὑγιοῦς πίστεως ἡ παραφθορά· καὶ προσέτι δὲ δόλοι καὶ ἀπάται, ψευδορκίαι, ψιθυρισμοὶ, φυσιώ‐ σεις, ἔριδες, ζῆλοι, καὶ ὅσα τούτοις ἀγχοῦ τε καὶ
45ἀδελφὰ, καὶ ἰσομοιροῦσαν ἔχει τὴν ἐπὶ φαυλότητα καταβοήν. Ἔοικε τοίνυν ὁ νόμος ἡμῖν ἐν τούτοις ψυ‐ χικῶν τάχα που διαμεμνῆσθαι παθῶν, καὶ ὅσα συμ‐ βαίνειν ἔθος κατὰ νοῦν ἀῤῥωστήματα, ταῦτα βούλε‐ σθαι δηλοῦν· ἡ κεφαλή τε γὰρ, νοῦ τύπος· καὶ μὴν

68

.

989

(50)

καὶ πώγων, διανοίας ἔμφρονος. Τελειότητος γὰρ καὶ αὐτὸ σημεῖον. Ἐποπτεύει τοίνυν τὰ καθ’ ἡμᾶς καὶ περιεργάζεται λεπτῶς ὁ πάντων ἀρχιερεὺς, τουτέστι Χριστὸς, καὶ εἰς αὐτὸν ἐμβλέψεται τὸν νοῦν, καὶ τὰ ἔσω τε, καὶ κεκρυμμένας δοκιμάσει φρένας· κἂν εἰ
55μέν τις γένοιτο καταφθορά τε καὶ μεταποίησις, ἢ ἀπό γε τοῦ πιστεύειν ὀρθῶς ἐπὶ τὸ μὴ οὕτως ἔχον,
ἤγουν εἰς ἠθῶν φαυλότητα καὶ κακοβουλίαν τὴν αὐ‐988

68

.

992

τῷ μάλιστα κατεστυγημένην, ἀποσοβήσει δὴ πάλιν. ὡς μεμολυσμένους, καὶ τὴν εἰσάπαν καταμιαίνουσαν ἐποίσει ψῆφον. Τοῦτο εἶναί φημι, τὸ παθεῖν τὴν λέ‐ πραν εἰς κεφαλὴν, ἢ πώγωνα. Εἰ δὲ δὴ γένοιτο μὲν
5ὡς ἐν ἀρχαῖς τοῦ παθεῖν ὁ νοῦς, οὐ μὴν ἀπονενευκὼς ὁρῷτο παντελῶς, εἰς τὸ νοσεῖν ἅπερ ἔφην, ἀφορίζε‐ ται μὲν συμμέτροις ἐπιτιμήσεσιν ὑπενηνεγμένος, ἔσται δὲ οὐχὶ παντελῶς ἀκάθαρτος, οὔτε μὴν ἀλλό‐ τριος Θεοῦ, πλυνάμενος δὲ τὰ ἱμάτια, καθαρὸς ἔσται,
10τουτέστι, δέξεται πρὸς ἐπικουρίαν, τὴν ἐν Χριστῷ δικαίωσιν. Ἡ δέ γε τῶν τριχῶν ξύρησις, παρατιθεῖσα τῷ ἱερεῖ τὸ τραῦμα γυμνὸν, ὑποσημήνειεν ἂν τὸ οἱονεὶ πάντα ἐκ μέσου χωρεῖν, καὶ γυμνὴν καὶ ἀπαραπόδιστον τοῖς τῆς θεότητος ὀφθαλμοῖς, τὴν ᾧ
15ἂν βούλοιτο καθορᾷν παρακεῖσθαι θέαν. «Οὐ γάρ ἐστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ,» κατὰ τὸ γεγραμμένον. ΠΑΛΛ. Ἀληθές. Ἔφη γάρ που διὰ φωνῆς ἁγίου·
20«Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν, μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τι;» ΚΥΡ. Ἄθρει δὴ, ὦ Παλλάδιε, πολὺ δὴ μᾶλλον ἰσχνολογοῦντα τὸν νόμον· καὶ τῶν ἀναγκαίων εἰς εἴ‐ δησιν μεθέντα μηδὲν, ὃ μὴ τοῖς ἰδίοις κανόσιν ὑποτι‐
25θεὶς, ὀνίνησι τοὺς ἀκροωμένους. «Παραπτώματα μὲν γὰρ οὐδεὶς συνήσει,» κατὰ τὸ γεγραμμένον, «πολλὰ δὲ πταίομεν ἅπαντες.» Νοσεῖ γὰρ ἡ φύσις τὸ ἄναλκι, καὶ τὸ εὐόλισθον εἰς τὸ πλημμελές· καὶ, «Καθαρὸς οὐδεὶς ἀπὸ ῥύπου, καὶ,» καθὰ Γράμμα φησὶν
30ἱερὸν, «οὐδ’ ἂν μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς.» Ταύτῃτοι καὶ ὁ θεσπέσιος ἡμῖν ἀναμέλπει Δαβίδ· «Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστή‐ σεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.» Ὅρα τοίνυν τὸν νόμον ἀνέντα χρηστῶς τῶν τοιούτων παραπτωμά‐
35των ἡμῖν τὴν γραφὴν, καὶ ἐξ ἡμερότητος καθαρί‐ ζοντα τοὺς ἐξ ὀλισθήματος ἀνθρωπίνου πικροῖς μονο‐ νουχὶ καὶ ἀνεθελήτοις ὑπενηνεγμένους πταίσμασιν. Ἔφη γὰρ ὧδε· «Καὶ ἀνδρὶ ἢ γυναικὶ ἐὰν γένηται ἐν δέρματι σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευ‐
40κανθίζοντα, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκανθί‐ ζοντα, ἀλφός ἐστιν, ἐξανθήσει ἐν τῷ δέρματι τῆς σαρκὸς αὐτοῦ, καθαρός ἐστι.» Καίτοι τῆς ἀκριβείας ἐρευνωμένης, πάθος ἂν εἴη σαρκὸς, καὶ λέπρας
45ἀγχοῦ, τὸ παθεῖν ἀλφόν. Ἀλλ’ οὐ νοσεῖ τὴν νέκρω‐ σιν, οὔτε μὴν τὸ ἄγαν ἀπεγνωσμένον. Τοιαῦτα δέ πώς ἐστι καὶ τὰ ἐν ἡμῖν παραπτώματα, πάθη μὲν οὖν ὁμολογουμένως, πλὴν, οὐκ εἰς θάνατον καὶ ψυ‐ χῆς καταφθοράν. Ἀκριβολογεῖται δὲ οὐ λίαν ὁ κρι‐

68

.

992

(50)

τὴς, ὅτι «Αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν,» καὶ τὸ τῆς ἡμετέρας φύσεως οὐκ ἠγνόησεν ἀσθενές. Κατανεύει δὴ οὖν τὴν ἄφεσιν ἐξ ἐμφύτου φιλανθρωπίας. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ, Ἀλφὸς καθαρός ἐστιν. Ἀλλὰ καὶ εἰς νοῦν ἔσθ’ ὅτε συμβαίνει καὶ τοῖς ἀγαθοῖς τὰ
55σμικρὰ τῶν αἰτιαμάτων, οἷον φέρε εἰπεῖν, παροξυ‐ σμοὶ βραχεῖς, σύμμετροι κινήσεις αἱ πρὸς ὀργὰς, ὀλι‐
γοψυχίαι πρὸς ἀδελφοὺς, καὶ κενῶν ἔσθ’ ὅτε δοξα‐990

68

.

993

ρίων ἔφεσις, καὶ τὰ τοιάδε τῶν παθῶν, καὶ αὐτοῖς ἔσθ’ ὅτε τοῖς ἀδιάβλητον ἔχουσι τὴν ζωὴν, καὶ καθα‐ ροῖς ἀληθῶς, συμβαίνειν ἔθος. Ἀνθρώπινα γὰρ, καὶ οἱονείπως πᾶσι κοινὰ, τοῖς τὸν ἐν σαρκὶ καὶ αἵματι
5διαζῶσι βίον. Ὑπογράφει δὴ οὖν ὁ νόμος καὶ ταυτὶ πάλιν αἰνιγματωδῶς, οὕτω τέ φησιν· «Ἐὰν δέ τινι μαδίσῃ ἡ κεφαλὴ αὐτοῦ, φαλακρός ἐστι, καθαρός ἐστιν. Ἐὰν δὲ κατὰ πρόσωπον μαδίσῃ ἡ κεφαλὴ αὐ‐ τοῦ, ἀναφάλαντός ἐστι, καθαρός ἐστιν.» Ἡ τριχῶν
10ἀνεθέλητος ἀποβολὴ, κεφαλῆς ἂν εἴη πάθος, νοῦ δὲ εἰς τύπον ὠνομάσθαι τὴν κεφαλὴν, ἀρτίως ἐλέγομεν· νοῦ γὰρ ἐνδιαίτημα κεφαλὴ, κατά γε τό τισι δοκοῦν. ΠΑΛΛ. Μεμνήσομαι. ΚΥΡ. Οὐκοῦν τὰ κεφαλῆς πάθη σωματικῆς, ἐμφαί‐
15νειν ἂν εἰκότως τὰ εἰς νοῦν ἀῤῥωστήματα, σμικρὰ δὲ δὴ πάλιν, καὶ τὰ οἷς ἂν ἕποιτο ἀνεῖσθαι πρέπειν. Ἀπαλλάττει δὴ οὖν ὁ νόμος παντὸς ἡμᾶς ἀνθρωπίνου πάθους, καὶ μολυσμῶν ἀνεθελήτων, οἵπερ ἂν ἡμῖν ἐπι‐ συμβαίνοιεν, ἐπεί τοι τὸ ἄναλκι νοσεῖν ἀνάγκη τῇ
20φύσει, καὶ ἀπηλλάχθαι παθῶν εἰσάπαν οὐ τοῦ παρ‐ όντος καιροῦ, πρέποι δ’ ἂν αἰῶνι τῷ μέλλοντι, καθ’ ὃν ἐκ βάθρων ἡ ἁμαρτία κατασεισθήσεται, καὶ εἰς ἀλώ‐ βητον παντελῶς μεταχωρήσομεν βίον. «Πλὴν εἰ γέ‐ νοιτο,» φησὶν, «οὐλὴ σημασίας πυῤῥίζουσα ἐν τῷ
25φαλακρώματι, ἢ ἐν τῷ ἀναφαλαντώματι, λεπρός ἐστι, καὶ μιαρὸς ἔσται.» Μετατρέχει γὰρ ἔσθ’ ὅτε καὶ τὰ σμικρὰ τῶν παθῶν εἰς ἐγκλημάτων δύναμιν, καὶ καταμιαίνει δεινῶς μὴ ἀνακοπτόμενα πρὸς ἡμῶν, ἀνειμένην δὲ ὥσπερ καὶ ἀνεπίπληκτον παντελῶς τὴν
30εἴς γε τὰ χείρω λαχόντα πάροδον, οἷόν τί φημι· ὀρ‐ γίζεταί τις ἔσθ’ ὅτε μικρὰ, καὶ ἠῤῥώστηκεν ἐν ἀν‐ θρώπῳ τὸ πάθος, ἀνακοπτέσθω ταῖς ἐπιεικείαις, ἵνα μὴ τοῦ μικροῦ παραπτώματος εἰς αὔξην ἰόντος, κατὰ βραχὺ γραφὴ πρὸς θάνατον τοῖς παθοῦσιν εὑρίσκηται.
35Τοῦτό ἐστι τὸ ἐν φαλακρώματι τυχὸν ἐξανθῆσαι λέ‐ πραν, τὴν ἐκ τοῦ μηδενὸς ἐπὶ τὰ χείρω ῥοπὴν, ὡς ἐν τύπῳ συμβαίνουσαν. Ὀρθῶς δὴ οὖν εἰρήσθω φημὶ τῷ μακαρίῳ Δαβὶδ τὸ, «Ὀργίζεσθε, καὶ μὴ ἁμαρ‐ τάνετε.»
40ΠΑΛΛ. Ὡς βαθὺς ὁ λόγος. ΚΥΡ. Πάνυ μὲν οὖν. Ὑπαισθάνῃ γάρ με, καθάπερ ἐγᾦμαι, λεπτοεποῦντα λίαν, καὶ ἀνιδρωτὶ τὰ τοιαῦτα τῶν θεωρημάτων ἢ νοεῖν ἢ φράζειν οὐκ ἔχοντα. Ὅτι δὲ οὐκ ἔνεστι τοὺς τὰ ἐκφανῆ τῶν πλημμελημάτων
45ἀνοσίως ἠῤῥωστηκότας δύνασθαι λαθεῖν, ἀγνοουμένων ἔσθ’ ὅτε τῶν ἐλαχίστων, καὶ κεκρυμμένων, κἀντεῦθεν εἴσῃ τοι. Τοὺς μέν τοι φαλάκρωμα πεπονθότας, καθα‐ ροὺς εἶναι, φησὶν, ἀναμνήσει, καλῶς ἡμῖν ἀνιεὶς τὰ τῶν πταισμάτων μικρὰ, καθάπερ ἐλέγομεν ἀρτίως. Ἀλλ’

68

.

993

(50)

εἰ γένοιτό τισιν ἐν φαλακρώματι λέπρα, τουτέστιν, ὅταν ἐκ μικρῶν ἐπὶ τὰ χείρω φέρηται τὸ πάθος, τότε δὴ, τότε καταφανῆ καὶ ἀσχήμονα γενέσθαι λέγει,
καὶ λόγον οὐκ ἔχοντα τὸν τοῖς ἐγκλήμασι συνειπεῖν992

68

.

996

δυνάμενον Διὰ τοῦτό φησι· «Καὶ ὁ λεπρὸς, ἐν ᾡ ἐστιν ἡ ἁφὴ, τὰ ἱμάτια αὐτοῦ ἔστω παραλελυμένα καὶ ἡ κεφαλὴ αὐτοῦ ἀκατακάλυπτος, καὶ περὶ τὸ στόμα αὐτοῦ περιβαλέσθω, καὶ ἀκάθαρτος κεκλήσε‐
5ται πάσας τὰς ἡμέρας, ὅσας ἐὰν ᾖ ἐπ’ αὐτοῦ ἡ ἁφὴ, ἀκάθαρτος ὢν ἀκάθαρτος ἔσται, κεχωρισμένος καθ‐ ήσεται, ἔξω τῆς παρεμβολῆς αὐτοῦ ἔσται ἡ διατριβή.» Τὸ μὲν γὰρ παραλελύσθαι τὰ ἱμάτια, καὶ ἀκατακά‐ λυπτον εἶναι τὴν κεφαλὴν, ὑπεμφήνειεν ἂν καὶ μά‐
10λα σαφῶς. τὸ ἀκρύπτως ἀσχημονεῖν. Τὸ δέ γε περι‐ βεβλῆσθαι περὶ τὸ στόμα, τὸ, οἱονείπως ἀπολογίαν οὐκ ἔχειν, καὶ εἰπεῖν δύνασθαι μηδὲν, ἐγκαλοῦντος Θεοῦ τὴν ἀκαθαρσίαν. Τὸ δέ γε τῆς παρεμβολῆς ἐξοίχεσθαι δεῖν, τύπος ἂν εἴη πάλιν, τοῦ μηκέτι τοῖς
15τῶν ἁγίων αὐτὸν συναυλίζεσθαι χοροῖς, πληθύος δὲ ὥσπερ τῆς ἱερᾶς ἐξωστρακισμένον, ἀμέτοχον ἔσεσθαι παντὸς ἀγαθοῦ. ΠΑΛΛ. Ὡς δεινὸν τὸ χρῆμα καὶ ἀπευκτόν. ΚΥΡ. Παντάπασι μὲν οὖν, ὦ Παλλάδιε, τοιγάρτοι
20καὶ ἔφασκεν ὁ θεῖος ἡμῖν Δαβίδ· «Ἁμαρτίας νεότητος μου, καὶ ἀγνοίας μου, μὴ μνησθῇς, κατὰ τὸ ἔλεός σου μνήσθητί μου, ἕνεκεν τῆς χρηστότητός σου, Κύ‐ ριε.» Διὰ πάντων δὲ ὥσπερ ἱεὶς ὁ νόμος, τῆς ἐνού‐ σης ἀκριβείας αὐτῷ τὴν ἔνδειξιν, καὶ μέχρι σκευῶν,
25ἐρίου δὴ λέγω, καὶ κρόκης, καὶ στήμονος, καὶ δερ‐ ματίνου σκεύους· «Εἰ λέπρα γένοιτο,» φησὶν, «καὶ τούτων ἑνὶ συμβαίνοι τὸ πάθος, καταθρείτω πάλιν ὁ ἱερεὺς, καὶ ἀφοριζέτω τὴν ἁφήν· καὶ εἰ μή τις γένοιτο μεταδρομὴ τῆς σημασίας ἐπὶ τὸ ἄμεινον,
30δαπανάσθω πυρί.» Λέπρα γὰρ ἔμμονός ἐστι, φησί. Πλὴν, ἀποπλύνεσθαι δεῖν ἐπιτάττει τὸ πεπονθός· καὶ εἰ μετὰ τοῦτο φαίνοιτο τὸ πάθος ἐμπεφυκὸς, πυρὶ δίδωσι λοιπὸν, ὡς ἀχρεῖον παντελῶς, ἐρίῳ που πάλιν τάχα καὶ κρόκῃ, στήμονί τε καὶ δέρμασι παρεικάζων
35τὰ καθ’ ἡμᾶς. Ὅτι γὰρ ἐρίων ἢ κρόκης, ἤγουν τῶν ἑτέρων, οὐδεὶς ἂν γένοιτο παρὰ Θεῷ λόγος, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; Παγχάλεπον οὖν ἐγκλημάτων εἶναι δώσομεν, τὸ μετὰ κάθαρσιν καὶ ἀπόνιψιν, ἣν ἂν ὁ Χριστὸς ἐν ἡμῖν ἐργάσαιτο, μὴ ἀποφέρεσθαι
40μολυσμῶν, ἀλλὰ ἔμμονον εἰς αὐτοὺς ποιεῖσθαι τὴν στάσιν. Εἰ γὰρ μηδὲν ὀνίνησιν ἀπονίζων ἡμᾶς ὁ Χρι‐ στὸς, πυρὶ παραδίδωσι κολασθησομένους, καθάπερ ἀμέλει καὶ ὁ κατὰ νόμον ἱερεὺς, οὐδὲν ὠφελήσας τὴν κρόκην, ἤτοι τὸν στήμονα, διὰ τῆς ἐκπλύσεως, κατ‐
45επίμπρα λοιπόν. ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Λέπραν δὴ οὖν ὁ νόμος, τὴν ὡς ἐν ἔργοις νέκρωσιν ὑποφαίνει καλῶς, ἀφ’ ὧν ἄν τις ἴδοι σαφῶς τε καὶ αἰσθητῶς τὰς τῶν ἀφανεστέρων ἐννοίας ἀνακο‐

68

.

996

(50)

μίζων ἀστείως, καὶ σαρκικοῖς παραδείγμασι κατα‐ λευκαίνων τὰ νοητά. Πλουσίαν δὲ ὥσπερ ἡμῖν τῶν ἐν ψυχαῖς μολυσμῶν παρατιθεὶς τὴν γνῶσιν, καὶ καθ‐ ιστὰς ἐναργῆ, καθάπερ ἐν ἀῤῥωστήμασι σώματος τὰ νοητῶς συμβαίνοντα, προσεφώνει πάλιν ἐν τῷ
55Λευϊτικῷ· «Ἀνδρὶ, ἀνδρὶ, ᾧ ἂν γένηται ῥύσις ἐκ
τοῦ σώματος αὐτοῦ, ἡ ῥύσις αὐτοῦ ἀκάθαρτός ἐστι.994

68

.

997

Καὶ οὗτος ὁ νόμος τῆς ἀκαθαρσίας αὐτοῦ, ῥέων γόνον ἐκ σώματος αὐτοῦ, ἐκ τῆς ῥύσεως ἧς συνέστηκε τὸ σῶμα αὐτοῦ, διὰ τῆς ῥύσεως, αὕτη ἡ ἀκαθαρσία αὐ‐ τοῦ ἐν αὐτῷ, πᾶσαι αἱ ἡμέραι ῥύσεως σώματος αὐ‐
5τοῦ ᾗ συνέστηκε τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως, ἀκαθαρσία αὐτοῦ ἐστι. Πᾶσα κοίτη ἐφ’ ἧς ἂν κοι‐ μηθῇ ἐπ’ αὐτῆς ὁ γονοῤῥυὴς, ἀκάθαρτός ἐστι, καὶ πᾶν σκεῦος ἐφ’ ὃ ἂν καθίσῃ ἐπ’ αὐτὸ ὁ γονοῤῥυὴς, ἀκάθαρτον ἔσται. Καὶ ἄνθρωπος, ὃς ἐὰν ἅψηται τῆς
10κοίτης αὐτοῦ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέ‐ ρας. Καὶ ὁ καθήμενος ἐπὶ τοῦ σκεύους, ἐφ’ ὃ ἂν καθίσῃ ὁ γονοῤῥυὴς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
15Καὶ ὁ ἁπτόμενος τοῦ χρωτὸς τοῦ γονοῤῥυοῦς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Ἐὰν δὲ προσεγγίσῃ ὁ γονοῤῥυὴς ἐπὶ τὸν καθαρὸν, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.» Καὶ πρός
20γε δὴ τούτοις φησὶ βδελυρὸν ἔσεσθαι καὶ ἀπηχθη‐ μένον πᾶν σκεῦος ᾧπερ ἂν ἐνιζήσειεν ὁ γονοῤῥυὴς, κἂν εἰ ἀπονίψαιτο τὰς χεῖρας ὕδατι, καὶ τοῦτο ἔσται μεμολυσμένον. Κἂν εἰ ἅψαιτό τις τοῦ χρωτὸς αὐτοῦ, συμμεθέξει πάντως τῆς ἀκαθαρσίας τὴν γραφὴν,
25κἂν εἰ προσεγγίσειέ τις τῶν οὔπω μεμολυσμένων, ὑπομενοῦσι δὴ πάντως τῆς ἀκαθαρσίας τὴν γραφήν. Τοιγάρτοι καὶ ἀναμὶξ τοῖς λεπροῖς ἐξέθη τε καὶ ἐξῳκίζετο τῆς παρεμβολῆς, ἀπρόσιτος ὢν καὶ ἄμικτος καὶ αὐτῇ καταμιαίνων τῇ χειρὸς ἁφῇ τοὺς προσ‐ τυγχάνοντας ἀπλῶς.
30ΠΑΛΛ. Καὶ ποῖον ἂν εἴη τὸ ἐν ψυχῇ πάθος, τῇ σωματικῇ γονοῤῥοίᾳ προσεοικός; Πνευματικὸς γὰρ ὁ νόμος· ἢ οὐχ ὧδε ἔχει; ΚΥΡ. Πάνυ μὲν οὖν· ἔφης γὰρ ὀρθῶς. Πλὴν ἐκεῖνο διανοοῦ, ἡ τοῦ σώματος ῥύσις, τὴν τῆς φύ‐
35σεως ἐπιτηδειότητα πρὸς καρπογονίαν ἀδικεῖ τρόπον τινὰ, καθιεῖσα πρὸς τὸ μηδὲν τῶν σπερμάτων τὰς χορηγίας, καὶ τοὺς ἐν τοῖς μορίοις χαλῶσα τόνους, ἀνεθέλητον ἤδη πως ἐργάζεται τὴν καταφθορὰν, ὡς ἐν μολυσμοῖς εἶναι μακροῖς καὶ διηνεκέσι τοὺς τῷ
40πάθει κατειλημμένους. Ἴσθι δὴ οὖν ὡς ἐξ ἀῤῥωστίας σωματικῆς καὶ ἐναργοῦς, εἰκόνος ἐπὶ τὰ εἰς νοῦν συμβαίνοντα· καταφθείρεται γὰρ καὶ αὐτὸς ἐφ’ ἃ μὴ προσῆκεν ὁ νοῦς ἀσωτότατα διαπονούμενος, καὶ ἐπ’ οὐδενὶ τῶν ἀναγκαίων τῆς ἰδίας ἐνεργείας ἐνιεὶς
45τὸ σπούδασμα, ὡς καρπὸν μὲν οὐδένα γνήσιον ἔχειν, ὑποφέρεσθαι δὲ ἀεί πως πρὸς τὸ ἀδικοῦν, καὶ ἀκαθ‐ έκτως νοσεῖν τὴν εἰς τὰ αἰσχίω κάθοδον. ΠΑΛΛ. Οἷον δὴ τί φής; ΚΥΡ. Οὐ γὰρ, ὦ φιλότης, ἐκτίσθαι τὸν ἄνθρωπον

68

.

997

(50)

ἐπὶ ἔργοις ἀγαθοῖς ὁ θεῖος ἡμῖν ἔφη Παῦλος; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Φύσιν οὖν ἄρα διεκληρώσατο πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων ὀρθῶς ἔχουσαν καὶ ἐπιτηδείως· ἢ γὰρ, οὐχὶ σοφίας μὲν δεκτικὸν, καὶ ἁπάσης ἐπιστή‐
55μης τὸ ζῶον εἶναι φής; Σωφροσύνην δὲ καὶ ἀνδρίαν, καὶ μὴν καὶ δικαιοσύνην κατορθώσειεν ἂν εὐκόλως, εἰ διαπεραίνειν ἕλοιτο τὰ εἰκότα καὶ τοῖς θείοις ἕπε‐
σθαι νόμοις;996

68

.

1000

ΠΑΛΛ. Σύμφημι. ΚΥΡ. Εἰ δὲ τὰ τοιάδε μεθεὶς, σοφὸς μὲν οὐκέτι, μωρὸς δ’ ἂν γένοιτο καὶ ἀκάρδιος, οὐ τοῖς εἰς ἀλή‐ θειαν παιδαγωγεῖν εἰωθόσι τῶν οἰκείων θελημάτων
5ἐπιδοὺς τὴν ῥοπὴν, ἐκτετιμηκὼς δὲ μᾶλλον τὸ ἔξω φέρεσθαι τοῦ εἰκότος, καὶ τοῖς τὰ ὀρθὰ διαστρέφειν μεμελετηκόσι συγκαταθρώσκειν πρὸς ὄλεθρον, οὔτε τὴν ἀρίστην καὶ ἀμωμήτως ἔχουσαν περὶ Θεοῦ δόξαν ἔχων, οὔτε μὴν ἀδιαβλήτως τὴν τῶν πρακτέων διάτ‐
10των ὁδὸν, ἆρ’ οὐκ ἀτρεκὲς ἤδη πως γονοῤῥυᾶ νοητῶς τὸν τοιόνδε λέγειν, ὡς τὰ δι’ ὧν ἦν εἰκὸς καρποφορεῖν δύνασθαι τῷ Θεῷ, δαπανῶντα πρὸς τὸ μηδέν; ΠΑΛΛ. Φαίην ἂν, ἴσθι τοι. ΚΥΡ. Τί δὲ, εἰ τὸ ἐργάζεσθαι τὴν δικαιοσύνην
15ἀφεὶς, καὶ τοῖς τῆς ἀνδρείας ἐναβρύνεσθαι καλοῖς, ἄδικός τε καὶ παρειμένος εἰς ἡδονὰς ὁρῷτο δὴ πάλιν, ἆρ’ οὐκ ἂν οἰήσῃ τῷ γονοῤῥυεῖ τὰ ἴσα νοσεῖν, τὴν ἐπι‐ τηδειότητα τῆς φύσεως, ἣν ἂν ἔχοι πρὸς τὸ ἀγαθὸν, δαπανῶντα πρὸς τὰ αἰσχίω, καὶ πνευματικῆς εὐκαρ‐
20πίας τὴν ἐπ’ οὐδενὶ τῶν χρησίμων ζημίαν ἀνθῃρη‐ μένον; ΠΑΛΛ. Οἰηθείην ἄν. ΚΥΡ. Ἰέναι δὴ οὖν ὁ νόμος ἀπωτάτω προστέταχε τοῦ γονοῤῥυοῦς, ὡς ἀποφοιτᾷν ὅτι μάλιστα διδάσκων
25ἡμᾶς τῶν εἰς φαυλότητα νενευκότων, καὶ ἀποσείεσθαι γεννικῶς οὓς ἂν καὶ αὐτὸς καταμυσάττοιτο Θεὸς, ὡς διηνεκῆ νοσοῦντας τὸν μολυσμόν. Χρῆμα γὰρ ἀληθῶς οὐκ ἀζήμιον τὸ κολλᾶσθαι πονηροῖς. Ἀτρεκὲς γὰρ ὅτι, κατὰ τὸ γεγραμμένον· «Ὁ ἁπτόμενος πίσσης,
30μολυνθήσεται.» Καταμιαίνει γε μὴν πᾶν σκεῦος, οὗπερ ἂν ἅπτοιτο τυχὸν ὁ γονοῤῥυὴς, καὶ κοίτην αὐτοῦ, καὶ χρῶτα καὶ ἀγγεῖα, καὶ ὕδωρ καὶ σκεύη ξύλινα· δι’ αἰνιγμάτων ὑποδηλῶν, ὅτι τῆς ἐνούσης ἀκαθαρσίας αὐτῷ μετάσχοι τις ἂν, κἂν εἰ μόνον
35ἀγχοῦ κατὰ διάθεσιν γένοιτο τὴν πνευματικήν. Γέ‐ γραπται γὰρ, ὅτι «Σεαυτὸν ἁγνὸν τήρει, καὶ μὴ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις.» Πλὴν, καὶ τὰ τῶν παθῶν ἀπεγνωσμένα, καὶ τὰ ἐν τῷ βάθει κεκρυμ‐ μένα τῶν ἡμετέρων διανοιῶν ἀῤῥωστήματα, καὶ πᾶ‐
40σαν ἁπλῶς τὴν ἐν ἡμῖν μαλακίαν, ἐξίστησιν ὁ Χρι‐ στὸς, καὶ ἡ δι’ αὐτοῦ κάθαρσις, οὐχ οἵουτε ὄντος τοῦ νόμου τοῦτο δρᾷν. «Δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ,» κατὰ τὸ γεγραμμένον, ἴδοις δ’ ὅτι καὶ τοῦτό ἐστιν οὐ διεψευσμένον τοῖς ἐφεξῆς γεγραμμένοις προσβάλλων·
45ἔφη γὰρ πάλιν· «Ἐὰν δὲ καθαρισθῇ ὁ γονοῤῥυὴς ἐκ τῆς ῥύσεως αὐτοῦ, καὶ ἐξαριθμήσεται αὐτῷ ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν αὐτοῦ, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ καθαρὸς ἔσται. Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται ἑαυτῷ

68

.

1000

(50)

δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν, καὶ οἴσει αὐτὰ ἔναντι Κυρίου ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσει αὐτὰ τῷ ἱερεῖ, καὶ ποιήσει αὐτὰ ὁ ἱερεὺς, μίαν περὶ ἁμαρτίας, καὶ μίαν εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς
55ἔναντι Κυρίου ἀπὸ τῆς ῥύσεως αὐτοῦ.» Καθαίρει
μὲν οὖν τὸν γονοῤῥυᾶ, καὶ ἀπαλλάττει τοῦ πάθους,998

68

.

1001

πλὴν ἐν Χριστῷ, δι’ ὕδατός τε καὶ αἵματος. Ἐξαρι‐ θμήσεται γὰρ ἑαυτῷ, φησὶν, ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν αὐτοῦ, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ καθαρὸς ἔσται.
5Καὶ τὸ μὲν εἰς ἑβδόμην ἡμέραν παρατείνεσθαι τὸν καθαρισμὸν, σημαίνει που πάντως, τὸ διὰ παντὸς τοῦ βίου, καὶ ἐν παντὶ τῷ τῆς ζωῆς χρόνῳ διασμή‐ χεσθαι δεῖν ταῖς ἐπιεικείαις τοὺς ἐκ φαυλότητος κο‐ σμικῆς μεταφοιτᾷν ἑλομένους ἐπὶ τὸ δρᾷν ἑλέσθαι τὰ
10πρεπωδέστερα. Τοιγάρτοι τῆς ἑβδομάδος μέτρον χρό‐ νου πλήρωσιν ἔχει καὶ ἀνακύκλησιν εἰς τὸ ἀπ’ ἀρχῆς, ὡς εἰς πέρας ἤδη καταίροντος τοῦ καιροῦ. Προσιέναι δὲ δεῖν καὶ ἀναγκαίως ἐπάγεσθαι ταῖς πρὸς ἡμῶν ἐπιεικείαις εὖ μάλα φησὶ, τὴν διὰ Χριστοῦ κάθαρσιν,
15καὶ τὸν δι’ ὕδατος ἁγνισμὸν, ὡς ἐν ἀπονίψει σώματός τε καὶ ἱματίων νοουμένου λοιπὸν τοῦ ἁγίου βαπτί‐ σματος, συνθέοντος δηλονότι καὶ τοῦ δι’ αἵματος ἁγνισμοῦ. «Τῇ γὰρ ἡμέρᾳ, φησὶ, τῇ ὀγδόῃ, λήψεται ἑαυτῷ δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν.»
20Κατασημήνειε δ’ ἂν ἡ ἡμέρα πάλιν ὀγδόη τῆς μετὰ σαρκὸς οἰκονομίας ἡμῖν τὸν καιρὸν, ὅτε τὴν ὑπὲρ ἡμῶν ὑπέμεινε σφαγὴν ὁ Ἐμμανουὴλ, ἡ εὔγλωττος ἀληθῶς καὶ εὐηχεστάτη τρυγὼν, ἢ καὶ τῷ αἵματι τῷ ἰδίῳ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
25Ὅτι δὲ τὸ εὐῶδες ἅπαν ὁ Χριστοῦ θάνατος ἔχει (πέπρακται γὰρ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, καὶ εἰς ἀναίρεσιν ἁμαρτίας), ἐμφήνειεν ἂν τὸ δύο μὲν εἶναι τὰς τρυγόνας, καταθύεσθαι δὲ μίαν μὲν ὑπὲρ ἁμαρ‐ τίας, εἰς ὁλοκαύτωμα δὲ τὴν ἑτέραν· ὅτι δὲ καὶ ἱλα‐
30σμὸς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν γέγονεν ὁ Χριστὸς, κατὰ τὰς Γραφὰς, παρέδειξεν εἰπών· «Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ τῆς ῥύσεως αὐτοῦ.» ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ὧδε μὲν οὖν τὸν γονοῤῥυῆ διακαθαίρεσθαι
35δεῖν, ὁ θεῖος ἡμῖν κατεχρησμῴδησε νόμος. Κατα‐ μιαίνει δὲ αὐτὸν, ᾧπερ ἂν γένοιτο καὶ ἀνεθέλητος ῥύσις, ἤγουν θελητὴ, καὶ πηγὴν ἔχουσα τὴν ἔμφυτον κίνησιν. Καὶ θελητὴ μὲν, ὡς ἐν ὁμιλίαις ταῖς πρὸς γυναῖκα, φημὶ, καὶ κατὰ νόμον τοῦ γάμου· ἀνεθέλη‐
40τος δὲ αὖ, ὡς ἐν φαντασίαις τάχα που νυκτεριναῖς. Ἔφη γὰρ πάλιν ὡδί· «Καὶ ἄνθρωπος, ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, καὶ λούσεται πᾶν τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ γυνὴ, ᾗ ἐὰν κοιμηθῇ ἀνὴρ μετ’ αὐτῆς κοίτην σπέρ‐
45ματος, καὶ λούσονται τὰ σώματα ὕδατι, καὶ ἀκάθαρ‐ τοι ἔσονται ἕως ἑσπέρας.» Ἴσα γὰρ ἐπ’ ἀμφοῖν τὰ ἐγκλήματα, καὶ τὸ παραλλάττον οὐδέν. Ἐν μὲν οὖν τῇ γονοῤῥοίᾳ, τὸ οἱονεὶ μακρόν πως ἡμῖν καὶ διηνεκὲς ἐγράφετο πάθος· ἐν δὲ τῷ προκειμένῳ, καταδηλοῦν

68

.

1001

(50)

ἔοικεν ὁ τοῦ νόμου σκοπὸς, ὡς ἔσται μεμολυσμένος καὶ εἰ μή τις τυχὸν τὴν εἰσάπαν καὶ ὁλόκληρον ἀῤ‐ ῥωστοίη καταφθορὰν, ὁρῷτο δὲ πεπονθὼς, κἂν γοῦν ἐκ μέρους καὶ σπανιάκις. Τοιοῦτόν τι καὶ ὁ τοῦ Σωτῆρος ὑπέφηνε μαθητής· «Ὅταν γὰρ, φησὶν,
55ὅλον τὸν νόμον τελέσῃ τις, πταίσῃ δὲ ἐν ἑνὶ, γέγονε πάντων ἔνοχος. Ὁ γὰρ εἰπὼν, Μὴ μοιχεύσῃς, εἶπε
καὶ, Μὴ φονεύσῃς. Εἰ δὲ οὐ μοιχεύσεις, φονεύσεις1000

68

.

1004

δὲ, γέγονας παραβάτης νόμου.» Πεπλημμεληκότι γὰρ ἅπαξ, ἤγουν ὅτι παρανενόμηκεν ὅλως, κἂν γοῦν ἐφ’ ἑνὶ καὶ ἐκ μέρους, ἕψεταί που πάντως αὐτῷ τὸ ἐγκαλεῖσθαι δεῖν. Μιαρὸς οὖν ἄρα κατὰ τὸν νόμον,
5κἂν εἰ μή τις ἴοι πρὸς ἔσχατον μολυσμοῦ, καταφω‐ ρῷτο δὲ πεπονθὼς κἂν γοῦν ἐκ μέρους αὐτόν. Πλὴν, οὐκ ἀπόβλητος παντελῶς, καθαίρεται δὲ καὶ αὐτὸς δι’ ὕδατος ἐν Χριστῷ. Τοιγάρτοι τῆς ἐπιδημίας και‐ ρὸν, ὑπεμφήνειεν ἂν εὖ μάλα, τὸ μέχρις ἑσπέρας
10ἀκάθαρτον εἶναι λέγειν τὸν μεμολυσμένον. Ἐπὶ συν‐ τελείᾳ γὰρ, μόνον δὲ οὐχὶ καὶ ἐπ’ αὐταῖς ἥκοντος ἤδη δυσμαῖς τοῦ αἰῶνος τούτου, παραγέγονεν ὁ Χριστὸς, δι’ οὗ καὶ ἐν ᾧ πάντα μὲν ῥύπον ἐκνενίμμεθα τὸν ἐξ ἁμαρτίας, ἀπηλλάγμεθα δὲ μικρῶν καὶ μεγάλων
15αἰτιαμάτων οἱ ταῖς πλημμελείαις ἐνισχημένοι. Ὅτι δὲ πρὸ τῶν τῆς ἐπιδημίας καιρῶν οὐκ ἦν ἀπονίψα‐ σθαι μολυσμὸν (ἐδικαιοῦτο γὰρ οὐδεὶς ἐν νόμῳ, κατὰ τὰς Γραφὰς), ἀναμάθοις ἂν διὰ τοῦ φάναι σαφῶς, ὅτι «Ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.»
20ΠΑΛΛ. Συνίημι ὃ φὴς, καὶ ἀληθὴς ὁ λόγος. ΚΥΡ. Προσεπάγει δὲ τούτοις ὁ νόμος τὰ περὶ γυ‐ ναικὸς, τῆς ῥεούσης αἵματι, καὶ ἀσχέτῳ καταφορᾷ τὸ καταμιαίνεσθαι δεῖν νοσούσης ἐφ’ ἑαυτῇ· καὶ ὥσπερ ἐπὶ τοῦ γονοῤῥυοῦς πᾶν σκεῦος κατεμολύνετο,
25καὶ κοίτη πᾶσα, καὶ πᾶν ἱμάτιον, καὶ πᾶς ὁ ἁπτόμε‐ νος ἀγχοῦ τε ἰών· οὕτω καὶ ἐπ’ αὐτῆς. Ἀπαλλάττει δὲ καὶ αὐτὴν κατὰ τὸν ἴσον ἐκείνῳ τρόπον, ὕδατι δια‐ νίζων, καὶ τρυγόνων καταθυομένων, καὶ μέντοι καὶ ἱλασμοῦ τοῦ μεσιτεύοντος ἱερέως. Ἀνακομίζων δὲ
30ὥσπερ εἰς ἐννοίας ἡμᾶς τὰς πνευματικὰς ὁ νόμος, καὶ τοῖς τῆς σαρκὸς ἀῤῥωστήμασιν ἐμφιλοχωρεῖν οὐκ ἐῶν (παρελήφθη γὰρ εἰς τύπον τῶν εἰς νοῦν ἔσω καὶ νοητῶν), ἐπάγει σαφῶς· «Καὶ εὐλαβεῖς ποιήσετε τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν, καὶ
35οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν, ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς·» κεκαθαρμένοι γὰρ δὴ καὶ ἡγιασμένοι διὰ Χριστοῦ, τότε δὴ, τότε λαμπροὶ προσίεμεν ἀληθῶς, καὶ οὐ μιανοῦμεν ἔτι τὴν ἁγίαν σκηνήν· προσκυνήσομεν δὲ
40καθαροὶ καθαρῶς τῷ παναγίῳ Θεῶ φοιτῶντες ἐν ἐκκλησίαις. ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Ὅτι τοι προκατηῤῥώστησε μὲν ἡ ἀνθρώπου φύσις τὸν μολυσμὸν, διασμήχοιτο δ’ ἂν οὐχ ἑτέρως,
45πλὴν ὅτι διὰ Χριστοῦ τοῦ κατ’ ἀλήθειαν ἱεροῦ καὶ ἁγίου θύματος, εἴσῃ τοι, καὶ μάλα σαφῶς, καὶ ἕτερον ἐπὶ τῷδε τῷ νόμῳ χρησμῴδημα πολυπραγμονῶν. Γέγραπται γὰρ πάλιν ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλά‐ λησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς

68

.

1004

(50)

Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Γυνὴ ἐάν τις σπερ‐ ματισθῇ, καὶ τέκῃ ἄρσεν, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας, κατὰ τὰς ἡμέρας τοῦ χωρισμοῦ τῆς ἀφ‐
έδρου αὐτῆς, ἀκάθαρτος ἔσται· καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ1002

68

.

1005

περιτεμεῖ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ· καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας καθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς. Παντὸς ἁγίου οὐχ ἅψεται, καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται, ἕως ἂν πληρωθῶ‐
5σιν αἱ ἡμέραι καθάρσεως αὐτῆς. Ἐὰν δὲ θῆλυ τέκῃ, καὶ ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας, κατὰ τὴν ἄφεδρον αὐτῆς, καὶ ἑξήκοντα ἡμέρας καὶ ἓξ καθ‐ εσθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς. Καὶ ὅταν ἀνα‐ πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς ἐφ’ υἱῷ ἢ
10ἐπὶ θυγατρὶ, προσοίσει ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα, καὶ νεοσσὸν περιστερᾶς ἢ τρυγόνα περὶ ἁμαρτίας, ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα, καὶ προσοίσει αὐτὸν ἔναντι Κυρίου, καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς, καὶ καθαριεῖ
15αὐτὴν ἀπὸ τῆς πηγῆς τοῦ αἵματος αὐτῆς.» ΠΑΛΛ. Τίς οὖν ἄρα ἐστὶν ἡ τεκοῦσα γυνή; καὶ τίς ἂν εἴη πάλιν ὅγε ἐπ’ αὐτῇ τοῦ νόμου σκοπός; ΚΥΡ. Ἰσχνομυθεῖν, ὡς ἔοικεν, ἀναγκαῖον ἡμᾶς. Δριμὺ γὰρ λίαν τῆς ἐντολῆς τὸ χρῆμα, καὶ οὐχ ἕτοι‐
20μον ἑλεῖν, πλὴν ὡς ἔνι διερευνήσωμεν. Ἐκεῖνό γε μήν· ὦ Παλλάδιε, καὶ πρό γε τῶν ἄλλων κατατέ‐ θηπά τοι. ΠΑΛΛ. Τὸ τί δὴ φής, ΚΥΡ. Ἰόντος γὰρ δὴ τοῦ νόμου κατὰ γυναικὸς ἁπά‐
25σης τικτούσης ἄρσεν ἢ θῆλυ, καὶ γενικωτάτην ἡμῶν ποιουμένου τὴν κατάῤῥησιν, ὑπεξῄρηται τῆς δυσφη‐ μίας ἡ ἁγία Παρθένος, ἧς ἐκφῦναί φαμεν τὸν κατὰ σάρκα Χριστόν. Θέα γὰρ, εἴ τοι δοκεῖ, τοῦ νόμου τὸ ἀκριβές. Γυνὴ γὰρ, φησὶν, καὶ οὐ πᾶσαι τυχὸν ἀδια‐
30κρίτως, ἀλλ’ εἴ τις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, ἀκάθαρτος ἔστω. Ἀλλ’ ἐκ Πνεύματος ἁγίου τὸ θεῖον συνέστη σῶμα, πλαστουργούμενον ἀῤῥήτως ἐν τῇ ἁγίᾳ Παρθένῳ, καὶ τῶν τῆς φύσεως νόμων ὀλίγα πεφροντικός. Ἥκιστα γὰρ δὴ σπερματικῆς ἐδεῖτο
35καταβολῆς ὁ τῶν ἁγίων πρωτότοκος, ἡ ἀπαρχὴ τῶν λαχόντων τὴν ἐκ Θεοῦ διὰ Πνεύματος ἀναγέννησιν. Περὶ ὧν εἴρηται σαφῶς· «Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν.» Διέδρα δὴ οὖν τὴν ἐκ νόμου καταβοὴν ἡ ἁγία Παρ‐
40θένος, σπερματισθεῖσα μὲν οὐδαμῶς, ἐνεργείᾳ δὲ τῇ διὰ ἁγίου Πνεύματος τὸ θεῖον ἀποκυήσασα βρέφος. Ἡ δὲ τίκτουσα καὶ ἀκάθαρτος διὰ τοῦτο γυνὴ, εἴη ἂν, κατά γε τὸ εἰκὸς καὶ τὸν ἀμωμήτως ἔχοντα νοῦν, ἡ ἀνθρώπου φύσις. Τὸ γάρ τοι τῆς γυναικὸς πρόσ‐
45ωπον αὐτῇ περιθήσομεν εἴς γε τὸ παρὸν τῇ φύσει. Κατηγορεῖται δὲ νόμῳ, καὶ μολυσμοῖς ἔνοχος ὀνομά‐ ζεται, διά τοι τὸ τίκτειν εἰς φθορὰν, καὶ οὐκ εἶναι μὲν ἐν οἷς ἦν εὐθὺς τὸ εἶναι λαχοῦσα παρὰ Θεῷ (γέγονε γὰρ ἐπὶ ἀφθαρσίᾳ)· παρενηνέχθαι δὲ μᾶλλον

68

.

1005

(50)

εἰς τὸ καταφθείρεσθαι δεῖν, κατεγνωσμένη διὰ τὴν παράβασιν, καὶ τὴν ἐκ θείας ἀρᾶς ἀνατλᾶσα δίκην παρὰ φύσιν ἡ φύσις. «Ὁ γὰρ Θεὸς θάνατον οὐκ ἐποίησε,» κατὰ τὸ γεγραμμένον, «οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων, καὶ οὐκ ἔστιν ᾄδου βασίλειον
55ἐπὶ γῆς. Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σω‐ τήριοι αἱ γενέσεις τοῦ κόσμου· φθόνῳ δὲ διαβόλου,
θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.» Καταμολύνει δὴ1004

68

.

1008

οὖν τὴν φύσιν ἡ ἐπείσακτος φθορὰ, καὶ ὁ φθόνῳ δια‐ βολικῷ κατακρατήσας θάνατος, ῥίζαν ἔχων τὴν ἁμαρτίαν. Καταμιαίνει δὲ καὶ ἑτέρως, τὸ ὡς ἐν φιλη‐ δονίᾳ σαρκικῇ σπείρεσθαι τὰ γεννώμενα. Καὶ δή τι
5τοιοῦτον ὑποδηλοῦν ἔοικεν ὁ θεσπέσιος Δαβὶδ ψάλλων τε καὶ λέγων· «Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.» Ἀκά‐ θαρτος οὖν ἡ φύσις, ὡς ἐκ παραβάσεώς τε καὶ ἐξ ἀρᾶς ὑπομένουσα τὴν φθορὰν, παρά γε τὸ Θεῷ δο‐
10κοῦν. Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, τὸ (sic) ἀληθὴς ὁ λόγος. ΠΑΛΛ. Τίνα δὴ οὖν τρόπον ἀπαλλάττοιτο ἄν τις ἀκαθαρσίας, προστίθει λοιπόν. ΚΥΡ. Αὐτὸς ἡμῖν, ὦ Παλλάδιε, κατέδειξε τὴν ὁδὸν
15καταδικάζων ὁ νόμος. «Ἀφοριζέσθω γὰρ, φησὶν, ὡς ἀκάθαρτος, ἑπτὰ ἡμέρας.» Ἀπαριθμείτω δὲ καὶ ἑτέρας τρεῖς καὶ τριάκοντα, καὶ καθίσεται ἐν αἵ‐ ματι ἀκαθάρτῳ αὐτῆς, ἐπ’ ἄρσενι δὲ δηλονότι τῷ γεννήματι· εἰ δὲ δὴ θῆλυ τέκοι, φησὶ, διπλοῦς ὁ ἀφ‐
20ορισμὸς, διπλῆ καὶ ἡ τῶν ἑτέρων ἡμερῶν ἀπαρίθμη‐ σις. Οὐκοῦν εἰ μὲν ἄρσεν εἴη τὸ ἀποτεχθὲν, ἀκάθαρτος ἡ τεκοῦσα, καὶ ἐν μολυσμοῖς ἑπτὰ καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας, τουτέστι, τεσσαράκοντα· εἰ δὲ θῆλυ, δὶς ἑπτὰ, καὶ ἑξήκοντα καὶ ἓξ, τουτέστιν, ὀγδοήκοντα.
25ΠΑΛΛ. Καὶ τίς ἂν εἴη λοιπὸν καὶ ὁ τοῦδε λόγος; ΚΥΡ. Ἐκ παραδειγμάτων ἡμᾶς σαρκικῶν ἀνα‐ κομίζει πάλιν ὁ νόμος εἰς κατάληψιν τῶν ἀφανεστέ‐ ρων, καὶ ὥσπερ τινὰ πίνακα πνευματικῆς θεωρίας ἀναγράφει τὰ αἰσθητά. Φασὶ τοιγαροῦν οἱ ταῦτα σο‐
30φοὶ, ὡς εἰ μὲν ἄρσεν εἴη τὸ ἐν μήτρᾳ καταβληθὲν, εἰδοποιεῖσθαι μόλις ἡμερῶν αὐτὸ τεσσαράκοντα δε‐ δαπανημένων· εἰ δέ γε θῆλυ, βραδεῖαν ἔχει τὴν εἰς τοῦτο πάροδον, ὡς ἀσθενές τε καὶ ἄναλκι. Δεῖσθαι δὲ δὴ καὶ αὐτό φασιν, εἰς εἰδοποίησιν ἐναργῆ, τῶν δὶς
35τεσσαράκοντα ἡμερῶν, τουτέστιν, ὀγδοήκοντα. Ἀκά‐ θαρτος οὖν ἡ ἀῤῥενοτόκος ἐν ἡμέραις τεσσαράκοντα· ἡ δέ γε θήλεος μήτηρ, ἐν ὅλαις ἦν ὀγδοήκοντα τὸν ἀριθμὸν ἡμέραις ἐν μολυσμοῖς καὶ ἀκαθαρσίαις, τουτέστιν, ἄχρι μορφώσεως ἀκριβοῦς τῶν ἐν μήτρᾳ,
40καὶ μὴν καὶ ἀφίξεως τῆς εἰς εἶδος τὸ ἀνθρώπινον. Ἐπὶ δέ γε τῷ καθαρισμῷ, κατά γε τὸ τῷ νόμῳ δοκοῦν, ἀμνὸς καὶ τρυγὼν ἐσφάζετο παρὰ τὴν θύραν τῆς ἁγίας σκηνῆς, μεσιτεύοντος ἱερέως καὶ τελοῦντος τὰ ἱερά· περιτέμνεσθαι δὲ δεῖν καὶ τὸ ἄρσεν ἔφη κατὰ
45τὸ τῷ νόμῳ δοκοῦν, τουτέστι, κατὰ τὴν ὀγδόην. Τοιόσ‐ δε μὲν οὖν ὁ τοῦ γράμματος νοῦς. Ἡμεῖς δὲ πρὸς θεωρίαν ἀναθέοντες τὴν πνευματικὴν, φέρε δὴ λέγω‐ μεν τίνα δὴ τρόπον ἡ εἰς φθορὰν ἡμᾶς καὶ ἀκαθαρ‐ σίαν τεκοῦσα φύσις διεκρούσατο μολυσμοὺς, καὶ δι‐

68

.

1008

(50)

έδρα τὴν ἀκαθαρσίαν καὶ τὴν ἐκ τοῦ νόμου κατάῤῥη‐ σιν· μακροὺς μὲν γὰρ ἤδη διατετέλεκε χρόνους ἐν ἀφορισμῷ, τουτέστιν, ἐκ προσώπου Θεοῦ. Χρόνοι δὲ
ἦσαν οἱ πρὸ τῆς ἐπιδημίας, καθ’ οὓς βεβασίλευκεν1006

68

.

1009

ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως, κατεκρά‐ τησε δὲ τῶν ἐπὶ τῆς γῆς ἡ πολύμορφος ἁμαρτία. Ἐπειδὴ δὲ κατὰ τὴν ὀγδόην, τουτέστι, μετὰ τὸν τοῦ νόμου καιρὸν καὶ τὸν ἀρχαῖον ἐκεῖνον Σαββατισμὸν,
5ἀχειροποιήτῳ περιτομῇ περιτετμήμεθα διὰ Πνεύ‐ ματος, μεμορφώμεθα δὲ καὶ εἰς Χριστὸν, τῆς θείας αὐτοῦ φύσεως γενόμενοι κοινωνοί· διεκρουσάμεθα δὴ τὰ ἐγκλήματα, κατηφάνισται δὲ καὶ ὁ ῥύπος, καὶ ἅπας ἡμῶν οἴχεται μολυσμός· τικτόμεθα γὰρ οὐκ
10εἰς φθορὰν ἔτι, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ἀλλ’ εἰς ζωήν τε καὶ ἀφθαρσίαν, διὰ τὴν ἐν Χριστῷ δι‐ καίωσιν, τὴν ὑπὲρ ἡμῶν ὑπομείναντος σφαγὴν, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀληθινοῦ, ὡς τρυγόνος θείας καὶ νοητῆς· σεσώσμεθα γὰρ οὐχ ἑτέρως. Ἦ γὰρ οὐχ ὧδε
15ἔχει; ΠΑΛΛ. Παντάπασι μὲν οὖν· σαφὲς γὰρ λίαν τὸ αἴνιγμα.
18tΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ
19tΚΑΙ ΑΛΗΘΕΙΑ
20tΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ
21tΛΟΓΟΣ ΕΚΚΑΙΔΕΚΑΤΟΣ.
25Ὅτι χρὴ προσάγειν ἡμᾶς θυσίας πνευματικὰς καὶ δωροφορίας Θεῷ. Ἀπόχρη μὲν οὖν, καθάπερ ἐγᾦμαι, τὰ εἰρημένα πρὸς τὸ δεῖν ἰέναι γεννικῶς εἰς ἀπότριψιν ἁμαρτίας, καὶ εἰς ἀποκάθαρσιν τὴν διὰ Χριστοῦ, πάντα μὲν
30ῥύπον τὸν ἐν ἡμῖν διασμήχειν οἵου τε, καὶ τῇ τοῦ Πνεύματος ἐνεργείᾳ συντήκοντος, ἐκνενιμμένους δὲ καὶ ἁγίους ἀποφαίνειν εἰδότος. Τοιγάρτοι καὶ ἱερὸς ἡμῖν ὁ λόγος τοιοῦτος, τὴν τοῦ Πνεύματος ἐνέργειαν εἰς ἡμᾶς ἐσομένην προανακεκράγει λέγων· «Ὅτι
35ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε. Ἰδοὺ ἔρχεται, λέγει Κύριος παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; ὅτι αὐτὸς εἰσπορεύεται, ὡς
40πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων, καὶ καθ‐ ιεῖται χωνεύων καὶ καθαρίζων, ὡς τὸ ἀργύριον καὶ
τὸ χρυσίον.» Συνᾴδει δὲ τούτοις καὶ ὁ θεσπέσιος1008

68

.

1012

Ἡσαΐας λέγων, ὅτι «Ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα ἐκ‐ καθαριεῖ ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως, καὶ ἐν πνεύματι καύσεως.» Ἆρ’ οὖν, ὦ Παλλάδιε, τῆς
5ἐν Χριστῷ νοουμένης δικαιοσύνης ὁ τρόπος διαπε‐ ραίνοιτο ἂν πρὸς ἡμῶν, ὡς ἔν γε δὴ μόνῳ τῷ δια‐ σμήχεσθαι δεῖν; καὶ τὸ ἀρχαίους ἡμᾶς ἀποτρίψα‐ σθαι μολυσμούς; ἀρκέσειεν ἂν, εἰπέ μοι, πρὸς δόξαν ἡμῖν ἁγιοπρεπῆ, καὶ ταῖς ἀνωτάτω στεφανώσει τι‐
10μαῖς; ἤγουν, ἔσται πως τὰ καθ’ ἡμᾶς ἐν ἀμείνοσι, καὶ τοῖς εἰς ἄκρον ἐπαίνοις κατασεμνυνοῦμεν εἰκό‐ τως τὰς ἑαυτῶν κεφαλὰς, οἷάπερ τινὰ δωροφορίαν πνευματικὴν, καὶ ἱερὸν ἀληθῶς ἀνάθημα προσκομί‐ ζοντες τῷ Θεῷ, τὴν ἐν ἁγιασμῷ καὶ ὁσιότητι ζωὴν,
15καὶ πνευματικὴν λατρείαν εὖ μάλα διαπεραίνοντες; ΠΑΛΛ. Οὕτω φημί. ΚΥΡ. Καὶ γάρ τοι τὸ χρῆμά ἐστι τοῖς ἱεροῖς συμ‐ βαῖνον νόμοις, καὶ Θεῷ κεχαρισμένον, καὶ τῶν ὅτι μάλιστα δεδοκιμασμένων· καταλήγειν μὲν ἔργου
20παντὸς προστέταχεν ἐν Σαββάτῳ, δρᾷν δὲ δὴ ὅλως ἠφίει τινὰς οὐδ’ ὅπως τι οὖν, οὕτω λέγων ἐν τῇ Ἐξ‐ όδῳ· «Μνήσθητι τὴν ἡμέραν τῶν Σαββάτων ἁγιάζειν αὐτήν. Ἓξ ἡμέρας ἐργᾶ, καὶ ποιήσεις πάντα τὰ ἔργα σου· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ, Σάββατα, ἀνάπαυσις
25Κυρίῳ τῷ Θεῷ σου, οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον.» Τὸν ἐν πνεύματι δηλονότι Σαββατισμὸν τοῦ τύπου κατασημαίνοντος, ὅτε καὶ εἰς κατάληξιν καὶ ἀνακω‐ χὴν παντὸς ἔργου σαρκικοῦ, καὶ μοχθηρῶν σπουδα‐ σμάτων, δι’ αὐτοῦ κεκλήμεθα τοῦ Χριστοῦ, τὸ τῆς
30ἁμαρτίας ἄχθος ἀποσεισάμενοι, καὶ τὴν ἐκ τῆς φαυ‐ λότητος ἀγαπῶντες ἀπόστασιν, καὶ τῶν ἔξω νόμου τὴν ἀργίαν· ἀπελείπετο μὲν γὰρ ὁ τοιόσδε Σαββα‐ τισμὸς τοῖς ἐξ Ἰσραήλ. Εἰσβεβήκασι γὰρ οὐδαμῶς εἰς τὴν κατάπαυσιν τοῦ Χριστοῦ, κατὰ τὴν τοῦ μα‐
35καρίου Παύλου φωνήν. Ἡμᾶς δὲ κατέπαυσεν ὁ Χρι‐ στὸς, καὶ Σαββατίζειν ἀνέπεισε νοητῶς, ἀνιεμένους εἰς ἀρετὴν, καὶ καλὴν πλημμελημάτων ἀργίαν ἐπι‐ τηδεύοντας. ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Ἀλλ’ ἐθεσμοθέτει μὲν καὶ πάλαι Θεὸς, τὸ
40δεῖν ἅπαντας ἀργεῖν ἐν Σαββάτῳ. Πλὴν οἱ τῇ θείᾳ λειτουργίᾳ κατεστεμμένοι, καὶ τῇ ἁγίᾳ σκηνῇ προσ‐ εδρεύειν ἐπιτεταγμένοι, πάλιν ἐτέλουν τὰ ἱερά· καὶ βεβηλοῦντες τὸ Σάββατον, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ἦσαν ἀναίτιοι, τὴν ἐπὶ τῷ λελύσθαι τὸν νό‐
45μον οὐχ ὑπομένοντες γραφήν. Οὐκοῦν ἐπιγείων μὲν σπουδασμάτων καὶ ἡμεῖς αὐτοὶ καταλήξομεν ἐν Χρι‐ στῷ, τὸν νοητὸν πληροῦντες Σαββατισμὸν, ἀφεξόμεθα δὲ οὐχὶ τῶν ἱερῶν ἔργων, τοῦ χρῆναι, φημὶ, προσκο‐ μίζειν Θεῷ θυσίας πνευματικὰς καὶ νοητὰς δωρο‐

68

.

1012

(50)

φορίας. Ἑπόμενοι δὲ ὥσπερ τοῖς ἴχνεσι τοῦ Χρι‐ στοῦ, κατὰ τὸ γεγραμμένον, ἑαυτοὺς ἱερεύσομεν, οὐ μηλοσφαγίαις καὶ μόσχων αἵμασι τὸν τῶν ὅλων τι‐ μῶντες Θεὸν, ἑαυτοὺς δὲ μᾶλλον εἰς ὀσμὴν εὐωδίας ἀνατιθέντες αὐτῷ. Ἀρέσομεν γὰρ ὑπὲρ μόσχον νέον,
55κέρατα ἐκφέροντα καὶ ὁπλὰς, κατά γε τὴν τοῦ Ψάλ‐ λοντος φωνήν.
ΠΑΛΛ. Ὀρθῶς διανοῇ· πλὴν ἴθι δὴ πάλιν, καὶ ἐξ1010

68

.

1013

ἱερῶν Γραμμάτων τῆς ὧδε λαμπρᾶς καὶ ἀξιαγάστου λατρείας ἀνατύπου τὰς γραφάς. ΚΥΡ. Ἔφη τοίνυν Θεὸς ἐν τῷ Λευϊτικῷ, δῆλον δὲ ὅτι πρὸς πάντας τοὺς ἐξ Ἰσραήλ· «Ἄνθρωπος ἐξ
5ὑμῶν ἐὰν προσαγάγῃ δῶρα τῷ Κυρίῳ, ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων προσοίσετε τὰ δῶρα ὑμῶν· ἐὰν ὁλοκαύτωμα τὸ δῶ‐ ρον αὐτοῦ, ἐκ τῶν βοῶν ἄρσεν ἄμωμον προσάξει, πρὸς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου προσοίσει
10αὐτὸ δεκτὸν ἐναντίον Κυρίου, καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ καρπώματος δεκτὸν αὐτῷ, ἐξ‐ ιλάσασθαι περὶ αὐτοῦ. Καὶ σφάξει τὸν μόσχον ἔναντι Κυρίου, καὶ προσοίσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα, καὶ προσχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυσιαστή‐
15ριον κύκλῳ τὸ ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς τοῦ μαρτυ‐ ρίου· καὶ ἐκδείραντες τὸ ὁλοκαύτωμα, μελιοῦσιν αὐτὸ κατὰ μέλη, καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς πῦρ ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπιστοιβάσουσι ξύλα ἐπὶ τὸ πῦρ· καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ Ἀαρὼν
20οἱ ἱερεῖς τὰ διχοτομήματα, καὶ τὴν κεφαλὴν, καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τοῦ ὄντος ἐπὶ τοῦ θυσιαστηρίου, τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι, καὶ ἐπιθήσει ὁ ἱερεὺς τὰ πάντα ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστι, θυσία, ὀσμὴ εὐ‐
25ωδίας τῷ Κυρίῳ.» Ἆρ’ οὐκ ἐναργὴς ὁ τύπος τῆς τῶν ἁγίων ζωῆς, καὶ οἰκειότητος ὁλοτελοῦς, τῆς πρὸς Θεὸν ἐν πνεύματι καὶ ἁγιασμῷ; Μορφούμεθα γὰρ ὡς ἐν τοῖς ἡμέροις τῶν ζώων, μόσχῳ τε, φημὶ, καὶ προβάτῳ, κόσμῳ μὲν ἀποθνήσκοντες διὰ τοῦ τὴν
30σάρκα κατανεκροῦν, ἵνα Θεῷ ζήσωμεν διὰ τῆς εὐαγγελικῆς πολιτείας, ἀναβαίνοντες δὲ ὥσπερ εἰς θυσίαν τὴν πνευματικὴν ἀληθῶς καὶ εὐοσμοτάτην δι’ Υἱοῦ τῷ Πατρί. Καὶ φέρε σοι πάλιν τὰ ἐφ’ ἑκά‐ στῳ λέγωμεν, ἰσχνοεποῦντες ὡς ἔνι. Δῶρον μὲν γὰρ
35ὥσπερ τι τῷ πάντων κρατοῦντι Θεῷ τὴν ἰδίαν ἕκα‐ στος ἀνατίθησι ζωὴν, πλὴν ὡς ἑκάστῳ δίδοται, καὶ ὡς ἂν ἔχοι μέτρον. Ὁ μὲν γὰρ, οὕτως· ὁ δὲ, οὕτως, ἴδιον ἔχων ἐκ Θεοῦ χάρισμα, κατὰ τὴν τοῦ σοφω‐ τάτου Παύλου φωνήν. Ἐν γὰρ τοῖς μεγέθεσι τῶν
40ζώων, ἤτοι ταῖς κατ’ εἶδος διαφοραῖς, τὸ ἀνίσως τε καὶ ἀνομοίως ἔχον, κατ’ ἰσχὺν τάχα που τὴν πνευμα‐ τικὴν καὶ κατά γε τὴν τῆς διανοίας, πλαγίως ὑπο‐ σημαίνεται. Εἴτ’ οὖν ὡς ἐν μόσχῳ μέγας εἴη τυχὸν, καὶ μὴν καὶ ἄγαν εὐσθενὴς, ἤγουν ὡς ἔν γε προ‐
45βάτῳ τὸ μεῖον ἔχων, καὶ τοῦ τελείου κατόπιν ἰὼν, ἑαυτὸν εἰς δωροφορίαν προσκομίζει Θεῷ, καὶ τοῦτο εἰς ὁλοκαύτωμα, τουτέστιν, εἰς ὁλόκληρον ἀφιέρωσιν, οὐ μεμερισμένην ἔχων πρὸς τὰ ἐν κόσμῳ τὴν ζωὴν, ἀλλ’ ὅλην ἐξ ὅλου δεκτήν τε [καὶ] ἱερὰν τῷ Θεῷ. Τοιόσδε

68

.

1013

(50)

τις ἔστω τῆς θυσίας ὁ τρόπος· Ἄρσεν τε καὶ ἄμω‐ μον ἔστω τὸ θῦμα, φησί. Σύμμορφοι γὰρ ἀεί πώς εἰσιν οἱ ἅγιοι τοῦ Χριστοῦ, ὅς ἐστιν ἄρσην τε καὶ ἄμωμος ἀληθῶς, τοῦ μὲν ἄρσενος, τὸ ἡγεμονικὸν, τοῦ δὲ ἀμώμου, τὴν ὑπερφυᾶ καὶ ἀνυπέρβλητον ἁγιό‐
55τητα καταγράφοντος. Εἷς γὰρ ἡμῶν καθηγητὴς καὶ πάναγνος ἀσυγκρίτως, ὁ Ἐμμανουήλ. Ἄλλως τε
(χρῆναι γὰρ δεῖ[ν] κἀκεῖνο εἰπεῖν, καὶ οἰήσομαι δεῖν)1012

68

.

1016

ἄρσενάς τε καὶ ἀμώμους πρέποι ἂν εἶναι τοὺς Θεῷ καθιερωμένους, οὐδὲν ἔχοντας τὸ θηλυπρεπὲς, οὐ παρειμένους εἰς ῥᾳθυμίαν· ἀλλὰ πολὺ λίαν διανενευ‐ κότας εἰς τὸ ἀνδρίζεσθαι δεῖν, ἄρσενά τε καὶ οἱονεὶ
5διεγηγερμένον τὸν ἔν γε δὴ σφίσιν αὐτοῖς διασώζον‐ τας νοῦν. Καὶ μέντοι πρὸς τόδε φαίην ἂν, ὅτι καθα‐ ρούς τε καὶ ἀμώμους εἶναι χρὴ, κατά γε τὸ ἐγχω‐ ροῦν τῇ ἀνθρωπίνῃ φύσει. Ψάλλει γάρ που καὶ μάλα ἐμφρόνως ὁ θεσπέσιος Δαβίδ· «Κρῖνόν με, Κύριε,
10κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ’ ἐμοί.» Συμμεμέτρηται γάρ πως παρὰ Θεῷ τῆς ἀνθρωπίνης ἐπιεικείας ὁ τρόπος, ὑπερανισχούσης δηλονότι τῆς τῶν ἁγίων ἀγγέλων, καὶ πολὺ τὸ καθ’ ἡμᾶς ὑπεραιρούσης μέτρον. Οὐκοῦν ἄρσεν τε καὶ ἄμω‐
15μον τὸ ἱερὸν ἔστω θῦμα. Ἀποφέρεται δέ πως πρὸς αὐ‐ ταῖς ταῖς θύραις τῆς ἁγίας σκηνῆς. Τελειούμεθα γὰρ οὐχ ἑτέρωσέ ποι, ἢ ὅτι πάντη τε καὶ πάντως ἐν ἐκ‐ κλησίαις ἐσόμεθα εὐπαράδεκτοι τῷ Θεῷ καὶ Πατρὶ, προσκομίζοντος ἡμᾶς ὡς ἱερέως Χριστοῦ. Δι’ αὐτοῦ
20γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν, καὶ αὐτὸς ἡμῖν ἐνεκαίνισε τὴν εἰς τὸ εἶναι πάροδον, πρόδρομος ὑπὲρ ἡμῶν εἰσελάσας εἰς τὰ Ἅγια τῶν ἁγίων, καὶ κατα‐ δείξας ἡμῖν τὴν ἀληθῆ τρίβον. Ἐπιθεῖναί γε μὴν τῷ μόσχῳ τὰς χεῖρας προστέταχε, διά γε δὴ τούτου
25πλαγίως ὑποσημαίνων, ὡς ἀνθ’ ἑαυτῶν ἐν τύπῳ προσάγουσιν εἰκόνα τινὰ τοῦ χρῆναι βιοῦν ἁγίως, διὰ τοῦ τεθνάναι τῷ κόσμῳ τὴν τοῦ κτήνους σφα‐ γὴν εὖ μάλα ποιούμενοι. Ἄθρει δὴ οὖν ὅπως ἡμῖν ἡ σκιὰ διαμορφοῖ τὴν ἀλήθειαν. Ἐσφάζετο μὲν γὰρ
30ὁ μόσχος ἔναντι Κυρίου, προσεχεῖτο δὲ τὸ αἷμα τῷ θυσιαστηρίῳ. Τὸ γάρ τοι τεθνάναι τῷ κόσμῳ, καὶ τῶν σαρκικῶν ἡ νέκρωσις κινημάτων, ἥδιστον τῷ Θεῷ, καὶ τῆς ἄνωθεν ἐποπτείας ἄξιον· καὶ τάχα που ψάλλει τι τοιοῦτον ὁ θεῖος ἡμῖν Δαβὶδ, ὡδί πη λέγων·
35«Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐ‐ τοῦ.» Ἀνάθημα γὰρ ὥσπερ ἱερὸν ἔσται τῷ Θεῷ, τῶν ὁσίων ὁ θάνατος· καὶ οὔτι που πάντων τῶν κατὰ σάρκα, φημί· κατασημήνειεν δὲ μᾶλλον ὁ λόγος ἡμῖν, ὃν ὑπομένειν ἔθος αὐτοὺς, κόσμῳ μὲν ἀπο‐
40θνήσκοντας, Θεῷ δὲ ζῶντας ἐν ὁσιότητι καὶ ἁγια‐ σμῷ· ἀμήχανον γὰρ τὴν ἁγίαν ἡμᾶς κατορθῶσαι ζωὴν, μὴ οὐχὶ προεκτεθνεῶτας τῷ κόσμῳ. Γράφει γὰρ ὁ Πέτρος περὶ Χριστοῦ· «Ὃς τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τοῦ ξύλου,
45ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν.» Οὐκοῦν ἡ τοῦ μόσχου σφαγὴ, καταδη‐ λοῦν ἔοικε τὸ ἀπογενέσθαι ταῖς ἁμαρτίαις, καὶ τὸ ὑπομεῖναι θάνατον τὸν παρὰ Θεῷ τίμιον, ὃν καὶ ἐφορᾷν ἀξιοῖ. «Σφάξουσι γὰρ, φησὶ, τὸν μόσχον

68

.

1016

(50)

ἔναντι Κυρίου.» Ἡ δέ γε τοῦ αἵματος χύσις ἐπὶ τὸ θυσιαστήριον, τὴν τῆς ζωῆς ἀφιέρωσιν καὶ ψυχῆς ἀνάθεσιν εἰς δόξαν Θεοῦ κατασημήνειεν ἂν, οἶμαί που. Ἐκδέρεται δὲ τὸ θῦμα, καὶ τέμνεται κατὰ μέ‐ λος· τοῦ μὲν ἐκδέρεσθαι, τὴν οἱονεὶ γύμνωσίν τε
55καὶ ἀποκάλυψιν τῶν ἐν ἡμῖν ὑποφαίνοντος· τοῦ δὲ μελίζεσθαι, τὸ μέχρις ἁρμῶν τε καὶ μυελῶν τὸν τοῦ
Θεοῦ καθικνεῖσθαι λόγον, εὖ μάλα παραδεικνύντος.1014

68

.

1017

«Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, φησὶ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ
5ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐν‐ ώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.» Ἀνα‐ καίοντος δὲ τοῦ ἱερέως τὸ πῦρ, ἐπιτίθεται τῷ θυ‐ σιαστηρίῳ τὰ διχοτομήματα, σὺν τῇ κεφαλῇ καὶ
10τοῖς ποσὶ, καὶ μέντοι καὶ ἐνδοσθίοις, ἐκνενιμμένοις ὕδασιν. Εὐώδη γὰρ ἅπαντα τὰ τῶν ἁγίων, οὐδὲν ἀπόβλητον παρὰ Θεῷ τῶν ἐκείνοις ἐνεῖναι πεπιστευ‐ μένων. Εἶεν δ’ ἂν εἰς τύπον τὰ μὲν κρέα, τῆς οἱονεὶ παχυτέρας αὐτῶν καὶ ἐνσωμάτου ζωῆς· σεμνὴ γὰρ
15αὐτὴ καὶ πάναγνος· κεφαλὴ δὲ, νοῦ σημεῖον, λογισμῶν δὲ καὶ ἐπιθυμιῶν, τὰ ἐντόσθια· πόδες δὲ αὖ, πρακτικῆς καὶ τῆς ὡς ἐν ἔργοις πορείας αἴνιγμα λεπτόν. ΠΑΛΛ. Ὡς δριμὺς ὁ λόγος! ΚΥΡ. Ἔχει δ’ οὖν ὅμως τὸ ἀληθὲς, καίτοι διάτ‐ των ἡμῖν ὡς ἐν ὁμίχλῃ καὶ σκότῳ· βαθὺς γὰρ ὁ
20νόμος. «Ἐὰν δὲ ἀπὸ τῶν προβάτων, φησὶ, τὸ δῶ‐ ρον αὐτοῦ τῷ Κυρίῳ, ἀπό τε τῶν ἀρνῶν καὶ τῶν ἐρίφων εἰς ὁλοκαύτωμα· ἄρσεν ἄμωμον προσάξει αὐτὸ, καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ σφάξουσιν αὐτὸ, ἐκ πλαγίων τοῦ θυσιαστηρίου
25πρὸς βοῤῥᾶν, ἔναντι Κυρίου.» Μελίζεται δὲ καὶ αὐτὸ, ἐκνενιμμένων τῶν ἐντοσθίων κατὰ τὸν ἴσον τῷ μόσχῳ τρόπον. Ἀνακομίζεσθαι δὲ δεῖν ἐπὶ τὸ θυσιαστήριον ἐθεσμοθέτει πάλιν· ὁ αὐτὸς δ’ ἂν εἴη τῆς θεωρίας καὶ ἐπὶ τῷδε λόγος. Πλὴν ἔχει τι
30παρηλλαγμένον· ἐσφάζετο γὰρ ὁ ἀμνὸς ἐκ πλαγίων τοῦ θυσιαστηρίου πρὸς βοῤῥᾶν. ΠΑΛΛ. Τίς οὖν ἄρα ἐστὶ καὶ ὁ τοῦδε λόγος; ΚΥΡ. Ἢ οὐκ οἶσθα, ὅτι νοτιωτέρα πώς ἐστι τῶν Ἰουδαίων ἡ γῇ, τὰ δέ γε πρὸς θάλασσαν τὴν βο‐
35ρειοτέραν αἱ ἀναρίθμητοι τῶν ἐθνῶν ἀγέλαι διεμοι‐ ρήσαντο, κατὰ χώρας καὶ πόλεις συνῳκισμέναι; ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Αἴνιγμα δὴ οὖν τοῦ καὶ αὐτὰς τὰς εἰς βοῤ‐ ῥᾶν ἀγέλας, ἱερὰς ἔσεσθαι τῷ Θεῷ, τὸ ὡς ἐν μέρει
40τῷ βορειοτέρῳ καταθύεσθαι τὸν ἀμνόν. Τοῦτό τοι καὶ ὁ Σωτὴρ περὶ τῆς ἐξ ἐθνῶν ἀγέλης προανεφώνει λέγων· «Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ γε‐ νήσεται μία ποίμνη, εἷς ποιμήν.»
45ΠΑΛΛ. Συνῆκα ὃ φής. ΚΥΡ. Ῥᾳθυμίας δὲ ἀμείνους καὶ ὄκνου παντὸς ἐπέκεινα τιθεὶς ὁ τῶν ὅλων Θεὸς τοὺς οἵπερ ἂν ἕλοιντο πληροῦν τὰ νενομισμένα, καταλεαίνει τρόπον τινὰ τῆς καρποφορίας τὴν ὁδὸν, καὶ ἐν τοῖς ἔτι

68

.

1017

(50)

προβάτου μείοσι τὰ τῆς θυσίας ἀποπεραίνεσθαι δεῖν ἐπιτάττει, λέγων· «Ἐὰν δὲ ἀπὸ τῶν πετεινῶν κάρπωμα προσφέρῃ δῶρον τῷ Κυρίῳ, καὶ προσοίσει ἀπὸ τῶν τρυγόνων, ἢ ἀπὸ τῶν περιστερῶν τὸ δῶρον αὐτοῦ, καὶ προσοίσει αὐτὸ ὁ ἱερεὺς πρὸς τὸ θυσια‐
55στήριον, καὶ ἀποκνίσει τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον, καὶ στραγ‐
γιεῖ τὸ αἷμα πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου. Καὶ1016

68

.

1020

ἀφελεῖ τὸν πρόλοβον σὺν τοῖς πτεροῖς, καὶ ἐκβαλεῖ αὐτὰ παρὰ τὸ θυσιαστήριον κατ’ ἀνατολὰς εἰς τὸν τόπον τῆς σποδοῦ, καὶ ἐκκλάσει αὐτὸ ἐκ τῶν πτερύ‐ γων, καὶ οὐ διελεῖ, καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ
5τὸ θυσιαστήριον ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρός. Κάρπωμά ἐστι θυσίας, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.» Ἄθρει δὴ πάλιν, ὡς ἄριστά τε καὶ εὐτέχνως τὸ ἐν συμμορφίᾳ φαίνεσθαι τοῦ Χριστοῦ, τοῖς ἁγίοις τετήρηται. Ἔστι μὲν γὰρ ἀληθῶς ἡ ἄνωθέν τε καὶ
10λαλιστάτη τρυγὼν αὐτὸς, ὁμοίως δὲ καὶ ἡ πραοτάτη περιστερά. Καὶ γοῦν ἐν μὲν τῷ ᾌσματι τῶν ᾀσμά‐ των γέγραπται περὶ αὐτοῦ· «Φωνὴ τρυγόνος ἠκού‐ σθη ἐν τῇ ἐρήμῳ·» πραότητος δὲ τῆς ἄγαν καὶ ἀνωτάτω τύπον ὥσπερ τινὰ καὶ ὑπογραμμὸν ἑαυτὸν
15ἡμῖν παρετίθει, λέγων· «Μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ.» Ἀλλ’ ἰδοὺ καὶ αὐτοῖς τοῖς ἁγίοις, διά τοι τὸ ἐν μορφῇ γενέσθαι Χριστοῦ, τὸ ἐν ἴσοις ὥσπερ ἀγαθοῖς εὐπρεπές τε καὶ ἀξιάγα‐ στον εὖ μάλα τετήρηται· τρυγόνες γὰρ καὶ αὐτοὶ
20νοοῖντ’ ἂν εἰκότως, τὸν θεῖόν τε καὶ ἱερὸν τοῖς ἀκροω‐ μένοις ἱεῖσαι λόγον, ᾠδάς τε καὶ μέλη τὰ εἰς δόξαν Θεοῦ ποιεῖσθαι σπουδάζουσαι. Τοιγάρτοι καὶ λέγου‐ σιν· «Ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.» Καὶ μέν‐
25τοι καὶ τὸν ἐν Χριστῷ διαζῶσι βίον, καὶ τὴν πραο‐ τάτην τῆς εὐαγγελικῆς πολιτείας ἴενται τρίβον, τοῖς παίειν ἐθέλουσιν εἰς τὴν δεξιὰν σιαγόνα, παρα‐ φέροντες καὶ τὴν ἀριστερὰν, καὶ τοῖς ἀγγαρεύουσι μίλιον, ἓν ἐθελοντὶ δωρούμενοι τὸ, εἴπερ ἕλοιντο, δια‐
30στείχειν καὶ δύο. Οὐκοῦν σφᾶς αὐτοὺς, εἰς ὀσμὴν εὐω‐ δίας, καὶ εἰς ὁλοκαύτωμα καθιεροῦσι Θεῷ, καὶ ὡς ἐν εἴδει τρυγόνων καὶ περιστερῶν. Εἶτα τὴν κεφαλὴν ἀπο‐ κνίσας ὁ ἱερεὺς ἐπιτίθησι τῷ θυσιαστηρίῳ, προσχεύσας τὸ αἷμα. Ἅγιος γὰρ ἀληθῶς, καὶ ὅτι μάλιστα τῶν ἱερω‐
35τάτων ἁγίων ὁ νοῦς, ἀνακεῖσθαι πρέποι τῷ πανάγνῳ Θεῷ. Ἐννοιῶν γάρ ἐστιν ἐπίμεστος ἀγαθῶν, καὶ τῆς ἀληθοῦς θεογνωσίας εὐωδιάζει τὸ μύρον «Λογισμοὶ γὰρ δικαίων, κρίματα,» κατὰ τὸ γεγραμμένον· ἁγία δὲ ὅτι καὶ ἡ ζωὴ τῶν ἐν φόβῳ Θεοῦ, σαφὲς ἂν
40γένοιτο, διὰ τὸ δεῖν τῷ ἁγίῳ θυσιαστηρίῳ προσχεῖ‐ σθαι τὸ αἷμα. Ζωῆς γὰρ τύπος τὸ αἷμα· καὶ ἀφαι‐ ρεῖται μὲν τῶν στρουθίων ὁ πρόλοβος, τουτέστιν, ἡ φύσα, σὺν τοῖς πτεροῖς· ἐκβάλλεται δὲ ὡς ἀχρεῖον παντελῶς. Σημεῖον δ’ ἂν γένοιτο καὶ τοῦτο σαφὲς,
45τοῦ καὶ τρυφῆς ἀνωτέρω τῆς σωματικῆς τὸν τῶν ἁγίων ἀναπεφάνθαι βίον, ὡς δοκεῖν ἤδη πως, μηδὲ τῆς τὰ σιτία χωρούσης ἐπιδεῖσθαι γαστρός. Τοιουτοσὶ γάρ πώς ἐστι τῶν ὅτι μάλιστα φιλοπονωτάτων ὁ βίος· οἳ σιτίων ὁμοῦ καὶ αὐτῆς τάχα που τῆς γα‐

68

.

1020

(50)

στρὸς ἀλογήσαντες, κατατήκουσι τὴν σάρκα, καὶ κατανεκροῦσιν ἡδονὰς, ἐλεύθεροι δὲ καὶ ἀπηλλαγμέ‐ νοι παντὸς γεγόνασι κοσμικοῦ τε καὶ περιττοῦ. Τοῦτο γὰρ, οἶμαι, ἐστὶν ἡ τῶν πτερῶν ἀποβολή. Ἀναγκαία μὲν γὰρ τοῖς ὀρνέοις ἡ πτέρωσις· ἀλλὰ
55καὶ ἡμῖν αὐτοῖς, τὰ δι’ ὧνπερ ἂν εἰς ἰδίαν χρείαν τουτὶ τὸ ἀπὸ τῆς γῆς ὑπηρετοῖτο σῶμα· ἄμφια δὲ
δὴ λέγω, καὶ τροφῆς ὄργανα, καὶ πρός γε δὴ τούτοις1018

68

.

1021

εὖ μάλα καὶ τὰ δι’ ὧν ἂν γένοιτο ταυτὶ, πορισμοὶ χρημάτων, τῇ τῆς ἐνδείας ἐφόδῳ μαχόμενοι, εὐναί τε μαλακαὶ, καὶ τὰ τούτοις ἀγχοῦ. Ἀλλ’ εἰ καὶ χρειώδη ταῦτα καὶ ἀναγκαῖα τοῖς ἐπὶ γῆς καὶ ἐν
5σώμασιν, ἀλλ’ οὖν τοῖς ἁγίοις λελόγισται παρ’ οὐδὲν, ὄχλον δὲ ὥσπερ εἰκαῖον ἁπλῶς τὴν τῶν τοιούτων κτῆσιν ἀποπεμψάμενοι, μονονουχὶ γυμνοῖς καὶ ἀν‐ αμφιάστοις σώμασι διατελοῦσιν ἐν κόσμῳ, τὸ προσ‐ τυχὸν καὶ εὐπόριστον τῇ τῆς σαρκὸς ἀνάγκῃ σὺν
10ὄκνῳ δωρούμενοι. Ἀποτετιλμένων δὲ τῶν πτερῶν, καὶ ἐξῃρημένης τῆς φύσης, ἤτοι τοῦ προλόβου, καὶ ἐκκλάσει, φησὶν, ἀπὸ τῶν πτερυγίων, καὶ οὐ διελεῖ, καὶ ἀνοίσει λοιπὸν ἐπὶ τὸ θυσιαστήριον. Καὶ ἡ μὲν τῶν πτερυγίων ἔκκλασις, τύπος ἂν εἴη καὶ ὑπόδειγ‐
15μα σαφὲς τοῦ μὴ φρονεῖν τὰ ὑπέρογκα, μήτε μὴν ὑψοῦ πέτασθαι τῶν ἁγίων τὸν νοῦν, συνεπάγεσθαι δὲ μᾶλλον τοῖς ταπεινοῖς, καὶ οἱονεὶ τὰ κάτω ζητεῖν. Μετέωρος γὰρ ἀείπως ἐστὶ τῶν ἀλαζόνων ὁ νοῦς, καὶ πρὸς τὰ ἄνω φέρεται, συνιζῆσαι τοῖς χθαμαλωτέροις
20οὐκ ἀνεχόμενος, καὶ τὸ μέτριόν τε καὶ ταπεινὸν ἀτι‐ μάζων φρόνημα. Οὐκοῦν ἡ τῶν πτερυγίων ἔκκλασις, ἀλαζονείας ἀπόθεσιν αἰνιγματωδῶς ὑποφαίνει· ὅτι δὲ καὶ εἰσάπαν, καὶ, ἵν’ οὕτως εἴπωμεν, ὁλοτρόπως ἀνέθεσαν τῷ Θεῷ τὴν οἰκείαν ζωὴν, οὐ μεμερισμένοι
25πρὸς τὰ ἐν κόσμῳ, τὸ μὴ διαιρεῖσθαι δηλοῖ· μεμε‐ ρίσθαι δὲ τοὺς ἐν γάμῳ, καὶ ὁ σοφὸς ἔφη Παῦλος. Ἱερὸς οὖν ἄρα τῶν ἁγίων ὁ νοῦς, ζωή τε ἁγία, καὶ τρυφῆς ἀμείνων σωματικῆς, καὶ μερίμνης κοσμικῆς ἐλευθέρα, καὶ φρονήματι τῷ μετρίῳ περικαλλής· ἀμέριστος δὲ καὶ πρὸς τὰ ἐν κόσμῳ. Τοιγάρτοι καὶ εἰς ὀσμὴν εὐωδίας ἀνατίθεται τῷ Θεῷ. ΠΑΛΛ. Ὧδε ἔχει.
30ΚΥΡ. Καταβιβάζει δὲ τῆς θυσίας τοὺς τρόπους, καὶ πρὸς τὰ ἔτι μείω τε καὶ παντὶ τῷ ἔτει λοιπὸν ἐγκείμενα, καὶ οὐ σὺν ἱδρῶτι ληπτὰ κατευρύνων, οἶ‐ μαί που, μικρῷ καὶ μεγάλῳ τῆς εὐδοκιμήσεως τὴν ὁδόν· γέγραπται γὰρ, ὅτι «Πλατεῖα ἡ ἐντολή σου
35σφόδρα.» Καὶ οὐ τῷ μεγέθει τῆς καρποφορίας πάντη τε καὶ πάντως τὸ γνήσιον κρίνεται, παρά γε τῷ φιλαρέτῳ Θεῷ, ἀλλ’ ἐν ἴσῳ τοῖς προὔχουσιν ὁ βραχὺς, τὰ ἐνόντα διδοὺς, καὶ οἷς ἂν ἔχοι καὶ δύναιτο τιμᾷν ᾑρημένος. Ἔφη τοίνυν ὧδε πάλιν· «Ἐὰν δὲ ψυχὴ προσφέρῃ δῶ‐
40ρον θυσίαν τῷ Κυρίῳ, σεμίδαλις ἔσται τὸ δῶρον αὐ‐ τοῦ· καὶ ἐπιχεεῖ ἐπ’ αὐτὸ ἔλαιον, καὶ ἐπιθήσει ἐπ’ αὐτὸ λίβανον, θυσία ἐστί· καὶ οἴσει πρὸς τοὺς υἱοὺς Ἀαρὼν τοὺς ἱερεῖς, καὶ δραξάμενος ἀπ’ αὐτῆς πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῷ ἐλαίῳ, καὶ
45πᾶν τὸ λίβανον αὐτῆς, καὶ ἐπιθήσει ὁ ἱερεὺς τὸ μνη‐ μόσυνον αὐτῆς ἐπὶ τὸ θυσιαστήριον, θυσία ἐστὶν, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.» Συνίης οὖν ὅπως τὸ τοῦ προσκομίζοντος ὑπέμνησε ταπεινόν· ψυχὴν γὰρ ἁπλῶς, κἂν εἰ πολὺ τὸ ἄσημον ἔχοι κατὰ τόνδε τὸν βίον, ὁ

68

.

1021

(50)

θεῖος ἡμῖν ὀνομάζει νόμος, τὸ τῆς ἀνωτάτω φύσεως περὶ πάντας ἶσον καὶ ἀπροκλινὲς κἀν τούτῳ δεικνὺς, καθάπερ ἀμέλει καὶ ἐν τῷ φάναι πάλιν, ὅτι «Πᾶσαι αἱ ψυχαὶ, ἐμαί εἰσιν.» Ἀπροσωπόληπτον γὰρ τὸ θεῖον, καθάπερ ἔφην ἀρτίως. Οὐκοῦν εἴπερ ἕλοιτό
55τις τῶν οὐκ ἐχόντων, φησὶ, τὸ ἐπιφανὲς ἐν κόσμῳ, δωροφορεῖν τῷ Θεῷ, σεμίδαλις ἔσται τῆς θυσίας ὁ
τρόπος. πλὴν ἐλαιόδευτος καὶ ἀναμὶξ λιβάνῳ· ὅτι1020

68

.

1024

δὲ ζωῆς μὲν εἰς τύπον ἡ σεμίδαλις, ἱλαρότητος δὲ τῆς ὡς ἐν ἐλπίδι, τὸ ἔλαιον, λίβανός γε μὴν, εὐωδίας τῆς ὡς ἐν ἔργοις καὶ κατορθώμασιν, καὶ βίῳ συν‐ νομωτάτῳ, πολὺς ἡμῖν διεσάφησε λόγος. Χρῆναι δὲ
5οὖν εὖ μάλα φησὶν ὁ νόμος, τοὺς οἵπερ ἂν ἕλοιντο κατ‐ ευφραίνειν ἐν ἑαυτοῖς τὸν τῶν ὅλων Θεὸν, ἀνατιθέ‐ ναι τε καὶ ἀφιεροῦν αὐτῷ τὴν οἰκείαν ζωὴν, οὐκ ἐπὶ τοῖς ἱδρῶσι τοῖς ὑπὲρ ἀρετῆς στυγνάζοντας· («Μὴ γὰρ δὴ γογγύζετε,» φησὶν ὁ θεσπέσιος Παῦλος), εὐωδίας δὲ
10τῆς νοητῆς ἐκμεμεστωμένην· ἀνοίσει γὰρ τότε τὸ μνημόσυνον αὐτῆς ὁ ἱερεὺς τῷ Θεῷ. Προσελευσόμεθα γὰρ ἐν Χριστῷ τῷ Θεῷ καὶ Πατρὶ διὰ τῆς πνευμα‐ τικῆς θυσίας, τὸ καὶ ἐν μνήμῃ κεῖσθαι τῇ παρ’ αὐ‐ τῷ κερδαίνοντες. Δι’ ὧν γὰρ εὐδοκιμεῖν εἰθίσμεθα,
15διὰ τούτων αὐτῶν ἀποφανούμεθα, ὅτι καὶ μνήμης ἄξιοι, καὶ ἐν γνώσει Θεοῦ γεγόναμεν ἐν Χριστῷ.
18ΠΑΛΛ. Ἀστειότατα ἔφης. ΚΥΡ. Ἐπισυνάπτει δὲ τούτοις· «Ἐὰν δὲ προσ‐
20φέρῃς δῶρον, θυσίαν πεπιλημένην ἐν κλιβάνῳ, δῶ‐ ρον Κυρίῳ ἐκ σεμιδάλεως, ἄρτους ἀζύμους πεφυρα‐ μένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ. Ἐὰν δὲ θυσία ἀπὸ τηγάνου τὸ δῶρον αὐ‐ τοῦ, σεμίδαλις πεφυραμένη ἐν ἐλαίῳ, ἄζυμα ἔσται·
25καὶ διαθρύψεις αὐτὰ κλάσματα, καὶ ἐπιχεεῖς ἐπ’ αὐτὰ ἔλαιον, θυσία ἐστὶ Κυρίῳ. Ἐὰν δὲ θυσία ἀπὸ ἐσχάρας τὸ δῶρόν σου, σεμίδαλις ἐλαίῳ ποιηθήσε‐ ται. Ἐὰν δὲ προσφέρῃς θυσίαν τῶν πρωτογεννημάτων τῷ Κυρίῳ, νέα πεφρυγμένα χίδρα ἐρικτὰ τῷ Κυ‐
30ρίῳ, καὶ προσοίσεις τὴν θυσίαν τῶν πρωτογεννη‐ μάτων, καὶ ἐπιθήσεις ἐπ’ αὐτὰ λίβανον· θυσία ἐστί. Καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ, καὶ πάντα τὸν λίβανον αὐτῆς· κάρπωμά ἐστι τῷ Κυρίῳ.
35ΠΑΛΛ. Ὡς βαθὺ τὸ χρῆμα τοῦ νόμου! Φράζε δὴ οὖν, ὅπως καὶ τοῖς ὧδε λεπτοῖς τὸν νοῦν ἐνιέντες, οὐκ ἀπὸ σκοποῦ βαδιούμεθα. ΚΥΡ. Ἐκεῖνο, οἶμαί που, ἄξιον, τὸ τοῦ νόμου προ‐ μηθὲς καὶ λίαν εὐτεχνές· εἴσῃ γὰρ δὴ διὰ τρόπου
40παντὸς, καὶ προσίεται μὲν τὸ βραχὺ κομιδῇ, χαρίζε‐ ται δὲ καὶ αὐτῷ πανταχῆ τὸ εὐῶδες καὶ ἱλαρόν· δι‐ επύθου γάρ που καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ· «Καὶ ὃς ἂν ποτίσῃ ἕνα τῶν ἀδελφῶν τούτων τῶν μι‐ κρῶν ποτήριον ψυχροῦ, μόνον εἰς ὄνομα μαθητοῦ,
45ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.» Τοιουτονί τι κἀνθάδε διαλογίζεσθαι χρὴ, καὶ τὴν τοῦ νομοθέτου χρηστότητα ταῖς αὐτῷ πρεπούσαις κατα‐ κροτεῖν εὐφημίαις. Προσίεται γὰρ, ὡς ἔφην, κἂν εἰ ἕλοιτό τις καὶ τοῖς ἄγαν εὐτελεστάτοις πληροῦν τὰ

68

.

1024

(50)

νενομισμένα. Εἴτε γὰρ ἄρτος εἴη, φησὶν, εἴτε καὶ λά‐ γανον ἓν, εἴτ’ οὖν ἐκ κλιβάνου καὶ ἀπὸ τηγάνου, καὶ μὴν καὶ ἐσχάρας, καὶ ἥκιστα μὲν ἐκ πυρῶν, χίδρα δὲ εἴη καὶ ἐρικτὰ, τουτέστιν, ἐξ ὀσπρίων ἄλευρον, ἐλαίῳ δεδεύσθω τὸ προσκομισθὲν, καὶ κατα‐
55πλουτείτω πάλιν ἐφ’ ἑαυτῷ τὸν λίβανον. Ἔοικε δέ πως ἔν γε δὴ τούτοις ὁ λόγος, τὰς διὰ πυρώσεώς τε
καὶ πόνων καὶ μέντοι καὶ συντριβῆς εὐδοκιμήσεις1022

68

.

1025

ἡμῖν τῶν ἁγίων ὑποδηλοῦν. Κλίβανος γὰρ καὶ ἐσχά‐ ρα, καὶ μὴν καὶ τὸ μύλῳ καταλεπτύνεσθαι, σημεῖά που πάντως εἶεν ἂν συντριβῆς τε καὶ πόνου δοκιμα‐ ζομένων ὡς διὰ πυρός. Τοιγάρτοι καὶ κεκράγασι,
5τὴν οὕτως εὐκλεᾶ διαστείχοντες τρίβον· «Ὅτι ἐδο‐ κίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος ἡμῖν Δαβίδ· «Καρδίαν συντετριμμένην καὶ τεταπεινω‐ μένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Ἀλλ’ ὅτι τοῖς ὧδε
10πεπονηκόσι, τὸ ἐν εὐωδίᾳ γενέσθαι Χριστοῦ, πάντη τε καὶ πάντως ἕποιτο ἂν εἰκότως· καὶ μὴν ὅτι καὶ τὸ ἐλεεῖσθαι δεῖν, καὶ τῇ τοῦ Πνεύματος χάριτι πλου‐ σίως καταπιαίνεσθαι, σαφὲς ἂν γένοιτο τὴν τοῦ λι‐ βάνου τε καὶ ἐλαίου περινοοῦντι χρείαν. Ἢ γὰρ οὐχὶ
15λεπτῶν αἰνιγμάτων ὑποψίαι πως ἡμῖν καὶ σκιαὶ τὰ ἐν νόμῳ; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Ἑαυτοὺς μὲν ἄρα προσοίσομεν τῷ Θεῷ, κα‐ τανεκρούμενοι τῇ ἁμαρτίᾳ, καὶ τὸν ἱερὸν τουτονὶ
20νοητῶς ὑπομένοντες θάνατον, ζῶντές γε μὴν τῇ δι‐ καιοσύνῃ, κατὰ τὸ γεγραμμένον, καὶ ὡς ἐν τάξει χαριστηρίων τὴν ἰδίαν αὐτῷ ζωὴν ἀπονέμοντες εὐ‐ κλεᾶ τε καὶ ἀνεπίπληκτον, καὶ τοῖς εἰς φιλοθεΐαν αὐχήμασιν εὐπρεπῆ. Τοῦτό τοι σαφῶς καὶ δι’ ἑτέρων
25εἰσόμεθα νόμων. Γέγραπται γὰρ ἐν τῷ Λευϊτικῷ· «Ἐὰν δὲ θυσία σωτηρίου τὸ δῶρον αὐτοῦ τῷ Κυρίῳ, ἐὰν μὲν ἐκ τῶν βοῶν αὐτὸ προσαγάγῃ, ἐάν τε ἄρσεν, ἐάν τε θῆ‐ λυ, ἄμωμον προσάξει αὐτὸ ἔναντι Κυρίου· καὶ ἐπι‐ θήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου, καὶ
30σφάξει αὐτὸ ἐναντίον Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ προσχεοῦσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων κύκλῳ. Καὶ προσάξουσιν ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου κάρπωμα Κυρίῳ, τὸ στέαρ τὸ
35κατακαλύπτον τὴν κοιλίαν, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας· καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν, τὸ ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ· καὶ ἀνοίσου‐ σιν αὐτὰ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστή‐
40ριον ἐπὶ τὰ ὁλοκαυτώματα ἐπὶ τὰ ξύλα, τὰ ἐπὶ τοῦ πυρὸς ἐπὶ τοῦ θυσιαστηρίου· κάρπωμα, ὀσμὴ εὐωδίας Κυρίῳ.» Ἄμωμος τοίνυν ὁ μόσχος· καθαροὺς γὰρ εἶναι πρέπει, καὶ μώμου παντὸς ἰόντας ὡς ἀπωτά‐ τω, τοὺς εἰς ὀσμὴν εὐωδίας ἀναβαίνοντας τῷ Θεῷ.
45Ἐσφάζετο δὲ πρὸς αὐταῖς ταῖς θύραις τῆς ἁγίας σκηνῆς, ἐπενηνεγμένων αὐτῷ τῶν χειρῶν τοῦ προσ‐ άγοντος. Καὶ τίς ὁ τοῦδε λόγος, εἴρηται σαφῶς. Ἀνεκομίζετο δὲ εἰς θυσίαν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας, καὶ οἱ δύο νεφροὶ, συνεξαιρουμένης αὐτοῖς

68

.

1025

(50)

τῆς ἐνούσης πιμελῆς, καὶ ὁ λοβὸς τοῦ ἥπατος. Καὶ ὑποφήνειεν ἂν, καθάπερ ἐγᾦμαι, τὸ ἐπὶ τῆς κοιλίας στέαρ, τὴν οἱονεὶ φρενὸς εὐεξίαν, καὶ τὴν πιότητα τῶν σπλάγχνων ἐντεθραμμένων ἄριστα ταῖς διὰ τοῦ Πνεύματος νοηταῖς χορηγίαις. Εὐτροφία μὲν γὰρ
55τοῖς ἀλόγοις ζώοις, καὶ μὴν καὶ τοῖς ἀνθρωπίνοις σώμασι τὸ καταπιαίνεσθαι προξενεῖ. Θείων δὲ χαρι‐
σμάτων πλουσιωτάτη μέθεξις, παντὸς ἀγαθοῦ τὴν1024

68

.

1028

τῶν ἁγίων ἐμπίπλησι φρένα. Τοιγάρτοι καὶ ἱεροὶ καὶ εἰς ὀσμὴν εὐωδίας γένοιντο ἂν ἐξαίρετοι τῷ Θεῷ. Νε‐ φροὶ δὲ δὴ πάλιν, εἰς τύπον ἂν εἶεν τῆς εἰς νοῦν ἔσω διακριτικῆς ἐνεργείας· καθ’ ἣν ἀπόβλητον μὲν, τὸ
5πεφυκὸς ἀδικεῖν, αἱρετὸν δὲ καὶ ἀξιόληπτον ποιεῖται τὸ ὠφελοῦν. Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος· «Πάν‐ τα δοκιμάζοντες, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴ‐ δους πονηροῦ ἀπέχεσθε.» Οὐκοῦν ἐπειδήπερ διακρι‐ τικὸν ἐν σώματι μόριον ὁ νεφρὸς (ἀποκρίνει γὰρ εὖ
10μάλα τὰ περιττὰ, τὸ χρηστόν τε καὶ ὠφελοῦν ἐνιεὶς τῇ φύσει, καὶ διανέμων εὐτέχνως, οἷς ἂν καὶ ὅσον διανέμεσθαι πρέποι), μεταληπτέον εἰκότως εἰς νοῦ διάκρισιν τοὺς νεφρούς. Ἱεροὶ τοιγαροῦν καὶ ἀνά‐ θημα Θεῷ, τῶν ἁγίων οἱ νεφροὶ, τουτέστιν, ἥνπερ
15ἂν ἔχοιεν ἐν νῷ διάκρισιν. Δόκιμοι γὰρ τραπεζῖται καὶ ἀκριβεῖς, οἱ Θεῷ προσκείμενοι, κατακιβδηλεύον‐ τες μὲν τὸ φαῦλον ἀεὶ, ψήφῳ γε μὴν τῇ παγκάλῳ τιμᾷν εἰωθότες τὸ τελοῦν εἰς ὄνησιν. Ὧδε γὰρ οἶμαι καὶ τὸν θεσπέσιον Μελῳδὸν εὐδοκιμεῖν εἰωθότα δια‐
20κεκραγέναι πρὸς τὸν Θεόν· «Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, Κύριε.» Ὁ δέ γε λοβὸς τοῦ ἥπατος, οὐδὲν ἧττον ἡμῖν ὑποφαίνει, ἢ ψυχῆς ἐνέργειαν, ἤτοι φρενὸς κίνησιν, καθ’ ἣν ἴεται πρὸς ἐπιθυμίας. Ἐξηκριβωκότες δὲ τὰ τοιάδε τινὲς, οὐδὲν ὀκνοῦντές
25φασιν, ὡς ἐν ἥπατι τὰς ἐπιθυμίας ἅπαν ἔχει ζῶον. Ἀναθετέον δὴ οὖν καὶ τὸν λοβὸν τοῦ ἥπατος τῷ Θεῷ, τουτέστιν, αὐτὴν οἱονείπως ἁπάσης ἐπιθυμίας ἡμῶν τὴν πηγὴν, κατά γε τὸν ψάλλοντα Μελῳδόν· «Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου.» Σεμνύνεται δέ
30τις ἐφ’ ἑαυτῷ, καὶ τὴν ὧδε σεπτὴν καὶ ἀξιάγαστον ἀναμέλπει φωνὴν, εἰ πρός γε δὴ μόνον τὸ τῷ Θεῷ δοκοῦν τὰς ὀρέξεις ἔχοι, καὶ καταφωρῷτο διψῶν, ἃ ἂν βούλοιτο δρᾷν αὐτός. ΠΑΛΛ. Σύμφημι· νοεῖς γὰρ ὀρθῶς.
35ΚΥΡ. Ἐπὶ προβάτῳ δὲ αὖ, καὶ μὴν καὶ αἰγὶ, τὸν αὐτὸν ὁρίζει νόμον, καὶ ἐν ἴσῳ τρόπῳ καὶ ἐπ’ αὐτοῖς τὰ τῆς θυσίας ἐπράττετο, τῆς τῶν ζώων ὡς ἐν με‐ γέθει διαφορᾶς, τῶν καρποφορεῖν εἰωθότων, τὸ ἐν εὐσεβείᾳ τε καὶ εὐδοκιμήσει μέτρον ὑποφαινούσης
40ἀστείως· ὁ μὲν γὰρ, πλουσίως καὶ ὑπερφερῶς, ὡς ἔν γε τῷ μόσχῳ, περινοεῖν ἄξιον· ὁ δὲ μέσως, ὡς ἐν προβάτῳ, ὁ δὲ καὶ ὑφειμένως ἔτι· μείων γὰρ αἲξ προ‐ βάτου· καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ τὴν εὔκαρπον ἀνα‐ φῦναι γῆν ἑκατὸν, καὶ ἑξήκοντα, καὶ τριάκοντα,
45κατά γε τὴν ἐν τοῖς Εὐαγγελίοις παραβολήν. ΠΑΛΛ. Πείθομαι. ΚΥΡ. Ὅτι δὲ καὶ ἀναλόγως τοῖς ἑκάστου κατορ‐ θώμασιν ἡ τῆς ἀμοιβῆς ἀντέκτισις, καὶ ἰσοπαλεῖς τοῖς ἱδρῶσιν αἱ ἀμοιβαὶ τοῖς ἀνδραγαθεῖν ᾑρημένοις

68

.

1028

(50)

ἐκνεμηθήσονται παρὰ Θεοῦ, πληροφορήσει μὲν καὶ αὐτὸς ὁ Σωτὴρ, τὴν τῶν ταλάντων διανομὴν οὐκ ἐν ἴσῳ τρόπῳ γενέσθαι λέγων, καθιστὰς δὲ τῶν εὐδοκι‐ μούντων, τὸν μὲν ἐπὶ δέκα πόλεων, τὸν δ’ ἐπὶ πέντε. Ταλαντεύεται γὰρ ὥσπερ ὁ ἑκάστου βίος, καὶ ἰσοστα‐
55τήσει που πάντως ταῖς ἡμῶν ἐπιεικείαις ἡ ἀντέκτι‐1026

68

.

1029

σις· οὐδὲν δὲ ἧττον ἡμῖν, ὅπερ ἔφην, καὶ αὐτὸς ὁ διὰ Μωσέως ὑποδείξει νόμος. Ἔφη γὰρ πάλιν ἐν τοῖς Ἀριθμοῖς· «Καὶ εἶπε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς·
5Ὅταν εἰσέλθητε εἰς τὴν γῆν τῆς κατοικήσεως ὑμῶν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ποιήσετε ὁλοκαυτώματα Κυ‐ ρίῳ, ὁλοκάρπωμα ἢ θυσίαν, μεγαλύναι εὐχὴν ἢ καθ’ ἑκούσιον, ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ποιῆσαι ὀσμὴν εὐωδίας τῷ Κυρίῳ, εἰ μὲν ἀπὸ τῶν βοῶν ἢ ἀπὸ τῶν
10προβάτων· καὶ προσοίσει ὁ προσφέρων τὸ δῶρον αὐ‐ τοῦ Κυρίῳ θυσίαν σεμιδάλεως δέκατον τοῦ οἰφὶ ἀνα‐ πεποιημένης ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ἲν, καὶ οἶνον εἰς σπονδὴν τὸ τέταρτον τοῦ ἲν ποιήσετε ἐπὶ τῆς ὁλοκαυ‐ τώσεως, ἢ ἐπὶ τῆς θυσίας· τῷ ἀμνῷ τῷ ἑνὶ ποιήσεις το‐
15σοῦτον, κάρπωμα, ὀσμὴν εὐωδίας τῷ Κυρίῳ· καὶ τῷ κριῷ, ὅταν ποιῆτε αὐτὸν εἰς ὁλοκαύτωμα ἢ εἰς θυσίαν, ποιήσεις θυσίαν σεμιδάλεως δύο δέκατα ἀναπεποιημέ‐ νης ἐν ἐλαίῳ τὸ τρίτον τοῦ ἴν· καὶ οἶνον εἰς σπονδὴν τὸ τρίτον τοῦ ἲν προσοίσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.
20Ἐὰν δὲ ποιῆτε ἀπὸ τῶν βοῶν εἰς ὁλοκαύτωσιν ἢ εἰς θυσίαν μεγαλύναι εὐχὴν ἢ εἰς σωτήριον Κυρίῳ, καὶ προσοίσει ἐπὶ τοῦ μόσχου θυσίαν σεμιδάλεως τρία δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ ἥμισυ τοῦ ἲν, καὶ οἶνον εἰς σπονδὴν τὸ ἥμισυ τοῦ ἲν, κάρπωμα εἰς
25ὀσμὴν εὐωδίας Κυρίῳ. Οὕτω ποιήσεις τῷ μόσχῳ τῷ ἑνὶ, ἢ τῷ κριῷ τῷ ἑνὶ, ἢ τῷ ἀμνῷ τῷ ἑνὶ ἐκ τῶν προβάτων ἢ ἐκ τῶν αἰγῶν, κατὰ τὸν ἀριθμὸν, ὧν ἐὰν ποιήσητε, οὕτως ποιήσετε τῷ ἑνὶ, κατὰ τὸν ἀρι‐ θμὸν αὐτῶν, πᾶς ὁ αὐτόχθων ποιήσει οὕτως τοιαῦτα
30προσενέγκας καρπώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Ἐὰν δὲ προσήλυτος ἐν ὑμῖν προσγένηται ἐν τῇ γῇ ὑμῶν, ἢ ὃς ἂν γένηται ἐν ὑμῖν, ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει κάρπωμα, ὀσμὴν εὐωδίας Κυρίῳ, ὃν τρό‐ πον ποιεῖτε ὑμεῖς, οὕτω ποιήσει ἡ συναγωγὴ Κυρίῳ.
35Νόμος εἷς ἔσται ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς προσ‐ κειμένοις ἐν ὑμῖν· νόμος αἰώνιος εἰς τὰς γενεὰς ὑμῶν, ὡς ὑμεῖς, καὶ ὁ προσήλυτος ἔσται ἔναντι Κυ‐ ρίου, νόμος εἷς ἔσται, καὶ δικαίωμα ἓν ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν ὑμῖν.»
40ΠΑΛΛ. Εἶτα ὅποι ποτὲ ἰσομοιροῦν καὶ ἀνάλογον, ὡς φὴς, ὃ ἂν ἐργάσαιτό τις, καταθρήσαιμεν; ΚΥΡ. Οὐ γὰρ ἐπαΐεις, ὦ τᾶν, τοῦ νόμου λέγοντος ἐναργῶς, ὡς εἴπερ τις ἕλοιτο πληροῦν εὐχὰς καὶ ὁλοκαυτώματα, εἰ μὲν ἀμνὸν καταθύοι, δέκατον μὲν
45τοῦ οἰφὶ σεμιδάλεως, οἴνου δὲ καὶ ἐλαίου τὸ τέταρτον τοῦ ἲν (μέτρα δὲ οἶμαι ταυτὶ κατὰ γλῶτταν Ἑβραίαν) προσεπαγέτω τῷ θυμιάματι· εἰ δὲ κριὸς εἴη, φησὶν, ἐν πλεονασμῷ τὰ ἑπόμενα, τουτέστι, τὸ τρίτον· τρί‐ του γὰρ ἐν μείοσι, τὸ ὡς ἐν τετάρτῳ μέτρον. Μόσχου

68

.

1029

(50)

δὲ ἀναφερομένου, σεμίδαλίς τε καὶ τὰ λοιπὰ τοῦ τρί‐ του πάλιν ἐπέκεινα, καὶ ἐν ἡμίσει λοιπόν. ΚΥΡ. Ἐπυθόμην· τί οὖν τοῦτό γε; ΚΥΡ. Οἶσθα δέ που πάντως, ὅτι ζωῆς μὲν τύπος,
ἡ ἐκ πυρῶν σεμίδαλις, ἱλαρότητος δὲ τὸ ἔλαιον· γέ‐1028

68

.

1032

γραπται γὰρ, ὅτι «Τοῦ ἱλαρύναι πρόσωπον ἐν ἐλαίῳ.» Εὐφρασίας δὲ τῆς νοητῆς, τῆς ἄνωθεν καὶ διὰ τοῦ Πνεύματος σημεῖον, ὁ οἶνος· «Οἶνος γὰρ,» φησὶν, «εὐφραίνει καρδίαν ἀνθρώπου.»
5ΠΑΛΛ. Συνίημι. ΚΥΡ. Οὐκοῦν ἀναλόγως, οἷς ἄν τις καρποφορήσειε, καὶ ἡ τῆς ζωῆς ἐπιχορηγία παρὰ Θεοῦ σὺν ἱλαρότητι καὶ εὐφρασίᾳ. Καὶ οὐ δήπου φαμεν, ὡς ἔν γε τῷ ζῇν, ἤτοι τῷ ζωοποιεῖσθαι παρὰ Θεοῦ τὸ μεῖζον, ἢ
10μεῖον. Λῆρος γὰρ τοῦτο. Ζωὴν δὲ λέγοντες, τὴν ἔν γε τῷ ζῇν λαμπρότητά φαμεν, καθ’ ἢν ὁ μέν τις τυ‐ χὸν ὑπερέξει τοῦ δεῖνος· ὁ δὲ αὖ, ἐν μείοσι μὲν, ἢ ἐν οἷς ἂν εἶεν ἕτεροι. Πλὴν οὐκ ἔξω τιμῆς τε καὶ δόξης· «Ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.» Εἰκὼν οὖν ἄρα
15κἀνθάδε τῆς ὡς ἐν εὐκλείᾳ ζωῆς τῶν ἁγίων, ἡ τῶν θυμάτων διαφορὰ, τῇ τῶν ἑπομένων ποσότητι, τὸ τῆς εὐκλείας ἡμῖν καταγράφουσα μέτρον· ὅτι δὲ ἔμελλον οἱ ἐξ ἐθνῶν, ὁμοῦ τοῖς ἐξ αἵματος Ἰσραὴλ, τοῖς τοῦ Σωτῆρος ζυγοῖς ὑπενεγκεῖν τὸν αὐχένα, καὶ διὰ τῶν
20αὐτῶν ἰέναι θυσιῶν καὶ πνευματικῶν εὐδοκιμήσεων παρέδειξε προσθεὶς, οὐχ ἑτέροις δεῖν τὸν προσήλυτον κεχρῆσθαι νόμοις. Μία γὰρ ἡ πάντων ὁδὸς, εἰς οἰ‐ κειότητα τὴν ὡς πρὸς Θεὸν καὶ Πατέρα· καὶ ἔστιν αὕτη Χριστός. Ὡς γὰρ ὁ θεσπέσιος ἔφη Πέτρος, «Οὐκ
25ἔστιν ὄνομα ἕτερον ὑπὸ τὸν οὐρανὸν, τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.» ΠΑΛΛ. Ὡς ἄριστά τε ἡμῖν καὶ εὐτέχνως ἄγαν ὁ λόγος ἔχει. ΚΥΡ. Ὅτι γὰρ ψευδοεπήσομεν ἥκιστά γε, διαφό‐
30ρους εἶναι διαβεβαιούμενοι τοὺς τῆς εὐδοκιμήσεως τρόπους, ἀπονεμηθήσεσθαι δὲ παρὰ Θεοῦ τοῖς ἑκάστου μέτροις ἰσοστάθμους τὰς ἀμοιβὰς, σαφηνιεῖ λέγων καὶ ὁ σοφώτατος Παῦλος· «Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις,
35ἐπ’ εὐλογίαις καὶ θερίσει.» Προανακεκράγει δέ που καὶ ὁ Δαβίδ· «Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι.» Ἦ γὰρ οὐχ ἑτέραν εἶναι φὴς τὴν Παύλου, φέρε εἰπεῖν, δικαιοσύνην, παρὰ
40τὴν ὁτουοῦν τῶν οὔπω τοσούτων, ὁποῖός περ ἂν ἡμῖν ὑπάρχων νοοῖτο (πρὸς ἀλκὴν δέ φημι τὴν πνευματι‐ κὴν), ὡς ἀνακραγεῖν δύνασθαι σαφῶς· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ;»
45ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Τί δέ; οὐχ ἑτέραν εἶναι δώσομεν τὴν καθα‐ ριότητα τῶν χειρῶν Ἰωάννου, παρὰ τὴν ἑτέρου, τοῦ πρὸς ἀρχὴν ἀναθρώσκοντος πολιτείας εὐαγγελικῆς, ΠΑΛΛ. Δώσομεν· πῶς γὰρ οὔ;

68

.

1032

(50)

ΚΥΡ. Εἶτα, εἰπέ μοι, δίκαιος ὢν ὁ τῶν ὅλων κριτὴς, ταῖς τῶν ἁγίων εὐδοκιμήσεσι σύνδρομόν τε καὶ εἰσ‐ άπαν ἐμφερῆ παρ’ ἡμῶν ἐξαιτήσει τὴν δικαιοσύνην, ἤγουν δοκιμάσας τῆς ἐνούσης ἡμῖν εὐσθενείας τὸ μέ‐ τρον, οὐδὲν ὧν ἄν τις ἔχοι καὶ δύναιτο κατορθοῦν,
55ἐξαιτήσει πλεῖον;1030

68

.

1033

ΠΑΛΛ. Οὕτω φημὶ καὶ αὐτός· οὕτω γὰρ ἔφασκεν ὁ Χριστὸς, ὅτι «Ὧ πολὺ παρέθεντο, πολὺ ζητήσουσι παρ’ αὐτοῦ·» Δῆλον δὲ ὅτι καὶ τὸ ἔμπαλιν ἀληθές· βραχὺ γάρ που πάντως παρὰ τοῦ τὸ ἔλαττον εἰ‐
5ληφότος. ΚΥΡ. Ἄθρει δὴ οὖν τὸ χρῆμα ἐν νόμῳ γραφόμενον, καὶ ἀναλόγως τοῖς ἑκάστου μέτροις, τὰ παρ’ αὐτοῦ ζητοῦντα Θεόν. Ἡμερότητος δὲ τῆς ἐπέκεινα λόγου καὶ φιλανθρωπίας ὑπάρχων πηγὴ καὶ γένεσις, ἀπο‐
10πέμπεται μὲν οὐδένα τῶν διὰ πίστεως προσδεδρα‐ μηκότων αὐτῷ, προσίεται δὲ μεθ’ ὧν ἂν ἕκαστος ἔχοι, καὶ δωροφορίας δέχεται πνευματικὰς, τὸ ἰσχύος ἐπ‐ έκεινα παραιτούμενος πανταχῆ. Ἔχει δὲ οὕτως ἡμῖν ὁ ἐπὶ τῷδε νόμος, ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε
15Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς αὐτοῖς· Ἄνθρωπος ὃς ἂν εὔξηται εὐχὴν ὥστε τιμὴν τῆς ψυχῆς αὐτοῦ τῷ Κυρίῳ, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος ἀπὸ εἰκοσαετοῦς ἕως ἑξηκοντα‐ ετοῦς. ἔσται αὐτοῦ ἡ τιμὴ πεντήκοντα δίδραχμα ἀργυ‐
20ρίου τῷ σταθμῷ τῷ ἁγίῳ, τῆς δὲ θηλείας ἔσται ἡ συντίμησις τριάκοντα δίδραχμα. Ἐὰν δὲ ἀπὸ πεν‐ ταετοῦς ἕως εἴκοσι ἐτῶν, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος εἴκοσι δίδραχμα, τῆς δὲ θηλείας, δέκα δίδραχμα. Ἀπὸ δὲ μηνιαίου ἕως πενταετοῦς, ἔσται ἡ τιμὴ τοῦ
25ἄρσενος πέντε δίδραχμα ἀργυρίου, τῆς δὲ θηλείας, τρία δίδραχμα ἀργυρίου. Ἐὰν δὲ ἀπὸ ἑξηκονταετῶν καὶ ἐπάνω, ἐὰν μὲν ἄρσεν ᾖ, ἔσται ἡ τιμὴ αὐτοῦ πέντε καὶ δέκα δίδραχμα ἀργυρίου· ἐὰν δὲ θήλεια, δέκα δίδραχμα ἀργυρίου· ἐὰν δὲ ταπεινὸς ᾖ τῇ τιμῇ,
30στήσεται ἐναντίον τοῦ ἱερέως, καὶ τιμήσεται αὐτὸν ὁ ἱερεὺς καθάπερ ἰσχύει ἡ χεὶρ τοῦ εὐξαμένου, οὕτως τιμήσεται αὐτὸν ὁ ἱερεύς.» Προσίεσαν μὲν γάρ τινες, ἑαυτοὺς εἰς ἁγιασμὸν καὶ ἀνάθημα καταγράφοντες τῷ Θεῷ, καὶ ἀνατιθέντες ἀσμένως τὴν τῷ νόμῳ δι‐
35ωρισμένην τῶν διδράχμων ποσότητα. Εἰ δὲ δή τις εἴη τῶν οὐ λίαν εὐσθενῶν, ἤγουν τῶν ἀσημοτέρων, οὐκ‐ έτι μὲν κατὰ νόμους ἡ ἔκτισις ἦν. Δοκιμάζοντος δὲ τοῦ κατὰ καιροὺς ἱερατεύοντος, ὄφλημά τι τοῖς αὐτοῦ μέτροις τὸ ἰσοπαλὲς ὡρίζετο. Αὕτη μὲν οὖν ἡ ἐμ‐
40φανεστέρα τοῦ γράμματος ἀφήγησις καὶ ἔννοια· ἀναμνῆσαι δὲ δεῖν ἀναγκαῖον ὑπολαμβάνω τοὺς τοῖς ἱεροῖς προσεδρεύοντας λόγοις ὅτι μάλιστα φιλομαθῶς, ὡς τοῖς Φαρισαίοις ποτὲ προσελάλει Χριστὸς, καὶ ταυτησὶ σαφῶς τε καὶ ἐναργῶς διεμέμνητο τῆς ἐν‐
45τολῆς. Οἱ μὲν γὰρ, εἰς ἐξίτηλόν τινα καὶ οὐχὶ τῷ νόμῳ διεγνωσμένον μεθορμισάμενοι βίον, καὶ διδάσκον‐ τες διδασκαλίας ἐντάλματα ἀνθρώπων, κατὰ τὸ γε‐ γραμμένον, προσίεσαν λέγοντες, «Διατί οἱ μαθηταί σου παραβαίνουσι τὴν ἐντολὴν τῶν πρεσβυτέρων; Οὐ

68

.

1033

(50)

γὰρ νίπτονται τὰς χεῖρας, ὅταν ἄρτον ἐσθίουσι.» Παραχρῆμα δὲ πρὸς αὐτοὺς ὁ Σωτήρ· «Διατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ; Ὁ γὰρ Θεὸς εἶπε, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται· ὑμεῖς δὲ λέγετε, Ὃς ἐὰν εἴπῃ τῷ πατρὶ
55αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ, Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφε‐ ληθῇς, οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ, καὶ τὴν μη‐
τέρα· καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ, διὰ τὴν1032

68

.

1036

παράδοσιν ὑμῶν.» Ἐρασιχρήματοι μὲν γὰρ καὶ φι‐ λοκερδεῖς ἄγαν ὄντες οἱ Φαρισαῖοι, πλείστους μὲν ὅσους ὁρᾷν ἐπεθύμουν πρὸς τὴν κατὰ νόμον ἰόντας ἀπογραφὴν, ἵνα δὴ σφίσιν ἁδρύνοιτο τὰ βαλάντια, τὰ
5παρ’ ἑκάστου τῶν προσιόντων ἀπλήστῳ χειρὶ συλλέ‐ γουσιν. Ἀλλ’ ἦν εἰκὸς ἀναδύεσθαί τινας τὴν ἀπογρα‐ φὴν, ὄκνου πρόφασιν ἔχοντας οὐκ ἀγεννῆ τὴν πτω‐ χείαν, καὶ τόγε δὴ χρῆναι δεῖν γηροκομεῖν πατέρας ἤγουν καὶ μητέρας, ἐξ ὧν αὐτοὶ καὶ οὐ σὺν ἱδρῶτι
10βραχεῖ πορίσαιντο· μόλις ταυτὶ μαθόντες οἱ ἀλιτήριοι Φαρισαῖοι, προὔτρεπον ἑτοίμους ἰέναι πρὸς τὴν ἀνά‐ θεσιν, οὐ τὰ εἰκότα φρονοῦντες ἔτι, καὶ τὸ νόμῳ δο‐ κοῦν ἐκτετιμηκότες, τὸ ἀποπεραίνειν εὖ μάλα, φημὶ, τὴν εἰς γονέας αἰδὼ, καὶ φειδοῦς μεταποιεῖσθαι τῆς
15εἰς αὐτοὺς, ἐῤῥῶσθαι δὲ μᾶλλον ἐπιφωνοῦντας ἤδη πως, τὰ νενομισμένα πληροῦν. Ἐπειδὴ γὰρ ἔγκλημα καὶ γραφὴ κατὰ νόμους ἦν τὸ σφετερίσασθαί τι τῶν εἰς δόξαν Θεοῦ προσενηνεγμένων, δῶρον δὲ ἦν ὄνομα τοῖς ἀναθήμασιν, ἐδίδασκον λέγειν ἐξαιτοῦσι τὰς ἐπι‐
20κουρίας τοῖς γεγεννηκόσι· «Δῶρον ὃ ἂν ἐξ ἐμοῦ ὠφε‐ ληθῇς,» τουτέστιν, ὅπερ ἄν σοι δῴην ἐγὼ, τοῦτό ἐστιν ἀνάθημα, καὶ λελυπηκὼς ἴσθι τοι τὸν νόμον, τὰ εἰς δόξαν Θεοῦ παρακλέπτων καὶ ἀνοσίως λαμβάνων. Ἀκαταιτίατον δὲ τὴν εἰς γονέας ἀπανθρωπίαν διεβε‐
25βαιοῦντο ὑπάρχειν οἱ τῶν αἰσχίστων αὐτοῖς εὑρημά‐ των εἰσηγηταὶ, Θεῷ μᾶλλον ἀναθεῖναι τὰ ὄντα κατὰ τὸν νόμον ᾑρημένοις. Τοῦτο, οἶμαι, ἐστὶ τὸ, «Ὃς ἂν εἴπῃ τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ, Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, οὐ μὴ τιμήσει τὸν πατέρα αὐ‐
30τοῦ, ἢ τὴν μητέρα αὐτοῦ.» Ἐξέστω γὰρ δὴ τὸ μὴ τιμᾷν πατέρα, μήτε μὴν αἰδὼ ποιεῖσθαι μητρὸς, τοῖς λέγουσι· «Δῶρον ὃ ἂν ἐξ ἐμοῦ ὠφεληθῇς,» τοῦτ’ ἐστιν, ὅπερ ἄν σοι δοὺς, ὠφελήσαιμι τυχὸν, τοῦτο θεῖόν ἐστι δῶρον, καὶ τῶν ἱερῶν ἀναθημάτων ἔσῃ
35κλοπεύς. ΠΑΛΛ. Ὀρθῶς τε καὶ ἀληθῶς εἰρῆσθαί φημι. ΚΥΡ. Ἐπειδὴ δὲ ὁ τῆς ἱστορίας ἡμῖν οὐκ ἀσυμ‐ φανῶς ἔχει λόγος, ἴωμεν ἐπὶ τὰ πνευματικὰ, καὶ τῆς τῶν αἰσθητῶν ἐπέκεινα θεωρίας ἁψώμεθα.
40ΠΑΛΛ. Ἴωμεν. ΚΥΡ. Ἕκαστος ἡμῶν, ὦ Παλλάδιε, τῶν ἐν πίστει δεδικαιωμένων καὶ ἡγιασμένων ἐν Πνεύματι, ἱερὸν ἀνάθημα γέγονε τῷ Θεῷ. Ὀφείλομεν δὲ τῷ Χριστῷ τὴν οἰκείαν ζωὴν ἕκαστος. Ὡς γὰρ ὁ θεσπέσιος ἔφη
45Παῦλος, «Τιμῆς ἠγοράσθημεν, καὶ οὐκ ἐσμὲν ἑαυ‐ τῶν.» Καὶ, «Εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθα‐ νόντι καὶ ἐγερθέντι.» Κατεκτήσατο γὰρ ἡμᾶς δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ, τιμὴν ὥσπερ τινὰ κατα‐

68

.

1036

(50)

θεὶς τὴν ὑπὲρ ἡμῶν, τὸ ἴδιον αἷμα. Προσίεμεν οὖν ἄρα τῷ πάντων Σωτῆρι Χριστῷ διὰ πίστεως καὶ ἁγιασμοῦ, τῶν εἰς ἡμᾶς παρ’ αὐτοῦ γεγονότων, προσ‐ άγοντες τὴν ἀντέκτισιν, τῆς ἐν εὐσεβείᾳ ζωῆς τὴν ἀνάθεσιν. Ἀλλὰ διάφορος καὶ οὐχ εἷς νοοῖτ’ ἂν ὑπάρ‐
55χειν, καὶ μάλα εἰκότως, τῆς προσαγωγῆς ὁ τρόπος.
Οἱ μὲν γὰρ, οὐκ ἄγαν εὐσθενῶς, οἱ δὲ, θερμοτέραις1034

68

.

1037

ὥσπερ προθυμίαις εἰς τοῦτο διᾴττουσιν, καὶ σφρι‐ γώσῃ διανοίᾳ, καὶ νῷ διεγηγερμένῳ, καὶ ἀκμαιοτά‐ ταις ὁρμαῖς ἴενται πρὸς κατόρθωσιν, ὧν ἂν δεήσῃ πληροῦν, καὶ ἀποπεραίνειν δύνασθαι τὸ αὐτῷ δοκοῦν.
5Εἶεν δ’ ἂν οὗτοι, κατά γε τὸ ἐκ τῆς ἱστορίας ὑποδη‐ λούμενον οἱ ἀπὸ εἰκοσαετοῦς καὶ ἕως ἑξήκοντα ἔτους· ἀνέρχεται μὲν γὰρ ἕως ἑξηκοστοῦ λοιπὸν ἔτους, εὐ‐ σθενὲς εἶναι τὸ σῶμα, καὶ ἐν τοῖς ἀκμαιοτάτοις κι‐ νήμασι. Βέβηκε δὲ ἤδη καὶ ἔῤῥωταί πως ὁ νοῦς, καὶ
10μάλα ἐπιτηδείως ἔχει πρὸς παραδοχὴν, ὧν ἂν ἕλοιτο μαθεῖν. Ὁ δὲ εἰδὼς τὸ πλάσμα ἡμῶν, κατὰ τὸ γε‐ γραμμένον, ἔγνω που πάντως τοιάνδε τινὰ καὶ ἐν ψυχαῖς ἡλικίαν. Ἐξ ὁμοιώσεων γὰρ ὁ λόγος τῶν σωματικῶν διέρπει που πάντως ἐπὶ τὰ νοητά. Εἴτ’
15οὖν ἄρσεν εἴη τυχὸν, εἴτ’ οὖν θήλεια, τῆς νοητῆς ἡλικίας ἐν ἀκμαῖς ἔτι κείμενοι, προσκομιζόντων τὰ ὡρισμένα, τουτέστιν, ἄρσην, ὡς ἐν διδράχμοις πεντήκοντα τὸν ἀρτίως ἔχοντα, καὶ ὅτι μάλιστα τελεώτατον, τῆς πνευματικῆς λατρείας καρπὸν, ὃς
20διὰ τῶν ἑπτάκις ἑπτὰ, πρὸς λῆξιν ἤδη τὴν ἀνω‐ τάτω, καὶ εἰς τελειότητα μεμαρτυρημένος ὁρᾶται σαφῶς. Ἡ δέ γε θήλεια πάλιν, ὡς ἐν διδράχμοις τριά‐ κοντα· μεῖον μὲν γὰρ ἢ τὸ ἄρσεν εὐδοκιμεῖ, προσκο‐ μίζει δὴ οὖν ὅμως ὡς κατ’ ἰδίαν φύσιν, τὸν ἐν τελειό‐
25τητι καὶ πόνῳ καρπὸν, ὡς διὰ τριῶν δεκάδων ὑπο‐ δηλούμενον. Ὁ δὲ ἀπὸ πενταετοῦς, καὶ ἕως εἰκοσα‐ ετοῦς, εἰ μὲν ἄρσεν εἴη, διδράχμων εἴκοσι ποιεῖται κατάθεσιν. Εἰ δέ γε θήλεια, δέκα. Ἐκ πέντε γὰρ, οἶμαι, καὶ μόλις ἐτῶν, ἄρχεταί πως ὁ νοῦς ἀναμύειν
30ὥσπερ εἰς σύνεσιν, νηπιοπρεπῆ μὲν ἔτι καὶ ἀσθενῆ, πλὴν ἰοῦσαν ὡς ἐπὶ τὸ ἄμεινον, ἐπίδοσιν δὲ τὴν εἰς τὸ ἀείπως εὐσθενὲς τὸ σῶμα ποιεῖται Ἢ οὐ συνιεῖς ὃ λέγω; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Συμμεμέτρηται μὲν οὖν ταῖς πνευματικαῖς
35εὐρωστίαις καὶ ὁ παρ’ ἑκάστου καρπός. Κατόπιν δὲ πανταχοῦ τὸ θῆλυ τοῦ ἄρσενος, καὶ ἐν ἡμίσει πολ‐ λάκις. Ὅτι γὰρ τὸ σκεῦος ἀσθενὲς, μεμαρτύρηκε σα‐ φῶς ὁ θεσπέσιος Παῦλος. Λείπεται δὲ τῆς ἀνδρῶν εὐφυΐας, καὶ σιωπᾷ μὲν ἐν ἐκκλησίαις. Οὐ γὰρ πε‐
40πίστευται λόγον, εὐσθενὲς δὲ οὔτι που πρὸς κατόρ‐ θωσιν ἀρετῆς, ὡς ἂν ὁρῷτο ἄρσεν. Ἀπὸ δέ γε μη‐ νιαίου, φησὶ, καὶ ἕως πενταετοῦς, πέντε μὲν δίδρα‐ χμα τὸ ἄρσεν· τρία δὲ αὖ, τὸ θῆλυ. Καί τοι τίς γένοιτο παρὰ βρεφῶν ὁ καρπός; Οὐκοῦν πως ἀρτιγενὲς ἐν
45Χριστῷ παιδίον ὁ λόγος ἡμῖν ὑπαινίττεται, οἷς καὶ τὸ γάλα πρέπειν εἰς τροφὴν ὁ ἱερὸς ἔφη Παῦλος. Τῶν γὰρ ἄρτι κεκλημένων διὰ τῆς πίστεως, καὶ νη‐ πιαζόντων ἔτι, βραχὺς ὁ καρπός· καὶ τοῦτο εἰδότες οἱ θεσπέσιοι μαθηταὶ, τοῖς ἐξ ἐθνῶν ἐπιστέλλουσι, καὶ

68

.

1037

(50)

τῆς πλείστης ὅσης εὐαγγελικῆς ἐντολῆς δοθείσης παρὰ Χριστοῦ, φυλάττεσθαι δεῖν ἀπό τε πορνείας καὶ πνικτοῦ καὶ αἵματος. Ταῦτα δὲ δρῶντας εὐπρά‐ ξειν ἔφασκον. Οὐ γάρ τοι τοῖς ἄγαν φορτικοῖς κατα‐ βαρύνεσθαι χρὴ τὸν τρυφερὸν ἔτι καὶ νηπιάζοντα
55νοῦν. Προσετίθη δὲ ὁ νόμος, ἐξαιτεῖσθαι δεῖν τοὺς ἀπὸ ἑξακονταετοῦς καὶ ἐπάνω, ἄρσενα μὲν, δέκα καὶ
πέντε δίδραχμα, θήλειαν δὲ, δέκα. Τὸ γὰρ ἤδη νενευ‐1036

68

.

1040

κὸς εἰς τὸ ἄναλκί τε καὶ ἀδρανὲς, οὐκ ἂν γένοιτό πως ἐν εὐκαρπίᾳ πολλῇ, καθάπερ ἀμέλει καὶ τὰ γηρά‐ σκοντα τῶν φυτῶν, παλαιουμένης αὐτῶν τῆς ῥίζης, κατοκνοῦντα φαίνεται πρὸς τὴν ὡρίμων ἐκβολήν.
5Οὐκοῦν ὁ δίκαιος ἀληθῶς καὶ φιλοικτίρμων Θεὸς, ἀναλόγως ταῖς ἑκάστου προθυμίαις, καὶ τῇ κατὰ νοῦν ἐπιτηδειότητι, δέχεται τοὺς καρποὺς, οὔτε τὸ ἄναλκι καὶ ἀφηβηκὸς, ἔξω τε λόγου τιθεὶς, καὶ ἀποπέμπων ὡς ἀδρανὲς, οὔτε μὴν ἀγέραστον τὸ εὐσθενὲς ἀνιεὶς,
10ἀνευρύνων δὲ ὥσπερ τοῖς ἐθέλουσι τὸ εὐδοκιμεῖν, καθ’ ὃν ἂν ἕκαστος ἔχοι τρόπον. Τοὺς δέ γε τὴν ἕξιν ἀσθενεστέρους, τάχα δέ που καὶ ὀλιγογνώμονας, αὐ‐ τὸς ἕξει, τὴν καρποφορίαν ἐπιμετρῶν ἑκάστῳ τὸ κατ’ ἰσχύν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, «Στήσεται ἐναν‐
15τίον τοῦ ἱερέως, καὶ τιμήσει αὐτὸν ὁ ἱερεὺς, καθ’ ὅσον ἰσχύει ἡ χεὶρ τοῦ εὐξαμένου.» ΠΑΛΛ. Ὡς ἰσχνὸς ὁ λόγος! ΚΥΡ. Ἀνακομιστέον δὴ οὖν, ὦ Παλλάδιε, τῷ Θεῷ, καθάπερ ὀσμὴν εὐωδίας, καὶ ὀφλημάτων ἐν τάξει,
20πολιτείαν ἁγιοπρεπῆ, καὶ τῆς ἐξαιρέτου ζωῆς τὰ αὐχήματα. Γεγραφότος δὲ δὴ τῶν ἁγίων διεπύθου τινὸς, «Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης.» Βουθυσίαις μὲν γὰρ οἱ πάλαι καὶ λιβανωτοῖς ᾤοντο
25τιμᾷν· πολιτείας γὰρ ἥδε τῆς κατὰ νόμον ὁδός· ἡμεῖς δὲ λοιπὸν οἱ ἐν Χριστῷ διὰ πίστεως, τὴν ἀμείνω καὶ προφερεστέραν ἰόντες τρίβον, τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησιν ἀναθήσομεν τῷ Θεῷ, πάντα μὲν ὥσπερ σείοντες κάλων, εἴς γε τὸ δύνασθαι γεννικῶς
30διαπεραίνειν ἃ χρῆν, ἀναθήμασι δὲ τοῖς πνευματικοῖς τε καὶ ἱεροῖς καταγεραίρειν Θεόν. Φημὶ γὰρ ἔγωγε διαμεμνῆσθαι δεῖν λέγοντος ἐναργῶς διὰ τοῦ πανσό‐ φου Μωσέως, «Τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ,» τουτέστιν, ὅπερ ἂν εὔξῃ, διαπεραί‐
35νειν ἐπείγου καὶ μάλα γοργῶς. Χρῆμα γὰρ ἐν τού‐ τοις ὁ μελλησμὸς οὐκ ἀζήμιον. «Ἐὰν γὰρ εὔξῃ, φησὶν, εὐχὴν τῷ Κυρίῳ, μὴ χρονίσῃς τοῦ ἀποδοῦ‐ ναι αὐτήν· ἀγαθὸν τὸ μὴ εὔξασθαί σε, ἢ εὔξασθαι καὶ μὴ ἀποδοῦναι.»
40ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Καὶ μέντοι τῆς εὐτεχνίας τὸν εὐφυᾶ σκοπὸν, τῆς ἐπί γε τῷ δεῖν ἀποπεραίνειν εὐχὰς καὶ ὁμολο‐ γίας, ἀναμάθοι τις ἂν οὐχ ἑτέρωθεν ἀπλανῶς, πλὴν ὅτι διὰ τοῦ νόμου. Γέγραπται γὰρ, ὅτι «Λύχνος τοῖς
45ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.» Ἢ γὰρ οὐχὶ νόμῳ τῷ θείῳ φωταγωγούμεθα, καὶ οἶμον ὀρθήν τε καὶ ἀπλανῆ διᾴττοι τις ἂν, λύχνον ὥσπερ τινὰ τὰς ἐκεῖθεν ἔχων αὐγάς;» ΠΑΛΛ. Πῶς γὰρ οὔ; Ψάλλει γάρ που καὶ ὁ θεσπέ‐

68

.

1040

(50)

σιος Δαβίδ· «Ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς.» ΚΥΡ. Τίνα δὴ οὖν τρόπον εὐδοκιμήσομεν, τὸν εὐκλεᾶ τε καὶ πάναγνον διαζῶντες βίον, καὶ λαμπρὸν ἀνάθημα τῷ Θεῷ, τοὺς τῆς ἄγαν ἐπιεικείας ἀπονέ‐
55μοντες τρόπους, εἴσῃ τοι καὶ μάλα σαφῶς, καὶ δι’
ἑτέρων ἡμῖν θεσπισμάτων ἐπισκήπτοντος τοῦ Θεοῦ.1038

68

.

1041

Ἔχει δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀνὴρ ἢ γυνὴ ὃς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνίαν Κυρίῳ,
5ἀπὸ οἴνου καὶ σίκερα ἁγνισθήσεται. Καὶ ὄξος ἐξ οἴνου καὶ ὄξος ἐκ σίκερα οὐ πίεται, καὶ ὅσα κατεργάζεται ἐκ σταφυλῆς οὐ πίεται, σταφυλὴν πρόσφατον καὶ σταφίδα οὐ φάγεται πάσας τὰς ἡμέρας τῆς εὐχῆς τοῦ ἁγνισμοῦ αὐτοῦ, ἀπὸ πάντων ὅσα γίνεται ἐξ ἀμπέ‐
10λου, οἶνον ἀπὸ στεμφύλων ἕως γιγάρτου οὐ φάγεται πάσας τὰς ἡμέρας τοῦ ἁγνισμοῦ. Ξυρὸν οὐκ ἐπελεύ‐ σεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι, ὅσας ηὔξατο Κυρίῳ. Ἅγιος ἔσται τρέφων κόμην, τρίχα κεφαλῆς πάσας τὰς ἡμέρας τῆς εὐχῆς
15Κυρίῳ. Ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύ‐ σεται ἐπὶ πατρὶ καὶ μητρὶ, καὶ ἐπ’ ἀδελφῷ καὶ ἐπ’ ἀδελφῇ, οὐ μιανθήσεται ἐπ’ αὐτοῖς, ἀποθανόντων αὐτῶν, ὅτι εὐχὴ Θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ ἐπὶ κεφαλῆς αὐτοῦ, Πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ ἅγιος ἔσται
20Κυρίῳ. Ἐὰν δέ τις θανάτῳ ἀποθάνῃ ἐπ’ αὐτῷ ἐξά‐ πινα, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ εὐχῆς αὐτοῦ· καὶ ξυρήσεται τὴν κεφαλὴν αὐτοῦ ᾗ ἂν ἡμέρᾳ καθα‐ ρισθῇ, τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ξυρηθήσεται· καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ οἴσει δύο τρυγόνας, ἢ δύο νεοσσοὺς
25περιστερῶν πρὸς τὸν ἱερέα, ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ ποιήσει ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας, καὶ μίαν εἰς ὁλοκαύτωμα· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ ὧν ἥμαρτε περὶ τῆς ψυ‐ χῆς, καὶ ἁγιάσει τὴν κεφαλὴν αὐτοῦ ἐν ἐκείνῃ τῇ
30ἡμέρᾳ, ᾗ ἡγίασε Κυρίῳ, πάσας τὰς ἡμέρας τῆς εὐ‐ χῆς, καὶ προσάξει ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκαύτωμα πλημμελείας. Καὶ αἱ ἡμέραι αἱ πρότεραι ἄλογοι ἔσον‐ ται, ὅτι ἐμιάνθη ἡ κεφαλὴ εὐχῆς αὐτοῦ.» ΠΑΛΛ. Οὐκ ἄτραχυ μὲν τὸ χρησμῴδημα συνιδεῖν,
35ἥκιστά γε μὴν, οὐχὶ τοῦ νόμου λεπτὴν παθόντος τὴν βάσανον. Τὸ γὰρ μὴ ψιλοῦσθαι τὴν τρίχα, μακρὰν δὲ ἀνεῖναι καὶ κατασείεσθαι κόμην, οἴνου τε καὶ ὄξους καὶ σταφίδος, καὶ μὴν καὶ γιγάρτων ἀποφοιτᾷν, ποῖον ἂν ἔχοι λατρείας τρόπον;
40ΚΥΡ. Οὐδένα μὲν, ὦ Παλλάδιε, κατά γε τὸ ἀληθὲς, εἴπερ τις ὅλως αὐτὸ κατὰ φύσιν ὅ τί ποτέ ἐστιν κατα‐ θροῖτο τὸ χρῆμα. Οὐκ ἀθαύμαστός γε μὴν ὁ τοῦ νό‐ μου σκοπὸς, τὰ Ἑλλήνων ἔθη μεταχαράττοντος εὐ‐ τέχνως ἐπὶ τὰ πρεπωδέστερα, καὶ μετατιθέντος
45ἀστείως εἰς εἰκόνα ζωῆς εὐαγγελικῆς, καὶ τὸ εἰκαῖον εἶναι δοκοῦν. Οὐκοῦν εἴ τῳ περ εἴη σκοπὸς ἀφαγνίσα‐ σθαι τῷ Θεῷ κατὰ τὴν μεγάλην εὐχὴν, τουτέστι κατά γε τὸν τῆς ἀνωτάτω πολιτείας τρόπον, καὶ δικαιοσύ‐ νης ἐντελοῦς ὀρθὴν καὶ ἀμώμητον τρίβον, οἴνου καὶ

68

.

1041

(50)

σικέρατος οἰχέσθω μακρὰν, τουτέστι, παντὸς τοῦ καταμεθύσκειν ἰσχύοντος, καὶ καταθολοῦν εἰωθότος, ἀπαλλαττέτω τὸν νοῦν. Εἶεν δ’ ἂν, οἶμαι, ταυτὶ φρόνη‐ μα κοσμικὸν, γεώδεις ἐπιθυμίαι, μέριμναι σαρκὸς, εἰκαῖοι περισπασμοί· ταῦτά τοι παθόντας τῶν ἱερέων
55τινὰς λόγος ἐθρήνει προφητικὸς, ὡδί πως ἔχων· «Ὅτι ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸν οἶνον, ἀπὸ
τῆς μέθης τοῦ σίκερα.» Καὶ μὴν καὶ περὶ ἑτέρων ὁ1040

68

.

1044

προφήτης φησίν· «Ἐκ γὰρ ἀμπέλου Σοδόμων, ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας, ἡ σταφυλὴ αὐτῶν, σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν, θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν.» Ποτίζειν
5δὲ λέγονται καὶ ἕτεροί τινες τὸν πλησίον, ἀνατροπὴν θολεράν. Ἐξείργει δὴ οὖν παντὸς τοῦ καταμεθύσκειν εἰδότος τῶν ἡγιασμένων τὸν νοῦν. Καὶ μέν τοι καὶ ὄξους ἀμέτοχον εἶναι δεῖν εὖ μάλα φησὶν, ὄξος, οἶμαί που, τὰς παρὰ φύσιν τε καὶ ἐκτετραμμένας ὀνομάζων
10ἡδονάς. Σταφίδος δὲ καὶ γιγάρτων ἀπαγορεύει χρῆ‐ σιν, οὐδ’ ὅσον εἰπεῖν εἰς ἀρχαῖα λείψανα τῶν ἐν ἡμῖν ἡδονῶν, καθικνεῖσθαί που τὸν νοῦν ἐφιείς. Οἶνος μὲν δὴ καὶ πάντα τὰ ἐξ αὐτοῦ διαβέβληνται νόμῳ, ταυ‐ τησὶ, καθάπερ ἐγᾦμαι, καὶ οὐχ ἑτέρας ἕνεκα τῆς αἰ‐
15τίας. Τί δ’ ἂν εἴη λοιπὸν καὶ τό γε δὴ χρῆναι μακρὰν τῷ Θεῷ καθεῖναι τὴν κόμην, φέρε δὴ λέγομεν, ἐκεῖνο τῶν ἄλλων προηγορευκότες. Ἑλλήνων μὲν γὰρ ἀνού‐ στατοι παῖδες, ταῖς παρὰ φύσιν αὐτοῖς ἑπόμενοι συν‐ ηθείαις, καὶ κτηνῶν ἀλόγων διαβιοῦντες δίκην, ἀνίεσαν
20κόμην, δαιμονίοις αὐτὴν σκηπτόμενοι τρέφειν· καὶ ὁ μέν τις αὐτὴν νύμφαις ὀρειάσιν, ὁ δεῖνα δὲ αὖ ποτα‐ μῷ κατὰ καιροὺς ἀπεκείροντο· καὶ λατρείας ἦν τρό‐ πος τὸ χρῆμα αὐτοῖς. Μωσῆς γε μὴν ὁ σοφώτατος, μᾶλλον δὲ διὰ Μωσέως ὁ πάνσοφός τε καὶ ἀριστοτέ‐
25χνης Θεὸς, δυσαπόνιπτον ἔχουσι τοῖς ἐξ Ἰσραὴλ τὴν ἐν Αἰγύπτῳ πλάνησιν, τὰ ἴσα νομοτεθεῖ, διὰ τῶν ἀρχαίων ἠθῶν τε καὶ τρόπων κατὰ βραχὺ μεθιστὰς, εἴς γε τὸ δαίμοσι μὲν οὐκέτι, Θεῷ δὲ τῷ πάντων, ὡς διὰ τύπου καὶ σκιᾶς, ἀνάπτειν τὸ σέβας. Τοιγάρτοι
30καὶ τοὺς περὶ τῶν θυσιῶν ἐτίθει νόμους, καὶ τὰς δι’ αἵματος θυσίας ἀνεθελήτως ἐδέχετο. Καὶ γοῦν ἔφασκεν ἐναργῶς διὰ φωνῆς Ἡσαΐου, «Τίς γὰρ ἐξ‐ εζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» Οὐκοῦν συν‐ ήθεια μὲν ἀλογωτάτη παρ’ Ἕλλησιν ἦν, διδάσκει δὲ
35τὰ ἀμείνω καὶ καταρυθμίζει λόγῳ πρὸς τὸ εὖ ἔχον ὁ νόμος, καὶ τὸ εἰκαῖον εἶναι δοκοῦν. Βούλει δὲ, ὡς ἔνι, καὶ τὰ ἐφ’ ἑκάστῳ λέγωμεν; ΠΑΛΛ. Μάλιστά γε. ΚΥΡ. Ἢ οὐκ οἶσθα, μεμνήσομαι γὰρ, εἰς νοῦ τύ‐
40πον ὁ λόγος ἐτίθει τὴν κεφαλὴν, ὡς ἐνδιαίτημα νοῦ; Δέχεται γὰρ οὕτως ἡ θεόπνευστος Γραφή. ΠΑΛΛ. Σύμφημι· τί οὖν τοῦτό γε; ΚΥΡ. Ὅτι τρίχες μὲν, καρποὶ κεφαλῆς, καὶ ἐμ‐ φύτων βλαστημάτων ἀνίσχουσι δίκην· ἔννοιαί γε μὴν,
45καὶ τὰ ἐκ νοῦ πάντα, καρπὸς ἂν εἶεν αὖ νοῦ, νόμον ἡμῖν ἀναβρύουσαι, καὶ οἱονείπως αὐτῷ καλή τε καὶ εὐανθὴς ἐμπρέπουσα κόμη. Χρὴ τοιγαροῦν ἡμᾶς, οὐ γυμνὸν καὶ ἐψιλωμένον ἐννοιῶν ἀγαθῶν ἐν ἑαυτοῖς ἔχειν τὸν νοῦν, ἀλλ’ οἱονεὶ βρύοντα καὶ κομῶντα Θεῷ

68

.

1044

(50)

τὴν ὁτιοῦν τῶν ἀρίστων εἴδησιν ἀκριβῆ, δι’ ἧς καὶ αὐτὸ τὸ θεῖον, ὅ τί ποτέ ἐστι, περιεργάσεται κάλλος, καὶ περιαθρήσει λαμπρῶς τὰ ὡς ἐν βάθει κεκρυμμέ‐ να, καὶ τοὺς τῆς ἄγαν ὀρθότητος καταπλουτήσει λό‐ γους, ὡς ἀνυπαίτιον παντελῶς τὴν ἐπὶ Θεῷ δύνασθαι
55γνῶσιν ἑλεῖν, καὶ ἀπλανεστάτην ἰέναι τρίβον, τὴν ἐφ’
ἅπασι λέγω τοῖς τεθαυμασμένοις. Ἢ οὐκ εἰς λῆξιν1042

68

.

1045

ἐπαίνου παντὸς διᾴττειν ἤδη πως τόν γε τοιοῦτον ἐρεῖς; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Τί δὲ, οὐχὶ τὸ ξυρᾶσθαι καὶ καταψιλοῦσθαι
5τὴν κεφαλὴν τεμνομένης ἐν Χριστῷ [γρ. Χρωτὶ] τῆς τριχὸς, ἀτιμίας ὑπόληψιν ἐργάσαιτ’ ἂν, οἷσπερ ἂν ὅλως συμβαίνοι τυχὸν, ἰέναι; ΠΑΛΛ. Συνίημι. ΚΥΡ. Εἰ γὰρ Θεοῦ λέγοντος πρὸς τὴν τῶν Ἰου‐
10δαίων μητέρα, φημὶ δὲ τὴν Ἱερουσαλὴμ, «Ξύρησαι καὶ κεῖρε ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου. Ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετὸς, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ.» Ὑβρίστρια γὰρ καὶ ἀτιμοποιὸς ἡ ξύρησις, καὶ τοῖς πενθοῦσι πρεπωδεστάτη.
15ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Γυμνὸς οὖν ἄρα καὶ ἀτιμότατος νοῦς, καὶ αἰσχύνης ἔμπλεως οὐκ ἔχων ἐν ἑαυτῷ τὰ δι’ ὧν θαυ‐ μάζεται. Εἶεν δ’ ἂν ἐν τούτοις καὶ μάλα εἰκότως οἵ τε ὀλιγογνώμονες, καὶ παρεφθαρμένην ἔχοντες ἐπὶ Θεῷ
20τὴν δόξαν, ὡς λίθοις προσκυνεῖν, ἤγουν ἀσυνέτως ἀποτολμᾷν ἀπονέμειν τῇ κτίσει τὸ σέβας, παρὰ τὸν κτίστην καὶ ποιητὴν, καὶ τὰ εἰσάπαν διεστραμμένα φρονεῖν τε καὶ λέγειν, καὶ τὴν μὲν ἀληθῆ καὶ ἀμώ‐ μητον ἀποσείεσθαι πίστιν, ἐπιθρώσκειν δὲ μᾶλλον,
25οἷς ἂν ἐξ ἠλιθιότητος παραφθέγξαιτό τις, διάτοι τὸν νοῦν ἀγαθοῖς οὐκ ἔχειν κατακομῶντα λογισμοῖς. ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Ἔστω δὴ οὖν τοῖς εἰς ὀρθότητα λογισμοῖς μεμεστωμένος ὁ νοῦς, καὶ ἐννοιῶν εὑρήμασι τοῖς εἰς
30πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων, οἷά τινι κόμῃ κατ‐ εστεμμένος. Ἔμφρων γὰρ ὁ τοιοῦτός ἐστιν ὅτι μά‐ λιστά γε, καὶ ἐπιτηδείως ἔχων εἴς γε τὸ χρῆναι λοι‐ πὸν τὸν ἐν Χριστῷ διὰ πίστεως εἰσοικίσασθαι φωτι‐ σμόν. Εὐφυᾶ δὲ οὕτω καὶ ἀπόλεκτον ἐξησκηκότα
35ζωὴν, τὸν νῷ τοιῷδε διαπρεπῆ, παντὸς τοῦ κατα‐ μιαίνειν πεφυκότος οἴχεσθαι μακρὰν τὸ θεῖον ἡμῖν ἐπιτάττει χρησμῴδημα, καὶ σαρκικῶν μὲν ἔργων ἀποχωρεῖν, τὰ δὲ ὅσα βλέπει πρὸς νέκρωσιν καὶ φθορὰν, ὡς ἀπωτάτω ῥίπτειν. Τοιγάρτοι μὴ χρῆναι
40τοῖς τεθνεῶσιν ἐπιφοιτᾷν, μήτε μὴν ἐπὶ νεκρῷ κατα‐ μιαίνεσθαι φιλεῖν, τοῦτό που πάντως ἡμῖν ὑπαινίτ‐ τεται. Ἐξείργει δὲ τοῦ τοιοῦδε παντελῶς ὁ νόμος, καὶ τῆς εἰς γονέας αἰδοῦς ἄμεινον τιθεὶς τὸ τῷ Θεῷ δοκοῦν. «Ἐπὶ πατρὶ γὰρ, φησὶ, καὶ ἐπὶ μητρὶ οὐκ
45εἰσελεύσεται.» Κατορθουμένης γὰρ ἀρετῆς, ἐῤῥέτω φιλοσαρκία, τῆς ἐξ αἵματος οἰκειότητος ἐν λόγῳ τῷ προὔχοντι καὶ ἀμείνονι ἔστω Θεός. Τοῦτό τοι καὶ αὐ‐ τὸς ἔφασκεν ὁ Χριστός· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ

68

.

1045

(50)

θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Ὅτι δὲ τὰ Θεοῦ, τῆς εἰς γονέας αἰδοῦς ἐν ἀμείνοσι, καὶ αὐτὸς ἡμᾶς ἐδίδαξεν
ὁ Σωτήρ. Προσῄει μὲν γάρ τις τῶν ἤδη τελούντων1044

68

.

1048

ἐν μαθηταῖς, λέγων· «Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ θάψαι τὸν πατέρα μου.» Ὁ δὲ, «Ἀκο‐ λούθει μοι, φησὶ, καὶ ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς·» νεκροὺς, οἶμαι, λέγων τοὺς τὰ ἐν
5κόσμῳ φρονεῖν ἑλομένους, καὶ τῶν τῆς νεκρότητος ἔργων οὐκ ἀπεσχημένους. ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Τρόπος μὲν γὰρ δὴ πολιτείας τῆς πανάγνου καὶ ἐξῃρημένης οὑτοσὶ, κατὰ τὸν νόμον, μᾶλλον δὲ ὡς
10ἐν πνεύματί τε καὶ ἀληθείᾳ· σκιὰ γὰρ ὁ νόμος. Ἀλλ’ εἰ γένοιτο, φησὶν, ἐπὶ νεκρῷ καταμιανθῆναί ποτε τὸν ἡγιασμένον, ἀποκειρέσθω δή ποτε, καὶ ψιλούσθω τὴν κεφαλὴν, ἀνίερον ἔχων ἤδη πως τὴν κόμην. Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ οἴσει ζεῦγος τρυγόνων, ἢ δύο νεοσ‐
15σοὺς περιστερῶν. Προσκομιζέτω δὲ, φησὶ, καὶ ἀμνὸν ἐνιαύσιον· καὶ αἱ ἡμέραι αἱ πρῶται ἄλογοι ἔσονται, ὅτι ἐμιάνθη ἡ κεφαλὴ εὐχῆς αὐτοῦ. Εἰ γὰρ γένοιτο τὸν ἡγιασμένον καταῤῥᾳθυμῆσαι τοῦ πρέποντος, καὶ τοῖς εἰς νεκρότητα καταμιανθῆναι τρόποις, ἀπονενευ‐
20κότα πρὸς τὰ σαρκὸς, ἕψεταί που πάντως αὐτῷ τὸ ἀπεμπωλῆσαι δεῖν τῆς πανάγνου πολιτείας τὰ αὐχή‐ ματα, καὶ ἀτιμοτάτην ὥσπερ ἐργάσεται τὴν ἑαυτοῦ κεφαλήν. Ὑπαινίττεται γάρ τι τοιοῦτον ἡ ξύρησις. Εἰκῆ δὲ πεπονηκὼς τὸν παρῳχηκότα χρόνον, τὴν τῶν
25ἱδρώτων θρηνήσει ζημίαν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, Αἱ ἡμέραι αἱ πρῶται ἄλογοι ἔσονται. Τοιοῦτόν τί φησι καὶ διὰ φωνῆς Ἐζεχιήλ· «Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν, ἐν ᾗ ἡμέρᾳ ἁμάρτῃ, καὶ ἀνομία ἀνόμου οὐ μὴ κακώσει αὐτὸν, ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ
30ἀπὸ τῆς ἀνομίας αὐτοῦ.» Οὐκοῦν εἰ γένοιτο μεταξὺ καταμιαίνεσθαί πως τοὺς ἡγιασμένους, ζημίαν μὲν ὑποστήσονται τῶν ἤδη προειργασμένων, οὐ μὴν δυσ‐ διάφυκτον τὴν ἐντεῦθεν νοσοῦσι ζημίαν· διασμήχονται γὰρ ἐν Χριστῷ, καθάπερ ἐν τάξει τρυγόνος καὶ
35περιστερᾶς, ἑαυτὸν ὑπὲρ ἡμῶν προσάγοντος τῷ Θεῷ καὶ Πατρὶ, καὶ ὡς ἀμνοῦ καταθυομένου, καὶ δικαιοῦν‐ τος ἡμᾶς τῷ θανάτῳ τῆς ἰδίας σαρκός. Ταύτῃτοι προστέταχε, τὸν τὴν ξύρησιν ὑπομείναντα θυσίας προσάγειν ἐν τύπῳ Χριστοῦ, τοῦ δικαιοῦντος τὸν
40ἀσεβῆ, καὶ ῥωννύντος τὸ ἀσθενὲς, καὶ ἀνιστάντος τὸ πεπτωκὸς, καὶ ἐπιστρέφοντος τὸ πλανώμενον, καὶ ἀπονίζοντος τὸ μεμολυσμένον. ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Οἶμαι δ’ ἔγωγε, μικρὸν ἐνιέντας τοῖς προ‐
45κειμένοις τὸν νοῦν, καὶ ἕτερον ἡμᾶς δύνασθαι κατ‐ αθρῆσαι βάθος λεπτῶν τε καὶ κεκρυμμένων ἐννοιῶν. Παραθήγει γὰρ εἴς γε δὴ τοῦτο ἡμᾶς οὐκ ἀπερισκέ‐ πτως ὁ νόμος, περὶ τοῦ τὴν τρίχα τρέφοντος Θεῷ· «Ἐὰν δὲ ἀποθάνῃ ἐξάπινα, παραχρῆμα μιανθήσεται ἡ κε‐

68

.

1048

(50)

φαλὴ εὐχῆς αὐτοῦ, καὶ ξυρήσεται τὴν κεφαλὴν αὐτοῦ, ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ, τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ξυρη‐ θήσεται, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ οἴσει δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν, πρὸς τὸν ἱερέα. Καὶ ἁγιάσει, φησὶ, τὴν κεφαλὴν αὐτοῦ ἐν ἐκείνῃ ἡμέρᾳ.»
55Προσάγειν δὲ καὶ ἐνιαύσιον ἀμνὸν ἐπετάττετο. ΠΑΛΛ. Ἐπαπορήσειε δ’ ἂν εἰκότως ὁ χριστομα‐ θὴς, τί δ’ ἂν εἴη λοιπὸν τὸ αἴνιγμα· καὶ πρὸς τί βλέ‐
πει μαθητιῶντι φράσον.1046

68

.

1049

ΚΥΡ. Οὐκοῦν ἐρῶ μὲν, ὡς ἔνι· σὺ δὲ δὴ αὖ, εἴ τι παρεκθέοιμι τῆς ὁδοῦ, συγγνώμων ἔσο· δριμὺς γὰρ ὁ λόγος, καὶ ἀμυδρὸν τὸ αἴνιγμα. ΠΑΛΛ. Σύμφημι.
5ΚΥΡ. Ἀνατυπούσης ἡμῖν, ὦ Παλλάδιε, τῆς τοῦ σώματος κεφαλῆς, ὡς ἐφ’ ἑαυτῇ, τὸν νοῦν· ὧδε γὰρ ἐδόκει τῷ θείῳ τε καὶ ἱερῷ Γράμματι· τὰς ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ φυσικῶς ἀνισχούσας ἐννοίας, δι’ ὧν εἰς εἴδησιν τὴν ἐφ’ ὅτῳ οὖν τῶν ὄντων χειραγωγού‐
10μεθα, θριξί τε καὶ κόμαις παρεικάζομεν. Ταυτὶ γὰρ ἡμῖν τὰ ἐκ κεφαλῆς ἀναβρύοντα. ΠΑΛΛ. Μεμνήσομαι. ΚΥΡ. Ἀκειρεκόμης οὖν ἄρα καὶ ἐν ἡμῖν οἱονεί‐ πως ὁ νοῦς, καὶ Θεῷ κατάκομος, ἐννοιῶν ὑπάρχων
15ἐπίμεστος ἀγαθῶν. Γυμνὸς δὲ δὴ αὖ καὶ ἐψιλωμένος, καὶ ἀτιμώτατον φαλάκρωμα νοσῶν, εἰ μήτε ὀρθὰς ἐπὶ Θεῷ τὰς διαλήψεις ἔχοι, μήτε μὴν ἐφ’ ἅπασι τοῖς πρακτέοις ἀρίστην τε καὶ ἀκατάψεκτον κατα‐ πλουτήσει τὴν εἴδησιν.
20ΠΑΛΛ. Ἀληθές· ταυτὶ γὰρ ἡμῖν καὶ ἀρτίως δι‐ εγυμνάζετο. ΚΥΡ. Οὐκοῦν πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἐπιδημίας κέκληται πρὸς θεογνωσίαν διὰ Μωσέως ὁ Ἰσραήλ. Ταύτῃτοι καὶ ἡγιάζετο. Ηὔξατο δὲ τρόπον τινὰ τῷ
25Θεῷ τὴν εἰς ἁγνείαν εὐχήν. Ὅτι γὰρ ἔσται νομοφύ‐ λαξ, ἐπηγγέλλετο σαφῶς ἐν τῷ ὄρει Χωρὴβ, οὕτω λέγων· «Καὶ πάντα ὅσα εἶπε Κύριος ὁ Θεὸς, ποιή‐ σομεν καὶ ἀκουσόμεθα.» Ἦν οὖν ἄρα νομικῆς παι‐ δεύσεως τὸν νοῦν ἔχων ἀνάπλεω, καὶ οἱονεὶ κομῶντα
30Θεῷ, τῆς διὰ Μωσέως ἐντολῆς τὰ αὐχήματα. Ἀλλ’ ἐμιάνθησαν ἐπὶ νεκρῷ· Ἀπεκτόνασι γὰρ τὸν Ἐμμα‐ νουήλ· καὶ ἅγιος μὲν ἀληθῶς ὁ Χριστοῦ θάνατος, μολυσμὸς δὲ τοῖς ἀπεκτονόσιν ἦν τὰ τῆς κυριοκτο‐ νίας ἐγκλήματα. Ξυρᾶσθαι δὴ οὖν ὁ νόμος αὐτοῖς
35ἐπιτάττει λοιπὸν, οἷά τινα κόμην, τὴν ἐν νόμῳ παί‐ δευσιν, μονονουχὶ δὲ καὶ ἀποκείρεσθαι τὰ ἐν τύποις κατὰ τὴν ἑβδόμην, τουτέστι, τὰ πρὸ τῆς ὀγδόης, καθ’ ἢν ἀνεβίω Χριστὸς, ἀνακαινίζων ἡμᾶς εἰς ἀφθαρ‐ σίαν, καὶ εἰς νέαν τε καὶ εὐαγγελικὴν ἀναπλάττων
40ζωήν. Ἀποκειράμενος τοίνυν τὰ πρὸ τῆς ὀγδόης, ἀνακομᾷ πάλιν καὶ ἁγιάζει τὴν κεφαλὴν μετὰ τὴν ὀγδόην. Ἀνακομᾷ δὲ, οὐκέτι τύποις καὶ σκιαῖς, καθὰ καὶ πρώην, ὁ νοῦς, ἀλλ’ αὐτοῖς τοῖς ἐν πίστει καὶ ἀληθείᾳ δόγμασιν. Ἢ γὰρ οὐκ οἰήσῃ δεῖν τοὺς ἐν
45πίστει δεδικαιωμένους ἀποψιλοῦσθαι μὲν ὥσπερ τῆς ἐν νόμῳ λατρείας τὴν εὐδοκίμησιν, ἀναφῦναι δὲ αὖ, καὶ εἰς νοῦν ἔσω καὶ καρδίαν ἑλεῖν, τῆς εὐαγγελικῆς πολιτείας τὴν εἴδησιν, ὡς ἀμείνω παρὰ πολὺ καὶ προφερεστέραν τῆς ὡς ἐν ἀρχαῖς;

68

.

1049

(50)

ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ. Οὐ γὰρ δὴ σαφῶς καὶ ἀναφανδὸν ἀνακεκρά‐ γει λέγων νομομαθὴς ὢν ὁ Παῦλος, περὶ τῶν ἀρχαίων ἐκείνων καὶ νομικῶν αὐχημάτων· «Ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν, ἀλλὰ
55μενοῦνγε καὶ ἡγοῦμαι τὰ πάντα ζημίαν εἶναι, διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου
ἡμῶν, δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύ‐1048

68

.

1052

βαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐν νόμῳ, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ;» ΠΑΛΛ. Ἐπυθόμην.
5ΚΥΡ. Ἐπετίμα δὲ καὶ ἑτέροις, ὡς τὴν ἐν νόμῳ τετιμηκόσι περιτομὴν μετὰ τὸ Χριστοῦ μυστήριον. «Κατηργήθητε γὰρ ἀπὸ Χριστοῦ, φησὶν, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Ἡμεῖς δὲ διὰ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.»
10Ἠχρειῶσθαι δὲ καὶ τὴν ἀρχαίαν ἐκείνην ἔφασκεν ἐντολὴν, οὐκ ἀμωμήτως ἔχουσαν, ἀντεισῆχθαι δὲ τὴν ἑτέραν, τουτέστι τὴν εὐαγγελικήν. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ἀργοτέραν οὖν ἄρα τὴν ἐν νόμῳ παίδευσιν
15ἀποφαίνει τὸ αἴνιγμα, ξυρᾶσθαι κελεῦον τὸν εὐξάμε‐ νον Ἰσραὴλ, ὡς μολυσμὸν ὑπομείναντα τὸν ἐπὶ νε‐ κρῷ, τουτέστι, τὸν τοῖς τῆς κυριοκτονίας ἐνισχημένον ἐγκλήμασι, κόμην δὲ ὥσπερ ἑτέραν ἁγιάζειν Θεῷ μετὰ τὴν ὀγδόην, τουτέστι, μετὰ τὴν ἀνάστασιν, τῶν
20εὐαγγελικῶν θεσπισμάτων τὴν ἀκριβῆ καὶ τετορευ‐ μένην ἀστειότητά τε καὶ παίδευσιν. Τῷ γε μὴν τρέ‐ φοντι τὴν τρίχα, μετὰ τὴν ὀγδόην, τρυγόνας προσ‐ άγειν καὶ περιστερὰς ὁ νόμος προστέταχε, μήνυσιν ὥσπερ καὶ τοῦτο τιθεὶς τοῦ καθαίροντος τοὺς μεμο‐
25λυσμένους, τουτέστι, Χριστοῦ. Σημαίνεται γὰρ δι’ ἀμφοῖν, ὡς εὐφωνότατος μὲν ἐν τρυγόνι, πραότατος δὲ διὰ τῆς περιστερᾶς· καὶ τοιούτου νόμου βραδυ‐ γλώσσου τε ὄντος, καὶ τὸ πρᾶον οὐκ ἔχοντος. Ἐπι‐ τίθησι γὰρ εὐθὺς τοῖς πλημμελοῦσι τὰς δίκας. Ἀνα‐
30φέρεται δὲ καὶ ἀμνὸς τοῖς στρουθίοις ὁμοῦ, ἵνα διὰ πάντων νοοῖτο Χριστὸς, ὡς διὰ μὲν τῶν στρουθίων, ἄνωθεν καὶ ἐξ οὐρανοῦ, διὰ δὲ τοῦ ἀμνοῦ, κάτωθεν καὶ ἀπὸ γῆς. Θεὸς γὰρ ὑπάρχων κατὰ φύσιν ὁ Λόγος, γέγονε σάρξ. Ἀλλ’ ἦν καὶ ἔστι καὶ οὕτω Θεός· καὶ
35ἀπαλλάττει μὲν ἡμᾶς τῆς κατὰ νόμον σκιᾶς, ἐνίησι δὲ ταῖς ἁπάντων καρδίαις τῶν ἑαυτοῦ θεσπισμάτων τὴν εἴδησιν· καὶ ἁγίους ἀληθῶς ἀποφαίνει, τῷ ἰδίῳ καθαίρων αἵματι, κατὰ τὰς Γραφάς. ΠΑΛΛ. Ὧδε ἔχει.
40ΚΥΡ. Εἰ δὲ δὴ, φησὶν, ἀποπεραίνοιτο καλῶς ὁ τῆς εὐχῆς τρόπος, τῷ κομῶντι μετὰ τὴν ὀγδόην, τε‐ λειούσθω τότε· καὶ ὅπως ἔσται τὸ χρῆμα, νομοθετεῖ λέγων· «Καὶ οὗτος ὁ νόμος τοῦ εὐξαμένου· Ἦ ἂν ἡμέρᾳ πληρώσῃ ἡμέρας εὐχῆς αὐτοῦ, προσοίσει αὐ‐
45τὸς παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ προσάξει τὸ δῶρον αὐτοῦ Κυρίῳ ἀμνὸν ἐνιαύσιον ἄμωμον ἕνα εἰς ὁλοκαύτωσιν, καὶ ἀμνάδα ἐνιαυσίαν μίαν ἄμωμον εἰς ἁμαρτίαν, καὶ κριὸν ἕνα ἄμωμον εἰς σωτήριον, καὶ κανοῦν ἀζύμων σεμιδάλεως, ἄρτους

68

.

1052

(50)

ἀναπεποιημένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα κε‐ χρισμένα ἐν ἐλαίῳ, καὶ θυσίαν αὐτῶν, καὶ σπονδὴν αὐτῶν, καὶ προσοίσει ὁ ἱερεὺς ἔναντι Κυρίου, καὶ ποιήσει τὸ περὶ ἁμαρτίας αὐτοῦ, καὶ τὸ ὁλοκαύτωμα αὐτοῦ, καὶ τὸν κριὸν ποιήσει θυσίαν σωτηρίου τῷ
55Κυρίῳ ἐπὶ τοῦ κανοῦ τῶν ἀζύμων. Καὶ ποιήσει ὁ1050

68

.

1053

ἱερεὺς τὴν θυσίαν αὐτοῦ, καὶ τὴν σπονδὴν αὐτοῦ, καὶ ξυρήσεται ὁ ηὐγμένος παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου τὴν κεφαλὴν τῆς εὐχῆς αὐτοῦ, καὶ ἐπιθήσει τὰς τρίχας ἐπὶ τὸ πῦρ, ὅ ἐστιν ὑπὸ τὴν
5θυσίαν τοῦ σωτηρίου. Καὶ λήψεται ὁ ἱερεὺς τὸν βρα‐ χίονα ἑφθὸν ἀπὸ τοῦ κριοῦ, καὶ ἄρτον ἕνα ἄζυμον ἀπὸ τοῦ κανοῦ, καὶ λάγανον ἄζυμον ἓν, καὶ ἐπιθήσει ἐπὶ τὰς χεῖρας τοῦ ηὐγμένου μετὰ τὸ ξυρήσασθαι αὐτὸν τὴν κεφαλὴν αὐτοῦ, καὶ προσοίσει αὐτὰ ὁ
10ἱερεὺς ἐπίθεμα ἔναντι Κυρίου. Ἅγιον ἔσται τῷ ἱερεῖ ἐπὶ τοῦ στηθηνίου τοῦ ἐπιθέματος, καὶ ἐπὶ τοῦ βρα‐ χίονος τοῦ ἀφαιρέματος, καὶ μετὰ ταῦτα, πίεται ὁ ηὐγμένος οἶνον. Οὗτος ὁ νόμος τοῦ εὐξαμένου, ὃς ἂν εὔξηται δῶρον αὐτοῦ Κυρίῳ περὶ τῆς εὐχῆς, χωρὶς
15ὧν ἂν εὕρῃ ἡ χεὶρ αὐτοῦ κατὰ δύναμιν τῆς εὐχῆς αὐτοῦ, ἣν ἂν εὔξηται κατὰ νόμον ἁγνείας.» Ἀπο‐ φορτισάμενος γὰρ ὥσπερ τῆς Μωσαϊκῆς ἱστορίας τὸ πάχος, καὶ λατρείας τῆς ἐν τύπῳ καὶ σκιαῖς, οἱονεί τινος κόμης μακρᾶς καὶ διαβριθοῦς, ἀπαλλάξας τὸν
20νοῦν, ὁ ἐποφλήσας Θεῷ τὴν εἴς γε τὸ δεῖν ἁγνίσασθαι προσευχὴν, τρίχα δὲ ὥσπερ ἀναβλαστοῦσαν ἔχων τῶν διὰ Χριστοῦ θεσπισμάτων τὴν ἁγνοποιὸν ἀληθῶς εἴδησίν τε καὶ παίδευσιν, ἅγιος ἔσται καὶ ἱερὸς, καὶ πρός γε δὴ τούτῳ καὶ ἀξιόληπτος. Ἀνοίσειε δ’ ἂν
25ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ, καὶ θυσίαν ὥσπερ ἀναθήσει δεκτὴν, τῆς ἑαυτοῦ πολιτείας τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἀστειότητα. «Προσοίσει γὰρ, φησὶ, τὸ δῶρον αὐτοῦ, ἀμνὸν ἐνιαύσιον, εἰς ὁλοκαύτωμα, καὶ ἀμνάδα πάλιν εἰς ἁμαρτίαν, καὶ μὴν καὶ κριὸν
30εἰς σωτήριον, καὶ κανοῦν ἀζύμων, ἐλαίῳ δεδευμένων, καὶ λάγανα ἄζυμα κεχρισμένα ἐλαίῳ.» Καὶ διὰ μὲν τοῦ ἀμνοῦ νοοῖτ’ ἂν εἰκότως τοῦ τὴν θυσίαν προσ‐ άγοντος ἡ ἐν Χριστῷ νηπιότης, διὰ δέ γε τοῦ κριοῦ τὸ ἐν φρεσί τε καὶ ὡς ἐν καρποφορίᾳ τέλειον. «Ἀδελφοὶ
35γὰρ, φησὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.» Διὰ μέσου δὲ ἀμνὰς, ὑπὲρ ἁμαρτίας. Δι’ οὗ δὴ πάλιν ἡμῖν καταθρῆσαι ῥᾷον, ὅτι καὶ τῶν ἄγαν ἁγνιζομένων ὁ βίος, καὶ ὡς ἐν ἁπλότητι καὶ ἀκακίᾳ τῇ ἐν Χριστῷ
40νοουμένῃ, καὶ ἐν ἀρτιότητι νοῦ τετελειωμένων, οὐκ ἀμώμητος παντελῶς, δεῖται δὲ δὴ πάντως καθαρι‐ σμοῦ. Κεκτήσεται μὲν γὰρ τὸ ἀκατάσκεπτον παντελῶς οὐδεὶς, τετήρηται δὲ μόνῳ καὶ ὡς ἴδιον ἀνακείσεται τῷ Ἐμμανουὴλ τὸ σὺν ἀληθείᾳ φράσαι, «Ἔρχεται
45γὰρ ὁ ἄρχων τοῦ αἰῶνος τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.» Οὐκοῦν ἐν μὲν τῷ ἀμνῷ, καὶ τῇ ἀμνάδι, καὶ τῷ κριῷ, κατίδοι τις ἂν ὅπερ ἔφην· ἐν δέ γε τοῖς ἄρτοις τοῖς οὐκ ἐζυμωμένοις ὁ ἄδολός τε καὶ καθαρὸς σημαίνεται βίος. Ἐπιστέλλει γάρ που καὶ ὁ σοφώτα‐

68

.

1053

(50)

τος Παῦλος τοῖς ἡγιασμένοις· «Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι.» Ἐν δέ γε τῷ λαγάνῳ τὸ ἥδυσμα καὶ οἱονεὶ τὸ γλυκὺ τῆς τῶν ἁγίων ζωῆς. Ἑαυτοὺς οὖν ἄρα προσοίσομεν, ὡς ἐν ἀμνῷ μὲν διὰ τὸ νήπιον ἐν Χρι‐
55στῷ· ὡς ἐν ἀμνάδι δὲ αὖ, διὰ τὸ τῆς φύσεως ἀσθενὲς καὶ εὐπάροιστον εἰς τὸ πλημμελές· ἀσθενείας γὰρ
τύπος τὸ θῆλυ· ὡς ἐν κριῷ δὲ δὴ, τέλειοι, καὶ εἰς1052

68

.

1056

μέτρον ἡλικίας ἐλάσαντες, τῆς ἐν Χριστῷ· καὶ ὡς ἐν ἄρτοις μὲν τοῖς ἀζύμοις, καθαροί· ἡδεῖς δὲ ὡς ἐν λαγάνοις, πλὴν ἠλεημένοι διὰ Χριστοῦ. Δεδικαιώ‐ μεθα γὰρ, οὐκ ἐξ ἔργων δικαιοσύνης, ἃ ἐποιήσαμεν
5ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος. Ἐπεχεῖτο δὴ οὖν ταύτῃτοι καλῶς τοῖς ἄρτοις τὸ ἔλαιον. Μεσιτεύει δὲ πάλιν ὁ ἱερεὺς, καὶ προσκομίζει μὲν πρῶτον τὸ περὶ τῆς ἁμαρτίας, εἶτα τὸ ὁλοκαύτωμα, καὶ τρίτον ἐπὶ τῷδε τοῦ σωτηρίου τὸν κριόν. Μεσιτεύοντος γὰρ
10τοῦ Χριστοῦ, καὶ προσάγοντος ἡμᾶς τῷ Θεῷ καὶ Πατρὶ, δεκτοὶ μὲν ἐσόμεθα, ὑπὲρ τῶν ἰδίων ἁμαρτη‐ μάτων προσκομίζοντες λιτὰς, καὶ τῶν ἀρχαίων αἰ‐ τιαμάτων ἐξαιτοῦντες τὴν ἄφεσιν. Ὁλοκαυτούμεθα δὲ νοητῶς, τουτέστιν, εἰσάπαν καὶ ὁλοκλήρως, ἅγιοί
15τε καὶ ἱεροὶ, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακεισόμεθα τῷ Θεῷ, πρὸς τὰ ἐν κόσμῳ μὴ μεμερισμένοι· ὅλον γὰρ ἐδαπανᾶτο τῷ πυρὶ τὸ ὁλοκαυτούμενον. Ἀναθήσομεν δὲ καὶ τὰ χαριστήρια, τὰ ὑπέρ γε τῆς ἑαυτῶν σωτη‐ ρίας καὶ ζωῆς, οὐ φθαρτοῖς καὶ γηΐνοις τιμῶντες
20Θεόν· ξένιον καὶ ὥσπερ αὐτῷ προσάγοντες ἀξιόλη‐ πτον τὴν καθαράν τε καὶ ἄζυμον, καὶ ἡδεῖαν ζωὴν καὶ ἁγίαν· τοιουτοσὶ γάρ πως ὁ τῶν ἁγίων βίος. Προσ‐ κεκομικότος δὲ τοῦ ἱερέως τὴν θυσίαν κατὰ τὸν νόμον, «Ψιλούσθω, φησὶ, τὴν κεφαλὴν ὁ εὐξάμε‐
25νος, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐπιτιθέτω τὰς τρίχας ἐπὶ τὸ πῦρ.» ΠΑΛΛ. Καὶ τί δὴ τοῦτο εἶναι φής; ΚΥΡ. Εὐχῆς ἀπόδοσιν, καὶ οἱονεὶ τῶν ἐπηγγελ‐ μένων τὸ πέρας· οὐ γὰρ ὥσπερ ὁ μιανθεὶς ἐπὶ νε‐
30κρῷ τὴν ἀτιμοτάτην ἤδη καὶ βέβηλον κατεξυρᾶτο τρίχα· οὕτω κἀνθάδε τὸν τῆς ξυρήσεως ἐκδεξόμεθα τρόπον. Ἀλλ’ ὥσπερ ἤδη τετελειωμένος ἐν Χριστῷ, καὶ κόμην ἑτέραν τετροφὼς μετὰ τὴν ὀγδόην ἀνατί‐ θησι τῷ Θεῷ καθάπερ ἐν τύπῳ τὰ ἐπηγγελμένα.
35Σημεῖον δὲ τοῦ δεδέχθαι παρὰ Θεοῦ τὴν δωροφορίαν, τὸ δαπανᾶσθαι πυρὶ τὴν τρίχα· εἶδος γὰρ τοῦ πυρὸς ἀεὶ τῇ θείᾳ περιτίθησι φύσει τὸ Γράμμα τὸ ἱερόν. Καὶ γοῦν ὁ θεσπέσιος ἔφη Μωσῆς· «Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστί·» τὸ παναλκὲς, οἶμαί του, τῆς θείας
40καὶ ἀκηράτου φύσεως παρεικάζων πυρί. Ἄθρει δὲ ὅπως παρὰ τὰς τῆς σκηνῆς θύρας, ἡ ἐν τελειώσει ξύρησις, τουτέστιν, ἁπάσης ἡμῶν δικαιοσύνης καὶ ἁγνισμοῦ πέρας. Μόναι γὰρ ἡμᾶς, αἵπερ ἂν γένοιντο πρὸς ἡμῶν ἁγνεία τε καὶ δικαιοσύνη, πῶς ἂν εἰσοί‐
45σειαν εἰς τὰ Ἅγια τῶν ἁγίων, τὸ ἀκαταιτίατόν τε καὶ ἀπλημμελὲς οὐκ ἔχουσαι παντελῶς; «Καθαρὸς γὰρ ἀπὸ ῥύπου παντελῶς οὐδείς·» εἰσκομίζει δὲ ὁ Χριστὸς, ἀμνησικάκως ἐλευθερῶν, καὶ πάσης ἡμᾶς ἀνιεὶς ἁμαρτίας. Πρόδρομος γὰρ ὑπὲρ ἡμῶν εἰσελή‐

68

.

1056

(50)

λακεν, οὐχ ἑαυτῷ που πάντως, ἀλλὰ τοῖς ἔξω θυρῶν, καὶ ἐπ’ αὐτῷ πως ἤδη γεγονόσιν οὐδῷ τῆς ἁγίας σκηνῆς, καταλεαίνων τὴν εἰσδρομήν. ΠΑΛΛ. Ἀληθές.
ΚΥΡ. Αὐτὸς γὰρ ἡμῖν ἐγκαινίσαι λέγεται πρόσφα‐1054

68

.

1057

τόν τε καὶ ζῶσαν ὁδόν. Μετὰ δέ γε τὸ ξυρᾶσθαι πρὸς αὐταῖς ἥκοντα ταῖς θύραις τῆς ἁγίας σκηνῆς, καὶ μὴν καὶ πυρὶ δαπανῆσαι τὴν τρίχα· «Λήψεται,» φησὶν, «ὁ ἱερεὺς τὸν βραχίονα ἑφθὸν ἀπὸ τοῦ κριοῦ,
5ἄρτον τε καὶ λάγανον, καὶ ἐπιθήσει ἐπὶ τὰς χεῖρας τοῦ εὐξαμένου, καὶ αὖθις ἀναλαβὼν προσοίσει,» φη‐ σὶν, «ἐπίθεμα ἔναντι Κυρίου, καὶ ἅγιον ἔσται τῷ ἱερεῖ, καθὰ καὶ τὸ στηθύνιον τοῦ ἀφαιρέματος.» ΠΑΛΛ. Εἶτα, τί ἂν βούλοιτο δηλοῦν ὁ νόμος;
10ΚΥΡ. Εἰς τύπον μὲν δὴ τοῦ ἰσχύοντος, ἤτοι τῶν ἐν ἰσχύϊ κατορθωμάτων, ὁ βραχίων ἀεὶ παρά γε τῇ θεο‐ πνεύστῳ Γραφῇ νοεῖται, ζωῆς δὲ δὴ πάλιν ἁγίας τε καὶ καθαρᾶς, ὁ ἄζυμος ἄρτος, καὶ μὲν καὶ τὸ εὔχαρί τε καὶ τὸ ἡδὺ παραδείξειεν ἂν ἐφ’ ἑαυτῷ, τὸ λάγανον ἐλαίῳ
15ματτόμενον, καὶ εἰς πλακοῦντα τελοῦν. Τοῦ δὲ μεσι‐ τεύοντος ἱερέως τὸ πρόσωπον, περιθείη τις ἂν καὶ μάλα εἰκότως τῷ Ἐμμανουήλ. Ὁ τοίνυν ἁγνείαν τὴν ἀνω‐ τάτω κατωρθωκὼς, καὶ ἀνάθημα λαμπρὸν προσκεκο‐ μικὼς τῷ πανάγνῳ Θεῷ, τὰ ἐξ ἰσχύος ἔργα, δῆλον δὲ ὅτι
20τῆς πνευματικῆς, ὡς ἐν βραχίονι τοῦ κριοῦ, καὶ ζωὴν ἄμωμον, ὡς ἐν ἄρτῳ τῷ ἀζύμῳ νοουμένην, καὶ μέν τοι καὶ τὸ ἡδὺ καὶ τὸ ἐπίχαρι τῆς ἐν ἁγιασμῷ ζωῆς, ὡς ἐν τῷ λαγάνῳ, μονονουχὶ χερσὶν ἰδίαις ἐπιτιθεὶς, ἀναφέρει Θεῷ, διὰ μεσίτου Χριστοῦ, ὃς οἱονεί πως
25ἀπὸ χειρὸς εἰς χεῖρας δέχεται τὰς δωροφορίας, ταῖς ἀνωτάτω τιμαῖς, κἂν τούτῳ δὴ μάλιστα, τὸν γνήσιον ἀληθῶς καταγεραίρων προσκυνητήν. Ταύτῃτοί φησιν, ὅτι χερσὶν ἐπιθεὶς ἰδίαις, ὁ τὴν ἁγίαν οὕτω καὶ πάν‐ αγνον ἀποπεραίνων εὐχὴν, ἐπιδώσει τῷ ἱερεῖ ἐπίθεμα
30καὶ ἐξαίρετον, καὶ ἐκνεμηθὲν αὐτῷ, καθὰ καὶ τὸ στη‐ θύνιον τοῦ κριοῦ, κατά γε τῷ νομοθέτῃ δοκοῦν. Ὥσ‐ περ δὴ τὸν βραχίονα μήνυσιν εἶναί φαμεν τῶν ἐξ ἰσχύος κατορθωμάτων, ἤγουν τῆς ἰσχύος αὐτῆς, οὕτω καὶ τὸ στηθύνιον τοῦ κριοῦ, φρενός τε καὶ νοῦ. Κε‐
35κτήμεθα γὰρ ἐν σπλάγχνοις καὶ ἐν τῷ στήθει τὰς φρένας. Ἀδιαφορεῖ δὲ πολλάκις ἡ θεία Γραφὴ, καὶ ποτὲ μὲν εἰς νοῦ τύπον τὴν κεφαλὴν, ποτὲ δὲ τὸ στῆ‐ θος εἰς φρενὸς ποιεῖται δήλωσιν. Ἱερὰ δὴ οὖν καὶ ἐξαίρετα, μόνον δὲ οὐχὶ καὶ ἀπὸ χειρὸς εἰς χεῖρα
40προσκομιζόμενα, καὶ εὐπαράδεκτα δι’ αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ, τῶν ἁγνιζομένων ἰσχὺς ἡ πνευματικὴ, καὶ μέν τοι καὶ φρένες. Εἴπερ ἔστιν ἀληθὲς εἰπεῖν, ὡς οὐκ ἂν ἑτέρως γένοιτό ποτε κατορθοῦν δύνασθαι τοὺς ἁγίους τὰ ἁνδάνοντα Θεῷ, μὴ οὐχὶ δι’ ἰσχύος τῆς
45πνευματικῆς, καὶ μέν τοι καὶ φρενὸς ἀγαθῆς. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἑφθὸν δὲ προστέταχε λαμβάνεσθαι τὸν βρα‐ χίονα, τὸ οἱονεί πως ὠμὸν, καὶ τὸ τοῦ καθήκοντος παράλογον τῆς τῶν ἁγίων ἰσχύος ἀποσοβῶν· οὐ γὰρ

68

.

1057

(50)

ἀποτόμους εἶναι χρὴ τοὺς ἀνακειμένους Θεῷ, οὔτε μὴν ἀκράτῳ κεχρῆσθαι τῷ νῷ, ἀλλ’ εὐαφῶς τε καὶ ἁπαλῶς καὶ λίαν εὐτέχνως κατορθοῦν ἐπείγεσθαι τὰ εἰς ἀρετήν. Εἶεν δ’ ἂν ὧδε καὶ οὐχ ἑτέρως τῶν ἁγίων
τὰ κατορθώματα χρηστὰ καὶ ἐδώδιμα τῷ Θεῷ, τὸ1056

68

.

1060

ὠμὸν οὐκ ἔχοντα καὶ ἀπηχθημένον. Διεπύθου δέ που τὸν ἐν ἁγνείαις ἐπὶ τὴν σωτήριον τροφὴν, ὥσπερ ἰδίαν ὀνομάζοντος τοῦ Χριστοῦ καὶ λέγοντος τοῖς ἁγίοις μαθηταῖς· «Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ
5οἴδατε.» Διαμέμνησο δὲ ὅτι καὶ καταθύεσθαι μὲν ἐκέλευε τὸν ἀμνὸν, εἰς τύπον Χριστοῦ, προσενομο‐ θέτει δὲ λέγων· «Οὐ φάγεσθε ἀπ’ αὐτῶν ὠμὸν, οὐδὲ ἑψημένον ἐν ὕδατι, ἀλλ’ ἢ ὀπτὰ πυρί·» τὸ ἀπαρά‐ δεκτον, οἶμαί που, καὶ τὸ οἱονείπως εἰς πέψιν οὐκ
10εὐχερὲς, ὠμὸν εἶναι λέγων. Χρῆναι δὴ οὖν ἄρα φησὶν ἑφθὸν λαμβάνεσθαι τὸν βραχίονα· τοῦ ἀνέφθου ση‐ μαίνοντος τὸ μήτε ἡδὺ, μήτε βρώσιμον, ταύτῃτοι καὶ ἀπαράδεκτον. ΠΑΛΛ. Ὡς ἰσχνὸς ἄγαν καὶ ἀληθὴς ὁ λόγος.
15ΚΥΡ. Ἀποδοτέον οὖν ἄρα τὰς ὁμολογίας Θεῷ, καὶ ἅπερ ἂν εὔξαιτό τις, διαπεραινέτω μελλήσας οὐδὲν, ὡς τό τοι μὴ δρᾷν τὰ τοιάδε γοργῶς, τῶν ὅτι μάλιστα δεινῶν καὶ σφαλερωτάτων φαίην ἂν ἔγωγε, καὶ αὐτὸ δὲ τὸ Γράμμα τὸ ἱερόν. Εἰ γὰρ εἶναι λογιού‐
20μεθα φρονοῦντες ὀρθῶς τῶν ἄγαν ἐκτοπωτάτων, τὸ ψευδοεπείας ἁλῶναι γραφῇ, πῶς οὐκ ἂν γένοιτο τῶν λίαν αἰσχρῶν, ὁμολογῆσαι μέν τι καὶ ὑποσχέσθαι Θεῷ, ψεύσασθαι δὲ μετὰ τοῦτο τὴν ὑπόσχεσιν; Παντὸς μὲν οὖν εὐξαμένου καὶ μελλήσαντος, καὶ γοῦν καὶ εἰσάπαν
25ἀναδυομένου τὴν ἔκτισιν, καταγράφει τὴν ἁμαρτίαν. Ἀνίησι δὲ τῶν αἰτιαμάτων τοὺς ἔχοντας μὲν παντελῶς ἴδιον οὐδὲν, δεσμῷ δὲ ὥσπερ ἀναγκαίῳ κατεζευγμέ‐ νους, καὶ ὑφ’ ἑτέρου πράττοντας χεῖρα. Γέγραπται δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Μωσῆς πρὸς
30τοὺς ἄρχοντας τῶν φυλῶν τῶν υἱῶν Ἰσραὴλ, λέγων· Τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος· Ἄνθρωπος ὃς ἂν εὔξηται εὐχὴν Κυρίῳ, ἢ ὀμόσῃ ὅρκον, ἢ ὁρισμῷ ὁρί‐ σηται περὶ τῆς ψυχῆς αὐτοῦ, οὐ βεβηλώσει τὸ ῥῆμα αὐτοῦ. Πάντα ὅσα ἐξέλθῃ ἐκ τοῦ στόματος αὐτοῦ ποιή‐
35σει. Ἐὰν δὲ εὔξηται γυνὴ εὐχὴν Κυρίῳ, ἢ ὁρίσηται ὁρισμὸν ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς ἐν τῇ νεότητι αὐτῆς, καὶ ἀκούσῃ ὁ πατὴρ αὐτῆς τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυ‐ χῆς αὐτῆς, καὶ παρασιωπήσῃ ὁ πατὴρ αὐτῆς· καὶ
40στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ πάντες οἱ ὁρι‐ σμοὶ αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, με‐ νοῦσιν αὐτῇ. Ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ ὁ πατὴρ αὐτῆς, ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ πάσας τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς
45ψυχῆς αὐτῆς, οὐ στήσονται, καὶ Κύριος καθαριεῖ αὐτὴν, ὅτι ἀνένευσεν ὁ πατὴρ αὐτῆς.» Ἀλλ’ εἰ καὶ γένοιτο, φησὶν, γυνὴ συνηρμοσμένη κατὰ νόμους ἀνδρὶ, ὁ αὐτὸς κρατείτω νόμος. Χήρας δὲ καὶ ἐκβε‐ βλημένης ἵστησι τοὺς ὁρισμοὺς, καὶ διαπεραίνεσθαι

68

.

1060

(50)

δεῖν πάντη τε καὶ πάντως τὰς ὑποσχέσεις εὖ μάλα φησὶ, πανταχῆ τὸ ἐλεύθερον καὶ ἔξω ζυγοῦ ταῖς αἰτίαις ὑποτιθεὶς, εἰ μὴ δρᾷν ἕλοιτο τὰ ἐπηγγελμένα· τόγε μὴν οὐχ ὧδε ἔχον, ἄπρακτόν τε καὶ ὑφ’ ἑτέροις, ἀνιεὶς εἰκότως. Τοῖς γάρτοι κυρίοις, πατρί τε, φημὶ,
55καὶ ἀνδρὶ, συνθεμένοις μὲν καὶ οἱονεὶ συννεύσασι1058

68

.

1061

ταῖς τῶν ὑπὸ χεῖρα καὶ ἐξουσίαν εὐχαῖς, τὴν τῆς δυσσεβείας ἐπιφέρει γραφὴν, εἰ μὴ πληροῦν ἕλοιντο τὰ ἐπηγγελμένα. Ἀποφάσκουσι δὲ καὶ τὸ ἀνεῖσθαι δεῖν ἁμαρτιῶν ἀπονέμει· προαιρέσεως γὰρ, καὶ οὐκ
5ἀνάγκης καρποὶ τὰ εἰς Θεὸν ἀναθήματα.
6tΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ
7tΚΑΙ ΑΛΗΘΕΙΑ
8tΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ
9tΛΟΓΟΣ ΕΠΤΑΚΑΙΔΕΚΑΤΟΣ.
13tΠερὶ ἑορτῶν ἁγίων.
14Ἁγνείας μὲν δὴ πέρι, καὶ τῶν ἐν εὐχαῖς, καὶ
15μέντοι καὶ ἱερέων εἰρήσθω τάδε. Χρῆναι δὲ οἶμαι λοιπὸν προσενεγκεῖν εὖ μάλα, τίς ἂν γένοιτο παρὰ Θεοῦ τῶν πόνων ἔκτισις, καὶ πρὸς ὅ τι τετραμμένοι, καταπιανθεῖεν ἂν ταῖς εἰς λῆξιν ἡκούσαις τιμαῖς, καὶ ἐλπίδος ἔσονται τῆς εἰς αἰῶνας μέτοχοι.
20ΠΑΛΛ. Ὡς εὖ γε δὴ φής. ΚΥΡ. Πρέποι γὰρ ἂν, ὦ Παλλάδιε, τοῖς τὴν εὐ‐ κλεᾶ καὶ ἀπόλεκτον ἐξησκηκόσι ζωὴν, καὶ πολιτείας τῆς ὧδε διαφανοῦς εἰς τοῦτο ἥκουσι μέτρον, ὡς τὴν ἁπασῶν ἀρίστην ψῆφον ἑλεῖν, ἐν εὐημερίαις εἶναι
25μακραῖς, ἑορτάζοντάς τε καὶ διευθυμουμένους, καὶ πανηγύρεως ἀρχὴν ἔχοντας τὸν Ἐμμανουὴλ, καὶ ἐν ἐλπίσι κειμένους ταῖς ἐρηρεισμέναις. ΠΑΛΛ. Πρέποι γὰρ ἂν, καὶ ἀληθὴς ὁ λόγος. ΚΥΡ. Βούλει δὴ οὖν, τὰς ἐν τύπῳ καὶ κατὰ νόμον
30πολυπραγμονῶμεν ἑορτὰς καὶ τῶν ἐν αὐταῖς θυσιῶν τοὺς τρόπους ἀφηγησώμεθα, μεταστοιχειοῦντες, ὡς ἔνι, πρὸς τὸ ἀληθὲς τῶν ἐν αὐταῖς ἐννοιῶν τὴν δύ‐ ναμιν; ΠΑΛΛ. Βουλοίμην ἄν· πῶς γὰρ οὔ;
35ΚΥΡ. Οὐκοῦν ἐπεί τοι σαφῶς ἄριστά τε διεσκέφθαι δοκῶ, φιλοκρινεῖν ὅτι πρέποι καὶ τάδε διενθυμού‐ μενος, φέρε δὴ, φέρε καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο διερευνήσωμεν, πηνίκα τε καὶ ἐπὶ τίσιν ἑορτάζειν ἡμᾶς τὸ Γράμμα δεῖν ἔφη τὸ ἱερόν. Ἴοι γὰρ ἂν οὕτω
40καὶ κατ’ εὐθὺ τοῦ πρέποντος ἡμῖν ὁ λόγος· καὶ μέν‐ τοι πρὸς τῷδε, τὸ ἀτέχνως πεποιῆσθαι δοκεῖν οὐκ
ἀγεννῶς διακρούσεται.1060

68

.

1064

ΠΑΛΛ. Ἴθι δὴ οὖν ὅποι φίλον· ὀνήσεις γὰρ καὶ μάλα πλουσίως. ΚΥΡ. Συναγηγερμένων ποτὲ κατὰ τὴν ἔρημον ὑπὸ τὸ ὄρος τὸ Χωρὴβ, τῶν ἐξ Ἰσραὴλ, τὸν τῶν πρα‐
5κτέων ἡμῖν ὁριστὴν διετύπου νόμον ὁ τῶν ὅλων Θεὸς, μυρία δὲ ὅσα καὶ ἐπωφελῆ θεσπίσματα προστετα‐ χὼς, προσετίθει λοιπὸν, «Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι.» Τίνες δ’ ἂν εἶεν τοιοίδε καιροὶ, διεσάφει πάλιν. Ἔφη γὰρ εὐθύς· «Τὴν ἑορτὴν τῶν
10ἀζύμων φυλάξασθε ποιεῖν· ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα, καθάπερ ἐνετειλάμην σοι κατὰ τὸν καιρὸν τοῦ μηνὸς τῶν νέων· ἐν αὐτῷ γὰρ ἐξῆλθες ἐξ Αἰγύπτου· οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός· καὶ ἑορτὴν τοῦ θερισμοῦ πρωτογενημάτων ποιήσεις ἔργων σου, ὧν ἐὰν σπεί‐
15ρῃς ἐν τῷ ἀγρῷ σου, καὶ ἑορτὴν συντελείας ἐπ’ ἐξόδῳ τοῦ ἐνιαυτοῦ, ἐν τῇ συναγωγῇ τῶν ἔργων σου, τῶν ἐκ τοῦ ἀγροῦ σου. Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθή‐ σεται πᾶν ἀρσενικὸν ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου.» Ὅτι μὲν οὖν τὸ χρῆναι πληροῦν τὰς ἑορτὰς τῷ Θεῷ,
20πρέποι ἂν ὅτι μάλιστα τοῖς ἀνδριζομένοις, καὶ οὐχὶ δὴ μᾶλλον τοῖς ἀναπεπτωκόσι καὶ ἄναλκιν ἔν γε δὴ σφίσιν ἔχουσι νοῦν, καὶ τεθρυμμένον ἀεὶ πρὸς τὰ σαρκός τε καὶ κόσμου, παρέδειξεν εἰπών· «Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικὸν
25ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου.» Ἐποπτείας γὰρ ἄξιον τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ τὸ ἀρσενικὸν, κατά γε τοὺς ἤδη προειρημένους τρόπους. Πλὴν ἐνομοθέ‐ τει χρησίμως τὸ χρῆναι πληροῦν ἑορτὰς ἁγίας. Ἔδει γὰρ, ἔδει τοῖς εἰς ἀρχὴν ἀναβαίνουσι παιδαγωγίας
30ὀρθῆς, καὶ ὑπὸ ζεύγλην ἤδη πως ἰοῦσι τὴν ὑπὸ Θεῷ, τῆς ἐν νόμῳ πολιτείας τὸ τέλος, ὅτι πάντη τε καὶ πάντως ἐκτελευτήσειεν ἂν αὐτοῖς εἰς τρυφάς τε καὶ εὐθυμίας, δῆλον δὲ ὅτι τὰς πνευματικὰς, εὖ μάλα παραδηλοῦν. Ταύτῃτοι προσηγορευκὼς τὸν νόμον,
35καὶ ἀποκρίνας ἀστείως τὸ πεφυκὸς ἀδικεῖν, ἐπαι‐ νέσας δὲ τὸ τελοῦν εἰς ὄνησιν, καὶ τῆς ἁνδανούσης αὐτῷ πολιτείας καὶ ζωῆς, παραθεὶς τὴν ὁδὸν, ὅτι καὶ καταλήξει ποτὲ πρὸς τρυφὰς ὁ πόνος αὐτοῖς, ἐφῆκε νοεῖν. Οὐκοῦν πρώτη μὲν ἑορτὴ κατὰ μῆνα τὸν νέον·
40δευτέρα δὲ ὥσπερ καὶ γείτων εὐθὺς ἡ τοῦ θερισμοῦ τῶν πρωτογενημάτων, τρίτη δὲ καὶ ἐπ’ ἐσχάτοις ἡ ἐπ’ ἐξόδῳ τοῦ ἐνιαυτοῦ, συγκεκομισμένων ἡμῖν τῶν καρπῶν, ἐν ἑβδόμῳ τοῦ ἔτους μηνί. Ἢ οὐχ ὧδε ἔφη τὸ Γράμμα τὸ ἱερόν;
45ΠΑΛΛ. Σύμφημι. ΚΥΡ. Οὐκοῦν ἀναγκαῖον, τὸ ἐφ’ ἑκάστῳ καιρῷ παρακομίζειν εἰς μέσον, καὶ ὅπως τε καὶ ἐπὶ τίσι τελεῖσθαι πρέποι, διαθρεῖν ὡς ἔνι. Ἀπαίρειν μὲν γὰρ τῆς Αἰγυπτίων ἐκέλευε τότε τοὺς ἐξ Ἰσραὴλ ὁ

68

.

1064

(50)

φιλοικτίρμων Θεὸς, καὶ τῆς ἀφορήτου θητείας ἀπο‐ φορτίζεσθαι τὸν ζυγὸν, καὶ πρὸς τὴν τῆς ἐπαγγελίας μεθορμίσασθαι γῆν. Ἀντανίστατο δὲ τοῖς τεθεσπι‐ σμένοις ὁ Φαραὼ, καὶ ἀγροικὸν μὲν ἐφίει φωνὴν κατὰ τῆς ἀῤῥήτου δόξης, «Οὐκ οἶδα,» λέγων, «τὸν Κύριον.»
55Οὐκ ἀνήσειν δὲ τοὺς ἐξ Ἰσραὴλ διεβεβαιοῦτο πλειστά‐ κις· καὶ δὴ καὶ πληγαῖς συχναῖς καὶ ἀλλεπαλλήλοις κατ‐
ῃκίζετο. Ἐπειδὴ δὲ ἦν ἀτεράμων ἔτι, καὶ ἄθραυστον1062

68

.

1065

ἐμελέτα κατὰ τοῦ Θεοῦ τὴν ἀπόνοιαν, τοῖς τῶν Αἰ‐ γυπτίων πρωτοτόκοις ἐφίει τὸν ὀλοθρευτὴν, καὶ τὸν ἐν μιᾷ νυκτὶ κατεψηφίζετο θάνατον, ὁ πάντων ἔχων τὴν ἐξουσίαν. Προενόει δὲ ὅπως αἱ τῶν Ἰουδαίων
5ἀγέλαι μὴ ὑπενεχθεῖεν τῷ κακῷ, καὶ ὡς ἀπωτάτω γένοιντο τῆς τοῦ διαφθείροντος χειρὸς, εἴτ’ οὖν ὀργῆς. Ἀλλ’ οὐκ ἦν ἑτέρως τοῦτο πρᾶξαί τισι, πλὴν ὅτι διὰ Χριστοῦ, ὅς ἐστι ζωὴ καὶ ζωοποιὸς, ἅτε δὴ ζωῆς τῆς κατὰ φύσιν ἐκπεφυκὼς, τοῦ Πατρός. Προανετύπου
10τοίνυν ὁ νόμος τὸ ἐπ’ αὐτῷ μυστήριον, ὧδέ τε φη‐ σίν· «Εἶπε δὲ Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου, λέγων· Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυ‐ τοῦ. Λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ,
15λέγων· Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκα‐ στος πρόβατον κατ’ οἴκους πατριῶν, ἕκαστος πρόβα‐ τον κατ’ οἰκίαν. Ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν ἐν τῇ οἰκίᾳ, ὥστε μὴ εἶναι ἱκανοὺς εἰς πρόβατον, συλλήψεται μεθ’ ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ, κατὰ ἀριθμὸν
20ψυχῶν, ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριθμήσεται εἰς πρόβατον. Πρόβατον τέλειον, ἄρσεν, ἐνιαύσιον ἔσται ὑμῖν. Ἀπὸ τῶν ἀμνῶν καὶ τῶν ἐρίφων λήψεσθε, καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδε‐ κάτης τοῦ μηνὸς τούτου, καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ
25πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἐσπέραν. Καὶ λήψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν, καὶ ἐπὶ τὴν φλιὰν, ἐν τοῖς οἴκοις ἐν οἷς ἐὰν φάγωσιν αὐτὰ ἐν αὐτοῖς. Καὶ φάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ ὀπτὰ πυρὶ, καὶ ἄζυμα ἐπὶ
30πικρίδων ἔδονται. Οὐκ ἔδεσθε ἀπ’ αὐτῶν ὠμὸν, οὐδὲ ἑψημένον ἐν ὕδατι, ἀλλ’ ἢ ὀπτὰ πυρί· κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις. Οὐκ ἀπολείψεται ἀπ’ αὐτοῦ ἕως πρωΐ· καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ’ αὐτοῦ. Τὰ δὲ καταλειπόμενα ἀπ’ αὐτοῦ ἕως πρωῒ, ἐν πυρὶ
35κατακαύσετε. Οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς πο‐ σὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν, καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς, Πάσχα ἐστὶ Κυρίῳ. Καὶ διελεύσομαι ἐν γῇ Αἰγύπτῳ ἐν τῇ νυκτὶ ταύτῃ, καὶ
40πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν, ἐγὼ Κύριος. Καὶ ἔσται τὸ αἷμα ὑμῖν ἐν σημείῳ ἐπὶ τῶν οἰκιῶν ὑμῶν, ἐν αἷς ὑμεῖς ἐστε ἐκεῖ, καὶ ὄψομαι τὸ αἷμα, καὶ σκεπάσω ὑμᾶς, καὶ
45οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι, ὅταν παίω ἐν γῇ Αἰγύπτῳ καὶ ἔσται ἡμέρα ὑμῖν αὕτη μνημό‐ συνον, καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν Κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν, νόμιμον αἰώνιον ἑορτάσετε αὐτήν. Ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε, ἀπὸ δὲ τῆς ἡμέρας τῆς

68

.

1065

(50)

πρώτης, ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν. Πᾶς ὃς ἂν φάγῃ ζύμην, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραὴλ, ἀπὸ τῆς ἡμέρας τῆς πρώτης, ἕως τῆς ἡμέρας τῆς ἑβδόμης. Καὶ ἡ ἡμέρα ἡ πρώτη, κληθήσεται ἁγία, καὶ ἡ ἡμέρα ἡ ἑβδόμη, κλητὴ ἁγία ἔσται ὑμῖν· πᾶν
55ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐταῖς, πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ, τοῦτο μόνον ποιηθήσεται
ὑμῖν.» Βούλει δὴ οὖν λεπτῶς καὶ ἐπιδρομάδην1064

68

.

1068

ἕκαστα διαστείχοντες, τὰ εἰκότα λέγωμεν· Δώσομεν γὰρ σοφοῖς ἀφορμὴν, καὶ γνωριοῦμεν δικαίοις, κατὰ τὸ γεγραμμένον. Προσθεῖεν δ’ ἂν καὶ αὐτοὶ τὰ παρά γε δὴ σφῶν αὐτῶν, καὶ ἀμείνους ἔσονται παρὰ πολύ.
5ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Οὐκοῦν ἐν ἔτους ἀρχῇ καὶ ἐν πρώτῳ μηνὶ, τὸ Χριστοῦ μυστήριον ἐκφαίνεται· νέος γὰρ ἡμῖν αἰὼν, ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸς, μετατιθεὶς ἅπαντα πρὸς τὸ ἄμεινον, καὶ εἰς καινότητα
10κτίσεως μεταστοιχειῶν εὖ μάλα, τὸ παλαιούμενον καὶ γηράσκον, καὶ ἐγγὺς ἀφανισμοῦ. «Καινὴ γὰρ κτίσις, τὰ ἐν Χριστῷ, καὶ τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Ζῶμεν δὲ καὶ ἡμεῖς, οὐκέτι Μω‐ σαϊκῶς, ἀπενηνεγμένοι δὲ μᾶλλον εἰς εὐαγγελικὴν
15ζωὴν, καινουργοῦντος ἡμᾶς διὰ Πνεύματος τοῦ Χριστοῦ. ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Ἕκαστος δὲ λαμβάνει τὸ πρόβατον, καὶ συλ‐ λέγονται κατὰ πληθὺν οἱ δαιτυμόνες εἰς οἶκον ἕνα.
20Μεμερισμένοι γὰρ ὥσπερ καὶ ἡμεῖς εἰς τὸ ὑφεστάναι καθ’ ἕνα φυσικῶς, εἰς ἑνότητα τὴν πνευματικὴν συν‐ δεδραμήκαμεν ἐν Χριστῷ. Ψυχὴ γὰρ ἐν ἡμῖν λοιπόν ἐστι μία, καὶ καρδία μία. Πρόβατον δὲ τὸ θυόμενον, ἤγουν ἐξ αἰγῶν, καὶ πρόβατον μὲν, διά τοι τὸ ἀσυγκρί‐
25τως ἥμερόν τε καὶ ἄκακον, καὶ πρός γε δὴ τούτῳ τὸ ἔγκαρπον· «Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος.» Ἀμνὸς δὲ, ὅτι τέθυται δι’ ἡμᾶς, καὶ ὑπὲρ τῶν ἁμαρ‐ τιῶν ἡμῶν παρεδόθη, κατὰ τὰς Γραφάς. Ἔριφος δὲ
30ὑπὲρ ἁμαρτιῶν τὸ θῦμα, κατὰ τὸν νόμον, τέλειόν τε ἄρσεν τὸ πρόβατον· τοῦ μὲν τελείου σημαίνοντος, ἤτοι τὸ μώμου παντὸς ἐλεύθερον, εὔρωστόν τε καὶ ὑγιές. Ἄμωμος γὰρ Χριστὸς, καὶ παντὸς ἐπέκεινα πάθους, ἤτοι τὸ τέλειον ἀληθῶς· παντέλειος γὰρ ὁ Ἐμμα‐
35νουὴλ, οἴκοθεν ἔχων καὶ φυσικῶς, τὰ δι’ ὧν ἐστι Θεὸς, τοῦ γε μὴν ἄρσενος ὅτι πάντων ἐστὶ καθηγητής. Ἡγεμονικώτατον δὲ τὸ ἄρσεν ἀεὶ, καὶ ἐν δευτέρᾳ τάξει τὸ θῆλυ πανταχῆ. Καὶ λαμβάνεται μὲν τὸ πρό‐ βατον, ἀπὸ δεκάτης τοῦ μηνός· ἱερουργεῖται δὲ πρὸς
40ἑσπέραν τῇ τεσσαρεσκαιδεκάτῃ. Οὐ γάρ τοι νεοφα‐ νὲς τὸ Χριστοῦ μυστήριον, οὐδὲ τότε πρῶτον δι‐ εγνωσμένον, ὅτε καὶ ἐμπαροινεῖν ἐδόκει τοῖς Ἰου‐ δαίοις αὐτῷ. Ἀρχαιοτέρα δὲ πολὺ τοῦ πάθους ἡ γνῶσις προῆν, προαναφωνούντων ἁγίων, καὶ διακε‐
45κραγότος τοῦ νόμου, καὶ τὸ ἐπ’ αὐτῷ μυστήριον, τῆς ἁγίας ἡμῖν προανατυπούσης Γραφῆς. Οὐκοῦν εἴχομεν παρ’ ἑαυτοῖς ὡς ἐν προγνώσει τέως, τεθυ‐ μένον μὲν οὔπω τὸν ἀμνὸν, σφαγήσεται δὲ ὅτι πρὸς ἑσπέραν, οὐκ ἠγνοηκότες. Ἐπ’ ἐσχάτοις γὰρ τοῦ

68

.

1068

(50)

αἰῶνος καιροῖς, καὶ πρὸς αὐταῖς ἤδη πως διήκοντος ταῖς τοῦ χρόνου δυσμαῖς ὁ Χριστοῦ πέπρακται θάνα‐ τος. Σφάζεται δὲ ὑπὸ παντὸς τοῦ πλήθους· ἀπέθανε γὰρ ὑπὲρ πάντων, ἵν’ εἰδεῖεν οὗτοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας προσάγοντες ἀμνὸν, ὅτι τιμῆς ἠγοράσθη‐
55σαν, οὐκ εἰσὶν ἑαυτῶν, ἀλλ’ εἷς ὑπὲρ πάντων ἀπ‐ έθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ
ὑπὲρ αὐτῶν ἀποθανόντι, καὶ ἐγερθέντι. Ἐπειδὴ γὰρ1066

68

.

1069

ὑπὲρ τῶν ἡμετέρων πλημμελημάτων παρεδόθη, διὰ ἡμᾶς τεθνάναι λέγεται. Ταύτῃ τοι καὶ ἡμεῖς οἱ σφά‐ ζοντες. Οἱ γὰρ δι’ οὓς ἀπέθανεν ἀναγκαίως, μονον‐ ουχὶ τοῦ πάθους εἶεν ἂν ἐργάται σαφῶς, εἰ καὶ
5δρῷτό τι δι’ ἑτέρων. Ὅτι δὲ σώζει τοὺς κεχρισμέ‐ νους ὁ τοῦ αἵματος ῥαντισμὸς, παρέδειξεν εὐθὺς, χρῆναι τῷ αἵματι καταχρίειν εἰπὼν τῶν δωματίων τὰς εἰσβολὰς, σταθμῶν δὴ λέγω καὶ θυρῶν φλιάς. Ἀποφράττει γὰρ ὥσπερ καὶ ἀνέμβατον ἐργάζεται τῷ
10θανάτῳ τὴν εἰσβολὴν τὸ Χριστοῦ μυστήριον. Ἄρα‐ ρεν οὖν, ὅτι τῷ τιμίῳ κατακεχρισμένοι καὶ ἡμεῖς αἵματι, θανάτου κρείττους ἐσόμεθα, καὶ φθορᾶς ἀλογήσομεν, δι’ οὐδενὸς ποιούμενοι λόγου τὸν ὀλο‐ θρευτήν. Ἐκρύεται γὰρ ἡμᾶς τὸ αἷμα τῆς ζωῆς,
15τουτέστι, Χριστοῦ. Χρῆναι δέ φησιν, ἐν νυκτὶ μιᾷ τὰ τοῦ ἀμνοῦ δαπανᾶσθαι κρέα· εἷς γὰρ ἀληθῶς, ὁ τοῦ σωτηρίου πάθους καιρὸς, καὶ ἅπαξ ἀποθανὼν, οὐκέτι ἀποθνήσκει, κατὰ τὸ γεγραμμένον, θάνατος αὐτοῦ οὐκέτι κυριεύσει· ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθα‐
20νεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Ὀπτὰ δὲ τὰ κρέα, καὶ ἐπ’ ἄρτοις ἀζύμοις ἐσθίεται καὶ πικρίσι, τοῦ μὲν ὀπτοῦ, τὴν οἱονεί πως διὰ παθημάτων τοῦ Ἐμμανουὴλ ὑπεμφαίνοντος τελείωσιν. «Ἔδει γὰρ, ἔδει, φησὶ, τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, διὰ παθημάτων τε‐
25λειῶσαι.» Τοῦ γε μὴν ἐπ’ ἀζύμων ἐσθίεσθαι καὶ πικρίδων, αἰνιγματωδῶς ὑπογράφοντος, ὅτι δεήσει καὶ ἡμᾶς αὐτοὺς, οἷς ἂν παρακέοιτο πρὸς μέθεξιν ὁ Χριστὸς, ζύμης ἀπηλλάχθαι τῆς νοητῆς, τουτέστι, κακίας καὶ δόλου, ἀγαπᾷν δὲ ὅτι μάλιστα καὶ τὸ
30τληπαθεῖν ὑπὲρ τῆς εἰς αὐτὸν ἀγάπης, καὶ πικρῶν ἀνέχεσθαι πόνων, κατόπιν ἰόντας τοῦ δι’ ἡμᾶς εἰς θάνατον εἰσελθόντος. Εἰς τοῦτο γὰρ παραθήγων ἡμᾶς, «Οὐκ ἔστι, φησὶ, μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.» «Εἰ ἐμὲ ἐδίω‐
35ξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν οἰκοδεσπότην Βε‐ ελζεβοὺλ ἐπεκάλεσαν, πολλῷ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ. Ἀποφάσκει δὴ οὖν ὁ νόμος, τὸ δεῖν ἐσθίειν ὠμὸν, καὶ μέν τοι ἑψημένον ὕδατι, καί τοι μηδενὸς ἂν, οἶμαι, φαγόντος ὠμὸν, κἂν εἰ μὴ ἔφη τυχὸν ὁ νό‐
40μος. Ὑποφαίνει τοίνυν αἰνιγματωδῶς, ὅτι τὸ τοῦ Χριστοῦ μυστήριον, οὔτε τὸ ἀπρόσβλητον ἔχει διὰ ψευσμάτων ὑπερβολὴν οὔτε μὴν τὸ ὑδαρὲς καὶ ἐκλε‐ λυμένον. Ἑλλήνων μὲν γὰρ οἱ λογάδες ποιηταί τε καὶ συγγραφεῖς, καὶ ὅσον ἧκεν εἰς λόγους σοφοὶ, τὰ τῶν
45παρὰ σφίσι θεῶν ἀναγράφοντες ὄργια, ψευδοεποῦσιν ἀγρίως, καὶ οἱονεί πως ὠμά τε καὶ ἀπαράδεκτα ταῖς ἀνθρώπων διανοίαις παραφέρουσι διηγήματα, καὶ πολὺ τὸ ὑδαρὲς, ἔν γε δὴ σφίσιν αὐτοῖς, κατηῤῥω‐ στηκότα. Μοιχεῖαί τε γὰρ καὶ γυναίων ἔρωτες, καὶ

68

.

1069

(50)

μειρακίων διαφθοραὶ, καὶ αἰδοίων ἀποκοπαὶ, καὶ παρθένων εἰς δένδρα μεταφυτεύσεις, καὶ ἕτερα ἄττα πρὸς τούτοις πάναισχρά τε καὶ ἀκαλλῆ, μυθάρια τὰ παρ’ αὐτοῖς νοούμενα, ἀλήθεια δέ ἐστι, πάντα τὰ ἐν Χριστῷ, εὐπαράδεκτά τε καὶ ἐδώδιμα νῷ, καὶ τὸ
55χαῦνον, ἢ ὑδαρὲς οὐκ ἔχοντα. Συνάγει γὰρ μᾶλλον εἰς εὐκοσμίαν τοὺς ἐθέλοντας νοεῖν, ἤπερ ἀνίησιν εἰς
τρυφὰς καὶ φιλοσαρκίαν, καθάπερ ἀμέλει καὶ τὰ Ἑλ‐1068

68

.

1072

λήνων ψυχρὰ καὶ γραώδη διηγήματα. Συνίης οὖν ἄρα σαφῶς ὅ φημι;
4ΠΑΛΛ. Πάνυ μὲν οὖν.
5ΚΥΡ. Ὅτι δὲ χρὴ τὸν Χριστοῦ γεγονότα μέτοχον, διά γε τοῦ μεταλαχεῖν τῆς ἁγίας αὐτοῦ σαρκός τε καὶ αἵματος, καὶ τὸν αὐτοῦ νοῦν ἔχειν, καὶ διὰ τῶν ἔσω κατορθωμάτων ἰέναι φιλεῖν, συνιέντα εὖ μάλα τὸ ἐπ’ αὐτῷ, ὑπέφηνεν ἂν εὐθὺς, δεῖν ἐσθίεσθαι λέγων κε‐
10φαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις. Ἦ γὰρ, οὐχὶ νοῦ μὲν εἰς τύπον ἐλέγομεν εἶναι τὴν κεφαλὴν, πόδας δὲ αὖ πανταχῆ, τῆς ὡς ἐν ἔργοις πορείας σημαντι‐ κούς; παρεδήλου δὲ πάλιν τὰ εἴσω τε καὶ κεκρυμ‐ μένα τῶν θυομένων τὰ ἐντόσθια;
15ΠΑΛΛ. Ἐδόκει μὲν ὧδε νοεῖν ὀρθῶς. Πλὴν, ἐκεῖνο φράσον, τίς ἂν εἴη Χριστοῦ μὲν ὁ νοῦς, τίς δὲ ἡ πο‐ ρεία, καὶ μέντοι τὰ κεκρυμμένα; ΚΥΡ. Νοῦς μὲν ἂν εἴη Χριστοῦ, τὸ μόνα φρονεῖν τὰ ὅσαπερ ἂν εἰς δόξαν βλέποι τοῦ Θεοῦ καὶ Πατρὸς,
20καὶ τὸ βούλεσθαι κατορθοῦν τὸ τῷ γεννήσαντι δοκοῦν. Καταβέβηκα γὰρ, φησὶν, ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμ‐ ψαντός με.» Τοῦτό τοι φρονεῖν καὶ κατορθοῦν ᾑρη‐ μένοι καὶ οἱ θεσπέσιοι μαθηταὶ διαῤῥήδην ἔφασκον·
25«Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.» Καὶ γοῦν ἐδίδα‐ σκον λέγειν ἐν προσευχαῖς· «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ θέλημά σου, ἐλθέτω ἡ βασι‐ λεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.» Ὁρᾷς ὅτι σύμφοροί τε καὶ ὁμογνώμο‐
30νες Χριστοῦ γεγονότες, καὶ τὸν αὐτοῦ νοῦν ἔχειν δια‐ βεβαιοῦνται σαφῶς; Τοῦτο, οἶμαι, ἐστὶ τὸ τὴν κεφα‐ λὴν ἐσθίεσθαι τοῦ ἀμνοῦ. Πορεία γε μὴν ἡ Χριστοῦ, τὸ κατ’ αὐτὸν ἀνατλῆναι γεννικῶς, καὶ μὴ κατοκνῆ‐ σαι τὸν θάνατον, ἵν’ ὡς Παῦλός φησιν, ἁμαρτωλοὺς
35σώσῃ· ἑτοιμοτάτους δὲ εἶναι καὶ ἡμᾶς αὐτοὺς εἰς τοῦτο προσήκει, καὶ αὐτὴν ὑπὲρ ἀδελφῶν δαπανῶν‐ τας ἑτοίμως τὴν ἐν σώματι ζωήν. Καὶ γοῦν ἔφη τις τῶν ἁγίων μαθητῶν· «Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς ὑπὲρ αὐτοῦ τὴν αὐτὴν ἔν‐
40νοιαν ὁπλίσασθε.» Παῦλός γε μὴν ἐπιτιμᾷ τισιν ὡδί πη λέγων· «Τί κλαίετε συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀπο‐ θανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Καὶ αὐτὸς δὲ Χριστὸς τοῖς
45ἰδίοις ἴχνεσι κατακολουθεῖν ἐπιτάττων· «Ὃς οὐ λαμ‐ βάνει,» φησὶ, «τὸν σταυρὸν αὐτοῦ καθ’ ἡμέραν, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Ἁγία δὲ καὶ ἑτέρως πανταχῆ, καὶ διὰ πάσης ἀρετῆς, ἡ Χρι‐ στοῦ πορεία καὶ ὁδός. Ἐντόσθια δὲ νοήσεις τὸν ἐπ’

68

.

1072

(50)

αὐτῷ κεκρυμμένον τε καὶ ἐν παραβύστῳ λόγον. Θεὸς γὰρ ὢν κατὰ φύσιν, καὶ ἐκ Θεοῦ πεφηνὼς ὁ Μονογε‐ νὴς, γέγονε σὰρξ, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ εἰκὼν καὶ ὁμοίωσις ὑπάρχων τοῦ γεγεννηκότος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, καὶ εἰς δούλου μορφήν. Εἰσδε‐
55ξώμεθα δὴ οὖν ἐν ἰδίαις ψυχαῖς, οὐχὶ μόνα τὰ ἀν‐1070

68

.

1073

θρώπινα, καὶ ἐξωφανῆ τὸν Ἐμμανουὴλ, ἀλλὰ καὶ αὐτῶν τῶν ἐντοσθίων, τουτέστι, τῶν κεκρυμμένων αὐτοῦ μυστηρίων τὸν οἰκεῖον ἀναπιμπλάντες νοῦν, εὐτροφίαν ἕξομεν τὴν πνευματικήν. Δαπανᾶσθαί γε
5μὴν αὐτῇ δεῖν ἔφη τῇ μιᾷ νυκτὶ τὸν ἀμνὸν, οὐδενὸς τὸ σύμπαν περιλελειμμένου, καὶ εἰς τὸ πρωῒ μένον‐ τος. Συντρίβεσθαι δὲ καὶ ὀστοῦν οὐκ ἐᾷ, τοῦ μὲν πρώ‐ του κατασημαίνοντος, ὡς εἰς αἰῶνα τὸν μέλλοντα, καθ’ ἕτερόν τινα τρόπον ἁγιάσει τε καὶ εὐλογήσει
10Χριστὸς τοὺς ἀνακειμένους αὐτῷ διὰ πίστεως καὶ ἁγιασμοῦ, καὶ οὐχὶ δὴ πάντως ἀποθρέψει πάλιν τῇ ἰδίᾳ σαρκὶ, καὶ ζωοποιήσει τῷ αἵματι, καθάπερ ἀμέλει καὶ νῦν, ἀλλ’ ὡς ἤδη κατηργημένου θανάτου, καὶ λυθείσης εἰσάπαν τῆς φθορᾶς, νοητὸς ἔσται τις ὁ
15τοῦ ἁγιάζοντος τρόπος. Οὐκοῦν τὸ πρωῒ κατασημή‐ νειεν ἂν οὐχ ἕτερον οἶμαί τι, παρὰ τὸν αἰῶνα τὸν μέλλοντα. Τοῦ δὲ δευτέρου, τοῦ μὴ χρῆναι, λέγω, συν‐ τρίβεσθαι τὸ ὀστοῦν, εἰς ἐννοίας ἡμᾶς ἀναφέροντος τὰς ἐπὶ Χριστῷ, καὶ ἀκολουθεῖν ἀναπείθοντος ταῖς
20τῶν θεηγόρων φωναῖς. Ὁ γάρτοι θεσπέσιος εὐαγγε‐ λιστὴς, σωματικώτερον ἐκλαβὼν ἐπὶ Χριστοῦ τὸ χρη‐ σμῴδημα, «Οὐ κατέαξαν αὐτοῦ,» φησὶν, «οἱ στρα‐ τιῶται τὰ σκέλη, ὅπως πληρωθῇ τὸ γεγραμμένον· Καὶ ὀστοῦν οὐ συντριβήσεται ἀπ’ αὐτοῦ.» Ἐσθίουσι
25δὲ τὸν ἀμνὸν, διεζωσμένοι τὰς ὀσφύας, ὑποδησάμε‐ νοι τοὺς πόδας, καὶ βακτηρίας ἔχοντες ἐν ταῖς χερσὶ, καὶ ἁπαξαπλῶς εἰπεῖν, ἐν σχήματι γεγονότες τῶν ὁδοιπορεῖν εἰωθότων, καὶ μάλα ὀρθῶς. Εὐτρεπεῖς γὰρ ὥσπερ γεγονότες τοῦ μεθίστασθαι νοητῶς, καὶ οἱον‐
30εί πως ἐξοδοιπορεῖν ἐπειγόμενοι τῶν ἐν τῷδε τῷ κόσμῳ περισπασμῶν, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων μεταφοιτᾷν προθυμούμενοι, μεταληψόμεθα τοῦ Χρι‐ στοῦ πανάγνως καὶ καθαρῶς. Οὐ γὰρ τοῖς προσ‐ καίροις ἐμφιλοχωρεῖν εἰθίσμεθα, μετατρέχομεν δὲ
35γεννικῶς εἰς τὰ πεπηγότα καὶ μένοντα· καὶ τῶν σαρ‐ κικῶν ἀκαθαρσιῶν ἀπαίροντες, εἰς ἀστειότητα τὴν πνευματικὴν μεταθρώσκομεν μεμνημένοι λέγοντος τοῦ Χριστοῦ, «Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.» Ταύτῃ τοι περίκεινται σχῆμα τοῖς ὁδοιπορεῖν εἰωθόσι
40τὸ πρέπον, οἱ τὸν ἀμνὸν ἐσθίοντες εἰς τύπον Χριστοῦ. Πλὴν, ἐν σπουδῇ φάγεσθαι χρή. Πάσχα γάρ ἐστι Κυ‐ ρίου, τουτέστι, διάβασις, ἤτοι διαβατήρια· καιροῦ γὰρ ἐνεστηκότος καθ’ ὃν ἀναγκαῖον διαβαίνειν ἡμᾶς ἐκ φαυλότητος κοσμικῆς, ἐπὶ τὸ δρᾷν ἐπείγεσθαι τὰ
45ἁνδάνοντα τῷ Θεῷ, τὸ μὴ ἐν ὅλῃ ταυτὶ ποιεῖσθαι σπουδῇ, διαμέλλειν δὲ ὥσπερ καὶ ἀναδύεσθαι τοῖς ἀρ‐ χαίοις ἡμᾶς προστετηκότας ἔτι κακοῖς, πῶς οὐκ ἂν εἴη τῶν σφαλερωτάτων; Καὶ γοῦν ὁ θεσπέσιος Παῦ‐ λος, «Τρέχετε,» φησὶν, «ἵνα καταλάβητε.» Ἰτέον

68

.

1073

(50)

δὴ οὖν εἰς μετάληψιν τοῦ Χριστοῦ διὰ πίστεως, παν‐ τὸς μὲν ὄκνου πεπατημένου, μελλησμοῦ δὲ οὐδενὸς παρεισδεδυκότος, ἀλλ’ ὡς ἐν ὅλῃ σπουδῇ. Διαβησόμεθα γὰρ οὕτως ἐξ ἁμαρτιῶν εἰς δικαίωσιν, ἐκ θανάτου πρὸς ζωὴν, καὶ τὸ τῆς δουλείας αἶσχος ἀποτριψάμε‐
55νοι, τὴν εὐκλεᾶ τῆς υἱοθεσίας καταπλουτήσομεν
χάριν.1072

68

.

1076

ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Τούτων δὲ οὕτως εὖ μάλα τετηρημένων, καὶ μὴν καὶ εἰς πέρας ἐξενηνεγμένων κατά γε τῷ νομοθέτῃ δοκοῦν, διελεύσεσθαί φησι καὶ οἱονεὶ πᾶ‐
5σαν περινοστήσειν τὴν Αἰγυπτίων, καὶ διολλύναι μὲν τὰ πρωτότοκα, ποιήσειν δὲ τὴν ἐκδίκησιν ἐν τοῖς θεοῖς τῶν Αἰγυπτίων, τουτέστι, πάντα τὸν παρ’ αὐ‐ τοῖς ὑψηλόν τε καὶ ἐπηρμένον, καὶ ἐν τοῖς προσκυ‐ νουμένοις μονονουχὶ τεταγμένον διά γε τὴν δόξαν,
10ἐξαιτήσειν δίκας τῆς οὕτω σκληρᾶς καὶ ἀτάκτου γνώ‐ μης, καὶ τῆς ἄγαν ἀλαζονείας. Σκεπάσειν γε μὴν τοὺς υἱοὺς Ἰσραὴλ ἐπηγγέλλετο, κατακεχρισμένων τῷ αἵματι τῶν φλιῶν, ὃ δὴ καὶ σημεῖον ὠνόμαζε τῆς πρὸς αὐτὸν οἰκειώσεως. «Ὄψομαι γὰρ, φησὶ,
15σημεῖον, καὶ σκεπάσω ὑμᾶς.» Θεοῦ γὰρ ἐπάγοντος ὀργὴν καὶ θυμὸν ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ θανάτῳ καταδι‐ κάζοντος τὸν ἀσελγῆ τε καὶ ἀλιτήριον, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἀνακαταλήκτως ὀλιγωρήσαντα, δια‐
20διδράσκουσι μόνοι καὶ ἀμοιροῦσι ποινῆς, οἱ καλῷ σημάντρῳ κατεσφραγισμένοι, καὶ ἐῤῥαντισμένοι τῷ αἵματι τοῦ Χριστοῦ. Διεπύθου γὰρ λέγοντος, «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ
25ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν· ὁ δὲ μὴ πιστεύων, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ’ αὐτόν.» Οὐκοῦν καὶ ζωῆς τῆς αἰωνίου μέτοχοι, καὶ Θεῷ τε καὶ Πατρὶ φίλοι τε καὶ γνώριμοι, καὶ θανάτου κρείττους, οἱ ἡγιασμένοι, διά γε
30τοῦ μετασχεῖν τοῦ Χριστοῦ, κατὰ τρόπον δὲ δηλονότι τὸν μυστικὸν, καὶ αἵματι τῷ ἁγίῳ κατακεχρισμένοι. Χρῆναί γε μὴν ἀκαταλήκτως αὐτοὺς ἀποπεραίνειν ἐπείγεσθαι τὸν ἐπὶ τῷδε νόμον εὖ μάλα φησί. Κατα‐ λήξομεν γὰρ, οὔτι που τοῦ ἑορτάζειν ἐπὶ Χριστῷ,
35ζύμην ἀφανίζοντες ἐκ τῶν ἰδίων ὁρίων, τουτέστιν, ἀπὸ πάσης τῆς γῆς ἐν ᾗπερ ἂν ἔχοιμεν τὰς διατρι‐ βάς. Δεήσει γὰρ δὴ τοὺς διὰ πίστεως κεκλημένους εἰς δικαίωσιν τὴν διὰ Χριστοῦ, πνευματικῶς ἑορτά‐ ζοντας, μὴ ἐν ζύμῃ τοῦτο δρᾷν, κακίας τε καὶ πονη‐
40ρίας, ἐκκαθαίροντας δὲ μᾶλλον τὴν παλαιὰν ζύμην, μεταπλάττεσθαι πρὸς τὸ ἄμεινον, καὶ νέον ἤδη πως ὁρᾶσθαι φύραμα, παγγενῆ τε καὶ πανοικὶ, καὶ τοὺς ἐν πάσῃ τῇ χώρᾳ, δι’ οὗ σημαίνεται τῶν τὴν πίστιν παραδεδεγμένων πολλή τις οὖσα καὶ ἀναρίθμητος ἡ
45ὁσία πληθύς. Τὴν δέ γε πρώτην τῆς ἑβδομάδος ἡμέ‐ ραν, ἁγίαν ἔφη διακεκλῆσθαι δεῖν, κλητὴν δὲ ἁγίαν καὶ τὴν ἑβδόμην, ἐκεῖνο, οἶμαί που, παραδεικνὺς ὁ νόμος, ὅτι τῆς ἀνθρώπου ζωῆς ἅγιος μὲν ἦν ὁ ἐν ἀρχῇ χρόνος, ὡς ἐν τῷ προπάτορι τοῦ γένους Ἀδὰμ,

68

.

1076

(50)

οὔπω παραλύσαντι τὰ ἐντεταλμένα, καὶ τῶν θείων ἀλογήσαντι προσταγμάτων· ἅγιος δὲ καὶ πολὺ μεί‐ ζων, ὁ ἐν ἐσχάτοις, τουτέστιν, ὁ ἐν Χριστῷ, ὅς ἐστι δεύτερος Ἀδὰμ, ἀναστοιχειῶν τὸ γένος ἐκ τῶν διὰ μέσου συμβεβηκότων, εἰς καινότητα ζωῇς, ἐν πνεύ‐
55ματι. Παρεγγυᾷ δὲ ὅτι καὶ σαββατίζειν ἀνάγκη κατὰ τὴν ἑβδόμην, ἀποφοιτῶντας ἔργου παντός. Πρέποι
γὰρ ἂν καὶ μάλα εἰκότως τοῖς διὰ πίστεως εἰσεληλα‐1074

68

.

1077

κόσιν εἰς τὴν κατάπαυσιν τοῦ Χριστοῦ, τὸ παντὸς ἔργου λοιπὸν ἀπέχεσθαι σαρκικοῦ, καὶ τῶν ἐπὶ γῆς σπουδασμάτων καὶ εἰκαίου περιφορᾶς, ἀποπεραίνειν δὲ μᾶλλον ἐπείγεσθαι μόνα τὰ εἰς ζωὴν ἀποφέροντα
5τὴν ἀκήρατον, καὶ ὅσα σεπτοὺς καὶ ἁγίους ἀποτελεῖ. Ὡς γὰρ ὁ σοφὸς ἡμῖν γράφει Παῦλος, «Ὁ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Χριστοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.
10ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ὧδε μὲν οὖν τὸ θεῖον ἔφη χρησμῴδημα ἡμῖν. Εἰσηγούμενος δὲ τοῖς ἐξ Ἰσραὴλ τὸ κεκελευ‐ σμένον ὁ θεῖος ἔφη Μωσῆς, «Ἀπελθόντες λάβετε ὑμῖν αὐτοῖς πρόβατον κατὰ συγγενείας ὑμῶν, καὶ θύσατε
15τὸ Πάσχα. Λήψεσθε δὲ δέσμην ὑσσώπου, καὶ βάψαν‐ τες ἀπὸ τοῦ αἵματος τοῦ παρὰ τὴν θύραν θήσετε ἐπὶ τῆς φλιᾶς, καὶ ἐπ’ ἀμφοτέρων τῶν σταθμῶν ἀπὸ τοῦ αἵματος, ὅ ἐστι παρὰ τὴν θύραν. Ὑμεῖς δὲ οὐκ ἐξ‐ ελεύσεσθε ἕκαστος τὴν θύραν τοῦ οἴκου αὐτοῦ, ἕως
20πρωΐ. Καὶ παρελεύσεται Κύριος πατάξαι τοὺς Αἰγυ‐ πτίους, καὶ ὄψεται αἷμα ἐπὶ τῆς φλιᾶς, καὶ ἐπ’ ἀμφο‐ τέρων τῶν σταθμῶν, καὶ παρελεύσεται Κύριος πρὸς τὴν θύραν, καὶ οὐκ ἀφήσει τὸν ὀλοθρευτὴν εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι.» Τὸ μὲν οὖν κατ’ οἴ‐
25κους πατριῶν ἤτοι κατὰ συγγενείας λαμβάνεσθαι τὸν ἀμνὸν, ὑποφήνειεν ἂν, οἶμαί που, τῆς πνευματικῆς οἰκειότητος τὸ, ὡς ἐν πίστει τε καὶ ὁμονοίᾳ ταυτόν. Οὐ γὰρ τοῖς ἐξίτηλα φρονεῖν ᾑρημένοις συνεορτάσο‐ μεν, οὐδὲ τοῖς ἕτερα ἄττα παρά γε τὸ ὀρθῶς ἔχον καὶ
30ἀληθῶς φρονεῖν εἰωθόσι κοινωνήσομεν τῆς ἁγίας καὶ ζωοποιοῦ θυσίας, ἀλλὰ τοῖς ὁμόφροσί τε καὶ ἀδελφοῖς ὡς ἐν ἑνότητι πνεύματος, καὶ ἐν ταυτότητι πίστεως. Ἀναπλέκεταί γε μὴν ἡ ὕσσωπος οἰκονομικῶς τῷ αἵματι τοῦ ἀμνοῦ. Καὶ τίς ἂν γένοιτο καὶ τοῦδε
35τυχὸν ὁ λόγος, ὡς ἐν βραχέσιν ἐρῶ. Τὴν ὕσσωπον, ὦ Παλλάδιε, πόαν εἶναί φασι καὶ δὴ καὶ ἰατρῶν θαυμάζουσι παῖδες, ὡς οὐκ ἀνικάνως ἔχουσαν εἴς γε τὸ δύνασθαι καὶ μάλα γεννικῶς τὴν ἐν σπλάγ‐ χνοις ἐκτήκειν ἀκαθαρσίαν, καὶ καταλεπτύνειν εὖ
40μάλα τὰ τῶν φλεγμάτων συμπεπηγότα, διάτοι τὸ τῆς ἐνούσης αὐτῇ φυσικῆς θερμασίας εὐσθενές. Συνῆπται δὴ οὖν, καθάπερ ἔφην ἀρτίως, τῇ ὑσσώπῳ τὸ αἷμα, πλαγίως ἡμῖν τοῦ τύπου σημαίνοντος, ὡς οὐ μόνον ἡμᾶς ἀπαλλάττει φθορᾶς, τὸ τίμιον αἷμα Χρι‐
45στοῦ, ἀλλὰ γὰρ καὶ ἁπάσης ἀκαθαρσίας, τῆς εἰς τὸ εἴσω κεκρυμμένης, καὶ ἀποψύχεσθαι μὲν οὐκ ἐᾷ πρὸς τὸ ῥᾴθυμον, ζέοντας δὲ μᾶλλον ἀποτελεῖ τῷ πνεύματι. Ὅτι δὲ ἀναγκαῖον καὶ λυσιτελὲς, τοῖς γε ἅπαξ ἠξιωμένοις μεταλαχεῖν τοῦ Χριστοῦ, τὸ

68

.

1077

(50)

ἀσφαλῆ τε καὶ ἀνεξίτητον ποιεῖσθαι φιλεῖν τὴν ἐν ἁγιασμῷ ζωὴν, ὑποσημαίνει πάλιν ὁ νόμος, εἴσω καθ‐ ίζων θυρῶν τοὺς τὸν ἀμνὸν κατεδηδοκότας, ἵνα μὴ τοῖς Αἰγυπτίοις συνολοθρευθεῖεν, τῶν οἴκων ἐκβεβη‐ κότες. Ἐνδοιάσαι γὰρ οὐ θέμις, ὡς ἀπαστισοῦν τῶν
55τελούντων ἐν ἡγιασμένοις, οἶκον ὥσπερ τινὰ τὴν ἀρε‐1076

68

.

1080

τὴν ἔχων, εἰ ἐξοίχοιτό πως ἁγιασμοῦ, συνδιολεῖται τοῖς ἄλλοις, καὶ συνυποκείσεται ταῖς ποιναῖς, αἵπερ ἂν ἐπιφέροιντο τοῖς τὴν ἀσελγῆ καὶ ἀνίατον κατηῤῥω‐ στηκόσι ζωήν. Ταύτῃ τοι καὶ ὁ θεσπέσιος ἡμῖν Μελ‐
5ῳδὸς, «Μὴ συναπολέσῃς, φησὶ, μετὰ ἀσεβῶν τὴν ψυ‐ χήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, ὧν ἐν χερσὶν αἱ ἀνομίαι.» Ἄθρει δὴ οὖν ὅπως, «Οὐκ ἐξελεύσεσθε,» φησὶ, «τὴν θύραν τοῦ οἴκου ὑμῶν, ἕως πρωΐ.» Νυκτὶ μὲν γὰρ παρεικάζει τὸ Γράμμα τὸ
10ἱερὸν, τὸν αἰῶνα ἐνεστηκότα· ἡμέραν δὲ αὖ ἔσεσθαι προσδοκωμένην αἰῶνα τὸν μέλλοντα. Καὶ γοῦν ὁ μακάριος Παῦλος, εἰς τέλος ἤδη καταίροντα τὸν αἰῶνα βλέπων τὸν ἐνεστηκότα, λοιπὸν δὲ ἀγχοῦ, μο‐ νονουχὶ δὲ καὶ ἐπὶ θύραις ἤδη τὸν αἰῶνα τὸν μέλ‐
15λοντα, προσεφώνει, λέγων· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν.» Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτὸς, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.» Οὐκ‐ οῦν τὸ μέχρι παντὸς τοῦ βίου κατασημήνειεν ἂν,
20τὸ ἕως πρωῒ, τουτέστιν, ἕως ἂν ὁ μέλλων ἀναδει‐ χθείη καιρός. Πῶς δ’ ἂν καὶ τοῦτο γένοιτο πρὸς ἡμῶν; ἐν γὰρ τῷ τέλει τῆς ἑκάστου ζωῆς, μονονουχὶ καὶ εἰσβέβηκεν ὁ μέλλων αἰών. Εἴπερ ἐστὶν ἀληθὲς, ὅτι δεδικαίωται μὲν ἀπὸ ἁμαρτίας ὁ θάνατον ὑποδύς·
25συνέκλεισε γὰρ ὁ Θεὸς κατ’ αὐτοῦ, κατὰ τὸ γεγραμ‐ μένον, τετήρηται δὲ τῷ βήματι τοῦ Χριστοῦ, καὶ ὡς ἂν ἔχοι τῷ ἰδίῳ τέλει καταληφθεὶς, οὕτω καὶ παρα‐ στήσεται. ΠΑΛΛ. Συνίημι ὃ φής· καὶ εὖ γε δὴ λίαν ὁ λόγος
30ἔχει. ΚΥΡ. Ἀλλ’ ὧδε μὲν ἡμῖν τὸ Χριστοῦ μυστήριον ἐσκιαγραφεῖτο τοῖς πάλαι καταθυομένου κατὰ καιρὸν τοῦ ἀμνοῦ, καθ’ ὃν ἀληθῶς καὶ αὐτὸς ὁ Ἐμμανουὴλ τὴν ὑπὲρ τῆς ἁπάντων ζωῆς ὑπομεμένηκε σφαγήν·
35καὶ γοῦν ὁ θεσπέσιος γράφει Παῦλος, ὅτι τὸ «Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός.» Χρῆναί γε μὴν ἔφη τὸ θεῖον ἡμῖν χρησμῴδημα καὶ ἐν μηνὶ τῷ δευ‐ τέρῳ τελεῖσθαι τὰ ἱερὰ, καὶ τῆς ἑορτῆς τὸ σχῆμα διαπεραίνεσθαι δεῖν, εἴπερ τι τῶν ἀναγκαίων ἡμᾶς
40παραποδισμάτων ἐξείργοι τυχὸν καὶ ἀποκομίζοι τοῦ δύνασθαι πληροῦν ἐν μηνὶ τῷ πρώτῳ τὰ τεθεσπι‐ σμένα. Βούλει τὸ θεῖον αὐτὸ παραθέντες λόγιον, τὰ εἰκότα λέγωμεν; ΠΑΛΛ. Πάνυ μὲν οὖν.
45ΚΥΡ. Γέγραπται τοίνυν ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν ἐν τῷ ὄρει Σινᾶ ἐν τῷ ἔτει τῷ δευτέρῳ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ἐν τῷ μηνὶ τῷ πρώτῳ, λέγων· Εἶπον, καὶ ποιείτωσαν οἱ υἱοὶ Ἰσραὴλ τὸ Πάσχα καθ’ ὥραν αὐτοῦ, τῇ τεσσα‐

68

.

1080

(50)

ρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν, ποιήσεις αὐτὸ κατὰ καιρούς· κατὰ τὸν νό‐ μον αὐτοῦ, καὶ κατὰ τὴν σύγκρισιν αὐτοῦ ποιήσεις αὐτό. Καὶ ἐλάλησε Μωσῆς τοῖς υἱοῖς Ἰσραὴλ ποιῆσαι τὸ Πάσχα ἐναρχομένου τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ
55τοῦ μηνὸς ἐν τῇ ἐρήμῳ τοῦ Σινᾶ. Καθὰ συνέταξε
Κύριος τῷ Μωσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ.1078

68

.

1081

Καὶ παρεγένοντο οἱ ἄνδρες οἳ ἦσαν ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου, καὶ οὐκ ἠδύναντο ποιῆσαι τὸ Πάσχα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ προσῆλθον ἐναντίον Μωσῆ καὶ Ἀαρὼν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ εἶπαν οἱ ἄνδρες
5ἐκεῖνοι πρὸς αὐτόν· Ἡμεῖς ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀν‐ θρώπου, μὴ οὖν ὑστερήσωμεν προσενέγκαι τὸ δῶρον Κυρίῳ κατὰ καιρὸν αὐτοῦ ἐν μέσῳ υἱῶν Ἰσραήλ. Καὶ εἶπε πρὸς αὐτοὺς Μωσῆς· Στῆτε αὐτοῦ καὶ ἀκού‐ σομαι τί ἐντελεῖται Κύριος περὶ ὑμῶν. Καὶ ἐλάλησε
10Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων· Ἄνθρωπος, ὃς ἐὰν γένηται ἀκάθαρ‐ τος ἐπὶ ψυχῇ ἀνθρώπου, ἢ ἐν ὁδῷ μακρὰν ὑμῖν, ἢ ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει τὸ Πάσχα Κυρίῳ· ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ,
15τὸ πρὸς ἑσπέραν ποιήσουσιν αὐτὸ, ἐπ’ ἀζύμων καὶ πικρίδων τῇ νυκτὶ φάγονται αὐτὸ, οὐ καταλείψουσιν ἀπ’ αὐτοῦ εἰς τὸ πρωῒ, καὶ ὀστοῦν οὐ συντρίψουσιν ἀπ’ αὐτοῦ. Κατὰ τὸν νόμον τοῦ Πάσχα ποιήσουσιν αὐτό. Καὶ ἄνθρωπος ὃς ἐὰν καθαρὸς ᾖ, καὶ ἐν ὁδῷ
20μακρὰν οὐκ ἔστι, καὶ ὑστερήσῃ ποιῆσαι τὸ Πάσχα, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς, ὅτι τὸ δῶρον Κυρίῳ οὐ προσήνεγκε κατὰ τὸν καιρὸν αὐτοῦ, ἁμαρτίαν αὐτοῦ λήψεται ὁ ἄνθρωπος ἐκεῖνος. Ἐὰν δὲ προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ἐν τῇ γῇ
25ὑμῶν, καὶ ποιήσῃ τὸ Πάσχα Κυρίῳ κατὰ τὸν νόμον τοῦ Πάσχα, καὶ κατὰ τὴν σύνταξιν αὐτοῦ, οὕτω ποιή‐ σει αὐτὸ, νόμος εἷς ἔσται ὑμῖν, καὶ τῷ προσηλύτῳ, καὶ τῷ αὐτόχθονι τῆς γῆς.» ΠΑΛΛ. Καὶ τίνες ἂν εἶεν οἱ ἀκάθαρτοι μὲν ὡς ἐπ’ ἀνθρώπου ψυχῇ, πρόφασιν δὲ τοῦ μὴ δύνασθαι τὸ Πάσχα πληροῦν τὸ χρῆμα ποιούμενοι, βουλοίμην
30ἂν εἰδέναι σαφῶς, ὡς εὖ ἴσθι τοι. ΚΥΡ. Πολὺς μὲν δὴ λίαν τῆς ἱστορίας ὁ λόγος. Μεμνήσομαι γὰρ διακεκραγότος Θεοῦ πρὸς τὸν ἱερο‐ φάντην Μωσέα· «Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν
35καὶ πάντα γονοῤῥυῆ, καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυ‐ χῇ.» Καὶ ἅλις μὲν ἡμῖν ὁ περὶ τουτωνὶ πεπόνηται λόγος. Πλὴν ἐκεῖνό φημι χρησίμως εἰς τὸ παρόν. Ἀκάθαρτον μὲν γὰρ ἐπ’ ἀνθρώπου ψυχῇ τὸ Γράμμα λέγει τὸ ἱερὸν, τὸν ἐπὶ νεκρῷ μεμολυσμένον· ἀπεί‐
40ρηται γὰρ καὶ ἀψύχου σώματος ἀποθίγειν, καὶ τοῖς πενθοῦσί τινα τῶν ἀγχοῦ καὶ ἐξ αἵματος τῆς ἀκα‐ θαρσίας τὴν γραφὴν τὸ ἀρχαῖον ἐπετίθει θέσπισμα. Τοιγάρτοι καὶ ἐξεπέμποντο τῆς παρεμβολῆς. Ὑπ‐ ετύπου δὲ αὖ διὰ τούτων ὁ νόμος, ὡς ἀνίερος ἔσται
45τις καὶ νοητῆς ἀκαθαρσίας ἔμπλεως, τῆς ἑτέρου νεκρότητος μετεσχηκὼς, ὡς ἐν ἤθει τε καὶ τρόποις· νεκροὶ γὰρ τοὺς τρόπους οἱ περὶ ὧν ἂν λέγοιτο παρὰ Χριστοῦ «Ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς.» Ἔξω δὴ οὖν τῆς θείας αὐλῆς, καὶ τῆς

68

.

1081

(50)

τῶν πρωτοτόκων Ἐκκλησίας, καὶ τῆς τῶν ἁγίων ἀγέλης ἀπόπεμπτος, ὁ τοῖς τὰ νεκρὰ φρονεῖν τε καὶ δρᾷν εἰωθόσι κεκοινωνηκὼς, ἢ καὶ ἀγχοῦ γεγονὼς, κατά γε τὸ ἑλέσθαι φημὶ τὰ ἴσα φρονεῖν τε καὶ δρᾷν. Ἀλλ’ ὧδε μὲν ἔχει τοῦ νόμου τὸ αἴνιγμα.
55Πρὸς διάνοιαν δὲ τὴν ἀληθῆ, καὶ ὅτι μάλιστα τὴν πρεπωδεστάτην ἡμῖν τοῖς πνευματικοῖς, τοὺς ἀκα‐
θάρτους ἐπὶ ψυχῇ ἀνθρώπου, ταύτῃ τοι καὶ ἐν μηνὶ1080

68

.

1084

τῷ δευτέρῳ τελοῦντας τὴν ἑορτὴν, σφάζοντάς τε τὸ ἱερεῖον, εἰς τύπον Χριστοῦ, κατὰ τὸν τοῦ Πάσχα νόμον, οὐχ ἑτέρους εἶναι νομιοῦμεν, ἢ ὅτι τοὺς Ἰουδαίους ἐπὶ τῇ κατὰ Χριστοῦ μιαιφονίᾳ μεμολυ‐
5σμένους, καὶ γραφὴν ἔχοντας εἰς ἀκαθαρσίαν, τὸ ἐμπαροινῆσαι εἰς τὸν Ἐμμανουήλ. Οἱ γάρ τοι τοιοίδε τῆς ἁγίας ἡμῶν ἑορτῆς ἀπώλισθον ἀναγκαίως. Ὑστε‐ ρίζουσι δὲ καὶ διημαρτήκασι τοῦ καιροῦ καθ’ ὃν ὁ τῆς ἁπάντων ζωῆς ἀρχηγὸς τετελείωται διὰ παθη‐
10μάτων· ἐλέου γε μὴν τοῦ πάντας σώζειν ἐθέλοντος, ἐν τοῖς μετὰ τοῦτο καιροῖς, ὡς ἐν μηνὶ δευτέρῳ μεθ‐ έξουσι καὶ αὐτοὶ τοῦ Χριστοῦ, καὶ συνεορτάσουσι τοῖς ἁγίοις, τοῖς ἐν καιρῷ κεκλημένοις, δῆλον δὲ ὅτι τοῖς ἐξ ἐθνῶν· ἄθρει γὰρ ὅπως οἱ μὲν ἐν Αἰγύπτῳ
15τὸν τῆς εἰδωλολατρείας εὐθὺς ἀποτριψάμενοι ῥύπον, σφάζουσι τὸν ἀμνὸν ἐν πρώτῳ μηνὶ, καὶ εἰς τὰς τοῦ πιστεύειν ἀρχὰς ἀναθρώσκουσιν. Οἱ δὲ κεχρισμένοι τῷ αἵματι τοῦ Κυρίου, παρ’ οὐδὲν ἡγήσονται τὸν ὀλοθρευτὴν, καὶ ἀμείνους ἔσονται τῆς φθορᾶς. Οἱ δὲ,
20ὡς ἐν ἔτει τε καὶ ἐν μηνὶ δευτέρῳ, προσίασι μόλις καὶ ὁμολογοῦσι τὸν μολυσμόν. Καὶ ὅτι γεγόνασιν ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου, διεβεβαιοῦντο σαφῶς, καὶ τῆς εὐλογίας ἀξιοῦσι τυχεῖν, ὕστερον δὲ καὶ μετὰ τοὺς πρώτους, πληροῦσι τὴν ἑορτήν· «Ὅταν γὰρ τὸ
25πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, φησὶ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.» Προαναπεφώνηκε δέ που καὶ ὁ προφή‐ της περὶ αὐτῶν· «Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσον‐
30ται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν.» Ἐπιζητηθήσεται γὰρ ἐν ἐσχάτοις καιροῖς παρὰ τῶν ὑπολελειμμένων ἐξ Ἰσραὴλ, ὁ ἐκ σπέρματος Δαβὶδ, κατὰ σάρκα Χρι‐ στός. ΠΑΛΛ. Ἀληθὴς ὁ λόγος· τέθειται γὰρ ἐν ἐλπίσιν
35ὁ Ἰσραήλ. ΚΥΡ. Ὅτι δὲ οὐκ ἀπλημμελὲς, μᾶλλον δὲ καὶ τῶν ἄγαν σφαλερωτάτων, τὸ μὴ πληροῦν ἑορτὰς ἐπὶ Χριστῷ, διεσάφησεν εὐθὺ, τὸν μήτε ἀκάθαρτον ἐπὶ ψυχῇ ἀνθρώπου, μήτε μὴν ἐν ὁδῷ μακρᾷ γεγονότα,
40καὶ ἀναγκαῖον οὐκ ἔχοντα παραπόδισμα, ποιναῖς ταῖς ἐσχάταις ὑπενεχθήσεσθαι λέγων, εἰ μὴ δρᾷν ἕλοιτο τὰ νενομισμένα. Νοηθείη δ’ ἂν πρὸς ἡμῶν ἀκάθαρτος μὲν ὡς ἐπ’ ἀνθρώπου ψυχῇ, καθάπερ ἐλέ‐ γομεν ἀρτίως, ὁ κυριοκτόνος Ἰουδαῖος. Ἐν ὁδῷ δὲ
45ὥσπερ μακρᾷ, καὶ ἔξω που τῆς Ἱερουσαλὴμ ἤτοι τῆς ἁγίας τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας, «Ὁ τῷ ξύλῳ λέγων, Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ λέγων, Σὺ ἐγέννησάς με.» Καὶ μέντοι τῇ κτίσει παρὰ τὸν κτί‐ σαντα προσκυνῶν, ἤγουν ὁ ἑτέραν τινὰ νοσήσας

68

.

1084

(50)

πλάνησιν· εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἀγχοῦ μὲν ὑπάρ‐ χων νοοῖτο Θεοῦ πᾶς ἀνὴρ ἀγαθὸς, καὶ ἀκιβδήλευτον ἔχων ἐπ’ αὐτῷ τὴν δόξαν· ἐξέστηκε δὲ καὶ ἀποφοιτᾷ καὶ ἔστι μακρὰν πᾶς εἴ τις οὐχ ὧδε ἔχει. Οὐκοῦν οἱ μήτε ἀκάθαρτοι ἐπὶ ψυχῆς ἀνθρώπου κατὰ τοὺς
55Ἰουδαίους, μήτε μὴν ὄντες ἐν ὁδῷ μακρᾷ, καθ’ Ἕλληνας ἢ αἱρετικοὺς, σπουδαίως τε καὶ ἀμελλητὶ
προσοίσομεν τὴν θυσίαν, καὶ τὰς ἑορτὰς Κυρίου τι‐1082

68

.

1085

μήσομεν. Ἑορτάσει δὲ σὺν ὑμῖν κατὰ τὸν ἴσον νόμον, καὶ συνησθήσεται χαίρουσιν ὁ προσήλυτος. Τοὺς γάρ τοι κατὰ καιροὺς τῆς ἐν Χριστῷ πίστεως προσ‐ ιεμένους τὰ αὐχήματα, ποιούμεθα κοινωνοὺς τῆς
5ἀναιμάκτου θυσίας, καὶ τῆς ἁγίας τραπέζης καλοῦ‐ μεν εἰς μέθεξιν. Κἀκεῖνο δὲ οἶμαι προσεπενεγκεῖν ἀναγκαῖον, ὅτι κεκράτηκεν ἔθος ἐν Ἐκκλησίαις, ἀπό γε, οἶμαι, τοῦδε τοῦ νόμου, ὡς εἰ ἐκπίπτοι τοῦ πρώτου μηνὸς, ἡ κατὰ σελήνην τεσσαρεσκαιδεκάτη,
10τὸν δεύτερον καὶ ἀγχοῦ περιεργάζεσθαι μῆνα, καὶ ἐν αὐτῷ ζητεῖν τὴν ὡρισμένην ἡμέραν, ἵνα μὴ ἐξοί‐ χοιτο τοῦ ἀληθοῦς τῆς ἑορτῆς ὁ καιρός. Ἔχει δὲ οὕτω τὸ χρῆμα, καθὰ καὶ τῷ πάλαι προηγόρευται νόμῳ.
15ΠΑΛΛ. Ὀρθῶς ἔφης· πλὴν, ἐκεῖνο φράσον. Εἰ μὴ παντί τῳ τυχὸν καὶ εἰ ἐν ὁδῷ γένηται μακρᾷ, καὶ ὡς ἀπωτάτω τῆς Ἱερουσαλὴμ, ἐφῆκεν ὁ νόμος ἀνεπιλήπτως δύνασθαι τὸ Πάσχα πληροῦν. ΚΥΡ. Οὐ μὲν οὖν· ἐν μόνῃ γὰρ δὴ καταθύειν ἐκέ‐
20λευε τῇ ἁγίᾳ πόλει, ἐν ᾗ καὶ τὸν πάλαι ναὸν ὁ Σολομὼν ἀνεδείματο. Προσεφώνει δὲ οὕτως ὁ Μωσῆς ἐν τῷ Δευτερονομίῳ τοῖς υἱοῖς Ἰσραὴλ, λέγων· «Φύλαξαι τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ Πάσχα Κυρίῳ τῷ Θεῷ σου, ὅτι ἐν τῷ μηνὶ τῶν νέων ἐξῆλθες
25ἐξ Αἰγύπτου νυκτός. Καὶ θύσεις τὸ Πάσχα Κυρίῳ τῷ Θεῷ σου, πρόβατα καὶ βόας ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ. Οὐ φάγῃ ἐπ’ αὐτοῦ ζύμην. Ἐπτὰ ἡμέρας φάγῃ ἐπ’ αὐτοῦ ἄζυμα, ἄρτον κακώ‐
30σεως, ὅτι ἐν σπουδῇ ἐξήλθετε ἐξ Αἰγύπτου, ἵνα μνησθῆτε τὴν ἡμέραν τῆς ἐξοδίας ὑμῶν ἐκ γῆς Αἰ‐ γύπτου πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν. Οὐκ ὀφθήσεταί σοι ζύμη ἐν πᾶσι τοῖς ὁρίοις σου ἑπτὰ ἡμέρας, καὶ οὐ κοιμηθήσεται ἀπὸ τῶν κρεῶν ὧν ἐὰν
35θύσητε τὸ ἑσπέρας τῇ ἡμέρᾳ τῇ πρώτῃ εἰς τὸ πρωΐ. Οὐ δυνήσῃ θῦσαι τὸ Πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεών σου ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι, ἀλλ’ ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐπικλη‐ θῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ. Θύσεις τὸ Πάσχα ἑσπέ‐
40ρας πρὸς δυσμὰς ἡλίου ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐξ Αἰγύπτου, καὶ ἑψήσεις καὶ ὀπτήσεις καὶ φάγῃ ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτόν.» Μυρίαις μὲν γὰρ ὅσαις πόλεσί τε καὶ κώμαις ἡ τῶν Ἰουδαίων ἐπεπλήθη χώρα, τελεῖν δὲ καὶ τὰ ἱερὰ
45καὶ τὸν ἐπὶ τῷ Πάσχα νόμον, ἐν μόνῃ δὲ χρῆναι τῇ ἁγίᾳ πόλει διετύπου Θεὸς, ἐκεῖνο, οἶμαί που, σκια‐ γραφοῦντος ἡμῖν εὖ μάλα τοῦ νομικοῦ γράμματος, ὡς οὐκ ἂν εἴη θέμις οὔτε μὴν ἐφεῖταί τισι τὸ ἐπὶ Χριστῷ μυστήριον, καθ’ ὃν ἂν ἕλοιτο τρόπον, ἤγουν

68

.

1085

(50)

ἐν τόπῳ παντὶ δύνασθαι πληροῦν· χῶρος γὰρ μόνος ὁ πρέπων αὐτῷ, καὶ οἰκειότατος ἀληθῶς, ἡ ἁγία πόλις, τουτέστιν, ἡ Ἐκκλησία, ἐν ᾗ καὶ νόμιμος ἱερεὺς, καὶ διὰ χειρῶν ἡγιασμένων τελεῖται τὰ ἱερὰ, καὶ θυμίαμα προσφέρεται τῷ πάντων κρατοῦντι
55Θεῷ, καὶ θυσία καθαρὰ, κατὰ τὴν τοῦ προφήτου
φωνήν. Δι’ οὐδενὸς οὖν ἄρα τὸν ἐπὶ τῷδε ποιοῦνται1084

68

.

1088

νόμον, οἱ τὰ ὀρθῶς ἔχοντα διαστρέφοντες αἱρετικοὶ καταθύουσι γὰρ τὸν ἀμνὸν, οὐκ ἐν τῇ ἁγίᾳ πόλει, οὔτε μὴν διὰ χειρὸς τῶν ἐξειλεγμένων διὰ τοῦ Πνεύ‐ ματος εἰς ἱερουργίαν, ἀλλ’ ὡς ὁ θεῖος ἡμῖν γράφει
5Παῦλος, ἑαυτοῖς ἁρπάζοντες τὴν τιμὴν, καὶ ἐν παντὶ τόπῳ προσάγοντες. Ταῦροι γὰρ ὥσπερ ὑβρισταὶ καὶ ἀγέρωχοι, πρὸς μόνον ἀδιακρίτως ἴενται τὸ σφίσι δοκοῦν. Ἀλλ’ ἐκεῖνοι μὲν πολὺ τὸ ἐξήνιον καὶ τὸ νενευκὸς εἰς ἀπόνοιαν ἐπιτηδεύοντες, πικρὰ τῷ
10κριτῇ τῶν τοιῶνδε διασκεμμάτων τίσουσι δίκας. Ἴωμεν δὲ πάλιν ἡμεῖς εἰς οἶμον τὴν ἐντριβῆ τε καὶ ἀδιάστροφον, ἐκεῖνο τοῦ παρενηνεγμένου δοκιμάζον‐ τες νόμου. Διεπύθου γάρ που λέγοντος σαφῶς, ὅτι «Φυλάξατε τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ
15Πάσχα Κυρίῳ τῷ Θεῷ σου, πρόβατα καὶ βόας.» Καί τοι τί δή ποτε, φαίη τις ἂν, τὸν ἐπὶ τῷ Πάσχα νόμον τοῖς ἐν Αἰγύπτῳ τιθεὶς, ἕνα μόνον ἐκέλευσε κατα‐ θύειν ἀμνόν· προβάτων δὲ καὶ μόσχων μεμνημένον οὐχ εὑρήσομεν; Ἆρ’ οὖν τοῦ πρέποντος διημάρτη‐
20κεν ὁ Μωσῆς; Οὐδαμῶς· ἐν γάρ τοι τοῖς Ἀριθμοῖς προσεπάγεσθαι τῷ ἀμνῷ βοῦς τε καὶ ὄεις ἐπενομο‐ θέτει Θεὸς οὕτω λέγων· «Καὶ ἐν τῷ μηνὶ τῷ πρώτῳ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς Πάσχα τῷ Κυρίῳ, καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς
25τούτου ἑορτὴ, ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε, καὶ ἡμέρα ἡ πρώτη ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λα‐ τρευτὸν οὐ ποιήσετε. Καὶ προσάξετε ὁλοκαυτώματα κάρπωμα Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ, ἄμωμοι ἔσονται ὑμῖν, καὶ
30θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί. Δέκατον δέκατον ποιήσεις τῷ ἀμνῷ τῷ ἑνὶ, τοῖς ἑπτὰ ἀμνοῖς, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, ἐξιλά‐ σασθαι περὶ ὑμῶν. Πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαν‐
35τὸς τῆς πρωϊνῆς, ὅ ἐστιν ὁλοκαύτωμα ἐνδελεχισμοῦ. Ταῦτα κατὰ ταῦτα ποιήσετε τὴν ἡμέραν εἰς τὰς ἑπτὰ ἡμέρας, δῶρον κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ ἐπὶ τοῦ ὁλοκαυτώματος τοῦ διαπαντὸς, ποιήσεις τὴν σπονδὴν αὐτοῦ. Καὶ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία
40ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐ‐ τῇ.» Ὅτι μὲν οὖν ἐν μηνὶ τῷ πρώτῳ, καὶ μέντοι καὶ ἐν ἡμέρᾳ τεσσαρεσκαιδεκάτῃ τὸ Πάσχα πληροῦν ἀν‐ άγκη κατὰ τὸν νόμον, φθάσαντες ἤδη προείπομεν. Τί δ’ ἂν βούλοιτο δηλοῦν καὶ τῶν ἀζύμων ἡ βρῶσις, καὶ
45ἡ κατὰ Σάββατον ἀργία, καὶ πρὸς τούτοις ἔτι τὸ ὠνομάσθαι κλητὰς ἁγίας τήν τε πρώτην καὶ τὴν ἑβδόμην ἡμέραν, προαπέδειξε σαφῶς ὁ λόγος. Τοι‐ γάρτοι μεθεὶς τὸ ἔν γε τουτοισὶ διαμέλλειν ἔτι, ἐπὶ τοὺς τῶν θυσιῶν πάλιν ἴωμεν τρόπους. Δύο

68

.

1088

(50)

μὲν τοίνυν οἱ μόσχοι, πρὸς ὁλοκαυτώματα καὶ θυσίαν, εἷς δὲ κριὸς, καὶ μὴν καὶ ἀμνοὶ τὸν ἀρι‐ θμὸν ἑπτὰ, πάντες ἄμωμοί τε καὶ ἐνιαύσιοι, καὶ θυσία μὲν ἐπ’ αὐτοῖς, σεμίδαλις ἐλαιόδευτος. Πλὴν οὐκ ἐν ἴσῳ μέτρῳ· τρία μὲν γὰρ ἑκάστῳ μόσχῳ
55δέκατα, δύο δὲ τῷ κριῷ, καὶ ἓν ἐφ’ ἑκάστῳ τῶν ἀμνῶν. Εἶτα συνεισφέρεται καὶ χίμαρος ἐξ αἰγῶν,
ὑπὲρ ἁμαρτίας· «Καὶ ταυτὶ δὴ πάντα,» φησὶ,1086

68

.

1089

«πλὴν τῶν ὁλοκαυτωμάτων τοῦ ἐνδελεχισμοῦ.» Θέα δὴ οὖν, ὦ Παλλάδιε, τοῦ Ἐμμανουὴλ τὸν θά‐ νατον, καρποφοροῦντα πολλοὺς, κατά γε τὸ παρ’ αὐτοῦ σαφῶς τε καὶ ἀληθῶς εἰρημένον, «Ἀμὴν
5ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀπο‐ θάνῃ, καρπὸν πολὺν φέρει.» Σφάζεται γὰρ ὁ ἀμνὸς εἰς τύπον Χριστοῦ, μηνὶ μὲν πρώτῳ κατὰ τὸν νόμον, ἡμέρᾳ δὲ αὖ τῇ τεσσαρεσκαιδεκάτῃ. Προσεπάγονται
10δὲ μόσχοι, καὶ κριὸς, καὶ ἀμνοὶ πρὸς θυσίαν καὶ ὁλο‐ καυτώματα, τῶν διὰ πίστεως κεκλημένων εἰς ἁγια‐ σμὸν, καθάπερ ἐγᾦμαι, τήν τε πληθὺν, καὶ τῆς πνευματικῆς εὐεξίας τὸ μέτρον, ὡς ἐν τύπῳ κατα‐ σημαίνοντα· εἰ γὰρ μὴ ἀπέθανεν ὑπὲρ ὑμῶν Χρι‐
15στὸς, οὐκ ἂν ἡμεῖς παρεδέχθημεν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Ἐπειδὴ δὲ τετελείωται διὰ πα‐ θημάτων, κατόπιν ἴμεν εὐθὺς ἱεροπρεπὲς ἀνάθημα τῷ Θεῷ καὶ Πατρὶ, καὶ θυσίαν ὄντως πνευματικὴν καθ’ ἑαυτοὺς ἀναφέροντες. Δύο μὲν οὖν οἱ μόσχοι· δύο
20γὰρ οἱ λαοί· φημὶ δὲ τὸν Ἰσραὴλ, καὶ μέντοι τοὺς ἐξ ἐθνῶν. Εἷς δὲ κριός· ἑνούμεθα γὰρ ἐν Χριστῷ, «Τῷ ποιήσαντι ἀμφότερα ἒν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λελυκότι, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσαντι, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα
25καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην,» κατὰ τὸ γεγραμμέ‐ νον. Ἑπτὰ δὲ ἦσαν οἱ ἀμνοί· ἒν γὰρ οἱ πάντες ἐν Χριστῷ γεγονότες, πλατεῖά τίς ἐσμεν ἀγέλη, καὶ τὴν ἑνὸς τοῦ πάντων ἀρχιποίμενος ὑποτρέχοντες χεῖρα, καὶ ἐκ ποίμναιν δυαῖν, εἰς μίαν ἤδη πως συναγηγερ‐
30μένοι, καὶ ἐν καθαρᾷ καὶ ἀμωμήτῳ διαπρέποντες ζωῇ, διατελοῦμεν ἐν κόσμῳ, διὰ τὸν ὑπὲρ ἡμῶν ἐν ἀνόμοις, καὶ ὑπὲρ τῆς ἁπάντων ἁμαρτίας ὑπομείναν‐ τα σφαγὴν, ὃς καὶ ἐν τῷ χιμάρῳ σημαίνεται. Μόσχου γε μὴν καὶ κριοῦ, καὶ μὴν καὶ ἀμνοῦ μνημονεύσας
35ὁ νόμος, τῆς τῶν ἁγίων θεοφιλοῦς πολιτείας τὰς τρεῖς ὑπέφηνε διαφοράς· τήν τε ἀνωτάτω, φημὶ, καὶ μέσην, καὶ τὴν ἔτι μείω τε καὶ ὑποδεεστέραν. Ἐν γὰρ τοῖς σωματικοῖς μεγέθεσι τῶν ζώων, ἡ τῆς πνευματικῆς εὐεξίας ἀνετυποῦτο ποσότης. Ἦ γὰρ, οὐχὶ καὶ γῆν ἔφη τὴν γονιμωτάτην ἐκδοῦναι καρποὺς ἐν τρισὶ διαφοραῖς, τῆς εὐαγγελικῆς πολιτείας ὁ λόγος; ΠΑΛΛ. Ναί· ἡ μὲν γὰρ, φησὶν, ἐποίησεν ἑκατὸν,
40ἡ δὲ ἑξήκοντα, ἡ δὲ τριάκοντα. ΚΥΡ. Ἄραρεν οὖν ὅτι τὸ διάφορον ἐν ἀρετῇ, καὶ τοῦ βίου τὸ παρηλλαγμένον, ὡς ἐν ποσότητι τῶν θυ‐ μάτων, καὶ ὡς ἐν ὄγκῳ σωματικῷ σκιαγραφεῖται καλῶς· ἄκρως μὲν γὰρ καὶ ὑπερκειμένως, ὡς ἔν γε
45δὴ τῷ μόσχῳ. Μέσως δὲ αὖ, καὶ τοῦ τελείως ἔχοντος ὑποβεβηκότως ὡς ἐν μείονι τῷ κριῷ, ἐνυφιζάνοντι δὲ καὶ ἔτι μείονι, τῷ ἀμνῷ. Κριοῦ γὰρ μείων, ὁ ἀμ‐ νὸς, καθάπερ ἀμέλει καὶ μόσχου, κριός. Τοιγάρτοι καὶ ἀναλόγως τοῖς ἑκάστου μεγέθεσι, τὸ τῆς σεμι‐

68

.

1089

(50)

δάλεως ἐπιφέρεται μέτρον, ζωῆς ἐχούσης τύπον· τρία μὲν γὰρ τῷ μόσχῳ δέκατα, δύο δὲ τῷ κριῷ, καὶ ἒν τῷ ἀμνῷ. Πλὴν ἐν ἐλαίῳ τὰ πάντα δεδεῦσθαι δεῖν ἔφη· ἕψεται γὰρ πάντως τοῖς ἑκάστου μέτροις ἀνα‐ λόγως, [τὰ] παρὰ Θεοῦ. Καὶ τῆς ἐν εὐκλείᾳ καὶ μα‐
55καριότητι ζωῆς πολλή τις ἔσται διαφορά. Τοῖς μὲν γὰρ πρέποι ἂν εἰκότως, ἡ ἀνωτάτω, ἑτέροις δ’ αὖ ἡ
ὡς ἐν μείονι μὲν, πλὴν ἐν τιμῇ τε καὶ δόξῃ, τισὶ δὲ1088

68

.

1092

καὶ ὑποβεβηκότως καὶ ὑφειμένως τε ἔτι. «Ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ·» καὶ παρ’ αὐτοῖς δέ φημι τοῖς ἁγίοις ἀγγέλοις, ἐν διαφοραῖς εἶναι πολλαῖς τῆς εὐκλείας τὸ μέτρον, πλὴν ἐν οἷσπερ ἂν εἴη μέ‐
5τροις, ἡ τῶν ἁγίων ζωὴ, τὸ ἱλαρὸν ἔχει· καὶ τὸ δ’ εὐθυμεῖσθαι δεῖν, καὶ καταπιαίνεσθαι τοῖς παρὰ Θεοῦ. Ἄθρει γὰρ ὅπως τὸ ἔλαιον οὐχὶ μόνοις τοῖς τρισὶν ἐπεχεῖτο δεκάτοις, ἀλλὰ καὶ δυσὶ, καὶ ἑνί. Ἐνδελεχισμοῦ δὲ θυσίαν καὶ ὁλοκαυτώματα, καλεῖ
10τὸν ἀμνὸν τὸν σφαγιαζόμενον ἐν τῇ ἁγίᾳ σκηνῇ τὸ πρωῒ, καὶ ἀγχοῦ πρὸς ἑσπέραν. Δι’ οὗ δὴ πάλιν ἐξ‐ έσται μαθεῖν, ὅτι πολὺ τὸ εὐῶδες τῆς ἁγίας σκηνῆς, καὶ ἀκατάληκτος ἀληθῶς, ἡ τῶν Ἐκκλησιῶν εὐοσμία, καὶ τῶν ἐν αὐταῖς ἁγίων. Εὐωδιάζουσι γὰρ τὸν Ἐμ‐
15μανουὴλ, καὶ τὸ ἐπὶ Χριστῷ τελοῦσι μυστήριον τὴν ἀναίμακτον λατρείαν προσκομίζοντες τῷ Θεῷ. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ πρωΐ τε καὶ πρὸς ἑσπέραν ὁλο‐ καυτίζεσθαι τοὺς ἀμνούς. Ἀρχῇ γὰρ καὶ τέλει, καὶ διὰ μέσου λαμβάνεται. Οὐκοῦν ἀπαρχῆς μέχρι τέλους
20τὸ εὐῶδες ἐν Ἐκκλησίαις, ὡς ἐν ἀμνῷ τῷ Χριστῷ. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἑτέραν δὲ αὖ νόμος ἐπισυνάπτει τῇ πρώτῃ τὴν ἑορτὴν, μονονουχὶ δὲ καὶ αὐτοὺς ἡμῖν τοὺς και‐ ροὺς συνείρει λέγων ἐν τοῖς Ἀριθμοῖς· «Καὶ τῇ ἡμέ‐
25ρᾳ τῶν νέων, ὅταν προσφέρητε θυσίαν νέαν Κυρίῳ τῶν ἑβδομάδων, ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. Καὶ προσάξετε ὁλο‐ καυτώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώ‐
30μους. Ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνὶ, δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ, τοῖς ἑπτὰ ἀμνοῖς, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, ἐξιλάσασθαι περὶ ὑμῶν, πλὴν τοῦ ὁλοκαυ‐
35τώματος τοῦ διαπαντός. Καὶ τὴν θυσίαν αὐτῶν ποιή‐ σετέ μοι, ἄμωμοι ἔσονται ὑμῖν, καὶ τὰς σπονδὰς αὐ‐ τῶν.» Ἐν μηνὶ μὲν γὰρ τῷ πρώτῳ, κατὰ τοὺς Ἑβραίων νόμους, ὁ ἀμνὸς ἐσφάζετο. Τῷ δὲ ἀγχοῦ τάχα που καὶ γείτονι, συναγείρειν ἔθος τὰ ἐξ ἀγρῶν,
40ὀσπρίων δὴ λέγω τὰ πρώϊμα, καὶ δέσμην ἀμάλλης, ἀμηθέντος ἤδη καὶ σίτου. Καιρὸς οὖν ἄρα τῶν νέων, καθ’ ὃν ἐξ ἀγρῶν συναγείρεσθαι χρὴ, τὰ ἐν αὐτοῖς ἐσπαρμένα. Κλητὴ δὲ πάλιν ἡ τοιάδε, φησὶν, ἑορτὴ, καὶ περαινέσθω συννόμως, πόνου καὶ ἱδρῶτος ἐξῃρη‐
45μένον. Ἀνεῖσθαι γὰρ ἔθος ἐν ἑορταῖς καὶ ἀποφοιτᾷν ὅτι μάλιστα τῶν ἐργωδεστέρων. Ἀναμάθοι δ’ ἄν τις κἀκ τοῦδε δὴ πάλιν, ὅτι τοὺς ἁγίαν τῷ Θεῷ τελοῦν‐ τας τὴν ἑορτὴν, πρέποι ἂν ἥκιστά γε, τὴν ἀκλεᾶ καὶ παμμόχθηρον πληροῦν ἁμαρτίαν. Ἀνέντας δὲ ὥσπερ

68

.

1092

(50)

καὶ πληροῦντας τὸν νοῦν, τοῖς εἰς ἀρετὴν ἐντρυφᾷν σπουδάσμασι. Προσφέρονται δὲ καὶ εἰς ὁλοκαύτωμα καὶ θυσίαν, μόσχοι μὲν δύο, κριὸς δὲ εἷς καὶ ἑπτὰ ἀμνοὶ, σεμίδαλις ἐλαιοβραχὴς, καὶ χίμαρος ἐξ αἰγῶν. Καὶ ὅποι ποτὲ βλέποι τοῦ νόμου τὸ αἴνιγμα, διειρη‐
55κότες ἀρτίως, οὐ ταυτολογήσομεν. Πλὴν, ἐκεῖνο ἐροῦ‐
μεν ἀναγκαίως, ὅτι τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναστά‐1090

68

.

1093

σεως ἀνατυποῖ τὸ μυστήριον, ὁ τῶν νέων καιρός· ἀνέθαλε γὰρ ἡ ἀνθρώπου φύσις ἐν πρώτῳ Χριστῷ, ἀποτριψαμένη τὴν φθορὰν, καὶ τὴν ἐκ τῆς ἁμαρτίας παλαίωσιν ἀποβαλοῦσα λοιπόν. Τοιγάρτοι καὶ ἐπὶ τῷδε
5λίαν ἀπεσεμνύνετο λέγουσα· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτη‐ ρίου καὶ χιτῶνα εὐφροσύνης.» Ἱμάτιον σωτηρίου, καὶ μὴν καὶ εὐφροσύνης ἄμφιον, τὴν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καὶ ἐν Χριστῷ που πάντως ὠνόμασεν ἀφθαρ‐
10σίαν, σαφέστερον δὲ καὶ τὸν ἐπὶ τῇδε τῇ πανη‐ γύρει νόμον, καὶ διὰ πλείστων ὅσων ἐμφανὲς τὸ αἴ‐ νιγμα καθίστη λέγων ἐν τῷ Λευϊτικῷ· «Εἶπον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ὅταν εἰσέλθητε εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίζητε τὸν
15θερισμὸν αὐτῆς, καὶ οἴσετε τὸ δράγμα ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα, καὶ ἀνοίσει τὸ δράγμα ἔναντι Κυρίου δεκτὸν ὑμῖν. τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτὸ ὁ ἱερεύς. Καὶ ποιήσετε ἐν τῇ ἡμέρᾳ ἐν ᾗ ἂν φέρητε τὸ δράγμα, πρόβατον ἄμωμον ἐνιαύσιον
20εἰς ὁλοκαύτωμα τῷ Κυρίῳ, καὶ τὴν θυσίαν αὐτοῦ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, θυσία τῷ Κυρίῳ, ὀσμὴν εὐωδίας Κυρίῳ, καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ἲν οἴνου, καὶ ἄρτον, καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύ‐
25την, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ Θεῷ ὑμῶν. Νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν. Καὶ ἀριθμήσετε ὑμῖν ἀπὸ τῆς ἐπαύ‐ ριον τῶν Σαββάτων, ἀπὸ τῆς ἡμέρας ἧς ἂν προσ‐ ενέγκητε τὸ δράγμα τοῦ ἐπιθέματος, ἑπτὰ ἑβδομά‐
30δας ὁλοκλήρους, ἕως τῆς ἐπαύριον τῆς ἐσχάτης ἑβδο‐ μάδος ἀριθμήσετε πεντήκοντα ἡμέρας.» Ἑορτὴ μὲν γὰρ σωτήριος ἀληθῶς, ὁ ὑπὲρ ἡμῶν θάνατος τοῦ Ἐμμανουήλ. Ἐκτέτικε γὰρ ὑπὲρ ἡμῶν τὰ ὀφλή‐ ματα, καὶ ἔστιν ἀληθὲς, ὅτι αὐτὸς τὰς ἁμαρτίας ἡμῶν
35αἵρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Προσήλωσε γὰρ τῷ ἰδίῳ σταυρῷ τὸ καθ’ ἡμῶν χειρόγραφον, καὶ τεθριάμβευκεν ἐν αὐτῷ τοὺς πάλαι κρατοῦντας ἐπὶ τῆς γῆς, ἀρχὰς δὴ λέγω καὶ ἐξουσίας, καὶ τὰ πνευματικὰ τῆς πονηρίας· καὶ
40πρό γε τῶν ἄλλων, τὸν Σατανᾶν. Ἑορτὴ δὲ γείτων εὐθὺς, τῆς πρώτης οὐ μείων, ἡ ἐκ νεκρῶν ἀναβίωσις, κατασείουσα τὴν φθορὰν, ἀποκείρουσα τὴν ἁμαρτίαν, καὶ εἰς νέαν ἡμᾶς μεθιστᾶσα ζωὴν, τὴν ὡς ἐν ἁγια‐ σμῷ τε καὶ ἀφθαρσίᾳ, κατηργημένου θανάτου. Ἀπ‐
45εδυσάμεθα γὰρ τὸν παλαιὸν ἄνθρωπον, καὶ μετημ‐ φιέσμεθα τὸν νέον, τουτέστι, Χριστὸν, ἤτοι τὴν ἐν Χριστῷ πολιτείαν καὶ ζωήν. Ἄθρει δὴ οὖν, ἄθρει τὴν τῆς ἀνανεουμένης ἀνθρωπότητος ἀπαρχὴν, τουτέστι Χριστὸν, ὡς ἐν τύπῳ δράγματος, καὶ ὡς πρωτόλειον

68

.

1093

(50)

ἐξ ἀγροῦ, καὶ ὡς ἐκ καρπῶν ἀπαρχὴν προσκομιζόμενον ἱερὸν ἀνάθημα τῷ Θεῷ καὶ Πατρί. Ἦ οὐκ ἀστα‐ χύων δίκην ἀνεθάλομεν ἐν κόσμῳ; ΠΑΛΛ. Ναί· τοιγάρτοι περὶ ἡμῶν καὶ αὐτὸς ἔφασκεν ὁ Χριστὸς τοῖς ἁγίοις μαθηταῖς, «Οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι, καὶ ὁ θερισμὸς
55ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς
ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς1092

68

.

1096

θερισμὸν ἤδη, καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ ὁ συνάγων.» Ἀστάχυσι γὰρ καὶ πυροῖς παρεικάζει τὰ καθ’ ἡμᾶς. ΚΥΡ. Οὐκοῦν, ἀσταχύων οἵα τις ἀπαρχὴ καὶ νέος
5ὥσπερ καρπὸς ἐν εἴδει δράγματος νοεῖται Χριστὸς, ὁ πρωτότοκος ἐκ νεκρῶν, ἡ τῆς ἀναστάσεως ἡμῖν ὁδὸς, ὁ πάντα πρὸς καινότητα μεταστοιχειῶν, καὶ παλαιότητα ἀπαλλάττων· «Τὰ γὰρ ἀρχαῖα παρῆλ‐ θε,» φησὶν, «ἰδοὺ γέγονε τὰ πάντα καινὰ, καὶ εἴ τις
10ἐν Χριστῷ καινὴ κτίσις» κατὰ τὰς Γραφάς. Ἀνεκο‐ μίζετο δὲ τὸ δράγμα ἔναντι Κυρίου· ἐγηγερμένος γὰρ ἐκ νεκρῶν ὁ Ἐμμανουὴλ ὁ νέος τῆς ἀνθρωπό‐ τητος καὶ ὡς ἐν ἀφθαρσίᾳ καρπὸς, ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, ἵν’ ἐμφανισθῇ νῦν ὑπὲρ ἡμῶν τῷ προσ‐
15ώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐχὶ δὴ πάντως ἑαυτὸν εἰς ὄψιν ἄγων αὐτοῦ· σύνεστι γὰρ ἀϊδίως, καὶ οὐκ ἂν ἀπολιμπάνοιτο τοῦ Πατρὸς, ὡς Θεὸς, ὡς ἐν ἑαυτῷ δὲ μᾶλλον, εἰς ὄψιν ἄγων ἡμᾶς τοὺς ἔξω προσ‐ ώπου, καὶ ἐν ὀργῇ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν,
20καὶ τὴν καθ’ ἡμῶν τυραννήσασαν ἁμαρτίαν. Οὐκοῦν ἐν Χριστῷ κερδαίνομεν τὸ καὶ ἐν προσώπῳ τυχὸν γενέσθαι Θεοῦ. Ἀξιοῖ γὰρ ἡμᾶς ἐποπτείας ἤδη λοι‐ πὸν, ὡς ἡγιασμένους. Ὅρα δὲ ὅπως ἡμῖν ὁ νόμος, καὶ τὸν τῇ ἀναστάσει πρέποντα προανετύπου καιρὸν,
25τουτέστι, τὴν τρίτην ἡμέραν. Τῇ γὰρ ἐπαύριον τῆς πρώτης, φησὶν, ἀνοίσει τὸ δράγμα ὁ ἱερεὺς, ἔναντι Κυρίου. Τρίτη δὲ πάντως ἡ ἀπὸ τῆς πρώτης, οὐκ αὔριον, ἀλλ’ ἐπαύριον· ἀνεβίω δὲ ὁ Χριστὸς κατὰ τὴν τρίτην.
30ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Συνανακομίζεται δὲ τῷ δράγματι, καὶ πρό‐ βατον ἄμωμον, δύο δεκάτων αὐτῷ σεμιδάλεως ἐπενη‐ νεγμένων ἀναμὶξ ἐλαίῳ πάλιν. Ὁ γὰρ ὡς ἐν δράγματί τε καὶ ἀπαρχῇ καρπῶν οἱονεὶ ζωγραφούμενος, καὶ
35ὡς ἐξ ἀγέλης ἀπαρχὴ λαμβάνεται, ἀγέλης δὲ ζώσης ὡς ἐν πιότητι χάριτος, καὶ ἐν εὐφροσύνῃ πνεύμα‐ τος. Ταύτῃ τοι συναναφέρεσθαι δεῖν τῷ προβάτῳ φησὶ τὴν σεμίδαλιν, ἔλαιόν τε καὶ οἶνον· καὶ σεμί‐ δαλις μὲν σημεῖον ἂν γένοιτο ζωῆς, καθὰ πλειστά‐
40κις εἰρήκαμεν· πιότητος δὲ τὸ ἔλαιον, εὐφρασίας δὲ, οἶνος. Προσάγεται δὲ καὶ ὡς ἐν ἄρτῳ πάλιν, καὶ ἐν χίδροις πεφρυγμένοις· χίδρα δὲ τὰ ὄσπρια, φησὶ, διὰ τὸ, οἶμαι, τριβόμενα τοῖς ἀλοοῦσιν αὐτὰ περι‐ χεῖσθαι μύλοις. Νοοῖτο δ’ ἂν ἡμῖν καὶ διὰ τούτου
45Χριστὸς, νέον φύραμα, πρὸς ὃν ἡμεῖς μεμορφώ‐ μεθα, προστετάγμεθά τε τελεῖν ἑορτὰς, ἐκκαθάραν‐ τες τὴν παλαιὰν ζύμην, ἵνα καὶ ἡμεῖς νέον φύραμα χρηματίζωμεν, καθ’ ὁμοιότητα τοῦ πᾶσαν ἡμῖν τὴν εἰς καινότητα πολιτείας ἐγκαινίσαντος ὁδὸν, τουτ‐

68

.

1096

(50)

έστι Χριστοῦ. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Προσεπιτάττει δὲ δεῖν καρπῶν ἀπέχεσθαι νέων, καὶ ἐδώδιμον ἀπ’ αὐτῶν ποιεῖσθαι μηδὲν, τὴν
τοῦ δράγματος ἀνάθεσιν περιμένοντας. Νέα γὰρ οὐ1094

68

.

1097

φάγεσθε, φησὶν, ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ Θεῷ ὑμῶν. Καιρὸς γὰρ ὁ πρέπων τοῦ χρῆναι μεταλαχεῖν τῆς νέας τε καὶ ἀκηράτου ζωῆς, μόνος ἂν γένοιτο, καὶ
5σφόδρα εἰκότως, καθ’ ὃν ἐπέλαμψεν ὁ Ἐμμανουήλ. Ἱκανὸς δὲ πρὸ αὐτοῦ παντελῶς οὐδεὶς, εἰς νέαν ἡμᾶς ἀναστοιχειῶσαι ζωὴν, ἀπαρχὴ δὲ ὥσπερ καὶ πρῶτος αὐτὸς τῶν εἰς ἀφθαρσίαν ἐκτισμένων, καθὸ πέφηνεν ἄνθρωπος, καὶ ἐν σαρκὶ μεθ’ ἡμῶν, διὰ τὴν
10πρὸς ἡμᾶς ὁμοίωσιν. Εἰσκεκόμικε δὲ παραχρῆμα τῆς ἁγίας ἡμῖν Πεντηκοστῆς προανατύπωσιν ἐναργῆ, ἑπτὰ χρῆναι λέγων ἐπαριθμεῖν ἑβδομάδας, τῇ τοῦ δράγματος εἰσκομιδῇ. Μετὰ γάρ τοι τὴν ἀναστάσι‐ μον τοῦ Σωτῆρος ἡμέραν, ἑπτὰ συνείροντες ἑβδομά‐
15δας, ἑορτάζομεν οἱ πεπιστευκότες. ΠΑΛΛ. Ὡς σαφὴς ὁ λόγος! ΚΥΡ. Ὅτι δὲ τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναστάσεως ὁ καιρὸς μεθίστησι τοὺς ἡγιασμένους ἐν Πνεύματι, καὶ ἐν πίστει δεδικαιωμένους, εἰς τὸ δύνασθαι καρ‐
20ποφορεῖν τὴν νέαν τε καὶ ἀκίβδηλον ζωὴν, κατ‐ εδείκνυ σαφῶς οὕτω λέγων εὐθύς· «Καὶ προσοίσετε θυσίαν νέαν τῷ Κυρίῳ, ἀπὸ τῆς κατοικίας ὑμῶν προσοίσετε ἄρτους ἐπίθεμα, δύο ἄρτους, ἐκ δύο δε‐ κάτων σεμιδάλεως ἔσται ὁ ἄρτος ὁ εἷς, ἐζυμωμένοι
25πεφθήσονται πρωτογεννημάτων τῷ Κυρίῳ, καὶ προσ‐ άξετε μετὰ τῶν ἄρτων ἑπτὰ ἀμνοὺς ἀμώμους ἐνιαυ‐ σίους, καὶ μόσχον ἕνα ἐκ βουκολίων, καὶ κριοὺς δύο ἀμώμους, καὶ ἔσονται εἰς ὁλοκαύτωμα τῷ Κυρίῳ, καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν, θυσία
30ὀσμὴ εὐωδίας τῷ Κυρίῳ. Καὶ ποιήσουσι χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, καὶ δύο ἀμνοὺς ἐνιαυσίους εἰς θυσίαν σωτηρίου μετὰ τῶν ἄρτων τοῦ πρωτο‐ γεννήματος. Καὶ ἐπιθήσει αὐτὰ ὁ ἱερεὺς μετὰ τῶν ἄρτων τοῦ πρωτογεννήματος ἐπίθεμα ἐναντίον Κυ‐
35ρίου μετὰ τῶν δύο ἀμνῶν, ἅγια ἔσονται τῷ Κυρίῳ, τῷ ἱερεῖ τῷ προσφέροντι αὐτὰ αὐτῷ ἔσται. Καὶ κα‐ λέσετε ταύτην τὴν ἡμέραν κλητὴν, ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ τῇ κατοικίᾳ
40ὑμῶν.» Ἀπαρχὴ μὲν γὰρ καὶ οἱονεὶ πρωτόλειον τῆς εἰς καινότητα μεταπλαττομένης κτίσεως ὁ Ἐμμα‐ νουὴλ, νοεῖται δὲ πρῶτος ἐν ἡμῖν, ὡς ἄρτος καὶ νέον φύραμα, τρίβον δὲ ὥσπερ τὴν εἰς τὸ χρῆμα λοιπὸν ἑλόντες ἡμεῖς, καθ’ ὁμοιότητα τὴν πρὸς αὐ‐
45τὸν, νέον ὥσπερ τι καὶ ἡμεῖς κεκλήμεθα φύραμα. Τύπος δ’ ἂν εἴη καὶ τοῦδε σαφὴς, ὁ ἐκ νέων καρπῶν προσκομιζόμενος ἄρτος, ἀλλ’ οὐχ εἷς ὁ ἄρτος, δύο δὲ χρῆναι προσάγεσθαι λέγει· δύο γὰρ οἱ λαοὶ, κἂν εἰ πρὸς ἑνότητα φαίνοιντο συνενηνεγμένοι διὰ μεσίτου

68

.

1097

(50)

Χριστοῦ· πλὴν ἐζυμωμένοι πεφθήσονται, φησί. Καὶ τί τὸ αἴνιγμα, φέρε λέγωμεν, τὸ τοῦ νόμου βάθος, ὡς ἔνι, καλῶς περιαθρήσαντες. Ἆρα γὰρ ζύμην ἐν τούτοις ἐννοεῖν ἀκόλουθον, τὴν ὡς ἐν φαυλότητι καὶ κατεψευσμένην; Εἶτα πῶς οὐ μωρία τοῦτό γε; πῶς
55γὰρ ἂν ἔτι κακίας ἀπαλλάξαιμεν, τοὺς εἰς καινότητα
πολιτείας εὐαγγελικῆς μετεσκευασμένους; ἢ πῶς ἂν1096

68

.

1100

τοῦτο νοοῖτο καινότητος; πῶς δ’ ἂν ἔτι καὶ νέον φύ‐ ραμα λέγοιντό τινες, εἰ ζύμης ἐν αὐτοῖς ἐναπομένει λείψανον, εἶέν τε τῆς ἀνοσίου καὶ βδελυρᾶς φαυλό‐ τητος οὐκ εἰσάπαν ἠμοιρηκότες; Ἐπινοητέον δὴ οὖν
5κατά γε τὸν πρέποντα τοῖς θεωρήμασι λόγον, ζύμης εἶδος ἑτέρας, τὸ καταψέγεσθαι δεῖν οὐκ ἐχούσης ἐφ’ ἑαυτῇ, μᾶλλον δὲ καὶ τεθαυμασμένης παρά γε τῇ θεοπνεύστῳ Γραφῇ. Ζύμῃ δὴ οὖν ὁ Σωτὴρ τῆς θείας τε καὶ εὐαγγελικῆς παιδεύσεως τὴν εὐκλεᾶ τε καὶ
10ὀνησιφόρον δύναμιν παρεικάζει, λέγων· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ, ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυ‐ μώθη τὸ ὅλον.» Εἰσδύνουσα γὰρ εἰς νοῦν καὶ καρ‐ δίαν τῆς εὐαγγελικῆς παιδεύσεως ἡ ζωοποιὸς ἐνέρ‐
15γεια, ψυχήν τε καὶ σῶμα καὶ πνεῦμα πρὸς ἰδίαν ὥσπερ ποιότητα μεταστοιχειοῖ. Οὐκοῦν τῇ τοιᾷδε ζύμῃ πρέποι ἂν ὑπονοεῖν ἐζυμῶσθαι τοὺς λαοὺς, ὡς ἐν εἴδει τῶν ἄρτων προσκεκομισμένους, καὶ ἐκ δύο δεκάτων ἕκαστος· τὸ οἱονεὶ διττὸν τῆς παιδεύσεως,
20καταγράφοντος ἡμῖν αἰνιγματωδῶς τοῦ τύπου. ΠΑΛΛ. Οἷον δὴ τί φῄς; ΚΥΡ. Οὐ γὰρ, ὦ Παλλάδιε, φαίης ἂν, ὅτι διὰ διττῆς παιδεύσεως, νομικῆς τε καὶ εὐαγγελικῆς, ἱεροί τε ἐσόμεθα, καὶ εὐπαράδεκτοι τῷ Θεῷ, ἴμεν τε
25οὕτως εἰς νέαν καὶ ἀπόλεκτον ζωήν; ΠΑΛΛ. Φημί. ΚΥΡ. Τοῦτό τοι καὶ αὐτὸς ἡμῖν ὁ Σωτὴρ διεσάφει, λέγων· «Διὰ τοῦτο εἶπον ὑμῖν, ὅτι πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός
30ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ θη‐ σαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.» Οἱ γὰρ τὸν νοῦν ἔχοντες ἐπιστήμονα τῶν διὰ Μωσέως τεθεσπισμένων, καὶ τῆς ἀρχαίας ἐκείνης καὶ ὡς ἐν τύποις ἐντολῆς ἐκμεμεστωμένον, εἶτα πρὸς ἐκείνῃ τὴν νέαν καὶ
35εὐαγγελικὴν καταπλουτήσαντες γνῶσιν, διττὴν, οἶμαί που, λοιπὸν αὐχοῦσι καὶ τὴν παίδευσιν. ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Ἀλλ’ οὐκ ἐν μόνοις ἄρτοις ἡμῖν ἡ τῶν εἰς καινότητα ζωῆς ἐσκευασμένων πληθὺς κατεγράφετο,
40προσεπιτάττει δὲ δεῖν ὁ νόμος ἑπτὰ προσάγειν ἀμ‐ νοὺς σὺν μόσχῳ τῷ ἑνὶ, καὶ κριοῖς δυσίν· ἑπομένης δὲ δηλονότι σπονδῆς τοῖς θύμασι, τουτέστιν, οἴνου καταχεομένου, καὶ ὡς ἐν τετάρτῳ τοῦ ἲν, ὅπερ ἐστὶ ξεστῶν ἓξ, γλώσσῃ τῇ καθ’ ἡμᾶς ἐκφωνούμενον.
45Οὐκοῦν τύπος ἂν εἶεν οἱ ἑπτὰ πάλιν ἀμνοὶ τῆς τῶν πιστευόντων ἀγέλης, νηπιαζούσης μὲν ἐν Χριστῷ. Νηπιότητος γὰρ σύμβολον, ὁ ἀμνός· πλὴν ὡς ἐν ἰσ‐ χύϊ καὶ ἀνδρίᾳ πνευματικῇ, προϊούσης εἰς τελειότητα καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος Χριστοῦ.

68

.

1100

(50)

ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ. Τοὺς ἀμνοὺς ὀνομάσας, εἶτα διὰ μέσου πα‐ ρενθεὶς τὸν μόσχον, ἐπιφέρει τοὺς κριούς. Τύπος δ’ ἂν εἶεν οἱ μὲν ἀμνοὶ, τῆς ἀγέλης· ἰσχύος δὲ καὶ ἀν‐ δρείας, ὁ μόσχος· τὸ γάρτοι ζῶον εὐσθενές· ἡλι‐
55κίας δὲ λοιπὸν τῆς ἐντελοῦς, οἱ κριοί. Οὐκοῦν οἱ
πιστεύοντες διὰ τοῦ κατανδρίζεσθαι φιλεῖν τῶν γεω‐1098

68

.

1101

δεστέρων, ἀναθρώσκουσιν εἰς τελειότητα, τὴν ὡς ἐν Χριστῷ νοουμένην. Τέλειοι γὰρ εἰς ἡλικίαν οἱ κριοὶ, τῆς νοητῆς τελειότητος τὸ μέτρον, ὡς ἔν γε σφίσιν αὐτοῖς εὖ μάλα κατασημαίνοντες. Δύο δὲ οἱ κριοὶ,
5διττὴ γάρ πως ἐν ἡμῖν ἡ ἐν Χριστῷ τελειότης, ἡ ὡς ἐν ἔργῳ τε καὶ γνώσει νοουμένη. «Ὃς γὰρ ἂν ποιή‐ σῃ καὶ διδάξῃ,» φησὶν, «οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» Οἶνος δὲ τοῖς ἱερείοις ἐπιχεῖται πάλιν· ἕψεται γὰρ πάντως τοῖς εἰς τελειό‐
10τητα τὴν ἐν Χριστῷ νοουμένην διᾴττειν ἐσπουδακόσι, τὸ κατευφραίνεσθαι δεῖν. «Οἶνος γὰρ,» φησὶν, «εὐ‐ φραίνει καρδίαν ἀνθρώπου.» Καὶ χίμαρος μὲν ὑπὲρ ἁμαρτίας ἐσφάζετο· προσεπάγονται δὲ καὶ ἀμνοὶ δύο μετὰ τῶν ἄρτων, εἰς θυσίαν σωτηρίου. Καὶ τί τὸ
15χρῆμα πάλιν; Ἀπέθανε γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ὁ Ἐμμανουὴλ, ὡς ἐν τῷ χιμάρῳ γραφόμενος, ἱερὰν δὲ ἡμῶν καὶ εὐπρόσδεκτον ἀποτελῶν τήν τε εἰς καινότητα ζωὴν καὶ τὴν εἰς νέον φύραμα μετα‐ βολὴν, καὶ τὴν μέχρι ψυχῆς καὶ σώματος ἀνάθεσίν
20τε καὶ καθιέρωσιν, ἣν ὑπομένειν εἰθίσμεθα, μονον‐ ουχὶ καὶ συναποθνήσκοντες τῷ δι’ ἡμᾶς ἐν νεκροῖς, ἵνα συζήσωμεν αὐτῷ. Τοιοῦτόν τι καὶ ὁ Παῦλος ἡμῖν ὁ σοφὸς ἐπιστέλλει λέγων· «Ἢ ἀγνοεῖτε, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον
25αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον αὐτοῦ· ἵνα ὥσπερ ἠγέρ‐ θη Χριστὸς διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.» Οὐκοῦν ἐσφάγη μὲν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν αὐτὸς, συντε‐
30θάμμεθα δὲ καὶ ἡμεῖς αὐτῷ, θάνατον ὑπομένοντες, οὐ σωματικὸν, ἀλλὰ νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ κόσμῳ μὲν ζῶντες οὐκέτι, Χριστῷ δὲ μᾶλ‐ λον, καὶ δι’ αὐτοῦ τῷ Πατρί. Ὅρα τοίνυν σφαζο‐ μένῳ τῷ χιμάρῳ συναποθνήσκοντας τοὺς ἀμνοὺς, καὶ
35συνθυμιωμένους τοὺς ἄρτους· δεκτὴ γὰρ ἡμῶν ἡ καθιέρωσις, καὶ εἰς ὀσμὴν εὐωδίας ἡ νέα τε καὶ εὐαγγελικὴ ζωὴ, συμπλαττομένη τρόπον τινὰ τοῖς παθήμασι τοῦ Χριστοῦ, καὶ τὴν αὐτοῦ μίμησιν ὑπο‐ τρέχουσα. «Εἰ γὰρ συμπάσχομεν, καὶ συμβασιλεύ‐
40σομεν· εἰ συναποθνήσκομεν, καὶ συζησόμεθα· καὶ εἰ κοινωνοὶ παθημάτων ἐσμὲν, μερισταὶ καὶ τῆς εὐ‐ κλείας ἐσόμεθα καὶ αὐτοί.» Σωτηρίου δὲ θυσία δια‐ κεκλήσθω, φησὶν, ἡ τοιάδε καλῶς. Σώζει γὰρ τοὺς ὑπὲρ ὦν τὴν σφαγὴν ὑπέμεινεν ὁ Χριστὸς, εἴπερ
45ἐξίστησιν ἁμαρτίας, καὶ θανάτου, καὶ φθορᾶς ἀμεί‐ νους ἀποτελεῖ τοὺς συντεθαμμένους αὐτῷ καὶ συν‐ αποθνήσκοντας, κατά γε τὸν ἤδη προειρημένον τρό‐ πον. ΠΑΛΛ. Ὡς βαθὺς ὁ λόγος, καὶ ἀμυδρὸν τοῦ νόμου

68

.

1101

(50)

τὸ χρῆμα! ΚΥΡ. Αἴνιγμα γὰρ, ὦ Παλλάδιε, καὶ οἱονεὶ λεπ‐ τῶν τε καὶ διεσμιλευμένων ἐννοιῶν, ἀσυμφανὲς ἀπο‐ σκίασμα. ΠΑΛΛ. Εὖ ἔφης.
55ΚΥΡ. Τρεῖς μὲν οὖν καιροὺς ὁ νόμος ἔφη, καθ’
οὓς ἂν ἡμᾶς ἑορτάζειν πρέποι. Τρεῖς γὰρ, φησὶ,1100

68

.

1104

καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι. Βούλει δὴ οὖν, ἐπὶ δυσὶν ἤδη γεγονότος ἡμῖν ἀποχρώντως τοῦ λό‐ γου, τίς ὁ τρίτος, καὶ ἐφ’ ὅτῳ περ ἂν τελοῖτο λέγω‐ μεν; Διεπύθου γάρ που τὴν ἐφ’ ἑκάστῳ πρόφασιν, ἡ
5μὲν γὰρ, ὅτι σέσωκε τὸν ὑπέρ γε τῆς ἁπάντων ἡμῶν σωτηρίας ἀνατλὰς θάνατον ὁ Χριστός· ἡ δὲ, ὅτι κα‐ ταλύσας τὴν φθορὰν, ἀνεβίω πάλιν, καὶ εἰς νέαν ἡμᾶς ἀνεκαίνισε ζωὴν, ἐπετελεῖτο χρησίμως. Καὶ τῆς μὲν πρώτης ὁ καιρὸς ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ,
10πρῶτός τε καὶ ἐν ἀρχαῖς· τῆς δὲ δευτέρας ὁ γείτων εὐθὺς καὶ παρεζευγμένος, καθ’ ὃν ἦν εἰκὸς, ἐπεί‐ γεσθαι μὲν τοῖς ἀστάχυσι τὸν ἀμητῆρα σίδηρον. συγκομίζεσθαι δὲ δεῖν τὰ ἕτερα τῶν σπερμάτων. Μυρία γὰρ ὅσα τῶν ἐν ἀγροῖς. Φέρε δὴ οὖν καὶ ἐπὶ
15τῷ τρίτῳ τῆς ἑορτῆς καιρῷ τὰ εἰκότα λέγωμεν, πο‐ λυπραγμονοῦντες εὖ μάλα τὸ ὅπως τε καὶ ἐπὶ τίσιν ἀποπεραίνεσθαι χρὴ καὶ τὴν ἐπὶ τῷδε γνῶσιν, τὸν νόμον ἐξαιτήσωμεν, καὶ ἐξ αὐτῶν ληψώμεθα τῶν ἱερῶν Γραμμάτων· ἴοι γὰρ ἂν οὕτω πρὸς τὸ ἀληθὲς
20ὁ λόγος. Εἰ οὐκ ὀρθῶς σοι τοῦτο φάναι τε δοκῶ καὶ διεσκέφθαι πάλιν; ΠΑΛΛ. Παντάπασι μὲν οὖν. ΚΥΡ. Γέγραπται τοίνυν ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς
25υἱοῖς Ἰσραὴλ λέγων· Τοῦ μηνὸς τοῦ ἑβδόμου, μιᾷ τοῦ μηνὸς, ἔσται ἡμῖν ἀνάπαυσις, μνημόσυνον αἰώ‐ νιον σαλπίγγων, κλητὴ ἁγία τῷ Κυρίῳ. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε, καὶ προσάξετε ὁλοκαυτώ‐ ματα τῷ Κυρίῳ.» Ἔοικε τοίνυν ἡμῖν ὁ ἕβδομος μὴν
30τὸν ἐπὶ συντελείᾳ τε καὶ ἐπ’ ἐσχάτοις ὑπαινίττε‐ σθαι καιρόν. Μηνὶ γὰρ ἑβδόμῳ πάντα τὰ ἐξ ἀγρῶν οὐκ εἰς τὴν ἅλω ποθὲν συγκομιστέον, ὦ τᾶν, ἀλλ’ ἐν αὐτοῖς ἤδη τοῖς ἑκάστου θησαυροῖς εἰσκλείεσθαι πρέποι. Καὶ παροίχεται μὲν ὁ τῆς εὐκαρπίας και‐
35ρὸς, ἀνίσχει δὲ ἤδη χειμῶνος ἀρχὴ, φθίνει τε φυτὰ, καὶ ἄνθη μαραίνεται. Φέρε δὴ οὖν ὡς ἐπί γε σφίσιν αὐτοῖς τὰ ἐκ τοῦ καιροῦ μεθιστάντες, λέγωμεν, ὅτι πρὸς τὸ τέλος ἤδη διέρποντος τοῦ αἰῶνος τούτου, καὶ ὥσπερ τινὸς ἐπηρτημένου, καὶ εἰσελαύνειν μέλλον‐
40τος, καθ’ ὃν ἀνάγκη κολάζεσθαι τοὺς φιλαμαρτή‐ μονας, σωρεύσει μὲν ἕκαστος τὸ ἐξ ἰδίων πόνων, εἴγε σωφρονοῖ, καὶ ἐν τοῖς ἄνω θησαυροῖς εἰσκομιεῖ. Μεμνήσεται δὲ λέγοντος τοῦ Χριστοῦ· «Μὴ θησαυ‐ ρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ
45βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ μᾶλλον ἐν τοῖς οὐρανοῖς.» Οὐκοῦν ἐπείπερ ἐγηγερμένου Χριστοῦ, τῆς συντε‐ λείας ἡμᾶς εἰς ἀνάμνησιν οἱ τῶν ἁγίων μυσταγωγῶν ἀποφέρουσι λόγοι, ἄνω γὰρ καὶ κάτω διακεκράγασιν,

68

.

1104

(50)

Ἐσχάτη ὥρα ἐστὶν, συγκομιζέσθω, φησὶν, ἐν θησαυ‐ ροῖς ἤδη τοῖς ἄνω τὰ παρ’ ἑκάστου, φησὶ, λοιπόν. Ἀλλ’ ἐν τῇ νεομηνίᾳ, φησὶ, τοῦ μηνὸς, καθ’ ὃν ἂν εἰσκλείετε τοὺς καρποὺς, ἔσται ὑμῖν ἀνάπαυσις, μνη‐ μόσυνον σαλπίγγων. Θησαυρίζει γὰρ ἕκαστος τὰ ἐξ
55ἰδίων ἱδρώτων ἀγαθὰ, καὶ τῆς εἰς αἰῶνα τρυφῆς τε καὶ ἀναπαύσεως προνοήσεται καὶ ἐπιμελήσεται, με‐
μνημένος ὅτι, καθά φησιν ὁ θεσπέσιος Παῦλος, «Αὐ‐1102

68

.

1105

τὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπὸ οὐρανοῦ.» «Σαλπίσει γὰρ, φησὶ, καὶ οἱ νεκροὶ ἐγερθήσονται, ἄφθαρτοι.» —«Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι
5δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομί‐ σηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν, εἴτε φαῦλον.» Μεμνήμεθα τοιγαροῦν τῆς ἱερᾶς ταυτησὶ καὶ φοβερωτάτης σάλπιγγος, ὅτε καὶ εὐσημοτάτη τῶν ἁγίων ἐστὶν ἑορτὴ κλητὴ ἁγία,
10κλῆρον ἤδη δεχομένων τῶν ἐν ἐλπίσι καὶ λαμπρῶν ἀνδραγαθημάτων πλουσίαν ἀντέκτισιν. Ἀναγκαῖον οὖν ἡμᾶς, ταῖς περὶ τούτων ἐννοίαις ἐπὶ τὸ λίαν ἐπιεικὲς ἀναθρώσκοντας, παντὸς καταλήγειν ἔργου, παντελῶς οὐδὲν ὠφελεῖν εἰδότος, μᾶλλον δὲ καὶ κα‐
15τασπιλοῦν εἰωθότος. Τοῦτο γὰρ οἶμαί ἐστιν ὃ καὶ σοφῶς ἡμῖν ἔφη Παῦλος· «Ὁ καιρὸς συνεσταλμένος ἐστὶ τὸ λοιπὸν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσι, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι.»
20ΠΑΛΛ. Ἔοικεν. ΚΥΡ. Εἶτα φησὶν, ὅτι «Τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, ἡμέρα ἐξιλασμοῦ, κλητὴ ἁγία ἔσται ὑμῖν. Καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, καὶ προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ. Πᾶν ἔργον οὐ
25ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἔστι γὰρ ἡμέρα ἐξιλασμοῦ αὕτη ὑμῖν, ἐξιλάσασθαι περὶ ὑμῶν ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν. Πᾶσα ψυχὴ, ἥτις μὴ ταπει‐ νωθήσεται ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἐξολοθρευθήσε‐ ται ἐκ τοῦ λαοῦ αὐτῆς. Καὶ πᾶσα ψυχὴ, ἥτις ποιήσει
30ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις κατοικίαις ὑμῶν. Σάββατα σαββάτων ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· ἀπὸ ἐνάτης
35τοῦ μηνὸς, ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιεῖτε τὰ Σάββατα ὑμῶν.» Ταπείνωσιν καὶ νηστείαν, καὶ ὁλο‐ καυτωμάτων προσαγωγὴν, καὶ μὴν καὶ ἔργου παντὸς κατάληξιν ποιεῖσθαι δεῖν ἔφη, τῶν μὲν σαρκικῶν ἐπιθυμιῶν τὴν νέκρωσιν διὰ νηστείας ὑποτυπῶν, διὰ
40δὲ τῶν ὁλοκαυτωμάτων τὴν εἰς ὀσμὴν εὐωδίας ἀνά‐ θεσιν, οὐ μεμερισμένως, ἀλλ’ εἰσάπαν καὶ ὁλοτελῶς. Διά τε τῆς ἀργίας, καὶ τοῦ χρῆναι παντελῶς τῶν ἔργων ἀποφοιτῶντας, ὅτι προσήκει τῶν ἐπιγείων οὐδὲν ἀποπεραίνειν ἔτι, κατασημαίνων ἀστείως. Ἢ
45γὰρ οὐκ οἰήσῃ δεῖν τοὺς εἰς κατάληξιν ἤδη καιρῶν διεληλακότας, καὶ τῆς ἱερᾶς τε καὶ ἐν ἐσχάτοις με‐ μνημένους σάλπιγγος, καὶ εἰς νοῦν ἔχοντας τὸν κριτὴν, ταύτῃτοι καὶ εἰς τοὺς ἄνω λοιπὸν ἐκκομίζοντας θη‐ σαυροὺς τῆς πνευματικῆς εὐκαρπίας τὸν πλοῦτον,

68

.

1105

(50)

κατανεκροῦν ἡδονὰς, καὶ σωματικῶν ἀμείνους ὁρᾶ‐ σθαι παθῶν, εὐωδιάζειν δὲ ἤδη Θεῷ τῆς ἐπιεικείας τοὺς τρόπους, ἰέναι τε ἤδη μακρὰν, καὶ ἀπονοσφίζε‐ σθαι φιλεῖν τῶν εἰς ματαιότητα σπουδασμάτων; Εἶεν δ’ ἂν, οἶμαι, ταυτὶ, τὰ ἐν τῷδε τῷ κόσμῳ, καὶ ὁ πονη‐
55ρὸς τοῦ βίου περισπασμός.
ΠΑΛΛ. Οἰήσομαι· πῶς γὰρ οὔ;1104

68

.

1108

ΚΥΡ. Τί δὲ, οἱ παθῶν ἀμείνους, καὶ νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πά‐ θος, ἐπιθυμίαν κακὴν, οὐκ εἰς ὀσμὴν εὐωδίας ἀνα‐ κείσονται τῷ Θεῷ, καὶ ἐν τάξει τῶν ὁλοκαυτωμάτων
5εἶεν ἂν, λύτρον ὥσπερ τι, καὶ ἐξιλασμὸν ὑπέρ γε τῶν ἰδίων ψυχῶν τὸ χρῆμα ποιούμενοι· ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Ἡμέραν τοίνυν ἐξιλασμοῦ τὴν τῆς ἀσιτίας ὁ νομοθέτης ὠνόμαζε, καὶ σφόδρα ὀρθῶς καὶ ἐννόμως,
10κατανεκρῶν μὲν τὴν σάρκα καὶ τὰ αὐτῆς, εὐωδιάζων δὲ δὴ τῆς ἀρετῆς τοὺς τρόπους. Ἔργου δὲ παντὸς μὴ καταλήγων κοσμικοῦ, πάντη τε καὶ πάντως ἐν ἐσχάτοις ἔσται κακοῖς, ὃ παρέδειξεν ἐναργῶς, ἐξολο‐ θρευθήσεσθαι λέγων ἐκ τοῦ λαοῦ αὐτοῦ τὸν μήτε νη‐
15στεύοντα, μήτε μὴν προσάγοντα τὴν ὁλοκαύτωσιν, καὶ τὸν ἐπὶ ταῖς ἀργίαις περιυβρίζοντα νόμον. Σάβ‐ βατα δὲ σαββάτων τὸν ἐπὶ τοῖσδε καιρὸν εἶναι λέγων, ἐφῆκε νοεῖν, ὡς ἔστι λοιπὸν ἀργιῶν ἀργία, τουτέστιν, ὁλοτελῶς καὶ ὡς ἐν ὁλοκλήρῳ μέτρῳ τῶν ἔργων ἀπό‐
20θεσις, δῆλον δὲ ὅτι τῶν εἰς φαυλότητά τε καὶ ἁμαρ‐ τίαν. Καταλήγοντος δὲ τοῦ αἰῶνος τούτου, καὶ μονον‐ ουχὶ καταγηράσκοντος τοῦ καιροῦ, μοίραν ὅλως ἐν ἡμῖν ποίαν ἂν ἔχοι λοιπὸν ἡ εἰς ματαιότητα σπουδὴ καὶ οὐχὶ δὴ μᾶλλον τὰ ἀμείνω φρονήσομεν, τὴν τῷ
25Θεῷ θυμηρεστάτην ἐπιτελοῦντες ἀργίαν, καὶ τῶν οἰκείων περισπασμῶν ἀποφοιτῶντες εἰσάπαν; ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Θεσμοθετεῖ δὲ δὴ πάλιν· «Καὶ ἐν ἡμέρᾳ, φησὶ, τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου
30τούτου, ὅταν συντελέσητε τὰ γεννήματα τῆς γῆς, ἑορτάσατε τῷ Κυρίῳ ἑπτὰ ἡμέρας. Τῇ ἡμέρᾳ τῇ πρώτῃ ἀνάπαυσις, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἀνάπαυσις, καὶ λήψεσθε τῇ ἡμέρᾳ τῇ πρώτῃ καρπὸν ξύλου ὡραῖον, καὶ κάλλυντρα φοινίκων, καὶ κλάδους ξύλου
35δασεῖς, καὶ ἰτέας, καὶ ἄγνου κλάδους ἐκ χειμάῤῥου, καὶ εὐφρανθήσεσθε ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν ἑπτὰ ἡμέρας τοῦ ἐνιαυτοῦ, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. Ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ἑορτάσετε αὐ‐ τήν.» Ἆρ’ αἰσθάνῃ τε λοιπὸν, ὅτι συναγηγερμένων
40εἰς ἀποθήκην τῶν ἐν ἀγροῖς, καὶ συνειλεγμένων εὖ μάλα τῶν ἑκάστου καρπῶν, ἀγχοῦ δὴ λίαν ἡ παναοί‐ διμος ἑορτὴ τῆς Σκηνοπηγίας, τὴν ἐν παραδείσῳ δίαιταν ὑποφαίνουσα· καὶ τῶν ἐν ἀρχαῖς εἰς μέθεξιν ἀνατιθεῖσα τὸν ἄνθρωπον. Φαμὲν γὰρ εἶναι Σκηνο‐
45πηγίαν, τὴν νοητὴν καὶ ἀληθεστέραν τῶν ἀνθρωπίνων σωμάτων τὴν σύμπηξιν, καὶ τὸ ἐκ τῆς διὰ μέσου φθορᾶς ἀναβιῶναι εἰς ἀφθαρσίαν. Ἀνάπαυσις δὲ ἡ πρώτη καὶ μέν τοι καὶ ἡ ὀγδόη· πρὸ γάρ τοι τῆς ἐν ἀρχαῖς παραβάσεως, οὔπω τῆς μοχθηροτάτης ἡμῖν

68

.

1108

(50)

ἐμβαλούσης ἁμαρτίας, καὶ τὸν δυσαχθῆ καὶ δυσδιακό‐ μιστον ἀληθῶς ἐπιτιθείσης ζυγὸν, ἀνειμένην τινὰ καὶ ἄφετον, καὶ δίχα πόνου παντὸς τὴν ἐν παραδείσῳ δίαιταν ἐποιούμεθα, καθάπερ ἐν ἀρχῇ καὶ ῥίζῃ τοῦ γένους ἐν Ἀδάμ. Ἐπιδημήσαντος δὲ τοῦ Χριστοῦ, καὶ
55τὸ διὰ μέσου εἰς πόνους, ἀνέδραμεν εἰς τὸ ἐν ἀρχαῖς
κατὰ τὴν ὀγδόην, τουτέστι, μετὰ τὸν ἐν νόμῳ σαββα‐1106

68

.

1109

τισμὸν, ἤτοι τοῦ νομικοῦ χρόνου τὸ πλήρωμα, καὶ τὸν δυσαχθῆ καὶ βέβηλον τῆς ἁμαρτίας ζυγὸν τῆς ἑαυτῶν ψυχῆς ἀπελάσαντες, μοχθηρίας ἁπάσης ἀπο‐ πεπαύμεθα, καλοῦντος ἡμᾶς διὰ πίστεως εἰς τοῦτο
5τοῦ Χριστοῦ, καὶ λέγοντος· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Οὐκοῦν ἀνάπαυσις μὲν, ἡ πρώτη τῆς ἑβδο‐ μάδος ἡμέρα, τὸν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου καιρὸν ὑποφαίνουσα. Ἀνάπαυσις δὲ ὁμοίως καὶ ἡ ὀγδόη
10καθ’ ἣν ἀνεβίω Χριστὸς, προσηλώσας τῷ ἰδίῳ σταυρῷ τὸ καθ’ ἡμῶν χειρόγραφον, καὶ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα ἡμᾶς θανάτου καὶ ἁμαρτιῶν ἐξελὼν, ποινῆς ἀπαλλάξῃ καὶ πόνων, καὶ τὴν ἐν ἀρχαῖς ἀνά‐ παυσιν δι’ αὐτοῦ κερδάνωμεν. Τῇ ἡμέρᾳ τῇ πρώτῃ,
15φησὶ, λήψονται καρπὸν ξύλου ὡραῖον, καὶ κάλλυντρα φοινίκων, καὶ τοὺς ἑτέρους τῶν κλάδων, δι’ οὗ παρ‐ έσται νοεῖν διακεκραγότος οἱονεὶ τοῦ πράγματος, ὅτι πάλιν ἡμῖν ἐν Χριστῷ τὰς ἐν παραδείσῳ τρυφὰς ἀπονέμει Θεὸς, καίτοι μεταξὺ διωλισθηκόσι διὰ τὴν
20ἐν ἀρχαῖς παράβασιν. Ἐξεώσμεθα μὲν γὰρ ἐν Ἀδὰμ, ἀλλ’ εἰσκεκομίσμεθα διὰ Χριστοῦ. Διεπύθου γάρ που λέγοντος τῷ συγκρεμαμένῳ λῃστῇ· «Ἀμὴν λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Δε‐ δυσώπηκε γὰρ ὁ Χριστὸς τὴν στρεφομένην ῥομφαίαν,
25καὶ ἀνεῖται λοιπὸν τοῖς πεπιστευκόσιν ἡ εἰσδρομὴ, πάντα εἰς τὸ ἐν ἀρχαῖς ἀναμορφοῦντος αὐτοῦ, καὶ ἀνασκευάζοντος εἰς τὸ ὅπερ ἦν πάλαι. Ἐκ φυτῶν δὲ τῶν ἀειθαλῶν οἱ κλάδοι, τὸ διηνεκὲς τῆς χάριτος, καὶ τὸ οἱονεί πως ἀμάραντον τῆς ἐλπίδος ἐφ’ ἑαυτοῖς ση‐
30μαίνοντες. «Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ,» κατὰ τὸ γεγραμμένον. Καὶ ἀκα‐ τάληκτος ἀληθῶς τῶν ἁγίων ἡ τέρψις. Ἐπιβοήσεται δὲ καὶ ὁ σοφὸς Ἡσαΐας, λέγων· «Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν, αἴνεσις καὶ εὐφροσύνη αἰώνιος
35καταλήψεται αὐτούς· ἀπέδρα λύπη, ὀδύνη, καὶ στε‐ ναγμός.» Παραπεφώνηται δέ πως τοῖς περὶ τῆς ἑορτῆς θεσπίσμασι, τὸ ἐκ χειμάῤῥου εὐφρανθῆναι δεῖν. Ἔφη γὰρ κατὰ τὴν ἐσχάτην τῆς ἑβδομάδος ἡμέ‐ ραν, ἤτοι κατὰ τὴν ὀγδόην, ἀρύσασθαι μὲν ἐκ χει‐
40μάῤῥου τὸ ὕδωρ, εὐφρανθῆναι δὲ οὕτως τοὺς πεπι‐ στευκότας, καὶ χείμαῤῥος δὲ νοητὸς καὶ οὐράνιος ὁ Χριστὸς, τοῖς ἄνωθεν νάμασι τὰς τῶν σεβομένων αὐτὸν κατάρδων ψυχάς. Τοιγάρτοι καὶ ἔφασκε διὰ φωνῆς προφητῶν, «Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς, ὡς πο‐
45ταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων, δόξαν ἐθνῶν.» Ἀνακεκράγει δέ που καὶ ὁ θεσπέσιος ἡμῖν Δαβὶδ, πρὸς τὸν τῶν ὅλων Θεὸν καὶ Πατέρα· «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεὸς, οἱ δὲ υἱοὶ τῶν ἀνθρώ‐ πων ἐν σκέπῃ τῶν πτερύγων σοῦ ἐλπιοῦσιν. Μεθυ‐

68

.

1109

(50)

σθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤ‐ ῥουν τρυφῆς σου ποτιεῖς αὐτούς.» Πρέποι γὰρ ἂν καὶ μάλα εἰκότως τοὺς τοῦ παραδείσου πολίτας, τὸ χρῆναι πλουσίως μεταλαχεῖν τοῦ Χριστοῦ, καὶ ἀμφι‐ λαφέσι τοῦ Πνεύματος κατευφραίνεσθαι χορηγίαις.
55ΠΑΛΛ. Πρέποι γὰρ ἂν, καὶ ὀρθῶς γε φής. ΚΥΡ. Ἄθρει δὲ ὅπως ἐν τοῖς Ἱεροσολύμοις ἐπ‐
ετελεῖτο μόνοις ἡ ἑορτὴ, καὶ ἦν πᾶσά πως ἀνάγκη1108

68

.

1112

τοὺς ἀπὸ πάσης τῆς Ἰουδαίας ἐν αὐτῇ συναγείρε‐ σθαι. Γένοιτο δ’ ἂν καὶ τοῦτο σημεῖον, τοῦ δεῖν ἅπαν‐ τας τοὺς οἵπερ ἂν εἶεν τὸν εὐκλεᾶ καὶ εὐδόκιμον δια‐ ζήσαντες βίον, εἰς τὴν ἄνω συλλέγεσθαι πόλιν, τὴν
5ἐπουράνιον Ἱερουσαλὴμ, ἐκεῖ καὶ συνεσομένους καὶ συνεορτάσοντας τῷ Χριστῷ· τοῖς δὲ ἀπίστοις ἔτι, καὶ τὴν τῆς ἀναστάσεως χάριν οὐ προσιεμένοις, ἠθετη‐ κόσι δὲ μᾶλλον τὸ οὕτω σεπτὸν καὶ βαθὺ μυστήριον, ὄλεθρος μὲν ἡ δίκη, τότε ἐν παντὶ γενέσθαι κακῷ
10πάντη τε καὶ πάντως, ἀποκείσεται. Κατοιχήσονται γὰρ εἰς κόλασιν. Καὶ μάρτυς ἂν γένοιτο τοῦ τοιοῦδε πιστὸς ὁ προφήτης Ζαχαρίας, λέγων· «Καὶ ἔσται ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱε‐ ρουσαλὴμ τοῦ προσκυνῆσαι τῷ Βασιλεῖ Κυρίῳ παν‐
15τοκράτορι καὶ οὗτοι ἐκείνοις προστεθήσονται. Ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ, μηδὲ ἐξέλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτοις ἔσται ἡ πτῶσις, ἣν ἂν πατάξῃ Κύριος πάντα τὰ ἔθνη, ὃς ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς Σκηνοπηγίας.» Σκηνοπηγίας οὖν ἄρα τρι‐
20πόθητον ἑορτὴν καταλογιούμεθά που, τὴν τῶν σω‐ μάτων ἁπάντων ἀνάστασιν, ἀπαρχὴν ἐχόντων Χρι‐ στόν· πρωτότοκος γὰρ ἐκ νεκρῶν κεχρημάτικε, καὶ ἔστιν ἀληθῶς. ΠΑΛΛ. Ὀρθότατα διανοῇ.
25ΚΥΡ. Πλὴν ἐκεῖνο ἴσθι τοι. ΠΑΛΛ. Τὸ ποῖον τί φής; ΚΥΡ. Ἐν μὲν γὰρ τοῖς ἀρτίως ἡμῖν παρενηνεγ‐ μένοις τοῦ νόμου λογίοις, ὠνόμασται μὲν ἐνδελεχισμοῦ θυσία, καὶ μέν τοι καὶ νουμηνία, καὶ τὰ ἐν Σαββά‐
30τοις ἱερὰ καὶ μὲν καὶ ἡ νηστεία, καὶ προσέτι τῆς Σκηνοπηγίας ἡ πολύευκτος ἑορτή. Προσετίθει δὲ πανταχῆ καὶ ἐφ’ ἑκάστῳ τῶν εἰρημένων ὁ νόμος, τὸ «Προσοίσετε ὁλοκαυτώματα τῷ Κυρίῳ.» Καὶ τίνες δ’ ἂν γένοιντο πρὸς ἡμῶν τῶν θυσιῶν οἱ τρόποι, οἵ
35τε τῇ νεομηνίᾳ πρέποντες, καὶ μὴν καὶ Σαββάτοις νηστεία δὲ αὖ καὶ οἱ κατ’ αὐτὴν ἐσόμενοι τὴν Σκηνο‐ πηγίαν ἢ ὅ τί ποτέ ἐστι τὸ εἰς θυσίαν ἐνδελεχὲς, σε‐ σίγηκε μὲν ὁ νομοθετῶν ἐν τῷ Λευιτικῷ, κατευρύνει δὲ ὥσπερ τὸν ἐπὶ τοῖσδε λόγον, καὶ σὺν πολλῇ λίαν
40ἰσχνομυθίᾳ συντέθεικεν ἐν τοῖς Ἀριθμοῖς· βούλει λέγωμεν ἀνὰ μέρος ἕκαστα διαλαβόντες, ὡς ἔνι; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Γέγραπται τοίνυν ὡδί· «Καὶ ἐλάλησε Κύ‐ ριος πρὸς Μωσῆν, λέγων· Ἔντειλαι τοῖς υἱοῖς Ἰσ‐
45ραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, λέγων· Τὰ δῶρά μου, δόματά μου, καρπωματά μου εἰς ὀσμὴν εὐωδίας δια‐ τηρήσετε προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου. Καὶ ἐρεῖς πρὸς αὐτούς· Ταῦτα τὰ καρπώματα ὅσα προσ‐ άξετε Κυρίῳ, ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν

68

.

1112

(50)

ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχῶς. Τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωΐ, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν, καὶ ποιήσεις τὸ δέκατον τοῦ οἰφὶ σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ἴν. Ὁλοκαύτωμα ἐνδελεχι‐
55σμοῦ, ἡ γενομένη θυσία ἐν τῷ ὄρει Σινᾶ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Καὶ σπονδὴν αὐτῷ τὸ τέταρτον τοῦ
ἲν τῷ ἀμνῷ τῶν ἑνὶ, ἐν τῷ ἁγίῳ [al. ἀγγείῳ] σπεί‐1110

68

.

1113

σεις σπονδὴν σίκερα Κυρίῳ. Καὶ τὸν ἀμνὸν τὸν δεύ‐ τερον ποιήσεις πρὸς ἑσπέραν, κατὰ τὴν θυσίαν αὐ‐ τοῦ, καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσεις εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ.» Συνίης οὖν ὅπως τῶν θυσιῶν
5τὴν ἀναφορὰν ταῖς ἑορταῖς ὅτι μάλιστα πρέπειν ὁ θεῖος ἡμῖν ἐν τούτοις διισχυρίζεται νόμος· Χρῆναι γὰρ οἶμαι πάντη τε καὶ πάντως εὐωδιάζειν ἡμᾶς ἐν αὐταῖς τῷ Θεῷ τῆς ἐν Χριστῷ πολιτείας τοὺς τρόπους, οἱονεί πως ἐν τάξει ποιουμένους θυμιαμάτων, καὶ
10εὔοσμον ὁλοκαύτωμα προσκομίζοντας αὐτοὺς τῷ Θεῷ κατ’ ἐκεῖνο, οἶμαί που, τὸ μάλα ὀρθῶς εἰρημένον· «Παραστήσατε οὖν τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» Τὴν δέ γε τοῦ ἐνδελεχισμοῦ θυσίαν ἀποπε‐
15ραίνεσθαι δεῖν εὖ μάλα φησὶν, ἑνὸς μὲν ἀμνοῦ σφαζο‐ μένου τὸ πρωῒ, ἑτέρου δὲ αὖ πρὸς ἑσπέραν, συνθυ‐ μιωμένης αὐτοῖς σεμιδάλεως, ἐλαίου τε καὶ οἴνου προσεπενηνεγμένων· ἐν παντὶ γὰρ καιρῷ καὶ ἀκα‐ ταλήκτως καὶ ἀπαρχῆς μέχρι τέλους ἐν τῇ ἁγίᾳ
20σκηνῇ, τουτέστιν, ἐν Ἐκκλησίᾳ, διὰ πάσης ἀρετῆς εὐωδιάζομεν ἐν Χριστῷ. Τὸ γὰρ πρωΐ τε καὶ πρὸς ἑσπέραν καπνίζεσθαι τοὺς ἀμνοὺς, ὑποτύπωσις ἂν εἴη πάλιν, τοῦ δι’ ἡμᾶς τε καὶ ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας ἀναθρώσκοντος τῷ Πατρὶ, συνανακομίζοντος
25δὲ ὥσπερ αὐτῷ καὶ τὴν τῶν εἰς αὐτὸν πιστευσάντων ζωὴν, τὸ ἱλαρὸν ἔχουσαν ὡς ἐν ἐλπίδι βεβαίας δόξης τε καὶ βασιλείας. Καὶ πρός γε δὴ τούτῳ, τὸ κατευ‐ φραίνεσθαι δεῖν, ταῖς εἰς αἰῶνα τρυφαῖς· σημεῖον δ’ ἂν γένοιτο τῆς τοιᾶσδε ζωῆς, σεμίδαλις ἐλαιόδευτος,
30καὶ οἰνοβραχής. Θυσία δὴ οὖν σωτηρίου τὸ χρῆμα, καθὰ καὶ ἡ τετελεσμένη διὰ Μωσέως ἐν τῷ ὄρει Σινᾶ. Γέγραπται δὲ ἐν τῇ Ἐξόδῳ, ὅτε τοὺς ἐφ’ ἅπασι τοῖς πρακτέοις διωρίσατο νόμους τοῦ πάντων κρατοῦντος Θεοῦ· «Ὀρθρίσας,» φησὶν, «ὁ Μωσῆς τὸ πρωῒ ᾠκοδό‐
35μησε θυσιαστήριον ἐπὶ τὸ ὄρος, καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· καὶ ἐξαπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα καὶ θυσίαν σωτηρίου τῷ Θεῷ, μοσχά‐ ρια.» Ἀδιαφορήσει δὲ, οἶμαι, τῆς θυσίας ὁ λόγος, εἴτ’
40οὖν ἀμνοὶ τὰ ἱερουργούμενα, κἂν εἴτε μοσχάρια λέγοιντο τυχόν· σώζεται γὰρ ἐν ἀμφοῖν τῆς ἀκακίας ὁ τύπος, ὃ δὴ μάλιστα περιθείη τις ἂν τῷ προσώπῳ Χριστοῦ, διὰ φωνῆς Ἱερεμίου λέγοντος· «Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον, ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων.»
45Εἰ δὲ δή τις ἕλοιτο καὶ καθ’ ἕτερον τρόπον, πρωϊνήν τε καὶ ἑσπερινὴν θυσίαν ἐπινενοῆσθαι λέγειν ἐν τῇ ἁγίᾳ σκηνῇ διά τοι τὸν τῆς ἀνθρωπότητος χρόνον, εἶναι μὲν εὐώδη, πρὸ τῆς παραβάσεως τῆς ἐν Ἀδὰμ, τοιουτονὶ δὲ γενέσθαι πάλιν τὸν ἐν ἐσχάτοις καὶ ἐν Χριστῷ,

68

.

1113

(50)

καὶ ἐν τῇ κατ’ αὐτὸν νοουμένῃ ζωῇ, φέροιτο οὐκ ἂν ἀπὸ σκοποῦ, καὶ λογιεῖται σοφῶς· ἔχει γὰρ ὧδε τὸ χρῆμα τῇ φύσει. ΠΑΛΛ. Πείθομαι. ΚΥΡ. Τὰς δὲ ἐν τῷ Σαββάτῳ θυσίας ὁρίζεται λέ‐
55γων εὐθύς· «Καὶ τῇ ἡμέρᾳ τῶν Σαββάτων προσ‐ άξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους, καὶ δύο δέκατα
σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ1112

68

.

1116

σπονδήν. Ὁλοκαυτώματα Σαββάτων ἐν τοῖς Σαββά‐ τοις, ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς, καὶ τὴν σπονδὴν αὐτῆς.» Οὐχ ἕτερος δὲ τῆς θυσίας ὁ τρόπος, παρὰ τὸν ἀρτίως ἡμῖν εἰρημένον. Εἰσὶ δὲ οὗτοι κατ’
5ἴχνος ὡς παραλλάττειν οὐδέν. Ἄθρει γε μὴν ἐκεῖνο, ὦ τᾶν· ἡ μὲν γὰρ τοῦ ἐνδελεχισμοῦ θυσία διηνεκῆ τὴν ἱερουργίαν ἔχει καὶ ἐν ἡμέρᾳ πάσῃ τελεῖται κατὰ τὸν νόμον. Ἡ δέ γε τῶν Σαββάτων, οὐ κατὰ πᾶσαν ἡμέραν, ἀλλ’ ἐν αὐτοῖς τοῖς Σαββάτοις. Ἵνα
10τοίνυν μὴ ἀποχρώντως ἔχειν οἰόμενοι τὴν ἀνὰ πᾶσαν ἡμέραν τοῦ ἐνδελεχισμοῦ θυσίαν, ῥᾴθυμοί πως εἶεν περὶ τὸ προσάγειν τὰ ἐν Σαββάτοις, προστέθεικεν ἀναγκαίως· «Τοῦτό ἐστιν ὁλοκαύτωμα Σαββάτων ἐν τοῖς Σαββάτοις ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς,
15καὶ τὴν σπονδὴν αὐτῆς.» ΠΑΛΛ. Ἄραρεν οὖν ὅτι πρὸς τῇ θυσίᾳ τοῦ ἐνδε‐ λεχισμοῦ, καὶ ἡ τῶν Σαββάτων ἱερουργεῖται κατὰ νόμον; ΚΥΡ. Ἄραρεν· οὐ γὰρ ἐνδοιάσαι θέμις. Σαββατί‐
20ζοντες γὰρ καὶ ἡμεῖς ἐν Χριστῷ, καὶ εἰς τὴν αὐτοῦ κατάπαυσιν εἰσελάσαντες, οἱονεί πως ἐν διπλῷ τὰ τῆς πνευματικῆς εὐωδίας ἀνοίσομεν τῷ Θεῷ, εἴπερ ἐστὶν ἀτρεκὲς, ὡς εὐῶδες μὲν ἦν τοῖς ἀρχαιοτέροις, τῆς ἐν νόμῳ δικαιοσύνης τὸ καύχημα. Πνευματικὸς γὰρ ὁ
25νόμος, καὶ «Ἡ ἐντολὴ ἁγία, καὶ δικαία καὶ ἀγαθὴ,» κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· ἐν ὑπεροχῇ γε μὴν ἡ ἐν Χριστῷ πολιτεία, καὶ ὁ ἐν πνεύματι σαββατισμὸς, τῆς ἐν νόμῳ δικαιοσύνης ἀμείνων εἰς εὐοσμίαν.
30ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Προσεπάγει δὲ τούτοις· «Καὶ ἐν ταῖς νεο‐ μηνίαις προσάξετε ὁλοκαύτωμα τῷ Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, καὶ κριὸν ἕνα· ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώ‐ μους· τρία δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ
35τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα σεμιδάλεως ἀναπε‐ ποιημένης ἐν ἐλαίῳ τῷ κριῷ τῷ ἑνί· δέκατον δέκατον σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ ἀμνῷ τῷ ἑνὶ, θυσίαν ὀσμὴν εὐωδίας κάρπωμα Κυρίῳ· ἡ σπονδὴ αὐτῶν τὸ ἥμισυ τοῦ ἲν ἔσται τῷ μόσχῳ τῷ
40ἑνὶ, καὶ τρίτον τοῦ ἳν’ ἔσται τῷ κριῷ τῷ ἑνὶ, καὶ τὸ τέταρτον τοῦ ἲν ἔσται τῷ ἀμνῷ τῷ ἑνὶ οἴνου· τοῦτο τὸ ὁλοκαύτωμα μῆνα ἐκ μηνὸς εἰς τοὺς μῆνας τοῦ ἐνιαυτοῦ· καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας Κυρίῳ· ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς ποιη‐
45θήσεται καὶ ἡ σπονδὴ αὐτοῦ.» Διηνεκὴς θυσία καὶ ἀκατάληκτος, ὡς ἂν ἑκάστῳ μηνὶ, πρὸς τῇ καθ’ ἡμέραν, ἥτις ἐστὶν ἐνδελεχισμοῦ, καὶ ἡ ἐν ταῖς νου‐ μηνίαις. Λόγος δὲ οὐχ ἁπλοῦς ὁ ἐπ’ αὐταῖς ἔσται πά‐ λιν. Καθαρὸν γὰρ λίαν τὸ αἴνιγμα. Νουμηνία τοίνυν

68

.

1116

(50)

ἡ νοητὴ καὶ ἀληθεστέρα νοοῖτ’ ἂν εἰκότως, αἰὼν ὁ νέος ἐν Χριστῷ, παρῳχηκότος τοῦ πρώτου τοῦ κατὰ νόμον. Εἴη δ’ ἂν καὶ ἑτέρως εἰς τύπον ἡμῖν ἡ νουμη‐ νία, καὶ τοῦ μετὰ τόνδε μέλλοντος αἰῶνος. καὶ ὅσον οὐδέπω παρεσομένου, πλὴν ἀρχὴν ἔχοντος τὴν ἀνά‐
55στασιν τοῦ Χριστοῦ, δι’ ἧς εἰς καινότητα μετακεχω‐ ρήκαμεν, ὡς ἐν ἀῤῥαβῶνι τῆς χάριτος τὸ Πνεῦμα
πλουτήσαντες, καὶ ἀσφαλῆ τὴν ἐλπίδα τῆς εἰς1114

68

.

1117

ἀφθαρσίαν ζωῆς, ἐν μακαριότητι καὶ ἁγιασμῷ μετα‐ στοιχειούμενοι πρὸς τὸ ἐν ἀρχαῖς, καὶ ἀνόπιν ὥσπερ ἰόντες, αἰῶνι τῷ μέλλοντι συμμορφούμενοι. Τίς οὖν ἡ πρέπουσα ταῖς νουμηνίαις θυσία, τοῦτ’ ἔστι, τῇ ἐν
5Χριστῷ τε καὶ νοητῇ, καὶ μὴν καὶ ζωῇ τῇ κατ’ αἰῶνα τὸν μέλλοντα; Τὸ ἀποθνήσκειν Θεῷ, καὶ ζῇν μὲν οὐκέτι ταῖς ἁμαρτίαις ἐνεχομένους, πολιτείας δὲ τῆς γεωδεστέρας ἀποφοιτῶντες εἰσάπαν, ἵνα Χριστῷ συ‐ ζήσωμεν. Οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἡγιασμέ‐
10νοις ἐν Πνεύματι, καὶ ἐν Χριστῷ δεδικαιωμένοις, καὶ τὰς τοῦ μέλλοντος αἰῶνος δυνάμεις ἐκπεπαιδευ‐ μένοις ἐπιστέλλει λέγων· «Εἰ ἀπεθάνετε ἐν Χριστῷ, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζετε;» Καὶ πάλιν· «Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν
15τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Ὅρα τοίνυν ὡς ἐν διαφόρῳ ποσότητι πνευ‐ ματικῆς εὐεξίας ἀποθνήσκοντας ἱερῶς τῷ Θεῷ τοὺς εὐδοκιμεῖν εἰωθότας, καὶ τὰ τῆς ἐπιεικείας εὐθὺς
20ἀποκερδαίνοντας γέρα. Μόσχοι γὰρ δὴ καταθύονται δύο, καὶ εἷς ἐπ’ αὐτοῖς κριὸς, καὶ ἑπτὰ ἀμνοὶ, μῶμον οὐκ ἔχοντες. Καὶ διὰ τούτων ἡμῖν ἁπάντων ἡ τῶν ἁγίων πληθὺς καταγράφεται, ὡς ἐν ἀρετῇ μὲν τῇ ὑπερτάτῃ διαπρέπουσα, διά γε τῶν μόσχων, ἐνυφιζάνουσα δὲ
25ὥσπερ καὶ ἐν δευτέροις, ὡς ἐν τῷ κριῷ, ἐν δέ γε τῇ μείονι καὶ χθαμαλωτέρᾳ πάλιν ἐν τοῖς ἀμνοῖς. Δύο γε μὴν οἱ μόσχοι· δύο γὰρ οἱ λαοί· καὶ εἷς διὰ μέσου κριὸς, διὰ τὴν εἰς ἑνότητα τοῖν δυοῖν ἕνωσιν ἐν Χριστῷ. Ἑπτὸ δὲ πάλιν ἀμνοί· ἐν πληρώματι γὰρ τῷ τε‐
30λειοτάτῳ τῶν ἁγίων ὁ δῆμος. Δύο δὲ ὄντες, καὶ εἷς καθ’ ἕνωσιν τὴν πνευματικὴν, πληθὺς ἡ τελειοτάτη νοοῖτ’ ἂν εἰκότως. Πλατεῖα γὰρ σφόδρα, καὶ ἐν ἁπλό‐ τητι τῇ ἐν Χριστῷ, καὶ ἐν νηπιότητι τῇ κατ’ αὐτὸν ἡ τῶν πιστευόντων ἀγέλη. Ἄθρει δὲ ὅπως τρία μὲν
35δέκατα σεμιδάλεως τῷ μόσχῳ τῷ ἑνὶ, τὸ ἀφόρισμα, Καὶ ἐν ἡμίσει τοῦ ἲν, τοῦτ’ ἔστι, ξέστων ἓξ, ἔλαιόν τε καὶ οἶνος. Τῷ δέ γε κριῷ, δύο μὲν δέκατα σεμι‐ δάλεως, ἐν δὲ τρίτῳ τοῦ ἲν, τὰ ἐπιχεόμενα. Ἑκάστῳ γε μὴν τῶν ἀμνῶν, ἓν μὲν δέκατον σεμιδάλεως ἡ
40θυσία, καὶ ἐν τετάρτῳ τοῦ ἲν ἡ σπονδὴ, τοῦτ’ ἔστιν, ἔλαιόν τε καὶ οἶνος. Ἰσοστάθμως γὰρ τοῖς ἑκάστου πόνοις, καὶ μὴν καὶ δυνάμεσι ταῖς κατ’ ἀρετὴν, τὸ τῆς ζωῆς μέτρον τῆς ὡς ἐν εὐκλείᾳ καὶ μακαριότητί φημι, καὶ μὴν καὶ ἑνότητι παρὰ Θεοῦ, καὶ πνευμα‐
45τικῆς εὐφρασίας, ἀπονεμηθήσεται παρὰ τοῦ τὰ δίκαια κρίνοντος· ἢ γὰρ οὐχὶ ζωῆς μὲν τύπον, ἀποπληροῦν τὴν σεμίδαλιν πλειστάκις εἰρήκαμεν, πιότητος δὲ τὸ ἔλαιον, εὐφρασίας δὲ τῆς νοητῆς, τὸν οἶνον; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Χίμαρος δὲ πάλιν προσεπάγεται ταῖς θυ‐

68

.

1117

(50)

σίαις, ὑπὲρ ἁμαρτιῶν σφαζόμενος, εἰς τύπον Χρι‐ στοῦ. Δεκτὴ γὰρ ἡμῶν ἡ θυσία καὶ ἁνδάνουσα τῷ Θεῷ, διὰ τὸ πάθος τοῦ Χριστοῦ τὸ σωτήριον. Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ αὐτὸς εἴρηκεν ὁ Σωτὴρ τοῖς ἁγίοις ἀποστόλοις· «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν
55οὐδέν.» Οὐκοῦν ἀναγκαίως ταῖς ἡμῶν εὐωδίαις, ἡ Χριστοῦ προσεπάγεται, ἑαυτὴν τρόπον τινὰ συνανα‐
κιρνῶσα ταῖς παρ’ ἡμῶν, καὶ συναναίρουσα τῷ Πα‐1116

68

.

1120

τρί. Δεκτοὶ γὰρ οὐχ ἑτέρως ἐσμὲν, πλὴν ὅτι διὰ μό‐ νου Χριστοῦ. ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Καὶ ταυτὶ μὲν ἡμῖν ὡς ἔν γε τοῖς Σάββασι
5καὶ νεομηνίαις τὰ ἱερουργούμενα· «Ἐν δέ γε μηνὶ τῷ ἑβδόμῳ,» φησὶ, «μιᾷ τοῦ μηνὸς, ἐπίκλητος ἁγία ἔσται ὑμῖν. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. Ἡμέ‐ ρα σημασίας ἔσται ὑμῖν. Καὶ ποιήσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, μόσχον ἕνα ἐκ βοῶν, καὶ
10κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους.» Καὶ τρία μὲν δέκατα σεμιδάλεως ἐπὶ τῷ μόσχῳ, δύο δὲ αὖ ἐπὶ τῷ κριῷ, καὶ ἓν ἐφ’ ἑκάστῳ τῶν ἀμνῶν, ἀναλόγως ἑπομένων καὶ τῶν ἐπιχεομένων, ἐλαίου τέ φημι καὶ οἴνου. Ἐν ἡμίσει γὰρ δὴ τοῦ παρ’ Ἑβραίοις ἲν,
15καὶ ἐν τρίτῳ τε καὶ ἐν τετάρτῳ ταυτί. Τίς δ’ ἂν νοοῖτο τῆς ἑορτῆς ἡ δύναμις, ὑπέφηνεν εἰπών· «Ἡμέρα σημασίας ἔσται ὑμῖν.» Σημαίνει γὰρ ἡμῖν τὴν ἐσχάτην σάλπιγγα, τὴν διὰ τῆς ἀγγέλου φωνῆς, ὑφ’ ᾗ δὴ πάντες ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερ‐
20θήσονται οἱ ἐν τοῖς μνημείοις, καθάπερ ἤδη προεί‐ πομεν. Προστέταχε δὲ καὶ ἐν τῇ δεκάτῃ τοῦ αὐτοῦ μηνὸς, καθ’ ἢν ἡ νηστεία, τῶν σαρκικῶν ἐπιθυμιῶν, τὴν νέκρωσιν, καὶ τὴν ἐκ τῶν ἐπιγείων παθῶν ἀπο‐ φοίτησιν ἐφ’ ἑαυτῇ καταγράφουσα, τὴν αὐτὴν θυσίαν
25ἀποπεραίνεσθαι δεῖν κατὰ τὸν ἴσον τῇ πρώτῃ τρόπον, καὶ ὅπως ἂν ἔχοι τῶν δρωμένων ἡ δύναμις κατά γε τὸν πρέποντα ταῖς θεωρίαις λόγον, διαρκῶς εἰρήκα‐ μεν. ΠΑΛΛ. Μεμνήσομαι.
30ΚΥΡ. Θεσμοθετεῖ δὲ αὖ καὶ τίνες ἂν γένοιντο πρὸς ἡμῶν θυσίαι τῇ Σκηνοπηγίᾳ πρέπουσαι, καὶ φησί· «Καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τοῦ ἐπικληθέντος ἁγία ἔσται ὑμῖν. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. Καὶ ἑορτάσετε αὐτὴν
35ἑορτὴν Κυρίῳ ἑπτὰ ἡμέρας, καὶ προσάξετε ὁλοκαυ‐ τώματα κάρπωμα τῷ Κυρίῳ εἰς ὀσμὴν εὐωδίας, τῇ ἡμέρᾳ τῇ πρώτῃ μόσχους ἐκ βοῶν τρεῖς καὶ δέκα, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους δεκατέσσαρας Ἄμω‐ μοι ἔσονται. Αἱ θυσίαι αὐτῶν σεμίδαλις ἀναπεποιη‐
40μένη ἐν ἐλαίῳ. Τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, ἐπὶ τοῖς τρισκαίδεκα μόσχοις, καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνὶ, ἐπὶ τοὺς δύο κριούς. Δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ, ἐπὶ τοὺς τέσσαρας καὶ δέκα ἀμνοὺς, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, πλὴν τῆς
45ὁλοκαυτώσεως τῆς διαπαντὸς, αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.» Εἶτα καθ’ ἡμέραν ἑνὸς ὑπεξαιρο‐ μένου μόσχου, τὰ τῆς θυσίας ἐν ἴσῳ τρόπῳ τε καὶ μέτρῳ. Δύο γὰρ οἱ κριοὶ, καὶ ἀμνοὶ δεκατέσσαρες, καὶ χίμαρος εἷς. Καὶ γοῦν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ μόσχοι

68

.

1120

(50)

προσεκομίζοντο δύο καὶ δέκα· ἕνδεκα δὲ τῇ τρίτῃ, τῇ δὲ τετάρτῃ δέκα· καὶ ἐννέα τῇ πέμπτῃ, ὀκτὼ τῇ ἕκτῃ, καὶ ἑπτὰ κατὰ τὴν ἑβδόμην. Συνίης οὖν ὅτι καθ’ ἑκάστην, ἡμέραν ὁ τῶν μόσχων ἀριθμὸς ἐν ὑφέσει μόνος, ἐν ἴσῳ γε μὴν ὅ τε τῶν κριῶν, καὶ μὲν καὶ ὁ τῶν ἀμνῶν τὰ τῆς σεμιδάλεως, καὶ τῶν ἐκχεομένων.
55ΠΑΛΛ. Καὶ τί τὸ χρῆμα, ὦ τᾶν; ἀνθ’ ὅτου δὲ δὴ
μόσχοι μὲν ἐν ἀρχαῖς τρισκαίδεκα, ἐν ὑφέσει δὲ1118

68

.

1121

καθ’ ἡμέραν ἑνὸς ὑποκλεπτομένου. Κριοὶ δὲ δὴ πάλιν δύο καὶ ἀμνοὶ δεκατέσσαρες, χιμάρου τοῖς θύμασιν ἐπενηνεγμένου. ΚΥΡ. Δυσκάτοπτος μὲν, ὦ Παλλάδιε, τῶν τεθε‐
5σπισμένων ὁ νοῦς, καὶ ἀμυδρὸν τῇ φύσει τὸ χρῆμά ἐστι. Πειράσομαι δὲ ὡς ἔνι, τό γε εἰς νοῦν ἧκον εἰπεῖν. Μεθαρμόσεις δὲ ὅ τι πρὸς τὸ ἄμεινον αὐτὸς, εἰ μὴ κατ’ εὐθὺ διᾴττοιμι τοῦ σκοποῦ. ΠΑΛΛ. Διακείσομαι.
10ΚΥΡ. Ἔοικε τοίνυν τὸ θεῖον ἡμῖν χρησμῴδημα τήν τε τῶν ἐξ Ἰσραὴλ ἐν νόμῳ παιδαγωγίαν, καὶ τῶν διὰ πίστεως εἰσκεκομισμένων εἰς ἁγιασμὸν ἀνατυ‐ ποῦν τὴν κλῆσιν. Δηλοῖ δὲ, οἶμαί που, τῆς θυσίας τὸ αἴνιγμα, ὅτι δύο μὲν ἤστην καιροὶ καθ’ οὓς ἂν
15νοοῖντο πεπαιδαγωγῆσθαι πρὸς θεογνωσίαν καὶ εἰς νομικὴν πολιτείαν, αἱ τῶν Ἰουδαίων ἀγέλαι. Τίνες δ’ ἂν εἶεν οἱ τοιοίδε καιροὶ, ἢ ἐκεῖνοί που πάντως καθ’ ὃν ἦν ἔτι που Μωσῆς, Ἰησοῦς τε καὶ κριταὶ, καὶ καθ’ ὃν οἱ προφῆται μέχρις Ἰωάννου τοῦ Βαπτιστοῦ,
20τοῦ καὶ περισσότερον ἔχοντος κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ἀποστολῆς δηλονότι καὶ λειτουργίας προφη‐ τικῆς. Ἀλλ’ ἐν καιροῖς τοῖς δυσὶν ὑπεμφαίνει τὸ Γράμμα τὸ ἱερὸν γεγενῆσθαί τινας βίου μὲν τρίβον ἰόντας τὴν ἐπαινουμένην ἐν νόμῳ, πλὴν οὐκ ἐν ἴσῳ
25μέτρῳ, καὶ εἰσάπαν ἐμφερεστάτην, δυνάμει τε καὶ εὐεξίᾳ πνευματικῇ. Οἱ μὲν γὰρ ἦσαν τῆς ἀνωτάτω τυχὸν, ἧς ἂν τύπος ὁ μόσχος. Ἕτεροι δὲ αὖ, τῆς ὡς ἐν μεσότητι νοουμένης. Σημεῖον δ’ ἂν γένοιτό που καὶ τοῦδε, κριός. Καὶ τρίτοι πρὸς τούτοις, τῆς ἐπὶ
30βραχὺ μειονεκτουμένης καὶ ἐνυφιζάνοντι μέτρῳ, καθάπερ ἀμέλει παρέσται νοεῖν ὡς ἐν μεγέθει σωματι‐ κῷ τοῖς ἀμνοῖς. Ἢ γὰρ, οὐχὶ μείων μὲν μόσχου κριὸς, ὑποκάθηται δὲ τοῦ κριοῦ μέγεθος, ὁ ἀμνός; ΠΑΛΛ. Φημὶ, πῶς γὰρ οὔ;
35ΚΥΡ. Οὐκοῦν τῆς ἑκάστου ποσότητος, δῆλον δὲ ὅτι τῆς ἐν ἐπιεικείᾳ, τύπος ἂν εἴη καὶ μάλα σαφὴς, τὰ ὠνομασμένα τῶν ζώων. Ἐπειδὴ δὲ τὸ προὖχον ἀεὶ καὶ ἀπόλεκτον, μεῖόν πως ἐν ἀριθμῷ, τοῦ δευτέ‐ ρου δὲ καὶ τρίτου, σπάνιον γὰρ, ταύτῃτοι τρισκαί‐
40δεκα μόσχοι, δέκα δὲ οἱ κριοὶ, καὶ δεκατέσσαρες οἱ ἀμνοί. Ἐπειδὴ δὲ δύο τοὺς κριοὺς εἶναί φαμεν, ἐν διπλῷ τῶν θυμάτων ὁ ἀριθμός. Ἀντὶ γὰρ ἀμνῶν ἑπτὰ, δεκατέσσαρες οἱ μόσχοι, δύο γε μὴν, οἱ κριοί· ἢ οὐκ εἰκὸς σεπτούς τε καὶ ἱεροὺς γενέσθαι πολλοὺς,
45καὶ κατά γε τὴν ἐν νόμῳ δικαιοσύνην αὐχοῦντας τὸ ἄμεμπτον; καθάπερ ἀμέλει περί τε Ζαχαρίου καὶ τῆς Ἐλιζάβετ ὁ θεῖος ἡμῖν γέγραφεν εὐαγγελιστὴς, ὅτι «Ἦσαν δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι

68

.

1121

(50)

τοῦ Κυρίου, ἄμεμπτοι.» ΠΑΛΛ. Φημί· καὶ γάρ που Θεὸς τὴν τῶν Ἰου‐ δαίων μητέρα κατῃτιᾶτο λέγων· «Πῶς ἐγένου πόρνη, πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ;»
55ΚΥΡ. Ἦν οὖν ἄρα δικαιοσύνη κατὰ νόμον, καθ’
ἢν καὶ εἰκὸς γενέσθαι δοκιμωτάτους ἐν ὑπακοῇ Θεοῦ,1120

68

.

1124

καὶ οὐχὶ δὴ πάντως τελειοῦντος εἰς ἁγιασμὸν τοῦ νό‐ μου. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Οὐκοῦν τὴν τοῦ Ἰσραὴλ κλῆσιν ὑποσημαί‐
5νοντες, ὡς ἐν ὑπερτάτοις τε καὶ μέσοις, καὶ τοῖς ἔτι μείοσι, μόσχοι τε καὶ κριοὶ, καὶ μὴν καὶ ἀμνοὶ κατ‐ εθύοντο τῷ Θεῷ, καὶ ἐν ἐλάττοσιν ἀεὶ τῶν μόσχων ὁ ἀριθμὸς, ὡς ἐκλειπόντων ἀεὶ τῶν ἐξειλεγμένων καὶ τῶν ἐν ὑπεροχαῖς, καὶ δοκιμωτάτων, τὴν σπάνιν
10νοσοῦντος ἀεὶ τοῦ καιροῦ, καὶ μέχρι τῆς ἑβδόμης, τοῦτ’ ἔστι, τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, καθ’ ὂν ὁ σαββατισμὸς ἐν πνεύματι, καὶ κατάληξις ἔρ‐ γων τῶν εἰς ἁμαρτίαν ἀνέφυ λοιπόν. Δεδικαιώμεθα γὰρ ἐν Χριστῷ, καταῤῥέοντος ἤδη πρὸς τέλος τοῦ
15παρόντος αἰῶνος. Σημεῖον δ’ ἂν γένοιτο καὶ τοῦδε πά‐ λιν, τῆς ὅλης ἡμῖν ἑβδομάδος ὡς ἐν ἐσχάτοις τὸ Σάβ‐ βατον κείμενον. Ταύτῃτοι σοφῶς ἵστησι μὲν ὁ νόμος φησὶ μέχρι τοῦ Σαββάτου τῶν ἀρχαίων θυμάτων τὴν προσκομιδὴν, τοῦτ’ ἔστι, τὴν ἐν νόμῳ κλῆσιν, καὶ
20τὴν κατ’ αὐτὸν ἱερουργίαν, ἀντεισφέρει δὲ ὥσπερ τὴν ἐν Χριστῷ λέγων· «Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξ‐ όδιον ἔσται ὑμῖν. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ, καὶ προσάξετε ὁλοκαύτωμα κάρπωμα εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ μόσχον ἕνα, κριὸν ἕνα,
25ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους. Αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τῷ μόσχῳ καὶ τῷ κριῷ καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύγκρι‐ σιν αὐτῶν, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρ‐ τίας· πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός. Αἱ
30θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν· ταῦτα ποιήσετε Κυρίῳ ἐν ταῖς ἑορταῖς ὑμῶν, πλὴν τῶν εὐχῶν ὑμῶν, καὶ τὰ ἑκούσια ὑμῶν, καὶ τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰς θυσίας ὑμῶν, καὶ τὰς σπονδὰς ὑμῶν, καὶ τὰ σωτήρια ὑμῶν.» Ἀκούεις τοῦ νόμου λέγοντος ἐναρ‐
35γῶς· «Ἐξόδιόν ἐστιν;» Ἐκβέβηκε γὰρ ἡ ὡς ἐν σκιαῖς λατρεία, καὶ ἡ ἐν τύπῳ παίδευσις, κατὰ τὴν ὀγδόην, καθ’ ἢν ἀνεβίω Χριστὸς, καὶ τῆς ἐν πνεύματι περι‐ τομῆς εἰσπέπαικεν ὁ καιρός. Ἐξεκλείσθη μὲν γὰρ ἡ ἀρχαία τῶν κεκλημένων πληθὺς, ἔγκλημα νοσοῦσα
40τὴν ἀπιστίαν, ἀντανέφυ δὲ ὥσπερ λαὸς ὁ νέος, καὶ διαπρέπων μὲν ἰσχύϊ πνευματικῇ, τοῦτο γὰρ ὁ μό‐ σχος, εὐδοκιμῶν δὲ τελείως, ὡς ἐν ἡλικίας πληρώ‐ ματι, τοῦτο γὰρ ὁ κριὸς, τῆς δὲ ἐν Χριστῷ νηπιότη‐ τος καὶ ἀκακίας τὸ ἐξαίρετον κάλλος, τοῦτο γὰρ
45ὁ ἀμνὸς, εἰ καὶ ἐν πληθύϊ νοοῖτο τῇ τελειοτάτῃ. Τὸ γὰρ εἶναι λέγειν ἑπτὰ τοὺς ἀμνοὺς, τοῦτό που πάν‐ τως ὑποδηλοῖ. Ἕπεται γὰρ καὶ ὁ χίμαρος. Ἐν Χρι‐ στῷ γὰρ εὐδοκιμεῖ διὰ πίστεως, εἰς ὀσμὴν εὐωδίας ἀναβαίνων τῷ Θεῷ, καθὰ πολλάκις εἰρήκαμεν.

68

.

1124

(50)

ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Ὅτι δὲ σαββατιοῦμεν ἐν Χριστῷ, κατα‐ λύοντες εἰς ἀνάπαυσιν, διά γε τοῦ δεῖν σπουδασμά‐ των ἡμᾶς καταλῆξαι κοσμικῶν καὶ γεωδεστέρας φροντίδος οὐκ ἀνεχομένους ἔτι, κατατρυφῶντας δὲ
55μᾶλλον τοῦ Κυρίου, καθὰ γέγραπται, καὶ κλῆρον
ἔχοντας παρ’ αὐτῷ τὸν ἐξαίρετον, σαφηνιεῖ λέγων ἐν1122

68

.

1125

τῷ Λευϊτικῷ πρὸς τὸν ἱεροφάντην Μωσέα· «Λάλη‐ σον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐὰν εἰσέλθητε εἰς τὴν γῆν, ἢν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀνα‐ παύσητε τὴν γῆν, ἢν ἐγὼ δίδωμι ὑμῖν, Σάββατα τῷ
5Κυρίῳ· ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου, καὶ ἓξ ἔτη τε‐ μεῖς τὴν ἄμπελόν σου, καὶ συνάξεις τὸν καρπὸν αὐ‐ τῆς, τῷ δὲ ἔτει τῷ ἑβδόμῳ Σάββατα. Ἀνάπαυσις ἔσται τῇ γῇ ὑμῶν, Σάββατα τῷ Κυρίῳ. Τὸν ἀγρόν σου οὐ σπερεῖς, καὶ τὴν ἄμπελόν σου οὐ τεμεῖς, καὶ
10τὰ αὐτόματα ἀναβαίνοντα τοῦ ἀγροῦ σου οὐκ ἐκθε‐ ρίσεις, καὶ τὴν σταφυλὴν τοῦ ἁγιάσματός σου οὐκ ἐκτρυγήσεις, ἐνιαυτὸς ἀναπαύσεως ἔσται τῇ γῇ, καὶ ἔσται τὰ Σάββατα τῆς γῆς βρώματά σοι, καὶ τῷ παι‐ δί σου, καὶ τῇ παιδίσκῃ σου, καὶ τῷ μισθωτῷ σου,
15καὶ τῷ παροίκῳ τῷ προσκειμένῳ πρὸς σέ· καὶ τοῖς κτήνεσί σου, καὶ τοῖς θηρίοις τοῖς ἐν τῇ γῇ σου ἔσται πᾶν τὸ γέννημα αὐτοῦ εἰς βρῶσιν. Καὶ ἐξαριθμήσεις σεαυτῷ ἑπτὰ ἀναπαύσεις ἐτῶν, ἑπτὰ ἔτη ἑπτάκις· καὶ ἔσονταί σοι ἑπτὰ ἑβδομάδες ἐτῶν, ἐννέα καὶ τεσ‐
20σαράκοντα ἔτη. Καὶ διαγγελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν, ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ τῇ δεκάτῃ τοῦ μηνός. Τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ διαγγελεῖτε σάλ‐ πιγγι ἐν πάσῃ τῇ γῇ ὑμῶν. Καὶ ἁγιάσετε τὸ ἔτος, τὸν πεντηκοστὸν ἐνιαυτὸν, καὶ διαβοήσετε ἄφεσιν ἐπὶ
25τῆς γῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν. Ἐνιαυτὸς ἀφέ‐ σεως σημασία αὕτη ἔσται ὑμῖν, καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν πατριὰν αὐτοῦ ἀπελεύσεται.» Συνίης οὖν ὅπως ἀροῦν τε καὶ σπείρειν, καὶ ἀμπελώνων εἶναι μελε‐
30δωνοὺς ἐφίησι μὲν ὁ νόμος, πρὸ τῆς ἑβδόμης; Ἀνεῖ‐ σθαί γε μὴν τῆς ἐπὶ τούτοις φροντίδος προστέταχε κατὰ τὴν ἑβδόμην. Ἀνιέμεθα γὰρ σαββατίζοντες ἐν Χριστῷ καὶ τῶν ἐπιγείων ἀποστήσαντες τὴν φροντίδα, καὶ ἀποφοιτῶντες εἰσάπαν τῶν εἰκαίων περισπασμῶν.
35«Ἑπτὰ ἑβδομάδας ἐτῶν,» τοῦτ’ ἔστιν, αἰῶνας τῶν αἰώνων, ἐφ’ ἑτοίμοις τε καὶ προκειμένοις διατελέσομεν ἀγαθοῖς, δῆλον δὲ ὅτι τοῖς παρὰ Θεοῦ καὶ πνευματικοῖς ἐντρυφῶντές τε καὶ ἑορτάζοντες. Καιρὸς γὰρ ἀφέσεως ἔσται πᾶσιν ἡμῖν τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην, ὁ
40ἐν ἐσχάτοις, ὅτε καὶ ἕκαστος εἰς τὴν ἑαυτοῦ δραμεῖται κτῆσιν, τοῦτ’ ἔστιν, εἰς τὸν αὐτῷ πρέποντα κλῆρον, καὶ ἐκνεμηθέντα παρὰ Θεοῦ. Διαφορὰ γὰρ ὥσπερ ἐστὶ τῆς τῶν ἁγίων ζωῆς, οὕτω καὶ γερῶν, ἀναλό‐ γως τοῖς ἑκάστου κατορθώμασιν ἐπιμετροῦντος Θεοῦ
45τὴν ἀντέκτισιν. Διαμέμνηται δὲ καὶ τῆς τὰ τοιάδε διαγγελλούσης σάλπιγγος. Καιρὸς γὰρ ἡμῖν σαββα‐ τισμοῦ, ὡς ἐν Χριστῷ δηλονότι, καὶ μὴν καὶ ἀφέσεώς τε καὶ κληροδοσίας, ἡ διὰ σάλπιγγός τε καὶ ἀγγέλου φωνῆς ἐσομένη κατὰ καιροὺς ἐκ νεκρῶν ἀναβίωσις,

68

.

1125

(50)

ἐν ᾗ καὶ ἡ λαμπρὰ τῶν ἁγίων πληθὺς, ἀκούσεται λέγον‐ τος τοῦ Χριστοῦ· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασι‐ λείαν ἀπὸ καταβολῆς κόσμου,» ἧς καὶ ἡμᾶς γένοιτο τυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ
55Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.1124