TLG 4090 095 :: CYRILLUS :: Fragmenta in Acta apostolorum et in epistulas catholicas CYRILLUS Theol. Fragmenta in Acta apostolorum et in epistulas catholicas Citation: Volume — page — (line) | ||
74.757(1t) | S. CYRILLI | |
2t | FRAGMENTA IN ACTA APOSTOLORUM | |
---|---|---|
1 | Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Κυρίλλου. Οὐ γὰρ περιεργάζεσθαι χρῆναι τὰ λίαν | |
5 | ἀπόῤῥητα καὶ ἐν Θεῷ κεκρυμμένα, καὶ διὰ τούτων ἐδίδασκεν· ἰέναι δὲ μᾶλλον ἐθέλειν καὶ σφόδρα νεα‐ νικῶς ἐπὶ τὸ σφίσι λυσιτελές· καὶ πληροῦν ἐθέλειν τῆς ἀποστολῆς τὴν διακονίαν ἀνατεθεικότας Θεῷ τῶν ὅλων τὴν γνῶσιν. | |
10 | Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός. Κυρίλλου. Οἱ μὲν ταῖς γλώσσαις ἐλάλουν, καίτοι πρὶν οὐκ εἰδότες αὐτάς· οἱ δὲ συνῆσαν διερ‐ μηνεύοντες, καίτοι πάλαι τὸ οὖς οὐκ ἐν τριβῇ τε καὶ | |
15 | ἐν ἔθει τῶν τοιούτων ἐχόντων τινῶν. Δεδόσθαι γε μὴν ὁ θεσπέσιος Παῦλος τοῖς τότε τὴν χάριν διϊσχυρίζε‐ ται τὸ γλώσσαις λαλεῖν, οὐχ ὡς μοῖρα χαρίσματος, ἀλλ’ ὡς ἐν τάξει σημείου τοῖς πιστοῖς, καὶ δὴ καὶ προτρεπτικὸν παρετίθει λόγιον οὕτως ἔχον· «Ὅτι | |
20 | ἐν ἑτερογλώσσοις καὶ ἑτεροχείλεσι λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ οὕτως πιστεύσουσιν.» Ἔνειμε δια‐ φόρως τὸ Πνεῦμα τὴν τῶν χαρισμάτων διανομήν. Ἵνα ὥσπερ, φησὶ, τὸ παχὺ δὴ τοῦτο καὶ ἀπὸ γῆς σῶμα συνέστηκεν ἐκ μορίων, οὕτω καὶ ὁ Χριστὸς, | |
25 | ἤτοι τὸ σῶμα αὐτοῦ, τουτέστιν ἡ Ἐκκλησία, διὰ πολλῆς ἁγίων πληθύος εἰς ἑνότητα τὴν νοητὴν, τε‐ λειοτάτην ἔχει τὴν σύστασιν. Καὶ μετ’ ὀλίγα· Ὅτε τοίνυν ἔμελλον οἱ τῆς ὑφ’ ἡλίῳ μυσταγωγοὶ, γλώσσῃ τε ἁπάσῃ καὶ ἔθνει παντὶ προσλαλεῖν τὸ εὐ‐ | |
30 | αγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, σημεῖον ἐδίδου τὰς γλώσσας αὐτοῖς. Ἄνδρες ὄντες Γαλιλαῖοι καὶ τεθραμμένοι κατὰ τὴν Ἰουδαίαν, Ἑβραῖοί τε καὶ ἐξ Ἑβραίων, Μήδοις τε καὶ Πάρθοις, καὶ μέν‐ τοι καὶ Ἐλαμίταις, καὶ τοῖς ἐκ μέσης οἰκούσης πο‐ | |
35 | ταμῶν, Καππαδόκαις τε καὶ Αἰγυπτίοις, ταῖς αὐτῶν | |
προσελάλουν γλώσσαις· καὶ διεπεραίνετο μὲν τὸ | 757 | |
74.760 | χρῆμα αὐτοῖς τῇ τοῦ Πνεύματος ἐνεργείᾳ καὶ χάριτι. Γέγραπται γὰρ, ὡς «Ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς,» καὶ τὰ ἑξῆς. Ἀλλὰ τρόπος μὲν οἰκονομίας τὸ δρώμενον ἦν· συνίσταν δὲ οὐ πάν‐ | |
5 | τες. Ἐπειδὴ δὲ ἅπαξ ταῖς ἑτέρων γλώσσαις ἐλά‐ λουν, ἐπίδειξιν ὥσπερ τινὰ τὴν διὰ τοῦ Πνεύματος ποιούμενοι χάριν, καὶ φιλοκομπίας ἀφορμὴν δεχόμε‐ νοι τὸ σημεῖον, ῥᾴθυμοι μὲν ἦσαν τὸ δεῖν τοῖς ὄχλοις τὰ ἐκ τῶν ἁγίων προφητῶν διαλέγεσθαι, καὶ τοῖς εὐαγγελικοῖς συναγορεύειν δόγμασιν· ὡς ἄνωθέν τε | |
10 | καὶ ἐκ πολλοῦ προκεκηρυγμένου· ἀποσεμνυνόμενοι δὲ ὡς ἐπὶ μόνῳ τῷ δύνασθαι γλώσσαις λαλεῖν, τούτου τε καὶ μόνου μεταποιεῖσθαι δεῖν ᾤοντο· καὶ τὸ πρᾶγμα ἦν ἐν σπουδαῖς ταῖς προὐργιαιτάταις. Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ση‐ μεῖα ἐπὶ τῆς γῆς κάτω. Τοῦ ἁγίου Κυρίλλου. Τὰ ἐπὶ τῷ σταυρῷ τοῦ | |
15 | Χριστοῦ γενησόμενα προδιδάσκει σαφῶς, καὶ τὰ δι’ αὐτὸν τοῖς Ἰουδαίοις συμβαίνοντα διὰ τοῦ Ῥωμαίων πολέμου· τὴν δὲ Χριστοῦ ἡμέραν «τὴν μεγάλην καὶ ἐπιφανῆ,» τὴν τῆς ἀναστάσεώς φησιν. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ | |
20 | σελήνη εἰς αἷμα. Κυρίλλου. Ἐπὶ ταῖς τῶν Ἰουδαίων δυσσεβείαις, ταῖς εἰς Χριστὸν δηλονότι γεγενημέναις, καὶ αὐτὴ τῶν στοιχείων δεδυσφόρηκεν ἡ φύσις, κατωλοφύρατο δὲ ὥσπερ ἡ κτίσις, ὑβρισμένον ὁρῶσα τὸν ἑαυτῆς Δε‐ | |
25 | σπότην. Καὶ ὁ μὲν θεῖος ναὸς μονονουχὶ καὶ ἀσχάλ‐ λων τοῖς πενθοῦσιν ἐν ἴσῳ, περιεῤῥήγνυτο· γέγραπται γὰρ ὅτι τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνω‐ θεν ἕως κάτω. Ἥλιος δὲ τὸ οἰκεῖον ἀνάπτων σέλας, καὶ τὴν ἀκτῖνα συνενεγκὼν, οὐκ ἠξίου φαίνειν ἕτι τοῖς | |
30 | ἐπὶ τῆς γῆς· ἐποίει γὰρ σκότος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης. Ἐσχίζοντο δὲ καὶ αἱ πέτραι· τάχα δέ που καὶ περὶ τὸν τῆς σελήνης κύκλον ἐπράττετό τι τῶν ἀσυνήθων, ὡς δοκεῖν εἰς αἷμα μεταπεποιῆσθαι καὶ αὐτήν. Σεσίγηται μὲν οὖν τὸ τοιόνδε παρὰ τοῖς | |
35 | ἁγίοις εὐαγγελισταῖς· ἀξιόχρεώς γε μὴν ἡ πίστις ἐκ προφητείας. ὅτι τοῖς τοῦ Δημιουργοῦ νεύμασιν οὐκ ἐν ἡλίῳ μόνῳ τὰ σημεῖα γέγονεν, ἀλλ’ οἷον ὅλη πρὸς τὸ ἀκαλλὲς καὶ ἀσύνηθες αὐτῇ μετακεχώρηκεν ἡ κτίσις, σαφὲς ἂν γένοιτο διὰ φωνῆς λέγοντος Ἡσαΐου· «Καὶ | |
40 | ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ.» Οὐρανὸν δὲ ὅταν λέγῃ, πάντα που πάντως φησὶν τὰ ἐν οὐρανῷ· καὶ οἷον σάκκῳ τῷ σκοτεινῷ καταμφιέσαι φησὶ, πενθοῦντά τε καὶ κατηλγηκότα· καὶ αὐτῷ δὴ τούτῳ διακεκραγότα τῷ | |
45 | σχήματι. Σημεῖα μὲν οὖν ἤτοι τέρατα τὰ ἐν οὐρανῷ ταυτὶ φαίην ἄν. Τὰ δέ γε εἰς γῆν «αἷμά τε καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ,» καταδηλώσειεν ἂν, οἶμαί που, τὰς τῶν Ἰουδαίων συμφορὰς, ἃς ὁ παγχάλεπος αὐτοῖς ἐπεσώρευσε πόλεμος, ὁ διὰ τῆς Ῥωμαίων χειρός. | |
74.760(50) | Αἵματι μὲν γὰρ ἡ πᾶσα μὲν αὐτοῖς κατεῤῥαίνετο χώρα· ἔμελλε δὲ ὅμου ταῖς πόλεσι καταπίμπρασθαι καὶ αὐτὸς ὁ διαβόητος νεώς· οἶκοί τε καπνίζεσθαι κατασεσεισμένοι. Ὅτι δὲ καὶ πρὸ τῆς ἡμέρας τῆς μεγάλης καὶ ἐπιφανοῦς, καθ’ ἣν ἅπασι τὸ θεῖον προ‐ | |
55 | κείσεται βῆμα Χριστοῦ διδόντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τὰ τοιάδε τοῖς Ἰουδαίοις συμβήσεται, διαμεμήνυκεν εἰπών· «Πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν | |
μεγάλην καὶ ἐπιφανῆ.» | 759 | |
74.761 | Ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι. Κυρίλλου. Τριήμερος γὰρ ἀνεβίω, καθότι οὐκ ἦν δυνατὸν ζωὴν ὅντα κατὰ φύσιν αὐτὸν τοῖς τοῦ θανά‐ | |
5 | του κρατεῖσθαι δεσμοῖς. Καὶ πάλιν· Οὐ γάρ τι θέμις εἰπεῖν φθορᾷ μὲν δύνασθαι κρατεῖσθαί ποτε τὴν ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα, κάτοχον δὲ αὐταῖς ᾅδου πύλαις τὴν θείαν γενέσθαι ψυχήν· οὐκ ἐγκατ‐ ελείφθη γὰρ εἰς ᾅδου, καθὰ καὶ ὁ θεσπέσιος ἔφη | |
10 | Πέτρος. Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθο‐ ράν. Κυρίλλου. Ἀνεβίω γὰρ σκυλεύσας τὸν ᾅδην, | |
15 | «καὶ τοῖς ἐν δεσμοῖς εἰπών· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε.» Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς. Κυρίλλου Ἀλεξανδρείας. Ἐκεῖνο διδάσκων ὅτι τὸ τῆς ἀνθρωπότητος ἔχων πρόσωπον ὁ καθ’ ἡμᾶς | |
20 | γεγονὼς, τοὺς ἡμῖν μᾶλλον καὶ οὐκ αὐτῷ πρέποντας, καθὸ νοεῖται Θεὸς, ἀνίησι λόγους, ὡς ἐφ’ ἑαυτῷ καὶ πρώτῳ καλῶν· ἐφ’ ἡμᾶς τὴν τῶν οὐρανίων μέθεξιν ἀγαθῶν. Ὡς γὰρ ἑαυτῷ δεδόσθαι φησὶ, τῇ τοῦ ἀν‐ θρώπου φύσει προσνέμει· ἐπεί πως τῇ τοῦ ἀνθρώ‐ | |
25 | που πτωχείᾳ πεπλουτήκαμεν. Ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὖτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιῆς. Κυρίλλου. Ὅτι δὲ ὁ Πατὴρ ἐκ νεκρῶν ἀναστῆσαι λέγεται τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἐνεργου‐ | |
30 | μένου δηλονότι περὶ τὴν σάρκα αὐτοῦ τοῦ πράγμα‐ τος, οὐκ ἂν ἐνδοιάσειέ τις· αὐτός τε ὑπάρχων ἡ ζωοποιός τε καὶ ἐνεργὴς δύναμις τοῦ Πατρὸς, τὸν ἴδιον ἐζωοποίει ναὸν, κατὰ τὸ, «Λύσατε τὸν ναὸν τοῦ‐ τον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Ἦν ἄρα | |
35 | τὸ ζωοποιούμενον οὐκ ἀλλότριον, οὔτε μὴν ἑνὸς τῶν καθ’ ἡμᾶς ἀνθρώπων, ἀλλ’ ἴδιον αὐτοῦ τοῦ Λόγου σῶμα. Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου. Κυρίλλου Ἀλεξανδρείας. Ἑτοιμάζεσθαι κελεύει | |
40 | πρὸς τὸ εὐήνιον, καὶ μονονουχὶ κατακλίνοντας τὸ ὠτίον συνιέναι λεπτῶς τῶν θείων λόγων τὴν δύνα‐ μιν. Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, κ. τ. λ. | |
45 | Κυρίλλου. Ἄθρει δὴ οὖν ὅτι τοῖς ὁλοσχερῶς τε καὶ ὁλοτρόπως ἀκολουθοῦσι Θεῷ, καὶ τῆς εἰς αὐτὸν ἐλ‐ πίδος πεποιημένοις δεύτερα τὰ σαρκὸς καὶ φιληδο‐ νίαν κοσμικὴν, ἕψεται πάντως τοῖς τοιούτοις τὸ εὐ‐ λογίας τῆς ἄνωθεν πλουσίως μεταλαχεῖν. | |
74.761(50) | Καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ. Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος. | |
Τοῦ ἁγίου Κυρίλλου. Τοιγάρτοι καὶ ἔφασκεν ὁ | 761 | |
74.764 | Χριστός· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Αὐτῶν γὰρ αἱ ἐπαγγε‐ λίαι· αὐτῶν οἱ πατέρες. Τοῦ αὐτοῦ. Ἦ γὰρ οὐχὶ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον | |
5 | ἐν τοῖς καθ’ ἡμᾶς γεγονότα, τουτέστιν ἄνθρωπον μο‐ νονουχὶ ἐκβεβηκέναι δώσωμεν· ἔξω τε γενέσθαι τῆς θεοπρεποῦς εὐκλείας ἐροῦμεν, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι πλούσιος ὢν ἐπτώχευσε, καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν. | |
10 | Ὁ δὲ ἀδικῶν τὸν πλησίον, ἀπώσατο αὐτὸν εἰ‐ πών· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμῶν; Μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; Κυρίλλου. Ἀλεξανδρείας. Ἐνεκαλεῖτο μὲν ὁ | |
15 | θεσπέσιος Μωϋσῆς ὡς ἀνελὼν τὸν Αἰγύπτιον, καίτοι θλίβοντα καὶ ἐγκείμενον. Καταχωννύων δὲ ὥσπερ εἰς ἄβυσσον ὁ Χριστὸς τὰ πονηρὰ δαιμόνια, καὶ τῆς καθ’ ἡμῶν τυραννίδος καὶ οὐχ ἑκόντα μεθιστὰς, διὰ τού‐ των ἐχόντων ἐκπέμπειν αὐτὰ, καίτοι δέον ἐπὶ τούτῳ | |
20 | θαυμάζεσθαι, ἔφασκον· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν Βεελζεβοὺλ, ἄρχοντα τῶν δαιμό‐ νων.» Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. | |
25 | Κυρίλλου. Ἄθρει τοῦ νόμου τὸ ἀδρανές· ἐμφα‐ νίζει μὲν γὰρ ἑαυτὸν ὁ τῶν ὅλων Θεὸς, ἀλλ’ ἐμφανῆ καθιστάντος ἀποστρέφει τὸ πρόσωπον ὁ Μωϋσῆς. Σημεῖον δ’ ἂν γένοιτο καὶ τοῦτο ἡμῖν ἐναργὲς, τοῦ μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ τὴν θεοπρεπῆ τοῦ | |
30 | Υἱοῦ καταθρῆσαι δόξαν, ἑαυτὸν ἐμφανίζοντος καὶ μονονουχὶ προσάγοντος ἐπίγνωσιν. Εἶπε δὲ αὐτῷ ὁ Κύριος· Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου. Κυρίλλου. Νεκρότητός τε καὶ φθορᾶς τὸ χρῆμα | |
35 | σημεῖον· εἴπερ ἐστὶ πᾶν ὑπόδημα ζώου λείψανον τεθνεῶτος ἤδη καὶ κατεφθαρμένου. Ἀπρόσιτος οὖν ὁ Χριστὸς τοῖς ἐν νόμῳ καὶ παιδαγωγικῇ λατρείᾳ. Προσαπονίζεσθαι γὰρ ἀνάγκη τὸν μολυσμὸν, καὶ τὸν ἐκ τῆς ἁμαρτίας προαποτρίβεσθαι ῥύπον. | |
40 | Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος. Κυρίλλου. Ἐπειδὴ δὲ τὴν Μωαβιτῶν κακίαν πε‐ πληρώκατε τῆς γείτονος Δαμασκοῦ, ταύτῃ τοι οἰχή‐ σεσθαι Δαμασκοῦ ἐπέκεινα, τουτέστιν εἰς Βαβυλῶνα. Καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ. | |
45 | Κυρίλλου. «Οὐδεμιᾶς γὰρ, φησὶ, ἀναπαύλης μεθ‐ έξω, πρὶν ἂν μάθοιμι τὸν τοῦ Κυρίου τόπον καὶ τὸ σκήνωμα (τουτέστι τὴν σκήνωσιν) τοῦ Θεοῦ Ἰακώβ·» δῆλον δὲ ὅτι Χριστοῦ. Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον· ἀλλ’ | |
74.764(50) | οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ. | |
Κυρίλλου. Ἀνεδείματο μὲν ἐν τοῖς Ἰεροσολύμοις | 763 | |
74.765 | τὸν διαβόητον ἐκεῖνον νεὼν ὁ σοφώτατος Σολομών· ἐπεγάννυτο δὲ λίαν αὐτῷ τῶν Ἰουδαίων ὁ δῆμος, ᾤοντό τε ὅτι κατῴκησεν ἐν αὐτῷ περιειλημμένος ὁ τῶν ὅλων Θεός. Βραδεῖς γὰρ ἀεί πως εἰς σύνεσιν καὶ | |
5 | τῶν περὶ Θεοῦ λόγων ἀνεπιστήμονες· οἵ γε καὶ Θεοῦ πόλιν οἰηθέντες τὴν Ἱερουσαλὴμ, ἐν αὐτῇ δὲ καὶ μόνῃ διετείνοντο [cod. διεγίνοντο] κατοικεῖν αὐτὸν, διά τοι τοῦ λέγεσθαι διὰ φωνῆς τοῦ Δαβίδ· «Δεδοξα‐ σμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Σμικρὰ | |
10 | τοιγαροῦν δοξάζοντας ἐλέγχει Θεὸς, καί φησι· «Ποῖον οἶκον οἰκοδομήσετέ μοι, θρόνον ἔχοντι τὸν οὐρανὸν, ὑποπόδιον τὴν γῆν;» Καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. Τοῦ ἁγίου Κυρίλλου εἰς τὸ «Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου.» Μέγα πάλιν καὶ | |
15 | ἐξαίρετον κατόρθωμα ταῖς ἡμετέραις ψυχαῖς, | |
17 | Θεὶς δὲ τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. Σαῦλος δὲ ἦν συνευδο‐ | |
20 | κῶν τῇ ἀναιρέσει αὐτοῦ. Τοῦ αὐτοῦ. Ὥσπερ γὰρ ἀπολογούμενος ὅτι οὐδὲ τὰ πρότερα ἦν θυμοῦ, φησί· «Κύριε·» καὶ βου‐ λόμενος αὐτοὺς ταύτῃ ἐπισπάσασθαι. Τὸ γὰρ ἀφεῖναι μὲν τὸν θυμὸν καὶ τὴν ὀργὴν τῷ φόνῳ, καθαρθῆναι | |
25 | δὲ τὴν ψυχὴν τοῦ πάθους, εὐπαράδεκτον ἐποίει τὸν λόγον. Τοῦ αὐτοῦ. Καὶ οὐχ ἁπλῶς εὔχεται ὁ μακάριος οὗτος, ἀλλὰ μετὰ προσοχῆς θεὶς τὰ γόνατα. Ὅρα θεῖον αὐτοῦ τὸν θάνατον· μέχρι τούτου συνεχώρησε | |
30 | τὴν ψυχὴν εἶναι ἐν αὐτῷ ὁ Δεσπότης. Ἐν προοιμίοις τοῦ κηρύγματος ὁ Στέφανος ὑπὲρ τοὺς ποταμοὺς ῥέων καὶ πάντας ἐπιστοματίζων, ὁ τὰς ἀναισχύντους ἀποφράττων Ἰουδαίων γλώττας, ᾧ οὐ‐ δεὶς ἀντιστῆναι ἠδύνατο, ὁ πάντα συγχεὶς τὰ Ἰου‐ | |
35 | δαϊκὰ, ὁ λαμπρὸν στήσας τρόπαιον καὶ νίκην περι‐ φανῆ, ὁ γενναῖος οὗτος καὶ σοφὸς, καὶ χάριτος πε‐ πληρωμένος, καὶ τοσαύτην Ἐκκλησίαν ὠφελῶν, οὐ‐ δὲ πολὺν χρόνον ποιήσας ἐν τῷ κηρύγματι, ἀθρόον ἡρπάγη· καὶ ὡς βλάσφημος κατεδικάζετο καὶ κατ‐ | |
40 | ελιθοβολεῖτο. Τοῦ αὐτοῦ. Σημεῖον μέγιστον ἐκφέρων τῆς εἰς Θεὸν ἀγάπης. Ὥσπερ γὰρ ὁ καταρώμενος τῷ διώ‐ κοντι δείκνυσιν ὅτι οὐ σφόδρα χαίρει ὑπὲρ τοῦ Χρι‐ στοῦ ταῦτα πάσχων, οὕτως ὁ εὐλογῶν πολὺν ἐμφαί‐ | |
45 | νει αὐτοῖς τὸν ἔρωτα. Τοῦ αὐτοῦ. Τί οὖν οὐκ ἔστησεν αὐτοῖς τὸ ἁμάρ‐ τημα, ἀλλ’ ἀφήθη, φησίν; Εἰ μετενόησαν ἀφήθη. Καὶ γὰρ ὁ μυρίαις βάλλων αὐτὸν χερσὶ, καὶ διώξας τὴν Ἐκκλησίαν Παῦλος, τῆς Ἐκκλησίας προστάτης | |
74.765(50) | ἐγένετο. Ἡ δὲ περιοχὴ τῆς Γραφῆς ἣν ἀνεγίνωσκεν, ἦν αὕτη· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. | |
55 | Κυρίλλου. Ἐμφανὴς μὲν λίαν τῶν προκειμένων | |
ὁ νοῦς. Ἀποφέρονται γὰρ εἰς τὸ καρθῆναι κατὰ και‐ | 765 | |
74.768 | ροὺς τὰ πρόβατα, καὶ τὰς κουρίδας μαχαίρας ἐπι‐ φέρουσιν οἱ ποιμένες· καίτοι πάσχοντα, τοῖς τοῦτο δρῶσιν οὐκ ἐπιπηδᾷ· οὕτως καὶ ὁ Χριστὸς λοιδορού‐ μενος οὐκ ἀντιλοιδόρει· πάσχων οὐκ ἠπείλει· ἐπειδή | |
5 | περ καὶ ὑπὲρ φύσιν τὴν καθ’ ἡμᾶς πεπράχθαι πι‐ στεύεται τὸ τῆς κατὰ σάρκα γεννήσεως αὐτοῦ μυστή‐ ριον. Διὰ τοῦτό φησιν, ὅτι «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ·» ἀντὶ τοῦ, ἐπαίρεται καὶ ὑψηλοτέρα τῶν ἐπὶ γῆς ἐστιν | |
10 | ἡ ζωὴ αὐτοῦ, τουτέστιν ἡ πολιτεία. Αἴρεται δὲ καὶ ἑτέρως, καὶ ὑπὲρ πάντας ἐστὶν ἡ ζωὴ αὐτοῦ· τουτέστιν ἡ ὕπαρξις τοῦ Μονογενοῦς· ὅταν ἔξω σαρκὸς καὶ οὕπω καθ’ ἡμᾶς γενόμενος. Ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν; | |
15 | Κυρίλλου. Οἰκονομία τις ἐγένετο διὰ τὴν πολλὴν τῶν ἐκ περιτομῆς πιστευσάντων διάκρισιν, πρὸ τοῦ βαπτίσματος καταξιωθῆναι τοὺς περὶ τὸν Κορνήλιον τοῦ Πνεύματος· ἵνα τὴν ἀντίῤῥησιν τῶν ἀγανακτούν‐ των παύσῃ. Ὅθεν δὲ καὶ εἰκότως περὶ τῶν ἀντιλε‐ | |
20 | γόντων εἴρηται· «Ἀκούσαντες δὲ ἡσύχασαν.» Ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον, ἔλεγε· Τίνα με ὑπονοεῖτε εἶναι, οὐκ εἰμὶ ἐγὼ, ἀλλ’ ἰδοὺ, ἔρχεται μετ’ ἐμὲ, οὗ οὐκ εἰμὶ ἱκανὸς τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. | |
25 | Κυρίλλου. Μόνης γὰρ καὶ ἰδικῶς ἔργον ἐστὶ τῆς πάντα ὑπερκειμένης οὐσίας, τὸ ἓν εἶναι δύνασθαί τισι τὸ Πνεῦμα τὸ ἅγιον καὶ θείας φύσεως κοινωνοὺς ἀποφαίνειν τοὺς προσιόντας αὐτῇ. Ἐνυπάρχει δὲ τοῦτο οὐ κατὰ μετάληψιν καὶ μέθεξιν τὴν παρ’ ἑτέ‐ | |
30 | ρου τινὸς, ἀλλ’ οἴκοθεν καὶ οὐσιωδῶς τῷ Χριστῷ· «βαπτίζει γὰρ ἐν ἁγίῳ Πνεύματι.» Θεὸς οὖν ἄρα ἐστὶ καὶ καρπὸς τοῦ Θεοῦ καὶ Πατρὸς ὁ ἐνανθρωπήσας Λόγος. Ἀλλ’ ἔδρα τοῦτο, καὶ ὅτε γέγονεν ἄνθρωπος, ὡς εἷς ὢν Υἱὸς μετὰ τῆς ἀῤῥήτως τε καὶ ἀπερινοή‐ | |
35 | τως ἑνωθείσης αὑτῷ σαρκός. Καὶ γὰρ ὁ μακάριος Βαπτιστὴς προειπὼν, ὅτι «Οὐκ εἰμὶ ἄξιος ἵνα κύψας λύσω τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ,» προσ‐ ήνεγκεν εὐθύς· «Οὗτος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί·» καὶ πόδας δηλονότι καὶ ὑποδήματα | |
40 | ἔχων. Οὐ γάρ τοι φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι, ὡς ἄσαρκος ὢν ὁ Λόγος, καὶ οὔπω γενόμενος καθ’ ἡμᾶς, πόδας ἔχει καὶ ὑποδήματα, ἀλλ’ ὅτε γέγονεν ἄνθρω‐ πος· ἐπειδὴ τὸ εἶναι Θεὸς οὐκ ἀπώλεσεν· ἐνήργηκε πάλιν καὶ οὕτω θεοπρεπῶς, τὸ Πνεῦμα διδοὺς τοῖς | |
45 | πιστεύουσιν εἰς αὐτόν. Ἦν γὰρ ἐν ταυτῷ Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός. Ὁ τὸ ὑπόδημα ὁμολογῶν οὐκ ἄξιος εἶναι λῦσαι, πῶς τῇ οὐσίᾳ συγκριθήσεται; Ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ· | |
74.768(50) | Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. Κυρίλλου. Ὁ μόνος εἰδὼς τὸν Πατέρα, καὶ ὑπὸ μόνου γινωσκόμενος τοῦ Πατρὸς, ἡ σοφία καὶ ὁ Λόγος αὐτοῦ, «ὁ τῆς μεγάλης βουλῆς Ἄγγελος,» κατὰ τὴν | |
τοῦ προφήτου φωνὴν, τῆς μετὰ σαρκὸς οἰκονομίας | 767 | |
74.769 | ἡμῖν τὸ μυστήριον εὖ μάλα διατρανοῖ. Υἱὸς γὰρ ὢν φύσει καὶ ἀληθῶς, καὶ ἐξ αὐτῆς ἀναλάμψας τῆς οὐ‐ σίας τοῦ Θεοῦ καὶ Πατρὸς, γέγονε σὰρξ, τουτέστιν ἄνθρωπος, κατὰ τὴν Ἰωάννου φωνήν· καὶ κεχρημά‐ | |
5 | τικεν ἀδελφὸς τῶν ἐπὶ τῆς γῆς, καὶ τὴν κατὰ σάρκα μεθ’ ὑμῶν ὑπέστη γέννησιν· καίτοι προαιώνιος ὢν καὶ ἀεὶ συνυφεστηκὼς τῷ γεγεννηκότι, πλὴν εἰ καὶ γέγονε σάρξ. Ἴδιον ὄντα Υἱὸν οἶδεν αὐτὸν καὶ οὕτως ὁ Πατήρ· ἔφη γὰρ, ὅτι «Υἱός μου εἶ σύ· ἐγὼ σήμε‐ | |
10 | ρον γεγέννηκά σε.» Ὁρᾷς ἐναργῆ τὴν ὁμολογίαν ἤγουν τὴν ἀνάῤῥησιν. Τὸ μὲν γὰρ «εἶ» τέθεικεν, ἵνα δείξῃ τὸν προαιώνιον· οὐ γὰρ ἐν χρόνῳ γέγονεν· ἀλλ’ ἦν ἀεὶ τοῦτο, τουτέστιν Υἱός. Ἐπήνεγκε δὲ τὸ «σήμερον ἐγέννησά σε,» ἵνα τὴν νεωτάτην αὐτοῦ καὶ | |
15 | κατὰ σάρκα δείξῃ γέννησιν, ἣν ὑπέμεινεν ἑκὼν διὰ τῆς ἁγίας Παρθένου· ταύτῃ τοι καὶ θεότοκος ὠνόμασται. Βλέπετε οὖν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις, Ἴδετε, οἱ καταφρονηταὶ, καὶ θαυμά‐ σατε, καὶ ἀφανίσθητε, κ. τ. λ. | |
20 | Κυρίλλου. Ἴδετε, οἱ καταφρονηταὶ, καὶ ἐπι‐ βλέψατε· καὶ τὸ τραχὺ ὂν πῶς ὑποτέμνεται· μὴ ἐπ‐ έλθῃ, φησὶν, ἐφ’ ὑμᾶς τὸ πρὸς τοὺς ἄλλους εἰρημέ‐ νον. Οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· Τέθεικά | |
25 | σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Κυρίλλου. Ἐπέλαμψε τοίνυν τοῖς ἔθνεσιν ὁ Χρι‐ στὸς, καὶ φωτὸς θείου μεμεστωμένην ἀπέφηνε τὴν ὑπ’ οὐρανὸν, καὶ καθαροῖς διανοίας ὄμμασι τὴν θεῖαν | |
30 | τε καὶ ἀνωτάτω περιαθρῆσαι φύσιν· καὶ τοὺς τῆς πνευματικῆς λατρείας καθιερῶσαι τρόπους. Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος διαῤῥήξαντες τὰ ἱμάτια ἑαυτῶν, ἐξεπή‐ δησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες. | |
35 | Κυρίλλου. Ἔθος ἐστὶν Ἰουδαίοις ἐπὶ ταῖς κατὰ Θεοῦ δυσφημίαις περιρρηγνύναι τὰ ἱμάτια. Καὶ γοῦν ὁ Καϊάφας, Υἱὸν ἑαυτὸν τοῦ Θεοῦ λέγοντος τοῦ Χρι‐ στοῦ, περιέῤῥηξε τὴν ἐσθῆτα, διακεκραγώς τε καὶ λέγων, «Ἐδυσφήμησε.» Δεδράκασι δὲ τοῦτο καὶ οἱ | |
40 | θεσπέσιοι μαθηταὶ Παῦλός τε καὶ Βαρνάβας. Γεγό‐ νασι μὲν ἐν Λυκαονίᾳ· ἐπειδὴ δέ τινα τῶν ἠῤῥω‐ στηκότων τοῦ πάθους ἀπήλλαττον, καὶ παράδοξον ἦν τοῖς ὁρῶσι τὸ χρῆμα, θύειν ἤθελον αὐτοῖς τῆς θεοση‐ μείας οἱ θεωροί· ἔφασκον γάρ· «Οἱ θεοὶ ὁμοιωθέντες | |
45 | ἀνθρώποις ἦλθον πρὸς ἡμᾶς. Ἐκάλουν δὲ τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ὅτι αὐτὸς ἦν, φησὶν, ὁ ἡγούμενος τοῦ λόγου.» Ἐπειδὴ δὲ τὸ δρώ‐ μενον δυσφημία τις ἦν, διέῤῥηξαν τὰ ἱμάτια ἑαυτῶν, παραδόσεσι Ἰουδαϊκαῖς καὶ ἐγγράφοις ἔθεσιν ἀκο‐ | |
74.769(50) | λουθοῦντες. Ἔτι διαβέβληται τὸ ἔθος, ὡς οὐκ ὂν ἐκ νόμου καὶ ἀνόνητον παντελῶς. Καὶ γοῦν ἔφη πρὸς Ἰουδαίους ὁ τῶν ὅλων Θεὸς, πλαττομένους τὰ τοιάδε, καὶ τῆς ἀληθοῦς εὐσεβείας ἀποφοιτῶντας μακράν· «Ἐπιστρέψατε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ | |
55 | κλαυθμῷ καὶ ἐν κοπετῷ· καὶ διαῤ‐ | |
ῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν.» | 769 | |
74.772 | Νῦν οὖν τί πειράζετε τὸν Θεὸν, ἐπιθεῖναι ζυ‐ γὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, κ. τ. λ. Κυρίλλου. Καὶ γοῦν ὅτι τε εἰ φορτικὸς καὶ δύσ‐ οιστος ὁ νόμος, διωμολογήκασιν ἀληθῶς οἱ θεσπέσιοι | |
5 | μαθηταὶ, ταῖς τινων ἀμαθίαις ἐπιπλήττοντες. Ἔφα‐ σκον γάρ· «Νῦν οὖν τί πειράζετε;» καὶ τὰ ἑξῆς. Τοῦ αὐτοῦ. Φορτικὸς μὲν γὰρ ὁμολογουμένως ὁ νόμος ἦν τοῖς ἐξ Ἰσραήλ· ὡμολόγουν δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταί. Καὶ αὐτὸς δὲ τοῦτο ἡμᾶς ἐδίδα‐ | |
10 | ξεν ὁ Σωτὴρ προσφωνῶν καὶ λέγων· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι· κἀγὼ ἀνα‐ παύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρ‐ δίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» | |
15 | Κοπιῶντας δὲ καὶ πεφορτισμένους τοὺς ὑπὸ νόμον εἶναί φησιν, ἑαυτὸν δὲ πρᾶον ὠνόμαζεν, ὡς οὐκ ἔχοντος τοῦτο τοῦ νόμου. Καθὼς γέγραπται, μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτω‐ | |
20 | κυῖαν, κ. τ. λ. Κυρίλλου. Σκηνὴν Δαβὶδ τὸ τῶν Ἰουδαίων ση‐ μαίνει γένος. Ἰστέον δὲ ὅτι Κύρου τῆς αἰχμαλωσίας ἀνέντος τὸν Ἰσραὴλ, κατῆλθον πάλιν εἰς τὴν Ἰου‐ δαίαν, καὶ ᾠκοδόμησαν τὸν θεῖον ναὸν, τειχίσαντες | |
25 | τὰς ἠρημωμένας πόλεις, ᾤκουν ἐν αὐταῖς ἀσφαλῶς κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος, τουτέστιν εἰς ἡμέρας πολλὰς καὶ χρόνους μακρούς. Δεῖγμά τε καὶ πληροφο‐ ρία γεγόνασι τοῖς ἄλλοις ἔθνεσι, τοῦ χρῆναι λοιπὸν ἐπιστρέφειν πρὸς τὸν Θεόν. Καὶ μετ’ ὀλίγα· Ὁ μὲν | |
30 | οὖν τῆς ἱστορίας ἐν τούτοις λόγος· ὁ δὲ ἐσωτέρω καὶ ἀληθέστερος εἴη ἂν ἐν Χριστῷ. Ἐπειδὴ γὰρ ἐκ νε‐ κρῶν ἀνεβίω τὴν εἰς θάνατον αὐτοῦ πεσοῦσαν σκη‐ νὴν, τουτέστι, τὴν ἀπὸ γῆς σάρκα ἐγείραντος τοῦ Θεοῦ καὶ Πατρὸς, τότε δὴ, τότε πάντα τὰ ἀνθρώπινα | |
35 | πρὸς τὸ ἀρχαῖον ἀνέστη σχῆμα, καὶ πάντα ἡμῶν τὰ κατεῤῥιμμένα πρὸς νέαν ὄψιν ἐνήνεκται. Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις, κατὰ τὰς Γραφάς· συνεγη‐ γέρμεθα γὰρ αὐτῷ· καὶ κατέσκαψε μὲν ὁ θάνατος τὰς ἁπάντων σκηνὰς, ἀνῳκοδόμησε δὲ ὁ Θεὸς καὶ | |
40 | Πατὴρ ἐν Χριστῷ. Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Κυρίλλου. Τουτέστι τὸν Θεὸν τὸν ὕψιστον. Οἱ γὰρ δείλαιοι Ἕλληνες οἴονται εὐσεβεῖν καὶ τὸν ὄντως ὄντα | |
45 | Θεὸν, ἐὰν τοῖς λοιποῖς θεοῖς σχοῖεν τὸ σέβας αὐτοῦ· ἀγνοοῦντες ὅτι μείζονος τιμωρίας ἀξιωθήσονται, τὸ φῶς τῷ σκότει συγκρίνοντες, καὶ τῷ φαύλῳ τὸ ἀγα‐ θὸν, καὶ τῷ ἀλόγῳ τὸ νοερὸν, καὶ τῷ εὐτελεῖ τὸ θεῖον. Ὅθεν καὶ μωροὺς αὐτοὺς ἐκάλεσε λέγων· «Φά‐ | |
74.772(50) | σκοντες εἶναι σοφοὶ ἐμωράνθησαν.» Ἐγὼ οἶδα ὅτι μετὰ τὴν ἄφιξίν μου εἰσελεύ‐ σονται λύκοι βαρεῖς εἰς ὑμᾶς, κ. τ. λ. Κυρίλλου Ἀλεξανδρείας. Ἵνα μὴ ξενιζώμεθα τῶν αἱρετικῶν τὰ ἐκβράσματα, Πνεύματι ἁγίῳ ἀσφα‐ | |
55 | λιζόμενος ἡμᾶς ταῦτά φησι. Ἐν πλοίῳ ... Ἀλεξανδρινῷ παρασήμῳ Διοσ‐ | |
κούροις. | 771 | |
74.773 | Κυρίλλου. Ἔθος ἀεί πως ἐν ταῖς Ἀλεξανδρέων μάλιστα ναυσὶ πρός γε τῇ πρώρῃ δεξιά τε καὶ εἰς εὐώνυμα γραφὰς εἶναι τοιαύτας. Ἐπειδὴ δὲ ἦν εἰ‐ κὸς εἰδωλολατρίας κρατούσης κατ’ ἐκεῖνο καιροῦ ἐν | |
5 | ᾧ γεγράφθαι τῇ νηῒ τοὺς Διοσκόρους, ταύτῃ τοι νοεῖν ἀκόλουθον ἀλλόφυλον, τουτέστιν εἰδωλολάτριν. Καθώς που καὶ Ἡσαΐας φησί· «Πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύσου‐ | |
σιν.» | 773 | |
74.1008(1t) | SANCTI CYRILLI | |
2t | FRAGMENTA | |
3t | IN EPISTOLAS CATHOLICAS. | |
5t | IN EPISTOLAM B. JACOBI APOSTOLI. | |
6 | Αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος, κ. τ. λ. Κυρίλλου. Ὑβριστὴς γὰρ ὁμολογουμένως ὁ δια‐ κρινόμενος. Εἰ γὰρ μὴ πεπίστευκας ὅτι τὴν σὴν αἴ‐ | |
10 | τησιν ἀποπεραίνει, μηδὲ προσῆλθες ὅλως ἵνα μὴ κατήγορος εὑρεθῇς τοῦ πάντα ἰσχύοντος, διψυχήσας ἀβουλήτως. Χρὴ τοιγαροῦν τὴν οὕτως αἰσχρὰν παραι‐ τεῖσθαι νόσον. Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενὲ, ὅτι ἡ πίστις | |
15 | χωρὶς τῶν ἔργων νεκρά ἐστι; Ἀβραὰμ ὁ πατὴρ ἡμῶν, κ. τ. λ. Κυρίλλου ἐκ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς. Ἐπειδὴ ὁ μακάριος Ἰάκωβος τὸν Ἀβραὰμ λέγει ἐξ ἔργων δεδικαιῶσθαι ἀνενεγκόντα Ἰσαὰκ τὸν υἱὸν | |
20 | αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον, ὁ δὲ Παῦλος λέγει αὐτὸν ἐκ πίστεως δεδικαιῶσθαι, οὕτω τὴν δοκοῦσαν ἐναντιό‐ τητα νοητέον· ὅτι πρὸ μὲν τοῦ ἔχειν τὸν Ἰσαὰκ ἐπί‐ στευσεν, καὶ μισθὸν πίστεως ἔλαβε τὸν Ἰσαάκ· ὅμως καὶ ὅτε ἀνήνεγκε τὸν Ἰσαὰκ ἐπὶ τὸ θυσιαστήριον, οὐ | |
25 | μόνον τὸ ἔργον ἐποίει ὃ προσετάγη, ἀλλὰ καὶ τῆς πίστεως οὐκ ἀπέστη, ὅτι «Ἐν τῷ Ἰσαὰκ μέλλει τὸ σπέρμα αὐτοῦ πολυπληθεῖν ὡς τὰ ἄστρα,» λογισά‐ μενος, ὅτι «Καὶ ἐκ νεκρῶν ἐγεῖραι δυνατὸς ὁ Θεός.» Ὅμως ὁ Παῦλος μάρτυρα τῶν ἰδΐων λόγων καὶ συλ‐ | |
30 | λήπτορα ποιεῖται τὸν μακάριον Δαβὶδ, ἄνδρα δια‐ βόητον ἐν εὐσεβείᾳ, καὶ σοφῶς διασκευάζει ὡς ἐν Πνεύματι τὴν διὰ πίστεως ἄφεσιν καὶ διαγγέλλει πᾶσιν ἀνθρώποις· ᾔδει γὰρ ἐν Χριστῷ παρεσομένην κατὰ καιρούς. | |
35 | Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη; Κυρίλλου. Προσεκόμιζε τὸ λογικὸν ἱερεῖον, καὶ τοῖς τῆς φύσεως νόμοις ἐῤῥῶσθαι φράσας, καὶ τῆς ἀπαραιτήτου φιλοστοργίας πατήσας τὸ κέντρον, | |
40 | καὶ τῶν ἐπιγείων οὐδὲν τῆς εἰς Θεὸν ἀντιπαρεξάγων | |
ἀγάπης. | 1008 | |
74.1009 | Ἐπίστευσε δὲ ὁ Ἀβραὰμ τῷ Θεῷ. Κυρίλλου. Γέρας οὖν ἔχει τὴν δικαιοσύνην ὁ πί‐ στει τιμῶν τὸν τῶν ὅλων Θεὸν καὶ Δεσπότην. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, | |
5 | δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. Κυρίλλου. Βεβηκότος γὰρ νοῦ καὶ φρενὸς τῆς τελειοτάτης ἀπόδειξις ἐναργὴς, τὸ μηδὲν ἐξίτηλον ἐπὶ γλώσσης ἔχειν, ἤγουν ἀθυροστομεῖν ἀνέχεσθαί ποτε· ἡγεῖσθαι δὲ μᾶλλον τοῦ παντὸς ἄξιον λόγου, | |
10 | εὐηγορεῖν εἰδέναι καὶ λαλεῖν τὰ παντὸς ἐπαίνου μεστά. Χρῆμα δὴ οὖν πρεπωδέστατον ὅτι μάλιστά γε ἐν τοῖς εὐζωεῖν ᾑρημένοις τὸ λαλεῖν σοφίαν· ἀπόβλη‐ τον γὰρ ἁγίοις τὸ μωρολογεῖν, καὶ ἀσύνηθες κομιδῇ τὸ κεχρῆσθαί τισιν ἢ εὐτραπελίαις, ἤγουν αἰσχρορη‐ | |
15 | μοσύναις, «αἳ οὐκ ἀνῆκον,» καθά φησιν ὁ πάνσοφος Παῦλος. Φίλον δὲ αὐτοῖς, καὶ διὰ σπουδῆς γεγόνασι τούτου, εὐηγορεῖν· διαμέμνηνται γὰρ, κατὰ τὸ εἰκὸς, τῆς ἁγίας λεγούσης Γραφῆς· «Ὁ λόγος ὑμῶν ἐν χάριτι, ἅλατι ἠρτυμένος, ἵνα δῷ χάριν τοῖς ἀκού‐ | |
20 | ουσι.» Καὶ πάλιν· Ἀποδέχεται μὲν ἡ θεόπνευστος Γραφὴ τὸ ἐπιεικὲς εἰς λόγους, καταψέγει δὲ μάλα εἰκότως τῆς γλώσσης τὸ ἀκρατές. Ἔφη μὲν γάρ· «Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνατὸς χαλιναγωγεῖσθαι καὶ ὅλον τὸ σῶμα.» Ψάλλει δέ που | |
25 | καὶ Δαβίδ· «Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.» Καὶ πάλιν· «Εἶπα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου.» Ἀρίστη γὰρ φυλακὴ τὸ ἄπται‐ στον ἔχειν τὴν γλῶσσαν | |
30 | Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ, καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, κατα‐ λαλεῖ νόμου, καὶ κρίνει νόμον. Κυρίλλου. Πᾶν χαλεπὸν ἀποκείρει πάθος τῶν ἡμετέρων διανοιῶν, ὑπεροψίας ἀρχὴν καὶ γέννησιν. | |
35 | Καίτοι γὰρ δέον τινὰς ἑαυτοὺς κατασκέπτεσθαι, καὶ κατὰ Θεὸν πολιτεύεσθαι, τοῦτο μὲν οὐ δρῶσι, πολυ‐ πραγμονοῦσι δὲ τὰ ἑτέρων· κἂν ἀσθενοῦντας ἴδωσί τινας, ὥσπερ εἰς λήθην ἐρχόμενοι τῶν ἰδίων ἀῤῥω‐ στημάτων, φιλοψογίας ὑπόθεσιν ποιοῦνται τὸ χρῆμα | |
40 | καὶ καταλαλιᾶς ὑπόθεσιν. Καταψηφίζονται γὰρ αὐ‐ τῶν, οὐκ εἰδότες ὅτι, τὰ ἴσα νοσοῦντες τοῖς παρ’ αὐτῶν διαβεβλημένοις, ἑαυτῶν κατακρίνουσιν. Οὕτω που καὶ ὁ σοφώτατος γράφει Παῦλος· «Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις. Τὰ γὰρ | |
45 | αὐτὰ πράσσεις ὁ κρίνων.» Ἄγε νῦν οἱ λέγοντες· Σήμερον καὶ αὔριον πορευ‐ σώμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν, καὶ ἐμπορευσώμεθα, καὶ κερδή‐ σωμεν. | |
74.1009(50) | Κυρίλλου. Οἱ μὲν γὰρ πρὸς ἐμπορίας καὶ τὰς ἐντεῦθεν φιλοκερδείας ἀκορέστως κεχηνότες ὁδοι‐ ποριῶν ἀνέχονται μακρῶν, ναυτιλίας καὶ τῶν ἐν αὐτῇ κυμάτων· οἱ δὲ τὴν πεπορισμένην αὐτοῖς δυναστείαν ὅπλον ποιοῦνται τῆς καθ’ ἑτέρων πλεον‐ | |
55 | εξίας· ἕτεροι δὲ αὐτὰ ἐκ μοχθηρῶν εὑρημάτων | 1010 |
74.1012 | παχύνουσι βαλάντια, καὶ ἐπὶ τόκοις τόκους ἀνοσίως συλλέγοντες, πῦρ καὶ κόλασιν ταῖς ἑαυτῶν κατα‐ χέουσι κεφαλαῖς. Ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ | |
5 | ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. Ὁ πλοῦτος ὑμῶν σέσηπε, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν· ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται. Κυρίλλου. Τουτέστιν ἡ ὀργὴ μονονουχὶ κατα‐ | |
10 | σφάξασα, καὶ οἷόν τινας κριοὺς καὶ ταύρους ἁδρούς τε καὶ πίονας καταστρώσασα. Οἷς ἂν εἰκότως λέγοιτο πρὸς ἡμῶν· «Ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε ὀλολύ‐ ζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχο‐ μέναις.» Προσεποίσομεν δὲ τούτοις τὸ, «Ἐτρυφήσατε, | |
15 | ἐσπαταλήσατε ἐπὶ τῆς γῆς, ἐθρέψατε τὰς καρδίας ὑμῶν, ὡς ἐν ἡμέρᾳ σφαγῆς.» Τοιοῦτοι γὰρ γεγόνα‐ σιν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καταβοσκόμενοι μὲν τρόπον τινὰ τόπον πίονα καὶ εὐρύχωρον, τὰς ἐκ τῶν λαῶν δωροφορίας. Καταπιανθέντες δὲ ὥσπερ ταῖς | |
20 | τῇ τοῦ Κυρίου μαχαίρᾳ περιπεσόντες οἱ δείλαιοι· Μακροθυμήσατε οὖν, ἀδελφοὶ, ἕως τῆς παρουσίας τοῦ Κυρίου. Κυρίλλου. Εἰ γὰρ καὶ ὑπερτίθεται, φησὶν, ὁ Θεὸς τῶν ἁμαρτανόντων τὴν τιμωρίαν, περιμένων αὐτῶν | |
25 | τὴν μετάνοιαν, οὐχ ὡς μεταβεβλημένος ταῦτα ποιεῖ, ἢ καὶ φιλῶν τοὺς ἁμαρτάνοντας, ἀλλὰ καιρὸν αὐτοῖς ἐπιστροφῆς παρέχων Εἰπὼν τῶν ἀδίκων τὴν τιμωρίαν, τοῖς ἀδικηθεῖσιν εἰκότως μακροθυμεῖν παραινεῖ τὴν παρουσίαν ἐκδε‐ | |
30 | χομένοις τοῦ Κυρίου. Ἅμα δὲ καὶ ὅρκων ἀπαγο‐ ρεύει ἅπτεσθαι, καὶ προσευχῇ καὶ ψαλμῳδίᾳ σχο‐ λάζειν, καὶ πίστιν ἔχειν περὶ τοὺς ἱερεῖς τοῦ Θεοῦ καὶ πρὸς ἀλλήλους ἀγάπην, ὡς καὶ δέεσθαι ὑπὲρ ἀλλήλων· καὶ ἡ ἀπόδειξις τῆς ἰσχύος τῆς προσευχῆς | |
35 | ὁ Ἠλίας εἰς μέσον φέρεται· καὶ τελευταῖον, ὅσος ὁ τῶν ἁμαρτωλῶν ἐπιστρεφόντων ὁ μισθός. Πρὸ πάντων δὲ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον. | |
40 | Κυρίλλου. Ἔστω ἡ τοῦ βίου ἡμῶν μαρτυρία βε‐ βαιοτέρα ὅρκου. Εἰ δέ τις ἀναιδὴς, μὴ δυσωπούμενος ὑμῶν τῷ βίῳ, τολμᾷ ὑμῖν ἐπαγαγεῖν ὅρκον· ἔστω ὑμῖν τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὒ, ἀντὶ τοῦ ὅρκου. Διὰ τοῦτο κωλύει ἡμᾶς ὀμνύναι κατὰ τοῦ οὐρανοῦ | |
45 | καὶ τῆς γῆς, ἵνα μὴ δῶμεν τῇ κτίσει τὸ ὑπὲρ κτίσιν ἀξίωμα, θεοποιοῦντες αὐτά. Οἱ γὰρ ὀμνύντες, φησὶ, κατὰ τοῦ μείζονος ὀμνύουσιν, ὡς ὁ Ἀπόστολός φησι. | |
48t | IN EPISTOLAM I B. PETRI. | |
49 | Εἰς ὃν, ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ, ἀγαλ‐ | |
74.1012(50) | λιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτη‐ ρίαν ψυχῶν. | |
Κυρίλλου. Δεινὸν τοίνυν καὶ χαλεπὸν ἡ ἀπιστία, | 1012 | |
74.1013 | μέγιστον δὲ ἀγαθῶν ἡ πίστις, πρόξενος πάσης σωτη‐ ρίας καθεστῶσα. Διότι περιέχει ἐν τῇ Γραφῇ· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον· | |
5 | καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ μὴ καταισχυνθῇ. Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν. Κυρίλλου. Λίθον μὲν ἐκλεκτὸν, πολυτελῆ καὶ ἔν‐ τιμον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀποκαλεῖ, τῇ τῆς θεότητος δόξῃ καὶ ὑπεροχῇ διαπρέποντα. | |
10 | Ἀκρογωνιαῖον δέ φησιν, ὡς διὰ πίστεως μιᾶς κατα‐ σφίγγοντα πρὸς ἑνότητα πνευματικὴν τοὺς δύο λαοὺς, τὸν ἐξ Ἰσραὴλ καὶ τὸν ἐξ ἐθνῶν. Ἀλλ’, «Ὁ πι‐ στεύων, φησὶν, ἐπ’ αὐτῷ, οὐ μὴ καταισχυνθῇ.» Ἄθρει δὲ πῶς ἀνίησι τοῖς τεθλιμμένοις τὸ ἐλεύθερον. | |
15 | Καί φησι· «Τίθημι τὸν ἐκλεκτὸν λίθον εἰς τὰ θεμέλια Σιών·» καὶ τί τὸ ἐντεῦθεν ὄφελος; «Ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ μὴ καταισχυνθῇ.» Παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ. Κυρίλλου. Ἁγιοπρεπὲς τὸ μάθημα καὶ σωτήριον, | |
20 | καὶ λόγου παντὸς ἀξίαν εἶναί φημι τὴν ὑφήγησιν. Γέγραπται γὰρ, ὅτι «Θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης· οἱ δὲ κρατοῦντες αὐτῆς, ἔδονται τοὺς καρποὺς αὐτῆς.» Ἔφη δέ που καὶ ὁ Χριστοῦ μαθη‐ τής· «Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, | |
25 | δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.» Μέγα οὖν τῆς γλώσσης τὸ ἐγκρατὲς, ὥσπερ ἀμέλει παγ‐ χάλεπον νόσημα τὸ μὴ οὕτως ἔχειν. Ἐν ᾧ καὶ τοῖς ἐν φυλάκῃ πνεύμασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε, ὅτε ἀπεξεδέχετο | |
30 | ἡ τοῦ Θεοῦ μακροθυμία, ἐν ἡμέραις Νῶε, κατα‐ σκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγαι, τουτ‐ έστιν ὀκτὼ, ψυχαὶ διεσώθησαν δι’ ὕδατος. Κυρίλλου. Λύει ἐνταῦθα τὴν ἀντίθεσιν ἐκείνην ἤν τινες ἀντιτιθέντες λέγουσιν· Εἰ ἐπωφελὴς ᾗ ἡ ἐν‐ | |
35 | ανθρώπησις, τί δήποτε μὴ πρὸ πολλῶν ἐνηνθρώπησε χρόνων; Ἰδοὺ γὰρ «καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν,» ἵνα λύσῃ τούτους, ὅσοι πι‐ στεύειν ἔμελλον, εἰ κατ’ ἐκεῖνο καιροῦ σαρκωθεὶς τοῖς ἐπὶ γῆς ἐπεφοίτησεν. Οὗτοι γὰρ αὐτὸν καὶ ἐν | |
40 | τοῖς καταχθονίοις ἐπιφανέντα πάντως ἐπέγνωσαν, καὶ τῆς ἐπιφανείας ἀπέλαυσαν. Τῇ ψυχῇ πορευθεὶς ἐκήρυξε τοῖς ἐν ᾅδου, ὡς ψυχὴ μετὰ ψυχῶν ὀφθεὶς, ὃν οἱ πυλωροὶ τοῦ ᾅδου ἰδόντες ἔπτηξαν, καὶ πύλαι χαλκαῖ συνετρίβησαν, καὶ μοχλοὶ | |
45 | σιδηροῖ συνεθλάσθησαν· καὶ ὁ Μονογενὴς ἐφώνει μετ’ ἐξουσίας ταῖς ὁμοιοπαθέσι ψυχαῖς, κατὰ τὸν τῆς οἰκονομίας λόγον, λέγων «τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε [cod. ἐξέλθατε], καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύ‐ φθητε.» | |
74.1013(50) | Τουτέστι, καὶ τοῖς ἐν ᾅδου ἐκήρυζεν, ἵνα λύσῃ τούτους ὅσοι πιστεύειν ἔμελλον, εἰ κατὰ τὸν τῆς ἐκείνων ζωῆς καιρὸν σαρκωθεὶς ἐπεδήμησεν· οὗτοι | |
γὰρ καὶ εἰς ᾅδου πάντως ἐπέγνωσαν. Ἔστι γὰρ τὰ | 1014 | |
74.1016 | πλείω τῆς καθ’ ἡμᾶς οἰκονομίας ὑπὲρ φύσιν καὶ παράδοσιν· καθάπερ οὖν ὁμοτίμως πᾶσι τοῖς ἐπὶ γῆς διὰ τῆς ἐνσάρκου παρουσίας ἐπεφώνει Χριστὸς, καὶ οἱ πιστεύσαντες ὠφελήθησαν· οὕτω καὶ διὰ τῆς εἰς | |
5 | ᾅδου καταβάσεως, τοὺς πιστεύοντας καὶ ἐπεγνωκότας αὐτὸν ἠλευθέρωσε τῶν τοῦ θανάτου δεσμῶν. Αἱ γὰρ τῶν ἐν εἰδωλολατρίαις καὶ ἀθεμίτοις ἀσελγείαις βιωσάντων ψυχαὶ, ταῖς σαρκικαῖς προσπαθείαις οἱονεὶ ἀποτυφλωθεῖσαι, πρὸς τὰς τῆς θεοφανείας αὐγὰς | |
10 | βλέπειν οὐκ ἴσχυον, ἵνα καὶ πιστῶς ἐπιγνοῖεν τὸν ἐπὶ τῷ πάντας ἐλευθερῶσαι, τό γε ἐπ’ αὐτῷ, τοῖς καταχθονίοις ἐπιφανέντα, καὶ κοινῇ πᾶσι κηρύξαντα, καὶ μετὰ τοῦ φιλανθρώπου καὶ τὸ δίκαιον ἐνδεικνύ‐ μενον· ἵνα οἱ τῆς τοιαύτης εὐεργεσίας ἀποπεσόντες, | |
15 | σφᾶς αὐτοὺς ἔχοιεν αἰτιᾶσθαι, τὸν δημιουργὸν καὶ τὸν τῶν ὅλων Θεὸν ἀπολιπόντες, καὶ δαίμοσι μισαν‐ θρώποις δουλεύσαντες, καὶ ὡς ἐκείνοις φίλον ὑπῆρχε διαβιώσαντες. Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ | |
20 | ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, κ. τ. λ. Κυρίλλου. Οὐκοῦν ἀνάγκη νοεῖν, ὅτι γεγονὼς καθ’ ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος σαρκὶ πέπονθεν ἑκών. Βεβα‐ πτίσμεθα γὰρ οὕτως εἰς τὸν αὐτοῦ θάνατον, ὡς ἑνὸς ὄντος Υἱοῦ, κατὰ μὲν τὴν τῆς θεότητος φύσιν ἀπα‐ | |
25 | θοῦς, παθητοῦ δὲ κατὰ τὴν σάρκα. Κυρίλλου. Ὡς γὰρ ὑπάρχοντος Θεοῦ τοῦ Χριστοῦ, σοφῶς καὶ ἐμφρόνως ὁ μαθητὴς σαρκὶ πεπονθέναι φησὶν αὐτὸν, ὑπεξάγων τοῦ παθεῖν τὴν ἀπόῤῥητον φύσιν, ἧς ἀλλότριον τὸ παθεῖν. Ἰδίᾳ τοίνυν πέπονθε | |
30 | σαρκὶ, καίτοι τοῦ παθεῖν ἀμοιρεῖν εἰθισμένος ὁ ἐκ Θεοῦ Λόγος. Θεὸς οὖν ἄρα ὁ Χριστὸς, θεϊκῶς μὲν ἀπαθὴς, παθητὸς δὲ κατὰ τὴν σάρκα. Εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός. Κυρίλλου. Οἱ τὴν ἑστίαν εὐρύνοντες ὑπαντάτωσαν | |
35 | ἱλαροὶ, πρόθυμοι, οὐχ ὡς διδόντες τι μᾶλλον, ἀλλ’ ὡς αὐτοὶ ληψόμενοι κατὰ διττὸν τρόπον· πρῶτον μὲν γὰρ ταῖς παρὰ τῶν ξενιζομένων ἐντρυφήσωσι συντυ‐ χίαις· εἶτα πρὸς τοῦτο καὶ τὸν τῆς φιλοξενίας κερ‐ δανοῦσι μισθόν. Δεχόμενοι δὲ εἰς ἑστίαν τοὺς ἀδελ‐ | |
40 | φοὺς, μὴ περισπάσθωσαν περὶ πολλὴν διακονίαν, μὴ ζητείτωσαν τὰ ὑπὲρ χεῖρα καὶ χρείαν. Λυπεῖ γὰρ πανταχοῦ ἐν παντὶ πράγματι τὸ περιττόν· ἐνεργά‐ ζεται μὲν τοῖς φιλοξενεῖν ἐθέλουσιν, ὄκνον· κάματος δὲ τοῖς ἑστιωμένοις εὑρίσκεται. Μὴ ξένον τοῦτον | |
45 | νομίσητε συμβαίνειν ὑμῖν καὶ στενοχωρίας καὶ θλί‐ ψεις καὶ ἀῤῥωστίας σωματικάς· ἁλλ’ ἐν τοῖς δοκοῦσι | |
δυσχερέσι τὸ δόκιμον ἐπιδείξασθε. | 1016 | |
74.1017(1t) | IN EPISTOLAM IIB. PETRI. | |
2 | Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ’ ἐπόπται | |
5 | γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. Λαβὼν γὰρ παρὰ Θεοῦ Πατρὸς τιμὴν καὶ δόξαν, φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρε‐ ποῦς δόξης. Κυρίλλου. Μῦθοι γὰρ ὄντως καὶ ἀνθρώπινα σο‐ | |
10 | φίσματα τῶν αἱρετικῶν τὰ προβλήματα, οὕστινας ἐκτρέπεσθαι βουλόμενος ἡμᾶς ὁ Παῦλος γράφει· «Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νου‐ θεσίαν παραιτοῦ,» καὶ τὰ ἑξῆς. Ἄρχεται μὲν ἤδη τῆς κατὰ τῶν αἱρετικῶν ἐπι‐ | |
15 | δρομῆς· καθὸ ἐκεῖνοι, τὴν ἀλήθειαν οὐκ ἔχοντες, ποι‐ κίλοις λόγοις ἀναγκάζονται περιπλάττειν τὸ ψεῦδος. Ἀλλ’ ἡμεῖς οὐχ οὕτω, φησὶν, ἀλλὰ τοῖς ὀφθαλμοῖς τὴν ἀλήθειαν ἐθεασάμεθα, μετ’ αὐτοῦ ὄντες ἐν τῷ ὄρει· ἔχομεν οὖν καὶ τοὺς προφήτας ταύτην αὐτὴν | |
20 | τὴν ἀλήθειαν ἡμῖν προμηνύσαντας, καὶ οὕτως διὰ τῆς ὄψεως βεβαιότερος τῶν προφητῶν ὁ λόγος ἡμῖν ἐγένετο· ἃ γὰρ ἐκεῖνοι εἶπον, ταῦτα παρὼν ὁ Χριστὸς ἐπιστώσατο. Καὶ μάρτυρες ἡμεῖς, οἱ καὶ τὴν μαρτυ‐ ρίαν ἀκούσαντες τοῦ Πατρός. Εὖ δὲ καὶ ὑμεῖς ποιή‐ | |
25 | σετε τῷ προφητικῷ πειθόμενοι λόγῳ· οὗτος γὰρ τοὺς ἐν ἀγνοίᾳ φωταγωγεῖ, ἕως καθαρὸν ὑμῖν τὸ φῶς τοῦ Εὐαγγελίου διαφανῇ, καὶ ὁ νοητὸς ἑωσφόρος, τουτέστι Χριστὸς, ἐν ταῖς καρδίαις ὑμῶν ἀνατείλῃ, μαρτυρηθεὶς ὑπὸ τοῦ Πατρός. | |
30 | Οὗτοι δὲ, ὡς ἄλογα ζῶα, γεγενημένα εἰς ἅλωσιν καὶ φθορὰν, ἐν οἷς ἀγνοοῦσι βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καταφθαρήσονται, κομιού‐ μενοι μισθὸν ἀδικίας. Κυρίλλου. Καὶ γοῦν ὁ θεσπέσιος Μελῳδὸς, «Ἄν‐ | |
35 | θρωπος, φησὶν, ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυν‐ εβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐ‐ τοῖς.» Ἔθη γὰρ ἀλογίας συμπεπλεγμένα νόμους ὤσπερ ἔχοντες, ὀλίγα κομιδῇ διενεγκόντες ἐφαίνοντο κτηνῶν, ὡς ἔφην, ἃ πρὸς μόνην γέγονε φθοράν. | |
40 | Πρὸς τῷ ἀσεβεῖν, φησὶ, καὶ τὸν βίον ἅπαντα κατ‐ εφθαρμένον ... ἔδειξεν. Ἔθος τῇ θείᾳ Γραφῇ τὰ κατὰ φύσιν ὄντα θεῖα [f. θήρεια] πράγματα ταῦτα τοῖς ἀνθρώποις εἰς εἰκόνας καὶ παραδείγματα λαμ‐ βάνειν. Τοῦτο δὲ ποιεῖ, ἵνα ἐκ τῶν κατὰ φύ‐ | |
45 | σιν ἐκείνων τὰ ἐκ προαιρέσεως φαίνηται τῶν κινημάτων τῶν ἀνθρώπων, καὶ οὕτως ἢ φαῦλος ἢ δίκαιος ὁ τούτων δείκνυται τρόπος. Ἐπὶ μὲν οὖν τῶν φαύλων, ἐὰν παραγγέλλῃ· «Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις.» Ἢ καὶ | |
74.1017(50) | ὅταν μεμφόμενος τοὺς οὕτω γενομένους λέγῃ· «Ἄν‐ θρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» Καὶ πάλιν· «Ἵπποι θηλυμανεῖς ἐγενήθησαν.» Καὶ ὁ | |
Σωτὴρ τὸν Ἡρώδην «ἀλώπεκα» καλεῖ· καὶ τοῖς | 1018 | |
74.1020 | μαθηταῖς παρήγγειλεν· «Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε φρόνιμοι ὡσεὶ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» Ἔλεγε δὲ τοῦτο, οὐχ ἵνα γενώμεθα ὄφεις ἢ περιστεραί· οὐ γὰρ | |
5 | οὕτως ἡμᾶς αὐτὸς πεποίηκε· διὸ οὐδὲ τοῦτο οἶδεν ἡ φύσις· ἀλλ’ ἵνα ἡμεῖς, τῶν μὲν τὰς ἀλόγους ὁρμὰς ἐκφεύγωμεν, τοῦ δὲ τὸ φρόνιμον, ἵνα γινώσκοντες μὴ ἀπατώμεθα παρ’ αὐτοῦ, καὶ τῆς περιστερᾶς τὸ πρᾶον ἀναλάβωμεν. Ἐπὶ δὲ τῶν θείων πάλιν εἰκόνας | |
10 | τοῖς ἀνθρώποις λαμβάνων, φησὶν ὁ Σωτήρ· «Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς.» —«Καὶ ἔσεσθε ὑμεῖς τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν [cod. ἡμῶν] ὁ οὐράνιος τέλειός ἐστι.» Ἔλεγε δὲ καὶ τοῦτο, οὐχ ἵνα γενώμεθα πάλιν ὡς ὁ Πατήρ· γίνεσθαι | |
15 | γὰρ ἡμᾶς ὡς ὁ Πατὴρ ἀδύνατον, κτίσμα ὄντας καὶ ἐκ τοῦ μὴ ὄντος γενομένους· ἀλλ’ ὥσπερ οὐχ ἵνα γενώμεθα κτήνη παραγγέλλει, «Μὴ γίνεσθε ὡς ἵπ‐ πος καὶ ἡμίονος,» ἵνα μὴ τὸ ἄλογον ἐκείνων μιμη‐ σώμεθα· οὕτως οὐχ ἵνα γενώμεθα ὡς ὁ Θεὸς ἔλεγε, | |
20 | «Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ,» ἀλλ’ ἵνα, πρὸς τὰς εὐεργεσίας ἐκείνου βλέποντες, ἃ ποιοῦμεν καλὰ, μὴ δι’ ἀνθρώπους, ἀλλὰ δι’ αὐτὸν ποιῶμεν· ὥστε παρ’ αὐτοῦ, καὶ μὴ παρὰ ἀνθρώπων, τὸν μισθὸν ἔχειν. Ὥσπερ γὰρ ἑνὸς ὄντος Υἱοῦ φύσει καὶ ἀληθινοῦ καὶ | |
25 | μονογενοῦς, γενόμεθα καὶ ἡμεῖς υἱοὶ κατὰ χάριν τοῦ καλέσαντος· καὶ ἄνθρωποι τυγχάνοντες θεοὶ χρηματίζομεν, οὐχ ὡς ὁ ἀληθινὸς Θεὸς, ἢ ὁ τούτου Λόγος· ἀλλ’ ὡς ἠθέλησεν ὁ τοῦτο χαρισάμενος Θεός· οὕτω καὶ ὡς ὁ Θεὸς οἰκτίρμονες γινόμεθα, οὐκ | |
30 | ἐξισούμενοι τῷ Θεῷ, οὐδὲ φύσει καὶ ἀληθινοὶ εὐ‐ εργέται γινόμενοι· οὐ γὰρ ἡμῶν εὕρημα τὸ εὐερ‐ γετεῖν, ἀλλὰ τοῦ Θεοῦ· ἵνα δὲ αὐτὰ τὰ παρὰ Θεοῦ εἰς ἡμᾶς κατὰ χάριν γινόμενα, ταῦτα καὶ ἡμεῖς μεταδιώκωμεν εἰς ἑτέρους, μὴ διακρινόμενοι, ἁπλῶς | |
35 | δὲ εἰς πάντας ἐκτείνοντες τὴν εὐεργεσίαν· κατὰ τοῦτο γὰρ μόνον δυν‐ άμεθά πως αὐτοῦ μιμηταὶ γενέσθαι, καὶ οὐκ ἄλλως· ὅτι παρ’ αὐτοῦ διακονοῦμεν ἀλλήλοις. Ὡς καὶ ἐν πάσαις ταῖς Ἐπιστολαῖς, λαλῶν ἐν αὐταῖς περὶ τούτων· ἐν οἷς ἐστι δυσνόητά | |
40 | τινα. Κυρίλλου Ἀλεξανδρείας. Δοκεῖ δέ τισιν ὁ πάν‐ σοφος Παῦλος δυσχερῆ τινα λέγειν, ἤτοι «δυσνόητα,» κατὰ τὴν τῶν ἁγίων ἀποστόλων φωνήν· ὅτι δὲ σο‐ φίας τῆς ἄνωθεν μεμέστωται ταῦτα οὐκ ἔστιν ἀμφι‐ | |
45 | βάλλειν· λαλεῖ γὰρ ἐν αὐτῷ ὁ Χριστός. Ὑμεῖς οὖν, ἀγαπητοὶ, προγινώσκοντες φυλάσ‐ σεσθε, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συν‐ απαχθέντες, ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ. Κυρίλλου. Προσήκει τοίνυν ἀποστρέφεσθαι τοὺς | |
74.1020(50) | τοιούτους, κἂν τὸ ὄνομα τοῦ Χριστοῦ πρὸς ἀπάτην ἀμφιέννυνται. Αὐτοῦ γὰρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πρόσταξίς ἐστι πρὸς ἡμετέραν ἀσφάλειάν τε καὶ σωτηρίαν λέγοντος· «Προσέχετε ἀπὸ τῶν ἐρχο‐ μένων πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ | |
55 | εἰσι λύκοι ἅρπαγες.» Καὶ πάλιν· «Βλέπετε μή τις | 1020 |
74.1021 | ὑμᾶς πλανήσῃ· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· Ἐγώ εἰμι ὁ Χριστὸς, καὶ πολλοὺς πλανήσουσι.» Καὶ ὁ Παῦλος βοᾷ· «Βλέπετε τοὺς κύνας, βλέπετε τοῦς κακοὺς ἐργάτας τῆς πίστεως | |
5 | τῆς εἰς τὸν Κύριον Ἰησοῦν.» | |
6t | AD EPISTOLAM I DIVI JOANNIS. | |
7 | Ὁ Θεὸς φῶς ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. Κυρίλλου. Ἢ ὅτι κατ’ οὐσίαν φῶς ὑπάρχει ὁ | |
10 | Θεὸς, ἐν τοῖς ἐν αὐτῷ διὰ τῶν ἀρετῶν περιπατοῦσιν, ἀληθῶς φῶς γενόμενος· ἣ σκοτίαν τὴν κακίαν λέγει διὰ τοὺς Ἰουδαίους. Ἀγαπητοὶ, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ’ ἐντολὴν παλαιὰν, ἣν εἴχετε ἀπ’ ἀρχῆς· | |
15 | ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος, ὃν ἠκούσατε ἀπ’ ἀρχῆς. Κυρίλλου. Περὶ ἀγάπης ὑμῖν διαλεγόμενος· τοῦτο γάρ ἐστι τὸ «καθὼς ἐκεῖνος περιεπάτησεν» ἐν ἀγάπῃ· ὡς γὰρ αὐτὸς ὁ Κύριος ἔλεγε· «Μείζονα ταύτης | |
20 | ἀγάπην οὐδεὶς ἔχει ἐνδείξασθαι, ἢ ἵνα τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ.» Ταύτην οὖν τὴν περὶ ἀγάπης ἐντολὴν οὐ καινὴν γράφω ὑμῖν· πάλαι γὰρ αὐτὴν διὰ τῶν προφητῶν ἐπηγγείλατο· «Οὐ γὰρ πρέσβυς, φησὶν, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ | |
25 | Κύριος ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾷν αὐτοὺς καὶ κήδεσθαι αὐτῶν.» Γράφω ὑμῖν, πατέρες· γράφω ὑμῖν, νεανίσκοι· γράφω ὑμῖν, παιδία. Κυρίλλου. Ἡλικίας ἐνταῦθά μοι νόει κατὰ τὸν | |
30 | ἔσω ἄνθρωπον· οὐ γὰρ ὁ εὐαγγελιστὴς πρὸς βρέφη ἔγραφε. Καὶ νεανίαι μὲν, οἱ εἰς ἀνδρίαν ἐλθόντες πνευματικήν· πρεσβῦται δὲ, οἱ εἰς φρόνησιν ἐλά‐ σαντες· νήπιοι δὲ, οἱ ἐν Χριστῷ ἄρτι πιστεύ‐ σαντες. | |
35 | Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ. Κυρίλλου. Καὶ τί τὰ ἐν τῷ κόσμῳ ἢ ματαιότης, ἢν ἐπ’ οὐδενὶ τῶν χρησίμων τηροῦσί τινες; Ἤγουν | |
40 | ἐμμόνως ὁρῶνται πράττοντες· ὁ περιττὸς καὶ ἀνόνη‐ τος τοῦ παρόντος βίου περισπασμός· ἡ τῶν κοσμι‐ κῶν ἐπιθυμιῶν χυδαιότης. Ἐξίστησιν ἡμᾶς ὁ Χρι‐ στοῦ μαθητὴς οὕτω λέγων· «Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ,» καὶ τὰ ἑξῆς. | |
45 | Ἀγαπητοὶ, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παῤῥησίαν ἔχομεν πρὸς τὸν Θεόν. | |
Κυρίλλου. Ἕως εἶ κατὰ τὸν βίον τοῦτον, ὁδὸς γὰρ | 1022 | |
74.1024 | ὁ βίος ὑπὸ πάντων ἀνθρώπων παροδευόμενος, προσ‐ δέχου καὶ μὴ παραλογίζου τὴν ἐκ τοῦ συνειδότος ὑπόμνησιν· εἰ δὲ παραλογίσῃ καὶ παραδράμῃς τὸν βίον, αὐτὸ τὸ συνειδὸς ἀντιδίκου τάξιν ἐπέχον ἐπὶ | |
5 | τοῦ κριτοῦ κατηγορήσει, καὶ ὑπὸ τὴν ψῆφον ποιήσει σε τοῦ δικάζοντος, καὶ παραδοθήσῃ ταῖς ἀνηκέστοις κολάσεσιν. Ἃ οὐκ ἂν ἔπαθες, εἴ γε κατὰ τὴν ὁδὸν εὔνοιαν ἐκτήσω πρὸς τὸν ἀντίδικον, τοὺς ἐλέγχους ὡς μετ’ εὐνοίας προσφερομένους καταδεχόμενος. | |
10 | Τοῦτο γὰρ καὶ ὁ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης ἐπιστέλλων φησίν· «Ἐὰν ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παῤῥησίαν ἔχομεν πρὸς τὸν Θεόν.» Καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, | |
15 | ἡ πίστις ἡμῶν. Τίς δέ ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ; Κυρίλλου. Καὶ οὔτε Ἕλλην, οὔτε Ἰουδαῖος, οὔτε αἱρετικὸς δύναται πρὸς αὐτὴν, ἅπαξ τοῖς ἔργοις τὰ | |
20 | νικητήρια τῆς καθ’ ἡμᾶς πίστεως ἀπενεγκαμένης. | |
21t | IN EPISTOLAM JUDE. | |
22 | Ἀγαπητοὶ, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι | |
25 | τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. Κυρίλλου. Ὁμοῦ μὲν ἀσφαλιζόμενος ἡμᾶς, ὁμοῦ δὲ καταστίζων τοὺς αἱρετικοὺς ταῦτά φησι. Οὐκοῦν οὐ ξενιστέον ἐπὶ τῇ τῶν αἱρετικῶν πλάνῃ τε καὶ κακοπιστίᾳ· τοῦ ἁγίου Πνεύματος προμηνύσαντος | |
30 | ἡμῖν διὰ τῶν ἁγίων προφητῶν τε καὶ ἀποστόλων τὴν τούτων ἔγερσιν. Μᾶλλον γὰρ ἡμᾶς διὰ τῆσδε τῆς προ‐ φητείας ἀσφαλεστέρους ἐποίησεν, ὥστε μὴ ταῖς σο‐ | |
φιστείαις τούτων ἁλῶναι. | 1024 |