TLG 4090 032 :: CYRILLUS :: Epistulae paschales sive Homiliae paschales (epist. 1–30) CYRILLUS Theol. Epistulae paschales sive Homiliae paschales (epist. 1–30) Citation: Volume — page — (line) | ||
77.401(1t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
2t | ΚΥΡΙΛΛΟΥ | |
---|---|---|
3t | ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ | |
4t | ΟΜΙΛΙΑΙ ΕΟΡΤΑΣΤΙΚΑΙ. | |
8t | ΛΟΓΟΣ Αʹ. | |
9 | αʹ Τῆς μὲν εὐθύμου καὶ θείας ἡμῶν ἑορτῆς ἀνὰ | |
10 | πᾶσαν τὴν οἰκουμένην τὰ φαιδρὰ προλάμπει καὶ φαίνεται φῶτα· οὐδὲν σκοτεινὸν καὶ ζοφῶδες τοῖς κατ’ ἀρετὴν ἑορτάζειν ἐθέλουσιν ὑπαντᾷν ἐπιτρέ‐ πουσα. Διὸ καὶ τοῖς τοιούτοις ὁ μακάριος Ἀπόστολος τὴν συμφέρουσαν ἐμφανίζων ὁδὸν, φησίν· «Ἡ νὺξ | |
15 | προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ὡς ἐν ἡμέρᾳ εὐ‐ σχημόνως περιπατήσωμεν,» ἵνα καὶ ταῖς ἀσβέστοις τοῦ Σωτῆρος φωταγωγούμενοι λαμπάσιν εἰς τὴν ἄνω καταντήσωμεν Ἱερουσαλὴμ, τοῖς εὐαγέσι τῶν ἀγγέ‐ λων χοροῖς ἐν οὐρανῷ συνδιαιτώμενοι. Ὁ μὲν οὖν | |
20 | μακάριος Δαβὶδ εἰς καλὴν ἡμᾶς συνάγων ὁμήγυριν, τὴν ἐπινίκιον ᾠδὴν τῷ δι’ ἡμᾶς ἐπιδημήσαντι Χρι‐ στῷ, καὶ διὰ τοῦ σταυροῦ τὸ τοῦ θανάτου καταργή‐ σαντι κέντρον παρακελεύεται, λέγων· «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ | |
25 | Σωτῆρι ἡμῶν.» Τοὺς γὰρ τοῖς θείοις ἐπανέχοντας νόμοις ἐπὶ τὸν σωτήριον καλεῖ χορὸν, καὶ εἰς μίαν καὶ σύμφωνον διδάσκει συνάγεσθαι γνώμην, οὐ με‐ μερισμέναις διανοίαις, οὐδὲ νῷ διῃρημένῳ τὴν εἰς Χριστὸν ὁμολογοῦντας πίστιν· «ἀλλ’ ἵνα σύμφωνοι, | |
30 | καὶ τὸ αὐτὸ, κατὰ Παῦλον, φρονοῦντες,» ἀκλινῆ καὶ βεβαίαν τὴν εἰς αὐτὸν φυλάττωμεν ὁμολογίαν. Οὕτω γὰρ ἂν τῆς θείας ἡμᾶς καὶ ἀκηράτου πανηγύρεως | |
ἀναβαίνειν λοιπὸν εἰς τὴν πνευματικὴν κελεύουσιν | ||
77.404 | Ἱερουσαλήμ· καὶ δρομαίους ἀφικέσθαι πρὸς εὐσέ‐ βειαν διεγειρούσης, ἀκούσωμεν διὰ τοῦ προφήτου· «Ἀνασωζόμενοι ἐκ γῆς πορεύεσθε, καὶ οὐ μὴ στῆτε, μνήσθητε, οἱ μακρὰν, τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ | |
5 | ἀναβήτω ἐπὶ καρδίαν ὑμῶν.» Παύλου τοίνυν βοῶντος· «Οὕτως τρέχετε ἵνα καταλάβητε,» καὶ τῆς εὐ‐ αγοῦς ἡμῖν ἡλίου δίκην ἀνατελλούσης ἑορτῆς, μα‐ κράν που τὸν ἀδρανῆ τῆς ἀργίας ῥίψωμεν ὄκνον· καὶ τὸν ἀμυδρὸν τῆς ἀργείας σκότον νικήσαντες, ἀν‐ | |
10 | δρείῳ καὶ λαμπρῷ φρονήματι πρὸς πᾶσαν ἴωμεν ἀρετὴν, ἐκεῖνο λέγοντες ἀλλήλοις τὸ γεγραμμένον· «Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.» Ἰουδαῖοι | |
15 | μὲν γὰρ, τῆς κατὰ τύπον καὶ σωματικῆς λατρείας ἐκβαίνειν οὐκ εἰδότες, ἀκούουσι· «Τί μοι τὸ πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος. Πλήρης εἰμὶ ὁλο‐ καυτωμάτων κριῶν· καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι· οὐδ’ ἂν ἔρχησθε | |
20 | ὀφθῆναί μοι.» Τοῖς δὲ μακρὰν τῶν τοιούτων ἀποδη‐ μήσασι, καὶ τῆς καρδίας τὴν ἀληθῆ περιτομὴν διὰ τῆς ἐν πνεύματι λατρείας ἐπιδεικνύειν Θεῷ μελετή‐ σασιν, ὁ προφήτης βοᾷ· «Ζητήσατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε. Ἡνίκα δ’ ἂν ἐγ‐ | |
25 | γίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν.» Ἐγγίσαντος τοιγαροῦν ἡμῖν διὰ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως τοῦ Σωτῆρος ἡμῶν | |
30 | Χριστοῦ, ἐκδυσώμεθα, κατὰ τὸ γεγραμμένον, τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσώμεθα τὸν νέον τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν· καὶ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, τοῖς ἔμπροσθεν ἐπεκτεινώμεθα, καθαροὶ πρὸς τὴν θείαν ἀναβαίνον‐ | |
35 | τες πανήγυριν. Τοῦ δὲ προφήτου βοῶντος Ἱερε‐ μίου· «Τάδε λέγει τοῖς ἀνδράσιν Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλήμ· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐν ἀκάνθαις. Περιτμήθητε τῷ Θεῷ, καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες | |
40 | Ἰουδαῖοι κατοικοῦντες Ἱερουσαλὴμ,» ὑλομανοῦσαν καὶ κεχερσωμένην ἀπὸ εὐσεβείας τὴν διάνοιαν, καθάπερ πυρὶ τῷ θείῳ φόβῳ καθήραντες, τὸν ἀγαθὸν τοῦ Σωτῆρος δεξώμεθα σπόρον, οὐ ψιλαῖς ἀκολου‐ θεῖν, οὐδὲ ταῖς ἐν τύπῳ λατρείαις διδάσκοντος, ἀλλὰ | |
45 | καλοῖς ἡμᾶς πρὸς σωτηρίαν ἀνανεοῦντος μαθήμα‐ σιν. Οὐκοῦν τὸν ἐν τῷ κρυπτῷ Ἰουδαῖον, καὶ τὴν ἐν τῷ κρυπτῷ περιτομὴν ἐπιδεικνύωμεν Θεῷ, πᾶσαν κακίαν ἐκ τῆς ἑαυτῶν καρδίας περιτέμνοντες, ἵνα καὶ δικαίως ἀκούωμεν· «Ἑόρταζε, Ἰούδα, τὰς ἑορ‐ | |
77.404(50) | τάς σου· ἀπόδος Κυρίῳ τῷ Θεῷ τὰς εὐχάς σου.» βʹ. Τοῖς μὲν οὖν ἐπὶ τὸ κηρύττειν ἀπεσταλμένοις, οὐκ ὀλίγος ὁ περὶ τούτου φόβος· καὶ μάλα εἰκότως. Οὐ γὰρ μικρὰ τῆς ἐν τούτοις ἀμελείας τὰ ἐπίχειρα. | |
Ἐπικατάρατος γὰρ, φησὶν, ὁ ποιῶν τὰ ἔργα τοῦ | ||
77.405 | Θεοῦ ἀμελῶς.» Καὶ τοῦτο μαθεῖν ἔξεστι σαφῶς τὸν μακάριον ἐννοοῦσιν Ἰωνᾶν, καὶ τὴν ἐπὶ αὐτῷ μαι‐ νομένην θάλατταν· καὶ τὸ δεινὸν ἐκεῖνο καὶ φρικω‐ δέστατον κατ’ αὐτοῦ κινούμενον κῆτος. Εὑρίσκω δὲ | |
5 | καὶ τῶν ἁγίων ἕκαστον τῆς θείας λειτουργίας δεδιότα τὸ μέγεθος. Ὁ μὲν γὰρ ἱεροφάντης Μωσῆς, Θεοῦ τὸν λαὸν ἐξαποστέλλειν ἐπιτάξαντος αὐτῷ, τῆς ἀν‐ θρωπείας φύσεως τὴν δύναμιν ἀναμετρησάμενος, καὶ μείζονα ταύτης ὁρῶν τοῦ κηρύγματος τὴν διακονίαν, | |
10 | ἔλεγεν· «Ἰσχνόφωνός εἰμι καὶ βραδύγλωσσος.» Συνῳδὰ δὲ τούτοις καὶ ὁ μακάριος Ἱερεμίας ἐπὶ τὸ προφητεύειν πεμπόμενος, βοᾷ· «Ὁ ὢν, Δέσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερός εἰμι ἐγώ.» Εἰ γὰρ καὶ κάλλιστος ἡμῖν εὐλαβείας | |
15 | ὑπογραμμὸς οἱ ἅγιοι, τὰ τοιαῦτα φθεγγόμενοι φαί‐ νονται, ἀλλά γε τοῖς περὶ τοῦτο δειλίας ὁ τρόπος, οὐ μικρὸν, οὐδὲ ἀκίνδυνον τοῖς ἀσθενέσιν ἀποτίκτει τὸν ὄκνον. Δυσωπεῖ μὲν γὰρ ἡμᾶς ὁ Θεὸς, καὶ τὸν φόβον ἀποπέμπειν παρακελεύεται, πρὸς μὲν Μωσέα λέγων· | |
20 | «Τίς ἔδωκε στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησε δύσ‐ κωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; Οὐκ ἐγὼ Κύριος ὁ Θεός; Καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου.» Πρὸς δὲ τὸν μακάριον Ἱερεμίαν· «Μὴ λέγε· Ὅτι νεώτερός εἰμι ἐγώ· ὅτι πρὸς πάν‐ | |
25 | τας οὓς ἐὰν ἐξαποστελῶ σε, πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι λαλήσεις.» Οὐκοῦν ἐπὶ τὸ κη‐ ρύττειν κἀμὲ τὸν ταπεινὸν τοῦ τῆς ἱερωσύνης καλοῦν‐ τος σχήματος, δεδιὼς τὸ γεγραμμένον, «Λάλει καὶ μὴ σιώπα,» ἀναγκαίως ἐπὶ τὸ τὰ τοιάδε γράφειν | |
30 | ἔρχομαι. Κρίσει γὰρ Θεοῦ καλῶς τὸν καθ’ ἡμᾶς ἀπαλλάξαντος βίον, καὶ πρὸς τὰς οὐρανίους ἀναπτάν‐ τος μονὰς, τοῦ τῆς ἀοιδίμου καὶ πανευφήμου μνή‐ μης Πατρὸς ἡμῶν Θεοφίλου τοῦ γενομένου ἐπισκό‐ που (καθ’ ὃν οἶδεν ὁ πάντων ταμίας λόγον, αἰδοῦμαι | |
35 | γράφων), εἰς ἐμὲ τὸν ἐλάχιστον ἡ τῆς ἐπισκοπῆς κατήντησε διαδοχή. Ἀκούων δὲ τοῦ Παύλου γράφον‐ τος· «Οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι,» φόβῳ λοιπὸν καὶ παρὰ δύναμιν ἐπὶ τὸ κηρύττειν ἐλή‐ λυθα. Τοιγάρτοι τῆς ἁγίας ἡμῶν προλαμπούσης παν‐ | |
40 | ηγύρεως, καὶ πρὸς καθαρὰν καὶ νόμιμον ἡμᾶς κα‐ λούσης ἁγνείαν· τοῖς μὲν ἔτι τῇ κακίᾳ προστετηκό‐ σιν ἀναγκαῖον εἰπεῖν· «Καθαρίσατε χεῖρας, ἁμαρ‐ τωλοὶ, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.» Τοῖς δὲ τὸ βέβηλον τῆς ἁμαρτίας αἶσχος ἀποφυγοῦσι, καὶ σε‐ | |
45 | μνὴν ἐπασκοῦσι πολιτείας ἀγάπην, εὐαγγελιζέσθω ὁ προφήτης, λέγων· «Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀν‐ έτειλεν.» Ἐπειδὴ γὰρ οἱ τὴν ὑφ’ ἡλίῳ πᾶσαν οἰκοῦν‐ τες ἄνθρωποι, «μερίδες ἀλωπέκων» γενόμενοι, κατὰ | |
77.405(50) | τὸ γεγραμμένον, εἰς πολυειδῆ καὶ πολύτροπον ἐμε‐ ρίζοντο κακίαν, καὶ τῷ τῆς ἀγνοίας σκότῳ νικώμε‐ νοι, καθάπερ εἰς βόθρον εἰς βαθεῖαν ἔπιπτον ἁμαρ‐ τίαν· ἀναγκαίως τὸν ἐξ οὐρανοῦ καλῶν ὡς ἡμᾶς Θεὸν | |
Λόγον ὁ Ψαλμῳδὸς ἔλεγεν· «Ὁ ποιμαίνων τὸν | ||
77.408 | Ἰσραὴλ, πρόσχες· ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰω‐ σήφ· ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι ἐναντίον Ἐφραὶμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ· ἐξ‐ έγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι | |
5 | ἡμᾶς.» Ὅταν κειμένοις ἡμῖν καὶ πεπτωκόσιν εὐ‐ καίρως αὐτὸν ἐπιφοιτήσειν αἰσθανόμενος πάλιν ἐβόα· «Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν; Ὑπερ‐ ορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψεσιν;» Οὔπω γὰρ τὴν ἡμετέραν ὁμοίωσιν ὁ Σωτὴρ ἀναλαβὼν, μακρὰν | |
10 | ἡμῶν, κατὰ τὸν τῆς ἐνανθρωπήσεως λόγον, ἀφειστή‐ κει. Ἐπειδὴ καὶ πολλὰ τῆς ἀνθρώπων φύσεως, καὶ τῆς τοῦ Θεοῦ Λόγου τὰ μεταξὺ διαστήματα. Ἡμῶν μὲν γὰρ, περὶ τῶν ἁγίων φησίν· «Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός·» περὶ δὲ τῆς τοῦ Μονογενοῦς ὑπάρ‐ | |
15 | ξεως ὁ προφήτης Ἡσαΐας λέγει· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Εὐκαίρως τοιγαροῦν ἡμῖν, καὶ πολλὴν ὑπομένουσι θλῖψιν, ἐπέλαμψεν ὁ Σωτὴρ γε‐ νόμενος ἐκ γυναικὸς, τὸ κατὰ σάρκα, ἵνα τὸν ἐκ γυ‐ ναικὸς ἄνθρωπον διασώσῃ, καὶ τῶν τοῦ θανάτου τοῦ‐ | |
20 | τον ἀπολύσας δεσμῶν, διδάξῃ χαίροντα λέγειν· «Ποῦ σου τὸ νῖκος, θάνατε; Ποῦ τὸ κέντρον σου, ᾅδη;» Οὐ γὰρ μόνον τὸ τῆς ἀναστάσεως ἡμῖν δῶρον χαρίζε‐ ται, ἀλλὰ καὶ τὸ κέντρον τοῦ ᾅδου, τουτέστι, τὴν πλήττουσαν ἁμαρτίαν ἀμβλύνας, φησίν· «Ἰδοὺ δέ‐ | |
25 | δωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει.» Τοῦτο πρὸς τοῖς ἄλλοις τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας κατόρθωμα. Τοιγαροῦν πᾶσα μὲν ἐν γῇ σεμνότης πολιτεύεται· ὁ δὲ τῆς | |
30 | ἀμαθίας ἐλήλαται σκότος. Καὶ τοῦτο τῇ τοῦ θείου Πνεύματος δυνάμει προαναβλέπων ἔλεγεν ὁ Ψαλμ‐ ῳδός· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. —Εἰ γὰρ ἐχθροὶ ὄντες, καθὰ Παῦλός φησι, κατηλλά‐ | |
35 | γημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ,» πλῆθος ἡμῖν ἀνατελεῖ εἰρήνης. Οὗ γεγενημένου, καὶ τὴν σελήνην πάντως ἀναιρεῖσθαι ἀναγκαῖον· τουτ‐ έστι, τὸν τῆς νυκτὸς καὶ τοῦ σκότους ἄρχοντα διά‐ βολον, σελήνην ἐνταῦθα τροπικῶς ὀνομαζόμενον. | |
40 | Οὐκοῦν τοσούτων ἡμῖν καὶ τηλικούτων ὑπερλάμπου‐ σιν αὐγαὶ, καὶ τῆς θείας ἡμῶν ἑορτῆς ἀνίσχει τὸ φῶς, καὶ πάλιν ἡμᾶς ἡ λαμπρὰ πρὸς ἑαυτὴν ἕλκει πανήγυρις. Τὸ μὲν, ὅτι προσήκει τῶν αἰσχίστων ἀνα‐ χωρεῖν, γεγωνότερον συμβουλεύουσα, καὶ λέγουσα· | |
45 | «Λούσασθε, καὶ καθαροὶ γένεσθε, ἀφέλετε τὰς πο‐ νηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν.» Εἰ γὰρ σοφός ἐστιν ὁ Παροιμιαστὴς, λέγων· «Τοῖς πᾶσιν ὁ χρόνος,» καὶ καιρὸς παντὶ πράγματι, πῶς οὐκ εὐλόγως πάσης μὲν εἶναι πονηρίας ἐχθρὸν τουτονὶ τὸν καιρὸν ὁμολο‐ | |
77.408(50) | γήσαιμεν; ἐπ’ ἐκεῖνα δὲ μόνα καλεῖν ὅσα καὶ τὸν θεῖον νόμον οἶδε τιμᾷν, καὶ τοῖς κεχρημένοις, ὅτι καλεῖν τῆς εὐνοίας μιμοῦνται τὴν ψῆφον δίδωσι | |
θαῤῥεῖν. Οἱ μὲν οὖν κατὰ τὸν παρόντα βίον ἀγωνο‐ | ||
77.409 | θετεῖν προελόμενοι, καὶ πολλῇ χρημάτων ζημίᾳ τὴν ἐπὶ τούτῳ προσηγορίαν ὠνούμενοι, ἱδρῶτα προθέν‐ τες τοῖς νέοις ἁμιλλητήριον, πλουσίοις μὲν ἄλλοις ἄθλοις τὸν νικήσαντα γεραίρουσι, μικρὰ δὲ ὅμως | |
5 | τῶν δοθέντων ἡ χάρις, καὶ μέχρι τῶν τῇδε φέρουσα τὴν ἀπόλαυσιν. Ὁ δὲ τῶν δικαίων ἀγωνοθέτης Θεὸς, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, τοῖς εὐσεβέσι χαρίζε‐ ται. Ὧν γὰρ ὑπὲρ τὴν φύσιν ἡ γνώμη, διὰ τῶν | |
10 | ἔργων εὑρίσκεται, τούτων ὁ τρόπος τῆς δωρεᾶς τὴν ἀνθρώπου διάνοιαν ὑπερβαλεῖται δικαίως. Ξένην γὰρ ἐπιδειξάμενοι τοῦ βίου τὴν ἀγωγὴν, καὶ τοῖς πολλοῖς ἀγνοουμένην διὰ δυσχέρειαν, ἐφάμιλλον μὲν τοῖς πεπραγμένοις εὑρήσουσι τὴν τιμὴν, ἄμετρον δὲ τοῦ | |
15 | Δεσπότου τὴν φιλανθρωπίαν σπασάμενοι, τοῖς ὑπὲρ τὴν φύσιν ἀγαθοῖς ἐντρυφήσουσι. Φέρε τοιγαροῦν καὶ ἡμεῖς τοὺς εὐσεβείας ἐραστὰς ἐπὶ τὸν ἐτήσιον ἀγῶνα τῶν πόνων καλέσωμεν, καὶ τοῦ προφήτου λέγοντος· «Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε | |
20 | νηστείαν, κηρύξατε θεραπείαν,» μέγα τι κεκραγό‐ τες καὶ διαπρύσιον, τὴν ἱερὰν τῆς Ἐκκλησίας κι‐ νήσωμεν σάλπιγγα, εὐσήμῳ δὲ καὶ περιφανεστάτῳ κηρύγματι τῆς ἁγίας ἡμῶν ἑορτῆς τὴν παρουσίαν καταμηνύσωμεν· καὶ τοῦ πανσόφου Θεοῦ λέγοντος | |
25 | πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ποίησον σεαυτῷ δύο σάλπιγγας, ἀργυρᾶς ποιήσεις αὐτάς· καὶ ἔσονταί σοι ἀνακαλεῖν καὶ ὑπεξελθεῖν τὴν συναγωγὴν,» πρὸς τὴν τῶν εἰρημένων δύναμιν, καλῶς ἁρμοσόμεθα. Δύο γὰρ εἶναι κελεύει τὰς σάλπιγγας, ὅτι διπλοῦς τί | |
30 | ἐστι τῆς Ἐκκλησίας ὁ λόγος, εἷς μὲν, ἐπὶ τὴν ὀρθὴν τῶν θείων δογμάτων κατάληψιν τοὺς ἀγνοοῦντας ἔτι καλῶν· ἕτερος δὲ, τὸ μὴ δεῖν τοῖς ἀτόποις τῶν ἔρ‐ γων ἐμφύρεσθαι συμβουλεύων. Ἀργυρᾶς δὲ τὰς σάλπιγγας εἶναι προστάττει· λαμπρὸς γὰρ καὶ ἀκη‐ | |
35 | λίδωτος ἐπ’ ἀμφοτέρων ὁ λόγος· καὶ τῆς ἐν τοῖς δόγμασι πλάνης ἀποφοιτῶν, καὶ τῶν πρακτέων τὴν αἵρεσιν εἰσηγούμενος. Τρεχέτω τοίνυν ἐντεῦθεν ἡμῖν ὥσπερ ἀπὸ βαλβίδος ὁ λόγος, καθάπερ ἐπ’ αὐτὴν καλείτω τὴν σκηνὴν τὸν τοῦ νόμου μακρὰν, ἑλκέτω | |
40 | πρὸς τὴν τοῦ νομοθέτου βούλησιν, τὸν διὰ τῆς ἁμαρ‐ τίας ἔτι κεχωρισμένον, ἁγιαζέτω νηστείαν, κηρυτ‐ τέτω θεραπείαν, καθάπερ ὁ προφήτης φησί. Πῶς δ’ ἂν ἑτέρως γενώμεθα τῶν τοιούτων ἐργάται· πῶς δὲ τὴν θείαν ἀποπληρώσαιμεν ἐντολὴν, ἢ πάντως, | |
45 | τὸ μὲν εἶναι κακὸν διαφεύγοντες, καὶ τοῖς αἰσχί‐ στοις προσομιλεῖν φυλαττόμενοι, ὅσα δὲ τοὺς νη‐ στεύοντας ἁγιάζειν ἐπίσταται, ταῦτα περὶ πολλοῦ ποιεῖσθαι σπουδάζοντες; Οὕτω γὰρ οἱ καλῶς ἑορτά‐ ζειν θέλοντες, τὸν ἀγαθὸν ἡμῶν θεραπεύσουσι Θεόν. | |
77.409(50) | γʹ Ἡκέτω τοιγαροῦν εἰς μέσον ἡμῶν ὁ Χριστοῦ μαθητὴς, διδασκέτω τῆς νηστείας τὸν τρόπον, αὐτοῦ λέγοντος ἀκουσώμεθα· «Νηστεία καθαρὰ καὶ ἀμίαντος παρὰ Θεῷ καὶ Πατρὶ αὕτη ἐστίν· ἐπισκέπτεσθαι ὀρ‐ | |
φανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν· ἄσπιλον ἑαυ‐ | ||
77.412 | τὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.» Ὅπως δὲ, καὶ τίνα τρόπον τῶν εἰρημένων περιεσόμεθα, ῥᾴδιον ἐξευρεῖν. Ἀρκέσειν μὲν γὰρ ἔγωγε τοῖς εὖ φρονοῦσι καὶ αὐ‐ τὸν οἶμαι τὸν τῆς φύσεως νόμον, διδάσκοντα μισεῖν | |
5 | μὲν ὅσα ταῖς θείαις ἐντολαῖς ὑπεναντίως ἔχειν δοκεῖ, τὴν δὲ τοῦ νομοθέτου βούλησιν κρατεῖν ἐν ἡμῖν ἀναπείθοντα. Εἰ δέ τῳ δοκεῖ καὶ σαφεστέρων ἡμᾶς ἐπὶ τοῦτο δεῖσθαι παραγγελμάτων, ἀκουέτω Παύλου λέγοντος· «Νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς | |
10 | γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν.» Οὐ γὰρ δήπου ψιλαῖς ἀσιτίαις, καὶ μόνων βρωμάτων ἀποβολαῖς τὴν ἀληθεστέραν τῆς νηστείας εὑρήσομεν χάριν, οὐδὲ μόνων τούτων ἀπεσχημένοι, καθαροὶ καὶ ἅγιοι πάντως ἐσόμεθα, ἀλλ’ ἐκεῖνα τῆς ἑαυτῶν δια‐ | |
15 | νοίας ἀποπεμπόμενοι, δι’ ἃ καὶ τὸ τῆς νηστείας ἐξεύρηται φάρμακον. Οὐκοῦν ὑπακούσωμεν τῷ ἁγίῳ λέγοντι· «Καθαρίσατε χεῖρας, ἁμαρτωλοὶ, καὶ ἁγνί‐ σατε καρδίας, δίψυχοι.» Οὗτος ἀληθῶς τῆς νη‐ στείας ὁ τρόπος· ἐν τούτοις ἡ τῶν ἀρίστων ἔργων | |
20 | ἐπίδειξις. Μὴ τρέφε τὸν νοῦν ἀκολάστοις ἡδοναῖς· ἀργείτω παρὰ σοὶ τῆς πορνείας τὸ κέντρον· πάθους ἐλευθέραν ἔχε τὴν γνώμην· φεῦγε τῶν ἀκαθάρτων τὴν κοινωνίαν. Διὰ τούτων σαυτὸν ἐπιδείξεις Θεῷ· ταῦτά σοι τῆς δικαιοσύνης προξενήσει τὸν στέφανον. | |
25 | Καλὸν μὲν οὖν καιρῷ καὶ βρωμάτων ἀπέχεσθαι περιττῶν, καὶ περιέργου τραπέζης ἀναχωρεῖν, ἵνα μὴ, τοῖς ὑπὲρ τὴν χρείαν ἐδέσμασιν ἐντρυφήσαντες, κοιμωμένην ἐφ’ ἑαυτοῖς τὴν ἁμαρτίαν ἐγείρωμεν. Πιαινομένη γὰρ καὶ σπαταλῶσα διὰ τούτων ἡ σὰρξ, | |
30 | χαλεπή τέ ἐστι, καὶ ταῖς τοῦ πνεύματος ἐπιθυμίαις δυσανταγώνιστος· ἀσθενοῦσα δὲ, καὶ τῷ περιττῷ μὴ βοηθουμένη, ἐξ ἀνάγκης ἐκείνῳ δίδωσι τὸ νικᾷν. Τοῦτο καὶ ὁ μακάριος Παῦλος διδάσκων ἡμᾶς, οὕτως φησί· «Κἂν γὰρ ὁ ἕξω ἡμῶν ἄνθρωπος διαφθείρηται, | |
35 | ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται ἡμέραν καθ’ ἡμέραν.» Οἷς γὰρ γνώμης ἐναντιότης, καὶ τρόπος ἀσύμβατος τὴν φιλίαν ἀναιρεῖ, τούτοις τὸ δύνασθαι τοῦ ἑτέρου κρα‐ τεῖν τὸ πλέον ἔχειν χαρίζεται. Τὸ δὲ νικᾷν ὅτι προσ‐ ήκει τοῖς κρείττοσι, πάντες ἂν, οἶμαι, συμφήσειαν. | |
40 | Τοσοῦτον γὰρ ἡμῖν ἐκ τούτου προσέσται τὸ κέρδος, ὅσον εἰκὸς ἐξ ἐκείνου προσέσται τὸ βλάβος, εἰ λάβοι τὸ τῶν ἀμεινόνων ὑπερτερεῖν. δʹ. Ἀργείτω τοίνυν ἐν ἡμῖν τὸ κακὸν, καὶ πᾶσα μὲν βρωμάτων οἰχέσθω τρυφὴ, ἡ δὲ σώφρων ἡμῖν | |
45 | εἰσίτω νηστεία, ἡ πάσης ἁμαρτίας ἐχθρά· ἧς τὸ κάλ‐ λος ἐξ ἀρχαίων ὑποδειγμάτων, καίπερ εἰδόσιν ὑμῖν, ἐπιδεῖξαι δεῖν ᾠήθην, ἀγαπητοί. Τί γὰρ, εἰπέ μοι, τὸν μακάριον Βαπτιστὴν, ἄνδρα τοσοῦτον καὶ τηλι‐ κοῦτον ἀπέφηνε; Πόθεν δὲ τὴν ἀρίστην ἐκείνην ψῆ‐ | |
77.412(50) | φον ἐκέρδανε, λέγοντος περὶ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· «Οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναι‐ κῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ;» Τί δὲ τὸν ἱεροφάντην Μωσέα εἰς τὸν γνόφον εἰσελθεῖν, καὶ παραστῆναι Θεῷ παρεσκεύασεν; Οὐχὶ νηστεία, πά‐ | |
55 | σης. ἡμῖν ἀρετῆς ἰδέαν ἀποτίκτουσα; Νηστεία, τῆς | |
77.413 | ἰσαγγέλου πολιτείας τὸ μίμημα, σωφροσύνης πηγὴ, ἐγκρατείας ἀρχὴ, λαγνείας ἀναίρεσις. Διὰ ταύτης καὶ οἱ τρεῖς νεανίαι φοβεροὶ καὶ ἀκαταμάχητοι τοῖς Βαβυλωνίοις εὑρίσκοντο, οἳ, μετέχειν ἐξὸν τραπέζης | |
5 | βασιλικῆς καὶ λαμπρῶν ἑστιάσεων, ἀπὸ τῶν σπερ‐ μάτων τῆς γῆς οὐ τρέφεσθαι παρεκάλουν· πολυσαρ‐ κίαν μὲν, καὶ σαρκὸς ἐπιθυμίαν Βαβυλωνίοις ἔχειν παραχωρήσαντες, καὶ τὸ κρατεῖν αὐτοῖς ἐπιτρέ‐ ψαντες, ἐν ᾧ τὸ νικᾶσθαι καλὸν, ψιλὴν καὶ ἀπέριτ‐ | |
10 | τον ἀγαπήσαντες τροφήν. Ἀλλ’ ὅρα μοι τὸν ἐκ τού‐ του καρπόν. Θείων ὀπτασιῶν ἠξιώθησαν, καὶ πυρὸς ἐφαίνοντο κρείττονες, καὶ βασιλέως ἤλεγχον ἀπειλήν· καὶ λεόντων ἐκράτουν, εἰς τὴν παρὰ φύσιν αὐτοὺς ἡμερότητα μεταβάλλοντες. Τί δὲ τοὺς Νινευΐτας | |
15 | τῆς μεγάλης ἐκείνης διέσωσεν ἀπειλῆς; Ὁ μὲν γὰρ προφήτης ἐκήρυττεν· «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται.» Οἱ δὲ, καθάπερ τι φρούριον ἀῤῥαγὲς καταλαβόντες τὴν νηστείαν, τὴν θείαν ἐδυσ‐ ώπουν ὀργὴν, καὶ τῶν προσδοκηθέντων κακῶν ἀπηλ‐ | |
20 | λάττοντο. Καὶ πολλὰ μὲν ἄν τις ἔχοι λέγειν τῆς νη‐ στείας τὰ χρήσιμα. Τὸ δὲ πᾶσι καταφανὲς καὶ γνώ‐ ριμον ὅτι χρηστὸν εἴη, πειρᾶσθαι δεικνύειν καὶ τοῦτο διὰ πολλῶν, περιττὸν οἶμαι καὶ μάταιον. Ἔχει γὰρ ἐξ ἑαυτοῦ τῆς ἀληθείας τὰ γνωρίσματα. Ἐπειδὴ δὲ | |
25 | τῇ τῶν ἐναντίων ἀντιπαραθέσει, φαιδρότερον αὐτῆς τὸ κάλλος εὑρίσκεται, φέρε δὴ καὶ τὰ ἐκ τρυφῆς βρωμάτων ἐπιδείξωμεν πταίσματα· καὶ τὰ ἐκ ταύτης τισὶ συμβεβηκότα ἀναπτύξαντες, μάρτυρας ὥσπερ τῶν εἰρημένων τοὺς πεπονθότας καλέσωμεν. | |
30 | Ηὐλίζετό ποτε κατὰ τὴν ἔρημον ὁ τῶν Ἑβραίων λαός· καὶ Μωσῆς μὲν ἐπὶ τὸ ὄρος ἀνεκέκλητο τὸ Σι‐ νᾶ, ἐκεῖ παρὰ Θεοῦ τὸν νόμον ὑποδεξόμενος. Οἱ δὲ, τοῦ παιδαγωγοῦντος τὴν ἀπουσίαν ἀφορμὴν ἀβουλίας ποιησάμενοι, καὶ τῆς προλαβούσης εὐταξίας ὀλιγω‐ | |
35 | ρήσαντες, πρὸς ἀλλοκότους ἐπιθυμίας ἐστρέφοντο. «Ἐκάθισε γὰρ, φησὶν, ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν.» Τὸ δὲ παίζειν ἐνθάδε, πορ‐ νεύειν ἐστὶν, εὐφήμως παρὰ τῇ θείᾳ Γραφῇ παιδιᾶς ὀνόματι καλυπτόμενον. Καὶ τί τοῖς πεπορνευκόσι τὸ | |
40 | ἐκ τούτου κακὸν, ἄκουε τοῦ Παύλου λέγοντος· «Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.» Τί δὲ πάλιν αὐτοῖς λυ‐ πηρὸν συνέβη παθεῖν, ὅτε τὴν οὐράνιον τοῦ μάννα τροφὴν παρ’ οὐδὲν ἡγησάμενοι, τῆς ἐν Αἰγύπτῳ τρο‐ | |
45 | φῆς ἐμέμνηντο λέγοντες· «Ὄφελον ἀπεθάνομεν πλη‐ γέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν, καὶ ἠσθίομεν εἰς πλη‐ σμονήν.» Οὐκοῦν καὶ διὰ τούτων ὑμῖν, ὥς γε νομί‐ ζω, σαφῶς ἀποδέδεικται τῆς νηστείας τὸ κέρδος. | |
77.413(50) | Ἐρεῖ δέ τις τυχόν· Οἶδα μὲν ὅτι τὸ νηστεύειν οὐκ ἀκερδὲς, ἀλλὰ τὸ πονεῖν οὐκ ἀζήμιον, μᾶλλον τῇ φύσει πολεμιώτατον. Εἶτα πῶς οὐκ αἰσχρὸν καὶ πά‐ σης ἀτοπίας ἀνάμεστον, τῶν μὲν ἀμεινόνων ἐρᾷν, καὶ τὴν τοῦ συμφέροντος κτῆσιν ποιεῖσθαι περὶ πολ‐ | |
55 | λοῦ, τὸ δ’ ὅπως προσήκει τῆς ἀπ’ αὐτῶν ὠφε‐ | |
77.416 | λείας γενέσθαι κυρίους, ἣ μηδόλως προσίεσθαι τὴν ἀρχὴν, ἢ περὶ αὐτὸ ῥᾳθυμότερόν πως ἔχοντας φαίνε‐ σθαι, καὶ τὸ μὲν νηστεύειν, ὡς οὐκ ἀκερδὲς εἶναι λέγειν, φεύγειν δὲ τοὺς πόνους, δι’ ὧν τὸ κέρδος | |
5 | εὑρήσομεν; Ὅνπερ γὰρ τρόπον τὰ ἐκ γῆς ἀνατρέ‐ χειν πεφυκότα βλαστήματα ῥίζαν ἔχει, τῆς γενέσεως τὴν ἀρχὴν ἑτέρως οὐκ εἶναι δυνάμενα· οὕτως ἡ τῆς εὐθυμίας ἀρχὴ, διὰ πόνων εὑρίσκεται, καὶ δι’ αὐτῶν ἀνατέλλει καὶ φαίνεται. Δεῖ τοίνυν ἡμᾶς δυεῖν ἑλέ‐ | |
10 | σθαι θάτερον· ἢ γὰρ τὸ μηδόλως ἐθελῆσαι πονεῖν βουλευσάμενοι, εὐκλείας μὲν πάσης καὶ τιμῆς ἀμοι‐ ρήσομεν, ἐσόμεθα δὲ νεκροῖς παραπλήσιοι, μηδεμίαν τῆς ἑαυτῶν σωτηρίας ποιούμενοι πρόνοιαν· ἢ τὸν ἐκ τοῦ νηστεύειν ἀγαπήσαντες πόνον, κερδανοῦμεν | |
15 | ἐκεῖνα δικαίως, ὅσα μὴ τοῦτο ποιοῦντες ζημίας συμβήσεσθαι. Ὅτε δὲ τὴν ἀρίστην ἐφ’ ἑαυτοῖς κυ‐ ρώσαντες ψῆφον, τὸ κρεῖττον τῶν ὠφελεῖν οὐ πεφυ‐ κότων προτιμήσομεν, εἰ τὸ εὖ φρονεῖν αἱρησόμεθα, παντί τῳ σαφές. Εἰ μὲν οὖν τὸ φεύγειν τὰ κάλλιστα | |
20 | τῶν ἐν ἀνθρώποις πραγμάτων, διὰ πόνους μικροὺς, βλάβος οὐδὲν προσοίσει τοῖς κεχρημένοις, ἔξω δὲ πά‐ σης ζημίας καὶ κινδύνου καθίστησι τοὺς μὴ τοῦτο ποιεῖν ἑλομένους, πάντων ἂν ἔγωγε θείην ἀλογωτέ‐ ρους. Εἰ δὲ τὰ μικρὰ παθεῖν παραιτούμενοι, μείζοσι | |
25 | καὶ χαλεπωτέροις περιπεσούμεθα, πῶς οὐκ ἀκόλου‐ θον, μᾶλλον ἐκεῖνο ἑλέσθαι παθεῖν, ᾧ καὶ τῶν πόνων τὸ ἔλαττον, καὶ τὸ κρεῖττον ἀκολουθεῖ; Πυθοίμην ἂν ἡδέως τῶν οὕτω διακειμένων, πότερόν ποτε τὸ νη‐ στεύειν ἐροῦσιν ὀχληρὸν, ἢ τὸ δι’ αἰῶνος κολάζεσθαι; | |
30 | Ἀλλ’ οἶμαι καὶ ἄκοντας ἂν ὁμολογήσειν, ὅτι τὸ χεῖ‐ ρον εἰς τιμωρίαν ἀποβλητέον. Ἀνάγκης τοίνυν ἡμῖν προσαγούσης ἀμφότερα, τί μὴ, τὸ κρεῖττον ἁρπά‐ σαντες, ἄριστα περὶ ἑαυτῶν βουλευσώμεθα; Δεῖ γὰρ ἢ πονοῦντας ἡμᾶς, τῶν κακῶν ἀπαλλάττεσθαι· ἢ | |
35 | τοῦτο πράττειν ὀκνήσαντας, πυρὶ ἀσβέστῳ κατακρί‐ νεσθαι. Κἀκεῖνο δὲ τοῖς εἰρημένοις προσθεῖναι καλόν· ὅτι τῶν ἡδέων ἡ χρῆσις τότε μᾶλλόν ἐστι τοῖς ἔχουσι χαριεστέρα, ὅταν τι τῶν μὴ τοιούτων γενέσθαι συμβῇ. Τοῖς μὲν γὰρ διὰ νόσον κειμένοις, τὸ τῆς | |
40 | ὑγείας ἀγαθόν ἐστι καταφανέστερον. Οἱ δὲ πενίᾳ καὶ τῇ τῶν ἀναγκαίων ἀπορίᾳ τριβόμενοι, περὶ τὸ κερδαίνειν εἰσὶ διὰ τοῦτο προθυμότεροι. Ὧν γὰρ οὐκ ἔχουσι, ζητεῖν ἀναγκάζονται τὴν ἀπόλαυσιν· καὶ συλ‐ λήβδην εἰπεῖν τῇ τῶν ἡδέων ἀπολείψει, μείζων ὁ περὶ | |
45 | ταῦτα πόθος γίνεται. Οὕτω καὶ ὁ τῶν πάντων ἀρι‐ στοτέχνης Θεὸς τόδε τὸ πᾶν διεκόσμησεν· ἡλίῳ μετὰ νύκτα τὸ φαίνεσθαι δοὺς, καὶ μετ’ ἐκεῖνον αὐτῇ. ἵνα δι’ ἀλλήλων ἀμειβόμενοι, χαριεστέραν τῆς ἑαυτῶν παρουσίας ἐπιτελῶσι τὴν χρείαν. Τοῦ μὲν παρόντος | |
77.416(50) | ὀλιγωρεῖν τῆς ἀνθρώπου διανοίας εἰθισμένης ἀεί· τῷ δὲ κόρῳ τοῦ φθάσαντος, ἀνηβώσης ἐπὶ τὸ μέλλον καὶ προσδοκώμενον. Κρατήσει δὲ τῶν εἰρημένων ἡ δυνάμις ἐπί τε νηστείας καὶ τρυφῆς. Οὐκοῦν τὸ νηστεύειν οὐκ | |
ἀκερδὲς, ἵνα καιροῦ καλοῦντος ἀπολαύσῃς ἡδύστερον. | ||
77.417(3) | εʹ. Ἀγαπήσωμεν τοίνυν τὴν νηστείαν, ὡς παντὸς ἀγαθοῦ καὶ πάσης εὐθυμίας μητέρα. Ταύτην μὲν | |
5 | Ἑλλήνων ἀτιμάζουσι παῖδες, οἱ δοκήσει σοφοί. Ἰου‐ δαῖοι δὲ πάντας ἀνθρώπους ὑπερβαλλόμενοι τῇ τῶν ἀσεβημάτων καινότητι, εἰδέναι μὲν οὐκ ἀρνοῦνται, πράττουσι δὲ οὕτως αἰσχρῶς, ὡς εἶναι τάχα που κρείττους, ὅτε μὴ τοῦτο ποιοῦντες εὑρίσκονται. Πά‐ | |
10 | σης γὰρ, ὡς ἔπος εἰπεῖν, πονηρίας πεπληρωμένοι, καὶ πᾶσαν ἐν ἑαυτοῖς ἀκαθαρσίαν ὠδίνοντες, μόνῳ δὲ τῷ τῆς νηστείας ὀνόματι σεμνυνόμενοι, πρόφασιν ἀλαζονείας πολλάκις ποιοῦνται τὴν ἀρετήν. Τί γὰρ ἄν τις εἴποι τὸν ἀμαθέστατον ἐκεῖνον καὶ ἀπαίδευτον | |
15 | Φαρισαῖον ἐννοῶν, ὃν ὁ Κύριος ἡμῶν Χριστὸς ἐν Εὐ‐ αγγελίοις διαγράφει προσευχόμενον ἐν τῷ ἱερῷ, καὶ βοῶντα· «Ὦ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ Σαββάτου, | |
20 | ἀποδεκατῶ πάντα ὅσα ἂν κτῶμαι;» Τί φὴς, ἐμβρόν‐ τητε, ἐπὶ νηστείᾳ μεγαλαυχούμενος; Οὔπω τοσ‐ αύτην ὑπεροψίαν αἰσθάνῃ νοσῶν, ἐπὶ τοῖς οὕτω μικροῖς ἀκριβολογούμενος; Οὔπω τῆς ἀλαζονείας τὸν ὄγκον ὁρᾷς; Οὐ παύσῃ διυλίζων τὸν κώνωπα, τὴν δὲ | |
25 | κάμηλον καταπίνων, καθά φησιν ὁ Σωτήρ; Καὶ νο‐ μομαθῆ σαυτὸν εἶναι λέγων ὅτι τὸ γεγραμμένον ἀγνοεῖς; «Ἐγκωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος, καὶ μὴ τὰ σὰ χείλη—Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι παρομοιά‐ | |
30 | ζετε τάφοις κεκονιαμένοις, οἵτινες μὲν φαίνονται τοῖς ἀνθρώποις ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.» Πάσης γὰρ ὄντως ἀκαθαρσίας ἡ τῶν Ἰουδαίων γνώμη πεπλήρωται· καὶ τῶν φαύλων οὐκ ἔστιν οὐδὲν ὃ μὴ παρ’ ἐκείνοις | |
35 | τετίμηται· οὐ γὰρ εἰδέναι τὸν θεῖον ἐθελήσαντες νό‐ μον, ἀλλὰ καὶ τὴν δοθεῖσαν αὐτοῖς διαπτύσαντες ἐν‐ τολὴν, ἀνήκοοι μὲν ὄντες καὶ ἀπειθεῖς διετέλουν. Ἐπὶ δὲ τούτοις αὐτοὺς καταιτιᾶται Θεὸς, διὰ τοῦ προφήτου βοῶν· «Πρὸς τίνα λαλήσω, καὶ διαμαρτύ‐ | |
40 | ρωμαι, καὶ ἀκούσεται; Ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν· ἰδοὺ τὸ ῥῆμα αὐτοῖς Κυρίου ἐγενήθη εἰς ὀνειδισμὸν, οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι.» Φορτικὴ γὰρ τοῖς ἑκτικῶς ἁμαρτά‐ νουσιν ἡ τῶν συμφερόντων παραίνεσις· καὶ τοῖς | |
45 | ἀκολασταίνειν ἐθέλουσι, τὸ σωφρονεῖν οὐχ ἡδύ. Ὅν‐ περ γὰρ τρόπον τοῖς ἐξ οἴνου μεμεθυσμένοις, βεβά‐ πτισται μὲν εἰς ἀβουλίαν ὁ νοῦς, τὸ φρονεῖν δὲ ὀρθὰ διὰ τοῦτο παρῃρημένος, ὅτι τοῖς χειρίστοις προσομι‐ λεῖν ἐπιζήμιον οὐκ αἰσθάνεται· οὕτως οἱ τῇ φιληδο‐ | |
77.417(50) | νίᾳ νενικημένοι, καὶ καθάπερ εἰς τέλμα βαθὺ πε‐ σόντες τὴν ἁμαρτίαν, καὶ τὸν σώφρονα νοῦν τοῖς ἀκαθάρτοις ἐγκαταπήξαντες πάθεσιν, ἀσάλευτον ἔχουσι παρ’ ἑαυτοῖς τὸ κακὸν, ὅλοι πρὸς τοῦτο κεκλι‐ | |
μένοι καὶ βλέποντες, ταύτῃ πεπεδημένοι τῇ νόσῳ. | ||
77.420 | ϛ. Καὶ οἱ πάντων ἀνθρώπων παραφρονέστατοι Ἰουδαῖοι, καὶ ταῖς τῶν πλημμελημάτων ὑπεροχαῖς, τῇ τῶν πατέρων ἀσεβείᾳ φιλονεικήσαντες, αἰσχύνης καὶ γέλωτος ἄξια πράττειν ἐνόμιζον, εἰ τὸ νικᾷν | |
5 | αὐτοῖς ἐν ἁμαρτίαις παραχωρήσαιεν. Μὴ γὰρ ἑτέ‐ ρως ἄξια τῶν γεγεννηκότων φρονοῦντας εὑρίσκεσθαι σφᾶς αὐτοὺς ὑπελάμβανον, εἰ μὴ τοῖς αὐτοῖς ἢ καὶ χείροσι περιπίπτοιεν ἀτοπήμασιν. Ἐπὶ τούτοις δυσ‐ χεραίνων καὶ δικαίως ἀγανακτῶν, ὁ πάντων Δε‐ | |
10 | σπότης ἔφασκε Θεός· «Ἀφ’ ἧς ἡμέρας ἐξήλθοσαν οἱ πατέρες ὑμῶν ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς ἡμέρας ταύτης, ἐξαπέστειλα πρὸς ὑμᾶς, πάντας τοὺς δούλους που τοὺς προφήτας ἡμέρας ὄρθρου· καὶ ἀπέστειλα, καὶ οὐκ ἤκουσάν μου, καὶ οὐ προσ‐ | |
15 | έσχε τὸ οὖς αὐτῶν· καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν. Ὦ μόνοι τοὺς φύ‐ σαντας τῇ συγγενείᾳ τῶν ἀσεβημάτων ἐπιδειξάμε‐ νοι, καὶ τῇ ταυτότητι τῆς γνώμης, τὸ τίνων γεγό‐ νατε παῖδες γνωρίσαντες. Ὦ τοὺς γεγεννηκότας ἐν | |
20 | ἀσεβείᾳ νικήσαντες, καὶ τοῖς κατὰ τοῦ νόμου νεανιεύ‐ μασι τῆς ἐκείνων ἀσθενείας κατηγορήσαντες· μόνοις ὑμῖν παρέστη κρατεῖν, ἐν οἷς ἦν ἡττᾶσθαι λυσιτε‐ λέστερον. Ὦ νίκην ἀράμενοι πάσης ἀδοξίας χαλεπω‐ τέραν. Ὦ ψῆφον λαχόντες ἑλεῖν ἢ νῖκος, ἣν οὐκ | |
25 | ἔχοντας, ἐπ’ ἐλάττοσι κακοῖς τάχα που τολμᾷν καὶ σεμνύνεσθαι ὑμῶν ὁ πάντων κριτὴς καταδικάζει Θεὸς· «Ἐσκλήρυναν, φάσκων, τὸν τράχηλον αὑτῶν.» Ἐπὶ τούτοις αὐτοὺς θρηνεῖσθαι κελεύει τῷ προφήτῃ, καί φησι, «Κεῖρε τὴν κεφαλήν σου, καὶ ἀπόῤῥιπτε, | |
30 | καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον, ὅτι ἀπεδοκίμασε, καὶ ἀπώσατο Κύριος τὴν γενεὰν τὴν ποιήσασαν ταῦτα. Ὅτι ἐποίησαν οἱ υἱοὶ Ἰούδα τὸ πονηρὸν ἐνώπιόν μου, λέγει Κύριος.» Εἶτα καὶ τὸν τρόπον τῆς ἀσεβείας αὐτῶν ἐξηγούμενός φησιν· «Ἐπάτα‐ | |
35 | ξαν τὰ βδελύγματα αὑτῶν ἐν τῷ οἴκῳ ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτὸν, καὶ ᾠκοδόμησαν τὸν βω‐ μὸν τοῦ Ταφέθ.» Εἰς γὰρ τοσαύτης μανίας ἐξῆλθον ὑπερβολὴν, ὡς καὶ αὐτὸν τὸν εὐεργέτην ἀρνήσα‐ σθαι, καὶ τὸ λατρεύειν εἰδώλοις ἡγεῖσθαι χρησιμότε‐ | |
40 | ρον. Καὶ γοῦν ὀνόματα θεῶν ἐν ἑαυτοῖς ἀναπλάτ‐ τοντες, θυσίας αὐτοῖς ἐπετέλουν. Ἕτεροι δὲ τοῖς οἰ‐ κείοις περιελκόμενοι πάθεσιν, εἰς ἀλλοκότους ἐπιθυ‐ μίας τὸν νοῦν ἐμερίζοντο, καὶ καταλαβόντες τῶν ἐν ὄρεσιν ἀλσῶν τὰ εὐανθέστερα, θυσίας ἐκεῖ τοῖς δαί‐ | |
45 | μοσιν ἐπῆγον, νύμφας, ὡς ἔμοιγε δοκεῖ, κατὰ τοὺς Ἑλλήνων ποιητὰς, Ἁμαδρυάδας καὶ Ὀρειάδας ἐπι‐ καλούμενοι. Καὶ πρὸς πᾶσαν ἐπιθυμίαν ἀναιδῆ δια‐ χεόμενοι, ἐφ’ οἷς καταδύεσθαι μᾶλλον ἐχρῆν ἐπὶ τούτοις μεγαλαυχούμενοι, οὐ μικρὰ τὸν νομοθέτην | |
77.420(50) | λυποῦντες ἐφαίνοντο. Διὰ τοῦτο καὶ Ἱερεμίᾳ τῷ προφήτῃ φησίν· «Εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ; Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑπωκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν | |
ἐκεῖ. Καὶ εἶτα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· | ||
77.421 | Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε.» Μισοῦσι γὰρ τῆς ὠφελείας τοὺς τρόπους, οἷς οὐκ ἀρέσκει τὸ σώζεσθαι, καὶ οὐ φεύγει μὲν τῆς φιληδονίας τὸν καιρὸν ὁ τοιοῦτος εἶναι μὴ παραιτούμενος· ἀεὶ δὲ | |
5 | πρὸς τὸ χεῖρον ἐκτείνεται, τὸ σωφρονεῖν οὐκ εἰδώς. Μαρτυρήσει τοῖς εἰρημένοις ἡ σκληρὰ καὶ ἀμείλικτος τῶν Ἰουδαίων προαίρεσις, μήτε τὸ περιπεσεῖν τοῖς τοιούτοις φυλαξαμένη τὴν ἀρχὴν, καὶ τῆς τοῦ Δε‐ σπότου φιλοτιμίας ὑπερφρονήσασα. Εἰ γὰρ ἐξὸν αὐ‐ | |
10 | τοὺς μεταγινώσκοντας σώζεσθαι, καὶ τῶν συμφερόν‐ των ὀλιγωρήσαντες, καὶ τοσαύτην φιλανθρωπίαν παρ’ οὐδὲν λογισάμενοι, πῶς οὐκ εὐλόγως καθ’ ἑαυτῶν τὸ μὴ δεῖν ἐλεεῖσθαι κυρώσουσι; Πῶς γὰρ οὐ πάσης ἐπέκεινα δραμόντες ἀλαζονείας εὑρίσκοιντο, οἳ παρὸν | |
15 | αὐτοῖς εὑρέσθαι τῆς τιμωρίας ἀπαλλαγὴν, τῆς ἁμαρ‐ τίας ἀποδημήσασι, βαρυτέραν ἑαυτοῖς καλοῦσι τὴν κόλασιν, ἀεὶ τοῖς φθάσασι μείζονα προστιθέντες τὰ πλημμελήματα; Τοῖς δὲ τοῦτον διακειμένοις τὸν τρόπον τὸ κολάζεσθαι πλέον, ἢ τὸ μὴ κακῶς παθεῖν | |
20 | πρεπωδέστερον. Οὐκ ἂν γάρ τις ἁμάρτοι τὸν ἐπὶ τούτοις ἔλαιον ἀναιρεῖσθαι συμβουλεύων. Οὐκ ἐμὸς ὁ λόγος. Ὁ πάντων Δεσπότης τὰ τοιαῦτά φησιν, ὅτε τὸν προφήτην ὑπὲρ αὐτῶν προσευχόμενον ἀπέτρεπε· «Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ | |
25 | μὴ ἀξίου τὸ ἐλεηθῆναι αὐτοὺς, καὶ μὴ εὔχου, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαι. Ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ; Οἱ υἱοὶ αὐτῶν συλ‐ λέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, | |
30 | καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταὶς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργήσωσί με.» Οἱ υἱοὶ τὰ ξύλα συλλέγουσιν, οἱ πατέρες τὸ πῦρ ἀνα‐ καίουσι, τὰ γύναια τρίβουσι τὸ σταὶς, ἵνα μηδὲν ἔξω | |
35 | τῆς ἁμαρτίας εὑρίσκηται· πάνυ δὲ τὴν ἁμαρτίαν ἐργαζόμενοι, δικαίως ἀκούσουσιν. «Ὅτι σὺ ἐπίγνω‐ σιν ἀπώσω, κἀγὼ ἀπώσομαί σε τοῦ ἱερατεύειν μοι. Καὶ ἐπελάθου νόμου Θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου.» Φιλονεικεῖ γὰρ ἀεὶ τῷ μεγέθει τῶν | |
40 | ἁμαρτημάτων ὁ τῆς κολάσεως τρόπος, καὶ τοῖς ἐπται‐ σμένοις ἀκολουθεῖν ἀνάγκη τὴν ἁμαρτίαν ἰσόῤ‐ ῥοπον. Τί δ’ ἂν γένοιτο μεῖζον εἰς τὸ παθεῖν ἃ προσ‐ ῆκεν ἢ χαλεπώτερον τοῖς ἐπὶ τοσούτῳ ἑαλωκόσιν, ἢ τῆς μὲν θείας ἱερουργίας ἀπείργεσθαι, ζημιοῦσθαι | |
45 | δὲ τὴν αὐτοῖς ὑπάρχουσαν παρὰ Θεῷ μνήμην, δι’ ἣν τοῦ εὖ εἶναι λαχόντες πάσης, ὡς ἔπος εἰπεῖν, εὐθυ‐ μίας διετέλουν ὄντες ἀπροσδεεῖς; Ἀλλὰ γὰρ ἡ εὐπρα‐ γία δεινόν τι χρῆμα, καὶ τοῖς ἀνοήτοις ἀφόρητον. Ὅταν δὲ δὴ καὶ οὓς ἔχειν αὐτὴν ἥκιστα χρὴ, φαί‐ | |
77.421(50) | νωνται πορισάμενοι, τότε καὶ πρόφασις ἀπονοίας τοῖς κεκτημένοις εὑρίσκεται. Τοῦτο παθόντες οἱ ἐξ Ἰσραὴλ, καὶ τῆς τοῦ Δεσπότου φιλανθρωπίας ὑπερ‐ φρονήσαντες, τὸν μὲν θεῖον ὅτι προσήκει φυλάττειν | |
νόμον οὐκ εἰδέναι θελήσαντες, ῥᾳθυμίας δὲ πάσης | ||
77.424 | προθυμότερον ἀντεχόμενοι πρὸς ἀλλοκότους ἐπιθυ‐ μίας ἐκβαίνειν ἐπείγοντα· οὐχ ὅσα τῷ νομοθέτῃ δο‐ κεῖ χρῆναι ποιεῖν βουλόμενοι, ἀλλὰ νόμον ἑαυτοῖς τὴν οἰκείαν ὁριζόμενοι βούλησιν, καὶ μόνοις τοῖς | |
5 | ἑαυτῶν παιδαγωγούμενοι διατάγμασιν. Οὕτως ἔχον‐ τας γνώμης, καὶ τοῦτον διακειμένους τὸν τρόπον, εὐλόγως θρηνοῦντες, οἱ ἅγιοι λέγουσιν· «Ἀκούσατε λόγον Κυρίου, ὅτι ἐγὼ λαμβάνω ἐφ’ ὑμᾶς θρῆνον. Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔτι μὴ προσθῇ τοῦ ἀνα‐ | |
10 | στῆναι.» Καὶ πάλιν· «Καλέσατε τὰς θρηνούσας, καὶ ἐλθέτωσαν· καὶ πρὸς τὰς σοφὰς ἐξαποστείλατε, καὶ φθεγξάσθωσαν, καὶ λαβέτωσαν ἐφ’ ὑμᾶς θρῆνον, ὅτι συνετρίβη τὸ ποίμνιον Κυρίου.» Ὁ δέ γε προ‐ φήτης Ἱερεμίας, ὥσπερ ἤδη κακωθέντας ὁρῶν, καὶ | |
15 | τῆς τιμωρίας ὄντας οὐ μακρὰν, αὐτοὺς ἐφ’ ἑαυτοὺς θρηνοῦντας εἰσάγει, καὶ λέγοντας· «Ἤγγικεν ὁ και‐ ρὸς ἡμῶν, ἐπληρώθησαν αἱ ἡμέραι ἡμῶν, πάρεστι τὸ πέρας ἡμῶν. Κοῦφος ἐγένοντο οἱ διώκοντες ἡμᾶς ὑπὲρ ἀετοὺς οὐρανοῦ.» Πλάνης τοιγαροῦν τοσ‐ | |
20 | αύτης καταλαβούσης τὰ σύμπαντα, καὶ πάσης ὑπὸ τοῦ διαβόλου τῆς ὑφ’ ἡλίῳ κεκρατημένης, «Ἐπλά‐ τυνεν ὁ ᾅδης, καθά φησιν ὁ προφήτης, τὴν ψυχὴν αὐτοῦ, καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλι‐ πεῖν.» Ἕλληνες μὲν γὰρ εἰς πολυθεΐαν ἐξ ἀβου‐ | |
25 | λίας πολλῆς ὀλισθήσαντες, καὶ ἀλλάξαντες τὴν δόξαν τοῦ μεγάλου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρ‐ πετῶν· ὥσπερ ἐξ οὐρίας ἐπὶ τὸ πλεῖν ἐπειγόμενοι, τρέχοντες ἦσαν ἐπὶ τὸν τοῦ θανάτου μυχόν. Ἰουδαῖοι | |
30 | δὲ τῆς δοθείσης αὐτοῖς ἐντολῆς ὀλιγωρήσαντες, μᾶλ‐ λον δὲ εἰς τοσαύτην ἐκβεβηκότες ἀμαθίαν, ὡς νομί‐ ζειν εἶναί που καὶ δυσκλεὲς ἐκεῖνα πράττοντας φαί‐ νεσθαι, δι’ ὧν ἦν αὐτοῖς τῆς ἀρίστης πολιτείας τὴν ψῆφον κερδαίνειν ἐπάναγκες, τὴν αὐτὴν ἐκείνοις | |
35 | βαδίζειν ἠπείγοντο. Ἀλλ’ ὥσπερ νυκτὶ καὶ σκότῳ γῆς τε καὶ θαλάττης κατειλημμένων, ὁ πάντων Δε‐ σπότης καὶ Θεὸς, τῶν ἐπὶ γῆς ἑαυτοῦ ποιημάτων τὸ κάλλιστον, τὸν ἄνθρωπον λέγω, περιϊδεῖν οὐκ ἐκαρτέ‐ ρησεν ἀπολλύμενον, ἀλλὰ, καθάπερ ἀνιάτῳ περιπε‐ | |
40 | σοῦσαν νοσήματι τὴν ἀνθρώπου φύσιν ὁρῶν, πέμπει πρὸς ἡμᾶς τὸν ἑαυτοῦ Λόγον, τὸν μόνον τοῦ διαβόλου καθελόντα τὴν τυραννίδα δυνάμενον, καὶ τῶν συν‐ εχόντων ἡμᾶς ἀπαλλάξαι κακῶν. Ὃς τὴν ἡμετέραν ὁμοίωσιν ἀναλαβὼν, καὶ γενόμενος ἄνθρωπος, καὶ | |
45 | διὰ τῆς ἁγίας Παρθένου Μαρίας τεχθεὶς, οὐχ ὅπερ ἦν ἀναλαβὼν, ἀλλ’ ὅπερ οὐκ ἦν προσλαβὼν, τὴν ἡμετέραν σωτηρίαν ἐργάζεται. «Μένει δὲ, καθάπερ ὁ Παῦλός φησι, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας·» οὐ τροπήν τινα τῆς θεότητος ἢ παρ‐ | |
77.424(50) | αλλαγήν τινα ὑπομείνας διὰ τῆς ἐνανθρωπήσεως· ἀλλ’ ὢν ὅπερ ἦν, καὶ ἔσται διαπαντός. Οὗτος ἐπι‐ δημήσας τῷ κόσμῳ, τὸν πάλαι βοῶντα διάβολον, | |
«Τὴν οἰκουμένην καταλήψομαι ὡς νοσσιὰν τῇ χειρί | ||
77.425 | μου, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξηται ἢ ἀντείπῃ μοι,» γέλωτα καὶ παίγνιον τοῖς εἰς αὐτὸν πεπιστευκόσι χαρίζεται. Οὗτος τὴν τυ‐ ραννίσασαν ἐφ’ ἡμᾶς ἁμαρτίαν διὰ τοῦ λουτροῦ τῆς | |
5 | παλιγγενεσίας καθελὼν, καθαρὰν ἀνέδειξε τὴν οἰκου‐ μένην. Οὗτος ἡμᾶς ἐδίδαξε τῆς σωτηρίας τὴν ὁδόν· καὶ καθάπερ ἀχλὺν ἢ νέφος ἀποσκεδάσας τὴν ἄνοιαν, λαμπρὰν ἡμῖν τῶν θείων δογμάτων τὴν γνῶσιν ἀπ‐ έφηνεν. Αὐτὸς ἡμᾶς ἰσοπολίτας τοῖς ἐν οὐρανῷ καθ‐ | |
10 | ίστησιν ἀγγέλοις. Αὐτὸς τοῖς ἐπουρανίοις συνῆψε τὰ ἐπίγεια, καὶ ὁμοδίαιτον τοῖς ἐκεῖσε τυγχάνουσι πνεύ‐ μασι τὴν ἀνθρώπου φύσιν ἀπέδειξε, κεχωρισμένην μὲν πάλαι διὰ τῆς ἁμαρτίας, καὶ δραπετεύσασαν, συναφθεῖσαν δὲ νῦν διὰ τῆς πίστεως, καὶ τῆς εἰς | |
15 | αὐτὸν εὐσεβείας. Τοῦτον οἱ τάλανες Ἰουδαῖοι Σω‐ τῆρα καὶ Κύριον ὁμολογεῖν οὐκ ἠθέλησαν, ἀλλ’ ὥσπερ ἐπὶ πλείστοις ἠδικημένοι, ὅτι δὴ τὸ γένος εὐεργε‐ τήσων παρῆν, καὶ σώσων ἡμᾶς ἐκ τοσαύτης ἀπω‐ λείας ἐλήλυθε, δέον ἐφ’ οἷς εὖ πεπόνθασιν ὁμολο‐ | |
20 | γοῦντας τὴν χάριν, εὐγνώμονας φαίνεσθαι, θανάτῳ καὶ σταυρῷ παραδεδώκασιν. Ἐπὶ δὲ τοῦ ξύλου κρε‐ μάμενον βλέποντες, πάλιν ἐδυσφήμουν οἱ Ἰουδαῖοι, καὶ ὀνειδίζοντες ἔλεγον· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κα‐ τάβηθι νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι.» | |
25 | Ὑπομείνας τοίνυν τὸν ὑπὲρ πάντων ἡμῶν θάνατον ὁ Σωτὴρ, καὶ καταβὰς εἰς τὸν ᾅδην, σκυλεύει μὲν τοῦ διαβόλου τὸν πλοῦτον, λέγων «τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε,» καθάπερ ὁ προφήτης φησί. Τριήμερον δὲ τὸν ἑαυτοῦ | |
30 | ναὸν ἀναστήσας, τῶν κεκοιμημένων ἀπαρχὴν, τὴν μὲν φύσιν τοῦ θανάτου δεσμῶν ἐλευθέραν ἀπέδειξε, λέγων· «Ποῦ τὸ νῖκός σου, θάνατε; Ποῦ τὸ κέντρον σου, ᾅδη;» βατὸν δὲ αὐτῇ κατασκευάζων τὸν οὐρα‐ νὸν μετὰ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν ἀνα‐ | |
35 | λαμβάνεται. Ἀπαρχήν τινα τῆς ἀνθρώπων φύσεως προσάγων ἑαυτὸν τῷ Πατρὶ, ἀῤῥαβῶνα δὲ ὥσπερ ἡμῖν τῆς μελλούσης ἐλπίδος τὸ Πνεῦμα χαρίζεται, λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ταῦτα τῆς τοῦ Σωτῆρος ἡμῶν σωτηρίας τὰ γνωρίσματα· ἐπὶ τού‐ | |
40 | τοις αὐτὸν εὐεργέτην καὶ Σωτῆρα κηρύττομεν. Ἐπειδὴ δὲ διὰ τῶν ἔργων αὐτῶν προσήκει γνησίους εὑρίσκεσθαι, καὶ καλὴν διὰ τούτων ἀντιδιδόναι τῷ Δεσπότῃ τὴν ἀμοιβὴν, ὑπακούσωμεν Παύλῳ λέ‐ γοντι· «Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυ‐ | |
45 | σμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύ‐ νην ἐν φόβῳ Θεοῦ.» Οὕτω γὰρ, οὕτω καθαρὰν τῷ Δεσπότῃ τὴν νηστείαν ἐπιτελέσομεν, ἀρχόμενοι μὲν τῆς ἁγίας Τεσσαρακοστῆς ἀπὸ πεντεκαιδεκάτης τοῦ Μεχὲρ μηνός· τῆς ἑβδομάδος δὲ τοῦ σωτηριώδους | |
77.425(50) | Πάθους ἀπὸ εἰκάδος τοῦ Φαρμενὼθ μηνός· περι‐ λύοντες δὲ τὰς νηστείας τῇ πεμπτῇ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνὸς, κατὰ τὸ ἔθος, ἑορτάζοντες δὲ τῇ ἐπιφωσκούσῃ Κυριακῇ τῇ ἕκτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνὸς Φαμενώθ· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ μετὰ | |
τῶν ἁγίων τὴν τῶν οὐρανῶν βασιλείαν κληρονομήσομεν ἐν Χριστῷ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | ||
77.428(1t) | ΛΟΓΟΣ Βʹ. | |
2 | αʹ. «Χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαί‐ ρετε.» Τρέχει δὲ καὶ ἡμῖν ἐπὶ ταύτην ὁ λόγος τὴν ἀρχὴν, καὶ μάλα εἰκότως· ἑορτὴ γὰρ τὸ κηρυττόμενον. | |
5 | ᾯ δὲ τὸ δεῖν ἡμᾶς ἐπὶ τοῖς τοῦ Σωτῆρος ἥδεσθαι κατ‐ ορθώμασιν ἀγγέλλειν σκοπὸς, τούτῳ πῶς ἂν εὐλόγως καὶ ἑτέρα γένοιτο τῆς εὑρημένης [ἴς. εἰρ.] πρεπωδε‐ στέρα; Οὐκοῦν βαδιεῖται μὲν ἐπὶ ταύτην ὀρθῶς· τὸ δὲ δοκεῖν ἔξω φέρεσθαι τοῦ πρέποντος ἡμῖν σκοποῦ παν‐ | |
10 | ταχοῦ παραιτήσεται, διηγημάτων μὲν εἰκαίων ἀποφοι‐ τῶν, ἃ δὲ καλῶς ἔχειν εἰπεῖν, καὶ λυσιτελήσειν τοῖς ἀκροωμένοις ὑπείληφε, ταῦτα καιρῷ τῷ δέοντι φέρειν εἰς μέσον προθυμούμενος. Καιρὸς μὲν οὖν, τὸ θεῖον, παντὶ πράγματι, διηγόρευσε λόγιον. Καιρὸς δὲ, εἰ | |
15 | καί τις ἕτερος ἡμῖν, ὁ παρὼν πρὸς τὴν τοῦ κηρύ‐ γματος χρείαν ἁρμοδιώτατος. Ἤδη μὲν οὖν ἡ πανεύ‐ φημος ἡμῶν ἑορτὴ, τὸν ἐτήσιον ἐξελίσσουσα κύκλον, γέγονεν ἡμῖν ἐπὶ θύραις, καὶ μονονουχὶ τὸν οὐδὸν ὑπερτείνασα, ταῖς ἁπάντων ψυχαῖς εἰσοικίζεται. Εἴη | |
20 | δ’ ἂν, ὥς τέ μοι φαίνεται, τῶν ἀτοπωτάτων, Ἰου‐ δαίους μὲν ἐπὶ νόμῳ, καὶ σκιᾷ, καὶ τύπῳ σεμνυνομέ‐ νους, τοῖς διὰ σαλπίγγων ἀπηχήμασι προκηρύττειν τὰς ἑαυτῶν ἑορτάς· ἡμᾶς δὲ, τοὺς τῶν παρ’ ἐκείνοις τὰ ἀμείνω προτιμήσαντας, καὶ τῶν ἐσχηματισμένων | |
25 | ὅτι δέοι προκρίνειν τὴν ἀλήθειαν ὀρθῇ καὶ δικαίᾳ ψήφῳ κυρώσαντας, πολὺ περὶ τοῦτο τῆς ἐκείνων σπουδῆς ἔλαττον ἔχοντας φαίνεσθαι, εἰ σιγὴν ἔχειν ἀλλήλοις εἰπόντες ἡσυχῇ καθεδούμεθα, καὶ σιωπῇ παραδώσομεν τὴν οὕτως εὔσημον ἑορτὴν, καίτοι | |
30 | τοῦ Θεοῦ λέγοντος· «Σαλπίσατε ἐν νεομηνίᾳ σάλ‐ πιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν.» Ἡκέτω τοιγαροῦν εἰς μέσον ἡμῶν ὁ λόγος, τὴν εὔσημον τῆς ἑορτῆς ἡμέραν εὐσήμῳ διαγγέλλων κηρύγματι. Ὅσα μὲν γὰρ διὰ τῆς τοῦ Σωτῆρος φιλανθρωπίας ὑπήρ‐ | |
35 | χθη τῇ φύσει πλεονεκτήματα, κἂν ἡμεῖς σιωπήσω‐ μεν, «οἱ λίθοι κεκράξονται,» κατὰ τὴν αὐτὴν τοῦ Σωτῆρος φωνήν. βʹ. Ἐμοὶ δὲ τῶν γεγονότων ἕκαστα διασκεπτομένῳ σαφῶς, πολύς τις πραγμάτων ὄχλος ἀναφαίνεται, | |
40 | ἐφ’ ᾧπερ ἄν τις εἰκότως, οὐ μετρίαν ἔχοι τὴν μέμψιν τὸ σιωπᾷν ᾑρημένος. Εἰ γὰρ ὀρθὰ καὶ δίκαια φρονεῖν μελετήσαντες, τῶν ἀρίστων εἶναι λογιούμεθα, τὴν ἐφ’ οἷς εὖ πεπόνθαμεν εὐχαριστίαν ἀναπέμπειν Θεῷ, εἶτα τοῦτο παρ’ ἡμῖν ἐν οὐδενὸς μέρει τετάξε‐ | |
45 | ται, πῶς οὐ πάντως αὐτοὶ κατὰ τῶν οἰκείων στρα‐ τευσόμεθα βουλευμάτων, εἰ μὴ ταῦτα πράττειν ἐθέ‐ λοιμεν, ἐφ’ οἷς ἂν εὐλόγως καὶ ἑτέρους αἰτιασαίμεθα ῥᾳθυμήσαντας; Οὐκοῦν ἀναφέρωμεν τῷ Σωτῆρι τὰ χαριστήρια. Ἀλλ’ ἴσως ὄκνου πρόφασιν καὶ δειλίας | |
77.428(50) | ποιησόμεθα τὸ μὴ δύνασθαι λέγειν ἐπαξίως τῶν κατ‐ ορθωμένων, καίτοι πάντες ἂν, οἶμαι, συμφήσειαν, ὅτι τοῖς ἀμείνοσι τὸ νικᾷν ἐπιτρέπειν, ἀσθενείας | |
ἔγκλημα φέρει, ἀλλ’ εὐβουλίας ὑπόληψιν ἐκπορίζε‐ | ||
77.429 | ται. Τί δ’ ἂν γένοιτο τῶν τοῦ Σωτῆρος κατορθωμά‐ των μεγαλοφυέστερον; Πῶς οὐ πάντα νικήσει τὰ θειότερα λόγον; «Δόξα μὲν γὰρ κρύπτει λόγον,» φησὶν ἡ θεία Γραφή. Ὁ δέ γε μακάριος Μωσῆς, καί‐ | |
5 | τοι τοσοῦτος ὑπάρχων ἐν ἀρετῇ, ὡς ἀκοῦσαι λέγον‐ τος πρὸς αὐτὸν τοῦ Θεοῦ· «Οἶδά σε παρὰ πάντας, καὶ χάριν εὗρες παρ’ ἐμοὶ,» ἰσχνόφωνον καὶ βραδύγλωσ‐ σον ἑαυτὸν εἶναι λέγων οὐκ ᾐσχύνετο, καὶ πρὸς τὴν τοῦ κηρύγματος διακονίαν οὐκ ἐπιτήδειον. Εἰ δὲ | |
10 | ψόγου καὶ πάσης αἰτίας αἰσχρᾶς τὰ τοιάδε λέγων ἀπήλλακται, μᾶλλον δὲ παντὸς ἐπαίνου δοίη τις ἂν τὸν προφήτην ἄξιον, πῶς οὐκ εὐλόγως τοῖς ὑπὲρ νό‐ μον τοῦ Σωτῆρος κατορθώμασι τὸ δύνασθαι τὸν πάντα καταγωνίζεσθαι λόγον παραχωρήσομεν; Ἔτι τε πρὸς | |
15 | τούτοις ἀκόλουθον εἰπεῖν, ὡς ἡμεῖς μὲν οὐ περὶ τοὺς λόγων ἀγῶνας ἠσκήμεθα, οὐδὲ γλώττης Ἀττικῆς ἐπίδειξιν ὑπισχνούμεθα. Ἀλλ’ ἑτέροις μὲν αἱ περὶ ταῦτα μελόντων σπουδαὶ καὶ διαπρεπὲς ἐν λόγοις τὸ ἐπιτήδευμα· ἡμῖν δὲ, ἀγαπητοὶ, βραχύς τε ὁ λόγος | |
20 | ἐστὶ, καὶ τὸ γράφειν ἀνάγκης ἐπίταγμα. «Οὐαὶ γάρ μοί ἐστι, ἐὰν μὴ εὐαγγελίζωμαι.» Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. Ἐντεῦθεν οἶμαι μηδένα τοῖς ἐμοῖς ῥη‐ ματίοις ἐπισκῆψαι δικαίως. Ἃ γὰρ ἂν ἡ χάρις τοῦ | |
25 | Θεοῦ ὑπαγορεύῃ κατὰ διάνοιαν, ταῦτα καὶ εἰς ὑμᾶς φανερὰ καταστήσομεν· τὴν ἄκαιρον αἰδῶ σώφρονι λογισμῷ περιστείλαντες. | |
30 | γʹ. Μωσέως τοίνυν λέγοντος· «Φυλάξαι τὸν μῆνα τὸν νέον, καὶ ποιήσεις τὸ Πάσχα Κυρίῳ τῷ Θεῷ σου·» πῶς οὐκ ἀναγκαῖον ἡμᾶς ἤδη παρόντας μη‐ νύειν τῆς ἑορτῆς τὸν καιρόν; Οἴχεται μὲν γὰρ ἡ στυγνὴ τοῦ χειμῶνος ἀπειλὴ, ἀπελήλαται δυσαερία | |
35 | καὶ σκότος, ὑετοὶ καὶ πνευμάτων ἀγρίων ὁρμαὶ λοιπὸν ἡμῖν ἐκποδών. Ὧραι δὲ πάλιν ἀνατέλλουσιν ἠριναί· ὄκνου μὲν καὶ ἀργίας τὸν φυτουργὸν ἀπαλ‐ λάττουσαι μονονουχὶ φωνὴν ἀφιεῖσαι γηπόνοις, ὅτι προσήκει πρὸς ἔργα χωρεῖν. Λειμῶνες μὲν γὰρ | |
40 | ποικίλην ἀνθέων ἀναβρύουσιν ἰδέαν. Φυτὰ δὲ τὰ ἐν ὄροις καὶ κήποις τὴν ὠδινομένην αὐτοῖς ἀποτίκτει βλάστην, ὥσπερ ἐκ λαγόνων τῆς οἰκείας φύσεως ἐρευ‐ γόμενα τὴν ἐνέργειαν. Παιδία δὲ ἤδη χλοηφορεῖ, ὑπόμνημα τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ τοῦτο δει‐ | |
45 | κνύοντα· «Ἐξανατέλλων γὰρ, φησὶ, χόρτον τοῖς κτήνεσι.» Ταῦτα δὲ ἡμῖν οὐχ ἁπλῶς εἰς μέσον ἤχθη τὰ ῥήματα· μὴ γάρ τις οἰέσθω τηνάλως ἡμᾶς περὶ τούτων διαλαμβάνειν, ἀλλ’ ἵνα τὸ ἐκ τῆς ἐντολῆς ἀναφαίνηται χρήσιμον. Οὐ γὰρ μάτην ἡμῖν τὸν μῆνα | |
77.429(50) | τῶν νέων ἐπιτηρεῖν ὁ νόμος προσέταξεν. Ἔδει καὶ τὴν ἀνθρώπου φύσιν χλοηροφορούσαις ταῖς ἀρούραις φιλονεικεῖν, καὶ τοῖς τῆς εὐσεβείας, ἵν’ οὕτως εἴπω, | |
βλαστήμασι περιανθιζομένην ὁρᾶσθαι. Φέρε γὰρ εἰς | ||
77.432 | ἡμᾶς αὐτοὺς τὴν τῶν πραγμάτων μετασκευάζοντες δύναμιν, καὶ μετατιθέντες εἰς τὸ χρήσιμον τοῦ νοήμα‐ τος τὸν σκοπὸν, ἴδωμεν ἀκριβῶς εἰ τοῦ πρέποντος ἡμῖν ὁ λόγος διαμαρτήσεται, μῆνα τῶν νέων ἀποκαλῶν τὸν | |
5 | καιρὸν τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, ἐφ’ ᾧ δὴ σύμπαντας ἑορτάζειν ἀκόλουθον. Οἴχεται μὲν γὰρ ἤδη πρὸς ἀπώλειαν ὁ δαίμων ἐκεῖνος ὁ ἀρχέ‐ κακος, χειμῶνος δίκην ταῖς ἁπάντων ἐπισκήπτων ψυ‐ χαῖς, καὶ ὥσπερ τι πλῆθος ὑετοῦ τὰς ἀτόπους ἡμῖν | |
10 | καταστάζων ἐπιθυμίας. Ἡ δὲ τῶν ἀκαθάρτων πνευ‐ μάτων ἰσχὺς ἀπελήλαται, τὸ στυγνὸν τῆς ἁμαρτίας νέφος ἀπετινάχθη διὰ τῆς χάριτος. Ἠρινὸν δὲ ὥσπερ εἰς ἡμᾶς τέταται φῶς· εἶτα πρὸς τούτοις ἡ δοθεῖσα τοῦ Πνεύματος ἀπαρχὴ, καθάπερ τις ζέφυρος ἢ αὔρα | |
15 | λεπτὴ τὰς ἁπάντων ψυχὰς περιπνεῖ, καλύκων εἰς εὐωδίαν οὐχ ἡττωμένους τοὺς ἐν οἷς κατοικεῖν διαφό‐ ρως κατασκευάζουσα. «Χριστοῦ γὰρ εὐωδία ἐσμὲν τῷ Θεῷ,» καθάπερ Παῦλός φησι. Καὶ τὴν μὲν παλαιότητα τοῦ παρῳχηκότος βίου, οἷά τι φύλλον ἀποβεβλήκαμεν, | |
20 | εἰς ἑτέραν δὲ αὖθις ἀνανεούμεθα πολιτείαν ἀρτιθαλῆ καὶ νεόφυτον. Οὕτω καὶ ὁ μακάριος Παῦλος ἔλεγεν· «Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν. ἰδοὺ γέγονε καινά.» Εἰ δέ τῳ δοκεῖ καὶ διὰ τῆς θείας Γραφῆς, οὐ μακρὰν τῆς ἀληθείας ἀπο‐ | |
25 | δημήσαντα τὸν λόγον ὁρᾷν, ἀκουέτω λέγοντος τοῦ νυμφίου, καὶ τὸν ἀληθέστερον μῆνα τῶν νέων τῇ νύμφῃ σημαίνοντος· «Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου περιστερὰ, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν· ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ, τὰ ἄνθη ὤφθη ἐν | |
30 | τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασεν.» Ὅνπερ γὰρ τρόπον οἱ τὴν τοῦ γηπονεῖν ἐπιστήμην ἐξησκημένοι καλῶς, τὰ μὲν ἄχρηστα τῆς ἀμπέλου περικείρουσι κλήματα· τὰ δ’ ὅσα πρὸς καρποφορίαν ἐπιτηδείως ἔχειν δοκεῖ, μένειν ἐν αὐτῇ συγχωροῦσιν, ὁμοῦ τῆς | |
35 | οἰκείας τέχνης πρὸς τὸ συμφέρον χειραγωγούμενοι, οὕτω καὶ ὁ πάνσοφος ἡμῶν Θεὸς, τὴν ἑκάστου διάνοιαν διερευνώμενος, τὰ μὲν ἀργότερα πρὸς εὐσέβειαν, καὶ, ὡς ἄν τις εἴποι, λοιπὸν ἀπεσκληκότα βουλεύματα πε‐ ριτέμνει· ἀνίεσθαι δὲ καὶ σώζεσθαι, καὶ μένειν ἐᾷ | |
40 | τὸν σώφρονα λογισμόν. Ἐντεῦθεν ἤδη πρὸς σωτηρίαν παιδαγωγούμενοι, τὰ μὲν τῆς σαρκὸς ἀποπεμπόμεθα πάθη, τὴν δὲ καθαρὰν τοῦ Πνεύματος χάριν ἐν ἑαυ‐ τοῖς εἰσοικίζοντες, εἰς ἀμείνονα πολιτείαν ἀναμορ‐ φούμεθα, καὶ τῶν τοῦ Παύλου ῥημάτων μεμνήμεθα, | |
45 | λέγοντος· «Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος ἐσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθανὼν δεδι‐ καίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν ἐν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ.» | |
77.432(50) | Συζησόμεθα γὰρ ἀληθῶς, καὶ συμβασιλεύσομεν αὐτῷ, τὸν μὲν ἀπὸ τοῦ σώματος ἐκτρεπόμενοι μολυσμὸν, καὶ μισοῦντες, καθάπερ τις τῶν ἁγίων φησὶ, τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα· τιμῶντες δὲ τὴν | |
Θεῷ φίλην ἐγκράτειαν, καθάπερ τι δῶρον τῷ ὑπὲρ | ||
77.433 | ἡμῶν ἀποθανόντι Χριστῷ τὸν ἐν ἀρετῇ βίον ἀπο‐ κομίζοντες Οὕτω καὶ ὁ Ψαλμῳδὸς ἔλεγε· «Πάν‐ τες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα.» Ποῖον οὖν ἔσται παρ’ ἡμῶν τῷ Κυρίῳ τὸ δῶρον, ἢ τίνι τρόπῳ | |
5 | προσαχθήσεται, πῶς δὲ πάλιν ἔσται δεκτὸν, ἄξιον ἐρευνῆσαι, καὶ παρὰ τῆς θείας τοῦτο μανθάνειν Γραφῆς. δʹ. Τί τοίνυν φησί; «Ἐὰν δὲ ψυχὴ προσφέρῃ δῶρον θυσίαν τῷ Κυρίῳ, σεμίδαλις ἔσται τὸ δῶρον αὐτοῦ, | |
10 | καὶ ἐπιχεεῖ ἐπ’ αὐτὸ ἔλαιον, καὶ ἐπιθήσει ἐπ’ αὐτῷ λίβανον. Θυσία ἐστί.» Τὰ μὲν οὖν τῆς σεμιδάλεως ψήγματα εἰς ἄρτον ἕνα πηγνύμενα, τὸ πολύχουν τῶν ἀρετῶν σημαίνει πλῆθος, μίαν ἀποτελούντων εὐσέ‐ βειαν, ἥτις ἐν τάξει θυσίας καὶ δώρου παρ’ ἡμῶν | |
15 | προσάγεται τῷ Θεῷ· ἐπιχεῖσθαι δὲ αὐτῇ κελεύει τὸ ἔλαιον, ὅπερ ἐστὶν ἱλαρότητος σύμβολον. Οὐ γὰρ ἐπι‐ στυγνάζειν τοῖς ὑπὲρ τῆς εὐσεβείας ἱδρῶσι προσήκει τὸν δίκαιον· ἀλλὰ τῇ ἐλπίδι χαίροντα τὴν ἁμαρτίαν καταγωνίζεσθαι. Ὁ δὲ λίβανος ἐπιπαττόμενος τὴν | |
20 | ἀπὸ τῶν ἔργων εὐωδίαν παραδηλοῖ. Δεῖ γὰρ ἔξω πά‐ σης ἀκαθαρσίας ὑπάρχειν, καὶ πᾶσαν ἡδονὴν ἀπο‐ τρέπεσθαι πονηρὰν, τὸν τῆς ἁγνείας ἔχειν ἐπιθυ‐ μοῦντα τὸ καύχημα. Οὕτω γὰρ αὐτὸς μὲν εἴη παντὸς ἐπαίνου μεστὸς, δεκτὸν δὲ αὐτοῦ τὸ θυμίαμα γενή‐ | |
25 | σεται. Ἴδωμεν δὲ τῶν λεγομένων τὴν φύσιν, ἐκ τῶν καθ’ ἑαυτοὺς τὰ θειότερα δοκιμάζοντες. Ἆρα γὰρ, εἴ τίς τινι τῶν κατὰ τὸν βίον λαμπρῶν δῶρον ἐθέ‐ λησε προσφέρειν, ἐτόλμησεν ἂν προσελθεῖν βορβόρῳ τὸ σῶμα κατακεχρισμένος; οὐ βδελυρός τις ἂν εἴη καὶ | |
30 | ὑβριστής; οὐ πάσης ἀηδίας ὁ τοιοῦτος ἄξιος; Εἰ δὲ ἐφ’ ἡμῶν αὐτῶν, τὸν ἄριστα τοῖς πράγμασι χρώμε‐ νον, οὐκ ἔξω τοῦ πρέποντος εἶναι δώσομεν λογισμοῦ, πῶς ἄν τις εἰκότως οὐκ ἐπὶ τοῖς τυχοῦσι ἀτοπή‐ μασι καταιτιῷτό τινα, εἰ Θεῷ μὲν πλησιάζειν ἐθέλοι, | |
35 | οὔπω μὲν τῆς ἁμαρτίας τὸ ῥύπον ἀπονιψάμενος φαίνοιτο, καίτοι τοῦ θείου νόμου διαῤῥήδην λέγον‐ τος· «Πᾶσα θυσία ἣν ἂν προσφέρητε τῷ Θεῷ, οὐ ποιήσετε ζυμωτόν. Πᾶσαν γὰρ ζύμην, καὶ πᾶν μέλι, οὐ προσοίσετε ἀπ’ αὐτοῦ καρπῶσαι τῷ Κυρίῳ δῶ‐ | |
40 | ρον. Ἀπαρχὰς προσοίσετε αὐτά. Ἐπὶ δὲ τὸ θυσιαστή‐ ριον οὐκ ἀναβήσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Καὶ πᾶν δῶρον θυσιασμάτων ὑμῶν ἁλὶ ἁλισθήσεται. Οὐ διαπαύσεται ἅλας διαθήκης Κυρίου ἀπὸ θυσιασμά‐ των ὑμῶν, καὶ ἐπὶ παντὸς δώρου ὑμῶν προσοίσετε | |
45 | Κυρίῳ τῷ Θεῷ ὑμῶν ἅλας.» Τί μὲν οὖν ἡ ζύμη παραδηλοῖ, νοήσεις τοῦ Παύλου λέγοντος· «Ἐκκα‐ θάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι.» Πῶς γὰρ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ τῆς κακίας ἡ παλαιότης παραδεχθήσεται, νέαν | |
77.433(50) | καὶ ἄδολον παρ’ ἡμῶν ἐπιζητοῦντι ζωήν; ἀποφά‐ σκει μὲν καὶ τὴν τοῦ μέλιτος προσαγωγήν· ἡδονὴν γὰρ καὶ τοῦτο σημαίνει. Γλυκεῖα μὲν γὰρ εἶναι δοκεῖ ἡ ἐφ’ ἑκάστῳ τῶν ἁμαρτημάτων ἡδονὴ, καὶ χολῆς πικρότερον ἔχει τὸ τέλος. Δεῖ δὲ ἡμᾶς, εἰ τὸ ἀρέσκειν | |
55 | Θεῷ τετιμήκαμεν, οὐ τὸν ἐν αἰσχρότητι καὶ ἡδοναῖς | |
77.436 | μεταδιώκοντας βίον ὁρᾶσθαι, οὐ δ’ οἷς ἥκιστα χρὴ ῥᾳθυμοῦντας ἐφήδεσθαι, ἀλλ’ ὅπερ ἂν εἴη τῷ νομο‐ θέτῃ δοκοῦν, τοῦτο περὶ πολλοῦ ποιεῖσθαι σπουδάζον‐ τας. Ἁλὶ δὲ ὅμως ἁλίζεσθαι τὰς θυσίας κελεύει, λο‐ | |
5 | γισμοῦ καὶ φρονήσεως εἰσφέρων σύμβολον. Δεῖ γὰρ, οἶμαι, τῷ θείῳ φόβῳ, καθάπερ ἁλὶ καταπάττεσθαι τὴν διάνοιαν τῶν ἱερουργούντων Θεῷ, ἵνα μὴ κεχυ‐ μένη καὶ διαῤῥέουσα πρὸς ὑδαρεστέρας ἐπιθυμίας, ῥᾳδίως ἐπὶ τὸ χεῖρον ἐκφέρηται, τῶν ἀμεινόνων ὑπερ‐ | |
10 | φρονήσασα. Πῶς δὲ οὐκ ἐπαίνου παντὸς ἀξιώσομεν τὸ διὰ τοῦ Παύλου βοώμενον· «Ὁ λόγος ὑμῶν ἐν χάριτι ἁλὶ ἠρτυμένος;» Ἀλλ’ οἶμαι μὴ πρότερον δύνασθαι τοιοῦτον ὁρᾶσθαι τὸν λόγον, πρὶν ἂν ἡμῖν τὰ κατὰ γνώμην ἔχοι καλῶς. «Ἀπὸ γὰρ τοῦ περισσεύ‐ | |
15 | ματος τῆς καρδίας τὸ στόμα λαλεῖ.» Ἁλιζέσθω τοί‐ νυν τῶν εὐσεβούντων ὁ νοῦς· ἀποῤῥείτω καθάπερ τι περίττωμα τὴν ἁμαρτίαν· μὴ μαλακιζέσθω, πρὸς ἐκτόπους ῥεμβόμενος ἡδονάς. Διάτοι τοῦτο καὶ Παῦ‐ λός φησιν· «Ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισ‐ | |
20 | σεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε.» Ἑδραῖοι μὲν γὰρ γίνεσθε, λέγων, παντὸς ἐπαίνου τίθησι μακρὰν τοὺς οὔπω συμπεπηγότα καὶ ἠσφαλισμένον ἔχοντας τὸν νοῦν. Οὓ καὶ αὐτὸς ἡμῶν ὁ πάντων Δεσπότης καταιτιᾶται, διὰ τοῦ προφήτου λέγων ὡδί· | |
25 | «Ἠγάπησαν κινεῖν πόδας αὐτῶν, καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν αὐτοῖς.» Οἱ δὲ πόδες ἐν‐ θάδε, μεταβατικήν τινα σημαίνουσι κίνησιν, καὶ τὴν ἐφ’ ἑκάτερα τῆς διανοίας ῥοπὴν, τὴν ἐπί τε τὰ φαῦλά φημι, καὶ ὅσα τὴν τοῦ θαυμάζεσθαι ψῆφον ἐφ’ ἑαυτοῖς | |
30 | ἀπαιτεῖ, ὡς πάντως ὡς πεπηγότες εἶεν οἱ πόδες, ἔχοντες ἤδη τὸ ἑδραῖον ἑκτικῶς, καὶ τὴν ἐπὶ τὸ φαῦ‐ λον ὀκνοῦντες ὁδόν. Τοιοῦτός ἐστιν ὁ μακάριος Ψαλ‐ μῳδὸς, λέγων· «Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου,» τὸ στεῤῥὸν καὶ ἀμετάθετον τῆς ἕξεως διὰ | |
35 | τούτου μηνύων· παραινῶν δὲ ἡμῖν ὁ ἀπόστολος Παῦ‐ λος τὸ δεῖν ἐν ἔργῳ Κυρίου περισσεύειν, κατὰ τὸ ἐγχωροῦν τῇ φύσει τὸν ἄνθρωπον, ἀμέριστον δὲ τῆς πρὸς τὸ θεῖον φιλίας δι’ ἔργων ἀγαθῶν ἀναφαίνεσθαι. Οὐ γὰρ σώφρονος, οἶμαι, διανοίας ἔργον ἐστὶ, ποτὲ | |
40 | μὲν τῶν θείων νόμων ἀποστατεῖν, ποτὲ δὲ πάλιν, ὥσπερ ἐξ ὕπνου διαναστὰς, ἀντέχεσθαι τῶν αὐτῶν. Οἱ γὰρ τοιοῦτοι ταυτόν μοι δοκοῦσι παθεῖν τοῖς ἀπο‐ πίπτουσι τῶν ὁλκάδων ἐν θαλάσσῃ μέσῃ καὶ κύμασιν, οἷς ἐνὸν ἀπαλλάττεσθαι τοῦ φόβου, παραιτουμένοις | |
45 | τὴν ῥᾳθυμίαν, ἐπειδὰν ἐν αὐτῷ γένωνται τῷ κακῷ, τότε μόλις ὁρῶσι τὸ χρήσιμον, καὶ πάλιν ἐπὶ τὴν ὁλκάδα νηχόμενοι, τὴν ὅθεν ἀποπεπτώκασι ζητοῦσιν ἀσφάλειαν. Καίτοι μᾶλλον ἐχρῆν οὐ τοῦ κινδύνου πε‐ ριμεῖναι τὸ τέλος, ἀλλ’ οὔπω παρόντα μισεῖν· οὕτω | |
77.436(50) | γὰρ ἂν ἐβουλεύσαντο σωφρονέστερον. Εἰ δὲ παντί τῳ φανεῖται μωρίας ἀνάπλεως ὁ τὴν τῶν τοιούτων ἀποδεχόμενος μίμησιν, καὶ θαυμάζων τὰ δικαίως κα‐ τηγορούμενα, πῶς οὐ πᾶσαν προσήκει προθυμίαν εἰσ‐ | |
φέροντας ἀπρὶξ τῶν θείων ἔχεσθαι νόμων, καὶ ἀδιά‐ | ||
77.437 | λειπτον ὥσπερ θῦμα τὴν ἀκηλίδωτον ἀναφέρειν πολι‐ τείαν; Ἄκουε δὲ πάλιν, τί περὶ τούτων ἡμῖν ὁ θεῖος διαγορεύει νόμος· «Καὶ ἐλάλησε Κύριος, λέγων· Ἔντειλαι Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· Οὗτος ὁ νόμος | |
5 | τῆς ὁλοκαυτώσεως. Αὕτη ἡ ὁλοκαύτωσις ἐπὶ τοῦ θυ‐ σιαστηρίου, ὅλην τὴν νύκτα ἕως πρωῒ, καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ’ αὐτοῦ, οὐ σβεσθή‐ σεται.» Ἀλλὰ πῶς ἂν, ἀγαπητοὶ, μικρὸς ὑπάρχων καὶ ἀσθενὴς, διασαφῆσαι κατὰ λόγον δυναίμην τὰ | |
10 | διὰ τῆσδε τῆς ἐντολῆς σημαινόμενα; Ποῖος ἡμῖν πα‐ ραστήσῃ λόγος τὴν ἀκριβῆ τοῦ νοήματος δύναμιν; Ἐπειδὴ δὲ γέγραπται· «Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό·» φέρε δὴ πάλιν τῇ τοῦ Σωτῆρος ἡμῶν καταθαρσήσαντες χάριτι, καὶ τῆς ἐν τούτοις | |
15 | σαφηνείας ἐχώμεθα. εʹ. Ἕλκει πάντας ἐπὶ τὴν εὐσέβειαν ὁ φιλάνθρω‐ πος τοῦ Θεοῦ Λόγος, καὶ διεγείρει πρὸς ἀρετὴν τοὺς ὅσοι τὴν ἀκοὴν τοῖς αὐτοῦ νόμοις εὐπειθεστέραν ἔχειν οἴονται δεῖν. Ἀλλ’ οὐ πᾶσιν ἴση περὶ τοῦτο σπουδὴ, | |
20 | οὐδὲ διὰ τῆς αὐτῆς προθυμίας ἕκαστος ἄγεται. Οἱ μὲν γὰρ ἐκτενέστερον προσίασι τῷ Θεῷ, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἡγούμενοι οὐδὲν προτιμότερον, ὁλόκληρον ὥσπερ ἱερεῖον καὶ ἀμέριστον θῦμα προσ‐ άγουσιν ἑαυτοὺς εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Τούτοις | |
25 | τὸ τῆς ὁλοκαυτώσεως ὄνομα πρεπωδέστατον· αὕτη γὰρ ὄντως ἐστὶν ἡ ὁλοκαύτωσις, ὅταν τις ὅλος ἐξ ὅλου προσφέρηται τῷ Θεῷ, ἐν οὐδενὶ καιρῷ τὸ πονηρὸν ἐργαζόμενος. Ἀλλ’ ὅρα τί περὶ τοῦ τοιούτου φησὶν ὁ τῆς ὁλοκαυτώσεως νόμος. «Αὕτη ἡ ὁλοκαύτωσις, | |
30 | ὅλην τὴν νύκτα ἐπὶ τοῦ θυσιαστηρίου ἕως πρωΐ. Καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ’ αὐτοῦ, οὐ σβεσθήσεται.» Ποῖον δ’ ἂν εἴη τοῦ θυσιαστηρίου τὸ πῦρ, ἢ πάντως ἡ ἐν ἡμῖν τοῦ ἁγίου Πνεύματος σχέ‐ σις; Ὅπερ ἡμῖν καὶ ὁ Σωτὴρ ἐσήμαινε, λέγων· | |
35 | «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν.» Ὁ μὲν οὖν ὁλο‐ καυτούμενος, καὶ ὅλος ἐξ ὅλου Θεῷ προσφερόμενος, ἄσβεστον ἐφ’ ἑαυτῷ τηρείτω τὸ πῦρ, καὶ τῆς ἁγίας ἐκείνης φλογὸς ἀκμαζέτω διαπαντὸς ἡ δύναμις ἐν αὐτῷ· Ὅλην γὰρ τὴν νύκτα, φησὶν, ἥτις εἰς τὸν παρ‐ | |
40 | όντα βίον ἐκληφθήσεται. Οὐ γὰρ προσήκει, ποτὲ μὲν ἀποψύχεσθαι παρακλίνοντα πρὸς τὸ φαῦλον· ποτὲ δὲ πάλιν ἀναζωπυρεῖσθαι τὸν νοῦν, ἀλλὰ μονό‐ τροπον εἶναί τινα, καὶ ἀεὶ τῷ πνεύματι ζέοντα, κα‐ θάπερ φησὶν ὁ Παῦλος. Εἴη δ’ ἂν ἡμῖν καὶ δι’ ἑτέρων | |
45 | ὑποδειγμάτων τοῦτο καταφανέστερον, εἰ τὴν ἀκριβῆ τοῦ νόμου περιεργαζοίμεθα βούλησιν. Λέγει γὰρ πά‐ λιν οὕτως ἐφεξῆς πρὸς τὸν ἱεροφάντην Μωσέα Θεός· «Καὶ ταῦτά ἐστιν ἃ ποιήσεις, ἐπὶ τοῦ θυσιαστηρίου. Ἀμνοὺς ἐνιαυσίους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστή‐ | |
77.437(50) | ριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ. Τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωῒ, καὶ τὸν ἀμνὸν τὸν δεύτε‐ ρον ποιήσεις τὸ δειλινὸν, καὶ δέκατον σεμιδάλεως | |
πεφυραμένης ἐν ἐλαίῳ κεκομμένῳ τῷ τετάρτῳ | ||
77.440 | τοῦ ἳν, καὶ σπονδὴν τὸ τέταρτον τοῦ ἳν οἴνου τῷ ἀμνῷ τῷ ἑνί.» Ἀλλ’ ἔστι καὶ διὰ τούτων ἡμᾶς εἰ‐ δέναι σαφῶς, ὅτι καιρὸν οὐδένα προσήκει παρατρέ‐ χειν ἐᾷν, ὅτε μὴ καθηκόντως ἐν αὐτῷ τιμᾶται Θεὸς, | |
5 | τὴν ἐξ ἔργων ἀγαθῶν εὐωδίαν, ὥσπερ τινὰ θυσίαν διηνεκῆ παρ’ ἡμῶν προσδεχόμενος. Τὸ γὰρ ἀρχομέ‐ νης μὲν τῆς ἡμέρας τὸν ἕνα σφάζεσθαι κελεύειν ἀμνὸν, ἐπὶ τέλει δὲ ταύτης τὸν δεύτερον, τὸν πάντα σημαίνειν ἔοικε χρόνον, διὰ τῶν ἄκρων τὰ μέσα περι‐ | |
10 | λαμβάνων. Οἴνῳ δὲ καὶ ἐλαίῳ τὴν σεμίδαλιν ἀναφύ‐ ρεσθαι βούλεται, οὐχ ὁλόκληρον αὐτῇ τὸ μέτρον ἐπι‐ χεῖσθαι κελεύων, ἀλλὰ τὸ τέταρτον τοῦ ἵν· δι’ αἰνί‐ γματος ἐκεῖνο διδάσκων, ὅτι περ οἱ διηνεκῆ τῷ Θεῷ προσάγοντες τὴν τιμὴν, μᾶλλον δὲ καθάπερ τι θῦμα | |
15 | τῷ νομοθέτῃ προσαγόμενοι θυμηρέστερον, ἐλεηθέντες εὐφρανθήσονται, ἐν μὲν τῷ παρόντι βίῳ μικρόν τι τοῦ δώρου κομισάμενοι μέρος (τὸ γὰρ τέταρτον τοῦ ἲν ἐπιχεῖσθαι κελεύει), ἐπὶ δὲ τοῦ μέλλοντος αἰῶνος, πληρεστάτης αὐτοῖς ἀποδοθησομένης τῆς χάριτος, | |
20 | ὅτε, καθά φησιν ὁ προφήτης, «Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· καὶ ἀπέδρα ὀδύνη, καὶ στε‐ ναγμός.» Διαῤῥήδην τοίνυν τοῦ νόμου κελεύοντος, μηδαμοῦ ταῖς ἐπὶ τὸ χεῖρον παρατροπαῖς ἀποκλίνε‐ σθαι συγχωρεῖν εἰς ἁμαρτίαν τὸν νοῦν, πῶς οὐ πάσης | |
25 | ἐσόμεθα τιμωρίας ὑπεύθυνοι, τῶν οὕτω καλῶς δεδε‐ γμένων ὀλιγωρήσαντες; Εἰ δέ σοι τῆς ἀνθρώπου φύ‐ σεως περισκεπτομένῳ τὴν ἀσθένειαν, δυσχερὴς εἶναί πως καταφαίνεται τῆς τοιαύτης ἀγωγῆς ὁ τόνος (μὴ γὰρ δύνασθαι διαπαντὸς, ἴσως ἐρεῖς, ἄκμονος δίκην | |
30 | σκληρῶς καὶ ἀμειλίκτως διακεῖσθαι περὶ τοὺς πό‐ νους), καὶ τῆς οὕτως ἀκριβοῦς πολιτείας δυσέφικτον εἶναι λέγοις τὸ τέλος, λύσει σοι τὴν ἀφορμὴν ὁ νόμος ὑποβεβηκότα βίου τρόπον ἀναδεικνὺς, τοῦ μὲν εἰρη‐ μένου καταδεέστερον, πολὺ δὲ τοὺς ἄλλους ἀναβεβη‐ | |
35 | κότα, καὶ ἐξαλλόμενον. Ποῖον δὲ τοῦτόν φημι, πάλιν ἀπὸ τῆς θείας Γραφῆς παραλαβὼν, τὴν εἰκόνα σαφῆ σοι ποιῆσαι πειράσομαι. Ὅτε γὰρ τοῖς υἱοῖς Ἰσραὴλ, ἐν πυρί τε καὶ γνόφῳ, καὶ θυέλλῃ Θεὸς ἐπεφαίνετο, καὶ τοὺς περὶ τῶν πρακτέων ὥριζε νόμους, ἀναγ‐ | |
40 | καῖον εἶναι νομίσας ὁ πάνσοφος Μωσῆς, καὶ διὰ πράγματος ἐναργοῦς ἐπιδεῖξαι τοῖς υἱοῖς Ἰσραὴλ τῆς ἀρεσκούσης τῷ νομοθέτῃ πολιτείας τὸν τύπον, ὅσον πρὸς τὴν ἐκείνων ἕξιν καὶ διάνοιαν, οὔπω δυναμένην παραδέχεσθαι τὰ τελειότερα, τοιοῦτόν τι διαπράττε‐ | |
45 | ται· «Ὀρθρίσας γὰρ, φησὶ, τὸ πρωῒ, ᾠκοδόμησε θυ‐ σιαστήριον ὑπὸ τὸ ὄρος, καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· καὶ ἐξαπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνήνεγκαν ὁλο‐ καυτώματα, καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ Θεῷ | |
77.440(50) | μοσχάρια. Λαβὼν δὲ Μωσῆς τὸ ἥμισυ τοῦ αἵματος, ἐνέχεεν εἰς τὸν κρατῆρα, τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεε πρὸς τὸ θυσιαστήριον.» Ἀλλ’ εἰδῶμεν πά‐ λιν ἕκαστα τῶν γεγραμμένων διαπτύσσοντες ἀκριβῶς, | |
οἷος ἡμῖν ὠφελείας ἐκ τούτου ἀναφαίνεται τρόπος. | ||
77.441 | ϛʹ. Ὀρθρίζει μὲν οὖν ὁ Μωσῆς, καὶ ἀνίστησι τὸ θυσιαστήριον, διὰ τούτου διδάσκων ἡμᾶς, ὅτι προσ‐ ήκει πρότερον ὥσπερ ἐξ ὕπνου διεγερθῆναι, καὶ πρὸς νῆψιν ἀναστῆναι τὸν ἄνθρωπον, τὴν μὲν ἐκ τῆς ἁμαρ‐ | |
5 | τίας ἀχλὺν, ὥσπερ τινὰ νύκτα σκοτεινὴν παρελάσαντα, τρέχοντα δὲ ἤδη πρὸς τὸ τῆς γνώσεως φῶς· ἵν’ οὕτως πρὸς τὸ δύνασθαι λοιπὸν ἱερουργεῖν τῷ Θεῷ καλὸν αὐτῷ θυσιαστήριον τὴν οἰκείαν ἀναστήσῃ διάνοιαν. Τοῦτο γὰρ οἶμαι καὶ τὸν προφήτην Ἡσαΐαν εἰπεῖν· | |
10 | «Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς.» Τὸ μὲν οὖν ὀρθρίσαι Μωσέα τοιοῦτόν τι σημαίνει. Ἀλλ’ ἵνα τῆς τοῦ νοήματος ἀκολουθίας ἐχώμεθα, ἐπ’ αὐτὴν ἤδη βαδιούμεθα τοῦ ζητουμένου τὴν τάξιν. Ἵστησι | |
15 | τὸ θυσιαστήριον οὐκ ἐπὶ τὸ ὄρος, ἀλλ’ ὑπὸ τὸ ὄρος, ὅπερ δεικνύει τὴν ἔτι ταπεινὴν τῆς τελειότητος ἀπο‐ λειπομένων διάνοιαν, οὔπω δυναμένων ὥσπερ εἰς ὄρος ἀναβαίνειν εἰς τὴν ἀκρότητα τῶν τελείων παραγγελ‐ μάτων, ἀλλ’ ἐγγὺς μὲν εἶναι τούτων. ὑποβεβηκέναι | |
20 | δὲ ὅμως, οὐκ ἐπὶ τὸ ὄρος, ἀλλ’ ὑπὸ τὸ ὄρος προσιόν‐ τας Θεῷ. Εἶτα περὶ τὸ θυσιαστήριον δώδεκα λίθους κεῖσθαι δεῖν ὑπελάμβανεν, εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· ἵνα καὶ διὰ τούτου μάθωμεν ὅτιπερ ἀεὶ τῷ Θεῷ προσεδρεύειν ὀφείλομεν, οὐδαμοῦ πρὸς τὴν ἄσω‐ | |
25 | τον ἁμαρτίαν ἐκπίπτοντες. Ὅπερ ἡμῖν σαφέστερον διαγγέλλων ὁ Ψαλμῳδὸς, ἔλεγε· «Καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε.» Μετὰ δὲ τοῦτο πάλιν· «Ἐξαπέστειλε, φησὶ, τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα, καὶ ἔθυσαν | |
30 | σωτηρίου θυσίαν τῷ Θεῷ μοσχάρια.» Ἀργοτέρας μὲν οὖν, ἢ καὶ ἄλλως ἀσθενοῦς διανοίας οὐκ ἔργον εἶναι φήσομεν τὸ δύνασθαι θυσίας ἀναφέρειν Θεῷ, ἀλλὰ νεανικοῦ καὶ γενναίου φρονήματος. Διὰ ταύτην τὴν αἰτίαν νεανίσκους εἶναι τοὺς ἀπεσταλμένους φησὶ, | |
35 | ἀναφέρουσι δὲ ὅμως θυσίαν σωτηρίου μοσχάρια. Ἀλλ’ ἔστι καὶ διὰ τούτου πάλιν ἰδεῖν, ὥσπερ ἐκ τύπου καὶ σχήματος εἰς τρόπων διαφορὰς μετασκευα‐ ζομένου τοῦ πράγματος, ἐπαινετὴν μὲν τῶν προσ‐ αγόντων τὴν προαίρεσιν, ἀσθενεστέραν δὲ ὅμως, καὶ | |
40 | τοῦ μείζονος καὶ τελειοτέρου καταδεεστέραν. Οὐ γὰρ μόσχος, ἀλλὰ μοσχάριόν ἐστι τὸ προσαγόμενον, καὶ μεγέθει καὶ ἰσχύϊ τοῦ τελείου μόσχου λειπόμενον. Λαβὼν δὲ τὸ αἷμα, τὸ μὲν ἥμισυ προσέχεεν εἰς κρα‐ τῆρα· τὸ δὲ ἥμισυ, εἰς τὸ θυσιαστήριον. Ὁρᾷν δὲ | |
45 | λοιπὸν ἐνθάδε μεριζομένην δι’ αἰνίγματος τὴν ζωὴν τοῦ λατρεύοντος. Εἰς ψυχῆς μὲν γὰρ τύπον τὸ αἷμα λαμβάνεται, ἧς τὴν ζωὴν ἐν ἴσῃ μοίρᾳ διαιρεῖται μεθ’ ἡμῶν ὁ Θεὸς, ἵνα μὴ μόνον ἑαυτοῖς ζῶμεν, ἀλλὰ καὶ τὴν τοῦ θυσιαστηρίου μερίδα φυλάττωμεν. Τοιοῦτός | |
77.441(50) | τίς ἐστιν ὁ μέσος οὗτος καὶ ἐπιεικέστερος βίος, οὔτε τῷ λίαν αὐστηρῷ δριμεῖαν ἔχων τὴν μέθεξιν, οὔτε τῷ πολὺ κεκλεῖσθαι πρὸς ἄδειαν ἐκπίπτων εἰς ἁμαρ‐ τίας· ἀλλὰ τῷ μὲν ὑδαρεστέρῳ ἄνω βεβηκὼς δι’ εὐλάβειαν, συγκρίνεσθαι δὲ τοῖς τελειοτέροις οὐκ ἔχων | |
55 | διὰ τὸ τῆς προθυμίας ἐνδεές. Κρεμαμένης δὲ ὥσπερ | |
77.444 | ἐξ ἀμφοῖν τῆς ἕξεως καὶ τῆς ἐν τοῖς εἰρημένοις ποιό‐ τητος συνούσης εἰς ἓν, σεμνός τις καὶ προσηνὴς ἀναδείκνυται τρόπος· ὅτι τῇ πρὸς ἄλληλα σχέσει, τὸ ἐν ἑκάστῳ λυποῦν ἀφανίζεται, καὶ τῆς μὲν ἀκρι‐ | |
5 | βείας ὁ τόνος ἐν τῷ τῆς ἀδείας λείῳ παρεκλυθήσε‐ ται· τὸ δὲ τῆς ἀδείας περιττὸν, οἷά τινι δρεπάνῃ ταῖς ἀπὸ τοῦ νοῦ δεινότησι περιτεμνόμενον, ὀρθὴν καὶ ἀκατηγόρητον ἐπιδείξει τὴν ἀγωγήν. ζʹ. Καλὸν μὲν οὖν, ἀγαπητοὶ, ζηλοῦν τὰ βελτίονα, | |
10 | καὶ ὅπερ ἂν ἔχοι τὸ πλέον εἰς ἀρετὴν, τούτῳ μᾶλλον φείδεσθαι. Ἀλλ’ ὥσπερ ὁ Παῦλός φησι· «Ἕκαστος ὑμῶν ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ· ὁ μὲν, οὕτως· ὁ δὲ, οὕτως.» Ἀγαθὸς γὰρ ὑπάρχων ὁ πάντων ἡμῶν δη‐ μιουργὸς, καὶ τοῖς ἀσθενεστέροις τοῦ σώζεσθαι δίδω‐ | |
15 | σιν ἀφορμάς· ἐπαίνου μὲν μείζονος ἀξιῶν τὸν ἐν τοῖς τελειοτέροις διαπρέπειν σπουδάζοντα· φιλανθρωπίας δὲ ὅμως οὐκ ἀμοιρεῖν ἐπιτρέψας καὶ τὸν ᾧ τοσοῦτον οὐ μέτεστιν ἀρετῆς. Ὥσπερ γὰρ οὐχ ὅμοια πρόσωπα προσώποις, καθά φησιν ὁ Σολομὼν, οὕτως οὐδὲ αἱ | |
20 | διάνοιαι τῶν ἀνθρώπων. Μία μὲν γὰρ ἡ τοῦ σώματος φύσις, καὶ διὰ τῶν αὐτῶν ἀπηρτισμένη μορίων· τὸ δὲ τῶν ἐν ἑκάστῳ χαρακτήρων διάφορον τὴν ἀλλαγὴν ἐργάζεται. Οὕτω καὶ ἐπὶ τῆς διανοίας εὑρήσομεν· διὰ μὲν τῶν αὐτῶν ἐνεργειῶν, ἴσην ἐν ἅπασι συγκειμέ‐ | |
25 | νην, ταῖς δὲ τῶν ἕξεων ποιότησι μεριζομένην εἰς ἀνομοιότητα. Τοιοῦτόν τινα νοῦν καὶ διὰ τῆς εὐαγγε‐ λικῆς παραβολῆς ἀποτίκτεσθαι νομίζω. «Ἐξῆλθε γὰρ, φησὶν, ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὑτοῦ· ἐν δὲ τῷ σπείρειν αὐτὸν, ἃ μὲν εἰς τὰς ὁδοὺς καὶ τὰ | |
30 | πετρώδη, ἃ δὲ εἰς τὰς ἀκάνθας, ἃ δὲ εἰς τὴν γῆν πέπτωκε τὴν καλὴν, καὶ ἐποίησε καρπὸν, ὁ μὲν ἑξήκον‐ τα, ὁ δὲ τριάκοντα.» Ὁρᾷς πῶς τὴν μὲν γῆν ἔφησε πᾶσαν εἶναι καλὴν, περὶ δὲ τὴν τῶν καρπῶν διαφορὰν τὸ ἀνώμαλον φαίνεται. Ὁ μὲν οὖν ἑκατὸν ἀριθμὸς, | |
35 | τοὺς ἐν ἀρετῇ τελείους παραδηλοῖ, καὶ τοὺς εἰς ἀκρο‐ τάτην ἀναβεβηκότας εὐσέβειαν· ὁ δὲ ἑξήκοντα, τοὺς ὀλίγον μέν τι τῶν εἰρημένων ὑποβεβηκότας, εἴσω δέ που καὶ αὐτοὺς ἀρετῆς ὑπάρχοντας οὐ μικρᾶς· ὁ δὲ τριάκοντα, τοὺς ἔτι μὲν καταδεεστέρους, οὐ μὲν ἔξω | |
40 | τῆς καλλίστης ὑπάρχοντας γῆς, οὐδὲ τοῦ διδόναι καρπὸν ἐστερημένους, κἂν τοῦ τελείου καὶ τοῦ μι‐ κρὸν ὑποβεβηκότος ἀπολιμπάνωνται, ὥσπερ δὲ ἐν τρίτῃ τάξει τῶν ἐν ἀρετῇ κείμενοι. «Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ,» καθά φησιν ὁ Σωτὴρ, τὸ | |
45 | ἑκάστῳ χρεωστούμενον τῆς τιμῆς μέτρον ὁρίζουσαι. Οὕτω καὶ ἡ τῶν ταλάντων διανομὴ τοῖς οἰκέταις ἐγέ‐ νετο. «ᾯ μὲν γὰρ, φησὶν, ἔδωκε πέντε· ᾧ δὲ, δύο· ᾧ δὲ ἕν.» Καίτοι τῆς φύσεως ἐν ἴσῳ πᾶσι κειμένης, καὶ ὅσον εἰς τὸν οἰκεῖον λόγον ἐπιτηδείως ἐχούσης, καὶ | |
77.444(50) | πρὸς τὸ τέλειον, οὐδεμίαν ἔδει διαφορὰν ἐν τούτοις ὁρίζεσθαι, ἀλλὰ πᾶσιν ἐξ ἴσου τὰ πέντε τάλαντα δια‐ νέμεσθαι. Νυνὶ δὲ τῆς δόσεως τὸ ἀνώμαλον ἀνομοιό‐ τητά τινα τῶν ἕξεων εἰσφέρει, οὐκ ἐν ἴσῳ μέτρῳ πα‐ | |
ραδεχομένων τὴν εὐσέβειαν. Ἀλλ’ ὅ γε τὰ πέντε τά‐ | ||
77.445 | λαντα λαβὼν, ἤκουσε μέν· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.» Ὁ δὲ τοῖν δυοῖν ταλάν‐ τοιν τὴν ἐπικαρπίαν εἰσποιησάμενος, τῶν ἴσων ἐπαίνων | |
5 | μεταλαγχάνει, καὶ διὰ τῆς αὐτῆς τετίμηται ψήφου. Ἀλλ’ οὐκ ἄδικος ἐν τούτοις ὁρᾶται Θεὸς, ἀλλὰ μᾶλλον ἀγαθὸς καὶ φιλότιμος. Οὐ γὰρ ἐλαττώσει τοῖς ἀμεί‐ νοσι τὰς τιμὰς ἡ περὶ τὸν ὑποβεβηκότα χρηστότης, οὐδέ τι τῶν ἐκείνοις χρεωστουμένων ὑπεξελθὼν | |
10 | προστίθησι τοῖς ἐλάττοσιν· ἀλλ’ ὁ μὲν τῷ οἰ‐ κείῳ πόνῳ τὸ χρέως ἀναλογοῦν ἀπολήψεται χαίρων, τοῦ δὲ μισθοῦ τὸ λειπόμενον ἡ χάρις ἀναπληροῖ. Εἰ δέ τις ἔχοι τὴν γνώμην τοῦ διαφθονεῖσθαι ταῖς ἑτέρων εὐ‐ πραγίαις οὐκ ἐλευθέραν, τῆς τοῦ Θεοῦ φιλανθρωπίας | |
15 | κατηγορῶν οὐκ αἰσθάνεται. Οὐ γὰρ δή που, φησὶ, τοῖς ἀμείνοσιν ἐν ἴσῳ μέτρῳ τετάξεται τῆς ἐκείνων ἀρετῆς ὁ λειπόμενος, εἰ δίκαιον ἐπ’ αὐτοῖς ἐνεχθείη τὸ κρίμα, καὶ τῶν ἑκάστῳ βεβιωμένων ἰσοῤῥόπως, ὥσπερ ὁλκαῖς, τὸ τῆς χάριτος μέτρον ἀντισταθμίζε‐ | |
20 | ται. Ἀλλ’ ἀκουέτω λέγοντος τοῦ Σωτῆρος ἡμῶν Χρι‐ στοῦ· «Ἑταῖρε, οὐκ ἀδικῶ σε. Οὐχὶ δηναρίου συν‐ εφώνησά σοι; Ἆρον τὸ σὸν, καὶ ὕπαγε. Θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὥσπερ καί σοι.» Ἐγειρέτω τοίνυν τὴν ἑκάστου προαίρεσιν ὁ Παῦλος εἰς πᾶν ἔργον | |
25 | ἀγαθὸν, καὶ τὸν ἀδρανῆ τῆς διανοίας ὄκνον ἀποτε‐ μνέτω βοῶν· «Ἐγεῖρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» Εἰ γὰρ καὶ κατεκοιμήθης ὡς ἄνθρωπος, καθάπερ ἄκρατόν τινα τὴν ἁμαρτίαν ἐμφορησάμενος, καὶ πρὸς μέθην | |
30 | ἐνεχθεὶς σκοτεινῶν ἐκθυμημάτων, ἀλλ’ ἤδη σοι καιρὸς ἀνανῆψαι πρὸς σωτηρίαν. καὶ πρὸς τὸν τῆς δικαιο‐ σύνης ἥλιον ἀνατεῖναι τὸν ὀφθαλμόν. Ὑποδέξεταί σε φιλάνθρωπος ὢν ὁ Δεσπότης· ἐλεήσει καὶ δραπετεύ‐ σαντα, οὐκ ἀποστρέψεται δακρύοντα, καθαρὸν ἀπο‐ | |
35 | δείξει μεταγινώσκοντα, καὶ μεταστήσει πάλιν εἰς εὐσέβειαν. Ἔσται δὲ ἡμῖν καὶ νῦν ἐξ ὑποδειγμάτων ὁ περὶ τούτου λόγος. Τὸ γὰρ ἐν τοῖς τοιούτοις νοήμα‐ σιν ἀδολεσχεῖν, πολύ τι τὸ χρήσιμον ἀπεργάζεται. | |
43 | ηʹ. Ὅτε τοίνυν τῆς ἐν Αἰγύπτῳ δουλείας ἀπαλλά‐ ξαι τὸ γένος τὸ ἐξ Ἰσραὴλ ὁ Θεὸς ἐβούλετο, τότε τὸν | |
45 | ἱεροφάντην Μωσέα τρέχειν ἐκέλευσε πρὸς αὐτοὺς, τὴν φιλάνθρωπον τοῦ Δεσπότου διερμηνεύσοντα βούλησιν. Ἐπειδὴ δὲ πρὸς τὴν τῶν ἀκροωμένων εὐπείθειαν ἐχρῆν ἀκολουθῆσαι καὶ τὴν διὰ τῶν σημείων ἐπίδει‐ ξιν, λέγει πρὸς αὐτόν· «Τί τὸ ἐν τῇ χειρί σου; Ὁ | |
77.445(50) | δὲ εἶπε· Ῥάβδος. Καὶ εἶπε· Ῥίψον αὐτὴν ἐπὶ τὴν γῆν. Καὶ ἐγένετο ὄφις· καὶ ἔφυγε Μωσῆς ἀπὸ προσ‐ ώπου αὐτοῦ. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Ἔκτει‐ νον τὴν χεῖρά σου, καὶ ἐπιλαβοῦ τῆς κέρκου. Καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ.» Ἀλλ’, ὡς οἶμαι, | |
55 | διὰ τούτων ὁ μακάριος Μωσῆς ἐπαιδεύετο, ὅτιπερ οἱ τὴν Αἰγυπτίαν νοσήσαντες πλάνην, οἱ πολὺ πρὸς | |
ἁμαρτίαν ἐκβεβηκότες, διὰ τῆς περὶ τὸ Θεῖον τιμῆς, | ||
77.448 | εἰς εὐσέβειαν μεταποιηθήσονται. Ἐβλάστησε μὲν γὰρ οἷά τις ῥάβδος ἀπὸ γῆς· ἀλλ’ ὅτε πρὸς τὰ τῆς σαρκὸς ἀποκλίνας πάθη τρόπον τινὰ τῆς τοῦ νομοθέτου χει‐ ρὸς ἀποπίπτει, τότε τὸν πρᾶον καὶ ἥμερον τρόπον | |
5 | ἀποβαλὼν, ὄφιος ἰοβόλος εὑρίσκεται, πικρὸς εἰς ἁμαρτίαν, δεινὸς εἰς ὀργήν. Ἐπαναλαβόντος δὲ αὐτοῦ τοῦ νομοθέτου πάλιν, ἔσται καλὸς εἰς τὸ ἀρχέτυπον τῆς ἀρίστης ἕξεως σχῆμα μεταμορφούμενος. Τὸ γὰρ τοῦ νομοθέτου πρόσωπον Μωσῇ περιθήσομεν. Ὅτι | |
10 | τοίνυν τὸν ἐκ ῥᾳθυμίας ἐφ’ ἃ μὴ προσῆκεν ὀλισθή‐ σαντα διανίστησι πάλιν καὶ μεταβάλλει Θεὸς, εἴη μὲν ἂν ἐκ τῶν εἰρημένων, ὥσγε πιστεύω, παντί τῳ κα‐ ταφανές. Οὐδὲν δὲ ἧττον καὶ τῶν προφητῶν ἐπιμαρ‐ τυρήσουσιν αἱ φωναὶ, ἄνω καὶ κάτω τοὺς ἁμαρτάνον‐ | |
15 | τας ἐπιστρέφειν πρὸς Θεὸν συμβουλεύουσαι. Οὐδένα γὰρ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης παραλέλοιπε καιρὸν, ὅτε μὴ πάντας ἐκάλει πρὸς σωτηρίαν. Ἔστι γοῦν ἀκοῦσαι καταπληττομένου τὸ σκληρὸν καὶ δυσ‐ ήνιον, καὶ τὴν ἀμετάθετον τῶν ἁμαρτανόντων ἕξιν | |
20 | αἰτιωμένου. Ποτὲ μὲν γὰρ ἔλεγε· «Μὴ ἐμὲ οὐ φοβη‐ θήσεσθε, λέγει Κύριος, ἢ ἀπὸ τοῦ προσώπου μου οὐκ εὐλαβηθήσεσθε; τὸν τάξαντα ὅριον τῇ θαλάσσῃ, πρόσ‐ ταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό; Τῷ δὲ λαῷ τούτῳ ἐγενήθη καρδία ἀνήκοος, καὶ ἀπειθής. | |
25 | Ἐξέκλιναν καὶ ἀπήλθοσαν, καὶ οὐκ εἶπαν τῇ καρδίᾳ αὐτῶν· Φοβηθῶμεν δὴ Κύριον τὸν Θεὸν ἡμῶν.» Ποτὲ δὲ δριμύτερον ἐπισκήπτων τοῖς ἀναιδέστερον δραπε‐ τεύουσιν, ἔλεγε· «Εἰ ἀλλάξεται Αἰθίωψ τὸ δέρμα αὐτοῦ; καὶ πάρδαλις τὰ ποικίλματα αὑτῆς; καὶ ὑμεῖς | |
30 | δυνήσεσθε εὖ ποιεῖν, μεμαθηκότες τὰ κακά;» Ἐπὶ τοσοῦτον γὰρ ἐκράτη τοῦ γένους ὁ πάσης ἁμαρτίας πατὴρ, ὡς ὀλίγους εἶναι παντελῶς τοὺς τιμῶντας Θεὸν, καὶ τοῦ νομοθέτου μεμνῆσθαι δεῖν ἐγνωκότας. Ἀλλ’ οὐκ ἀγῶνος ἡμῖν δεήσει νυνὶ περὶ τὴν τούτων | |
35 | ἀπόδειξιν, διαῤῥήδην βοῶντος τοῦ Ψαλμῳδοῦ· «Πάν‐ τες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.» Οὕτω γὰρ κατὰ πάντων τυραννούσης τῆς ἁμαρτίας, καὶ καθάπερ τινὸς ὀμίχλης ἐπὶ πᾶσαν κεχυμένης τὴν γῆν, τὸν τοῦ | |
40 | Θεοῦ Λόγον εἰς ἡμᾶς ἀφικέσθαι παρεκάλουν ἄγιοι, ταῖς ἁπάντων διανοίαις τὸ σωτήριον φῶς ἐπιλάμψοντα. Καὶ γοῦν ἀναβοῶσι λέγοντες· «Ἐξαπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου.» Ἐξαπεστάλη τοι‐ γαροῦν πρὸς ἡμᾶς τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει | |
45 | πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· τουτέστιν ὁ τοῦ Θεοῦ Θεὸς Λόγος, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίω‐ σιν ἀναλαβών· τίκτεται μὲν διὰ τῆς ἁγίας Παρθένου· διασώζει δὲ τὸ γένος τῶν ἀνθρώπων, εἰς τὴν ἀρχαιό‐ τητα τῆς ἀφθαρσίας τὴν φύσιν ἀναγαγὼν, καθάπερ ὁ | |
77.448(50) | Παῦλός φησι· «Ξένην ἡμῖν ἐγκαινίσας ὁδὸν, συνῆψεν τοῖς ἐπουρανίοις τὰ ἐπίγεια, τὸ μεσότοιχον τοῦ φραγ‐ μοῦ λύσας, καὶ τὴν ἔχθραν τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας·» ὡς ἐπὶ τούτῳ καταπληττομένους καὶ τοὺς μακαρίους ἀγγέλους εἰπεῖν· «Δόξα ἐν ὑψίστοις | |
55 | Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» | |
77.449 | Εὐδοκήσαντος γὰρ εἰς ἡμᾶς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ τὸν ὑπὲρ ἡμῶν σταυρὸν ὑπομείναντος, λέλυται μὲν τὰ πολύπλοκα τοῦ θανάτου δεσμά· ἀφῃρέθη δὲ πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου, | |
5 | καθάπερ ὁ προφήτης φησί· «Καὶ τὸ πένθος εἰς χαρὰν μεταβέβληται,» ὡς δύνασθαι καὶ ἡμᾶς εὐκαί‐ ρως εἰπεῖν· «Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί· διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην.» Ἐπὶ τίσι γὰρ ἔτι στυγνάσωμεν ἄν; | |
10 | ποία πάλιν ἡμῖν ἔσται τοῦ δακρύειν ἡ πρόφασις; μᾶλλον δὲ, πῶς οὐ πᾶσαν ἡμῖν ἀνατελεῖ θυμηδίαν τὰ διὰ τοῦ Σωτῆρος ἡμῖν γενόμενα; «Ὃς οὐ μόνοις ἡμῖν τῆς σωτηρίας ἀνέδειξε τὴν ὁδὸν, ἀλλὰ γὰρ καὶ τοῖς ἐν ᾅδου πνεύμασι πορευθεὶς ἐκήρυξεν ἀπειθή‐ | |
15 | σασί ποτε,» καθάπερ ὁ Πέτρος φησί. Οὐ γὰρ ἔδει μερικὴν γενέσθαι τὴν φιλανθρωπίαν, ἀλλ’ ἐπὶ πᾶσαν ἐκτείνεσθαι τὴν φύσιν τῆς δωρεᾶς τὴν ἀπόδειξιν. Διὰ μὲν γὰρ τῶν προφητῶν εὐκαίρως ἐλέγετο· «Μερὶς μία βραχήσεται· καὶ μερὶς μία ἐφ’ ἣν οὐ βρέξω, | |
20 | ξηρανθήσεται.» Πρέπουσα δὲ τῷ Σωτῆρι ἡ φωνή· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισ‐ μένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Κηρύξας τοίνυν καὶ τοῖς ἐν ᾅδου πνεύμασι, «καὶ τοῖς ἐν δεσμοῖς· Εἰρη‐ νικῶς ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφ‐ | |
25 | θητε,» τριήμερον μὲν ἀνίστησι τὸν ἐαυτοῦ ναὸν, καινοτομεῖ δὲ τῇ φύσει καὶ τὴν εἰς οὐρανοὺς ἀνάβα‐ σιν, ἀπαρχὴν ὥσπερ τῆς ἀνθρωπότητος ἑαυτὸν προσ‐ άγων τῷ Πατρὶ, τὸν ἀῤῥαβῶνα τῆς χάριτος τοῖς ἐπὶ γῆς δωρησάμενος τὴν τοῦ Πνεύματος μετουσίαν. | |
32 | θʹ. Ἐπὶ τοῖς οὕτω μεγάλοις, ἀγαπητοὶ, ἑορτάζω‐ μεν· μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας, | |
35 | μετὰ πάσης εὐχαριστίας τὸν ἑαυτῶν βασιλέα γεραί‐ ροντες· καὶ τὴν πάντων τῶν ἀγαθῶν μητέρα νηστείαν μετὰ τῆς ἡμῖν πρεπούσης εὐχαριστίας εἰσδεχόμε‐ νοι. Καὶ τῆς μὲν εἰς ἀλλήλους ἀγάπης ἐχώμεθα, συντονώτερον τὴν φιλοξενίαν διώκοντες, τῷ περὶ | |
40 | πένητας ἐλέῳ διαλάμποντες· μνημονεύοντες τῶν δεσμίων, ὡς συνδεδεμένοι· τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι, καὶ πᾶσαν ἁπαξαπλῶς τιμῶντες ἀρετήν. Οὕτω γὰρ καὶ τὴν ἀληθεστέραν ἐπιτελέσομεν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακο‐ | |
45 | στῆς ἀπὸ πέμπτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδο‐ μάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ δεκάτης τοῦ Φαρμουθὶ μηνός· περιλύοντες μὲν τὰς νηστείας τῇ πεντεκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς, ἑσπέρᾳ Σαββάτῳ, κατὰ τὸ ἔθος· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ | |
77.449(50) | Κυριακῇ τῇ ἑκκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, κατὰ τὴν τοῦ νόμου διαγόρευσιν, τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς ἐπισυνάπτοντες. Οὕτω γὰρ | |
μετὰ τῶν ἁγίων τὴν οὐρανῶν βασιλείαν κληρονομήσο‐ | ||
77.452 | μεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, καὶ τὸ κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
4t | ΛΟΓΟΣ Δʹ. | |
5 | αʹ. Πάλιν ἡμῖν ὁ τῆς ἁγίας ἑορτῆς ἀναλάμπει και‐ ρὸς, τοῦ τῆς καρτερίας ἀγῶνος βραχύ τι προανατέλ‐ λοντος, καὶ καθάπερ ἐτήσιον ὄφλημα καταθέσθαι κε‐ λεύοντος, τῷ πάντων κρατοῦντι Θεῷ, τήν τε βίου σεμνότητα, καὶ τῆς ἄλλης ἁπάσης ἐπίδειξιν ἀρετῆς. | |
10 | Λόγος δὲ οὐδεὶς τοῖς εὖ φρονοῦσιν εἰς ἀπείθειαν ἀπρεπὴς, τὸ ἐκ τοῦ πράγματος περιαθροῦσι χρή‐ σιμον. Ἀγαθῶν μὲν γὰρ πόνων, καρπὸς εὐκλεής· ὄκνου δὲ καὶ ἀργίας, οὐδὲν ἂν γένοιτο χαλεπώτερον, καὶ τὸ μηδοτιοῦν ὑπὲρ τοῦ λυσιτελήσειν μέλλοντος | |
15 | ἀξιῶσαι παθεῖν, πικρὰν ἔχει τὴν ζημίαν, καὶ οὐ περὶ τῶν τυχόντων ὡσανεί τις εἴποι τοὺς λόγους, ἀλλ’ εἰς αὐτὸν ἤδη βλέποντα τῆς ψυχῆς τὸν ὄλεθρον. Κει‐ μένου δὲ οὕτω, καὶ ὄντος φύσει τοῦ πράγματος, πρέπειν ἐμαυτῷ μάλιστα πάντων καὶ νῦν ἡγού‐ | |
20 | μενος ὑπὲρ τῶν συμφερόντων πρὸς ὑμᾶς ποιή‐ σασθαι λόγους, μονονουχὶ δὲ τὸ προφητικὸν ἐκεῖνο βοᾷν· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·» ἥκω πάλιν εἰς μέσον, ἔσεσθαι μὲν οὐ φορτικὸς ὑπολαμβάνων παρά γε τοῖς σώφροσιν, εἰ τὰ ἐν οἷς εἰσιν, ὅτι προσ‐ | |
25 | ήκοι τιμᾶσθαι μειζόνως, κατὰ τὸν παρόντα μάλιστα καιρὸν συμβουλεύων φαινοίμην. Εἰ δέ τῳ δοκῶ μὴ τὰ κράτιστα λέγειν, καίτοι πολλὴν εἰς τοῦτο ποιούμενος τὴν σπουδὴν, ὁράτω μὴ πονηρὰν καθ’ ἡμῶν τὴν ψῆφον ἐκφέρων, ἐν τοῖς τιμῶσι τὸ φαῦλον ἑαυτὸν | |
30 | κατατάττῃ, καὶ λάθῃ τοῦ καταλόγου τῶν σοφῶν ἕξω τιθείς. Τὸ γὰρ ἐφήδεσθαι μὲν οἷς ἄν τις εὐλόγως ἐπιτιμήσειεν, ἡγεῖσθαι δὲ παρὰ φαῦλον τὴν ἐν τοῖς ἀμείνοσι δόξαν, ἢ καὶ ἄλλως τοῖς ὑπὲρ αὐτῶν λόγοις ἀλγύνεσθαι, πῶς οὐ τῆς ἐσχάτης γνώρισμα κακίας | |
35 | ἐστίν; Ἐγὼ δὲ προσδεῖν μὲν ἡγοῦμαι τοὺς τὰ βελ‐ τίω ζηλοῦν ᾑρημένους τοῖς ἀπὸ τῶν ἄριστα λεγόν‐ των παραψυχῆς τε καὶ παραμυθίας, ὡς ἂν τὴν περὶ αὐτὰ συντονωτέραν ποιοῖντο προθυμίαν· τοῖς δὲ οὕτω γνώμης κεκρατηκόσιν ἀγαθῆς, τὸ ἐπανορθοῦν | |
40 | πεφυκὸς ἐκπορίζειν χρῆναι φάρμακον, καὶ ὅπως ἐν τοῖς ἐφεξῆς ἀμείνους φανοῦνται ζητεῖν. Ἔσται τοι‐ γαροῦν τῆς ὑφηγήσεως ἡμῖν ὁ λόγος κατ’ ἄμφω λυ‐ σιτελέστατος, ἑκατέρῳ μέρει διδοὺς τὸ αὐτῷ χρεω‐ | |
στούμενον. | ||
77.453(3) | βʹ. Ἕλκει μὲν οὖν ἡμᾶς ἐπὶ τουτὶ τὸ κήρυγμα, καὶ τὴν λαμπρὰν ὅτι χρὴ προμηνύειν πανήγυριν, | |
5 | προφητῶν ἀναπείθει χορὸς, γεγηθότων μὲν ἐπὶ τοῦ Σωτῆρος κατορθώμασι, ῥίπτειν δὲ ὡς ποῤῥωτάτω τὴν ἐπὶ τούτοις σιωπὴν παρακελευομένων. Καὶ δὴ καὶ κεκράγασιν, ὁ μὲν, «Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ,» λέγων· «ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν | |
10 | σου·» ἕτερος δέ τις, ἐκείνῳ διδάσκων καὶ φρονῶν συγγενῆ· «Ἐπ’ ὄρος, φησὶν, ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε.» Παντὸς τοιγαροῦν ἀνῃρημένου πράγματος | |
15 | τοῦ παραποδίζειν ἡμῶν τὴν ἐπὶ τούτοις προθυμίαν ἰσχύοντος, ἐπὶ τὴν τῷ δόγματι πρέπουσαν παῤῥησίαν ἀναβήσομαι, καὶ καθάπερ ἐξ ὄρους πόῤῥωθεν ὡς ἡμᾶς τρέχοντα βλέπων τὸν τῆς ἐγκρατείας καιρὸν, μονονουχί τε τὴν χεῖρα τοῖς τῆς εὐσεβείας ἀθληταῖς | |
20 | καθασείσας, ἐρῶ· Ἀποδύσασθε, νέοι, ἀποθέσθε τὸν παλαιὸν ἄνθρωπον. Ἥκει πάλιν ἡμῖν ὁ τῆς νηστείας καιρὸς, ἀρετῆς ἁπάσης ἐπίδειξιν ἀπαιτῶν. Κρίνεται δὲ οὐ ταῖς τῶν σωμάτων ῥώμαις τὸ στάδιον· οὐδὲ τοῖς ἐν παλαίστραις σκιρτήμασιν· ἀλλὰ μὴν οὐδὲ ὁ τὸ πλέον | |
25 | ἔχειν ἐν τούτοις πεπιστευμένος, οὗτος καὶ τοῦ δύνασθαι νικᾷν τὴν ψῆφον ἀποίσεται. «Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σαρκάς· ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας σκότους τού‐ του, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπου‐ | |
30 | ρανίοις.» Δεῖν δὲ οἶμαι τοὺς, ὅσοι ταῖς τούτων ἐπιβου‐ λαῖς ἀντεξάγειν κεκρίκασι, τούτους εἶναι πρὸς μά‐ χην, ὡς δύνασθαι τὴν ἀμείνω ψῆφον ἐπ’ ἀνδρείᾳ κομίζεσθαι· ἢ πάντως ἔσται περιφανὴς τοῖς μὴ τοιούτοις ὁ κίνδυνος, καὶ μέχρι μόνης ἀλαζονείας τὸ | |
35 | καύχημα. Τὸ γὰρ τετάχθαι μὲν ἐν τοῖς ἥττοσι, φρονεῖν δὲ μεῖζον, ἢ ὅπερ ἐσμὲν, πρὸς τῷ γελᾶσθαι δικαίως, καὶ κινδύνων οὐκ ἀμοιρεῖ. Εἰ δὲ φεύγειν ἄξιον τὰ τοιαῦτα (ἄξιον δὲ δή που πάντες ἐροῦσιν, οἷς οὐδὲν εἰς εὐλάβειαν ἐνδεῖ), καὶ τὸ ἐπὶ ταῖς φαυλότησιν αἶσχος | |
40 | ἀποκρούεσθαι παντὶ σθένει χρωμένοις οὐκ ἀκερδὲς, πῶς οὐκ ἀνάγκη τὰ βελτίω ζητεῖν, καὶ ὅπως τῶν ἀντι‐ κειμένων περιεσόμεθα, πολλῇ συγκαταπράττειν σπου‐ δῇ; Καὶ εἰ πνευμάτων πονηρῶν εἰσελαύνει καθ’ ἡμῶν ὁ πόλεμος, ἀνάγκη τῷ πνεύματι ζέοντας εἶναί τε καὶ | |
45 | φαίνεσθαι τοῖς ἀνταίρειν ἐκείνοις τὰ ὅπλα θαρσή‐ σαντας· καὶ εἰ σωμάτων οὐδὲν εἰς τοῦτο ἡμᾶς τέχνη καὶ δύναμις ὠφελεῖ, ἀκόλουθον κατὰ τὴν τοῦ Παύ‐ λου φωνήν· «Ἐνδύσασθε τὴν στρατιωτικὴν παν‐ οπλίαν τοῦ Θεοῦ, καὶ τὴν παντευχέα τῆς εἰς αὐτὸν | |
77.453(50) | εὐσεβείας καλῶς ἐναρμόσασθε.» Οὕτω γὰρ ἂν ἀποσβεσθείη μὲν τοῦ πονηροῦ τὰ πεπυρωμένα βέλη· τὸ δὲ παντὸς ἔξω γενέσθαι τραύματος, περι‐ έσται τοῖς ἀνδριζομένοις. Ἀλλ’ ἵνα πάλιν ἐπὶ τοὺς ἐν ταῖς σκηναῖς ἀγῶνας μετοίσω τὸν λόγον, ἐκεῖνό | |
55 | φημι. Χρῆναι γὰρ δεῖ πανταχόθεν τὸ ὠφελοῦν | |
ἐρανίζεσθαι τοὺς, οἷς τοῦτο πράττειν ἐσπούδασται | ||
77.456 | καὶ ὑμᾶς αὐτοὺς συγκατανεύειν ἑτοίμως ὑπολαμ‐ βάνω. Ἀκούω τοίνυν ὅτι τῶν ἐπὶ ταῖς γυμνοπαι‐ δείαις ἀγώνων οἱ προεδρεύοντες, οἷς καὶ τὸ χρήματα προσαναλίσκειν ὑπὲρ τῆς ἐν τούτοις δόξης οὐ χα‐ | |
5 | λεπὸν ἴσως καταφαίνεται, ἐπειδὰν μέλλωσι ποιεῖ‐ σθαι τοῦ πράγματος τὴν ἀρχὴν, σάλπιγγι μὲν τὸν ἀγῶνα περιαγγέλλουσιν· εἰσκαλοῦντες δὲ ὑπ’ αὐτὸν πᾶν ὅσον πέφυκεν ὁρᾶσθαι χρήσιμον, καὶ τοὺς ἐν τούτοις εὐδοκιμεῖν εἰωθότας, ἀποπέμπουσι δὲ τῶν πο‐ | |
10 | λέμων, ἧς μαλακωτέραν ἡ τέχνη τὴν ἐπίδειξιν ἔχει. Μὴ γάρ τι χρῆναι, σφόδρα ποιοῦντες καλῶς, ἐδοκί‐ μασαν τοὺς ἐπ’ ἀνδρείᾳ κεκλημένους, ἢ ἑτέρου τινὸς ἐπιτηδεύματος σεμνοτέραν ἔχειν δυναμένους τὴν ἐμπειρίαν, τοῖς αἰσχίοσιν ἀναμίγνυσθαι, μηδὲ ταῖς | |
15 | ἐκείνων καταμιαίνεσθαι βδελυρίαις, οἷς ἡ κρείττων ὑπόληψις ἀκολουθοῦσα φαίνεται. Εἰ δὲ ἐπὶ μικροῖς καὶ εὐτελέσι μισθώμασιν οὕτω γενναῖος ἐκείνοις ὁ σκοπὸς, καὶ πᾶσαν ἐν αὐτοῖς κειμένην ὁρᾷν ἔξεστι προθυμίαν, αἰδοῖ τοῦ μὴ δοκεῖν τῆς ἑτέρων ῥώμης | |
20 | ἀπολιμπάνεσθαι, πῶς οὐ φροντίζειν ἄξιον, ὅπως ἀμεί‐ νους ἐκείνων γενώμεθα, καὶ τοσούτῳ πλέον, ὅσῳ καὶ τῶν στεφάνων ἡ διαφορά; Τὸ μὲν γὰρ ἐπὶ μικροῖς τισι τοῖς προκειμένοις ἁλῶναι φυγάδα, καὶ κατοκνῆ πονεῖν, οἴσει τινὰ τυχὸν τοῖς τοῦτο πεπονθόσι παραί‐ | |
25 | τησιν. Οὐ γὰρ ἦν ἄξιον, ἐροῦσι, κινδύνους οὕτω μακροὺς μικρῶν ἀλλάξασθαι γερῶν. Εἰ δὲ τοιούτοις ἡμᾶς χρῆσθαι λόγοις οὐκ ἔνεστι, πολὺ τοῦ στεφάνου τοὺς πόνους ὑπερανίσχοντος, τί ἂν εἴη ἕτερον τὸ προθύμως ἀγωνίζεσθαι κωλύον; Οὐδέν. Ὄκνου δὴ | |
30 | λοιπὸν καὶ ῥᾳθυμίας τὸ ἔγκλημα, καὶ τῆς ἐπὶ τὰ χείρω ῥοπῆς τὴν ἐπὶ τοῖς ἐπαινουμένοις ἀναιρούσης σπουδήν. Οἶμαι δὲ ἔγωγε τῶν εἰρημένων ἕκαστον πρὸς τοὺς ἐπὶ τοῖς ἀγῶσι κεκλῆσθαι πόνους, οὐ χρημάτων ἡττωμένους ἐπιθυμίας τοσοῦτον, ὅσον εὐ‐ | |
35 | κλείας καὶ τιμῶν. Ἔχει γάρ τινα παρ’ ἐκείνοις καὶ τὰ τοιαῦτα χάριν· καὶ τὸ μὴ τυχεῖν ὧν ἂν ἕκαστος βούλοιτο, δόξης ζημία λελόγισται· δόξης δὲ πάλιν φημὶ τῆς παρ’ αὐτοῖς τετιμημένης. Οὕτω δὲ ἔχοντας γνώμης οἶμαι φαίνεσθαι, καὶ εἰς τοῦτο φρονήματος | |
40 | ἀφῖχθαι νεανικοῦ, ὥστε εἴ τις ἔκαστον αὐτῶν ἔροιτο προσιών· Πολλῶν ὄντων ἑτέρων ἐπιτηδευμάτων κατὰ τὸν βίον, τί δήποτε, ὦ τὰν, ἐπὶ τουτὶ τὸ σχῆμα καὶ γνώμην ἀπήντηκας; ὅτου δὲ χάριν τὰ ἄλλα ἀφεὶς, τὰ ἐν ταῖς παλαίστραις τετίμηκας παίγνια; Τί ποτε | |
45 | ἄρα τοὐντεῦθεν οἴει κερδαίνειν; πότερον τιμὰς ἢ χρήματα; Τὸ δὲ ἐπὶ τοῖς ἀγῶσιν οὕτω πονεῖν, τίνος ἄν σοι μᾶλλον ἕλοιο γενέσθαι πρόξενον; εὐθὺς ἂν ἕκαστον ἀποκρίνεσθαι πιστεύω· Οἰχέσθω χρήματα· πριαίμην ἂν μᾶλλον ἡδέως τῆς τούτων εὐπορίας τὴν | |
77.456(50) | νίκην, καὶ αὐτὴν, εἰ πρὸς τοῦτο καλοίη καιρὸς, τὴν ψυχὴν τοῦ μὴ γελᾶσθαι προήσομαι. Οὕτω τοίνυν ἐκείνων διακειμένων, πῶς οὐ σφόδρα γε ἄτοπον ἡμᾶς τοὺς, οἷς τὰ μείζω πρόκειται γέρα, μηδὲ ταῖς ἐκεί‐ νων προθυμίαις ἁμιλλωμένους ὁρᾶσθαι, ἀλλὰ ὄκνῳ | |
55 | δεδέσθαι, καὶ τῇ τῶν ἀγαθῶν πενίᾳ κατατρίβεσθαι, | |
μηδ’ ὅπως τὴν ἀμείνω ψῆφον κερδανοῦμεν ἐπείγε‐ | ||
77.457 | σθαι, τοσαύτην ἔχοντας ἀφθονίαν βοηθημάτων παρὰ Θεοῦ, δι’ ὧν ἡμῖν περιέσται τὸ νικᾷν; Οἱ μὲν γὰρ ἐν ταῖς σφῶν αὐτῶν ἐμπειρίαις, καὶ ταῖς τῶν σωμάτων ῥώμαις, ἔχουσι τὸ δύνασθαι τῶν ἐναντίων κρατεῖν, | |
5 | ὥστε εἴ τις αὐτῶν ὑπάρχοι τῶν εἰρημένων ἀμέτ‐ οχος, ἔξω κείσεται πάντως τῆς ἀπὸ νικᾷν εὐθυμίας. Ἡμῖν δὲ οὐχ οὕτω τὰ τοῦ ἀγῶνος κρίνεται, ἀλλ’ εἰς πᾶν τοὐναντίον τὸ πρᾶγμα καθίσταται. Κἂν ἰσχύος ἀμοιρῇς, αἴτει τὸν ἀθλοθέτην, καὶ λήψῃ προχείρως. | |
10 | Κἂν ἡ τέχνη σοι λίπῃ τι τῶν παλαισμάτων, ἐγγὺς ὁ παιδοτρίβης, εἰδὼς ἅπασαν τοῦ σταδίου τὴν μέθοδον. Χορηγήσει μὲν γὰρ τὸ δύνασθαι Θεός. Τὸ δὲ ὅπως προσήκει πάλιν τοῖς ἀντιπάλοις ἀνταγωνίζεσθαι, μαθήσῃ τὰς θείας ἐξετάζων Γραφάς. Ἐκεῖ τὸν Παῦ‐ | |
15 | λον εὑρήσεις λέγοντα· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυ‐ ναμοῦντί με Χριστῷ.» Ἐκεῖ θαυμάσεις τὸν Ψαλμ‐ ῳδὸν μελῳδοῦντα καὶ βοῶντα πρὸς τὸν Θεόν· «Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνό‐ ματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν.» | |
20 | Χρῆναι δὲ ἡγοῦμαι πρὸς τοῖς εἰρημένοις καὶ ἑτέ‐ ρους σοι τρόπους εἰπεῖν, ἀκονῆσαι δυναμένους εἰς εὐτολμίαν. Ἐν μὲν γὰρ τοῖς κατὰ τὸν παρόντα βίον ἀγῶσιν ὅτῳπερ ἂν γένοιτο τὸ πάντων κρατεῖν, ἢ ταῖς περὶ τὴν τέχνην ἐμπειρίαις πλεονεκτοῦντι τοὺς | |
25 | ἄλλους, ἢ καὶ τῇ τοῦ σώματος εὐρωστίᾳ τὴν ἐπὶ τούτῳ φιλοτιμίαν χορηγουμένῳ, τούτῳ πάντως ἔσται πολεμιώτατος τῶν στεφάνων ὁ χορηγός. Ὅσῳ γὰρ ἂν εἰς ὕψος αἴρηται τῶν νικώντων ὁ ἔπαινος, τοσούτῳ πλέον αὐξήσει τοῖς ἀγωνοθετοῦσιν ἡ ἐπὶ | |
30 | χρήμασι ζημία· καὶ ὅσῳ μειζόνως εὐδοκιμοῦσιν ἐκεῖ‐ νοι, τούτῳ πλέον αὐτοῖς εἰς αὔξειν ἐπιδώσει τὰ τῆς φιλοτιμίας, ἀκολουθούσης δηλονότι τῆς τῶν μι‐ σθῶν ἀναλογίας τῷ μεγέθει τῶν κατορθωμάτων. Ἀλλ’ οὐ τοιούτοις διοικεῖται θεσμοῖς τῆς εὐσεβείας | |
35 | τὸ στάδιον. Πλούσιος ὁ χορηγός· χαίρων ἐπὶ τοῖς ἀν‐ δριζομένοις τοσοῦτον, ὅσον, εἴ τι παθεῖν ἐχώρει καὶ ἀνθρώπινον, ἐπὶ τοῖς ἡττωμένοις λυπούμενος. Λέγει γάρ που διά τινος τῶν προφητῶν· «Οἴμοι ἐγὼ, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις.» Διά τοι | |
40 | τοῦτο καὶ τοὺς πεσόντας ἀνίστησι· καί τοι τῶν παρ’ ἐκείνοις νόμων τοὺς ἅπαξ ἐπὶ τούτῳ κατεγνω‐ σμένους, ἔξω τῶν ἐν εὐκλείᾳ τιθέντων, καὶ τῆς τοῦ νικᾷν ἀποικιζόντων τιμῆς· καὶ γοῦν αἰτιᾶται Θεὸς τοὺς, ὅσοι πεσόντες, μακρὰς ἐν τούτῳ ποιοῦνται τὰς | |
45 | διατριβάς· καὶ διὰ τοῦ προφήτου φησί· «Μὴ ὁ πί‐ πτων οὐκ ἀνίσταται;» | |
52 | γʹ. Προσήκει μὲν γὰρ, ὡς ἔνι μάλιστα τοῦτο παρ‐ | |
αιτεῖσθαι παθεῖν· καὶ οὐδείς ἐστι τῶν ὄντων, ὃς οὐ | ||
77.460 | φαῦλον ἐρεῖ τὴν ἐπὶ τοῖς ἀγαθοῖς ῥᾳστώνην. Πολὺ δὲ λίαν τῆς φύσεως, τῆς ἀνθρώπου φημὶ, βλεπούσης εἰς ἁμαρτίαν, ἄν πού τι τῶν ἀηδῶν ὑπομεῖναι συμ‐ βαίη, δεύτερον ὥσπερ ἔσεσθαι τρόπον εὐδοκιμήσεως | |
5 | ὑπολαμβάνω, τὸ σπουδαίως ἐν τοῖς ἀμείνοσι γενέ‐ σθαι ποθεῖν, καὶ παλινδρομῆσαι γοργῶς ἐπ’ ἐκεῖνο τὸ φρόνημα, ὅπερ ἔχοντας ἔδει φαίνεσθαι τὴν ἀρχὴν καὶ μέχρι παντὸς διασώσασθαι. Καὶ μή τις ἐκ τῶν εἰρημένων οἰέσθω χαλεπήν τινα σφόδρα, καὶ δυσκατ‐ | |
10 | όρθωτον εἶναι τὴν νίκην· ἀλειφέτω δὲ μᾶλλον τὸν τοιοῦτον ὁ Παῦλος βοῶν· «Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειραθῆναι ὑπὲρ ὃ δύνασθε· ἀλλὰ ποιή‐ σει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.» Ὅτι γὰρ δώσει τοῦτο κατὰ τὴν τοῦ | |
15 | Παύλου φωνὴν, αὐτόν σοι παροίσω τὸν Χριστὸν λέ‐ γοντα· «Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχ‐ θροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει.» Πάντα γὰρ ὄντως ἡμῖν δύνασθαι κατορθοῦν, ὅσα βλέπει πρὸς | |
20 | ἀρετὴν, προθύμως ὀρέγει Χριστὸς διὰ τῆς ἐνεργείας τοῦ ἁγίου Πνεύματος καὶ τοῦ σωτηρίου σταυροῦ· ἐφ’ ᾧ γελῶσιν Ἑλλήνων παῖδες, οἱ μέχρι μὲν γλώτ‐ της σοφοὶ, καὶ ἐπὶ ψιλοῖς ὡραϊζόμενοι ῥήμασι, περὶ δὲ τὴν τῆς ἀληθείας εὕρεσιν οὕτως ὄντες βραδεῖς, | |
25 | ὡς μηδὲν ἕτερον εἶναι δοκεῖν, ἢ αὐτὸ δὴ τοῦτο, καν‐ θήλιοι, οἳ τοῖς ἥδιστα μελῳδεῖν εἰωθόσι τὰ ὦτα κα‐ τασείοντες, κατ’ οὐδένα τρόπον τῆς τοῦ λυροκτύπου τέχνης αἰσθάνονται. Δέον οὖν αὐτοὺς ἐπὶ ταῖς οἰκείαις ἀβουλίαις αἰσχύνεσθαι, καὶ τοῖς τἀληθῆ διδάσκειν | |
30 | δυναμένοις προσεδρεύοντας ὠφελεῖσθαι, γελῶσιν οὓς ἔδει ζηλοῦν· καὶ ψέγουσιν οὓς, εἴπερ ἦσαν σο‐ φοὶ, μιμεῖσθαι πάντως ἐχρῆν. Τοσούτους δὲ τῷ βίῳ, παρὰ τὸν ὄντα φύσει, θεοὺς ἐπεισφέροντες, οὕσπερ ἂν ἑκάστῳ δοκῇ, καὶ τὰ ἐξ ἡμῶν παραιτούμενοι | |
35 | ῥήματα, εὐλόγως ἀκούσειεν ὃ δὴ καί φασιν ἕνα τῶν παρ’ αὐτοῖς ποιητῶν εἰπεῖν· Οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, Εἷς βασιλεὺς .... ὁ ἐν πᾶσι καὶ διὰ πάντων, καὶ ἐπὶ πάντας Θεός. Καὶ | |
40 | τὰ μὲν ἐκείνων ἐγκλήματα παρήσω νυνί· ἃ δέ γε εἰ‐ πεῖν οἰκειότερον, καὶ τῷ παρόντι καιρῷ δοκεῖ πως ἔχειν ἐγγὺς, ταῦθ’, ὡς ἔοικεν, εἰς μέσον ἄγειν ἀκό‐ λουθον. δʹ. Σκανδαλίζονται τοίνυν ἐπὶ τῷ σταυρῷ τοῦ Σω‐ | |
45 | τῆρος ἡμῶν Χριστοῦ οἱ πάντες ἀσεβείας εἰς ἄκρον ἐλάσαντες Ἰουδαῖοι, καὶ τοσοῦτον, οἶμαι, τὰς Ἑλ‐ λήνων μανίας ὑπερβαλλόμενοι, ὥστε εἴ τις ἐπ’ ἀμ‐ φοῖν γένοιτο κριτὴς, εὐθὺς ἂν, οἶμαι, τούτων καταδι‐ κάσειεν, ἐν ἐλάττοσι κακοῖς τὰ ἐκείνων εἰπών. Οὔπω | |
77.460(50) | γὰρ, ἴσως ἐρεῖ, τὰς θείας ἀνεγνωκότες Γραφὰς, θαυ‐ μαστὸν οὐδὲν εἰ τῶν τῆς ἀληθείας δογμάτων δι‐ | |
ημαρτήκασιν. Οἱ δέ γε διὰ νόμου καὶ προφητῶν τὰ | ||
77.461 | πρὸς εὐσέβειαν παιδαγωγούμενοι, τοσοῦτον Ἑλλή‐ νων εἰς ἀβουλίαν διήνεγκαν, ὅσον τῆς μὲν ἀγνοίας ἐκείνοις εὔλογος ἡ παραίτησις· τοῖς δὲ τρόπος οὐ‐ δεὶς εἰς ἀπολογίαν περίεστιν, ἀναγκαίας εἰσφέρων | |
5 | τῆς ἀμαθίας τὴν νόσον. Ὄψει δὲ, εἰ βούλει, καὶ αὐ‐ τὸν τοῖς ἐμοῖς λόγοις συναγορεύοντα τὸν Χριστόν. Λέγει γάρ που περὶ αὐτῶν· «Εἰ μὴ ἦλθον καὶ ἐλά‐ λησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νυνὶ δὲ πρόφα‐ σιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὑτῶν.» Εἰς | |
10 | τοῦτο δὲ ἤδη καταστάσεως τὰ ἐκείνων ἐλαύνει πράγ‐ ματα, ὡς δοκεῖν ὄντως λοιδορίας οὐκ εἶναι τρόπον, εἴ τις αὐτοὺς ἐν Ἑλλήνων τάξει, καὶ ἐν τοῖς οὐδ’ ὅλως εἰδόσι Θεὸν καταριθμῆσαι χρῆναι διϊσχυρί‐ ζοιτο. Κωλύειν δ’ ἴσως οὐδὲν, μᾶλλον δὲ ἀναγκαῖον | |
15 | ἤδη φαίνεται, καὶ ἐξ αὐτῶν ἡμᾶς τῶν πραγμάτων ποιεῖσθαι τὴν ἀπόδειξιν· οὕτω γὰρ ἂν ἐπὶ ταῖς λοι‐ δορίαις ἔγκλημα ῥᾳδίως ἀποδυσαίμεθα· καὶ τοῖς ἀκροωμένοις, ὅτι λέγειν ἡμῖν τἀληθῆ διὰ πολλῆς τέ‐ θειται σπουδῆς, φανερὸν καταστήσομεν. Ἐπ’ αὐτὴν | |
20 | δὲ εἶμι τοῦ γένους τὴν ἀρχὴν, γένους δὲ τοῦ Ἑβραίων φημί. Ἐντεῦθεν γὰρ ἔσται καταφανὲς τὸ δηλούμε‐ νον. Χαλδαῖος τοιγαροῦν κατὰ γένος ὑπάρχων ὁ μακάριος Ἀβραὰμ, καὶ ὑπὸ πατρὶ τεθραμμένος οὐκ εἰδότι τὸν κατ’ ἀλήθειαν ὄντα Θεὸν, μέχρι μέν τινος | |
25 | χρόνου τοῖς τοῦ φύσαντος νόμοις διοικούμενος, ἐν τοῖς ἀγνοοῦσιν ἐτέλει, καὶ συνηρίθμητό ποτε τοῖς τῶν εἰδώλων προσκυνηταῖς. Φιλεῖ γὰρ ἡ νεότης ταῖς ἑτέρων χειραγωγεῖσθαι βουλαῖς, καὶ τὸ μὴ σφόδρα δέχεσθαι τοῦ λυσιτελοῦντος τὴν αἴσθησιν, τοῦ χρό‐ | |
30 | νου θείην ἂν ἢ κατ’ ἐκείνης γραφήν. Ἐπειδὴ δὲ Θεὸς τὸ τῶν Ἑβραίων γένος φυτεύειν ἐβούλετο, καλεῖ μὲν αὐτὸν εἰς ἐπίγνωσιν τὴν ἑαυτοῦ, ἕλκει δὲ ὥσπερ ἐξ ἀκανθῶν ῥίζαν εὐγενῆ καὶ μετατίθη‐ σιν εἰς εὐλάβειαν, καὶ γέγονεν ὅπερ νῦν ἐστιν, τῇ | |
35 | προσθήκῃ τῆς εἰς Θεὸν ἐπιγνώσεως καθάπερ εἰς ἕτερόν τινα μεταβεβλημένος, καὶ, διὰ μόνον τὸ λα‐ τρεύειν ἐθελῆσαι Θεῷ, τῶν ὅσοι δήποτε πρὸ αὐτοῦ γεγόνασι διενεγκών. Οὐκοῦν εἰ τῆς εὐσεβείας ὁ τρό‐ πος, καὶ τῆς εἰς Θεὸν λατρείας ἡ δύναμις μεταποιη‐ | |
40 | θέντα δεικνύει τὸν ἄνθρωπον, ἡ τῶν εἰρημένων ἀπο‐ βολὴ πάλιν εἰς τὸ ἀρχαῖον καλέσει τὸν ᾧ συνέβη τοῦτο παθεῖν. Καλὸν γὰρ ἀποσυλῆσαι τὸν λόγον τῆς τοῦ δικαίου κεφαλῆς, καὶ εἰς τὸν ἀπὸ τῆς ῥίζης καρπὸν ἐνεγκεῖν· οὕτω γὰρ φανεῖται καὶ ἀληθὲς | |
45 | ὅτι, διὰ τῆς εἰς Χριστὸν ἀπειθείας, ἁπάσης εὐσεβείας ἀπηυτομολήκασιν. Ἄκουε τί φησι διά τινος τῶν προφητῶν ὁ Σωτήρ· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ.» Πρῶτον μὲν γὰρ ἐκεῖνο καὶ κυριώτατον ἔγκλημα ταῖς | |
77.461(50) | τῶν Ἑβραίων ἐπιγράφεται κεφαλαῖς. Εἰ δέ τις αὐ‐ τῶν καὶ ἕτερα πρὸς τούτῳ βούλοιτο καταριθμῆσθαι ἐγκλήματα, τοσοῦτον εὑρήσει τὸν ὄχλον, ὡς μὴ δύνασθαι τοῖς περὶ αὐτῶν ἀρκεῖσθαι διηγήμασι, | |
μηδὲ τὸν ἄριστα μὲν ταῖς περὶ τοὺς λόγους ἐμπει‐ | ||
77.464 | ρίαις ἐξηρτυμένον, ἠσκημένον δὲ οὕτως εἰς εὐγλωτ‐ τίαν, ὡς μηδενὶ τῶν ἄλλων παραχωρεῖν, οἷς τό γε ἐν τούτῳ φαίνεσθαι λαμπροὺς, τῆς ἄλλης ἁπάσης εὐημερίας ἄμεινον ἔχειν δοκεῖ. Ὑπὲρ δὲ τοῦ μὴ ὁλο‐ | |
5 | σχερῶς σιωπῆσαι, πρὸς τὸ πλῆθος ὥσπερ τῶν ἐγ‐ κλημάτων ἀποναρκήσαντας, ὀλίγα κομιδῇ, καὶ δι’ ὧν ὅπως ἀπεπήδησαν εἰσόμεθα, παραθεῖναι σπου‐ δάσω. εʹ. Λέγει τοίνυν ὁ πάντων ἡμῶν Δεσπότης Θεὸς, | |
10 | ἐπὶ ταῖς ἐκείνων δυσσεβείαις ἀγανακτῶν· «Πάντες οἱ ἄρχοντες αὐτῶν ἀπειθοῦντες· ἐποίησεν Ἐφραῒμ τὰς ῥίζας αὐτοῦ, ἐξηράνθη· καρπὸν οὐκ ἔτι μὴ ἐνέγκῃ. Διότι καὶ ἐὰν γεννήσωσιν, ἀποκτενῶ τὰ ἐπιθυμήματα τῆς κοιλίας αὐτῶν. Ἀπώσεται αὐτοὺς ὁ Θεὸς, ὅτι | |
15 | οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν.» Ἆρ’ οὐχὶ τῶν ἐμῶν λόγων ἡ πεῖρα, τοῦτο βοᾷ γεγωνότερον; Καὶ τῶν πραγμάτων ἡ ἔκβασις οὐχὶ τὴν ἀλήθειαν τοῖς εἰρημένοις ἐπιμαρτυρεῖ; Ἐπειδὴ γὰρ τὴν εἰς αὐτὸν εὐλάβειαν ἀπεσείσαντο, | |
20 | ἀπειθοῦντες ἅμα καὶ ἀντιλέγοντες, διὰ τοῦτο πρὸς ἀκαρπίαν ἐλαυνόμενοι, καὶ ὅσον οὐδέπω ξηρανθήσε‐ σθαι μέλλοντες, ὥσπερ τὰ τῶν ὑδάτων ἀπῳκισμένα φυτὰ, τὰς ῥίζας τὸ τηνικάδε περιαλγήσαντες, ὅτε πρὸς αὐτοὺς ὁ τῶν προφητῶν ἐγίνετο λόγος, τελευ‐ | |
25 | τῶντες, διὰ τῆς εἰς Χριστὸν ἀπειθείας, ἀπεξηράνθη‐ σαν. Τοιγάρτοι καὶ τῆς πρὸς αὐτὸν φιλίας ἀποπεμ‐ πόμενοι δικαίως ἀκούουσι· «Μεμίσηκα, ἀπῶσμαι ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύ‐ ρεσιν ὑμῶν. Διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώ‐ | |
30 | ματα, καὶ θυσίας, οὐ προσδέξομαι αὐτὰ, καὶ σωτη‐ ρίους ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι. Μετάστησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι.» Οὐ γὰρ ἐπὶ ταῖς κατὰ τύπον τιμαῖς ἐφήδεσθαι δεῖν ἐδοκίμαζεν ὁ τὴν ἀλήθειαν ἀγαπήσας | |
35 | Θεός· ἀλλ’ ὅσον οὐδέπω τὸν τῆς ἐν πνεύματι λα‐ τρείας καιρὸν ἀναδειχθήσεσθαι κατεμήνυεν, ἀνατρο‐ πὴν μὲν ἔσεσθαι τῶν ἀρχαίων ἐθῶν εἰσηγούμενος· ἀντὶ δὲ τούτων, χαριεῖσθαι τὰ βελτίονα. Καὶ γοῦν σαφέστατα διά τινος τῶν προφητῶν τοῦτο βοᾷ· «Καὶ | |
40 | ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἐροῦσιν ἔτι, Κιβωτὸς διαθήκης Ἁγίου Ἰσραήλ· οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐδὲ ὀνομασθήσεται· οὐδὲ ἐπισκεφθή‐ σεται, καὶ οὐ ποιηθήσεται ἔτι.» Εἰ δέ τις βούλοιτο μαθεῖν, ὃν ὁ προφήτης ἐδήλου καιρὸν, καθ’ ὃν οὐκ | |
45 | ἀναβήσεται μὲν ἐπὶ καρδίαν, οὐκ ὀνομασθήσεται δὲ ἔτι τὴν κιβωτὸν διϊσχυρίζεται, ὁράτω τὰ νῦν πράγματα, ἐν οἷς τέ ἐστι, σκοπείτω τὰ Χριστιανῶν μυστήρια. Οὐ γὰρ δή που τοῖς Ἑβραίων ἔθεσιν εἰς λατρείαν κεχρῆσθαι [καὶ] ἡμᾶς ἠβουλήθη Θεός· οὐδὲ | |
77.464(50) | κιβωτός ἐστι παρ’ ἡμῖν, χρυσίῳ μὲν ἔξωθεν ἠγλαϊ‐ σμένη, ἔσωθεν δὲ τὰς Μωσέως βίβλους ὠδίνουσα· | |
ἀλλ’ ἕκαστος τῶν πιστευόντων εἰς Χριστὸν, ναὸς τοῦ | ||
77.465 | Πνεύματος ἀποτελεῖται, ὅλην, ἵν’ οὕτως εἴπω, τοῦ ἁγιασμοῦ τὴν πηγὴν εἰσδεχόμενος. Καὶ μή τις οἰέσθω τῶν ἀκροωμένων, ἢ κατὰ Μωσέως ἡμᾶς ποιεῖσθαι τοὺς λόγους, ἢ τοῖς δι’ ἐκείνου νομοθετουμένοις ἐπι‐ | |
5 | τιμᾷν. Μὴ γὰρ οὕτω φρενῶν ἔξω γενοίμην, ὡς τοῦ‐ τον ἔχειν ἑλέσθαι τὸν σκοπὸν, ἕτερα λεγούσης τῆς θείας Γραφῆς. «Ὁ μὲν γὰρ νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία καὶ ἀγαθὴ,» καθάπερ ὁ Παῦλός φησιν· ἔκειτο δὲ μέχρι καιροῦ διορθώσεως, | |
10 | οὔπω τὴν ἀληθῆ λατρείαν εἰσφέρων. Διὰ τοῦτο ὁ Θεὸς μεταποιήσειν αὐτὸν ἐπὶ τὸ ἄμεινον διά τινος τῶν προφητῶν ὑπισχνεῖτο, λέγων· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν.» | |
15 | Ὅπερ ἄριστα νοήσας ὁ Παῦλός φησιν· «Ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ πα‐ λαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.» Καὶ πάλιν· «Εἰ γὰρ ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέ‐ ρας ἐζητεῖτο τόπος.» Ἐπειδὴ τοίνυν μομφῆς μὲν οὐκ | |
20 | ἐλευθέραν ἔφησεν εἶναι τὴν πρώτην· «Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος·» ἀναγκαίως τὴν δευτέραν ἀντεισ‐ άγεσθαι πρὸς τὴν τοῦ κόσμου σωτηρίαν διϊσχυρίζε‐ ται. ϛʹ. Μέχρι τίνος οὖν ἀπειθήσεις, Ἰουδαῖε; πότε δὲ | |
25 | συνθήσῃ ταῖς τῶν ἁγίων φωναῖς; Ἀλλ’ ἴσως ἐρεῖς, Σὸς ὁ Παῦλος, οὐκ ἐμὸς, ὦ οὗτος. Εἴην δ’ ἂν μωρίας ἀνάπλεως, εἰ τῶν ἐμοὶ κατὰ μηδένα προσηκόντων δε‐ ξαίμην τοὺς λόγους· ὅμοιον γὰρ ὡς εἴ τις ἐν πολέμῳ καὶ μάχαις, ἀσμένως προσδέχοιτο τὰς τῶν ἐναντίων | |
30 | πληγάς. Καλῶς εἰκότα μοι φαίνῃ καὶ δίκαια λέγων· ἀρνήσῃ μὲν γὰρ οὐκ ὀρθῶς, καὶ τῆς ἴσης ὁμογενείας ἐξοικιεῖς, Ἑβραῖον ὄντα τὸν Παῦλον· ἀκούω γὰρ λέγοντος αὐτοῦ· «Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος.» | |
35 | Ἐπειδὴ δέ σοι χαλεπὸν εἶναί πως δοκεῖ, τὸ μεμνῆ‐ σθαι ἡμᾶς λόγων ἀποστολικῶν, καὶ τὴν σὴν ἐλέγχειν πειρᾶσθαι κακόνοιαν, καὶ τοῦτο παρήσω νυνί· μυρία δὲ ὅσα τῶν διὰ Μωσέως καὶ προφητῶν εἰρημένων παραθεῖναι δυνάμενος, βραχύ τι προσερωτήσας, ἀπ‐ | |
40 | ελεύσομαι. Ἴθι τοίνυν, ὦ βέλτιστε σὺ, λέγε δή μοι τρανώτερον, τὰς βαθυτέρας τῶν ζητημάτων σκέψεις παραδραμών· εἰ μὴ τὸν νόμον μεταποιηθήσεσθαι κατὰ τὴν ἀλήθειαν προσδοκᾷς, οἴῃ δὲ ὡσαύτως ἕξειν ἀεὶ, μηδὲ μιᾶς ἐπακολουθούσης μεταβολῆς, τί τὸ | |
45 | κωλύον ἐστὶ, τῶν αὐτῶν ἔχεσθαί σε πραγμάτων; ὅτου δὲ χάριν τῆς εἰς Θεὸν λατρείας οὕτως ὀλιγ‐ ωρεῖς, ὡς ἐθῶν μὲν ἀποστῆναι πατρῴων, λόγου δὲ μηδενὸς ἀξιοῦν τὰ ἐκείνοις τιμιώτατα; Ποῖ γὰρ ἔχε‐ ται μὲν ὑμῖν ὁ νεώς; Ποῖ δὲ τὰ ἐν αὐτῷ θυσιαστή‐ | |
77.465(50) | ρια, καὶ αἱ τῶν θυμάτων προσαγωγαί; Ζητῆσαι δὲ ὅποι προσήκει τῶν ἱερείων τοὺς μωμοσκόπους, ἱερα‐ τικῶν φημι καταλόγων ἐσμοὺς, καὶ λευιτικὰ συστή‐ ματα; Τὰ δέ γε τοῦ ἀρχιερέως ἐσθήματα, καὶ τὸ | |
παμποίκιλον σχῆμα, ποῖ ποτε πάλιν ὑμῖν μετακε‐ | ||
77.468 | χώρηκεν; Οἱ δὲ τῶν κρασπέδων ἐξηρτημένοι κώδω‐ νες, ὅτου δὴ χάριν σεσιωπήκασι, δῆλος δὲ οὐδείς; Τοῦτο δὲ ὄνομα τῇ λίθῳ, πεποιημένον ἀπὸ τοῦ πράγ‐ ματος, ταῖς τῶν χρωμάτων ἐξαλλαγαῖς, τὴν ἐπὶ | |
5 | τοῖς μέλλουσι προμήθειαν εἰσφέρει κατὰ βούλησιν Θεοῦ. Τὰς δὲ κατὰ νόμον, εἰπέ μοι, θυσίας, αὐτὸς οὐ προάγεις διὰ ποίαν αἰτίαν; Εἶναι μέν σοι κατὰ γνώ‐ μην τὴν ἐν τούτοις ὀλιγωρίαν εἰπὼν, ἐλέγχῃ παρά‐ νομος, καὶ οὕτω σοι κεχρήσομαι μάρτυρι πρὸς τὴν | |
10 | κατά σου γραφὴν, οὐχ ἑτέρων εἰς τοῦτο δεήσομαι· εἰ δὲ ἀβούλητον ἔχεις τὴν ἐπὶ τούτοις ἀργίαν, εἴργεσθαι δέ τινος ἀνάγκης δεσμῷ, καὶ αὐτὸς ὁμολογεῖς, ἄθρει δὴ λοιπὸν μὴ τῷ τῆς ἀβουλίας περιπίπτῃς ἐγκλήματι, μακρὰν οὕτω τὴν ἀπείθειαν ποιούμενος. Τίς γὰρ ὁ | |
15 | τοσοῦτον ἰσχύσας, ὡς ἀνάγκης ὑποθεῖναι θεσμῷ τὸν βοηθούμενον ὑπὸ τοῦ Θεοῦ, λίαν γάρ σε μανθάνω καὶ ἐπὶ τούτῳ σεμνύνεσθαι οὐκ ἔστιν οὐδείς. Θείᾳ τοίνυν ὀργῇ, τοῦτο γὰρ τὸ λειπόμενον, τοῖς ἐξ Ἰσραὴλ ἐπισκήψασα, πάσης μὲν εὐθυμίας ἔρημον ἀπέδειξε | |
20 | τὸ γένος, ἐπὶ νόμῳ μεγαλαυχεῖν οὐκ ἔτι συγχωρή‐ σασα, δίκας δὲ τῆς εἰς Χριστὸν ἀσεβείας εἰσπραττο‐ μένη τοὺς εἰς αὐτὸν παραινέσαντας. Καὶ μετέθηκε Θεὸς ὁμοῦ τῇ χάριτι τῆς λατρείας τὸν τρόπον ἐπὶ τὸ ἄμεινον. Ἤδη δέ σοι καὶ τοῦτον ἐπιδείξω τῆς σῆς | |
25 | ἀργίας τὸν καιρὸν, διὰ τῶν προφητῶν ἀναβοώμενον. Καὶ γάρ σε ταῖς σαῖς ἐπαισχύνεσθαι συμφοραῖς ὑπο‐ λαμβάνω, καὶ πειρᾶσθαι κρύπτειν, ἅπερ οἶσθα μὲν, ὡς εἰκὸς, αἰδοῖ δὲ τοῦ μὴ δοκεῖν ἀποβεβλῆσθαι παρὰ Θεοῦ μακρὰν, ὑποκρίνῃ τὴν ἄνοιαν. Λέγει τοίνυν | |
30 | περὶ τῶν τοιούτων ὁ μακάριος προφήτης Ὠσηέ· «Ἡμέρας πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως οὐδὲ ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, οὔτε δήλων.» Ταῦτα τίς ταῖς παρ’ ὑμῖν ἀρνήσεται βίβλοις οὐχ | |
35 | οὕτως ἔχειν, καὶ πρὸς τοσαύτην ἀναισχυντίαν ἐλά‐ σει, ὡς τὰ πᾶσιν ὁρώμενα τολμῆσαι λέγειν; Οὐκ ἂν γένοιτό ποτε. Ἔστι μὲν γὰρ καὶ τῷ προστυχόντι κα‐ ταφανὴς τῶν εἰρημένων ἡ ἔκβασις. Ἀνανεύσεις δὲ ἴσως αὐτὸς πάλιν, καὶ τὴν σύντροφον ἀπείθειαν τι‐ | |
40 | μήσας, λίθων ἀψύχων οὐδὲν αἰσθάνῃ διενεγκών. Ἀλη‐ θεύει γὰρ λέγων ὁ προφήτης ὅτι, «Πᾶς οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσι καὶ σκληροκάρδιοι.» Ἀληθεύει δὲ πάντως Θεὸς, διά τινος τῶν ἁγίων τὴν σὴν ἀναίδειαν ἐξηγούμενος· «Γινώσκω γὰρ ἐγὼ, φησὶν, ὅτι σκλη‐ | |
45 | ρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.» Τῆς δὲ σῆς ἀπειθείας τὸ μέγεθος, καὶ αὐτὸς ὁ Σωτὴρ καταιτιᾶται, λέγων· «Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα, καὶ ἀντιλέγοντα.» Καὶ τίς, εἰπέ | |
77.468(50) | μοι, τῆς οὕτω μακρᾶς ἀπειθείας ὁ λόγος; Οὐκ ᾔδεις, ἀπὸ τῆς θείας δεδιδαγμένος Γραφῆς, τὸν ἐξ ἐπαγγε‐ λείας σοι χρεωστούμενον; Ἠγνόεις ἐπιδημήσειν μέλλοντα τὸν τοῦ Θεοῦ Λόγον; Οὐκ ἤκουες λέγοντος | |
οὐδὲ προφήτου Ζαχαρίου· «Τέρπου καὶ εὐφραίνου, | ||
77.469 | θύγατερ Σιὼν, ὅτι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος;» Πῶς οὐκ ἔδει χαίρων ὑμᾶς, καὶ πάσης εἴσω γίνεσθαι θυμηδίας, τῆς οὕτω λαμπρᾶς ἀφίξεως τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ διὰ | |
5 | τῶν ἁγίων κηρυττομένης; Ἐπειδὴ γὰρ ἅπασαν, ἵν’ οὕτως εἴπω, τὴν ἀνθρώπου φύσιν, πρηστῆρος δίκην ἐπισκήπτων ὁ διάβολος, κατεδουλώσατο, καὶ λοιπὸν ἦν οὐδεὶς τῆς ἐκείνου πλεονεξίας ἀπείραστος, πάν‐ τες δὲ ἦσαν ἐν ἁμαρτίαις, αἰσχύνης μὲν οὐδένα ποιού‐ | |
10 | μενοι λόγον, ἐφ’ ἅπασι δὲ τοῖς δεινοῖς, ὡς ἐπὶ μεγά‐ λαις εὐκλείαις φιλοτιμούμενοι (ἑκάστῳ γὰρ ἦν ὁ σκοπὸς πλεονεκτεῖν ἐν φαυλότητι, καὶ τὸν ἤδη προ‐ γεγονότα, καὶ τὸν ἔσεσθαι προσδοκώμενον, καὶ ἦν ἡμῖν ἐν αἰσχύναις ἡ δόξα, καθάπερ ὁ Παῦλός φησι), | |
15 | ἀναγκαίως ὁ πάντων δημιουργὸς, πολλοὺς θεραπείας τρόπους διερευνώμενος, πανταχόθεν ἐζήτει διασώζειν τὸ γένος τῶν ἀνθρώπων. Καὶ προφῆται μὲν κατὰ καιρὸν ἀπεδεικνύοντο, τὰ εἰς σωτηρίαν πᾶσιν εἰσ‐ ηγούμενοι. Ἐπειδὴ δὲ οὐδεὶς ἦν ὁ τούτοις πειθόμενος, | |
20 | αὐτὸν ἐκάλουν ἐξ οὐρανοῦ τὸν πάντων βασιλέα τοῦ Θεοῦ Λόγον, πῆ μὲν λέγοντες· «Κύριε, κλῖνον τὸ οὖς σου, καὶ κατάβηθι·» πῆ δὲ βοῶντες· «Ἐξ‐ απόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου.» Ἐπεδήμησε τοίνυν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ τῆς | |
25 | τοῦ Πατρὸς οὐσίας ἀκριβέστατος χαρακτὴρ, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑποδὺς, καὶ γενόμενος ἄνθρω‐ πος, ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συναν‐ εστράφη, καθάπερ ἔλεγέ τις τῶν σοφῶν. Ὁρῶν δὲ τὴν ἀνθρώπου φύσιν εἰς ὁλοτελῆ δραμοῦσαν ἀπώλειαν, | |
30 | καὶ τῶν ἀγαθῶν οὐδὲν ἐργάζεσθαι δυναμένην, οὐ τοῖς ἔργοις ἐδίδου τῆς δικαιοσύνης τὴν χάριν, ἀλλὰ τῷ πιστεύοντι τοῦτο δωρούμενος, πάντας ἐκάλει πρὸς σωτηρίαν· εἶτα δέον, ἀπό τε τῆς τοσαύτης φιλανθρω‐ πίας καὶ τῶν ἄλλων ἁπάντων, ἐπιγινώσκειν αὐτὸν, | |
35 | καὶ προσκυνεῖν τὸν δι’ ἡμᾶς ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, ἐκ τῶν ἐναντίων σταυρῷ προσηλώκασιν οἱ πάντολμοι τῶν Ἰουδαίων λαοὶ, καὶ πᾶν εἶδος ἐπ‐ ενεγκόντες κακίας τε ὁμοῦ, καὶ ἀτιμίας, θανάτῳ πα‐ ραδεδώκασιν. Ἐπειδὴ δὲ, καθά φησιν ἡ θεία Γραφὴ, | |
40 | οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου, πάλιν ἀνέστη τριήμερος, εἰρηκὼς καὶ τοῖς ἐν ᾅδου πνεύμασιν· «Ἐξέλθετε·» καὶ πάντα τοῦ διαβόλου σκυλεύσας τὸν πλοῦτον. Ἔλυσε καὶ τοῦ θανάτου τὸ κράτος, ἀῤῥαβῶνα μὲν τῆς μελλούσης ἐλπίδος θεὶς | |
45 | ἐν ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον, ἐνέχυρόν τε τῶν προσ‐ δοκωμένων ἀγαθῶν, αὐτὸς δὲ ὥσπερ ἐκ παραδείσου καρπῶν ἀπαρχὴν προσάγων ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Πατρὶ, ἐν ἀνθρώπου φαινόμενος σχήματι. Ἐπεδή‐ μησε γὰρ, ἵνα καὶ τὸν ἄνθρωπον οὐρανοῦ πολίτην | |
77.469(50) | ἐργάσηται, καὶ τοῖς ἐκεῖσε συνάψῃ χοροῖς. Ἐφ’ ἅπασι τούτοις, ἀγαπητοὶ, κἂν Ἰουδαῖοι μὴ βούλωνται, πῶς οὐκ ἀναγκαῖον ἡμᾶς μεγάλα μὲν ποιεῖσθαι τὰ εὐχα‐ | |
ριστήρια, προσάγειν δὲ τῷ τετιμηκότι Θεῷ, καὶ | ||
77.472 | οὕτως ἡμᾶς ἀγαπήσαντι, καθάπερ τινὰ δικαίαν ἀμοιβὴν, τὴν ἐν ἔργοις σεμνότητα, τὴν φιλαλληλίαν, τὴν φιλοξενίαν, τὴν ἀγάπην, τὴν φιλαδελφίαν, καὶ τὸ μέγιστον ἐν τούτοις τῶν ἁμαρτημάτων φάρμακον, | |
5 | τὸν εἰς τοὺς δεσμίους ἔλεον; Χρὴ γὰρ μεμνῆσθαι τῶν δεδεμένων, ὡς συνδεδεμένους· τῶν κακουχουμένων, ὡς καὶ αὐτοὺς ὄντας ἐν σώματι. Τότε δὴ, τότε καθαρῶς ἑορτάσομεν, καὶ τὴν πάντων τῶν ἀγαθῶν μητέρα νηστείαν καθ’ ὃν δεῖ τρόπον ἐπιτελέσομεν, | |
10 | ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἕκτης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ νεομηνίας τοῦ Φαρμουθὶ μηνός· περιλύοντες μὲν τὰς νηστείας, κατὰ τὰς εὐαγγελικὰς διατάξεις, ἑσπέρᾳ Σαββάτῳ, τῇ ἕκτῃ | |
15 | τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑβδόμῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, καὶ μετὰ τῶν ἁγίων τὰς ἐν οὐρανοῖς ἐπαγγελίας πιστεύοντες λήψεσθαι, ἐν Χριστῷ | |
20 | Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, εἰς τοὺς αἰῶνας. Ἀμήν. | |
29t | ΛΟΓΟΣ Εʹ. | |
30 | αʹ. Καιρὸν παντὶ πράγματι, φησὶν ἡ θεία Γραφή· καί μοι δοκεῖ κάλλιστα διεσκέφθαι τῶν πραγμάτων τὴν φύσιν. Οὐδὲν γὰρ αὐτὴν οὕτως οἶδε λυπεῖν, ὡς τὸ καιροῦ διαμαρτάνειν τοῦ δέοντος. Οὐκοῦν ἐπειδή‐ περ ὅτι δὴ φαῦλον τοῦτό ἐστιν, ἀντερεῖ μὲν οὐδεὶς, | |
35 | συνθήσεται δὲ πάντως ὅ γε νοῦν ἔχων, ἀνάγκη τὸ ἐναντίον τῆς ἀμείνονος δόξης ἀξιοῦν, καιρὸν δή φημι τὸν ἐφ’ ἅπασιν ἐπιτήδειον, καὶ τὸν ἑκάστῳ πράγμα‐ τι πρέποντα. Ἑορτῆς τοιγαροῦν καιρὸς ὁ παρὼν, καὶ τὸ πείθεσθαι πάλιν ἐπάναγκες τῇ θείᾳ Γραφῇ· | |
40 | «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι· ἐν εὐσήμῳ ἡμέ‐ ρᾳ ἑορτῆς ὑμῶν.» Εἶτα ποῖος καιρὸς ἀναλάμψει ἡμῖν τοῦ παρόντος ἐπισημότερος; Τί δὲ οὕτω περι‐ φανὲς, ὡς ἡ πανεύφημος ἡμῶν ἑορτὴ, Νεομηνίαν ὄντως ἀληθῆ, τὸν νέον ἡμῖν αἰῶνα τῆς τοῦ Σωτῆρος | |
45 | ἐπιδημίας ἀναδεικνύουσα· «Ἐν ᾧ πάντα γέγονε και‐ νὰ, καὶ τὰ ἀρχαῖα παρῆλθεν,» ὡς ὁ Παῦλός φησι, Βοάτω τοιγαροῦν τῆς Ἐκκλησίας ἡ σάλπιγξ, καὶ χαίρουσα πάλιν τὸ ἐτήσιον ἡμῖν ἀναπνείτω κήρυγ‐ μα. Ἆρ’ οὖν ἐκείνας τὰς ἐν τοῖς στρατοπέδοις ἀπο‐ | |
77.472(50) | μιμήσεται; Σημαίνει δὲ ἡμῖν, ὡς ἤδη μὲν πάρεστι τῶν πολεμίων τὰ στίφη, ἀπειλὴ δὲ μάχης, καὶ θανά‐ του φόβος περιαγγέλλεται; χρὴ δὲ ὡς τάχιστα τοῦ πολέμου τὰ σκεύη τοῖς ἐπιοῦσιν ἀνταίρειν, Οὐδα‐ | |
μῶς. Ἑτέραν οἶδα τῆς ἐμῆς σάλπιγγος τὴν φωνήν. | ||
77.473 | Βοήσει δὲ τῶν τοιούτων οὐδέν· ἀλλ’ ἐπινίκιον μέλος, καὶ τοῖς ἀκούουσι θυμηρέστατον. «Δεῦτε γὰρ, ἐρεῖ, κατὰ τὸν μακάριον Ψαλμῳδὸν, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.» Τί | |
5 | δὴ οὖν ἔστιν, ἐφ’ ὅτῳ περ ἄν τις εὔκαιρον ἴδοι τὸν ἀλαλαγμόν; τὸ δὲ ἀγαλλιᾶσθαι χρῆναι καὶ σεμνὸν ἀναστῆσαι τῷ Σωτῆρι τὸν θάνατον, ψηφιεῖται, καὶ αὐτὸς καίπερ εἰδόσιν ὑμῖν ἐξηγήσομαι. Νενίκηται θάνατος ὁ τὸ νικᾶσθαι παραιτούμενος· κεκαινοτόμη‐ | |
10 | ται φθορά· λέλυται θάνατος, πάθος ἀήττητον. ᾍδης δὲ ὁ πᾶσαν ἀπληστίαν νοσῶν, καὶ κόρον ἐπὶ τοῖς τεθνεῶσιν οὐδένα δεξάμενος, ἐδιδάχθη καὶ ἄκων, ὃ μὴ μαθεῖν νῷ [ἴς. τῷ, ἢ, τὸ] πρότερον ἠνέσχετο. Οὐ γὰρ ὅπως τῶν ἔτι πιπτόντων ἔσται κάτοχος φιλο‐ | |
15 | νεικεῖ, ἀλλ’ ἤδη καὶ τοὺς ἁλόντας ἀπήμεσε, τῇ τοῦ Σωτῆρος ἡμῶν ἰσχύϊ καλὴν ὑπομείνας τὴν ἐρημίαν· Ἐπεδήμησε γὰρ λέγων «τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε·» καὶ κηρύξας τοῖς ἐν ᾅδῃ πνεύμασιν, ἀπειθήσασί ποτε, ἀναβέβηκε | |
20 | νικηφόρος· ἀπαρχὴν ὥσπερ τινὰ τῆς ἐλπίδος ἡμῶν τὸν οἰκεῖον ἀναστήσας ναὸν, καὶ ὁδοποιήσας μὲν τῇ φύσει τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἕτερα δὲ πρὸς τού‐ τοις ἡμᾶς ἐργασάμενος ἀγαθά. | |
28 | βʹ. Ἐν τούτοις ἡμῖν, ἀγαπητοὶ, τὰ λαμπρὰ τῆς ἑορτῆς συνθήματα· ἐπὶ τούτοις οἶμαι δεῖν ἀνασκιρ‐ | |
30 | τῶντας εἰπεῖν· «Δεξιὰ Κυρίου ἐποίησε δύναμιν, δε‐ ξιὰ Κυρίου ὕψωσέ με.» Τοῖς μὲν οὖν ἄλλοις ἅπασι, παρ’ οἱσδηποτοῦν, ὁ τῶν πανηγύρεων τιμᾶται νόμος, εὐειμονεῖν μὲν ὡς ἔνι, καὶ λίαν ἐσπούδασται, τὸ δὲ μὴ πᾶν, ὅπερ ἂν ὑπάρχῃ παρ’ ἑκάστῳ τίμιον, τοῦτο | |
35 | δὴ καὶ ἠμφιεσμένον ὁρᾶσθαι, ῥᾳθυμίας ἤτοι φαυλό‐ τητος τῆς ἐσχάτης εἶναι δοκεῖ. Τοιγάρτοι καὶ παν‐ δήμους, ὅτε δὴ πόλεις ἄγουσιν ἑορτὰς, λαμπροῖς μὲν ἄν τις ἴδοι τοὺς ἐν αὐταῖς κατηγλαϊσμένους ἄν‐ θεσιν, ἐπὶ λαμπροτέραν δὲ προθύμως ἰόντας τράπε‐ | |
40 | ζαν, καὶ ταῖς περὶ γαστέρα ζημίαις ἐντρυφῶντας μᾶλλον ἤπερ ἀλγυνομένους. Ἡμῖν δὲ, οὐ διὰ τούτων τὰ τῆς πανηγύρεως ἔρχεται, οὐδὲ τοῖς δημοτελέσιν ἀποκεχρῆσθαι νόμοις, φίλιόν τε καὶ περισπούδαστον. Ἀλλ’ ἄμφιον μὲν τὸ πάντων καθαρώτατον, ὁ Χρι‐ | |
45 | στός· «Ἐνδύσασθε γὰρ τὸν Κύριον Ἰησοῦν Χριστὸν,» ὁ Παῦλός φησι. Καὶ τράπεζα δὲ οὐ πολυτελείαις ὄψων καταβαρουμένη, καὶ ἄσωτον ὠδίνουσα τὴν φιλοτιμίαν, ἀλλ’ ἐκείνη μᾶλλον προσφιλὴς, πρὸς ἣν ἡμᾶς ἡ σοφία βοῶσα καλεῖ· «Ἔλθετε, φάγετε τὸν | |
77.473(50) | ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν.» Τὸ μὲν γὰρ τοῖς κατὰ γῆν αἰδέσμασι τὴν γαστέρα πληροῦν, καὶ τοῦτο μὴ ταῖς τῆς φύσεως ἀνάγκαις εἴκοντας, μηδὲ ταῖς ἀπαραιτήτοις τοῦ σώματος χρείαις ἡττωμένους, τοσοῦτον ὅσον ἔχει καλῶς, εἰς | |
55 | ἡδονὴν δὲ μᾶλλον ἐκκεχυμένους καὶ βλέποντας, οὐ‐ | |
δὲν ἕτερόν ἐστι ζηλοῦν, ἢ τῶν ἀλόγων θηρίων τὴν | ||
77.476 | φύσιν, ἃ καὶ μόνῳ τῷ πλήθει τῆς τροφῆς ἐπαγγέλ‐ λονται, χαίρειν δὲ τότε μειζόνως, ὅταν λυπήσῃ καὶ κόρον, ἀπλήστοις ἐπιθυμίαις, πολὺ τὸ ἀρκοῦν ἀναβαίνοντα. Τὸ δὲ, θείων μὲν μαθημάτων ἐρᾷν, | |
5 | πανδαισίαν δὲ ἡγεῖσθαι λαμπρὰν τῆς σοφίας τοὺς λόγους, ἀξιολογώτατόν τι χρῆμα, καὶ ἀξιάγαστον, παστισοῦν τῶν εὖ φρονούντων ἐρεῖ, πρέπον δὲ ὄντως ἀνθρώπῳ λογικῷ, καὶ κατ’ εἰκόνα πεποιημένῳ τοῦ κτίσαντος. Ἀλλὰ γὰρ αἰσθάνομαι τῇ σιωπῇ παρα‐ | |
10 | δοὺς, ὃ καὶ μάλιστά ἐστι τοῖς ἑορτάζουσι φίλον. Ποῖον δὴ τοῦτό φημι· Δᾷδας ἐκεῖνοι τῷ τῆς νυκτὸς ἀνθοπλίζουσι σκότῳ, καὶ μελαινούσης τῆς ἑσπέρας αὐτοῖς τὴν ἑστίαν οὐκ ἀνέχονται· ὅλον δὲ λύχνοις τὸ δωμάτιον καταστέψαντες, ταῖς ἐντεῦθεν μαρμα‐ | |
15 | ρυγαῖς τὴν ἀπὸ τοῦ σκότου κατήφειαν ἐξελαύνουσιν. Ἡμῖν δὲ πάλιν οὐ χειροποίητον, ἵν’ οὕτως εἴπωμεν, φῶς, οὐδὲ λύχνα μετρίῳ γελῶντα πυρὶ διώκει τὸν σκότον, ἀλλ’ αὐτὸς ὁ λέγων Χριστός· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Ὅπερ ἥξειν ὡς ἡμᾶς καὶ ὁ μακά‐ | |
20 | ριος Ἡσαΐας κατεπηγγέλλετο, βοῶν· «Φωτίζου, φωτίζου, Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς.» Ἐπ‐ εφοίτησε γὰρ ἡμῖν τοῦ Σωτῆρος ἡ χάρις, φωτὸς μὲν νόμῳ τὸ σύμπαν περιαστράπτουσα· τὸ δὲ στυγνὸν τῆς ἀμαθίας λύουσα νέφος· ὅπερ ἡμῖν ὀρόφου δίκην | |
25 | ὑπερτανύσας ὁ διάβολος, πᾶσαν, ἵν’ οὕτως εἴπω, τὴν ὑφ’ ἡλίῳ κεχείρωτο· ἐπιτρέπων μὲν οὐδενὶ καθαρὸν τῆς καρδίας ἀνατεῖναι τὸ ὄμμα, ἀπὸ δὲ τῆς ἐν τοῖς ποιήμασι καλλονῆς, ἀναλόγως τοῦ δημιουργήσαντος ἐκμετρεῖσθαι τὴν δύναμιν· ἦν γὰρ ἐντεῦθεν ὄνησιν | |
30 | εὑρέσθαι τοὺς πλανωμένους οὐ μικράν. Ἵνα δὲ μή τι κερδάναντες τῶν, ὅσα πρὸς σωτηρίαν συντελοῦντα φαίνεται, εἰς τὴν τῇ φύσει χρεωστουμένην ἐλευθε‐ ρίαν ἀνανήψωσιν, ἐτύφλωσεν αὐτῶν τὰ νοήματα, καθάπερ ὁ Παῦλός φησιν, εἰς τὸ μὴ αὐγάσαι τῆς | |
35 | δόξης τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ. Ἀλλ’ ἐσφάλη τῆς ἐλπίδος ὁ δείλαιος. Μείζων γὰρ ἦν ὁ πρὸς σωτηρίαν καλῶν. Ἡ μὲν οὖν πολλὴ τῶν ἐθνῶν ἀνεσώθη πλη‐ θὺς, καὶ ὀψὲ μὲν, ὅμως δ’ οὖν ἐπέγνω τὸν κτίσαντα. Οἱ δὲ νόμῳ παιδαγωγούμενοι πρὸς ἐπίγνωσιν τοῦ | |
40 | Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τοῖς διὰ Μω‐ σέως χειραγωγούμενοι δόγμασιν Ἰουδαῖοι, «Ἀπέλι‐ πον, καθάπερ γέγραπται, τὰς ὁδοὺς τοῦ ἑαυτῶν ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργοῦ πε‐ πλάνηνται.» Οὐ γὰρ ἐπέγνωσαν τὸν δι’ ἡμᾶς ἐναν‐ | |
45 | θρωπήσαντα τοῦ Θεοῦ Λόγον, «Τὸν δι’ ἡμᾶς πτωχεύ‐ σαντα,» καθάπερ ὁ Παῦλός φησιν, «ἵν’ ἡμεῖς πλουτή‐ σωμεν ἐν αὐτῷ.» Διὸ δὴ καὶ λίαν αὐτοῖς ὁ προφήτης Ἱερεμίας ἐπισκώπτει βοῶν· «Πῶς ἐρεῖτε, ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου μεθ’ ἡμῶν ἐστιν; Εἰς | |
77.476(50) | μάτην ἐγενήθη σχοῖνος ψευδὴς Γραμματεῦσιν, ᾐσχύν‐ θησαν πτωχοὶ, ἐπτοήθησαν καὶ ἑάλωσαν. Σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν Λόγον Κυρίου ἀπεδοκί‐ μασαν.» Ἀπεδοκίμασαν γὰρ ὄντως τὸν μονογενῆ | |
τοῦ Θεοῦ Λόγον, ἀλλὰ γέγονεν εἰς κεφαλὴν γωνίας, | ||
77.477 | κἂν ἐκεῖνοι μὴ βούλοιντο. Διὸ δὴ καὶ δικαίως φησί που περὶ αὐτῶν ὁ προφήτης· «Οἱ υἱοὶ ἄφρονές εἰσι, καὶ οὐ συνετοί.» Εἶτα πῶς οὐκ ἀληθὲς παντί τῳ φανεῖται τὸ ὑπὲρ αὐτῶν εἰρημένον; Πῶς δὲ οὐκ | |
5 | ἀσύνετοι καὶ παράφρονες, οἳ, παρὸν μὲν αὐτοῖς ἐκ προ‐ φητικῶν ἀναγνωσμάτων τὸ τῆς εὐσεβείας ἐκπαιδευ‐ θῆναι μυστήριον, ἐξὸν δὲ ὁμοίως διὰ τῶν Μωσαϊκῶν συγγραμμάτων περὶ αὐτοῦ σοφίζεσθαι διαρκῶς, τοσοῦτον τῆς ἑαυτῶν σωτηρίας κατεῤῥᾳθυμηκότες | |
10 | ἁλίσκονται, ὡς μηδὲ ταῖς τῶν ἐθνῶν εἰς τοῦτο παρισοῦ‐ σθαι σπουδαῖς; Καὶ γοῦν φησί που τοιοῦτόν τι πρὸς αὐτοὺς ὁ Θεός· «Καθέστηκα ἐφ’ ὑμᾶς σκοποὺς, καὶ εἶπα· Ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος, καὶ εἶπον· Οὐκ ἀκουσόμεθα. Διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, | |
15 | καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια ἐν αὐτοῖς. Ἄκουε, γῆ, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀπὸ τροφῆς αὐτῶν, ὅτι τὸν νόμον μου οὐ προσέσχον, καὶ τὸν λόγον μου ἀπώσαντο.» Ἀπ‐ ώσαντο γὰρ ὄντως τὸν τοῦ Θεοῦ λόγον, οὔτε ὅτι προσ‐ | |
20 | ήκει τοῖς τῶν ἁγίων ἀποστόλων κηρύγμασι κατ‐ ακολουθεῖν ἐγνωκότες, οὔτε μὴν τοῖς παλαιοτέροις βιβλίοις προσέχειν τὸν νοῦν οἰόμενοι δεῖν. Χρῆν γὰρ δήπουθεν, εἴπερ ἦν ὄντως αὐτοῖς τὸ ὠφελεῖσθαι περισπούδαστον, μὴ τῷ τῆς νομομαθείας ὀνόματι | |
25 | πρὸς ἀλαζονείαν ἀναφυσώμενον, ἐπιτρέπειν ἐξαπα‐ τᾶσθαι τὸν νοῦν· αἰδοῖ τε τοῦ μὴ δοκεῖν τῆς ἀκρι‐ βείας ἀπολιμπάνεσθαι, τὴν ἐπ’ αὐτῇ καρποῦσθαι ζημίαν, ἐξετάζειν δὲ μᾶλλον τὰ περὶ τοῦ Σωτῆρος διὰ τῶν ἁγίων λαλούμενα, ἢ καὶ ἄλλων ὡς ἐν σχή‐ | |
30 | ματι καὶ τύποις ἀναπλαττόμενα. Πολλὰς γὰρ ἄν τις ἴδοι πραγμάτων εἰκόνας, ἐν τοῖς λογίοις τοῦ Πνεύ‐ ματος, ἐναργεστάτην ἐχούσας τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὴν γραφήν. Ἀλλ’ ἤδη μοι κατὰ νοῦν ποι‐ κίλοι μὲν θεωρημάτων ἀνίσχουσι τρόποι, ἀνακινου‐ | |
35 | μένῳ δὲ εἰς μνήμην τῆς ἁγίας Γραφῆς μυρίος μὲν νοημάτων ἐσμὸς εἰσοικίζεται. Χρῆναι δὲ ὅμως ἡγοῦ‐ μαι τοῦ λόγου τὴν ἀρχὴν ἀπὸ τῶν παλαιοτέρων ποιεῖσθαι πραγμάτων. Καὶ δι’ ὧν ἡμῖν ἔσονται πρὸς τὸ πιστεύειν ἑτοιμότεροι, διὰ τούτων ἤδη χωρεῖν. | |
40 | Οὐκοῦν ἐξετάζωμεν, εἰ δοκεῖ, τήν τε δίαιταν αὐτὴν, ὅπως τε καὶ ἐν τίσιν ὑπῆρχεν ὁ μακάριος Ἀβραάμ· ἐρευνάσθω δέ μοι πρὸς τούτοις καὶ ἡ τριπόθητος τοῦ Ἰσαὰκ γένεσίς τε καὶ σπορά. Ὄψει γὰρ ἐν τού‐ τοις, Ἰουδαῖε, καὶ εἰς αὐτὴν, ἵν’ οὕτως εἴπω, τοῦ | |
45 | γένους τὴν ῥίζαν, τὸ περὶ τοῦ Σωτῆρος ἡμῶν καθά‐ περ διὰ χαλκοῦ καλῶς τε καὶ ἐντέχνως ἀναπεπλασμέ‐ νον μυστήριον. Ὑπὲρ δὲ τοῦ μὴ δοκεῖν παρακρούε‐ σθαι πιθανῶς, λέγειν ἔχοντα τῶν ἐξ ἀληθείας οὐδὲν, αὐτήν σοι παραθήσω τὴν διὰ Μωσέως ἐξήγησιν, καὶ | |
77.477(50) | τὴν ἱστορίαν ἀναπτύξω σαφῶς· νοήσεις γὰρ οὕτω | |
παρ’ ἡμῶν προχειρότερον. | ||
77.480 | γʹ. Οὐκοῦν συνέζευκτο μὲν κατὰ νόμον τῷ τοῦ γένους προπάτορι Σάῤῥα. Ἦν αὐτῷ καὶ παιδίσκη, φημὶ δὲ τὴν Αἰγυπτίαν, Ἄγαρ ὄνομα αὐτῇ. Ἀλλ’ ἡ μὲν ἐλευθέρα ἐξ ἐλευθέρων, τόκου καὶ ὠδίνων ἀπεί‐ | |
5 | ρατος ἦν· καρπὸν δὲ οὐδένα τῆς οἰκείας ὁρῶσα γα‐ στρὸς, εἶτα πρὸς φιλοπαιδίαν τῷ δριμυτάτῳ τῆς φύσεως πόθῳ ἐξελκομένη, βαρεῖα μὲν σφόδρα τῇ δυσ‐ θυμίᾳ κατεφορτίζετο. Τὸ δὲ δὴ μάλιστα καὶ συναλ‐ γεῖν ἀναπεῖθον, ἐκεῖνο ὑπῆρχεν. Ἦν μὲν γὰρ εἰς ἐτῶν | |
10 | ἀριθμὸν Ἀβραὰμ ἀναβεβηκὼς ὀγδοήκοντα· ἐν ᾧπερ ἦν εἰκὸς ἀπεψύχθαι λοιπὸν ἐν αὐτῷ καὶ τὸ θερμὸν τῆς φύσεως πρὸς παιδοποιΐας κίνημα. Αὐτὴ δὲ ἡ τέκνων ἐρημίαν ὀδυρομένη, καὶ ἐπὶ τῇ τῆς γαστρὸς ἀκαρπίᾳ πολὺ λίαν ἀνοιμώζουσα, εἰς αὐτὸ βεβήκει | |
15 | τὸ τῆς ἡλικίας ἀκρότατον. Σοφιζομένη τοιγαροῦν τῆς φιλοπαιδίας τοὺς πόθους, καὶ τὸ ἐπ’ αὐτῆς τῆς φύσεως ἀπαμβλύνουσαν κέντρον, παρεκάλει τὸν ὁμό‐ ζυγα, τοῖς τῆς παιδίσκης ὁμιλήσαντα γάμοις, ἐπειδὴ γνησίων οὐκ ἠξίωτο τέκνων, κἂν γοῦν νόθου ὁρᾶσθαι | |
20 | πατέρα. Ἔχει δὲ οὕτω τὰ τῆς θείας Γραφῆς· «Σάῤῥα δὲ ἡ γυνὴ Ἀβραὰμ οὐκ ἔτικτεν αὐτῷ, ἦν δὲ αὐτῷ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ. Εἶπε δὲ Σάῤῥα πρὸς Ἀβραάμ· Ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν, εἴσελθε πρὸς τὴν παιδίσκην σου, ἵνα τεκνο‐ | |
25 | ποιήσῃς ἐξ αὐτῆς.» Καὶ μή τις οἰέσθω πρὸς φιλ‐ ηδονίαν ὀτρύνεσθαι παραλόγως, ἢ καὶ ἄλλως εἰς ἀκρασίαν παραθήγεσθαι, διὰ τῶν τῆς Σάῤῥας τὸν πατριάρχην ῥημάτων. Οὐχ οὗτος ἦν ἐκείνῃ σκοπὸς, πολλοῦ γε καὶ δεῖ. Ἀλλὰ τὸ οἰκεῖον, ὡς ἔφην, κατ‐ | |
30 | αιτιωμένη, πρὸς τὸ δύνασθαι τίκτειν ἀνεπιτήδειον, χαλεπὸν ἡγεῖτο καὶ βαρὺ, εἰ μὴ τῇ τοσαύτῃ τοῦ δι‐ καίου κεφαλῇ κἂν γοῦν ἐξ ἑτέρας γένοιτο σπέρμα. Τοιαύτη μὲν οὖν ἡ Σάῤῥα περὶ τὸν ὁμόζυγα· καὶ δὴ καὶ εἰς πέρας ἤγετο τῷ πατριάρχῃ τὸ βούλευμα· | |
35 | καὶ παῖς αὐτῷ νόθος ἐκ τῆς Αἰγυπτίας ὁ Ἰσμαὴλ ἀπετίκτετο. Ἐφ’ ᾧ τῆς ἐλευθέρας ἐπλανῶντο μὲν οἱ πόθοι. Χαίρειν γὰρ ᾤετο δεινῶς, ἐπ’ ὠδῖνι γνη‐ σίᾳ, δριμυτέραν δὲ ὅμως τὴν ἐπὶ τῷ μὴ δύνασθαι τε‐ κεῖν ἐκπίνουσα λύπην, μεθύουσα λοιπὸν τῷ πάθει | |
40 | κατάφορος ἦν. Ὁ δὲ πάσης ἐλπίδος ἀγαθῆς χορηγὸς καὶ πάντων ἔχων τὴν ἐξουσίαν Θεὸς, ἐλεεῖ μὲν αὐτὴν, τῷ συμβεβηκότι λίαν περιστυγνάζουσαν· τὴν δὲ ἄγο‐ νον πάλαι καὶ ἀπειρότοκον, καὶ τῷ μήκει τοῦ χρό‐ νου τὸ δύνασθαι τίκτειν παρῃρημένην, εὐώδινά τε | |
45 | εὐθὺς, καὶ πρὸς τέκνου γένεσιν ἐπιτηδείαν ἀπέδειξε. Λέγει δὲ πρὸς Ἀβραάμ· «Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. Εὐλογήσω δὲ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτό. Καὶ ἔσται εἰς | |
77.480(50) | ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον, καὶ ἐγέλασε, καὶ εἶπε τῇ διανοίᾳ λέγων· Εἰ τῷ ἑκατονταέτει ἔσται υἱὸς, καὶ ἡ Σάῤῥα ἐννενήκοντα ἐτῶν οὖσα τέξεται; Εἶπε δὲ ὁ Θεὸς πρὸς Ἀβραάμ· Ναὶ, ἰδοὺ Σάῤῥα ἡ | |
55 | γυνή σου τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ | |
77.481 | Ἰσαάκ. Καὶ θήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐ‐ τόν.» Αὕτη μὲν οὖν ἡ πρὸς Ἀβραὰμ ὑπόσχεσις, ἀληθής. Ἐπειδὴ δὲ εἰς πέρας ἤχθη τὸ διηγγελμένον | |
5 | καὶ ἡ στεῖρα τὸ τίκτειν ἐμάνθανεν, ἤδη δὲ ἦν ἐν ὀφθαλμοῖς τὸ παιδάριον, καὶ τῶν πατρῴων οἴκων ὁ κληρονόμος ἐφαίνετο, ὡς περιττὴ λοιπὸν ἡ παιδίσκη τῆς δεσποτικῆς ἑστίας ἀπηλαύνετο, νόθον ἐξ Ἀβραὰμ ἔχουσα τὸν Ἰσμαήλ. Φεύγουσαν δὲ αὐτὴν, καὶ ὡς | |
10 | ποῤῥωτάτω τῆς οἰκείας ἤδη γεγενημένην, ἄγγελος ἐξ οὐρανοῦ προσεφώνει, λέγων· «Ἄγαρ, παιδίσκη Σάῤῥας, ποῦ πορεύῃ; Ἡ δὲ πρὸς ταῦτά φησι· Ἀπὸ προσώπου Σάῤῥας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. Εἶτα πάλιν ὁ ἄγγελος πρὸς αὐτήν· Ὑποστράφηθι | |
15 | πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖ‐ ρας αὐτῆς.» Ἡ μὲν οὖν ἱστορία μακροτέρων ἐδεῖτο διηγημάτων, ὅμως δ’ οὖν ἐν τούτοις ἡμῖν συμπεπέ‐ ρασται. Λείπει δὲ λοιπὸν ἐντεῦθεν ἡμᾶς τὴν εἰκόνα τοῦ Σωτῆρος ἡμῶν ἐπιδεικνύειν. Αὐτοῦ γὰρ δὴ τού‐ | |
20 | του χάριν καὶ ὁ πλατὺς οὑτοσὶ πρὸς ἡμᾶς διϊππεύθη λόγος. Ὁ μὲν οὖν θεσπέσιος Παῦλος ἐν ὀλίγοις τὰ τῆς ἱστορίας συντεμὼν, καὶ μακρῶν διηγημάτων κατάλογον εἰς ἓν συναγείρας θεώρημα, τὸ τοῦ πράγ‐ ματος ἀκαλλὲς πρὸς χαριεστάτην πραγμάτων μετ‐ | |
25 | εποίησεν εἰκόνα. Ἐπιστέλλει γὰρ οὕτω τισί· «Τὸν νόμον οὐ καταγινώσκετε. Γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται· ὁ δὲ ἐκ τῆς ἐλευθέρας ἐξ | |
30 | ἐπαγγελίας. Αἵτινες ἔτι ἀλληγορούμεναι. Αὗται γάρ εἰσι δύο Διαθῆκαι. Μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· τὸ δὲ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσα‐ λήμ· δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς. Ἡ δὲ | |
35 | ἄνω Ἱερουσαλὴμ, ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν.» Ἐγὼ δὲ, ἀγαπητοὶ, καίτοι σφόδρα θαυμάζειν ἔχων, καὶ μάλα εἰκότως, τῆς ἀλληγορίας τὴν δύνα‐ μιν, χρῆναι δεῖν ὑπολαμβάνω, πλατείας οὔσης τῆς θείας Γραφῆς, καὶ ἑτέρας τοῖς ὀρθῶς εἰρημένοις | |
40 | προσευρίσκειν ἐννοίας· οὐχ ὡς ἔχων τι κάλλιον εἰπεῖν (μὴ γὰρ εἰς τοῦτο μανίας γένοιτο πεσεῖν, ὡς οἴεσθαί τι μεῖζον ἢ ἄμεινον δύνασθαι νοεῖν, ὧν ὁ τῆς ἀληθείας κῆρυξ ἐπεσημήνατο), ἐπειδὴ δὲ τὸ γυμνάζεσθαι κωλύον οὐδὲν, φέρε δὴ καὶ φυσικωτέρας | |
45 | τοῖς θεωρήμασιν ἐπεισκυλοῦντες ἐννοίας, καὶ ὥσπερ τισὶ πολυειδέσι χρώμασι τὴν εἰκόνα καταποικίλ‐ λοντες, διὰ τῶν αὐτῶν χαρακτήρων ἐπὶ τὸ ἴσον σχῆ‐ μα τῆς ἀλληγορίας ἐξηλλαγμένως ἐρχώμεθα. | |
52 | δʹ. Δέχου μοι τοίνυν τὸν Ἀβραὰμ, εἰς τὸν ἀρχαῖον αἰῶνα καὶ, ἵν’ οὕτως εἴπω, τὸν γέροντα χρόνον, | |
τὴν τῆς ἀνθρωπότητος φύσιν· διὰ μὲν τοῦ θήλεος | ||
77.484 | τὸ γόνιμον ὑπεμφαίνουσαν, διὰ δὲ τοῦ γήρως τὴν ἀρχαιότητα. Ἀρχαιοτάτη γὰρ καὶ γονιμωτάτη τῶν ἀνθρώπων ἡ φύσις, μακρῷ μὲν αἰῶνι συζήσασα· καθάπερ δὲ εἰς ἕνα παστὸν ὑπὸ τόδε συγκεκλεισμέ‐ | |
5 | νη τὸ στερέωμα. Αὕτη γὰρ ἡ ἐλευθέρα τῆς ἀνθρω‐ πότητος φύσις, οὕτω γὰρ πεποίηται παρὰ Θεοῦ, τὸ πάντων ἄρχειν κληρώσασα, μονονουχὶ πρὸς χεῖρας ἐλαύνοντι τῷ χρόνῳ συντρέχουσα, καὶ τέκνον οὐκ ἔχουσα γνήσιόν τε καὶ θεόδοτον, ἀλλοτρίοις ὥσπερ | |
10 | καὶ νόθοις παισὶν ἐπηγάλλετο, τοῖς ἐκ τῆς Αἰγυ‐ πτίας φημὶ, τουτέστι, τῆς σκοτιζομένης· Αἴγυπτος γὰρ σκοτασμὸς ἑρμηνεύεται. Τίνα δὲ εἶναι τὴν σκο‐ τιζομένην λογιούμεθα; Ἢ πάντως τὴν ψευδώνυμον τοῦ κόσμου σοφίαν, ὑφ’ ἧς ἐτίκτοντο μὲν, ἵν’ οὕτως | |
15 | εἴπωμεν, οἱ πάλαι σοφοὶ, καθάπερ ἐκ λαγόνων τῆς ὠδινούσης αὐτοὺς τίκτοντες πλάνης, καὶ ἦσαν αἰῶ‐ νος υἱοί· οὕτω γὰρ αὐτοὺς καὶ ὁ Σωτὴρ ἀπεκάλει· νόθοι δὲ ὅμως, καὶ εἰς οἰκετίαν τρεφόμενοι· ἐδούλευον γὰρ τοῖς μὴ φύσει θεοῖς. Ἐπειδὴ δὲ γεγηρακότι τῷ | |
20 | χρόνῳ, καὶ εἰς τέλος ἤδη καταθέοντι, δέδοται μὲν ὁ ἐξ ἐπαγγελίας Υἱὸς, ἡ δὲ ἐλευθέρα τῆς ἀνθρωπότη‐ τος φύσις, ἡ τὸ ἐν πολλοῖς ἀργόν τε καὶ ἄχρηστον ἴσον ἔχουσα τῷ μηδενὶ, στεῖρά τε καὶ ἄπαις διὰ τοῦτο κεκλημένη, τὸ εὐγενὲς ἀπεκύησε βρέφος, τὸ | |
25 | ἐκ μυριάδων ἐκλελογισμένον φημί· ὤφθη δὲ λοιπὸν ὁ κληρονόμος, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· ἐκβάλ‐ λεται δὲ ἡ παιδίσκη τοῖς τέκνοις ὁμοῦ. «Ποῦ γὰρ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Ἐμώρανε γὰρ ὁ Θεὸς τὰ σοφὰ τοῦ κόσμου,» | |
30 | καθάπερ ὁ Παῦλός φησι. Κληρονομεῖ δὲ ὅμως ὁ ἐκ τῆς ἐλευθέρας. Φησί που πρὸς τὸν Υἱὸν ὁ ἐν οὐρα‐ νοῖς Πατήρ· «Αἴτησαι γὰρ, φησὶ, παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατά‐ σχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ἐκβεβλημένην δὲ | |
35 | τὴν παιδίσκην μετὰ τῶν ἰδίων τέκνων ἀπολέσθαι θεία τις οὐ συγκεχώρηκεν ἀγαθότης. Ἐπιστρέφει δὲ αὐτὴν, καὶ ὑπὸ τὰς χεῖρας τῆς ἐλευθέρας ταπεινοῦ‐ σθαι κελεύει. «Ἐπίστρεφε γὰρ, φησὶ, πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς.» | |
40 | Ἡ γὰρ ψευδώνυμος τοῦ κόσμου σοφία, ἡ πάλαι τῶν ἐλευθέρων καταγελῶσα γάμων, δουλεύει νῦν τῇ εὐ‐ γενείᾳ τῶν τέκνων τοῦ Θεοῦ, διὰ τῆς τῶν λέξεων ἀρ‐ τιωτάτης συνθήκης, τοῖς θείοις ὑπηρετοῦσα θεωρή‐ μασι. Σημαίνει τοιγαροῦν ἕτερον οὐδὲν τοῦ ἐξ ἐπαγγε‐ | |
45 | λίας Ἰσαὰκ ἡ γέννησις ἢ τὸν ἐπὶ συντελείᾳ τῶν αἰώνων γεννηθέντα Χριστόν. Χαλεπαινέτω δὲ μηδεὶς εἰ μὴ πάντα τῆς ἱστορίας τὰ μέρη εἰς ἀλήθειαν ἐφήρμο‐ σται. Κατὰ γὰρ τῶν ἐνδεχομένων οἱ τῶν ἀλληγοριῶν εἰσβαίνουσι τρόποι. Ἐπεὶ καὶ προβάτῳ μὲν πολλά‐ | |
77.484(50) | κις ὁ δίκαιος παρεικάζεται, διὰ τὴν ἐνοῦσαν τῷ ζώῳ πραότητα· κερασφορεῖν δὲ αὐτὸν ἢ καὶ ἄλλως χηλαῖς ἐπερείδεσθαι λέγειν, παντελῶς ἀπίθανον. Χωρητέον δὴ οὖν ἐπὶ τὴν τῶν προκειμένων ἀπόδει‐ ξιν. Ἀναγκαῖον γὰρ οἶμαι φαίνεσθαι τὸν Χριστὸν ἐν | |
55 | τῇ κατὰ τὸν Ἰσαὰκ γενέσει, καθάπερ διὰ τύπου | |
77.485 | μορφούμενον. Ἵνα δὲ μὴ δοκοίην περιττοῖς τισι καὶ περιέργοις ἀποκεχρῆσθαι λόγοις, καὶ πειρᾶσθαι μὲν πανταχόθεν σοφίζεσθαι τὴν ἀλήθειαν, ῥαψῳδεῖν δὲ ἄλλως καὶ νοημάτων εἰκαίων ἐξιτήλους ἀναπλάττειν | |
5 | εἰκόνας, φέρε δὴ, πάλιν ἡμεῖς καὶ ἀπ’ αὐτῆς παρα‐ στήσωμεν τῆς θείας Γραφῆς, ὡς ἀληθῆ μὲν λέγων εἴην ἐγώ. | |
11 | εʹ. Ἑτέρου δὲ χάριν οὐδενὸς πεποίηται Θεὸς τὴν πρὸς Ἀβραὰμ ὑπόσχεσιν, τὴν ἐπὶ τὸν Ἰσαὰκ γενο‐ μένην φημὶ, ἢ μόνης ἕνεκα τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἐφ’ οὗ καὶ τὸ τῆς εὐλογίας συμπέρασμα | |
15 | τρέχει. Αὐτὸ δὲ ὑμῖν τὸ θεῖον λόγιον παραθήσω, διαγορεῦον ὧδε· «Εὐλογήσω δὲ αὐτὴν,» περὶ τῆς Σάῤῥας φησὶν ὁ Θεὸς, «καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται.» Καὶ πάλιν· «Στήσω | |
20 | τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν.» Ἀλλ’ ἔστι παντί που δῆλον, ὡς ἑνὸς μὲν γέγονε υἱοῦ [leg. ἔθνους] πατὴρ Ἰσαὰκ, καὶ μόνον ἐξ αὐτοῦ βεβλάστηκεν ὁ μακάριος Ἰακώβ· ᾧ δὴ παῖδες μὲν γεγόνασι τὸν ἀριθμὸν δέκα | |
25 | ἐπὶ δυσίν· ἓν δὲ καὶ μόνον ἐξ αὐτῶν ἀνεδόθη γένος, τὸ τῶν Ἰουδαίων δηλαδή. Πῶς οὖν πληρωθήσεται τὸ, «Ἔσται εἰς ἔθνη;» Εἰ γὰρ καὶ εἰς δώδεκα φυ‐ λὰς κατατέμνεται τὸ γένος τὸ ἐξ Ἰσραὴλ, ἀλλ’ ἕν ἐστιν ἔθνος, ἐκ πολλῶν μὲν ὥσπερ μελῶν συγκείμε‐ | |
30 | νον, εἰς ἓν δὲ διὰ πάντων ἀναπληρούμενον σῶμα. Ὅτι δὲ πάλιν οὐκ εἰς διαθήκην αἰώνιον ἔσται παρὰ Θεοῦ τοῖς ἐκ σπέρματος Ἰσαὰκ, ἡ διὰ Μωσέως ὁρι‐ σθεῖσα διαθήκη, γνωσόμεθα, τοῦ προφήτου λέγοντος Ἰωήλ· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος· καὶ | |
35 | διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ, καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν.» Ὅπερ ἄριστα συνεὶς ὁ Παῦλός φησι· «Ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.» —«Διὸ δὴ καὶ γέγονεν ἀθέτησις μὲν προ‐ | |
40 | αγούσης ἑντολῆς,» κατὰ τὴν αὐτοῦ πάλιν φωνὴν, «ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ.» Πανταχόθεν τοιγαροῦν ἀποδεδειγμένου σα‐ φῶς, ὅτι περ ὁ ἐξ Ἀβραὰμ, ἑνὸς ἔθνους γέγονε πατήρ· ἑτέρου δὲ πάλιν ἐπαναγκάζοντος λόγου δει‐ | |
45 | κνύειν τὸ ἐπ’ αὐτῷ γεγραμμένον ἀληθὲς (ἀδύνατον γὰρ ψεύσασθαι Θεὸν), ἀνάγκη λοιπὸν ἐπ’ αὐτὸν ἤδη φέρειν Χριστὸν τῆς ἐπαγγελίας τὴν ἔκβασιν. Αὐτὸς γὰρ ἦν, καθάπερ ἤδη προεῖπον, ἐν ἐκείνῳ ζωγρα‐ φούμενος. Αὐτὸς γέγονε πατὴρ πολλῶν ἐθνῶν, πάντας | |
77.485(50) | μὲν διὰ τῆς πίστεως ἕλκων ὡς ἑαυτὸν, ἐπὶ δὲ τῇ τῶν ἐθνῶν πληθύϊ καὶ μάλα γαννύμενος, καὶ λέγων· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία μου, ἃ ἔδωκεν ὁ Θεός.» Καὶ ταῦτα μὲν περὶ τούτων ἡμεῖς. Εἰσίτω δὲ καὶ | |
αὐτὸς τῆς ἀληθείας ὁ μάρτυς, ἐπαγωνιζέσθω τοῖς | ||
77.488 | εἰρημένοις ὁ σοφώτατος Παῦλος, βοάτω σὺν ἐμοί· «Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως, καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη | |
5 | αὐτῷ εἰς δικαιοσύνην.» Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ. Οὐκοῦν βαδιεῖται τῆς ἐπαγγελίας ἡ δύναμις, οὐ πάντως εἰς τοὺς κατὰ σάρκα γεγονότας υἱοὺς, ἀλλ’ ἐπ’ ἐκείνους δηλαδὴ, ὅσοιπερ ἂν διὰ τῆς εἰς Χριστὸν πίστεως ἐπιγράψων‐ | |
10 | ται πατέρα τὸν Ἀβραάμ. Τοῦτο γὰρ δή μοι καὶ διαῤῥήδην φαίνεται λέγων ὁ μακάριος Βαπτιστὴς τοῖς ἐξ Ἰσραὴλ γεγονόσιν, ὅτε δὴ καὶ ἐπὶ μόνῃ τῇ κατὰ σάρκα κοινωνίᾳ μεγαλαυχούμενοι, ἀρχέτην τοῦ γένους προετείνοντο τὸν Ἀβραάμ· «Ποιήσατε | |
15 | οὖν, φησὶ, καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Δύναται γὰρ ἐκ τῶν λίθων τούτων ὁ Θεὸς ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.» Καὶ λίθους ἐνθάδε φησὶ τοὺς ἀπεσκληκότα μὲν ἔτι φρονοῦντας τὸν | |
20 | νοῦν, ἀναισθήτῳ δὲ ὥσπερ καρδίᾳ βεβαρυμένους. Εἰ δέ τις ἀκριβῶς περιαθρήσαι τοὺς ἐξ ἐθνῶν, τοιού‐ τους ὄντας καὶ οὐχ ἑτέρους εὑρήσει, οἳ καὶ ἠγέρθη‐ σαν διὰ τῆς πίστεως, καὶ εἰς τέκνα γεγόνασι τῷ Ἀβραάμ· καὶ συγκληρονόμοι τοῦ Ἰσαὰκ ἀνεδείχθη‐ | |
25 | σαν, καὶ μέτοχοι τῆς ἐπ’ αὐτῷ γεγόνασιν εὐλογίας. Καὶ τούτου μάρτυς ὁ Παῦλος παρέσται βοῶν· «Προ‐ ειδοῦσα δὲ ἡ Γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι Ἐνευλογη‐ θήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε οἱ ἐκ πίστεως | |
30 | εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.» Ὅτι μὲν τοί‐ νυν εἰς αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὁ ἐξ Ἀβραὰμ γεγονὼς Ἰσαὰκ σχηματίζεται, παντα‐ χόθεν ἄν τις ἀποδείξαι, καὶ μάλα ῥᾳδίως. Ἀναπεί‐ θειν δὲ οἶμαι, καὶ τὸν σφόδρα δυσμαθέστατον, ἐξ | |
35 | ὧν ὁ μακάριος Παῦλος Γαλάταις ἐπιστέλλων βοᾷ· «Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσε‐ ται. Τῷ δὲ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν. Οὐ λέγει· Καὶ τοῖς | |
40 | σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνός· Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός.» Ὅτι δὲ πάλιν ἐν τοῖς πιστεύουσιν εἰς Χριστὸν ἡ πρὸς Ἀβραὰμ ὑπόσχεσις συμπεπέραται, καὶ οὐκ ἐξ ἀνάγκης ἐπὶ τὸ κατὰ σάρκα γένος τὴν ἐπαγγελίαν μετοίσομεν | |
45 | τὴν χάριν ἐκβιαζόμενοι, αὐτὸς ἡμᾶς πληροφορήσει λέγων ὁ Παῦλος· «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτί‐ σθητε, Χριστὸν ἐνεδύσασθε· οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄῤ‐ ῥεν καὶ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἷς ἐστε Ἱησοῦ | |
77.488(50) | Χριστοῦ. Ἄρα τοῦ Ἀβραάμ ἐστε, καὶ κατ’ ἐπαγ‐ γελίαν κληρονόμοι.» Ἐξαρκέσειν μὲν οὖν τῶν εἰρη‐ μένων τὸ πλῆθος ὑπολαμβάνω πρὸς ἀπόδειξιν τοῦ προτεθέντος τῷ λόγῳ σκοποῦ. Εἰ δέ σοι δοκῶ μικρὰ | |
μὲν εἰπεῖν, ὦ Ἰουδαῖε, καὶ λόγου μὲν οὐδενὸς ἀξιώ‐ | ||
77.489 | σεις τὸ φρονεῖν ὀρθῶς, συνθήσῃ δὲ πάλιν ἡμῖν οὐδα‐ μῶς, ὅτι δεῖ ταῦτα τοῦτον ἔχειν τὸν τρόπον, οὐκ ἐμὸν, ὦ οὗτος, ἀλλὰ τῆς σῆς ἀπειθείας τὸ ἔγκλημα. Οἷς μὲν γὰρ τὰ κράτιστα λέγειν ἐσπούδασται, τούτοις | |
5 | δὴ πάντως τὸ μὴ δύνασθαι πείθειν τοὺς ἀκροωμένους, οὐδὲν ἂν, οἶμαι, προσοίσῃ τὸ ἔγκλημα. Ὃ γὰρ ἦν ἐν αὐτοῖς, τοῦτο δὴ καὶ μάλα προθύμως ἐργασάμενοι, πάσης ἂν εἶεν εἰκότως αἰτίας ἐλεύθεροι. Τοῖς δὲ τῶν βελτίστων ἀκροωμένοις, αὐτὸ δὴ καὶ μόνον τὸ | |
10 | μὴ βούλεσθαι συναινεῖν, οἷς ἄν τις εὖ λέγοι, τὸν αἴσχιστον ἐπιμαρτυρήσει τρόπον· ὥσπερ οὖν ἀμέλει καὶ εἴ τις παρά του δάνεισμα λαβὼν, ἀχάριστός τε ὁμοῦ καὶ ἀγνώμων εὑρεθεὶς, οὐ τὸν δεδανεικότα πονηρὸν, ἀλλ’ ἑαυτὸν ἐπιδείξει. Ἐπειδὴ δὲ πρὸς τὰς | |
15 | τῶν ἰατρῶν ἐμπειρίας ἀποβλέπων, συναισθάνομαί πως, ὅτι σοφὸν μὲν αὐτοῖς τῆς τέχνης τὸ ἐπιτήδευμα· τὰ δὲ ἐπὶ τοῖς νενοσηκόσιν εὑρήματα οὐκ ἔξω βαί‐ νει λογισμοῦ τοῦ σώφρονος, φέρε δὴ τὸν ἴσον ἐκεί‐ νοις ζηλώσαντες τρόπον, τοῖς αὐτοῖς, ἵν’ οὕτως εἴπω, | |
20 | φαρμάκοις τὸν δυσμαθῆ θεραπεύωμεν. Ἰουδαῖον. Ἰατροὶ μὲν γὰρ τὴν τοῦ πεσόντος εἰς ἀῤῥωστίαν ἀναῤῥωννύντες δίαιταν, ἂν ἴδωσί πως τῷ πάθει σε‐ συλημένον τοὺς ἐπὶ τῇ τραπέζῃ πόθους, ποικίλων ἐδεσμάτων παραστήσαντες ὄχλον, πανταχόθεν αὐτῷ | |
25 | τὸ ἀρκοῦν ἐρανίζεσθαι, σφόδρα γε ποιοῦντες καλῶς, ἐπιτάττουσιν. Ἡμεῖς δὲ πάλιν, οἷς τὰ ἐκείνων μι‐ μεῖσθαι σκοπὸς, πρὸς οἷς ἤδη φθάσαντες εἴπομεν, ἑτέρων αὖθις θεωρημάτων ἁπτώμεθα· καλείσθω πανταχόθεν εἰς εὐπείθειαν ὁ πολλὴν ἀπόνοιαν νοσή‐ | |
30 | σας Ἰουδαῖος. Ὁράτω πάλιν τὸν Κύριον ἡμῶν Ἰη‐ σοῦν Χριστὸν ἐν Ἰσαὰκ καὶ πάλαι σχηματιζόμενον. | |
36 | ϛʹ. Οὐκοῦν (ἅψομαι γὰρ ἤδη τῶν περὶ τούτου λό‐ γων), εἰσίτω πάλιν ὁ πανεύφημος Ἀβραὰμ, πρὸς ὃν ἔφησέ που Θεός· «Λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν | |
40 | γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωμα ἐφ’ ἓν τῶν ὀρέων ὧν ἐάν σοι εἴπω.» Καὶ παράδο‐ ξον μὲν ἵσως φανεῖταί τισι καὶ σκληρὸν εἰκότως τὸ πρόσταγμα. Εἰ γὰρ καὶ μόνος ἦν καὶ ἀγαπητὸς, καὶ ὀψίγονος, ὁ μόλις αὐτῷ καὶ ἐν γήρᾳ δοθεὶς υἱὸς, | |
45 | πῶς ὅτι χρὴ θύειν αὐτὸν συμβουλεύει Θεός; Παιδο‐ κτονεῖν δὲ, εἰπέ μοι, τὸν δίκαιον, πῶς ἦν οὐ πάσης ἀτοπίας ἀνάμεστον; Τίς δὲ οὕτω σκληρὸς, καὶ τῇ πρεπούσῃ θηρίοις ὠμότητι σύντροφος, ὡς ἐξοπλίσαι μὲν τέκνῳ τὴν δεξιὰν, χρήσασθαι δὲ, ὥσπερ τινὶ | |
77.489(50) | τῶν πολεμίων, τῷ οἰκείῳ γεννήματι; Τί δὴ οὖν ἄρα καὶ διὰ τῆς τοιαύτης ἐντολῆς ὁ πατριάρχης ἐδιδά‐ σκετο, λοιπὸν ἐπάναγκες ὡς ἔνι μάλιστα δὴ εἰπεῖν. Ἔστι γὰρ δήπου παντί τῳ συμφανὲς, ὅτι ταῖς σιω‐ παῖς τὴν ἐπὶ τῷ διηγγελμένῳ καταχωννύντες οἰκο‐ | |
55 | νομίαν, ἀπανθρωπίαν ὥσπερ τῆς ἡμερωτάτης κατα‐ | |
ψηφιούμεθα φύσεως. Οὐκοῦν ἐπειδήπερ οὐχ ἑτέρως | ||
77.492 | ἦν τὴν ἐπὶ τῷ Ἰσαὰκ δοθεῖσαν ὑπόσχεσιν ἀποπλη‐ ροῦσθαι παρὰ Θεοῦ, εἰ μὴ διὰ τοῦ σταυροῦ τοῦ Χριστοῦ πέμποντος τὴν εὐλογίαν ἐπὶ πάντα τὰ ἔθνη, ἀναγκαίως θελήσας ἐπιδεῖξαι Θεὸς, ὅσην αὐτῷ καὶ | |
5 | πηλίκην ἀπονέμει τὴν χάριν, ὑπὲρ τῆς τοῦ σπέρμα‐ τος αὐτοῦ σωτηρίας, θανάτῳ παραδιδοὺς τὸν ἴδιον υἱὸν, φησὶ πρὸς αὐτὸν, καὶ λίαν ἐμφαντικώτατα· «Λα‐ βὲ τὸν υἱόν σου·» ἀναζωπυρῶν δὲ ὥσπερ ἐν αὐτῷ τὴν τῷ φύσαντι πρέπουσαν ἐφ’ ἑνὶ καὶ μόνῳ τέκνῳ φιλο‐ | |
10 | στοργίαν, ἐπιλέγει μετὰ προσθήκης καὶ ἀναδιπλα‐ σιασμοῦ· «Τὸν ἀγαπητὸν ὃν ἠγάπησας τὸν Ἰσαάκ· καὶ ἀνένεγκε αὐτὸν ἐφ’ ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω·» μονονουχὶ τοῦτο λέγων· Ἵνα δὴ μάθοις παθὼν, ὥσπερ ὕστερον ὑπομένει καὶ ὁ πάντων Πατὴρ ἀναφέρων εἰς | |
15 | τὴν ὑπερκόσμιον οὐσίαν ὃν ἠγάπησεν Υἱόν. Ἐφ’ ᾧ δὴ καὶ λίαν ὑπερθαυμάζων αὐτὸς ὁ Σωτὴρ ἐπεση‐ μήνατό που λέγων· «Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέ‐ δωκεν· ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, | |
20 | ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.» Ἐπιτάττοντι τοίνυν τὰ τοιαῦτα τῷ Θεῷ, ἀμε[λ]λητὶ μὲν ὁ πατριάρχης ἐπεί‐ θετο, κρείττονα δὲ τῆς εἰς τὸν παῖδα φιλοστοργίας τὴν θείαν ἐντολὴν ποιησάμενος, «Ἀναστὰς τῷ πρωῒ, καθὼς γέγραπται, ἐπέσαξε τὴν ὄνον αὐτοῦ, καὶ παρ‐ | |
25 | έλαβε μεθ’ αὑτοῦ δύο παῖδας, καὶ Ἰσαὰκ τὸν υἱὸν αὐ‐ τοῦ. Καὶ σχίσας ξύλα[ς] εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη, καὶ ἦλθεν εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ Θεὸς, τῇ ἡμέρᾳ τῇ τρίτῃ. Καὶ ἀναβλέψας Ἀβραὰμ εἶδε τοῖς ὀφθαλμοῖς αὐτοῦ τὸν τόπον μακρόθεν, καὶ | |
30 | εἶπε τοῖς παισὶν αὐτοῦ· Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδίον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς. Ἔλαβε δὲ Ἀβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ. Ἔλαβε δὲ | |
35 | καὶ τὸ πῦρ μετὰ χεῖρα καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. Πορευθέντες δὲ ἀμφότεροι, ἦλθον εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ Θεός· καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβραὰμ θυσιαστήριον, καὶ ἐπέθηκε τὰ ξύλα, καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, | |
40 | ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων, καὶ ἐξέτεινεν Ἀβραὰμ τὴν χεῖρα αὐτοῦ λαβὼν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ. Καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος Κυρίου, καὶ εἶπεν· Ἀβραὰμ, Ἀβραάμ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπε· Μὴ ἐπιβαλοῦ τὴν χεῖρά | |
45 | σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ οὐδέν. Νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν Θεὸν σὺ, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ. Καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε· καὶ ἰδοὺ κριός τις κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων· καὶ | |
77.492(50) | ἐπορεύθη Ἀβραὰμ, καὶ ἔλαβε τὸν κριὸν, καὶ ἀνήνεγ‐ κεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ.» ζʹ. Ὧδε μὲν οὖν τὸ λόγιον ἔχει τῆς θείας Γραφῆς, | |
ὅλον δι’ ὅλου τὸ περὶ τοῦ Σωτῆρος ἐξεικονίζον μυ‐ | ||
77.493 | στήριον. Ἡμᾶς δὲ ἀνάγκη τοῖς ἐν τύπῳ γεγενημέ‐ νοις τῆς ἀληθείας ἐφαρμόσαι τὸ κάλλος, καὶ τῶν εἰρημένων ἕκαστα διαπτύξαι σαφῶς. Οὕτω γὰρ τοῖς ἀκροωμένοις εὐσύνοπτον τὸ βαθὺ τῆς εὐσεβείας μυ‐ | |
5 | στήριον. Παραλαμβάνει τοιγαροῦν τὸ παιδάριον ὁ τρισμακάριος Ἀβραὰμ, καὶ εἰς τὸν τόπον ἐπείγεται τὸν παρὰ Θεοῦ δεδειγμένον αὐτῷ. Ἔρχεται δὲ μόλις ἐν αὐτῷ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἀκολουθεῖν ἐπιτάξας καὶ οἰκέταις δυσί. Τὸ μὲν οὖν διὰ τοῦ πατρὸς ἀνα‐ | |
10 | φέρεσθαι τὸ παιδάριον ἐπὶ τὴν θυσίαν, σημαίνει διὰ συμβόλου καὶ σχήματος, ὡς οὐκ ἀνθρωπεία δύ‐ ναμις οὐδὲ ἡ τῶν ἐπιβουλευόντων πλεονεξία τὸν Κύ‐ ριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ἀνήγαγεν ἐπὶ τὸν σταυρὸν, ἀλλ’ ἡ τοῦ Πατρὸς, ἵν’ οὕτως εἴπω, βού‐ | |
15 | λησις, τὸν ὑπὲρ πάντων θάνατον ὑπομένειν αὐτὸν οἰκονομικῶς συγχωρήσασα. Τοῦτο καὶ ὁ Σωτὴρ, ποτὲ μὲν Πιλάτῳ προσδιαλεγόμενος ἔφασκεν· «Οὐκ εἶχες οὐδεμίαν ἐξουσίαν κατ’ ἐμοῦ, εἰ μὴ ἦν σοι δε‐ δομένον ἄνωθεν·» ποτὲ δὲ πάλιν πρὸς αὐτὸν ἐν οὐ‐ | |
20 | ρανοῖς Πατέρα τοὺς λόγους ποιούμενος ἔφασκε· «Πά‐ τερ, εἰ δυνατὸν, ἀπελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο. Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ.» Οὐκ ἀντιλέγει τῷ πατρὶ τὸ παιδάριον· «Ἐταπείνωσε γὰρ ἑαυτὸν, καίτοι Θεὸς ὢν, ὁ Υἱὸς, ὑπήκοος γενόμενος | |
25 | μέχρι θανάτου τῷ Πατρὶ, θανάτου δὲ σταυροῦ.» Διὸ δὴ καὶ διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου· «Ἐγὼ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω.» Τὸ δὲ ἐν ἡμέρᾳ τρίτῃ μόλις φθάσαι εἰς τὸν τόπον, τὸν τελευταῖον σημαίνει καιρὸν, καθ’ ὃν ἐπεδήμησεν ὁ Σωτήρ. Προηγουμέ‐ | |
30 | νων γὰρ πρώτου καὶ μέσου, τρίτος ἔσται πάντως ὁ ἐπὶ τέλει. Ἡ δὲ τῶν οἰκετῶν ξυνωρὶς, ἡ καὶ ἀκο‐ λουθεῖν ἐπιτεταγμένη, ἐδήλου πάλιν ὡς διὰ σχήματος ὅτι ἐπὶ τὸ σωτήριον πάθος ἀναβαίνοντι τῷ Χριστῷ, ἀκολουθήσειν ἔμελλον οἱ δύο λαοί. Τὸ δὲ μακρόθεν | |
35 | τεθεᾶσθαι αὐτὸν τόπον τὸν μακάριον Ἀβραὰμ, τὴν προαιώνιον Πατρὸς σημαίνει πρόγνωσιν, ἣν ἔχων ὁρᾶται περὶ τοῦ οἰκείου γεννήματος, τουτέστι Χρι‐ στοῦ· οὕτω γὰρ καὶ ὁ Παῦλος περὶ τοῦ Σωτῆρός φη‐ σιν, ὅτι «Προεγνωσμένου μὲν, πρὸ καταβολῆς κό‐ | |
40 | σμου, φανερωθέντος δὲ ἐπ’ ἐσχάτοις.» Εἶτα πάλιν ἐπὶ τούτοις, «Καθίσατε αὐτοῦ,» πρὸς τοὺς οἰκέτας φησὶν ὁ μακάριος Ἀβραὰμ, καὶ τοῦτο, «μετὰ τῆς ὄνου· ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε.» Τί δὲ ἡμῖν καὶ τὸ ἐντεῦθεν ὑποδηλούμενον, | |
45 | ὁρῶ πάλιν ὡς ἂν οἷός τε ὦ. Ὁ πρὸς τὸ πιστεύειν ἄρτι κεκλημένος, καὶ ἀκολουθεῖν μὲν ἐθελήσας τῷ Σωτῆρι Χριστῷ· ὅμως δ’ οὖν ταῖς ἁμαρτίαις ἔτι δουλοπρε‐ πῶς ὑποκείμενος, καὶ πρὸς τὴν τῆς δικαιοσύνης ἐλευθερίαν οὔπω κεκλημένος διὰ τοῦ ἁγίου βαπτί‐ | |
77.493(50) | σματος, ἀλογίᾳ δὲ ἔτι καὶ ἀμαθίᾳ συνὼν, ἥτις διὰ τῆς ὄνου σημαίνεται, οὐκ ὄψεται καθαρῶς τὸ σωτή‐ ριον πάθος, οὐδὲ μεθέξει παραχρῆμα τῆς θυσίας τοῦ ἀμνοῦ τοῦ ἀληθινοῦ. Κάτω δέ που μενεῖ, καὶ προσ‐ | |
καρτερήσει τῷ ταπεινῷ τῆς κατηχήσεως λόγῳ, ἄχρις | ||
77.496 | ἂν ἐλέῳ Θεοῦ τὸ ἐκ τῆς ἁμαρτίας ἀποσεισάμενος βάρος, ἀναβῆναι δυνηθῇ, καθάπερ εἴς τινα διαφανε‐ στάτην ὄρους ἀκρώρειαν, τὴν ὑψηλοτάτην τοῦ θείου μυστηρίου κατάληψιν, κατὰ τὸ εἰρημένον ὑπό τινων· | |
5 | «Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.» Θαυμάζειν δ’ ἐμοὶ καὶ λίαν ἐπέρχεται τὸν μακάριον Ἀβραὰμ λέγοντα πρὸς τοὺς οἰκέτας, καθάπερ ἤδη προεῖπον· | |
10 | «Καθίσατε αὐτοῦ· ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευ‐ σόμεθα ἕως ὧδε· καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς.» Προφητεύει μὲν οὖν ὡς δίκαιος· ἔμελ‐ λον γὰρ ὑποστρέφειν· σιωπᾷ δὲ ὡς σοφὸς, καὶ ὡς ἀμυήτοις ἔτι τὸ μυστήριον οὐκ ἐμφαίνει· τύπον ἡμῖν | |
15 | κἀν τούτῳ ἑαυτὸν τιθεὶς, οἷς καὶ αὐτός πού φησιν ὁ Σωτήρ· «Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί· μηδὲ βά‐ λητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων.» Μαργαρίτας λέγων τὰ λελαμπρυσμένα καὶ διειδῆ τοῦ Πνεύματος λόγια. Εἶτα πάλιν φησὶ, ὅτι «Τὰ | |
20 | ξύλα τῆς ὁλοκαρπώσεως ἐπέθηκεν Ἀβραὰμ τῷ παιδί.» Συγχωρήσει γὰρ τῇ κατ’ οἰκονομίαν μονον‐ ουχὶ καὶ συνεργαζομένου τοῦ Πατρὸς, καὶ οὐκ ἄκουσαν παραβιασάμενοι τὴν θείαν ἰσχὺν, ἐπέθηκαν οἱ Ἰουδαῖοι τῷ Σωτῆρι τὸν σταυρόν. Καὶ μάρτυς | |
25 | ἡμῖν ἐπὶ τούτῳ ἀψευδὴς ὁ προφήτης Ἡσαΐας εὑρε‐ θήσεται λέγων περὶ αὐτοῦ· «Παιδία εἰρήνης ἡμῶν ἐπ’ αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες, ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρ‐ | |
30 | τίαις ἡμῶν.» Γεγονὼς δὲ ἤδη καὶ φθάσας ἐν τοῖς προηγγελμένοις τόποις, τὸ θυσιαστήριον ὁ πατριάρ‐ χης εὖ δὴ καὶ μάλα καλῶς ἀνεδείματο· ἵνα πάλιν ἡμεῖς διὰ τούτου νοῶμεν ὅτι, παρὰ μὲν τοῖς ἀνθρω‐ πίνοις ὀφθαλμοῖς σταυρὸς ἦν καὶ ξύλον ἐπὶ τοῦ Σω‐ | |
35 | τῆρος ἡμῶν τὸ ὁρώμενον· ἐν δὲ ὀφθαλμοῖς τοῦ πάντων Πατρὸς, θυσιαστήριον ὄντως μέγα καὶ ὑψηλὸν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἐγηγερμένον, ὁσίῳ τε καὶ πανάγνῳ καπνιζόμενον θύματι. Τὸ δὲ ἐπιτεθῆναι μὲν ἐπὶ τὰ ξύλα τὸν Ἰσαὰκ, ἀντ’ αὐτοῦ δὲ ὑπομεῖναι | |
40 | τὴν σφαγὴν τὸν κριὸν, σαφέστατα δηλοῖ, ὅτιπερ ἀνέβη μὲν ὁ Θεὸς Λόγος ἐπὶ τὸν σταυρὸν, καὶ ἦν ἐν τῷ κρεμαμένῳ ναῷ· ἔπασχε δὲ Κύριος οὐκ αὐτὸς ἀπαθὴς ὢν φύσει. Οὐ γὰρ ἐπηνέχθη τῷ Ἰσαὰκ ἡ μάχαιρα, τουτέστι, τῷ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς | |
45 | προελθόντι Λόγῳ, ἀντ’ αὐτοῦ δὲ, καὶ ὡς αὐτὸς ἤγε‐ το πρὸς σφαγὴν, ὁ ἐκ τῆς ἁγίας Παρθένου ναὸς, ὃς διὰ τοῦ προβάτου σημαίνεται. Οἰκειοῦται δὲ ὁ Λόγος, καὶ μάλα εἰκότως, τὸ πάθος· αὐτοῦ γὰρ ἦν τὸ σῶμα, καὶ οὐχ ἑτέρου τινός. Ἐπεὶ καὶ τοῦ σώματος μαστι‐ | |
77.496(50) | ζομένου πάλιν, ἐμπτυσμένου δὲ οὐδὲν ἧττον παρὰ τῶν παντόλμων Ἰουδαίων, αὐτὸς διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου· «Τὸν νῶτόν μου δέδωκα εἰς μά‐ στιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα.» —«Εἷς γὰρ Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, | |
55 | ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὃς διὰ | |
77.497 | τὴν ἡμῶν σωτηρίαν, αἰσχύνης, καθὼς γέγραπται, καταφρονήσας, καὶ ὑπήκοος γενόμενος τῷ Πατρὶ, ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου,» ἵνα καὶ ἀπο‐ θανὼν δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, ἑαυτῷ πάλιν ἠμᾶς | |
5 | ἐκ νεκρῶν ἀναστήσῃ, ζωοποιήσας διὰ τοῦ ἁγίου Πνεύματος· καὶ ἀνοίξῃ μὲν ἡμῖν τῶν οὐρανῶν τὰς πύλας, ἀνάγῃ δὲ εἰς αὐτοὺς, καὶ ὀφθαλμοῖς παρα‐ στήσῃ τοῦ Πατρὸς τὴν πάλαι διὰ τὴν ἁμαρτίαν δρα‐ πετεύσασαν τοῦ ἀνθρώπου φύσιν. Ἐπὶ τοῖς τοσού‐ | |
10 | τοις, ἀγαπητοὶ, τοῦ Σωτῆρος ἡμῶν κατορθώμασιν, ἀνοιγνύσθω μὲν πᾶν στόμα εἰς εὐφημίαν, ἔστω δὲ γλώσσης ἁπάσης ἔργον ἡ εἰς αὐτὸν ὑμνῳδία, βοάτω δὲ ὥσπερ τι λιγυρὸν ἀνιεῖσα μέλος· «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.» | |
15 | Ἀναβέβηκε γὰρ τὴν καθ’ ἡμᾶς πληρώσας οἰκονο‐ μίαν· καὶ ἀναβέβηκεν οὐχ ἁπλῶς, «ἀλλ’ αἰχμαλω‐ τεύσας αἰχμαλωσίαν, καὶ δόματα δοὺς ἐν ἀνθρώποις.» Πάντας γὰρ ἡμᾶς ἐκ τῶν τοῦ διαβόλου χειρῶν ἐξαρπά‐ σας αἰχμαλώτους μένοντας ἐλυτρώσατο, πεπλήρωκε | |
20 | δὲ δογμάτων ἀγαθῶν. Ποικίλα γὰρ τὰ διὰ τοῦ Πνεύ‐ ματος εἰς ἡμᾶς διαβεβηκότα χαρίσματα. | |
27 | ηʹ. Πάσης τοιγαροῦν εὐλογίας πεπληρωμένοι παρὰ Χριστοῦ ἑορτάζωμεν, ἀγαπητοὶ, μὴ τοῖς ἐπωφελέσι πόνοις ἐπιστυγνάζοντες· μηδὲ ὥσπερ τι φορτίον | |
30 | ἡγούμενοι τὸν ἐπὶ ταῖς ἀσιτίαις ἱδρῶτα, ἀλλ’ ἱλαρῷ μὲν φρονήματι πρὸς τοὺς ἀγῶνας ἰόντες· τῇ δὲ ἐλπίδι χαίροντες, καθὰ Παῦλός φησι, καὶ τοῖς προσ‐ δοκωμένοις ἀγαθοῖς ἐντεῦθεν ἐπαγαλλόμενοι. Πρὸ δέ γε πάντων, τῆς εἰς ἀλλήλους ἀγάπης ἐχώμεθα· ἐλαυ‐ | |
35 | νέσθω τὸ πικρὸν τῆς καταλαλιᾶς δαιμόνιον· ἐξοικι‐ ζέσθω φθόνος τῶν ἡμετέρων ψυχῶν· φευγέτω πονη‐ ρία καὶ δόλος· ἀποδημείτω ψευδολογία, καὶ τὸ προὖ‐ χον ἐν κακοῖς ἐπιορκία. Ἀλλὰ μηδόλως ὀμνύωμεν· ἔστω δὲ ἡμῶν τὸ ναὶ, ναὶ, κατὰ τὴν τοῦ Σωτῆρος | |
40 | φωνὴν, καὶ τὸ οὒ, οὔ. Ἐπισκεπτώμεθα τοὺς τῷ παγχαλέπῳ θηρίῳ παλαίοντας, τοὺς ἐν πενίᾳ φημί· ὀρφανὸν καὶ χήραν ἀνακτησώμεθα· λελωβημένους ταῖς πρεπούσαις ἀναπαύσωμεν θεραπείαις· φιλό‐ στοργοι, συμπαθεῖς περὶ τοὺς ἐν δεσμοῖς εὑρισκώ‐ | |
45 | μεθα. Τότε γὰρ, τότε τὴν ὄντως ἀληθῆ καὶ καθαρω‐ τάτην νηστείαν ἐπιτελέσομεν τῷ Χριστῷ· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἑκκαιδεκάτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώ‐ δους Πάσχα, ἀπὸ μιᾶς καὶ δεκάτης τοῦ Φαρμουθὶ | |
77.497(50) | μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ ἕκτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρας Σαββάτου· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑβδόμῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συν‐ | |
άπτοντες ἐφεξῆς τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας | ||
77.500 | Πεντηκοστῆς. Οὕτω γὰρ κληρονομήσομεν βασιλείαν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, καὶ νῦν καὶ ἀεὶ καὶ εἰ τοὺς αἰῶνας τῶν | |
5 | αἰώνων. Ἀμήν. | |
6t | ΛΟΓΟΣ ϛʹ. | |
7 | αʹ. Τῆς μὲν ἁγίας ἡμῶν ἀναλαμπούσης ἑορτῆς, καὶ τὸν εὐκλεᾶ τῆς καρτερίας προτιθείσης ἀγῶνα τοῖς ἐπ’ ἀγαθοῖς εὐδοκιμεῖν εἰωθόσιν, ἀκόλουθον | |
10 | οἶμαι σύμπαντας ἐπὶ τὸ πνευματικὸν συναγείρεσθαι θέατρον, «Δεῦτε δὴ, λέγοντας, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ,» ἵνα δὴ καὶ πάναγνον ἐν αὐτῷ συστησάμενοι θίασον, καὶ διὰ τῆς κατὰ Πνεῦμα πρὸς ἀλλήλους ἑνότητος | |
15 | καθάπερ εἰς μίαν συναρμοσθέντες λύραν, τὸν αὐτῶν χοροστάτην ἀναμέλπωμεν, λέγοντες· «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.» Ὄκνου γὰρ καὶ μελλήσεως τῆς ἐπὶ τοῖς ἀμείνοσι δικαίαν τις ὑπομείναι γραφὴν, διὰ τὸ | |
20 | μὴ δύνασθαι, καθάπερ ἐν ὀφλήματος τάξει, κατα‐ θέσθαι τῷ Σωτῆρι τὰ χαριστήρια, ἀναριθμήτων μὲν ἀγαθῶν πληθύϊ τὴν ἀνθρώπου φύσιν κατακοσμήσαντι, ὅλην δὲ ἀφάτῳ δυνάμει πρὸς τὴν ἀρχαίαν ἐκείνην μεταμορφώσαντι δόξαν· καὶ τὸ μὲν ἐκ τῆς ἁμαρ‐ | |
25 | τίας ἀκαλλέστατον ἀφανίσαντι σχῆμα· πρὸς δὲ τὴν ἀρχέτυπον εἰκόνα, καὶ πρὸς τῆς οἰκείας φύσεως ἀναστοιχειοῦντι χαρακτῆρας, τοὺς ὅσοιπερ ἂν αὐτὸν ἐπιγινώσκοντες λέγωσι, κατὰ τὸν σοφώτατον ἐκεῖνον μαθητήν· «Ὁ Κύριός μου καὶ ὁ Θεός μου.» Πρὸς | |
30 | μὲν οὖν τὸν μακάριον ἐκεῖνον προφήτην Ἡσαΐαν ἐνηχεῖτο διὰ τοῦ Πνεύματος· «Ἀναβόησον ἐν ἰσχύϊ, μὴ φείσῃ· ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου.» Ἐπειδὴ δὲ καὶ ἡμῖν ὁ τῆς ἱερατείας θεσμὸς, καὶ πάτριος ἄνωθεν κλῆρος, ἕκ τε χρόνων μακρῶν ἕλ‐ | |
35 | κουσα συνήθεια[ν], ὅτι δὴ καὶ μάλα προθύμως τοῦτο παρ’ ἡμῶν εἰσπράττεσθαι χρὴ, δίδωσιν ἐννοεῖν, φέρε, σάλπιγγος εὐηχέστερον καὶ διὰ τούτου πάλιν ἀναφθεγξώμεθα τοῦ κηρύγματος, ὅτι, κατὰ τὸ ἐν Ψαλμοῖς γεγραμμένον, «Καιρὸς τοῦ ποιῆσαι τῷ | |
40 | Κυρίῳ.» Ἀλλ’ ὅτι μὲν τοῦ ποιῆσαι τῷ Κυρίῳ πάρ‐ εστιν ὁ καιρὸς, ἀντερεῖ μὲν ἴσως οὐδείς. Τί δὲ ποιῆ‐ σαι προσήκει, δικαίως ἂν ἔροιτό τις ἡμᾶς τῶν φι‐ λομαθεστέρων. Ἐγὼ δὲ λίαν ὑπερθαυμάσας τὸν ἐκπυθόμενον, καὶ διερωτᾷν ὅτι χρὴ περὶ τούτων οἰη‐ | |
45 | θέντα, καλῶς τοῖς τῶν ἁγίων προφητῶν χρήσομαι λόγοις. Ἀκουέτω τοίνυν Ἡσαΐου φάσκοντος· «Ποιή‐ σωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχό‐ μενοι.» Ἐπειδὴ δέ πως οὐ λίαν ἐστὶν ἐκφανὲς, ὡς ἄν τις εἰκάσαι, τὸ εἰρημένον φέρε τοῖς ἀποσμήχειν | |
77.500(50) | εἰωθόσι τὰ ἐκ παλαιότητος χρόνου νῦν κεκρυμμένα μελετῶντες τὰ παραπλήσια, ἐπισημοτέραν τῶν λε‐ γομένων τὴν διάνοιαν καταστήσωμεν. | |
βʹ. Ἐμπέφυκε τοίνυν τοῖς τῆς σαρκὸς ἡμῶν μέ‐ | ||
77.501 | λεσι φυσικός τις καὶ ὁμογενὴς, ἵν’ οὕτως εἴπω, νό‐ μος, ἐξοπλίζων ἡμᾶς τῷ πεποιηκότι Θεῷ, καὶ τὸ οἰκεῖον φρόνημα ταῖς τοῦ Πνεύματος ἐπιθυμίαις ἀντιτιθείς. Λογισμοὶ δὲ ἡμῖν ἐντεῦθεν, καὶ ἀτάκτων | |
5 | ἐπιθυμιῶν οὐκ εὐαρίθμητος ἐσμὸς, ταῖς εἰς τὸ ἄμει‐ νον ἑλκούσαις ῥοπαῖς ἀντεγειρόμενος, καὶ ὥσπερ ἂν εἴ τινα πολεμίων πληθὺν ταῖς εἰς τὸ συμφέρον ὁρ‐ μαῖς ἑαυτὸν ἀντιτάττων. Τὸν οὕτως αὐθάδη καὶ ἐν ἡμῖν τυραννήσαντα τῆς σαρκὸς νόμον, καὶ ὁ μακά‐ | |
10 | ριος Παῦλος φανερόν που καθίστησι βοῶν· «Συνήδο‐ μαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσί μου.» Ἕως ἂν οὖν | |
15 | ἐν ἡμῖν ὁ τοιοῦτος ἰσχύῃ νόμος, καὶ τῶν τοῦ Πνεύματος ἐπιθυμιῶν καταθρασύνηται, ἀντεξάγῃ δὲ τὸ οἰκεῖον θέλημα, καὶ δὴ καὶ πράττειν ἡμᾶς τὸ αὐτῷ δοκοῦν ἐκβιάζηται, πολεμιωτάτους ἀπεργάζεται τῷ Θεῷ, καὶ τὴν εἰρήνην ἐξείργει δεξιῶν, διατειχίζει δὲ τῆς τοῦ | |
20 | πεποιηκότος φιλανθρωπίας, τοὺς ἐν οἷς ἂν φαίνοιτο κρατῶν. Ἀτονήσας δὲ, καὶ τῷ πρὸς εὐσέβειαν τόνῳ πλεονεκτούμενος, καὶ τοῖς ἡττωμένοις ἐν παρατάξει προσεοικὼς, ῥίψασπίς τε ὁμοῦ καὶ φυγὰς ἀναδεικνύ‐ μενος τοῖς ὀρθῶς καὶ κατὰ νόμον τὸν θεῖον ἑλομένοις | |
25 | βιοῦν, τῆς πρὸς Θεὸν φιλίας τὴν ὁδὸν ἱππήλατον ἀπεργάζεται. Εἶτα λελυμένης ἐντεῦθεν τῆς τῶν με‐ σολαβούντων ἀφορμῆς, συνθησόμεθα λοιπὸν οἷς ἂν ἡμῖν ἐπιτάττῃ τὸ Πνεῦμα· καὶ τὸ ἀντιδοτοῦν οὐκ ἔχοντες, ὅτι σωζόμενον «τὴν πρὸς Θεὸν εἰρήνην» | |
30 | ἀγαπᾷν οἰησόμεθα δεῖν οἱ διὰ τῆς εἰς αὐτὸν πίστεως ἐπὶ σωτηρίαν ἐρχόμενοι. «Νεκρώσωμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυ‐ μίαν κακὴν, καὶ προσεπιτούτοις τὴν πλεονεξίαν.» Τεθνάτω ταῖς εἰς τὸ ἀγαθὸν ἐπιθυμίαις, ὥσπερ ὀξεῖ | |
35 | σιδήρῳ βαλλόμενος ὁ τῆς σαρκὸς νόμος. Πιπτέτω τὸ ἐν ἡμῖν γεῶδές τε καὶ ἀκάθαρτον φρόνημα. Κα‐ τακρατείτω δὲ ὁ τοῦ Θεοῦ νόμος· διωκέτω δὲ μᾶλλον, ἢ φαινέσθω φυγάς. Ἀριστεύων μὲν γὰρ, καὶ τῆς τοῦ πολεμοῦντος ἰσχύος ὅτε κρείττων εὑρίσκεται, | |
40 | ῥιζοῖ μὲν ἅπασαν ἡμῖν ἀρετήν· φιλαιτάτους δὲ τῷ Δεσπότῃ τοὺς πάλαι δραπέτας ἀποτελεῖ, καὶ τὴν τριπόθητον τῶν ἁγίων ἐλπίδα τοῖς οὐκ ἔχουσι πραγ‐ ματεύεται. Ἂν δέ που τοῖς σαρκικοῖς κινήμασιν, ὥσπερ ἀνέμων ἀντιπνοίαις τισὶν, ἀνωθούμενος ὀπίσω | |
45 | χωρῇ, τότε δὴ, τότε πᾶσα μὲν ἡ ἐν ἡμῖν ἀσφάλεια βαδιεῖται πρὸς τὸ μηδὲν, νευρουμένης ἐν ἡμῖν τῆς ἁμαρτίας ἐξ ἡμετέρου θελήματος· «Μερίδες δὲ, κατὰ τὸ γεγραμμένον, ἀλωπέκων ἐσόμεθα,» παν‐ ούργοις καὶ ἀκαθάρτοις δαίμοσι τὴν ἑαυτῶν χαριζό‐ | |
77.501(50) | μενοι εὐκοσμίαν· καὶ ὥσπερ ἂν εἴ τις ἀμπελὼν, ὁμοῦ καὶ θριγκίου καὶ τῆς τῶν φυλαττόντων νήψεως ἔρημος ὢν, ἑτοιμοτάτη τοῖς διαρπάζουσι προκεισό‐ μεθα τροφή. Ἀλλ’ εἴπερ ἑκάστῳ γλυκὺ τὸ μηδενὸς | |
τῶν τοιούτων εἰς πεῖραν ἐλθεῖν, εἰσδεχέσθω προθύ‐ | ||
77.504 | μως τὴν ἁπάσης σεμνότητος μητέρα νηστείαν, ὑπο‐ πιαζέτω τὸ σῶμα καὶ δουλαγωγείτω, καὶ διὰ τοῦ βούλεσθαι πονεῖν, «ἀκάνθαις τὸ οἰκεῖον κτῆμα περι‐ φραττέτω,» καθάπερ ἔφησέ τις τῶν σοφῶν ἐν ἡμῖν. | |
5 | Τοῖς μὲν οὖν τελειοτέροις τὴν ἕξιν, καὶ στερεωτέρων δυναμένοις ἀπογεύεσθαι μαθημάτων, ἀποχρήσειν οἶ‐ μαι καὶ ταῦτα πρὸς τὸ δύνασθαι, καὶ λίαν εὐπετῶς. ἐπὶ τὴν τῶν δεόντων ἐξοίχεσθαι θήραν, καὶ παντα‐ χόθεν ὅπερ ἂν αὐτοῖς φαίνηται λυσιτελοῦν ἐρανίζε‐ | |
10 | σθαι. Δεῖ δὲ, οἶμαι, πόνων αὐτοῖς οὐ μακρῶν. Ἀρ‐ κέσει γὰρ εἰς τὸ δύνασθαι κατορθοῦν ἡ προθυμία, ποταμίου ῥεύματος δίκην, καθάπερ τινὰς ὄχθους ἀεὶ τὸ ἀντιστατοῦν ὑποσύρουσα, καὶ ἀπλεονεκτήτοις ὁρ‐ μαῖς τὸ ἀντιτεῖνον ἐξαφανίζουσα. Ὃ δὲ δὴ μεγίστην | |
15 | ἐστὶ τῆς ἐν τοῖς εἰρημένοις περιπετείας προσθεῖναι λοιπὸν ἀναγκαῖον. Τοῖς γὰρ κατὰ τόνδε διηρτισμένοις τὸν τρόπον, αὐτὸς ὁ πάντα νικῶν ἐπαμύνει Θεός. καὶ ἡ πάντων ἰσχὺς, καὶ δύναμις, βακτηρία καὶ νεῦρα γίνεται. Καὶ μαρτυρήσει λέγων ὁ σοφώτατος Μελ‐ | |
20 | ῳδός· «Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὐτά με παρεκάλεσαν.» Ὅτι μὲν οὖν λαμπροὶ καὶ ἀξιοθαύ‐ μαστοι τῆς πρὸς Θεὸν εἰρήνης εἰσὶν οἱ καρποὶ, συν‐ θήσεται παστισοῦν, οἶμαι, τῶν εὖ φρονούντων. | |
26 | γʹ. Ἀνασκοπούμενος δὲ, καὶ καθάπερ οἱ πρὸς ἄκρον γηλόφου τινὸς ἀναποδίσαντες, καὶ πρὸς ὅσον οἶδεν ἐκτείνεσθαι τῶν ὀφθαλμῶν ἡ ὀξύτης, τοσοῦτον ἐπι‐ χειροῦντες ὁρᾷν, οὕτω δὴ καὶ αὐτὸς κύκλῳ τὸν | |
30 | ὀφθαλμὸν τῆς διανοίας περιάγων, καὶ τὰς τῶν πρα‐ γμάτων ὡς ἔνι μάλιστα διασκεπτόμενος φύσεις, οὐ μόνον οἶμαι προσήκειν τοῖς ἀρτίως διηγγελμένοις ὑπὸ τοῦ λόγου, ὅτι δεήσει τὰ πρὸς εἰρήνην μελετᾷν τῷ Θεῷ συμβουλεύειν, ἀλλ’ ἤδη μοι καὶ ἑτέρα τις | |
35 | ἀνδρῶν ἀναδείκνυται πληθύς. Ὥσπερ δὲ τὰ τῶν μο‐ σχευμάτων ἀρτιθαλῆ τε καὶ ἀρτίγονα μόλις τῆς τε‐ κούσης ὑπερτέλλονται γῆς, ταῖς τῶν φυτοκόμων ἐμπειρίαις, καὶ ταῖς τῶν ὑδάτων παροχαῖς εἰς αὔ‐ ξησιν ἐπείγεται· τὸν αὐτὸν δὴ τρόπον κἀκεῖνοι ἄρτι | |
40 | καὶ μόλις τοῖς τῆς Ἐκκλησίας ῥιζουμένοις κήποις, ὥσπερ τινὰ πηγὴν ὑφ’ ἑαυτοὺς τὴν ἐκ τῶν διδασκά‐ λων καλοῦσι τέχνην. Οἷς δὴ καὶ μάλιστα πρέπειν ὑπολαμβάνω, τὴν καλὴν ἐκείνην τοῦ προφήτου φω‐ νὴν ἐπιφθέγξασθαι· «Ποιήσωμεν εἰρήνην αὐτῷ· | |
45 | ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι.» Ἐρχόμενοι δὲ πόθεν, ἢ καὶ ὅποι καταλύειν μέλλοντες, ἄξιον ἰδεῖν. Ἀλλ’ ἔστι παντί τῳ σαφὲς ὡς βαδίζει μὲν διὰ τῆς πίστεως ἐξ ἀμαθίας τὰ ἔθνη πρὸς παίδευσιν· ἐξ ἀβουλίας εἰς εὔφρονα λογισμόν· ἐκ μακρᾶς καὶ συν‐ | |
77.504(50) | τρόφου πλάνης, εἰς ἀληθεστέραν περὶ τῶν ὄντων διά‐ ληψιν, εἰς θεογνωσίαν, εἰς εὐλάβειαν, εἰς τὸ βιοῦν ἐξηλλαγμένως, ἢ πρότερον, εἰς ἐλευθερίαν, εἰς ἀνα‐ νέωσιν, καὶ ἁπαξαπλῶς εἰπεῖν, εἰς ἀνθρώπῳ πρέπου‐ | |
σαν ἀρετήν τε καὶ δίαιταν· ἀνθρώπῳ δέ φημι, λο‐ | ||
77.505 | γικῷ δηλονότι καὶ κατ’ εἰκόνα πεποιημένῳ τοῦ κτί‐ σαντος. Οἱ γὰρ τοῖς τοῦ διαβόλου πανουργεύμασιν ἀνασεσοβημένοι τὸν νοῦν, καὶ πρὸς τὰ τῶν εἰδώλων ἀνεπτοημένοι παίγνια, καὶ τῷ ξύλῳ λέγοντες· «Θεός | |
5 | μου εἶ σὺ,» κατὰ τὸν προφήτην· καὶ τῷ λίθῳ· «Σύ με ἐγέννησας·» πάσης μὲν ἂν εἶεν ἀβουλίας εἰκότως ἀνάπλεῳ· καὶ ταύτην ἐφ’ ἑαυτοῖς καλοῦσι τὴν ψῆφον παρὰ τῶν, οἷς τὰ δίκαια κρίνειν ἐσπούδασται. Καὶ δοκοῦσιν (ἐρῶ γὰρ ὅπερ ἀληθέστερον εἰπεῖν), ὅσον | |
10 | μὲν εἰς τὴν τοῦ σώματος φύσιν, διασώζειν ἔτι τὸν ἄνθρωπον· καὶ μόνοις τοῖς ἐντεῦθεν χαρακτῆρσι, καὶ σχήμασιν, ὅτι δὴ καὶ ζῶα λογικὰ γεγόνασιν ἐπιγι‐ νώσκεσθαι· τὸ δὲ ὅσον εἰς νοῦν καὶ τὰ ἐν αὐτῷ, ταῖς τῶν ἀλόγων ἀνοίαις ἁμιλλᾶσθαι φιλοτιμότερον. Δοίη | |
15 | δ’ ἄν τις αὐτοὺς κἀν τούτῳ κρατεῖν, εἰ τὰ παρ’ αὐτῷ γινόμενα περισκέποιτο. Ἀλλ’ ἵνα μὴ δοκοίην δια‐ λοιδορεῖσθαι μᾶλλον αὐτοῖς, ἢ πειρᾶσθαι διελέγχειν, ὡς πολὺ τῶν δεόντων ἀποστατήσαντας, καὶ πρὸς ἐσχάτην ἀποδημίαν ἀποστατήσαντας· αὐτὸν ἤδη | |
20 | παροίσω τὸν ἁπάντων Θεὸν καὶ Δεσπότην, τοιοῦτόν τι λέγοντα δι’ ἑνὸς τῶν προφητῶν· «Ἴδετε ὅτι σπο‐ δὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται.» Πλανῶνται γὰρ ὄντως, τὴν μὲν εὐθεῖαν, ἵν’ οὕτως εἴπω, τῆς θεογνωσίας ἐκβεβηκότες διάληψιν· παρατροπαῖς δέ | |
25 | τισιν ἀνοήτοις, καὶ λογισμῶν ἀπάταις διεστραμμένων εἰς πᾶσαν ἀβουλίαν κατασυρόμενοι, ὡς καὶ τῆς ἀῤῥήτου καὶ πάντα ὑπερκειμένης οὐσίας τὴν δόξαν, ξύλοις καὶ λίθοις ἐπασωτεύεσθαι, καὶ ἀμείνω τῆς ἀνθρώπου ποιεῖσθαι φύσεως τὰ δι’ αὐτὴν εἰς τὸ εἶναι | |
30 | παρηγμένα, καὶ δεσπότας ἐπιγράφειν, ὧν αὐτοὶ γε‐ γόνασι κύριοι. Εἶτα τί τοῖς ὀρθῶς ἐξετάζουσι φαί‐ νοιτ’ ἂν τῶν τοιούτων παραλογώτερον; δʹ. Ἀλλ’ οὐ γάρ με τὸν περὶ τούτων διειληφότα λόγον, λανθάνει πρὸς τοῖς εἰρημένοις κἀκεῖνο· ὡς | |
35 | ἀποφοιτῶσι μέν τινες τῆς οὕτω χαμαιζήλου λατρείας, ὑψηλοτέραν δὲ ὥσπερ ἐπιτηδεύοντες πλάνην, ἐπὶ τὰ τῶν κτισμάτων ἀναφεύγειν οἴονται δεῖν ἐπισημότερα. Καὶ κροτάφοις μὲν γείτονα τὴν ὀφρὺν ἀνασπάσαντες, ἀναπτύοντες δὲ πλατύ τι καὶ μέγα, καὶ γενειάδα | |
40 | μακρὰν τῇ χειρὶ καταξαίνοντες, οὐρανὸν μὲν ἀπο‐ θαυμάζουσι, κύκλῳ πάσης περιτεθεῖσαι τῆς ὑφ’ ἡλίῳ λέγοντες, καὶ ὥσπερ ἐν κόλποις ἔχει τὰ σύμ‐ παντα, σκηνῆς τινος δίκην τοῖς ἔσω κειμένοις ἐπι‐ χεόμενον. Εἶτα τὰς ἐν αὐτῷ τῶν ἄστρων περιεργά‐ | |
45 | ζονται θέσεις, καὶ ἡλίου μὲν καὶ σελήνης καταπλάτ‐ τονται δρόμους· πῦρ δὲ, καὶ ὕδωρ, καὶ ἀέρα, καὶ γῆν ὡς ἀρχὰς τῶν ὄντων εἰσφέρουσι, καὶ ῥίζαν εὑ‐ ρῆσθαι τοῖς γενητοῖς τὴν τῶν στοιχείων μυθολογοῦσι σύνοδον. Εἶτα δέον αὐτοὺς τὸν τῶν εἰρημένων τα‐ | |
77.505(50) | ξίαρχόν τε καὶ ἡγεμόνα ζητεῖν, καὶ ἀπὸ τῆς τῶν κτισμάτων καλλονῆς ἐπὶ τὸν τοῦ κάλλους αὐτῶν δοτῆρα Θεὸν ἀνατρέχειν, ὅλον τοῖς ποιήμασι τὸ θαῦμα χαρίζονται· καὶ πῶς ἂν, εἶπέ μοι, μειζόνως ἐσφά‐ λησαν, ἢ πῶς ἄν τις ἀβουλότερον τὴν τῶν ὄντων κατ‐ | |
55 | εσκέψατο φύσιν; Καίτοι πᾶσιν, οἶμαι, τοῖς οὖσίν | |
77.508 | ἐστι προδηλότατον, ὡς εἴ τις οἶκον ἢ ναῦν, ἢ ἕτε‐ ρόν τι τοιοῦτον εὐτεχνέστατα διηρτισμένον θεάσαιτο, οὐκ ἀταμιεύτῳ χρῆται τῷ θαύματι, ἀλλὰ τῇ θέσει, τὴν κατασκευὴν, τὸ κάλλος τῶν ὁρωμένων ἐπαι‐ | |
5 | νέσας, τὸν ἀρχιτέχνην εὐθὺς φαντάζεται, τίς τε καὶ πόσος εἴη κατὰ τὸν νοῦν, ὁ τῶν οὕτω καλλίστων δημιουργὸς ἐννοεῖ. Ἀλλ’ οἵδε περὶ μόνας τὰς τῶν λόγων στροφὰς καὶ ποικίλοις, ὡς οἴονται, μαθήμασι κατεγλωττισμένοι, μέχρι μόνων τῶν ὁρωμένων τὴν | |
10 | διάνοιαν στήσαντες, καὶ τὴν ἐπέκεινα τοῦ νοῦ κολο‐ βώσαντες φορὰν, οὐχ ὁρῶσι τὸν ἁπάντων γενεσιουρ‐ γὸν καὶ τεχνίτην Θεόν· οὐδὲ αὐτῷ τὴν δόξαν ἀνατι‐ θέντες, ἅτε δὴ Κυρίῳ καὶ τῶν ὅλων ποιητῇ, ἀπο‐ δέχονται τὴν ἐν τοῖς ποιήμασι τάξιν, ἵνα δὴ συνετοί | |
15 | τινες εἶεν ὄντως σοφοί. Νυνὶ δὲ εἰς τοῦτο πεσόντες ἀνοίας οὐκ αἰσθάνονται, ὥστε εἰ καὶ πᾶσαν εἰσεκό‐ μιζον σπουδὴν ὑπὲρ τοῦ πατρὸς τὴν ἀκροτάτην ἀβουλίαν καταδραμεῖν, οὐκ ἂν, οἶμαι, μειζόνως αὐ‐ τοῖς διηνύσθη τὸ παραλόγως ποθούμενον. Ἀλλ’ | |
20 | ἡκέτω μοι Παῦλος, καὶ τοῖς ἐμοῖς περὶ τούτου προσμαρτυρείτω λόγοις ἀναφθεγγόμενος· «Ἡ σοφία τοῦ κόσμου τούτου, μωρία παρὰ τῷ Θεῷ ἐστιν.» Ὅτι δὲ ἀληθὴς ἡ τοῦ ἁγίου φωνὴ διὰ τῆς τῶν πρα‐ γμάτων ἰόντες ἐρεύνης, μανθάνομεν. Πρῶτον μὲν | |
25 | γὰρ ὄχλον τῷ βίῳ θεῶν ἐπεισφέρουσι, καὶ τοῖς προσ‐ κυνοῦσιν ἀγνοούμενον, ἐξ ὧν ἐνίοις οὐδὲ τὸ κοινὸν δὴ τοῦτο καὶ ἀνθρώπινον ἀποσώζοντες σχῆμα, ὑὸς δὲ ἢ κυνὸς ἐγκαταμίξαντες μοῖραν, μεμοιχευμένην ὥσπερ ἡμῖν εἰσφέρουσι τὴν φύσιν, καὶ νόθαις τισὶ | |
30 | χαρακτήρων ἐξαλλαγαῖς τὴν καλλίστην τῶν ἐπὶ γῆς παραλύουσιν εἰκόνα. Ἀλλὰ τί μοι καὶ μακροὺς ποιεῖ‐ σθαι τοὺς λόγους περὶ τῶν οὕτως ἑτοίμων εἰς γέλωτα; Ἐπ’ ἐκεῖνο[ν] δὴ μᾶλλον ἴωμεν, ὅπερ ἐστὶν ἀναγκαῖον. Καὶ ποῖον τοῦτο, φημί· Βαθύς τις ἀμαθίας τοὺς | |
35 | Ἑλλήνων παῖδας περιχεῖται σκότος, καὶ δίκην ἀχλύος ταῖς ἁπάντων διανοίαις ἐπιπαττόμενος, ἀναβλέ‐ πειν μὲν πρὸς τὴν τοῦ συμφέροντος θύραν οὐκ ἐᾷ, ἀβασανίστοις δὲ μᾶλλον καὶ διεψευσμένοις λογισμοῖς ἀληθείας ἐξοικίζει δογμάτων. Τί γὰρ δὴ καὶ ποιοῦσιν | |
40 | οἱ παράφρονες; Ἀποστεροῦσι τῶν καλλίστων τὸν ἄνθρωπον, καὶ τὸ μέγα τῆς φύσεως γέρας [π]ληροῦν‐ τες, ἀφανίζουσιν. Οὐ γὰρ δή φασιν, οὐδὲ βούλονται τῆς ἑαυτοῦ προαιρέσεως εἶναι κάτοχον· οὐδὲ ἐλευ‐ θέραν ἐν τοῖς πρακτέοις ποιεῖσθαι τὴν αἵρεσιν, ὡς | |
45 | τὴν ἐφ’ ἑκάστῳ τῶν ἔργων ῥυπὴν μὴ τοῖς αὑτοῦ κεῖσθαι θελήμασιν, ἀλλὰ ταῖς ἑτέρων ἀπονενεμῆσθαι ψήφοις. Εἱμαρμένη γάρ τις καὶ γένεσις, ὥς φασι, κατὰ τὸ αὐτῇ δοκοῦν, τὸν ἑκάστου βίον ζυγοστατεῖ· καὶ ἀπονέμει μέν τισι τὰ κάλλιστα, καὶ οἷς ἂν εὔ‐ | |
77.508(50) | ξαιτό τις δικαίως προσομιλεῖν· ἀντορέγει δὲ πάλιν ἑτέροις, ὧν οὐκ ἂν ἕλοιτό τις εἰς πέρας ἐλθεῖν· ὡς αὐτόκλητον μὲν, ἐν μηδενὶ βαδίζειν, μήτε τὴν ἐπ’ ἀγαθοῖς ἐξουσίαν ἔχοντα, μήτε μὴν τὴν ἐπὶ θάτερα· | |
σειραῖς δὲ ὥσπερ καὶ τοῖς ἐξ ἀνάγκης, ἵν’ οὕτως | ||
77.509 | εἴπω, καλεῖσθαι σχοινίοις πρὸς ἄμφω· ἵνα μηδὲν ἔτι τῶν ἀλόγων διαφέρῃ ζώων, ὁ πάντων ἄνωθεν τὴν ἡγεμονίαν λαχών. Καί μοι δοκοῦσιν οἱ ταῖς τοιαύταις συντιθέμενοι δόξαις παραπλήσιόν τι ποιεῖν, ὡς ἂν εἰ | |
5 | καί τινα ἡνίοχον στήσαντες, καὶ τῶν ἁρμάτων αὐτὸν ἐπιβιβάσαντες, ἑτέρῳ τὸ ἱππηλατεῖν ἐπιτρέψειαν. Ἀλλ’ οὔτε τὴν ἐπὶ τὸ νικᾷν ὁ τοιοῦτος ἀποίσεται δόξαν, οὔτε μὴν εἰ συντριβῇ πεσὼν, αὐτὸς ἑαυτῷ παραίτιος τοῦ πάθους γεγενῆσθαι πιστεύοιτο. Ἑτέ‐ | |
10 | ρων γὰρ ἔργων ἀμφότερα, καὶ τῶν τὰς ἡνίας ἐχόν‐ των, οὐ τοῦ μάτην τοῖς δίφροις ἐφεστηκότος ἡ ἔμ‐ βασις. Ὧν γὰρ ἄν τις οὐκ ἔχει τὴν ἐξουσίαν, πῶς ἂν εἰκότως περὶ αὐτῶν ἀπαιτοῖτο τοὺς λόγους; Τὸ δὲ ἐν προαιρέσει τῇ τοῦ ποιοῦντος κείμενον, ὅποι‐ | |
15 | περ ἂν ἥξει ἢ καὶ πράττοιτο δηλονότι, καὶ οὐχ ἑτέροις ἀναθήσει τὰς αἰτίας. Ἀλλ’ ἵνα καὶ διὰ πρα‐ γμάτων, ὧν ἐκεῖνοι τοῦ βίου κατεῤῥαψῳδήκασι, καὶ διὰ μύθων τῶν παρ’ αὐτοῖς τοὺς ἐπὶ τὸ ληρεῖν αὐ‐ τοὺς ἐλέγχους ἐρανιζόμενοι, γυμνότερον τοῖς ἀκροω‐ | |
20 | μένοις ἐπιδεικνύωμεν, ὡς ἀμαθίας αὐτοῖς οὐ τῆς τυχού‐ σης τὸ δόγμα πεπλήρωται, καὶ τὸ μὴ ταῖς οἰκείαις ὑπο‐ λαμβάνειν κεχρῆσθαι βουλαῖς ἐν τοῖς πρακτέοις τὸν ἄνθρωπον, μηδὲ αὐτονόμῳ γνώμῃ βαδίζειν ἐφ’ ὅπερ ἂν βούλοιτο, τῆς ἐσχάτης ἀνοίας ἔγκλημα φέρει, ὀλί‐ | |
25 | γων, καθάπερ ἤδη προεῖπον, ἐπιμνησθήσομαι. Ταν‐ τάλου τινὸς, καὶ Τιτυοῦ, καὶ Ἰξίονος, καὶ τῆς Σισύ‐ φου ταλαιπωρίας, οἱ παρ’ ἐκείνοις μνημονεύουσι λό‐ γοι, καὶ δίκας αὐτοὺς ἀποτιννύειν, καὶ μάλα δικαίως, διισχυρίζονται, ἃς αὐτοὶ, κατὰ τὸ εἰκὸς, ἠβουλήθη‐ | |
30 | σαν. Τάνταλον μὲν γὰρ, λίθου τῇ κεφαλῇ δυσαχθεστά‐ του λίαν ἐπηρτημένου, καὶ φόβῳ κινδύνων ἀεὶ προσ‐ δοκωμένων, κολάζεσθαί φασιν. Εἶτα τὴν αἰτίαν εἴ τις ἔροιτο τοῦ κακοῦ, ὡς ἀκόλαστον ἔσχε γλῶσσαν ἀνα‐ κεκραγότων ἀκούσεται, καὶ νόσον αἰσχίστην ὄνομα | |
35 | γραφόντων τῷ πάθει. Τὸν δέ γε Τιτυὸν τὸν οὕτω καλούμενον, ἐπ’ ἐννέα μὲν ὅλοις ἐκτείνουσι πλέθροις· ἀνημένων δὲ ξυνωρίδι γυπῶν τὸ ἧπαρ ἀνακείρεσθαι λέγουσι, καὶ τρόπον ἀκολασίας πρόφασιν αὐτῷ τῆς ἀνηκέστου συμφορᾶς γεγενῆσθαι διισχυρίζονται. | |
40 | Ἰξίονα δὲ καὶ Σίσυφον, τὸν μὲν, ἀειδινήτοις στρο‐ φαῖς, καὶ τροχοῦ περιόδοις ὑπεστρωμένον· τὸν δὲ ἱδρῶτι μακρῷ κολάζεσθαί φασιν· εἶτα καὶ τούτοις, ἵνα δὴ δικαίως φαίνοιντο τιμωρούμενοι, διαφόροις πλημμελημάτων ὑποβάλλουσι γραφαῖς. Ἀλλ’ ὥσ‐ | |
45 | περ ὄντως κατὰ τὴν αὐτῶν διάληψίν τε καὶ ἔννοιαν, ταῖς ἐξ εἱμαρμένης ἀνάγκαις ὑποκεῖσθαι νομιοῦμεν τὸν ἄνθρωπον, οὐκ ἂν εἶεν, ὥς γέ μοι δοκεῖ, τῶν ἀρ‐ τίως ὠνομασμένων τὰ ἐφ’ οἷς πεπόνθασι πλημμελή‐ ματα, ἀλλὰ τῆς εἰς ταῦτα καλούσης εἱμαρμένης, καὶ | |
77.509(50) | διὰ τὸ δύνασθαι τῆς ἑκάστου γνώμης κρατεῖν ὑπὸ χεῖρα πεποιημένης τὴν ἑαυτῆς. Ἢ τοίνυν ἀνείσθω‐ σαν τῶν ἀνηκέστων τιμωριῶν, καὶ τῆς ἀθανάτου τα‐ λαιπωρίας ἐκεῖνοι, κατηγορείσθω δὲ μᾶλλον ἡ πλεον‐ εκτήσασα γένεσις, καὶ ὑποκείσθω τοῖς κολασταῖς, | |
55 | εἴ τινες ἂν εἶεν οἱ τοῦτο ποιεῖν ἐγνωκότες· ἢ εἴπερ | |
τις ἐρεῖ δικαίως ἐκείνους κολάζεσθαι, γυμνὸν ἡμῖν | ||
77.512 | ἀνάγκης εἰσκομιζέτω τὸν ἄνθρωπον, καὶ τὴν ἐκ τῆς εἱμαρμένης ἀναιρείτω πλεονεξίας, ἵνα Ταντάλου φαίνηται καὶ Σισύφου τὰ ἐγκλήματα. Εἰ γὰρ οἶδε τῶν ἀτοπωτάτων καὶ παρ’ ἡμῖν ὁ τοῦ δικαίου θεσμὸς, | |
5 | μὴ τοὺς ἡμαρτηκότας μᾶλλον, ἀλλ’ ἑτέρους ἀντ’ ἐκείνων εἰσπράττεσθαι δίκας, πῶς οὐκ ἔσται παν‐ τί τῳ συμφανὲς, ὅτι τῶν παρ’ ἐκείνοις νενομισμένων θεῶν, οὐδὲν ἂν εἰκότως δοίη τις εἶναι τὸ ἀθλιώτερον, εἴπερ οἱ πάντων διανομεῖς καὶ ταμίαι, πεπιστευμένοι | |
10 | τὸ δύνασθαι κρίνειν οὐκ ἔχουσιν ὀρθῶς. Πῶς δὲ οὐκ ἀμείνους οἱ παρ’ ἡμῖν εὐθεῖαν ἐφ’ ἑκάστῳ τὴν κρίσιν ἐκφέροντες, καὶ τὸν μὲν δίκαιον ὅτι προσήκει τι‐ μᾶσθαι διεγνωκότες· τοὺς δὲ τοῖς αἰσχίοσιν ἐνόχους ἀναδεδειγμένους, μισεῖν μὲν οἴεσθαι δεῖν λογιζόμενοι· | |
15 | ἐπιτιμῶντες δὲ ἀναλόγως οἷς ἐλεγχθεῖεν παρανομή‐ σαντες; Ἀλλ’ ἐκεῖνα μὲν δὴ περὶ τούτων δοκεῖ, ὦ οὗτος, τοῖς σοῖς ποιηταῖς τε καὶ λογάσιν· Ἄκουε δέ τι καὶ τῶν παρ’ ἡμῖν λεγόντων σοφῶν. «Ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὴν ὁδὸν αὐτοῦ, τὸν δὲ Θεὸν αἰτιᾶ‐ | |
20 | ται τῇ καρδίᾳ αὐτοῦ.» Ὥστε, εἴπερ ἦν τις ἀφροσύ‐ νης ἐλεύθερος, οὐκ ἂν λελυμασμένην ἔσχε τὴν ὁδὸν, οὐδ’ ἂν ὅλως τὴν θείαν κατῃτιάσατο φύσιν, ὡς αὐτὴν ἐπ’ ἐκεῖνο καλοῦσαν ὃ καὶ νόμῳ κεκώλυκεν. Οἱ μὲν γὰρ καθηγητὴν καὶ διδάσκαλον, καὶ ὥσπερ ἄριστον | |
25 | δικαστὴν τὸν οἰκεῖον ἑαυτοῖς ἱδρυσάμενοι νοῦν, ἀεὶ μὲν οἷσπερ ἄν τις ἐπιψηφιεῖται τὰ κάλλιστα δια‐ πρέπειν ἐπείγονται· τὰ δὲ, ὅσα τῆς ἀρίστης ἐξοικί‐ ζει βουλῆς τε καὶ πράξεως, σὺν πολλῷ τινι παρ‐ αμείβονται τόνῳ. Οὐκοῦν οὐχ εἱμαρμένη καὶ γένεσις, | |
30 | κατὰ τὸ αὐταῖς δοκοῦν ἑκάστῳ βραβεύουσαι, ἢ τῶν φαύλων ἐργάτην, ἢ τῶν ἀγαθῶν ἐραστὴν ἀποτελοῦσι τὸν ἄνθρωπον· ἀλλ’ ἐθελούσιοι πάντες ἐπ’ ἄμφω βαδίζουσιν· καὶ ὅποιπερ ἂν ἑκάστῳ δοκῇ, τὰ καθ’ ἑαυτὸν ἀπευθύνειν ἐξ ἀνάγκης, τὸ κωλύον οὐδέν. Εἰ | |
35 | δὲ χρή τι τοῖς εἰρημένοις προσθεῖναι λοιπὸν, καὶ τῆς Ἑλλήνων ἀπαιδευσίας κατασημαίνειν τὸν γεννήτορα καὶ πόθεν αὐτοῖς εἰς τοῦτο πεσεῖν ἀβουλίας συμβέ‐ βηκεν, ἐρῶ καὶ μάλα προθύμως. | |
77.512(50) | εʹ. Δαίμων ἐκεῖνος ὁ ἀρχέκακος ὁ τῆς ἁμαρτίας πατὴρ, παραβάτην τῆς θείας ἐντολῆς δείξας τὸν ἄνθρωπον· καὶ ὥσπερ τινὰ τῶν δορυκτήτων ὑπὸ χεῖ‐ ρας ἑλὼν, καὶ τύραννος ἐξ ἀπάτης ἐφ’ ἡμᾶς ἀναδε‐ δειγμένος, ἐδεδίει τῆς ἐλευθέρας φύσεως τὴν ἐφ’ | |
55 | ἅπερ ἦν ἀναδρομήν. Ἤδει γὰρ, ᾔδει τὸν ἄνθρωπον | |
77.513 | τοῖς ἀπὸ τοῦ συνειδότος ἐλέγχοις, ἀεὶ πρὸς τὸ κρεῖτ‐ τον ἀναφεύγειν ἐπειγόμενον· καὶ μισοῦντα μὲν, ὡς ἐπείσακτον τὴν ἁμαρτίαν, ἐν δὲ τῷ πλημμελεῖν ἀεὶ σκυθρωπάζοντα, καὶ εἰ κλέπτοιτό πως πρὸς | |
5 | τοῦτο διὰ μικρᾶς ἡδονῆς· Ἀλλ’ ἵνα μὴ ταῖς οἰκείαις αὐτονομίαις χρησάμενος, ἀφανίσῃ μὲν τῷ πρὸς ἐλευ‐ θερίαν ἕλκοντι τόνῳ τὴν τυραννήσασαν ἡδονήν· μα‐ κρὰν δὲ οἰμώζειν ταῖς ἁμαρτίαις εἰπὼν, ἐπὶ τὰ ἐξ ἀρχῆς ἀναβαίνοι πλεονεκτήματα, καὶ τοῖς τῆς δι‐ | |
10 | καιοσύνης ἔργοις ἐμφιλοχωρῶν, ἀχείρωτος ἤδη ταῖς ἄνωθεν ἐπικουρίαις εὑρίσκοιτο· ἕτερον ἀπάτης ἐπενόησε τρόπον, ὃς ταύτην ἀεὶ τῆς ἑαυτοῦ κακουρ‐ γίας ὅπλον ποιησάμενος, ὑποκλέπτων δὲ ὥσπερ τῆς ἐπὶ ταῖς ἁμαρτίαις λύπης τὸ πλέον, ἀεὶ τοῖς ἀπὸ | |
15 | τοῦ συνειδότος ἐλέγχοις διὰ δόλου μαχόμενος, Οὐκ αὐτοὶ, φησὶν, ἑαυτοῖς ἐστε τοῦ μὴ δύνασθαι τὰ ἀμείνω πράττειν παραίτιοι· οὐδὲ τέθεικε Θεὸς ταῖς ὑμετέ‐ ραις ἐξουσίαις τὸ σωφρονεῖν. Ζυγὸν ὑμῖν ἀναγκαῖον ἐπελήλακεν· εἱμαρμένη κρατεῖ καὶ γένεσις, καὶ | |
20 | πράττειν ἀνάγκη τὸ ἐκείναις δοκοῦν. Ταῖς τοιαύταις ἀπάταις ὁ πονηρὸς χειροῦται τὸν ἄνθρωπον, καὶ τῶν τῆς ἀληθείας ἀποβουκολήσας δογμάτων, ἑτοιμότερον εἰς πᾶσαν ἁμαρτίαν ἀπεργάζεται· εἱμαρμένῃ γὰρ τῶν καθ’ αὑτὸν ἀνατιθεὶς τὴν ἔκβασιν, καὶ γενέσεως | |
25 | ἀφύκτοις ὑποκεῖσθαι λέγων δεσμοῖς, οὐδεμίαν ὑπο‐ στήσεσθαι κόλασιν, ἐφ’ οἷς ἂν φαίνηται πλημμελῶν ὑπολαμβάνοι. Ἀλλ’ ἐν τούτοις μὲν ἐκεῖνοι, τὸ σω‐ φρονεῖν παρωσάμενοι. Λεγέτωσαν δὲ τῆς Ἐκκλησίας οἱ κήρυκες, οἱ Χριστὸν ἐνδυσάμενοι, καὶ τῆς ἀληθείας | |
30 | φοροῦντες τὸν νοῦν. Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Ἵνα δὲ μὴ μακρὰν οὕτω νοσοῦντες τὴν ἀβουλίαν οἱ ταῖς ἀρτίως διηγορευμέναις ἀπάταις ἔνοχοι, καὶ τοῖς τοῦ νομοθέτου θελήμασι τὴν ἑαυτῶν ἀντιτάττοντες ἔννοιαν, πόλεμον ἔχωσι πρὸς ὃν ἥκιστα | |
35 | χρῆν, ἀκουέτωσαν ὅπερ ἔφημεν ἐξ ἀρχῆς· ποιήσωμεν εἰρήνην αὐτῷ, καταλύσωμεν τὴν ἔχθραν· οἰχέσθω μάχη καὶ πόλεμος, ἐπιδῶμεν τῷ Σωτῆρι τὰς δεξιάς. Αἰτήσωμεν εἰρήνην διὰ τῆς πίστεως· λέγωμεν μετὰ τοῦ προφήτου καὶ ἡμεῖς· «Κύριε, ὁ Θεὸς ἡμῶν, | |
40 | εἰρήνην δὸς ἡμῖν. Κύριε, κτῆσαι ἡμᾶς, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.» | |
45 | ϛʹ. Τοῖς μὲν οὖν Ἑλλήνων παισὶ, καὶ τοῖς ἀρτίως τὰς τῆς Ἐκκλησίας εἰσβεβηκόσι πύλας, ἀποχρήσει πρὸς ὠφέλειαν καὶ ταῦτα. Ἐπειδὴ δέ μοι καὶ ἕτε‐ ρος ἀναδείκνυται λεὼς, τοῖς μὲν οὖν τῆς ἀμαθίας ὅπλοις, εἰς ἀβουλότατον στρατιώτην ἐξηρτυμένοις, | |
77.513(50) | ἀντιτάττων δὲ τῷ Σωτῆρι τὴν γνώμην διὰ σκιᾶς καὶ τύπου καὶ γράμματος, ἔχων τε τὴν μόρφωσιν τῆς γνώσεως ἐν τῷ νόμῳ, καθὼς γέγραπται, τῇ τῶν πρα‐ γμάτων ἀληθείᾳ πολεμεῖν οἴεται δεῖν· φέρε δὴ καὶ αὐ‐ τοῖς διὰ τὴν εἰς ἀλλήλους ἀγάπησιν ἐπιβοήσωμεν· | |
55 | «Ποιήσωμεν εἰρήνην αὐτῷ.» Μέχρι τίνος, Ἰουδαῖε, | |
77.516 | τοῖς ἀπὸ τοῦ γράμματος τύποις ἐντετηκὼς, παρελαύ‐ νεις τῆς ἀληθείας τὴν δύναμιν; Πότε τῆς σῆς ἀμαθίας τὸ πέρας ὀφθήσεται; Πότε τῆς ἐν τῷ νόμῳ σκιᾶς ἀπο‐ στήσεις τὸν νοῦν; Ἢ ποῖός σε χρόνος ἡμῖν ἐπιδείξει | |
5 | σωφρονέστερον; Πότε δὲ τὴν ἐν πνεύματι λατρείαν προσοίσεις τῷ βασιλεῖ τῶν ὅλων Θεῷ; «Πνεῦμα ὁ Θεὸς, καθὼς γέγραπται, καὶ τοὺς προσκυνοῦντα αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Σὺ δὲ τὸ ἐν πνεύματι λατρεύειν ἀφεὶς, καὶ ἡδίονα | |
10 | τῆς εἰς τὴν ἀμείνω ποιησάμενος τὴν ἐπὶ τὰ χείρω φορὰν, τῇ τοῦ γράμματος ἐναβρύνῃ παχύτητι· εἶτα τιμᾷν οἴῃ διὰ τούτου Θεὸν, καὶ τὴν ἀκριβεστάτην τοῦ νόμου διάληψιν ἀποσειόμενος, ὡς πᾶσαν ἔχων τῶν γεγραμμένων τὴν εἴδησιν, οὐκ αἰσθάνῃ ληρῶν. Φέρε | |
15 | γὰρ δή σοι καὶ εἰς ἕκαστα τῶν παρὰ σοὶ τιμίων ὀλίγα διαλεξώμεθα. Νοήσεις γὰρ, οἶμαι, καὶ μάλα ῥᾳδίως, ἐντεῦθεν, εἴπερ ἔνεστί σοι τὸ βούλεσθαι σωφρονεῖν, ὅτι χρόνους ἐν πλάνῃ κατατρίβεις μακρούς. | |
21 | εʹ. Ἀποδέχῃ μὲν γὰρ ὡς μέγα τι χρῆμα, καὶ εἰς λατρείαν τὸ καιριώτατον τὴν ἐν σαρκὶ περιτομήν. Ὑπερθαυμάζεις δὲ λίαν τὴν κατὰ τὸ Σάββατον ἀρ‐ γίαν, καὶ μηλοσφαγεῖς μὲν ἡδέως· οἴει δὲ λίαν ἐπὶ | |
25 | σαυτῷ μεγάλα χαίρειν Θεὸν, ὅταν αὐτῷ φαίνῃ βου‐ θυτῶν, καὶ βρωμάτων δὲ πέρι καὶ τῆς ἐν τούτοις διαφορᾶς, πολὺς παρὰ σοὶ καὶ ἀκριβὴς ὁ λόγος, ἐν τούτοις ἔχειν τὸ καύχημα· ταῦτα παρὰ σοὶ τῆς ἀκροτάτης ἀρετῆς ὠδίνει τὰ γυμνάσματα· ἐν τούτοις | |
30 | ἔθου σαυτῷ τοὺς τῆς εὐδοκιμήσεως ὅρους. Ἐγὼ δὲ τὴν τοῦ νομοθέτου σοφίαν καὶ σύνεσιν, παντὸς εἶναί φημι καὶ λόγου καὶ θαύματος κρείττονα· ἐπισκή‐ ψαιμι δ’ ἂν, καὶ μάλα εἰκότως, ταῖς Ἰουδαϊκαῖς ἀβου‐ λίαις. Νοοῦσι μὲν γὰρ οὐχ ἑτοίμως· φεύγουσι δὲ τὸ | |
35 | μαθεῖν, πλημμελοῦντες καθ’ ἕτερον, καὶ μόναις ταῖς ἑαυτῶν ἀμαθίαις εἰς τὸ μηδενὸς ἀπολαῦσαι τῶν ἀγα‐ θῶν ποδηγούμενοι. Ἀλλὰ καὶ αὐτοὶ διὰ τῆς προφητι‐ κῆς ἀκουέτωσαν φωνῆς· «Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὑτῶν.» Φέρε γὰρ δὴ τί ποτε ἄρα ἐστὶ τὸ | |
40 | ἐκ τοῦ περιτέμνεσθαι χρήσιμον, διασκεψώμεθα· ἢ ποῖον ἡμῖν ὁ νομοθέτης διὰ τούτου παρεισοίσει τὸ ὠφελοῦν. Τὸ μὲν γὰρ τοῖς τοῦ σώματος μορίοις, δι’ ὧν ἡ φύσις ὑπηρετεῖται πρὸς γένεσιν, ἐπάγεσθαι τὴν περιτομὴν, εἰ μὴ λόγον ὑφ’ ἑαυτῷ τὸν κάλλιστον | |
45 | ἔχοι, γελοιότητος οὐκ ἀμοιρεῖ· μᾶλλον δὲ τὴν τοῦ δημιουργήσαντος γράφεται τέχνην, ὡς εἰκαίοις τισὶ περιττώμασι τὸ τοῦ σώματος καταβρίθοντος σχῆμα. Εἶτα πῶς, εἴπερ ἂν οὕτως ἔχοι τε καὶ παρ’ ἡμῖν νοοῖτο τῶν εἰρημένων ἡ δύναμις, οὐ τοῦ πρέποντος ἁμαρ‐ | |
77.516(50) | τεῖν τὸν θεῖον ψηφιούμεθα νοῦν; Εἰ γὰρ ἐν τῷ περι‐ τέμνεσθαι μᾶλλον σώζεται τῇ τοῦ σώματος φύσει τὰ πρεπωδέστερα, πῶς οὐ πάντως ἦν ἐν ἀρχῇ τοῦτο κρεῖττον καὶ ἄμεινον; τίς οὖν, εἰπέ μοι, τὴν ἀπλανῆ | |
καὶ ἀκήρατον φύσιν ἐν ἁμαρτίαις τοῦ πρέποντος | ||
77.517 | γεγενῆσθαι λέγων, οὐ παντί τῳ φανεῖται ληρῶν; Μωρὶ μὲν γὰρ ὁ ἐπὶ πάντων Θεὸς ἀλόγων ζώων ἐδημιούργησε γένη· ἀλλ’ οὐδὲν τῇ τούτων κατασκευῇ πρὸς τὸ ἀκριβέστατον κάλλος, οὔτε ἔχον ἐλλιπῶς, οὔτε | |
5 | μὴν περιττῶς ἐγκείμενον φαίνεται. Ἀπήλλακται δὲ παντελῶς τῆς ἐπ’ ἄμφω διαβολῆς, καὶ τὴν ἐν ἑκατέ‐ ροις κατηγορίαν διαπέφευγε. Πῶς ὁ οὕτως ἀριστοτέ‐ χνης Θεὸς, ὁ τὴν ἐν τοῖς ἐλάττοσι προμήθειαν τοσαύ‐ την πεποιημένος, περὶ τὸ πάντων ἂν ἐσφάλη τιμιώτα‐ | |
10 | τον; Καὶ τὸν κατ’ εἰκόνα παράγων εἰς μέσον τῶν ἀλόγων αἰσχίονα φαίνεσθαι παρεσκεύασεν, εἴπερ ἐν ἐκείνοις μὲν οὐδὲν, ἐν δὲ τούτῳ τι διέπτεσται; Ἀλλ’ οἶμαι καὶ αὐτοὺς συνερεῖν Ἰουδαίους, ὡς εἰ μή τι τῶν ἀγαθῶν διὰ τῆς [περὶ] κατὰ σάρκα περιτομῆς σημαίνοιτο, γέ‐ | |
15 | λωτος ἀξία, τό γε τῆς ἐκείνων ἀμαθίας φαίνεσθαι κρείττονας, τοὺς ἐν οἷς ὁ Σωτὴρ αὐλίζεται, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐνοικεῖ· φέρε πάλιν τὸν πρέποντα λόγον τοῖς τοῦ νομοθέτου διατάγμασιν ἐφαρμόσαντες, ἀξιολογωτάτην οὖσαν ἐπιδείξωμεν τὴν ἐν αὐτοῖς κει‐ | |
20 | μένην διάνοιαν. Διατί τοίνυν ὁ διὰ Μωσέως προστάτ‐ τει νόμος, ἐν ὀγδόῃ τὸ βρέφος ἡμέρᾳ περιτέμνεσθαι, καὶ προσάγεσθαι τῷ Δεσπότῃ Θεῷ, τῆς ἐξ ἔθους θυ‐ σίας ἐπ’ αὐτῷ προτετελεσμένης· εἶτα ποῖον ἡμῖν εἰσ‐ οίσει τὸ θεώρημα τὸ διὰ τῆς ἐν σαρκὶ περιτομῆς | |
25 | ὑποδηλούμενον, ὥρα λοιπὸν ἐκκαλύπτοντας ὡς ἔνι μάλιστα διειπεῖν· καὶ ὡς ἂν οἴηταί τις ἄριστα τὸν ἐπ’ αὐτῇ διεσκέφθαι λόγον. | |
33 | ηʹ. Νοῦς τοιγαροῦν ὁ ἐν ἡμῖν τὸ πάντων ἐστὶ τῇ φύσει γονιμώτατον, ἀρετῆς μὲν ἁπάσης ἔχων ἐν | |
35 | αὑτῷ τὰ σπέρματα, καὶ τὰς ἐφ’ ἑκάστῳ τῶν καλλί‐ στων ἐπιθυμίας, καθάπερ ἀπὸ γῆς, ἐξ οἰκείων κινη‐ μάτων ἀεὶ χορηγούμενος· πεποίηται γὰρ οὕτω παρὰ τοῦ κτίσαντος. Ἐπιτρέχειν δὲ αὐτὸν ὥσπερ τι κά‐ λυμμα, καθάπερ ἐμφύτου ῥίζης ἐξέρπουσα λήθη, ἣ | |
40 | καὶ πάσης ἐστὶν ἀκαθαρσίας τροφός. Καὶ τὴν μὲν ἐπὶ τοῖς ἀμείνοσιν ἔφεσιν, ἀχλύος δίκην ἐκτείνει μὲν, ἢ καταβόσκεται· τὴν δὲ, ἐπὶ τῷ χρῆναι τὰ βέλτιστα δρᾷν ἐπισκιάζουσαν, μνήμην τὸ γεῶδες ἡμῖν ἀντὶ τοῦ πνευματικοῦ πραγματεύεται φρόνημα, οὕτω τε | |
45 | πάσης ἀκαθαρσίας ἀνάπλεω δεικνύει τὸν ἄνθρωπον. Καὶ γοῦν οἷς τοῦτο συνέβη παθεῖν, διὰ προφητικῆς λέγεται φωνῆς· «Μνήσθητε, οἱ μακρὰν τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ καρδίαν ὑμῶν.» Ἔδει γὰρ, ἔδει καθάπερ ὕδωρ ἐπιχεῖσθαι πυρὶ, τοῖς ἀπὸ | |
77.517(50) | τῆς λήθης κακοῖς τῶν ἀγαθῶν τὴν ἀνάμνησιν· καὶ διὰ τῶν ἐναντίων βοηθημάτων τὸ λοιποῦν ἀφανί‐ ζεσθαι. Ἕως ἂν οὖν τοῖς ἀπὸ τῆς λήθης κακοῖς ὁ ἐν ὑμῖν κατακαλύπτηται νοῦς, καὶ τὸ τίκτειν τὰ κάλ‐ | |
λιστα πεφυκὸς, ταῖς ἐντεῦθεν ἀμαθίαις ἐπιθολού‐ | ||
77.520 | μενον, μηδαμόθεν ἔχοι τὸ δύνασθαι διαπρέπειν ἐν ἀγα‐ θοῖς, ἀκάθαρτοι τὸ τηνικάδε καὶ βδελυρώτατοι, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων, λελογίσμεθα παρὰ Θεῷ; Τὴν δὲ ἐπὶ τοῖς ἀμείνοσι λήθην ἀποκρουόμενοι, καὶ | |
5 | ὥσπερ τινὰς περιττωμάτων ἐκδρομὰς τὰ ἐντεῦθεν ἀποτέμνοντες πταίσματα, ἐλεύθερον μὲν ἁπάσης φαυλότητος, γυμνὸν δὲ τῶν ἐκ πονηρίας κακῶν, τὸν ἄρσενα καὶ γονιμώτατον ἐν ἑαυτοῖς διατηρήσομεν νοῦν. Οὑτωσὶ λοιπὸν τὴν μὲν ἐκ τῆς ἁμαρτίας πα‐ | |
10 | λαίωσιν ἔξοικον τῆς ἑαυτῶν ψυχῆς ποιησάμενοι, εἰς δὲ τὴν ἐκ τῆς ἀκακίας νηπιότητα μεταστοιχειούμε‐ νοι, παραστησόμεθα μετὰ παῤῥησίας τῷ Θεῷ· οὐκ αὐτοὶ δὲ πάντως ἑαυτοὺς προσοίσομεν, ὥσπερ οὖν οὐδὲ τὸ ἀρτίτοκον βρέφος ἑαυτὸ προσῆγε τῷ Θεῷ. | |
15 | Προσοίσει δὲ ἡμᾶς ὁ διὰ τῆς πίστεως ἀναγεννήσας Χριστὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν θυσίαν ἀναφέρων τῷ Πατρί· καὶ προσοίσει κατὰ τὴν ὀγδόην ἡμέραν, του‐ τέστι μετὰ τὸν ἔννομον σαββατισμόν. Οὗτος γάρ ἐστι τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας ὁ καιρός· | |
20 | ἐπεὶ καὶ τέλος νόμου καὶ προφητῶν ὁ Χριστός. Διὰ ταύτην, οἶμαι, τὴν αἰτίαν, μᾶλλον δὲ ἀκριβέστερον εἰπεῖν, ἡ ὀγδόη, παρ’ ἡμῖν Κυριακὴ κατωνόμασται, ὡς εἰς τέλος μὲν ἤδη τὸν τοῦ νόμου καιρὸν κατα‐ κλείουσα· ἀρχὴν δὲ ἡμῖν Κυριακῶν εἰσφέρουσα χρό‐ | |
25 | νων, ἐν οἷς γέγονε τὰ πάντα καινά. Ὥσπερ οὖν ἀμέλει καὶ ὁ Παῦλός φησι· «Ὥστε εἴ τις ἐν Χρι‐ στῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Τοῦτον ἡμῖν εἰσκομίζειν τῶν θεω‐ ρημάτων τὸν τύπον οἴεσθαι τὴν κατὰ σάρκα περι‐ | |
30 | τομὴν, ἐν ὀγδόῃ μὲν ἐπιτελουμένην, καθάπερ εἶπον, ἡμέρᾳ, εἰς ὄψιν δὲ ἄγουσα[ν] τὰ νεογνὰ τῷ Θεῷ. Προσμαρτυρείτω δὲ τοῖς εἰρημένοις καὶ ὁ σοφώτατος Παῦλος, ὁ τῶν τοῦ Σωτῆρος μυστηρίων ταμίας εἰσίτω βοῶν· «Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν· | |
35 | οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας, οὐ γράμ‐ ματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ.» Ἐπιστελλέτω δὲ πάλιν ἑτέροις περὶ τῶν αὐτῶν οὕτω λέγων· «Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς | |
40 | κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ οἱ πνεύματι Θεῷ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες.» Καύχημα μὲν γὰρ τῆς κατὰ σάρκα περιτομῆς, εἰ μόνη νοοῖτο, καὶ τὸ ἐκ τῆς θεωρίας οὐκ | |
45 | ἔχουσα κάλλος, οὐδὲν, οἶμαι, παρὰ τοῖς εὖ φρονοῦσιν εὑρεθείη ποτέ. Ὅτε δὲ τῆς ἐν πνεύματι περιτομῆς εἰσφέρει τὸν τύπον, καὶ τὸν ἐν καρδίᾳ καθαρισμὸν ὑποσημαίνουσα φαίνεται, τότε δή τις ἐπαινέσει μὲν ἴσως ὡς ἄριστα σχηματίζουσαν τὸν ἐν λεπτῇ, θεω‐ | |
77.520(50) | ρίᾳ κείμενον· ἀποφοιτήσει δὲ δηλονότι τοῦ παθεῖν, τὸν ἐν καρδίᾳ μελετήσας καθαρισμόν. Ὃ δὴ καὶ δρᾷν ἐπείγεσθαι τοῖς Ἰουδαίοις προφητικὸς συνεβού‐ λευε λόγος, ἔχων ὡδί· «Τάδε λέγει Κύριος· Νεώ‐ σατε αὑτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ’ ἀκάνθαις. | |
55 | Περιτμήθητε τῷ Θεῷ, καὶ περιτεμεῖσθε τὴν σκλη‐ | |
77.521 | ροκαρδίαν ὑμῶν, ἄνδρες Ἰούδα, οἱ κατοικοῦντες Ἱερουσαλὴμ,» ὥστε εἴ τις ἐν σαρκὶ περιτέμνοιτο, οὐ πάντως τοῦτο ποιήσει τῷ Θεῷ· ὁ δέ γε τὴν ἐν πνεύματι περιτομὴν διὰ τῶν εὐαγγελικῶν δεχόμενος | |
5 | κηρυγμάτων, αὐτῷ δηλονότι τῷ πάντων Δεσπότῃ, οὐ τῷ νομικῷ γράμματι περιτέμνεται, μορφοῦν εἰωθότι, καὶ καθάπερ ἐν σκιαῖς τὴν ἀλήθειαν. Ὅτι δὲ τῆς κατὰ ἀλήθειαν περιτομῆς ἡ δύναμις οὐκ ἐν τῷ κατὰ τὴν σάρκα πληροῦται πάθει, ἀλλ’ ἐν τῷ βούλεσθαι | |
10 | δρᾷν ἅπερ ἐπιτάττει Θεὸς, ἄκουε Παύλου σαφέστατα λέγοντος· «Ἡ περιτομὴ οὐδέν ἐστι· ἡ ἀκροβυστία, οὐδέν ἐστιν.» Ἀλλ’ ἵνα μὴ λόγους ἡμῖν φαίνηται προτείνων ψιλοὺς, οὐδὲν εἶναι λέγων τὸ διὰ νόμου τετιμημένον, ἐπεξηγεῖται σαφέστερον, καί φησι· | |
15 | «Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράττῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυ‐ στία γέγονεν. Ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάττῃ, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; Καὶ κρινεῖ ἐκ φύσεως | |
20 | ἀκροβυστία τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμμα‐ τος καὶ περιτομῆς παραβάτην νόμου.» Ὅτε τοίνυν ἀνόνητον μὲν ἐν τοῖς παθοῦσιν ὁρᾶσθαί φησι τὴν περιτομὴν, ὅταν αὐτοῖς μὴ πρὸς τὸ διὰ πραγμάτων εὐδοκιμεῖν· οἱ δὲ τὴν ἐκ φύσεως ἔτι σώζοντες ἀκρο‐ | |
25 | βυστίαν ἀμείνους τῶν μὴ τοιούτων νομοφύλακες εἶ‐ ναι εὑρίσκονται, ποῖον ἔσται λοιπὸν τὸ ἐκείνης καύχημα, πυθοίμην ἂν ἡδέως τῶν ἀνουστάτων Ἰουδαίων. Εἰ δὲ χρή τι τοῖς εἰρημένοις προσθῆναι, καὶ ἕτερον σημεῖον δεδόσθαι τὴν περιτομὴν, ὁ Παῦλος | |
30 | διϊσχυρίζεται. Καὶ ὥσπερ τι σήμαντρον τῆς ἐν ἀκρο‐ βυστίᾳ πίστεως τῷ προπάτορι τοῦ γένους Ἀβραάμ· εἰς τὸ εἶναι αὐτὸν «πατέρα πολλῶν ἐθνῶν, οὐ μόνον, φησὶ, τοῖς ἐκ περιτομῆς,» ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ Πατρὸς | |
35 | ἡμῶν Ἀβραάμ. «Ἐπίστευσε γὰρ τῷ Θεῷ, καὶ δε‐ δικαίωται,» περιτομὴν οὔπω λαβών· μετὰ δὲ τὴν πίστιν καὶ τὴν ἐκ ταύτης δικαίωσιν, σημεῖον αὐτῷ τοῦ πράγματος γέγονεν ἡ περιτομή. | |
43 | θʹ. Δέχου τοιγαροῦν, Ἰουδαῖε, τὴν τοῦ πνεύματος μάχαιραν, ἀπόθου τὴν σκληροκαρδίαν, ὡς γέγρα‐ | |
45 | πται, «περιτμήθητι τῷ Θεῷ.» Μάνθανε σαββατίζειν, οὐ καθάπερ αὐτὸς οἴει ἔχειν καλῶς, ἀλλ’ ὡς ἡ τοῦ νομοθέτου διατάττει βούλησις. Ὅ τι γὰρ δὴ καὶ περὶ τούτου φησὶν ὁ νομοθέτης, ἄξιον ἰδεῖν. Ἔργων ἀπο‐ σχέσθαι κελεύει, καὶ πόνων μὲν ἀνεῖσθαι σωματι‐ | |
77.521(50) | κῶν, κατὰ τὸ Σάββατον. Ἐξοίχεσθαι δέ τινα τῆς Ἰερουσαλὴμ οὐ βούλεται, οὐδὲ εἰς ὁδοὺς ἐκτείνε‐ σθαι μακράς. Κεχρῆσθαί τε μὴν οὐ ταῖς παραυτίκα | |
πεποιημέναις, ἀλλὰ ταῖς ἤδη προητοιμασμέναις τρο‐ | ||
77.524 | φαῖς. Ἀχθοφορεῖν δὲ ὅλως, καὶ ἀπὸ τοῦ καταφορτί‐ ζεσθαι παντελῶς ἀποκωλύει, σαφέστατα λέγων διὰ φωνῆς Ἱερεμίου· «Καὶ οὐκ ἐξελεύσεσθε ἔξω τῆς πύλης Ἱερουσαλὴμ τῇ ἡμέρᾳ τῶν Σαββάτων· καὶ | |
5 | οὐκ ἐξοίσετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν.» Ἐν τούτοις ὑμῖν ὁ νόμος ὁρίζει τὰς τοῦ Σαββάτου τιμάς. Ἀλλ’ ἡκέτω μοι πάλιν εἰς μέσον ὁ μόνῳ τῷ γράμ‐ ματι συνηγορεῖν μελετήσας, καὶ λεγέτω τις ἡμῖν τῶν ἐξ Ἰουδαϊκοῦ συστήματος, πότερόν ποτε λόγος | |
10 | ἐφήρμοσται τοῖς θεόθεν διατεταγμένοις σοφὸς, ἤγουν ἐν ψιλαῖς ἡμῖν κεῖται ταῖς λέξεσι, καὶ γυμνῷ τῷ γράμματι, τῶν θείων μυστηρίων ἡ δύναμις. Εἰ μὲν οὖν ὥσπερ ἐπὶ καλύμματι τοῖς θεωρήμασι τὴν ἐκ τοῦ γράμματος ἐπαλείφεσθαι παχύτητα, νουνε‐ | |
15 | χέστατά τε ποιῶν ὁμολογεῖ, ζητείτω τὸ νόημα, καὶ μὴ τοῖς ἐν σχήματι λαλουμένοις ἐμφιλοχωρῶν, αὐ‐ τὸς ἑαυτὸν ζημιούτω τὰ κάλλιστα· εἰ δὲ ὅτι προσ‐ ήκει μόνῳ προσεδρεύειν τῷ γράμματι, καὶ μηδὲν ἐπ’ αὐτῷ πλέον λογίζεσθαι, αὐτός τε ποιοῖτο διὰ | |
20 | σπουδῆς καὶ προσέτι διδάσκειν ἑτέρους φιλονεικοίη, ἀκούσεται κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως. Οὔτε ὑμεῖς εἰσέρ‐ χεσθε, οὔτε τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.» | |
25 | Φέρε δὴ γὰρ καὶ ἐπὶ τῷ κατὰ Σάββατον λόγῳ τὴν τοῦ πράγματος φύσιν, ὅπως ἂν ἔχοι, διασκεψώμεθα, καὶ λεπτομερέστερον βασανίζοντες τοῦ λόγου τὴν δύναμιν, ἴδωμεν, εἰ μὴ μωρίας ἀνάπλεως κἀν τού‐ τῳ πάλιν ὁ τῶν Ἰουδαίων ἁλίσκεται νοῦς. | |
32 | ιʹ. Τί γὰρ δὴ τὸ πεπεικὸς, εἰπέ μοι, τὸν ἀπάντων δημιουργὸν πρὸς τοῖς ἄλλοις ἅπασιν, οἷς ἔχειν ὀρθῶς ἐδοκίμαζε, καὶ ἀργεῖν ἐν Σαββάτῳ νομοθετεῖν, καίτοι | |
35 | τῆς ἄλλης ἁπάσης κτίσεως, τὰ ἐκ φυσικῶν κινημά‐ των ἐνεργούσης, ἀκωλύτως κατὰ τὸ Σάββατον, ἢ καὶ ὅπερ ἔκαστον τῶν ὄντων τέτακται ποιεῖν, οὐ κατα‐ λυόντων διὰ τὸ Σάββατον; Ἥλιος μὲν γὰρ ἀνίσχει, καὶ τὸν συνήθη δρόμον ἐξελίττων οὐ παύεται· γῆ δὲ | |
40 | ἡ φυτοῖς κομῶσα ποικίλοις καὶ πολυειδέσιν ὡραϊζο‐ μένη βλαστήμασιν οὐκ ἀποστειροῦται διὰ τὸ Σάβ‐ βατον, οὐδὲ τοῖς ἐξ αὐτῆς τὴν θρεπτικὴν ἐψεύσατο δύναμιν. Πηγαὶ δὲ ὁμοίως καὶ αἱ ψυχρῶν ὑδάτων μητέρες, ποτὲ τὸν ἐξ οἰκείων μαστῶν ἀνακόπτουσαι | |
45 | δρόμον, τὴν αὐταῖς συνήθη χορηγίαν ἐπαύσαντο φέρειν. Ἀλλ’ οὐ τοῦτο νῦν ἐρεῖς, Ἰουδαῖε, καίτοι νόμους ἐφ’ ἑκάστῳ τῶν πεποιημένων παρὰ τοῦ Δη‐ μιουργοῦ τεθεῖσθαι πιστεύομεν, καθ’ οὓς κινεῖσθαι πέφυκε, διαζῇ τε καὶ σώζεται. Ἀλλ’ εἴπερ, ὡς οἴει, | |
77.524(50) | κατὰ γνώμην αὐτῷ τὸ τιμᾶσθαι ταῖς ἀργίαις τὸ Σάββατον, οὐδενὸς ἡμῖν ἑτέρου διὰ τῆς τοιαύτης νο‐ μοθεσίας χρησίμου παρεισβαίνοντος, τί μὴ τὸν αὐ‐ τὸν ἐφ’ ἅπασιν ἐτίθει νόμον; Τί δὲ, εἰπέ μοι, τὸ | |
λυποῦν, ὀψοποιεῖσθαί τινα τὸ καθ’ ἡμᾶς, ἢ ἀλφιτουρ‐ | ||
77.525 | γεῖν ἐν Σαββάτῳ; ἢ τί τὸ κωλύον τὰς ἑτέρας τοῦ σώματος ἀποσχεδιάζεσθαι τροφάς; Νυνὶ δὲ ὥσπερ τι μέγα καὶ περισπούδαστον ὁ νόμος ἡμῖν εἰσηγού‐ μενος, ἔργου μὲν ἀπείργει παντός· βάσταγμα δὲ | |
5 | τῆς ἑστίας ἐκκομίζειν οὐκ ἐᾷ· ἀλλ’ οὐδ’ ἐξοίχεσθαί ποι μακρὰν τῆς ἐν Ἱερουσαλὴμ πύλης τὸν οὐδὸν παραμείβοντας, σιτίοις γε μὴν, οὐ τοῖς παραυτίκα πεπορισμένοις, ἀλλὰ τοῖς ἐκ προμηθείας ηὐτρεπι‐ σμένοις ἀποκεχρημένους, ἐπὶ δαῖτα καὶ τράπεζαν | |
10 | ἰέναι κελεύει, καὶ θανάτῳ τιμᾶται τὸν παραβαίνον‐ τα· καίτοι τῶν διηγγελμένων οὐδὲν, εἰ καθ’ ἕτερόν τινα πράττοιτο καιρὸν, ἁμαρτίας ἔγκλημα προσοίσει τῷ δεδρακότι· καὶ οὐ δή που φήσειεν ἄν τις, εἴ γε σωφρονοίη ἐν πλημμελημάτων τάξει, καὶ ταῦτα κεῖσθαι | |
15 | παρὰ τῷ νόμῳ, καθάπερ οὖν καὶ τὰ ἕτερα· ὧν ὅτι προσ‐ ήκει παντελῶς ἀποφοιτᾷν, διαγορεύει σαφῶς. Τὸ γὰρ, «Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις,» καὶ ὅσα τούτοις συνήρμοσται πρὸς τὴν αὐτὴν καὶ μίαν βλέποντα λέξιν, οὐκ ἐν | |
20 | μόνῳ Σαββάτῳ παραφυλακτέον ἀνδρὶ μισοῦντι κο‐ λάζεσθαι, ἀλλ’ ἐν παντὶ τῷ χρόνῳ παραιτητέα. Ὅθεν δὴ καὶ μάλα σαφῶς ὑπολαμβάνω κατάδηλον ἔσεσθαι τοῖς ἀκροωμένοις, ὡς ἁμαρτίαι μὲν οὐκ εἰσὶ τὰ ἐν Σαβ‐ βάτῳ κεκωλυμένα, χαριεστάτην δὲ μᾶλλον ἡμῖν ἀνα‐ | |
25 | τίκτουσι πραγμάτων εἰκόνα· ἣν δὴ καὶ ὅπως ἂν δύ‐ νωμαι διειπεῖν διὰ τὴν σὴν ὠφέλειαν, οὐκ ἀποκνήσω. Προκείσεται δὲ τῶν ἄλλων ὁ περὶ τῆς ἀργίας λόγος, διπλοῦν εἰσφέρων θεώρημα. | |
30 | ιαʹ. Ἐπειδὴ γὰρ τῆς ἐνεγκούσης ἀπάραντες, τὴν Αἰγυπτίων κατῳκίκασι χώραν οἱ ἐξ Ἰσραὴλ, μα‐ κροὺς ἐν αὐτῇ παρατείνοντες χρόνους, ὅτι μὲν Ἑβραῖοι τὸ γένος εἰσὶ, καὶ τῆς Ἀβραὰμ ἐξέφυσαν ῥίζης, οὐδὲ ἐν μόναις ἔτι, κατὰ τὸ εἰκὸς, διέσωζον | |
35 | μνήμαις. Ἐπιλαθόμενοι δὲ τῶν πατρίων ἐθῶν, καὶ τὴν προγονικὴν εὐσέβειαν ἀρνησάμενοι, πρὸς τὰς τῶν ἐπιχωρίων ψευδολατρείας ἐτράποντο. Ἀδικεῖν δὲ ὥσπερ οὐ μετρίως ὑπειληφότες τοὺς εἴσω γῆς εἰσδεξαμένους τὸν μετανάστην λεὼν, εἰ μὴ καὶ τῆς | |
40 | αὐτῆς ἐκείνοις συμμετάσχοιεν πλάνης, ἡλίῳ μὲν χρῆναι προσκυνεῖν ὑπελάμβανον· οὐρανῷ δὲ καὶ γῇ, σελήνῃ καὶ ἄστροις, καὶ τίνι γὰρ οὐχὶ τῶν στοι‐ χείων τὴν Θεῷ πρέπουσαν δόξαν ἀπονέμειν ᾤοντο δεῖν; Βαθὺς γὰρ ἦν αὐτοῖς τῆς ἀγνοίας ὁ σκότος· | |
45 | καὶ καθάπερ ὁ Παῦλός φησιν, ἐλάτρευον τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Ἐπειδὴ δὲ αὐτοὺς τῆς Αἰγυ‐ πτίων ὠμότητος, καὶ τῆς πικρᾶς ἐκείνης δουλείας ἐλευθεροῦν ὁ νομοθέτης ἐπείγετο, καὶ δὴ καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐκάλει, τὴν ἐν Αἰγύπτῳ | |
77.525(50) | πλάνην ἀποφορτίζεσθαι μελισμοῦ τινος δίχα προσ‐ έταττεν· «Ὅρα δὴ, λέγων, μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν, καὶ ἰδὼν τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς. Κύριος ὁ Θεός σου, | |
55 | Κύριος εἶς ἐστιν.» Ἐπειδὴ δέ πως ἐχρῆν καὶ διὰ | |
77.528 | πράγματος ἐναργοῦς ἐπαναγκάζειν ὥσπερ καὶ οὐχ ἑκόντας ὁμολογεῖν, ὣς πεποίηται μὲν οὐρανός· ἥλιος δὲ, καὶ σελήνη, καὶ ἄστρα, καὶ γῆ, καὶ ἡ ἄλλη δὲ σύμπασα κτίσις ταῖς τοῦ δημιουργήσαντος τέχναις | |
5 | εἰς τὸ εἶναι κεκίνηται, συσχηματίζεσθαι κελεύει τῷ Δημιουργῷ· καὶ καταλύοντας ἐν Σαββάτῳ, τῆς ἑορτῆς τὴν αἰτίαν εἰδέναι βούλεται· «Κατέλυσε γὰρ, φησὶν, ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.» Οἱ δὲ καταλύοντι τῷ Δημιουργῷ συγκατα‐ | |
10 | λύειν σπουδάζοντες, πῶς οὐκ ἂν ὁμολογήσαιεν, καὶ μάλα σαφῶς, ὡς πεποίηται μὲν τὰ σύμπαντα, εἷς δὲ ἁπάντων γενεσιουργὸς καὶ τεχνίτης ἐστί; Συμ‐ βέβηκε τοίνυν, διὰ τῆς κατὰ τὸ Σάββατον ἀργίας, καὶ τὸν περὶ τῆς θεότητος εἰσφέρεσθαι λόγον τοῖς | |
15 | ἐξ Ἰσραὴλ, καὶ τὴν ἁπάντων τεχνίτην καὶ δημιουρ‐ γὸν ἐπιγινώσκεσθαι φύσιν· καὶ τὴν τῶν ὁρωμένων στοιχείων οὐκ ἀγνοεῖσθαι δουλείαν. Εἷς μὲν δὴ λό‐ γος οὗτος τῆς κατὰ τὸ Σάββατον ἀργίας. Δεύτερος δὲ ἐπὶ τούτῳ καὶ μάλα σεμνὸς, καὶ τοῖς τὴν ἕξιν | |
20 | τελειοτέροις ἁρμοδιώτατος· «Οὐ γὰρ τοῖς ἔτι νηπιά‐ ζουσι τὰς στερεωτέρας τῶν μαθημάτων παραθετέον τροφάς· ἀλλὰ τοῖς διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυ‐ μνασμένοις,» ὡς ὁ Παῦλός φησι. Σημαίνει τοίνυν ἡ κατὰ τὸ Σάββατον ἀργία καὶ ἡ τῶν ἔργων ἀπόθεσις | |
25 | τὴν ἐσομένην ἐπὶ τέλει τῶν ἁγίων κατάπαυσιν· ὅτε δὴ πόνων ἀποσεισάμενοι, καὶ τοὺς ἐπὶ τοῖς σταδίοις ἱδρῶτας ἀπονιψάμενοι, πρός τε τὴν ἄνω πόλιν ἀνα‐ ποδίσαντες, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἐν ἀνα‐ παύσει καὶ τρυφῇ τὸν ἅπαντα διοίσουσι χρόνον· ἔρ‐ | |
30 | γων μὲν οὐκέτι καὶ πόνων ἁπτόμενοι· τὰ δὲ ἐν τῷ παρῳχηκότι βίῳ καυχήματα ἐφόδιον πρὸς σωτηρίαν ἔχοντες, εἰς ἀθάνατον ζωὴν τὰς ἑαυτῶν ἀποθρέψουσι ψυχάς. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ προευτρεπίσθαι δεῖν τὰς ἐν Σαββάτῳ τροφάς. Τὸ δὲ βαστάγμασιν, | |
35 | ἤτοι φορτίοις μὴ ἐξεῖναί τισι καταβρίθειν ἑαυτοὺς ἐν Σαββάτῳ, ἐκεῖνο σημαίνειν ἔοικε, κατά γε τὸν ἡμέτερον νοῦν, ὡς μετὰ τὴν ἐκ νεκρῶν ἀναβίω‐ σιν, κατὰ τὸν ἐν τῇ ἄνω πόλει σαββατισμὸν, οὐκέτι τὸ τῆς ἁμαρτίας ἡμῖν φορτίον ἐπικείσεται· οὐδὲ συν‐ | |
40 | τρίψει πάλιν εἰς παρανομίας δελεάζων ὁ πονηρός· αὐτὸς μὲν εἰς ᾅδου δίκας ὑπέχων τὰς διαιωνίου πυρός· λελυμένης δὲ εἰς τὸ παράπαν τῆς νῦν ἐνερ‐ γούσης ἐν ἡμῖν ἁμαρτίας. Τό γε μὴν τῶν τῆς Ἱε‐ ρουσαλὴμ πυλῶν εἴσω μένειν κατὰ τὸ Σάββατον, | |
45 | αὐτὸ διὰ τῶν αὐτῶν εἴσω μένειν δοκεῖ. Οἱ γὰρ ἅπαξ εἰς τοὺς τῶν ἁγίων ἀνακεκλιμένοι χοροὺς, καὶ εἰς τὴν τῶν πρωτοτόκων εἰσελάσαντες Ἐκκλη‐ σίαν, οὐκ ἐκβήσονταί ποτε τῆς ἐν θυμηδίαις ἀσφα‐ λείας· οὐδὲ ἐξελεύσονται τῆς δοθείσης αὐτοῖς δωρεᾶς· | |
77.528(50) | ἀλλ’ ἐν αὐτῇ μενοῦσιν ἀεὶ, τῇ τοῦ Πνεύματος χά‐ ριτι πεπυργωμένοι τὸν νοῦν. Οὕτω γὰρ γέγραπται· | |
«Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐπὶ γὰρ | ||
77.529 | κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα· ἀπέδρα ὀδύ‐ νη, καὶ λύπη, καὶ στεναγμός.» Ἐπιλήσονται δὲ τὴν θλίψιν αὑτῶν τὴν πρώτην, καὶ οὐκ ἀναθήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν. Ὅτι δὲ πάλιν τὴν ἐσομένην | |
5 | τοῖς ἁγίοις κατάπαυσιν ἐπὶ τῇ τῶν αἰώνων συντε‐ λείᾳ σημαίνει τὸ Σάββατον, αὐτὸς ἡμῖν εἰσίτω μάρ‐ τυς ὁ Παῦλος, καὶ λεγέτω πρὸς Ἑβραίους, περὶ τῶν ἀρχαιοτέρων ἐπιστέλλων· «Φοβηθῶμεν οὖν μήποτε, καταλιμπανομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κα‐ | |
10 | τάπαυσιν αὐτοῦ, δοκεῖ τις ἐξ ἡμῶν ὑστερηκέναι. Καὶ γάρ ἐσμεν εὐηγγελισμένοι, καθάπερ κἀκεῖνοι.» Ἐπειδὴ δέ πως ἐδόκει παρὰ τοῖς οὐκ εἰδόσι νοεῖν, κατάπαυσιν ὀνομάζειν ἐνθάδε τὴν εἰς γῆν τῆς ἐπαγ‐ γελίας εἴσοδον διὰ τῆς Ἰησοῦ στρατηγίας πεπλη‐ | |
15 | ρωμένην· Ἰησοῦ δέ φημι τοῦ καλουμένου Ναυῆ· δεικνύων ἐναργέστερον, ὡς ἐκείνης μὲν οὐδὲ εἷς λό‐ γος αὐτῷ, εἰς δὲ τὴν προσδοκωμένην ἔσεσθαι βλέ‐ πει, καὶ κατ’ ἐκείνης ὁ τῶν νοημάτων σκοπὸς συν‐ τείνεται, πάλιν φησὶν ἐφεξῆς· «Εἰ γὰρ αὐτοὺς Ἰη‐ | |
20 | σοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ,» σαββατισμὸν ἐνθάδε λέγων σαφέ‐ στατα τὴν ἐπὶ τέλει τῶν ἁγίων κατάλυσιν. Καὶ γοῦν ἐφεξῆς σημεῖον τοῦ νοήματος δίδοσιν ἀκριβὲς, | |
25 | ἐπιφέρων ὡδί· «Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὑτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.» Κατα‐ | |
30 | νόει σαφῶς, καὶ μάνθανε, Ἰουδαῖε, δι’ ὧν ἐνθάδε φησὶν ὁ παρὰ τοὺς πόδας τοῦ Γαμαλιὴλ ἀνατε‐ θραμμένος, ὁ σύμπασαν ἔχων τοῦ νόμου τὴν γνῶσιν· Ἑβραῖος ὢν ἐξ Ἑβραίων, φυλῆς Βενιαμὶν, κατὰ νόμον Φαρισαῖος· ὅτι τὴν μὲν τυπικὴν ἀργίαν, τὴν κατὰ τὸ | |
35 | Σάββατον, λέγων, τὴν διὰ τοῦ νομικοῦ γράμματος εἰσφερομένην, οὐδὲν μὲν ὅλως εἶναί φησιν· εἰκόνα δὲ μᾶλλον τυποῦν τῶν ἐν ἐλπίσιν ἀγαθῶν, καὶ τῆς κατ’ ἐκεῖνο καιροῦ τοῖς ἁγίοις δοθησομένης ἀναπαύλης, καθ’ ὃν ἂν ὁ πάντων Σωτὴρ ἐξ οὐρανοῦ παραγένηται | |
40 | ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὑτοῦ, καθὼς γέγραπται, καὶ διαδίδωσι τοῖς ἁγίοις τὰ γέρα. Ἀλλ’ οἶμαι διαρ‐ κῶς καὶ τὸν περὶ τούτων ἡμῖν κατεξητάσθαι λόγον, ὅθεν δὴ λοιπὸν ἰτέον περὶ τὰ συνήθη καὶ πρεπωδέ‐ στερα. | |
47 | Ἐπειδὴ τοίνυν Ἑλλήνων μὲν ἐπλανῶντο παῖδες, λατρεύοντες τῇ κτίσει παρὰ τὸν Κτίσαντα, καὶ εἰς πολύθεον ἀπάτην ἐγκεχυμένοι, τὴν πλατεῖαν εἰσεπή‐ | |
77.529(50) | δων τοῦ θανάτου πύλην, Ἰουδαῖοι δὲ πάλιν τοσοῦτον εἰς τὰς ἑαυτῶν ἐξημάρτανον ψυχὰς, ὡς ποιεῖσθαι μὲν τοῦ νόμου φροντίδα οὐδαμῶς, ἡγεῖσθαι δὲ φορ‐ τικοὺς, καὶ ληρεῖν ὑπολαμβάνειν τοὺς τῶν καλλίστων εἰσηγητὰς, καὶ τοῖς διὰ τῆς ἄνωθεν προκεχειρημένοις | |
55 | χάριτος διαῤῥήδην ἐπιφωνεῖν· «Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν· ἀφέλετε ἀφ’ ἡμῶν | |
τὸν τρίβον τοῦτον, καὶ ἀφέλετε ἀφ’ ἡμῶν τὸ λόγιον | ||
77.532 | τοῦ Ἰσραήλ.» Ἀναγκαίως ὁ πάντων Δεσπότης, οὐκέτι διακόνοις τισὶ καὶ ὑπηρέταις ἐχρῆτο πρὸς κατόρθω‐ σιν τῆς ἡμετέρας σωτηρίας, ἀλλ’ ἑαυτὸν ὑπὲρ ἡμῶν ἀντιτιθεὶς τῷ τυραννήσαντι διαβόλῳ, γέγονεν ἄνθρω‐ | |
5 | πος· καὶ τίκτεται μὲν διὰ τῆς ἁγίας Παρθένου· πολλὰ δὲ σημεῖα καὶ τέρατα τοῖς διδασκαλικοῖς ὁμοῦ παρ‐ εχόμενος λόγοις, πάντα μετετίθει πρὸς τὸ ἄμεινον, καὶ τὴν κατεφθαρμένην τοῦ ἀνθρώπου φύσιν εἰς και‐ νότητα μεταρυθμίζων ζωῆς, καθάπερ ἐκ δεσμῶν | |
10 | λελυμένην, ἐλευθέραν προσῆγε τῷ Πατρὶ, καὶ τοὺς ἐκ τῆς ἁμαρτίας συντετριμμένους, ἡμερωτάτῳ δόγ‐ ματι, πρὸς ἑαυτὸν ἐκάλει, λέγων· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀνα‐ παύσω ὑμᾶς.» Τέθειτο μὲν οὖν ἐν τούτοις τὰ καθ’ | |
15 | ἡμᾶς. Διεπρίετο δὲ πάλιν ὁ τύραννος ἐπὶ τοῖς τοῦ Σωτῆρος ἡμῶν κατορθώμασι· καὶ θρήνου πρόφασιν ἐποιεῖτο τὴν ἡμετέραν σωτηρίαν· ὡς δὲ τῆς ἐκ πλεον‐ εξίας αὐτῷ πεποιημένης ἀρχῆς ἐξωθούμενος εἰς βαθεῖαν ἐβαπτίζετο λύπην. Ἡλίου μὲν γὰρ δίκην | |
20 | ἀναλάμπον τὸ θεῖον κήρυγμα βλέπων, κατεσκεδασμέ‐ νην δὲ ἤδη τὴν τῆς ἀρχαίας ἀσεβείας ἀχλὺν, ὠδῖνας τὰς ἐπὶ τούτῳ δριμείας ἐδέχετο· ἀναζέων δὲ τοῖς θυ‐ μοῖς, καὶ θερμοτάτῳ συντηκόμενος φθόνῳ, θανάτῳ περιβαλεῖν ἐβούλετο τὴν ζωήν· καὶ τὸν ἐπὶ σωτηρίᾳ | |
25 | πάντων ἐπιδημήσαντα Κύριον τοῖς τῆς φθορᾶς ὑπο‐ θήσειν δεσμοῖς προσδοκήσας ὁ παραφρονέστατος, ἀνα‐ πείθει τῶν ὁμογνωμόνων τινὰς Ἰουδαίων, ὑπηρέτας αὐτῷ γενέσθαι τοῦ δράματος, καὶ τῆς ἀνοσίου τόλμης ὑπεραστάς. Οἳ καὶ σταυρῷ παραδόντες τῶν ἀπάν‐ | |
30 | των Δεσπότην, ὅσον εἰς τὴν τῶν τολμησάντων ὑπερ‐ οχὴν, κρείττους ἤδη καὶ τῆς διαβολικῆς ὑπονοίας ἐφαίνοντο, καὶ τὸ ἐκείνου παρατρέχοντες θάρσος, μικρὸν ἐν τούτοις ὄντα, τὸν ἑαυτῶν ἀπέφαινον βρα‐ βευτήν. Ὁ μὲν οὖν ἁπάντων Σωτὴρ, τὴν τοῦ γένους | |
35 | ἡμῶν σωτηρίαν, ἄριστά τε καὶ λίαν ἐντέχνως διοι‐ κούμενος, ἐτίθει, καθὼς γέγραπται, τὴν ψυχὴν ὑπὲρ ἡμῶν, ἅτε δὴ καὶ ποιμὴν ὑπάρχων ἀγαθὸς, καὶ τῆς τῶν προβάτων ἀγέλης προκινδυνεύειν οὐ παραιτού‐ μενος. Ὁ δὲ τῶν Ἰουδαϊκῶν τολμημάτων ἐξηγού‐ | |
40 | μενος, καὶ τῆς ἐφ’ ἑαυτῷ παγίδος κατασκευαστὴς, μόλις ἔγνω παθὼν, ὅτι τῆς ἐλπίδος ἐσφάλλετο, πρὸς πᾶν τοὐναντίον μετακεχωρηκότος τοῦ πράγματος, καὶ θαλαττίου δίκην πλωτῆρος, καθάπερ ἐξ οὐρίου πνεύματος εἰς πόδα τῶν λίνων μεσούσης αὐτῷ τῆ; | |
45 | νεὼς, ἐθρήνει βλέπων ἐξ ἀντιστρόφου τὰ προσδοκώ‐ μενα. Κρατήσειν γὰρ οἰηθεὶς, καὶ χαλεπωτέραν τὴν καθ’ ἡμῶν καταστήσεσθαι τυραννίδα, καὶ τοῦ δύνα‐ σθαί τι λοιπὸν ὁ δείλαιος ἐξεβάλλετο. Σειραῖς γὰρ ἀλύτοις, καθάπερ τι θηρίον, καταδεσμούμενος, καὶ | |
77.532(50) | τῆς ἐνούσης ἰσχύος ἀπονευρούμενος, χώραν ἐποιεῖτο καὶ πόλιν τὸν ἐσώτατον τοῦ θανάτου μυχὸν, καὶ ὁ ψυχραῖς ἠπατημένος ἐλπίσιν, ὡς ὅμοιος ἔσεσθαι τῷ Ὑψίστῳ δοκῶν, ἐπάνω τε τοῦ οὐρανοῦ τὸν οἰκεῖον ἱδρύσειν θρόνον ἐκμελετήσας ποτὲ, οὐκ εἶχεν εἰπεῖν | |
55 | ᾅδου τι ἀθλιώτερον. Αἱ μὲν γὰρ τῶν ἀνθρώπων ψυχαὶ, | |
77.533 | διὰ τῆς ἐκείνου κακουργίας σεσαγηνευμέναι πρὸς ἀπώλειαν, ἔξω τῶν ὑποχθονίων ἐγένοντο πυλῶν· καὶ τοὺς τῆς ἀβύσσου κευθμῶνας ἐκδύνουσαι, τὰς ἀν‐ ηλίους τοῦ θανάτου διέφευγον αὐχάς. Καὶ τὸν βαθὺν | |
5 | ἐκεῖνον διανηχόμενοι σκότον, πρὸς τὸ τοῦ Σωτῆρος ἐβάδιζον φῶς. Παρειστήκει γὰρ «λέγων τοῖς ἐν δε‐ σμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακα‐ λύφθητε.» Ἐπειδὴ δὲ σεσύλητο τῶν πνευμάτων ὁ ᾅδης, καὶ λέλυτο τοῦ θανάτου τὸ κράτος, ἄνεισι μὲν ὁ Σω‐ | |
10 | τὴρ νικηφόρος· ἀναστήσας δὲ τριήμερον τὸν ἑαυτοῦ ναὸν, καὶ τὴν τῶν σωμάτων ἀναβίωσιν ἐνεργεστάτῳ τρόπον τινὰ ζωγραφήσας ὑποδείγματι· καὶ πάσας ἡμῖν τὰς ἐπ’ ἀγαθοῖς ῥιζώσας ἐλπίδας, συνταξάμενος τοῖς ἑαυτοῦ μαθηταῖς, καὶ βαπτίζειν ἐπιτάξας πάντα | |
15 | τὰ ἔθνη εἰς ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, εἰς αὐτὸν ἀναβαίνει τὸν οὐρα‐ νὸν, ἀνηβῶσαν εἰς ἀφθαρσίαν διὰ τῆς χάριτος ἐπι‐ δείξων τῷ Πατρὶ τὴν ἐξ ἁμαρτίας συντετριμμένην τοῦ ἀνθρώπου φύσιν, καὶ ὥσπερ τινὰ ἄσταχυν | |
20 | ἀπαρχὴν ἑαυτὸν ἀνακομίζων τῷ φύσαντι. Ἐπὶ τού‐ τοις, ἀγαπητοὶ, μικρὰς ἀποδιδόντες τῷ Σωτῆρι τὰς ἀμοιβὰς, καὶ τοῖς κατὰ δύναμιν χαριστηρίοις τὸν εὐεργέτην ἀντευφραίνοντες, τὴν ἑαυτῶν ὁμολογῶμεν πενίαν, λέγοντες· «Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ | |
25 | περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ποτήριον σωτη‐ ρίου λήψομαι, καὶ τὸ ὄνομα τοῦ Κυρίου ἐπικαλέσο‐ μαι.» Σωτηρίου γὰρ ὄντως ποτήριον ἡ εἰς Θεὸν εὐ‐ χαριστία· εὐχαριστοῦντες δὲ ὅσον ἐν λόγοις καὶ ῥή‐ μασι, καὶ τὰς ἐκ τῶν ἀνδραγαθημάτων προσθήκας | |
30 | προσκομίζομεν αὐτῷ· τὸ μὲν σῶμα πάσης μοχθηρᾶς ἀφιστῶντες ἡδονῆς, ἐκκαθαίροντες δὲ καὶ τὸ πνεῦμα, καὶ πάσης αὐτὸ πονηρίας ἐλευθεροῦν ἐπειγόμενοι, λελωβημένους ἐπισκεπτόμενοι, τοὺς ἐν πενίᾳ παρα‐ καλοῦντες, ὀρφανοῖς καὶ χήραις τὸ ἐκ τῆς συμφορᾶς | |
35 | ἐπελαφρίζοντες βάρος, τοῖς δεσμίοις διὰ τοῦ συναλ‐ γεῖν συνδεσμούμενοι, τοὺς κακουχουμένους ἀνακτώ‐ μενοι, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τῆς γὰρ οὕτω σεμνῆς ἐχόμενοι πολιτείας, καὶ πάντα κατὰ τὸν θεῖον πράττοντες νόμον, εὐδοκιμήσομεν παρὰ τῷ πάντων | |
40 | ἡμῶν Σωτῆρι Χριστῷ, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ νουμηνίας τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ἕκτης τοῦ Φαρμουθὶ μηνός· καταπαύοντες τὰς νηστείας τῇ ἑνδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ Σαββάτου, | |
45 | κατὰ τὴν εὐαγγελικὴν παράδοσιν· ἑορτάζοντες δὲ τῇ ἐξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ δωδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς· ἵνα καὶ τῆς τῶν ἁγίων ἀξιωθῶμεν ἐν οὐρανοῖς κοινωνίας ἐν Χριστῷ | |
77.533(50) | Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ | |
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | ||
77.536(3t) | ΛΟΓΟΣ Ζʹ. | |
4 | αʹ. «Χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαί‐ | |
5 | ρετε.» Ἰδοὺ γὰρ ἡμῖν διὰ τῶν αὐτῶν ἀνακυκλημά‐ των ἐρχόμενος ὁ τριπόθητος τῆς ἁγίας ἡμῶν ἑορτῆς ἀνίσχει καιρὸς, καὶ τοῖς ἐξ ἀλλοδαπῆς εἰς τὴν ἐνεγ‐ κοῦσαν καταίρουσι παραπλήσιος· εἴσω δὲ τῶν λιμέ‐ νων ἤδη φαίνεται, καὶ λοιπὸν ἐξάπτει τῆς ἠπείρου | |
10 | τὰ πείσματα. Ἐπειδὴ δὲ ἤδη πάρεστι, καὶ μονονουχὶ γέγονεν ἡμῖν ἐνδήμιος, ἀκόλουθον οἶμαι καὶ πρέπον, ἡμᾶς δὴ μάλιστα, εἴ γε τῆς θείας ἱερωσύνης ἐπει‐ λημμένοι, τὴν ἱερὰν ἐπὶ γλώττης φοροῦμεν σάλπιγγα, τὰ λαμπρὰ τῆς πανηγύρεως διδόναι συνθήματα, καὶ | |
15 | καθάπερ εἰς θίασον ἕνα τοὺς ἀπὸ πανταχόθεν συν‐ αγείρειν, λέγοντας κατὰ τὸν ἅγιον Ψαλμῳδόν· «Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς·» Ἑκάστῳ μὲν γὰρ ἀπονέμειν καιρῷ τὰ αὐτῷ πρέποντα, καλὸν δὴ λίαν οἶμαι καὶ σοφόν. Τὸ δὲ πειρᾶσθαι τῆς | |
20 | τοῦ συμφέροντος θήρας οὐχ ἁμαρτάνειν, μόνοις εἶναί φημι τοῖς ἀγαθοῖς τὴν ἕξιν ἁρμοδιώτατον. Οὐκοῦν ἐπείπερ ἡμῖν ὁ τῶν εὐκλεῶν ἱδρώτων ἀνεδείχθη και‐ ρὸς, προθύμως παρόντος ἐπιδραττώμεθα. Καθαρίσω‐ μεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ, καὶ διὰ νηστείας | |
25 | ἀγαθῆς νεκρώσωμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· πορ‐ νείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν. Οὕτω γὰρ, οὕτω τῷ πανάγνῳ Θεῷ συνεσόμεθα λέγοντι· «Ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιος.» Παῖδες μὲν οὖν ἰατρῶν οἱ φιλοτεχνέστατοι, διὰ ποικίλων εὑρημάτων | |
30 | τὰς τῶν σωμάτων ἐξαρτύουσι θεραπείας· καὶ τοῖς ὀχλουμένοις ὑπὸ τούτων, ὅσα τὴν εὔτακτον τῶν ἐν ἡμῖν στοιχείων κράσιν διαλυμαίνεσθαι φιλεῖ, προσ‐ άγουσι τοὺς ἐτησίους καθαρισμούς· μικρὰ μὲν λυποῦν‐ τες ἐκ τοῦ παραχρῆμα τὸν προσερχόμενον, πλὴν οὐ | |
35 | μικρῶν ἀποπέμποντες νοσημάτων ἐλεύθερον. Διὸ δὴ πάλιν οἶμαι προσήκειν ἡμᾶς ποιεῖσθαι περὶ πολλοῦ, μακρὰν ἑαυτοῖς τὴν εἰς τὸ μέλλον ἀποσωρεύσειν ἀσφάλειαν· τὸ δὲ μετρίως ἐκ τῶν ὠφελούντων ἀλγύ‐ νεσθαι δεχομένους, ἤγουν τὸ κάμνειν ὀλίγα παραι‐ | |
40 | τουμένους, χαλεπωτέροις καὶ μείζοσι, μᾶλλον δὲ σκληροῖς καὶ ἀνουθετήτοις περιπίπτειν τοῖς ἐκ τοῦ κολάζεσθαι πόνοις. Ταῦτ’ οὖν εἰδότας καὶ πεπεισμέ‐ νους, τί δὴ λοιπὸν ἕτερον ποιεῖσθαι προσήκει, ἢ μετὰ γοργοῦ τοῦ φρονήματος ἐν βοηθημάτων τάξει καθαί‐ | |
45 | ρειν εἰδότων, ταῖς ἑαυτῶν ψυχαῖς τὴν πάναγνον εἰσοικίζειν νηστείαν, τὴν ἁπάσης ἀρετῆς μητέρα, τὴν ἐπὶ σεμνότητα ποδηγὸν, τὴν ὅ τι διαπρέπειν προσήκει ἐν ἀγαθοῖς ἀεὶ συμβουλεύουσαν; Μάχεται μὲν γὰρ τοῖς ἐκτόποις τοῦ νοῦ κινήμασιν· ἀναιρεῖ | |
77.536(50) | δὲ τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα νόμον· καὶ τὸν ὄχλον τῶν ἐν ἡμῖν ἀντιθάσσων ἡδονῶν κατ‐ ευνάζουσα, μονονουχὶ μέγα τι καὶ διαπρύσιον ἀνα‐ βοῶσά φησι· «Παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν | |
55 | ὑμῶν.» Ἀλλ’ οὐκ ἂν, οἶμαι, τὶς τὸν οὕτω καλλίνικον | |
77.537 | ἆθλον ἐξανύσαι ῥᾳδίως, εἰ μὴ νεανικῷ μὲν ἐπιθαρ‐ σοίη φρονήματι, δέχοιτο δὲ ἀσμένως τὸ καὶ πολλάκις ἱδροῦν ὑπὲρ ἀρετῆς ἐπείγεσθαι, καὶ δόξαν ἡγοῖτο τὸ πονεῖν ἐπ’ ἀγαθοῖς. Ὅνπερ γὰρ τρόπον οἱ τὰ ἐν ταῖς | |
5 | παλαίστραις μελετῶντες γυμνάσματα, καὶ πολλῇ μὲν εὐρωστίᾳ σώματος, τέχνῃ δὲ ταύτης ἐπαυλοῦντες οὐκ ἐλάττονι, εἰ στυγνοὶ, καὶ κατεπτηχότες, καὶ πρὸ τῆς θέας αὐτῆς τὸν ἀντίπαλον εἰς τὸ τῆς μάχης εἰστρέχοιεν ἐργαστήριον, καὶ προηττηθέντες τῷ | |
10 | φόβῳ τῆς ἐν σταδίοις κόνεως ἅπτοιντο, πίπτουσιν ἑτοίμως, καὶ πρὶν εἰς χεῖρας τῶν ἀνθεστηκότων ἐλ‐ θεῖν, ἑαυτοὺς ταῖς δειλίαις ἀπονευρώσαντες· οἱ δὲ τῶν τοιούτων παθόντες οὐδὲν, καὶ μόνῳ πολλάκις τῷ σχήματι τὸ τῶν διεναντίων θορυβήσαντες θράσος, | |
15 | τὴν νικῶσαν ἐφ’ ἑαυτοῖς ἁρπάζουσι ψῆφον· οὕτως, οἶμαι, καὶ οὐχ ἑτέρως, οἱ νόμῳ μὲν θείῳ συμβιω‐ τεύοντες, πολιτείαν δὲ τὴν ἐξαίρετον ἐπιτηδεύειν σπουδάζοντες. Ὁ μὲν γὰρ πρόθυμός τε καὶ καρτε‐ ρικώτατος, χαίρει μὲν γὰρ μᾶλλον ἤπερ ἄχθεται | |
20 | πονῶν, πλοῦτον δὲ ἡγεῖται τοὺς ἀγῶνας, καὶ τρυφήν. Ὁ δὲ δειλός τε καὶ ἄνανδρος, ὀκνηρῷ τῆς ἀδρανείας κεκρατημένος νοσήματι, ἀποφρίττει, καὶ μόνον ἀκούων ὅτι χρὴ πονοῦντα πλουτεῖν. Διὸ καὶ Σοφός που τοῖς τοιούτοις ἐφάλλεται λόγοις· «Ἕως γὰρ πότε, | |
25 | φησὶν, ὀκνηρὲ, κατάκεισαι; Ὀλίγον μὲν ὑπνεῖς· ὀλί‐ γον δὲ κάθησαι· μικρὸν δὲ νυστάζεις· ὀλίγον ἐναγκα‐ λίζῃ χερσὶ στήθη. Εἶτα παραγίνεταί σοι ὥσπερ κα‐ κὸς ὁδοιπόρος ἡ πενία, καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς.» Φύγωμεν τοίνυν τὰς ἐξ ὄκνου ζημίας, | |
30 | παραιτώμεθα τῶν ἀρετῶν τὴν πενίαν· καὶ τὸ πτω‐ χεύειν ἐν ἀγαθοῖς, ὡς ἁπάντων αἴσχιστον τῶν νοση‐ μάτων ἀποκρουσώμεθα. «Ἀνδριζώμεθα, καὶ κρα‐ ταιούσθω ἡ καρδία ἡμῶν,» καθὼς γέγραπται. Τῆς γὰρ τοιαύτης ἡμῖν ἀρετῆς καὶ αὐτὸς ἐδίδου τὰ συν‐ | |
35 | θήματα, λέγων ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὃς οὐ λαμβάνει τὸν σταυ‐ ρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Οἷμαι δὲ δεῖν, μᾶλλον δέ φημι καὶ ὑπάρχειν ὁμολογουμένως, δειλίας μὲν ἁπάσης ἀμείνω τὸν ἀκο‐ | |
40 | λουθεῖν ἐθέλοντα τῷ Χριστῷ· τὸ δὲ κατὰ παντὸς κατασοβαρεύεσθαι φόβου μονονουχὶ τὸν οἰκεῖον ἐπ‐ ωμάδιον ποιεῖσθαι σταυρόν. Ὥσπερ οὖν ἀμήχανον παι‐ δίον ἀρτιγενὲς, μικροῖς τε καὶ ἁπαλωτάτοις ποσὶν, ὀλίγα μόλις ἰέναι δυνάμενον, τοῖς ὀξυδρομοῦσι νεα‐ | |
45 | νίαις ἀκολουθεῖν· οὕτως ἀδύνατον τὸν εἰς μόνην ἀναν‐ δρίαν βλέποντα νοῦν, ἀκολουθῆσαι δύνασθαι τοῖς ἴχνεσι τοῦ Χριστοῦ· ὃς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, καὶ τῆς τοῦ θανάτου πικρίας δι’ ἡμᾶς ἀπεγεύσατο, καίτοι Θεὸς ὢν ἀπαθὴς, καὶ ἀθάνατος | |
77.537(50) | ἅτε δὴ Λόγος ὑπάρχων, καὶ Πατρὸς Μονογενὴς, ἵν’ ἡμῖν ὑπόδειγμα καὶ ὑπογραμμὸν ἑαυτὸν ὑποθεὶς, πρὸς τὴν ἐγχωροῦσαν καλέσῃ μίμησιν, Ἐπ’ αὐτῷ γὰρ δὴ τούτῳ τῷ κατορθώματι καὶ ὁ πολὺς εἰς εὐτολμίαν | |
ἀπεσεμνύνετο Παῦλος· «Μιμηταί μου γίνεσθε, λέ‐ | ||
77.540 | γων, καθὼς κἀγὼ Χριστοῦ.» Ποίοις οὖν ἅρα ἑαυτὸν στεφανοῦν ὁ Χριστοῦ μαθητὴς πλεονεκτήμασιν ὁ Χρι‐ στοῦ στρατιώτης ἠπείγετο, ὁ καὶ ταξίαρχος ἐφ’ ἡμᾶς διὰ τὴν ἐνοῦσαν ἀρετὴν εὐλόγως κεχειροτονημένος; | |
5 | Οὐκοῦν οὕτω φιλόχριστος ἦν, ὡς οὐδὲν ἡγεῖσθαι τὸ πάντα παθεῖν, ἵνα γένηται γνήσιος τοῦ Χριστοῦ μα‐ θητής. Ἄκουε γὰρ δὴ καὶ βοῶντος, εἰ δοκεῖ, πρός τινας τῶν οἰκείων, ὅτι τῶν ἄθλων αὐτὸν ἀποκωλύειν ἐσπούδαζον· «Τί ποιεῖτε κλαίοντες, καὶ συνθρύπτον‐ | |
10 | τές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Εἰς μὲν δὴ τὴν πίστιν τοιοῦτος, ἐν δέ γε τοῖς καθ’ ἑαυτὸν ὁποῖός τις ὁρᾶται, καταπλαγήσῃ μαθών. Ὁ γὰρ τοσοῦτος | |
15 | εἰς ἀρετὴν, ἐν ταῖς κατὰ τοῦ σώματος μάχαις σύν‐ οπλον ἐποιεῖτο τὴν νηστείαν, καὶ ὥσπερ τινὰ δοκιμώ‐ τατον στρατιώτην τοῖς ἀγαθοῖς τῆς ἑαυτοῦ διανοίας ὑποζεύξας κινήμασι, τῶν τῆς σαρκὸς κατεκράτει νόμων· καὶ τὴν ἐν τοῖς μέλεσιν ἡμῶν τυραννεύσασαν | |
20 | ἡδονὴν, ὥσπερ τινὰ τῶν δορυλήπτων ἑλὼν ὑπὸ χεῖ‐ ρας, τοῖς τοῦ πνεύματος ὑπετίθει θελήμασιν. Ἀλλ’ ἵνα καὶ ἡμᾶς διὰ τούτων ὠφελῇ, πάλιν ἐπιστέλλει· ποτὲ μὲν γεγενῆσθαι λέγων ἐν νηστείαις πολλάκις· ποτὲ δὲ, «Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, | |
25 | μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.» Ἐμέμνητο γὰρ, κατὰ τὸ εἰκὸς, τοῦ οἰκείου βοῶντος Δεσπότου· «Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τού‐ των τῶν ἐλαχίστων, καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώ‐ πους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐ‐ | |
30 | ρανῶν. Ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» Οὐκοῦν ὅπερ αὐτὸς ἑτέροις ἐκήρυξεν, ἠπείγετο δρᾷν, χαλινὸν ἐπιτιθεὶς τῇ σαρκὶ τὴν νηστείαν καὶ συνεργάτιν εἰς τὴν οὕτως ἀξιάγαστον ἀρετὴν, τὴν ἀσιτίαν δεχόμε‐ | |
35 | νος. Καὶ οὐκ ἐν τούτοις ἡμῖν ὁρᾶται μόνοις τὰ παρ’ ἐκείνου παιδεύματα, οὐδὲ μέχρι τῶν τῆς ἐγκρατείας ὅρων τὸν οἰκεῖον ἵστησι μαθητήν. Οὐ γὰρ ἐξήρκει τοῦτο καὶ μόνον εἰς εὐδοκίμησιν, τῆς ἄλλης ἁπάσης ἔρημον τὸν [l. ὂν] ἀρετῆς. Ποδηγεῖ δὲ εἰς ἕκαστα τῶν συμ‐ | |
40 | φερόντων εὐρύθμως, καὶ εἰς τὸ κεφάλαιον τῶν ἀγα‐ θῶν ἀναφέρει, τὴν εἰς ἀλλήλους ἀγάπην φημί· ἣν καὶ τῆς εἰς αὐτὸν γνησιότητος ἀκριβέστατον ὁρίζεται χαρακτῆρα λέγων ὁ Κύριος· «Ἐν τούτῳ γνώ‐ σονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ὅταν ἀγά‐ | |
45 | πην ἔχητε εἰς ἀλλήλους.» Διὰ ποίων δὲ λόγων ἡμᾶς καὶ ὁ θεσπέσιος Παῦλος ἐπὶ ταύτην ἐχειραγώ‐ γει τὴν ἀρετὴν, ἄξιον ἰδεῖν. Οὐκοῦν Κορινθίοις ἐπι‐ στέλλων ὧδέ φησι· «Καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ | |
77.540(50) | καὶ τῶν ἀνθρώπων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλ‐ κὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον. Κἂν προφητείαν ἔχω, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν | |
γνῶσιν, κἂν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθ‐ | ||
77.541 | ιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦ‐ μαι.» Ὁρᾷς, ὅπως ἀπούσης τῆς εἰς Θεὸν καὶ ἀλλή‐ | |
5 | λους ἀγάπης, ἀσχήμονά τε καὶ ἀκαλλέστατον ὁρᾶσθαί φησι τῶν ἅλλων ἀρετῶν τὸν ἀξιοζήλωτον ἑσμόν· συμπαρούσης δὲ αὐτῆς εὐπρεπεστάτην τοῖς ἔχουσιν ἀποτελεῖσθαι τὴν εὔκλειαν; Ἆρ’ οὖν, εἴποι τις ἂν, ἐπαινεῖ μὲν τὴν ἀγάπην, ὡς μέγα τι χρῆμα καὶ ἀξιο‐ | |
10 | θαύμαστον, τίς δὲ αὐτῆς ὁ τρόπος, οὐχ ὡρίσατο, οὐδὲ ὅπως ἄν τις αὐτὴν ἐπιτελέσαι φησίν; Οὐκ εὐφημή‐ σεις, ἄνθρωπε· παρατρέχει δὲ τῶν δεόντων οὐδὲν τὸ νηφάλιον μαθητήν. Οὐ γὰρ μόνον ὅτι προσήκει τὴν εἰς Θεόν τε καὶ ἀλλήλους ἀγάπην τιμίαν διδάσκειν | |
15 | ἠπείγετο, ἀλλὰ καὶ ὅπως ἄν τις αὐτῆς ἐργάτης ὁρῷτο δεικνύει. Ἐπιλέγει γὰρ πάλιν ἑξῆς· «Ἡ ἀγάπη μακροθυμεῖ, ἡ ἀγάπη χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχη‐ μονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογί‐ | |
20 | ζεται τὸ κακὸν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ, πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκ‐ πίπτει.» Ἀκούεις ὅπως εἰς τὸ τῆς ἀγάπης καὶ φιλ‐ αλληλίας ἀξίωμα τοῖς ἐθέλουσιν ἀναβαίνειν οὐ χα‐ | |
25 | λεπὸν, ἀλλ’ ἕτοιμον ἤδη τὸ πρᾶγμα φαίνεται; Ὁρᾷς οὐ κεκρυμμένην, ἀλλ’ ἡλίου δίκην ἐκλάμπουσαν τῆς ἐντεῦθεν εὐδοκιμήσεως τὴν ὁδόν; Οὐκοῦν διὰ μὲν ταύτης ἰόντες, καὶ κατ’ αὐτὴν, ἵν’ οὕτως εἴπωμεν, τῶν ἁγίων τὴν ἁμαξιτὸν ἐρχόμενοι, πρὸς τὴν ἄνω | |
30 | καταντήσομεν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἀποκλίνοντες δὲ πρὸς τὸ ἐναντίον, καὶ τῆς ὀρθῆς τε καὶ εὐθείας ἀποπίπτοντες γνώμης, εἶτα βίου τρίβον τὴν διεστραμμένην ἐλαύνοντες, εἰς πυθ‐ μένα καταντήσομεν ᾅδου, καθά φησιν ὁ σοφὸς | |
35 | Παροιμιαστής. Οἶμαι δὲ δεῖν ἀναγκαίως, ἀνθρώπους ὄντας ἡμᾶς λογικοὺς, καὶ πρὸς τὴν ἀκήρατον τοῦ κτίσαντος εἰκόνα πεποιημένους, τοῖς τῆς ἀγάπης ἐξημεροῦσθαι θεσμοῖς, καὶ μιμεῖσθαι μᾶλλον σπου‐ δάζειν τὸν λέγοντα Κύριον· «Μάθετε ἀπ’ ἐμοῦ, ὅτι | |
40 | πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ·» οὐ πρὸς τὴν τῶν ἀτιθάσσων θηρίων ἀγριότητα κατολισθαίνειν, καὶ ἀντὶ τῆς ἀγάπης εἰς μισάλληλον παραθήγεσθαι τρόπον· μᾶλλον δὲ καὶ θηρίων ἀγρίων ἀγριωτέρους, καὶ ζώων ἀλόγων ἀλογωτέρους ὁρᾶσθαι. Θῆρες μὲν | |
45 | γὰρ, καὶ πρὸς τούτοις ἔτι τῶν ἀλόγων ζώων τὰ πο‐ λύμορφα γένη, καίτοι λογισμῷ πρὸς ἀρίστην ἕξιν οὐ διοικούμενα, φιλεῖ πως ἀλλήλοις συνδιαιτᾶσθαι, καὶ κοινὰς ἔχειν τὰς διατριβάς. Καὶ βοῦς μὲν ἡδέως βουσὶ, πρόβατα δὲ προβάτοις συννέμεται. Ἤδη δὲ | |
77.541(50) | καὶ κύνες οἱ κατὰ πολλῶν ἑτέρων λελυττηκότες πολ‐ λάκις, καὶ φύσεως ὥσπερ ἰδίας τὴν μανίαν ἔχοντες πλεονέκτημα, ἀγαπῶντες ἀλλήλους ὡς ὁμογενεῖς, | |
ἐθαυμάσθησαν. Καὶ ἄρκτοι μὲν ἄρκτων, καὶ λεόντων | ||
77.544 | φείδονται λέοντες. Ὁ δὲ τούτων ἁπάντων ἡγεμονίαν λαχὼν, ὁ φρονήσει καὶ λογισμῷ πρὸς ἕκαστα πηδα‐ λιουχούμενος ἄνθρωπος, εἰς ἐσχάτην ἀβουλίαν οὐκ αἰσθάνεται πεσών. Ἀνδρείας μὲν γὰρ ὑπόληψιν τὸν | |
5 | ἀνήμερον ἡγεῖται τρόπον· καὶ τὸ πολὺ πρὸς ἀγριό‐ τητα βλέπειν, δόξαν ἡγεῖται περιφανῆ· οὐ τὴν κοι‐ νὴν αἰδούμενος φύσιν, οὐ τὸν κτίσαντα τιμῶν, οὐχ ἕτερόν τι τῶν, ὅσα συνάγει πρὸς σώφρονα λογισμὸν, ἐννοῶν· ἀλλ’ ἐφ’ οἷς ἔδει μᾶλλον ἐρυθριῶντα θρη‐ | |
10 | νεῖν, ἐπὶ τούτοις ἀπαιδεύτως μεγαλαυχούμενος, ἵνα δικαίως εἴπῃ μὲν ὁ Παῦλος· «Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν.» Ὁ δέ γε μακάριος προφήτης ἀπο‐ θαυμάζων, λέγει· «Οὐχὶ Θεὸς εἷς ἔκτισεν ἡμᾶς; Οὐχὶ Πατὴρ εἷς ἁπάντων ἡμῶν; Τί ὅτι ἐγκατελίπετε | |
15 | ἕκαστος τὸν ἀδελφὸν αὑτοῦ;» Πάντες μὲν γὰρ ὅσοι τὸν περίγειον τοῦτον οἰκοῦμεν χῶρον, ἑνὸς ἐκπεφυκότες πατρὸς εὑρισκόμεθα. Εἷς γὰρ ὁ τοῦ γένους ἡμῶν ἀρχ‐ ηγέτης Ἀδάμ· εἷς δὲ ἡμᾶς ἔκτισε Θεός· οὐχ ἵνα καθ’ ἑαυτῶν μεριζώμεθα καὶ διχονοῶμεν, ἀλλ’ ἵνα μᾶλλον | |
20 | ὡς ἀπὸ μιᾶς ἀναβλαστήσαντες ῥίζης, καὶ φυσικοῖς τισιν ἀγάπης ὁλκοῖς εἰς φιλαλληλίαν σφιγγόμενοι, τὰς παρὰ φύσιν μανίας παραιτώμεθα, καὶ τὴν ἀδελφοκτόνον ὀργὴν ἔξοικον τῆς ἑαυτῶν διανοίας ποιησώμεθα. | |
36 | βʹ. Καὶ ταῦτά φαμεν ἀρτίως πρὸς ὑμᾶς δὴ μάλιστα τοὺς, ὅσοι τὴν Αἰγυπτίων νέμεσθε χώραν. Ἔδει γὰρ, ἔδει, πατέρας ὄντας πνευματικοὺς, μὴ ἀνουθετή‐ τους ἐᾷν, ἀλλ’ ὡς τέκνα χειραγωγεῖν ἐπὶ τὰ συμφέ‐ | |
40 | ροντα καὶ τὴν σύννομον πολιτείαν. Θρύλλοι τοιγαρ‐ οῦν ὡς ἡμᾶς ἀφικνοῦνται δεινοὶ, τὰ πάντων αἴσχι‐ στά τε καὶ χαλεπώτατα τολμᾶσθαι παρά τινων παρ’ ὑμῖν ἀπαγγέλλοντες. Νεανίαι γὰρ, ὥς φασι, ταῖς τῶν σωμάτων εὐρωστίαις ἐπιθαρσήσαντες, καὶ τὴν | |
45 | ἐκ τῆς νεότητος χρείαν ἐφ’ ἃ μὴ προσῆκεν ἀβουλό‐ τατα παρατρέποντες, ἀνημέρῳ μὲν ξίφει τὴν δεξιὰν ἐξοπλίζουσι, ῥοπαληφορεῖν δὲ διδάσκουσιν, ἀγριώτε‐ ρον ἤπερ ὁ τῆς ἐπιχωρίου συνηθείας δίδωσι νόμος, Εἶτα τοῦ σώματος τὴν ἀκμὴν εἰς ἀνόσιον δαπανῶσι | |
77.544(50) | σπουδήν. Ἢ γὰρ ὀργῆς ἀφορμὰς κατὰ τῶν ὁμόρων συλλέγουσι, καὶ τοῖς γείτοσιν ἀλογώτερον ἐπιμαί‐ νονται, ἢ χρημάτων ἀλλοτρίων τὴν ἐπιζήμιον ἀγαπῶν‐ τες ἄφεσιν, ἑαυτοὺς οὐκ αἰσθάνονται βρόχοις ἀφύ‐ κτοις ἐγκατασειροῦντες, θανάτῳ δὲ καὶ κινδύνοις ὑπο‐ | |
55 | τιθέντες πικροῖς. Οὕτω γὰρ γέγραπται· «Παρανο‐ μίαι ἄνδρα ἀγρεύουσι· σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρ‐ | |
τιῶν ἕκαστος σφίγγεται.» Ἀλλ’, ὦ τεκνία, κατὰ τὸν | ||
77.545 | Παῦλον· μεγάλῃ γὰρ ἤδη διαμαρτύρομαι τῇ φωνῇ· «Νουθετεῖτε τοὺς ἀτάκτους, παιδαγωγεῖτε» τοὺς ἐξ ἀχαλίνου νεότητος πρὸς ἀβουλίαν ἔτι πλεονεκτουμέ‐ νους, οἷς καὶ αὐτὸς ἤδη φημί· Καταλήγετε τῶν | |
5 | τοιούτων πλεονεκτημάτων· παύσασθε λυποῦντες καὶ καθ’ ἑαυτῶν παροτρύνοντες τὸν ἁπάντων βασιλέα καὶ Κύριον, καὶ τῆς μὲν χειρὸς τὸ μιαιφόνον ἀποτινά‐ ξατε ξίφος, τῆς δὲ διανοίας τὴν ἄδικον τῶν ἀλλοτρίων ἐπιθυμίαν ἀποσείσασθε. Ἀνακόψατε τὰς ἐπ’ ἀλλή‐ | |
10 | λοις ὁρμάς· συστείλατε τὸν θυμόν· παύσασθε τῶν ἀνοσίων ἐπιχειρημάτων. Μὴ κατ’ ἐκεῖνον ὁρᾶσθε τὸν Καῒν, τὸν ἀδελφοκτόνον φημὶ, τὸν ἀνήμερον, τῆς ἐφ’ αἵματι δυσσεβείας τὸν διδάσκαλον. Ἀλλ’ ἐκείνῳ μὲν ὁ πάντων ἔφη Δημιουργός· «Φωνὴ αἵματος τοῦ | |
15 | ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς.» Διατρέχει δὲ εἰς πάντας τοὺς ὁμοτρόπους ὁ λόγος. Ἀκουέτω γὰρ ἕκαστος τῶν τὰ τοιαῦτα τολμώντων, καὶ νῦν οὐδὲν ἧττον βοῶντος τοῦ Θεοῦ· «Φωνὴ αἵματος τοῦ ἀδελ‐ φοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς.» Ἀλλ’ ὥσπερ ἐκεί‐ | |
20 | νῳ πάλιν ἐλέγετο· «Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς,» οὕτω καὶ ἑκάστῳ τῶν τοιούτων ἐρεῖ πάλιν ὁ τῆς ἀγάπης Θεός. Τί γὰρ τοῦ παρανομοῦντος δειλό‐ τερον; ἢ ποῖος αὐτὸν οὐ καταπτοεῖ λόγος; τίνος δὲ οὐ καταφρίττει καὶ μόνον ὁρῶν εἰς ἑαυτὸν τετραμ‐ | |
25 | μένον τὸ βλέμμα; Ἔσω γὰρ ἀεὶ καὶ καταπίπτει τὸ συνειδὸς, τοῖς εἰς ἁμαρτίαν ἐλέγχοις ἀπονευρούμε‐ νον. «Δίκαιος μὲν γὰρ ὥσπερ λέων πέποιθε,» καὶ πρὸς ἅπασαν ἀγαθοεργίαν ἐλευθέρῳ τῷ συνειδότι μαρτυρούμενος, πάσης αἰτίας καταθρασύνεται. Ψυ‐ | |
30 | χῆς δὲ φιλαμαρτήμονος τὸ χεῖρον εἰς ἀνανδρίαν οὐ‐ δέν. Οὐκοῦν, ἵνα κατὰ τὸν προφητικὸν εἴπωμεν λό‐ γον· «Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὑτῶν· θρηνήσατε, πάντες οἱ πίνοντες οἶνον εἰς μέθην, ὅτι ἐξῆρται ἐκ στόματος ὑμῶν εὐφροσύνη καὶ χαρά.» | |
35 | Ἢ γὰρ οὐχὶ καὶ δι’ αὐτῆς ὁρᾶται τῆς πείρας ἀληθὴς ἐφ’ μᾶς ὁ τοιοῦτος λόγος; Ὦ τῆς Αἰγύπτου γηπόνοι, ποῖον ἡμῖν ἐπὶ τοῦ παρόντος διήγημα; ποῖος δὲ λόγος εὐφροσύνην ἔχει καὶ χαράν; Τίς δὲ τῶν παρ’ ὑμῖν ἢ μικρὸς ἢ μέγας ὑπὸ τῆς ἀρτίως ἐπενεχθείσης ὀρ‐ | |
40 | γῆς, εἰς τοῦτο πεσὼν ἀναλγησίας ὁρᾶται, ὡς θρήνου μὲν καὶ ὀδυρμοῦ καταλήγειν ἰσχύσαι, δακρύοις δὲ διάβροχον οὐκ ἐπιδεικνύειν τὴν παρειάν; ὡς εὐ‐ καίρως καὶ νῦν ἐφ’ ἡμῖν εἰπεῖν τὸν προφήτην· «Οἱ γεωργοὶ, θρηνεῖτε κτήματα ὑπὲρ πυροῦ καὶ κριθῆς, | |
45 | ὅτι ἀπόλωλε τρυγητὸς ἐξ ἀγροῦ. Ἡ ἄμπελος ἐξηράν‐ θη· καὶ αἱ συκαῖ ὠλιγώθησαν. Ῥοὰ, καὶ φοῖνιξ, καὶ μῆλον, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνθησαν· ὅτι ᾔσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων.» Ὁ μὲν γὰρ ἀγαθὸς τῇ φύσει καὶ φιλοικτίρμων Θεὸς, ἱλα‐ | |
77.545(50) | ρωτάτῳ κομῶσαν καρπῷ πᾶσαν ἡμῖν ὑπέδειξε τὴν ἄρουραν· καὶ ὑψηλοὶ μὲν ἦσαν οἱ τῶν ἀσταχύων ὀχμοὶ, δαψιλεστάτην τοῖς κεκμηκόσιν ὠδίνοντες τὴν ἐλπίδα, καὶ θυμηδίας ἀνάπλεω τὴν τοῦ γηπονοῦντος | |
ἀποτελοῦντες ψυχήν· ἀλλ’ ᾔσχυναν τὴν ἑαυτῶν χαρὰν | ||
77.548 | οἱ κατοικοῦντες τὴν γῆν· ἐπειδὴ γὰρ εἰς ἀνδροκτα‐ σίας ἐτράποντό τινες, καὶ ἀνθρωπίνοις αἵμασι τὴν καρποτόκον ἐμέθυσαν γῆν, ἀνέτειναν δὲ τὸ μισάδελ‐ φον ἐπ’ ἀλλήλοις ξίφος, καὶ τὸν ἄριστα γηπονοῦντα | |
5 | σίδηρον, διά τε τοῦτο κατὰ τὸ πλεῖστον γεγονότα παρὰ Θεοῦ, τῆς ἐσχάτης ἀπέδειξαν δυσσεβείας ἐργάτην· ὠργίσθη μὲν εὐλόγως ὁ φιλάρετος ἡμῶν Θεός· πυρὶ δὲ τὴν καρποφόρον ἐπεστείρωσε γῆν, καὶ ὥσπερ τινὶ χαλινῷ τὰς προσδοκηθείσας θυμηδίας ἀνακόπτων ἐλ‐ | |
10 | πίδας, εἰς λύπην μετέστησε τὴν χαράν. Καὶ τοῦτο ἦν ἄρα τὸ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον· «Τάδε λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ· Ἐν πάσαις πλατείαις κοπετός· καὶ ἐν πάσαις ὁδοῖς ῥηθήσεται· Οὐαὶ, οὐαί· κληθήσεται γεωργὸς εἰς πένθος καὶ κο‐ | |
15 | πετὸν, καὶ εἰδότας θρῆνον, ἐν πάσαις ὁδοῖς κοπετὸς, διότι διελεύσομαι διὰ μέσου, εἶπε Κύριος.» Ἀλλ’ ὅρα μοι πάλιν ὅπως ἀληθὴς ὁ λόγος. Ἦ γὰρ οὐχὶ κοπετοῦ καὶ θρήνων ἀπεράντων ἄξια φήσειε ἄν τις τὰ συμβεβηκότα; Ἰδοὺ τὸ πικρὸν τοῦ λιμοῦ θηρίον | |
20 | ὅλην ἡμῶν καταβόσκεται τὴν χώραν· ἡ δὲ πάσης, ἵν’ οὕτως εἴπω, τῆς ὑφ’ ἡλίῳ τροφὸς, ἄρτου δεῖται τοῦ παρεμπίπτοντος, καὶ τῆς οὐ σφόδρα πρεπούσης τοῖς ἀνθρώποις τροφῆς, ἵνα καὶ ἐπ’ αὐτῇ δικαίως καταθρηνῶν ὁ προφήτης Ἱερεμίας λέγῃ· «Πᾶς ὁ | |
25 | λαὸς αὐτῆς καταστενάζοντες ζητοῦντες ἄρτον.» Καὶ πάλιν· «Ἐκολλήθη ἡ γλῶσσα θηλάζοντος πρὸς τὸν φάρυγγα αὐτοῦ ἐν δίψει. Νήπια ᾔτησαν ἄρτον, καὶ ὁ διακλῶν οὐκ ἦν αὐτοῖς. Οἱ ἔσθοντες τὰς τρυφὰς ἠφα‐ νίσθησαν ἐν ταῖς ἐξόδοις.» —«Ἐσπείραμεν γὰρ πολλὰ, | |
30 | καὶ εἰσενέγκαμεν ὀλίγα,» κατὰ τὸ γεγραμμένον, ὅτι παρωργίσαμεν τὸ Πνεῦμα Κυρίου. Μετανοήσω‐ μεν τοίνυν, καὶ τῶν μὲν ἀρχαίων πλημμελημάτων ἀποπαυσώμεθα· προσίωμεν δὲ τῷ φιλοικτίρμονι Θεῷ, δαψιλὲς μὲν βλεφάρων καταχέοντες δάκρυον, λέγον‐ | |
35 | τες δὲ καθ’ ἕνα τῶν προφητῶν· «Τίς, Θεὸς, ὥσπερ σύ; ἐξαίρων ἀνομίας, καὶ ὑπερβαίνων ἀδικίας, καὶ οὐ συνέσχες εἰς μαρτύριον ὀργὴν αὑτοῦ, ὅτι θελητὴς ἐλέους ἐστί;» Καὶ πάλιν· «Αἱ ἀνομίαι ἡμῶν ἀντ‐ έστησαν ἡμῖν, Κύριε, ποίησον ἡμῖν ἕνεκεν τοῦ ὀνό‐ | |
40 | ματός σου, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σου· ὅτι σοι ἡμάρτομεν, ὑπομονὴ Ἰσραὴλ, Κύριε· καὶ σώζεις ἐν καιρῷ κακῶν.» Οὕτω γὰρ, οὕτω μετα‐ γινώσκουσι τὴν γλυκεῖαν ἐκείνην χαριεῖται φωνήν· «Ἰδοὺ, ἐγὼ ἐξαποστελῶ ὑμῖν τὸν σῖτον, καὶ τὸν | |
45 | οἶνον, καὶ τὸ ἔλαιον, καὶ ἐμπλησθήσεσθε αὐτῶν. Θάρ‐ σει, γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι. Θαρσεῖτε, κτήνη τοῦ πεδίου, ὅτι βεβλά‐ στηκε τὰ παιδία τῆς ἐρήμου. Ὅτι ξύλον ἐξήνεγκε τὸν καρπὸν αὑτοῦ, ἄμπελος, καὶ συκῆ, καὶ ῥοὰ ἔδωκαν | |
77.548(50) | τὴν ἰσχὺν αὑτῶν. Καὶ τὰ τέκνα Σιὼν, χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ Κυρίῳ τῷ Θεῷ ὑμῶν, διότι δέδωκεν ὑμῖν βρώματα εἰς δικαιοσύνην, καὶ βρέξει ὑμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον, καθὼς ἔμπροσθεν. Καὶ ἐμπλη‐ σθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυθήσονται | |
55 | αἱ ληνοὶ οἴνου καὶ ἐλαίου. Καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ | |
τῶν ἐτῶν ὧν κατέφαγεν ἡ ἀκρὶς, καὶ ὁ βροῦχος, καὶ | ||
77.549 | ἡ ἐρυσίβη, καὶ ἡ κάμπη. Καὶ φάγεσθε, καὶ ἐμπλη‐ σθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν, ἃ ἐποίησε μεθ’ ὑμῶν θαυμάσια.» Μὴ γὰρ ἐνδοιάσῃς, ἄνθρωπε, μηδὲ λογίζου κατὰ σαυτὸν, ὡς | |
5 | εἴπερ αὐτῷ προσίοις μετανοῶν, οὐκ ἐπιδώσει προ‐ χείρως τὸν ἔλεον. Ἔχεις καὶ νῦν οὐκ εὐκαταφρόνητον ἀῤῥαβῶνα τῆς κατ’ εὐχὴν ἐλπίδος, ἔχεις ἤδη τῆς φιλανθρωπίας ἐνέχειρον· ἰδοὺ ποταμίοις νάμασιν ὅλην ἐπέκλυσε τὴν γῆν, ἰδοὺ τῆς συνήθους χορηγίας δαψι‐ | |
10 | λεστέραν ἀπόλαυσιν ἁμαρτάνουσιν ἔτι χαρίζεται. Οὔπω τὸ σὸν ἐφάνη δάκρυον, καὶ φιλοικτίρμων ἔτι δέδεικται Θεός. Ὁ δὲ οὔπω δακρύοντας ἐλεεῖν οὐ παρ‐ αιτούμενος, πῶς οὐκ εὐφρανεῖ μετανοοῦντας εὐκό‐ λως; Οὐκοῦν ἀκουέτωσαν οἱ παρ’ ὑμῖν Πατέρες, οἱ | |
15 | τῶν ἁγίων θυσιαστηρίων πατέρες, ρεται καὶ λει‐ τουργοί. «Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε νηστείαν, καὶ κηρύξατε θεραπείαν, συναγάγετε λαὸν, ἁγιάσατε Ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους· συν‐ αγάγετε νήπια θηλάζοντα μαστούς. Ἐξελθέτω νυμ‐ | |
20 | φίος ἐκ τοῦ νυμφῶνος αὑτοῦ, καὶ νύμφη ἐκ τοῦ πα‐ στοῦ αὐτῆς. Ἀναμέσον τῆς κρηπίδος τοῦ θυσιαστη‐ ρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες τῷ Κυ‐ ρίῳ, καὶ ἐροῦσι· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, ὅπως μὴ εἴ‐ | |
25 | πωσιν ἐν τοῖς ἔθνεσι· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;» Οὕτως ἡμᾶς προσιόντας ἀμελητὶ, προσδέξεται, καὶ κατελεήσει λέγων· «Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλείφων ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι.» Ἔσται γὰρ κατά τινα τρόπον ἀπηνὴς εἰς ἡμᾶς, «ὅς γε,» κατὰ | |
30 | τὸν Παῦλον,» τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν;» Ἐπειδὴ γὰρ ἐν ταῖς τοιαύταις πλημμελείαις οἱ παλαιότεροι ἦσαν, κατεκράτει μὲν, ἵν’ οὕτως εἴπω, ὁ διάβολος τῆς ὑφ’ ἡλίῳ. Ἐβασίλευε δὲ οὕτως ἐφ’ ἡμᾶς ἡ ἁμαρτία, καὶ | |
35 | ὁλοκλήρῳ τῷ γένει διελυμαίνετο, ὡς ὁρᾶσθαι μὲν οὐ‐ δαμοῦ τὸν ποιοῦντα χρηστότητα· μᾶλλον δὲ ὅλως «οὐκ εἶναι, καθά φησιν ὁ Ψαλμῳδὸς, ἕως ἑνός. Πάν‐ τες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν,» ἀναγκαίως ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἐν μορφῇ τοῦ Θεοῦ καὶ | |
40 | Πατρὸς ὑπάρχων, καθὼς γέγραπται· «Οὐχ ἁρπαγ‐ μὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Καὶ δι’ ἡμᾶς ἐν τοῖς καθ’ ἡμᾶς ἐλογίσθη, γεννηθεὶς ἐκ γυναικὸς, καὶ ἄνθρωπος ὄντως πεφηνὼς ἐπὶ τῆς γῆς, ἵνα, καθάπερ ὁ Παῦλός | |
45 | φησι, ἐλεήμων γένηται, καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν· ἵνα τὰς ἁπάντων ἡμῶν ἁμαρτίας, καθὼς γέγραπται πάλιν, ἐνεγκὼν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἐξαλείψῃ τὸ καθ’ ἡμῶν χειρόγραφον· ἵνα τῆς ἡμετέρας σαρκὸς τὰς ἀσθενείας οἰκειωσάμε‐ | |
77.549(50) | νος, ἀπονεκρώσῃ μὲν τὴν ἐν τοῖς μέλεσιν ἡμῶν τυ‐ ραννήσασαν ἡδονήν· ὥσπερ δὲ μαινομένῃ θαλάσσῃ τοῖς ἐν ἡμῖν πάθεσιν εἴπῃ· «Σιώπα, πεφίμωσο·» καὶ πάντα μεταρυθμίσας τὰ ἐν ἡμῖν εἰς ἀμείνονα | |
τάξιν καὶ ἑδραιότητα· τὴν ἀρετὴν δὲ ὅλην ἀναμορ‐ | ||
77.552 | φώσῃ τὴν φύσιν, ὡς καὶ πρὸς τὴν ἀρχέτυπον εἰκόνα, καθ’ ἣν καὶ πεποίηται. Καὶ οὐ μέχρι τούτων τῶν εἰς ἡμᾶς ἀγαθῶν διὰ τῆς ἐνανθρωπήσεως τὴν χορηγίαν ἔστησεν ὁ Μονογενής. Ζωὴ γὰρ κατὰ φύσιν ὑπάρχων, | |
5 | ὥσπερ οὖν ἐστι καὶ ὁ γεννήσας αὐτὸν, θανάτου κρείτ‐ τονα τὴν, ἐν ᾗ κατῴκηκεν, ἀπέδειξε σάρκα. Ἰουδαῖοι μὲν γὰρ οἱ τάλανες, καὶ δυσσεβείας ἁπάσης ἀνάπλεῳ, σταυρῷ μὲν αὐτὸν καὶ θανάτῳ παραδεδώκασι, ταῖς τοῦ διαβόλου στρατηγίαις κατὰ πάντα πειθόμενοι. | |
10 | Ἀλλ’ ἐνίκησε παθὼν, καὶ σωτηρίας ἡμῖν ὑπόθεσιν τὸν τῆς ἰδίας σαρκὸς ἀνέδειξε θάνατον. Ὅλον γὰρ εὐθὺς σκυλεύσας τὸν ᾅδην, καὶ τὰς ἀφύκτους τοῖς τῶν κεκοιμημένων πνεύμασιν ἀναπετάσας πύλας, ἔρημόν τε καὶ μόνον ἀφεὶς ἐκεῖσε τὸν διάβολον, | |
15 | «ἀνέστη τριήμερος, λύσας τὰς ὠδῖνας τοῦ θανάτου,» καθὼς γέγραπται, «καθότι οὐκ ἦν δυνατὸν ἀραρέσθαι αὐτὸν ὑπ’ αὐτοῦ·» καινοτομήσας δὲ τῇ ἀνθρωπείᾳ φύσει τῆς ἐκ νεκρῶν ἀναστάσεως τὴν ὁδὸν, εἰς αὐτὸν ἀνέβη τὸν οὐρανὸν, «νῦν ἐμφανισθῆναι τῷ προσώπῳ | |
20 | τοῦ Θεοῦ ὑπὲρ ἡμῶν,» κατὰ τὴν τοῦ Παύλου φωνήν· ἵνα καὶ τὰ λαμπρὰ τῶν ἀγγέλων ἐνδιαιτήματα βά‐ σιμα τοῖς ἐπὶ γῆς ἀποδείξῃ. Αὐτὸς γάρ «ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἒν,» καὶ ἀν‐ θρώπους μὲν ἀγγέλοις εἰς φιλίαν συνάψας, τὴν δὲ | |
25 | παρὰ τῶν ἀγγέλων ἀγάπησιν εἰς ἡμᾶς καταγαγὼν, ἵνα τοίνυν συμβασιλεύσωμεν τῷ Χριστῷ, ἵνα μερι‐ σταὶ καὶ κοινωνοὶ τῆς ἀθανάτου δόξης εὑρισκώμεθα, πάντα μὲν ὄκνον ἀποπεμψάμενοι, καὶ τὴν ἐπ’ ἀγα‐ θοῖς ῥᾳθυμίαν, ὥσπερ ἔξω τῆς ἑαυτῶν διανοίας ποιού‐ | |
30 | μενοι, ἥδιστα δὲ λίαν τοῖς ὑπὲρ ἀρετῆς ὁμιλοῦντες ἱδρῶσιν. «Ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας·» μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις σχολάζωμεν, ἀλλ’ ἐνδυσώμεθα τὸν Κύριον Ἰησοῦν, ἀναλάβωμεν σπλάγχνα καὶ οἰκτιρμοὺς, τὴν | |
35 | εἰς ἀλλήλους ἀγάπην ἐπιτηδεύσωμεν· τὴν πραότητα, τὴν ταπεινοφροσύνην, τὴν ἐγκράτειαν, τὸν περὶ πέ‐ νητας ἕλεον· καὶ ἁπαξαπλῶς εἰπεῖν, τῆς εἰς Θεὸν ἐξουσίας ἀπρὶξ ἐχόμενοι, καὶ πᾶσαν μελετῶντες εὐλάβειαν. Οὕτω γὰρ, οὕτω, καθαρῷ συνειδότι, καὶ | |
40 | μετὰ φρονήματος ἱλαροῦ τὴν πάναγνον ἐπιτελέσωμεν ἑορτὴν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ τρίτης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ὀγδόης καὶ εἰκάδος τοῦ Φαμενὼθ μηνὸς, περιλύοντες μὲν τὰς | |
45 | νηστείας τῇ τρίτῃ τοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ Σαβ‐ βάτου, κατὰ τὰς ἀποστολικὰς παραδόσεις· ἑορτάζον‐ τες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ τετάρτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Τεσσαρακοστῆς. Οὕτω | |
77.552(50) | γὰρ καὶ βασιλείαν οὐρανῶν κληρονομήσομεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, καὶ νῦν, | |
καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | ||
77.553(7t) | ΛΟΓΟΣ Ηʹ. | |
8 | αʹ. «Σαλπίσατε σάλπιγγι ἐν Σιὼν,» νόμος πού φησιν ἱερὸς, τὸν ἐτήσιον τῆς Ἐκκλησίας λόγον ἐπὶ | |
10 | τὰ συνήθη διανιστὰς σπουδάσματα, καὶ τοῖς ἄριστα βιοῦν ᾑρημένοις τὰ τῶν θείων ἀγώνων ψηφηφορεῖν ἀναγκάζων συνθήματα. Ἰδοὺ γὰρ, ἰδοὺ καὶ εἰσαῦθις ἡμῖν καθάπερ ἔκ τινος κύκλου, καὶ περιστροφῆς τῆς ἁγίας ἡμῶν ἑορτῆς ἀνίσχει καιρὸς, προελαυνούσης | |
15 | δηλονότι νηστείας, καὶ τοῦ τῆς καρτερίας ἀγῶνος ἑωσφόρου τάξει προανατέλλοντος. Ὁ μὲν γὰρ τοῖς ἔχουσι φιλεργὸν τὴν διάνοιαν, μονονουχὶ καὶ φωνὴν ἀφιεὶς, τὰς ἡλίου κατασημαίνει βολὰς, καὶ, ἵν’ οὕτως εἴπω, θυρῶν εἴσω βεβηκὼς, τῆς ἡμέρας ἐπιδεικνύων | |
20 | τὸ φῶς, ἀποθέσθαι μὲν ὀμμάτων τὸν ὕπνον, παραι‐ τεῖσθαι δὲ δρᾷν τὰ νυκτὶ πρέποντα συμβουλεύει λοι‐ πόν· ἡ δὲ πάναγνος αὕτη καὶ καθαρωτάτη νηστεία, τῆς ἁγίας ἡμῶν ἑορτῆς προαναπηδῶσα καὶ ἀναλάμ‐ πουσα, πρὸς ὑπόμνησιν ἄγει τῶν φιλαρέτων τὸν | |
25 | νοῦν, τῶν διὰ τοῦ Παύλου διηγγελμένων πνευματι‐ κῶς· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ἀπο‐ θώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ἔργα τοῦ φωτὸς, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περι‐ πατήσωμεν. Μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ | |
30 | ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ· ἀλλ’ ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν·» τὸ λαμπρὸν ὄντως τῶν εὐσεβούντων ἄμφιον. Τοὺς μὲν οὖν ἐν ἡδονῇ θεμένους τὸ πλεῖν, καὶ ναυτίλλεσθαι φιλεῖν ἑλομένους αὖραι κατὰ πρύμνης ἰοῦσαι λεπταὶ, τῶν μὲν λιμένων | |
35 | ἀπαίρειν ὡς τάχος, ἀπολύειν δὲ τῆς ἠπείρου τὰ πείσματα δεδιότας οὐδὲν, ἀναπείθουσιν. Ἀλλὰ καὶ περκάζων ἐν ὄρχοις ὁ βότρυς, καὶ ῥαγάδα δεικνὺς σχιζομένην ἤδη καὶ μεθύουσαν, ᾆσμα καὶ μέλος καλεῖ πως τὸ ἐπιλήνιον. Ἀναφρίττων δὲ τῆς ἀρού‐ | |
40 | ρας ὁ στάχυς, καὶ χρυσῇ μὲν ἤδη καλάμῃ λαμπρὸς, εὐτραφῇ δὲ τῷ κόσμῳ καταβριθόμενος ἐπασχάλλει τάχα τῷ τοῦ κείροντος μελλησμῷ. Καιρὸς γὰρ, οἶμαι, πᾶσι προσφιλὴς, εἰς ἕκαστα τῶν χρησίμων ἐπιτήδειος. Τούτων δὲ τῇδε διεγνωσμένων, πῶς οὐ λίαν αἰσχρὸν, | |
45 | καὶ τῆς ἁπάσης βδελυρίας ἄξιον, λογισμοῦ μὲν ἡμᾶς διαμαρτάνειν τοῦ πρέποντος, γέλωτα δὲ ὀφλεῖν παρὰ Θεῷ; καὶ σφόδρα εἰκότως, εἰ μὴ παρόντος ἤδη προ‐ θύμως ἐπιδραττόμεθα τοῦ καιροῦ, καθ’ ὃν ἂν γένοιτο καὶ τὸ δύνασθαι διαπρέπειν ἐν ἀρεταῖς, τοῖς ἐπ’ | |
77.553(50) | αὐτὰς ἰοῦσιν ἱππήλατον· ἀναδυόμενοι γὰρ, καὶ ἀποῤῥιπτοῦντες ἀεὶ τὸ θηρᾷν ἐπείγεσθαι τὰ βελτίω, καὶ τὴν τῶν ἀγαθῶν ζημίαν ἀσυνέτως ἑαυτοῖς ἐπαν‐ τλήσαντες, ἀκουσόμεθα δικαίως τὸ τῆς ῥᾳθυμίας | |
πρέπον· «Πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται.» Ἀεὶ | ||
77.556 | μὲν οὖν τὸ ἀγαθουργεῖν, καὶ τρόποις τοῖς ἀρίστοις ἐπισεμνύνεσθαι, φαίην ἂν ἔγωγε τοῖς εὐσεβέσιν ὅτι μάλιστα πρεπωδέστατον· τὸ γὰρ, οἶμαι, καταλήγειν τῆς δικαιοσύνης, ἀρχὴν ἂν ἔχοι φαυλότητος. Ἀλλὰ | |
5 | τῆς συνήθους ἐπιεικείας ἐπιδοῦναί τι καὶ πλέον οὐκ ἀπεικὸς τῷ παρόντι καιρῷ, καθάπερ ἐν ὀφλήματος τάξει τὴν ἐν τούτοις ἡμᾶς φιλοτιμίαν καταθέσθαι κελεύοντι. Ὅνπερ γὰρ τρόπον τοῖς τὴν τοῦ σώματος εὐρωστίαν τετιμηκόσι, καὶ τὸ παρὰ τοῖς παιδοτρί‐ | |
10 | βαις εὐδοκιμεῖν τῶν ἄλλων πάντων τεθεικόσιν ἐν ἀμείνονι, ἀεὶ μὲν γυμνάζεσθαι πρέπει, καὶ διὰ τῆς ἐν παλαίστραις ἰέναι τέχνης, οὐκ ἀσυντελὲς εἰς τὴν χρείαν. Ἐὰν δὲ πρὸς ἐπίδειξιν αὐτοὺς τῆς ἐνούσης ἀνδρείας ἀθλοθέτης καλῇ, τότε δὴ μάλιστα χρῆναι | |
15 | διενθυμούμενοι τῆς οὕτω μακρᾶς ἐπιεικείας οὐκ ἀθαύμαστον ἀποδοῦναι καρπὸν, ὅλῳ βαδίζουσι σθένει πρὸς τὸ θέλειν ὁρᾶσθαι διαπρεπέστεροι. Οὕτως οἶμαι δὴ πάλιν καὶ τοὺς, οἷς θεῖος πρόκειται νόμος ὡς ἐν ἀγῶνος τάξει καὶ γυμνάσματος, εὐσεβεῖν μὲν | |
20 | χρῆναι διὰ παντὸς, καὶ τὸ τῷ νομοθέτῃ δοκοῦν ποιεῖ‐ σθαι περὶ πολλοῦ· καιροῦ δὲ τοῦ τῆς νηστείας εἰς λαμπροτέραν καλοῦντος ἐπίδειξιν, ὄκνον μὲν ἀποῤῥί‐ πτειν τὸν τῆς ἀνανδρίας γεννήτορα, φρόνημα δὲ μᾶλλον ἐπασκεῖν, καὶ τεθριμμένης αὐτῆς εὐτολμίας | |
25 | τὸ νεανικώτερον. Ἄγε δὴ οὖν πάλιν περιζωσάμενοι τὴν ἐπ’ ἀγαθοῖς προθυμίαν, καὶ τὸ ὠφελεῖν πεφυκὸς τὸν ἐκ βδελυρᾶς ἡδονῆς γοητευμάτων πράττοντες, ἐφέσει τε τῇ πρὸς τὸ χρήσιμον τὸ τοῖς ἀδικοῦσι προσ‐ ομιλεῖν σωφρόνως εὖ μάλα παρωθούμενοι, γνησίους | |
30 | ἑαυτοὺς προσκυνητὰς παραστήσωμεν τῷ Χριστῷ, ἄθραυστον μὲν καὶ ἀπαραποίητον τὴν εἰς αὐτὸν τη‐ ρήσαντες πίστιν, ἀκλινῆ δὲ καὶ ἀπαράφορον τὴν ὁμολογίαν φυλάξαντες, ἣν ὡμολογήκαμεν ἐπὶ πολλῶν μαρτύρων, τῶν ἁγίων ἀγγέλων φημί. Πολλοὶ γὰρ τῆς | |
35 | εὐσεβείας τὴν μόρφωσιν, καθάπερ τι προσωπεῖον ἑαυτοῖς περιπλάττοντες, «τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι,» κατὰ τὴν τοῦ Παύλου φωνὴν, τὸν τῶν ἀπλουστέρων ληίζονται νοῦν, ἀπατηλοῖς παρασύρον‐ τες λόγοις, καὶ συνολισθαίνειν αὐτοῖς ἀναπείθοντες | |
40 | εἰς παγίδα θανάτου, καὶ εἰς πέταυρον ᾅδου, κατὰ τὸ γεγραμμένον. Οὐ γὰρ ἐκεῖνα χρῆναι προσλαλεῖν τοῖς προσιοῦσιν αὐτοῖς ἐγνώκασιν, ἃ καὶ τοῖς ἱεροῖς συν‐ δοκεῖ Γράμμασιν, ἀλλ’ ὅσα καθ’ ἑαυτὸν ὁ ἀδόκιμος αὐτῶν φαντάζεται νοῦς, ταῦτα ἀναπείθουσι φρονεῖν, | |
45 | μὴ εἰδότες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβε‐ βαιοῦνται. «Σὺ δὲ μένε ἐν οἷς ἔμαθες, καθάπερ ὁ Παῦλός φησι, ματαίας μὲν λογομαχίας ἀποφοιτῶν,» τὰ δὲ γραώδη τῶν αἱρετικῶν διαπτύων ῥημάτια, καὶ τοὺς μὲν εἰκαίους ἐκτρεπόμενος μύθους, ἔχων δὲ τὴν | |
77.556(50) | πίστιν ἐν ἁπλοῖς λογισμοῖς, καὶ τῆς Ἐκκλησίας τὴν παράδοσιν καθάπερ τι κειμήλιον ἐν τοῖς τῆς καρδίας ταμιείοις ἐντιθεὶς, ἔχου τῶν ἀρεσκόντων τῷ Θεῷ | |
διδαγμάτων· ἵνα μὴ μόνον ἐν πίστει λαμπρὸς, ἀλλ’ | ||
77.557 | ἤδη καὶ ἐξ αὐτῶν τῶν ἐν εὐσεβείᾳ κατορθωμάτων ὑπάρχῃς διαφανέστατος. | |
7 | βʹ. Πολυσχιδὴς μὲν γάρ τις ἐπὶ τὸ δύνασθαι τὴν ἀρετὴν κατορθοῦν ἀποκομίζει τρίβος· καὶ διὰ ποικί‐ λης ἄν τις ὁδοῦ καταντήσαι μόλις «πρὸς τὸ βραβεῖον | |
10 | τῆς ἄνω κλήσεως·» ἐν ἑνὶ δ’ οὖν ὅμως τὸ σύμπαν ἡμῶν ἀναδεσμεῖται καλὸν, ἐν τῷ, «Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν.» Καὶ χαλεπὸν οὐδὲν ἀληθὴς ὅτι γέγονεν ἡμῖν ὁ λόγος, ἐπιδεικνύειν. Ἐναγωνιεῖ‐ ται γὰρ καὶ σφόδρα γενναίως τοῖς περὶ τούτων | |
15 | εἰρημένοις ἡμῖν ὁ σοφώτατος ἐπιστέλλων Παῦλος· «Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγα‐ πᾷν. Ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον, νόμον πεπλήρωκε. Τὸ γάρ· Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, Οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολὴ, ἐν τῷ | |
20 | λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Ἡ ἀγάπη τοῦ πλησίου κακὸν οὐκ ἐργάζεται. Πλήρωμα γοῦν νόμου ἡ ἀγάπη.» Ἀκούεις ὅπως ὁ σύμπας λόγος ἐν τῷ τῆς ἀγάπης ὅρῳ περισχοινίζεται. Ὅσα γὰρ τῶν πραγμάτων, | |
25 | τὸν θεῖον ἐκβεβηκότα φαίνεται νόμον, ταῦτα δὴ πάντως τῶν τῆς ἀγάπης κύκλων ἐξώλισθεν. Οἷς δὲ τὸ θαυμάζεσθαι δεῖν εὐλόγως ἀκολουθεῖ, τούτοις ὁρᾶται προσὸν, τὸ διὰ πραγμάτων εἴσω τῆς ἀγάπης ὁρᾶσθαι. Ὁ μὲν γὰρ ἀδικῶν, οὐκ ἀγαπᾷ τὸν πλη‐ | |
30 | σίον· ὁ δὲ μισῶν ἀδικίαν, ἀγαπᾷ δή που πάντως, ὅλον ἐν τούτῳ τὸν νόμον ἀποπληρῶν. Πλήρωσιν μὲν γὰρ τῶν ἐν τῷ νόμῳ κειμένων τὸ τιμᾷν ἐπείγεσθαι τὴν ἀγάπην προξενεῖ· ῥᾳθυμία δὲ ἡ περὶ αὐτὴν τῶν ἐκ νόμου κατηγορουμένων τὴν γένεσιν ἔχει. Τίς γὰρ | |
35 | ἂν, εἰπέ μοι, πρὸς τὴν τοῦ δεῖνος εἰσέλθοι γυναῖκα, καὶ γάμοις ὀθνείοις ἂν ἐπιπηδήσοι, τὸ λυπεῖν ἐξ ἀγά‐ πης τινὰ δυσωπούμενος; Τίς δ’ ἂν, οἶμαι, τὸ μιαι‐ φονεῖν οὐκ ἂν παντὶ παραιτήσαιτο σθένει, αἰδοῖ καὶ τιμῇ τῇ πρὸς τὸν τοῦτο πεισόμενον, καθάπερ τινὶ | |
40 | χαλινῷ πρὸς ἡμερότητα διακρατούμενος; Τίνι δὲ τῶν ὄντων οὐκ ἀπόπτυστος ἂν καὶ βδελυρωτάτη τῶν ἀλ‐ λοτρίων ἡ κτίσις ὁρῷτο, πικρὸν εἶναι διενθυμουμένῳ, καὶ ἐν τοῖς αἰσχίστοις τιθέντι κακοῖς τὸ ζημιοῦν ἀδελφόν; Οὐκοῦν ὁ πρὸς πᾶσαν ἡμᾶς ἀρετὴν ἀπευ‐ | |
45 | θύνων νόμος, ἐν ἀγάπῃ τὴν πλήρωσιν ἔχει. Ἀλλ’ οἶμαι προσήκειν τὰ τῆς ἀρτίως ὠνομασμένης ἡμῖν ἀρετῆς περιεργότερον ἐναθρήσαντα μέρη, τί τὸ ἐν‐ τεῦθεν ἐκβαῖνον εἰπεῖν. Οὐκοῦν, κεχρήσομαι γὰρ κἀν τούτῳ τῇ τοῦ Παύλου φωνῇ· «Ἡ ἀγάπη, φησὶ, | |
77.557(50) | μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ· ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημο‐ νεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ | |
ἀληθείᾳ. Πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπί‐ | ||
77.560 | ζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.» Ὁρᾷς ὅσην ἡμῖν ἀγαθῶν ὠδίνει πληθὺν τῆς ἀγάπης ἡ δύναμις; «Ἡ ἀγάπη, φησὶ, μακροθυμεῖ,» του‐ τέστιν, ἐπὶ ταῖς τοῦ γείτονος ὀλιγοψυχίαις οὐκ ἀσθε‐ | |
5 | νεῖ· ὁ γὰρ ὅλως μακροθυμῶν, πάντως δή που καὶ ἐπί τισι τοῖς ἀτόποις εἰς αὐτὸν πεπραγμένοις ὑπό του μακροθυμεῖ, καί τι τῶν ἀνιᾷν εἰωθότων κατα‐ γωνίζεται. Παροξύνοντι δὲ τῷ θυμῷ πρὸς τὴν τῶν ἴσων ἀντίδοσιν, σωφρονῶν οὐ πείθεται. Χρῆμα μὲν | |
10 | γὰρ ὄντως ἡ ἀδικία φορτικὸν, ἱκανὸν εἰς ὀργὰς ἀνα‐ καῦσαι δεινάς· καὶ τὸ προπαθεῖν ὑπό του τυχὸν, καί‐ τοι κατὰ φύσιν ὄντι πονηρῷ, καὶ συνεξοπλίζεται, καὶ συνηγορεῖ τῷ θυμῷ· δόξῃ γὰρ ἄν πως ἀδικεῖν ἀντεξ‐ άγειν ἀναπείθων, καὶ ἐπείγεσθαι ἀντιπλήττειν τὸν | |
15 | λελυπηκότα. Ἀλλ’ οἱ λογισμῷ νεανικῷ πρὸς τὸν τῆς ἀγάπης ὁρῶντες νόμον, καὶ μακροθυμεῖν αὐτοῖς ὅτι πρέποι διενθυμούμενοι, ἀναζέουσαν μὲν τὴν ὀργὴν, καὶ ὥσπερ τινὰ πῶλον ἀτάκτοις ἀναπηδῶντα σκιρτή‐ μασι, καθάπερ τισὶν ἡνίαις ταῖς ἀνεξικακίαις, ὀπίσω | |
20 | πάλιν ἀνασειράζουσιν· ἀμείνους δὲ τῶν λελυπηκότων καὶ μετὰ τοῦτο φαινόμενοι, τὴν ἐφ’ ἅπασι τοῖς ἀγα‐ θοῖς ἀποκερδανοῦσι ψῆφον. Ὃ δὲ δὴ κάλλιστόν ἐστι τῆς ἀγάπης, μικροῦ παριππεῦσαν ᾤχετο. Τί γὰρ δὴ πάλιν περὶ αὐτῆς πού φησι τῆς ἀρετῆς ὁ συνήγορος, | |
25 | τί δὲ πρὸς τοῦτο κατορθοῦν ἕτερον τῶν ἀξιαγάστων διεκελεύετο, διεξίωμεν πάλιν. «Ἡ ἀγάπη, φησὶ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται.» Ὁ μὲν οὖν ἀκριβής τε καὶ νομικώτερος ἐν τούτοις λόγος, ἐκεῖνον ἂν ἐπιδείξειεν οὐ ζητοῦντα τὰ ἑαυτοῦ, τὸν ἐν τῷ | |
30 | μηδενὶ τὰ οἰκεῖα πεποιημένον, ἔστ’ ἂν αὐτῷ τὸ τῶν πολλῶν ἐξανύηται χρήσιμον. Οἷον τί φημι· δότε γὰρ ἐξελθεῖν καὶ διὰ παραδειγμάτων τὸν λόγον· Ἐπέτατ‐ τον ποτὲ τῶν Ἰουδαϊκῶν ταγμάτων οἱ καθηγούμενοι τοῖς ἁγίοις ἀποστόλοις μηδενὶ προσλαλεῖν ἐπὶ τῷ | |
35 | ὀνόματι τοῦ Χριστοῦ· οἱ δὲ, φροντίσαντες τῶν ἐκεῖνα ληρούντων οὐδὲν, καίτοι κινδύνων ἐπηρτημένων αὐ‐ τοῖς τῶν ἐσχάτων, πάλιν τοῖς ὄχλοις περιτυχόντες ἐδίδασκον, ἐπαμύνειν μὲν ὅτι πρέποι τοῖς πλανω‐ μένοις διεγνωκότες ὀρθῶς, παντελῶς δὲ τῆς ἐντεῦθεν | |
40 | ἀλογοῦντες ἐπιβουλῆς. Οὐ γὰρ ἐζήτουν τὰ ἑαυτῶν, ἀλλὰ τὰ ἑτέρων, τὸν θεοφιλῆ τῆς ἀγάπης οὐκ ἐκβαί‐ νοντες ὅρον. Ἀλλ’ εἰ καί τινα τοιαύτην θεωρίαν ἡμᾶς ἐξαιτεῖ τὸ προκείμενον, ἀλλ’ εἰς τὸ τοῖς ἁπλού‐ στερον εἰωθόσι νοεῖν, φέρε δὴ πάλιν αὐτῷ περιτρέ‐ | |
45 | ποντες, τοῖς τοῦ Σωτῆρος ἐφαρμόσωμεν λόγοις. Εἰς ἀκροτάτην τοιγαροῦν ἀναφέρων ἡμᾶς ἡμερότητα, καὶ φιλαδελφίαν, καὶ τὸ δύσερι καὶ φιλόνεικον, καὶ τὴν τῶν οὐδὲν ἡμῖν προσηκόντων ἐπιθυμίαν, ἀκάνθης δίκην τῆς ἡμετέρας ἀποκείρων ψυχῆς, «Παντὶ, | |
77.560(50) | φησὶ, τῷ αἰτοῦντί σοι δίδου· καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.» Ἀκούεις ὅπως ἀποφρίττειν κε‐ λεύει τὸ ἀλλότριον; Οὐδ’ ἂν ἀφέληταί τις ἡμᾶς τὶ δικαίων, ἀντιστῆναι βούλεται· ἀμείνους δὲ μᾶλλον | |
ὁρᾶσθαι καὶ τῶν ἐκ ζημίας ἐρεθισμῶν, ἤγουν τοῖς | ||
77.561 | ἀφαιρουμένοις ὑπό του τυχὸν ἀκρατῶς ἐπωδίνοντας, εἰς ἀσχήμονα θυμὸν ἀνακαίεσθαι φιλεῖν. | |
5 | γʹ. Ἀλλὰ τί μοι πρὸς ταῦτα πάλιν ὁ λωποδύτης ἐρεῖ; ὁ ταῖς μὲν τριόδοις θηρίου δίκην ἐγκαθήμενος, καὶ τὸν οὐδὲν ἀδικήσαντα, καθάπερ τινὰ τῶν πολε‐ μίων, παρατρέχοντα λοχῶν, ποταμίοις δὲ νάμασι τὸ τῆς λῃστείας ἁπλώσας λῖνον, κἂν ἁλῷ τις, εὐθὺς | |
10 | ἀναπηδῶν, καὶ πρὸς τὸ παρὰ φύσιν ἀνακαιόμενος θράσος. Ποῦ μοι τέθεικας, εἰπέ μοι, τοῦ Σωτῆρος τὸν νόμον, καίτοι λέγων εἶναι Χριστιανός; Περιτ‐ τεύεις μὲν γὰρ τὸν τῆς ἀγάπης θεσμόν· ὥσπερ δὲ εἰς θῆρα τῶν ἀτιθάσσων τινὰ μεταπεποιημένος, καὶ | |
15 | εἰς ἔκφυλον ἀγριότητα πεσὼν, οὐκ αἰσθάνῃ λοιπόν. Τὸν δὲ κατ’ εἰκόνα γεγονότα τὴν θείαν ἐν τῷ μηδε‐ νὸς κατατάξας λόγῳ, δρᾷς μὲν οὐκ οἰστά· σιδήρῳ δὲ πλήττειν ἀνοσίως ἀποτολμᾷς· ἀλλὰ σπέροντα νεκρὸν ἐπὶ γῆς ἔσθ’ ὅτε τὸν ὁμογενῆ σοι θεώμενος | |
20 | ἄνθρωπον, οὐκ αὐτήν σοι παραχρῆμα διαχᾶναι πο‐ θεῖς, οὐδὲ λογίζῃ τοῖς οὕτως ἀγρίοις ἐπιποδῶν τολμή‐ μασι, ὡς ἀροῦν μέν σοι γέγονεν ἐν ἔθει τὴν γῆν, ἀνατέμνειν δὲ τοῖς ἀρότροις τὰς ἀρούρας, εἶτα ἐγκατακρύπτειν αὐταῖς τὸ δοκοῦν, καὶ σιδήρῳ πάλιν | |
25 | ἀποκείρειν τελεσφορηθὲν διὰ τοῦ Θεοῦ. Καὶ θαυμά‐ ζεις μὲν τὸ τηνικάδε τὴν γῆν, ὡς καρπῶν ἀγαθῶν μητέρα, ὡς ἄριστά σοι περὶ τὸν τῶν ἀναγκαίων ὑπηρετοῦσαν ἐκπορισμόν· ἐπαινεῖς δὲ, ὡς εἰκὸς, καὶ τοῦ σιδήρου τὴν χρείαν. Πῶς οὖν ἀδικῶν οὐκ ἐρυθριᾷς | |
30 | τὰ δι’ ὧν ἦν σοι τὰ ζωαρκῆ; Τὸν μὲν γὰρ ἐτίθης ἀνδροκτόνον, τὴν δὲ τοῖς ἀθώοις κατεφοίνιξας αἵμασι. Πῶς οὖν ἔτι καρπῶν σοι γενέσθαι μητέρα παρακαλεῖς, ἢν ἀφειδήσας ἠδίκεις; Πῶς τὸν λαμπρὸν ἐπαφήσῃς σίδηρον, ὃν παρατρέψας τῆς αὐτῷ πρεπούσης χρείας, | |
35 | ἀνδροφόνον εἰργάσω; Πῶς δ’ ἂν ὅλως, εἰπέ μοι, τὰ εἰκότα φρονῶν, καὶ κατάρδεσθαί σοι τοῖς ἐτησίοις παρὰ Θεοῦ νάμασιν ἐξαιτήσῃς τὴν ἄρουραν, ἐπ’ οὐδενὶ μὲν τῶν ἀγαθῶν τοῖς περὶ ποταμίοις ἐνιζάνων δόναξιν, οὐκ ἐπὶ θήραν δὲ τῶν ἐν τοῖς ὕδασι περιερέτ‐ | |
40 | των τὸ σκάφος· πλεονεξίαν δὲ ἔχων μᾶλλον τὸ ἐπι‐ τήδευμα, ἀδίκοις τε καταμολύνων αἵμασι τὸ θεοδώ‐ ρητον νάμα, καὶ θηρσὶ ἐνύδροις τὸν συγγενῆ χαριζό‐ μενος ἄνθρωπον; Εἶτα ποίας, εἰπέ μοι, χεῖρας ἀνα‐ τενῇς τῷ Θεῷ; τί δὲ ὅλως ἐρῇς προσευχόμενος, ἢ | |
45 | πῶς αἰτήσῃς τὰ ἀγαθὰ, τοῦ Θεοῦ λέγοντος δι’ ἑνὸς τῶν προφητῶν· «Ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ χεῖρες γὰρ ὑμῶν αἵματος πλήρεις;» Ὁ δὲ λόγον | |
77.561(50) | οὐδένα τῶν παρ’ αὐτοῦ ποιησάμενος νόμων, ποίας ἔτι φροντίδος ἀξιωθήσηται; «Τοὺς δὲ δοξάζοντάς με δοξάσω, φησὶν ὁ Σωτὴρ, καὶ ὁ ἐξουδενῶν με, | |
ἐξουδενωθήσεται.» Η τοίνυν ὑπόθες αὐτῷ τὸν αὐ‐ | ||
77.564 | χένα, καὶ ἀνταπαίτει τὴν τιμὴν, καὶ τὴν ἐφ’ ἅπασι τοῖς ἀναγκαίοις πλουσίαν ἐπίδοσιν, ἢ τῆς ζεύγλης οὐκ ἀνεχόμενος, καὶ καρτέρει κολαζόμενος. Εἰ γὰρ χρή τι πρὸς τούτοις εἰπεῖν, τὸ μεθύειν ἐν ἀγαθοῖς | |
5 | καὶ περιχεῖσθαι τοῖς κατ’ εὐχήν, ἐσθ’ ὅτε τῆς τοσαύ‐ της σοι γέγονεν ἀσεβείας πρόξενον. Τοιοῦτον γάρ τί φησι καὶ ὁ πάντων Δεσπότης Θεός· «Καὶ ἐνεπλή‐ σθησαν εἰς πλησμονὴν, καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν. Ἔνεκεν τούτου ἐπελάθοντό μου.» Καὶ γὰρ | |
10 | δὴ καὶ ὄντως δεινὴ μὲν ἡ πρὸς ὄλισθον τρυφή· ἱκανὴ δὲ πρὸς τύφον ἐνεγκεῖν τὸν τῆς ἀπονοίας γεννήτορα. Πικρὸν δὲ ἀπονοίας ἔγγονον ἡ τοῦ Θεοῦ καταφρόνη‐ σις· καταφρονήσεως δὲ τῆς ἐν τούτῳ καρπὸς, πᾶν εἶδος πλημμελημάτων. Τοιγαροῦν ὅταν σε τοῦτο πα‐ | |
15 | θόντα βλέπομεν, καταθρηνήσομεν εἰκότως, καὶ προ‐ φητικὴν ἐροῦμεν φωνὴν, τοῖς σοῖς ἀνοσιουργήμασι φιλαλλήλως ἐπιστυγνάζοντες· «Οἵμοι, ψυχὴ, ὅτι ἀπολώλεκεν εὐλαβὴς ὁ ἀπὸ τῆς γῆς καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Πάντες ἐν αἵματι δικά‐ | |
20 | ζονται· ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν, ἐκθλιβῇ ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἀνέχουσιν.» Ἐπὶ τούτοις ἡμῶν τοῖς πλημμελήμασιν ἀγανακτεῖ μὲν εἰκότως, ἐπασχάλλει δὲ, ὡς ὁρᾶται, Θεός. Ἰδοὺ γὰρ, ἰδοὺ τὸ διὰ τῶν προφητῶν εἰρημένον, εἰς πέρας | |
25 | ἡμῖν οὐχ ἅπαξ, ἀλλ’ ἤδη πολλάκις, ἐκβέβηκε· «Τά‐ ξατε γὰρ δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν, λέγει Κύριος παντοκράτωρ. Ἐσπείρατε πολλὰ, καὶ εἰσηνέγκατε ὀλίγα. Ἐφάγετε, καὶ οὐκ εἰς πλησμονήν· ἐπίνετε, καὶ οὐκ εἰς μέθην· περιεβάλεσθε, καὶ οὐκ | |
30 | ἐθερμάνθητε ἐν αὐτοῖς. Καὶ ὁ τοὺς μισθοὺς συνάγων, συνήγαγεν εἰς δεσμὸν τετρυπημένον.» Ἀλλὰ καὶ πρὸς τούτοις ἔτι φησίν· «Ἐπεβλέψατε εἰς πολλὰ, καὶ ἐγένοντο ὀλίγα. Καὶ εἰσηνέχθη εἰς τὸν οἶκον, καὶ ἐξεφύσησα αὐτὰ, λέγει Κύριος παντοκράτωρ.» | |
35 | Ἴδωμεν γὰρ εἰ μὴ ταῦτα συμβέβηκεν ἀληθῶς. Ἐπι‐ δεικνύτω τις τὸν χαίροντα παρελθὼν, καὶ νενίκημαι, ὀφθαλμὸν ζητείτω τὸν ἀδάκρυτον, κἂν εὕρῃ, πεπαύ‐ σομαι. Φιλονεικεῖτε πρὸς τὸ παρὸν, οἱ τῶν Αἰγυπτίων οἰκοῦντες γηπόνοι, ἐπὶ μόνῳ τῷ παθεῖν θάτερος θα‐ | |
40 | τέρου τὰ χαλεπώτερα, καὶ ὁ νικῶν ἐν ὑμῖν τῶν ἡττᾶ‐ σθαι δοκούντων ἀθλιώτερος. Νικᾷ γὰρ ἐφ’ οἷς ἀλγύ‐ νεται, καὶ τῶν τοῦ γείτονος πόνων πλουσιωτέραν ἔχει τὴν συμφοράν. Τὰ δὲ οἷς ἦν ἔθος ὑμῖν ἐπαυχεῖν, μακροῖς ἤδη χρόνοις ἀποδημεῖ. Ἢ γὰρ οὐχὶ ταλαι‐ | |
45 | πωρίας ἡμῖν ἁπάσης ἀνάμεστα καὶ δακρύων τὰ διηγήματα; Τί δὲ, εἰπέ μοι, τὰς κώμας ἔν τισιν ὁρῶμεν κειμένας; Ἡ μὲν γῆ αὐτῶν τὰς ἀπὸ χα‐ λάζης ἐνεγκοῦσα πληγὰς, λιμῷ καὶ θρήνῳ μαραίνε‐ ται, οὐδαμόθεν παντελῶς, κἂν γοῦν εἰς τὰ μέτρια | |
77.564(50) | λυπεῖσθαι, βοηθουμένη. Ἡβηκὼς μὲν γὰρ ἤδη καὶ ὑπερτενὴς ὁ στάχυς, Θεριζέτω τις ἤδη μονονουχὶ καὶ ἐφθέγγετο, καὶ ὁ μὲν ἀρόσας τὴν γῆν, ἐφέστιον ἤδη τὸν ἀμητῆρα λαβὼν, ζωννυμένῳ πρὸς ἔργον | |
ἐτέρπετο, τάχα δὲ καὶ οὐκ ἀρκέσειν αὐτῷ τὴν ἅλω | ||
77.565 | πολλάκις διελογίζετο. Τὰ δὲ ἦν ὄναρ, ἣ σκιὰ καὶ χαλάζης ἔργον, οὐ θεριστοῦ. Ὁ δὲ περιχεῖσθαι τοῖς ἀγαθοῖς ἤδη δοκῶν, πάντων εὐθὺς ἔρημος ἦν· ἀντὶ δὲ τῶν σταχύων χαλάζῃ πλουτῶν, πολύ τι καὶ μέγα | |
5 | τῆς ἐλπίδος ἐσφάλλετο. Κώμη δὲ ἡ ταύτης γείτων καὶ ὅμορος ἡμερωτέραν νοσήσασα τὴν ὀργὴν, τοὺς μὲν ἐπὶ τοῖς ἀρότροις ὀδύρεται πόνους, μακρὸν δὲ καὶ πλατὺ γεωργήσασα λήϊον, πλοῦτον ἡγεῖται πρὸς τὸ παρὸν τὴν εἰς κόρον τροφὴν, μᾶλλον δὲ τὴν πολύ | |
10 | τι καὶ λίαν ἀποδέουσαν κόρου. | |
14 | δʹ. Τίς οὖν ἡ τούτων κατασκεψώμεθα αἰτία, εἰδῶ‐ | |
15 | μεν ἀπὸ τῆς θείας Γραφῆς. Οὐκοῦν ἐρεῖ πάλιν ἡμῖν ὁ πάντων ἔχων τὴν ἐξουσίαν· «Αἱ ὁδοί σου, καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι· αὕτη ἡ κακία σου, ὅτι πικρὰ, ὅτι ἥψατο ἕως τῆς καρδίας σου.» Ἀκολουθεῖ γὰρ τοῖς πλημμελήμασιν ἐκτόπως, τὸ | |
20 | χρῆναι δικαίως κολάζεσθαι, καὶ ταῖς παρ’ ἡμῖν ἀπο‐ νοίαις ἰσοστατεῖν ἀνάγκη τὴν δίκην. Ἀποπαυσώμεθα τοίνυν παντὸς ἀνοσίου τολμήματος· «Συγκόψωμεν, καθὼς γέγραπται, τὰς ῥομφαίας εἰς ἄροτρα, καὶ τὰς ζιβύνας εἰς δρέπανα·» καὶ, ὥς φησιν ὁ Μελῳδὸς, | |
25 | «Δεῦτε, προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ,» καὶ δεδακρυμένοι λέγωμεν· «Ἡμάρτομεν, ἠνομίσα‐ μεν, ἠδικήσαμεν.» Τότε γὰρ, τότε καὶ ἵλεως ἔσται Θεός· καὶ ἀποστήσει μὲν τὴν ὀργὴν, εὑρήσει δὲ πάλιν ἡ γῆ, καὶ δώροις ἡμᾶς τοῖς κατὰ συνήθειαν | |
30 | εὐφρανεῖ. «Οὐ γὰρ ἔχομεν ἀρχιερέα, μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀνομίαις ἡμῶν,» κατὰ τὴν τοῦ Παύλου φωνήν· «πεπειρασμένον δὲ καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας.» Ὅτι γὰρ ἔνεστι προχείρως ἐποι‐ κτείρειν ἐθέλειν τῷ Μονογενεῖ, πόνου μὲν οἶμαι | |
35 | δεήσειν ἐμοὶ πρὸς τὸ δύνασθαι πείθειν οὐδενός· ἑτοι‐ μότατα δὲ καὶ ὑμᾶς συγκατανεύειν ὑπολαμβάνειν, τῆς εἰς ἡμᾶς ἀγαπήσεως περιαθροῦντας τὸ μέτρον, καὶ ὧν δι’ ἡμᾶς ὑπέμεινεν ἐννοῦντας τὸ μέγεθος. Ἐπειδὴ γὰρ ἦμεν ἅπαντες οἱ τόνδε τὸν περίγειον | |
40 | οἰκοῦντες χῶρον, ἀνανταγωνίστῳ πλεονεξίᾳ τῇ τοῦ τυραννήσαντος δαίμονος, ἰχθύων δίκην σεσαγηνευμέ‐ νοι πρὸς ὄλεθρον καὶ ἀπώλειαν, γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, ἵνα πάντας ἐξέληται, «καὶ κηρύξῃ μὲν αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς δὲ ἀνάβλεψιν, ὡς αὐτός | |
45 | πού φησι, καλέσῃ δὲ πρὸς τοῦτο καὶ ἐνιαυτὸν Κυρίου δεκτόν.» Οὐκοῦν ἐλεήμων ὁ Μονογενὴς, εἰ καὶ τῆς οἰκονομίας τὸν τρόπον οὐ συνιέντες οἱ Ἰουδαῖοι το‐ σοῦτον ἀπέσχον τοῦ κἂν ὅλως ἐθελῆσαι τοῦτον λαβεῖν, ὡς ποτὲ μὲν ὑβρίζοντας καὶ Σαμαρείτην ἀποκαλεῖν, | |
77.565(50) | ποτὲ δὲ πάλιν ἀφορήτως λελυπηκότας, καὶ εἰς ξένην καταπηδῶντας μανίαν, καὶ καταλεύειν ἤδη τολμᾷν. Ἐπειδὴ δὲ θεομαχοῦντας ἐλέγχων, καὶ τῆς ἀκρίτου μανίας ἀνεπυνθάνετο παρ’ αὐτῶν τὴν αἰτίαν ὁ Κύριος | |
λέγων· «Πολλὰ καλὰ ἔδειξα ἔργα ὑμῖν παρὰ τοῦ | ||
77.568 | Πατρός μου· διὰ ποίων αὐτῶν ἔργων λιθάζετέ με;» παραληροῦντες ἔφασκον· «Περὶ καλοῦ ἔργου οὐ λι‐ θάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Εἶτα, τί πρὸς αὐτοὺς ὁ | |
5 | Σωτήρ; «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι, εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Οὐ γὰρ ἐξ ὧν ὡς ἄνθρω‐ πος τοῖς ὁρῶσιν ἐφαίνετο, δοκιμάζεσθαι τὰ καθ’ ἑαυτὸν ἠξίου, ἀλλ’ ἐξ ὧν ὁ Θεὸς εἰργάζετο, οὐκ | |
10 | ἐπακτὸν ἔχων τὸ τῆς θεότητος ἀξίωμα, καθάπερ ἡμεῖς, ὅταν ἡμᾶς λέγῃ ἡ θεία Γραφὴ θεούς· οὐσιωδῶς δὲ μᾶλλον ἐνυπάρχων αὐτῷ, ἅ τε δὴ καὶ ὄντι κατὰ φύ‐ σιν Θεῷ, καὶ τῆς τοῦ γεννήσαντος ἰδιότητος κληρο‐ νόμῳ. Ἔχει δὲ καὶ τὸ πάντα δύνασθαι δρᾷν, οὐ | |
15 | παρ’ ἑτέρου λαβὼν, ἀλλ’ ὡς τῶν δυνάμεων Κύριος, καὶ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. Εἰ γὰρ καὶ γέγονεν ἄνθρωπος, διὰ τὴν ἀγάπην τὴν εἰς ἡμᾶς, ἀλλ’ οὐκ ἀγνοήσωμεν διὰ τοῦτο τῶν ἁπάντων Κύριον, οὐδὲ τὸ κατὰ φύσιν εἶναι Θεὸν τὸν Ἐμμα‐ | |
20 | νουὴλ ἐκπέμψομεν, ἀλλ’ οὐδὲ τοῖς Ἰουδαίοις τὰ ἴσα φρονοῦντες ἐγκαλέσομεν αὐτῷ τὴν δι’ ἡμᾶς ἀνθρω‐ πότητα· οὐδὲ ἐροῦμεν, ἀνοσίως ἀπαιτιώμενοι τὸν δι’ ἡμᾶς γεγονότα καθ’ ἡμᾶς χωρὶς ἁμαρτίας· Οὐκ ἄν σε προσκυνήσομεν, ἐπείπερ, ἄνθρωπος ὢν, ποιεῖς σεαυ‐ | |
25 | τὸν Θεόν. Ἦν γὰρ, καὶ ἔστι, καὶ ἔσται Θεὸς κατὰ φύσιν, καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκός. Ἐπιμαρτυ‐ ρήσει δὲ καὶ ὁ Παῦλος γράφων· «Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Ὁρᾷς πῶς οὐκ εἰς Υἱῶν δυάδα κατατεμὼν εὑρίσκεται τὸν | |
30 | Ἐμμανουὴλ, οὐδὲ γυμνῷ καθ’ ἑαυτὸν ὄντι τυχὸν, τῷ ἐκ Θεοῦ καὶ Πατρὸς ἀπαστράψαντι Λόγῳ, τὸ ὡσαύτως ἔχειν διαπαντὸς ἀπονέμει· ἀλλ’ Υἱὸν ἔνα καὶ μόνον κατὰ φύσιν εἰδὼς τὸν ἐνανθρωπήσαντα, καὶ Χριστὸν ὀνομάζει, καὶ Ἰησοῦν. Πότε γὰρ ἂν ἐπιδείξειέ τις | |
35 | Ἰησοῦν ἢ Χριστὸν ὀνομασθέντα τὸν Λόγον, εἰ μὴ ὅτι γέγονεν ἄνθρωπος; Ἰησοῦς μὲν γὰρ παρὰ τὸ σώζειν τὸν λαὸν, Χριστὸς δὲ πάλιν διὰ τὸ κεχρῖσθαι δι’ ἡμᾶς. Οὐκοῦν οὐ γυμνὸν ἔτι πρὸ τῆς ἐνανθρωπήσεως, τὸν ἐκ Θεοῦ Πατρὸς ὄντα Λόγον, ἀλλ’ ἐν σαρκὶ γεγο‐ | |
40 | νότα, καὶ Ἰησοῦν καὶ Χριστὸν ἀποκαλεῖ, περὶ αὐτοῦ τέ φησιν ἐνδοιασμοῦ τινος δίχα, ὡς, «Ἦν χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» | |
45 | εʹ. Ἀλλ’ ἴσως ἀναφανεῖταί τις τῶν ἑτεροδοξεῖν εἰωθότων, καὶ τῆς ἐνούσης αὐτῷ δυσσεβείας τὸν ἰὸν ἐρευγόμενος, Οὐκ ἐν ἐσχάτοις, εἰπέ μοι, καιροῖς ἐγε‐ νήθη Χριστὸς, ὦ οὗτος; ἀνακεκράξεται. Πῶς οὖν ἦν διαπαντὸς, καὶ πρὶν γεννηθῇ; Πρὸς δὴ τὰ τοιαῦτα καὶ | |
77.568(50) | ἡμεῖς τοὺς περὶ τῆς ἀληθείας ἀντεξάγοντες τοὺς λόγους, Συναγορεύσεις τοῖς παρ’ ἡμῶν, ἄνθρωπε, τοῦτο λέγων, ἀναβοήσομεν. Πῶς γὰρ ἂν ὁ Πνευματο‐ φόρος, καὶ τῶν τοῦ Σωτῆρος μυστηρίων ταμίας, τὰ | |
τοῦ ζῶντός τε καὶ ὄντος ἀεὶ Λόγου, τῷ ἐν τελευταίοις | ||
77.569 | τεχθέντι καιροῖς ἐχαρίσατο ναῷ, εἰ μὴ δυσσεβὲς ἡγεῖτο τὸ διατεμεῖν, καὶ μετὰ τὴν ἐνανθρώπησιν τὸν ἕνα καὶ μόνον καὶ ἀληθῶς Υἱὸν ἀπενάρκησε διελεῖν εἰς δύο; Τὰ δὲ ἰδικῶς τε καὶ φυσικῶς προσόντα τῷ | |
5 | Λόγῳ, καὶ πρὸ σαρκὸς, ταῦτα πάλιν αὐτῷ καὶ ἐν σαρκὶ γεγονότι προσάπτει, οὐχ ἕτερον εἰδὼς γεγονότα διὰ τὴν σάρκα, ἀκέραιον δὲ φυλάττων αὐτῷ καὶ ὅτε γέγονεν ἄνθρωπος τῆς θεότητος τὸ ἀξίωμα. Καὶ μὴ θαυμάσῃς, ἄνθρωπε, τὴν τοῦ Παύλου φωνήν. Οὐ | |
10 | γὰρ τῶν τῆς εὐσεβείας κατατυραννήσας δογμάτων, καὶ εἰς τὸ δοκοῦν ἁπλῶς κατατείνας, τὰ τοιαῦτά φη‐ σιν, ἀλλ’ ἐξ αὐτῶν τῶν τοῦ Σωτῆρος πεπαιδευμένος ῥημάτων. Τί γὰρ ἔφη πρὸς τὸν Νικόδημον, εἰ βούλει μαθεῖν, ἔξεστι μὲν ἐντυχόντι τοῖς Εὐαγγελίοις ἰδεῖν· | |
15 | ἐρῶ δ’ οὖν ὅμως, διὰ τὸ πᾶσι λυσιτελοῦν· «Εἰ γὰρ τὰ ἐπίγεια, φησὶ, εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω τὰ ἐπουράνια, πιστεύσετε;» καί· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Ποτὲ δὲ πάλιν τοῖς | |
20 | Ἰουδαίοις προσλαλῶν διετείνετο, καὶ ἐπεδείκνυ σα‐ φῶς, ὡς ἀμέτοχοι παντελῶς μενοῦσι τῆς αἰωνίου ζωῆς, τῆς μυστικῆς εὐλογίας οὐκ ἀπογευσάμενοι· χαλεπῶς δὲ πρὸς τοῦτο διακειμένοις, καὶ ἀπελθοῦσιν εἰς τὰ ὀπίσω, καθὼς γέγραπται, πάλιν φησὶ, τὴν | |
25 | ἐντεῦθεν εἰς οὐρανοὺς προδιδάσκων ἀποδημίαν· «Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότε‐ ρον;» Καίτοι, ὅλον γὰρ αὖθις ἀναλήψομαι τὸν λόγον, γεγέννηται μὲν ἐπὶ γῆς, διὰ τῆς ἁγίας Παρθένου, τὸ | |
30 | κατὰ σάρκα· κατέβη δὲ ὁ Θεὸς Λόγος ἐξ οὐρανοῦ. Πῶς οὖν ἡμῖν ἐξ οὐρανοῦ τὸν Υἱὸν τοῦ ἀνθρώπου καταβῆναί φησιν; πῶς δὲ καὶ αὖθις, ὅπου πρότερον ἦν ἀνελεύσεσθαι λέγει; Ὁρᾶς οὖν ὅπως ἀδιαστάτῳ τε καὶ ἀδιορίστῳ περισφίγξας ἑνότητι τῆς ἀποῤῥήτου | |
35 | συνόδου τὸν Λόγον, ἕνα καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς παρ’ ἡμῶν ὁμολογεῖσθαι βούλεται Χριστόν; Διὰ γάρτοι τοῦτο, κατὰ φύσιν καίτοι ἀπὸ γῆς οὖσαν τὴν σάρκα ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβῆναί φησιν, ἀνελεύσεσθαι δὲ καὶ εἰς οὐρανοὺς ὅπου τὸ πρότερον | |
40 | ἦν. Τὸ γὰρ ἐνὸν αὐτῷ κατὰ φύσιν τῇ ἱδίᾳ σαρκὶ περιτίθησιν, ὡς οὐκ ὢν ἕτερος παρ’ αὐτὴν, ὅσον εἰς ἑνότητα τὴν ἐκ τῆς οἰκονομίας. Καὶ οὐκ ἀναιρήσομεν διὰ τὸ εἰς ἄκρον ἑνοῦν τὰ ἀνόμοια κατὰ τὴν φύσιν· τὸ ὑπάρχειν μέντοι κατ’ ἴδιον λόγον τὸ ἀπαύγασμα | |
45 | τοῦ Πατρὸς, ἕτερον δὲ πάλιν τὸ ἀπὸ γῆς σαρκίον, ἤτοι τελείως τὸν ἄνθρωπον· ἀλλὰ καὶ οὕτω ταῦτα διεγνωκότες, καὶ μόναις διελόντες ταῖς ἐννοίαις τὸν ἐφ’ ἐκάστῳ λόγον, ἀδιαστάτῳ πάλιν ἑνότητι πε‐ ρισφίγξομεν. «Σὰρξ γὰρ ὁ Λόγος ἐγένετο,» κατὰ τὸν | |
77.569(50) | ἅγιον εὐαγγελιστὴν, οὐκ εἰς σάρκα μεταβεβλημένος, οὐ γὰρ τοῦτό φησιν, ἀντὶ δὲ τοῦ ἄνθρωπος ὁλοκλήρως | |
εἰπεῖν τὴν σάρκα ὠνόμασεν. | ||
77.572 | ϛʹ. Οὐκοῦν, ὡς ἔφησεν ἐν ἰδίοις συγγράμμασι καὶ ὁ πανεύφημος ἡμῶν πατὴρ καὶ ἐπίσκοπος Ἀθανά‐ σιος, ὁ τῆς ὀρθοδόξου πίστεως κανὼν ἀδιάστροφος, δύο πραγμάτων ἀνομοίων κατὰ τὴν φύσιν ἐν ταὐτῷ | |
5 | γέγονε σύνοδος, θεότητος δηλονότι καὶ ἀνθρωπότητος. Εἷς δὲ ἐξ ἀμφοῖν ὁ Χριστός. Καὶ ἄῤῥητος μέν πω ἦν, καὶ ἀπερινόητος ὁ τῆς ἀνακράσεως τρόπος παν‐ τελῶς· πίστει δ’ οὖν ὅμως παραδεκτὸν τοῦ μυστη‐ ρίου τὸ βάθος. Τὰ γὰρ ὑπὲρ νοῦν καὶ σύνεσιν τὴν ἐν | |
10 | ἡμῖν, περιεργίᾳ μὲν οὐδαμῶς, πίστει δὲ μόνῃ θαυ‐ μάζεται. Ἐπειδὴ τοίνυν οὐκ ἀλλοτρίαν ἡγεῖτο τὴν σάρκα, ἴδιον δὲ μᾶλλον αὐτὴν ἐποιεῖτο ναὸν, καὶ ἄνθρωπος γεγονὼς, προσκυνεῖται δὲ καὶ παρὰ τῶν ἁγίων ἀγγέλων· «Ὅταν γὰρ, φησὶν, εἰσάγῃ τὸν | |
15 | πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυ‐ νησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Πυθοίμην ἂν ἔγωγε καὶ λίαν ἡδέως τῶν ἑτεροδοξεῖν ἀσυνέτως τετολμηκότων, καὶ χωριζόντων μὲν, ὡς αὐτός πού φησιν ὁ Σωτὴρ, «ἃ συνέζευξεν ὁ Θεὸς,» δύο δὲ | |
20 | εἶναι Χριστοὺς καὶ δύο Υἱοὺς οἰομένων, εἴπερ τινὲς ὅλως εἰσὶ, κατὰ τίνα δὴ τρόπον ἁρμόσει καλῶς τῷ ἐκ Θεοῦ καὶ Πατρὸς ὄντι Λόγῳ, πρὸ τῆς ἐνανθρωπή‐ σεως τὸ καλεῖσθαι πρωτότοκον. Πῶς γὰρ ἔτι μονογε‐ νὴς, εἰ πρωτότοκος; Εἰ μὲν γάρ ἐστι μονογενὴς, οὐκ | |
25 | ἂν εἴη πρωτότοκος· ἀλλ’ ἔστι κατὰ ταυτὸν ἀμφότερα Χριστὸς, καὶ οὐκ ἄν τις εἰς δύο καταδιελὼν τὸν ἕνα καὶ μόνον Υἱὸν, ἑνὶ μὲν ἀναθήσει τὸ, πρωτότοκος, θατέρῳ δὲ τὸ, μονογενής. Εὑρήσει γὰρ ὅλην αὐτῷ μαχομένην τὴν θεόπνευστον Γραφήν· ἄμφω γε μὴν | |
30 | ἐπὶ Χριστοῦ κυρίως εὑρήσομεν. Ἐπεὶ «πρωτότο‐ κος» μὲν, ὡς ἄνθρωπος «ἐν πολλοῖς ἀδελφοῖς·» μονογενὴς δὲ πάλιν, ὡς Λόγος ἐκ Θεοῦ καὶ Πατρός. Οὐκοῦν ὡς ὁ Παῦλός φησι· «Εἶς Θεὸς, καὶ εἷς με‐ σίτης Θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς.» | |
35 | Ἕνα γὰρ καὶ αὐτὸν εἰδὼς τὸν Χριστὸν, κἂν ποτὲ μὲν ὡς Λόγος, ποτὲ δὲ πάλιν ὡς ἄνθρωπος, διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν εἰσφέρηται, πάλιν ἐπιστέλ‐ λει περὶ αὐτοῦ· «Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν. Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ | |
40 | τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ αὐτός | |
45 | ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκλη‐ σίας, ὅς ἐστιν ἐν ἀρχῇ πρωτότοκος ἐκ τῶν νεκρῶν.» Ὁρᾷς δὴ πάλιν, ὅπως ἡμῖν ἀναμίξας τοῖς θεοπρεπέ‐ σιν ἀξιώμασι τὰ τῆς ἀνθρωπότητος ἴδια, τὸν αὐτὸν | |
77.572(50) | εἶναί φησι, καὶ εἰκόνα τοῦ ἀοράτου Πατρὸς, ἀπαύ‐ γασμα γάρ ἐστι καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐ‐ τοῦ, καὶ πρωτότοκον τῆς κτίσεως ἀποκαλεῖ, καὶ Θρόνων μὲν καὶ Κυριοτήτων, καὶ πάντων ἁπαξαπλῶς | |
δημιουργὸν ὁμολογεῖ. Τὸν αὐτὸν δὲ πάλιν πρωτότοκον | ||
77.573 | ἐκ τῶν νεκρῶν εἶναί φησι. Καίτοι καθὸ πέφηνεν ἄνθρωπος ἐν ὑστέροις τοῦ αἰῶνος, πῶς ἂν εἴη πρὸ πάντων; φορέσει δὲ πῶς τοῦ δημιουργοῦ τὸ ἀξίωμα; ἢ κατὰ τίνα τρόπον εἰκὼν ἔσται τοῦ ἀοράτου Θεοῦ; | |
5 | Ἀνθρώπῳ δὲ πάλιν οὔπω γεγενημένῳ, κατὰ τίνα προσέσται λόγον τὸ, πάσης κτίσεως εἶναι πρωτότο‐ κον, καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν; Ὅνπερ γὰρ τρόπον οὐκ ἀνθρώπῳ νοοῖτο πρέπειν τὸ δημιουργεῖν θεοπρεπῶς, οὕτως ἀλλότριον τὸ τεθνάναι Θεοῦ· ἀλλ’ | |
10 | ἑνὶ καὶ τῷ αὐτῷ περιτιθεὶς ὁ Παῦλος ἀμφότερα φαί‐ νεται. Οὐχ ἕτερον ἄρα καὶ ἕτερον οἶδεν Υἱόν· ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν, καθάπερ οὖν ἀμέλει καὶ ὁ μακά‐ ριος προφήτης Ἡσαΐας τοιοῦτό τι περὶ Χριστοῦ φρονῶν καὶ λέγων εὑρίσκεται· «Καὶ ὀπίσω σου | |
15 | ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις· καὶ ἔσονται δοῦλοι, καὶ προσκυνήσουσί σοι. Καὶ ἐν σοὶ προσεύξον‐ ται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν· ὁ Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ.» Ἀκούεις πῶς «Σοὶ, φησὶ, προσκυ‐ | |
20 | νήσουσι, καὶ ἐν σοὶ προσεύξονται, καὶ ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ;» Ἐροῦσι δὲ ταῦτα, καὶ τὸν ἐν ᾧ κατῴκησεν εἰδότες ναὸν, καὶ τὸν ἐνοικήσαντα Λόγον οὐκ ἀγνοήσαντες, προσκυνοῦσί γε μὴν οὐ τὸν ἐνοικήσαντα μόνον ἀποδιελόντες τοῦ | |
25 | προβλήματος τῆς σαρκός· ἀλλ’ ἕνα τὸν ἐξ ἀμφοῖν ἀῤῥήτως κεκερασμένον. Κατῴκησε μὲν ὁ Θεὸς Λόγος ἐν ἰδίῳ ναῷ, τῷ ἐκ γυναικὸς ἀναληφθέντι σώματι, ψυχὴν ἔχοντι τὴν λογικήν· ἀλλ’ εἰς τὴν οἰκείαν ἀνε‐ στοιχείωσε δόξαν τὸ ἀναληφθέν. Διὰ γάρ τοι τοῦτο, | |
30 | καὶ μόνῳ τῷ κατὰ φύσιν ὄντι Θεῷ τὸ προσκυνεῖσθαι πρέπειν, τῆς θείας ἡμῶν ἀνατιθείσης Γραφῆς, κατ‐ εθάρσησε πάλιν ὁ Παῦλος εἰπεῖν· «Ὅτι ἐν τῷ ὀνό‐ ματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα | |
35 | ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δό‐ ξαν Θεοῦ Πατρός.» Τί δὲ δὴ πάλιν ἐροῦμεν, ὅτε τοῖς τῶν ἁγίων εὐαγγελιστῶν περιτυχόντες συγγράμμασι, τὸν μὲν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν σωματι‐ κῶς εὑρίσκομεν τοῖς ἑαυτοῦ προσφυσῶντα μαθηταῖς, | |
40 | καὶ λέγοντα· «Λάβετε Πνεῦμα ἅγιον;» Παῦλος δὲ πάλιν ἐπιστέλλει, λέγων· «Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ καὶ Πατρός.» Ἑτέρους δὲ πάλιν ὡς περὶ τῶν Ἰουδαίων· «Ὧν αἱ ἐπαγγελίαι, ὧν οἱ πατέρες, καὶ | |
45 | ἐξ ὧν ὁ Χριστὸς κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» Θωμᾶς δὲ τίνα ψηλαφήσας μετὰ τὴν ἐκ νεκρῶν ἀποβίωσιν, τὴν σοφωτάτην ἠφίη φωνὴν, «Ὁ Κύριός μου καὶ ὁ Θεός μου;» Ἆρα καὶ τὴν χειρὸς ἁφὴν ὑπομένειν | |
77.573(50) | δύνασθαι τὸν ἐκ Θεοῦ Πατρὸς οἰησόμεθα Λόγον; ἀλλ’, οἷμαι, ληρεῖν τις ἡμᾶς οὐ μετρίως ἐρεῖ, τοῦτο λέγειν ἀσυνέτως ἀποτολμήσαντας. Τί δ’ ἂν εἴη τὸ παρ’ ἐκείνου ψηλαφώμενον, οὐδενὶ τῶν ὄντων ἐφικέ‐ | |
σθαι δυσθήρατον. Ἀλλ’ εἰσίτω πρὸς ἅπασι τούτοις, | ||
77.576 | καὶ ὁ τῶν ἁγίων μαθητῶν ἡγούμενος Πέτρος, ὃς δια‐ πυνθανομένου τοῦ Σωτῆρός ποτε· «Τίνα λέγουσιν οἱ ἄνθρωποι τὸν Υἱὸν τοῦ ἀνθρώπου;» διαῤῥήδην ἀνα‐ βοᾷ· «Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» | |
5 | Οὐκ, Ἐν σοὶ, φησὶν, ὁ Υἱός· ἀλλ’ εἰδὼς ἕνα καὶ τὸν αὐτὸν, καὶ πρὸ σαρκὸς, καὶ μετὰ σαρκὸς, «Σὺ, φησὶν, εἶ ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Τί οὖν ἆρα τὸ ἐντεῦθεν ἐκβέβηκεν; Ἐμακαρίζετο τοῦτο λέγων ὁ μαθητής· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ | |
10 | καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.» Δῶρον δὲ ταῖς ἐννοίαις ἰσόῤῥοπον, καὶ τῆς ὀρθοδόξου πίστεως ἀμοιβὴν ἐκομίζετο, τὰς κλεῖδας τοῦ οὐρανοῦ, καθὼς γέγραπται. Ταύτῃ καὶ ἡμεῖς ἀκολουθῶμεν τῇ πίστει, καὶ τὸ συμφρονεῖν | |
15 | τοῖς Ἰουδαίοις ἀποῤῥιπτοῦντες ὡς ποῤῥωτάτω, μὴ λέγωμεν σὺν ἐκείνοις τῷ πάντων ἡμῶν Σωτῆρι Χρι‐ στῷ· «Διατί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» ἀλλ’ ἕνα προσκυνοῦμεν, καὶ ὁμολογοῦμεν Χρι‐ στὸν, τὸν αὐτὸν καὶ Λόγον ἐκ Θεοῦ καὶ Πατρὸς, καὶ | |
20 | «ἄνθρωπον ἐκ γυναικὸς,» καθὼς γέγραπται. Ἐπειδὴ γὰρ ἦμεν ἐν πολλαῖς ἁμαρτίαις, καὶ τὴν ἑκάστου ψυχὴν τὸ πικρὸν τῶν ἐν ἡμῖν ἡδονῶν κατεληΐζετο στίφος, «Ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώ‐ ματι σαρκὸς ἁμαρτίας, ὡς ὁ Παῦλός φησι, κατέκρινε | |
25 | τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ,» καὶ σὺν αὐτῇ τὸν ἐξ αὐτῆς βλαστήσαντα θάνατον, ἵνα πάντας ἀναστοι‐ χειώσῃ πρὸς τὴν ἀρχαίαν ζωήν. Ἰουδαῖοι μὲν γὰρ οἱ δείλαιοι, ταῖς τοῦ διαβόλου στρατηγίαις τὰ πάντα πειθόμενοι, τὸν τῆς δόξης ἐσταύρωσαν Κύριον. Ἀλλ’ | |
30 | οὐκ ἦν δυνατὸν ζωὴν ὄντα κατὰ φύσιν καὶ Θεὸν, τοῖς τοῦ θανάτου κρατεῖσθαι δεσμοῖς. Τοιγάρτοι σκυλεύ‐ σας τὸν ᾅδην, καὶ πάντα τοῦ διαβόλου κενώσας μυ‐ χὸν, ἀνέστη τριήμερος, ὁδὸς καὶ ἀρχὴ καὶ θύρα τῇ ἀνθρωπείᾳ φύσει γενόμενος, πρὸς τὸ ἀνατρέχειν εἰς | |
35 | ζωὴν, καὶ τῶν τοῦ θανάτου κατανεανιεύεσθαι βρό‐ χων. Πάντες γὰρ ἦμεν ἐν Χριστῷ, καθὸ γέγονεν ἄνθρωπος χωρὶς ἁμαρτίας· «Καὶ σπέρματος Ἀβραὰμ ἐπελάβετο, κατὰ τὸ γεγραμμένον, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθεὶς, νικήσῃ τὸν θάνατον, | |
40 | ὅτε γέγονεν ἄνθρωπος.» Εἰς τοῦτο γὰρ ὅλος ὁ σκο‐ πὸς τῆς μετὰ σαρκὸς οἰκονομίας ὁρᾷ τε καὶ βλέπει. Διαναστὰς δὲ ὑπὲρ ἡμῶν καὶ δι’ ἡμᾶς ἐκ νεκρῶν, ὤφθη μὲν τοῖς ἑαυτοῦ μαθηταῖς, ἐπιτρέψας δὲ βα‐ πτίζειν αὐτοῖς εἰς ὄνομα Πατρὸς, Υἱοῦ καὶ ἁγίου | |
45 | Πνεύματος, καὶ ὅλην τῷ λόγῳ καταφωτίζειν τὴν οἰκουμένην, καὶ εἰς αὐτὸν ἀνέβη τὸν οὐρανὸν, «συν‐ εμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν,» καθὰ γέγραπται, ἵνα «παράκλητον αὐτὸν ἔχοντες πρὸς τὸν Πατέρα, καὶ ἱλασμὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν,» | |
77.576(50) | ὡς Ἰωάννης φησὶ, «δρομαῖοι βαδίζωμεν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως·» ἁμαρτίας μὲν ἁπάσης ἀποπηδῶντες εὐτόνως, ἐπιτρέχοντες δὲ μᾶλλον τὸ κατορθοῦν ἐπείγεσθαι τὴν φιλόθεον ἀρετὴν, σωφρο‐ | |
σύνην ἐπασκοῦντες, ἐγκράτειαν ἀγαπῶντες «παρι‐ | ||
77.577 | στῶντες τὰ μέλη τοῦ σώματος ὅπλα δικαιοσύνης τῷ Θεῷ,» τῶν ἐν ταλαιπωρίαις μνημονεύοντες, ὀρφανοὺς καὶ χήρας ἀνακτώμενοι, τοῖς δεσμίοις ἐπελαφρίζον‐ τες τὴν ἐκ τοῦ δέεσθαι συμφορὰν, καὶ ἁπαξαπλῶς | |
5 | τῆς εἰς ἀλλήλους ἀγάπης ἐχόμενοι. Τότε γὰρ, τότε τὴν καθαρωτάτην καὶ παντὸς ἀγαθοῦ μητέρα νη‐ στείαν ἐπιτελέσομεν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσ‐ σαρακοστῆς ἀπὸ δωδεκάτης τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ ἑπτακαι‐ | |
10 | δεκάτης τοῦ Φαρμουθὶ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ δευτέρᾳ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτου· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα | |
15 | καὶ τὸ κράτος, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
22t | ΛΟΓΟΣ Θʹ. | |
23 | αʹ. Ἄρα πάλιν ἡμᾶς τὰ λαμπρὰ τῆς ἁγίας ἑορτῆς ἀναδεκνύντας συνθήματα, μέγα τι καὶ διαπρύσιον ἀνα‐ | |
25 | κραγεῖν· «Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ.» Ἥκει γὰρ, ἥκει καὶ εἰσαῦθις ἡμῖν διὰ τῆς ἐτησίου περιστροφῆς ὁ τῆς νηστείας καιρός. Καθάπερ ἐξ ἑῴων ἄρτι κλι‐ μάτων ἡλίου μὲν γῆς ὑπερύπτασθαι λαβόντος ἀρ‐ χὴν, εἴσω γε μὴν ἔτι τὴν αἴγλην ὠδίνοντος, αἱ λαμ‐ | |
30 | πραὶ τῶν ἀκτίνων προσανίσχουσι βολαὶ, τὴν ἐκ τοῦ σκότους μετατιθεῖσαι κατήφειαν εἰς ἡδὺ γελῶσαν εὔχροιαν, καὶ ὄψιν· τὸν [αὐτὸν], οἶμαι, τρόπον τῆς θείας ἡμῶν ἑορτῆς περιαγγελλομένης ἤδη καὶ προσλάμπει αὐτῆς τὸ σεμνὸν δὴ τοῦτο τῆς Ἐκκλησίας ἀνα‐ | |
35 | πειθούσης κήρυγμα, διαλευκαίνεταί πως τῆς ἑκάστου διανοίας εἰς φαιδροτέραν ἕξιν τὸ κήρυγμα· καί μοι δοκεῖ, φαίην δ’ ἂν ἴσως, οὐκ ἀπὸ σκοποῦ, μέλλοντά πως ἔτι καὶ καταιτιᾶσθαι τάχα τὸν τοῦ σταδίου καιρόν. Ἀλύει δὲ, ὡς εἰκὸς, καὶ βαρύνεται φιλεργὸς ὢν | |
40 | ὁ νοῦς, ὅτι μὴ συνειστρέχοντας τῷ κηρύγματι τοὺς ἀγῶνας ὁρᾷ· τοιγάρτοι καὶ λίαν ὀρθῶς τὸν ἐν προ‐ θυμίαις ὄντα ταῖς οὕτω θερμαῖς, ἵππῳ πολεμιστη‐ ρίῳ τὸ τῆς θεοπνεύστου Γραφῆς παρεικάζει λόγιον, ὡδί πως ἔχον· «Πόῤῥωθεν ὀσφραίνεται πολέμου, σὺν | |
45 | αἵματι καὶ φωνῇ.» Ἵππον μὲν γὰρ τὸν ὑψαύχενα, καὶ ὁ πάνδεινος τοῦ πολέμου κρότος, καὶ κτύπος ἐνόπλιος, καὶ σιδήρου στίλβοντος ὄψις, καὶ τῶν ἐν μάχῃ σαλπίγγων οὐκ ἐλευθέρα δείματος ἠχὴ, πρὸς τὸν ἐπὶ τῷ πολέμῳ παρεγείρει πόθον· ἀνδρὸς δὲ ὁσίου | |
77.577(50) | ψυχὴν εἰς ἀγῶνα παραθήγει τὸν θεῖον λόγος τῶν καλ‐ λίστων εἰσηγητικὸς, καὶ εἰς φιλόθεον ἕξιν μάλα δια‐ νιστάς. Λόγῳ μὲν οὖν κεχρῆσθαι τοιῷδε, λαμπρὸν, | |
οἶμαι, τὶ τὸ χρῆμα καὶ ἀξιοζήλωτον ὁμολογήσειέ τις | ||
77.580 | ἄν. Τό γε μὴν ἐπιτηδείως ἔχοντας ἡμᾶς, εἰς τοῦτο μηδαμόθεν ὁρᾶσθαι τάχα ἄν τι καὶ δέος ἡμῖν προσ‐ εποίησε, καὶ τριπόθητον ἔδειξε τὸ σιγᾷν (οἱ γὰρ ἑαυτῶν ἐπιγνώμονες σοφοὶ, κατὰ τὸ γεγραμμένον), | |
5 | εἰ μὴ θεῖος ἡμᾶς ἐπὶ τὸ χρῆναι λαλεῖν ἀντεσόβει νό‐ μος. «Ἱερεῖς γὰρ, φησὶν, ἀκούσατε, καὶ ἐπιμαρτύ‐ ρασθε τῷ οἴκῳ Ἰακὼβ, λέγει Κύριος παντοκράτωρ.» Χρὴ δὲ δή τι διαπυνθάνεσθαι μὲν ἡμᾶς· ἐπιμαρτύ‐ ρασθαι δὲ τῷ οἴκῳ Ἰακὼβ, δι’ ἑτέρου προφήτου κε‐ | |
10 | χρησμῴδηκε, λέγων· «Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους πάντας κατοι‐ κοῦντας τὴν γῆν εἰς οἶκον Κυρίου Θεοῦ ἡμῶν, καὶ κεκράξατε πρὸς Κύριον ἐκτενῶς.» Οὐ γὰρ δή που φαίη τις ἂν, ὡς ἀνίπτοις ἰέναι ποσὶν ἐπὶ τὴν εἴσω | |
15 | θέμις σκηνήν· προκεκαθαρμένους δὲ μᾶλλον διὰ πάσης ἐπιεικείας· καὶ τοῖς ἐξ ἀσκήσεως πόνοις τὰ ἐπὶ τῆς γῆς νεκρώσαντας μέλη, τότε δὴ, τότε τῶν θείων ἐπέκεινα καταπετασμάτων ἐπείγεσθαι δεῖν, τὸ βαθὺ τοῦ Σωτῆρος ἡμῶν περισκεπτομένους μυστή‐ | |
20 | ριον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τῆς ἄνωθεν ἡμῖν εὐλο‐ γίας πλουσίως μεταλαχεῖν, μὴ οὐχὶ δρᾷν ἑλομένοις, καὶ μάλα προθύμως, τὰ τῇδε διηγγελμένα. Ταῦτα τῷ λόγῳ πρὸς τὸ παρὸν ἡ πρόφασις ἐκ νομικῶν συνθημάτων στρατηγεῖν μὲν, καὶ συνοπλίζεσθαι τοῖς | |
25 | ἁγίοις μαχηταῖς ἐπιτεταγμένοι, πανηγυραρχεῖν δὲ τοῖς ἑορτάζουσι, καὶ συμπαρεῖναι μυσταγωγόν. Καὶ τίς ἡ τούτων ἀπόδειξις; Αὐτὸς ὁ πάντων Δεσπότης, οὕτω πρὸς ἡμᾶς διὰ Μωσέως εἰπών· «Ἐὰν δὲ ἐξέλ‐ θῃς εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναν‐ | |
30 | τίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημάνητε ταῖς σάλπιγξι, καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν. Καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν, καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν, καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν σαλπιεῖτε ταῖς | |
35 | σάλπιγξι· καὶ ἐπὶ τοῖς ὁλοκαυτώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν. Καὶ ἔσται ὑμῖν ἀνά‐ μνησις ἐναντίον τοῦ Θεοῦ ὑμῶν.» | |
42 | βʹ. Καὶ σκιὰν μὲν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, και‐ ροῦ πρὸς μάχην ἐπείγοντος, τοὺς ἱερᾶσθαι λαχόντας | |
45 | κεχρῆσθαι δεῖν ἐπιτάττει ταῖς σάλπιγξιν, ὑψηλὸν δὲ καὶ ὑπέρτονον ἰέντας ἠχὴν, εἰς ἀνδρείας ἀνάμνησιν ἐγείρειν τὸν ὁπλιτεύοντα· τοῖς γε μὴν ἑορτάζουσι, τὸν ταῖς θυμηδείαις πρέποντα ποιεῖσθαι ῥυθμόν. Οἱ δὲ τὰ ἐκ τῆς ἐντεῦθεν σκιᾶς εἰς τὴν τῆς ἀληθείας μετα‐ | |
77.580(50) | πλάττοντες δύναμιν, ἀντὶ τῆς ἀρχαίας ἐκείνης σάλ‐ πιγγος, καὶ ἀχρείου καταβοῆς, τὸν διδασκαλικὸν ἐπι‐ τηδεύομεν λόγον, παρορμῶντα μὲν εἰς εὐτολμίαν τὴν σώφρονα τοὺς τοῖς τῆς σαρκὸς κινήμασιν ἀντιπαρεξ‐ άγοντας τὴν ἐγκράτειαν, καταστρατευομένους δὲ | |
55 | τῶν οἰκείων παθῶν, καὶ τοῖς τῆς δικαιοσύνης ὅπλοις | |
ἐναρμόσασθαι δεῖν ἑλομένους· τοῖς γε μὴν οὖσιν ἐν | ||
77.581 | εὐπαθείαις καὶ πνευματικοῖς ἀναθήμασι, τὴν ἁπάν‐ των βασιλίδα φύσιν ἀντιγεραίρουσιν, συνανασκιρτᾷν εἰωθότα, καὶ τοῦ Σωτῆρος ἡμῶν τὰ παντὸς ἐπέκεινα θαύματος εὐφημεῖν κατορθώματα. Ἠρινὸς μὲν οὖν | |
5 | ἐστιν ὁ παρὼν καιρός· καί μοι δοκεῖ πολλοῖς ἂν αὐτὸν δύνασθαι καταστέψαι λόγον τὸν εὐτρόχῳ μὲν γλώττῃ, νῷ δὲ τῷ παναρίστῳ διαπρεπεῖ. Νῦν μὲν γὰρ ἀμειδῆ τοῦ χείματος ὄψιν, οἷά τινα κόνιν ἀπονιψάμενος, καθαροῖς ἡλίοις διαφαιδρύνεται, ὄρεσι δὲ καὶ νάπαις, | |
10 | δρυμοῖς τε καὶ λόχμαις ἀπονέμει πάλιν τὸ ἐν τῷ καλλίστῳ γενέσθαι σχήματι. Ἀνηβάσκει γὰρ ἤδη καὶ νεογονεῖ φυλλάδι περιανθίζεται. Καὶ χαίρων μὲν ὁ ποιμὴν, ἡδέα διασυρίζει, καὶ λιγυρὸν ἀνιεὶς ἐκ καλάμου τὸ μέλος, εἰς εὐανθῆ καὶ ἀρτιφυῆ κα‐ | |
15 | τανεύεσθαι πόαν, τὴν ἀγέλην ἀφίησι· σκαίρουσαν δὲ τὴν δάμαλιν ὁμοῦ τῇ τεκούσῃ χλοηφορεῖν ἐπεί‐ γει βουκόλος. Καὶ ἀμπέλων μὲν ἄρτι νέοι τρέχουσι κλῶνες, καθάπερ τισὶ δακτύλοις ταῖς τῶν ἑλίκων προσεκδρομαῖς τῶν δονάκων ἐπιδραττόμενοι, καὶ | |
20 | τοῖς παραπεπηγόσι τῶν φυτῶν ἐπιθρώσκοντες. Ἀεὶ γὰρ αὐτοῖς πρὸς ὕψος ἰέναι φίλον, ἵνα τὸ λαμπρὸν τῶν βοτρύων διαφαίνηται κάλλος. Λειμῶνές γε μὴν τῇ τῶν ἄνθεων εὐωδίᾳ πολυτρόπως εὐωδιάζοντες, τῇ συνήθει δωρεᾷ τοὺς γηπονοῦντας εὐφραίνουσι. | |
25 | Προσθείη δ’ ἄν τις τούτοις μυρία ἕτερα τὸν ἀνθοκο‐ μεῖν εἰωθότα κατασεμνύνων καιρόν. Ἀλλ’ οὐδὲν, οἶ‐ μαι, πολὺ τὸ τούτοις αὐτὸν ἀγλαΐζεσθαι μόνοις, τὸ γὰρ δὴ τῶν ἄλλων ἁπάντων ἀξιώτερον, ἐκεῖνό ἐστι. Συνανέβη γὰρ τοῖς φυτοῖς καὶ ἡ πάντων τῶν ἐπὶ τῆς | |
30 | γῆς ἡγεμονεύουσα φύσις, φημὶ δὲ τὸν ἄνθρωπον. Ἠρι‐ νὸς γὰρ ἡμῖν εἰσκομίζει καιρὸς τοῦ Σωτῆρος ἡμῶν τὴν ἀνάστασιν, δι’ ἧς οἱ πάντες ἀναμορφούμεθα εἰς καινότητα ζωῆς, τὴν ἐπείσακτον τοῦ θανάτου διαδράντες φθοράν. Ἦν γὰρ δὴ καὶ ὄντως ἀπίθα‐ | |
35 | νον, φυτῶν μὲν εἴδη καὶ γένη πρὸς τὴν ἀρχαίαν ὄψιν ἀνακομίζεσθαι, δυνάμει τοῦ πάντα ζωογονοῦντος Θεοῦ, κεῖσθαι δὲ ἄπνουν, οὐδεμιᾶς ἄνωθεν λαχόντος φροντίδος, δι’ ὃν καὶ ἡ τῶν φυτῶν ἐξεύρηται γέννησις. Συντρέχει τοίνυν καθ’ ἕνα τοῦτον ἡμῖν τὸν καιρὸν, | |
40 | τὸ τοῖς ἄλλοις ἅπασι τὴν ἁπάντων κρείττονα τῶν ἐπὶ γῆς συνανακαινίζεσθαι φύσιν· δημιουργὸς δὲ τούτου Χριστός. Καὶ γοῦν ὁ Θεὸς καὶ Πατὴρ δι’ ἑνὸς ἐφώνει τῶν προφητῶν· «Θάρσει, Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου. Κύριος ὁ Θεὸς ἐν σοὶ δυνατὸς, σώσει σε, | |
45 | καὶ ἀνακαινίσει σε ἐν τῇ ἀγαπήσει αὑτοῦ.» Ἐν γὰρ τῷ καιρῷ τῆς εἰς ἡμᾶς ἀγαπήσεως, τουτέστιν, ὅτε δι’ ἡμᾶς γέγονεν ἄνθρωπος, πρὸς καινότητα ζωῆς ὅλην ἐν ἑαυτῷ ἀναμορφώσας τὴν φύσιν, καὶ εἰς ὅπερ ἦν ἐξ ἀρχῆς ἀναστοιχειώσας, ὡς Θεὸς, ἔαρ μὲν ἡμῖν | |
77.581(50) | ἔδειξε νοητὸν, ψυχικοὺς δὲ ὄντας, διὰ τὴν πάλαι κρατήσασαν ἁμαρτίαν, πνευματικοὺς ἀπέδειξε δι’ εὐσέβειαν. Καὶ εἴ τῳ μανθάνειν ἡδὺ, καὶ τέθειται περισπούδαστον, καὶ εἰδέναι σαφῶς, τί μὲν εἴη τὸ ἐξ | |
ἀμφοῖν παραδηλούμενον, ποδαπὴ δὲ καὶ ὅσια τῶν | ||
77.584 | ὀνομάτων ἡ διαφορὰ, παρήσω λέγοντα Παῦλον· «Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ. Μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶ‐ ναι ὅτι πνευματικῶς ἀνακρίνεται. Ὁ δὲ πνευματικὸς | |
5 | ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρί‐ νεται.» Οἱ μὲν γὰρ ἀδιακρίτως εἰς ἅπαν ἁπλῶς χω‐ ρεῖν μελετήσαντες τὸ ἀναβαῖνον εἰς νοῦν, καὶ ταῖς τῆς ψυχῆς ἐπιθυμίαις πάντα κάλων ἀνέντες, ἀφορή‐ τως ἔχουσι περὶ τοὺς τοῦ Πνεύματος νόμους σωφρο‐ | |
10 | νεῖν ἀναπείθοντας, εὐφυᾶ τε καὶ τετορνευμένον ἐπ‐ ασκῆσαι τὸν βίον. Οἱ δὲ τοῖς τοῦ Πνεύματος νόμοις τὸ χρῆναι νικᾷν ἐπιτρέποντες, εἰς οὐδὲν ἀπερισκέπτως τῶν πρακτέων οἰχήσονται, τὸ δὲ πεφυκὸς ὠφελεῖν ἀεὶ δοκιμάζοντες, καὶ προτάττοντες μὲν τῶν ἡδέων | |
15 | τὸ λυσιτελές· κατόπιν δὲ τοῦ συμφέροντος τὸ μὴ οὕτως ἔχον τιθέναι σπουδάζοντες, ὑπ’ οὐδενὸς κατα‐ κρίνονται, πάντα δὲ μᾶλλον διακρίνουσιν αὐτοί. Τίς γὰρ, εἰπέ μοι, τῶν οὕτω ζῇν ᾑρημένων, ὡς πονηρὸς εἴη λέγων, οὐχὶ τῆς ἰδίας μᾶλλον καταψηφιεῖται κα‐ | |
20 | κίας, καὶ τὰ πάντων αἴσχιστα τῆς ἑαυτοῦ καθοριεῖ κεφαλῆς. Τὸ γὰρ, οἶμαι, κακοῦν ἀσυνέτως ἀποτολ‐ μᾷν, οἷς περ ἂν μᾶλλον θαυμάζεσθαι πρέποι, τῆς ἐσχάτης φαυλότητος ἀπόδειξιν ἔχειν, καὶ ὁ τοῖς οὕτως αἰσχροῖς συναγορεύειν οὐ παραιτούμενος, αὐτὸς μάρ‐ | |
25 | τυς τῆς ἑαυτοῦ βδελυρίας εἰσρήσεται [ἴς. εὑρ–]. Δι’ ὧν γὰρ ἔγνω τιμᾷν ἃ χρῆν ἐλέγχειν ὡς πονηρὰ, διὰ τούτων αὐτῶν, ὅτι μὴ πέφυκεν εἶναι χρηστὸς ὁμολογήσει λαμπρῶς. Ἀῤῥώστημα δὲ τῶν ἄλλων ἔλαττον οὐδε‐ νὸς, καὶ τοῦτο ὑπάρχειν ἡ θεία διορίζεται Γραφὴ, τὸ | |
30 | μὴ δύνασθαί φημι διακρίνειν ὀρθῶς τῶν πραγμάτων τὰς φύσεις. «Οὐαὶ γὰρ, οἱ λέγοντες, φησὶ, τὸ καλὸν πονηρὸν, καὶ τὸ πονηρὸν καλὸν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος.» Οὕτω γὰρ, οἶμαι, ῥᾳδίως διέλοι τις ἂν τῶν αἰσχρῶν τὰ βελτίονα, ἀταλαίπωρόν | |
35 | τε τὴν ἐπ’ ἀμφοῖν ποιήσεται κρίσιν, ὡς εἰ καὶ φωτὸς καὶ σκότους ποιοῖτο τῷ λόγῳ διαφοράν. Οὐαὶ τοίνυν, φησὶ, τοῖς εἰς τοῦτο παροινίας κατωλισθηκόσιν, ὡς καὶ τὰ λίαν εὐσύνοπτα συγχεῖν, καὶ τῷ μὲν φωτὶ τὸ τοῦ σκότους ὄνομα, τῷ δ’ αὖ σκότῳ τὸ τοῦ φωτὸς | |
40 | ἀπονέμειν οὐκ ἐρυθριᾷν. Ἀλλ’ οὐχὶ τῶν ἀγαθῶν καὶ τῶν πνευματικῶν φαίη τις ἂν τὰ τοιαῦτα ἀῤῥωστή‐ ματα· ψυχικῶν δὲ μᾶλλον καὶ πονηρῶν· Ἡδοναῖς γὰρ ταῖς τοῦ παρόντος βίου τὸν νοῦν ἔχοντες τυραν‐ νούμενον, ἀφεστᾶσι τοσοῦτον τοῦ δρᾷν ἐθέλειν τὸν | |
45 | ἀγαθὸν, ὡς καὶ ὅ τί ποτέ ἐστιν ἀγνοῆσαι λοιπόν. Ἐπειδὴ δὲ οὐ κατ’ ἐκείνους ἡμεῖς φιλόθεοί τε ὄντες καὶ πνευματικοὶ, παραστήσωμεν ἑαυτοὺς ὡσεὶ ἐκ νεκρῶν ζῶντας τῷ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἀποθα‐ νόντι, καὶ ἐγερθέντι Χριστῷ, καὶ ὡς ὁ θεῖος ἡμῖν | |
77.584(50) | ἐπιτάττει Παῦλος· «Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν·» μὴ περιελκόμενοι πρὸς ἀλλοκότους ἡδονὰς, μηδὲ ἐξιτήλοις ἐπιθυμίαις, καθάπερ εἰς βά‐ ραθρόν τινα χώραν ἀποδημοῦντες τὴν ἁμαρτίαν· ἀλλ’ εἰς τὴν τῶν ἁγίων καλλίπολιν ἀποβλέποντες τὴν | |
55 | ἐπουράνιον Ἱερουσαλὴμ, ἥτις ἐστὶ μήτηρ ἡμῶν, διὰ | |
77.585 | πάσης ἐπιεικείας καὶ νήψεως τὸν οἰκεῖον καταφαι‐ δρύνωμεν βίον· ὀρθῇ δὲ πρὸς τούτοις καὶ ἀνενδοιάστῳ τῇ πίστει τὸν ἑαυτῶν Δεσπότην ἀντιτιμήσωμεν, τὸ γεγραμμένον ἔχοντες εἰς νοῦν· «Ἀγαπήσεις Κύριον | |
5 | τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.» Ἅπαν δὲ ἡμᾶς τὸ τῆς ἀγαπήσεως μέτρον ἀνατιθέναι προστάττων διαμοιρηθὲν οὐδαμῶς ἢ ἐφ’ ἕτερόν τι παρηλκυσμένον, ὁλοκλήρῳ τῇ πίστει κελεύει τιμᾷν, μηδαμῆ νοοῦντας τὸ ἐν πίστει βραχὺ, | |
10 | καὶ ἀτελὲς εἰς εὐσέβειαν· ἤγουν ἀπονέμοντάς τι καὶ δόξης ἀγαθῆς τοῖς οὐκ οὖσι θεοῖς. Τοιγάρτοι καὶ ἐπι‐ φέρει λέγων· «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι, πλὴν ἐμοῦ.» Τὸ γὰρ εὔκολον εἰς ἀπόστασιν καὶ παρατρο‐ πὴν, καὶ ἐφ’ ἃ μὴ θέμις εὐπάροιστον, μικροψυχίας | |
15 | μὲν ἁπάσης ἀπόδειξιν ἂν ἔχοι σαφῆ, καταγέλαστον δὲ καὶ ἐν τοῖς μηδενὸς ἀξίοις ὁρᾶσθαι ποιεῖ. | |
27 | γʹ. Καὶ ὅτι μὲν τοῖς εἰς τελείαν ἕξιν, διὰ τῆς εἰς ἄκρον συμπαθείας ἐξησκημένοις κατειθισμένοις τε ἤδη τῆς στερεωτέρας ἀναπίμπλασθαι τροφῆς, οὐ | |
30 | σφόδρα λαλοῦμεν ἔν γε τῷ παρόντι τὰ ἀναγκαῖα συνίημι κἀγώ· «Στοιχεῖα γὰρ ταῦτα καὶ ἀρχαὶ τῶν λογίων τοῦ Θεοῦ,» κατὰ τὴν τοῦ Παύλου φωνήν. Ἀλλ’ οὐκ εἰς μακρὰν μὲν ἐκείνης τὰ συνήθη διαλέξομαι, συγγνώμην δὲ ἔχειν εἰς τὸ παρὸν αἰτήσομαι, καὶ | |
35 | τοῖς τοῦ Σωτῆρος ἡμῶν ἀποκεχρήσομαι λόγοις· «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες.» Ὁ μὲν γὰρ οἴκοθεν ἔχων ὑγιᾶ τὸν νοῦν, καὶ εἰ μὴ τούτων παρακαλούντων τύχοι, πάλιν οὐ‐ δὲν ἧττον στήσεται· ὁ δὲ ἀσθενὴς τὴν καρδίαν, πολ‐ | |
40 | λῆς ἂν δέοιτο τῆς ἐπικουρίας· οὐ γὰρ ἂν ἑτέρως διακρούσαιτο τοῦ πάθους τὴν ἐπήρειαν. Ἥξει δὲ ἡμῖν διὰ παραδειγμάτων ὁ λόγος. Τὰ μὲν γὰρ εὔριζα τῶν φυτῶν, καὶ περιπληθέσι τοῖς πρέσμοις καλῶς ἱδρύσθαι πεπιστευμένα, πρὸς ὕψος μὲν ἀναθρώσκει | |
45 | μέγα καὶ πολὺ, δι’ οὐδενός τε παντελῶς ποιούμενα λόγον τὰς τῶν ἀνέμων πλεονεξίας διαπέπηγεν ἀσφα‐ λῶς, κἂν πολλῷ καὶ ἀφορήτῳ διασυρίζουσαι ῥόθῳ ὁρμῆς περιχεῖσθαι σπουδάζωσι. Τὰ δὲ μὴ λίαν ἁδρυνθέντα τῶν ξύλων, τρυφερώτερα δέ πως ἔτι καὶ | |
77.585(50) | νεοπαγῆ καὶ ἄρτι τῆς αὐτὰ τεκούσης ὑπερκύπτοντα γῆς, οὐκ ὀλίγων ἂν δέοιντο τῶν ὑπορθωμάτων. Ἔνεστι γὰρ τοσοῦτον ἀσθενείας αὐτοῖς, ὅσον καὶ χρόνου σμικρότητος, σφαλερωτάτην δὲ οὕτως ἔχει | |
τὴν στάσιν, ὡς ὑπὸ μιᾶς ἔσθ’ ὅτε πνεύματος προσ‐ | ||
77.588 | βολῆς καταῤῥιπτεῖσθαι τῶν βόθρων. Νεανίαις δὲ κεῖσθαι τοῖς ἄρτι ἀκμάζουσι προθήβαις ἐν ἴσῳ τὸν αὐτὸν οἶμαι τρόπον. Οἱ μὲν ἤδη πρὸς ἀσφαλῆ καὶ τὴν ὄντως φιλόθεον ἀναδραμόντες διάνοιαν, καὶ τῇ | |
5 | πίστει τῇ εἰς Θεὸν ἐῤῥιζωμένοι, καλῶς διαμένουσιν ἀκλόνητοι, καὶ προσωθῇ πειράζων ὁ Σατανᾶς. Οἵ γε μὴν ἔτι τρυφᾷν ἔχοντες τὴν καρδίαν, εἰ μὴ σφό‐ δρα συχνὸν τὸν ἐπανορθοῦντα δέχοιντο λόγον, εὐκό‐ λως ἂν, οἶμαι, διολισθήσειαν, καὶ πρὸς ἅπαν ἠχή‐ | |
10 | σονται τὸ τῷ καταστρέφοντι δοκοῦν. Εἰ μὲν οὖν οὐκ ἦσαν ἐν ἐμοὶ οἱ τοιοῦτοι, κἂν εὐθὺς ἐχρῆν ἰθυ‐ δρομῆσαι τὸν λόγον ἐπὶ τὰ τῶν μαθημάτων ἐξησκη‐ μένα, καὶ τελειοτέραν ἔχοντα τὴν ὑφήγησιν. Ἐπειδὴ δὲ πολλοὺς, οἶμαι, κατίδοι τις ἂν, οἷς οὐκ οἶδ’ ὅπως | |
15 | ἐπὶ τὸ διαῤῥιπτεῖσθαι φίλον, ἐπαμφοτερίζουσάν τε τὴν διάνοιαν ἔχειν πρός τε τὸν φύσει καὶ τοὺς οὐκ ὄντας τοῦτο θεοὺς, ἢ καὶ οὕτω κατωνομασμένους, τί τὸ νοσοῦν ἀφέντες, ἀβούλως ἐπὶ τὸ μὴ οὕτως ἔχον ἴομεν εὐθύς; Ὥρα τοίνυν, ὡς ἔοικε, κατὰ τὸν θε‐ | |
20 | σπέσιον Παῦλον τοῖς τοιούτοις εἰπεῖν· «Βλέπετε, ἀδελφοὶ, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος.» Εἰ γὰρ χρή τι καὶ ἡμᾶς ἀναφανδὸν εἰπεῖν, μηδεμίαν ἐπαφέντας τῷ λόγῳ περιστολὴν εἰ προσέρχῃ τῇ πί‐ | |
25 | στει, πρόσιθι καθαρῶς, ὁλοτρόπως δηλονότι, καὶ μὴ σκάζοντι τῷ νῷ, μηδὲ καρδίᾳ μεμερισμένῃ· μᾶλλον δὲ, εἰ χρή τι καὶ ἀληθέστερον εἰπεῖν, ὅλην ἐχούσῃ πρὸς ἐκεῖνα τὴν ῥοπὴν, ἐξ ὧν ἡ χάρις λυτροῦται τὸν ἀληθῶς ἐπιστρέφοντα. «Οὐδεὶς γὰρ δύναται δυσὶ | |
30 | κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει.» Λογισώμεθα γὰρ ὠδὶ τὴν τοῦ πράγ‐ ματος φύσιν ἐκ τῶν καθ’ ἡμᾶς αὐτούς. Βεβαρβάρω‐ ταί τις τυχὸν, ἁλοὺς παρ’ ἐκείνοις ἐν ἡλικίᾳ μικρᾷ· | |
35 | ἀνατεθραμμένος δὲ παρ’ αὐτοῖς, ἐσπάσατο μὲν τῶν ἠθῶν, συνεπλάσθη δὲ ὥσπερ ἀγρίοις ἔθεσί τε καὶ νό‐ μοις. Εἶτα τοῦ χρόνου πρὸς ἐπίδοσιν ἄγοντος ἡλικίας τε καὶ φρενῶν ἔγνω τῆς ἐνεγκούσης ἐστερημένος, ἀλύει δὲ τὸ ἐντεῦθεν, καὶ πατρίδος μὲν τῆς φιλαι‐ | |
40 | τάτης ἐρᾷ, καὶ μὴν καὶ πατρῴοις ἐντιθασσεύεσθαι νόμοις διαπύρως ἔχει. Εἶτα πρὸς τὴν ἄνωθεν ἡμερό‐ τητα μετατιθεὶς, γνώμην τε τὴν ἑαυτοῦ, καὶ σὺν ἐκείνῃ τὴν δίαιταν, προσκεχώρηκε βασιλεῖ, καὶ τὰς τοῦ πράγματος αἰτίας εἰπὼν, ὡς εἴη μὲν σφόδρα | |
45 | φιλόπατρις, νόμων δὲ τῶν ἡμέρων ἐρᾷ, τιμῆς ἠξιώθη καὶ γερῶν. Ἆρ’ οὖν, ἐρήσομαι γὰρ ἐπὶ τούτῳ τοὺς ἀκροωμένους, οὐχὶ τὸν τοιοῦτον οἴεσθε βαρβα‐ ρίζοντα μὲν ἔτι, καὶ φρονοῦντα τὰ ἐκείνων, ὡς ἐφ’ ἅπασιν εὐλόγως ἂν εὐθύνεσθαι τοῖς κακοῖς, καὶ κο‐ | |
77.588(50) | λάσεως εἶδος τὸ αὐτὸ πρέπον οὐκ ἔχειν· ἐμμένοντά γε μὴν τοῖς εἰρημένοις ἐξ ὀρθότητος λογισμῶν, καὶ ἀκατηγόρητον τῷ τιμήματι τὴν εὔνοιαν ἀποσώζοντα, καὶ τῶν ἔτι μειζόνων ὑπάρχειν ἄξιον; Ἀλλ’, οἶμαι, σαφὴς ὁ λόγος. Οὐκοῦν ἀπὸ τοῦ παροισθέντος ἡμῖν | |
55 | ἀρτίως, ὡς ἐν εἰκόνος σχήματι, καὶ ἐπ’ αὐτὴν ἰέναι | |
77.589 | φημὶ δεῖν τῆν ἀλήθειαν. Φέρε δὴ οὖν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντες τοῦ γένους, τὰ ἐπὶ τῷ πρωτοπλάστῳ διασκεψώμεθα, κατὰ τὴν ἴσην τοῖς εἰρημένοις, ἀνα‐ λόγως διεξάγοντες τὸ θεώρημα. | |
8 | δʹ. Ἦν μὲν γὰρ παντὸς ἀνάπλεως ἀγαθοῦ, καὶ εἰς λῆξιν τὴν ἀνωτάτω τῆς ἐν ἡμῖν εὐθυμίας, ἧς ἂν καὶ | |
10 | μέχρι παντὸς κατέστη κύριος, εἰ μὴ τὴν θείαν ἐξ ἀπάτης παραδεδράμηκεν ἐντολήν. Ἀλλ’ εἰ καὶ τοῦτο συνέβη παθεῖν, τὸν γοῦν τὸν ἕνα καὶ φύσει Θεὸν προσκυνεῖν τε καὶ σέβειν ζημιωθεὶς, οὐ καλῶς ἔσται. Τοιγάρτοι καὶ ἡ πρώτη τῶν ἐξ αὐτοῦ γεγονότων | |
15 | υἱῶν ξυνωρὶς, αὐτῷ προσεκόμιζε τῶν εὑρημένων τὰς ἀπαρχάς. Θεὸν γὰρ ἡ φύσις ᾔδει τιμᾷν, νόμου πρὸς τοῦτο δεηθεῖσα μηδενός. Καὶ ὁ μὲν Ἄβελ τοῖς ἐξ ἀγέλης, Καῒν δὲ τοῖς ἀπὸ τῆς γῆς ἐτέλουν τὰ χα‐ ριστήρια. Ὁ μὲν γὰρ ἡγεῖτο ποιμνίων, τῷ δὲ χρη‐ | |
20 | στὸν ἐδόκει τὸ φυτουργεῖν, καὶ τοῦτο εἰργάζετο. Κατὰ βραχὺ δὲ τοῦ γένους ἀεὶ πρὸς τὰ χείρω διολισθαί‐ νοντος, καὶ πολὺ τῆς προλαβούσης αἰσχίονα νοσοῦν‐ τος κακίαν, ὁ μὲν τῇ φύσει κατεσπαρμένος διωλώλει τε καὶ πεπάτητο νόμος, καίτοι Θεὸν ἀναπείθων εἰ‐ | |
25 | δέναι τὸν ἕνα καὶ μόνον. Προσεξεύρητο δὲ τοῖς ἄλ‐ λοις ἅπασι κακοῖς καὶ ἡ πολύθεος πλάνη, μάθημα δεινὸν, ὦ ἄνδρες ἀδελφοὶ, καὶ τῆς τοῦ διαβόλου πι‐ κρίας λῆξιν ἔχον τὴν ἀνωτάτω. Ὥστε γὰρ δεῖν, οὐχὶ μόνης ἡμᾶς τῆς πρὸς Θεὸν ἐξῶσαι φιλίας διὰ | |
30 | τὴν εἰσποίητον ἁμαρτίαν, ἀλλὰ καὶ γνώσεως ἀληθοῦς νοσοῦντας τὴν ἐρημίαν, βδελυροὺς ἀποφῆναι καὶ διεπτυσμένους. Ἦν γὰρ οὕτω καὶ οὐχ ἑτέρως εἰς τελεωτάτην καταστροφὴν τὰ καθ’ ἡμᾶς καταγαγεῖν. Ἐδεδίει δὲ, ὡς εἰκὸς, μὴ ἄρα τῷ φύσει προσιόντες | |
35 | Θεῷ, καὶ τὸν τῶν ὅλων δημιουργὸν εἰδέναι σπουδά‐ ζοντες, ἀποσεισώμεθα τῆς αὐτοῦ πλεονεξίας τὸν ζυγὸν, πρὸς δὲ τὸ ἀρχαῖον τῆς ἑαυτῶν φύσεως ἀνα‐ θεῖν ἑλώμεθα κάλλος. Ταύτης τοι τῆς αἰτίας ἕνεκα, τὸν τῆς ἡμετέρας διανοίας τεθόλωκεν ὀφθαλμὸν, καὶ | |
40 | ταῖς ἐπεισάκτοις ψευδολατρείαις ἐνδήσας τὸν ἄνθρω‐ πον, πεδήτην ὥσπερ τινὰ, καὶ ἐν δορυκτήτου τάξει τὸν ἐλεύθερον ἐποιήσατο. Ἀλλ’ οὐκ ἐπιτεύξεται δό‐ λιος θήρας, κατὰ τὸ γεγραμμένον. Οὐ γὰρ ἐκβέβη‐ κεν αὐτῷ κατὰ νοῦν τῶν πραγμάτων τὸ πέρας. | |
45 | Θεομαχεῖ γὰρ ἐξ ἀνοίας ὁ δείλαιος, καί μοι δοκεῖ τοῖς ἐν θαλάσσῃ πλωτῆρσι τὰ ἴσα παθεῖν, οἳ ταῖς τῶν ἀνέμων ἀντιπνοίαις ἀτέχνως προσερίζοντες, αὐτῇ νηῒ διολώλασιν. Ἀπέλαμψε γὰρ ἡμῖν ὁ μονο‐ γενὴς τοῦ Θεοῦ Λόγος, καὶ τῶν ἐκείνου δεσμῶν | |
77.589(50) | ἐξείλετο· καὶ ἀντ’ αἰχμαλώτων ἔδειξεν ἐλευθέρους. | |
53 | εʹ. Ταυτὶ δὲ πρὸς τὸ παρὸν ἀναγκαίως ἡμῖν | |
εἰσεκομίσθη τὰ διηγήματα. ᾨήθην γὰρ δεῖν ἐπι‐ | ||
77.592 | δεῖξαι χρησίμως ὡς ἀρχαῖον μέντοι χρῆμά ἐστι καὶ τῇ φύσει συναναδειχθὲν ἡ εἰς Θεὸν ἐπίγνωσις, τὸν ἕνα καὶ ἀληθῆ· ἐπείσακτον δὲ καὶ δυστροπίας εὕρημα τὸ πολύθεον νόσημα. Ἀλλ’ εἰ καὶ τῆς ἐκεί‐ | |
5 | νου τυραννίδος ἡττώμενοι καὶ τὴν ἀφόρητον οὐκ ἐνεγκόντες πλεονεξίαν, ἐπλανήθημέν ποτε, καὶ λελατρεύκαμεν τῇ κτίσει παρὰ τὸν κτίσαντα· οὐ‐ ρανῷ, καὶ ἡλίῳ, καὶ σελήνῃ, καὶ ἄστροις, καὶ γῇ, καὶ ὕδατι τὸ τῆς θεότητος ὄνομα χαρισάμε‐ | |
10 | νοι, καὶ ἀριθμοῦ κρείττονα τὴν πολυθεΐαν γραψά‐ μενοι, παραιτώμεθα λοιπὸν τὴν ἐπ’ ἐκείνοις αἰσχύ‐ νην, καὶ τῆς οὕτω βδελυρᾶς ἀπάτης λελυτρωμένοι διὰ Χριστοῦ, πιστοὶ καὶ ἀληθεῖς προσκυνηταὶ τοῦ τιμήσαντος διαμένωμεν, καὶ μὴ ἐν ψιλῇ μὲν γλώττῃ | |
15 | τὴν πίστιν, τὴν δὲ ἀπιστίαν εἰς νοῦν ἔχοντες, ἁλισκώ‐ μεθα, μηδὲ πλαττέσθω μέν τις τοῖς ἔξωθεν σχήμασι τὸν Χριστιανὸν, κρυπτέτω δὲ πρὸς τὰ εἴσω τὸν εἰδω‐ λολάτρην. Εἰ μὲν ὅλων ἔτι βαρβαρίζειν τὴν γνώ‐ μην, τί τὰ βασιλέως φρονεῖν ὑποκρίνεται; Ἄριστον | |
20 | οἶδε τοῦ κρατοῦντος ὑπασπιστὴν τῆς ἐλευθερίας ὁ νό‐ μος, οὐ τὸν προδότην, ὦ τάν· οὐδὲ παρ’ ᾧ τὰ τῶν ἐχθρῶν ἐναμείβουσιν, ἀλλὰ τὸν συναθλοῦντα γνη‐ σίως, καὶ ὅτῳ τὸ νικᾷν τοὺς ἀντεξάγοντας ἀπευκτὸν, τὸν δὲ διπλοῦν ἐν ἤθει καὶ τρόπον βδελυρόν τε καὶ | |
25 | μιαρώτατον, καὶ παντὸς εἶναι φαῖεν ἂν ἐπέκεινα κα‐ κοῦ. Καίτοι καὶ τοῖς παρ’ Ἕλλησι ποιηταῖς ταυτί πως εἰρῆσθαι, καὶ λίαν ὀρθῶς ὁμολογήσειέ τις ἂν, ἀλλὰ πρὸς ἄλλους μὲν ὑπεροπευτὰς καὶ βωμολόχους, καὶ ἑτέροις τισὶν αὐτοὺς ἀποκαλοῦσιν ὀνόμασι, κάλ‐ | |
30 | λιστά μοι δοκεῖ φρονοῦντες ἐν τούτῳ. Ἐπυθόμην δ’ ἤδη τινὸς τῶν παρ’ ἐκείνοις λέγοντος σαφῶς, ὡς ἐν ἴσῳ ταῖς ᾅδου ποιοῖτο πύλαις, τοὺς ἕτερα μὲν κατα‐ χωννύντας εἰς νοῦν· ἑτεροῖα δὲ διὰ γλώττης ἀναπτύον‐ τας. Χρῆμα γὰρ ὄντως ἀνοσιώτατον ἀπάτη καὶ δό‐ | |
35 | λος, αὐτὰ δι’ ἑαυτῶν ῥᾳδίως ἐξελεγχόμενα, καὶ τὴν ἁπασῶν ἀπωτέρω κατηγοροῦντες φαυλότητα. Τί γὰρ οἴει χρῆναι σιγᾷν; Τί δὲ καὶ κρύπτεις ἐν σκότῳ τὰ κατὰ νοῦν σοι τετιμημένα; Ἆρ’ οὐχὶ δι’ αὐτοῦ καὶ μόνου, τὸ λανθάνειν ἐπείγεσθαι, τὸ ἐπ’ αὐτοῖς ἂν αἶ‐ | |
40 | σχος ὁμολογήσειας; Κατακρύπτει γάρ τις, ὦ βέλτιστε, τὰ οἷσπερ ἄν τις ἐπιτιμήσαι δικαίως, καὶ τὸ ἐκ τῆς παῤῥησίας οὐκ ἔχοντα φαιδρὸν, οὐκ ἐκεῖνο δὴ πάντως, ὃ θαυμάζεσθαι πρέπει. Εἰ μὲν οὖν οἶσθα φρονῶν τὰ θαύματος ἄξια, τί μὴ πᾶσιν ὑπάρχῃς γνώριμος, οἷος | |
45 | εἶναι καὶ πέφυκας; Εἰ δὲ τοῖς εἴσω κεκρυμμένοις ἐπερυθριᾷς, καὶ προκάλυμμα τῶν ἀφανεστέρων, τὸν οὐκ αὐτοῖς ἐοικότα περιπλάττῃ λόγον, σεμνοτέραν τῶν ὀρθῶς ἔχειν πεπιστευμένων, δι’ αὐτοῦ τὴν δόξαν θη‐ ρώμενος, τί μὴ κἀκείνοις ἐῤῥῶσθαι φράσας, ὅλος | |
77.592(50) | εὑρίσκῃ λαμπρὸς, ἀδελφὰ μὲν τοῖς εἰς τὸ εἴσω λαλῶν, | |
συγγενῆ δὲ τοῖς λόγοις φρονεῖν ἀναπεπεισμένος. | ||
77.593 | Ἁπλοῦς γὰρ ὁ τοιοῦτος, καὶ τοῦ πρὸς ἄκρον ἰόντος ἐπαίνου μεστός. Καὶ αὐτόθεν οἶμαι καταβαλεῖν τὸ φιλόνεικον, καὶ τοῖς περὶ τούτου λόγοις ἡμῶν ἀντεξ‐ ανίστασθαι δεῖν ᾑρημένον. Τὸ γὰρ ὡς εἰς Χριστὸν | |
5 | πανταχόθεν ὁμολογούμενον, τίς ἂν ἐνδοιάσαι μὴ οὕ‐ τως ἔχειν, καὶ τὴν ἐπὶ τῷ ληρεῖν οὐκ ἂν ὑπομείναι γραφήν; Ἐπειδὴ δὲ ὀρθῶς καὶ καλῶς ἔχειν ὑπολαμ‐ βάνω, καὶ ἐξ αὐτῆς βεβαιοῦν τὰ τοιαῦτα τῆς θεοπνεύ‐ στου Γραφῆς, φέρε σοι τὰ θεῖα παραθῶμεν λόγια, | |
10 | δεῖξιν ἔχοντα σαφῆ, τοῦ παντάπασιν ἀπᾴδειν· μᾶλ‐ λον δὲ βδελυρὸν εἶναι παρὰ Θεῷ τὸν ὑποκριτὴν, καὶ τοῖς τῆς διψυχίας ἐγκλήμασιν ἔνοχον. Ἐνόσουν μὲν γὰρ τοῦτό τινες τῶν Ἰσραηλιτῶν κατὰ τοὺς παρῳχη‐ κότας ἤδη καιροὺς, καὶ τιμᾷν ἐκτόπως τὴν νομικὴν | |
15 | ἐντολὴν ὑπεπλάττοντο, καὶ τὸν νομοθέτην ἄνω τε καὶ κάτω διὰ γλώττης ἔχοντες, ἕτερά γε μὴν ὅτι προσ‐ ήκει φρονεῖν διεσκέπτοντο, καὶ ταῖς ἰδίαις ἕκαστοι ψήφοις, τὸ μόνῳ καὶ αὐτῷ δοκοῦν ὡς ἀνεγκλήτως ἔχον ἐχυροῦν ἠπείγοντο. Τί οὖν ἔφη περὶ αὐτῶν ὁ Θεὸς | |
20 | διὰ τῆς τοῦ προφήτου φωνῆς; «Ἐγγίζει μοι ὁ λαὸς οὗτος, τοῖς χείλεσιν αὑτῶν τιμῶσί με· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ. Μάτην γὰρ σέβονταί με.» Ἦ γὰρ οὐ μάτην σέβεσθαι δώσομεν, καὶ προσ‐ ποίητον ἁπλῶς καὶ νόθην ἐπιτηδεύοντας τὴν τιμὴν | |
25 | προσιέναι τῷ Θεῷ, τοὺς οἵ γε φρονοῦσι μὲν ἕτερα τῇ κτίσει παρ’ αὐτὸν λατρεύοντες, λαλοῦσι δὲ μόνον τὰ Χριστιανῶν, καὶ κεκομψευμένοις ῥηματίοις τὴν εἰς Θεὸν εὐλάβειαν ὑποκρίνονται; Εἶτά τις ὁ τούτοις συναινῶν. Εἰ μὲν οὖν οἴεταί τις οὐκ ἀποτίσειν τῆς | |
30 | ἀπάτης τοὺς λόγους, καὶ τὴν ἐπὶ τῷ ψεύδεσθαι τῷ Θεῷ πικρὰν ὑποστῆναι κόλασιν οὐ προσδοκᾷ, τιμάτω τὴν διψυχίαν, καὶ παραπαίειν οἰέσθω τὸν τῶν ἀμει‐ νόνων εἰσηγητήν. Εἰ δὲ πάνδεινος τοῖς οὕτω διακει‐ μένοις ὑπήρτηται κόλασις, ποινὴ δὲ καὶ δίκη καὶ πᾶν | |
35 | εἶδος αἰκίας, καὶ πῦρ τὸ ἀτίθασσον καὶ οὐχ ἑκόντας ἐκδέξεται· πῶς οὐκ ἂν αὐτὸς ὁρῶ τὸ μᾶλλον ληρῶν, τὸ ἐξ ἡδονῆς ἀθέσμου κεκρατηκὸς τῆς ἑαυτοῦ ψυχῆς προτιθείς; Φιληδονία γὰρ, καὶ ἕτερον οὐδὲν, τὸ πολύ‐ θεον πάθος. Καὶ μὴν ὅπως ἐστὶ σφαλερὸν τὸ χρῆμα, | |
40 | καλὸν ὡς ἔοικεν εἰπεῖν. Ἑνὸς μὲν γὰρ τῶν καθ’ ἡμᾶς ἢ καὶ τῶν ἔτι μικρὸν ἐν ἀμείνοσι, διακρού‐ σαιτ’ ἄν τις ἐπιβουλὴν, ἢ ὀλίγῳ τῆς ἐκείνου μειονε‐ κτουμένην ἀντιπαριστὰς τὴν ἰδίαν ἰσχὺν, ἢ πραγμά‐ των οὐκ ἴσαις παρασκευαῖς, καὶ ὑπὲρ δύναμιν ἁμιλ‐ | |
45 | λώμενος· ἤγουν ἑτέρῳ τινὶ σωζόμενος τρόπῳ. Φύγοι δ’ ἄν τις, εἰπέ μοι, κατὰ τίνα τρόπον ἀγανακ‐ τοῦντα Θεόν; ἢ καὶ ὅποι δραμὼν διαλήσεται; Καίτοι τοσαύτην αὐτῷ ἐπιθῶμεν, εἰ δοκεῖ, τὴν λαμπρότητα κατὰ τὸν βίον, ἧς οὐκ ἂν ὁρῷτό τι τὸ ὑπερτεροῦν. | |
77.593(50) | Περιχείσθω γε μὴν καὶ χρημάτων περιουσίαις, αἷς οὐκ ἂν ὁ Κροίσου φιλονεικοίη διαβόητος καὶ ἀναμίλ‐ λητος πλοῦτος. Ἆρ’ οὖν ἔσται τις ἐντεῦθεν ἡ ἧσις; ἀποστήσεις δὲ ταῦτα καὶ οὐχ ἑκόντα τὸν κολαστήν; | |
Πολλοῦ γε καὶ δεῖ. Ψευδομυθήσει γὰρ οὐδαμῶς ἡ | ||
77.596 | θεία λέγουσα Γραφή· «Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους.» Οὐκοῦν οὐδὲ τὸ προσκροῦσαι δεινόν. Φέρε πάλιν ἐπιδεικνύωμεν, ὡς ἀνόσιον μὲν ἡγεῖται Θεὸς τὸν διψυχεῖν ᾑρημένον· ὡς δὲ ἀλαζόνα, καὶ ὑβριστὴν, | |
5 | ὑβρίζει τὸν ἀλλοπρόσαλλον. Ἔφη γάρ που πρὸς Ἱε‐ ρεμίαν, ὡδὶ τὰς τῶν Ἰσραηλιτῶν ἀποπληξίας ἐπαι‐ τιώμενος· «Εἶδες ἃ ἐποίησέ μοι ὁ οἶκος τοῦ Ἰσ‐ ραήλ; Ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑπο‐ κάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ·» | |
10 | τὸ, «ἐπόρνευσαν» τεθεικὼς, ἀντὶ τοῦ, τοῖς δαίμοσιν ἐτελέσθησαν· οὕτω γὰρ ἔθος τῇ θείᾳ λέγειν Γραφῇ. Καταλαμβάνοντες γὰρ τὰς εὐδένδρους τῶν ὀρῶν κο‐ ρυφὰς ὑπὸ τὰ εὐμήκη τε καὶ δασέα τῶν ξύλων τεμένη καὶ βωμοὺς, καὶ διὰ μικρᾶς ἔσθ’ ὅτε χερμάδος ἐγεί‐ | |
15 | ροντες δαίμοσιν ἀλσώοις καὶ νύμφαις τάχα ταῖς ἀγριότησιν, ἢ καὶ τῇ παρ’ ἐκείνοις ὠμαζομένῃ Βάαλ, σπονδὰς, καὶ θυσίας, καὶ τί γὰρ οὐχὶ τῶν αἰ‐ σχρῶν ἐπετέλουν οἱ ἀλλότριοι; Τόδε δὴ λοιπὸν τὸ ἐντεῦθεν ἤδη; Ἐλύπει Θεὸν τὰ τολμήματα. Νόμῳ | |
20 | γὰρ τῷ παρ’ αὐτοῖς παιδαγωγούμενοι πρὸς τὴν τῆς ἀληθείας κατάληψιν, τῷ διαβόλῳ προσκεχωρήκασι, τὰς οἰκείας μᾶλλον κολακεύοντες ἡδονὰς, καὶ τὴν σωφρονίζουσαν ἐντολὴν τῆς ἑαυτῶν καρδίας ἐξωθού‐ μενοι. Τί οὖν ἐπ’ αὐτοῖς ὁ τῶν ὅλων Δεσπότης τῷ | |
25 | προφήτῃ φησὶν Ἱερεμίᾳ; «Κεῖρε τὴν κεφαλήν σου, καὶ ἀπόῤῥιπτε, καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον, ὅτι ἀπεδοκίμασε Κύριος καὶ ἀπώσατο τὴν γενεὰν τὴν ποιήσασαν ταῦτα.» Ἵνα γὰρ ἐπιδείξῃ σαφῶς οἵαν ὑποστήσονται δίκην οἱ ἐκεῖνα πεπλημμεληκότες, | |
30 | ἀποκείρασθαι τῷ προφήτῃ κελεύει. Ὅνπερ γὰρ τρό‐ πον θρὶξ τῇ τοῦ κείροντος τεμνομένη χειρὶ, τοῦ τε‐ κόντος αὐτὴν ἀλλοτριοῦται σώματος, οὕτως οἱ ταῖς τῶν δαιμόνων ἀπάταις προσωλισθηκότες, τῆς πρὸς Θεὸν οἰκειότητος ἀποθερισθέντες διὰ θείας ὀργῆς | |
35 | πρὸς τὸ μηδὲν οἰχήσονται, φροντίδος οὐδεμιᾶς ἔτι τῆς ἄνωθεν ἀξιούμενοι. Καὶ μὴν, εἴ τῳ δοκεῖ, καὶ τὸν θεῖον ἐπὶ τούτοις, ὅσον δοκεῖ, ἔστι κατασκέψασθαι θυμὸν, περιαθρείτω πάλιν ἐντεῦθεν. Καίτοι γὰρ εἰωθὼς παντὸς ἀξίων ἡγεῖσθαι λόγων τὴν τῶν ἁγίων εὐχὴν, | |
40 | ἐπ’ ἐκείνοις αὐτὴν οὐ προσίεται μόνοις. Λέγει γὰρ οὕτως· «Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τού‐ του, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτοὺς, ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι.» Ἐπειδὴ δὲ λίαν ἐλύπει τὸν πνευματοφόρον, καὶ πικρὸν ἐφαίνετο | |
45 | τῷ προφήτῃ τὸ πρᾶγμα, τὸ ἀπόβλητον ἔχειν, φημὶ, καὶ πρὸς οὐδὲν ὀνῆσαι δυναμένην τὴν προσευχὴν, ἀπολογεῖται τρόπον τινὰ ὁ Θεὸς, καὶ ὡς οὐδ’ ἄν τισιν ἔτι μείζοσι καὶ ἀρχαιοτέροις προσιοῦσιν ἐπένευσε, διδάσκει βοῶν· «Ἐὰν στῇ Μωσῆς καὶ Σαμουὴλ πρὸ | |
77.596(50) | προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς.» Ἀλλ’ ἐρεῖ τις πρὸς ταῦτα τυχὸν τῶν ἐκεῖνα τετολ‐ μηκότων· Τί οὖν, ὦ τάν; Εἰς ταυτὸ δρῶντές τινες ἀκαλύπτως ἡλίσκοντο, καὶ παροτρύνοντες ἀναφαν‐ | |
δὸν, διά τε τοῦτο λυπήσαντες· τὸ δὲ λεληθότως, εἰπέ | ||
77.597 | μοι, δυσσεβεῖν, ποῖος δ’ ἄν τις νουνεχῶς, ὡς οὐκ ἐν τοῖς ἀνοσίοις ὀρθῶς καὶ δικαίως κατατετάξεται, καὶ οὐδὲν ἔχειν ἐρεῖ τὸ δεινὸν, ἐφόσῳ λυπήσειε τὸν τῶν κεκρυμμένων ἐπόπτην Θεόν; Ἄπαγε τῆς δυσ‐ | |
5 | βουλίας, ἄνθρωπε. Καίτοι λάθοι μὲν ἄν τις ἀνθρώπου τυχὸν ὀφθαλμοὺς, Θεὸν δὲ τῶν ὄντων οὐδεὶς διαλή‐ σεται· «Πάντα γὰρ ἐν ὀφθαλμοῖς ἔχει γυμνὰ καὶ τετραχηλισμένα,» κατὰ τὴν τοῦ Παύλου φωνήν. Οὐκοῦν εἰκαῖον ἐπ’ αὐτοῦ, τὸ λεληθότως ἢ ἀκατακα‐ | |
10 | λύπτως εἰπεῖν. Εἰ δέ σοι δοκεῖ καὶ τοῖς λεληθότως ἀσεβεῖν ἑλομένοις ὅσος τε καὶ ποταπὸς ὁ θυμὸς ἐπήρ‐ τεται, μαθεῖν, παροίσω τι τῶν κειμένων παρὰ τῇ θείᾳ Γραφῇ. Σὺ δέ μοι δέχου πάλιν εἰς νοῦν. Οὐκοῦν ἐπλανῶντο τῶν ἀρχαιοτέρων τινὲς, καίτοι τῶν ἁπάν‐ | |
15 | των ἐπιγινώσκοντες Θεὸν, καὶ διὰ πολλῶν συγγραμ‐ μάτων πρὸς κατάληψιν τῆς ἀληθείας πηδαλιουχούμε‐ νοι. Καὶ δὴ καὶ πολύμορφον διαπλάσαντες εἰδώλων ἐσμὸν, ἐν σκοτεινοῖς καὶ ἀφεγγέσιν ἐναπέθεντο χώροις. Καταβραχὺ δὲ ἡ νόσος διέρπουσα πρὸς τὰ χείρω, καὶ | |
20 | αὐτοὺς ἀπεβόσκετο τοὺς ἱερᾶσθαι πεπιστευμένους· καὶ δυσαχθὲς ἦν τὸ πρᾶγμα, καὶ ἀφόρητον τῷ Θεῷ. Ἐπειδὴ δὲ κολάζειν ἐσκέπτετο τοὺς ἐμπαροινοῦντας αὐτῷ διὰ τοῦ θεοῖς λατρεύειν ἑτέροις, προσεξηγεῖται τῷ προφήτῃ τὰ τολμήματα, μᾶλλον δὲ δεικνύει σα‐ | |
25 | φῶς· «Ἄκουε τοίνυν, φησὶν Ἰεζεχιήλ. Καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει, ἐν τῷ πέμπτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς, ἐγὼ δὲ ἐκαθήμην ἐν τῷ οἴκῳ μου, ἐγένετο ἐπ’ ἐμὲ χεὶρ Ἀδωναῒ Κυρίου, καὶ εἶδον, καὶ ἰδοὺ ὁμοίωμα ἀνδρὸς, ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κά‐ | |
30 | τω πῦρ· καὶ ἀπὸ ὀσφύος αὐτοῦ τὰ ὑπεράνω αὐτοῦ ὡς ὅρασις ἠλέκτρου. Καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς, καὶ ἔλαβέ με τῆς κορυφῆς μου, καὶ ἔλαβέ με Πνεῦμα ἀνὰ μέσον τῆς γῆς, καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ, καὶ ἤγαγέ με εἰς Ἱερουσαλὴμ ἐν ὁράσει Θεοῦ.» Καὶ | |
35 | μεθ’ ἕτερα πάλιν εὐθύς· «Καὶ εἰσήγαγέ με, φησὶν, ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς, καὶ εἶδον· καὶ ἰδοὺ ὀπὴ μία ἐν τῷ τοίχῳ, καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, ὄρυξον δὴ ἐν τῷ τοίχῳ· καὶ ὤρυξα ἐν τῷ τοίχῳ, καὶ ἰδοὺ θύρα μία. Καὶ εἶπε πρός με· Εἴσελθε καὶ ἴδε | |
40 | τὰς ἀνομίας τὰς πονηρὰς, ἃς οὗτοι ποιοῦσιν ὧδε σήμερον. καὶ εἰσῆλθον, καὶ εἶδον· καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ, καὶ κτήνους, μάταια βδελύγματα, καὶ εἶδον πάντα τὰ εἴδωλα υἱῶν Ἰσραὴλ διαγε‐ γραμμένα ἐπ’ αὐτοῦ κύκλῳ· καὶ ἑβδομήκοντα ἄνδρες | |
45 | ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραὴλ, καὶ Ἰεχονίας ὁ τοῦ Σαφεθὲμ ἐν μέσῳ αὐτῶν εἱστήκει πρὸ προσώπου αὐτῶν· καὶ ἕκαστος θυμιατήριον αὑτοῦ εἶχεν ἐν τῇ χειρὶ, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινεν.» Ἀκούεις, ὅπως οἱ μὲν ᾤοντο δύνασθαι λαθεῖν τῆς | |
77.597(50) | αὐτῷ πρεπούσης τιμῆς τὸν Θεὸν παραιτούμενοι, καὶ τοῖς δαιμονίοις ἀντιπροσάγοντες, ἐξεκάλυπτε δὲ πάντα τῷ προφήτῃ Θεός; Μετὰ γὰρ τὸ δεῖξαι τὰ τολμήματα, πάλιν οὕτως φησίν· «Υἱὲ ἀνθρώπου, | |
ἑώρακας ἃ οἱ πρεσβύτεροι τοῦ οἴκου Ἰσραὴλ ποιοῦ‐ | ||
77.600 | σιν ὧδε, ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι αὐτοῦ τῷ κρυπτῷ; Διότι εἶπαν· Ἐγκαταλέλοιπεν ὁ Κύριος τὴν γῆν, οὐκ ἐφορᾷ Κύριος.» Ἕκαστος γὰρ τῶν ὑβρί‐ ζειν οὐ παραιτουμένων αὐτὸν, διὰ τοῦ προσκεῖσθαι | |
5 | τοῖς δαίμοσιν, οὐδὲ ὅτι τῶν καθ’ ἡμᾶς ἐπόπτης ἐστὶν ὁμολογεῖ· «Εἶπε γὰρ ἄφρων ἐν καρδίᾳ αὑτοῦ· Οὐκ ἔστι Θεός·» ἢ καὶ ὡς ἑτέρωθί πού φησιν ὁ Ψαλμ‐ ῳδός· «Εἶπαν· Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ.» Ἀλλ’ εὐθὺς αὐτοὺς διεγέλα, | |
10 | λέγων· «Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε. Ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει; καὶ ὁ πλάσας ὀφθαλμοὺς, οὐχὶ κατανοεῖ;» Εἴη γὰρ ἂν τῶν ἀτοπωτάτων, καὶ ληρίας τῆς ἐσχάτης οὐκ ἀμοιρήσειν ἐρῶ, τὸ μὴ δύνασθαί τι νομίζειν, ἤγουν | |
15 | ἐφορᾷν ἢ ἀκοῦσαι τὸν Θεὸν, ὅς γε καὶ ἡμῖν αὐτοῖς, μᾶλλον δὲ τοῖς ἄλλοις ἅπασι τὴν διὰ τῶν αἰσθήσεων ἐνεφύτευσε γνῶσιν. Ἐπεὶ τοίνυν τὰ τῶν ὑβριστῶν τολμήματα, καὶ τὰ ἐν τῷ κοιτῶνι τῶν κρυπτῶν πε‐ πραγμένα φανερὰ τῷ προφήτῃ καθίστησι Θεὸς, | |
20 | ἔδειξεν εὐθὺς καὶ τὴν ἕψεσθαι μέλλουσαν αὐτοῖς ἀδιάψευστον κόλασιν. Λέγει γὰρ οὕτω πάλιν· «Καὶ ἀνέκραγεν εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ, λέγων· Ἤγγικεν ἡ ἐκδίκησις τῆς πόλεως· καὶ ἕκαστος εἶχε τὰ σκεύη τῆς ἐξολοθρεύσεως ἐν χειρὶ αὑτοῦ· καὶ ἰδοὺ ἓξ | |
25 | ἄνδρες ἤρχοντο ἐκ τῆς ὁδοῦ τῆς πύλης τῆς πρὸς Βορᾶν βλεπούσης, καὶ ἑκάστου πέλυξ ἐν τῇ χειρὶ αὑτοῦ, καὶ εἷς ἀνὴρ ἐν μέσῳ αὐτῶν ἐνδεδυκὼς ποδήρει καὶ ζώνῃ σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ. Καὶ εἶπεν ἀκούον‐ τός μου· Πορεύεσθε ὀπίσω αὐτοῦ εἰς τὴν πόλιν, καὶ | |
30 | κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν· καὶ μὴ ἐλεήσητε πρεσβύτερον, καὶ νεανίσκον, καὶ παρ‐ θένον, καὶ νήπια, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξ‐ άλειψιν· ἐπὶ δὲ πάντας ἐφ’ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε.» Ἀκούεις ὅπως ἄκρατόν τινα καὶ ἀπηνῆ, | |
35 | καὶ τοῖς λεληθότως δυσσεβεῖν ἑλομένοις ἐπιψηφίζεται κόλασιν; Ἐπαθρεῖ γὰρ τὴν ἑκάστου καρδίαν καὶ πε‐ ριεργάζεται Θεός· καὶ ὁλόῤῥιζον μὲν ἀπολύει τὸν ὑβριστὴν, καὶ τοῖς τῆς διψυχίας ἐγκλήμασιν ἔνοχον· κατασφραγίζει δὲ τῇ ἄνωθεν χάριτι τὸν ὁλοτρόπως | |
40 | αὐτῷ προσκείμενον, καὶ μόνον αὐτὸν εἰδότα Θεόν. Ἀλλὰ τούτων μὲν ἅλις εἰς τὸ παρόν. Τὸ δὲ ὅπως ἡμᾶς ἀκόλουθον ἀνακεῖσθαι Θεῷ, φέρε δὴ μετὰ τοῦτο λέγωμεν. | |
49 | ϛʹ. Φημὶ τοιγαροῦν ἐγκατεῖρχθαι δεῖν ταῖς ἡμετέ‐ | |
77.600(50) | ραις ψυχαῖς, πρὸ μὲν τῶν ἄλλων ἁπάντων, εἰλικρινῆ τὴν πίστιν, ἀληθῆ καὶ κατ’ οὐδὲν διαπίπτουσαν τὴν περὶ Θεοῦ τοῦ μόνου καὶ κατὰ φύσιν διάληψιν. Χειρ‐ αγωγήσει δὲ πρὸς ταύτην ὁ σοφώτατος Παῦλος, ἄριστα | |
λέγων ὡδί· «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, | ||
77.601 | εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσι.» Βασιλεύει γὰρ καὶ κατ‐ άρχει τῶν ὅλων, καὶ διοικεῖ, διὰ παντὸς τὰ πάντα ζωογονῶν καὶ πρὸς τὸ εἶναι συνέχων ὁ Θεὸς καὶ Πα‐ | |
5 | τὴρ, δι’ Υἱοῦ ἐν Πνεύματι, οὐχ ὡς δι’ ὀργάνου τυχὸν παραληφθέντος εἰς ὑπουργίαν· σύνεδρον γὰρ ἕχει καὶ σύνθρονον αὐτῷ τὸν ἐξ αὐτοῦ γεννηθέντα Θεὸν Λόγον, καὶ συμβασιλεῦον αὐτῷ τὸ ἴδιον Πνεῦμα. Ἐπειδὴ δὲ δύναμις καὶ σοφία τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, τὰ πάντα | |
10 | ἐνεργῶν ἐν Πνεύματι, ὡς δυνάμεως καὶ σοφίας τῆς ἑαυτοῦ, τὰ πάντα πρὸς τὸ εἶναι συνέχει, καὶ κατάρ‐ χει τῶν ὅλων ὁ Θεὸς καὶ Πατήρ. Προϋποκειμένης τοιγαροῦν ἐν ἡμῖν, καὶ ἐν κρηπίδος τάξει προκατα‐ βληθείσης ἐν ταῖς ἡμετέραις καρδίαις τῆς ἀλοιδορή‐ | |
15 | του καὶ ἀνυπαιτίου πίστεως, τότε δὴ, τότε, καὶ λίαν εὐκαίρως, ποιήσαιμεν ἂν τὰ δι’ ὧν ἐσόμεθα λαμπροὶ, τουτέστι πᾶν εἶδος ἀρετῆς, καὶ τὰ ἐκ φιλοθέου γνώμης κατορθώματα. Ὥσπερ γὰρ «ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν,» οὕτω καὶ τὰ ἔργα, μὴ | |
20 | προϋπαρχούσης ἐν ἡμῖν τῆς πίστεως, οὐκ ἔσθ’ ὅπως ὀνίνησί τι τὰς ἡμετέρας ψυχάς· «Στεφανοῦται γὰρ οὐδεὶς, ἐὰν μὴ νομίμως ἀθλήσῃ,» κατὰ τὸ γεγραμ‐ μένον. Ἀνὴρ μὲν γὰρ ὁ μὴ λίαν ἐντριβὴς τῶν ἐν πα‐ λαίστραις τεχνῶν, κἂν ῥώμῃ τῶν ἄλλων διενεγκεῖν | |
25 | πιστεύεται, ἀλλ’ οὐδαμόθεν εὑρήσει τὸ καὶ ταῖς τῶν στεφάνων φιλοτιμίαις ἐναβρύνεσθαι, μὴ οὐχὶ πρότερον εἰσβεβηκὼς τοὺς ὑπὲρ τῆς εὐκλείας ἀγῶ‐ νας, καὶ τῶν ἰδίων κατορθωμάτων ὀπτῆρα λαχὼν τὸν τοῦ σταδίου προεστηκότα. Ἀγωνιζώμεθα τοίνυν ὡς | |
30 | ἐν ὄψει Θεοῦ τὸν θεῖον αὐτοῦ τιμῶντες νόμον, καὶ εἰς τὸ δοκοῦν αὐτῷ, τὸν οἰκεῖον ἀπευθύνοντες βίον, διὰ τῆς εἰς ἅπαν ὑποταγῆς, καὶ τὴν ἐφ’ ἅπασι τοῖς ἀρίστοις θερμήν τε καὶ ἄμαχον ἐπιθυμίαν ἐπιδεικνύωμεν, παριστάντες ἑαυτοὺς εἰς ὀσμὴν εὐωδίας τῷ τῶν ἁγίων | |
35 | ἀθλοθέτῃ Θεῷ. Καὶ ἡδονὴν μὲν ἀκάθαρτον ὡς ποῤ‐ ῥωτάτω τῆς ἑαυτῶν ποιῶμεν ψυχῆς, τὰς δὲ ἐπὶ τοῖς αἰσχίστοις ἐπιθυμίας ὡς δυσέκπλυτον κηλίδα παραι‐ τώμεθα, καὶ δυσαπόνιπτον ἡγώμεθα μολυσμόν. Ἐν‐ νοῶμεν δὲ πρὸς τούτοις τὸ εἰρημένον παρὰ Θεοῦ· | |
40 | «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.» Οὕτω γὰρ ὡσεὶ ἐκ νεκρῶν ζῶντες παραστησόμεθα τῷ Θεῷ· οὕτως ἡμᾶς ὁ καθαρὸς προσδέξεται καθαροὺς, οὕτω πρὸς μέθεξιν τῆς μυστικῆς εὐλογίας ἐρχόμενοι, παντὸς ἀγαθοῦ τὴν οἰκείαν ἕκαστοι ψυχὴν ἀναπληρώσομεν. | |
45 | Λέγει γὰρ διὰ Μωσέως ὁ τῶν ὅλων Δεσπότης Θεός· «Οὗτος ὁ νόμος τοῦ Πάσχα· Πᾶς ἀλλογενὴς οὐκ ἔδε‐ ται ἀπ’ αὐτοῦ· πάροικος, καὶ μισθωτὸς οὐκ ἔδεται ἀπ’ αὐτοῦ, καὶ πάντα οἰκέτην τινὸς καὶ ἀργυρώνη‐ τον περιτεμῇς αὐτὸν, καὶ τότε φάγεται ἀπ’ αὐτοῦ.» | |
77.601(50) | Ἀκούεις ὅπως τε καὶ τίνα τρόπον καθαρῶς καὶ ἀνεγκλήτως συνεσόμεθα τῷ Κυρίῳ; Ἐξείργει μὲν γὰρ τὸν ἀλλογενῆ, καὶ ὡς ἀνίερον ἀποπέμπεται πάροι‐ κόν τε καὶ μισθωτόν. Καὶ ἀλλογενῆ μὲν νοήσεις τὸν | |
τῆς εἰς Χριστὸν πίστεως ἀλλότριον ἔτι παντελῶς· | ||
77.604 | πάροικόν γε μὴν, τὸν ὅτῳ πιστεύειν ἑδραίως οὐκ ἔνι, ὑπονοστοῦντα δὲ ὥσπερ καὶ εἰς ἰδίαν ἀποστρέφοντα πόλιν ἢ χώραν, τὴν ἀπιστίαν, ὃν ἡμᾶς ἔθος με‐ ταβάτην ἀποκαλεῖν· διὰ γὰρ τοῦτο καὶ γείτονα | |
5 | τῷ ἀλλογενεῖ τὴν θέσιν ἐκληρώσατο. Ἐγγὺς γὰρ τοῦ μηδὲ ὅλως πεπιστευκότος ὁ τὴν πίστιν ἀρνούμενος. Καὶ [τί] τοῦτό φημι; πολὺ γὰρ μᾶλλον ἐν χείροσι, καὶ μαρτυρήσει λέγων ὁ Χριστοῦ μαθητής· «Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπιγνῶναι τὴν ὁδὸν τῆς ἀλη‐ | |
10 | θείας, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.» Μισθωτὸν αὖ πάλιν ἐκεῖνον εἶναί φησι· περὶ οὗ πολὺς ἡμῖν ἤδη καὶ μακρὸς πρὸς ὑμᾶς δεδαπάνηται λόγος. Φασὶ γάρ τινας ἐπὶ τὴν τῶν θείων μυστηρίων ἰέναι μέθεξιν, | |
15 | οὐκ ἐκ διαθέσεως τῆς εἰς Θεὸν παρωρμημένους, ἀλλ’ οὐδὲ αἰδοῖ τῇ περὶ τὴν πίστιν κεκρατημένους, κολα‐ κεύοντας δὲ μᾶλλον τῶν ὁρώντων τὴν εὔνοιαν, καί τι τῶν καθ’ ἑαυτοὺς πραγμάτων ἐπιτελεῖν σπουδάζον‐ τας. Μισθὸν γὰρ ὥσπερ τινὰ τῆς εἰς Θεὸν κεκαπη‐ | |
20 | λευμένης ἀγάπης, τὴν ἐκ τῶν καθαρῶς ἀγαπώντων ἁρπάζουσι συνδρομὴν, ἵνα τι κερδάνωσι κοσμικόν. Ὑποκριτὴς οὖν ἄρα καὶ δείλαιος, καὶ ἐν τοῖς εὐλό‐ γως ἐξωθουμένοις ὁ μισθωτός. Τούς γε μὴν οἰκέτας ἢ ἀργυρωνήτους, οὐχ ὡς ἀνοσίους παντελῶς ἀποπέμ‐ | |
25 | ψεται, προπεριτμηθῆναι δὲ προστάξας, προσιέναι κελεύει. Καὶ τί τοῦτό ἐστιν; Οἰκέτας ἡμᾶς ὄντας τῶν πονηρῶν δαιμόνων, ἤτοι τῶν ἰδίων παθῶν, ἐξεπρίατο ὁ Χριστὸς, καὶ ἀργυρωνήτους ἀπέδειξε, δοὺς ἀντίλυ‐ τρον τῆς ἁπάντων ζωῆς τὸ ἴδιον αἷμα, καὶ τὴν | |
30 | δι’ ἡμᾶς πεφόρηκε σάρκα. Χρὴ τοίνυν ἡμᾶς προπε‐ ριτμηθέντας ὥσπερ, καὶ τῆς ἀρχαίας ἐκείνης δου‐ λείας ἀποτεμόντας τὸ αἶσχος, πρὸς ἐλευθέραν ἀνα‐ δραμεῖν καὶ φιλόθεον ἕξιν, οὕτω τε κολλᾶσθαι τῷ πριαμένῳ Χριστῷ· χρεωστοῦμεν γὰρ αὐτῷ τὴν οἰ‐ | |
35 | κείαν ζωήν. Καὶ τούτου μάρτυς ὁ Παῦλος, λέγων· «Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Ἐννοήσωμεν γὰρ ὅτι δριμεῖαν τὴν πρὸς ἡμᾶς ἔχων ἀγάπησιν, καίτοι Θεὸς ὣν ὁ Λό‐ | |
40 | γος, καὶ ὅλην ὑπὸ πόδας ἔχων τὴν κτίσιν, αἰσθητήν τε καὶ νοητὴν, ἴσος τε ὑπάρχων κατὰ πάντα τῷ ἰδίῳ γεννήτορι, «καὶ φῶς μὲν οἰκῶν ἀπρόσιτον» σὺν αὐτῷ, εὐκλείας τε καὶ δόξης τῶν ἁπασῶν ἀνωτάτω νικήσας ὑπερβολὴν, «τεταπείνωκεν ἑαυτὸν δι’ ἡμᾶς, μορφὴν | |
45 | δούλου λαβὼν,» ἐν ὁμοιώματι τῷ καθ’ ἡμᾶς γενό‐ μενος, ἵνα πάντας ἐξέληται θανάτου καὶ φθορᾶς, «προσηλώσας τῷ ἰδίῳ σταυρῷ τὸ καθ’ ἡμῶν χειρό‐ γραφον, καὶ θριαμβεύσας ἐν αὐτῷ,» κατὰ τὸ γε‐ γραμμένον, «ἀρχάς τε καὶ ἐξουσίας, καὶ τοὺς κοσμο‐ | |
77.604(50) | κράτορας τοῦ σκότους τούτου·» ἵνα πάσης μὲν ἀνομίας ἐμφράξῃ τὸ στόμα, καθαροὺς δὲ ἡμᾶς ἀποδείξας διὰ τῆς πίστεως, καὶ εἰς τὴν τῆς υἱοθεσίας ἀνακομίσῃ τιμήν. Ὑπέμεινε γὰρ τὸν σταυρὸν, καὶ τὸν τῆς σαρκὸς θάνατον, ἐμπαροινησάντων αὐτῷ τῶν ἀνοσίων Ἰου‐ | |
55 | δαίων. Ἀλλ’ οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ | |
77.605 | τοῦ θανάτου, κατὰ τὸ γεγραμμένον. Ζωὴ γὰρ ὢν κατὰ φύσιν, ἀνέστη τριήμερος, σκυλεύσας τὸν ᾅδην, ἀναπετάσας τοῖς κάτω τὰς ἀεὶ κεκλεισμένας πύλας, εἰρηκώς τε «τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν | |
5 | σκότει· Ἀνακαλύφθητε,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Κηρύξας τοίνυν καὶ τοῖς ἐν φυλακῇ πνεύμασι τὸν τῆς πίστεως λόγον, ἀνέστη τριήμερος, ὀφθείς τε τοῖς ἑαυτοῦ μαθηταῖς, καὶ βαπτίζειν αὐτοῖς ἐπιτά‐ ξας «πάντα τὰ ἔθνη, εἰς ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ | |
10 | Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος,» ἀνέβη πάλιν εἰς οὐρανοὺς, ἡμᾶς εἰς αὐτοὺς ἀνακομίζων δι’ ἑαυτοῦ, ὅθεν αὐτὸν εἰσαῦθις ἐλεύσεσθαι προσδοκῶμεν κριτὴν ἐν τῇ δόξῃ τοῦ Πατρὸς, μετὰ τῶν ἁγίων ἀγγέλων. Ὡς οὖν μέλλοντες λόγον ἀποδοῦναι τῆς οἰκείας ζωῆς, | |
15 | καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Τότε γὰρ καθαρῶς νηστεύσομεν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ ἑβδόμης καὶ εἰ‐ κάδος τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτη‐ | |
20 | ριώδους Πάσχα ἀπὸ δευτέρας τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ ἑβδόμῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ Σαββάτου, ὡς τὸ εὐαγγελι‐ κὸν διαλαλεῖ κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπι‐ φωσκούσῃ Κυριακῇ, τῇ ὀγδόῃ τοῦ αὐτοῦ μηνὸς, συν‐ | |
25 | άπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ βασιλείαν οὐρανῶν κληρο‐ νομήσομεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ καὶ δι’ οὗ τῷ ἀνάρχῳ Πατρὶ σὺν τῷ συναϊδίῳ Πνεύματι δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
33t | ΛΟΓΟΣ Ιʹ. | |
34 | αʹ. Ἄρα δὴ πάλιν ἡμᾶς ταῖς τῶν ἁγίων ἕπεσθαι | |
35 | δεῖν οἰομένους φωναῖς· καὶ τῆς παρ’ ἐκείνοις συν‐ ηθείας, κατ’ ἴχνος ὥσπερ ἰέναι σπουδάζοντας, ὡς ἀδελφοῖς τε ἅμα καὶ τέκνοις μονονουχὶ καὶ χεῖρα προτεῖναι φιλάλληλον, τὸ σεμνὸν δὴ τοῦτο λέγοντας πρόσρημα· «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πα‐ | |
40 | τρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ,» ὃς καὶ εἰσαῦθις ἡμῖν τὸν τριπόθητόν τε ὁμοῦ καὶ εὐκταιότατον του‐ τονὶ τῆς ἁγίας ἑορτῆς ἀνέδειξε καιρὸν, ὃν αὐτὸς ὁ μέγας καὶ περιφανὴς τῶν ἁγίων προφητῶν προαν‐ εφώνει χορὸς, διὰ τῆς τοῦ ἁγίου Πνεύματος μυστ‐ | |
45 | αγωγίας φωταγωγούμενος, καὶ τὰ ἐφ’ ἡμῖν ἐσόμενα διὰ Χριστοῦ προπαιδευόμενος. Τοιγάρτοι καὶ μέλος ἡμῖν τὸ θεῖον πνευματικῆς ὥσπερ ἀνεκρούετο λύρας ὁ θεσπέσιος Δαβὶδ, ὁ δὲ τῶν ᾀσμάτων ὡδίπως ἔχων ὁρᾶται τρόπος· «Εὐφρανθήτωσαν οἱ οὐρανοὶ, καὶ | |
77.605(50) | ἀγαλλιάσθω ἡ γῆ· χαρήτωσαν τὰ πεδία, καὶ πάντες οἱ ἐν αὐτοῖς ἀπὸ προσώπου Κυρίου, ὅτι ἔρχεται κρίναι τὴν γῆν, κρίναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.» Ἀλλ’ ὁ πάλαι | |
προκεκηρυγμένος ὡς ἀφίξεται, καὶ ὀρθὴν καὶ ἀμώ‐ | ||
77.608 | μητον ἐν τοῖς καθ’ ἡμᾶς ἐξοίσει τὴν ψῆφον, οὐκ ἐν ἐλπίσιν ἔτι τὴν θυμηδίαν. Ἀλλ’ αὐτοῖς ἡμῖν ἀπέφηνε πράγμασιν· ἐπιδεδήμηκε γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, κατὰ τὴν πίστιν τῶν ἱερῶν τε καὶ θείων | |
5 | Γραμμάτων· «Ἔκρινε τὴν οἰκουμένην ἐν δικαιο‐ σύνῃ,» κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Ἔκρινε δὲ πῶς; καταδικάσας ἄρα τὸν πεπλανημένον ἢ ποιναῖς ὑποθεὶς τοὺς πάλαι τῶν θείων ἀλογήσαντας νόμων. Εἶτα πῶς ἔτι λοιπὸν ἀληθεύει βοῶν αὐτὸς περὶ αὑ‐ | |
10 | τοῦ· «Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ;» Καίτοι πᾶς τις ἂν, οἶμαι, τῶν εὖ φρο‐ νούντων ὁμολογήσειεν, ὅτι τῶν ἡμαρτηκότων τὸ κα‐ θαρίσαι τι τῶν δεινῶν, καὶ καταψηφίσασθαι δίκην, | |
15 | οὐ τοῦ σώζοντος ἔργον, ἀλλὰ τοῦ κακοῦν ἐθέλοντος μᾶλλον, καὶ συγγνώμης ἁπάσης δίχα τῶν ἤδη προ‐ επταισμένων ἐξαιτοῦντος τοὺς λόγους. Πῶς οὖν οὐκ ἦλθεν, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σώσῃ τὸν κόσμον, εἰ πικρὰν ἐπ’ αὐτῷ τὴν ψῆφον ὡρίσατο; | |
20 | Ἀλλ’ οὐκ ἂν, οἶμαι, τὶς εἰς τοῦτο μωρίας ἁλοίη πεσὼν, ὡς κατά τι τῶν οἴεσθαι ψευδομυθεῖν δύνασθαι τὴν ἀλήθειαν. Πῶς οὖν ἔκρινε τὴν γῆν; τοῦτο γὰρ ἡμῖν ὁ τοῦ Ψάλλοντος ἀνακεκράγει λό‐ γος. Δεινὸς καθ’ ἡμῶν ἐγήγερται τύραννος, καὶ | |
25 | κεκράτηκεν ἐκ πλεονεξίας ὁ Σατανᾶς ἀστραπῆς μὲν δίκην τῆς τῶν ἁγίων ἀγγέλων πληθύος ἀπο‐ τιναχθεὶς, ἔρημος δὲ παντελῶς τῆς ἐνούσης εὐ‐ κλείας αὐτῷ, καὶ τῆς τῶν ἀξιωμάτων ὑπεροχῆς ἀνα‐ δεδειγμένος· «Ἔσομαι γὰρ ὅμοιος τῷ Ὑψίστῳ,» | |
30 | τετόλμηκεν εἰπεῖν. Ἐπειδὴ δὲ ταῖς ἄνωθεν ψήφοις ἀντιπράττειν οὐκ ἦν, καὶ λυπεῖν ἑτέρως οὐκ εἶχε τὸν ὅσιον κολαστὴν, εἰς τὸν καθ’ ἡμῶν ἐτράπετο πό‐ λεμον. Καὶ μεθίστη μὲν εὐθὺς τῆς εὐθείας ὁδοῦ τὸν ἄνθρωπον, παρατρέψας δέ ποι πρὸς τὸ αὐτῷ καὶ μόνον | |
35 | δοκοῦν, καὶ τῆς ἀληθοῦς ἀποκομίσας θεογνωσίας, οἰκεῖον ἤδη προσκυνητὴν καὶ λατρευτὴν τὸν κατ’ εἰκόνα Θεοῦ γεγονότα καθίστη· φθόνον δὲ τὸν καθ’ ἡμῶν ὠδινήσας ἄδικον, δόξαν δὲ τὴν ἰσόθεον τῇ οἰκείᾳ περιτιθεὶς κεφαλῇ· ἀρχαίῳ γὰρ ἐνικᾶτο πάθει· | |
40 | καὶ τὰ, ἐφ’ οἷσπερ ἁλοὺς ἐκολάζετο, νοσῶν ἀγριώτε‐ ρον, ἀναφανδὸν ἤδη κατορθοῦν ἐσκέπτετο τὴν κατὰ πάντων ἀρχήν. Ἅπασαν δὲ ὥσπερ τὴν οἰκουμένην ἑλὼν ὑπὸ χεῖρας, ὡς τῶν ἰδίων κτισμάτων ἀφειδή‐ σαντος παντελῶς τοῦ Θεοῦ, καὶ ποιεῖσθαί τινα λόγον | |
45 | οὐκ ἀξιοῦντος ἔτι τῆς ἡμετέρας ζωῆς, τὴν ὀφρὺν ὑψηλὴν ἀνατείνας ὁ βάρβαρος, τῆς ἀνθρωπίνης ἀσθε‐ νείας κατεσοβαρεύετο, λέγων· «Τὴν οἰκουμένην ὅλην τῇ χειρὶ καταλήψομαι ὡς νοσσιὰν, καὶ ὡς καταλε‐ λειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν, ὃς διαφεύξεταί με, | |
77.608(50) | ἢ ἀντείπῃ μοι.» Καὶ τοῦτο λέγων, ἀντήκουε παρὰ τοῦ τῶν ὅλων κρατοῦντος Θεοῦ· Ὃν τρόπον ἱμά‐ τιον ἐν αἵματι πεφυρμένον, οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν μου ἀπ‐ | |
ώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας. Οὐ μὴ μείνῃς | ||
77.609 | εἰς τὸν αἰῶνα χρόνον. Ὁ τοίνυν τῆς τυραννίδος αὐτῷ τὴν συντέλειαν ἀπειλήσας Θεὸς, ὅτε δι’ ἡμᾶς γέγονεν ἄνθρωπος, ὡς ἤδη παρόντος καιροῦ, καθ’ ὃν ἔδει πικρὰς ἐξαιτεῖσθαι δίκας τὸν ἀλαζόνα καὶ | |
5 | μιαιφόνον, «ἔκρινε τὴν οἰκουμένην ἐν δικαιο‐ σύνῃ.» Ἐδίκασε γὰρ αὐτῷ τε καὶ ἡμῖν· καὶ τὸν μὲν ἄδικόν τε καὶ πλεονέκτην εὑρὼν, «σειραῖς ζόφου ταρταρώσας, κατὰ τὸ γεγραμμένον, παρ‐ έδωκεν εἰς κρίσιν» μεγάλης ἡμέρας τηρεῖσθαι κο‐ | |
10 | λασθησόμενον. Τοὺς δὲ κατὰ πᾶσαν τὴν οἰκουμένην τῶν τῆς ἁμαρτίας ἀπέλυσε δεσμῶν, δικαιώσας τῇ πίστει, καὶ πρὸς τὸν ἀρχαῖον αὖθις ἀνακομίσας ἁγια‐ σμόν. Ὅτι γὰρ ἐκεῖνον εὐθύνεσθαι δεῖν, ἐφ’ οἷς εἰς ἡμᾶς πεπλημμέληκεν, ἐκ μακρῶν αἰτοῦντες φαινό‐ | |
15 | μεθα χρόνων, συνήσεις δὲ μάλα τοῖς τοῦ Μελῳδοῦ προσχὼν ῥήμασιν, ὅτε τὸ κοινὸν ὥσπερ τῆς ἀνθρω‐ πότητος εἰσκεκόμικε πρόσωπον, προσπίπτων τε ἅμα Θεῷ καὶ λέγων· «Ἐξεγέρθητι καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου, καὶ ὁ Κύριός μου εἰς τὴν δίκην | |
20 | μου.» Ὅτι τε πάλιν τῆς μὲν τοῦ διαβόλου τυραννί‐ δος κατεδίκασεν ὁ Σωτὴρ, ἐλευθέρους δὲ ἡμᾶς ἀπο‐ φήνας, ἑαυτῷ κατεκτήσατο, πῶς οὐκ ἂν γένοιτο παντὶ τὸ σαφὲς, βοῶντο ἐν εὐαγγελλικοῖς συγ‐ γράμμασι· «Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος τούτου· νῦν | |
25 | ὁ ἄρχων τοῦ αἰῶνος τούτου ἐκβληθήσεται ἔξω, κἀγὼ ὅταν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν;» Ὁ λέγων ἀρτίως, οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀφῖχθαι πρὸς ἡμᾶς, ἤτοι ἀπεστάλθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα κρίνῃ τὸν κόσμον, νῦν ἔφη κρίσιν | |
30 | εἶναι τοῦ κόσμου; Πρόδηλον οὖν ἄρα, καὶ οὐδαμόθεν ἀμφίλογον, ὅτι δεδικαίωκεν ἡμᾶς, κατεψηφίσατο δὲ τὴν ἀπώλειαν τοῦ μιαιφόνου θηρός. Ἐκβέβληται γὰρ ἔξω, τουτέστιν, εἰς ἀχρειότητα παντελῆ, καὶ τῆς κατὰ τῶν ἀδικησάντων ἀρχῆς. Σταυρωθεὶς γὰρ ὑπὲρ πάν‐ | |
35 | των καὶ διὰ πάντας ὁ Ἐμμανουὴλ, αἵματι τῷ ἰδίῳ τὴν ἁπάντων ζωὴν ἐξεπρίατο, καὶ συνῆψε δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ τὸ τῆς ἀρχαίας οἰκειότητος ἀπο‐ σκιρτῆσαν γένος. «Μεσίτης γάρ ἐστι Θεοῦ καὶ ἀν‐ θρώπου,» κατὰ τὸ γεγραμμένον, ἀῤῥήτῳ τινὶ συν‐ | |
40 | όδῳ κεράσας τὸ νοούμενον, ἐν ταὐτῷ δὲ ὑπάρχων ἄν‐ θρωπος τε καὶ Θεός· διά τε τοῦτο τῆς μὲν τοῦ τεκόν‐ τος οὐσίας φυσικῶς ἐξημμένος, ἡμῶν δὲ ὡς ἄνθρω‐ πος. Οὐ γὰρ ἦν ἑτέρως δύνασθαι διασωθῆναί ποτε τὸ φθείρεσθαι πεφυκὸς, καὶ εἰς πεπηγμένην ἔφεσιν ἀρετῆς | |
45 | ἀναβῆναι τὸ σεσαλευμένον, εἰ μὴ καταβέβηκεν εἰς κοι‐ νωνίαν τὴν πρὸς αὐτὸ τὸ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀπαύγασμα, τουτέστιν ὁ Υἱὸς ἁπάσης τε φθο‐ ρᾶς ἀμείνων ὑπάρχων καὶ τροπῆς, μᾶλλον δὲ ἄβατον ἔχων παντελῶς τοῖς τοιούτοις τὴν φύσιν. Ἐπ’ οὖν | |
77.609(50) | τούτοις ἅπασι τὰ τῆς ἡμετέρας ἑορτῆς συνθήματα· καὶ «χαίρουσι μὲν οὐρανοὶ, ἀγαλλιᾶται δὲ τὰ πε‐ δία,» κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Συγχαίρει γὰρ τοῖς ἐπὶ γῆς τὰ οὐράνια τάγματα. Καὶ γοῦν | |
εὑρήσομεν λέγοντας τοὺς ἁγίους ἀγγέλους, ὅτε Χρι‐ | ||
77.612 | στὸς ἐγεννήθη· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Χριστὸς γάρ ἐστι «πάντων ἡ εἰρήνη,» κατὰ τὰς Γραφὰς, ἐθελούσιον ὑπὲρ ἡμῶν ὑπομείνας κένωσιν. Δι’ ἡμᾶς δὲ γεγονὼς | |
5 | ἐν τοῖς καθ’ ἡμᾶς, καὶ ἡμετέρας φύσεως οὐκ ἀτιμά‐ σας τὸ μέτρον· οὐδὲ τῆς τοῦ δούλου μορφῆς ἐρυθριά‐ σας τὴν πτωχείαν, ἵνα καὶ ἡμεῖς διά τε τῆς πίστεως τῆς εἰς αὐτὸν, καὶ τοῦ ἁγίου βαπτίσματος, ἐν μεθ‐ έξει γεγονότες τοῦ Πνεύματος, εἰς τὴν αὐτοῦ πολιτείαν | |
10 | καὶ ζωὴν ἀναμορφούμενοι, τὴν τοῦ ποιήσαντος ἡμᾶς ἀπαστράπτωμεν εἰκόνα. Ὅτι γὰρ ἡμᾶς ἡ ἀληθής τε καὶ ἀκαπήλευτος πίστις ἀναπλάττει τρόπον τινὰ, πρὸς Θεὸν, καὶ τῆς θείας φύσεως ταῖς ἡμετέραις ψυχαῖς διὰ τῆς ἐν Χριστῷ πολιτείας ὁ χαρακτὴρ ἐν‐ | |
15 | σημαίνεται, μαθήσῃ, τοῦ Παύλου λέγοντος τοῖς εἰς νομικὴν παλινδρομήσασιν ἐντολὴν, μετὰ τὸ θεῖόν τε καὶ οὐράνιον βάπτισμα· «Τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Μορ‐ φοῦται γὰρ Χριστὸς ἐν ὑμῖν οὐχ ἑτέρως, εἰ μὴ | |
20 | διὰ πίστεως ἀνεγκλήτου, καὶ πολιτείας εὐαγγελικῆς· «Οὐ γὰρ ἐν παλαιότητι γράμματος, ἀλλ’ ἐν καινό‐ τητι πνεύματος» περιπατεῖν ἀναγκαῖον τοὺς, οἵ γε βαδίζειν ἰέντας πρὸς Θεόν. Ὅπερ ἂν, οἶμαι, καὶ ἐφ’ ἡμῶν αὐτῶν ἐνεργηθείη καλῶς, ὅταν ἐφέσει τῇ | |
25 | εἰς ἅπαν ὁτιοῦν ἀγαθὸν, τὸν οἰκεῖον ὥσπερ νευρώ‐ σαντες νοῦν ὡς ἁπάσης ἁγνείας ἡμῖν ἐσομένην μη‐ τέρα, τὴν εὐαγεστάτην ταύτην νηστείαν παραδεξώ‐ μεθα ὀλιγοσιτίαις μὲν σωφρόνως ἀρκούμενοι, καὶ ἀκαρυκεύτου περιεργίας ἐλευθέραν τῶν ἐδωδίμων | |
30 | τηροῦντες τὴν μέθεξιν, ἵνα καὶ τὸν τῆς διανοίας ἀπο‐ λεπτύνωμεν ὀφθαλμόν. Πλὴν εὖ μάλα πρὸς τούτῳ κἀκεῖνο γινώσκοντες, ὡς οὐκ ἀπόχρη πρὸς ἁγιασμὸν ταῖς ἡμετέραις ψυχαῖς ὁ τῆς σαρκὸς πόνος, οὐδ’ ἂν ἐξαρκέσαι τισὶ πρὸς ἐπίδειξιν ἀρετῆς τῆς ἀσιτίας | |
35 | τὸ χρῆμα· μὴ οὐχὶ τῆς ἐν ἔργοις ἁγνείας, καὶ τῆς τοῦ βίου σεμνότητος συμπαρεζευγμένον τρόπον τινὰ, καὶ τῷ τῆς νηστείας συνθεουσῶν καυχήματι. Χρῆναι γὰρ οἶμαι, μᾶλλον δὲ εἶναί φημι τῶν ἀναγκαιοτάτων τὸ τελείως τε καὶ ὁλοτρόπως τῇ εἰς Χριστὸν ἀνακεῖσθαι | |
40 | λατρείᾳ· καὶ μὴ ἑτέρωσέ ποι παρεκκλίνοντας ἀμα‐ θῶς, τῆς εὐθείας ἐξοίχεσθαι, καὶ τρίβον ἀφέντας τὴν εὐστιβῆ δι’ ἧσπερ ἄν τις ἴοι πρὸς Θεὸν, τὴν ἀνάντη φέρεσθαι, καὶ πρὸς τὸ τῷ διαβόλῳ δοκοῦν ἀσυνέτως ἐκτελευτᾷν. «Δύναται γὰρ οὐδεὶς, κατὰ τὴν τοῦ | |
45 | Σωτῆρος φωνὴν, δυσὶ δουλεύειν κυρίοις· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ τοῦ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει.» Παραι‐ τητέον οὖν ἄρα τὸν οὐκ ὄντα δεσπότην, φημὶ δὴ τὸν Σατανᾶν, ἵνα τὸν ὄντως καὶ ἀληθῶς ἀγαπῶμεν Κύ‐ | |
77.612(50) | ριον. Τίς δ’ ἂν γένοιτο παρ’ ἡμῶν ὁ τῆς ἀγαπήσεως τρόπος, αὐτὸς δι’ ἑαυτοῦ φωταγωγήσει, λέγων ὁ Κύ‐ ριος· «Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρεῖ.» Οἱ | |
δὲ τῆς τοῦ Σωτῆρος ἐντολῆς γνήσιοι φύλακες, ἀνεξή‐ | ||
77.613 | τητον ἔχουσι τὴν εὐσέβειαν· καὶ τῆς τοῦ διαβόλου πλεονεξίας οὐκ ἀνεχόμενοι, τὸν τῆς ἁμαρτίας ἀπο‐ σείονται ζυγὸν, καὶ πρὸς ἐλευθέραν βλέπουσιν ἕξιν· καταθλοῦντες μὲν ἅπασαν ἔκτοπόν τε καὶ μυσαρὰ | |
5 | ἡδονήν· τὰς δὲ τῆς σαρκὸς ἐπιθυμίας τοῖς ἐξ ἀσκή‐ σεως νεκροῦντες πόνοις. Καὶ αὐτοῦ δὲ τοῦτο βοῶντος ἀκούσῃ τοῦ Παύλου· «Οἱ γὰρ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Οὐκοῦν, ἐρῶ γάρ τι πάλιν παρὰ τοῦ | |
10 | Παύλου λαβὼν, «Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχειοῦμεν, νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, τουτέστι πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν· παριστάντες δὲ μᾶλλον ἑαυτοὺς εἰς ὀσμὴν εὐωδίας,» κατὰ τὸ γεγραμμένον, | |
15 | καὶ θυσίαν ὥσπερ τινὰ πνευματικὴν οἰκείαν ἀνατι‐ θέντες ζωὴν τῷ φιλαρέτῳ Θεῷ. Πόνων γὰρ τῶν ἀγα‐ θῶν ὁ καρπὸς ἔσται πάντως εὐκλεής. Μὴ γὰρ δή τις οἰέσθω τῶν καθ’ ἡμᾶς, ὡς ἀκονιτὶ μὲν κατορθώσει τὸ ἀγαθὸν, ἱδρῶτος δὲ οὐδενὸς εἰς πεῖραν ἐλθὼν, τῆς | |
20 | ἁμαρτίας κατακαυχήσεται. Δεινὸς γὰρ ἀντιπράττειν ὁ Σατανᾶς, καὶ τοῖς ἐξ ἀπάτης διακωλύμασι παρα‐ ποδίζειν ἱκανὸς τῶν ὀρθῶς τε καὶ ἀνεγκλήτως βιοῦν ἑλομένων τὴν διάνοιαν, καὶ τοὺς ἤδη βλέποντας εἰς κατόρθωσιν ἀρετῆς παραλύσαι πόνους. Παραληψό‐ | |
25 | μεθα δὲ πρὸς ἀπόδειξιν τῶν εἰρημένων, σαφῆ τε καὶ ἀναμφίλογον, τὰ ἐν τῇ Ἐξόδῳ, βιβλίον δὲ τοῦτο Μω‐ σαϊκὸν, δεδραμένα τε καὶ γεγραμμένα. Εἰκόνας γὰρ ὥσπερ καὶ τύπους ἐναργεστάτους τῶν ἀφανεστέρων τὰ ἐμφανῆ καθίστη Θεὸς, καὶ ὅσαπερ ἄν τις τοῖς | |
30 | ἀρχαιοτέροις κατίδοι συμβεβηκότα, ταῦτα τῶν ἐν παραβύστῳ καὶ νοητῶν εἰς ἀπόδειξιν ἑαυτῷ πα‐ ραθεὶς, οὐκ ἂν ἁμάρτῃ τοῦ πρέποντος. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς περὶ τούτων ἡμῖν συμφέρεται λόγοις, ὡδί πως ἀνακεκραγὼς, καὶ λέγων περὶ τῶν | |
35 | ἀρχαιοτέρων· «Ὅτι δὲ ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν.» Ἔστι τοίνυν ἐξ ἀρχαίας ἱστορίας καθάπερ ἐν πίνακι λε‐ πτῶς ἰδεῖν διαγεγραμμένον, τήν τε τοῦ διαβόλου πλεονεξίαν, ἣν ἐποιήσατο καθ’ ἡμῶν ὁ πάντα τολμῶν | |
40 | εὐκόλως, καὶ ὅτι τοῖς εἰς ἐλευθέραν ἰοῦσιν ἕξιν τε καὶ προθυμίαν, δριμὺς ὑπαντᾷ τοὺς τῆς ἁμαρτίας ὅρους ἐκτρέχειν οὐκ ἐῶν· ἐμφιλοχωρεῖν δὲ μᾶλλον ἐπαναγκάζων αὐτῇ, καὶ οὐχ ὁλόκληρον ἐπιτελεῖσθαι κελεύων τὴν εἰς Θεὸν εὐλάβειαν· καὶ ἄρα τις ἕληται | |
45 | φρονεῖν ὀρθῶς. Τίς οὖν ἄρα τῆς ἱστορίας ὁ λόγος, καιρὸς, ὡς ἔοικεν, εἰπεῖν. βʹ. Λελῄστευταί ποτε τὴν τῆς ἀρχαίας ἐλευθερίας τιμήν τε καὶ δόξαν ὁ Ἰσραήλ· ὁ γάρ τοι τῶν Αἰγυ‐ πτίων ὠμότατος τύραννος, σκληρὸν μὲν αὐτοῖς τῆς | |
77.613(50) | δουλείας ἐπετίθει τὸν ζυγὸν, οὐκ ἀνεὶς δὲ τῶν ἔργων, πηλῷ καὶ πλινθείᾳ τοὺς Ἰουδαίους κατῃκίζετο. Ἀλλ’ ὡς ἠλέει Θεὸς, τεθρυμμένους τε ἤδη καὶ τῇ τοῦ κρατοῦντος ἀπανθρωπίᾳ δαπανωμένους ὁρῶν, καὶ | |
πρὸς τὴν ἄνωθεν αὐτοὺς, καὶ ἀρχαιοτάτην ἐλευθερίαν | ||
77.616 | ἀνακομίζειν ἐσκέπτετο, Μωσῇ τῷ πανσόφῳ λέγειν ἐκέ‐ λευεν, ὡς αὐτὸν οἰχομένῳ τῶν Αἰγυπτίων τὸν τύραννον· «Τάδε λέγει Κύριος ὁ Θεὸς τῶν Ἑβραίων· Ἐξαπό‐ στειλον τὸν λαόν μου, ἵνα μοι δουλεύσωσιν ἐν τῇ ἐρή‐ | |
5 | μῳ.» Διατί μὴ μᾶλλον ἐν Αἰγύπτῳ λατρεύειν ἐκέλευε; τί δὲ πρὸς ἐρήμους ἐκάλει τόπους; Ἆρα οὐκ ἀκό‐ λουθον συνιδεῖν, ὅτι τοὺς οἵ γε λατρεύειν τῷ πάντων κρατοῦντι Θεῷ ἔμελλον, πρῶτον μὲν ᾤετο δεῖν τὸν τῆς ἑτέρων δουλείας ἀποπέμπεσθαι ζυγὸν, πρὸς | |
10 | ἀποθέσθαι δὲ ὥσπερ τὸ τοῖς διαβολικοῖς προστάγ‐ μασιν ὡς ἐξ ἀνάγκης ὑπηρετεῖν, ἀποπαύσασθαι δὲ καὶ πηλοῦ καὶ πλινθείας· ὅ ἐστι πάλιν ἀποσχέσθαι τε καὶ καταλῆξαι λοιπὸν τῆς τῶν ἐπιγείων ἔργων ἀκαθαρσίας, ἵνα πᾶσαν ὥσπερ ἐκβαίνοντες τὴν τοῦ | |
15 | πλεονεκτήσαντος χώραν, λοιπὸν ὡς εἰς ἔρημον ἐλεύ‐ θερόν τε καὶ ἀνειμένον γεγονότες φρόνημα, καθα‐ ροὶ καθαρῶς, προσίοιεν ταῖς εἰς Θεὸν λατρείαις. Ἀλλ’ ὁ μὲν θεσπέσιος καὶ μέγας ὄντως Μωσῆς ἐκεῖ‐ να διεκελεύετο, καὶ πρὸς ἔρημον τὴν καθαρωτάτην | |
20 | ἐκάλει τὸν Ἰσραήλ. Ἀνθωπλίζετό γε μὴν ῥιψοκιν‐ δύνως ὁ Φαραὼ, καὶ τῆς θείας δόξης κατεθρασύνετο λέγων· «Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἀποστελῶ.» Ἐπειδὴ δὲ ταῖς ἄνωθεν ἐνικᾶτο πλη‐ γαῖς, πρὸς ἀβούλητον ἤδη κατέῤῥει σύνεσιν, ὅλης | |
25 | αὐτῷ κινδυνευούσης τῆς χώρας, εἶτα ποικίλους αὐτοῖς παραποδισμάτων ἐπενόει τρόπους, καὶ τὸν τῆς δουλείας ζυγὸν οὐκ εἰς ἅπαν ἀνεὶς, ἑτέρως αὐτοὺς διακωλύειν ἐπειρᾶτο, λέγων· «Πορευθέντες, θύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἐν τῇ γῇ μου.» Ὁρᾷς ὅπως κἂν ἐξέλκῃ | |
30 | πως τῆς ἁμαρτίας ὁ τοῦ Θεοῦ νόμος, ἀντεγείρεται μὲν ἀντιπράττων ὁ Σατανᾶς. Ὑπεραθλοῦντός γε μὴν τῆς ἁπάντων ζωῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, ἀνασειράζει μὲν ἄκων τὴν πλεονεξίαν, τὸ, καθ’ ὧν ἂν βούλοιτο τυραννεῖν, οὐκ ἔχων ἱππήλατον. | |
35 | Ἀλλ’ οὖν ἔξω παντελῶς τῆς ἰδίας ἡμᾶς οὐκ ἐφίησι γῆς· μερίζεσθαι δὲ, ὥσπερ ἐπ’ ἄμφω κελεύει, εἴς τε τὸ αὐτῷ δοκοῦν, καὶ τὸ τῷ πάντων Δεσπότῃ. Ἀλλ’ ἔστιν ἀμήχανον ἀμώμητον παρ’ ἡμῶν τὸν τῆς λα‐ τρείας γενέσθαι τρόπον, εἰ μὴ ὥσπερ πάσης ἐκδε‐ | |
40 | δραμηκότες τῆς τοῦ διαβόλου χώρας, ἀμέτοχοι παν‐ τελῶς τῆς ὑπ’ ἐκείνῳ θητείας εὑρισκοίμεθα. Ὅτι δὲ ἀληθὴς ὁ λόγος, ἐξ αὐτῶν τε τῶν τοῦ πανσόφου Μω‐ σέως πληροφορήσω ῥημάτων. Τί γὰρ ἔφη πρὸς Φα‐ ραὼ, «Πορευθέντες, λέγοντα, θύσατε Κυρίῳ τῷ | |
45 | Θεῷ ὑμῶν ἐν τῇ γῇ μου;» βοῶν, οὐ δυνατὸν γενέ‐ σθαι οὕτως· «Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δου‐ λεύειν,» καθάπερ ἔφθην εἰπών· καὶ ἔστι τῶν ἀκαλ‐ λεστάτων φαυλότητός τε ὁμοῦ, καὶ τῶν τελούντων εἰς ἀρετὴν ὁρᾶσθαι δημιουργοὺς, καὶ τοῖς τοσοῦτον | |
77.616(50) | ἀλλήλων διωρισμένοις τὴν ἰσομοιροῦσαν ἀπονέμειν σπουδὴν, ὡς μαλακίζεσθαι μὲν ἔσθ’ ὅτε νοσοῦντα τὸν νοῦν τὸ τῷ διαβόλῳ τετιμημένον, ἀναῤῥώννυ‐ σθαι δὲ αὖθις εἰς τὸ ἀρέσκον Θεῷ, δικαιωτάτην ὥσπερ ἐφ’ ἑαυτῷ καλοῦντα τὴν καταβοήν. Δι’ ὧν | |
55 | γὰρ ἔγνω τιμᾷν, ἃ χρῆν ἑλέσθαι καὶ μόνα τῆς | |
77.617 | ἐκείνοις αἰσχρότητος πῶς ἂν οὐ σφόδρα κατηγορή‐ σειεν; Εἶτα πῶς ἂν αὐτὸς διακρούσαιτο τὴν γραφὴν, τῶν οὕτω κατεγνωσμένων πονηρὸς ἐργάτης ἐληλε‐ γμένος; Δεῖ τοίνυν φρονήματος ἡμῖν γενναίου τε καὶ | |
5 | νεανικοῦ πρὸς τὸ δύνασθαι καλῶς διὰ πάσης ἀγαθ‐ ουργίας ἰέναι πρὸς Θεὸν, τελείως τε καὶ ὁλοτρόπως· ὅπερ ἂν ἡμῖν ὑπάρξῃ, καὶ λίαν εὐκόλως, εἰ τοῖς ἀρχαιοτέροις ἐθέλοιμεν κατακολουθῆσαι τύποις. Ὄψει τοίνυν τοὺς ἐξ Ἰσραὴλ, τὴν μὲν ἀτιμοτάτην | |
10 | δουλείαν ἐκείνην, ἀποφορτίσασθαι δεῖν ἑλομένους, καὶ τῆς τῶν πάλαι πλεονεκτούντων κατακρατῆσαι χειρὸς, οὐ μήν τινα καὶ δράσαι τῶν τοιούτων ἰσχύ‐ σαντας, εἰ μὴ τεθύκασιν ἐν Αἰγύπτῳ τὸν ἀμνὸν εἰς τύπον Χριστοῦ, κατεχρίσθησάν τε τῷ αἵματι, καὶ | |
15 | ἄρτους ἀζύμους ἔφαγον ἐπ’ αὐτῷ. Δι’ εὐλογίας οὖν ἄρα τῆς ἀληθεστέρας καὶ μυστικῆς, ἀνατειχίζεσθαι δεῖ τὰς ἡμετέρας ψυχὰς, εἰ τὸ δουλεύειν ἔτι ταῖς ἁμαρ‐ τίαις παραιτοίμεθα. Οὐδὲ γὰρ ἑτέρως διαδράσαι τις ἂν τὰς ἐκ τῶν ἐπιγείων παθῶν ἀφορήτους καταδρομὰς, | |
20 | εἰ μὴ διὰ τῆς Χριστοῦ μετοχῆς τοῦ κατισχύον‐ τος παραλῦσαι τὴν δύναμιν [τοῦ Φαραὼ], τουτέστι τοῦ Σατανᾶ. Διὰ γάρ τοι ταύτην μάλιστα τὴν αἰτίαν, καίτοι Θεὸς ὢν κατὰ φύσιν, καὶ ἐκ Θεοῦ Πατρὸς πεφηνὼς ὁ Μονογενὴς, ἐθελοντὴς «κατέβη πρὸς | |
25 | κένωσιν, μορφὴν δούλου λαβὼν,» καθὼς γέγραπται, «καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,» ἵνα τῆς ἡμε‐ τέρας φύσεως τὴν εὐτέλειαν εἰς ὕψος ἀνακομίσῃ μέγα, τὴν οἰκείαν αὐτῇ χαριζόμενος ἀσφάλειαν. Ἄτρεπτος γὰρ ὢν, κατὰ φύσιν, καὶ παθεῖν οὐκ εἰ‐ | |
30 | δὼς τὸ κατωθεῖσθαι πρὸς ἁμαρτίαν, ἑαυτὸν ἀῤῥή‐ τως ἀνέμιξε τῇ λίαν εὐκόλως πρὸς πᾶν ὁτιοῦν τῶν φαύλων κατωθουμένῃ φύσει, φημὶ δὴ τῇ ἀνθρωπί‐ νῃ· καθάπερ ἔφην ἀρτίως, τῆς ἑαυτοῦ φύσεως τὴν ἀσφάλειαν, ὡς ἀσθενούσῃ δωρούμενος, ἵνα φαίνηται | |
35 | λοιπὸν πεπηγὼς εἰς ἀγαθουργίας ὁ ἡμέτερος νοῦς, καὶ τὰ τῆς σαρκὸς κολάζηται πάθη, νενεκρωμένα παντελῶς τῇ δυνάμει τοῦ κατοικήσαντος ἐν αὐτῇ, τουτέστι τοῦ Θεοῦ Λόγου. Καὶ γοῦν ἐπιστέλλει λέγων ὁ Παῦλος· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθέ‐ | |
40 | νει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίω‐ μα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Κατακέκριται | |
45 | τοίνυν ἡ ἁμαρτία, νεκρωθεῖσα μὲν πρῶτον ἐν Χρι‐ στῷ, νεκρωθησομένη δὲ καὶ ἐν ἡμῖν, ὅταν αὐτὸν ταῖς οἰκείαις ψυχαῖς εἰσοικίζωμεν διὰ τῆς πίστεως καὶ τῆς μετουσίας τοῦ Πνεύματος, συμμόρφους ἡμᾶς ἀποτελοῦντος Χριστῷ, διὰ τῆς ἐν ἁγιασμῷ δηλονότι | |
77.617(50) | ποιότητος. Μορφὴ γὰρ ὥσπερ τίς ἐστι τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὸ Πνεῦμα αὐτοῦ, τὸν θεῖον ἡμῶν ἐξεικονισμὸν ἐναποθλῖβον τρόπον τινὰ δι’ ἑαυτοῦ. Τοιγάρτοι, καὶ ὡς αὐτὸς ὀνομάζεται παρὰ ταῖς θεοπνεύστοις Γραφαῖς, οὐχ ἕτερον ὃν παρ’ αὐτὸν, | |
55 | ὅσον εἰς ταυτότητα τῆς οὐσίας καὶ εἰς ἐνέργειαν τὴν | |
77.620 | θεοπρεπῆ. Καὶ γοῦν αὐτοῦ λέγοντος τοῦ Σωτῆρος ἡμῶν· «Ἐγώ εἰμι ἡ ἀλήθεια,» γράφει μὲν Ἰωάν‐ νης, ὅτι «Τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια·» πάλιν δὲ Παῦλος, ὁ τοῖς ἱεροῖς ἐντεθραμμένος Γράμμασιν· | |
5 | «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐλευθερία.» Ἀκούεις ὅπως τετήρηκεν ἀστείως ὁ μυσταγωγὸς, τῷ τε Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, καὶ τὸ ἐν οὐσίᾳ ταυτὸν, καὶ τὸ νοεῖσθαι διῃρημένως, κατά γε τὸ ὑφεστάναι φημὶ, τοῦθ’ ὅπερ | |
10 | ἑκάτερον εἶναι λέγεται, καὶ ἔστιν ἀληθῶς. Πνεῦμα γὰρ εἰκότως νοοῖτ’ ἂν τὸ Πνεῦμα, καὶ οὐχ Υἱὸς, μᾶλλον δὲ Πνεῦμα τοῦ Υἱοῦ, διαπλάττον καὶ ἀναμορ‐ φοῦν εἰς αὐτὸν τὰ ἐν οἷς ἂν γένοιτο μεθεκτῶς, ἵνα τοῦ ἰδίου γεννήματος διαπρέποντας ἐν ἡμῖν τοὺς | |
15 | χαρακτῆρας ὁρῶν ὁ Θεὸς καὶ Πατὴρ ἀγαπήσῃ λοι‐ πὸν ὡς τέκνα, καὶ ταῖς ὑπερκοσμίοις καταφαιδρύνῃ τιμαῖς. Τοῦτο δ’ ἂν γένοιτο φανοτάτη πάλιν ἀπόδει‐ ξις τὸ πάλαι τεθεσπισμένον διὰ τοῦ πανσόφου Μω‐ σέως. Τί γὰρ ἔφη πρὸς αὐτόν; «Ἁγίασόν μοι πᾶν | |
20 | πρωτότοκον, πρωτογενὲς διανοῖγον μήτραν·» τὸ, Ἁγίασον, εἰπὼν, ἀντὶ τοῦ, Κατάγραψον καὶ ἀνάθες ὡς ἱερὸν καὶ τῷ Θεῷ χρεωστούμενον. Οὐδὲ γὰρ, οἶμαι, φαίη τις ἂν, ὡς ἔστι τῶν ἐφικτῶν τοῦ θείου τε καὶ ἁγίου Πνεύματος Μωσέα φαίνεσθαι χορηγὸν, | |
25 | καὶ τὸν ἐν οἰκέτου τάξει καὶ ὑπηρέτου παρειλημμέ‐ νον, τοῖς τοῦ Δεσπότου πλεονεκτήμασιν ἐναβρύνε‐ σθαι, καὶ τὰ μόνῳ τε καὶ ἰδικῶς πρέποντα τῷ Θεῷ δύνασθαι κατορθοῦν. Τί οὖν ἄρα διετύπου Μωσῆς; τί δὲ προσελάλει τοῖς υἱοῖς Ἰσραήλ; «Καὶ ἔσται, | |
30 | φησὶ, ἐὰν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δώσει σοι αὐτήν· καὶ ἀφελεῖς πᾶν διανοῖγον μή‐ τραν, τὰ ἀρσενικὰ τῷ Κυρίῳ.» Ἁγιάζεσθαι κελεύει πᾶν πρωτότοκον διανοῖγον μήτραν. Ἅγιοι γὰρ πάν‐ | |
35 | τες οἷσπερ ἂν ἡ εἰκὼν ἀναστράπτουσα φαίνοιτο τοῦ ἁγίου καὶ πρωτοτόκου, φημὶ δὴ Χριστοῦ. Νοητοῦ δὲ πράγματος, καὶ τῆς ἐν πνεύματι νοουμένης συμμορ‐ φίας, τὴν σωματικὴν ὁμοίωσιν εἰς τύπον προλαβὼν, ἔδειξεν ὁ νόμος τοῦ Θεοῦ καὶ Πατρὸς τὴν προαιώ‐ | |
40 | νιον βούλησιν. Διὸ καὶ Παῦλός φησι, διὰ τῆσδε τῆς νομοθεσίας, ὥς γέ μοι φαίνεται, τὸ μέγα τοῦτο συν‐ εὶς μυστήριον· «Οὓς γὰρ ἔγνω, καὶ προώρισε συμ‐ μόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, τούτους καὶ ἐκάλεσε, τούτους καὶ ἡγίασεν· οὓς δὲ ἡγίασε, τού‐ | |
45 | τους καὶ ἐδόξασεν.» Ἀλλὰ φέρε δὴ πάλιν ὡς ἔνι καλῶς τὸν τοῦ θεωρήματος καταλεπτύνοντες νοῦν, ἐπαθρήσωμεν ἀκριβέστερον· ὁποίαν μὲν εἰκότως περιθείη τις ἂν τῷ Χριστῷ τὴν μορφὴν, ἴοι δ’ ἂν οὐκ ἀπὸ σκοποῦ τοῦ πρέποντος. | |
52 | γʹ. Ἀλλ’ ἔστιν οὐκ ἀμφίλογον, ὡς ἐκεῖνο δὴ πάν‐ τως τὸ ὑπερκόσμιον κάλλος, ὅπερ ἂν νοοῖτο τυχὸν | |
ἐπ’ αὐτῆς τῆς πάντα ὑπερκειμένης οὐσίας, φημὶ δὴ | ||
77.621 | τῆς θείας καὶ ὑπὲρ νοῦν. Ἧσπερ ἂν οὐχ ἑτέρως ἐν ταῖς ἡμετέραις ψυχαῖς ὁ χαρακτὴρ ἐμφαίνοιτο, εἰ μὴ τῆς θείας φύσεως ἀποτελοίμεθα κοινωνοὶ, τό τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ δεξάμενοι Πνεῦμα, καὶ καθά‐ | |
5 | περ ὁ Παῦλος ἔφη, «Τὴν αὐτὴν εἰκόνα μεταμορ‐ φούμενοι, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Ἐν πράγμασι δὲ δηλονότι, καὶ ἐν δυνά‐ μει τῇ κατ’ ἐνέργειαν ἀρετῆς ὁ μετασχηματισμὸς ἐν ἡμῖν γίνεται, καὶ ἡ μετάπλασις ἐν ἁγιασμῷ, πρὸς | |
10 | πᾶν ὁτιοῦν ἀναφέροντι τὸ δοκοῦν τῷ Θεῷ, καὶ πᾶσαν μὲν τῆς ἡμετέρας διανοίας μαλακίαν ἐκπέμποντι, μεταχαλκεύοντι δὲ ὥσπερ εἰς ἀσφαλὲς ἤδη καὶ ἄμαχον φρόνημα. Οἶμαι γὰρ ἔγωγε, ταύτης δὴ μά‐ λιστα τῆς αἰτίας ἕνεκα, τὸν τοῦ νόμου δοτῆρα Θεὸν, | |
15 | οὐχ ἁπλῶς ἁγιάσαι πᾶν πρωτότοκον εἰπεῖν, προσ‐ θεῖναι δὲ, ὅτι προσήκοι τὰ ἀρσενικά. Τοῦ γὰρ δὴ χάριν ἀνίερόν τέ ἐστι, καὶ οὐχ ἁγιάζεται τὸ θῆλυ, κἂν ὑπάρχῃ πρωτότοκον, ἀλλ’ εἰ μή πω φάναι δο‐ κεῖ πάλιν ἐρῶ, καιροῦ πρὸς τοῦτο καλοῦντος καὶ | |
20 | χρείας. Μόριον ὥσπερ τι τῆς νοουμένης μορφῆς ἐν τῇ θείᾳ τε καὶ ἀκαταλήπτῳ φύσει τὸ ἀνδρῶδες ἐφ’ ἅπασι καὶ νεανικὸν θεωρήσομεν, τὸν τῆς διανοίας ἐπερείδον‐ τες ὀφθαλμόν. Τοιαύτη γάρ πως ἡ τῆς θεότητος φύσις, εἴκουσα μὲν τῶν ὄντων οὐδενὶ, νικῶσα δὲ | |
25 | μᾶλλον, καὶ κατὰ πάντα ἀνδριζομένη τοῦ κεκλημέ‐ νου πρὸς γένεσιν, ἐῤῥωμενεστάτη δὲ σφόδρα, καὶ ὡς οὐκ ἔστιν εἰπεῖν, πρὸς τὴν τῶν ἰδίων ἔργων κατ‐ όρθωσιν. Σύμμορφος οὖν ἄρα Χριστῷ νοοῖτο ἂν εἰ‐ κότως ὁ ἐφ’ ἅπασι τοῖς ἀγαθοῖς οἱονεί τις ἀρσενό‐ | |
30 | φρων καὶ νεανικός· οὐ τοιοῦτός γε μὴν, ὁ θήλειαν ἔχων, ἵν’ οὕτως εἴπω, τὴν φρένα, μαλθακήν τε καὶ εὐκαταγώνιστον. Δειλὸν γὰρ καὶ ἀδρανὲς, καὶ πρὸς μάχην καὶ εὐτολμίαν ἀπειρηκὸς τὸ θηλειῶν ἐστι γέ‐ νος. Εἰκόνα δέ σοι τοῦ πράγματος παραθήσω πάλιν | |
35 | ἀπὸ τῆς Μωσέως συγγραφῆς. Ἔφη τοίνυν ὅτι τῶν Αἰγυπτίων ὁ τύραννος, εἰς τύπον τοῦ διαβόλου κείμε‐ νος παρὰ τῇ θείᾳ Γραφῇ, κατὰ τῆς τῶν Ἑβραίων ὠδῖνος ὡπλίζετο, καὶ τοῖς ἔτι κατὰ νηδύος μαχόμε‐ νος, ἀναιρεῖσθαι παραχρῆμα διετύπου τὰ γεννώμε‐ | |
40 | να, καὶ φωτὸς ἄρτι πρὸς πεῖραν ἐρχόμενα. Τὸ δὲ τῆς ὠμότητος σύνθημα μετὰ τῆς αὐτῷ πρεπούσης ἐγράφετο τέχνης. Ζωογονεῖσθαι μὲν γὰρ τὸ θῆλυ, τό γε μὴν ἄρσεν ὕδασι καὶ τέλμασιν ἐναποπνίγεσθαι δεῖν ὁ μιαιφόνος ἐνομοθέτει. Ποῖ οὖν ἄρα καὶ τοῦτο | |
45 | ἡμῖν κατασημαίνει τὸ θεώρημα; Τί δὲ τοῖς εὐμα‐ θεστέροις παρέσται νοεῖν; Ἡδέα γὰρ τῷ διαβόλῳ τὰ μαλθακά τε καὶ ἄνανδρα καὶ ἐκτεθηλυμένα φρο‐ νήματα· διὸ καὶ εἰς αὖξιν ἰέναι τὸ θῆλυ παραχω‐ ρεῖ, πλεονεκτηθήσεσθαί ποτε παρ’ αὐτῶν οὐ προσ‐ | |
77.621(50) | δοκήσας ὁ πονηρός. Πολεμιώτατον δὲ καὶ πρὸς τὸ νικᾶσθαι σκληρόνουν ἡγεῖται τὸν ἄρσενα· ὃν καὶ τοῖς τῆς ἀληθείας ἐντρεφόμενον λόγοις, εἰ πρὸς μέ‐ τρον ἡλικίας ἀναδράμοι τῆς ἐν Χριστῷ, καὶ «εἰς | |
ἄνδρα τέλειον» αὐξήσει, κατὰ τὸν Παῦλον, ἔσεσθαι | ||
77.624 | γινώσκων οὐδαμόθεν ἁλώσιμον, πρὸ ἥβης ἀπαιρεῖ. Τὸ γὰρ ἐκ νηδύος αὐτῆς, τῇ τοῦ ἄρσενος ἐπιφύε‐ σθαι γονῇ, τί οὖν ἐντεῦθεν; Ὅτι πᾶν τὸ τίμιον παρὰ Θεῷ, βδελυκτὸν παρ’ ἐκείνῳ. Κρατήσει δὲ πάντως | |
5 | καὶ τὸ ἐναντίον· τὸ γὰρ ἐκ τοῦ διαβόλου κατεστυγη‐ μένον, ἐν τοῖς ἀναγκαίοις παρὰ τῷ Θεῷ· ψῆφον δὲ ὥσπερ τινὰ τὴν ἀρίστην ἐφ’ ἑαυτῷ, τὴν ἐπὶ τῷ μι‐ σεῖσθαι διαβολὴν μετὰ τῆς ἄλλης εὐκοσμίας ἀποκερ‐ δαῖνον. Ὅτι δὲ καὶ τοῦτό ἐστιν ἀληθὲς, ἐξ αὐτῶν | |
10 | ὑμῖν ἐπιδεῖξαι τῶν ἱερῶν Γραμμάτων, χαλεπὸν οὐ‐ δέν. Οὐκοῦν ἐν τοῖς καλουμένοις Ἀριθμοῖς (κατ‐ ωνόμασται δὲ οὕτως ἓν Μωσέως βιβλίον), εὐθὺς ἐν ἀρ‐ χαῖς ἔφη που Θεὸς πρός τε αὐτὸν τὸν ἱεροφάντην Μωσέα, καὶ πρὸς Ἀαρών· «Λάβετε ἀρχὴν πάσης | |
15 | συναγωγῆς υἱῶν Ἰσραὴλ (ἀρχὴν ὀνομάσας τὸν ἐκλο‐ γισμὸν, ἤτοι τὴν ἀπαρίθμησιν), κατὰ συγγενείας, κατ’ οἴκους πατριῶν, κατ’ ἀριθμὸν ἐξ ὀνόματος κατὰ κεφαλὴν αὐτῶν· πᾶν ἄρσεν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ἰσραὴλ, | |
20 | ἐπισκέψασθε αὐτούς.» Σύνες ὅπως ἀπογράφεσθαι μὲν κελεύει τὸ ἄρσεν, καὶ τὴν ἡβῶσαν ἤδη, καὶ οἱονεὶ σφριγῶσαν ἄρτι πληθύν· «Ἀπὸ εἰκοσαετοῦς γὰρ, φησὶ, καὶ ἐπάνω.» Ἀλογεῖ δὲ τοῦ θήλεος παν‐ τελῶς καὶ μειρακιώδους ἡλικίας. Ἀπόβλητον γὰρ | |
25 | παρὰ Θεῷ φρόνημα τὸ ἀσθενὲς καὶ ἀτελὲς εἰς σύν‐ εσιν. Γνωριμώτατον δὲ καὶ ἐν βίβλῳ ζωῆς καταγε‐ γραμμένον τὸ ἀνδρῶδες ἅμα καὶ συνετὸν, ἅτε δὴ καὶ ἀρκούντως ἔχον εἰς τὸ ἤδη δύνασθαι ταῖς τοῦ διαβόλου κακουργίαις ἀντιστατεῖν. Φρονήματι γὰρ | |
30 | τῷ νεανικῷ παρεζευγμένη σύνεσις, πρὸς πᾶν ὁτιοῦν ἱκανὴ τῶν ὅσα προσήκει τῶν εὐσεβούντων ἐργάζε‐ σθαι. | |
35 | δʹ. Οὐκοῦν (ἀνακεφαλαιώσομαι γὰρ ἀναγκαίως τὸν τοῦ λόγου σκοπὸν) συμμόρφους ἡμᾶς ἀποτελεῖ τὸ Πνεῦμα Χριστῷ· καὶ διὰ τῆς κατ’ ἐνέργειαν ἀρετῆς οἱ θεῖοι δὴ πάντως ἡμῖν ἐναστράπτουσι χαρακτῆρες. Συμβήσεται δὲ καὶ τοῖς μὴ τοιούτοις τὸ ἐναντίον. Ποιή‐ | |
40 | σομαι δὲ φανοτάτην τοῦ λόγου τὴν δύναμιν. Ὅνπερ γὰρ τρόπον εἰς τύπον ἀνδρείας ἐλήφθη τὸ ἄρσεν, ἀνδρείας δέ φημι τῆς νοουμένης κατὰ Θεὸν, ἣ καὶ συμμόρφους ἀποτελεῖ τῷ Χριστῷ, κατὰ τὸν αὐτὸν δὴ τουτονὶ λόγον, εἰς τύπον μαλακισμοῦ καὶ φρονήματος ἀσθε‐ | |
45 | νοῦς, διαπίπτοντός τε καὶ λίαν εὐκόλως εἰς ἡδονὰς, τὸ τῆς θηλείας εἰσφέρεται πρόσωπον. Καὶ γοῦν ἡ θεία Γραφὴ αὐτήν τε τὴν ἁμαρτίαν, καὶ τοὺς τῆς ἁμαρτίας ἐργάτας, ἐν τῷ τῆς θηλείας διαπλάττει σχή‐ ματι. Ὅνπερ γὰρ τρόπον συμμόρφους εἶναί φαμεν | |
77.624(50) | Χριστῷ τοὺς ἀγαπῶντας αὐτόν· οὕτω καὶ τῆς ἁμαρ‐ τίας τὸ ἀκαλλέστατον σχῆμα ταῖς τῶν φιλαμαρτη‐ μόνων ψυχαῖς ἐγχαράττεται. Παροίσω δὲ τὸν μακά‐ ριον πάλιν προφήτην Ζαχαρίαν, αὐτὸ δὴ τοῦτο καὶ | |
μάλα σαφῶς τοῖς ἀκροωμένοις ἐξηγεῖσθαι δυνάμε‐ | ||
77.625 | νον. Λέγει γὰρ οὕτω· «Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λα‐ λῶν ἐν ἐμοὶ, καὶ εἶπε πρός με· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τὸ ἐκπορευόμενον τοῦτο. Καὶ εἶπα· Τί ἐστι; Καὶ εἶπε· Τοῦτο τὸ μέτρον τὸ | |
5 | ἐκπορευόμενον· καὶ εἶπεν· Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ. Καὶ ἰδοὺ τάλαντον μολίβδου ἐξαιρόμε‐ νον. Καὶ ἰδοὺ γυνὴ μία ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου· καὶ εἶπεν· Αὕτη ἐστὶν ἡ ἀνομία· καὶ ἔῤῥιψεν αὐτὴν εἰς μέσον τοῦ μέτρου, καὶ ἔῤῥιψε τὸν λί‐ | |
10 | θον τοῦ μολίβδου εἰς τὸ στόμα αὐτῆς. Καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον· καὶ ἰδοὺ δύο γυναῖκες ἐκ‐ πορευόμεναι, καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν· καὶ αὗται εἶχον πτέρυγας, ὡς πτέρυγας ἔποπος· καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τῆς γῆς καὶ τοῦ | |
15 | οὐρανοῦ.» Ἀκούεις ὅπως ἐν σχήματι μὲν γυναικὸς ἡ ἀνομία τῷ προφήτῃ φαίνεται· αἱ δὲ πρὸς ὕψος αἴρειν αὐτὴν ἐπιχειροῦσαι ψυχαὶ, τῆς ἐνούσης αὐτῇ δυσειδείας τὸν ἴσον ἔχουσι τρόπον. Καὶ αὗται γὰρ ὁρῶνται γυναῖκες. Ἔποπός γε μὴν ἐμπεφυκέναι | |
20 | πτέρυγας αὐταῖς ὁ προφητικὸς ἡμῖν διϊσχυρίσατο λόγος, ἵνα διὰ τούτου τὸ ἕτοιμον εἰς ἀκαθαρσίαν, καὶ τὸ εὐπετὲς εἰς φιλοσαρκίαν τῶν ἀνοσίων ἐπι‐ δείξῃ ψυχῶν. Ἀκάθαρτον γὰρ τὸ στρουθίον, φημὶ δὴ τὸν ἔποπα, σκωλήκων τε καὶ περισσευμάτων τῶν | |
25 | ἀπὸ γαστρὸς ὅτι μάλιστα βορόν. Τοιαύτη δὲ πᾶσα φιλαμαρτήμων τε καὶ φιλήδονος ὁρᾶται ψυχή. Νοῦς μὲν γὰρ ὁ καθαρὸς τοῖς τῆς ἀληθείας ἐντρέφεται λό‐ γοις. Ἀλήθεια δὲ νοεῖται Χριστός. Ὁ δὲ γήϊνος καὶ φιλοβόρβορος, καθάπερ τινὰς σκώληκας ἕρποντας ἐν | |
30 | ἑαυτῷ, τὰς ἐφ’ ἑκάστῳ τῶν φαύλων ἐπιθυμίας ὁρῶν, συλλέγει καὶ τρέφεται, τῆς ἐντεῦθεν δυσωδίας ἀφειδήσας παντελῶς. Εἰ τοίνυν ἡδύ τε καὶ φίλον λελόγισται παρ’ ἡμῖν τὴν εὐκλεεστάτην τοῦ Σωτῆρος εἰκόνα φέρειν, καὶ ἀναμορφοῦσθαι πρὸς ἐκεῖνο τὸ | |
35 | θεῖον καὶ οὐράνιον κάλλος, παραιτώμεθα τὸν δυσει‐ δέστατον τῆς ἁμαρτίας χαρακτῆρα· φύγωμεν φρέ‐ να τὴν μαλακὴν, καὶ ταῖς τοῦ διαβόλου δυστροπίαις εὐκαταγώνιστον. Ἀνδριζώμεθα δὲ μᾶλλον κατὰ Χριστὸν, ἵνα καὶ μέτοχοι τῆς αὐτοῦ εὑρισκώμεθα | |
40 | ζωῆς, γεγονότες ἐν προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ. Οὕτω γὰρ, οὕτω τὴ τοῖς ἡμετέροις σώμασιν ἐνοικήσασαν φθορὰν, καθάπερ τι τῶν δυσαχθεστάτων φορτίων ἀποσεισάμενοι, τὴν τῆς ἁμαρτίας μεταμφιασόμεθα δόξαν, οὐ τὴν τῆς σαρ‐ | |
45 | κὸς ἀρνούμενοι φύσιν, ἀλλ’ εἰς τὸ τῆς ἀφθαρσίας ἀναστοιχειούμενοι καύχημα, καὶ μετὰ σαρκὸς καὶ ἀῤῥήτῳ τινὶ τῇ παρὰ Χριστοῦ καταστίλβοντες δόξῃ· «Μετασχηματιεῖ γὰρ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὑτοῦ,» καθὰ | |
77.625(50) | γέγραπται. Ὅτι δὲ καίτοι φθαρτῆς ὄντες φύσεως, ἐπείπερ ἐγεγόναμεν ἐν προσώπῳ τοῦ Θεοῦ καὶ Πα‐ τρὸς, ἄφθαρτοι διαμενοῦμεν, κατημφιεσμένοι τοῦ Σωτῆρος τὴν δόξαν, οὐδὲν ἡμῖν ἧττον κἀκεῖνο σα‐ φηνιεῖ τὸ παρὰ τῇ θείᾳ κείμενον Γραφῇ παράδειγμα. | |
55 | Διδάξαι γὰρ ἐθελήσας ὁ πάντα ἰσχύων Θεὸς, ὅτι καὶ | |
77.628 | τὸ φθείρεσθαι πεφυκὸς, εἰς ἕτερόν τι παρ’ ὅπερ ἐστὶ μετασχηματίζεται, καὶ τὴν εἰς τὸ ἄμεινον ἀνίσχει μεταδρομὴν, εἰ τῆς ἐποπτείας ἀξιοῖ τὸ τῆς παρ’ αὐ‐ τοῦ· «Ὀφθαλμοὶ γὰρ Κυρίου ἐπὶ δικαίους,» κατὰ | |
5 | τὸ ἐν Ψαλμοῖς γεγραμμένον· λέγει πρὸς τὸν ἅγιον Μωσέα καὶ τὸν Ἀαρών· «Πλήσατε τὸ γομὸρ τοῦ μὰν, εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν· καὶ εἶπε Μω‐ σῆς πρὸς Ἀαρών· Λάβε στάμνον χρυσοῦν ἕνα, καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομὸρ τοῦ μὰν, καὶ ἀπο‐ | |
10 | θήσεις αὐτὸ ἐναντίον τοῦ Θεοῦ, εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν.» Καίτοι τὸ μάννα, κατά γε τὴν ἰδίαν φύσιν ἐφθείρετο, ἀχρειότατον δὲ παντελῶς τοῖς ἐθέλουσι τηρεῖν, καὶ εἰς μίαν τὴν ἐφεξῆς ἡμέραν εὑρίσκετο· ἀλλ’ ἔμενεν ἀδιάφθορον, ἐν ὄψει τεθὲν | |
15 | τοῦ Θεοῦ διὰ χειρὸς Ἀαρὼν, καὶ τῇ χρυσῇ συνεχό‐ μενον στάμνῳ. Ὅτι δὲ καὶ εἰς ἡμᾶς αὐτοὺς ἔσται τι τοῦτον, ἐνδοιάσειν οἶμαι μηδένα. Ὁ γὰρ ἅγιος ὄντως ἀρχιερεὺς τῶν ἡμετέρων ψυχῶν, τουτέστι Χριστὸς, περιστελεῖ μὲν τῇ δόξῃ τῇ θείᾳ, καθάπερ | |
20 | τινὶ χρυσῷ τὸ ἡμέτερον σῶμα· παραθεὶς δὲ ὥπερ ἐν ὄψει τοῦ Θεοῦ καὶ Πατρὸς, μεταθήσει πρὸς ἀφθαρ‐ σίαν. Ὑποκεισόμεθα γὰρ οὐκέτι τῇ φθορᾷ· μενοῦ‐ μεν δὲ μᾶλλον εἰς τὸ διηνεκές. Εἰς ὑπόδειγμα γὰρ τοῦ πράγματος ἐλήφθη τὸ μάννα. Ἀποκειμένης | |
25 | τοιγαροῦν τῆς οὕτω λαμπρᾶς τοῖς ἁγίοις λαμπάδος, τὸν ἐκ ῥᾳθυμίας ἡμῖν ἐπισυμβαίνοντα νυσταγμὸν τῆς ἑαυτῶν διανοίας ὡς ποῤῥωτάτω διωθούμενοι, μετὰ νήψεως ἀγαθῆς τὴν ἑαυτῶν σωτηρίαν κατερ‐ γαζώμεθα. Καὶ διὰ τοῦ κατορθοῦν ἐπείγεσθαι πᾶν | |
30 | εἶδος ἀρετῆς, ἕπεσθαί τε καὶ λίαν εὐτόνως τοῖς εὐ‐ αγγελικοῖς προστάγμασι, καλὰς τῷ Σωτῆρι τὰς ἀμοι‐ βὰς ἐκτίσωμεν, καὶ τῷ τῆς ἁπάντων ζωῆς ὑπεραθλή‐ σαντι, ἐκπριαμένῳ τε ἡμᾶς τῷ ἰδίῳ σταυρῷ, προσ‐ κομίζωμεν χαριστήρια θυσίας πνευματικὰς, κατὰ | |
35 | τὸν ψάλλοντά που καὶ λέγοντα· «Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν· ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου.» Οἱ γὰρ ὅλως τὴν πίστιν καταδεξάμενοι, Κύριόν τε καὶ Θεὸν ὁμο‐ λογήσαντες τὸν Χριστὸν, ὑπεσχόμεθα τὴν δουλείαν, | |
40 | προσεγραψάμεθα τὴν ὑπακοήν· χρεωστοῦμεν αὐτῷ τὸ πειθήνιον. Ἐννοήσωμεν γὰρ ὅτι κατὰ φύσιν Θεὸς ὑπάρχων, ἅτε δὴ καὶ ἐκ Θεοῦ πεφηνὼς, ἀῤῥήτως καὶ ὑπὲρ νοῦν ἐξ αὐτῆς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἀναλάμψας οὐσίας, διά τε τοῦτο καὶ λίαν εἰκότως ἐν | |
45 | μορφῇ καὶ ἰσότητι τῇ κατὰ πᾶν νοοῦμεν, ὥστε καὶ ὑπάρχων ἀληθῶς, «τεταπείνωκεν ἑαυτὸν,» κατὰ τὰς Γραφὰς, «μορφὴν δούλου λαβὼν,» τουτέστι γενόμενος καθ’ ἡμᾶς, ἵνα καὶ ἡμεῖς κατ’ αὐτὸν [γενώμεθα], εἰς τὸν διὰ χάριτος ἐξεικονισμὸν διὰ τῆς τοῦ Πνεύματος ἐνερ‐ | |
77.628(50) | γείας ἀναμορφούμενοι. Ἐπείπερ εἷς ἐξ ἡμῶν, ὁ δι’ ἡμᾶς μὲν, ἄνθρωπος καθ’ ἡμᾶς· Θεὸς δὲ, δι’ αὑτὸν καὶ τὸν φύσαντα, καὶ πρὸ τῆς ἐνανθρωπήσεως, καὶ ὅτε γέ‐ γονεν ἄνθρωπος. Οὐ γὰρ ἐνεδέχετο μὴ εἶναι Θεὸν τὸν ἐκ Θεοῦ κατὰ φύσιν, εἰ καὶ «γέγονε σὰρξ,» κατὰ | |
55 | τὴν Ἰωάννου φωνήν. Καὶ γοῦν τῷ γνησίῳ ποτὲ μα‐ | |
77.629 | θητῇ (Φίλιππος δὲ οὗτος ἦν), ἀντιβολοῦντι καὶ λέ‐ γοντι· «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν·» ἑαυτὸν εἰς ὄψιν παραθεὶς τῆς τοῦ Πατρὸς οὐσίας τε καὶ δόξης, ἔλεγε· «Τοσοῦτον χρόνον μεθ’ | |
5 | ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με; Φίλιππε, ὁ ἑωρα‐ κὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἔδειξε γὰρ ἡμῖν ἐν ἰδίᾳ φύ‐ σει τὴν τοῦ Πατρὸς, καὶ διὰ τῆς ἐφ’ ἅπασι θεοπρε‐ | |
10 | ποῦς ἐνεργείας, οὐσιώδη χαρακτῆρα πρὸς γνῶσιν ἡμῖν ἑαυτὸν παραθεὶς τοῦ φύσαντος, τὸν ἀληθῆ καὶ μόνον ἔδειξε Θεόν. Τοιγάρτοι, νεκροῖς μὲν ἐκέλευσε παλινδρομεῖν εἰς ζωὴν, κατεφθαρμένοις τε ἤδη καὶ δυσωδόσι· θαλάττῃ δὲ καὶ πνεύμασιν ἐξουσιαστικῶς | |
15 | ἐπεφώνει· «Σιώπα, πεφίμωσο·» τυφλοῖς δὲ τοῖς ἐκ σπαργάνων τὸ γλυκὺ καὶ τριπόθητον ἐνετίθει φῶς, καὶ πρὸς τούτοις ἕτερα μυρία παραδόξως εἰργάζετο. «Θεὸν μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε,» κατὰ τὸν ἄγιον εὐαγγελιστήν. Ὃ γὰρ ὑπάρχειν νοεῖται, καὶ | |
20 | ἔστιν ἀληθῶς ἡ θεία τε καὶ ἀπερινόητος φύσις, ποῖος ἂν κατίδοι σώματος ὀφθαλμός; ἢ πῶς ἂν ὅλως ὁρῷτο τὸ κατ’ οὐσίαν οὐχ ὁρατόν; τίς δὲ τὸ ἀπρόσ‐ ιτον ἐκεῖνο κατόψεται φῶς, καίτοι τῆς ἡλιακῆς ἀκτῖ‐ νος ἀπρόσβλητον τοῖς ἡμετέροις ὀφθαλμοῖς ἀπο‐ | |
25 | στιλβούσης τὴν ἔκλαμψιν; Ἀλλ’ ἦν ἀνάγκη λοιπὸν, καὶ αὐτὸν ἡμᾶς ἰδεῖν τὸν Θεόν. Οὐκοῦν διὰ τῶν θαυ‐ μάτων ἡ θέα· καὶ ἐν τοῖς παραδόξως ἀποτελουμένοις, τὸ τῆς θείας φύσεως νοηθήσεται κάλλος. Καὶ ἡ Σο‐ φία δὲ πάλιν, ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως | |
30 | θεωρεῖσθαι τὸν τούτων ἔφη δημιουργόν. Ἵνα τοίνυν θαυματουργήσας ἐπιγινώσκηται, καὶ δείξῃ μὲν ἡμῖν ἐν ἑαυτῷ τὸν Πατέρα, πιστεύηται δὲ ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν, καὶ τῶν ὅλων Κύριος, γέγονε καθ’ ἡμᾶς ἄνθρωπος, δηλονότι, καὶ τὴν ἡμετέραν ὁμοίω‐ | |
35 | σιν ὑποδὺς, «ἐπὶ γῆς ὤφθη,» κατὰ τὸ εἰρημένον ὑπὸ τῶν σοφῶν, «καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ἐπειδὴ δὲ τοῖς Ἰουδαίοις ἐξ ἐπαγγελίας ὠφείλετο, «γεγέννηται μὲν ἐν Βηθλεὲμ τῆς Ἰουδαίας,» κατὰ τὰς Γραφάς· ἐδίδαξε δὲ παρὰ πρώτοις αὐτοῖς, καὶ | |
40 | τῆς τοῦ Μωσέως συγγραφῆς, ἅτε δὴ καὶ ἐν τύποις τὸ πάλαι συντεταγμένης, τὴν ἀσυγκρίτως ἀμείνω τοῖς ἀκροωμένοις ἐχαρίζετο γνῶσιν· «Τετελείωκε μὲν γὰρ ὁ νόμος οὐδέν.» Πληρέστατον τῆς εὐσε‐ βείας τὸ καύχημα διὰ τῶν τοῦ Σωτῆρος ἡμῶν ἐν‐ | |
45 | ταλμάτων προσγίνεται. Καιροῦ τοιγαροῦν τὰ ἐν τύ‐ ποις τεθεσπισμένα μεταπλάττεσθαι λοιπὸν εἰς ἀλή‐ θειαν ἀναπείθοντος, ἐπεφώνει Χριστὸς τοῖς ἐξ αἵμα‐ τος Ἰσραήλ· «Ἐγώ εἰμι ἡ ἀλήθεια,» μονονουχὶ τοῦτο λέγων· Παρίτω λοιπὸν ἡ Μωσέως ἐντολὴ, καὶ | |
77.629(50) | ἀργείτω μὲν ὁ τύπος, καὶ λατρείας τῆς ἐν σκιαῖς τὸ ἀνόητον, ἀναλαμπέτω δὲ λοιπὸν τῆς ἀληθείας ἡ δύναμις, καὶ τῆς κατ’ ἐνέργειαν ἀρετῆς ἡ χάρις αὐ‐ τοῖς ὁράσθω νυνὶ τελουμένη τοῖς πράγμασι· «Πνεῦ‐ μα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν | |
55 | πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» | |
77.632 | εʹ. Ἀλλ’ οἱ σκληροὶ καὶ ἄτεγκτοι τῶν Ἰουδαίων λαοὶ, οἱ πρὸς μόνην ὁρῶντες ἀναισθησίαν, καὶ μα‐ νίαν νοσοῦντες θηριοπρεπῆ, οὐχ ὅπως προσίεσθαι δεῖν ἐλογίζοντο, τὸν διὰ νόμου καὶ προφητῶν, ὅτι τε | |
5 | ἥξει προηγγελμένον, καὶ ἅπαν ἡμῶν διασώσει τὸ γένος, ἀλλ’ εἰς τοῦτο κατώλισθον ἀπονοίας οἱ τάλα‐ νες, ὡς διδάσκοντα μὲν, καὶ τὰ ὑπὲρ νόμον εἰσ‐ ηγούμενον ἀσυνέτως διαγελᾷν· ποιεῖσθαι δὲ παρ’ οὐδὲν τὸ οὕτω σεπτὸν καὶ τίμιον μάθημα, καὶ λοιδο‐ | |
10 | ρίαις μὲν αὐτὸν ἐκτόποις κατασφενδονᾷν, φάγον δὲ καὶ μέθυσον καὶ Σαμαρείτην οὐ κατοκνῆσαι καλεῖν· παραιτήσομαι γὰρ τὰ ἔτι τούτων εἰπεῖν χαλεπώτερα. Τοιγάρτοι καὶ διὰ τῆς τῶν ἁγίων προφητῶν κατ‐ εθρηνεῖτο φωνῆς ὁ τοῖς οὕτω δεινοῖς ἁλοὺς τολμήμα‐ | |
15 | σι· «Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔτι μὴ προσθήσει τοῦ ἀναστῆναι· παρθένος Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀνιστῶν αὐτήν.» Ἐξ αὐτῶν γὰρ ὅτι ἐξεμοχλεύθη τῶν βάθρων ἡ τῶν Ἰουδαίων Συναγωγὴ, τὴν ὑπερφερῆ τοῦ σώζοντος ἀνεξικακίαν | |
20 | ἀσώτατα δαπανήσασα. ᾬοντο γάρ πως οἱ τῶν Ἰου‐ δαίων λαοί τε καὶ καθηγούμενοι, οὐδὲν εἶναι παντε‐ λῶς εἰς ἐγκλήματος δύναμιν τὴν εἰς προφήτας ἀσέ‐ βειαν. Τοιγάρτοι καὶ ἐπ’ αὐτῷ τὴν ἀνοσίαν κατατεῖ‐ ναι μὴ καταδείσαντες χεῖρα, κατεγίνωσκον τοῦ Χρι‐ | |
25 | στοῦ, καὶ τῆς αἰωνίου ζωῆς διὰ τῆς εἰς τοῦτο παρα‐ πληξίας ἀπεδήμουν οἱ δείλαιοι. Καὶ γοῦν ἐν προφήταις ἔφη που περὶ αὐτῶν· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ· δείλαιοί εἰσιν ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυ‐ τρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ’ ἐμοῦ | |
30 | ψευδῆ.» Πικρὰς γὰρ αὐτῷ τὰς ἀμοιβὰς ἐκτίνοντες, καὶ ἀποδιδόντες πονηρὰ ἀντὶ ἀγαθῶν, καθὼς γέγραπται, οὐχὶ μόνον ψευδῆ κατελάλουν, ἀλλὰ τοῖς ἀρχαίοις αὐ‐ τῶν δυσσεβήμασι τὴν ἁπασῶν μείζονα προστιθέντες ἀνομίαν, ἐκεῖνο δὴ πάντως τὸ ἐν τοῖς Εὐαγγελίοις | |
35 | γεγραμμένον προσεφώνουν ἀλλήλοις περὶ Χριστοῦ· «Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.» Εἶτα πρὸς ἔργον τὴν οὕτως ἀπηχεστάτην διεξάγοντες σκέψιν, καὶ συνερ‐ γάτην τοῦ πράγματος, μᾶλλον δὲ ἡγεμόνα καὶ ἐπι‐ | |
40 | στάτην τὸν Σατανᾶν ποιησάμενοι, μικροῖς ἀργυρίοις τὸν ὠότατον ἐξεπρίαντο μαθητήν. Περὶ γὰρ τῶν τοιούτων ὁ θεῖος ἔφη που λόγος· «Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ συγγραφή‐ τωσαν.» Ἀλλὰ γὰρ τί δῆτά μοι μακρὸς οὕτως | |
45 | πρόεισι λόγος περὶ τῶν ἐν ὄψει κειμένων; Τίς γὰρ ἠγνόησε τὰ τῶν ἀνοσίων Ἰουδαίων τολμήματα; Σταυρῷ γὰρ παραδεδώκασι τὸν ἁπάντων Δεσπότην, ταῖς οἰκείαις δείλαιοι κεφαλαῖς, καὶ ὅλῳ τῷ γένει τὸ τῆς ἀσεβείας ἐπιγράψαντες ἔγκλημα. Τετολμήκασι | |
77.632(50) | γὰρ παραφρονοῦντες εἰπεῖν· «Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.» Ἀλλὰ καὶ τῷ τι‐ μίῳ σταυρῷ προσηλωθέντα βλέποντες, κατεμειδίων | |
οἱ πάντολμοι, καὶ ἀνεπείθοντο λέγειν ὑπὸ τοῦ ἰδίου | ||
77.633 | Πατρὸς, φημὶ δὴ τοῦ Σατανᾶ· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσο‐ μέν σοι.» Ὁ δὲ Κύριος Ἰησοῦς Χριστὸς σειόμενον ἤδη καὶ πίπτοντα βλέπων τὸν πάλαι καθ’ ἡμῶν | |
5 | τυραννήσαντα θάνατον (ἔμελλε γὰρ ἀναιρεῖσθαι παν‐ τελῶς τῷ θανάτῳ τῆς ἁγίας σαρκὸς), τοὺς τῶν Ἰου‐ δαίων ὀνειδισμοὺς παρ’ οὐδὲν ἐποιεῖτο. Σκοπὸς γὰρ ἦν αὐτῷ, καὶ ζῶντας καὶ νεκροὺς ἀπαλλάξαι τῆς ἁμαρτίας, καὶ καινοτομῆσαι πάλιν τῇ ἀνθρωπείᾳ | |
10 | φύσει τὴν εἰς ἀφθαρσίαν ἀναδρομὴν, ὃ δὴ καὶ γέγονεν. Ἐσκύλευσε γὰρ τὸν ᾅδην θεοπρεπεῖ καὶ ἀγαθῷ προστάγματι τοῖς ἐκεῖ λέγων· «Ἐξέλθετε, καὶ ἀνακαλύφθητε·» καὶ τριήμερον ἀναστήσας τὸν ἴδιον (sic), ἀπαρχὴ γὰρ τῶν κεκοιμημένων, καὶ πρωτό‐ | |
15 | τοκος ἐκ νεκρῶν ὁ Χριστὸς, ἀνελήφθη πρὸς τὸν Πα‐ τέρα, παράκλητος ὑπὲρ ἡμῶν. Ὡς γὰρ ὁ Παῦλός φησι, «Οὐκ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν· πεπειραμένον δὲ κατὰ πάντα καὶ καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας.» Καὶ πάλιν· | |
20 | «Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.» Ὅτι δὲ καὶ ἥξει, κατὰ τὰς Γραφὰς, ἑκάστῳ τε ἀποδώσει κατὰ τὸ ἔρ‐ γον αὐτοῦ, τὸ θεῖον ἅπασι βῆμα προθεὶς, οὐδαμόθεν ἀμφίβολον. Ἐπὶ τούτοις ἅπασι λαμπρὰν οὕτως εἰκό‐ | |
25 | τως ἐπιτελοῦμεν τὴν ἑορτὴν, οὐχ ἑαυτοῖς ἔτι ζῶντες κατὰ τὴν θείαν Γραφὴν, ἀλλὰ τῷ πάντας ἀγορά‐ σαντι Χριστῷ. Φέρε δὴ οὖν ὑποτάξωμεν αὐτῷ τὸν αὐχένα, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀνδριζώμεθα, τὴν τοῦ σώματος τηροῦντες ἁγνείαν, τὸν ἐν ψυχῇ | |
30 | μολυσμὸν παραιτούμενοι· τῆς εἰς ἀλλήλους ἀγάπης ἐχόμενοι· τῶν πτωχῶν μνημονεύοντες, καὶ τῶν δε‐ σμίων, ὡς συνδεδεμένοι· τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τότε γὰρ, τότε καὶ κα‐ θαροὶ καθαρῶς τὴν πάναγνον ταύτην νηστείαν ἐπι‐ | |
35 | τελέσομεν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ ἐννεακαιδεκάτης τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδο‐ μάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ τετράδος καὶ εἰκάδος τοῦ Φαμενὼθ μηνὸς, περιλύοντες μὲν τὰς νη‐ στείας τῇ ἐννάτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνὸς ἑσπέρᾳ | |
40 | βαθείᾳ, κατὰ τὴν εὐαγγελικὴν παράδοσιν, ἑορτά‐ ζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ τρια‐ κάδι τοῦ αὐτοῦ μηνὸς Φαμενὼθ, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, κατὰ τὴν τοῦ θείου νόμου διάταξιν. Οὕτω γὰρ, ὀρθῇ | |
45 | πίστει καὶ ἀγαθοῖς ἔργοις τελειούμενοι, κληρονομή‐ σομεν βασιλείαν οὐρανῶν ἐν Χριστῷ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
49t | ΛΟΓΟΣ ΙΑʹ. | |
77.633(50) | αʹ. «Δεῦτε δὴ, δεῦτε πάλιν, ἀγαλλιασώμεθα τῳ Κυρίῳ,» καὶ διὰ τῆς πανάγνου νηστείας, «δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ,» καὶ διὰ τῆς εἰς ἅπαν ὑποταγῆς τὸν οὐρανοῦ τε καὶ γῆς βασι‐ | |
λέα τιμήσωμεν, τὸ γεγραμμένον εἰδότες· «Ἀγαθὸν | ||
77.636 | ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ.» Τὸ γὰρ ὑπεζεῦχθαι νόμῳ, καὶ παιδαγωγεῖσθαι θεσμοῖς τοῖς διὰ Χριστοῦ, πῶς οὐκ ἄν τις ὑπεραγάσαιτο, ταῖς ἀνω‐ τάτω πασῶν εὐκλείαις τιθεὶς ἐναρίθμιον; Χρῆμα | |
5 | μὲν γὰρ, ἀγαπητοὶ, τίμιόν τε καὶ ἀξιόληπτον ἡ ἀρετή· καὶ ἁπάντων, οἶμαι, τῶν ἐν τῷδε τῷ βίῳ τεθαυμα‐ σμένων εἴη μὲν ἐν ἀμείνοσι παρά γε τοῖς ὀρθὰ φρο‐ νεῖν εἰωθόσιν. Ἐπαινέσαι δ’ ἄν τις, καὶ μάλιστα εἰκότως, τὸν ἐπιεικῆ καὶ κόσμιον, εἰ μυρίους ἐπ’ αὐτῇ | |
10 | διαπλήσων πόνους, ἐθελοντής τε εἴη καὶ φιλεργέ‐ στατος, καὶ τῆς ἁπασῶν ἀρίστης προθυμίας ἀνάμε‐ στος. Δεῖν γὰρ ἔγωγέ φημι τοῖς οὕτω λαχοῦσι τὴν δόξαν ἐξαίρετον, εἶτα προσείη σκοπὸς, μαλακίζεσθαι μὲν οὐδαμῶς· ὄκνου δὲ καὶ δειλίας, καὶ ῥᾳθυμίας | |
15 | ἁπάσης κατανδρίζεσθαι φιλεῖν, ὡς ἄναντες μὲν, ἢ δυσπόρευτον ἡγεῖσθαι μηδὲν, εὐστιβὲς δὲ λίαν καὶ τὸ τραχὺ, εὐκατέργαστον δὲ κομιδῇ καὶ ὅπερ ἂν εἴη δυσεπιτήδευτον. Αἰσχρὸν γὰρ, ὡς ἀληθῶς, τοὺς μὲν ἐπὶ τῶν σωμάτων ῥώμῃ μεγαλαυχεῖν εἰωθότας, καὶ | |
20 | τέχνην ἐπησκηκότας ἢ τὴν ἐν παλαίστραις τετιμη‐ μένην, καὶ γυμνοπαιδείαις ταῖς ἐν ἄστεσι πρεπού‐ σαις, ἤγουν τὴν ἐν μάχαις διαφανῆ, καὶ τοῖς ἀντεξ‐ άγειν ἐπιχειροῦσιν ἀπρόσβλητον, ἐκπρεπεστάτην ἐπεί‐ γεσθαι δόξαν ταῖς οἰκείαις ἀναδεῖν κεφαλαῖς· ἡμᾶς | |
25 | δὲ αὐτοὺς [ἴς. οὓς] ὁ ἰσόθεος ἐπέλαμψε Λόγος, οὐ κο‐ σμικὴν εὐθυμίαν, οὐ χρόνῳ μεμετρημένην εὐημερίαν ἑλεῖν σπουδάζοντας, ἀλλ’ ὡς ὁ σοφώτατος ἔφη Παῦλος, βασιλείαν οὐρανῶν παραλαμβάνοντας ἀσάλευτον, τοὺς ἐν τῷδε τῷ βίῳ βραχεῖς ὑποβλέπεσθαι πόνους, καὶ | |
30 | οὐκ ἐν καιρῷ τῷ δέοντι τὸ ἀνεῖσθαι ζητεῖν, καίτοι σαφέστατα καὶ ἐναργέστατα βοῶντος τοῦ Παύλου· «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως, τὴν ἀποκάλυψιν τῆς | |
35 | δόξης τῶν τέκνων τοῦ Θεοῦ ἀπεκδέχεται.» Ὅτι μὲν οὖν τῆς εὐνομωτάτης ζωῆς εἰς εὐκλεεστάτην ἐλπίδα καταίρει τὸ τέλος, τὸ θεῖον ἡμᾶς πιστώσεται λόγιον· «Ἀγαθῶν γὰρ πόνων, φησὶ, καὶ καρπὸς εὐκλεής.» Ὃ δέ μοι θαυμάζειν ἔπεισιν, ἐκεῖνό ἐστιν. Εἰ μὲν | |
40 | γάρ τις ἡμῶν τῶν ἐχθρῶν τῆς οὕτω λαμπρᾶς παρ‐ ελέσθαι δόξης ἐπιχειρῶν ἡλίσκετο, οὐ μετρίαν ἂν εἰκότως ἐποιησάμεθα τὴν καταβολὴν, ὡς τὰ πάντων ἄριστα ζημιούμενοι, καὶ δύσοιστον τὴν πλεονεξίαν. Ἐπεὶ δὲ τὸ κωλύον οὐδὲν ὁρᾶσθαι λαμπροὺς, πῶς | |
45 | οὐκ ἂν γένοιτο τῶν ἀτοπωτάτων, ταῖς μὲν παρ’ ἑτέρων δυστροπίαις ἐπηλγηκότας, ἀφορήτως ἔχειν, καὶ πικραῖς οὕτω δυσφημίαις ὁρᾶσθαι πεφορτισμέ‐ νους, αὐτόκλητον δὲ τῶν ἀγαθῶν τὴν ζημίαν ταῖς ἰδίαις ἡμᾶς ἐπισύρεσθαι κεφαλαῖς, καὶ ῥοπῇ διανοίας | |
77.636(50) | ἐθελουργῷ τῆς ἑαυτῶν καταθλῆσαι ζωῆς. Καιρὸς οὖν ἄρα φροντίδος, ἀγαπητοὶ, νήψεώς τε καὶ ἐγκρατείας, καὶ τῆς πανάγνου νηστείας· ἐξελίττει γὰρ ἡμῖν αὐ‐ τὴν, καὶ ἐπὶ θύρας ἄγει λοιπὸν ὁ καιρός. Τοιγάρτοι καὶ νομικοῖς ἑπόμενοι διατάγμασι, καὶ τὴν τῆς ἱερᾶ‐ | |
55 | σθαι λαχοῦσι πρεπωδεστάτην μονονουχὶ ἀνατείνον‐ | |
77.637 | τες σάλπιγγα, μέγα τι καὶ διαπρύσιον κήρυγμα, καὶ εὐσημοτάτην ὥσπερ ἠχὴν ἀναγεγωνεῖν ἠπείγμεθα, τοῖς ἁπανταχόσε κατασημαίνοντες, ὅτι «καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ,» κατὰ τὸ γεγραμμένον, καιρὸς | |
5 | ἀγώνων καὶ πόνων καὶ νίκης τῆς κατὰ παθῶν σω‐ ματικῶν τε καὶ ψυχικῶν. | |
9 | βʹ. Παραθήγει δὲ ἡμᾶς εἰς τὴν ἐπὶ τούτῳ διάγ‐ | |
10 | γελσιν Γράμμα θεῖόν τε καὶ ἱερὸν, ὡδί πως ἔχον καὶ λέγον· «Ἐὰν δὲ ἐξέλθῃς εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημάνητε ἐν ταῖς σάλπιγξι, καὶ ἐπὶ τοῖς ὁλοκαυ‐ τώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν, | |
15 | καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ Θεοῦ ὑμῶν. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.» Οὐκοῦν ἐπειδήπερ ἔν γε τῷ παρόντι μάλιστα καιρῷ σαρκός τε καὶ παθῶν καταστρατεύεσθαι δεῖν ὁ τῆς νηστείας ἡμᾶς ἀνα‐ πείθει θεσμὸς, φέρε τοῖς καθήκουσιν ὅπλοις ἀνδρείως | |
20 | ἐναρμοσώμεθα, καὶ παντευχίαν ἀμφιεσώμεθα τὴν πνευματικήν. Παρίτω δὲ ἡμῖν ὁ Χριστοῦ στρατιώτης ἀγωνιούμενος, οὐ σιδήρῳ λαμπρῷ τεθωρακισμένος, οὐ φρικτὸν ἀνατείνων λόφον, οὐ χαλκήλατον ἀσπίδα καὶ δόρυ προφαίνων, ἀλλ’ ἤ φησιν ὁ θεσπέσιος | |
25 | Παῦλος, «ἐνδυσάμενος τὴν πανοπλίαν τοῦ Θεοῦ, πίστιν, ἐλπίδα, καὶ ἀγάπην, καὶ ὑπομονὴν, καρτερίαν τὴν ἐπ’ ἀγαθοῖς·» φρόνημα νεανικόν τε καὶ ἄθραυ‐ στον, καὶ καρδίαν οὐκ εὐκατάσειστον, ἀκλινῆ δὲ μᾶλλον καὶ ἐρηρεισμένην, καὶ ἀφιλόμαχον μὲν εἰς | |
30 | ἀδελφοὺς, ἐμπειροπόλεμον δὲ πρὸς ὑπεναντίους. Τουτὶ γὰρ οἶμαι δηλοῦν τὸ διὰ τῆς προφήτου φωνῆς ὀρθῶς εἰρημένον· «Ὁ πραῢς ἔστω μαχητής.» Μὴ γὰρ εἴ τις οἰέσθω τὸ πικρὸν τῶν δαιμονίων ἠρεμήσειν στῖφος, ἤγουν καταλήξειν τῆς καθ’ ἡμῶν | |
35 | μανίας τὸν Σατανᾶν. Καὶ εἴρηται μέν που πρὸς Ἰουδαίους· «Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὑτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυ‐ νήσεσθε εὖ ποιῆσαι, μεμαθηκότες τὰ κακά.» Ἀλλὰ τὸ οὕτως ἔχον ὀρθῶς τε καὶ καλῶς καὶ ταῖς πονη‐ | |
40 | ραῖς καὶ ἀντικειμέναις δυνάμεσιν ἐπαυδήσαι τις ἂν, καὶ μάλα εἰκότως, αἳ τόνδε περινοστοῦσι τὸν κόσμον, ἑκάστου τῶν ἐν αὐτῷ πολυπραγμονοῦσαι βίον, δει‐ νοῖς τε καὶ ἀγρίοις ὄμμασι τοὺς ἁγίους κατασκεπτό‐ μεναι, καὶ τοὺς μὲν ἤδη νενευκότας εἰς πονηρίαν | |
45 | παραθήγουσαι πρὸς ἀποστασίαν τὴν ἔτι μειζόνως χείρονα, καὶ φαυλότητος ἀπάσης ἐπ’ αὐτὸ λοιπὸν ἰοῦσαν τὸ ἀκρότατον· τοῖς γε μὴν ἑλομένοις ἀγαθ‐ ουργεῖν, καὶ τοῖς τῆς δικαιοσύνης ἐπαυχεῖν κατορ‐ θώμασι, καθάπερ τισὶ τῶν ὅτι μάλιστα πολεμιωτά‐ | |
77.637(50) | των ἀντεγειρόμεναι, καὶ τῆς ἐνούσης αὐταῖς δυστρο‐ πίας ἀντεξάγουσαι τὴν ὠμότητα. Μάχεται γὰρ ἡμῖν οὐχ αἷμα καὶ σὰρξ, ἀλλ’ ἡ παγχάλεπος καὶ ἀποστάτις τῶν δαιμόνων πληθὺς, καὶ μὴν ἐπὶ ταύτῃ | |
καὶ τῶν τῆς σαρκὸς κινημάτων ὁ ἔμφυτος μὲν, πλὴν | ||
77.640 | ἀτίθασσος νόμος ἀνθέλκων καὶ βιαζόμενος ἐπὶ τὸ αὐτῷ δοκοῦν, καὶ σκληρὸν ἀνιστὰς κατὰ τοῦ πνεύ‐ ματος τὸν αὐχένα. Ἀντίκειται γὰρ ἀλλήλοις τὰ φρο‐ νήματα· καὶ διῴκισται πολὺ κατὰ τὸ ἐναντίως ἔχον. | |
5 | Καί μοι δοκῶ παραπλήσιόν τι παθεῖν τὰς τῶν ἀν‐ οσίων ψυχὰς, ὁποῖον ἄν τισιν εἰκὸς συμβῆναι πόλεσιν ἢ χώραις, αἷς θύραθεν μὲν τῶν προσοικούντων βαρ‐ βάρων περιαγγέλλεται πόλεμος· οὐκ ἀστασίαστα δὲ τὰ εἴσω πυλῶν, ἀλλ’ ἐγγενὴς μὲν τοὺς ἐν αὐταῖς | |
10 | καταβόσκεται μάχη· τὸ δὲ καὶ μόλις τῶν ἔξω πε‐ ριεσόμενον, εἴπερ τι μετῆν ὁμονοίας αὐτῷ, αὐτὸ δι’ ἑαυτοῦ συνθραύεται, ταῖς διχονοίαις κατεσχισμέ‐ νον. Ὅτι γάρ τις οὐ μικρὰ ἐν ἡμῖν ἡ τῶν θελημάτων ὁρᾶται διαφορὰ, μαρτυρήσει λέγων ὁ θεσπέσιος | |
15 | Παῦλος· «Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἀντιστρα‐ τευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τί με ῥύσεται ἐκ | |
20 | τοῦ σώματος τοῦ θανάτου τούτου;» Διττὸς οὖν ἄρα καὶ οὐχ ἁπλοῦς ἐν ἡμῖν ὁ πόλεμος. Ἀλλ’, οἶμαί γε δή που, φαίη τις ἂν, καὶ ταυτὶ λέγοντος ἐμοῦ διαπύ‐ θοιτο· Τί οὖν, ὦ τάν; Ἄρα δεήσει τὰ ὅπλα μεθέντα ἐπιδοῦναι τὸ κρατεῖν ἀκοντὶ τοῖς ἐχθροῖς, καὶ | |
25 | βιαιοτάτοις ὥσπερ δεσπόταις καταζεῦξαι τὸν αὐχένα, σφαλερὸν εἰδότας τὸ μάχεσθαι, καὶ θητεύειν ἀνάγκη σαρκὶ καὶ δαίμοσιν, ἀπειρηκότας τὴν σωτηρίαν; Οὐμενοῦν· ταυτὶ γὰρ ὕθλος, καὶ ἕτερον οὐδέν. Ἄπαγε τῆς δυσβουλίας, ἄνθρωπε. Μεθίστη τὸν νοῦν εἰς | |
30 | ἀνάληψιν εὐτολμίας· κἂν φύσιν ἀκούσῃς σαρκὸς, ἐπιῤῥεπέστερόν πως ἐχούσης πρὸς ἡδονὰς τὸ φρόνημα, μὴ καταδήσῃς τὴν ἀντίστασιν· μικροῖς κομιδῇ κατανδρίζεται πόνοις, κἂν ἴδῃς κεκινημένην, καὶ τῶν τοῦ πνεύματος θελημάτων κατατεθηγμένην, | |
35 | μέθες ὡς τάχος τὴν ῥᾳθυμίαν, καὶ τοὺς τῶν ἀθλη‐ τῶν ἀρίστους ἀπομιμούμενος, ἀνταποδύου θερμότε‐ ρον· καὶ τοῖς τῆς ἁγνείας ὅπλοις ἀνηρμοσμένος, ἐπίδειξον αὐτῇ τὸν ἐξ ἀσκήσεως πόνον, καὶ φυγὰς οἰχήσεται τῆς ἁμαρτίας ὁ νόμος, καὶ ὄψει παρα‐ | |
40 | χρῆμα δραπέτην, ὃν ᾠήθης εἶναι δυσάλωτον. Οὕτως καὶ ὁ θεσπέσιος Παῦλος τῶν τῆς σαρκὸς ἐπιθυμιῶν κατεστρατεύετο, λέγων· «Ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδό‐ κιμος γένωμαι.» Ἵππον μὲν γὰρ τὸν ὑψαύχενα, | |
45 | πρὸς ἐπιστήμονα δρόμον χαλινοῖς περιτρέπουσιν, οἷς ἐν λόγῳ τὸ ἐπιτήδευμα. Ναυτικῶν δὲ καταλόγων οἱ καθηγούμενοι, ταῖς τῶν οἰάκων περιστροφαῖς κατ’ εὐθὺ διαθεῖν ἀναπείθουσι τὰς ὀλκάδας. Σώφρων δὲ νοῦς καὶ εὐδόκιμος, ἥκιστα μὲν ἐλαφρὸς, ἢ λογισμῶν | |
77.640(50) | ἀπάταις εὐδιαῤῥίπιστος. Βεβηκὼς δὲ ὥσπερ ἐφ’ ἑαυτῷ, καὶ ἀμωμήτως ἐρηρεισμένος, τοῖς μὲν ἐξ ἀσκήσεως πόνοις καταρυθμίζει τὴν σάρκα πρὸς τὸ δεῖν ἐθέλειν ὑποκεῖσθαι τῷ Θεῷ· ἀδιάστροφον δὲ | |
παντελῶς τὴν ἐφ’ ἅπασι τοῖς πρακτέοις ποιεῖται | ||
77.641 | διαδρομήν· «Λογισμοὶ γὰρ δικαίων, κρίματα,» κατὰ τὸ γεγραμμένον. Εἴη δ’ ἂν καὶ ἑτέρως ἀπρο‐ φάσιστον ἀληθῶς τὸ ἀσθενεῖν εἰς ἐγκράτειαν. Οὐ γὰρ δή τοι μόνος τῆς ἐπιεικείας ὁ τρόπος περιέσται | |
5 | σαρκὸς, ἀλλ’ ἤδη νενέκρωται τὸ διχοστατοῦν ἐν αὐτῇ, καὶ κατηργήθη διὰ Χριστοῦ. Ἐξηγήσεται δὲ πάλιν τοῦ Σωτῆρος ὁ μαθητὴς καὶ τῆς ἐμφύτου μάχης τὴν δύναμιν καὶ τὸν τῆς νεκρώσεως τρόπον. Ἔφη γὰρ πάλιν· «Ἄρ’ οὖν αὐτὸς ἐγὼ, τῷ μὲν νοῒ, δουλεύω | |
10 | νόμῳ Θεοῦ· τῇ δὲ σαρκὶ, νόμῳ ἁμαρτίας. Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν. Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς, ἐν Χριστῷ Ἰησοῦ, ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.» Καὶ πάλιν· | |
15 | «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, | |
20 | ἀλλὰ κατὰ πνεῦμα.» Νεκρωθείσης τοιγαροῦν τῆς σαρκὸς ὅσον ἧκεν εἰπεῖν εἰς ἐπιθυμίας λόγον· ἐφεῖ‐ ται γὰρ δὴ τοῖς ἐθέλουσι νικᾷν· «Ὀφειλέται ἐσμὲν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῇν, καθὰ γέγραπται. Εἰ γὰρ κατὰ σάρκα ζῶμεν, τεθνηξόμεθα· εἰ δὲ πνεύ‐ | |
25 | ματι τὰς πράξεις τοῦ σώματος θανατοῦμεν, ζησό‐ μεθα. Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν.» Ἐννοεῖν δὲ ἀκόλουθον, ὡς ἔστιν ἀληθῶς αἰσχρόν τε καὶ καταγέλαστον τοὺς εἰς τοῦτο δόξης ἀφιγμένους τε ἤδη καὶ κεκλημένους, ὡς τὸ τῆς υἱοθε‐ | |
30 | σίας ἑλεῖν ἀξίωμα, δούλους ὁρᾶσθαι σαρκὸς, καὶ οὐχὶ δὴ μᾶλλον φύλακας εἶναι γενναίους τῆς ἀρετῆς, ἵνα καὶ τὴν εὑρημένην ἀνασώσαιντο δόξαν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐν ἡμέρᾳ κρίσεως τὰς ἐπὶ ταῖς ῥᾳστώναις αἰτίας ἀποσκευάζεσθαι, φληνάφως ἐκεῖνο λέγοντας· | |
35 | Ἐτυραννούμην, ἐδούλευον· ἀντελέγχοντος ὥσπερ ἡμᾶς τοῦ Χριστοῦ, καὶ τῆς ἐλευθερίας τὸν νόμον ταῖς ἡμετέραις σκέψεσι μονονουχὶ καὶ ἀντιβοᾷν ἀναγκάζοντος. γʹ. Ἐξηγείσθω τοιγαροῦν τῶν ἁγίων ὁ παιδοτρίβης, | |
40 | καὶ τὰ κατὰ σαρκὸς ἡμῶν παιδευέτω παλαίσματα γράφων ὡδί· «Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν, καὶ μὴ συσχηματίζεσθε τῷ | |
45 | αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνανεώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ τέλειον καὶ εὐάρεστον.» Καὶ μὴν ἐπὶ τούτῳ ὁ σοφὸς Ἰωάννης, «Μὴ ἀγα‐ πᾶτε, φησὶ, τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐὰν | |
77.641(50) | γὰρ τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Θεοῦ ἐν αὐτῷ. Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυ‐ μία τῆς σαρκὸς, καὶ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου· οὐκ ἔστιν ἐκ τοῦ Πατρὸς, ἀλλ’ ἐκ τοῦ κόσμου ἐστί. Καὶ ὁ κόσμος παράγεται, καὶ ἡ | |
55 | ἐπιθυμία αὐτοῦ. Ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ, | |
77.644 | μένει εἰς τὸν αἰῶνα.» Φρενὸς οὖν ἄρα τῆς ἀγαθῆς ἀμοιρήσειεν ἂν, εἴπερ τῳ δόξαι λυσιτελέστερον, προέσθαι μὲν τὰ βελτίω, καὶ ἡγεῖσθαι παρ’ οὐδὲν, ἀνθελέσθαι δὲ μᾶλλον, ἃ καὶ γέλωτος ἄξια ἀποφαίνει, | |
5 | καὶ χρόνῳ μετρεῖται βραχεῖ. Ἆρα γὰρ εἴ τις χρυσῷ παραθεὶς τὸν μόλιβδον, αἱρεῖσθαι ἐκέλευε τὸ δοκοῦν, οὐκ ἂν ἐκεῖνο παρέντες, ὃ καὶ ὀλίγου παντελῶς ἀξιοῦ‐ ται λόγου, εἶτα τοῖς ἀσυγκρίτως ὑπερκειμένοις ἀμελλητὶ κατανεύοντες τὸ χρῆναι νικᾷν, ἄριστα βε‐ | |
10 | βουλεῦσθαι παρά τε σφίσιν αὐτοῖς καὶ ἑτέροις ὑπενοήθημεν; Εἶτα πῶς οὐ λίαν ἐκτοπώτατον, εὔηθές τε παντελῶς, ἐν μὲν ὕλαις φθαρταῖς καὶ γηΐνοις πράγμασι τοσαύτην ἡμᾶς ποιεῖσθαι τὴν διάκρισιν καὶ εὐθυδικίαν, ἐν δὲ τῆς ψυχῆς ἀγαθοῖς, καίτοι δέον | |
15 | ἐξακριβοῦν ὅτι μάλιστα τῶν πραγμάτων τὰς φύσεις, ἀναπεπτωκότας ὁρᾶσθαι, τοσοῦτον καὶ τῆς τοῦ πρέ‐ ποντος θήρας ὀλιγωρεῖν ἐγνωκότας ὡς ἢ μηδόλως εἰδέναι τὸ λυσιτελοῦν, ἤγουν εἰδότας, ὑπερορᾷν, καὶ τοῦ μὲν ἀεὶ πεφυκότος ὠφελεῖν, ἢ ὀλίγον κομιδῇ ποιεῖ‐ | |
20 | σθαι λόγον, ἢ παντελῶς οὐδένα, ἐπιθρώσκειν δὲ τοῖς αἰσχίοσι; Φέρε δὴ οὖν, φιλοσαρκίας μὲν τῆς μυσαρω‐ τάτης ἀμείνους ἀναφαινώμεθα, τὴν δὲ ταῖς ἡμετέραις συνέκδημον ἀρετὴν, τῆς προὐργιαιτέρας σπουδῆς ἀξιώσωμεν, πρὸς ἅπαν εἶδος ἀγαθουργὸν τὸν ἑαυτῶν | |
25 | ἀποτορεύοντες βίον. Δεῖν γὰρ ἔγωγέ φημι τοῖς τὴν εὐδόκιμον ἑλομένοις ζωὴν, οὐχὶ μόνης ἐγκρατείας τῆς κατὰ σῶμα νοουμένης, ἀλλ’ οὐδὲ μόνου τοῦ κατ‐ αθλῆσαι σαρκὸς, ἀλλὰ καὶ τῆς ἑτέρας ἐπιεικείας τῆς ἐν ἤθει καὶ τρόποις. Ἀτυράννευτος μὲν γὰρ εἰς | |
30 | ὀργὴν, τὴν ἐκ τῆς πραότητος εὐδίαν ἐπασκήσας ὁ νοῦς· «Ὁ γὰρ κρατῶν ὀργῆς, κρείσσων κατα‐ λαμβανομένου πόλιν,» κατὰ τὸ γεγραμμένον. Καὶ μὴν καὶ ἐπὶ τούτῳ νεανικώτατος ὁ ἐν λόγῳ κόσμος, καὶ λημμάτων ἀδίκων ἢ περιττῶν οὐχ ἡττώμενος· | |
35 | ἀπερίσπαστον δὲ δικαιοσύνην τὴν ἀφιλοχρηματίαν ἡγούμενος, καὶ πενίαν ἑκούσιον τῆς ἐκ πλούτου με‐ ρίμνης προτιθείς· ὀλιγαρκέστατον γὰρ τοῦ Σωτῆρος τὸν μαθητὴν ἀναφαίνεσθαι, καὶ ὑπάρχειν ἀληθῶς ὁ σοφώτατος Παῦλος διεκελεύσατο, λέγων· «Ἔχοντες | |
40 | διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα. Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς ἐπιθυ‐ μίας πολλὰς καὶ ἀνοήτους, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.» Οὐκοῦν οἰχέσθω μὲν τῶν περιττῶν ἡ ζήτησις· διαῤῥιπτέσθω | |
45 | δὲ ὥσπερ εἰς ὅρος, ἢ εἰς κῦμα, κατά τινας, καὶ προ‐ τετάχθω τοῦ πλείονος τῶν ἀναγκαίων ἡ χρῆσις, ὄψου φημὶ, καὶ περιβολαίων εὐτελῶν Ταυτὶ γὰρ εὐπορι‐ στότατα, καὶ ἀταλαίπωρον ἔχοντα κομιδῇ τὴν εὕρε‐ σιν. | |
52 | δʹ. Πρὸς δέ γε τούτοις ἅπασι τοῖς ἀγαθοῖς, καὶ ὁ τῆς κατὰ Χριστὸν τιμάσθω ἀδελφότητος νόμος, καὶ ὁ τῆς εἰς ἀλλήλους ἀγάπης κρατείτω θεσμός. «Πλή‐ | |
55 | ρωμα γὰρ νόμου ἡ ἀγάπη,» κατὰ τὸ γεγραμμένον. | |
77.645 | Καρπὸν δὲ ἀγάπης εἶναί φαμεν, τὸ ἐποικτείρειν τοὺς ἐν ἐνδείᾳ καὶ ἐν σπάνῃ τῶν ἀναγκαίων καθεστηκό‐ τας. Μὴ γὰρ εἴπῃς, ἄνθρωπε, κατὰ σαυτόν· Πεπλού‐ τηκα τὴν πίστιν· ἔγνωκα τὸν φύσει καὶ ἀληθῶς | |
5 | Θεὸν καὶ Κύριον· ἀπενόστησα δικτύων διαβολικῶν, καὶ δαιμονιώδους ἀπάτης· ἀπενιψάμην τῆς εἰδωλο‐ λατρείας τὰ ἐγκλήματα. Σώζεταί μοι τῆς εὐνοίας τὸ καύχημα. Διαμέμνησο δὲ τοῦ λέγοντος· «Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐάν τις πίστιν λέγῃ ἔχειν, | |
10 | ἔργα δὲ μὴ ἔχῃ; Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; Ἐὰν γὰρ ἀδελφὸς ἢ ἀδελφὴ ἐν ὑμῖν γυμνοὶ ὑπάρ‐ χωσι, καὶ λειπόμενοι ὦσι τῆς ἐφημέρου τροφῆς, εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν· Ὑπάγετε ἐν εἰρήνῃ· θερμαίνεσθε καὶ χορτάζεσθε· μὴ δῶτε δὲ αὐτοῖς τὰ | |
15 | ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος;» Ἢ γὰρ οὐκ οἶσθα, νοεῖν δὲ οὐκ ἔχεις, ὅτι τοῖς πιστεύουσι πρέπει τὸ ἀμελ[λ]ητὶ τοῖς θείοις καταπείθεσθαι νόμοις. Βαρβάρῳ μὲν γὰρ καὶ χωρῶν καὶ πόλεων ἐξῳκισμένῳ τῶν καθ’ ἡμᾶς ἐθῶν τε καὶ νόμων παντελῶς ἀμοιρήσαντι, | |
20 | τὴν τῆς παρανομίας γραφὴν οὐκ ἂν, οἶμαι, τὶς ἐποί‐ σοι δικαίως, εἴ γε σωφρονοίη· αἰτιῷτο δ’ ἂν εἰκότως, καὶ οὐκ ἀπὸ σκοποῦ, τοὺς πόλεσί τε καὶ νόμοις ἐντε‐ θραμμένους, εἴπερ τισὶ συμβαίνοι παρολισθῆσαι τοῦ πρέποντος. Οὐκοῦν, οἷς μὲν οὔπω τὸ εὐδοκιμεῖν | |
25 | ἐν λόγῳ, σφαλερὸν δὲ ὁμολογουμένως τὸ χρῆμά ἐστι, περιέσται δ’ οὖν ὅμως τὰς τῶν κατηγορημάτων αἰτίας ἀποσκευάζεσθαι, τὸ μὴ τοῖς θείοις παιδαγωγεῖσθαι νόμοις, οὐκ ἀπίθανον ἔχουσι τὴν ἀναλογίαν. Τοῖς δὲ τὸ πιστεύειν ἑλομένοις, ἀνυπαίτιον μὲν οὐδαμῶς | |
30 | τὸ ἀπειθὲς καὶ ἐξήνιον. Τὸ δὲ ἀπειπεῖν τὴν δουλείαν, διὰ τοῦ τὸν θεῖον ἀποσείσασθαι ζυγὸν, πῶς οὐ σφόδρα παγχάλεπον; Οὐκοῦν τῇ πίστει συμπαρεζεύχθω καὶ τὰ ἐξ ἔργων καυχήματα· καὶ ᾖ φησιν ὁ Σωτὴρ, «Γινώμεθα οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν | |
35 | ὁ οὐράνιος οἰκτίρμων ἐστίν. —Ἡ γὰρ κρίσις ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος, καὶ κατακαυχᾶται ἔλεος κρίσεως.» Χαλεπὸν δὲ οὐδὲν καὶ ἐξ αὐτῶν ὑμῖν ἐπιδεῖξαι τῶν ἱερῶν Γραμμάτων, καὶ τῆς φιλαλλη‐ λίας τὰ γέρα, καὶ τὴν ἐπὶ τοῖς ἐναντίοις κατάκρισιν. | |
40 | Τεθαύμασται μὲν γὰρ ὁ μακάριος Ἰὼβ ἐφ’ ἑαυτοῦ λέγων· «Ἀδύνατοι δὲ, χρείαν ἥν ποτε εἶχον, οὐκ ἀπέτυχον· χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. Εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐκ ὀρφανῷ μετέδωκα. Εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον, | |
45 | καὶ οὐκ ἠμφίεσα. Ἀδύνατοι δὲ, εἰ μὴ εὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν. Εἰ ἐπῆρα ὀρφανῷ χεῖρα, πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν. Ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδὸς, ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος | |
77.645(50) | συντριβείη.» | |
53 | εʹ. Κατακέκριται δὲ καὶ ἀδιάφυκτον ἔχει τὴν κόλασιν ὁ ἐν τοῖς Εὐαγγελίοις πλούσιος, περὶ οὖ | |
55 | φησιν ὁ Σωτήρ· «Ἄνθρωπός τις ἦν πλούσιος, καὶ | |
77.648 | ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος λαμπρῶς. Πτωχὸς δέ τις Λάζαρος ἐβέβλητο εἰς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος, καὶ ἐπιθυμῶν χορτασθῆ‐ ναι ἀπὸ τῶν πιπτόντων ψιχίων ἀπὸ τῆς τραπέζης | |
5 | τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλει‐ χον τὰ ἕλκη αὐτοῦ. Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτω‐ χὸν, καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ. Ἀπέθανε δὲ καὶ ὁ πλού‐ σιος καὶ ἐτάφη. Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλ‐ | |
10 | μοὺς αὑτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ, καὶ αὐτὸς φωνή‐ σας εἶπε· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμ‐ ψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶττάν μου, ὅτι ὀδυνῶ‐ | |
15 | μαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε δὲ Ἀβραάμ· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὅδε παρακα‐ λεῖται, σὺ δὲ ὀδυνᾶσαι.» Καὶ εἴπερ τι χρὴ βραχυ‐ λογοῦντας ἡμᾶς ἐπὶ τούτοις εἰπεῖν· τῷ μὲν γὰρ | |
20 | πλουσίῳ, λεπτὰ μὲν ἦν σφόδρα καὶ ἁλουργῆ τὰ ἐσθή‐ ματα, καὶ χρυσῷ που τάχα διαπεπασμένα· οἶκος διαφανὴς, κρείττων, οἶμαι, καὶ θαύματος, καὶ φθόνῳ μανίαν ἀνακαῦσαι δυνάμενος· οἰκετῶν εὐειματούν‐ των οὐ μετρία πληθὺς, δάπιδες αἱ πολυειδεῖς, καὶ | |
25 | αὐτοῖς ἐδάφεσιν ἐπεστρωμέναι· οἰνοχόοι, καὶ ὀψο‐ ποιοὶ, καὶ ἀλφιτουργοὶ, καλοὶ καὶ ἀστεῖοι τὸ ἐπιτή‐ δευμα· τράπεζα τῶν ἐδωδίμων ἀεὶ καταγέμουσα. Ἀλλ’ ἦν δήπου καὶ κολάκων ἑσμὸς τῆς τοῦ πλου‐ σίου γλώττης ἀπηρτημένων, καὶ ὀμνύντων μὲν, ὅτι | |
30 | πάντων ἄριστον, εἰ προέλοιτό τι καὶ τῶν ἀτοπω‐ τάτων θαυμάσαι, κακυνόντων δὲ, ὡς τάχος, εἰ καὶ αὐτὴν κακύνοι τὴν ἀρετήν. Τὴν δέ γε θεομισῆ καὶ ἐξίτηλον βδελυρίαν, κώμους δὴ λέγω, καὶ παρακρο‐ τήματα, τάς τε ἐπιτραπεζίους ᾠδὰς, καὶ αὐλητρί‐ | |
35 | δων ὀρχήματα, τί δεῖ καὶ λέγειν; Σιωπᾶσθαι γὰρ οἶμαι πρέπειν, ἃ καὶ διὰ μνήμης ἑλὼν, οἴχοιτ’ ἄν τις οὐκ ἀζήμιος. Ὁ δέ γε ἕτερος ἦν τρισάθλιος πένης, ἀνείμων, ἀνέστιος, κηδεμόνων ἔρημος, καὶ τῆς τοῦ σώματος εὐρωστίας ἐπιδεὴς, ὅλον ἔχων τῆς | |
40 | ἐπιθυμίας τὸ τέλος εἰς τὸν τῶν ἀπαραιτήτων ἐκπο‐ ρισμὸν, καὶ τῆς εὐημερίας τὸ πλάτος ἐν ὀλίγοις ἀναμετρούμενος. ᾬετο γὰρ δεῖν πρὸς πέρας ἥκειν ἐλπίδος καὶ προσευχῆς, εἴπερ ἄρτους καὶ ῥακίων ἐξείη μεταλαχεῖν. Εἰς τοῦτο δὲ ἥκειν ταλαιπωρίας | |
45 | αὐτὸν ὁ τῆς εὐαγγελικῆς παραβολῆς καταγράφει λόγος, ὡς καὶ ὀδωδόσι συνευνάζεσθαι κυσὶ, καὶ μό‐ νους ἐκείνους ἔχειν ὁμιλητὰς, ἥδιστά τε προσίεσθαι θεραπεύοντας, ὅτε λίχνον ἐπ’ αὐτῷ τὴν γλῶτταν ἱέντες, διαμαρτεῖν ἤθελον, ἣν ἂν καὶ σφίσιν αὐτοῖς | |
77.648(50) | τραυμάτων ἄκεσιν φυσικοῖς ἐξεῦρον νόμοις, καὶ τῷ Λαζάρῳ δωρούμενοι. Ἀλλ’ οὐδὲν τῶν τοιούτων ὑπο‐ λογιζόμενος ὁ γεννάδας ἐκεῖνος καὶ φιλόκομπος ἀνήρ· ἦν μὲν γὰρ ἀτεράμων καὶ ἀναλγὴς, ἐποικτεῖ‐ ραι δὲ δέον, ἡγεῖτο φορτικὸν, καὶ ταῖς ἀνηκέστοις | |
55 | τοῦ κάμνοντος συμφοραῖς, τὸ τῆς ἡμερότητος ἐπι‐ | |
77.649 | στάξαι δάκρυον, ἀφιλοθέως παρωθούμενα, εἰκαῖον ἄχθος ὠνόμαζε· καὶ συρφετοῦ μὲν διενεγκεῖν οὐδέν· ἐν ἴσῳ δὲ τοῖς ἐν μνήμασι, βδελυρὸν εἶναι καὶ ἀπηχθη‐ μένον, καὶ ἐν λόγῳ κεῖσθαι μηδενί. Καίτοι χρῆν· | |
5 | δήπου διενθυμεῖσθαι σοφῶς, ὡς ὁ τῆς ἡμετέρας φύσεως γενεσιουργὸς καὶ τεχνίτης, οὐχ ἑτέραν μὲν τοῖς πλουσίοις εἰς τὸ εἶναι πάροδον, ἑτέραν δὲ τοῖς ἐν ἐνδείᾳ δεδώρηται· ἀλλ’ ἴση μὲν πάντων ἡ ἐκ πα‐ τρὸς εἰς μητέρα καταβολὴ, ὠδῖνες δὲ καὶ ὁ τοῦ τό‐ | |
10 | κου τρόπος οὐχ ἕτερος, καὶ μὴν καὶ αὐτὸ διὰ τῶν ὁμοίων σχημάτων ἔρχεται τὸ σῶμα· ἕνα δ’ οἱ πάντες οὐρανὸν περικείμεθα· ἑνὸς ἡλίου λαμπάδι τετιμή‐ μεθα, οὐκ ἀμείνω μὲν καὶ φαιδροτέραν τοῖς ἐκ πλούτου διαφανεστέροις ἐνιέντος αὐγὴν, ἧττον δὲ ἢ | |
15 | κατ’ ἐκείνους τοὺς ἐν ἐνδείᾳ φωτίζοντος. Οὐκοῦν ἡ μὲν φύσις οὐκ οἶδε διαφθορὰν, οὐδὲ μὴν ὁ τῆς ἁπάν‐ των γενέσεως ἀρχηγέτης Θεὸς, προσεξεύρηται δὲ τοῦτο ταῖς ἀνθρωπίναις πλεονεξίαις. Ἀλλ’ ἦν δή‐ που τάχα τὸ ἀπεῖργον οὐδὲν, διὰ τῶν ἀρτίως ἡμῖν | |
20 | εἰρημένων, καὶ αὐτῆς εὖ μάλα τῆς θείας καταστοχά‐ ζεσθαι γνώμης· οἴχεσθαι δὲ οὕτως ἐᾷν ἐξ οὐρίας τὰ καθ’ ἡμᾶς, τῷ τῆς ἀγάπης δεσμῷ πρὸς ἰσότητα διοικούμενα. Ὁ γὰρ ἐν ἴσῳ πάντα διανείμας τὰ τῆς φύσεως ἀγαθὰ, καὶ τῷ περιττῷ καὶ πλείονι τιμήσας | |
25 | οὐδένα, πῶς οὐκ ἂν ἠθέλησεν ἐκποδὼν ποιῆσαι τὴν ἐν τοῖς ἑτέροις πλεονεξίαν, καὶ οἰκονόμους ὥσπερ τινὰς τῶν ἐν ἐνδείᾳ καθεστάναι τοὺς ἔχοντας, ἵνα τι καὶ δόξης καὶ τῆς εἰς αἰῶνας τρυφῆς τοῖς εὖ πεπονθόσι συμμετασχεῖν ἰσχύσειαν; Ἀλλὰ γὰρ μικροῦ τι τὸν ἐμὸν | |
30 | παρώλισθε νοῦν, ὃ τοῖς εἰρημένοις προσθεῖναι καλόν. Ἐν ἐκείνοις ὄντα τοῖς ἀνιαροῖς τὸν Λάζαρον καὶ τῷ θα‐ νάτῳ κατειλημμένον, μεθορμίσασθαι μὲν τῶν ἀν‐ θρωπίνων συμβέβηκεν. ἀποκομισθῆναι δὲ δι’ ἀγγέλων εἰς κόλπους Ἀβραάμ· τὸν δὲ ταῖς ἐκ πλούτου τρυ‐ | |
35 | φαῖς ἀμέτρως περιχεόμενον, καὶ ταῖς τῶν κολάκων εὐφημίαις ζηλωτὸν καὶ μακαριστὸν, καὶ τὰ ἔτη τούτων ἀμείνω πολλάκις ὠνομασμένον, τοῖς τῆς φύ‐ σεως ὑπενεχθέντα νόμοις, καὶ τὸν τοῦ θανάτου βρό‐ χον εἰσδεδυκότα, βαθεῖ μὲν ἐγκαθειρχθῆναι σκότῳ· | |
40 | ἀντὶ δὲ τῶν ἐπὶ γῆς ἀγαθῶν τὴν εἰς ᾅδου κρίσιν ἀλλάξασθαι, τὴν τῆς φιλοστοργίας ἀποτίσοντα δί‐ κην. Ἀλλ’ ἴσως ἐκεῖνο φαῖεν ἂν δήπου τινὲς τῶν ἀκροωμένων· Ποίοις ἄρα κεχρήσῃ λόγοις, εἴ τις ἔροιτο προσιὼν, καὶ φιλοπευστοίη, λέγων· Εἰ πτω‐ | |
45 | χεία καθ’ ἑαυτὴν τὸ τῆς εἰς Θεὸν εὐσεβείας ἀνεδή‐ σατο καύχημα, καὶ τῷ τῆς δικαιοσύνης τετίμηται νόμῳ, ἐπάρατον δὲ τὸ πλουτεῖν, καὶ πικρὰν ἐφ’ ἑαυ‐ τὸν τὴν ψῆφον ἐκληρώσατο· καὶ πῶς ἂν εἴη τοῦτό γε; Πλὴν ἐκεῖνο διασκεπτέον· πλούτῳ μὲν γὰρ τῷ κατὰ | |
77.649(50) | τὸν βίον, παραθεῖ πως ἀεὶ καὶ συνέζευκται, κατά γε τὸ πλεῖστον, οὐκ ὀλίγα τὰ ἄτοπα. Ἑτοιμότερος μὲν γὰρ εἰς ὑπεροψίαν ὁ πλούσιος, ἀχάλινος εἰς πλεον‐ εξίαν, ἡδονῶν ἡττώμενος, ὅσῳ καὶ τρυφῆς. Ὁ δὲ πτωχείᾳ τριβόμενος, πῶς ἅν τι νοσήσαι τῶν εἰρη‐ | |
55 | μένων; Καταθρηνεῖ γὰρ ἀεὶ τὸ κεκτῆσθαι μηδὲν, | |
καὶ ἀλύει μὲν ἐφ’ ἑαυτῷ καὶ στένει· διῴκισται δὲ | ||
77.652 | τοσοῦτον ἡδονῆς, ὅσον καὶ τρυφῆς· καὶ ὅλος ἐστὶ φροντίδος τῆς εἰς τὸ συλλέξαι τι βραχὺ, καὶ μετρίαν εὕρασθαι τῆς ἀνάγκης παραμυθίαν. ϛʹ. Πρὸς δὲ τούτοις ἅπασιν, οἰήσομαι δεῖν κἀκεῖ‐ | |
5 | νο εἰπεῖν, ὡς ὁ ἑκάστου τρόπος τὴν ἑκάστου πρά‐ γματος φύσιν περιτρέπων ἐπ’ ἐξουσίας, ἐφ’ ὅπερ ἂν βούλοιτο, ἢ τοῖς φαύλοις, ἤγουν τοῖς τεθαυμασμέ‐ νοις ἐναριθμεῖσθαι ποιεῖ. Καὶ ὅπερ ἂν εἶεν φαίη τις ἂν τὰς ἐκ τῶν βαφῶν εὐχροίας, οἵοις ἂν ἐπιφέ‐ | |
10 | ρωνται, τοῦτο ταῖς πραγμάτων φύσεσι, τὸν τοῦ μετὰ χεῖρας ἔχοντος τρόπον. Οὐκοῦν ὁ πενίαν σωφρόνως οἰκονομῶν, ὅτι πάντων ἄριστος, οὐδὲν ἐνδοιάσας, ἐρῶ. Εἰ γὰρ καὶ τοῖς βραχέσιν ἀρκούμενος, καὶ τὸ πάντων, ὡς ἔπος εἰπεῖν, εὐποριστότατον, σὺν ἱδρῶτι | |
15 | λαβὼν, εὐχὰς ἀναφέρει χαριστηρίας· πῶς οὐκ ἂν εἴη τούτου ἄξιος, ἐπαινεῖσθαί τε ὅτι μάλιστα πρέ‐ πων, σύμβουλον μὲν ἔχων εἰς φαυλότητα τὴν ἀνάγ‐ κην, ὑπερτιμήσας δὲ οὕτω τῆς ἐγκρατείας τὸν νόμον, ὡς ἁλῦναι παντελῶς κακουργοῦντας μηδέν; Ὁ δὲ τῇ | |
20 | τῶν χρημάτων περιουσίᾳ διαφανὴς, πῶς οὐκ ἂν εὐθύ‐ νοιτο, καὶ [ὁ] σφόδρα δικαίως, εἴπερ ἔχειν ἐξὸν εὐμενῆ τὸν τῶν ὅλων Θεὸν, διὰ τοῦ κατοικτείρειν ἑτέρους, καὶ τοῖς ἐν ἐνδείᾳ χαρίζεσθαι βραχὺ, καὶ ὑπερκύψαι καὶ ἀνανήχεσθαι τρόπον τινὰ τῆς ἀκαταλήκτου συμφορᾶς, | |
25 | μόνης τῆς ἰδίας ἡδονῆς ὑπηρέτην κατεστήσατο τὸν πρόσκαιρον πλοῦτον; Οὐκοῦν ὁ μὲν Λάζαρος ἦν ἐν ἀδοκήτοις τρυφαῖς· ὁ δὲ πλούσιος ἀσυνήθως ἐν φλογὶ καὶ μάστιξιν. Ἆρ’ οὖν εἴ τις αὐτῷ κατ’ ἐκεῖνο μάλιστα καιροῦ προσιὼν ἐφθέγξατο, καὶ ἠξίου μα‐ | |
30 | θεῖν, ὁπόσων ἂν βούλοιτο χρημάτων ἐκπρίασθαι τὸ διαδράναι τὴν κόλασιν, ἀφέντες ἑλέσθαι τοῦ κρείτ‐ τονος, οὐκ ἂν ἑτοίμως ὅλην ὑπὲρ τούτου προέσθαι τὴν οὐσίαν εὖ μάλιστα διισχυρίσατο; Καὶ τίνι τῶν ὄντων ἀμφίβολον; Ἄσοφον οὖν ἄρα, καὶ ἀμαθὲς | |
35 | παντελῶς, τὸ πείρᾳ μαθεῖν ἐκδέχεσθαι τὰ δεινὰ, καὶ τοῦτο ἐξὸν τοῖς ἐθέλουσιν ἔξω πόδα πάγης καὶ ἀνάγκης ἔχειν. Καὶ εἰ τῆς Ἰουδαίων λατρείας τὰ καθ’ ἡμᾶς ἐν ἀμείνοσι, πῶς οὐχ ἅπασι προδηλότα‐ τον, ὡς οὐκ ἄν τῳ φανεῖται διεσκέφθαι καλῶς, εἴπερ | |
40 | τις οἴοιτο μὴ χρῆναι νικᾷν ταῖς εἰς τὸ κρεῖττον ὑπερβολαῖς τὸ παρ’ ἐκείνοις τετηρημένον; Τοιγάρτοι καὶ αὐτὸς ἡμῖν ἔφασκεν ὁ Σωτήρ· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλ‐ | |
45 | θητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Τί τοιγαροῦν τοῖς ἐξ Ἱερουσαλὴμ ὁ διὰ Μωσέως ἄρα κεχρησμ‐ ῴδηκε νόμος, διὰ τύπου καὶ σκιᾶς τὴν πρὸς ἀδελφοὺς ἰσότητα τιμᾷν ἀναπείθων; Τὴν πολλὴν ἐκείνην δια‐ θέοντες ἔρημον, καὶ τῶν ἐδωδίμων γεγονότες ἐν | |
77.652(50) | σπάνει, δι’ ἣν ἐποιοῦντο τοῦ πανσόφου Μωσέως τὴν καταβοὴν, καὶ ὡς οὐκ ἐνὸν αὐτοῖς ἔτι σώζεσθαι, κατ‐ | |
ισχύοντος τοῦ λιμοῦ, ἐμελέτων θρῆνον ἤδη τὸν ἐπι‐ | ||
77.653 | κήδειον· καὶ ἁπάσης ὥσπερ ἐλπίδος ἀπολισθήσαντες, ἔφασκον· «Ὄφελον ἀπεθάνομεν πληγέντες ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν, καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν. Ὅτι | |
5 | ἐξήγαγες ἡμᾶς εἰς τὴν ἔρημον ταύτην, ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ.» Διηπορη‐ κότος δὲ τοῦ πανσόφου Μωσέως, καὶ ὅ τι μὲν δρά‐ σειεν ἢ λέγοι πρὸς ταῦτα, παντελῶς οὐκ ἔχοντος· ἀναθαρσήσαντες δὲ πρὸς μόνην ἐλπίδα τὴν παρὰ | |
10 | Θεοῦ, μελλησμοῦ τινος δίχα τῶν προσδοκηθέντων τὸ πέρας αἴτιον ἀνεδείκνυτο. Εἶπε γὰρ ὁ Κύριος πρὸς αὐτόν· «Ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς, καὶ συλλέξουσι τὸ τῆς ἡμέ‐ ρας εἰς ἡμέραν.» Διερμηνεύων δὲ τοῖς ἐξ Ἰσραὴλ | |
15 | τοῦ νόμου τὴν δύναμιν ὁ μακάριος Μωσῆς, ἔφη πά‐ λιν· «Οὗτος ὁ ἄρτος ὃν δέδωκεν ὑμῖν Κύριος φαγεῖν· τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος· συναγάγετε ἀπ’ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας γομὸρ κατὰ κε‐ φαλὴν, κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν. Ἕκαστος ἐν τοῖς | |
20 | συσκήνοις ὑμῶν συλλέξατε. Ἐποίησαν δὲ οὕτω, φησὶν, οἱ υἱοὶ Ἰσραὴλ, καὶ συνέλεξαν· καὶ ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ἔλαττον, οὐκ ἠλαττόνησεν.» Ἠφίει γὰρ οὐδαμῶς ὁ τοῦ νόμου Κύριος συλλέγειν ὑπὲρ τὴν χρείαν· μόνον δὲ τὸ ἀρκοῦν εἰς τροφὴν τὴν | |
25 | σήμερον. Εἰ δὲ συγκομίσαιτό τις καὶ ὑπὲρ τοῦτο, μακρὰ τῷ νόμῳ χαίρειν εἰπὼν, εἰς σκωλήκων ὄχλον τὸ περιττὸν μετεπλάττετο· δεικνύντος, οἶμαι, τοῦ νόμου, καὶ μάλα σαφῶς, ὡς ἡδεῖα μὲν καὶ ἀμώμη‐ τος τῶν ἀρκούντων ἡ κτῆσις· τὸ δὲ ἀπόθετον καὶ | |
30 | ὑπὲρ τὴν χρείαν αὐτὴν ἀπλάστως σεσωρευμένον, σκωλήκων ἔσται παραίτιον. Καὶ ταυτὶ μὲν ὁ νόμος προεκάλει τοῖς ἀρχαιοτέροις· τί δὲ καὶ ἡμῖν αὐτοῖς ὁ Σωτήρ; «Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς | |
35 | τὰς ἑαυτῶν σκηνάς.» Καὶ ἵνα σοι διαφανῆ τοῦ τεθε‐ σπισμένου ποιήσω τὴν δύναμιν, ἐρῶ δή τι πάλιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀμφιβάλλειν, ὡς ἔν γε τοῖς δεομένοις σωφρόνων τε καὶ ἐπιεικῶν οὐ μετρία πλη‐ θὺς διαλανθάνει μὲν ἴσως ἡμᾶς, οὐ μὴν ἀγνοεῖται | |
40 | παρὰ Θεῷ. Ὅταν τοίνυν τῶν ἐπιγείων αὐτοὺς χρη‐ μάτων εἰσδεξώμεθα κοινωνοὺς, ἐνδοιαζέτω μηδεὶς ὅτι καὶ τοῦ μισθοῦ τῆς ἐπιεικείας αὐτοῖς συμμεθ‐ έξομεν. «Εἰσδέξονται γὰρ ὑμᾶς εἰς τὰς ἑαυτῶν σκη‐ νὰς,» κατὰ τὸ γεγραμμένον. Ἄριστα δὲ τοῦτο συνεὶς, | |
45 | καὶ αὐτός πού φησιν ὁ μακάριος Παῦλος· «Τὸ ὑμῶν περίσσευμα, εἰς τὸ ἐκείνων ὑστέρημα· ἵνα καὶ τὸ αὐ‐ τῶν περίσσευμα εἰς τὸ ὑμῶν ὑστέρημα.» —«Γινώμεθα τοίνυν εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι,» καθὰ γέ‐ γραπται, «χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐχα‐ | |
77.653(50) | ρίσατο ἡμῖν ἐν Χριστῷ.» Τί δὲ ἡμῖν ἐν Χριστῷ κε‐ χάρισται ὁ Θεὸς, ἢ ποίων ἡμᾶς ἀγαθῶν συνέβη με‐ ταλαχεῖν, πῶς οὐκ ἀναγκαῖον ἰδεῖν; Δεδώρηται τοί‐ νυν ἡμῖν πλημμελημάτων ἄφεσιν, ἀνεξίκακον ἀγά‐ | |
πην. Διασεσώσμεθα γὰρ, λήθην ὥσπερ τινὰ λαβόν‐ | ||
77.656 | τος τοῦ Θεοῦ τῆς ἀνθρωπίνης μικροψυχίας. Κατ’ ἴχνος οὖν ἄρα καὶ ἡμᾶς αὐτοὺς ἰέναι σπουδάζοντας τῆς ἐνούσης γαληνότητος τῷ πάντων Δεσπότῃ, ἀν‐ εξικακεῖν ἀναγκαῖον, ἀγαπητοί. Καὶ δὴ καὶ σωφρόνως | |
5 | ἐκεῖνο διενθυμώμεθα, ὅτι μυρία μὲν ὅσα τὰ ἀνθρώ‐ πινα πταίσματα, καὶ οὐκ ἄν τις γένοιτο καιρὸς τῆς ἡμετέρας μικροψυχίας ἀπηλλαγμένος. Ἀλλ’ εἰ μέλλοιμεν ἐφ’ ἑκάστου τῶν εἰωθότων συμβαίνειν, ἀλύειν μὲν οὐ μικρῶς, κρίνεσθαι δὲ τοῖς λελυπηκό‐ | |
10 | σιν, ὅλος ἡμῶν ὁ βίος ἐν πικρίαις ἔσται καὶ λύπαις. Καὶ ἐπεὶ ὁδοὶ μνησικάκων εἰς θάνατον, καθὰ γέγρα‐ πται, τὸ ἀπεῖργον οὐδὲν, θανάτου κάτοχον τὴν ἑκά‐ στου γενέσθαι ψυχὴν, τῷ μὴ δύνασθαι γενναίως ἀπο‐ κρούεσθαι τὸ λυποῦν, διατεθηγμένην ἀεὶ πρὸς τὸ | |
15 | χρῆναι γοργῶς ἀντεξανίστασθαι τοῖς προκεκρουκό‐ σιν. Οὐκοῦν, ὡς ὁ μακάριος ἔφη Παῦλος, ἀλλήλων τὰ βάρη βαστάζωμεν. Καὶ οὕτως ἀναπληρώσομεν τὸν νόμον τοῦ Χριστοῦ. Διαφανὴς γὰρ καὶ οὗτος τῆς εὐσεβείας ὁ τρόπος. Ἀλλ’ εἰσί τινες τῶν ἐν | |
20 | ἡμῖν, οἳ τοσοῦτον ἀφεστᾶσι τοῦ θέλειν εἶναι χρη‐ στοὶ, καὶ τὸ ἀμνησίκακον καύχημα τῆς ἑαυτῶν ψυ‐ χῆς τιθέντες ὡς ποῤῥωτάτω, ὥστε καὶ εἴ τι βραχὺ διαπταίσειαν τῶν εἰς ἀδελφότητα κεκλημένων τινὲς, πάντα κάλων διασείσαντες, καὶ ὅλον ὥσπερ τοῖς θυ‐ | |
25 | μοῖς ἀνέντες τὸ λῖνον, ἀκαθέκτοις φέρονται ταῖς ὁρμαῖς, καὶ ταυρηδὸν ἐπιθρώσκουσι, δυσκλεεστάτην ἕξ[ε]ιν οἰόμενοι τὴν ὑπόληψιν, εἰ μὴ πᾶν ὁτιοῦν ἐργά‐ σωνται τῶν δεινῶν. Εἰ δὲ καί πού τινες εἶεν τῶν προσκεκρουκότων αὐτοῖς εὐσθενέστεροι, μυρίοι μὲν | |
30 | αὐτίκα περιεστᾶσιν οἱ τῆς ἀγριότητος ὑπουργοὶ, παραθήγοντες εἰς ὀργὰς, ἀκονοῦντες εἰς ἀπανθρω‐ πίαν, λογισμοὺς εἰσηγούμενοι, καὶ παραδεικνύντες ὁδοὺς, δι’ ὧνπερ ἂν εἴη τῆς πλεονεξίας ἡ δύναμις. Πάνδεινον, ἀγαπητοὶ, τῶν τοιούτων τὸ κρῖμα· καὶ συ‐ | |
35 | νεξολεῖται πάντως τοῖς παροξύνουσιν ὁ παρωξυμ[μ]έ‐ νος. Καί σοι πάλιν ἐξ αὐτῆς παροίσω τῆς θεοπνεύ‐ στου Γραφῆς τὴν ἐπὶ τούτοις ἀπόδειξιν. | |
42 | ζʹ. Ἰδουμαῖοι καὶ Ἰσραηλῖται τετάχατο μὲν ἀνὰ μέρος, καὶ οὐ τὴν αὐτὴν ἄμφω ἐκληρώσαντο χώραν. Ἀδελφὼ δὲ ἤτην καὶ γείτονε. Τοῖς μὲν γὰρ Ἡσαῦ | |
45 | ἐπιγέγραπται πατὴρ, οἱ δὲ ἦσαν ἐξ Ἰακώβ· καὶ οἱ μὲν τὴν τῆς ἐπαγγελίας, οἱ δὲ τὴν Ἰδουμαίων ἐνέ‐ μοντο γῆν, ὅμορον μὲν τῇ ἑτέρᾳ, συχνοῖς δὲ ὁρῶν ἀναστήμασι, καὶ πετραίοις ὄχθοις ἄνω καιομένην, ὡς εἶναι παντί τῳ δυσάλωτον, εἴπερ ἕλοιτο δῃοῦν, | |
77.656(50) | δυσμαχοτάτην ἔχοντος τοῦ χωρίου τὴν προσβολὴν, καὶ δὴ καὶ ἐφρόνουν ἐπὶ τοῦτο μέγα. Ἐχόντων δὲ ὧδε τοῖς εἰρημένοις γένους τε καὶ χώρας, κατὰ πολὺ διειστήκει τὰ φρονήματα· καὶ διῴκιστό πως εἰς ἐναντιότητα τρόπων τὰ παρ’ ἀμφοῖν, καὶ πολέ‐ | |
55 | μου πρόφασις ἦν τὸ τῆς λατρείας διάφορον. Ἰσραη‐ | |
77.657 | λῖται μὲν γὰρ, τοῖς διὰ Μωσέως ἐπαυχοῦντες νόμοις, τῷ τῶν ὅλων προσεκύνουν Θεῷ· Μωαβῖταί γε μὴν, ἤγουν Ἰδουμαῖοι (τοῦτο γὰρ ἑκάτερον), ταῖς τῶν δαιμονίων ἀπάταις κατισχημένοι, λίθους καὶ ξύλα δια‐ | |
5 | τορνεύσαντες, τοὺς οὐδὲν εἰδότας ἐπεγράφοντο θεούς. Ἦν οὖν ἄρα τὰ γένη προσάλληλα, καὶ λατρείαις καὶ τρόποις καὶ τόποις διῃρημένα. Εἶτα διαπαῖσαι συμβὰν τοὺς ἐξ Ἰσραὴλ, καὶ διὰ τῆς εἰς τὸν νόμον παροινίας λυπῆσαι Θεὸν, ἐγήγερται κατὰ τῆς Ἱε‐ | |
10 | ρουσαλὴμ ἀνὴρ δυσσεβὴς καὶ παράνομος, ὁ τῶν Βα‐ βυλωνίων τύραννος. Καὶ δὴ καὶ σύμπαν τὸ ὑπὸ χεῖ‐ ρα γένος ἐν ὅπλοις εἶναι διεκελεύετο· καὶ ὡς αὐτίκα δὴ μάλα περιεσόμενος τῶν ἀνακειμένων Θεῷ, πι‐ κρὸν ἐδίδου τοῦ πολέμου τὸ σύνθημα. Καὶ ἀφίκετο | |
15 | μὲν εἰς τὴν Ἰουδαίαν· καταλύσας δὲ ἐν αὐτῇ παν‐ στρατὶ, κατεπτόησε τοσοῦτον τοὺς ἐξ Ἰσραὴλ, ὡς ἐν ταῖς ὁμόροις κατασκιδνάσαι χώραις, τὴν ἐνεγκοῦ‐ σαν ἀφέντας· καὶ νεὼς ὥσπερ ἀποπηδήσαντας, ἐπ’ αὐτοῖς ἤδη κειμένοις τοῖς ἐσχάτοις κακοῖς. Καὶ τί | |
20 | μετὰ τοῦτο πεπράχασιν Ἰδουμαῖοι; Δεῖν [ἴς. δέον] ἐποικτείρειν τοὺς ἐν θορύβῳ καὶ δείμασι, καὶ πει‐ ρᾶσθαι μᾶλλον ἐπαμύνειν αὐτοῖς, πόλεσί τε ταῖς σφῶν οἰκίσασθαι, καὶ τῆς μεταξὺ κειμένης ἀπομνη‐ μονῆσαι διαφορᾶς, πᾶν τὸ τούτοις ἔδρων ἐναντίον. | |
25 | Καταδεσμοῦντες γὰρ τὸν ἱκέτην, ἕτοιμον ὥσπερ τι τοῖς Βαβυλωνίοις προσεκόμιζον θήραμα, καὶ τὴν ἀδελφοῦ καὶ γείτονος σφαγὴν, καύχημα τῆς ἑαυτῶν ἐποιοῦντο λατρείας, πλατὺ γελῶντες κατὰ τῶν ὑγιασμένων, καὶ τῆς θείας δόξης κατεξανιστάμενοι, | |
30 | φάσκοντές τε παραφρόνως τὴν τῶν δαιμόνων ἐγη‐ γέρθαι δύναμιν, καὶ τοῖς ἀτιμάζουσιν τὴν παρὰ σφί‐ σιν λατρείαν ἐγκατασκῆψαι τὸν Βαβυλώνιον, οὐχ ἑτέ‐ ρου του χάριν, ἢ τούτου καὶ μόνου. Ἐπειδὴ δὲ ἀν‐ θρώποις οὐκέτι φορητὸς, Θεῷ δὲ ἀπηχθημένος ὁ τῶν | |
35 | Ἰουδαίων ἐφαίνετο γέλως, τῆς μὲν τῶν ἡγιασμέ‐ νων ἀπενοσφίζετο χώρας ὁ τῶν πολεμίων στρατὸς, μετέῤῥει δὲ ὥσπερ ἐπ’ αὐτὴν ἤδη τὴν Ἰδουμαίαν, μεταθέντος εἰς τὸ ἐναντίον τὴν τοῦ πράγματος φύσιν, τοῦ πάντα ἰσχύοντος, καὶ τὸν θυμὸν ἐπ’ ἐκείνους | |
40 | εὐλόγως ἤδη μετηντληκότος. Ἐδαπανᾶτο δὲ οὕτω τοῖς Βαβυλωνίων τοξεύμασιν ὁ πάλαι πλατὺς καὶ ἀτεράμων καὶ ἀλαζὼν, ὡς ἕνα που τάχα διαλαθεῖν τὸν οἰκήτορα, καὶ εἰ πολυανδροῦσά τις εἴη καὶ τετει‐ χισμένη πόλις. Αὐτὸ δὲ τὸ θεῖον ὑμῖν ἀναγνώσομαι | |
45 | λόγιον ὡδί πως ἔχον. Ἔστι δὲ ὁ λόγος παρὰ Θεοῦ πρὸς τὸν Ἰδουμαῖον· «Ἰδοὺ ὀλιγοστὸν ἔδωκά σε ἐν τοῖς ἔθνεσιν, ἠτιμωμένος σὺ εἶ σφόδρα· ὑπερη‐ φανία τῆς καρδίας σου ἐπῆρέ σε, κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν· ὑψῶν κατοικίαν αὐτοῦ, | |
77.657(50) | λέγων ἐν καρδίᾳ αὐτοῦ· Τίς με κατάξῃ ἐπὶ τὴν γῆν; Ἐὰν μετεωρισθῇς ὡς ἀετὸς, καὶ ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγει | |
Κύριος.» Εἶτα τῆς ἀγανακτήσεως τὴν αἰτίαν ἐξ‐ | ||
77.660 | ηγούμενος ἐπιλέγει τουτοισί· «Διὰ τὴν σφαγὴν καὶ ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακὼβ, καὶ καλύ‐ ψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα. Ἀφ’ ἧς ἡμέρας ἀνέστης ἐξεναντίας ἡμέραις αἰχμαλω‐ | |
5 | τιζόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ, καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβα‐ λον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν· καὶ μὴ ἐπίδῃς ἐν ἡμέρᾳ ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων· καὶ μὴ ἐπιγελάσῃς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέ‐ | |
10 | ρᾳ ἀπωλείας αὐτῶν, καὶ μεγαλοῤῥημονήσῃς ἐν ἡμέρᾳ θλίψεως. Μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνου αὐτῶν, μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συν‐ αγωγὴν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν· μηδὲ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν· μη‐ | |
15 | δὲ συγκλείσῃς τοὺς φεύγοντας ἀπ’ αὐτῶν ἐν ἡμέρᾳ τῆς θλίψεως.» Ὁρᾷς οὖν ὅπως, ἐπείπερ οὐκ ᾤοντο δεῖν ἐπαμύνειν τοῖς ἐξ Ἰσραὴλ, ἐζηλώκασι δὲ τὴν τῶν πολεμίων ἀπανθρωπίαν, αὐτοὶ παρ’ ἐλπίδα παγ‐ γενεὶ διολώλασιν. Ἆρ’ οὖν Ἰδουμαῖοι μὲν ἦσαν ἐν | |
20 | τούτοις· νηποινὶ δὲ ὁ Βαβυλώνιος τῆς ἁγίας κατηλα‐ ζονεύσατο γῆς, καὶ ταῖς τῶν παθόντων ταλαιπω‐ ρίαις ἐπορχούμενος, ἄσυλον ἐτήρει τὴν εὐθυμίαν; Οὐμενοῦν. Ἐπιδείξω γὰρ αὐτὸν αὐτίκα δὴ μάλα τοῖς τετολμημένοις ἀνάλογον ἐκτετικότα τὴν δίκην. | |
25 | Ἐπειδὴ γὰρ τὴν Ἰδουμαίαν ἀφεὶς, οἴκαδε τρέχειν ἐσκέπτετο, καὶ ἀνακομίζεσθαι δοκοῦν, τῆς ἀποδημίας ἐδίδου τὸ σύνθημα, παραποδίζοντος μὲν οὐδενὸς, τὴν ἑαυτοῦ μεθορμίζεται· καὶ βασιλείων τῶν βαρβαρικῶν εἴσω τε ἦν ἤδη, καὶ πανηγύρεων ἥπτετο, καὶ σε‐ | |
30 | μνὸν ἐποιεῖτο διήγημα τῶν ἡγιασμένων τὰ πάθη· συναγείρεσθαι μὲν ἐπὶ πανδαισίᾳ τοῖς ἐπὶ τέλει δι‐ εκελεύετο, μεστὸν δὲ ἦν αὐτῷ τὸ συμπόσιον εὐφημιῶν τε καὶ κρότων. Ἐμερίζοντο δέ τινες τῆς ἀπονοίας τοὺς λόγους· καὶ ὁ πεπραχώς τι τῶν ἀπηχεστέρων, | |
35 | τὰς πολὺ τῶν ἄλλων διαφανεστέρας ἐζήτει τιμὰς, ἆθλά τε παρ’ ἐκείνοις ἦν ἰσομέτρως ταῖς ἀπανθρω‐ πίαις χορηγούμενα. Τότε δὴ, τότε λοιπὸν ἐφίει τῷ τυραννήσαντι τὴν ὀργὴν, ὁ πάντα ἰσχύων Θεός· καὶ ταῖς ἀδοκήτοις ἐγκατασπείρεσθαι συμφοραῖς τὸν | |
40 | ὑπερόπτην ἐποίει. Στασιάζει μὲν γὰρ κατ’ ἐκεῖνο καιροῦ τὸ ὑπήκοον αὐτῷ, καὶ κατεσχίζετο μὲν ταῖς διχονοίαις τὰ γένη πρὸς ἄλληλα· καὶ πρὸς ἀπόστα‐ σιν ἤδη τὴν κατὰ τοῦ κρατοῦντος ἐχώρει τῶν ἀρχο‐ μένων τὸ ἀλκιμώτατον· καὶ ἀκήρυκτον μὲν ἐμελέτα | |
45 | τὸν πόλεμον. Ἔργον δὲ ἦν αὐτοῖς περισπούδαστον, ἐμπρῆσαι μὲν τοῦ τυράννου τὰ βασίλεια, ἐκ βάθρων δὲ ὥσπερ αὐτῶν τὴν ἀλαζόνα τε καὶ ἐπίσημον ἀνα‐ μοχλεῦσαι πόλιν, φημὶ δὴ τὴν Βαβυλωνίων. Καὶ δὴ καὶ μάχης ἁψάμενοι, τρόπαιον αἴρονται, καὶ πυρὶ | |
77.660(50) | μὲν τὴν Βαβυλῶνα, σιδήρῳ δὲ τοὺς ἐν αὐτῇ δαπανή‐ σαντες, λαμπρὸν τοῖς ἀνδραγαθήμασι τὸ πέρας ἐπείγοντο τοῦ τυράννου τὴν σφαγήν. Ἀλλ’ ὡς πάν‐ τη τε καὶ πάντως ἔσοιτο ταυτὶ δὴ συνεὶς διὰ τῆς τοῦ Πνεύματος φωταγωγίας ὁ προφήτης Ἱερεμίας, | |
55 | μέγα τι καὶ ἐξαίσιον ἀναβοήσας φαίνεται. Παραθή‐ | |
77.661 | γων μὲν ὥσπερ εἰς μάχην τὴν κατ’ ἐκείνου πολλοὺς, οὕτω πού φησι· «Παρατάξασθε ἐπὶ Βαβυλῶνα κυ‐ κλόθεν. Πάντες τείνοντες τόξον, τοξεύσατε ἐπ’ αὐτὴν, μὴ φείσησθε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν, καὶ κατα‐ | |
5 | κρατήσατε ἐπ’ αὐτήν· παρελύθησαν αἱ χεῖρες αὐτῆς, ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς, κατεσκάφη τὸ τεῖχος αὐτῆς, ὅτι ἐκδίκησις παρὰ Θεοῦ ἐστιν, ἐκδίκησις λαοῦ αὐτοῦ·» μονονουχὶ δὲ καὶ τῆς τῶν πιπτόντων οἰμωγῆς γεγονὼς οὐκ ἀνήκοος, πάλιν οὕτω φησί· | |
10 | «Φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλ‐ δαίων. Πῶς συνεκλάσθη καὶ συνετρίβη ἡ σφῦρα πά‐ σης τῆς γῆς; Πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλών; Βαβυλὼν ἐν ἔθνεσιν ἐπιθήσονταί σοι, καὶ ὡς ἁλώσῃ, Βαβυλὼν, οὐ γνώσῃ· εὑρέθης, καὶ ἐλήφθης, ὅτι τῷ | |
15 | Κυρίῳ ἀντέστης.» ηʹ. Ταυτὶ δέ μοι πρὸς ὑμᾶς εἰρήσθω τὰ διηγήμα‐ τα, οὐχ ἵνα λόγους εἰκαίους ἑλόντες εἰς οὖς ἐπικροτή‐ σωμεν μάτην, ἀλλ’ ἵνα τῶν πεπραγμένων τὴν πεῖραν ἐν παιδαγωγοῦ τινος τάξει δεχόμενοι, παραιτώμεθα | |
20 | τῶν φαύλων τὴν μίμησιν. Χρὴ γὰρ ἡμᾶς, ἐπείπερ τὸν τῶν ὅλων Θεὸν ἐγνώκαμεν, τὸν ἀγαθόν τε καὶ φιλ‐ οικτίρμονα, μὴ ἐπιχαίρειν μὲν τοῖς ἀθλίως πεπραχόσι, συναλγεῖν δὲ μᾶλλον καὶ συγκαθίστασθαι φιλεῖν, καὶ φιλοστοργίαις ἀμνησικάκοις καταχωννύειν τὰ λυπη‐ | |
25 | ρά. Χρὴ δὲ δὴ πρὸς τοῦτο μὴ κατεξανίστασθαι τῶν ἤδη κειμένων, μήτε μὴν ἐνάλεσθαι ταῖς τῶν πι‐ πτόντων ταλαιπωρίαις, καὶ εἰ προσείη τὸ δύνασθαι πάντα δρᾷν ἀδιακωλύτως· δεδιέναι δὲ μᾶλλον καθ’ ἑκάτερον τοῖς ἀγαθοῖς προθυμίαν διεζωσμένοι, καὶ | |
30 | νεανικῷ φρονήματι διαπρέποντες, εἰς ἀνάληψιν ἀρε‐ τῆς τὸν οἰκεῖον εὐτρεπίσωμεν νοῦν, προκαταβα‐ λόντες ὥσπερ καὶ προῤῥιζώσαντες ταῖς ἰδίαις ψυχαῖς τῆς ἀνυπαιτίου πίστεως τὴν ὀρθότητα. Πιστεῦσαι δὲ χρὴ τὸν ἀληθῆ καὶ φιλόθεον ὄντως Χριστιανὸν, εἰς | |
35 | ἕνα Θεὸν Πατέρα παντοκράτορα, καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον· ὥστε δηλονότι τὸν Θεὸν καὶ Πατέρα νοεῖν τε καὶ λέγειν πηγὴν ἀληθῶς τοῦ ἰδίου γεννήματος καὶ ῥίζαν, ὥσπερ τινὰ συναΐδιον αὐτῇ τὸν ἐξ αὐτῆς | |
40 | λαχοῦσαν καρπόν. Τῶν μὲν γὰρ ἄλλων ἁπάντων ὁρατῶν τε καὶ ἀοράτων γενεσιουργός ἐστι καὶ θε‐ λήσει Πατήρ. Οὕτω γὰρ εἶναί φαμεν τὰ πάντα ἐκ Θεοῦ. Τοῦ δὲ ἰδίου γεννήματος οὐκ ἔστι δημιουργὸς, ἀλλὰ κατὰ φύσιν Πατήρ. Γεγέννηκε γὰρ ἀληθῶς ὃν | |
45 | κατὰ ἀπόῤῥοιαν, ἢ ἀποτομὴν, ἢ πάθος, καθάπερ ἀμέλει καὶ ἐφ’ ἡμῶν αὐτῶν ἔνεστιν ἰδεῖν. Σῶμα γὰρ πρόεισιν ἀπὸ σώματος· διὸ καὶ μεμέρισται· Θεὸς δὲ, οὐχ οὕτω, ἐπεὶ καὶ μὴ κατὰ σῶμά ἐστι, μηδὲ ἐν τόπῳ, καὶ σχήματι, καὶ περιγραφαῖς· ἀπερι‐ | |
77.661(50) | νοήτως δὲ μᾶλλον καὶ ἀῤῥήτως, ὡς Θεός. Οὐδὲ γὰρ ἂν ἐνδέχοιτο τὰ ἡμέτερα παθεῖν τὴν ὑπὲρ πάντα φύσιν. Γεγέννηκε τοίνυν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πα‐ τὴρ, φῶς ἐκ φωτὸς, εἰκόνα καὶ χαρακτῆρα, καὶ ἀπαύγασμα τῆς ἰδίας ὑποστάσεως, καθὰ γέγραπται. | |
55 | Ἀλλ’ ἐπείπερ ἦν ἐν ἐσχάτοις τὰ καθ’ ἡμᾶς, βασι‐ | |
77.664 | λεύοντος μὲν τοῦ θανάτου, κατεξουσιάζοντος δὲ τῶν ἐπὶ γῆς τοῦ πονηροῦ τε καὶ ἀποστάτου δράκοντος, κατακρατούσης δὲ τῆς ἁμαρτίας, ἄνθρωπος γέγονεν, ἵνα ἡμᾶς πάντας ἐξέληται τῶν ἀρτίως ἀπηριθμη‐ | |
5 | μένων. Γεγονὼς δὲ τοῦτο κατὰ ἀλήθειαν, καὶ σάρκα λαβὼν ἐκ γυναικὸς, φημὶ δὴ τῆς ἁγίας Παρθένου, κατὰ τὰς Γραφὰς, «ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ἄνθρωπος μὲν κατὰ τὸ ὁρώμενον, κατά γε τὴν τῆς σαρκὸς φύσιν, ἤτοι τέλειος τὸν τῆς | |
10 | ἀνθρωπότητος λόγον· Θεὸς δὲ τὸ ἀληθέστερον. Οὐ γὰρ ἐν ἀνθρώπῳ γέγονε, καθάπερ ἐν τοῖς ἁγίοις, ὁ τοῦ Θεοῦ Λόγος, ἀλλὰ αὐτὸς κατὰ ἀλήθειαν πέφηνέ τε καὶ κεχρημάτικεν ἄνθρωπος. Τοιγάρτοι φρονοῦντες ὀρθῶς, οὐ δύο φαμὲν υἱοὺς, ἀλλ’ οὐδὲ δύο χριστοὺς, | |
15 | ἢ κυρίους, ἕνα δὲ μᾶλλον Υἱὸν καὶ Κύριον, καὶ πρὸ τῆς ἐνανθρωπήσεως, καὶ ὅτε τὴν τῆς σαρκὸς ἔσχε περιβολήν. Οὐ γὰρ ἀποδιελόντες εἰς δύο, καὶ ἰδίᾳ νοοῦντες ἄνθρωπον, ἰδιαζόντως δὲ πάλιν τὸν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀναλάμψαντα Λόγον | |
20 | προσκυνοῦμεν ὡς Θεόν· ἀλλὰ τομὴν ὅλως ἢ μερι‐ σμὸν κατὰ τόν γε τῆς υἱότητος λόγον, οὐδένα πα‐ ραδεχόμενοι μετὰ τὴν πρὸς σάρκα σύνοδον· ἕνα δὲ μόνον εἰδότες Υἱὸν, μονογενῆ, καθὸ μόνος ἐγεννήθη παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν αὐτὸν δὲ καὶ πρω‐ | |
25 | τότοκον, ὅτε γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, τιμῶμέν τε καὶ δοξολογοῦμεν ὁμοῦ τοῖς ἁγίοις ἀγγέλοις, ἅτε δὴ καὶ ὑπάρχοντα κατὰ φύσιν Θεόν. Οὕτω καὶ ὁ θεσπέσιος ἔφη Παῦλος· «Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσ‐ | |
30 | κυνησάτωσαν αὐτὸν πάντες ἄγγελοι Θεοῦ.» Οὐκοῦν, κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.» Ἐπεφάνη γὰρ ἀληθῶς ἐν νυκτὶ καὶ σκότῳ περιπατοῦσι, καὶ λόγοις μὲν τοῖς εἰς εὐ‐ σέβειαν τὴν τῶν ἀκροωμένων καταφωτίζων καρδίαν, | |
35 | μεθορμίζεσθαι πρὸς Θεὸν εὖ μάλα διεκελεύετο· τοῖς δὲ ὑπὲρ λόγον τερατουργήμασι, Θεὸν ὄντα κατὰ φύ‐ σιν ἑαυτὸν ἐπιδεικνὺς, ἐκάλει σύμπαντας ἐπὶ τὸ χρῆναι πιστεύειν εὐπετέστερον. Ἀλλ’ οἱ πάντα τολ‐ μῶντες εὐκόλως, φημὶ δὴ τοὺς ἐξ Ἰσραὴλ, δέον εὐ‐ | |
40 | χαριστεῖν, καὶ προσήκασθαι μὲν ἀσμένως εὐεργέ‐ την, ἐπιγράφεσθαι δὲ Σωτῆρα καὶ βοηθὸν καὶ Κύ‐ ριον, δυσσεβοῦντες ἡλίσκοντο. Οὐ γὰρ ἐφείσαντο γλώσσης· τολμημάτων δὲ εἶδος ἀνεπιτήδευτον ἀφέν‐ τες οὐδὲν, τὸ τελευταῖον ἐσταύρωσαν· ἔφασκον γὰρ | |
45 | ἴσως ἐν ἑαυτοῖς τὸ καὶ πάλαι διὰ φωνῆς Ἡσαΐου κεχρησμῳδημένον· «Δήσωμεν τὸν δίκαιον, ὅτι δύσ‐ χρηστος ἡμῖν ἐστιν.» Ἀλλ’ οἱ μὲν ἐκεῖνα διεσκεμ‐ μένοι, καὶ ἀφιλοθέως τετολμηκότες, αὐτόκλητοι ταῖς ἑαυτῶν κεφαλαῖς ἐπισύροντες τὴν ὀργὴν, πανωλε‐ | |
77.664(50) | θρίᾳ διολώλασιν. Ὁ δὲ, καίτοι κατὰ φύσιν ὑπάρχων ζωὴ, συνεχώρει τὴν σάρκα παθεῖν τὸν θάνατον οἰ‐ κονομικῶς δι’ ἡμᾶς, «ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ,» καθὰ γέγραπται. Κατελθὼν γὰρ εἰς ᾅδου, καὶ τοῖς ἐκεῖσε διακηρύξας πνεύμασιν, ἀνείς | |
55 | τε τοῖς κάτω τὰς κεκλεισμένας πύλας, καὶ τὸν ἄπλη‐ | |
77.665 | στον τοῦ θανάτου κενώσας μυχὸν, ἀνεβίω τριήμερος· ἀνέβη δὲ οὕτω πρὸς τὸν Πατέρα μετὰ τῆς ἀναληφθεί‐ σης σαρκὸς, ἀπαρχή τις ὥσπερ τῆς ἡμετέρας φύ‐ σεως, καὶ «πρωτότοκος ἐκ νεκρῶν, ἵν’ ἐν πᾶσι γέ‐ | |
5 | νηται πρωτεύων,» κατὰ τὸ γεγραμμένον. Ἥκει τε εἰσαῦθις ἡμῖν ἐξ οὐρανοῦ κριτὴς, ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. «Κρινεῖ γὰρ τὴν οἰ‐ κουμένην ἐν δικαιοσύνῃ,» καθὰ γέγραπται. Ἐπὶ τούτοις, ἀγαπητοὶ, τὰ τῆς ἁγίας ἡμῶν ἑορτῆς συνθή‐ | |
10 | ματα, ταυτὶ, τῆς θείας ἡμῖν πανηγύρεως ἀνακηρύτ‐ τει τὰς ἀφορμάς. Φέρε τοίνυν πάντα περιστείλαντες ὄκνον, καὶ πᾶσαν ῥᾳστώνην τῆς ἑαυτῶν διανοίας ἀποπεμψάμενοι, γοργῷ καὶ ἐγρηγορότι φρονήματι πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν δρομαῖοι χωρήσωμεν, | |
15 | τὸν θεῖον εἰς νοῦν ἔχοντες φόβον, τὴν εἰς ἀλλήλους ἀγάπην ἀσπαζόμενοι, τὴν τοῦ σώματος ἁγνείαν ἐπι‐ τηδεύοντες, τὸν ἐν ψυχαῖς μολυσμὸν παρωθούμενοι, τῶν πτωχῶν μνημονεύοντες τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι· μνημονεύοντες δὲ | |
20 | τῶν δεσμίων, ὡς συνδεδε[σ]μένοι· καὶ πάντα πράτ‐ τοντες μετὰ φόβου Θεοῦ. Τότε γὰρ, τότε τῷ πάντων Δεσπότῃ καὶ Σωτῆρι Χριστῷ καθαράν τε καὶ ἀνυπέ‐ τιον τὴν νηστείαν ἐπιτελέσομεν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἐπὶ ἐννάτης τοῦ Φαμενὼθ μη‐ | |
25 | νὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ τεσσαρεσκαιδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύον‐ τες μὲν τὰς νηστείας, τῇ ἐννεακαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυ‐ | |
30 | ριακῇ, τῇ εἰκάδι τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκο‐ στῆς· ἵνα καὶ δι’ ὀρθῆς πολιτείας τοῖς ἁγίοις πάλιν ἐντρυφήσωμεν λόγοις· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ | |
35 | Πνεύματι, τιμὴ καὶ δόξα καὶ κράτος. Ἀμήν. | |
38t | ΛΟΓΟΣ ΙΒʹ. | |
39 | αʹ. Σκιὰν μὲν ὁ νόμος ἔχει τῶν μελλόντων ἀγαθῶν, | |
40 | καὶ τὸ λαμπρὸν τῆς ἀληθείας ὑποπλάττεται σχῆμα, διὰ τύπου καὶ αἰνιγμάτων, τῶν διὰ Χριστοῦ τεθεσπι‐ σμένων ὑποφαίνων ἡμῖν τὸ μυστήριον. Τοιγάρτοι διεκελεύετο τοῖς υἱοῖς Ἰσραὴλ λέγων· «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν.» | |
45 | Ἡμεῖς δὲ τῶν τύπων ἰόντες ὡς ποῤῥωτάτω, τῶν ἀρ‐ χαίων σχημάτων τὴν τῶν καθ’ ἡμᾶς πραγμάτων ἀπαλλάττοντες φύσιν, προὐργιαιτέραν ποιώμεθα τῶν θείων καὶ εὐαγγελικῶν ἐνταλμάτων τὴν παίδευσιν. Καὶ ἐπείπερ ἡμῖν ἡ διαφανὴς καὶ εὐσημοτάτη πά‐ | |
77.665(50) | λιν ἀνέλαμψεν ἑορτὴ, τοὺς ὑπὲρ τῆς εὐκοσμίας ἀγῶνας, καθάπερ τι τῶν ὡρίμων ἑαυτῇ συνεισάγου‐ σα, δότε δὴ, δότε τὰς τῶν ἁγίων ἰχνηλατοῦντι φω‐ νὰς, καθάπερ ἐξ ἱερᾶς ἡμῖν ἀναφωνῆσαι σάλπιγγος· | |
«Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς | ||
77.668 | τρίβους αὐτοῦ.» Τὸ γὰρ οἶμαι ζῇν ἐπείγεσθαι φιλο‐ θέως, καὶ τοῖς ἐξ ἐπιεικείας αὐχήμασι κατασεμνύ‐ νεσθαι φιλεῖν, ἔν γε τῷ παρόντι μάλιστα καιρῷ τὸ ἑτοιμάζειν ἐστὶ τὴν ὁδὸν Κυρίου, καὶ τὴν τοῖς ἑορ‐ | |
5 | τάζουσιν πρέπουσαν ἐξ ἀγαθοῦ συνειδότος εἰσδέχεσθαι θυμηδίαν. «Τοῖς μὲν γὰρ ἀσεβέσι οὐκ ἔστι χαίρειν, λέγει Κύριος.» Πῶς γὰρ ἂν ἢ πόθεν ἁρμόσαι τοῦτο αὐτοῖς, ἐπηρτημένην ἔχουσι τὴν ἐφ’ οἷς εὐθύνονται δίκην; Τό γε μὴν ἐν εὐπαθείαις εἶναι πνευματικαῖς, | |
10 | καὶ λιπαρωτάταις ἐλπίσι καταπιαίνεσθαι, πρέποι ἂν εἰκότως τοῖς ὅτι μάλιστα βεβιωκόσιν ὀρθῶς, καὶ ὥσπερ τινὰ κανόνα τῆς οἰκείας ζωῆς τὸν θεῖον ἀπο‐ φήνασι νόμον. Ὅθεν, ἅγιοι ἀδελφοὶ, κλήσεως οὐρα‐ νίου μέτοχοι, κατα[κ]ονῶμεν ἀλλήλους εἰς παροξυσμὸν | |
15 | ἀγάπης καὶ καλῶν ἔργων, κατὰ τὸ γεγραμμένον, διαμεμνημένοι τοῦ λέγοντος· «Σίδηρος σίδηρον ὀξύναι, ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑταίρου.» Ὅνπερ γὰρ τρόπον οἱ βαρβαρικαῖς ἐφόδοις ἀντεγει‐ ρόμενοι, καὶ ἀντεξάγειν θέλοντες ὡς ἔνι καλῶς, πα‐ | |
20 | ραθήγουσι μὲν ἀλλήλοις εὐτολμίαν, καὶ παρακροτεῖν ἐπείγονται εἰς ἐπίδειξιν αὐτοῖς ῥώμης τε καὶ τέ‐ χνης, τὸν τοῦ πολέμου καιρὸν εὑρῆσθαι πιστεύοντες, οὕτω τε δεινοὶ καὶ δυσκίνητοι τοῖς δι’ ἐναντίας ἐμ‐ πίπτουσιν· ὄκνου μὲν ἤδη πως ἀμείνους ὄντες καὶ | |
25 | δείματος, καὶ τῶν ἀνωτάτω κινδύνων κατευμεγε‐ θοῦντες, εἰ τύχοι· οὕτω δὴ χρῆναί φημι τοὺς οἷ[σ]περ ἂν εἶεν τῆς ὁσιότητος ἐρασταὶ, τοῖς τοῦ διαβόλου κα‐ κουργήμασιν ἀοκνότατα μὲν ἀντιφέρεσθαι φιλεῖν· εὐσθενεστάτην δὲ οὕτω ποιεῖσθαι τὴν ἀντίστασιν, ὡς | |
30 | αὐτό που λοιπὸν ἀληθεύοντας ἐκεῖνο φωνεῖν· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἣ λιμὸς, ἢ γυμνό‐ της, ἢ κίνδυνος, ἢ μάχαιρα;» Κατακομίσαι γὰρ ἂν εἰς δειλίαν ἡμᾶς τὸ σύμπαν οὐδὲν, εἰ τῆς τῶν ἁγίων | |
35 | ἀρετῆς κατ’ ἴχνος ἑπόμενοι, τὴν αὐτὴν ἐκείνοις ἔχο‐ μεν γνώμην, ἀνδριζομένοις τε καὶ λέγουσι· «Κύριος φωτισμός μου καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δει‐ λιάσω;» —«Δεῦτε τοιγαροῦν, ἀγαλλιασώμεθα τῷ | |
40 | Κυρίῳ,» κατὰ τὸ γεγραμμένον, «ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν.» Καλεῖ γὰρ ἡμᾶς καὶ νῦν ὁ καιρὸς εἰς τριπόθητον ἑορτήν. Καὶ ἐπείπερ ὁ πᾶσιν ἀπηχθη‐ μένος κατηργήθη θάνατος ἐν δυνάμει Χριστοῦ, καὶ ἡ πάλαι δεινὴ καὶ δυσάλωτος ἀνῃρέθη φθορὰ, διὰ | |
45 | τῆς ἀναστάσεως αὐτοῦ, φέρε τι μέγα καὶ διαπρύσιον ἱέντες κήρυγμα τοῖς ἁπανταχόσε λέγωμεν· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.» Καὶ τίς ἂν γένοιτο πάλιν ὁ τῆς ἀγαλλιάσεως τρόπος τοῖς ἐν Χρι‐ στῷ τοῦτο δρακῆ ἑλομένοις; Ὅτι μάλιστα πρέπων, | |
77.668(50) | τὸ ἀποφοιτῆσαι μὲν ᾗ τάχος τῆς γεωδεστέρας καὶ χαμεῤῥιφοῦς ἡδονῆς, καὶ ἁπαξαπλῶς ἐπιθυμίας ἁπάσης σαρκικῆς· ἀνθελέσθαι δὲ μᾶλλον τὰ ἐν μοίρᾳ τῇ κρείττονι, καὶ τοῖς ἐκείνων ἀμείνοσιν ἐπιδιδόντας | |
τὸν νοῦν, ἀποπληροῦν ἐπείγεσθαι, καὶ μάλα προθύ‐ | ||
77.669 | μως, τὸ διὰ φωνῆς ἡμῖν τοῦ μακαρίου Παύλου καλῶς τε καὶ ὀρθῶς εἰρημένον· «Τῶν ὄπισθεν ἐπιλανθα‐ νόμενοι, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενοι.» Οὐκοῦν παχείᾳ μὲν ὥσπερ καταχωννύσθω λήθῃ τὰ παριπ‐ | |
5 | πεύσαντα· καὶ δὴ τῆς ἀρχαιοτέρας ἀβουλίας ἀποφοι‐ τήσαντες, τοῖς ἔμπροσθεν ἐπεκτεινώμεθα· τουτ‐ έστιν, ἐπὶ τὸν ἐν φρονήσει τέλειον ἰέναι σπουδάζωμεν. Λελατρεύκαμεν «τῇ κτίσει παρὰ τὸν κτίσαντα· καὶ ἦμέν ποτε σκότος, νῦν δὲ φῶς ἐν Χριστῷ,» κατὰ | |
10 | τὸ γεγραμμένον. Κεκλήμεθα γὰρ εἰς ἐπίγνωσιν Θεοῦ· καὶ ταῖς ἡμετέραις διανοίαις τὸ τῆς ἀληθείας ἤστραψε φῶς. Κρηπὶς γὰρ αὕτη παντὸς ἀγαθοῦ, καὶ ἁπάσης ἀρετῆς ἐν ἡμῖν θεμέλιος. Τοιγάρτοι καὶ αὐτὸς ἡμῖν ἄνωθεν ὁ Θεὸς καὶ Πατὴρ, διὰ φωνῆς | |
15 | τῶν ἁγίων προφητῶν, αὐτὸ δὴ τουτὶ κατεσήμανε, λέγων· «Ἰδοὺ ἐγὼ τίθημι εἰς τὰ θεμέλια Σιὼν λί‐ θον ἐκλεκτὸν ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ.» Ἄριστα δὲ τοῦτο συνεὶς καὶ ὁ θεσπέσιος ἡμῖν ἐπεφώνει Παῦλος· «Ὡς | |
20 | σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα.» Καὶ τίς ὁ θε‐ μέλιος, ἢ ποία τις ἄρα τῶν καθ’ ἡμᾶς ἡ κρηπὶς, μαθήσῃ παρ’ αὐτοῦ βοῶντος ἀναφανδόν· «Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸ κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.» Οὐκοῦν ὑποβάθραν καὶ | |
25 | θεμέλιον ἔχοντες τῆς ἀληθοῦς θεογνωσίας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, κρατῶμεν τῆς ὁμολογίας, ὥς που καὶ Γράμμα φησὶν ἱερὸν, καὶ τὴν ἑαυτῶν καρ‐ δίαν κατασκεπτώμεθα, μὴ ἅρα τι τῆς θεομισοῦς ἀπι‐ στίας, οἷά τις ὄφις ἐν χειᾷ, διαλανθάνει λείψανον· μή | |
30 | τις «ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ,» κατὰ τὸ γε‐ γραμμένον. Πονηρὸν γὰρ τὸ χρῆμα, καὶ διαφόρητον νόσημα φαίη τις ἂν εἶναι νοῦ τὴν δυσγενῆ διψυχίαν, καὶ οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος, ἐπεί τι τὰ πάντων αἴσχιστα περιέσται δήπου, καὶ οὐχ ἑκοῦσι | |
35 | παθεῖν τοῖς τῇδε διακειμένοις. Εὐκατάσειστον μὲν γὰρ κομιδῇ, καὶ εἰς ἄκρον ἥκουσαν τῆς ὅλης, ὡς ἔπος εἰπεῖν, ἀσθενείας, ἐπαθρήσαι τις ἂν οἰκίαν τῆς ἐν ἀρχαῖς ὑποβάθρας ἀπολισθήσασαν, εὐκατα‐ γώνιστον δὲ παντελῶς. Κατὰ τὸν ἴσον τρόπον τῷ | |
40 | πειράζοντι Σατανᾷ τὴν τοῦ ἀνθρώπου ψυχὴν κατίδοι τις ἂν, εἰ τὸν οἰκεῖον ἀφεῖσα θεμέλιον, τουτέστι Χριστὸν, καὶ εἰς τὴν τῆς πίστεως ὑποβάθραν ταῖς διψυχίαις ὑβρίζουσα παραλόγως ἁλίσκοιτο. Καί μοι δοκεῖ περὶ τῶν τοιούτων εἰπεῖν ὀρθῶς τε καὶ | |
45 | ἀνεγκλήτως ὁ Χριστοῦ μαθητὴς, ὅτι «Κρεῖττον ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς ἀληθείας, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ παραδοθεί‐ σης αὐτοῖς ἁγίας ἐντολῆς. Γέγονε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς Παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον | |
77.669(50) | ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» Ὥσπερ γάρ ἐστι παμμόχθηρον, ἀδελφοὶ, τὴν ἀκά‐ θαρτον κύνα τὸν ἴδιον ἔμετον ἀναῤῥοφοῦσαν ἰδεῖν· (βδέλυγμα γὰρ εὐθὺς ὁ τοῦτο παθὼν), πάντως δήπου | |
καὶ ὁ τὴν ἕξιν ἀστεῖος καταστυγήσει βλέπων τὴν | ||
77.672 | ὗν, ὅτι μακρά τε καὶ κάκοσμος, ἐκ πηγαίων εὐ‐ θὺς ἀναπηδῶσα ναμάτων, βορβόροις εἰσαῦθις καὶ τοῖς εἰς ἄκρον καταμιαίνουσιν ἑαυτὴν ἐγκαθίησι τέλ‐ μασιν· οὕτως, οἶμαι, πάναισχρόν τε καὶ ἀτοπώτα‐ | |
5 | τον, μᾶλλον δὲ ἁπάσης ἀτοπίας τρέχον ἐπέκεινα, ἀληθὲς εἰπεῖν τῆς διψυχίας τὸ ἔγκλημα, παλινδρο‐ μεῖν ἀναπεῖθον ἐπὶ τὴν ἐν ἀρχαῖς ἀβουλίαν, καὶ ἐπ’ ἐκείνης αὖθις ἰέναι κελεῦον τῆς ἀσεβείας τὴν νόσον, ἣν διὰ πίστεως τῆς εἰς Χριστὸν παραδόξως | |
10 | ἀποκρουσάμενοι, τῆς πνευματικῆς εὐρωστίας ἐπεδρα‐ ξάμεθα, τὸν νοῦν ὑγιᾶ τε καὶ ἀσινῆ ἐσχήκαμεν. Οὐκοῦν ἀκόλουθον ἐκεῖνο δὴ πάλιν ἡμᾶς διασκεψα‐ μένους ἰδεῖν· Εἵ τι τῶν τοῦ σώματος ἡμῖν ἐπυρώθη μελῶν, καὶ νόσος αὐτὸ δεινὴ κατεβόσκετο· κατεκή‐ | |
15 | λησε δέ τις τῶν ἰατρῶν τὸ πάθος, τοῖς ἐκ τῆς τέ‐ χνης εὑρήμασι παρατρέπων εἰς ἡμερότητα, καὶ οἱονεί πως ἀνασειράζων τοῦ κακοῦ τὸν ἐπέκεινα δρό‐ μον, ἢ καὶ ἀνακόπτων εἰς τὸ παντελές, ἆρα τίς εἰς τοῦτο πεσὼν εὐηθείας ἁλώσεται, ὡς μὴ τοῦ παντὸς | |
20 | ἄξιον ἡγεῖσθαι τὸ χρῆμα, παλινδρομεῖν δὲ αὖθις ἐθελῆσαι πρὸς τὸ νοσεῖν; καὶ τίς ἄνους τε καὶ βρα‐ χυγνώμων ἀνὴρ εἴη ἂν εἴς γε τοσοῦτον, ὡς ἐνὸν ἑλέσθαι τὸ εὐρωστεῖν, τῶν ἐναντίων ἐρᾷν; Ἐπεὶ δὲ οὐχὶ τὸ σαρκίον ἡμῖν τὸ ἐκ γῆς, ἀλλ’ αὐτὸ τὸ κρά‐ | |
25 | τιστον, ψυχή τε καὶ νοῦς, ἀρχαίων καὶ μυσαρῶν ἀπήλλακται νοημάτων, καὶ τὴν τῆς πολιτείας διενηξάμεθα νόσον, οὐ τριπόθητον ἡγῇ τὸ ὑγιαίνειν ὦ τᾶν, ἥδυστον δέ σοι φαίνεται τὸ ἔτι νοσεῖν, καί‐ τοι διακρούσασθαι παρὸν, ἂν ἐθελήσῃς μόνον; Ἀλλ’ | |
30 | ἐκεῖνό που πάντως ἀνακεκραγώς τις ὀφθήσεται, καὶ ψυχρὸν ἀπὸ καρδίας ἀνοίσει λόγον. Καὶ ποῖον ἂν ἡμῖν εἰσοίσει τὸ βλάβος, τὸ πιστεύειν μὲν, ἕνα τῶν ὅλων εἶναι πατέρα καὶ γενεσιουργὸν, ἀπονέμειν δὲ τὰς τιμὰς καὶ τοῖς ἐγκοσμίοις δαίμοσι, Θρόνους | |
35 | ἡμῖν καὶ Ἀρχὰς, καὶ Δυνάμεις, καὶ Κυριότητας, καὶ αὐτῆς ὀνομαζούσης τῆς ἱερᾶς τε καὶ θεοπνεύ‐ στου Γραφῆς; Πρὸς δὴ τὸν εὐήθη καὶ γραώδη του‐ τονὶ λόγον πρέπειν οἶμαι πάλιν ἐκεῖνο εἰπεῖν, ὡς ἔστιν ἀπίθανον, ἀπηχές τε παντελῶς, μᾶλλον δὲ ἤδη | |
40 | καὶ σφαλερώτατον, ταῖς εἰς ἄκρον ἡκούσαις καὶ ἰσομέτροις τιμαῖς στεφανοῦν ἐπιχειρεῖν, καὶ τὸν τῆς ἐπιγείου βασιλείας ἐφιζάνοντα θώκοις, καὶ τοὺς ὑπὸ πόδα κειμένους, καὶ δοῦλον αὐτῷ τὸν αὐχένα ὑπ‐ εστρωκότας. Ἦ γὰρ οὐχὶ τὸ μὲν τῶν ὅλων κρατεῖν | |
45 | τοῖς τοῦτο λαχοῦσιν ὡς ἐξαίρετον ἀνακείσεται; τό γε μὴν ὑπεζεῦχθαι φαίη τίς ἂν τοῖς ἄλλοις ἁρμοδιώ‐ τατον; Ἀλλ’ ἐνδοιάσειν οἶμαι μηδένα. Καὶ εἰ μέν τινες εἶεν τῶν τεταγμένων ἐν ὑπηκόοις εὔνοι τε καὶ γνησιώτατοι, καὶ γερῶν καὶ δόξης ἀξιωθήσονται· εἰ | |
77.672(50) | δὲ ἀπειθεῖς καὶ δυσήνιοι, καὶ ἀτιμαγέλαι τινὲς ἐν τοῖς ὅτι μάλιστα πολεμιωτάτοις κατατετάξονται· καὶ τῆς ἁπασῶν ἐσχάτης μεθέξουσι δίκης. Πλὴν ἐκεῖνο ἐν τούτοις κατασκέψασθαι δεῖ. Δοίην ἂν ἔγωγε τῆς ἀρίστης εἶναι φρενὸς, τὸ εὖ μάλα δύνασθαι κατ‐ | |
55 | ιδεῖν, ὅτι καὶ τοῖς τῆς γνησιότητος λαχοῦσι τὴν | |
77.673 | δόξαν, καὶ μαρτυρουμένοις εἰς τοῦτο διὰ πραγμά‐ των, μέτεστι μὲν εὐκλείας καὶ τῆς ἀνωτάτω τιμῆς ἔσθ’ ὅτε, οὐ μὴν οἴκοθεν, οὐδ’ ἐξ οἰκείας αὐτοῖς ἐξου‐ σίας πεπορισμένης, ἀλλ’ ἐκ τῆς τοῦ κρατοῦντος | |
5 | ἐθελουσίου ῥοπῆς. Καὶ πηγὴ μὲν ἅπασι τιμῆς τε καὶ δόξης ἡ βασιλέως θέλησις· οἱ δὲ εἰσὶν οὐκ ἐν τοῖς ἔχουσι φυσικῶς, ἀλλ’ ἐν τοῖς δεχομένοις τὰ γέρα· καὶ ἕως μὲν ἑστᾶσιν ὀρθῶς φρονοῦντες τὰ βασιλέως, ἐρησεισμένην ἔχουσι τὴν δυναστείαν, καὶ εἰσὶ τῆς | |
10 | δόξης ἐν καλῷ. Μετατετραμμένοι δὲ πρὸς τὸ ἐναν‐ τίον, ζηλωτοὶ μὲν οὐκ ἔτι, τρισάθλιοι δὲ καὶ παντὸς ἐπέκεινα κακοῦ πεσόντες ἁλώσονται. Εἰ δὲ δήπου τις εἰς τοῦτο μοχθηρῶν καθήκοιτο βουλευμάτων, καὶ ἐξ ἀκράτου μανίας παρατεθη[γ]μένος εἰς ἀπόστασιν, | |
15 | καὶ ὅπλων αὐτῶν, καὶ τυραννικῶν ἐπιτηδευμάτων, ῥιψοκινδύνως ἁψάμενος, πόλεις τε καὶ χώρας ἐξανα‐ στήσειε, καὶ τὸν ἐξ ἀνάγκης ζυγόν τισιν ἐπιῤῥίψας, τὴν τῆς βασιλείας ἐφ’ ἑαυτῷ παραβιάζοιτο δόξαν· εἴη ἂν παρά γε τοῖς σώφροσιν, οὐχὶ διὰ τοῦτο τιμᾶ‐ | |
20 | σθαι πρέπον, ἀλλ’ οὐδὲ τοῖς τῶν ὅλων κρατοῦσι συντετάξεται· πολλοῦ γε καὶ δεῖ. Πραχθεὶς δ’ ἂν μᾶλλον τῆς ἀπονοίας τοὺς λόγους, καὶ τῶν οὕτως ἀνοσίων ἐγχειρημάτων ἐξαιτοῖτο ἂν, καὶ μάλα εἰκό‐ τως, τὴν ἰσοπαλῆ καὶ, ἵν’ οὕτως εἴποιμεν, ἰσήλικα | |
25 | δίκην. Ἀλλὰ ταυτὶ μὲν ἡμῖν ἐκ τῶν καθ’ ἡμᾶς πραγ‐ μάτων, εἰρήσθω τε ἅμα καὶ ἀναπεπλάσθω χρησί‐ μως, καθάπερ ἐν πίνακι γραφή. Φέρε δὴ οὖν ταῖς ἐπέκεινα τῶν αἰσθητῶν ἐννοίαις προβαλόντες, ὀξυωπέστερον τὸ θεῖον αὐτὸ κατασκεψώμεθα κάλ‐ | |
30 | λος, καὶ τὴν τῶν ὅλων βασιλίδα, κατά γε τὸ ἐγχω‐ ροῦν, καταθεώμενοι φύσιν, τήν τε ἄῤῥητον αὐτῆς δύναμιν καὶ ἐξουσίαν, ὡς ἔνι, καλῶς ἀναλογισάμε‐ νοι, τῶν παρ’ αὐτῆς γεγονότων καὶ ὑπ’ αὐτῇ κει‐ μένων ἐννοήσωμεν τὴν δουλείαν. Εἷς μὲν γὰρ ὁ πάν‐ | |
35 | των ἐστὶ Δεσπότης, καὶ γενεσιουργὸς, καὶ τῶν ὅλων Κύριος· ἐπειδὴ δέ ἐστι κατὰ φύσιν ἀγαθὸς, ἵνα τοῦτο ὑπάρχων, καὶ οὐχὶ αὐτῷ καὶ μόνῳ γινώσκοιτο, μετάσχοιεν δὲ καὶ ἕτεροι τῆς ἐνούσης ἡμερότητος αὐτῷ, παρεκόμισεν εἰς τὸ εἶναι τὰ οὐκ ὄντα ποτέ· | |
40 | καὶ ἀριθμοῦ μὲν κρείττονα πνευμάτων ἁγίων ἔκτισε πληθύν· τάξιν δὲ τοῖς γεγονόσι τὴν ἀρίστην ἐπιτι‐ θεὶς, τὸ μὲν ὠνόμασεν Ἀρχὴν, τὸ δὲ, Κυριότητα, Θρόνον δὲ ἕτερον, Ἀρχαγγέλους δέ τινας, καὶ μὴν καὶ Ἀγγέλους. Οὐ γὰρ ἕτερόν τι νοῶν ἢ ὅπερ ἔχει | |
45 | καλῶς τε καὶ ἀμωμήτως, πάντη τε καὶ πάντως, ἑκάστῳ τῶν γεγονότων, τὴν αὐτῷ καὶ μόνῳ δοκοῦ‐ σαν ἐπεμέτρησε τιμήν. | |
49 | βʹ. Οὐκοῦν ἀναρίθμιος μὲν ἐν τοῖς οὐρανοῖς ἡ τῶν | |
77.673(50) | ἁγίων ἀγγέλων πληθὺς, Ἀρχαὶ δέ τινες, καὶ Ἐξου‐ σίαι, καὶ Θρόνοι τέθεινται παρὰ Θεοῦ, οἱονεὶ τὴν πατρὸς ἢ καθηγητοῦ τινος τάξιν ἀποπληροῦσαι τοῖς ἄλλοις. Ἦν γὰρ οὕτω, καὶ οὐχ ἑτέρως, ἐξ οὐρίας | |
ὥσπερ τοῖς γεγονόσιν ἰέναι τὰ πράγματα. Ὅταν | ||
77.676 | τοίνυν τῶν ἱερῶν ἀκούσῃς Γραμμάτων, Δυνάμεις, καὶ Θρόνους, καὶ Κυριότητας ἀποκαλούντων τινὰς, μὴ πολύθεον ἐντεῦθεν διακηρύττεσθαι πλάνησιν ὑπο‐ λάβῃς, ἄνθρωπε· μηδὲ τῆς ἀμαθίας ἐπινηχόμενος | |
5 | λογισμοῖς, τῶν τῆς ἀληθείας παρακομίζου δογμάτων. Ὃ γὰρ ἔφην φθάσας, ἐρῶ πάλιν. Ὡς γὰρ ὁ μακά‐ ριος γράφει Παῦλος, «ταυτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.» Εἷς ὁ πάντων ἐστὶ γενεσιουργὸς καὶ Κύριος· καὶ μυρίαι μὲν μυριάδες | |
10 | ἁγίων ἀγγέλων παρεστήκασιν αὐτῷ· καὶ οὐκ ἔστι τι τῶν παρ’ αὐτοῦ γεγονότων, ὃ μὴ τὸν τῆς δουλείας ἔχει ζυγόν. Εἰ δὲ ἀπεσκίρτησάν τινες, καὶ οἷον ἐπὶ τῆς ζεύγλης ἑλκύσαντες τὸν αὐχένα, τετιμώρηνται, καὶ πεπτώκασι· καὶ τῆς ἀνωτάτω πόλεως εὐλόγως ἀπολι‐ | |
15 | σθήσαντες, πεπλανήκασί τινας τῶν ἐπὶ γῆς, τὴν τοῦ Θεοῦ δόξαν εἰς ἑαυτοὺς ἁρπάζειν ἐπιχειρήσαντες, ὧν εἷς καὶ πρῶτος ὁ Σατανᾶς· οὐχὶ δήπου πάντως καὶ θεοὺς εἶναι κατὰ ἀλήθειαν ὑποτοπητέον αὐτούς. Μία μὲν γὰρ ἡ κατὰ ἀλήθειαν τῶν ὅλων δεσπόζουσα [φύσις]. | |
20 | Πάντα δὲ τὰ παρ’ αὐτῆς κεκλημένα εἰς γένεσιν κτίσματα λογικὰ, τὴν οἰκετικὴν ἐπέχοντα τάξιν, τοῖς φύσει πρεπωδεστάτοις ἐπισεμνύνεται μέτροις· καὶ τοῦτο αὐτοῖς ἀξίωμα καὶ ὑπεροχὴ, τὸ διασώζειν δύνασθαι τὴν τεταγμένην αὐτοῖς καὶ εἰσποίητον ἀρχήν. | |
25 | Προσκυνεῖ δὲ σύμπαντα τὸν Δημιουργὸν, καὶ ἀκατα‐ λήκτοις εὐφημίαις τὸν τῶν ὅλων Δεσπότην καταγε‐ ραίροντα, διὰ πάσης ἄν τις ἴδοι τῆς θεοπνεύστου Γραφῆς. Καὶ γοῦν ὁ θεσπέσιος προφήτης Ἡσαΐας, «Εἶδον, φησὶ, τὸν Κύριον Σαββαὼθ καθήμενον ἐπὶ | |
30 | θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ Σαραφὶμ εἱστή‐ κεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέ‐ ρυγες τῷ ἑνί. Καὶ ταῖς μὲν δυσὶ, κατεκάλυπτον τὸ πρόσωπον, καὶ ταῖς δυσὶ, τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέτοντο· καὶ ἀμοιβαδὸν ἀντηχοῦντα, φησὶν, ἀλλή‐ | |
35 | λοις, ἅγιον ἐπεκάλουν τὸν τῶν δυνάμεων Κύριον.» Τοῦτο γὰρ σημαίνει τὸ Σαββαὼθ. Ἄθρει δὴ οὖν, ὅπως αἱ ἀνωτάτω δυνάμεις ἅγιαί τε καὶ λογικαὶ, τουτέστι τὰ Σεραφὶμ, μέτρον ἔχοντα τὸ δουλοπρεπὲς, τὸν θεῖον περι[ι]στᾶσι θρόνον, καθάπερ ἐν ὀφλήματος | |
40 | τάξει τὰς εὐφημίας ἀποτιννύοντα. Ἆρ’ οὖν ἐρήσομαι, ὦ γενναῖε, τίνι μὲν ἂν πρέποι τὸ ἐπὶ θρόνου καθίζειν ὑψηλοῦ καὶ ἐπηρμένου; τίνι δ’ ἂν τὸ παρεστάναι καὶ λειτουργεῖν; Ἀλλ’ οἶμαί που πάντως ἐκεῖνο ἐρεῖν, ἐξ αὐτοῦ τοῦ πράγματος ἀναπεπεισμένον· ὅτι τεκμη‐ | |
45 | ριοῖ μὲν ἡ κάθησις τὸ ἀξίωμα τὸ δεσποτικόν· μέτρον γε μὴν τὸ δουλοπρεπὲς, ἡ παράστασις. Σύνδρομον δὲ τοῖς Ἡσαΐου λόγοις, καὶ αὐτὸν εὑρήσομεν τὸν μα‐ κάριον Δαβίδ· «Κύριος γὰρ, φησὶν, ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ | |
77.676(50) | πάντων δεσπόσει.» Εἶτα τοῖς ἐπὶ τὰ σκῆπτρα δια‐ κελεύεται λέγων· «Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐ‐ | |
λογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λει‐ | ||
77.677 | τουργοὶ αὐτοῦ, ποιοῦντες τὸ θέλημα αὐτοῦ. Εὐλογεῖ‐ τε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ.» Ἰδοὺ δὴ κἀν τούτῳ, τὸν μὲν θεῖον ἐν οὐρανῷ φησιν ηὐτρεπίσθαι θρόνον· χρῆναι δὲ ἅπαντας ἀκαταλήκτως δοξολογεῖν, | |
5 | ἀγγέλους ἡμῖν ὀνομάζων καὶ λειτουργοὺς, καὶ δυ‐ νάμεις· ἐπὶ τούτοις ἅπασιν ἐπενεγκὼν τὸ, «Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ.» Ἀμαθὲς ἄρα, μᾶλλον δὲ καὶ τῆς ἐσχάτης ἀσεβείας ἀνάμεστον τὸ ποιήμασι μὲν τοῖς ἰδίοις ἐναριθμεῖσθαι τὸν ποιητὴν, | |
10 | τὸν δὲ τῶν ὅλων Δεσπότην τοῖς οἰκετικοῖς περιβάλλειν μέτροις. Τὸ γὰρ ἀναφέρειν τὸ ποιηθὲν εἰς τὴν τοῦ ποιήσαντος δόξαν, οὐδὲν ἕτερόν ἐστιν, ἢ εἰς τὴν τῶν ποιημάτων τάξιν κατακομίζειν τὸν ποιητήν. Ὅτι γὰρ ἀθέλητον αὐτῷ καὶ ἀπηχθημένον παντελῶς τὸ τοῖς | |
15 | παρ’ αὐτοῦ γεγονόσι συγκατατάττεσθαι, καὶ ὅτι πάν‐ δεινος ἐπήρτηται δίκη τοῖς τὴν θείαν ἀνατιθεῖσι δόξαν τοῖς ἀκαθάρτοις δαίμοσι, συνήσεις εὖ μάλα τοῖς Μωσαϊκοῖς περιτυχὼν συγγράμμασιν· ἔχει γὰρ οὕ‐ τως· «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος | |
20 | εἷς ἐστι.» Καὶ πάλιν· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Προσ‐ επιτάττει δὲ λέγων· «Ἐὰν δὲ ἐξολοθρεύσῃ Κύ‐ ριος ὁ Θεός σου τὰ ἔθνη, εἰς οὓς σὺ εἰσπορεύεις ἐκεῖ, κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀπὸ προσ‐ | |
25 | ώπου σου· καὶ κατακληρονομήσεις αὐτοὺς, καὶ κατοικήσεις ἐν τῇ γῇ αὐτῶν, πρόσεχε σεαυτῷ, μὴ ἐκζητήσῃς ἀκολουθῆσαι αὐτοῖς, μετὰ τὸ ἐξολοθρευ‐ θῆναι αὐτοὺς ἀπὸ προσώπου σου, μὴ ἐκζητήσῃς τοὺς θεοὺς αὐτῶν λέγων· Πῶς ποιοῦσι τὰ ἔθνη ταῦτα τοῖς | |
30 | θεοῖς αὑτῶν, ποιήσω κἀγώ. Οὐ ποιήσεις οὕτω Κυρίῳ τῷ Θεῷ σου. Τὰ γὰρ βδελύγματα, ἃ Κύριος ἐμίσησεν, ἐποίησαν τοῖς θεοῖς αὐτῶν· ὅτι τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν.» Καὶ πάλιν· «Ἐὰν δὲ ἀναστῇ ἐν σοὶ | |
35 | προφήτης, ἐνυπνιαζόμενος ἐνύπνιον, καὶ δῷ σοι ση‐ μεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλά‐ λησε πρὸς σὲ λέγων· Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οἷς οὐκ οἴδατε· οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προφήτου ἐκείνου, ἢ τοῦ ἐνυπνιαζομένου | |
40 | τὸ ἐνύπνιον ἐκεῖνο, ὅτι πειράζει Κύριος ὁ Θεὸς ὑμᾶς, τοῦ εἰδέναι εἰ ἀγαπᾶτε Κύριον τὸν Θεὸν ὑμῶν ἐξ ὅλης καρδίας ὑμῶν, καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. Ὀπίσω Κυρίου τοῦ Θεοῦ ὑμῶν πορεύεσθε· καὶ ὁ προφήτης ἐκεῖνος, ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος, ἐκεῖνος | |
45 | ἀποθανεῖται. Ἐλάλησε γὰρ πλανῆσαι ἀπὸ Κυρίου τοῦ Θεοῦ σου.» Οὐκοῦν θάνατος μὲν ἡ δίκη τοῖς ἐφ’ ἃ μὴ προσῆκεν, ἀνοσιώτατα, παρατρέπουσι τῶν ἀκε‐ ραίων τὸν νοῦν. Ὁ δὲ τοῖς εἰς τοῦτο πεσοῦσιν ἀνοίας ἐπιτιμῶν, δῆλος ἂν εἴη δήπουθεν, συμπροσκυνεῖσθαι | |
77.677(50) | μὲν ἑτέροις οὐκ ἀνεχόμενος, ἑαυτῷ δὲ καὶ μόνῳ τὴν τῶν ὅλων βασιλείαν ἐπιμαρτυρῶν. Τοιγάρτοι καὶ ἔφασκε διὰ φωνῆς ἁγίων· «Ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος δίκαιος καὶ σωτὴρ, οὐκ ἔστι πάρεξ | |
ἐμοῦ.» Ἕνα τοιγαροῦν τὸν ἐπὶ πάντων τε καὶ διὰ | ||
77.680 | πάντων ὁμολογοῦντες εἶναι Θεὸν, ἕτερον ἐπ’ αὐτῷ μηδένα καταλογισώμεθα· μηδὲ μὴν τὸν τῆς βασιλείας στέφανον ἢ τοῖς ὁρωμένοις κτίσμασιν, ἤγουν ἑτέροις τισὶν ἀπονέμοντες, ἁλισκώμεθα· τὴν μὲν γὰρ τοῦ | |
5 | Θεοῦ δόξαν οὐ παραλύσομεν, καὶ εἰς τοῦτο δρᾷν ἐπι‐ χειρήσαιμεν ἑαυτοὺς δὲ μᾶλλον τοῖς τῆς ἀπωλείας ἐνίεμεν βόθροις. Ἀλλ’ ἔστι τις ἴσως λαθραῖος μὲν ἔτι καὶ σκοτεινὸς τοῦ διαβόλου καὶ τῶν δαιμονίων προσκυνητὴς, ἐξωραΐζεται δὲ τοῖς εἰς εὐλάβειαν | |
10 | σχήμασι, καὶ ὅσον ἧκεν εἰς λόγους, τὸ γνήσιον ὑπο‐ πλάττεται. Ἀκουέτω τοιγαροῦν τῆς θεοπνεύστου βοώ‐ σης Γραφῆς· «Ὅτι ὁ Θεὸς οὐ μυκτηρίζεται·» καὶ μὴν καὶ τοῦ θείου Δαβὶδ ἀναμέλποντος, καὶ λέγοντος· «Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ | |
15 | φρονήσατε. Ὁ φυτεύσας τὸ οὗς, οὐκ εἰσακούει; Ὁ πλάσας τοὺς ὀφθαλμοὺς, οὐχὶ κατανοεῖ; Ὁ παιδεύων ἔθνη, οὐχὶ ἐλέγξει;» γʹ. Ὡς οὖν ἅπαντα τὰ καθ’ ἡμᾶς εἰδότος τε ἅμα καὶ ἐφορῶντος Θεοῦ, ἀσφαλῆ καὶ ἱδρυμένην ἔχωμεν τὴν πίστιν· καὶ τὸ ἐκ τῆς διψυχίας αἶσχος ἀποτριψώ‐ | |
20 | μεθα, μνημονεύοντες τοῦ μακαρίου Παύλου γράφον‐ τος· «Ὥστε, ἀδελφοί μου, ἑδραῖοι γίνεσθε καὶ ἀμε‐ τακίνητοι· περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Θεοῦ πάν‐ τοτε.» Φέρε τοίνυν τὸ ἐν πίστει γνήσιον, ὡς θυσίαν πνευματικὴν προσκομίζοντες τῷ Θεῷ, λέγωμεν ἐξ | |
25 | ἀνυπόπτου καρδίας· «Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν εἶ.» Καὶ πάλιν· «Κύριε, ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.» Πιστεῦσαι γὰρ δεῖ, τοὺς οἵπερ ἂν ἕλοιντο φρονεῖν ὀρθῶς, εἷς | |
30 | ὅτι καὶ μόνος ὁ ἐπὶ πάντων τε καὶ διὰ πάντων ἐστὶ Θεός· οὔτε αὐτὸς ὑφ’ ἑαυτοῦ πρὸς τὸ εἶναι παρακεκο‐ μισμένος, οὔτε μὴν παρ’ ἑτέρου τοῦτο λαχών· ἀλλ’ ὢν μὲν ἀεὶ καὶ ὑπάρχων, ἀϊδίως πρὸ παντὸς αἰῶνος καὶ χρόνων· ἄφθαρτος δὲ καὶ ἀνώλεθρος, φῶς ἀπρόσ‐ | |
35 | ιτον οἰκῶν, πηγὴ σοφίας καὶ ζωῆς, καὶ αὐτὸ κατὰ φύσιν ἐννοούμενος καὶ ὑπάρχων, ὅπερ ἐστὶ τὸ ἀγαθὸν, ῥίζα πάσης ἰσχύος· καὶ ὅτι μὲν ἔστι γινωσκόμενος, τί δὲ κατὰ φύσιν ἐστὶν ἀγνοούμενος. Διακεῖσθαι γὰρ οὕτως ἡμᾶς, καὶ τοῦ Σωτῆρος ἡμῶν ἔφασκε δεῖν μα‐ | |
40 | θητὴς, ὡδί πη λέγων· «Πιστεῦσαι γὰρ δεῖ τὸν προσ‐ ερχόμενον Θεῷ ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.» Ζητεῖν δὲ οὐκέτι. μὴ γὰρ δὴ κατὰ σαυτὸν ἐνδοιάσῃς, ἄνθρωπε, μηδὲ τοῖς ἐξ ἀμα‐ θίας συνωθούμενος λογισμοῖς, εἰς περιεργίαν ἐπι‐ | |
45 | σφαλῆ τολμήσῃς εἰπεῖν· Μεμυσταγώγημαι καὶ πεπί‐ στευκα, καὶ Θεὸν τὸν ἕνα δεδίδαγμαι προσκυνεῖν. Ἀλλὰ τί μὴ μανθάνω τοῦ προσκυνουμένου τὴν φύσιν; Ἄπαγε τοῖς ὑπὲρ νοῦν καὶ λόγον τὴν ἄκαιρον ἐπι‐ φέρων ζήτησιν. Τί γὰρ ὅλως ἡ ἀνθρώπου διάνοια, | |
77.680(50) | πρὸς τὴν ἄῤῥητον ἐκείνην καὶ ἀνέκφραστον φύσιν; ἢ τίς ἂν γένοιτο τοσοῦτος εἰς φρόνησιν, ὡς ἐκεῖνο δύ‐ νασθαι τὸ κάλλος ἐπιμετρεῖν; Ἄκουε τί φησιν ὁ θεσπέσιος προφήτης Ἡσαΐας αἰνιγματωδῶς αὐτό σοι | |
τουτὶ παραδηλῶν· «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, | ||
77.681 | καὶ τὸν οὐρανὸν σπιθαμῇ; Τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ;» Μηδὲν τοιγαροῦν πολυπρα‐ γμονήσας τῶν ὑπὲρ φύσιν, πρόσιθι διὰ πίστεως, ὅτι μὲν ἔστι καὶ ὑπάρχει, καὶ τῶν ὅλων κρατεῖ, συναι‐ | |
5 | νῶν τε καὶ συντιθέμενος· ἐπέκεινα δὲ ὥσπερ τῶν τῆς ἀνθρωπότητος μέτρων ἰέναι τὸν νοῦν σωφρόνως οὐκ ἐφιείς. Οὕτω παρεδέξατο τὴν πίστιν καὶ ὁ θε‐ σπέσιος Μωσῆς· Θεοῦ γὰρ λέγοντος· «Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Κύριος ὁ Θεὸς | |
10 | τῶν πατέρων ὑμῶν ἀπέσταλκέ με πρὸς ὑμᾶς·» δι‐ επυνθάνετο, λέγων· «Ἰδοὺ ἐγὼ πορεύομαι πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐρῶ πρὸς αὐτοὺς, ὅτι Προσκέκλη‐ ται Κύριος ὑμᾶς. Ἀλλ’ ἐρωτήσουσί με, φησί· Τί ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτούς;» Καὶ τί πρὸς | |
15 | ταῦτα Θεός; «Τάδε ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς. Τοῦτό μού ἐστι τὸ ὄνομα, καὶ μνημόσυνον αἰώνιον γενεῶν γενεαῖς.» Ἴδιον γὰρ τὸ εἶναι καὶ ὑπάρχειν ἀεὶ τῷ κατὰ φύσιν Θεῷ. Τὸ δὲ ὂν καὶ ὑπάρχον ἀνάρχως τε καὶ ἀκαταλήκτως, καὶ | |
20 | τὸν ἐκ τοῦ πεποιῆσθαι διαφεύξεται μολυσμὸν, καὶ ὅτι μὴ παρ’ ἑτέρου τὴν ὕπαρξιν ἔχει, αὐτὸ δι’ ἑαυτοῦ μαρτυρηθήσεται. Ἔστι γὰρ ἄκτιστος καὶ ἀγέννητος ὁ Θεὸς καὶ Πατὴρ, συμφυᾶ καὶ συναΐδιον ἔχων τὸν ἐκ τῆς οὐσίας αὐτοῦ γεννηθέντα Υἱὸν, «δι’ οὗ καὶ | |
25 | ἐποίησε τοὺς αἰῶνας,» καὶ τοῖς οὐκ οὖσί ποτε τὴν εἰς τὸ εἶναι δωρεῖται πάροδον, καὶ ζωογονεῖ μὲν ἅπαντα, ὅσα πάρεστι τοῦ ζῇν δεκτικά· φωτὶ δὲ τῷ θείῳ καὶ νοητῷ καταλαμπρύνει πάλιν τὰ φωτὸς ἐπι‐ δεᾶ. Καὶ τοῦτο εἰδὼς καὶ διδάσκων ὁ θεῖος ἡμῖν ἀνα‐ | |
30 | μέλπει Δαβὶδ, πρὸς τὸν τῶν ὅλων Πατέρα Θεόν· «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεὸς, οἱ δὲ υἱοὶ τῶν ἀν‐ θρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. Με‐ θυσθήσονται ἀπὸ πιότητος οἴκου σου· καὶ τὸν χει‐ μάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Ὅτι παρὰ | |
35 | σοῦ πηγὴ ζωῆς, καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.» Καὶ μὴν ὁ σοφώτατος Ἰωάννης, «Ἦν, ἔφασκε, τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμε‐ νον εἰς τὸν κόσμον.» Ἔστι γὰρ, ἔστιν ὁ μονογενὴς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀπαραποίητος χα‐ | |
40 | ρακτὴρ, ὅλον ἔχων ἐν ἰδίῳ κάλλει τὸν Γεννήτορα· καὶ ἐξ ὧν ἐστιν αὐτὸς, τὴν τοῦ τεκόντος φύσιν ἄριστα ζω‐ γραφῶν. Τοιγάρτοι καὶ ἔφασκεν, ὅτι «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι.» Πατέρα δὲ ὅταν ἀκούσῃς καὶ Υἱὸν, ἀναχώρει σωμάτων· καὶ τῆς περὶ | |
45 | τούτων ἐννοίας ἀποδραμὼν, φρόνησον ἃ δεῖ· σύνες τε ὅτι οὐ περί τινος τῶν ἐν γενέσει καὶ φθορᾷ λόγος ἡμῖν εἰς τὸ παρόν. Ἀσώματόν τι καὶ ὑπερούσιον ἡ τῶν ὅλων κατεξουσιάζουσα φύσις. Οὐκοῦν ἐξίτω σω‐ μάτων ὁ νοῦς, ὅταν τι μανθάνῃ περὶ Θεοῦ. Τὸ δὲ οὐ‐ | |
77.681(50) | σίας ἁπάσης σωματικῆς ἐπέκεινά τε καὶ ἀνωτάτω νοούμενον, οὔτ’ ἂν εἴη τόπῳ περιληπτὸν, οὔτε μὴν ταῖς τῶν σχημάτων ἰδέαις ὑποκείμενον. Ἀλλὰ καὶ ὅταν λέγηται γεννᾷν, οὐκ ἀποῤῥοίαις τισὶν ἢ ἀποτο‐ μαῖς ὑποπίπτον ἁλώσεται· πολλοῦ γε καὶ δεῖ. Ἄν‐ | |
55 | θρωποι μὲν γὰρ, ἤγουν ἕτερόν τι τῶν ἐνσωμάτων | |
ζώων τίκτουσιν ἐξ ἑαυτῶν, καὶ προβολαῖς ταῖς εἰς | ||
77.684 | ἕτερον ἰδικῶς ἔχει τὰ ἐξ ἑαυτῶν γεννήματα. Ὅ γε μὴν ἀσώματος, καὶ ἁπάσης ἐννοίας τῆς ἐν ἡμῖν ἐπέκεινα Θεὸς, τίκτει, μὴ μεριζόμενος· γεννᾷ, μὴ τεμνόμενος. Ἀλλ’ εἰ μέ τις βούλοιτο τὸν τῆς γεν‐ | |
5 | νήσεως τῆς θείας ἀφηγήσασθαι τρόπον, ἔροιτό τε προσιών· Πῶς οὖν ἡ θεία γεγέννηκε φύσις; οὐδὲν ἐρυθριάσας, ἐρῶ· Καὶ ποῖός σοι νοῦς νοήσει τὰ ὑπὲρ νοῦν; ἢ ποῖος ἂν ἡμῖν διερμην[ε]ύσει[ε] λόγος τὰ ὑπὲρ λόγον; Ὁ μὲν γὰρ μακάριος γράφει Παῦλος· «Ἡ | |
10 | εἰρήνη τοῦ Χριστοῦ ἡ ὑπερέχουσα πάντα νοῦν, φρου‐ ρήσει τὰς καρδίας ὑμῶν.» Ἀνέκφραστα δὲ παντε‐ λῶς τὰ τοιαῦτα δεικνὺς καὶ ὁ σοφώτατος ἔφη Σολο‐ μών· «Δόξα Κυρίου κρύπτει λόγον.» Ὅτι δὲ καὶ αὐτοὺς τοὺς ἁγίους ἀγγέλους, καίτοι τοσοῦτον ὄντας | |
15 | ὑπὲρ ἡμᾶς, ὁ τῆς τοῦ Υἱοῦ γεννήσεως τρόπος δια‐ λανθάνει, ἀναπείθει λέγων ὁ μακάριος Ἡσαΐας· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Σαφέστερον δὲ πάλιν ὁ προφήτης Ἀββακοὺμ, ἐξηγεῖται λέγων· «Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ.» Τί γὰρ ἂν | |
20 | βούλοιτο δηλοῦν τὸ, καὶ αὐτοὺς καλύψαι τοὺς οὐρα‐ νοὺς τὴν ἀρετὴν τοῦ Υἱοῦ, εἰ μὴ ὅτι καὶ μείζων ἐστὶ καὶ αὐτῆς τῆς ἄνω πληθύος καὶ τῶν ἁγίων ταγμά‐ των ὁ περὶ αὐτοῦ λόγος; Οὐκοῦν ἄῤῥητος μὲν ἁπάσῃ τῇ κτίσει καὶ ἀπερινόητος παντελῶς ἡ τοῦ Χριστοῦ | |
25 | γέννησις. Ἑπόμενοι δὲ ταῖς θείαις Γραφαῖς, καὶ καθάπερ ἐν ἐσόπτρῳ καὶ αἰνίγματι βλέποντες, καὶ γεννηθῆναί φαμεν, καὶ συνυπάρχειν αὐτὸν ἀϊδίως, κατὰ τοιούσδε τινὰς τρόπους· καὶ μικρὰ μὲν οἶδ’ ὅτι τὰ παραδείγματα, καὶ οὐ διαρκῶς ἡμῖν, ὅπως ἔχει, | |
30 | τὴν τοῦ Θεοῦ φύσιν καὶ τὸν τῆς γεννήσεως τρόπον κατασημῆναι δυνάμενα. Ἐννοεῖν δὲ ἀκόλουθον, ὡς οὐδέν ἐστιν ἐν τοῖς γεγονόσιν, ὅνπερ ἄν τις ἴδοι τῆς τοῦ Θεοῦ δόξης οὐχ ἡττώμενον. | |
38 | δʹ. Οὐκοῦν καθάπερ τινὰ τύπον αἰσθητὸν τοῖς θεω‐ ρήμασι προϋποτιθέντες τὸ παράδειγμα, ἐπὶ τὸ ἀσυγ‐ | |
40 | κρίτως ὑπερτεροῦν ἀναθρώσκωμεν, καὶ ὡς ἔνι μάλιστα καλῶς, κατά γε τὸ ἐφικτὸν, ἐπ’ αὐτὸ τῆς θείας φύσεως ἰόντες τὸ κάλλος, ἐννοῶμεν, ὅτι ὁ λόγος μὲν ὁ ἀνθρώ‐ πινος, καὶ μὴν καὶ τὸ εἶδος ὅπερ ἂν ἐννοοῖτο τυχὸν σώμασιν ἐνυπάρχειν, ἀνύπαρκτά τέ ἐστι, καὶ οὐδαμό‐ | |
45 | θεν ἰδίως ὑφεστηκότα· τὸ δὲ θεῖόν τε καὶ ὑπερκόσμιον γέννημα, τουτέστιν, ὁ Υἱὸς, ὑφέστηκεν, ἰδικῶς γεν‐ νηθεὶς ἐκ Πατρὸς τοῦ ἀγεννήτως ὑφεστηκότος. Θορυ‐ βείτω δὲ μηδένα τῶν λέξεων ἡ διαφορά. Οὐ γὰρ δὴ παραδεξώμεθα τάς τινων εἰκαιοβουλίας, τὰ ἀπὸ καρ‐ | |
77.684(50) | δίας αὐτῶν λαλούντων, καὶ οὐκ ἀπὸ στόματος Κυ‐ ρίου, κατὰ τὸ γεγραμμένον· οἷς ἀκόλουθον ἐπιφθέγ‐ ξασθαι καὶ εἰπεῖν· «Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὑτῶν.» Ἢ τάχα που, μᾶλλον δὲ καὶ ὡς ἀλη‐ | |
θῶς εἰπεῖν, τὰ καθ’ ἑαυτὰς οὐ γινώσκοντες, ἐπαί‐ | ||
77.685 | ρουσι μὲν εἰς ὕψος τὸ κέρας, «λαλοῦσι δὲ κατὰ τοῦ Θεοῦ ἀδικίαν,» ὡς καὶ αὐτὸς ἡμῖν ὁ θεῖος ἀνα‐ μέλπει Δαβίδ. Συνείροντες γὰρ ἀσυνέτως τὰ ἐξ ἀν‐ θρωπίνων ἐννοιῶν εὑρήματα, καὶ ἰσχνοῖς ὥσπερ τισὶ | |
5 | διαλογισμοῖς «ἱστὸν ἀράχνης ὑφαίνοντες,» κατὰ τὸ γεγραμμένον, τὰς τῶν ἁπλουστέρων ψυχὰς ἀνοσίως καταληΐζονται, μετατιθέντες εἰς πλάνησιν, καὶ τοῖς τῆς ἀπωλείας ἐνιέντες βόθροις. Ἀκουέτωσαν τοιγαρ‐ οῦν τῆς θεοπνεύστου βοώσης Γραφῆς· «Οὐκ ἔστιν ἡ | |
10 | σοφία αὕτη ἄνωθεν κατερχομένη,» ἀλλ’ ἐπίγειος, ψυ‐ χικὴ, δαιμονιώδης. Τί γὰρ δὴ καί φασιν οἱ τάλανες, τῆς πρὸς Πατέρα Θεὸν ὁμοουσιότητος, τὸ ὅσον ἐφ’ ἑαυτοῖς, ἐξέλκοντες τὸν Υἱόν; Καὶ πῶς ἂν δύναιτο τῷ ἀγεννήτῳ Πατρὶ ταυτὸν εἶναι κατὰ φύσιν τὸ γεννη‐ | |
15 | τόν; Πλείστη γάρ ἐστι μεταξὺ τῶν λέξεων ἡ δια‐ φορά. Φαίην γὰρ ἔγωγε πρὸς τοῦτο εὐθὺς, ὅτι διά‐ φορον μὲν ὁμολογουμένως τὸ ἐκ τῶν λέξεων ἡμῖν ὑποδηλούμενον, οὐ μὴν καὶ ἀποτεμεῖν τῆς πρὸς τὸν Πατέρα Θεὸν ὁμοουσιότητος τὸν Υἱόν. Οὐδεὶς γὰρ | |
20 | ἡμᾶς ἀναπείθει λόγος, καθάπερ ἐξ ἀνάγκης ὁμολο‐ γεῖν ἑτεροφυὲς εἶναι πάντως τοῦ γεννῶντος τὸ γεν‐ νώμενον· ἀλλ’ ἔστ’ ἂν ὅλως γεγεννῆσθαι πιστεύηται, κατά γε τὸν ἀληθῆ τῆς γεννήσεως τρόπον, ὁμοφυὲς ἔσται καὶ ὁμοούσιον τῷ γεγεννηκότι. Εἰ μὲν οὖν | |
25 | κατὰ τὸ ἀληθὲς γεγέννηκεν ὁ Πατὴρ, οὕτω τε ἔχειν καὶ αὐτοὶ τὴν τοῦ πράγματος ὁμολογοῦσι φύσιν, κατὰ τίνα δὴ τρόπον ὀθνεῖός τε ἔσται καὶ ἑτερογενὴς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν ἀναλάμψας Υἱός; Ἐλεγχθήσεται γὰρ, εἴπερ οὕτως ἔχοι, καθάπερ ἐκεῖνοι ληροῦντές | |
30 | φασιν, ἡ θεία παθοῦσα φύσις, ὃ μηδὲ αὐτὴ παθεῖν ἡ φύσις ἠνέσχετο. Ἀνθρώπου γὰρ ἄνθρωπος γέννημα· καὶ μὴν καὶ ἕκαστον τῶν ὅσα τὸν τοῦ δύνασθαι γεν‐ νᾷν παρεδέξατο νόμον, ὁμοειδῆ τε καὶ ὁμοούσιον, πάντως ἕξει τὰ ἐξ ἑαυτῶν· καὶ οὔτ’ ἂν ἄνθρωπος | |
35 | ἵππον, οὔτ’ ἂν ἵππος ἀποτέκοι κύνα. Ἐπειδὴ δὲ πολὺ τῶν καθ’ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ ἐν ἀμείνοσιν, ὑπερ‐ κείσεται δήπου καὶ κατὰ τοῦτο, καὶ ὁμοούσιον ἑαυτῷ τὸν ἴδιον ἔχων Υἱὸν νοηθήσεται· πάθοι γὰρ ἂν οὐδαμῶς, ὃ καὶ αὐτὴ τῶν γενητῶν ἡ φύσις παθεῖν | |
40 | αἰσχύνεται. Εἰ μὲν οὖν ἄριστα ἔχειν ἐδοκίμασεν ἐν ἀρχαῖς τὰ πάντα δημιουργῶν, τὸ δεῖν ἕκαστον τῶν πεποιημένων ὁμοούσιον ἑαυτῷ τὸ ἐξ αὐτοῦ τικτόμε‐ νον ἔχειν, τί τῶν καλλίστων ἑαυτὸν ἀποστερεῖ, μὴ οὕτως ἔχων αὐτός; Εἰ δὲ τοῦτο ἄτοπον νοεῖν, ἢ φράσαι | |
45 | (πάντα γὰρ αὐτῷ μετεῖναι πρέπει τὰ ἐξαίρετα), προσ‐ έσται δήπου καὶ τοῦτο. Εἰ δὲ οἴονται κατὰ ἀλήθειαν οὐ γεγεννηκέναι τὸν Θεὸν, τί τὸ τῶν λέξεων διάφορον ὡς ἀναγκαῖον προτείνουσι, καὶ παραλύειν ἐπιχειροῦσι τὴν τοῦ γεννήματος δόξαν, ἑτεροφυὲς εἶναι λέγοντες | |
77.685(50) | αὐτὸ παρὰ τὸν ἀγεννήτως ὄντα Πατέρα. Εἰ γὰρ μὴ γεγέννηκεν ὅλως ὁ Θεὸς καὶ Πατὴρ, οὐδὲ γεννητὸς ἔτι κατ’ αὐτούς ἐστιν ὁ Υἱός. Οὐκοῦν λελύσθω τὸ ζή‐ τημα, καὶ παυέσθωσαν ἡμῖν ἐπιτειχίζοντες ὡς ἄμα‐ χον πρόβλημα, τῶν λέξεων τὴν διαφοράν· καὶ εἰ μὴ | |
55 | γεγέννηκεν ὁ Πατὴρ, διδασκόντων αὐτοὶ τίς ἄρα ἐστὶν | |
77.688 | ὁ Μονογενὴς, περὶ οὖ φησιν ὁ Θεὸς καὶ Πατήρ· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.» Φησὶ γὰρ τὸ ἐκ γαστρός· πεποίηται γὰρ ὡς ἐπ’ ἀνθρώπων ὁ περὶ τούτων λόγος· ἵν’ ἐκ τῶν καθ’ ἡμᾶς τὸ ὑπὲρ ἡμᾶς | |
5 | ἐννοήσαντες, ἐξ αὐτῆς γεγεννῆσθαι τῆς τοῦ Πατρὸς οὐσίας πιστεύωμεν τὸν Υἱόν. Θαυμάζω δὲ ὅπως, καί‐ τοι πικροὺς ὄντας λίαν, καὶ ὡς οἴονται σοφοὺς, κἀ‐ κεῖνο διέλαθεν. Ὁ μὲν γὰρ θεσπέσιος Παῦλος, καίτοι τῶν θείων ἡμῖν μυστηρίων ταμίας ὑπάρχων, καὶ | |
10 | εἰς τοῦτο κεχειροτονημένος (ἀφωρίσθη γὰρ εἰς Εὐαγ‐ γέλιον Θεοῦ), δεικνύων ὅτι πρῶτός τε καὶ μόνος καὶ ἀληθῶς Πατὴρ ὁ Θεὸς, καὶ καθ’ ὁμοιότητα τὴν πρὸς αὐτὸν τὰ γεγονότα παρ’ αὐτοῦ τῇ τοῦ Πατρὸς κλήσει τετίμηται, γράφει περὶ αὐτοῦ· «Ἐξ οὗ πᾶσα πατριὰ | |
15 | ἐν τῷ οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται.» Οἱ δὲ ἀκρι‐ βεῖς τῶν ὑπὲρ νοῦν καὶ λόγον ἐνευνηταὶ, τὸν μὲν τῶν ὅλων Πατέρα Θεὸν, τῶν ἰδίων ἀποπέμποντες ἀγαθῶν, οὐ γεγεννηκέναι φασὶ κατὰ ἀλήθειαν τὸν Υἱὸν, ψευδώνυμον δὲ Πατέρα ὑπάρχειν, εἰσποίητον | |
20 | ἔχοντα τὸν Μονογενῆ. Οὐκοῦν, ὦ βέλτιστοι, φαίη τις ἂν αὐτοῖς καὶ μάλα εἰκότως, εἰ μὴ φύσει καὶ ἀληθείᾳ Πατήρ ἐστιν ὁ Θεὸς, καὶ εἰ μὴ γεγέννηκεν ἐξ ἑαυτοῦ, τουτέστιν, ἐκ τῆς οὐσίας αὑτοῦ, τὸν ἴδιον Υἱόν· ἡμεῖς δέ ἐσμεν κατὰ ἀλήθειαν πατέρες, ἐξ ἑαυτῶν ἔχοντες | |
25 | τὰ ἴδια τέκνα, πῶς ἔτι παρ’ αὐτοῦ «πᾶσα πατριὰ,» κατὰ τὸ γεγραμμένον; Καθ’ ὁμοιότητα γὰρ αὐτὸς τὴν πρὸς ἡμᾶς κέκληται Πατὴρ, καὶ οὐχ ἡμεῖς ἔτι δι’ αὐτοῦ πατέρες. Ἅπας γὰρ, οἶμαι, καὶ μάλα ὀρθῶς ἀναγκάσει λόγος τοὺς δι’ ἐναντίας καὶ οὐχ ἑκόντας | |
30 | εἰπεῖν, ὡς ἀεί πως ἔστι· δεύτερον μὲν τοῦ φύσει τὸ κατὰ θέσιν· νεώτερον δὲ τοῦ κατὰ ἀλήθειαν τὸ κατὰ μίμησιν καὶ ὁμοιότητα τὴν πρὸς αὐτό. Πρῶτοι τοιγαροῦν ἡμεῖς μὲν πατέρες, οἱ φύσει τοῦτο καὶ ἀληθείᾳ διὰ πραγμάτων ὁρώμενοι· δεύτερος δὲ καὶ | |
35 | μεθ’ ἡμᾶς καθ’ ὁμοιότητά τε καὶ μίμησιν ὁ Θεός. Εἶτα πῶς ἔτι πᾶσα πατριὰ παρ’ αὐτοῦ λοιπὸν ἐν οὐ‐ ρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται; Ἀλλ’ οὐ ταῖς ἐκείνων ἀθυρογλωττίαις, ταῖς δὲ τῶν ἁγίων προσεκτέον φω‐ ναῖς. Οὐκοῦν ψευδομυθήσει μὲν οὐδαμῶς ὁ θεσπέσιος | |
40 | Παῦλος· πρῶτος δὲ καὶ ἀληθῶς Πατὴρ ὁ Θεὸς δηλον‐ ότι, καὶ ὁμοούσιον ἔχει τὸν ἐξ αὐτοῦ γεννηθέντα Υἱόν· τοῦτο γὰρ ὁ τῆς ἀληθοῦς γεννήσεως καταση‐ μαίνει τρόπος. Ἀλλ’ ἴσως ἡμῖν ἑτέρους ἀντεξάγοντες λογισμοὺς, καὶ προτιθέντες ἁμαρτίας ἐφ’ ἁμαρτίαις, | |
45 | κατὰ τὸ γεγραμμένον, τῆς μὲν τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας εἶναι σημαντικὸν τὸ ἀγέννητον ἐροῦσι· τῆς δὲ τοῦ Μονογενοῦς, τὸ γεννητόν· ὅμοιον δὲ οὐκ εἶναι κατὰ τὴν φύσιν τῷ γεννητῷ τὸ ἀγέννητον. | |
52 | εʹ. Ἐγὼ δὲ, ἀγαπητοὶ, τεθαύμακα μὲν τῆς ἐνού‐ σης αὐτοῖς ἀποπληξίας τὸ μέγεθος. Ἐπιδείξω δὲ οὐκ | |
εἰς μακρὰν μὴ εἰδότας ἃ λέγουσι, μήτε περὶ τίνων | ||
77.689 | διαβεβαιοῦνται. Εἰ γὰρ μήτε τὸ ἀγέννητον ἐπὶ Θεοῦ καὶ Πατρὸς τὸ μηδὲν γεννηθῆναι σημαίνει· μήτε μὴν τὸ γεννητὸν ἐφ’ Υἱοῦ τὸ γεννηθῆναι δηλοῖ, ἀλλ’ οὐ‐ σιῶν εἶναι σημαντικὰ τὰ ὀνόματά φασι· πόθεν ἄρα | |
5 | μεμαθήκασι τοῦ Υἱοῦ τὴν πρὸς τὸν Πατέρα διαφο‐ ράν; Σημαινούσης γὰρ ἕτερον οὐδὲν τῆς λέξεως, ἢ ὅτι μόνον οὐσία ἐστὶ, τίς ἄρα διαμεμήνυκεν, ὡς ἔστιν ὀθνεῖος τοῦ Πατρὸς ὁ Υἱὸς κατὰ τὸ ἐν οὐσίᾳ ταυτὸν, κατ’ οὐδένα τρόπον αὐτῷ συναπτόμενος; Οὐκοῦν εἰ μὴ | |
10 | βούλονται νοεῖν, τοῦ μὴ γεννηθῆναι, σημαντικὸν τὸ ἀγέννητον· μήτε μὴν τοῦ γεννηθῆναι, τὸ γεννητὸν, ἀλλ’ οὐσίας ἁπλῶς ἀμφότερα, μηδεμιᾶς ἐντεῦθεν ὁρω‐ μένης διαφορᾶς· πόθεν ἡ ἑτερότης ἔσται διαφανής; Οὐσία γὰρ ὡς πρὸς οὐσίαν, καθὸ μόνον οὐσίαι νοοῦνται, | |
15 | οὐδὲν ἕξουσιν ἀλλήλαις τὸ ἐναντίον. Τί οὖν ἔτι κωλύσει τὸν Υἱὸν ὅμοιον εἶναι κατ’ οὐσίαν τῷ Πατρὶ, εἰ μὴ ἀλλήλοις ἀντίκειται τὰ ἐκ τῶν λέξεων σημαινόμενα; Ἐπειδὴ δὲ, ἀφέντες τὸ ἐν ἁπλότητι πολιτεύεσθαι, καὶ πιστεύειν ἀζητήτως τοῖς Ἑλλήνων λογάσιν ἑαυ‐ | |
20 | τοὺς προσνέμουσι, κἀκεῖθεν ἡμῖν ἐξοπλίζονται κατὰ τὸν ἀλαζόνα Γολιὰθ, οὕτω τε ἐξονειδίζουσι τὴν συν‐ αγωγὴν Κυρίου καθάπερ ἐκεῖνος· φέρε καὶ ἡμεῖς, κοσμικῆς μὲν αἰτίας καὶ πολυπλόκων συλλογισμῶν ἑαυτοὺς ἀπαλλάττωμεν, κατὰ τὸν μακάριον λέγοντες | |
25 | Δαβίδ· «Οὐκ εἴθισμαι ἐν τούτοις·» ῥάβδον δὲ ὥσπερ δυνάμεως ἔχοντες τὸν Χριστὸν, καὶ λίθον ἐκλεκτὸν, ὡς ἐν βραχεῖ καδίῳ τῷ νῷ προσίωμεν ἀγριαίνουσι. Καὶ δὴ καὶ βραχὺ τῆς ἐκκλησιαστικῆς ἁπλότητος διὰ τὴν χρείαν ἐνθέντες, ἐν οἷς εἶναι νομίζουσι δεινοὶ | |
30 | καὶ δυσάντητοι, παραφρονοῦντας ἐλέγχωμεν, ἵνα μήτε τὴν παρὰ Θεοῦ σύνεσιν ἔχοντες, μήτε μὴν τῆς ἔξω σοφίας ἐφικόμενοι κατὰ λόγον, δικαίως ἀκού‐ σειαν· «Ἕως πότε χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; ἢ Βάαλ, Βάαλ· ἢ Θεῷ, Θεῷ.» Ὅτι | |
35 | γὰρ ἀμαθῶς οὐσίας εἶναι σημαντικόν φασι τὸ ἀγέν‐ νητον, κἀντεῦθεν ἔσται καταφανὲς, καί μοί τι δότε βραχὺ τῶν παρὰ πολλοῖς φιλοσοφουμένων εἰπεῖν. | |
40 | ϛʹ. Ἐπυθόμην ὅτι ὅρους εἶναι φασί τε καὶ ὀνομά‐ ζουσι τὰ δι’ ὧν αἱ τῶν ὄντων οὐσίαι σημαίνονται· καὶ δοκεῖ τοὺς ὅρους ἀναπλέκειν αὐτοῖς ἐκ γένους καὶ διαφορᾶς ἢ διαφορῶν Γένος μὲν γὰρ εἶναί φασι τὴν σημαινομένην ἁπλῶς οὐσίαν, οἷον φέρε εἰπεῖν τὸ | |
45 | ζῶον· διαφορὰν δ’ αὖ τὸν παραδεικνύντα λόγον, πο‐ ταπὸν ἂν εἴη τὸ ζῶον, λογικὸν ἢ ἄλογον. Ἄνθρωπον μὲν γὰρ καὶ ἵππον εἴ τις ὁρίσασθαι βούλοιτο, ἐρεῖ μὲν ἁπλῶς ὅτι ζῶον. Ζῶον γὰρ ὁμοίως ὅ τε ἄνθρωπος καὶ ὁ ἵππος. Ἐπιφέρων δὲ τῷ γένει τὴν διαφορὰν, | |
77.689(50) | περὶ μὲν ἀνθρώπου, πάντως ἐρεῖ, ὅτι ζῶον λογικὸν θνητόν· περὶ δὲ ἵππου, ὅτι τὸ χρεμετιστικόν. Οὐκοῦν εἰ τὸ ἀγέννητος ὄνομα τὴν οὐσίαν ἡμῖν ὁρίζει τοῦ Θεοῦ, καὶ ὅρου δύναμιν ἡ λέξις ἔχει, ὑπὸ γένος ἔστω καὶ διαφοράν. Εἶτα τί πρὸς τοῦτό φασι; ὑπὸ ποῖον | |
55 | ἔσται γένος ὁ ὑπὲρ πάντων Θεός; ἢ ποίαν παρ’ ἐκεῖ‐ | |
77.692 | νον ἐπιδέξαιτο τὴν διαφοράν; Ἄλλως τε σαφῶς τε καὶ ἀκολούθως αἱ οὐσίαι κατασημαίνονται, οὐκ ἀφ’ ὧν οὐκ εἰσὶν, ἀλλ’ ἐξ ὧν εἶναι πιστεύονται· οἷον εἴ τις ἔροιτο τί ἐστι πῦρ, ἀποκρίνεται καθηκόντως τὸ | |
5 | θερμὸν, καὶ ξηρὸν, καὶ καυστικὸν, καὶ φωτιστικόν· ἀφ’ ὧν γάρ ἐστι, ποιεῖται τὴν δήλωσιν. Εἰ δὲ λέγοι πῦρ εἶναι τὸ μὴ ψυχρὸν, οὐκ ἀφ’ ὧν ἐστιν, ἀλλ’ ἐξ ὧν οὐκ ἔστι δηλοῖ· ἀτεχνὲς δὲ τοῦτο καὶ ἀλογώτατον. Εἰ τοίνυν ἐπὶ Θεοῦ τὸ ἀγέννητος ὄνομα, τὸ μὴ γεννηθῆναι | |
10 | δηλοῖ, οὐκ ἐξ ὧν ἐστιν ὁ Θεὸς, ἀλλ’ ἐξ ὧν οὐκ ἔστι, δια‐ μεμένηκεν ὅτι γὰρ μὴ γεγέννηται, σημαίνει τὸ ὄνομα. Πῶς οὖν κατ’ αὐτοὺς ὅρου δύναμιν ἡ λέξις ἔχει, ὅπως οὐσίας ἔσται σημαντικὸν, καὶ οὐχὶ μᾶλλον τινὸς τῶν τῇ οὐσίᾳ προσμεῖναι πεπιστευμένων; Ἀλλὰ | |
15 | ταυτὶ μὲν ἡμῖν πρὸς ἐκείνους. Εἰρήσεται δὲ πρὸς ὑμᾶς ὡς ἔστιν ἁπλοῦν τῆς Ἐκκλησίας τὸ κήρυγμα. Βεβαπτίσμεθα γὰρ εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα· ὁμοούσιον δὲ εἶναι τὴν ἁγίαν Τριάδα πι‐ στεύοντες, μίαν ἐν αὐτῇ προσκυνοῦμεν θεότητα· εὐ‐ | |
20 | χαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ, ὅτι τῆς ἡμετέρας ἕνεκα σωτηρίας καὶ ζωῆς ἐξαπέστειλεν ἐξ οὐρανοῦ τὸν ἴδιον Υἱὸν, γενόμενον ἐκ γυναικὸς, καὶ τὴν καθ’ ἡμᾶς ὁμοίωσιν ὑποδεδυκότα, καὶ ἀληθῶς γενόμενον ἄνθρωπον, ἵνα θριαμβεύσας τὰς Ἀρχὰς, καὶ τὰς | |
25 | Ἐξουσίας τῷ ἰδίῳ σταυρῷ προσηλώσῃ, κατὰ τὸ γε‐ γραμμένον, τὸ καθ’ ἡμῶν χειρόγραφον, καὶ ἁπά‐ σης μὲν ἡμᾶς αἰτίας ἀπηλλαγμένους, καθαροὺς ἀπο‐ φήνῃ, τῶν πάλαι πταισμάτων ἀπονίψας τὸν μο‐ λυσμόν· διακηρύξῃ δὲ «καὶ τοῖς ἐν ᾅδου πνεύμα‐ | |
30 | σιν, ἀπειθήσασί ποτε,» κατὰ τὸ γεγραμμένον, οὕτω δὲ λοιπὸν τὸν ἁπάντων ἐχθρὸν καταργήσῃ θά‐ νατον, ἐγηγερμένος ἐκ νεκρῶν. Καὶ μὴν καὶ τὰς ἄνω τοῖς ἐπὶ γῆς ἀναπετάσας πύλας, οὐρανοῦ πολίτην ἐργάσηται τὸν πάλαι δραπέτην. Ἥξει γὰρ, ἥξει κατὰ | |
35 | καιροὺς, καὶ καθάπερ αὐτὸς ἔφη, παραλήψεται πάν‐ τας ἡμᾶς μετ’ αὐτοῦ τοὺς ὀρθῇ διαπρέποντας πίστει, καὶ πολιτείᾳ λελαμπρυσμένους εὐαγγελικῇ. Καὶ τοῦτο εἰδότες, ἀγαπητοὶ, πάντα ῥύπον ἀπονιψάμενοι, κα‐ θαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ· καὶ γε‐ | |
40 | νώμεθα οἰκτίρμονες, ὡς ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν· ἐπαμύνοντες δὲ κατὰ δύναμιν τοῖς ἐν ἐνδείᾳ, χήρας καὶ ὀρφανοὺς ἀνακτησώμεθα, γυ‐ μνοὺς καὶ ἀστέγους εἰς τὸν οἶκον εἰσάγωμεν· καὶ ἁπαξαπλῶς, πᾶν εἶδος ἐπιτηδεύσωμεν ἀρετῆς. Οὕτω | |
45 | γὰρ, οὕτω νηστεύσωμεν καθαρῶς· ἀρχόμενοι μὲν τῆς ἁγίας Τεσσαρακοστῆς ἀπὸ τριακάδος τοῦ Μεχὶρ μη‐ νὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ πέμπτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ δεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, | |
77.692(50) | ἑσπέρᾳ βαθείᾳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορ‐ τάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ ἑνδε‐ κάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες εὐθὺς | |
καὶ τὰς ἐπτὰ ἑβδομάδας τῆς Πεντηκοστῆς. Οὕτω γὰρ, | ||
77.693 | οὕτω πάλιν τοῖς θείοις ἐντρυφήσομεν λόγοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κράτος, εἰς τοὺς αἰῶνας. Ἀμήν. | |
7t | ΛΟΓΟΣ ΙΓʹ. | |
8 | αʹ. Καλὸν, ὡς ἔοικε, μᾶλλον δὲ ἤδη καιρὸς, ἅγιος ἡμᾶς προσαιροῦντας λόγοις, ἥκειν τε εἰς μέσον, κα | |
10 | τὴν ἁγίαν καὶ πανεύφημον ἡμῶν ἑορτὴν προανακη‐ ρύττειν λέγοντας· «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς, καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ, κατὰ τὸ | |
15 | θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Ἐπετώθαζε μὲν γὰρ πάλαι κειμένοις ἡ ἁμαρτία, καὶ κατεστρατεύετο τυ‐ ραννικῶς τὸ τῆς σαρκὸς ἔμφυτον κίνημα, ποταμίου νάματος δίκην ταῖς ἁπάντων ψυχαῖς εἰσχεομένης ἀεὶ | |
20 | τῆς ἀκράτου καὶ ἀγρίας ἡδονῆς, καὶ κατωθούσης ἀεὶ πρὸς τὸ δεῖν ἑλέσθαι φρονεῖν τὰ ἐπὶ τῆς γῆς. Καὶ τάχα που ταῖς ἁπάντων ἀσθενείαις ἐπιμειδιῶν ὁ θάνατος, καὶ τὴν τῷ διαβόλῳ πρέπουσάν τε καὶ φίλην ὑπερ‐ οψίαν νοσῶν, μετ’ ἐκείνου ἀνακεκράγει, λέγων· «Τὴν | |
25 | οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι» Ἐπειδὴ δὲ εἰς τοῦτο ταλαιπωρίας κατώλισθέ τε καὶ κατεσείσθη τὰ καθ’ ἡμᾶς, ταῖς ἁπάντων συμφοραῖς μονονουχὶ καὶ ἐπι‐ | |
30 | στυγνάζων ὁ φιλοικτίρμων Θεὸς, διὰ φωνῆς Ἡσαΐου φησί· «Τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη· καὶ πλῆθος ἐγενήθη νεκρῶν, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον· καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, ὥστε μὴ διαλιπεῖν.» | |
35 | Ἀλλ’ εἰ καὶ κατέπιεν ὁ θάνατος ἰσχύσας, ἀλλὰ ἀφεῖ‐ λεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς. Πα‐ ρακομισθέντες μὲν γὰρ εἰς παράβασιν καὶ παρ‐ ακοὴν, καὶ τοῦ ζῇν ἐννόμως ἐκ φιλοσαρκίας ἡμαρτη‐ | |
40 | κότες, πλατὺ γελῶντα καὶ ὀνειδίζοντα τὸν φιλεγκλή‐ μονα Σατανᾶν, καὶ τὸ πονηρὸν τῶν δαιμόνων εἴχομεν στῖφος. Ἔστι γὰρ, ἔστιν «ἐχθρὸς καὶ ἐκδικητὴς,» κατὰ τὸ γεγραμμένον. Καὶ μὴν ἐπὶ τούτοις καὶ τοῖς ἀπὸ τοῦ συνειδότος ἐλέγχοις ὑπερυθριῶντες οἱ τά‐ | |
45 | λανες, καὶ τὴν πρὸς Θεὸν παῤῥησίαν ἐν τούτῳ παρ‐ ῃρημένοι, καὶ τί γὰρ οὐχὶ τῶν ἀτόπων νενοσηκότες, διετρίβομεν ἐπὶ τῆς γῆς. Ἐπειδὴ δὲ ὁ πάντων Δη‐ μιουργὸς ἠλέει κειμένους, καὶ παντὸς εἰς λῆξιν ἐλη‐ λακότος κακοῦ, παρεκάλει λέγων διὰ τῶν ἁγίων προ‐ | |
77.693(50) | φητῶν· «Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης· μηδὲν ἐντρα‐ πῇς, ὅτι ὠνειδίσθης. Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλεί‐ φων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι.» Ἔπεμψεν ἡμῖν ἐξ οὐρανοῦ τὸν μονογενῆ Θεὸν Λόγον, | |
γενόμενον ἐκ γυναικὸς καὶ ἐκ σπέρματος Ἀβραὰμ, | ||
77.696 | ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθεὶς κατανε‐ κρώσῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, καὶ πνευματικῆς εὐρωστίας ἀναπιμπλὰς, δι’ ἑαυτοῦ καὶ ἐν αὐτῷ τὴν φύσιν ἀναμορφώσῃ πρὸς τὸ ἀρχαῖον, καὶ ἀνάλωτον | |
5 | μὲν ἀποφήνῃ ταῖς ἁμαρτίαις, ὀλέθρου δὲ καὶ φθορᾶς ἀμείνω γενέσθαι παρασκευάσῃ. Καὶ τοῦτο εἰδὼς ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, | |
10 | καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» | |
15 | βʹ. Καὶ γοῦν τὸν πολύευκτον ἡμῖν τῆς ἐνανθρωπή‐ σεως κατασημαίνων καιρὸν, μᾶλλον δὲ ὡς ἤδη καθ’ ἡμᾶς γεγονὼς, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος προανακε‐ κράγει λέγων· «Αὐτὸς ὁ λαλῶν πάρειμι, ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρή‐ | |
20 | νης, ὡς εὐαγγελιζόμενος ἀγαθά.» —«Πολυμερῶς γὰρ καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πα‐ τράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ,» δι’ οὗ πάντες ἀν‐ εθάλλομεν εἰς ἀφθαρσίαν καὶ ζωήν. Ἀφίκετο γὰρ | |
25 | πρὸς ἡμᾶς «ὡς ὥρα ἐπὶ τῶν ὀρέων.» Καὶ τί δὴ τοῦτό ἐστι; Τὰ γὰρ ἐν ὄρεσί τε καὶ παραδείσοις φυτὰ, χειμῶνος αὐτοῖς ἐνιέντος τὴν πύκνωσιν, καὶ τὴν ἐκ ῥίζης ἰκμάδα διαθεῖν εἰς τὸ ἄνω πλου‐ σίως οὐκ ἐπιτρέποντος, μονονουχὶ καὶ αὐαίνεται, καὶ | |
30 | ἀκαρποῦται, φύλλων νοοῦντα τὴν ἐρημίαν. Ἀνα‐ δεδειγμένης δὲ τῆς ὥρας, τουτέστιν ἠρινοῦ γελῶν‐ τος καιροῦ, καὶ θερμοτέραις ἀκτῖσιν ἡλίου τὰ σύμ‐ παντα καταθέροντος, ἁπλοῦται τὸ μεμυκὸς, καὶ τῆς ἐκ βάθους ἰκμάδος ἐλευθέραν ἐχούσης τὴν εἰς ἅπαν | |
35 | ἤδη διαδρομὴν, μεθύουσι μὲν οἱ κλῶνες, ἀρτιθαλῆ δὲ φυλλάδος προαναβράττοντες χλόην, εὐθὺς τῷ ἰδίῳ στεφανοῦνται καρπῷ. Γέγονε τοίνυν ἡμῖν ὡς ὥρα ἐπὶ τῶν ὀρέων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Γέ‐ νοιτο δ’ ἂν καὶ τοῦτο σαφὲς καὶ δι’ ἑτέρων ἡμῖν | |
40 | ἱερῶν Γραμμάτων. Ἐν γάρ τοι τῷ ᾌσματι τῶν ᾀσμάτων τὸ τοῦ νυμφίου πρόσωπον εἰσκεκόμισται, καθάπερ τινὶ νύμφῃ τῇ Ἐκκλησίᾳ βοῶντος· «Ἀνά‐ στα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπο‐ | |
45 | ρεύθη ἑαυτῷ· τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασε.» Γέγονε δὲ πρὸς τοῦτο καὶ «ὡς πόδες εὐαγ‐ γελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά.» Ὠμοτάτων μὲν γὰρ ἔσθ’ ὅτε βαρβάρων μυρίανδροι στρατιαὶ, πόλιν ἢ χώραν καταδῃοῦν | |
77.696(50) | γλιχόμεναι, πολέμου πρόφασιν ποιοῦνται τὴν ἀπλη‐ στίαν· διαπιπτούσης δὲ τῆς ἐλπίδος αὐτοῖς εἰς τὸ ἐναντίον, καλοὶ λίαν οἱ πόδες τοῦ τὴν εἰρήνην τοῖς κινδυνεύουσιν ἀπαγγέλλοντος. Τοιουτονί τινα τρόπον | |
καὶ τὰ ἐφ’ ἡμῖν αὐτοῖς καταθρήσαι τις ἂν κατωρθω‐ | ||
77.697 | μένα διὰ Χριστοῦ. Μᾶλλον δὲ καὶ λίαν ἀκονιτὶ συν‐ εῖναι ῥᾷον, ὅτι σωτῆρα καὶ λυτρωτὴν ἀπέστειλεν ἡμῖν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ Πατήρ. Τύραννος ἀλαζὼν, οὐκ ἔθνους ἑνὸς, ἀλλ’ οὐδὲ πόλεως μιᾶς ἢ χώρας | |
5 | κατεστρατεύετο· ἀλλ’ ὃ ἦν ὑφ’ ἑαυτῷ ποιεῖσθαι, [τὴν οἰκουμένην] ἀνοσίως ἐπιχειρῶν, τοῖς ἰδίοις ζυ‐ γοῖς ὑπετίθει τὸν ἄνθρωπον· μεθιστὰς μὲν ἀγάπης τῆς εἰς Θεὸν, καὶ τῆς ἀληθοῦς θεογνωσίας ἀποσο‐ βῶν, πολυτρόποις δὲ μᾶλλον κατασπιλῶν ἁμαρτίαις, | |
10 | καὶ λάτριν ἀποτελῶν ταῖς τῶν δαιμονίων ἀγέλαις, καὶ τῇ κτίσει προσνέμων παρὰ τὸν κτίσαντα Θεόν. Οἱ μὲν γὰρ ἡλίῳ τὸ σέβας, οἱ δὲ σελήνῃ δωρούμε‐ νοι τὴν τῶν ὅλων βασιλίδα φύσιν, τῶν αὐτῇ καὶ μό‐ νῃ πρεπωδεστάτων ἐξέπεμπον γερῶν· ἕτεροι δὲ, γῇ, | |
15 | καὶ ὕδατι, καὶ ἀέρι, καὶ πυρὶ προσάγοντες τὴν προσ‐ κύνησιν, εἰς τοῦτο κατὰ βραχὺ κατώλισθον διεληλάκασι τῶν κακῶν, καὶ μέχρι τῶν ἀναισθήτων κατακομίζον‐ τες ξύλων τὴν τῆς θεότητος τιμήν τε καὶ δόξαν. Ταῖς τοιαύταις ἐνσπαταλῶν ὁ δράκων ὁ μιαιφόνος, | |
20 | μεγαλαυχῶν διετέλει, καὶ ἀκατάσειστον ἕξιν ᾠήθη τὴν εὐθυμίαν. Καὶ περὶ αὐτοῦ μὲν ὁ μακάριος προ‐ φήτης Ἱερεμίας ἔφασκεν· «Οὐαὶ ὁ πληθύνων ἑαυ‐ τῷ τὰ οὐκ ὄντα αὐτοῦ (ἕως τίνος;) καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς.» Θεοῦ γὰρ ὄντα τὸν ἄνθρω‐ | |
25 | πον, ἑαυτῷ συλλέγειν ἤθελε, δυσαχθεστέραν ἀεὶ τὴν ηὐτρεπισμένην αὐτῷ κατασκευάζων κόλασιν. Ὁ δέ γε σύνεδρος τῷ Θεῷ καὶ Πατρὶ Θεὸς Λόγος, ἀθέως ἡμῖν πεπραχόσι καὶ κινδυνεύουσι, τὸν τῆς σωτηρίας καιρὸν προευηγγελίζετο, λέγων· «Πνεῦμα Κυρίου | |
30 | ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτω‐ χοῖς ἀπέσταλκέ με· κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν.» Ἐπειδὴ δὲ τῆς ἐπηγγελμένης ἐπικουρίας παρῆν ὁ καιρὸς, ἑαυτὸν ἀντέταξεν ὑπὲρ ἡμῶν τοῖς | |
35 | τοῦ διαβόλου κακουργήμασι· καὶ τὸν μιαιφόνον ἐκεῖνον κατεχειροῦτο τύραννον, καὶ τοῖς τῶν πεπι‐ στευκότων ὑποστορέσας ποσὶ, διαῤῥήδην ἔφασκεν· «Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορ‐ πίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ | |
40 | οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.» Ὅσοι τοίνυν τῆς εἰς Θεὸν εὐσεβείας καθεστήκαμεν ἐρασταὶ, καὶ τῆς τῶν ἁγίων λαμπρότητος μεταλαχεῖν γλιχόμενοι, τὸ εἰς τὴν ἄνω γενέσθαι διψῶμεν πόλιν, ἐκεῖνο καθ’ ἑαυ‐ τοὺς ἐνθυμώμεθα. Βασιλεῖς μὲν γὰρ οἱ ἐπὶ τῆς γῆς | |
45 | ταῖς βαρβαρικαῖς ἐφόδοις ἐπιτιμῶντες ἀεὶ, καὶ τὰς ἐν ἑκάστῃ χώρᾳ διασώζοντες πόλεις, σωτῆρες καὶ λυ‐ τρωταὶ, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὀνομαζόμε‐ νοι, πλουσίως καταγεραίρονται. Οἱ δὲ τοῖς ἰδίοις ἐπαυχοῦντες ἀνδραγαθήμασιν, ὑπὸ πόδας μὲν ἰδίους | |
77.697(50) | ποιοῦνται τοὺς σεσωσμένους, θεσμοῖς δὲ καὶ νόμοις οἱονεὶ καταζεύξαντες, δασμολογεῖσθαι προστάττου‐ σιν, ὁμολογίαν ὥσπερ τινὰ τοῦ ὑποτετάχθαι δεῖν τὸ χρῆμα ποιούμενοι. Λελυτρωμένοι τοίνυν διὰ Χριστοῦ, | |
καὶ τῆς πολυθέου πλάνης ἐξῃρημένοι, καὶ τὴν πρὸς | ||
77.700 | Θεὸν οἰκειότητα δι’ αὐτοῦ πλουτήσαντες, καὶ εἰς τὴν τῶν ἁγίων ἐλπίδα μεταχωρήσαντες, αὐτῷ τὴν ἰδίαν ἀναθῶμεν ζωήν. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, «Εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι | |
5 | ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Τοῦτο καὶ ἐν τοῖς ἀρχαιοτέροις Γράμ‐ μασιν, ὡς ἐν σκιαῖς ἔτι καὶ τύποις ἡμῖν κατεγρά‐ φετο. Σκιὰ γὰρ ὁ νόμος, καὶ τῆς ἀληθείας ὠδίνει τὴν μόρφωσιν. | |
10 | γʹ. Ἔφη τοίνυν καὶ πάλαι Θεὸς πρὸς τὸν ἱερο‐ φάντην Μωσέα· «Ἐὰν λάβῃς τὸν συλλογισμὸν τῶν υἱῶν Ἰσραὴλ, ἐν τῇ ἐπισκοπῇ αὐτῶν, καὶ δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς αὐτοῦ τῷ Κυρίῳ, καὶ οὐκ ἕσται ἐν αὐτοῖς πτῶσις ἐν τῇ ἐπισκοπῇ αὐτῶν· καὶ | |
15 | τοῦτο ἔσται ὃ δώσουσί σοι, ὅσοι ἂν παραπορεύωνται, τὴν ἐπίσκεψιν τὸ ἥμισυ τοῦ διδράχμου, ὅ ἐστι κατὰ τὸ δίδραχμον τὸ ἅγιον εἴκοσιν ὀβολοὶ τὸ δίδραχμον. Τὸ δὲ ἥμισυ τοῦ διδράχμου, εἰσφορὰ Κυρίῳ· πᾶς ὁ παρα‐ πορευόμενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ | |
20 | ἐπάνω, δώσουσι τὴν εἰσφορὰν Κυρίῳ. Πλουτῶν οὐ προσθήσει· καὶ ὁ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ τοῦ ἡμίσεως τοῦ διδράχμου, ἐν τῷ διδόναι τὴν εἰσφο‐ ρὰν Κυρίῳ, ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν.» Ἔστι μὲν γὰρ ὁ στατὴρ, ἤτοι τὸ δίδραχμον, ἀκίβδη‐ | |
25 | λον νόμισμα, χαρακτὴρ δὲ αὐτῷ βασιλικὸς ἐνσημαί‐ νεται. Προσεκομίζετο δὲ τῷ Κυρίῳ παρὰ τῶν συν‐ τελεῖν εἰωθότων, οὐχ ὑπὲρ μόνης μιᾶς, ἀλλ’ ὑπὲρ δυοῖν κεφαλαῖν. Ἐτετάχατο δὲ δασμολόγοι, κατὰ τὸ τῷ νόμῳ δοκοῦν· οἳ καὶ τὴν τῶν Ἰουδαίων ἄνω τε | |
30 | καὶ κάτω διαθέ[ο]ντες χώραν, ἐν ἴσῳ τῷ μέτρῳ παρά τε πλουσίου καὶ πένητος συνεισφέρεσθαι δεῖν τὸ λύ‐ τρον ἐκέλευον, ἀκριβῆ τὸν τύπον [ἐπὶ] τῆς ἀληθείας ἀναδείξει φυλάττεσθαι θεσμοθετοῦντος Θεοῦ. Καὶ γοῦν εἰς Καπερναοὺμ εἰσεληλακότος ποτὲ τοῦ Σωτῆρος | |
35 | ἡμῶν Χριστοῦ, οἱ τῶν διδράχμων πρακτῆρες προσῆλ‐ θον τῷ Πέτρῳ λέγοντες· «Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα. Ὁ δὲ ἔφη· Ναί·» οὐχ ὑποτι‐ θεὶς τῷ νόμῳ τὸν ἐλεύθερον, οὐδὲ τοῖς οἰκέταις συν‐ τάττων τὸν Υἱὸν, ἀλλ’ εἰδὼς, ὅτι γέγονεν ὑπὸ νόμον | |
40 | ὁ νομοθέτης, ἵνα ἡμᾶς τῆς νομικῆς ἀρᾶς ἐξέληται, καὶ τῆς δουλείας τὸ σχῆμα μεταπλάττων ἐπὶ τὸ ἄμεινον, ἑαυτῷ συμμόρφους ἐργάσηται, καὶ υἱοὺς ἀποφήνῃ Θεοῦ, καθάπερ τινὶ λαμπρῷ περιβαλὼν ἀξιώματι, τῷ τῆς ἐλευθερίας πνεύματι. «Οὐ γὰρ | |
45 | ἐλάβομεν πνεῦμα δουλείας πάλιν εἰς φόβον,» ὡς ὁ θεσπέσιος γράφει Παῦλος, ἀλλ’ «ἐλάβομεν πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββὰ, ὁ Πατήρ.» Εἰσ‐ πεπαικότα τοίνυν εἰς τὴν οἰκείαν τὸν Πέτρον ἤρετο μὲν ὁ Σωτήρ· «Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνος λαμ‐ | |
77.700(50) | βάνουσι κῆνσον ἢ τέλη; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;» Διειπόντος γε μὴν, ἀπὸ τῶν ἀλλοτρίων συνερανίζεσθαι δεῖν, πάλιν ἔφη Χριστός· «Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. Ἵνα δὲ μὴ σκαν‐ δαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς θάλασσαν, βάλε | |
55 | ἄγκιστρον, καὶ τὸν ἀναβαίνοντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· | |
ἐκεῖνον λαβὼν, δὸς αὐτοῖς ἀντ’ ἐμοῦ καὶ σοῦ.» Συν‐ | ||
77.701 | ίης οὖν ὅπως ὑπὲρ δυοῖν κεφαλαῖν συνετελεῖτο τὸ δίδραχμον. Καὶ τί τὸ μυστήριον, ἢ ποῖον τῆς ἀλη‐ θείας τὸ κάλλος ἐν τῇ κατὰ νόμον σκιᾷ κεκρυμμένον εὑρήσομεν; Ὁ γάρ τοι στατὴρ ὁ ἀληθινὸς, ἡ τοῦ | |
5 | μεγάλου Βασιλέως εἰκὼν, τουτέστιν ὁ Υἱὸς, ὁ χα‐ ρακτὴρ καὶ τὸ ἀπαύγασμα τῆς οὐσίας τοῦ Πατρὸς, ἑαυτὸν δέδωκεν ὑπὲρ ἡμῶν· καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν οἰκείαν ψυχὴν ἐποιήσατο, οὐχ ἵνα μόνον διασώσῃ τὸν Ἰσραὴλ, καίτοι δοκοῦντα πλου‐ | |
10 | τεῖν τοῦ νόμου τὴν γνῶσιν, ἀλλ’ ἵνα καὶ τὴν ἀμέτρη‐ τον τῶν ἐθνῶν ἀγέλην, «ἐλπίδα μὴ ἔχουσαν,» ὡς ὁ Παῦλός φησι, καὶ παντὸς ἀγαθοῦ νοσοῦσαν τὴν ἐρη‐ μίαν, τῆς τοῦ διαβόλου πλεονεξίας ἐξέληται. Οὐκοῦν ὑπὲρ δύο κεφαλῶν, ὁ θεῖος καὶ οὐράνιος ἐδόθη στατήρ. | |
15 | «Λελυτρώμεθα γὰρ οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ. Ὀφειλέται τοίνυν ἐσμὲν τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῇν, ἀλλὰ τῷ λυτρωσαμένῳ καὶ ἐκπριαμένῳ Χριστῷ.» Καὶ γοῦν ὅτε τῆς Αἰγυπτίων πλεονεξίας τὸ | |
20 | δυσαχθὲς οὐ φέροντας κατηλέει λοιπὸν ὁ φιλοικτίρ‐ μων Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ τῷ τῆς δουλείας ζυγῷ παραλόγως ἐπηχθισμένους, πρὸς ἐλευθερίαν ἐκάλει· πικρὰς μὲν τοῖς ἀντεξάγουσιν ἐπεφίει πλη‐ γάς. Ἐπειδὴ δὲ δυσαλγήτως ἔχοντας ἐθεᾶτο λίαν, τῷ | |
25 | τῶν πρωτοτόκων θανάτῳ κατῃκίζετο· οἱ δὲ πρὸς τὸ λοῖσθον ἀλύοντες τῶν κακῶν, καὶ τῷ μεγέθει τῆς ἀδοκήτου συμφορᾶς εἴκοντες, μόλις ἀπαίρειν τῆς χώρας τοῖς βεβιασμένοις ἐπέταττον. Οὗ γεγονότος καὶ κατωρθωμένου, τὴν ἴσην ὥσπερ ἀντίδοσιν παρὰ | |
30 | τῶν λελυτρωμένων ἐζήτει Θεός. Ἔφη γὰρ οὕτω πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ἁγίασόν μοι πᾶν πρωτότοκον· πρωτογενὲς διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοί ἐστιν.» Εἶτα τοῦ νόμου τὴν αἰτίαν τοῖς ἐξ Ἰσραὴλ | |
35 | διεσάφει λέγων ὁ μακάριος Μωσῆς· «Καὶ ἔσται ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δώσει σοι αὐτὴν, καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικὰ τῷ Κυρίῳ.» Καὶ μεθ’ ἕτερα πάλιν· | |
40 | «Ἐὰν ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα, λέγων· Τί τοῦτο; καὶ ἐρεῖς αὐτῷ, ὅτι Ἐν χειρὶ κραταιᾷ ἐξ‐ ήγαγεν ἡμᾶς ὁ Κύριος ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. Ἡνίκα δὲ ἐσκλήρυνε Φαραὼ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, | |
45 | ἀπὸ πρωτοτόκου ἀνθρώπων ἕως πρωτοτόκου κτηνῶν. Διὰ τοῦτο ἐγὼ θύω τῷ Θεῷ πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικὰ, καὶ πᾶν πρωτότοκον υἱῶν μου λυτρώσο‐ μαι.» Καταπαίοντι δὲ τῷ Θεῷ τοὺς ἐχθροὺς, καὶ παραδόξως ἡμᾶς τῆς τοῦ διαβόλου τυραννίδος ἐξέλ‐ | |
77.701(50) | κοντι, ἀπονίζοντι δὲ τῶν πάλαι πταισμάτων ἀγα‐ θοῖς καὶ ἡμεροτάτοις νάμασιν, ἑαυτοὺς ὀφείλομεν, ἀγαπητοὶ, ἰσοστάθμοις δωροφορίαις ἀντιτιμῶντες τὸν εὐεργέτην. Φέρε δὴ οὖν, προλαμπούσης ὀρθῆς τε καὶ | |
ἀμωμήτου πίστεως, καὶ τοῖς ἐξ ἔργων ἀνδραγαθή‐ | ||
77.704 | μασι τὸν ἑαυτῶν Σωτῆρα καταγεραίρωμεν, ἐκπρε‐ πὲς ἀνάθημα καὶ θυσίαν ὄντως πνευματικὴν τὸ χρῆμα ποιούμενοι.» Γέγραπται γὰρ, ὅτι «Παρα‐ στήσετε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, | |
5 | εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» δʹ. Οὐκοῦν ἔν γε τῷ παρόντι μάλιστα καιρῷ τὴν ἀσιτίαν ἐπιτηδεύοντες, καὶ χαλινὸν ὥσπερ τινὰ τὴν νηστείαν ἐπάγοντες, σύνδρομον αὐτῇ τὸν ἐπιεικῆ καὶ νηφάλιον ποιώμεθα τρόπον. Ἐξαρκέσει μὲν γὰρ οὐ‐ | |
10 | δαμῶς εἰς κατόρθωσιν ἀρετῆς μόνη καὶ καθ’ ἑαυ‐ τὴν ἡ νηστεία· συγκατεζευγμένης δὲ ὥσπερ καὶ συν‐ ιούσης αὐτῇ τῆς ἐξ ἔργων ἀγαθῶν εὐωδίας, εὐπα‐ ράδεκτος ἔσται τῷ Θεῷ, καὶ παντὸς ἐπαίνου μεστή. Ἀλλ’ ἴσως ἐρεῖ τις, τοῖς ἐκ τοῦ συνειδότος ἐλέγχοις | |
15 | καταπτοούμενος· Τί οὖν ὅτι προκατέστιγμαι ταῖς ἁμαρτίαις, καὶ δυσαπόνιπτον ἔχω τῶν πταισμάτων τὸν ῥύπον; τίσιν οὖν ἄρα κεχρήσομαι λόγοις πρὸς τὸν τῶν ὅλων κριτήν; ἢ ποῖος ἡμῶν ἀποσκευάσει τρόπος τὴν ἐπὶ τούτοις ἀράν; Δυσδιάφυκτος ἡ δίκη· | |
20 | πάντα εἰδὼς γὰρ καὶ ἀπαραλόγιστος ὁ κριτής. Ἀντ‐ ακούσεται δὴ ὁ τοιοῦτος· Τὴν μὲν τοῖς φιλαμαρτήμο‐ σιν ἐπηρτημένην ἀρὰν, καλοῖς, ὦ οὗτος, προανα‐ θρήσας ὄμμασι, καταπέφρικας εἰκότως. Ἀλλά σε τῶν ἐπὶ τούτοις δειμάτων ἀπαλλαττέτω γράφων ὁ | |
25 | Παῦλος· «Ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ἡμῶν, ἐν αἷς ποτε περιεπατήσα‐ μεν κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθίας, ἐν | |
30 | οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν· καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς λοιποί. Ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὑτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, | |
35 | νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησε τῷ Χρι‐ στῷ.» Ὡς γὰρ αὐτὸς εἴρηκεν ὁ Σωτὴρ, «Οὕτω γὰρ ἠγάπησεν τὸν κόσμον ὁ Θεὸς καὶ Πατὴρ, ὥστε τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.» | |
40 | Θεὸς γὰρ ὢν καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Λόγος, καὶ ἄῤῥητον ἐκ Πατρὸς τὴν γέννησιν, ἰσοσθενής τε καὶ ἰσουργὸς τῷ φύσαντι, εἰκὼν καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, κεκένωκεν ἑαυτὸν, καθεὶς εἰς ἀνθρώπου μέτρον· καὶ φύσιν οὐκ ἀτιμά‐ | |
45 | σας τὴν οὕτω πεπατημένην, ἵνα ἡμᾶς ἁμαρτίας ἐξ‐ έληται· καὶ τῆς ἀρχαίας ἐκείνης ἀρᾶς ἀπαλλάξας, ὡς Θεὸς, θανάτου καὶ φθορᾶς ἀποφήνῃ κρείττονας. Ταύτης ἕνεκα τῆς αἰτίας γέγονεν ἄνθρωπος ὁ Μο‐ νογενὴς, γέγονεν ὑπὸ νόμου ὁ ὑπὲρ νόμον ὡς Θεός· | |
77.704(50) | κεχρημάτικε δοῦλος ὁ καὶ αὐταῖς ἀνωτάτω δυνάμε‐ σιν ἐποχούμενος, καὶ διὰ φωνῆς τῶν ἁγίων Σερα‐ φὶμ Κύριος Σαβαὼθ ὑμνούμενος. Ἆρ’ οὖν ἐπεί‐ περ γέγονεν ἄνθρωπος, ἀγνοήσομεν τὸν Δεσπότην; οὐκ ἐπιγνωσόμεθα τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λό‐ | |
55 | γον; οὐ προσκυνήσομεν τὸν Ἐμμανουήλ; Ἄπαγε | |
77.705 | ταύτης τῆς ἀτοπίας! Οἱ μὲν γὰρ οὕτω φρονεῖν ἐξ ἀμαθίας τετολμηκότες, καὶ τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι, ἀκούσονται τοῦ προφήτου λέ‐ γοντος· «Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ | |
5 | φλογὶ, ᾗ ἐξεκαύσατε.» Ἐποιμώξει δὲ αὐτοῖς καὶ ἡ Σοφία λέγουσα· «Ὢ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας, τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους.» Ἡμεῖς δὲ παρέντες τροχιὰν τὴν διεστραμμένην, τὴν ἐπ’ εὐθὺ βαδιούμεθα, ταῖς θεοπνεύστοις ἑπόμενοι Γρα‐ | |
10 | φαῖς· καίτοι δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γενόμενον ἄν‐ θρωπον, οὐχ ὡς ἐν ἀνθρώπῳ γεγονότα προσκυνήσω‐ μεν, ἀλλ’ ὡς αὐτοκαταφύσιν γενόμενον ἄνθρωπον. Ὡς γὰρ ὁ μακάριος Ἰωάννης φησὶ, καὶ ὡς αὐτὴ τῶν πραγμάτων μεμαρτύρηκεν ἡ φύσις, «Ὁ Λόγος | |
15 | σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Γέγονε δέ φαμεν σάρκα τὸν Λόγον, καὶ οὐκ εἰς τὴν τῆς σαρκὸς φύσιν μετακεχωρηκέναι. Τροπὴ γὰρ τοῦτό γε, καὶ θεοπρεποῦς ἀξίας ἀλλότριον. Ἀλλ’ ὅτι γεγένηται μὲν ἐκ γυναικὸς, καὶ γέγονε καθ’ ἡμᾶς τέλειος ἄν‐ | |
20 | θρωπος, ὅλῃ τῇ φύσει συγκεκραμένος, καθ’ ἕνωσιν δέ φημι τὴν ὑπὲρ νοῦν καὶ λόγον. Κεχρημάτικέ τε μεσίτης Θεοῦ καὶ ἀνθρώπων, συνείρων δι’ ἑαυ‐ τοῦ τὰ τῆς ἀλλήλων ὁμογενείας φυσικοῖς εἰργόμενα λόγοις. Ἐξῆπτε μὲν γὰρ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς | |
25 | οὐσίας ὡς Θεός. Ἐπελάβετο δὲ καὶ ἡμῶν, καθὸ γέ‐ γονεν ἄνθρωπος· ἀλλ’ οὐκ ἂν ἀπολισθήσειε τοῦ εἶναι Θεὸς, διὰ τὸ ἀνθρώπινον· ἀλλ’ ἔστι καὶ οὕτω Θεὸς, οὐ παραχωρούσης τὸ νικᾷν τῇ σαρκὶ τῆς ὑπὲρ πάντα θεότητος, ἀνακομιζούσης δὲ μᾶλλον εἰς ἰδίαν δόξαν | |
30 | τὸ προσληφθέν. Τοιγάρτοι καὶ ὁ σοφὸς Ἰωάννης, καίτοι γεννηθέντα διὰ γυναικὸς ἐπιστάμενος, οὐ κάτωθεν αὐτὸν, οὐδὲ ἐκ γῆς, ἄνωθεν δὲ μᾶλλον ἀφῖ‐ χθαί φησιν· «Ὁ γὰρ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάν‐ των ἐστὶν,» ἀνακεκράγει σαφῶς. Διαῤῥίπτοντες τοί‐ | |
35 | νυν ὡς ποῤῥωτάτω τὰ γραώδη τῶν ἀπίστων καὶ ψυχρὰ μυθάρια, τὸν ἑαυτῶν Δεσπότην ἐπιγνωσώμε‐ θα, καὶ εἰ γέγονεν ἄνθρωπος. Ἰουδαῖοι μὲν γὰρ οἱ τάλανες, τὸ τῆς εὐσεβείας ἠγνοηκότες μυστήριον, ἀνθ’ ὅτου διώκουσι καὶ λελυττήκασιν ἀκρατῶς, ἐρο‐ | |
40 | μένου Χριστοῦ, ἀμαθαίνοντες ἔφασκον· «Περὶ κα‐ λοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Διακει‐ σώμεθα δὲ οὐχ οὕτως ἡμεῖς. Οὐ γὰρ ἄνθρωπος ὢν εἰς τὴν τῆς θεότητος ἀναπεφοίτηκε δόξαν, ἀλλὰ | |
45 | Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος. Ποῦ γὰρ ἔτι κεκένωκεν ἑαυτὸν, κατὰ τὰς Γραφάς; Θεὸς οὖν ἄρα ὑπάρχων γέγονεν ἄνθρωπος· τεθεοποίηται γὰρ οὐδαμῶς ἄνθρωπος ὤν. Διὰ τοῦτό ἐστι καὶ προσκυ‐ νεῖσθαι πρέπων, καὶ εἰ νοοῖτο μετὰ σαρκός. Ὁ μὲν | |
77.705(50) | γὰρ μακάριος ἔψαλλε Δαβίδ· «Ὁ Θεὸς ἐμφανῶς ἥξει· ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.» Ὁ δὲ θεσπέσιος Θωμᾶς ψηλαφήσας τοὺς τύπους τῶν ἥλων, καὶ λοιπὸν ἐπιγνοὺς ὡς Θεὸν, προσεκύνει λέγων· «Ὁ Κύριός μου καὶ ὁ Θεός μου.» Καὶ τὸ Θεῖόν | |
55 | ἐστιν ἀναφὲς καὶ ἀόρατον· ἀλλ’ ἐπεδήμησεν ἐμφα‐ | |
77.708 | νῶς, ὡς οὐχ ἕτερος ὢν ὁ Λόγος παρὰ τὴν ἑαυτοῦ σάρκα καὶ τὸν ἐκ Παρθένου ναὸν, ἀλλ’ ὡς ἓν σὺν αὐτῇ νοούμενος· καθ’ ἕνωσιν δὲ δηλονότι, καθ’ ἣν καὶ λέγεται γεγονέναι σάρξ. Τοῦτον ἠτίμησαν οἱ τά‐ | |
5 | λανες Ἰουδαῖοι, καίτοι λέγοντα σαφῶς· «Ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον·» καὶ, «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου·» καὶ, «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.» Ἀλλ’ οὐδὲν τῶν τοιούτων ὑπολογισάμενοι, θυμῷ δὲ καὶ φθόνῳ τὸ νικᾷν ἐπι[σ]τρέψαντες, τελευ‐ | |
10 | τῶντες ἐσταύρωσαν. Πλὴν ἐπ’ ἀνηνύτοις τολμήμασιν ἁλοῦσιν αὐτοῖς, ἐπηρᾶτο λέγων ὁ Ψαλμῳδός· «Κύ‐ ριε, ἐν ὀργῇ σου συνταράξεις αὐτοὺς, καὶ καταφά‐ γεται αὐτοὺς πῦρ· τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων. | |
15 | Ὅτι ἔκλιναν εἰς σὲ κακά· διελογίσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆναι.» Οὐ γὰρ ἦν ἐφικτὸν τοῖς τοῦ θανάτου δεσμοῖς ἐνέχεσθαι τὴν ζωήν. Ἐγήγερται γὰρ ἐκ νεκρῶν, σκυλεύσας τὸν ᾅδην, καὶ εἰρηκὼς «τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει· | |
20 | Ἀνακαλύφθητε.» Ὁδοποιήσας δὲ τῇ ἀνθρώπου φύσει τὸ παλινδρομεῖν εἰς ζωὴν, ἐμφανῆ τε ἑαυτὸν κατα‐ στήσας τοῖς ἁγίοις μαθηταῖς, καὶ τῆς οἰκουμένης αὐτοὺς καταστήσας μυσταγωγοὺς, καὶ βαπτίζειν ἐπιτάξας εἰς ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ | |
25 | ἁγίου Πνεύματος, ἀνέβη πρὸς τὸν Πατέρα, πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ τοῖς ἄνω φαινομένοις πνεύμασιν, ἵνα βάσιμον καὶ ἡμῖν αὐτοῖς καταστήσῃ τὸν οὐρανόν. Καὶ γοῦν ἔφασκε τοῖς ἁγίοις μαθηταῖς· «Πορεύσομαι, καὶ ἑτοιμάσω ὑμῖν | |
30 | τόπον· καὶ πάλιν ἥξω, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν· ἵνα ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὑμεῖς μετ’ ἐμοῦ ἦτε.» Ἐπ’ οὖν τούτοις ἅπασιν ἑορτάζοντες, ἀναγκαίως ἁγνιζώμεθα πόνοις, καὶ ταῖς ἀσιτίαις κατανεκροῦντες τὴν σάρκα, μᾶλλον δὲ τὴν ἐν τῇ | |
35 | σαρκὶ καὶ ἐκ σαρκὸς ἡδονήν· ἵνα καθαροὶ καθαρῶς τῷ ἁγίῳ Θεῷ συναπτόμενοι διὰ μεσίτου Χριστοῦ, καὶ τῆς τῶν ἁγίων λαμπρότητος ἀξίους ὄντας ἑαυ‐ τοὺς ἀποφήνωμεν. Προστιθέντες δὲ τῇ νηστείᾳ καὶ τὰ ἐκ πράξεων ἀγαθῶν αὐχήματα, κατελεήσωμεν | |
40 | χήρας, ὀρφανοὺς ἐπισκεψώμεθα, διαθρύψωμεν πει‐ νῶντι τὸν ἄρτον, ἀμφιέσωμεν τὸν γυμνὸν, τοὺς ἐν δεσμοῖς ἐπισκεψώμεθα, πτωχοὺς ἀστέγους εἰσαγά‐ γωμεν εἰς τὸν οἶκον, καὶ ἁπαξαπλῶς πᾶν εἶδος ἐπι‐ τηδεύσωμεν ἀρετῆς. Τότε γὰρ, τότε νηστεύσωμεν | |
45 | καθαρῶς· ἀρχόμενοι τῆς ἁγίας Τεσσαρακοστῆς ἀπὸ τρισκαιδεκάτης τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ ὀκτωκαιδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ | |
77.708(50) | βαθείᾳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τετράδι καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες δὲ καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, κατὰ τὴν τοῦ θείου νόμου διάταξιν. Οὕτω γὰρ ὀρθοῖς καὶ ἀγαθοῖς ἔργοις | |
55 | κοσμούμενοι, τὴν τῶν οὐρανῶν βασιλείαν κληρονομή‐ | |
77.709 | σομεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
7t | ΛΟΓΟΣ ΙΔʹ. | |
8 | αʹ. Ἱεροὶ μὲν ἄνωθεν ὑμνήκασι λόγοι τῆς ἁγίας ἡμῶν ἑορτῆς τὰ συνθήματα· γεγωνὼς δὲ καὶ δια‐ | |
10 | πρύσιος, ὅτι προσῆκεν ἀνακραγεῖν ἐπ’ αὐτῇ, θε‐ σμοθετοῦσι, λέγοντες· «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν.» Ἐξῃρη‐ μένης δὲ ἤδη τῆς κατὰ νόμον σκιᾶς, καὶ μὴν καὶ εἰς ἐναργῆ καὶ ἐμφανεστέραν πραγμάτων δήλωσιν | |
15 | μετεῤῥυκότος τοῦ γράμματος, παρέντες ὡς ἕωλον καὶ ἀχρεῖον ἤδη πως τὸ τοῖς ἀρχαίοις ἐξευρημένον ἐν σκιᾷ τε καὶ τύποις, τὴν ἀσημοτέραν φημὶ τῶν σαλπίγγων ἠχὴν, τὴν ἀκριβῆ τε καὶ εὔρυθμον τοῦ κηρύγματος χρείαν τοῖς τῆς ἑορτῆς συνθήμασιν ὑπ‐ | |
20 | ηρετεῖν ἀναπείθωμεν. Νεομηνία γὰρ ἤδη φαίνεται, τουτέστιν, ὁ καινουργός τε καὶ νέος τῆς τοῦ Σωτῆ‐ ρος ἡμῶν ἀναστάσεως ἀνίσχει καιρός. «Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις,» κατὰ τὸ γεγραμμένον, «καὶ τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ πάντα γέγονε καινά.» Οὐκ‐ | |
25 | οῦν (ἰέναι γὰρ δὴ κατ’ εὐθὺς τοῦ πρέποντος οἰήσομαι δεῖν), «Ἁγιάσατε νηστείαν,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Τὸ δὲ ἁγιάζειν ἐστὶ τὸ καθιεροῦν, καὶ ὥσπερ τι τῶν ἐν λόγῳ προσκομίζειν ἀναθημάτων τῷ τῶν ὅλων κρατοῦντι Θεῷ. Οἱ μὲν οὖν ἐμπειροπόλεμοι, | |
30 | καὶ ἐκμελετᾷν ἑτέρους εἰδότες τὰ τακτικὰ, καιροῦ καλοῦντος εἰς μάχην, ἐκπεριθέουσι μὲν τῶν σφε‐ τέρων τὰς φάλαγγας· προσεκπέμπειν δὲ τὸ δεῖμα τῆς διανοίας προστάττουσι, καὶ ὅτι προσήκει γεν‐ ναίους προ[σ]αναφαίνεσθαι τῆς εἰς πόνους ἐμβολῆς, | |
35 | διὰ μυρίων ὅσον αὐτοὺς ἀναπείθουσι λόγων. Ἐγὼ δὲ δεῖν οἰήσομαι πάλιν τοῖς οὐκ ἀμελέτητον ἔχουσι τὴν ἀρετὴν, ἀλλ’ ἐν τοῖς ὅτι μάλιστα τετιμημένοις τὸ ἱδροῦν ὑπὲρ αὐτῆς εὖ μάλα πεποιημένοις, πρόκλη‐ σιν ὥσπερ τινὰ τῆς ἔν γε τούτῳ σπουδῆς, τὸν δια‐ | |
40 | θήγειν εἰδότα καταθέσθαι λόγον. «Καιρὸς γὰρ ἤδη ποιῆσαι τῷ Κυρίῳ,» κατὰ τὸ γεγραμμένον. Ποιῆ‐ σαι δὲ τί; τὸ κατανδρίζεσθαι παθῶν· τὸ ἐκνεκροῦν ἡδονὰς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ὁσίως τεθαυμα‐ σμένων καταρυθμίζειν τὸν νοῦν, τῇ τῶν ἁγίων παν‐ | |
45 | τευχίᾳ χρωμένους· ἐφ’ ᾗ καὶ ὁ πανάριστος ἡμῖν κατ‐ εσεμνύνετο Παῦλος· «Ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ· μή πως τοῖς ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.» Χρῆμα μὲν γὰρ δυσαχθές τε καὶ δύσοιστον ὁμολογουμένως, ὁ ἐπὶ ταῖς ἀσκήσεσι | |
77.709(50) | πόνος· πλουτεῖ δὲ καρποῖς τοῖς εἰς ἀρετήν τε καὶ εὐκοσμίαν, καὶ τῇ τοῦ χείρονος ὀλίγῃ ζημίᾳ, τὸ ἀσυγκρίτως ἄμεινον ὠφελεῖν. Καὶ τοῦτο σαφὲς κα‐ | |
ταστήσει λέγων ὁ μακάριος Παῦλος· «Εἰ γὰρ ὁ ἕξω | ||
77.712 | ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσω ἀνακαι‐ νοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.» Ἐπειδὴ γὰρ τῷ φρονή‐ ματι τοῦ πνεύματος τὸ μισαρὸν δὴ τοῦτο καὶ φιλ‐ ήδονον ἀνταίρει σαρκίον, ἀῤῥωστοῦν ἐν ἑαυτῷ | |
5 | τῆς ἁμαρτίας τὸν νόμον, καὶ κατερεθίζον ἀεὶ πρὸς ἃ νενευκότας, τὴν ἐπὶ τοῖς ἀμείνοσι δόξαν ἀπεμπολᾷν ἀναγκαῖον· φέρε τῶν αἰσχιόνων προθέντες τὸ ὠφε‐ λοῦν καὶ ψήφῳ θείᾳ τετιμημένον, νήψει τε καὶ ἐπιει‐ κείᾳ, τὸ μὲν ἀτίθασσον τῆς σαρκὸς κατευνάζωμεν | |
10 | κίνημα, φίλην δὲ ὥσπερ ποιώμεθα τὴν ἐγκράτειαν· καὶ τὰς ὁμόρους αὐτῇ καὶ γείτονας ἀρετὰς, τὴν ἀν‐ δρίαν φημὶ, τὴν δικαιοσύνην, τὴν φρόνησιν, ὥσπερ τινὰ στέφανον ἠρινοῖς καὶ εὐοσμοτάτοις ἄνθεσιν εἰς εἶδος τὸ ἐκπρεπὲς εὖ μάλα συνειλεγμένον, ταῖς | |
15 | ἑαυτῶν ἀνάψωμεν κεφαλαῖς· καὶ πάντα ῥύπον ἀπο‐ νιψάμενοι, καθαροὶ καθαρῶς ὁμοῦ τῇ νηστείᾳ τὴν τοῖς ἁγίοις πρεπωδεστάτην θεραπείαν ἐπιτελέσωμεν. Τότε γὰρ, τότε, λαμπροῖς οἷάπερ ἐσθήμασι τοῖς ἐξ ἀρετῶν αὐχήμασι κατηγλαϊσμένοι, τῆς οὐρανίου | |
20 | συμμεθέξομεν ἑορτῆς· οὐ τὴν ἀπευκτὴν ἐκείνην ἀκούοντες φωνὴν, ἣν ἐπί τινι τῶν κεκλημένων εἴρη‐ κεν ὁ Σωτήρ· «Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε, μὴ ἔχων ἔνδυμα γάμου;» Καιρῷ γὰρ ἁρμόζεσθαι, σο‐ φόν. Γέγραπται δὲ, ὅτι «Καιρὸς παντὶ πράγματι, | |
25 | καὶ πάντα καλὰ ἐν καιρῷ αὐτῶν.» Καὶ πρός γε τούτοις ἐκεῖνο πῶς οὐκ ἄξιον ἐννοεῖν; Ἆρα εἴ τις ἡμᾶς τῶν ἐν δόξῃ περιφανεστέρᾳ, καὶ ταῖς εἰς ἄγαν ὑπεροχαῖς ἐκτετιμημένων, ὡς αὐτὸν παρελθεῖν ἐκέ‐ λευε ἑορτῆς αὐτῷ συμμεθέξοντας, ἣν ἂν ἕλοιτο | |
30 | τελεῖν ἐπί τισι τῶν γνωρίμων, οὐ λαμπροὶ καὶ εὐεί‐ μονες ἀφίκοντο ἂν ἐπὶ τὴν ἑστίαν οἱ δαιτυμόνες; Δρῷεν γὰρ ἂν ὧδε τῆς τοῦ κεκληκότος φιλοτιμίας ἄξιον· Εἶτα πῶς τοῦτο ἀμφίλογον; Ὅτε τοίνυν τὸ μὴ ἐσκευᾶσαι λαμπρῶς τοῖς ἑορτάζουσιν οὐκ ἀζήμιον, | |
35 | πῶς οὐκ ἀπόχρη πρὸς ἔλεγχόν τε καὶ δίκην τοῖς τὴν θείαν ἀτιμάζουσι κλῆσιν, τὸ τῆς κατὰ νοῦν φαιδρό‐ τητος ἀμοιρῆσαι δοκεῖν; Οἳ μονονουχὶ ῥυπῶντες ἔτι καὶ ὀδωδότες, καὶ ταῖς τῶν ἁγίων σπουδαῖς ἀσυμφυᾶ τε καὶ ἀσύμβατον ἐπιτηδεύοντες βίον, πῶς εἶεν αὐ‐ | |
40 | τοῖς ἐναρίθμιοι; καίτοι λέγοντος ἀναφανδὸν τοῦ Χρι‐ στοῦ περὶ τῆς κατὰ καιροὺς ἐσομένης οἰκονομίας· «Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βα‐ σιλείᾳ τοῦ Πατρὸς αὐτῶν.» Ἐῤῥέτω δὴ οὖν ἡ τῶν ἐν κόσμῳ πραγμάτων ἀνοσία κοιλίς· καὶ συνοιχέ‐ | |
45 | σθω πορνεία, καὶ πλεονεξία, καὶ φθόνος, ψιθυρισμὸς καὶ καταλαλιὰ, καὶ ἀπάτη, καὶ δόλος. Συνθλᾶται γὰρ οὕτω τοῖς ἐκ φαυλότητος αἰτιάμασι καὶ ἡ παμ‐ μόχθηρος δίκη, ταῖς τῶν φιλαμαρτημόνων ἐφεδρεύου‐ σα κεφαλαῖς· ἀνατελεῖ δὲ ὥσπερ τὰ ἐφ’ οἷς ἂν εἰ‐ | |
77.712(50) | κότως ἐπισεμνύνοιτό τις· συνεσόμεθά τε τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ· καὶ μώμου παντὸς ἐλευθέ‐ ραν ἔχοντες δόξαν, τὸ ταῖς τῶν ἁγίων ἀγέλαις συν‐ αυλίζεσθαι δεῖν, ἀποκερδανοῦμεν εὐκόλως. βʹ. Οὐκοῦν ἁρμοστὴν ὥσπερ τινὰ, καὶ τῶν ἀρί‐ | |
55 | στων εἰσηγητὴν, εἰσδεξώμεθα πάλιν Ἰωάννην λέγοντα | |
77.713 | τὸν σοφόν· «Μὴ ἀγαπᾶτε τὸν κόσμον, μήτε τὰ ἐν τῷ κόσμῳ· ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ. Ὅτι πᾶν τὸ ἐν τῷ κό‐ σμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν | |
5 | ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου, ἣ οὐκ ἔστιν ἐκ τοῦ Πατρὸς, ἀλλ’ ἐκ τοῦ κόσμου ἐστίν. Καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ. Ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ, μένει εἰς τοὺς αἰῶνας.» Ὁρᾷς τοὺς ἁγίους σοφῇ καὶ ἀνεπιπλήκτῳ γνώμῃ συζῇν | |
10 | ἑλομένους, καὶ ὥσπερ εἴς τινα τῶν καθ’ ἡμᾶς πραγμά‐ των περιωπὴν ἀνδρωδῶς ἀναθρώσκοντας, καὶ τὸν τοῦ παρόντος βίου περισπασμὸν ἀναμετροῦντας ἀστείως, τίς τε καὶ πόσος καὶ ἐπὶ τίσιν ἂν γένοιτο μόλις χρήσιμος κατασημαίνοντας· «Πᾶν γὰρ, φησὶ, τὸ ἐν | |
15 | τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου.» Ἢ γὰρ οὐ μέχρι τραπέζης καὶ ὑπογαστρίων ἡδονῶν παρά γε τοῖς ἀναπεπτωκόσιν εἰς ῥᾳθυμίας κοσμικὰς τὰ εἰς ἡδονάς τε καὶ τρυφὴν διικνεῖται μέτρα; Ὀψο‐ | |
20 | φαγίαι τε γὰρ αἱ πολυειδεῖς, καὶ ἡδύσματα, καὶ κα‐ ρυκειῶν ἐξίτηλοι τρόποι, καὶ τράπεζα Συβαριτικὴ, τὰ πάντων, οἶμαι, ἔστι παρ’ αὐτοῖς τιμαλφέστατα. Ἀποπεραίνοιτο δ’ ἂν, ὥς γέ μοι φαίνεται, καὶ «ἡ τῶν ὀμμάτων ἐπιθυμία» περί τε σωμάτων ὥρας καὶ | |
25 | ὕλης φαιδρότητα, καὶ ἐφ’ οἷς τῆς ὀπτικῆς ἐνεργείας ἡ χρῆσις, εἰς τὸ ἡδύτερον εὔχαρι καταγοητεύεσθαι φιλεῖ. Ἀλαζονεία δὲ καὶ φιλοδοξία πῶς ἂν φράσαιμι λοιπὸν εἰς ὅσον προήκουσι φαυλότητος μέτρον; Τὸν γάρ τι λίαν ὑπερτενῆ, καὶ ὑπέροφρυν ἐν τοῖς ὅτι | |
30 | μάλιστα πολεμιωτάτοις ποιεῖται Θεός. «Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται,» κατὰ τὸ γεγραμμένον. Ταῦτ’ ἰδιωσάμενοι, καὶ ὀλίγου παντελῶς ἀξιώσαντες λόγου, καὶ τὴν ἐπὶ τοῖς ἀμείνοσι δόξαν ὁσίᾳ ψήφῳ τιμήσαντες, ζήσωμεν εὐαγγελικῶς, τὸ οἱονεὶ καὶ ἐκ‐ | |
35 | τεθνάναι τῷ κόσμῳ δοκεῖν, διά γε τοῦ μὴ βιοῦν ἀν‐ έχεσθαι κοσμικῶς ἀστείως ἐπιτηδεύοντας. Τοιοῦτόν τι καὶ Παῦλος ὑπεμφαίνει λέγων· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω· Χριστῷ δὲ συνεσταύρωμαι. Ζῶ δὲ οὐκ ἔτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ | |
40 | Χριστός.» Μεμνημένος δὲ, οἶμαι, λέγοντος αὐτοῦ· «Δωρεὰν ἐλάβετε, δωρεὰν δότε,» τὰ ἴσα φρονεῖν καὶ ἡμᾶς αὐτοὺς ἀναπείθει, λέγων· «Ἢ ἀγνοεῖτε ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον τοῦ Κυρίου ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ | |
45 | τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.» Οὐκοῦν, ἐρῶ δή τι τῶν ἀναγκαίων εἰς ὄνησιν, καὶ ταῖς τῶν ἁγίων φωναῖς ἀποκεχρήσομαι πάλιν· «Τίς | |
77.713(50) | σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; Δείξατος ἐκ τῆς κα‐ λῆς ἀναστροφῆς, ἐν πραότητι σοφίας τὰ ἔργα αὐ‐ τοῦ.» Ἀναστροφὴν δὲ τὴν ἀξιάγαστον, οὐχ ἑτέραν ἔσεσθαι πρὸς ἡμῶν ὑπονοεῖν ἄξιον, ἢ δι’ ἧς ἂν ὀρ‐ θοῦσθαι συμβαίνοι, καὶ τὸ ὡς ἄριστα βιοῦν ἑλέσθαι | |
55 | τινὰς, καὶ τὸ ἐν πίστει γνήσιον. Τὸ γάρ τοι δοκεῖν | |
77.716 | προσήκασθαι μὲν τὴν πίστιν, ἐφ’ ἕτερα δὲ βλέπειν, καὶ τὸ ἐρηρεῖσθαι δὲ μισεῖν, δοίην ἂν ἔγωγε παντὸς εἰς λῆξιν ἰέναι κακοῦ. Τοῖς γε μὴν ὧδε παραφθαρεῖσι τὸν νοῦν, ταυτί τε φρονεῖν καὶ δρᾷν ᾑρημένοις, καὶ | |
5 | θεῖος εὐθὺς ἐπαρᾶται λόγος· «Οὐαὶ γὰρ, φησὶ, καρδίαις δειλαῖς, καὶ χερσὶ παρειμέναις, καὶ ἁμαρ‐ τωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους.» Ψυχροῦ γὰρ ὡς ἀληθῶς ἀῤῥώστημα νοῦ, καὶ φρενὸς ἐκλύτου καὶ παρειμένης ἐπίκλημα καὶ γραφὴ, τὸ εὔκολον εἰς | |
10 | παραφορὰν, καὶ τὸ ἀγαπᾷν ἑτοίμως, μισεῖν ἑλομέ‐ νους. Ἆρα γὰρ εἴ τις ἔροιτό τινα, καὶ τῶν μετρίων εἰς νῆψιν, ἵνα μὴ λέγοιμι τῶν ἄγαν ἀσθενεστάτων, Πότερον, λέγων, ὦ τὰν, ἐν αἱρέσει κειμένων, τοῦτο [l. τοῦ τε] ὑγιαίνειν καὶ νοσεῖν, καὶ παρὸν εὐκόλως | |
15 | εἰσοικίσασθαι τὸ δοκοῦν, ἀῤῥωστεῖν ἂν ἕλοιο, μεθεὶς τὸ ἕτερον, ἢ τοῖς ἐναργῶς ἀμείνοσιν ἐπιδραμὼν, καὶ γέλω‐ τος ἀξίαν ἡγήσῃ τὴν πεῦσιν; ἆρ’ οὖν εἰς τοῦτο φρε‐ νοβλαβείας κατώλισθεν ἄνθρωπος, ὡς μὴ διαῤῥήδην ἀνακραγεῖν, ὡς ἥκιστα μὲν εὐρωστοίη τὸ σῶμα· | |
20 | τό γε μὴν θατέρῳ προσομιλεῖν, ἥκιστα ἂν ἕλοιτό ποτε; Καὶ μὴν οὐκ ἔσθ’ ὅπως οὐκ εὖ βεβουλεῦσθαι τὸν τοιοῦτον φήσομεν. Τὰ γὰρ ὡς εἶεν ὀρθὰ, κἂν εἰ μή τις ἕλοιτο συνειπεῖν, οἴκοθέν τε καὶ ἐναργῆ πλου‐ τοῦντα τὴν δόξαν, κακύνειν οὐκ ἀσφαλές. Εἰ δὴ τῶν | |
25 | ἀρίστων εἶναι λογιούμεθα, καὶ τῇ τῶν εὐκταιοτάτων ἐγγράψομεν μοίρᾳ τὴν τοῦ σώματος εὐρωστίαν, πῶς οὐκ ἀσύνετον κομιδῇ μὴ τὴν αὐτὴν ἡμᾶς ἔχοντας γνῶσιν ὁρᾶσθαι περὶ ψυχῆς, μᾶλλον δὲ καὶ σπου‐ δῆς ἀξιοῦν τῆς προὐργιαιτέρας αὐτήν; Ὅσω γὰρ | |
30 | ἀμείνους σωμάτων ψυχαὶ, τοσούτῳ δεήσει φειδοῦς, οἶμαι, τῆς τελεωτέρας ἀπονέμειν αὐταῖς. Οὐκοῦν, ἀλοιφαὶ μὲν, καὶ τὰ ἐδώδιμα, καὶ τῆς ἔτι λοιπῆς θεραπείας ἡ διαρκὴς καὶ τοῦ περιττοῦ κατόπιν ἰοῦσα χρῆσις, τῶν ἀνθρωπίνων σωμάτων ἐξιστᾶσι τὸ νοσεῖν. | |
35 | Τὸ δὲ εἰς ἔφεσιν μὲν ἀρετῆς ἀνακομίζειν τὸν νοῦν, φθορὰν δὲ ἡγεῖσθαι τὴν βέβηλον ἁμαρτίαν, καὶ πρὸς τούτοις ἔτι τῆς πρὸς Θεὸν ἀγάπης ἀπρὶξ ἡττῆσθαι φιλεῖν, καὶ ὁλοκλήρῳ πίστει τιμᾷν τὸν τῶν ὅλων Δημιουργὸν, φαίην ἂν ἔγωγε ψυχῆς εὐρωστίαν, καὶ | |
40 | νοῦ βλέποντος εἰς τὸ εὐσθενὲς ἀσύγκριτον νῆψιν. Χρῆναι γὰρ οὕτω φρονεῖν τοῖς ἀρχαιοτέροις, καὶ αὐτὸς ὁ θεῖος ἡμῖν κατεχρησμῴδησε νόμος. Ἐντολὴ γὰρ πρώτη καὶ ἀξιάγαστος ἥδε· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης | |
45 | τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.» Τοῦτο εἶναί φημι τὸ ὁλοκλήρῳ τῇ πίστει τιμᾷν ἑλέ‐ σθαι τὸν Ποιητήν. Σκέψασθε γὰρ τὸ χρῆμα ὡδί· τοὺς τοῖς ἐπὶ γῆς κρατοῦσι παρεστηκότας, καὶ ἐν δορυ‐ φόρων τάξει κατειλεγμένους, πότερα τὰ αὐτοῖς δο‐ | |
77.716(50) | κοῦντα φρονεῖν ἄξιον, καὶ τοῦτο δρᾷν ᾑρημένους ἀξιεπαινετάτους εἶναι λογιούμεθα, καὶ ψήφῳ λοι‐ πὸν τῇ παγκάλῳ τιμήσομεν· ἢ ὡς ἦν δή που κρεῖτ‐ τόν τε καὶ ἄμεινον οἴοιτ’ ἄν τις, οἶμαι, τυχὸν, σκή‐ | |
πτεσθαι μὲν λόγῳ τὴν διάνοιαν βαρβαρίζουσαν δὲ | ||
77.717 | τὴν γνώμην καὶ τῶν αἰσχιόνων οὐκ ἐλευθέραν νο‐ σοῦντας ἁλίσθεσθαι. Ἀλλ’, οἶμαι, φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι σοφὸν, ὡς εἴη τε καὶ ἔσται κακὸς κακῶς ἀπολέσθαι πρέπων, ὃς ἕτερον μὲν κεύθει ἐνὶ φρεσὶν, | |
5 | ἄλλο δὲ εἴπῃ, κατά γε τοὺς παρ’ Ἕλλησι ποιητάς. Οἶμαι γὰρ δεῖν, ἀνεπίπληκτον μὲν παντελῶς τοῖς κρατοῦσι φυλάττειν τὴν εὔνοιαν· ὅλῃ δὲ γνώμῃ μι‐ σεῖν τὰ βαρβάρων. Ἀλλ’ εἴπερ ἐστὶ τὸ ἔν γε τούτοις εὐδοκιμεῖν περιφανές τε καὶ ἀξιόληπτον, πῶς οὐκ | |
10 | ἀναγκαῖον εἶναι λογιούμεθα τοὺς Θεῷ κατεζευγμέ‐ νους, καὶ τῆς εἰς αὐτὸν πίστεως τὴν ὁμολογίαν εὖ μάλα πεποιημένους, καὶ τοῦτο ἐπὶ πολλῶν καὶ ἁγίων μαρτύρων, αὐτῷ μονοτρόπως προ[σ]ερηρεῖσθαι φιλεῖν, τὸ ἐν Ψαλμοῖς ἐκεῖνο βοῶντας· «Ἐκολλήθη ἡ ψυχή | |
15 | μου ὀπίσω σου;» Καταλογισθεῖεν γὰρ ἂν οὐχ ἑτέρως, ἢ οὕτως ἐν τοῖς ἀληθέσι προσκυνηταῖς. Τὸ δὲ, γλώτ‐ τῃ μὲν ὁμολογεῖν ὅτι Θεὸς τῶν ὅλων ἐστὶν, ὅλῳ δὲ οὔπω ποδὶ τῆς τῶν δαιμονίων ἐξοίχεσθαι πλάνης, πῶς οὐκ ἂν εἴη, κατά γε τὸ εἰκὸς, ἕτερον οὐδὲν, ἢ | |
20 | ὅπερ ἔφην ἀρτίως, σκήπτεσθαι μὲν λόγῳ τὴν εὔ‐ νοιαν, βαρβαρίζουσαν δὲ τὴν διάνοιαν ἔχειν; Ἀλλ’ ἔστιν εἰπεῖν, ὡς δικαίαν μὲν ἂν κατ’ ἐκείνων ἐποιή‐ σατο τὴν ἐπίπληξιν, ὁ δόξῃ τῇ ὑπερτάτῳ κατεστεμ‐ μένος, Ὦ στρατιώτα, λέγων, τοῖς ἐμοῖς ὅπλοις | |
25 | ἐσκευασμένος, φρονεῖς τὰ βαρβάρων; Ἐμὸς δὲ ὅτι, μόνον ὁρᾶσθαι φιλεῖς, ὅλος ὢν ἑτέρων. Φαίη δ’ ἂν, οἶμαι, καὶ Θεὸς περὶ τῶν ἐν πίστει μὴ ἱδρυμένων· «Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ. Μάτην δὲ σέβονταί | |
30 | με, τηροῦντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων.» | |
35 | Μεταπλάττει δὲ ὁ καιρὸς τὴν λέξιν εἰς τὸ συμφέ‐ ρον. Εἰς τοῦτο γὰρ δὴ βδελυρίας προήκουσί τινες τῶν τελούντων ἐν ἡμῖν, ὡς προσέχειν πνεύμασι πλάνης, καὶ χρησμολόγων τινῶν φληνάφοις ψευδ‐ επείαις ἐπιδοῦναι τὸν νοῦν. Οἳ τὰ ἐπέκεινα μὲν οὐ‐ | |
40 | ρανοῦ, καὶ τὰ ὑπὸ γῆς εἰδέναι φαντάζονται· λελή‐ θασι δὲ σφᾶς μὲν αὐτοὺς φρεναπατοῦντες οἱ δείλαιοι, συνολλύοντες δὲ καὶ ἑτέρους ταῖς ἑαυτῶν κεφαλαῖς. Διακεῖσθαι γὰρ ἀναπείθουσιν, ὡς ἔστιν ἑτοίμη τοῖς ἐθέλουσιν ἐλεῖν τῶν ἐσομένων ἡ γνῶσις, καὶ τῆς | |
45 | θείας ὑπεροχῆς τὰ ἰδικῶς ἐξαίρετα, τῇ τῶν ἀστέρων κινήσει προσνέμοντες, τῆς ὑγιοῦς τε καὶ ἀπλανοῦς ἐξέλκουσι δόξης τοὺς οἵπερ ἂν εἶεν εὔκολοι πρὸς ἀποφορὰν, καὶ εἰς ἀπάτην εὐδιαῤῥίπιστοι. Καὶ δὴ καὶ γραῶν ἀθλίων ἐσμοὺς συναγείροντες, ψιθυρί‐ | |
77.717(50) | ζουσι τὸ δοκοῦν, ὡς τὸ θεῖον ὄντες αὐτοί. Τὰ δὲ οἴ‐ καδε πάλιν ὑπονοστεῖ, ψευδηγορίαις τισὶν ἀνοήτως πεφενακισμένα, καὶ τὸ μόλις ἐρανίζεσθαι ἀργύριον ἐκλελῃστευμένα. Ψυχρῶν γὰρ ἐκείνοις, καὶ ἀνοσίων λημμάτων ἡ τέχνη προμνήστρια· καὶ τὴν ἐν πίνακι | |
55 | τῷ πανώλει γραφὴν, ψεῦδος ὥσπερ τι ποιοῦνται πω‐ | |
77.720 | λητήριον. Τοῦτό τινες ἔδρων τῶν ἐξ Ἰσραὴλ, τῆς εἰς Θεὸν εὐσεβείας ἠφειδηκότες, καὶ τῆς τοῦ πρέ‐ ποντος θήρας ὀλιγωρήσαντες. Ἀλλὰ τί φησιν ὁ προφήτης Ἰεζεχιήλ; «Καὶ ἐγένετο λόγος Κυρίου | |
5 | πρός με, λέγων· Υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ, καὶ ἐρεῖς τοῖς προ‐ φήταις τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ προφητεύσεις, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀκούσατε τὸν λόγον Κυρίου. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ’ ὧν | |
10 | οἱ λόγοι ὑμῶν ψευδεῖς, καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι· διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ’ ὑμᾶς, λέγει Ἀδωναῒ Κύριος· καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας ψευδῆ, καὶ τοὺς ἀποφθεγγομένους μάταια.» Ἐπειδὴ δὲ καὶ γύναια μυσαρώτατα τὴν τῶν ἐσομένων | |
15 | εἴδησιν ὑπεπλάττοντο, πάλιν ἔφη τῷ προφήτῃ Θεός· «Καὶ σὺ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου, τὰς προφητευού‐ σας ἀπὸ καρδίας αὐτῶν, καὶ προφήτευσον ἐπ’ αὐτὰς, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Οὐαὶ ταῖς | |
20 | συῤῥαπτούσαις προσκεφάλαια ἐπὶ πάντα ἀγκῶνα χει‐ ρὸς, καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας, τοῦ διαστρέφειν ψυχάς. Καὶ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου, καὶ ψυχὰς περιεποιοῦντο καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς | |
25 | κριθῶν καὶ κλάσματος ἄρτου, ἀποκτεῖναι ψυχὰς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ περιεποιοῦντο ψυχὰς, ἃς οὐκ ἔδει ζῇν· ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα.» Ἔχει γὰρ ὧδε τὸ ἀληθές. Οὐ γάρ τοι θεοκλυτοῦντές ποθεν, διαπορθμεύουσιν | |
30 | εἰς ἑτέρους νόμῳ τῆς καθ’ ἡμᾶς προφητείας τὰ ὑπὲρ νοῦν· συνθέντες δὲ λόγους αὐτοὶ τοὺς ἐοικότας ἑκά‐ στῳ τῶν φιλοπευστεῖν εἰωθότων, τῶν τῆς ἀπάτης ἐργαστηρίων ἐκπέμπουσι. Φάσκοντες δὲ εἶναι δεινοὶ καὶ σοφοὶ, καὶ προελθεῖν εἰς τοῦτο τέχνης τε καὶ | |
35 | ἀκριβείας, καὶ ὑποτοπήσαντες, ὡς ἀμογητί τε καὶ ἀπλανῶς τὰ ἑτέρων δύνασθαι συνιέναι πράγματα, περὶ τὰ σφῶν αὐτῶν διημαρτηκότες, τοσοῦτον ἁλοῖεν ἂν, ὡς ἐπταικότας εἰπεῖν, μὴ ἂν ἐλπίσαι παθεῖν τῶν συμβεβηκότων τὴν πεῖραν. Καίτοι μετὸν εὐκόλως τῷ | |
40 | προειδότι φυλάξασθαι, καὶ παρὸν διαφυγεῖν τὸ ὥς τε καὶ ἥξει προεγνωσμένον, τί μὴ ἑτέρων αὐτοὶ προεκ‐ τρέχουσι τῶν δεινῶν, καίτοι τῆς τέχνης ἐν καλῷ γε‐ νέσθαι πεπιστευκότες; Εἰκαίως οὖν ἄρα φενακισμὸς τὰ ἐκείνων εὑρήματα, δι’ αὐτῶν ἡμῖν ἐξελέγχεται | |
45 | τῶν πραγμάτων. Ἀλλ’ ἐκβέβηκε, φασὶ, τῶν εἰρημέ‐ νων τινὰ πρὸς ἀλήθειαν. Καὶ μὴν, ὦ βέλτιστοι, τοῦτο ἐστιν ἡ γραφή· καὶ τὰ ἐφ’ οἷς ἂν ὑμᾶς εὐθύ‐ νεσθαι πρέποι. Εἶτα φεύγων τις, εἰπέ μοι, καὶ διω‐ κόμενος, ἀπολογίαν ποιήσεται τὰ ἐγκλήματα; Οὐ | |
77.720(50) | γὰρ ὅτι πρὸς ἀλήθειαν ἐκβέβηκε τῶν εἰρημένων τινὰ ληροῦμεν ἡμεῖς, ἐκεῖ καταχέοντες τῶν οὐκ αἰσχρῶν τὴν κατάῤῥησιν. Τὸ δ’ ὅτι μὴ πάντα πρὸς ἀλήθειαν βλέπει, τῆς ἐνούσης ὑμῖν βδελυρίας ἔλεγχος ἂν γέ‐ νοιτο σαφὴς, καὶ πρός γε τούτοις διαδείξειεν ἂν ἁμαρ‐ | |
55 | τοεπὲς ἔτι τὸ ἐπιτήδευμα, καὶ ληρίας ἔμπλεως ἡ τέχνη, καὶ γέλως ἤδη τὸ μάθημα, καίτοι τὰ θεόθεν | |
οὐκ ἂν διαψεύσαιτο Ἃ γὰρ οἶδεν ἐσόμενα, πάντη | ||
77.721 | τε καὶ πάντως ὁ θεῖος καὶ ἀκήρατος νοῦς, ταῦτά τε λαλεῖν εἰ προέλοιτό τισιν, εἴτε ἐκεῖνοι πρὸς ἑτέρους, οὐ ψευδοεπές ἐστι διήγημα. Τὰ δέ γε τῶν ἀνθρωπί‐ νων ἐννοιῶν εὑρήματα, στοχασμοῦ φορέσει μᾶλλον ἢ | |
5 | τῆς ἀληθείας τὴν δόξαν. Δοκεῖ δέ μοι τῶν τοιούτων ἕκαστος ἀνθρώπῳ προσεοικέναι τοῦ βλέπειν ὑπό του παρειμένῳ τῶν παθῶν, καὶ τὴν τοῦ σώματος ὄψιν ἐξεῤῥυηκότι, ὃς ἠρεμεῖν ἄμεινον καὶ τῇ τοῦ πάθους ἀνάγκῃ παραχωρεῖν, εἶτα δύνασθαι τοξεύειν | |
10 | οἴοιτο, καὶ μάλα σεμνῶς. Ἆρ’ οὐχὶ μανία τοῦτο, καὶ γραφή τις ὥσπερ ὕβρεως εἰς τὴν τέχνην; ἂν δ’ ἂν συμβαίνοι παθεῖν αὐτὸν, καταθρῆσαι ῥᾷον. Συχνὰ γὰρ ἱέντι βέλη, διοιχήσεται, καὶ ἀφαμαρτήσει μὲν εἰκότως τὰ πλεῖστα σκοποῦ. Τὸ δὲ ἀπεῖργον οὐδὲν | |
15 | ἔμπου καὶ μόλις ἰέναι τὴν ἐπ’ εὐθύ. Σεμνυνεῖται δὴ οὖν ἐφ’ ἑνὶ, καὶ τὸν ἐπὶ τοῖς ἑτέροις διακρούσε‐ ται γέλωτα. Ἀλλ’ ὅ γε τὴν ὄψιν ὑγιὴς, οὐκ ἐφ’ ἑνὶ τῷ δραμόντι τὴν ὀφρὺν ἀνασπάσει, καὶ φρονήσει μέγα, πολλοῦ γε καὶ δεῖ. Αἰσχύνοιτο δ’ ἂν μᾶλλον | |
20 | ἐπὶ ταῖς τῶν ἄλλων παρατροπαῖς, εἰ τὸ ἐπαινεῖσθαι δεῖν ἐποιεῖτο πρὸς ἡμῶν, μὴ διαπιπτούσῃ πρὸς τὸ ἀκαλλὲς τῇ τέχνῃ. Ἢ τοίνυν ὁμολογείτωσαν ὡς ἐκ τυφλῆς διανοίας ποιοῦντες τοὺς λόγους, καὶ τὸν ἐπ’ ἐκείνῳ κρότον αἰτούντων· ὃς ἐπεί τοι τὴν ὄψιν ἔμ‐ | |
25 | πειρος ἦν, οὐ μακρὸν ὀφλήσει τῆς δι’ ἁμαρτίας τὸν γέλωτα· καταληϊσθείη δ’ ἂν οὐκ ἐκ τέχνης, ἀλλ’ ἐκ τοῦ παρατυχόντος τὸ ἐφ’ ἑνὸς ἐπίταγμα τυχόν. Ἢ εἴπερ ἐροῦσι βλέπειν, καὶ εἰδέναι σαφῶς διαβε‐ βαιώσονται τ’ ἀληθὲς, ἀπροφάσιστον παντελῶς εὑρή‐ | |
30 | σουσι τὴν ἀπότευξιν, καὶ ψυχρὸν ἀπόβρασμα νοῦ τῆς μαντείας τὸν τρόπον. Ἅγιοι προφῆται γεγόνασι παρ’ ἡμῖν, οὐκ ἀστέρων κίνησιν καταμετρεῖν εἰωθότες, οὐ τὴν τῶν στοιχείων πολυπραγμονοῦντες χρείαν, καὶ εἰς ἃ μὴ προσῆκεν ἐκβιαζόμενοι τῶν ἀνθρώπων τὴν | |
35 | φύσιν, οὐ φενακισμοῖς ἑώλοις ἐπιθαρσήσαντες· ἐξ ἀποκαλύψεως δὲ θείου Πνεύματος προαναθροῦντες τὰ μέλλοντα, καὶ ἐκ μακρῶν ἄνωθεν ἡμῖν διηγορευ‐ κότες καιρῶν. Διημάρτηκε δὲ τῶν εἰρημένων οὐδέν· ἀλλ’ ἕρπει κατὰ καιροὺς τῶν πραγμάτων ἡ φύσις | |
40 | ἐπὶ τὸ λίαν ἐγγύς· μᾶλλον δὲ κατ’ ἴχνος τὸ ἀκριβὲς τῶν ἤδη προηγγελμένων. Θεὸς γὰρ ἦν ὁ λαλῶν. Ἔστι τοίνυν ἐκείνων αὐτῶν ἐπαΐειν σαφῶς, ὡς ὀλέθριον ἐκκεχυκότων τὴν φιλοψευδῆ καὶ ἀργυροκάπηλον ἀστρογοητείαν· δεῖν γὰρ οὕτω γέ φημι, καὶ ὀνο‐ | |
45 | μάτων τῇ τέχνῃ στωμύλως ἐξευρημένων· φασὶ τοι‐ γαροῦν· «Τάδε λέγει Κύριος· Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐ‐ ρανοῦ μὴ φοβεῖσθε, ὅτι φοβοῦνται αὐτὰ τοῖς προσ‐ ώποις αὐτῶν, ὅτι τὰ νοήματα· τῶν ἐθνῶν μάταια.» | |
77.721(50) | Γεγόνασι μὲν εἰς φαῦσιν καὶ εἰς καιροὺς οἱ τόνδε τὸν οὐρανὸν τῇ πολυσχεδεῖ κατακαλ [λ] ύνοντες θέσει καὶ τῇ συμμέτρῳ φαιδρότητι στεφανοῦντες ἀστέρες. Ἀλλ’ εἰσὶν αὐτοί σοι τοῖς τοῦ πεποιηκότος εἴκοντες | |
νόμοις, καὶ ὡρῶν μεταβολὰς τοῖς ἐπὶ γῆς σημαίνου‐ | ||
77.724 | σιν, ἄλλοτε ἄλλος ἀνίσχων καὶ δυόμενος. Προσεκτέον τοιγαροῦν, οὐχὶ τοῖς ἐκείνων βωμολοχεύμασιν, ἀλλὰ ταῖς τῶν θεηγόρων φωναῖς, καὶ τὴν παντὸς ἐπέκεινα δόξαν Θεῷ κεκτῆσθαι παραχωρήσομεν, οὐχὶ τῇ τῶν | |
5 | ἄστρων χαριούμεθα φύσει. Ἦ γὰρ οὐχὶ θεοπρεπὲς ἀξίωμα, καὶ ὑπεροχὴ, τὸ τῶν ἐσομένων καταπλουτεῖν τὴν εἴδησιν; καὶ πῶς τοῦτο ἀμφίλογον; Ἀνακείσεται γὰρ ὥσπερ αὐτῷ καὶ οὐχ ἑτέρῳ τῶν ὄντων τινὶ, τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ ὄντα παρενεγκεῖν | |
10 | ἰσχύσαι ῥᾳδίως, οὕτως, οἶμαι, καὶ παντὸς τοῦ τε ἤδη γεγονότος καὶ ἐνεστηκότος, ἔτι καὶ τῶν ἐσομένων, ἡ γνῶσις. Οὐκ ἀζήμιον δὲ τὸ προσκεῖσθαι φιλεῖν ταῖς ἑώλοις ψευδομαντείαις, ἀποφαίνει λέγων ὁ μακάριος Μωσῆς, μᾶλλον δὲ ὁ Θεὸς ὁ πάντων διὰ Μωσέως· | |
15 | «Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν. Οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ, ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρὶ, μαν‐ τευόμενος μαντείαν, κληδονιζόμενος καὶ οἰωνιζόμε‐ | |
20 | νος, φαρμακὸς, ἐπᾴδων, ἐγγαστρίμυθος, καὶ τερα‐ τοσκόπος, ἐπερωτῶν τοὺς νεκρούς. Ἔστι γὰρ βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα.» Καὶ πρὸς τούτῳ φησί· «Τέλειος ἔσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου. Τὰ γὰρ ἔθνη ταῦτα οὓς σὺ κατακληρονομεῖς | |
25 | αὐτοὺς, οὗτοι κληδονισμῶν καὶ μαντειῶν ἀκούσονται. Σοὶ δὲ οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου.» Οὐκ‐ οῦν κατηγορημάτων αἴσχιστον ἡ ψευδομαντεία καὶ τὸ προσέχειν κληδονισμοῖς. Καὶ τό γε παράδοξον, ἐφίησι γὰρ ἔσθ’ ὅτε Θεὸς καί τι τῶν ἀληθῶν τοιούτοις | |
30 | εἰπεῖν, βάσανον ὥσπερ τινὰ τῆς εἰς πίστιν ἑδραιότη‐ τος τοῖς ἰδίοις προσκυνηταῖς τὸ χρῆμα τιθείς. Ἔφη δὲ οὕτω διὰ Μωσέως· «Ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προ‐ φήτης ἢ ἐνυπνιαζόμενος ἐνύπνιον, καὶ δῷ σοι σημεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησε | |
35 | πρὸς σὲ, λέγων· Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οἷς οὐκ οἴδατε, οὐκ ἀκούσεσθε τῶν λόγων του προφήτου ἐκείνου ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο, ὅτι πειράζει Κύριος ὁ Θεὸς ὑμᾶς, τοῦ εἰδέναι εἰ ἀγαπᾶτε Κύριον τὸν Θεὸν ὑμῶν ἐξ ὅλης | |
40 | τῆς καρδίας ὑμῶν, καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.» Ὅτε τοίνυν τὸ τῆς εἰς Θεὸν εὐθείας παρασημαίνε‐ ται κάλλος, εἰ θεοκλυτεῖν οἴοιτό τις τοὺς οὕτως αἰσχρῶς μεμισθαρνηκότας, κἂν εἴ τι τῶν ἀληθῶν συμβαίνει λέγειν αὐτοὺς, οὐ ταῖς ἐκείνων τερθρείαις | |
45 | ἐπιδώσομεν. Ἀλλ’ οἱ μὲν, οἶμον ἰόντων τὴν κατὰ σφᾶς αὐτοὺς, «πλανῶντές τε καὶ πλανώμενοι,» κατὰ τὸ γεγραμμένον· δοκεῖ γὰρ τοῦτο αὐτοῖς· ἡμεῖς δὲ τοῖς ἱεροῖς ἑψόμεθα λόγοις, μεμνημένοι τοῦ γράφον‐ τος· «Ὀρθὰς τροχιὰς ποιήσεις σοῖς ποσὶ, καὶ τὰς | |
77.724(50) | ὁδούς σου κατεύθυνε.» Τροχιὰ δὲ ὀρθή τε καὶ ἀδιά‐ στροφος, κατ’ εὐθὺ φέρεσθαι παντὸς ἀγαθοῦ, καὶ ταῖς μὲν ἐξιτήλοις ψευδομαντ[ε]ίαις τὸ ἐῤῥῶσθαι λέγειν, εἰδέναι καὶ ἁπλῶς τίς ὁ φύσει τε καὶ ἀληθῶς Θεὸς | |
καὶ Κύριος. Ὧδε γὰρ χρῆναι φρονεῖν, καὶ ὁ πάλαι διὰ | ||
77.725 | Μωσέως ἐτύπου νόμος· «Κύριον γὰρ, φησὶ, τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. —Εἷς γὰρ ἐν ἡμῖν Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα. —Ἦν μὲν γὰρ | |
5 | ἐν ἀρχαῖς ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· γέγονε δὲ πάντα δι’ αὐτοῦ, καὶ χωρὶς αὐτοῦ γέγονεν οὐδὲ ἕν.» Καὶ οὐ δή πού φαμεν, ὡς ἐπί τοι δι’ αὐτοῦ τὰ πάντα ἐγένετο, κατὰ τὰς Γραφὰς, τάξιν ἔχει τὴν ὑπουργικὴν καὶ ὀργανικὴν, | |
10 | ὥσπερ τινὰ χρείαν συνεισενέγκαι τῷ Πατρὶ, δημιουρ‐ γοῦντι τὰ πάντα. Ταυτὶ γὰρ ἂν εἶεν ἀνοσίου γνώμης ἀποβάσματα, καὶ τῆς τῶν ἑτεροδόξων μανίας εὑρή‐ ματα. Ἐπειδὴ δέ ἐστιν αὐτὸς καὶ σοφία καὶ δύνα‐ μις τοῦ Θεοῦ καὶ Πατρὸς, δι’ αὐτοῦ τὰ πάντα καλεῖ‐ | |
15 | ται πρὸς γένεσιν, καὶ κεκλημένα σώζεται πρὸς τὸ εὖ εἶναι διακρατούμενα. «Ὁ μὲν γὰρ Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων·» γέγραπται γὰρ ὡδί· οὐδὲ ἔστι ᾅδου βασίλειον ἐπὶ γῆς· «Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτή‐ | |
20 | ριοι αἱ γενέσεις τοῦ κόσμου· φθόνῳ δὲ διαβόλου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.» Παρώλισθε γὰρ ἡ ἀνθρώ‐ που φύσις, τῆς εἰς Θεὸν αἰδοῦς ἀλογήσασα, καὶ κατ‐ εκομίσθη πρὸς ἁμαρτίαν. Συνεισέδυ δὲ ὥσπερ τοῖς εἰς ἁμαρτίας ἐγκλήμασι τὸ ἐκτεθνάναι δεῖν, καὶ τὸ τῆς | |
25 | φθορᾶς εἰσδέχεσθαι κράτος. Ἤκουσε γὰρ εὐθύς· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Ἀγαθῷ δὲ ὄντι, τῷ [f. τὸ] κατὰ φύσιν, τῷ πάντων Δημιουργῷ, μεταπλάτ‐ τειν τὸ ζῶον πρὸς ἀφθαρσίαν ἐδόκει, καὶ ταῖς εἰς εὐσέ‐ βειαν ἀναμορφώσεσι ἀναστοιχειοῦν εὖ μάλα πρὸς τὸ | |
30 | ἐν ἀρχαῖς ἀκήρατον κάλλος. Ταύτῃ τοι γέγονεν ἄν‐ θρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· καὶ μορφὴν μὲν ὑπέδυ τὴν καθ’ ἡμᾶς, τό γε μὴν εἶναι Θεὸς ἀναπόβλητον ἔχει. Τροπὴν γὰρ οὐκ οἶδεν ἡ παντὸς ἐπέκεινα νοῦ καὶ ἀνωτάτω φύσις. Μεμένηκε τοίνυν | |
35 | ὃ ἦν καὶ μετὰ σαρκὸς, καὶ καθεὶς ἑαυτὸν εἰς κένω‐ σιν οἰκονομικὴν, κατὰ τὸ γεγραμμένον, «Ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη,» μετα‐ ρυθμίζων εἰς ἁγιασμὸν, δικαιῶν τῇ πίστει τὸν προσερχόμενον, τῆς τῶν οὐρανῶν βασιλείας ἀναπε‐ | |
40 | τάσας τὴν πύλην, εἰσηγούμενος τὰ συμφέροντα, παραδεικνὺς τὴν ἀλήθειαν. Καὶ φῶς μὲν τὸ θεῖον ἐνιεὶς, διὰ δὲ τῆς δρωμένων μεγαλουργίας, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ εἰ γέγονε σὰρξ, ἐμφανὲς τοῖς ἀντίφροσι καθιστάς. Τοιγάρτοι καὶ ἔφασκεν· «Εἰ | |
45 | οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετε μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Ἦν μὲν γὰρ ὁλκὸς εἰς εὐπείθειαν ὁ λό‐ γος· καὶ ἡ τῆς θεοσημείας ἀποχρῶσα λίαν εἰς ἀπό‐ δειξιν ἐναργῆ τοῦ κατὰ φύσιν Θεὸν αὐτὸν εἶναι. Ἀλλ’ | |
77.725(50) | οὐκ ἐδόκει φρονεῖν ὀρθὰ τοῖς ἐξ Ἰσραήλ· τὸν γάρ τοι Σωτῆρα τῶν ὅλων καὶ Λυτρωτὴν, ταῖς εἰς τὸ ἄγαν | |
εὐπειθείαις ὑβρίζοντες, μακροὺς διατετελέκασι χρό‐ | ||
77.728 | νους, καὶ τελευτῶντες ἐσταύρωσαν, «πονηρὰ ἀντὶ ἀγαθῶν ἀποδιδόντες αὐτῷ,» κατὰ τὸ γεγραμμένον· καὶ τοῖς τοῦ διαβόλου νεύμασιν ἀμελλητὶ συνθέοντες. Ἆρ’ οὖν ἀπομεμένηκεν ἐν νεκροῖς, καὶ μεθ’ ἡμῶν | |
5 | τὸν ἀνθρώπινον ὑπομείνας θάνατον, τοῖς τῆς ἐπεισ‐ άκτου φθορᾶς ἐνεσχέθη βρόχοις; Οὐμενοῦν. Ζωὴ γὰρ ἦν κατὰ φύσιν, καὶ ἀνεβίω τριήμερος, ἀρχὴ καὶ θύρα καὶ ὁδὸς τῇ ἀνθρώπου φύσει κἀν τούτῳ γενό‐ μενος. Ἐπειδὴ δὲ ἀνεβίω, σκυλεύσας τὸν ᾅδην, πρὸς | |
10 | τὸν ἐν τοῖς οὐρανοῖς ἀνέβη Πατέρα καὶ Θεόν· ἥξει τε κατὰ καιροὺς, καθὰ πιστεύομεν, μετὰ τῶν ἁγίων ἀγγέλων, καὶ καθιεῖται μὲν ἐπὶ θρόνου δόξης αὐτοῦ, διανεμεῖ δὲ ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. Οὐκοῦν ἑορτάζωμεν, ἐξῃρημένου θανάτου, καὶ ἀναιρεθείσης | |
15 | φθορᾶς, προκαταργηθείσης δὲ τῆς ἁμαρτίας διὰ τῆς πίστεως, καὶ προκειμένης μὲν ἡμῖν οὐρανῶν βασιλείας· προσδοκωμένης καὶ οὕτως ἐλπίδος λαμ‐ πρᾶς. Ἐπειδὴ δὲ παραστησόμεθα τῷ κριτῇ λόγους ἀποδώσοντες τῆς ἑαυτῶν ζωῆς, φροντίσωμεν ἐπιει‐ | |
20 | κείας. Ἐπιμελησώμεθα δικαιοσύνης, ἀγάπης, φιλ‐ αλληλίας, πραότητος, ἐγκρατείας, καὶ ἁπαξαπλῶς ἁπάσης ἀρετῆς. Ἐπισκεψώμεθα χήρας, ὀρφανοὺς ἐλεήσωμεν, τοὺς ἐν ἀῤῥωστίαις σωματικαῖς ταῖς ἐν‐ δεχομέναις ἀνακτησώμεθα θεραπείαις, ἐπισκεψώ‐ | |
25 | μεθα δεσμίους. Οὕτω γὰρ, οὕτω πᾶσαν ἀποβαλόντες κηλῖδα, καὶ ὀρθῇ διαπρέποντες πίστει, καθαρῶς ἑορτάσωμεν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακο‐ στῆς ἀπὸ πέμπτης τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ δεκάτης τοῦ | |
30 | Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ πεντεκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτου, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑκ‐ καιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς | |
35 | ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω τοῖς θείοις ἐντρυφήσομεν λόγοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πα‐ τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά‐ τος εἰς τοὺς αἰῶνας. Ἀμήν. | |
42t | ΛΟΓΟΣ ΙΕʹ. | |
43 | αʹ. «Δεῦτε πάλιν, ἀγαλλιασώμεθα τῷ Κυρίῳ.» Καιρὸς γὰρ ἤδη πως ἑορτάζειν, ἀγαπητοὶ, καὶ εἰς | |
45 | πανδαισίαν ἡμᾶς τὴν πνευματικὴν εὖ μάλα συνενεγ‐ κεῖν· μονονουχὶ δὲ καὶ τὴν τοῦ Ψάλλοντος λύραν συνανακραγεῖν ἀστείως· «Κατατρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι πάντα τὰ αἰτήματα τῆς καρδίας σου.» Ἀποπερανοῦμεν δὲ τὸ κεκελευσμένον, οὐκ ὀψοποιῶν | |
77.728(50) | καρυκεύμασι γαστέρα καταπιαίνοντες, ἀλλ’ οὐδὲ κύ‐ λιξι ταῖς συχναῖς καὶ ταῖς ἐπέκεινα μέτρου καταθο‐ λοῦντες τὸν νοῦν· ἱεροῖς δὲ μᾶλλον καὶ θείοις ἐν‐ σπαταλῶντες λόγοις, καὶ εἰς νῆψιν ἔτι τὴν ἀμείνω καὶ | |
τῆς ἐνούσης ἀεὶ τὴν προφερεστέραν τὸν τῆς διανοίας | ||
77.729 | κατευρύνοντες ὀφθαλμὸν, καὶ εἰς αὐτά που λοιπὸν τὰ ὑπερτενῆ τῆς θεοπτίας ἱέντες ὑψώματα. Ἕψεται γὰρ οὕτω, Θεοῦ κατανεύοντος ἐκ φιλοτιμίας, καὶ τὸ ἰσχύσαι τῶν ἀνθεστηκότων κρατεῖν, καὶ βδελυρωτά‐ | |
5 | των ἀμείνους ὁρᾶσθαι παθῶν. Ὅτι δὲ τοῖς ὧδε λαμ‐ πρῶς ἑορτάζουσι πρέπων ἂν εἴη, καὶ μάλα εἰκότως, ὁ πρὸς ἔφεσιν ἡμᾶς τῆς ἀξιαγάστου καὶ ἐν Χριστῷ πολιτείας παραθαρσύνων λόγος, ἀποχρήσει μὲν, οἶ‐ μαί που, καὶ ὁ θεῖος ἡμῖν Μελῳδὸς ἐπιμαρτυρῶν καὶ | |
10 | λέγων· «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν.» Παροίσω δὲ πρὸς ἐναργεστά‐ την ἀπόδειξιν καὶ ἀρχαῖον ἐπὶ τούτῳ χρησμῴδημα. Πρὸς γάρ τοι τὸν ἱερώτατον Μωσέα, «Ἐὰν δὲ ἐξέλ‐ θητε, φησὶν, εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς | |
15 | ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημαίνητε ἐν ταῖς σάλπιγξι, καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν. Καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν, καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν, καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν, σαλ‐ | |
20 | πιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν θυσιαστηρίων ὑμῶν, καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ Θεοῦ ὑμῶν. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.» Κεχρησμῴδηκε δὲ ταυτὶ πρὸς ἡμᾶς οὐ μάτην ὁ νόμος. Ἀποφέρει[ν] δὲ ὥσπερ διὰ τύπου | |
25 | καὶ αἰνιγμάτων ἀναλόγως ἐπὶ τὸ ἀληθὲς, καὶ παχεῖαν ὥσπερ τινὰ παραθεὶς εἰκόνα τὰ ὡς ἐν ὄψει συμβαί‐ νοντα, τῆς αἰσθήσεως ἀνωτέρω τὸν ἰσχνὸν τῆς δια‐ νοίας ἐφίστησιν ὀφθαλμόν. Συνήσεις δὲ ὅ φησι τοῖς ἀρτίως ἡμῖν εἰρημένοις, ὀξυωπέστατα προσβαλών. | |
30 | Τοῖς μὲν γὰρ ἀρχαιοτέροις πρὸς αἷμα καὶ σάρκα ὁ πόλεμος ἦν. Μωαβῖται γὰρ δὴ καὶ Μαδιηναῖοι, καὶ πρὸς τούτοις ἕτερα μυρία τε ὅσα καὶ μαχιμώτατα γένη, τὴν τῶν Ἰουδαίων προσοικοῦντα χώραν, συ‐ χνάς τε καὶ ἀκηρύκτους ἐποιοῦντο καταδρομάς· οἷς | |
35 | ἦν ἀεί πως ἀντανίστασθαί τε καὶ ἀντεξάγειν ἀνάγκη τοὺς ὑπέρ γε δὴ σφῶν αὐτῶν πρό τε παίδων καὶ πρὸ γυναικῶν οὐκ ἀμελέτητον ἔχοντας τὸ εὐδοκιμεῖν ἐν μάχαις. Ποιησόμεθα δὴ οὖν εὑρῆσθαι τοῖς πάλαι, πρὸς τὴν τοῦ πολέμου χρείαν, οὐκ ἀσυντελῆ πρὸς ὄνησιν | |
40 | τὴν διὰ σαλπίγγων ἠχήν. Ἀλλ’ ὧδε μὲν τὰ ἐκείνων. Ἡμῖν δὲ τοῖς ἐν Χριστῷ διὰ πίστεως εὐδοκιμεῖν εἰω‐ θόσιν, οὐ πρὸς αἷμα καὶ σάρκα ὁ πόλεμος, ἀλλ’ οὐδὲ ῥώμης ἐπίδειξις τὸ χρῆμα σωματικῆς. «Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν, οὐ σαρκικὰ,» κατὰ τὴν | |
45 | τοῦ Παύλου φωνήν· ἀλλ’ ἐπ’ αὐτοὺς ἤδη τοὺς πάλαι κρατήσαντας, καὶ κατὰ παντὸς τοῦ ἐν ἡμῖν ὄντος πάθους ἱερός τε καὶ ἅγιος αἴρεται πόλεμος. Σημαι‐ νέτω δὴ οὖν ἡ σάλπιγξ ἡ νοητὴ, τουτέστι τῆς ἁγίας τε καὶ θεοπνεύστου Γραφῆς τὸ διαπρύσιον κήρυγμα· | |
77.729(50) | καὶ παραθηγέτω μὲν ἐπὶ τὸ λίαν εὐσθενὲς τὸν εὐφυᾶ καὶ ἐμπειροπόλεμον· ἀποφοιτᾷν δὲ ὅτι προσήκει δει‐ λίας αὐτὸν διαγγελλέτω· σαφῶς οὕτω που Θεὸς διὰ φωνῆς προφήτου φησί· «Κηρύξατε ταῦτα ἐν τοῖς ἔθνεσιν· ἁγιάσατε πόλεμον, ἐξεγείρατε τοὺς μαχητάς· | |
55 | προσαγάγετε καὶ ἀναβαίνετε, πάντες ἄνδρες πολε‐ | |
77.732 | μισταί· συγκόψατε ἄροτρα ὑμῶν εἰς ῥομφαίας, καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας. Ὁ ἀδύνατος λε‐ γέτω, ὅτι Ἰσχύω ἐγώ.» Ἀκούεις ὅπως ἔφη ἁγίαν τὴν μάχην, καὶ ἀῤῥωστεῖν οὐκ ἐᾷ τὸ δυσκλεές τε | |
5 | καὶ ἄναλκι, δυσαπόνιπτα τοῖς πεπονθόσι τὰ τῆς κακ‐ ανδρίας εἰδὼς ἐγκλήματα; Τί δ’ ἂν βούλοιτο κατα‐ σημῆναι πάλιν λόγος ἡμῖν ὁ προφητικὸς, ὅτι χρὴ συγκόπτειν τὰ ἄροτρα μὲν εἰς ῥομφαίας, τὰ δρέ‐ πανα δὲ εἰς σειρομάστας, εὖ μάλα παρεγγυῶν, | |
10 | φέρε διασκεψώμεθα. «Ἄροτρα μὲν γὰρ καὶ δρέ‐ πανα, ῥομφαῖαί τε καὶ σειρομάστεις,» τὰ μὲν εἶεν ἂν ταῖς γεωπονίαις χρειωδέστατα τῶν σκευῶν, τὰ δ’ αὐταῖς τοῦ πολέμου πρέποντα χρείαις. Ἆρ’ οὖν ἐκεῖνο ἐροῦμεν, ὡς ἐξίστησι μὲν ἡμᾶς τῆς ἠρε‐ | |
15 | μαίου ζωῆς καὶ φιλοπονίας ὁ νόμος, τὴν ἀγρίαν δὲ μᾶλλον καὶ φιλοπόλεμον τῆς ὧδε σεπτῆς ἀνθελέ‐ σθαι κελεύει; Καίτοι πῶς τοῦτό ἐστιν οὐκ ἀπηχὲς ἐννοεῖν; Ληρίας γὰρ, οἶμαι, τὸ χρῆμα γραφὴ, καὶ ἀτρεκὴς ὁ λόγος. Παιδαγωγεῖ μὲν γὰρ ἡμᾶς πρὸς | |
20 | πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ὁ τοῦ Θεοῦ νόμος, ἀποίσειε δ’ ἂν ἥκιστά γε πρὸς τὸ δρᾷν ἑλέσθαι τὸ πλημμελές. Οὐκοῦν ὅ τί ποτέ ἐστι τὸ, «μεταπλάτ‐ τεσθαι μὲν τὸ ἄροτρον εἰς ῥομφαίαν, τὴν δὲ δρεπάνην εἰς σειρομάστην,» καταθρῶμεν, εἰ δοκεῖ. Ἔοικε δὴ | |
25 | οὖν ὑποφαίνειν ἡμῖν ἀστείως ὁ νόμος, ὡς ἤδη καιρὸς τοὺς ἐν Χριστῷ δεδικαιωμένους, καὶ ἡγιασμένους ἐν Πνεύματι, πόλεμόν τε τὸν κατὰ παθῶν καὶ ἁμαρ‐ τίας ἠρμένους, οὐ τοῖς περὶ γῆν σπουδάσμασιν ἐμ‐ φιλοχωρεῖν ἀναπεπεισμένους διαμέλλειν, ὅτι καὶ | |
30 | βραδεῖς ὁρᾶσθαι περὶ τὸ χρῆναι πληροῦν τὰ ἀμείνω πρεπωδέστερα· μετασκευάσαι δὲ ὥσπερ τὸν ἐπ’ ἐκεί‐ νοις ἱδρῶτα πρὸς κατόρθωσιν ἀρετῆς, καὶ εἰ σὺν μάχῃ προσίοιτο χρῆναι κρατεῖν, καὶ τῶν ἐν σφίσιν αὐτοῖς κατανεαν[ι]εύεσθαι παθῶν, ὄκνου τε ἀμείνους | |
35 | ὁρᾶσθαι φιλεῖν, καὶ ἐν παντευχίαις εἶναι ταῖς πνευ‐ ματικαῖς. Οὕτω καὶ ὁ σοφώτατος Παῦλος τὸν παν‐ άριστόν τε ἡμῖν καὶ ἀλκιμώτατον μαχητὴν ἐξαρτύει, λέγων· «Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιο‐ | |
40 | σύνης, καὶ ὑποδυσάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μά‐ | |
45 | χαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Χριστοῦ.» Σεμνυνεῖται μὲν οὖν ἐπί γε τῷ δεῖν ἐσκευάσθαι λαμ‐ πρῶς ὁ πανάριστος μαχητὴς, ἀξιόμαχον δὲ τὴν ἐπὶ τῷδε δόξαν ἀποίσεται, φρονεῖν τε καὶ δρᾷν ᾑρημένος, τὰ δι’ ὧν ἂν φαίνοιτο νεανικὸς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν | |
77.732(50) | ἀρίστων ἐτοιμότατα διανενευκώς. Σοφὸς, ἀρτίφρων, καὶ τοῖς θείοις νόμοις τρυφερὸς καὶ εὐήνιος. βʹ. Τίνες δ’ ἂν εἶεν οἱ τὴν ἐναντίαν οἷς ἔφην ἐπιτη‐ δεύοντες ζωὴν, ταύτῃ τοι καὶ τῆς ἱερᾶς τῶν ἁγίων πληθύος ἐξωθούμενοι, πάλιν αὐτὸς ἡμῖν διεσάφει λέ‐ | |
55 | γων ὁ τῶν ὅλων Θεὸς πρὸς Μωσέα τὸν μεσιτεύοντα· | |
77.733 | «Πρόσταξον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἀποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν, καὶ πάντα γονοῤ‐ ῥυῆ, καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ, ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ ἀποστείλατε ἔξω τῆς παρεμβολῆς· καὶ | |
5 | οὐ μιανοῦσι τὰς παρεμβολὰς αὐτῶν ἐν οἷς ἐγὼ κα‐ ταγίνομαι αὐτοῖς.» Ἀκούεις ὅπως παραπέμπεσθαι τῆς παρεμβολῆς δεῖν ἔφη γονοῤῥυῆ, καὶ λεπρὸν, καὶ ἀκάθαρτον ἐπὶ ψυχῇ, μολυσμοῦ δὲ τὸ χρῆμα πρό‐ φασιν ἔσεσθαι καὶ τοῖς ἑτέροις φησὶν, εἰ μὴ τῶν μα‐ | |
10 | χίμων ᾗ τάχος ἀπονοσφίζοιτο; Καίτοι τί δή ποτε; φαίην ἂν ἔγωγε καὶ μάλα εἰκότως· μᾶλλον δὲ, οἷμαι, καὶ ἁπαστισοῦν ἐπαπορήσειεν ἂν, καὶ λογιεῖταί που ποινὴν ἀνθ’ ὅτου τὸν ἄῤῥωστον ὑποφέρεσθαι δεῖν ἐθεσμοθέτει Θεός. Ἦ γὰρ οὐκ ἄμεινον, ὁσιότητος | |
15 | ὄντα καὶ δικαιοσύνης πρύτανιν, τοὺς ταῖς ἀθελήτοις συμφοραῖς ὑπενηνεγμένους ἡμερότητος ἀξιοῦν, καὶ ἐπεί τοι πεπράχασιν ἀθλίως, ἐν ἴσῳ μὲν τοῖς κειμέ‐ νοις ἐλεεῖν, κατονειδίζειν δὲ ὅλως τὸ πάθος αὐτοῖς ἐφεῖναι μηδενί; Λέπρα μὲν γὰρ, καὶ τῶν φυσικῶν | |
20 | σπερμάτων ζημίαι, καὶ ἀβούλητοι καταφοραὶ, τοῖς ἀνθρωπίνοις ἐπισυμβαίνουσι σώμασιν· ἀλλ’ οὐκ ἂν οἴοιντο τῶν πεπονθότων ἐγκλήματα. Νοσεῖ μὲν γὰρ, οἶμαι, τὶς ἑκὼν μὲν οὐδείς· ἕλοιτο δ’ ἂν μᾶλλον, κἂν εἷς σφόδρα τις ᾖ τῶν ἐπὶ πλούτῳ τεθαυμασμένων, | |
25 | τοῖς ἀπαλλάττειν ὑπισχνουμένοις ἁπάσης ὁμοῦ τῆς οὐσίας παραχωρεῖν. Εἶτα πῶς ἔσται τὸ χρῆμα γραφὴ, καὶ τοῖς νοσοῦσι κατάῤῥησις, τὸ τοῖς οὕτω δεινοῖς ἐναλῶναι κακοῖς; Τρόποι μὲν γὰρ οἱ παμ‐ μόχθηροι, καὶ θέλησις ἀχαλίνως τὴν εἰς τὰ αἰσχίω | |
30 | νοσοῦσαν ῥοπὴν, καὶ τῶν ἀμεινόνων ὑπερφρονεῖν ἑλομένη, κολάζοιντο ἂν εἰκότως. Τὰ δὲ μὴ οὕτως ἔχοντα τῇ φύσει, συμβαίνοντα δὲ τοῖς πάσχουσιν ἀπευκτῶς, ἐξοίχοιντο ἂν, οἶμαί που καὶ τοῦ κατασκώ‐ πτεσθαι δεῖν, καὶ τὴν ἐκ νομίμων ἐπίπληξιν οὐχ | |
35 | ὁσίαν ἔχειν. Τί δὴ οὖν πρὸς ταῦτά φαμεν; Ἠδίκηκε τοὺς λεπροὺς ὁ νόμος, ἤγουν τοῖς ἑτέροις σκληρὰν ἐπήρτησε δίκην, τῆς τοῦ πρέποντος θήρας ἠφειδηκώς; Οὐμενοῦν, πολλοῦ γε καὶ δεῖ. Γέγραπται γάρ· «Ὅτι ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία, | |
40 | καὶ ἀγαθή.» Ἀλλὰ πῶς ἂν νοοῖτο ταυτὶ πρὸς ἡμῶν, εἴπερ ἔροιτό τις, ἐκεῖνό φαμεν· Τῆς ἀληθείας τὸ κάλλος διὰ τύπου καὶ σκιᾶς ἡ διὰ Μωσέως τοῖς ἀρ‐ χαιοτέροις παρεδείκνυ ἐντολὴ, καὶ τῶν εἰς νοῦν ἔσω κεκρυμμένων ἡ δύναμις ὡς ἐν ἀῤῥωστήμασι τοῖς | |
45 | σωματικοῖς διετυποῦτο λαμπρῶς. Λεπροῖς μὲν γὰρ παρεικάζει τὸ γράμμα τὸ νομικὸν τοὺς, ὅσον ἧκεν εἰς τρόπους, πολυειδεῖς τε καὶ πολυγνώμονας, καὶ μυ‐ ρίοις ὅσοις ἐμπεποικιλμένους κακοῖς, ἔν γε δὴ σφί‐ σιν αὐτοῖς τὸν οἰκεῖον ἔχοντας νοῦν. Γονοῤῥυῆ δέ | |
77.733(50) | φησι τὸν ἀκάθεκτον εἰς φιλοσαρκίαν, καὶ τῆς εἰς ἄγαν αἰσχρότητος ἀκαταλήκτως ἡττώμενον, ὡς αὐτό που δοκεῖν τὸ τῆς ἀθελήτου γονοῤῥοίας ὑπομεῖναι πάθος. Καταμυσάττεται δὲ πρὸς τούτοις τὸν ἀκά‐ θαρτον ἐπὶ ψυχῇ, τουτέστι, τὸν ἐπί τῳ τῶν τεθνεώ‐ | |
55 | των πενθεῖν ᾑρημένον καὶ καταλγύνεσθαι λίαν. Οὐκ‐ | |
77.736 | οῦν ἀνόπιν ὥσπερ ἰόντες, καὶ μονονουχὶ τὸν λόγον ἀνασειράζοντες, ἐκεῖνό φαμεν, τῇ τῶν θεωρημάτων ἑπόμενοι φύσει, καὶ εἰς νοῦν ὁρῶντες τῶν γεγραμ‐ μένων τὸν ἐσωτάτω, ὡς ἀδρανεῖς εἰς μάχην, καὶ | |
5 | πρός γε τὸ δεῖν ἀμείνους ὁρᾶσθαι παθῶν, οὐδαμόθεν ἐπιτήδειοι, τὸ πολυειδὲς εἰς φαυλότητα νοσεῖν, εἴπερ ἕλοιντό τινες. Τοῦτο γὰρ ἡ λέπρα καὶ τὸ κατ’ αὐτόν ἐστι πάθος. Ἀλλ’ οὐδ’ ἂν ἐγγράφοιντο ταῖς τῶν ἁγίων φάλαγξιν οἱ ἀχάλινοί τε καὶ ἀκρατεῖς εἰς ἐκτόπους | |
10 | ἡδονάς. Ἀπόπεμπτοι δὲ πρὸς τούτοις, οἱ τοῖς τεθνεῶ‐ σιν εἰς ἅπαν ἀπολωλόσιν οὐ μετρίως ἀποστυγνάζον‐ τες. Ὕβρις γὰρ τὸ χρῆμα εἰς Θεὸν, καίτοι διακε‐ κραγότα σαφῶς διὰ φωνῆς ἁγίων· «Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις.» | |
15 | Ἀνδριζώμεθα δὴ οὖν, εἴς γε τὸ χρῆναι, φημὶ, παθῶν ὁρᾶσθαι βελτίους. Ὧδε γὰρ δή τις τοῖς εἰωθόσιν εὐ‐ δοκιμεῖν ἐγγράψεται· καὶ τοῖς ἀριστίνδην ἐξηλεγμέ‐ νοις ἐναρίθμιος ὢν, τὴν πολύευκτον ἀληθῶς ἀποίσε‐ ται δόξαν. Μὴ καταπτοείτω πόνοις, κἂν εἰ φαί‐ | |
20 | νοιτο τραχὺ τὸ ἐφικέσθαι ζωῆς τῆς ἐπαινουμένης· κἂν εἰ τῆς ἀρετῆς δυσέκβατος μὲν καὶ ἀνάντης προ‐ κέοιτο τρίβος, ἱδρῶτες δὲ τῆς εὐκλείας προαναφαί‐ νοιντο. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ὀλίγους κομιδῇ δα‐ πανῶντας πόνους, τῶν κατορθωμάτων τὰ ἐξαίρετα | |
25 | καταπλουτεῖν δύνασθαί τινας· ἀναλόγως δὲ τοῖς ἱδρῶ‐ σιν ἀεὶ τὰ ἐξ αὐτῶν ἀνίσχει καὶ φαίνεται. Τοιούτοις ἡμᾶς παραθήγει λόγοις καὶ ὁ θεσπέσιος Παῦλος εἰς ἔφεσιν ἀρετῆς. Προστέταχε γὰρ ὑπογραμμὸν ὥσπερ τινὰ ποιεῖσθαι φιλεῖ, «τὸν τῆς πίστεως ἡμῶν ἀρχη‐ | |
30 | γὸν, καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρο‐ νήσας.» Τίνα δὲ τρόπον καὶ ἐπὶ τίσι τὸν ὑπὲρ ἡμῶν ἀνέτλη σταυρὸν, καθεὶς ἑαυτὸν εἰς κένωσιν, καίτοι Θεὸς ὢν, κατὰ φύσιν, ὁ Λόγος, φέρε δὴ λέγωμεν, | |
35 | βραχὺ μὲν ἐξαίροντες ὑψοῦ τὸ διήγημα, καταβιβά‐ ζοντες δὲ χρησίμως εἰς καλουμένην ἑκούσιον κέ‐ νωσιν. | |
40 | γʹ. Γεγέννηται μὲν γὰρ ἐκ Θεοῦ καὶ Πατρὸς ἀποῤ‐ ῥήτως καὶ ὑπὲρ νοῦν ὁ ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱός. Γεγέννηται δὲ πάλιν λέγωμεν, ἐπέκεινα μὲν ἡκέτω σωμάτων ὁ νοῦς· καὶ τῆς ἐπ’ αὐτοῖς φαν‐ τασίας τὸ σμικροπρεπὲς, κάτω που μένειν ἀφεὶς, | |
45 | ἄμεινον μὲν ἀσυγκρίτως ἢ κατὰ σώματος φύσιν ἀπο‐ νοείτω τὸ Θεῖον· ὑπερτάτω δὲ ὅτι παντὸς γενητοῦ καὶ ἀπαραβλήτου ἔχει τὴν δόξαν, διακείσθω καλῶς. Παραδεξώμεθα τοίνυν, οὐχὶ δήπου πάντως τοῖς καθ’ ἡμᾶς ἑπόμενοι λόγοις, ὅτι πρεσβύτερον μὲν τοῦτό | |
77.736(50) | που τῷ γεγεννημένῳ, τὸ μὴ ὑπάρχειν ὅλως· προανα‐ φαίνεται δέ πως τῆς εἰς τὸ εἶναι παρόδου τὸ μὴ ὑφεστάναι ποτέ. Ληρία γὰρ τοῦτό γε, καὶ τῆς εἰς ἄκρον ἡκούσης ἐμβροντησίας κατάδειξις ἐναργής. | |
Εἰ μὲν γὰρ περὶ σωμάτων, ἤτοι τῶν καθ’ ἡμᾶς, πο‐ | ||
77.737 | λυπραγμονοῖτο τυχὸν ὁ λόγος, τὰ σωμάτων ἴδια προσ‐ νέμειν αὐτοῖς, καίπερ ἂν φαίνοιτο συμβαίνοντα φυσικῶς τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν, τὸ ἀπεικὸς οὐδέν. Προανίσχει γὰρ ὁμολογουμένως τῆς εἰς ὕπαρ‐ | |
5 | ξιν ὁδοῦ, τὸ μὴ ὑπάρχον ὅλως. Ὑπομενεῖ δὲ πρὸς τούτοις καὶ μερισμοὺς τοὺς ἐκ τοῦ τεκόντος εἰς ἀποκλήρωσιν ἰδικὴν τοῦ γεγεννημένου. Ἐπὶ δὲ τῆς ἀνωτάτω πασῶν οὐσίας, τῆς ἐπέκεινα παντὸς γενητοῦ, πῶς οὐκ ἀπόπληκτον κομιδῇ μερισμοὺς εἰσδέχεσθαι | |
10 | καὶ ἀποκοπὰς, καὶ τὸ ἐν χρόνῳ ζητεῖν τὴν γέννησιν. Ἄπαγε τῆς δυσβουλίας, ἄνθρωπε! ἰσχνὸν ὅτι μάλιστα τοῖς θεωρήμασι τὸν νοῦν ἐνιεὶς, εἴσῃ τὸ ἀληθές. Ἢ ἴσθι τὴν θείαν περιυβρίζων φύσιν, τὰ σωμάτων ἴδια προσνέμων αὐτῇ, καὶ τὴν ὑψοῦ καὶ ἐπέκεινα | |
15 | παντὸς τοῦ πεποιημένου κατακομίζων ὑπεροχὴν εἰς αἰσχίονα δόξαν, ἤπερ ἂν αὐτῇ πρέποι τε καὶ ἐνεῖναι πιστεύοιτο. Πατρὸς γὰρ ὄντος ἀεὶ τοῦ Πατρὸς, καὶ οὐκ ἐκ τοῦ κατὰ δύναμιν ἐν χρόνῳ προήκοντος εἰς τὸ τεκεῖν κατ’ ἐνέργειαν, ἀεὶ συνυπάρχειν ἀνάγκη | |
20 | τὸν δι’ ὅν ἐστι Πατήρ. «Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ Θεὸς ἦν ὁ Λόγος,» κατὰ τὰς Γραφάς. Οὗ δὲ τὸ «ἦν» ὀνομάζεται, προεπενηνεγμένου μηδενὸς, ποῦ τῆς ἐννοίας ὁ δρόμος στήσεται, καὶ πρὸς ποῖον ἡμῖν κατ‐ αντήσῃ τέλος, ὡς ἐν ἰσχναῖς φαντασίαις ὁ νοῦς εἰ | |
25 | διώκειν ἕλοιτο τὸ «ἦν;» Οὐκοῦν γεγέννηται μὲν, καὶ Θεὸς ἦν ὁ Λόγος· γεγέννηται δὲ, οὐ κατὰ σώματος φύσιν, ὡς ἑτερότητα τὴν εἰς ἅπαν ὑπάρξαι νοεῖν τῷ γεννωμένῳ πρὸς τὸ γεννῶν. Κεχρήμεθα δὲ ἀναγκαίως ἐκ τοῦ καθ’ ἡμᾶς τὸ τῆς γεννήσεως ὄνομα, καταση‐ | |
30 | μαίνοντες ὅτι τῆς Θεοῦ Πατρὸς οὐσίας ὁ Μονογενὴς, φωτὸς ἀνέλαμψε νόμῳ· καὶ ὑφέστηκε μὲν ἰδικῶς, καὶ ἐν ὑπάρξει νοεῖται τῇ καθ’ ἑαυτόν. Ἀπόῤῥητος δὲ παντελῶς ὁ ἐπὶ τῷδε λόγος. Οὐ γάρ τοι τῆς τοῦ τεκόντος οὐσίας εἰς ἅπερ ἐξεστηκὼς, ἀλλ’ αὐτός τε | |
35 | ὑπάρχων ἐν τῷ Πατρὶ, καὶ ἐν ἰδίᾳ φύσει καταδει‐ κνὺς τὸν γεννήτορα, συμπροσκυνεῖται καὶ συνδοξά‐ ζεται. Ἐπειδὴ δέ ἐστιν ὁμοούσιος καὶ ἰσοκλεὴς, ἀναγκαίως ἰσουργός τε ἅμα καὶ ἰσοσθενής. Συν‐ υφεστηκότος δὲ οὕτως ἡμῖν τοῦ ἁγίου Πνεύματος, | |
40 | συνθεολογουμένου τε καὶ συνεισθέοντος, ὀρθῶς τε καὶ ἀμωμήτως ἡ περὶ τῆς ἁγίας ἡμῖν Τριάδος συγκεί‐ σεται πίστις. Ὁ τοίνυν τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀξιώμασι εὖ μάλα διαπρεπὴς, δι’ οὗ τὰ πάντα παρ‐ ήχθη πρὸς γέννησιν, «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ | |
45 | εἶναι ἴσον Θεῷ,» κατὰ τὸ γεγραμμένον, «ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀν‐ θρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄν‐ θρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» Καίτοι γὰρ | |
77.737(50) | ἐνὸν ἐπ’ ἐξουσίας αὐτῷ ταῖς ἰδίαις ὑπεροχαῖς ἐν‐ ερηρεῖσθαι λαμπρῶς, καὶ ἰσότητι τῇ πρὸς τὸν Πατέρα πλουσίως ἐντρυφᾷν, καὶ τοῖς τῆς θεότητος ἐναγλαΐ‐ ζεσθαι θάκοισι, καταπεφοίτηκεν ἑκὼν εἰς εἶδος τὸ καθ’ ἡμᾶς, οὐδὲν εἰς ἰδίαν ἀδικούμενος φύσιν τῇ | |
55 | προσλήψει τοῦ καταδεεστέρου, προστιθεὶς δὲ μᾶλλον | |
77.740 | τὸ ἐνδέον αὐτῷ. Οὐ γὰρ ἦν εἰκὸς, μᾶλλον δὲ ἦν καὶ σφαλερώτατον, ἐννοεῖν καὶ λέγειν, ὡς τὴν θείαν καὶ ἄῤῥητον πλεονεκτήσει φύσιν ἡ ἀνθρώπου τυχὸν, καὶ εἰς τὸ οἰκεῖον αὐτὴν ἀκαλλὲς ἐκβιάσεται, καὶ κατα‐ | |
5 | βιβάσει τῆς ἰδίας ὑπεροχῆς. Σοφὸν δὲ δήπου καθά‐ περ ἐγᾦμαι τὸ διαλογίζεσθαι δεῖν, ὅτι τῇ τῆς θεότη‐ τος φύσει παραχωρήσει τὰ καθ’ ἡμᾶς. Καὶ πρός γε τὸ[ν] ἀσυγκρίτως ἄμεινον μετοιχήσεται, τῇ τοῦ προὔ‐ χοντος εὐκλείᾳ νικώμενον. Καὶ γάρ ἐστι τῶν ἀτοπω‐ | |
10 | τάτων, ἐν μὲν τοῖς ὑπὸ Θεοῦ γεγονόσιν ὁρᾷν τῇ τῶν ἀμεινόνων μίξει τε καὶ παραθέσει καὶ τὰ μὴ σφόδρα περικαλλῆ κοσμούμενα· οἴεσθαί γε μὴν τῇ ἀνθρώπου φύσει Θεὸν προσωμιληκότα, καθ’ ὃν οἶδε τρόπον αὐτὸς, μὴ οὐχὶ δὴ μᾶλλον ἐναπομάξασθαί τι τῶν | |
15 | ἰδίων αὐτῇ, βλάβος δέ τι καὶ τῶν παρ’ ἀξίαν εἰς ἰδίαν αὐτὸν ἀνατλῆναι φύσιν. Καὶ ἤλιος μὲν τῆς ἀκτῖνος τὴν προσβολὴν, καὶ βορβόροις αὐτοῖς καὶ τέλμασιν ἐνιεὶς, ἀδιαλώβητον παντελῶς τηρήσει τὸ σέλας· ἡ δὲ θεία καὶ ἀκήρατος, καὶ ὑπερτάτη φύσις, ἢ τὸ | |
20 | δύνασθαί τι παθεῖν τῶν καταλυπεῖν εἰωθότων, ἀστι‐ βὲς παντελῶς πῶς ἂν ἀδικοῖτο τῇ πρὸς τὸ ἔλαττον ὁμιλίᾳ; Πῶς δὲ οὐχὶ τὴν τοῦ χείρονος ὑπεραλεῖται φύσιν, καὶ τοῖς ἰδίοις αὐτὴν ἀγαθοῖς καταφαιδρύ‐ νουσα πρὸς τὸ ἀσυγκρίτως ἄμεινον μετακομιεῖ; | |
25 | Ἀνθότου δὴ οὖν τοῦ χρῆναι θαυμάζειν ἠφειδηκότες τὰ οὕτω σεπτὰ, κατασοβαρεύονταί τινες, καὶ τὸ ὑπέροφρυ νοσοῦσι πάθος· οἴονταί τε τῇ θείᾳ συν‐ αγορεύειν δόξῃ, τῆς οὕτως ἀρίστης οἰκονομίας τὸ ἀκαλλὲς καθορίζοντες. Οὐ γὰρ παραδέχονται τὸ | |
30 | μυστήριον· πλατὺ δὲ γελῶντες, ἀσύνετον κομιδῇ τὸ χρῆμα νομίζουσι, καὶ ὕθλοις ἡμᾶς εἰκαίοις ἐπιθαρ‐ σῆσαί φασιν. Οὐκ ἐννοοῦντες, ὅτι τοῖς μὲν ἰδίοις καθηγηταῖς, εἴπερ ἕλοιντό τι νοεῖν ἢ λέγειν, ἀβα‐ σάνιστον ἔσθ’ ὅτε τηροῦντες τὴν πίστιν, καὶ τὸ, | |
35 | «Αὐτὸς ἔφα,» δωρούμενοι, εἶτα τοῖς θείοις κρίμασι τάς γε δὴ σφῶν αὐτῶν ἀν[θ]ιστάντες ἐννοίας, δυσδιά‐ φυκτον κομιδῇ ταῖς ἑαυτῶν κεφαλαῖς καταχέουσιν· οὐδὲ οἷς ἄνθρωποι τιμᾷν ἐγνώκασι, ταῦτα τῇ θείᾳ προσνέμοντες φύσει. Ἀλλά τις αὐτοῖς, ὡς οἴονται, | |
40 | σοφὸς δὴ λίαν ἐκπεπόρισται λόγος. Πῶς γὰρ δὴ, φασὶν, ὁ ἀκήρατος νοῦς, ὁ ποσότητός τε καὶ περι‐ ορισμοῦ παντελῶς ἐλεύθερος, εἰς ἑνὸς ἀνθρώπου κε‐ χώρηκε σῶμα; Ἐγὼ δὲ, ὅτι μὲν τῆς τῶν σωμάτων ποσότητος ἐξιστᾶσι τὸ Θεῖον, ἐπαινέσας ἔχω. Συνθή‐ | |
45 | σομαι γάρ· φημὶ δὴ οὖν ὅμως ἐκεῖνο τοῖς ὧδε φρο‐ νεῖν ᾑρημένοις. Οὐ γὰρ δὴ περιγεγράφθαι φαμὲν τὴν τοῦ Λόγου φύσιν, εἰ καὶ κατοικῆσαι λέγοιτο καθάπερ ἐν ἁγίῳ ναῷ τῷ ἐκ τῆς ἁγίας Παρθένου σώματι· ἀλλ’ ἐπλήρου μὲν οὐρανοὺς ὡς Θεὸς, γῆν | |
77.740(50) | δὲ καὶ τὰ κατωτέρω, καὶ οὐδενὸς τῶν ὅλων ἀπ‐ ελιμπάνετο. Ἦν δὲ μετὰ τούτου καὶ ἄνθρωπος. Τὸ δὲ ὅπως ἢ τίνα τρόπον, εἰ νοεῖν οὐ δύνασαι, παραχώρει τοῖς ὑπὲρ νοῦν, χαρίζου τοῖς ὑπὲρ λόγον τὴν ὡς ἐξ ἀνάγκης σιγήν. Πολλὰ τούτοις ἕτερα προσομολογή‐ | |
55 | σεις ἀγνοεῖν. Ποῦ γὰρ ἐρήρεισται γῆ; Ποίαν ἔχει | |
τὴν ὑποβάθραν ὁ οὐρανός; Πεποίηται δὲ τίνα τρόπον | ||
77.741 | ὁ τῶν ἄστρων χορὸς, καὶ τὴν ὑψοῦ τε καὶ ἄνω διέρ‐ πει τρίβον; Ἀλλὰ γὰρ εἴ τις ἕλοιτο τὰ καθέκαστα λέγειν, μακροὺς ὡς ἐγᾦμαι δαπανήσει λόγους, συν‐ τιθείς σοι τὰ διηγήματα. Ἀλλὰ γὰρ σμικρὸν τῷ ὑπὲρ | |
5 | πάντα Θεῷ φασι τὸ γενέσθαι καθ’ ἡμᾶς. Ἐγκαλεῖς δ’ οὖν, ὅτι φιλάνθρωπος ὢν καὶ ἀγαθὸς τῇ φύσει, προὐργιαιτέραν τοῦ πρέποντος τὴν εἰς ἡμᾶς φροντίδα πεποίηται. Σμικρὸν μὲν γὰρ ὁμολογουμένως αὐτῷ τὸ γενέσθαι καθ’ ἡμᾶς· καλεῖται γὰρ κένωσις. Ἀλλ’ | |
10 | ὅ γε τῆς εἰς ἡμᾶς ἡμερότητος λόγος διακρούσεται τὴν γραφήν. Ὃ δὲ ἦν δή που θαυμάζειν ἄξιον, αἰτίαις ὑπενεγκεῖν, πῶς οὐκ ἀνόσιον κομιδῇ; Εἰπὲ γὰρ ἐκεῖνο, καὶ φιλοπευστοῦντι φράσον. Πότερα δὲ φὴς ὡς ἦν ἄμεινόν τε καὶ πρὸς εὐκλείας αὐτῷ τὸ ἀφει‐ | |
15 | δῆσαι τῶν καθ’ ἡμᾶς, καὶ δι’ οὐδενὸς ποιεῖται λόγου πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ὠλισθηκότα τὸν ἄνθρω‐ πον; ἢ τοῦτο μὲν οὐδαμῶς, ἀνασῶσαι δὲ μᾶλλον, καὶ τῆς καθηκούσης ἐπιμελείας ἀξιοῦν; Εἶτα πῶς ἂν ἐνδοιάσειέ τις τῶν ὀρθὰ φρονεῖν εἰωθότων, ὡς ἦν | |
20 | ἄμεινόν τε καὶ πρεπωδέστερον τῷ γε ὄντι κατὰ φύσιν ἀγαθῷ, τὸ τοῖς παρ’ αὐτοῦ γεγονόσι τὰ ἐκ τῆς ἰδίας ἡμερότητος διανέμειν ἀγαθά; Πῶς οὖν ἔτι τὸ χρῆμα γραφή; πῶς δὲ τῆς οἰκονομίας τὸ ἀμωμήτως ἔχειν καταφλυαροῦσί τινες; Ἀλλ’ ἰατροῖς μὲν παραχωρή‐ | |
25 | σομεν τὸ ὅπως ἂν εἰδεῖεν αὐτοὶ τιθασσεύειν δύνασθαι τὰς τῶν παθῶν ἀγριότητας· ἐπιτιμήσομεν δὲ τῷ Θεῷ, τῆς εἰς ἡμᾶς φροντίδος οὐκ ἠγνοηκότι τὴν ὁδόν; Διακεισόμεθα δὲ φληνάφως, λογισμοῦ μὲν τοῦ πρέποντος ἀφαμαρτεῖν αὐτὸν, ἐν σκέψεσι δὲ ταῖς | |
30 | πρεπωδεστέραις τὸν ἀνθρώπινον γενέσθαι νοῦν; Ἆρ’ οὖν, εἰπέ μοι, φρενοβλαβείας ταυτὶ καὶ γέλωτος ἀπαλλάξωμεν; Ἄκουε λέγοντο, ἐναργῶς τοῦ πάντα εἰδότος Θεοῦ· «Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν· οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί | |
35 | μου· ἀλλ’ ὥσπερ ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῶν διανοημάτων μου.» Ὑπερκείσεται γὰρ ὅσον τῇ φύσει τὰ καθ’ ἡμᾶς, τοσοῦτόν που πάντως φρονήσει καὶ ἄμεινον, καὶ τὴν | |
40 | ἐφ’ ἑκάστῳ τῶν πρακτέων ὁδὸν οὐδὲν διασκέψεσι βλέπων· ἀλλ’ ἐν πρώταις εὐθὺς ἐννοίαις ἑλὼν, ἀπο‐ περαίνει τὸ δοκοῦν. «Οὐδὲν γὰρ, οὐδὲν ἁμαρτεῖν ἐστι Θεοῦ, καὶ πάντα κατορθοῦν,» κατὰ τὸ γε‐ γραμμένον τοῖς ἀρχαιοτέροις ὑμνούμενον. Ἀλλ’ | |
45 | εἴ σοι φίλον καὶ ἐν σπουδῇ, καὶ τὴν τῆς ἐνανθρωπή‐ σεως αἰτίαν καταμαθεῖν, ὄκνου κρείττονα ποιήσο‐ | |
μαι τὴν ἀφήγησιν, καὶ ἐν βραχέσιν ἐρῶ. | ||
77.744 | δʹ. Ἄφθαρτον καὶ ἀνώλεθρον ἐποίει τὸν ἄνθρωπον ἐν ἀρχαῖς εὐθὺς ὁ πάντων Δημιουργὸς, οὐκ ἰδίας φύσεως νόμοις ἐρηρεισμένον εἰς τοῦτο, καὶ ἀκλονήτως ἔχοντά ποθεν. Νοσεῖν γὰρ ἀνάγκη τοῖς ὑπὸ γένεσιν | |
5 | τὴν φθορὰν, καὶ τὸ ἄρχειν τοῦ πεποιῆσθαι λαχὸν διέρπει που πάντως εἰς τὸ καταλῆξαι δεῖν. Ἀλλ’ ἐπείπερ ὧδε ἔχειν αὐτὸν ὁ Δημιουργὸς ἤθελε, πρὸς τῷ ἀνωλέθρῳ, καὶ παντὸς εἴδησιν ἀγαθοῦ, καὶ μὴν καὶ ἔφεσιν τὴν εἰς ἀρετὴν ἐγχάραττε τῷ ζώῳ· | |
10 | εἶτα δρᾷν ἐπ’ ἐξουσίας ὅπερ ἂν ἕλοιτο διδοὺς, τὴν ἐλευθέροις πρέπουσαν ἐχαρίζετο δόξαν. Ἔδει γὰρ, ἔδει προαιρετικὴν ἐν ἡμῖν ὁρᾶσθαι τὴν ἀρετήν. Εἶτα τοῖς τοῦ διαβόλου φενακισμοῖς ἐξολισθήσας εἰς ἁμαρ‐ τίαν, καὶ τῶν δοθέντων ὀλιγωρήσας νόμων, θανάτῳ | |
15 | κατεδικάζετο, καὶ ταῖς παραβάσεσι συνηῤῥώστησε τὴν φθοράν. Ἐπειδὴ δὲ πρὸς τὸ ἐν ἀρχαῖς ἀναπλάτ‐ τειν τὸ ζῶον ἐδόκει τῷ ποιητῇ, φθορᾶς τε ὁμοῦ καὶ ἀναμαρτησίας ἀπαλλάττειν ἤθελε, νόμον ὡρίσατο τὸν διὰ Μωσέως· λελάληκε δὲ καὶ διὰ προφητῶν ἁγίων. | |
20 | Ἀλλ’ ἦν οὐδὲν ἧττον ἐν πολλαῖς ἄγαν αἰτίαις τὰ καθ’ ἡμᾶς. Τοιγάρτοι καὶ αὐτὸν ἀφικέσθαι λοιπὸν ἐξ οὐρα‐ νοῦ παρεκάλουν, λέγοντες· «Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι.» Πῶς οὖν ἔδει τοῖς ἐπὶ τῆς γῆς ἐμφανῆ γενέσθαι Θεόν; ἄρα γυμνῇ τῇ δόξῃ, καὶ οὐδὲν | |
25 | ἐχούσῃ τὸ κατασκίασμα; Καὶ τίς ἂν ὑπέστη τὴν οὕτω σεπτὴν καὶ δύσοιστον θέαν; Καίτοι λέγοντος ἀκούω τινὸς τῶν παρ’ Ἕλλησι ποιητῶν καὶ εἰς πολύ‐ θεον πλάνησιν ἀπενηνεγμένων· | |
30 | Χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς. Ὅτι δὲ τῶν τῆς ἀνθρωπότητος ἐπέκεινα μέτρων ὁρᾶ‐ ται σαφῶς τῶν τῆς ἀκηράτου φύσεως τὴν δόξαν ἰδεῖν, εἴσῃ κἀντεῦθεν. Καταβέβηκεν ἐν εἴδει πυρὸς ἐπὶ τὸ Σινᾶ καλούμενον ὄρος. Εἶτα προσελάλει τοῖς | |
35 | υἱοῖς Ἰσραὴλ, μεσιτεύοντος τοῦ πανσόφου Μωσέως. Ἀλλ’ οὐκ ἐνεγκὼν τὴν θέαν ὁ Ἰσραὴλ, ἐλιπάρει λέγων· «Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, μή ποτε ἀποθάνωμεν.» Καταπεφρικό‐ των δὴ οὖν τῶν ἐξ Ἰσραὴλ, καὶ τὴν τοῦ μεσιτεύοντος | |
40 | χρείαν ἀναγκαιοτάτην ἔσεσθαι τοῖς παιδαγωγουμένοις ἀναφανδὸν εἰρηκότων, ἐπήνεγκε τὴν σκέψιν ὁ νομο‐ θέτης· καὶ τύπον ὥσπερ τινὰ τὴν Μωσέως διακονίαν τῆς ἐσομένης διὰ Χριστοῦ τοῖς πάλαι προθεὶς αὐ‐ τὸν ἡμῖν ἐναργῶς ἀναδείξειν κατὰ καιροὺς ὑπισχνεῖτο, | |
45 | λέγων· «Ὀρθῶς πάντα ὅσα ἐλάλησαν, προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ· καὶ θήσω τοὺς λόγους μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ.» Δεσπότην γὰρ ὄντα προφητῶν τὸν Υἱὸν, προφήτην | |
77.744(50) | ὠνόμαζε τῶν τῆς ἀνθρωπότητος μέτρων εἴσω τιθεὶς, διὰ τὸ τῆς οἰκονομίας ἀπόῤῥητον. Ἵνα τοίνυν γένηται κατὰ Μωσέα, τουτέστιν ἄνθρωπος, καὶ Θεοῦ μεσί‐ | |
της καὶ τῶν καθ’ ἡμᾶς, πεφόρηκε τὸ ἀνθρώπινον | ||
77.745 | σῶμα· καὶ «σπέρματος Ἀβραὰμ ἐπελάβετο,» κατὰ τὰς Γραφὰς, ἵν’ ὃ ἐπίπερ ἐστὶ κατὰ φύσιν ζωὴ, τὴν τοῖς ἀνθρωπίνοις σώμασιν ἐγκατασκήψασαν ἐξ ἀρᾶς, ἐξελάσῃ φθορὰν, καὶ μεταστήσῃ σύμπαντα εἰς θεο‐ | |
5 | γνωσίαν, εἰς ἐγκράτειαν, εἰς ἀνδρείαν, εἰς ὑπομονὴν, καὶ εἰς τὸ δρᾷν ἑλέσθαι καὶ φρονεῖν, ἃ ζηλωτοὺς ἀποφαίνει, καὶ θείων ἡμᾶς ἐμπίπλησι χαρισμάτων. Ἀλλ’ ἠγνόησε τὴν οἰκονομίαν ὁ Ἰσραὴλ, καίτοι προφητῶν ἁγίων ἀνακεκραγότων σαφῶς τὸ ἐπ’ αὐτῷ | |
10 | μυστήριον. Ὁ μὲν γὰρ ἔφασκεν· «Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε.» Καὶ ἄλλωθι· «Ἰδοὺ ὁ Θεὸς ἡμῶν· ἰδοὺ Κύριος μετ’ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας. Ὡς | |
15 | ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὑτοῦ, συνάξει ἄρνας.» Ἕτερος δ’ οὖν, Ἰεζεχιὴλ δὲ οὗτος πανάριστος προφητῶν· «Τάδε λέγει Κύριος ὁ Θεός· Ἰδοὺ ἐγὼ διακρινῶ ἀνὰ μέσον προβάτου ἰσχυροῦ, καὶ ἀνὰ μέσον προβάτου ἀσθενοῦς· ἐπὶ ταῖς πλευραῖς καὶ | |
20 | τοῖς ὤμοις ὑμῶν διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε, καὶ πᾶν τὸ ἐκλεῖπον ἐξεθλίβετε, καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ἔτι ὦσιν εἰς προ‐ νομήν· καὶ κρινῶ ἀνὰ μέσον κριοῦ πρὸς κριὸν, καὶ ἀναστήσω ἐπ’ αὐτοὺς ποιμένα ἕνα, καὶ ποιμανεῖ | |
25 | αὐτοὺς,» τὸν δοῦλόν μου Δαβίδ. «Καὶ ἔσται αὐτῷ ποιμήν· καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ Δαβὶδ ἄρχων ἐν μέσῳ αὐτῶν. Ἐγὼ Κύριος ἐλάλησα, καὶ διαθήσομαι τῷ Δαβὶδ διαθήκην εἰρήνης, καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς.» Ἀκούεις ἄνω | |
30 | τε καὶ κάτω Δαβὶδ ὀνομάζοντος τὸν ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστὸν, ὡς ἐσόμενον ποιμένα κατὰ καιροὺς τῶν ἐξ Ἰσραήλ; Ἐννόει γὰρ ὅτι κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν ὁ προφήτης τὰ τοιάδε φησὶν, οὐκ ἦν ἐν ζῶσιν ἔτι Δαβίδ· προαποτεθνήκει γὰρ ἐκ | |
35 | μακρῶν ἔτι καὶ ἄνωθεν χρόνων. Ἀλλ’ ὥσπερ ἐστὶν ἔθος τῇ θείᾳ Γραφῇ Ἰακὼβ ὀνομάζειν τοὺς ἐξ Ἰακὼβ, καὶ μέντοι καὶ Ἰσραὴλ τοὺς ἐξ Ἰσραήλ· οὕτω καὶ Δαβὶδ τὸν ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστόν. Ἠγνοηκότες τοίνυν ἐσταύρωσαν. Ὁ δὲ καί τοι δια‐ | |
40 | δράναι τὸ παθεῖν ἐξὸν, οὐ γὰρ ἂν ἐβιάσθη Θεὸς, ἑαυτὸν προσεκόμισε ταῖς τῶν φονώντων χερσίν· ἵνα καὶ ἐγηγερμένος ἐκ νεκρῶν, πληροφορήσῃ σαφῶς, καὶ πρό γε τῶν ἄλλων τοὺς ἐσταυρωκότας, ὅτι ζωὴ κατὰ φύσιν ὑπῆρχεν ὁ Θεός. Καταβέβηκεν ἐν τοῖς | |
45 | καθ’ ἡμᾶς, ἵνα ἡμᾶς ἀποδείξῃ θανάτου κρείττονας, καὶ νενικηκότας ἤδη τὴν φθοράν. Παθόντος δὴ οὖν ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ, καὶ καταργήσαντος μὲν τὸν θάνατον, ἀποστήσαντος δὲ τὴν ἀκλεᾶ καὶ βέβηλον ἁμαρτίαν· ἐγηγερμένου τε καὶ ἀναβεβηκότος εἰς οὐ‐ | |
77.745(50) | ρανοὺς, καὶ ὅσον οὐδέπω παρεσομένου· «Καταβή‐ σεται γὰρ καὶ κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,» κατὰ τὸ γεγραμμένον· πάντα ῥύπον τὸν τῆς ἁμαρ‐ τίας ἀποτριψώμεθα, ἀγαπήσωμεν τὴν ἐγκράτειαν, | |
καρποφορήσοντες τῇ ὑπομονῇ τὴν εἰς ἀλλήλους ἀγά‐ | ||
77.748 | πην, ἐπιτηδεύσωμεν τὸν εἰς τοὺς δεομένους ἔλεον, τὴν φιλοπτωχίαν. Συναλγήσωμεν τοῖς ἐν δεσμοῖς, τοῖς κακουχουμένοις, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώμασι. Καὶ πρό γε τῶν ἄλλων ὀρθὴν καὶ ἀμώμητον ἐν | |
5 | ἑαυτοῖς τὴν πίστιν τηρήσωμεν. Τότε γὰρ, τότε νη‐ στεύσομεν καθαρῶς· ἀρχόμενοι τῆς μὴν ἁγίας Τεσ‐ σαρακοστῆς, ἀπὸ ἑβδόμης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ δευτέρας τοῦ Φαρμουθὶ μηνὸς, περιλύοντες δὲ | |
10 | τὰς νηστείας τῇ ἑβδόμῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὰς ἀποστολικὰς παραδόσεις· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ὀγδόῃ τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, | |
15 | οὕτω πάλιν τοῖς θείοις ἐντρυφήσομεν λόγοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
19t | ΛΟΓΟΣ ΙϚʹ. | |
20t | Πρόλογος. | |
21 | Ἡμᾶς ἐνθάδε συνήγαγεν ὁ καιρός. Ἥκομεν δὲ εἰς μέσον, οὐ τὸ ἐν λόγοις πλατὺ καὶ ἰσότιμον ὑπισχνού‐ μενοι· μέτριοι ἐν τούτῳ λίαν ἡμεῖς· ἀλλ’ ἔθει πα‐ τρῴῳ καὶ ἀναγκαίως ἐξευρημένῳ κατακολουθεῖν | |
25 | ἐγνωκότες. Δεῖ τοίνυν ὑμᾶς συγγνώμονας εἶναι, κἂν εἰ μὴ φαίνοιτο τοῖς ἔξωθεν κόμποις κατηγλαϊσμένος ὁ λόγος, καὶ τοῖς εἰς ῥητορικὴν αὐχήμασιν ἐναβρύνε‐ σθαι μεμελετηκώς. Τὸ γὰρ ἐν τούτοις εὐδοκιμεῖν, περιθείην ἂν εἰκότως, ἥκιστα μὲν, ἐμαυτῷ, φαίην δ’ | |
30 | ἂν ὅτι πρέπειεν ἂν μᾶλλον τοῖς ἀγαθοῖς τουτοισὶ καὶ σοφοῖς διδασκάλοις. αʹ. Ὁ μὲν νόμος τοῖς ἀρχαιοτέροις ἐδίδου τὸ σύν‐ θημα τοῦ χρῆναι πληροῦν τὰς ἐν τύποις ἔτι καὶ ὡς ἐν σκιαῖς ἑορτάς. Ὅτι δὲ ἦν ἀναγκαῖον τῆς καθηκού‐ | |
35 | σης αὐτὰς φροντίδος ἀξιοῦν, καὶ τὸ ῥᾴθυμον ἐν τού‐ τοις οὐκ ἀπλημμελὲς, ἀλλ’ ἐναντίᾳ καὶ δίκῃ, διεσά‐ φει, λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ζαχαρίου· «Καὶ ἔσται, ὃς ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς Σκηνοπηγίας, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη | |
40 | ἐκ τοῦ λαοῦ αὑτῆς.» Τοῖς γὰρ οὕτω σεπτοῖς, καὶ εὖ μάλα ὀρθῶς διωρισμένοις ἐπιγάννυσθαι δέον, παρ’ οὐδὲν ἀνθότου ποιοῖτ’ ἄν τις τὴν ἐπιτήρησιν. Τά τε τῶν πραγμάτων ἐξαίρετα, καὶ οὐκ ἀγεννῆ λαχόντα τὴν δόξαν, εἴπερ ἕλοιτό τις περιυβρίζειν ἀποτολμᾷν, | |
45 | ὄκνῳ τε καὶ μελισμοῖς τὸ κρατεῖν ἀπονέμων, ὁσίαν ἂν ἔχοι τὴν κατάῤῥησιν, καὶ οὐκ ἔξω τοῦ εἰκότος τὰ ἐγκλήματα. Οὐκοῦν εὐστιβῆ μὲν ὤσπερ διατάτ‐ τοντες τρίβον, διακηρύξομεν μὲν ἡμεῖς μεμνημένοι τοῦ λέγοντος· «Ἱερεῖς, ἀκούσατε, καὶ ἐπιμαρτύρα‐ | |
77.748(50) | σθε τῷ οἴκῳ Ἰσραὴλ, λέγει Κύριος παντοκράτωρ.» Πρέποι δ’ ἂν καὶ ἡμᾶς αὐτοὺς, προθυμίαις μὲν ταῖς ἀνωτάτω χρωμένους, διαῤῥιπτοῦντας δέ που τὸ ἐξ‐ | |
ήνιον, καὶ τῇ τῶν αἰσχίστων μοίρᾳ προσνέμοντας ἀπο‐ | ||
77.749 | περαίνειν ἐπείγεσθαι τὰ νενομισμένα. Πάλαι μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς τῷ θεσπεσίῳ Μωσῇ τὸν τῆς ἁγίας ἡμῶν ἑορτῆς κατασημαίνων καιρὸν, καὶ ὅπως ἂν γένοιτο πρὸς ἡμῶν ἱεροπρεπῶς τε καὶ ἀμωμήτως, | |
5 | καὶ ὡς ἐν τύπῳ καταδεικνὺς, προσεφώνει, λέγων· «Εἴ πω καὶ ποιείτωσαν οἱ υἱοὶ Ἰσραὴλ τὸ Πάσχα καθ’ ὥραν αὐτοῦ, τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν· ποιήσεις αὐτὸ κατὰ καιροὺς κατὰ τὸν νόμον αὐτοῦ, καὶ κατὰ τὴν | |
10 | σύγκρισιν αὐτοῦ ποιήσεις αὐτό.» Ἡμᾶς δὲ ἀνάγκη τοὺς ταῖς ἱεραῖς λειτουργίαις ὑπεζευγμένους, λαμπρῷ καὶ διαπρυσίῳ κεχρῆσθαι κηρύγματι, καὶ τοῖς ἐν Χριστῷ δεδικαιωμένοις ἐπιφωνεῖν· «Δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν οἶκον | |
15 | τοῦ Θεοῦ Ἰακώβ.» Ἐκεῖ τὴν πάναγνον ἀποπερανοῦ‐ μεν ἑορτὴν, καὶ τῆς ἀνωτάτω θυμηδίας ἀναπιμπλά‐ μενοι, τὸν τῶν ὅλων Σωτῆρα δοξολογήσομεν, ἐκεῖνο λέγοντες τὸ προφητικόν· «Ἀγαλλιάσθω ἡ ψυχή μου τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ | |
20 | χιτῶνα εὐφροσύνης.» Εἴη δ’ ἂν, ὥς γέ μοι φαίνεται, τῶν ἄγαν αἰσχρῶν, τοὺς μὲν ἐμπόρους ἀθλίων ἡττᾶ‐ σθαι κερδῶν, καὶ τοῦτο ἡγεῖσθαι τρυφήν· καὶ φρον‐ τίδος ἀξιοῦν τῆς προυργιαιτάτης, καί τοι διὰ πλείστων ὅσων ἰόντας χρόνων, καὶ οὐκ ἀνιδρωτὶ συλλέγοντας, | |
25 | ἐπαγάλλεσθαι δὲ ταῖς ἀρούραις γηπόνους, εἰ καρποῖς ὡραίοις ὁρῶντες διαβριθεῖς· ἡμᾶς δὲ τῶν ἐπιγείων τὰ πολὺ λίαν ἐπέκεινα, μᾶλλον δὲ καὶ ἀσυγκρίτως ἀμείνω κερδαίνοντας, μὴ οὐχὶ τὸ χρῆμα ποιεῖσθαι λοιπὸν τοῦ παντὸς ἄξιον λόγου, καὶ τῆς εἰς λῆξιν | |
30 | ἡκούσης θυμηδίας πρόξενον. Καίτοι τὰ μὲν τῶν ἐμπό‐ ρων, κἂν εἰ πράττοιτο κατ’ εὐχὴν τοῖς πεπονηκόσιν, οὐδὲν ἂν ἔχοι τὸ θαῦμα παρά γε τοῖς ἄριστα βιοῦν ᾐρημένοις· γηπόνοις δ’ ἂν πεπραχόσι δεξιῶς, πε‐ ριέσται δή που τρυφᾷν καὶ ποῦ μετρίως, οὐκ ἐφ’ | |
35 | οἷς ἂν ὀνίναιτό τις, εἴς γε τὸ ἀκηράτως ἔχειν, ἤγουν εἰς τὸ δύνασθαι λοιπὸν τὸ θανάτου καὶ φθορᾶς ὑπερ‐ φέρεσθαι κράτος, ἀλλ’ ἐφ’ οἷς ἂν ἔχοι τὰ ζωαρκῆ, καὶ τὴν πρὸς καιρὸν τοῦ σώματος θεραπεύειν χρείαν. Νοῦ δὲ δὴ πέραν παντὸς τὰ τοῖς ἁγίοις ηὐτρεπισμένα, | |
40 | «Ἡ γὰρ ἐλπὶς αὐτῶν, ἀθανασίας πλήρης,» κατὰ τὸ γεγραμμένον. Τίς μὲν οὖν ὁ καιρὸς, καθ’ ὃν ἂν προσήκοι πληροῦσθαι τὸ Πάσχα, καὶ ὅπως ἂν γένοιτο, πρὸς ἡμῶν εἴρηται σαφῶς. «Ἡμέρᾳ γὰρ τῇ τεσσα‐ ρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν, | |
45 | κατὰ τὸν καιρὸν,» καὶ κατὰ τὸν νόμον αὑτοῦ ποιεῖ‐ σθαι προστέταχεν· χρῆναι δὲ ὑπολαμβάνω τῶν τε‐ θεσπισμένων ἕκαστα φιλοκρινοῦντας ἐντέχνως, καὶ τὴν ἀρίστην αὐτοῖς ἐπιῤῥιπτοῦντας βάσανον, πολυ‐ πραγμονεῖν ἐπείγεσθαι τὰς αἰτίας, τοῦ καὶ ἐν ἦρι | |
77.749(50) | γενέσθαι δεῖν, καὶ ἐν μηνὶ τῷ πρώτῳ τὸν νομοθέτην εἰπεῖν. Εἴη δ’ ἂν οὐκ ἀσυντελὲς εἰς ὄνησιν τὸ ἔν γε τούτοις ἰσχνοεπεῖν· καὶ τοῦτο, οἶμαι, ἔστιν ὅπερ ἔφη Θεὸς διὰ προφήτου φωνῆς· «Ζητῶν ζήτει, καὶ παρ’ ἐμοὶ οἴκει.» Ὅτι μὲν γὰρ ταῖς καθηκούσαις | |
55 | ἐρεύναις κατιχνοῦν, ὡς ἔνι, τὰ γεγραμμένα πειρᾶ‐ | |
77.752 | σθαι προσήκει, τὸ ἱερὸν ἡμῖν ὑποσημῆναι Γράμμα, ἥκιστά γε μὴν τῆς τῶν ἐννοιῶν ὀρθότητος ἀπονοσφί‐ ζεσθαι φιλεῖν, παρεγγυᾷ, λέγων τὸ, «Οἴκει παρ’ ἐμοί.» Ὀρθότης γὰρ πᾶσα μετὰ Θεοῦ, παρ’ αὐτῷ τε | |
5 | καὶ ἐξ αὐτοῦ. βʹ. Οὐκοῦν ἠρινὸς μὲν τῷ Πάσχα καιρὸς πρέποι ἂν μάλιστα τῶν ἄλλων ἁπάντων, τῶν διὰ Χριστοῦ κατορθωμάτων τὴν δύναμιν καθάπερ πίνακι γράφων τοῖς ἐν αὐτῷ συμβαίνουσιν. Ἀνίσχει μὲν γὰρ καθα‐ | |
10 | ραῖς καὶ ἡμερωτάταις ἡλίου βολαῖς περιθάλπων τὴν γῆν, καὶ ταῖς τοῦ χειμῶνος ἐμβολαῖς μονονουχὶ καὶ ἐπιφωνῶν· Δότε δὴ, δότε λοιπὸν ὄρεσί τε καὶ νάπαις τοῖς εὐπρέμνοις κατακαλλύνεσθαι δρυμοῖς, καὶ τοῖς τῶν πεδίων ἐψιλωμένοις ἁπαλῇ καὶ ἀρτιφανεῖ πε‐ | |
15 | ριανθίζεσθαι πόᾳ. Καὶ ἐναβρυνέσθω μὲν ἤδη λειμῶσι τὸ κρίνον, γελάτω δὲ καὶ ἐν κήποις τὰ εὐοσμότατα τῶν ἀνθέων, ἀπαιρέτω καὶ αὐτὴ τῶν σίμβλων ἡ μέ‐ λιττα, καὶ περιβομβείτω τοὺς ἀγροὺς, οὐ ῥαγδαίων αὐτῇ παρενοχλούντων· οὐχ ὑετοῦ καταστάζοντος, | |
20 | καὶ παραιρουμένου τὴν πτῆσιν. Ἰσχνὸν γὰρ αὐταῖς καὶ καμάτων ἄηθες τὸ πτερόν. Ἀνείσθωσαν δὲ ἤδη σηκῶν μὲν ἀγέλαι· καὶ δὴ καὶ μητέρας ἀμνοὶ τρυ‐ φεροῖς καὶ ἀρτιπαγέσι περισκαίροντες ποσὶ, τῆς πολυειδοῦς κατορχείσθωσαν πόας. Δρεπάνη δὲ τοῖς | |
25 | ἀμπέλοις ἐπιθηγέτω λοιπὸν ὁ ταῦτα τεχνίτης. Εἰ δὲ καὶ αὐτοῖς ὁ λόγος τοῖς καιροῖς τὴν καθ’ ἡμᾶς οἱονεί πως ἀπονέμει φωνὴν, ἐπιτιμάτω μηδείς. Πεπαιδεύ‐ μεθα γὰρ ἐξ ἱερῶν καὶ τοῦτο Γραμμάτων. Καὶ γοῦν ὁ μὲν θεσπέσιος Ψαλμῳδός· «Οἱ οὐρανοὶ, φησὶ, | |
30 | διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύ‐ γεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.» Συγκεχώρηκε δέ που καὶ ὁ προφήτης Ἡσαΐας καὶ αὐταῖς θαλάσσαις ἀριστοεπεῖν, καὶ ἀτρεχῆ τινα λόγον | |
35 | μονονουχὶ καὶ ἐρεύγεσθαι δοκεῖν. Ἔφη γὰρ οὕτω· «Αἰσχύνθητι, Σιδὼν, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν· Οὐκ ὤδινον, οὐδὲ ἔτεκον, οὐδὲ ὕψωσα νεανίσκους, οὐδὲ ἔθρεψα παρθένους.» Καὶ οὐ δή πού φαμεν καιροῖς καὶ θαλάσσῃ μετεῖναι λό‐ | |
40 | γον. Λῆρος γὰρ ἤδη τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. Τὸ δὲ εὔχαρί τε καὶ ἀναγκαῖον εἰς ὄνησιν τοῖς ἀκροωμέ‐ νοις φιλοθηρεῖν σπουδάζοντες, τῇ τοῦ λόγου στεφα‐ νοῦμεν χρείᾳ, καὶ ὅσα λόγου κατὰ φύσιν ἐστέρηται. Φέρε δὴ οὖν κατ’ εὐθὺ τοῦ πρέποντος, τὴν τῶν νοη‐ | |
45 | μάτων ἀποκομίζοντες δύναμιν, τοῖς ἐξ ἦρος ἀγαθοῖς συμβαίνοντα τὰ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας δεικνύωμεν κατορθώματα. Μονονουχὶ δὲ τοῖς ἐν αἰσθήσει γραφόμενον τὸ τῆς θείας χάριτος κατ‐ αθρήσωμεν κάλλος. | |
77.752(50) | γʹ. Ἀχλύϊ μὲν γὰρ καὶ σκότῳ τὰ πάντα κατείλη‐ πτο· καὶ ὥσπερ τινὰ χειμῶνος κατήφειαν ἁπάσης, ὡς ἔπος εἰπεῖν, κατεσκέδασε τῆς ὑπ’ οὐρανὸν ὁ πολυκέ‐ φαλος δράκων, τουτέστιν ὁ Σατανᾶς· καὶ ἀποψύχων εἰς νέκρωσιν τὸν ἑκάστου νοῦν, ἀνοσίων ἐπιτηδευμά‐ | |
55 | των ἐθελουργοὺς ἐπετέλει τοὺς ἐπὶ τῆς γῆς. Ἀλλ’ | |
77.753 | οἴχεται μὲν ὁ χειμὼν, καὶ ὁ πάλαι βαθύς τε καὶ ἀμειδὴς ἀπελήλαται σκότος. Αὐγαὶ δὲ ἡμῖν ἀνίσχουσι καθαραὶ, καὶ ὁ τῆς δικαιοσύνης ἥλιος, τουτέστι Χρι‐ στὸς, νοηταῖς ἀκτίνων βολαῖς περιαστράπτει τὰ σύμ‐ | |
5 | παντα, ὀνίνησί τε καὶ ἑτέρως· καταψύχεσθαι μὲν οὐκ ἔτι πρὸς ἁμαρτίαν ἐφιεὶς, ζέοντας δὲ μᾶλλον ἀποτε‐ λῶν τῷ πνεύματι, καθὰ καὶ αὐτός φησι Παῦλος ὁ ἀπόστολος θεσπέσιος. Καὶ γοῦν οἱ πρέμνοις ἐν ἴσῳ τοῖς ἀκαρπίαν ἠῤῥωστηκόσι, καὶ αὐτοῖς που τῆς | |
10 | ἄνθης ἐστερημένης ἀνεθάλλομεν εἰς ζωήν· εὔβοτα δὲ ὥσπερ καὶ χλόῃ ποικίλῃ κατεστεμμένα πεδία, πεπλουτήκαμεν τὰ εὐαγγελικὰ κηρύγματα· τῶν ἁγίων ἀποστόλων τὰς γραφὰς τὰς ἐν σκιαῖς καὶ τύ‐ ποις τῆς ἀληθείας εἰκόνας, φημὶ δὴ τὰ Μωσέως, τὰς | |
15 | τῶν ἁγίων προφητῶν προαναφωνήσεις ἐπὶ Χριστῷ· δι’ ὧν εἰς τὴν τοῦ μυστηρίου κατάληψιν εὖ μάλα παιδαγωγούμεθα. Ταύτην ἡμῖν τὴν εὐφυᾶ τε καὶ εὔβολον γῆν ἡ νοητὴ καὶ φιλεργεστάτη περιϊπτά‐ σθω μέλιττα· τουτέστι σοφὴ καὶ φιλοπονωτάτη ψυχὴ | |
20 | ἐρανιζέσθω τρόπον τινὰ τὸ τελοῦν εἰς χρείαν αὐτῇ, τὴν ἐπί γε τῷ δύνασθαί φημι, καθάπερ γλυκὺ κη‐ ρίον τὴν ἀψευδῆ καὶ ἀμώμητον περὶ Θεοῦ γνῶσιν συναγείρειν ἐν ἑαυτῇ. Ἐν ταύτῃ «τῇ ἀγαθῇ πίονί τε νομῇ,» κατὰ τὴν τοῦ προφήτου φωνὴν, αἱ τῶν | |
25 | λογικῶν προβάτων ἡκόντων ἀγέλαι· καὶ ὁμοῦ μη‐ τράσιν ἀμνοὶ, τουτέστι, τοῖς τὴν ἕξιν ἁδροτέροις, οἱ νηπιάζοντες ἔτι πρὸς ἔφεσιν ἀρετῆς καὶ πνευματι‐ κῆς εὐρωστίας, τὸν οἰκεῖον ἀποτρέφοντες νοῦν, πει‐ ράσθωσαν ἀναφοιτᾷν «εἰς ἄνδρα τέλειον, εἰς μέτρον | |
30 | ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.» Φαίην δ’ ἂν ὅτι γελᾷ μὲν ὥσπερ ἐν κήποις τὰ κρίνα· ἀνέθαλλον γὰρ ἐν Ἐκκλησίαις, τοῖς εὐοσμοτάτοις τῶν ἀνθέων παραχωροῦντες οὐδὲν, οἱ πιστοὶ λελαμπρυσμένοι, καὶ τὴν Χριστοῦ δόξαν εὐωδιάζοντες. «Ἐνέστηκε δὲ τῆς | |
35 | τομῆς ὁ καιρός.» Ὅτι δὲ καὶ λίαν ἀμογητὶ καταθεῷτό τις ἂν ἐν οἷς ἔφην ἀρτίως τὰ Χριστοῦ κατορθώμα‐ τα, δεήσει μὲν εἰς ἀπόδειξιν οὐχ ἑτέρων, οἶμαι, μαρ‐ τύρων· ἀπόχρη δὲ λέγων αὐτὸς πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν· «Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή | |
40 | μου περιστερά· ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν· ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ· τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ ἡμῶν, καιρὸς τῆς τομῆς ἔφθασεν.» Οὐκοῦν «ἐν μηνὶ τῷ πρώτῳ» τελεῖσθαι δεῖν ἔφη τὸ Πάσχα Θεός, Πλὴν ἐν ἔτει δευτέρῳ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραήλ. | |
45 | Καὶ τί δή ποτε μὴ εὐθὺς ἐν ἀρχαῖς τοὺς ἐπὶ ταῖς πανηγύρεσιν ὡρίσαντο νόμους· ἀναγκαία δὲ ὥσπερ ἀνακωχὴ καὶ ἀνάκλησις παρεισκρίνεται, καὶ τοῖς οὕτω σεπτοῖς βραβεύειν τὴν μέλλησιν; Τί τὸ χρῆμα τῆς οἰκονομίας, καὶ ὁ τοῦ νομοθέτου σκοπὸς, ὅπου‐ | |
77.753(50) | περ ἂν βλέποι, πῶς οὐκ ἄξιον ἰδεῖν; | |
54 | δʹ. Ἔδει τοίνυν ταῖς τοῦ νόμου προεισβολαῖς παρα‐ | |
77.756 | χωρῆσαι καιροῖς τὸ Χριστοῦ μυστήριον. Ἦν γὰρ ἀναγκαῖον τῆς ἀληθείας τοὺς τύπους προαναφαίνε‐ σθαι, καὶ τῶν ἀγώνων ὁρᾶσθαι πρεσβύτερα τὰ δι’ αὐτοὺς γυμνάσματα. Εὐδοκιμεῖ στρατιώτης, εἰ πρὸ | |
5 | τῶν εἰς μάχην ἱδρώτων μελετῴη τὰ τακτικά. Ὁ δὲ τῶν ἐν παλαίστρᾳ τεχνίτης οὐκ ἂν γένοιτο λαμπρὸς, ἀνεπιτήδευτον ἔχων τὸ τληπαθεῖν ἐν αὐτοῖς. Ἢ γὰρ οὐχὶ καὶ ἡμῖν αὐτοῖς τῶν εἰς σοφίαν καὶ σύνεσιν παι‐ δευμάτων ἀρχή τις ὥσπερ καὶ θύρα τῶν στοιχείων | |
10 | ἡ μάθησις; Ἀλλ’, οἶμαι, σαφής τέ ἐστι καὶ ἀτρεκὴς ὁ λόγος. Συλλήψεται δὲ καὶ ὁ θεσπέσιος Παῦλος, ὡς ἐν εἴδει παραδειγμάτων· γάλα μὲν τοῖς ἔτι νηπίοις ὅτι μάλιστα πρέπειν εἰπὼν, προσάγεσθαι δὲ δεῖν τοῖς τελειωτέροις τὰ τῶν τροφείων ἁδρότερα. Ἔδει τοί‐ | |
15 | νυν τοῖς ἀρχαιοτέροις, οὔπω πρὸς ἄνδρα τέλειον ἀναβεβηκόσι τοῦ πληρώματος τοῦ Χριστοῦ, νηπιο‐ πρεπῆ δὲ μᾶλλον ἔχουσι γνώμην, τῆς στερεωτέρας τροφῆς προαπονέμειν τὸ γάλα. Ἔδει τῶν τελέων μαθημάτων εἰς νοῦν καὶ καρδίας προεισοικίσασθαι | |
20 | τὰ στοιχεῖα· καὶ τῆς ἐν Χριστῷ νοουμένης ζωῆς προεισκρίνεσθαι τὴν ἐν νόμῳ. Παιδαγωγὸς γὰρ ὁ νόμος δι’ αἰνιγμάτων ἡμᾶς εἰς τὴν ἀμείνω καὶ προὔχουσαν ἀνακομίζων σύνεσιν. Ὅτι τοίνυν ἀναγ‐ καία πρὸς ὄνησιν ἡ τῶν εὐαγγελικῶν θεσπισμάτων | |
25 | ἀνάβλησις ἦν, ὑπεμφήνειεν ἂν, καὶ μάλα ἰσχνῶς, τὸ μὴ ἐν πρώτῳ τυχὸν, ἀλλ’ ἐν ἔτει τῷ δευτέρῳ θεσμο‐ θετῆσαι Θεὸν τελεῖσθαι τὸ Πάσχα. Συλλήψεται δὲ τῷ λόγῳ κἀκεῖνο, οἶμαί που. Προστέταχε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς τῷ θεσπεσίῳ Μωσῇ τὴν ἀρχαίαν ἐκείνην | |
30 | διατεκτήνασθαί τε καὶ ἀναδεῖξαι σκηνὴν, οὐ καθ’ ὃν ἂν βούλοιτο τρόπον αὐτὸς διεσκευασμένην, ἀλλ’ ὡς ἂν ἔχειν παρὰ Θεοῦ προστάττοιτο· «Ὅρα γὰρ, φησὶ, ποιήσεις αὐτὴν κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.» Ἐπειδὴ δὲ τὸ θεῖον εὐθὺ διεπεραίνετο | |
35 | θέσπισμα, καὶ ἐν κόσμῳ τῷ τελεωτάτῳ τὸ τεχνουρ‐ γούμενον ἦν, πάλιν ἔφη Θεός· «Ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, νουμηνίᾳ τοῦ μηνὸς, στήσεις τὴν σκηνήν.» Τούτοις δὲ προσεπάγει τὸ Γράμμα τὸ ἱερόν· «Καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευ‐ | |
40 | τέρῳ ἔτει, ἐκπορευομένων αὐτῶν εἰς Αἴγυπτον, νουμηνίᾳ ἐστάθη ἡ σκηνή.» Ἀκούεις ὅτι ἐν ἔτει τῷ δευτέρῳ, καὶ ἐν νουμηνίᾳ τοῦ πρώτου μηνὸς δι‐ επήξατο τὴν σκηνήν; Τότε γὰρ, τότε καὶ ἀμνὸς ἐσφάζετο, τὸ ἱερὸν ἀληθῶς καὶ ἄμωμον θύμα κατα‐ | |
45 | σημαίνων ἐφ’ ἑαυτῷ, τουτέστι Χριστόν· ὃς εἰς ὀσμὴν εὐωδίας προσκεκόμικεν ἑαυτὸν τῷ Θεῷ καὶ Πατρὶ, εἰς νέον αἰῶνα μεταρυθμίζων τὰ καθ’ ἡμᾶς. Αἰῶνος δὲ νέου τύπος ἂν νοοῖτο, καὶ μάλα σαφὴς ἡ νεομη‐ νία· «Καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ· καὶ τὰ ἀρ‐ | |
77.756(50) | χαῖα παρῆλθε,» κατὰ τὰς Γραφάς. Οὐκοῦν ἐν μηνὶ τῷ πρώτῳ, καὶ ἐν μιᾷ τοῦ μηνὸς, τουτέστιν, ἐν νεομηνίᾳ τὴν ἁγίαν ἀνίστησι σκηνὴν ὁ θεσπέσιος Μωσῆς. Ἀλλ’ ἔξω γράφει τὸ σχῆμα τῆς ὄντως σκη‐ | |
νῆς τῆς ἀληθεστέρας καὶ ἁγίας τὴν ἀνάδειξιν, τουτ‐ | ||
77.757 | έστι, τῆς Ἐκκλησίας, ἣν αὐτὸς ἡμῶν ὁ Σωτὴρ δι‐ επήξατο, τῶν ἀρχαίων ἐκείνων παρῳχηκότων και‐ ρῶν, καθ’ οὓς ἐκράτει θάνατος, πεπαλαίωκέ τε τοὺς ἐπὶ τῆς γῆς ἡ ἁμαρτία, καὶ ὅλην κατὰ κράτος αἱρή‐ | |
5 | σειν τὴν ὑπ’ οὐρανὸν ὁ τῆς ἀνομίας εὑρετὴς ἐπαπει‐ λεῖ λέγων· «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔσται ὃς διαφεύξηταί με, ἢ ἀντείπῃ μοι.» Ἀλλ’ ἦσαν ἐκείνῳ κόμπος ἁπλῶς, καὶ ἀλαζονείας | |
10 | ἐγκλήματα τῆς καθ’ ἡμῶν πλεονεξίας οἱ λόγοι. Καὶ τῆς ἐλπίδος ἡμαρτηκὼς, διὰ πραγμάτων ἠλέγχετο. Σεσώσμεθα γὰρ ἐν Χριστῷ, καθάπερ ἔφην ἀρτίως, ἀναδεδειγμένης ἡμῖν τῆς ἁγίας σκηνῆς καιροῖς τοῖς καθήκουσι, καθ’ οὓς εἰς καινότητα ζωῆς μεταστοι‐ | |
15 | χειώμεθα, τὸν παλαιὸν ῥιπτοῦντες ἄνθρωπον σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ἐκδείξειεν ἂν εὖ μάλα καὶ αὐτὸς ὁ τρόπος τῆς κατασκευῆς τῆς ἀρ‐ χαίας ἐκείνης σκηνῆς, τῶν διὰ Χριστοῦ θεσπισμάτων προεισθέοντα χρησίμως τὸν τοῦ νόμου καιρὸν, μεθ’ | |
20 | ὃν ἦν ἀκόλουθον, τὸν ἀμείνω λοιπὸν ὁρᾶσθαι καὶ ἁγιώτερον, καὶ τελειοτέραν ἔχοντα πρὸς Θεὸν τὴν οἰ‐ κείωσιν. Οὐκοῦν νομομαθὴς ὢν ὁ Παῦλος καὶ πεπαι‐ δευμένος κατὰ ἀκρίβειαν, ὡς αὐτός πού φησι, τῆς ἀρχαίας σκηνῆς καταγραφέτω τὸ σχῆμα, λέγων ὡδί· | |
25 | «Σκηνὴ γὰρ κατεσκευάσθη πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέ‐ γεται Ἁγία. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα, σκηνὴ λεγομένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυ‐ σιαστήριον, καὶ τὴν κιβωτὸν τὴν περικεκαλυμμέ‐ | |
30 | νην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης.» Ὁρᾷς ὅτι προτέθειτο τῆς δευτέρας καὶ ἐσωτάτω σκηνῆς ἡ ἐν πρώταις εἰσβο‐ λαῖς, ἐν ᾗ καὶ τὸ ἱερὸν κατείθιστο γένος, τὰς δι’ αἱ‐ | |
35 | μάτων ποιεῖσθαι προσαγωγὰς, καὶ τῆς κατὰ νόμον λατρείας ἀποπεραίνειν τοὺς τύπους. Ἀλλ’ ἦν ἡ δευ‐ τέρα τῆς πρώτης ἁγιωτέρα. Τοιγάρτοι καὶ ὠνομά‐ ζετο τὰ Ἅγια τῶν ἁγίων. Τίς οὖν ὁ λόγος τοῦ τῆς δευτέρας προκεῖσθαι τὴν πρώτην, καὶ τῆς ἐσωτάτω | |
40 | προεισβολὴν ὥσπερ τινὰ τετάχθαι τὴν ἐξωτέραν, σαφηνιεῖ πάλιν ὁ σοφώτατος Παῦλος. Ἔφη γὰρ οὕτω· «Τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διαπαντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λα‐ τρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ | |
45 | ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ ἀγνοημά‐ των· τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου, μή πω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώ‐ της σκηνῆς ἐχούσης στάσιν.» Βάσιμος μὲν γὰρ, | |
77.757(50) | ἔφην, ἡ πρώτη πολλοῖς· ἀπρόσιτος δὲ ἡ δευτέρα καὶ ἐσωτάτω, τὰ Ἅγια τῶν ἁγίων. Μόνος γὰρ εἰσέθει δι’ ἔτους εἰσάπαξ ὁ τῶν ἱερῶν ὡς ταγμά‐ των ἡγούμενος, «οὐ χωρὶς αἵματος,» κατὰ τὸ γε‐ | |
γραμμένον. Πρόδρομος γὰρ ὑπὲρ ἡμῶν «εἰσῆλθεν | ||
77.760 | Ἰησοῦ εἰς τὰ Ἅγια τῶν ἁγίων, αἰωνίαν λύτρωσιν εὑράμενος, οὐ χωρὶς αἴματος,» κατὰ τὰς Γραφάς. Τέθυται γὰρ ὑπὲρ ἡμῶν, ὡς ἄμωμον ἱερεῖον, εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Οὐκοῦν ἐν πρώτῃ | |
5 | σκηνῇ τῶν τὸ τηνικάδε θυόντων ἡ στάσις χρήσιμος ἐπράττετο, τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσδρομὴν οὐκ ἀνιέντος τοῦ νόμου. «Πεφανέρωτο γὰρ οὔπω, φησὶν, ἡ τῶν ἁγίων ὁδὸς, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν.» Ἀπόχρη μὲν οὖν, καθάπερ ἐγᾦμαι, τὰ | |
10 | προειρημένα πρὸς ἀπόδειξιν ἐναργῆ τοῦ καιροῦ, καθ’ ὃν ἂν εἰκότως τελοῖτο τὸ Πάσχα. Ἁρμόσειε δ’ ἂν ἄρα τισὶ τὸ ἐσθίειν αὐτὸ, ἢ καὶ ὅπως ἂν τελεῖσθαι πρέποι, φέρε λέγομεν, ἐκ τῶν ἱερῶν ἑλόντες Γραμ‐ μάτων. | |
17 | εʹ. Ἔφη τοίνυν ὁ μέγας ἡμῖν Μωσῆς, τὸ ἐπ’ αὐτῷ χρησμῴδημα συντιθεὶς, ὅτι τοῖς τὸν ἱερὸν καὶ ἀβέβη‐ λον καταδηδοκόσιν ἀμνὸν ἄρτοις τε ἀζύμοις καὶ | |
20 | τοῖς τῶν λαχάνων πικροῖς κεχρῆσθαι δεήσει, μετ‐ έχειν καὶ τῶν κρεῶν, ὧδε σχήματος ἔχοντας. «Ἔστωσαν ὑμῶν, φησὶν, αἱ ὀσφύες περιεζωσμέ‐ ναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ φάγεσθε | |
25 | αὐτὸ μετὰ σπουδῆς. Πάσχα ἐστὶ Κυρίου.» Ἀλλὰ τί μοι βούλεται τῶν δαιτυμόνων τὸ σχῆμα; φαίη τις ἂν ἔσθ’ ὅτε, καὶ μάλα εἰκότως. Ἥκιστα μὲν γὰρ καὶ εἰκαιόμυθος ὁ νόμος ἦν· ἕψεται δὲ πάν‐ τως τῶν τεθεσπισμένων ἑκάστῳ τὸ καταθαυμά‐ | |
30 | ζεσθαι δεῖν. Ἢ γὰρ οὐχὶ γελοιότητός τε καὶ ἀμα‐ θίας ἔμπλεον, ὀρθὰ μὲν ἡμᾶς φρονεῖν ᾑρημέ‐ νους, ἀποσπουδάζειν ὡς ἀκαλλὲς τὸ μάταιόν τε καὶ ἀπηχὲς εἰπεῖν, ἤγουν ἑλέσθαι πληροῦν· τὴν δὲ ἀνωτάτω φύσιν, νόμῳ καταρυθμίζουσαν εἰς τὸ | |
35 | εὖ ἔχειν τὰ καθ’ ἡμᾶς, τὸ ἀσυντελὲς εἰς ὄνησιν ὡς ἀναγκαῖον ἰδεῖν· καὶ εἰκαίαν τινὰ καὶ ἀσύφη‐ λον παραῤῥῖψαι φωνήν; Ἄπαγε τῆς δυσβουλίας. Διακεισόμεθα γὰρ οὐχ ὧδε ταῦτα ἔχειν. Πολλοῦ γε καὶ δεῖ. Τίς οὖν ὁ λόγος τοῦ χρῆναι λοιπὸν τοὺς | |
40 | ἐσθίοντας τὸν ἀμνὸν, διεζῶσθαι μὲν τὴν ὀσφὺν, ὑποδεδέσθαι δὲ τοὺς πόδας, καὶ ῥάβδον ἑλεῖν; Ἆρα οὐκ ἐναργὴς ὁ τύπος, καὶ μονονουχὶ βοᾷ τῆς οἰκονομίας τὸν τρόπον; Οἱ γὰρ πάναγνον ἀληθῶς ἐπιτελοῦντες πανήγυριν, καὶ κεκλημένοι πρὸς μέθ‐ | |
45 | εξιν τῆς εὐλογίας Χριστοῦ, μάταιον μὲν ἡγήσον‐ ται τὸν ἐν τῷδε τῷ βίῳ περισπασμὸν, διαῤῥιπτοῦν‐ τες δέ ποι τὸ βιοῦν ἑλέσθαι σαρκικῶς, τὰ ἄνω φρονοῦσι λοιπὸν, εἰς τὴν ἄνω σπεύδουσι πόλιν, καὶ εἰς ἑτέραν ὥσπερ μεταφοιτῶσι ζωὴν, ἁγιοπρεπῆ | |
77.760(50) | δηλονότι καὶ τῆς γηΐνης ἀπηλλαγμένην. Ταύτῃ τοι σαφῶς ὁ νόμος ὁδοιπορικὸν τοῖς ἐσθίουσιν ἀπο‐ νέμει τὸ σχῆμα, ὡς ὅσον οὐδέπω μετοιχησομένοις εἰς τὰ ἀμείνω καὶ ὑπερκείμενα· χρῆναι γὰρ ἔγωγέ φημι, καθάπερ ἔφην ἀρτίως, τῷ τοιῷδε διαπρέπειν | |
55 | σκοπῷ τοὺς καθαρῶς ἑορτάζοντας, καὶ εἰς ἑνότητα | |
77.761 | κεκλημένους τὴν ὡς πρὸς Θεὸν ἐν Χριστῷ. Δι’ αὐ‐ τοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν, «Καὶ αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν,» κατὰ τὰς Γραφάς. Ὅτι δὲ τὸ νωθρὸν ἐν τούτοις οὐκ ἀζήμιον, καὶ τὸ ἀναπίπτειν | |
5 | εἰς ῥᾳθυμίαν οὐκ ἔξω δίκης, παραδείξειεν ἂν ὁ νο‐ μοθέτης, εἰπὼν περὶ τοῦ ἁγίου Πάσχα· «Καὶ φά‐ γεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα ἐστὶ Κυρίου.» Ὄκνου γὰρ ἀμείνους ὁρᾶσθαι προσήκει, καὶ μέλλη‐ σιν οὐ προσιεμένους, τοὺς θεοφιλῆ καὶ εὐδόκιμον | |
10 | κατορθοῦντας ζωήν. Ἐπιδράττεσθαι δὲ ὥσπερ τῶν καιρῶν, καὶ παριππεύειν οὐκ ἐᾷν τὸν ταῖς φιλερ‐ γίαις πρέποντα χρόνον. Ὅνπερ γὰρ τρόπον, τοῖς μὲν τὴν ἅλα διαπλεῖν ᾑρημένοις, τῶν ἐξ οὐρίας πνευμάτων τὸ ῥᾳθυμεῖν οὐκ ἀζήμιον· γηπόνοις | |
15 | γὰρ, καιροῦ καλοῦντος εἰς πόνους, τὸ οἴκοι μένειν ἀνάρμοστον· οὕτως εἶναί φημι τοῖς τῶν ἀρίστων ἐπιμεληταῖς ἀκλεᾶ τὴν μέλλησιν, καὶ τοῦ καταψέγε‐ σθαι δεῖν ἐμποιητικὸν, μᾶλλον δὲ ἁπάσης ζημίας, καὶ τῶν ἐξ ὄκνου καὶ ῥᾳθυμίας ἀδικημάτων ἀναφα‐ | |
20 | νεῖσθαι πρόξενον. Παρείσθω δὴ οὖν ἡ μέλλησις, καὶ διεῤῥίφθω μακρὰν τὰ ἐξ ὄκνου πταίσματα· πρέποιεν γὰρ ἂν κατ’ οὐδένα τρόπον τοῖς κεκλημένοις διὰ τῆς πίστεως, εἴς γε τὸ χρῆναι μεταλαχεῖν τῆς εὐλογίας Χριστοῦ. Ἔσθιον δὲ μᾶλλον ἄρτους τε ἀζύμους | |
25 | καὶ πικρίδας ἐπ’ αὐτοῖς. Ἔφη γὰρ ὧδε τὸ Γράμ‐ μα τὸ ἱερόν. Καὶ τί τὸ βαθὺ καὶ ἀπόῤῥητον αἴνιγμα τῶν νομικῶν θεσπισμάτων, φέρε λέγωμεν ὡς ἔνι. Ζύμῃ μὲν γὰρ τοὺς τῆς φαυλότητος τρόπους παρει‐ κάζειν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. Δέχεται δὲ πι‐ | |
30 | κρίδας, ὑποτύπωσιν καὶ παράδειγμα τῶν ἀνιᾷν πε‐ φυκότων, τοῦ διώσεσθαί φημι, τοῦ πειράζεσθαι, καὶ ἱδρῶσιν ἔσθ’ ὅτε διὰ Χριστὸν ὁμιλεῖν. Καταπι‐ κραίνει γὰρ ὥσπερ τὰ τοιάδε τὸν νοῦν, καὶ ταῖς ἀφορήτοις δυσθυμίαις καταικίζεται. Οὐκοῦν εἴ τῳ | |
35 | γένοιτο, φησὶ, τὸ ἐν μεθέξει γενέσθαι Χριστοῦ, μὴ ἀνεπιτήδευτον ποιείσθω τὴν ἀρετὴν, ἀποφοιτάτω παντὸς τοῦ καταμιαίνειν εἰδότος, καὶ ὁράσθω τλη‐ παθής. Δεῖν γὰρ ἔγωγέ φημι τοὺς τὸ ἱερὸν εὖ μάλα διαπεράναντας Πάσχα, τοῖς περὶ τῆς ἀκηράτου Θεό‐ | |
40 | τητος ἐναγλαΐζεσθαι λόγοις· καὶ τὸ χρῆμα ποιεῖσθαι τρυφᾷν. Σώματα μὲν γὰρ ταῖς αὐτοῖς πρεπούσαις ἥδεται τρυφαῖς· νοῦ δ’ ἂν γένοιτο τροφὴ θεῖος, οἶμαί που, λόγος καὶ ἱερῶν δογμάτων ἀφήγησις, ὀρθῶς καὶ ἀνεπιπλήκτως ἔχουσα κεκομψευμένων ἐννοιῶν, | |
45 | σοφισμοῦ καὶ ἀπάτης, καὶ ψευδοεπείας ἀπηλλαγμέ‐ νη. Καθαρὰ καὶ ἄζυμος ἡ τοιάδε τροφή. Πολλοὶ γὰρ πολλάκις τῆς τῶν θείων δογμάτων ὀρθότητος, μο‐ νονουχὶ κατορχούμενοι, καὶ τοῖς τῆς ἀληθείας ἐναθύ‐ ροντες λόγοις ἀθλίων αὐτοῖς ἐννοιῶν ἀνοσίους ἐπεισ‐ | |
77.761(50) | φορὰς ποιεῖσθαι σπουδάζουσι, καὶ κοσμικῆς ἀπάτης εὑρήματα μυθοπλαστοῦντες οἱ δείλαιοι, τὸν τῶν ἁπλουστέρων κατασίνονται νοῦν. Ἀλλ’ ἐπιβήτω Χριστὸς τοῖς αὑτοῦ γνωρίμοις· «Προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Γραμματέων.» Ἰουδαϊκῆς | |
55 | γὰρ εὑρεσιλογίας οὐ μακρὰν τὰ τῆς ἐκείνων ἀβελτη‐ | |
77.764 | ρίας γραοπρεπῆ μυθάρια. Ἀφεξώμεθα δὴ οὖν τῆς τοιᾶσδε τροφῆς· καθαροὺς δὲ εἰς νοῦν εἰσοίσωμεν λό‐ γους τοὺς ἐκ τῶν ἁγίων προφητῶν, καὶ τὰς διὰ Μω‐ σέως ἐντολὰς μεθιστάντες εἰς ἀλήθειαν τῶν αἰνιγμά‐ | |
5 | των τὴν δύναμιν, καὶ πρό γε τῶν ἄλλων τὴν εὐαγ‐ γελικὴν καὶ σωτήριον παίδευσιν, τὰς τῶν ἀποστόλων συγγραφὰς, οὐ καθάπερ ἔθος τισὶ, πρὸς ἀκαλλῆ θεω‐ ρίαν τὸν τῶν γεγραμμένων καταβιαζόμενοι νοῦν, οὐδὲ τῆς ὀρθότητος ἀνοσίως ἐξέλκοντες, ἀλλ’ ᾗπερ | |
10 | ἂν ἴοι τῶν θεωρημάτων ὁ σκοπὸς, ταύτῃ καὶ αὐτὸ προθύμως διάττοντες. Συνεπιτηδεύσωμεν δὲ τούτῳ τὴν ὑπομονὴν, πικροῖς ἐντρίβεσθαι πόνοις οὐ παρ‐ αιτούμενοι, διά γε τὸ ὀρθῶς ἑλέσθαι βιοῦν, καὶ κατ‐ όπιν ἴεσθαι τῶν τεθεσπισμένων. Ἔστι γὰρ, ἕστιν | |
15 | ὁμολογουμένως, οὐχὶ τοῖς τυχοῦσιν ἁπλῶς βάσιμος ἡ ἀρετὴ, δυσπρόσιτος δὲ καὶ ἀνάντης. Ἐφίκοιτο δ’ ἂν αὐτῆς οὐ φιλήδονός τις ἢ παρειμένος, οὐ τοῖς τῆς σαρκὸς πάθεσιν ἐναλοὺς, καὶ ὁλοτρόπως ἐνεσχημέ‐ νος, καὶ ταῖς εἰς τὰ αἰσχίω ῥοπαῖς, πάντα μὲν κά‐ | |
20 | λων ἐνεὶς, ὅλοις δὲ ὥσπερ ἱστίοις ἀκαθέκτως διωθού‐ μενος, ἀλλ’ ὁ νήψει διαπρέπων, καὶ τῆς ἐπ’ ἀγαθοῖς εὐτολμίας ἔμπλεως, εὐκοσμίας ἐραστὴς, ἐπιεικείᾳ συντεθραμμένος, καὶ ἱδρῶτος μὲν τοῦ πρὸς τὰ ἀμεί‐ νω βλέποντος καταφρονητὴς, πόνοις δὲ τοῖς ὑπὲρ | |
25 | αὐτῆς τὸ εὐδοκιμεῖν ὠνούμενος· Οὐδὲ γὰρ ἂν ὑπάρ‐ ξαι τισὶ τὸ κατορθοῦν δύνασθαί τι τῶν τεθαυμασμέ‐ νων, εἰ μὴ ποιοῦτο διὰ σπουδῆς, καὶ τὸ δεῖν ἑλέσθαι τληπαθεῖν. | |
32 | ϛʹ. Οὐκοῦν ὡς ἐν τύποις ὁ νόμος, ζύμῃ τέ φημι καὶ πικροῖσιν, ἀναγκαίων ἡμῖν πραγμάτων ποιεῖται δήλωσιν. Ὧν τὴν πεῖραν εἰ παραιτοίμεθα, πόῤῥω | |
35 | ποι τῆς θείας ἀποφοιτῶντες τρίβου, καὶ τὴν τοῖς ἁγίοις πρεπωδεστάτην παρεκθέοντες ζωὴν, οὐ με‐ τρίως ἑαυτοὺς ἀδικήσομεν. Εἰ γὰρ ὁ τῆς ζωῆς ἡμῶν ἀρχηγὸς, καὶ τελειωτὴς Ἰησοῦς διὰ παθημάτων ἐτε‐ λειώθη, κατὰ τὸ γεγραμμένον, πῶς οὐκ ἀκλεᾶ καὶ | |
40 | κατεσκωμμένον ἡμεῖς διαζήσωμεν βίον, τὸ ἐν ἴσοις γενέσθαι παραιτούμενοι, καὶ τοὺς τῆς εὐδοκιμήσεως ἀποσπουδάζοντες τρόπους; Ἀκουσόμεθα γὰρ εὐθὺς ἐπιβοῶντος καὶ λέγοντος τοῦ Χριστοῦ· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ | |
45 | ἀράτω τὸν σταυρὸν αὑτοῦ. καὶ ἀκολουθείτω μοι.» Ἕπεσθαι δὴ οὖν ἀναγκαῖον ἡμᾶς τοῖς ἴχνεσι τοῦ Χριστοῦ, ὃς ἑαυτὸν δέδωκεν ὑπὲρ ἡμῶν. Καὶ διὰ ποίαν αἰτίαν; Πάλαι μὲν γὰρ τὸ ἀνθρώπινον κατεληί‐ ζετο γένος ὁ τῆς ἁμαρτίας εὑρετής· καὶ τρόπον | |
77.764(50) | ἐπιβουλῆς οὐδένα μένειν ἐῶν ταῖς ἑαυτοῦ δυστρο‐ πίαις ἀνεπιτήδευτον, πεφενάκικε τοὺς ἐπὶ τῆς γῆς, καὶ τὴν τῆς θεότητος δόξαν ὀνειροπολῶν, ἀναδείμα‐ σθαί οἱ βωμοὺς καὶ τεμένη προστέταχε, βουθυσίαν καὶ λιβανωτοῖς καταγεραίρειν ἐκέλευεν. Ἀποκομί‐ | |
55 | ζων δὲ τοὺς πεπλανημένους ἐφ’ ὅπερ ἂν βούλοιτο, | |
77.765 | τοὺς μὲν, ἡλίῳ τὸ σέβας, τοὺς δὲ, σελήνῃ καὶ ἄστροις ἀνάπτειν ἀνέπειθεν· ἀλλὰ καὶ τοῖς ἐπὶ τούτων αἰσχίοσιν ἐνιεὶς ἐγκλήμασι, καὶ κτηνῶν ἀλόγων ἀφιεροῦν ἐποίει μορφὰς, τὸ θεῖον, οἶμαί που, περι‐ | |
5 | υβρίζων ἀξίωμα· καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας τὴν δόξαν ἀποκομίζειν ἀποτολμῶν, καὶ μέχρι τῶν οὕτως εὐτελεστάτων, καὶ τὰ ὧν οὐδεὶς ἂν γένοιτο λόγος, φιλαπεχθημόνως αὐτῇ παρεικάζειν ἀξιῶν. Δεινὸν γὰρ ἀεὶ, καὶ πάντολμον τὸ θηρίον. Ἀποβου‐ | |
10 | κολήσας δὴ οὖν τῆς ἀληθοῦς θεογνωσίας τὸν ἄνθρω‐ πον, καὶ βουλῆς ἀρίστης καὶ διασκεμμάτων ὀρθῶν ἀμοιρεῖν ἀναπείσας, καὶ ταῖς αὐτοῦ ζεύγλαις ἐξ ἀπάτης ὑπενεγκὼν, ἁπάσης μὲν εὐθὺς φαυλότητος ἐραστὴν ἀπετέλει, ἀστιβῆ δὲ αὐτῷ, καὶ ἀνήνυτον | |
15 | παντελῶς ἀποφήνας τὴν ἀρετὴν, βδελυρὸν ἐτίθη, καὶ Θεῷ κατεστυγημένον. Ἥκοντας δὲ ἤδη πρὸς τοῦτο ταλαιπωρίας, ἠλέει λοιπὸν ὁ τῶν ὅλων Δη‐ μιουργὸς, ἀντετίθη τοῖς ἐκείνου κακουργήμασι τοὺς διασώζειν εἰδότας. Ἐκάλει διὰ Μωσέως, πρωτό‐ | |
20 | λειον ὥσπερ τι τῆς ἐκείνου θεότητος ἐξελῶν τὸν ἀρ‐ χαῖον Ἰσραὴλ, καὶ δὴ καὶ νόμοις ἀρίστοις αὐτὸν κα‐ ταρυθμίζων εἰς ἀκοσμίαν, ζηλωτὸν ἐπετέλει. Ἀλλ’ οὐδὲν ἧττον ἐκεῖνος, τὴν τῶν ἁπλουστέρων ὑποτρέχων καρδίαν, αἰσχρῶν ἐπιτηδευμάτων καὶ ἀνοσίου βουλῆς | |
25 | μεταποιεῖσθαι παρεσκεύαζεν. Ἰατροὶ κατὰ καιροὺς ψυχικῶν ἀῤῥωστημάτων ἀπαλλάττειν εἰδότες οἰκο‐ νομικῶς ἀνεδείκνυντο. Ἀλλὰ καὶ αὐτοὺς ἀτιμάζον‐ τες τοὺς ἁγίους προφήτας, πολυτρόπως ἡλίσκοντο. Ἀθλίως δὴ οὖν πεπραχόσιν ἡμῖν αὐτὸν ἀναγκαίως | |
30 | κατέπεμψε τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ, μετακο‐ μιοῦντα τὰ καθ’ ἡμᾶς εἰς τὸ ἀσυγκρίτως ἄμεινον ἢ πάλαι, καὶ ἀνασώσαντα τοὺς ἐπὶ τῆς γῆς, ἐξῃρη‐ μένης δηλονότι τῆς ἁμαρτίας, καὶ τοῦ δι’ αὐτῆς ἀναφύντος θανάτου τῇ ἰδίᾳ ῥίζῃ συνολωλότος, καὶ | |
35 | αὐτῆς δὲ πρὸς τούτοις τῆς τοῦ διαβόλου τυραννίδος καθῃρημένης. Ἔπρεπε δὲ τὰ οὕτω λαμπρὰ καὶ περιφανῆ τῶν κατορθωμάτων, τῶν μὲν γενητῶν οὐδενὶ, μόνῃ δὲ μᾶλλον τῇ πάντα ὑπερκειμένῃ φύσει, καὶ ταῖς ἀνωτάτω δυνάμεσι καὶ ὑπεροχαῖς εὖ μάλα | |
40 | κατεστεμμένῃ. Γέγονε τοίνυν ἄνθρωπος ὁ μονογε‐ νὴς τοῦ Θεοῦ Λόγος, ὁ δι’ οὗ τὰ πάντα παρήχθη πρὸς γένεσιν, καὶ πεποιημένα σώζεται. Καὶ τίς μὲν ὁ τρόπος τῆς οἰκονομίας, ἤτοι τῆς ἑνώσεως τοῦ Λόγου πρὸς τὸ ἀπὸ γῆς σαρκίον, πολυπραγμονεῖν | |
45 | οὐκ ἀζήμιον. Τὸ γὰρ ὑπὲρ νοῦν καὶ λόγον βασάνου κρεῖττον ἀεὶ, καὶ ὑποφέρεσθαι ταῖς ἐρεύναις ἀξιοῖ. Γεγονὼς δὲ καθ’ ἡμᾶς, δίχα μόνου τοῦ εἰδέναι πλημ‐ μελεῖν, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ ταῖς τῶν τερατ‐ ουργημάτων ὑπερβολαῖς σαφῶς τε καὶ ἐναργῶς | |
77.765(50) | ἀνεδείκνυτο. Νεκροὺς γὰρ ἐκ μνημάτων ὀδωδότας ἤδη καὶ κατεφθαρμένους παλινδρομεῖν ἐκέλευεν εἰς ζωήν· τυφλοῖς τοῖς ἐκ γενετῆς ἐδίδου τὸ βλέπειν· μακρῶν ἀπήλλαττε νοσημάτων· θαλάσσῃ καὶ πνεύ‐ μασιν ἐπιτιμῶν ἐθαυμάζετο, καὶ πολὺς ἂν γένοιτο | |
55 | περὶ τούτων ὁ λόγος, ἕκαστα σαφῶς εἰπεῖν ἑλόμενος. | |
77.768 | Ἀλλὰ δέον ἐπὶ τούτοις ὑπεράγασθαι μὲν αὐτὸν τοὺς ἐξ Ἰσραὴλ, ἀνακραγεῖν δὲ λοιπὸν ἐξ αὐτῶν τῶν θεοσημιῶν ἀναπεπεισμένους· «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ,» κατὰ πολλοὺς ἀτιμάζοντες ἡλίσκοντο τρόπους, | |
5 | καὶ τελευτῶντες ἐσταύρωσαν. Καθίει γὰρ οἰκονομι‐ κῶς ἑαυτὸν εἰς τοῦτο Χριστός· ἵνα καθ’ ἡμῶν γεγονὼς ἐν νεκροῖς, καὶ τοῖς ἐν ᾅδου κηρύξας πνεύ‐ μασιν, ἀνεβίω τριήμερος, τὸ ἀμειδὲς καὶ ἀμείλικτον τοῦ θανάτου καταργήσας κράτος, καὶ ἐκ τῆς ῥίζης | |
10 | αὐτῆς ἀναβοθρεύσας τὴν φθορὰν, οὕτω τε λοιπὸν βάσιμον τοῖς ἐπὶ τῆς γῆς καὶ αὐτὸν ἀποφήνῃ τὸν οὐρανόν. Πρόδρομος γὰρ ὑπὲρ ἡμῶν ἀνέβη πρὸς τὸν Πατέρα. Ἥξει τε κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ γεγεν‐ νηκότος μετὰ τῶν ἁγίων ἀγγέλων, ἀποδώσων ἑκάστῳ | |
15 | κατὰ τὸ ἔργον αὐτοῦ. Ὡς οὖν κριθησόμενοι, τὴν πίστιν τηρήσωμεν, συντόμως πολιτευσώμεθα· ζήσωμεν ὀρθῶς, κατακιβδηλεύοντες μὲν τῆς κακίας τοὺς τρόπους· ἐπιτηδεύοντες δὲ πᾶν εἶδος ἀρετῆς, τὴν φιλαλληλίαν, τὴν φιλοπτωχίαν, θεραπεύσωμεν ὀρφα‐ | |
20 | νοὺς, ἐπισκεψώμεθα χήρας, ἐλεήσωμεν τῶν ἐν ἀῤῥω‐ στίαις τὸ δάκρυον· τοὺς ἐν δεσμοῖς ὄντας ἐπισκε‐ ψώμεθα· τὴν τοῦ σώματος ἁγνείαν ἐπιτηδεύσωμεν. Οὕτω γὰρ, οὕτω νηστεύοντες, καθαρῶς τὴν ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτήν· ἀρχόμενοι τῆς | |
25 | μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἑκκαιδεκάτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώ‐ δους Πάσχα ἀπὸ μιᾶς καὶ εἰκάδος τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ ἕκτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, | |
30 | κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑβδόμῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἐξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω πάλιν τοῖς θείοις ἐντρυφήσομεν λόγοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πα‐ | |
35 | τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος. Ἀμήν. | |
36t | ΛΟΓΟΣ ΙΖʹ | |
37t | Προθεωρία. | |
38 | Τὰ συνήθη καὶ νῦν ἀναγνωσόμεθα, καὶ λόγοις ἡμᾶς ἐκκλησιαστικοῖς ἑστιάσομεν, πρόσκλησιν | |
40 | ὥσπερ τινὰ χρῆμα ποιούμενοι τοῦ δεῖν ἑλέσθαι, καὶ ὀρθῇ διαπρέπειν πίστει, καὶ τὴν εὐκλεᾶ καὶ ἀμώ‐ μητον ἀγαπῆσαι ζωήν. | |
44 | αʹ. Οἱ τὴν εὐφυᾶ καὶ ἀπόλεκτον, καὶ τοῖς θείοις | |
45 | συμβαίνουσαν νόμοις ἐπησκηκότες ζωὴν, καὶ πρός γε τοῦτο διάττειν οὐκ ἀγενῶς προθυμούμενοι, ὄκνου μὲν ἀμείνους εἶεν ἂν, οἶμαι, παντὸς, ἀεί τε τὸ ἐμπο‐ δὼν ῥιπτοῦντες ὡς ἀπωτάτω, τῶν ἐν χερσὶ σπουδα‐ σμάτων τὸ πέρας τῆς προυργιαιτάτης φροντίδος | |
77.768(50) | ἀξιοῦν ἐγνώκασι. Φαίην δ’ ἂν ὅτι δεήσει πρὸς τοῦτο καὶ ὡς πλείστης οὔσης τῆς νουθεσίας αὐτοῖς, καὶ τοῦ καταθήγειν εἰδότος εἰς ἀκμαιοτέραν σπουδήν· | |
καθάπερ ἀμέλει καὶ τοῖς παλαίειν εἰωθόσι τῶν νέων, | ||
77.769 | τῆς τοῦ παιδοτρίβου φωνῆς, διανιστάντος ἀεὶ πρὸς τὸ τληπαθὲς, καὶ τῆς τοῦ νικᾷν ἐφίεσθαι δόξης μονονουχὶ καὶ ἐπαναγκάζοντος. Ἀφῖγμαι δὴ οὖν εἰς μέσον καὶ αὐτὸς ἐγὼ, τοῖς τῶν ἀγαθῶν αὐχημάτων | |
5 | ἐρασταῖς τῇ τοῦ Ψάλλοντος λύρᾳ συγκεκραγώς· «Ἀνδριζέσθω, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.» Ὡς γὰρ αὐτός που πάλιν φησὶν ὁ θεσπέσιος Δαβίδ· «Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ.» Δεῖν δὲ δὴ οἶμαι πρὸς ὑμᾶς | |
10 | τοὺς τῆς παρακλήσεως ποιεῖσθαι λόγους, ὀλίγα πε‐ φροντικότας τοῦ μὴ ἐπαξίως δύνασθαί τι τῶν προ‐ κειμένων εἰπεῖν, ἤγουν διά τοι τὸ τῆς τινων εὐγλωτ‐ τίας ἰέναι κατόπιν, ἐννοηκότας δὲ μᾶλλον ἐκεῖνο σοφῶς, ὡς πολὺ δή τι τὸ ἄμεινον, οἷς ἄν τις ἔχοι | |
15 | καὶ δύναται τοὺς γνωρίμους ἑστιᾷν, καὶ εἰσοικίζε‐ σθαι τοὺς ἐπιτηδείους, ἢ τὸν ἀπηνῆ καὶ κακόδοξον ἀνθελέσθαι βίον, αἰδοῖ τοῦ μὴ δοκεῖν τῆς ἑτέρων ἡτ‐ τῆσθαι φιλοτιμίας. Θαῤῥεῖν δὲ, οἶμαι, καὶ ἑτέρως τὸν ἀγῶνα περίεστιν ἐκεῖνο διεσκεμμένῳ. Διαμε‐ | |
20 | μνήσομαι γὰρ τοῦ πάντων κρατοῦντος Θεοῦ, τῷ παναρίστῳ λέγοντος Μωσεῖ· «Τίς ἔδωκε στόμα ἀν‐ θρώπῳ; καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν; βλέ‐ ποντα καὶ τυφλόν; Οὐκ ἐγὼ Κύριος ὁ Θεός; Καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου.» Σκιὰ μὲν | |
25 | οὖν καὶ τύποι τὸ ἀρχαῖον ἐκεῖνο χρησμῴδημα, καὶ εἰ λελάχηται δι’ ἀγγέλων μεσολαβοῦντος Μωσέως. Ἀμοιρήσει δ’ ἂν οὔ τί που τῶν ὑπὲρ αἴσθησιν ἐν‐ νοιῶν, εἰ λεπτοῖς αὐτό τις καταθρήσειεν ὀφθαλμοῖς, καὶ τῶν τοῦ γράμματος κατασκιασμάτων ἀλογεῖν | |
30 | εἰθισμένος, τὸν ἐν βάθει τε καὶ ἐσωτάτῳ κατασκέ‐ πτοιτο νοῦν. Προτέταχε τοίνυν ὁ νόμος καταγε‐ ραίρεσθαι δεῖν τὸν τῶν ὅλων Θεὸν κατὰ πολλοὺς μὲν τρόπους· προσετίθει ὅτι καὶ τρυγῶνας αὐτῷ καθιεροῦν ἀναγκαῖον. Καί τοι, μυρίαι δὲ ὅσαι κατὰ | |
35 | τὸν κόσμον αἱ τῶν ὀρνίθων ἀγέλαι, ὧν εἰσιν οἱ μὲν τὴν ἄνω πτῆσιν νόμῳ φύσεως ἐκτετιμηκότες· οἱ δὲ πρὸς τοῦτο καὶ ὑγροί. Μέγεθος δὲ καὶ σχῆμα καὶ κάλλος οὐχ ἓν αὐτοῖς. Γράφει δὲ ἄλλον ἄλλως ἡ φύσις, καὶ ταῖς τοῦ πεποιηκότος τέχναις εἰς εὐανθῆ χρωμάτων | |
40 | ἰδέαν τὸ γένος αὐτοῖς κατευρύνεται. Εἶτα τί δή ποτε, φαίη τις ἂν, παρεὶς ὁ νόμος ἐκεῖνα, καὶ τὰ πάντων ἄριστα παραδραμὼν, μονονουχὶ ταῖς ἀνω‐ τάτω τιμαῖς τὴν τρυγῶνα στεφανοῖ, ποιεῖσθαι προσ‐ τεταχὼς ἱερὸν αὐτὴν τῷ Θεῷ ἀνάθημα; Τί τὸ αἴτη‐ | |
45 | μα, καὶ τί τὸ σοφὸν τοῦ νόμου; Ἀποδέχεται τὸν λόγον, ὡς Λόγου Πατὴρ, ὁ παντὸς ἐπέκεινα νοῦ, φημὶ δὴ Θεός· καὶ τὰ τῶν στρουθίων εὐστομεῖν εἰωθότα ποιεῖται δεκτὰ, καὶ προτίθησι τῶν ἄλλων, καίτοι πολὺ τὸ ἐπίχαρι καταπλουτούντων ἔσθ’ ὅτε· | |
77.769(50) | διδάσκων ἡμᾶς αἰνιγματωδῶς, ὅτι τῶν ἄλλων ἀμεί‐ νους καὶ ἱερώτατοι καὶ παρ’ ἡμῖν αὐτοῖς οἱ λόγου χρείαν πεπιστευμένοι, καὶ νουθετεῖν οἷοί τε τῶν καλλίστων εἰσηγημάτων τοὺς ἐραστάς. Φέρε τοίνυν τὸν Δεσποτικὸν ἀμπελῶνα τοῖς ἀπὸ τῆς θείας Γρα‐ | |
55 | φῆς κατακηλήσωμεν λόγοις· οὐκ ἀτρανῆ καὶ ἄση‐ | |
77.772 | μον ἁπλῶς ἱέντες ἠχὴν, ἀλλ’ ἑορτάζειν ὑμᾶς ἀνα‐ πείθοντες τοῖς καθήκουσι λογισμοῖς, ὡς ἂν εὖ ἔχοι τὸ χρῆμα· δρῷτε ὀρθῶς καὶ ἀνεπιπλήκτως, κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν. | |
7 | βʹ. Ἔφη τοίνυν ἡμῖν ὁ θεσπέσιος Λουκᾶς ἐν ἰδίαις συγγραφαῖς· «Ἦλθε δὲ ἡ ἡμέρα τῶν Ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα· καὶ ἀπέστειλε Πέτρον καὶ | |
10 | Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα, ἵνα φάγωμεν. Οἱ δὲ εἶπον αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμεν; Ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν, ὑπαντήσει ὑμᾶς ἄνθρωπος κεράμιον ὕδατος βαστάζων. Ἀκολουθήσατε αὐτῷ | |
15 | εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται, καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· Λέγει σοι ὁ διδάσκαλος, Ποῦ ἐστι τὸ κατάλυμα, ὅπου τὸ πάσχα μετὰ τῶν μαθη‐ τῶν μου φάγω; Κἀκεῖνος ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον, ἐκεῖ ἑτοιμάσατε.» Ἀκούεις ὅπως τοῖς | |
20 | τῆς θεότητος ὀφθαλμοῖς ὅποι ποτὲ ἄρα καταλύειν ἄξιον, εὖ μάλα διερευνώμενος, ἀνώγαιον ἔφη κατα‐ δειχθήσεσθαι τοῖς ἁγίοις ἀποστόλοις μέγα τε καὶ ἐστρωμένον, καὶ ποδηγὸν εἰς τοῦτο ποιεῖσθαι προσ‐ τέταχε τὸν τῷ κεραμίῳ κατηχθισμένον, εἰσκομί‐ | |
25 | ζοντά τε τὸ ὕδωρ τῷ τῆς ἑστίας δεσπότῃ; Ἴθι δὴ γοῦν ὡς δι’ ἰσχνῶν ἐννοιῶν ἐπὶ τὰ ἔτι μείζω καὶ νοητά. Καὶ εἴπερ τῳ σκοπὸς αὐτὸν ἔχειν εἰς νοῦν ἐνοικισθέντα, καὶ ἐνηυλισμένον, καὶ συνεορτάζοντα τὸν Χριστὸν, καταπλουτοῦντι τῷ τέως τὴν δι’ ὕδατος | |
30 | κάθαρσιν, ἀπονιζέτω τὴν ἁμαρτίαν τῆς ἑαυτοῦ ψυχῆς, καὶ τῶν ἀρχαίων αἰνιγμάτων ἀποτριβέσθω τοὺς μο‐ λυσμούς. Οὕτω γάρ που Θεὸς, καὶ διὰ φωνῆς Ἡσαΐου φησί· «Λούσασθε καὶ καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλ‐ | |
35 | μῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσατε ἀδικού‐ μενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· | |
40 | ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ.» Χρῆναι γὰρ ἔγωγέ φημι προεκθλίβεσθαι μὲν ὥσπερ τῶν ἡμετέρων διανοιῶν τὸν ἐκ φαυλότητος ῥύπον· εἰσοι‐ κίζεσθαι δὲ οὕτω λοιπὸν τὴν εὐκλεᾶ καὶ ἀξιόληπτον ἀρετὴν, ἧς ἂν γένοιτο τὸ ἰσοστατοῦν οὐδὲν παρά γε | |
45 | τοῖς ἀρτίοις τὴν φρένα, καὶ ἀποκρίνειν εἰδόσι τοῦ πεφυκότος ἀδικεῖν τὸ μὴ οὕτως ἔχον. Ὥσπερ γὰρ, οἶμαι, πάντη τε καὶ πάντως, ἀσυνύπαρκτα μὲν ἀλ‐ λήλοις ἐν ἐνὶ κατὰ ταυτὸν τὰ τῇ φύσει μαχόμενα· «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;» κατὰ τὸ | |
77.772(50) | γεγραμμένον, εἰ δὲ ἀναιροῖτο τὸ ἕν, θατέρῳ δὴ πάν‐ τως ἀνήσει τὴν εἰσδρομήν· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον, φαυλότης τε καὶ ἀρετὴ, μαχομένην ἔχουσαι τὴν ἐν ἔργοις ποιότητα, πλείστῃ τε ὅσῃ διαφορᾷ δι‐ | |
εσχινισμέναι, πῶς ἂν εἰς ἕνα χωρήσειαν νοῦν; εἶτα | ||
77.773 | τὸν εἰσδεδεγμένον, οὐκ ἀκαλλῆ τε καὶ ἀλλοπρόσαλλον ἀποφήνειαν ἂν, καὶ οἷον ἀμφοῖν ἐπισκάζοντα τοῖς ποσίν; Ἀλλ’ ὅ γε προφήτης Ἠλίας τοῖς οὕτως ζῇν εἰωθόσιν ἐπιτιμᾷ, λέγων· «Ἕως πότε χωλανεῖτε | |
5 | ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις;» Ἐξείργει δὲ καὶ ὁ νόμος τῶν τοιούτων ἠθῶν τε ἡμᾶς καὶ τρόπων, τὸ ἀσυμφυὲς καὶ ἀσύμβατον παραιτεῖσθαι προστάττων αἰνιγματωδῶς. Ἔφη γὰρ οὕτως· «Οὐκ ἀροτριάσεις ἐν μόσχῳ καὶ ὄνῳ ἐπιτοαυτό.» Καὶ πάλιν· «Οὐκ | |
10 | ἐνδύσῃ ἔρια καὶ λίνον ἐν τῷ αὐτῷ.» Ἄθρει γὰρ ὅπως ἡμᾶς πανταχῆ τὸ οἱονεί πως ἀσυμμιγὲς, καὶ οὐκ ἐν κόσμῳ συνεζευγμένον, ὡς ἀκαλλὲς καὶ ἀνό‐ σιον δεῖν ἔφη μισεῖν, καὶ τῶν ἀνομοίων τὴν συνδρο‐ μὴν οὐκ οἶδε τιμᾷν. Δεῖ δὴ οὖν ἄρα τοὺς ἄριστά γε | |
15 | βιοῦν ᾑρημένους, προαποτρίβεσθαι μὲν, ὡς ἔφην, τοὺς ἐκ φαυλότητος ῥύπους, ἀπαλλάττεσθαι δὲ μο‐ λυσμῶν. Οὕτως ἔχοντι καὶ λελαμπρυσμένῳ πρέποι ἂν ἤδη καὶ τὸ ὑψοῦ δωμάτιον ἔχειν, καὶ ὥσπερ ἐν ὑπερῴῳ τοῖς ἐξ ἀρετῶν αὐχήμασι συνεορτάζειν τε | |
20 | καὶ συναυλίζεσθαι τῷ Χριστῷ, «ὃς δι’ ἡμᾶς ἐπτώ‐ χευσε πλούσιος ὢν, ἵν’ ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλου‐ τήσωμεν.» Αὐτὸ γὰρ ὑπάρχων τὸ εἶδος, ὁ χαρακτὴρ τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱὸς τὸ ἀπαύγασμα τῆς δό‐ ξης, καὶ ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένος, καὶ τῇ | |
25 | κατὰ πᾶν ὁτιοῦν ἰσότητι διαπρέπων, συνυφεστηκώς τε καὶ συναΐδιος ἰσοσθενὴς καὶ ἰσουργὸς, ἰσοκλεὴς καὶ ὁμόθρονος, «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,» κατὰ τὸ γεγραμμένον. Καθίκετο γὰρ ἐν τοῖς καθ’ ἡμᾶς, καὶ ὑπέστη κένωσιν ἐθελούσιον· καὶ, | |
30 | ᾗ φησιν ὁ σοφὸς Ἰωάννης, «σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν,» καὶ ὁ πρὸ παντὸς αἰῶνος καὶ χρόνου τὴν ἐκ Θεοῦ τοῦ καὶ Πατρὸς ἀπότεξιν ἔχων, τὴν ἐπέκεινα νοῦ καὶ λόγου παντὸς, ἐπειδὴ γέγονε σὰρξ, καὶ ἀνθρωπίνην ἀνέτλη γέννησιν οἰκονομικῶς, | |
35 | καὶ ὁ χρόνου παντὸς ποιητὴς καὶ τεχνίτης, ὡς εἰς ἀρχὰς τοῦ εἶναι παρενηνεγμένος, ὅτε γέγονε καθ’ ἡμᾶς, ἤκουσε τοῦ Πατρὸς λέγοντος· «Ἐγὼ σήμερον γεγέννηκά σε.» Ἆρ’ οὖν διὰ τοῦτο νομιοῦμεν αὐτὸν τὴν τοῦ προϋπάρχειν τῶν ὅλων ἀπεμπολῆσαι δόξαν; | |
40 | Οὐδαμῶς. Περινοήσωμεν δὲ μᾶλλον ἐκεῖνο σοφῶς, ὅτι καὶ ἐν σαρκὶ γεγονότα τὸν ἴδιον Υἱὸν, οὐκ ἔξω τίθησιν ὁ Πατὴρ τῶν ἐνόντων αὐτῷ φυσικῶν ἀξιωμά‐ των· ὁμολογεῖ δὲ πάλιν αὐτὸν, κἂν καὶ ἐν τῷ καθ’ ἡμᾶς ὁρῷτο σχήματι. Οὐ γὰρ διὰ τοῦτο γέγονεν ἄν‐ | |
45 | θρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα τοῦ εἶναι Θεὸς ἀπολισθήσειεν· ἀλλ’ ἵνα δὴ μᾶλλον, καὶ ἐν προσ‐ λήψει σαρκὸς τῆς ἰδίας ὑπεροχῆς, ἀνασώζοι τὴν δόξαν. Οὕτω γὰρ ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πεπλουτή‐ καμεν, ἀνακομισθείσης ἐν αὐτῷ τῆς ἀνθρωπείας φύ‐ | |
77.773(50) | σεως εἰς ἀξίωμα τὸ θεοπρεπὲς, καὶ θάκοις ἐνιδρυ‐ μένης τοῖς ἁπάντων ἐπέκεινα. Καίτοι γὰρ ἀεὶ συν‐ εδρεύων ὡς Λόγος τῷ ἰδίῳ Πατρὶ, καὶ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν ὑπάρχων, πάλιν ἤκουε καὶ | |
μετὰ σαρκὸς, λέγοντος· «Κάθου ἐκ δεξιῶν μου, | ||
77.776 | ἔως ἂν θῶ τοῦς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Οὕτω καὶ προσκυνεῖσθαί φαμεν αὐτὸν πρός τε ἡμῶν αὐτῶν, καὶ τῶν ἁγίων ἀγγέλων, οὐκ εἰς ἀν‐ θρωπότητα ψιλὴν ἀσυνέτως καταβιβάζοντες, ἑπόμε‐ | |
5 | νοι δὲ τῇ θείᾳ Γραφῇ, καὶ φύσει τῇ καθ’ ἡμᾶς τὸν ἐκ Θεοῦ φύντα Λόγον συνδοῦντες εἰς ἕνωσιν, καὶ εἰς ἕν τι τὸ ἐξ ἀμφοῖν ἀναπλέκοντες, ἵνα μὴ ὡς ἄνθρω‐ πος ἀπλῶς θεοφορήσας νοοῖτο, Θεὸς δὲ μᾶλλον ἐνην‐ θρωπικὼς, καὶ καθ’ ἕνωσιν οἰκονομικὴν, τὴν πρός γέ | |
10 | φημι τὴν ἰδίαν σάρκα, καὶ τὴν ἐκ τῆς ἁγίας Παρ‐ θένου γέννησιν ὑποδύς. Νοηθείη γὰρ ἂν ὧδέ τε καὶ οὐχ ἑτέρως Χριστὸς εἷς, καὶ Κύριος εἷς, οὐκ εἰς ἄν‐ θρωπον ἀνὰ μέρος καὶ Θεὸν ἐπιτεμνόμενος μετὰ τὴν ἄῤῥητον συμπλοκὴν, ἀλλ’ εἰ καὶ νοοῖτο τῶν εἰς ἑνό‐ | |
15 | τητα συνδεδραμηκότων ἡ φύσις διάφορος, εἰς Υἱὸν ἕνα παραδεχθεὶς καὶ νοούμενος. Ὥσπερ γὰρ ταῖς τῶν λίθων πολυτελεστάταις αὐγαί τινες ἐναστρά‐ πτουσι, τὰ βάθη καταλευκαίνουσαι, καὶ εἰ βούλοιτό τις ἀποδιελεῖν τῷ λόγῳ τὴν σύγκρισιν, ἔτερος μέν‐ | |
20 | τοι καταθρήσειεν αὐτὴν καθ’ ἑαυτὴν τὴν λίθον, ἔτερον δὲ αὖ τὸ ἐν αὐτῇ νηχόμενον φῶς, πλὴν ἓν ἐξ ἀμφοῖν νοεῖται τὸ ὑποκείμενον, καταφθερεῖ δὲ πάντως ἡ τομὴ τὸν ἐπ’ αὐτῇ λόγον, διιστᾶσα πρὸς τὸ ἀκαλλὲς τὰ πρὸς ἕνωσιν συνηνεγμένα· οὕτω φαμὲν καὶ ἐπὶ | |
25 | Χριστοῦ. Συνδεδραμήκασι γὰρ ἀποῤῥήτως, καὶ ὡς οὐκ ἂν ἔχοι τις ἢ νοεῖν ἢ φράσαι, πρὸς ἕν τι λοιπὸν τὸ νοού‐ μενον, θεότης τε ὁμοῦ καὶ ἀνθρωπότης· ἵν’ ἐν ταὐτῷ νοοῖτο καὶ ἄνθρωπος καθ’ ἡμᾶς, καὶ Θεὸς ὑπὲρ ἡμᾶς· οὕτω τε μονογενὴς καὶ πρωτότοκος. Καὶ γοῦν ἐξ‐ | |
30 | εδόθη μὲν λαγόνων τῶν παρθενικῶν, καὶ ἦν ἔτι βρέφος, ἐφρόνει δὲ τὰ Θεοῦ. Καὶ μαρτυρήσει λέγων ὁ μακάριος Ἡσαΐας περὶ αὐτοῦ· «Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐξελέσθαι τὸ ἀγαθόν.» Ὄσον μὲν γὰρ ἧκεν εἴς | |
35 | γε τὸν τῆς ἀνθρωπότητος λόγον, οὔπω καιρὸς ἐδίδου τῷ βρέφει τὸ διακρίνειν δύνασθαι τῶν πραγμάτων τὰς φύσεις. Ἀλλ’ ἦν, ὡς ἔφην, καὶ ἐν ἀνθρωπότητι Θεὸς, ἐφιεὶς μὲν φύσει τῇ καθ’ ἡμᾶς τὸ διὰ τῶν ἰδίων ἔρχεσθαι νόμων· ἀνασώζων δὲ μετὰ τούτου τῆς | |
40 | θεότητος τὸ εἰλικρινές. Νοηθείη γὰρ ἂν ὧδέ τε καὶ οὐχ ἑτέρως, καὶ φύσει Θεὸς τὸ τεχθὲν, καὶ ἡ τεκοῦσα Παρθένος μήτηρ ἂν λέγοιτο γενέσθαι λοιπὸν, οὐ σαρκὸς καὶ αἵματος ἁπλῶς, καθάπερ ἀμέλει καὶ ἐφ’ ἡμῶν αἱ καθ’ ἡμᾶς μητέρες, Κυρίου δὲ μᾶλλον καὶ | |
45 | Θεοῦ τὴν καθ’ ἡμᾶς ὁμοίωσιν ὑποδεδυκότος. Ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικὸς, γενό‐ μενον ὑπὸ νόμον.» Οὐ γάρ πώ φαμεν ἐν ἀνθρώπῳ γεννηθέντι διὰ γυναικὸς, τὸν τοῦ Θεοῦ καθήκεσθαι | |
77.776(50) | Λόγον, καθάπερ ἀμέλει καὶ ἐν προφήταις ἦν, ψήφῳ δὲ μᾶλλον ὀρθῇ στεφανώσωμεν τὴν Ἰωάννου φωνὴν, σοφῶς τε καὶ ἀτρεκῶς εἰρηκότος· «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Γεγενῆσθαι δὲ σάρκα τὸν Λόγον ὑποληψόμεθα, σαρκός τε καὶ | |
55 | αἵματος κεκοινωνηκότα· καὶ τοῦτο παραπλησίως | |
77.777 | τοῖς οὖσιν ἐν αἵματι, καὶ σαρκὶ, τουτέστιν ἡμῖν. Καὶ εἰ γέγονε καθ’ ἡμᾶς, πῶς ἦν ἀκόλουθον τὴν ἀνθρω‐ πίνην αὐτὸν ἀτιμάσαι γέννησιν; Ἐσκήνωσε γὰρ ἐν ἡμῖν σαρκὶ καὶ αἵματι θεοπρεπῶς τε καὶ ἀῤῥήτως, | |
5 | τὴν ἰδίαν φύσιν οἱονεί πως ἀνακιρνάς. Αὕτη γὰρ ἡ τοῦ Λόγου θεότης, εἰ δὴ νοοῖτο μόνη καὶ καθ’ ἑαυ‐ τὴν, ἀποχρῶσαν ἔχει τὴν ἐκ Θεοῦ Πατρὸς γέννησιν· Καθικομένη γε μὴν οἰκονομικῶς εἰς ἕνωσιν τὴν ὡς πρὸς ἡμᾶς, καὶ ἀναπλεχθεῖσα σαρκὶ, ἤγουν τῇ | |
10 | καθ’ ἡμᾶς φύσει, τελείως ἐχούσῃ κατὰ τὸν ἴδιον λό‐ γον, τότε δὴ, τότε δίχα μώμου παντὸς, καὶ ἀδικου‐ μένη παντελῶς οὐδὲ[ν] εἴς γε τὸ εἶναι τοῦθ’ ὅπερ ἐστὶ, καὶ τὴν καθ’ ἡμᾶς γέννησιν παραδέξεται· οὐχ ὡς εἰς ἀρχὰς τοῦ εἶναι καλουμένη ποθὲν (ἦν | |
15 | γὰρ ἀεὶ, καὶ ἔστι, καὶ ἔσται· καὶ χρόνου παντὸς πρεσβυτέραν ἔχει τὴν ὕπαρξιν), ἀλλὰ τοῖς τῆς ἀνθρω‐ πότητος νόμοις, διὰ τῶν ἰδίων ἔρχεσθαι λόγων ἐφιεῖσα σοφῶς. Ὥσπερ γὰρ ἰδία γέγονε τοῦ ἐκ Θεοῦ Πατρὸς ὄντος Λόγου ἡ ἐκ τῆς ἁγίας Παρθένου τιμία τε καὶ | |
20 | πάναγνος σὰρξ, οὕτω καὶ πάντα πρέποντα τῇ σαρκὶ δίχα μόνης ἁμαρτίας. Πρέποι δ’ ἂν μάλιστα σαρκὶ, καὶ πρό γε τῶν ἄλλων ἡ διὰ μητρὸς ἀπόταξις. Οὐκ‐ οῦν θεότης μὲν αὐτὴ καθ’ ἑαυτὴν, εἰ ἔξω νοοῖτο σαρ‐ κὸς, ἀμήτωρ ἔσται, καὶ μάλα ὀρθῶς. | |
29 | γʹ. Παρενηνεγμένου γε μὴν εἰς μέσον ἡμῖν μυστη‐ | |
30 | ρίου τοῦ κατὰ Χριστὸν, ἕτερος ἂν γένοιτο καὶ λίαν ἰσχνὸς ὁ ἐπὶ τῷδε λόγος. Οἰησόμεθα γὰρ, ὀρθὰ φρονεῖν ᾑρημένοι, καὶ ἀπλανεστάτην ἰόντες τρίβον, οὐ θεότητα γυμνὴν, ἐνηνθρωπηκότα δὲ μᾶλλον καὶ ἑνωθέντα σαρκὶ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἀποτεκεῖν τὴν | |
35 | Παρθένον, παραληφθεῖσαν εἰς ὑπουργίαν τοῦ γεννῆ‐ σαι σαρκικῶς τὸν ἑνωθέντα σαρκί. Θεὸν οὖν ἄρα λοιπὸν ὁ Ἐμμανουήλ· μήτηρ δ’ ἂν λέγοιτο Θεοῦ καὶ ἡ τεκοῦσα σαρκικῶς τὸν ἐν σαρκὶ δι’ ἡμᾶς πεφηνότα Θεόν. Καὶ τὸ βρέφος ἦν οὐ καθ’ ἡμᾶς, τουτέστιν, οὐκ | |
40 | ἐν ψιλῇ καὶ μόνῃ τῇ πρὸς ἡμᾶς ὁμοιότητι· ἀλλ’ ἐν ἀνθρωπότητι μὲν, διὰ τὴν σάρκα· θεῖον δὲ, ὡς ὑπὲρ ἡμᾶς καὶ ἐξ οὐρανοῦ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, «Ὁ πρῶτος, φησὶν, ἄνθρωπος, ἐκ γῆς χοϊκός· ὁ δεύ‐ τερος ἄνθρωπος, ἐξ οὐρανοῦ.» Καὶ μὴν ὁ μακάριος | |
45 | προφήτης Ἡσαΐας, ὡς ἐν ὁράσει προφητικῇ τὴν τοῦ μυστηρίου δύναμιν ἐπαιδεύετο, Αὐτὸν γάρ φησι τε‐ θεᾶσθαι τὸν τῶν ὅλων Κύριον καὶ Θεὸν ἐν τῇ ἁγίᾳ Παρθένῳ, μονονουχὶ καὶ ποιούμενον τοῦ θείου βρέφους τὴν καταβολήν. Καὶ ἐσχημάτισται μὲν ἀνθρωπίνως | |
77.777(50) | ὁ τῆς ὁράσεως τρόπος, νοεῖταί γε μὴν ἑτεροίως καὶ θεοπρεπῶς. Τὸ γάρ τοι θεῖον οὐ καθ’ ἡμᾶς. Ἔφη δὲ οὕτως· «Καὶ εἶπε Κύριος πρός με· Λάβε σεαυτῷ νόμον καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γρα‐ φίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. | |
55 | Πάρεστι γὰρ, καὶ μάρτυράς μοι ἐποίησα πιστοὺς ἀν‐ | |
77.780 | θρώπους, τόν γε Οὐρίαν καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχίου. Καὶ προσῆλθε πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱὸν, καὶ εἶπε Κύριός μοι· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, | |
5 | ὀξέως προνόμευσον. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκύλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυ‐ ρίων.» Καινὸς μὲν οὖν καὶ μέγας ὁ τόμος, ὅτι καὶ αὐτὸ καινὸν τὸ Χριστοῦ μυστήριον, καὶ ὁμολογουμέ‐ | |
10 | νως μέγα, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Πλὴν ἀνθρώπου γραφίδι γράφεται· δεῖται μὲν γὰρ ὁ περὶ τῆς θεότητος λόγος, εἰ γυμνὴ νοοῖτο πάλιν καὶ καθ’ ἑαυτὴν καὶ ἔξω σαρκὸς, ἥκιστα μὲν τοῦ ἐν ἡμῖν ὄντος λόγου φράζειν οὐκ εἰδότα τὰ ὑπὲρ νοῦν, οὔτε | |
15 | μὴν οὔτε διατρανοῦν τὰ παντὸς ἐπέκεινα λόγου. «Δόξα γὰρ Κυρίου κρύπτει λόγον,» κατὰ τὸ γεγραμ‐ μένον. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τῇ καθ’ ἡμᾶς γραφίδι γράφεται τὰ περὶ αὐτοῦ. Πλὴν ἐκεῖνο δὴ | |
20 | πάλιν, φέρε δὴ, φέρε καταθρήσωμεν. Προστεταχὼς γὰρ τῷ προφήτῃ Θεὸς, λαβεῖν τε τὸν νόμον καὶ γράψαι γραφίδι τῇ καθ’ ἡμᾶς τὰ ἐν αὐτῷ, προσῆλθε πρὸς τὴν προφῆτιν. Καὶ τί τὸ «προσῆλθεν» ἐστὶν, ἀντὶ τοῦ τὸν συνόδου νόμον ἐσχηματίζετο. Προφῆτιν | |
25 | δὲ τὴν ἁγίαν ἀποκαλεῖ Παρθένον· προεφήτευσε γὰρ κυοφοροῦσα Χριστόν. Εἶτά φησι· «Καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱὸν,» ᾧ καὶ ὁ νόμος τίθησι, οὐχ ὡς ἀνθρώπῳ πάλιν ἰδικὸν, ἀλλ’ ἐκ τῶν κατορθωμά‐ των ὡς Θεῷ. «Κάλεσον γὰρ, φησὶ, τὸ ὄνομα αὐτοῦ, | |
30 | Ταχέως σκύλευσον, ὀξέως προνόμευσον.» Γεννηθὲν γὰρ εὐθὺς τὸ βρέφος τὸ θεῖον καὶ ὑπερκόσμιον, ἦν μὲν ἐν σπαργάνοις, ὅτι καὶ ἐν κόλπῳ μητρὸς διὰ τὸ ἀνθρώπινον· ἐπειδὴ δὲ ἦν πρὸς τοῦτο καὶ φύσει Θεὸς, ἀπόῤῥητος δύναμις προενόμευσεν εὐθὺς τὰ | |
35 | σκεύη τοῦ Σατανᾶ. Ἀφίκοντο γὰρ ἐξ Ἀνατολῆς οἱ μάγοι, ζητοῦντες αὐτὸν καὶ λέγοντες· «Ποῦ ἔστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτόν.» Οὐκοῦν θεία μὲν ἡ γέννησις, εἰ καὶ ἀνθρω‐ | |
40 | πίνως ἐπράττετο διὰ τὸ ἀνθρώπινον· Θεὸς δὲ κατὰ φύσιν ὁ Ἐμμανουὴλ, καὶ αὐτοῦ τὰ σπάργανα, συν‐ εχομένου μὲν ἀνθρωπίνως, ἀναπιμπλάντος δὲ θεϊκῶς τῆς ἰδίας ὑπεροχῆς οὐρανὸν καὶ γῆν καὶ τὰ κατω‐ τέρω, καὶ πάντα συνέχοντος τὰ δι’ αὐτοῦ γεγονότα | |
45 | πρὸς τὸ εὖ εἶναι καὶ συνεστάναι. κἂν ἀκούσῃς ὅτι προέκοπτεν ἡλικίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι, μὴ σοφὸν ἐξ ἐπιδόσεως γενέσθαι νομίσῃς τὸν τοῦ Θεοῦ Λόγον. Διαμέμνησο δὲ μᾶλλον γεγραφότος ὡδί που τοῦ θε‐ σπεσίου Παύλου· «Χριστὸς, Θεοῦ δύναμις, καὶ Θεοῦ | |
77.780(50) | σοφία.» Μηδ’ αὖ ἐκεῖνο φληνάφως τολμήσῃς εἰπεῖν, ὅτι τὸ «προκόπτειν ἐν ἡλικίᾳ τε καὶ σοφίᾳ καὶ χά‐ ριτι,» τῷ ἀνθρώπῳ προσάψομεν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶν ἕτερον οὐδὲν, ἢ διελεῖν εἰς δύο τὸν ἕνα Χρι‐ | |
στόν· ἀλλ’, ὥσπερ ἔφην ἀρτίως, προαιώνιος ὢν ὁ | ||
77.781 | Υἱὸς, ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς εἰς Υἱὸν ὡρί‐ σθαι λέγεται Θεοῦ, τῆς ἰδίας σαρκὸς τὴν γέννησιν οἰκειούμενος οἰκονομικῶς. Οὕτω καὶ ὑπάρχων σοφία τοῦ γεγεννηκότος, προκόπτειν ἐν σοφίᾳ λέγεται, καί‐ | |
5 | τοι παντέλειος ὢν ὡς Θεὸς, τὰ τῆς ἀνθρωπότητος ἴδια, διὰ τὴν εἰς ἄκρον ἕνωσιν εἰς ἑαυτὸν εἰκότως ἀναλαβών. Ἀλλ’ ἴσως ἐρεῖ τις· Εἶτα πῶς κεχώρηκεν ἡ ἀνθρώπου φύσις τῆς ἀποῤῥήτου θεότητος τὴν ἰσχύν; Καίτοι Θεοῦ φύσιν ἀκούω λέγοντος ἐναργῶς | |
10 | τῷ μακαρίῳ Μωσῇ, ὅτι «Οὐδεὶς ὄψεται τὸ πρόσ‐ ωπόν μου καὶ ζήσεται.» Εἰ δὲ ἄτλητος ἡ θέα, καὶ [ἀ]δύσοιστον ἔχει τὴν προσβολὴν, ποῖον ἂν ἔχοι λόγον ἡ σύνοδος; Ἐγὼ δὲ πρὸς τοῦτο φαίην ἂν, ὅτι καὶ πέρα λόγου τὸ θαῦμα, καὶ ταῖς καθ’ ἡμᾶς ἐννοίαις | |
15 | οὐχ ἁλώσιμος τῆς εἰς ἅπαν οἰκονομίας ὁ τρόπος. Πλὴν σοφῶς ἐπράττετο, Θεοῦ τὴν ἰδίαν φύσιν καὶ τοῖς ἄγαν ἀσθενεστάτοις οἰστὴν ἀποφαίνοντος. Καὶ γοῦν τὸ σεπτὸν δὴ τοῦτο καὶ ἀξιάγαστον ἀληθῶς μυστήριον ὁ τῶν ὅλων Θεὸς φανερὸν ἐποίει τῷ παν‐ | |
20 | σόφῳ Μωσῇ, παραδείγματι χρώμενος σαφεῖ καὶ ἐναρ‐ γεστάτῳ. Τίς δ’ ἂν νοοῖτο καὶ ὁ τοῦδε τρόπος, αὐτὸ διδάξει τὸ Γράμμα τὸ ἱερόν. Ἔχει δὲ οὕτω· «Καὶ Μωσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ γαμβροῦ αὐτοῦ, τοῦ ἱερέως Μαδιάμ· καὶ ἤγαγε τὰ πρόβατα | |
25 | ἐπὶ τὴν ἔρημον, καὶ ἦλθεν εἰς τὸ ὅρος Χωρήβ. Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς ἐκ τῆς βάτου. Καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί· ὁ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωσῆς· Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατα‐ | |
30 | καίεται ὁ βάτος. Ὡς δ’ εἶδε ὁ Κύριος ὅτι προσ‐ άγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν Κύριος ἐκ τοῦ βάτου, λέγων· Μωσῆ, Μωσῆ. Ὁ δὲ εἶπε· Τί ἐστι; Καὶ εἶπε· Μὴ ἐγγίσῃς ὧδε· λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ὃν σὺ ἔστηκας, γῆ ἁγία | |
35 | ἐστί. Καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ.» Ἀπρόσιτον μὲν οὖν ἀποφαίνει τὴν προσ‐ βολὴν, καὶ αὐτῷ δὴ τότε τῷ μακαρίῳ Μωσῇ κατα‐ σημαίνων, ὅτι ταῖς τοῦ νόμου παιδαγωγίαις, καὶ | |
40 | ταῖς διὰ τύπων σκιαῖς, εἰ ἀποχρῷτό τις, οὐκ ἂν ἐγγὺς γένοιτο τοῦ Χριστοῦ. Τετελείωκε γὰρ ὁ νόμος οὐδέν. Πλὴν ἐκεῖνο καταθαυμάζειν ἄξιον· Πῦρ ἦν ὁρώμενον ἐν τῷ βάτῳ, καὶ φωνὴν ἠφίει λέγων· «Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου.» Οὐκοῦν αὐτὸς ἦν ὁ | |
45 | Κύριος ἐν εἴδει πυρός· καταδραττόμενος μὲν τοῦ φυτοῦ, καὶ ὅλον ἐξ ὅλου διέπων, καταπιμπρὰς δὲ οὐδαμῶς. Καίτοι πῶς οὐ πέρα λόγου παντὸς τὸ δρώ‐ μενον ἦν, τὴν οὕτω λεπτὴν καὶ εὐκατάπρηστον ὕλην, τῆς τοῦ πυρὸς ἀλογίσαι προσβολῆς; Μᾶλλον δὲ | |
77.781(50) | πῶς οὐκ ἂν ἀγάσαιτό τις τὴν τῆς φλογὸς ἡμερότητα, φειδομένην ὁρῶν τοῦ βάτου; Ἀλλ’ ἦν ὁ τύπος, ὡς ἔφην, εἰς παράδειγμα σαφὲς τοῦ μυστηρίου τοῦ κατὰ Χριστόν. Ὥσπερ γὰρ γέγονεν οἰστὸν τῷ θά‐ μνῳ τὸ πῦρ, οὕτω καὶ τῇ καθ’ ἡμᾶς φύσει τῆς θεό‐ | |
55 | τητος ἡ ὑπεροχή. Οὐκοῦν ὅσον μὲν ἦκεν εἰς νοῦν τε | |
77.784 | καὶ λόγους τοὺς ἐν ἡμῖν, ἀσύμβατα μὲν ἀλλήλοις εἶεν ἂν εἰκότως εἰς ἑνότητα φυσικὴν, θεότης καὶ ἀνθρωπότης. Συνέβη δ’ οὖν ὅμως, ὡς ἔν γε Χριστῷ, καὶ εἷς ἐξ ἀμφοῖν ὁ Ἐμμανουήλ. Ὁ δὲ δὴ τιθεὶς ἀνὰ | |
5 | μέρος, καὶ ἄνθρωπον ἡμῖν ἀνιστὰς, καὶ υἱὸν ἕτερον ἰδικῶς, παρὰ τὸν ἐκ Θεοῦ κατὰ φύσιν, οὐ συνίστησιν ἀκριβῶς τοῦ μυστηρίου τὸ βάθος. Οὐ γὰρ ἀνθρώπῳ λελατρεύκαμεν, καὶ προσκυνεῖν ἐγνώκαμεν μυστ‐ αγωγούντων ἁγίων· Θεῷ δὲ μᾶλλον, ὡς ἔφην, ἐνηνθρω‐ | |
10 | πηκότι, καὶ ὡς ἓν νοουμένῳ μετὰ τοῦ ἰδίου σώματος τῷ ἐκ Πατρὸς ὄντι Λόγῳ. Ταύτῃτοι καὶ βασιλέα φαμὲν ἀναδεδεῖχθαι πάλιν ἐφ’ ἡμᾶς τὸν Ἐμμανουήλ. Ὁ μὲν γὰρ Θεὸς καὶ Πατὴρ διὰ φωνῆς προφητῶν ἐποιεῖτο τὴν ἀνάῤῥησιν, αὐτοῦ τε πέρι καὶ τῶν ἁγίων | |
15 | ἀποστόλων, εἰπών· «Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βα‐ σιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.» Αὐτός γε μὴν ἔφη διὰ φωνῆς τοῦ Δαβίδ· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ, ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» | |
20 | Καὶ μὴν καὶ τῆς ὑπ’ αὐτοῦ βασιλείας τὸν ζυγὸν ὑπο‐ τρέχειν ἐκέλευε, προστιθεὶς ἐναργῶς· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς.» Ἀλλ’ εἴπερ ἐστὶ βασιλεὺς, αὐτὸ δὴ τοῦτο ψιλὸς καθ’ | |
25 | ἡμᾶς νοούμενος ἄνθρωπος, καὶ οὐχὶ δὴ μᾶλλον τῇ καθ’ ἡμᾶς φύσει συμβεβηκὼς εἰς ἕνωσιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οὐδέν τι μᾶλλον τὰ καθ’ ἡμᾶς ἐν ἀμείνοσι τῶν ἀρχαιοτέρων. Καίτοι κεκαινουργῆσθαι λεγόμενα πρὸς τὸ ἀσυγκρίτως ὑπερκείμενον, διά τοι | |
30 | τὸ βασιλεῦσαι Χριστὸν ἐφ’ ἡμᾶς. | |
33 | δʹ. Ἕστι δὲ ἐφ’ ἡμῖν τοιόνδε τι πάλιν· Βεβασίλευκε μὲν γὰρ τῶν ἐξ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς διὰ προ‐ | |
35 | φητῶν ἁγίων. Προκέχριστο δὲ εἰς τοῦτο, καὶ πρὸ τῶν ἄλλων ὁ θεσπέσιος Μωσῆς· εἶτα μετ’ ἐκεῖνον οἱ καθεξῆς. Διέποντος δὲ τὴν οἰκονομίαν τοῦ ἁγίου Σα‐ μουὴλ, πρὸς ἀπονοίας ἐκτόπους ὠλισθηκότες οἱ ἐξ Ἰσραὴλ, καὶ τῆς ὑπὸ Θεῷ βασιλείας, οὐκ οἶδ’ ὅπως, | |
40 | ὀλιγωρήσαντες, προσῄεσαν λέγοντες· «Ἰδοὺ σὺ γε‐ γήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου. Καὶ νῦν κατάστησον ἐφ’ ἡμᾶς βασιλέα τοῦ δικά‐ ζειν ἡμᾶς, καθὰ καὶ τὰ λοιπὰ ἔθνη. Καὶ κατεπικραί‐ νετο μὲν ὁ προφήτης ἐν τούτῳ λίαν. Εἶπε δὲ Κύριος | |
45 | πρὸς αὐτόν· Ἄκουε τῆς φωνῆς τοῦ λαοῦ, καθὰ ἂν λα‐ λήσωσι πρὸς σέ· ὅτι οὐ σὲ ἐξουθενήκασι, ἀλλ’ ἢ ἐμὲ ἐξουθενήκασι, τοῦ μὴ βασιλεύειν ἐπ’ αὐτῶν.» Ἀν‐ εδείκνυτο δὲ οὕτως ὁ Σαοὺλ, περὶ οὗ φησιν ἐν προφή‐ ταις ὁ τῶν ὅλων Θεός· «Καὶ ἔδωκα αὐτοῖς βασιλέα | |
77.784(50) | ἐν ὀργῇ μου, καὶ ἔσχον ἐν τῷ θυμῷ μου συστροφὴν ἀδικίας.» Ἔστι τοίνυν οὐδαμόθεν ἀμφιβάλλειν, ὡς ἐν ὀργῇ δέδοται βασιλεὺς, ἄνθρωπος ὢν ὁ Σαοὺλ, τοῖς τὴν ὑπ’ αὐτῶν τῷ τῶν ὅλων Θεῷ βασιλείαν διωθου‐ μένοις. Ἀσυγκρίτως γὰρ ἄμεινον τὸ αὐτῷ μᾶλλον | |
55 | ἐπείγεσθαι κατεζεῦχθαι Θεῷ. Ἀλλ’ εἴπερ ἐστὶ καθ’ | |
77.785 | ἡμᾶς ἄνθρωπος ὁ Χριστὸς, καὶ οὐχὶ δὴ μᾶλλον ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνὼς ὁ Λόγος, δέδοται δὲ βα‐ σιλεὺς, καὶ κεκράτηκε τῶν ἐπὶ τῆς γῆς· ἆρα τίς εἰς τοῦτο ληρίας καθίκοιτο ἂν, ὡς οἴεσθαι καὶ εἰπεῖν, | |
5 | ὅτι καὶ αὐτὸς βεβασίλευκεν ὡς ἐν ὀργῇ τοῦ Θεοῦ καὶ Πατρός· καὶ ἐπειδήπερ ἐσμὲν ἐν προσκρούσει καὶ ἁμαρτίαις, ὑπέθηκε καὶ ἡμᾶς τοῖς ἀνθρώπου ζυγοῖς; Καίτοι πῶς ἂν ἐνδοιάσειέ τις, ὡς ἁπάσης ἁμαρτίας ἀπηλλάγμεθα διὰ τῆς πίστεως; Πῶς οὖν ἔτι λυπεῖ‐ | |
10 | ται Θεός; πῶς ἔτι κολάζει τοῖς ἐξ ὀργῆς κινήμασι τοὺς ἡγιασμένους; Ἀλλ’ ἔγωγε φαίην ἂν, ὅτι καὶ ἁμαρτιῶν ἀπηλλάγμεθα, καὶ τοῖς ἐκ θείας ἡμερό‐ τητος ἀγαθοῖς καταμεθύει τὰ καθ’ ἡμᾶς. Οὐκοῦν οὐκ ἄνθρωπος βεβασίλευκεν ἐφ’ ἡμᾶς, Θεὸς δὲ μᾶλλον ἐν | |
15 | ἀνθρωπότητι πεφηνὼς, ὁ Υἱὸς, οὔτε τῶν ἰδίων ἀξιωμάτων ἐκβεβηκὼς τὴν δόξαν διὰ τὸ ἀνθρώπινον, οὔτε μὴν τὴν καθ’ ἡμᾶς ὁμοίωσιν ἀτιμάζων οἰκονο‐ μικῶς. Ἄλλως τε (χρῆναι γὰρ οἶμαι κἀκεῖνο ἰδεῖν), εἰ κατηγοροῦνταί τινες τῶν πεπλανημένων, καὶ εἰ‐ | |
20 | σὶν ἐν τῷ διαβεβλῆσθαι λίαν, «ὡς ἀλλάξαντες τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου·» παραιτητέον εὖ μάλα καὶ ἡμῖν αὐτοῖς, τὸ ἐν ψιλῇ καὶ μόνῃ τῇ καθ’ ἡμᾶς φύσει κατα‐ λογίζεσθαι τὸν Χριστόν· ἀδιάσπαστον δὲ τὴν ἕνω‐ | |
25 | σιν, τὴν πρός γέ φημι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, τῇ ἀνθρωπείᾳ φυλάττομεν φύσει, ἵν’ ὡς Θεὸς προσ‐ κυνῆται λοιπὸν πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἄνω πνευμάτων. Καὶ εἰ παγχάλεπον ἀληθῶς τὸ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, τετάγμεθα δὲ λατρεύειν | |
30 | Χριστῷ, ἀνωτέρω κτιστῆς νοοῖτο φύσεως ὡς Θεὸς, κἂν εἰ ἐκτίσθαι νοοῖτο διὰ τὸ ἀνθρώπινον. Ταύτην ἐφ’ ἑαυτῷ κρατύνων τὴν δόξαν, τοῖς ἀπειθεῖν ἑλομέ‐ νοις ἐπεφώνει ποτὲ, μονονουχὶ καὶ νωθείαν ἐγκαλῶν. «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ | |
35 | μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Ἦσαν γὰρ, ἦσαν τῶν ἀσυνέτων τινὲς, οἱ σμικρὰ περὶ αὐτοῦ διὰ τὴν σάρκα φρονοῦν‐ τες, κατεξανιστάμενοί τε φληνάφως, καὶ κυνηδὸν ἐπιτρέχοντες, προφασιζόμενοί τε προφάσεις ἐν ἁμαρ‐ | |
40 | τίαις, ἐπαιτιωμένῳ τε λέγοντες· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Ἡμεῖς δὲ ταῖς τῶν ἐκεῖνα πεφρονηκότων ἀβελτηρίαις ἐῤῥῶσθαι φράσαντες, μακραῖς καὶ ἀκαταλήκτοις εὐφημίαις | |
45 | καταγεραίρομεν, καὶ τῆς Φαρισαίων σκαιότητος τὰ ἀμείνω φρονεῖν ἐγνωκότες, ἐροῦμεν αὐτῷ· Περὶ καλοῦ ἔργου καταπεπλήγμεθά σε, ὅτι Θεὸς ὢν φύσει, γέγονας ἄνθρωπος. Καὶ διὰ ποίαν αἰτίαν; Ἐπειδὴ γάρ ἐστι ζωὴ κατὰ φύσιν ὁ τοῦ Θεοῦ Λόγος, ἴδιον | |
77.785(50) | σῶμα ἐποιήσατο τὸ φθείρεσθαι πεφυκὸς, ἵνα τῆς ἐν αὐτῷ νεκρότητος παραλύσας τὴν δύναμιν, μεταστοι‐ χειώσῃ πρὸς ἀφθαρσίαν. Ὥσπερ γὰρ ὁ σίδηρος ταῖς ἀκμαιοτάταις τοῦ πυρὸς ὁμιλήσας προσβολαῖς, πρὸς ἰδέαν εὐθὺς τὴν ἐκείνου μεταχρώννυται, καὶ τὴν | |
55 | τοῦ νικῶντος ὠδίνει δύναμιν· οὕτω καὶ ἡ τῆς σαρκὸς | |
77.788 | φύσις, τὸν ἄφθαρτον καὶ ζωοποιὸν τοῦ Θεοῦ Λόγον εἰσδεδεγμένη, μεμένηκε μὲν, ἐν οἷς οὐκ ἦν οὐκέτι, φθορᾶς δὲ ἀμείνων ἀπεφάνθη λοιπόν· καὶ ἐπείπερ ἐστὶν αὐτὸς τοῦ κόσμου τὸ φῶς, ταύτῃτοι τὰς τῆς | |
5 | ἀληθοῦς θεογνωσίας αὐγὰς ταῖς ἁπάντων διανοίαις ἐνιεὶς, πάντας ἐκάλει πρὸς τὸ φῶς· τοῦτο μὲν ταῖς ἀμωμήτοις διδασκαλίαις χρώμενος, καὶ πανσόφους ἀποτελῶν τοὺς προσιόντας αὐτῷ διὰ τῆς πίστεως· τοῦτο δὲ ποικίλως τερατουργῶν, ἵνα τοῖς ὑπὲρ λόγον | |
10 | ἐξειργασμένοις καταπλήττων τοὺς θεωμένους, μὴ ἀπιστηθῇ πρός τινος, ὅτι Θεὸς ὢν φύσει γέγονεν ἄν‐ θρωπος· μεμένηκε δὲ ὅπερ ἦν καὶ ἐν εἴδει τῷ καθ’ ἡμᾶς οἰκονομικῶς καθιγμένος. Ἀλλ’ οὐ συνέντες Ἰουδαῖοι τὸ μυστήριον, καίτοι καὶ διὰ νόμου καὶ τῶν | |
15 | ἁγίων προφητῶν πλείστην τε ὅσην καὶ ἐμφανε‐ στάτην ἔχον τὴν προαγόρευσιν, κατὰ πολλοὺς μὲν, τρόπους καταλυπεῖν ἀπετόλμων· ἐπεγνωκότες δὲ, ὅτι δὲ καὶ αὐτός ἐστιν ὁ κληρονόμος, ἐκβεβλήκασί τε καὶ ἀπεκτόνασι, συλλήπτορα καὶ συμπαραστάτην | |
20 | ἑαυτοῖς παραλαβόντες εἰς τοῦτο τὸν τῆς ἁμαρτίας εὑρετὴν, φημὶ δὴ τὸν Σατανᾶν· ὃς ᾠήθη μὲν, κατὰ τὸ εἰκὸς, ἀπηλλάχθαι πραγμάτων, ὅτι παθόντα τε‐ θέαται. Συνηγνόηκε δὲ τοῖς ἐσταυρωκόσιν, ὅτι πέ‐ πονθεν ἑκὼν, καὶ τέθυκεν αὐτὸς τὴν ἰδίαν ψυχὴν, | |
25 | οὐχ ὑπό του βεβιασμένος, ἀλλ’ ἐθελοντὴς, ὡς ἔφην, ἵνα «τοῖς ἐν ᾅδου καθειργμένοις διακηρύξῃ πνεύ‐ μασι,» καὶ ἀναπετάσῃ τοῖς κάτω τὰς ᾅδου πύλας· ὡς γὰρ ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος, «Διὰ τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ | |
30 | ζώντων κυριεύσῃ.» Ἐπειδὴ γὰρ ἐξείλετο τοὺς ἐν σκότῳ, πεπάτηκε τοῦ θανάτου τὸ κράτος, καὶ ἀν‐ εβίω τριήμερος. Εἶτα τοῖς ἁγίοις αὑτοῦ ἀποστόλοις ἑαυτὸν ἐμφανίσας, καὶ «μαθητεύειν προστεταχὼς πάντα τὰ ἔθνη, βαπτίζειν τε αὐτοὺς εἰς τὸ ὅνομα τοῦ | |
35 | Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος,» ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καὶ Πατρὸς, ἥξει τε κατὰ καιροὺς τῶν ὅλων κριτὴς, ἐν δυνάμει τε καὶ δόξῃ τῇ θεοπρεπεῖ, δορυ‐ φορούντων ἀγγέλων· καθιεῖται δὲ καὶ ἐπὶ θρόνου δό‐ | |
40 | ξης αὑτοῦ, κρίνων τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. | |
46 | εʹ. Οὐκοῦν ἐπειδήπερ τιμῆς ἠγοράσμεθα, καὶ οὐκ ἐσμὲν ἑαυτῶν, τῷ πριαμένῳ δουλεύσωμεν ὡς ἔνι, καὶ ἀμείνους μὲν εὑρισκώμεθα παθῶν· ἀποσειόμεθα δὲ βέβηλον ἁμαρτίαν, καὶ διὰ πάσης ἐπιεικείας ἑαυ‐ | |
77.788(50) | τοὺς καταφαιδρύνοντες, τὸν καλὸν ἀγῶνα ἀγωνιζώ‐ μεθα, τὸν δρόμον τελέσωμεν, τὴν πίστιν τηρήσωμεν· τοῖς ἐν ἐνδείᾳ τοὺς πόνους ἐπελαφρίζοντες, ὀρφανοὺς παραμυθούμενοι, χήραις ἐπαμύνοντες, τὰς τῶν τὸ | |
σῶμα λελωβημένων αἰκίας ἀνακτώμεθα, τοὺς ἐν | ||
77.789 | δεσμοῖς ἐπισκεπτόμενοι, χρηστοὶ καὶ φιλάλληλοι περὶ πάντας εὑρισκόμενοι. Τότε γὰρ, τότε νηστεύσο‐ μεν καθαρῶς· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρα‐ κοστῆς, ἀπὸ νεομηνίας τοῦ Φαμενὼθ μηνός· τῆς δὲ | |
5 | ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ἕκτης τοῦ Φαρμουθὶ μηνός· περιλύοντες μὲν τὰς νηστείας τῇ ἑκκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, Σαββάτου, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ | |
10 | δωδεκάτῃ τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ βασιλείαν οὐρανῶν κληρονομήσομεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ’ οὗ καὶ δι’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος εἰς τοὺς | |
15 | αἰῶνας. Ἀμήν. | |
77.800(55t) | ΛΟΓΟΣ ΙΗʹ. | |
56t | Προθεωρίᾳ. | |
57 | Ἡ μὲν ὑπόθεσις, ἐφ’ ᾖ καὶ νῦν τὴν ἐνθάδε συν‐ | |
οδίαν πεποιήμεθα, λαμπρὰ καὶ πολύευκτος. Δεῖ | ||
77.801 | δὲ, οἷμαι, φιλοτίμων αὐτῇ λόγων, καὶ γλώττης ἐχούσης δεξιῶς, εἴς γε τὸ δύνασθαι διαρθροῦν καὶ τὰ ὑπὲρ λόγον, Ἐγὼ δὲ πρὸς τοῦτο καίτοι λίαν ἀνικάνως ἔχων, ἥκω πάλιν εἰ ὑμᾶς, ἐρῶν | |
5 | τὰ ἐξ ἀγαθῶν ἐννοιῶν εὑρήματα. Συγγνώμονας δὲ τοὺς ἀκροωμένους γενέσθαι πρέπει. Ἔστι γὰρ ἡμῖν οὐκ ἐπίδειξις εὐγλωττίας τὸ χρῆμά ποθεν, ἀλλ’ εἰσ‐ ήγησις ἀναγκαία, καὶ τῷ τῆς ἁγίας ἡμῶν ἐορτῆς πρέπουσα καιρῷ. | |
12 | αʹ. Ἀναλάμπει πάλιν τῆς ἁγίας ἑορτῆς ἡμῶν ὁ καιρός. Ἡμᾶς δὲ ἀνάγκη διαμεμνῆσθαι λέγοντος τοῦ πάντων κρατοῦντος Θεοῦ· «Ἱερεῖς, ἀκούσατε, καὶ | |
15 | ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακὼβ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ.» Ἐπιμαρτυρώμεθα τοίνυν, ἑστηκέναι λέγοντες τὸν καιρὸν, καθ’ ὃν προσῆκεν ἡμᾶς ταῖς ἁγίοις πρεπούσαις ἐπιεικείαις εὖ μάλα κατασεμνύνεσθαι, καὶ τῆς εὐαγγελικῆς πολιτείας | |
20 | καταπλουτεῖν τὰ αὐχήματα. Δεῖ δὲ, οἶμαι, τοὺς τῶν καλλίστων εἰσηγητὰς ἡγεῖσθαι σεπτούς. Καὶ γάρ ἐστιν ἀληθὴς ὁ προφήτης, λέγων· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά!» Καὶ οὐ δή‐ που πάντως τὰ πρόσκαιρά τε καὶ ἀπολλύμενα, καὶ | |
25 | ὅσα τοῖς γηΐνοις ἡμῶν σώμασιν εἰς τρυφὰς ὑπηρε‐ τεῖ, ἐκεῖνα δὲ μᾶλλον, ἃ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν κατώρθωται χάριτος, καὶ τρισμακαρίους ἀποφαίνει τοὺς εἰληφότας, καὶ παθῶν ἀμείνους ψυχικῶν τε ἅμα καὶ σωματικῶν ὁρᾶσθαι ποιεῖ. «Αἱρετώτερον | |
30 | γὰρ ὄνομα καλὸν ἢ πλοῦτος πολὺς,» καθά φησιν ὁ Σολομών. Τοῖς μὲν οὖν ἐπιεικέσιν οὐδεὶς ἂν γένοιτο καιρὸς, καθ’ ὃν οὐ προσῆκεν αὐτοὺς ὁρᾶσθαι τοιού‐ τους. Εἰ δὲ δὴ προκέοιτο καὶ τὸ δεῖν ἐθελοντὰς τοὺς ὑπέρ γε τῆς ἀρετῆς ἱδρῶτας ὑπενεγκεῖν, τότε δὴ, | |
35 | τότε πέρα μὲν ὄκνου παντὸς τὴν διάνοιαν στήσαντες, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων εὖ μάλα διᾴττοντες, τρυφὴν ἡγοῦνται τοὺς πόνους, τῇ τῶν ἐσομένων ἀγαθὼν ἐλπίδι πρὸς εὐθυμίαν τρεφόμενοι. Γηπόνοι μὲν γὰρ εἴπερ τινὲς εἶεν τληπαθεῖς τε καὶ | |
40 | φιλεργέστατοι, καιροῦ παραθήγοντος ἐπὶ τὸ χρῆ‐ ναι ἀροῦν τὴν γῆν, καὶ μὴν καὶ τὰς τῶν σπερμά‐ των ποιεῖσθαι καταβολὰς, καίτοι πλείστου τε ὅσου καὶ μακροῦ παρεισβάλλοντος πόνου τῆς τῶν ἀ‐ γρῶν εὐκαρπίας, παρ’ οὐδὲν τὸ χρῆμα ποιεῖσθαι | |
45 | σπουδάζωσι, καὶ μάλα εὐφρόνως. Ὑπάγει μὲν γὰρ τῇ ζεύγλῃ τὸν βοῦν, ἀλλ’ ὁρᾷ τοῖς ἀστάχυσι κομῶσαν τὴν ἄρουραν. Καὶ ἐνίησι μὲν τῇ βώλῳ τὸν κόκκον, ἐπιγάννυται δὲ τοῖς ἀμῶσι, καὶ τοῖς τῆς ἐλπίδος ὄμμασι πίπτον ἤδη σιδήρῳ θαυμάζει τὸ λήϊον, καὶ | |
77.801(50) | πλήρη τὴν ἅλω φαντάζεται. Ὅ γε μὴν ἑτοίμως ναυ‐ τίλλεσθαι πεφυκὼς, καὶ τεχνίτης τὰ ἐμπορικὰ, εἰ δὴ θεάσαιτο τοῖς ἠρινοῖς πνεύμασι γελῶσαν τὴν θάλασ‐ σαν, οὐκ ἀνέχεται μελλησμῶν· θαρσεῖ τὸν ἀπόπλουν, καὶ οὐκ ἠγνόηκε μὲν ὅτι κυμάτων ἀνέξεται, καὶ τῆς | |
55 | τῶν πνευμάτων ἀγρίας ἐμβολῆς ἔσθ’ ὅτε. Δέδιε δὲ | |
77.804 | ταυτὶ κατ’ οὐδένα τρόπον, κερδῶν ἕνεκα καὶ πλεο‐ νασμῶν. Εἶναι δέ φημι τῶν ἄγαν αἰσχρῶν, τοὺς μὲν ἐπὶ πράγμασι φθαρτοῖς καὶ γηΐνοις παντὸς μὲν ἱδρῶτος βούλεσθαι κατευμεγεθεῖν, ἡμᾶς δὲ τὰ θεῖα | |
5 | καὶ ὑπὲρ νοῦν κερδαίνοντας, μὴ οὐχὶ τροφῆς ἡγεῖ‐ σθαι καιρὸν, τὸν πρὸ τῆς ἁγίας ἡμῶν ἑορτῆς· ἣ σι‐ τίων μὲν καὶ ποτῶν ἐξίστησι περιττῶν, ἐμπίπλησι δὲ χαρισμάτων πνευματικῶν. Οὐκοῦν εἰς ἀνδρίαν ἡμᾶς παραθήγοντος τοῦ καιροῦ, μαλακιζέσθω μηδεὶς, | |
10 | ἴτω δὲ μᾶλλον ἑτοίμως ἐφ’ ὅπερ ἂν ἕλοιτο Θεός. Οἶ‐ μαι δὲ δεῖν ἐκεῖνο πάλιν εἰπεῖν, τὸ διὰ φωνῆς Ἱερε‐ μίου· «Ἀναλάβετε ὅπλα καὶ ἀσπίδας, προσαγά‐ γετε εἰς πόλεμον, ἐπεισάξατε τοὺς ἵππους, ἐπίβητε, οἱ ἱππεῖς, καὶ κατάστητε ἐν ταῖς περικεφαλαίαις | |
15 | ὑμῶν, προβάλλετε τὰ δόρατα, καὶ ἐνδύσασθε τοὺς θώρακας ὑμῶν.» Χρὴ γὰρ ἡμᾶς ἀντανίστασθαι φι‐ λεῖν, καὶ μάλα νεανικῶς, ταῖς εἰς φαυλότητα καλού‐ σαις ἡδοναῖς, καὶ ταῖς τοῦ πνεύματος παντευχίαις ἐνηρμοσμένους καταστρατεύεσθαι τῶν παθῶν. Ὡς | |
20 | γὰρ ὁ θεσπέσιος γράφει Παῦλος, «Ἡ σὰρξ ἐπιθυ‐ μεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ ἀντίκειται ἀλλήλοις.» Ἀλλὰ κρατούσης μὲν τῆς σαρκὸς, αἰσχρός τε καὶ ἀσελγὴς ὁ νενικημένος, καὶ βορβόρου παντὸς μιαρώτερος· | |
25 | ἡττωμένης δὲ καὶ παραχωρούσης τῷ πνεύματι, λαμπροί τε καὶ ἀξιέραστοι τοῖς νικῶσιν οἱ στέφανοι· ἔσονται γὰρ εὐθὺς μώμου τε ἀμείνους, καὶ φαυλό‐ τητος ἀπωτάτω, καὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασι δια‐ πρέποντες. Δεῖ δὲ, οἶμαι, παντὶ σθένει χρωμένους, | |
30 | ἀπαλλάττεσθαι μὲν ἀεὶ τοῦ κακοῦν εἰωθότος, καὶ ἀποσπουδάζειν τὰ πονηρὰ, μεταποιεῖσθαι δὲ μᾶλλον τῶν τεθαυμασμένων. Τὴν μὲν γὰρ τοῦ σώματος εὐ‐ ρωστίαν, ὡς ἔστι τριπόθητος ἀντερεῖν οἶμαι παντε‐ λῶς οὐδένα. Κἂν εἰ γένοιτό τις τοῦ νοσεῖν ἀφορμὴ, | |
35 | μετάπεμπτον εὐθὺς ποιεῖσθαι σπουδάζομεν τὸν ἀπαλ‐ λάττειν εἰδότα, καὶ ταῖς τοῦ πάθους ἐπιβουλαῖς ἀντ‐ ανιστάντα σοφῶς τὰ ἀπὸ τῆς τέχνης. Καὶ ταῖς εἰς γαστέρα τρυφαῖς ἐῤῥῶσθαι φράσαντες τὰς τῆς νό‐ σου πηγὰς, οἱονεί πως ἐμφράττομεν, καὶ αὐτοῦ | |
40 | κατόπιν ἐρχόμενοι κόρου, καὶ ταῖς ὀλιγοσιτίαις τὸ λυποῦν ἀνακόπτοντες. Καὶ ὧδε μὲν ἡμῖν ἐσπούδασται τὰ περὶ τὴν σάρκα. Εἰ δὲ δὴ τὸ ἀσυγκρίτως ἄμεινον ὁρῷτο νοσοῦν, τουτέστι ψυχὴ, εἶτα τῆς ἐπανορθώ‐ σεως ζητοῖτο τρόπος, δρῷτο δὲ οὐχ ἑτέρως, πλὴν | |
45 | ὅτι δι’ ἐγκρατείας· πῶς οὐκ ἄσμενοι παραδεξόμεθα τὴν νηστείαν, εἴπερ ἐσμὲν ἐν καλῷ φρενὸς, καὶ τοῦ νοσεῖν ἐν ἀμείνοσι τὸ ἐῤῥῶσθαι πεποιήμεθα; Οὐκοῦν καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καθὰ γέγραπται· μεμνημένοι μὲν | |
77.804(50) | Θεοῦ λέγοντος διὰ φωνῆς προφητῶν· «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι·» ἑνὸς δὲ τῶν ἁγίων μαθητῶν· «Ἀδελφοὶ, παρακαλῶ ὡς παροίκους καὶ παρεπι‐ δήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς.» Τεθαύμασται μὲν | |
55 | οὖν, καὶ τοῦ παντὸς ἄξιον εἶναι λελόγισται τὸ ἑλέ‐ | |
77.805 | σθαι παθεῖν καὶ αὐτὸν εἰ τύχοι τὸν θάνατον, ἀμελ[λ]ητὶ κινδυνεύοντας πρός τε παίδων καὶ γυναικῶν. Κἂν εἴ πού τινες τῶν εἰωθότων καταδῃοῦν ἢ χώρας ἢ πό‐ λεις, ἀγροῖς τε διαλυμαίνοιντο, καὶ τὰς τοῦ βίου | |
5 | περικόπτοιεν ἀφορμὰς, οὐ πρὸς εὐκλείας ἔσται τοῖς παθοῦσι τὸ ἠρεμεῖν· ἄμεινον δὲ μᾶλλον τὸ ἀντιφέρε‐ σθαι τοῖς κακοῖς, καὶ τοῦ ζῇν ἀθλίως προτεθεικότας ὁρᾶσθαι τὸ πίπτειν μετ’ εὐανδρίας. Ὅτε τοίνυν ταῦτά τε ἡμῖν οὕτως ἔχει, καὶ οὐκ ἂν, οἶμαι, τὶς | |
10 | τοῖς εἰρημένοις διαμωμήσαιτο, πῶς οὐκ ἂν γένοιτο τῶν ἀναγκαίων εἰς ὄνησιν τὸ ὑπεραθλῆσαι ψυχῆς, μονονουχὶ καταδῃούσης αὐτὴν τῆς σαρκὸς, ὑπερ‐ αθλήσομεν δὲ διὰ πόνων, τὸ τῆς σαρκὸς φρόνημα περιτρέποντες, εἰς τὸ ὑποκεῖσθαι δεῖν τῇ θελήσει | |
15 | τοῦ Πνεύματος; Βαδιούμεθα γὰρ οὕτω κατ’ εὐθὺ τοῦ πρέποντος τὴν εἰς πᾶν ὁτιοῦν τῶν εὐκλεεστάτων διᾴτ‐ τοντες τρίβον, καὶ τῆς [εἰς] αἰῶνα ζωῆς κατακτώμενοι τὴν ἐλπίδα. Πάροικοι μὲν γὰρ καὶ παρεπίδημοι πάν‐ τες ἐσμὲν ἐν τῷδε τῷ κόσμῳ· καὶ βραχὺς μὲν κο‐ | |
20 | μιδῇ τῆς μετὰ σώματος ζωῆς ὁ χρόνος, μακρὸς δὲ καὶ ἀτελεύτητος ὁ μετὰ τοῦτόν ἐστι. Χρὴ τοίνυν ἡμᾶς τῶν προσκαίρων τῶν νῦν ἀποστήσαντας, καὶ τῶν τῆς σαρκὸς ἡδονῶν τὴν μέθεξιν ὡς ἀκλεᾶ τε καὶ βέβηλον εὖ μάλα παρωθουμένους, διψῇν τὰ ἐσόμενα, | |
25 | καὶ τοῦ παντὸς ἀξιοῦν λόγου τε καὶ θαύματος τὰ τοῖς ἁγίοις ηὐτρεπισμένα παρὰ Θεοῦ. «Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀν‐ θρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγα‐ πῶσιν αὐτόν.» Τίς οὖν ἄρα ἐστὶν ὁ τρόπος τῆς εὐδο‐ | |
30 | κιμήσεως τῶν ἠγαπηκότων αὐτὸν, φέρε λέγωμεν ὡς ἔνι, πρόκλησιν ὥσπερ τινὰ ταῖς εἰς τὸ ἀγαθὸν ὑμῶν προθυμίαις τὸ χρῆμα ποιούμενοι. | |
35 | βʹ. Οὐκοῦν ὁ θεσπέσιος Δαβὶδ, καίτοι τοὺς τῆς βασιλείας διέπων θάκους, ἀναριθμήτῳ τε πληθύϊ τῶν ὑπὸ χεῖρα περιχεόμενος, οὐκ ἀσύνηθες ἐχόντων τὸ εὐδοκιμεῖν ἐν μάχαις, εἰ δήπου τινες τῶν ὁμόρων ἐθνῶν τοῖς Ἰουδαίοις ἐπεσάλευον τοῦ πολέμου τὴν | |
40 | ἔφοδον, ἐν ὅπλοις μὲν εἶναι τὸ μάχιμον γένος διεκε‐ λεύετο, καὶ τὰς τῶν ἀντιπάλων εἰσδέχεσθαι προσ‐ βολὰς, ἐπικουρίαις γε μὴν ταῖς ἄνωθεν ὁμοῦ τοῖς ἄλλοις ἑαυτὸν περιφράττων, ἐκτενεστάτας ἐποιεῖτο τὰς λιτὰς, καὶ τὸν τῶν Δυνάμεων ἐλιπάρει Κύριον | |
45 | συνασπίσαι τε αὐτῷ, καὶ κατανεῦσαι κρατεῖν, καὶ τῆς τῶν πολεμούντων σκαιότητος ἀποφῆναι κρείττονα. Ἐκβέβηκε δὲ οὐκ ἀπὸ σκοποῦ τὰ τῆς ἐλπίδος αὐτῷ, καὶ δὴ καὶ ἀκούσῃ λέγοντος· «Ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, ἐνεδυόμην σάκκον, καὶ ἐταπείνουν | |
77.805(50) | ἐν νηστείαις τὴν ψυχήν μου· καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.» Ἀκούεις ὅτι νενήστευκε καὶ ἠμπέσχετο σάκκον, τουτέστι πεν‐ θοῦντι προσεοικὼς διετέλει, κατηφὴς δηλονότι καὶ δεδακρυμένος· οὐχ ἁβροδίαιτος καὶ φιλόγελως, καὶ | |
55 | κεχυμένος εἰς τρυφὴν, ἀλλὰ τῷ τῆς ἀσιτίας πόνῳ | |
77.808 | κατηχθισμένος. Τίς οὖν ὁ καρπός; ἢ ποία τυχὸν ἐντεῦθεν ἡ ὄνησις; Αὐτοῦ λέγοντος ἀρτίως ἠκούσα‐ μεν· «Ἡ προσευχή μου εἰς τὸν κόλπον μου ἀπο‐ στραφήσεται.» Οἱ μὲν γὰρ δῶρα διδόντες τισὶ, καὶ | |
5 | τῆς ἐνούσης αὐτοῖς μεγαλοψυχίας ποιούμενοι τὴν ἐπίδειξιν, εἰς κόλπον ἐντίθενται, μικρὰ τὰ χειρῶν ἀποφαίνοντες πλάτη. Ὁ δέ γε τῶν ὅλων Θεὸς, ὅτε πλουσίοις νεύμασι κατευφραίνει τινὰς, κατὰ τὸν ἴσον τρόπον ἐκείνοις, οἷον εἰς κόλπον δίδωσι τῇ τῶν δω‐ | |
10 | ρεῶν ἀμφιλαφείᾳ τοῦ παρακαλοῦντος λαβεῖν νικῶν τὴν ἐλπίδα. Οὐκοῦν νενήστευκεν ὁ Δαβὶδ, ὃν δὴ καὶ παντὸς ἀξιοῦν ἐπαίνου, μᾶλλον δὲ ἤδη καὶ θαύματος, ἄριστόν τε καὶ σοφὸν, ὁ τὸν τῆς βασιλείας στέφανον αὐχήσας ἑλεῖν, ὁ τρυφαῖς καὶ πλούτῳ κομῶν, ἐν πέν‐ | |
15 | θει καὶ ἐν ἀσιτίαις ἦν, ἵνα τῆς ἄνωθεν εὐμενείας ἔχοι τὴν μέθεξιν. Ἐκράτει γοῦν τῶν ἐχθρῶν, ἐνίκα μαχόμενος· λαμπρὸς καὶ ἀξιοζήλωτος παρὰ πᾶσιν ὤν. Εἰ δὲ δή τις βούλοιτο πρὸς τοῦτο κἀκείνους ἰδεῖν τοὺς τρεῖς νεανίας, Ἀνανίαν φημὶ, καὶ Ἀζα‐ | |
20 | ρίαν, καὶ Μισαὴλ, ὀνησιφόρον εὑρήσει πανταχῆ τὴν ἐγκράτειαν· γεγόνασι μὲν γὰρ Ἰουδαῖοι τὸ γένος. Ἐπειδὴ δὲ εἰλήφασι τὴν Ἱερουσαλὴμ οἱ τὰ Περσῶν ἰθύνοντες κράτη, καὶ ὁμοῦ τοῖς ἄλλοις ἀπεκόμιζον εἰς αἰχμαλωσίαν αὐτοὺς, μοῖρα μὲν ἦσαν, καὶ κλῆ‐ | |
25 | ρος ὥσπερ ἐξαίρετος ταῖς βασιλέως αὐλαῖς. Ἐπειδὴ δὲ τὰ Περσῶν ἀεί ἐστιν ἐν φιλοκομπίαις ἐτρέφετο τῷ παρ’ αὐτοῖς βασιλεῖ τῶν αἰχμαλώτων, πᾶν ὅσον ἀπόλεκτον ἦν, ὥρᾳ τε σωμάτων καὶ μέντοι ταῖς ἡλικίαις τῶν ἄλλων διενεγκόν. Καὶ δὴ καὶ κρεῶν | |
30 | αὐτοῖς ἀμφιλαφεστάτη λίαν παρέκειτο μέθεξις, ὡς ἂν εὔσαρκοί τε εἶεν ἀεὶ, καὶ πολὺ ἐπίχαρι τοῖς προσώποις ἐπηνθηκὸς τοῖς ὁρῶσι καταδεικνύντες, ταῖς βασιλέως εὐκλείαις οὐκ ἀσυντελῆ ποιοῖντο τὴν παράστασιν. Τί οὖ ἄρα πρὸς τούτοις ἔδρων τὰ | |
35 | εὐγενῆ μειράκια; περιεφρόνουν τραπέζης Συβαριτι‐ κῆς, καὶ τῆς περιέργου καρυκείας ὀλίγα πεφροντι‐ κότες, ὡς ἁπάσης αὐτοῖς κοσμιότητος μητέρα καὶ τροφὸν ἠσπάζοντο τὴν νηστείαν, καὶ τρυφὴν ἡγοῦντο τοὺς πόνους. Καὶ τί δὴ τὸ ἐντεῦθεν; Ἐθαυμάζοντο | |
40 | παρ’ ἐχθροῖς. Ἐκράτουν ἐπιβουλευόμενοι, καὶ ἀμεί‐ νους ἦσαν τῶν παρ’ ἐκείνοις λαμπρῶν, εὐμενῆ καὶ ἐπόπτην τὸν τῶν ὅλων ἔχοντες Θεόν. Κατηγωνίζοντο φλόγα, καὶ πυρὸς ἀκμῆς ἐπέκεινα γεγονότες, ταῖς ἄνω δυνάμεσι συνεχόρευον, καὶ παιδευταὶ γεγόνασι | |
45 | τοῖς ὑπ’ οὐρανὸν, ὅλην ἀναπείθοντες ὥσπερ τὴν κτίσιν στεφανοῦν τὸν κτίσαντα ταῖς αὐτῷ πρεπούσαις δοξολογίαις. Οὐκοῦν εἴπερ ἕλοιτό τις τῆς τῶν ἁγίων ἐπιεικείας ἀπομιμεῖσθαι τὸ κάλλος, τῶν ἴσων που πάντως τεύξεται γερῶν. Περιέσται μὲν γὰρ ἀμοχθεὶ | |
77.808(50) | τῶν ἀνθεστηκότων, καὶ τῆς τῶν ἐχθρῶν σκαιότητος κρατήσει ῥᾳδίως, κἂν εἰ πυρὸς δίκην, καὶ οἷά τινες φλόγες ἐμπίπτωσιν εἰς νοῦν αἱ πρὸς τὰ αἰσχίω κα‐ λοῦσαι τῶν ἡδονῶν, κατευμεγεθήσει καὶ αὐτῶν, ἐνισχύοντος Θεοῦ. Ἄγγελος μὲν γὰρ τοῖς ἀμφὶ τὸν | |
55 | Ἀνανίαν συνεισβεβληκὼς εἰς τὴν κάμινον τοῦ πυρὸς | |
77.809 | καθημέρου τὴν φλόγα, καὶ τῶν ἀνθρωπίνων σωμά‐ των ἡττᾶσθαι τὸ πῦρ παραδόξως ἀνέπειθεν. Ἡμῖν δὲ εἰς νοῦν καὶ καρδίαν γεγονὼς ὁ Χριστὸς διὰ τοῦ ἁγίου Πνεύματος, κατευνάσει πάντως τῶν ἀτόπων | |
5 | ἐπιθυμιῶν τὴν ἀτίθασσον φλόγα, καὶ τῆς τῶν δαιμο‐ νίων ἐπιβουλῆς ἀποφήνας κρείττονας, οὐρανοῦ πολί‐ τας ἐργάσεται, καὶ ἁπάσης ἡμῖν ἀρετῆς κατευρύνει τρίβον. Ὅτι γὰρ νηστείας ὀψώνιον, καὶ ἀγαθῶν ἱδρώτων καρπὸν εὑρήσομεν τὸ εὐοδοῦσθαι παρὰ Θεοῦ, | |
10 | σαφηνιεῖ πάντα τὸ Γράμμα τὸ ἱερόν. Γέγραπται γὰρ οὕτως ἐν τῷ Ἔσδρᾳ· «Καὶ ἠρξάμην ἐκεῖ νη‐ στείαν τοῖς νεανίσκοις ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν, ζητῆσαι παρ’ αὐτοῦ εὐοδίαν ἡμῖν τε καὶ τοῖς σὺν ἡμῖν τέκνοις ἡμῶν, καὶ κτήνεσιν. Ἐνετράπην γὰρ | |
15 | αἰτῆσαι τὸν βασιλέα πεζούς τε καὶ ἱππέας, καὶ προ‐ πομπὴν, ἕνεκεν ἀσφαλείας τῆς πρὸς τοὺς ἐναντιου‐ μένους ἡμῖν. Εἴπομεν γὰρ τῷ βασιλεῖ, ὅτι ἰσχὺς Κυρίου μεθ’ ἡμῶν ἔσται, μετὰ τῶν ἐπιζητούντων αὐτὸν, εἰς πᾶσαν ἐπανόρθωσιν. Καὶ πάλιν ἐδεήθη‐ | |
20 | μεν τοῦ Κυρίου ἡμῶν κατὰ ταῦτα, καὶ εὐϊλάτου ἐτύχομεν.» Συνίης ὅπως εὐοδίαν αὐτῶν καὶ νεῦμα τὸ ἄνωθεν, καὶ τὴν ἄθραυστον ἐπικουρίαν τοῦ σώζειν ἰσχύοντος νενηστευκέναι φησὶν, εὐϊλάτου τε τυχεῖν τοῦ πάντα εὐκόλως κατορθοῦντος Θεοῦ, καὶ πλουσίᾳ | |
25 | χειρὶ διανέμοντος τοῖς αἰτοῦσι τὰ ἀγαθά. Ῥύσεται δὴ οὖν καὶ ἡμᾶς νηστεύοντας, καὶ παντὸς ἐξελεῖται κακοῦ, βάσιμόν τε ἀποφανεῖ πάντα τρόπον ἐπιει‐ κείας· καὶ καταψιλώσει μὲν εὐκόλως τὸ ἄναντες εἶναι δοκοῦν, ἕτοιμον δὲ καὶ λεῖον ἐργάσεται τὸ δυσπό‐ | |
30 | ρευτον. γʹ. Χρῆναι δέ φημι συνεπιτηδεύεσθαι τῇ νηστείᾳ τὴν προσευχήν. Ἀγχίθυροι γὰρ ὥσπερ ἀλλήλαις αἱ ἀρεταὶ, καὶ χρειωδέστατα συνεισβάλλουσαι. Τὸ δὲ, οἶμαι, λείπεσθαι μιᾶς ἀργοτέραν εἰς ὄνησιν ἀπο‐ | |
35 | φαίνει τὴν ἑτέραν, καὶ μονονουχὶ χωλεύοντα τῆς ἐπιεικείας τὸν τρόπον. Προσευξόμεθα γὰρ καθαρῶς νηστεύοντες. Πλείστη δὲ ὅση τῆς πρὸς Θεὸν ἱκετείας ἡ δύναμις· καὶ ἐξ αὐτῆς τοῦτο πάλιν εἰσόμεθα τῆς θεοπνεύστου Γραφῆς. Ηὐλίζετο μὲν γὰρ κατὰ τὴν | |
40 | ἔρημον Ἰσραήλ· ἐπειδὴ δὲ ἀνοσίῳ φθόνῳ διακεκαυ‐ μένος τὸν νοῦν ὁ ἀπόπληκτος Ἀμαλὴκ (ἔθνος δὲ τοῦτο βάρβαρον), τὸν πολέμου νόμον ὡπλίζετο, προσ‐ έταττε δὲ ὁ θεσπέσιος Μωσῆς τῷ Ἰησοῦ λέγων· «Ἐπίλεξαι σεαυτῷ ἄνδρας δυνατούς· καὶ ἐξελθὼν | |
45 | παράταξαι τῷ Ἀμαλὴκ αὔριον.» Καὶ ἦσαν μὲν ἐν ὅπλοις οἱ νεανίαι, καὶ τῶν εἰδότων τὰ τακτικὰ πολλὴ καὶ ἀλκιμωτάτη πληθὺς ταῖς τῶν πολεμίων φάλαγξιν ἀντετάττετο. Αὐτός γε μὴν ὁ θεσπέσιος Μωσῆς, γηλόφῳ προσεστηκὼς, τὰς πρὸς Θεὸν ἐποιεῖτο λιτάς· | |
77.809(50) | καὶ ποία τις ἦν ἐντεῦθεν τοῖς μαχίμοις ὄνησις, ἐκ τῶν γεγραμμένων εἰσόμεθα· «Καὶ ἐγένετο γὰρ, φησὶν, ὅταν ἐπῆρε Μωσῆς τὰς χεῖρας, κατίσχυεν Ἰσραήλ· ὅταν δὲ καθῆκε τὰς χεῖρας, κατίσχυεν Ἀμα‐ λήκ.» Ἄθρει δὴ οὖν ὅπως ὅπλων τε ἀμείνους, καὶ | |
55 | φάλαγγος ἱππικῆς αἱ Μωσέως ἐγίνοντο χεῖρες· ἕως | |
77.812 | μὲν γὰρ ἀνετείνοντο πρὸς λιτὰς, δυσάντητος ἦν τοῖς ἐπιοῦσιν ὁ Ἰσραήλ· εἰ δὲ δὴ καθῆντο, καὶ ἴσχυεν Ἀμαλήκ. Γράφει δὲ ἡμῖν ὁ θεσπέσιος Παῦλος περὶ τῶν τοῖς ἀρχαίοις συμβεβηκότων, ὅτι «Ταῦτα τυ‐ | |
5 | πικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε.» Καὶ ἀπόχρη μὲν, ὥς γε οἶμαι, ταυτὶ πρὸς τὸ ἀποφῆναι δύνασθαι τῆς προσευχῆς τὴν ὄνησιν. Λυπεῖ δὲ οὐδὲν τὸ καὶ ἑτέρου πάλιν ἡμᾶς ἅψασθαι διηγήματος, | |
10 | ἀδελφὴν τοῖς εἰρημένοις ὠδίνοντος ἔννοιαν. Σεσά‐ λευτό ποτε τῶν Ἰουδαίων ὁ νοῦς, εἰς τὸ δεῖν ἑλέσθαι λίθοις τε καὶ ξύλοις προσκυνεῖν· καὶ δὴ τὸν ἕνα καὶ φύσει παρέντες Θεὸν, ἕκαστοι τὸ δοκοῦν ἐποιοῦντο σέβας. Ἐπειδὴ δὲ ταύτης ἕνεκα τῆς αἰτίας, ἐφ’ | |
15 | ἑαυτοῖς παραθήγοντες τὸν Δεσπότην, δέδονται τῶν ὁμόρων τισὶ, καὶ δεδουλεύκασιν ἐχθροῖς, ἁλούσης αὐτοῖς τῆς χώρας· τότε δὴ μόλις ταῖς τῶν συμφορῶν ὑπερβολαῖς οὐ μετρίως περιαλγήσαντες, καὶ τῆς ἑαυτῶν ἀνοσίου βουλῆς πλείστην ὅσην ποιούμενοι τὴν | |
20 | καταβολὴν, καὶ τὰ αἰσχίω μεταμανθάνοντες, τὸν ἐκ μετανοίας ἐζήτουν ἔλεον, προσῄεσάν τε τῷ μα‐ καρίῳ προφήτῃ Σαμουήλ· ἤκουον λέγοντος εὐθύς· «Ἀθροίσατε πάντα ἄνδρα Ἰσραὴλ εἰς Μασηφὰθ, καὶ προσεύξομαι ὑπὲρ ὑμῶν πρὸς Κύριον. Καὶ συν‐ | |
25 | ήχθη ὁ λαὸς εἰς Μασηφὰθ, καὶ ὑδρεύονται ὕδωρ, καὶ ἐξέχεαν ἐνώπιον Κυρίου ἐπὶ τὴν γῆν, καὶ ἐνή‐ στευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ εἶπαν· Ἡμαρτή‐ καμεν τῷ Κυρίῳ. Καὶ ἐδίκασε Σαμουὴλ τοὺς υἱοὺς Ἰσραὴλ εἰς Μασηφάθ.» Καὶ πάλιν· «Καὶ ἀνέβη‐ | |
30 | σαν σατράπαι ἀλλοφύλων ἐπὶ Ἰσραὴλ, καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλ‐ λοφύλων. Καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Σαμουήλ· Μὴ παρασιωπήσῃς ὑφ’ ἡμῶν τοῦ μὴ βοᾷν πρὸς Κύ‐ ριον Θεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων. | |
35 | Καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα, καὶ ἀν‐ ήνεγκεν αὐτὸν εἰς ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ Κυρίῳ, καὶ ἐβόησε Σαμουὴλ πρὸς Κύριον περὶ Ἰσραὴλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος· καὶ ἦν Σα‐ μουὴλ ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ ἀλλόφυλοι | |
40 | προσῆγον εἰς πόλεμον ἐπὶ Ἰσραήλ. Καὶ ἐβρόντησε Κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πρὸς τοὺς ἀλλοφύλους· καὶ συνήχθησαν, καὶ ἔπεσον ἐν‐ ώπιον Ἰσραήλ.» Ὅτι μὲν οὖν χρῆμά τί ἐστιν οὐκ ἀκερδὲς, καὶ παρά γε τοῖς ἀρτίοις τὴν φρένα τεθαυ‐ | |
45 | μασμένον ἡ νηστεία, συνθεούσης αὐτῇ καὶ προσευ‐ χῆς, δέδεικται σαφῶς καὶ διὰ τῶν ἥδη προειρημένων, οὐχ ἥκιστα δὲ διὰ τοῦ παροισθέντος ἡμῖν ἀρτίως διηγήματος. Ἐπῄεσαν μὲν γὰρ οἱ πάλαι νικῶντες τὸν Ἰσραὴλ, αὐτίκα δὴ μάλα καὶ ἀμοχθεὶ, τοὺς ἀντ‐ | |
77.812(50) | εξάγειν ἐθέλοντας αἱρήσειν ὑπειληφότες. Ἀλλ’ ἥττηνται καὶ πεπτώκασιν, οὐ πληθὺν εὑρόντες ἐμπειροπόλεμον, καὶ ἐν εἰδήσει τῶν τακτικῶν, οὐ πεζόμαχον ὁπλίτην, οὐ παράταξιν ἱππικὴν, ἄμαχον δὲ τὴν ἀντίστασιν ἐπικουροῦντος Θεοῦ· κατεβρόντησε | |
55 | γὰρ αὐτῶν δεινὸν καὶ ἐξαίσιον ὁ οὐρανὸς, καὶ οἱ μὲν | |
77.813 | πάλιν φυσῶντες μέγα συντεθραυσμένοι τοῖς δήμα‐ σιν, ἐτράποντο πρὸς φυγήν. Οἱ δὲ ἦσαν τῶν κρα‐ τούντων ἀμείνους διὰ νηστείας καὶ προσευχῆς. | |
5 | δʹ. Φέρε δὴ, εἰ δοκεῖ, πολυπραγμονῶμεν ἐπὶ καιροῦ, τίς δὴ ἄρα γέγονεν αὐτοῖς τῆς θυσίας ὁ τρόπος. Εὑρή‐ σομεν γὰρ ἐν Χριστῷ σεσωσμένους καὶ νενικηκότας, εἰ καὶ ἐν τύποις ἔτι καὶ αἰνίγμασι τὸ δρώμενον ἦν, τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ὑποφαίνων | |
10 | ἀστείως. «Συνήχθη τοίνυν, φησὶ, ὁ λαὸς εἰς Μαση‐ φὰθ, καὶ ὑδρεύονται ὕδωρ, καὶ ἐξέχεαν ἐνώπιον Κυ‐ ρίου ἐπὶ τὴν γῆν.» Εἶτα τί τοῦτό ἐστι; φαίη τις ἂν εἰκότως, ἢ ποίας ἂν ἔχοι θυσίας δύναμιν, ἢ τί πεπράχασι τῶν ἀρεσκόντων Θεῷ; Ὁ νόμος μὲν γὰρ | |
15 | ὁ διὰ Μωσέως βουθυτεῖν ἐκέλευε, τρυγόνας τε καὶ ἀφιεροῦν τῷ Θεῷ καὶ περιστερὰς, προστέταχε δὲ οὐδαμῶς θυσίας ποιεῖσθαι τρόπον τὸ δεῖν ὕδωρ ἐπι‐ χέαι τῇ γῇ. Τί οὖν οἱ πάλαι δεδράκασι, καὶ σὺν αὐ‐ τοῖς ὁ προφήτης, καίτοι τῶν ἱερῶν καὶ θείων θε‐ | |
20 | σπισμάτων ἀξιόκτητον ἐν ἑαυτῷ συνειλοχὼς τὴν γνῶσιν; Φαμὲν οὖν ὅτι προφήτης ὑπάρχων, ἔμπλεώ τε τὸν νοῦν τοῦ ἁγίου Πνεύματος ἔχων, ἔγνω που πάντως τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸ σεπτὸν καὶ μέγα μυστήριον· διελογίζετο δὲ ὅτι σώ‐ | |
25 | ζειν δύναται τοὺς κινδυνεύοντας καὶ αὐτὸς τῆς ἀληθείας ὁ τύπος, καταγράφων ὥσπερ ἐφ’ ἑαυτῷ τῆς διὰ Χριστοῦ σωτηρίας τὴν δύναμιν. Πῶς οὖν ἄρα τὸ ἀληθὲς ὡς ἐν σκιαῖς διεπράττετο, φέρε λέγωμεν ὡς ἔνι. Ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ μονογενὴς τοῦ Θεοῦ | |
30 | Λόγος, καθίκετο μὲν οὖν εἰς ἑκούσιον κένωσιν, γέγονε δὲ καθ’ ἡμᾶς, τουτέστιν, ἄνθρωπος, οὐ τροπὴν ὑπο‐ μείνας τὴν ἀπό γε τῆς ἰδίας φύσεως εἰς σάρκα τὴν ἀπὸ γῆς· ἐρήρεισται γὰρ ἡ Θεοῦ φύσις ἐν ἰδίοις ἀγαθοῖς· ἀλλ’ ὅτι τὸ γήϊνον ἠμπέχετο σῶμα ἡμῶν, | |
35 | ψυχὴν ἔχον τὴν λογικήν. Τοῦτο τοῖς ἀρχαιοτέροις ὁ προφήτης Σαμουὴλ, ὡς ἐν ὕδασι γράφων, ὕδωρ ἐπ‐ ηφίει τῇ γῇ. Σύμβολον δὲ ζωῆς μὲν, τὸ ὕδωρ· σαρκὸς δὲ, ἡ γῆ. Γέγονε δὲ σὰρξ ὁ Λόγος, κατὰ τὴν τοῦ θεηγόρου Ἰωάννου φωνὴν, καὶ συνδεδραμήκασι πρὸς | |
40 | ἕνωσιν ἀποῤῥήτως τε ἅμα καὶ ὡς οὐκ ἔστι νοεῖν, θεότης τε ἡ ζωοποιὸς, καὶ ἡ ἐκ γῆς ἀνθρωπότης· οὕτω τε νοοῦμεν ἕνα λοιπὸν ἐξ ἀμφοῖν τὸν Ἐμμα‐ νουὴλ, οὔτε τῶν τῆς θεότητος ὅρων ἐκπεφοιτηκότα διὰ τὴν πρόσληψιν τῆς σαρκὸς, οὔτε μὴν τὸ γενέσθαι | |
45 | καθ’ ἡμᾶς διαπτύσαντα, διὰ τὴν ἔμφυτον ἡμερότητα, καὶ τὴν ἐκ τοῦ πράγματος σοφωτάτην οἰκονομίαν. Ἐπειδὴ γὰρ ἔμελλε τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ὑποστῆναι θάνατον, δῆλον δὲ ὅτι τὸν κατὰ σάρκα, ἵνα καὶ ἐγερθεὶς ἐκ νεκρῶν τὸ τοῦ θανάτου πατήσῃ | |
77.813(50) | κράτος, ὡς ζωὴ καὶ Θεὸς, ἴδιον ἐποιήσατο σῶμα τὸ ἀποθνήσκειν εἰδὸς, τουτέστι τὸ ἀνθρώπινον, ἤτοι τὴν σάρκα, ἵνα καὶ δι’ αὐτῆς τὴν πάλαι δυσάντητον καταργήσας φθορὰν, τὴν ἀνθρώπου φύσιν ἀνακομίσῃ πρὸς ζωήν. Ἐγήγερται γὰρ οὐ τῇ ἰδίᾳ φύσει, καθὸ | |
55 | νοεῖται καὶ ἔστι Θεὸς, κατορθῶν τὴν ἀνάστασιν, ἀλλ’ | |
ἵν’ ἡμεῖς ἐν αὐτῷ τὸ χρῆμα πλουτήσωμεν. Διὰ τοῦτο | ||
77.816 | καὶ «ἀπαρχὴ τῶν κεκοιμημένων» ὠνόμασται, καὶ «πρωτότοκος ἐκ νεκρῶν.» Καὶ τοῦτο αὐτὸ κατα‐ δεικνὺς τοῖς ἀρχαιοτέροις, ὁ θεσπέσιος Σαμουὴλ, ὅτε τὰς ὑπέρ γε τοῦ Ἰσραὴλ ἐποιεῖτο λιτὰς, οὐ μόνον | |
5 | αὐτοῖς ὡς ἐν σκιᾷ καὶ αἰνίγματι τὸν τῆς ἐνανθρω‐ πήσεως τύπον ἐπλήρου διὰ τοῦ τὸ ὕδωρ ἐπιχέαι τῇ γῇ, ἀλλὰ γὰρ εὐθὺς προσετίθει τὸ λεῖπον, τουτέστι, τὴν ὑπὲρ παντὸς τοῦ κόσμου σφαγήν. «Ἔλαβε γὰρ, φησὶ, Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα, καὶ ἀνήνεγκεν | |
10 | αὐτὸν εἰς ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ Κυρίῳ. Καὶ ἐβόησε Σαμουὴλ πρὸς Κύριον περὶ Ἰσραὴλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος.» Ἀκούεις ὅπως κατέθυσε τὸν ἀμνὸν, εἰς εἰκόνα καὶ τύπον τοῦ ἀληθινοῦ Θεοῦ; ὃν καὶ ὁ μακάριος Ἰωάννης μονονουχὶ καὶ χεῖρα | |
15 | προτείνων κατεδείκνυε λέγων· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Χριστὸς γάρ ἐστι τὸ ἄμωμον ἱερεῖον, οὗ τῷ τιμίῳ αἵματι σεσώσμεθά τε καὶ ἡγιάσμεθα. Οὕτως ἡμῖν τὸ ἐπ’ αὐτῷ μυστήριον καὶ διὰ τοῦ πανσόφου Μωσέως | |
20 | προανατυποῦσθαι προστέταχεν ὁ Θεὸς καὶ Πατήρ. Ἐδούλευε μὲν γὰρ Αἰγυπτίοις ὁ Ἰσραήλ. Οἱ δὲ ἦσαν ἀμείλικτοι, καὶ πολὺ νοσοῦντες τὸ ἀπηνές· εἶτα κατωδύνων αὐτῶν τὴν ζωὴν, καθὰ γέγραπται, πηλῷ καὶ πλινθείᾳ, καὶ ταῖς ἐκ πόνων αἰκίαις κατα‐ | |
25 | φορτίζοντες. Ἐπειδὴ δὲ πεπραχότας αὐτοὺς ἀθλίως κατηλέει Θεός· εἶτα τῆς τῶν κρατούντων πλεονεξίας ἀπαλλάττειν ἤθελε, προστέταχε τῷ πανσόφῳ Μωσῇ προσλαλεῖν αὐτοῖς, ὅτι τε κατηλέηνται, καὶ ὅσον οὐ‐ δέ πω βαδιοῦνται πρὸς τὴν τοῖς πατράσιν ἐπηγγελμέ‐ | |
30 | νην γῆν, τὸ τῆς ἀφορήτου δουλείας ἄχθος ἀποσεισά‐ μενοι. Ἐπειδὴ δὲ ἦν εἰκὸς, τῆς εἰς τὰ ἀμείνω λοιπὸν ἐλπίδος ὠλισθηκότας, τὸν τοῦ Μωσέως αὐτοὺς μὴ προσηκοῦσθαι λόγον· θαυματουργεῖν ὁ τῶν ὅλων ἐκέλευε Θεός. Ἕλκον γὰρ ἀεί πώς ἐστι τὸ θαῦμα | |
35 | πρὸς πίστιν, καὶ οὐκ ἀνικάνως ἔχον ἀνενεγκεῖν εἰς ἐλπίδα τὴν ἐπ’ ἀγαθοῖς καὶ νοῦν τὸν σφόδρα κατεῤ‐ ῥιμμένον εἰς ἀκηδείας. Δύο δὲ προσεπιτάξας ἐπιδεῖξαι σημεῖα, προσετίθει, λέγων· «Ἐὰν δὲ μὴ πιστεύσωσί σοι, μηδὲ εἰσακούσωσι τῆς φωνῆς τοῦ | |
40 | σημείου τοῦ πρώτου, πιστεύσουσί σοι τῆς φωνῆς τοῦ σημείου τοῦ δευτέρου· καὶ ἔσται ἐὰν μὴ πι‐ στεύσωσί σοι τοῖς δυσὶ σημείοις τούτοις, μηδὲ εἰσ‐ ακούσωσι τῆς φωνῆς σου, λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν· καὶ ἔσται τὸ ὕδωρ, | |
45 | ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ.» | |
77.816(50) | εʹ. Πηγῇ μὲν γὰρ ἥ τε τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ τοῦ Υἱοῦ παρεικάζεται φύσις, ποταμὸς δὲ καὶ ὕδωρ, ποτὲ μὲν ὁ Πατὴρ, ποτὲ δ’ αὖ καὶ ὁ Υἱὸς, ἤτοι τὸ ἅγιον Πνεῦμα. Διὰ μὲν γὰρ τῆς Ἱερεμίου | |
φωνῆς ὁ Θεὸς καὶ Πατὴρ περὶ ἑαυτοῦ φησι· «Ἐξέστη | ||
77.817 | ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλέον σφόδρα, λέγει Κύριος, ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δύνανται | |
5 | ὕδωρ συνέχειν.» Αὐτός γε μὴν ὁ Υἱὸς περὶ ἑαυτοῦ φησι διὰ φωνῆς προφητῶν· «Ἰδοὺ ἐγὼ ἐκκλινῶ ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.» Περὶ ἑαυτοῦ δὲ πάλιν ὁ θεσπέσιος Δαβὶδ, λύραν ἡμῖν ἀνακρούων τὴν πνευ‐ | |
10 | ματικὴν, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα φησίν· «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χει‐ μάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτοὺς, ὅτι παρὰ σοὶ | |
15 | πηγὴ ζωῆς.» Αὐτός γε μὴν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸ ἐκ Πατρὸς δι’ αὐτοῦ προχεόμενον Πνεῦμα ζωοποιὸν ὠνόμαζεν ὕδωρ, πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα τὰς διαλέξεις ποιούμενος. Ἔφη γάρ· «Εἰ εἴδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων | |
20 | σοι, Δός μοι πιεῖν, οὐκ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδω‐ κεν ἄν σοι ὕδωρ ζῶν·» καὶ πάλιν· «Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν. Πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα.» Οὐκοῦν ὡς ἀπὸ πηγῆς ἤτοι ποταμοῦ τοῦ | |
25 | Θεοῦ καὶ Πατρὸς, ὕδωρ ἐστὶ τὸ ζωοποιοῦν ὁ Υἱός· ζωογονεῖ τὰ πάντα, καὶ «ἐν αὐτῷ ζῶμέν τε καὶ κι‐ νούμεθα, καὶ ἐσμέν.» Καὶ τοῦτο πάλιν ἡμῖν ὡς διὰ τύπων ἐμφαίνων, καὶ οἷον ἐκ μικρῶν ἔτι παραδειγ‐ μάτων γνώριμον καθίστη Θεὸς, οὕτω λέγων τῷ παν‐ | |
30 | σόφῳ Μωσεῖ· «Καὶ λήψῃ ὕδωρ ἐκ τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς αὐτὸ ἐπὶ τὴν γῆν·» ποταμῷ μὲν γὰρ, ὡς ἔφην, παρεικαστέον εὖ μάλα τὴν τοῦ Πατρὸς φύσιν, ὕδατί γε μὴν τὸν ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένον Υἱόν. Τοῦτο δὴ τὸ ὕδωρ τὸ ἐκ τοῦ ποταμοῦ μέμικται | |
35 | τῇ γῇ· «Γέγονε γὰρ σὰρξ ὁ Λόγος» καθ’ ἕνωσιν οἰκονομικήν. Ὅτι δὲ ἅπαξ γενόμενος ἄνθρωπος, πάντη τε καὶ πάντως ἔμελλεν ὑπὲρ ἡμῶν καὶ τεθνά‐ ναι σαρκικῶς, ὑπέφηνεν εἰπών· «Καὶ ἔσται τὸ ὕδωρ ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ | |
40 | ξηροῦ.» Σημαίνει δὲ ἡμῖν ἕτερον οὐδὲν ἐν τούτοις τὸ αἷμα, πλὴν ὅτι τὸν θάνατον. Ἕως μὲν γὰρ οὔπω σὰρξ ἦν ὁ Λόγος, οὐ γέγονεν αἷμα· θανάτου γὰρ ἐπέκεινα παντελῶς ἡ ζῶσά τε καὶ ζωοποιός ἐστι φύ‐ σις. Ἐπειδὴ δὲ γέγονε καθ’ ἡμᾶς, τότε δὴ, τότε τὸν | |
45 | τῆς ἰδίας σαρκὸς οἰκειοῦται θάνατον, καὶ ὡς αὐτὸς ὑπὲρ ἡμῶν τε τεθνάναι λέγεται, αἵματί τε τῷ ἰδίῳ κατακτήσασθαι τὴν ὑπ’ οὐρανὸν, ἰδίαν μὲν οὖσαν ἀεί· καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν ὅλων δημιουργός· ἀποσκιρτήσασαν δὲ διὰ μέσου, διά τοι τὸ λίαν ἀπο‐ | |
77.817(50) | νεῦσαι πρὸς ἁμαρτίας, καὶ προσκυνεῖν ἑλέσθαι τῇ κτίσει, καὶ τοῖς τοῦ κόσμου στοιχείοις ἀνάπτειν τὸ σέβας. Τὰ μὲν Ἑλλήνων ἐν τούτοις. Ἰουδαῖοι δὲ τὸ διὰ Μωσέως τεθεσπισμένον ὀλίγα πεφροντικότες, | |
ἐτράποντο πρὸς διδασκαλίας ἐντάλματα ἀνθρώπων, | ||
77.820 | καὶ ᾗ φησιν ὁ θεσπέσιος Δαβίδ· «Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός.» Ταύτης ἕνεκα τῆς αἰτίας ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐπεφάνη μετὰ σαρκὸς, «καὶ τοῖς | |
5 | ἀνθρώποις συνανεστράφη,» καθὰ γέγραπται, δι‐ εκήρυξέ τε τῷ Ἰσραὴλ, καὶ πρό γε τῶν ἄλλων, τὰ εἰς σωτηρίαν καὶ ζωήν· ἀλλ’, ᾗ φησιν ὁ μακάριος Ἰωάννης, «Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.» Προσήκαντο γὰρ οὐδαμῶς τὸν τῶν | |
10 | ὅλων Σωτῆρα, διατετελέκασι δὲ μᾶλλον ἐμπαροι‐ νοῦντες αὐτῷ, καὶ πάντα τρόπον ἀνοσιότητος ἀγρίως ἐπιτηδεύοντες· καθήκοντο δὲ πρὸς τοῦτο μανίας, ὥστε καὶ σταυρῷ προσηλῶσαι τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ νομίσαι δύνασθαι θανάτῳ νικᾷν τὸν θανάτου | |
15 | κρείττονα. Ἀνεβίω γὰρ τριήμερος κενώσας τὸν ᾄδην, καὶ τοῖς κάτω πνεύμασιν ἀνεὶς τοῦ θανάτου τὰς πύλας, ὁδὸς δὲ καὶ θύρα καὶ ἀπαρχὴ γεγονὼς τῇ ἀνθρώπου φύσει πρὸς ἀφθαρσίαν, ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, καὶ ἔστιν ὁμόθρονος | |
20 | αὐτῷ, καὶ συγκατάρχει τῶν ὅλων· ἥξει δὲ κατὰ καιροὺς, «ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,» καθὰ γέγραπται. Οὐκοῦν ἐπειδήπερ, καθά φησιν ὁ σοφώτατος Παῦλος, «τοὺς πάντας ἡμᾶς δεῖ φανερω‐ θῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα | |
25 | κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον·» νηστεύσωμεν καθαρῶς, πάντα τρόπον ἁμαρτίας παρωθούμενοι, καὶ πᾶν εἶδος ἀκαθαρσίας τῆς ἑαυτῶν διανοίας ἐκπέμποντες· γι‐ νώμεθα δὲ πρὸς τούτοις χρηστοὶ, φιλάλληλοι, φιλ‐ | |
30 | οικτίρμονες, ἐλεοῦντες ὀρφανοὺς, ἐπαμύνοντες χή‐ ραις, τοῖς ἐν ἀῤῥωστίαις συγκαθιστάμενοι, τοῖς ἐν δεσμοῖς συναλγοῦντες, καὶ ἁπαξαπλῶς, πάντα τρό‐ πον ἐπιεικείας ἀποπεραίνειν σπουδάζοντες. Οὕτω γὰρ, οὕτω λαμπρῷ καὶ θεοφιλεῖ διαπρέποντες βίῳ, | |
35 | καθαρῶς ἑορτάσομεν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ τρίτης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ὀγδόης καὶ εἰκάδος τοῦ Φαρμουθὶ μηνός· περι‐ λύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ τοῦ Φαρμουθὶ | |
40 | μηνὸς, ἑσπέρᾳ βαθείᾳ κατὰ τὸ εὐαγγελικὸν ῥητόν· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ τετάρτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ βασιλείαν οὐρανῶν κληρονομήσομεν, ἐν | |
45 | Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος, εἰς τοὺς αἰῶνας. Ἀμήν. | |
50t | ΛΟΓΟΣ ΙΘʹ. | |
51t | Πρόλογος. | |
52 | Ἐπὶ μικροῖς σιτίοις πολλοὺς καὶ μεγάλους τοὺς δαιτυμόνας συναγηγερμένους ὁρῶ· καὶ δέδια μὲν, | |
οὐκ ἔχων ἀρκέσαι· πλὴν ἄγαμαι τῆς φιλομαθείας, | ||
77.821 | καὶ τὸ ἡττᾶσθαι λόγων ὑμᾶς, κἂν εἰ μὴ γίνοιντο λαμπρῶς, ἐπαινέσας ἔχω. Ἐπειδὴ δὲ εἰσκέκλησθε, δότε δὴ, δότε συγγνώμην, εἰ καθ’ ὑμᾶς οἱ λόγοι μὴ βασανίζοντες. | |
6 | αʹ. Ἐπὶ καιροῦ δὴ πάλιν τὸ διὰ τῆς τοῦ ψάλλοντος λύρας τοῖς ἀρχαιοτέροις ὑμνούμενον, καὶ πρὸς ὑμᾶς αὐτοὺς παρ’ ἡμῶν εἰρήσεται· «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε ἐν φωνῇ ἀγαλλιάσεως,» | |
10 | τουτέστι, τὰς ἐπινικίους ᾠδὰς προσκομίζωμεν τῷ Χριστῷ. «Νενίκηκε γὰρ ὑπὲρ ἡμῶν τὸν κόσμον,» κα‐ θάπερ ἀμέλει φησὶ αὐτὸς, καὶ «τεθριάμβευκεν ἀρχὰς, ἐξουσίας, κυριότητας, καὶ τοὺς κοσμοκράτο‐ ρας τοῦ σκότους τούτου, τὰ πνευματικὰ τῆς πονηρίας | |
15 | ἐν τοῖς ἐπουρανίοις.» Οὕτω τε πάντας ἐξείλετο τῆς ἐκείνων σκαιότητος, καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἀπήλλαξε, «προσηλώσας τῷ σταυρῷ τὸ καθ’ ἡμῶν χειρόγραφον·» ἵν’ ἐπ’ αὐτῷ δὴ τούτῳ χαίροντες, λέγωμεν· «Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, | |
20 | ᾄδη, τὸ νίκος; Τὸ δὲ κέντρον τοῦ θανάτου, ἡ ἁμαρ‐ τία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.» Ἐξῃρή‐ μεθα δὲ διὰ Χριστοῦ καὶ τῆς ἐν νόμῳ ποινῆς. Καὶ μαρτυρήσει γράφων ὁ θεσπέσιος Παῦλος· «Ἁμαρ‐ τία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, | |
25 | ἀλλ’ ὑπὸ χάριν.» Γράφει δὲ καὶ ὁ σοφὸς Ἰωάννης, «Ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν,» αἵματι τῷ ἰδίῳ κατακτώμενος τὴν ὑπ’ οὐρανὸν, «ἵν’ οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶ‐ | |
30 | σιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Ζήσομεν δὲ αὐτῷ, τὰ αὐτῷ θυμήρη φρονεῖν τε καὶ δρᾷν ὅτι μάλιστα διεσπουδακότες, καὶ τοῖς εὐαγγελι‐ κοῖς θεσπίσμασι κατακολουθεῖν ᾑρημένοι. Καιρὸς μὲν οὖν ἅπας τοῖς τῶν ἀρίστων ἐπιτηδευμάτων | |
35 | ἐπιμεληταῖς πρέπων τε καὶ ἐπιτήδειος εἴη ἂν, καθ‐ άπερ ἐγᾦμαι, πρός γε τὸ δύνασθαι πληροῦν τὴν σω‐ τήριον ἐντολὴν, μάλιστα δὲ ὁ παρών· μονονουχὶ γὰρ διακέκραγε τὸ διὰ τῆς προφήτου φωνῆς· «Ἐξαπο‐ στείλατε δρέπανα, ὅτι παρέστηκε τρυγητός· εἰσπο‐ | |
40 | ρεύεσθε, πατηταὶ, διότι πλήρης ἡ ληνὸς, ὑπερχεῖται τὰ ὑπολήνια.» Δεῖν γὰρ ἔγωγέ φημι καὶ λίαν ἐσπου‐ δασμένως ἐπιδράττεσθαι τῶν καιρῶν τοὺς, οἵπερ ἂν εἶεν τῶν πρακτέων ἡμῖν σοφοί τε καὶ ἀκριβεῖς ἐπιστήμονες, καὶ βασανίζειν εἰδότες τὸ ὅτι μάλιστα | |
45 | σφίσι τε αὐτοῖς, καὶ μὴν καὶ ἑτέροις τελοῦν εἰς ὄνησιν. Οἷόν τί φημι· Λέλυται τοῦ χειμῶνος τὸ κατ‐ ηφὲς, ὧραι λοιπὸν ἀνίσχουσιν ἠριναὶ, κομᾷ τοῖς ἀστά‐ χυσι τὰ τῶν ληΐων ἐξαίρετα, οἱ δὲ μυρίοι τε ὅσοι καὶ συχνοὶ ταῖς ἀρούραις ἐπικυμαίνουσι· τότε δὴ, | |
77.821(50) | τότε λοιπὸν ὀκνείτω μηδεὶς τῶν ἀποκείρειν εἰδότων. Εἰσκομίζοντος δὲ τοῦ καιροῦ τοῖς φιλεργεῖν εἰωθόσι τὸ ὧν ἂν βούλοιντο τυχεῖν, οἰχέσθω τὸ ῥᾴθυμον, καὶ τοῦ παντὸς ἀξιούσθω λόγου τὸ ἄϋπνόν τε καὶ τληπα‐ θές. Περιέσται γὰρ οὕτω καὶ οὐχ ἑτέρως αὐτοῖς καὶ | |
55 | τὸ δεῖν ἐπαίνου παντὸς πλουσίως μεταλαχεῖν. Οὐκοῦν | |
ἐπειδήπερ «Τὸ πάσχα ἡμῶν ἐτύθη Χριστὸς,» καθὰ | ||
77.824 | καὶ ἡμῖν αὐτὸς ὁ σοφώτατος διαμαρτύρεται Παῦλος, «καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελέσωμεν δὲ καὶ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ,» ἵνα μὴ ἀνίπτοις χειρσὶ τῶν ἱερῶν | |
5 | ἁπτόμενοι, καὶ τὸ θεῖον αὐτοῦ μυστήριον ἀτημελῶς ἀτιμάζοντες, τὴν τοῖς ἀνοσίοις πρέπουσαν κόλασιν αὐτοὶ ταῖς ἰδίαις ἐπαντλήσωμεν κεφαλαῖς. Ἐπιστέλ‐ λει γάρ τοι τοιοῦτον καὶ ὁ θεσπέσιος Παῦλος τοῖς τοῦτο δρᾷν εἰωθόσι· «Διὰ τοῦτο ἐν ἡμῖν πολλοὶ | |
10 | ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ, ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.» Οὐκοῦν ἐκ τῶν ἱερῶν Γραμ‐ μάτων, τὰ εἴς γε τουτὶ τελοῦντα συλλέγοντες, ἵνα | |
15 | χρὴ τρόπον ἁγίως τε καὶ παναγίως ἡμᾶς ἑορτά‐ ζοντας, εἰς μετάληψιν ἰέναι τότε τὴν πνευματικὴν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, φέρε δὴ, φέρε λέγωμεν. | |
20 | βʹ. Τεθύκασιν ἐν Αἰγύπτῳ τὸν ἀμνὸν, παιδαγω‐ γοῦντος Μωσέως, οἱ ἐξ αἵματος Ἰσραήλ. Προσετάτ‐ τοντό γε μὴν ἀζύμους ἄρτους ἐσθίειν ἐπ’ αὐτῷ, καὶ μὴν καὶ πικρίδας. Γέγραπται γὰρ ὡδί· «Ἄζυμα ἐπὶ πικρίδων ἔδεσθε ἑπτὰ ἡμέρας.» Ἆρ’ οὖν, εἰπέ μοι, | |
25 | τοῖς ἐν τύπῳ καὶ σκιαῖς καὶ ἡμεῖς αὐτοὶ προεδρεύ‐ σωμεν; Εἶτα ὅποι ποτὲ βαδιεῖται λέγων ὁ νομομα‐ θὴς ἀληθῶς καὶ σοφώτατος Παῦλος, «Οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστιν;» Εὐθυῤῥήμων δὲ ὅτι καὶ οὐκ ἂν γένοιτο ψευδοεπὴς ὁ Χριστὸν ἔχων ἐν ἑαυτῷ, | |
30 | πῶς ἂν ἐνδοιάσειέ τις; Πῶς οὖν ἄρα καὶ ἡμεῖς τὸν ἀρχαῖον ἐκεῖνον ἀποπερανοῦμεν νόμον, Χριστοῦ λέ‐ γοντος ἐναργῶς, «Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι· λέγω γὰρ ὑμῖν, ἰῶτα ἓν, ἢ μία κε‐ | |
35 | ραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται· ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν;» Οὐκοῦν τέθυται δὲ καὶ ἡμῖν, τοῖς διὰ πίστεως κεκλημένοις εἰς ἁγιασμὸν, ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. | |
40 | Τροφὴν δὲ τὴν νοητὴν καὶ παγκάλην καὶ ἱερὰν ἀλη‐ θῶς ἐπ’ αὐτῇ ποιησόμεθα· γραφομένην μὲν ὥσπερ ἐν ἄρτοις ἀζύμοις, κατὰ τὸν νόμον, νοουμένην δὲ πνευματικῶς. Ζύμη γὰρ ἀεὶ παρά γε ταῖς θεοπνεύ‐ στοις Γραφαῖς, φαυλότητος καὶ ἁμαρτίας εἰς τύπον | |
45 | παραλαμβάνεται. Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐνετείλατο τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς προσέχειν, οὕτω λέγων· «Προσέχετε ἀπὸ τῆς ζύμης τῶν Γραμματέων καὶ Φαρισαίων.» Γράφει δὲ καὶ ὁ σοφώτατος Παῦλος, ζύμης καὶ ἀκαθαρσίας τῆς εἰς | |
77.824(50) | νοῦν καὶ καρδίαν ὡς ἀποτάτω τιθεὶς τοὺς ἡγιασμένους· «Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι.» Ἔστι τοίνυν οὐκ ἀσυντελὲς εἰς ὄνησιν, μᾶλλον δὲ ἤδη καὶ ἀναγκαῖον, | |
ἐπειδήπερ ἡμῖν διὰ σπουδῆς τέθειται τῆς προὐρ‐ | ||
77.825 | γιαιτάτης, τὸ ἐν μεθέξει γενέσθαι τῇ πνευματικῇ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὸν νοῦν ἀθό‐ λωτον ἔχειν, καὶ ἀποτρίβεσθαι μολυσμοὺς, καὶ ἀπο‐ φοιτᾷν ἁμαρτίας, καὶ ἁπαξαπλῶς ἀπανίστασθαι παν‐ | |
5 | τὸς τοῦ καταμιαίνειν εἰωθότος. Ἀκαταιτίαυτον γὰρ οὔτω καὶ ἀνεπίπληκτον παντελῶς κατορθώσομεν τὴν ὡς ἐν μεθέξει πρόσοδον. Ἐσθιέτω δέ τις καὶ πικρί‐ δας, τουτέστι, διὰ πικρῶν ἡκέτω πόνων, καὶ τὸ ἔν γε τούτῳ τληπαθὲς ποιείσθω περὶ πολλοῦ. Καὶ γὰρ | |
10 | ἔστι τῶν ἀπωτάτων, τῆς εὐσεβείας τοὺς ἐραστὰς οἴεσθαί τε καὶ φρονεῖν ἑτέρως ἂν δύνασθαι κατα‐ πλουτεῖν ἀρετὴν, καὶ ταῖς ἀνωτάτω δόξαις ἐπι‐ σεμνύνεσθαι, μὴ προηθληκότας, καὶ τὴν τῆς ἀνδρείας ἐπίδειξιν εὖ μάλα πεποιημένους. Τραχεῖα μὲν γὰρ | |
15 | καὶ ἀνάντης ἡ ὁδὸς ἡ εἰς αὐτὴν ἀναφέρουσα, καὶ οὐ βάσιμος τοῖς πολλοῖς· εἴη δ’ ἂν μόνοις εὐστιβὴς τοῖς, οἵ γε διᾴττειν ἐπείγονται, κατοῤῥωδοῦντες οὐ‐ δένα, ἀνταποδυόμενοι δὲ τοῖς πόνοις, καὶ τοῖς ἱδρῶσιν ἀντανιστάμενοι. Καὶ πρός γε τοῦτο ἡμᾶς παραθήγει | |
20 | λέγων αὐτὸς ὁ Χριστός· «Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσ‐ πορευόμενοι δι’ αὐτῆς. Στενὴ δὲ ἡ πύλη, καὶ τεθλιμ‐ μένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰ‐ | |
25 | σὶν οἱ εὑρίσκοντες αὐτήν.» Τὰ γάρ τοι λαμπρὰ καὶ ἐξαίρετα τῶν ἀνδραγαθημάτων πρέπει ἂν ἑλεῖν, καὶ μὴν καὶ δύνασθαι κατορθοῦν, οὐχὶ τοῖς τυχοῦσιν ἀπλῶς, μόνοις δὲ, ὡς ἔφην, τοῖς ἐξειλεγμένοις, καὶ καταθλεῖν εἰδόσι γενικῶς τῆς εἰς τὰ αἰσχίω κα‐ | |
30 | λούσης ἡδονῆς· εὐρεῖα δὲ ὅτι καὶ λειοτάτη τρίβος κα‐ τακομίζει πρὸς ἁμαρτίας, κατίδοι τις ἂν καὶ λίαν ἀμογητὶ καὶ ἐξ αὐτῶν, εἰ βούλοιτο, τῶν πραγμάτων. Εὐπάροιστος μὲν γὰρ κομιδῇ καὶ πολὺ λίαν εὐπετὴς ὁ ἀνθρώπινος νοῦς, κατωθούσης ἡδονῆς. Ἴεται δὲ | |
35 | καὶ μάλα ῥᾳδίως εἰς τρυφὰς, καὶ τὸ ἀκρατὲς εἰς ὀρέξεις τὰς σωματικὰς ἁλίσκεται πεπονθώς· οἶμαι δὲ δεῖν τὰ τοιάδε κατηῤῥωστηκότι τάχα που καὶ συνειπεῖν· καταβιάζεται γὰρ καὶ οὐχ ἑκόντα πολλά‐ κις ἡ τῆς σαρκὸς φύσις, καὶ κέντροις αὐτὸν παρα‐ | |
40 | θήγει δεινοῖς εἰς ἐμφύτους ἡδονὰς μονονουχὶ δὲ καὶ ἀσχάλλοντος καταδράττεται, καὶ πρὸς ἀβουλήτους ἀποφέρει ῥοπάς. Ἀλλ’ ὅ γε τῶν ὅλων Θεὸς καὶ Κύ‐ ριος ἀνατειχίζει τῷ νόμῳ, καὶ ὅπλον αὐτῷ χαρίζεται τὴν ἐγκράτειαν. Καὶ γάρ ἐστιν ἀληθὴς ὁ προφήτης | |
45 | λέγων περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Θεοῦ· «Νό‐ μον γὰρ εἰς βοήθειαν δέδωκεν.» Ἄθρει δέ μοι τὸν νομομαθῆ καὶ ἱερώτατον Παῦλον, εἰς ἀκριβῆ τῶν τοιῶνδε κατάσκεψιν καθιέντα τὸν νοῦν, καὶ βασανί‐ ζοντα μὲν ἰσχνῶς τῶν ἐμφύτων τε καὶ ἐν ἡμῖν κινη‐ | |
77.825(50) | μάτων τὸ θράσος· παραδεικνύντα δὲ μετὰ τούτου τὸν ἀποχρώντως ἡμῖν ἐπικουροῦντα νόμον. Ἔφη γὰρ οὕ‐ τως· «Οἶδα μὲν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραγμένος ὑπὸ τὴν ἁμαρ‐ τίαν. Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω· οὐ γὰρ ὃ | |
55 | θέλω τοῦτο πράσσω· ἀλλ’ ὃ μισῶ, τοῦτο ποιῶ. Εἰ δὲ | |
77.828 | ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ, ὅτι καλός. Νυνὶ δὲ οὐκ ἔτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ’ ἡ οἰ‐ κοῦσα ἐν ἐμοὶ ἁμαρτία.» Τί φὴς, ὦ μακάριε Παῦλε; Σαρκικὸς καὶ πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν, ὃ κατ‐ | |
5 | εργάζῃ δὲ, οὐ γινώσκεις; εἶτα ποιεῖς ὃ μισεῖς; Οὐ γὰρ ἕκαστος ἡμῶν ἐθελουσίοις τοῦ νοῦ ῥοπαῖς ἐφ’ ἕκαστα τῶν πρακτέων ἔρχεται, καὶ τὸ ἑλέσθαι τὸ δοκοῦν ἀνεπίπληκτον ἔχει, καὶ τῶν ἑαυτοῦ θελημά‐ των τὰς ἡνίας διεκληρώσατο; Ναὶ, φησὶ, ἀλλ’ οἶδα | |
10 | τὴν ἡδονὴν καταγοητεύουσαν ἔσθ’ ὅτε καὶ τὸν εὐδό‐ κιμον νοῦν, ἐφ’ ἃ μὴ προσῆκεν εὐκόλως καταβιβά‐ ζουσαν. Οἶδα καὶ ἀνεθέλητον ὑπομένοντα βλάβος. Οὐ γὰρ ὃ θέλει πάντως τοῦτο ποιεῖ· παραχωρεῖ δὲ μᾶλλον ταῖς τῶν παθῶν ἐμβολαῖς, καὶ ταῖς ἐντεῦθεν | |
15 | ἐπικρατείαις πλεονεκτούμενος, ἡττᾶται καὶ οὐχ ἑκὼν, καὶ τῷ τοῦτο πεπονθότι πρέποι ἂν εἰπεῖν· «Νυνὶ δὲ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.» Ὁρᾷς ὅπως τῶν μὲν ἐμφύτων καὶ ἐν ἡμῖν καταγορεύει παθῶν, ὁμολογεῖ δὲ τὴν | |
20 | ἧτταν, καὶ γράφεται τὴν πλεονεξίαν, καὶ δέδιε τὴν ἀντίστασιν οὐ φορητὴν εἶναι λέγων; Ὅτι δὲ ἀληθὲς ὅ φημι, σαφηνιεῖ πάλιν αὐτὸς ὁ θεσπέσιος Παῦλος, προσεπάγων οἷς ἔφη καὶ συνάπτων ἐφεξῆς· «Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν, ἐν τῇ σαρκί | |
25 | μου, τὸ ἀγαθόν. Τὸ γὰρ θέλειν παράκειταί μοι· τὸ γὰρ κατεργάζεσθαι τὸ καλὸν, οὔ. Οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν· ἀλλ’ ὃ οὐ θέλω κακὸν, τοῦτο πράσσω. Εἰς δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατερ‐ γάζομαι αὐτὸ, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Εὑ‐ | |
30 | ρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ κα‐ λὸν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται.» Συνίης οὖν ὅπως κατεξανίσταται μὲν ἀγρίως τῆς ἑκάστου ψυχῆς ἡ τῆς φαυλότητος προσβολὴ, καὶ καθίησι μὲν ἀβου‐ λήτως τὸν ἐν ἡμῖν ὄντα νοῦν ἐπὶ τὸ αὐτῇ δοκοῦν, | |
35 | παραιρεῖται δὲ ὥσπερ καὶ τὸ ἐλεύθερον εἰς ῥοπὰς, ὡς οὐκ ἔτι μὲν ἡμῶν, αὐτῆς δὲ τάχα που καὶ μόνης ὁρᾶσθαι τὸ δρώμενον. Ἀλλ’ οὐχ ὑπερεῖδεν ἡμῶν ὁ Δη‐ μιουργὸς, οὔτε μὴν εἰς ἅπαν ἀνεπικούρητον τὴν ἀν‐ θρώπου φύσιν ἀφεὶς, παρῆκεν ἑτοίμως καταληΐζεσθαι | |
40 | ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς. Ἐπιτιμᾷ γὰρ ὁ νόμος ταῖς εἰς τοῦτο ῥοπαῖς, κἂν πλεονεκτῇ τὸ πάθος, ἀντ‐ ανίσταται σοφῶς καὶ μετασοβεῖ πρὸς τὸ ἄμεινον, τῆς ἐγκρατείας τὸ κάλλος παραδεικνύς· καὶ τοῖς τῆς ἀρετῆς αὐχήμασιν ἐπιγάννυσθαι ποιῶν. Ἐπέκεινα | |
45 | τοίνυν τῆς βεβήλου καὶ μυσαρωτάτης ἡδονῆς τὴν διάνοιαν στήσαντες, σιτίων τε καὶ ποτῶν ὀλίγα πε‐ φροντικότες, «Ἐπιτελέσωμεν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ, καθὰ γέγραπται· νεκρώσωμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν | |
77.828(50) | κακὴν, καὶ τὴν πλεονεξίαν.» Ἐπιστέλλει γὰρ οὕτως ἡμῖν ὁ σοφώτατος Παῦλος. Κατηῤῥώστησε μὲν γὰρ ὁμολογουμένως ἡ τοῦ σώματος φύσις, τὸ εὐπάροιστον εἰς ἐπιθυμίαν· ἀλλ’ οὐχὶ ὁρῶμεν ἠφειδηκότα τῶν καθ’ ἡμᾶς τὸν τῶν ὅλων Δημιουργὸν, φροντίδος δὲ | |
55 | μᾶλλον ἀξιοῦν ἐθέλοντα τῆς προὐργιαιτάτης. Καὶ | |
77.829 | γοῦν τὸν Υἱὸν αὑτοῦ ἔδωκε τὸν μονογενῆ, ἵνα καθ’ ἡμᾶς γενόμενος ἄνθρωπος, καὶ σῶμα λαβὼν ἐκ τῆς ἁγίας καὶ θεοτόκου Μαρίας, νεκρώσῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. Ἴδιον γὰρ γεγονὸς τὸ σῶμα τοῦ Λόγου, | |
5 | παθῶν μὲν εὐθὺς τῶν καθ’ ἡμᾶς ἀπηλλάττετο, καὶ τῶν εἰς φαυλότητα κινημάτων τὸ κέντρον ἀπεσκευάζε‐ το· μετεστοιχειοῦτο δὲ ὥσπερ πρὸς θεοπρεπῆ καὶ ἀπόῤῥητον καθαρότητα, νεκρουμένης ἐν αὐτῷ τῆς ἁμαρτίας, καὶ οἷον ἐκ βάθρων αὐτῶν κατασειομένης | |
10 | τῆς ἡδονῆς. Ὥσπερ γὰρ θανάτου κρεῖττον ἦν, ὅτι ζωῆς τῆς κατὰ φύσιν γέγονε σὰρξ, κατὰ τὸν ἴσον, οἶμαι, τουτῳὶ τρόπον τὴν τῆς ἁμαρτίας πεπάτηκε δύναμιν. Ἴδιον γὰρ ἦν τοῦ μὴ εἰδότος ἁμαρτίαν. Καὶ ἀληθῆ τὸν Λόγον ἀποφαίνει γεγραφὼς ἡμῖν ὁ θεσπέ‐ | |
15 | σιος Παῦλος· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ | |
20 | κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Καὶ τί δὴ τοῦτό ἐστι «τὸ ἀδύνατον τοῦ νόμου;» φαίη ἂν, οἶμαι, τίς· Θείου γὰρ νόμου καλοῦντος εἰς ἐγκράτειαν ἀποφέρει πρὸς τὸ ἐναντίον ἡ τῆς σαρκὸς φύσις, ἀεὶ πρὸς ὀρέξεις παραθήγουσα τὰς μυσαρωτάτας. Ἀλλ’ | |
25 | ὄ γε τῶν ὅλων Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας, οὐ γυμνὸν καὶ ἀσώματον, καὶ τὸ φρικτὸν καὶ ἀπρόσιτον τῆς θείας ἑαυτοῦ δόξης ἀπαστράπτοντα φῶς, καθέντα δὲ μᾶλλον ἑαυτὸν οἰκονομικῶς ἐν τοῖς καθ’ ἡμᾶς, καὶ οἰστὸν παρέχοντος δι’ ὁμοίου σώματος, κατέκρινε | |
30 | τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. Ἀνῄρηται γὰρ, ὡς ἔφην· ὥστε καὶ ἔξω σαρκὸς γενέσθαι δοκεῖν καὶ ἡμᾶς αὐ‐ τοὺς ὡς ἡγιασμένους, καὶ τὸ θεῖον αὐτοὺς κατα‐ πλουτήσαντες Πνεῦμα. Γράφει δὲ ὧδε πάλιν ὁ σο‐ φώτατος Παῦλος· «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ | |
35 | ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐ‐ τοῦ. Εἰ δὲ ἐν ὑμῖν Χριστὸς, τὸ μὲν σῶμα νεκρὸν διὰ τὴν ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.» | |
44 | γʹ. Ἐπειδὴ δὲ τῆς ἄνωθεν εὐκλείας τοὺς ἐραστὰς, | |
45 | καὶ τοὺς ἔτι μάλιστα θεοφιλῶς διαβιοῦν ᾑρημένους, ἀρτίως ἔχοντας εἰς εὐσέβειαν ὁρᾶσθαι προσήκει, προσεποίσομεν ἀναγκαίως τῆς ἐγκρατείας αὐχήμασι καὶ τοὺς τῆς ἑτέρας ἐπιεικείας τρόπους, τὴν εἰς ἀλ‐ λήλους ἀγάπην, τὴν φιλαλληλίαν, καὶ τὸ δεῖν ἑτοί‐ | |
77.829(50) | μως ἐλεεῖν τοὺς ἀφορήτῳ πενίᾳ κατισχισμένους. Ἔφη γάρ που ὁ Χριστός· «Γίνεσθε οἰκτίρμονες, ὅτι ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί.» Παρεγ‐ γυᾷ δὲ καὶ νόμος ἡμῖν ὁ διὰ Μωσέως· «Ἀνοίγων | |
ἀνοίξεις τὰ σπλάγχνα σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεο‐ | ||
77.832 | μένῳ ἐν σοί.» Χρῆμα γὰρ ἐξαίρετον ἡ φιλοπτωχία Εἰ δέ τις αὐτὴν ἐν ὀλίγῳ παντελῶς ποιεῖται λόγῳ, καὶ τοῦ μηδενὸς ἀξίαν εἶναί φησι, ἐπαινέσει που πάντως τὸ ἀπηνὲς καὶ μισάνθρωπον· καὶ τό γε δὴ | |
5 | χρῆναι μὴ συναλγεῖν τοῖς ἐν ἐσχάτῃ ταλαιπωρίᾳ· ἆρ’ οὖν οὐχὶ θηριοπρεπὲς τὸ φρόνημα καὶ Θεῷ κατεστυ‐ γημένον, καὶ μαχομένην ἔχον τὴν φιλοικτίρμονα φύ‐ σιν; Ἀλλ’ οὐκ ἂν ἐνδοιάσειέ τις. Γέγραπται γὰρ ὅτι «Ὃς φράσσει τὰ ὦτα τοῦ μὴ ἐπακούειν ἀσθενοῦς, | |
10 | καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ εἰσακούων.» Χρὴ δὲ καὶ ἑτέρως μεμνῆσθαι διὰ παντὸς τῆς ἐσο‐ μένης ἡμῖν μετὰ τοῦτο ζωῆς. Ἄραρε γὰρ, ὅτι πάντη τε καὶ πάντως καταλήξει πρὸς πέρας ὁ ἑκάστου βίος. Ἀλλ’, ὥς που καὶ Γράμμα φησὶ ἱερὸν, «Οὐδὲν εἰσ‐ | |
15 | ηνέγκαμεν εἰς τὸν βίον, οὐδὲ ἐξενεγκεῖν δυνάμεθα.» Βαδιεῖται δέ τις τῶν μὲν ἐπιγείων ἀγαθῶν συναποφέ‐ ρων οὐδὲν, ἁπάντων δὲ ὥσπερ ἐστερημένος, καὶ αὐ‐ τοῦ δὲ σώματος. Ἀλλ’ οἱ μὲν τῆς ἀρετῆς ἐργάται πλοῦτον ἔχουσι τὸν νοητὸν, καὶ τὸ τῆς φιλοπτωχίας | |
20 | συνέκδημον φῶς. Καυχήσονται γὰρ ἐπὶ τοῦ θείου βήματος, μᾶλλον δὲ αὐτὸς αὐτοὺς ἐπαινέσει Χρι‐ στὸς λέγων· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ | |
25 | μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς, καὶ περιεβάλετέ με· ἀσθενὴς, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθατε πρός με. Ἀμὴν γὰρ λέγω, φησὶν, ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ | |
30 | ἐποιήσατε.» Ἀκούεις ὅπως ἡ φιλοικτίρμων τε καὶ ἡμερωτάτη φύσις τὸν εἰς τοὺς πένητας ἔλεον ἐφ’ ἑαυ‐ τῇ γενέσθαι φύσιν; Ἀλλ’ ἐπακούσῃ μὲν κατὰ τὸ εἰκὸς ἁπασοῦν, οἶμαι, τὶς τὸ χρῆναί τε φειδοῦς ἀξιοῦν τοὺς ἐν πτωχείᾳ καὶ πόνοις, διανέμειν δὲ τοῖς δεομέ‐ | |
35 | νοις τὰ κατ’ ἰσχύν. Περιενεχθήσεται δὲ πρὸς τὸ ἔχον ἐναντίως καὶ ἀφιλοικτίρμονα νοῦν, ἐκεῖνό που πάν‐ τως διενθυμούμενός τε καὶ λέγων· Εἰ δοίην ἑτέροις τὰ ἐμαυτοῦ, παῖδας ἀδικήσω τοὺς ἐμούς. Τίνων ἔσον‐ ται δεσπόται; πλουτῶ γὰρ οὐ λίαν. Ἀλλ’, ὦ βέλτιστε, | |
40 | φαίην ἂν αὐτῷ, λογισμοῦ τοῦ καθήκοντος ἀποκομίζῃ μακράν. Ἔδει γὰρ, ἔδει διενθυμεῖσθαι σοφῶς, ὅτι καὶ ζῶ ἔτι λόγου μὲν τοῦ παντὸς ἀξιοῖ τὴν εἰς παῖδας φιλοστοργίαν, ἔξω δὲ σαυτὸν τῶν ὄντων οὐ τίθης, οὔτε μὴν εἰς ἅπαν ἀποστερεῖς τῶν εἰς ἀνά‐ | |
45 | παυλαν καὶ τρυφήν. Οὐκοῦν ἔργον ἂν εἴη φρενὸς ἀλη‐ θῶς τῆς παγκάλης, καὶ τῆς ἐσομένης ζωῆς ποιεῖσθαι φροντίδα, καὶ μέτρον ἑλέσθαι τοῦτο δρᾷν· οὐκ ἐξείρ‐ γοντος τοῦ καιροῦ τὴν τῶν πλωτήρων ἀπομιμεῖσθαι πρόνοιαν, οἳ τὴν οὕτως εὐρεῖαν διαπερῶσι θάλασσαν, | |
77.832(50) | οὐκ ἠμεληκότες σιτίων, ἢ τῆς ἄλλης εἰς τοῦτο παρα‐ σκευῆς· ἀλλὰ καὶ ὑπὲρ χρείαν ἔσθ’ ὅτε τὰ ἔπιπλα προενθέμενοι. Οὐκοῦν ἐκδημήσειν τῶν καθ’ ἡμᾶς πραγμάτων ἑκάστου μέλλοντος, νοητῶν ἐφοδίων γε‐ | |
νέσθω πρόνοια. Οὐκ ἀδικήσεις τὸν παῖδα τὸν σαυτοῦ | ||
77.833 | διὰ τοῦ κατοικτείρειν τοὺς ἐν ἐνδείᾳ συζωμένους. Οὐ λυπήσεις τὸν διαδεξόμενον, σαυτὸν ἀπαλλάττων κολάσεως καὶ πυρός. «Πολλὰ μὲν γὰρ πταίομεν ἅπαντες· ἐλεημοσύναις δὲ καὶ πίστεσιν ἀποκαθαίρον‐ | |
5 | ται ἁμαρτίαι,» καθὰ γέγραπται. | |
9 | δʹ. Τοῖς τοιούτοις ἡμᾶς μαθήμασιν εὐφρανθῆναι | |
10 | ποιῶν, γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος. Πρὸ μὲν γὰρ τῶν τῆς ἐπιδημίας καιρῶν, ἀχλὺν ἔχοντες τὴν νοητὴν διετελοῦμεν ἐν κόσμῳ, οὐκ εἴδησιν εὐσεβείας, οὐχ ἕτερόν τι τῶν ἄνωθεν ἀγαθῶν εἰς νοῦν καὶ καρδίαν εἰσοικισάμενοι· οὐ | |
15 | τὴν τῆς δικαιοσύνης ὁρῶντες ὁδὸν, ἀλλ’ οὐδ’ αὐτὸν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν ἐπιγινώσκοντες· πλανώμενοι δὲ καὶ κτίσει τὸ σέβας ἀναπέμποντες, καὶ τοῖς ἀνθρώποις πρεπούσης ἔρημοι φρενός. Ἐπειδὴ δὲ ἦμεν ἐν τούτοις, κατῴκτειρεν ὁ Δημιουρ‐ | |
20 | γός. ᾜδει πλατὺ κατὰ πάντων γελῶντα τὸν Σατανᾶν, καὶ καταδραττόμενον μὲν εὐκόλως τῶν ἐπὶ τῆς γῆς, ἐπαμύνοντος οὐδενὸς, ὑποφέροντά τε ταῖς ἰδίαις ζεύ‐ γλαις, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀμογητὶ κα‐ τασείοντα. Εἶτα νόμον ὡρίσατο τὸν διὰ Μωσέως. | |
25 | Ἀλλ’ οὐκ ἦν ἐν νόμῳ τοὺς τῆς ἁμαρτίας διαδράναι βρόχους· οὐκ ἦν ἀποπλύνασθαι τῶν πλημμελημάτων τοὺς μολυσμούς. Παρέδειξε γὰρ ὁ νόμος τὴν ἁμαρ‐ τίαν, καὶ τῆς ἁπάντων ἡμῶν ἀσθενείας ἔλεγχος ὥσπερ τις τέθειτο παρὰ Θεοῦ, καὶ μάρτυς ἡμῶν | |
30 | εἰσελάσει σοφὸς ὁ μακάριος Παῦλος· ἔφη γὰρ οὕτως· «Οἴδαμεν γὰρ ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λέγει, ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ, διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ. Διὰ γὰρ | |
35 | νόμου ἐπίγνωσις ἁμαρτίας.» Καὶ πάλιν· «Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ κακόν.» Τί δὴ ἄρα φὴς, ὦ μακάριε Παῦλε; τὸν διὰ Μωσέως, εἰπέ μοι, γράφῃ νόμον; ταύτης ἕνεκα τῆς αἰτίας παρεισδῦναι φὴς, ἵνα πλεονάσῃ τὸ κακόν; Διδάσκαλος οὖν φαυ‐ | |
40 | λότητος εἴη ἂν, εἰ πεπλεόνακε δι’ αὐτοῦ τὸ κακόν. Ἀλλ’ οὐ τοῦτό φησιν ὁ πνευματοφόρος. Ἔφη γὰρ πάλιν αὐτός· «Τί οὖν ἐροῦμεν; Ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο. Ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου. Τήν τε γὰρ ἁμαρτίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ | |
45 | νόμος ἔλεγεν, Οὐκ ἐπιθυμήσεις.» Οὐκοῦν ἁμαρτίας διδάσκαλος ἥκιστα μὲν ὁ νόμος· ἔλεγχος δὲ, ὡς ἔφην, τῆς τῶν ὑπὸ νόμον ἀσθενείας ἦν, καὶ τοῦ κατασίνε‐ σθαι πεφυκότος παραδεικτικός. Ὅνπερ δὲ τρόπον οὐκ ἂν αἰτιάσαιτό τις τῆς ἡλιακῆς ἀκτῖνος τὸ φῶς, ὅτι | |
77.833(50) | καὶ βόθρους ὁρᾶσθαι ποιεῖ, καὶ τὰ ἐν ταῖς τριόδοις διεῤῥιμμένα, καὶ τοῦ περιπτέειν αὐτοῖς ἀπαλλάττει τοὺς διελαύνοντας· οὕτως οὐκ ἂν, οἶμαι, τὶς εὖ φρο‐ | |
νῶν τὸν θεῖον γράψαιτο νόμον, ὡς ἁμαρτίας ἡμῖν | ||
77.836 | ἐμποιητικόν· καταθαυμάσει δὲ μᾶλλον ὡς ἐναργὲς ἀποφαίνοντα τὸ τελοῦ· εἰς ὄνησιν. Ἀλλ’ εἰσεκομίσθη, φησὶν, «ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γέ‐ νηται πᾶς ὁ κόσμος τῷ Θεῷ.» Ἐπειδὴ γὰρ διὰ πολ‐ | |
5 | λὴν ἄγαν ἀσθένειαν, καὶ τὸ λίαν εὐκατακόμιστον εἰς τὸ πλημμελὲς, οὐδεὶς ἐπλήρου τὸν νόμον, ὑπόδικος γέγονε πᾶς ὁ κόσμος τῷ Θεῷ, μονονουχὶ συνελαύ‐ νοντι τοὺς ἐπὶ τῆς γῆς πρός γε τὸ χρῆναι λοιπὸν τὴν διὰ πίστεως τῆς ἐν Χριστῷ διψῆσαι χάριν. Δίκαιοι | |
10 | γὰρ ἡμεῖς «οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος,» καθὰ γέγραπται. Προσεμπεδοῖ δὲ τὸν λόγον καὶ ὁ σοφώτατος Παῦλος ἐπιστέλλων ὡδί· «Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη | |
15 | ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Δικαιοσύνη δὲ Θεοῦ, διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας. Οὐ γάρ ἐστι διαστολή. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δι‐ καιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τῆς ἀπολυ‐ | |
20 | τρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ.» Ἵνα τοίνυν ἐλευθέ‐ ρους ἡμᾶς ἀποφήνῃ, καὶ ποινῆς καὶ δίκης, καὶ τῆς ἐκείνου καταβοῆς, γέγονε καθ’ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν ἄνθρωπος ἀληθῶς, ἐκ Θεοῦ Πατρὸς Λόγος, μεμενηκὼς ὅπερ ἦν, ὁ ἐλεύθερος ἐν δούλοις, ὑπὸ | |
25 | νόμον ὁ νομοθέτης, μεθ’ ἡμῶν εἰς γένεσιν σαρκικὴν καὶ τὴν ἐν χρόνῳ τετελεσμένην ὁ τῶν αἰώνων ποιητής. Ἐπελάβετο γὰρ σπέρματος Ἀβραὰμ, καὶ κεκοινώ‐ νηκεν αἵματος καὶ σαρκὸς, ὁ κατὰ φύσιν ἰδίαν σώμα‐ τος, ἵνα χρηματίσας ἡμῶν ἀδελφὸς, τῆς ἑαυτοῦ δόξης | |
30 | ἀποφήνῃ κοινωνοὺς, ἁγιάσας τε τῷ ἰδίῳ Πνεύματι, καλέσῃ λοιπὸν ἀδελφούς τε καὶ ἐλευθέρους. Οὕτω γάρ πού φησι τοῖς ἁγίοις ἀποστόλοις· «Ὑμεῖς φίλοι μού ἐστε. Οὐκέτι λέγω ὑμᾶς δούλους.» Τούτων τοιγαρ‐ οῦν ἁπάντων ἀμνημονήσαντες οἱ Ἰουδαῖοι, καὶ τὸν | |
35 | τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν ἀρνούμενοι, παρ‐ έδοσαν μὲν Πιλάτῳ, καὶ σταυροῦσθαι παρεκάλουν. Ὁ δὲ Θεὸς ὢν φύσει καὶ παναλκὴς, ἐνῆκεν ἑκὼν τοῖς τοῦ θανάτου βρόχοις τὸ ἴδιον σῶμα, ἵνα καὶ ἡμᾶς ἐξέληται, διαῤῥήξας αὐτούς. Τριήμερος γὰρ ἀνεβίω, | |
40 | κηρύξας τοῖς ἐν ᾅδου πνεύμασι, καὶ εἰρηκὼς «τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακα‐ λύφθητε.» Εἶτα τοῖς ἁγίοις ἀποστόλοις ἑαυτὸν ἐμφανῆ καταστήσας, εἰρηκώς τε σαφῶς· «Πορευ‐ θέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες | |
45 | αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν,» ἀνέβη πρὸς τὸν ἐν οὐρα‐ νοῖς Πατέρα, καὶ τοῖς τῆς ἰδίας θεότητος ἐναμβρύ‐ νεται θάκοις, ἥξει τε κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ | |
77.836(50) | Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Ὡς οὖν ἀπολογησόμε‐ νοι, παραστησόμενοί τε τῷ βήματι αὐτοῦ, διὰ πάσης ἐπιεικείας τὸν οἰκεῖον ἀποκαθάρωμεν βίον, | |
ἀκλινῆ τὴν πίστιν τηρήσωμεν, ἐλεοῦντες πτωχοὺς, | ||
77.837 | ἐπισκεπτόμενοι χήρας, τοὺς ἐν δεσμοῖς κατοικτεί‐ ροντες, συναλγοῦντες τοῖς ἐν ἱδρῶσι καὶ πόνοις, τὴν φιλαλληλίαν ἐπιτηδεύοντες, τὴν ἀγάπην τὴν εἰς Θεόν τε καὶ ἀδελφοὺς, καὶ τοῖς τῆς σαρκὸς ἐπιτιμῶντες | |
5 | πάθεσιν. Οὕτω γὰρ, οὕτως ἑορτάσωμεν καθαρῶς, ἀρχόμενοι μὲν τῆς ἁγίας Τεσσαρακοστῆς, ἀπὸ τρίτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώ‐ δους Πάσχα, ἀπὸ ὀκτωκαιδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, περιλύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ καὶ εἰκάδος | |
10 | τοῦ αὐτοῦ μηνὸς, ἑσπέρᾳ σαββάτου, κατὰ τὸ ἔθος, ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ τετράδι καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συν‐ άπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεν‐ τηκοστῆς. Οὕτω γὰρ καὶ τότε τρεφόμενοι τοῖς λόγοις | |
15 | τῆς ἀληθείας ὠφεληθησόμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος, εἰς τοὺς αἰῶνας. Ἀμήν. | |
19t | ΛΟΓΟΣ Κʹ. | |
20 | αʹ. Πολυμερῶς καὶ πολυτρόπως ὁ τῶν ὅλων Θεὸς, διὰ τῆς τοῦ νόμου σκιᾶς προαναφαίνων ἡμῖν τὴν ἀλήθειαν, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὸ ἀκραιφ‐ νέστατον κάλλος, καθάπερ ἐν πίνακι προκαταγρά‐ φων ἐντέχνῳ, διὰ τῆς ἀρχαίας ἐντολῆς, πρὸς τὸν | |
25 | ἱερὸν ἔφη Μωσέα· «Ποίησον σεαυτῷ δύο σάλπιγγας ἐλατάς· ἀργυρᾶς ποιήσεις αὐτὰς, καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν, καὶ ἐξαίρειν τὰς παρεμ‐ βολάς.» Ἐλαταὶ μὲν οὖν αἱ σάλπιγγες, ὑποδηλοῦν‐ τος ἡμῖν τοῦ πράγματος ὅτι μὴ μέχρι σκιᾶς καὶ αἰ‐ | |
30 | νίγματος τοῦ κατὰ τὸν νόμον μεμέτρηταί τε καὶ ἔστι τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων ἡ δήλωσις, πε‐ ποίηται δὲ μᾶλλον καταβραχὺ τὴν ἐπίδοσιν, ἐπὶ τὸ ἅμεινόν τε καὶ ἀληθέστερον. Προκόπτει γὰρ ἀεί πως τὸ ἐλαυνόμενον. Ἀργυραῖ δὲ, ὅτι λαμπρός τε καὶ | |
35 | καθαρώτατος, καὶ μὴν καὶ ἁπάσης κηλῖδος ἀπηλ‐ λαγμένος ὁ περὶ αὐτοῦ γέγονε λόγος, καὶ νῦν ἐστι τοιοῦτος ἐν Ἐκκλησίαις. Ἀλλὰ τίνες ἄρα καὶ οἱ ταῖς σάλπιγξι κεχρημένοι, σαφηνιεῖ πάλιν τὸ Γράμμα τὸ ἱερόν. Ἔφη γὰρ οὕτω· «Καὶ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς | |
40 | σαλπιοῦσι ταῖς σάλπιγξι, καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.» Τῷ γὰρ ἱερῷ τε καὶ ἀπολέκτῳ γένει, καὶ τοῖς τῆς θείας λειτουργίας αὐ‐ χήμασι κατεστεμμένῳ, τὸ Χριστοῦ λαλεῖν μυστήριον, πρέπει ἂν εἰκότως, καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς κατα‐ | |
45 | σημαίνειν ἀεὶ τὰ δι’ ὧν ἂν γένοιντο τῆς εἰς οὐρανὸν πολιτείας ἄξιοι, τῶν γηΐνων ἀπαίροντες, καὶ πρὸς εὐσεβῆ καὶ ἐξαίρετον πολιτείαν μεθορμιζόμενοι, καὶ κατανδριζόμενοι τῶν τῆς ἀληθείας ἐχθρῶν, καὶ τοῖς πολεμοῦσι τῇ δόξῃ τοῦ Χριστοῦ νεανικῶς ἀντ‐ | |
77.837(50) | εξάγοντες, ἑορτάζοντες δὲ καὶ τὰς ἑορτὰς αὐτοῦ κα‐ θαρῶς, καὶ ἀμωμήτως, καὶ «Οὐκ ἐν ζύμῃ παλαιᾷ,» καθὼς γέγραπται, «ἀλλ’ ἐν ἀζύμοις εἰλικρινίας καὶ ἀληθείας. Καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ τῶν ὅλων διεκή‐ | |
ρυξε Δεσπότης λέγων· Ἐὰν ἐξέλθητε εἰς πόλεμον | ||
77.840 | ἐν τῇ γῇ ὑμῶν, πρὸς τοὺς ὑπεναντίους τοὺς καθεστη‐ κότας ὑμῖν, καὶ σημάνητε ἐν ταῖς σάλπιγξι, καὶ ἀνα‐ μνησθήσεσθε ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν. Καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφρο‐ | |
5 | σύνης ὑμῶν, καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν, καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν. Καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ Θεοῦ ὑμῶν. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.» Ὅπλα μὲν γὰρ | |
10 | οὐ σαρκικὰ τοῖς ἁγίοις· δυνατὰ δὲ μᾶλλον τῷ Θεῷ, καὶ τῆς παντευχίας ὁ τρόπος, οὐκ ἐν ὁρατοῖς τε καὶ αἰσθητοῖς ἐστι πράγμασιν, ἀλλ’ ἐν δυνάμει Πνεύμα‐ τος, καὶ δικαιοσύνης, καὶ ἁγιασμοῦ καὶ ἐν ὀρθότητι καὶ ἀκριβείᾳ δογμάτων. Ἔδει γὰρ αὐτοὺς τὸν θώ‐ | |
15 | ρακα τῆς δικαιοσύνης ἔχειν, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ μέντοι τὸ τῆς εὐδοκίας ὅπλον, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. Τοῦτό τοι πάντας, καὶ μάλα ῥᾳδίως, καταπτοήσει τοὺς ἐχθρούς. Τοῦτο τοὺς ἐπαίροντας εἰς τὸ ὕψος τὸ κέρας, | |
20 | καὶ λαλοῦντας κατὰ τοῦ Θεοῦ ἀδικίαν, οἰκτροὺς καὶ κατεῤῥιμμένους καὶ ἀσυνέτους ὅντας ἀποφανεῖ, μᾶλ‐ λον δὲ δυσσεβείας ἁπάσης ἐπίμεστον ἔχοντας γλῶτ‐ ταν, ἵνα καὶ λέγηται περὶ αὐτῶν· «Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας | |
25 | γέμει.» Χρησώμεθα τοίνυν κατ’ αὐτῶν ταῖς σάλ‐ πιγξιν, τουτέστι, τοῖς τῆς ἀληθείας ἱεροῖς τε καὶ ἀμωμήτοις κηρύγμασιν. Ἀλλὰ γὰρ εἰ προσάγοιμεν τὰς πνευματικὰς θυσίας τῷ πάντων Σωτῆρι Θεῷ, τὰς ἐπινικίους ᾠδὰς ἀναμέλψωμεν, τῷ δι’ ἡμᾶς καθ’ ἡμᾶς | |
30 | γενομένῳ, καθιγμένῳ δὲ καὶ ἐν τῇ τοῦ δούλου μορφῇ. Θεὸς γὰρ ὢν κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς «Λόγος, γέγονε σὰρξ,» οὐχ ὅπερ ἦν ἀποβαλὼν, μὴ γένοιτο, προσειληφὼς δὲ μᾶλλον ὅπερ οὐκ ἦν, ἵνα καὶ ἡμᾶς μεταστοιχειώσῃ πρὸς τὴν ἀμείνω τε καὶ εὐκλεεστέραν | |
35 | ζωήν· «Πλούσιος γὰρ ὢν, ἐπτώχευσε δι’ ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.» Ἀλλ’ ὁ μὲν τῶν ὅλων Σωτὴρ, καὶ μονογενὴς τοῦ Θεοῦ Πατρὸς Λόγος, ὁ ἐν ἰσότητι τῇ κατὰ πᾶν ὁτιοῦν τῇ πρὸς αὐτὸν δια‐ πρέπων, ὁ σύνθρονος καὶ ἰσοκλεὴς αὐτῷ, τὸ τῆς κε‐ | |
40 | νώσεως οὐκ ἀπόβλητον ἐποιεῖτο μέτρον οἰκονομικῶς δι’ ἡμᾶς. Οἱ δὲ τῶν ἀνοσίων δογμάτων εὑρεταὶ, «οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώ‐ λεια, ὧν ὁ Θεὸς ἡ κοιλία,» μικρὰ φρονοῦντες περὶ αὐτοῦ, καὶ χαμαιῤῥιφῆ, τὴν τοῦ μυστηρίου κατα‐ | |
45 | σείουσιν δόξαν, εἰς τὸ μὴ εὖ πεποιῆσθαι δοκεῖν, τό γε ἧκον ἐπ’ αὐτοῖς· μονονουχὶ δὲ καταμειδιῶσιν οἱ τά‐ λανες τῆς τοῦ Θεοῦ σοφίας, ὡς ἐνὸν αὐτοῖς τὰ ἀμείνω βουλεύεσθαι ἐπιτηδεύοντες· καὶ στόμα λαλοῦν με‐ γάλα κατὰ τὸν τῆς ἀνομίας υἱὸν, οὗ καὶ πρόδρομοι | |
77.840(50) | γενέσθαι τεθαῤῥήκασιν. Ἀτιμάζουσι μὲν τὴν κατὰ σάρκα γένησιν τοῦ Μονογενοῦς· οὐ Θεὸν δὲ κατὰ ἀλή‐ θειαν ἀποτεκεῖν κατὰ σάρκα τὴν ἁγίαν λέγουσι Παρ‐ θένον, καίτοι τοῦ ἁγίου βοῶντος εὐαγγελιστοῦ· «Ὁ Λόγος σὰρξ ἐγένετο.» Ἐνοικῆσαι δὲ μᾶλλον ἀνθρώπῳ | |
55 | φασὶ τὸν τοῦ Πατρὸς Λόγον· ἴνα ἐν τάξει προφητῶν ὁ Σωτὴρ εὑρίσκηται θεοφόρος ἄνθρωπος, ἢ τάχα που | |
καὶ πλέον οὐδὲν τῶν καθ’ ἡμᾶς ἔχων ἐν τούτῳ. | ||
77.841 | Ἐναυλίζεται γὰρ καὶ ἡμῖν αὐτοῖς ὁ τῶν ὅλων Θεὸς, καὶ μαρτυρήσει γράφων ὁ σοφὸς Ἰωάννης· «Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν.» Τί οὖν ἔτι τὸ περιτ‐ | |
5 | τὸν ἐν Χριστῷ νοεῖται παρὰ τοὺς ἄλλους, εἰ καὶ αὐ‐ τὸς ἦν ἄνθρωπος, ἐνοικοῦντα φορῶν τὸν τῶν ὅλων Θεὸν, οὐκ αὐτόχρημα κατὰ ἀλήθειαν Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ Θεὸς ἀληθινὸς καὶ μετὰ σαρκός; Ὑπέμεινε γὰρ κατὰ σάρκα τὴν γέννησιν, καὶ μεμέ‐ | |
10 | νηκε Θεὸς, γενόμενος καθ’ ἡμᾶς. Ἀλλὰ ταυτὶ μὲν φρονεῖν οὐκ ἀνέχεται τῶν ἑτεροδόξων ὁ νοῦς. Δια‐ πτύοντες γὰρ ὡς ἕωλον τοῦ μυστηρίου τὸν λόγον, καὶ ταῖς σφῶν αὐτῶν κεφαλαῖς πικράν τε καὶ δυσδιάφυ‐ κτον καταχέοντες δίκην, ὡς ἐν μεθέξει καὶ κατὰ | |
15 | χάριν ἀπονέμουσι τῷ Χριστῷ τὸ τῆς υἱότητος ὄνομα, καὶ διορίζουσιν ἀμαθῶς εἰς ἄνθρωπον ἰδικῶς ἀπο‐ διιστάντες αὐτὸν τὸν τοῦ Θεοῦ Λόγον, ψιλήν τε αὐτῷ συνάφειαν κατὰ τὸ αὐτοῖς δοκοῦν ἀπονέμουσι μόλις, τὴν ὡς ἐν ἰσότητι τῆς ἀξίας. Ἡμεῖς δὲ οὐχ οὕτως | |
20 | φρονεῖν δεδιδάγμεθα, οὐδὲ ταῖς ἐκείνων ἀβελτηρίαις προσεσχηκότες, αὐτοὶ τὸν οἰκεῖον καταφθεροῦμεν νοῦν. «Ἔστι γὰρ, ἔστι, καθά φησιν ὁ μακάριος Παῦ‐ λος, εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ·» ἀλλ’ οὐκ ἐν πᾶσιν ἡ γνῶσις. Οὐκοῦν | |
25 | ἀκουέτωσαν οἱ παράσημον ἔχοντες ἐπὶ Χριστῷ τὴν πίστιν, καὶ γνώσεως τῆς ἀκριβοῦς καὶ ἀληθοῦς ἀμοι‐ ρήσαντες, «Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.» Βαδιούμεθα γὰρ ἡμεῖς τὴν εἰς εὐθύ τε καὶ ἀδιάστροφον τῆς πίστεως ὁδόν. Καὶ | |
30 | πορευσόμεθα τὴν βασιλικὴν οὐκ ἐκκλίνοντες δεξιὰ, οὔτε μὴν εἰς εὐώνυμα. Ὁμολογοῦμεν γὰρ, ὅτι Θεὸς ὢν ὁ Λόγος, γέγονε σὰρξ, τουτέστιν ἄνθρωπος, οὐκ ἄψυχον οὐδὲ ἄνουν σῶμα λαβών· ἐψυχωμένον δὲ μᾶλ‐ λον καὶ ἔννουν, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ἑνω‐ | |
35 | θεὶς, δίχα μόνης τῆς ἁμαρτίας, ἑαυτὸν ὑπὲρ ἡμῶν προσκομίσῃ τῷ Πατρὶ τὴν λογικὴν εὐοσμίαν, καὶ εἷς ὑπὲρ πάντων ἀποθανὼν, πάντας ἑαυτῷ κατακτήση‐ ται, καὶ δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. Ὡς γὰρ γράφει ὁ θεσπέσιος Παῦλος, «Εἰς τοῦτο Χριστὸς | |
40 | ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυ‐ ριεύσῃ.» Εἰ δὲ κεκυρίευκε τῆς ὑπ’ οὐρανὸν, ἀποθα‐ νὼν μὲν σαρκὶ, ζωοποιήσας δὲ ὡς Θεὸς τὸν ἑαυτοῦ ναόν· οὐκ ἄρα ψιλὸς ἄνθρωπος, συναφείᾳ Θεοῦ τῇ κατὰ μόνην τὴν ἀξίαν τετιμημένος νοοῖτο ἂν εἰκό‐ | |
45 | τως, ἀλλὰ Θεὸς ἀληθινὸς, καὶ εἰ γέγονε σὰρξ, πᾶσαν ὑπὸ πόδας ἔχων τὴν κτίσιν. Συνεδρεύει γὰρ τῷ Θεῷ καὶ Πατρὶ καὶ μετὰ σαρκός· «Κάμπτει τε αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι Κύ‐ ριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Καὶ | |
77.841(50) | ὁ μὲν τῆς ἀληθείας ἐν τούτοις λόγος, καὶ τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως ἡ παράδοσις, ταύτην ἔχει τὴν ὁδόν. Προσέχοντες δὲ πνεύμασι πλάνοις, καὶ ἀνδράσι τὸν νοῦν κεκαυτηριασμένοις, καθά φησιν ὁ | |
σοφώτατος Παῦλος, τῶν ἀσυνέτων τινὲς περὶ τὴν | ||
77.844 | πίστιν ἐναυάγησαν, καὶ τὰ τῆς δυσσεβείας ὅπλα κε‐ κινήκασι κατὰ τῶν ὀρθὰ φρονεῖν εἰωθότων, πολυτρό‐ ποις βάλλοντες ἐπιβουλαῖς καὶ τὸ τῆς βασκανίας ἐντείνοντα τόξον. Ἀλλ’ ὥς φησιν ὁ μακάριος Ψαλ‐ | |
5 | μῳδὸς, «Βέλη νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν, καὶ ἐξησθένησαν ἐπ’ αὐτοὺς αἱ γλῶσσαι αὐτῶν.» Οὐ γὰρ ἠρέμησεν ἡ ἁγία πληθὺς τῶν ἁπανταχόσε σε‐ πτῶν ὀρέων τοῦ Θεοῦ· ἀλλ’ εἰς ἕνα πάντες συναγη‐ γερμένοι χορὸν, καὶ ἀναλαβόντες τὸν θυρεὸν τῆς πί‐ | |
10 | στεως, καθὰ γέγραπται, «ὑποδησάμενοί τε τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης,» τουτέστι Χριστοῦ, ἀνατείναντές τε «τὴν μάχαιραν τοῦ πνεύ‐ ματος, ὅ ἐστι ῥῆμα Θεοῦ,» τὸ τῶν ἀνοσίων κατεληΐ‐ ζοντο στίφος, τὸ ἐν Ψαλμοῖς ἐκεῖνο βοῶντες· «Οἱ | |
15 | ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ· καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.» | |
19 | βʹ. Τοιοῦτόν τι πεπρᾶχθαί φαμεν ἐν τοῖς | |
20 | ἄνωθεν καιροῖς, παιδαγωγοῦντος ἔτι Μωσέως τὸν κατὰ σάρκα Ἰσραήλ. Ἐξῄεσαν μὲν ἐξ Αἰγύπτου τῆς τῶν πλεονεκτησάντων ὠμότητος ἀποπεμψάμενοι τὸν ζυ‐ γόν· ἐπειδὴ δὲ ηὐλίζοντό που κατὰ τὴν ἔρημον, οὐκ ἀφθόνητοι μεμενήκασιν, οὔτε μὴν ἱδρῶτος δίχα καὶ | |
25 | πόνων πρὸς τὴν ἐπηγγελμένην αὐτοῖς διέτρεχον γῆν. Γέγραπται δὲ, ὅτι «Ἦλθε δὲ Ἀμαλὴκ, καὶ ἐπολέμει Ἰσραὴλ ἐν Ῥαφιδείμ· εἶπε δὲ Μωσῆς τῷ Ἰησοῦ· Ἐπίλεξαι σεαυτῷ ἄνδρας δυνατοὺς, καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον. Καὶ ἰδοὺ ἐγὼ ἕστηκα | |
30 | ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ, καὶ ἡ ῥάβδος τοῦ Θεοῦ ἐν τῇ χειρί μου. Καὶ ἐποίησεν Ἰησοῦς, καθάπερ εἶ‐ πεν αὐτῷ Μωσῆς· καὶ ἐξελθὼν παρετάξατο τῷ Ἀμα‐ λήκ. Ἐπειδὴ δὲ παρετάξατο, καὶ νενίκηκεν ὁμοῦ τοῖς ἐξειλεγμένοις ὁ Ἰησοῦς, εἶπε, φησὶ, Κύριος πρὸς Μω‐ | |
35 | σῆν· Κατάγραψον τοῦτο εἰς μνημόσυνον εἰς βιβλίον, καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῦ, ὅτι ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπ’ οὐρανόν.» Ἀλλ’ ἐκεῖνα μὲν ἐν σκιαῖς καὶ τύποις· σκιὰ γὰρ ὁ νόμος. Ἐν δέ γε τοῖς καθ’ ἡμᾶς πράγμασι, καταθαυμάσαι τις | |
40 | ἂν, καὶ γυμνὸν καὶ ἀκατασκίαστον βλέπων τῆς ἀληθείας τὸ κάλλος. Ὡπλίσθη καὶ νῦν κατὰ τοῦ κατὰ τὴν ἀλήθειαν Ἰσραὴλ ὁ ἐπάρατος Ἀμαλὴκ, ὁ τῇ τοῦ Σωτῆρος εὐκλείᾳ μαχόμενος, καὶ τοῦ κατ’ αὐτὸν μυστηρίου τὴν δύναμιν ἐπιχειρῶν ἀνατρέπειν. Ἀλλ’ | |
45 | ἐκ παντὸς Ἰσραὴλ τοὺς ἐξειλεγμένους συνενεγκὼν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀντετάξατο καὶ νενίκη‐ κεν· ἀλοιφῇ δὲ «ἐξαλείψει τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπ’ οὐρανόν.» Μάχεται γὰρ αὐτῷ κρυφαίᾳ χειρί· καὶ τῶν εἰς αὐτὸν πιστευσάντων ὑπερασπίζει, | |
77.844(50) | λαμπρὰν καὶ ἀκιβδήλευτον ταῖς ἁπάντων καρδίαις τῶν ἑαυτοῦ μυστηρίων ἐνιδρύσας τὴν γνῶσιν. γʹ. Οὐκοῦν ἑορτάζωμεν, ὡς ἠσθενηκότων ἐχθρῶν, ὡς καθῃρημένου τοῦ Σατανᾶ, ὡς τῆς Ἐκκλησίας κε‐ | |
καθαρμένης· ὡς οὐδενὸς ἔτι λέγοντος οὐκ εἶναι Θεὸν | ||
77.845 | κατὰ ἀλήθειαν τὸν Ἐμμανουὴλ, ὁμολογούντων δὲ μᾶλλον ἁπάντων τὴν δόξαν αὐτοῦ καὶ ἀκαταπαύστοις χείλεσιν ἀνατιθέντων αὐτῷ τὰς δοξολογίας. Γέγρα‐ πται γὰρ, ὅτι «Πᾶσα ἡ γῆ προσκυνησάτω σοι, καὶ | |
5 | ψαλάτω τῷ ὀνόματί σου.» Κατήργηκε γὰρ τὸν ἄγαν ἐκ πολλῆς ὑπεροψίας λέγοντα Σατανᾶν· «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῆ χειρί μου ὡς νοσ‐ σιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεται ἢ ἀντείπῃ μοι.» Συγκαθεῖλε δὲ αὐτῷ | |
10 | καὶ αὐτὸ τοῦ θανάτου τὸ κράτος, ἀνῃρημένης τῆς ἁμαρτίας. «Δεδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων νόμου διὰ τῆς ἀρχαίας ἐντολῆς, ἀλλὰ διὰ πίστεως τῆς εἰς αὐτὸν,» καὶ τῆς ὑπὲρ νόμον ἡμερότητος. «Τὸ γὰρ γράμμα ἀποκτείνει· τὸ δὲ πνεῦμα ζωοποιεῖ. Καὶ | |
15 | διακονία μὲν ἡ κατακρίσεως» ὁ Μωσέως ὠνόμα‐ σται, καὶ μάλα ὀρθῶς. Οὐδεὶς γὰρ ἐν νόμῳ δικαιοῦ‐ ται παρὰ Θεῷ. Διακονία δὲ τῆς δικαιοσύνης ἡ διὰ Χριστοῦ πεπίστευται χάρις. Καθῆκε γὰρ ἑαυτὸν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος εἰς ἑκούσιον κένωσιν· | |
20 | καὶ συνανεστράφη τοῖς ἐπὶ τῆς γῆς ὡς ἄνθρωπος, γέννησιν ὑπομείνας τὴν [κατὰ] σάρκα διὰ τῆς ἁγίας καὶ Θεοτόκου Παρθένου· ἵνα ταῖς ὑπὲρ νόμον εἰσ‐ ηγήσεσι μετασκευάσῃ πρὸς τὰ βελτίω τοὺς εἰς αὐ‐ τὸν πεπιστευκότας, καὶ τῆς εὐαγγελικῆς πολιτείας | |
25 | καταδείξας τὴν ὁδὸν, γνησίους ἀποφήνῃ προσκυνη‐ τάς. «Πνεῦμα γὰρ, φησὶν, ὁ Θεὸς, καὶ τοὺς προσ‐ κυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσ‐ κυνεῖν.» Χρῆναι δέ φημι τοὺς, οἵπερ ἂν εἶεν ἀλη‐ θινοὶ προσκυνηταὶ, καὶ τῆς ἐν πνεύματί τε καὶ ἀλη‐ | |
30 | θείᾳ λατρείας ἐργάται γνήσιοι, πάντα μὲν ἀποσείε‐ σθαι μολυσμὸν, ψυχῆς δὲ λέγω καὶ σώματος· πει‐ ρᾶσθαι δὲ κατορθοῦν, καὶ μάλα προθύμως, τὰ δι’ ὧν ἂν εἶεν αἰτίας ἁπάσης ἀπηλλαγμένοι. Ἁγίους γὰρ εἶναι προσήκει καὶ τῷ σώματι, καὶ τῷ πνεύ‐ | |
35 | ματι. Οὐκοῦν κατανεκρώσωμεν ἡδονάς· καὶ μὴ σαρ‐ κικῶν ἥττονα παθῶν τὸν οἰκεῖον ἔχωμεν νοῦν· φρο‐ νοῦντα δὲ μᾶλλον τὰ τοῦ πνεύματος, καὶ πᾶν εἶδος ἀκαθαρσίας κατακιβδηλεύειν εἰδότα· προσνενευκότα δὲ μᾶλλον ἀγαθῷ παντὶ πράγματι, καὶ τὴν εὐπερί‐ | |
40 | στατον ἁμαρτίαν ὡς ἀπωτάτω ποιεῖσθαι σπουδά‐ ζοντα. Καταθέλγουσι μὲν γὰρ αἱ τοῦ σώματος ἡδοναὶ τὸν ἀνθρώπινον νοῦν, καὶ καταληΐζονται νεανικῶς τάς τινων καρδίας, μονονουχὶ πολεμίων δίκην ἀγρίως εἰσβάλλουσαι. Ἀλλ’ οἱ τῷ θείῳ φόβῳ τεθωρακι‐ | |
45 | σμένοι, τὰς τῶν τοιούτων παθῶν ἐφόδους μονονουχὶ γελῶντες, φασί· «Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φο‐ βηθήσομαι τί ποιήσει μοι σάρξ.» Ἀποφέρει δὲ γνώ‐ μης εἰς τοῦτο αὐτοὺς, καὶ μέντοι καὶ εὐσθενείας τῆς πνευματικῆς, ὁ πάνσοφος Παῦλος ἐπιφωνῶν· «Νε‐ | |
77.845(50) | κρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκα‐ θαρσίαν, πάθος, ἐπιθυμίαν κακήν.» Κατορθοῦται δὲ τοῦτο διὰ πόνων, ὧν ἄν τις ἕλοιτο χρῆναι θαυμά‐ ζεσθαι, καὶ τὴν ἐφ’ ἅπασι τοῖς ἐπαινουμένοις ἀναθή‐ | |
σαιτο ψῆφον. Οὕτω πάλιν αὐτός πού φησιν ὁ θεσπέ‐ | ||
77.848 | σιος Παῦλος· «Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλ‐ αγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γέ‐ νωμαι.» Χαίροντες τοίνυν ὡς ἁπάσης ἀρετῆς ἐργά‐ ται, τὴν πάναγνον ἀληθῶς καὶ ἁγίαν προσδεξώμεθα | |
5 | νηστείαν, τὴν ἁπάσης εὐταξίας τροφὸν, τὴν ἁγια‐ σμοῦ μητέρα, καὶ τῆς ἄνωθεν εὐμενείας πρόξενον. Κατήκοντες δὲ τὸ σῶμα ταῖς ἀσιτίαις, προσεπάγωμεν ἀναγκαίως τῆς ἐπιεικείας τοὺς τρόπους. Ἐσόμεθα γὰρ οὕτω τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμε‐ | |
10 | νοι. Φιλεῖ γάρ πως ἀεὶ τοῖς τῆς σωματικῆς ἀσκήσεως πόνοις ἀκολουθεῖν, καὶ τὰ ἐξ ἔργων ἀγαθῶν αὐχή‐ ματα. Τοῦτο τῆς εὐσεβείας τὸν ἀθλητὴν ταῖς παρὰ Θεοῦ στεφανώσει ψήφοις· τοῦτο τῆς ἄνω κλήσεως προξενήσει τὸ βραβεῖον τοῖς ἀνδριζομένοις ἐν ὑπομο‐ | |
15 | νῇ. «Οὐκοῦν, ἕως καιρὸν ἔχομεν, ἐργασώμεθα τὸ ἀγαθὸν πρὸς πάντας.» δʹ. Ταῦτα διδάξων ἡμᾶς ἐπέφανεν ὁ Μονογενὴς ἐν εἴδει τῷ καθ’ ἡμᾶς· ἀλλ’ οὐ συνῆκεν ὁ Ἰσραὴλ τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν· καίτοι τὸ ἐπ’ αὐτῷ | |
20 | μυστήριον ὡς ἐν σκιαῖς καὶ τύποις τοῦ νόμου προ‐ αναφήναντος, διακεκραγότων δὲ πολυτρόπως καὶ τῶν ἁγίων προφητῶν. Οὐκοῦν ἀκουσάτωσαν τὴν ἐπ’ αὐτῷ νοσήσαντες ἄγνοιαν· «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα | |
25 | καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐ‐ τοῦ. Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συν‐ ῆκεν.» Ἐδίωκον γὰρ ἐγκαλοῦντές τε καὶ λέγοντες· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ | |
30 | βλασφημίας· ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Λεγέσθω δὴ οὖν περὶ αὐτῶν, καὶ μάλα εἰ‐ κότως· «Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρ‐ τίας, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι· ἐγκατελίπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ.» | |
35 | Καίτοι γὰρ δέον ὁμολογεῖν, ὅτι καὶ Θεός ἐστι, καὶ τῶν ὅλων Κύριος· καὶ μὴν ἐκ τῶν παραδόξως ἀπο‐ τελουμένων τὴν ἄφραστον αὐτοῦ καὶ θεοπρεπῆ δύ‐ ναμιν ἐπιγινώσκοντας, τὸ προφητικὸν ἐκεῖνο λέγειν· «Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ | |
40 | Θεὸς ἡμῶν εἶ,» πεπράχασι μὲν τῶν τοιούτων οὐδὲν, ἐπεφύοντο δὲ πικροὶ καὶ δεινοὶ, ποτὲ μὲν ἐκτόπως διαλοιδορεῖσθαι σπουδάζοντες, «Σαμαρείτην τε καὶ οἰνοπότην,» καὶ μὴν καὶ ἐκ πορνείας αὐτὸν γεγε‐ νῆσθαι λέγοντες· ποτὲ δὲ λίθοις τῶν τῆς Ἰουδαίας | |
45 | ὅρων ἐκπέμποντες, καὶ τελευτῶντες ἐσταύρωσαν. Κατέσειον δὲ τὰς κεφαλὰς ἐπ’ αὐτῷ, καὶ δὴ καὶ ἔφασκον· «Ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.» Ὅσον μὲν οὖν | |
77.848(50) | ἧκεν εἴς γε τὸ ἐκείνων ἐγχείρημα, τὸν τῆς ζωῆς ἀπεκτόνασιν ἀρχηγόν. Ἀλλ’ οὐκ ἦν δυνατὸν κρατεῖ‐ σθαι αὐτὸν ὑπὸ τοῦ θανάτου, καθά φησιν ὁ θεσπέσιος Πέτρος. Καθικόμενος γὰρ ἐν τοῖς κατωτάτοις τοῦ | |
ᾅδου μυχοῖς, καὶ «διακηρύξας τοῖς ἐκεῖσε πνεύμασιν, | ||
77.849 | ἐξήγαγε μὲν τοὺς πεπεδημένους ἐν ἀνδρείᾳ,» καθά φησιν ὁ μακάριος Δαβίδ· ἀνεβίω δὲ τριήμερος, ζωο‐ ποιήσας ὡς Θεὸς τὸν ἑαυτοῦ ναὸν, «καὶ ἀπαρχὴ γε‐ γονὼς τῶν κεκοιμημένων, καὶ πρωτότοκος ἐκ νε‐ | |
5 | κρῶν,» ἵνα τὴν ἀνθρώπου φύσιν θανάτου καὶ φθο‐ ρᾶς ἀποφήνῃ κρείττονα, καὶ εἰς μακραίωνα μετα‐ στοιχειώσῃ ζωήν. Ἐμφανῆ δὲ καταστήσας ἑαυτὸν τοῖς ἁγίοις ἀποστόλοις, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρα‐ νοῖς Πατέρα καὶ Θεὸν, καὶ κεκάθικεν ἐν δεξιᾷ τοῦ | |
10 | θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς ὑψηλοῖς· τὸ λοιπὸν ἐκδεχόμενος, «Ἕως οὗ τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.» Καταβήσεται δὲ κατὰ καιροὺς ἐξ οὐρανῶν ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων, ἵνα κρίνῃ ζῶντας καὶ νεκρούς. | |
15 | Ταῦτα τοίνυν εἰδότες, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παν‐ τὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Ἐπιτελέσω‐ μεν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ, πάντα τρόπον εὐσε‐ βείας ἐπιτηδεύοντες, ὀρθὴν καὶ ἀκαπήλευτον τὴν εἰς αὐτὸν τηροῦντες πίστιν, χήρας ἀνακτώμενοι, ὀρφα‐ | |
20 | νοὺς παραμυθούμενοι· τοὺς ἐν πτωχείᾳ τοῖς ἐνοῦσι κατὰ δύναμιν θεραπεύοντες· συναλγοῦντες τοῖς ἀλ‐ γυνομένοις, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώμασι· μνημο‐ νεύοντες τῶν δεσμίων ὡς συνδεδεμένοι. Οὕτω γὰρ, οὕτω νηστεύσομεν καθαρῶς, ἀρχόμενοι τῆς μὲν ἁγίας | |
25 | Τεσσαρακοστῆς ἀπὸ ἑβδόμης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ δευτέρας τοῦ Φαρμουθὶ μηνός· περιλύοντες μὲν τὰς νηστείας τῇ ἑβδόμῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέ‐ ρᾳ βαθείᾳ κατὰ τὰς ἀποστολικὰς παραδόσεις· ἑορτά‐ | |
30 | ζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ ὀγδόῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὔτως εὐδοκιμήσομεν, καὶ τὰς ἑαυτῶν παραθησό‐ μεθα ψυχὰς τῷ ἐπὶ πάντων Θεῷ, ἐν Χριστῷ Ἰησοῦ | |
35 | τῷ Κυρίῳ ἡμῶν· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
35t | ΛΟΓΟΣ ΚΑʹ. | |
36 | αʹ. Ἐν μὲν ἐμοί γε καὶ λίαν θυμῆρες, ἀδελφοὶ, τῆς ἁγίας ἡμῶν πανηγύρεως καὶ ἐν τῷ παρόντι καιρῷ ποιουμένῳ τὴν δήλωσιν, τοῖς συνήθεσι κε‐ χρῆσθαι πρὸς ὑμᾶς λόγοις, οὐδὲν παραλελοιπότι | |
40 | τῶν ὅσα πρὸς ὠφέλειαν βλέπει πνευματικὴν, καὶ τῆς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὀρθῆς καὶ ἀπλανοῦς πίστεως τὸ βέβαιον παρατίθεται. Οὕτω γὰρ ἂν αὐτὸς μὲν ἐκέρδανα τῆς ἐμαυτοῦ προθυμίας τὴν ὄνησιν, ὑμεῖς δὲ ἀζήμιοι τῶν ὠφελεῖν δυναμέ‐ | |
45 | νων διεμείνατε. Ἐπειδὴ δὲ οὐ πάντα τοῖς ἀνθρωπί‐ νοις σκέμμασιν ἐξ οὐρίας τρέχει τὰ πράγματα, οὐδὲ τῶν κατὰ γνώμην εἰς εὐθὺ καταντᾷ πάντη τε καὶ πάντως τὸ τέλος, φέρε λέγωμεν ὡς ἔνι τὰ κατεπεί‐ γοντα, μᾶλλον δὲ ὅσα δύνασθαι παραχωρεῖ τῆς ἐν‐ | |
77.849(50) | σκηψάσης ἡμῖν μέχρι καὶ νῦν ἀῤῥωστίας τὸ μέγεθος. Τοσοῦτον γὰρ ἡμᾶς τοῖς ἐξ ἑαυτῆς συμπτώμασι κατ‐ εφόρτισεν, ὡς ἀναβοᾷν ἐκεῖνο τὸ παρὰ τῶν ἁγίων μαθητῶν, ὅτε καὶ ἐκινδύνευον τῷ Σωτῆρι, λεχθέν· | |
«Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα.» Οἶδα μὲν οὖν. | ||
77.852 | ὅτι συνέσει διαπρέποντες, σοφὸν καὶ ἔννουν κέκτησθε φρόνημα τῶν ἁγίων ἡμῶν Πατέρων καὶ παναρίστων διδασκάλων ἐναύλους τὰς παραινέσεις κατέχοντες, ὡς μηδὲν ἡμῖν ἐνδεῖν κατὰ τὸν μακάριον Παροιμια‐ | |
5 | στὴν φάσκοντα· «Πάντα ἐνώπιον τοῖς ποιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.» Πρὸς εἰδότας τοι‐ γαροῦν, θαῤῥῶν ἀναφθέγξομαι. βʹ. Ἰδοὺ δὴ καὶ νῦν ὁ εὔσημος καὶ σωτήριος τῆς ἁγίας ἑορτῆς ἐπέστη καιρὸς, ὅτε τῶν παλαιῶν ἁμαρ‐ | |
10 | τημάτων τὸ δυσαχθὲς φορτίον ἀποσεισάμενοι, τὸν σωτήριον ζυγὸν ἑκουσίως ὑπεισήλθομεν τοῦ ἐξ οὐ‐ ρανοῦ καταβάντος Θεοῦ Λόγου, οὐκ ἔτι κοπιῶντες καὶ πεφορτισμένοι, ἀλλὰ πράῳ καὶ σώζειν εἰδότι τῷ Ἐμμανουὴλ παιδευόμενοι λόγῳ. Οὐκοῦν ἀλλήλοις | |
15 | συγχαίροντες ἐν Ἐκκλησίαις, διὰ τῆς κοινῆς καὶ ἱερᾶς καὶ ὁμοψύχου συνόδου εὐχαριστηρίους ᾠδὰς ἀναπέμ‐ ψωμεν ἐν τῷ λυτρωσαμένῳ πάντας ἡμᾶς Σωτῆρι Χριστῷ, ἐκ τῆς πάλαι προτετριμμένης ἡμῖν κηλῖδος, διὰ τὴν τοῦ πρωτοπλάστου παράβασιν, ἀναβοῶντες | |
20 | ἐκεῖνο τὸ πάλαι σοφῶς εἰρημένον, «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.» Ἐπειδὴ γὰρ ἐκ τῆς τοῦ δια‐ βόλου πλεονεξίας, τοῦ παραδείσου καὶ τῆς ἐν αὐτῷ τρυφῆς ἐκπεπτώκαμεν ὑπὸ τὴν πεποιηκότος ἀγανά‐ | |
25 | κτησιν εἰκότως γενόμενοι, καὶ τὴν φοβερὰν ἐκείνην καὶ παγχάλεπον ἀκούσαντες φωνὴν, «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,» τῆς διαβολικῆς τυραννίδος ὤφθημεν θήραμα, οὐδὲν πρὸς τὰ ἄνω ἐπιβλέπειν τολμῶντες οἱ δείλαιοι. Ποία τοίνυν ὑπελίπετο τοῖς τοῦτο πο‐ | |
30 | θοῦσι σωτηρίας ὁδός; ποία τοῖς παραβεβηκόσι τοῦ Δεσπότου τὴν ἐντολὴν ἀφορμὴ συγγνώμης ηὑρίσκετο, Μόνη φιλανθρωπία Θεοῦ οἰκτιρμὸς καὶ ἔλεος τῆς οὕτως ἀφράστου καὶ ἀνεκδιηγήτου δυνάμεως. Ἔπεμ‐ ψε τοίνυν ἡμῖν τὸν ἴδιον Υἱὸν σωτῆρα καὶ λυτρωτὴν, | |
35 | μόνον δυνάμενον τὴν ἀνθρώπου φύσιν ἐκ τῆς διαβο‐ λικῆς ἐξελκύσαι χειρὸς, καὶ τοσαύτῃ χρησάμενος τῇ εἰς ἡμᾶς χρηστότητι καὶ φιλανθρωπίᾳ ὁ τοῦ Θεοῦ Πατρὸς μονογενὴς Λόγος, ὁ σύνθρονος, καὶ ἰσοκλεὴς, καὶ συναΐδιος τῷ ἰδίῳ γεννήτορι, ὁ κτίστης καὶ δη‐ | |
40 | μιουργὸς οὐρανοῦ τε καὶ γῆς, καὶ ἀγγέλων, καὶ ἀν‐ θρώπων, «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, ἀλλ’ αὑτὸς ἐκένωσε μορφὴν δούλου λαβὼν,» καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀνεδέξατο, ἵνα πάντας σώσας δι’ ἑαυτοῦ καθαροὺς ῥύπου καὶ μολυσμοῦ | |
45 | προσαγάγῃ τῷ Θεῷ καὶ Πατρὶ, κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθεὶς χωρὶς μόνης ἁμαρτίας. Διὸ καὶ πείνην ἀνέχεται καὶ νηστεύει κατὰ καιρὸν, ἵνα ὑπο‐ γραμμὸς ἡμῖν τῆς ἀναμαρτήτου ζωῆς καὶ ἀρχὴ σωτηρίας εὑρεθῇ. Οὐκοῦν καὶ ἐν ἡμῖν αὐτοῖς προ‐ | |
77.852(50) | εδρευέτω τῆς ἁγίας πανηγύρεως ἡ νηστεία, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινίας καὶ ἀληθείας. Ὅταν γὰρ ἑαυτοὺς ἀμώμους καὶ ἀσπίλους τηρήσωμεν, καὶ τὴν | |
ἀρέσκουσαν Θεῷ πολιτείαν πανάγνως ἀσκήσωμεν, ὡς | ||
77.853 | γνήσιοι δοῦλοι προσφόρως ἀκουσόμεθα· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Οὐ γὰρ ἀνόνητος ἔσται τοῖς ἐλπίζουσιν εἰς | |
5 | αὐτὸν ὁ τῆς νηστείας καρπὸς, οὐδὲ τὴν ἐπάρατον ἐκείνην καὶ Ἰουδαίοις πρέπουσαν ἀκούσονται πώ‐ ποτε φωνήν· «Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος.» Ἐπαιτιᾶται γὰρ ἐκείνους, καὶ μάλα δικαίως, διὰ φωνῆς Ἡσαΐου, καί φησι, «Νηστεύετε, | |
10 | καὶ τύπτετε πυγμαῖς ταπεινόν. Ἵνα τί μοι νη‐ στεύετε;» Χρεία τοιγαροῦν τοῦ παγκάλου βίου, σύν‐ δρομον ἔχοντος τῇ νηστείᾳ τὸ φαιδρὸν καὶ ἀλώβητον κάλλος, τὸ λαμπρὸν τῆς ἀφθαρσίας ἐφόδιον, τὸ ἀξι‐ έραστον τῆς τῶν οὐρανῶν βασιλείας ἐνέχυρον, τὸ τῆς | |
15 | αἰωνίου ζωῆς ἀσφαλὲς καὶ ἀκαταγώνιστον ἔρεισμα. Διὸ δὴ καὶ πρέπον ἡμᾶς «Καθάραντας ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.» Οὕτω γὰρ εὐθαρσεῖς τε καὶ ἀκλόνητοι παραστησόμεθα τῷ βήματι τοῦ Χρι‐ στοῦ, λαμπροῖς ἱματίοις ἠμφιεσμένοι, καὶ βοῶντες παῤῥησιαστικώτερον, «Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά | |
20 | σοι, ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ.» γʹ. Ὅπερ οὐκ ἠθέλησε τὸ τῶν Ἰουδαίων στίφος ὁμολογεῖν, ἤκουσε πάλιν Θεοῦ λέγοντος διὰ φωνῆς Ἡσαΐου· «Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι! Ἐγκατ‐ | |
25 | ελίπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίας;» Οὔτε γὰρ τὰ παράδοξα τῶν ἐπιτελουμένων ἔργων παρ’ αὐτοῦ τοῦ Σωτῆρος καταπλαττόμενοι, οὔτε τὰς θεοσημίας, ἃς ἐνείργει τῇ οἰκείᾳ δυνάμει θαυμάζον‐ | |
30 | τες, ἐκ τῶν ἐναντίων αὐτοῦ κατεθρασύνοντο, λέγον‐ τες, «Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλ‐ λει τὰ δαιμόνια.» Ὢ μανίας θεομισοῦς, καὶ ἀφάτου τῆς δυσσεβείας! «Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει δια‐ πορεύονται, καὶ πλανῶνται ἀπὸ μικροῦ ἕως μεγάλου αὐ‐ | |
35 | τῶν.» Εἰ μὴ νοεῖς τὰ περὶ αὐτοῦ γεγραμμένα, μηδὲ τῶν ἁγίων μαθητῶν ἐπινοεῖς τὸ μήνυμα, τί κομπάζεις, φύ‐ λαξ εἶναι τῶν νομίμων παραγγελμάτων φανταζόμενος; Πότε πληρούμενον εἶδες τὸ πάλαι προειρημένον; «Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκού‐ | |
40 | σονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων.» Οὐκ ἐπὶ τῇ τοῦ Ἐμ‐ μανουὴλ παρουσίᾳ ἐλπίζειν ἀεὶ θέλεις, καὶ προσδο‐ κᾷν ἅπερ ἐπιτελεσθέντα τεθέασαι; Οὐδέν σε τῶν ἐνεργηθέντων εἰς πληροφορίαν ἄγει τοῦ θαύματος, | |
45 | ἀλλὰ κρύπτειν θέλεις τὰ πᾶσι διεγνωσμένα; Μύεις τοὺς ὀφθαλμοὺς, καὶ τὰς ἀκοὰς κεκλεισμένας φυλάτ‐ τεις ταῖς Χριστοῦ θαυματουργίαις; Ἔχεις τοίνυν ἀξίαν τῶν σαυτοῦ πλημμελημάτων ἀντίδοσιν. Οὐκ ἔτι γὰρ παρὰ σοὶ τὰ σύμβολα τῆς εὐσεβείας, οὐ πό‐ | |
77.853(50) | λις, οὐχ ἑορτῆς θυσία, πανταχοῦ δὲ τῆς οἰκουμένης διεσπάρης ῥεμβόμενος. Ἀκούσῃ δὲ καὶ παρά τινος ὀνειδίζοντος τῶν ὀρθὰ φρονεῖν ᾑρημένων ἐκεῖνο τὸ τῷ Βαροὺχ προηγγελμένον· «Τί ἐστιν, Ἰσραὴλ, | |
ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ; Ἐπαλαιώθης ἐν γῇ ἀλλο‐ | ||
77.856 | τρίᾳ, συνεμιάνθης τοῖς νεκροῖς, προσελογίσθης μετὰ τῶν εἰς ᾅδου. Ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας.» Οὐχ ἕξεις οὖν ὅπως ἀπολογήσῃ πρὸς τὰ ἐγκλήματα. Ἀργεῖ σοι πᾶς λόγος εὐθὺς, αὐτὴν τὴν ἀλήθειαν | |
5 | μηχανώμενος σοφίζεσθαι. Ἀκούσῃ τοιγαροῦν προσ‐ φόρως παρὰ τοῦ πάντων ἐσομένου κριτοῦ· «Πορεύε‐ σθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξ‐ εκαύσατε.» Σταυρῷ παραδέδωκας τὸν τῆς δόξης Κύριον καὶ πάντων δημιουργόν· ᾠήθης θανάτῳ | |
10 | κάτοχον δύνασθαι ποιεῖν τὴν ζωήν· οὐκ ἔγνως οὐδὲ συνῆκας πραγματευομένην αὐτὴν τῇ ἀνθρωπείᾳ φύσει τὴν ἀφθαρσίαν. Καί τοί γε αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς κατελθὼν εἰς ᾅδου, καὶ τοῦ‐ τον σκυλεύσας, προστάξας κηρύγματι Δεσποτικῷ τοῖς | |
15 | ἐν δεσμοῖς, «Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνα‐ καλύφθητε,» ἀνεβίω τριήμερος, καὶ μετὰ τὴν ἐκ νε‐ κρῶν ἄνοδον, χαίρων ἐπὶ τῷ κατορθώματι, τοῖς οἰ‐ κείοις ἔφασκε μαθηταῖς, «Πορευθέντες μαθητεύ‐ σατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ | |
20 | ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» δʹ. Τοιούτους τοιγαροῦν διδασκάλους κερδάναντες, πείθεσθαι τούτοις καὶ ὑπείκειν προελώμεθα, παρ’ ὦν δεδιδαγμένοι τὰ ἀληθῆ, ἔχοντές τε πρὸς τελείαν | |
25 | διδασκαλίαν καὶ παίδευσιν τὰς θείας Γραφὰς, ἀνα‐ βοῶμεν τῷ Σωτῆρι ἡμῶν καὶ Λυτρωτῇ τὸ παρὰ τοῦ μακαρίου Μωσέως εἰρημένον· «Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τίς ὅμοιός σοι δεδοξασμένος ἐν ἁγίοις;» Καὶ πάλιν· «Τίς Θεὸς ὥσπερ σὺ, ἐξαίρων ἀνομίας | |
30 | καὶ ὑπερβαίνων ἀδικίας;» Μηδεὶς οὖν ὑμᾶς πειθέτω πλάνος, τῆς ὀρθῆς ἀποκλῖναι πίστεως. Ὁδῷ βασι‐ λικῇ πορευώμεθα, μὴ ἐκκλίνοντες δεξιὰ, μηδὲ ἀρι‐ στερά· ἁπλῆν καὶ ἀκαπήλευτον τὴν ὀρθὴν πίστιν τηρήσωμεν, μὴ λογομαχίας αἱρετικῆς ἀφορμὴν, | |
35 | ἀλλ’ εὐσεβείας ἀληθοῦς πίστιν ἐπιγινώσκοντες. Ὁμο‐ λογῶμεν ὁμοούσιον τὴν Τριάδα Πατρὸς, Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Τοῦτο γὰρ ἄνωθεν ἡμῖν αἱ θεῖαι παραδεδώκασι Γραφαί. Ἐπιγινώσκωμεν τὸν δι’ ἡμᾶς ἐνανθρωπήσαντα καὶ τεχθέντα Κύριον διὰ τῆς μακα‐ | |
40 | ρίας Παρθένου Θεοτόκου Μαρίας. Λέγωμεν αὐτῷ, κατὰ τὸ γεγραμμένον, «Ὁ Κύριός μου καὶ ὁ Θεός μου.» Οὕτω τὸν ἑαυτῶν διακοσμοῦντες βίον, καὶ δι’ ὀρθῆς καὶ σεμνῆς πολιτείας τὴν τῶν παλαιῶν ἁμαρ‐ τημάτων διασμηξάμενοι κηλῖδα, καθαροὶ καὶ ἄσπι‐ | |
45 | λοι, καὶ μώμου παντὸς ἀπηλλαγμένοι, φανησώμεθα σπλάγχνα μὲν πατέρων περὶ τοὺς ὀρφανίαν νοσοῦν‐ τας κτώμενοι, χήραις δὲ τὴν πρέπουσαν ἁγίοις συμπάθειαν χαριζόμενοι, καὶ συλλήβδην εἰπεῖν, τὸν πλησίον ἀγαπῶντες, καὶ πᾶσαν ἀδικίαν τῆς οἰκείας | |
77.856(50) | ψυχῆς ἐξορίζοντες, πτωχοὺς ἀστέγους εἰς τὸν οἶκον εἰσάγοντες· ἵνα καὶ τὰ δεδωρημένα παρὰ Θεοῦ πρὸς οἰκονομίαν ἡμῶν κοινὰ τοῖς πένησι λογισάμενοι, καὶ γυμνοὺς περιβάλλοντες, καὶ ἁπαξαπλῶς πᾶσαν ἀρέ‐ | |
σκειαν τὴν εἰς Θεὸν περιζωσάμενοι, δυνηθῶμεν κερ‐ | ||
77.857 | δᾶναι τῶν προσδοκωμένων ἀγαθῶν τὴν ἀπόλαυσιν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἑβδό‐ μης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἑβδομά‐ δος τοῦ σωτηριώδους Πάσχα ἀπὸ τετάρτης καὶ εἰκά‐ | |
5 | δος τοῦ Φαμενὼθ μηνός· περιλύοντες μὲν τὰς νη‐ στείας ἀπὸ τῆς ἐννεακαιεικάδος τοῦ αὐτοῦ Φαμενὼθ μηνὸς, ἑσπέρᾳ βαθείᾳ κατὰ τὸ εὐαγγελικὸν κήρυγμα, ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ τρια‐ κάδι τοῦ αὐτοῦ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς | |
10 | ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ βασιλείαν οὐρανῶν κληρονομήσομεν ἐν Χριστῷ Ἰη‐ σοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
14t | ΛΟΓΟΣ ΚΒʹ. | |
15t | Πρόλογος. | |
16 | Οὐ φιλοτιμίας ἡμῖν τῆς ἐν λόγοις ἐπίδειξις γέγονε τὸ λογίδιον, ἤγουν ἡ ἐπιστολὴ, ἀλλ’ ἐκ συνηθείας τῆς ἄνωθεν εἰς τοῦτο πάλιν κεκλήμεθα. Καὶ γὰρ ἦν ἀκό‐ λουθον τῆς ἁγίας ἡμῶν ὅσον οὐδέπω παρεσομένης | |
20 | ἑορτῆς, τὸ περὶ αὐτῆς προαναλάμψαι κήρυγμα. Οὐκ‐ οῦν οἱ μὲν ἀληθῶς ἐλλόγιμοι καὶ τεχνῖται τὰς εἰς εὐέπειαν, εἰ τῆς ἐνούσης αὐτοῖς εὐστομίας ποιοῖντο τὴν ἔνδειξιν, τοῖς παρὰ τῶν ἀκροωμένων ἐντρυφά‐ τωσαν κρότοις. Ἡμεῖς δὲ τέως ὑμῖν τὰ ἐκ τῆς θεο‐ | |
25 | πνεύστου Γραφῆς τοῖς παρ’ ἑαυτῶν ψελλισμοῖς, ὡς ἔνι διερμηνεύσωμεν. αʹ. Οἱ μὲν τοῖς τῆς θείας ἱερωσύνης αὐχήμασι διαπρέποντες, καὶ ἀπολέγδην τῶν ἄλλων ἐξῃρημέ‐ νων, τὸ καθηγεῖσθαι λαῶν ταῖς ἐκ νόμου διέλαχον | |
30 | ψήφοις, ἐτετάχατο δὲ, καὶ πρός γε τὸ δεῖν, τῶν ἀναγ‐ καίων εἰς ὄνησιν ποιεῖσθαι τὴν προαγόρευσιν. Καὶ γοῦν ἔφη τις τῶν ἁγίων προφητῶν· «Ἱερεῖς, ἀκού‐ σατε, καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακὼβ, λέγει Κύ‐ ριος παντοκράτωρ.» Οἶκός γε μὴν Ἰακὼβ, εἶεν ἂν | |
35 | οὐχὶ πάντη τε καὶ πάντως οἱ ἐξ αἵματος Ἀβραὰμ, ἀλλ’ οἱ διὰ πίστεως τῆς ἐν Χριστῷ δεδικαιωμένοι, ὥσπερ ὁ πάνσοφος γράφει Παῦλος, «Οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδ’ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγε‐ | |
40 | λίας, ταῦτα λογίζεται εἰς σπέρμα.» Τί τοίνυν ὁ θεῖός τε καὶ ἱερὸς παρεγγυᾷ λόγος; τί δὲ βοᾷν ἀναπείθει, πάλιν ἡμῖν ἀναλάμποντος τοῦ καιροῦ, καθ’ ὃν ἡ ἁγία καὶ πάναγνος ἐπιτελεῖται πανήγυρις, ἡ ἐπί γε, φημὶ, τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ; «Ἁγιάσατε | |
45 | νηστείαν, κηρύξατε θεραπείαν.» Τὸ μὲν οὖν ἑλέ‐ σθαι πονεῖν, καὶ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων μεταποιεῖσθαι νεανικῶς, ἔγωγε φαίην ἂν τῶν ὅτι μάλιστα λυσιτελεστάτων· εὐκλεᾶ γὰρ ἔχει τὸ χρῆμα καρπὸν, καὶ ὡς ὁ προφήτης φησὶν, «Ἀνὴρ ἐν πόνοις | |
77.857(50) | πονεῖ ἑαυτῷ, καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν.» Οὗ τί ἂν γένοιτο, παρά γε τοῖς οὖσιν ἐν καλῷ φρε‐ νὸς, τὸ ἰσοστατοῦν εἰς κτῆσιν; Οὐδὲν παντελῶς· καὶ πιστώσεται λέγων αὐτὸς ὁ Σωτήρ· «Τί γὰρ | |
ὠφεληθήσεται ἄνθρωπος, ὅταν τὸν κόσμον ὅλον κερ‐ | ||
77.860 | δήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄν‐ θρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;» Δεῖ δὲ, οἶ‐ μαι, τοῖς ἐθέλουσι πονεῖν, καὶ λόγου παντὸς ἀξιοῦν εἰωθόσι τὸ ἐπιγάννυσθαι φιλεῖν τοῖς εἰς ἀρετὴν σπου‐ | |
5 | δάσμασι, καὶ νοῦ βεβηκότος καὶ καρδίας ἐρηρεισμέ‐ νης, καὶ διαπρεπούσης ἐν ὑπομονῇ καὶ μελέτην ἐχού‐ σης τὸ ᾄττειν ἐπὶ τὰ χρήσιμα. Ἴδοι δ’ ἄν τις καὶ περὶ ἡμᾶς αὐτοὺς τοιοῦτόν τι συμβαῖνον, ὁποῖον ἂν γένοιτο περὶ τοὺς τῶν ἵππων ὅτι μελετῶντας τὸ | |
10 | τιθασσεύεσθαι· οἷς οὐκ ἀπόχρη πρός γε τὸ εὖ δεδα‐ μᾶσθαι δοκεῖν, εἰ μόνον ἐσδέξαιντο χαλινόν· προσδεῖ δὲ, οἶμαι, πάντοτε καὶ πάντως τὸ χρῆναι μαθεῖν εὔρυθμον μὲν ὥσπερ τῶν ποδῶν ποιεῖσθαι τὸν κρό‐ τον, εὐτεχνεστάτους δὲ εἶναι καὶ δρομικωτάτους. | |
15 | Χρῆμα δὴ οὖν καὶ ἡμῖν αὐτοῖς ἀναγκαῖον ἂν γένοιτο καὶ ὀνησιφόρον, εἰ πρός γε τὸ δεῖν ἑλέσθαι πονεῖν ἐνορῶ τὸ ὑπάρχον, καὶ τὸ εἰδέναι σοφῶς τὴν ἐφ’ ἑκάστῳ τῶν πρακτέων, ἢ μὴ διᾴττουσαν τρίβον. Μονονουχὶ γὰρ χαλινῷ κεχρήμεθα τῇ πανάγνῳ νη‐ | |
20 | στείᾳ, ἀνακόπτοντι τοῦ νοῦ τὴν ἐπὶ τὰ χείρω ῥοπὴν, καὶ κολάζοντι τῆς σαρκὸς τὸ ἔκτοπον κίνημα. Τρυ‐ φὴ μὲν γὰρ ἡ σωμάτων ῥίζα τις ὥσπερ ἐστὶ καὶ γέ‐ νεσις πικρῶν καὶ ἀτιθάσσων ἡδονῶν, καὶ ἀντεξάγει δεινῶς ταῖς εἰς τὸ ἀγαθὸν προθυμίαις, ἀνεπιπλή‐ | |
25 | κτοις ὁρμαῖς χωροῦσα πρὸς τὰ αἰσχίω. Οἱ δέ γε τῆς ἀσιτίας πόνοι νεανικῶς ἀνίστανται, καὶ ταῖς τῶν ἐμφύτων τε καὶ ἐν ἡμῖν παθῶν ἀντιφέρονται προσ‐ βολαῖς, καὶ ἀνασκιρτῶσαν τὴν σάρκα πρὸς τὸ πεφυ‐ κὸς ἀδικεῖν περιτρέπουσιν εὖ μάλα πρὸς τὸ εὐήνιον. | |
30 | Καὶ μέχρι μὲν τούτων ἐπικουρήσειεν ἂν ἡ νηστεία τοῖς ἀγαπῶσιν αὐτήν. Τοῖς γε μὴν ἐντέχνως ἰέναι σπουδάζουσιν ἐφ’ ἕκαστα τῶν πρακτέων, ἢ μὴ, πε‐ ριέσται δή που τὸ ἐν παντὶ γενέσθαι καλῷ· λαμ‐ πρὰ γὰρ καὶ ἀξιάγαστα τὰ ἐκ τῆς ἀγχινοίας ἐστὶ | |
35 | κατορθούμενα. Ἐπιμαρτυρήσει δὲ τούτοις καὶ ὁ πάνσοφος Παῦλος, Τιμοθέῳ γεγραφὼς, «Γύμναζε σεαυτὸν εἰς εὐσέβειαν· ἡ γὰρ σωματικὴ γυμνασία,» ἡ διὰ νηστείας δηλονότι καὶ πόνων, «πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός | |
40 | ἐστι, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς τε νῦν καὶ τῆς μελλούσης.» Νενηστεύκασί τινες τῶν ἀρχαιοτέρων, ἀλλὰ γυμνὴν καὶ ἀμέτοχον παντελῶς τῶν ἐκ τῆς ἑτέ‐ ρας ἀρετῆς ἀνδραγαθημάτων ἐποιοῦντο τὴν ἀσιτίαν. Εἶτα τῶν πραγμάτων αὐτοῖς κατὰ γνώμην οὐκ ἐκ‐ | |
45 | βεβηκότων, οὔτε μὴν κατανεύοντος Θεοῦ τῶν αἰτη‐ μάτων τὸ πέρας, ἄμισθον δὲ μᾶλλον αὐτοῖς ἀποφαί‐ νοντος τὴν νηστείαν, διεγόγγυζον λέγοντες, «Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως;» Καὶ τί πρὸς ταῦτα | |
77.860(50) | Θεός; «Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκεται τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε. Εἰς κρίσιν καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. Ἵνα τί | |
μοι νηστεύετε;» Ἄθρει δὴ οὖν ὅτι τοῖς νηστεύουσι | ||
77.861 | πρέπει γε ἂν ἥκιστά γε τὸ τῶν ἰδίων ἔχεσθαι θελη‐ μάτων, τῶν εἰς φαυλότητα λέγω· μονονουχὶ δὲ καὶ ἐῤῥῶσθαι φράζειν αὐτοῖς, μεταφοιτᾷν δὲ πρὸς τὰ ἀμείνω, καὶ οἷον ἀπρὶξ φιλεῖν ἐξῆφθαι τῶν εἰς ἀρε‐ τὴν σπουδασμάτων, ψάλλειν τε οὕτω καὶ λέγειν, «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία | |
5 | μου.» βʹ. Οὐκοῦν ἐπειδήπερ Πάσχα ἐστὶ Κυρίου, καὶ ὁ τῆς ἁπάντων ἡμῶν σωτηρίας καὶ ζωῆς καιρὸς ἀν‐ ίσχει, φέρε ταῖς νοηταῖς εὐκοσμίαις κατευφραίνωμεν τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τὸν δι’ ἡμᾶς καθ’ | |
10 | ἡμᾶς γεγονότα, τουτέστιν, ἄνθρωπον οἰκονομικῶς, ἵν’ ἡμεῖς ὦμεν ὑπὲρ ἑαυτοὺς, καὶ τῶν ἀνθρωπότητος μέτρων ἐπέκεινα, Θεοῦ χρηματίζοντες τέκνα, καὶ ἀδελφὸν ἔχοντες τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν. Φέρε προσαγάγωμεν θυσίας αὐτῷ πνευματικὰς δηλονότι | |
15 | καὶ χαριστηρίους. Ὁ μὲν γὰρ ἀρχαῖος Ἰσραὴλ μη‐ λοσφαγίαις ἐτίμα, καὶ ταῖς δι’ αἱμάτων ἐχρῆτο θυ‐ σίαις. Ἀλλ’ ἤκουε Θεοῦ λέγοντος ἐναργῶς, «Τίς ἐξ‐ εζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» Καὶ μὴν καὶ διὰ φωνῆς τοῦ θεσπεσίου Δαβίδ· «Μὴ φάγομαι κρέα | |
20 | ταύρων, ἢ αἷμα τράγων πίομαι;» Παναρκὲς γὰρ τὸ Θεῖον, καὶ ζωοποιεῖ μὲν τὰ πάντα, δεῖ δὲ ὅλως αὐτῷ τῶν τοιούτων οὐδενός. Πλὴν ἐκεῖνό φαμεν· ὡς γὰρ ἐν ὀφλήματος τάξει ζητεῖ τὰς δωροφορίας παρ’ ἡμῶν, καιροῦ μάλιστα καλοῦντος εἰς ἑορτήν· ἔφη γὰρ | |
25 | οὕτω διὰ τοῦ πανσόφου Μωσέως, «Ἔντειλε τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς λέγων, Τὰ δῶρά μου, δόματά μου, καὶ καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε, προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορ‐ ταῖς μου.» Εἶτα τί τὸ χρῆμα τῆς καρποφορίας, ἢ | |
30 | καὶ ὅπως ἂν γένοιτο πρὸς ἡμῶν, καταθρεῖν ἀναγ‐ καῖον. Παραιτεῖται μὲν γὰρ ὡς καὶ ἀδρανῆ καὶ ἀνό‐ νητον τῆς ἐν σκιαῖς λατρείας τὴν δύναμιν. Ἀκούω γὰρ λέγοντος τοῖς ἐξ Ἰσραήλ· «Οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, | |
35 | ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου.» Γράφει δὲ καὶ ὁ Παῦλος, «Ἀθέτησις μὲν γὰρ γίνε‐ ται προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές· οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος.» Προανα‐ κεκράγει δὲ καὶ Θεὸς δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· | |
40 | «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συν‐ τελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβο‐ μένου μου τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς | |
45 | ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι αὐτοῖς· ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος, δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπι‐ | |
77.861(50) | γράψω αὐτούς· καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὑτοῦ, καὶ τὸν ἀδελφὸν αὑτοῦ, λέγων, Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθήσομαι | |
55 | ἔτι. Καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοὶ ἔσονταί | |
77.864 | μου λαός.» Οὐκοῦν πεπαλαίωται μὲν ἡ πρώτη· τε‐ τελείωκε γὰρ οὐδέν· εἰσκεκόμισται δὲ λοιπὸν ἡ νέα τε καὶ εὐαγγελική. Πλὴν ἔφη Χριστός· «Μὴ νομί‐ σητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφή‐ | |
5 | τας. Οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Λέγω γὰρ ὑμῖν, ὅτι ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρ‐ έλθωσιν.» Ὅτι τοίνυν, ὡς ἤδη φθάσαντες εἴπομεν, | |
10 | ἀπαράδεκτος μὲν ἔστι τῷ Θεῷ τῆς κατὰ νόμον λα‐ τρείας ἡ σκιὰ, εἰσκεκόμισται δὲ τὰ διὰ Χριστοῦ παι‐ δεύματα, καὶ ἡ πάλαι προεπηγγελμένη Καινὴ Δια‐ θήκη· διαβεβαιοῦταί γε μὴν αὐτὸς ὁ Χριστὸς ἀφ‐ ῖχθαι πληρώσων καὶ προφήτας καὶ νόμον· ἀναγκαῖον | |
15 | οἶμαι καὶ σοφὸν τοῦ πάλαι νόμου τὴν πλήρωσιν ἐν τῇ Καινῇ Διαθήκῃ περιεργάζεσθαι. Προσεκόμιζον τοίνυν οἱ ἐξ αἵματος Ἰσραὴλ τῷ πανάγνῳ Θεῷ τὰς κατὰ νόμον θυσίας, μόσχον τυχὸν, ἢ πρόβατον· ἀλλ’ ἦν, ὡς ἔφην, ἀβούλητόν τε καὶ οὐχ ἡδὺ τὸ χρῆμα. | |
20 | Αὐτῷ γὰρ ἦν οὐ χρεία κρεῶν ἢ αἱμάτων, ἐπιγάν‐ νυται δὲ οὐδαμῶς κνίσσῃ καὶ καπνοῖς. Τίνα δὴ οὖν ἀποπερανοῦμεν τρόπον τὰς κατὰ νόμον θυ‐ σίας; Ἐκεῖνο, οἶμαί που, φρονοῦντες ὀρθῶς, ὅτι τύ‐ ποι μὲν ἦσαν τὰ διὰ Μωσέως, καὶ νοητῶν εἰκόνες | |
25 | θαυμάτων, διαμορφοῦσαι ποικίλως τὰ πνευματικά. Μόσχος ἦν τοῖς πάλαι τὸ ἱερουργούμενον. Ἀλλ’ ἐν αὐτῷ μοι βλέπε τὸν δεῖνα τυχὸν, ἤγουν ἕνα τινὰ τῶν πεπιστευκότων εἰς ὀσμὴν εὐωδίας ἑαυτὸν καθιεροῦν‐ τα Θεῷ. Γέγραπται γὰρ, ὅτι «Παραστήσατε τὰ σώματα | |
30 | ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λο‐ γικὴν λατρείαν ὑμῶν.» Σύνες οὖν ὅπως λογικὴν λα‐ τρείαν τὴν τοῦ ἀνθρώπου καλεῖ καθιέρωσιν, ἀντιπαρεξ‐ άγων τὸ χρῆμα ταῖς κατὰ νόμον θυσίαις. Οὐ γὰρ λογικὴ λατρεία τὸ δρώμενον ἦν· βουθυσίαι δὲ μᾶλλον ὡς ἐν | |
35 | σκιᾷ καὶ τύποις τῆς ἀληθείας τὸ κάλλος ὠδίνουσαι. Εἶτα ποῖος ἂν γένοιτο πρὸς ἡμῶν ὁ τῆς νοητῆς καὶ ἐν Πνεύματι καθιερωσύνης τρόπος, καταθρήσαιμεν ἂν, καὶ ῥᾷστά γε δὴ, τῶν ἱερῶν Γραμμάτων τὸ βάθος διερευνώμενοι, καὶ οἷον ἀνασαλεύοντες τὸ ἐξωφανὲς | |
40 | τῶν τύπων, οὔτε γυμνὴν οἱονεί πως καὶ ἀναμφίε‐ στον τὴν τῷ Θεῷ φιλεστάτην ὁρῶντες ἀλήθειαν. | |
44 | γʹ. Γέγραπται τοίνυν ἐν ἀρχῇ τοῦ Λευιτικοῦ· «Ἄν‐ | |
45 | θρωπος ἐξ ὑμῶν ἂν προσφέρῃ δῶρα τῷ Κυρίῳ ἀπὸ τῶν κτηνῶν καὶ τῶν βοῶν, καὶ ἀπὸ τῶν προβάτων, προσοίσετε τὰ δῶρα ὑμῶν· ἐὰν ὁλοκαύτωμα τὸ δῶ‐ ρον αὐτοῦ, ἐκ τῶν βοῶν ἄρσεν ἄμωμον, προσάξετε πρὸς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, προσοί‐ | |
77.864(50) | σεις αὐτὸ δεκτὸν ἔναντι Κυρίου, καὶ ἐπιθήσεις τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ καρπώματος, δεκτὸν αὐτὸ ἐξιλάσασθαι περὶ αὐτοῦ. Καὶ σφάξουσι τὸν μόσχον ἔναντι Κυρίου, καὶ προσοίσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα, καὶ προσχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυ‐ | |
55 | σιαστήριον κύκλῳ τὸ ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς τοῦ | |
77.865 | μαρτυρίου, καὶ δείραντες τὸ ὁλοκαύτωμα, μελιοῦσιν αὐτὸν κατὰ μέλη· καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον, καὶ στοιβάσουσι ξύλα ἐπὶ τὸ πῦρ, καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ Ἀαρὼν | |
5 | ἱερεῖς τὰ διχοτομήματα, καὶ τὴν κεφαλὴν, καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα, ἐπὶ τοῦ πυρὸς τὰ ὄντα ἐπὶ τοῦ θυσιαστηρίου· τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας πλυ‐ νοῦσιν ὕδατι, καὶ κάρπωμά ἐστι θυσία, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.» Μόσχος μὲν οὖν, ὡς ἔφην, τὸ ἱερουρ‐ | |
10 | γούμενον. Τί δ’ ἂν βούλοιτο δηλοῦν ὁ τύπος, ἐροῦμεν ὡς ἔνι. Ἐν εὐσθενείᾳ γὰρ νοῦ προσίεμεν τῷ Θεῷ, κοσμικῆς ἁπάσης κατευμεγεθοῦντες ἡδονῆς. Εὐσθενὲς δὲ ζῶον ὁ μόσχος. Ἄῤῥενα δὲ δεῖν αὐτὸν εἶναί φασι· τὸ γάρ τοι θηλυπρεπὲς, καὶ εὐδιάθρυπτον, εἰς ἦθος | |
15 | καὶ τρόπους τοῖς ἁγίοις ἀνάρμοστον, καὶ κρείττων ἀεὶ τοῦ μαλακίζεσθαι, καὶ καθικνεῖσθαι πρὸς τὰ αἰσχίω τῶν φιλαρέτων ὁ νοῦς. Οἷς δὴ καὶ μάλα εἰκότως τὸ ἱερὸν ἐπιφθέγγεται Γράμμα, πρὸς εὐαν‐ δρίαν αὐτοὺς ἀποφέρον τὴν πνευματικὴν, «Ἀνδρί‐ | |
20 | ζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.» Προσκομισθὲν δὲ τὸ θῦμα πρὸς αὐταῖς ταῖς θύραις τῆς ἁγίας σκηνῆς, κατ‐ εσφάζετο ἔναντι Κυρίου, καθὰ γέγραπται. Ἐρχόμενοι γὰρ καὶ ἡμεῖς ἐν τῇ ἁγίᾳ σκηνῇ, τουτέστιν, ἐν Ἐκ‐ | |
25 | κλησίᾳ, τότε δὴ, τότε καὶ τῆς ἄνωθεν ἐποπτείας ἀξιούμεθα, καὶ ἀξιόληπτον ὅτι τὸ δῶρόν ἐστι πιστώ‐ σεται λέγων ὁ μακάριος Δαβίδ· «Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με.» Στεφανοῖ γὰρ ταῖς ἀνωτάτω τιμαῖς οὓς ἂν ἕλοιτο καταθρεῖν. Τοῖς μὲν γὰρ ἐξ αἵ‐ | |
30 | ματος Ἰσραὴλ, ἀποσπουδάζουσι μὲν ἐκτύπως τὸ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἐπιτηδείως ἔχειν, δι’ οὐδενὸς δὲ λόγου ποιεῖσθαι μεμελετηκόσι τὸ προσ‐ κρούειν αὐτῷ, καὶ τῆς εἰς τὸν νόμον αἰδοῦς ἀνοσίους κατημεληκόσιν, «Ὅταν τὰς χεῖρας ἐκτείνητε πρός | |
35 | με, φησὶν, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν.» Ἐπιγάννυται δὲ τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ προσιόντας αὐτῷ διὰ τῆς ἐν Χριστῷ πίστεως ἐφορᾷ. Γέγραπται γὰρ, ὅτι «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δι‐ καίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.» Ἐσφάζετο | |
40 | τοίνυν ὁ μόσχος, προσεχεῖτο δὲ τὸ αἷμα τῷ θυσια‐ στηρίῳ. Ἀλλὰ καὶ ἐφ’ ἡμῶν αὐτῶν δρῷτο ἂν, οἶμαι, ταυτὶ, νοητῶς δηλονότι, καὶ πνευματικῶς. Κατα‐ λήγοντες γὰρ τῶν εἰς φαυλότητα σπουδασμάτων, καὶ κατανεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, | |
45 | ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, κόσμῳ μὲν ἀποθνήσκομεν, εἰς ἁγίαν δὲ καὶ ἀμώμητον μετα‐ φοιτῶμεν ζωήν· ἀξιεπαινετώτατον δὲ τὸ χρῆμά ἐστι παρά γε τῷ φιλαρέτῳ Θεῷ. Ψάλλει γοῦν καί φησιν ὁ προφήτης Δαβίδ· «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος | |
77.865(50) | τῶν ὁσίων αὐτοῦ.» Ταύτην ὑπομείνας τὴν εὐκλεᾶ τε καὶ ἀξιάγαστον νέκρωσιν ὁ πάνσοφος Παῦλος, ἐπιστέλλει καί φησιν· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω· Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ὁ ἐν ἐμοὶ Χριστός.» Γέ‐ | |
55 | γραφε δὲ καὶ ἑτέροις, μᾶλλον δὲ καὶ ἡμῖν αὐτοῖς, «Οὐκ οἴδατε ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς | |
τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν | ||
77.868 | αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον αὐτοῦ, ἵν’ ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δό‐ ξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.» Οὐκοῦν ὁ μὲν τοῦ μόσχου θάνατος | |
5 | τὸ τεθνάναι τῷ κόσμῳ δηλοῖ· τόγε μὴν προσχεῖσθαι τῷ θυσιαστηρίῳ τὸ αἷμα, ψυχῆς ἁγίας καθιέρωσιν ὑπαινίττεται, καὶ ζωῆς ἁγίας καὶ θεοφιλοῦς ὑπεμ‐ φαίνει τὴν εὐοσμίαν· ψυχῆς γὰρ ἤτοι ζωῆς εἰς τύπον τὸ αἷμα λαμβάνεται παρά γε τῇ θεοπνεύστῳ Γραφῇ. | |
10 | Φησὶ γὰρ οὕτως ἐν τῷ Δευτερονομίῳ· «Πρόσεχε ἰσχυρῶς τοῦ μὴ φαγεῖν αἷμα, ὅτι τὸ αἷμα αὐτοῦ ψυχή. Οὐ βρωθήσεται ἡ ψυχὴ μετὰ τῶν κρεῶν. Οὐ φάγεσθε· ἐπὶ τὴν γῆν ἐκχεῖται αὐτὸ ὡς ὕδωρ. Ἀλλὰ καὶ δείραντες τὸ ὁλοκαύτωμα, φησὶ, μελιοῦσιν αὐτὸ | |
15 | κατὰ μέλη.» Τοῦτο συνεὶς εὖ μάλα νομομαθὴς ὢν ὁ Παῦλος, ἐπιστέλλει καί φησι· «Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτατος ὑπὲρ πᾶσαν μά‐ χαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ σώματος, καὶ ἐννοιῶν καρδίας, καὶ οὐκ | |
20 | ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ.» Ἡ γὰρ τῆς βύρσης ἀφαίρεσις, τὴν γύμνωσιν ὑπαινίτ‐ τεται. Κέκρυπται γὰρ ὅλως τῶν ἐν ἡμῖν οὐδὲν, ἀλλ’ οὐδ’ ἄν τι διαλάθοι τὸν θεῖον καὶ ἀκήρατον νοῦν· | |
25 | καθικνεῖται δὲ καὶ μέχρις ἁρμῶν τε καὶ μυελῶν, καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ κατατέμνεσθαι μελεϊστὶ τὸ ζῶον. Ἀκούω δὲ λέγοντος ἐναργῶς, «Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἵεται κρύπτειν;» Καὶ μὴν καὶ ἑτέρωθι, «Θεὸς | |
30 | ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤ‐ ῥωθεν· μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τι;» Πληροῖ γὰρ τὰ πάντα, καὶ ἀποδημεῖ τῶν ὅντων οὐδέν. Προστέταχε δὲ πρὸς τούτοις ἀποπλύνεσθαι δεῖν τοῦ μόσχου τὰ ἐνδόσθια, καὶ τοὺς πόδας. Καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ | |
35 | Σωτὴρ διατρανοῖ λέγων· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Εἶεν δ’ ἂν εἰς τύπον οἱ πόδες τῆς ὡς ἐν ἔργοις πορείας, καὶ οἱονεὶ τρίβου τῆς κατ’ ἀρετήν. Γέγραπται γὰρ ὅτι, «Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶ, καὶ τὰς ὁδούς σου κατ‐ | |
40 | εύθυνε.» Καθαροὶ γὰρ λίαν οἱ τοιοίδε πόδες, ἀπο‐ φέρουσι δὲ καὶ πρός γε τὸ δεῖν ἀποπεραίνειν εὖ μάλα τὰς ἐντολὰς Κυρίου· ὃς, ἵνα ταῖς οὕτω σεπταῖς ἐμβιβάσῃ τρίβοις τοὺς ἐπὶ τῆς γῆς, καί τοι Θεὸς κατὰ φύσιν ὑπάρχων, καὶ ἐκ Θεοῦ Πατρὸς ἀποῤ‐ | |
45 | ῥήτως γεγεννημένος, κεκένωκεν ἑαυτὸν, ἵνα τὴν ἀνθρώπου φύσιν ἐπίμεστον ἀποφήνῃ τῶν ἄνωθεν ἀγαθῶν· τεταπείνωκεν ἑαυτὸν, ἵν’ ἡμῖν τὸ ὑψοῦ γε‐ νέσθαι χαρίσηται· γεγέννηται κατὰ σάρκα ἐκ γυ‐ ναικὸς, ἵν’ ἡμεῖς τὴν διὰ τοῦ Πνεύματος ἀναγέννησιν | |
77.868(50) | εἰς καινότητα ζωῆς δι’ αὐτοῦ πλουτήσωμεν. Δέχεται δὲ παρ’ ἡμῶν ἐπὶ γῆς μητέρα, καὶ δέδωκεν ἡμῖν Πα‐ τέρα τὸν ἐν τοῖς οὐρανοῖς· καὶ ἁπαξαπλῶς, αὐτοῦ γέγονε τὰ ἡμῶν κατ’ οἰκείωσιν οἰκονομικὴν, ἵνα καὶ | |
ἡμεῖς ἐν τοῖς ἰδικῶς αὐτοῦ σὺν αὐτῷ τε καὶ δι’ αὐτὸν | ||
77.869 | ἀναβαίνωμεν, ἡμερότητι τῇ παρ’ αὐτοῦ τὸ χρῆμα κερδαίνοντες. Τοιγάρτοι καὶ ἔφασκε· «Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν.» Ὠνομάσμεθα γὰρ υἱοὶ Θεοῦ, | |
5 | πρωτότοκον ἔχοντες καὶ ἀδελφὸν κατὰ σάρκα τὸν Μονογενῆ. Οὐκοῦν «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,» ἵνα δικαιώσῃ περιτομὴν ἐκ πίστεως, καὶ ἀκρο‐ βυστίαν διὰ τῆς πίστεως.» δʹ. Ἐπέθειτο μὲν γὰρ, οὐ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν, μόνοις δὲ μᾶλλον τοῖς ἐξ Ἰσραὴλ, ὁ διὰ | |
10 | Μωσέως νόμος, καὶ κλῆρος ἀπόλεκτος τῷ Θεῷ τὸ ἐξ Ἀβραὰμ ὠνόμαστο γένος. Γέγραπται γὰρ, ὅτι «Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγ‐ γέλων Θεοῦ, καὶ ἐγενήθη λαὸς Κυρίου μερὶς αὐτοῦ, | |
15 | σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Ἀλλ’ ὥς φησιν ὁ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης περὶ τοῦ Υἱοῦ, «Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρ‐ έλαβον·» καίτοι τῶν διὰ Μωσέως Γραμμάτων προ‐ αναφωνούντων εὖ μάλα τὸ ἐπ’ αὐτῷ μυστήριον, καὶ | |
20 | προσέτι τῶν ἁγίων προφητῶν, ἐπειδὴ δὲ ἐνανθρωπή‐ σαντα καὶ σεσαρκωμένον τεθέανται τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, κακόνοι τε καὶ ὀλιγογνώμονες, καὶ ἀσύνετοι παντελῶς, δι’ αὐτῶν ἠλέγχοντο τῶν πραγ‐ μάτων. Κυνηδὸν γὰρ ἐπεπήδων μονονουχὶ, καὶ καθ‐ | |
25 | υλακτοῦντες ἔφασκον, «Διὰ τί σὺ ἄνθρωπος ὣν, ποιεῖς σεαυτὸν Θεόν;» Ἀλλ’, ὦ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἑτοίμως ᾄττειν εἰδὼς, ἐρεύνησον τὴν θεό‐ πνευστον Γραφήν· πολυπραγμόνησον τῶν ἁγίων προφητῶν τοὺς λόγους· δοκίμαζε τὰ Μωσέως, τίνα | |
30 | τρόπον ἐπιλάμψειν ἐπὶ τῆς γῆς δι’ αὐτῶν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐκηρύττετο. Εἰ μὲν γὰρ ἀσώματός τε καὶ ἀναφὴς, καὶ τοῦ πρὸς ἡμῶν ὁρᾶσθαι κρείττων ὡς Θεὸς, εὔμορφον ἂν ἴσως ἐποιήσω τὴν ἀπιστίαν, προσιών τε καὶ λέγων· «Διὰ τί σὺ, ἄνθρωπος ὢν, | |
35 | ποιεῖς σεαυτὸν Θεόν;» Ἐπειδὴ δὲ διὰ τῆς τῶν ἁγίων φωνῆς σεπτὸν καὶ βαθὺ τῆς ἐνανθρωπήσεως προανα‐ φωνεῖ τὸ μυστήριον, τί μὴ μᾶλλον κατ’ εὐθὺ τοῦ πρέποντος ἰέναι προθυμούμενος, καὶ τοῖς καθήκουσι λογισμοῖς πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν πηδα‐ | |
40 | λιουχούμενος, ἐξ αὐτῶν ὁρᾷς τῶν δεομένων, ἤγουν παραδόξως ἐκπεπερασμένων, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ ἐκ Θεοῦ πέφηνε Πατρὸς, καὶ εἰ γέγονε σὰρξ δι’ ἡμᾶς οἰκονομικῶς; Ὅρα γὰρ αὐτὸν καὶ τῶν τοῦ θανάτου κατευμεγεθοῦντα δεσμῶν, καὶ τοῖς ἤδη | |
45 | τεθνεῶσι καὶ κατεφθαρμένοις ἐνιέντα τὴν ζωήν· ὅρα πεσόντα καὶ κείμενον τὸν πάλαι δεινὸν καὶ δυσάντητον Σατανᾶν· τέθειται γὰρ ὑπὸ πόδας ἁγίων· ὄψει δὲ νόσου τε ἁπάσης καὶ μαλακίας κρείττονα, καὶ τοῖς τοῦ κόσμου στοιχείοις θεοπρεπῶς ἐπιτάττοντα, καὶ | |
77.869(50) | πνευμάτων μὲν ἀγρίων ἀνακόπτοντα φορὰς, κατευ‐ νάζοντα δὲ καὶ θάλασσαν, καὶ κύμασιν ἐπιπλήττοντα, καὶ τί γὰρ οὐχὶ τῶν παραδόξων ἀμογητὶ κατορθώ‐ σαντα. Θαύμαζε τῶν πεπιστευκότων τὴν ἀριθμοῦ κρείττονα πληθὺν, ἄθρει τε οὕτως εἰς πέρας ἐκβε‐ | |
55 | βηκὸς τὸ διὰ φωνῆς τοῦ Δαβὶδ πρὸς αὐτὸν ὑμνούμε‐ | |
77.872 | νον, «Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε.» Ὅτι δὲ ἔμελλεν ἐπιλάμψαντος τοῦ Χριστοῦ τῆς κατὰ νόμον λατρείας ἡ δύναμις, ἡ ὡς ἐν σκιαῖς, φημὶ, καὶ τύποις, εἰκαία | |
5 | πως ἤδη καὶ αὐτοῖς ἀποφαίνεσθαι τοῖς ἐξ αἵματος Ἰσραὴλ, πιστώσεται λέγων Θεὸς διὰ φωνῆς ἁγίων· ποτὲ μὲν, «Διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερα‐ | |
10 | τείας, οὔτε δήλων·» καὶ πάλιν τῇ τῶν πιστευόντων πληθύϊ διαλεγόμενος, «Καὶ ἔσται, φησὶ, ὅταν πλη‐ θυνθῆτε ἐπὶ τῆς γῆς, λέγει Κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἐροῦσιν ἔτι, Κιβωτὸς Διαθήκης Ἁγίου Ἰσραήλ· οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐδὲ ἐπισκε‐ | |
15 | φθήσεται, οὐδὲ ὀνομασθήσεται, καὶ οὐ ποιηθήσεται ἔτι.» Ἀλλ’ ἦν δή που καὶ μάλα εἰκὸς, ταυτὶ συνιέντα τὸν Ἰσραὴλ, τιμῆσαι τῇ πίστει τὸν Ἐμμανουήλ. Ἐτράποντο δὲ πρὸς πᾶν τοὐναντίον. Ἀντεφέροντο γὰρ οὐ μετρίως, ἀνοσίῳ θυμῷ πρὸς πᾶν ὁτιοῦν τῶν | |
20 | ἐκτόπων στρατηγούμενοι, καὶ τῆς βασκανίας φλογὶ διακεκαυμένην ἕχοντες τὴν καρδίαν, συκοφαντεῖν ἀπετόλμων θαυματουργοῦντα τὸν Ἰησοῦν, καὶ τοῖς ἐκ φθόνου μέλεσι κατηκόντιζον· κατέληξε δὲ πρὸς τοῦτο αὐτοῖς τῆς ἀπονοίας τὸ μέγεθος, ὥστε καὶ | |
25 | ἀποκτεῖναι ζητεῖν τὸν ἀρχηγὸν τῆς ζωῆς. Καὶ ἀπ‐ εκτόνασι μὲν, πλὴν ἀνεβίω, καὶ γέγονεν «Ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ πρωτότοκος τῶν νεκρῶν,» ἵνα καὶ ἡμεῖς ἀποσεισάμενοι τὴν φθορὰν, καὶ τὸ τοῦ θανάτου διεκδύντες κράτος, ἐκεῖνο λέγωμεν τὸ προ‐ | |
30 | φητικόν· «Ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη;» Καταργήσας τοίνυν τὸν θάνατον, ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· ἥξει τε οὕτω κατὰ καιροὺς ἐν δόξᾳ θεοπρεπεῖ, καὶ καθήσεται κρι‐ τής· ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. | |
35 | Οὐκοῦν ὡς τῆς ἑαυτῶν ζωῆς ἀποδώσοντες λόγους, τῶν εἰς ἐπιείκειαν αὐχημάτων μεταποιεῖσθαι σπου‐ δάζωμεν, καὶ διὰ πάσης ἀρετῆς τὴν ἰδίαν ἕκαστος καταφαιδρυνέτω ζωήν· τηρήσωμεν τὴν τοῦ σώματος εὐγένειαν· ἀποπαυσώμεθα φαύλης ἁπάσης καὶ | |
40 | βδελυρᾶς ἡδονῆς· κρείττους εὑρισκώμεθα τῆς εἰς ἀδελφοὺς μικροψυχίας· τῶν ἐξ ὀργῆς κρατήσωμεν κινημάτων· ἀπέστω δὲ τὸ ὀμνύναι κατὰ Θεοῦ, καὶ, καθά φησιν ὁ πάνσοφος Παῦλος, «Ὁ λόγος ὑμῶν ἐν χάριτι, ἅλατι ἠρτυμένος, ἵνα δῷ χάριν τοῖς ἀκούου‐ | |
45 | σι.» Χρηστοὶ καὶ εὔσπλαγχνοι πρὸς τοὺς δεομένους εὑρισκώμεθα. Εὖ ποιήσωμεν ὀρφανοὺς, ἀνακτησώ‐ μεθα χήρας, ἐπισκεψώμεθα δεσμίους. Μνημονεύσω‐ μεν τῶν ἐν ἀῤῥωστίαις, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώ‐ μασιν. Ἀσφαλῆ καὶ ἀκράδαντον τῷ πάντων Σωτῆρι | |
77.872(50) | Χριστῷ τὴν πίστιν τηρήσωμεν. Οὕτω γὰρ, οὕτω καὶ τὴν ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτήν· ἀρχό‐ μενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ ἐννάτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώ‐ | |
δους Πάσχα, ἀπὸ τεσσαρεσκαιδεκάτης τοῦ Φαρμουθὶ | ||
77.873 | μηνὸς, περιλύοντες μὲν τὰς νηστείας τῇ ἐννεακαι‐ δεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ κατὰ τὰς εὐαγγελικὰς παραδόσεις· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ εἰκάδι τοῦ αὐτοῦ | |
5 | Φαρμουθὶ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω πάλιν ἐντρυφήσομεν λόγοις ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, καὶ κράτος νῦν καὶ ἀεὶ, | |
10 | καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. | |
11t | ΛΟΓΟΣ ΚΓʹ. | |
12t | Προθεωρία. | |
13 | Πεποίηται καὶ νῦν ἡμῖν τὸ λογίδιον, οὐ τῆς ἐν λό‐ γοις φιλοτιμίας ἐπαγγελίαν ἔχον, ὅτι μὴ οὕτως ἡμῖν | |
15 | ὁ σκοπὸς, ἀλλ’ ὄνησιν ἀναγκαίαν τοῖς ἀκροωμένοις εἰσφέρειν, ὡς δὲ οἶμαι, δυνάμενον, καὶ εἰς τοὺς τῆς εὐζωΐας ἀπευθῦνον τρόπους. Συντέθειται γὰρ, οὐχ ἑτέρου του χάριν, πλὴν ὅτι τούτου καὶ μόνου. Οὐ‐ κοῦν μὴ πάντως βασανιζέσθω τῆς λέξεως, ἢ τῆς | |
20 | συνθήκης τὸ ἀκριβὲς, ἀλλ’ ὁ τοῦ γράψαντος ἐπαινεί‐ σθω σκοπός. αʹ. Ὁ μακάριος προφήτης Δαβὶδ, τὴν παναρμόνιόν τε καὶ εὐμελῆ τοῦ Πνεύματος ἀνακρούων λύραν, τὴν ἁγίαν καὶ πάναγνον τοῦ Σωτῆρος ἡμῶν ἑορτὴν προ‐ | |
25 | ευηγγελίζετο, λέγων· «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ.» Καί μοι δοκεῖ σοφῶς καὶ ἐντέχνως τὸ, «Δεῦτε,» φωνεῖν. Καλεῖ γὰρ ὥσπερ ἐγγὺς τοὺς ἀφεστηκότας, καὶ οἷον ἀποφοιτῶντας Θεοῦ, κατά γε, φημὶ, τοὺς τῆς διαθέσεως τρόπους, καθ’ οὓς ἂν γέ‐ | |
30 | νοιτο τῆς πρὸς Θεὸν οἰκειότητος ἀπονοσφίζεσθαί τινας. Τίνες δὲ οὗτοι, πολυπραγμονεῖν ἀναγκαῖον. Εἷς μὲν δὴ καὶ πρῶτος τὸ ἑλέσθαι τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνεῖν, καὶ τοῖς τοῦ κόσμου στοιχείοις ἀνάπτειν τὸ σέβας. Ἀπιστία τε πρὸς | |
35 | τούτῳ, καὶ μέν τοι κακοπιστία· ὧν τὴν μὲν, τοῖς ἐξ αἴματος Ἰσραὴλ ἀναθείη τις ἄν· τήν γε μὴν ἑτέραν ταῖς τῶν αἱρέσεων ἐξιτήλοις εὑρεσιεπείαις. Προσεποίσομεν δὲ τούτοις τὸ κοινὸν ἀῤῥώστημα πάν‐ των τῶν ἐπὶ τῆς γῆς, φημὶ δὴ τὴν ἁμαρτίαν. Οὐκοῦν | |
40 | ἱερῷ καὶ διαπρυσίῳ κηρύγματι, τὰ αἰσχίω μεθέντας, τοὺς ὠνομασμένους, μεταφοιτᾷν ἑλέσθαι πρὸς τὰ ἀμείνω διακελεύεται, ὡς Ἑλλήνων μὲν παῖδες, τὸν ἐκ διαβολικῆς σκαιότητος ταῖς αὐτῶν διανοίαις εἰσοικισθέντα σκότον εὖ μάλα διαδιδράσκοντας, πρὸς | |
45 | τὸ ἀκραιφνὲς τῆς ἀληθείας ἐπείγεσθαι φῶς, καὶ τὸν ἀληθῶς καὶ φύσει τῶν ὅλων γενεσιουργὸν καὶ Κύριον ὁμολογῆσαι Θεόν· Ἰουδαίους δὲ τὸν διὰ νόμου καὶ προφητῶν πολυτρόπως διηγγελμένον, ὀψὲ γοῦν καὶ μόλις ἐπιγινώσκοντας ὁμοῦ τοῖς ἁγίοις ἀποστόλοις | |
77.873(50) | εἰπεῖν· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶν‐ τος·» τούς γε μὴν τοῖς τῶν ἀνοσίων αἱρέσεων ἁλόν‐ τας βρόχοις, πολυπλόκων μὲν ἀπαλλάττεσθαι λογι‐ | |
σμῶν, καὶ φιλοκακούργως ἐξηρτυμένων, εὐθὺ δὲ τῆς | ||
77.876 | ἀληθείας διᾴττοντας, τὸν ὀρθόν τε καὶ ἀπλανῆ τῆς πίστεως, καὶ οὐδὲν ἔχοντα περιειργασμένον ἀγαπῆσαι λόγον· τοὺς δέ γε τοῖς ἁμαρτίας ἐμβεβηκότας βόθροις ὀλέθρου καὶ πάγης ἔξω ποιῆσαι πόδας, καὶ ταῖς ἑαυ‐ | |
5 | τῶν διανοίαις Ἰουδαϊκὸν ἐντετηγμένον μολυσμὸν ἀποτρίβεσθαι, ἐλέῳ Θεοῦ καὶ φιλανθρωπίᾳ δικαιοῦν‐ τος τὸν ἀσεβῆ, διὰ πίστεως δηλονότι τῆς ἐν Χριστῷ· τὸ, διδάξειν τοῖς εἰς αὐτὸν πιστεύσασι γεγραφὼς ὁ πάνσοφος Παῦλος· «Ἦ Ἰουδαίων ὁ Θεὸς μόνον; | |
10 | οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, εἴπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.» Οὐκοῦν ἐπειδήπερ τοῖς εὐθέσι πρέπει αἴνεσις, καθὰ γέγραπται, παντὸς ἀπαλλάτ‐ τοντες ῥύπου τὰς ἑαυτῶν ψυχὰς «δεῦτε ἀγαλλιασώ‐ | |
15 | μεθα τῷ Κυρίῳ.» Τοῖς γε μὴν τοῦτο δρᾷν ἀνεπιπλή‐ κτως ἐθέλουσιν, ἐκεῖνο διασκεπτέον, πῶς δὴ καὶ τίνα τρόπον ἀγαλλιάσαιτ’ ἄν τις τῷ Κυρίῳ, καὶ οὐκ ἂν ἔξω βάλλοι σκοποῦ. Ὁ γάρ τοι φιλοσαρκίας ἡττώ‐ μενος, καὶ ἀποσπουδάζων μὲν τῶν ἐκτόπων οὐδὲν, | |
20 | ἐν παντὶ δὲ λόγῳ ποιεῖσθαι μεμελετηκὼς τὸ ὅτι μάλιστα κεκιβδηλευμένον καὶ ἀνόσιον εἰς τρόπους, ἐπιγαννύμενος δὲ καὶ τοῖς τοῦ παρόντος βίου περι‐ σπασμοῖς καὶ ταῖς ἐκ πλούτου τρυφαῖς, ἥκιστα μὲν Κυρίῳ τὸ ἀγαλλιᾶσθαι καὶ χαίρειν, προσκαίροις δὲ | |
25 | μᾶλλον ἡδοναῖς ἐκνενεμηκὼς, οὐ θιασώτης ἔσται σε‐ πτὸς, οὔτε μὴν ἁγίοις χορευταῖς ἐναρίθμιος. Γέγραπται γὰρ, ὅτι «Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ.» Ὅ γε μὴν ταῖς εἰς ἐγκράτειαν εὐανδρίαις ἐπισε‐ μνύνεσθαι διεσπουδακὼς, καὶ πέρα παντὸς ἰέναι | |
30 | πάθους, κατά γε τὸ ἐφικτὸν τῇ ἀνθρώπου φύσει, ἔχοι ἂν εἰκότως ὅτι μάλιστα πρέπον αὐτῷ τὸ χρῆναι δο‐ ξολογεῖν. Ὀνίνησι πρὸς τοῦτο ἡμᾶς γεγραφὼς ὡδὶ καὶ ὁ πάνσοφος Παῦλος· «Τοῦτο οὖν λέγω καὶ δια‐ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, κα‐ | |
35 | θὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτωμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριω‐ μένοι τῆς ζωῆς τοῦ Χριστοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν· οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελ‐ | |
40 | γείᾳ, εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, εἴγε αὐτὸν ἠκούσατε, καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλή‐ θεια ἐν τῷ Ἰησοῦ· ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προ‐ τέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθει‐ | |
45 | ρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Ἀνανεοῦ‐ σθαι δὲ τῷ Πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.» Τίς οὖν ἄρα ἐστὶν ὁ παλαιὸς ἄνθρωπος; «Ὁ φθειρόμενος δηλονότι | |
77.876(50) | κατὰ τὰς ἐπιθυμίας τῆς σαρκός.» Νέος γε μὴν ὁ εἰς καινότητα ζωῆς τῆς ἐν Χριστῷ μεταστοιχειούμενος, ἀνακαινισθέντος ἐν αὐτῷ τοῦ νοὸς, καὶ ταῖς μὲν τῆς | |
ἀληθοῦς θεοπτίας ἐντρυφῶντος αὐγαῖς, εὐρωστίας γε | ||
77.877 | μὴν εἰς τοῦτο λοπὸν ἱγμένου, καὶ μὴν καὶ διᾴττειν εἰδότος, ὡς ἀνάλωτον μὲν ταῖς εἰς φαυλότητα γενέ‐ σθαι ῥοπαῖς, διψῇν δὲ μόνα καὶ ἑλέσθαι πληροῦν, τὰ δι’ ὧν ἂν γένοιτο παντὸς εἴσω θαύματος. | |
5 | βʹ. Τέθειται μὲν γὰρ τοῖς ἐξ αἵματος Ἰσραὴλ διὰ Μωσέως ὁ νόμος. Ἀλλ’ ἦν ἐν σκιαῖς καὶ τύποις, οὔπω προσίεσθαι δυναμένων τῶν τὸ τηνικάδε τὸ τελέως ἀγαθὸν, ἤτοι τοῦ τελείως ἔχοντος ἀγαθοῦ τὴν γνῶσιν· ἐν χρείᾳ δὲ μᾶλλον καθεστηκότων μαθήματος νηπιο‐ | |
10 | πρεποῦς, ἵν’ ὡς ἐν τύποις ἔτι μελετῶντες τὸ ἀληθὲς, τὸ τοῦ νόμου πέρας εἰδεῖεν ὀρθῶς, φημὶ δὴ Χριστόν· «Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς,» καθὰ γέγραπται. Πῶς, ἢ τίνα τρόπον; συμφέρεται γὰρ τοῖς εὐαγγελικοῖς παιδεύμασιν ὁ διὰ Μωσέως | |
15 | νόμος, εἰ πρὸς ἡμῶν νοοῖτο πνευματικῶς. Ἀποφέρει γὰρ ἐπὶ τὸ Χριστοῦ μυστήριον. Καὶ μάρτυς αὐτὸς τοῖς Ἰουδαίοις λέγων· «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπι‐ στεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε.» Τί τοίνυν γέγραφεν ὁ Μωσῆς; Οὐχ ὅτι μόνοις τοῖς ἐξ | |
20 | αἵματος Ἰσραὴλ ἐπικουρήσων ἀφῖκται Χριστὸς, ἀλλὰ γὰρ καὶ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν, ἔθνει τε παντί. Θεοῦ γὰρ πάντες, καθὸ καὶ πάντων ἐστὶ γε‐ νεσιουργὸς καὶ Κύριος. Προστέταχε τοίνυν σφάζεσθαι τὸν ἀμνὸν εἰς τύπον αὐτοῦ, πλὴν ἐκ πλαγίων τοῦ | |
25 | θυσιαστηρίου βλέποντα πρὸς βοῤῥᾶν. Ἀλλὰ γὰρ τί τὸ χρῆμα; φαίη τις ἂν ἴσως. Τί τὸ βαθὺ καὶ ἀμυδραῖς ἀσαφείαις κατεσκιασμένον αἴνιγμα τῆς ἱερουργίας; πεύσεται δὴ οὖν ὁ τοιοῦτος πρὸς ἡμῶν. Ἔστι μὲν οὖν, ὦ τὰν, τῶν Ἰουδαίων ἡ χώρα νοτιωτάτη· βο‐ | |
30 | ρειοτέραν δὲ, καὶ θαλάσσης κρείττονα, τὴν τῶν ἐθνῶν εἶναί φασιν. Οὐκοῦν, τέθυται μὲν παρ’ ἐκείνοις ὁ ἀμνός· πλὴν οὐκ ἄτοπον τὴν τῶν ἐθνῶν ἔχει χώραν. Τέτραπται γὰρ εἰς αὐτὴν κατά γε τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπι‐ | |
35 | βλέπουσιν· οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς· εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν.» Προσκέ‐ κρουκε γὰρ καὶ παρεπίκρανεν οὐ μετρίως ὁ Ἰσραήλ· ὅτι δὲ ἔμελλον τῆς πρὸς Θεὸν οἰκειότητος ἐξωθέντος αὐτοῦ ἐν παραδοχῇ γενέσθαι τὰ ἔθνη διὰ τῆς πίστεως, | |
40 | ἀταλαίπωρον ἰδεῖν, εἴπερ τις ἕλοιτο τὰς τῶν ἁγίων προφητῶν πολυπραγμονῆσαι φωνάς. Γέγραπται γοῦν· «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, ὅτι ἰδοὺ ἔρχο‐ μαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ | |
45 | ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατα‐ σκηνώσω ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.» Καὶ τίς ὁ ἀπεσταλμένος, ἢ πάντως που ὁ Χριστὸς ὁ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἀνακτίζων ἄνθρωπον, καὶ κα‐ | |
77.877(50) | ταλύσας τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, εὐαγγελισά‐ μενός τε τὴν εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς, τουτέστιν, Ἕλλησί τε καὶ Ἰουδαίοις; Ἔφη γοῦν, ὅτι «Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐ‐ | |
55 | λῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ γενήσονται | |
77.880 | μία ποίμνη, εἷς ποιμήν.» Ὅτι δὲ τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ἐνανθρωπήσαντα, καὶ σεσαρκωμένον, ἐπέγνωσαν μὲν καὶ τετιμήκασιν οἱ νομομαθέστεροι, καὶ συνετώτεροι τῶν ἐξ Ἰσραὴλ, οἵ γε μὴν εἰς ἐξ‐ | |
5 | ίτηλον ἀπενηνεγμένοι θράσος, καὶ τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν ταῖς ἀπειθείαις λυπήσαντες, τὰς αὐτοῖς πρεπούσας ἐξῄτηνται δίκας· προσειλημ‐ μένων δὲ τῶν ἐθνῶν, εἰσκεκλήσονται καὶ αὐτοὶ διὰ πίστεως, ἁπλῆν, ὡς ἄν τις εἴποι, καὶ μίαν παρενεγ‐ | |
10 | κὼν εἰκόνα τοῦ πράγματος, ἐκ τῆς θεοπνεύστου Γραφῆς, ὡς ἂν οἷός τε ὦ, πληροφορεῖν πειράσομαι, προϋπομνήσας ὅτι πλειστάκις τὸ Γράμμα τὸ ἱερὸν Δαβὶδ ὀνομάζει τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἅτε δὴ καὶ ἐκ σπέρματος αὐτοῦ κατὰ σάρκα γεγεν‐ | |
15 | νημένον. Γʹ. Γέγραπται τοίνυν ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν· «Καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ἰσραὴλ πρὸς Δαβὶδ εἰς Χεβρὼν, καὶ εἶπαν αὐτῷ· Ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς. Καὶ χθὲς καὶ τρίτην, ὄντος | |
20 | Σαοὺλ βασιλέως ἐφ’ ἡμᾶς, σὺ ἦσθα ὁ εἰσάγων καὶ ἐξάγων τὸν Ἰσραήλ. Καὶ εἶπε Κύριος πρὸς σέ· Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ. Σὺ ἔσῃ ἡγού‐ μενος ἐπὶ τὸν Ἰσραήλ. Καὶ ἔρχονται πάντες οἱ πρε‐ σβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών. | |
25 | Καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς διαθήκην ἐν Χεβρὼν ἐνώπιον Κυρίου, καὶ χρίουσι τὸν Δαβὶδ βασιλέα ἐπὶ τὸν Ἰσραήλ.» Σύνες ὅπως διωμολογήκασιν ἐναργῶς, καὶ ὀστᾶ καὶ σάρκες εἰσὶν αὐτοῦ· Οἱ γάρ τοι τὴν πίστιν τὴν εἰς Χριστὸν προσιέμενοι τῆς μετὰ σαρκὸς οἰκονο‐ | |
30 | μίας οὐκ ἀγνοοῦσι τὸν τρόπον. Ὁμολογοῦσι δὲ μᾶλλον, ὅτι Θεὸς ὢν φύσει γέγονεν ἄνθρωπος. Οὕτω γὰρ ἂν εἶεν αὐτοῦ καὶ ὀστᾶ καὶ σάρκες, κατά γε, φημὶ, τὸ ἐν ἀν‐ θρωπότητι συγγενές. Προσεπάγουσι δὲ ὅτι, καὶ βασιλεύοντος τοῦ Σαοὺλ, αὐτὸς ἦν ὁ ἄγων καὶ φέρων | |
35 | τὸν Ἰσραήλ. Ἦν γὰρ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ὡς Θεὸς, τὸ κατὰ πάντων οὐσιωδῶς ἀνημ[μ]ένος κράτος, ταλαντεύων τε τὰ ἀνθρώπινα, καὶ ἀῤῥήτοις νεύμασι πρὸς τὸ εἶναι συνέχων, τοὺς τοῖς παρ’ αὐτοῦ θεσπί‐ σμασιν εὖ μάλα κατεζευγμένους. Ὅτι δὲ κατ’ εὐδο‐ | |
40 | κίαν καὶ θέλησιν τοῦ Θεοῦ καὶ Πατρὸς βεβασίλευκεν ἐπὶ τὸν Ἰσραὴλ, ἀραρότως πιστεύουσι, λέγοντες· «Κύριος εἶπε πρὸς σέ· Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραὴλ, καὶ ἔσῃ εἰς ἡγούμενον.» Οὕτω πού φησι καὶ ὁ θεσπέσιος Πέτρος· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς | |
45 | τοῦ Θεοῦ τοῦ ζῶντος.» Καὶ μὴν καὶ Ναθαναὴλ, ᾧ καὶ αὐτὸς τὸ εἰλικρινὲς καὶ γνήσιον προσμεμαρτύρηκεν ὁ Χριστός· «Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, φησὶ, σὺ βασι‐ λεὺς εἶ τοῦ Ἰσραήλ.» Ἔφη δέ που καὶ αὐτὸς διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἐγὼ δὲ κατεστάθην βασι‐ | |
77.880(50) | λεὺς ὑπ’ αὐτοῦ (δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρὸς) ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόστα‐ γμα Κυρίου.» Πλὴν οὐκ ἀσύνηθες ἦν τὸ βασιλεύειν αὐτῷ· Θεὸς γὰρ ὢν φύσει, καὶ σύνθρονος τῷ γεννή‐ σαντι, πᾶσαν ὑπὸ πόδας ἔχει τὴν κτίσιν. Λέγεται δὲ | |
55 | κεχειροτονῆσθαι βασιλεὺς, διά τοι τὸ κατανεῦσαι λοι‐ πὸν τῆς ἑαυτοῦ βασιλείας ἐπαφεῖναι τὸν ζυγὸν τοῖς | |
ἔξω ποτὲ καὶ ὑφ’ ἑτέρῳ κειμένοις. Κεκράτηκε γὰρ | ||
77.881 | τῶν ἐπὶ τῆς γῆς ἐκ πλεονεξίας ὁ Σατανᾶς. Ὁμολογή‐ σαντες δὲ τὴν πίστιν, δέχονται παρ’ αὐτοῦ διαθήκην ἐν Χεβρών. Καὶ τί τὸ «ἐν Χεβρών» ἐστι; δηλοῖ τοι‐ γαροῦν ἡ λέξις τὴν ἕνωσιν. Ἐν Χριστῷ δὲ τὰ πάντα | |
5 | γεγόνασιν ἓν, καὶ συνήφθη μὲν τὰ ἄνω τοῖς κάτω, καὶ τοῖς ἄνω τὰ κάτω. Συνδεδραμήκασι δὲ πρὸς ἑνότητα καὶ ὁμοψυχίαν διὰ τῆς πίστεως, οἵ τε ἐξ αἵματος Ἰσραὴλ, καὶ μὴν καὶ οἱ πάλαι τῶν εἰδώλων θεραπευ‐ ταί. Πλὴν ὅτι καὶ γαῦρον αὐτῷ τὸν αὐχένα, τῶν ἐξ | |
10 | Ἰσραὴλ ἐπανατείναντές τινες, κακοὶ κακῶς διολώ‐ λασιν, ἐξ αὐτῶν οὐδὲν ἧττον τῶν ἐφεξῆς εἰσόμεθα· ἔχει γὰρ οὕτω· «Καὶ ἀπῆλθε Δαβὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ, πρὸς τὸν Ἰεβουσαῖον τὸν κατ‐ οικοῦντα τὴν γῆν. Καὶ ἐῤῥέθη τῷ Δαβίδ· Οὐκ εἰσ‐ | |
15 | ελεύσῃ ὧδε, ὅτι ἀνέστησαν οἱ χωλοὶ, καὶ οἱ τυφλοὶ λέγοντες· Οὐκ εἰσελεύσεται Δαβὶδ ὧδε. Καὶ κατελά‐ βετο Δαβὶδ τὴν περιοχὴν Σιὼν, αὕτη ἡ πόλις Δαβίδ. Καὶ εἶπε Δαβὶδ τῇ ἡμέρᾳ ἐκείνῃ· Πᾶς τύπτων Ἰε‐ βουσαῖον, ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς, | |
20 | καὶ τοὺς τυφλοὺς, καὶ τοὺς μισοῦντας ψυχὴν Δαβίδ· διὰ τοῦτο ἐροῦσι· Τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον Κυρίου.» Ἄθρει δὴ οὖν, ἄθρει τὴν τῶν ἀνθισταμένων αὐτῷ πληθύν. Χωλοὶ δὲ ἦσαν καὶ τυ‐ φλοί. Μεμνήμεθα δ’ εἰπόντος Χριστοῦ περί τε τῶν | |
25 | Γραμματέων καὶ Φαρισαίων· «Ἄφετε αὐτοὺς, τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν.» Καὶ μὴν καὶ διὰ φωνῆς τοῦ Δαβὶδ περὶ αὐτῶν· «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Ἀπαράδεκτον γὰρ ἐποιοῦντο Χρι‐ | |
30 | στὸν, οἱ μήτε ὀρθοποδεῖν εἰδότες, μήτε μὴν εἰς νοῦν καὶ καρδίαν τὸ νοητὸν καὶ θεῖον εἰσοικισάμενοι φῶς, ἀλλὰ πεπτώκασιν ἐν παραξιφίδι, τουτέστιν, ἐν μα‐ χαίραις. Δεδαπάνηνται γὰρ πολέμῳ, κατεμπρησθεί‐ σης τῆς χώρας αὐτῶν ὁμοῦ τῷ διαβοήτῳ ναῷ. Ὅτι δὲ, | |
35 | προσκεκρουκότων αὐτῷ τῶν ἐξ Ἰσραὴλ, εἰ παίπεκέ τε καὶ προσελήφθη τῶν ἐθνῶν ἡ πληθὺς, καὶ Χριστὸν ἐπεγράψατο Κύριον, καὶ Βασιλέα, σαφηνιεῖ πάλιν τὰ γεγραμμένα. Καὶ γάρ φησιν· «Ἀπέστειλε Χιρὰμ ὁ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαβὶδ, καὶ ξύλα κέ‐ | |
40 | δρινα, καὶ τέκτονας ξύλων, καὶ τέκτονας λίθων, καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαβίδ.» Ἦν μὲν γὰρ ἀλλογενὴς ὁ Χιρὰμ, καὶ οὐκ ἀπό γε τῆς Ἰουδαίων πληθύος. Εἰδωλολάτρης δὲ μᾶλλον, καὶ ἐκ τῆς τῶν πλανωμένων ἀγέλης. Ἀλλ’ ᾠκοδόμησεν οἶκον τῷ Δαβίδ. Ἐγή‐ | |
45 | γερται γὰρ ἡ Ἐκκλησία Χριστοῦ, καὶ οὐ καθ’ ἕνα τόπον, ἢ χώραν, ἀλλ’ ἐν πάσῃ τῇ ὑπ’ οὐρανὸν, οἰκο‐ δομούντων ὥσπερ αὐτὴν τῶν ποτὲ μὲν τῇ κτίσει λα‐ τρευόντων, καὶ ἀχλύϊ κατεσκοτισμένων διαβολικῇ, πιστευσάντων δὲ μετὰ τοῦτο καὶ πεφωτισμένων, καὶ | |
77.881(50) | τὸν ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστὸν, ἐν παντὶ πεποιημένων θαύματι. Πλὴν κἀκεῖνο πρὸς τού‐ τοις ἄθρει. ᾨκοδόμητο μὲν γὰρ ὁ οἶκος τῷ Δαβὶδ, δι’ ἀλλογενοῦς τοῦ Χιράμ. Ἀνεκόμιζε δὲ τὴν κιβωτὸν εἰς αὐτὸν παρ’ ἑτέροις οὖσαν, καὶ ἔξω που κειμένην, ὁ | |
55 | θεσπέσιος Δαβίδ. «Καὶ ἐπορεύθη γὰρ, φησὶ, καὶ | |
77.884 | ἀνήγαγε τὴν κιβωτὸν τοῦ Θεοῦ ἐκ τοῦ οἴκου Ἀβεδ‐ δαρὰ εἰς τὴν πόλιν Δαβὶδ ἐν εὐφροσύνῃ.» Καταση‐ μήνειε δ’ ἂν ἡ κιβωτὸς τὸν διὰ Μωσέως ὠδίνουσα νόμον, τοὺς ὑπὸ νόμον καὶ σκιάν. Οἳ πάλαι μὲν ἦσαν | |
5 | τυφλοὶ καὶ χωλοὶ, ἐπειδὰν δὲ τὴν πίστιν εἰσοικισά‐ μενοι προσκυνῶσιν αὐτῷ, τότε καὶ αὐτοὶ μεθ’ ἡμῶν, εἰσκομισθήσονται μὲν εἰς τὸν οἶκον Δαβὶδ, τουτέστι Χριστοῦ. Ἁπάσης δὲ ἀρετῆς ἥξουσι κατ’ εὐθὺ, καὶ οἷον ὀρθῷ ποδὶ καὶ ἐρηρεισμένῳ τὴν τῆς εἰς αὐτὸν | |
10 | εὐσεβείας διελάσουσι τρίβον, ἐπιφωνοῦντος αὐτοῖς τοῦ θεσπεσίου Παύλου· «Διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα, ἀνορθώσατε, καὶ τρο‐ χιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.» Ἐπ’ οὖν τούτοις ἅπασι, | |
15 | καθάπερ ἔφην ἐν ἀρχαῖς, «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ,» τὴν ἐπ’ αὐτῷ δηλονότι τελοῦντες πανήγυ‐ ριν. Εἶτα πῶς, εἰπέ μοι, φαίη τις ἂν ἔσθ’ ὅτε, καίτοι σταυρὸν ὑπομείναντος, καὶ τὸν κατὰ σάρκα θάνατον, ἑορτὴ τὸ χρῆμα νοοῖτ’ ἂν ἢ λέγοιτο; Καὶ μὴν, ὧ | |
20 | γενναῖε, πρὸς ἡμῶν εἰρήσεται. Εἰ μὲν γὰρ ἐφεὶς τῷ θανάτῳ τὸ ἴδιον ὁμιλῆσαι σῶμα μεμένηκεν ἐν νεκροῖς, ἑορταζέτω μηδείς. Εἰ δὲ καίτοι μήτε παθεῖν ἐξὸν, εἰ μὴ βούλοιτο παθεῖν, μήτε μὴν κατόπιν τῆς τῶν ἐπι‐ βουλευσαμένων ὁρᾶσθαι χειρός, «Χάριτι Θεοῦ, | |
25 | καθά φησιν ὁ τῶν αὐτοῦ μυστηρίων ἱερουργὸς, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, ἵν’ ἐγηγερμένος ἐκ νεκρῶν, πατήσῃ τὸν θάνατον,» ἁπάσῃ τε οὕτω τοῦ ἀνθρώπου φύσει κατορθώσῃ τὴν ἀφθαρσίαν, «Πρωτότοκος γε‐ γονὼς ἐκ νεκρῶν, καὶ ἀπαρχὴ τῶν κεκοιμημένων·» | |
30 | πῶς οὐχ ἁπάσης ἡμῖν εὐθυμίας τὸ χρῆμα πρόξενον; Οἱ τοῖς τοῦ θανάτου βρόχοις ἐνειλημμένοι, διὰ τὴν καθ’ ἡμῶν τυραννεύσασαν ἁμαρτίαν, ἐν ἐλπίσιν ἐσμὲν τῆς εἰς αἰῶνα ζωῆς, διὰ τὸν ἐξ ἡμῶν κατὰ σάρκα πρωτότοκον ἐκ νεκρῶν. Οὐκοῦν Ἰουδαῖοι μὲν ἐσταύ‐ | |
35 | ρωσαν, ἐφέντος, ὡς ἔφην, οἰκονομικῶς τοῦ Χριστοῦ τῇ ἰδίᾳ σαρκὶ γεύσασθαι τοῦ θανάτου, ἀνεβίω δὲ αὐ‐ τοῖς τοῦ θανάτου δεσμοῖς μονονουχὶ καὶ ἐῤῥῶσθαι φράσας, εἰρηκώς τε τοῖς ἐν δεσμοῖς, «Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε.» Εἶτα τοῖς | |
40 | ἁγίοις ἀποστόλοις ἑαυτὸν ἐμφανῆ καταστήσας, χρῆ‐ ναί τε τὴν ὑφ’ ἡλίῳ μαθητεύειν εἰπὼν, καὶ πάντα τὰ ἔθνη μυσταγωγεῖν, «Βαπτίζειν τε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, καὶ πάντα τηρεῖν τὰ ἐντεταλμένα,» οὔτε τὴν ἀκριβῆ | |
45 | καὶ εὐδόκιμον κατορθοῦν ἐπείγεσθαι πολιτείαν, ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, δοξολογούν‐ των αὐτὸν τῶν ἁγίων ἀγγέλων, εὐφημούσης ὡς Θεὸν τῆς ἄνω πληθύος· ἥξει τε κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς, καθά φησιν αὐτὸς, ἀποδώσων ἑκάστῳ | |
77.884(50) | κατὰ τὰ ἔργα αὐτοῦ· «Κρινεῖ γὰρ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ.» | |
54 | δʹ. Οὐκοῦν ὡς παρεσομένου κριτοῦ καὶ δεσπότου, | |
77.885 | καὶ παμβασιλέως τῶν ὅλων, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Ἐπι‐ τελέσωμεν δὲ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ, ζήσωμεν ἐπιεικῶς, καὶ τοῖς εἰς ἀγαθουργίαν σπουδάσμασι, τὰς | |
5 | ἑαυτῶν καταφαιδρύνωμεν ψυχάς· ἐπισκεπτόμενοι χήρας, ἐλεοῦντες ὀρφανοὺς, τοῖς ἐν ἐνδείᾳ συγκαθ‐ ιστάμενοι, καὶ ταῖς κατὰ χεῖρα θεραπεύοντες ἐπικου‐ ρίαις τοὺς ἐν ἀσθενείαις ὄντας σωματικαῖς, τοὺς ἐν δεσμοῖς ἐπισκεπτόμενοι, ἀσφαλῆ καὶ ἐρηρεισμένην, | |
10 | καὶ ἀνεπίπληκτον παντελῶς τὴν εἰς αὐτὸν ἔχοντες πίστιν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ τετράδος καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἐβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ἐννάτης καὶ εἰκάδος τοῦ Φαμενὼθ μηνὸς, περιλύοντες μὲν τὰς | |
15 | νηστείας τῇ τετράδι τοῦ Φαμενὼθ μηνὸς, ἑσπέρᾳ βαθείᾳ κατὰ τὰς εὐαγγελικὰς παραδόσεις· ἑορτά‐ ζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ πέμπτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω | |
20 | γὰρ, οὕτω πάλιν τοῖς θείοις ἐντρυφήσομεν λόγοις ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ, δόξα καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
24t | ΛΟΓΟΣ ΚΔʹ. | |
25 | αʹ. Κεχρήσομαι πάλιν ταῖς τοῦ μακαρίου Παύλου φωναῖς, καὶ δὴ καὶ ἐρῶ· «Χαίρετε ἐν Κυρίῳ πάν‐ τοτε· πάλιν ἐρῶ, χαίρετε. Τὸ ἐπιεικὲς ὑμῶν γνωρι‐ σθήτω πᾶσιν ἀνθρώποις.» Ἀνίσχει γὰρ ἡμῖν τῆς τοῦ Σωτῆρος ἡμῶν ἑορτῆς ὁ καιρός. Καὶ φέρε δὴ | |
30 | πάλιν, οἷς ἂν εἶεν ἐν λόγῳ τὰ τῶν ἀνδραγαθημάτων ἐξαίρετα, τούτοις εὖ μάλα, πρόκλησιν ὥσπερ τινὰ τὴν εἴς γε ταυτὶ ποιούμενοι, λέγωμεν· «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας·» ἧς καὶ ὁ θεσπέσιος Δαβὶδ διαμνημονεύει λέγων· «Αὕτη ἡ | |
35 | ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Ἡμέραν γε μὴν τὴν τριπό‐ θητον, καὶ εὐιέραστον, καὶ μὴν καιρὸν εὐπρόσδεκτον, οὐδὲν ἕτερόν φασιν οἱ πνευματοφόροι, πλὴν ὅτι τὴν ἐπιφάνειαν τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος | |
40 | Χριστοῦ· δι’ ἣν ἅπαντας τοὺς ἐπὶ τῆς γῆς εἰκότως ἂν πρέποι τῆς ἀνωτάτω πασῶν ἀναπίμπλασθαι θυμ‐ ηδίας. Ἐσχήκαμεν γὰρ δι’ αὐτῆς τὰ δι’ ὧν ἦν δύνασθαι μεταφοιτᾷν εἰς τὸ ἐν ἀρχαῖς τὴν ἀνθρώπου φύσιν· καὶ ἀναμορφοῦσθαι τρόπον τινὰ δι’ εὐαγοῦς | |
45 | πολιτείας πρὸς τὸν παντὸς ἐπέκεινα νοῦ, ἵνα τοὺς θείους ἐφ’ ἑαυτῇ χαρακτῆρας, δι’ ἁγιασμοῦ πλουτή‐ σασα χαίρῃ καὶ εὐφραίνηται. Πρόξενον γὰρ ἡμῖν τῶν τοιούτων ἀγαθῶν τὴν ἑαυτοῦ παρουσίαν ἔσεσθαι προεμήνυσεν ὁ αὐτὸς Χριστὸς διὰ προφήτου λέγων· | |
77.885(50) | «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, ὅτι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύ‐ ριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, | |
καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι | ||
77.888 | Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.» Ἐνανθρωπήσαντος γὰρ τοῦ Μονογενοῦς, καὶ ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς γεγονότος (οὕτω γὰρ αὐτὸν ἀπεστάλθαι φαμὲν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς), ἀνα‐ | |
5 | σκιρτᾷν ἡμᾶς ἀναγκαῖον κατευρυνομένους εἰς θυμ‐ ηδίας. Ὁποία δέ τίς ἐστιν ἡ τοῦδε πρόφασις. ἐπιδρο‐ μάδην ἐρῶ. βʹ. Πλεῖσται μὲν γὰρ ἦσαν ἐν ἡμῖν αἱ τοῦ κλαίειν ἀφορμαί. Καὶ γὰρ ἦν ἀφόρητος τοῖς ἀνὰ πᾶσαν | |
10 | τὴν ὑπ’ οὐρανὸν ὁ φαυλότητος ἁπάσης καὶ ἁμαρτίας εὑρετὴς, δεινὸς καὶ πολὺς ἐγκείμενος, καὶ ὥσπερ ἄμαχόν τινα τύραννον κατεξανιστὰς τῶν ἐπὶ τῆς γῆς, τὸν διὰ τῆς παραβάσεως τῆς ἐν Ἀδὰμ εἰσκομι‐ σθέντα θάνατον. Ὅπλον δὲ ἦν αὐτῷ καὶ δόρυ, καὶ | |
15 | παντευχία δεινὴ, καὶ ἀπρόσιτος, ἡ πολυειδὴς ἁμαρ‐ τία. Βεβασίλευκε γὰρ δι’ αὐτῆς τῶν ἐπὶ τῆς γῆς. Ταύτῃτοι, καθά φησιν ὁ προφήτης Ἡσαΐας, «Ἐπλά‐ τυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν.» Ἐπ’ οὖν τούτοις | |
20 | ἅπασι, καὶ μάλα εἰκότως, τὸ μὲν ἥδεσθαί τε καὶ χαίρειν ἡμῖν γέγονεν ἐκποδὼν, ἀντανέφυ δὲ ὥσπερ τὸ χρῆ‐ ναι θρηνεῖν, συμφορᾶς ἀφύκτου κατηρτημένης, καὶ μονονουχὶ ταῖς ἁπάντων παρειαῖς τὸ ἐξ ὀμμάτων ἐπιχεούσης δάκρυον. Ἀλλ’, ὥς φησιν ὁ προφήτης | |
25 | Ἡσαΐας, «Κατέπιεν ὁ θάνατος ἰσχύσας. Ἀφεῖλε δὲ ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ προσώπου, τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς.» Λέλυται γὰρ ἡ ἁμαρτία, καὶ τὸ ἀνδροκτόνον αὐτῆς ἠσθένησε κέν‐ τρον. Συναπέσβη δὲ ὥσπερ τῇ οἰκείᾳ ῥίζῃ τὸ ἐξ | |
30 | αὐτῆς ἀναβλαστῆσαν κακὸν, φημὶ δὴ τὸν θάνατον. Ἦν οὖν ἄρα τὸ χαίρειν ἤδη πως ἡμῖν οὐκ ἀνάρμο‐ στον, μᾶλλον δὲ πρέπον τε καὶ ἐοικός. Ταύτῃτοί φησιν ὁ πάσης ἡμῖν εὐημερίας καὶ δοτὴρ καὶ πρύ‐ τανις· «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών.» | |
35 | Ἀλλ’ ἦν ἀναγκαῖον ἀγχίθρονον ἔχοντας τῆς ἑορτῆς τὸν καιρὸν, προαποσμήχεσθαι ῥύπους τοὺς ἀπό γε τῶν διεπταισμένων, καὶ ἀποτρίβεσθαι μολυσμοὺς ψυχικούς τε καὶ σωματικούς. Ταύτῃτοι καὶ μάλα εἰκότως τὴν ἁπάσης ἡμῖν εὐκοσμίας, καὶ τροφὸν, | |
40 | καὶ προμνήστριαν προεισοικισάμενοι νηστείαν, δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,» κατὰ τὸ γεγραμμένον, τοῖς τῆς εὐσεβείας αὐχήμασι τὰς ἑαυτῶν διανοίας καταφαιδρύνοντες, καὶ εἰς πάν‐ αγνον καὶ ἀμώμητον ἀναφοιτῶντες ζωήν. Μεμνή‐ | |
45 | μεθα γὰρ λέγοντος τοῦ πάντων ἡμῶν Σωτῆρος Θεοῦ· «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.» Ἁγιαζώμεθα τοίνυν διὰ σεπτῆς πολιτείας, καὶ ἐννομωτάτης ζωῆς, ἄμφιον ὥσπερ τι περικαλλὲς, καὶ τοῖς ἑορτάζουσι πρέπον, τὴν ἐξ ἀρετῶν λαμπρότητα περικείμενοι· | |
77.888(50) | οὕτω τε λοιπὸν ἐκ παῤῥησίας φοιτῶντες ἐν ὄψει τοῦ τελοῦντος ἡμῖν τὴν πανήγυριν. «Ὀφθαλμοὶ γὰρ, φησὶ, Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.» Οὐκοῦν ὅταν ἴδῃ λαμπροὺς, ἀκράδαντον ἡμῖν φυλάξει τὴν εὐθυμίαν· οὕτω γε μὴν οὐκ ἔχον‐ | |
55 | τας γνώμης, οὐκ ἐφήσει μεταλαχεῖν τῆς μεγαλοδω‐ ρίας τῆς παρ’ αὐτοῦ. Καὶ τοῦτο διδάξει σαφῶς ἡ ἐν | |
τοῖς Εὐαγγελίοις παραβολή. Ἔφη γὰρ ἄνθρωπόν | ||
77.889 | τινα γάμον ἐπιτελεῖν τῷ υἱῷ αὐτοῦ, καὶ εἰσκεκλῆ‐ σθαι μὲν οὐκ ὀλίγους. Εἰσελάσαι δὲ μετ’ αὐτοὺς τὸν νυμφίον, ὀψόμενον τοὺς ἀνακειμένους. Ἐπειδὴ δέ τινα τοῖς εὐειματοῦσιν, ἀναμὶξ ῥυπῶτα τεθέαται, | |
5 | καὶ τὴν τοῖς ἑορτάζουσι πρέπουσαν οὐκ ἔχοντα στο‐ λὴν, ἐπετίμα λέγων· «Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε, μὴ ἔχων ἔνδυμα γάμου;» Καὶ ταῖς ἐσχάταις αὐτὸν ἐνῆκε δίκαις. Ἀλλ’ ἴσως φαίη τις ἄν· Εἶτα πῶς εἰσ‐ ῆλθεν ὅλως ὁ ῥυπούμενος; Ἐχρῆν γὰρ δή που τὴν | |
10 | ἀρχὴν, μηδὲ ἐφεῖναι τί ἐστιν ἀνάρμοστον τῇ πανη‐ γύρει τὴν στολὴν ἔχουσιν εἰσβαλεῖν. Φαμὲν οὖν ὅτι καλεῖ μὲν διὰ τῆς πίστεως ἅπαντας ὁ Σωτήρ· καὶ τῆς ἄνωθεν μεγαλοδωρίας ἐν μεθέξει γενέσθαι βούλετα, καὶ εἰσελαύνουσι μὲν ἀδιακρίτως ἅπαντες. | |
15 | Καὶ γὰρ ἐφ’ ἅπασιν ἡμῖν ἡ διὰ πίστεως χά‐ ρις. Ἀλλ’ οἱ μὲν τῇ πίστει προσεπάγοντες τὸ ἐκ τῆς ἀγαθουργίας φαιδρὸν καὶ ἀμώμητον, καὶ οἷον ἐν τάξει στολῆς τὴν ἐξ ἀρετῶν λαμπρότητα περικεί‐ μενοι, συνδειπνήσουσι τῷ νυμφίῳ, καὶ τῆς ἁγίας | |
20 | καὶ νοητῆς συμμεθέξουσιν ἑορτῆς. Οἵ γε μὴν τῇ πί‐ στει προσεπενεγκόντες οὐδὲν, ἐναπομείναντες δὲ τοῖς τῆς φαυλότητος ῥύποις, καὶ δυσέκπλυτον ἔχοντες τὴν ἐκ τῶν ἀρχαίων αἰτιαμάτων κηλίδα, οὗτοι πάντη τε καὶ πάντως ἀπόπεμπτοι μὲν τῶν ἱερῶν | |
25 | ἔσονται γάμων. Ἐποιμώξουσι δὲ ταῖς ἑαυτῶν ῥᾳ‐ θυμίαις· εἰσπεπαίκασι γὰρ, οὐκ ἔχοντες ἔνδυμα γά‐ μου. Ἐπωφελεστάτη τοιγαροῦν ἡ νηστεία, δισμή‐ χουσα τὸ μεμολυσμένον, ἐκπλύνουσα τὸ ῥυποῦν, καὶ διὰ πόνου μικροῦ τῆς εἰς αἰῶνας δίκης ἡμᾶς ἀπαλ‐ | |
30 | λάττουσα. Κατανεκροῖ γὰρ ἡδονὰς, ἀνακόπτει τῶν εἰς αἰσχρότητα καὶ φιλοσαρκίας ἐπιθυμιῶν τὴν ἔφοδον, καὶ οἷά τινι χαλινῷ περιτρέπει πρὸς εὐκο‐ σμίαν, ἐπιεικείας ἁπάσης ἐραστὰς ἀποφαίνει, καὶ ὥσπερ τινὰ θῆρα λυττῶντά τε καὶ ἀγριαίνοντα τὸν | |
35 | τῆς ἁμαρτίας τιθασσεύει νόμον τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς, καὶ ἁπαξαπλῶς παντὸς ἀγαθοῦ καθ‐ ίστησιν ἐπιμελητὰς, καὶ τὸν τῆς διανοίας αἰθέρα κα‐ ταλαμπρύνουσα, τὸ τῆς ἀληθοῦς θεοπτίας ἀξιέρα‐ στον φῶς εἰσοικίζεσθαι ποιεῖ. Δι’ οὗπερ ἄν τις καὶ | |
40 | μόνου τὴν ὀρθὴν καὶ ἀνεπίδεκτον τῶν ἱερῶν δογ‐ μάτων ἐπιστήμην κερδανεῖ. Ζωοποιὸν δὲ τὸ χρῆμα καὶ ὀνησιφόρον, καὶ ἀξιόκτητον ὡς ἀληθῶς, εἴπερ κὺ, καὶ τοῦ παντὸς ἄξιον εἶναι λελόγισται. γʹ. Ὅτι δὲ, ὡς ἔφην, ζωῆς ἐστι τῆς εἰς αἰῶνα | |
45 | πρόξενον τὸ ἐν πίστει εἰς Χριστὸν διιδρύσθαι φιλεῖν, αὐτὸς πιστώσεται λέγων πρὸς τὸν ἐν οὐρανοῖς Πα‐ τέρα καὶ Θεόν· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε, τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπ‐ έστειλας Ἰησοῦν Χριστόν.» Ἀλλ’ ἡ μὲν πίστις παρά | |
77.889(50) | γε τοῖς ἐπιεικέσι καὶ φιλόθεον ἔχουσι τὴν καρδίαν, ἁπλῆ τίς ἐστι καὶ ἀληθὴς, καὶ οὐδὲν ἔχουσα παντε‐ λῶς τὸ διαστρέφον. Ἐρεύνης δὲ καὶ βασάνων οὐ λίαν ἀνέχεται· τὸ γὰρ ὅλως πίστει παραδεχθὲν πο‐ λυπραγμονεῖν, οὐκ ἀζήμιον. Ἀλλ’ οὐ δοκεῖ ταῦτ’ | |
55 | ἔχειν ὀρθῶς τοῖς ὅτι μάλιστα φιλοζητηταῖς, καὶ τῶν | |
77.892 | μὲν ἀληθῶν εἰδόσιν οὐδὲν, λογισμῶν δὲ σαθρῶν εὑρὴ ἐπαυχεῖν εἰωθόσιν· «Ὧν αἱ τρίβοι σκολιαὶ, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν,» καθὰ γέγραπται. «Ἀποφέρουσι γὰρ, οὓς ἂν δύνωνται, πρὸς ὄλεθρον | |
5 | καὶ ἀπώλειαν, ὁδοῦ τῆς εὐθείας ἀποκομίζοντες.» Οὐκοῦν, ὡς ὁ θεσπέσιος γράφει ἀπόστολος, «Ἔξω ποιεῖσθαι προσήκει τοὺς κακοὺς ἐργάτας, ἔξω τοὺς κύνας,» οἳ τῶν τῆς ἀληθείας καθυλακτοῦσι δογμά‐ των, «Τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καθὼς | |
10 | γέγραπται, καὶ οὐκ ἀπὸ στόματος Κυρίου.» Κατ‐ αγορεύσει γὰρ οὐδεὶς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ τῆς αὐτοῦ δόξης κατανεανιεύεται, κα‐ τασύρων ὥσπερ αὐτὴν εἰς τὸ ἀκαλλὲς, μὴ οὐχὶ πρό‐ τερον ὠδινήσας ἐν ἑαυτῷ τὸν τοῦ ψεύδους εὑρετὴν, | |
15 | καὶ πατέρα διάβολον. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος· «Οὐδεὶς λέγει ἀνάθεμα Ἰησοῦ, εἰ μὴ ὁ ἐν Βεελζεβούλ.» Παραιτητέον τοιγαροῦν τοὺς οἵ γε ταυτὶ καὶ φρονεῖν καὶ λαλεῖν ἐπιχειροῦσιν, ἑτέροις σφᾶς αὐτοὺς οἱ δείλαιοι προεμβεβληκότες ἀφύκτῳ δίκῃ. | |
20 | «Πλημμελοῦντες δὲ καὶ εἰς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, εἰς Χριστὸν ἁμαρ‐ τάνουσι,» καὶ βαρύνουσι τὸν κλοιὸν αὐτῶν στοι‐ βαρῶς, καθά φησιν ὁ προφήτης Ἱερεμίας. Ἀλλ’ οὐκ ἂν ἁλοῖεν τοῖς παρ’ αὐτῶν δελέασιν οἱ τὸ | |
25 | νοητὸν καὶ θεῖον εἰς νοῦν καὶ καρδίαν καταπλουτή‐ σαντες φῶς. Εἴσεται δὲ πρὸς τούτῳ καὶ τὴν ἐφ’ ἑκά‐ στῳ τῶν πρακτέων ἀρετὴν, καὶ τεθαυμασμένην ὁδόν. Δεῖ γὰρ, οἶμαι, παρεσκεμμένως ἰέναι πρὸς τοῦτο, καὶ τὰ μὲν ὅσα ἐστὶ τῶν πραγμάτων μοχθηρὰ | |
30 | καὶ κίβδηλα, καὶ τοῖς ἱεροῖς ἀπᾴδοντα νόμοις, ἀπό‐ βλητα καὶ ἀνέπαφα ποιεῖσθαι φιλεῖν· τά γε μὴν εἰς ἐξαίρετον καὶ τεθαυμασμένην ἀποφέροντα πο‐ λιτείαν, καὶ σπουδῆς ἁπάσης ἀξιοῦν, καὶ κατορθοῦν ἐπείγεσθαι νεανικῶς. Γέγραπται γὰρ ὅτι, «Οὐαὶ | |
35 | οἱ ποιοῦντες τὸ ἔργον Κυρίου ἀμελῶς.» Ὥσπερ γὰρ οὐκ ἀπόχρη πρὸς ἔνδειξιν εὐανδρίας τοῖς ἐθέλουσιν εὐδοκιμεῖν ἐν μάχαις, τὸ ἐν πανευτυχίᾳ μὲν εἶναι λαμπρᾷ, καὶ ἐν δοκήσει μόνῃ τοῦ δύνασθαι νικᾷν· προσεῖναι δὲ μᾶλλον ἀναγκαῖον αὐτοῖς, καὶ τὴν ἐξ | |
40 | αὐτῶν τῶν ἔργων λαμπρότητα· κατὰ τὸν ἴσον, οἶμαι, τουτονὶ τρόπον, οὐκ ἂν γένοιτό τις τῆς ἀρετῆς ἐν καλῷ, τὸ ῥᾴθυμον καὶ ἀτημελὲς εἰς νοῦν ἔχων ἔτι· χρῆναι δέ φημι παντὶ σθένει καὶ πάσῃ προθυμίᾳ χρώμενον τῶν εἰς εὐσέβειαν ἐφίεσθαι σπουδασμάτων. | |
45 | Ἔσται γὰρ ὁ τοιοῦτος καὶ τῶν εἰς λῆξιν ἐπαίνων ἄξιος, καὶ τὴν ἐξαίρετον ἀληθῶς ἀποίσεται δόξαν, παρά τε Θεῷ καὶ ἀνθρώποις εὐδόκιμος ἀναδεδειγμέ‐ νος. Ταῦτα τοῖς ἀρχαίοις τεθεσμοθέτηκε μὲν ὁ Μω‐ σῆς δι’ αἰνιγμάτων καὶ σκιᾶς, οἴσων γε μὴν εἰς τὸ | |
77.892(50) | ἐμφανὲς ἐπέφανεν ὁ Χριστὸς, αὐτὸς ὢν ἡ ἀλήθεια. Ἐπειδὴ δὲ, οὔτε τῶν πρακτέων τὴν γνῶσιν διὰ τῆς τοῦ κόσμου σκιᾶς ἀνευρεῖν ἦν δύνασθαι καθαρῶς, οὔτε μὴν ἀπόνιψιν τὴν ἀπό γε τῶν πλημμελημάτων· | |
δεδικαίωκε γὰρ οὐδένα νόμος, κατακρίνων μᾶλλον, | ||
77.893 | ἤπερ ἀνιεὶς ἐγκλημάτων τοὺς παραβαίνοντας· προ‐ ενόησε τῆς ἁπάντων ἡμῶν σωτηρίας καὶ ζωῆς ὁ Θεὸς καὶ Πατήρ. Ὡς γὰρ εἰδὼς τὸ πλάσμα ἡμῶν, καὶ τῆς ἐνούσης ἡμῖν διανοίας τὸ ἐφ’ ἃ μὴ θέμις εὐπαρακό‐ | |
5 | μιστον, δέδωκεν ἡμῖν τὴν ἐν πίστει δικαίωσιν ἐν Χριστῷ, τῶν ἀρχαίων αἰτιαμάτων ἀπαλλάττουσαν, καὶ ἀφανίζουσαν μὲν τῶν ἤδη προεπταισμένων τὴν κατάκρισιν, μεθιστῶσαν δὲ μᾶλλον εἰς καινότητα ζωῆς τὴν ἀσυνήθη τοῖς πάλαι. «Πάντα γὰρ ἐν | |
10 | Χριστῷ καινὰ, καὶ τὰ ἀρχαῖα παρῆλθε,» κατὰ τὴν τοῦ Παύλου φωνήν. Ἐπέφανε τοίνυν ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, Θεὸς ὢν καὶ Κύριος. Ἐπέφανε δὲ τίνα τρόπον; καθεὶς ἑαυτὸν εἰς ἑκούσιον κένωσιν, καὶ ὀφθεὶς ἄνθρωπος παραδόξως ἐπὶ τῆς | |
15 | γῆς. «Ἐπελάβετο γὰρ σπέρματος Ἀβραὰμ, καὶ ὡμοιώθη κατὰ πάντα τοῖς ἀδελφοῖς,» δίχα μόνης ἁμαρτίας. Οὐ γὰρ ἦν ἐφικτὸν τὴν θείαν τε καὶ ἀκήρατον φύσιν, τὴν παντὸς ἐπέκεινα νοῦ, καὶ πέρα λόγου καὶ θαύματος, τοῖς τῆς ἁμαρτίας ἁλῶναι | |
20 | βρόχοις. «Φῶς γάρ ἐστι τὸ ἀληθινὸν, καὶ ἡ σκοτία αὐτὸν οὐ κατέλαβεν.» Ἐπειδὴ δὲ καθ’ ἡμᾶς ἦν ὁρώ‐ μενος ἄνθρωπος, ἵνα μὴ τοῦτο μόνον ὑπάρχειν νομί‐ ζηται παρά γε τῶν οὐκ ἀκριβῶς ἐγνωκότων τὸ περὶ αὐτοῦ μυστήριον, ὑπάρχων δὲ μετὰ τούτου, καὶ | |
25 | τῶν ὅλων Θεὸς γνωρίζεται, διὰ πλείστων ὅσων ἡμῖν μεγαλουργημάτων ἰσοφυᾶ καὶ ὁμοούσιον ἑαυτὸν ἀπέφηνε τῷ Πατρί. Τοιγάρτοι καὶ ἔφασκεν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου | |
30 | πιστεύετε·» νεύματι γὰρ καὶ θελήσει μόνῃ τὰ πέρα λόγου πληρῶν, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως τοῦ γεννήσαντος, καὶ δορυφορούμενος μὲν ὑπὸ τῶν ἁγίων ἀγγέλων· μετὰ γὰρ τὸν τοῦ διαβόλου πειρασμὸν, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ· | |
35 | θεοπρεπῶς δὲ τῇ κτίσει κατὰ καιροὺς ἐπιπλήττων· ἔφη γὰρ τῇ θαλάσσῃ· «Σιώπα, πεφίμωσο,» καὶ ῥαγδαίοις πνεύμασιν ἐκέλευσεν ἠρεμεῖν, ὅτε καὶ πάντες οἱ μαθηταὶ ταῖς καθηκούσαις αὐτὸν εὐφη‐ μίαις στεφανοῦντες, ἔλεγον· «Ἀληθῶς Θεοῦ Υἱὸς | |
40 | εἶ.» Ἦν μὲν οὖν, ὡς ἔφην, ἀπό γε τῶν μεγαλουργου‐ μένων ἀκονιτὶ κατιδεῖν, ὡς Θεός τέ ἐστιν ἀληθῶς, καὶ Θεοῦ τοῦ κατὰ φύσιν Υἱός. Ἀλλ’ οὐκ οἶδ’ ὅπως, καί τοι τὴν διὰ τοῦ νόμου παιδαγωγίαν λαχόντες οἱ ἐξ Ἰσραὴλ, καὶ ταῖς τῶν ἁγίων προφητῶν ἐντυχόν‐ | |
45 | τες συγγραφαῖς, εἰς τοῦτο πεπτώκασι δυσβουλίας, ὡς ἀγνοῆσαι μὲν αὐτὸν, κατεξανίστασθαι δὲ πικρῶς, καὶ συκοφαντεῖν ἀνοσίως τὰ δι’ ὧν ἦν εἰκὸς οὐ με‐ τρίαν δύνασθαι κερδάναι τὴν ὄνησιν, καὶ ὡς ἀπό γε τῆς τῶν δρωμένων λαμπρότητος τῆς ἐνούσης αὐτῷ | |
77.893(50) | δυνάμεως κατιδεῖν εὐκόλως τὴν ὑπερφυᾶ καὶ πέρα μέτρων ὑπεροχήν. Ἀλλ’ ἔξω μὲν ᾔεσαν σκοποῦ, διεκπίπτοντες δὲ ὥσπερ εἰς ἀκάθεκτον ἀγριότητα καὶ εἰς ἀκράτους ὀργὰς ἀσυνέτως καταθηγόμενοι, ἐπεπήδων οἱ δείλαιοι ποτὲ μὲν λέγοντες, «Διὰ τί σὺ, | |
55 | ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» ποτὲ δὲ καὶ | |
λίθοις κατασφενδονῶντες αὐτὸν, καὶ τελευτῶντες, | ||
77.896 | ἐσταύρωσαν, καί τοι τοῦ νόμου λέγοντος ἐναργῶς, «Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς.» Ἄρ’ οὖν ἐπὶ ποίαις αἰτίαις ἀπεκτόνασι τὸν Ἰησοῦν; Ἀλλ’ οὐκ ἂν ἔχοιεν εἰπεῖν· «Οὐκ ἂν ἐποίησεν ἁμαρτίαν, | |
5 | οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ,» καθὰ γέγραπται. Καὶ γοῦν ἀθυροστομοῦντας ἐλέγχων, καὶ εἰς ἐκτόπους ὀργὰς ἐκπικραινομένους τιθασσεύων, ἔφασκε· «Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;» | |
10 | Ὅτι γὰρ ἐλήλεγκται μὲν παρ’ αὐτῶν ἐπ’ οὐδεμιᾷ παντελῶς αἰτίᾳ, κατεψηφηφόρουν δὲ μᾶλλον αὐτοῦ τὴν ἐπὶ θανάτῳ δίκην οἱ τάλανες, εἰκῆ κατατεθηγμέ‐ νοι, κἀντεῦθεν ἂν μάθοις. Προσεκόμιζον μὲν γὰρ τῷ Πιλάτῳ, καὶ δὴ σταυροῦσθαι παρεκάλουν. Εἶτα λέ‐ | |
15 | γοντος ἐκείνου, «Τί γὰρ κακὸν ἐποίησε;» γραφὴν ἐποιοῦντο Χριστῷ τὴν ἀλήθειαν, οὐδὲ ὀρθῶς ἑρμη‐ νεύοντος τὴν τοῦ πράγματος φύσιν. Ἔφασκον γάρ· «Υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησεν.» Ἀλλ’ ὅ γε τῆς ἀληθείας ὑπασπιστὴς, ταῖς ἐκείνων βδελυρίαις | |
20 | ἀνταναστήσεται λέγων· Οὐχ ἑαυτὸν ἐποίησεν Υἱὸν Θεοῦ, ἀλλ’ ἔστι τοῦτο κατὰ ἀλήθειαν. Οὐ γὰρ ἔξωθεν, οὔτε μὴν ἐπακτὸν ἢ εἰσποιητὸν εἶναι τὸ χρῆμα αὐτῷ, ἀλλ’ ὅπερ ἐστὶ κατὰ φύσιν, τοῦτο πρὸς ἡμῶν εἶναι πιστεύεται. Υἱοὶ μὲν γὰρ Θεοῦ κατὰ θέσιν ἡμεῖς, ὡς | |
25 | πρός γε τὸν φύσει καὶ ἐξ αὐτοῦ γεννηθέντα Υἱόν. Οὐκ ὄντος γε μὴν τοῦ κατὰ ἀλήθειαν Υἱοῦ, πρὸς τίνα λοιπὸν οἱ κατὰ θέσιν μορφούμεθα; τὸν τίνος ἔχοντες χαρακτῆρα; ποῦ δὲ ὅλως τὸ κατὰ μίμησιν, εἰ μὴ ὑφεστάναι φαμὲν τὴν ἀλήθειαν; Ἀλλ’ ἠγνόησαν ὁλο‐ | |
30 | τρόπως τὸ σεπτὸν καὶ σωτήριον τῆς ἐνανθρωπήσεως κήρυγμα, οὐ συνῆκαν τὰ τοῦ Μωσέως, οὔτε μὴν τὰ τοῖς ἁγίοις προφήταις διὰ τοῦ ἁγίου Πνεύματος κε‐ χρησμῳδημένα περὶ αὐτοῦ. Οὐ γὰρ ἄνθρωπος ἑαυτὸν ἐποίησεν Υἱὸν Θεοῦ, ἀληθὲς δὲ μᾶλλον τὸ ἔμπαλιν. Υἱὸς γὰρ ὑπάρχων φύσει τε καὶ ἀληθείᾳ τοῦ ἐπὶ | |
35 | πάντας Θεοῦ, γέγονεν ἄνθρωπος, ἵνα τὸ ἴδιον αἷμα τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα δοὺς, πάντας ἐξέλη‐ ται καὶ θανάτου καὶ ἁμαρτίας. δʹ. Ἔχεις ἐν νόμῳ καθάπερ ἐν πίνακι τὸ χρῆμα γραφόμενον. Πολυπραγμόνησον τὰ Μωσέως, ἄφελε τὴν σκιὰν, εἴσελθε βραχὺ εἰς τὸ ἐσώτερον τοῦ κατα‐ | |
40 | πετάσματος. Μὴ ἐναπομείνῃς τῇ πρώτῃ σκηνῇ τῇ στάσιν τυχούσῃ. Δοκίμαζε τὰς τοῦ μακαρίου Παύλου φωνάς. Τί γὰρ ἔφη, τὸν περί γε τούτων ἡμῖν ποιούμε‐ νος λόγον; «Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἥτις λέγεται ἁγία. Μετὰ δέ γε τὸ δεύτερον καταπέτασμα, | |
45 | σκηνὴ ἡ λεγομένη Ἅγια ἁγίων.» Ἀλλ’ εἰς μὲν τὴν πρώτην, φησὶν, σκηνὴν εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες. Εἰς δὲ τὴν δευτέραν, μόνος ὁ ἀρχιερεὺς, «Οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων·» τοῦτο δηλοῦντος τοῦ | |
77.896(50) | Πνεύματος τοῦ ἁγίου, οὔπω πεφανῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν. Οὐκοῦν ἡ μὲν πρώτη σκηνὴ στάσιν ἔχουσα, καταση‐ μήνειεν ἂν τῆς ἐν νόμῳ λατρείας τὴν δύναμιν, οὐκ | |
εἰσκομιζούσης τινὰς εἰς τὰ Ἅγια τῶν ἁγίων, οὕτε | ||
77.897 | μὴν πεμπούσης ἐσωτέρω τοῦ καταπετάσματος. Μό‐ νοις γὰρ ἡμῖν ἐνεκαίνισεν ὁ Χριστὸς τὴν ἁγίαν ταύ‐ την καὶ τριπόθητον εἰσδρομήν. Ἐπειδὴ δὲ ὅλως εἰσκεκομίσμεθα, καὶ ἀφῄρηται τῆς ἁπάντων ἡμῶν | |
5 | διανοίας τὸ καταπέτασμα, φέρε λοιπὸν ἰσχνῶς, καὶ καθαρωτάτοις ὄμμασι τὰ κεκρυμμένα ζητήσωμεν, καὶ οἱονεὶ περιῤῥήξαντες τὴν τοῦ νόμου σκιὰν, ἴδωμεν τὴν ἀλήθειαν. ᾨήθησαν μὲν οὖν, ὡς ἔφην, ἐκ πολλῆς ἄγαν ἀσυνεσίας οἱ ἐξ Ἰσραὴλ, καὶ θανάτῳ | |
10 | κάτοχον ἀποφῆναι δύνασθαι τὴν ζωὴν, τουτέστι Χριστόν. Ἀλλ’ ἡμάρτανον τοῦ σκοποῦ, βάλλοντες εἰκῆ, καὶ πονοῦντες ἐπ’ οὐδενὶ, καὶ, καθά φησιν ὁ προφήτης Δαβὶδ, «διαλογιζόμενοι βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆναι.» Εὐτεχνέστατα γὰρ ὁ τῶν ὅλων | |
15 | Σωτὴρ καὶ Κύριος, ἅτε δὴ καὶ αὐτὸς ὑπάρχων ἡ πᾶσα σοφία, τὸ ἐκ διαβολικῆς δυστροπίας ἐσκευασμέ‐ νον, πρόφασιν ἐποιεῖτο σωτηρίας καὶ ζωῆς, τῆς ἀνὰ πᾶσαν τὴν γῆν. Ἐφῆκε γὰρ καὶ τῇ ἰδίᾳ σαρκὶ γεύσασθαι θανάτου, κατὰ τὸ γεγραμμένον, ἵνα | |
20 | καὶ θανάτου δείξας αὐτὴν κρείττονα διὰ τῆς ἐκ νε‐ κρῶν ἀναστάσεως, κατορθώσῃ τοῖς ἐπὶ τῆς γῆς τὸ δύνασθαι κατευμεγεθεῖν καὶ θανάτου καὶ φθορᾶς. Ἀπαρχὴ γὰρ γέγονε τῶν κεκοιμημένων αὐτὸς, καὶ πρωτότοκος τῶν νεκρῶν, ἵνα τοῖς ἴχνεσιν αὐτοῦ | |
25 | καὶ ἡμεῖς κατακολουθήσαντες, συνεγερθῶμεν τῇ ἀπαρχῇ, καὶ τῷ πρωτοτόκῳ πάντες ἀκολουθήσωμεν οἱ πρὸς ἀδελφότητα κεκλημένοι τὴν πρὸς αὐτὸν δι’ αὐτοῦ. «Ὅσοι γὰρ ἔλαβον αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Ὅτι γὰρ ἐν | |
30 | θανάτῳ Χριστοῦ τῆς φθορᾶς κρείττους γεγόναμεν, καὶ ἐξ αὐτῶν ἂν μάθοι τῶν Μωσέως γραμμάτων ὁ φιλόνεικος Ἰσραήλ. Τεθύκασι γὰρ ἐν Αἰγύπτῳ τὸν ἀμνόν· εἶτα τῶν κρεῶν αὐτοῦ κατεδηδοκότες, κατα‐ χρίοντες δὲ καὶ τῷ αἵματι τῶν δωματίων τὰς εἰσ‐ | |
35 | βολὰς, ἤτοι τὰς φλιὰς, οὐ συνδιολώλασι τοῖς Αἰγυ‐ πτίοις. Ἀλλ’ εἰ μηδὲν ἐν τούτοις τὸ μυστικὸν, εἰ μὴ λόγος ἀληθής ἐστι τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ἐν σκιαῖς ἔτι γραφομένην ἔχων, διὰ ποίαν αἰτίαν οὐκέτι σώζει τινὰς ὁ ἀμνὸς σφαζόμενος, καὶ | |
40 | αἵματι τῷ ἰδίῳ δυσωπῶν τὸν ὀλοθρευτήν; θείων γὰρ μυστηρίων κατ’ οὐδένα τρόπον ἀτονήσει δύναμις. Καὶ ὡς ὁ πάνσοφος γράφει Παῦλος, «Ἀμεταμέλητα τὰ χαρίσματα, καὶ ἡ κλῆσις τοῦ Θεοῦ.» Ἔστι τοίνυν ἅπασιν ἐναργὲς, ὡς ἐν Χριστῷ καὶ μόνῳ κεκερδάκα‐ | |
45 | μεν τὸ ἀνώλεθρον· ζωὴ γάρ ἐστι καὶ ζωοποιός· ὥστε καὶ τὸ φθείρεσθαι πεφυκὸς κατ’ ἰδίαν φύσιν, γένοιτ’ ἂν ἐπέκεινα τοῦ παθεῖν αὐτὸ καὶ ῥᾷστά γε δὴ τὸν τῆς ἀφθαρσίας χιτῶνα πεπλουτηκὸς, τουτέστι, Χριστόν. «Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτί‐ | |
77.897(50) | σθητε, Χριστὸν ἐνεδύσασθε.» Πρέποι δ’ ἂν καὶ μάλα εἰκότως τῶν βεβαπτισμένων ἑκάστῳ λέγειν τὸ, διὰ τῆς τοῦ προφήτου φωνῆς· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτη‐ | |
ρίου καὶ χιτῶνα εὐφροσύνης.» Κατημφιασμένοι γὰρ, | ||
77.900 | ὥσπερ ἔφην, τὸν τῆς εὐφροσύνης χιτῶνα, τουτέστι, Χριστὸν, τὸ τοῦ θανάτου διαδιδράσκομεν κράτος. Ἔχεις ἐν ταῖς τοῦ νόμου σκιαῖς γραφόμενον τὸ μυ‐ στήριον. Τύποι γὰρ ἦσαν τὰ διὰ Μωσέως, καὶ πραγ‐ | |
5 | μάτων εἰκόνες, ἀμυδρόν πως ἔτι τὸ τῆς ἀληθείας κάλλος ὠδίνουσαι. Οὐκοῦν αὐλιζομένοις ποτὲ κατὰ τὴν ἔρημον τοῖς ἐξ Ἰσραὴλ, ἄρτον ἐδίδου ὁ Θεὸς τὸ μάννα τὸ μυστικόν. Οἱ δὲ συνεκόμιζον τὸ ἀπο‐ χρῶν εἰς ἡμέραν, τοῦ θείου νόμου καὶ τοῦτο προστάτ‐ | |
10 | τοντος. Ἐφθείρετο γὰρ τὸ τετηρημένον, καὶ τοῦ περιττοῦ καὶ ὑπὲρ χρείαν ἡ συγκομιδὴ, πόνος ἦν εἰκαῖος αὐτοῖς, καὶ δίκης τάχα που πρόξενος. Καὶ γοῦν «Τετηρήκασί τινες εἰς τὴν αὔριον,» καθὰ γέ‐ γραπται, καὶ ἐξεπικράνθη, φησὶν, ἐπ’ αὐτοῖς ὁ Μω‐ | |
15 | σῆς, ὡς τῶν ἱερῶν θεσπισμάτων πεπατημένων. Ἀλλ’ ὅτι τὸ φθείρεσθαι πεφυκὸς γένοιτ’ ἂν, ὡς ἔφην, καὶ πέρα τοῦ φθείρεσθαι, καὶ τῶν τῆς ἰδίας φύσεως ἐπέκεινα μέτρων, Θεοῦ θέλοντος, πεπληροφόρηκεν ὁ Μωσῆς. Γέγραπται γὰρ οὕτως ἐν τῇ Ἐξόδῳ· «Καὶ | |
20 | εἶπε Μωσῆς πρὸς Ἀαρών· Λάβε στάμνον χρυσοῦν, καὶ ἔμβαλλε εἰς αὐτὸν πλῆρες τὸ γόμορ μάν. Καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ Θεοῦ εἰς τὰς γενεὰς ὑμῶν. Καὶ ἀπέθηκεν Ἀαρὼν ἐναντίον τοῦ μαρτυρίου εἰς διατήρησιν.» Δέχεται μὲν γὰρ ἀεί πως τὸ Γράμμα | |
25 | τὸ ἱερὸν, εἰς ὑποτύπωσίν τινα τῆς θείας καὶ ἀκηρά‐ του φύσεως τὸ χρυσίον, ἅτε δὴ καὶ ἐν ὕλαις ὑπερτε‐ ροῦν ταῖς τοιαῖσδε τυχόν. Ὅταν οὖν ἡμᾶς περιβάλῃ Χριστὸς, καθάπερ ἀμέλει καὶ ὁ χρυσοῦς στάμνος τὸ μάννα, τότε καὶ ἄφθαρτοι μενοῦμεν, ἐφορῶντος | |
30 | Θεοῦ, καὶ τοῖς καθ’ ἡμᾶς οἱονεί πως ἐνιέντος τὸν ὀφθαλμόν. Ἐκ προσώπου μὲν γὰρ γεγονότες διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ οἷον ἐξ ὀμμάτων κείμενοι, κατεκομίσθημεν εἰς φθοράν. Οὕτω γὰρ γέγραπται διὰ φωνῆς τοῦ Δαβίδ· «Ἀποστρέψαντός σου τὸ πρόσ‐ | |
35 | ωπον, ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπι‐ στρέψουσιν.» Ἐπειδὴ δὲ τῆς παρ’ αὐτοῦ φειδοῦς τε καὶ ἐποπτείας ἠξιώμεθα, καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐν Χριστῷ κερδαίνοντες, εἰς μακραίωνα βίον μεταστοιχειούμεθα, καὶ ἐσμὲν ἐπ’ ὀφθαλμοῖς τοῦ | |
40 | πάντων Πατρὸς, καὶ μενοῦμεν εἰς διατήρησιν, ὥστε καὶ ἕκαστον ἡμῶν ἀνασκιρτῶντα λέγειν· «Ποῦ ἡ νίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη;» Ἀνα‐ στήσονται γὰρ οἱ νεκροὶ, κατὰ τὴν τοῦ προφήτου φωνήν· «Καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις. | |
45 | Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ, ἴαμά ἐστιν αὐτοῖς.» Ὡς οὖν εἰς μακραίωνα βαδιούμενοι βίον, καὶ ἀναφοιτή‐ σοντες εἰς τὸ ἐν ἀρχαῖς, ἀξίους ἑαυτοὺς ἀποφήνωμεν τοῦ συνεῖναι Χριστῷ. Γέγραπται γὰρ ὅτι «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.» Καὶ, καθά φησιν ὁ αὐτοῦ | |
77.900(50) | μαθητής· «Εἰ Πατέρα ἐπικαλούμεθα τὸν ἀπροσωπο‐ λήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ἡμῶν χρόνον ἀναστρεφώμεθα·» εὖ εἰδότες, ὅτι σμικρά τέ ἐστι καὶ εὐμάραντα, καὶ | |
εὐαπόβλητα παντελῶς, καὶ ἴσῳ σκιαῖς, παρελαύνοντα | ||
77.901 | τὰ ἐν τῷδε τῷ βίῳ πράγματα· ἀκράδαντα δὲ καὶ βεβηκότα καλῶς, καὶ τοῖς λαβοῦσι συνδιαιωνίζοντα τὰ παρὰ Θεοῦ. Ἕως τοίνυν ἐφίησιν ὁ καιρὸς, ἀπο‐ τριψώμεθα μολυσμοὺς σαρκικούς τε καὶ ψυχικούς. | |
5 | Ἐπιτηδεύσωμεν τῆς ἐπιεικείας τοὺς τρόπους, ἐνδυ‐ σώμεθα σπλάγχνα οἰκτιρμοῦ. Ταῖς τῶν δεομένων ταλαιπωρίαις ἐπιστυγνάσωμεν. Ἀνοίξωμεν τοῖς ἐν θλίψει τὸ σπλάγχνον, ἐποικτείρωμεν ὀρφανοὺς, ἀνα‐ κτησώμεθα χήρας, τῶν ἐν θλίψει τὸ δάκρυον μερι‐ | |
10 | σώμεθα, τοὺς ἐν δεσμοῖς ἐλεήσωμεν, τοῖς ἐν ἀῤῥω‐ στίαις συναλγήσωμεν, ταῖς ἐνδεχομέναις θεραπείαις αὐτοὺς ἀνακτώμενοι, καὶ ἁπαξαπλῶς πᾶν εἶδος ἐπιτηδεύοντες ἀρετῆς. Οὕτω γὰρ, οὕτω νηστεύσομεν καθαρῶς, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, | |
15 | ἀπὸ τρισκαιδεκάτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ὀκτωκαιδε‐ κάτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὸ εὐαγγελικὸν κή‐ | |
20 | ρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυ‐ ριακῇ τῇ τετράδι καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, ἵνα καὶ δι’ ὀρθῆς πολιτείας τοῖς ἁγίοις ἐντρυφήσωμεν λόγοις ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας | |
25 | Ἀμήν. | |
26t | ΛΟΓΟΣ ΚΕʹ. | |
27 | αʹ. Φέρε δὴ πάλιν, καιροῦ παραθήγοντος, ἐπὶ τὸ χρῆναι πληροῦν τὰ τοῖς θείοις θεσπίσμασι διηγορευ‐ μένα τὴν ἱερὰν ὥσπερ ἀναλαβόντες σάλπιγγα, καὶ | |
30 | μέγα τι καὶ γεγωνὸς ἀνακεκραγότες, λέγωμεν· «Ἀγαλ‐ λιᾶσθε, δίκαιοι, ἐν τῷ Κυρίῳ.» Ἑορτὴν γὰρ ἡμῖν ἀποφαίνει πνευματικὴν τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὃς κατ’ οὐδένα τρόπον τῆς τοῦ τεκόντος αὐτὸν ὑπεροχῆς ἡτ‐ | |
35 | τώμενος, ἰσοκλεής τε ὑπάρχων, καὶ ἰσοσθενὴς, ὡς ὁμοούσιος αὐτῷ, καὶ ἐξ αὐτοῦ πεφηνὼς κατὰ φύσιν, καὶ ἀπαραλλάκτῳ ταυτότητι διαπρέπων· «Χαρακτὴρ γάρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ, καὶ ἀπαύγασμα τῆς δόξης·» κατά γε τὴν πίστιν τῶν ἱερῶν Γραμ‐ | |
40 | μάτων, καθῆκεν ἑαυτὸν ἐν τοῖς καθ’ ἡμᾶς· οὐχὶ τῶν ἐμπεφυκότων ἀπολισθήσας ἀξιωμάτων, ἐν προσλήψει δὲ μᾶλλον γεγονὼς σαρκὸς καὶ αἵματος, ἵνα καὶ ἡμεῖς τῆς θείας φύσεως γενώμεθα κοινωνοὶ, τῇ πρὸς αὐτὸν συναφείᾳ πνευματικῶς τὸ χρῆμα κερδαίνον‐ | |
45 | τες. Κολλώμεθα γὰρ αὐτῷ διὰ πίστεως καὶ ἁγιασμοῦ, καὶ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων. Ἑορτὴ δὲ τοῦτο, καὶ πανήγυρις, καὶ τῶν εἰς λῆξιν τῶν ἀνωτά‐ τω πρόξενος ἀγαθῶν. Τοιγάρτοι καὶ αὐτὸς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος, ὡς ἐν παραδείγματος τρό‐ | |
77.901(50) | πῳ, τῆς ἑαυτοῦ παρουσίας τὴν δύναμιν ὑπεμφαίνει λέγων· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἀν‐ θρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὑ‐ τοῦ, καὶ ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους καλέσαι τοὺς | |
κεκλημένους, λέγων· «Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμα‐ | ||
77.904 | σα· οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.» Γάμοις δὲ τοῖς σωματικοῖς τὴν πνευματικὴν ἰδιότητα παρεικά‐ ζειν ἀξιοῖ. Γέγραπται γὰρ, ὅτι «Ὁ κολλώμενος τῷ | |
5 | Κυρίῳ, ἓν πνεῦμά ἐστιν.» Οὐκοῦν συναγείροντος ἡμᾶς τοῦ Θεοῦ καὶ Πατρὸς εἰς πανδαισίαν τὴν νοη‐ τὴν, καὶ τῶν θείων μαθημάτων ἀμφιλαφεστάτην ποιουμένου ἡμῖν τὴν παράθεσιν· ἀκηκόαμεν γὰρ λέ‐ γοντος· «Οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα·» | |
10 | φέρε τὴν τοῖς ἑορτάζουσι πρέπουσαν ἀναλαβόντες στολὴν, καὶ καθάπερ ἐξ ἀνθέων ἠρινῶν συγκείμενον τὸν ἐκ τῆς πολυειδοῦς ἀρετῆς ἀναδούμενοι στέφανον, καὶ αὐτὸν ἔχοντες χοροστάτην τὸν ἐφ’ ᾧ τελοῦμεν τὴν πανήγυριν, ἀναμελῳδοῦντες, λέγωμεν· «Δεῦτε, ἀγαλ‐ | |
15 | λιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σω‐ τῆρι ἡμῶν.» Ἀγαλλιῶνται μὲν γὰρ τῷ κόσμῳ τινὲς τὴν σάρκα καταπιαίνοντες τῇ τῶν ὄψων πολυτελείᾳ. Τρυφῶσι δὲ καὶ ἑτέρως ἀχαλίνοις ᾄττοντες ὁρμαῖς πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτοπωτάτων. Ἀλλ’ ἐκτελευτᾷ | |
20 | πρὸς κόλασιν ἡ τρυφὴ, καὶ τῆς φιλοσαρκίας τὸ πέ‐ ρας, ἀπηνῆ καὶ ἄφυκτον αὐτοῖς ἐπαρτήσασα δίκην. «Ὁ γὰρ σπείρων, φησὶν, εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν.» Τοῖς οὕτω βιοῦν εἰωθόσι καὶ ὁ θεσπέσιος προφήτης Ἀμὼς τὸ ἐξ ἀγάπης δά‐ | |
25 | κρυον ἐπιστάζει, λέγων· «Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐν ταῖς στρω‐ μναῖς αὐτῶν, καὶ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνὰ, οἱ ἐπικρο‐ τοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων, ὡς ἑστῶτα | |
30 | ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα. Οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι· καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ἰωσήφ. Διὰ τοῦ‐ το νῦν αἰχμάλωτοι ἔσονται ἀπ’ ἀρχῆς δυναστῶν.» Ὁρᾷς ὅποι καταστρέφει τῆς ἐξιτήλου ζωῆς τὸ πέρας; | |
35 | Αἰχμαλώτους ἔσεσθαί φησι, τοὺς τὰ φεύγοντά τε καὶ παριπτάμενα τοῦ παρόντος βίου πράγματα πεπηγέ‐ ναι τε καὶ ἑστάναι νομίζοντας, καὶ τὴν τοῖς ἱεροῖς ἀπᾴδουσαν νόμοις τιμῶντας ζωήν. Ἡμᾶς δὲ τοὺς ἐν Χριστῷ, τῶν οὕτως αἰσχρῶν σπουδασμάτων, καὶ τῆς | |
40 | εἰκαίας περιφορᾶς ἀποφέρει, λέγων ὁ αὐτοῦ μαθη‐ τής· «Τεκνία, μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ.» Γέγραπται δὲ πάλιν· «Οὐκ οἴδατε, ὅτι ἡ φιλία τοῦ κόσμου ἐχθρὰ τοῦ Θεοῦ ἐστιν; Ὃς ἐὰν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ | |
45 | καθίσταται.» Ἔξω δὲ οὖν κοσμικῶν ἐπιθυμιῶν, καὶ ἀπωτάτω παντὸς ἰόντες πράγματος, τὴν ἐπὶ ταῖς βε‐ βήλοις φιλοσαρκίαις ἔχοντες γραφὴν, ἅγιοι μὲν ἐσό‐ μεθα θιασῶται· τὴν πάναγνον δὲ τῷ Χριστῷ τελοῦν‐ τες πανήγυριν, ἀκουσόμεθα λέγοντος· «Δεῦτε, οἱ εὐ‐ | |
77.904(50) | λογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι‐ μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς τοῦ κόσμου.» Ἀξιόπιστα μὲν οὖν καὶ πέρα λόγου παντὸς καὶ θαύ‐ ματος τῶν ἁγίων τὰ ἔργα. Γράφει γὰρ πάλιν ὁ πάν‐ | |
σοφος Παῦλος, ὅτι «Ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ | ||
77.905 | ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ἡμεῖς δὲ, καί τοι μετὸν ἀφθόνως τοῖς παρὰ Θεοῦ χαρίσμασιν ἐντρυφᾷν, τὴν ἀσυμμιγῆ τοῦ χείρονος ἑλομένους ζωὴν, | |
5 | ἀποσειόμεθα τὴν φιλοτιμίαν, καὶ καταθήγομεν εἰς ὀργὰς τὸν θεῖόν τε καὶ ἀκήρατον νοῦν. Ἀόργητον μὲν γὰρ τῇ φύσει τὸ Θεῖον. Πλὴν οὐκ ἀνέχεται τῶν ἀσχέτως ἀπονενευκότων ἐπί γε τὸ δεῖν ἐργάζεσθαι πονηρά. Καὶ τοῦτό φαμεν ἐπ’ αὐτοῦ τὴν ὀργὴν ταῖς | |
10 | καθ’ ἡμᾶς αὐτοὺς κεχρημένοι φωναῖς. Οὐ γὰρ ἦν ἑτέρως δύνασθαι κατασημῆναί τισι τὰ ὑπὲρ ἡμᾶς, ἤτοι τὰ ἐνόντα τῇ θείᾳ τε καὶ ἀῤῥήτῳ φύσει. Ὅταν τοίνυν εἰς τὸ ῥᾴθυμον ἀπονεύσαντας, καὶ τοῖς τῆς φιλοσαρκίας τέλμασιν ἐμβεβηκότας θεάσεται, καὶ τοῦ | |
15 | μηδενὸς ἀξιοῦντας λόγου τὸ χρῆναι τοῖς παρ’ αὐτοῦ παιδαγωγεῖσθαι νόμοις, εὐθύ τε παντὸς ἰέναι καλοῦ καὶ ἀγαθοῦ πράγματος· τὸ τηνικάδε λοιπὸν τοὺς ἀρίστους τῶν πατέρων ἀπομιμούμενος ἐπανατείνει τὴν μάστιγα. Καὶ γὰρ ἦν εἰκὸς ἀποτολμῆσαί τινας, | |
20 | οὐδὲ ἀγαθὸν οἴεσθαί πως αὐτὸν ὑπονοεῖν, εἰ μὴ συμ‐ μέτροις κινήμασιν ἀνακόπτει τὸ ῥᾴθυμον, καὶ μετα‐ σοβεῖ πρὸς τὸ ἄμεινον τοὺς οἷς ἂν εἴη σκοπὸς, ἀπο‐ κομίζεσθαι μὲν τῶν ὅτι μάλιστα λυσιτελεστάτων αὐ‐ τοῖς, ἀχαλίνοις δὲ ὥσπερ τοῦ νοῦ ῥοπαῖς ἰέναι κατὰ | |
25 | πετρῶν, καὶ εἰς τὸ τῆς ἀπωλείας βάραθρον ἀσυνέτως καταπηδᾷν. Τοιοῦτό τι γεγραφότα καὶ αὐτὸν εὑρήσο‐ μεν τὸν ἱερώτατον Παῦλον· «Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ἡμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν Υἱὸς, ὃν οὐ παιδεύει πατήρ;» Καὶ πρός γε τοῦτό φη‐ | |
30 | σι· «Εἶτα τοὺς μὲν τῆς σαρκὸς πατέρας ἔχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα. Οὐ πολλῷ μᾶλλον ὑπο‐ ταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν; Οἱ μὲν γὰρ πρὸς ὀλίγον, κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαί‐ δευον· ὁ δὲ, εἰς τὸ συμφέρον, εἰς τὸ μεταλαμβάνειν | |
35 | τῆς ἁγιότητος αὐτοῦ. Πᾶσα δὲ παιδεία, πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης. Ὕστερον μέν τοι καρπὸν εἰρηνικὸν τοῖς γεγυμνασμένοις ἀπο‐ δίδωσι δικαιοσύνης.» Παιδεύει δὴ οὖν ἐξ ἀγάπης Θεός. Ἀλλ’ ἔστι κἀν τούτῳ καταθαυμάσαι λίαν τῆς ἐνούσης | |
40 | αὐτῷ γαληνότητος τὴν ὑπεροχήν. Καίτοι γὰρ ἀνα‐ λόγως τοῖς ἡμετέροις πταίσμασι τὰς δίκας ἐπενεγ‐ κεῖν ἀδιακωλύτως ἐξὸν, συνεμέτρησέ πως ταῖς τῶν πλημμελούντων ἀσθενείαις τὸ κίνημα· καὶ θορυβεῖ μᾶλλον, ἢ κολάζει κατὰ ἀλήθειαν. Ἵνα δὲ τὸν ἑαυτῶν | |
45 | λόγον ἀποφήνωμεν οὐ κατεψευσμένον, φέρε παραγάγωμεν εἰς μέσον τὰ τοῖς ἀρχαίοις ἐπενηνεγμένα κατὰ καιρούς. Καὶ ἐφ’ ὅτῳ γεγόνασιν ἀφηγώμεθα. Ἔφη γάρ που τὸ Γράμμα τὸ ἱερὸν, ὅτι «Ταῦτα τυπικῶς συνέβαινεν ἐν ἐκείνοις. Ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.» βʹ. Οὐκοῦν ὁ τῶν ὅλων Θεὸς, τεθεσμοθέτηκε μὲν διὰ Μωσέως τοῖς ἐξ Ἰσραὴλ, τὸν διιθύνοντα, νόμου | |
77.905(50) | πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων, καὶ τοῖς τῆς δι‐ καιοσύνης αὐχήμασι στεφανοῦν δυνάμενον τοὺς ὅ τι προσήκει περαίνειν αὐτὸν εὖ μάλα διεγνωκότας. Οἱ δὲ, ἡμάρτανον σκοποῦ, καὶ διωσάμενοι τὸν παιδαγω‐ γὸν, σφᾶς αὐτοὺς ἐνίεσαν τοῖς τῆς ἀπειθείας ἐγκλή‐ | |
55 | μασιν. Ἐγράφετο δὲ παρανομοῦντας Θεὸς, ὡδί πη | |
77.908 | λέγων διὰ φωνῆς Ὠσηὲ τοῦ προφήτου· «Ἀκούσατε λόγον Κυρίου, υἱοὶ Ἰσραὴλ, διότι κρίσις τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλή‐ θεια, οὐδὲ ἔλεος, οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς· | |
5 | ἀρὰ δὲ καὶ φόνος, καὶ ψεῦδος, καὶ φόνος, καὶ κλοπὴ, καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς. Καὶ αἵματα ἐφ’ αἵμασι μίσγουσι. Διὰ τοῦτο πενθήσει ἡ γῆ, σὺν πᾶσι τοῖς κατοικοῦσιν αὐτήν.» Καὶ μὴν καὶ διὰ Μιχαίου πάλιν· «Ἐγένοντο λογιζόμενοι κόπους, καὶ ἐργαζό‐ | |
10 | μενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συντελοῦντες αὐτά. Διότι οὐκ ἦραν πρὸς Θεὸν τὰς χεῖρας αὐτῶν. Καὶ ἐπεθύμουν ἀγροὺς, καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα, καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα δὲ καὶ | |
15 | τὴν κληρονομίαν αὐτοῦ.» Ἀνεφώνει δέ τις καὶ ἕτε‐ ρος τῶν προφητῶν· «Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγροὺς πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ | |
20 | ταῦτα.» Οἱ γὰρ ἀκάθεκτοι πρὸς πλεονεξίαν, ἀεὶ τοῖς οὖσι προστιθέναι σπουδάζοντες, τὰ οὐκ αὐτοῖς μᾶλ‐ λον, τοῖς δὲ πέλας προσήκοντα, τάχα που καὶ μόνοι τὴν γῆν οἰκήσιμον ἔχειν ἐπείγονται, γειτόνων οὐκ ἀνεχόμενοι. Ταῦτά τινες ἔδρων τῶν πάλαι, | |
25 | θείων ὑπερορῶντες νόμων. Ἀλλ’ ἦν καὶ οὕτω φιλ‐ άνθρωπος ὁ νομοθέτης καὶ κριτής. Ἐκάλει γοῦν τοὺς λελυπηκότας εἰς μετάγνωσιν διὰ φωνῆς Ἱερε‐ μίου, λέγων· «Ἐπιστράφητε πρός με, ἡ κατοικία τοῦ Ἰσραὴλ, λέγει Κύριος, καὶ οὐ μὴ στηρίσω τὸ | |
30 | πρόσωπόν μου ἐφ’ ὑμᾶς, ὅτι ἐλεήμων ἐγώ εἰμι, λέ‐ γει Κύριος, καὶ οὐ μηνίων ὑμῖν εἰς τὸν αἰῶνα. Πλὴν γνῶθι τὴν ἀδικίαν σου, ὅτι εἰς Κύριον τὸν Θεόν σου ἠσέβησας.» Ἐπειδὴ δὲ πολὺ νοσοῦντες τὸ ἄτακτον, καὶ δυσαπόνιπτον ἔχοντες τὴν ἀκαθαρσίαν, καὶ τό γε | |
35 | δὴ δεῖν ἐρηρεῖσθαι τοῖς φαύλοις τοῦ παντὸς ἀξιοῦντες λόγου, δι’ αὐτῶν ἡλίσκοντο τῶν πραγμάτων, ἐπηφίει λοιπὸν τὰ ἐξ ὀργῆς αὐτοῖς. Πλὴν ἥκιστα μὲν ἀσυμ‐ μέτρως, κεράσας δὲ μᾶλλον ἀγανακτήσει τὸν ἔλεον. Ἔφη γὰρ οὕτω· «Καὶ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν | |
40 | ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν, καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν, καὶ οὐκ ἐπεστρέ‐ ψατε πρός με, λέγει Κύριος. Καὶ ἐγὼ ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶν τοῦ τρυγητοῦ, καὶ βρέξω ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω. | |
45 | Μερὶς μία βραχήσεται. Καὶ μερὶς ἐφ’ ἣν οὐ βρέξω, ξηρανθήσεται, καὶ συναθροισθήσονται δύο καὶ τρεῖς πόλεις εἰς πόλιν μίαν τοῦ πιεῖν ὕδωρ, καὶ οὐ μὴ ἐμπλησθῶσιν. Καὶ οὐδ’ ὣς ἐπεστρέψατε πρός με, λέγει Κύριος. Ἐπάταξα ὑμᾶς ἐν πυρώσει, καὶ ἐν | |
77.908(50) | ἰκτέρῳ. Ἐπληθύνατε κήπους ὑμῶν, ἀμπελῶνας ὑμῶν, καὶ συκῶνας ὑμῶν, καὶ ἐλαιῶνας ὑμῶν κατέφαγεν ἡ κάμπη· καὶ οὐδ’ ὣς ἐπεστρέψατε | |
πρός με, λέγει Κύριος.» Ἄθρει δὴ οὖν ὅπως, οὐ πῦρ | ||
77.909 | ἄνωθεν ἐπηφίει τοῖς ἡμαρτηκόσιν. Ἐθορύβει δὲ μᾶλ‐ λον συστέλλων τὰ ζωαρκῆ. Καὶ ὑπόμνησιν ὥσπερ τινὰ τὸ χρῆμα ποιούμενος, τοῦ χρῆναι μεθέντας τὸ διαβιοῦν ἐκνόμως, τῶν ἀμεινόνων ἐρᾷν. Ὅτι δὲ | |
5 | πλημμελημάτων ἐκτετίκασι δίκας οἱ καθ’ ὧν ἐκεῖνα γενέσθαι συμβέβηκε, διαδείκνυσι λέγων ὁ τῶν ὅλων Θεός· «Ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος, αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι.» Ὧδε μὲν οὖν τὰ ἐκείνων. Τὰ δὲ καθ’ ἡμᾶς αὐτοὺς | |
10 | πολυπραγμονῶμεν, εἰ δοκεῖ. Ὑετῶν μὲν γὰρ καθέσεις ὀκνοῦσιν ἔσθ’ ὅτε, καίτοι καιροῦ νέμοντος ἐντρυφᾷν αὐτοῖς, ποταμίων δὲ ναμάτων λυποῦσιν ἐγκοπαί· ἱδρῶτες ἄμισθοι τῶν ἀροῦν εἰωθότων. Ἀγρῶν ἀκαρ‐ πίαι, τῶν ὠρίμων καταφθοραί. Ἀῤῥωστίαι σωμάτων | |
15 | δειναὶ καὶ παγχάλεποι. Λύπαι τὸ ἐντεῦθεν, κομμοί τε καὶ θρῆνοι, καὶ σπανανδρία πολλὴ κατὰ πόλεις καὶ κώμας. Φέρε δὴ οὖν τοὺς τῶν ἰατρῶν εὐτεχνεστάτους ἀπομιμούμενοι, πολυπραγμονῶμεν εὐφρόνως τῆς τοιᾶσδε συμφορᾶς τὴν πρόφασιν. γʹ. Ἔχει τοίνυν ῥίζαν ὥσπερ τινὰ πονηρὰν τὴν | |
20 | πολύμορφον ἁμαρτίαν. Ἐκεῖθεν ἡμῖν ἀνίσχει τὰ μοχθηρά· καὶ τῶν ἀνιᾷν πεφυκότων τὴν γένεσιν, οὐχ ἑτέραν φαίη τις ἂν ὡς ἀπό γε τῶν τοῖς πάλαι συμ‐ βεβηκότων εἰς κατάληψιν τῶν καθ’ ἡμᾶς εὖ μάλα χειραγωγούμενος. Ἐπιφραζόντων τινὲς, ἀγαθὸν ἔχου‐ | |
25 | σιν ἡμῖν καὶ πλουσιόδωρον τὸν Δεσπότην, πῶς οὐ μέτ‐ εστι τὸ ἐν εὐπραξίαις εἶναι μακραῖς καὶ διηνεκέσι; Τί τὸ ἐμποδὼν καὶ τῶν ἡδίστων ἡμᾶς ἐν ἐκβολῇ γενέσθαι ποιοῦν, καὶ ἀποφέρον εἰς λύπας, καὶ τοῖς οὕτως ἀπ‐ ηχθημένοις ἐνομιλεῖν ἀναγκάζειν; Ἀλλ’ ἔστιν, οἶμαι, | |
30 | παντί τῳ σαφὲς, ὅτι τῶν εὐκταιοτάτων ἐν σπάνει γε‐ γόναμεν. Καὶ οὐ καθ’ ἕνα καιρὸν προσκρούοντες, καὶ τῶν ἱερῶν καταρᾳθυμήσαντες ἐνταλμάτων. Ὅτι γὰρ ἀπαράβλητον ἔχει τὴν ἡμερότητα, καὶ φιλανθρω‐ πίαν, χαλεπὸν οὐδὲν κἀντεῦθεν ἰδεῖν. Νέμει μὲν γὰρ | |
35 | τοῖς ὠλισθηκόσι χεῖρα σωτήριον. Μεταφοιτᾷν δὲ κε‐ λεύει πρὸς τὰ βελτίω, λέγων· «Ἐκζητήσατε τὸ κα‐ λὸν, καὶ μὴ τὸ πονηρὸν, ὅπως ζήσητε, καὶ ἔσται οὕτω μεθ’ ὑμῶν Κύριος ὁ Θεός.» Καὶ τοῦτο δρᾷν ᾑρημέ‐ νοις, τὴν τῶν ἀγαθῶν ἀμφιλαφῆ χορηγίαν, ὑπισχνεῖ‐ | |
40 | ται λέγων· «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἐπακούσομαι τῷ οὐρανῷ, καὶ ὁ οὐρανὸς ἐπακούσεται τῇ γῇ, καὶ ἡ γῆ ἐπακούσεται τὸν σῖ‐ τον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον.» Ἀλλὰ καὶ δι’ ἑτέρου προφήτου πάλιν· «Δοκιμάσατε δὴ ἐν τούτῳ, | |
45 | λέγει Κύριος παντοκράτωρ. Ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταῤῥάκτας τοῦ οὐρανοῦ, καὶ ἐκχεῶ ὑμῖν τὴν εὐλογίαν μου, ἕως τοῦ ἱκανωθῆναι,» τουτέστιν, ἐμ‐ πλησθῆναι καὶ σχεῖν ἱκανῶς. Οὐκοῦν «Δεῦτε προσ‐ κυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ,» καθά φησιν ὁ | |
77.909(50) | θεσπέσιος Μελῳδὸς, «καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς.» Αἰτήσωμεν παρ’ αὐτοῦ τὸ ἐξ ἡμερότητος ἔλαιον. Μεταστήσωμεν τὰς ἑαυτῶν καρ‐ δίας ἐπὶ τὸ δρᾷν ἐθέλειν τὰ ἀγαθά. Καὶ γὰρ εἰσί πως καὶ ἀπροφάσιστα παντελῶς τὰ τῆς ῥᾳθυμίας | |
55 | ἐγκλήματα. Αὐτὸς γὰρ ἡμῖν ἐξ οὐρανῶν ἐπέφανεν ὁ | |
77.912 | Υἱὸς, καὶ παιδευτὴν ἐλάχομεν τὸν καταφωτίζοντα μὲν οὐρανοὺς, καταφαιδρύνοντα δὲ καὶ αὐτὰς τὰς ἄνω δυνάμεις. Θεὸς γὰρ ὢν φύσει, καὶ ἐκ Θεοῦ πεφηνὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, μετέσχεν αἵματος καὶ | |
5 | σαρκὸς, καὶ ἐνηνθρώπησεν οἰκονομικῶς, ἵν’ ἡμᾶς ἀποφήνῃ καὶ ἀρετῆς ἁπάσης ἐπιστήμονας, καὶ ἀρί‐ στων σπουδασμάτων ἐπιμελητὰς, καὶ τῆς ἀληθοῦς θεογνωσίας γεγονότας ἐν καλῷ. Ἐπειδὴ γὰρ ἄοπτος παντελῶς καὶ ἀόρατος ἡ θεία φύσις ἐστὶ, καὶ ἀπρόσ‐ | |
10 | βλητον ἔχει τὴν δόξαν «(Φῶς γὰρ ἀπρόσιτον οἰκεῖ,» κατὰ τὴν τοῦ Παύλου φωνὴν), τῆν ἡμῶν ἠμπέσχετο σάρκα, καὶ τοῖς ἀνθρώποις συνανεστράφη τοῖς τῆς ἀνθρωπότητος μέτροις συγκαθιστάμενος μετὰ τοῦ μεῖναι ὃ ἦν, καὶ ἀπήρξατο μὲν τῶν ἱερῶν θεσπισμά‐ | |
15 | των παρά γε τοῖς ἐξ αἵματος Ἰσραήλ. Ἦσαν γὰρ αὐ‐ τῶν αἱ ἐπαγγελίαι. Ἐπειδὴ δὲ γεγόνασι σκληροὶ καὶ ἄτεγκτοι, καὶ πολὺ νοσοῦντες τὸ ἐξήνιον, εἶτα τε‐ λευτῶντες ἐσταύρωσαν, ἀποπεφοίτηκεν αὐτῶν, καὶ ταῖς τῶν ἐθνῶν ἀγέλαις ἑαυτὸν ἐχαρίσατο. Ἦν μὲν | |
20 | γὰρ οὐκ ἀμήχανον αὐτῷ τὸ μὴ ἀνασχέσθαι παθεῖν. Ἐπειδὴ δὲ τὴν τῶν νεκρῶν ἀναβίωσιν ἡμῖν ἐπηγγεί‐ λατο, φορητὸν ἐποιήσατο τὸ παθεῖν· ἵνα πατήσας τὸν θάνατον, καὶ ἀναστὰς ἐκ νεκρῶν, «ἀπαρχὴ γέ‐ νηται τῶν κεκοιμημένων,» καὶ ἀραρότως πιστεύω‐ | |
25 | μεν, ὅτι καταλύσει τὴν φθορὰν, καὶ τῶν ἡμετέρων ἀποσοβήσει σωμάτων τοῦ θανάτου τὴν ἔφοδον, ζωὴ κατὰ φύσιν ὑπάρχων καὶ ζωοποιὸς, ὡς Θεός. Ἵνα δὲ πρὸς τούτῳ καὶ αὐτὴν ἡμῖν ἀποφήνῃ βάσιμον καὶ εὐήλατον τὴν εἰς τὰ ἄνω τρίβον, ἀνέβη πρὸς τὸν ἐν | |
30 | τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς ἐψυχωμένης νοερῶς. Καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Πατρὸς, πᾶσαν ὑπὸ πόδας ἔχων τὴν κτίσιν, ἐπ‐ έκεινα παντὸς γενητοῦ, καὶ ἐν κυριότητι φυσικῇ. Καὶ ἀκατάσειστον τὴν βασιλείαν ἔχων, ἥξει τε κατὰ | |
35 | καιροὺς «ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγ‐ γέλων, ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ,» καθὰ γέγραπται. Ὡς οὖν ἀπολογεῖσθαι μέλλοντες τῷ κριτῇ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Κατορθώσωμεν πάντα τρό‐ | |
40 | πον ἐπιεικείας. Τὴν δικαιοσύνην ἀγαπήσωμεν, τὴν ἀγάπην, τὴν ἐγκράτειαν, τὴν φιλαλληλίαν, τὴν φιλο‐ πτωχίαν. Ἐλεήσωμεν ὀρφανοὺς, χήρας δάκρυον ἀνα‐ κόψωμεν, ἐπισκεψώμεθα δεσμίους. Ἀῤῥωστοῦντας ἀνακτησώμεθα ταῖς φιλοφροσύναις, καὶ ἁπαξαπλῶς, | |
45 | πᾶν εἶδος ἀρετῆς κατορθοῦν σπουδάσωμεν. Οὕτω γὰρ, οὕτως εὐαρεστήσομεν τῷ πάντων ἡμῶν Σωτῆρι Χρι‐ στῷ. Ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ πέμπτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ δεκάτης τοῦ Φαρμουθὶ | |
77.912(50) | μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ πέμπτῃ καὶ δεκάτῃ τοῦ αὐτοῦ μηνὸς, ἑσπέρᾳ βαθείᾳ σαββά‐ του, κατὰ τὴν εὐαγγελικὴν παράδοσιν· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑκκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς | |
55 | ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Ἵνα καὶ τοῦτον τὸν καιρὸν ὀρθῶς καὶ μετ’ εὐσεβείας διαδραμόντες τῆς τῶν ἁγίων ἀξιωθῶμεν κοινωνίας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς | |
τοὺς αἰῶνας. Ἀμήν. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. | ||
77.913 | ΛΟΓΟΣ ΚϚʹ. αʹ. Κεχρήσομαι πάλιν ταῖς τοῦ πανσόφου Παύλου φωναῖς, καὶ δὴ καὶ ἐρῶ τοῖς ἐν πίστει δεδικαιωμέ‐ νοις, καὶ ἡγιασμένοις ἐν πνεύματι· «Χαίρετε ἐν | |
5 | Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε, τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις·» καιρὸς καρτε‐ ρίας καὶ ὑπομονῆς· καιρὸς ἐξαιρέτων ἀνδραγαθη‐ μάτων, καὶ νοητῆς εὐανδρίας. Εἰσελαύνει γὰρ πάλιν τῆς ἁγίας ἡμῶν ἑορτῆς ὁ καιρός. Σεπτῆς δηλονότι | |
10 | καὶ πανάγνου νηστείας προανισχούσης αὐτοῦ· ἵνα τὴν εὐκλεᾶ καὶ εὐδόκιμον κατορθοῦντες ζωὴν, καὶ διὰ πόνων ἀγαθῶν τοὺς ἐκ τῆς ἁμαρτίας μολυσμοὺς ἀποτριβόμενοι, ἁγίους καὶ ἀμώμους ἑαυτοὺς παρα‐ στήσωμεν τῷ Χριστῷ, μονονουχὶ βοῶντας, καὶ λέ‐ | |
15 | γοντας· «Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγα‐ θόν ἐστιν.» Οἶμαι δὲ δεῖν τοὺς, οἵπερ ἂν εἶεν τῆς εὐαγγελικῆς εὐζωΐας ἐπιστήμονες, καὶ τῶν τοῖς ἁγίοις ηὐτρεπισμένων γερῶν ἐρασταὶ, προθυμίαις τισὶν ἀμάχοις ἐκτεθηγμένους πρὸς τοῦτο ἰέναι, τὸν | |
20 | ἀδρανῆ καὶ ἄμισθον διαῤῥιπτοῦντας ὄκνον, τῆς ἑαυ‐ τῶν διανοίας ὡς ἀπωτάτω, καὶ οἷον ἐῤῥῶσθαι φρά‐ σαντας ταῖς ἀνοήτοις ἀφιλεργίαις. Οὐ γάρ τοι βά‐ σιμα τὰ ἐξαίρετα τῶν πραγμάτων τοῖς νενευκόσιν ἐπὶ τὸ ῥᾴθυμον· οὔτε μὴν ἁλώσιμα τὰ παρὰ Θεοῦ. | |
25 | Φιλεῖ γὰρ ἱδρῶτας ἡ ἀρετὴ, καὶ τρίβον λαχοῦσα τὴν εὐθὺ φέρουσαν αὐτῆς, σκληρὰν καὶ ἀνάντη τοῖς τλη‐ παθεῖν ἑλομένοις, ψιλήν τε αὐτὴν καὶ εὐήλατον ἀπο‐ φαίνει, τὸ εὐδοκιμεῖν ὅτι μάλιστα πεφυκὸς σαγη‐ νεύουσα γένος καὶ καλοῦσα πρὸς ἑαυτὴν, ἀπο‐ | |
30 | σοβοῦσα δὲ ὥσπερ τὸ ἀφιλεργὲς καὶ ἀφιλοπόλεμον. Ἐρᾷ γὰρ, ὡς ἔφην, τῶν ἐξειλεγμένων. Τοιοῦτόν τι καὶ ὁ προφήτης φησίν· «Εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.» Οὐκοῦν, ὡς ὁ θεσπέσιος | |
35 | γράφει Παῦλος, «Τοῦ λοιποῦ ἐνδυναμοῦσθε ἐν Κυ‐ ρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ· ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Διότι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς | |
40 | τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκρά‐ τορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις· διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι | |
45 | στῆναι.» Ὥσπερ γὰρ ἡ βαρβάρων χώρα γείτονά τε καὶ ὅμορον οἰκοῦντες πόλιν, οἱ μέν τινες εἶεν ἐμπει‐ ροπόλεμοι, καὶ τῶν τακτικῶν ἐπιστήμονες, ὀλίγου παντελῶς ἀξιοῦσι λόγου τὰς ἐκείνων ἐμβολάς· ἥτ‐ τους δὲ ὄντες τοῦ χρῆναι πονεῖν, καὶ ἀντεξάγειν | |
77.913(50) | ἀνδρικῶς τοῖς καταδῃοῦν ᾑρημένοις, ἑτοιμοτάτῃ κεί‐ σονται θήρᾳ· οὕτω καὶ οἱ τῆς ἐν νόμῳ ζωῆς ἐπιμελη‐ ταί· ὧν εἰσι μὲν ἐγγὺς οἱ μαχόμενοι. Πλεῖστοι γὰρ οὗ‐ τοι καὶ πικροί. Ἀλλ’ οἵ γε τὸν νοῦν ἔχοντες ἐῤῥωμένον, | |
καὶ οἷά τινα παντευχίαν πνευματικὴν τὴν εἰς Χρι‐ | ||
77.916 | στὸν εὐσέβειαν ἐναρμοσάμενοί τε καὶ ἀντεξάγοντες, ἀμείνους μὲν ἔσονται τῆς ἐκείνων σκαιότητος. Ἄτρωτον δὲ καὶ ἀπλῆγα τὴν ἑαυτῶν καρδίαν τηρή‐ σαντες, χαριστηρίους ᾠδὰς ἀνάψουσι τῷ Χριστῷ, | |
5 | λέγοντες· «Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανιστα‐ μένους ἡμῖν.» Χριστοῦ τοιγαροῦν συνασπίζοντος τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ εἰς εὐτολμίαν ἁγιοπρεπῆ καταθήγοντος τοὺς τοῖς εὐαγγελικοῖς θεσπίσμασιν | |
10 | ἕπεσθαι δεῖν ᾑρημένους, καταθλήσωμεν τῆς σαρκὸς, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ· μνη‐ μονεύσωμεν τῆς θείας λεγούσης Γραφῆς, «Πορνεία δὲ, καὶ ἀκαθαρσία πᾶσα, καὶ πλεονεξία μηδὲ ὀνομα‐ ζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις. Καὶ αἰσχρότης, | |
15 | καὶ μωρολογία ἢ εὐτραπελία, ἂ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία. Τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἣ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.» Καὶ πάλιν· «Ἆρ’ οὖν, | |
20 | ἀδελφοὶ, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῇν. Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. Ὅσοι γὰρ πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσι.» Γραφόμεθα γὰρ ἐν τέκνοις Θεοῦ, τῆς ἐν | |
25 | Χριστῷ πολιτείας τὸ κάλλος ταῖς ἑαυτῶν διανοίαις εἰσ‐ οικισάμενοι, καὶ διὰ τῶν εἰς εὐσέβειαν σπουδασμάτων πρὸς αὐτὸν εὖ μάλα διαμορφούμενοι. Ὅτε τοίνυν ἡμῖν οἱ τῆς ἀκηράτου φύσεως χαρακτῆρες ἐλλάμ‐ πουσι, γεγράμμεθα δὲ καὶ ἐν τέκνοις Θεοῦ, καὶ ἀδελ‐ | |
30 | φότητα πεπλουτήκαμεν, τὴν πρός γέ φημι τὸν τῶν ὅλων παμβασιλέα Χριστὸν, αὐτῷ τὴν οἰκείαν καθ‐ ιεροῦντες ζωὴν, φαιδροὶ διαμένωμεν. Ἐσόμεθα γὰρ οὕτω θιασῶται γνήσιοι, πανηγυρ[ι]άρχην ἕχοντες αὐ‐ τόν. Καὶ εἴπερ ἐστὶ τὸ ἐστάλθαι λαμπρῶς τοῖς ἑορτά‐ | |
35 | ζουσι πρεπωδέστατον, εἴη ἂν, οἶμαί που, τὸ καταφαι‐ δρύνεσθαι δεῖν τοῖς ἐξ ἀρετῶν αὐχήμασιν, οὐκ ἀνάρ‐ μοστον. Μᾶλλον δὲ καὶ λίαν ἐοικὸς τοῖς εἰσβάλλειν ἐθέλουσιν εἰς τὰ Ἅγια τῶν ἁγίων, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστὸς, κατὰ τὴν τοῦ θεσπε‐ | |
40 | σίου Παύλου φωνήν. Ἅγια δὲ τῶν ἁγίων εἶναί φα‐ μεν τοὺς τῆς μυστικῆς τελειώσεως τρόπους. Οἷς οὐκ ἄν τις ἐμβάλοι. Οὐδ’ ἂν ἐγγὺς γένοιτο Θεοῦ, κατὰ διάθεσιν δηλονότι καὶ ἁγιασμὸν, μὴ οὐχὶ πρότερον πάντα ῥύπον τὸν ἐξ ἁμαρτίας καὶ σαρκικῶν ἐπιθυ‐ | |
45 | μιῶν, εὖ μάλα διανιψάμενος. Ἐπειδὴ δὲ τὰ τοῖς πάλαι τυπικῶς διὰ τοῦ πανσόφου Μωσέως τεθεσπι‐ σμένα γέγραπται «πρὸς νουθεσίαν ἡμῶν,» καὶ πρα‐ γμάτων εἰσὶν εἰκόνες πνευματικῶν, πολὺ τὸ ὀνησιφό‐ ρον ὠδίνουσαι, φέρε τοῖς ἀκροωμένοις παραγάγωμεν | |
77.916(50) | εἰς πληροφορίαν καὶ εἰς ἀπόδειξιν ἐναργῆ τῶν ἀρ‐ τίως ἡμῖν εἰρημένων, τὸ ἐν τῇ Ἐξόδῳ γεγραμμέ‐ νον. Ἔχει δὲ οὕτω· «Καὶ ἐλάλησε Κύριος πρὸς Μω‐ σῆν, λέγων· Ποίησον σεαυτῷ λουτῆρα χαλκοῦν, καὶ βάσιν αὐτῷ χαλκῆν, ὥστε νίπτεσθαι. Καὶ θήσεις | |
55 | αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἀνὰ | |
μέσον τοῦ θυσιαστηρίου· καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ, καὶ νίψεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς | ||
77.917 | χεῖρας καὶ τοὺς πόδας ὕδασι, ὄταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἵνα μὴ ἀποθάνωσι. Καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον αὐτῷ τε καὶ ταῖς γενεαῖς αὐτοῦ μετ’ αὐτόν.» βʹ. Ἄθρει δὴ οὖν ὅπως τοὺς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσβαλεῖν ἐθέλοντας, προαπονίζεσθαι δεῖν ὁ | |
5 | θεῖος προστέταχε νόμος. Καὶ τοῖς τοῦτο δρᾷν οὐκ ἀνεχομένοις, τὴν εἰς αἷμα δίκην ἀπαρτῆσαι ὁρᾶται· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀνίπτοις ἡμᾶς ἰέναι ποσὶ πρός γε τὸ δεῖν ἐγγὺς γενέσθαι Θεοῦ, ἢ πάντοτε καὶ πάντως ἑαυτοὺς ἀδικήσομεν, ποινὴν ὑπομένοντες | |
10 | τὴν ἐσχάτην. «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; κατὰ τὸ γεγραμμένον. Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ;» Ἄρ’ οὖν ἡ κάθαρσις ἥπερ ἂν γένοιτο πρὸς ἡμῶν, σωματικὴ μᾶλλον ἢ πνευματικὴ νοοῖτ’ ἂν εἰκότως; | |
15 | Εἶτα πῶς ἐνδοιάσαι θέμις, ὡς ἔστι πνευματικὴ, Θεοῦ λέγοντος ἐναργῶς, διὰ τῆς Ἱερεμίου φωνῆς· «Ἀπό‐ πλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, ἵνα σωθῇς, Ἱε‐ ρουσαλήμ;» Καὶ πλεῖστοι μὲν λίαν οἱ τῆς φαυλότη‐ τος τρόποι, γοητεῖαι, φιλοσαρκίαι, πλεονεξίαι, ψιθυ‐ | |
20 | ρισμοὶ, ψευδορκίαι καὶ δόλοι. Παροτρύνει δὲ μάλιστα πρὸς ὀργὰς τῶν ἄλλων τὸν ἐπὶ πάντας Θεὸν τὸ ἐφ’ ἂ μὴ θέμις εὐπαρακόμιστον καὶ διεστραμμένον ἐν‐ νοιῶν ἀναπίμπλασθαι φιλεῖν, ἀποφέρεσθαι δὲ καὶ εἰς ἀδόκιμον νοῦν, καὶ πνεύμασι πλάνοις ἀκολου‐ | |
25 | θεῖν ἑλέσθαι τινὰς, τὴν ἀκριβῆ τε καὶ ἀκαπήλευτον πίστιν οὐ προσιεμένους. Εἰσὶ γὰρ, εἰσὶν οἱ τῆς ἀλη‐ θείας τὴν δύναμιν παρευθύνοντες ἐπὶ τὸ αὐτοῖς ἰδίᾳ δοκοῦν, καὶ δοκησισόφων ἐννοιῶν κατασωρεύοντες ὄχλον τῆς τῶν ἀγελαίων πληθύος. Οἷς ἀναγκαῖον εἰ‐ | |
30 | πεῖν· «Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον, φονεύετε πάντες;» Προσεποίσω δὲ οἷς ἔφην κἀκεῖνο· Τὸ Χριστιανῶν ὄνομα λαχόντες τινὲς, οὔπω μὲν εἰσὶν, ὅπερ εἶναι λέγονται δυνάμει καὶ ἀληθείᾳ, τοὺς δὲ τῆς ἀποστασίας ἀγαπῶσι τρόπους, καὶ ταῖς | |
35 | τῶν δαιμονίων ἀπάταις προσνενεύκασιν· οἴονται δὲ τάχα που καὶ αὐτὸν οἷς δὴ καὶ ἐροῦμεν· «Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε. Ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐ κατανοεῖ;» Λάθοι γὰρ ἂν οὐδὲν τὸν καὶ | |
40 | ἡμῖν αὐτοῖς ἐμφυτεύσαντα τὸ καὶ ἐπαΐειν δύνασθαι, καὶ μὴν καὶ ὁρᾷν. Ὅτι γὰρ τὸ μὴ μονοτρόπως ἀνα‐ κεῖσθαι Θεῷ, σκάζουσαν δὲ καὶ ἀδρανῆ τὴν διάνοιαν ἔχειν, καὶ τοῦτο μετὰ τὴν πίστιν, ὡς οἴεσθαί τε καὶ λέγειν, καὶ ἑτέρους εἶναι θεοὺς μετὰ τὸν ἕνα τὸν | |
45 | φύσει καὶ ἀληθῶς, ὀλέθρου καὶ ἀπωλείας πρόξενον, καὶ τῆς εἰς ἄκρον ὀργῆς τῆς παρά γε, φημὶ, τοῦ τὰ δίκαια κρίνοντος Θεοῦ, σαφὲς ἂν γένοιτο διὰ τῶν ἱερῶν Γραμμάτων. Νόμῳ μὲν γὰρ τῷ διὰ Μωσέως τὴν εἰς Θεὸν εὐσέβειαν ὁ Ἰσραὴλ ἐπαιδεύετο. Ἤκουε | |
77.917(50) | γὰρ ἐναργῶς, ὅτι «Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν.» Καὶ, «Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παν‐ τὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.» | |
Οἱ δὲ, καίτοι δέον τοῦ παντὸς ἀξιῶσαι λόγου τὰ τε‐ | ||
77.920 | θεσπισμένα, παρ’ οὐδὲν ἐποιοῦντο τὸ εἶναι γνήσιοι. Ἀποσπουδάζοντες δὲ τὸ ὅτι μάλιστα πεφυκὸς ὠφε‐ λεῖν, αὐτόκλητον ταῖς ἑαυτῶν κεφαλαῖς ἐπήντλησαν δίκην. Ἐτράποντο γὰρ ἀνοσίως ἐπί γε τὸ δεῖν τὴν | |
5 | ἀπόῤῥητον καὶ ὑπερφυᾶ τοῦ πάντων κρατοῦντος Θεοῦ περιορίσαι δόξαν. Εἴδωλά τε διατορνεύσαντες ἐναπέθεντο ταῖς ἑστίαις, ὡς καὶ αὐτὸν τάχα που λα‐ θεῖν δυνάμενοι τὸν παντεπόπτην Θεόν. Ἀλλ’ εἰς ἀφόρητον αὐτοῖς ἐκβέβηκε τὸ χρῆμα ζημίαν. Ἔφη δὲ | |
10 | οὕτως ὁ θεσπέσιος προφήτης Ἰεζεχιήλ· «Καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς, καὶ εἶδον, καὶ ἰδοὺ ὀπὴ μία ἐν τῷ τοίχῳ, καὶ εἶπε πρός με, Υἱὲ ἀνθρώπου, ὄρυξον δὴ ἐν τῷ τοίχῳ, καὶ ἰδοὺ θύρα μία. Καὶ εἶπε πρός με· Εἴσελθε καὶ ἴδε τὰς ἀνομίας τὰς πονηρὰς, | |
15 | ἃς οὗτοι ποιοῦσιν ὧσδε σήμερον. Καὶ εἰσῆλθον καὶ εἶδον, καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ, καὶ κτήνους μάταια βδελύγματα. Καὶ εἶδον πάντα τὰ εἴδωλα Ἰσραὴλ, διαγεγραμμένα ἐπ’ αὐτοῦ κύκλῳ. Καὶ ἑπτὰ ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραὴλ, καὶ Ἰε‐ | |
20 | χονίας ὁ τοῦ Σαφὰν ἐν μέσῳ αὐτῶν εἰστήκει πρὸ προσώπου αὐτῶν. Καὶ ἕκαστος θυμιατήριον αὐτοῦ εἶχεν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἡ ἀτμὶς τοῦ θυμιάμα‐ τος ἀνέβαινε. Καὶ εἶπε πρός με· Ἑώρακας, υἱὲ ἀν‐ θρώπου; Μὴ μικρὰ τῷ οἴκῳ Ἰσραὴλ τοῦτο ποιεῖν, | |
25 | τὰς ἀνομίας ἃς πεποιήκασιν ὦδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας, καὶ ἐπέστρεψαν τοῦ παροργίσαι με, καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ· οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδ’ οὐ μὴ ἐλεήσω.» Οὐ γὰρ ἦν οὕ‐ τως ὄντας ἑτερογνώμονας, ὑβριστάς τε καὶ ἀνοσίους | |
30 | καὶ ἀποστάτας, μὴ οὐχὶ πάντη τε καὶ πάντως ταῖς ἁπασῶν ἐσχάταις ἁλῶναι δίκαις. Ἀπολώλασι γὰρ, τοῖς τῶν πολεμίων ξίφεσι δαπανώμενοι. Καὶ δεδου‐ λεύκασιν ἐχθροῖς, καὶ πέρα πάσης γεγόνασι συμφο‐ ρᾶς. Οὐκοῦν ὅταν ἐπαμφοτερίζωσί τινες, καὶ τοὺς | |
35 | εἰς Θεὸν εἰλικρινοῦς ἀγάπης ἀτιμάζωσι τρόπους, ταῖς τῶν εἰδώλων λατρείαις προσκείμενοι, τότε καὶ Θεὸς ἐφίησι, καὶ πολεμίων ἐφόδοις καταχειμάζεσθαι χώρας τε καὶ πόλεις, καὶ ἀνιαροῦ παντὸς εἰς πεῖραν ἐλθεῖν. Δεῖ δὴ οὖν ἄρα θεραπεύειν αὐτὸν, ἀκλόνητον | |
40 | ἔχοντας πίστιν, καὶ βεβηκότα τὸν νοῦν εἰς τὴν ἐπ’ αὐτὸν τιμήν τε καὶ δόξαν. Περὶ γὰρ τῶν ἑτέρως διακειμένων, ἀληθεῦον ἐρεῖ τὸ διὰ φωνῆς Ἡσαΐου· «Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ.» Ἀκούσονται δὲ λέ‐ | |
45 | γοντος τοῦ Χριστοῦ· «Οὐαὶ ὑμῖν, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται τοῖς ἀνθρώποις ὡραῖοι· ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.» Ἀρκέσει γὰρ ἥκι‐ στά γε πρὸς εὐκλείας δύναμιν ἀληθοῦς τοῖς εὖ βιοῦν | |
77.920(50) | ᾑρημένοις τὸ τοῖς μὲν ἔξωθεν ὡραϊσμοῖς ψιλοῖς τε καὶ μόνοις κατακαλλύνεσθαι φιλεῖν, ὀλίγον δὲ κο‐ μιδῇ τῆς εἰς Θεὸν ἀγάπης ποιεῖσθαι λόγον. Καίτοι χρῆν δὴ σπουδῆς ἀξιοῦν ἐπείγεσθαι τῆς προὐργιαι‐ τάτης, τὸ ἀραρὸς εἰς εὐσέβειαν καὶ ἀκλόνητον | |
55 | πίστιν. Δι’ οὗ μάλιστα τῆς ἄνωθεν εὐμενείας τὴν | |
77.921 | χάριν καταπλουτήσειεν ἂν, οἶμαι, τίς. Ἐπιγάννυται γὰρ ἡ θεία τε καὶ φιλάρετος φύσις τοῖς ὧδε διακει‐ μένοις. Εἰ δὲ δὴ μέλλομεν ἀχαλίνοις τοῦ νοῦ ῥοπαῖς ἰόντες ἐφ’ ἃ μὴ θέμις, τῆς ὑπερτάτης αὐτοῦ δόξης | |
5 | καταθρασύνεσθαι, καὶ τοῖς οὐκ οὖσι θεοῖς ἀπονέμειν αὐτὴν, «Τῷ ξύλῳ λέγοντες· Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με,» καὶ τοῖς κόσμου στοι‐ χείοις τὸ σέβας ἀνάπτοντες, καὶ ταῦτα τὸ Χριστια‐ νῶν λαχόντες ὄνομα, ὅτι πάντη τε καὶ πάντως σκληρᾷ | |
10 | καὶ ἀφύκτῳ κολάσει τὰς ἑαυτῶν ὑποθήσομεν κεφα‐ λὰς ἐνδοιάσειεν ἂν οὐδεὶς τῶν γε ἅπαξ τελούντων ἐν ἡμῖν. Οἷς καὶ ἱερὸς προσπεφώνηκε λόγος, ὅτι «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.» Κολάζουσι δὲ καὶ οἱ καθ’ ἡμᾶς τε καὶ καθεστῶτες | |
15 | νόμοι τοὺς ὁπλιτεύειν εἰδότας, εἰ τῆς τοῖς κρατοῦσιν ὀφειλομένης εὐνοίας ὀλιγωρήσαντες, φρονεῖν ἕλοιντο τὰ βαρβάρων· κἂν ἀποβάλοι τὴν ἀσπίδα, συναπο‐ βαλεῖ που πάντως αὐτῇ καὶ τὸ ἐν ζῶσι τελεῖν ἔτι. Οὐκοῦν τὸ μερίζεσθαι τὴν γνώμην, καὶ καταδονεῖ‐ | |
20 | σθαι φιλεῖν ἐκ τῶν ἀμεινόνων καὶ ἀληθῶν εἰς τὰ αἰσχίω καὶ βδελυρώτατα, καὶ πολέμου πρόξενον ἀπ‐ έφηνεν ἡμῖν ἀρτίως ὁ λόγος· προσαποφωνεῖ δὲ, ὅτι καὶ τῶν ἑτέρων ἡμῖν ἀγαθῶν ἐγκοπὰς ἐργάζεται. Ὑετοὺς μὲν γὰρ οὐ καθίησι Θεὸς, ὡς μήτε ἀροῦν | |
25 | δύνασθαί τινας, μήτε μὴν τοῖς τῆς γηπονίας ἱδρῶσιν ἐνομιλεῖν· λιμῷ δὲ καὶ δίψει καταμαραίνεσθαι πό‐ λεις τε ὁμοῦ καὶ χώρας. Ἄθρει δέ μοι τοῦτο πάλιν πεπονθότα τὸν Ἰσραήλ. Βεβασίλευκε γὰρ κατὰ και‐ ροὺς ὁ Ἀχὰβ τῶν οὐσῶν ἐν Σαμαρείᾳ δέκα φυλῶν· | |
30 | ἀλογήσας δὲ ὁλοτρόπως τῆς εἰς Θεὸν αἰδοῦς καὶ ἀγά‐ πης, τέθυκεν εἰδώλοις. Ἐπειδὴ δὲ ἦν εὐπάροιστος ἡ ὑπ’ αὐτῷ τε καὶ ἀγελαία πληθὺς, τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς ὄντα Θεὸν ἀτιμάσαντες, τὴν ἴσην εὐθὺς ἠῤῥωστήκασι τῷ κρατοῦντι μανίαν, καίτοι νόμον | |
35 | ἔχοντες τὸν ἐφεστηκότα, καὶ διὰ τῆς Μωσέως ἐντο‐ λῆς εὖ μάλα παιδαγωγούμενοι, πρὸς τὸ ὅτι μάλιστα τελοῦν εἰς ὄνησιν αὐτοῖς· ἐπειδὴ δὲ, καθά φησιν ὁ θεσπέσιος Δαβὶδ, «Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώ‐ θησαν·» παρελθὼν εἰς μέσον ὁ προφήτης Ἡλίας, | |
40 | συνηγανάκτει μὲν ὡς ἠτιμασμένῳ τῷ πάντων κρα‐ τοῦντι Θεῷ· ἠπείλησε δὲ λιμὸν καὶ ἀκαρπίαν, καὶ τῆς ἄνωθεν εὐλογίας τὴν σπάνιν. Ἔφη γάρ· «Ζῇ Κύριος τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραὴλ, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, καὶ εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ | |
45 | ὑετὸς, ὅτι εἰ μὴ διὰ στόματος λόγου μου·» οὗ δὴ λέ‐ γοντος (οὐ γὰρ ὗσεν ἐπὶ τὴν γῆν ὁ τὰ ζωαρκῆ δωρούμενος), οὐκ ἦν ἀρόσαι τοὺς ἐν ἀγροῖς, οὐ συλ‐ λέξαι τι τῶν ἐν γηπονίαις, οὐ πόας ἰδεῖν ἐν ὥρᾳ κο‐ μῶσαν τὴν γῆν· ἀλλὰ διψῶντα μὲν ὅρη· πεδία [δὲ] | |
77.921(50) | τὰ πρὸς εὐανθῆ τε καὶ γονιμώτατα, μονονουχὶ θρη‐ νοῦντα τὴν ἀκαρπίαν. Καὶ τί τὸ ἐντεῦθεν; ἀφορήτοις ἐμβολαῖς λιμοῦ, κατατρέχοντες ἀνάγκης, εἰς τοῦτο πεπτώκασι τῶν ἐν Σαμαρείᾳ τινὲς, ὥστε καὶ γυναῖ‐ κας τῶν ἰδίων ἅψασθαι τέκνων, καὶ τῶν τῆς φύσεως | |
55 | ἀλογῆσαι νόμων παντελῶς, καὶ τοὺς τῆς φιλοστορ‐ | |
77.924 | γίας πατῆσαι θεσμούς. Καὶ γοῦν ὁ προφήτης Ἱερε‐ μίας ταῖς τοῦτο παθούσαις ἐπιστυγνάσας, «Χεῖρες, φησὶ, γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία ἑαυ‐ τῶν.» Πῶς οὖν ἄρα κατέληξε τὸ συμβάν; ἀπεκρού‐ | |
5 | σαντο δὲ τίνα τρόπον τὴν οὕτω δεινὴν καὶ δυσδιάφυ‐ κτον δίκην; Ἐκ μέσου γεγόνασιν οἱ πλανῶντες τὸν Ἰσραὴλ, τὴν ἐφ’ αἵματι ψῆφον κατενεγκόντος αὐτῶν τοῦ προφήτου Ἡλίου. Ἐπειδὴ δὲ πάλιν ἀνέλαμψεν ἡ ἀλήθεια, καὶ τὸν φύσει Θεὸν ἐγνώκασιν οἱ ταῖς τῶν δαιμονίων λατρείαις ἐνολισθήσαντες, ἐδίδου πάλιν αὐτοῖς τὰ ἐξ ἡμερότητος ἀγαθὰ, καὶ τῶν ἐδωδίων τὴν ἀφθονίαν ὁ φιλοικτίρμων Θεός. | |
10 | γʹ. Δεῖ δὴ οὖν ἄρα, καθάπερ προεῖπον ἤδη, ἀπο‐ σπουδάζειν μὲν τὰ αἰσχίω, τῶν δὲ ἀμεινόνων ἀντ‐ έχεσθαι· καὶ καταφαιδρύνεσθαι μὲν τοῖς τῆς εὐκο‐ σμίας αὐχήμασιν· ἐξηρτῆσθαι δὲ ὅτι μάλιστα φι‐ λεῖν τῆς ἐξαιρέτου καὶ ἐννομωτάτης ζωῆς· τηρεῖν τε | |
15 | πρὸς τούτῳ καὶ τὸ ἐν πίστει γνήσιον, καὶ βεβηκὸς εἰς ἀγάπην τοῦ πάντων ἐπέκεινα Θεοῦ. «Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, καθὰ γέγραφεν ὁ σο‐ φώτατος Παῦλος, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδω‐ κεν αὐτὸν, ἵνα καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρί‐ | |
20 | σηται.» Ὁ γὰρ ἐπέκεινα νοῦ παντὸς, ὁ δι’ οὗ τὰ πάντα παρήχθη πρὸς γένεσιν, ὁ ἐξ αὐτῆς ἀναφὺς τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος, «οὐχ ἁρ‐ παγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, καθὰ γέγραπται, ἀλλ’ ὑπέστη μὲν τὴν ἑκούσιον κένωσιν, ἔλαβε δὲ | |
25 | δούλου μορφήν.» Καὶ διὰ ποίαν αἰτίαν, πιστώσεται λέγων ὁ μακάριος Παῦλος· «Ἐπειδὴ γὰρ τὰ παιδία κενοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παρα‐ πλησίως μετέσχε τῶν αὐτῶν· ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτ‐ | |
30 | έστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φό‐ βῳ θανάτου διὰ παντὸς τοῦ ζῇν, ἔνοχοι ἦσαν δου‐ λείας. Οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα | |
35 | ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ.» Ἔκτισε μὲν γὰρ ὁ τῶν ὅλων γενεσιουργὸς ἐπὶ ἀφθαρσίᾳ τὰ πάντα, καθὰ γέγραπται, σωτήριον δὲ καὶ αἱ γενέσεις τοῦ κόσμου. Καὶ οὐκ ἦν ᾅδου βασί‐ | |
40 | λειον ἐπὶ τῆς γῆς· «Φθόνῳ δὲ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν.» Ἦν δὲ ἀναγκαῖον μὴ τὴν ἀρ‐ χαίαν ἐφ’ ἡμῖν τοῦ Θεοῦ βούλησιν ἡττᾶσθαι τῷ φθόνῳ τοῦ σκολιοῦ καὶ ἀρχεκάκου δράκοντος· ἁδρο‐ τέραν δὲ μᾶλλον τῆς ἐκείνου σκαιότητος ἀναφαίνε‐ | |
45 | σθαι. Διὰ τοῦτο ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ μονογε‐ νὴς τοῦ Θεοῦ Λόγος, καὶ αὐτὸς τὰ πάντα ζωογονῶν, καθῆκεν ἑαυτὸν, ὡς ἔφην, ἐν τοῖς καθ’ ἡμᾶς, καὶ τὴν ἡμῶν ἠμπέσχετο σάρκα, ἵνα σὰρξ γένηται ζωῆς, καὶ ἀτονήσῃ λοιπὸν τῆς τοῦ διαβόλου δυστροπίας τὸ | |
77.924(50) | κέντρον, μητέρα θανάτου τοῖς ἐπὶ τῆς γῆς ἀνευ‐ ρόντος τὴν ἁμαρτίαν. Δύο τοιγαροῦν ἐν αὐτῷ κατώρ‐ θωκεν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος γενόμενος ἄν‐ θρωπος. Ἀπεσόβησε μὲν γὰρ τῶν ἀνθρωπίνων σω‐ μάτων, ὃν οὐ πεποίηκεν αὐτὸς, ἐπισυμβάντα δὲ μᾶλ‐ | |
55 | λον ἐκ τῆς ἁμαρτίας θάνατον. Γέγονε δὲ καὶ εἰς | |
77.925 | πάντας ἡμᾶς ἐλεήμων ἀρχιερεύς. Τί οὖν ἄρα φαίη τις ἄν; Οὐ γὰρ ἦν ἐλεήμων ὡς Θεὸς, καὶ πρὶν γε‐ νέσθαι καθ’ ἡμᾶς; Καίτοι πῶς οὐκ ἀγαθὸς κατὰ φύσιν, μᾶλλον δὲ αὐτόχρημα τὸ ἀγαθὸν νοοῖτ’ ἂν εἰ‐ | |
5 | κότως, ὁ τῆς ἀνωτάτω φύσεως οὐσιώδης καρπός; Ἆρ’ οὖν ἐκ τοῦ μὴ εἶναι κατὰ φύσιν ἀγαθὸς, μετα‐ πεφοίτηκεν εἰς αὐτό; Καίτοι πῶς ἂν οὐκ ὄφλοι γέ‐ λωτα ταῦτα ἔχειν ὀρθῶς, εἰ διενθυμοῖτό τις; Γέγονε δὲ εἰς ἡμᾶς ἐλεήμων ἀρχιερεὺς κατὰ τοιόνδε τινὰ | |
10 | τρόπον. Ὁ μὲν γὰρ δι’ ἀγγέλων λαληθεὶς νόμος τοῖς ἐξ Ἰσραὴλ, τοὺς ταῖς παραβάσεσιν ὑποπίπτοντας ἀποτιννύναι δίκας, καὶ τοῦτο ἀμελλητὶ προστέταχε· καὶ μαρτυρήσει γράφων ὁ πάνσοφος Παῦλος· «Ἀθε‐ τήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυ‐ | |
15 | σὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει.» Ἦ[ν] οὖν ἀμελέ‐ τητον καὶ ἀνεπιτήδευτον παντελῶς τοῖς κατὰ νόμον ἱερατεύουσι, τὸ κατοικτεῖραί τινας τῶν ἁλόντων ἐπὶ ῥᾳθυμίαις. Γέγονε δὲ Χριστὸς ἐλεήμων ἀρχιερεύς. Οὐ γὰρ ἐζήτησε δίκας τοὺς ἐπὶ τῆς γῆς τῶν | |
20 | ἡμαρτημένων· δεδικαίωκε δὲ μᾶλλον ἅπαντας χά‐ ριτι καὶ οἰκτιρμοῖς. Καὶ προσέτι τούτῳ πνευματικοὺς ἀπέφηνε προσκυνητὰς, λαμπράν τε καὶ ἐναργῆ πα‐ ραστήσας ἡμῖν τὴν ἀλήθειαν, τουτέστι, τὸν ἀληθῆ τῆς εὐζωΐας τρόπον. Ὃς διά γε εὐαγγελικῶν κηρυγ‐ | |
25 | μάτων, εὖ μάλα κατασημαίνεται, καὶ οὐ ταῖς Μω‐ σέως ἐπιτιμήσας ἐντολαῖς, ἤγουν ἀνατρέψας τὰ πά‐ λαι τεθεσπισμένα, παρέδειξε τὴν ἀλήθειαν· ἀποσα‐ λεύσας δὲ μᾶλλον τὴν τοῦ νομικοῦ γράμματος σκιὰν, καὶ μεθιστὰς τοὺς τύπους εἰς τὴν ἐν Πατρὶ καὶ | |
30 | ἀληθείᾳ προσκύνησιν καὶ λατρείαν. Τοιγάρτοι καὶ ἔφασκεν ἐναργῶς· «Μὴ νομίσητε ὅτι ἦλθον καταλῦ‐ σαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦ‐ σαι, ἀλλὰ πληρῶσαι. Λέγω γὰρ ὑμῖν, ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως πάντα | |
35 | γένηται.» Τὸ δὲ δὴ τοὺς τύπους μετακομίζειν εἰς ἀλήθειαν, οὐ καταλύοντος ἦν αὐτούς· ἀποπεραί‐ νοντος δὲ μᾶλλον, εἴπερ ἐστὶν ἀληθὲς ὡς οἱ ζω‐ γραφεῖν εἰδότες, ὅτε ταῖς πρώταις σκιαῖς τὸ τῶν χρωμάτων πολυειδὲς ἐπαλείφουσιν, οὐκ ἀναιροῦσιν | |
40 | αὐτὰς, ἄγουσι δὲ μᾶλλον εἰς ὄψιν ἐμφανεστέραν. Τοιοῦτόν τι πέπραχεν ὁ Χριστὸς, τὸ παχὺ τῶν τύ‐ πων κατισχνῶν εἰς ἀλήθειαν. Ἀλλ’ οὐ συνῆκεν ὁ Ἰσραὴλ τὸ μυστήριον, καίτοι καὶ νόμου καὶ προφη‐ τῶν πολυτρόπως αὐτὸ προηγορευκότων. Καὶ αὐτοῦ | |
45 | δὲ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ διὰ μυρίων ὅσον ἀποτελεσμάτων ἐννοεῖν ἀναπείθοντος, ὅτι εἰ καὶ πέφηνεν ἄνθρωπος οἰκονομικῶς δι’ ἡμᾶς, ἀλλ’ οὖν ἐστι καὶ οὕτως ὃ ἦν, Θεὸς δηλονότι. Διὰ τοῦτο, καὶ τὰ πέρα μέτρου τοῦ καθ’ ἡμᾶς ἀπετέλει, καὶ θεο‐ | |
77.925(50) | πρεπῶν ἥπτετο μεγαλουργημάτων; νεκροὺς ἀνιστὰς ἐκ μνημάτων, ὀδωδότας ἤδη καὶ διεφθαρμένους· τυφλοῖς ἐνιεὶς τὸ φῶς, ὡς Δημιουργός· πνεύμασιν ἀκαθάρτοις μετ’ ἐξουσίας ἐπιτιμῶν· νεύματι λεπροὺς | |
ἀπαλλάττων τοῦ πάθους. Ἕτερά τε πρὸς τούτοις | ||
77.928 | ἀποτελῶν, ἅπαντός ἐστιν ἐπέκεινα καὶ λόγου καὶ θαύ‐ ματος. Τοιγάρτοι καὶ ἔφασκεν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πι‐ | |
5 | στεύετε.» Ἀλλ’ ἦν καὶ οὕτω σκληρὸς καὶ ἀτερά‐ μων ὁ Ἰσραὴλ, θρασὺς καὶ ἐξήνιος καὶ ἀπαιδαγώ‐ γητος παντελῶς· καίτοι γὰρ δέον ἀμελλητὶ πι‐ στεύειν αὐτῷ, γαῦρον ἀνατείναντες τὸν αὐχένα, λοι‐ δορίαις ἔβαλ[λ]ον, καὶ μέχρι παντὸς διετέλεσαν ἀτιμά‐ | |
10 | ζοντες, καὶ τελευτῶντες ἐσταύρωσαν. Ἦν μὲν οὖν ἐθελοντὶ μὴ παθεῖν, τοὺς τῶν Ἰουδαίων ἀμογητὶ δι‐ εκδῦναι βρόχους· πῶς γὰρ ἥλω Θεὸς, ὡς ἀνθρω‐ πίνης ἰσχύος μειονεκτούμενος; Ἐπειδὴ δὲ τὸ πα‐ θεῖν λύσις ἦν θανάτου καὶ φθορᾶς (οὐ γὰρ ἂν ἐνικήθη | |
15 | θανάτῳ τὸ σῶμα τῆς ζωῆς), ἀφῆκεν ἑκὼν ἰσχύσαι βραχὺ τὰ τῶν Ἰουδαίων τολμήματα Ἵνα τῷ θανάτῳ προσβαλὼν, καὶ ἀναστὰς ἐκ νεκρῶν, ὁδὸς καὶ θύρα γένηται τῇ ἀνθρώπου φύσει πρός γε τὸ δύνασθαι καταθλεῖν αὐτῷ. Ἀνεβίω γὰρ, καὶ ἀνέβη πρὸς τὸν | |
20 | Πατέρα, πρωτόλειον ἀνθρωπότητος ἀνανεωθείσης εἰς ἀφθαρσίαν. Οἱονεί πως ὑπὲρ ἡμῶν ἑαυτὸν πα‐ ραστὰς, καὶ ἔστι τῷ γεννήσαντι σύνεδρος. Ἥξει τε κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἵνα κρίνῃ τὴν οἰκουμένην. «Τοὺς γὰρ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κο‐ μίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον.» | |
25 | δʹ. Οὐκοῦν ὡς παραστησόμενοι κατὰ καιροὺς τῷ πάντων κριτῇ, διὰ πάσης ἀγαθουργίας τὰς ἑαυτῶν καταφαιδρύνωμεν ψυχὰς, ἀποσχώμεθα φιλοσαρκίας καὶ ῥύπων σωματικῶν, ἀναλάβωμεν σπλάγχνα οἰ‐ κτιρμοῦ, τοῖς δεομένοις ἐπικουρήσωμεν, ἐλεήσωμεν | |
30 | ὀρφανοὺς, ἀνακτησώμεθα χήρας· τοὺς ἐν ἀῤῥωστίαις ἐπισκεψώμεθα, τοὺς ἐν δεσμοῖς καὶ ἀνάγκαις· με‐ λετήσωμεν ἀοργησίαν· κατορθώσωμεν ἀνεξικακίαν, πραότητά τε καὶ ἡμερότητα, καὶ ἁπαξαπλῶς πᾶν εἶδος ἀρετῆς. Οὕτω γὰρ τὴν ἁγίαν καὶ πάναγνον | |
35 | ἐπιτελέσομεν ἑορτὴν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσ‐ σαρακοστῆς, ἀπὸ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ πέμπτης καὶ εἰκάδος τοῦ Φαμενὼθ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ τριακάδι τοῦ αὐτοῦ Φαμενὼθ μη‐ | |
40 | νὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτῳ, κατὰ τὴν εὐαγγελικὴν παράδοσιν· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυ‐ ριακῇ τῇ νουμηνίᾳ τοῦ Φαρμουθὶ μηνὸς, συνάπτον‐ τες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντη‐ κοστῆς· ἵνα καὶ τὸν καιρὸν τῆς ἀνέσεως καθάπερ | |
45 | εἰκόνα τινὰ τῆς τῶν ἁγίων ἐν οὐρανοῖς ἀναπαύλης λογιζόμενοι, τῆς αὐτῶν ἀξιωθῶμεν κοινωνίας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύ‐ ματι, εἰς τοὺς αἰῶνας. Ἀμήν. | |
50t | ΛΟΓΟΣ ΚΖʹ. | |
51 | αʹ. Πάλιν ἡμᾶς ἐπὶ τὸν συνήθη θίασον καὶ τὴν πάναγνον ἑορτὴν ὁ λαμπρὸς τῶν ἁγίων συναγείρει χορὸς, καὶ τῷ πάντων Σωτῆρι Χριστῷ χαριστηρίους | |
ᾠδὰς ἀναπέμπεσθαι δεῖν ἐπιτάττειν, λέγων· «Ὁ | ||
77.929 | Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.» Πάλαι μὲν γὰρ διὰ τοῦ πανσόφου Μωσέως τῆς ἐν Αἰγύπτῳ θητείας ὁ Ἰσραὴλ ἀπηλλάττετο. Τὰ δὲ λοιπὰ τῶν ἐθνῶν, τὰ ἐξ ἠοῦς εἰς δύσιν καὶ τὰ ἕτερα τῶν κλι‐ | |
5 | μάτων, ἀνοσίῳ τυράννῳ κατεζευγμένα, φημὶ δὴ τῷ Σατανᾷ, καὶ ἀναπόβλητον ἔχοντα τῆς ἁμαρτίας τὸν ζυγὸν, ἀθλιότητος ἦν ἐπίμεστα τῆς ἐσχάτης. Ἐπει‐ δὴ δὲ βεβασίλευκε Χριστὸς τῆς ὑπ’ οὐρανὸν, τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπιφωνῶν τε καὶ λέγων· «Ἄρατε | |
10 | τὸν ζυγόν μου ἐφ’ ὑμᾶς·» τῆς τοῦ πονηροῦ καὶ ἀποστάτου δαίμονος βδελυρίας ἀπηλλαγμένοι, καὶ τὰ πικρὰ τῶν δαιμόνων διαφυγόντες στίφη, μονον‐ ουχὶ δὲ προτροπάδην ἀλλήλοις ἐπιβοῶντες, καὶ λέγοντες· «Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ | |
15 | ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν·» θυμη‐ δίας τε τῆς εἰς λῆξιν ἀναπιμπλάμενοι, τῆς σωτηρίας τὸν χορηγὸν, καὶ τὸν ἁπάσης αὐτοῖς εὐημερίας πρύ‐ τανιν, ταῖς αὐτῷ πρεπούσαις εὐφημίαις καταγεραί‐ ρουσιν, ἐκεῖνό τέ φασι, τὸ διὰ φωνῆς τοῦ θεσπε‐ | |
20 | σίου Δαβίδ· «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος, ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.» Δεξιὰν δὲ καὶ βραχίονα τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζουσι τὸν Υἱόν. Δι’ αὐτοῦ γὰρ τὰ πάντα παρήχθη πρὸς γένε‐ | |
25 | σιν, καὶ αὐτός ἐστιν ἡ πάντων ἰσχὺς, ἅτε δὴ καὶ ὑπάρχων τῶν δυνάμεων Κύριος, οὗτος ὁ μέγας καὶ ἀξιάγαστος, καὶ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ λόγου βραχίων τοῦ Θεοῦ καὶ Πατρὸς, ἔσωσεν αὐτῷ τὸ ἐπὶ γῆς δηλονότι γένος· δι’ αὐτοῦ γὰρ τὴν καταλλαγὴν | |
30 | ἐσχήκαμεν, καὶ αὐτὸς ἡμᾶς προσεκόμισε τῷ Θεῷ καὶ Πατρί. Καὶ γοῦν ἔφασκεν ἐναργῶς, «Οὐδεὶς ἔρ‐ χεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.» Οὐκοῦν ὡς προσημμένοι δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ, θείας τε φύ‐ σεως γεγονότες μέτοχοι, καὶ γένος Θεοῦ χρηματίζον‐ | |
35 | τες, καὶ τὸ λαμπρὸν τῆς υἱοθεσίας λαχόντες ἀξίωμα, μνημονεύσωμεν ἑνὸς τῶν ἁγίων ἀποστόλων, ὡδὶ γε‐ γραφότος· «Εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπο‐ λήπτως κρίνοντα, κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε· εἰ‐ | |
40 | δότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ ἠλευθερώ‐ θητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαρα‐ δότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.» Δεῖ δὴ οὖν ἄρα τοῖς τοῦ πράγ‐ ματος θελήμασι τὸν τῆς διανοίας ὑπενεγκεῖν αὐχένα, | |
45 | καὶ τοῖς σωτηρίοις αὐτοῦ θεσπίσμασι κατακολουθεῖν ἐπείγεσθαι, καὶ μάλιστα νεανικῶς, «διακθαίροντας ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντάς τε τὴν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ,» καθὰ γέγραπται. βʹ. Ἅπας μὲν οὖν καιρὸς τοῖς ἐπιεικέσιν ἐπιτή‐ | |
77.929(50) | δειος, εἴ[ς] γε τὸ δεῖν τὴν εὐαγῆ καὶ ἀμώμητον τῆς δικαιοσύνης ἰέναι τρίβον, καὶ εὐθὺ τῶν ἀρί‐ στων φέρεσθαι σπουδασμάτων, ὅλοις ὥσπερ ἱστίοις εἰς τοῦτο διᾴττοντας· πρέποι δ’ ἂν μάλιστα ταῖς | |
εἰς τοῦτο ῥοπαῖς εὖ μάλα κατακαλλύνεσθαι, κα‐ | ||
77.932 | τά γε, φημὶ, τὸν ἐνεστηκότα, εἴπερ ἐστὶν ἀναγ‐ καῖον, ὡς ἔνι διεσμιγμένους, καὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασιν ἐκλελαμπρυσμένους, διελάσαι μὲν εἴσω τῶν ἱερῶν καταπετασμάτων, ὀφθῆναί τε οὕτω τῷ | |
5 | πανάγνῳ Θεῷ. Τὸ δὲ ἁμαρτεῖν καιροῦ καὶ τῶν παρ’ αὐτοῦ, φαίην ἂν ἔγωγε, τοῖς αὐτὸ παθοῦσιν οὐκ ἀζήμιον. Τίς γὰρ ἐπαινέσει γηπόνον, εἰ μετὸν ἀροῦν, καίτοι καιροῦ νέμοντος αὐτῷ τοῦτο δρᾷν, ἀφιλεργήσας ὁρῷτο, καὶ τὸν ἀδρανῆ καὶ ἄμισθον | |
10 | ἀγαπήσας ὄκνον; Ἢ ποῖος οὐκ ἔσται πλωτῆρσιν ὁ μῶμος, εἰ τῶν ἐξ οὐρίας πνευμάτων ὀλιγωρήσαντες, εἶτα παρηβήσαντος τοῦ καιροῦ, ἐξώρου τε ἤδη τοῦ δύνασθαι πλεῖν γεγονότος, ζητεῖν ἕλοιντο παρὰ τὸ εἰ‐ κὸς ἐκεῖνά που πάντως, ὧν ἐξ ἀμαθίας ἐστέρην‐ | |
15 | ται; Οὐκοῦν, καθὰ καὶ ὁ πάνσοφος γράφει Παῦλος, «Ἕως καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας.» Ἐπισφαλὲς γὰρ τὸ ῥᾴθυμον, καὶ οὐκ ἂν ἁμάρτοι τἀληθοῦς, εἴπερ τις ἕλοιτο, ὡς ἔστι τὸ χρῆμα πάντη τε καὶ πάντως ὀλέθρου πρόξενον. | |
20 | Γέγραπται γὰρ, ὅτι «Οὐαὶ οἱ ποιοῦντες τὸ ἔργον Κυρίου ἀμελῶς.» Εἰ δὲ καὶ αὐτὸ τὸ δρᾷν οὐκ ἀζή‐ μιον, εἰ μὴ τελοῖτο μετὰ σπουδῆς, ποία τις ἕψεται δίκη τοῖς εἰς ἅπαν ἀπονενευκόσιν ἐπὶ τὸ μὴ βούλε‐ σθαι δρᾷν αὐτό; Φέρε τοίνυν, ὡς γοῦν ἔφη τις τῶν | |
25 | τοῦ Σωτῆρος μαθητῶν, «Ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ,» μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέ‐ | |
30 | σαντα ὑμᾶς ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀνα‐ στροφῇ γενήθητε. Γέγραπται γὰρ, ὅτι «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.» Ὥσπερ γὰρ τοῖς τῶν ἐπιγείων κρατοῦσι πραγμάτων, γνωριμώτατοι μὲν καὶ ἐν τοῖς ἄγαν ἐπιτηδείοις, οἵπερ ἂν εἶεν εὐτολμότατοί τε | |
35 | καὶ ἐμπειροπόλεμοι, καὶ τῶν ὅτι μάλιστα τοῖς τα‐ κτικοῖς ἐνευδοκιμεῖν εἰωθότες· οὕτω καὶ τῷ πανάγνῳ Θεῷ φίλοι τε κεκλήσονται, καὶ ἐγγὺς ἂν εἶεν κατὰ διάθεσιν, οὐχ οἱ ταῖς τῆς σαρκὸς ἀκαθαρσίαις ἐνει‐ λημμένοι, καὶ τοῖς τοῦ παρόντος βίου περισπασμοῖς | |
40 | προσκείμενοι μᾶλλον, ἀλλ’ οἱ τῇ τῶν ἀρετῶν φαιδρό‐ τητι διαπρέποντες. Εἶτα τί ἂν γένοιτο παρά γε τοῖς εὖ φρονεῖν εἰωθόσι τοῦ τῇδε ἔχειν τὸ ἄμεινον; Κἂν πλοῦτον εἴπῃ τις τὸν ἐπὶ γῆς, ἀλλ’ ἔστιν οὐκ ἀσφα‐ λὴς, βέβηκε δὲ κατ’ οὐδένα τρόπον, καὶ οἷον ὀλι‐ | |
45 | σθηρὰν ᾄττει τρίβον. Κατασείεται γὰρ ἔσθ’ ὅτε, καὶ τὸν χθὲς καὶ τρίτην ἀξιοζήλωτον, ταῖς ἁπασῶν ἐσχά‐ ταις ἁλόντα ταλαιπωρίαις καταθρήσαι τις ἄν. Πλὴν ἔστω καὶ βέβαιος, εἰ δοκεῖ. Εἶτα τί τὸ ἐντεῦθεν τοῖς ἔχουσι τό γε ἧκον εἰς σωτηρίαν ψυχῆς κέρδος; Οὐ | |
77.932(50) | μέθαι καὶ πότοι τὰ ἐξ αὐτοῦ, καὶ τραπέζης περιειρ‐ γασμένης ἄσωτοι φιλοτιμίαι, καὶ αὐτῇ πολλάκις ἐπιβουλεύουσαι τῇ τῶν ἡδυφαγούντων γαστρί; Ἀλλ’ ἴσως ἐρεῖ τις· Ἐπιτιμήσεις οὖν ἄρα ταῖς εὐει‐ ματίαις, καὶ ταῖς τῷ πλουτεῖς ἀκολουθούσαις τιμαῖς; | |
55 | κἂν εἰ κέοιτό τισιν ἐν θησαυροῖς πλεῖστά τε ὅσα καὶ | |
77.933 | ἀξιόκτητα, καὶ τῶν εἰς λῆξιν ἐπαίνων οὐκ ἀμοιρεῖν εἰωθότα, καταμωμήσῃ καὶ τοῦτο, καὶ οὐδὲν εἶναι τὸ χρῆμα ἐρεῖς; Πρὸς δὴ ταῦτα φαίην ἂν, ὡς ἀρκέσει βοῶν ὁ θεσπέσιος Ἰωάννης· «Μὴ ἀγαπᾶτε τὸν κό‐ | |
5 | σμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου.» Ἄθρει δὴ οὖν ὅπως Πνεύματος ἁγίου μέτοχος ὢν, τὴν τῶν ἐπι‐ γείων ἀπόλαυσιν μέχρι τριῶν συνεμέτρησε πραγμά‐ | |
10 | των, ἄριστα φιλοσοφῶν. Σαρκὸς γὰρ ἐπιθυμίαι, γα‐ στρός εἰσι κόροι, καὶ τὰ τῶν ὀψοφαγιῶν ἡδύσματα, καὶ ἡ τούτοις ἑπομένη νῦν ἀεί πως σύνδρομος ἀκα‐ θαρσία. Ὀφθαλμῶν γε μὴν ἡδοναὶ καὶ τέρψεις, ἡ τῶν ἐσθημάτων παμποίκιλος θέα, εὔχροιά τε καὶ | |
15 | λαμπρότης ὑλῶν, ἃς ὁ πλοῦτος ἀγαπᾷ· ἀλαζονείαν δὲ τοῦ βίου φησὶ τὴν τῶν ἀξιωμάτων ὑπεροχὴν, καὶ τὸ εἰρημένον ὑψοῦ κατά γε τιμὴν καὶ δόξαν. γʹ. Φέρε δὴ οὖν τοῦ βίου τὸ μῆκος διαμετρήσαντες, καὶ εἰς τὸ ἑκάστου πέρας τὸν τῆς διανοίας ὀφθαλμὸν | |
20 | κατατείνοντες, ὅποι ποτὲ διελάσει τοῖς πλουτοῦσι τὸ χρῆμα, κατασκεψώμεθα. Ἔφη τις τῶν ἁγίων, ὅτι «Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ.» Γράφει δὲ καὶ ἕτερός τις· «Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον· οὐδὲ ἐξ‐ | |
25 | ενεγκεῖν τι δυνάμεθα.» Ὅτε τοίνυν ὁ μὲν τοῦ βίου χρόνος συνεσταλμένος οὕτω καὶ βραχὺς, τὸ δὲ πέρας οὐκ ἔχει τὸ δύνασθαι πλουτεῖν· πῶς οὐκ ἄμεινον ἐναργῶς ἱερῶν ἡμᾶς ἀντέχεσθαι σπουδασμάτων, καὶ ἀναπόβλητον ἔχειν τὸν πλοῦτον, σεσωρευμένον ἐν οὐ‐ | |
30 | ρανοῖς, «ὅπου οὔτε σὴς, οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διορύσσουσι, καὶ κλέπτουσι,» κατὰ τὴν τοῦ Κυρίου φωνήν; Φέρε τι βραχὺ καὶ ἐκ τῶν εὐαγγελικῶν παραγάγωμεν πραγμάτων, οὐκ ἀσυν‐ τελὲς εἰς ὄνησιν τοῖς ἀκροωμένοις. Ἔφη που Χρι‐ | |
35 | στός· «Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ἑαυτῷ, λέγων· Τί ποιήσω; καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω, καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχὴ, ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλὰ, φάγε, πίε, εὐφραίνου. Εἶπε δὲ αὐτῷ ὁ | |
40 | Θεός· Ἄφρων, ἐν ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαι‐ τοῦσιν ἀπὸ σοῦ. Ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;» Ὢ παραδόξου πράγματος! Στενοχωρεῖται πλουτῶν, φορτικωτέραν ἐπὶ πολλοῖς εἰσδέχεται τὴν φροντίδα. «Τί ποιήσω;» φησί· τῷ πλούτῳ προσνέμει τὰς τῇ | |
45 | πτωχείᾳ πρεπούσας φωνάς. Ποῦ σωρεύσω τὰ ἀγαθά μου; Πολυκτήμων ὁ πλούσιος· εὔφραναν αὐτὸν, ἀγροὶ μὲν κομῶντες ἄδην, ἀριθμοῦ δὲ κρείττονες οἱ ἀμῶν‐ τες αὐτοὺς, ἢ τάχα που καὶ εὐστάφυλος ἀμπελὼν, οἴνῳ μεθυούσας τὰς ληνοὺς ἀποφαίνει. Οὐκοῦν, ὦ | |
77.933(50) | πλούσιε, πάντα μὲν ἔχεις ἀμφιλαφῶς· λείπει δέ σοι ζωή. Τίνι δὴ οὖν ἃ ἡτοίμασας ἔσται; Βέλτιον δέ σε «ποιεῖν κρῖμα καὶ δικαιοσύνην καλὴν,» κατὰ τὴν τοῦ προφήτου φωνὴν, καλὴν δὲ δικαιοσύνην εἶναί | |
φαμεν, τὴν εἰς ἀδελφοὺς εὐσπλαγχνίαν, τὴν ἀγάπην, | ||
77.936 | τὴν φιλαλληλίαν, τὸν τῆς ἀτελευτήτου φλογὸς κατα‐ καυχώμενον ἔλεον. Τιμᾷ γὰρ τοὺς φιλοικτίρμονας ὁ τῶν ὅλων Θεὸς, καὶ ἁπάσης αἰδοῦς ἀξιοῖ τὸν τῆς αὐτοῦ γαληνότητος ἐν ἰδίᾳ ψυχῇ φοροῦντα τὸν χαρακτῆρα. | |
5 | «Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν.» Ὥσπερ γὰρ φιλόπαις πατὴρ ἐν ἰδίῳ τέκνῳ, καλῶς ἐκλάμπον τῆς αὑτοῦ μορφῆς τὸ εἶδος ὁρῶν, ἐπιγάννυται τῷ γεγεννηκότι, παραθήγεται δὲ ταύτης ἕνεκα τῆς αἰ‐ | |
10 | τίας ἔσθ’ ὅτε καὶ πρὸς τὸ ἔτι μειζόνως ἀγαπᾷν· οὕτω καὶ ὁ φιλάρετος ἡμῶν Θεὸς, ὅταν ἴδῃ ψυχὴν τῆς ἐνούσης αὐτῷ ἀγαθότητος λαχοῦσαν τὴν μόρφω‐ σιν, οὐκ ἀκερδὲς αὐτῇ τὸ χρῆμα καθίστησι. Στεφανοῖ γὰρ αὐτὴν ἐλπίδι καὶ χάριτι, καὶ μολυσμοῦ παντὸς | |
15 | ἀποφέρων αὐτὴν, εἰς τὸν τῶν ἁγίων ἀναβιβάζει κλῆρον. Φησὶ γάρ· «Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.» Ἔστω τοίνυν ἐφ’ ἡμῖν φιλοικτίρμων ὁ νοῦς, τρυφερὸς καὶ εὐάντητος· ἵνα μὴ σκληροὶ γεγονότες εἰς ἀδελφοὺς, ἀκούσωμεν Θεοῦ | |
20 | λέγοντος ἐπὶ τοῦ φοβερωτάτου βήματος· «Δοῦλε πονηρὲ, οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, καθὼς κἀγώ σε ἠλέησα;» Κατακτησώμεθα δὲ πρὸς τούτῳ, καὶ τὰς ἑτέρας ἀρετὰς, δικαιοσύνην, ἐγκρά‐ τειαν, πραότητα, ταπεινοφροσύνην, ἀνεξικακίαν, | |
25 | ἀοργησίαν. Ὅνπερ γὰρ τρόπον οἱ τὰς ἐν τοῖς πίναξιν ἐξησκημένοι γραφὰς, ταῖς τῶν χρωμάτων πολυει‐ δείαις καταμορφούμενοι τὰ ποικίλλοντα, διαφανὲς αὐτοῖς ἐνσημαίνονται κάλλος· οὕτω καὶ πᾶς εἴ τίς ἐστι τεχνίτης εἰς εὐσέβειαν, οὐ διὰ μιᾶς ἀρετῆς, | |
30 | ἀλλὰ διὰ πλείστων ὅσων ἐξωραϊσμένος, ἀρέσει δὴ πάντως τοῖς τῆς θεότητος ὀφθαλμοῖς. Ὁρᾷ γὰρ εἰς νοῦν καὶ καρδίαν, καὶ τῶν ἐν ψυχαῖς ἀνδραγαθημά‐ των τὸ κάλλος περιεργάζεται. δʹ. Καὶ ταῦτα νυνὶ διειλέγμεθα πρὸς ὑμᾶς, καθάπερ | |
35 | ἀπὸ πηγῶν τῶν θείων τε καὶ εὐαγγελικῶν ἀρυσάμε‐ νοι θεσπισμάτων, δι’ ὧν εὖ μάλα πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πεποδηγήμεθα, καί‐ τοι πάλαι τοῖς τῆς φαυλότητος τέλμασιν ὁλοτρόπως ἐμβεβηκότες, καὶ ταῖς τῶν παθῶν προσβολαῖς τυ‐ | |
40 | ραννούμενοι. «Οὐ γὰρ ἦν ἐν ἡμῖν ὁ ποιῶν χρηστό‐ τητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν,» κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Οὕτω πεπραχότας ἀθλίως, κατηλέησεν ὁ Δημιουργὸς ὁ παρενεγκὼν εἰς τὸ εἶναι τὰ πάντα, καὶ οὐκ εἰς κενὸν | |
45 | ποιήσας τὴν γῆν, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἀλλ’ ἵνα ἔχῃ τοὺς οἰκοῦντας αὐτήν. Ἠλέησε δὲ τίνα τρόπον, σαφηνιεῖ λέγων ὁ πάνσοφος Παῦλος· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατρά‐ σιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμε‐ | |
77.936(50) | ρῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κλη‐ ρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν | |
55 | ἡμῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· τοσούτῳ κρείττων γε‐ | |
νόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐ‐ | ||
77.937 | τοὺς κεκληρονόμηκεν ὅνομα.» Ὁ γὰρ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀῤῥήτως τε καὶ ὑπὲρ νοῦν ἀναλάμψας Λόγος, ἡ εἰκὼν, τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ, ὁ σύνθρονος καὶ συναΐδιος Υἱὸς, καὶ τῇ κατὰ | |
5 | πᾶν ὁτιοῦν ἰσότητι καὶ ὁμοιότητι διαπρέπων, γέγονε σὰρξ, τουτέστι, τέλειος ἄνθρωπος· καὶ οὐ μεθεὶς ὅπερ ἦν (ἀμήχανον γάρ· ἔνεστι γὰρ αὐτῷ φυσικῶς τὸ ἀτρέπτως καὶ ἀναλλοιώτως ἔχειν), ἐν προσλήψει δὲ μᾶλλον γεγονὼς σαρκὸς καὶ αἵματος, καὶ τὴν τοῦ | |
10 | δούλου μορφὴν ὡς ἰδίαν ἔχων, ὁ κατὰ φύσιν καὶ ἀληθῶς ἐλεύθερος, ἅτε δὴ καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας ἐκπεφυκὼς, ᾗ τὸ κατὰ πάντων ἔνεστι κράτος (ὑποκάθηται γὰρ τὴν τοῦ ποιήσαντος δόξαν τὰ ἐξ οὐκ ὄντων ἐνηνεγμένα πρὸς τὸ εἶναί τε καὶ ὑφεστά‐ | |
15 | ναι), ἄνθρωπος γεγονὼς, καὶ οὐκ εἰς ἄνθρωπον ἐλ‐ θὼν, ἤγουν ἄνθρωπον ἑαυτῷ συνάψας, κατὰ τήν τινων εἰκαιοβουλίαν, οὐδεὶς ἧττον ἦν, ὡς ἔφην, ἐν ταῖς τῆς ἰδίας θεότητος ὑπεροχαῖς· πλὴν συναν‐ εστράφη τοῖς ἐπὶ τῆς γῆς, ὡς εἷς ἐξ ἡμῶν· οὐ γὰρ | |
20 | ἦν δύνασθαί τινα γυμνῇ καὶ ἀκράτῳ τῇ τῆς θεότη‐ τος δόξῃ προσβαλεῖν. «Οὐδεὶς γὰρ ὄψεται, φησὶν, [ἰδεῖν] τὸ πρόσωπόν μου καὶ ζήσεται.» Εἰ γὰρ τῆς ἡλίου βολῆς τοῖς τοῦ σώματος ὀφθαλμοῖς οὐκ ἄν τις λάβοι τὸ σέλας (ἐγκόπτεται γὰρ ἡ τῆς ὀπτικῆς αἰ‐ | |
25 | σθήσεως δύναμις, καὶ παραχωρεῖ τὸ νικᾷν ταῖς τοῦ φωτὸς ἀφορήτοις ἐμβολαῖς), πῶς ἦν ἐνεγκεῖν γυμνῇ πρὸς ἡμᾶς ἀφιγμένον τῇ τῆς θεότητος δόξῃ τὸν Υἱόν; Οὐκοῦν περιστείλας εὖ μάλα, καὶ ὡς οἶδεν αὐτὸς, τῆς ἐνούσης αὐτῷ λαμπρότητος τὸ ἀπρόσιτον φῶς, καὶ | |
30 | τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, συνεπτώχευσεν ἡμῖν, ἵνα θεσμοῖς ἰδίοις ὑπενεγκὼν, εὐθὺ μὲν ἁπά‐ σης ἀρετῆς ἀναπείσῃ τρέχειν, ἀπονιψαμένους δὲ τῇ παρ’ αὐτοῦ χάριτι τῶν ἀρχαίων αἰτιαμάτων τοὺς ῥύπους, ἑαυτῷ συνάψῃ δι’ ἁγιασμοῦ. Νενομοθέτηκεν | |
35 | γοῦν, οὐ καθὰ τοῖς πάλαι Μωσῆς, τὰ ἐν τύποις καὶ σκιαῖς· μεταπλάττων δὲ μᾶλλον ἐκεῖνα πρὸς τὸ ἐναρ‐ γέστερον, καὶ μεθιστὰς εἰς ἀλήθειαν τὰ τοῖς ἀρχαίοις αἰνιγματωδῶς διηγορευμένα, κέκληκε πρὸς τὴν διὰ πίστεως χάριν, καὶ πρό γε τῶν ἄλλων τὸν Ἰσραήλ. | |
40 | Οἱ δὲ, καίτοι δέον προσήκασθαι μὲν τῶν δι’ αὐτοῦ κηρυγμάτων τὴν ὄνησιν, ἑλέσθαι δὲ κατακολουθεῖν αὐτῷ, καὶ τῶν παρ’ αὐτοῦ χαρισμάτων ἁρπάσαι τὴν μέθεξιν, πίστει τε τιμῆσαι τὸν δι’ ἡμᾶς γενόμενον καθ’ ἡμᾶς, τοῦτο μὲν οὐκ ἔδρων οἱ τάλανες· ἐπ‐ | |
45 | επήδων δὲ θηριοπρεπῶς, ἀσύφηλόν τινα καὶ ψυχρὸν ἐκ παραπαίοντος νοῦ προϊέντες λόγον. Ἔφασκον γὰρ, ὅτι «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας· ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Ἀσύνετε Φαρισαῖε, οὐκ ἐπείθου λέγοντός | |
77.937(50) | τινος τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἡ Παρθένος ἐν | |
77.940 | γαστρὶ ἔξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ;» τοῦτο δέ ἐστι, Μεθ’ ἡμῶν ὁ Θεός· μεθ’ ἡμῶν γὰρ γέγονεν, ὅτε πέφηνε καθ’ ἡμᾶς. Οὐκ ᾔδεις βοῶντα τὸν θεσπέσιον Δαβίδ· «Θεὸς | |
5 | θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνα‐ τολῶν ἡλίου μέχρι δυσμῶν· ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ· ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται;» Εἶτα πῶς ἦν ἐμφανῶς ὀφθῆναι Θεὸν τοῖς ἐπὶ γῆς, ὅς ἐστιν οὐχ | |
10 | ὁρατός; Ἀλλ’ ὤφθη μετὰ σαρκὸς, ὅτε, καίτοι Θεὸς ὑπάρχων ἀληθινὸς (ἅτε δὴ καὶ ἐκ τοῦ πάντων ἐπ‐ έκεινα), θεοπρεπῶς ἀναλάμψας, καὶ γεγενημένος ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, οὐκ ἐν ἀνθρώπῳ γέγονεν, ὡς ἔφην, οὔτε μὴν, κατά γε τάς τινων ἀθυροστομίας, | |
15 | ἄνθρωπον ἑαυτῷ συνῆψεν· ἀλλ’ αὐτόχρημα γέγονεν ἄνθρωπος παραδόξως ὑπὲρ νοῦν, καὶ γέγονεν ἐν δού‐ λου μορφῇ, καθεὶς ἑαυτὸν εἰς κένωσιν ὁ πάντα πλη‐ ρῶν, καὶ εἰς τὴν ἡμῶν ταπείνωσιν ὁ ὑπέρτατος, καὶ ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις ὁ ὑπεράνω πά‐ | |
20 | σης Ἀρχῆς, Κυριότητός τε καὶ Θρόνων καὶ Ἐξουσιῶν, καὶ παντὸς ὀνόματος ὀνομαζομένου. Μὴ τοίνυν ἐγκά‐ λει, λέγων· «Διατί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» ἀλλ’ ἔκ γε τῶν ἐναντίων ἐξαίσιον δέχου τὸ θαῦμα, καὶ τὸ τῆς οἰκονομίας εὐτεχνὲς ταῖς εἰς | |
25 | λῆξιν εὐφημίαις κατακροτεῖ, λέγων· Πῶς δὴ ἄρα, Θεὸς ὢν φύσει, γέγονας ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός; Τότε γὰρ ἦν εὑρεῖν τὸν προφήτην Ἀββακοὺμ τοὺς ἐπὶ τῷδε τῷ θαύματι μερισάμενον λόγους, καὶ δὴ καὶ βοῶντα· «Κύριε, εἰσακήκοα τὴν ἀκοήν | |
30 | σου, καὶ ἐφοβήθην. Κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.» Ἴσθι δὴ οὖν, ὅτι κἂν ἄνθρωπον βλέπῃς ἐν πτωχείᾳ τῇ κατὰ σὲ, διὰ σὲ, ἀλλ’ οὖν ἔστι καὶ οὕτω Θεὸς, γεννηθεὶς μὲν ἐκ Πατρὸς θεϊκῶς, ἐκ δέ γε τῆς ἁγίας Παρθένου κατὰ τὴν σάρκα, ξένως τε | |
35 | καὶ παραδόξως. Ἔδει γὰρ αὐτοῦ καὶ τὴν κατὰ σάρκα γέννησιν ὁρᾶσθαι καινοπρεπῆ. Οὐκοῦν καλοῦντα πρὸς σωτηρίαν, λίθοις ἔβαλλον ψόγοις τε καὶ λοιδορίαις τῶν ἀπίστων τινές. Καὶ προσέτι τούτοις πᾶσαν ὥσ‐ περ ἀνέντες ἡνίαν τῷ θράσει καὶ τοῖς κατ’ αὐτοῦ | |
40 | τολμήμασι, καὶ εἰς λῆξιν τοῦ παντὸς ἰόντες κακοῦ, τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Ἐξήρτυον δὲ τὴν πάγην οἱ τῶν Ἰουδαϊκῶν ταγμάτων καθηγηταί. ᾬοντο γὰρ ὅτι, βαλόντες ἐκ μέσου τὸν κληρονόμον, κατάρξουσιν ἔτι τῆς συναγωγῆς αὐτοί. Ἀλλ’ ἐσφάλ‐ | |
45 | λοντο τ’ ἀληθοῦς, καὶ συμβέβηκεν αὐτοῖς τὰ τῆς ἐλ‐ πίδος ἐξ ἀντιστρόφου. Κακοὶ γὰρ κακῶς ἀπολώ‐ λασιν, ἀδικήσαντες μὲν οὐδὲν τὸν σταυρούμενον. Ἀνεβίω γὰρ οὐκ εἰς μακρὰν, τοῖς τοῦ θανάτου δε‐ σμοῖς ἐῤῥῶσθαι φράσας, καὶ τοῖς κάτω πνεύμασιν | |
77.940(50) | ἀναπετάσας τὰς ᾅδου πύλας, ἀναμορφώσας δὲ καὶ τὴν ἀνθρώπου φύσιν ἐν ἑαυτῷ καὶ πρώτῳ, εἰς ἀφθαρσίαν καὶ εἰς μακραίωνα βίον. Ὥσπερ γὰρ ἀπέθανε μὲν ἐν Ἀδὰμ, τῆς ἐπ’ ἐκείνῳ δίκης εἰς ἅπαν τὸ ἐξ αὐτοῦ δραμούσης γένος· οὕτως ἐζήσαμεν | |
55 | ἐν Χριστῷ. Ῥίζα γὰρ ὢν δευτέρα τῆς ἀνθρωπότητος, καὶ δεύτερος Ἀδὰμ, παραπέμψει τὴν ἑαυτοῦ ζωὴν | |
εἰς πάντας ἀνθρώπους. Καὶ γὰρ ὥσπερ ἐν Ἀδὰμ ἡ | ||
77.941 | φύσις ἦν, ἡ παθοῦσα τὴν ἀρὰν καὶ τὴν τοῦ θανάτου δίκην, οὕτω πάλιν ἐν Χριστῷ ἡ ἀνθρώπου φύσις ἐστὶν, ἡ εὐλογηθεῖσα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, δι’ αὐτοῦ καὶ θανάτου κρείττων ἀποπεφασμένη. Πέπονθε | |
5 | τοίνυν ἑκὼν σαρκὶ τῇ ἰδίᾳ, καὶ μεμένηκεν ἀπαθὴς τῇ ἰδίᾳ φύσει. Αὐτοῦ δέ φαμεν εἶναι τὸ παθεῖν. Τὸ γὰρ ἴδιον αὐτοῦ πέπονθε σῶμα, ἵν’ ἡμᾶς ἐξαγάγῃ σοῦ παθεῖν. «Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθη‐ μεν,» κατὰ τὸ γεγραμμένον. Πατήσας δὲ τοῦ θα‐ | |
10 | νάτου τὸ κράτος, καὶ κατορθώσας τῷ κόσμῳ τὴν ζωὴν, καὶ τὸ τῆς ἁμαρτίας παραλύσας κράτος, καὶ καθελὼν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ τὰς ἐν αὐτῷ πονηρὰς δυνάμεις, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, καὶ τοῖς ὑπερτάτοις ἐμ‐ | |
15 | πρέπει θρόνοις, εἰς τὴν ἔμφυτον αὐτοῦ καὶ ἀεὶ προσ‐ οῦσαν δόξαν ἀναδραμὼν, ἥξει τε κατὰ καιρούς· ἵνα κρίνῃ ζῶντας καὶ νεκρούς, «Ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὰ ἕργα αὐτοῦ.» εʹ. Ὡς οὖν στησόμενοι κατὰ καιροὺς ἐπὶ τοῦ θείου βήματος, ἔνθα τῶν ἑκάστῳ βεβιωμένων ἀκριβὴς | |
20 | ἕσται βάσανος, «καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελέσωμεν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ,» προσεπάγοντες τούτῳ τὸν περὶ τοὺς δεομένους ἔλεον, τὴν εἰς ἀδελφοὺς ἀγάπην, καὶ ἁπαξαπλῶς πάντα τρόπον καυχημάτων | |
25 | ἁγιοπρεπῶν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακο‐ στῆς ἀπὸ δεκάτης τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδο‐ μάδος τοῦ ἁγίου καὶ σωτηριώδους Πάσχα ἀπὸ πεντεκαιδεκάτης τοῦ Φαρμουθὶ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μη‐ | |
30 | νὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὴν εὐαγγελικὴν παρά‐ δοσιν· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ μιᾷ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συν‐ άπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς· ἵνα καὶ τοῦτον τὸν καιρὸν, καθάπερ | |
35 | εἰκόνα τινὰ τῆς τῶν ἁγίων ἐν οὐρανοῖς ἀναπαύλης λογιζόμενοι, τῆς αὐτῶν ἀξιωθῶμεν κοινωνίας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. | |
38t | ΛΟΓΟΣ ΚΗʹ. | |
39t | Προθεωρία. | |
40 | Ἠθικὴν ὑφήγησιν ὁ λόγος ἡμῖν εἰσφέρει, καὶ πο‐ λιτείας ποιεῖται μνήμην, ἥπερ ἂν πρέποι τῆς εὐκο‐ σμίας ἐρασταῖς, καὶ οἷς ἂν ἐν λόγῳ κέοιτο τὸ δια‐ βιῶναι λαμπρῶς. Ὁ δὲ τοῦ συγγεγραφότος σκοπὸς οὐκ εἰς τὸ ἐπαινεῖσθαι βλέπει, ἀλλ’ εἰς ὄνησιν ὁρᾷ | |
45 | τῶν συνειλεγμένων. αʹ. Οἱ μακάριοι προφῆται, τοὺς ἄνωθεν ἡμῖν καὶ παρὰ Θεοῦ διαπορθμεύοντες λόγους, οὕτω πού φασιν· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά!» Ἃ γὰρ ἂν γένοιτο πρὸς καλοῦ τισιν εἰς πέρας ἐκ‐ | |
77.941(50) | βαίνοντα, ταῦτα τοῖς οὖσιν ἐν ἐλπίδι τοῦ λαβεῖν ὡς αὐτίκα δὴ μάλα παρέσονται, λέγειν οὐκ ἀτερπές. Ἐνήσει μὲν γὰρ ταῖς εἰς λῆξιν ἡμᾶς εὐθυμίαις παρ‐ όντα τε ἤδη καὶ ὁρώμενα, μέλλοντα δὲ λυπεῖ τοὺς | |
οἵπερ ἂν εἶεν αὐτῶν ἐρασταί. Γνώμης δὲ οὕτως | ||
77.944 | ἔχουσιν ὑμῖν, καὶ τὸ ἐν μεθέξει γενέσθαι τῶν πνευ‐ ματικῶν ἀγαθῶν, τῶν ἄλλων ἁπάντων προτεθεικόσι, φέρε τὴν ἁγίαν καὶ πάναγνον ἡμῶν ἑορτὴν ὡς ἀνα‐ λάμπει μετὰ βραχὺ, καὶ κατὰ πόδα δραμεῖται τῶν λό‐ | |
5 | γων, προσαπαγγέλλωμεν. Ἥξει μὲν οὖν, ἥξει, καὶ οὐκ εἰς μακράν· προάγγελος δὲ ὥσπερ τῆς αὐτῇ πρε‐ πούσης σεμνότητος νηστείας ἡμῖν ἀνίσχει καιρὸς, μονονουχὶ διακεκραγὼς καὶ λέγων τὰ δι’ ἑνὸς τῶν ἁγίων ἀποστόλων· «Τίς σοφὸς καὶ ἐπιστήμων ἐν | |
10 | ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἕργα αὐτοῦ.» Δεῖ γὰρ ἡμᾶς, ἁπάσης φαυλότητος ῥύπον ἐκ‐ νενιμμένους, καὶ ἀμείνους ὄντας αἰσχρᾶς ἡδονῆς, καὶ ζωῆς τῆς ἐκ νόμων διαβεβλημένης ἀποφοιτήσαν‐ τας, ἁπάσης μὲν ἀρετῆς μεταποιεῖσθαι φιλεῖν, τῇ | |
15 | δὲ τῆς εὐζωΐας φαιδρότητι διαπρέποντας, καθαροὺς ἑαυτοὺς παραστῆσαι τῷ ἐπὶ πάντας Θεῷ. Καὶ γοῦν ἔφη πρὸς ἡμᾶς διὰ τοῦ πανσόφου Μωσέως· «Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἔναντι Κυρίου τοῦ Θεοῦ σου, ἐν τόπῳ ᾧ ἂν ἐκλέξηται | |
20 | Κύριος ὁ Θεός σου, ἐν τῇ ἑορτῇ τῶν Ἀζύμων, καὶ ἐν τῇ ἑορτῇ τῶν Ἑβδομάδων, καὶ ἐν τῇ ἑορτῇ τῆς Σκηνοπη‐ γίας.» Τὸ μὲν οὖν ἐποπτίας ἀξιοῦσθαι τῆς ἄνωθεν, καταλογίσαιτο ἂν, οἶμαι, τὶς οὐκ ἐν σμικρῷ λόγῳ, μᾶλλον δὲ τοῦ παντὸς ἄξιον εἶναι πιστεύσειεν, εἴπερ | |
25 | ἐστὶν ἐν καλ[λ]ῷ φρενός· τῷ γὰρ ἐφορᾶσθαι παρὰ Θεοῦ, τί ἂν γένοιτο τὸ ἰσοστατοῦν; Ψάλλει γοῦν ὁ θεσπέ‐ σιος Δαβὶδ, καί φησιν· «Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με.» Ἕψεται γὰρ πάντως τὸ ἐλεεῖσθαι δεῖν τοῖς ἐποπτείας ἠξιωμένοις. Ἑκάστης γε μὴν ἑορτῆς | |
30 | πολυπραγμονήσαντες τὰς αἰτίας, θησαυρὸν ἐννοιῶν θησαυρίσωμεν οὐκ ἀσυντελῆ πρὸς ὄνησιν ταῖς ἑαυτῶν ψυχαῖς. Ἡ μὲν γὰρ τῶν Ἀζύμων ἑορτὴ, πρόφασιν ἔχει τῶν ἐξ αἵματος Ἰσραὴλ τὴν λύτρωσιν, ὅτε καὶ ἐν τῷ πρώτῳ καθ’ Ἑβραίους μηνὶ τὸν ἀμνὸν ἱερεύ‐ | |
35 | σαντες εἰς τύπον Χριστοῦ, καὶ ἀζύμους ἄρτους ἐσθίοντες ἐπ’ αὐτῷ, τῆς σκαιότητος τῶν Αἰγυπτίων ἀπελύσαντο τὸν ζυγὸν, καὶ τῆς ἀσυνήθους θητείας τὸ πικρὸν καὶ δύσοιστον ἄχθος ἀποπεμψάμενοι, τῶν περὶ γῆν καὶ πλινθείαν ἀπηλλάττοντο πόνων, καὶ | |
40 | τυραννικῆς ὠμότητος ἀποτρέχοντες, ἐλευθέρῳ θελή‐ ματι Θεῷ λατρεύειν ἐσπούδαζον. Ἡ δέ γε τῶν Ἑβδο‐ μάδων πανήγυρις, ἐπὶ θερισμῷ πυρῶν ἐπράττετο καὶ καρπῶν ἑτέρων, οἷς τὴν ἅλω χαίροντες πιμ‐ πλῶσι γηπόνοι, τὰ ἐξ ἀγρῶν συλλέγοντες, καὶ τῶ | |
45 | ἐπ’ ἀρότροις ἱδρώτων λιπαρωτάτην ἔχοντες τὴν ἀντ‐ έκτισιν. Ἡ δέ γε τρίτη, τουτέστιν, ἡ ἐπὶ ταῖς σκη‐ ναῖς, ἤγουν τῆς Σκηνοπηγίας, ἐπὶ συντελείᾳ πόνου παντὸς, καὶ ὡς ἤδη σεσωρευμένης ἐν θησαυροῖς πολυειδοῦς εὐκαρπίας, ἐτελεῖτο μετ’ εὐθυμίας. Πάντα | |
77.944(50) | γὰρ ὥσπερ ἱδρῶτα διαπεράναντες τῶν τοῖς γηπο‐ νεῖν εἰωθόσιν ἐπηρτημένων, ἐδέχοντο μὲ κάλυν‐ τρα φοινίκων, καὶ ὡραίου ξύλου καρπὸν, καὶ κλά‐ δους ξύλου δασεῖς, καὶ ἄγνου, καὶ ἰτέας· εἶτα δια‐ | |
πλέκοντες τὰς σκηνὰς, ἀνειμένοι τε καὶ ἁβροδίαιτοι, | ||
77.945 | ἑπτὰ τὰς πάσας ἡμέρας ἐπ’ αὐταῖς ηὐλίζοντο. Ἐν τούτοις μὲν οὖν ἑκάστης ἑορτῆς οἱ λόγοι. Ἐπειδὴ παρῴχηκεν ἡ τοῦ νόμου σκιὰ, καὶ τὰ τυπικῶς τοῖς πάλαι κεχρησμῳδημένα μετακεχώρηκεν εἰς ἀλήθειαν | |
5 | (πάντα γὰρ ἐν Χριστῷ καινά)· φέρε τι πνευματικὸν τοῖς τῆς διανοίας ὄμμασι καταθρήσωμεν, καὶ ἐν τάξει τῇ παναρίστῃ κειμένας τὰς ἑορτὰς ἀποφήνω‐ μεν, ὧν ἀρτίως διεμνημονεύσαμεν. Ἕψεται δὲ πανταχοῦ τοῖς ἐν τύποις γεγονόσιν ὁ λόγος, ἐξ αὐτῶν ὡς ἔνι διαμορφῶν τὴν ἀλήθειαν. | |
10 | βʹ. Ἦν οὖν εἰς τύπον ὁ Φαραὼ τῆς τοῦ διαβόλου σκαιότητος. Ὁ μὲν γὰρ πηλῷ καὶ πλινθείᾳ καὶ τοῖς περὶ ταῦτα πόνοις τοὺς ἐξ αἵματος Ἰσραὴλ κατῃκί‐ ζετο, καὶ ἀφύκτῳ δουλείας ἐγκαταδύσας ζυγῷ, θύειν οὐκ ἠφίει τῷ ἐπὶ πάντας Θεῷ. Ὁ δέ γε τῆς | |
15 | ἁμαρτίας εὑρετὴς, τουτέστιν ὁ Σατανᾶς, ὁ δεινὸς καὶ ὑπέροφρυς καὶ τῆς ἀνωτάτω δόξης κλοπεὺς, ὁ ὡς ἐκ φρενὸς ἀγρίας θρασεῖς ἀναβράττων λόγους (τετόλμηκε γὰρ εἰπεῖν «Ἕσομαι ὅμοιος τῷ Ὑψίστῳ»), τῆς ἑαυτοῦ δυστροπίας τὸν ζυγὸν τοῖς ἀνὰ πᾶσαν τὴν | |
20 | γῆν ἐπιθεὶς, αὐτῷ προσκυνεῖν ἐκέλευε, καὶ ὥσπερ τινὶ πηλῷ καὶ πλινθείᾳ, ταῖς περὶ τήνδε τὴν σάρκα σπου‐ δαῖς, ἀμίσθοις τε καὶ ἀνονήτοις περισπασμοῖς ἐγκεῖ‐ σθαι προσέταττεν· ᾔδει γὰρ ὅτι πάντη τε καὶ πάντως εἰς ὄλεθρον καὶ ἀπώλειαν ἡ τῶν ἐπὶ γῆς πραγμάτων | |
25 | ἐκτελευτήσει φροντίς. Ἀλλ’ ἐπέλαμψε τῷ κόσμῳ Χριστὸς, δι’ οὗ καὶ ἐν ᾧ πᾶσα λύτρωσις, ὁ ἀμνὸς ὁ ἀληθινὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ἐξῃρή‐ μεθα γοῦν διὰ τῆς αὐτοῦ θυσίας τῆς τοῦ πάλαι κρα‐ τοῦντος πλεονεξίας, καὶ τῷ τῶν ὅλων παμβασιλεῖ | |
30 | καὶ Θεῷ τελοῦμεν τὴν ἑορτὴν, τῆς ἀρχαίας ἀπάτης τὸν ῥύπον, ὥσπερ τινὰ λήμην τῶν τῆς διανοίας ὀμ‐ μάτων ἀπονιψάμενοι. Ἐπειδὴ δὲ, ὡς ἔφην, ἐν Χρι‐ στῷ πάντες ἐκλελυτρώμεθα, «ἐσπείραμεν ἑαυτοὺς εἰς δικαιοσύνην, ἐτρυγήσαμεν εἰς καρπὸν ζωῆς,» | |
35 | κατὰ τὴν τοῦ προφήτου φωνήν· ἐχόμεθα λοιπὸν ἐγκάρπου σπουδῆς. Ἔμμισθον ἱδρῶτα τετιμήκαμεν, κατορθοῦν σπουδάζοντες τὰ δι’ ὧν ἄν τις εὐδοκιμή‐ σειε παρά τε Θεῷ καὶ ἀνθρώποις. γ. Ταύτην εἶναί φαμεν τὴν ἐπὶ ταῖς Ἑβδομάσι καὶ | |
40 | θερισμῷ πυρῶν ἑορτὴν, ἀφιγμένοι τε λοιπὸν εἰς τοῦτο φαιδρότητος, καὶ ἁπάσης ἀρετῆς ἐν καλῷ γε‐ γονότες, καὶ πολυειδοῦς εὐκαρπίας ταῖς ἑαυτῶν ψυχαῖς κατασωρεύοντες πλοῦτον, καὶ οἷον ἐν θησαυ‐ ροῖς ἀποκλείσαντες (γέγραπται γὰρ, ὅτι «Τοὺς καρ‐ | |
45 | ποὺς τῶν πόνων σου φάγεσαι»), τότε δὴ, τότε καὶ ἐν ταῖς ἄνω σκηναῖς καταλύσομεν, καὶ ληψόμεθα παρὰ Θεοῦ τὰς ἐν παραδείσῳ τρυφὰς, καὶ εἰς τὴν ἀρχαίαν ἐκείνην καὶ πολύευκτον ἀληθῶς εὐημερίαν ἀναβη‐ σόμεθα, τὸν ἱδρῶτος δίχα καὶ πόνου παντὸς ἀμέτ‐ | |
77.945(50) | οχον παντελῶς διαβιοῦντες βίον. Καὶ τούτου τύπος ἡ τρίτη τε καὶ ἐπὶ σκηναῖς ἑορτὴ, ὅτε καὶ κάλυντρα φοινίκων ἐδέχοντο, καὶ τοὺς ἑτέρους τῶν κλάδων, γράφοντος, οἶμαι, τοῦ τύπου τὰς ἐν παρα‐ | |
δείσῳ τρυφάς. Οὐκοῦν, ἀναβιβάσω γὰρ εἰς τὸ ἐν ἀρ‐ | ||
77.948 | χαῖς τὸν λόγον· δεῖ γὰρ, ἔφη, Θεὸς τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ πᾶν ἄρσεν ὀφθῆναι ἐνώπιον αὐτοῦ. Εἶτα πῶς οὐκ ἄξιον τὴν αἰτίαν κατιδεῖν τοῦ θείου τε καὶ ἱεροῦ θεσπίσματος; Καίτοι τῶν ὅλων ἐστὶ δημιουργὸς | |
5 | ὁ ἐπὶ πάντας Θεὸς, καὶ τοῖς αὐτοῦ νεύμασι παρήχθη πρὸς ὕπαρξιν τὸ θῆλύ τε καὶ ἄρσεν γένος. Πῶς οὖν ἀπεσόβησε τὸ θῆλυ τοῦ ὀφθῆναι δεῖν ἐνώπιον αὐτοῦ, τό γε μὴν ἄρσεν τῆς οὕτω λαμπρᾶς καὶ περιφανοῦς εὐκλείας ἀξιοῖ; Φαμὲν οὖν, ὅτι τῆς κατὰ νόμον ἐντο‐ | |
10 | λῆς ἡ δύναμις διὰ σκιᾶς καὶ τύπων εἰς τὴν τῆς ἀλη‐ θείας ἡμᾶς ἀνακομίζει δύναμιν. Δέχεται τοίνυν τὰ ἐμφανῆ καὶ ὁρώμενα τῶν νοητῶν εἰκόνας, οὕτω τε ἡμᾶς ἰσχναῖς καὶ ἀπεξεμμέναις ἐφίστησι θεωρίαις. Τὸ μὲν γὰρ θῆλυ γένος, ἀσθενὲς ἀεί πώς ἐστι καὶ | |
15 | διανοίᾳ καὶ σώματι· τό γε μὴν ἄρσεν, καθ’ ἑκάτερον τῶν εἰρημένων εὐδοκιμεῖ, καὶ ἐν μοίρᾳ νοεῖται κρείτ‐ τονι. Οὐκοῦν ὡς ἄρσεν τὸ ἐν ἀνδρίᾳ τῆ νοητῇ καὶ ἐν φρενὶ τῇ ἐζοφωμένῃ τιμᾶται γένος, καὶ δὴ καὶ πάρ‐ εισιν ἐν ὄψει Θεοῦ, καὶ ἐπισκοπῆς ἀξιοῦνται τῆς παρ’ | |
20 | αὐτοῦ. Γέγραπται γὰρ, ὅτι «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.» Πλὴν ὅσαπερ ἂν εἶεν ἐν λόγῳ παρὰ Θεοῦ, ταῦτα τοῦ μηδε‐ νὸς ἄξια παρά τε τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐ‐ τοῦ, καὶ οὐκ ἔξω τοῦ χρῆναι τῆς παρ’ αὐτῶν ὠμό‐ | |
25 | τητος εἰς πεῖραν ἐλθεῖν. Ἐπιφυέται γὰρ ἁγίῳ παντὶ, καὶ τοῖς εὐανδρίαν ἔχουσι τὴν πνευματικὴν ἀγρίως ἐπιπηδᾷ· ἀστοχεῖ δὲ βάλλων ὁ δείλαιος· πάν‐ τα γὰρ ἔξω φέρεται σκοποῦ τῆς ἐνούσης αὐτῷ δυσ‐ τροπίας τὰ εὑρέματα. Ὅτι δὲ τὸ ἄρσεν πνευματι‐ | |
30 | κῶς, οὐ μετρίως αὐτῷ προσκέκρουκε, καὶ λυπεῖ λίαν εὐδοκιμοῦν, ἐκ τῆς τοῦ πανσόφου Μωσέως εἰσό‐ μεθα συγγραφῆς. Ἐπεβούλευε μὲν γὰρ ὁ ἀπόπλη‐ κτος Φαραὼ τοῖς ἐξ αἵματος Ἰσραήλ. Ἐπειδὴ δὲ καὶ ἡ πληθὺς αὐτοῖς τοῦ γένους πέρα λοιπὸν ἀριθμοῦ | |
35 | παντὸς ἐξετείνετο, κατεδήχθη μὲν ἐπ’ αὐτῷ δὴ τού τῳ, καὶ μάλα πικρῶς. Προσκαλεσάμενος δὲ, φησὶ, τὰς μαίας τῶν Ἑβραίων, ἐνετείλατο λέγων· «Πᾶν ἄρσεν ὃ ἐὰν τεχθῇ τοῖς Ἑβραίοις, εἰς τὸν ποταμὸν ῥίψατε, καὶ πᾶν θῆλυ, ζωογονεῖτε αὐτό.» Περιτι‐ | |
40 | θέντες δὲ πάλιν τὸ τοῦ Φαραὼ πρόσωπον τῇ θεομάχῳ τε καὶ ἀντικειμένῃ δυνάμει, τουτέστι, τῷ Σατανᾷ, φαμὲν, ὅτι τὸ εὐσθενὲς αὐτῷ καὶ πρός γε τούτῳ τὸ ἕμφρον μεμίσηται γένος, καὶ ἔστι πολεμιώτατον. Οὐ γὰρ ἂν ἀνάσχοιτο τῶν αὐτοῦ ζυγὸν, οὐδὲ μὴν ὑφ‐ | |
45 | ήσει τὸν αὐχένα τοῖς ἀνοσίοις αὐτοῦ βουλεύμασιν. Ἀντ‐ ανίσταται δὲ καὶ ἀντεξάγει νεανικῶς, παντευχίαν ἔχον τὴν νοητὴν, καὶ σπουδάσμασι τοῖς εἰς ἀρετὴν, τὴν οἰκείαν ἀεὶ καταφαιδρύνον ζωήν. Τὸ δέ γε θῆλυ, μαλθακὸν, ὡς ἔφην, ἐστὶν, ἄσοφόν τε καὶ ἀδρανές. | |
77.948(50) | καὶ ἀπειροπόλεμον, καὶ παρειμένας ἔχον τὰς χεῖρας, καὶ τοξεύειν οὐκ εἰδὸς, καὶ τοῖς ὅπλοις τῆς δικαιο‐ σύνης ἐναρμόσασθαι μὴ δυνάμενον. Τοῦτο φιλεῖ καὶ προσίεται, καὶ αὐτῷ προσνένευκεν ὄλως· τιμᾷ γὰρ, | |
ὡς ἔφην, τὸ ἄνανδρον καὶ ἀφιλόμαχον γένος. Οὐκοῦν, | ||
77.949 | καθά φησιν ὁ θεσπέσιος Μελῳδὸς, «Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.» Τίνα δὲ τρόπον καὶ τοῦτο κατορθώ‐ σωμεν, διαδείξει λέγων ὁ Χριστοῦ μαθητής· «Διὸ | |
5 | ἀναζωσάμενοι τὰς ὀσφύας ὑμῶν τῆς διανοίας, νήφον‐ τες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις· ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς | |
10 | ἅγιον, καὶ ὑμεῖς ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε· γέγραπται γὰρ, ὅτι Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.» Οὐ γάρ ἐστι τῶν ἐνδεχομένων, ῥυπῶντας καὶ μεμο‐ λυσμένους, ἐγγὺς γενέσθαι τοῦ πανάγνου Θεοῦ. «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;» κατὰ τὸ γεγραμ‐ | |
15 | μένον. δʹ. Ἔχεις εἰκόνα τοῦ πράγματος τὸν ἱεροφάντην Μωσῆν. Ἐν γάρ τοι τῷ ὄρει Χωρὴβ προβάτων ἀγέλας διαποιμαίνοντι πῦρ ἀπαστράπτον ἐν βάτῳ παραδόξως διεφαίνετο, καὶ κατεβόσκετο μὲν τὸν | |
20 | θάμνον ἡ φλὸξ, ἀδικοῦσα δὲ ὅλως οὐδὲν (κατεπίμπρη γὰρ οὐδαμῶς), μέγα καὶ ἐξαίσιον ἐποίει τὸ θαῦμα· προσῄει δὴ οὖν, τί τὸ χρῆμα τοῦ παραδόξου θεάμα‐ τος, πολυπραγμονῶν ὁ Μωσῆς. Ἦν δὲ ἄρα Θεὸς ἐν εἴδει πυρὸς ἐνιζήσας τῷ βάτῳ. Εἶτά φησι τὸ Γράμ‐ | |
25 | μα τὸ ἱερὸν, ὅτι ἐκάλεσε Κύριος ἐκ τοῦ βάτου τὸν ἄνθρωπον, λέγων· «Μωσῆ, Μωσῆ, μὴ ἐγγίσῃς ὧδε, λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί.» Φαίη δ’ ἂν πρὸς τοῦτο, οἶμαι, τίς· Ὁποῖος γὰρ ἂν μολυσμοῦ νοηθείη | |
30 | τρόπος τὸ ὑποδεδέσθαι τοὺς πόδας; ἢ πῶς ἀκάθαρ‐ τος ὁ Μωσῆς σανδάλων ἕνεκα καὶ δερμάτων; Τί οὖν ἄρα πρὸς τοῦτό φαμεν; Ῥύπος μὲν οὐδεὶς ἀνθρώπων ψυχαῖς ἐγγένοιτο ἂν ἐξ ὑποδημάτων. Ἐπειδὴ δὲ ἦν ἐν Αἰγύπτῳ Μωσῆς, νενόμιστο δὲ παρὰ τοῖς αὐ‐ | |
35 | τόχθοσι τὸ μὴ χρῆναί τινας τοῖς τῶν εἰδώλων τεμέ‐ νεσιν ἀπερισκέπτως ἐπιφοιτᾷν ἐνηρμοσμένων αὐτοῖς τῶν ὑποδημάτων, ἃ καὶ ζώων εἰσί τε, καὶ μολυσμὸς τὸ χρῆμα, καὶ ἕτερον οὐδὲν ἦν παρ’ ἐκείνοις, ταύτῃ‐ τοι καὶ ὁ τῶν ὅλων Θεὸς ἀπροφάσιστον ἑαυτὸν ἀπο‐ | |
40 | φαίνων τοῖς οὔπω κεκαθαρμένοις, ὡς ἀπό γε τῆς κατ’ Αἴγυπτον συνηθείας, εἰς πνευματικὴν ἀποκά‐ θαρσιν τὸν ἱερὸν ἐκάλει Μωσέα, λέγων· «Λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἔστηκας, γῆ ἁγία ἐστί.» Χρῆναι γὰρ οὕτω γέ φημι | |
45 | τοὺς τῷ παναγίῳ Θεῷ λατρεύοντας, νεκρῶν ἔργων ἀποφοιτᾷν, οὔτε τε τῶν εἰς φθορὰν καὶ βεβήλωσιν ἐπιτηδευμάτων ἀπηλλαγμένους ἐγγίζειν αὐτῷ, κατ’ οἰκειότητα δέ φημι τὴν πνευματικήν. Ἔργα δὲ νε‐ κρῶν θεῖεν ἂν φιληδονίαι σαρκικαὶ, κῶμοι καὶ | |
77.949(50) | μέθαι, καὶ σεμνότητος ἁπάσης ἐρήμη ζωὴ, λημμά‐ των αἰσχρῶν ἔφεσις, ἁρπαγαὶ καὶ πλεονεξίαι, θυμοὶ καὶ τὰ ἐξ αὐτῶν, καταλαλιαὶ καὶ ὑπεροψίαι, καὶ ἁπλῶς τὰ δι’ ὧν ἄν τις ἀπολισθήσειε τῆς εἰς | |
αἰῶνα ζωῆς, τοῖς τῆς ἁμαρτίας βρόχοις ἐνειλημμέ‐ | ||
77.952 | νος, καὶ πολυτρόπου φαυλότητος αἰτιάμασιν ἔνοχον τὴν ἑαυτοῦ καταστήσας κεφαλήν. Τῶν τοιούτων ἡμᾶς ἀῤῥωστημάτων ἀποφέρει λέγων ὁ Χριστοῦ μαθητής· «Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ· | |
5 | ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου. Καὶ ὁ κόσμος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ. Ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ, μένει εἰς τὸν αἰῶνα.» Γράφει δὲ καὶ ὁ πάνσοφος Παῦλος τοῖς τὴν εὐκλεᾶ | |
10 | πολιτείαν κατορθοῦν ᾑρημένοις· «Πορνεία δὲ, καὶ ἀκαθαρσία πᾶσα μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, ἀλλὰ μᾶλλον εὐχαριστία.» Τῆς οὕτω κεκαθαρμένης καὶ ἐξαιρέτου ζωῆς τὴν ὁδὸν προανετύ‐ που μὲν πάλαι καὶ ὁ Μωσέως νόμος, διὰ σκιᾶς καὶ | |
15 | τύπων προαναγράφων ἡμῖν τὸ Ἐμμανουὴλ, ἤτοι τῶν δι’ αὐτοῦ θεσπισμάτων τὸ εἰλικρινὲς καὶ σωτήριον φῶς. Ἀνέλαμψε δὲ νυνὶ καθαρῶς ἡ ἀλήθεια. Γέγονε γὰρ καθ’ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν, ἵνα τὸ θεῖον ἡμῖν ἐναστράψῃ φῶς, καὶ εὐθὺ πάσης ἀρετῆς | |
20 | ἰέναι διδάξας, υἱοὺς ἀποφήνῃ Θεοῦ. Καθῆκε γὰρ ἑαυτὸν, ὡς ἔφην, εἰς τὰ ἡμῶν, ἵν’ ἡμεῖς τὰ αὐτοῦ κερδάνωμεν, ἐπεί τινα τρόπον τῇ αὐτοῦ πτωχείᾳ πεπλουτήκαμεν. Εἰ μὴ γὰρ συνεπτώχευσεν ἡμῖν αὐτὸς, καθεὶς ἑαυτὸν ἐν τοῖς καθ’ ἡμᾶς, οὐδ’ ἂν | |
25 | ἡμεῖς τὸν αὐτοῦ πλοῦτον ἐσχήκαμεν, τὴν αὐτῷ καὶ μόνῳ πρέπουσαν ἰδικῶς υἱότητα δι’ αὐτοῦ τε καὶ παρ’ αὐτοῦ κερδαίνοντες. Ἀλλ’ ἦν ἀσύνετος Ἰσραήλ. Οὐκ ἐπέγνω μετὰ σαρκὸς παρόντα τὸν Λυτρωτὴν, καίτοι τοῦ πανσόφου Μωσέως πολυτρόπως αὐτὸ | |
30 | προανατυποῦντος τὸ μυστήριον. Ἔφη γοῦν ὁ Χρισ‐ τὸς, τὸ πολὺ λίαν ἀσύνετον καὶ ἀπειθὲς ἐγκαλῶν αὐτοῖς· «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Οὐκοῦν καὶ αὐτῶν ταῖς ἀπειθείαις καταλυπήσαντες τὸν ἰθύνοντα νόμον, | |
35 | μεμενήκασιν ἐν σκότῳ, καὶ φωτὸς ἀμέτοχοι παντε‐ λῶς τοῦ θείου γεγόνασι. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφητῶν περὶ αὐτῶν εἰρημένον. Ὑπομει‐ νάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος· μείναν‐ τες αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν. Πλεισταχοῦ δὲ | |
40 | τὸν Κύριον εὑρήσομεν ἐπιφωνοῦντα αὐτοῖς, καὶ λέ‐ γοντα· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἐμοὶ ἀκο‐ λουθῶν οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτείᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς·» καὶ πάλιν, «Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα.» Ἵνα δὲ καὶ ἀπροφάσιστον αὐτοῖς | |
45 | καταστήσῃ τὴν ἄγνοιαν, καίτοι καθ’ ἡμᾶς ὁρώμενος ἄνθρωπος, θεοπρεπῆ καὶ ὑπερκόσμιον τῆς ἐνούσης αὐτῷ δυνάμεως τὴν ἐπίδειξιν ἐποιεῖτο πανταχοῦ. Τί γὰρ τὸ ἐπέκεινα καὶ λόγου καὶ θαύματος οὐ κατορθώ‐ σας ὁρᾶται; Καὶ γοῦν ἔφη πρὸς αὐτούς· «Εἰ οὐ ποιῶ | |
77.952(50) | τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πι‐ στεύετε.» Ἀόρατον μὲν γὰρ κατὰ φύσιν ἰδίαν τὸ Θεῖόν ἐστι. Γέγραπται γάρ· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» | |
Γινώσκεται δὲ πρὸς ἡμῶν κατά γε τὸ ἐφικτὸν, ἔκ | ||
77.953 | τε τῆς μεγαλουργίας καὶ τῆς ἀφράστου δυνάμεως καὶ ὑπερτάτης ὑπεροχῆς. Διακηρύττει δὲ καὶ ἡ κτίσις αὐτόν· ψάλλει γοῦν ὁ Δαβίδ· «Οἱ οὐρανοὶ δι‐ ηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγ‐ | |
5 | γέλλει τὸ στερέωμα.» Ναὶ μὴν καὶ ὁ πάνσοφος Παῦ‐ λος γέγραφε περὶ αὐτοῦ· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶ‐ ται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Οὐκ‐ οῦν ἐξ ἰσχύος τῆς ἄγαν καὶ θεοπρεποῦς, καὶ | |
10 | πάντα λόγον ὑπερηρμένης, ἔνεστί πως τὴν περὶ τῆς ἀῤῥήτου θεότητος δέχεσθαι γνῶσιν. Ἐπέφανε δὲ τῷ κόσμῳ μετὰ σαρκὸς ὁ πάντων δημιουργὸς Θεὸς Λόγος, οὐχ ἵνα τὴν οὖσαν ἀφανίσας γῆν, ἑτέραν ἡμῖν εἰς τὸ παρὸν ἀναδείξῃ καινὴν, οὔτε μὴν | |
15 | ἴνα ἑτέρους οὐρανοὺς ἐργάσηται, τοὺς ὄντας νῦν περιελὼν, ἢ καινοπρεπὲς καὶ ἀδόκητον περὶ τὸν ἡλίου κύκλον ἀποτελέσῃ, καὶ καινουργήσῃ περὶ τὴν ὁρωμένην κτίσιν· ἀλλ’ ἵνα ἡμᾶς κειμένους ὑπὸ πό‐ δας διαβολικοὺς, καὶ διὰ τῆς ἁμαρτίας κατενηνεγμέ‐ | |
20 | νους εἰς φθορὰν, μεταχαλκεύσῃ πρὸς ἀφθαρσίαν, ἁγίους τε καὶ ἀμώμους ἀποφήνῃ, τοῖς ἐξ ἡμερότη‐ τος νεύμασι παντὸς ἀπαλλάξας ῥύπου, καὶ ταῖς τῆς ἀμωμήτου ζωῆς ἐμβήσας τρίβοις. Ἐπειδὴ δὲ ἦν καθ’ ἡμᾶς ἄνθρωπος ὁρώμενος οἰκονομικῶς (ὡς γὰρ | |
25 | ὁ προφήτης φησὶ, «Ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη»), διὰ τού [του] φανερὸν ἡμῖν καθιστὰς ἑαυτὸν, ὅτι τε εἴη Θεὸς, καὶ Υἱὸς κατὰ ἀλήθειαν τοῦ Θεοῦ καὶ Πατρός· εἰργάζετο τὰ αὐτοῦ, ὁμοφυᾶ τε καὶ ἰσουργὸν αὑτὸν ἀποφαίνων τῷ ἰδίῳ Γεννήτορι, διὰ | |
30 | τῆς ἴσως ἀπαραλλάκτως ὑπεροχῆς τε καὶ ἐξουσίας ἰὼν ἐθαυμάζετο παρά γε τοῖς ἐγνωκόσι τὴν ἐπιφά‐ νειαν αὐτοῦ. Ἀλλ’ ἦν καὶ οὕτως ἐξήνιος, καὶ ὁλο‐ τρόπως εἰς ἀπιστίαν ἀπονενευκὼς ὁ ἀπόπληκτος Ἰσραήλ· καὶ γοῦν ἄνω τε καὶ κάτω τὸν ἐν γράμμα‐ | |
35 | σιν ἀειλογοῦντες νόμον, προϊσχόμενοί τε τὴν διὰ Μωσέως ἐντολὴν, τοῖς διὰ Χριστοῦ θεσπίσμασιν ἀντ‐ εφέροντο, λέγοντες· «Ἡμεῖς τοῦ Μωσέως ἐσμὲν μαθηταί. Τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν·» καὶ καθ’ ἕτερον δὲ τρόπον ἀτιμάζοντες διετέλουν, καὶ | |
40 | οὐδὲν τῶν ἐκτόπων ἦν, ὃ σεσίγηται παρ’ αὐτοῖς· πάντα δὲ ὥσπερ σείοντες κάλων ταῖς ἑαυτῶν δυστρο‐ πίαις, καὶ μέτρου παντὸς ἰόντες πέρα, τὸν ἐξ οὐρα‐ νοῦ Λυτρωτὴν, τὸν δικαιοῦντα τῇ πίστει τὸν ἀσεβῆ, τὸν ἀνακαινίζοντα πρὸς ἀφθαρσίαν τοὺς τοῖς τοῦ | |
45 | θανάτου βρόχοις ὑπενηνεγμένους, τὸν ἀρχηγὸν τῆς ζωῆς, θανάτῳ περιβαλεῖν ἐσπούδαζον, λακτίζοντες μὲν εἰς κέντρα, καὶ πῦρ καὶ δίκην τῆς ἑαυτῶν κα‐ ταχέοντες κεφαλῆς, ἐπ’ ἀνηνύτοις δὲ σκέμμασιν, ὀμοῦ τοῖς καθηγεῖσθαι λαχοῦσι, δυσσεβῆ συλλέγοντες | |
77.953(50) | βουλευτήρια· καὶ γοῦν ἔφασκον, ἐφ’ οἷς ἦν εἰκὸς καταπλήττεσθαι τὸν θαυματουργὸν, ἐπ’ αὐτοῖς δὴ τούτοις ἑαυτοὺς εἰς ὠμότητα παραθήγοντες, καὶ εἰς ἀκάθεκτον ἤδη πως ἀνακαιόμενοι φθόνον· «Τί ποιοῦ‐ | |
μεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; Ἐὰν | ||
77.956 | ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὸ ἔθνος, καὶ τὴν χώραν.» Ὅτι καὶ ὁ προὔχων ἐν ἱερωσύνῃ τῇ παρ’ αὐτοῖς, ὡς ἐκ βαθείας φρενὸς γνώμην ἀνασπῶν τὴν ὀλέθριον αὐ‐ | |
5 | τοῖς, «Ὑμεῖς, φησὶν, οὐκ οἴδατε οὐδὲν, οὐδὲ λογί‐ ζεσθε, ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται·» ἐντεῦθεν αὐτοῖς εἰς ἀνόσιον πέρας ἐκδεδράμηκε τὰ βουλεύματα. Συλλαβόμενοι γὰρ προσεκόμισαν τῷ | |
10 | Πιλάτῳ τὸν Ἰησοῦν, ψευδηγορίας τινὰς συνθέντες οἱ δείλαιοι, καὶ σταυροῦσθαι παρεκάλουν. Ὃ δὴ καὶ γέγονε, στρατηγοῦντος αὐτοῖς πρὸς τοῦτο τοῦ Σα‐ τανᾶ, καὶ εἰς τὸ τῆς ἀπωλείας αὐτοὺς καθιέντος βάραθρον. Ἐκαρτέρει δὲ Χριστὸς, καὶ ὑπέμεινεν | |
15 | ἑκὼν καὶ τὸ μέχρι θανάτου σαρκὸς καθικέσθαι δι’ ἡμᾶς οἰκονομικῶς· ᾔδει γὰρ, ᾔδει τὸ ἐκ τοῦ παθεῖν ἐσόμενον ἀγαθόν. Οὐ γὰρ ἀπομεμένηκεν ἐν νεκροῖς, ἀνεβίω δὲ μᾶλλον, τοῖς τοῦ θανάτου δεσμοῖς τὸ ἐῤ‐ ῥῶσθαι φράσας, καὶ κενώσας τὸν ᾅδην. «Ἔφη γὰρ | |
20 | τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε.» Γέγονε δὲ τῇ αὑτοῦ φύσει πρὸς ἀφθαρσίαν ὁδός. Ἀνεκαινίσθη γὰρ ἐν αὐτῷ, καὶ ἀνεθάλομεν εἰς ζωήν. Καὶ μαρτυρήσει λέγων ὁ μα‐ κάριος Παῦλος· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες | |
25 | ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Καταργήσας τοίνυν τοῦ θανάτου τὸ κράτος, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν. Ἥξει τε κατὰ καιροὺς ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. | |
33 | εʹ. Οὐκοῦν ἐπειδήπερ. καθά φησιν ὁ πάνσοφος Παῦλος, «τοὺς πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμ‐ | |
35 | προσθεν τοῦ βήματος αὐτοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε πονηρόν·» περιζωσώμεθα τὴν τῆς ἑαυτῶν διανοίας ὀσφὺν, ἀνδρισώμεθα πρὸς ἀγαθουργίας, κα‐ τανεκρώσωμεν τὰς τῆς σαρκὸς ἡδονὰς, καὶ ἁπάσης | |
40 | φαυλότητος ἀποτρεψώμεθα μολυσμούς. Ἐλεήσω‐ μεν ὀρφανοὺς, ἀνακτησώμεθα χήρας, ἐπικουρήσω‐ μεν τοῖς ἐν ἐνδείᾳ, συναλγήσωμεν τοῖς ἐν ἐσχά‐ τῃ ταλαιπωρίᾳ, δεσμίους ἐπισκεψώμεθα, καὶ ἁπαξ‐ απλῶς πᾶν εἶδος ἐπιτηδεύσωμεν ἀρετῆς. Οὕτω | |
45 | γὰρ καθαρῶς νηστεύσομεν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ νεομηνίας τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ ἕκτης τοῦ Φαρμουθὶ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ ἑνδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, | |
77.956(50) | ἑσπέρᾳ βαθείᾳ Σαββάτου, κατὰ τὰ εὐαγγελικὰ κη‐ ρύγματα, ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυ‐ ριακῇ τῇ δωδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας | |
καὶ πολυεύκτου Πεντηκοστῆς, ἵνα καὶ τὸν καιρὸν | ||
77.957 | τῆς ἀνέσεως καθάπερ εἰκόνα τινὰ τῆς τῶν ἁγίων ἐν οὐρανοῖς ποιούμενοι, τῆς αὐτῶν ἀξιωθῶμεν κοινω‐ νίας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι’ οὗ καὶ μεθ’ οὗ δόξα τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. | |
5t | ΛΟΓΟΣ ΚΘʹ. | |
6t | Προθεωρία. | |
7 | Συντέθειται καὶ νῦν ἡμῖν ὁ λόγος, οὐκ εἰς θήραν ὁρῶσιν ἐπαίνου καὶ κρότων, ἀλλ’ εἴς γε τὸ δεῖν ἐνεργάσασθαί τι τῶν ὀνησιφόρων ταῖς τῶν ἀκροω‐ | |
10 | μένων ψυχαῖς. Ἁμαρτάνοντι δὲ καὶ καλλιεπείας τῆς ἄγαν, μὴ ἀκριβεῖς ἐξετασταὶ γενήσεσθε μᾶλλον, ἀλλὰ συγγνώμονες. Οὐ γὰρ ταῖς τῶν ῥητόρων εὐκομ‐ πίαις, ἀλλ’ οἷς ἐκκλησιαστικοῖς ὑμᾶς λαχάνοις ἑστιᾶ‐ ται. | |
15 | αʹ. Ἰδοὺ δὴ πάλιν ὁ τῆς ἁγίας ἑορτῆς ἡμῶν ἀν‐ ίσχει καιρὸς, θυμηδίας ἁπάσης ἀναπιμπλὰς τὰς τῶν φιλαρέτων ψυχὰς, καὶ ὄκνον μὲν τὸν ἐπ’ ἀγαθοῖς σπουδάσμασιν ἐκ μέσου τιθεὶς, διαναστὰς δὲ πρὸς φιλεργίαν τὴν ἐφ’ ἅπασι τοῖς τεθαυμασμένοις, ἃ καὶ | |
20 | τοῖς ἱεροῖς συμβαίνει νόμοις, καὶ ταῖς ἄνωθεν καὶ παρὰ Θεοῦ ψήφοις ὁμολογοῦσαν ἔχει τὴν ἔκβασιν, καὶ πρὸς εὐκλείας ἔσται πολλῆς τοῖς κατορθοῦν ᾑρη‐ μένοις. Οὐκοῦν καθά φησιν ὁ θεσπέσιος Μελῳδὸς, «καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ.» τὴν ἁγίαν δηλονότι | |
25 | καὶ πάναγνον ἑορτὴν, ἢν ἐπί γε τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ πληροῦν εἰθίσμεθα. Ὡς γὰρ ὁ πάν‐ σοφος γράφει Παῦλος, «Τὸ Πάσχα ἡμῶν ἐτύθη Χρι‐ στὸς,» —«ὁ ἀμνὸς ὁ ἀληθινὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Φίλον μὲν οὖν ἀεί πως τοῖς ἑορτάζουσί | |
30 | τε εὐειματεῖν καὶ καταφαιδρύνεσθαι τὴν ἀμφίεσιν. Ἐοικέναι γάρ πως ταυτὶ τῷ καιρῷ φαῖεν ἂν ἴσως τινές. Οἶμαι δὲ δεῖν οὐχὶ δήπου μόνον ἐπιτηδεύεσθαι παρ’ ἡμῶν τὸ τοῖς θύραθεν ὡραϊσμοῖς κατακαλ[λ]ύ‐ νεσθαι φιλεῖν, ἐν παντὶ δὲ μᾶλλον ποιεῖσθαι λόγῳ | |
35 | τῶν ἐν τῇ ψυχῇ μολυσμῶν τὴν ἀπεμπολήν. Ταυτὶ γὰρ ἡμᾶς καθαροὺς καὶ διεσμηγμένους παρίστησι Χριστῷ, τῇ παρ’ αὐτοῦ χάριτι διαπρέποντας, κόσμη‐ μά τε καὶ οἷον ἄμφιον ἁγιοπρεπὲς καταπλουτοῦν‐ τας αὐτόν. Γέγραφε γὰρ οὑτωσὶν ὁ πάνσοφος Παῦ‐ | |
40 | λος, «Ἐνδύσασθε, λέγων, τὸν Κύριον Ἰησοῦν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν.» Τοῦτον ἡμᾶς τὸν τρόπον ἐσκευασμένους, ἐγγὺς εἶναι θέλειν τοῦ παναγάθου Θεοῦ, τὸ ἀπεικὸς οὐδέν. «Ἅγιοι γὰρ ἔσεσθε, φησὶν, ὅτι ἐγὼ ἅγιος.» Οὐκοῦν, | |
45 | καθά φησιν ὁ θεσπέσιος Παῦλος, ἑορτάζωμεν, «μὴ ἐν ζύμῃ παλαιᾷ. μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας·» τουτ‐ έστιν, ἐν ὀρθότητι καὶ ἀκριβείᾳ πίστεως, προσ‐ ηνεγμένης αὐτῇ δηλονότι καὶ τῆς ἐξ ἔργων φαιδρό‐ | |
77.957(50) | τητος. Ταυτὶ γὰρ ὑμῖν ἐνυπάρχοντα, καὶ τῆς εἰς λῆξιν εὐθείας περιποιήσει τὴν μέθεξιν, καὶ εἰς τὸν τῶν ἁγίων ἀναβιβάσῃ κλῆρον, τοὺς οἵπερ ἂν εἶεν | |
τῆς ἐκείνων εὐζωΐας ἄριστοι μιμηταί. Φέρε γὰρ | ||
77.960 | ἐκεῖνο καθ’ ἑαυτοὺς ἐννοήσωμεν, πηνίκα τε καὶ ὅπως τελεῖσθαι δεῖν τὸν ἐπὶ τὸ Πάσχα νόμον προστέταχεν ὁ Μωσῆς, ἤγουν δι’ ἐκείνου Θεὸς, μηνὶ καθ’ Ἑβραίους τῷ πρώτῳ, καὶ ἠρινοῦ ἐγγελῶντος καιροῦ, ὅτε φυλ‐ | |
5 | λάδι νέᾳ καὶ ἀρτιφανεῖ τὰ ἐν δρυμοῖς καὶ κήποις στεφανοῦται φυτὰ, καὶ καρπῶν ἀπόδοσιν ἐπαγγέλ‐ λεται, χλοηφορεῖ δὲ σύμπαν πεδίον, καὶ κομᾷ μὲν ληΐοις ἡ ἀρόσιμος γῆ, πολυτρόποις δὲ χρωμάτων ἰδέαις καταποικίλλεται τὰ εὐοσμότατα τῶν ἀνθέων, | |
10 | ἀμνοὶ δὲ μητέρας περισκέρουσιν ἁπαλοὶ, ἡδύ τι καὶ τρυφερὸν βληχώμενοι. Εἶτα πῶς οὐκ ἂν γένοιτο τῶν ἀτοπωτάτων, εὐανθῆ μὲν ἅπασαν ὁρᾶσθαι τὴν γῆν, ἐν ἀκαρπίᾳ δὲ τῇ πνευματικῇ τὸ θεοειδὲς ἐπὶ γῆς καὶ ἐξαίρετον ζῶον, φημὶ δὴ τὸν ἄνθρωπον, καὶ | |
15 | ἀναπόβλητον ἔχοντα τῆς ἁμαρτίας τὸ κατηφές; Οὐκ‐ οῦν, καθά φησι τὸ Γράμμα τὸ ἱερὸν, «ὄγκον ἀπο‐ θέμενοι πάντα, καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,» μὴ τοῖς ἱδρῶσιν ἐπιστυγνάζοντες, ἀλλὰ τῶν ἐντεῦ‐ | |
20 | θεν ἐφιέμενοι γερῶν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἀφιλ‐ εργεῖν ἐθέλοντας, ἐφικέσθαι τινὸς ἀγαθοῦ καὶ ἀξιαγάστου πράγματος. Ὄκνῳ δέ τις πεδήσας τὸν νοῦν, πῶς ἂν γένοιτο σεπτὸς, ἤγουν τὴν ἐφ’ ἅπασι τοῖς ἀρίστοις οἷά τινα στέφανον ἀναδήσεται ψῆφον; | |
25 | Ἄκουε δὲ λέγοντος τοῦ Παροιμιαστοῦ· «Ἕως πότε, ὀκνηρὲ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; Ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη· εἶτα παραγίνεταί σοι ὥσπερ κακὸς ὁδηγὸς ἡ πενία.» Καταθήγει δὲ καὶ ἑτέρως | |
30 | εἰς ἔφεσιν ἀρετῆς, τὰ τῶν ζωϋφίων μικρά τε καὶ εὐτελῆ πρὸς παράδειγμα λαβών. «Ἴθι γὰρ, ἔφη, πρὸς τὸν μύρμηκα, ὀκνηρέ. Ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος. Ἐκεῖνος γὰρ γεωργίου μὲν ὑπάρχοντος, μήτε ὑπὸ δεσπότην | |
35 | ὢν, μήτε τὸν ἀναγκάζοντα ἔχων, ἑτοιμάζεται θέρους τὴν τροφὴν, πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν.» Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε, ἐργάτης ἐστὶ, τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖ‐ ται. Ποθεινὴ δέ ἐστι πᾶσα καὶ ἐπίδοξος. Οὐκοῦν | |
40 | ἀξιόληπτοι μὲν εἶεν ἂν τοῖς ἀνδρίζεσθαι μεμελετη‐ κόσιν, οἱ δι’ εὐσέβειαν πόνοι· ὄκνος γε μὴν ὁ ἐπί γε τοῖς ἀρίστοις τῶν ἀνδραγαθημάτων ἀπόπεμπτός τε καὶ στυγητός. Συμβήσεται γὰρ τὸ ἐν ἐνδείᾳ γενέσθαι πάντη τε καὶ πάντως ἀγαθοῦ παντὸς τοῖς | |
45 | ἀφιλεργεῖν εἰωθόσιν. Ἔμμισθον δὲ, καὶ γερῶν τῶν ἄνωθεν ἀμοιρήσειεν ἂν ἥκιστά γε, τὸ τληπαθεῖν ἑλέσθαι δι’ ἀρετήν. Ἀληθὲς δὲ ὅτι τὸ χρῆμά ἐστι, καὶ ἐκ τῶν καθ’ ἡμᾶς πραγμάτων ἀταλαίπωρον ἰδεῖν. Πῶς γὰρ ὁ γηπόνος ἀμφιλαφῆ συλλέξει καρ‐ | |
77.960(50) | πὸν, συνδήσας ἄρα τὰ χεῖρε, καὶ τὸ ἀροῦν ἔτι παρ‐ αιτούμενος, καὶ τὸν ἐπὶ ταῖς σκαπάναις ἱδρῶτα μεθείς; Οὐχ ὅταν οὕτω διατεθῇ, ἀγροὶ μὲν ληΐων ἀπομένουσιν ἔρημοι, γυμνὰ δὲ ὡρίμων τὰ ἐν παρα‐ δείσῳ φυτὰ, ὀρχοὶ δὲ ἀμπέλων ἀργοὶ καὶ ἀστάφυ‐ | |
55 | λοι, καθάπερ ἐν γραφαῖς ἑστήξουσιν, οὐδενὸς ἐν‐ | |
77.961 | όντος αὐτοῖς, πλὴν τοῦ ὁρᾶσθαι μόνου; Οἵ γε μὴν τὸ ἐμπορικὸν ἔχοντες ἐπιτήδευμα, πότε τῶν φιλαιτάτων αὐτοῖς λημμάτων ἔσονται μεστοὶ, δεδιότες ἄρα τὸ διαπλεῖν ἔτι, καὶ κύμασιν ὁμιλεῖν, ἢ παντὸς καὶ | |
5 | πόνου καὶ δείματος τὴν φιλοκερδίαν προτάττοντες; Μεμνήσομαι δὲ κἀκείνων οἷς σπούδασμα προὐργιαί‐ τατον τὸ ἐν παλαίστραις εὐδοκιμεῖν. Ὧν καὶ ὁ θε‐ σπέσιος Παῦλος διαμέμνηται λέγων, ὅτι «Πάντα ἐγκρατεύονται, ἵνα φθαρτὸν στέφανον λάβωσιν.» | |
10 | Ὅτε τοίνυν καὶ τῶν καθ’ ἡμᾶς πραγμάτων οὐκ ἄν τι πρὸς πέρας εὐκτὸν διελάσαι πώποτε φροντίδος καὶ πόνου δίχα, πῶς ἂν γένοιτο τῶν τῆς ἀρετῆς ὑψω‐ μάτων ἐφικέσθαι τινὰς, μὴ οὐχὶ τὸ χρῆναι τληπα‐ θεῖν ἐκτετιμηκότας, καὶ ἀμάχοις ὥσπερ τοῦ νοῦ | |
15 | ῥοπαῖς εὐθὺ φέρεσθαι παντὸς ἀγαθοῦ προτεθυμημέ‐ νους; Οὕτω τῆς τῶν ἁγίων ζωῆς τὸ νοητόν τε καὶ ἀξιέραστον κάλλος ταῖς ἑαυτῶν ψυχαῖς ἐναποματτό‐ μενοι, καὶ πνευματικῶς ἐγγράφοντες, τὰς πρὸς Θεὸν ἱκετείας ποιησόμεθα, λέγοντες· «Κύριε, ἐν τῷ θε‐ | |
20 | λήματί σου παράσχου τῷ κάλλει μου δύναμιν.» Βουλὴ δὲ καὶ θέλημα τὸ παντουργικὸν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱός. Ψάλλει γοῦν ὁ θεσπέσιος Δαβὶδ πρὸς αὐτὸν, καί φησιν· «Ἐν τῇ βουλῇ σου ὡδήγησάς με.» Πεποδηγήμεθα γὰρ ἐν Χριστῷ πρὸς | |
25 | πᾶσαν εἴδησιν ἀρετῆς. Καὶ μή μοι θαυμάσῃς, εἰ βουλὴν τοῦ Θεοῦ καὶ Πατρὸς ὠνομάσθαι φαμὲν τὸν Υἱὸν, ὅτε καὶ αὐτὸν εὑρήσομεν τὸ Πατέρα τῇ τοιᾷδε κλήσει τετιμημένον. Ἡ γάρ τοι βουλὴ τὴν σοφίαν δηλοῖ. Γέγραφεν οὖν ὁ προφήτης Ἡσαΐας περὶ τοῦ | |
30 | πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι «Παιδίον ἐγεν‐ νήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος.» Ἀπήγγειλε γὰρ ἡμῖν τὰ περὶ τοῦ ἰδίου Γεννήτορος, καὶ παρέδειξεν ἐναρ‐ | |
35 | γῶς τῆς ἀνωτάτω παντὸς οὐσίας τὸ ὑπερκόσμιον κάλλος, ἐν ἰδίᾳ φύσει γράφων αὐτόν. «Καὶ γάρ ἐστι εἰκὼν, ἀπαύγασμά τε καὶ χαρακτὴρ τῆς ὑπο‐ στάσεως αὐτοῦ.» Ἔφη γοῦν, ὅτι «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» —«Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» | |
40 | Ἓν δὲ δὴ πάντως, κατά γε, φημὶ, τὴν ταυτότητα τῆς οὐσίας. Πῶς οὖν κεχρημάτικε παιδίον; ἰσοκλεὴς γὰρ ὑπάρχων τῷ φύσαντι, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν θεο‐ πρεπῶν ἀξιωμάτων ἀπαραλλάκτως ἔχων, γέγονεν ἄνθρωπος, καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν, καὶ τὴν | |
45 | καθ’ ἡμᾶς ἀπόταξιν ἐκ γυναικὸς ὑπομείνας. Πλὴν ἡμῖν «δεδόσθαι» φησὶν ὁ πνευματοφόρος αὐτόν. Οὐ γάρ τοι δι’ ἑαυτὸν «κεκένωκεν ἑαυτὸν,» καὶ τὴν καθ’ ἡμᾶς ὑπέδυ πτωχείαν, ἀλλ’ ἵν’ ἡμεῖς τὰ αὐτοῦ πλουτήσωμεν, καὶ τὴν ἀκλεᾶ καὶ βέβηλον ἁμαρτίαν | |
77.961(50) | ἀπονιψάμενοι, τὴν διὰ πίστεως κάθαρσιν δι’ αὐτοῦ κερδάνωμεν. Ὡς γὰρ αὐτός φησιν ὁ Υἱὸς, «Ἠγάπη‐ σεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ | |
ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.» Χρῆμα τοιγαροῦν | ||
77.964 | σωτήριον ἀληθῶς ἡ πίστις. Δικαιοῖ γὰρ τὸν ἀσεβῆ, καὶ παντὸς αἰτιάματος ἐλεύθερον ἀποφήνασα, συν‐ άπτει Χριστῷ, καὶ τῇ τῆς υἱοθεσίας φαιδρότητι στεφανοῖ τὸν ὁλοτρόπως αὐτῷ κολλώμενον, καὶ δι’ | |
5 | ἁγιασμοῦ καὶ δικαιοσύνης, καὶ οὔτι που μᾶλλον τῆς κατὰ τὸν νόμον, ἀλλὰ τῆς ἁγίας καὶ εὐαγγελικῆς. Ἔφη γοῦν τοῖς ἁγίοις ἀποστόλοις· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς | |
10 | τὴν βασιλείαν τοῦ Θεοῦ τῶν οὐρανῶν.» Γράφει δὲ καὶ ὁ πάνσοφος Παῦλος· «Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ Θεῷ, δῆλον.» Καὶ πάλιν, «Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί. Εἰ‐ δότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς | |
15 | εἰς Χριστὸν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῷ.» βʹ. Καὶ πρός γε τοῦτο ἴσως ἐρεῖς· Εἰ μηδὲν ἦν ὅλως ἀπόνασθαι τοῦ νόμου, εἰ τοῖς ἁμαρτίαις ἐνειλημμέ‐ νοις ἀσυντελὲς εἰς ἅπαν εἰς διακάθαρσιν τὸ τοῖς ἀρ‐ χαίοις ἐνιζῆσαι γράμμασι, τί καὶ ὅλως δέδοται τὴν | |
20 | ἀρχήν; Πρὸς δὴ τὰ τοιάδε φαμὲν, ὅτι διηκονήθη μὲν δι’ ἀγγέλων μεσολαβοῦντος Μωσέως ὁ ἐν γράμμασι νόμος. Εἰκὼν δὲ τῆς ἀληθείας ἦν καὶ οἱονεί τις με‐ ταμόρφωσις εὐσεβείας διὰ τύπου καὶ σκιᾶς ἀποφέ‐ ρουσα πρὸς αὐτήν. Γράφει οὖν ὁ ἱερώτατος Παῦλος· | |
25 | «Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χρι‐ στόν.» Εὕρημα δὲ καὶ τοῦτο σοφίας τῆς ἄνωθεν, καὶ θεοπρεποῦς εὐτεχνίας ἐπίδειξις ἦν. Ὥσπερ γὰρ οἱ χαλκουργικῆς ἐπιστήμης ἐν καλῷ γενέσθαι σπουδά‐ ζοντες, τὴν ἑαυτῶν διαγυμνάζουσι χεῖρα, καὶ οὐκ ἐκ | |
30 | πρώτων εὐθὺς ἐπιχειρημάτων τῆς ἀναγκαίας ὕλης ἁπτόμενοι, κηρῷ δὲ μᾶλλον ἐμμελετῶντες τὴν τέ‐ χνην, καὶ τὰ τῶν σκευῶν σχήματα διαπλάττοντες· οὕτω φαμὲν τοῖς τῆς ἀληθείας τύποις πεπαιδαγωγῆ‐ σθαι τὸν Ἰσραὴλ, ὡς πρὸς αὔξην ἰέναι κατὰ βραχὺ | |
35 | τοῦ τελέως ἀγαθοῦ. Τοῦτο δὲ ἦν τῆς ἐν Χριστῷ πο‐ λιτείας ἡ δύναμις, ἡ διά γε, φημὶ, τῶν εὐαγγελικῶν θεσπισμάτων κεκηρυγμένη. Προσεποίσειε δ’ ἄν τις ὀρθοεπεῖν ᾑρημένοις, οὐκ ἀγενῆ τρόπον ἀπολογίας ἕτερον, τοῦ μὴ ἐν ἀρχαῖς τὴν διὰ πίστεως δεδόσθαι | |
40 | χάριν τοῖς ἀνὰν πᾶσα τὴν γῆν, προεισελάσαι δὲ μᾶλ‐ λον καὶ προεισβαλεῖν ἀναγκαίως τὴν διὰ Μωσέως ἐντολήν. Βεβασίλευκεν ἡμῶν ἡ ἁμαρτία, καὶ κεκρά‐ τηκεν ἁπάντων τῶν ἐπὶ τῆς γῆς. Ὠμὸς γὰρ ἡμῖν ἐπέκειτο τύραννος τοῖς τῆς σαρκικῆς φιληδονίας τέλ‐ | |
45 | μασιν ἐνιεὶς, καὶ εἰς πᾶν εἶδος φαυλότητος κατακο‐ μίζων εὐσθενῶς τὸ ἐν ἑκάστῳ θέλημα. Καὶ οὐκ ἦν ἀπολύσασθαι τῆς ἐκείνου πλεονεξίας τὸν ζυγόν. Ἔδει δὴ οὖν, ἔδει τοῖς ἐπὶ τῆς γῆς, πλείστης τε ὅσης καὶ ἀπαραβλήτου λοιπὸν ἡμερότητος τῆς ἄνωθεν καὶ | |
77.964(50) | παρὰ Θεοῦ δικαιούσης τὸν εὐσεβῆ, κολάσεώς τε καὶ δίκης ἔξω τιθείσης αὐτόν. Ἔδει τοῖς ἐντετηγμέ‐ νον καὶ δυσαπόνιπτον ἔχουσι τὸν ἐκ φαυλότητος ῥύ‐ πον, τὴν διὰ τῆς εἰς Χριστὸν πίστεως ἀναλάμψαι χάριν· Οὐ γὰρ ἦν ἑτέρως δύνασθαι διαφυγεῖν καὶ | |
55 | τῆς ἁμαρτίας τοὺς βρόχους, καὶ τῆς τοῦ διαβόλου | |
77.965 | τυραννίδος τὸ ἀπηνές. Ἵνα τῆς διὰ Χριστοῦ χάριτος καὶ φιλοτιμίας μὴ ἀγνοῆτε τὸ μέγεθος, προεισεκο‐ μίσθη νόμος, δικαιῶν μὲν οὐδένα παντελῶς, ἐλέγχων δὲ μᾶλλον τὸν τὸ τηνικάδε τὸ ἄῤῥωστον. Ἦν οὖν | |
5 | ἔλεγχος ἁμαρτίας, ἐπαράτους ἀποφαίνων τοὺς ἁμαρ‐ τάνοντας. Γέγραπται γὰρ, ὅτι «Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμενεῖ πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, τοῦ ποιῆσαι αὐτά.» Ὅτι δὲ οἷς ἔφην, ἕψεται πάντως τὸ ἀληθὲς, πιστώσεται | |
10 | πάλιν ὁ ἱερώτατος Παῦλος. Γέγραφε γὰρ, «Ὅτι ὁ νόμος, τῶν παραβάσεων χάριν ἐτέθη.» Καὶ πάλιν, «Νό‐ μος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα.» Ἀσθενούντων γὰρ τῶν ὑπὸ τὸν νόμον, καὶ πλημμε‐ λούντων ἀεὶ, πεπλεόνακε τὸ παράπτωμα. Ἐλέγχον‐ | |
15 | τος τοιγαροῦν τοῦ νόμου τῶν ὑπ’ αὐτῷ τὴν ἀσθένειαν, λοιπὸν ἐδέησεν ἀναγκαίως τοῖς ἐπὶ τῆς γῆς τοῦ δι‐ καιοῦντος ἐν πίστει, καὶ οὐκ ἐξ ἔργων νόμου· Χριστὸς δὲ οὗτος ἦν, περὶ οὗ γέγραπται· «Ἔτι μικρὸν, ἕτι μικρὸν ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Καὶ ἐὰν | |
20 | ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται. Θυσίαν μὲν γὰρ καὶ προσφορὰν οὐκ ἠθέλησεν ὁ τῶν ὅλων Θεός. Ὁλο‐ καυτώματα δὲ καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησεν,» ἐπειδὴ δὲ, ὡς αὐτὸς ἔφη Χριστὸς, «Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» | |
25 | γʹ. Ταῦτα διδάσκων ἐν συναγωγαῖς διετέλει, προσ‐ επάγων τοῖς λόγοις τὰς θεοσημείας, καὶ τὰ μόνῃ πρέποντα τῇ ὑπὲρ πάντα φύσει, ταῦτα κατορθῶν καὶ λίαν ἀμογητὶ, μᾶλλον δὲ πανσθενεστάτῳ νεύματι. Ἕργον γὰρ ἦν αὐτῷ καὶ τὸ ἐθελῆσαι μόνον. Σκληρὰν | |
30 | δὲ καὶ ἀκαρπῆ τὴν διάνοιαν ἔχοντες κατεφωρῶντο οἱ ἐξ Ἰσραήλ. Ἀντέπραττον γὰρ τοῖς δι’ αὐτοῦ θε‐ σπίσμασιν, ὀλίγου μὲν παντελῶς ἀξιοῦντες λόγου τὰς θεοσημείας, ἀποταυρούμενοι δὲ πρὸς ἀκράτους ὀρ‐ γὰς, καὶ παλιμφήμους ἱέντες φωνάς. Τὸν γάρ τοι | |
35 | καλοῦντα πρὸς ζωὴν, καὶ ἀρετῆς ἅπασιν ἐναστρά‐ πτοντα γνῶσιν, Σαμαρείτην ἀπεκάλουν, φάγον τε καὶ οἰνοπότην ὠνόμαζον, καὶ ἐκ πορνείας γεγεννη‐ μένον, καὶ τέκτονος υἱόν. Καὶ διὰ ποίαν αἰτίαν; Οὐ γὰρ ἤθελον ὀρθὰς ἔχειν τοῦ βίου τὰς τροχιάς. Σειραῖς | |
40 | τοιγαροῦν τῶν οἰκείων κατεσφιγμένοι παθῶν, καὶ τῆς φιλοσαρκίας τὸν ῥύπον ἀναπόβλητον ἔχοντες, καὶ λημμάτων οὐχ ὁσίων ἡττώμενοι, τοὺς ἀποφέρει εἰ‐ δότας εἰς εὐκοσμίαν οὐ προσίεντο λόγους. Ἠλέγχοντο γοῦν διαῤῥήδην, λέγοντος τοῦ πάντων ἡμῶν Σωτῆρος | |
45 | Χριστοῦ· «Πᾶς ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ.» Τί οὖν ἄρα πεπράχασιν οἱ φῶς τὸ θεῖον εἰς νοῦν ἔχειν οὐκ ἀνασχόμενοι; Ἐλοιδόρουν, ὡς ἔφην, τὸν καλοῦντα πρὸς ζωὴν, λίθοις ἔβαλ[λ]ον τὸ ἀληθὲς | |
77.965(50) | πρεσβεύοντα, καὶ τελευτῶντες ἐσταύρωσαν, ψευδῆ συνθέντες ῥημάτια, καὶ τὸν ἁπάσης ἁμαρτίας ἐλεύ‐ | |
θερον, ὑπὸ νόμον ἄγοντες καὶ γραφήν. Οἱ μὲν γὰρ | ||
77.968 | ἔφασκον ἐπί τε Πιλάτου καὶ Καϊάφα· «Τοῦτον εἴδο‐ μεν ἀνασίοντα τοὺς ὄχλους, καὶ κωλύοντα φόρους διδόναι Καίσαρι·» οἱ δὲ, ὅτι «Δεδυσφήμηκε κατὰ τοῦ θείου ναοῦ.» Ἀλλ’ ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χρι‐ | |
5 | στὸς ἀπομεμένηκεν ἑκὼν τὸν κατὰ σάρκα θάνατον, ἵνα πατήσας αὐτὸν, καὶ ἐγηγερμένος ἐκ νεκρῶν, ζωὴ καὶ ζωοποιὸς, διά τε τοῦτο Θεὸς ὑπάρχων γνωρίζε‐ ται. Οὐ γὰρ καθ’ ἕνα τῶν καθ’ ἡμᾶς ἀπομεμένηκεν ἐν νεκροῖς· ἀνεβίω δὲ μᾶλλον, καινοτομῶν τῇ ἀν‐ | |
10 | θρώπου φύσει τῆς ἐκ νεκρῶν ἀναστάσεως τὴν ὁδόν. Καὶ πιστώσεται γράφει Παῦλος· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Ῥίζα τοιγαροῦν γέγονεν ἡμῖν καὶ ὁδὸς καὶ πρόφασις τῆς εἰς ἀφθαρ‐ | |
15 | σίαν ἐλπίδος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Βεβα‐ σίλευκε μὲν γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ μέχρι Μω‐ σέως. Ἐκπέπτωκε δὲ τῆς καθ’ ἡμῶν τυραννίδος, καὶ ἠτόνησεν ἐν Χριστῷ. Τικτόμεθα γὰρ, οὐκέτι πρὸς θάνατον, ὡς ἐκ σπορᾶς ὄντες φθαρτῆς, ἀλλ’ εἰς | |
20 | ἐλπίδα ζωῆς, ἀρχὴν λαβόντες εἰς τοῦτο Χριστόν. Γράφει οὖν ὁ θεσπέσιος Παῦλος τοῖς εἰς αὐτὸν πι‐ στεύσασιν· «Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέ‐ κρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χρι‐ στὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ | |
25 | φανερωθήσεσθε ἐν δόξῃ.» Ἥξει γὰρ, ἥξει κατὰ και‐ ροὺς, ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, καὶ καταβήσεται πάλιν ἐξ οὐρανοῦ μετὰ τῶν ἁγίων ἀγγέλων, «ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,» καθὼς γέ‐ γραπται. Ὡς οὖν τῷ θείῳ βήματι παραστησόμενοι, | |
30 | καὶ τῆς ἑαυτῶν ζωῆς ἀποδώσοντες λόγους, ἁγίως πολιτευσώμεθα, καὶ πάντα τρόπον ἐπιεικείας ἐπιτη‐ δεύσωμεν, καθαρίζοντες ἀπὸ παντὸς μολυσμοῦ σαρ‐ κὸς καὶ πνεύματος ἑαυτοὺς, ἀρκούμενοι τοῖς παροῦ‐ σιν, ὀχληρὸν ἑτέρως τὸ περιττὸν ἡγούμενοι, συναλ‐ | |
35 | γοῦντες τοῖς κάμνουσι, τοῖς ἐν ἱδρῶσι συγκαθιστά‐ μενοι, μνημονεύοντες τῶν δεσμίων ὡς συνδεδεμένοι, τοὺς ἐν ἀῤῥωστίαις ὄντας παραμυθούμενοι, ὀρφα‐ νοῦ καὶ χήρας δάκρυον ἐποικτείροντες, ἐπικουροῦν‐ τες ὡς ἔνι τοῖς ἐν πτωχείᾳ κατηχθημένοις, καὶ ἀπαξ‐ | |
40 | απλῶς παντὸς ἀγαθοῦ πράγματος ἐπιμεληταὶ γινό‐ μενοι. Οὕτω γὰρ ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτὴν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἑκκαιδεκάτης τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδομά‐ δος τοῦ εὐαγοῦς καὶ σωτηριώδους Πάσχα ἀπὸ μιᾶς | |
45 | εἰκάδος τοῦ Φαμενὼθ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ ἕκτῃ καὶ εἰκάδι τοῦ Φαμενὼθ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτου, κατὰ τὰ εὐαγγελικὰ κη‐ ρύγματα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυ‐ ριακῇ τῇ ἑβδόμῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαμενὼθ | |
77.968(50) | μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς· ἵνα καὶ τὸν καιρὸν τῆς ἀνέσεως συγχορεύσαντες τοῖς ἁγίοις ἐν οὐρανῷ σκιρτῶσι καὶ χαίρουσι, τῆς αὐτῶν ἀξιωθῶμεν κοινωνίας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν | |
τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | ||
77.969 | ΛΟΓΟΣ Λʹ. αʹ. Τοῖς τὸ σεπτὸν καὶ θεῖον ἱερουργοῦσι κήρυγμα, τὸ διά γέ φημι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς τοῦ Ψάλλοντος λύρας δια‐ | |
5 | κελεύεται λέγον· «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν. Ὅτι πρόσταγμα τῷ Ἰσραήλ ἐστι, καὶ κρίμα τῷ Θεῷ Ἰακώβ.» Νουμη‐ νίαν δέ φασιν ἐν τούτοις τὸν νέον, καὶ οἷον ἀρτι‐ θαλῆ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸν, | |
10 | «καθ’ ὃν τὰ ἀρχαῖα πάντα παρελήλακε, γέγονε δὲ τὰ πάντα καινὰ,» κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, καὶ ἀρχή τις ὥσπερ αἰῶνος νέου. Χρὴ τοίνυν ἡμᾶς σαλπίζειν ἐν αὐτῷ, τουτέστιν, εὐσημοτάτην τε καὶ διαπρύσιον ἱέντας ἠχὴν, τοῖς ἁπανταχόσε λέγειν· | |
15 | «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορ‐ τὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσια‐ στηρίου.» Τί δ’ ἂν βούλοιτο δηλοῦν τὸ «ἐν τοῖς πυ‐ κάζουσι συστῆναι τὴν ἑορτὴν,» διειπεῖν εὖ μάλα πει‐ ράσομαι· ἐγήγερται μὲν γὰρ ἡ ἀρχαία σκηνὴ κατὰ | |
20 | τὴν ἔρημον· ἀλλ’ ἦν ἐν θέσει διπλῇ· μία μὲν γὰρ ἦν ἡ πρώτη, τὸ τῆς κατὰ νόμον λατρείας ἔχουσα θυ‐ σιαστήριον, ἐν ᾗ βουθυτεῖν ἐπετάττοντο, καὶ μηλο‐ σφαγίαις κεχρῆσθαι, καὶ καπνοῖς, οἱ διὰ σκιᾶς ἔτι καὶ τύπων τιμῶντες Θεόν. Δευτέρα δὲ προσευχῆς τῇ | |
25 | πρώτῃ καὶ ἐσωτέρα, καταπετάσματος διορίζοντος, ὄνομα δὲ αὐτῷ τὰ Ἅγια τῶν ἁγίων. Ἐνταῦθα τὸ θυ‐ σιαστήριον ἦν εἰς τύπον Χριστοῦ, πυκαζόντων αὐτὸ ταῖς πτέρυξι τῶν Χερουβὶμ, καὶ κύκλῳ περιεστηκό‐ των, καὶ τὸ τῆς λειτουργίας τελούντων σχῆμα, καὶ | |
30 | περιεπόντων ὡς Θεόν. Ἔκειτο δὲ καὶ χρυσοῦν ἐκεῖ θυσιαστήριον, ἐφ’ ᾧ τὸ λεπτὸν καὶ σύνθετον ἐθυμιᾶτο μύρον, ἐκ πολλῶν ἀρωμάτων εὖ μάλα διηρτημένον. Ἀλλ’ ὡς ὁ πάντα σοφὸς γράφει Παῦλος, «Τούτων οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν | |
35 | διαπαντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦν‐ τες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει περὶ ἐαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· τοῦτο δη‐ λοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου μήπω πεφανερῶ‐ | |
40 | σθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν, ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ’ ὃν δῶρά τε καὶ θυσίαι προσφέρον‐ ται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα.» Ἕως μὲν οὖν ἡ κατὰ νόμον τὸν διὰ | |
45 | Μωσέως ἐκράτει λατρεία, στάσις ἦν ἐν τῇ πρώτῃ σκηνῇ τῶν ὑπὸ τοὺς τύπους. Οὐ γὰρ ἑξῆς τοῖς ἐθέλουσιν εἰς τὴν ἁγίαν καὶ ἐσωτάτω διᾴττειν σκη‐ νήν. Εἰσῄει δὲ μόνος ὁ προὔχων ἐν ἱερουργοῖς, ἅπαξ τοῦ ἐνιαυτοῦ, καὶ «οὐ χωρὶς αἵματος,» κατὰ τὸ γε‐ | |
77.969(50) | γραμμένον. Ἐπειδὴ δὲ, καθά φησιν ὁ νομομαθὴς ὢν Παῦλος, καὶ τοῖς ἱεροῖς ἐντεθραμμένος Γράμμασι, «Χριστὸς παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, | |
οὐ χειροποιήτου, τουτέστιν, οὐ ταύτης τῆς πίστεως· | ||
77.972 | οὐ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφ’ ἅπαξ εἰς τὰ Ἅγια τῶν ἁγίων, αἰωνίαν λύτρωσιν εὑράμενος·» φέρε καὶ ἡμεῖς τὴν ἔν γε τῇ πρώτῃ σκηνῇ παραιτούμενοι στάσιν, ἀκο‐ | |
5 | λουθήσωμεν τῷ Χριστῷ, εἰσδράμωμεν εἰς τὰ Ἅγια τῶν ἁγίων, συστησώμεθα «τὴν ἑορτὴν ἐν τοῖς πυ‐ κάζουσιν·» ἔνθα τὸ ἱλαστήριον εἰς τύπον Χριστοῦ, πυκαζόντων αὐτὸ ταῖς πτέρυξι τῶν Χερουβίμ. Προσ‐ αγάγωμεν τῷ Θεῷ, μὴ τὰς δι’ αἱμάτων θυσίας, | |
10 | τὸ λεπτὸν δὲ μᾶλλον καὶ σύνθετον θυμίαμα, τουτ‐ έστιν, τὴν ἐξ ἀρετῶν εὐοσμίαν, τὴν πνευματι‐ κὴν καὶ ἀναίμακτον λατρείαν. Πλὴν ἐκεῖνο πρὸς ὑμᾶς εἰπεῖν οἰήσομαι δεῖν· «Καθαρίσωμεν ἑαυ‐ τοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύμα‐ | |
15 | τος.» Ἐπιτελέσωμεν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀνοσιουργεῖν οὐκ ἐθέλουσιν, ἀνίπτοις ὥσπερ ἰέναι ποσὶν εἰς τὰ Ἅγια τῶν ἁγίων. Τοῦτο γὰρ ἡμῖν ὁ τῶν ὅλων Θεὸς ὑπέφηνεν εἰπὼν πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ποίησον λουτῆρα χαλ‐ | |
20 | κοῦν, καὶ βάσιν αὐτῷ χαλκῆν, ὥστε νίπτεσθαι, καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου. Καὶ ἐκχεεῖς εἰς αὐ‐ τὸν ὕδωρ, καὶ νίψεται Ἀαρὼν, καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι, ὅταν εἰσ‐ πορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι, καὶ οὐ μὴ ἀποθάνωσιν.» | |
25 | βʹ. Ἀλλ’ ἐκεῖνα μὲν ἐν τύποις τὰ τῆς ἀληθείας ὠδίνοντα κάλλη, ἡμᾶς δὲ παντὸς ἀπαλλάττει ῥύπου Χριστὸς, ὅς ἐστιν ἡ ἀλήθεια. Πῶς ἢ τίνα τρόπον, δι‐ δάξει λέγων διὰ φωνῆς Ἡσαΐου· «Λούσασθε, καὶ καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν | |
30 | ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου. Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζη‐ τήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφα‐ νὸν, καὶ δικαιώσατε χήραν, δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς | |
35 | φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὡς κόκκινον, ὡς ἔριον λευκανῶ.» Τῆς οὕτω λαμπρᾶς καὶ ἀξι‐ εράστου χάριτος καὶ ὁ θεσπέσιος Μελῳδὸς διαμνημο‐ νεύει, λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· «Ῥαν‐ τιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, | |
40 | καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.» Καταλευκαίνει τοίνυν διὰ τοῦ ἁγίου βαπτίσματος, τὸ τῆς ἁμαρτίας ἐμφράτ‐ τουσα στόμα, καὶ πάντα ῥύπον τὸν ἐν ἡμῖν ἐκτή‐ κουσα, νοητῶς δηλονότι καὶ πνευματικῶς. Καὶ γοῦν ὁ θεσπέσιος Ἰωάννης τοῖς Ἰουδαίων μνήμης· προσ‐ | |
45 | λαλῶν· «Ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, φησὶν, εἰς μετάνοιαν· ὀπίσω μου ἔρχεται ὁ ἰσχυρότερός μου, ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.» Ἡ γάρ τοι τοῦ ἁγίου Πνεύματος ἐνέργειά τε καὶ δύναμις, ὅταν ἐν ἡμῖν γένηται, καὶ ὑλομανοῦσαν | |
77.972(50) | εὕρῃ ψυχὴν, τότε δὴ τότε πυρὸς εἰσπεσοῦσα δίκην. καθάπερ ἄχρηστον ὕλην καταβόσκεται, καὶ δαπανᾷ | |
τῆς ἁμαρτίας τοὺς μολυσμούς. Προεισβολὴ δὲ τοῦ | ||
77.973 | πράγματος, καὶ ὁδὸς οἷά τις ἀποφέρουσα πρὸς τὴν οὕτω λαμπρὰν καὶ ἀξιόκτητον χάριν ἡ εἰς τὸν Χρι‐ στὸν εὑρίσκεται πίστις. Καὶ γοῦν ὁ θεσπέσιος Δαβὶδ, μονονουχὶ καὶ χεῖρα προτείνων, ταύτην ἡμῖν κατ‐ | |
5 | έδειξε, λέγων· «Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσ‐ ελεύσονται ἐν αὐτῇ.» Κεχρησμῴδηται μὲν γὰρ τοῖς ἐξ αἵματος Ἰσραὴλ ὁ διὰ Μωσέως νόμος, διακονούντων ἀγγέλων. Ἀλλ’ ἦν μὲν ἔλεγχος ἁμαρτίας, καὶ πλημ‐ μελημάτων παραδεικτικὸς, ἀνόητος δὲ παντελῶς | |
10 | εἴς γε τὸ δύνασθαι δικαιῶσαί τινας. Γράφει γοῦν ὁ πάνσοφος Παῦλος· «Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦ‐ ται παρὰ Θεῷ, δῆλον. Ὁ γὰρ νόμος ὀργὴν κατεργά‐ ζεται.» Ἐπετίθει γὰρ ἀναλόγως τοῖς ἑκάστου πταί‐ σμασι τὰς δίκας παραχρῆμα. Ἀσθενοῦντος τοίνυν | |
15 | τοῦ νόμου, καὶ οὐκ ὄντος οἵου τε διασμῆξαι ῥύπους, ἤγουν τῶν αἰτιαμάτων ἀπαλλάξαι τινὰς τὴν διὰ πί‐ στεως χάριν, καὶ τὴν ἐν Χριστῷ δικαίως ἐστὶ τὴν ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν ὁ τῶν ὅλων δέδωκε Θεός. Μαρτυρήσει δὲ πάλιν ὁ θεσπέσιος Παῦλος, γράφων· | |
20 | «Διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας, νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας. Οὐ γάρ ἐστι διαστολή. Πάντες γὰρ | |
25 | ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Δι‐ καιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τῆς ἀπολυ‐ τρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ.» Δόξα μὲν ἡ ἐξαίρε‐ τος, καὶ τῇ παντὸς ἐπέκεινα γεννητοῦ νοουμένῃ φύσει, μόνη τε καὶ ἰδικῶς ἐμπρέπουσα, τὸ ἀπλημμελὲς εἰς | |
30 | ἄπαν καὶ ἀδιάπτωτον παντελῶς τὸ κατὰ μηδένα τρό‐ πον ἀφαμαρτεῖν δύνασθαι τοῦ εἰκότος. Ταυτησὶ δὲ ἡμεῖς ἡττώμεθα, ἤγουν ὑστερούμεθα, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνὴν, οὐκ ἀσύνηθες ἔχοντες τὸ τοῖς τῆς ἁμαρτίας ὑποφέρεσθαι βρόχοις, καὶ ταῖς εἰς | |
35 | φαυλότητα ῥοπαῖς καθικνεῖσθαι πρὸς τὰ αἰσχίω. Ἀλλ’, ὥς φησι τὸ Γράμμα τὸ ἱερὸν, «Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.» Ἣν δὴ καὶ δεδιψηκότας κατίδῃ τις ἂν τοὺς τὸ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς μυστήριον ἠγνοηκότας. Γράφει γοῦν ὁ νομομαθέστατος Παῦλος, «Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοὶ, εἰδότες δὲ ὅτι οὐ | |
40 | δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ἐπι‐ στεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῷ.» γʹ. Καὶ μὴ ὑπολάβῃς ὅτι τὸν παλαιὸν νόμον ὡρί‐ σατο Θεὸς, ὡς ἀποχρώντως ἔχοντα πρὸς τὸ δύνασθαί τινας ἀποφαίνειν ἐλευθέρους τῶν ἐξ ἀσθενείας αἰτια‐ | |
45 | μάτων· ἐπειδὴ δὲ ἀφημάρτηκε σκοποῦ, μονονουχὶ δὲ καὶ ὑστεροβουλίᾳ χρώμενος, τὴν διὰ πίστεως τῆς εἰς Χριστὸν ἐπενόησε τρίβον. Οὐχ οὕτω ταῦτ’ ἔχει, πολλοῦ γε καὶ δεῖ. Ἴσθι δὴ μᾶλλον ὅτι καὶ πρὶν ὅλως ἐκ γῆς διαπλάσαι τὸν πρῶτον ἄνθρωπον, οὐκ | |
77.973(50) | ἠγνοηκὼς τὰ ἐσόμενα, καὶ τῆς τοῦ διαβόλου σκαιότη‐ τος τὴν ἐπιβουλὴν, καὶ τὸν τῆς ἐπικουρίας ἡμῖν προαναθρήσας τρόπον, δῆλον δὲ ὅτι τὸ Χριστοῦ μυ‐ στήριον, ἔλεγχον ἁμαρτίας, καὶ τῆς διὰ πάντων ἀσθε‐ | |
νείας κατήγορον, τὸν διὰ Μωσέως ἔστησε νόμον, καὶ | ||
77.976 | τῆς δικαιούσης χάριτος τὴν κατακρίνουσαν ἐντολὴν προανέδειξε σοφῶς, ἵν’ ἔτι μειζόνως ἡ χάρις θαυμά‐ ζηται. Οὗ γάρ ἐστι τὸ λυποῦν, ἐκεῖ μάλιστα τὸ κατευφραίνειν εἰδὸς ἐκφαίνεται. Ὅτι δὲ ἀρχαῖόν ἐστι | |
5 | τὸ Χριστοῦ μυστήριον, ἀκονιτὶ διοψόμεθα, ὡδὶ δὴ πά‐ λιν ἡμῖν ἱεροῦ φωνοῦντος Γράμματος. Ἔφη γάρ που πάλιν ὁ μακάριος Παῦλος· «Εὐλογητὸς ὁ Θεὸς, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογή‐ σας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπου‐ | |
10 | ρανίοις ἐν Χριστῷ, καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώ‐ μους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν.» Σύνες οὖν ὅπως ηὐλογῆσθαί φησιν ἡμᾶς, καὶ πρὸ αὐτῆς τῆς | |
15 | τοῦ κόσμου καταβολῆς, προωρίσθαι δὲ καὶ εἰς υἱοὺς ἐν Χριστῷ Ἰησοῦ. Ναὶ μὴν καὶ αὐτὸ τὸ σωτήριον βάπτισμα προανετυποῦτο τοῖς πάλαι, καὶ τοῖς μετ’ ἐκείνους ἡμῖν, καὶ διά γε τῆς κιβωτοῦ. Ἐσώζετο γὰρ ἐν αὐτῇ διὰ πίστεως ὁ δίκαιος Νῶε, καίτοι τῆς | |
20 | ὑπ’ οὐρανὸν μιᾷ ψήφῳ Θεοῦ κατακεκριμένης. Ἐπαφῆκε γὰρ ἅπασι τὸν κατακλυσμόν. Γέγραπται γοῦν περὶ αὐτοῦ· «Πίστει χρηματισθεὶς Νῶε πρὸ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς, κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τῷ οἴκῳ αὑτοῦ, δι’ ἧς κατ‐ | |
25 | έκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.» Ὅτι δὲ εἰς τύπον τοῦ ἁγίου βαπτίσματος τὸ δρώμενον ἦν, πιστώσεται λέγων ὁ θεσπέσιος Πέτρος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, «Ὅτι καὶ Χριστὸς ἅπαξ ὑπὲρ ἁμαρτιῶν | |
30 | ἀπέθανε, δίκαιος ὑπὲρ ἀδίκων, ἵν’ ἡμᾶς προσαγάγῃ Θεῷ, θανατωθεὶς μὲν σαρκὶ, ζωοποιηθεὶς δὲ πνεύ‐ ματι. Ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πατράσι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζο‐ | |
35 | μένης κιβωτοῦ, εἰς ἢν ὀλίγοι, τουτέστιν, ὀκτὼ ψυ‐ χαὶ, διεσώθησαν δι’ ὕδατος, ὃ καὶ ἡμᾶς ἀντίτυπον νῦν σώζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν.» Καὶ τί δὴ τοῦτό ἐστι τὸ, «ἐκ συνειδήσεως ἀγαθῆς εἰς Θεὸν | |
40 | ἐπερώτημα;» Τῆς εἰς Χριστὸν πίστεως ὁμολογία, ἣν δὴ καὶ ἐπὶ πολλῶν μαρτύρων ποιεῖν κατειθίσμε‐ θα, καὶ οὐκ ἀνθρώπων μόνον, οἷς τὸ τῆς θείας ἱε‐ ρουργίας ἐμπρέπει καύχημα, ἀλλὰ γὰρ καὶ δυνάμεων λογικῶν, αἳ λειτουργοῦσι Θεῷ, τὰ εἰς δόξαν αὐτοῦ | |
45 | κατορθοῦν σπουδάζουσαι. Χρῆναι δέ φημι, τοὺς ἀπλα‐ νῶς τῆς πίστεως τὴν ὁμολογίαν ἐκφέροντας, κατὰ μηδένα τρόπον καταδονεῖσθαι φιλεῖν. Γέγραπται γὰρ, ὅτι «Ἀδελφοί μου ἀγαπητοὶ, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ οἴκῳ τοῦ Κυ‐ | |
77.976(50) | ρίου πάντοτε.» δʹ. Καταχειμάζουσι γὰρ ἔσθ’ ὅτε τινὰς, καὶ τῶν ἤδη πεπιστευκότων, ἄνδρες ἀμαθίᾳ σύντροφοι, ποτί‐ ζοντες τὸν πλησίον ἀνατροπῇ θολερᾷ, καθὰ γέγρα‐ | |
πται, καὶ ὡς «ἐκ πονηροῦ θησαυροῦ τῆς καρδίας» | ||
77.977 | αὐτῶν ἀναπτύοντες τὰ πονηρὰ, καὶ τὸν τῆς τοῦ δια‐ βόλου σκαιότητος ἰὸν ἐρευγόμενοι. Κατεπαίρονται γὰρ τῆς ἐπέκεινα πάντων οὐσίας τε καὶ δόξης· καὶ τό τε ἧκον ἐπ’ αὐτοῖς τῶν ὑπερτάτων κατακομί‐ | |
5 | ζουσι θρόνων τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον, ἐν‐ αριθμοῦντες τοῖς κτίσμασι τὸν τῶν ὅλων γενεσιουρ‐ γὸν καὶ τεχνίτην· ὃν πάντα τὰ ἔργα σείεται καὶ τρέ‐ μει, καὶ τοῖς τῆς ἀληθείας, κατὰ φύσιν, θεότητος ἀξιώμασιν εὖ μάλα κατεστεμμένον· «Συνάπτει γὰρ | |
10 | αὐτῷ πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ κατα‐ χθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Εἰσὶ δὲ πρὸς τούτοις, οἳ μερίζουσι τὸν ἀμέριστον, φημὶ δὴ τὸν ἕνα Χριστὸν, καὶ τὸ λαμπρὸν τῆς ἀληθείας πα‐ | |
15 | ρασημαίνουσι κάλλος, καίτοι γεγραφότος ἡμῖν τοῦ θεσπεσίου Παύλου σαφῶς τε καὶ ἐναργῶς· «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα.» Ἀλλ’ εἴπερ ἦσαν κύριοι δύο, πάντως που καὶ πίστεις δύο, τοσ‐ αῦτα δὲ εἶναι χρῆν καὶ βαπτίσματα. Τοὺς ὧδε ταῦτα | |
20 | ἔχειν ὑπειληφότας, ὡς ὀλέθρους καὶ φθόρους παρα‐ τρέχωμεν, ἔξω τε πάγης ἰόντες πόδα, τὸ ἐν Ψαλμοῖς ἐκεῖνο λέγωμεν· «Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Ἡ παγὶς συν‐ ετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν.» Ἐκλελυτρώμεθα | |
25 | γὰρ ἐν θανάτῳ Χριστοῦ, «Δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς· ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ, κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός.» Ἐπειδὴ γὰρ, ὡς ἤδη φθάσαντες εἴπομεν, διὰ τῆς κατὰ τὸν νόμον λα‐ | |
30 | τρείας, οὐδὲν ἐχούσης ἕτερον, πλὴν ὅτι τύπους καὶ σκιὰς, οὐκ ἦν ἐφικτὸν τοὺς τῆς φαυλότητος, ἤτοι τοὺς τῆς ἁμαρτίας ἀποπλύνεσθαι μολυσμοὺς, αὐτὸς δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, γενόμενος ἄνθρωπος μετὰ τοῦ εἶναι ὃ ἦν, τουτέστι | |
35 | Θεὸς, δέδωκε τῷ θανάτῳ τὸ ἴδιον σῶμα, ἵνα ἡμᾶς ἐκ‐ πρίηται τοὺς ὑπὸ θανάτου καὶ φθορᾶς, αἵματι τῷ ἰδίῳ. Καὶ γοῦν ἔφη που διὰ φωνῆς τοῦ Δαβὶδ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα τε καὶ Θεὸν, «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ | |
40 | περὶ ἁμαρτίας οὐκ ηὐδόκησας, σῶμα δὲ κατηρτίσω μοι. Τότε εἶπα, Ἰδοὺ ἥκω. Ἐν κεφαλίδι βιβλίου γέ‐ γραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου ἐβουλήθην.» Ἄθρει δὴ οὖν, ἄθρει λέγοντα σαφῶς· «Σῶμα δὲ κατηρτίσω μοι.» Καὶ γὰρ ἦν τε καὶ ἕστιν | |
45 | ἀσώματος, ὡς Θεός. Εἶτα πῶς ἠγνόησας, Ἰουδαῖε, τὴν οὕτως ἀπόῤῥητον καὶ σεπτὴν οἰκονομίαν; πῶς οὐ παρεδέξω σαρκωθέντα διὰ σὲ τὸν ἀσώματον; ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις καθειμένον οἰκονομικῶς, τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν; τὴν σὴν φοροῦντα πτω‐ | |
77.977(50) | χείαν τὸν πλουτίζοντα τοὺς ἐν οὐρανῷ; τὴν δούλου λαβόντα μορφὴν, τὸν τῶν ὅλων Κύριον; Ἀλλ’ ἵσως πρὸς τοῦτο ἐρεῖς, Ἄνθρωπος ἦν ὁρώμενος καθ’ ἡμᾶς. Εἶτα πῶς τῶν Μωσαϊκῶν ἐπελάθου γραμμάτων; | |
Ἔφη γάρ που περὶ αὐτοῦ πρὸς ὑμᾶς, «Προφήτην | ||
77.980 | ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμὲ, κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρὴβ, αὐτοῦ ἀκούσεσθε.» Ὡς ἄν‐ θρωπον αὐτὸν καὶ ὡς τῶν ἁγίων προφητῶν προκα‐ | |
5 | ταμεμήνυκε λόγος. Καὶ γοῦν ὁ θεσπέσιος Ἡσαΐας· «Ἰδοὺ, φησὶν, ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμα‐ νουήλ·» ὅ ἐστι μεθερμηνευόμενον, Μεθ’ ἡμῶν ὁ Θεός. Καὶ παράδοξος μὲν τοῦ Ἐμμανουὴλ ἡ γέννησις· | |
10 | ἐξ ἀπειρογάμου γὰρ προῆλθε Παρθένου. Πλὴν ἐκ γυναικὸς, τοῖς τῆς ἀνθρωπότητος ἑπόμενος νόμοις, ἄνθρωπον αὐτὸν τεθεᾶσθαι φὴς, τό γε ἦκον εἰς σῶμα καὶ εἶδος. Ἀλλ’ εἶδες αὐτὸν πρὸς τούτῳ θεοπρεπε‐ στάτην ἔχοντα δόξαν, εὐκλείαις ταῖς ἀνωτάτω κατα‐ | |
15 | χρυσούμενον, πληροῦντα τὰ ἔργα τοῦ Πατρός. Μόνῃ γὰρ ἔνεστι τῇ ὑπερτάτῃ πασῶν οὐσίᾳ τὸ ζωοποιεῖν δύνασθαι νεκροὺς κατεφθαρμένους ἤδη καὶ ὀδωδότας, τοῖς ὀμμάτων ἐστερημένοις ἐνιέναι τὸ φῶς, χωλοὺς ἀρτίποδας ἀποφαίνειν, καὶ τοὺς ἐν λέπρᾳ τοῦ | |
20 | πάθους ἐλευθεροῦν ἁφῇ καὶ νεύματι. Ἀλλ’ ἤθελες, εἰπέ μοι, γυμνῇ τῇ θεότητι τοῖς ἐπὶ γῆς ἐπιλάμ‐ ψαι τὸν τῶν ὅλων Δημιουργὸν καὶ τεχνίτην τοῦ Θεοῦ Λόγον. Εἶτα τίς οὕτω ὑπέστη τὴν οὕτω φρικτὴν καὶ ἀπόῤῥητον ὄψιν; ἢ οὐχ ὁρᾷς ὅτι τῆς Κυριακῆς | |
25 | ἀκτῖνος τὴν προσβολὴν ὁ τοῦ σώματος ὀφθαλμὸς οὐκ εὐάντητον ἔχειν; εἶτα πῶς ἂν ἴσχυσεν ἰδεῖν τὸ πρόσβλητον ἐκεῖνο, καὶ ὑπὲρ θαῦμα φῶς; Ἐπεδή‐ μησεν τοίνυν ἡμῖν ὡς ἄνθρωπος, οἰστὸν ἑαυτὸν ἅπα‐ σι τιθεὶς, ἵν’ ὡς εἷς τῶν καθ’ ἡμᾶς, ὁμόσε τε ἰὼν | |
30 | καὶ συνδιαιτώμενος, τῆς εὐσεβοῦς πολιτείας κατα‐ δείξῃ τὴν ὁδὸν, ἵνα βρόχων ἐξέληται δυσειδαιμονίας· Ἑλληνικῆς, ἵνα τῆς ἀληθοῦς καὶ πνευματικῆς λα‐ τρείας ἐπιμελητὰς ἀποφήνῃ. Ἀλλ’ οὐκ ἠρέμει τὸ βδελυρὸν καὶ βάσκανον, καὶ ἀνόσιον θηρίον, τουτέστιν, | |
35 | ὁ Σατανᾶς, ὁ πᾶσαν ὑπὸ χεῖρα λαβὼν τὴν ὑπ’ οὐρα‐ νὸν ἐξ ἀπάτης καὶ πλεονεξίας, καὶ τοῖς τῆς ἁμαρτίας ἐναποπνίξας τέλμασιν, εἶδεν ἑαυτὸν ἐκπίπτοντα τῆς καθ’ ἡμῶν ἀρχῆς, ἀδοκήτως ἐξωθούμενον τοῦ δύνα‐ σθαι κρατεῖν τῶν πάλαι διηρπασμένων, ᾠήθη καὶ | |
40 | αὐτὸν καθ’ ἕνα τῶν πάλαι προφητῶν ἄνθρωπον εἶναι, καὶ ἕτερον οὐδέν. Οὓς δὴ καὶ τεθνάναι παρεσκεύασε, καταθήξας ἐπ’ αὐτοῖς τὴν τῶν Ἰουδαίων σκαιότητα. Καὶ γοῦν ἐνῆκε πάλιν αὐτοῖς τὸν τῆς ἑαυτοῦ δυστρο‐ πίας ἰόν. Οἱ δὲ, τῆς ἑαυτῶν ἀφειδήσαντες σωτηρίας, | |
45 | ἐπεπήδων αὐτῷ θρασεῖς, καὶ ἀγέρωχοι, καὶ μιαιφο‐ νίας ἔμπλεω τὴν διάνοιαν ἔχοντες, καὶ δὴ καὶ ἐσταύ‐ ρωσαν. Ἆρ’ οὖν οὐχ ἑκόντος κεκρατήκασιν, ἤγουν οὐκ εἰδότος ὅτι πείσεται; Καίτοι προεγνωκὼς ὁρᾶται τὸ πάθος, καὶ τὰ τῆς τῶν Ἰουδαίων ἀφιλοθεΐας τολμή‐ | |
77.980(50) | ματα, καὶ γοῦν διὰ προφητῶν ἁγίων ποτὲ μὲν ἔφα‐ σκε· «Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς | |
τὴν δίψαν μου ἐπότισάν με ὄξος,» ποτὲ δὲ πάλιν, | ||
77.981 | «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Διὰ δέ γε τῆς Ἡσαΐου φωνῆς, «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου | |
5 | οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.» Οὐκ‐ οῦν οὐκ ἠγνόει ὅτι μὲν πείσεται. Εἶτα παρὸν ἔξω φέ‐ ρεσθαι βρόχων, δέδωκεν ἑκὼν τῷ θανάτῳ πρὸς βραχὺ τὸ ἴδιον σῶμα, ἵν’ ἐγερθεὶς ἐκ νεκρῶν τὸ τοῦ θανά‐ του καταλύσῃ κράτος, ἵνα τὸν τοῦ διαβόλου παραλύσῃ | |
10 | φθόνον, δι’ οὗ καὶ εἰσήλατο τὴν ἀνθρώπου φύσιν ὁ θάνατος, ἵνα ἡμᾶς ἀναχαλκεύσῃ πρὸς ἀφθαρσίαν καὶ ἀμήρυτον ζωήν. «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάν‐ τες· ἀποθνήσκουσιν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Ἐγήγερται γοῦν τριήμερος σκυ‐ | |
15 | λεύσας τὸν ᾅδην, καὶ παλινδρομήσας εἰς τὸν οὐρανὸν, σύνεδρός ἐστι τῷ ἰδίῳ Πατρί. Ἥξει τε κατὰ καιροὺς, ἵνα κρίνῃ ζῶντας καὶ νεκρούς. εʹ. Ὡς οὖν ἀπολογήσεσθαι μέλλοντες τῷ κριτῇ, πάντα ῥίψαντες ὄκνον, καὶ πάσης ἁμαρτίας δραμόν‐ | |
20 | τες ἐπέκεινα, καὶ τοῖς τοῦ παρόντος βίου περισπα‐ σμοῖς μονονουχὶ καὶ ἐῤῥῶσθαι φράσαντες, κατορθώ‐ σωμεν δικαιοσύνην, ἐγκράτειαν, ἀγάπην, φιλοπτω‐ χίαν, τοῖς ἐν δεσμοῖς ἐπισκεψώμεθα, τοὺς ἐν ἀῤῥω‐ στίαις σωματικαῖς ἀνακτησώμεθα, ἐπικουρήσωμεν | |
25 | ὀρφανοῖς, χήρας δάκρυον κατοικτείρωμεν, ἀγαπῶμεν ἀλλήλους ἐκτενῶς. Οὕτω γὰρ πολιτευσάμενοι, τὴν ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτὴν, ἀρχόμενοι τῆς μὲν ἁγίας τεσσαρακοστῆς, ἀπὸ ἕκτης τοῦ Φαμε‐ νὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σεπτοῦ καὶ σω‐ | |
30 | τηριώδους Πάσχα, ἀπὸ ἑνδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, περιλύοντες δὲ τὰς νηστείας τῇ ἑκκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτῳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ ἑπτακαιδεκάτῃ τοῦ | |
35 | αὐτοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, ἵνα καὶ τὸν καιρὸν τῆς ἀναστάσεως, καθάπερ εἰκόνα τινὰ τῆς τῶν ἁγίων ἐν οὐρανοῖς ἀναπαύλης λογιζόμενοι, τῆς αὐτῶν ἀξιωθῶμεν κοινωνίας ἐν Χριστῷ Ἰησοῦ, | |
40 | τῷ Κυρίῳ ἡμῶν· δι’ οὗ καὶ μεθ’ οὗ δόξα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. |