TLG 4090 031 :: CYRILLUS :: Commentarii in Joannem (additamenta)

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Commentarii in Joannem (additamenta)

Source: Reuss, J. (ed.), Johannes–Kommentare aus der griechischen Kirche [Texte und Untersuchungen 89] Berlin: Akademie–Verlag, 1966: 188–195.

Cf. et 4090 002

Citation: Fragment — (line)

1

Jo 10, 17
1 Ἐπειδὴ ὡς θεὸς εἰδὼς τὰς ἐνθυμήσεις τῶν Ἰουδαίων ἑώρα δὲ αὐτοὺς καταγελῶντας ἐφ’ οἷς ἔλεγεν ὑπεραποθνῄσκειν τῶν προβάτων, δείκνυσιν αὐτοὺς ἐκ τῶν λεγομένων τοσοῦτον ὄντας ἀσεβεῖς ὡς καὶ καταγελᾶν ἐκείνων ἅπερ πάνυ ἀγαπᾷ ὁ θεὸς καὶ πατήρ, ἐπειδὴ καὶ οὕτως ἑώρα ἀθόλωτον μένουσαν
5ἐν τῷ σαρκωθέντι ἑαυτοῦ υἱῷ καὶ ἐκλάμπουσαν τῆς ἑαυτοῦ φύσεως τὴν εἰκόνα διὰ τὸ ἄτρεπτον. ἕως ὧδε τὸ ϛʹ βιβλίον τοῦ ἁγίου Κυρίλλου.

2

Jo 10, 20—21
1 Ἄλλοι ἔλεγον· ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου καὶ τὰ ἑξῆς. ἀπὸ μὲν τῆς τῶν λόγων ποιότητος ὀρθὴν ὁρίζονται τὴν ψῆφον· καὶ γὰρ ἦν μανίας εἰπεῖν τοῦτον λέγοντα, ὅτι τεθνήξεται μὲν ἀόκνως καὶ προ‐ κινδυνεύσει προθύμως τῶν ἰδίων προβάτων «ὁ ποιμὴν ὁ καλός», φεύξεται δὲ
5καὶ πρὸς μόνην ἀποπήξας τοῦ λύκου τὴν θέαν «ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν», ὅτι δαιμόνιον ἔχει καὶ μαίνεται. τί αὐτοῦ ἀκούετε;

3

Jo 10, 26
1Ἀρχὴ εὐπειθείας ἡ οἰκειότης· οἰκειοῖ γὰρ ἡμᾶς ἡ πίστις τῷ θεῷ καὶ
σοφοὺς ἀποτελεῖ ἡ οἰκείωσις, οὗτοι δὲ σοφοὶ οὐ τὰ λυσιτελοῦντα πρὸς σωτηρίαν δεχόμενοι μαθήματα. ἀλλοτρίους δὲ αὐτοὺς λέγων σημαίνει, ὅτι πρόβατα αὐτοῦ ἦσαν καὶ οἱ ἐξ ἐθνῶν μέλλοντες πιστεύειν καὶ ἠπείλει αὐτοῖς τὴν μετανάστασιν188
5ἣν ἐπὶ τὰ ἔθνη, ἵνα κἂν διὰ τῆς ἀπειλῆς φοβήσῃ αὐτοὺς τὰ δέοντα φρονεῖν.

4

Jo 10, 29
1 Διδοὺς ἃ εἶχεν ὡς φύσει θεὸς ὡς ἄνθρωπος λαμβάνων καὶ εἰς τὴν ἰδίαν ἀνακομίζων δόξαν αὐτὸς ὑφ’ ἑαυτοῦ καὶ πρὸς τοῦτο ἰών.

5

Jo 10, 31
1 Εἰ γὰρ μὴ ἐμαρτύρουν τὰ ἔργα τοῖς ἐμοῖς λόγοις, οἷς εἶπον λέγων ἐμαυτὸν ἴσον εἶναι τῷ πατρί, οὐκ ἂν ἠμέλλετε ἀγανακτεῖν ἐφ’ οἷς εἶπον ἐμαυτὸν φύσει θεόν, εἰ μὴ πάντα τὰ ἔργα μου ἐδείκνυ με θεὸν φύσει· εἰ γὰρ ἐβλασφήμησα, φησίν, εἰρηκὼς ἐμαυτὸν θεόν, εἰκὸς ὑμᾶς ἐννοεῖν, ὅτι δι’ ὧν ἐποίησα μειζόνως
5φαίνομαι θεὸς καὶ διὰ τοῦτο φονεῦσαί με ζητεῖτε.

6

Jo 10, 36
1 Ὁ μονογενὴς καὶ τῶν ἄλλων ἁπάντων ἁγιαστικός, ὅσα τῇ τοῦ ἁγιάζεσθαι μετουσίᾳ πρὸς ἁγιασμὸν ἀναβαίνει. ἁγιάζεσθαι δὲ λέγεταί τι παρὰ τῇ θείᾳ γραφῇ κατὰ πολλοὺς τρόπους. ἡγιάσθη τοίνυν τοῦτ’ ἔστι προεχειρίσθη πρὸς ἀποστολὴν ἐν κόσμῳ διὰ τὸ σῶσαι τοὺς ἐν αὐτῷ ἢ τὸ ἡγιάσθαι τι τὸ πρὸς
5θυσίαν ἀφωρίσθαι νοήσεις· «εἷς» γὰρ «ὑπὲρ πάντων ἀπέθανεν» εὐδοκίᾳ τοῦ θεοῦ καὶ πατρός. ἢ διὰ ἅγιον τὸν ἑαυτοῦ ἀποτελέσαι ναόν· οὐ γὰρ ἦν κατὰ φύσιν ἰδίαν ἡ σὰρξ ἁγία, ἀλλὰ τοῦ ἑνωθέντος αὐτῇ λόγου δεξαμένη τὸν ἁγι‐
ασμὸν ἡγιάσθη καὶ κατὰ τοῦτο ὡς οἶμαι τοῦτό φησιν.189

7

Jo 10, 37—38
1 Λέγει δὲ καὶ κατὰ Ἀρειανῶν καὶ ὅτι οὐκ ἔστιν ὅμοιον τοῦτο τῷ πρὸς τοὺς μαθητὰς εἰρημένῳ· καὶ γὰρ ὁ κύριος εἰπὼν πρὸς αὐτοὺς «ἐὰν ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς κἀγὼ τὰς ἐντολὰς τοῦ πατρὸς τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ» ἑρμηνεύων, ὅτι ἐκεῖνος μενεῖ ἐν τῇ
5ἀγάπῃ τοῦ Χριστοῦ ὁ ποιῶν τὰς αὐτοῦ ἐντολάς, ὅπερ οὐκ ἀνάγει εἰς ὁμο‐ ουσιότητα τοῦ υἱοῦ τοὺς μαθητὰς δυναμένους καὶ ἀπογενέσθαι διὰ τοῦ μηκέτι θέλειν ποιεῖν τὰς αὐτοῦ ἐντολάς, εἰ καὶ ὁ υἱὸς ἀτρέπτως ποιεῖ τὸ τῷ πατρὶ δοκοῦν ὡς θεὸς φύσει, εἰ καὶ ὡς ἄνθρωπος πρὸς τὴν ἡμῶν ὠφέλειαν ταῦτά φησιν, ἵνα μιμησώμεθα αὐτὸν καθὼς δυνατόν. τὸ οὖν θέλειν καὶ μὴ θέλειν
10οὐκ ἐν οὐσίαις καὶ φύσεως λόγῳ νοοῦμεν, ἀλλ’ ἐν προαιρέσει, ὅπερ ἐστὶν ἐπὶ τῶν μαθητῶν, οὐ μὴν ἐπὶ υἱῷ· ἐκ γὰρ τῶν ὄντων τῷ υἱῷ φυσικῶν ἀγαθῶν νοοῦμεν, ὅτι ὁμοούσιός ἐστι τῷ πατρί, οὐ μὴν ἐξ ἐκείνων ἅπερ ἐν ἡμῖν γίνεται καὶ ἀπογίνεται.

8

Jo 10, 39
1 Ἐξηγεῖται ὁ εὐαγγελιστὴς καὶ τὸ τῶν Ἰουδαίων σκληρὸν τῶν ἐπὶ το‐ σούτοις ἀγαθοῖς λόγοις μὴ μαλαχθέντων, ἀλλὰ ζητούντων αὐτὸν πιάσαι καὶ ἀποκτεῖναι καὶ τοῦ σωτῆρος τὴν ἰσχύν. ὡς θεὸς ὢν φύσει μαινομένους ἀπέφυγεν ἐν μέσῳ ὢν τῶν ἐκείνων χειρῶν· τοῦτο γὰρ ὡς θαυμάζων ὁ εὐαγγε‐
5λιστὴς εἶπεν, δι’ ὧν σημαίνει, ὅτι εὐκόλως ἐκ μέσου τῶν φονώντων διαφεύγων ἀκινδύνως οὗτος οὐκ ἂν ἑάλω ποτέ, εἰ μὴ ἑκών.

9

Jo 11, 1
1 Διὰ οὖν τὴν τῶν γυναικῶν ἀγάπην ἄξιος ἦν καὶ ὁ τούτων ἀδελφὸς ὑπὸ τοῦ Χριστοῦ ἀγαπᾶσθαι ὅπου γε καὶ αὐτὸν ἠγάπα σφόδρα.

10

Jo 11, 11—12
1Πῶς οὐκ ἄλογον αὐτοὺς πιστεύειν, ὅτι διὰ τὸ ἐξυπνίσαι αὐτὸν ἐκεῖ
παραγίνεται. διὸ καὶ λέγουσιν· εἰ κεκοίμηται, σωθήσεται. οὐ περὶ ὕπνου νομίζουσιν λέγειν αὐτὸν οὐδὲ περὶ θανάτου, ἀλλὰ αἴνιγμα νομίζουσί τι αὐτὸν λέγειν, ἐπεί πως πέντε καὶ δέκα στάδια πορευομένου αὐτοῦ οὐκ ἂν ἔφθασεν190
5ἐξυπνίσαι.

11

Jo 11, 25
1 Ἐπεὶ οὖν ὁ Χριστὸς ἑώρα αὐτὴν οὐ νοοῦσαν σαφῶς τὰ παρ’ ἑαυτοῦ σαφηνίζων φησίν· ἐγώ εἰμι ἡ ζωὴ ἀντὶ τοῦ οὐ δεῖ σε παρὰ ἄλλου με αἰτεῖν οὐδὲ ἐλπίζειν μετὰ χρόνους μακροὺς ἔσεσθαι τοῦ σοῦ ἀδελφοῦ τὴν ἀνάστασιν· πάρειμι γὰρ ἐγὼ ὁ πρὸς τοῦτο καλῶν. ζωὴ δέ ἐστι κατὰ φύσιν ὁ υἱὸς ὁ πάντα
5πρὸς τὸ εἶναι καλῶν καὶ ἀνιστῶν μὲν ἅπαντας ἰδίᾳ δυνάμει, ἀνιστῶν δὲ οὐχ ἁπλῶς, ἀλλὰ πρὸς ζωήν· διὰ γὰρ τοῦτο καὶ παρέζευξε τῷ τῆς ἀναστάσεως ὀνόματι τὴν ζωήν. σημειωτέον δέ, ὅτι ζωὴν ἑαυτὸν ὁ κύριος καλεῖ, οὐ μὴν ζῷον ὥς τινες ἀσεβῶς ἐτόλμησαν εἰπεῖν ἐπ’ αὐτοῦ τοῦτο· ἄλλη γὰρ διαφορὰ ζῴου καὶ ζωῆς· τὸ μὲν γὰρ ζῷον δεκτικόν ἐστι ζωῆς, ἡ δὲ ζωὴ παρεκτικὴ
10τοῦ ζῆν ὥσπερ ἡ σοφία καὶ ὁ σοφός. ὁ μὲν λαμβάνει, ἡ δὲ δίδωσιν.

12

Jo 11, 25
1 Ὥσπερ γὰρ οἱ πάλαι ἅγιοι οὐκέτι ἔφθησαν τῇ ἀναστάσει καὶ ταῖς τιμαῖς, ἀλλὰ ἀνέμειναν ἡμᾶς, οὕτω καὶ τοὺς πιστοὺς δεῖ ἀναμεῖναι τὴν κοινὴν ἀνάστασιν, ἵνα καὶ 〈σὺν〉 τοῖς πάλαι ἁγίοις ἅπαντες ἀναστῶσιν. ὡς ἐκεῖνοι ἔμειναν δι’ ἡμᾶς μὴ λαβόντες τὰς ἐποφειλομένας τιμὰς διὰ τὸ κοινῇ ἀπολαῦσαι πάντας, οὕτω
5καὶ ἡμεῖς μόνοι οὐκ ἀπολαύομεν τῆς ἀναστάσεως, ἵνα σὺν τοῖς πάλαι ἁγίοις ἀναστάντες ἅμα τύχωμεν τοῦ ἀγαθοῦ.

13

Jo 11, 33
1Ἔοικε γὰρ ἐννοῆσαι τὸ ἐν ψαλμοῖς εἰρημένον· «ἔντειλαι, ὁ θεός, τῇ δυνάμει
σου, δυνάμωσον, ὁ θεός, τοῦτο, ὃ κατειργάσω ἐν ἡμῖν» θεοπρεπῶς νοοῦντες τὸ «ἔντειλαι», εἰ καὶ λέγεται φωναῖς ἀνθρωπίναις ἐκ τῶν καθ’ ἡμᾶς ἀνάγων ἡμᾶς εἰς ἔννοιαν τὴν ὑπὲρ ἡμᾶς.191

14

Jo 11, 33
1 Τὴν κατὰ τοῦ θανάτου δριμείαν ἀπειλὴν ἐμβρίμησιν ἐκάλεσεν ὁ εὐαγγε‐ λιστής.

15

Jo 11, 38
1 Ὥσπερ οὖν, ὅτε ὁ Χριστὸς ἐπὶ τὸ τοῦ Λαζάρου μνημεῖον πρόεισιν, γέγραπται, ὅτι Ἰησοῦς ἐμβριμώμενος ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον, οὕτως οὖν ἐπ’ αὐτοῦ νοοῦμεν τὴν ἐμβρίμησιν τὴν οἱονεὶ μετὰ κινήσεως τῆς κατ’ ἐξουσίαν θέλησιν.

16

Jo 11, 43—44
1 Θεοπρεπὲς καὶ βασιλικὸν τὸ κέλευσμα. διὰ δὲ τοῦτο κράζει παρὰ τὸ σύνηθες ἑαυτῷ ὁ σωτήρ, ἵνα διὰ τοῦ ἐπὶ Λαζάρου τύπου τὴν καθόλου ἀνά‐ στασιν προδιατυπώσῃ, ποίῳ μέλλει γίνεσθαι τρόπῳ τῆς σάλπιγγος μέγα τι ἠχούσης καὶ δυνάμει θεοῦ τῶν νεκρῶν ἐγειρομένων. οὐκ εὔχεται δὲ ὧδε οὐδὲ
5λέγει τάδε «λέγει κύριος», ἵνα μὴ ἐν οἰκέτου τάξει νοῆται, ἀλλ’ ἐξουσιαστικῶς ὡς θεὸς καλεῖ τὸν νεκρὸν ἀπὸ τοῦ μνήματος. ὁ δὲ εὐθέως ἐξῆλθεν, ἐπείπερ θεῷ ἐπιτάττοντι ἀντιτεῖνον οὐδέν, ἵνα δείξῃ, ὅτι «ἐν ἀτόμῳ καὶ ἐν ῥιπῇ ὀφθαλ‐ μοῦ» μέλλει καὶ ἡ πάντων γενέσθαι ἀνάστασις, καθὼς καὶ ἐπὶ Λαζάρου γέγονεν. δεδεμένος δὲ ἔξεισι πρὸς πληροφορίαν τῶν ὁρώντων ὅλον ἀποσῴζων τὸ τῶν
10νεκρῶν σχῆμα, ἵνα μή τινες εἴπωσι μηδὲ ὅλως τεθνάναι τὸν Λάζαρον.

17

Jo 12, 31
1Ἄφθαρτοι γεγονότες οἱ ἄνθρωποι οὕτω δόξαν τῷ θεῷ ἀναμάρτητοι ζη‐
τοῦσιν. πῶς δεῖ νοεῖν τὸ εἰρημένον καὶ οὕτως αὐτῶν νοῒ γεγόνασιν καὶ παθῶν ἀλλότριοι μόνοις προσανέχοντες τοῖς ἀγαθοῖς; ἐπειδὴ δὲ ἑάλω πᾶς ὁ κόσμος καὶ ὑπέδυ τὸν τῆς δουλείας ζυγὸν λατρεύων τῇ κτίσει καὶ ἐδεσπόζετο τυραν‐192
5νούμενος ὑπὸ τοῦ σατανᾶ ταῖς τῶν παθῶν πλεονεξίαις, εἰσήγαγεν ὁ θεὸς τὸν νόμον διὰ τῶν ἁγίων ἀνδρῶν ὀλίγον ἡμῖν τῆς θεογνωσίας ἐπιλάμψας τὸ φῶς. ἐπειδὴ δὲ δυσήκοοι ὄντες οἱ πολλοὶ οὐκ ἐπείθοντο διὰ τὴν συνέχουσαν πλάνην, οὐ μόνης ἐχρῄζομεν τῆς παρὰ τῶν ἁγίων συμβουλῆς, ἀλλὰ καὶ τῆς ἄνωθεν εὐμενείας καὶ χάριτος εὐκόλως ἐπὶ τὸ ἄμεινον ἡμᾶς μετατιθείσης. ἡγοῦντο
10οἱ ἅγιοι ὑπὲρ τῶν ἐθνῶν καὶ εἰδωλολατρῶν τοὺς ὑπὸ τοῦ διαβόλου ἀδικηθέντας καὶ τῆς εὐθείας ὁδοῦ ἀποπλανηθέντας καθάπερ ἐκ βίας. ἦν γὰρ τότε δυνατὸς καὶ δυσκαταγώνιστος τοῖς ἀνθισταμένοις θεοῦ δικάζοντος ἐλευθερωθῆναι· ὡς γὰρ δίκαιος εἶχεν ἐλεῆσαι καὶ τούτους ὡς ἀσθενεῖς καὶ ὑπὸ τῆς ἀφορήτου πλεονεξίας συντετριμμένους καὶ τὸν ὠμῶς ἐπελθόντα τοῖς ἀσθενεστέροις τιμω‐
15ρήσασθαι. ὁ οὖν Χριστὸς ἡ τοῦ θεοῦ καὶ πατρὸς δικαιοσύνη φανεὶς ἤγαγεν ἡμᾶς εἰς τὸ φῶς τῆς θεογνωσίας διὰ τῆς πίστεως δικαιώσας ἡμᾶς. ὁ οὖν τῆς τοῦ Χριστοῦ παρουσίας καιρὸς παροῦσαν ἤδη τὴν ἐπὶ τοῖς ἔθνεσι κρίσιν καὶ δίκην ἐδείκνυεν· ἔμελλον γὰρ ἀπαλλάττεσθαι τῆς τοῦ διαβόλου πλεονεξίας δι‐ καίως αὐτοὺς ἐλεοῦντος τοῦ Χριστοῦ τοῦ δικαίου κριτοῦ. καὶ τοῦτο σημαίνει
20ὁ λόγος· «οὐ γὰρ» νῦν ὁ κόσμος κατακρίνεται, ὅτε τοῦ δικαιοῦσθαι παρῆν ὁ καιρός· οὕτω γὰρ νοοῦντες κἀκείνῳ τῷ λόγῳ οὐκ ἀντιμαχόμεθα τῷ λέγοντι· «οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ»· οὐδὲ γάρ, ὥς φασί τινες, ὧδε τοὺς σταυρώ‐ σαντας τὸν κύριον Ἰουδαίους κόσμον καλεῖ, τοὺς ὑπὲρ τῶν εἰς Χριστὸν τολμη‐
25μάτων ἀπαιτηθέντας δίκην· ὁ γὰρ τοῦ Χριστοῦ θάνατος τὴν πᾶσαν ἀνθρω‐ πότητα δικαιοῖ. διὸ οὕτω μᾶλλον ἀκόλουθον νοεῖν. ἀκολούθως οὖν τῇ νοήσει ταύτῃ ἔσται ἡ κρίσις κατὰ τοῦ τὸν κόσμον ἠδικηκότος, οὐ μὴν κατὰ τοῦ τοῦ κόσμου τὴν ἀδικίαν ὑπομείναντος. καὶ ὁ ἐπὶ τὸ σῶσαι ἡμᾶς ἐλθὼν πρεπόντως μᾶλλον τοῦτο ἐτέλεσε τὸν ἀδικήσαντα τιμωρησάμενος, τὸν δὲ ἀδικηθέντα ἐλε‐
30ήσας· ὅρος αὐτῆς ἐνεστώσης κρίσεως τὸ ἐκβληθῆναι ἔξω τὸν ἄρχοντα τοῦ κόσμου τούτου. ἄρχοντα δὲ αὐτὸν καλεῖ οὐ κυρίως ὄντα τοῦτο· μόνος γὰρ τῶν ἁπάντων βασιλεὺς ὁ θεός, ἀλλ’ ὅτι ὑπὸ ἀσυνεσίας οἱ ἄνθρωποι ἄρχοντα ἑαυτῶν τοῦτον ἐπεγράψαντο. ἔσχεν οὖν τὴν προσηγορίαν ἐκ τοῦ συμβεβηκότος· οὕτω γὰρ καὶ ἡ ἁμαρτία λέγεται τῶν ἀσεβῶν βεβασιλευκέναι καίπερ ἀσύστατόν
35τι οὖσα, ἐξ ὧν πράττοντες οἱ ἁμαρτωλοὶ δοκοῦσιν ἑαυτοὺς ταύτῃ καθυποτάττειν. ἢ τῆς ἀρχῆς οὖν ἐκβάλλεται καταρραγείσης αὐτοῦ τῆς ἰσχύος ἢ τὸ ἔξω δηλοῖ τὴν κόλασιν καὶ τὴν εἰς ᾅδου βάδισιν· ἐκεῖ γὰρ ὁ διάβολος ἐκβληθεὶς δικαίως
ἐπείπερ οὐ μόνον τοῖς ἀνθρώποις ἐπολέμησεν, ἀλλὰ καὶ τῷ πάντων θεῷ Ἰησοῦ. διὸ καὶ πάλαι ἄπειρος ὢν δεσμῶν καὶ κολάσεως νῦν δίκας τῶν τολμημάτων193
40ἀπῃτεῖτο ὡς εἰς ἄκρον ἁπάσης δυσσεβείας ἐλθών.

18

Jo 12, 37—38
1 Πολλὰ λέγει τὰ κατὰ τῶν Ἰουδαίων ἐγκλήματα· πολλὰ γὰρ σημεῖα οὐκ ἐδυσώπησαν αὐτούς, ἀλλὰ τρόπον τινὰ ἄτρεπτοι ἦσαν τῇ σκληροκαρδίᾳ οὐδενὸς ἐλλείψαντος τῶν εἰς ἐπανόρθωσιν. εἰ δὲ καὶ δυσωπηθέντες οἱ Ἰουδαῖοι ἐπίστευ‐ σαν, ἀλλ’ οὖν ἀδύνατον ἦν «ψεύσασθαι τὸ πνεῦμα τὸ ἅγιον» τὸ διὰ τοῦ προ‐
5φήτου Ἠσαΐου λαλῆσαν περὶ τῆς αὐτῶν ἀπιστίας· οὔτε γὰρ τοῖς προφήταις ἐπίστευσαν οὔτε γνώριμος γέγονε τοῖς Ἰουδαίοις ὁ Χριστός, ἡ δύναμις καὶ ὁ βραχίων τοῦ πατρός. ὑπερβολικῶς δὲ εἶπεν τὸ οὐδεὶς διὰ τὸ ὀλίγους ἐκ πολλῶν σεσῷσθαι. θέλων δὲ αὐτῶν τὴν ἄμετρον δυστροπίαν ἐλέγξαι ὁ εὐαγγε‐ λιστὴς προσέθηκε καὶ τὸ ἔμπροσθεν αὐτῶν δεικνύς, ὅτι οὐδὲ οἷς ἑώρων
10ἐπίστευον.

19

Jo 12, 38
1Βραχίων τοῦ θεοῦ τοῦ πατρὸς ὁ υἱός ἐστιν.

20

Jo 12, 41
1 Ἐξ ὧν ὧδε δηλοῖ τὸν υἱὸν τοσαύτην ἔχοντα δόξαν, ἣν εἶδεν Ἠσαΐας, δῆλον, ὅτι οὐδεμία διαφορὰ πατρὸς καὶ υἱοῦ· οὐ γάρ ἐστί τι πλεῖον ἄνθρωπον δύνασθαι θεωρῆσαι οὐδὲ ἕτερόν τι λέγει τούτου μεῖζον ἡ γραφή· τὰ γὰρ Σερα‐ φίμ, ἃ εἶδεν Ἠσαΐας ὑπὸ τὸν τοῦ θεοῦ θρόνον, ὑπεράνω ἐστὶ καὶ ἐντιμότερα
5τῶν ἀγγέλων πάντων. τὸ δὲ τοῦ «θρόνου» σημαίνει τὴν τοῦ δεσπότου φύσιν ἢ τὸ ἐν τάξει τῇ βασιλικῇ καθέζεσθαι παρεστώτων τῶν ἐν σχήματι δουλείας
τῆς κτίσεως.194

21

Jo 12, 44
1 Ὃ λέγει, τοιοῦτόν ἐστιν. ὁ δυνάμενος ἐπιγνῶναι τίς ὁ διὰ τῆς σαρκὸς ἐπιδημῶν καὶ τῆς νοητῆς καὶ καλλίονος ἐπιλαμβανόμενος θεωρίας οὗτος εὑρίσκει μὲν ἀληθῶς ἐμ. εὑρίσκει δὲ ἐν τῇ πρὸς ἐμὲ πίστει τὴν εἰς τὸν πατέρα. ὅμοιον οὖν, ὡσεὶ ἔλεγεν οὐκ εἰς ἄνθρωπον πιστεύει ὁ πιστεύων εἰς ἐμ,
5ἀλλ εἰς θεοῦ δύναμιν, ἐν ᾗ 〈ὁ〉 πατὴρ γινώσκεται καὶ πιστεύεται.195