TLG 4090 029 :: CYRILLUS :: Commentarii in Matthaeum (in catenis) CYRILLUS Theol. Commentarii in Matthaeum (in catenis)
Citation: Fragment — (line) | ||
1 | Mt 1, 1 | |
1 | Ἰαὼ τὴν σωτηρίαν οἱ Ἑβραῖοι ἔλεγον, Χριστοῦ δὲ εἶπε διὰ τὸ τοὺς παλαιοὺς βασιλεῖς τε καὶ ἱερεῖς τῷ ἐλαίῳ χρίεσθαι διὰ τοῦ κέρατος. ὁ δὲ ἡμέτερος Ἰησοῦς Χριστὸς οὐ διὰ τὸ τῷ κέρατι χρισθῆναι προσ‐ ηγορεύθη Χριστός, ἀλλὰ τὸ τῷ θείῳ πνεύματι· ἀληθῶς γὰρ καὶ κυρίως | |
---|---|---|
5 | αὐτὸς εἶχε τὸ πνεῦμα τὸ ἅγιον. | |
2 | Mt 1, 1 | |
1 | Μέμνηται τοῦ Ἀβραάμ, ἐπει‐ δὴ ἐκεῖνος πρῶτος ἐγένετο τύπος τῶν δύο λαῶν τῶν μελλόντων πιστεύειν τῷ Χριστῷ· καὶ γὰρ ἐν | |
5 | ἀκροβυστίᾳ ὢν ἐπίστευσε καὶ μετὰ τὸ περιτμηθῆναι ἔμεινεν πάλιν πιστός. μέμνηται δὲ κατ’ ἐξαίρετον καὶ τοῦ Δαβίδ, ἐπειδὴ καὶ αὐτὸς τύπος γέγονεν τοῦ Χριστοῦ· ὥσπερ | |
10 | γὰρ τοῦ Σαοὺλ ἐκβληθέντος ὡς ἀδοκίμου Δαβὶδ δεύτερος προ‐ εχειρίσθη βασιλεὺς εὐάρεστος τῷ θεῷ, οὕτως καὶ τοῦ πρώτου ἀν‐ θρώπου, τοῦ Ἀδάμ φημι, ἐκβλη‐ | |
15 | θέντος διὰ τὴν παρακοὴν καὶ μηκέτι βασιλεύσαντος τῶν λοιπῶν ὅλως εἰσηνέχθη δεύτερος Ἀδάμ, ὁ Χρι‐ στὸς βασιλεὺς τῶν πάντων, ἵνα τὸ ἐν Ἀδὰμ ἀπολωλὸς διὰ Χριστοῦ | |
20 | τοῖς ἀνθρώποις ἐπαναληφθῇ, βασι‐ λεὺς οὐ μόνον γῆς, ἀλλὰ καὶ οὐρα‐ νοῦ· υἱὸς δὲ ἀνθρώπου φύσει κα‐ λεῖται ὡς πάντα ἔχων, ὅσα εἶχεν ὁ | |
Ἀδάμ, νυνὶ θεὸς ὤν. | 153 | |
2col 2 | Ἀβραὰμ ἐν ἀκροβυστίᾳ ὢν ἐπίστευσε τῷ θεῷ· εἶτα δεξάμενος τὰς ὑποσχέσεις καὶ περιτμηθεὶς ἀλώβητον τὴν πίστιν διετήρησεν. | |
5 | εἰκότως τοίνυν ἀναχθήσεται τὸ ῥητὸν εἰς ἕτερόν τι θεώρημα περὶ τῆς τοῦ Χριστοῦ ἐκκλησίας τῆς τε ἐκ περιτομῆς καὶ τῆς ἐξ ἐθνῶν· τύπος γὰρ ἦν, ὡς εἰκός, τῶν δύω | |
10 | λαῶν τῶν εἰς Χριστὸν πεπιστευκό‐ των. ἀλλ’ ἐκεῖ μὲν προτέρα ἡ ἀκρο‐ βυστία τῆς περιτομῆς· φύσεως γὰρ ἔργον ἡ ἀκροβυστία, ἐντολῆς δὲ καὶ νόμου ἡ περιτομή. διὰ τοῦτο ἐκείνη | |
15 | ταύτης προηγήσατο καὶ μετὰ ταῦτα εἰς αὐτὴν ἡ περιτομὴ ἀνακάμπτει, ἐπεὶ καὶ βέλτιόν ἐστι φύσις ἅμα καὶ νόμος ἢ τὸ διεστηκέναι ἀπ’ ἀλλήλων χωρίς. ἀλλὰ καὶ Δαβὶδ τύπος ἦν | |
20 | τοῦ Χριστοῦ· τοῦ γὰρ Σαοὺλ ἐκ‐ βληθέντος ἀντεισήχθη Δαβίδ. οὕ‐ τως καὶ τοῦ Ἀδὰμ διὰ τὴν παρα‐ κοὴν τῆς Ἐδὲμ διωχθέντος ὁ δεύ‐ τερος ἀντεισήχθη Ἀδὰμ ὡς ἂν πρὸς | |
25 | τὴν ἀρχαίαν τάξιν τὸν Ἀδὰμ τὸν πρῶτον ἀποκαταστήσῃ. | |
3 | Mt 1, 2 | |
1 | Διὰ τοῦτο ἐξ ἀνδρῶν ποιεῖται τῆς γενεαλογίας τὰ ὀνόματα, ἐπειδὴ «ἡ γυνὴ δόξα ἀνδρός ἐστι», παρακολούθημα οὖσα καὶ οὐκ ἀρχὴ τοῦ ἀνδρός. | |
4 | Mt 1, 12 | |
1 | Ὠικοδόμησεν ὁ Ζοροβάβελ τὸν ἀπὸ Σολομῶνος μὲν πάλαι ᾠκοδομηθέντα ναὸν ὑπὸ δὲ Βαβυλωνίων ἐμπρησθέντα. καὶ ὁ κύριος ἀληθινὸς οἰκοδόμος ἐστὶ τοῦ διαρρυέντος τοῖς παραπτώμασι λογικοῦ ναοῦ καὶ ἐμπρησθέντος ἀλλοτρίῳ πυρί, ὅπερ ἡμεῖς ἐξεκαύσαμεν οὐ | |
5 | μόνον τῷ σαρκικῷ φρονήματι τὸ τῆς ψυχῆς νοερὸν ἕπεσθαι δουλικῶς παρασκευάσαντες, ἀλλὰ καὶ τὴν τῶν παθῶν ὕλην ἀναιδῆ δι’ ἐνεργείας ἐξάψαντες. ἀλλὰ καὶ λίθον ἔχει ὁ Ζοροβάβελ ἐν τῇ χειρὶ ἑπτὰ ὀφθαλ‐ μοῖς κοσμούμενον. ἔστι καὶ τῷ κυρίῳ λίθος ἡ εἰς αὐτὸν πίστις· ἐν τῇ χειρὶ δέ, ὅτι ἐν τῇ πράξει τῶν ἐντολῶν ἡ πίστις τοῦ Χριστοῦ διαφαίνεται. | |
10 | πράξεως δέ ἐστι σύμβολον προδήλως ἡ χείρ. φέρων οὖν ἐν τῇ χειρὶ τὸν λίθον ὁ κύριος ἔμπρακτον ἡμᾶς διδάσκει τὴν εἰς αὐτὸν πίστιν ἔχειν | |
ταῖς ἑπτὰ κοσμουμένην ἐνεργείαις τοῦ πνεύματος. | 154 | |
5 | Mt 1, 16 | |
1 | Τὸ δὲ μὴ εἰπεῖν δι’ ἧς ἐγεννήθη ἴσως, ἀλλὰ ἐξ ἧς, ἀνατρέπει τὴν αἵρεσιν Ἀπολιναρίου λέγοντος ὡς διὰ σωλῆνος τῆς παρθένου τὸν Χριστὸν διελθεῖν καὶ μηδὲν ἐξ αὐτῆς προσλαβεῖν. ὁ γὰρ εὐαγγελιστὴς οὐ δι’ αὐτῆς φησι γεννηθῆναι τὸν Ἰησοῦν, ἀλλ’ ἐξ αὐτῆς, τοῦτ’ ἔστιν | |
5 | ἐκ τῶν πανάγνων αὐτῆς αἱμάτων· τοιοῦτον καὶ τὸ τοῦ ἀποστόλου· «ἀπέστειλε» γάρ φησιν «ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός», ἀλλ’ οὐ διὰ γυναικός. | |
6 | Mt 1, 20 | |
1 | Γυναῖκα αὐτὴν ἐκάλεσεν ὁ ἄγγελος, ὅπως πάσης ὑποψίας τῆς πρὸς ἕτερον πρόσωπον ἐλευθερώσῃ τὴν παρθένον· εἰ γὰρ τοῦ Ἰωσὴφ γυναῖκα αὐτὴν καλεῖ τοῦ ἀμυήτως ἔχοντος πρὸς αὐτήν, ἄρα οὐδὲ πρὸς ἄλλον τινὰ ἔχει ὑποψίας ἔννοιαν ἡ παρθένος. | |
8 | Mt 1, 21 εἰ λαὸν ἔχει καὶ πρὸ τοῦ γεννηθῆναι ἐκ Μαρίας καὶ σῴζει, | |
δῆλον ὅτι ὡς θεός. | 155 | |
9 | Mt 1, 24 | |
1 | Μετὰ τὴν μνηστείαν συνέλαβεν, ἵνα δόξῃ ἐξ αὐτοῦ κεκυηκέναι καὶ ἵνα ἐξ αὐτοῦ γενεαλογηθῇ καὶ σχῇ καὶ κηδεμόνα ἐν ταῖς ἐπιβουλαῖς. | |
10 | Mt 2, 3—6 | |
1 | Οὐχ ἡ τῶν μάγων φωνὴ ἐτάραξεν αὐτόν, ἀλλὰ τὸ θρυλεῖσθαι παρὰ πάντων τῶν νομομαθῶν καὶ τοῖς τῶν προφητῶν πιστευόντων λό‐ γοις· οἱ γὰρ μάγοι βασιλέα ἐζήτουν, οἱ δὲ Ἰουδαῖοι Χριστὸν ἐφήμιζον τετέχθαι. διὸ ἐάσας τοὺς μάγους, καλέσας δὲ τοὺς Ἰουδαίους ἠρώτα | |
5 | ποῦ ὁ Χριστὸς γεννᾶται, ὃν νῦν ὑμεῖς φημίζετε ἀκούσαντες τῶν μάγων. καὶ οἱ τῆς ἀληθείας ἐχθροὶ καὶ ἄκοντες λέγουσιν τὴν ἀλήθειαν καὶ τὴν προφητείαν ἑρμηνεύουσιν εἰκῇ πᾶσαν· οὐ γὰρ προσέθηκαν τὸ ἑξῆς. πρέσβεις δὲ καλεῖ τοὺς μάγους, ἐπειδὴ τρόπον τινὰ ἦλθον πρὸς τὸν βασιλέα τοῦ Ἰσραήλ, ἵνα πρεσβεύσωνται καὶ γένηται εἰρήνη μεταξὺ | |
10 | αὐτῶν καὶ τῶν Ἰσραηλιτῶν καὶ γένηται τῶν ἐθνῶν καὶ Ἰουδαίων «μία ποίμνη, εἷς ποιμὴν» ἀμφοτέρων. τί δὲ τοῦτο ἦν, ὅτι αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς—ἀπὸ τῶν περάτων τῆς οἰκουμένης ἔρχονται ὀψόμενοι τὴν φάτνην. | |
11 | Mt 2, 6 | |
1 | Ἰσραὴλ πρῶτος ὁ Ἰακὼβ ἐκλήθη, ὅτε ἑώρακε τὴν κλίμακα καὶ τοὺς ἀγγέλους ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπ’ αὐτὸν δι’ αὐτῆς καὶ προσεπάλαισε τῷ ὀφθέντι αὐτῷ καὶ πρὸς αὐτοῦ ἤκουσεν· «οὐκέτι τὸ ὄνομά σου Ἰακώβ, ἀλλὰ Ἰσραήλ». τούτῳ δὲ τῷ ὀνόματι ἅπας ὁ τῶν | |
5 | Ἰουδαίων ἐκλήθη λαὸς ὡς ἐξαιρέτῳ τε καὶ θείῳ καὶ ἀπὸ τῶν ἄλλων ἐθνῶν διαστέλλοντι αὐτούς. ἔστι δὲ Ἰσραὴλ νοῦς ὁρῶν τὸν θεόν. διὸ καὶ ἡ ἐξ ἐθνῶν ἐκκλησία Ἰσραὴλ ὠνομάσθη οὐ κατὰ σάρκα, ἀλλὰ κατὰ θείαν χάριν. | 156 |
12 | Mt 2, 7—11 | |
1 | Πότερον δὲ ἅμα τῷ γεννηθῆναι κατέλαβον καὶ ἐν σπαργάνοις ἐθεά‐ σαντο τὸν Χριστὸν οἱ μάγοι ἢ ἐν οἰκίᾳ μετὰ τῆς μητρὸς καθεζόμενον; ἀληθέστερον οἶμαι τὸ ἐν σπαργάνοις. διὸ καί, ὡς ἀνωτέρω εἴπομεν, ὁ ἀστὴρ πρὸ τῆς τοῦ κυρίου γεννήσεως ἐφάνη. ἐκ τούτου δὲ δῆλον, ὅτι | |
5 | προέλαβε καὶ τὴν τῶν μάγων ἄφιξιν. | |
13 | Mt 2, 9 | |
1 | Ἔστη ὁ ἀστὴρ πῆγμα ἓν ἀκίνη‐ τον, ἵνα οἱ μάγοι μηκέτι προβῶσιν· οὐ μὴν κατελθὼν ἐξ οὐρανοῦ ἔστη ἐπὶ γῆς, οὔτε ἐπάνω τοῦ οἴκου | |
5 | ἐστήριξεν ἑαυτὸν ἔθος ἔχων οὐ κατὰ τὴν τῶν ἄλλων κίνησιν ποιεῖ‐ σθαι τὴν πορείαν, ἀλλὰ ξένον τινὰ δρόμον ποιούμενος καὶ ἄλλοτε ἐν ἄλλοις φαινόμενος κλίμασιν τότε | |
10 | μόνον ἔστη ἀκίνητος. | |
13 col 2 | Ἀκίνητος ἦν ὁ ἀστὴρ καὶ ἑστη‐ κώς, ἀλλ’ οὐ τὸν οὐρανὸν κατα‐ λιπὼν πλησίον τῆς γῆς ἐπορεύετο οὐδ’ ἐπὶ τῆς οἰκίας ἐστήρικτο· οὐ | |
5 | γὰρ τὴν αὐτὴν κίνησιν τοῖς λοιποῖς ἄστροις ἐποιεῖτο, ἀλλὰ ξένην τινὰ καὶ ἀλλόκοτον. | |
14 | Mt 2, 20 | |
1 | Οὐκέτι φησίν, φεῦγε, ἀλλὰ πορεύου, ἄνεσιν μετὰ τὸν πειρασμὸν αἰνιττόμενος· τὴν ψυχὴν δὲ τοῦ παιδίου εἰπὼν τὴν δόξαν Ἀπολι‐ ναρίου ἀνατρέπει σάρκα λέγοντος εἰληφέναι τὸν κύριον ἄνουν καὶ ἄψυχον. | |
ἐν μέντοι τῇ οἰκονομικῇ τοῦ Χριστοῦ καθόδῳ εἰς Αἴγυπτον καὶ τῇ | 157 | |
5 | ἐκεῖθεν αὖθις εἰς Ἰουδαίαν ἀναστροφῇ ἀνακεφαλαιοῦται τὴν αἰχμαλω‐ σίαν τοῦ λαοῦ ὁ θεὸς καὶ λυτροῦται αὐτὸν ἐξ ἐπιβουλῆς ἐπὶ τὰ ἴδια πάλιν ἀνάγων. | |
15 | Mt 2, 23 | |
1 | Πλὴν ἐπισημήνασθαι ἄξιον, ὅτι ἡ Ναζαρὲτ ἐν τοῖς τῆς Ἰου‐ δαίας ἔκειτο τέρμασιν, εἰς ἣν κατ‐ οικήσας Χριστὸς δηλοῖ, ὅτι διὰ τὸ | |
5 | τῶν Ἰουδαίων μιαιφόνον ἔμελλε τὴν Ἰουδαίαν καταλιπεῖν καὶ ἐπὶ τὰ ἔθνη μετελθεῖν ἕνεκεν τοῦ τοῖς φιλομαθέσιν ἀφορμὴν δεδωκέναι τῆς εἰς Χριστὸν πίστεως. | |
15col 2 | Ἐν τοῖς ἐσχάτοις τῆς Ἰουδαίας ἔκειτο ἡ Ναζαρέτ. καταλιπὼν δὲ ὁ Χριστὸς τὴν Ἰουδαίαν καὶ ἀπελ‐ θὼν εἰς Ναζαρὲτ ἀριδήλως ἐδή‐ | |
5 | λωσεν ὡς Ἰουδαίους καταλείψει καὶ ἐπὶ τὰ ἔθνη μεταβιβάσει τὸ σέβας. ἅμα δὲ καὶ τοῖς φιλομαθέσιν αἰτίαν δώσει τοῦ πιστεῦσαι εἰς αὐ‐ τόν. | |
16 | Mt 2, 23 | |
1 | Εἰ δὲ ὁ Ναζωραῖος ἅγιος ἑρμηνεύεται ἢ κατά τινας ἄνθος, εὑρί‐ σκεται τοῦτο παρὰ πολλοῖς τὸ ὄνομα· «ἅγιον» γὰρ «ἁγίων» ὁ Δανιὴλ αὐτὸν ὀνομάζει. καὶ ὁ Ἠσαΐας· «ῥάβδον ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐξ αὐτῆς» καὶ αὐτὸς δὲ ὁ κύριος περὶ ἑαυτοῦ λέγει ἐν τῷ ᾄσματι τῶν | |
5 | ᾀσμάτων· «ἐγὼ ἄνθος πεδίου, κρίνον τῶν κοιλάδων». | 158 |
17 | Mt 3, 2 | |
1 | Βασιλεία τῶν οὐρανῶν ἡ διὰ πίστεως δικαίωσις καὶ ὁ διὰ πνεύ‐ ματος ἁγιασμός· διὸ καὶ ἀλλαχοῦ· «ἡ βασιλεία» τῶν οὐρανῶν «ἐντὸς ὑμῶν ἐστιν». | |
18 | Mt 3, 6 | |
1 | Τὸ Ἰωάννου βάπτισμα οὐ παρεῖχε ἄφεσιν ἁμαρτιῶν, ἀλλ’ ἐδίδασκε τοὺς ἀνθρώπους προστρέχειν τῷ βαπτίσματι διὰ τὰς ἁμαρτίας. | |
19 | Mt 3, 7 | |
1 | Ὡς νομομαθέστεροι τῶν ἄλλων ὕστερον προσῆλθον τῷ Ἰωάννῃ οὓς καλεῖ γεννήματα ἐχιδνῶν διὰ τὸ ὁμοιότροπον· ὥσπερ γὰρ ἐκεῖνα, ὅτε μέλλει εἰς φῶς ἐξιέναι, διαρρήγνυσιν τὴν τῆς μητρὸς νηδὺν καὶ νεκρὰν αὐτὴν καταλείποντα ἄπεισιν, τὸν αὐτὸν τρόπον καὶ οὗτοι νεκρὰν ὥσπερ | |
5 | οὖσαν τὴν ἑαυτῶν μητέρα, τὴν Ἰερουσαλήμ, κατέλειψαν καὶ διεσῴζοντο ἐκ τῆς χριστοκτονίας, δι’ ἣν ὑπέμειναν τὰ ἀνήκεστα κακὰ τέως ὑπὸ Ῥωμαίων, ἣν καλεῖ μέλλουσαν ὀργήν. | |
20 | Mt 3, 8—9 | |
1 | Φαίη δ’ ἄν τις καρποὺς μετανοίας εἶναι προηγουμένως μὲν τὴν εἰς Χριστὸν πίστιν, πρὸς δὲ ταύτῃ καὶ τὴν εὐαγγελικὴν πολιτείαν τὴν «ἐν καινότητι» οὖσαν «ζωῆς» καὶ ἀπηλλαγμένην τῆς τοῦ γράμματος παχύ‐ τητος. μὴ τοίνυν, φησίν, τὰς εἰωθυίας προβάλλεσθε προφάσεις—ὅτι δύνα‐ | |
5 | ται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τοῦ Ἀβραάμ, ἐπήγαγεν. | 159 |
21 | Mt 3, 9 | |
1 | Ὥσπερ γὰρ τὴν γυναῖκα τοῦ Λὼτ ἀπελίθωσεν, οὕτως δυνατὸν αὐτῷ καὶ ἐκ λίθων ἀνθρώπους ποιῆσαι, ὥσπερ καὶ τὸν Ἀδὰμ ἐκ γῆς πρό‐ τερον. | |
24 | Mt 3, 10 | |
1 | Ἀξίνην φησὶν τὸν Χριστὸν τὸν «τομώτερον μαχαίρας διστόμου» τὸν μέλλοντα ἐκκόπτειν τοὺς ἀπίστους Ἰουδαίους καὶ ἀλλοτριοῦν ἀπὸ τῆς τῶν πατριαρχῶν τιμῆς καὶ κοινωνίας, οὓς καὶ ῥίζαν εἶπεν, οἳ καὶ ἔμειναν οἱ πάλαι θεῷ ἀρέσαντες πατέρες οἱ περὶ Ἀβραὰμ καὶ ὅσοι | |
5 | πρῴην ἅγιοι· οἱ γὰρ ἐξ αὐτῶν ἄπιστοι ἐξεκόπησαν ὡς ἄκαρποι κλάδοι, ἡ δὲ ῥίζα ἔμεινεν, ἐφ’ ἧς οἱ ἐξ ἐθνῶν ἐνεκεντρίσθησαν. Εἰρηναῖος δὲ ἀξίνην φησὶν τὸν λόγον τοῦ θεοῦ καθὰ καὶ Ἰερεμίας· ὁ λόγος κυρίου «ὡς πέλυξ κόπτων πέτραν». τί γὰρ λέγω, φησίν, ὅτι ἐκπίπτειν μέλλετε—διά | |
τοι τοῦτο οὐδὲ ἀφειστήκει τῆς ῥίζης. | 160 | |
25 | Mt 3, 10 | |
1 | Ἀξίνῃ δὲ παρεικάζει τὸν λόγον τοῦ θεοῦ· καὶ Ἰερεμίας γὰρ ὧδέ φησιν· ὁ λόγος κυρίου «ὡς πέλυξ κόπτων πέτραν». οὕτως τῇ ῥίζῃ ἐπί‐ κειται, ὅπως τῷ φόβῳ σε ποιήσῃ βελτίονα καὶ παρασκευάσῃ καρπὸν ἐνεγκεῖν. | |
26 | Mt 3, 10 | |
1 | Τίνα λέγει ἀξίνην; οὐδὲν ἄλλο ἢ τὴν μέλλουσαν κόπτειν ἀπὸ τῶν πατριαρχῶν τοὺς μάτην καυχησαμένους καὶ μηδέν τι ἐργασαμένους ἀγαθόν· δεῖ γὰρ τοὺς ἀπὸ τῶν τοιούτων ἀκάρπους γεγονότας ἐκκόπτειν τε καὶ εἰς πῦρ βάλλειν. | |
27 | Mt 3, 11 | |
1 | Συνέδησε δὲ ὁ μακάριος βαπτιστὴς τῇ τοῦ πνεύματος σημασίᾳ τὴν τοῦ πυρὸς ἐνέργειαν καὶ σημασίαν, οὐκ ἐν πυρὶ πάντως βαπτι‐ σθήσεσθαι λέγων ἡμᾶς διὰ Χριστοῦ, ἀλλὰ τὴν τοῦ πνεύματος ἐνέρ‐ γειαν τὴν ζωοποιὸν διὰ τῆς τοῦ πυρὸς σημασίας σημαίνων. | |
28 | Mt 3, 12 | |
1 | Τοὺς δικαίους ἁρπάζει εἰς τὴν ἄνω πόλιν, τοὺς δὲ ἁμαρτωλοὺς εἰς | |
τὸ κατακαῆναι. | 161 | |
29 | Mt 3, 16 | |
1 | Οἱ μὲν παλαιοὶ καὶ πρὸ τοῦ Χριστοῦ τοὺς ὑπ’ αὐτῶν βαπτιζομένους κατεῖχον ἐν τῷ ὕδατι ἕως ἂν τὰ ἑαυτῶν ἐξωμολογήσαντο ἁμαρτήματα, ὁ δὲ Χριστὸς ἀναμάρτητος ὢν εὐθὺς ἀνέβη· οὐδὲ γὰρ ὡς μετανοῶν ἐβαπτίσθη, ἀλλ’ ὡς καθαίρων ἁμαρτήματα καὶ ἁγιάζων τὰ ὕδατα. | |
30 | Mt 4, 1 | |
1 | Ὑπὸ τοῦ διαβόλου ἤγετο κατὰ συγχώρησιν. | |
31 | Mt 4, 3 | |
1 | Οὐχ ὑπήκουσεν ὁ Χριστὸς τοῦ διαβόλου ὥστε ποιῆσαι τοὺς λίθους ἄρτους, διότι οὐ πρὸς ὠφέλειαν αὐτοῦ ἦν· οὐ γὰρ ἵνα πιστεύσῃ καὶ γένηται ὡς πρότερον ἦν ἄγγελος τοῦτο ᾐτεῖτο· ἀμετανόητος γάρ, ἀλλ’ ἵνα εἰς κενοδοξίαν ἑλκύσῃ τὸν Χριστόν. ὅπερ εἰδὼς ὁ σωτὴρ οὐχ ὑπήκουσεν | |
5 | αὐτοῦ. | |
32 | Mt 4, 3—4 | |
1 | Εἰς φιλοδοξίας πάθος θέλων ἑλκύσαι ὁ σατανᾶς τὸν Χριστὸν οὐκ εἶπεν αὐτῷ φάγε, ἀλλὰ ποίησον σημεῖον. τοῦτο δ’ ἐποίει, οὐχ ἵνα ὠφε‐ ληθῇ, ἀλλ’ ἵνα, ὅπερ εἶπον, εἰς κενοδοξίαν ἑλκύσῃ αὐτόν· ὅπερ εἰδὼς ὁ Χριστὸς οὐχ ὑπήκουσεν αὐτῷ. τούτῳ τῷ σκοπῷ καὶ τοῖς Φαρισαίοις | |
5 | θέλουσιν ἀπ’ αὐτοῦ σημεῖον ἰδεῖν οὐκ ἐπένευσεν· οὐ γὰρ ἀνενδοιάστῳ καρδίᾳ προσῄεσαν αὐτῷ ὡς θεῷ, ἀλλ’ ὡς ἄνθρωπον ἐπείραζον. ἔστω οὖν οὗτος ἄπτωτος τοῖς ἁγίοις κανὼν πρὸς ἀπίστους ἢ πειράζοντας τὸ μὴ | |
φιλοδοξεῖν ἐπ’ οὐδενὶ χρησίμῳ. | 162 | |
33 | Mt 4, 12 | |
1 | Διδασκαλίας ἐστὶ τὸ ἀναχωρεῖν τὸν Ἰησοῦν. σαφῶς ὁ λόγος διδά‐ σκει, ὅτι οὐ χρή τινα ἐπὶ τὸ διδασκαλεῖον ἐλθεῖν, εἰ μὴ πρότερον βαπτι‐ σθῇ καὶ τύχῃ πνεύματος ἁγίου καὶ νηστεύσῃ ὁλοκλήρως καὶ νικήσῃ πᾶν εἶδος πειρασμοῦ ὡς ὁ τύπος τῆς ἀληθείας ἐν Χριστῷ ἤρξατο καὶ διὰ | |
5 | Χριστοῦ γίνεται. | |
34 | Mt 4, 12—16 | |
1 | Οὐ διὰ δειλίαν δὲ ὑπεχώρησεν, ἀλλ’ ἡμᾶς δι’ ὧν ἐποίει διδάσκων ὑποχωρεῖν τοῖς διώκουσιν. ἀναχωρεῖ δὲ ἐκ τῆς Ἰουδαίας ἐπὶ τὰ ἔθνη, δεικνὺς ὅτι οὐ μόνον ὅταν εἰς αὐτὸν τὸν θεὸν ἐνυβρίσωσιν Ἰουδαῖοι ἀφίσταται αὐτῶν, ἀλλὰ καὶ ὅτε εἰς τοὺς ἁγίους προφήτας ἁμαρτάνουσιν. | |
5 | φῶς δὲ μέγα ἐστὶ Χριστὸς ὁ κύριος ἡμῶν καὶ ἡ φαιδρότης τοῦ εὐαγγε‐ λικοῦ κηρύγματος, οὐ μὴν ὁ νόμος, ὃς λύχνῳ ἦν ἀπεικασθείς. διὸ ἀεὶ ἐν τῇ σκηνῇ λύχνος ἐκαίετο διὰ τὸ βραχὺ τῆς τοῦ νόμου αὐγῆς ἄχρι μόνων τῶν Ἰουδαϊκῶν ὅρων ἰσχύων ἐκπέμψαι τὸ ἴδιον φῶς. οὐκοῦν | |
οἱ ἐθνικοὶ ἐν σκότει ἦσαν ὡς μηδὲ τὸ λυχνιαῖον ἔχοντες φῶς. | 163 | |
36 | Mt 4, 17 | |
1 | Ἔν τισι τὸ μετανοεῖτε οὐ κεῖται. εἰ δὲ τὰ αὐτὰ ὁ σωτὴρ Ἰω‐ άννῃ λέγει, εἷς ὁ πέμψας ἀμφοτέρους θεός. καὶ τάχα Ἰωάννης μὲν ὡς «ἑτοιμάζων» θεῷ «κατεσκευασμένον» πρῶτος λέγει μετανοεῖτε, Ἰη‐ σοῦς δὲ ἡτοιμασμένα παραλαβὼν μηκέτι δεόμενα μετανοίας οὐ λέγει | |
5 | μετανοεῖτε. οὐκ ἀντικηρύσσων δὲ νόμῳ καὶ προφήταις, πληρώσαντι δὲ Ἰωάννῃ τὴν παλαιὰν κηρύσσειν ἤρξατο τὴν νέαν, αὐτὸς ἀρχὴ γενό‐ μενος αὐτῆς. διὸ ἐπὶ Ἰωάννου οὐ γέγραπται τὸ ἤρξατο· πέρας γὰρ ἦν. καὶ ὅτι ὁ μὲν ἐν ἐρήμῳ κηρύσσει, ὁ δὲ ἐν λαῷ. ἡ δὲ βασιλεία τῶν οὐρανῶν οὐκ ἐν τόπῳ ἐστίν, ἐν δὲ διαθέσει· «ἐντὸς» γὰρ «ἡμῶν ἐστιν». | |
10 | ὅρα δὲ εἰ Ἰωάννης μὲν κηρύσσει ἐγγίζουσαν βασιλείαν οὐρανῶν, βασι‐ λεὺς Χριστὸς ἣν παραδώσει «τῷ θεῷ καὶ πατρί». | |
37 | Mt 4, 23 | |
1 | Εἰ δέ τις ἐρωτᾷ, τίς ἡ διαφορὰ νόσου καὶ μαλακίας, ἀποκρινού‐ μεθα, ὅτι μαλακία μέν ἐστιν ἡ πρόσκαιρος ἀνωμαλία τοῦ σώματος, νόσος δὲ ἀσυμμετρία τῶν ἐν τῷ σώματι στοιχείων. χρὴ δὲ καὶ τοῦτο ἐπισημήνασθαι, ὅτι ἡ κληρουχία τῆς φυλῆς τοῦ «Ζαβουλὼν καὶ Νεφθα‐ | |
5 | λεὶμ» ἄχρι Σιδῶνος ἐθνικῆς πόλεως παρετέτατο καὶ ὅτι ἀναμὶξ τοῖς ἔθνεσιν Ἰουδαῖοι κατῴκουν λοιπόν. ἑρμηνεύεται δὲ «Ζαβουλὼν» μὲν εὐοδία καὶ εὐλογία, «Νεφθαλεὶμ» δὲ στέλεχος ἀνειμένον ἤγουν φυτὸν παρατεινόμενον. γεγόνασιν δὲ ταῦτα οἱ εἰς Χριστὸν πιστεύσαντες· εὐόδως γὰρ πορευόμενοι τῆς θείας εὐλογίας ἠξιώθησαν καὶ τοῖς καλοῖς ἅπασιν | |
10 | ἐνεπλαντύνθησαν οἱ πρὶν ἐν Γαλιλαίᾳ ὄντες, ἥτις κατακυλιστὴ ἑρμη‐ νεύεται, τοῦτ’ ἔστιν οἱ κατακυλιόμενοι κατὰ τῶν βαράθρων τῆς ἀπω‐ λείας. | |
38 | Mt 5, 9 | |
1 | Εἰρηνοποιός ἐστιν ὁ τὴν ἄλλοις φαινομένην μάχην τῶν γραφῶν | |
ἀποδεικνὺς συμφωνίαν, παλαιῶν πρὸς καινάς, νομικῶν πρὸς προφητι‐ κάς, εὐαγγελικῶν πρὸς εὐαγγελικάς. διὸ μιμησάμενος τὸν υἱὸν τοῦ θεοῦ υἱὸς κληθήσεται ἔργῳ τὸ «πνεῦμα» τῆς «υἱοθεσίας» λαβών. | 164 | |
39 | Mt 5, 9 | |
1 | Εἰρηνοποιοὶ δὲ οὐ μόνον οἱ φιλοποιοῦντες τοὺς ἐχθρούς, ἀλλὰ καὶ οἱ τὸν θυμὸν καὶ τὴν κακὴν ἐπιθυμίαν ἐξημεροῦντες, βιοῦντές τε ὀρθῶς ἔργῳ καὶ λόγῳ διὰ πίστεως ἀπταίστου, πλὴν καὶ οἱ μεταδιδάσκον‐ τες τοὺς ἀπίστους καὶ ἄγοντες πρὸς τὴν πίστιν ὡς τοὺς ἐχθροὺς τοῦ | |
5 | θεοῦ φιλοποιοῦντες αὐτῷ. μακάριοι οἱ τοιοῦτοι ὡς μιμησάμενοι τὸν υἱὸν τοῦ θεοῦ· υἱοὶ γὰρ κληθήσονται ἀθανασίας μετασχόντες ἤτοι συμβασιλεύσουσι τῷ Χριστῷ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ. | |
40 | Mt 5, 9 | |
1 | Εἰρηνοποιοί εἰσι καὶ οἱ τοὺς ἀπίστους μεταπείθοντες πι‐ στεῦσαι ὡς τοὺς πάλαι ἐχθροὺς τοῦ θεοῦ εἰρηνοποιοῦντες αὐτῷ. | |
40col 2 | Εἰρηνοποιοὶ λέγονται καὶ οἱ πείθοντες τοὺς ἀπίστους πιστεύειν τῷ θεῷ. | |
41 | Mt 5, 13 | |
1 | Ἅλας καλεῖ τὴν φρόνησιν, ἧς ἔμπλεός ἐστιν ὁ ἀποστολικὸς λόγος, ὃς σπαρεὶς ἐν ταῖς ἡμετέραις ψυχαῖς τὸν τῆς σοφίας ἡμῖν ἐνοικίζει λόγον, ὃς διὰ τὸ νόστιμον καὶ χαρίεν τούτῳ παρείκασται· ὅνπερ γὰρ τρόπον ἄνευ ἁλὸς οὔτε ἄρτος οὔτε ὄψον ἐδώδιμον, οὕτως ἄνευ τῆς ἀποστολικῆς | |
5 | συνέσεως καὶ διδασκαλίας πᾶσα ψυχὴ καὶ μωρὰ καὶ ἄνοστος καὶ οὐχ | |
ἡδεῖά ἐστι παρὰ τῷ θεῷ. | 165 | |
43 | Mt 5, 14 | |
1 | Τὸ δὲ οὐ δύναται πόλις· οἱ ἐπὶ τῇ πίστει ἱδρυμένοι ὡς ἐπ’ ὄρους ὑψηλοῦ οὐκ ὀφείλουσι λαθραίως ἢ μετὰ δειλίας λαλεῖν τὸν λόγον. | |
44 | Mt 5, 14 | |
1 | Φῶς δὲ αὐτοὶ κατὰ μετοχὴν γενόμενοι ὅτε ζῆτε οὐκέτι αὐτοί, ζῇ δὲ ἐν ὑμῖν τὸ φῶς, ὁ Χριστός, δυνάμενος διὰ λόγου καὶ ὅλον φωτίζειν τὸν κόσμον. | |
46 | Mt 5, 18 | |
1 | Ἀντὶ τῆς σαρκικῆς λατρείας εἰσήγαγεν ὁ κύριος τὴν «ἐν πνεύματι καὶ ἀληθείᾳ»· καὶ τάχα ἅπερ οὐδὲ σαρκικῶς ἐποίουν οἱ Ἰουδαῖοι, ταῦτα καὶ νῦν πνευματικῶς οἱ Χριστοῦ μαθηταὶ ποιοῦσιν. διό φησιν· ἰῶτα | |
ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἐκ τοῦ νόμου, ἕως ἂν πάντα | 166 | |
5 | γένηται. δηλονότι οὐ πάντα ἐποίησαν οἱ Ἰουδαῖοι, ἢ κἂν ἐποίησαν, ἐπαύ‐ σαντο τοῦ ποιεῖν μηκέτι συγχωρούμενοι ποιῆσαι αὐτά, πῇ μὲν διὰ τὸν φόβον τῶν βασιλέων, πῇ δὲ καὶ τὸ καταλελύσθαι τὸν ναόν, ἐν ᾧ μόνῳ ἔδει τὰς θυσίας ἐπιτελεῖσθαι. | |
47 | Mt 5, 19 | |
1 | Θεομάχος, φησίν, κληθήσεται ὁ τὴν ἐλαχίστην τῶν ἐν τῷ νόμῳ ἐντολῶν ἀθετῶν. διὸ καὶ ἀθετεῖται παρὰ θεοῦ ὡς αὐτῷ ἀνθιστάμενος καὶ ἀντινομοθετῶν. | |
48 | Mt 5, 19 | |
1 | Ὁ ἀθετῶν μίαν τῶν τοῦ νόμου ἐντολῶν ἀθετεῖται παρὰ τοῦ θεοῦ ὡς θεομάχος καὶ ἀντινομοθετῶν τῷ θεῷ. καὶ νῦν ἐκ τοῦ εὐαγγελικοῦ νόμου δέχεται τὴν τιμωρίαν, ἣν νόμος πάλαι οὐκ ἦν ὁρίσας. διὸ καὶ ἀκολούθως λέγει ὁ Χριστός, «ὅτι οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ | |
5 | πληρῶσαι». ὃ γὰρ ἐκεῖ ἔλειπε, ὧδε ἀνεπλήρωσεν, οἷον ἐν τῷ νόμῳ ἐλέ‐ χθη· «ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ» καὶ «ἐὰν ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου ὑποπεπτωκὸς ὑπὸ τὸν γόμον, συνέγειρον αὐτὸ μετ’ αὐτοῦ». ταῦτα εἰ παρέβη τις, οὐκ ἦν τιμωρία ὁρισθεῖσα ὑπὸ τοῦ νόμου. ἣν ἀποπληρῶν ὁ Χριστός φησιν, ὅτι ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ ὁ τοιοῦτος | |
10 | ἐξουθενηθήσεται. ταύτην οὖν καλεῖ ἐλαχίστην ἐντολήν, ἐφ’ ἣν οὐκ | |
ἦν ἐκ παραβάσεως ἐπαγομένη κόλασις. | 167 | |
49 | Mt 5, 19 | |
1 | Διὰ τοῦτο καὶ ὁ Μωϋσέως νόμος τὸ διχηλοῦν δέχεται, ἵνα δι’ αἰνιγμάτων ἡμᾶς διδάξῃ δι’ ἀμφοτέ‐ ρων ὁδεύειν διά τε λόγου καὶ πρά‐ | |
5 | ξεως. | |
49col 2 | Οἶμαι δὲ καὶ τὸ δίχηλον ἐν τῷ νόμῳ τοῦτο σημαίνειν, τὸ διὰ λόγου καὶ πράξεως ὁδεύειν ἡμᾶς καὶ μήτε πράττειν ἀλόγως μήτε | |
5 | λόγον ἔχειν πράξεως χωρίς. εἰ δέ τι ἐκ τῶν τοιούτων εἶναι βούλεται μεμονωμένον, πρᾶξις ἔστω λοιπὸν καὶ μὴ λόγος· λόγος γὰρ ἀχαλίνω‐ τος κατὰ κρημνῶν ὤθησε πολλάκις | |
10 | τοὺς κεκτημένους, πρᾶξις δὲ οὐδέ‐ ποτε. | |
50 | Mt 5, 23 | |
1 | Τὸ εἰπεῖν ἐὰν προσφέρῃς τὸ δῶρόν σου καὶ ἑξῆς τοῦτο δηλοῖ, ὅτι τρόπον σωτηρίας καὶ διαφυγὴν τιμωρίας τοῖς ἁμαρτάνουσιν ἐφεῦρεν ὁ θεὸς τὴν μετάγνωσιν, καὶ τὴν τοῦ λελυπημένου θεραπείαν ἀνατροπὴν ἔσεσθαι τιμωρίας φησίν. ἐπειδὴ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, οὐκ | |
5 | ἀγαπᾷ τὸν κύριον, εἰκότως τὸν ὄντα ἐν λύπῃ τοῦ ἀδελφοῦ οὐ προσδέ‐ χεται ὡς μὴ ἀληθῶς αὐτῷ προσιόντα. | |
51 | Mt 5, 23—24 | |
1 | Διδάσκει ἡμᾶς ἐνταῦθα ὁ σωτὴρ τὴν τιμωρίαν διαφυγεῖν ἁμαρτά‐ νοντας. ἡ τοίνυν μετάγνωσις ἐπὶ τοῖς ἁμαρτήμασι καὶ ἡ πρὸς τὸν λυπη‐ θέντα ἀφ’ ἡμῶν παράκλησις καὶ ἡ τῆς συγχωρήσεως τοῦ ἁμαρτήματος | |
αἴτησις καὶ τὸν ἀδελφὸν θεραπεύει καὶ τὸν θεόν. | 168 | |
52 | Mt 5, 25—26 | |
1 | Ὁ μέντοι κοδράντης σημαίνει τὸ τέταρτον τοῦ ἲν μέτρου. οὗτος κατὰ τὴν Ἑβραίων φωνὴν δύο ἐστὶν ὀβολοί, ὅπερ ὁ Λουκᾶς σαφηνίσας «λεπτὸν» ὠνόμασεν. ἡμεῖς δὲ ἀπαλλαγῶμεν καὶ τοῦ ἐχθροῦ καὶ ἐκδικη‐ τοῦ, ἤγουν τοῦ διαβόλου, ἕως ἐσμὲν ἐν τῇ ὁδῷ ταύτῃ, καὶ τῶν τῆς ἀτιμίας | |
5 | παθῶν, ἅτινα ἀντίδικοι ἡμῶν εἰσιν· οὐδεὶς γὰρ ἡμῶν ἕτερος ἀντί‐ δικος, ἐὰν μὴ ἡμεῖς ἑαυτῶν διὰ τούτων γενώμεθα ἀντίδικοι καὶ μὴ ἡ συνείδησις καταγινώσκῃ ἡμῶν ὡς καταφρονούντων τῆς ὑπομνήσεως αὐτῆς, μήποτε παραδοθῶμεν τῷ κριτῇ πάντων θεῷ ὑπὸ τῆς συν‐ ειδήσεως ἐλεγχθέντες· ὁ δὲ «παραδώσει τοῖς πράκτορσιν», ἤγουν τοῖς | |
10 | κολασταῖς ἀγγέλοις, καὶ ἀπαιτηθησόμεθα τὰς ἐπὶ παντὶ πλημμελήματι δίκας, μικρῷ τε καὶ μεγάλῳ. | |
53 | Mt 5, 25 | |
1 | Ἐπιτετηρημένως οὖν ὁ κύριος ἐνταῦθα ἀντίδικον ὀνομάζει τὸν ἀφαιρεῖσθαί τι ἐπιχειροῦντα τῶν διαφερόντων ἡμῖν. εὐνοοῦμεν δὲ αὐτῷ, ἐὰν φυλάξωμεν τὸ πρόσταγμα τοῦ κυρίου εἰπόντος «τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον» καὶ | |
5 | ἐπὶ παντὸς πράγματος τοιούτου ὁμοίως. | |
54 | Mt 5, 25—26 | |
1 | Ὃ λέγει, τοιοῦτόν ἐστιν· πρὸ δίκης εὐγνωμόνει. ἐπεὶ καὶ ἐὰν ἐγκληθῇς καὶ φυλακισθῇς, οὐκ ἀπολύῃ ἕως οὗ ἀποτίσῃς ἕως ὀβο‐ | |
5 | λοῦ· τοῦτο γὰρ ὁ κοδράντης δηλοῖ. | 169 |
54col 2 | Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· παραινεῖ γὰρ εὐγνωμονεῖν καὶ μὴ τῇ κρίσει θαρρεῖν· εἰ γάρ τι συμ‐ βαίη παρ’ ἐλπίδα καὶ κατασχεθῇς | |
5 | ὑπὸ τοῦ κριτοῦ, οὐκ ἀπολυθήσῃ ἕως οὗ ἀποτίσῃς τὸν ἔσχατον ὀβολόν· τοῦτο γὰρ λέγεται κο‐ δράντης. | |
55 | Mt 5, 25—26 | |
1 | Ὑποκείσθω τις, φησίν, ἐφ’ ἑνὸς τῶν τεταγμένων εἰς ἀρχὴν αἰτιά‐ ματά τινα ποιησάμενος κατά σου, εἶτα τοῖς ἀπάγουσιν ἐπὶ τὸ δικαστήριον ὑποδείξας ἀποφέρεσθαι ποιεῖ· ἕως τοίνυν, φησίν, μετ’ αὐτοῦ εἶ ἐν τῇ ὁδῷ, τοῦτ’ ἔστιν πρὶν ἀφικέσθαι πρὸς τὸν κριτήν, δὸς ἐργασίαν, | |
5 | ἀντὶ τοῦ πᾶσαν θέσθαι μὴ ὀκνήσῃς σπουδήν, ἵνα ἀπαλλαγῇς ἀπ’ αὐτοῦ. εἰ δὲ μὴ τοῦτο γένηται, παραδώσει σε τῷ κριτῇ. εἶτα ὅταν ἔνοχος τοῖς ὀφλήμασιν εὑρεθῇς, «παραδοθήσῃ τῷ πράκτορι», τοῦτ’ ἔστιν τοῖς ἀπαιτηταῖς, κἀκεῖνοί σε κατακλείσαντες ἀπαιτήσουσι καὶ «τὸ ἔσχατον λεπτόν». οὐκοῦν ἔνοχοι μὲν πλημμελήμασίν ἐσμεν ἅπαντες οἱ ὄντες ἐπὶ | |
10 | τῆς γῆς. ἑκάστου γε μὴν ἀντίδικος καὶ κατήγορος ὁ σατανᾶς· ἐχθρὸς γάρ ἐστι καὶ ἐκδικητής· ἕως τοίνυν ἐσμὲν ἐν τῇ ὁδῷ, τοῦτ’ ἔστιν ἕως οὔπω πρὸς τὸ τῆς ἐνθάδε ζωῆς κατηντήσαμεν τέλος, ἀπαλλαγῶμεν αὐτοῦ, λύσωμεν τὰς καθ’ ἑαυτῶν αἰτίας, τὴν διὰ Χριστοῦ χάριν ἁρπάσωμεν ἐλευθεροῦσαν ἡμᾶς παντὸς ὀφλήματός τε καὶ δίκης ἔξω τιθείσης κολά‐ | |
15 | σεώς τε καὶ φόβου, μὴ ἄρα πως ἀναπόνιπτον ἐσχηκότες τὸν μολυσμὸν ἀπενεχθῶμεν πρὸς τὸν κριτὴν καὶ παραδοθῶμεν «τοῖς πράκτορσιν» ἤτοι τοῖς κολασταῖς, ὧν οὐκ ἄν τις διαφύγοι τὸ ἀπηνές. ἀπαιτηθήσεται δὲ μᾶλλον τὰς ἐπὶ παντὶ πλημμελήματι δίκας, μικρῷ καὶ μεγάλῳ. τούτων ἔσονται μακρὰν οἱ τὸν τῆς Χριστοῦ παρουσίας καιρὸν δοκιμάζοντες καὶ | |
20 | τὸ ἐπ’ αὐτῷ μυστήριον οὐκ ἠγνοηκότες. | |
56 | Mt 5, 28—30 | |
1 | Τάχα εἰσί τινες τοιοῦτον λαβόντες χάρισμα ὥστε μὴ ἐπιθυμεῖν. | |
πλὴν ὁ Χριστὸς ὡς ἰσχυροποιήσας τὴν ἀνθρώπων φύσιν καὶ τὰ ὑπὲρ νόμον ἐπιτάσσει ὡς νῦν ἐγχωροῦντα· εἰ γὰρ καὶ τοῖς πρὸ τοῦ Χριστοῦ ἀδύνατον ἦν τοῦτο, ἀλλὰ τοῖς πιστοῖς εὐκατόρθωτον τὸ τὰς ἐπιθυμίας | 170 | |
5 | ἐκκόπτειν. | |
57 | Mt 5, 28 | |
1 | Ὁ ἐμβλέψας γυναῖκα καὶ ἐπιθυμήσας τότε κρίνεται, ὅτε φανῇ αὐτῷ ἡ σὰρξ τῆς γυναικὸς εἰς ἐπιθυμίαν καλὴ καὶ σαρκικῶς αὐτὴν ἴδῃ καὶ ἁμαρτητικῶς· ὁ γὰρ δι’ ἀγάπην τῆς ἁγνῆς ὁρῶν τὸ κάλλος, οὐ τὴν σάρκα ἡγεῖται καλήν, ἀλλὰ τὴν ψυχήν. | |
58 | Mt 5, 29—30 | |
1 | Εἰπὼν ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε καὶ τὰ ἑξῆς, ὀφθαλ‐ μὸν λέγει τὸν λογισμὸν τῆς ἐπιθυμίας, ὃν λέγει ἐκκόπτεσθαι. | |
59 | Mt 5, 29—30 | |
1 | Ὀφθαλμὸς καὶ χεὶρ νοεῖται ὁ φίλος. ἐὰν γάρ τινα οὕτω φιλῇς ὡς ἐν τάξει ὀφθαλμοῦ δεξιοῦ καὶ χρήσιμον αὐτὸν νομίζῃς ὡς ἐν τάξει δεξιᾶς χειρὸς καὶ βλάπτῃ σου τὴν ψυχήν, ἀπότεμε τούτους ἀπό σου καὶ πόρρω χωρίσθητι ἀπ’ αὐτῶν· ὅταν γὰρ μὴ ἀλλήλους σῴζητε, | |
5 | ἀλλὰ μᾶλλον ἀμφότεροι προσαπολλύησθε ὄντες ὁμοῦ, συμφέρει χω‐ | |
ρισθέντα κἂν τὸν ἕνα σωθῆναι. | 171 | |
61 | Mt 5, 31 | |
1 | Ὁ τὴν σώφρονα ἐκβάλλων δίδωσιν αὐτῇ ἄδειαν ἄλλῳ γαμηθῆναι, ὅπερ ἐστὶν εἶδος μοιχείας ὡσανεὶ μὴ λυθείσης συζυγίας· οὐ γὰρ τὰ ῥεπούδια παρὰ θεῷ λύει τὸν γάμον, ἀλλ’ ἡ ἄτοπος πρᾶξις. | |
62 | Mt 5, 33—37 | |
1 | Τὸ οὐκ ἐπιορκήσεις καὶ τὰ ἑξῆς. ἐάν τις ἀναιδὴς ἐπάγῃ τοῖς ἁγίοις ὅρκον, ἀντὶ τοῦ ὅρκου ἔσται αὐτοῖς τὸ ναὶ καὶ τὸ οὔ. | |
63 | Mt 5, 33—35 | |
1 | Διὰ τοῦτο κωλύει ἡμᾶς ὀμνύναι κατὰ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἵνα μὴ δῶμεν τῇ κτίσει τὸ ὑπὲρ τὴν κτίσιν ἀξίωμα θεοποιοῦντες αὐτήν· οἱ γὰρ ὀμνύντες, φησίν, «κατὰ τοῦ μείζονος ὀμνύουσιν» ὡς ὁ ἀπόστολος ἔφη. ἀπαγορεύει δὲ καὶ τὸν κατὰ τῆς «Ἰερουσαλὴμ» ὅρκον, | |
5 | ἐπειδὴ ἡ ἐπίγειος «Ἰερουσαλὴμ» τῆς «ἄνω Ἰερουσαλὴμ» τύπος ἐστὶ καὶ καθ’ ἑαυτοῦ μόνου ὀμνύει ὁ θεός, ὅ ἐστι τῆς ἰδίας δόξης. διὸ ὡς ὑπερ‐ βαινούσης ἡμᾶς τῆς ὁμοιότητος οὐκ ὀφείλομεν καθ’ ἑαυτῶν ἤτοι τῆς ἑαυτῶν ὀμνύειν δόξης· οὐ γὰρ ἐλεύθεροί ἐσμεν ὡς ὁ θεός, ἀλλ’ ὑπὸ | |
τὴν τοῦ θεοῦ ἐσμεν ἐξουσίαν. | 172 | |
66 | Mt 5, 42 | |
1 | Ἔσο, φησὶν ὁ Χριστός, μὴ πρὸς τὸ λαμβάνειν ἕτοιμος, ἀλλὰ πρὸς τὸ διδόναι· τὸ μὲν γὰρ χωρίζει ἡμᾶς ἀπὸ θεοῦ, τὸ δὲ συνάπτειν πέφυκε καὶ μάλιστα, ὅταν ὁ αἰτῶν ἄξιος τυγχάνῃ καὶ δικαία ἡ αἴτησις. | |
67 | Mt 5, 44 | |
1 | Ἀγαπῶμεν τοὺς ἐχθροὺς οὐ καθὸ μοιχοί εἰσιν ἢ φονεῖς, ἀλλὰ καθὸ ἄνθρωποι· τὸ γὰρ ἁμαρτάνειν ἐνεργείας ἐστίν, οὐκ οὐσίας· διὸ οὐδὲ ἔργον θεοῦ ἡ ἁμαρτία. | |
68 | Mt 5, 44 | |
1 | Ἴσως φήσειέ τις, πῶς ὁ μακά‐ ριος Παῦλος Ἀλέξανδρον ἀρᾶται τὸν χαλκέα; πρὸς ὅν φαμεν οὐχ ὡς ἴδιον ἐχθρόν, ἀλλ’ ὡς ἐχθρὸν | |
5 | τοῦ εὐαγγελίου κατηράσατο αὐτὸν διδάσκων, ὅτι τοῖς τοῦ θεοῦ ἐχ‐ | |
θροῖς ἀεὶ χρὴ πολεμεῖν. | 173 | |
68col 2 | Ἀλλ’ ἴσως τις τὸν μακάριον Παῦλον ὡς καταρώμενον τὸν χαλ‐ κέα Ἀλέξανδρον προσάγων ἡμῖν πείσειε μὴ τοὺς ἐχθροὺς ἀγα‐ | |
5 | πᾶν· πρὸς ὅν ἐστιν εἰπεῖν, ὅτι οὐχ ὡς ἴδιον ἐχθρόν, ἀλλ’ ὡς τοῦ Χριστοῦ καὶ τοῦ εὐαγγελίου κατα‐ ρᾶται ὁ Παῦλος διδάσκων ὡς ἀεὶ τοῖς τοιούτοις χρὴ πολεμεῖν. | |
69 | Mt 6, 1 | |
1 | Ὁ δι’ αὐτὸ τὸ καλὸν ποιῶν ἀρετὴν ὑπερκόσμιον ἔχει τὸ καύχημα. | |
70 | Mt 6, 2 | |
1 | Ἐκ μεταφορᾶς τοῦτο εἴρηται τῆς ἐν τοῖς στρατοπέδοις σάλπιγγος· ἐκεῖνοι γὰρ ἐπὰν βούλωνται ὁμοῦ συνάγειν τὸν στρατόν, ἠχοῦσι τὸ ἀνα‐ κλητικόν, οἱ δὲ ὑποκριταὶ οὐ συνάγειν βούλονται, ἀλλὰ θεατρίζεσθαι τοῖς πολλοῖς. | |
71 | Mt 6, 7—8 | |
1 | Διὰ τοῦτο ὁ Χριστὸς παρα‐ κελεύεται διὰ συντόμου τὰς προσ‐ ευχὰς ποιεῖσθαι, ἐπειδήπερ οἶδε τὸν νοῦν εὐπαράφορον ὄντα καὶ δι’ | |
5 | ἐννοιῶν καὶ φροντίδων ματαιῶν ἀποπλανώμενον, μάλιστα ἐν τῷ τῆς προσευχῆς καιρῷ. καὶ παραγ‐ γέλλει νηφαλέως καὶ ταχέως αἰτεῖν | |
τὸν θεὸν ἃ ζητεῖ μὴ πάντα ὅσα | 174 | |
10 | θέλει ἀναγγέλλοντα· τοῦτο γὰρ τῆς ἄκρας ἐστὶ φρενοβλαβείας· οἶδε γὰρ ὁ θεὸς καὶ πρὸ τοῦ ἡμᾶς αἰτῆσαι τίνων χρῄζομεν. βαττολογία δὲ λέγεται ἡ πολυλογία ἀπὸ Βάττου | |
15 | τινὸς Ἕλληνος μακροὺς καὶ πο‐ λυστίχους ὕμνους ποιήσαντος εἰς τὰ εἴδωλα καὶ ταυτολογίαν ἔχοντας. βαττολογία ἐστὶ τὸ ἔξω τοῦ καλοῦ. | |
71col 2(13) | Τὴν πολυλογίαν καλοῦσιν οἱ παλαιοὶ βαττολογίαν ἀπό τινος οὕ‐ | |
15 | τως ὀνομαζομένου πολυστίχους εὐ‐ χὰς ποιήσαντος εἰς τὰ εἴδωλα καὶ τοὺς αὐτοὺς λόγους λέγοντος δι’ ἑτέρων τε καὶ ἑτέρων λέξεων. | |
72 | Mt 6, 10 | |
1 | Οἰκονομικῶς ὡς ἄνθρωπος ὁ Χριστὸς βασιλεὺς καλεῖται καίπερ ὢν φύσει θεός. ἐπεύχονται τοίνυν οἱ πιστοὶ ἐνυπάρξαι καὶ τοῖς ἀπί‐ | |
5 | στοις, ἵνα εἰς τὸν Χριστὸν πιστεύ‐ σαντες ἴδιον ἐπικαλῶνται, δι’ οὗ μεθέξουσι τῶν τελείων ἀγαθῶν νῦν μόνον ἔχοντες τὸν ἀρραβῶνα καὶ τὸ ἐκ μέρους ἀγαθόν· οὐ γὰρ ἂν | |
10 | ἐνεργῆ τότε τὰ πάθη τῆς ἀπα‐ θείας παρούσης, φροῦδος ὁ θάνα‐ τος, ἀφανὴς ἡ φθορά, ὅταν ἐν ἡμῖν ἡ ζωὴ βασιλεύσῃ καὶ ἀφθαρ‐ σία τὸ κράτος ἔχῃ. | |
72col 2 | Φύσει θεὸς ὁ Χριστὸς ὑπάρ‐ χων καὶ φύσει ἄνθρωπος οἰκονο‐ μικῶς λέγεται βασιλεύς, τοῦτ’ ἔστιν ὡς ἄνθρωπος. διὰ τοῦτο οἱ δίκαιοι | |
5 | ἐπεύχονται ἑαυτοῖς τοῦτο ὑπάρξειν, ἔτι δὲ καὶ τοῖς ἀπίστοις, ἵνα ὁρῶν‐ τες καὶ πιστεύοντες εἰς αὐτὸν οἰκεῖ‐ ον ἑαυτῶν ἕξωσι βασιλέα. | |
73 | Mt 6, 14 | |
1 | Δύναται καὶ ὁ Ἰησοῦς ὡς θεὸς ἀφιέναι ἁμαρτίας, ἀλλ’ ὡς ἔτι ἀτελέσι τοῖς μαθηταῖς οὔπω τὸν περὶ τῆς ἰδίας θεότητος παρέδωκε | |
λόγον καθαρῶς. | 175 | |
74 | Mt 6, 16 | |
1 | Χρὴ τοίνυν μὴ στυγνὸν φαίνεσθαι μηδ’ ἔχοντά τι τῆς. φιλο‐ δοξίας ἔγκλημα, ἀλλ’ ὥσπερ ῥύπον ὄντα τῆς ψυχῆς ἀπονίπτεσθαι. | |
75 | Mt 6, 16—17 | |
1 | Δεῖ τὸ ἡγεμονικὸν—τοῖς ἀνθρώποις νηστεύων. | |
76 | Mt 6, 21 | |
1 | Ὃ προέθετό τις, τοῦτο καὶ νοεῖ καὶ ἐργάζεται ἑτοιμότατα καὶ κατορθοῦν σπουδάζει· ὅπερ τῆς καρδίας εὑρίσκεται σαφέστερον ἀπὸ τῶν | |
νοητῶν ἐπὶ τὰ αἰσθητὰ ἐξάγων τὸν λόγον καὶ λέγων. | 176 | |
79 | Mt 6, 24 | |
1 | Ἀγαθὸς δεσπότης ὁ ἀφιλάργυρος τρόπος, φαῦλος δὲ ὁ ἐρῶν χρη‐ μάτων. διὸ τῷ ἑνὶ προσθετέον· οὐ γὰρ δυνατὸν τοῖς δυσὶν ἀρέσαι δια‐ φόρου καὶ ἐναντίας οὖσιν ἕξεως. | |
80 | Mt 6, 25 | |
1 | Ἐπειδήπερ ἡ ψυχὴ καὶ τὸ σῶμα τιμιώτερά ἐστιν τῶν τροφῶν καὶ τῶν ἐνδυμάτων, καὶ τῶν ἐλαττόνων καταφρονητέον, ἐπιμελητέον δὲ καὶ τῶν τιμιωτέρων, ψυχῆς λέγω καὶ σώματος. | |
81 | Mt 6, 25 | |
1 | Ἡ ψυχὴ τῆς τοῦ σώματος οὐσίας τιμιωτέρα ἐστὶν ὡς εἰκὼν θεοῦ καὶ ἐμφύσημα, τὸ δὲ σῶμα ὄργανόν ἐστιν αὐτῆς καὶ συνεργὸν πρὸς τὰ κάλλιστα. χρὴ οὖν ἡμᾶς ἀμφοτέρων φροντίζειν τοῦ τε σώματος ἅμα καὶ τῆς ψυχῆς καὶ τοῦ μὲν σώματος ἐπὶ τοσοῦτον, ἐφ’ ὅσον ἱκανὸν | |
5 | αὐτῷ καὶ μὴ ἐμποδίζεσθαι τὴν ψυχήν· αὐτῇ δὲ δοτέον ἀεὶ τὰ οἰκεῖα καὶ ἐπιμελητέον παντοίως καὶ ἀνακτέον διὰ τῶν ἀρετῶν πρὸς τὴν αἰτίαν αὐτῆς τὴν δημιουργικήν. | |
82 | Mt 6, 33 | |
1 | Τοῖς τὰ τῆς ψυχῆς ζητοῦσι δίδωσιν ὁ θεὸς καὶ τὰ τοῖς σώμασιν ἐπιτήδεια, ἵνα μὴ φροντίζοντες ἡμεῖς ὑπὲρ τῶν τοιούτων πλέον τοῦ δέ‐ οντος ἐμποδισθησόμεθα πρὸς τὰ κάλλιστα. | |
83 | Mt 7, 2 | |
1 | Οἱ πρὸς εὐλάβειαν παιδαγωγούμενοι τὸν ἐξ ἀγαθῆς φρονήσεως | |
χαλινὸν ἐπιφέρουσι τῇ γλώσσῃ ἐκεῖνα μόνα λαλεῖν ἐπιτρέποντες, ὅσα οὐ βλάπτει. τοῦτο διδάσκων τις ἡμᾶς τῶν σοφῶν ἔλεγεν· τέκνον, «εἰ» μέν «ἐστίν σοι» λόγος «συνέσεως, ἀποκρίθητι· εἰ δὲ μή, χεὶρ ἔστω ἐπὶ στό‐ | 177 | |
5 | ματί σου». «θάνατος» γὰρ «καὶ ζωὴ ἐν χειρὶ γλώσσης», τοῦτ’ ἔστιν ἐν ἐξουσίᾳ, «οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς». ἐπεὶ δὲ τὸ γλώσσης κρατῆσαι οὐ σφόδρα ἐστὶν εὐχερές, ἄνωθεν καὶ τοῦτο ἡμᾶς ὁ ψαλμῳδὸς διδάσκει λέγων· «θοῦ, κύριε, φυλακὴν τῷ στόματί μου». μὴ καταλαλῶμεν τοιγαροῦν ἀλλήλων μηδὲ κατακρίνωμεν τοὺς ἀδελφούς· | |
10 | ὁ μὲν γὰρ συνέσει κυβερνώμενος οὐκ εἰς τὰς ἑτέρων ἁμαρτίας ὁρᾷ, ἀλλὰ τοῖς ἰδίοις ἐνατενίζων κακοῖς καλὸν ἐπ’ αὐτοῖς καταστάζει δάκρυον, ἵνα κομίσηται τὴν ἄφεσιν παρὰ θεοῦ· ἀμήχανον γὰρ ἀνθρώπους ὄντας καὶ οὕτως ἀσθενεῖς μὴ πάντως ὀλίγοις περιπίπτειν ἀτοπήμασιν. τὸ δὲ μηδ’ ὅλως περιπεσεῖν μόνῳ πρόσεστι κατὰ φύσιν τῷ θεῷ. ἡμᾶς δὲ ἀναγκαῖον | |
15 | τοὺς ὄντας ἐν ἁμαρτίαις, μὴ τοῖς ἀλλοτρίοις ἐφήδεσθαι κακοῖς, ἀλλὰ φροντίζειν, ὅπως ἂν αὐτοὶ τῶν φαύλων ἔξω γενώμεθα. | |
84 | Mt 7, 5 | |
1 | Ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, τοῦτ’ ἔστιν σαυτὸν ἐπίδειξον καθαρὸν τῶν μεγάλων ἁμαρτημάτων καὶ τότε σύμβουλος ἔσῃ τῷ πταίοντι μικρόν. εἰ δ’ οὐκ ἐκβάλλεις τὴν δοκόν, κατακρίνεις δὲ τὸν ἔχοντα τὸ κάρφος, εὐλόγως ἀκούσῃ τὸ ἀποστολικόν· | |
5 | «ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις», ὁ λέγων «μὴ κλέπτειν, κλέπτεις». οὐκοῦν ἑαυτῷ μὲν ἔσται διδάσκαλος ὁ σοφός, ἕτερον δὲ οὐ κατακρινεῖ. τοῦτο γὰρ καὶ ὁ νόμος διὰ Μωσέως παραγγέλλει λέγων· «πρόσεχε σε‐ αυτῷ». «σεαυτῷ» φησιν, οὐχ ἑτέρῳ. τὸ δὲ «πρόσεχε» ἀντὶ τοῦ παρα‐ βλέπου τὰ κατὰ σαυτόν. ὁ μὲν δὴ συνετὸς οὕτως ἑαυτὸν παιδαγωγήσει | |
10 | οὐκ εἰς τὰ ἑτέρων ἀποβλέπων πταίσματα, ἀλλὰ τὰ οἰκεῖα περιεργαζό‐ μενος καὶ ὑπὲρ αὐτῶν μεταγινώσκων. εἰσὶ δέ τινες οἵτινες τὰ μὲν ἑαυτῶν οὐχ ὁρῶσιν ὀλισθήματα, ἐπὶ δὲ τοῖς ἑτέρων προσκόμμασι γελῶσι πλατύ, οἳ χαμαὶ κείμενοι τοὺς ἑστῶτας ἐπιχλευάζουσιν, οἳ ἀπὸ ποδῶν ἕως κε‐ φαλῆς βορβόρῳ κατεχρισμένοι τοὺς ὀλίγον ἔχοντας ῥύπον καταδικάζου‐ | |
15 | σιν· λέγουσι γὰρ ἔσθ’ ὅτε περί τινος· ὁ δεῖνα σκληρός, ἀπάνθρωπος, | |
αἰσχροκερδής, φιλάργυρος, ὠμός, ἀνόητος, εἶτα ταῦτα περιτιθέντες ἑτέ‐ ροις οὐκ αἰσθάνονται τὸν ἑαυτῶν ζωγραφοῦντες τρόπον. ὅσην δὲ ζημίαν ἔχει τὸ κατακρίνειν ἑτέρους, διὰ τοῦ ἐξουθενοῦντος τὸν τελώνην Φαρι‐ σαίου μεμαθήκαμεν. ταῦτ’ οὖν ἅπαντα ἀνελὼν διὰ τῆς καλῆς ταύτης νομοθε‐ | 178 | |
20 | σίας, ἐπήγαγε πάλιν ἕτερον παράγγελμα λέγων. | |
85 | Mt 7, 7 | |
1 | Ἀρχὴ τῆς ἀρετῆς τὸ εὔχεσθαι γνωρισθῆναί τινι τὴν ὁδὸν τῆς ἀλη‐ θείας· δεύτερος βαθμὸς τὸ ζητεῖν πῶς δεῖ ὁδεῦσαι τὴν ὁδόν· τρίτος τὸ ἁψάμενον τῆς ἀρετῆς κρούειν τῷ Χριστῷ, ἵνα ἀνοίξῃ αὐτῷ τῆν θύραν καὶ ἀπαλλαγῇ τῆς στενῆς ὁδοῦ καὶ τεθλιμμένης καὶ εἰσαγάγῃ αὐτὸν εἰς | |
5 | τὴν εὐρύχωρον γνωστικὴν ἐργασίαν, ἅπερ πάντα διὰ τῆς ἐκ θεοῦ καὶ πρὸς θεὸν δεήσεως λαμβάνει τις. ἴσως δὲ καὶ τὸ μετὰ πράξεως αἰτεῖν ᾐνίξατο διὰ τοῦ εἰπεῖν· κρούετε. κρούει γάρ τις τῇ δεξιᾷ χειρί. ἀγαθῆς δὲ πράξεως σύμβολον ἡ δεξιὰ χείρ. εἰ δὲ μὴ εὐθέως λαμβάνεις, μηδὲ οὕτως ἀπογνῷς· διὰ γὰρ τοῦτο εἶπεν κρούετε. | |
86 | Mt 7, 11 | |
1 | Δόματα δὲ ἀγαθὰ καλεῖ τὰς πνευματικὰς δωρεάς, ὁ δὲ Λουκᾶς «πνεῦμα ἅγιον» εἶπεν ἀντὶ τοῦ εἰπεῖν ἀγαθά. καὶ οὐδὲν τὸ διάφορον· τὸ γὰρ «ἅγιον πνεῦμα» αὐτό ἐστι τὸ φύσει ἀγαθόν. διὸ καὶ τοῖς μετό‐ χοις δίδωσιν ἀγαθά. τοῖς δὲ ἄγαν πονηροῖς διὰ τὸ ἀνενδότως ἁμαρ‐ | |
5 | τάνειν τρόπον τινὰ φύσις αὐτοῖς ἡ κακία γίνεται, οἷός ἐστιν ὁ σατανᾶς καὶ οἱ δαίμονες· δύναται γάρ τις καὶ τούτους φύσει κακοὺς εἰπεῖν, καίπερ μὴ φύσει κακοὺς δημιουργηθέντας, ἀλλ’ ἐξ αὐτοπροαιρέτου κακίας ἀπε‐ | |
σκληκότας. | 179 | |
88 | Mt 7, 22—23 | |
1 | Ὁ λόγος κατὰ τῶν ἐν ἀρχῇ πιστευσάντων ὀρθῶς καὶ ἐπιμελῶς ἐργασαμένων τὴν ἀρετὴν ὡς καὶ σημεῖα ποιῆσαι καὶ δαιμόνια ἐκβαλεῖν καὶ προφητεῦσαι, ὕστερον δὲ τραπέντων εἰς φαυλότητα καὶ ἐξ ἑκουσίου προαιρέσεως καὶ μοχθηροῦ καὶ προθυμίας· εἰ γὰρ λέγει, ὅτι οὐκ ἔγνων | |
5 | ὑμᾶς οὐδέποτε, ἐν ἴσῳ τοῖς μηδ’ ὅλως ἐγνωσμένοις τίθησιν τὸν ἐν ἀρχαῖς ἐναρέτως ζήσαντα, ἀλλὰ ἐπὶ τέλει κατεγνωσμένον. γινώσκειν δὲ λέγει ὁ θεός, οὓς ἀγαπᾷ· ἀγαπᾷ δὲ τοὺς ὁλοτρόπως εἰς αὐτὸν πιστεύον‐ τας καὶ ποιοῦντας τὰ ἀρεστὰ αὐτῷ. | |
89 | Mt 7, 24—26 | |
1 | Ὁ ἀκροατὴς νόμου τοῦ πνευματικῶς νοουμένου οὐ μὴν καὶ ποιητὴς οἴκῳ ἀπεικάζεται ἐπὶ τῆς ψάμμου οἰκοδομηθέντι, ὃς ἐν καιρῷ πειρασμοῦ καταπίπτει καὶ χώννυται τῶν πνευμάτων τῆς πονηρίας ἐπιπνευσάντων, τῶν ταραττομένων ὑδάτων ἕως ψυχῆς εἰσελθόντων καὶ τοῦ θολεροῦ | |
5 | χειμάρρου τῆς ἀνομίας αὐτῶν ἐκταράξαντος καὶ τὸν περὶ τῶν ἐσχάτων ἐπισείσαντος κίνδυνον. καλῶς δὲ ἐπὶ μὲν τοῦ φρονίμου ὁμοιώσω αὐτὸν εἶπεν, ἐπὶ δὲ τοῦ μωροῦ ὁμοιωθήσεται· ὁ μὲν γὰρ τῆς ἀρετῆς ἐρ‐ γάτης πάντως «ἰσχύει ἐν τῷ ἐνδυναμοῦντι» αὐτὸν Χριστῷ, παρ’ οὗ πᾶν ἀνθρώποις τὸ κατορθούμενον, παρ’ οὗ σοφία καὶ σύνεσις καὶ πρὸς τὸ | |
10 | ἀγαθὸν ἐξομοίωσις. ὁ δὲ φαῦλος οὐχὶ θεὸν ἔχει τῆς ἑαυτοῦ κακίας καὶ ἀφροσύνης αἴτιον, ἀλλ’ αὐτὸς ὁμοιοῦται τῷ ἄφρονι τοῦ κατὰ φύσιν | |
ἀποστὰς καὶ ἐν τῷ παρὰ φύσιν γενόμενος. | 180 | |
92 | Mt 8, 3 | |
1 | Διὰ τῆς ἐπαφῆς ἐποιήσατο τὴν κάθαρσιν δηλῶν, ὅτι καὶ ἡ ἁγία αὐτοῦ σὰρξ χρειώδης ἐστὶ πρὸς ἁγιασμόν· τὸ μὲν γὰρ πνεῦμα | |
5 | καθαίρει, ἡ δὲ τοῦ σώματος κοινω‐ νία ἐμποιεῖ τὸν ἁγιασμόν. | |
92col 2 | Ἁπτόμενος τοῦ λεπροῦ ὁ σωτὴρ ἐθεράπευσεν αὐτὸν δεικνύων ὡς τὸ πνεῦμα τὸ ἐν αὐτῷ θερα‐ πεύει τὰς νόσους, τὸ δὲ σῶμα τῇ | |
5 | προσψαύσει τὸν ἁγιασμὸν παρέχε‐ ται. | |
93 | Mt 8, 4 | |
1 | Τί δὲ ἦν τὸ δῶρον τὸ παρὰ τοῦ λεπροῦ κατὰ τὸν νόμον προσαγό‐ μενον; «δύο ὀρνίθια», ὧν τὸ ἓν ἔσφαξεν ὁ ἱερεὺς «ἐφ’ ὕδατι ζῶντι» καὶ | |
λαβὼν «ξύλον κέδρινον καὶ κεκλωσμένον κόκκινον καὶ ὕσωπον» καὶ τὸ ἕτερον ὀρνίθιον τὸ ζῶν ἔβαπτεν αὐτὸ «εἰς τὸ αἷμα τοῦ ἐσφαγμένου ὀρνι‐ | 181 | |
5 | θίου ἐφ’ ὕδατι ζῶντι» καὶ ἔχριε τοῦ καθαριζομένου λεπροῦ τὰ δεξιά, ὠτίον, χεῖρα καὶ πόδα, «τὸ» δὲ «ὀρνίθιον τὸ ζῶν» ἔξω τῆς πόλεως «εἰς τὸ πεδίον» ἐξαπέστειλεν. ἐπιτήρει οὖν, ὅπως διὰ τῶν εἰρημένων ὁλο‐ κλήρως ἡμῖν ζωγραφεῖται Χριστός· διὰ μὲν γὰρ τοῦ ζῶντος ὀρνιθίου τὸν ζῶντά τε καὶ οὐράνιον νοήσεις λόγον, διὰ δὲ τοῦ αἵματος τοῦ ἐ‐ | |
10 | σφαγμένου τὸ τίμιον αἷμα τοῦ παθόντος κυρίου (σαρκὶ γὰρ αὐτὸν πεπον‐ θέναι φαμὲν πλὴν ὡς ἐν ἰδίῳ σώματι), διὰ δὲ τοῦ ἀσήπτου ξύλου (τοιοῦτον γὰρ τὸ κέδρινον) τὴν ἀδιάφθορον σάρκα· οὐ γὰρ «εἶδε δια‐ φθορὰν» τὸ σῶμα Χριστοῦ. διὰ δὲ τοῦ ὑσσώπου τὴν τοῦ πνεύματος ζέσιν (θερμὴ γὰρ ἡ πόα καὶ τῶν ἐκ ψυχρότητος παθῶν σμηκτική) τοι‐ | |
15 | αύτη δὲ ἡ τοῦ ἁγίου πνεύματος ἐνέργειά τε καὶ δύναμις. διὰ δὲ τοῦ κοκκίνου τῆς ἐφ’ αἵματι διαθήκης τὴν ὁμολογίαν. διὰ δὲ τοῦ ζῶντος ὕδατος τὴν ζωοποιὸν τοῦ βαπτίσματος χάριν, δι’ οὗ ὁ λεπρωθεὶς τῇ ἁμαρτίᾳ καθαίρεται. διὰ δὲ τοῦ ἔξω τῆς πόλεως τὸ ζῶν ὀρνίθιον ἀπο‐ στέλλεσθαι τὴν ἀπὸ τοῦ κόσμου μετάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνά‐ | |
20 | βασιν τοῦ Χριστοῦ διδασκόμεθα. γεγονὼς γὰρ οὕτως πρὸς τὸν πατέρα καὶ θεὸν ὑπὲρ ἁπάντων ἡμῶν ἐξιλάσεται καὶ καθαρισθησόμεθα. διὰ δὲ τοῦ χρίεσθαι τὰ δεξιὰ τοῦ λεπροῦ, ὠτίον καὶ χεῖρα καὶ πόδα τὸ δεῖν πρὸς τῇ θεωρίᾳ καὶ τῇ πράξει καὶ τῇ πορείᾳ ἐν τοῖς θείοις ἡμᾶς γε‐ νέσθαι. | |
95 | Mt 8, 16 | |
1 | Διὰ τί δὲ ἡμέρας οὐ προσήνεγκαν; πότερον εὐλαβούμενοι τοὺς | |
γραμματεῖς καὶ Φαρισαίους ἢ ἂν πάλιν αἰσχυνόμενοι ἐπὶ ταῖς ἀσθενείαις αὐτῶν ὡς Νικόδημος ἢ ἂν διὰ τὸ μὴ ἔχειν τοὺς ἀσθενοῦντάς τινας προσαγαγεῖν αὐτοὺς τῷ Ἰησοῦ. | 182 | |
96 | Mt 8, 18 | |
1 | Ἀπεχώρει δὲ ὁ Χριστὸς ἀπὸ τῶν ὄχλων, ἵνα μὴ δόξῃ τις φιλό‐ κομπος εἶναι χαίρων τοῖς παρὰ τῶν πολλῶν ἐπαίνοις καὶ ἵνα μὴ ὀργί‐ ζωνται κατ’ αὐτοῦ οἱ Φαρισαῖοι· ἐλύπει γὰρ αὐτοὺς σφόδρα τὸ ἀκολου‐ θεῖν αὐτῷ πολλούς· καὶ ἵνα ταῖς πλησίον πόλεσιν ἐπιλάμψῃ τὸ οἰκεῖον | |
5 | καὶ σωτήριον φῶς. | |
97 | Mt 8, 18—22 | |
1 | Κελεύει δὲ μόνοις τοῖς μαθηταῖς ὁ Ἰησοῦς ἀπελθεῖν εἰς τὸ πέραν, ἵνα μὴ δοκῇ ἐμποδίζεσθαι ὑπὸ τῶν θλιβόντων αὐτὸν ὄχλων ἀκούειν τοὺς μαθητὰς τῶν ἁρμοζόντων αὐτοῖς μαθημάτων καὶ γνησιω‐ τέρως μελλόντων αὐτοῖς ἀποκαλύπτεσθαι τῶν τοῦ θεοῦ μυστηρίων, τῶν | |
5 | «ἐν παραβολαῖς τοῖς ὄχλοις» λαλουμένων· ἐπεὶ πάντα τὰ ἐν χερσὶ κατα‐ λείψαντες μόνοι αὐτῷ ἠκολούθησαν ἕνεκεν φιλομαθίας, κελεύει δὲ δια‐ περᾶν ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια, ἀπὸ τῶν ἐπιγείων ἐπὶ τὰ ἐπουράνια, ἀπὸ τῶν σαρκικῶν ἐπὶ τὰ πνευματικά. | |
98 | Mt 8, 21 | |
1 | Ἔνθα μὴ πρόκειται εἰ πρὸς θεὸν τιμή, δίκαιον τιμᾶν τοὺς γονεῖς· ἐπὰν δὲ τὰ δύο ἐν μέσῳ ᾖ, τοῦ μὲν δεῖ ἀντέχεσθαι, τοῦ δὲ καταφρονεῖν, μάλιστα εἰ ἐμποδίζεται πρὸς τὸ ἀρέσαι θεῷ ἡ πρὸς τοὺς γονεῖς τιμή· | |
τοῖς γὰρ πρωτείοις δεῖ δοξάσαι τὸν θεόν, ἵνα μὴ εὑρεθῶμεν κατὰ τὸν | 183 | |
5 | Κάϊν τὰ δευτερεῖα τῷ θεῷ ἀπονέμοντες. ὁμοίως καὶ ὁ παλαιὸς νόμος τοὺς ἱερέας ἐκώλυε προσπελάζειν τοῖς νεκροῖς καὶ τῆς οἰκείας ἔχεσθαι λει‐ τουργίας καὶ μὴ κατάγεσθαι περὶ τὰς σαρκικὰς συμπαθείας, ἀλλ’ ἐκεῖνος μὲν διὰ σκιῶν, ὁ δὲ Χριστὸς ἀπαρακαλύπτως διδάσκει τὸν τῷ θεῷ προσεδρεύειν θέλοντα μηδεμιᾶς συγγενείας λόγον ποιεῖσθαι εἰς τὸ ἀπα‐ | |
10 | σχοληθῆναι τῷ συνεῖναι Χριστῷ· καὶ γὰρ αὐτὸς διὰ τὴν πρὸς τοὺς συν‐ όντας ὠφέλειαν ὑπερεῖδεν μητέρα καὶ ἀδελφοὺς εἰπών· «τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες οἱ ἀδελφοί μου» καὶ «μήτηρ μού ἐστιν». | |
99 | Mt 8, 25 | |
1 | Τὸ εἰπεῖν σῶσον ἔπαινον ἔχει πίστεως, τὸ δὲ εἰπεῖν ἀπολλύμεθα ἔγκλημα ὀλιγοπιστίας τοῖς κίνδυνον ἐλπίζουσι συμπλέοντος Χριστοῦ. οὐκ ἄπιστοι δὲ ὁλοτελῶς, ἀλλ’ ὀλιγόπιστοι οἱ μὴ καταθαρσήσαντες κινδύνων συνόντος Χριστοῦ. | |
100 | Mt 8, 25—26 βλέπε μετὰ πίστεως ὀλι‐ γοπιστίαν· πιστεύουσι μὲν γάρ, ὅτι σῶσαι δύναται, ὡς δὲ ὀλιγόπιστοι λέγουσι τὸ σῶσον, ἀπολλύμεθα· οὐ γὰρ ἦν ἐφικτὸν ἀπολέσθαι ποτὲ | |
5 | συνόντος αὐτοῖς τοῦ πάντα ἰσχύοντος. | |
101 | Mt 8, 29 | |
1 | Ἡ θεία τοῦ μονογενοῦς φύσις ἀφράστῳ πυρὶ κατέφλεγεν τοὺς δαίμονας ὥσπερ καὶ ἄλλα ἀφανῶς ἐποίει, τοὺς ἀγριωτέρους τῶν δαι‐ | |
μόνων εἰς ὁδοὺς ἐγκλείων καὶ τὴν τοῦ διαβόλου καθελὼν τυραννίδα. ἦλθες, φασίν, πρὸ καιροῦ· ᾔδεσαν γὰρ ἐν τῷ λόγῳ, ὅτι καὶ ἔμελλεν | 184 | |
5 | ἥξειν ὁ Χριστὸς καὶ ὅτι αὐτὸς ἔχει αὐτοὺς κρῖναι. εἰ δὲ καὶ τὸ πρὸ καιροῦ εἶπον ὡς διαβάλλοντες τὸν τῆς ἐνανθρωπήσεως καιρὸν ὡς παρὰ καιρὸν γεγονυίας, οὐδὲν θαυμαστὸν εἰ πονηροὶ ὄντες καὶ τοῦτο τολμῶσι λέγειν. καίτοι εἰδότες, ὅτι τιμωρηθήσονται, ὥστε ὑπερόπται λέγουσιν· τί ἡμῖν καὶ σοί· ἔχει γὰρ λόγον μεθ’ ἡμῶν ὁ κριτής, ἀφ’ οὗ παρέ‐ | |
10 | βημεν τὰς ἐντολὰς αὐτοῦ. | |
102 | Mt 9, 2 | |
1 | Οὐ τὴν πίστιν τοῦ παραλε‐ λυμένου ὁ κύριος ἐθεάσατο, ἀλλὰ τῶν κομισάντων· ἔστι γὰρ ὅτε καὶ ἄλλος δι’ ἄλλων πίστιν θεραπεύεται | |
5 | καὶ πλήρης τούτων ἡ ἱερὰ τῶν εὐαγγελίων γραφή. θεασάμενος οὖν τὴν πίστιν αὐτῶν οὐ μάταιον αὐτῶν ἀποφαίνει τὸν πόνον, ἀλλά φησιν τέκνον τὸ τέκνον ἢ καὶ | |
10 | αὐτῷ ὡς πιστεύσαντι ἢ κατὰ τὸν τῆς δημιουργίας λόγον. | |
102 col 2(7) | Τέκνον ἐκάλεσε τὸν παρα‐ λυτικὸν τῷ τῆς δημιουργίας λόγῳ ἢ ὡς πιστεύσαντα εἰς αὐτὸν καὶ | |
10 | γνόντα αὐτὸν κύριον καὶ δημιουρ‐ γόν. | |
103 | Mt 9, 3—7 | |
1 | Ἐξῆλθε τὸ ῥῆμα καὶ τὸ θαῦμα ἐπηκολούθησεν. διὰ τί δὲ καὶ υἱὸν ἀνθρώπου εἶπεν ἀφιέναι ἁμαρτίας ἐπιτελουμένης θεοση‐ μείας; ἢ ἵνα δείξῃ, ὅτι κατήγαγεν εἰς τὴν ἀνθρωπίνην φύσιν τὴν τῆς θεότητος ἐξουσίαν διὰ τὴν ἀδιαίρετον πρὸς αὐτὴν ἕνωσιν· εἰ γὰρ καὶ | |
5 | ἄνθρωπος, φησίν, γέγονα θεὸς λόγος ὑπάρχων καὶ διὰ τὴν οἰκονο‐ μίαν ἐπὶ γῆς πολιτεύομαί τε καὶ ἀναστρέφομαι, ἀλλ’ οὐδὲν ἧττον τὰ πέρα | |
λόγου ἀποτελῶ θαύματα καὶ ἄφεσιν δωροῦμαι ἁμαρτημάτων· οὐ γὰρ ἀφειλάμην τι τῶν τῆς θεότητος ἰδιωμάτων ἢ ἐμείωσα τῷ γενέσθαι με ἀτρέπτως καὶ ἀληθῶς ἐπὶ τῆς γῆς κατὰ σάρκα υἱὸν ἀνθρώπου. καὶ μετ’ | 185 | |
10 | ὀλίγα· οἰκονομικῶς δὲ λέγει ἐπὶ τῆς γῆς, ἵνα δείξῃ, ὅτι καὶ ἄνθρωπος γεγονὼς καὶ ἐπὶ τῆς γῆς ὀφθεὶς θεὸς ἦν κατὰ φύσιν. ἐκέλευσε δὲ τῷ παραλυτικῷ βαστάσαι τὴν κλίνην καὶ ἀπελθεῖν οἴκαδε, ἵνα δι’ αὐτοῦ καὶ 〈πρὸσ〉 τοὺς ἀπόντας πιστώσηται τὸ γεγονὸς ἐπ’ αὐτῷ. | |
104 | Mt 9, 9—13 | |
1 | Γέμει δὲ καὶ τοῦτο θεοσημείας τὸ λόγῳ μόνῳ τὸν τοιοῦτον μετα‐ τραπῆναι πρὸς ἀρετὴν τοσαύτην. καλῶν δὲ τὸν Ματθαῖον δείκνυσιν, ὅτι εἰ καὶ οὐδεὶς ἔρχεται πρὸς αὐτόν, «ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν», ἀλλ’ οὖν διὰ Χριστὸν γίνεται ἡ ἕλκυσις. ὁ τοίνυν σωτὴρ ἀνεπαισχύντως τε‐ | |
5 | λώνην καλέσας εἰς μαθητείαν καὶ εἰς τὸν οἶκον αὐτοῦ παραγεγονώς, ἐν ᾧ οὐδὲν ἕτερον ἦν ἀγαθὸν εἰ μὴ τοῦ οἰκοδεσπότου ἡ μεταβόλεια. ἦν οὖν ὄχλος πολὺς τελωνῶν συνανακειμένων τῷ Ἰησοῦ καὶ οὐκ ἀγανακτεῖ ὁ σωτὴρ οὐδὲ εἰς ὕβριν αὐτοῦ δέχεται τὸ γινόμενον, ἀλλ’ ὡς δεσπότης τῆς φύσεως παραγίνεται εἰς τὴν ἑστίασιν καὶ ἐσθίει καὶ πίνει | |
10 | τήν τε ἀλήθειαν τοῦ σώματος ἐνδεικνύμενος καὶ τὴν εὔκαιρον τῶν βρω‐ μάτων εὐλογῶν χρῆσιν. παρῆσαν δὲ καὶ Φαρισαῖοι καὶ γραμματεῖς, οὐχ ἵνα μάθωσιν, ἀλλ’ ἵνα περιεργάσωνται τὰ γινόμενα. βλέπουσιν τοὺς τελώνας συνανακειμένους καὶ καλοῦσιν τοὺς μαθητὰς καὶ τὸ γινόμενον αἰτιῶνται. ἀκούει ὁ Ἰησοῦς καί φησι πρὸς αὐτούς· καὶ ὑμεῖς χρείαν ἔχετε | |
15 | ἰατροῦ· εἰ γὰρ μὴ ἐνοσεῖτε, οὐκ ἂν ᾐτιᾶσθε τοῦ ἰατροῦ τὴν φιλαν‐ θρωπίαν· μήποτε γὰρ οὐκ οἶδα, ὅτι τελῶναι ὑπάρχουσιν; μήποτε γὰρ ἀγνοῶ τῆς ψυχῆς αὐτῶν τὰ νοσήματα; οἶδα, ὅτι κακῶς ἔχουσιν. διὰ τοῦτο πρὸς αὐτοὺς παραγέγονα, ἵνα τὰς ψυχὰς αὐτῶν θεραπεύσω νο‐ σούσας. δι’ ἣν δὲ αἰτίαν ἐπιλαμβάνονται οἱ Φαρισαῖοι τοῦ σωτῆρος | |
20 | ἁμαρτωλοῖς συνεσθίοντος, ὅτι νόμος ἦν «διαστέλλειν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου». οὐκ ᾔδεισαν δὲ Χριστὸν ὑπὲρ τὴν νομικὴν χρῆσιν παρέ‐ χοντα τὴν φιλάνθρωπον χάριν· ἡ μὲν γὰρ ἐξέβαλεν, ἡ δὲ μετέβαλεν τὸ κακόν. ἔδειξεν οὖν, ὅτι οὐχ ὡς κριτὴς πάρεστιν, ἀλλ’ ὡς ἰατρὸς καὶ | |
τὸ ἐπιβάλλον τῇ τέχνῃ ποιεῖ συνὼν τοῖς καὶ ἰάσεως δεομένοις. | 186 | |
105 | Mt 9, 11—13 | |
1 | Πλὴν τοὺς ἁγίους ὁ πάλαι νόμος ἐκώλυσε συγκολλᾶσθαι τοῖς βεβή‐ λοις, ἵνα μὴ παρολισθήσῃ αὐτῶν ὁ νοῦς, οὐ μὴν τὸ ἐναντίον, ἐὰν προσ‐ τρέχῃ βέβηλος ἁγίῳ, δεῖ αὐτὸν ἀποστρέφεσθαι κατὰ τό· «οὐ βδελύξῃ Ἰδουμαῖον οὐδὲ Αἰγύπτιον». ἀλλ’ ἐπὶ Χριστοῦ οὐδὲν τοιοῦτον δεῖ ἐννο‐ | |
5 | εῖν τοῦ πάσης κακίας καὶ πάθους ἀνωτέρου· πίστιν γὰρ θέλει δικαιοῦ‐ σαν τὸν ἄνθρωπον, οὐ τὸν ἐν γράμμασιν νόμον τὸν τὰς δι’ αἱμάτων θυσίας ἐπιτάττοντα, ὅπερ σαφηνίζων ἐπάγει καὶ «ἐπίγνωσιν θεοῦ ἢ ὁλοκαυτώματα· ἔλεος» γάρ ἐστιν ὁ εὐαγγελικὸς λόγος. διὸ ἐκ πίστεως δικαιούμεθα δωρεὰν ἄνευ ἔργων νόμου. καλεῖ δὲ οὐ τοὺς ἐγγὺς ὄντας, | |
10 | ἀλλὰ τοὺς μακρὰν ἀφεστηκότας. | |
106 | Mt 9, 14—17 | |
1 | Οἱ Φαρισαῖοι ἐοικότες δὲ ἱματίῳ κατερρωγότι ἢ ἀσκῷ παλαιῷ οὐ δύνανται τὴν νεάζουσαν δέξασθαι διδασκαλίαν εἰς ἀθέτησιν τῶν σω‐ ματικῶν τοῦ νόμου. χεῖρον δέ φησιν τὸ σχίσμα, διότι οἱ ἀκούοντες τοῦ εὐαγγελίου καὶ μὴ καταδεχόμενοι πλείω τῶν μὴ ἀκουσάντων τιμωροῦν‐ | |
5 | ται. ἐπειδὴ δὲ οἱ μαθηταὶ Ἰωάννου δύο ἠρώτησαν τὸν κύριον· διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν, πρὸς μὲν αὐτοὺς τοῦ νυμφίου τὴν παραβολὴν εἶπε, πρὸς δὲ τοὺς Φαρισαίους τὴν περὶ τῶν ἀσκῶν. | |
107 | Mt 9, 20—22 | |
1 | Τῆς αἱμορροούσης αἰσθόμενος ὁ Χριστὸς οὐκ ἀπηξίωσεν αὐτήν, ἀλλ’ ἐθεράπευσε καὶ θυγατέρα ἐκάλεσεν ὡς πιστήν, ἅμα δὲ καὶ δει‐ | |
κνύων, ὅτι οὐκ ἔστι παρὰ τῷ θεῷ ἀκάθαρτος ὁ ἔχων νόσον ἀκούσιον. | 187 | |
108 | Mt 9, 20—22 | |
1 | Δείκνυσιν, ὅτι παρὰ θεῷ οὐδεὶς ἔχων ἀκούσιον νόσον ἀκάθαρτος. διὸ καὶ προσκαλεῖται τὴν αἱμορροοῦσαν ὁ κύριος, ἵνα τὸν τυπικὸν νόμον εἰς πνευματικὴν μεταγάγῃ θεωρίαν. | |
109 | Mt 9, 23 | |
1 | Ἔθος τοῖς ἀνθρώποις τὰς ἀγάμους κόρας, ἡνίκα εἰσὶ πρὸς ὥραν γάμου, τελευτώσας θρηνεῖν διὰ τῶν συμβολικῶν γάμων· διὸ καὶ αὐληταὶ ἦσαν ἔσω, εἰ καὶ παρὰ τὸ πρόσταγμα τὸ Ἰουδαϊκὸν τότε ἐποίουν τοῦτο οἱ Ἰουδαῖοι. | |
111 | Mt 9, 38 | |
1 | Τοὺς μαθητὰς λέγει ἐργάτας, οὓς ὀλίγους ὄντας ἔπεμψεν εἰς πᾶσαν τὴν ὑπ’ οὐρανόν. | |
112 | Mt 10, 2 | |
1 | Τούτους τοὺς δώδεκα μαθητὰς καὶ ὁ νόμος προανετύπου καὶ οἱ | |
προφῆται προανεκήρυξαν. γέγραπται γοῦν ἐν Μωσαϊκῷ βιβλίῳ· «καὶ λήμ‐ ψεσθε σεμίδαλιν καὶ ποιήσατε αὐτὴν δώδεκα ἄρτους, καὶ ἐπιθήσετε αὐτοὺς ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι κυρίου, καὶ ἐπιθήσετε λίβανον καὶ | 188 | |
5 | ἅλας»· ἄρτος μὲν γὰρ ὁ ἐξ οὐρανοῦ κατελθὼν «καὶ ζωὴν διδοὺς τῷ κόσμῳ» αὐτός ἐστιν ὁ Χριστός, κατὰ μίμησιν δὲ τὴν πρὸς αὐτὸν ἄρτοι κέκληνται καὶ οἱ μακάριοι μαθηταί· μέτοχοι γὰρ γεγονότες τοῦ τρέφοντος ἡμᾶς εἰς ζωὴν αἰώνιον τρέφουσιν καὶ αὐτοὶ διὰ τῶν οἰκείων συγγραμ‐ μάτων τοὺς «πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην». ὥσπερ δὲ «φῶς» | |
10 | ὑπάρχων «τὸ ἀληθινὸν» ὁ σωτὴρ φῶς ὠνόμασε αὐτούς («ὑμεῖς» γάρ, φησίν, «ἐστὲ τὸ φῶς τοῦ κόσμου»)· οὕτως αὐτὸς ὢν «ὁ ἄρτος τῆς ζωῆς» ἐχαρίσατο καὶ τοῖς μαθηταῖς τὸ ἐν τάξει νοεῖσθαι τῶν ἄρτων. καί μοι βλέπε τοῦ νόμου τὸ εὐτεχνές. «ἐπιθήσετε» γάρ, φησίν, ἐπὶ τοὺς ἄρτους «λίβανον καὶ ἅλας». καὶ ὁ μὲν λίβανος εὐωδίας ἐστὶ σύμβολον, οἱ δὲ | |
15 | ἅλες φρενῶν καὶ συνέσεως. ἐνυπῆρχον δὲ ἄκρως ἀμφότερα τοῖς ἁγίοις ἀποστόλοις· εὐώδης γὰρ ἦν ὁ βίος αὐτῶν καὶ γοῦν ἔφασκον· «Χριστοῦ εὐωδία ἐσμὲν» τῷ Χριστῷ. ἦσαν δὲ πρὸς τούτῳ καὶ πανσύνετοι. διὸ καὶ ἤκουσαν· «ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς». ἀκούω δὲ τοῦ προφήτου Δαβὶδ ψάλλοντος περὶ αὐτῶν· «ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες | |
20 | Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλείμ»· σχεδὸν γὰρ ἐξ ἁπάσης φυλῆς τῆς ἐξ Ἰσραὴλ ἀπόλεκτοι γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ καὶ φωστῆρες γεγόνασιν οἰκουμενικοὶ λόγον ἐπίσχον‐ τες ζωῆς, ἄνθρωποι χειροτέχναι γεγονότες καὶ θαλασσουργοὶ καὶ ἰχθυο‐ θῆραι, οὐ λέξεων ἔχοντες εὐπορίαν δεδοκιμασμένων, ἀλλ’ «ἰδιῶται» μὲν | |
25 | «τῷ λόγῳ», πλούσιοι δὲ «τῇ γνώσει». τούτους ἐδήλου ὁ θεὸς καὶ διὰ φωνῆς Ἰερεμίου λέγων περὶ τοῦ σατανᾶ· «οὐαὶ ὁ πληθύνων αὐτῷ τὰ οὐκ ὄντα αὐτοῦ, ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτὸν καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς»· ἅπαντας μὲν γὰρ τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ ὄντας αὐτοῦ συνήγαγεν ὁ σατανᾶς | |
30 | καὶ ἰδίους ἀπέφηνε προσκυνητάς, ἀλλ’ ἠγέρθησαν οἱ διαρπάζοντες αὐτοῦ τὰ σκεύη· ἐθήρευσε γὰρ τῆς ἀποστολικῆς διδασκαλίας τὸ δίκτυον ἅπαν‐ τας τοὺς πεπλανημένους καὶ προσεκόμισαν τῷ θεῷ τὴν ὑπ’ οὐρανόν. | |
113 | Mt 10, 5—6 | |
1 | Ὅτι δεῖ πρῶτον τοῖς Ἰου‐ δαίοις κηρύττειν· πρὸς αὐτοὺς γὰρ ἦσαν γεγονυῖαι αἱ ἐπαγγελίαι, ὅτι ἐξ αὐτῶν ἤμελλεν ὁ Χριστὸς τὸ | |
5 | κατὰ σάρκα ὀφθῆναι καὶ ὅταν ἠπείθησαν, τότε εἰς τὰ ἔθνη χω‐ ρῆσαι. Σαμαρείτας δὲ συνάπτει τοῖς ἐξ ἐθνῶν, ἐπειδὴ καὶ ἐξ ἐθνῶν ἦσαν κατὰ γένος Βαβυλώνιοι ὄντες | |
10 | καὶ οἰκήσαντες τὴν Ἰουδαίαν. | 189 |
113col 2 | Δίκαιον γάρ ἐστι πρὸς Ἰου‐ δαίους πρῶτον κηρυχθῆναι τὸν λόγον, ἐπεὶ καὶ πρὸς ἐκείνους αἱ ἐπαγγελίαι πρῶτον, καὶ ὅτι ἐξ | |
5 | αὐτῶν ὁ Χριστὸς τὸ κατὰ σάρκα ἐφάνη. ὅτε δὲ ἠπείθησαν, ἀναγ‐ καῖον ἦν εἰς τὰ ἔθνη χωρῆσαι. συν‐ άπτει δὲ τοῖς ἐξ ἐθνῶν τοὺς Σαμαρείτας ὡς ἐξ ἐθνῶν ὑπάρ‐ | |
10 | χοντας καὶ αὐτοὺς καὶ τὴν Ἰου‐ δαίαν οἰκήσαντας. | |
114 | Mt 10, 7 | |
1 | Βασιλείαν δὲ οὐρανῶν λέγει τὴν διὰ πίστεως χάριν, τὴν διὰ πνεύματος υἱοθεσίαν τὴν ἑνοῦσαν θεῷ τὸν ἄνθρωπον. | |
115 | Mt 10, 9 | |
1 | Καθ’ ὑπερβολὴν ὁ λόγος πᾶσαν ἀπαγορεύει κτῆσιν ἀπὸ χρυσοῦ ἕως ῥάβδου ὡς μέγιστον οὖσαν κώλυμα πρὸς ἀρετὴν καὶ θεοσέβειαν· τὴν δ’ ἀναγκαίαν τροφὴν οὐκ ἀπαγορεύει, ὥστε εἰ ἦν δυνατὸν καὶ χωρὶς τροφῆς ζῆν ἡμῖν καὶ ταύτην ἂν ἀπηγόρευσεν. | |
116 | Mt 10, 11—15 | |
1 | Οὐ θέλει τόπον ἐκ τόπου καὶ οἰκίαν ἐξ οἰκίας ἀμείβειν αὐτούς, ἵνα μὴ λύπη γένηται τῷ πρώτῳ ὑποδεξαμένῳ μηδὲ ὑπόνοιαν δέξωνται | |
γαστριμαργίας καὶ εὐχερείας. ὁ δὲ κονιορτὸς ἐκτινασσόμενος ἀπὸ τῶν ποδῶν αὐτῶν δεῖγμά ἐστι τῆς ἀνονήτου πρὸς αὐτοὺς ὁδοιπορίας καὶ | 190 | |
5 | τῶν κόπων, ὧν ὑπέμειναν δι’ αὐτούς. ἴσα δὲ τοῖς Σοδομίταις τιμωρη‐ θήσονται εἴπερ ἐκεῖνοι μὲν ἠτίμασαν τοὺς ἀγγέλους, οὗτοι δὲ τοὺς ἀποστόλους. | |
117 | Mt 10, 16 | |
1 | Φρονίμους εἶναι βούλεται αὐτούς, ἵνα διδάσκωσι μὲν τὰ τῆς εὐσε‐ βείας δόγματα ἀπαρακαλύπτως καὶ διὰ τὸ μὴ ἀγνοεῖν τὰς τῶν φαύλων κακουργίας, εἰ δέ τινες ἐπέλθοιεν μὴ ἀντιστατεῖν, ἀπελθεῖν δὲ ἐξ αὐτῶν καὶ μὴ ἀπερισκέπτως ἐπιστρέφειν πρὸς τὸ παθεῖν. ὄφεσιν δὲ παρεικάζει | |
5 | διδάσκων, ὅτι δεῖ αὐτοὺς ὀξεῖς εἶναι πρὸς φυγὴν εἴ γέ τινες ἐπέλθοιεν θανατῶσαι θέλοντες, περιστεραῖς δέ, ἐπειδὴ ἀμνησίκακον τὸ στρουθίον καὶ ἐμφιλοχωροῦν ἀεὶ πρὸς οἷς εἴθισεν τόποις καὶ ἐπανακάμπτον ἐπὶ τὸ αὐτό, ὅταν ὁ ἐκδιώκων παύσηται. διδάσκει οὖν ὁ λόγος, ὅτι οὐ δεῖ ὁλοτελῶς τῶν διωκόντων ἀποφοιτᾶν, ἀλλ’ ἐνδόντας πρὸς βραχὺ πάλιν | |
10 | ἐπὶ τὸ νουθετεῖν αὐτοὺς ἐπανέρχεσθαι, ὅταν τὰ τῆς ὀργῆς παύσηται. οὕτως καὶ αὐτοῖς ὁ Χριστὸς ἐποίησεν διωκόμενος μὲν καὶ ὑποχωρῶν ἀπὸ τῆς Ἰουδαίας καὶ πάλιν ἐπανερχόμενος. | |
118 | Mt 10, 19 | |
1 | Τὸ δὲ δίδοται, φησίν, τισὶ λόγος, ὅτε συμφέρει ἀπολογεῖσθαι, ἵνα διὰ τῆς ὁμολογίας ὠφελῶνταί τινες καὶ ἰσχυροποιηθῇ ἡ ἐκκλησία. | |
119 | Mt 10, 19—22 | |
1 | Ἐν δὲ αὐτῇ τῇ ὥρᾳ κατεπηγγείλατο τὴν διαλεκτικὴν διδόναι χάριν, ἵνα δειχθῇ τὸ τοῦ πνεύματος χάρισμα· εἰ γὰρ πρὸ καιροῦ δεδώκει τῇ | |
πείρᾳ, ἐνομίζετο εἶναι τὸ πρᾶγμα φύσεως ἀνθρωπίνης καὶ δεξιότητος, οὐ παρὰ πάντων δὲ ἔμελλον μισεῖσθαι, ἀλλὰ παρὰ πολλῶν μάλιστα κατ’ | 191 | |
5 | ἐκεῖνο καιροῦ. διὸ ἀπὸ τοῦ πλείονος εἶπεν τὸ παρὰ πάντων, ἐπεὶ οἱ δεξάμενοι τὸν λόγον ἠγάπων αὐτούς. | |
120 | Mt 10, 23 | |
1 | Οὐ γὰρ δειλιᾶν αὐτοὺς θέλει, ἀλλὰ τὸ ἐναντίον, μὴ πόθῳ τῶν ἐλπιζομένων ἑτοίμους παραδιδόναι ἑαυτοὺς εἰς θάνατον καὶ ζημιοῦν | |
5 | τοὺς μέλλοντας ἐκ τοῦ κηρύγματος ὠφεληθῆναι. | |
120col 2 | Παρακελεύεται τοῖς μαθηταῖς ἀπὸ τῆσδε φεύγειν τῆς πόλεως εἰς τὴν ἄλλην καὶ ἐξ ἐκείνης εἰς ἑτέραν. τοῦτο δὲ λέγει οὐ δι‐ | |
5 | δάσκων αὐτοὺς δειλιᾶν, ἀλλὰ μὴ ῥίπτειν ἑαυτοὺς εἰς κινδύνους καὶ ἀποθνῄσκειν ῥᾳδίως καὶ ζημιοῦν τοὺς μέλλοντας ὠφεληθῆναι διὰ τοῦ κηρύγματος. | |
121 | Mt 10, 23 | |
1 | Πόλεις δὲ τοῦ Ἰσραήλ φησι καὶ τῶν πιστῶν τὰ συστήματα, ἅτινα ἕως τῆς συντελείας τοῦ αἰῶνός εἰσιν καὶ οὐ παύονται οἱ διδάσκον‐ τες καὶ οἱ διδασκόμενοι ἕως τῆς δευτέρας ἐπιφανείας τοῦ κυρίου. καὶ δοκοῦσι ζῆν ἕως τότε οἱ μαθηταὶ καὶ εὐαγγελισταὶ ἐπείπερ ἐκ τῶν συγ‐ | |
5 | γραμμάτων αὐτῶν ἅπαντες διδάσκουσιν. | |
122 | Mt 10, 25 | |
1 | Διδάσκει ἀνεξικάκως πᾶν εἶδος φέρειν λοιδορίας καὶ μὴ ὑπὲρ τὸν | |
δεσπότην φρονεῖν. | 192 | |
123 | Mt 10, 26 | |
1 | Ἐν καιρῷ τῆς κρίσεως πάντα φανεροῦνται· οὐ γὰρ λοιδορίαις προσ‐ έχει, ἀλλὰ ταῖς καρδίαις. | |
124 | Mt 10, 27 | |
1 | Περὶ τῆς ἐν τῷ κηρύσσειν παρρησίας τῶν ἀποστόλων καὶ ὁ θαυ‐ μάσιος Ἀμβακοὺμ προηγόρευσε· «διανοίξουσι» γάρ, φησίν, «χαλινοὺς αὐτῶν ὡς» ὁ «ἔσθων πτωχὸς λάθρα», τοῦτ’ ἔστιν οἱ πρότερον μόλις τισὶ καὶ λάθρα προσλαλοῦντες ἀπόστολοι καὶ τῇ τῶν πιστευόντων πίστει | |
5 | τρεφόμενοι οὗτοι μετὰ ταῦτα διαρρήξαντες τὸν ἐπιτεθέντα αὐτοῖς τοῦ φόβου χαλινὸν τῆς ἑαυτῶν φωνῆς κατεμπλήσουσι τὴν ὑπ’ οὐρανόν. τέως δὲ ἐπειδή—τί γάρ φησιν. | |
125 | Mt 10, 32 | |
1 | Ὁ ὁμολογῶν, ὅτι θεός ἐστιν ὁ Χριστός, ταπεινώσας ἑαυτὸν μέλλει σχεῖν τὸν Χριστὸν ὁμολογοῦντα περὶ αὐτοῦ τῷ πατρί, ὅτι γνήσιός ἐστι δοῦλος. | |
126 | Mt 10, 34—35 | |
1 | Πρὸς τοὺς ἐχθροὺς τοῦ θεοῦ καὶ φίλους τοῦ σατανᾶ οὐ δεῖ ἔχειν | |
φιλίαν. | 193 | |
127 | Mt 10, 39 | |
1 | Ὁ τὴν ἐνθάδε πρόσκαιρον ζωὴν ἀγαπῶν, φησίν, καὶ ἐμοῦ προ‐ τιμῶν «οὐκ ἔστιν μου ἄξιος»· ὁ δὲ τῆς ἐνταῦθα προσκαίρου ζωῆς ἀμε‐ λήσας καὶ περὶ πολλοῦ ποιούμενος ἐμὲ καὶ τὰς ἐμὰς ἐντολὰς ζωὴν εὑρή‐ σει αἰώνιον. | |
128 | Mt 10, 39 | |
1 | Ψυχῆς ἀπώλειαν ἐνταῦθα καλεῖ τὸν ἀπὸ τοῦ σώματος χωρισμὸν καταχρηστικῶς. ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ, 〈τοῦτ’〉 ἔστιν ὁ τὴν ἐνθάδε πρόσκαιρον ζωὴν προτιμῶν καὶ οἱονεὶ κερδαίνων, θανάτου χείρω ὑπομένει εἰς ἀκατάλυτον παραπεμπόμενος τιμωρίαν καὶ θάνατον. | |
129 | Mt 10, 40 | |
1 | Ὁ δεχόμενος, φησίν, ὑμᾶς τοὺς τὴν ἀλήθειαν κηρύσσοντας αὐτὴν ἐκείνην δέχεται τὴν θεότητα, τοῦτ’ ἔστιν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα· τοῦτο γάρ ἐστιν, ὅ φησιν· ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος αὐτὸν τὸν πατέρα δέχεται. | |
130 | Mt 10, 40—42 | |
1 | Ἵνα μή τις πενίαν προβάλληται, εἶπε τοῦτο θέλων δοῦναι μισθὸν | |
τοῖς ὑποδεχομένοις. | 194 | |
132 | Mt 11, 3 | |
1 | Οὐκ ἀγνοῶν εἶναι αὐτὸν τὸν Χριστὸν ἐρωτᾷ ἢ ὅτι ἤμελλεν εἰς ᾅδου κατελθεῖν, ὥς τινές φασιν· ᾔδει γὰρ τὸ πάθος αὐτοῦ. διὸ καὶ ἀμνὸν αὐτὸν ὠνόμασεν· ἀλλ’ ἵνα ἔτι ζῶν πείσῃ αὐτοὺς καὶ μὴ μετὰ θάνατον αὐτοῦ προστεθῶσιν ἑτέρῳ διδασκάλῳ. | |
133 | Mt 11, 10 | |
1 | Κατεσκεύασε τὴν ὁδὸν κυρίου τοῦτ’ ἔστιν ἡτοίμασε τοὺς ἀν‐ θρώπους πρὸς τὸ ὑποδέξασθαι τὴν νομοθεσίαν τοῦ θεοῦ. ἔδειξε μὲν οὖν καὶ ἐντεῦθεν—παρ’ ἑαυτοῦ λοιπὸν ἐπάγει ψῆφον λέγων. | |
134 | Mt 11, 11 | |
1 | Ὅρκῳ πιστοῦται τὰ περὶ Ἰω‐ άννου. τὸ δὲ ἐγήγερται εἶπε διὰ τὸ τῆς ἀξίας αὐτοῦ μέγα καὶ ἐπηρ‐ μένον ὡς ἐπὶ βασιλέως περι‐ | |
5 | φανοῦς ἢ φυτοῦ εὐαυξοῦς· ὅτι γὰρ καὶ τὸν προφητευόμενον εἶδε καὶ πᾶσιν ἐγνώρισεν. | |
134col 2 | Καὶ ὅρα πῶς ὅρκῳ πιστοῦται τὰ περὶ Ἰωάννου· ἀμὴν γάρ φησι λέγω, ὅτι οὐκ ἐγήγερται μεί‐ ζων αὐτοῦ. τὸ ἐγήγερται εἶπεν | |
5 | ὡς περί τινος βασιλέως περιφανοῦς ἢ ὡς περὶ φυτοῦ λίαν εὐμηκεστά‐ του καὶ ταῖς ἀρεταῖς εἰς ὕψος ἀνα‐ | |
δραμόντος. | 195 | |
136 | Mt 11, 11 | |
1 | Ὁμοῦ τοῖς ἄλλοις, οἳ καὶ πρὸ αὐτοῦ γεγόνασιν, γεννητός ἐστι γυναικός, οἱ δέ γε τὴν πίστιν προση‐ κάμενοι γεννητοὶ μὲν οὐκέτι χρη‐ | |
5 | ματίζουσιν γυναικῶν, ἀλλά, φησὶν ὁ σοφώτατος εὐαγγελιστής, «ὅσοι ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξου‐ σίαν τέκνα θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος | |
10 | σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν»· ἀνε‐ γεννήθημεν γὰρ εἰς υἱοθεσίαν θεοῦ οὐκ ἐκ σπορᾶς φθαρτῆς, διὰ δὲ λόγου ζῶντος καὶ μένοντος. κρείτ‐ | |
15 | τονες οὖν παρὰ πᾶν τὸ γεννητὸν γυναικὸς οἱ μὴ ἐκ σπορᾶς φθαρ‐ τῆς, γεγεννημένοι δὲ μᾶλλον ἐκ θεοῦ. | |
136 col 2 | Ὁ μὲν Ἰωάννης γεννητὸς ἦν γυναικός, οἱ δέ γε τὴν πίστιν προσ‐ ηκάμενοι γεννητοὶ μὲν οὐκέτι χρη‐ ματίζουσι γυναικῶν, «ἀλλ’ ἐκ θεοῦ | |
5 | ἐγεννήθησαν». ὅτε δὲ Χριστὸς ἀνε‐ βίω σκυλεύσας τὸν ᾅδην, τότε τὸ τῆς υἱοθεσίας δίδοται πνεῦμα. ὁ δὲ μακάριος Ἰωάννης πρὸ τοῦ δοθῆναι τὸ πνεῦμα ἀπῆλθεν, ὥστε | |
10 | κἂν ἐλάττονες ὦμεν τῶν ἐν νόμῳ δικαιοσύνην κατωρθωκότων, ἀλλ’ ἐν μείζοσι γεγόναμεν διὰ Χριστόν. | |
137 | Mt 11, 11 | |
1 | Μείζονα λέγει Ἰωάννου τὸν πιστὸν τὸν διὰ τοῦ λουτροῦ ἀναγεννη‐ | |
θέντα, ἣν κατάστασιν καλεῖ βασιλείαν τῶν οὐρανῶν ὡς τοῖς πιστοῖς διδομένης βασιλείας οὐρανῶν, ἧς οὔπω ἦν τυχὼν ὁ βαπτιστής. ὁ δὲ μόνον βαπτισθεὶς εἰ καὶ μήπω ἔσχεν ἐνάρετον βίον ὑπὲρ τὸν Ἰωάννην | 196 | |
5 | ἐστίν. ὁ οὖν λόγος ἔπαινον ἔχει τοῦ ἁγίου βαπτίσματος. | |
138 | Mt 11, 12 | |
1 | Ἐπειδὴ ἡ τῶν οὐρανῶν βασιλεία ἐστὶν ἡ εἰς τὸν Χριστὸν πίστις, ἀπὸ τοῦ κηρύγματος Ἰωάννου ἤρχθη, ὃς ὑπεδείκνυ τὸν κηρυττόμενον διὰ τοῦ βαπτίσματος ἄγοντα εἰς βασιλείαν. ἐκεῖνοι δὲ βιάζονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν οἱ τῷ τῆς εἰδωλολατρείας ἀποταττόμενοι | |
5 | παλαιῷ καὶ εἰκαίῳ ἔθει καὶ οἱ τῷ γράμματι μὴ προσέχοντες, ἀλλ’ ὥσπερ ἐκ βίας τινὸς διὰ τῆς εἰς Χριστὸν πίστεως μεθελκόμενοι. εἰπὼν δὲ ὑπὸ βιαστῶν ἁρπάζεσθαι τὴν βασιλείαν τὸ κακόηθες αἰνίττεται τῶν Ἰου‐ δαίων, οἳ οὐ μόνον οὐκ ἐπίστευον εἰς τὸν Χριστόν, ἀλλὰ καὶ τοὺς ἄλλους διεκώλυον δι’ ἀπειλῶν καὶ πληγῶν. καὶ ἔδει βεβαίους τῷ φρονήματι | |
10 | δειχθῆναι τοὺς θέλοντας διὰ τῆς εἰς Χριστὸν πίστεως μετασχεῖν τῆς τῶν οὐρανῶν βασιλείας καταφρονοῦντας τῶν Ἰουδαίων ἀπειλῶν. πλὴν καὶ ὁ πιστός, ὅταν εὐτόνως ἀνθίστηται πρὸς τὰ σωματικὰ καὶ ψυχικὰ πάθη πρὸς τὸ εἰσελάσαι εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, οὗτος φιλόθεός ἐστι βιαστής. τὸ δὲ ἕως ἄρτι τοῦτ’ ἔστιν ἕως τοῦ διηνεκοῦς. | |
139 | Mt 11, 12 | |
1 | Ἡ εἰς Χριστὸν πίστις διὰ τοῦ βαπτίσματος ἡ τοῦ θεοῦ βασιλεία ἐστίν, ἥτις ἤρξατο ἀπὸ τοῦ κηρύγματος Ἰωάννου τοῦ ὑποδεικνύντος τὸν Χριστόν. οἱ δὲ βιαζόμενοί εἰσιν οἱ τῇ εἰδωλολατρίᾳ ἀποταττόμενοι | |
καὶ τῷ παλαιῷ ἔθει. | 197 | |
142 | Mt 11, 16—17 | |
1 | Ὥσπερ παιδίων ὀρχουμένων, ἑτέρων δὲ θρηνούντων οὐχ ἵσταται εἰς ἓν 〈τὸ〉 βούλημα (ἀμφότερα γὰρ μέμφονται τοῖς ἑταίροις μὴ συμφωνοῦσιν αὐτοῖς), τοιοῦτόν τι πεπόνθασιν Ἰουδαῖοι οὐδὲ τὸ στυγνὸν τοῦ Ἰωάννου οὔτε τὸ ἀνειμένον τοῦ Χριστοῦ ἀποδεξάμενοι οὐδὲ δι’ ἑνὸς τρόπου | |
5 | ὠφεληθέντες. | |
143 | Mt 11, 18—19 | |
1 | Ὁ μὲν γὰρ Ἰωάννης δι’ ἀσκητικοῦ βίου τὰ τῆς σαρκὸς ἐνέκρου πάθη, ὁ δὲ Ἰησοῦς ὡς θεὸς ἐξουσιαστικῷ νόμῳ ταῦτα ἐνέκρου, οὐ μὴν δι’ ἀσκητικῶν πόνων βοηθούμενος. καὶ ὁ μὲν Ἰωάννης «κηρύσσων βάπτισμα μετανοίας» τύπος ἦν κατηφείας τοῖς ὀφείλουσιν ἐπὶ τούτῳ | |
5 | πενθεῖν, ὁ δὲ κύριος «βασιλείαν οὐρανῶν κηρύσσων» τὸ φαιδρὸν ἐν ἑαυτῷ ἐπεδείκνυτο, δι’ οὗ νῦν τοῖς πιστοῖς ὑπογράφει τὴν ἐσομένην | |
ζωὴν καὶ τὴν ἄπονον χαράν. | 198 | |
144 | Mt 11, 18—19 | |
1 | Ἔπρεπεν Ἰωάννῃ ὡς οἰκέτῃ διὰ τῆς ἄγαν σκληραγωγίας κατα‐ νεκρῶσαι τὰ τῆς σαρκὸς πάθη, τῷ δὲ Χριστῷ ὡς ἐλευθέρῳ δυνάμει τῆς θεότητος ἐξουσιαστικῶς τὰ τῆς σαρκὸς νεκροῦν κινήματα καὶ τὸν ἔμφυτον τῆς σαρκὸς νόμον, οὐ μὴν δι’ ἀσκητικῶν πόνων εἰς τοῦτο βοη‐ | |
5 | θεῖσθαι. ὅμως Ἰωάννης «βάπτισμα κηρύσσων μετανοίας» τύπον ἑαυτὸν πάρεσχε τοῖς ὀφείλουσι πενθεῖν, ὁ δὲ κύριος «βασιλείαν οὐρανῶν κηρύσ‐ σων» εἰκότως τὸ ἀνειμένον καὶ φαιδρὸν ἐν ἑαυτῷ ἐπεδείκνυτο, δι’ οὗ τοῖς πιστοῖς ὑπέγραφεν τὴν ἀνέκφραστον χαρὰν καὶ τὴν ἄπονον ζωήν. αὐλὸς γάρ ἐστιν ἡ τῆς βασιλείας τῶν οὐρανῶν ἡδύτης, θρῆνος δὲ τὰ | |
10 | γεέννης ἐπώδυνα. | |
145 | Mt 11, 25 | |
1 | Τὸ ἐξομολογοῦμαί φησιν κατὰ συνήθειαν ἀνθρωπίνην ἀντὶ τοῦ χάριν ὁμολογῶ ἤγουν δοξάζω σε· ἔθος γὰρ τῇ θεοπνεύστῳ γραφῇ τὸ τῆς ἐξομολογήσεως ὄνομα κατὰ τοιόνδε τινὰ δέχεσθαι τρόπον. γέγραπται γοῦν ὅτι «ἐξομολογησάσθωσαν» κύριε «τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι | |
5 | φοβερὸν καὶ ἅγιόν ἐστιν». καὶ πάλιν· «ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου». ἀλλ’ οἱ διεστραμμένοι τὸν νοῦν· ἰδού, φασίν, χάριν ὁμολογεῖ τῷ πατρί, εἶτα πῶς οὐκ ἐλάττων ἐστὶν αὐτοῦ; πρὸς τοῦτο φαίη τις ἂν τῶν εὖ εἰδότων τοῖς τῆς ἀληθείας συνασπίσαι δόγμασι· καὶ τί τὸ κωλῦον, ὦ βέλτιστοι, τὸν ὁμοούσιον υἱὸν ἀποδέχεσθαι καὶ ἐπαινεῖν τὸν ἑαυτοῦ | |
10 | πατέρα, σῴζοντα δι’ αὐτοῦ τὴν ὑπ’ οὐρανόν; εἰ δὲ νομίζεις διὰ τὴν ἐξομολόγησιν ἐν ἐλάττοσιν εἶναι αὐτὸν τοῦ πατρός, ὅρα καὶ τὸ ἐφ’ ἑξῆς. κύριον γὰρ τοῦ οὐρανοῦ καὶ γῆς ὁμολογεῖ καὶ ἀποκαλεῖ τὸν πα‐ τέρα. ὁ δὲ υἱὸς τοῦ τῶν ὅλων κρατοῦντος θεοῦ πάντως που σὺν αὐτῷ δεσπόζει τῶν ὅλων, οὐχ ὡς ἐλάττων ἢ ἑτεροούσιος, ἀλλ’ ὡς θεὸς ἐκ | |
15 | θεοῦ ταῖς ἴσαις εὐκλείαις στεφανούμενος καὶ τὴν κατὰ πᾶν ὁτιοῦν ἰσό‐ | |
τητα πρὸς αὐτὸν ἔχων οὐσιωδῶς. | 199 | |
146 | Mt 11, 27 | |
1 | Κατὰ διαφόρους ἐπινοίας ἡ θεοῦ γνῶσις· κτίστου, ᾗ ἔκτισεν, κριτοῦ 〈ᾗ ἔκρινε καὶ τὰ ἄλλα. ταῦτα δὲ πάντα φανερά, ᾧ ἂν ὁ υἱὸσ〉 ἀποκαλύψῃ, οὐχ ἑτέρως ὄντι υἱῷ θεοῦ. 〈τοιγαροῦν〉 ὃς λαβὼν ἐξουσίαν τέκνον γενέ‐ σθαι ὅτε μὲν ἔχει οὐκ ἔγνω, οὐκ ἔχει τὸν πατέρα· ὅτε δὲ γίνεται ἀπο‐ | |
5 | καλύψαντος Ἰησοῦ ὡς ἀδελφῷ γνώσεται. | |
147 | Mt 11, 27 | |
1 | Ὥσπερ οὖν ὁ πατὴρ λέγεται πεποιηκέναι τὰ πάντα, καίπερ διὰ τοῦ υἱοῦ πάντα ποιῶν, οὕτω καὶ λέγεται τῷ υἱῷ πάντα παραδιδόναι αὐτὸν ἔχων δύναμιν καὶ δι’ αὐτοῦ κατάρχων τῶν ὅλων καὶ συνὼν αὐτῷ. πλὴν εἰ καὶ ὡς ἄνθρωπος ἐξουσίαν λαμβάνειν οἰκονομικῶς λέγεται ὡς μὴ | |
5 | πεφυκυίας ἀνθρώπου φύσεως δεσπόζειν, οὐδὲ τοῦτο ἔξω τοῦ εἰκότος. | |
148 | Mt 11, 27 | |
1 | Ὁ ὁρῶν τὸν υἱὸν τὴν τοῦ πατρὸς εἰκόνα ἔχοντα ἐν ἑαυτῷ αὐτὸν ὁρᾷ τὸν πατέρα. ἀποκαλύπτει δὲ τὸν πατέρα ὡς ἐν πρωτοτύπῳ αὐτὸς τῷ πατρὶ φαινόμενος, ὑποφαίνων δὲ ἂν πάλιν ἐν ἰδίᾳ μορφῇ τὸ ἀρχέ‐ τυπον. ταῦτα δὲ θεοπρεπῶς νοητέον. ἐπειδὴ δὲ εἶπε πάντα μοι παρε‐ | |
5 | δόθη, ἵνα μὴ δόξῃ ἑτέρας φυλῆς εἶναι καὶ παρὰ τὸν πατέρα ἥττων, ἐπήγαγε τοῦτο, ἵνα δείξῃ τὴν ἑαυτοῦ φύσιν ἀπόρρητον καὶ ἀκατάληπτον οὖσαν ὡς τὴν τοῦ πατρός· μόνη γὰρ ἡ θεία φύσις τῆς τριάδος ἑαυτὴν ἐπιγινώσκει. μόνος ὁ πατὴρ οἶδεν τὸν υἱὸν τὸν ἴδιον τὸν τῆς ἑαυτοῦ φύσεως καρπόν, μόνον τὸ θεῖον γέννημα ἐπιγινώσκει τὸν ἐξ οὗ ἐτέχθη | |
10 | μόνον τὸ ἅγιον πνεῦμα οἶδεν «τὰ βάθη τοῦ θεοῦ», ὅ ἐστι τὰς ἐννοίας | |
τοῦ πατρὸς καὶ τοῦ υἱοῦ. | 200 | |
149 | Mt 11, 28 | |
1 | Ὁ οὖν ἀκούσας τῆς κλήσεως καὶ ἐγγίσας καὶ κολληθεὶς τῷ προσ‐ τάξαντι, οὗτος ἀναπαύεται. ἀποστάντες, φησίν, τῆς φιλαμαρτήμονος γνώμης καὶ τῆς φιλοσαρκίας καὶ μετατρεπόμενοι ἐπὶ τὰ ἐπαίνου ἄξια πράγματα ἐγγίσατέ μοι, ἵνα γένησθε «θείας κοινωνοὶ φύσεως» καὶ ἁγίου | |
5 | πνεύματος μέτοχοι. πάντας δὲ καλεῖ καὶ οὐ μόνους τοὺς ἐξ Ἰσραὴλ ὡς πάντων δημιουργὸς καὶ κύριος καὶ κοπιῶντας μὲν λέγει τοὺς Ἰουδαίους τοὺς μὴ ἰσχύοντας βαστάσαι τὸν νομικὸν ζυγόν, πεφορ‐ τισμένους τοὺς εἰδωλολάτρας τοὺς διὰ τοῦ διαβόλου καταφορτισ‐ θέντας καὶ τῷ πλήθει τῶν ἁμαρτιῶν καταβαρυνομένους. ὑμεῖς οὖν, | |
10 | φησίν, ὦ Ἰουδαῖοι, νεύσατε πρὸς τὴν ἀλήθειαν καὶ ἐπίγνωτε ἐμὲ τὸν ὑμέτερον κηδεμόνα καὶ δεσπότην καὶ ἐγγύθεν τῆς προσόδου τὸ κέρδος κομιζόμενοι. ἀπαλλάττω γὰρ ὑμᾶς τῆς ὑπὸ τὸν νόμον δουλείας, ἐν ᾗ πολὺν ὑπομένετε κόπον, οὔτε ῥᾳδίως ἐξανύειν αὐτὸν δυνάμενοι καὶ μέγιστον τῶν ἁμαρτημάτων «τὸ φορτίον» ἑαυτοῖς κατασκευάζοντες, ὅσῳ | |
15 | πλείονα φυλάττειν προσῆκεν ὑμᾶς ἀκόλουθα τῷ νόμῳ διαπραττομένους. | |
150 | Mt 11, 30 | |
1 | Ἐλαφρός ἐστιν ὁ ζυγὸς τοῦ Χριστοῦ, ἐπεὶ οὐ κολάζει ἡμᾶς καθάπερ ὁ νόμος τὸ ἀναμάρτητον ἀπαιτῶν καὶ ἀπαθές, ἀλλ’ ἐν ἁπλοῖς ῥήμασιν ἔχει τὴν ἐπαγγελίαν καὶ τὸν τῆς ἀρετῆς ὑπογραμμόν. | |
152 | Mt 12, 1—2 | |
1 | Ἔνθα μὲν γὰρ οὐδὲν γίνεται μέγα καὶ γενναῖον, ἡσυχάζουσιν, ἔνθα | |
δὲ ὁρῶσί τινας σῳζομένους, καὶ πάντων εἰσὶ φορτικώτεροι· οὕτως ἐχθροὶ τῆς τῶν ἀνθρώπων εἰσὶ σωτηρίας καὶ τῶν ἱερῶν γραμμάτων ἀνεπιστή‐ μονες. εἰ γὰρ ἑτέρα παρὰ τὴν πρώτην διαθήκην ἐστὶν ἡ καινὴ ἡ διὰ | 201 | |
5 | Ἰερεμίου προκηρυχθεῖσα, δεῖ πάντως καὶ νόμοις οὐχὶ τοῖς ἀρχαίοις κεχρῆσθαι, ἀλλὰ τοῖς καινοῖς. ἀλλ’ οἱ Φαρισαῖοι τοῦτο συνιδεῖν μὴ θελή‐ σαντες ἐφεδρεύουσι τοῖς ἁγίοις ἀποστόλοις καί φασι περὶ αὐτῶν τῷ Χριστῷ· ἰδού, τοῖς νομικοῖς ἐντάλμασι ἐναντιουμένους ὁρῶμεν τοὺς ὑπὸ σοῦ παιδαγωγουμένους· τοῦ γὰρ νόμου κελεύοντος ἀργεῖν ἐν σαβ‐ | |
10 | βάτῳ καὶ μηδενὸς παντάπασιν ἅπτεσθαι πόνου περιτρίβουσι ταῖς χερσὶν ἀστάχυας οἱ μαθηταί. σὺ δὲ αὐτὸς εἰπέ μοι, ὦ Φαρισαῖε, τὴν σαββατι‐ κὴν ἑαυτῷ τράπεζαν παραθεὶς οὐ συνθραύεις τὸν ἄρτον; τί οὖν ἑτέρους αἰτιᾷ; πῶς δὲ καὶ ὁ σωτὴρ περὶ αὐτῶν ἀπολογεῖται; | |
153 | Mt 12, 9—14 | |
1 | Ἀσεβεῖς ὄντες οἱ Φαρισαῖοι ὑπεκρίνοντο τὴν εὐσέβειαν, ἵνα τοὺς εὐσεβεῖς ἐξολοθρεύσωσι. διὸ καὶ τὸν Χριστὸν διαβάλλειν ἐπεχείρουν καὶ τοὺς αὐτοῦ μαθητὰς ὁρῶντες αὐτοὺς λαμπρυνομένους τοῖς θαύμασιν. | |
154 | Mt 12, 23—28 | |
1 | Ἐπειδή, φησίν, οὐκ ἐν τῷ ἄρχοντι τῶν δαιμόνων ἐκβάλλω τὰ δαιμόνια ὡς ἔδειξεν εἰπών, ὅτι πᾶσα βασιλεία καθ’ ἑαυτῆς με‐ ρισθεῖσα διαλύεταί τε καὶ φθείρεται, ἐν τῇ δυνάμει τοῦ πνεύματος ἄρα ἐκβάλλω αὐτὰ καὶ διὰ τοῦτο ἤγγικεν ἡ τοῦ θεοῦ βασιλεία. | |
155 | Mt 12, 29 | |
1 | Ἰσχυρὸν δὲ καλεῖ τὸν διάβολον οὐχ ὡς φύσει τοῦτο ὄντα, ἀλλὰ τὴν αὐτοῦ τυραννίδα δηλοῖ, ἣν ἐκ τῆς ἡμετέρας ῥᾳθυμίας ἐκτήσατο· διαρπάζω δὲ αὐτόν, οὐκ ἐῶν ἔχειν προσκυνητὰς τοὺς ἀνθρώπους, ἀλλ’ εἰς ἐπίγνωσιν τοῦ θεοῦ μεταπείθων ἐλθεῖν. πῶς οὖν σύμμαχός μοι | |
5 | γενήσεται καθ’ ἑαυτοῦ; | 202 |
156 | Mt 12, 31—32 | |
1 | Ὅταν τις εἰς ἄνθρωπον ἡμάρτανε, δυνατὸν ἦν ὑπὲρ αὐτοῦ παρα‐ καλέσαι τὸν θεόν, ὅταν δὲ εἰς θεὸν οἱ ἄνθρωποι ἐβλασφήμουν, οὐκ ἐξῆν ὑπὲρ αὐτῶν παρακαλέσαι. πλὴν ἐπειδὴ ὡς ἄνθρωπος ὁρώμενος ὁ τοῦ θεοῦ υἱός, εἰ καὶ φύσει θεὸς ἦν, οὐ πάνυ τι τοῖς ἀσυνέτοις ἐγνωρίζετο, | |
5 | δίδωσιν ἔσθ’ ὅτε τοῖς ἐξ ἀγνοίας ἁμαρτάνουσιν εἰς αὐτὸν συγγνώμην, τοῖς δὲ εἰς τὸ πνεῦμα διηνεκῆ λέγει τὴν κόλασιν ἐπάγεσθαι. | |
157 | Mt 12, 31—32 | |
1 | Πνεῦμα λέγων ὁλόκληρον τὴν τῆς τριάδος θεότητα· πλὴν δίδοται τοῖς μετανοοῦσιν διὰ τῆς τοῦ πνεύ‐ ματος χάριτος συγγνώμη. ἀλλὰ τὸ | |
5 | μέγεθος θέλων δεῖξαι ὁ Χριστὸς τοῦ ἁμαρτήματος, οὕτως εἶπεν, ἐπεὶ οὐκ ἔστιν ἁμαρτία ἀσυγχώρητος παρὰ θεῷ ἐν τοῖς γνησίως καὶ κατ’ ἀξίαν μετανοοῦσιν. | |
157col 2 | Πνεῦμα λέγων ὁλόκληρον τὴν τῆς τριάδος θεότητα λέγει· πλὴν δίδοται τοῖς μετανοοῦσιν διὰ τῆς τοῦ πνεύματος χάριτος βαπτιζο‐ | |
5 | μένοις συγγνώμη. ἀλλὰ τὸ μέγεθος θέλων δεῖξαι ὁ Χριστὸς τοῦ ἁμαρ‐ τήματος εἶπεν τοῦτο· εἰ γὰρ καὶ ἔθος τῷ θεῷ πολλάκις ἢ ὧδε μόνον ἀπαιτῆσαι εὐθύνας τοὺς ἁμαρτή‐ | |
10 | σαντας οὐ μὴν κἀκεῖ κατὰ τὸ «οὐκ ἐκδικήσει κύριος δὶς ἐπὶ τὸ αὐτό», ἤτοι ἀνεξικακῆσαι μὲν ἐν τῷ νῦν αἰῶνι, οὐ μὴν κἀκεῖθεν δοῦναι συγ‐ γνώμην, ἀλλ’ ἐπὶ τῶν τοιούτων ἀνεξ‐ | |
15 | άλειπτον καὶ ἀσύγγνωστον καὶ ὧδε κἀκεῖ λέγει τὴν κόλασιν. | |
158 | Mt 12, 34—35 | |
1 | Ὅταν λέγῃ θησαυρόν, τὸ πλῆθος ἐνδείκνυται τῶν ἐν τῇ ψυχῇ κειμένων. ἵνα δὲ μὴ εἴπωσί τινες ὅτι φύσει πεφύκασι πονηροὶ οἱ ἄν‐ θρωποι, ἐπὶ τῶν Φαρισαίων τοῦτο ἐδήλωσεν, ὅτι δυνατὸν τὸν αὐτὸν καὶ ἕνα ἄνθρωπόν ποτε μὲν ἀγαθὸν γενέσθαι, ποτὲ δὲ κακόν, λέγων· ὁ | |
5 | ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ περισσεύματος τῆς καρδίας αὐτοῦ | |
λαλεῖ, ὁμοίως καὶ ὁ κακός. | 203 | |
159 | Mt 12, 35 | |
1 | Εἰ καὶ εἶπεν ὁ κύριος, ὅτι πονηροὶ ὄντες οὐ δύνανται μὴ πονηρὰ λαλεῖν, οὐχ ὡς φύσει ὄν‐ των αὐτῶν πονηρῶν τοῦτο εἶπεν, | |
5 | ἀλλ’ ὡς ἐκ πολλῆς τῆς ἀνοίας κατα‐ κρατηθέντων ὑπὸ τοῦ κακοῦ. | |
159col 2 | Εἰ δὲ καὶ εἶπεν ὁ κύριος, ὅτι πονηροὶ ὄντες οὐ δύνανται ἀγα‐ θὰ λαλεῖν, οὐχ ὡς φύσει ὄντων πονηρῶν τοῦτο εἶπεν, ἀλλ’ ἐξ αὐτῶν | |
5 | προαιρετοῦ κινήματος. | |
160 | Mt 12, 38 | |
1 | Ἐπειδὴ τὰ γεγονότα σημεῖα, φασίν, δαιμόνων ἦσαν, ἅπερ ἐπὶ μόνης τῆς γῆς ποιεῖ τὰς φαντασίας, ποίησον καὶ σὺ ἀπὸ τῆς σῆς δυνάμεως σημεῖον ἐξ οὐρανοῦ· ἕτερος γὰρ εὐαγγελιστὴς σαφῶς εἶπεν, ὅτι «ἐξ οὐρανοῦ» ᾔτουν αὐτὸν σημεῖον ποιῆσαι, ὅπερ τῇ θείᾳ δυνάμει ἔπρεπεν ποιῆσαι. | |
5 | τοῦτο δὲ ἔλεγον ὡς μὴ δυναμένου αὐτοῦ ποιῆσαί τι τῶν θεοπρεπῶν τυφλώττοντες τῇ διανοίᾳ· τὸ γὰρ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν καὶ νε‐ κροὺς ἐγεῖραι καὶ θαλάσσῃ καὶ ἀνέμοις ἐπιτιμᾶν μόνης ἐξουσίας θεο‐ πρεποῦς. | |
161 | Mt 12, 39 | |
1 | Πονηροὶ δὲ ὡς τὸ ἐξαίρετον τῆς διανοίας δαπανῶντες οὐ περὶ φιλοθεΐαν, ἀλλὰ περὶ τὸ δρᾶν τι καὶ λέγειν κατὰ θεοῦ. μοιχαλίδα δὲ ἐκάλεσε καὶ τὴν προτέραν καὶ τὴν παροῦσαν ἀπιστίαν δηλῶν· οὔτε γὰρ τῷ πατρὶ ἐπίστευσαν καὶ αὐτοῦ τοῦ Χριστοῦ ἀπέστησαν τοῦ νυμφευσαμέ‐ | |
5 | νου τὴν ἀνθρωπότητα καὶ μνηστευσαμένου κατὰ τὴν ἀνθρωπότητα διὰ τὸ εἰρημένον· «καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα», προσεκολ‐ λήθησαν δὲ τῷ σατανᾷ τὸν τῆς νοητῆς πορνείας τρόπον ἀποκαλοῦντες. | |
δείκνυσιν ἑαυτὸν πάλιν τῷ πατρὶ—τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. | 204 | |
162 | Mt 12, 41 | |
1 | Ὥστε 〈εἰ〉 ὡς τύπος Χριστοῦ Ἰωνᾶς λαμβάνεται, οὐ κατὰ πάντα λαμβάνεται, οἷον ἀπεστάλη τοῖς Νινευίταις κηρῦξαι, ἀλλ’ ἐζήτησε φυ‐ γεῖν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ κατοκνήσας ὁρᾶται πρὸς ἀποστολήν. ἀπέσταλται καὶ παρὰ τοῦ θεοῦ καὶ πατρὸς ὁ υἱὸς κηρύσσων τοῖς ἔθνε‐ | |
5 | σιν, ἀλλ’ οὐκ ἀπρόθυμος ἦν εἰς διακονίαν. παρεκάλει τοὺς συμπλέον‐ τας ὁ προφήτης βαλεῖν αὐτὸν εἰς τὴν θάλασσαν, κατεπόθη δὲ καὶ ὑπὸ κήτους, εἶτα καὶ ἐξεδόθη τριήμερος καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς Νινευὶ καὶ πεπλήρωκε τὴν διακονίαν, λελύπηται δὲ οὐ μετρίως κατοικτείραντος τοῦ θεοῦ τοὺς Νινευίτας. ὑπέστη καὶ ὁ Χριστὸς ἑκὼν τὸν θάνατον, | |
10 | ἔμεινεν ἐν τῇ καρδίᾳ τῆς γῆς, ἀνεβίω τε ἂν καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν καὶ τοῦ πρὸς τὰ ἔθνη κηρύγματος ἐκέλευε ποιεῖσθαι τὴν ἀρχήν, πλὴν οὐ λελύπηται σῳζομένους ὁρῶν τοὺς κεκλημένους εἰς ἐπί‐ γνωσιν. οὐκοῦν ὥσπερ αἱ μέλιτται λειμῶνας καὶ ἄνθη περιπτάμεναι τὸ χρήσιμον ἀεὶ συναγείρουσιν πρὸς τὴν τῶν κηρίων κατασκευήν, οὕτω | |
15 | χρὴ καὶ ἡμᾶς τὴν θεόπνευστον ἀνερευνωμένους γραφὴν τὸ τελοῦν εἰς διασάφησιν τῶν Χριστοῦ μυστηρίων ἀεὶ συλλέγειν καὶ συνδιατιθέναι καὶ τὸν λόγον ἐπιτελεῖν ἀνεπίπληκτον. | |
163 | Mt 12, 43—45 | |
1 | Καὶ μάλα εἰκότως· ὅταν γὰρ ἅπαξ τις ἐλευθερωθεὶς τῶν κακῶν μὴ σωφρονισθῇ, πολλῷ χαλεπώτερα πείσεται τῶν προτέρων· διὰ γὰρ τοῦτο εἶπεν· οὐχ εὑρίσκει ἀνάπαυσιν, ἵνα δείξῃ, ὅτι πάντως καὶ ἐξ ἀνάγκης λήψεται τὸν τοιοῦτον ἡ τῶν δαιμόνων ἐπιβουλή· καὶ γὰρ ἀπὸ | |
5 | δύο τούτων τὸν τοιοῦτον σωφρονισθῆναι ἔδει, ἀπό τε τοῦ παθεῖν πρό‐ τερον, ἀπό τε τοῦ ἀπαλλαγῆναι. μᾶλλον δὲ καὶ τρίτον πρόσεστιν ἡ τοῦ χείρονα πείσεσθαι ἀπειλή, ἀλλ’ ὅμως οὐδενὶ τούτων ἐγένοντο βελτίους. ἦν μὲν αὐτοῖς ἔνοικον τὸ πονηρὸν πνεῦμα καὶ ὅτε ἐν Αἰγύπτῳ ἐθήτευον καὶ τοῖς Αἰγυπτίοις διαζῶντες ἔθεσί τε καὶ νόμοις μεστοὶ ἦσαν πάσης ἀκα‐ | |
10 | θαρσίας. ἐπειδὴ διὰ Μωσέως λελύτρωνται καὶ νόμον ἐσχήκασι παιδα‐ γωγὸν πρὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας καλοῦντα φῶς, ἀπελήλατο τὸ | |
βέβηλον καὶ ἀκάθαρτον πνεῦμα. ἐπειδὴ δὲ οὐ πεπιστεύκασιν εἰς Χριστόν, πάλιν αὐτοῖς ἐπεδήμησε τὸ δαιμόνιον· εὗρε γὰρ αὐτῶν τὴν καρδίαν γυμνὴν καὶ σχολάζουσαν ἀπὸ πάσης εὐσεβείας καὶ οἱονεὶ σεσαρω‐ | 205 | |
15 | μένην καὶ κατῴκησεν ἐν αὐτοῖς· ὥσπερ γὰρ τὸ πνεῦμα τὸ ἅγιον ὅταν ἴδῃ καρδίαν ἀνθρώπου σχολάζουσαν ἀπὸ πάσης ἀκαθαρσίας καὶ ἐναυ‐ λίζεται καὶ κατοικεῖ καὶ ἐπαναπαύεται ἐν αὐτῷ, οὕτω καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ψυχαῖς ἀνόμων ἐνδιαιτᾶσθαι φιλεῖ. | |
164 | Mt 13, 3 | |
1 | Διὰ τοῦτο ἐν παραβολαῖς λαλεῖ ὁ Χριστός, ἵνα καὶ διὰ τούτων δείξῃ, ὅτι αὐτός ἐστιν ὁ προφητευθείς, περὶ οὗ εἶπεν Δαυίδ· «ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου» καὶ πάλιν· «καὶ ἔσται ὁ ἄνθρωπος κρύ‐ πτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀφ’ ὕδατος φερομένου». | |
165 | Mt 13, 12—13 | |
1 | Τοῖς ἐπιεικέσι καὶ φιλομαθέ‐ σιν ἔχουσι γνῶσιν ἐνοικισθήσεται τὸ θεῖον φῶς πλουσιώτερον ἢ πά‐ λαι, τοῖς δὲ ἐσχηκόσι σπινθῆρα | |
5 | φωτὸς νοητοῦ, εἰς ἀσύνετον δὲ τρα‐ πεῖσι γνῶσιν σβεσθήσεται καὶ αὐτὸ τὸ μικρὸν ὃ ἔχουσι σέλας, ὅπερ πεπόνθασιν Ἰουδαῖοι εἰς Χριστὸν μὴ πιστεύσαντες· εἶχον γὰρ μικρὰν | |
10 | φωταγωγίαν ἐκ τοῦ νόμου ὁδη‐ γοῦσαν αὐτοὺς ἐπὶ τὴν εἰς θεὸν γνῶσιν. ἐπειδὴ δὲ εἰς Χριστὸν δε‐ δυσσεβήκασιν, καὶ αὐτῆς ἐστερή‐ θησαν. ὁ μέντοι κύριος σαφέστερον | |
15 | δεικνὺς τί ἐστιν ὅπερ εἶπεν, ὅτι τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθή‐ σεται ἀπ’ αὐτοῦ, ἐπάγει· διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς | |
20 | λαλῶ, ὅτι βλέποντες οὐ βλέ‐ πουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνιοῦσιν. | |
165col 2 | Τοῖς εὐμαθέσιν ἀνθρώποις καὶ καλῶς διακειμένοις πρὸς παρα‐ δοχὴν θείων λόγων ἐνοικισθήσεται τὸ πνεῦμα τὸ ἅγιον αὐξάνον ἐν | |
5 | αὐτοῖς τὰ χαρίσματα, τοῖς δὲ σπιν‐ θῆρα φωτὸς κεκτημένοις καὶ τού‐ του ἀμελήσασι σβεσθήσεται πάν‐ τως καὶ ἀρθήσεται ἀπ’ αὐτῶν καὶ τὸ σμικρότατον, ὃ πρότερον εἶχον. | |
10 | τοῦτο δὲ Ἰουδαῖοι πεπόνθασι λα‐ βόντες φῶς ἐκ τοῦ νόμου καὶ μὴ πολυπλασιάσαντες, ἀλλὰ καὶ τῆς ἀληθείας ἐλθούσης ἀμβλυωπήσαν‐ τες πρὸς αὐτὴν ἀφῃρέθησαν, ὃ | |
15 | ἐκέκτηντο. | 206 |
166 | Mt 13, 15 | |
1 | Τὸ εἰπεῖν μήποτε ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτοὺς ἐπιτετα‐ μένην ἐμφαίνει δυστροπίαν, πλὴν καὶ ἐπισπωμένου ἐστὶν καὶ ἐρεθίζοντος· δείκνυσι γάρ, ὅτι ἐὰν ἐπιστρέψωσιν, ἰᾶται αὐτούς· διὰ γὰρ τὸ σωθῆναι αὐτοὺς οὕτως λαλεῖ, ἐπεὶ ἔδει αὐτὸν ὅλως μηδὲν λαλῆσαι, ἀλλὰ σιωπᾶν, | |
5 | πλὴν οὐ διὰ τὴν ἰδίαν δόξαν, ἀλλὰ διὰ τὴν αὐτῶν σωτηρίαν πάντα ποιεῖ. | |
167 | Mt 13, 16 | |
1 | Μακαρίζει τοίνυν αὐτοὺς ὡς ἀκηκοότας τῆς τοῦ υἱοῦ φωνῆς καὶ ἀξιωθέντας τῆς αὐτοῦ θέας, δι’ οὗ καὶ ἐν ᾧ τὴν τοῦ πατρὸς καὶ θεοῦ ἑώρων φύσιν νοητῶς, ὧν ἠξιώθησαν οἱ πάλαι ἅγιοι καὶ πληρεστάτην ἔσχον τὴν ἐπ’ ἀγαθοῖς θυμηδίαν. | |
168 | Mt 13, 19—22 | |
1 | Ἴδωμεν ὡς ἐν παχέσι πράγμασι, τί ἐστι τὸ ἐπὶ τῆς ὁδοῦ εἶναι. σκληρὰ καὶ ἀνόνητός πώς ἐστι πᾶσα ὁδὸς διὰ τὸ τοῖς ἁπάντων ὑπο‐ κεῖσθαι ποσὶ καὶ οὐδὲν αὐτῇ ἐγχώννυται τῶν σπερμάτων, κεῖται δὲ μᾶλλον ἐπιπολῆς καὶ τοῖς ἐθέλουσι τῶν πτηνῶν ἕτοιμα εἰς διαρπαγήν. | |
5 | οὐκοῦν οἳ τὸν νοῦν ἔχουσιν ἐν ἑαυτοῖς σκληρὸν καὶ οἷον πεπιλημένον, οὗτοι τὸν θεῖον οὐ παραδέχονται σπόρον, ἀλλὰ τοῖς ἀκαθάρτοις πνεύ‐ μασι πεπατημένη γεγόνασιν ὁδός· ταῦτα γάρ ἐστι «τὰ πετεινὰ τοῦ οὐρα‐ νοῦ». οὐρανὸν δὲ ἐνταῦθα τὸν ἀέρα νοοῦμεν, ἐν ᾧ τὰ τῆς πονηρίας πνεύ‐ | |
ματα στρέφονται, ὑφ’ ὧν καὶ τὸ καλὸν σπέρμα διαρπάζεται καὶ ἀπόλλυ‐ | 207 | |
10 | ται. τίνες δὲ καὶ οἱ ἐπὶ τῆς πέτρας; εἰσί τινες ἀπεριέργως ἔχοντες τὴν πίστιν ἐν ἑαυτοῖς, τὸν δὲ νοῦν οὐ καθιέντες εἰς τὴν τοῦ μυστηρίου βά‐ σανον. οὗτοι κούφην τε καὶ ἀνάρριζον ἔχουσι τὴν εἰς θεὸν εὐσέβειαν. κἂν μὲν ἐξ οὐρίας φέρηται τὰ Χριστιανῶν πράγματα οὐδενὸς αὐτὰ καταχειμάζοντος πειρασμοῦ, σῴζουσιν τηνικάδε μόλις ἐν ἑαυτοῖς ἐκεῖνοι | |
15 | τὴν πίστιν, θορυβήσαντος δὲ διωγμοῦ ἀφιλοπόλεμον ἔχουσιν τὴν ψυ‐ χήν. | |
169 | Mt 13, 19—23 | |
1 | Ματθαῖος ἔγραψε πονηρός, Μᾶρκος δὲ «σατανᾶς», Λουκᾶς δὲ «διάβολος». οὐ ταὐτόν ἐστι παρὰ τὴν ὁδὸν καὶ ἐν τῇ ὁδῷ, δεόμεθα δὲ τῆς διαφορᾶς διὰ τὸ «ἐγώ εἰμι ἡ ὁδός»· πλὴν οἱ τρεῖς ἔγραψαν παρὰ τὴν ὁδόν. χαριέστατα δὲ Ματθαῖος καὶ Μᾶρκος «ἐπὶ τὰ πετρώδη», | |
5 | οὐκ ἐπὶ πέτραν φησὶν ἐσπάρθαι τὸν λόγον. ἐπὶ μὲν σύμπαντος τοῦ παρὰ τὴν ὁδὸν εἴρηται τὸ μὴ συνιέντος. ἐπὶ δὲ τῆς καλῆς γῆς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς· μήποτ’ οὖν οἱ ἐπὶ τὰ πε‐ τρώδη καὶ οἱ εἰς τὰς ἀκάνθας μεταξύ εἰσιν ἀσυνετούντων καὶ συν‐ ιέντων. προτρεπτικὸν δὲ εἰς τὸ συνέσεως ἐπιμελεῖσθαι· εἰ γὰρ μὴ τοῦ | |
10 | συνιέντος ἁρπάζεται ὁ σπόρος, σύνεσιν ἀναληπτέον καὶ καλυπτέον τὸν σπόρον ἐν τῇ γῇ, τῇ μνήμῃ, ἵνα ῥιζοβολήσῃ καὶ μὴ γυμνὸν εὑρισκόμενον ἁρπαγῇ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων. | |
171 | Mt 13, 49—50 | |
1 | Ὅτι δὲ οἰκουμενικὴ γέγονεν ἡ διὰ Χριστοῦ κλῆσις, αὐτὸς πιστώ‐ σεται λέγων ἐναργῶς, ὅτι τῶν εὐαγγελικῶν κηρυγμάτων τὸ λίνον ἐκ | |
παντὸς συνάγει γένους. καὶ ὥσπερ οἱ τῆς τῶν ἰχθύων θήρας ἐπιστή‐ μονες καὶ θαλασσουργικὸν ἔχοντες ἐπιτήδευμα χαλῶσι τὸ λίνον οὐ δια‐ | 208 | |
5 | κρίνοντες, ἀλλ’ ὅπερ ἂν τοῖς βρόχοις ἐναποληφθῇ, τοῦτο πάντη καὶ πάν‐ τως ἕλκουσιν εἰς γῆν, οὕτω καὶ ἡ δύναμις τοῦ κηρύγματος καὶ ἡ θαυ‐ μαστὴ καὶ πολύπλοκος τῶν ἱερῶν μαθημάτων διδασκαλία, ἣν οἱ καλοὶ ἁλιευταὶ ἀπόστολοι ἔπλεξαν, ἐκ παντὸς ἕλκει γένους καὶ συνάγει πρὸς θεόν. συνάγει δὲ μέχρι καιροῦ, ὃς πληρωθήσεται κατὰ τὸν καιρὸν τῆς | |
10 | συντελείας, καθ’ ὃν τοὺς σαγηνευθέντας ἐκτὸς τοῦ βίου ἑλκύσαντες οἱ ἐπὶ τούτῳ τεταγμένοι ἄγγελοι τοῦ θεοῦ τὴν πάντων διάκρισιν ποιήσονται ἀφορίζοντες τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων. | |
172 | Mt 13, 52 | |
1 | Γραμματεύς ἐστιν ὁ διὰ τῆς ἐπιμόνου ἀναγνώσεως τῶν γραφῶν τῆς τε παλαιᾶς καὶ τῆς νέας θησαυρὸν γνώσεως ἑαυτῷ ἀποθέμενος. διὸ μακαρίζει τοὺς συνενεγκόντας ἐν ἑαυτοῖς νομικὴν παιδείαν καὶ εὐαγγελικήν, ὥστε ἐκβάλλειν ἐκ τοῦ θησαυροῦ νέα καὶ παλαιά. | |
5 | τούτους καὶ γραμματεῖ ὁμοιοῖ καθὼς καὶ ἀλλαχοῦ φησιν· «ἀποστέλλω» ὑμῖν «σοφοὺς καὶ γραμματεῖς». εἶδες πῶς οὐκ ἐκβάλλει τὴν παλαιάν—δι’ ὧν καλλωπίζεται ἡ ψυχή. | |
174 | Mt 14, 13—21 | |
1 | Νῦν δὲ καὶ κοφίνους ἐγέμισεν καὶ ὅτι μᾶλλον ἑνὶ ἑκάστῳ τῶν μαθητῶν ἐδόθη εἰς μισθὸν τῆς διακονίας, δι’ οὗ σημαίνεται, ὅτι οἱ διακονούμενοι πολὺν ἕξουσιν τὸν μισθόν. ἐπειδὴ καὶ ὁ ἄλλος εὐαγγε‐ | |
λιστὴς «κριθίνους» λέγει τοὺς ἄρτους, ὁ τῆς θεωρίας σκοπὸς εἰς τοῦτο | 209 | |
5 | ὁρᾷ· ἡ κριθὴ κτηνώδης ἐστὶ τροφή, ἥτις ἐστὶν ἡ διὰ Μωσέως θεωρία τοῖς ἀλογωτέροις προσενεχθεῖσα· διὰ τοῦτο δὲ καὶ πέντε τοὺς ἄρτους φαμὲν διὰ τὸ πενταμερὲς τοῦ Μωσέως συγγράμματος, δύο δὲ τοὺς ἰχθύας, δι’ ὧν δηλοῦται ἡ διττὴ τῶν ἁλιέων συγγραφή, ἀποστολική τε καὶ εὐαγγελική. | |
175 | Mt 14, 15 | |
1 | Τί τὸ ἀπόλυσόν ἐστιν, ἐξετάσωμεν ἀκριβῶς. οἱ μὲν τῶν ἀκολου‐ θούντων τῷ Χριστῷ πονηρῶν πνευμάτων συνεχόντων αὐτοὺς ἀπαλλάττε‐ σθαι παρεκάλουν, οἱ δὲ καὶ ἑτέρων ἀρρωστημάτων ἐζήτουν ἀπόθεσιν. ὡς οὖν εἰδότες οἱ μαθηταὶ ὅτι κατανεύσας μόνον ἀποπεραίνει τοῖς κάμ‐ | |
5 | νουσι τὸ ποθούμενον, ἀπόλυσον αὐτούς φασιν, οὐκ αὐτοὶ μᾶλλον ἀκη‐ διῶντες ὡς παρακμάσαντος τοῦ καιροῦ, ἀλλὰ τῆς εἰς τοὺς ὄχλους ἀγάπης ἐχόμενοι καὶ οἷον μελετῶντες ἤδη τὴν ποιμαντικὴν ἐπιστήμην καὶ τοῦ κήδεσθαι λαῶν ἀρχόμενοι. | |
176 | Mt 14, 19 | |
1 | Τὸ τῆς οἰκονομίας μυστήριον πληρῶν ὁ σωτὴρ εἰς τὸν οὐρανὸν ἀναβλέπει· καὶ γὰρ δούλου μορφὴν ἀνέλαβε θεὸς ὢν κατὰ φύσιν καὶ διὰ τῶν χειρῶν τῶν μαθητῶν δίδωσι τὰς τροφὰς τοῖς ὄχλοις τὴν τῶν ἁγίων αἰνιττόμενος πρὸς θεὸν ἐγγύτητα. διὸ οἱ μὴ τοιοῦτοι ἔξω ἑστήκασιν | |
5 | αὐτοῦ. | |
177 | Mt 14, 19 | |
1 | Ἵνα διὰ τρόπου παντὸς θεὸς ὢν φύσει ἐπιγινώσκηται, πολυ‐ πλασιάζει τὸ βραχύ, βλέπει τε εἰς οὐρανὸν οἷον τὴν ἄνωθεν εὐλογίαν αἰτῶν. ἐποίει δὲ καὶ τοῦτο οἰκονομικῶς δι’ ἡμᾶς. ἔστι μὲν γὰρ αὐτὸς ὁ πάντα πληρῶν, ἡ ἄνωθεν καὶ παρὰ πατρὸς εὐλογία. ἵνα δὲ μάθωμεν | |
5 | ἡμεῖς, ὅτι τραπέζης ἀρχόμενοι καὶ μέλλοντες ἄρτους διακλᾶν θεῷ προσά‐ γειν ὀφείλομεν ὑπτίαις ὥσπερ ἐνθέντες χερσὶ καὶ τὴν ἄνωθεν εὐλογίαν ἐπ’ αὐτοὺς καταφέρειν, ἀρχὴ καὶ τύπος καὶ ὁδὸς τοῦ πράγματος γέγονεν ἡμῖν οἰκονομικῶς. | 210 |
178 | Mt 14, 20 | |
1 | Τὸ τῶν ἄρτων περισσεῦσαι τὰ κλάσματα πληθύος ἀνδρῶν οὐκ ὀλίγης κατακορεσθείσης πληροφορία σαφὴς ἂν γένοιτο, εἰ τῆς φιλο‐ ξενίας τὸ χρῆμα πλουσίαν ἔχει παρὰ θεοῦ τὴν ἀντέκτισιν. ἔξεστι δὲ ἰδεῖν τοῖς ἀρχαιοτέροις θαύμασι τὰ νέα συμβαίνοντα καὶ μιᾶς ὄντα καὶ | |
5 | τῆς αὐτῆς δυνάμεως ἐνεργήματα. ἔβρεξεν ἐν ἐρήμῳ τὸ μάννα τοῖς ἐξ Ἰσραήλ, ἀλλ’ ἰδοὺ δὴ πάλιν ἐν ἐρήμῳ τοῖς ἐν ἐνδείᾳ τροφῆς κεχορήγηκεν ἀφθόνως οἷον ἐξ οὐρανοῦ καθιεὶς αὐτήν· τὸ γὰρ πολυπλασιάσαι τὸ βραχὺ καὶ οἷον ἐκ τοῦ μηδενὸς τὴν οὕτω πολλὴν ἀποθρέψαι πληθὺν οὐκ ἀπεοικὸς ἂν εἴη τῷ πρώτῳ σημείῳ. | |
179 | Mt 14, 21 | |
1 | Ἐκλεκτὸν ἀεὶ θεῷ τὸ ἄρρεν ὡς μαχιμώτατον καὶ εἰς ἥβην ἐλθεῖν ἤγουν εἰς εὐεξίαν πνευματικὴν καὶ σπερματίζειν καὶ τοὺς λοιποὺς δι‐ δάσκειν δυνάμενον καὶ ἀναμετρεῖν «εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ» ἰσχῦον. | |
180 | Mt 14, 23 | |
1 | Εὔχεται δὲ οὐχ ὡς δεόμενος, ἀλλ’ ὡς ἀρχιερεὺς τὰς ὑπὲρ ἡμῶν ἱκεσίας ποιούμενος. καὶ μετ’ ὀλί‐ γον· ἕως ἑσπέρας, ἵνα δείξῃ, ὅτι | |
5 | οὐ δεῖ ἁψικόρως ἔχειν περὶ τούτου, ἀλλ’ ὑπομονὴν καὶ προθυμίαν. δι‐ δάσκει δὲ καὶ τοῦτο, ὥστε ἐν ᾧ χρεία, ὀφείλομεν τὰ κοινωφελῆ λα‐ λεῖν τοῖς ἐντυγχάνουσιν καὶ μετὰ τὴν | |
10 | τοιαύτην διάλεξιν καὶ διδασκαλίαν ἐπὶ | |
τὴν προσευχὴν χωρεῖν. | 211 | |
180col 2 | Προσεύχεται οὐχ ὡς δεόμε‐ νός τινος ὁ θεός, ἀλλ’ ὡς ἀρχιερεὺς τὰς ὑπὲρ ἡμῶν ἱκεσίας ποιούμενος, καίτοι καθ’ ὃ νοεῖται καί ἐστι θεὸς | |
5 | φύσει αὐτὸς χορηγῶν τοῖς ἁγίοις τὰ αἰτήματα. εὔχεται δὲ ἕως ἑσπέρας, ἵνα δείξῃ, ὅτι οὐ χρὴ ἁψικόρως ἔχειν περὶ αὐτοῦ, ἀλλ’ ὑπομονὴν καὶ μακροθυμίαν ἐνδείκνυσθαι. ὁ μὲν | |
10 | οὖν ἀνέβαινεν ἐκεῖσε καὶ προσ‐ ηύχετο. | |
181 | Mt 14, 27 | |
1 | Εἰπὼν θαρσεῖτε τὴν πίστιν ἀπαιτεῖ, δι’ ἧς ἕκαστος τῶν εἰλικρινῶς εἰς Χριστὸν πιστευόντων σῴζεται· ἐπαγαγὼν δὲ ἐγώ εἰμι λύει πάντα φόβον· ἐγὼ γάρ, φησίν, εἰμὶ ὁ πάντα δυνάμενος ποιῆσαι. | |
182 | Mt 15, 1—6 | |
1 | Προσῄεσάν τινες τῶν Ἰουδαίων καὶ καθιεροῦν ἐσπούδαζον τῷ θεῷ τὰς ἑαυτῶν ψυχάς, ὡς ἐν τύπῳ μὲν ἔτι καὶ σκιᾷ πλὴν κατὰ τὸν νόμον τὰς παρὰ σφῶν αὐτῶν ὁμολογοῦντες τιμὰς τοῖς ἱερᾶσθαι λαχοῦσι καὶ τῷ θείῳ προσεδρεύουσι θυσιαστηρίῳ, ἀλλ’ ἦσάν τινες ἐφιέμενοι μὲν | |
5 | τῆς τοιᾶσδε δόξης, τοῦ ἡγιασμένοι εἶναι φημὶ καὶ ἱεροὶ καὶ θεῖον ἀνά‐ θημα, σπάνει δὲ χρημάτων ἀνακόπτοντες τὴν ἐπιθυμίαν. προτρεπόντων δὲ αὐτοὺς ἐπὶ τὸ δεῖν εἶναι πρὸς τοῦτο τῶν Φαρισαίων καὶ γραμματέων —ἐρασιχρήματοι γὰρ οὗτοι λίαν—τὴν εἰς γονέας αἰδῶ προετείνοντο καὶ ἀληθεύοντες ἔλεγον, μόλις δύνασθαι ἑαυτοῖς κἀκείνοις τὰ ζωαρκῆ | |
10 | πορίζεσθαι. οἱ δὲ ἀναπείθειν ἐτόλμων παρ’ οὐδὲν ἡγεῖσθαι τὸ χρῆμα διὰ τὸν θεόν, κἂν προσίοιεν οἱ γεγεννηκότες τὴν συνήθη παρ’ αὐτῶν ζητοῦν‐ τες ἐπικουρίαν, χρῆναι λέγειν ἐδίδασκον τῷ πατρὶ ἢ τῇ μητρί, ὅτι δῶρόν ἐστιν, ὅπερ ἂν ἐξ ἐμοῦ ὠφεληθῇς, τοῦτ’ ἔστιν ὅπερ ἂν ἐξ ἐμοῦ λάβῃς, γίνωσκε τὸ θεῖον παραβλάπτων ἀνάθημα καὶ χρήμασιν ἱεροῖς τὰς χεῖρας | |
15 | ἐπάγων· ἀνατέθεικα γὰρ ἐμαυτὸν καὶ ὡς δῶρον ἐπήγγελμαι τῷ θεῷ. οἱ δὲ γονεῖς τὰ ἐκ τῆς ἱεροσυλίας δεδιότες βλάβη καὶ τοὺς ἐπὶ τῷδε νό‐ μους διαπεφρικότες διεκαρτέρουν οἰμώζοντες καὶ τὴν εἰς θεὸν εὐσέβειαν πρόφασιν αὐτοῖς γενέσθαι λιμοῦ διετείνοντο κατακεκραγότες τάχα που | |
καὶ τῆς θείας ἐντολῆς ἀδικούσης αὐτοὺς εἰς τὰ καιριώτατα. διὰ τί τοίνυν, | 212 | |
20 | φησίν, ἠκυρώσατε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; ἔδει γάρ, ἔδει τιμᾶν τοὺς φύσαντας, οὐ τῆς εἰς θεὸν εὐσεβείας ἕνεκα τὸν ἐπ’ αὐτοῖς καταλύειν νόμον. οὐκοῦν οὔτε τῶν τῷ θεῷ πρε‐ πόντων ἀμελητέον διὰ τὰ ἀνθρώπινα οὔτε μὴν εἰς ἅπαν τῶν ἀνθρώπων διὰ τὸν θεὸν καταμελητέον, ἀπονέμοντας δὲ μᾶλλον τὸ τῆς ἀγάπης ἐξαίρετον | |
25 | τῇ πάντων ἀρχῇ, τοῦτ’ ἔστιν θεῷ, καθάπερ ἐν τάξει δευτέρᾳ καὶ γείτονι παρακομίζειν εὐθὺς καὶ εἰς τοὺς τῆς γενέσεως ὑπουργοὺς τὰς αὐτοῖς ὅτι μάλιστα πρεπούσας τιμάς. | |
183 | Mt 15, 4—6 | |
1 | Τοῦ θεοῦ παραγγέλλοντος τιμᾶν τοὺς γονεῖς καὶ κίνδυνον ἀπαρ‐ τήσαντος τοῖς παραβαίνουσιν ὑμεῖς παραγγέλλετε τοῖς παισὶ μὴ τιμᾶν τοὺς γονεῖς, εἰ μήπου ἄρα οἱ παῖδες ἐκ φιλοτιμίας τοῦτο θελήσουσιν ποιεῖν, ἀλλ’ ἐὰν ὑμᾶς αἰτήσωσί τι, λέγειν πρὸς αὐτούς, ὅπερ ἂν ἐξ ἐμοῦ | |
5 | λάβῃς, ἴσθι τοῦτο ἀποστερῶν τοῦ θεοῦ· εἰς θυσίαν γὰρ αὐτὸ ὑπεσχόμην δοῦναι. καὶ δεῖ μὲν τὸν θεὸν προτιμᾶσθαι τῶν γονέων, χρῆναι δὲ 〈λέγω〉 καὶ τὴν εἰς γονέας τιμὴν φυλάττεσθαι ἀπαιτεῖν· οὐ γὰρ διὰ τὸ δοκεῖν προφασίζεσθαι δωροφορεῖν θεῷ ὀφείλουσι πλημμελεῖν εἰς τοὺς ἑαυτῶν γονεῖς. | |
184 | Mt 15, 13—14 | |
1 | Φυτεία ἐστὶν ἡ μὴ ἐκ θεοῦ πᾶν τὸ ἔξω θεοῦ, ὅπερ καὶ ἐκρι‐ ζωθήσεται· ὁ ταύτῃ πεποιωμένος τυφλός ἐστιν. | |
185 | Mt 15, 17—18 | |
1 | Καὶ αὐτοὺς ἀσυνέτους ὁ κύριός φησι περὶ τὸ σῶμα στρεφο‐ μένους, ὥσπερ οἱ Φαρισαῖοι, καὶ μηδέπω διαβαίνοντας ἐπὶ τὸν ἔσω | |
ἄνθρωπον. βρώματα οὖν, φησίν, σώματος ἔχει πλήρωσιν, καρδίας δὲ οὐκ ἐφάπτεται. τὸ δὲ καρδίας μὴ ἐφαπτόμενον οὐ δύναται κοινῶσαι τὸν | 213 | |
5 | ἄνθρωπον τὸν ἀληθινὸν ἢ μὴ καθαρὸν ἀπεργάσασθαι. | |
186 | Mt 15, 28 | |
1 | Εἰπὼν δὲ γενηθήτω σοὶ ὡς θέλεις βασιλικῶς ἐφθέγξατο οὐ δι’ εὐχῆς τὸ πρᾶγμα ἀνύσας, ἀλλὰ διὰ τῆς θεοπρεποῦς αὐτῷ ἐξουσίας. | |
187 | Mt 15, 28 | |
1 | Ῥηθέντος τοῦ λόγου τὸ ἔργον οὐ χρονίζει· θεὸς γὰρ ὁ λέγων καὶ τὸ ῥῆμα ἐνεργοῦν καὶ ἡ δύναμις πανταχοῦ. | |
188 | Mt 15, 31 | |
1 | Οὔπω τὸ τοῦ κυρίου κατέμαθον ἀξίωμα, ὅτι θεός ἐστιν, ἀλλ’ ἄν‐ θρωπον ἐνόμιζον αὐτὸν ψιλόν· διὸ καὶ τῷ θεῷ Ἰσραὴλ τὴν δόξαν ἀνέπεμπον. | |
189 | Mt 15, 34—39 | |
1 | Ἐκ πολλῶν δὲ ὁ Χριστὸς δείκνυσιν, ὅτι θεός ἐστιν· οὐδὲν ἧττον καὶ ἐκ τοῦ τρέφειν ἐν ἐρήμῳ τὸν ὄχλον τοῦτο παρίστησιν οἱονεί πως καὶ ἄκων διὰ τὴν ἀνάγκην καὶ τὸ τῆς τροφῆς δυσπόριστον ποιῶν τὸ τῶν ἄρτων σημεῖον, ὅπερ οὐκ ἂν ἐποίησεν ἐν πόλει, ὅπου τῶν ὠνίων ἡ ἀφθο‐ | |
5 | νία· πλὴν δυνάμενος λόγῳ κραταιῶσαι αὐτοὺς διὰ τὸ ἀφανὲς τοῦτο οὐ ποιεῖ· τὸ δὲ τῶν ἄρτων ὡς ἐναργῶς δεικνύων τὴν αὐτοῦ θεοπρεπῆ δόξαν | |
ἐποίησεν. | 214 | |
1 | Οὐκ εἶπεν ὁ Πέτρος· σὺ εἶ Χριστὸς ἢ υἱὸς τοῦ θεοῦ, ἀλλὰ ὁ | |
1 | Οὐκ εἶπεν ὁ Πέτρος· σὺ εἶ Χριστὸς ἢ υἱὸς τοῦ θεοῦ, ἀλλὰ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ· πολλοὶ μὲν γὰρ χριστοὶ κατὰ χάριν καὶ υἱοθεσίας ἀξίωμα ἔχοντες, ἀλλὰ μόνος εἷς ὁ φύσει υἱὸς τοῦ θεοῦ. διὸ μετὰ τοῦ ἄρθρου ἔφη ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. εἰπὼν δὲ | |
5 | αὐτὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος δείκνυσιν, ὅτι αὐτὸς ζωὴ ἦν καὶ θάνατος αὐτοῦ οὐ κυριεύει. κἂν γὰρ πρὸς ὀλίγον ἡ σὰρξ ἠσθένησεν ἀποθανοῦσα, ἀλλ’ ἀνέστη μὴ δυναμένου τοῦ ἐν αὐτῇ λόγου ὑπὸ δεσμὰ θανάτου κρατεῖσθαι. | |
191 | Mt 16, 18 | |
1 | Ὥσπερ οἱ τῇ προσθήκῃ τῆς ὕλης τῆς καιομένης ἐπὶ τὸ μεῖζον αἴροντες τὴν φλόγα, οὕτως καὶ οἱ καθελεῖν τὴν τοῦ Χριστοῦ ἐκκλησίαν σπουδάσαντες διὰ τὸν διωγμὸν αὐτὴν εἰς μεῖζον δόξης προήγαγον καὶ δυνάμεως. εἰ δὲ τῆς ἐκκλησίας, φησίν, οὐ κατισχύουσιν—εἶτα καὶ ἑτέραν | |
5 | λέγει τιμήν. | |
192 | Mt 16, 18—19 | |
1 | Ἄθρει, ὅπως κύριον ἑαυτὸν ἀποφαίνει συλλήβδην οὐρανοῦ καὶ γῆς· ὑπισχνεῖται γὰρ τὰ ὑπὲρ τὴν φύσιν τὴν καθ’ ἡμᾶς, μᾶλλον δὲ καὶ τάξεως τῆς ἀγγελικῆς καὶ ὅσα μόνῃ πρέπει χαρίζεσθαι τῇ ἀνωτάτω πασῶν φύσει τε καὶ δόξῃ· πρῶτον μὲν γάρ φησιν ἑαυτοῦ εἶναι τὴν ἐκκλησίαν καίτοι | |
5 | τῶν ἱερῶν γραμμάτων θεῷ μᾶλλον καὶ οὐδενὶ τῶν ἄλλων ἀφιερούντων «μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα», ἣν δὴ καὶ θεμελιοῦν ἐπαγγέλλεται τὸ | |
ἀκατάσειστον αὐτῇ προσνέμων ὡς αὐτὸς ὑπάρχων τῶν δυνάμεων κύριος καὶ ταύτης ποιμένα τὸν Πέτρον ἐφίστησιν. εἶτα ἔφη· καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν. ταύτην δὲ τὴν φωνὴν οὐκ ἄγγελος, | 215 | |
10 | οὐκ ἄλλη τις λογικὴ δύναμις φθέγξασθαι δύναται, πρέπει δὲ μᾶλλον τῷ πάντων κρατοῦντι θεῷ καὶ ἐξουσίαν ἔχοντι γῆς τε καὶ οὐρανοῦ. | |
193 | Mt 16, 19 | |
1 | Ὁ τοῦ δώρου καιρὸς εἰς τὸν ἀναστάσεως ὁρῶν καθ’ ὃν εἶπεν· «λάβετε πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται· ἄν τινων κρατῆτε, κεκράτηνται». ἡ δὲ δωρεὰ τῆς πίστεως ἡ δοθεῖσα ἅπασιν ἁρμό‐ ζει· διὸ κοινὴν πάντων νοοῦμεν τῶν ἀποστόλων τὴν πίστιν καὶ οὐ μόνου | |
5 | τοῦ Πέτρου. | |
194 | Mt 16, 20—21 | |
1 | Ὅτι Ἰησοῦς Χριστός ἐστιν, δείκνυται διὰ τούτου· φησὶν γὰρ τὰ τῆς οἰκονομίας μέλλειν ἃ ἔδει κηρύττεσθαι τελείως μετὰ τούτου εἶναι *** ἵνα Χριστὸν ἐσταυρωμένον ὑπὸ τῶν μαρτυρεῖν δυναμέ‐ νων *** ἐπεὶ δὲ οὐκ ἐδέχετο «προφήτην 〈ἀπολέσθαι〉 ἔξω Ἰερουσαλὴμ» | |
5 | ἀπώλειαν ἀναλογίαν ἔχουσαν πρὸς τὸ «ἀπολέσας τὴν ψυχὴν αὐτοῦ, εὑρήσει αὐτήν», διὰ τοῦτο εἰς Ἱεροσόλυμα ἄπεισιν. | |
195 | Mt 16, 24—28 | |
1 | Ἐπεὶ οὔπω τὴν «ἐξ ὕψους δύναμιν» ἐσχηκότας τοὺς μαθητὰς εἰκὸς ἦν τάχα που καὶ ἀνθρωπίναις περιπεσεῖν ἀσθενείαις καί τι τοιοῦ‐ τον ἐννενοηκότας εἰπεῖν· πῶς ἀρνήσεταί τις ἑαυτόν; ἢ πῶς ἀπολέσας τὴν ἑαυτοῦ ψυχὴν εὑρήσει αὐτήν; τί δὲ τοῖς τοῦτο παθοῦσιν τὸ | |
5 | ἰσοτιμοῦν γέρας; διὰ τοῦτο, ἵνα τῶν τοιούτων αὐτοὺς ἀποστήσῃ λογι‐ σμῶν καὶ οἷον μεταχαλκεύσῃ πρὸς εὐανδρίαν τῆς ἐσομένης αὐτοῖς εὐ‐ κλείας ἐπιθυμίαν ἐντεκών, φησίν· εἰσίν τινες τῶν ὧδε ἑστηκότων καὶ τὰ ἑξῆς, Πέτρον αἰνιττόμενος καὶ τοὺς υἱοὺς Ζεβεδαίου· οὗτοι γὰρ ἐν τῇ μεταμορφώσει συμπαρελήφθησαν, ἣν καλεῖ βασιλείαν ὡς ἐκ‐ | 216 |
10 | φήνασαν τῆς ἐξουσίας τὸ ἄφατον καὶ τῆς πρὸς τὸν πατέρα γνησιότητος τὸ ἀπαράλλακτον· ἐν αὐτῇ δὲ καὶ τῆς δευτέρας παρουσίας τὸ ἀξίωμα καὶ τὸ φρικτὸν ὑπεδήλωσε προοίμιον ταύτην ἐκείνης καὶ οἷον βεβαίωσιν ἐνδειξάμενος. ἥξει γὰρ ἐν δόξῃ τοῦ θεοῦ καὶ πατρός, οὐκ ἐν σμικρο‐ πρεπείᾳ τῇ καθ’ ἡμᾶς. | |
196 | Mt 16, 27—28 | |
1 | Δόξαν φησὶ τὸν μετασχη‐ ματισμὸν καὶ μεταλλαγμὸν τῆς ἡμε‐ τέρας φύσεως παρὰ τὸ νῦν ὁρώ‐ μενον σχῆμα εἰς εὐκλεᾶ καὶ ἀσύγ‐ | |
5 | κριτον δόξαν· ὧν δὲ καὶ δόξα μία, πολλῷ μᾶλλον καὶ οὐσία. | |
196col 2 | Δόξαν δὲ ἄλλως τὸν μετα‐ σχηματισμὸν καὶ μεταπλασμὸν τῆς ἡμετέρας φύσεως τὸν εὐκλεᾶ καὶ ἀσύγκριτον ἔχοντα τὴν δόξαν παρὰ | |
5 | τὸ νῦν ὁρώμενον σχῆμα. | |
197 | Mt 17, 1 | |
1 | Εἰς τὸ ὄρος ἄνεισι δεικνύς, ὅτι ὁ χθαμαλὸς νοῦς οὐκ ἂν γένοιτο πρὸς θεωρίαν ἐπιτήδειος, ἀλλ’ ὁ κατ’ ἰδίαν γεγονὼς καὶ ἔξω φροντίδων | |
βιωτικῶν ἐν ἡσυχίᾳ. | 217 | |
198 | Mt 17, 2 | |
1 | Πεπρᾶχθαι δέ φαμεν τὴν μεταμόρφωσιν οὐχὶ δήπου τὸ σχῆμα τὸ ἀνθρώπινον μεταβαλόντος τοῦ σώματος, ἀλλὰ δόξης τινὸς φωτοειδοῦς περιστελλούσης αὐτό· μείναντος γὰρ τοῦ σώματος ἐπὶ τοῦ σχήματος ἐπὶ τὸ ἐνδοξότερον οἱ χαρακτῆρες διὰ φωτοειδοῦς χρώματος διεχρών‐ | |
5 | νυντο. | |
199 | Mt 17, 3—7 | |
1 | Δι’ ὧν συλλαλοῦσι δείκνυται, ὅτι τὰ αὐτὰ τῷ Χριστῷ καὶ οἱ πάλαι προφῆται ἐφθέγξαντο, εἰ καὶ δι’ αἰνιγμάτων. ὑπὸ δὲ τῆς ἄκρας δειλίας πίπτουσιν οἱ μαθηταὶ καὶ ἀνίστησιν αὐτοὺς ὁ σωτὴρ δεικνύς, ὅτι εἰ μὴ ἐσαρκώθη καὶ ἐμεσίτευσε θεῷ καὶ ἀνθρώποις καὶ ἰσχυροποίησεν | |
5 | τὴν αὐτοῦ φύσιν, οὐκ ἂν ἔφερε φωνὴν θεοῦ ἀκοῦσαι. | |
200 | Mt 17, 4 | |
1 | Οὐκ ᾔδει τί ἐλάλει· πρὸ γὰρ τοῦ πάθους καὶ τῆς ἀναστάσεως τοῦ σωτῆρος καὶ τῆς καταλύσεως τοῦ θανάτου καὶ τῆς φθορᾶς τῶν σωμάτων ἡμῶν ἀδύνατον ἦν τὸν Πέτρον συνεῖναι Χριστῷ καὶ τῶν σκηνῶν ἐφίεσθαι τῶν ἐν οὐρανῷ· ταῦτα γὰρ δεῖ γενέσθαι μετὰ τὴν τοῦ σωτῆρος ἀνάστασιν | |
5 | καὶ εἰς οὐρανὸν ἀνάβασιν. | |
201 | Mt 17, 5 | |
1 | Αὐτοῦ προστέταχεν ἀκούειν, ἐπειδήπερ οὐ νομικοῖς ἔτι πείθε‐ σθαι γράμμασιν ἡμᾶς θελητὸν τῷ θεῷ καὶ πατρί, ἀλλ’ οὐδὲ ταῖς ἐν τύπῳ | |
σκιαγραφίαις, ἕπεσθαι δὲ μᾶλλον τοῖς διὰ τοῦ σωτῆρος ἡμῖν ἐντεταλ‐ μένοις οὐκ ἐξωθουμένων Μωσέως τε καὶ τῶν προφητῶν· συμπαρειστή‐ | 218 | |
5 | κεσαν γὰρ καὶ συνελάλουν αὐτῷ, ἵν’ ἡ μὲν παράστασις τὴν οἰκετικὴν ἡμῖν σημαίνῃ λειτουργίαν, τὸ δέ γε συλλαλεῖν τὴν εἰς Χριστὸν οἰκειότητα καὶ οἱονεὶ τὴν ταὐτολογίαν. | |
202 | Mt 17, 6 | |
1 | Ἡ μὲν τοῦ θεοῦ καὶ πατρὸς φωνὴ καλή τε καὶ ἀξιάγαστος, ἀκράτῳ δὲ ἤδη κατεχόμενοι δείματι πίπτουσιν οἱ μαθηταί, ἵνα δὴ πάλιν καὶ διὰ τούτου μάθωμεν, ὡς ἀναγκαιοτάτη τοῖς ἐπὶ γῆς ἡ τοῦ σωτῆρος ἡμῶν ἀναπέφανται μεσιτεία νοουμένη δηλαδὴ κατὰ τὸν τῆς ἐνανθρωπήσεως | |
5 | τρόπον· εἰ μὴ γὰρ γέγονε καθ’ ἡμᾶς, τίς ἂν ἡμῶν ἤνεγκεν ἄνω προσ‐ βάλλοντα θεὸν καὶ τὴν ἄφατον αὐτοῦ δόξαν οὐδενὶ τάχα τῶν γεννητῶν φορητὴν ἐμφαίνοντα· «φῶς» γὰρ «οἰκεῖν» αὐτὸν «ἀπρόσιτον» καὶ ὁ μα‐ κάριος ἔφησε Παῦλος· καὶ πρὸ τούτου ἠνέχθη φωνὴ ἐπὶ τοῦ Ἰορδάνου τοιαύτη καὶ ὄχλος παρῆν. | |
203 | Mt 17, 11—12 | |
1 | Δείκνυσιν ὁ Χριστὸς τοὺς Ἰουδαίους λίαν ἀγνοοῦντας τὰς γραφάς, ἐξ ὧν τὸν Ἰωάννην οὐκ ἔγνωσαν, τοῦτ’ ἔστιν τὸν πρῶτον Ἠλίαν τὸν «τὴν ὁδὸν ἑτοιμάσαντα τοῦ κυρίου», ὃν ἀγνοοῦντες καὶ ἀποκτείναντες τὸν τοῦ Χριστοῦ πρόδρομον καὶ αὐτὸν ἠγνόησαν τὸν κύριον καὶ ἀπέ‐ | |
5 | κτειναν αὐτόν. | |
204 | Mt 17, 14—18 | |
1 | Εἰ καὶ ἔδει τὸν τοῦ δαιμονῶντος πατέρα λυπούμενον ἀπελθεῖν οὐ τε‐ τυχηκότα τῆς φιλοτιμίας, ἅτε οὐκ ἀμώμητον ποιησάμενον τὴν πρόσοδον, ἀλλὰ τοῦ χοροῦ τῶν ἀποστόλων καταβοήσαντα καὶ εἰπόντα, μὴ ἰσχῦσαι αὐτοὺς ἐπιτιμῆσαι τῷ δαίμονι, μᾶλλον δὲ αὐτὸν διαβάλλοντα τὸν τῶν | |
5 | δυνάμεων κύριον· ὁ γὰρ λέγων ἀσθενῆσαι πρὸς ἐνέργειαν τὴν κατὰ πνευ‐ μάτων ἀκαθάρτων τοὺς παρὰ Χριστοῦ ἐξουσίαν λαβόντας ἐκβάλλειν αὐτά, τῆς χάριτος μᾶλλον κατηγορεῖ, οὐχὶ τῶν λαβόντων αὐτήν. διὰ ταῦτα τοίνυν τὸν ἄπιστον ἐκεῖνον πατέρα καὶ διὰ τοῦτο διεστραμμένον ἐχρῆν κενὸν ἀποπεμφθῆναι. ἀλλ’ ἵνα μή τις οἴηται καὶ αὐτὸν ἀτονῆσαι | 219 |
10 | τὸν Χριστὸν πρὸς τὴν τοῦ παραδόξου κατόρθωσιν, «ἐπετίμησε τῷ ἀκα‐ θάρτῳ πνεύματι» καὶ παραχρῆμα τοῦ νοσεῖν ὁ παῖς ἀπηλλάττετο «καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ»· πρὸ γὰρ τοῦ θεραπευθῆναι οὐκ ἦν τοῦ πατρός, ἀλλὰ τοῦ κρατοῦντος πνεύματος. | |
205 | Mt 17, 15 | |
1 | Εἰ διὰ φυσικὸν αὐτῆς νόμον ἡ σελήνη ἴσχυσεν ἐμποιῆσαί τινι πάθος, διὰ τί μὴ πᾶσιν ἐπιπέμπει τοῦτο τοῖς ἀνθρώποις ὥσπερ πᾶσιν ἐνίησι τὸ ἑαυτῆς φῶς; πάλιν ἐκεῖνο δῆλον, ὅτι εἰς φαῦσιν ἐγένετο ἡ σελήνη, οὐκ εἰς τὸ τεκεῖν δαίμονας. εἰ δὲ ἐκ τῆς ἐνεργείας τῆς φυσικῆς τῆς σε‐ | |
5 | λήνης ἐγένετο τοῦτο, ἔδει τοῦ δαιμονίου συντριβέντος καὶ τὴν σελήνην βλαβῆναι, τὴν αἰτίαν τοῦ πάθους. ἀλλ’ οὐκ ἔστιν τοῦτο, ἀλλ’ οἱ δαίμονες πλανᾶν βουλόμενοι τοὺς ἀνθρώπους τὰ τῶν στοιχείων ἑαυτοῖς περι‐ ετίθεσαν ὀνόματα, ἵνα ὡς πονηρὰ τὰ στοιχεῖα διαβάλληται, ὅπερ οὐκ ἔστιν· φύσει γὰρ 〈τὰ〉 στοιχεῖα καλὰ μόνοις δουλεύοντα τοῖς δοθεῖσιν | |
10 | αὐτοῖς νόμοις καὶ μὴ ἔχοντα τὸ ἐκ προαιρέσεως ἐξουσιαστικόν. | |
206 | Mt 17, 17 | |
1 | Ὁ ἄπιστος ἔσται που καὶ διεστραμμένος καὶ κατ’ οὐδένα τρόπον ὀρθοποδεῖν εἰδώς. τοῖς δὲ τοιούτοις οὐκ ἀξιοῖ συνεῖναι Χριστός, ἀλλ’ εἰ χρή τι τῶν ἀνθρωπίνων εἰπεῖν, ὀλιγωρεῖ καὶ ἀκηδιᾷ. πλὴν οὐκ | |
εἰς τὸ τούτου πρόσωπον—καὶ τὰ μὴ προσήκοντα ἐννοῆσαι περὶ αὐτῶν. | 220 | |
207 | Mt 17, 17 | |
1 | Ὅταν δὲ εἴπῃ, ὅτι ἕως πότε συνδιαιτῶμαι ὑμῖν τοῖς οὕτως ὑβρί‐ ζουσιν καὶ ἀπίστοις δείκνυσιν, ὅτι ὁ τῆς ἐνσάρκου παρουσίας καιρὸς | |
5 | ἀπῄτει αὐτὸν συνδιαιτᾶσθαι μετὰ θεοπρεποῦς ἡμερότητος τοῖς οὐκ ἀγαθοῖς, ἵνα αὐτοὺς δι’ ὧν ποιεῖ διορθώσηται. | |
207col 2 | Ἕως πότε, φησίν, συνδιαι‐ τῶμαι ὑμῖν τοῖς οὕτως ὑβρισταῖς καὶ ἀπίστοις δεικνύων, ὅτι ἡ μετὰ σαρκὸς παρουσία αὐτοῦ ἠνάγκασεν | |
5 | αὐτὸν συναναστρέφεσθαι τοῖς οὐκ ἀγαθοῖς, ἵνα διορθώσηται αὐτούς. | |
208 | Mt 17, 20 | |
1 | Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως τοῦτ’ ἔστιν θερμήν τε καὶ ζέουσαν ἤτοι τὴν τῷ βραχεῖ κόκκῳ παρεικασμένην διὰ τὸ ἐν λόγῳ μικροπρεπές. «ἔχομεν» γὰρ «ἐν ὀστρακίνοις σκεύεσιν τὸν» τῆς πίστεως «θησαυρόν». | |
209 | Mt 17, 22—23 | |
1 | Οὐκοῦν ἀνεκόμισε μὲν εἰς τὸ ὄρος τοὺς κορυφαίους καὶ ἔδειξεν αὐτοῖς τὴν δόξαν, μεθ’ ἧς ἐπιλάμψει τῷ κόσμῳ κατὰ καιρούς, εἶτα κατελθὼν ἐκ τοῦ ὄρους πονηροῦ τε καὶ ἀπηνοῦς πνεύματος ἠλευθέρωσέ τινα. ἀλλ’ ἔδει πάντως αὐτὸν τὸ σωτήριον ὑπὲρ ἡμῶν ὑπομεῖναι πάθος | |
5 | καὶ τῆς Ἰουδαίων ἀνασχέσθαι σκαιότητος. οὗ δὴ γεγονότος οὐδὲ ἀπεικὸς ἐν θορύβοις ἔσεσθαι τοὺς μαθητὰς κἀκεῖνό που τάχα καθ’ ἑαυτοὺς ἐννοεῖν καὶ λέγειν· ὁ τοσούτους νεκροὺς ἀναστήσας ἐν ἐξουσίᾳ θεο‐ πρεπεῖ, ὁ καὶ θαλάσσαις ἐπιτιμῶν καὶ πνεύμασιν, ὁ λόγῳ συντρίβων τὸν σατανᾶν, πῶς ἥλω νυνὶ καὶ τοῖς τῶν φονώντων ἐμπέπτωκε βρόχοις; | |
10 | ἆρα ἠπατήθημεν θεὸν εἶναι νομίζοντες αὐτόν; ἵνα τοίνυν εἰδεῖεν τὸ πάντη τε καὶ πάντως ἐσόμενον, προμηνύει αὐτοῖς τοῦ πάθους τὸ μυ‐ | |
στήριον. | 221 | |
210 | Mt 17, 22—23 | |
1 | Συναναμίξας τὸν περὶ τῆς ἀναστάσεως λόγον συναναπλέκει τῇ ἀσθενείᾳ τὴν δύναμιν, τῇ ἀδοξίᾳ τὴν δόξαν, τῇ εὐτελείᾳ τῆς ἀνθρω‐ πότητος τὸ τῆς θεότητος ὑψηλόν· ἀπέθανε γὰρ ὡς ἄνθρωπος, ἀνεβίω ὡς θεός. λυποῦνται δὲ οἱ μαθηταὶ διὰ τὴν πρὸς τὸν Χριστὸν ἀγάπην | |
5 | καίτοι γε προαναγγελθείσης τῆς ἀναστάσεως μετ’ οὐ πολύ, ἐπείπερ θερμότερον οἱ ἄνθρωποι λυποῦνται ἀκούοντες τῶν λυπηρῶν καὶ πλείω τούτων αἰσθάνονται ἢ τῶν ἡδίστων. | |
211 | Mt 17, 24 καὶ πανούργως ἐρωτῶσι τὸν Πέτρον. ἐπειδή, φησίν, ἔθος ἔχει τοῖς τοῦ Μωσέως ἀντιπράττεσθαι νόμοις, οὐδὲ τὸ δίδραχμον τελεῖ, εἰδὼς ὅτι καὶ ὁ Χριστὸς ἦν εἰπὼν «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πλη‐ | |
5 | ρῶσαι», καὶ ὅτι τῆς οἰκονομίας ὁ τρόπος τοῦτο ἀπαιτεῖ. τούτοις μὲν οὖν εἶπεν ὁ Πέτρος—ἴσως ἐρυθριῶν ὑπὲρ τούτων διαλεχθῆναι. | |
212 | Mt 17, 27 | |
1 | Δυνάμενος καὶ ἐκ τῆς γῆς παραγαγεῖν τὸν στατῆρα οὐκ ἐποί‐ ησε τοῦτο, ἀλλ’ ἐκ τῆς θαλάσσης τὸ σημεῖον ἐποίησεν, ἵνα μυστήριον | |
5 | ἡμᾶς διδάξῃ θεωρίας γέμον· ἰχθύες γὰρ ἦμεν ἐκ τῶν πικρῶν τοῦ βίου ταραχῶν ἀνασπασθέντες ὡς ἐκ θα‐ λάσσης διὰ τῶν ἀποστολικῶν ἀγκί‐ στρων ἔχοντες ἐν τοῖς ἑαυτῶν στό‐ | |
10 | μασι τὸν Χριστὸν τὸν στατῆρα τὸν βασιλικόν, ὃς ἐδόθη ὑπὲρ δύο ἀντίλυτρον, ὑπὲρ ψυχῆς καὶ σώ‐ ματος ἡμῶν ἤτοι ὑπὲρ δύο λαῶν, Ἰουδαίων τε καὶ ἐθνικῶν, ὁμοίως | |
15 | λυτρούμενος πένητας καὶ πλουσίους ἐπείπερ καὶ ὁ παλαιὸς νόμος ἀνυ‐ ποστόλως ἐξ ἴσου ἀπῄτει τὸ τέλος τῆς δραχμῆς παρά τε πλουσίου καὶ πένητος. | |
212col 2 | Ἠδύνατο ὁ σωτὴρ καὶ ἐκ τῆς γῆς παραγαγεῖν τὸν στατῆρα, οὐκ ἐποίησε δὲ τοῦτο, ἀλλ’ ἐκ τῆς θα‐ λάσσης τὸ σημεῖον εἰργάσατο, ἵνα | |
5 | δείξῃ μυστήριον ἡμῖν θεωρίας ἔμ‐ πλεον· ἡμεῖς γάρ ἐσμεν οἱ ἰχθύες θηρευθέντες ἐκ τῶν τοῦ βίου τα‐ ραχῶν διὰ τῶν ἀποστολικῶν διδαγ‐ μάτων. ἔχομεν δὲ ἐν τοῖς στόμασιν | |
10 | ἡμῶν τὸν στατῆρα, τοῦτ’ ἔστιν | |
τὸν Χριστόν. | 222 | |
213 | Mt 18, 1 | |
1 | Οὐρανῶν τε βασιλείαν ἔν τε τῷ παρόντι μάλιστα λογιζόμεθα καὶ εἶναί φαμεν ἢ τὴν ἐν ἁγιασμῷ κλῆσιν ἢ τὸ ἐν πίστει καὶ ἁγιότητι μέτρον· ὑποφαίνει γάρ τι τοιοῦτον καὶ ὁ σωτὴρ εἰπών· «ἡ βασιλεία» τῶν οὐρανῶν «ἐντὸς ὑμῶν ἐστιν». | |
214 | Mt 18, 10 | |
1 | Ἐπειδήπερ τις πολλὴ καὶ δυσαρίθμητος δαιμόνων πληθὺς τόδε τὸ σύμπαν περιφοιτᾷ πολυτρόποις ἀπάταις τὰ καθ’ ἡμᾶς καταστρέφουσα, οὐρανόθεν ἡμῖν ἐπέστησεν ὁ Χριστὸς τοὺς παιδαγωγοὺς οὐχ ὡς τῆς ἀνθρώπου φύσεως τὸ ἔλαττον ἀποφερομένης—πολλοῦ γε καὶ δεῖ· μακρὰν | |
5 | γὰρ τῶν καθ’ ἡμᾶς ἐκεῖνοι καὶ ἐναργὴς ὁ λόγος—ἀλλ’ ὡς ταῖς τῶν δαιμονίων πλεονεξίαις τὴν ἰδίαν ἰσχὺν ἀντεξάγοντας καὶ τῆς ἡμετέρας ζωῆς ὑπεραθλεῖν ἰσχύοντας· κατώρθωκεν δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων | |
ἁπάντων ταῖς ἡμετέραις ψυχαῖς ὁ Χριστός. πάλαι μὲν ἀχρειωθέντων ἡμῶν ἀπεκέκλειστο ὁ οὐρανὸς καὶ οὐδένα τῶν καθ’ ἡμᾶς ἐποιοῦντο | 223 | |
10 | λόγον οἱ ἄγγελοι οἱονεὶ τῷ πάντων δεσπότῃ συναγανακτοῦντες ὡς ὑβρισμένῳ. ἐπειδὴ δὲ ηὐδόκησεν ὁ θεὸς «ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ», κατεκόμισεν ἐλθὼν ἐπὶ γῆς καὶ τοὺς ἁγίους ἀγγέλους καὶ τῆς ἡμετέρας ζωῆς κηδεμόνας ἀπέδειξεν. διὸ καὶ ἔλεγεν· «ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ | |
15 | καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου». «τοῦ ἀνθρώπου», τοῦτο ἔστιν διὰ τὸν ἄνθρωπον· κεκλεισμένον γὰρ κατὰ τοὺς ἤδη παρῳχηκότας καιροὺς ἤνοιξεν ἡμῖν τὸν οὐρανόν, ἵνα δι’ ἡμᾶς ἄνω τε καὶ κάτω θέοντες ὑπουργοί τινες εἶεν τῆς εἰς ἡμᾶς τελουμένης οἰκονομίας διὰ Χριστοῦ. τοῦτο οὖν καὶ ὁ Παῦλός φησιν· «οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα» | |
20 | καὶ ἑξῆς. ταύτην ἔχει τὴν δήλωσιν καὶ τῶν ἐνυπνίων 〈τοῦ〉 προπάτορος ἡμῶν Ἰακὼβ ἡ δύναμις· τεθέαται, ὡς ἔφη, «τὴν κλίμακα» διήκουσαν ἀπὸ γῆς «εἰς τὸν οὐρανόν», οὐδὲν οἶμαι κατασημαίνοντος 〈τοῦ ὀνείρου〉 ἕτερον ἢ ὅτι κατὰ καιροὺς ἄνοδος τε καὶ κάθοδος ἔσται τοῖς ἁγίοις ἀγγέ‐ λοις διὰ τὸν ἄνθρωπον ἐπιλάμποντα ἐν κόσμῳ μετὰ σαρκὸς τοῦ μονο‐ | |
25 | γενοῦς. πάνδεινον οὖν ἄρα τοὺς τοσαύτης φροντίδος ἠξιωμένους παρὰ θεοῦ ὡς ἐπιστάτας καὶ παιδαγωγοὺς ἀγγέλους καταλαχεῖν ἐν τῷ μη‐ δενὶ τετάχθαι λόγῳ καὶ τοῦτο παρ’ ἡμῖν τοῖς ὁμοδούλοις καὶ ἀδελφοῖς. | |
215 | Mt 18, 20 | |
1 | Ἐπειδὴ δίδωσι τοῖς τὸ διδάσκειν λαχοῦσιν ἐξουσίαν τοῦ λύειν καὶ δεσμεῖν ὁ Χριστὸς μὴ μεταφοιτώντων τῶν ἅπαξ ἐκκλινάντων πρὸς ἔφεσιν ἀρετῆς, χρὴ δεδιέναι τὰς τῶν ἁγίων φωνάς, κἂν μὴ πολλοί τινες εἶεν οἱ διορίζοντες· πεπληροφόρηκε γὰρ καὶ τοῦτο ἡμᾶς ὁ Χριστός, οὐχὶ | |
5 | δήπου πάντως ὅ τι ἐκ πολλῶν ἔσται βέβαιον εἰπών, ἀλλ’ εἰ καὶ δύο τὸν ἀριθμὸν συμφώνως καὶ περιεσκεμμένως ὁρίσειαν, εἰς πέρας ἥξειν ἐπαγ‐ γειλάμενος· συνέσομαι γάρ φησι καὶ συνοριῶ, εἰ μόνοι δύο συναχθεῖεν δι’ ἐμέ· οὐ γὰρ 〈τὸν〉 τῶν συνόντων ἀριθμόν, ἀλλὰ τὴν τῆς εὐσεβείας | |
καὶ φιλοθεΐας δύναμιν ἐνεργὸν γενήσεσθαί φησιν. | 224 | |
216 | Mt 18, 24—35 | |
1 | Ἀφιέντος ἡμῖν τοῦ πάντων θεοῦ τὰ χαλεπὰ τῶν πλημμελημάτων, διὰ τῶν πολλῶν δηλοῦται ταλάντων, εἰ μὴ τοῖς συνδούλοις ἀνίεμεν αὐτοὶ τὰ ρʹ δηνάρια, τοῦτ’ ἔστιν τὰ ὀλίγα κοσμικὰ πταίσματα ἐκ τῆς ἐνούσης αὐτοῖς μισοπονηρίας, οἱ τῆς καθ’ ἡμᾶς ἐφεστῶτες ἄγγελοι καὶ | |
5 | ὑπὸ τὸν αὐτὸν ἡμῖν ὄντες τῆς δεσποτείας ζυγὸν τὴν παρὰ θεῷ ποιοῦνται κατάρρησιν οὐχ ὡς ἀγνοοῦντι σημαίνοντες—πάντα γὰρ οἶδεν ὡς θεός— ἐξαιτοῦντες δὲ μᾶλλον κατά γε τὸ εἰκὸς χρησίμως παιδεύεσθαι τοὺς ἑλομένους καταφρονεῖν καὶ τοὺς τῆς φιλαλληλίας ἀτιμάζειν νόμους. εἰ δὲ δὴ πάθοιμεν τὴν ἐπὶ τούτοις καταβολήν, ἢ παιδευόμεθα κατὰ τὸν | |
10 | παρόντα βίον οἱονεί τισι βασανισταῖς πειρασμοῖς τε καὶ ἀρρωστίαις παραπεμπόμενοι ἢ γοῦν εἰς αἰῶνα τὸν μέλλοντα κολαζόμενοι. ὅτι δὲ παιδεύει θεὸς ἐπιστρεπτικῶς τὸν ἀπειθῆ καὶ δυσάγωγον μετασκευάζων ἐπὶ τὸ ἄμεινον, ἀταλαίπωρον ἰδεῖν· μεστὴ γὰρ τῶν τοιούτων ἡ θεία γραφή, ὁποῖόν ἐστι τὸ σοφῶς εἰρημένον «ὃν ἀγαπᾷ κύριος παιδεύει, | |
15 | μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται» καὶ πάλιν «εἰς παιδείαν ὑπο‐ μένετε» καὶ ἑξῆς. | |
217 | Mt 18, 25 | |
1 | Διὰ τῆς πράσεως τῆς γυναικὸς καὶ τῶν λοιπῶν σημαίνεται τῶν παρὰ θεοῦ τερπνῶν ἡ εἰς ἅπαν ἀφαίρεσις καὶ ἀπόπτωσις παντελής. ἡ δὲ πρᾶσις δηλοῖ τὴν ἀλλοτρίωσιν δηλονότι τὴν ἀπὸ θεοῦ· ἀλλότριοι γὰρ θεοῦ πρὸς οὓς ἂν γένοιτο λόγος ὁ πικρὸς ἐκεῖνος καὶ ἀμειδής· «ἀπό‐ | |
5 | στητε ἀπ’ ἐμοῦ ἐργάται» τῆς ἀνομίας· «οὐδέπω» γὰρ «ἔγνων ὑμᾶς». | |
218 | Mt 19, 17—18 | |
1 | Εἰπόντος τοῦ Χριστοῦ εἰ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, | |
τήρησον τὰς ἐντολὰς οὐδὲν ἕτερον ἐκεῖνος προσδοκήσας ἐρεῖν αὐτὸν ἢ «εὐθὺς τὰς ἐμάς» φησιν· ποίας; πολὺ δὲ τῆς ἐλπίδος ἐσφάλλετο· οὐ γάρ, ὅπερ ᾠήθη, πρὸς αὐτὸν ἀπεκρίνατο ὁ Χριστός, ἀλλ’ ἐπὶ τὸν νόμον | 225 | |
5 | ἀνάγει αὐτόν, οὐχ ὅτι τελειότης ὁ νόμος («δικαιοῦται» γὰρ «οὐδεὶς ἐν νόμῳ» κατὰ τὸ γεγραμμένον), ἀλλ’ ὅτι προεισβολή τις ὥσπερ τῆς εἰς αἰῶνα ζωῆς ἡ κατὰ νόμον μελέτη κατὰ βραχὺ προσεθίζουσα τοῖς ἀνω‐ τέρω τῶν παιδαγωγουμένων τὸν νοῦν. «γέγονεν» γὰρ ἡμῖν «ὁ νόμος παιδαγωγὸς εἰς Χριστόν»· ἀρχὴ τοιγαροῦν σωματικῆς πολιτείας ὁ νόμος, | |
10 | τελειότης δὲ ὁ Χριστός· ἀρχὴ γάρ, φησίν, τῶν ἀγαθῶν τὸ ποιεῖν δίκαια. παραδείκνυσι μὲν οὖν τὸ δίκαιον ὁ νόμος, τὸ δὲ ἀγαθὸν ὁ Χριστός. ὁ μὲν οὖν ἐδίδασκεν τοῖς ἴσοις ἀμύνεσθαι τοὺς ἀδικεῖν βουλομένους («ὀδόντα» γὰρ «ἀντὶ ὀδόντος» καὶ «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ»), ὁ δὲ τὸ ἰσορροποῦν ἀνέντας ἡμᾶς ἐπὶ τὸ μεῖζον ... τῷ γὰρ παίοντί σε «εἰς | |
15 | τὴν δεξιάν, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι», φησίν, «καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον». | |
219 | Mt 19, 24 | |
1 | Κάμηλον δὲ ἐνταῦθά φησιν οὐ τὸ ζῷον τὸ ἀχθοφόρον, ἀλλὰ τὸ παχὺ σχοινίον, ἐν ᾧ δεσμεύουσι τὰς ἀγκύρας οἱ ναῦται. οὐκ ἀνήνυτον παντελῶς τοῦτο δείκνυσιν ὄν, τῷ δὲ ἄγαν δυσχερεῖ λοιπὸν ἤδη πως ἐγγὺς καὶ ἀγχίθυρον τοῦ ἀδυνάτου τὸ χρῆμα τιθείς. ὅθεν δείκνυται οὐχ | |
5 | ὁ τυχών—δεῖ τῆς χάριτος τῷ μέλλοντι τοῦτο κατορθοῦν. | |
220 | Mt 19, 26 | |
1 | Οὐκ ἂν γένοιτό τις παθῶν ἐλευθέραν εἰς ἅπαν ἔχων ψυχὴν καὶ εἰ σφόδρα τις εἴη τῶν ὅτι μάλιστα φιλοπονωτάτων· «τίς γὰρ καθαρὸς ἀπὸ ῥύπου» κατὰ τὸ γεγραμμένον ἢ «τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν»; εἰ δὲ καὶ ὁ «πταίσας ἐν ἑνί, γέγονε πάντων ἔνοχος» κατὰ τὸν | |
5 | τοῦ καταγνωσθῆναι λόγον, τίς οὐκ ἂν εὐθύνοι τὸ λοιπὸν τὴν ἐφ’ ἑνὶ παρά‐ βασιν οὐδὲ φυγών; οὐδὲ γὰρ ἂν διαδρῴη τὸ κατὰ νοῦν ἁμαρτεῖν καὶ ὁ σφόδρα νηφάλιος. ὅσον οὖν ἧκεν εἰς ἀνθρωπίνην ἀσθένειαν, οὐδεὶς ὁ σῳζόμενος· ὅσον γε μὴν εἰς τὴν τοῦ διασῴζοντος ἡμερότητα, οὐκ | |
ἀπόγνωστος τὴν σωτηρίαν· οὐ γὰρ πᾶσα ἁμαρτία πρὸς θάνατον. | 226 | |
221 | Mt 19, 29 | |
1 | Ἵνα μή τις οἰηθῇ ἐπὶ μόνων τῶν μαθητῶν ἁρμόζειν τὸ εἰρη‐ μένον, ἐπεπλάτυνεν ἐπὶ πάντας τὸν λόγον τοὺς τὰ ὅμοια ποιοῦντας· εἰ | |
5 | γὰρ καὶ μὴ τῶν αὐτῶν τοῖς μαθη‐ ταῖς τεύξονται οἱ λοιποί, ἀλλ’ οὖν ἕξουσιν ἀντὶ μὲν τῶν κατὰ σάρκα συγγενῶν τὴν πρὸς θεὸν οἰκειότητα καὶ τὴν ἀδελφότητα τὴν πρὸς τοὺς | |
10 | ἁγίους (ἤτοι τοὺς πρεσβυτέρους καὶ πρεσβύτιδας τῆς ἐκκλησίας λέγει, οὓς ἔσχον δι’ ἀγάπην ὡς συγγενεῖς, τοὺς κατὰ διάθεσιν ἀγαπητούς, τοὺς πολλῷ μᾶλλον τῶν κατὰ σάρκα συγ‐ | |
15 | γενῶν ἀγαπῶντας, παρ’ ὧν καὶ χρή‐ ματα ἐδέξαντο, ἵνα διοικήσωσιν αὐτὰ ὡς βούλονται, ἀποκειμένων αὐτοῖς καὶ τῶν ἐσομένων ἀγαθῶν), ἀντὶ δὲ τῶν ἀγρῶν τὸν παράδεισον | |
20 | καὶ ἀντὶ οἴκων τῶν ἐκ λίθων τὴν ἄνω Ἰερουσαλήμ, τὴν τῶν πρωτο‐ τόκων μητέρα. | |
221col 2(4) | Ἐπισημαντέον, ὅτι κἂν μὴ τῶν | |
5 | αὐτῶν τοῖς μαθηταῖς οἱ λοιποὶ ἐπι‐ τύχωσιν, ἀλλ’ ὅμως ἕξουσιν ἀντὶ μὲν τῶν κατὰ σάρκα συγγενῶν πρὸς θεὸν οἰκειότητα καὶ τὴν ἀδελφό‐ τητα τὴν πρὸς ἁγίαν πόλιν τὴν τῶν | |
10 | πρωτοτόκων μητέρα. | |
222 | Mt 19, 29 | |
1 | Οὐ πολλοὺς οὖν ἀνθ’ ἑνὸς πατέρας ἢ πολλὰς ἀντὶ μιᾶς μητέρας | |
ἢ ἀγροὺς ἀντὶ ὀλίγων πολλοὺς ἀπολήψεσθαί φησιν, ἀλλ’ ὅτι τῶν ἐπι‐ γείων ἁπάντων ἀσυγκρίτοις ὑπεροχαῖς ὑπερκείσεται τὰ οὐράνια καὶ τῶν ἀπολλυμένων ἔσται προτιμότερα τὰ σῳζόμενα. | 227 | |
225 | Mt 19, 29 | |
1 | Προστέθεικε δὲ ὁ Λουκᾶς καὶ περὶ γυναικός· τοῦτο δὲ κατὰ τὸν Παῦλον κελεύοντα τιμᾶν «πρεσβυτέρας μὲν ὡς μητέρας, νεωτέρας δὲ ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ»· ὥσπερ οὖν ἀδελφοὺς δίδωσι τοὺς οὐκ ἀδελφοὺς καὶ γονεῖς τοὺς οὐ γονεῖς καὶ τέκνα τὰ οὐ τέκνα, οὕτω καὶ | |
5 | γυναῖκα τὴν οὐ γυναῖκα ἑτέρῳ τρόπῳ δηλαδὴ πνευματικῷ τὰς οἰκειότητας ἐκπληρῶν, οὐ σωματικῷ. ἀπολείπειν δὲ τὸ κατὰ σάρκα γένος ἀγαθόν ἐστι διὰ τὴν πνευματικὴν ζωήν· τότε γὰρ λέγει χωρίζεσθαι ἀπὸ γονέων καὶ ἀπὸ γυναικός, ὅταν πρὸς ἀσέβειαν ἕλκωσιν· καθὼς γὰρ δεῖ ψυχῆς καὶ σώματος καταφρονεῖν διὰ θεοσέβειαν, οὕτω χρὴ καὶ πάντων ταύτην | |
10 | προτιμᾶν. | |
226 | Mt 20, 1—16 | |
1 | Φεύγων τὸ φιλόδοξον ὁ κύριος ὡς περὶ ἑτέρου λέγει οἰκοδεσπό‐ | |
του αὐτὸς ὢν οἰκοδεσπότης καὶ τῆς τῶν οὐρανῶν βασιλείας διανομεύς. ἡμέραν δὲ λέγει τὸν πάντα αἰῶνα, καθ’ ὃν ἐν διαφόροις καιροῖς μετὰ τὴν τοῦ Ἀδὰμ παράβασιν προσκαλεῖταί τινας δικαίους εἰς ἐργασίαν | 228 | |
5 | θεοσεβῆ μισθὸν αὐτοῖς ὁρίσας ἐπὶ τοῖς ἔργοις. εἰσὶν οὖν περὶ τὴν πρώ‐ την ὥραν οἱ περὶ τὸν Ἀδὰμ καὶ τὸν Ἐνώχ, οἱ δὲ περὶ τὴν τρίτην οἱ περὶ Νῶε καὶ Σὴμ καὶ οἱ ἐξ αὐτῶν δίκαιοι· δεύτερος γὰρ ὁ καιρὸς καὶ ἡ κλῆσις δευτέρα, ὅτε καὶ διάφορα τὰ νόμιμα. οἱ δὲ περὶ τὴν ἕκτην κεκλημένοι ἐργάται οἱ κατὰ τοὺς Ἀβραάμ εἰσι χρόνους, ἐφ’ οὗ πάλιν | |
10 | ἡ τῆς περιτομῆς νομοθεσία, οἱ ἑνδεκάτην οἱ κατὰ τὴν Χριστοῦ παρουσίαν, ἐφ’ ὧν καὶ μόνων λέγεται τὸ τί ὧδε ποιεῖτε ὅλην τὴν ἡμέ‐ ραν ἀργοί, ὅτι κυρίου ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ καὶ ἀργοὶ ἐν παντὶ ἔργῳ ἀγαθῷ ἐοικότες τοῖς ἐν ἀγορᾷ ἑστῶσιν καὶ μηδὲν ὅλως ψηλαφῶσιν, ἀλλ’ εἰκῆ καὶ μάτην τὸν ἑαυτῶν διατρέχοντες βίον. | |
15 | οὓς καὶ προτρέπεται ὁ κύριος λέγων· τί ἑστήκατε (οὕτως λέγων) ἀργοί; πρὸς ὃν ἀνταποκρίνονται λέγοντες· οὐδεὶς ἡμᾶς ἐμισθώ‐ σατο· οὔτε γὰρ Μωυσῆς οὔτε τις τῶν ἁγίων ἐκήρυξε τοῖς ἔθνεσιν, ἀλλὰ μόνῳ τῷ Ἰσραήλ. ὅμως ὁ κύριος εἰσπέμπει καὶ αὐτοὺς εἰς τὸν ἀμπελῶνα. πέντε δὲ κλήσεις 〈λέγει〉 γενέσθαι, ἵνα δείξῃ, ὅτι ἐν ἑκάστῳ | |
20 | καιρῷ ἦσαν εὐδοκιμοῦντες καὶ ἀστοχοῦντες ὡς αἱ «πέντε παρθένοι φρόνι‐ μοι καὶ αἱ μωραὶ πέντε» δηλοῦσιν κατὰ τοὺς αὐτοὺς οὖσαι χρόνους, καὶ ὅτι τινὲς ἐνάρετοι ηὑρέθησαν, τινὲς δὲ κατεφρόνησαν διὰ μωρίαν τοῦ μέλλοντος αἰῶνος. ἐπὶ τέλει δὲ τοῦ βίου, ὅ ἐστιν ἑσπέρα (ὁ γὰρ ἀπὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ καιρὸς ἕως τῆς συντελείας ἐστὶν ὁ μετὰ | |
25 | τὴν ἑνδεκάτην ὥραν καθὼς ὁ Ἰωάννης φησίν· «ἐσχάτη ὥρα ἐστίν»), ἐν ᾗ ὁ οἰκοδεσπότης, φησίν, ἀπὸ τῶν τελευταίων 〈κελεύει〉 δοθῆναι τὸν μισθόν. οἰκοδεσπότης δὲ νοηθεί〈η〉 ὁ πατὴρ χρώμενος τῷ υἱῷ διανομεῖ οὐχ ὡς ὑπουργῷ, ἀλλ’ ὡς 〈συνεργῷ〉 ὅτι δι’ αὐτοῦ διοικεῖ καὶ ἐνεργεῖ πᾶν, ὅ τι οὖν βούλεται. δίδωσιν δὲ πᾶσιν τὸ ἀνὰ δηνάριον, ὅ ἐστιν ἡ τοῦ | |
30 | πνεύματος χάρις συμμόρφους ἀποτελοῦσα τοὺς ἁγίους θεῷ καὶ τοὺς ἄνω χαρακτῆρας ἐν ταῖς ἐκείνων ψυχαῖς ἐγχαράττουσα καὶ εἰς ζωὴν ἀνά‐ γουσα καὶ ἀφθαρσίαν. ἐν τούτοις δὲ οἱ πρῶτοι δοκοῦσιν πλεῖον τῶν ἐσχάτων κεκοπιακέναι ὡς τὴν τοῦ διαβόλου πύρωσιν ἐπὶ πλεῖον ὑπο‐ στάντες οὔπω τῆς ἁμαρτίας κατηργημένης καὶ τῆς φθορᾶς καὶ τοῦ θα‐ | |
35 | νάτου· τὸ πρᾶγμα γάρ, εἰ κατ’ ἰσότητα ἐξετάζοιτο, πλεῖόν τι τοῖς προ‐ τέροις ὀφειλόμενον ὑποβάλλει, ὅτι θανάτου καὶ διαβόλου κρατοῦντος ἐπολιτεύοντο· τοῦτο γάρ ἐστιν τὸ βάρος τῆς ἡμέρας καὶ ὁ καύσων, ὅτε μηδὲ ἡ τοῦ πνεύματος δρόσος παρῆν ἐπικουροῦσα πρὸς δικαιοσύνην ἀνθρώποις. οἱ δὲ ἔσχατοι ἀντὶ κόπων τὴν τοῦ δεσπότου ἔχοντες φιλο‐ | |
40 | τιμίαν πρῶτοι τὸν μισθὸν δέχονται, ἐπείπερ πάντες οἱ μετὰ τὴν ἐπι‐ δημίαν διὰ τοῦ βαπτίσματος καὶ τῆς πρὸς τὸ πνεῦμα συναφείας «θείας» γεγόνασιν «κοινωνοὶ φύσεως» καὶ υἱοὶ θεοῦ ἐχρημάτισαν τῶν πρὸ τῆς ἐπιδημίας πάντων γεννητῶν γυναικῶν χρηματιζόντων, μελλόντων δὲ καὶ αὐτῶν πρὸς τοῦτο καλεῖσθαι· εἰ γὰρ καὶ γεγόνασι μέτοχοι πνεύματος οἱ | 229 |
45 | προφῆται, ἀλλ’ οὖν οὐχ ὡς οἱ πιστοί, τρόπον τινὰ τοῦ ἁγίου πνεύματος ταῖς τῶν πιστῶν ψυχαῖς ὡσανεὶ ζύμης γενομένου καὶ ὅλον τὸν ἄνθρω‐ πον μετατιθέντος εἰς ἑτέραν βίου κατάστασιν. διὸ καὶ «θείας» γινόμεθα «κοινωνοὶ φύσεως» καὶ ἐκ παρρησίας βοῶμεν «ἀββᾶ ὁ πατήρ». οἱ δὲ ἀρχαιότεροι οὐ τῆς αὐτῆς ἔτυχον χάριτος. διὸ καὶ ὁ Παῦλός φησιν· | |
226(50) | «οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας» ὡς ὅτι οἱ ἀρχαῖοι «πνεῦμα δουλείας» ἐλάμβανον οὐκ ἔχοντες τὸ τῆς υἱοθεσίας ἀξίωμα. πρῶτοι οὖν λαβόντες τὸ νοητὸν δηνάριον ἀναγκαίως τῶν ἄλλων προτετιμῆσθαι λεγόμεθα. | |
227 | Mt 20, 23 | |
1 | Ἐρωτᾷς, εἰ λοιπόν τινες μέλλουσιν καθεσθῆναι· μάθε, ὅτι οὐδείς· μόνης γὰρ τῆς πρώτης οὐσίας τὸ τοιοῦτόν ἐστιν καὶ οὐκ ἀνθρωπίνης· μὴ νοήσαντες γὰρ οἱ ἀπόστολοι τί ἐστιν τὸ καθεσθῆναι «ἐπὶ δώδεκα θρόνους» καὶ ὅ τι τὸ δοξασθῆναι τότε δηλοῖ τοιαύτην ἐζήτουν καθέδραν. | |
228 | Mt 21, 1—7 | |
1 | Πρὸ πέντε ἡμερῶν τοῦ σωτηριώδους αὐτοῦ πάθους ἀναπληρῶσαι βουλόμενος καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς περὶ αὐτοῦ εἰρημένας κελεύει τοῖς δυσὶ μαθηταῖς ἀπιέναι εἰς τὸ κωμύδριον τὸ ἀντικρὺ Βηθ‐ φαγὴ καὶ Βηθανίαν καὶ ἐνέγκαι τὸν ἀσαλῆ πῶλον αὐτοῦ. ὅτι δὲ ὁ | |
5 | μὲν Ματθαῖος ὄνον καὶ πῶλον ἀγηοχέναι τῷ κυρίῳ λέγει, Λουκᾶς δὲ καὶ Μᾶρκος ἑνὸς μόνου ὑποζυγίου ἀπεμνημόνευσαν, οὐ μάχης τὸ εἰρημένον· τοῦ γὰρ πώλου ἀγομένου κατὰ τὸ κελευσθὲν ὑπὸ τῶν μαθητῶν | |
ἐφήλατο καὶ ἡ ὄνος τῷ αὐτῆς τέκνῳ ἀκολουθοῦσα ὡς φιλόστοργος μήτηρ. | 230 | |
229 | Mt 21, 1—3 | |
1 | Δύο δέ φησιν εἶναι τοὺς μαθητάς, ὅ ἐστιν ἀποστόλους καὶ εὐαγ‐ γελιστάς, οἵτινες γεγόνασιν συνεργοὶ καὶ ὑπηρέται Χριστοῦ πρὸς τοῦτο. ἢ καὶ εὐαγγέλους λέγει τοὺς ὑπηρετοῦντας Χριστῷ πρὸς ἡμετέραν λύτρωσιν «ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου». | |
5 | εἰ δὲ ἐρωτήσει ὁ καταδήσας αὐτοὺς ταῖς σειραῖς τῶν ἁμαρτιῶν «τί ποιεῖτε», ἀλλ’ οὖν οὐ δυνάμενος ἀντιστῆναι τοῖς τοῦ σωτῆρος λόγοις σιωπήσεται οὐχ ἑκὼν διὰ τὸ ὑπερβάλλον τῆς δυνάμεως· θεία δὲ ἡ κλῆσις ἐν τούτῳ δεδήλωται. | |
230 | Mt 21, 7—9 | |
1 | Ἐρχόμενος λέγεται ὁ Χριστὸς ὡς ἄνωθεν ἐλθών, ὅτι θεὸς ὢν φύσει καὶ υἱὸς τοῦ πατρὸς γέγονεν ἄνθρωπος καὶ ἦλθεν ἐν ὀνόματι κυρίου ὁ κύριος καλούμενος. οὗτος οὖν ὡς φύσει θεὸς εὐλογημένος λέγεται, τοῦτ’ ἔστιν δοξολογούμενος. ἐπεκάθητο μὲν οὖν τῷ πώλῳ | |
5 | Χριστός, εἵπετο δὲ ἡ τεκοῦσα. καὶ σημεῖον ἡμῖν ἀναγκαιοτάτου πράγ‐ ματος τὸ δρώμενον ἦν· ἐπανεπαύσατο γὰρ ὁ Χριστὸς τῷ νέῳ λαῷ τῷ εἰδωλολατροῦντί ποτε, ἕψεται δὲ κατὰ καιροὺς καὶ ἡ τῶν Ἰουδαίων συναγωγή, καίτοιγε ἐν χρόνῳ τῷ κατὰ τὴν κλῆσιν τὸ πρεσβύτερον ἔχουσα· προεισκέκλητο γὰρ διὰ Μωσέως καὶ προφητῶν. ἐπειδὴ δὲ | |
10 | προσκέκρουκε τῷ σῴζοντι θεῷ, διὰ τοῦτο δικαίως τοῦ πώλου κατόπιν ἔρχεται μόλις καὶ γέγονεν εἰς οὐράν, τοῦτ’ ἔστιν παρακολούθημα καὶ ὀπίσω τῶν ἐξ ἐθνῶν καὶ ἡ πρώτη γέγονεν ἐσχάτη. ἄθρει δέ, ὅπως εἰς ἐσχάτην ἀλογίαν ἀποκομισθεῖσαν ἔδειξε τὴν ἀνθρώπου φύσιν ὁ «νε‐ φροὺς» εἰδὼς «καὶ καρδίας»· ὄνῳ γὰρ παρεικάζεται τῇ λίαν ἀλογωτάτῃ | |
15 | καὶ ἡ τῶν Ἰουδαίων συναγωγὴ καὶ αὐτὴ δὲ τῶν ἐθνῶν ἡ πληθύς· οἱ μὲν γὰρ «λελατρευκότες τῇ κτίσει παρὰ τὸν κτίσαντα» θεόν, οἱ δὲ τὸν | |
παιδαγωγὸν ἀτιμάζοντες νόμον ἔξω νοῦ καὶ φρενὸς γεγόνασιν ἀγαθῆς καὶ πρὸς πᾶν εἶδος φαυλότητος ἀπονενευκότες «παρασυνεβλήθησαν τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοίωνται αὐτοῖς» κατὰ τὴν τοῦ ψάλλαντος | 231 | |
20 | φωνήν. ὄνος δὲ καὶ ἑτέρως ἀκαθαρσίας σύμβολον· ἀνίερον γὰρ τὸ ζῷον καὶ τὴν ἐκ νόμου κατάρρησιν ἔχον. τοιοῦτοι δὲ πάντες οἱ πλανώμενοι καὶ φιλαμαρτήμονες. | |
231 | Mt 21, 7—9 | |
1 | Ἄγεται ὁ πῶλος δύο μαθητῶν ἀπεσταλμένων παρὰ Χριστοῦ· ὑπηρετοῦσι γὰρ πρὸς τοῦτο αὐτῷ δύο τάγματα, προφῆται καὶ ἀπόστολοι, δι’ ὧν σαγηνεύονται εἰς πίστιν τὰ ἔθνη. καὶ ἄγεται ἀπό τινος κώμης, ἵνα καὶ ἐκ τούτου τὴν ἄγροικον τῶν ἐθνῶν καταδείξῃ φρένα οὐκ ἐν | |
5 | νόμῳ τεθραμμένων, ζησάντων δὲ μᾶλλον ἀπημελημένως καὶ ἀγρίως, πλὴν μετέστη ἐπὶ τὸ ἡμερώτερον· γέγονε γὰρ ὑπὸ Χριστῷ ταῦτα διδά‐ σκοντι. καὶ παῖδες δὲ «βάϊα φοινίκων» ἀνατείναντες προέτρεχον αὐτοῦ καὶ ὁμοῦ τοῖς μαθηταῖς τὴν δοξολογίαν συνετίθεσαν, ἵνα καὶ δι’ αὐτῶν τὸν νέον καὶ ἐξ ἐθνῶν ὥσπερ ἐν πίνακι γεγραμμένον ἴδωμεν λαόν· γέ‐ | |
10 | γραπται γάρ· «καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον». | |
232 | Mt 21, 9 | |
1 | Ὡσαννὰ τῷ υἱῷ Δαβὶδ εὐλογημένος· τὸ ἑβραικὸν οὕτως ἔχει ἐν τῷ ριζʹ ψαλμῷ· ΑΝΝΑ ΑΔΩΝΑΙ ΩΣΙΑΝΝΑ, ΑΔΩΝΑΙ ΑΣΛΙΑΝΝΑ, ΒΑΡΟΥΧ ΑΒΒΑ ΒΣΑΙΜ. | |
233 | Mt 21, 12—14 | |
1 | Ἦν μὲν ἐν τῷ ἱερῷ πληθὺς ἐμπόρων, ἀργυραμοιβοὶ ἤτοι κολλυ‐ βισταὶ καὶ μετ’ ἐκείνων βοῶναι καὶ προβάτων ἔμποροι τρυγόνας τε πιπράσκοντες καὶ περιστεράς. ταῦτα δὲ χρήσιμα ταῖς θυσίαις τῆς κατὰ νόμον λατρείας. ἀλλ’ ἦν ἤδη ὁ καιρὸς τοῦ καταλῆξαι τὴν σκιὰν καὶ ἀνα‐ | |
5 | λάμψαι τὴν ἐν Χριστῷ ἀλήθειαν· ταύτῃ τοι Χριστὸς εἰκότως ἡ ἀλήθεια ἅτε δὴ μετὰ τοῦ ἰδίου πατρὸς ἐν τῷ παρ’ αὐτῷ ὄντι ναῷ τιμώμενος, συστέλλεσθαι μὲν τὰς ἐν νόμῳ προστέταχε θυσίας καὶ τοὺς καπνούς, οἶκον δὲ προσευχῆς ἀναδείκνυσθαι τὸν ναόν· τὸ γὰρ ἐπιπλήττειν τοῖς ἐμπόροις καὶ τῶν ἱερῶν περιβόλων ἀποσοβεῖν αὐτοὺς τὰ εἰς θυσίαν χρή‐ | 232 |
10 | σιμα διαπιπράσκοντάς τισι τοῦτο πάντως ἐστὶν καὶ ἕτερον οὐδέν. ἕτερος δὲ τῶν εὐαγγελιστῶν «καὶ φραγέλλιον ἐκ σχοινίων ποιῆσαι» λέγει τὸν Ἰησοῦν καὶ ἀπειλῆσαι πληγὰς καὶ ἐπανατείνειν αὐτοῖς· ἔδει γὰρ εἰδέναι τοὺς τὴν νομικὴν τιμῶντας λατρείαν μετὰ τὴν τῆς ἀληθείας ἀνάδειξιν, ὅτι «πνεῦμα δουλείας» ἔχοντες καὶ τὸ ἐλευθεροῦσθαι παραιτούμενοι | |
15 | ὑπὸ μάστιγας ἔσονται καὶ ὑποκείσονται κολάσει δουλοπρεπεῖ. ἐπιτειχίζει αὐτοῖς καὶ τὸν Ἠσαίαν κατήγορον—φησὶ γὰρ ὁ εὐαγγελιστής. | |
234 | Mt 21, 12 | |
1 | 〈Κ〉αὶ τῆς λατρείας δὲ τὴν μετάθεσιν προμηνύει ἐκβάλλων τὰ σφαγιζόμενα ζῷα καὶ τὰς νομικὰς παραδόσεις. ἐπανατείνεται δὲ τὴν μάστιγα σημαίνων, ὅτι ἂν πάλιν τὰ αὐτὰ ποιήσωσιν, πειραθήσονται πληγῶν, καὶ ἵνα δείξῃ τὸ δουλοπρεπὲς τῶν ὑπὸ νόμον, οἰκέταις πρέ‐ | |
5 | πουσαν ἐπιφέρει μάστιγα. | |
235 | Mt 21, 14 | |
1 | Αἴνιγμα ἦν τὸ γεγονός, ὅτι τῶν Ἰουδαίων ἐκβληθέντων ἐκ τοῦ ναοῦ σὺν ταῖς τυπικαῖς θυσίαις οἱ τυφλοὶ καὶ χωλοὶ θεραπεύονται οἱ τύπον ἔχοντες τῶν ἐθνῶν. μαθέτωσαν μέντοι καὶ οἱ πωλοῦντες καὶ τὰ τοῦ πνεύματος χαρίσματα καὶ τὴν ἱερωσύνην, ὅτι τοὺς πωλοῦντας | |
5 | τὰς περιστερὰς ἐξέβαλεν ἀπὸ τοῦ ναοῦ μαστίξας ὁ κύριος καὶ παυσά‐ σθωσαν πόρους ἑαυτοῖς ἀπὸ χειροτονιῶν ἀθροίζοντες. | |
236 | Mt 21, 17 | |
1 | Διὰ τὸ ἀφιλόθεον τῶν Ἰουδαίων ὑπαναχωρεῖ. | 233 |
237 | Mt 21, 23 | |
1 | Εἰ τὰς «θεοπνεύστους» ᾔδεις «γραφάς», ὦ ἀσύνετε Φαρισαῖε, καὶ τὰς τῶν ἁγίων προφητῶν φωνάς, ἐμνήσθης ἂν λέγοντος τοῦ μακαρίου Δαβὶδ πρὸς τὸν τῶν ὅλων σωτῆρα Χριστόν· «ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ». | |
5 | φράζε δὴ οὖν, τίς ἐκ τῶν γραμματέων ἢ Φαρισαίων λελειτούργηκε τῷ θεῷ «κατὰ τὴν τάξιν Μελχισεδέκ»; ἢ πάντως οὐδείς. ἀλλὰ καὶ ὁ προ‐ πάτωρ Ἀβραάμ, ἡ ῥίζα τῆς γενέσεως τῶν ἐξ Ἰσραήλ, ὑπὸ τῆς Μελ‐ χισεδὲκ ἱερωσύνης ηὐλόγηται· τύπος δὲ ἦν ὁ Μελχισεδὲκ καὶ ἡ κατ’ αὐτὸν ἱερωσύνη τοῦ πάντων σωτῆρος Χριστοῦ, ὃς γέγονεν ἡμῶν ἀρχ‐ | |
10 | ιερεὺς προσάγων τῷ θεῷ καὶ πατρὶ πάντας τοὺς πεπιστευκότας εἰς αὐτὸν διὰ τῆς ὑπὲρ νόμον λατρείας τελειῶν εἰς ἁγιασμόν. τί οὖν ἀσχάλλεις, ὦ Φαρισαῖε; ἐγκαλεῖς, εἰπέ μοι, τῷ νομοθέτῃ τοῦ νόμου τὴν λύσιν, καὶ ὅτι μὴ ταῖς ἰδίαις ἠκολούθησεν ἐντολαῖς; ἀλλὰ νόμου πάντως ἐπέκεινα θεός· ὁ γὰρ τοὺς νόμους οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ’ ἡμῖν ὁρισάμενος μεθ‐ | |
15 | ίστησι κατὰ καιρὸν ἐφ’ ὅπερ ἂν ἕλοιτο τὰ διατεταγμένα καὶ ἀναφέρει εἰς βελτίονα. ἦν οὖν καιρὸς τοῦ παύσασθαι τὰ ἐν τύποις, ἀναδειχθῆναι δὲ τὰ κρείττονα· διὸ ἔφη που διὰ φωνῆς Ἠσαίου· «ἀφανισθήσεται νόμιμα λαοῦ»· ἤργησε γὰρ τῆς νέας ἐντολῆς ἀναδεδειγμένης, ἣν δι’ ἑαυτοῦ λελάληκεν ἡμῖν ὁ υἱός. | |
238 | Mt 21, 25 | |
1 | Ἤρετο ὁ Χριστός, ὁποίαν περὶ τοῦ βαπτιστοῦ τὴν δόξαν ἐσχήκασιν, ἐπειδὴ ἔθος ἦν τοῖς Ἰουδαίοις ψευδηγόρους ἀποκαλεῖν τοὺς ἁγίους καὶ λέγειν, ὅτι ἀπὸ γνώμης ἰδίας τὴν προφητείαν ὑποπλάττονται οὐκ ἀπε‐ σταλμένοι παρὰ θεοῦ. οἱ δὲ Φαρισαῖοι δεδίασι μὲν εἰπεῖν τὸ ἀληθές, ἵνα | |
5 | μὴ ἀκούσωσιν· διὰ τί μὴ ἐπιστεύσατε; | |
239 | Mt 21, 33—41 | |
1 | Καὶ ἔστιν ἀμπελὼν μὲν ὁ Ἰσραήλ, ὥς φησιν ὁ ψαλμῳδός· «ἄμ‐ | |
πελον ἐξ Αἰγύπτου μετῆρας» καὶ ὁ Ἠσαίας· «ἀμπελών», φησίν, «ἐγε‐ νήθη τῷ ἠγαπημένῳ». ἐφύτευσεν δὲ αὐτὸν ὁ θεὸς καὶ ἀπεδήμησε χρόνον μακρὸν ἤγουν ἐμακροθύμησεν. πλὴν ὁρᾶται πεφροντικὼς τοῦ χω‐ | 234 | |
5 | ρίου καὶ εἰς νοῦν ἔχων αὐτό· οὐδεὶς γὰρ γέγονεν διὰ μέσου καιρός, καθ’ ὃν οὐκ ἀπεστέλλοντο παρὰ τοῦ θεοῦ προφῆται καὶ δίκαιοι νουθετοῦντες. οἱ δὲ γεγόνασιν ἀπειθεῖς καὶ ἀτιμάσαντες τοὺς ἀπεσταλμένους ἀπέστειλαν κενούς, τοῦτ’ ἔστιν οὐδὲν ἔχοντας εἰπεῖν περὶ αὐτῶν ἀγαθὸν τῷ πεπομ‐ φότι θεῷ. | |
241 | Mt 21, 37 | |
1 | Ἆρα καὶ ὑμεῖς υἱοὶ τοῦ θεοῦ καὶ πατρός; ἆρα φυσικῶς ὁ κλῆρος εἰς ὑμᾶς καταβαίνει, ἂν ἐκ μέσου ποιήσητε τὸν κληρονόμον; πῶς γε‐ νήσεσθε κύριοι ὧν ἐρᾶτε; κἀκεῖνο πῶς οὐ γέλωτος ἄξιον; ὁ μὲν γὰρ Χριστὸς ὡς υἱὸς καὶ τῶν τοῦ θεοῦ καὶ πατρὸς ἀξιωμάτων οὐσιωδῶς | |
5 | κληρονόμος γενόμενος ἄνθρωπος εἰς κοινωνίαν τῆς ἑαυτοῦ βασιλείας ἐκάλει τοὺς πιστεύοντας εἰς αὐτόν, οἱ δὲ Ἑβραῖοι μόνοι τὴν βασιλείαν ἔχειν ἤθελον, ὅπερ ἦν ἀμήχανόν τε καὶ ἀμαθές. ἐπιτήρησον δὲ ἐν τού‐ τοις, ὅτι μετὰ τοὺς οἰκέτας ὁ υἱὸς πέμπεται ὡς οὐ τελῶν ἐν οἰκέταις, ἀλλ’ ὡς υἱὸς ἀληθινὸς καὶ διὰ τοῦτο κύριος· εἰ καὶ ἐφόρεσε γὰρ δούλου | |
10 | μορφὴν οἰκονομικῶς, ἀλλ’ ἦν καὶ οὕτω θεὸς καὶ υἱὸς ἀληθινὸς τοῦ θεοῦ καὶ πατρὸς καὶ φυσικὴν ἔχων τὴν κυριότητα. | |
242 | Mt 21, 41 | |
1 | Καὶ τίνες ἂν εἶεν οὗτοι; τῶν ἁγίων ἀποστόλων ὁ χορός, οἱ τῆς | |
καινῆς διαθήκης ἱερουργοὶ καὶ διδάσκαλοι. | 235 | |
243 | Mt 21, 42—43 | |
1 | Λίθον ἐνταῦθα τὸν Χριστόν φησιν, γωνία δὲ ἡ συνάφειά τε καὶ συνήθεια τῶν δύο λαῶν τούτων, τοῦ ἐξ Ἰσραὴλ ἀνασεσωσμένου καὶ τοῦ ἐξ ἐθνῶν. διὰ τοῦτο ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τῶν οὐρα‐ νῶν, τοῦτ’ ἔστιν ἡ τῆς σωτηρίας εἴδησις καὶ ἡ πρὸς πᾶν ὅ τι οὖν τῶν | |
5 | ἐπαινουμένων ὁδὸς καὶ ἡ πρὸς τὸ πνεῦμα κοινωνία, δι’ ὧν τις κτᾶται τὴν τῶν οὐρανῶν βασιλείαν. | |
244 | Mt 21, 42 | |
1 | Ταύτην τεθαύμακε τὴν γωνίαν ἤτοι τῶν δύο λαῶν τὴν εἰς ταὐτό‐ τητα σύνοδον ὁ μακάριος Δαβὶδ λέγων· «παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν». οὐκοῦν σωτήριος μὲν ὁ λίθος τῇ γωνίᾳ τῇ παρ’ αὐτοῦ γενομένῃ, συντριβὴ δὲ καὶ ὄλεθρος τοῖς ἔξω | |
5 | μεμενηκόσι τῆς νοητῆς καὶ πνευματικῆς ταύτης συνδρομῆς· τοῖς μέν ἐστιν ὁ Χριστὸς «πέτρα προσκόμματος καὶ λίθος σκανδάλου». | |
245 | Mt 22, 2 | |
1 | Γάμον λέγει τὴν πρὸς τὸν υἱὸν τῶν πιστῶν συνάφειαν, καλῶν εἰς τοῦτον Ἰουδαίους, πάλαι μὲν διὰ προφητῶν, ὕστερον δὲ διὰ τῶν μα‐ θητῶν πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως. | |
246 | Mt 22, 2—5 | |
1 | Ἀπειρήκασι τὴν ἄφιξιν οἱ διὰ τῶν πρώτων οἰκετῶν κεκλημένοι, οἳ τὸν διὰ Μωσέως παρωσάμενοι νόμον ἐτράποντο πρὸς διδασκαλίας ἀνθρώπων. ὁμοίως δὲ καὶ οἱ μετ’ ἐκείνους δεύτεροι κεκλημένοι διὰ δευτέρων τοῦτ’ ἔστιν τῶν ἁγίων ἀποστόλων τὸ συμφέρον παρέντες ὡς | |
5 | πορρωτάτω μετακεχωρήκασιν ἐπὶ τὸ σφίσι δοκοῦν· οἱ μὲν γὰρ ἐπὶ τὸν ἴδιον ἀγρόν, δι’ οὗ σημαίνεται τῶν ἐπιγείων ἡ κτῆσις καὶ ἡ περὶ ταῦτα σπουδή· πρὸς ἐμπορίαν δὲ ἕτεροι, δι’ οὗ πάλιν ἡμῖν τὸ φιλόπλουτον δηλοῦται πάθος καὶ ὁ περὶ τοῦτο σπασμός· φιλοσαρκίαι γὰρ ἡμᾶς καὶ φιληδονίαι κοσμικαὶ καὶ εἰκαῖοι περισπασμοὶ καὶ ἡ τοῦ χρηματίζεσθαι | 236 |
10 | φροντὶς ἀποστερεῖ ἡμᾶς τῆς εἰς αἰῶνα τρυφῆς καὶ τῆς πρὸς θεὸν οἰκειό‐ τητος. | |
247 | Mt 22, 7 | |
1 | Δηλονότι τῆς Ῥωμαϊκῆς στρατιᾶς τὴν ἀκαταγώνιστον χεῖρα. θεοῦ δέ φαμεν τὴν Ῥωμαϊκὴν στρατείαν, καθ’ ὅ ἐστιν δεσπότης καὶ πάντων δημιουργός. | |
248 | Mt 22, 13 | |
1 | Καὶ ἄλλως δεδέσθαι χεῖρας καὶ πόδας λέγεται ὡς μηδενὸς λοιπὸν χρηστὸν ποιῆσαι ἐκεῖσε δυναμένου· ἡ γὰρ τοῦ καλοῦ ἐργασία μέχρι τοῦ παρόντος ἐκτείνεται. | |
249 | Mt 22, 15 | |
1 | Ἐπειδὴ γὰρ εἶδον, ὅτι οἱ περὶ Θευδᾶν καὶ Ἰούδαν—διὰ τῶν λόγων τούτων εἰς τοιαύτην ὑποψίαν ἐμβαλεῖν. | |
250 | Mt 22, 17 | |
1 | Ἤθελε μὲν ὁ τῶν ὅλων θεὸς ἀνθρωπίνης δυναστείας ἐλεύθερον εἶναι τὸν Ἰσραήλ. ἐπειδὴ δὲ τοὺς θείους πεπατήκασι νόμους, γεγόνασιν ὑπὸ χεῖρα τῶν τηνικάδε κεκρατηκότων καὶ δασμοὺς ἐπέθηκαν αὐτοῖς. | |
καὶ φόρου λοιπὸν—Ῥωμαίων μεταπεσόντων ἀρχήν. | 237 | |
251 | Mt 22, 34—40 | |
1 | Ἐξ ἀμέτρου ἀναιδείας διαφθονούμενοι οἱ Φαρισαῖοι, ἐπειδὴ κατ‐ αισχυνθέντων τῶν Σαδδουκαίων ἐπῃνεῖτο ὑπὸ τῶν ὄχλων, μεθ’ ὑπο‐ κρίσεως πάλιν ἐρωτῶσι πειράζοντες αὐτόν, εἰ καὶ προστίθησι πάλιν τῇ ἐντολῇ τῇ πρώτῃ ὡς διορθούμενος τὸν νόμον, ἵνα εὕρωσι κατ’ αὐτοῦ | |
5 | λαβήν. καὶ ὁ μὲν Ματθαῖος καὶ Λουκᾶς «νομικὸν» εἶναι ἔλεγεν τὸν ἐρωτήσαντα, Μᾶρκος δὲ «γραμματέα». οὐκ ἔστι δὲ τοῦτο διαφωνία· οἱ μὲν γὰρ νομομαθῆ τοῦτον ἀποδεικνύουσιν, οἱ δὲ γραμματεισαγωγέα, ὅπερ ἐστὶ τοῦ νόμου ἑρμηνεὺς τῷ λαῷ. ὁ δὲ κύριος δημοσιεύει αὐτῶν τὴν κακίαν, ὅτι οὐ διὰ τοῦτο ἦλθον ἐρωτῆσαι, ὥστε ὠφεληθῆναι, ἀλλ’ | |
10 | ἀπὸ τοῦ μὴ ἔχειν καὶ τῷ φθόνῳ κατέχεσθαι, καὶ διδάσκει, ὅτι οὐ δεῖ ἐν μέρει μὲν ἀγαπᾶν τὸν θεόν, ἐν μέρει δὲ τοῖς γηΐνοις προσκεῖσθαι. δι’ ὧν δὲ ὁ κύριος εἶπεν ταύτην τὴν ἐντολὴν κεφαλαιωδεστέραν οὖσαν πασῶν, ἔδοξεν ὁ νομικὸς ἐμβάλλειν αὐτὸν εἰς κίνδυνον ὡς θεοποιοῦντα ἑαυτόν. ὅθεν καὶ μὴ εἰπόντα τοῦτο ἐπῄνεσεν ὁ νομικὸς ὡς ὁ Μᾶρκος | |
15 | φησίν. ἡ μὲν οὖν πρώτη ἐντολὴ πᾶν εἶδος εὐσεβείας διδάσκει· τὸ γὰρ ἐξ ὅλης καρδίας τὸν θεὸν ἀγαπᾶν αἴτιόν ἐστιν παντὸς ἀγαθοῦ, ἡ δὲ δευτέρα τὰ πρὸς ἀνθρώπους δίκαια περιέχει· καὶ ἡ μὲν ὁδοποιεῖ τῇ δευτέρᾳ, ἡ δὲ ἐκ ταύτης συγκροτεῖται· ὁ γὰρ τὴν πρὸς θεὸν ἀγάπην κατορθώσας δηλονότι καὶ τὴν πρὸς τὸν πλησίον εἰς πάντα ὡς ἑαυτὸν | |
20 | ἀγαπᾷ. πασῶν τῶν ἐντολῶν ὁ τοιοῦτος ἐκπληρωτὴς τυγχάνει. | |
252 | Mt 22, 34—42 | |
1 | Ἐπείπερ καταισχυνθέντων τῶν Σαδδουκαίων καὶ ἀποχωρησάντων ἐπῃνεῖτο ὁ κύριος, ἐπὶ τούτῳ διαφθονούμενοι τούτοις οἱ Φαρισαῖοι ἦλθον εἰς μέσον καὶ νομομαθής τις ἄγαν παρ’ αὐτοῖς νομιζόμενος ἐρωτᾷ ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ, οἰηθεὶς ὅτι μέλλει μὲν τὰ Μω‐ | |
5 | σέως παραγράφεσθαι, παρατιθέναι δὲ τὴν ἑαυτοῦ διδασκαλίαν ἢ 〈εἰπεῖν〉 ὅτι ἀγαπήσεις κύριον τὸν θεόν σου καὶ ἐμέ, παραζευγνὺς ἑαυτοῦ | |
τὴν δόξαν τῇ δόξῃ τοῦ πατρὸς καὶ οὕτως εὑρίσκει τόπον τοῦ ἐμβαλεῖν εἰς κίνδυνον ὡς θεοποιοῦντα ἑαυτὸν ἤ, εἰ τοῦτο παρασιωπήσει, λέγειν· οὐκοῦν οὐ προσδέχομαί σε ὡς θεόν. ὁ δὲ κύριος οὐδὲν καινὸν εἰπὼν | 238 | |
10 | ἀλλὰ τὰ τοῦ νόμου καὶ ταύτῃ ἐπιστομίσας τοὺς Φαρισαίους ἐρωτᾷ καὶ αὐτὸς αὐτοὺς τίνος υἱὸν νομίζουσιν τὸν Χριστόν. | |
253 | Mt 22, 43—46 | |
1 | Πῶς οὖν Δαυὶδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ; δέον γάρ φησιν τοὺς πατέρας τῶν υἱῶν κυρίους ὀνομάζεσθαι διὰ τὸ ἔχειν αὐτοὺς ὑπὸ τὴν αὐτῶν ἐξουσίαν τοὺς υἱούς, τοὐναντίον ὁ Δαυὶδ τὸν ἐκ σπέρ‐ ματος ἑαυτοῦ κύριον αὐτοῦ καλεῖ. | |
254 | Mt 23, 4 | |
1 | Οὐαὶ τοίνυν ὑμῖν, ὦ νομικοί, ὅτι φορτικὸν ὁμολογουμένως ὄντα τὸν νόμον τοῖς μὲν ἄλλοις πατοῦσιν αὐτὸν θανάτου δίκην ἐπάγετε, αὐτοὶ δὲ τοῦ νόμου οὐδὲ προσψαύετε. | |
255 | Mt 23, 11—12 | |
1 | Ἐπειδὴ τοὺς καινὰ δόγματα διδάσκοντας ὡς ἐπίπαν ἰδεῖν ἔστι κενοδοξίας καὶ ἀλαζονείας ἔρωτι εἰς τὸ τῆς διδασκαλίας ἀξίωμα παρα‐ γενομένους, ἀναιρεῖ ὁ κύριος ταύτην τὴν ὑπόνοιαν καὶ τὴν ὁδὸν ἐκκό‐ πτει ὡς ἐπ’ ὄλεθρον ἄγουσαν. εἰ τοίνυν, φησίν, δόξης τε καὶ πρωτείων | |
5 | ἐρᾷς, τὴν τῶν διακόνων καὶ ὑστέρων τάξιν ἐπιζήτει καὶ ταπεινοφροσύνην ἄσκει. | |
256 | Mt 23, 15 | |
1 | Υἱὸν γεέννης φησὶ τὸν ἀπολλύμενον ἐξ ἀπιστίας ὡς δυσσεβείας | |
εἰς τοῦτο κατολισθεῖν καὶ εἰς τοῦτο παρανομίας ἀφικέσθαι μέτρον ὡς ἀμεσίτευτον ἔχειν πρὸς φλόγα τὴν οἰκειότητα καὶ μονονουχὶ συγγένειαν τὴν πρὸς 〈τὸ τὰσ〉 αἰκίας ἀναμφιλόγως διενεγκεῖν. | 239 | |
257 | Mt 23, 22 | |
1 | Διὰ τοῦτο δὲ «θρόνον θεοῦ» τὸν οὐρανὸν ὀνομάζουσιν αἱ γραφαί, ὅτι ταῖς ἄνω δυνάμεσι θεὸς ἐπαναπαύεται· ἐν οὐρανῷ γάρ εἰσιν οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ ἄγγελοι καὶ ἀεὶ δοξάζοντες αὐτόν· αὕτη γὰρ αὐτῷ ἀνάπαυσις. «ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ»· ἐν αὐτῇ | |
5 | γὰρ διὰ σαρκὸς τοῖς ἀνθρώποις συνανεστράφη. ποὺς δὲ θεοῦ ἡ ἁγία αὐτοῦ σὰρξ καὶ διαφόρως ὀνομάζεται. | |
258 | Mt 23, 23 | |
1 | Ἀπαιτεῖτε, φησίν; ὦ Φαρι‐ σαῖοι, τὰς δεκάτας τάχα που καὶ λαχάνων λεπτῶν παρέντες τὰς ἐντο‐ λάς, ἐφ’ αἷς ἐστιν μείζων ἡ παρά‐ | |
5 | βασις. καὶ ποῖα ταῦτά ἐστιν τὰ ἐντάλματα; ἡ κρίσις, τοῦτ’ ἔστιν τὸ κρίνειν ὀρθὰ καὶ ἀμώμητα, καὶ τὸ ἔλεος, τοῦτ’ ἔστιν ἡ εἰς θεὸν γνησιότης· ἄμεινον γὰρ κρίσις καὶ | |
10 | ἔλεος καὶ πίστις ἡ εἰς θεὸν δεκάτης καὶ ἀπαρχῆς. διὸ καὶ διὰ τοῦ προφήτου φησὶν ὁ τῶν ὅλων θεός· καὶ νῦν, Ἰσραήλ, «τί κύριος» ὁ θεὸς «ζητεῖ παρὰ σοῦ ἀλλ’ ἢ τοῦ | |
15 | ποιεῖν κρίμα καὶ ἀγαπᾶν» καὶ ζη‐ τεῖν «ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ κυρίου» τοῦ «θεοῦ σου». ἐν γὰρ τῷ λίαν ἑτοίμῳ πρὸς ἀκολούθησιν τὸ εἰς πίστιν γνησίαν | |
20 | ὁρᾶται σῳζόμενον. | |
258col 2 | Ὅρα τὴν ἐπίπληξιν· ἀπαιτεῖτε, φησίν, ὦ Φαρισαῖοι, τὰς δεκάτας τάχα που καὶ λαχάνων λεπτῶν παρ‐ έντες τὰς ἐντολάς, ἐφ’ αἷς ἐστι | |
5 | μείζων ἡ παράβασις. ποῖαι δὲ αὗται αἱ ἐντολαί; ἡ κρίσις, τοῦτ’ ἔστιν τὸ κρίνειν ὀρθὰ καὶ τὸ ἔλεος καὶ ἡ πίστις εἰς θεόν· ταῦτα γὰρ ἀμείνω δεκάτης καὶ ἀπαρχῆς. διὸ | |
10 | καὶ διὰ τοῦ προφήτου φησὶν ὁ τῶν ὅλων θεός· καὶ νῦν, Ἰσραήλ, «τί κύριος» ὁ θεὸς «ζητεῖ παρὰ σοῦ ἀλλ’ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγα‐ πᾶν» καὶ ζητεῖν «ἔλεον καὶ ἕτοιμον | |
15 | εἶναι τοῦ πορεύεσθαι μετὰ κυρίου» | |
τοῦ «θεοῦ σου». | 240 | |
259 | Mt 23, 25 διὰ τούτων τὸν τῶν Φαρισαίων διαγράφει βίον παραινῶν μὴ τοῖς ἔξω‐ θεν σχηματισμοῖς πλάττεσθαι μόνον, ἀλλ’ ἔχειν καὶ τὰ ἔσωθεν κα‐ θαρὰ τὰ εἰς νοῦν καὶ καρδίαν. | |
260 | Mt 23, 29—36 | |
1 | Τί δὴ ἄρα φησὶν ὁ σωτήρ, ἀκριβῶς ἐρευνήσομεν. οἱ μὲν τῶν Ἰου‐ δαίων πατέρες ἀπέκτειναν κατὰ καιροὺς τοὺς ἁγίους προφήτας τὸν θεῖον αὐτοῖς διαπορθμεύοντας λόγον· οἵ γε μὴν ἐξ αὐτῶν γεγονότες ὁμολογοῦντες, ὅτι οἱ προφῆται γεγόνασι σεπτοὶ καὶ τίμιοι, περιήρμοσαν | |
5 | αὐτοῖς τοὺς στεφάνους ἤτοι τὰ μνημεῖα τιμὴν ἀπονείμαντες τὴν τοῖς ἁγίοις πρεπωδεστάτην, αὐτοὶ δὲ προφήτας εἶναι πιστεύσαντες καὶ ἄνδρας ἁγίους κριταὶ γεγόνασιν τῶν ἀποκτεινάντων αὐτούς· δι’ ὧν γὰρ τιμᾶν ἐγνώκασι τοὺς ἀνῃρημένους, διὰ τούτων αὐτῶν κατηγοροῦσιν ὡς ἠσε‐ βηκότων. ἀλλ’ οἱ τῶν ἰδίων πατέρων ἐπὶ ταῖς οὕτω δειναῖς μιαιφονίαι κατα‐ | |
10 | ψηφισάμενοι τοῖς ἴσοις ἔμελλον ἁλῶναι κακοῖς, μᾶλλον δὲ τοῖς ἔτι χεί‐ ροσιν. «ἀπέκτειναν» μὲν «τὸν τῆς ζωῆς ἀρχηγόν», προστεθείκασι δὲ ταῖς κατ’ αὐτοῦ δυσσεβείαις μιαιφονίας ἑτέρας κατὰ τῶν θεσπεσίων αὐτοῦ μαθητῶν· ἕως μὲν γάρ τις τὰς ἑτέρων ἀδικίας ἐξετάζῃ φυσικῷ λογισμῷ κρίνων, ὁρᾷ τὸ φαῦλον καὶ μέμφεται, αὐτὸς δὲ εἰς τὰ ἴσα | |
15 | πάθη προαγόμενος οἱονεὶ τυφλὸς ἐπὶ ταῦτα φέρεται. | |
261 | Mt 23, 35—36 | |
1 | Κατὰ τίνα τρόπον ἐπὶ τὴν τελευταίαν τῶν φονευτῶν γενεὰν ἡ παν‐ τὸς αἵματος ἥξει δίκη, καίτοι διὰ τοῦ προφήτου λέγων ὁ θεὸς «οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων» καὶ μὴν καὶ τὸ ἔμπαλιν «ἕκαστος δὲ τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται»; τί οὖν ἄρα φαμέν; πῶς τῆς ἑτέρων | |
5 | μιαιφονίας πραχθήσονται λόγους ἐκεῖνοι, πρὸς οὓς ταῦτα λελάληκεν ὁ Χριστός; ἢ γὰρ οὐχὶ κολασθήσεται μὲν ὑπὲρ Ἀβὲλ ὁ Κάϊν· Λάμεχ δὲ λέγων· «ἄνδρα» πεφόνευκα «εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα»· ἑκάστου τοιγαροῦν τοῖς ἰδίοις κατηχθισμένου κακοῖς πῶς οἱ δείλαιοι τὴν ὑπὲρ ἁπάντων ὑποστήσονται δίκην; «οὐ γὰρ ἄδικος ὁ θεός», ἀλλ’ | 241 |
10 | ἔστιν κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος κατὰ τὸ γεγραμμένον. φαμὲν οὖν, ὅτι τοιάνδε τινὰ τοῖς εἰρημένοις προσήκει ἐφαρμόσαι διά‐ νοιαν. ὑποκείσθω τοιγαροῦν τοιοῦτόν τι τυχόν· λῃσταὶ γεγόνασιν φέρε εἰπεῖν ἐν τῇδε τῇ χώρᾳ. οὗτοι τὰς ἐν κύκλῳ κατεληΐζοντο κώμας καὶ τοὺς ἐν αὐταῖς ἐθανάτουν· ἀλλ’ ὁ τῆς ἀρχῆς ἡγεμὼν οὐκ εὐθὺς τὴν | |
15 | ἀρχοντικὴν αὐτοῖς ἀπεγύμνωσε μάχαιραν, ἀπειλαῖς δὲ μᾶλλον μετα‐ παιδεύεσθαι τούτους ἐσπούδαζεν. οἱ δὲ ἦσαν οὐδὲν ἧττον ὠμοί· ἀλλ’ ἵνα λοιπὸν ἀνακάμπτηται τὸ δεινόν, ἁλόντων τινῶν οὐκ ἐφείσατο, ὠμο‐ τάταις δὲ αἰκίαις ὑποβαλὼν τὸν ἐπὶ τοῖς ἐσχάτοις ἐπετίθει κίνδυνον οὐχὶ δήπου μόνοις ἐπ’ ἐκείνοις ἀγανακτῶν, ἀλλὰ πολλῷ μᾶλλον, ἐπείπερ | |
20 | αὐτὸν ἀνεξικακοῦντα καὶ ἡ τῶν πρώτων ἠπάτησεν ἀγριότης. ἀλλ’ οἶμαι τίς ἐρεῖ τῶν τελευταίων ἀνημέρως κεκολασμένων, ὅτι τὰς ἁπάντων ἁμαρτίας ἀπέλαβον αὐτοὶ διὰ τὸ εἰς αὐτοὺς καταλῆξαι τοῦ δικάζοντος τὸν θυμόν; τοιοῦτόν τι νοήσεις καὶ περὶ θεοῦ· ἀνεξικακήσας γὰρ ἐν τοῖς προλαβοῦσι καιροῖς μέχρι τούτων διελογίζετο δεῖν τὸ τῆς ἀνεξι‐ | |
25 | κακίας ὁρίσαι μέτρον· καὶ γὰρ ἔδει ἐπὶ τούτοις τὸν θεῖον κατασκῆψαι θυμόν· οἱ μὲν γὰρ εἰς ἀνθρώπους καὶ ὁμοδούλους ἡμάρτανον, οἱ δὲ τὸν τῶν ὅλων ἀπεκτόνασι κύριον. οὐχ ὅτι τοιγαροῦν κολάζει τοὺς τελευ‐ ταίους διὰ τοῦτο τραχύς, ἀλλ’ ὅτι διεκαρτέρησεν εἰς τὸ παρὸν ἀξιά‐ γαστος. | |
262 | Mt 23, 36 | |
1 | Εἴ τις βούλοιτο διὰ τὸ φάναι τὸν κύριον ταύτην τὴν γενεὰν οὐχὶ μόνους ἐκείνους κατασημαίνεσθαι, πρὸς οὓς ἦν ὁ λόγος, ἀλλ’ ὅλων ὥσπερ τῶν φονευτῶν τὸ γένος, τοῦ ὀρθῶς ἔχοντος ἐξοίχεται· εὑρίσκομεν γὰρ τὴν ἁγίαν γραφὴν τὰς ἰσοτροπίας οἱονεί πως καὶ ταυτοβουλίας ὀνο‐ | |
5 | μάζουσαν ὡς γένος. καὶ γοῦν ὁ μακάριος ἔφη Δαβὶδ «γενεὰ εὐθείων εὐλογηθήσεται» καὶ «αὕτη ἡ γενεὰ ζητούντων» τὸν κύριον. οὐκοῦν τὸ ταύτην, εἰ καὶ λέγοιτο δεικτικῶς, οὐχὶ μόνον τάχα που κατασημῆναι φαμὲν τοὺς τότε παρόντας καὶ ἀκροωμένους, ἀλλὰ πάντα τὸν φονευτὴν καὶ ὑπὸ τὸ αὐτὸ τῆς ἀσεβείας πίπτοντα γένος· συντέξεται γὰρ τῷ ὁμοίῳ | |
10 | τὸν ὅμοιον ὡς ἀδελφὸν καὶ ὁμογενές. | 242 |
263 | Mt 23, 37 | |
1 | Εἰπὼν τοῦτο δείκνυσιν ἑαυτοῦ τὸ θεοπρεπὲς καὶ ἐν ἀνθρωπίνῃ μορφῇ ὤν· καὶ γὰρ περὶ τοῦ θεοῦ εἶπεν Μωυσῆς· «διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς»· καὶ πάλιν Δαβίδ· «οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν». | |
264 | Mt 23, 39 | |
1 | Τὸ εἰρημένον νοητὴν ἔχει τὴν διὰ πίστεως θέαν· ὅταν γὰρ «εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν» καὶ πιστεύσωσι τῷ Χριστῷ, τότε οἱ μετὰ ταῦτα πιστεύσαντες Ἰουδαῖοι ὁρῶσι τὸ τῆς θεότητος κάλλος τοῦ Χριστοῦ ἐν υἱῷ θεωροῦντες εἶναι τὸν πατέρα καὶ αὐτὸν λέγοντες εἶναι τὸν λυτρωτὴν | |
5 | τὸν διὰ τῶν προφητῶν κηρυχθέντα, περὶ οὗ προμεμήνυκεν ὁ προφήτης ὡς ἐρχόμενον ἐν ὀνόματι κυρίου· οἱ γὰρ ἄλλοι προφῆται οὐκ ἐν ὀνόματι κυρίου ἦλθον· ἔλεγον γάρ· «τάδε κύριος» καὶ «δοῦλος κυρίου ἐγώ εἰμι, καὶ τὸν θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι». | |
265 | Mt 24, 1 | |
1 | Εἰπὼν «ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν» ἀκόλουθον τοῦτο ποιεῖ ἐξελ‐ θὼν ἀπὸ τοῦ ἱεροῦ καὶ πορευόμενος καὶ διὰ τοῦτο δεικνὺς τὴν ἐκ τοῦ γένους τῶν Ἰουδαίων ἀπόστασιν τῆς θείας χάριτος, ἐφ’ ἑτέρους μεταχωρούσης. ὑπερβολικῶς δὲ ἐχρήσατο τούτοις, ὅμως καὶ ἔργῳ | |
5 | ἐξέβη ἐριπωθὲν τελείως τὸ τέμενος. | |
266 | Mt 24, 1—3 | |
1 | Ἐπεδείκνυόν τινες τῷ Χριστῷ τὰς ἐν τῷ ναῷ μεγαλουργίας καὶ | |
τὸν τῶν ἀναθημάτων κόσμον· ᾠήθησαν γάρ, ὅτι θαυμάσει σὺν αὐτοῖς τὰ ὁρώμενα καίτοι θεὸς ὢν καὶ ἔχων θρόνον τὸν οὐρανόν. ὁ δὲ ἀφίησι μὲν τὸν περὶ αὐτῶν λόγον, προμεμήνυκε δέ, ὅτι ἐκ βάθρων πεσεῖται | 243 | |
5 | κατὰ καιροὺς κατακομιζούσης εἰς τοῦτο αὐτὸν τῆς Ῥωμαίων στρατιᾶς καὶ ἅπασαν τὴν Ἰερουσαλὴμ τὰς τῆς κυριοκτονίας δίκας ἐξαιτούσης τὸν Ἰσραήλ· μετὰ γάρ τοι τὸν τοῦ σωτῆρος σταυρὸν ταῦτα συνέβη παθεῖν αὐτούς, οἱ δὲ οὐ συνίεσαν τῶν λεγομένων τὴν δύναμιν. ᾠήθησαν δὲ τοὺς περὶ συντελείας τοῦ αἰῶνος λόγους ἐξυφαίνειν αὐτόν. ἤροντο δὴ οὖν | |
10 | πότε ταῦτα ἔσονται, καὶ τί τὸ σημεῖον, ὅταν μέλλῃ γίνεσθαι. | |
268 | Mt 24, 4—5 | |
1 | Ἕπεται τῷ σκοπῷ τῶν προσαγόντων τὴν πεῦσιν ὁ κύριος καὶ περὶ συντελείας τέως φησὶ τοῦ παρόντος αἰῶνος· πρὶν γὰρ τὴν ἐξ οὐρανῶν γενέσθαι αὐτοῦ κάθοδον πρόδρομοί τινες ἀναφανοῦνται, ψευδόχριστοι καὶ ψευδοπροφῆται τὸ αὐτοῦ πρόσωπον ἑαυτοῖς περιπλάττοντες, ἀλλὰ | |
5 | μὴ ἀκολουθήσητέ φησιν αὐτοῖς. | |
269 | Mt 24, 20 | |
1 | Ἴσως καὶ αἴνιγμα ἔχει ὁ λόγος, ὥστε εὔχεσθαι ἡμᾶς μὴ ἐκδημῆσαι ἀπὸ τοῦ σώματος μήτε ἐν ἀργίᾳ ὄντας ἔργου ἀγαθοῦ, ὃ | |
5 | ὑποσημαίνει τὸ σάββατον, μήτε ἐν ἀκαρπίᾳ, ὃ δηλοῖ χειμών· ση‐ μειωτέον γὰρ ὅτι χειμῶνα κακῶν ὁ θεὸς οὐκ ἐποίησεν, ἐν χειμῶνι δέ ἐσμεν, ὅταν τὰ πάθη τῆς σαρκὸς | |
10 | δυναστεύῃ ἐν ἡμῖν. | |
269col 2 | Τοῦτο αἰνίττεται ὁ Χριστὸς τὸ εὔχεσθαι ἡμᾶς μὴ γενέσθαι ἐν ἐκδη‐ μίᾳ τοῦ σώματος μήτε ἐν ἀργίᾳ ὄν‐ τας τῶν τῆς ἀρετῆς ἔργων, ὃ ὑπο‐ | |
5 | σημαίνει τὸ σάββατον, μήτε ἐνο‐ χλουμένους ἐν ταῖς βιωτικαῖς τύρ‐ βαις τε καὶ ταραχαῖς, ὅπερ δηλοῖ | |
ὁ χειμών. | 244 | |
270 | Mt 24, 28 | |
1 | Ὥσπερ σώματος κειμένου νεκροῦ τὰ σαρκοβόρα τῶν πτηνῶν ἐπ’ αὐτὸ συντρέχει, οὕτως, ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου παραγένηται, τότε δὴ πάντες οἱ ἀετοὶ τοῦτ’ ἔστιν οἱ εἰς τὰ ὑψηλὰ πωτώμενοι καὶ ἀνω‐ τάτω καὶ τῶν ἐπιγείων καὶ κοσμικῶν ἀνενηνεγμένοι ἐπ’ αὐτὸν συνδρα‐ | |
5 | μοῦνται. | |
271 | Mt 24, 29 | |
1 | Πῶς οὐ φρίξουσιν; ἀναστοιχειουμένων γὰρ οὐρανοῦ καὶ γῆς πρὸς τὸ δοκοῦν τῷ θεῷ (ἀκριβὲς γάρ τι λέγειν ἐν τοῖς τοιούτοις οὐκ ἔνι) ὁ μὲν ἥλιος καὶ ἡ σελήνη ἀμαυρωθήσονται, τὰ δὲ ἄστρα ὡς ἄνθη πε‐ σεῖται τοῦ δημιουργήσαντος αὐτὰ πάλιν μεταστοιχειοῦντος, καθὼς θέ‐ | |
5 | λει, θορυβηθήσονται καὶ αὐτὰ τὰ στοιχεῖα· ἀνακαινιζομένης γὰρ τῆς ἀνθρωπότητος ἀνακεφαλαιοῦται καὶ συνανακτίζεται καὶ ἡ διὰ τὸν ἄν‐ θρωπον δημιουργηθεῖσα κτίσις. | |
272 | Mt 24, 36 | |
1 | Ἐπειδὴ τὰ ὑπὲρ ἑαυτοὺς ἤθελον μανθάνειν οἱ μαθηταί, ἀφορμὴν εὑρίσκει τοῦ κωλύειν αὐτοὺς τῶν τοιούτων τὸ μὴ εἰδέναι καθὸ ἄν‐ θρωπος καί φησιν μηδὲ τοὺς κατ’ οὐρανὸν ἁγίους ἀγγέλους δύνασθαι ταῦτα εἰδέναι. | |
273 | Mt 24, 36 | |
1 | Ἔθος τῷ σωτῆρι Χριστῷ τοι‐ | |
οῦτόν τι δρᾶν ἐπὶ τοῖς ἁγίοις μά‐ λιστα μαθηταῖς, εἰ μὲν διαπυνθά‐ νοιντό τι τῶν ὅσα ἐστὶ φιλομαθείας | 245 | |
5 | μὲν ἔχοντα δόξαν ὑψηλοτέρας γε μὴν ἐρεύνης ἀπηλλαγμένα, χαρί‐ ζεσθαι τὴν ἀφήγησιν καὶ ἐξακρι‐ βοῦν ὅτι μάλιστα πειρᾶσθαι λεπτῶς. εἰ δὲ δή τι βούλοιντο τῶν ἐπέκεινα | |
10 | μέτρου τοῦ κατὰ σφᾶς αὐτοὺς πε‐ ριττῶς ἀναμαθεῖν, καταστέλλειν ἡσυχῆ καὶ μεταπείθειν εὖ μάλα πολυπραγμονεῖν ἑλέσθαι τὰ πρε‐ πωδέστερα καὶ δρᾶν ἐπὶ τούτων τὰ | |
15 | δι’ ὧν ἂν γένοιντο διαφανεῖς καὶ ἐκπρεπεστάτην ἔχοντες τὴν ἐξ ἔργων ἀγαθῶν φαιδρότητα παρὰ θεῷ. ἑλο‐ μένους τοιγαροῦν οὐκ οἶδ’ ὅπως τὰ ὑπὲρ μέτρον οἰκετικὸν ἐρέσθαι | |
20 | τε καὶ μαθεῖν, ἠρεμεῖν ἀναπείθει λογισμοῖς ἀναγκαίοις ἐκδυσωπῶν, ὅτι μηδὲ ἀγγέλοις ἀπεκάλυψεν ὁ πατὴρ μηδ’ αὐτῷ τῷ υἱῷ καθί‐ στησιν γνώριμον, εἴπερ τις εἴη ψι‐ | |
25 | λὸς καὶ κατ’ αὐτοὺς ἄνθρωπος ἐπὶ γῆς καὶ οὐκ ἔχων φύσει τὸ εἶναι θεός. | |
273col 2 | Ἔθος ἦν τῷ σωτῆρι Χριστῷ τοιοῦτόν τι δρᾶν ἐπὶ τοῖς ἁγίοις μά‐ λιστα μαθηταῖς, εἰ διαπυνθάνοιντό τι τῶν ὅσα ἦν φιλομαθείας μὲν | |
5 | ἔχοντα δόξαν, ὑψηλοτέρας γε μὴν ἐρεύνης ἀπηλλαγμένα, χαρίζεσθαι τὴν ἀφήγησιν καὶ ἐξακριβοῦν ὅτι μάλιστα πειρᾶσθαι λεπτῶς. εἰ δὲ δή τι βούλοιντο τῶν ἐπέκεινα μέ‐ | |
10 | τρου τοῦ κατὰ σφᾶς αὐτοὺς περιτ‐ τῶς ἀναμαθεῖν, περιστέλλειν ἡσυχῆ καὶ μεταπείθειν εὖ μάλα πολυπραγ‐ μονεῖν ἑλέσθαι τὰ πρεπωδέστερα. ἐπειδὴ οὖν τὰ ὑπὲρ αὐτοὺς ἤθελον | |
15 | μανθάνειν οἱ μαθηταί, σκήπτεται χρησίμως τὸ μὴ εἰδέναι καθὸ ἄν‐ θρωπος καί φησι μηδὲ αὐτοὺς εἰδέναι τοὺς κατὰ τὸν οὐρανὸν ἁγίους ἀγγέλους, ἵνα μὴ λυπῶνται | |
20 | ὡς μὴ θαρρηθέντες τὸ μέτριον. καὶ ὅρα πῶς ἠρεμεῖν ἀναπείθει λογι‐ σμοῖς οἰκείοις καὶ ἐκδυσωπεῖ, ὅτι μηδὲ ἀγγέλοις ἀπεκάλυψεν ὁ πατὴρ μηδὲ αὐτῷ τῷ υἱῷ καθίστατο γνώ‐ | |
25 | ριμον. | |
274 | Mt 24, 36 | |
1 | Εἰ καὶ ἡ συντέλεια δήλη ἦν, τί οὐκ ἂν ἐποίησαν; εἰ ὁ υἱὸς σοφία ἐστὶν τοῦ πατρὸς καὶ εἰ, ἃ οἶδεν αὐτός, οὐκ οἶδεν ἡ σοφία, εὑρίσκεται πάλιν αὐτὸς ἀγνοῶν ἢ ὅτι ἡ φύσις αὐτοῦ βελτίων ἐστὶν τῆς σοφίας αὐτοῦ, καὶ εὑρίσκεται σύνθετος καὶ ἀνόμοιος ἑαυτῷ ὁ ἁπλοῦς θεός· πλὴν οὐ | |
5 | τὸ ἀγνοεῖν καὶ εἰδέναι ποιεῖ τῆς οὐσίας διαφορὰν ὥσπερ οὐδὲ ἐπ’ ἀν‐ θρώπων, ἀλλὰ πάθος ἐστὶν τὸ τῆς ἀγνοίας, ὅπερ οὐκ ἔχει ὁ υἱός, ἀλλὰ | |
θεός ἐστιν φύσει καὶ κατὰ τοὺς αἱρετικοὺς πάθους ἀνεπίδεκτος. εἰ δὲ πάντα τὰ τοῦ υἱοῦ τοῦ πατρός ἐστιν καὶ πάντα τὰ τοῦ πατρὸς τοῦ υἱοῦ, ἢ ἀμφότεροι ἀγνοοῦσιν ἢ οἶδεν ὁ πατὴρ καὶ ὁ υἱὸς οἶδεν ὡς ἔχων τοῦ | 246 | |
10 | πατρὸς πάντα κατὰ φύσιν αὐτῷ ὄντα· οὐ γὰρ περὶ τῆς δεσποτείας τῶν κτισμάτων τοῦτό φησιν· πλὴν ἡνίκα ὀνομάζει ἡ γραφὴ πατέρα, τὸ σύμ‐ παν τῆς ἐν ἁγίᾳ τριάδι νοουμένης καὶ προσκυνουμένης θεότητος ση‐ μαίνει. | |
275 | Mt 24, 40 | |
1 | Ὅρα, ὅτι εἰς δύο τάγματα διαι‐ ρεῖ ὁ λόγος τοὺς ἀνθρώπους, εἴς τε τῶν σῳζομένων καὶ τῶν ἀπολλυ‐ μένων. καὶ τοὺς μὲν σῳζομένους | |
5 | λέγει παραλαμβάνεσθαι, τοὺς δὲ ἀπολλυμένους ἀφίεσθαι ἤγουν ἀποδοκιμάζεσθαι. ἀγρὸν δὲ νοη‐ τέον ὧδε τὸν κόσμον, ἔνθα «ὁ» μὲν «εἰς τὸ πνεῦμα σπείρων θερίζει | |
10 | ζωὴν αἰώνιον, ὁ» δὲ «εἰς τὴν σάρκα, φθοράν». ταῖς δὲ ἀληθούσαις παρ‐ εικάζει τοὺς διδασκάλους, οἵτινες τρόπον τινὰ ἀπολεπτύνοντες τὰς γραφικὰς ἐννοίας εὐπαράδεκτα καὶ | |
15 | εὐνόητα τοῖς ἀνθρώποις τὰ θεῖα λόγια προτιθέασιν· καὶ γὰρ νόμος κελεύων μὴ λαμβάνεσθαι εἰς ἐνέ‐ χυρον μύλον ἢ ἐπιμύλιον, ἵνα μὴ τὰ τῆς τροφῆς ἐργαλεῖα λαβών τις | |
20 | ἐμποδίσῃ τοῖς τρεφομένοις δι’ αὐ‐ τῶν, αἰνιγματωδῶς τοὺς διδασκά‐ λους ὑποσημαίνει. | |
275col 2 | Εἰς δύο τάγματα διαιρεῖ τοὺς ἀνθρώπους ὁ κύριος, εἴς τε τὸ τῶν σῳζομένων καὶ εἰς τὸ τῶν ἀπολλυ‐ μένων· καὶ τὸ μὲν τῶν σῳζομένων | |
5 | παραλαμβάνεσθαι λέγει, τοὺς δὲ ἀσεβεῖς ἀφίεσθαι, ὅ ἐστιν ἀποδοκιμάζεσθαι. ταῖς δὲ ἀλη‐ θούσαις τοὺς διδασκάλους παρ‐ εικάζει ὡς λεπτύνοντας τὰς γραφὰς | |
10 | καὶ εὐπαραδέκτους καὶ εὐνοήτους τοῖς ἀνθρώποις ποιοῦντας· καὶ γὰρ ὁ νόμος μὴ λαμβάνεσθαι εἰς ἐνέχυρον μύλον κωλύει ἢ ἐπιμύλιον, ὅπως μὴ τὰ τῆς τροφῆς ἐργαλεῖα λαβών | |
15 | τις ἐμποδὼν γένηται τοῖς τρεφο‐ μένοις. διὸ καὶ αἰνιγματωδῶς ὁ σωτὴρ τοὺς διδασκάλους ὑποση‐ μαίνει. | |
276 | Mt 24, 45—47 | |
1 | Πιστὸς μὲν εἰς διδασκαλίας, φρόνιμος δὲ εἰς ἔργον καὶ τῶν | |
ὁμοδούλων ταμίας ἐπιεικέστατος· ἔσται γὰρ ὁ τοιοῦτος τῆς τοῦ δεσπότου βασιλείας ὁλοκλήρου μέτοχος· τοῦτο γὰρ δηλοῖ τὸ ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. οὐ λέγει τίς ἐστιν οὗτος, | 247 | |
5 | ἀλλ’ ἀορίστως, ἵνα δείξῃ τὸ σπάνιον καὶ τὸ πολυτίμιον τῶν ὀρθῶν δι‐ δασκάλων. καλῶς δὲ ἀμφότερα ἀπαιτεῖν—ἂν δὲ θάτερον ἀπῇ, τὸ ἕτερον χωλεύει. | |
277 | Mt 24, 48—51 | |
1 | Ὅτι δὲ ὁ λόγος κατὰ τῶν ἡγουμένων τῶν ἐν τρυφαῖς σχολαζόντων· κακὸν γὰρ καὶ πονηρὸν δοῦλον ὠνόμασε τὸν ἀμελῆ διδάσκαλον, ὃς διὰ τὸ ἀπεῖναι τὸν κριτὴν καὶ μὴ ὁρᾶσθαι διὰ τὸ ἀνεξίκακον τύπτει πικρῶς τοὺς ὑπὸ χεῖρα καὶ συναναμίγνυται τοῖς φιλοσάρκοις· οἱ γὰρ | |
5 | ἁμαρτάνοντες ὡς μὴ παρόντος τοῦ κριτοῦ ἁμαρτάνουσιν καὶ ὡς μὴ λογιζόμενοι κρίσιν. διὰ δὲ τοῦ τύπτεσθαί τινας ἐξ αὐτῶν δείκνυσι τοὺς κατὰ ψυχὴν βλαπτομένους ἐκ τῆς τῶν ἡγουμένων τρυφῆς, καθώς φησιν· ὁ ἀπόστολος· «οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν». ἐπαπειλεῖ οὖν τοῖς τρυφῶσι τὰ | |
10 | ἔσχατα ὑποστῆναι· ἀποσχίζει γὰρ αὐτὸν καὶ διαιρεῖ ἀπ’ αὐτοῦ μετ’ ἀλγηδόνων τῷ ζῶντι ἑαυτοῦ λόγῳ τοῦ ἑνωθέντος αὐτῷ ἐν τῷ αἰῶνι πνεύματος ἤγουν τοῦ θείου χαρίσματος· οἱ ὑποκρινόμενοι γὰρ τὰ ὀρθὰ φρονεῖν μὴ φρονοῦντες δὲ ὡς δεῖ, ἀλλὰ τὴν ἀρετὴν μὲν ἔξωθεν σχήματι μόνῳ περικείμενοι διχῇ τμηθήσονται κατὰ τὴν φοβερὰν ἡμέραν τῆς κρί‐ | |
15 | σεως, ἥ ἐστιν ἀπὸ τοῦ πνεύματος εἰς τὸ διηνεκὲς ἀλλοτρίωσις· νῦν μὲν γὰρ εἰ καὶ μὴ ἀνακέκραται τοῖς ἀναξίοις, ἀλλ’ οὖν παρεῖναί πως δοκεῖ τοῖς ἅπαξ ἐσφραγισμένοις τὴν ἐκ τῆς ἐπιστροφῆς αὐτῶν σωτηρίαν ἀναμένων. τότε δὲ ἐξ ὅλης τῆς βεβηλωσάσης αὐτοῦ τὴν χάριν ψυχῆς ἀποτμηθήσεται καὶ μετὰ τῶν ὑποκριτῶν τὸ μέρος αὐτοῦ τεθήσεται. ὑποκριτὰς | |
20 | δέ φησι τοὺς τὰ ὀρθὰ μὲν διδάσκειν πειρωμένους, δι’ ὧν δὲ ποιοῦσιν καταβλάπτοντας πλείω τοὺς μαθητευομένους. ἐπὶ τοίνυν, φησίν, τῶν οὐ κατὰ τὸ δέον χρησομένων ἐν τῷ παρόντι βίῳ τῇ ἐγχειρισθείσῃ αὐτοῖς λειτουργίᾳ παρὰ κυρίου οὐ μόνον οὐ προσθήσει ἑτέραν, ἀλλὰ καὶ τὴν ἤδη μετουσίαν αὐτοῖς ἐγγενομένην τοῦ πνεύματος, οὗ ἔτυχον πρὸς ἐκ‐ | |
25 | κλησιαστικὴν λειτουργίαν προχειρισθέντες, ἀφελόμενος, οὕτως αὐτοὺς παραδώσει τῇ κολάσει· οὐ γὰρ οἷόν τε σὺν τῷ πνεύματι παραδοθῆναί τινα εἰς κόλασιν· οὐ γὰρ σωματικὴν ὑποφαίνει τομήν, ἀλλὰ τὴν τῆς υἱοθεσίας τοῦ πνεύματος γύμνωσιν. κολάζονται τοίνυν ἀνθ’ ὧν ἐγέλων, βρύξουσι δὲ «τοὺς ὀδόντας» λογιζόμενοι τὸ τέλος τοῦ πόνου καὶ τὴν | |
30 | ὑπερβολὴν τῆς κολάσεως. | 248 |
278 | Mt 24, 51 | |
1 | Τί ἐστιν τὸ διχοτομηθῆναι, ἐξετάσωμεν. ὅτε γέγονεν ἐν ἀρχαῖς ὁ Ἀδάμ, τὸ ἐντελέστατον κάλλος ἀποδιδοὺς τῇ φύσει ὁ θεὸς μέτοχον αὐτὸν ἀποτελεῖ τοῦ ἰδίου πνεύματος· «ἐνεφύσησε» γὰρ «εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς»· τὸ γὰρ ἀληθῶς ζωοποιοῦν τὸ πνεῦμά ἐστι τῆς | |
5 | ζωῆς, τοῦτ’ ἔστι Χριστοῦ. ἐπειδὴ δὲ παρώλισθεν ἐξ ἀπάτης εἰς ἁμαρ‐ τίαν, ἀπενοσφίσθη τὸ πνεῦμα. εὐδοκήσαντος δὲ τοῦ θεοῦ καὶ πατρὸς «ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ» καὶ εἰς τὸ ἀρχαῖον ἀνα‐ κομίσαι κάλλος τὴν τῶν ἀνθρώπων φύσιν, ἀπελάβομεν διὰ τῆς χάριτος, ὅπερ ἡ τῆς ἁμαρτίας παρεισδρομὴ ἡμᾶς ἐζημίωσεν· ἐνεφύσησε γὰρ | |
10 | Χριστὸς ἡμῖν μετὰ τὴν ἀνάστασιν καὶ εἰς τὸ ἀρχαῖον ἡμᾶς ἀνακαινίζων κάλλος· «λάβετέ» φησι «πνεῦμα ἅγιον». ἑνοῦται τοιγαροῦν ἡμῖν τὸ πνεῦμα· «ὁ κολλώμενος» γὰρ «τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν». οὐκοῦν ἐν τοῖς κατ’ εὐσέβειαν σπουδάσμασι καταληφθέντες ἐπὶ τοῦ τέλους τὸ πλῆρες ἀπολαμβάνομεν, ὡς ἐν ἀρραβῶνος τάξει τὸ πνεῦμα νῦν ἔχοντες, | |
15 | κατηγορούμενοι δὲ ἐν ἁμαρτίαις καὶ αὐτὸν ζημιούμεθα τὸν ἀρραβῶνα τοῦ πνεύματος· ἀποτέμνεται γὰρ καὶ ἀπανίσταται ὥσπερ κατὰ τὸν τῆς κρίσεως καιρόν. καὶ ταύτην εἶναί φαμεν, ἣν ἐνθάδε φησὶ διχοτόμησιν· οὐ γὰρ οἷόν τε σὺν τῷ πνεύματι δοθῆναί τινα εἰς κόλασιν. | |
279 | Mt 24, 51 | |
1 | Ἐν τῷ καιρῷ τῆς συντελείας ἀφαιρεῖται τὸ πνεῦμα τὸ ἅγιον· οὐ | |
γὰρ οἷόν τε σὺν τῷ πνεύματι δοθῆναί τινα εἰς κόλασιν. | 249 | |
280 | Mt 25, 1—13 | |
1 | Παρθένοις παρεικάζει τοὺς τῶν λαῶν ἡγουμένους· ἄσπιλον δεῖ εἶναι τὸν ἱερουργὸν ψυχῇ τε καὶ σώματι καθὼς καὶ ὁ Παῦλός φησιν, | |
5 | «ἵνα ᾖ ἁγία καὶ σώματι καὶ τῷ πνεύματι». ἐπειδὴ δὲ τὸν ἅπαντα βίον ἔθος τῇ γραφῇ εἰς πέντε διαιρεῖν, ἑκάστῳ καιρῷ ἀπονέμει καὶ ὁσίας καὶ μωρὰς ψυχὰς ὡς | |
10 | ἑκάστου καιροῦ ἔχοντος σοφοὺς καὶ εὐήθεις, δικαίους καὶ ἀδίκους. ἐν ᾧ δὲ πᾶσαι ἐξῆλθον σὺν ταῖς λαμ‐ πάσι, δείκυσιν, ὅτι πᾶσαι αἱ ψυχαὶ κατεφωτίσθησαν ὑπὸ τοῦ θεοῦ φυ‐ | |
15 | σικοῖς τε καὶ ἐμφύτοις νόμοις, ἀλλὰ μὴν καὶ τοῖς διὰ Μωσέως γραπτοῖς νόμοις. καὶ πάντες ἐξῆλθον εἰς συν‐ άντησιν τῷ νυμφίῳ ἀντὶ τοῦ πάν‐ τες προέθεντο ἀρέσαι τῷ θεῷ καὶ | |
20 | συναφθῆναι πνευματικῶς τῷ νυμ‐ φίῳ τῷ ἐνσπείροντι ἐν ταῖς καρδίαις τῶν πιστῶν πᾶν εἶδος ἀρετῆς, διὸ καὶ νυμφίος καλεῖται. πλὴν ἀδια‐ κρίτως τινὲς καίπερ ἔχοντες τὸν ἐκ | |
25 | θεοῦ φωτισμὸν οὐκ ἠνέσχοντο ἐπι‐ εικῶς ζῆσαι, ὅπερ ἐποίησαν αἱ συνεταὶ ψυχαί, δι’ ἔργων ἀγαθῶν ἐπὶ πλέον ποιοῦντες ἐκλάμπειν τὴν ἔσωθεν δοθεῖσαν αὐτοῖς ἐκ θεοῦ | |
30 | φωτιστικὴν χάριν καὶ ὠφελοῦντες καὶ ἑαυτοὺς καὶ ἑτέρους εἰς δόξαν θεοῦ. ἔλαιον νοητέον τὴν φιλερ‐ | |
γίαν τὴν ἀγαθήν, ὃ οὐκ ἔχουσιν οἱ ἀργοί, οὗ μὴ ὄντος ἐπὶ τὸ ἀκαλλέ‐ | 250 | |
35 | στερον μεταβαίνει ὁ ἐν ἡμῖν θεῖος φωτισμός. ὕπνῳ δὲ παρεικάζει καὶ νυσταγμὸν ἀποκαλεῖ τὸν τῆς σαρ‐ κὸς θάνατον, ὃς ἐξ ἀνάγκης προ‐ επέρχεται φρονίμοις τε καὶ ἀσυ‐ | |
40 | νέτοις, οὓς ἀνίστησιν ἡ τῶν ἀγγέ‐ λων σάλπιγξ κατὰ τὸν τῆς παρου‐ σίας τοῦ Χριστοῦ καιρόν· πάντες γὰρ ἀνίστανται καταργηθέντος τοῦ θανάτου, καλοί τε καὶ κακοί, καὶ | |
45 | πάντες εὐτρεπίζονται εἰς ἀπολογίαν τοῦ κριτοῦ, ὅπερ ἐστὶν διακοσμῆσαι τὰς λαμπάδας ἑκάστου τὸν ἴδιον ἀναλογιζομένου βίον. τῶν δὲ φαύ‐ λων μηδὲν ἐπιφερομένων ἄρχεται | |
280(50) | στυγνάζειν ἡ ψυχὴ καὶ οἱονεὶ κατα‐ σβέννυσθαι καὶ εἰς παραφροσύνην χωρεῖν, ὥστε οἰηθῆναι αὐτοὺς διὰ τῆς ἑτέρων ἀρετῆς ἐλεηθῆναι. διὸ ἀποδοκιμάζονται λεγόντων ἐκείνων | |
55 | μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· μόλις γὰρ ἀρκέσει πρὸς σω‐ τηρίαν ψυχῆς ἡ ἑκάστου ἀρετὴ διὰ τὸ πολλὰ πταίειν καὶ τοὺς ἄγαν ἐπιεικεῖς. ἀλλὰ πορεύεσθε πρὸς | |
60 | τοὺς πωλοῦντας, οἵτινές εἰσιν προφῆται, ἀπόστολοι, εὐαγγελισταί, δι’ ὧν τις μανθάνει τὴν ἀρετὴν ἐργάζεσθαι, καὶ ὀρθοὶ διδάσκαλοι τῶν ὀρθῶν δογμάτων. τῶν δὲ ἑτοί‐ | |
65 | μως ἀπελθόντων οὐκ εἴασεν ὁ και‐ ρὸς τῶν βεβιωμένων ποιούμενος ἐξέτασιν οὐκ ἀρχὴν διδοὺς ἐργασίας. | |
280col 2(6) | Ἐπειδὴ τὸν ἅπαντα βίον ἔθος τῇ γραφῇ εἰς πέντε διαιρεῖν, ἑκάστῳ καιρῷ ἀπονέμει καὶ ὁσίας καὶ μωρὰς ψυχάς. | |
11 | ἐν ᾧ δὲ πᾶσαι ἐξῆλθον σὺν ταῖς λαμ‐ πάσι, δείκνυσιν, ὅτι πᾶσαι αἱ ψυχαὶ κατεφωτίσθησαν ὑπὸ θεοῦ | |
15 | τῷ φυσικῷ καὶ τῷ γραπτῷ νόμῳ. | |
24 | πλήν τινες τὸν ἐκ | |
25 | θεοῦ φωτισμὸν οὐκ ἠνέσχοντο ἐπι‐ εικῶς ζῆσαι, τινὲς δὲ δι’ ἔργων ἀγαθῶν ἐπὶ πλέον ποιοῦσιν ἐκλάμπειν τὴν ἐκ θεοῦ δοθεῖσαν αὐτοῖς φωτιστι‐ | |
30 | κὴν χάριν καὶ ὠφελοῦσιν καὶ ἑαυ‐ τοὺς καὶ ἑτέρους εἰς δόξαν θεοῦ. ἔλαιον δὲ νοητέον τὴν ἀγαθὴν φιλεργίαν, οὗ μὴ ὄντος ἐπὶ τὸ ἀκαλλέ‐ | |
35 | στερον μεταβαίνει ὁ ἐν ἡμῖν θεῖος φωτισμός. ὕπνῳ δὲ καὶ νυσταγμῷ παρεικάζει τὸν τῆς σαρκὸς θάνατον, ὃς ἐξ ἀνάγκης πᾶσιν ἔπεισιν, | |
40 | οὓς ἀνίστησιν ἡ τῶν ἀγγέλων σάλπιγξ | |
43 | καταργηθέντος τοῦ θανάτου, καὶ | |
45 | πάντες εὐτρεπίζονται εἰς ἀπολογίαν· τοῦτο γάρ ἐστι τὸ διακοσμῆσαι τὰς λαμπάδας ἑκάστου τὸν ἴδιον ἀναλογιζομένου βίον. τῶν δὲ φαύ‐ λων ἄρχεται | |
280col 2(50) | στυγνάζειν ἡ ψυχὴ καὶ οἱονεὶ εἰς παραφροσύνην χωρεῖν, ὥστε οἰηθῆναι αὐτοὺς διὰ τῆς ἑτέρων ἀρετῆς ἐλεηθῆναι. διὸ ἀποδοκιμάζονται· | |
56 | μόλις γὰρ ἀρκέσει πρὸς σωτηρίαν ἡ ἑκάστου ἀρετὴ διὰ τὸ πολλὰ πταίειν καὶ τοὺς ἄγαν ἐπιεικεῖς. | |
60 | οἱ δὲ πωλοῦντές εἰσιν οἱ τῶν ὀρθῶν δογμάτων διδάσκαλοι, δι’ ὧν τις μανθάνει τὴν ἀρετήν. ὠνήσασθαι δὲ ἤτοι διδαχθῆναι | |
65 | ὁ καιρὸς οὐκ εἴασεν τῶν βεβιωμένων ποιούμενος ἐξέτασιν οὐκ ἀρχὴν διδοὺς ἐργα‐ σίας· ἐργασίας ὁ παρὼν καιρός, ὁ | |
δὲ μέλλων ἀνταποδόσεως. | 251 | |
281 | Mt 25, 6—9 | |
1 | Αἱ ψυχαὶ ἀμελοῦσαι τῆς ἀρετῆς μαραίνονταί τε καὶ οἱονεὶ κατα‐ σβέννυνται καὶ εἰς παραφροσύνην χωροῦσιν οἰηθεῖσαι ἐν τῇ δευτέρᾳ παρουσίᾳ τοῦ σωτῆρος δύνασθαι σωθῆναι ἄνευ τῆς τῶν ἀρετῶν ἐργα‐ σίας. διὸ καὶ ἀποδοκιμάζονται ὑπὸ τῶν φρονίμων λεγουσῶν πρὸς αὐτάς· | |
5 | μήποτε οὐκ ἀρκέσῃ ἡμῖν τε καὶ ὑμῖν· τοῦτο γὰρ ὑποσημαίνει ἐνταῦθα τὸ μόλις ποτὲ δύνασθαι σωθῆναί τινα διὰ τῆς οἰκείας ἀρετῆς, οὐ μὴν διὰ τῆς τῶν ἑτέρων· μωρὸν γὰρ τὸ μὴ ἐργαζόμενόν τινα μισθὸν εἰληφέναι τῆς ἐργασίας. | |
282 | Mt 25, 11—12 | |
1 | Διὰ οὖν τὴν παρρησίαν τῆς παρθενίας αἰτοῦσιν ἀνοιγῆναι αὐταῖς. καὶ οὐκ ἀνοίγει, ὅτι κατὰ καιρὸν οὐκ ἐπεμελήσαντο αὑτῶν. καὶ τοῦτ’ ἔστιν τὸ οὐκ οἶδα ὑμᾶς· τούτους γὰρ οἶδεν, οἵτινες οὐ μόνον πίστιν ἐνδείκνυνται, ἀλλὰ καὶ ἔργα ἔχουσιν· οἱ δὲ τῷ θατέρῳ πολιτευσάμενοι | |
5 | οὐδὲ ἐν γνώσει ποτὲ γεγόνασι τοῦ νυμφίου. | |
283 | Mt 25, 14—30 | |
1 | Ἄνθρωπος μὲν οἰκοδεσπό‐ της ὁ τοῦδε τοῦ παντὸς δημιουργός τε καὶ κύριος. ἀποδημίᾳ δὲ παρει‐ κάζει τῆς παραβολῆς ὁ λόγος ἤτοι | |
5 | τὴν εἰς οὐρανοὺς ἀνάβασιν τοῦ Χριστοῦ ἤγουν τὸ ἀφανές τε καὶ ἄποπτον τῆς θείας φύσεως. ὑπάρ‐ χοντα δὲ νοητέον θεοῦ τοὺς ἐν ἑκάστῃ χώρᾳ τε καὶ πόλει πιστεύ‐ | |
10 | σαντας εἰς αὐτόν. δούλους δὲ αὐτοῦ καλεῖ οὓς κατὰ καιροὺς ὁ Χριστὸς στεφανοῖ τῷ τῆς ἱερωσύνης καυ‐ χήματι· ὁ γὰρ θεσπέσιος γράφει Παῦλος· «οὐχ ἑαυτῷ τις λαμβάνει | 252 |
15 | τὴν τιμήν, ἀλλ’ ὁ καλούμενος ὑπὸ τοῦ θεοῦ». τούτοις παραδίδωσιν τοὺς ὑπ’ αὐτῷ γεγονότας χάρισμα πνευματικὸν ἑκάστῳ διδούς, ὡς ἂν ἔχῃ γνώμης καὶ ἐπιτηδειότητος. | |
20 | ταύτην εἶναί φαμεν τὴν τῶν τα‐ λάντων διανομὴν οὐκ ἐν ἴσῳ μέ‐ τρῳ τοῖς οἰκέταις χορηγουμένων διὰ τὸ τῆς διανοίας ἐξηλλαγμένον. εὐθὺς δὲ ἀπελθόντες εἰργάσαντο, | |
25 | φησίν, τοῦ εὐθὺς ἡμῖν ἐνθάδε ση‐ μαίνοντος, ὅτι μελλησμοῦ τινος δίχα πρέποι ἂν ἐργάζεσθαι τὰ θεοῦ. οἵ γε μὴν ὄκνῳ καὶ ἀργίᾳ κατεσχη‐ μένοι ἐν ἐσχάτοις ἔσονται κακοῖς. | |
30 | κατέχωσε γάρ, φησίν, τὸ δοθὲν αὐτῷ τάλαντον ἐν τῇ γῇ, τοῦτ’ ἔστιν ἄπρακτόν τε καὶ ἑτέροις ἀνωφελὲς ἐν ἑαυτῷ ἐτήρησεν τὸ χάρισμα. ἀφαιρεῖται τοιγαροῦν ἀπ’ αὐτοῦ | |
35 | τὸ τάλαντον καὶ τῷ πλουτοῦντι δοθήσεται· ἀπαναστήσεται γὰρ τῶν τοιούτων τὸ πνεῦμα καὶ τῶν θείων χαρισμάτων ἡ δόσις, τοῖς δὲ φιλεργήσασι πλουσιωτέρα τις ἔσται | |
40 | χαρισμάτων ἐπίδοσις. | |
283col 2 | Οἰκοδεσπότης ἐνταῦθά ἐστιν ὁ δεσπότης Χριστὸς ὡς δημιουργὸς πάντων καὶ κύριος. ἀποδημία δὲ αὐτοῦ ἡ εἰς οὐρανοὺς ἀνάβασις. | |
5 | ἔστι δὲ καὶ ἄλλως εἰπεῖν· ὡς γὰρ ἀόρατος τῇ κτίσει ὑπάρχων καὶ ὑφ’ ἡμῶν ἁμαρτανόντων μὴ ὁρώ‐ μενος ἀποδημῶν λέγεται παρὰ τῇ γραφῇ. ὑπάρχοντα δὲ αὐτοῦ | |
10 | εἰσιν οἱ ἐν ἑκάστῃ χώρᾳ πιστοί. | |
284 | Mt 26, 18 | |
1 | Ἵνα μὴ «πρὸ τῆς ἑορτῆς τοῦ πάσχα» τοῖς φονεῦσιν αὐτὸν ὁ προ‐ δότης παραδῷ, οὐ διαμεμήνυκεν ὁ σωτὴρ ἢ τὸν οἶκον ἢ τὸν ἄνθρωπον, | |
παρ’ ᾧ τὸ πάσχα πεπλήρωκεν. | 253 | |
285 | Mt 26, 18 | |
1 | Εἰπὼν τὸν δεῖνα οὐ δηλοῖ ὄνομα ἰδικῶς, ἀλλὰ πλαγίως δηλοῖ τινα τῶν ἁγίων· ἁρμόζει γὰρ καὶ ἐπὶ παντὸς ἁγίου ὁ λόγος, ὃς πρῶτον μὲν δέχεται τοὺς μαθητὰς τοῦ κυρίου, εὐαγγελιστάς, ἀποστόλους προομαλί‐ ζοντας αὐτοῦ τὴν ψυχήν, εἶθ’ οὕτως καὶ αὐτὸν τὸν Χριστόν, ὃς οὐ | |
5 | κληθεὶς ἀλλ’ αὐτόματος ἥξει σὺν τῷ ἁγίῳ πνεύματι οἰκῶν παρ’ ἐκείνῳ, παρ’ ᾧ ὁρᾷ τὸ ἅγιον βάπτισμα· τοῦτο γὰρ δηλοῖ ὁ ἄνθρωπος ὁ τὸ «κε‐ ράμιον βαστάζων τοῦ ὕδατος», ὥς φησιν Μᾶρκος καὶ Λουκᾶς. | |
287 | Mt 26, 23 | |
1 | Οὐ δήπου νοήσομεν ἐκ τούτου τῶν μὲν ἄλλων οὐδένα μαθητῶν, μόνον δὲ τὸν Ἰούδαν ἐμβάψαι τὸ ψωμίον ἐν τῷ τρυβλίῳ μετ’ αὐτοῦ. οἶμαι δὲ ἔγωγε τοιαύτην ἔχειν διάνοιαν τὸ εἰρημένον· βούλεται γὰρ εἰπεῖν κατά γε τὸ εἰκός, ὅτι προδότης ἔσται ὁ ἐμβάψας μετ’ ἐμοῦ | |
5 | τὴν χεῖρα ἐν τῷ τρυβλίῳ, τοῦτ’ ἔστιν ὁ συνδειπνητὴς καὶ συνέστιος καὶ τραπέζης καὶ ἁλῶν κοινωνός τε καὶ μέτοχος· οὕτω γὰρ αὐτὸν καὶ διὰ φωνῆς τοῦ μακαρίου Δαβὶδ ᾐτιᾶτο λέγων· «σὺ δέ, ἄνθρωπε ἰσό‐ ψυχε, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα». καὶ πάλιν· «ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν». αὐτὸ δὲ τοῦτο σαφέστερον | |
10 | ὁ Ἰωάννης ἐποίησεν· ἔφη γὰρ εἰρηκέναι τὸν κύριον, ὅτι «ἐκεῖνός ἐστιν, | |
ᾧ ἐγὼ βάψας δώσω τὸ ψωμίον». | 254 | |
288 | Mt 26, 24 | |
1 | Οὐχ ὡς ὄντος τινὸς ἢ ἀγαθοῦ ἢ φαύλου τυχὸν τοῖς οὔπω γενο‐ μένοις ἔξω αἰσθήσεως οὖσιν (ἔτι κομιδῇ εὔηθες τὸ οὕτω νοεῖν), ἀλλ’ ὅτι τοῖς μέλλουσιν ἀθλιότητος ἁπάσης εἴσω πεσεῖν, εἰ πρὸς τὸ εἶναι ἐμπαρενεχθεῖεν ὑπὸ θεοῦ, πολὺ δήπου καὶ ἀσυγκρίτως ἀμείνων ἡ | |
5 | ἀνυπαρξία. | |
289 | Mt 26, 26—28 | |
1 | Εὐχαριστεῖ ὁ κύριος λαβὼν τὸ ποτήριον, τοῦτ’ ἔστιν ἐν σχήματι προσευχῆς διαλέγεται τῷ θεῷ καὶ πατρὶ κοινωνὸν ὥσπερ αὐτὸν καὶ συνευδοκητὴν ἀποφαίνων τῆς δοθησομένης ζωοποιοῦ εὐλογίας ἡμῖν, ἅμα δὲ καὶ ἡμῖν τύπον διδοὺς πρῶτον εὐχαριστεῖν καὶ οὕτω κλᾶν τὸν | |
5 | ἄρτον καὶ διαδιδόναι. διὸ καὶ ἡμεῖς ἐπ’ ὄψεσι θεοῦ τὰ προειρημένα τιθέντες δεόμεθα ἐκτενῶς εἰς εὐλογίαν ἡμῖν μεταπλασθῆναι τὴν πνευμα‐ τικήν, ἵνα μετασχόντες αὐτῶν ἁγιασθῶμεν σωματικῶς καὶ πνευματικῶς. δεικτικῶς δὲ εἶπε τοῦτό μού ἐστιν σῶμα καὶ τοῦτό μού ἐστιν τὸ αἷμα, ἵνα μὴ νομίσῃς τύπον εἶναι τὰ φαινόμενα, ἀλλὰ διά τινος ἀρρή‐ | |
10 | του ἐνεργείας τοῦ πάντα ἰσχύοντος θεοῦ μεταποιεῖσθαι εἰς σῶμα καὶ αἷμα Χριστοῦ κατὰ τὸ ἀληθὲς τὰ παρενηνεγμένα, ὧν μετασχόντες τὴν ζωοποιὸν καὶ ἁγιαστικὴν δύναμιν τοῦ Χριστοῦ εἰσδεχόμεθα· ἔδει γὰρ αὐτὸν διὰ τοῦ ἁγίου πνεύματος ἐν ἡμῖν θεοπρεπῶς συνανακίρνασθαι ὥσπερ τοῖς ἡμετέροις σώμασι διὰ τῆς ἁγίας σαρκὸς αὐτοῦ καὶ τοῦ τι‐ | |
15 | μίου αἵματος. ἃ δὴ καὶ ἐσχήκαμεν εἰς εὐλογίαν ζωοποιὸν ὡς ἐν ἄρτῳ τε καὶ οἴνῳ, ἵνα μὴ ἀποναρκήσωμεν σάρκα τε καὶ αἷμα προκείμενα βλέποντες ἐν ἁγίαις τραπέζαις ἐκκλησιῶν· συγκαθιστάμενος γὰρ ὁ θεὸς ταῖς ἡμετέραις ἀσθενείαις ἐνίησι τοῖς προκειμένοις δύναμιν ζωῆς καὶ μεθίστησιν αὐτὰ πρὸς ἐνέργειαν τῆς ἑαυτοῦ ζωῆς. καὶ μὴ ἀμφιβάλῃς, | |
20 | ὅτι τοῦτό ἐστιν ἀληθὲς αὐτοῦ λέγοντος ἐναργῶς τοῦτό μού ἐστιν τὸ σῶμα καὶ τοῦτό μού ἐστιν τὸ αἷμα, δέχου δὲ μᾶλλον πίστει τοῦ | |
σωτῆρος τὸν λόγον· ἀλήθεια γὰρ ὢν οὐ ψεύδεται. | 255 | |
290 | Mt 26, 26—28 | |
1 | Μετὰ τὸ ἐξελθεῖν τὸν Ἰούδαν παραδίδωσιν ὁ σωτὴρ τοῖς ἕνδεκα τὸ σωτηριῶδες μυστήριον· ἐπειδὴ γὰρ μικρὸν ὕστερον ἔμελλεν ὁ Χρι‐ | |
5 | στὸς ἀναστὰς μετὰ τῆς ἰδίας σαρ‐ κὸς ἀναφοιτῆσαι πρὸς τὸν πατέρα, ἵνα τὴν τοῦ σώματος αὐτοῦ παρ‐ ουσίαν ἔχωμεν—ἄνευ γὰρ τῆς παρουσίας τοῦ Χριστοῦ ἀδύνατον | |
10 | σωθῆναι ἄνθρωπον καὶ ἀπαλλα‐ γῆναι θανάτου καὶ ἁμαρτίας μὴ συν‐ ούσης ἡμῖν τῆς ζωῆς—ἔδωκεν οὖν ἡμῖν τὸ ἴδιον σῶμά τε καὶ αἷμα, ἵνα δι’ αὐτῶν καὶ τὸ τῆς φθορᾶς | |
15 | καταλύηται κράτος, ἐνοικίζηται δὲ ταῖς ἡμετέραις ψυχαῖς διὰ τοῦ ἁγίου πνεύματος, καὶ γενώμεθα ἁγιασμοῦ μέτοχοι καὶ οὐράνιοι ἄν‐ θρωποι καὶ πνευματικοὶ χρημα‐ | |
20 | τίσωμεν. | |
290col 2 | Ἐπειδὴ μετὰ τὴν ἀνάστασιν ἔμελλεν ὁ Χριστὸς ἀναληφθῆναι πρὸς τὸν πατέρα μετὰ σώματος, διὰ τοῦτο δέδωκεν ἡμῖν τὸ ἴδιον σῶμά | |
5 | τε καὶ αἷμα, ἵνα ἐνοικιζομένη ἐν ἡμῖν ἡ αὐτοῦ σὰρξ καὶ τὸ αἷμα ποιήσῃ ἡμᾶς ἁγίους καὶ τῆς ἀθανα‐ σίας μετόχους. | |
291 | Mt 26, 29 | |
1 | Ἕως αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ· τοῦ οἴνου πόσις οὐ χρείαν ἀποπληροῖ μόνον, ἀλλὰ καὶ πανποικίλην ἡδονὴν τῇ αἰσθήσει προσφέρει. μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀποτιναχθείσης τῆς φθορᾶς τῶν ἀνθρωπίνων σωμάτων καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις πρὸς | |
5 | καινότητα μετοισθήσεται, ὥστε καὶ αὐτὴν ἡμῶν τὴν εὐφροσύνην εἶναι καινήν. σωφροσύνης δὲ σύμβολον τὸ ἐξ οἴνου κρᾶμα, ὃ καὶ γενήσεσθαί φησιν καινόν· καὶ οὔτι που πάντως τὸ πόμα φησὶν ἔσεσθαι καινόν, ἀλλὰ τὸ ἐξ αὐτοῦ συμβαῖνον, τοῦτ’ ἔστιν τὴν εὐφροσύνην· ἀναχωρήσει | |
γὰρ μετὰ τὴν ἀνάστασιν ἡ ἀνθρώπου φύσις τῆς αὐτοῦ συνήθους καὶ | 256 | |
10 | γηΐνης τέρψεως, μεταχωρήσει δὲ πρὸς καινότητα τρυφῆς αὐτοῦ δηλον‐ ότι τοῦ πάντων σωτῆρος ἡμῶν Χριστοῦ. τὴν ἔμφυτον καὶ ἰδίαν εὐφρο‐ σύνην ταῖς τῶν σεβομένων αὐτὸν ἐνιέντος ψυχαῖς καὶ ἀναλόγως τοῖς ἑκάστου μέτροις διανέμοντος· ὅτι δὲ ἐν εὐφροσύναις ἐσόμεθα νοηταῖς, ὁ θεῖος ἡμᾶς Δαβὶδ πληροφορήσει λέγων· «ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ θεός· | |
15 | οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν. με‐ θυσθήσονται ἀπὸ πιότητος καὶ τὸν χειμάρρουν τῆς τρυφῆς ποτιεῖς αὐτούς». ἡ σοφία δὲ πάλιν «τὸν ἑαυτῆς οἶνον εἰς κρατῆρα κεράσασα» καὶ προθεῖσα τοὺς ἄρτους· «ἔλθατε», φησίν, «φάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν». | |
292 | Mt 26, 31 | |
1 | Ἐταράχθησαν οἱ μαθηταὶ οὐχ ὡς ἐλαφροί τινες, ἀλλ’ ὅτι πολλῆς ἔγεμεν ἀπορίας τὸ πρᾶγμα καὶ δυσκατάληπτος ἦν ἡ γνῶσις τοῦ μυστη‐ ρίου τούτου, πῶς ὁ τοὺς νεκροὺς ἀναστήσας καὶ μυρία ποιήσας σημεῖα ὑπὲρ ἄνθρωπον εἰς οὕτως ἄτιμον παρεδόθη θάνατον. οὗτος δὲ ἦν ὁ | |
5 | διὰ τοῦ προφήτου εἰρηκὼς «πατάξω τὸν ποιμένα». διὸ καὶ ὁ Δαβίδ φησιν πρὸς τὸν πατέρα, «ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν». πλὴν οὐ πάντη τοῦτο καὶ πάντως γέγονεν βουλήσει τοῦ πατρός, ἀλλ’ ἤθελε μὲν μὴ παθεῖν αὐτόν, εἴγε προσεδέξαντο οἱ Ἰουδαῖοι. ἐπειδὴ δὲ οὐ προσήκαντο, ἀλλ’ ἠθέλησαν φονεῦσαι, συγκατέθετο ὁ πατὴρ τῷ υἱῷ | |
10 | τοῦτο παθεῖν ἑλομένῳ. διὸ καὶ λέγεται, ὅτι ὁ πατὴρ ἐπάταξε «τὸν ποι‐ μένα», ἐπειδήπερ εἴασεν αὐτὸν παθεῖν δυνάμενος κωλῦσαι μὴ παθεῖν. οὕτω δὲ νοητέον καὶ τὸ εἰρημένον πρὸς Πιλᾶτον ὑπὸ Χριστοῦ, ὅτι «οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ’ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν», ἀντὶ τοῦ μὴ συνῄνεσεν ὁ πατὴρ ἑλομένῳ μοι παθεῖν. | |
293 | Mt 26, 32 | |
1 | Οὐκ ἀφῆκε τοὺς μαθητὰς μέχρι τῶν σκυθρωπῶν μεῖναι, προ‐ | |
αναγγέλλει δὲ τὴν ἀνάστασιν λύων αὐτῶν τὴν λύπην καὶ ἐπαγγέλλεται προλαμβάνειν αὐτοὺς εἰς τὴν Γαλιλαίαν, δι’ οὗ σημαίνει, ὅτι μέλλει ἀποφοιτᾶν τῶν Ἰουδαίων καὶ εἰς τὰ ἔθνη μεταχωρεῖν. οὐκ ἀπ’ οὐρανοῦ | 257 | |
5 | φαίνεται εὐθέως—διὸ καὶ ἐκεῖ ἐφάνη. | |
294 | Mt 26, 37—38 λυπεῖται δὲ ὡς ἄνθρωπος καὶ τὰ τῆς ψυχῆς καὶ τὰ τοῦ σώματος ἴδια ποιεῖται ὁ ἀπαθής. ἐπειδὴ τὰ τῆς ἀνθρωπότητος κοινά ἐστιν αὐτῷ, ὥσπερ καὶ τὰ μόνῃ τῇ θεότητι πρέποντα κοινά πως γέγονε τῇ σαρκὶ | |
5 | διὰ τὴν ἄρρητον καὶ ἀνέκφραστον ἕνωσιν, καὶ μὴ σκανδαλιζέτω τινὰ τὸ συμβάν· ἡ γὰρ πρὸς σάρκα σύνοδος τοῦ λόγου παθοῦσα τὰ ἑαυτῆς βε‐ βαιώσει καλῶς ἐν ἡμῖν τῆς ἐνανθρωπήσεως τὸ μυστήριον. | |
295 | Mt 26, 39 | |
1 | Ποτήριον ἐν τούτοις τὴν διὰ τοῦ θανάτου κατακάρωσιν ἀποκαλεῖ καὶ τὴν οἱονεὶ πρὸς ὕπνον κατακοιμίζουσαν μέθην. τό γε μὴν παρ‐ αιτεῖσθαι πιεῖν αὐτό, τοῦτ’ ἔστιν τὸ μὴ σφόδρα καθ’ ἡδονὴν ποιεῖσθαι τὸ παθεῖν, τῆς τῶν σταυρωσάντων δυσσεβείας κατηγορεῖ· οὐ γὰρ δήπου | |
5 | φαῖεν ὡς ἐπείπερ εἵλετο παθεῖν ὑπουργοὶ μᾶλλον ἡμεῖς τοῦ θελήματος· διελέγξει γὰρ αὐτοὺς ψευδομυθεῖν ἑλομένους ἡ παραίτησις. | |
296 | Mt 26, 42—44 | |
1 | Ἐπιτείνει τὴν προσευχὴν καὶ διὰ τῶν αὐτῶν ἐξυφαίνει λόγων ὑποτύπωσιν καὶ ὑπογραμμὸν τὰ καθ’ ἑαυτὸν ἡμῖν παρατιθείς· οἶμαι | |
γὰρ δεῖν οὐχὶ μίαν ἡμᾶς τὸ κατὰ προθυμίαν 〈προσευχὴν προσάγειν〉, προσιέναι δὲ μᾶλλον συχνῶς καὶ ταυτολογοῦντας οὐκ ἐρυθριᾶν ἄχρις ἂν | 258 | |
5 | ἡμῖν εἰς πέρας ἐξοίχοιτο τὰ αἰτήματα· διὰ γὰρ τοῦτο καὶ τρίτην εὐχὴν περὶ τῶν αὐτῶν ἐποιεῖτο Χριστὸς καίτοι μάλα σαφῶς τὴν τοῦ θεοῦ καὶ πατρὸς ἐπιστάμενος βούλησιν· μᾶλλον δὲ διὰ τοῦ τρίτου ἐβεβαίου, ὅτι ἄνθρωπος γέγονεν. | |
297 | Mt 26, 47—50 | |
1 | Τάχα που ᾠήθη ὁ Ἰούδας δύνασθαι λαθεῖν φίλημα μὲν προτείνων εἰς τύπον ἀγάπης, ἀνοσίων δὲ σκεμμάτων μεστὴν ἔχων τὴν καρδίαν. οὐκοῦν ὡς ἐκ μέθης προσέρχεται τῷ Χριστῷ δόλου καὶ ἀγάπης ὄργανον τὴν ἐξαίρετον ἀρετὴν ἀποφαίνειν προσδοκῶν, προσετίθει δὲ καὶ τὸ χαῖρε | |
5 | ῥαββί. χαῖρε λέγεις τῷ παγιδευθέντι πρὸς θάνατον διὰ σοῦ; οὐδὲ τὸ σχῆμα τῆς προδοσίας αἰσχύνῃ; ἀλλ’ ἦν ἐντεῦθεν ἰδεῖν, ὅτι τὸν ψεύστην ἔχων ἐν ἑαυτῷ, τοῦτ’ ἔστιν τὸν σατανᾶν καὶ χαῖρε λέγων ἐψεύδετο. καὶ τὸ φιληθῆναι κατεδέξατο ὁ Χριστός—καὶ τῆς ἡμερότητος θηρίου παντὸς χαλεπώτερος γέγονεν. | |
298 | Mt 26, 53 | |
1 | Δώδεκα εἶπε λεγεῶνας· ἀντὶ ὑμῶν λέγων τῶν δώδεκα μαθητῶν, ὥστε οὐ τῆς ὑμῶν ἐπικουρίας δέομαι· οὐ γὰρ κέχρημαι τῇ ἐξουσίᾳ, ἀλλ’ ἐκδίδωμι ἐμαυτὸν τοῖς Ἰουδαίοις, ἐπείπερ τοῦτο ἐσόμενον προανήγγειλαν | |
αἱ γραφαί, ὅτι ταῦτα μέλλουσιν οἱ Ἰουδαῖοι ποιεῖν. | 259 | |
299 | Mt 26, 55 | |
1 | Ἆρα οὖν αἰτιᾶται Χριστὸς τοὺς τῶν Ἰουδαίων καθηγητάς, ὅτι μὴ πρόωρον αὐτῷ τὴν τοῦ θανάτου πάγην ἐσκεύαζον; οὐ τοῦτο βού‐ λεται δηλοῦν, ἀλλ’ ὅτι ἐξὸν ὑμῖν καθ’ ἡμέραν ἐν τῷ ἱερῷ διδά‐ σκοντα κατασχεῖν, οὐκ ἐκρατήσατε· ἐταμιευόμην γὰρ μᾶλλον τὸ χρῆναι | |
5 | παθεῖν καιρῷ τῷ προσήκοντι. οὐ τοίνυν τῆς Ἰουδαίων μανίας καται‐ τιώμενος ταῦτα ὁ Χριστὸς ἔφη, οὔτε μὴν ἐπιπλήττει τὸ βράδος αὐτῶν πρὸς μιαιφονίαν, ὅτι δὴ παρόντα καὶ ὁρώμενον οὐκ ἐν ἀρχαῖς κατε‐ σχήκασιν· διελέγχει δὲ μᾶλλον ὡς οὐ τῆς ἐνούσης αὐτοῖς ἰσχύος ἔργον ἡ σύλληψις, ἀλλὰ τῆς αὐτοῦ βουλήσεως τοῦ τὸ ἀβούλητον πάθος οἰκονο‐ | |
10 | μικῶς παραδεξαμένου καὶ ποιησαμένου θελητόν. οὐκ ἐπείπερ ἦν τὸ πα‐ θεῖν ἀγαθόν, ἀλλ’ ὅτι τὰ ἐξ αὐτοῦ συμβαίνοντα τὴν ἀνθρώπου φύσιν ἀνακομίζειν ἔμελλεν εἰς τὸ ἀπ’ ἀρχῆς δεικνύς, ὅτι τῆς αὐτοῦ συγχω‐ ρήσεως ἔργον ἦν τὸ ἑλεῖν. | |
300 | Mt 26, 63—65 | |
1 | Ἔφη που διὰ Μωυσέως ὁ τῶν ὅλων θεός· «ἐὰν ψυχὴ ἁμάρτῃ καὶ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν ἢ συνεῖδεν, ἐὰν μὴ ἀναγγείλῃ», φησίν, «λήψεται τὴν ἁμαρτίαν». ἐπεγράφετο τοίνυν παρανομίας ἔγκλημά τισιν, εἰ μηδὲν ἀπολογοῖντο, φωνὴν ἀκούοντες | |
5 | ὁρκισμοῦ. διὰ τοῦτο πανούργως ὁρκίζει τὸν κύριον ὁ Καϊάφας, ἵν’ εἰ βούλοιτο καὶ μετὰ τοῦτο σιωπᾶν, ὡς παρανομήσαντα κατακρίνοι, εἰδώς, ὅτι ὁρκωθεὶς καὶ σιωπήσας ἔνοχος ἐγένετο τιμωρίᾳ τῇ ἀπὸ τοῦ νόμου· εἰ δὲ εἴπῃ τὸ ἀληθές, ὡς ψευδόχριστον αὐτὸν φονεύσωσιν ὡς λέγοντα ἑαυτὸν θεὸν οὐδὲν πλέον ἔχοντα τῶν λοιπῶν ἀνθρώπων κατὰ τὴν σάρκα καὶ | |
10 | τὸ ὁρώμενον. διὸ ὁ Χριστὸς εἶπε· σὺ εἶπας ἀντὶ τοῦ τὸ σὸν ὡμολό‐ γησε στόμα λοιπόν. ἵνα δὲ φορτικωτέραν αὐτοῖς τὴν δίκην ἐργάσηται, τὴν ἐπί γέ φημι τῷ μὴ πιστεύειν εἰς αὐτὸν βούλεσθαι, πάλιν αὐτοῖς ἐναργῆ τὴν αὐτοῦ καθίστησι δόξαν εἰπών· ὄψεσθε ἀπ’ ἄρτι τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. ἐν | |
15 | εἴδει, φησίν, τῷ καθ’ ὑμᾶς γεγονότα ἐμὲ τὸν υἱὸν τῇ φύσει καὶ ἀληθῶς τοῦ θεοῦ καὶ πατρὸς ἐν τῷ μηδενὶ πεποίησθε λόγῳ, καὶ ἐπειδὴ ἀμα‐ θίας εἰς τοῦτο καταβεβήκατε, ὥστε τὸ αὐτοῦ τε καὶ τὸ ἐμὸν οὐκ ἴστε μυστήριον, καίτοι νομομαθεῖς ὄντες, ἀναγκαίως ἐκεῖνό φημι, ὅτι τῆς κατ’ ἐμοῦ δυσσεβείας βραχὺς ὑμῖν καὶ διεσταλμένος ἐδόθη καιρὸς μέχρι | 260 |
20 | τοῦ τιμίου σταυροῦ· μετὰ τοῦτο γὰρ εὐθὺς εἰς τὴν ἑαυτοῦ παλινδρο‐ μήσω τιμήν, ἀναβήσομαι πρὸς δόξαν τὴν ἐν ἀρχαῖς, σύνεδρος ἔσομαι τῷ θεῷ καὶ πατρὶ καὶ μετὰ τῆς σαρκός. ταῦτα λέγοντος τοῦ Χριστοῦ ὁ Καϊάφας διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων· ἐβλασφήμησεν. τοῦτο δὲ ἐποίησε σφοδροτέραν τὴν κατηγορίαν ποιῶν καὶ τὸ λεχθὲν | |
25 | ἐπαίρων διὰ τοῦ πράγματος. καίτοι ποία βλασφημία αὕτη—οὗτος μάλιστα καὶ ἔλαμψε καὶ ἐνίκησε κατὰ κράτος. | |
301 | Mt 26, 67—68 | |
1 | Πρέποι ἂν εἰπεῖν ὅπερ ἔφη τις τῶν ἁγίων προφητῶν· «ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει» ὁ «κύριος» ὁ τῶν ὅλων θεός, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυ‐ ριευόντων· ὡς εἷς ἐξ ἡμῶν ἀτιμάζεται καὶ διακαρτερεῖ τυπτόμενος καὶ | |
5 | τὸν ἐκ τῶν ἀσεβῶν ὑπομένει γέλωτα τύπον ἡμῖν τῆς εἰς ἄκρον ἀνεξι‐ κακίας αὐτοῦ παρατιθείς· ὁ γὰρ «ἐξετάζων καρδίας καὶ νεφροὺς» ὁ προφητείας ἁπάσης δοτὴρ πῶς ἂν ἠγνόησε τίς ἐστιν ὁ παίσας αὐτόν; | |
302 | Mt 27, 11 | |
1 | Προσήγαγον Πιλάτῳ τὸν Ἰησοῦν· παρεδόθησαν καὶ αὐτοὶ ταῖς Ῥωμαίων στρατιαῖς. καὶ πεπλήρωται τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπ’ αὐτοῖς προαπηγγελμένα· ὁ μὲν γάρ φησιν· «οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ». ὁ δέ· καθὼς «ἐποίησας, οὕτως | |
5 | ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς τὴν κεφαλήν σου». | |
303 | Mt 27, 21—26 | |
1 | Μέγας ἔλεγχος ταῦτα τῶν Ἰουδαίων λῃστὴν καὶ φονέα ἑλομένων | |
μᾶλλον ἢ τὸν Χριστόν· τοσοῦτον αὐτοῖς ἔμελε τοῦ δικαίου καὶ οὕτως διὰ τὴν ὁσιότητα κατηγόρουν Χριστοῦ· καὶ τοῦ κρίνειν λαχόντος ἐλευ‐ θεροῦντος αὐτὸν θανάτου ψῆφον ὑποστῆναι παρακαλοῦσιν τὸν πάσης | 261 | |
5 | εὐσεβείας καθηγητὴν καὶ διδάσκαλον, 〈καὶ〉 ἵνα ἔτι φορτικωτέραν ὑπο‐ μείνωσι τὴν κόλασιν, ἀνέκραγον λέγοντες· «αἶρε τοῦτον, ἀπόλυσον ἡμῖν τὸν Βαραββᾶν». ἰδοὺ δὴ σαφῶς «τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο» καθά φησιν ὁ μακάριος Πέτρος «καὶ ᾔτησαν ἄνδρα φονέα χαρισθῆναι» αὐτοῖς, ἵνα τῆς ἐκείνου μερίδος ἔσονται κοινωνοί. | |
304 | Mt 27, 24 | |
1 | Ἀμελήσας τῆς ὀρθῆς καὶ δικαίας κρίσεως ὁ Πιλᾶτος οὐδὲ ἐλο‐ γίσατο ἐκδοῦναι ἀναίτιον εἰς θάνατον καίπερ κύριος ὢν τοῦ ἐξελέσθαι αὐτόν· καὶ νίπτεται τὰς χεῖρας ὑπονοήσας ἑαυτὸν διὰ τούτου τῆς ἁμαρ‐ τίας ἐλεύθερον, ὅπερ ἐστὶν μωρὸν ἐννοῆσαι. τάχα δὲ ὡς ἐθνικὸς ἐνό‐ | |
5 | μιζεν, ὅτι ἀρκεῖ αὐτὸ πρὸς καθαίρεσιν ἁμαρτημάτων τὸ ὕδωρ. | |
305 | Mt 27, 25 | |
1 | Ταύτην αὐτῶν τὴν ἀνοσίαν καταβοὴν ᾐτιᾶτο λέγων ὁ κύριος διὰ φωνῆς Ἰερεμίου· «ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονο‐ μίαν μου 〈ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. ἐγενήθη ἡ κληρονομία μου〉 ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ’ ἐμὲ | |
5 | τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν». ἔφη δέ που περὶ τῆς τῶν Ἰου‐ δαίων ἀνοσιότητος καὶ ὁ προφήτης Ὠσηέ· «οὐαὶ αὐτοῖς, ὅτι ἀπεπή‐ δησαν ἀπ’ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρω‐ σάμην αὐτούς, αὐτοὶ δὲ κατελάλησαν κατ’ ἐμοῦ ψευδῆ. πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δι’ ἀπαιδευσίαν γλώττης αὐτῶν». | |
306 | Mt 27, 32 | |
1 | Ἄγεται μὲν ὁ σωτὴρ ἐπὶ τὸ σωτήριον πάθος. Σίμωνι δὲ Κυρη‐ | |
ναίῳ ἐπέθηκαν τὸν σταυρὸν αὐτοῦ. ἕτερος δὲ τῶν ἁγίων εὐαγγελιστῶν καὶ αὐτὸν ἔφη τὸν Ἰησοῦν «βαστάσαι» τὸ ξύλον. ἀληθῆ δὲ πάντως ἀμφότερα· ἤνεγκε μὲν γὰρ τὸν σταυρὸν ὁ σωτήρ, κατὰ μέσην δέ πως | 262 | |
5 | τὴν ὁδὸν ὑπαντήσαντες τὸν Κυρηναῖον κατεσχήκασιν καὶ μετέθηκαν ἐπ’ αὐτὸν 〈τὸν〉 σταυρόν. εἴρηται γὰρ περὶ αὐτοῦ διὰ φωνῆς Ἠσαίου, ὅτι «παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ»· ἀρχὴ γὰρ αὐτοῦ γέγονεν ὁ σταυρός, δι’ οὗ βεβασίλευκε τῆς ὑπ’ οὐρανοῦ, εἴπερ ἐστὶν ἀληθές, ὅτι «μέχρι θανάτου» γέγονεν «ὑπήκοος, | |
10 | θανάτου δὲ σταυροῦ, διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν». | |
307 | Mt 27, 33 | |
1 | Περὶ τοῦ κρανίου τόπου ἦλθεν εἰς ἡμᾶς, ὅτι Ἑβραῖοι παρα‐ διδόασιν τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖ τεθάφθαι καὶ ἐπεὶ «ἐν τῷ Ἀδὰμ πάντες» ἀποθνῄσκουσιν, ἀνέστη καὶ ὁ Ἀδὰμ καὶ «ἐν Χριστῷ πάντες ζωοποιηθήσονται». | |
308 | Mt 27, 38 | |
1 | Εἶδες πῶς ὁ τῶν ὅλων γενεσιουργὸς καὶ κύριος τὴν αὐτοῦ φύσιν ἐπανορθοῖ· ταύτην γὰρ εἰς τὸ ἐν ἀρχαῖς ἀναφέρων διὰ τοῦ γενέσθαι καθ’ ἡμᾶς δι’ ἡμᾶς τὰ ἡμῶν ὑπὲρ ἡμῶν ὑπέμεινε πάθη. ἀπηρτημένῳ δὲ τοῦ σταυροῦ συνεκρέμαντο αὐτῷ δύο λῃσταὶ καὶ ὕβρις μὲν ὁμολογου‐ | |
5 | μένως τό γε ἧκον εἰς τὸν τῶν Ἰουδαίων σκοπὸν πλὴν ἀνάμνησις προ‐ φητείας λεγούσης· «καὶ μετὰ ἀνόμων ἐλογίσθη». ἀλλὰ διὰ τῶν αὐτοῦ παθημάτων εἰς ἡμᾶς τρέχει τὰ ἀγαθά· ἀληθὲς γάρ, ὅτι «τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν». οἱ δύο οὗτοι λῃσταὶ τοὺς δύο ὑπέγραφον λαούς, ὧν ὁ μὲν μέχρι τελευτῆς τὴν ἀγνωμοσύνην ἐπεδείξατο καὶ οὐδὲ τὴν | |
10 | ἐσχάτην αἰχμαλωσίαν, ἣν ὑπὸ Ῥωμαίων ὑπέμεινεν, εἰς ἄμυναν τῶν κατὰ Χριστοῦ παροινιῶν ὡμολόγησεν ὑφίστασθαι, ὁ δὲ πρὸς αὐτῷ τῷ τέλει οὐκ ἀπέγνω τῆς ἀφέσεως, ἀλλὰ τὸ ὠμὸν τῶν κακῶν θεολογίᾳ διωρθώ‐ σατο. τό τε μὴν μέσον τῶν λῃστῶν σταυροῦ ἀνασχέσθαι τὸν κύριον τὸν ἑκούσιον αὐτοῦ 〈θάνατον τὴν〉 πρὸς τοὺς δύο λαοὺς ἀπεκάλυψε παρου‐ | |
15 | σίαν. πρὸς οὓς ἑκὼν παρεγίνετο, ἀμφοτέρους τῇ ἑαυτοῦ ἐνανθρωπήσει βουληθεὶς ἀνανεώσασθαι, εἰ καὶ ὁ πρότερος ὡς ὁ εἷς τῶν λῃστῶν παρ‐ ῃτήσατο, «οὐκ ἔχομεν» λέγων «βασιλέα εἰ μὴ Καίσαρα» καὶ τὸ αἷμα τὸ ἀθῷον ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴν ἐξαιτούμενος καὶ ὡς δικαίῳ τῷ φόνῳ ἐναβρυνόμενος, ἀφ’ ὧν καὶ οὗτοι κἀκεῖνος κοινῶς τῆς βασιλείας ἐξέ‐ | 263 |
20 | πεσον. | |
309 | Mt 27, 44 | |
1 | Ὁ μὲν οὖν εἷς τῶν λῃστῶν ταῖς τῶν Ἰουδαίων ἀφιλοθεΐαις συν‐ διαιτώμενος τοὺς αὐτοὺς ἐκείνοις ἠρεύγετο λόγους· εἰ γὰρ «σὺ εἶ», φησίν, «ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς». ὅ γε μὴν ἕτερος τὴν ἐναντίαν ἐκείνῳ βαδίζων ὁδὸν εἰκότως θαυμάζεται· πεπίστευκε γὰρ εἰς | |
5 | αὐτὸν καίτοι δίκης ἀπηρτημένης οὕτω πικρᾶς, ἐπιτιμᾷ ταῖς τῶν Ἰου‐ δαίων ἀθυροστομίαις καὶ ταῖς τοῦ συγκρεμαμένου φωναῖς, ὡμολόγησε τὴν ἁμαρτίαν, ἵνα δικαιότερος φανῇ· μεμαρτύρηκε γὰρ Χριστῷ τὸ ἀνυπαίτιον παντελῶς καὶ τῆς τῶν σταυρωσάντων ἀπονοίας κατήγορος ἦν, ταύτῃ τοι τὸν τῶν ἁγίων ἥρπασε κλῆρον, τὴν ἄνω καὶ ἐν οὐρανοῖς | |
10 | ἀπογραφήν. σταυρούμενον γὰρ βλέπων βασιλέα ἐκάλει· τὸν ἐν ἀτιμίᾳ καὶ πάθει προσεδόκησεν ἥξειν ἐν δόξῃ θεοπρεπεῖ, ἥρπασε τὴν πίστιν, καίτοι εὐγενῶς οὐ τεθραμμένος, ὀνίνησι δὲ καὶ ἡμᾶς 〈ἀνοίγων ἡμῖν τοὺσ〉 οὐρανούς. | |
311 | Mt 27, 45 | |
1 | Τὸ σκότος ἐφ’ ὅλην τὴν γῆν ἐγένετο ἀπὸ ὥρας ἕκτης ἕως | |
ὥρας ἐνάτης τοῦ ἡλίου ἐκλείποντος, ἵν’ εἰδεῖεν, ὅτι αὐτός ἐστιν ἐκεῖνος ὁ ἀπηρτημένος τοῦ ξύλου ὁ σύνοπλον ὑπὲρ αὐτῶν τὴν κτίσιν λαβών, ὅτε τοῖς Αἰγυπτίοις πεπολέμηκε δι’ αὐτούς. τὸ ἡλιακὸν ἐκλέλοιπε φῶς | 264 | |
5 | καὶ ἁπάσης τῆς αὐτῶν χώρας κατεσκεδάσθη τὸ σκότος ἡλίου τὴν ἀ‐ κτῖνα συστείλαντος καὶ οἷον οὐκ ἀνεχομένου πέμπειν αὐτὴν ἔτι τοῖς γε‐ γονόσι κυριοκτόνοις. καὶ καθ’ ἕτερον δὲ τρόπον ἐσκοτίσθαι φαμὲν τὴν Ἰουδαίων χώραν ἤτοι τοὺς κατοικοῦντας αὐτήν, ὅτι οὐκ εἰσεδέξατο τὸν ἥλιον τῆς δικαιοσύνης καὶ «τὸ φῶς τὸ ἀληθινόν». | |
312 | Mt 27, 46 | |
1 | Εἶπεν ὁ κύριος τὴν φωνὴν ταύτην ὡς ἄνθρωπος, ἵνα κατορθώσῃ τῇ ἡμετέρᾳ τῶν ἀνθρώπων φύσει τὸ μετὰ παρρησίας λέγειν πρὸς τὸν θεόν, ἵνα τί με ἐγκατέλιπες· μόνοις γὰρ τοῖς καθαροῖς καὶ ἁμαρτίας ἐκτός ἐστιν ἀδεὲς τοῦτο λέγειν. λέγων δὲ θεέ μου πρὸς τὸν πατέρα | |
5 | οὐδὲν ὑπομένει βλάβος περὶ τὴν οἰκείαν θεότητα καὶ δόξαν φύσει θεὸς ὤν, ὅταν ὡς ἄνθρωπος λέγῃ ταῦτα τὰ τῇ ἀνθρωπότητι πρέποντα, ἐπεί‐ περ καὶ ἡμεῖς, ἐὰν καλῶμεν τὸν θεὸν πατέρα, οὐ παρὰ τοῦτο ἀπεβαλό‐ μεθα τὸ εἶναι ἄνθρωποι φύσει καὶ κτίσματα θεοῦ, κἂν κατὰ χάριν ἡμᾶς ὁ θεὸς εἰς υἱότητα καλῇ διὰ τὴν εἰς Χριστὸν πίστιν. | |
313 | Mt 27, 50 | |
1 | Μέγα καὶ ἐξαίρετον κατωρθώθη διὰ Χριστοῦ ταῖς ἡμετέραις ψυχαῖς· ἐπειδὴ γὰρ δεδικαιώμεθα διὰ τῆς εἰς θεὸν πίστεως καὶ ἐν αὐτῷ τὸ ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις ηὑρέθη πλουτήσασα, κεκαι‐ νοτόμηκεν ἡμῖν τὸ μηκέτι μὲν εἰς ᾅδου τρέχειν τὰς τῶν σωμάτων ἀπαλλατ‐ | |
5 | τομένας ψυχὰς καθὰ καὶ πρώην, πέμπεσθαι δὲ μᾶλλον εἰς χεῖρας θεοῦ ζῶντος. καὶ τοῦτο εἰδὼς ὁ ἅγιος ἔφη Στέφανος· «κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου». καὶ ἕτερος δὲ γράφει τῶν ἀποστόλων· «ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν | |
τὰς» ἑαυτῶν «ψυχάς». | 265 | |
314 | Mt 27, 51—54 | |
1 | Ἐσείσθη δὲ καὶ ἡ γῆ τὴν ἐπὶ τὸ κρεῖττον μετάθεσιν σημαί‐ νουσα ἢ καὶ δείκνυσι τὴν κατὰ τῶν εἰς αὐτὸν πεπαρῳνηκότων ἀγανά‐ | |
5 | κτησιν. τὸ δὲ ῥαγῆναι τὰς πέτρας σημεῖόν ἐστι τοῦ τὴν «λιθίνην» τῶν ἐθνῶν «καρδίαν» ἀνεωχθῆναι πρὸς ὑποδοχὴν τοῦ εὐαγγελικοῦ σπό‐ ρου. οἱ δὲ ἀναστάντες ἅγιοι καὶ ὀ‐ | |
10 | φθέντες τοῖς πολλοῖς οὐ πρόωρον ἔλαβον μόνοι ἐκεῖνοι τὸ τῆς ἀνα‐ στάσεως χάρισμα, ἀλλ’ εἰς σημεῖον γέγονεν, ὅτι κατηργήθη ὁ θάνατος διὰ τοῦ θανάτου τοῦ Χριστοῦ. εἰς | |
15 | τοῦτο οἶμαι καὶ ὁ νόμος ὑπέβλεπε κελεύων τὸν ἀκουσίως φονεύσαντα φυγόντα αὖθις ἐπανατρέχειν εἰς τὴν πατρίδα μετὰ τὸν θάνατον τοῦ ἀρχιερέως· ὁ γὰρ τοῦ Χριστοῦ θά‐ | |
20 | νατος τὴν εἰς τὴν ἄνω Ἰερουσαλὴμ ἄνοδον τοῖς ὑπευθύνοις ἡμῖν ἀπέ‐ δωκεν. | |
314col 2 | Ἐσείσθη ἡ γῆ σημαίνουσα τὴν ἐπὶ τὸ κρεῖττον μετάθεσιν τῶν πραγμάτων κἂν τὴν ἀγανάκτησιν δεικνύῃ τοῦ θεοῦ κατὰ τῶν πεπαρ‐ | |
5 | ῳνηκότων εἰς αὐτόν. τὸ δὲ ῥαγῆ‐ ναι τὰς πέτρας τὰς τῶν ἐθνικῶν ψυχὰς ἀνεωχθῆναι δηλοῖ εἰς τὸ παραδέχεσθαι τὴν τοῦ Χριστοῦ πίστιν. οἱ δὲ ἀναστάντες τῶν ἁγίων | |
10 | καὶ ὀφθέντες πολλοῖς σημαίνουσιν, ὅτι κατηργήθη ὁ θάνατος διὰ τοῦ θανάτου τοῦ Χριστοῦ. | |
315 | Mt 27, 51 | |
1 | Τὸ διαρραγῆναι τὸ καταπέτασμα σημεῖον ἦν οὐκ ἀσυμφανὲς τοῦ καὶ αὐτὸν μονονουχὶ πενθῆσαι τὸν ναὸν καὶ τοὺς εἰς ὄλεθρον καὶ ἀπώ‐ | |
λειαν κατενηνεγμένους, οἳ τὸν αὐτοῦ τοῦ ναοῦ δεσπότην ἐσταύρωσαν· ἴσως δὲ καὶ ἐπὶ δυσσεβείᾳ τῇ κατὰ Χριστοῦ διὰ τῆς παρ’ αὐτοῖς συνη‐ | 266 | |
5 | θείας ἐλέγχοντος αὐτοὺς τοῦ συμβεβηκότος· ἔθος γὰρ ἦν Ἰουδαίοις τὴν ἐσθῆτα περιρρήγνυσθαι βλασφημηθέντος θεοῦ. ἔοικε δέ τι καὶ ἕτερον τῶν ἀναγκαίων εἰς ὄνησιν ὑπεμφαίνειν ἡμῖν τὸ γεγενημένον· τὸ γὰρ καταπέτασμα κρύπτον εἴσω τὰ ἅγια τῶν ἁγίων ἐνστάντος καιροῦ, καθ’ ὃν ἔδει συστέλλεσθαι τὴν τοῦ νόμου σκιὰν καὶ τὴν ἐν τύποις καταλῆξαι λα‐ | |
10 | τρείαν, ἀνεῳχθῆναι δὲ τὰ ἅγια τῶν ἁγίων τοῖς διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοις, περιρρήγνυται δεικνύοντος ὥσπερ αὐτὰ τοῦ θεοῦ τοῖς ἀξίοις, ἵνα λοιπὸν εἴργοντος οὐδενὸς εἰς τὴν ἐσωτέραν τρέχωσι σκηνὴν οἱ κατ’ ἴχνος ἰόντες Χριστοῦ. | |
316 | Mt 27, 54 | |
1 | «Καὶ οἱ ὄχλοι» δὲ οἱ παραγενόμενοι εἰς «τὴν θεωρίαν τύπτοντες» αὐτῶν «τὰ στήθη, ὑπέστρεφον», τάχα που τῆς κατὰ Χριστοῦ δυσσεβείας ἀπαλλάττοντες ἑαυτοὺς διὰ τοῦ τῶν σταυρωσάντων καταβοᾶν, εἰ καὶ μὴ ἐμφανῶς διὰ τὴν τῶν ἡγουμένων ἀνοσιότητα. | |
5 | τοσαύτη τοῦ σταυρουμένου ἡ δύναμις—τοῦ κεντουρίωνος τούτου ἀν‐ δρισαμένου μετὰ ταῦτα ἐν τῇ πίστει. ἀληθὴς ἦν λέγων ὁ κύριος, «ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλ‐ κύσω πρὸς ἐμαυτόν»· ἰδοὺ γὰρ ἐν τῷ τιμίῳ σταυρῷ ὑψούμενος ἤρξατο τοῦ σαγηνεύειν πολλοὺς εἰς ἐπίγνωσιν ἀληθείας· εἵλκυσε γοῦν τὸν ἑκα‐ | |
10 | τόνταρχον, εἵλκυσε δὲ καὶ τῶν Ἰουδαίων τινάς, οἳ καὶ «τὰ στήθη» ἔτυ‐ πτον κατανυττόμενοί που πάντως καὶ τοῖς τῆς διανοίας ὄμμασιν ἀνα‐ βλέποντες πρὸς κύριον. | |
317 | Mt 28, 1—7 | |
1 | Ἐπειδὴ τὸ ἐπὶ τῷ σταυρῷ δι’ ἡμᾶς ὑπομεμένηκε πάθος ὁ κύριος καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ δέδωκε σάρκα καὶ ἦν ἐν μνημείῳ καθάπερ τις «ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος» κατὰ τὸ ἐν ψαλμοῖς ὑμνούμενον, ἔδραμον αἱ γυναῖκες τὰ πρὸς τὴν τοῦ σώματος | |
5 | θεραπείαν ἐπικομιζόμεναι καὶ ἀρωμάτων οὖσαι μεσταί· ἐνόμιζον γάρ, | |
ὅτι κείσεται τοῖς ἄλλοις ὁμοῦ καὶ ἀπομενεῖ νεκρὸς ἐν μνημείῳ. καὶ μήτοι θαυμάσῃς, εἰ γυναῖκες ἠγνόουν, ὅτι θεὸς ὢν καὶ ζωὴ τὸ τῆς φθορᾶς καταλύσει κράτος καὶ παλινδρομήσει πρὸς ζωήν, ὅπου καὶ αὐτοῖς τοῖς ἀποστόλοις ὁ περὶ τῆς ἀναστάσεως αὐτοῦ λόγος ἔδοξεν εἶναι | 267 | |
10 | λῆρός τις ἁπλῶς καὶ πρᾶγμα κατεψευσμένον διὰ τὸ μηδὲ αὐτοὺς εἰδέναι τὴν θεόπνευστον γραφήν. οὐκοῦν ἀφίκοντο μὲν αἱ γυναῖκες ἐπὶ τὸ μνῆμα, οὐχ εὑροῦσαί γε μὴν τὸ σῶμα τοῦ Χριστοῦ τῆς εἰς αὐτὸν ἀγάπης ἕνεκα ὁρῶσιν ἅγιον ἄγγελον. καὶ δὴ γέγονεν αὐταῖς εὐαγγελιστὴς καὶ κῆρυξ τῆς ἀναστάσεως· μὴ γὰρ ζητῆτε, φησίν, «τὸν» ἀεὶ «ζῶντα» κατὰ | |
15 | φύσιν ὄντα ζωὴν «μετὰ τῶν νεκρῶν· οὐκ ἔστι» γὰρ «ὧδε», τοῦτ’ ἔστιν ἐν θανάτῳ καὶ μνήματι, «ἀλλ’ ἠγέρθη» ὁδὸς τῆς εἰς ἀφθαρσίαν ἀνα‐ δρομῆς οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ’ ἡμῖν γενόμενος· διὰ τοῦτο γὰρ καθῆκεν ἑαυτὸν εἰς κένωσιν καὶ τὴν πρὸς ἡμᾶς ὑπῆλθεν ὁμοίωσιν, ἵνα «χάριτι θεοῦ», καθά φησιν ὁ μακάριος Παῦλος, «ὑπὲρ παντὸς γεύσηται θανά‐ | |
20 | του» καὶ γένηται τοῦτο τοῦ θανάτου θάνατος καὶ κατάλυσις ἀρᾶς τῆς ἐπε‐ νηνεγμένης τῷ πρωτοπλάστῳ ποτέ· τοιαύτης γὰρ ἐλπίδος παρεσκεύασεν εἴσω γενέσθαι ὁ κύριος εἰπών· ἀμὴν λέγω ὑμῖν· «ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται»· εἰδέναι γὰρ δεῖ ὡς ἄγγελοι τοῖς ποιμέσι ἐν Βηθ‐ λεὲμ τὸν τόκον εὐηγγελίζοντο, καὶ νῦν λογικαὶ δυνάμεις κηρύττουσιν | |
25 | τὴν ἀνάστασιν. λελειτούργηκε τοίνυν ὁ οὐρανὸς τοῖς περὶ αὐτοῦ κηρύγ‐ μασι καὶ περιέπουσι τὸν υἱὸν αἱ τῶν ἄνω πνευμάτων στρατιαὶ ὡς τῶν ὅλων δεσπότην καὶ κύριον καὶ ὅτε γέγονε σάρξ, τοῦτ’ ἔστιν ἄνθρωπος. | |
318 | Mt 28, 9—10 | |
1 | Κεκέρδακε τὸ θῆλυ γένος καὶ λύσιν ὀνειδισμοῦ καὶ κατάρας ἀνα‐ τροπήν· ὁ γὰρ εἰπὼν πάλαι πρὸς αὐτὰς «ἐν λύπαις τέξῃ τέκνα» παῦλαν αὐταῖς δέδωκε συναντήσας αὐταῖς ἐν τῷ κήπῳ καὶ εἰπὼν χαίρετε. μεθ’ ὑπερβαλλούσης εὐφροσύνης αἱ γυναῖκες αὐτῷ—καὶ εἰς χρηστὰς ἐλπίδας | |
5 | καὶ τὸ πεπονηκὸς ἰώμενος. | |
319 | Mt 28, 16—17 | |
1 | Ὁρᾷς δὲ πῶς ἔνια παρατρέχουσί τινες τῶν εὐαγγελιστῶν· τὸ γὰρ | |
ἐδίστασαν ἀνέπτυκται σαφῶς παρὰ τῷ Ἰωάννῃ δεικνυμένου τοῦ διστά‐ σαντος, ὃς ἦν ὁ Θωμᾶς· ὥστε καὶ τὸ μνημονεῦσαι τῆς ἐν τῇ Ἰουδαίᾳ ἐπιφανείας δεύτερον γενομένης πῶς ἔσχε τὸ πρᾶγμα. εἶπεν δέ, ὅτι αὐτοῖς | 268 | |
5 | ὤφθη ἐν τῇ Γαλιλαίᾳ, ὃ μόνον δοκεῖ μοι Ἰωάννης παραλιπεῖν ὡς ἂν προκείμενον αὐτῷ τὰ λοιπὰ εἰπεῖν ὁσάκις τε ὤφθη καὶ ὅπου, ἀλλὰ μὴν καὶ ὅπως σαφῶς ἐξηγούμενος. | |
320 | Mt 28, 17 | |
1 | Ἄλλας λέγει ὁ Ἰωάννης ὀπτασίας, 〈ἣν〉 δὲ λέγει ὧδε ὁ Ματθαῖος οὐ μόνον [ἣν] εἶδον οἱ ἕνδεκα, ἀλλὰ καὶ οἱ πολλοὶ ὡς εἰκός. | |
321 | Mt 28, 18 | |
1 | Οἰκονομικῶς ἔτι καὶ ἀνθρωπινώτερον ἔφη τὸ ἐδόθη μοι· πλὴν βούλεται νοεῖσθαι, ὅτι τὴν κατὰ πάντων ἔχει ἐξουσίαν ὡς θεὸς καὶ ἀφεὶς τὸ τῆς κενώσεως μέτρον εἰς τὴν ἔμφυτον καὶ ἀεὶ προσοῦσαν αὐτῷ δόξαν ἀνέδραμεν καὶ μετὰ σαρκὸς θεὸς τῶν ὅλων καὶ κύριος ὁμολογού‐ | |
5 | μενος. λοιπὸν οὖν λέγει ἐδόθη μοι οὐχ ὡς πρῶτον λαβών, ὅτε γέγονεν ἄνθρωπος, ἀλλ’ ὅπερ εἶχεν ἀεὶ διὰ τὸ ὑπάρχειν ἐκ πατρὸς καὶ φύσει | |
θεὸς ὡς ἐν ἀνθρώπου τάξει δεχόμενος. | 269 |