TLG 4090 027 :: CYRILLUS :: Quod unus sit Christus CYRILLUS Theol. Quod unus sit Christus Citation: Aubert page — (line) | ||
1t | ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ | |
---|---|---|
2t | ΟΤΙ ΕΙΣ Ο ΧΡΙΣΤΟΣ | |
3 | Α— Μαθημάτων μὲν τῶν ἱερῶν κόρος ἂν γένοιτο παντελῶς οὐδεὶς τοῖς γε ἀληθῶς ἀρτίφροσι καὶ γνῶσιν εἰς | |
5 | νοῦν τὴν ζωοποιὸν συναγηγερκόσι. Γέγραπται γάρ· «Ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.» Τροφὴ γὰρ νοῦ ὁ λόγος ὁ παρὰ Θεοῦ καὶ ἄρτος πνευματικὸς στηρίζων ἀνθρώπου καρδίαν, κατὰ τὸ ἐν βίβλῳ Ψαλμῶν ὑμνούμενον. | |
10 | Β— Εὖ λέγεις. Α— Ἑλλήνων μὲν οὖν οἱ σοφοὶ καὶ λογάδες τεθαυμά‐ | |
κασι τὸ καλλιεπές, καὶ τῶν ὅτι μάλιστα κατεσπουδασμένων παρ’ αὐτοῖς ἐστι τὸ εὐηγορεῖν, καὶ ψιλαῖς ῥημάτων ἐπαυχοῦσι κομψείαις, καὶ τὸ τῆς λέξεως ἐναβρύνονται κόμπῳ. Καὶ | 302 | |
15 | ὕλη μὲν ποιηταῖς τὸ ψεῦδος, ῥυθμοῖς καὶ μέτροις εἰς τὸ ἐπίχαρί τε καὶ ἐμμελὲς ἐκτετορευμένον, ὀλίγη δὲ παντελῶς τῆς ἀληθείας φροντίς, ἠρρωστήκασι δὲ καὶ σπάνιν ὀρθῆς καὶ ὀνησιφόρου δόξης, τῆς ἐπί γε, φημί, τῷ κατὰ φύσιν καὶ ἀληθῶς ὄντι Θεῷ, μᾶλλον δὲ καθά φησιν ὁ ἱερώτατος | |
20 | Παῦλος· «Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. Φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.» | |
25 | Β— Ἀληθές. Ἔφη γοῦν περὶ αὐτῶν διὰ φωνῆς Ἠσαίου | |
715 | Θεός· «Γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶν‐ ται.» Α— Ἀλλ’ ὧδε μὲν τὰ ἐκείνων. Οἵ γε μὴν τῶν ἀνοσίων αἱρέσεων εὑρεταὶ γεγονότες, οἱ βέβηλοί τε καὶ ἀποστάται, | |
5 | καὶ τῆς θείας δόξης τὸ ἀκρατὲς ἑαυτῶν κατευρύνοντες στόμα καὶ λαλοῦντες τὰ διεστραμμένα, καταφωραθεῖεν ἂν οὐκ ἐν μείοσι γραφαῖς τῆς Ἑλλήνων ἀβελτηρίας ἐξ ἀπονοίας ὠλισθηκότες ἢ τάχα που καὶ ἐν τοῖς ἐπέκεινα. «Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς | |
10 | ἀληθείας ἢ ἐπεγνωκόσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς δοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Γέγονε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» Διεμερίσαντο γὰρ τῆς κατὰ Χριστοῦ δυσφημίας τὰ ἐγκλήματα, καὶ οἷά τινες | |
15 | λύκοι δριμεῖς καὶ πικροί, διαλυμαίνονται τοῖς ποιμνίοις ὑπὲρ ὧν Χριστὸς ἀπέθανε, καὶ διαρπάζουσι τὰ αὐτοῦ, «πληθύνοντες ἑαυτοῖς τὰ οὐκ ὄντα αὐτῶν,» καθὰ γέγραπται, | |
«καὶ βαρύνοντες τὸν κλοιὸν αὐτῶν στιβαρῶς,» περὶ ὧν ἂν λέγοιτο καὶ μάλα εἰκότως· «Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ | 304 | |
20 | ἦσαν ἐξ ἡμῶν.» Β— Οὐγαροῦν. Α— Ἀλλ’ εἰς καιρὸν ἡμῖν ὁ περί γε τῶν τοιούτων κρίνεται λόγος. Κατακομίζουσι μὲν γὰρ ἀσυνέτως τινὲς τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον τῆς ὑπερτάτης ὑπεροχῆς, καὶ | |
25 | ὑποβιβάζουσι τῆς ἰσότητος τῆς πρὸς τὸν Πατέρα καὶ Θεόν, οὐχ ὁμοούσιον εἶναι λέγοντες αὐτόν, οὔτε μὴν φυσικῇ καὶ ἀπαραλλάκτῳ ταυτότητι στεφανοῦν ἐθέλοντες. Ἕτεροι δὲ τοῖς ὠνομασμένοις τὴν αὐτὴν ὥσπερ ἐρχόμενοι τρίβον, καὶ εἰς παγίδα θανάτου καὶ «εἰς πέταυρον ᾅδου» κατολισθαί‐ | |
30 | νοντες, τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς παρευθύνουσι τὸ μυστήριον, καὶ ἀδελφὴν ὥσπερ τοῖς πρώτοις ἐπιτηδεύουσι τὴν ἀπόνοιαν. Οἱ μὲν γὰρ οὔπω σεσαρκωμένον τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον τῶν τῆς θεότητος ὑψωμάτων μονονουχὶ κατασύροντες, τό γε ἧκον ἐπ’ αὐτοῖς, | |
35 | ἁλοῖεν ἄν. Οἱ δὲ καὶ σεσαρκωμένῳ πολεμεῖν ἐγνώκασι, μονονουχὶ καὶ ἐπιτιμῶντες, οἱ θρασεῖς, τῇ φιλανθρώπῳ χάριτι, οὐκ ὀρθὰ βεβουλεῦσθαι τάχα που διατεινόμενοι, διὰ τὸ ἀνασχέσθαι σαρκὸς καὶ τῶν τῆς κενώσεως μέτρων, ἤγουν ὅτι γέγονεν ἄνθρωπος «καὶ ἐπὶ τῆς γῆς ὤφθη καὶ | |
40 | τοῖς ἀνθρώποις συνεστράφη,» καίτοι Θεὸς ὢν φύσει καὶ σύνεδρος τῷ Πατρί. Β— Ἔφης μὲν ὀρθῶς. Α— Κατακεκράξεται δ’ οὖν τῆς ἐν ἀμφοῖν ἀμαθίας ἡ θεόπνευστος Γραφὴ πρεσβεύουσα τἀληθές, καὶ τὸν μὲν | |
716 | παρ’ ἐκείνοις λόγον ἀδρανῆ καὶ ἀσύφηλον ἀποφαίνουσα, ἐφιστᾶσα δὲ ταῖς τῆς θεότητος τρίβοις τοὺς ἰσχνῷ τε καὶ ἀκριβεῖ διανοίας ὄμματι καταθρεῖν εἰωθότας τὸ ἐπ’ αὐτῷ | |
μυστήριον. Τίνες δ’ ἂν εἶεν οἱ τὴν οὕτω σεπτὴν καὶ ἀπόρρητον | 306 | |
5 | τοῦ Σωτῆρος οἰκονομίαν ἀνοσίως κεκιβδηλευκότες—ἔοικας γὰρ οὐ μετρίως ἐπ’ αὐτῷ δὴ τούτῳ δυσφορεῖν—, ἐθέλοιμ’ ἂν διαπυθέσθαι σου. Β— Διατεκμαίρῃ καλῶς. «Ζηλῶν γὰρ ἐζήλωσα τῷ Κυρίῳ,» καὶ πρός γε τουτὶ κατατεθηγμένος ἀλύω καὶ | |
10 | σφόδρα. Τὸ δὲ ὅποι ποτὲ καταστρέψουσιν οἱ παρ’ ἐκείνων λόγοι, δέδια καθορῶν. Τὴν γάρ τοι παραδοθεῖσαν ἡμῖν νοθεύουσι πίστιν, δράκοντος ἀρτιφανοῦς εὑρήμασι κεχρημένοι, καὶ ταῖς τῶν ἁπλουστέρων ψυχαῖς ἰοῦ δίκην ἐγχέοντες ψυχρά τινα καὶ διεστραμμένα καὶ ἀβελτηρίας ἔμπλεω. | |
15 | Α— Εἶτα τίς ὁ ἀρτιφανής ἐστι δράκων, ὁποῖα δὲ ἄττα τὰ παρ’ αὐτοῦ πεφλυαρημένα κατὰ τῶν τῆς ἀληθείας δογμάτων, ἐρομένῳ φράσον. Β— Ἀρτιφανὴς μὲν δράκων, ὁ σκολιὸς οὑτοσὶ καὶ ἰῷ μεθύουσαν ἔχων τὴν γλῶτταν, ὁ τῇ παραδόσει τῶν τῆς | |
20 | οἰκουμένης μυσταγωγῶν, μᾶλλον δὲ καὶ πάσῃ τῇ θεοπνεύστῳ Γραφῇ μονονουχὶ χαίρειν εἰπών, καινοτομήσας δὲ τὸ αὐτῷ δοκοῦν, καὶ θεοτόκον μὲν οὐκ εἶναι λέγων τὴν ἁγίαν Παρθένον, | |
Χριστοτόκον δὲ μᾶλλον καὶ ἀνθρωποτόκον, ἕτερα δὲ πρὸς τούτοις ἀπηχῆ καὶ ἀπόπληκτα, τοῖς ὀρθοῖς καὶ εἰλικρινέσι | 308 | |
25 | τῆς καθολικῆς Ἐκκλησίας ἐπεισφορήσας δόγμασιν. Α— Νεστόριον, οἶμαι, φής. Συνίημι γὰρ ἤδη πως, ἀλλὰ τί τὸ χρῆμα, ὦ τᾶν, τῶν ἐκείνου λόγων, οὐκ ἔχω νοεῖν. Θεοτόκον δὲ πῶς οὐκ εἶναί φησι τὴν ἁγίαν Παρθένον; Β— Οὐ γάρ τοι, φησί, Θεὸν ἐκτέτοκεν. Ἦν γὰρ ὁ | |
30 | Λόγος καὶ πρὸ αὐτῆς, μᾶλλον δὲ καὶ πρὸ παντὸς αἰῶνος καὶ χρόνου, συναΐδιος ὢν τῷ Θεῷ καὶ Πατρί. Α— Καταρνήσονται δὴ οὖν καὶ τοῦτο ἀναφανδόν, ὡς ἔστι Θεὸς ὁ Ἐμμανουήλ, εἰκῇ δὲ ὡς ἔοικε διερμηνεύει τοὔνομα λέγων ὁ εὐαγγελιστής· «Ὅ ἐστι μεθερμηνευόμε‐ | |
35 | νον· Μεθ’ ἡμῶν ὁ Θεός.» Οὕτω γὰρ χρῆναι κατονομάζεσθαι διεβεβαιοῦτο σαφῶς διὰ τῆς τοῦ προφήτου φωνῆς ὁ Θεὸς καὶ Πατὴρ τὸν ἐκ τῆς ἁγίας Παρθένου κατὰ σάρκα γεγεννημένον, ὡς ἐνανθρωπήσαντα Θεόν. Β— Καίτοι δοκεῖ μὲν ἐκείνοις οὐχ ὧδε ταῦτ’ ἔχειν, | |
40 | μεθ’ ἡμῶν δὲ φαῖεν γενέσθαι Θεόν, ἤτοι τὸν ἐκ Θεοῦ Λόγον, κατά γε τοὺς τῆς ἐπικουρίας τρόπους. Σέσωκε γὰρ τὴν ὑπ’ οὐρανὸν διὰ τοῦ γεννηθέντος ἐκ γυναικός. Α— Οὐ γὰρ ἦν, εἰπέ μοι, καὶ μετὰ Μωϋσέως τῆς | |
717 | Αἰγυπτίων χώρας καὶ τῆς αὐτόθι πλεονεξίας ἀπαλλάττων τὸν Ἰσραὴλ «ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ,» καθὰ γέγραπται; Οὐχὶ δὲ καὶ μετὰ ταῦτα Ἰησοῦ λέγοντα σαφῶς εὑρήσομεν· «Καὶ ὡς ἤμην μετὰ Μωϋσῆ, οὕτως | |
5 | ἔσομαι καὶ μετὰ σοῦ;» Β— Ἀληθές. Α— Ἀνθότου δὴ οὖν οὐδεὶς μὲν ἐκείνων Ἐμμανουὴλ ὠνόμασται, ἥρμοσε δὲ μόνῳ τοὔνομα τῷ κατὰ σάρκα ἐκ γυναικὸς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς παραδόξως γεγεν‐ | 310 |
10 | νημένῳ; Β— Οἰησόμεθα δὴ οὖν τίνα τρόπον γεγεννῆσθαι Θεὸν ἐκ γυναικός; ἆρ’ ὡς τῆς ὑπάρξεως τῆς ἐν αὐτῇ τε καὶ ἐξ αὐτῆς μετεσχηκότος τοῦ Λόγου; Α— Ἄπαγε τῆς οὕτω ψυχρᾶς εἰκαιοβουλίας. Παρα‐ | |
15 | παίοντος γὰρ οἱ λόγοι, καὶ νοῦ κατηρρωστηκότος τὸ ἐφ’ ἃ μὴ προσῆκεν ἐκτετραμμένον, τὸ σαρκὸς οἴεσθαι γενέσθαι καρπὸν τὴν ἄρρητον ὕπαρξιν τοῦ Μονογενοῦς. Ἀλλ’ ἦν, ὡς Θεός, συναΐδιος τῷ γεννήσαντι Πατρί, καὶ ἐξ αὐτοῦ κατὰ φύσιν ἀπορρήτως γεγεννημένος. Ἐθέλουσί γε μὲν εἰδέναι | |
20 | σαφῶς ὅπως τε καὶ τίνα τρόπον ἐν εἴδει πέφηνε τῷ καθ’ ἡμᾶς καὶ γέγονεν ἄνθρωπος σαφηνιεῖ λέγων ὁ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης· «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας.» | |
25 | Β— Ἀλλ’ εἰ γέγονε, φασί, σὰρξ ὁ Λόγος, οὐκ ἔτι μεμένηκε Λόγος, ἀποπεφοίτηκε δὲ μᾶλλον τοῦ εἶναι ὃ ἦν. Α— Καὶ μὴν τοῦτό γέ ἐστι τερθρεία καὶ λῆρος καὶ ἐξεστηκότος εὑρέματα νοῦ, καὶ ἕτερον οὐδέν. Οἴονται γάρ, ὡς ἔοικεν, ὡς ἐξ ἀφύκτου τε καὶ ἀναγκαίου λόγου, | |
30 | τροπῆς τε καὶ ἀλλοιώσεως σημαντικὸν εἶναι τὸ «ἐγένετο.» Β— Ναί, φασί, καὶ δὴ τὸν οἰκεῖον ἐμπεδοῦσι λόγον, ἐξ αὐτῆς ἑλόντες τῆς θεοπνεύστου Γραφῆς. Εἴρηται γάρ που, φησίν, ἐπὶ μὲν τῆς τοῦ Λὼτ γυναικὸς ὅτι «ἐγένετο στήλη ἁλός.» Καὶ μὴν καὶ ἐπὶ τῆς Μωϋσέως ῥάβδου ὅτι «ἔρριψεν | |
35 | αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις.» Φυσικὴ γὰρ ἐν τού‐ τοις γέγονεν ἡ τροπή. | |
Α— Οὐκοῦν, ὅταν ψάλλωσί τινες· «Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγήν,» καὶ πάλιν· «Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ,» τί δὲ φαῖεν ἄν; Ἆρα | 312 | |
40 | τὸ εἶναι Θεὸς ἀφεὶς ὁ ὑμνούμενος, μετακεχώρηκεν ἐκ μεταβολῆς εἰς τὸ εἶναι καταφυγή, καὶ μετέστη φυσικῶς πρὸς ἕτερόν τι παρ’ ὅπερ οὐκ ἦν ἐν ἀρχαῖς; Β— Καὶ πῶς οὐκ ἀπεοικὸς καὶ ἀνάρμοστον τῷ γε ὄντι | |
718 | κατὰ φύσιν Θεῷ τὸ χρῆμά ἐστιν; Ἄτρεπτος γὰρ ὢν κατὰ φύσιν, μένει που πάντως ὅπερ ἦν καὶ ἔστιν ἀεί, κἂν εἰ λέγοιτό τισι γενέσθαι καταφυγή. Α— Ἄριστά γε καὶ μάλα ὀρθῶς ἔφης. Οὐκοῦν παρενη‐ | |
5 | νεγμένης εἰς μέσον τῆς Θεοῦ μνήμης, εἰ ὑπό του λέγοιτο τὸ «Ἐγένετο,» πῶς οὐκ ἀμαθὲς καὶ ἀνόσιον κομιδῇ τροπὴν οἴεσθαι σημαίνειν αὐτό, καὶ οὐχὶ δὴ μᾶλλον καθ’ ἕτερόν τινα τρόπον πειρᾶσθαι νοεῖν, καὶ περιτρέπειν ἐμφρόνως εἰς τὸ ὅτι μάλιστα πρέπον τε καὶ ἐοικὸς τῷ ἀτρέπτῳ Θεῷ; | |
10 | Β— Πῶς δὴ οὖν ἄρα εἰς σάρκα φαμὲν γενέσθαι τὸν Λόγον, τὸ ἄτρεπτόν τε καὶ ἀναλλοίωτον ὡς ἴδιόν τε καὶ οὐσιῶδες καὶ ἐμπεφυκὸς αὐτῷ τηροῦντες ἀεί; Α— Ὁ πάνσοφος Παῦλος, ὁ τῶν αὐτοῦ μυστηρίων ταμίας, ὁ τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργός, σαφηνιεῖ | |
15 | λέγων· «Τοῦτο φρονεῖτε ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμε‐ | |
20 | νος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» Καίτοι γὰρ Θεός τε καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ μονογενὴς | |
αὐτοῦ Λόγος, τὸ «ἀπαύγασμα τῆς δόξης,» καὶ ὁ «χαρακτὴρ τῆς ὑποστάσεως» τοῦ γεννήσαντος, γέγονεν ἄνθρωπος, καὶ οὐκ εἰς σάρκα τραπείς, ἢ φυρμόν, ἢ κρᾶσιν, ἤ τι τῶν | 314 | |
25 | τοιούτων ἕτερον ὑπομείνας, καθεὶς δὲ μᾶλλον ἑαυτὸν εἰς κένωσιν, καὶ «ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, αἰσχύνης καταφρονήσας,» καὶ τὴν τῆς ἀνθρωπότητος πτωχείαν οὐκ ἀτιμάσας. Ἠθέλησε γάρ, ὡς Θεός, τὴν θανάτῳ καὶ ἁμαρτίᾳ κατεχομένην σάρκα, καὶ θανάτου καὶ ἁμαρτίας ἀποφῆναι | |
30 | κρείττονα, καὶ ἀνακομίσαι πρὸς τὸ ἐν ἀρχαῖς, ἰδίαν αὐτὴν ποιησάμενος, καὶ οὐκ ἄψυχόν γε κατά τινας, ἐψυχωμένην δὲ μᾶλλον ψυχῇ νοερᾷ. Ἰέναι γε μὴν τὴν τῷ πράγματι πρέπουσαν οὐκ ἀπαξιώσας τρίβον, τὴν καθ’ ἡμᾶς γέννησιν ὑπομεῖναι λέγεται, μεμενηκὼς ὅπερ ἦν. Γεγέννηται γὰρ | |
35 | παραδόξως κατὰ σάρκα ἐκ γυναικός· οὐ γὰρ ἦν ἑτέρως Θεὸν ὄντα κατὰ φύσιν ἢ ἐν εἴδει τῷ καθ’ ἡμᾶς ὀφθῆναι τοῖς ἐπὶ γῆς τὸν ἀναφῆ καὶ ἀσώματον. Πλὴν ἐνανθρωπῆσαι κρίναντα, καὶ ἐν ἑαυτῷ καὶ μόνῳ τοῖς τῆς θεότητος ἀξιώμασιν ἐκπρεπῆ τὴν ἡμῶν ἀποφῆναι φύσιν· ἦν γὰρ ὁ αὐτὸς Θεός τε | |
719 | ὁμοῦ καὶ ἄνθρωπος, καὶ ἐν ὁμοιώματι μὲν ἀνθρώπου, καθὸ μετὰ τούτου καὶ Θεὸς ἦν, σχήματι δὲ ὡς ἄνθρωπος. Θεὸς γὰρ ἦν ἐν εἴδει τῷ καθ’ ἡμᾶς, καὶ ἐν δούλου μορφῇ Δεσπότης. Σάρκα γὰρ οὕτω φαμὲν γενέσθαι. Ταύτῃτοι καὶ θεοτόκον | |
5 | εἶναι διαβεβαιούμεθα τὴν ἁγίαν Παρθένον. Β— Βούλει τοῖς σοῖς ἀντιπαρεξάγοντες λόγοις τὰ παρ’ ἐκείνων ἰσχνοτέραν ἀποτελῶμεν τῶν ἐννοιῶν τὴν βάσανον, ἢ παραχωρῶμεν ἁπλῶς λέγοντί σοι τὸ εὖ ἔχειν ὑπειλημμένον; | |
Α— Ἀνεπίπληκτον μέν, ὥς γε οἶμαι, πᾶν ὅπερ ἂν | 316 | |
10 | λέγοιτο πρὸς ἡμῶν σοφῶς τε καὶ ἐπιστημόνως καὶ οὐκ ἀπᾳ‐ δόντως ἔχον ταῖς θεοπνεύστοις Γραφαῖς. Φράζε δὲ καὶ αὐτὸς τὸ δοκοῦν. Ἐκτέκοι γὰρ ἄν τι τῶν ὀνησιφόρων ἡ ἀντίστασις. Β— Ὁ θεσπέσιος γράφει, φασί, Παῦλος περὶ τοῦ Υἱοῦ, ἅτε δὴ γεγονότος κατάρας τε καὶ ἁμαρτίας. Ἔφη γὰρ ὅτι | |
15 | «Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε.» Καὶ πάλιν· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. «Γενέσθαι δέ φασιν αὐτὸν οὐκ αὐτόχρημα κατάραν καὶ ἁμαρτίαν, ἀλλ’ ἕτερόν τι παρὰ τοῦτο δηλοῦν τὸ Γράμμα τὸ ἱερόν. Οὕτω | |
20 | πρὸς ἡμῶν νοεῖσθαί φασι τὸ «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο.» Α— Καὶ μὴν ὡς ἔν γε τῷ φάναι κατάραν γενέσθαι καὶ ἁμαρτίαν, οὕτω γενέσθαι σάρκα αὐτὸν συνεισκρίνεται, καὶ | |
προανίσχουσαν ἔχει τῶν μεθ’ ἑαυτὸν τὴν ἔννοιαν. Β— Πῶς ἔφης; Ὁπηνίκα γὰρ φαίη τις ἂν αὐτοῖς· | 318 | |
25 | «Ὁ μὴ εἰδὼς ἁμαρτίαν ἁμαρτία γέγονεν ὑπὲρ ἡμῶν, ἐξεπρίατο δὲ καὶ ἐκ τῆς κατάρας τοῦ νόμου τοὺς ὑπὸ νόμον, γενόμενος ὑπὲρ αὐτῶν κατάρα.» Εἶτα πῶς ἂν ἐνδοιάσειέ τις ὡς ἐν καιροῖς δηλονότι καθ’ οὓς ἐσαρκώθη τε καὶ γέγονεν ἄνθρωπος ὁ Μονογενής; | |
30 | Α— Συνεισφέρεται τοίνυν τοῖς τῆς σαρκώσεως λόγοις, καὶ τὰ δι’ αὐτὴν οἰκονομικῶς ἐπενηνεγμένα τῷ τὴν ἑκούσιον παθόντι κένωσιν, καθάπερ ἀμέλει καὶ τὸ πεινῆν καὶ τὸ κοπιᾶν. Ὥσπερ γὰρ οὐκ ἂν κεκοπίακεν αὐτὸς ᾧ ἡ πᾶσα δύναμις, οὐδ’ ἂν εἴρητο πεινῆσαι, τροφὴ καὶ ζωὴ τῶν | |
35 | ὅλων ὑπάρχων αὐτός, μὴ οὐχὶ προοικειωσάμενος σῶμα τὸ πεινῆν τε καὶ κοπιᾶν πεφυκός, οὕτως οὐκ ἂν ἐν ἀνόμοις κατελογίσθη πώποτε—γενέσθαι γὰρ οὕτω φαμὲν ἁμαρτίαν αὐτόν—οὐκ ἂν γέγονε κατάρα, σταυρὸν ὑπομείνας τὸν δι’ | |
720 | ἡμᾶς, εἰ μὴ γέγονε σάρξ, τουτέστιν ἐσαρκώθη τε καὶ ἐνηνθρώπησε, τὴν καθ’ ἡμᾶς 〈δι’ ἡμᾶσ〉 ὑπομείνας γέννησιν ἀνθρωποπρεπῶς, τὴν διά γέ φημι τῆς ἁγίας Παρθένου. | |
Β— Σύμφημι. Φρονεῖς γὰρ ὀρθῶς. | 320 | |
5 | Α— Ἀσύνετον δὲ καὶ ἑτέρως τὸ οἴεσθαί τε καὶ λέγειν οὕτω γενέσθαι σάρκα τὸν Λόγον καθάπερ ἀμέλει κατάρα καὶ ἁμαρτία γέγονεν. Β— Τίνα φὴς τρόπον; Α— Οὐ γὰρ ἵνα λύσῃ τὴν ἀρὰν ἐπάρατος ἦν, καὶ ἵνα | |
10 | παύσῃ τὴν ἁμαρτίαν ἁμαρτίαν ἐποίησεν αὐτὸν ὁ Πατήρ; Β— Ὧδε καὶ αὐτοί φασιν. Α— Οὐκοῦν εἴπερ ἐστὶν ἀληθές, κατά γε τὸ αὐτοῖς εὖ ἔχειν ὑπειλημμένον, ὅτι γέγονεν οὕτω σὰρξ ὁ Λόγος καθὰ καὶ κατάρα καὶ ἁμαρτία, ἐπ’ ἀναιρέσει σαρκὸς 〈σὰρξ γέγονε〉. | |
15 | Εἶτα πῶς ἄφθαρτόν τε καὶ ἀνώλεθρον αὐτὴν ἀποφαίνει, ὡς ἔν γε πρώτῃ κατορθώσας τοῦτο τῇ ἰδίᾳ σαρκί; Οὐ γάρ τοι θνητὴν ἀπομεῖναι καὶ ὑπὸ φθορὰν ἀφῆκεν αὐτήν, παρα‐ πέμποντος εἰς ἡμᾶς τοῦ Ἀδὰμ τὴν ἐπὶ τῇ παραβάσει δίκην, ὡς σάρκα δὲ μᾶλλον ἀφθάρτου Θεοῦ, τουτέστιν ἰδίαν ἢ γοῦν | |
20 | ἑαυτοῦ, καὶ θανάτου καὶ φθορᾶς ἐπέκεινα θείς. Β— Εὖ ἔφης. Α— Ἔφη δέ που τὸ Γράμμα τὸ ἱερὸν τὸν μὲν πρῶτον ἄνθρωπον, τουτέστιν Ἀδάμ, εἰς ψυχὴν γενέσθαι ζῶσαν, τὸν δὲ ὕστερον, φημὶ Χριστόν, «εἰς πνεῦμα ζωοποιόν.» Ἆρ’ | |
25 | οὖν ὥσπερ ἐπ’ ἀναιρέσει κατάρας καὶ ἁμαρτίας γέγονε κατάρα καὶ ἁμαρτία, οὕτως ἐπ’ ἀνατροπῇ τοῦ εἶναι εἰς ψυχὴν ζῶσαν γενέσθαι φαμὲν αὐτὸν εἰς πνεῦμα ζωοποιόν; Τὴν γάρ τοι τοῦ γενέσθαι δύναμιν εἰς τὸ ἀπηχὲς περιτρέ‐ ποντες, οὕτω γενέσθαι σάρκα φασὶν αὐτὸν καθὰ καὶ ἀράν τε | |
30 | καὶ ἁμαρτίαν. Ἀναιρετέον οὖν ἄρα τοῦ Λόγου τὴν σάρκωσιν, | |
ἢ γοῦν ἐνανθρώπησιν. Οὗ παραδεχθέντος εἰς ἀλήθειαν, οἴχεται μὲν ἅπας ἡμῖν ὁ τοῦ μυστηρίου λόγος, οὔτε δὲ ἐγεννήθη Χριστός, οὔτε ἀπέθανεν, οὔτε ἐγήγερται κατὰ τὰς Γραφάς. Ποῦ τοιγαροῦν ἡ πίστις, ἤτοι «τὸ ῥῆμα τῆς | 322 | |
35 | πίστεως ὃ κηρύσσομεν;» Πῶς γὰρ ἤγειρεν αὐτὸν ὁ Θεὸς ἐκ νεκρῶν εἰ μὴ καὶ ἀπέθανε; Πῶς δ’ ἂν καὶ ἀπέθανεν εἰ μὴ γεγέννηται κατὰ σάρκα; Ποῦ δὲ καὶ ἡ τῶν νεκρῶν ἀναβίωσις, ἐλπίδα τοῖς ἁγίοις εἰσφέρουσα τῆς ἀτελευτήτου ζωῆς, εἰ μὴ ἐγήγερται Χριστός; Ποῦ δὲ καὶ ἡ τῶν ἀνθρω‐ | |
40 | πίνων σωμάτων ζωοποίησις, ἡ κατὰ μέθεξιν τελουμένη τῆς ἁγίας αὐτοῦ σαρκὸς καὶ αἵματος; | |
721 | Β— Σάρκα δὴ οὖν φαμεν γενέσθαι τὸν Λόγον, κατά γε τὴν ἐκ γυναικὸς κατὰ σάρκα γέννησιν, ἣν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ὑπομεῖναι λέγεται, καίτοι πρὸ παντὸς αἰῶνος ὑπάρχων ὡς Θεός. | |
5 | Α— Πάνυ μὲν οὖν. Οὕτω γὰρ γέγονεν ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς τῇ κατὰ πᾶν ὁτιοῦν δίχα τῆς ἁμαρτίας. Καὶ μαρτυρήσει λέγων ὁ πάνσοφος Παῦλος· «Ἐπειδὴ γὰρ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου | |
10 | καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμ‐ βάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆ‐ | |
15 | ναι.» Ἡ δὲ «κατὰ πάντα» ὁμοίωσις ἀρχὴν ὥσπερ τινὰ καὶ προεισβολὴν τοῦ πράγματος τὴν ἐκ γυναικὸς ἀπότεξιν ἔχει, καὶ τὴν ἐν σαρκὶ φανέρωσιν τοῦ κατὰ φύσιν ἰδίαν οὐχ ὁρατοῦ, καὶ τὴν ἐν τοῖς καθ’ ἡμᾶς κάθεσιν οἰκονομικὴν τοῦ ἐν ὑπερτάτοις ὄντος ὀνόμασι, καὶ τὸ ἐν ἀνθρωπότητι | |
20 | ταπεινὸν τοῦ τοῖς ἀνωτάτω θρόνοις ἐμπρέποντος, καὶ τὸ ἐν μέτροις γενέσθαι τοῖς οἰκετικοῖς τὸν ἐν κυριότητι φυσικῇ· | |
«Θεὸς γὰρ ὁ Λόγος ἦν.» Β— Διανοῇ μὲν ὀρθῶς. Πλὴν ἴσθι τοι κἀκεῖνο ἐροῦντας, ὡς ἀνέφικτον εἴη ἂν τάχα που καὶ ἀκαλλὲς τὸν ἐκ Θεοῦ | 324 | |
25 | Πατρὸς φύντα Λόγον ἀπορρήτως τε καὶ ὑπὲρ νοῦν οἴεσθαί τε καὶ λέγειν καὶ δευτέραν τὴν ἐκ γυναικὸς ὑπομεῖναι γέννησιν. Ἀπόχρη γὰρ αὐτῷ, φασί, τὸ ἅπαξ ἐκ Πατρὸς γεννηθῆναι θεοπρεπῶς. Α— Οὐκοῦν, ἐπιπλήττουσι τῷ Υἱῷ καὶ οὐκ ὀρθὰ | |
30 | βεβουλεῦσθαί φασιν αὐτόν, τὴν δι’ ἡμᾶς κένωσιν ἐθελούσιον ὑπομείναντα. Κατήργηται δὲ καὶ εἰκαῖον ἤδη πώς ἐστι τὸ σεπτὸν καὶ μέγα τῆς εὐσεβείας μυστήριον, καὶ τὸ τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς εὐτεχνὲς ἀνόνητον ἀποφαίνουσι τοῖς ἐπὶ τῆς γῆς. Ἀλλ’ οὐ τοῖς ἐκείνων βαττα‐ | |
35 | ρισμοῖς τὸ χρῆναι κρατεῖν ὁ τῆς ἀληθείας ἐφίησι λόγος, ἐλέγξει δὲ μᾶλλον, ἀσυνετώτατα μὲν πεφλυαρηκότας, εἰδότας δὲ κατ’ οὐδένα τρόπον τὸ Χριστοῦ μυστήριον. Γεγέννηκε μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ τὸν Υἱὸν ἐξ ἑαυτοῦ γεννήσει μιᾷ. Πλὴν εὐδόκησεν ἐν αὐτῷ τὸ ἀνθρώπινον | |
40 | ἀνασῶσαι γένος, τρόπῳ τῷ κατὰ τὴν σάρκωσιν, ἢ γοῦν ἐνανθρώπησιν, ἣν πάντη τε καὶ πάντως γενέσθαι ἐχρῆν διὰ | |
722 | γεννήσεως, δηλονότι τῆς ἐκ γυναικός, ἵνα τῇ πρὸς ἡμᾶς ὁμοιώσει τοῦ ἐκ Θεοῦ φύντος Λόγου κατακρίνηται μὲν ἐν τοῖς μέλεσι τῆς σαρκὸς τῆς ἁμαρτίας ὁ νόμος, ἐν ὁμοιώματι δὲ θανάτου τοῦ μὴ εἰδότος αὐτὸν καταργῆται θάνατος. | |
5 | «Εἰ γὰρ σύμφυτοι γεγόναμεν, φησί, τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Οὐκοῦν ἀναγκαίως ὁ ὢν καὶ ὁ ὑπάρχων γεγέννηται κατὰ | |
σάρκα, τὰ ἡμῶν εἰς ἑαυτὸν μεταθείς, ἵνα τὰ σαρκὸς γεννή‐ ματα, τουτέστιν ἡμεῖς οἱ φθαρτοί τε καὶ ἀπολλύμενοι, | 326 | |
10 | μένωμεν ἐν αὐτῷ, ἴδια λοιπὸν ἔχοντι τὰ ἡμῶν ἵνα καὶ ἡμεῖς τὰ αὐτοῦ. «Δι’ ἡμᾶς γὰρ ἐπτώχευσε πλούσιος ὤν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν.» Φάσκοντές γε μὴν οὐκ αὐτὸν γενέσθαι σάρκα τὸν ἐκ Θεοῦ Λόγον, ἤτοι γέννησιν ὑπομεῖναι τὴν κατὰ σάρκα ἐκ γυναικός, ἀναιροῦσι τὴν | |
15 | οἰκονομίαν. Εἰ γὰρ μὴ πλούσιος ὢν ἐπτώχευσε, καθεὶς ἑαυτὸν τοῖς καθ’ ἡμᾶς ἐκ φιλανθρωπίας, οὐδὲ ἡμεῖς τὰ αὐτοῦ πεπλουτήκαμεν, ἀλλ’ ἐσμὲν ἐν τῷ πτωχεύειν ἔτι, καὶ ἀρᾷ καὶ θανάτῳ καὶ ἁμαρτίᾳ ἐνισχημένοι. Τὸ γάρ τοι γενέσθαι σάρκα τὸν Λόγον λύσιν ἔχει καὶ ἀνατροπὴν τῶν ἐξ ἀρᾶς καὶ | |
20 | δίκης τῇ τοῦ ἀνθρώπου φύσει συμβεβηκότων. Οὐκοῦν, εἰ ἀναβοθρεύουσι τῆς σωτηρίας ἡμῶν τὴν ῥίζαν, καὶ τὸν τῆς ἐλπίδος θεμέλιον ἀνορύττουσι, ποῦ τὰ μετ’ αὐτὸν ἔτι κείσε‐ ται; Οὐ γὰρ γεγονότος, ὡς ἔφην, σαρκὸς τοῦ Λόγου, οὔτε τοῦ θανάτου κατεσείσθη τὸ κράτος, κατήργηται δὲ κατ’ | |
25 | οὐδένα τρόπον ἡ ἁμαρτία, καὶ ἐσμὲν ἔτι ταῖς τοῦ πρώτου παραβάσεσιν ἔνοχοι, τουτέστιν Ἀδάμ, οὐδεμίαν ἀναφοίτησιν ἔχοντες εἰς τὸ ἄμεινον, τὴν διά γέ φημι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Β— Συνίημι ὃ φής. | |
30 | Α— Τίς δ’ ἂν καὶ νοοῖτο πρὸς ἡμῶν ὁ παραπλησίως ἡμῖν μετεσχηκὼς αἵματος καὶ σαρκός, ὡς ἕτερος ὢν παρ’ ἡμᾶς κατὰ φύσιν; Οὐ γάρ τοι φαίη τις ἂν ἀνθρώπῳ πρέπειν τὸ ἀνθρωπότητος μετασχεῖν. Ὃ γάρ ἐστι κατὰ φύσιν, πῶς ἄν τις νοοῖτο λαβών, ὡς ἕτερον ὄν τι παρ’ ὅπερ ἐστίν; | |
35 | Ἆρ’ οὐ πολὺ τὸ εἰκὸς ὁ λόγος ἔχει; Β— Πάνυ μὲν οὖν. Α— Ἄθρει δὲ δὴ καὶ ἑτέρως ὡς ἀνόσιόν τέ ἐστι καὶ ἀπηχὲς τὸ ἀναιρεῖν πειρᾶσθαι τοῦ Θεοῦ Λόγου τὴν ἐκ γυναικὸς κατὰ σάρκα γέννησιν. Τίνα γὰρ τρόπον ζωοποιή‐ | 328 |
40 | σειεν ἂν 〈ἡμᾶσ〉 τὸ σῶμα αὐτοῦ εἰ μή ἐστιν ἴδιον αὐτοῦ ὅς ἐστι ζωή; Πῶς «τὸ αἷμα Ἰησοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης | |
723 | ἁμαρτίας» εἴπερ ἐστὶν ἀνθρώπου κοινοῦ καὶ ὄντος ὑφ’ ἁμαρτίαν; Πῶς «ἀπέστειλεν ὁ Θεὸς» καὶ Πατὴρ «τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον;» Πῶς «κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί;» Οὐ γὰρ ἦν | |
5 | ἀνθρώπου κοινοῦ καὶ τυραννουμένην ἔχοντος μεθ’ ἡμῶν ὑπὸ τῆς ἁμαρτίας τὴν φύσιν τὸ κατακρῖναι τὴν ἁμαρτίαν. Ἐπεὶ δὲ σῶμα γέγονε τοῦ πλημμελεῖν οὐκ εἰδότος, ταύτῃτοι καὶ μάλα εἰκότως τὴν τῆς ἁμαρτίας ἀπεσείσατο τυραννίδα, καὶ τὴν ἰδιότητα πλουτεῖ τοῦ ἀφράστως αὐτῇ καὶ ὡς οὐκ | |
10 | ἔστιν εἰπεῖν ἑνωθέντος Λόγου, ἅγιόν τε καὶ ζωοποιόν ἐστι, καὶ τῆς θεοπρεποῦς ἐνεργείας ἔμπλεων. Ὡς ἐν ἀπαρχῇ δὲ Χριστῷ μετεστοιχειώμεθα καὶ ἡμεῖς εἰς τὸ εἶναι καὶ φθορᾶς καὶ ἁμαρτίας κρείττονες. Καὶ ἀληθὲς ὅτι, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· «Ὥσπερ ἐφορέσαμεν τὴν εἰκόνα | |
15 | τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου,» τουτέστι Χριστοῦ. Ἐπουράνιος δὲ ἄνθρωπος νοεῖται Χριστὸς οὐχ ὡς ἄνωθεν ἡμῖν καὶ ἐξ οὐρανοῦ τὴν σάρκα κατενεγκών, ἀλλ’ ὅτι Θεὸς ὢν ὁ Λόγος, καταβέβηκεν ἐξ οὐρανῶν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθών, τουτέστι γέννησιν ὑπομεί‐ | |
20 | νας τὴν κατὰ σάρκα ἐκ γυναικός, μεμένηκεν ὅπερ ἦν, ἄνωθεν | |
δηλονότι καὶ ἐξ οὐρανῶν, καὶ ἐπάνω πάντων ὡς Θεὸς καὶ μετὰ σαρκός. Οὕτω γάρ πού φησιν ὁ θεσπέσιος Ἰωάννης περὶ αὐτοῦ· «Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν.» Ἀπομεμένηκε γὰρ τῶν ὅλων Κύριος καὶ ἐν τῇ τοῦ δούλου | 330 | |
25 | μορφῇ γεγονὼς οἰκονομικῶς, καὶ παράδοξον ἀληθῶς διὰ ταῦτά ἐστι τὸ Χριστοῦ μυστήριον. Καὶ γοῦν ἔφη που πρὸς Ἰουδαίους δι’ ἑνὸς τῶν προφητῶν ὁ Θεὸς καὶ Πατήρ· «Ἴδετε, οἱ καταφρονηταί, καὶ ἀφανίσθητε, καὶ θαυμάσατε, ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ᾧ οὐ μὴ | |
30 | πιστεύσητε ἐάν τις ἐκδιηγήσηται ὑμῖν.» Κινδυνεύει γὰρ ἀπιστεῖσθαι τὸ Χριστοῦ μυστήριον διὰ τὴν τοῦ θαύματος ὑπερβολήν. Θεὸς ἦν ἐν ἀνθρωπότητι καὶ ἐν τοῖς καθ’ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν, ὁ ἀόρατος, ὁρατὸς κατὰ σάρκα, ὁ ἐξ οὐρανοῦ καὶ ἄνωθεν, ἐν εἴδει τῶν χοϊκῶν, ἁπτὸς ὁ ἀναφής, | |
35 | ὁ κατὰ φύσιν ἰδίαν ἐλεύθερος, ἐν δούλου μορφῇ, ὁ εὐλογῶν τὴν κτίσιν, ἐπάρατος, καὶ ἐν τοῖς ἀνόμοις ἡ πᾶσα δικαιοσύνη, καὶ ἐν δοκήσει θανάτου γέγονεν ἡ ζωή. Οὐ γὰρ ἦν ἑτέρου τινός, αὐτοῦ δὲ μᾶλλον τοῦ κατὰ φύσιν Υἱοῦ, τὸ τοῦ | |
724 | θανάτου γευσάμενον σῶμα. Ἆρ’ ὡς οὐκ εὖ γεγονόσιν, ἢ γοῦν πρὸς ἡμῶν εἰρημένοις ἔχεις τι τούτοις ἐπιτιμᾶν; Β— Οὐδαμῶς. Α— Ἄθρει δή μοι κἀκεῖνο πρὸς τούτοις. | |
5 | Β— Τὸ τί δὴ φής; Α— Ἔφη που Χριστὸς τοῖς ἀναιρεῖν ἐθέλουσι τὴν ἀνάστασιν τῶν νεκρῶν· «Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας τὸν ἄνθρωπον ἐν ἀρχαῖς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς;» Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος· «Τίμιος ὁ γάμος ἐν | |
10 | πᾶσι, καὶ ἡ κοίτη 〈αὐτῶν〉 ἀμίαντος.» Εἶτα πῶς ὁ μονογενὴς | |
τοῦ Θεοῦ Λόγος, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθεῖν ἐθελήσας, οὐ τοῖς τῆς ἀνθρωπότητος νόμοις ἐφῆκε κρατεῖν εἰς σύστασιν ἤτοι γέννησιν τῆς ἰδίας αὐτοῦ σαρκός; Οὐ γὰρ ἐκ κοίτης καὶ γάμων ἠνέσχετο λαβεῖν αὐτήν, ἀλλ’ ἐκ παρθένου | 332 | |
15 | σεμνῆς καὶ ἀπειρογάμου, κυοφορησάσης ἐκ Πνεύματος, ἐπισκιασάσης αὐτῇ δυνάμεως Θεοῦ, καθὰ γέγραπται. Θεοῦ τοιγαροῦν τὸν γάμον οὐκ ἀτιμάσαντος, μᾶλλον δὲ καὶ εὐλογίᾳ τιμήσαντος, ἀνθότου παρθένον κυοφοροῦσαν ἐκ Πνεύματος τῆς ἰδίας σαρκὸς ἐποιήσατο μητέρα Θεὸς ὢν ὁ | |
20 | Λόγος; Β— Οὐκ ἔχω φράσαι. Α— Καίτοι πῶς οὐχ ἅπασιν ἐναργὴς γένοιτ’ ἂν ἡ τοῦδε πρόφασις ἐκεῖνο διεσκεμμένοις; Ἀφίκετο γάρ, ὡς ἔφην, ἢ γοῦν ἐνηνθρώπησεν ὁ Υἱός, ἀναστοιχειώσων τὰ καθ’ ἡμᾶς | |
25 | ὡς ἐν ἑαυτῷ καὶ πρῶτον εἰς ἁγίαν τινὰ καὶ τεθαυμασμένην καὶ παράδοξον ἀληθῶς ἀπότηξιν καὶ ζωήν. Γέγονε δὲ καὶ πρῶτος αὐτὸς γεννητὸς τοῦ ἁγίου Πνεύματος, κατά γε, φημί, τὴν σάρκα, ἵν’ ὥσπερ ὁδῷ καὶ εἰς ἡμᾶς αὐτοὺς διαβαινούσης τῆς χάριτος, «οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ | |
30 | θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός,» ἀλλ’ ἐκ Θεοῦ διὰ Πνεύματος τὴν νοητὴν ἔχοντες ἀναγέννησιν, καὶ τὴν πρός γε τὸν φύσει καὶ ἀληθῶς Υἱὸν συμμορφίαν πνευμα‐ τικήν, Πατέρα καλῶμεν τὸν Θεόν, οὕτω τε ἄφθαρτοι διαμένωμεν, ὡς οὐκ ἔτι πατέρα τὸν πρῶτον ἔχοντες, του‐ | |
35 | τέστιν Ἀδάμ, ἐν ᾧ καὶ ἐφθάρμεθα. Καὶ γοῦν ἔφη Χριστὸς πῆ μὲν ὅτι «Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς.» Πῆ δὴ δέ, ὡς ἐν τοῖς καθ’ ἡμᾶς διὰ τοῦτο καθιγμένος ἵν’ ἡμᾶς ἀγάγῃ πρὸς τὸ ἴδιον αὐτοῦ καὶ θεοπρεπὲς ἀξίωμα· «Πορεύο‐ | |
40 | μαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Αὐτοῦ μὲν γὰρ φύσει Πατὴρ ὁ ἐν τοῖς | |
οὐρανοῖς, ἡμῶν δὲ Θεός. Ἐπειδὴ δὲ ὁ φύσει καὶ ἀληθῶς Υἱὸς γέγονε καθ’ ἡμᾶς, Θεὸν ἐσχηκέναι φησὶν αὐτόν, κατά | 334 | |
725 | γε τὸν τῇ κενώσει πρέποντα λόγον. Δέδωκε δὲ καὶ ἡμῖν τὸν ἑαυτοῦ Πατέρα. Γέγραπται γὰρ ὅτι «Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ.» Εἰ δὲ ἀναιρήσομεν | |
5 | ἀμαθῶς τὸ ἐν ἀποτέξει γενέσθαι τῇ καθ’ ἡμᾶς τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, τὸν ἐν πᾶσι πρωτεύοντα, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνήν, πρὸς τίνα λοιπὸν μορφούμενοι γεννητοὶ Θεοῦ διὰ Πνεύματος χρηματιοῦμεν ἡμεῖς; Τίνα τοῦ πράγματος λαβόντες τὴν ἀπαρχήν, ἢ καὶ τίνος ὅλως | |
10 | εἰς ἡμᾶς πέμποντος τὸ ἀξίωμα; Β— Φαῖεν ἄν, ὥς γε οἴμαι, καὶ αὐτοί· Τοῦ ἐνανθρωπή‐ σαντος Λόγου. Α— Εἶτα πῶς ἔσται τοῦτο ἀληθὲς εἰ μὴ αὐτὸς γέγονε σάρξ, τουτέστιν ἄνθρωπος, ἴδιον ποιησάμενος σῶμα τὸ | |
15 | ἀνθρώπινον καθ’ ἕνωσιν ἀδιάσπαστον, ἵνα καὶ αὐτοῦ νοῆται καὶ οὐχ ἑτέρου τινός; Πέμψει γὰρ οὕτω καὶ εἰς ἡμᾶς τῆς υἱοθεσίας τὴν χάριν, καὶ γεννητοὶ Πνεύματος ἐσόμεθα καὶ ἡμεῖς ἅτε δὴ τῆς ἀνθρώπου φύσεως ἐν αὐτῷ καὶ πρώτῳ λαχούσης τοῦτο. Καί μοι δοκεῖ τοιοῦτόν τι καθ’ | |
20 | ἑαυτὸν ἐννενοηκὼς φάναι που καὶ μάλα ὀρθῶς ὁ θεσπέσιος Παῦλος· «Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου,» καὶ τὸν μὲν πρῶτον ἄνθρωπον ἐκ γῆς χοϊκόν, τὸν δὲ δεύτερον ἐξ οὐρανοῦ, | |
ἀλλ’ «οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ | 336 | |
25 | ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι.» Χοϊκοὶ γάρ ἐσμεν ὡς ἐκ χοϊκοῦ τοῦ Ἀδὰμ παρεμπεσούσης εἰς ἡμᾶς τῆς ἀρᾶς τῆς φθορᾶς, δι’ ἧς καὶ ὁ τῆς ἁμαρτίας εἰσέδυ νόμος, ὁ ἐν τοῖς μέλεσι τοῖς τῆς σαρκός. Ἐπουράνιοι δὲ γεγόναμεν ὡς ἐν Χριστῷ λαβόντες τὸ χρῆμα. Θεὸς γὰρ ὢν φύσει καὶ ἐκ | |
30 | Θεοῦ καὶ ἄνωθεν, καταπεφοίτηκεν ἐν τοῖς καθ’ ἡμᾶς ἀσυνήθως τε καὶ ξένως, γεννητὸς κατὰ σάρκα γεγονὼς τοῦ Πνεύματος, ἵνα ἅγιοί τε καὶ ἄφθαρτοι καὶ ἡμεῖς κατ’ αὐτὸν διαμείνωμεν ὡς ἐξ ἀρχῆς καὶ ῥίζης δευτέρας αὐτοῦ δηλονότι καταβαινούσης εἰς ἡμᾶς τῆς χάριτος. | |
35 | Β— Ἄριστα ἔφης. Α— Τίνα δὲ τρόπον καὶ ὡμοιῶσθαί φασιν αὐτὸν κατὰ πάντα τοῖς ἀδελφοῖς, τουτέστιν ἡμῖν; Ἢ καὶ τίς ὅλως νοοῖτο ἂν ὁ τὴν ὁμοίωσιν ὑπελθὼν εἰ μὴ κατὰ φύσιν ἕτερος ἦν καὶ οὐκ ἔν γε τοῖς καθ’ ἡμᾶς; Τὸ γάρ τισιν ὁμοιούμενον | |
40 | εἶναί που πάντως ἀνάγκη διάφορον παρ’ αὐτούς, καὶ οὐκ | |
726 | ἐοικὸς αὐτοῖς, ἑτεροειδὲς δὲ μᾶλλον ἢ γοῦν ἑτεροφυές. Ἀνόμοιος τοίνυν ὑπάρχων ἡμῖν κατὰ φύσιν ὁ Μονογενής, ὡμοιῶσθαι λέγεται γεγονὼς καθ’ ἡμᾶς, τουτέστιν ἄνθρωπος. | |
Γένοιτο δ’ ἂν τοῦτο καὶ μάλα ὀρθῶς καὶ μόνως 〈ὡσ〉 ἐν | 338 | |
5 | ἀποτέξει τῇ καθ’ ἡμᾶς εἰ καὶ παραδόξως ἐπ’ αὐτοῦ. Θεὸς γὰρ ἦν ὁ σαρκούμενος. Ὁμολογείσθω γε μὴν ὡς ἐψύχωτο νοερῶς τὸ ἑνωθὲν αὐτῷ σῶμα. Οὐ γάρ τοι τὸ κρεῖττον τῶν ἐν ἡμῖν ἀφείς, τουτέστι ψυχήν, μόνου πεποίηται φειδὼ γηΐνου σώματος, ἀλλ’ ὁμοῦ ψυχῆς καὶ σώματος προενόησε | |
10 | σοφῶς, Θεὸς ὤν, ὁ Λόγος. Β— Σύμφημι· φρονεῖς γὰρ ὀρθῶς. Α— Οὐκοῦν εἰ λέγοιεν οἱ δι’ ἐναντίας ἥκιστα μὲν θεοτόκον ὀνομάζεσθαι δεῖν τὴν ἁγίαν Παρθένον, Χριστοτόκον δὲ μᾶλλον, δυσφημοῦσιν ἀναφανδόν, καὶ τοῦ εἶναι Θεὸν καὶ | |
15 | Υἱὸν ἀληθῶς ἀποσοβοῦσι Χριστόν. Εἰ γὰρ εἶναι πιστεύουσι Θεὸν ἀληθῶς αὐτόν, ὡς καθ’ ἡμᾶς γεγονότος τοῦ Μονογενοῦς, ἀνθότου καταπεφρίκασι θεοτόκον εἰπεῖν τὴν τεκοῦσαν αὐτόν, κατά γέ φημι τὴν σάρκα; Β— Ναί, φασίν. Ἔοικε γὰρ καταμόνας τῷ ἐκ γυναικὸς | |
20 | καὶ ἐκ σπέρματος τοῦ Δαυεὶδ τὸ Χριστὸς ὄνομα, διὰ τὸ κεχρῖσθαι τῷ ἁγίῳ Πνεύματι. Δεηθείη δ’ ἂν οὐδαμῶς, τό γε ἧκον εἰς ἰδίαν φύσιν, ὁ ἐκ Θεοῦ Λόγος τοῦ τοιοῦδε χρίσματος, εἴπερ ἐστὶν ἅγιος κατὰ φύσιν. Ἦ γὰρ οὐχὶ τὸ χριστὸς ὄνομα χρίσιν τινὰ γενομένην ὑπεμφήνειεν ἄν; | 340 |
25 | Α— Ἔφης μὲν ὀρθῶς ὡς διά τοι τὸ κεχρῖσθαι μόνον χριστὸς ὀνομάζεταί 〈τισ〉, καθάπερ ἀμέλει καὶ ἀπόστολος διὰ τὴν ἀποστολήν, ἄγγελός τε διὰ τὸ ἀγγέλειν. Τὰ γὰρ τοιάδε τῶν ὀνομάτων πραγμάτων τινῶν ποιεῖται δήλωσιν, οὐχ ὑποστάσεων ἰδικῶν, οὔτε μὴν προσώπων ὁμολογου‐ | |
30 | μένων. Κέκληνται γὰρ καὶ οἱ προφῆται χριστοί, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.» Ἔφη δὲ καὶ ὁ προφήτης Ἀββακούμ· «Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου.» Πλὴν ἐκεῖνο φράσον. | |
35 | Οὐ γὰρ εἶναί φασι καὶ αὐτοὶ Χριστὸν ἕνα καὶ Υἱόν, ὡς Κύριον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον; Β— Φαῖεν ἂν ἴσως, ἐοικέναι γε μὴν οὐχὶ δήπου μᾶλλον τῷ ἐκ Θεοῦ Πατρὸς φύντι Λόγῳ τὸ Χριστὸς ὄνομα βούλονται, | |
40 | διά τοι τὸ μὴ κεχρῖσθαι κατ’ ἰδίαν φύσιν ὡς Θεόν. Προσε‐ πάγουσι δὲ τούτῳ κἀκεῖνο. Οὐ γάρ τοι, φασίν, ὡς ἕν ἐστι | |
727 | τῶν ὀνομάτων ἅπερ ἂν λέγοιτο πρὸς ἡμῶν καὶ ἐπ’ αὐτοῦ τοῦ Πατρὸς ἢ καὶ τοῦ ἁγίου Πνεύματος. Α— Οὔπω μάλα ἐστὶν ἐναργὴς ὁ λόγος. Διασάφει οὖν, δράσεις γὰρ ὀρθῶς. | |
5 | Β— Ἄκουε δή. Πλείστην μὲν γὰρ καὶ διαφόρως ἐξενη‐ νεγμένην τὴν τοῦ Υἱοῦ κλῆσιν παρὰ ταῖς θεοπνεύστοις | |
Γραφαῖς ἔνεστιν ἰδεῖν. Ὠνόμασται γὰρ Θεός, καὶ Κύριος, καὶ φῶς, καὶ ζωή, καὶ μέντοι καὶ βασιλεύς, καὶ τῶν δυνάμεων Κύριος, ἅγιός τε καὶ παντοκράτωρ. Ἀλλ’ εἰ βούλοιτό τις | 342 | |
10 | καὶ ἐπ’ αὐτοῦ φάναι ταυτὶ τοῦ Πατρὸς ἢ γοῦν τοῦ ἁγίου Πνεύματος, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος· μιᾶς γὰρ φύ‐ σεως μία που πάντως ἔσται καὶ ἡ τῶν ἀξιωμάτων ὑπεροχή. Εἴπερ οὖν ἐστιν ἀληθῶς ἐοικὸς ὄνομα τῷ Μονογενεῖ τὸ Χριστός, χωρείτω, φασίν, ἀδιακρίτως μετὰ τῶν ἄλλων καὶ | |
15 | ἐπ’ αὐτοῦ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος. Ἐπειδὴ δέ ἐστιν ἀπίθανον κομιδῇ τὸ ἐφαρμόζειν αὐτὸ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, οὐδ’ ἂν αὐτῷ, κατὰ τὸ εἰκός, ἔσται τῷ Μονογενεῖ. Ἐκνενέμηται δὲ μᾶλλον ὡς ἀληθῶς τῷ ἐκ σπέρματος τοῦ Δαυείδ, ἐφ’ οὗπερ ἂν εἴη καὶ ἀνεπίπληκτον | |
20 | κομιδῇ τὸ κεχρῖσθαι τῷ Πνεύματι καὶ νοεῖν καὶ λέγειν. Α— Κοινὰ μὲν εἶναί φαμεν καὶ ἡμεῖς αὐτοὶ Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι τῶν θεοπρεπῶν ἀξιωμάτων τὰ ὀνόματα, καὶ ἰσομέτροις εὐκλείαις στεφανοῦν εἰθίσμεθα ὁμοῦ τῷ γεννήσαντι τὸν ἐξ αὐτοῦ γεννηθέντα Υἱόν, καὶ προσέτι | |
25 | τὸ Πνεῦμα τὸ ἅγιον. Πλήν, ὦ βέλτιστοι, φαίην ἄν, τὸ Χριστὸς ὄνομα, καὶ αὐτὸ δὲ τὸ χρῆμα, τουτέστιν ἡ χρίσις, μετὰ τῶν τῆς κενώσεως τρόπων προσγέγονε τῷ Μονο‐ γενεῖ, ἐναργῆ τῆς ἐνανθρωπήσεως τοῖς ἀκροωμένοις εἰσκο‐ μίζον τὴν δήλωσιν. Ὅτι γὰρ κέχρισται καθὸ πέφηνεν | |
30 | ἄνθρωπος, κατασημήνειεν ἂν εὖ μάλα. Εἰ μὲν οὖν μὴ αὐτὸν τὸν τῆς μετὰ σαρκὸς οἰκονομίας ἐβασανίζομεν λόγον, ἀλλ’ ἔξω που τέως τῶν τῆς κενώσεως ὄντα μέτρων προὔκειτο | |
βλέπειν τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, ἦν ἂν καὶ μάλα εἰκότως ἀσύφηλον κομιδῇ Χριστὸν ὀνομάζειν τὸν μὴ κεχρισ‐ | 344 | |
35 | μένον. Ἐπειδὴ δὲ τὸ θεῖον καὶ ἱερώτατον Γράμμα σάρκα γενέσθαι φησὶν αὐτόν, πρέποι ἂν ἤδη καὶ ἡ χρίσις αὐτῷ, γενομένη περὶ τὴν σάρκωσιν, ἥτις ἐστὶν αὐτοῦ. Γράφει γοῦν ὁ πάνσοφος Παῦλος· «Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες. Δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς | |
40 | αὐτοὺς καλεῖν λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Ἡγιάζετο γὰρ μεθ’ ἡμῶν ὅτε γέγονε καθ’ ἡμᾶς. Ὅτι δὲ ἀληθῶς Υἱὸς ὁ χριόμενος ἦν, καθὸ γέγονε σάρξ, ἢ γοῦν τέλειος ἄνθρωπος, πιστώσεται λέγων ὁ | |
728 | θεσπέσιος Δαυεὶδ πρὸς αὐτόν· «Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον | |
5 | ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Σύνες οὖν ὅπως καὶ Θεὸν εἰπὼν καὶ θρόνον αὐτῷ τὸν εἰς αἰῶνα δούς, κεχρῖσ‐ θαί φησι παρὰ Θεοῦ, δῆλον δὲ ὅτι τοῦ Πατρός, ἐξαιρέτῳ τινὶ χρίσει παρὰ τοὺς μετέχοντας αὐτοῦ, τουτέστιν ἡμᾶς. Εἰ γὰρ καὶ γέγονεν ἄνθρωπος, καίτοι Θεὸς ὢν ὁ Λόγος, | |
10 | ἀλλ’ ἦν καὶ οὕτως ἀπροσδεὴς τῶν τῆς ἰδίας φύσεως ἀγαθῶν, αὐτοτελής τε ὑπάρχων καὶ «πλήρης χάριτος καὶ | |
ἀληθείας,» κατά γε τὴν Ἰωάννου φωνήν. Καὶ ἔχει μὲν αὐτὸς ἀρτίως εἰς πᾶν ὁτιοῦν τῶν θεοπρεπῶν, ἀπὸ δὲ «τοῦ πληρώμα‐ τος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν,» κατὰ τὸ γεγραμμένον. | 346 | |
15 | Ὁμοῦ τοιγαροῦν τοῖς τῆς ἰδίας ἀνθρωπότητος μέτροις καὶ τὰ αὐτῆς οἰκειούμενος, Χριστὸς ὀνομάζεται, κἂν εἰ μὴ κεχρῖσθαι νοοῖτο, κατά γέ φημι τὴν τῆς θεότητος φύσιν, ἢ γοῦν καθὸ νοεῖται Θεός. Ἐπεὶ φράσον, πῶς ἑτέρως νοοῖτ’ ἂν 〈εἶσ〉 Χριστὸς 〈καὶ〉 Υἱὸς καὶ Κύριος, ἀπαξιοῦντος τοῦ | |
20 | Μονογενοῦς τὴν χρίσιν, καὶ τῶν τῆς κενώσεως μέτρων οὐκ ἀνεχομένου; Β— Ἑτέραν γέ πως ἢ καθ’ ἡμᾶς ἴενται τρίβον, τὸ τῆς εὐσεβείας μυστήριον ἀσυνέτως διερμηνεύοντες. Φασὶ γὰρ ὡς ὁ Θεὸς Λόγος ἄνθρωπον εἴληφε τέλειον, ἐκ σπέρματος | |
25 | ὄντα Ἀβραὰμ καὶ Δαυείδ, κατὰ τὴν διαγόρευσιν τῶν Γραφῶν, τοῦτο ὄντα τὴν φύσιν ὅπερ ἦσαν ἐκεῖνοι ὧνπερ ἐκ σπέρματος ἦν, ἄνθρωπον τέλειον τὴν φύσιν, ἐκ ψυχῆς τε νοερᾶς καὶ σαρκὸς συνεστῶτα ἀνθρωπίνης, ὃν ἄνθρωπον ὄντα καθ’ ἡμᾶς τὴν φύσιν, Πνεύματος ἁγίου δυνάμει ἐν τῇ τῆς Παρθένου | |
30 | μήτρᾳ διαπλασθέντα, «γενόμενόν τε ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα πάντας ἡμᾶς ἐξαγοράσῃ» τῆς τοῦ νόμου δουλείας, τὴν πόρρωθεν προωρισμένην υἱοθεσίαν ἀπολα‐ βόντας, καινῶς συνῆψεν ἑαυτῷ, θανάτου μὲν αὐτόν, κατὰ νόμον ἀνθρώπων, πειραθῆναι παρασκευάσας, ἐγείρας δὲ ἐκ | |
35 | νεκρῶν, καὶ ἀναγαγὼν εἰς οὐρανόν, καὶ καθίσας ἐκ δεξιῶν τοῦ Θεοῦ. Ὅθεν δὴ «ὑπεράνω πάσης ὑπάρχων Ἀρχῆς τε καὶ Ἐξουσίας, καὶ Δυνάμεως, καὶ Κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐκ ἐν τῷ αἰῶνι τούτῳ μόνον, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι,» τὴν παρὰ πάσης τῆς κτίσεως | |
40 | δέχεται προσκύνησιν, ὡς ἀχώριστον πρὸς τὴν θείαν φύσιν ἔχων τὴν συνάφειαν, ἀναφορᾷ Θεοῦ καὶ ἐννοίᾳ πάσης αὐτῷ | 348 |
729 | τῆς κτίσεως τὴν προσκύνησιν ἀπονεμούσης. Καὶ οὔτε δύο φαμὲν υἱούς, οὔτε δύο κυρίους, ἐπειδὴ δὲ Υἱὸς κατ’ οὐσίαν ὁ Θεὸς Λόγος, ὁ μονογενὴς Υἱὸς τοῦ Πατρός, ᾧπερ οὗτος συνημμένος τε καὶ μετέχων, κοινωνεῖ τῆς Υἱοῦ προσηγορίας | |
5 | καὶ τιμῆς, καὶ Κύριος κατ’ οὐσίαν ὁ Θεὸς Λόγος, ᾧ συνημ‐ μένος οὗτος, κοινωνεῖ τὴς τιμῆς. Καὶ διὰ τοῦτο οὔτε δύο φαμὲν υἱούς, οὔτε δύο κυρίους, ἐπειδὴ δήλου τοῦ κατ’ οὐσίαν ὄντος Κυρίου καὶ Υἱοῦ ἀχώριστον ἔχων τὴν πρὸς αὐτὸν συνάφειαν ὁ τῆς ἡμετέρας σωτηρίας ληφθεὶς ἕνεκεν, | |
10 | συναναφέρεται τῇ τε ὀνομασίᾳ καὶ τῇ τιμῇ τοῦ Υἱοῦ καὶ τοῦ Κυρίου. Α— Βαβαὶ τῆς ἀσυνεσίας καὶ ἐμπλήκτου φρενὸς τῶν ὧδε ταῦτ’ ἔχειν οὐκ οἶδ’ ὅπως ὑπειληφότων. Ἀπιστία γὰρ τὸ χρῆμα καὶ ἕτερον οὐδέν, καὶ δυσσεβῶν εὑρεμάτων καινότης, | |
15 | καὶ ἀνατροπὴ τῶν θείων τε καὶ ἱερῶν κηρυγμάτων, ἕνα | |
Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ διακεκραγότων, τὸν ἐκ Θεοῦ Πατρὸς δηλονότι Λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον, ὥστε εἶναι τὸν αὐτὸν Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, καὶ ἑνὸς τὰ πάντα τὰ θεοπρεπῆ καὶ προσέτι τὰ | 350 | |
20 | ἀνθρώπινα. Οὗτος γὰρ ὑπάρχων ἀεὶ καὶ ὑφεστηκώς, κατά γε τὸ εἶναι Θεός, ὑπέμεινε γέννησιν τὴν κατὰ σάρκα ἐκ γυναικός. Ἑνὸς οὖν ἄρα καὶ τοῦ αὐτοῦ καὶ τὸ ἀϊδίως εἶναι καὶ ὑφεστάναι καὶ ἐν ἐσχάτοις καιροῖς κατὰ σάρκα γεννηθῆναι, ὃς ἅγιος ὢν κατὰ φύσιν ὡς Θεός, ἡγιάζετο μεθ’ ἡμῶν καθὸ πέφηνεν | |
25 | ἄνθρωπος, ᾧπερ ἂν πρέποι τὸ ἁγιάζεσθαι. Καὶ ἐν δεσπο‐ τικοῖς ὑπάρχων ἀξιώμασι, καὶ τὴν τοῦ δούλου μορφὴν ὡς ἰδίαν ἔχων, Θεὸν ὠνόμαζεν αὐτοῦ τὸν Πατέρα. Ζωὴ καὶ ζωοποιὸς ὑπάρχων ὡς Θεός, ζωοποιεῖσθαι λέγεται παρὰ τοῦ Πατρὸς καθὸ πέφηνεν ἄνθρωπος. Πάντα τοίνυν αὐτοῦ, | |
30 | καὶ οὐκ ἀτιμάζει τὴν οἰκονομίαν, ἣν καὶ αὐτὸς ἐπῄνεσεν ὁ Πατήρ, εἴπερ ἐστὶν ἀληθῆ τὰ διὰ τῆς τοῦ Παύλου φωνῆς. Ποτὲ μὲν γὰρ ἔφη· «Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ,» ποτὲ δὲ πάλιν· «Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ | |
35 | ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν ἁπάντων παρέδωκεν αὐτόν, ἵνα καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται.» Ἆρ’ οὖν οὐκ εὐθὺ σκοποῦ τῶν ἱερῶν Γραμμάτων ὁ πρὸς ἡμῶν εἶσι λόγος; Β— Πῶς γὰρ οὔ; Α— Εἰ δὲ δή, καθά φασιν οἱ δι’ ἐναντίας καὶ φρονεῖν | |
40 | ἐγνώκασιν, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, λαβὼν ἄνθρωπον ἐκ | 352 |
730 | σπέρματος τοῦ θεσπεσίου Δαυεὶδ καὶ Ἀβραάμ, πλασθῆναι μὲν ἐν τῇ ἁγίᾳ Παρθένῳ παρεσκεύασε, καὶ τοῦτον ἑαυτῷ συνῆψε, καὶ θανάτου πεποίηκεν εἰς πεῖραν ἐλθεῖν, καὶ μὴν καὶ ἐγείρας ἐκ νεκρῶν ἀνεκόμισεν εἰς τὸν οὐρανόν, καὶ | |
5 | ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, περιττῶς, ὡς ἔοικε, πρός τε τῶν ἁγίων πατέρων καὶ πρός γε ἡμῶν αὐτῶν καὶ ἁπάσης γε τῆς θεοπνεύστου Γραφῆς ἐνανθρωπῆσαι λέγεται. Δηλοῖ γάρ, οἶμαι, τουτὶ καὶ ἕτερον οὐδὲν ὁ πάνσοφος Ἰωάννης, γεγραφὼς ὅτι «Ὁ Λόγος σὰρξ ἐγένετο.» Ἀντέστραπται δέ, κατὰ | |
10 | τὸ εἰκός, πρὸς πᾶν τοὐναντίον τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον. Οὐ γὰρ ἔστιν ἰδεῖν ὡς Θεὸς ὢν φύσει καὶ ἐκ Θεοῦ πεφηνὼς ὁ Λόγος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, μορφὴν δούλου λαβών, καὶ τεταπείνωκεν ἑαυτόν, ἀλλ’ ἔκ γε τῶν ἐναντίων, ἀνεκομίσθη μὲν ἄνθρωπος εἰς τὴν τῆς θεότητος | |
15 | δόξαν καὶ τὴν κατὰ πάντων ὑπεροχήν, ἔλαβε δὲ καὶ Θεοῦ μορφήν, καὶ ὑψώθη μᾶλλον, σύνθρονος γεγονὼς τῷ Πατρί. Ἦ οὐκ ἀληθὲς ὅ φημι; Β— Παντάπασι μὲν οὖν. Α— Εἰ δὲ ἀληθές, καθά φασι, καὶ ἀπηξίωσε τὴν οἰκο‐ | |
20 | νομίαν ὁ Μονογενής, ποίας ἔτι κατεφρόνησεν αἰσχύνης; Ποῦ δὲ γέγονεν ὑπήκοος τῷ Πατρὶ «μέχρι θανάτου, θανάτου δὲ σταυροῦ;» Καὶ εἰ λαβὼν ἄνθρωπον, ἤγαγε μὲν καὶ εἰς πεῖραν αὐτὸν τοῦ θανάτου, ἀνακομίσας δὲ καὶ εἰς οὐρανούς, σύνεδρον ἀπέφηνε τῷ Πατρί, ποῖ δὴ ἄρα λοιπὸν ὁ αὐτοῦ | |
25 | φανεῖται θρόνος, εἴπερ οὐ δύο φασὶν υἱούς, ἕνα δὲ μᾶλλον τὸν συνεδρεύοντα, τὸν ἐκ σπέρματος δηλονότι Δαυείδ τε καὶ Ἀβραάμ; Πῶς δ’ ἂν καὶ αὐτὸς Σωτὴρ λέγοιτο γενέσθαι τοῦ κόσμου, καὶ οὐχὶ δὴ μᾶλλον ἀνθρώπου πρόξενος ἤτοι παρακομιστής, δι’ οὗ καὶ σεσώσμεθα; Καὶ τέλος νόμου | 354 |
30 | καὶ προφητῶν γέγονεν ἄνθρωπος ἕτερος ὢν παρ’ αὐτόν. Λαλεῖ γὰρ ὁ νόμος τὸ Χριστοῦ μυστήριον, καὶ περὶ αὐτοῦ γέγραφεν ὁ Μωϋσῆς, ὃς καὶ γέγονεν ἡμῖν παιδαγωγὸς ἐπ’ αὐτόν. Οἴχεται δέ που πρὸς τὸ μηδὲν ἡ πίστις, ἔρρει γὰρ †οπου δε† παντελῶς οὐδὲν τὸ σεπτὸν ἡμῶν μυστήριον. Ὃ δὴ | |
35 | καὶ ὁ πανάριστος Παῦλος διατρανοῖ λέγων· «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν, ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἀναγαγεῖν [ἐκ νεκρῶν]. Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ | |
40 | ἐν τῇ καρδίᾳ σου, τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσ‐ σομεν, ὅτι ἐὰν εἴπῃς ἐν τῷ στόματί σου, Κύριος Ἰησοῦς, | |
731 | καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.» Πῶς οὖν ἔτι μέγα τε καὶ εὐκλεὲς καὶ ἐν ὑπερτάτῳ θαύματι τὸ τῆς «εὐσεβείας μυστήριον,» εἰ χρὴ πιστεύειν ὅτι, καθά φασιν οἱ διεστραμμένοι, ἄνθρωπος | |
5 | ληφθεὶς καὶ τῷ Θεῷ Λόγῳ σχετικῶς συνημμένος ἀπέθανέ τε καὶ ἀνεβίω καὶ ἀνεκομίσθη μὲν εἰς τὸν οὐρανόν; Ἄπιστον δὲ ἴσως φανεῖταί τισιν εἰ μὴ Θεὸς ὢν φύσει καὶ ἀληθῶς, τοῖς τῆς θεότητος ἐναβρύνεται θάκοις, ἐξωσθέντος τάχα που τοῦ κατὰ φύσιν Υἱοῦ, καὶ παρεστήκασι μὲν τάξιν ἔχοντες | |
10 | τὴν λειτουργικὴν ἄγγελοι καὶ ἀρχάγγελοι καὶ τὰ ἔτι τούτων ἐπέκεινα Σεραφίμ, οὐ τῷ κατὰ ἀλήθειαν Υἱῷ καὶ Θεῷ, ἀνθρώπῳ δὲ μᾶλλον, τὸ τῆς υἱότητος ὄνομα μεθεκτῶς καὶ εἰσκεκριμένως καὶ τρόπῳ τῷ καθ’ ἡμᾶς πλουτήσαντι, καὶ τῆς οὕτω θεοπρεπεστάτης ἀξιωθέντι τιμῆς. Καταπεφρίκασι | |
15 | γὰρ ἥκιστά γε καὶ τοῦτο λέγοντες οἱ δι’ ἐναντίας. Ἆρ’ οὐ τῆς ἐσχάτης ἀνοσιότητός τε καὶ δυσσεβείας αὐτοῖς τὸ δόγμα μεμέστωται; Τὸ γάρ τοι δοτὸν καὶ εἰσκεκριμένον ἀπόβλη‐ τον εἴη ἄν, καὶ τὸ θύραθεν πορισθὲν οὐκ ἀνύποπτον ἔχει τὴν ζημίαν. | 356 |
20 | Καὶ σιωπῶ τὸ δύσφημον ἔτι καὶ ἀπηχὲς εἰς λόγους. Ἀνθότου δὴ οὖν τῆς οἰκονομίας τὸ ἐξαίρετον κατασύρουσιν εἰς τὸ ἀκαλλές, καὶ τὴν θείαν τε καὶ ἱεροτάτην ἡμῶν θρησκείαν ἀνθρωπολατρείαν ἤδη καὶ ἕτερον οὖσαν οὐδὲν ἀποφαίνουσιν, ἀποκομίζοντες μὲν τοῦ κατ’ ἀλήθειαν Υἱοῦ, συναφθέντα δέ | |
25 | τινα σχετικῶς αὐτῷ προσκυνεῖν ἀναπείθοντες, ὃν καὶ ὑπεράνω πάσης Ἀρχῆς τε καὶ Ἐξουσίας καὶ Κυριοτήτων διελάσαι φασιν, οὐχὶ μόνοις τοῖς ἐπὶ γῆς, ἀλλὰ καὶ αὐταῖς ταῖς ἄνω λογικαῖς δυνάμεσι τὸν τοῦ πεπλανῆσθαι μῶμον ἐπάγοντες, εἰ προσκυνοῦσι μεθ’ ἡμῶν ἐνανθρωπήσαντα μὲν | |
30 | οὐδαμῶς τὸν φύσει τε καὶ ἀληθῶς Υἱὸν καὶ ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀναλάμψαντα Λόγον, ὡς ἕτερον δέ τινα παρ’ αὐτὸν 〈τὸν〉 ἐκ σπέρματος τοῦ Δαυείδ, θελήσει τάχα που μόνῃ παρ’ αὐτοῦ καὶ τοῖς θύραθεν ἐξωραϊσμοῖς εἰδοποιηθέντα Θεόν, οὐκ ὄντα δὲ τοῦτο κατὰ ἀλήθειαν. | |
35 | Β— Ἀλλὰ κἂν ἄνθρωπος ἰδικῶς νοῆται, φασίν, ἀναφορᾷ Θεοῦ καὶ ἐννοίᾳ τὴν παρὰ πάσης τῆς κτίσεως προσκύνησιν ἔχει. Α— Εἶτα τίνα τρόπον πρέποι ἄν, εἰπέ μοι, πρὸς ἡμῶν νοεῖσθαι καὶ λέγεσθαι τῆς παρ’ αὐτῶν θρυλλουμένης ἀναφορᾶς | |
40 | τὸ χρῆμα; Καὶ φέρε τὴν θείαν τε καὶ ἱερὰν πολυπραγμο‐ | |
νοῦντες Γραφήν, καταθρήσωμεν ἀπ’ αὐτῆς τὸ ζητούμενον. | 358 | |
732 | Οὐκοῦν, ὀλιγωρήσαντές ποτε τῆς εἰς Θεὸν αἰδοῦς, οἱ ἐξ Ἰσραὴλ Μωϋσεῖ τε καὶ Ἀαρὼν ἐπεφύοντο πικρῶς. Εἶτα προπεφώνηκε Μωϋσῆς τε καὶ Ἀαρών· «Τίς ἐστιν ὅτι διαγογγύζετε κατ’ αὐτοῦ; Οὐ γὰρ καθ’ ἡμῶν, ἀλλὰ κατὰ | |
5 | Θεοῦ ὁ γογγυσμὸς ὑμῶν οὗτός ἐστιν.» Ἐπλημμέλουν μὲν γὰρ εἰς Μωϋσέα καὶ Ἀαρών, ἀλλὰ τῆς θείας ἥπτετο δόξης τὸ δρώμενον, καὶ ἐπ’ αὐτὴν εἶχε τὴν ἀναφορὰν τῆς τῶν ὑβριζόντων ὑπονοίας ὁ τρόπος. Πλὴν οὐκ ἦσαν Θεοὶ Μωϋσῆς τε καὶ Ἀαρών, οὔτε μὴν ἀναφορᾷ Θεοῦ προσ‐ | |
10 | κεκύνηκεν ἡ κτίσις αὐτοῖς. Ἐβασίλευε Θεὸς διὰ προφητῶν τοῦ κατὰ σάρκα Ἰσραήλ. Εἶτα προσῄεσαν λέγοντες τῷ θεσπεσίῳ Σαμουήλ· «Ποίησον ἡμῖν βασιλέα καθὰ καὶ τὰ λοιπὰ ἔθνη.» Πρὸς ταῦτα κατεπικραίνετο, καὶ σφόδρα εἰκότως ὁ πνευματοφόρος, ἀλλ’ ἤκουε τοῦ Θεοῦ λέγοντος· | |
15 | «Οὐ σὲ ἐξουθενήκασιν, ἀλλ’ ἢ ἐμέ, τοῦ μὴ βασιλεύειν ἐπ’ αὐτούς.» Ἰδοὺ δὴ πάλιν, κἀνθάδε σαφῶς, ὁ τῆς ἐξου‐ θενήσεως τρόπος εἰς Θεὸν ἔχει τὴν ἀναφοράν. Καὶ μὴν καὶ αὐτὸς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος περὶ τῶν ἐν ἐνδείᾳ φησίν· «Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, | |
20 | ἐμοὶ ἐποιήσατε.» Ἆρ’ οὖν, κατὰ τοῦτον τὸν τρόπον, εἴ τις λέγοιτο τιμᾶν τὸν ἐκ σπέρματος Δαυείδ, τῷ Υἱῷ πεποίηκε; Κἂν εἰ μὴ πιστεύσειέ τις, προσκέκρουκεν ἀραρότως τῷ κατὰ φύσιν Υἱῷ, τιμᾶσθαι τάχα που καὶ αὐτὸν ἐθέλοντι, καὶ πιστεύ‐ εσθαι πρὸς ἡμῶν κατὰ τὸν ἴσον καὶ ἀπαραλλάκτως ἔχοντα | |
25 | τρόπον; Εἶτα πῶς οὐ γέγονεν ἰσότιμον μὲν τῷ δεσπότῃ τὸ δοῦλον, ἐν ὑπεροχαῖς δὲ θεότητος τὸ πεποιημένον, καὶ «Θεὸς πρόσφατος,» κατὰ τὰς Γραφάς; Ἐπενήνεκται δὲ τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ Τριάδι τὸ ἀνισοφυὲς αὐτῇ καὶ σὺν | |
αὐτῇ προσκυνούμενον καὶ τῆς ἴσης αὐτῇ κοινωνοῦν εὐκλείας; | 360 | |
30 | Β— Φασὶ τὴν ἀναφορὰν κατὰ τοιόνδε τινὰ χρῆναι λαμβάνεσθαι τρόπον. Ἐννοοῦντες γὰρ τὸν τῷ ἐκ σπέρματος Δαυεὶδ ἀχωρίστως συναφθέντα Θεὸν Λόγον, προσκυνοῦμεν ὡς Θεόν. Α— Ἆρ’ οὖν ἀπόχρη πρὸς τὸ δεῖν αὐτῷ τὴν τῷ Θεῷ | |
35 | πρέπουσαν δόξαν ἑλεῖν, καὶ τῶν τῆς κτίσεως ὑπερφέρεσθαι μέτρων, τὸ συνῆφθαι μόνον αὐτῷ; Καὶ τοῦτο προσκυνητὸν τὸν οὐκ ὄντα Θεὸν ἐργάσεται; Ἀλλ’ εὑρίσκω τινὰ τῷ Θεῷ λέγοντα διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου.» Γράφει δὲ καὶ ὁ μακάριος Παῦλος· | |
40 | «Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν.» Ἆρ’ οὖν, εἰπέ μοι, καὶ τούτους ἀναφορᾷ Θεοῦ προσκυνήσομεν ὡς κεκολλημένους αὐτῷ; Καίτοι ποῦ συνῆφθαι λέγειν τὸ τῆς | |
733 | κολλήσεως ὄνομα μείζονά που πάντως καὶ ἀξιολογωτέραν τὴν ἔμφασιν ἔχει, εἴπερ ἐστὶν ἀληθὲς εἰπεῖν ὡς τό τισι κολλώμενον ἐν ἐπιτάσει πολλῇ τὴν συνάφειαν ἔχει. Β— Ἔοικεν. | |
5 | Α— Ἀνθότου δὲ δὴ παρέντες τὴν ἕνωσιν, καίτοι φωνὴν οὖσαν εὐτριβῆ παρ’ ἡμῖν αὐτοῖς, μᾶλλον δὲ καὶ ἐκ τῶν ἀγίων Πατέρων καταβαίνουσαν εἰς ἡμᾶς, συνάφειαν ὀνο‐ μάζουσι; Καίτοι συγχεῖ μὲν ἡ ἕνωσις οὐδαμῶς τὰ καθ’ ὧν ἂν λέγοιτο, διαδείκνυσι δὲ μᾶλλον τὴν εἰς ἕν τι συνδρομὴν | |
10 | τῶν ἡνῶσθαι νοουμένων. Καὶ οὐχὶ πάντη τε καὶ πάντως ἓν ἂν λέγοιτο μόνως τὸ ἁπλοῦν καὶ μονοειδές, ἀλλὰ γὰρ καὶ τὰ ἐκ δυοῖν ἢ πλειόνων ἔτι καὶ ἐξ ἑτεροειδῶν συγκείμενα. Δοκεῖ γὰρ οὕτως εὖ ἔχειν τοῖς ταῦτα σοφοῖς. Κακουργότατα | |
τοίνυν τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Υἱὸν ἐνανθρωπήσαντα | 362 | |
15 | καὶ σεσαρκωμένον διϊστάντες εἰς δύο, παραιτοῦνται μὲν τὴν ἕνωσιν, συνάφειαν δὲ ὀνομάζουσιν, ἣν ἂν ἔχοι τυχὸν καὶ ἕτερός τις πρὸς Θεόν, ὡς ἐξ ἀρετῆς καὶ ἁγιασμοῦ μονονουχὶ συνδούμενος, κατά γε τὸ ὑπό του τῶν προφητῶν ὀρθῶς εἰρημένον τοῖς ἀναπίπτουσιν εἰς τὸ ῥᾴθυμον· «Συνάχθητε | |
20 | καὶ συνδέθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον, πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παρερχόμενον.» Συνάπτοιτο δ’ ἂν καὶ μαθητὴς διδασκάλῳ κατά γε τὸ φιλομαθές, καὶ ἡμεῖς ἀλλήλοις οὐ καθ’ ἕνα τρόπον, ἀλλὰ πολλούς. Ἢ τάχα που καὶ ὁ τοῦδέ τινος πράγματος ὑπουργὸς οὐκ ἀσυναφὴς κατὰ | |
25 | τὸ ἑκούσιον νοοῖτ’ ἂν εἰκότως τῷ λαβόντι πρὸς ὑπουργίαν. Ὃ δὲ μᾶλλον ἔοικεν ἡ παρὰ τῶν καινοτόμων ἡμῖν συνάφεια δηλοῦν. Διεπύθου γὰρ διατεινομένων ἀμαθῶς ὅτι λαβὼν ἄνθρωπον ὡς ἕτερόν τινα παρ’ ἑαυτὸν υἱὸν ὁ Θεὸς Λόγος, ὑπουργὸν ὥσπερ τινὰ τῶν ἑαυτοῦ θελημάτων ἀπέφηνεν | |
30 | αὐτόν, ὥστε καὶ θανάτου πεῖραν ἑλεῖν, ἀναβιῶναί τε καὶ εἰς αὐτὸν ἀνελθόντα τὸν οὐρανόν, τοῖς τῆς ἀρρήτου θεότητος ἐνιζῆσαι θάκοις. Ἦ γὰρ οὐχὶ πάντη τε καὶ πάντως διὰ τούτων τῶν λόγων ἕτερος ὢν ὁρᾶται παντελῶς παρὰ τὸν φύσει καὶ ἀληθῶς Υἱόν; | |
35 | Β— Φημί. Α— Ἐπειδὴ δὲ ἅπαξ ἐς τοῦτο κατώλισθον ἀμαθίας ὡς οἴεσθαί τε καὶ λέγειν οὐκ αὐτὸν γενέσθαι μᾶλλον καθ’ ἡμᾶς τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, ἄνθρωπον δὲ λαβεῖν, κατὰ ποῖον ἄρα νοεῖσθαι τρόπον ἐθέλουσι πρὸς ἡμῶν τὴν | |
40 | ἀνάληψιν; Ἆρα γὰρ ὡς προχειρισθέντα παρ’ αὐτοῦ πρός γε τὸ δεῖν ἀποπερᾶναί τι τῶν κατὰ γνώμην αὐτῷ, καθάπερ ἀμέλει καὶ ἑνὸς τῶν ἁγίων προφητῶν † .... † «〈Οὐκ ἤμην προφήτης οὐδὲ υἱὸς προφήτου, ἀλλ’ αἰπόλος ἤμην, καὶ κνίζων συκάμινα, καὶ ἀνέλαβέ με Κύριος ἐκ τῶν προβάτων〉 | |
734 | καὶ εἶπε Κύριος πρός με· Βάδιζε, προφήτευσον ἐπὶ τὸν λαόν μου τὸν Ἰσραήλ;» Αἰπόλον γὰρ ὄντα, προφήτην ἐτίθει, καὶ τῶν ἑαυτοῦ θελημάτων ὑπουργὸν ἀπετέλει. Β— Φαῖεν ἂν ἴσως οὐχ ὧδέ που πάντως γενέσθαι τὴν | 364 |
5 | λῆψιν, ἀλλ’ ὡς ἂν νοοῖτο πρὸς ἡμῶν τὸ «Μορφὴν δούλου λαβών.» Α— Οὐκοῦν, καθ’ ἕνωσιν ἀδιάσπαστον ἴδιον γεγονὸς τοῦ λαβόντος τὸ ληφθὲν νοοῖτ’ ἂν εἰκότως, ὡς καὶ Θεὸν εἶναι τὸν Ἰησοῦν, καὶ Θεοῦ τοῦ κατὰ ἀλήθειαν Υἱόν, ἕνα τε καὶ | |
10 | μόνον, ὡς ἐκ Θεοῦ Πατρὸς Λόγον, γεννηθέντα μὲν θεϊκῶς πρὸ παντὸς αἰῶνος καὶ χρόνου, ἐκ ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς, τὸν αὐτὸν κατὰ σάρκα ἐκ γυναικός. Οὐ γὰρ ἦν ἑτέρου τινός, ἀλλ’ αὐτοῦ γέγονεν ἡ τοῦ δούλου μορφή. Β— Πῶς ἔφης; | |
15 | Α— Ἆρα γάρ, εἰπέ μοι, τὸ τῇ φύσει δοῦλον λέγοιτ’ ἂν οὐκ ἀπεοικότως μορφὴν δούλου λαβεῖν, ἢ τὸ ἐλεύθερον ἀληθῶς, καὶ τῶν τῆς δουλείας μέτρων οὐσιωδῶς ἀνωτέρω κείμενον; Β— Τὸ ἐλεύθερον, οἶμαί που. Ὃ γὰρ ἦν φύσει, πῶς | |
20 | ἂν γένοιτο ἔτι; Α— Ἄθρει δὴ οὖν ὅτι, καίτοι καθ’ ἡμᾶς γεγονὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τοῖς τῆς δουλείας μέτροις ἐμβεβηκὼς κατὰ τὸ ἀνθρώπινον, προσμεμαρτύρηκεν αὐτῷ τὸ κατὰ φύσιν ἐλεύθερον ἐν τῇ τῶν διδραγμῶν συνεισφορᾷ | |
25 | λέγων· «Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.» Δέχεται τοίνυν δούλου μορφήν, τὰ ἐκ τῆς κενώσεως οἰκειούμενος καὶ τὴν | |
πρὸς ἡμᾶς ὁμοίωσιν οὐκ ἀτιμάσας; οὐ γὰρ ἦν ἑτέρως τιμῆσαι τὸ δοῦλον, εἰ μὴ γέγονεν αὐτοῦ τὸ δουλοπρεπές, ἵνα καὶ τῇ παρ’ αὐτοῦ καταλαμπρύνοιτο δόξῃ. Νικᾷ δὲ τὸ προὖχον | 366 | |
30 | ἀεί, καὶ τὸ ἐκ τῆς δουλείας αἶσχος ὑφ’ ἡμῶν ἠφανίζετο. Καθ’ ἡμᾶς γὰρ γέγονεν ὁ ὑπὲρ ἡμᾶς, καὶ ἦν ἐν μέτροις τοῖς οἰκετικοῖς ὁ ἐλεύθερος φύσει. Ταύτῃτοι κεχώρηκε καὶ εἰς ἡμᾶς τὸ ἀξίωμα. Κεκλήμεθα γὰρ καὶ ἡμεῖς υἱοὶ Θεοῦ, ἐπεγραψάμεθά τε Πατέρα τὸν ἰδικῶς αὐτοῦ. Γέγονε γὰρ καὶ | |
35 | αὐτοῦ τὰ ἀνθρώπινα. Οὐκοῦν, ἐν τῷ λέγεσθαι λαβεῖν αὐτὸν τὴν δούλου μορφὴν ὅλον ἐστὶ τῆς οἰκονομίας τῆς μετὰ σαρκὸς τὸ μυστήριον. Εἰ δὲ Υἱὸν ὁμολογοῦντες ἕνα καὶ Κύριον, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, κοινωνὸν αὐτῷ τῆς υἱότητος καὶ μέντοι τῆς δόξης ἄνθρωπον ἁπλῶς συνῆφθαί φασι τὸν | |
40 | ἐκ σπέρματος τοῦ Δαυείδ, ὥρα λέγειν ἡμᾶς τοῖς ὧδε φρονεῖν ᾑρημένοις, φιλαλλήλως ἐπιστυγνάζοντας· «Τίς δώσει τῇ | |
735 | κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός;» Παρεκομίσθησαν γὰρ εἰς ἀδόκιμον νοῦν, «τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι.» Δυὰς γὰρ ἡμῖν υἱῶν ἀνι‐ | |
5 | σοφυὴς ἀναφαίνεται, καὶ δόξῃ θεοπρεπεῖ στεφανοῦται τὸ δοῦλον, καὶ ἰσομέτροις ὑπεροχαῖς ἐκλαμπρύνεται νόθος τις υἱὸς τῷ κατὰ φύσιν καὶ ἀληθῶς, καίτοι Θεοῦ λέγοντος ἐναργῶς· «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.» Πῶς γὰρ οὐχ ἕτερος ἰδικῶς παρὰ τὸν φύσει τε καὶ ἀληθῶς Υἱόν, | |
10 | ὁ ψιλῇ τε καὶ μόνῃ συναφείᾳ τετιμημένος, καὶ ἐν ὑπηρέτου τάξει ληφθείς, καὶ ἀξιωθεὶς υἱότητος καθὰ καὶ ἡμεῖς αὐτοί, καὶ τῆς παρ’ ἑτέρου δόξης μετεσχηκώς, δόσει τε καὶ χάριτι | |
πρὸς τοῦτο ἱγμένος; Β— Οὐ διαιρετέον οὖν εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς Θεὸν | 368 | |
15 | Λόγον τὸν Ἐμμανουήλ; Α— Ἥκιστά γε. Χρῆναι δέ φημι Θεὸν ἐνηνθρωπηκότα λέγειν αὐτόν, εἶναί τε κατὰ ταὐτὸν τοῦτό τε κἀκεῖνο. Οὔτε γὰρ ἀποπεφοίτηκε τοῦ εἶναι Θεὸς γενόμενος ἄνθρωπος, οὔτε μὴν ἀπαράδεκτον ἔχει τὴν οἰκονομίαν, τὸ τῆς | |
20 | κενώσεως ἀτιμάσας μέτρον. Β— Ἦν οὖν ἄρα, φασίν, ὁμοούσιον τῷ Λόγῳ τὸ σῶμα αὐτοῦ. Νοηθείη γὰρ ἂν ὧδε καὶ οὐχ ἑτέρως εἷς καὶ μόνος Υἱός. Α— Καίτοι πῶς οὐ λῆρος ἤδη ταυτὶ καὶ νοῦ παραπαίοντος | |
25 | ἀπόδειξις ἐναργής; Πῶς γὰρ ἐν οὐσίας ταυτότητι κατίδοι τις ἂν τὰ τοῖς τῆς φύσεως λόγοις τοσοῦτον ἀλλήλων διῳκισ‐ μένα; Ἕτερον γάρ τι θεότης, καὶ ἕτερον ἀνθρωπότης. Ἐπεὶ τίνων φαμὲν γενέσθαι τὴν ἕνωσιν; Οὐ γὰρ ἓν τῷ ἀριθμῷ φαίη τις ἂν εἶναι τὰ ἑνούμενα, ἀλλ’ ἢ δύο τυχὸν ἢ καὶ τούτου | |
30 | πέρα. Β— Διαιρετέον οὖν ἄρα φασὶ τὰ ὠνομασμένα. Α— Οὐ διαιρετέον, ὡς ἔφην, εἰς ἰδικὴν ἑτερότητα, τὴν | |
κατά γε τὸ ἀπ’ ἀλλήλων εἶναι καὶ ἀναμέρος. Συγκομιστέον δὲ μᾶλλον εἰς ἕνωσιν ἀδιάτμητον. Γέγονε γὰρ σὰρξ ὁ Λόγος, | 370 | |
35 | κατὰ τὴν Ἰωάννου φωνήν. Β— Ἄρ’ οὖν συγκέχυνται καὶ μία γεγόνασιν ἄμφω φύσεις. Α— Εἶτα τίς οὕτως ἐμβρόντητός τε καὶ ἀμαθὴς εἴη ἂν ὡς ἢ τὴν θείαν οἴεσθαι τοῦ Λόγου τετράφθαι φύσιν εἰς | |
40 | ὅπερ οὐκ ἦν, ἢ μεταχωρῆσαι τὴν σάρκα, κατά γε τὸν τῆς ἀλλοιώσεως τρόπον, εἰς τὴν αὐτοῦ τοῦ Λόγου; Ἀμήχανον γάρ. Ἕνα γε μὴν Υἱὸν καὶ μίαν αὐτοῦ φύσιν εἶναί φαμεν, κἂν εἰ ἐν προσλήψει νοοῖτο γενέσθαι σαρκός, ψυχὴν ἐχούσης τὴν νοεράν. Αὐτοῦ γάρ, ὡς ἔφην, γέγονε τὸ ἀνθρώπινον, | |
736 | νοεῖται δὲ πρὸς ἡμῶν οὐχ ἑτέρως πλὴν ὅτι κατὰ τοῦτον αὐτὸν τὸν τρόπον Θεὸς ὁμοῦ τε καὶ ἄνθρωπος. Β— Ἄρ’ οὖν οὐ δύο φύσεις εἶεν ἄν, Θεοῦ καὶ ἀνθρώπου. Α— Ἕτερον μέν τι καὶ ἕτερον θεότης καὶ ἀνθρωπότης, | |
5 | κατά γε τοὺς ἐνόντας ἑκατέρῳ λόγους. Ἀλλ’ ἦν ἐν Χριστῷ ξένως τε καὶ ὑπὲρ νοῦν εἰς ἑνότητα συνδεδραμηκότα, συγχύσεως δίχα καὶ τροπῆς. Ἀπερινόητος δὲ παντελῶς ὁ | |
τῆς ἑνώσεως τρόπος. Β— Καὶ πῶς ἐκ δυοῖν, θεότητός τε καὶ ἀνθρωπότητος, | 372 | |
10 | εἷς ἂν νοοῖτο Χριστός; Α— Οὐ καθ’ ἕτερον οἶμαι τρόπον ἢ καθ’ ὃν ἂν εἶεν τὰ ἀλλήλοις συνηγμένα πρὸς ἕνωσιν ἀδιάτμητον, καὶ τὴν ὑπὲρ νοῦν, ὡς ἔφην. Β— Οἷον δὴ τί; | |
15 | Α— Ἆρ’ οὐχ ἕνα φαμὲν τὸν καθ’ ἡμᾶς νοούμενον ἄνθρωπον, καὶ μίαν αὐτοῦ φύσιν, καίτοι τὸ μονοειδὲς οὐκ ἔχοντος, συντεθειμένου δὲ μᾶλλον ἐκ δυοῖν, ψυχῆς δὴ λέγω καὶ σώματος; Β— Φαμέν. | |
20 | Α— Μὴ ἀναμέρος τις ἀπολαβὼν τὴν σάρκα, διαστήσας δὲ αὐτῆς τὴν ἑνωθεῖσαν αὐτῇ ψυχήν, εἰς ἀνθρώπους δύο τὸν ἕνα κατατέμῃ, καὶ τὸν τῆς ὀρθότητος οὐ καταφθείρῃ λόγον; Β— Καὶ μὴν ὁ πάνσοφος γράφει Παῦλος· «Εἰ γὰρ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται | |
25 | ἡμέρᾳ καὶ ἡμέρᾳ.» Α— Ὀρθῶς ἔφης. ᾜδει γάρ, ᾔδει σαφῶς, τὰ ἐξ ὧν ὁ εἷς ἐστι καὶ θεωρίᾳ μόνῃ ληπτὴν ποιεῖται τὴν διαφοράν. Ἄνθρωπον δὲ τὸν ἔσω ψυχὴν ὀνομάζει, καὶ μὴν καὶ σάρκα τὸν ἔξω. Διαμέμνηται γὰρ τῶν ἱερῶν Γραμμάτων καὶ ἀπὸ | 374 |
30 | μέρους ἔσθ’ ὅτε τὸ σύμπαν ἡμῖν καταδηλούντων ζῶον, ὡς ἔν γε τῷ φάναι Θεόν· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,» Μωϋσέα γε μὴν προσδιαλεγόμενον τοῖς ἐξ Ἰσραήλ· «Ἐν ἑβδομήκοντα πέντε ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον,» καὶ ἐπ’ αὐτοῦ δὲ τουτὶ τοῦ | |
35 | Ἐμμανουὴλ γεγονὸς εὑρήσομεν. Μετὰ γάρ τοι τὴν ἕνωσιν, τὴν πρός γέ φημι τὴν σάρκα, κἂν Μονογενῆ καὶ Θεὸν ἐκ Θεοῦ καλέσειέ τις αὐτόν, οὐ δίχα σαρκὸς ἢ γοῦν ἀνθρωπό‐ τητος νοοῖτ’ ἂν ὑπάρχειν. Κἂν εἴτουν ἄνθρωπον λέγοι, οὐκ ἀποσοβήσει τοῦ εἶναι Θεὸν καὶ Κύριον. | |
40 | Β— Ἀλλ’ εἰ μίαν εἶναι φύσιν Υἱοῦ φαμεν, κἂν εἰ νοοῖτο σεσαρκωμένος, πᾶσά πως ἀνάγκη γενέσθαι φυρμὸν ὁμολογεῖν καὶ σύγκρασιν, ὑποκλεπτομένης ὥσπερ τὴς ἀνθρώπου φύσεως ἐν αὐτῷ. Τί γὰρ ἡ ἀνθρώπου φύσις πρὸς τὴν τῆς | |
θεότητος ὑπεροχήν; | 376 | |
737 | Α— Μάλιστα μέν, ὦ ἑταῖρε, περιττοεπὴς ὁ λέγων φυρμὸν γενέσθαι καὶ σύγκρασιν εἰ δὴ μία πρὸς ἡμῶν ὁμολο‐ γοῖτο φύσις Υἱοῦ σεσαρκωμένου τε καὶ ἐνηνθρωπηκότος. Οὐ γὰρ ἂν ἔχοι τις ἐξ ἀναγκαίων τε καὶ ἀληθῶν συλλογισμῶν | |
5 | ποιεῖσθαι τὴν δεῖξιν. Ἀλλ’ εἰ μὲν νόμον ἡμῖν τὸ οἰκεῖον ἱστᾶσι θέλημα, «διελογίσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι.» Προσεκτέον γὰρ ἡμῖν οὐκ ἐκεῖνοις μᾶλλον, ἀλλὰ τῇ θεοπνεύστῳ Γραφῇ. Εἰ δὲ δεῖν οἴονται, διὰ τὸ εἶναι μηδὲν τὴν ἀνθρώπου φύσιν ὡς πρός γε τὴν θείαν ὑπεροχήν, | |
10 | ὑποκλέπτεσθαι τε καὶ δαπανᾶσθαι, καθά φασιν αὐτοί, πάλιν ἐροῦμεν· «Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.» Οὐ γὰρ ἦν ἀμήχανον τῷ φιλαγάθῳ Θεῷ οἰστὸν ἑαυτὸν ἀποφῆναι τοῖς τῆς ἀνθρωπότητος μέτροις, καὶ τοῦτο ἡμῖν προϋπέφηνεν αἰνιγματωδῶς Μωϋσέα μυστα‐ | |
15 | γωγῶν, καὶ τὸν τῆς ἐνανθρωπήσεως τρόπον ὡς ἐν τύποις ἔτι ζωγραφῶν. Ἐπεφοίτησε μὲν γὰρ ἐν εἴδει πυρὸς τῷ βάτῳ κατὰ τὴν ἔρημον, καὶ ἐνήστραπτε μὲν τῷ θάμνῳ τὸ πῦρ, πλὴν οὐ κατεκαίετο. Τεθαύμακε δὲ τὴν ὅρασιν ὁ | |
Μωϋσῆς. Καίτοι πῶς οὐκ ἀσύμβατον εἴη ἂν τῷ πυρὶ τὸ | 378 | |
20 | ξύλον; Οἰστὴ δὲ ὅπως ταῖς τῆς φλογὸς ἐμβολαῖς ἡ εὐκα‐ τάπρηστος ὕλη. Ἀλλ’ ἦν, ὡς ἔφην, μυστηρίου τὸ χρῆμα τύπος, οἰστὴν ἀποφαίνοντος τοῖς τῆς ἀνθρωπότητος μέτροις τὴν θείαν τοῦ Λόγου φύσιν, αὐτοῦ γε ἐθέλοντος. Ἀδυνατεῖ γὰρ αὐτῷ παντελῶς οὐδέν. | |
25 | Β— Ὡς εὖ ἴσθι τοι, μὴ ἂν ἑλέσθαι τὰ ἴσα φρονεῖν αὐτούς. Α— Ἁλώσεται τοίνυν καὶ ἀναμφιλόγως υἱοὺς ἡμῖν δύο καὶ δύο χριστοὺς ὁ πρὸς αὐτῶν πρεσβεύων λόγος. Β— Δύο μὲν οὐχί. Φασὶ δὲ ὅτι εἷς μέν ἐστιν ὁ κατὰ φύσιν | |
30 | Υἱός, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ὁ δὲ ληφθεὶς ἄνθρωπος φύσει μέν ἐστιν υἱὸς Δαυείδ, υἱὸς δὲ τοῦ Θεοῦ διὰ τὸ ἀνειλῆ‐ φθαι ὑπὸ τοῦ Θεοῦ Λόγου, καὶ διὰ τὸ κατῳκηκέναι ἐν αὐτῷ τὸν Θεὸν Λόγον, εἰς ταύτην ἦλθε τὴν ἀξίαν, καὶ χάριτι τὴν υἱοθεσίαν ἔχει. | |
35 | Α— Εἶτα ὅποι ποτὲ νοῦ καὶ φρενὸς εἴεν ἂν οἱ τῇδε δοξάζοντες; Ἢ πῶς οὐ δυάδα φασὶν υἱῶν, ἀποδιϊστάντες ἀλλήλων ἄνθρωπον καὶ Θεόν; Εἴπερ ἐστὶ κατ’ αὐτοὺς ὁ μὲν φύσει τε καὶ ἀληθῶς Υἱός, ὁ δὲ χάριτι τὴν υἱοθεσίαν ἔχων, καὶ εἰς ταύτην ἦλθε τὴν ἀξίαν ὡς ἐνοικοῦντος αὐτῷ | |
40 | τοῦ Λόγου, ἆρ’ οὖν ἔχει τι τὸ μεῖζον ἢ καθ’ ἡμᾶς; Ἐναυλί‐ ζεται γὰρ καὶ ἐν ἡμῖν αὐτοῖς, καὶ πρός γε τοῦτο ἡμᾶς | |
738 | ἐμπεδοῖ λέγων ὁ ἱερώτατος Παῦλος· «Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα ἐξ οὗ πᾶσα πατρία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ | 380 |
5 | Πνεύματος αὐτοῦ, κατοικῆσαι τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν.» Ἐν ἡμῖν γάρ ἐστι διὰ τοῦ Πνεύματος, «ἐν ᾧ κράζομεν· Ἀββᾶ ὁ Πατήρ.» Οὐκοῦν, κατ’ οὐδένα τρόπον εἴη ἂν τὰ καθ’ ἡμᾶς ἐν μείοσιν εἰ τῶν ἴσων ἠξιώμεθα παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Χάριτι γὰρ καὶ ἡμεῖς υἱοὶ καὶ θεοί. | |
10 | Ἐνηνέγμεθα δὲ πάντως εἰς ταύτην τὴν ὑπερφυᾶ καὶ τεθαυμασμένην ἀξίαν, ὡς ἔναυλον ἔχοντες τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον. Ἀνόσιον δὲ καὶ ἀπόπληκτον παντελῶς τὸ ἠξιῶσθαι λέγειν αὐτοὺς τῆς υἱοθεσίας τὸν Ἰησοῦν, καὶ ὡς ἐν χάριτος μοίρᾳ τὴν ἐπὶ τῷδε δόξαν ἑλεῖν. | |
15 | Β— Φράσαις ἂν ὅπως. Α— Καὶ μάλα. Πρῶτον μὲν γάρ, ὡς ἔφην, ἕτερος ὢν ἰδικῶς Υἱὸς καὶ Χριστὸς καὶ Κύριος παρὰ τὸν ἀληθῆ τε καὶ κατὰ φύσιν, νοοῖτ’ ἂν ἐντεῦθεν. Εἶτα πρὸς τούτῳ καὶ ἕτερόν τι τῶν ἀμηχάνων εἰσκρίνεται, καὶ τοῖς εἰς ὀρθότητα | |
20 | λογισμοῖς οὐκ ἀπεοικότως ἀντανιστάμενον. Β— Τὸ ποῖόν τι φής; Α— Ὁ πάνσοφος Ἰωάννης περὶ Χριστοῦ φησιν· «Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» | |
25 | Ἆρ’ οὖν ὁ χάριτι τὴν υἱοθεσίαν ἔχων, καὶ εἰσκεκριμένον ἑλῶν ἀξίωμα τὸ εἶναι ὅ ἐστι, χαρίσαιτ’ ἂν καὶ ἑτέροις ὃ πεπλούτηκε μόλις; Οὐκ ἀπίθανον εἶναί σοι τὸ χρῆμα δοκεῖ; Β— Καὶ μάλα. | |
30 | Α— Τὸ δὲ μὴ φύσει προσόν, ἔξωθεν δὲ μᾶλλον εἰσπε‐ | |
ποιημένον, οὐκ ἀπόβλητον γένοιτ’ ἄν, κατά γε τὸ ἐγχωροῦν; Β— Πῶς γὰρ οὔ; Α— Οὐκοῦν, εἴη ἂν τῶν ἐνδεχομένων καὶ ἀπολισθεῖν ποτε δύνασθαι τῆς υἱότητος τὸν Υἱόν. Οὐ γὰρ ἀνύποπτον εἰς | 382 | |
35 | ἀποβολὴν ὃ μὴ φυσικοῖς ἐρήρεισται νόμοις. Β— Ὧδε ἔχει. Α— Καὶ καθ’ ἕτερον δὲ τρόπον καταθεῷτό τις ἂν ὡς ἀκαλλές τέ ἐστι καὶ τῆς ἀνωτάτω δυσβουλίας ἐπίμεστον ἀληθῶς τὸ δόγμα αὐτοῖς. Εἰ γάρ ἐστιν ἀληθὲς ὡς τὸ κατὰ | |
40 | θέσιν καὶ χάριν ἀεί πώς ἐστιν ἐν ὁμοιώσει τοῦ κατὰ φύσιν καὶ ἀλήθειαν, πῶς ἡμεῖς κατὰ θέσιν υἱοί, πρὸς αὐτὸν ἔχοντες τὴν ἀναφορὰν ὡς πρὸς Υἱὸν ἀληθῶς, εἰ καὶ αὐτὸς μεθ’ ἡμῶν ἐν τοῖς κατὰ χάριν ἐστί; Πῶς δὲ καὶ ἐν ταῖς εὐαγγελικαῖς παραβολαῖς ὡς υἱὸς πέμπεται μετὰ τοὺς οἰκέτας; Ὃν | |
45 | ἑωρακότες, ἔφασαν οἱ τοῦ ἀμπελῶνος μελεδωνοί· «Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτόν.» Ἔστι | |
739 | τοίνυν ὁ ἐν σαρκὶ πεφηνὼς καὶ τῆς Ἰουδαίων σκαιότητος εἰς πεῖραν ἐλθὼν Υἱὸς ἀληθῶς, καὶ ἐλεύθερος, ὡς φύσεως δηλονότι τῆς ἐλευθέρας ἐκπεφυκώς, καὶ οὐκ ἔν γε τοῖς ὑπὸ ζυγὸν καθὸ νοεῖται Θεός, καὶ εἰ γέγονε καθ’ ἡμᾶς τοὺς ὑπὸ | |
5 | ζυγὸν δουλείας υἱὸς ὁ Υἱός, ὡς ἔφην, φύσει τε καὶ ἀληθῶς, ὁ πέρα ζυγοῦ καὶ ὑπὲρ τὴν κτίσιν, πρὸς ὃν καὶ ἡμεῖς, οἱ κατὰ θέσιν καὶ χάριν υἱοὶ μεμορφώμεθα. Β— Οὐ λέγομεν, φασί, τὸν ἄνθρωπον Υἱὸν εἶναι 〈φύσει〉 τοῦ Θεοῦ, ἵνα μὴ δύο φύσει υἱοὺς εἴπωμεν. Ὥσπερ γὰρ ὁ | |
10 | ἐξ οὐρανῶν κατελθὼν Λόγος οὔκ ἐστι κατὰ φύσιν υἱὸς τοῦ Δαυείδ, οὕτως οὐδὲ ὁ ἐκ σπέρματος τοῦ Δαυεὶδ Υἱός ἐστι | |
κατὰ φύσιν τοῦ Θεοῦ. Α— Διατετμήσονται δὴ οὖν εἰς υἱοὺς δύο, καὶ ἄμφω ψευδώνυμοι καταφωραθεῖεν ἄν. Φαίη δ’ ἄν, οἶμαι, τὶς | 384 | |
15 | εἰκαῖον εἶναι φενακισμὸν τὸ Χριστοῦ μυστήριον, εἴπερ ὧδε ἔχει καθὰ ληροῦντές φασιν οἱ διεναντίας. Ποῦ τοιγαροῦν ἡ ἕνωσις, καὶ ἐφ’ ὅτῳ πεπράχθαι φασὶν αὐτήν; Ἢ τάχα που καὶ τὸ γενέσθαι σάρκα τὸν Λόγον οὐκ ἀληθὲς ὂν ἐκφαί‐ νεται, καὶ περιττῶς εἰσκεκομισμένον, εἰ μὴ κεχρημάτικεν | |
20 | υἱὸς τοῦ Δαυεὶδ ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος διὰ τὸ ἐκ σπέρματος αὐτοῦ γενέσθαι κατὰ τὴν σάρκα. Χρῆναι δὲ οἶμαι καὶ πρὸς ἡμῶν ἀκούειν αὐτοὺς τὸ παρ’ αὐτοῦ τοῦ Χριστοῦ τοῖς Ἰουδαίων καθηγηταῖς εἰρημένον· «Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; Τίνος υἱός ἐστι; «Κἂν εἰ φαῖεν ὅτι τοῦ Δαυείδ, | |
25 | ἀκούσονται πρὸς ἡμῶν· «Πῶς οὖν Δαυεὶδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Εἰ οὖν Δαυεὶδ ἐν Πνεύματι καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;» Ὁ μὴ κατὰ φύσιν καὶ | |
30 | ἀληθῶς Υἱός, καθά φασιν οἱ διεναντίας, συνεδρεύει τε τῷ Θεῷ, καὶ ὁμόθρονος, εἰπέ μοι, τῷ πάντων κρατοῦντι γίνεται; Καίτοι, καθά φησιν ὁ πάνσοφος Παῦλος, οὐδενὶ πώποτε τῶν ἀγγέλων εἴρηκεν ὁ Πατήρ· «Υἱός μου εἶ σύ,» ἀλλ’ οὐδέ· «Κάθου ἐκ δεξιῶν μου.» Εἶτα πῶς ἐν τοῖς ὑπερτάτοις | |
35 | ἀξιώμασι καὶ ἐν τοῖς τῆς θεότητος θάκοις ὁ ἐκ γυναικός, καὶ πέρα πάσης Ἀρχῆς καὶ Κυριότητος, Θρόνων τε καὶ Ἐξουσίας, καὶ παντὸς ὀνόματος ὀνομαζομένου; Ἄθρει δὲ ὅπως ὁ Κύριος λέγων· «Εἰ οὖν Δαυεὶδ ἐν Πνεύματι Κύριον ὀνομάζει, πῶς υἱὸς αὐτοῦ ἐστι;» φρονεῖν ἀναπείθει τοὺς | |
40 | οἵπερ ἂν εἶεν τῆς ἀληθείας ἐρευνηταί, ὡς ἐν μεθέξει σαρκὸς | |
καὶ αἵματος γεγονὼς ὁ Λόγος, εἷς μεμένηκε καὶ οὕτως | 386 | |
740 | Υἱός· ὅτι μέν ἐστι Θεός, ἐκ θεοπρεποῦς ὑπεροχῆς καὶ κυριότητος μαρτυρούμενος, ὅτι δὲ πέφηνεν ἄνθρωπος, τοῦ καὶ Υἱὸν χρηματίσαι Δαυεὶδ εὖ μάλα κατασημαίνοντος. Β— Φαῖεν ἂν ἴσως καὶ πρός γε ταῦτα, διατεκμαίρομαι | |
5 | γάρ· Ἆρ’ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς καὶ αὐτὸν εἶναι δώσομεν τὸν ἐκ σπέρματος τοῦ Δαυείδ. Α— Καίτοι πῶς ἡ τοιάδε πεῦσις οὐ πολὺ δὴ λίαν τὸ ἀσύφηλον ἔχει; Καὶ ἀπᾳδόντως ἂν γένοιτο τῇ τοῦ μυστηρίου δυνάμει καὶ τοῖς τῆς ἀληθείας φιλοθεάμοσιν; | |
10 | Β— Φράσον ὅπως. Α— Μὴ γάρ μοι διέλῃς, ὡς ἕτερόν τινα λέγων παρὰ τὸν ἕνα Χριστὸν καὶ Υἱὸν 〈καὶ〉 Κύριον, τὸν ἐκ σπέρματος τοῦ Δαυείδ. Ὁ γάρ τοι τῆς ὀρθότητος λόγος τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Υἱὸν μονογενῆ αὐτὸν καὶ οὐχ ἕτερον εἶναι βούλεται | |
15 | τὸν ἐκ Δαυεὶδ κατὰ σάρκα. Μὴ τοίνυν ἐξ ἀμετρήτου λεγόντων ἐμβροντησίας, ὅτι ὥσπερ ὁ ἐξ οὐρανοῦ κατελθὼν Λόγος οὔκ ἐστι κατὰ φύσιν υἱὸς τοῦ Δαυείδ, οὕτως οὐδὲ ὁ ἐκ σπέρματος τοῦ Δαυεὶδ Υἱός ἐστι κατὰ φύσιν τοῦ Θεοῦ. Ὁ γάρ τοι φύσει καὶ ἀληθῶς ἐκ τοῦ 〈Θεοῦ καὶ〉 Πατρὸς | |
20 | ἀναλάμψας Λόγος, ἐν προσλήψει γεγονὼς σαρκὸς καὶ αἵματος, καθάπερ ἔφην ἀρτίως, μεμένηκεν ὁ αὐτός, τουτέστι φύσει τε καὶ ἀληθῶς Υἱὸς τοῦ Πατρός, εἷς ὢν καὶ μόνος, καὶ οὐχ ὡς ἕτερος μεθ’ ἑτέρου, ἵνα καὶ ἓν αὐτοῦ νοῆται πρόσωπον. Συναγείροντες γὰρ οὕτως πρὸς ἕνωσιν ἀληθῆ | |
25 | καὶ τὴν ὑπὲρ νοῦν καὶ λόγον τὰ τοῖς τῆς φύσεως λόγοις πρὸς ἀνομοιότητα διεσχοινισμένα, τὴν ἀπλανῆ τῆς πίστεως βαδιούμεθα τρίβον. Ἕνα γὰρ καὶ τὸν αὐτὸν εἶναί φαμεν Χριστὸν Ἰησοῦν, ἐκ Θεοῦ μὲν Πατρὸς ὡς Θεὸν Λόγον, ἐκ σπέρματος δὲ κατὰ σάρκα τοῦ [θεσπεσίου] Δαυείδ. Ἢ οὐκ | |
30 | ἄριστά σοι ταῦτα διεσκέφθαι δοκῶ; Β— Πάνυ μὲν οὖν. Α— Προσερήσομαι δέ τι καὶ ἕτερον τοὺς διεναντίας. Β— Τὸ τί δὴ φής; Α— Οὐ γὰρ ἐκ Θεοῦ Πατρὸς τὴν ὕπαρξιν ἔχειν πεπισ‐ | 388 |
35 | τεύκασι τὸν μονογενῆ Θεὸν Λόγον, τόν γε μήν, ὡς αὐτοί φασι, ληφθέντα κατὰ συνάφειαν ἄνθρωπον ἐκ σπέρματος γενέσθαι τοῦ θεσπεσίου Δαυεὶδ διατείνονται; Β— Οὕτω φασί. Α— Πλεονεκτήσει δὴ οὖν πάντη τε καὶ πάντως, φύσει τε | |
40 | καὶ δόξῃ Θεὸς ὢν ὁ Λόγος, τὸν ἐκ σπέρματος τοῦ Δαυείδ, καὶ ὑπεραλεῖται τοσοῦτον ὅσον ἂν ἔχοι τὸ μεσολαβοῦν τῶν φύσεων ἡ διαφορά. Ἢ εἴπερ οὔκ ἐστιν ἀληθὲς ὅ φημι, διαιροῦσιν ἀνθότου, καὶ 〈τὸν μὲν νέμοντα τὴν δόξην καὶ〉 τὴν ἐξουσίαν, τὸν δὲ λαβόντα παρακομίζουσι, καὶ τοῦθ’ | |
741 | ὅπερ ἐστὶν ἐν τάξει γερῶν καὶ ἐν χαρίσματος μοίρᾳ κερδαί‐ νοντα. Μεῖον δὲ πάντως καὶ ἐν δευτέροις τοῦ διδόντος τὸ δεχόμενον, καὶ τοῦ δοξάζοντος τὸ τῆς παρ’ αὐτοῦ δόξης μετεσχηκός. | |
5 | Β— Πλείστην, οἶμαι, καὶ αὐτοὶ φαῖεν ἂν τὴν διαφορὰν Θεοῦ τε καὶ ἀνθρώπων. Α— Εἶτα πῶς ὁ πάνσοφος Παῦλος, ὁ τῶν θείων μυστη‐ ρίων ἱερουργός, ὁ αὐτὸν ἔνοικον ἔχων τὸν κηρυττόμενον, καὶ λαλῶν ἐν Πνεύματι, τὸν κατὰ σάρκα ἐξ Ἰουδαίων καὶ Θεὸν | |
10 | ὀνομάζει, καὶ εὐλογητὸν εἶναί φησιν εἰς τοὺς αἰῶνας, ἀμήν; Τί τὸ ἐπέκεινα τοῦ ἐπὶ πάντας Θεοῦ; Τί δὲ τὸ μεῖζον ἐν τῷ ἐκ Πατρὸς φύντι Λόγῳ καταθρήσαι τις ἂν παρά γε τὸν κατὰ σάρκα ἐξ Ἰουδαίων, εἴπερ ἐστὶν ἕτερος παρ’ αὐτὸν | |
καὶ ἰδικῶς Υἱός, καὶ τοῦτο οὐκ ἀληθῶς; | 390 | |
15 | Β— Ἀλλ’ εἰσεδέχθη κατὰ συνάφειαν, φασίν, ὁ ἐκ σπέρματος τοῦ Δαυείδ, καὶ ἐπειδήπερ ἐνῴκησεν αὐτῷ Θεὸς ὢν ὁ Λόγος, κοινωνεῖ τῆς ἀξίας αὐτῷ καὶ τῆς τιμῆς. Καὶ τοῦτο διδάξει 〈λέγων〉 ὁ ἱερώτατος Παῦλος περὶ αὐτοῦ ὅτι «γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ | |
20 | σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,» τοῦτο δέ ἐστι τό· Θεός. Α— Ἄρ’ οὖν ἰδικῶς τε καὶ ὡς ἑτέρῳ καταμόνας Υἱῷ τῷ ἐκ σπέρματος Δαυεὶδ δεδόσθαι φασὶ παρὰ τοῦ Θεοῦ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; | |
25 | Β— Ναὶ φασί. Θεῷ γὰρ ὄντι καὶ ἐκ Θεοῦ κατὰ φύσιν τῷ Μονογενεῖ, πῶς ἂν γένοιτο δοτὸν ὅπερ ἔχει; Α— Οὐκοῦν, εἰ μὴ ἐπ’ αὐτοῦ τέθειται τὸ λαβεῖν, βασανιζέσθω λεπτῶς ἐξ ὧν γέγραφεν αὐτὸς ὁ θεσπέσιος Παῦλος· «Τοῦτο γὰρ φρονεῖτε ἕκαστος ὑμῶν αὐτῶν ὃ καὶ | |
30 | ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν γενό‐ μενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ | |
35 | ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ [τὸ] ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα.» Εἴπερ οὖν ἐστι κατ’ αὐτοὺς ὁ ἐκ σπέρματος τοῦ Δαυεὶδ ἰδικῶς τε καὶ καταμόνας νοούμενος ἄνθρωπος, τὸ ὑπὲρ πᾶν ὄνομα λαβών, ἀποφαινόντων αὐτὸν προϋπάρχοντα μὲν ἐν μορφῇ τοῦ Θεοῦ, οὐχ ἡγησάμενον δὲ | 392 |
40 | ἁρπαγμὸν τὸ εἶναι ἴσα Θεῷ, καὶ πρός γε τούτῳ λαβόντα τὴν δούλου μορφήν, ὡς οὐκ ἔχοντα δηλονότι, καὶ οὐκ ὄντα τοῦτο πρὶν λάβῃ. Καίτοι, καθά φασιν αὐτοὶ καὶ φρονεῖν ἐγνώκασιν, | |
742 | αὐτός ἐστιν ἡ τοῦ δούλου μορφή. Εἶτα πῶς ἂν αὐτὴν ὡς οὐκ ἔχων λάβοι; Πῶς δ’ ἂν καὶ ἄνθρωπος «ἐν ὁμοιώματι ἀνθρώπων γενέσθαι» νοοῖτο; Εὑρίσκοιτο δὲ καὶ «ὡς ἄνθρωπος σχήματι;» Ἄρ’ οὖν περιτρέψειεν ἂν αὐτοὺς καὶ | |
5 | οὐχ ἑκόντας ἤδη πως τῶν ἐννοιῶν ἡ δύναμις ἐπί γε τὸ δεῖν εἰδέναι τὸ ἀληθές. Β— Τὸ ποῖον; Α— Ὁ γὰρ ὑπάρχων ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸς Λόγος, ὁ τῆς ὑποστάσεως αὐτοῦ χαρακτήρ, ὁ κατὰ | |
10 | πᾶν ὁτιοῦν ἰσομέτρως ἔχων τῷ φύσαντι, κεκένωκεν ἑαυτόν. Καὶ ποία τίς ἐστιν ἡ κένωσις; Τὸ ἐν προσλήψει γενέσθαι | |
σαρκός, καὶ ἐν δούλου μορφῇ, ἡ πρὸς ἡμᾶς ὁμοίωσις τοῦ μὴ καθ’ ἡμᾶς κατ’ ἰδίαν φύσιν, ἀλλ’ ὑπὲρ πᾶσαν ὄντος τὴν κτίσιν. Οὕτω τεταπείνωκεν ἑαυτόν, καθεὶς οἰκονομικῶς ἐν | 394 | |
15 | τοῖς τῆς ἀνθρωπότητος μέτροις. Ἀλλ’ ἦν καὶ οὕτω Θεός, ὡς μὴ δοτὸν ἔχων τὸ φύσει προσὸν αὐτῷ. Τοιγάρτοι καὶ ἔφασκε πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Οὐ γάρ τοι φαῖεν ἄν, οἶμαί που, προκόσμιον | |
20 | δόξαν ὡς ἰδίαν αἰτεῖν τὸν ἐκ σπέρματος τοῦ Δαυεὶδ ἐν ἐσχάτοις τοῦ αἰῶνος τεχθέντα καιροῖς, εἴπερ ἐστὶν ἕτερος ἰδικῶς υἱὸς παρὰ τὸν φύσει τε καὶ ἀληθῶς, θεοπρεπεστάτη δὲ μᾶλλον εἴη ἂν ἡ τοιάδε φωνή. Ἔδει γάρ, ἔδει καὶ τοῖς τῆς ἀνθρωπότητος αὐτὸν συμπλάττεσθαι μέτροις, καὶ | |
25 | ἀπαράσημον ἔχειν τῆς θεοπρεποῦς ἀξίας τὴν ὑπεροχὴν οὐσιωδῶς ἐνοῦσαν αὐτῷ, καθάπερ ἀμέλει καὶ τῷ Πατρί. Ἐπεὶ τίνα τρόπον ἀληθὲς τὸ «Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος,» εἴ γε θεοποιεῖται 〈κατ’ αὐτοὺς ἄνθρωποσ〉 συναφείᾳ τῇ πρὸς τὸν Λόγον σύνθρονός τε καὶ κοινωνὸς τῷ | |
30 | Πατρὶ τῆς ἀξίας ἀναδεδειγμένος; Β— Εὖ ἔφης. Α— Πῶς δ’ ἂν νοῆσαι πρέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς σοφῶς εἰρημένον· «Εἰ γὰρ καὶ εἰσὶ θεοὶ πολλοὶ 〈καὶ κύριοι πολλοὶ〉 ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ἀλλ’ ἡμῖν | |
35 | εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ.» Ἑνὸς δὲ ὄντος Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ δι’ αὐτοῦ τὰ πάντα παρῆχθαι πρὸς γένεσιν εὖ μάλα διειρηκότος, τί δράσομεν, ὦ γενναῖοι, διοριζόντων ὑμῶν τοῦ ἀναληφθέντος | |
40 | ἀνθρώπου, καθά φατε, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον; Τίνα | |
γενέσθαι φαμὲν γενεσιουργὸν τῶν ὅλων; Β— Τὸν ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν Υἱόν, τουτέστι τὸν Μονογενῆ. Α— Ἀλλ’ ὅ γε τῶν θείων ἡμῖν μυστηρίων ἱερουργὸς διὰ | 396 | |
743 | Ἰησοῦ Χριστοῦ τὰ πάντα φησὶ παρῆχθαι πρὸς ὕπαρξιν, ἕνα τε αὐτὸν εἶναι καὶ μόνον. Μεμνήσομαι δὲ ὅτι τὸ Χριστὸς ὄνομα βασανίζοντες ἐλέγομεν ὅτι χρίσεως ἡμῖν εἰσκομίζει δήλωσιν. Διὰ γάρ τοι τὸ κεχρῖσθαι χριστὸς ὀνομάζοιτό τις. | |
5 | Ἢ τοίνυν λεγέτωσαν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον εἰς ἰδίαν κεχρῖσθαι φύσιν, καὶ ἐν ἐνδείᾳ γενέσθαι τοῦ διὰ Πνεύματος ἁγιασμοῦ καὶ τῆς ἀπ’ αὐτοῦ μετοχῆς, ἢ γοῦν διδασκέτωσαν πῶς ἂν νοοῖτο Χριστὸς ὁ μὴ κεχρισμένος, πῶς δ’ ἂν καταμόνας καλοῖτο καὶ Ἰησοῦς ὁ μονογενὴς τοῦ Θεοῦ | |
10 | Λόγος, καίτοι τοῦ μακαρίου Γαβριὴλ τῇ ἁγίᾳ Παρθένῳ λέγοντος· «Μὴ φοβοῦ, Μαριάμ. Ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» Β— Ἄρ’ οὖν δι’ ἀνθρώπου πεποιῆσθαί φαμεν τὰ πάντα, | |
15 | καὶ ὁ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τὴν ἐκ γυναικὸς ἀπότεξιν ἔχων δημιουργός ἐστιν οὐρανοῦ καὶ γῆς καὶ συλλήβδην ἁπάντων τῶν ἐν αὐτοῖς; Α— Φράζε δὴ οὖν καὶ αὐτός, ἐρήσομαι γάρ· ἆρ’ οὐ γέγονε σὰρξ ὁ Λόγος; Ἆρ’ οὐ κεχρημάτικεν Υἱὸς ἀνθρώπου; | |
20 | Οὐκ ἔλαβε δούλου μορφήν; Οὐ κεκένωκεν ἑαυτόν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος; Εἰ μὲν οὖν ἀρνοῦνται τὴν οἰκονομίαν, ἀντανα‐ στήσονται λέγοντες οἱ θεσπέσιοι μαθηταί· «Καὶ ἡμεῖς ἐθεασάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ Πατὴρ ἀπέσταλκε τὸν | |
25 | Υἱόν, Σωτῆρα τοῦ κόσμου. 〈Καὶ〉 ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ.» Καὶ πάλιν· «Ἐν τούτῳ γινώσκεται | |
τὸ Πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι ἐκ τοῦ Θεοῦ ἐστι, καὶ πᾶν | 398 | |
30 | πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ Θεοῦ οὔκ ἐστιν.» Εἶτα, ποῖον ἂν ἔχοι λόγον τὸ ἐπ’ ἀνθρώπου νοεῖν ὡς παραγέ‐ γονεν ἐν σαρκί; Πρέποι δ’ ἂν μᾶλλον τῷ ἔξω σαρκὸς καὶ φύσεως οὐκ ὄντι τῆς καθ’ ἡμᾶς τὸ καὶ ἐν σαρκὶ γενέσθαι καὶ μετὰ ταύτης ἐλθεῖν εἰς τόνδε τὸν κόσμον μετὰ τοῦ | |
35 | μεῖναι ὃ ἦν. Οὐκοῦν, εἰ καὶ γέγονεν ἄνθρωπος, [τὸ ἀπεῖργον οὐδὲν ἐννοεῖν] δι’ αὐτοῦ παρῆχθαι τὰ πάντα, καθ’ ὃ νοεῖται Θεὸς καὶ συναΐδιος τῷ Πατρί. Οὐ γὰρ ἠλλοίωται Θεὸς ὢν ὁ Λόγος, εἰ καὶ γέγονεν ἐν προσλήψει σαρκὸς ἐψυχωμένης νοερῶς, καὶ οὐκ ἄνθρωπον ἑαυτῷ συνάψας, καθά φασιν οἱ | |
40 | καινοτομοῦντες τὴν πίστιν, ἀλλ’ αὐτὸς γενόμενος σάρξ, ὡς | |
744 | ἔφην, τουτέστιν ἄνθρωπος. Ἔσται γὰρ οὕτως αὐτῷ καὶ τὸ κεχρῖσθαι πρέπον καὶ διαβολῆς ἀμοιροῦν. Κεκλήσεται δὲ καὶ Ἰησοῦς, ὡς αὐτὸς ὑπάρχων κατὰ ἀλήθειαν ὁ τὴν κατὰ σάρκα ἐκ γυναικὸς ὑπομείνας γέννησιν. Σέσωκε γὰρ οὕτω | |
5 | τὸν ἑαυτοῦ λαόν, οὐχ ὡς ἄνθρωπος Θεῷ συναφθείς, ἀλλ’ ὡς Θεὸς γεγονὼς ἐν ὁμοιώσει τῶν κεκινδυνευκότων, ἵν’ ἐν αὐτῷ καὶ πρώτῳ τὸ ἀνθρώπινον γένος ἀναπλάττηται πρὸς τὸ ἐν ἀρχαῖς. Πάντα γὰρ ἦν ἐν αὐτῷ καινά. Β— Οὐκοῦν, διαβεβλήσεται πρὸς ἡμῶν τὸ χρῆναι | |
10 | φρονεῖν ἢ λέγειν ἄνθρωπον συνῆφθαι τῷ Θεῷ Λόγῳ, καὶ κοινωνὸν γενέσθαι τῆς ἀξίας αὐτῷ, καὶ ἐν τάξει χάριτος τὴν υἱοθεσίαν ἔχειν. Α— Παντάπασι μὲν οὖν. Οὐ γὰρ οἶδε τοῦτο τῶν ἱερῶν Γραμμάτων ἡ δύναμις, εὕρημα δὲ μᾶλλόν ἐστι 〈φιλοκαίνου〉 | |
15 | τε καὶ ἀδρανοῦς, καὶ παρειμένης φρενός, καὶ οὐκ ἐχούσης ὁρᾶν τοῦ μυστηρίου τὸ βάθος. Ποῦ γάρ τι τοιοῦτον παρὰ τῆς ἁγίας εἴρηται Γραφῆς; Ὁ μὲν γὰρ θεσπέσιος Παῦλος τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς διατρανῶν εὖ μάλα τὸ μυστήριον· «Ἐπειδὴ γὰρ τὰ παιδία, φησί, κεκοινώνηκεν | 400 |
20 | αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον.» Καὶ μὴν καὶ ἑτέρωθί που· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι | |
25 | σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Κεκοινωνηκέναι δέ φαμεν αἵματος καὶ σαρκός, κατά γε τὸν τοῖς θεορρήμοσιν ἐοικότα νοῦν, οὐ τὸν ἐν | |
30 | σαρκὶ καὶ αἵματι κατ’ ἰδίαν φύσιν, καὶ ἑτέρως εἶναι μὴ δυνάμενον, ἀλλὰ τὸν οὐκ ὄντα τοῦτό ποτε, καὶ φύσεως ἑτέρας ἢ καθ’ ἡμᾶς. Γεγονέναι δὲ καὶ ἐκ γυναικὸς καὶ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας τὸν δι’ ἡμᾶς καθ’ ἡμᾶς μετὰ τοῦ καὶ ὑπὲρ ἡμᾶς, καθὸ νοεῖται Θεός. Γέγονε μὲν γὰρ σὰρξ | |
35 | ὁ Λόγος, πλὴν οὐ σὰρξ ἁμαρτίας, ἀλλ’ «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας,» συνανεστράφη μὲν τοῖς ἐπὶ τῆς γῆς ὡς ἄνθρωπος, καὶ ἐν ὁμοιώματι γέγονε τῷ καθ’ ἡμᾶς, πλὴν οὐ μεθ’ ἡμῶν ὑφ’ ἁμαρτίαν, ἀλλ’ ἐπέκεινα τοῦ εἰδέναι πλημμελεῖν. Ἦν γὰρ ὁ αὐτὸς Θεός τε ὁμοῦ καὶ ἄνθρωπος. | |
40 | Οἳ δὲ τὴν οὕτω σεπτὴν καὶ τεθαυμασμένην οἰκονομίαν | |
745 | ἀποφέροντες, οὐκ οἶδ’ ὅπως, τοῦ Μονογενοῦς, ἄνθρωπον αὐτῷ συνάπτουσι σχετικῶς, τιμαῖς ταῖς θύραθεν ἐξωραϊσμέ‐ νον, καὶ ἀλλοτρίᾳ δόξῃ λελαμπρυσμένον, καὶ οὐ Θεὸν ἀληθῶς, ἀλλὰ Θεοῦ κοινωνὸν καὶ μέτοχον, καὶ Υἱὸν ψευδώ‐ | 402 |
5 | νυμον, καὶ Σωτῆρα σωζόμενον, καὶ λυτρούμενον Λυτρωτήν, καίτοι γεγραφότος ὡδὶ τοῦ μακαρίου Παύλου· «Ἐπέφανε γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ ἐπιεικῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, | |
10 | προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρισ‐ τοῦ.» Β— Ναί, φασίν. Ἐπειδὴ γὰρ ὅλως ἠξιώθη συναφείας τῆς πρὸς τὸν Θεὸν Λόγον, μέγας καὶ αὐτὸς ὠνομάσθη Θεός, | |
15 | καίτοι γεγονὼς ἐκ σπέρματος τοῦ Δαυείδ. Α— Βαβαὶ τῆς ἀποπληξίας. «Φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν,» κατὰ τὸ γεγραμμένον. Μεθιστᾶσι γάρ, ὡς ἔφην, τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν εἰς πᾶν τοὐναντίον, καὶ τὸ μὲν ἠξιῶσθαι λέγειν αὐτὸν εἴη ἂν ἕτερον | |
20 | οὐδὲν πλὴν ὅτι κοινὸν ἄνθρωπον ἀποφαίνειν καὶ εἰς ἑτερότητα τὴν εἰσάπαν ἀποτειχίζειν ἀβούλως, ὡς υἱῶν νοεῖσθαι δυάδα προσκυνητήν, ὧν ὁ μέν ἐστι φύσει καὶ ἀληθῶς, θάτερός γε μὴν εἰσποιητός τε καὶ νόθος, καὶ οὐδὲν ἔχων ὅ ἐστιν αὐτοῦ, ἵνα καὶ αὐτῷ λέγηται μεθ’ ἡμῶν· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» | |
25 | Εἶτα ὅποι ποτὲ βαδιεῖται λέγων ὁ πάνσοφος Παῦλος· «Ὁ τοῦ Θεοῦ γὰρ Υἱὸς Ἰησοῦς Χριστός, ὁ ἐν ὑμῖν κηρυχθεὶς δι’ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ | |
Οὔ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονε.» Πῶς γὰρ οὐ γέγονε Ναὶ καὶ Οὒ εἰ Θεὸς εἶναι λέγεται καὶ οὔκ ἐστι Θεός, εἰ κατε‐ | 404 | |
30 | ψευσμένον ἐπ’ αὐτοῦ τὸ Υἱὸς καὶ Κύριος; Ἔχοντι δὲ ὧδε, καθά φασιν αὐτοί, πρέποι ἄν, οἶμαί που, καὶ τὸ χρῆναι λέγειν· «Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι.» Τὸ γὰρ μὴ φύσει προσόν, ἀλλ’ ἔξωθεν καὶ εἰσκεκριμένον καὶ παρ’ ἑτέρου δοτόν, οὐχὶ τοῦ λαβόντος εἴη ἂν μᾶλλον, ἀλλὰ τοῦ νείμαντος | |
35 | καὶ χαρισαμένου. Πῶς δὲ καὶ ἔφασκεν· «Ἐγώ εἰμι ἡ ἀλή‐ θεια,» εἰ μηδὲν ἀληθὲς ἐπ’ αὐτοῦ; Κατελήφθη τάχα που καὶ ὑπὸ τῆς σκοτίας εἰ ψεύδεται. Ἀλλ’ «οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ,» καθὰ γέγραπται. Β— Οὐ γὰρ οὖν. | |
40 | Α— Ποῦ δὲ ἡ κένωσις; Καὶ τίνος ἂν νοοῖτο γενέσθαι | |
746 | λοιπόν; Οὐ γὰρ ἔστιν ἰδεῖν κεκενωμένον τινὰ μᾶλλον, ἀλλ’ ἔκ γε τῶν ἐναντίων πληρούμενον, καίτοι τὸ πλῆρες οὐκ ἔχοντα κατ’ ἰδίαν φύσιν. Οὐ γὰρ ἂν ἐδεήθη τῶν παρ’ ἑτέρου, καὶ περιττὸν ἦν αὐτῷ τὸ λαβεῖν, οἴκοθεν ἔχοντι τὸ αὐτοτελές, | |
5 | καὶ τὸ πρὸς πᾶν ὁτιοῦν ἀποχρώντων ἔχον, ἀλλ’ ἐκ πληρώματος τοῦ Χριστοῦ πάντες ἡμεῖς ἐλάβομεν, καὶ οὐκ ἂν διαψεύσαιτο τὸ τῶν θεηγόρων κήρυγμα. Πλήρης γὰρ ὁ Χριστός, καὶ δοτὸν αὐτῷ παντελῶς οὐδὲν καθὰ νοεῖται [καὶ ἔστι] Θεός, εἰ καὶ γέγονεν αὐτοῦ τὸ λαβεῖν διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον | |
10 | καὶ καθὸ πέφηνε καθ’ ἡμᾶς, οἷς ἂν λέγοιτο καὶ μάλα ὀρθῶς «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» Β— Ναί, φησίν. Εἷς ἐστι Χριστὸς καὶ Υἱὸς καὶ Κύριος, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, συναφθέντος αὐτῷ τοῦ ἐκ σπέρμα‐ τος τοῦ Δαυείδ. | |
15 | Α— Ἀλλ’ ὦ βέλτιστοι, φαίη τις ἂν αὐτοῖς, ὁ συνημμένον ἔχων ἕτερον εἷς οὐκ ἂν νοοῖτο, πόθεν; Ἀλλ’ εἷς μεθ’ ἑνός, ἢ γοῦν μεθ’ ἑτέρου, δύο δὲ οὗτοι πάντη τε καὶ πάντως. | |
Εἷς δ’ ἂν νοοῖτο κατὰ ἀλήθειαν ὑπάρχειν Υἱὸς εἰ τὸν αὐτὸν εἶναί φαμεν ἐκ Θεοῦ μὲν θεϊκῶς γεννηθέντα Θεὸν Λόγον, | 406 | |
20 | παραδόξως δὲ ἄνθρωπον κατὰ σάρκα ἐκ γυναικός. Εἰ δὲ δὴ τὸν ἐκ σπέρματος τοῦ Δαυεὶδ ἰδίᾳ τιθέντες καὶ διορίζοντες, τοῦ κατὰ ἀλήθειαν εἶναι Θεὸν καὶ Υἱὸν ἐκπέμπουσι, κοινωνὸν δὲ μᾶλλον υἱότητος καὶ μέτοχον δόξης ὀθνείας εἶναί φασιν, οὐ μάτην, ὡς οἶμαι, τὰς παρὰ τῶν Ἰουδαίων διαβολὰς ἐπ’ | |
25 | αὐτῷ γενομένας εὑρήσομεν. Ἔφασκον γὰρ ὅτι «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν Θεόν.» Β— Καὶ μὴν καὶ Θεὸν καὶ Υἱὸν ἀληθινὸν εἶναί φασι τὸν ἕνα Χριστόν, δῆλον δὲ ὅτι τὸν ἐκ Θεοῦ Λόγον, λαβόντα κατὰ | |
30 | συνάφειαν τὸν ἐκ σπέρματος τοῦ Δαυείδ. Α— Ἀλλ’ εἰ μή ἐστιν αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ὁ καὶ κατὰ σάρκα ἐκ γυναικός, ἀλλ’ ἕτερος μεθ’ ἑτέρου, πῶς ἂν λέγοιτο Χριστὸς ὁ μὴ κεχρισμένος, καθὰ καὶ φθάσαντες εἴπομεν; | |
35 | Β— Οὐκοῦν, εἰ μή ἐστιν ἕτερος παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ὁ ἐκ σπέρματος τοῦ Δαυείδ, λεγέσθω καὶ προαιώνιος. Εἶτα πῶς ὁ πάνσοφος Παῦλος, ἐκβάλλων τὴν δόξαν, ὡς ἐν ἐρωτήσεσίν ἐστιν ἀπαιτῶν καὶ λέγων· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.» | |
40 | Ἢ γοῦν καὶ ἑτέρως ὁ γὰρ χθὲς καὶ σήμερον, φησίν, Ἰησοῦς ὁ αὐτὸς ἔσται καὶ εἰς τοὺς αἰῶνας, πρόσφατος δηλονότι καὶ χθὲς καὶ σήμερον, καίτοι τοῦ Θεοῦ Λόγου τῷ ἰδίῳ Πατρὶ | |
συνυφεστηκότος. | 408 | |
747 | Α— Μάλιστα μὲν ἀδικοῦσι, παροχετεύοντες τὴν ἀλήθειαν ἐπὶ τό γε σφίσιν αὐτοῖς ἀσυνέτως δοκοῦν, καὶ τῶν ἱερῶν Γραμμάτων τὸ ἀκριβὲς παραφθείροντες. Εἰ δὲ δή τις λέγοι καὶ προαιώνιον Χριστὸν Ἰησοῦν, οὐκ ἂν ἁμάρτοι | |
5 | τἀληθοῦς, εἴπερ ἐστὶν εἷς Υἱὸς καὶ Κύριος, ὁ προαιώνιος Λόγος, τὴν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς κατὰ σάρκα ἐκ γυναικὸς ὑπομείνας γέννησιν. Ὅτι δὲ οὐκ ἠλλοίωται γεγονὼς ἄνθρωπος καθ’ ἡμᾶς ὁ Λόγος, διαμεμήνυκε λέγων ὁ Πνευμα‐ τοφόρος· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ | |
10 | εἰς τοὺς αἰῶνας.» Καὶ σημαντικὸν μὲν τοῦ παρῳχηκότος χρόνου ποιεῖται τὸ «χθές,» τοῦ γε μὴν ἐνεστῶτος τὸ «σήμερον,» τοῦ δὲ ἐσομένου καὶ μέλλοντος τὸ «εἰς τοὺς αἰῶνας.» Εἰ δὲ οἴονταί τι σοφὸν ἐννενοηκέναι, τὸ «χθές» καὶ «σήμερον» ἀντὶ τοῦ προσφάτου δεχόμενοι, διατεινό‐ | |
15 | μενοί τε καὶ λέγοντες· Ὁ χθὲς καὶ σήμερον, πῶς ἂν εἴη καὶ εἰς τοὺς αἰῶνας; μεταστήσομεν καὶ ἡμεῖς τὴν τῆς ἐρωτήσεως δύναμιν εἰς τὸ ἔχον ἐναντίως. Ὁ γὰρ εἰς τοὺς αἰῶνας ὢν Λόγος, πῶς ἂν λάβοι τὸ χθὲς καὶ σήμερον ἐφ’ ἑαυτῷ, εἴπερ ἐστὶν εἷς ὁ Χριστός, καὶ οὐ μεμέρισται κατὰ τὴν τοῦ | |
20 | θεσπεσίου Παύλου φωνήν; Ὅτι γὰρ οὕτω πρὸς ἡμῶν | |
ἐθέλει γνωρίζεσθαι, κἀντεῦθεν εἴσῃ τοι. Καίτοι γὰρ ὁρώμενος ἐν σαρκί, καὶ τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐμβεβηκώς, τὴν προαιώνιον ὕπαρξιν ἑαυτῷ προσμεμαρτύρηκε λέγων· «Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμί.» | 410 | |
25 | Καὶ πάλιν· «Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε;» Καὶ «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Ὡς γὰρ ὑπάρχων ἀεὶ καὶ προαιώνιος Λόγος καθιγμένος ἐξ οὐρανῶν, εἶτα πεφηνὼς ὁ | |
30 | αὐτὸς ἄνθρωπος καθ’ ἡμᾶς, ὡς εἷς Χριστὸς καὶ Κύριος καὶ ὅτε γέγονε σάρξ, τὰ τοιάδε φησίν. Β— Ἐξεύρηταί τις αὐτοῖς καὶ ἕτερος λόγος. Ἔστι δὲ οὗτος· οὕτω γὰρ χρῆναί φασιν Υἱὸν νοεῖσθαι Θεοῦ τὸν ἐκ σπέρματος τοῦ Δαυεὶδ ὡς ἂν καὶ αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς | |
35 | Λόγος Υἱὸς εἶναι λέγοιτο τοῦ Δαυείδ. Φύσει γὰρ οὐδ’ ἕτερος. Α— Οὐκοῦν ὁ τῆς ἀληθοῦς ἑνώσεως εἰσίτω τρόπος, ἵν’ οὕτω πιστεύηται σὰρξ γεγονὼς ὁ Λόγος, τουτέστιν ἄνθρωπος, καὶ διὰ τοῦτο υἱὸς τοῦ Δαυεὶδ οὐ κατεψευσμένος, ἀλλ’ ὡς | |
40 | ἐξ αὐτοῦ πεφηνὼς κατὰ σάρκα, καὶ μεμενηκὼς ὅπερ ἦν, δῆλον δὲ ὅτι Θεὸς ἐκ Θεοῦ. Καὶ γοῦν οἱ τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργοί, τὸν αὐτὸν γινώσκοντες Θεόν τε ὁμοῦ | |
748 | καὶ ἄνθρωπον, τοὺς περὶ αὐτοῦ πρὸς ἡμᾶς πεποίηνται λόγους. Γέγραπται γοῦν περὶ τοῦ μακαρίου Βαπτιστοῦ ὅτι | |
«Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν | 412 | |
5 | τοῦ κόσμου. Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μού ἐστι, κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων.» Σύνες οὖν ὅπως ἄνδρα λέγων καὶ ἀμνὸν ὀνομάζων αὐτόν, οὐχ ἕτερον εἶναί | |
10 | φησι τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὸ μέγα τοῦτο καὶ ἐξαίσιον ἀληθῶς καὶ θεοπρεπὲς ἀξίωμα προσ‐ νενέμηκεν αὐτῷ. Ἔμπροσθεν δὲ καὶ πρῶτον γενέσθαι φησὶν αὐτοῦ, καίτοι κατόπιν γενόμενον, κατά γέ φημι τὸν τῆς κατὰ σάρκα γεννήσεως χρόνον. Εἰ γάρ ἐστιν ὀψιγενὴς | |
15 | καθὸ ἄνθρωπος ὁ Ἐμμανουήλ, ἀλλ’ ἦν πρὸ παντὸς αἰῶνος ὡς Θεός. Αὐτοῦ τοιγαροῦν καὶ τὸ πρόσφατον ἀνθρωπίνως καὶ τὸ ἀΐδιον θεϊκῶς. Ταύτῃ τοι καὶ ὁ πανάριστος Πέτρος, οὐ γυμνὸν οὐδὲ ἄσαρκον καταθεώμενος τὸν Λόγον, ἀλλ’ ἐν σαρκὶ καὶ αἵματι πεφηνότα, σαφῶς τε καὶ ἀπλανῶς τῆς | |
20 | εἰς αὐτὸν πίστεως τὴν ἀπόδοσιν ἐποιεῖτο λέγων· «Σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Ἀκήκοε δὲ πρὸς τοῦτο· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ Πατήρ μου, ὁ ἐν τοῖς οὐρανοῖς.» Ἀλλ’ εἰ μὴ βαθὺ τὸ μυστήριον, καὶ Θεὸς ἦν ἐν | |
25 | σαρκί, ἄνθρωπος δὲ κατ’ αὐτοὺς χάριτι τὴν υἱοθεσίαν ἔχων, πῶς ἂν ἐδεήθη τοσούτου μυσταγωγοῦ, ὡς μηδένα μὲν τῶν ἐπὶ τῆς γῆς ἀποκαλύψαι τῷ μαθητῇ, παιδευτὴν δὲ πρὸς τοῦτο λαχεῖν αὐτὸν τὸν Πατέρα; Καὶ μὴν καὶ οἱ θεσπέσιοι μαθηταί, διαθέοντά ποτε τῆς θαλάττης τὰ νῶτα βλέποντες, κατα‐ | 414 |
30 | τεθήπεσαν μὲν τὴν θεοσημίαν, ὡμολόγουν δὲ τὴν πίστιν, λέγοντες· «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.» Ἀλλ’ εἰ νόθος ἐστὶ καὶ ψευδώνυμος, καὶ εἰσποιητὸν ἔχει τὸ εἶναι Υἱός, ἐγκαλείτωσαν αὐτοῖς τὴν ψευδηγορίαν, καὶ τοῦτο ὀμωμοκόσι. Προστεθείκασι γὰρ τὸ «ἀληθῶς,» Υἱὸν αὐτὸν εἶναι δια‐ | |
35 | βεβαιούμενοι τοῦ Θεοῦ καὶ Πατρός. Β— Ἄριστα ἔφης. Α— Πῶς δὲ καὶ ἰδίους ἔχει τοὺς ἀγγέλους ὁ Υἱὸς τοῦ ἀνθρώπου, διαπρέπει δὲ καὶ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ † ....† «〈Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ | |
40 | τοῦ Πατρὸς αὐτοῦ〉 μετὰ τῶν ἀγγέλων αὐτοῦ;» Καὶ πάλιν· «Καὶ ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ.» Εἰ δὲ καὶ ἀπιστοῦσιν ἔτι καὶ δόξῃ θεοπρεπεῖ καὶ τοῖς οὕτω λαμπροῖς καὶ ὑπερτάτοις ἀξιώμασιν ὁρῶντες κατεστεμμένον, ἀκούσονται λέγοντος αὐτοῦ· «Εἰ ἐμοὶ | |
749 | οὐ πιστεύετε, τοῖς ἔργοις μου πιστεύετε.» Καὶ πάλιν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Τὸ γὰρ ἐν ἀνθρώπῳ βλέπειν τῆς ἀφράστου | 416 |
5 | δόξης τὴν ὑπεροχήν, οὐχ ὡς ἀλλοτρίαν μᾶλλον, ἢ γοῦν ἐν χάριτος μέρει προσπεπορισμένην, ἀλλ’ ἰδίαν αὐτοῦ, πῶς οὐκ ἀναπείσει ὅτι Θεὸς ἦν ἐν εἴδει τῷ καθ’ ἡμᾶς, καὶ Υἱὸς ἀληθῶς τοῦ ἐπὶ πάντων Θεοῦ; Β— Ἑαυτοῦ, φησί, τοὺς ἀγγέλους εἶναι διϊσχυρίσατο, | |
10 | καὶ τῶνδε τῶν σημείων γέγονεν ἀποτελεστής, ἐνοικοῦντος αὐτῷ τοῦ Λόγου, δόξαν δὲ τὴν ἰδίαν αὐτῷ καὶ τὸ ἐνεργὲς ἐκνενεμηκότος. Γέγραπται γὰρ ὅτι «Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς | |
15 | καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου.» Κεχρισμένος οὖν καὶ δυνάμει καὶ Πνεύματι, τερατουργὸς ἦν. Α— Οὐκοῦν, ἐπειδήπερ Θεὸς ὢν ὁ Λόγος, ἅγιός τε καὶ κατὰ φύσιν καὶ οὐσιῶδες ἔχων τὸ παναλκές, δέοιτ’ ἂν οὐδαμῶς ἢ τῆς παρ’ ἑτέρου δυνάμεως ἢ γοῦν ὡς εἰσκεκρι‐ | |
20 | μένου τοῦ ἁγιασμοῦ, τίς δὴ ἄρα ἐστὶν ὁ κεχρισμένος δυνάμει καὶ ἁγίῳ Πνεύματι; Β— Φαῖεν ἂν ἴσως τὸν ληφθέντα κατὰ συνάφειαν ἄνθρωπον. Α— Αὐτὸς οὖν ἄρα ἐστὶν Ἰησοῦς Χριστὸς ἰδικῶς τε καὶ | |
25 | καταμόνας, καὶ περὶ οὗ φησιν ὁ πάνσοφος Παῦλος· «Ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ.» Πῶς οὖν, εἰπέ μοι, δι’ ἀνθρώπου τὰ πάντα; Ἀνθότου δὲ καὶ ἀμέσως ὡς Υἱὸς τῷ Πατρὶ συντάτ‐ | |
30 | τεται, μεσολαβοῦντος οὐδενός; Εἶτα ὅποι ποτὲ τὸν Μονογενῆ | |
θήσομεν, εἰς τὸν αὐτοῦ τόπον ἀναβιβάζοντες τὸν ἄνθρωπον, καὶ τοῦτο, καθά φησιν, ἐνεργούμενον παρ’ αὐτοῦ, καὶ δι’ αὐτὸν τιμώμενον; Ἆρ’ οὐκ ἐκβέβηκε τὸ εἰκὸς ὁ λόγος αὐτοῖς, οὐκ ἔξω φέρεται σκοποῦ, καὶ ὡς τῆς ἀληθείας | 418 | |
35 | ὁλοτρόπως ἡμαρτηκώς, γελῷτο ἂν ἐνδίκως; Β— Ἄνθρωπος, φησίν, ὁ τοῦ θεοῦ Λόγος ὠνόμασται κατὰ τοιόνδε τινὰ τρόπον· ὥσπερ γὰρ ὁ παρ’ αὐτοῦ ληφθεῖς ἄνθρωπος ἐγεννήθη μὲν ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, εἴρηται δὲ Ναζωραῖος διὰ τὸ οἰκῆσαι τὴν Ναζαρέτ, οὕτω καὶ ὁ | |
40 | Θεὸς Λόγος ἄνθρωπος ὀνομάζεται διὰ τὸ κατοικῆσαι ἐν ἀνθρώπῳ. Α— Ὢ φρενὸς γραοπρεποῦς καὶ νοῦ παρειμένου καὶ βατταρίζειν εἰδότος, καὶ ἕτερον οὐδέν. «Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὐτῶν,» ἐπιφωνείτω τις τοῖς διεναντίας, | |
750 | τί παραβιάζεσθε τἀληθές, καὶ τῶν θείων δογμάτων τὴν δύναμιν παρευθύνοντες, ἔξω φέρεσθε τρίβου τῆς βασιλικῆς; Γέγονε γάρ, ὡς ἔοικεν, οὐκ ἔτι μὲν σὰρξ ὁ Λόγος κατὰ τὰς Γραφάς, ἀνθρωποπολίτης δὲ μᾶλλον, καὶ ἦν ἀκόλουθον | |
5 | αὐτὸν ἀνθρωπαῖον μᾶλλον, οὐκ ἄνθρωπον ὀνομάζεσθαι, καθάπερ ἀμέλει καὶ ὁ κατοικήσας τὴν Ναζαρέτ, Ναζωραῖος ὠνόμασται, καὶ οὐ Ναζαρέτ. Εἴργει δέ, οἶμαι, παντελῶς οὐδέν, εἴπερ εὖ ἔχειν οἴονται τὸ σφίσιν αὐτοῖς ἀσυνέτως ἐξευρημένον, ἄνθρωπον ὀνομάζεσθαι σὺν Υἱῷ τὸν Πατέρα | |
10 | καὶ προσέτι τὸ Πνεῦμα τὸ ἅγιον. Κατοικεῖ γὰρ ἐν ἡμῖν διὰ τοῦ Πνεύματος τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος τὸ πλήρωμα. Καὶ γοῦν ὁ Παῦλός φησιν· «Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ κατοικεῖ ἐν ὑμῖν;» Καὶ μὴν καὶ αὐτὸς ὁ Χριστός· «Ἐάν τις ἀγαπᾶ με, τὸν | |
15 | λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα.» | |
Ἀλλ’ εἴρηται μὲν οὐδαμῶς ἄνθρωπος ὁ Πατήρ, οὔτε μὴν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τὸ κατοικεῖν ἐν ἡμῖν. Γελῶσι δὲ οὗτοι τῆς ἐνανθρωπήσεως τὸ μυστήριον, περιτρέποντες εἰς | 420 | |
20 | τὸ ἀπηχὲς τὰ οὕτως ὀρθὰ καὶ ἀξιάκουστα τῆς Ἐκκλησίας δόγματα. Πλὴν ἴτω πάλιν ἡμῖν κατὰ ῥοῦν ὁ λόγος, τοῖς ἐκείνων ἐμετοῖς τὸ χαιρεῖν εἰπών. Εἰ γάρ, ἐπείπερ ἦν ὁ Λόγος ἐν αὐτῷ, σημείων γέγονεν ἀποτελεστής, ἕνα που τάχα τῶν ἁγίων προφητῶν φασιν αὐτόν· ἐνήργηκε γὰρ καὶ | |
25 | διὰ χειρὸς ἁγίων τὰς θεοσημίας. Εἰ δὲ ἐν τούτοις εἶναί φασι τὸν Υἱόν, ἐν προφητικοῖς αὐτὸν ἢ γοῦν ἀποστολικοῖς κατακομίζουσι μέτροις. Β— Οὐ γὰρ εἴρηται, φασί, προφήτης καὶ ἀπόστολος; Α— Οὐκ ἂν διαψεύσαιο. Ὁ Μωϋσῆς μὲν γὰρ ἔφη τοῖς | |
30 | ἐξ αἵματος Ἰσραήλ· «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ.» Γέγραφε δὲ καὶ ὁ θεσπέσιος Παῦλος· «Ὥστε, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν.» Φραζόντων δὴ | |
35 | οὖν, ἐρήσομαι γάρ, ἆρ’ ἂν γένοιτο πρὸς εὐκλείας ἀνθρώπῳ παντὶ τῆς προφητείας ἡ χάρις, ἢ γοῦν ἀποστολικῶν ἀξιωθῆναι γερῶν, χρηματίσαι δὲ καὶ ἱερουργόν; Β— Φημί. Α— Ἀλλὰ ταυτὶ δὴ μικρὰ καὶ οὐκ ἀξιόληπτα φαῖεν ἂν | 422 |
40 | εἶναι Χριστῷ καθὸ νοεῖται Θεός, κἂν διὰ τούτων αὐτῶν ὁρᾶται κεκενωμένος, καὶ μετὰ τῆς ἀνθρωπότητος λαβὼν αὐτά. Ὥσπερ δὲ Θεὸς ὢν φύσει καὶ Κύριος ἀληθῶς, | |
751 | ἔλαβε δούλου μορφὴν ὡς ἐν αὐτῇ γεγονὼς καὶ ἐν προσλήψει τῶν καθ’ ἡμᾶς, οὕτω καὶ τῆς προφητείας τὸ Πνεῦμα διδούς, καὶ ἀποστόλους ἀναδεικνύς, καὶ καθιστὰς ἱερουργούς, ὡμοιώθη κατὰ πάντα τοῖς ἀδελφοῖς· ὠνομάσθη γὰρ οὕτω | |
5 | καὶ προφήτης καὶ ἀπόστολος καὶ ἀρχιερεύς. Β— Ἀλλ’ εἰ καὶ δοῖεν αὐτὸν εἶναι προφήτην, οὐχ ὡς ἕνα τῶν προφητῶν γενέσθαι φασίν, ὑπερκεῖσθαι δὲ μᾶλλον πολὺ τὰ ἐκείνων. Οἱ μὲν γὰρ μεμετρημένην κατὰ τὸ τῷ Θεῷ δοκοῦν ἐσχήκασι χάριν, καὶ ἐν χρόνῳ προσγενομένην | |
10 | αὐτοῖς, ὁ δὲ πλήρης ἦν τῆς θεότητος καὶ ἐξ αὐτῆς εὐθὺς τῆς γεννήσεως· συνῆν γὰρ αὐτῷ Θεὸς ὢν ὁ Λόγος. Α— Οὐκοῦν ἐν ποσότητι χάριτος, καὶ ἐν μήκει καιροῦ πεπλεονέκτηκεν ὁ Χριστὸς τοὺς πρὸ αὐτοῦ γεγονότας ἁγίους προφήτας, καὶ τοῦτό ἐστιν ἐν αὐτῷ τὸ ἐξαίρετον. | |
15 | Πρόκειται δὲ πολυπραγμονεῖν εἰ προφήτης ὅλως, καὶ οὔτι που τὸ μᾶλλον ἢ τὸ μεῖον ἔχων ἢ καὶ ὑπερκείμενος, ὡς ἔν γε τῷ εἶναι προφήτην καὶ τῷ μὴ πέρα μέτρου τοῦ καθ’ ἡμᾶς, τὸ σμικροπρεπές ἐστιν αὐτῷ, κἂν εἰ ἀπ’ ἀρχῆς νοοῖτο τοῦτο ὑπάρχων, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Βαπτιστὴς | |
20 | περὶ οὗ φησιν ὁ μακάριος ἄγγελος· «Καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ.» Εἶτα πῶς ὁ μὲν ἦν οἰκέτης, ὁ δὲ τοῖς δεσποτικοῖς ἀξιώμασιν ἐναβρύ‐ νεται; Καὶ ἑαυτοῦ μὲν πέρι φησὶν ὁ μακάριος Ἰωάννης· «Ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ.» Περὶ δέ γε τοῦ | 424 |
25 | Ἐμμανουήλ· «Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί.» Β— Καίτοι φαῖεν ἂν ἴσως ἄνωθέν τε εἶναι καὶ μὴν καὶ ἐπάνω πάντων τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον, δεδίασι δὲ προσνέμειν αὐτῷ τὰ ἀνθρώπινα, μὴ ἄρα πως | |
30 | ἀδικοῖτο δι’ αὐτῶν, καὶ κατακομίζοιτο πρὸς τὸ δυσκλεές. Ταύτῃ τοι διατείνονται λαβεῖν αὐτὸν ἄνθρωπον, ἑαυτῷ τε τοῦτον συνάψαι, περὶ ὃν ἂν γένοιτό τε καὶ λέγοιτο τὰ ἀνθρώπινα. Ἔσται δὲ ὅλως εἰς τὴν αὐτοῦ τοῦ Λόγου φύσιν τὸ βλάβος οὐδέν. | |
35 | Α— Οὐκοῦν, ἕτερος μὲν ὁμολογουμένως νοοῖτ’ ἂν καὶ λέγοιτο παρ’ αὐτὸν ὁ ληφθείς. Πλὴν οὐ ταῖς ἐκείνων ἀβελτη‐ ρίαις ἑψόμεθα, οὔτε μὴν ὁριστὰς αὐτοὺς καὶ καινοτόμους τῆς ἑαυτῶν ποιησόμεθα πίστεως, τὴν ἱερὰν παρέντες Γραφὴν καὶ τὴν ἐκ τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν παράδοσιν | |
40 | ἀτιμάσαντες. Οὐδὲ ἐπείπερ αὐτοῖς ἀδρανής τε καὶ ἀμαθέσ‐ τατος ἐνῴκισται νοῦς, καὶ τὸ τοῦ μυστηρίου βάθος κατιδεῖν οὐχ οἷός τε, ταύτῃ τοι καὶ ἡμεῖς πλανώμεθα, συναμαθαίνοντες αὐτοῖς καὶ κατ’ εὐθὺ τῆς ἀληθείας ἰέναι παραιτούμενοι. | |
752 | Ἴσμεν δὲ γεγραφότα τὸν ἱερώτατον Παῦλον ὅτι χρὴ «λογισμοὺς καθαιρεῖν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζειν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.» | |
5 | Πλὴν οὖν, ἆρα ἔχοις εἰπεῖν τὰ ἐφ’ οἷς σκανδαλίζονται, καὶ τῷ λίθῳ τοῦ προσκόμματος περιπταίουσιν Ἰουδαϊκῶς; Β— Ἔχοιμ’ ἄν, πῶς γὰρ οὔ; Καὶ πλεῖστα μὲν ὅσα | |
ταυτί. Λελέξεται δὲ ἀναμέρος ἕκαστα. Φασὶ τοιγαροῦν Χριστὸν ἡγιάσθαι παρὰ τοῦ Πατρός. Γέγραπται γὰρ ὅτι | 426 | |
10 | «Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων, ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν, κἀγὼ οὐκ ᾔδειν αὐτὸν ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν τῷ Πνεύματι | |
15 | τῷ ἁγίῳ. Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.» Γέγραφε δὲ καὶ ὁ Παῦλος περὶ αὐτοῦ· «Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες.» Ἁγιασθείη γὰρ ἥκιστά γε Θεὸς ὢν ὁ Λόγος καὶ ἅγιος κατὰ φύσιν. Λείπεται δὴ οὖν ἡγιάσθαι λέγειν τὸν ληφθέντα παρ’ | |
20 | αὐτοῦ κατὰ συνάφειαν ἄνθρωπον. Α— Εἶτα πῶς ὁ βεβαπτισμένος καὶ τὴν ἐμφανῆ τοῦ Πνεύματος λαβὼν καταφοίτησιν ἐν ἁγίῳ βαπτίζει Πνεύματι, καὶ τὰ μόνῃ πρέποντα καὶ ἐοικότα τῇ θείᾳ φύσει πληροῖ; Χορηγὸς γάρ ἐστιν ἁγιασμοῦ, καὶ τοῦτο δεικνύς, ὡς ἴδιον | |
25 | ἀγαθὸν ὁ ἐνανθρωπήσας Λόγος σωματικῶς ἐνεφύσα τοῖς ἁγίοις ἀποστόλοις λέγων· «Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται, ἄν τινων κρατῆτε, κεκράτηνται.» Πῶς δὲ τὸν ἡγιασμένον ἐναργέστατα κατα‐ δεικνὺς ὁ θεσπέσιος Βαπτιστής, μεμαρτύρηκεν ὅτι Οὗτός | |
30 | ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, μοναδικῶς καὶ ἐνάρθρως; Ἔδει γὰρ ὄντα τῆς ὑφ’ ἡλίῳ μυσταγωγόν, εἴπερ ἕτερον ὄντα παρά γε τὸν ἀληθῶς Υἱὸν ἠπίστατο, κατασημῆναι τὸ ἀληθές, λέγοντα σαφῶς· Οὗτός ἐστιν ὁ κατὰ συνάφειαν τὴν πρὸς τὸν φύσει καὶ ἀληθῶς Υἱὸν δόσει τε καὶ χάριτι γεγονὼς | 428 |
35 | Υἱός. Ἀλλ’ οὐδὲν μὲν ἔφη τοιοῦτον, ἕνα δὲ καὶ τὸν αὐτὸν ὄντα γινώσκων καὶ ἐκ Θεοῦ Πατρὸς Λόγον καὶ ἐκ σπέρματος τοῦ Δαυεὶδ κατὰ σάρκα, ἁγιασθῆναι μέν φησι καθὸ ἄνθρωπος, ἁγιάζειν δὲ αὖ καθὸ νοεῖται Θεός. Ἦν γάρ, ὡς ἔφην, ἐν ταὐτῷ τοῦτο κἀκεῖνο. Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος, εἰ | |
753 | μὴ γεγέννηται κατὰ σάρκα ἐκ γυναικός, ἀποσοβῶμεν αὐτοῦ τὰ ἀνθρώπινα. Εἰ δὲ ἀληθὲς ὅτι καθεὶς ἑαυτὸν εἰς κένωσιν, γέγονε καθ’ ἡμᾶς, ἀνθότου τὰ δι’ ὧν ἂν νοοῖτο κεκενωμένος ἀφιστᾶσιν αὐτοῦ, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ εὐτεχνὲς | |
5 | ἀβουλότατα παραλύοντες; Β— Ἐὰν οὖν λέγηται καὶ δόξαν λαβεῖν καὶ γενέσθαι Κύριος, ὑψωθῆναί τε παρὰ τοῦ Πατρός, καταστῆναι δὲ καὶ βασιλεύς, ἀνάψεις ἄρα καὶ ταῦτα τῷ Θεῷ Λόγῳ, καὶ οὐ πάντη τε καὶ πάντως ἀδικήσεις αὐτοῦ τὴν δόξαν; | |
10 | Α— Ὅτι μὲν οὖν δόξης τε καὶ βασιλείας καὶ κυριότητος ἀληθοῦς ἡ τοῦ Θεοῦ Λόγου μεμέστωται φύσις, πῶς ἂν ἐνδοιάσειέ τις; Ἀραρότως δὲ ὅτι καὶ ἐν ὑψώμασι νοεῖται τοῖς θεοπρεπεστάτοις. Ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος, ᾧ πάντα ἐστὶ δοτὰ καὶ εἰσκεκριμένα, ταύτῃ τοι πλήρης | |
15 | ὑπάρχων καὶ ἐξ ἰδίου πληρώματος πᾶσι διδούς, ἀνθρωπίνως δέχεται, τὴν ἡμῶν πτωχείαν οἰκειούμενος, καὶ ἦν ἄηθές τε | |
καὶ ξένον ἐν Χριστῷ τὸ παράδοξον, ἐν οἰκετικῇ μορφῇ κυριότης, ἐν ἀνθρωπίνῃ σμικροπρεπείᾳ δόξα θεοπρεπής, καὶ βασιλείας αὐχήμασιν ἐστεφανωμένον τὸ ὑπὸ ζυγόν, τό γε | 430 | |
20 | ἧκον εἰς ἀνθρωπότητος μέτρον, καὶ ἐν ὑπερτάταις ὑπεροχαῖς τὸ ταπεινόν. Γέγονε γὰρ ἄνθρωπος ὁ Μονογενής, οὐχ ἵνα τοῖς τῆς κενώσεως ἐναπομείνῃ μέτροις, ἀλλ’ ἵνα λαβὼν σὺν αὐτῇ τὰ αὐτῆς, Θεὸς ὢν φύσει, καὶ οὕτω γνωρίζηται, καὶ τὴν τοῦ ἀνθρώπου κατασεμνύνῃ φύσιν ἐφ’ ἑαυτῷ, μέτοχον | |
25 | αὐτὴν ἀποφήνας ἱερῶν καὶ θείων ἀξιωμάτων. Εὑρήσομεν δὲ καὶ αὐτοὺς τοὺς ἁγίους δόξαν ὀνομάζοντας τοῦ Θεοῦ καὶ Πατρός, καὶ μέντοι καὶ βασιλέα, καὶ προσέτι Κύριον τὸν Υἱὸν καὶ ὅτε γέγονεν ἄνθρωπος. Ἡσαΐας μὲν γὰρ ὧδέ πή φησιν· «Ὃν τρόπον ἐὰν ἄνθρωπος καλαμᾶται ἐλαίαν, οὕτω | |
30 | καλαμήσονται αὐτούς, καὶ ἐὰν παύσηται ὁ τρυγητός, οὗτοι φωνῇ βοήσονται. Οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφραν‐ θήσονται ἅμα τῇ δόξῃ Κυρίου.» Καὶ πάλιν ἕτερος τῶν ἁγίων· «Φωτίζου, φησίν, Ἰερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ | |
35 | σκότος καὶ γνόφος καλύψει γῆν, ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα 〈αὐτοῦ〉 ἐπὶ σὲ ὀφθήσεται.» Ἰάκωβός γε μὴν ὁ αὐτοῦ μαθητής· «Ἀδελφοί, φησί, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.» Πέτρος δὲ αὖ ὁ θεσπέσιος· «Εἰ ὀνειδίζεσθε ἐν | |
40 | Χριστῷ, μακάριοί ἐστε ὅτι τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ’ ὑμᾶς ἀναπέπαυται.» | |
754 | Β— Ἅλις μὲν δὴ τῶν τοιούτων ἡμῖν, ὦ γενναῖε. Φράζε | |
δὲ ὅπως πρὸς ἡμῶν νοεῖσθαι πρέπει τὸ περὶ Χριστοῦ γεγραμ‐ μένον· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ | 432 | |
5 | θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν Υἱός, ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν ὑπακοήν, καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας ἀκαταλύτου.» Προσεποίσω δὲ κἀκεῖνο οἷς ἔφην, τὸ «Θεέ μου, Θεέ μου, | |
10 | ἵνα τί με ἐγκατέλιπες;» Ἀπεοικότα γὰρ εἶναί φασι τὰ τοιάδε τῷ Θεῷ Λόγῳ, καὶ ἡττῆσθαι πολὺ τῆς ἐνούσης ὑπεροχῆς αὐτῷ [φαίην ἄν]. Α— Ἴσημι καὶ αὐτὸς ἐγὼ μὴ ἂν ἁρμόσαι ταυτὶ τῷ ἐκ Θεοῦ Πατρὸς φύντι Λόγῳ, ἐξωσθέντος τοῦ τρόπου τῆς | |
15 | οἰκονομίας, καὶ οὐκ εἰσδεχθέντος πρὸς ἡμῶν τοῦ ὅτι «Γέγονε σάρξ» κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ πρὸς τοῦτο διερη‐ ρείσμεθα, καὶ τὸ ἐνδοιάζειν ὅλως δυσσεβείας ἔχει γραφήν, φέρε τῆς οἰκονομίας τὸ βάθος, ὡς ἔνι, κατασκεψώμεθα. Ἐπέφανε τοίνυν ἡμῖν ἐν εἴδει τῷ καθ’ ἡμᾶς ὁ ἐκ Θεοῦ | |
20 | Πατρὸς Λόγος, κατὰ μυρίους ὅσους ὀνήσων τρόπους τὰ ἀνθρώπινα, καὶ καταδείξων εὖ μάλα τὴν εἰς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἀποκομίζουσαν τρίβον. Ἦν οὖν ἀναγκαῖον ἀναμαθεῖν, πειρασμοῦ καταθέοντος καὶ τοὺς τῆς εἰς Θεὸν ἀγάπης ἕνεκα κινδυνεύοντας, ὁποίους τινὰς εἶναι χρὴ τοὺς | |
25 | τὴν εὐκλεᾶ καὶ ἐξαίρετον πολιτείαν καὶ ζωὴν κατορθοῦν ᾑρημένους, πότερα μεθιεμένους καὶ ἀναπίπτοντας εἰς τὸ ῥᾴθυμον, καὶ οὐκ ἐν καιρῷ τρυφῶντας καὶ εὐρυνομένους εἰς εὐθυμίαν ἢ συντεινομένους εἰς λιτάς, καὶ δεδακρυμένους ὁρᾶσθαι τῷ σώζοντι, καὶ τὴν παρ’ αὐτοῦ διψῶντας ἐπικουρίαν | |
30 | καὶ μέντοι καὶ εὐανδρίαν, εἴπερ ἕλοιτο καὶ παθεῖν ἡμᾶς. Ἔδει τε πρὸς τούτοις εἰδέναι χρησίμως ὅποι ποτὲ ἄρα τὸ τῆς ὑπακοῆς διέξεισι πέρας, καὶ διὰ ποίων ἔρχεται γερῶν, ὅσος τε καὶ οἷος τῆς ὑπομονῆς ὁ μισθός. Γέγονε τοίνυν ὑποτύπωσις τῶν τοιούτων ἡμῖν ὁ Χριστός, καὶ πρός γε | 434 |
35 | τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων ὁ θεσπέσιος Πέτρος· «Ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομένετε; Ἀλλ’ εἰ ἀγαθοποιοῦντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεοῦ, ὅτι καὶ Χριστὸς ἀπέθανεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμ‐ πάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν | |
40 | αὐτοῦ.» Οὐκοῦν, οὐ γυμνὸς ὢν ἔτι καὶ τῶν τῆς κενώσεως | |
755 | ἀμέτοχος μέτρων ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ’ ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ γέγονεν ἡμῖν ὑπογραμμός, ἅτε καὶ ἀνεπιπλήκτως ἐξὸν αὐτῷ τοῖς τῆς ἀνθρωπότητος χρῆσθαι μέτροις, καὶ ἀνατεῖναι λιτήν, καὶ καταστάξαι δάκρυον, καὶ | |
5 | δοκεῖν ἤδη πως καὶ δεῖσθαι τοῦ σώζοντος, καὶ μανθάνειν τὴν ὑπακοήν, καίπερ ὄντα Υἱόν. Κατατέθηπε γὰρ ὥσπερ τὸ μυστήριον ὁ πνευματοφόρος, ὅτι φύσει τε καὶ ἀληθῶς ὑπάρχων Υἱός, καὶ τοῖς τῆς θεότητος αὐχήμασιν ἐμπρεπής, καθῆκεν ἑαυτὸν εἰς ταπείνωσιν, ὡς τῆς ἀνθρωπίνης πτωχείας | |
10 | ὑπελθεῖν τὸ σμικροπρεπές. Ἀλλ’ ἦν εἰς ἡμᾶς, ὡς ἔφην, ὁ τοῦ πράγματος τύπος καλὸς καὶ ὀνησιφόρος· ὡς τό τοι μὴ χρῆναι διᾴττειν ἡμᾶς εἰς ἑτέραν ὁδόν, καιροῦ καλοῦντος | |
εἰς εὐανδρίαν, ἀναμάθοι τις ἂν ἐντεῦθεν, καὶ ῥᾷστά γε δή. Καὶ γοῦν ἔφη Χριστός ποτε μὲν ὅτι «Καὶ μὴ φοβεῖσθε ἀπὸ | 436 | |
15 | τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ·» ποτὲ δὲ αὖ· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.» Τὸ δὲ δεῖν | |
20 | οἴεσθαι κατακολουθεῖν αὐτῷ, τί ἂν ἕτερον εἴη παρά γε τὸ χρῆναι κατανδρίζεσθαι πειρασμῶν, μετὰ τοῦ τὴν ἄνωθεν ἐπικουρίαν αἰτεῖν οὐκ ἀτημελῶς τε καὶ παρειμένως, κεχρη‐ μένους δὲ μᾶλλον λιταῖς ταῖς ἐκτενεστάταις, καὶ καθιέντας [ὀμμάτων] τὸ ἐξ εὐλαβείας δάκρυον; | |
25 | Β— Εὖ ἔφης. Α— Εἰ δὲ δὴ λέγοι· «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» 〈πῶσ〉 ἂν ἄρα συνεῖεν αὐτοί; Β— Οἰηθεῖεν ἄν, ὥς γε οἶμαί που, τοῦ ἀναληφθέντος ἀνθρώπου τὰς τοιαύτας εἶναι φωνάς. | |
30 | Α— Ἀκηδιῶντος ἄρα, καὶ ἥκιστα μὲν οἰστήν, δυσφόρητον δὲ ποιουμένου τοῦ πειρασμοῦ τὴν ἔφοδον, ἢ πῶς; | |
Β— Ἀλύοντος, ὡς εἰκός, ἐξ ἀνθρωπίνης μικροψυχίας. Ἐπεὶ καὶ τοῖς ἁγίοις ἔφασκε μαθηταῖς· «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου,» προσέπιπτε δὲ καὶ αὐτῷ τῷ | 438 | |
35 | Πατρὶ λέγων· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ.» Α— Καὶ μὴν τοῦτό γέ ἐστιν ἕτερον οὐδὲν ἢ ὅπερ ἐλέγομεν ἀρτίως· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ | |
40 | θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας.» Εἰ δὲ δή τις οἴεται μικροψυχίας εἰς τοῦτο καθικέσθαι Χριστόν, «λελυπῆσθαι δὲ καὶ ἀδημονεῖν» ἀφορήτως ἔχοντα | |
756 | πρὸς τὸ παθεῖν, δέει νενικημένον καὶ ἀσθενείᾳ κεκρατημένον, γράφεται μὲν ὁμολογουμένως αὐτὸν ὡς οὐκ ὄντα Θεόν, εἰκῇ δέ, ὡς ἔοικεν, ἀποφήνειεν ἂν ἐπιτιμῶντα τῷ Πέτρῳ. Β— Πῶς δὴ φής; | |
5 | Α— Ἔφη μὲν γὰρ ὁ Χριστός· «Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ σταυρώσουσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.» Ὁ δέ, ἐπείτοι φιλόθεος ἦν· «Ἵλεώς σοι, Κύριε, φησίν, οὐ | |
10 | μὴ ἔσται σοι τοῦτο.» Καὶ τί πρὸς αὐτὸν ὁ Χριστός; «Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μοι εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.» Καίτοι πῶς ἡμάρτανε τοῦ εἰκότος ὁ μαθητής, ἀποφέρεσθαι θέλων τοῦ διδασκάλου τὸν πειρασμόν, εἰ δύσοιστος ἦν αὐτῷ, καὶ | |
15 | ἥκιστα μὲν φορητός, καθιεὶς δὲ μᾶλλον ἐπὶ τὸ ἄναλκι καὶ συνθραύειν ἱκανὸν τὸν τοῖς ἑαυτοῦ μαθηταῖς ἐπισκήπτοντα τῶν τοῦ θανάτου δειμάτων κατευμεγεθεῖν, καὶ παρ’ οὐδὲν | |
ἡγεῖσθαι τὸ παθεῖν, ἔστ’ ἂν ἀνύηται πρὸς αὐτῶν τὸ Θεῷ δοκοῦν; Θαυμάζω δὲ ὅτι συνῆφθαι λέγοντες αὐτὸν τῷ | 440 | |
20 | Μονογενεῖ, καὶ τῶν θείων ἀξιωμάτων ἀποφαίνοντες κοινωνὸν 〈ἄνθρωπον〉, τῶν τοῦ θανάτου δειμάτων ῥίπτουσι κατόπιν, ἵν’ ὁρῷτο καθ’ ἡμᾶς, γυμνὸς δηλονότι καὶ ὡς ἀπὸ τῶν θείων ἀξιωμάτων κεκερδακὼς οὐδέν. Β— Ὁποῖος οὖν ἄρα ἐστὶ τῆς ἔν γε τούτοις οἰκονομίας | |
25 | ὁ λόγος; Α— Μυστικὸς †οτι† καὶ βαθὺς καὶ τεθαυμασμένος παρά γε τοῖς εἰδόσιν ὀρθῶς τὸ Χριστοῦ μυστήριον. Ἄθρει γάρ μοι τοὺς τῇ κενώσει πρέποντας λόγους, καὶ τοῖς τῆς ἀνθρω‐ πότητος μέτροις οὐκ ἀπεοικότας, ὡς ἐν καιρῷ καὶ χρείᾳ | |
30 | γεγενημένους, ἵνα φανῆται πανταχοῦ καθ’ ἡμᾶς γεγονὼς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν. Ἕψεται δὲ τούτῳ κἀκεῖνο δὴ αὖ. Β— Τὸ ποῖόν τι φής; Α— Ἐπειδὴ γὰρ γεγόναμεν ἐπάρατοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, πεπτώκαμεν δὲ καὶ ὑπὸ θανάτου πάγην, ἐγκα‐ | |
35 | ταλειφθέντες ὑπὸ Θεοῦ, πάντα δὲ γέγονεν ἐν Χριστῷ καινά, καὶ ἀναφοίτησις τῶν καθ’ ἡμᾶς εἰς τὸ ἐν ἀρχαῖς, ἐχρῆν ἀναγκαίως τὸν δεύτερον Ἀδάμ, τὸν ἐξ οὐρανοῦ, τὸν ἁπάσης ἁμαρτίας κρείττονα, τὴν πάναγνον καὶ ἀβέβηλον ἀπαρχὴν τοῦ γένους δευτέραν, τουτέστι Χριστόν, ἀπαλλάξαι | |
40 | τῆς δίκης τὴν ἀνθρώπου φύσιν, καὶ καλέσαι πάλιν ἐπ’ αὐτῇ | |
τὴν ἄνωθεν καὶ παρὰ Πατρὸς εὐμένειαν, λῦσαί τε τὴν ἐγκατάλειψιν διὰ τῆς ὑπακοῆς καὶ τῆς εἰσάπαν ὑποταγῆς. «Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν,» πεπλούτηκε δὲ τὸ ἀμώμητον | 442 | |
757 | ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ, καὶ τὸ ἀνεπίπληκτον παντελῶς, ἵνα δύνηται λοιπὸν ἐκ παρρησίας ἀναβοᾶν· «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» Ἐννόει γὰρ ὅτι γεγονὼς ἄνθρωπος ὁ Μονογενής, ὡς εἷς ἐξ ἡμῶν καὶ ὑπὲρ ἁπάσης | |
5 | τῆς φύσεως τὰς τοιαύτας ἠφίει φωνάς, μονονουχὶ λέγων· Πεπλημμέληκεν ὁ πρῶτος ἄνθρωπος, παρώλισθεν εἰς παρακοήν, κατημέλησε τῆς δοθείσης ἐντολῆς, τοῖς τοῦ δράκοντος φενακισμοῖς εἰς τὸ ἐξήνιον συνηρπάζετο· ταύτῃ‐ τοι, καὶ μάλα εἰκότως, ὑπενήνεκται τῇ φθορᾷ καὶ γέγονεν | |
10 | ὑπὸ δίκην. Ἀλλ’ ἐμὲ δευτέραν ἐφύτευσας ἀρχὴν τοῖς ἐπὶ τῆς γῆς, κεχρημάτικα δὲ δεύτερος Ἀδάμ. Ἐν ἐμοὶ κεκα‐ θαρμένην ὁρᾷς τὴν ἀνθρώπου φύσιν, κατορθώσασαν τὸ ἀπλημμελές, ἁγίαν καὶ πάναγνον. Δίδου λοιπὸν τὰ ἐξ ἡμερότητος ἀγαθά, λύε τὴν ἐγκατάλειψιν, ἐπιτίμησον τῇ | |
15 | φθορᾷ, καὶ πέρας ἐχέτω τὰ ἐξ ὀργῆς. Νενίκηκα καὶ αὐτὸν τὸν πάλαι κρατήσαντα Σατανᾶν. Εὗρε γὰρ ἐν ἐμοὶ τῶν ἑαυτοῦ παντελῶς οὐδέν. Τοιοῦτος μὲν οὖν, ὥς γε οἶμαι, τῶν τοῦ Σωτῆρος λόγων ὁ νοῦς. Ἐκάλει γὰρ οὐκ ἐφ’ ἑαυτὸν μᾶλλον, ἀλλ’ ἐφ’ ἡμᾶς αὐτοὺς τὴν παρὰ Πατρὸς εὐμένειαν. Ὥσπερ | |
20 | γὰρ εἰς ὅλην τὴν ἀνθρώπου φύσιν, καθάπερ ἐκ ῥίζης τῆς πρώτης, φημὶ τοῦ Ἀδάμ, διέβη τὰ ἐξ ὀργῆς—«βεβασίλευκε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ» —οὕτω καὶ τὰ ἐκ τῆς δευτέρας ἡμῶν ἀπαρχῆς, τουτέστι | 444 |
25 | Χριστοῦ, πάλιν εἰς ἅπαν τὸ ἀνθρώπινον διαβήσεται γένος, καὶ πιστώσεται λέγων ὁ πάνσοφος Παῦλος· «Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον» τῷ τοῦ ἑνὸς δικαιώματι οἱ πολλοὶ ζήσονται. Καὶ πάλιν· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτω | |
30 | καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Β— Ἄσοφον οὖν ἄρα καὶ ἀπᾷδον παντελῶς τοῖς ἱεροῖς Γράμμασι τὸ οἴεσθαί τε καὶ λέγειν τὸν ἀναληφθέντα ἄνθρωπον ὡς ἐγκαταλειφθέντα ὑπὸ τοῦ συναφθέντος αὐτῷ Λόγου ταῖς ἀνθρωπίναις χρήσασθαι φωναῖς. | |
35 | Α— Δυσσεβὲς μὲν οὖν, ὦ ἑταῖρε, καὶ τῆς εἰς λῆξιν ἐμβροντησίας ἀπόδειξις [εἴη ἂν καὶ μάλα σαφὴς τουτὶ] οὐκ ἀπεοικός γε μὴν τοῖς μὴ φρονεῖν εὖ ἐγνωκόσιν. Ἐπειδὴ γὰρ διιστᾶσί τε καὶ διορίζουσι πανταχῆ καὶ φωνὰς καὶ πράγματα, καὶ τὰς μὲν μόνῳ καὶ ἰδικῶς ἐκνενεμήκασι τῷ Μονογενεῖ, | |
40 | τὰς δὲ ὡς ἑτέρῳ παρ’ αὐτὸν Υἱῷ τε καὶ ἐκ γυναικός, ταύτῃτοι | |
758 | διημαρτήκασι τῆς εἰς εὐθύ τε καὶ ἀπλανεστάτης ὁδοῦ καὶ τοῦ εἰδέναι σαφῶς τὸ Χριστοῦ μυστήριον. | |
Β— Οὐ διαιρετέον οὖν ἄρα φωνὰς ἢ πράγματα, παροισ‐ θέντων εἰς μέσον τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν | 446 | |
5 | κηρυγμάτων; Α— Οὐμενοῦν, τό γε ἧκον εἰς πρόσωπα δύο καὶ ὑποστάσεις δύο διῃρημένας ἀλλήλων, καὶ ἀποφοιτώσας εἰσάπαν εἰς τὸ ἰδικῶς τε καὶ ἀναμέρος. Ἑνὸς γὰρ ὄντος Υἱοῦ τοῦ δι’ ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, φαίην ἂν εἶναι | |
10 | πάντα αὐτοῦ, λόγους τε καὶ πράγματα, τά τε θεοπρεπῆ καὶ προσέτι τὰ ἀνθρώπινα. Β— Οὐκοῦν, κἂν εἰ ἐκ τῆς ὁδοιπορίας κοπιάσαι λέγοιτο, πεινῆσαί τε καὶ ὕπνου μεταλαχεῖν, πρέποι ἄν, εἰπέ μοι, προσνεῖμαι τῷ Θεῷ Λόγῳ τὰ οὕτω σμικρὰ καὶ κατερριμ‐ | |
15 | μένα; Α— Γυμνῷ μὲν ἔτι καὶ οὔπω σεσαρκωμένῳ, καὶ πρὶν καθικέσθαι πρὸς κένωσιν, πρέποι ἂν ἥκιστά γε, φρονεῖς γὰρ ὀρθῶς. Ἐνανθρωπήσαντι δὲ καὶ κεκενωμένῳ ὁποῖον ἄρα προστρῖψαι βλάβος τὸ χρῆμα αὐτῷ; Ὥσπερ γὰρ ἰδίαν | |
20 | αὐτοῦ τὴν σάρκα γενέσθαι φαμέν, οὕτω πάλιν αὐτοῦ κατ’ οἰκείωσιν οἰκονομικὴν καὶ κατά γε τὸν τῆς 〈ἑνώσεωσ〉 τρόπον, τὰς τῆς σαρκὸς ἀσθενείας. Ὡμοιώθη γὰρ κατὰ πάντα τοῖς ἀδελφοῖς, δίχα μόνης ἁμαρτίας. Καὶ μή τοι θαυμάσῃς εἰ τὰς τῆς σαρκὸς ἀσθενείας οἰκειοῦσθαί φαμεν | |
25 | αὐτὸν μετὰ τῆς σαρκός, ὅθεν καὶ τὰς θύραθεν παροινίας, τὰς ἀπό γε τῆς τῶν Ἰουδαίων σκαιότητος ἐπενεχθείσας αὐτῷ, πάλιν ἑαυτῷ προσνενέμηκε, λέγων διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Καὶ πάλιν· | |
30 | «Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν.» Β— Οὐκοῦν, κἂν εἰ λέγοι τυχόν· «Ὁ ἑωρακὼς ἐμὲ | |
ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» εἶτα πρὸς Ἰουδαίους· «Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον | 448 | |
35 | ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἢν ἤκουσα παρὰ τοῦ Θεοῦ;» ἑνὸς εἶναι δώσομεν καὶ τοῦ αὐτοῦ ταύτας τε κἀκείνας τὰς φωνάς; Α— Πάνυ μὲν οὖν. Μεμέρισται γὰρ οὐδαμῶς ὁ Χριστός, εἷς δὲ καὶ μόνος καὶ ἀληθινὸς Υἱὸς πρὸς ἁπάντων εἶναι | |
40 | πιστεύεται τῶν προσκυνούντων αὐτόν. «Ἡ γὰρ εἰκὼν τοῦ ἀοράτου Θεοῦ, τὸ ἀπαύγασμα τῆς δόξης τῆς ὑποστάσεως τοῦ Πατρός, ὁ τῆς οὐσίας αὐτοῦ χαρακτήρ,» ἔλαβε δούλου μορφήν, οὐ ὡς ἄνθρωπον ἑαυτῷ συνάψας, καθά φασιν, ἐν αὐτῇ δὲ μᾶλλον αὐτὸς γεγονώς, μεμενηκὼς δὲ καὶ οὕτως ἐν | |
759 | ὁμοιώσει τῇ πρὸς Θεὸν καὶ Πατέρα. Γέγραφε γοῦν ὁ πάνσοφος Παῦλος· «Ὅτι ὁ Θεός, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης αὐτοῦ ἐν προσώπῳ Χριστοῦ Ἰησοῦ.» | |
5 | Ἄθρει γὰρ ὅπως «ἐν προσώπῳ Χριστοῦ» τῆς θείας τε καὶ ἀπορρήτου δόξης τοῦ Θεοῦ καὶ Πατρὸς ὁ φωτισμὸς ἀναλάμ‐ πει. Δείκνυσι γὰρ ἐν αὐτῷ τὴν τοῦ Πατρὸς δόξαν, καίτοι γεγονὼς ἄνθρωπος ὁ Μονογενής. Μόνον γὰρ οὕτως καὶ οὐχ ἑτέρως Χριστὸς νοεῖται καὶ ὀνομάζεται. Ἢ γοῦν διδασ‐ | |
10 | κόντων ἡμᾶς οἱ διεναντίας τίνα τρόπον κατίδοι τις ἂν ὡς ἐν ἀνθρώπῳ κοινῷ τῆς θείας δόξης τὸν φωτισμόν, ἢ γοῦν τὴν ἐπίγνωσιν. Οὐ γὰρ ἐν ἀνθρώπου μορφῇ Θεὸν ὀψόμεθα, πλὴν ἐν μόνῳ τῷ καθ’ ἡμᾶς γεγονότι καὶ ἐνανθρωπήσαντι Λόγῳ, μεμενηκότι δὲ καὶ οὕτω φύσει τε καὶ ἀληθῶς Υἱῷ, | 450 |
15 | παραδόξως ἦν καὶ τοῦτο ἰδεῖν, καθὸ νοεῖται Θεός. Καὶ γοῦν ὁ τῶν αὐτοῦ μυστηρίων ταμίας, Χριστὸν Ἰησοῦν ὀνομάσας αὐτόν, ὡς καθ’ ἡμᾶς γεγονότα καὶ σεσαρκωμένον, οἶδεν ὄντα μετὰ 〈τούτου〉 φύσει τε καὶ ἀληθείᾳ Θεόν. Γράφει γὰρ ὡδί· «Τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς | |
20 | ἐπαναμιμνῄσκων ὑμᾶς διὰ τὴν χάριν, τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ.» Προφητεύει δὲ καὶ Ζαχαρίας τῷ οἰκείῳ παιδί, φημὶ δὴ τῷ Βαπτιστῇ· «Καὶ σύ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπο‐ | |
25 | ρεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι λαὸν αὐτῷ.» Εἶτα τὸν Ὕψιστόν τε καὶ Κύριον ὁ θεσπέσιος Βαπτιστὴς κατεδείκνυ λέγων· «Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι | |
30 | πρῶτός μου ἦν.» Ἆρ’ οὖν ἐνδοιάσαι θέμις ὡς εἷς καὶ μόνος καὶ ἀληθῶς Υἱὸς εἴη ἂν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκός, καὶ οὐκ ἀψύχου μᾶλλον κατά τινας, ὡς ἔφην, ἐψυχωμένης δὲ νοερῶς, καὶ ἓν σὺν αὐτῇ πρόσωπον πανταχῇ; | |
35 | Β— Ἐνδοιάσαιμι μὲν ἥκιστά γε. «Εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα.» Πλὴν εἰ λέγοιτο προκόπτειν Ἰησοῦς ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι, τίς ὁ ἐν τούτοις γεγονώς ἐστι; Πλήρης γὰρ ὢν καὶ αὐτοτελὴς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, | |
ὁποίαν ἂν λάβοι, καὶ εἰς τί τὴν ἐπίδοσιν, ἤτοι τὴν προκοπήν; | 452 | |
40 | Σοφία δὲ ὢν αὐτός, οὐκ ἂν λέγοιτο σοφίας δεκτικός † .... † Ζητητέον οὖν ἄρα, φασί, περὶ ὃν ἂν γένοιτο ταυτί. | |
760 | Α— Ἕτερον οὖν, ὡς ἔοικεν, εἰσκομιστέον Υἱὸν 〈καὶ Χριστὸν〉 καὶ Κύριον, διὰ τὸ μὴ δύνασθαί τινας καθικνεῖσθαι τοῦ βάθους τῶν ἱερῶν Γραμμάτων. Ὁ γάρ τοι σοφὸς εὐαγ‐ γελιστής, σάρκα γεγονότα προεισενεγκὼν τὸν Λόγον, | |
5 | δείκνυσιν αὐτὸν οἰκονομικῶς ἐφέντα τῇ ἰδίᾳ σαρκὶ διὰ τῶν τῆς ἰδίας φύσεως ἰέναι νόμων. Ἀνθρωπότητος δὲ τὸ προ‐ κόπτειν ἐστὶν ἡλικίᾳ τε καὶ σοφίᾳ, φαίην δ’ ἂν ὅτι καὶ χάριτι, συναναπηδώσης τρόπον τινὰ τοῖς τοῦ σώματος μέτροις καὶ τῆς ἐν ἑκάστῳ συνέσεως. Ἑτέρα μὲν γὰρ ἐν νηπίοις, | |
10 | ἑτέρα δὲ αὖ ἐν τοῖς ἤδη παισί, καὶ ὑπὲρ τοῦτο ἔτι. Ἦν μὲν γὰρ οὐκ ἀδύνατον, ἢ γοῦν ἀνέφικτον, ὡς Θεῷ τῷ ἐκ Πατρὸς φύντι Λόγῳ, τὸ ἑνωθὲν αὐτῷ σῶμα καὶ ἐξ αὐτῶν σπαργάνων ἆραί τε ὑψοῦ καὶ εἰς μέτρον ἡλικίας τῆς ἀρτίως ἐχούσης ἀνενεγκεῖν. Φαίνη δ’ ἂν ὅτι καὶ ἐν νηπίῳ σοφίαν ἐκφῆναι | |
15 | τεθαυμασμένην ῥᾴδιόν τε καὶ εὐήλατον ἦν αὐτῷ. Ἀλλ’ ἦν τὸ χρῆμα τερατοποιίας οὐ μακράν, καὶ τοῖς τῆς οἰκονομίας | |
λόγοις ἀνάρμοστον. Ἐτελεῖτο γὰρ ἀψοφητὶ τὸ μυστήριον. Ἠφίει δὴ οὖν οἰκονομικῶς τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐφ’ ἑαυτῷ τὸ κρατεῖν. Τετάξεται γὰρ ἐν μοίρᾳ καὶ τοῦτο τῆς | 454 | |
20 | πρὸς ἡμᾶς ὁμοιώσεως, οἷς κατὰ βραχὺ πρὸς τὸ μεῖζον ἡ πρόοδος, αἴροντος ἡμᾶς καιροῦ πρὸς ἐπίδοσιν ἡλικίας καὶ οὐκ ἀναρμόστου φρονήσεως. Οὐκοῦν, παντέλειος μὲν καὶ ἀπροσδεὴς παντὸς ὁτουοῦν, καὶ γοῦν αὐξήσεως, ὡς Θεός, ὁ ἐκ Πατρὸς Λόγος. Οἰκειοῦταί γε μὴν τὰ ἡμῶν, ἐπεί τοι | |
25 | γέγονε καθ’ ἡμᾶς, ἀλλ’ ἴσμεν ὄντα αὐτὸν καὶ οὕτως ὑπὲρ ἡμᾶς ὡς Θεόν. Τολμᾷ γοῦν ὁ Παῦλος, καίπερ εἰδὼς ὅτι γέγονε σάρξ, ταῖς τῆς θεότητος ὑπεροχαῖς ἐνορῶν, ἔσθ’ ὅτε, οὐδὲ ἄνθρωπον αὐτὸν εἶναι ἐνιαχοῦ λέγειν· ἐπιστέλλει γοῦν τοῖς ἐκ Γαλατίας· «Παῦλος ἀπόστολος οὐκ ἀπ’ ἀνθρώπων, | |
30 | οὐδὲ δι’ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ.» Καὶ μὴν καὶ ἑτέρωθι· «Γνωρίζω δὲ ὑμῖν τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ’ ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.» | |
35 | Β— Ἐφαρμοστέον οὖν ἄρα αὐτῷ καὶ τὸ λέγεσθαι προ‐ κόπτειν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι, καθάπερ ἀμέλει καὶ τὸ πεινῆν καὶ μέντοι καὶ κοπιᾶν, καὶ τὰ τούτοις ἐοικότα; Καὶ τάχα που, κἂν εἰ λέγοιτο παθεῖν, ἐζωοποιῆσθαί τε παρὰ τοῦ Πατρός, αὐτῷ προσνεμοῦμεν καὶ ταῦτα. | |
761 | Α— Αὐτοῦ γὰρ εἶναί φαμεν κατ’ οἰκείωσιν οἰκονομικὴν | |
τὰ ἀνθρώπινα, καὶ μετὰ τῆς σαρκὸς τὰ αὐτῆς, ἐπεὶ μὴ ἕτερος νοεῖται πρὸς ἡμῶν παρ’ αὐτὸν Υἱός, ἀλλ’ αὐτὸς Κύριος σέσωκεν ἡμᾶς, τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὸ | 456 | |
5 | ἴδιον αἷμα δούς. «Ἠγοράσθημεν γὰρ τιμῆς οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προσκομίσαντος ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί.» Καὶ πρός γε τοῦτο ἡμᾶς πιστώσεται γεγραφὼς ὁ νομομαθέστατος Παῦλος· | |
10 | «Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.» Ἐπειδὴ δὲ γέγονεν ὑπὲρ ἡμῶν «εὐωδία» Χριστός, καταδείξας ἐν ἑαυτῷ τὸ | |
15 | ἀπλημμελὲς ἔχουσαν τὴν ἀνθρώπου φύσιν, παρρησίαν ἐσχήκαμεν δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν. Γέγραπται γὰρ ὅτι «Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι τοῦ Χριστοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον | |
20 | καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ.» Σύνες οὖν ὅπως «αὐτοῦ» τὸ αἷμα καὶ αὐτοῦ τὴν σάρκα φησίν, ἣν καὶ «καταπέτασμα» καλεῖ, καὶ μάλα εἰκότως, ἵνα ὅπερ ἐν τῷ ναῷ τὸ ἱερὸν εἰργάζετο καταπέτασμα, κατακρύπτον εὖ μάλα τὰ Ἅγια τῶν ἁγίων, τοιοῦτόν τι | |
25 | νοοῖτο δρᾶν καὶ ἡ τοῦ Κυρίου σάρξ, οὐκ ἐφεῖσα τρόπον τινὰ γυμνῶς καὶ ἀκρύπτως ὁρᾶσθαι πρός τινος τὴν ὑπερφυᾶ καὶ ἐξαίρετον ὑπεροχήν τε καὶ δόξαν τοῦ ἑνωθέντος αὐτῇ Θεοῦ Λόγου. Καὶ γοῦν οἱ μὲν Ἠλίαν 〈οἱ δὲ Ἰερεμίαν〉 ἢ ἕνα τῶν προφητῶν ἐτόπασαν εἶναι Χριστόν. Ἰουδαῖοί γε μήν, οὐ | |
30 | συνέντες ὅλως τὸ ἐπ’ αὐτῷ μυστήριον, κατακερτομοῦντες | |
ἔφασκον· «Οὐχ οὗτός ἐστιν 〈Ἰησοῦσ〉 ὁ τοῦ τέκτονος υἱός; Πῶς νῦν λέγει Ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;» Ἀόρατον μὲν γὰρ τῇ φύσει τὸ θεῖον. Ὤφθη γε μὴν τοῖς ἐπὶ τῆς γῆς ἐν εἴδει τῷ καθ’ ἡμᾶς ὁ κατὰ φύσιν ἰδίαν οὐχ | 458 | |
35 | ὁρατός, καὶ ἐπέφανεν ἡμῖν Θεὸς ὢν Κύριος. Καὶ τοῦτο, οἶμαι, διδάσκει λέγων ὁ θεσπέσιος Δαυείδ· «Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.» Β— Φρονεῖς μὲν ὀρθῶς. Ἐκεῖνοί γε μὴν οὐχ ὧδε ταῦτ’ ἔχειν διατείνονται, πολλοῦ γε καὶ δεῖ. Κατ’ οὐδένα γὰρ | |
762 | τρόπον τὸ ἐπὶ τῷ σταυρῷ πάθος ἀξιοῦσι προσνέμειν τῷ ἐκ Θεοῦ φύντι Λόγῳ, παρασκευάσαι δὲ μᾶλλον φασὶν αὐτὸν τὸν συναφθέντα αὐτῷ κατ’ ἰσοτιμίαν ἄνθρωπον τὰς ἐκ τῶν Ἰουδαίων ὑποστῆναι παροινίας, καὶ τὰ ἐπὶ τῷ σταυρῷ | |
5 | πάθη, καὶ μὴν καὶ αὐτὸν τὸν θάνατον, καὶ αὐτὸν γενέσθαι τῆς σωτηρίας ἡμῶν ἀρχηγόν, τῇ τοῦ συνόντος αὐτῷ Λόγου δυνάμει παλινδρομήσαντα πρὸς ζωήν, καὶ τὸ τοῦ θανάτου καταργήσαντα κράτος. Α— Ἆρα οὖν ἔχοιεν ἐξ ἱερῶν Γραμμάτων τὸν ἐπὶ | |
10 | τούτοις ἡμῖν ἀληθῆ παραστῆσαι λόγον; Ἢ καινοτομοῦσι τὴν πίστιν, «τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου,» κατὰ τὸ γεγραμμένον, ἢ τάχα που οὐκ εἰδότες λέγειν· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, | |
15 | κἀγὼ τῷ κόσμῳ.» Β— Ναί, φασίν. Ἐμπεδοῖ γὰρ πρὸς τοῦτο ἡμᾶς ὁ πάνσοφος Παῦλος ὡδὶ γεγραφώς· «Ἔπρεπε γὰρ αὐτῷ δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων | |
20 | τελειῶσαι.» Ὁ γάρ τοι, φασίν, ἐν ᾧ τὰ πάντα καὶ δι’ οὗ τὰ | |
πάντα εἴη ἂν ἕτερος οὐδεὶς παρά γε τὸν ἐκ Θεοῦ φύντα Λόγον. Αὐτὸς τοιγαροῦν ἐτελείωσε διὰ παθημάτων τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, τουτέστι τὸν ἐκ σπέρματος τοῦ Δαυείδ. | 460 | |
25 | Α— Λελυτρώμεθα οὖν παρὰ Θεοῦ μὲν οὐκ ἔτι—πῶς γὰρ ἢ πόθεν; —ἀλλοτρίῳ δὲ μᾶλλον αἵματι. Καὶ τέθνηκέ τις ὑπὲρ ἡμῶν ὑποβολιμαῖος ἄνθρωπος καὶ υἱὸς ψευδώνυμος. Καὶ τὸ σεπτὸν καὶ μέγα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς μυστήριον ὕθλος ἦν ἄρα καὶ φενακισμός, καὶ οὔτε γέγονεν | |
30 | ἄνθρωπος. Ἐπιγαψόμεθα δὲ Σωτῆρα καὶ Λυτρωτὴν ἥκιστα μὲν αὐτόν, ἐκεῖνον δὲ μᾶλλον ὃς τὸ ἴδιον αἷμα δέδωκεν ὑπὲρ ἡμῶν. Καίτοι γέγραφέ τισιν ὁ ἱερώτατος Παῦλος· «Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι | |
35 | θυσίαις παρὰ ταῦτα. Οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Οὐδὲ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ Ἅγια κατ’ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ, ἐπεὶ ἔδει | |
40 | αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου. Νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας | |
763 | διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται.» Οὐκοῦν, ὁ μὲν τύπος ἔχει τὸ «ἐν αἵματι τῷ ἀλλοτρίῳ» ποιεῖσθαι τὴν πρόσοδον, καὶ ἀποκαθαιρεῖσθαί τινας, τό γε μὴν ἀληθές, ἢ γοῦν ἡ ἀλήθεια, δέξεται πάντως που τὸ ἄμεινον, τουτέστι τὸ ἐν | |
5 | αἵματι τῷ ἰδίῳ τοῦτο δρᾶν εἰσελαύνοντα τὸν 〈Υἱὸν〉 οὐκ εἰς πρόσκαιρόν τινα καὶ χειροποίητον σκηνὴν τὴν ὡς ἐν σκιᾷ καὶ τύποις, ἀλλ’ εἰς τὴν ἄνω καὶ ἀληθῆ, τουτέστιν εἰς τὸν οὐρανόν. «Ἀνάγκη γὰρ τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι»—δῆλον δὲ ὅτι τοῖς | |
10 | τυπικοῖς τε καὶ ἀλλοτρίοις—«αὐτὰ δὲ τὰ ἐπουράνια | |
κρείττοσι θυσίαις παρὰ ταύτας.» Ζητητέον οὖν ἄρα καὶ ἀναγκαίως ἐν Χριστῷ τὸ κρεῖττον ἢ κατὰ τοὺς τύπους, φημὶ δὲ τὸ ἀληθές, ὅπερ ἐστὶν «ἐν αἵματι τῷ ἰδίῳ.» Β— Εὖ ἔφης. | 462 | |
15 | Α— Ἐπειδὴ δὲ τὴν ἀποστολικὴν κατεξανιστᾶσι 〈ἡμῖν〉 ῥῆσιν, ὡς ἐπ’ ἀνθρώπου κοινοῦ προενηνεγμένην, φέρε λέγωμεν ἑλόντες ἀπ’ ἀρχῆς τῶν γεγραμμένων μέχρι κατα‐ λήξεως τῆς ἀποχρώσης τῷ λόγῳ. Γέγραπται τοίνυν· «Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν | |
20 | Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανω‐ μένον. Ἔπρεπε γὰρ αὐτῷ δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι’ ἣν αἰτίαν | |
25 | οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγ‐ γελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ | |
30 | κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.» Ἰδοὺ γάρ, | |
35 | ἰδού, καὶ μάλα σαφῶς, «ἠλαττῶσθαι» λέγων αὐτὸν «παρὰ τοὺς ἀγγέλους διὰ τὸ πάθημα τοῦ θανάτου,» «κατεστέφθαι» γε μὴν δι’ αὐτὸ «τιμῇ τε καὶ δόξῃ,» καθίστησιν ἐμφανῆ | |
τὸν ἐφ’ ᾧ ποιεῖται τοὺς λόγους, δῆλον δὲ ὅτι τὸν Μονογενῆ. «Μετεσχηκέναι, γάρ φησιν αὐτόν, αἵματος καὶ σαρκὸς | 464 | |
40 | παραπλησίως ἡμῖν,» καὶ «οὐκ ἀγγέλων ἐπιλαβέσθαι μᾶλλον, ἀλλὰ σπέρματος Ἀβραάμ.» Ἔπρεπε γὰρ τῷ Θεῷ καὶ Πατρί, «δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα,» καθιγμέ‐ | |
764 | νον εἰς κένωσιν καὶ ἐνανθρωπήσαντα τὸν Υἱόν, ὡς τὴν τοῦ δούλου λαβόντα μορφήν, τελειῶσαι διὰ παθημάτων, τῆς ἁπάντων ζωῆς ἀντίλυτρον τὴν ἰδίαν αὐτῷ καθιεροῦντα σάρκα. Τέθυται γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστός, τὸ ἄμωμον | |
5 | ἱερεῖον, καὶ «μιᾷ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους,» ἀναμορφῶν εἰς τὸ ἐν ἀρχαῖς τὴν ἀνθρώπου φύσιν. «Πάντα γὰρ ἐν αὐτῷ καινά.» Ὅτι γὰρ ὁ Θεὸς καὶ Πατὴρ δέδωκεν ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱόν, οὐδὲν ἧττον ἡμᾶς πιστώσεται γράφων ὁ [πάνσοφος] Παῦλος | |
10 | περὶ αὐτοῦ· «Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν ἁπάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;» Ἴδιον δέ φαμεν Υἱὸν τοῦ Θεοῦ τὸν ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα Λόγον. Δεδόσθαι γε μὴν ὑπὲρ ἡμῶν οὐ γυμνὸν ἔτι καὶ ἄσαρκον, ἀλλ’ ὅτε | |
15 | γέγονε σάρξ. Καὶ τὸ λέγεσθαι παθεῖν ἀμώμητον ἦν αὐτῷ· πέπονθε γὰρ οὐ φύσει θεότητος, ἀλλ’ ἰδίᾳ σαρκί. Ὁ γὰρ Θεὸς καὶ Πατήρ, καθάπερ ἔφην ἀρτίως· «Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς | |
γενώμεθα δικαιοσύνη Θεοῦ σὺν αὐτῷ.» | 466 | |
20 | Β— Ἆρ’ οὖν ἁμαρτίαν αὐτὸν γενέσθαι νοοῦμεν, ἢ ὅτι μᾶλλον ὡμοιώθη τοῖς ὑπὸ ἁμαρτίαν, ταύτῃτοι καὶ ἁμαρτία λέγεται; Α— Ὀρθῶς ἔφης. Ὥσπερ οὖν «Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα | |
25 | δικαιοσύνη Θεοῦ ἐν αὐτῷ»—δεδικαίωται γὰρ ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ—, οὕτω τὸν οὐκ εἰδότα θάνατον—ζωὴ γάρ ἐστι καὶ ζωοποιὸς ὁ Λόγος—σαρκὶ παθεῖν παρεσκεύασεν, ἔξω μείναντα τοῦ παθεῖν, καθὸ νοεῖται Θεός, ἵνα ἡμεῖς ζήσωμεν δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ. Διὸ καὶ «ὁμοίωμα | |
30 | θανάτου» τὸ Χριστοῦ πάθος ὠνόμασται. Γέγραπται οὖν· «Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Ἔζη γὰρ ὁ Λόγος καὶ γευομένης θανάτου τῆς ἁγίας αὐτοῦ σαρκός, ἵν’ ἡττηθέντος θανάτου καὶ πεπατημένης τῆς φθορᾶς, ἡ τῆς | |
35 | ἀναστάσεως δύναμις εἰς ἅπαν ἔρχηται τὸ ἀνθρώπινον γένος. Ἀληθὲς γὰρ ὅτι «Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιη‐ θήσονται.» Ἐπεὶ τίνα τρόπον ὀνῆσαί φαμεν τὴν ἀνθρώπου φύσιν τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς τὸ | |
40 | μυστήριον, εἰ μὴ Θεὸς ὢν ὁ Λόγος γέγονε σάρξ; Εἰ μὴ καθῆκεν ἑαυτὸν εἰς κένωσιν καὶ καταπεφοίτηκεν ἐν τοῖς καθ’ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν; Εἰ μὴ σῶμα γέγονε | |
765 | ζωῆς τὸ ὑπὸ φθοράν, ἵνα γένηται θανάτου πέρα καὶ φθορᾶς; Β— Αὐτὸν οὖν ἄρα φαμὲν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον | |
σαρκὶ παθεῖν δι’ ἡμᾶς; Α— Πάνυ μὲν οὖν, εἴπερ ἀληθὴς ὁ Παῦλος λέγων περὶ | 468 | |
5 | αὐτοῦ· «Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι, τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, | |
10 | καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων.» Ἰδοὺ γάρ, ἰδοὺ σαφῶς καὶ μάλα, τὴν εἰκόνα τοῦ ἀοράτου Θεοῦ, τὸν πρωτότοκον πάσης κτίσεως, ὁρατῆς τε καὶ ἀοράτου, δι’ οὗ τὰ πάντα καὶ ἐν ᾧ | |
15 | τὰ πάντα, κεφαλὴν δεδόσθαι τῇ Ἐκκλησίᾳ φησίν, εἶναι δὲ καὶ ἐκ νεκρῶν πρωτότοκον. Οἰκειοῦται γάρ, ὡς ἔφην, τὰ τῆς ἑαυτοῦ σαρκός, καὶ «Ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας.» Οὐ γὰρ ἄνθρωπον ἁπλῶς, συναφείᾳ τῇ πρὸς αὐτὸν οὐκ οἶδ’ ὅπως τετιμημένον, ὑπὲρ ἡμῶν δεδόσθαι | |
20 | φαμέν, ἀλλ’ ἔστιν αὐτὸς ὁ τῆς δόξης Κύριος ὁ ἐσταυρωμένος. «Εἰ γὰρ ἔγνωσαν, φησίν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης | |
ἐσταύρωσαν.» Πέπονθε δὲ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν σαρκί, κατὰ τὰς Γραφάς, «Ὁ κατὰ σάρκα ἐξ Ἰουδαίων, ὁ ὢν ἐπὶ πάντας Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» Γέγραφε | 470 | |
25 | γὰρ ὡδὶ κῆρυξ καὶ ἀπόστολος ὢν καὶ αὐτὸν ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν ὁ ἱερώτατος Παῦλος. Φράζε δέ μοι κἀκεῖνο πρὸς τούτοις, πῶς ἂν συνεῖεν τὸ εἰρημένον ὑπὸ Χριστοῦ πρὸς τὴν ἐκ τῆς Σαμαρείας γυναῖκα· «Ὑμεῖς προσκυνεῖτε ὁ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὁ οἴδαμεν, ὅτι ἡ σωτηρία | |
30 | ἐκ τῶν Ἰουδαίων ἐστί.» Καίτοι σέσωκεν ἡμᾶς «οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κυρίος,» οὐκ ἀλλοτρίῳ θανάτῳ, καὶ ἀνθρώπου κοινοῦ μεσιτεύοντος, ἀλλ’ αἵματι τῷ ἰδίῳ. Ταύτῃτοι, καὶ μάλα εἰκότως, ὁ πάνσοφος ἔφη Παῦλος· «Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν | |
35 | ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνῄσκει. Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ κατα‐ πατήσας, καὶ τὸ αἷμα τῆς 〈καινῆσ〉 διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας ἐν ᾧ ἡγιάσθη;» Ἀλλ’ εἴπερ ἐστὶν οὐκ ἐνανθρωπήσαντος μᾶλλον | |
40 | τοῦ κατὰ ἀλήθειαν Υἱοῦ τὸ τίμιον αἷμα, νόθου δέ τινος παρ’ | |
766 | αὐτὸν ἑτέρου, καὶ χάριτι τὴν υἱοθεσίαν ἔχοντος, πῶς οὐ «κοινὸν» εἶναί φασιν αὐτόν; Οὐκοῦν, κἂν εἰ λέγοιτο παθεῖν σαρκί, τηρεῖται καὶ οὕτω τὸ ἀπαθὲς αὐτῷ καθὸ νοεῖται Θεός. Τοιγάρτοι φησὶ καὶ ὁ θεσπέσιος Πέτρος· | |
5 | «Ὅτι Χριστὸς ἅπαξ ὑπὲρ ἁμαρτιῶν περὶ ἡμῶν ἀπέθανε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶς προσαγάγῃ Θεῷ, θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι.» Ἀνθότου γάρ, φαίη ἂν οἶμαί τις, οὐχ ἁπλῶς ἢ ἀδιορίστως ἔφη παθεῖν αὐτὸν ὁ πνευ‐ ματοφόρος, προσεπήνεγκε δὲ «τῇ σαρκί;» ᾜδει γάρ, ᾔδει | |
10 | περὶ Θεοῦ λέγων. Τοιγάρτοι τὸ ἀπαθὲς προσνενέμηκεν αὐτῷ καθὸ νοεῖται Θεός, εὐτεχνέστατα προσενεγκὼν «τῇ | |
σαρκί,» περὶ ἣν ἂν γένοιτο τὸ παθεῖν. Β— Ἀλλ’ ἐοικέναι φασὶ τερατολογίᾳ, καὶ ἀπονεῦσαι λίαν εἰς τὸ ἀπιθάνως ἔχον τὸ χρῆναι λέγειν τὸν αὐτὸν καὶ | 472 | |
15 | παθεῖν καὶ μὴ παθεῖν. Ἢ γὰρ ὅλως οὐ πέπονθεν ὡς Θεός, ἤ, εἰ πεπονθέναι λέγεται, πῶς ἂν εἴη Θεός; Οὐκοῦν, ὁ παθὼν νοοῖτ’ ἂν μόνος ὁ ἐκ σπέρματος τοῦ Δαυείδ. Α— Καίτοι πῶς οὐκ ἀδρανοῦς διανοίας ἔλεγχος εἴη ἄν, καὶ μάλα σαφής, τὸ ταυτὶ δὴ φάναι, καὶ μὴν καὶ ἑλέσθαι | |
20 | φρονεῖν; Οὐ γὰρ κοινὸν ἄνθρωπον δέδωκεν ὑπὲρ ἡμῶν ὁ Θεὸς καὶ Πατήρ, ὡς ἐν μεσίτου τάξει παρειλημμένον, καὶ κατάπλαστον ἔχοντα τὴν τῆς υἱότητος δόξαν, καὶ σχετικῇ συναφείᾳ τετιμημένον, ἀλλ’ ἐν εἴδει τῷ καθ’ ἡμᾶς δι’ ἡμᾶς γεγονότα τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν, τὸν ἐκ τῆς οὐσίας | |
25 | αὐτοῦ πεφηνότα Λόγον, ἵνα καὶ ὁρῷτο τῆς ἁπάντων ζωῆς ἀντάξιος. Ἔστι δέ, οἶμαι, τῶν λίαν ἐκτοπωτάτων, σαρκὸς κατὰ τὰς Γραφὰς γεγονότος, ὡς ἔφην, τοῦ Μονογενοῦς, καὶ οὐκ ἀπαξιώσαντος τὴν οἰκονομίαν, μονονουχὶ καὶ ἐπιτιμᾶν αὐτῷ ὡς τῇ ἰδίᾳ δόξῃ μεμαχημένῳ, καὶ σαρκὶ παθεῖν παρὰ | |
30 | τὸ εἰκὸς ἑλομένῳ. Ἀλλ’ ἦν, ὦ γενναῖε, τὸ χρῆμα σωτήριον τῷ κόσμῳ παντί. Ἐπειδὴ δὲ ἠθέλησε διὰ τοῦτο παθεῖν ὁ πέρα τοῦ δύνασθαι παθεῖν, διά τοι τὸ εἶναι φύσει Θεός, τὴν τοῦ παθεῖν δεκτικὴν ἠμπέσχετο σάρκα, καὶ ἰδίαν ἀπέφηνεν αὐτήν, ἵνα καὶ αὐτοῦ λέγοιτο τὸ παθεῖν, ὅτι μὴ τὸ ἑτέρου | |
35 | τινός, ἀλλὰ τὸ αὐτοῦ πέπονθε σῶμα. Οὐκοῦν, διδόντος τοῦ τρόπου τῆς οἰκονομίας ἀνεγκλήτως αὐτῷ καὶ τὸ σαρκὶ μὲν | |
ἑλέσθαι παθεῖν, θεότητι δὲ μὴ παθεῖν—ἦν γὰρ 〈ὁ αὐτὸσ〉 Θεός τε ὁμοῦ καὶ ἄνθρωπος—περιττολογοῦσιν οἱ διεναντίας, καὶ τὴν τοῦ μυστηρίου δύναμιν ἀσυνετώτατα κιβδηλεύοντες, | 474 | |
40 | οἴονται τάχα που καὶ ἐπαίνου μεστὴν ποιεῖσθαι † την ενωσιν †. Ἐδόκει μὲν γάρ πως προστρίβεσθαί τινα μῶμον | |
767 | αὐτῷ τὸ καὶ ὅλως ἑλέσθαι σαρκὶ παθεῖν, ἀλλ’ ἦν ἑτέρως εὐκλεές. Ὅτι γάρ ἐστι θανάτου κρείττων καὶ φθορᾶς, ζωὴ καὶ ζωοποιὸς ὑπάρχων ὡς Θεός, μεμαρτύρηκεν ἡ ἀνάστασις· ἐγήγερκε γὰρ τὸν ἑαυτοῦ ναόν. Τοιγάρτοι φησὶν ὁ θεσπέσιος | |
5 | Παῦλος· «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι.» Καὶ πάλιν· «Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν, αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸς | |
10 | Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.» Καὶ μὴν καὶ αὐτὸς ὁ Υἱός, μέλλων ἀναβαίνειν ἐπὶ τὸ σωτήριον πάθος· «Νῦν ἐδοξάσθη, φησίν, ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.» Ἀνεβίω γὰρ σκυλεύσας τὸν ᾅδην, καὶ τοῦτο οὐκ | |
15 | εἰς μακράν, ἀλλ’ οἷον εὐθὺς καὶ κατὰ πόδας τοῦ παθεῖν. Β— Καίτοι φησὶν ὁ πάνσοφος Παῦλος· «Εἰ δοκιμὴν | |
ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν. Καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ.» Εἶτα πῶς αὐτὸν «ἀσθενῆσαι» | 476 | |
20 | φαίη τις ἂν τὸν Λόγον, καὶ μὴν καὶ ἐκ δυνάμεως ζῆσαι Θεοῦ; Α— Οὐ γὰρ ἄνω τε καὶ κάτω τὸν τοῦ Θεοῦ Λόγον σάρκα τε γενέσθαι καὶ ἐνανθρωπῆσαί φαμεν; Β— Ναί. Πῶς γὰρ οὔ; | |
25 | Α— Οὐκοῦν, ὁ «ἀσθενήσας» σαρκί, καθὸ πέφηνεν ἄνθρωπος, «ἔζησεν οὗτος ἐκ δυνάμεως Θεοῦ,» καὶ οὐκ ἀλλοτρίας μᾶλλον, ἀλλὰ τῆς ἐνούσης αὐτῷ. Θεὸς γὰρ ἦν ἐν σαρκί. Β— Καὶ μὴν ὁ Πατὴρ αὐτὸν ἀναστῆσαι λέγεται· | |
30 | γέγραπται γὰρ ὅτι «Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργηκεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης Ἀρχῆς καὶ Ἐξουσίας καὶ Κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου.» | |
35 | Α— Ἀλλ’ αὐτὸν εἶναί φαμεν τὴν ζωοποιὸν δύναμιν τοῦ Πατρός, καὶ τοῖς τοῦ τεκόντος ἀξιώμασιν 〈φυσικῶσ〉 ἐναβρύνεσθαι, καὶ εἰ γέγονε σάρξ, καὶ αὐτομάρτυς αὐτὸς εἰσβήσεται λέγων· «Ὥσπερ γὰρ ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» Καὶ τοῦτο | |
40 | ἀμογητὶ κατορθοῦν εὖ μάλα δυνάμενος, τοῖς Ἰουδαίων δήμοις προσπεφώνηκε λέγων· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Πλὴν ὁ ἀναστὰς κεκάθικεν «ἐν δεξιᾷ τοῦ Πατρός, ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης Ἀρχῆς καὶ Ἐξουσίας καὶ Κυριότητος καὶ | |
768 | παντὸς ὀνόματος ὀνομαζομένου.» Ἆρ’ οὖν ὡς ἕτερος ὢν | |
Υἱὸς παρὰ τὸν ἐξ αὐτοῦ φύντα Λόγον, ψιλῇ συναφείᾳ τετιμημένος, καὶ ἐν χάριτος μοίρᾳ τὸ τῆς θεότητος ὄνομα λαχών, ἢ μᾶλλον αὐτὸς ὁ φύσει τε καὶ ἀληθῶς ὑπάρχων | 478 | |
5 | Υἱός, «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος» οἰκονομικῶς; Β— Φαῖεν ἂν ἴσως αὐτοὶ τὸν ἐκ σπέρματος τοῦ Δαυεὶδ συναφθέντα αὐτῷ κατ’ ἰσοτιμίαν ἄνθρωπον, ᾧπερ ἂν πρέποι καὶ τὸ παθεῖν τὸν θάνατον. | |
10 | Α— Ἀλλὰ τὸ ἰσότιμόν τινι γενέσθαι λεγόμενον εἴη ἂν οὐχ ἓν μᾶλλον τῷ ἀριθμῷ, καθάπερ ἤδη προεῖπον, ἀλλ’ ἓν μεθ’ ἑνός. Δύο δὲ οἶμαι ταυτί, καὶ ἀνισομέτρως ἔχοντα κατὰ φύσιν, εἴπερ ἐστὶν ἐν μειώσει τοῦ τιμῶντος τὸ τιμώ‐ μενον. Ἐπειδὴ δὲ εἷς κεκάθικεν Υἱός, διδασκόντων αὐτοὶ | |
15 | τίς τοῖς ἀνωτάτω τετίμηται θάκοις, καὶ συνεδρεύει τῷ Πατρὶ εἰ καὶ ὅτι μάλιστα τῶν ἄγαν σφαλερωτάτων εἴη ἂν τὸ ἀνακομίζειν ἀποτολμᾶν εἰς ἰσοτιμίαν τῷ Δεσπότῃ τὸ δοῦλον, τῷ Κτίστῃ τὸ ποιηθέν, τῷ βασιλεῖ τῶν ὅλων τὸ ὑπὸ ζυγόν, τῷ πάντων ἐπέκεινα τὸ ἐν πᾶσι τελοῦν. | |
20 | Β— Σαφηνιεῖς οὖν ἄρα τοῦτο ἡμῖν [εἰσέτι]. Α— Καίτοι, καθάπερ ἐγᾦμαι, σαφὴς καὶ ἀποχρῶν ὁ ἐπ’ αὐτοῖς δὴ τούτοις ἡμῖν ἐκπεπόνηται λόγος, ὄκνου δὲ δίχα παντὸς προσθείην ἂν οἷς ἔφην καὶ ἕτερα, καὶ οὐκ ἀγεννῆ συναγόρευσιν τὴν ὑπέρ γε τῶν ἱερῶν δογμάτων | |
25 | καθάπερ τινὰ παντευχίαν ἀναλαβών, ἀνταναστήσω τὸ ἀληθὲς τοῖς φρονοῦσι τὰ διεστραμμένα. Ὅτι γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οὐ μεσολαβοῦντος τὴν οἰκονομίαν υἱοῦ παρ’ αὐτὸν ἑτέρου καὶ συναφθέντος αὐτῷ σχετικῶς, κατήργηκε τοῦ θανάτου τὸ κράτος, αὐτὸς δὲ μᾶλλον δι’ ἑαυτοῦ, πιστώ‐ | |
30 | σεται λέγων· «Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον ὥστε | |
τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.» Αἴροντος δὲ ὑψοῦ τὴν εἰς τὸν κόσμον ἀγάπην τοῦ Θεοῦ καὶ Πατρός, ὑπερμεγέθη τε καὶ ὑπερφυᾶ γεγενῆσθαι λέγοντος, ἀνθότου | 480 | |
35 | κατασμικρύνουσιν οἱ διεναντίας, οὐ τὸν ἀληθῶς Υἱὸν ὑπὲρ ἡμῶν δεδόσθαι λέγοντες, ἀλλ’ ἕνα τῶν καθ’ ἡμᾶς, εἰσποίητον ἔχοντα τὴν τῆς υἱότητος χάριν, εἰς τὸν τοῦ κατὰ φύσιν Υἱοῦ τόπον ἀναβιβάζοντες, ὄντος δὲ Μονογενοῦς τοῦ δοθέντος ὑπὲρ ἡμῶν; Εἶτα γεγραφότος Ἰωάννου σαφῶς· «Ὁ | |
40 | μονογενὴς Θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός,» πῶς οὐκ ἂν ἀγάσαιτό τις τῆς ἀμαθίας αὐτούς, ἐξωθοῦντας μὲν | |
769 | τῆς οἰκονομίας τὸν μονογενῆ Θεὸν Λόγον, ἀντεισφέροντας δέ, ὡς ἔφην, ταῖς θύραθεν δόξαις ἐξωραϊσθέντα τινὰ καὶ ἐπακτὸν ἔχοντα τὸ τῆς θεότητος ὄνομα; Εἶτα τί τὸ μέγα καὶ ἀξιάγαστον ἐν τῇ τοῦ Πατρὸς ἀγάπῃ φανεῖται λοιπὸν | |
5 | εἰ μέρος τι κόσμου, καὶ τοῦτο βραχύ, δέδωκεν ὑπὲρ αὐτοῦ; Ἢ τάχα που καὶ ἀνεπίπληκτον εἰπεῖν ὡς λελύτρωται κόσμος οὐδὲν ἔχων παρὰ Θεοῦ, ἀλλὰ τοῖς αὐτοῦ μέρεσι πρὸς τοῦτο ὑπηρετούμενος. Β— Δεδόσθαι φασὶ τὸν Μονογενῆ παρὰ τοῦ Πατρός, | |
10 | ἵν’ οἰκονομήσῃ τὰ καθ’ ἡμᾶς, οὐχ ἵνα τι πάθῃ τῶν ἀνθρω‐ πίνων αὐτὸς εἰς ἰδίαν φύσιν· ἀμήχανον γάρ. Α— Πάθοι μὲν ἂν αὐτὸς εἰς ἰδίαν φύσιν τὸ σύμπαν οὐδέν. | |
Ἀσώματος γὰρ ὑπάρχων ὡς Θεός, ἔξω που πάντως κείσεται τοῦ παθεῖν. Ἐπεὶ δὲ κατὰ τὴν αὐτοῦ φωνήν, τὴν διά γέ | 482 | |
15 | φημι τῆς τοῦ Ψάλλοντος λύρας, σῶμα αὐτῷ κατήρτισται παρὰ τοῦ Πατρός, παρῆλθεν ἐνσώματος τοῦ ποιῆσαι τὸ θέλημα αὐτοῦ. Τοῦτο δὲ ἦν ἡ διὰ τοῦ τιμίου σταυροῦ λύτρωσις καὶ ἀνακεφαλαίωσις τῶν ὅλων δι’ αὐτοῦ τε καὶ εἰς αὐτὸν εὖ μάλα κατορθουμένη. Συλλήψεται δὲ οἷς ἔφην | |
20 | καὶ ὁ πανάριστος Παῦλος ὡδὶ γεγραφώς· «Τοῦτο φρονεῖτε ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς | |
25 | ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύ‐ ψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολο‐ | |
30 | γήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Τίνα γὰρ εἶναι φὴς τὸν ὑπάρχοντα μὲν ἐν μορφῇ τοῦ Θεοῦ | |
καὶ Πατρός, εἶτα μένειν ἐξὸν ἐν ἰσότητι πρὸς αὐτόν, οὐχ ἁρπαγμὸν ἡγησάμενον τὸ ὑπερφερὲς οὕτω καὶ θεοπρεπὲς ἀξίωμα, καὶ τὴν κατὰ πάντων ὑπεροχήν; Οὐχὶ τὸν ἐξ αὐτοῦ | 484 | |
35 | πεφηνότα Θεὸν Λόγον; Εἶτα πῶς οὐχ ἅπασιν ἐναργὲς τὸ χρῆμά ἐστιν; Ἀλλ’ οὗτος αὐτὸς «ἐν μορφῇ» καὶ ἰσότητι τοῦ Πατρός, μορφὴν δούλου λαβὼν οὐ κατὰ συνάφειαν σχετικήν, 〈ἀλλ’〉 «Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωποσ»—ἦν γὰρ μετὰ τούτου καὶ | |
40 | Θεός—«ἐταπείνωσεν ἑαυτόν, γέγονε δὲ καὶ ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» | |
770 | Β— Ἀλλ’ εἴρηται, φασί, περὶ αὐτοῦ ὅτι «ἐχαρίσατο αὐτῷ ὁ Θεὸς ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ 〈Χριστοῦ〉 πᾶν γόνυ κάμψῃ.» Ὃ δὲ ἦν ὁ Λόγος, δῆλον δὲ ὅτι Θεός, πῶς ἂν νοοῖτο λαβών; Ἔστι τοίνυν | |
5 | ἀναγκαῖον τῷ ἀναληφθέντι μᾶλλον ἀνθρώπῳ δεδόσθαι λέγειν τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα μή τι τῶν ἀπεοικότων φρονοῦντες ἁλισκώμεθα περὶ τοῦ Μονογενοῦς. Α— Εἶτα πῶς οὐκ ἄμεινον ἀσυγκρίτως ἐνανθρωπήσαντι δι’ ἡμᾶς τῷ κατὰ φύσιν Υἱῷ δεδόσθαι λέγειν αὐτῷ παρὰ | |
10 | τοῦ Πατρός, ἵνα καὶ ἐν ἀνθρωπότητι νοῆται Θεὸς καὶ ἐν ὑπερτάτοις ὑψώμασιν ὁ τὴν καθ’ ἡμᾶς ταπείνωσιν ἀνατλάς, ἵνα μὴ νέος καὶ ἀρτιφανὴς ἀγγέλοις τε καὶ ἀνθρώποις εἰσκομίζηται θεός, τὴν τῆς θεότητος δόξαν οὐκ οὐσιωδῶς ἐνυπάρχουσαν ἔχων, ἀλλ’ ἔξωθεν εἰσκεκριμένην, καὶ ὡς ἐν | |
15 | μόνῃ θελήσει τοῦ Θεοῦ καὶ Πατρός; Β— Αὐτῷ δὴ οὖν ἄρα τῷ ἐκ Θεοῦ Πατρὸς φύντι Λόγῳ δεδόσθαι φαμὲν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; Α— Πάνυ μὲν οὖν. Εἶσι δὲ ἡμῖν ὁ λόγος οὐκ ἀπὸ | |
σκοποῦ, εἴπερ ἐστὶν οὐ κατεψευσμένον ὡς οὐχ ἁρπαγμὸν | 486 | |
20 | ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, καταπεφοίτηκε δέ πως ἐπὶ τὸ μὴ ὂν ἐν δόξῃ, καθὰ πέφηνεν ἄνθρωπος. Τοιγάρτοι καὶ ἔφασκεν· «Ὁ Πατὴρ μείζων μού ἐστι,» καίτοι μετὸν αὐτῷ καὶ ἐνυπάρχοντι ἀεὶ καθὸ νοεῖται καί ἐστι Θεός, καὶ ἐξ αὐτοῦ γεγέννηται κατὰ φύσιν, τὸ ἀπαραλλάκτως ἔχειν πρὸς πᾶν | |
25 | ὁτιοῦν, καὶ τῇ τῆς θεότητος ἐναβρύνεσθαι δόξῃ. Ἔδει δὴ οὖν τὸν καταφοιτήσαντα δι’ ἡμᾶς εἰς τὸ τῆς ἀνθρωπότητος μέτρον οὐκ ἀπολισθῆσαι δοκεῖν τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν λαμπρότητος καὶ ὑπεροχῆς, ἀλλ’ ἐν κενώσει τῇ καθ’ ἡμᾶς τὸ πλῆρες ἔχοντα θεϊκῶς, καὶ ἐν ταπεινώσει τὸ ὑψηλόν, | |
30 | καὶ τὸ φύσει προσὸν ὡς δοτὸν διὰ τὸ ἀνθρώπινον προσκυ‐ νεῖσθαι πρὸς ἁπάντων. Κάμπτει γὰρ αὐτῷ πᾶν γόνυ τῶν τε ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς, καὶ πᾶν τάγμα δοξολογεῖ. Κύριος γὰρ εἶναι πιστεύεται Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Καὶ γοῦν ἔφη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα | |
35 | καὶ Θεόν· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Ἆρ’ οὖν, εἰπέ μοι, προκόσμιος ἦν ὁ ἄνθρωπος ὃν ἀνειλῆφθαί φασι παρὰ τοῦ Μονογενοῦς κατὰ συνάφειαν σχετικήν; Β— Οὐδαμῶς. | |
40 | Α— Τίς οὖν ἄρα ἐστὶν ὁ δόξαν αἰτῶν ἣν καὶ πρὸ αὐτῆς | |
771 | τῆς τοῦ κόσμου καταβολῆς ἐνυπάρχειν ἑαυτῷ φησιν, ἀεὶ καὶ διὰ παντὸς ὄντι παρὰ Θεῷ; Οὐχ ὁ συναΐδιος τῷ Πατρὶ Θεὸς Λόγος, ὁ συνθρονός τε καὶ συνυφεστηκὼς αὐτῷ, περὶ οὗ φησιν ὁ πάνσοφος εὐαγγελιστὴς Ἰωάννης· «Ὁ Λόγος | |
5 | ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος;» Β— Πῶς γὰρ οὔ; Α— Ὥσπερ οὖν τῆς δόξης Κύριος ὤν, εἶτα καθεὶς ἑαυτὸν διὰ μέσου πρὸς τὸ δυσκλεὲς τῆς δούλου μορφῆς, τῆς ἐνούσης ἀεὶ δόξης ἑαυτῷ τὴν ἀνάληψιν αἰτεῖ, καὶ τοῦτο δρῶν | 488 |
10 | ἀνθρωποπρεπῶς, οὕτω καὶ Θεὸς ὑπάρχων ἀεί, πρὸς τὴν τῆς ἰδίας θεότητος ὑπεροχήν τε καὶ δόξαν ἐκ τῶν καθ’ ἡμᾶς μέτρων ἀναφοιτᾷ, ἵν’ ὡς ἑνὶ λοιπὸν Υἱῷ τῷ κατὰ φύσιν καὶ ἀληθινῷ, καίτοι καθ’ ἡμᾶς γεγονότι καὶ σεσαρκωμένῳ, κάμπτῃ πᾶν γόνυ, καθάπερ ἔφην ἀρτίως. Ταυτὶ γάρ, οἶμαι, | |
15 | φρονοῦντες ὡδέ τε πιστεύοντες, ἐγκλημάτων ἀνθρωπολατρίας οὐρανόν τε καὶ γὴν ἀπαλλάξομεν. Γέγραπται γὰρ ὅτι «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Β— Πλείστων ἂν δέοιτο τῶν ἐπικουρημάτων ὁ ἐπὶ | |
20 | τῷδε λόγος. Ἴθι δὴ οὖν καὶ δι’ ἑτέρων ἡμῖν ἐννοιῶν διασάφει τὸ μυστήριον. Α— Οὐκοῦν εἶμί τοι, καὶ μάλα προθύμως. Φαίην δ’ ἂν ὅτι ἡμαρτήκασι τἀληθοῦς, ὡς ἕτερον ἡμῖν υἱὸν τὸν ἐκ σπέρματος τοῦ Δαυεὶδ παραζευγνύντες τῷ φύσει καὶ ἀληθῶς, | |
25 | δῆλον δὲ ὅτι τῷ Μονογενεῖ, καίτοι βοῶντος σαφῶς ἱεροῦ Γράμματος· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἐξ οὐρανοῦ,» καὶ μὴν καὶ αὐτοῦ τοῦ Υἱοῦ, «Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τοῦτο δέ ἐστι τὸ | |
30 | θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ.» Τίνα δὴ οὖν ἄρα φασὶ τὸν ἐξ οὐρανοῦ καθιγμένον; Γεγέννηται γὰρ | |
τὸ σῶμα ἐκ γυναικός. Β— Τὸν ἐκ Θεοῦ Πατρὸς δηλονότι γεννηθέντα Λόγον. | 490 | |
35 | Οἶμαι γὰρ οὐχ ἕτερόν τι φρονεῖν ἑλέσθαι παρὰ τοῦτο αὐτούς. Α— Ὀρθῶς, ὦ ἑταῖρε. Γέγραφε δέ που καὶ ὁ πάνσοφος Ἰωάννης· «Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν.» Εἶτα πῶς ἐθέλοντος τοῦ Πατρὸς ἀναστῆναι πᾶν τὸ δοθὲν αὐτῷ, καὶ ἀγαθοῦ γε ὄντος τοῦ πράγματος, καὶ προσέτι | |
40 | θεοπρεποῦς—ἐοικὸς γὰρ Θεῷ τὸ σῴζειν ἐστίν—αὐτὸς ἔφη κατελθεῖν, οὐχ ἵνα ποιῇ τὸ θέλημα τὸ ἑαυτοῦ μᾶλλον, ἀλλὰ τὸ τοῦ Πατρός; Ἆρ’ οὖν οἰήσαιτ’ ἄν τις τῶν ἐν ἡμῖν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἡμερότητος ἰέναι κατόπιν τὸν ἐξ αὐτοῦ φύντα Υἱόν, καὶ εἶναι μὲν ἀγαθὸν ἥκιστά γε, τὸ δὲ | |
772 | ἀναστῆσαι τὸ δοθὲν καὶ ἀπαλλάξαι φθορᾶς ἀπᾴδειν αὐτῷ; Β— Κινδυνεύομεν. Α— Καίτοι καταλογισαίμεθ’ ἄν, καὶ μάλα εἰκότως, ὡς, ἐπείπερ ἐστὶν ἀγαθοῦ Πατρὸς γνήσιον γέννημα, νοοῖτ’ ἂν | |
5 | ὑπάρχειν καὶ αὐτὸς ἀγαθός, ἢ γοῦν αὐτόχρημα ὅτι ἀγαθόν. «Ἀπὸ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται,» κατὰ τὴν αὐτοῦ φωνήν. Ἀληθεύσει δὲ οὕτω λέγων· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Β— Εὖ ἔφης. Διασάφει δὴ οὖν αὐτὸς τὸ ἀμυδρῶς | |
10 | εἰρῆσθαι δοκοῦν. Α— Οὐκ ἀβούλητον μὲν γενέσθαι φαμὲν τῷ Υἱῷ τὸ καταργῆσαι θάνατον καὶ ἀποσοβῆσαι τῶν ἀνθρωπίνων σωμάτων τὴν φθοράν. «Οὐ γὰρ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων, σωτήριοι δὲ καὶ αἱ γενέσεις τοῦ κόσμου,» κατὰ | |
15 | τὸ γεγραμμένον. «Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.» Ἀλλ’ ἦν οὐχ ἑτέρως τὸ ἀμειδὲς τοῦ θανάτου κατασείεσθαι κράτος, πλὴν ὅτι διὰ μόνης τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς. Ταύτῃτοι πέφηνε καθ’ ἡμᾶς, καὶ ἴδιον ἐποιήσατο σῶμα τὸ ὑπὸ φθοράν, κατά γε | 492 |
20 | τοὺς ἐνόντας τῇ φύσει λόγους, ἵν’ ἐπείπερ ἐστὶν αὐτὸς ἡ ζωὴ—γεγέννηται γὰρ ἐκ ζωῆς τοῦ Πατρός—ἐμφυτεύσῃ τὸ ἴδιον ἀγαθὸν αὐτῷ, τουτέστι τὴν ζωήν. Ἑλομένῳ δὲ ἅπαξ ἐξ ἡμερότητος καὶ φιλανθρωπίας τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθεῖν, ἔδει συμβῆναι καὶ τὸ παθεῖν, τῆς | |
25 | Ἰουδαίων ἀνοσιότητος ἐμπαροινούσης αὐτῷ. Ἀλλ’ ἦν αὐτῷ φορτικὸν τὸ ἐν τῷ παθεῖν δυσκλεές. Καὶ γοῦν ἐνστάντος καιροῦ καθ’ ὃν ἔδει τὸν ὑπέρ γε τῆς ἁπάντων ζωῆς ὑπομεῖναι σταυρόν, ἵνα τὸ παθεῖν ἀβούλητον ἀποφήνῃ, ἀνθρωποπρεπῆ τὴν πρόσοδον καὶ ὡς ἐν σχήματι προσευχῆς ἐποιεῖτο λέγων· | |
30 | «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο. Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ.» Καταβῆναι τὸν ἐξ οὐρανοῦ φησιν, οὐκ ἀβούλητον ποιησόμενον τὸ λυποῦν, ἵνα κατορθώσῃ τοῖς ἐπὶ γῆς τὴν ἀνάστασιν, ἣν δὴ καὶ μόνος αὐτὸς κεκαινοτόμηκε τῇ ἀνθρώπου φύσει. Γέγονε γὰρ | |
35 | «πρωτότοκος ἐκ νεκρῶν» κατὰ σάρκα, καὶ «ἀπαρχὴ τῶν | |
κεκοιμημένων.» Β— Αὐτοῦ τοιγαροῦν τὸ πάθος καὶ οὐχ ἑτέρου λέγοιτο ἄν, καθὸ πέφηνεν ἄνθρωπος, εἰ καὶ μεμένηκεν ἀπαθὴς καθὸ νοεῖται Θεός. | 494 | |
40 | Α— Οὕτω φημί. Διαμέμνησο δὲ τῆς θεοπνεύστου λεγούσης Γραφῆς· «Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν.» Β— Ἆρ’ οὖν τὸν ἔσχατον Ἀδὰμ τὸν ἐκ Θεοῦ φαμεν ὠνομάσθαι Λόγον; | |
773 | Α— Οὐ γυμνόν, ὡς ἔφην, γεγονότα δὲ μᾶλλον ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς. Αὐτὸν οὖν εἶναί φαμεν, εἴπερ ἐστὶν οὐκ ἀνθρώπινον, θεοπρεπὲς δὲ μᾶλλον τὸ [ζωοποιεῖν]. Κεχρημάτικε δὲ καὶ ἔσχατος Ἀδάμ, ὡς ἐξ Ἀδὰμ γεγονὼς | |
5 | κατὰ σάρκα, καὶ ἀρχὴ δευτέρα τῶν ἐπὶ γῆς, ἀναστοιχειουμένης ἐν αὐτῷ τῆς ἀνθρώπου φύσεως εἰς καινότητα ζωῆς, τῆς ἐν ἁγιασμῷ τε καὶ ἀφθαρσίᾳ, διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως· κατηργήθη γὰρ οὕτω θάνατος, οὐκ ἀνασχομένης τῆς κατὰ φύσιν ζωῆς ὑποθεῖναι τῇ φθορᾷ τὸ ἴδιον σῶμα, καθότι | |
10 | οὐκ ἦν δυνατὸν κρατεῖσθαι Χριστὸν ὑπ’ αὐτῆς, κατὰ τὴν τοῦ θεσπεσίου 〈Πέτρου〉 φωνήν. Διέβη δὲ οὕτως καὶ εἰς ἡμᾶς αὐτοὺς τὸ ἐκ τοῦ κατορθώματος ἀγαθόν. Β— Ἄριστα ἔφης. Α— Ἄθρει δὲ δή μοι κἀκεῖνο πρὸς τούτοις. | |
15 | Β— Τὸ τί δὴ φής; Α— Ἔφη που Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις· «Πορευ‐ θέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύμα‐ τος.» Βεβαπτίσμεθα δὴ οὖν εἰς ἁγίαν καὶ ὁμοούσιον | |
20 | Τριάδα, τὴν ἔν γέ φημι τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ | |
Πνεύματι. Ἢ οὐκ ἀληθὲς ὅπερ ἔφην; Β— [Καὶ] πῶς γὰρ οὔ; Α— Οὐ † ... † Πατέρα μὲν νοοῦμεν τὸν γεγεννηκότα, Υἱὸν δὲ δὴ καὶ αὖ τὸν ἐξ αὐτοῦ κατὰ φύσιν γεννηθέντα | 496 | |
25 | μονογενῆ Θεὸν Λόγον; Β— Καὶ πάνυ. Α— Πῶς οὖν εἰς τὸν θάνατον αὐτοῦ βεβαπτίσμεθα, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· «Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσ‐ | |
30 | θημεν.» Ἀλλ’ «εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα,» καὶ οὐ δήπου φαῖεν ἂν ὡς εἰς ἕτερον ὄντα καὶ ἰδικῶς Υἱὸν τὸν ἐκ σπέρματος τοῦ Δαυεὶδ βεβαπτίσμεθα. Ἐπειδὴ δὲ Θεὸς ὢν φύσει πέρα νοεῖται πάθους, εἶτα παθεῖν ἠθέλησεν, ἵνα σώσῃ τοὺς ὑπὸ φθοράν, ὡμοιώθη κατὰ πάντα τοῖς ἐπὶ γῆς, | |
35 | καὶ ἀπότεξιν ὑπέμεινε τὴν κατὰ σάρκα ἐκ γυναικός, καὶ ἴδιον ἐποιήσατο, ὡς ἔφην, σῶμα, τὸ γεύσασθαι τοῦ θανάτου δυνάμενον, ἀναβιῶναί τε αὖ, ἵνα μένων αὐτὸς ἀπαθής, σαρκὶ τῇ ἰδίᾳ λέγοιτο παθεῖν. Σέσωκε γὰρ 〈οὕτωσ〉 τὸ ἀπολωλός. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Ἐγώ εἰμι ὁ | |
40 | ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν ἑαυτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.» Καὶ πάλιν· «Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ. Ἐξουσίαν 〈ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν〉 ἔχω λαβεῖν αὐτήν.» Ἀλλ’ ἦν οὐχ ἑνὸς τῶν καθ’ ἡμᾶς, οὔτε μὴν ἀνθρώ‐ | |
45 | που κοινοῦ, τὸ ἐξουσίαν ἔχειν θεῖναί τε ψυχὴν καὶ ἀναλαβεῖν | |
774 | αὐτήν. Τέθεικε δὲ καὶ ἀνέλαβεν ὁ Μονογενὴς καὶ ἀληθῶς Υἱός, τῶν τοῦ θανάτου βρόχων ἡμᾶς ἔξω τιθείς. Ἴδοι δ’ ἄν τις εὖ μάλα τουτὶ καὶ ἐν ταῖς Μωϋσέως βίβλοις, | |
ὡς ἐν σκιαῖς ἐπὶ τοῖς πάλαι διαμορφούμενον· ἐξείλετο γὰρ | 498 | |
5 | θανάτου καὶ φθορᾶς ἡ τοῦ προβάτου σφαγὴ τοὺς ἐξ Ἰσραήλ, καὶ δεδυσώπηκε τὸν ὀλοθρευτήν. Τύπος δὲ ἦν ἄρα τὸ χρῆμα Χριστοῦ. «Τὸ γὰρ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός,» ἵνα τὸ ἀμειδὲς τοῦ θανάτου καταλύσῃ κράτος, αἵματί τε τῷ ἰδίῳ κατακτήσηται τὴν ὑπ’ οὐρανόν. «Ἠγοράσμεθα γὰρ | |
10 | τιμῆς,» καὶ «οὔκ ἐσμεν ἑαυτῶν.» «Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν,» ὁ πάντων ἀξιώτερος, «ἵν’ οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Συλλήψεται δὲ καὶ ὁ Παῦλος λέγων· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. Χριστός. | |
15 | συνεσταύρωμαι. Ζῶ δὲ οὐκ ἔτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ, τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ [ἐμοῦ].» Χριστοῦ τοιγαροῦν οἱ πάντες ἐσμέν, καὶ δι’ αὐτοῦ κατηλ‐ λάγμεθα τῷ Πατρί, σαρκὶ παθόντος ὑπὲρ ἡμῶν, ἵν’ ἡμᾶς | |
20 | ἀποφήνῃ κεκαθαρμένους. Γέγραπται γὰρ ὅτι· «Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν.» Καὶ πάλιν· «Καὶ ἡμᾶς ποτε ὄντας ἀπηλ‐ λοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς | |
25 | αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ.» Σύνες οὖν ὅπως «ἴδιον αἷμα» καὶ «ἰδίαν σάρκα» φησὶν αὐτοῦ τὴν δοθεῖσαν ὑπὲρ ἡμῶν, ἵνα μὴ ἑτέρου παρ’ αὐτὸν υἱοῦ λέγωμεν αὐτήν, νοουμένου τε ἀναμέρος, καὶ ψιλῇ συναφείᾳ τετιμημένου, καὶ | |
30 | ἐπακτὴν ἔχοντος δόξαν, καὶ οὐκ οὐσιώδη τὴν ὑπεροχήν, ἐπίβλημα δὲ καὶ ὥσπερ τι προσωπεῖον ἐπερριμμένον αὐτῷ, | |
τό τε τῆς υἱότητος καὶ τῆς ὑπὲρ πάντα θεότητος ὄνομα. Οὕτω γὰρ ἔχοντι κατὰ φύσιν καθὰ φρονεῖν ἐγνώκασιν οἱ δι’ ἐναντίας, ἁρμόσειεν ἂν αὐτῷ κατ’ οὐδένα τρόπον τὸ χρῆναι | 500 | |
35 | λέγειν· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Πῶς γὰρ ἀληθὲς τὸ οὐχ οὕτως ἔχον ὡς λέγεται, νωθὸν δὲ ὥσπερ τι καὶ ψευδώνυμον; Ἀλλὰ μὴν ἀλήθεια Χριστός, καὶ ἐπάνω πάντων ὡς Θεός. Μεμένηκε γὰρ ὅπερ ἦν ὁ Λόγος, εἰ καὶ γέγονε σάρξ, ἵν’ ὁ πάντων ἐπέκεινα καὶ ἐν τοῖς πᾶσι γεγονὼς διὰ τὸ ἀνθρώπινον | |
40 | σωζόμενον ἔχοι τὸ εἶναι πέρα παντὸς καὶ τῶν τῆς κτίσεως ἐπέκεινα μέτρων. | |
775 | Β— Ἀλλ’ ἐναπομάξεται, φησί, τῷ Θεῷ Λόγῳ πολύ τι τὸ δυσκλεὲς τὸ λέγεσθαι παθεῖν. Διαβεβλήσεται δὲ πρὸς τούτῳ καὶ αὐτό που τάχα τὸ σεπτὸν ἡμῶν μυστήριον. Α— Ἀλλ’ «αἰσχύνης καταφρονήσας,» εἵλετο παθεῖν | |
5 | σαρκὶ δι’ ἡμᾶς, κατὰ τὰς Γραφάς. Ἀρρώστημα δὲ φρενὸς Ἰουδαϊκῆς καὶ τῆς Ἑλλήνων ἀβελτερίας ἔγκλημα δεινὸν καταλογισαίμην ἂν τὸ αἰσχύνεσθαι δοκεῖν τὸ ἐπὶ τῷ σταυρῷ πάθος. Γράφει γοῦν ὁ θεσπέσιος Παῦλος· «Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, | |
10 | ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων | |
15 | ἐστί.» Β— Τίνα τρόπον; Συνίημι γὰρ ἥκιστά γε. Α— Οὐ γὰρ Ἰουδαίοις μὲν σκάνδαλον τὸ ἐπὶ τῷ σταυρῷ πάθος γενέσθαι φησίν, Ἕλλησι δὲ μωρίαν; Οἱ μὲν γὰρ ἔφασκον, ἀπηρτημένον ὁρῶντες τοῦ ξύλου, καὶ τὰς μιαιφό‐ | |
20 | νους ἐπ’ αὐτῷ σείοντες κεφαλάς· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, | |
κατάβηθι 〈νῦν〉 ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι.» Ὥοντο γὰρ ὅτι τῆς αὐτῶν ἰσχύος ἡττώμενος ἥλω καὶ πέπονθε. Πεπλάνηντο γάρ, οὐχ Υἱὸν εἶναι Θεοῦ νομίσαντες ἀληθῶς, ἀλλ’ εἰς μόνην ὁρῶντες τὴν σάρκα. Ἕλληνές γε μήν, | 502 | |
25 | τὸ τοῦ μυστηρίου βάθος κατ’ οὐδένα τρόπον συνιέναι δυνάμενοι, μωρίαν εἶναι νομίζουσι τὸ λέγεσθαι πρὸς ἡμῶν τεθνάναι Χριστὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ἀλλ’ αὐτὸ δὴ τουτὶ τὸ δοκοῦν εἶναι μωρὸν σοφώτερον τῶν ἀνθρώπων ἐστί. Βαθὺς γὰρ ὁ λόγος, καὶ τῆς ἀνωτάτω σοφίας ἐπίμεστος | |
30 | ἀληθῶς, ὁ ἐπί γέ φημι τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, καὶ τὸ ἀσθενὲς εἶναι νομισθὲν παρά γε τοῖς Ἰουδαίων δήμοις ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. Σέσωκε γὰρ ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑποδύς, ἵνα σαρκὶ παθὼν καὶ ἐγηγερμένος ἐκ νεκρῶν, | |
35 | κρείττονα θανάτου καὶ φθορᾶς τὴν ἡμῶν ἀποφήνῃ φύσιν. Ἔστι δὲ ὑπὲρ χεῖρα τὴν καθ’ ἡμᾶς τὸ κατωρθωμένον. Οὐκοῦν, ἰσχυρότερον τῶν ἀνθρώπων ἐστὶ τὸ ἀσθενείᾳ τῇ καθ’ ἡμᾶς καὶ ὡς ἔν γε τῷ παθεῖν πεπράχθαι δοκοῦν, δυνάμεώς τε τῆς θεοπρεποῦς ἐπίδειξιν ἔχον. | |
40 | Β— Εἶτα πῶς ἂν ὁ αὐτός, φασί, παθὼν μὴ πάθοι; Α— Σαρκὶ τῇ ἰδίᾳ παθών, καὶ οὐ θεότητος φύσει. Καὶ ἀπόρρητος μὲν παντελῶς ὁ ἐπὶ τούτοις λόγος, καὶ οὐκ ἄν τις | |
776 | ἐφίκοιτο νοῦς τῶν οὕτως ἰσχνῶν καὶ ὑπερηρμένων ἐννοιῶν. Ἑπόμενοί γε μὴν τοῖς εἰς ὀρθότητα λογισμοῖς, καὶ τὸν τοῦ εἰκότος περιαθροῦντες λόγον, οὔτε τοῦ λέγεσθαι παθεῖν | |
ἀλλοτριοῦμεν αὐτόν, ἵνα μὴ πρὸ τούτου καὶ τὴν κατὰ σάρκα | 504 | |
5 | γέννησιν οὐκ αὐτοῦ μᾶλλον, ἀλλ’ ἑτέρου φῶμεν εἶναί τινος, οὔτε μὴν εἰς τὴν θείαν αὐτοῦ καὶ ὑπερτάτην πεπράχθαι φύσιν διοριζόμεθα τὰ σαρκός· νοοῖτο δ’ ἄν, ὡς ἔφην, σαρκὶ τῇ ἰδίᾳ παθεῖν, καίτοι θεότητι μὴ παθὼν κατὰ τοιόνδε τινὰ τρόπον. Καὶ ἀσθενεῖ μὲν πᾶσα παραδειγμάτων δύναμις, | |
10 | καὶ τῆς ἀληθείας κατόπιν ἔρχεται. Πλὴν ἐνίησι τῷ νῷ φαντασίαν ἰσχνὴν τοῦ πράγματος, καὶ ὡς ἀπό γε τῶν ἐν χερσὶν ἀναβιβάσει πρὸς τὸ ὕψος καὶ τὸ πέρα λόγου. Ὥσπερ γὰρ ὁ σίδηρος ἢ γοῦν ἑτέρα τις ὕλη τοιαύτη, ταῖς τοῦ πυρὸς ὁμιλήσασα προσβολαῖς, εἰσδέχεται μὲν αὐτὸ καὶ κατωδίνει | |
15 | τὴν φλόγα, εἰ δὲ δὴ καὶ καταπαίοιτο τυχὸν ὑπό του, δέχεται μὲν ἡ ὕλη τὸ βλάβος, ἀδικεῖται δὲ ὅλως πρὸς τοῦ παίοντος οὐδὲν ἡ τοῦ πυρὸς φύσις, οὕτω πως συνήσεις καὶ ἐν τῷ σαρκὶ λέγεσθαι παθεῖν, θεότητι δὲ μὴ παθεῖν τὸν Υἱόν. Καὶ σμικρὰ μέν, ὡς ἔφην, τῶν παραδειγμάτων ἡ δύναμις, | |
20 | ἀποφέρει δέ πως τῆς ἀληθείας ἐγγὺς τοὺς τοῖς ἱεροῖς Γράμ‐ μασιν οὐκ ἀπειθεῖν ᾑρημένους. Β— Εὖ λέγεις. Α— Εἰ γὰρ οὐκ ἀμέσως ἰδία τοῦ Λόγου γέγονεν ἡ | |
ἀπορρήτως αὐτῷ καὶ ὑπὲρ νοῦν καὶ λόγον ἑνωθεῖσα σάρξ, | 506 | |
25 | πῶς ἂν νοοῖτο ζωοποιός; «Ἐγὼ γάρ εἰμι, φησίν, ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.» Ἀλλ’ εἴπερ ἐστὶν ἡ σὰρξ | |
30 | υἱοῦ παρ’ αὐτὸν ἑτέρου, κατὰ συνάφειαν σχετικὴν οἰκειωθέν‐ τος αὐτῷ, καὶ χάριτι κεκλημένου πρὸς ἰσοτιμίαν, πῶς ἰδίαν αὐτὴν ὀνομάζει, καίτοι ψεύδεσθαι μὴ εἰδώς; Πῶς δ’ ἂν καὶ ζωοποιήσειε τὸν κόσμον ἡ ἑτέρου τινὸς σάρξ, εἰ μὴ γέγονεν ἰδία τῆς ζωῆς, δῆλον δὲ ὅτι τοῦ ἐκ Θεοῦ Πατρὸς ὄντος | |
35 | Λόγου, περὶ οὗ φησιν ὁ θεσπέσιος Ἰωάννης· «Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν αὐτόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος.» Β— Ἀλλά, οἶμαι, πρὸς τοῦτο φαῖεν ἂν εἰρῆσθαι παρ’ | |
40 | αὐτοῦ καὶ μάλα σαφῶς· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ | |
777 | τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.» Συνίεμεν τοίνυν ἡμεῖς, φασίν, ὡς ἔστι μᾶλλον οὐ τοῦ Θεοῦ Λόγου, ἀλλὰ τοῦ συναφθέντος αὐτῷ ἀνθρώπου τὸ τετιμημένον σῶμα καὶ τὸ αἷμα. | |
5 | Α— Εἶτα ὅποι ποτὲ θεῖεν ἂν τὸ «μέγα τῆς εὐσεβείας μυστήριον;» Ἀναιρεῖται γάρ, ὡς ἔοικεν, ἡ τοῦ Θεοῦ Λόγου κένωσις, ὄντος μὲν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός, ἑλομένου δὲ δι’ ἡμᾶς μορφὴν δούλου λαβεῖν, καὶ ἐν ὁμοιώσει γενέσθαι τῇ πρὸς ἡμᾶς, καὶ μετασχεῖν σαρκὸς καὶ αἵματος, | |
10 | καὶ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν ὅλῃ χαρίσασθαι τῇ ὑπ’ οὐρανόν. Σέσωσται γὰρ δι’ αὐτῆς, ἀνακεφαλαιουμένου | |
τὰ πάντα τοῦ Πατρὸς ἐν αὐτῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, καθὰ γέγραπται. Εἰ μὲν οὖν οὐκ αὐτὸν εἶναί φασι τὸν Μονογενῆ, θεοπρεπῶς τε ὁμοῦ καὶ ἀνθρωπίνως | 508 | |
15 | λέγοντα· «Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς,» ἕτερον δέ τινα παρ’ αὐτὸν ἰδικῶς νοούμενον Υἱὸν ἀνθρώπου σεσωκέναι ἡμᾶς, οὐκ αὐτός ἐστι Κύριος, κατὰ τὸ γεγραμμένον, ἀλλ’ εἷς ἐξ ἡμῶν, καὶ ζωοποιεῖται λοιπὸν τὰ ὑπὸ φθορὰν οὐ διά γε Θεοῦ μᾶλλον τοῦ | |
20 | ζωοποιεῖν ἰσχύοντος, ἀλλ’ ὑφ’ ἑνὸς τῶν ὑπὸ φθοράν, χάριτι μεθ’ ἡμῶν λαβόντος τὸ ζῆν. Εἰ δὲ ἀληθὲς ὅτι σὰρξ γέγονεν ὁ Λόγος, κατὰ τὰς Γραφάς, καὶ «ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη,» τὴν τοῦ δούλου μορφὴν ὡς ἰδίαν ἔχων, κεκλήσεται καὶ Υἱὸς ἀνθρώπου, κἂν ἀσχάλλωσί | |
25 | τινες ἐπὶ τούτῳ, τοῖς τῆς ἀμαθίας ἐγκλήμασι σφᾶς αὐτοὺς ἐνιέντες ἁλοῖεν ἄν. Οὐ γὰρ ἦν ἑτέρως ζωοποιὸν γενέσθαι τὴν σάρκα, καίτοι κατ’ ἰδίαν φύσιν ὑπενηνεγμένην τῷ φθείρεσθαι δεῖν, εἰ μὴ γέγονεν ἰδία τοῦ ζωοποιοῦντος τὰ πάντα Λόγου. Ἐνηργεῖ γὰρ οὕτως τὰ αὐτοῦ, τὴν ζωοποιὸν | |
30 | αὐτοῦ δύναμιν ὠδινήσασα. Καὶ θαυμαστὸν οὐδέν, εἰ γάρ ἐστιν ἀληθὲς ὅτι ταῖς ὕλαις ὁμιλῆσαν τὸ πῦρ, καίτοι θερμὰς οὐκ οὔσας αὐτὰς κατ’ ἰδίαν φύσιν, ἀποφαίνει θερμάς· ἐνίησι γὰρ καὶ μάλα πλουσίως αὐταῖς τῆς ἐνούσης αὐτῷ δυνάμεως τὴν ἐνέργειαν. Πῶς οὐ μᾶλλον ἐνίησι Θεὸς ὢν ὁ | |
35 | Λόγος τῇ ἰδίᾳ σαρκὶ τὴν ζωοποιὸν ἑαυτοῦ δύναμιν καὶ ἐνέργειαν, ἑνωθεὶς αὐτῇ καὶ ἰδίαν αὐτὴν ἀποφήνας, ἀσυγχύτως | |
καὶ ἀτρέπτως καὶ καθ’ ὃν οἶδε τρόπον αὐτός; Β— Ἀναγκαῖον οὖν ἄρα συνομολογεῖν, οὐδενὸς ἑτέρου μεσολαβοῦντος, παντελῶς ἴδιον γενέσθαι τὸ σῶμα τοῦ ἐκ τοῦ | 510 | |
40 | Πατρὸς ὄντος Λόγου, κἂν ἐψυχωμένον νοοῖτο ψυχῇ νοερᾷ. Α— Πάνυ μὲν οὖν, εἰ τὸν ἀπλανῆ τῆς πίστεως ὀρθοτο‐ | |
778 | μοῦμεν λόγον, καὶ τῶν τῆς ἀληθείας δογμάτων ἐσμὲν ἐρασταί, καὶ τὴν τῶν ἁγίων πατέρων ἰχνηλατοῦμεν πίστιν, οὐκ ἀποφερόμενοι τῆς εὐθείας, οὔτε μὴν τὴν βασιλικὴν ἀφέντες τρίβον, καὶ ταῖς τινων εἰκαιομυθίαις εἰς κίβδηλον | |
5 | νοῦν ἀποκομιζόμενοι, ἐποικοδομούμενοι δὲ μᾶλλον ἐπ’ αὐτῷ τῷ θεμελίῳ, τουτέστι Χριστῷ—«Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον,» καθὰ γέγραφεν ἀληθῶς ὁ «σοφὸς ἀρχιτέκτων» καὶ τῶν αὐτοῦ μυστηρίων ἱερουργός. | |
10 | Ἕνα τοιγαροῦν τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Πατρὸς εἶναι | |
πιστεύομεν, καὶ ἐν ἑνὶ προσώπῳ νοούμενον τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν, γεννηθέντα μὲν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς θεϊκῶς ὡς Λόγον πρὸ παντὸς αἰῶνος καὶ χρόνου, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς τὸν αὐτὸν γεγονότα κατὰ | 512 | |
15 | σάρκα ἐκ γυναικός, αὐτῷ τε προσνεμοῦμεν τά τε θεοπρεπῆ καὶ τὰ ἀνθρώπινα, καὶ αὐτοῦ γενέσθαι φαμὲν τὴν κατὰ σάρκα γέννησιν καὶ τὸ ἐπὶ τοῦ σταυροῦ πάθος, οἰκειουμένου μὲν ἅπαντα τὰ τῆς ἰδίας σαρκός, μεμενηκότος γε μὴν ἀπαθοῦς τῇ τῆς θεότητος φύσει. Κάμπτει γὰρ οὕτως αὐτῷ | |
20 | πᾶν γόνυ, «Καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος | |
Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Ἀμήν. | 514 |