TLG 4090 026 :: CYRILLUS :: De incarnatione unigeniti

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

De incarnatione unigeniti

Source: de Durand, G.M. (ed.), Cyrille d’Alexandrie. Deux dialogues christologiques [Sources chrétiennes 97] Paris: Cerf, 1964: 188–300.

Citation: Aubert page — (line)

678

(1t)

ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ
2tΠΕΡΙ ΤΗΣ ΕΝΑΝΘΡΩΠΗΣΕΩΣ
3tΤΟΥ ΜΟΝΟΓΕΝΟΥΣ
4tκαὶ ὅτι Χριστὸς εἳς καὶ κύριος κατὰ τὰς
5tγραφάς.
6 Α— Ἆρά σοι δοκεῖ συμμεμετρῆσθαί τε καὶ ἐκπεπονῆσθαι καλῶς καὶ ἀποχρώντως ἡμῖν ὁ λόγος, ὁ περὶ τῆς θεότητος τοῦ Μονογενοῦς; Β— Καὶ μάλα.
10Α— Βασάνου δὲ οἶμαι λεπτῆς ἀμοιρεῖν οὔτι που κατά
γε τὸ αὐτῷ μοι δοκοῦν· σὺ δὲ δὴ τί φής, ὦ Ἑρμεία; Β— Ἐπαινέσαιμ’ ἂν εἰκότως ὀρθῶς ἔχοντά τε καὶ διεσμιλευμένως. Α— Μεθέντα δὴ οὖν τουτοισὶ διαμέλλειν ἔτι, βούλει188
15λέγειν τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς; Καὶ ὅ τί ποτέ ἐστι τὸ ἐπ’ αὐτῷ μυστήριον διαρθροῦν ὅτι μάλιστα πειρᾶσθαι σαφῶς, κατά γε τὸ ἐγχωροῦν τοῖς ἐν ἐσόπτρῳ καὶ αἰνίγματι βλέπουσι καὶ ἐκ μέρους γινώσκουσι κατὰ τὸ μέτρον τῆς δωρεᾶς «τῆς ἐπιχορηγίας τοῦ Πνεύματος,»
20καθὰ καὶ ὁ θεσπέσιος γράφει Παῦλος; Β— Ἄριστα ἔφης. «Οὐδεὶς γὰρ λέγει Κύριος Ἰησοῦς εἰ μὴ ἐν Πνεύματι ἁγίῳ,» καὶ οὐδεὶς λέγει Ἀνάθεμα Ἰησοῦς εἰ μὴ ἐν Βεελζεβούλ. Ἀτὰρ ἐπειδή τοι καὶ τῆς ἐπὶ τούτῳ κόνεως ἅψασθαι δοκεῖ, καὶ τὸν οὕτω καταβριθῆ καὶ δύσοιστον
25ἀνατλῆναι πόνον, ὀνήσων ἴσθι τοι καὶ πρό γε τῶν ἄλλων ἐμέ. Διαπυθοίμην γὰρ ἂν ἥδιστά γε τὸν ἀτρεκῆ τε καὶ ἀκιβδήλευτον καὶ ἁπάσης αἰτίας ἀπηλλαγμένον ἐπὶ Χριστῷ λόγον. Διαφόροις γὰρ δόξαις καταμεθύουσί τινες, παραπλάτ‐ τοντες εἰς τὸ ἀκαλλὲς τὰ ἐπ’ αὐτῷ κεχρησμῳδημένα παρά
30γε τῆς νέας καὶ ἀρχαιοτέρας Γραφῆς. Α— Ἀνεπιτήδευτον μέν, ὦ φιλότης, τοῖς ἀσυνέτοις οὐδέν, ἑτοιμότατα δὲ καταθρώσκουσιν «εἰς πέταυρον ᾅδου,» κατὰ τὸ γεγραμμένον, καὶ εἰς παγίδα θανάτου, «μὴ νοοῦντες μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται.»

679

Τίνες δ’ ἂν εἶεν οἱ παρ’ ἑκάστῳ θρύλλοι καὶ τὰ σεμνὰ μυθάρια, φαίης ἄν, ὦ γενναῖε. Β— Πάνυ μὲν οὖν. Οἱ μὲν γάρ, ὅτι πέφηνε μὲν ἄνθρωπος ὁ ἐκ Θεοῦ Λόγος, οὐ μὴν ὅτι καὶ πεφόρεκε τὴν ἐκ τῆς
5Παρθένου σάρκα διειπεῖν τετολμήκασι. Καταψεύδονται δὲ μόνην τοῦ μυστηρίου τὴν δόκησιν. Ἕτεροι δ’ αὖ, κατερυθριᾶν σκηπτόμενοι τὸ δοκεῖν ἀνθρώπῳ προσκυνεῖν, καὶ τὴν ἀπὸ γῆς σάρκα ταῖς ἀνωτάτω δόξαις στεφανοῦν παραιτούμενοι,
καὶ ἐκ τῆς ἄγαν ἀμαθίας, νόθην τινὰ καὶ παρεφθαρμένην190
10νοσοῦντες εὐλάβειαν, παρατετράφθαι φασὶ τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον εἰς ὀστέων τε καὶ νεύρων καὶ σαρκὸς φύσιν, τὴν ἐκ Παρθένου γέννησιν τοῦ Ἐμμανουὴλ πλατὺ γελῶντες οἱ τάλανες, καὶ τὸ ἀπρεπὲς καταγράφοντες τῆς οὕτως ἀρίστης καὶ θεοπρεποῦς οἰκονομίας. Οἱ δὲ καὶ ὀψιγενῆ
15τὸν συναΐδιον τῷ Πατρὶ Θεὸν Λόγον εἶναι πεπιστεύκασι, καὶ εἰς τὸ μόλις ὑπάρξαι διακεκλῆσθαι τότε ὅτε καὶ τῆς κατὰ σάρκα γενέσεως ἔλαχε τὴν ἀρχήν. Εἰσὶ δὲ οἱ καὶ πρὸς τοῦτο μανίας δυσσεβῶς ἠγμένοι ὥστε καὶ ἀνυπόστατον τὸν ἐκ Θεοῦ φασιν εἶναι Λόγον, ῥῆμα δὲ ἁπλῶς τὸ κατὰ
20μόνην νοούμενον προφορὰν ἐν ἀνθρώπῳ γενέσθαι. Μάρκελλος δὲ οὗτοι καὶ Φωτεινός. Δοκεῖ δὲ μὴν καὶ ἑτέροις ἐνανθρω‐ πῆσαι μὲν ἀληθῶς τὸν Μονογενῆ καὶ ἐν σαρκὶ γενέσθαι πιστεύειν, μὴ μὴν ἔτι καὶ ἐψυχῶσθαι τελείως τὴν ἀναληφ‐ θεῖσαν σάρκα ψυχῇ λογικῇ καὶ νοῦν ἐχούσῃ τὸν καθ’ ἡμᾶς,
25εἰς ἑνότητα δὲ τὴν εἰσάπαν, ὥσπερ οὖν οἴονται, κατα‐ σφίγγοντες τόν τε ἐκ Θεοῦ Λόγον καὶ τὸν ἐκ τῆς ἁγίας Παρθένου ναόν, κατοικῆσαί φασιν ἐν αὐτῷ τὸν Λόγον, καὶ ἴδιον μὲν ποιήσασθαι σῶμα τὸ ἀναληφθέν, ψυχῆς δὲ αὐτὸν τῆς λογικῆς τε καὶ νοερᾶς ἀναπληροῦν τὸν τόπον.
30Ἕτεροι δὲ αὖ πρεσβεύουσι μὲν ταῖς τούτων δόξαις τὰ ἐναντία, καὶ ἀντιφέρονται τοῖς φρονήμασιν, ἔκ τε Θεοῦ Λόγου καὶ ψυχῆς τῆς λογικῆς καὶ σώματος, ἤτοι τελείας ἁπλῶς ἀνθρωπότητος, συνεστάναι τε καὶ ἀναπεπλέχθαι δια‐
βεβαιούμενοι τὸν Ἐμμανουήλ. Οὐ μὴν ἔτι καὶ ὑγιᾶ καὶ ἀμώμη‐192
35τον παντελῶς τὴν ἐπ’ αὐτῷ τετηρήκασι δόξαν. Καταδιϊστᾶσι γὰρ εἰς δύο τὸν ἕνα Χριστόν, καὶ παχεῖαν ὥσπερ αὐτοῖς ἐνιέντες τὴν διατομήν, ἀναμέρος ἑκάτερον μονονουχὶ καὶ ἑστῶτα παραδεικνύουσιν, ἕτερον μὲν εἶναι διατεινόμενοι τὸν ἐκ Παρθένου τεχθέντα τελείως ἄνθρωπον, ἕτερον δὲ αὖ τὸν ἐκ
40Θεοῦ Πατρὸς Λόγον, οὐχ ὅ τί ποτέ ἐστιν ἥ τε τοῦ Λόγου φύσις καὶ τῆς σαρκὸς διακρίνοντες, οὐδὲ μόναις ταῖς εἰς τοῦτο διαφοραῖς ἐμφιλοχωρεῖν ἐθέλοντες. Οὐ γὰρ ἂν ἐννοίας

680

τῆς ἀληθοῦς εἰς τοῦτο διήμαρτον, ἐπεὶ μὴ φύσις ἡ αὐτὴ σαρκός τε καὶ Θεοῦ, ἀλλὰ τὸν μὲν ὡς ἄνθρωπον ἰδίᾳ τιθέντες καὶ ἀναμέρος, τὸν δὲ ὡς Θεὸν φύσει τε καὶ ἀληθῶς Υἱὸν ὀνομάζουσι, καίτοι θέλοντες εἶναι χριστιανοί. Καὶ δὴ καὶ
5λογίδια ἄττα περὶ τούτου συγγράφοντες, εἰπεῖν τετολμήκασιν αὐταῖς λέξεσιν· «Ὁ μὲν γὰρ φύσει καὶ ἀληθῶς Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ἐστίν, ὁ δὲ ὁμωνύμως τῷ Υἱῷ υἱός.» Καὶ μεθ’ ἕτερα πάλιν· «Οὐ σὰρξ ὁ τοῦ Θεοῦ Λόγος, ἀλλὰ ἄνθρωπον ἀνειληφώς. Ὁ μὲν γὰρ Μονογενὴς
10προηγουμένως καὶ καθ’ ἑαυτὸν Υἱὸς τοῦ Θεοῦ ἐστι, τοῦ πάντων δημιουργοῦ, ὃν δὲ ἀνέλαβεν ἄνθρωπον, οὐ φύσει Κύριος ὤν, διὰ τὸν ἀναλαβόντα αὐτὸν ἀληθῶς Θεοῦ Υἱόν, ὁμω‐ νύμως αὐτῷ χρηματίζει. Τὸ μὲν γάρ· Οὐδεὶς ἔγνω τὸν Υἱόν, εἰ
μὴ ὁ Πατήρ, τὸν φύσει τε καὶ ἀληθείᾳ δηλοῖ ἐκ τοῦ Πατρὸς194
15Υἱόν. Τὸ δὲ λεγόμενον ὑπὸ τοῦ Γαβριήλ· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, τῷ ἀνθρώπῳ ἐφαρμόζει.» Ἀλλὰ ταυτὶ μὲν ἐκεῖνοι. Φρονήσομεν δὲ ἡμεῖς οὐχ ὧδε. Πόθεν; Ἀναπείσει γὰρ
20οὐδαμῶς τῶν ἑτεροδόξων ὁ λόγος, τροχιὰν ἀφέντας τὴν ἐπ’ εὐθύ, διαστείχειν ἑτέραν, τὴν ἔξω σκοποῦ καὶ διε‐ στραμμένην. Σὺ δὲ ἀλλὰ πέραινε τὸ δοκοῦν καὶ πειρῶ μοι λέγειν, ὡς ἀΐειν ἕτοιμος ἐγὼ καὶ ἀναμαθεῖν ὅτι μάλιστά γε τὸ ἀκιβδήλως ἔχον.
25 Α— Ὡς βαρὺ τὸ χρῆμα, καὶ δυσδιακόμιστον παντελῶς τὸ φορτίον. Ἢ οὐκ οἶσθα, ὦ φιλότης, ὡς εἴπερ τις ἕλοιτο μακρὸν ἐφ’ ἑκάστῳ ποιεῖσθαι λόγον καὶ διαρκῆ τὴν βάσανον, οὐκ εὐαρίθμητον μὲν δαπανήσει χρόνον, δυσαχθῆ δὲ ἱδρῶτα καὶ δυσδιάφυκτον ἀνατλάς, κατορθώσει μόλις;
30 Β— Ἀληθές. Α— Παρέντες δὴ οὖν, εἰ δοκεῖ, τὸ δεῖν οἴεσθαι μακρὰ καὶ σφόδρα στενολεσχεῖν, καὶ ὀλίγην κομιδῇ τὴν βάσανον ἐπιρριπτοῦντες ἑκάστῳ, φέρε λέγωμεν, καὶ πρό γε τῶν ἄλλων τοῖς δοκηταῖς· «Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς,»
35μήτε μὴν «τῆς εὐσεβείας τὸ μέγα μυστήριον,» τουτέστι Χριστόν, «Ὃς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.» Δεῖν δὲ οἶμαι τοῦς δι’ ἐναντίας ἢ ψῆφον ἐπάγειν τὴν αἰσχίω τοῖς πάλαι, καὶ ψευδηγόρους
40ἀποκαλεῖν τοὺς τῆς οἰκουμένης μυσταγωγούς, οἷς αὐτὸς
ἔφη Χριστός· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη,» ἢ εἴπερ τοῦτο καταπεφρίκασι δρᾶν, ὀρθὰ μὲν ἑλέσθαι φρονεῖν τὰ ἐπὶ Χριστῷ, φράσαντας δὲ τὸ ἐρρῶσθαι δεῖν196

681

ταῖς σφῶν αὐτῶν ἀμαθίαις, ἀπρὶξ μὲν ἐξέχεσθαι τῶν ἱερῶν Γραμμάτων, τὴν δὲ ἀπλανῆ τῶν ἁγίων διᾴττοντας τρίβον ἐπ’ αὐτὴν ἰέναι τὴν ἀλήθειαν. Εἴη γὰρ ἂν οὐχ ἕτερον, οἶμαι, τὶ τὸ τῆς εὐσεβείας μυστήριον ἢ αὐτὸς ἡμῖν ὁ ἐκ
5Θεοῦ Πατρὸς Λόγος, ὃς ἐφανερώθη ἐν σαρκί. Γεγέννηται γὰρ διὰ τῆς ἁγίας Παρθένου, μορφὴν δούλου λαβών. Ὤφθη δὲ καὶ ἀγγέλοις, οἳ γεννηθέντα καταγεραίρουσι, «Δόξα, τέ φασιν, ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Καὶ μὴν τοῖς ποιμέσι κατασημαίνοντες τὸν δι’
10ἡμᾶς ἐν σαρκὶ Θεὸν Λόγον· «Ἰδοὺ δή, φασίν, ἐγεννήθη ὑμῖν σήμερον Σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος ἐν πόλει Δαυείδ. Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ.» Εἰ δὲ τόκος ὁ διὰ Παρθένου, καὶ φανέρωσις ἐν σαρκί, πῶς οὐκ ἀδρανὴς
15εἰκαιομυθία, πῶς δὲ οὐχὶ μανία καὶ λῆρος τὸ τῆς δοκήσεως ὄνομα τῆς οὕτω παχείας καὶ ἐναργοῦς καταγράφειν οἰκο‐ νομίας; Εἰ γὰρ σκιὰ καὶ δόκησις ἦν, καὶ οὔτε σάρκωσις ἀληθῶς, οὔτε μὴν τέτοκεν ἡ Παρθένος, οὐκ ἐπελάβετο «σπέρματος Ἀβραὰμ» ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, οὐχ
20ὡμοιώθη τοῖς ἀδελφοῖς. Σκιὰ γὰρ οὔτι που τὰ καθ’ ἡμᾶς, ἢ δόκησις, ἀλλ’ ἐσμὲν ἐν σώμασιν ἁπτοῖς τε καὶ ὁρατοῖς, καὶ τὴν γηγενῆ δὴ ταύτην σάρκα κατημφιεσμένοι, καὶ φθορᾶς καὶ παθῶν ἡττήμεθα. Οὐκοῦν, εἰ μὴ γέγονε σὰρξ ὁ Λόγος, οὐδὲ «ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθείς, δύναται
25τοῖς πειραζομένοις βοηθῆσαι.» Οὐδὲ γὰρ ἄν τι πάθοι σκιά. Οἴχεται δὴ οὖν τὸ σύμπαν ἡμῖν εἰς τὸ μηδὲν ἀληθῶς. Ποῖον γὰρ ἔτι νῶτον δέδωκεν ὑπὲρ ἡμῶν; Ἢ ποίαν τοῖς
παίουσι παρειὰν ὑποστρώσας, πρὸς τὰς ἐκ τῶν Ἰουδαίων διεκαρτέρει πληγάς; Ἥλοις δὲ διαπεπάρθαι χεῖράς τε καὶ198
30πόδας τὸν οὐκ ἐν σαρκὶ πεφηνότα, τίνα δὴ τρόπον οἰηθείη τις ἄν; Ἢ ποίαν, εἰπέ μοι, πλευρὰν διανύττοντες οἱ Πιλάτου δορυφόροι, τὸ τίμιον αἷμα συναναβλύζον ὕδατι τοῖς θεωμένοις παρέδειξαν; Καὶ εἰ χρὴ τούτων τὸ ἐπέκεινα λέγειν, οὔτε ἀπέθανεν ὑπὲρ ἡμῶν, οὔτε μὴν ἐγήγερται Χριστός. Οὗ
35παραδεχθέντος εἰς ἀλήθειαν, κεκένωται μὲν ἡ πίστις, οἴχεται δὲ ὁ σταυρός, ἡ τοῦ κόσμου σωτηρία καὶ ζωή, καὶ διόλωλε παντελῶς ἡ τῶν ἐν πίστει κεκοιμημένων ἐλπίς. Εὖ γὰρ ὧδε ἔχειν ἐδόκει καὶ τῷ μακαρίῳ Παύλῳ· «Παρέδωκα γὰρ ὑμῖν, φησίν, ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς

682

ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ, κατὰ τὰς Γραφάς, καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα, ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ
5πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν. Ἔπειτα ὤφθη Ἰακώβῳ, ἔπειτα τοῖς ἀποστόλοις πᾶσιν, ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, φησίν, ὤφθη κἀμοί.» Καὶ μεθ’ ἕτερα πάλιν· «Εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι
10ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ἡμῶν. Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυ‐ ρήσαμεν κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρε τὸν Χριστόν, ὃν οὐκ
15ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.» Τεθναίη γὰρ ἄν, εἰπέ μοι, τίνα δὴ τρόπον ἡ σκιά; Πῶς οὖν ἀνέστησε τὸν
Χριστὸν ὁ Πατήρ, σκιὰν ὄντα καὶ δόκησιν, καὶ τοῖς τοῦ θανάτου δεσμοῖς οὐχ ἁλώσιμον; Οἰχέσθω δὴ οὖν ὁ ἐκείνων ἔμετος, μῦθον δὲ ἄλλως, καὶ ἀνοσίου βουλῆς ἀποβράσματα200
20τὰ παρ’ αὐτοῖς ἡγώμεθα. Τοὺς γὰρ τοιούτους ἡμῖν προκα‐ ταμηνύει γράφων τοῦ Σωτῆρος ὁ μαθητὴς ὅτι «Πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. Ἐν τούτῳ γινώσκεται τὸ Πνεῦμα τοῦ Θεοῦ. Πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ Θεοῦ ἐστι, καὶ
25πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ Θεοῦ οὐκ ἔστιν. Καὶ τοῦτό ἐστι τὸ τοῦ Ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.» Εἰ γὰρ μὴ γέγονεν ἄνθρωπος, μήτε μὴν ἀναβέβηκεν ἐν σαρκὶ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν, οὐδ’ ἂν ὑποστρέψειεν
30ἐξ οὐρανοῦ καθ’ ἡμᾶς, ἄνθρωπος δηλονότι καὶ ἐν σαρκί. Ἢ οὐκ ἀτρεκῆ σοι φάναι δοκῶ; Β— Καὶ μάλα. Α— Τὸ δὲ δὴ καὶ ἑτέρους οἴεσθαί τε καὶ φρονεῖν ἐξ ἀμετρήτου νωθείας γέννησιν μὲν ἀνήνασθαι τὴν διὰ τῆς
35ἁγίας Παρθένου τὸν ἐκ Θεοῦ φύντα Λόγον, καὶ φύσιν μὲν ἀτιμάσαι τὴν καθ’ ἡμᾶς, παρατετράφθαι δὲ μᾶλλον αὐτὸν εἰς τὴν ἀπὸ γῆς σάρκα, δυσφημούντων ἐστὶ τὴν οἰκονομίαν, καὶ τοῖς θείοις σκέμμασιν ἐπιτιμᾶν ᾑρημένων. Ὁ μὲν γὰρ τῶν ὅλων δημιουργὸς καὶ πολὺς εἰς ἔλεον τοῦ Θεοῦ Λόγος κεκέ‐
40νωκεν ἑαυτὸν δι’ ἡμᾶς «γενόμενος ἄνθρωπος, γενόμενος ἐκ γυναικός,» ἵν’ ἐπείπερ «αἵματος καὶ σαρκὸς κεκοινώνηκε τὰ παιδία,» τουτέστιν ἡμεῖς, «καὶ αὐτὸς παραπλησίως μετάσχῃ

683

τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας.» Ὧδε γὰρ ἔφη τὸ Γράμμα τὸ ἱερόν. Οἱ δὲ τῆς202
5οὕτω παγκάλης καὶ ἀρίστης βουλῆς τὸ ἀπρεπὲς καθορίζουσι, καὶ ὥσπερ ἐνὸν αὐτοῖς τὰ ἀμείνω φρονεῖν, καὶ τοῖς τῆς σοφίας ἐπιτιμῶσι σκέμμασι. Μὴ γὰρ δὴ χρῆναι λέγουσιν ὠδῖνά τε καὶ τόκον τὸν ἐκ γυναικὸς καταγράφειν ἡμᾶς τοῦ Μονογενοῦς, οἴεσθαι δὲ μᾶλλον τὴν τοῦ Λόγου φύσιν
10εἰς τὸ σαθρὸν δὴ τοῦτο καὶ γηγενὲς μετεστοιχειῶσθαι σῶμα, καὶ τροπὴν φαντάζονται τοῦ τροπὴν οὐκ εἰδότος. Ἐρήρεισται γὰρ ἡ Θεοῦ φύσις ἐν ἰδίοις ἀγαθοῖς, καὶ ἀκατάσειστον ἔχει τὴν ἐφ’ οἷς ἐστι διαμονήν. Φύσις μὲν γὰρ ἡ γενητὴ καὶ χρόνῳ παρενεχθεῖσα πρὸς ὕπαρξιν πάθοι ἂν
15τὴν ἀλλοίωσιν, καὶ οὐκ ἔξω λόγου τοῦ καθήκοντός τε καὶ ἀληθοῦς τὸ χρῆμα κείσεται. Τὸ γὰρ ἀρχὴν ὅλως τοῦ εἶναι λαχόν, οἱονεί πως ἤδη καὶ συνεσπαρμένον ἔχει τὸ ἀλλοιοῦσ‐
θαι δεῖν. Θεὸς δὲ ὁ παντὸς ἐπέκεινα νοῦ, γενέσεως καὶ φθορᾶς τὴν ὕπαρξιν ἔχων ἐξῃρημένην τε καὶ ὑπερίσχουσαν,204
20ἀμείνων ἔσται καὶ τροπῆς, καὶ ὥσπερ τῷ τῆς ἰδίας φύσεως λόγῳ, παντὸς οἶμαί που τοῦ κεκλημένου πρὸς γένεσιν ὑπερανέστηκέ τε καὶ ὑπερφέρεται, καὶ τοῦτο ἀσυγκρίτοις διαφοραῖς, οὕτω κἀν τοῖς εἰωθόσι συμβαίνειν τοῖς δι’ αὐτοῦ γεγονόσιν, ὑπερανεστήξει πάλιν, παθεῖν οὐκ εἰδὼς
25τὸ πεφυκὸς ἀδικεῖν. Οὐκοῦν, ἐν ἀγαθοῖς μὲν τὸ θεῖον ἀμεταπτώτοις ἐστί, τὰ δέ γε τῆς κτίσεως ἐν ἀλλοιώσει καὶ τροπαῖς καὶ ἀγχίθυρον ἔχοντα τὴν παραφθοράν. Καὶ τοῦτο γινώσκων εὖ μάλα, καὶ ὡς ἄριστα φιλοσόφων, ὁ προφήτης Ἰερεμίας ἀνεφώνει πρὸς
30Θεὸν ὅτι «Σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.» Καθεδεῖται γὰρ ὥσπερ ἐν ἰδίοις θώκοις τὸ θεῖον ἀεί, βασιλεῦον καὶ κατακρατοῦν τῶν ὅλων, καὶ ὑπὸ μηδενὸς τῶν παθῶν τυραννούμενον. Ἡμεῖς δὲ τὴν φύσιν εὐτροχωτάτην τε καὶ εὐπαράφορον κομιδῇ πρὸς ἀλλοίωσιν
35ἔχοντες καὶ τροπήν, «ἀπολλύμεθα τὸν αἰῶνα,» τουτέστιν ἐν παντὶ καιρῷ καὶ χρόνῳ φθαρτοί τέ ἐσμεν καὶ τρεπτοί. Οὔτ’ οὖν τὸ θεῖον ἐν παρατροπαῖς γένοιτ’ ἄν ποτε τῆς ἰδίας ἑδραιότητος ἐξωσθὲν ὑπό του τῶν παθῶν, οὔτ’ ἂν ἡ φθαρτή τε καὶ ἀλλοιουμένη φύσις, τουτέστιν ἡ γενητή, καταπλου‐
40τήσειεν ἂν οὐσιώδη τὴν ἀτρεψίαν, οὐδ’ ἂν ἐπαυχήσειε τοῖς τῆς θείας φύσεως ἀγαθοῖς ὡς ἰδίοις ἡ κτίσις. Ἀκούσεται

684

γὰρ εὐλόγως· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» Ὅτι δέ ἐστιν ἄτρεπτος μὲν καὶ ἀναλλοίωτος παντελῶς ἡ τοῦ Λόγου φύσις, ἀλλοιωτὴ δὲ παντελῶς ἡ γενητή, καταθρήσαι τις ἂν καὶ λίαν εὐκόλως ἀναμελῳδοῦντος ἐν Πνεύματι τοῦ μακαρίου
5Δαυείδ· «Οἱ οὐρανοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ
ἔτη σου οὐκ ἐκλείψουσι.» Ποῦ τοιγαροῦν μεμένηκεν ὁ αὐτὸς ὁ ἐκ Θεοῦ Λόγος εἴπερ ἐστὶν ἀτρεκὲς εἰπεῖν ὅτι μεθεὶς206
10τὸ ἐρηρεισμένως τε καὶ ἀκλονήτως ἔχειν, καταπεφοίτηκε μὲν εἰς ὅπερ οὐκ ἦν, μεταπεποίηται δὲ καὶ εἰς σαρκὸς φύσιν καὶ εἰς τὸ φθείρεσθαι πεφυκός; Ἆρ’ οὖν οὐχὶ λῆρός τε ἤδη καὶ μανία ταυτί; Β— Πάνυ μὲν οὖν.
15 Α— Ὥρα γὰρ εἰπεῖν ταῖς ἐκείνων ἀμαθίαις ἀντιτείνοντας ἀμαθέστερον, ὡς ἔστιν οὐκ ἀπεικὸς καὶ τὴν ἀπὸ γῆς σάρκα πρὸς τὴν τῆς θεότητος φύσιν ἀναφοιτᾶν δύνασθαί ποτε, καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας γενέσθαι σύστασιν. Εἰ γὰρ αὐτὴ τῆς θεότητος ἡ φύσις, κατά γε τὴν ἐκείνων ἐμβρον‐
20τησίαν, εἰς τὴν τῆς σαρκὸς μετακεχώρηκε φύσιν, οὐδὲν τὸ ἀπεῖργον ἔτι τὴν μὲν κάτω τε καὶ ἰδίαν φύσιν ὑπερπέτασθαι τὴν σάρκα, μεταπλάττεσθαι δὲ πρὸς θεότητα καὶ εἰς οὐσίαν τὴν ἀνωτάτω. Ἀλλ’ οὐ ταῖς ἐκείνων ἀσυνεσίαις τὸ εὐπειθὲς χαριούμεθα, προσκεισόμεθα δὲ μᾶλλον ταῖς θείαις Γραφαῖς,
25καὶ προφήτου μὲν λέγοντος· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἔξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ,» κατασφραγίζοντος δὲ τὴν προαναφώνησιν τοῦ μακαρίου Γαβριήλ, καὶ τὴν ἄνωθεν ψῆφον τῇ Παρθένῳ διερμηνεύοντος· «Μὴ φοβοῦ γάρ, ἔφη, Μαριάμ, ὅτι ἰδοὺ
30συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ Υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν,» ἐκ γυναικὸς ἀληθῶς γεγεννῆσθαι πιστεύομεν τὸν Ἐμμανουήλ, καὶ τὸ λαμπρόν τε καὶ ἀξιάγαστον τῆς ἑαυτῶν φύσεως οὐ διωσόμεθα καύχημα, φρονοῦντες ὀρθῶς. Β— Ἄριστα ἔφης. Ἐπεδράξατο γὰρ ὁ Μονογενὴς οὐχὶ
35τῆς ἰδίας φύσεως—ἦ γὰρ ἂν οὐδέν τι μᾶλλον τὰ καθ’ ἡμᾶς ἐν ἀμείνοσιν—, ἀλλ’ οὐδὲ τῆς ἀγγέλων, «ἀλλὰ σπέρματος Ἀβραάμ,» καθὰ γέγραπται. Ἦν γὰρ οὕτω καὶ οὐχ ἑτέρως
τὸ διολισθῆσαν εἰς φθορὰν ἀνασώσασθαι γένος. Α— Τί δέ; Οὐχὶ κἀκεῖνο πρὸς τοῖσδε καταθαυμάζειν208
40ἄξιον, ὦ Ἑρμεία; Β— Τὸ ποῖόν τι φής; Α— Μόνον γὰρ οὐχὶ καὶ τὸ ἐρρῶσθαι φράσαντες τῇ θεοπνεύστῳ Γραφῇ, καὶ πνεύμασι πλάνοις τὸν οἰκεῖόν τινες

685

ἀπονέμοντες νοῦν, εἰς τοῦτο καθίκοντο δυσβουλίας καὶ μειρακιώδους ἀβελτηρίας, ὡς οἴεσθαι δεῖν τὸν τῶν αἰώνων δημιουργόν, τὸν συναίδιον τῷ Θεῷ καὶ Πατρὶ Θεὸν Λόγον, τῇ τῆς σαρκὸς γενέσει συμπαρομαρτοῦσαν ἔχειν τῆς ὑπάρξεως
5τὴν ἀρχήν, καὶ ὀψιγενῆ φαντάζεσθαι τὸν ἐπέκεινα παντὸς αἰῶνος καὶ χρόνου, ὡς ἐν ἐσχάτοις καὶ μόλις τοῖς τῆς ἐνανθρωπήσεως καιροῖς, Πατέρα μὲν γενέσθαι τὸν Θεόν, συνεισβαλεῖν δὲ ὥσπερ εἰς τὸ εἶναί τε καὶ ὑφεστάναι τῷ ἐκ τῆς Παρθένου ναῷ τὸν δι’ οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα.
10Ἆρ’ οὖν οὐχὶ πρὸς λῆξιν ἤδη τὴν ἀνωτάτω διεληλάκασι τῶν κακῶν, οἱ μῦθον οὕτω τὸν γραώδη καὶ βδελυρὸν προχειρότατα προσηκάμενοι, καὶ τῆς ἀκράτου νωθείας τὸν οἰκεῖον ἀναπλή‐ σαντες νοῦν; «Τάφος, ἀληθῶς, ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ
15τὰ χείλη αὐτῶν, ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει.» Β— Σύμφημι· καὶ γάρ ἐστιν ἀτρεκὴς ὁ τοῦ Ψάλλοντος λόγος. Α— Ἦ γὰρ οὐχὶ τὸν δι’ οὗ τὰ πάντα καὶ προϋφεστάναι τῶν πάντων ἀνάγκη;
20 Β— Εὖ λέγεις. Α— Τί δὲ δὴ καὶ δρῷεν ἄν, Ἰωάννου μὲν γράφοντος· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, 〈καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν〉. Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.»
25Καὶ πάλιν· «Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν
τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς. Καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα καὶ210
30ἐφανερώθη ἡμῖν,» αὐτοῦ δὲ Χριστοῦ τῆς ἰδίας ὑπάρξεως τὴν ἄποπτον ἀρχαιότητα τοῖς Ἰουδαίοις κατασημαίνοντος. Ἐπειδὴ γὰρ ἔφασκον· «Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;» ἀντήκουον ἐναργῶς· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμί.» Οὗ δὲ τὸ
35«ἦν» ἐστιν, ἐπενηνεγμένου μηδενός, καὶ μὴν καὶ τὸ «εἰμί» τέτακται σαφῶς, τίνα τῆς γενέσεως κατίδοι τις ἂν τὴν ἀρχήν; Ἢ τίνα δὴ τρόπον ὁ ὢν ἐν ἀρχῇ τῇ παντὸς ἐπέκεινα νοῦ παραδέξαιτο ἂν τὸ ἐν καιρῷ κεκλῆσθαι πρὸς ὕπαρξιν; Εἰ μὲν οὖν τις ἕλοιτο τουτοισὶ σχολαιότερον ἀντιφέρεσθαι,
40χαλεπὸν οὐδὲν τοὺς τῆς θεοπνεύστου Γραφῆς παρακομίζοντας λόγους τὰ ἐκ τῆς ἐκείνων ἐμβροντησίας ἀποκρούεσθαι βλάβη. Τά γε μὴν οὕτως ἐναργῆ νοσοῦντα τὸν ἔλεγχον καὶ πολὺ λίαν ἔχοντα τὸ ἀκαλλές, περιττὸν οἶμαί που καὶ φροντίδος ἀξιοῦν.
45Β— Εὖ λέγεις.

686

Α— Οὐκοῦν ἐπ’ ἐκεῖνο ἴωμεν ὅπερ ἐστὶ τῷ κατεγνωσ‐ μένῳ συγγενές. Παρασημαίνουσι γάρ τινες τῆς ἀληθείας τὸ κάλλος, καθάπερ τι νόμισμα κιβδηλεύοντες, «ἐπαίροντές τε εἰς ὕψος τὸ κέρας, καὶ ἀδικίαν λαλοῦντες κατὰ τοῦ Θεοῦ,»
5κατὰ τὸ γεγραμμένον. Ἀνύπαρκτόν τε καὶ ἰδικῶς οὐχ ὑφεστηκότα φαντάζονται τὸν Μονογενῆ, καὶ οὐκ εἶναι μὲν ἐν ὑποστάσει τῇ καθ’ ἑαυτόν, ῥῆμα δὲ ἁπλῶς καὶ λόγον τὸν κατὰ μόνην τὴν προφορὰν γενέσθαι παρὰ Θεοῦ, καὶ ἐν ἀνθρώπῳ κατοικῆσαί φασιν οἱ τάλανες, συνθέντες δὲ οὕτω
10τὸν Ἰησοῦν, ἁγίων μὲν εἶναί φασιν ἁγιώτερον, οὐ μὴν ἔτι καὶ Θεόν. Οὐκοῦν, καθὰ καὶ ὁ τοῦ Σωτῆρος ἐπέστειλε μαθητής· «Τίς ἐστιν ὁ ψεύστης, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; Οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν Πατέρα καὶ τὸν Υἱόν. Πᾶς ὁ ἀρνούμενος212
15τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα ἔχει, ὁ ὁμολογῶν τὸν Υἱὸν καὶ τὸν Πατέρα ἔχει.» Ἄμφω γὰρ δι’ ἀμφοῖν καὶ ἑκάτερος ἐν ἑκατέρῳ πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων ἐπιγινώσκονται. Οὐ γὰρ ἄν τις ἀναμάθοι τί ἐστι Πατὴρ εἰ μὴ Υἱὸν ὑφεστῶτά τε καὶ γεγεννημένον εἰσδέξαιτο κατὰ νοῦν.
20Ἀλλ’ οὐδ’ ἂν ὅ τί ποτέ ἐστιν ὁ Υἱὸς ἀναμάθοι πάλιν, εἰ μὴ ὅτι τέτοκεν ὁ Πατὴρ διενθυμοῖτο σαφῶς. Οὐκοῦν, ἀναγκαῖον οἶμαί που καὶ ἀτρεκὲς εἰπεῖν ὡς εἴπερ ἐστὶν ἀνύπαρκτος ὁ Υἱός, οὐδ’ ἂν τὸν Πατέρα κατὰ τὸ ἀληθὲς νοήσαιμεν ἄν. Ποῦ γὰρ ἔτι Πατήρ, εἰ μὴ τέτοκεν ἀληθῶς; Ἢ εἴπερ
25γεγέννηκε τὸ μὴ ὑφεστὼς μήτε ὑπάρχον ὅλως, τὸ γεννηθὲν ἔσται τὸ μηδέν. Τὸ γάρ τοι μὴ ὑφεστὼς ἐν ἴσῳ τῷ μηδενί, μᾶλλον δὲ παντελῶς οὐδέν. Εἶτα τοῦ μηδενὸς ἔσται Πατὴρ ὁ Θεός. Ἀλλ’ ὦ βέλτιστοι, φαίην ἂν ἔγωγε πρός γε τοὺς τῶν
30τοιούτων ἐξηγητάς, ὕθλος εἰκαῖος τὰ παρ’ ὑμῶν, ἢ γοῦν ἐρομένῳ φράζετε· πῶς ἐξαίρετος ἡ εἰς ἡμᾶς ἀγάπησις τοῦ Θεοῦ καὶ Πατρός; Καὶ εἰ δέδωκεν ὑπὲρ ἡμῶν τὸν Υἱόν, τὸν καθ’ ὑμᾶς οὐχ ὑφεστηκότα, τὸ μηδὲν ἄρα δέδωκεν ὑπὲρ ἡμῶν, καὶ οὔτε γέγονε σὰρξ ὁ Λόγος, οὔτε τὸν τίμιον ὑπέστη
35σταυρόν, οὔτε κατήργηκε τοῦ θανάτου τὸ κράτος, οὔτε μὴν ἀνεβίω πάλιν. Εἰ γάρ ἐστι τὸ μηδέν, καὶ ἀνύπαρκτος καθ’ ὑμᾶς, πῶς ἔν γε τουτοισὶ γένοιτ’ ἄν; Πεφενάκικεν οὖν ἄρα τῆς ἁγίας Γραφῆς ὁ λόγος τοὺς πεπιστευκότας, καὶ ἡ τῆς πίστεως ἑδραιότης οἴχεται πρὸς τὸ μηδέν.
40 Β— Μὴ γένοιτο. Α— Τί δέ; Οὐκ ἐν μορφῇ τοῦ Θεοῦ ὑπάρχειν τὸν Υἱὸν ὁ θεῖος ἡμῖν κατεσήμηνε λόγος, εἰκόνα τε αὐτὸν καὶ χαρακ‐ τῆρά φησι τοῦ Γεγεννηκότος;214

687

Β— Καὶ μάλα. Α— Αἱ δὲ εἰκόνες ὡς τὰ ἀρχέτυπα; Β— Πῶς γὰρ οὔ; Α— Οὐκοῦν, εἰ μὴ ἐνυπόστατος ἡ εἰκών, μήτε μὴν ἐν
5ὑπάρξει νοοῖτο τῇ καθ’ ἑαυτὸν ὁ χαρακτήρ, ἀνυπόστατον εἶναι δώσουσιν ὡς ἐξ ἀναγκαίου λόγου καὶ τὸν οὗπέρ ἐστι χαρακτήρ, καὶ τὸ τῆς εἰκόνος ἀκαλλὲς ἀναδραμεῖταί που πάντως ἐπὶ τὸ ἀρχέτυπον. Ἦ γάρ; Β— Καὶ μάλα.
10 Α— Εἶτα, εἰπέ μοι, Φίλιππος χριστομαθὴς ὢν ἄγαν, τὸν ὄντα τε καὶ ὑφεστηκότα Πατέρα κατιδεῖν ἠξίου, λέγων· «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν,» ἢ γοῦν τὸν οὐκ ὄντα καὶ ἀνυπόστατον; Β— Τὸν ὄντα δηλονότι.
15 Α— Εἴπερ οὖν ἐστι τὸ μηδὲν ὁ Υἱός, ἅτε δὴ μὴ ὑφεσ‐ τηκώς, κατά γε τὸ ἐκείνων ἀχάλινον θράσος, εἰς εἰκόνα καὶ γνῶσιν ἀκριβῆ τοῦ Πατρὸς ἑαυτὸν ἡμῖν ἀνθότου παρεκόμιζε, λέγων· «Τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Οὐ
20πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἀλλ’ οὐκ ἂν οἶμαί που τὸν ὑφεστηκότα καταθρήσειέ τις ἔν γε τῷ μὴ ὑφεστηκότι, οὐδ’ ἂν ἐννοοῖτό ποτε καὶ ταὐτὸν εἰσάπαν τῷ μὴ ὑπάρχοντι τὸ
ὑπάρχον. Ἔσται δὲ ὅπως ἐν Υἱῷ μὲν ὁ Πατήρ, ὁ δὲ Υἱὸς αὖ216
25ἐν τῷ Πατρί; Ἢ οὐκ ἔτυμον εἰπεῖν ὡς εἰ μὴ ἔστιν ὁ Λόγος ἐν ὑπάρξει τῇ καθ’ ἑαυτόν, κινδυνεύσειεν ἂν καὶ αὐτὸς ὁ Πατήρ, ἔχων μὲν ἐν ἑαυτῷ τὸ μηδέν, νοούμενος δὲ ὑπάρχειν ἐν τῷ μηδενί; Τὸ γὰρ οὐκ ὂν ὅλως οὐδὲν ἂν νοοῖτο λοιπόν. Β— Οὐκ ἄτραχυς μὲν ὁ λόγος. Πλείστην γὰρ ὅσην ἐν
30ἑαυτῷ τὴν ἀτοπίαν νοσεῖ, περιίστησι δ’ οὖν ὅμως εἰς τὸ ἀπηχὲς τῶν δι’ ἐναντίας τὸ δόγμα. Α— Κατατεθήποι δ’ ἄν τις εἰκότως τίνα δὴ τρόπον ἐν τῷ Υἱῷ τῷ μὴ λαχόντι τὸ εἶναι τὰ ὄντα πεποίηκεν ὁ Πατήρ. Εἰ δὲ δή τις ἔροιτο πότερα τοῖς οὖσι τὸ εἶναι καλόν, ἢ γοῦν
35τὸ μὴ εἶναι τυχόν, ἀποκρίνῃ τίνα τρόπον; Β— Φαίην ἂν ὅτι τὸ εἶναι. Τοῖς γὰρ οὐκ οὖσί ποτε τὸ εἶναι διδούς, ἀγαθὸς ὅτι μάλιστα κεχρημάτικέ τε καὶ ἔστιν ὁ Δημιουργός. Α— Ἄριστα ἔφης. Ἔχοι γὰρ ἂν ὧδε τὸ χρῆμα τῇ φύσει.
40Οὐκοῦν, ἐν ἀμείνοσιν ἡ κτίσις ἥπερ ὁ δι’ οὗ τὰ πάντα καλεῖται πρὸς γένεσιν, εἰ ὁ μὲν οὐχ ὑφεστηκέναι λέγεται, τὰ δὲ ὑφέστηκέ τε καὶ ἐν τῷ εἶναι νοεῖται. Β— Ἄπαγε τῆς δυσφημίας. «Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργής,» καθὰ γέγραπται. Τοιγάρτοι καὶ
45ἔφασκεν· «Ἐγώ εἰμι ἡ ζωή.» Α— Ἀλλ’ οὐκ ἂν νοοῖτο ζωὴ μὴ ὑφεστηκώς. Ζωὴ δέ

688

ἐστι κατὰ φύσιν, διαψεύσεται γὰρ οὐδαμῶς. Τὸ ἄρα μὴ ὑφεστάναι τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον, ψευδηγόρημα σαθρὸν καὶ φρενὸς ἀπόβρασμα τῆς ἠλιθιωτάτης. Β— Παντελῶς. Μωϋσεῖ γὰρ ἔφασκεν αὐτός· «Ἐγώ
5εἰμι ὁ ὤν.» Τὸ δὲ ὂν ἀληθῶς οὐκ ἐν ὑποστάσει καθ’ ἑαυτὸ σωζόμενον πῶς ἂν νοοῖτό ποτε; Α— Οὐκοῦν τῶν τῇδε διειληφότων καθοριοῦμεν εἰκότως
τὸ εἰς ἄκρον ἀμαθές; Β— Πάνυ μὲν οὖν.218
10 Α— Οὐ μὴν οὐδὲ ἐκείνους ἐπαινέσαιμεν ἄν, ὦ Ἑρμεία, φιλοθηρεῖν εὖ μάλα δεδιδαγμένοι τὸ ἀληθές. Β— Τίνας; Α— Οἳ τητᾶσθαι λέγουσι ψυχῆς λογικῆς τὴν ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα. Σαρκὶ γάρ που μόνῃ, καὶ τὴν ζωτικήν τε
15καὶ αἰσθητικὴν λαχούσῃ κίνησιν ἀμφιεννύντες τὸν Λόγον, παραφέρουσιν εἰς κόσμον, τὴν νοῦ καὶ ψυχῆς ἐνέργειαν ἀπονέμοντες τῷ Μονογενεῖ. Καταπεφρίκασι γάρ, οὐκ οἶδ’ ὅπως ἐρῶ, ἀνθρώπῳ τελείως ἔχοντι, κατά γε τὸν τῆς ἀνθρω‐ πότητος λόγον, τουτέστι τῷ ἐκ ψυχῆς καὶ σώματος ἡνῶσθαι
20τὸν Λόγον ὁμολογεῖν, τῆς μὲν ἄνωθέν τε καὶ ἀρχαιοτάτης πίστεως τὴν παράδοσιν ὀλίγου παντελῶς ἀξιοῦντες λόγου, θελήσει δὲ μόνῃ τῇ κατὰ σφᾶς αὐτούς, καὶ τοῖς ἀνθρωπίνοις δεῖν ἕπεσθαι λογισμοῖς ἀμαθῶς ᾑρημένοι, καὶ φρονοῦντες ἀληθῶς «παρ’ ὃ δεῖ φρονεῖν.»
25 Β— Καὶ τίς ὁ λόγος αὐτοῖς τοῦ τοιοῦδε δόγματος; Α— Ἐγὼ φράσω. Τὸν «Θεοῦ μεσίτην καὶ ἀνθρώπων,» κατὰ τὰς Γραφάς, συγκεῖσθαί φαμεν ἔκ τε τῆς καθ’ ἡμᾶς ἀνθρωπότητος, τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον, καὶ ἐκ τοῦ πεφηνότος ἐκ Θεοῦ κατὰ φύσιν Υἱοῦ, τουτέστι
30τοῦ Μονογενοῦς. Διϊσχυριζόμεθα δὲ σύνοδον μέν τινα καὶ τὴν ὑπὲρ λόγον συνδρομὴν εἰς ἕνωσιν ἀνίσων τε καὶ ἀνομοίων
πεπράχθαι φύσεων. Ἕνα δ’ οὖν ὅμως Χριστὸν καὶ Κύριον καὶ Υἱὸν ἐπιγινώσκομεν, ἐν ταὐτῷ καὶ ὑπάρχοντα καὶ νοούμενον Θεόν τε καὶ ἄνθρωπον. Ἀδιάσπαστον δὲ παντελῶς220
35τὴν ἕνωσιν διατηρεῖν εἰθίσμεθα, τὸν αὐτὸν εἶναι πιστεύοντες καὶ μονογενῆ καὶ πρωτότοκον. Μονογενῆ μὲν ὡς ἐκ Θεοῦ Πατρὸς Λόγον, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα, πρωτότοκον δὲ αὖ καθὸ γέγονεν ἄνθρωπος, καὶ «ἐν πολλοῖς ἀδελφοῖς.» Ὥσπερ γὰρ εἷς ἐστι Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ
40πάντα, οὕτω καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ τὰ πάντα. Θεὸν γὰρ ὄντα κατὰ φύσιν ἐπιγινώσκομεν τὸν δι’ οὗ τὰ πάντα Λόγον καὶ εἰ γέγονε σάρξ, τουτέστιν ἄνθρωπος. Β— Ὀρθότατα ἔφης. Α— Ἀλλ’ οὔτι που σφόδρα ταῖς ἐν ἡμῖν περὶ τούτου
45δόξαις τὰ ἐκείνων συμφέρεται. Ἕνα μὲν γὰρ ὁμολογουμένως

689

παραδέχονται καὶ αὐτοὶ Χριστὸν Ἰησοῦν, ἄριστα φρονοῦντες ἔν γε τούτῳ, παρωθοῦνται δὲ λίαν ὡς δυσσεβὲς ὅτι μάλιστα καταδιϊστᾶν εἰς δύο τὸν Ἐμμανουήλ. Ψυχῆς δ’ οὖν ὅμως τῆς ἀνθρωπίνης καὶ λογικῆς τὴν σάρκα γυμνώσαντες,
5ἡνῶσθαί φασιν αὐτῇ τὸν ἐκ Θεοῦ Λόγον. Ἐξεύρηται δέ τις αὐτοῖς πιθανός, ὡς οἴονται, πρὸς τοῦτο λόγος. Τὰ γάρ τοι, φασί, κατὰ σύνθεσιν πρὸς ἑνὸς τελείου σύστασιν συνδεδραμη‐ κότα, μέρη τε καὶ ἐξ ἀτελῶν ὁρᾶσθαι φιλεῖ, τοῦ τελείως ἔχοντος καθ’ ἑαυτὸ καὶ ὡς ἐν ἰδίᾳ φύσει τῆς ἐκ μερῶν222
10συνθέσεως οὐ δεδεημένου. Τοιγάρτοι, φασί, παραιτητέον εἰκότως ἄνθρωπον δοῦναι τέλειον τὸν συνενωθέντα τῷ Λόγῳ ναόν, ἵνα καὶ ἡ σύνθεσις, ἥπερ ἂν ἐπὶ Χριστῷ νοοῖτο τυχόν, ἀκριβῆ τε καὶ ἀδιάβλητον τὸν ἑαυτῆς ἀποσώζοι λόγον. Εἰ γὰρ ἐξ ἀνθρώπου τελείου, φασί, καὶ τοῦ ἐκ Πατρὸς ὄντος
15Λόγου συντίθεμεν τὸν Ἐμμανουήλ, οὐ βραχὺ τὸ δεῖμα, μᾶλλον δὲ ἀδιάφυκτον ἤδη πως ἂν φανεῖται λοιπὸν τὸ καὶ ἀβουλήτως δεῖν δύο μὲν υἱούς, Χριστοὺς δὲ αὖ δύο φρονεῖν τε καὶ λέγειν. Β— Εἶτα τί τούτοις ἀντεροῦμεν ἡμεῖς;
20 Α— Πρῶτον μὲν ὅτι τῆς πίστεως τὴν οὕτως ἀρχαιοτάτην καὶ ἐξ αὐτῶν τῶν ἁγίων ἀποστόλων διήκουσαν εἰς· ἡμᾶς παράδοσιν οὐ ταῖς ὑπερμέτροις ἀκριβείαις καταλυπεῖν ἄξιον, οὔτε μὴν ταῖς εἰς ἄκρον ἐρεύναις ὑποφέρειν τὰ ὑπὲρ νοῦν, ἀλλ’ οὐδὲ ἥκειν εἰς μέσον οἷαπερ τινὰς ὁριστὰς καὶ
25ῥιψοκινδύνως λέγοντας ὡς τὸ δεῖνα μὲν ὀρθῶς, τὸ δεῖνα δὲ αὖ ἑτεροίως ἔχειν χρῆν δήπου καὶ ἦν ἄμεινον ἀληθῶς, ἀπο‐ νέμειν δὲ μᾶλλον τῷ πανσόφῳ Θεῷ τῶν ἰδίων διασκέψεων τὴν ὁδόν, καὶ μὴ τοῖς εὖ ἔχειν παρ’ αὐτῷ δεδοκιμασμένοις ὑπερφιάλως ἐπιτιμᾶν. Ἀκουσόμεθα γὰρ λέγοντος ἐναργῶς·
30«Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, ἀλλ’ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.» Εἶτα τὸ δοκοῦν αὐτοῖς ηὑρῆσθαι σοφῶς ἕωλον παντελῶς
35καὶ ἀμαθὲς ὂν ἁλώσεται. Εἰ γὰρ δή τις ἕλοιτο ψυχῆς λογικῆς
τὸν θεῖον ἐκεῖνον ἀπογυμνῶσαι ναόν, οὐκ ἐξ ἀτελῶν ἡ σύνοδος ἔσται δύο, πολλοῦ γε καὶ δεῖ. Ἔστι μὲν γὰρ ὁμολο‐ γουμένως ὡς πρὸς ὅλον ἄνθρωπον, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, μόνη καὶ καθ’ ἑαυτὴν ὡς μέρος ἡ σάρξ.224

690

Ἀλλ’ ὅ γε Θεὸς Λόγος, οὐχ ὡς μέρος ἂν νοοῖτό τινος, ἀλλ’ οὐδὲ ἀτελής, ὦ γενναῖοι. Παντέλειος γὰρ ἐν ἰδίᾳ φύσει. Ποῦ τοίνυν ἐξ ἀτελῶν ἡ πρὸς ἕν τι τέλειον ἔσται συνδρομή, εἴπερ ἐστὶν ἐκ τελείου Λόγου καὶ σαρκὸς ἀτελοῦς, ὅσον
5ἧκεν εἰς λόγον τὸν ἐπ’ ἀνθρώπῳ τελείῳ καὶ ἀρτίως ἔχοντι κατὰ τὴν ἰδίαν φύσιν; Υἱοὺς δὲ οὔτι που δύο προσκυνήσομεν, ἀλλ’ οὐδὲ χριστοὺς ἐροῦμεν δύο, κἂν ἐξ ἀνθρώπου τελείου καὶ ἐκ Θεοῦ Λόγου τὴν εἰς ἑνότητα συνδρομὴν πεπράχθαι πιστεύωμεν τοῦ
10Ἐμμανουήλ. Ὥσπερ γάρ, κατά γε τὸ ἐκείνοις εὖ ἔχειν δοκοῦν, καὶ εἰ ἐκ μόνης λέγοιτο τῆς σαρκὸς καὶ τοῦ ἐκ Θεοῦ Πατρὸς πεφηνότος Λόγου, οὐδεὶς αὐτοὺς ἀναπείσει τρόπος ἀναμέρος τὴν σάρκα τιθέντας καὶ ἀναμέρος αὖ τὸν Μονογενῆ, δυάδα χριστῶν ὁμολογεῖν, ἀλλ’ εἰς ἕνα Κύριον Ἰησοῦν
15Χριστὸν παραδέξονται τὸν Ἐμμανουήλ—ὀρθὰ γὰρ δὴ λίαν ἔν γε τούτῳ φρονεῖν ἐγνώκασιν—οὕτω κἂν ἀνθρώπῳ τελείῳ, δῆλον δὲ ὅτι τῷ ἐκ ψυχῆς καὶ σώματος οἱονεὶ συνενηνέχθαι τε καὶ ἡνῶσθαι λέγωμεν ἀπορρήτως τε καὶ ὑπὲρ νοῦν τὸν ἐκ Θεοῦ Λόγον, οὐχ υἱῶν δυάδα νοήσομεν,
20ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν φύσει μὲν ὄντα Θεὸν καὶ ἐξ αὐτῆς πεφηνότα τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς γενόμενον ἄνθρωπον καὶ διὰ τῆς ἁγίας Παρθένου γεγεννημένον, καὶ πρός τε ἡμῶν αὐτῶν καὶ τῶν
ἁγίων ἀγγέλων προσκυνούμενον κατὰ τὰς Γραφάς.226
25 Β— Τί οὖν, εἰ δὴ φαῖεν ὅτι μόνης μὲν ἐδεῖτο τὸ καθ’ ἡμᾶς τῆς τοῦ Μονογενοῦς ἐπιδημίας, ἐθελήσας δὲ ὀφθῆναι τοῖς ἐπὶ γῆς, καὶ ἀνθρώποις συναναστραφῆναι, παραδεῖξαί τε ἡμῖν τῆς εὐαγγελικῆς πολιτείας τὴν ὁδόν, οἰκονομικῶς ἠμπέσχετο τὴν ὁμοίαν ἡμῖν σάρκα; Τὸ γάρ τοι θεῖον κατὰ
30φύσιν ἰδίαν οὐχ ὁρατόν. Α— Ἠγνοηκότες ἁλώσονται τῆς ἐνανθρωπήσεως τὸν σκοπόν, καὶ συνέντες οὐδαμῶς τὸ μέγα τῆς εὐσεβείας μυστήριον. Εἰ γὰρ δὴ μόνην ἔχει τὴν ἀφορμὴν τὸ ὀφθῆναι τοῖς ἐπὶ γῆς τοῦ Μονογενοῦς ἡ σάρκωσις, εἴτ’ οὖν ἐνανθρώ‐
35πησις, προσετίθει γε μὴν ἕτερον οὐδὲν τῇ ἀνθρωπείᾳ φύσει, πῶς οὐκ ἄμεινον ἤδη πως καὶ σοφὸν τῇ τῶν δοκητῶν συμφέρεσθαι δόξῃ καὶ ἡμᾶς αὐτούς; Οἳ σαρκός τε ὁμοῦ καὶ γηΐνου σώματος ἀπαμφιεννύντες τὸν Λόγον, ὦφθαι μὲν ἐπὶ γῆς ὡς ἄνθρωπον μυθοπλαστοῦσιν οἱ δείλαιοι,
40γένοιτο δὲ ὅτι τῶν καλλίστων εἰσηγητὴς διωμολογήκασιν ἐναργῶς. Ἢ οὐκ ἄμεινον ἐρεῖς, εἰ μηδὲν ὀνίνησι τὴν

691

ἀνθρώπου φύσιν ὁ ἐκ Θεοῦ Λόγος καὶ εἰ γέγονε σάρξ, ἀπαλλάττεσθαι μὲν ἀκαθαρσίας σαρκικῆς, δόξαι δ’ οὖν ἅπαξ τῷ γηΐνῳ προσκεχρῆσθαι σώματι, διαπερᾶναί τε οὕτω τὸν προτεθέντα σκοπόν;
5 Β— Τίς οὖν ἂν γένοιτο τῆς ἐπιδημίας ὁ λόγος, ἢ τίς ὁ τρόπος τῆς ἐνανθρωπήσεως, πέπρακται δὲ ὅτου χάριν, ἐθέλοιμ’ ἂν ἐκμαθεῖν. Α— Ἴθι δὴ οὖν, ὦ γενναῖε, πύθου τῶν ἱερῶν Γραμμάτων, καὶ ταῖς τῶν ἁγίων ἀποστόλων φωναῖς ἐνερείσας εὖ μάλα
10τῆς διανοίας τὸν ὀφθαλμόν, ἄθρει καλῶς τὸ ζητούμενον. Ἔφη τοίνυν ὁ σοφὸς ἡμῖν Παῦλος, αὐτὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα Χριστόν· «Ἐπειδὴ γὰρ τὰ παιδία κεκοινώνηκεν
αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος228
15ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας.» Καὶ μὴν καὶ ἑτέρωθι τρόπον ἡμῖν ἕτερον ἀφηγούμενος· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, φησίν, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας
20ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ Πνεῦμα.» Ἆρ’ οὖν οὐχὶ προδηλότατον καὶ οὐδενὶ τῶν ὄντων ἀσυμφανὲς ὅτι καθ’ ἡμᾶς γέγονεν ὁ Μονογενής,
25τουτέστι τέλειος ἄνθρωπος, ἵνα τῆς μὲν ἐπεισάκτου φθορᾶς τὸ γήϊνον ἡμῶν ἀπαλλάξῃ σῶμα, τῇ καθ’ ἕνωσιν οἰκονομίᾳ καταβεβηκὼς εἰς ταυτότητα κατὰ νόμον τῆς ζωῆς, ψυχὴν δὲ ἰδίαν τὴν ἀνθρωπίνην ποιούμενος, ἁμαρτίας αὐτὴν ἀποφήνῃ κρείττονα τῆς ἰδίας φύσεως τὸ πεπηγός τε καὶ
30ἄτρεπτον, καθάπερ τινὰ βαφήν, ἐγκαταχρώσας αὐτῇ; Β— Οὐκ ἀσυμφανὲς οἶμαί που τὸ χρῆμα. Φέρει γὰρ ἐν ἑαυτῷ τὸν εἰκότα, μᾶλλον δὲ τὸν ἀληθῆ λογισμόν. Α— Ὥσπερ οὖν ἐπειδὴ γέγονε σὰρξ τοῦ ζωοποιοῦντος τὰ πάντα Λόγου τὸ θανάτου καὶ φθορᾶς ὑπερθρώσκει κράτος,
35κατὰ τὸν αὐτὸν οἶμαι τρόπον, ἐπεί τοι γέγονε ψυχὴ τοῦ πλημμελεῖν οὐκ εἰδότος, ἐρηρεισμένην ἔχει λοιπὸν τὴν ἐφ’ ἅπασι τοῖς ἀγαθοῖς ἀμεταποίητον στάσιν, καὶ τῆς πάλαι τυραννούσης ἁμαρτίας ἀσυγκρίτως εὐσθενεστέραν. Πρῶτος
γὰρ ἄνθρωπος ὁ Χριστὸς «ὃς οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ230

692

εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ,» ῥίζα δὲ ὥσπερ καὶ ἀπαρχὴ τεθειμένος τῶν εἰς καινότητα ζωῆς ἀναμορφουμένων ἐν Πνεύματι, καὶ τὴν τοῦ σώματος ἀφθαρσίαν, καὶ τὸ τῆς θεότητος ἀσφαλὲς καὶ ἐρηρεισμένον ὡς ἐν μεθέξει καὶ κατὰ
5χάριν καὶ εἰς ἅπαν ἤδη τὸ ἀνθρώπινον παραπέμψει γένος. Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος γράφει Παῦλος· «Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.» Εἰκόνα μὲν γὰρ τοῦ χοϊκοῦ τὸ εὐόλισθον ἔφη πρὸς ἁμαρτίαν, καὶ τὸν ἐντεῦθεν ἡμῖν ἐπιρρι‐
10φέντα θάνατον. Εἰκόνα δὲ αὖ τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ, τὸ ἑδραῖον εἰς ἁγιασμὸν καὶ τὴν ἐκ θανάτου καὶ φθορᾶς ἀνακομιδήν τε καὶ ἀνακαίνισιν εἰς ἀφθαρσίαν καὶ ζωήν. Ὅλον οὖν ὅλῳ συνηνῶσθαί φαμεν ἀνθρώπῳ τὸν Λόγον. Οὐ γάρ που τὸ ἄμεινον ἐν ἡμῖν, τουτέστι ψυχήν, οὐδενὸς
15ἂν ἠξίωσε λόγου, μόνῃ δωρούμενος τῇ σαρκὶ τῆς ἐπιδημίας τοὺς πόνους. Ἐπράττετο δὲ δι’ ἄμφω καλῶς τῆς οἰκονομίας τὸ μυστήριον. Προσεχρήσατο δὲ καθάπερ ὀργάνῳ τῇ μὲν ἰδίᾳ σαρκὶ πρὸς τὰ σαρκὸς ἔργα τε καὶ ἀρρωστήματα φυσικὰ καὶ ὅσα μώμου μακράν, ψυχῇ δὲ αὖ τῇ ἰδίᾳ πρὸς τὰ
20ἀνθρώπινά τε καὶ ἀνυπαίτια πάθη. Πεινῆσαι γὰρ λέγεται, κόπους τε ὑπενεγκεῖν τοὺς ἐκ μακρῶν ὁδοιποριῶν, πτοίας τε καὶ φόβους καὶ λύπην καὶ ἀγωνίαν καὶ τὸν ἐπὶ τῷ σταυρῷ θάνατον. Ἐπαναγκάζοντος γὰρ οὐδενός, τέθεικεν ἀφ’ ἑαυτοῦ τὴν ἰδίαν ψυχὴν ὑπὲρ ἡμῶν, «ἵνα καὶ νεκρῶν καὶ
25ζώντων κυριεύσῃ.» Σάρκα μὲν τὴν ἰδίαν τῆς ἁπάντων σαρκὸς ἀνταποτιννύς, δῶρον ἀληθῶς ἀντάξιον, ψυχὴν δὲ
ψυχῆς ἀντίλυτρον τῆς ἁπάντων ποιούμενος, εἰ καὶ ἀνεβίω πάλιν, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς Θεός. Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος· «Ἄνδρες ἀδελφοί, φησίν, ἐξὸν εἰπεῖν232
30μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυεὶδ ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ
35τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην ἡ ψυχὴ αὐτοῦ, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.» Οὐ γάρ τοι θέμις εἰπεῖν φθορᾷ μὲν δύνασθαι κρατεῖσθαι διηνεκεῖ τὴν ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα, κάτοχον δὲ αὖ ταῖς ᾅδου πύλαις τὴν θείαν γενέσθαι ψυχήν. Οὐκ «ἐγκατελείφθη

693

γὰρ εἰς ᾅδου,» καθὰ καὶ ὁ θεσπέσιος ἔφη Πέτρος. Οὐ γάρ που τήν γε ἄληπτον παντελῶς καὶ ἀνάλωτον τῷ θανάτῳ φύσιν, τουτέστι τὴν θεότητα τοῦ Μονογενοῦς, τῶν ὑπὸ χθόνα μυχῶν ἀνακεκομίσθαι φησίν. Οὐ γὰρ ἂν ἠξιώθη τὸ
5χρῆμα θαύματος εἰ μὴ μεμένηκεν εἰς τὸ ᾅδην ὁ ἐκ Θεοῦ Λόγος, τῇ τῆς θεότητος ἐνεργείᾳ τε καὶ φύσει παραδόξως καὶ ὑπὲρ λόγον πληρῶν μὲν τὰ πάντα, καὶ τοῖς πᾶσιν ἐπιδημῶν. Ἀνωτέρω γὰρ τόπου καὶ περιορισμοῦ καὶ μεγέθους μετρητοῦ τὸ θεῖον, αὐτὸ δὲ ὑπὸ μηδενὸς χωρού‐
10μενον. Παράδοξον δὲ καὶ οὐδενὶ τῶν ὄντων ἀθαύμαστον ὅτι σῶμα μὲν ἀνεβίω, τὸ τῇ φύσει φθαρτόν· συνήνωτο γὰρ τῷ ἀφθάρτῳ Λόγῳ. Ψυχὴ δὲ ἡ θεία, τὴν πρὸς αὐτὸν λαχοῦσα συνδρομήν τε καὶ ἕνωσιν, καταπεφοίτηκε μὲν εἰς ᾅδου, θεοπρεπεῖ δὲ δυνάμει καὶ ἐξουσίᾳ χρωμένη, καὶ τοῖς ἐκεῖσε
15πνεύμασι κατεφαίνετο. Τοιγάρτοι καὶ ἔφασκε «τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφ‐ θητε.» Καί μοι δοκεῖ φάναι τι τοιοῦτον καὶ ὁ θεσπέσιος Πέτρος περί τε τοῦ Θεοῦ Λόγου καὶ τῆς καθ’ ἕνωσιν οἰκονομικὴν γεγενημένης αὐτοῦ ψυχῆς· «Κρεῖττον γὰρ234
20ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας, ὅτι καὶ ὁ Χριστὸς ἅπαξ ὑπὲρ ἁμαρτιῶν ἀπέθανε, δίκαιος ὑπὲρ ἀδίκων, ἵν’ ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς 〈μὲν〉 σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι. Ἐν ᾧ, φησί, καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν,
25ἀπειθήσασί ποτε.» Οὐδὲ γάρ, οἶμαι, φαῖεν ἂν ὡς γυμνὴ καὶ καθ’ ἑαυτὴν ἡ θεότης τοῦ Μονογενοῦς καταπεφοίτηκε μὲν εἰς ᾅδου, διεκήρυξε δὲ τοῖς ἐκεῖσε πνεύμασιν, ἄποπτος οὖσα παντελῶς· κρεῖττον γὰρ ἀεὶ τοῦ ὁρᾶσθαι τὸ θεῖον. Ἀλλ’ οὐδὲ δοκήσει καὶ ἐσχηματισμένως εἰς τὸ ψυχῆς εἶδος
30αὐτὴν μεμορφῶσθαι δώσομεν, παραιτητέον δὲ πανταχῆ τὴν δόκησιν. Ἀλλ’ ὥσπερ τοῖς ἔτι μετὰ σαρκὸς 〈συνανεσ‐ τράφη μετὰ σαρκός,〉 οὕτω καὶ ταῖς εἰς ᾅδου ψυχαῖς διεκήρυξεν, ἴδιον ἔχων φόρημα τὴν ἑνωθεῖσαν αὐτῷ ψυχήν. Καὶ βαθὺς μὲν ἴσως καὶ ἀπόρρητος ἀληθῶς, καὶ ταῖς
35ἡμετέραις διανοίαις οὐχ ἁλώσιμος ὁ τῆς ἑνώσεως τρόπος. Ἐκεῖνο δ’ οὖν ὅμως ἀναλογίζεσθαι πρέπει. Τὰ γάρ τοι μὴ καθ’ ἡμᾶς πολυπραγμονεῖν οὐκ ἀζήμιον, ἀνούστατον δὲ
παντελῶς τὸ βασάνοις ὑποφέρειν τὰ ὑπὲρ νοῦν, καὶ πειρᾶσθαι νοεῖν ἃ νοεῖν οὐχ οἷόν τε. Ἢ οὐκ οἶσθα ὅτι τὸ βαθὺ δὴ τουτὶ236

694

μυστήριον, καὶ νοῦν ὑπερθρῶσκον τὸν ἐν ἡμῖν, ἀπεριεργάστῳ πίστει τετίμηται; Τὸ δὲ ἀσυνέτως λέγειν, «πῶς δύναται ταῦτα γενέσθαι,» Νικοδήμῳ τε ἐκείνῳ καὶ τοῖς κατ’ αὐτὸν ἀπονέμοντες, ἀνενδοιάστως παραδεξόμεθα τὰ διὰ θείου
5Πνεύματος χρησμῳδούμενα, καὶ αὐτῷ δὲ πιστεύσομεν λέγοντι τῷ Χριστῷ· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἃ οἴδαμεν λαλοῦμεν, καὶ ἃ ἑωράκαμεν μαρτυροῦμεν.» Β— Εὖ λέγεις. Α— Οἰχέσθω δὴ οὖν λῆρος μὲν ἅπας, μῦθός τε ἀδρανὴς
10καὶ ψευδοδοξία καὶ κεκομψευμένων ῥηματίων φενακισμός. Προσιέμεθα γὰρ οὔτι που τὸ κατασίνεσθαι πεφυκός, κἂν εἰ τοῖς ἄγαν ἐξησκημένοις, καὶ μὴν καὶ πικροῖς ἡμᾶς κατακρο‐ τοῖεν λόγοις οἱ δι’ ἐναντίας. Ἔστι γὰρ τὸ θεῖον ἡμῶν μυστήριον «οὐκ ἐν πειθοῖς σοφίας ἀνθρωπίνης λόγοις, ἀλλ’
15ἐν ἀποδείξει Πνεύματος.» Θεὸς οὖν ὑπάρχων καὶ τῶν ὅλων Κύριος, κατὰ τὰς Γραφάς, ὁ Μονογενὴς ἐπέφανεν ἡμῖν. Ὤφθη γὰρ ἐπὶ γῆς, καὶ ἐπέλαμψε τοῖς ἐν σκότει, γενόμενος ἄνθρωπος, οὐ δοκήσει, μὴ γένοιτο—μανία γὰρ τοῦτό γε φρονεῖν ἢ λέγειν—οὔτε
20μὴν εἰς σάρκα παρενεχθεὶς κατὰ μετάστασιν καὶ τροπήν —ἀναλλοίωτος γὰρ καὶ ἀεὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως ἔχων ὁ ἐκ Θεοῦ Λόγος—ἀλλ’ οὐδὲ ὁμόχρονον τῇ σαρκὶ τὴν ὕπαρξιν ἔχων—αὐτὸς γάρ ἐστι τῶν αἰώνων ὁ ποιητής—
οὔτε μὴν ὡς λόγος ἀνυπόστατος, οὐδὲ ὡς ῥῆμα ψιλὸν ἐν238
25ἀνθρώπῳ γεγονώς· ὁ γάρ τοι καλῶν τὰ οὐκ ὄντα ποτὲ πρὸς ὕπαρξίν τε καὶ γένεσιν προϋφέστηκεν ἀναγκαίως· αὐτὸς γάρ ἐστι ἡ ζωὴ πεφηνὼς ἐκ ζωῆς τοῦ Θεοῦ καὶ Πατρὸς ὄντος τε καὶ νοουμένου κατ’ ἰδίαν ὑπόστασιν. Ἀλλ’ οὐδὲ μόνην ἠμπέσχετο σάρκα ψυχῆς ἐρήμην τῆς λογικῆς, γεγέν‐
30νηται δὲ κατὰ ἀλήθειαν ἐκ γυναικός, καὶ πέφηνεν ἄνθρωπος ὁ ζῶν καὶ ὑπάρχων καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ Θεὸς Λόγος, μορφὴν δούλου λαβών, καί ἐστιν ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι τέλειος, οὐκ ἐκ μόνης θεότητος καὶ σαρκὸς εἰς ἕνα Χριστὸν καὶ Κύριον καὶ υἱὸν
35συγκείμενος, ἀλλ’ ἐκ δυοῖν τελείοιν, ἀνθρωπότητος δὴ λέγω καὶ θεότητος, εἰς ἕνα καὶ τὸν αὐτὸν παραδόξως συνδούμενος. Β— Τίνα δὴ οὖν τέτοκεν ἡ ἁγία Παρθένος; Τὸν ἄνθρωπον ἢ τὸν ἐκ Θεοῦ Λόγον; Α— Καὶ μὴν τοῦτό γέ ἐστιν ἡ πλάνησις, καὶ τὸ ἁμαρτεῖν
40τοῦ πρέποντός τε καὶ ἀληθοῦς. Μὴ γάρ μοι διέλῃς, μηδὲ διϊστὰς εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς Θεὸν Λόγον, διπρόσωπον ἡμῖν ἀνατύπου τὸν Ἐμμανουήλ. Μὴ ἄρα τις ἡμῖν εἰκότως

695

διαμωμήσαιτο φρονεῖν ἑλομένοις ὀρθὸν μὲν οὐδέν, ἐκεῖνα δὲ μᾶλλον ἃ καὶ διὰ τῆς ἁγίας κατεδικάσθη Γραφῆς; Ὧδε γάρ τις ἔφη τῶν Χριστοῦ μαθητῶν· «Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ
5τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἔλεγον ὑμῖν ὅτι ἐπ’ ἐσχάτου τῶν χρόνων ἐλεύσονται ἐν ἐμπαιγμονῇ ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευό‐ μενοι τῶν ἀσεβειῶν. Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες ψυχικοί,
Πνεῦμα μὴ ἔχοντες.»240
10 Β— Οὐ διοριστέον οὖν ἄρα κατ’ οὐδένα τρόπον; Α— Οὐμενοῦν. Εἴς γε δὴ μάλιστα τὸ δύο φάναι μετὰ τὴν ἕνωσιν καὶ ἀναμέρος ἑκάτερον ἐννοεῖν. Ἰστέον δ’ οὖν ὅτι θεωρεῖ μέν τινα φύσεων διαφορὰν ὁ νοῦς—ταὐτὸν γὰρ οὔ τί που θεότης τε καὶ ἀνθρωπότης—εἰσδέξεται δὲ ὁμοῦ
15ταῖς περὶ τούτων ἐννοίαις καὶ τὴν ἀμφοῖν εἰς ἑνότητα συνδρομήν. Οὐκοῦν Θεοῦ μὲν ἐξέφυ τοῦ Πατρὸς ὡς Θεός, ἐκ Παρθένου δὲ ὡς ἄνθρωπος. Ὁ γὰρ 〈ἐκ〉 Θεοῦ Πατρὸς ἀπορρήτως τε καὶ ὑπὲρ νοῦν ἀναλάμψας Λόγος γεγεννῆσθαι λέγεται καὶ διὰ γυναικός, καταφοιτήσας εἰς ἀνθρωπότητα
20καὶ καθεὶς ἑαυτὸν εἰς ὅπερ οὐκ ἦν, οὐχ ἵνα μείνῃ κεκενωμένος, ἀλλ’ ἵνα Θεὸς εἶναι πιστεύηται καὶ ἐν εἴδει τῷ καθ’ ἡμᾶς πεφηνὼς ἐπὶ γῆς, οὐχ ὡς ἐν ἀνθρώπῳ κατοικήσας, ἀλλ’ ὡς αὐτὸς κατὰ φύσιν ἄνθρωπος γεγονώς, μετὰ τοῦ τὴν ἰδίαν ἀνασώσασθαι δόξαν. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, τὰ πολὺ
25τῆς ἀλλήλων ὁμοουσιότητος διεστηκότα τε καὶ ἀμετρήτῳ διαφορᾷ διεσχοινισμένα, θεότητά τε καὶ ἀνθρωπότητα, συλλέγων εἰς ἓν οἰκονομικῶς, καὶ ἐξ ἀμφοῖν τὸν ἕνα κατα‐ σημαίνων Χριστὸν καὶ Υἱὸν καὶ Θεόν, «Παῦλος δοῦλος, φησίν, Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς
30Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις, περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυεὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης.» Ἰδοὺ δὴ σαφῶς ἀφωρίσθαι φησὶν ἑαυτὸν εἰς Εὐαγγέλιον Θεοῦ,
35καίτοι γράφων ἀναφανδόν· «Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον.» Καὶ πάλιν· «Οὐ γὰρ
ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον.» Υἱὸν δὲ αὐτὸν ὀνομάσας Θεοῦ, καὶ ἐκ σπέρματος τοῦ Δαυεὶδ γεγεννῆσθαί φησιν, ὡρίσθαι τε242
40διϊσχυρίζεται καὶ εἰς Υἱὸν Θεοῦ. Πῶς οὖν, εἰπέ μοι, Θεὸς

696

ὁ ἐκ σπέρματος ἀναφὺς τοῦ Δαυείδ; Ὁ δὲ δὴ καὶ πρὸ αἰώνων καὶ ἀϊδίως Υἱός, καθὸ πέφηνεν ἐκ Θεοῦ, τίνα δὴ τρόπον εἰς Υἱὸν ὡρίσθη Θεοῦ, καθάπερ εἰς ἀρχὰς τοῦ ὑφεστάναι παρενεχθείς; Ἔφη γὰρ αὐτὸς περὶ ἑαυτοῦ· «Κύριος εἶπε
5πρός με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε,» καίτοι τοῦ «σήμερον» ἀεί πως ἡμῖν οὐχὶ τὸν παρῳχηκότα, τὸν ἐνεστῶτα δὲ μᾶλλον καταδηλοῦντος καιρόν. Β— Διηπόρηκα μὲν οὐ μετρίως ἐγώ, φαίην δ’ ἂν ὅτι δυσέφικτον κομιδῇ καὶ πολλοῖς ἑτέροις τὸ συνιέναι
10δύνασθαι τουτί. Α— Τοῖς ἀναμέρος τιθεῖσι καὶ διορίζουσι δυσέφικτόν τε καὶ ἄπορον ἀληθῶς, τοῖς γε μὴν εἰς ἑνότητα κατασφίγγουσι τὸν Ἐμμανουὴλ ἐγγύς τε ἑλεῖν καὶ ἑτοιμοτάτη λίαν ἡ τῶν ἱερῶν δογμάτων ἀκιβδήλευτος γνῶσις. Ὁ γὰρ τῷ φύσαντι
15συναΐδιος καὶ πρὸ παντὸς αἰῶνος Υἱός, ἐπειδὴ καταβέβηκεν εἰς τὴν ἀνθρώπου φύσιν, οὐκ ἀπολισθήσας τοῦ εἶναι Θεός, προσλαβὼν δὲ τὸ ἀνθρώπινον, νοοῖτ’ ἂν εἰκότως καὶ ἐκ σπέρματος γεγεννῆσθαι Δαυείδ, καὶ νεωτάτην ἔχειν τὴν ἐν ἀνθρωπότητι γέννησιν. Ἔστι δὲ οὐκ ἀλλότριον αὐτοῦ τὸ
20προσληφθέν, ἀλλ’ ἴδιον ἀληθῶς. Λελόγισται τοιγαροῦν ὡς ἓν πρὸς αὐτόν, καθάπερ ἀμέλει καὶ τὴν ἀνθρώπου σύνθεσιν
καταθρήσαι τις ἄν. Πέπλεκται μὲν γὰρ ἐξ ἀνομοίων τὴν φύσιν, ψυχῆς δὴ λέγω καὶ σώματος, ἀλλ’ οὖν εἷς νοεῖται τὸ συναμφότερον ἄνθρωπος. Ὡς ἀπὸ μόνης μὲν τῆς σαρκὸς ὅλον244
25ἔσθ’ ὅτε κατωνομάσθαι τὸ ζῶον, ψυχῆς δὲ ὠνομασμένης, νοεῖσθαι τὸ συναμφότερον, κατὰ τὸν ἶσον οὖν ἄρα τρόπον, καὶ ἐπ’ αὐτοῦ παραδέξῃ Χριστοῦ. Εἷς γὰρ Υἱὸς καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς καὶ πρὸ σαρκὸς καὶ ὅτε πέφηνεν ἄνθρωπος, καὶ τὸν ἀγοράσαντα ἡμᾶς Δεσπότην οὐκ ἀρνη‐
30σόμεθα, κἂν εἰ διὰ τῶν ἀνθρωπίνων ἡμῖν καὶ ἐκ τῶν τῆς κενώσεως μέτρων κατασημαίνοιτο. Β— Οὐχ ἕπομαι λίαν, ἀναμαθεῖν δ’ ἂν ἐθέλοιμι σαφῶς. Α— Ἰουδαίοις ἔφη προσλαλῶν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· «Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ
35ἐποιεῖτε ἄν. Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, τοῦτο Ἀβραὰμ οὐκ ἐποίησε.» Γράφει δὲ καὶ ὁ Παῦλος περὶ αὐτοῦ· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων
40προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν Υἱός, ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν ὑπακοήν.» Ἆρ’ οὖν

697

ἄνθρωπον αὐτὸ δὴ τοῦτο ψιλὸν καὶ κατ’ οὐδένα τρόπον ἀνεστηκότα τῶν καθ’ ἡμᾶς λογιούμεθα τὸν Χριστόν; Β— Μὴ γένοιτο. Α— Τὴν δὲ τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν ἀσθενείας εἰς
5τοῦτο καθικέσθαι δώσομεν ὡς δεδιέναι μὲν θάνατον, ἐξαιτεῖν δὲ τὸ σώζεσθαι παρὰ τοῦ Πατρός, καὶ τοῦ κατὰ φύσιν εἶναι ζωὴν ἐκπέμψομεν τὸν Ἐμμανουήλ; Ἢ περιτρέποντες εἰς
τὴν ἀνθρωπότητα, καὶ εἰς μέτρον φύσεως τῆς καθ’ ἡμᾶς τὸ ἐν λόγοις σμικροπρεπές, δράσομέν τι τῶν ἐπαινουμένων, καὶ246
10ἐξ ὧν ἐστι Θεὸς τὴν ὑπερκόσμιον αὐτοῦ κατοψόμεθα δόξαν, τὸν αὐτὸν εἶναι συνέντες ἄνθρωπόν τε καὶ Θεόν, ἤτοι Θεὸν ἐνηνθρωπηκότα; Β— Φράσον ὅπως. Α— Ἡκέτω δὴ οὖν εἰς μέσον ἡμῖν ὁ δοκιμώτατος
15Παῦλος ταυτὶ βοῶν τε καὶ λέγων· «Σοφίαν λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν.
20Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Καὶ μὴν ἐπὶ τούτοις· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν
25ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.» Καίτοι τό γε εἶναί τε καὶ ὀνομάζεσθαι τῆς δόξης Κύριον, πῶς οὐχὶ λίαν ὑπερτενὲς καὶ παντὸς ἐπέκεινα γενητοῦ καὶ παρηγμένου πρὸς γένεσιν; Καὶ παρίημι μὲν τὰ ἀνθρώπινα—σμικρὰ
30γὰρ δὴ λίαν—ἐρῶ δ’ οὖν ὅτι κἂν ἀγγέλους ὀνομάσαι, καὶ Ἀρχὰς καὶ Θρόνους καὶ Κυριότητας ἀπαριθμήσαιτό τις, καὶ μὴν καὶ εἰ τῶν ἀνωτάτω διαμεμνήσεται Σεραφίμ, κατόπιν ἰόντα τῆς οὕτως ὑπερτενοῦς ὁμολογήσειεν ἂν εὐκλείας, εἴ γε νοῦν ἔχοι μὴ παρεφθαρμένον. Ἔκκριτον γὰρ
35εἶναι τὸ γέρας φημί, καὶ δεῖν ἀνακεῖσθαι μόνῃ τῇ τῶν ὅλων παμβασιλίδι φύσει. Πῶς οὖν ἂν γένοιτο τῆς δόξης Κύριος ὁ ἐσταυρωμένος; Τὸ δὲ ἀπαύγασμα τοῦ Πατρὸς καὶ τῆς οὐσίας ὁ χαρακτήρ, ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, κρείττων ἀγγέλων γεγενῆσθαι λέγεται,
40τάχα που τὸ ἔλαττον, ὡς ἐγᾦμαι, λαβών, ὅτε πέφηνεν
ἄνθρωπος. Γέγραπται γὰρ ὅτι «Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον.» Ἆρ’ οὖν ἐξώσομεν248

698

τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον τῆς αὐτῷ προσούσης οὐσιώδους ὑπεροχῆς καὶ τῆς πρὸς αὐτὸν ἀκριβοῦς ἐμφερείας, καὶ τῆς ἀγγέλων εὐκλείας ἡττώμενον βλέποντες διὰ τὸ τῆς οἰκονομίας σμικροπρεπές;
5 Β— Οὐμενοῦν. Οἶμαι γὰρ δεῖν οὔτε τῶν ἀνθρωπίνων ἀπαλλάττειν παντελῶς τὸν ἐκ Θεοῦ Λόγον μετὰ τὴν πρὸς σάρκα σύνοδον, οὔτε μὴν δόξης τῆς θεοπρεποῦς ἀποστερεῖν τὸ ἀνθρώπινον εἰ ἐν Χριστῷ νοοῖτο καὶ λέγοιτο. Πλὴν ἐρομένους ἴσθι τοί τινας· Τίς δὴ ἄρα ἐστὶν ἀληθῶς Ἰησοῦς
10ὁ Χριστός; Ὁ ἐκ γυναικὸς ἄνθρωπος, ἢ γοῦν ὁ ἐκ Θεοῦ Λόγος; Α— Ἠλίθιον μὲν κομιδῇ τὸ διατείνεσθαι περιττὰ καὶ φληνάφοις εἰκαιομυθίαις ἀνταναφωνεῖν. Ἐρῶ δ’ οὖν ὅτι σφαλερόν τε καὶ οὐκ ἀζήμιον τὸ διατέμνειν εἰς δύο καὶ
15ἀναμέρος ἱστᾶν ἄνθρωπόν τε καὶ Λόγον, οὐκ ἀνεχομένης τῆς οἰκονομίας, καὶ Χριστὸν ἕνα βοώσης τῆς θεοπνεύστου Γραφῆς. Χρῆναι γὰρ ἔγωγέ φημι μήτε τὸν ἐκ Θεοῦ Λόγον ἀνθρωπότητος δίχα, μήτε τὸν ἐκ γυναικὸς ἀποτεχθέντα ναόν, οὐχ ἑνωθέντα τῷ Λόγῳ, Χριστὸν Ἰησοῦν ὀνομάζεσθαι.
20Ἀνθρωπότητι γὰρ καθ’ ἕνωσιν οἰκονομικὴν ἀπορρήτως συνενηνεγμένος ὁ ἐκ Θεοῦ Λόγος νοεῖται Χριστός, ἀνωτέρω μὲν ἀνθρωπότητος ὡς φύσει Θεὸς καὶ Υἱός, ὑφιζάνων δέ τι βραχὺ τοῦ ἐν δόξῃ θεοπρεποῦς ὡς ἄνθρωπος. Τοιγάρτοι ποτὲ μὲν ἔφασκεν· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.
25Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ὁτὲ δὲ αὖ πάλιν· «Ὁ Πατήρ μου μείζων μού ἐστιν.» Οὐ μείων γὰρ ὢν τοῦ Πατρὸς κατά
γε τὸ ἐν οὐσίᾳ ταὐτὸν καὶ κατὰ πᾶν ὁτιοῦν τὸ ἰσοστατοῦν, ἐν ἐλάττοσιν εἶναί φησι διὰ τὸ ἀνθρώπινον. Κηρύττεται δὲ καὶ διὰ τῶν ἱερῶν Γραμμάτων ποτὲ μὲν ὡς ὅλος ὢν ἄνθρωπος,250
30σεσιωπημένης αὐτοῦ τῆς θεότητος οἰκονομικῶς, ποτὲ δὲ αὖ πάλιν ὡς Θεός, σεσιγημένης αὐτοῦ τῆς ἀνθρωπότητος. Ἀδικεῖται δὲ κατ’ οὐδένα τρόπον διὰ τὴν ἀμφοῖν εἰς ἑνότητα σύμβασιν. Β— Πῶς λέγεις; Συνίημι γὰρ οὐ σφόδρα.
35 Α— Ὁ Ἑβραῖος ἐξ Ἑβραίων καὶ φυλῆς Βενιαμίν, ὁ κλητὸς ἀπόστολος, ἐπιστέλλει τοῖς διὰ πίστεως δεδικαιωμέ‐ νοις καὶ κατανεκρώσασι τὰ μέλη τῆς σαρκός, πορνείαν δὴ λέγω καὶ πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν· «Ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ
40Χριστῷ ἐν τῷ Θεῷ.» Αὐτός γε μὴν ἔφη περὶ τῶν ἑαυτοῦ μαθητῶν· «Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί

699

σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. Ὅτε ἤμην μετ’ αὐτῶν, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, καὶ ἐφύλαξα αὐτούς, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ Γραφὴ πληρωθῇ.
5Νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς.» Συνίης οὖν ὅπως ἀπὸ μόνης ὥσπερ ἡμῖν τῆς ἀνθρωπότητος ἔν γε τουτοισὶ κατασημαίνεσθαι δοκεῖ. Β— Ὀρθότατα ἔφης.
10 Α— Οἰησόμεθα γὰρ οὔτι που κεκρύφθαι τε καὶ ἀποδημεῖν τοῦ κόσμου, καίτοι λέγοντα σαφῶς· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὅπου ἐὰν συναχθῶσι δύο ἢ τρεῖς εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» Καὶ πάλιν· «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.»
15Ἴδοις δ’ ἂν καὶ αὐτὸν τὸν ἱερώτατον Παῦλον καταρρᾳθυ‐ μοῦντα πολλάκις τοῦ καὶ ἄνθρωπον δεῖν ἀνακηρύττειν αὐτόν.
«Παῦλος γάρ φησι, ἀπόστολος οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ.» Καὶ αὖ ἐπὶ τούτοις· «Γνωρίζω δὲ ὑμῖν τὸ Εὐαγγέλιον, φησί, τὸ εὐαγγελισθὲν252
20ὑπ’ ἐμοῦ, ὅτι οὔκ ἐστι κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι’ ἀπο‐ καλύψεως Ἰησοῦ Χριστοῦ.» Καὶ μὴν καὶ ἑτέρωθί φησιν· «Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκ ἔτι γινώσκομεν.» Τίς οὖν ἐστιν Ἰησοῦς ὁ Χριστός, ὁ τὴν
25οὕτως ἀπόρρητον ἀπλανῆ τε καὶ θείαν ἀποκάλυψιν τῶν ἑαυτοῦ μυστηρίων ἐναστράπτων αὐτῷ; Ἆρ’ οὐχὶ γενόμενος σὰρξ ὁ Λόγος, καὶ τὴν ἐκ γυναικὸς δι’ ἡμᾶς οὐκ ἀτιμάσας γέννησιν; Β— Πάνυ μὲν οὖν. Διαμεμνήσομαι γὰρ τοῦ μακαρίου
30λέγοντος Γαβριὴλ πρὸς τὴν ἁγίαν Παρθένον· «Μὴ φοβοῦ, Μαριάμ· ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.» Καινὸν δὲ οἶμαι τουτὶ παρὰ τοῦ Πατρὸς ὄνομα δεδόσθαι τῷ Λόγῳ διὰ τῆς ἀγγέλου φωνῆς. Προανεκεκράγει γὰρ οὕτω καὶ χρησμῴδημα
35προφητικόν· «Καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ τὸ καινὸν ὃ ὁ Κύριος ὀνομάσει αὐτό.» Α— Ὅτε τοίνυν ὁ συναΐδιος τῷ Πατρὶ καὶ πρὸ παντὸς αἰῶνος Υἱὸς καὶ Μονογενὴς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς γέγονεν ἄνθρωπος, γεγέννηται δὲ διὰ γυναικός, καὶ ὡρίσθη
40μὲν υἱός, κεχρημάτικε δὲ καὶ πρωτότοκος, καὶ γέγονεν «ἐν πολλοῖς ἀδελφοῖς,» τότε καὶ ὁ φύσει πατὴρ ὁρίζει τοὔνομα,

700

τοῖς τῆς πατρότητος, ἵν’ οὕτως εἴπωμεν, ἑπόμενος νόμοις. Εὐφραίνοις γὰρ ἡμᾶς ἄριστα συνεὶς τῆς οἰκονομίας τὸν τρόπον. Β— Ὁ αὐτὸς οὖν ἄρα καὶ μονογενής ἐστι καὶ πρωτότοκος.
5 Α— Μὴ γὰρ οἴου κατὰ σαυτὸν ἑτεροίως ἔχειν ἢ οὕτως, ὦ τᾶν. Ὁ γάρ τοι Μονογενὴς ὡς Θεὸς πρωτότοκος ἐν ἡμῖν
καθ’ ἕνωσιν οἰκονομικήν, καὶ ἐν πολλοῖς ἀδελφοῖς ὡς ἄνθρωπος, ἵνα καὶ ἡμεῖς ὡς ἐν αὐτῷ τε καὶ δι’ αὐτὸν υἱοὶ Θεοῦ φυσικῶς τε καὶ κατὰ χάριν. Φυσικῶς μὲν ὡς ἐν αὐτῷ254
10τε καὶ μόνῳ, μεθεκτῶς δὲ καὶ κατὰ χάριν ἡμεῖς δι’ αὐτοῦ ἐν Πνεύματι. Ὥσπερ οὖν γέγονεν ἴδιον τῆς ἀνθρωπότητος ἐν Χριστῷ τὸ μονογενὲς διὰ τὸ ἡνῶσθαι τῷ Λόγῳ κατὰ σύμβασιν οἰκονομικήν, οὕτως ἴδιον τοῦ Λόγου τὸ ἐν πολλοῖς ἀδελφοῖς καὶ τὸ πρωτότοκος διὰ τὸ ἡνῶσθαι σαρκί. Ἐρηρεισ‐
15μένον δ’ οὖν ἔχων τὸ εἶναι Θεός, καὶ τροπῆς ἀμείνων ὑπάρχων ἀεί, τῆς ἰδίας οὐκ ἐξοίχεται δόξης. Τοιγάρτοι κεκέλευσται μεθ’ ἡμῶν καὶ αὐτὴ τῶν ἄνω πνευμάτων ἡ ἁγία τε καὶ παμμακαρία πληθὺς προσκυνεῖν αὐτῷ. Ἦν γὰρ δήπου καὶ μάλα εἰκὸς ἀνήνασθαι τὴν προσκύνησιν, καὶ κατοκνῆσαι
20τιμᾶν τὸ τῆς ἀνθρωπότητος ὁρῶντας σμικροπρεπές, καὶ τὸν δι’ ἡμᾶς 〈γενόμενον〉 καθ’ ἡμᾶς οὐκ ἀξιῶσαι δοξολογεῖν, ἀποφοιτῶντας ὡς ἀπωτάτω τοῦ πεπλανῆσθαι δοκεῖν. Ἄποπτον γὰρ καὶ αὐτοῖς ἦν ἔτι τὸ ἐπὶ Χριστῷ μυστήριον, ἐξεκάλυπτε δὲ τὸ Πνεῦμα αὐτοῖς, καὶ δυσσεβεῖν οὐκ ἠφίει
25τοὺς ἡγιασμένους. Τοιγάρτοι φησὶν ὁ θεσπέσιος Παῦλος·
«Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Ὁ γὰρ ἰδιότητι φυσικῇ τῆς οἰκουμένης ἁπάσης διενεγκών, ἔξω τε αὐτῆς ὑπάρχων ὡς Θεός, εἰσβέβηκεν εἰς256
30αὐτήν, μέρος κόσμου πεφηνὼς ὡς ἄνθρωπος, πλὴν οὐ διὰ τοῦτο τῆς θείας ἀπώλισθε δόξης. Προσκυνεῖται γὰρ ὡς Μονογενὴς καὶ εἰ καλοῖτο πρωτότοκος, ὅπερ ἐστὶν ἐναργῶς τοῖς τῆς ἀνθρωπότητος μέτροις ὅτι μάλιστα πρέπον. Β— Ἄρ’ οὖν ὡς ἄνθρωπον προσκυνήσομεν τὸν Ἐμμα‐
35νουήλ; Α— Μὴ γένοιτο. Λῆρος ἤδη τουτὶ καὶ ἀπάτη καὶ πλάνησις. Διοίσομεν δὲ κατ’ οὐδὲν τῶν τῇ κτίσει λελατρευκό‐ των παρὰ τὸν Κτίστην καὶ Ποιητήν, «οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει,» κατὰ τὸ γεγραμμένον,
40οἷς εἰ φρονήσαιμεν ἀδελφά, καὶ συνακουσόμεθα πάντως· «Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.»

701

Ἦ γὰρ οὐχὶ καὶ ἡμεῖς αὐτοὶ καὶ ἰσουργοὶ καὶ σύμφρονες τοῖς μνημονευθεῖσιν ἐσόμεθα, τὴν τοῦ Θεοῦ δόξαν ἐν τῷ ψεύδει μεταλλάττοντες ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, εἰ ὡς ἀνθρώπῳ ψιλῷ καὶ ἑνὶ τῶν καθ’ ἡμᾶς προσοίσομεν
5τὴν προσκύνησιν τῷ Ἐμμανουήλ;
Β— Καὶ μάλα. Α— Τί δέ; Οὐχὶ καὶ αὐτὴ τῶν ἀγγέλων ἡ ἄνω πληθὺς τοῖς εἰς τοῦτο μανίας ἥκουσι συντετάξεται; Β— Ἀνάγκη.258
10 Α— Ἀνεξίτητον δέ, οἶμαί που, τὴν ἐπὶ τῷ πεπλανῆσθαι γραφὴν καὶ τῇ τῶν ἐθνῶν ἀγέλῃ περιθήσομεν, καὶ δυσα‐ πόνιπτον ἕξει τῶν ἀρχαίων αἰτιαμάτων τὸ βλάβος. Πλανᾶται γάρ, οἶμαι, καὶ νῦν καὶ οὐδὲν ἧττον ἢ πάλαι, καὶ τὴν εἰς εὐθὺ διαστείχουσαν ἠγνόηκε τρίβον. Καὶ περιττός, ὡς
15ἔοικεν, ὁ μακάριος Παῦλος προσφωνῶν τε αὐτοῖς καὶ λέγων· «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεόν, ἐδουλεύσατε τοῖς μὴ φύσει θεοῖς. Νυνὶ δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;»
20Ποῖον γὰρ ἔτι Θεὸν ἐγνώκασιν εἰ μὴ φύσει Θεὸς ὁ Χριστὸς εἰς ὃν πεπιστεύκασι; Καὶ εἰ λελατρεύκασιν ἀνθρώπῳ, τοῖς τῆς ἀρχαίας πλανήσεως ἐνέχονται βρόχοις. Ἢ οὐκ ἀληθὲς ὅ φημι; Β— Πάνυ μὲν οὖν.
25 Α— Ἄθρει δὴ οὖν ὅπως ἐξ ἀναγκαίων ἤδη συλλογισμῶν μονονουχὶ καὶ οὐχ ἑκόντες συνωθούμεθα πρός γε τὸ δεῖν ἐμφρόνως ὡς Θεῷ τῷ κατὰ φύσιν προσκυνεῖν τῷ Υἱῷ, καὶ ἐν τῷ καθ’ ἡμᾶς πεφηνότι σχήματι, τῆς εἰς ἑνότητα συνδρομῆς οὐκ ἀνικάνως ἐχούσης εἰς τὸ ἀφανίσαι τυχὸν τὸ
30καὶ ἔσθ’ ὅτε λυποῦν εἰς ἀνθρωπότητος ὑποψίαν. Β— Πῶς ἔφης; Α— Προσλαβοῦσα γὰρ ἡ τοῦ Λόγου φύσις τὸ ἀνθρώπινον, οὐκ ἀνθρωπότης ἔσται ψιλή, νικῶσα δὲ μᾶλλον ἰδίᾳ δόξῃ τὸ προσληφθέν, ἐν ἀκλονήτῳ σῴζεται διαμονῇ τῆς θεοπρεποῦς
35εὐκλείας. Ταυτὶ φρονοῦντες οἱ μαθηταί, προσεκύνουν λέγοντες· «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ,» καίτοι βάδην ἰόντα βλέποντες καὶ ἐν σαρκὶ καθ’ ἡμᾶς· ἐπ’ ἄκρου γὰρ δὴ διέθει κύματος παραδόξως ὡς Θεός. Β— Καὶ τίς ἦν ὁ λέγων πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα·260
40«Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν;» Εἶτα πῶς ἔσται προσκυνητὸς ὁ τοῖς προσ‐ κυνοῦσι συντεταγμένος; Α— Καὶ μήν, ὦ φιλότης, τὸ «Τίς» δὴ τοῦτο πλειστάκις ἀναφωνεῖς τὸ λεξείδιον, οὐκ οἶδ’ ὅπως τοῖς ἀσυνέτοις

702

ἐξευρημένον. Μεμέρισται γὰρ οὐδαμῶς ὁ Χριστός. Ὁ δὲ τῷ γυναίῳ προσλαλῶν, ὁ εἷς τε καὶ μόνος Κύριος ἦν Ἰησοῦς ὁ Χριστός, ἔκ τε τῆς προσκυνούσης ἀνθρωπότητος καὶ ἐκ τῆς προσκυνουμένης θεότητος συγκείμενος ἀπορρήτως, καθάπερ
5ἀμέλει φαίη τις ἂν καὶ ἑτέρως περὶ αὐτοῦ. ᾟ μὲν γάρ ἐστι Θεός, νοοῖτ’ ἂν ὑπάρχων αὐτὸς ὁ τῆς δόξης Κύριος, ᾗ δὲ γέγονεν ὁ κατὰ μέθεξιν τὴν παρὰ Θεοῦ δοξαζόμενος ἄνθρωπος, ἐδεῖτο καὶ δόξης, λέγων· «Πάτερ, δόξασόν σου τὸν Υἱόν.» Ἀλλ’ «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα,»
10κατὰ τὸ γεγραμμένον. Ὥσπερ οὖν ἐστι μία πίστις, ἡ εἰς
Χριστόν, καὶ ἓν ἀληθῶς τὸ βάπτισμα, καίτοι βαπτιζομένων καὶ πεπιστευκότων ἡμῶν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον τε καὶ λόγον, μία προσκύνησις Πατρὸς καὶ ἐνανθρωπήσαντος Υἱοῦ καὶ ἁγίου262
15Πνεύματος. Ἐξωσθήσεται γὰρ οὐδαμῶς τοῦ προσκυνεῖσθαι δεῖν πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων ὁ Μονογενής, καὶ εἰ γέγονε σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν, κεχρημάτικέ τε πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς. Ἐπεὶ τίς ἂν γένοιτο λοιπὸν ὁ τῆς ἐπ’ αὐτῷ πίστεως λόγος, πῶς οὐκ
20ἄξιον ἰδεῖν; Οὐδὲ γάρ, οἶμαι, φαῖεν ἂν οἵπερ ἂν ἕλοιντο φρονεῖν ὀρθῶς ὡς εἰς μόνον πεπιστεύκαμεν τὸν ἐκ Θεοῦ φύντα Λόγον, ἀπογυμνοῦντες αὐτὸν τῆς σαρκός. Οὐδ’ αὖ ἐκεῖνο παρήσομεν εἰπεῖν· λελέξεται γάρ. Β— Τὸ τί δὴ φής;
25 Α— Οὐ γὰρ ὡς εἰς ἕνα τῶν καθ’ ἡμᾶς, οὔτε μὴν ὡς εἰς ἄνθρωπον ἡ πίστις, ἀλλ’ 〈ὡσ〉 εἰς Θεὸν πράττεται τὸν φύσει καὶ ἀληθῶς ἐν προσώπῳ Χριστοῦ. Συλλήψεται δὲ τῷ λόγῳ καὶ ὁ σοφὸς γράφων Παῦλος· «Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον. Ἑαυτοὺς δὲ δούλους ὑμῶν
30διὰ Χριστοῦ, ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης αὐτοῦ ἐν προσώπῳ 〈Ἰησοῦ〉 Χριστοῦ.» Ἰδοὺ δὴ σαφῶς τε καὶ ἐναργῶς ὁ φωτισμὸς τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρὸς ἐν προσώπῳ διέλαμψε τοῦ Χριστοῦ. Τοιγάρτοι
35καὶ ἔφασκεν· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα, ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Χαρακτὴρ δὲ ὁ θεῖος οὐ σωματικός, ἀλλ’ ἐν δυνάμει καὶ δόξῃ τῇ θεοπρεπεστάτῃ. Τοῦτο δὲ ἦν ἀκραιφνὲς ἐν Χριστῷ· γνωρίζεσθαί τε καὶ διὰ τούτων ἠξίου, καὶ διὰ τῆς τῶν
40δρωμένων ὑπεροχῆς εἰς ἐννοίας ἀναθρώσκειν τὰς ἐπ’ αὐτῷ τοὺς ἀκροωμένους ἤθελε, κατασμικρυνούσης αὐτὸν ἠρέμα
τῆς ὁρωμένης σαρκός. «Εἰ γὰρ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός264

703

μου, φησί, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Φάναι δὲ οἶμαι ταυτὶ τὸ τηνικάδε Χριστὸν οὐκ ἀσυντελὲς εἰς ὄνησιν εἰδότα τὸ χρῆμα. Ἐπειδὴ γὰρ ᾤοντο Θεὸν μὲν οὐκ εἶναι κατὰ
5φύσιν τὸν δι’ ἡμᾶς ἐνηνθρωπηκότα, ψιλὸν δὲ ἁπλῶς ἄνθρωπον καθ’ ἡμᾶς, ἀπαράδεκτόν τε διὰ τοῦτο τὴν ἐπ’ αὐτῷ πίστιν ἐποιοῦντό τινες. Ἀναγκαίως τὸ δεῖμα καὶ τὸν ἐπὶ τούτοις ὄκνον ὑποτεμνόμενος, τῇ τῆς θεότητος φύσει τὴν πίστιν ἀνατιθείς, ὡς ἐν προσώπῳ Πατρός, καὶ οὐχὶ τῇ καθ’ ἡμᾶς
10σμικροπρεπείᾳ προσνέμων, ἔφασκεν· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ’ εἰς τὸν πέμψαντά με, καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.» Ἆρ’ οὐκ ἴσον εἰπεῖν· Ὦ τῶν ἐμῶν κατήκοοι λόγων, μὴ μικρὰ καὶ χαμαιρ‐ ριφῆ τὰ εἰς ἐμὲ δοξάζετε· ἴστε δὲ ὅτι τὴν εἰς αὐτὸν ἐμὲ τὸν
15ὁρώμενον ἐν σαρκὶ προϊέμενοι πίστιν οὐκ εἰς ἄνθρωπον ἁπλῶς ἔσεσθε πεπιστευκότες, ἀλλ’ εἰς αὐτὸν τὸν Πατέρα, δι’ ἐμοῦ τοῦ κατὰ πᾶν ὁτιοῦν ἴσως τε καὶ ἀπαραλλάκτως ἔχοντος Υἱοῦ, σαρκωθέντος μὲν δι’ ὑμᾶς, καὶ περίβλημα σμικροπρεπὲς οἰκειουμένου, τὴν ἀνθρωπότητα, τό γε μὴν
20ἰσοφυές τε καὶ ἰσουργόν, καὶ ἐν ταυτότητι δόξης ἀδιαλώβητον παντελῶς ἔχοντος πρὸς αὐτόν; Β— Ἔοικεν. Α— Ἀναμάθοις δὲ ἂν καὶ ἑτέρως αὐτὸν τὴν πίστιν οὐ διωθούμενον, ἀλλὰ τομῆς τινος δίχα καὶ διαφορᾶς εἰσδε‐
25δεγμένον αὐτὴν ὡς ἐν ἰδίῳ προσώπῳ καὶ εἰ γέγονε σάρξ. Ἐπειδὴ γὰρ τὸν ἐκ γενητῆς ἐξιᾶτο τυφλόν, καὶ τὸ γλυκὺ μέν, ἄηθες δ’ οὖν ἐνεφύτευσε φῶς αὐτῷ, παρὰ πάντων εἰκότως ἐθαυμάζετο. Ἀλλ’ ὁ μὲν τοῦ πάθους ἀπηλλαγμένος παρὰ τοῖς Ἰουδαίοις ἐκρίνετο, καὶ ὡμολόγει τὸν ἰατρόν. Χριστὸς266
30δὲ αὐτῷ περιτυχών, «Σὺ πιστεύεις, ἔφασκεν, εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;» Τοῦ δὲ τὸ «Τίς ἐστι, Κύριε, διακεκραγότος, ἵνα πιστεύσω εἰς αὐτόν;» ἀντεφώνει λέγων· «Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.» Ὁ δὲ ἔφη· «Πιστεύω, Κύριε. Καὶ προσεκύνησεν αὐτῷ.» Καίτοι πῶς
35οὐχ ἅπασι συμφανὲς ὡς ἄποπτος παντελῶς ἡ θεία τε καὶ ἀνωτάτω φύσις; «Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε,» κατὰ τὸ γεγραμμένον. Εἴπερ οὖν διιστὰς ἑαυτοῦ τὸ ἀνθρώπινον, ὡς αὐτὸ δὴ τοῦτο πεφηνώς, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος γυμνὸς καὶ μόνος ἠξίου πιστεύεσθαι, τί μὴ μᾶλλον τὴν τοῦ
40Θεοῦ φύσιν ἀναλογίζεσθαι δεῖν, ἥτις ποτέ ἐστι, τὸν εὖ παθόντα διεκελεύετο, παρέδειξε δὲ σωματικῶς, ὡς καὶ

704

αὐτοῖς ὄμμασι καταθεᾶσθαι παρόν; Ἔφη γὰρ ὅτι «Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.» Ἦ οὐχὶ τὴν σάρκα παραδεῖξαι φήσομεν; Β— Καὶ πάνυ.
5 Α— Εἶτα πῶς αὐτὸς ἂν εἴη λοιπὸν ἡ σάρξ, εἰ μὴ νοοῖτο καθ’ ἕνωσιν, ὡς αὐτὸς ὑπάρχων τὸ ἴδιον αὐτοῦ, καθάπερ ἀμέλει καὶ ἐφ’ ἡμῶν γένοιτ’ ἄν; Καταδείξειε γὰρ ἄν τις οὐ μεμερισμένως οὐδὲ ἀτελῶς τὸν καθ’ ἡμᾶς ἄνθρωπον, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, καὶ ἀπὸ μόνης αὐτοῦ τῆς
10σαρκός. Β— Σύμφημι· λέγεις γὰρ ὀρθῶς. Α— Γέγραφε δέ που καὶ ὁ σοφὸς ἡμῖν Ἰωάννης ὅτι «Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ268
15βιβλίῳ τούτῳ. Ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.» Κατατεθήποι δ’ ἄν τις οὐ μεῖον καὶ τὸν θεσπέσιον Πέ‐ τρον Ἰουδαίοις προσπεφωνηκότα σαφῶς καὶ ἀναφανδόν·
20«Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζω‐ ραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν,
25ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.» Καὶ μεθ’ ἕτερα πάλιν· «Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία. Οὐδὲ γὰρ ὄνομα ἕτερόν ἐστιν ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.» Τίς οὖν ἄρα ἐστὶν ὁ καὶ θάνατον ὑποδὺς καὶ ἐγηγερμένος ἐν δόξῃ καὶ ἐκ
30Ναζαρέτ, εἰ μὴ Ἰησοῦς Χριστός, τουτέστιν ὁ πρὸ παντὸς μὲν αἰῶνος ἐκ Πατρὸς ἀπορρήτως γεγεννημένος, ἐν δέ γε τῷ λοίσθῳ καὶ εἰς πέρας ἥκοντι τοῦ αἰῶνος καιρῷ καὶ σωματικῶς ἐκ γυναικός; Ὁ πίστιν οὖν ἄρα τὴν εἰς αὐτὸν προσιέμενος γέρας ἀποίσεται τὸ ἐξαίρετον· διακεκλήσεται
35γὰρ υἱὸς Θεοῦ· «Ὅσοι γὰρ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν, φησί, τέκνα Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν.» «Ἵνα γὰρ γένηται πρωτεύων ἐν πᾶσιν αὐτός,» καθὰ γέγραπται, γεγέννηται μὲν διὰ
40γυναικός.
Ἐπειδὴ δέ ἐστιν ἀπαρχὴ τῆς ἀναμορφουμένης κτίσεως δι’ ἁγιασμοῦ πρὸς Θεόν, καὶ πρό γε τῶν ἄλλων αὐτὸς γεννητὸς ἐδείχθη Πνεύματος, τὴν ἀνδρός τε καὶ γυναικὸς ὑπερ‐ θρώσκων σύνοδον, καὶ οὐκ ἀτιμίᾳ καὶ μώμῳ καταδικάζων270
45τὴν φύσιν—τίμιος γὰρ ὁ γάμος, καὶ ὁ πλάσας ἀπ’ ἀρχῆς

705

ἄρσεν καὶ θῆλυ πεποίηκεν αὐτούς—ἀλλὰ τῷ μείζονι καὶ ἀσυγκρίτως ὑπερκειμένῳ προσνέμων ἤδη πως τὰ ἀνθρώπινα. Γεννητοὺς γὰρ Πνεύματος, οὐκ ἀνδρῶν, ἡμᾶς ἔτι χρηματίζειν ἤθελε. Καὶ γοῦν «Πατέρα, φησί, μὴ καλέσητε ὑμῶν ἐπὶ
5τῆς γῆς· εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.» Οὐκοῦν, ἀμώμητον παντελῶς τὸ πιστεύειν εἰς αὐτόν, μᾶλλον δὲ καὶ τῇ τῶν πλημμελημάτων ἀμνηστίᾳ τετίμηται. Γράφει γὰρ ὧδε πάλιν ὁ ἔκκριτος Παῦλος· «Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ
10ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν.» Κατοκνήσω δὲ οὐδαμῶς ὅπερ ἤδη φθάσας ἔφην ἀνακυκλήσας εἰπεῖν, ὅτι Χριστὸς Ἰησοῦς οὐ γυμνὸς καὶ καθ’ ἑαυτὸν ὁ ἐκ Θεοῦ νοεῖται Λόγος, ἀλλ’ ὅτε προσέλαβε τὸ ἀνθρώπινον καὶ ἐνεπλάκη σαρκί.
15Οὕτως ἔχοντα καὶ ὁρώμενον, καὶ ἐν εἴδει τῷ καθ’ ἡμᾶς τυγχάνοντα, τοῖς ἁγίοις ἀποστόλοις παρέδειξεν ὁ Πατήρ, φωνῆς ἄνωθεν ἐκπεποιημένης τοιᾶσδε· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε.» Σύνες οὖν ὅπως οὐκ ἐν τούτῳ, φησίν, ἐστὶν ὁ Υἱός μου,
20ἵνα μὴ ἀναμέρος ὡς ἕτερος ἐν ἑτέρῳ τυχόν, ἀλλ’ εἶς νοοῖτο καὶ ὁ αὐτὸς καθ’ ἕνωσιν οἰκονομικήν. Πλημμελὲς δὲ ὅτι τὸ ἀντιτείνειν ἐστί, καὶ τῶν ὅτι μάλιστα σφαλερωτάτων, ἀναπείσει γράφων Ἰωάννης ὡδὶ «Ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ, ὅτι μεμαρτύρηκε περὶ τοῦ Υἱοῦ αὐτοῦ·272
25ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ἔχει τὴν μαρτυρίαν τοῦ Θεοῦ ἐν ἑαυτῷ. Ὁ μὴ πιστεύων τῷ Θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐκ ἐπίστευσεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ Υἱοῦ αὐτοῦ.» Μεμαρτύρηκε δὲ ὅτι οὗτος, ὁ μετὰ σαρκὸς καὶ ἐν τῇ τοῦ δούλου μορφῇ, μοναδικῶς τε
30καὶ ἰδικῶς ἐμὸς ἀληθῶς Υἱός. Τί δέ; Οὐχὶ καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος εὐκλεᾶ χάριν, καὶ τὴν ἐν αὐτῷ ζωοποίησιν, καὶ τὴν Θεοῦ μέθεξιν δι’ ἁγιασμοῦ ἐν Πνεύματι διὰ Ἰησοῦ Χριστοῦ πεπράχθαι δώσομεν; Β— Ἀναγκαίως. Μεμνήσομαι γὰρ Ἰωάννου λέγοντος·
35«Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὔκ εἰμι ἱκανὸς τὰ ὑποδήματα βαστάσαι. Ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.» Α— Ἆρ’ οὖν, ὦ ἑταῖρε, τῆς καθ’ ἡμᾶς ἀνθρωπότητος ἔργον εἶναι φῶμεν τὸ ἐν Πνεύματι ἁγίῳ βαπτίζειν δύνασθαι
40καὶ πυρί; Β— Καὶ πῶς ἂν εἴη τοῦτό γε;

706

Α— Καὶ μὴν ἄνδρα λέγων τὸν ὅσον οὐδέπω παρεσόμενόν τε καὶ ὀφθησόμενον, αὐτὸν ἔφη βαπτίζειν ἐν πυρὶ καὶ ἁγίῳ Πνεύματι, οὐ τὸ ἀλλότριον τοῖς βαπτιζομένοις ἐνιέντα Πνεῦμα δουλοπρεπῶς καὶ ὑπουργικῶς, ἀλλ’ ὡς Θεὸν κατὰ
5φύσιν μετ’ ἐξουσίας τῆς ἀνωτάτω, τὸ ἐξ αὐτοῦ τε καὶ ἴδιον αὐτοῦ, δι’ οὗ καὶ ὁ θεῖος ἡμῖν ἐνσημαίνεται χαρακτήρ. Ἀναμορφούμεθα γὰρ ὡς εἰς εἰκόνα τὴν θείαν εἰς Χριστὸν Ἰησοῦν, οὐ σωματικὸν ὑπομένοντες τὸν ἀναπλασμόν— κομιδῇ γὰρ εὔηθες οἴεσθαι τουτί—διὰ δὲ τοῦ μεταλαχεῖν
10ἁγίου Πνεύματος, αὐτὸν ἐν ἑαυτοῖς πλουτοῦντες Χριστόν,
ὡς ἤδη χαίροντας ἐκεῖνο φωνεῖν· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης.» «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε,» φησίν.274
15 Β— Ἆρ’ οὖν εἰς ἄνθρωπον βεβαπτίσμεθα, καὶ τοῦτο εἶναι φήσομεν ἀληθές; Α— Εὐφήμει, ἄνθρωπε. Τί δρᾷς, ὦ οὗτος; Κατακομίζεις ἡμῶν εἰς γῆν τὴν ἐλπίδα. Βεβαπτίσμεθα γὰρ οὐκ εἰς ἄνθρωπον ἁπλῶς, ἀλλ’ εἰς Θεὸν ἐνηνθρωπηκότα καὶ ἀνιέντα
20ποινῆς καὶ τῶν ἀρχαίων αἰτιαμάτων τοὺς τὴν εἰς αὐτὸν πίστιν εἰσδεδεγμένους. Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος Ἰουδαίοις ἔφη προσλαλῶν· «Μετανοήσατε οὖν, καὶ βαπτισ‐ θήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ
25ἁγίου Πνεύματος.» Ἀπολύων γὰρ ἁμαρτίας τὸν αὐτῷ προσκείμενον, τῷ ἰδίῳ λοιπὸν καταχρίει Πνεύματι, ὅπερ ἐνίησι μὲν αὐτὸς ὡς ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ ἐξ ἰδίας ἡμῖν ἀναπηγάζει φύσεως, κοινὸν δὲ ὥσπερ τὸ χρῆμα τιθεὶς τῇ μετὰ σαρκὸς οἰκονομίᾳ διὰ τὴν ἕνωσιν, καὶ ὡς ἄνθρωπος
30ἐνέπνει σωματικῶς. Ἐνεφύσησε γὰρ τοῖς ἀποστόλοις εἰπών· «Λάβετε Πνεῦμα ἅγιον,» καὶ «οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα,» κατὰ τὴν Ἰωάννου φωνήν, ἀλλ’ αὐτὸς ἐνίησιν ἐξ ἑαυτοῦ καθάπερ ἀμέλει καὶ ὁ Πατήρ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, ὅλην ἀποστήσας τὴν ἔν γε τούτῳ διαφοράν, ποτὲ
35μὲν αὐτὸ τῷ Θεῷ καὶ Πατρὶ προσνέμων ὁρᾶται, ποτὲ δὲ αὖ τῷ Υἱῷ. Γράφει γὰρ ὧδε· «Ὑμεῖς δὲ οὔκ ἐστε ἐν σαρκί, ἀλλ’ ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὔκ ἐστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ τὴν ἁμαρτίαν,
40τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.»

707

Β— Ἄραρεν οὖν ὅτι ἴδιόν ἐστι τὸ Πνεῦμα τοῦ Υἱοῦ, καὶ οὔτι που μόνον ᾗ Λόγος ἐστὶ πεφηνὼς ἐκ Πατρός, ἀλλ’ εἰ καὶ νοοῖτο καθ’ ἡμᾶς ἄνθρωπος γεγονώς. Α— Ἴδιον ὡς ἐκ Πατρὸς ἐν ὁμοουσίῳ γεννήματι τῷ ἐξ276
5αὐτοῦ φύντι Λόγῳ, καὶ εἰ λέγοιτο λαβεῖν ὅτε γέγονεν ἄνθρωπος ὁ τῶν τῆς θεότητος ἰδιωμάτων ὡς ἐν ἰδίᾳ φύσει τητώμενος. Καὶ γοῦν αὐτὸς ὑπάρχων ἡ πάντων ζωή, διὰ τὴν ἐκ ζῶντος Πατρὸς ἄρρητον γέννησιν, ζωοποιεῖσθαι λέγεται μεθ’ ἡμῶν. Πάρα δ’ οὖν ὅμως ἰδεῖν χαριζόμενον
10μὲν τῇ ἰδίᾳ σαρκὶ τῆς θεοπρεποῦς ἐνεργείας τὴν δόξαν, οἰκειούμενον δὲ αὖ τὰ σαρκὸς καὶ οἱονεί πως καθ’ ἕνωσιν οἰκονομικήν, καὶ τῇ ἰδίᾳ περιτιθέντα φύσει. Β— Τίνα φὴς τρόπον; Α— Ἦ οὐχὶ δὴ μάλιστα πρέπειν ἐρεῖς τῷ γε ὄντι κατὰ
15φύσιν ἐκ Θεοῦ Πατρὸς Λόγῳ τὸ ἄνωθεν ἥκειν καὶ ἐξ οὐρανοῦ τὸ ζωογονεῖν δύνασθαι τὰ οἷς ἂν ἐνιέναι βούλοιτο τὴν ζωήν; Β— Φημί. Α— Τί δέ; Τὸ δημιουργεῖν, εἰπέ μοι, θεϊκῶς, δοίης ἂν εἶναι τῶν ἀνθρωπίνων;
20 Β— Οὐκ ἔγωγε. Α— Τί τοίνυν ἡμᾶς ζωοποιεῖ μὲν ὡς Θεός, πλὴν οὐ μόνῳ τῷ μεταλαχεῖν ἁγίου Πνεύματος, ἀλλ’ ἐδεστὴν
παραθεὶς καὶ τὴν ἀναληφθεῖσαν σάρκα; Ἔφη γὰρ ὅτι «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ278
25Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.» Κατακερτομούντων δὲ αὐτὸν τῶν Ἰουδαίων ποτέ, καὶ τὴν ἐπὶ τοῖς ἀμείνοσι ψῆφον ἀνάπτειν, οὐκ οἶδ’ ὅπως, ἐπικεχειρηκότων τῷ μακαρίῳ Μωϋσεῖ, εἰρηκότων δὲ ἀναφανδόν· «Οἱ πατέρες ἡμῶν ἔφαγον τὸν
30μάννα ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον, Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. Τί ποιεῖς σὺ σημεῖον, ἵνα πιστεύσωμέν σοι;» Τί ἐργάζῃ, ὡς ἄνωθεν ἡμῖν καὶ ἐξ οὐρανοῦ κατακομίσας τὸ σῶμα; Φησίν· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ
35τὸν ἀληθινόν. Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.» Καὶ πρός γε τουτοισὶ πάλιν, μονονουχὶ καὶ δακτύλῳ καταδεικνὺς ἑαυτὸν ἐνσώματον, «Ἐγώ εἰμι, φησίν, ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου,
40ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατήρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα,

708

καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμέ.» Καίτοι πῶς οὐκ ἀτρεκὲς εἰπεῖν ὡς οὐ καταπεφοίτηκεν ἐξ οὐρανῶν ἡ
σάρξ, ἀλλ’ ἦν ἐκ Παρθένου, κατὰ τὰς Γραφάς; Ἔστι δὲ 〈οὐκ ἐδεστὸσ〉 ὁ Λόγος ἀλλ’ εἰς ἓν ἄμφω συλλέγων, καὶ280
5ὥσπερ ἀλλήλοις ἀνακιρνὰς τὰ τῶν φύσεων ἰδιώματα, διὰ μυρίων ὅσων ἡμῖν ὁρᾶται λόγων. Νικοδήμῳ μὲν γὰρ οὐ συνιέντι τὸ μυστήριον, ἀνακεκραγότι δὲ ἀμαθῶς· «Πῶς δύναται ταῦτα γενέσθαι; Εἰ τὰ ἐπίγεια, φησίν, εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύ‐
10σετε; Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ 〈ἀνθρώπου〉.» Ἰουδαίοις δὲ πάλιν τὴν ἴσην ἐκείνῳ νοσοῦσιν ἀπαιδευσίαν, καὶ διαγελᾶν, οὐκ οἶδ’ ὅπως, ἑλομένοις αὐτὸν ἐπείπερ ἔφη ζωοποιὸν καὶ ἐξ οὐρανοῦ τὸ ἴδιον σῶμα, «Τοῦτο ὑμᾶς σκανδαλίζει;
15φησίν. Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;» Ἦ οὐχὶ τετέχθαι φήσομεν ἐκ γυναικὸς τὸν Ἐμμανουήλ; Β— Πῶς γὰρ οὔ; Α— Ποῦ τοιγαροῦν τὸ πρότερον ἦν; Ἢ πῶς ἀναβέ‐
20βηκεν ἔνθαπερ εἶναί φησιν αὐτός, καίτοι τεχθέντος διὰ τῆς ἁγίας Παρθένου τοῦ ἑνωθέντος αὐτῷ σώματος; Οὐχὶ δὲ καὶ ἀπρακτεῖν ὁμολογήσαιμεν ἂν τὴν ἀπὸ γῆς σάρκα πρὸς τὸ δύνασθαι ζωοποιεῖν, ὅσον ἧκεν εἰς ἰδίαν φύσιν; Β— Ἀληθές.
25Α— Πῶς οὖν, εἰπέ μοι, ζωοποιὸς ἡ σάρξ; Ἢ πῶς ἂν
νοοῖτο καὶ ἐξ οὐρανοῦ τὸ ἀπὸ τῆς γῆς; Β— Καθ’ ἕνωσιν, οἶμαι, τὴν πρὸς τὸν ζῶντά τε καὶ οὐρανόθεν Λόγον. Α— Πεφρονηκὼς ἴσθι τὰ λίαν ὀρθὰ καὶ τοῖς ἱεροῖς282
30συμβαίνοντα λόγοις. Εἴη γὰρ ἂν οὐχ ἑτέρως καὶ Δημιουργὸς θεϊκῶς, καὶ ὅτε μὴ δίχα νοοῖτο σαρκός. Συλλήπτορα δὲ τοῦ λόγου ποιήσομαι πάλιν ὡδὶ γεγραφότα τὸν θεσπέσιον Παῦλον· «Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρί, τῷ ἱκανώ‐ σαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί,
35ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστη‐ σεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τά τε ἐν τοῖς οὐρανοῖς καὶ
40τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι, τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ

709

σώματος τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, ὅτι ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ
5αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.» Ἰδοὺ δὴ πάλιν ἀναφανδὸν δι’ αὐτοῦ φησι καὶ εἰς αὐτὸν ἐκτίσθαι τὰ πάντα, καὶ μὴν ὅτι πρὸ πάντων ἐστί, καὶ ὅτι τὰ πάντα συνέστηκεν ἐν αὐτῷ, καὶ αὐτὸν εἶναί φησι πρωτότοκον ἐκ νεκρῶν, εἰρηνοποιήσαντα διὰ τοῦ
10αἵματος αὐτοῦ τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Εἶτα τίς ὁ ἐκ νεκρῶν πρωτότοκος, εἰ μὴ Χριστὸς Ἰησοῦς, τουτέστιν ἐν σαρκὶ καὶ μετὰ σαρκὸς ὁ Λόγος; Τεθναίη γὰρ ἂν οὔτι που Θεὸς ὢν ὁ Λόγος, οὐδ’ ἂν νοοῖτο τῶν ὅλων Δημιουργὸς καθ’ ἡμᾶς ὢν ἄνθρωπος, εἰ μὴ δεδημιούργηκε
15μὲν ὡς Θεός, καὶ εἰ μὴ δίχα σαρκὸς νοοῖτο μετὰ τὴν ἕνωσιν, πρωτότοκος δὲ καὶ ἐκ νεκρῶν, καθὸ πέφηνεν ἄνθρωπος, οὐκ ἀποβαλὼν τὸ εἶναι Θεὸς διὰ τὴν ἐνανθρώπησιν. Οἴει τι χρῆναι τούτοις ἐπιτιμᾶν; Β— Οὐδ’ ὁπωστιοῦν.284
20 Α— Ἴδοις δ’ ἂν καὶ ἑτέρωθι διὰ τῶν αὐτῶν ἰόντας λόγων τοὺς πνευματοφόρους. Ἰωάννης μὲν γάρ· «Ἐν ἀρχῇ, φησίν, ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.»
25Παῦλος δὲ αὖ· «Εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ τὰ πάντα.» Ἀλλ’ εἴπερ ἦν τὸ μεσολαβοῦν μετὰ τὸ ἡνῶσθαι σαρκὶ τὸν Λόγον, καὶ εἰς ἑτερότητα καταδιαιροῦν, τὴν ὡς ἐν υἱῶν δυάδι φημί, κατὰ τὸ σοὶ δοκοῦν, πῶς ἂν ἐκτίσθη τὰ πάντα διὰ Ἰησοῦ
30Χριστοῦ; Ἀλλὰ μὴν ἐκτίσθη δι’ αὐτοῦ τὰ πάντα. Πρόδηλον οὖν ὅτι τὰ φύσει τε καὶ ἰδικῶς ἐνυπάρχοντα τῷ ἐκ Πατρὸς ὄντι Λόγῳ τετήρηται πάλιν αὐτῷ καὶ ὅτε γέγονε σάρξ. Ἐπισφαλὲς οὖν ἄρα τὸ διατέμνειν ἀποτολμᾶν. Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστός, καὶ δι’ αὐτοῦ τὰ πάντα δεδημιούρ‐
35γηκεν ὁ Πατήρ. Β— Ἀληθές. Α— Ἔστι τοιγαροῦν καὶ Δημιουργὸς θεϊκῶς, καὶ ζωοποιὸς ὡς ζωή, ἀνθρωπίνοις τε αὖ καὶ τοῖς ὑπὲρ ἄνθρωπον ἰδιώμασιν εἰς ἕν τι τὸ μεταξὺ συγκείμενος. «Μεσίτης» γάρ
40ἐστι «Θεοῦ καὶ ἀνθρώπων,» κατὰ τὰς Γραφάς, φύσει μὲν ὑπάρχων Θεός, καὶ οὐ δίχα σαρκός, ἄνθρωπος δὲ ἀληθῶς, καὶ οὐ ψιλὸς καθ’ ἡμᾶς, ἀλλ’ ὢν ὅπερ ἦν καὶ εἰ γέγονε σάρξ. Γέγραπται γὰρ ὅτι «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ

710

αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Ἦ γὰρ οὐχὶ διὰ τῆς ἁγίας Παρθένου τετέχθαι πιστεύομεν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τὸν Ἐμμανουήλ; Β— Ναί. Ταῖς γάρ τοι θείαις οὐκ ἀντεροῦμεν Γραφαῖς.286
5 Α— Τὸ δὲ δὴ χθές, εἰπέ μοι, καὶ τήμερον καιρὸν ἡμῖν, ὦ φιλότης, οὐχὶ τὸν ἐνεστηκότα καὶ τὸν ἤδη παρῳχηκότα κατασημήνειαν ἄν; Β— Φημί. Α— Πῶς οὖν ὁ αὐτὸς εἴη ἂν εἴς γε τὸν παρῳχηκότα,
10καίτοι γένεσιν οὔπω τὴν κατὰ σάρκα λαβών; Β— Ὅτι ἦν ὁ Λόγος καὶ ἐν ἀρχῇ, καὶ ὡς ἐξ ἀϊδίου καὶ ἀτρέπτου πεφηνὼς τοῦ Θεοῦ καὶ Πατρός, ἔχει καὶ αὐτὸς ἐν ἰδίᾳ φύσει τὸ ἀΐδιον τε καὶ ἄτρεπτον. Α— Ἐπαινῶ τὴν δόξαν· ἔχει γὰρ ὧδε καὶ λίαν ὀρθῶς.
15Φιλοπευστοῦντι δ’ οὖν ὅμως φράσαις ἄν, ὠγαθέ. Β— Τὸ τί; Α— Ἦ οὐχὶ νεώτατον κομιδῇ, καὶ τοῖς τῆς ἐνανθρωπή‐ σεως χρόνοις συνδεδραμηκὸς ὄνομα τῷ Λόγῳ τὸ Ἰησοῦς Χριστός;
20 Β— Καὶ μὴν τοῦτο ἡμῖν διὰ πλείστων ὅσων ἐδείχθη λόγων. Α— Σύνες οὖν ὅτι Χριστὸν Ἰησοῦν, καὶ οὐ μονοειδῶς τὸν Λόγον, χθές τε καὶ σήμερον τὸν αὐτὸν εἶναί φησι, καὶ εἰς τοὺς αἰῶνας. Πῶς δ’ ἂν ἔχοι τὸ ἄτρεπτόν τε καὶ τὴν ἐν
25ταυτότητι διαμονὴν ἡ ἀνθρώπου φύσις, καίτοι κίνησιν ὑπομένουσα, καὶ πρό γε τῶν ἄλλων τὴν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι καὶ ζῆν; Β— Διημάρτηκεν οὖν ἄρα τἀληθοῦς ἡμῖν τὸ Γράμμα τὸ
ἱερόν, καὶ τὸν χθὲς οὐκ ὄντα προεῖναί φησι;288
30 Α— Φαίην ἂν οὐχὶ τοῦτο ἐγώ. Πολλοῦ γε καὶ δεῖ. Χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας Χριστὸς Ἰησοῦς. Τὸ δὲ τοῦ Λόγου πρεσβύτατον καὶ ἀκλινὲς ἥκιστα μὲν ἀρνήσομαι, καὶ εἰ γέγονε σάρξ. Οἰήσομαι δὲ καθ’ ἕνωσιν μετὰ τῆς ἰδίας σαρκὸς ὡς χθὲς ὄντα καὶ προϋπάρχοντα
35καταδηλοῦσθαι πάλιν αὐτόν. Καὶ γοῦν ἐμυσάττετο μὲν ὁ παράφρων Ἰουδαῖος, καὶ καταλιθοῦν ἐπεχείρει, τὴν πίστιν οὐ προσιέμενος. Κατατεθήπει γὰρ ὅτι, καίτοι καθ’ ἡμᾶς ὁρώμενος ἄνθρωπος, τῆς ὑπὲρ ἄνθρωπον ἀρχαιότητος ἑαυτῷ τὸ πρεσβύτερον ἐπεμαρτύρει, λέγων ὡς Θεός· «Ἀμὴν
40ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμί.» Ὅτε καὶ πρὸς τοῦτο ἔφασκον ἐκεῖνοι· «Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;» Ἔφη δὲ καὶ Ἰωάννης· «Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. «Καίτοι πῶς ἄνδρα τε εἰδὼς καὶ ὀνομάζων
45τὸν Ἐμμανουὴλ ἔμπροσθέν τε αὐτοῦ καὶ πρῶτον γενέσθαι φησὶ τὸν ὀψιγενῆ τε καὶ μετ’ αὐτόν; Β— Ἔμπροσθεν αὐτὸν καὶ πρῶτον γενέσθαι φησὶ κατά

711

γε τὴν δόξαν, ὥσπερ οὖν ἔπεισί μοι νοεῖν. Α— Καὶ μὴν ὅτι κίβδηλόν τε καὶ ἀμαθὲς τὸ τῇδε νοεῖν οὐκ ἐκ μακρῶν εἴσῃ λόγων. Παραδεξάμενοι γὰρ τὸ ἔμπροσθεν εἰς τὸ ἄμεινον ἐν δόξῃ, κατὰ τὸν ἴσον που λόγον καὶ τὸ
5ὀπίσω φήσομεν τὸ ὡς ἐν εὐκλείᾳ δεύτερον εὖ μάλα καταδη‐ λοῦν. Περιέστη δὴ οὖν, ὡς ἔοικε, τῆς Ἰωάννου δόξης ἡττᾶσθαι Χριστόν, καὶ ὀπίσω δραμεῖν, ἀσυνέτως ὑπονοεῖν. Ἔφη γὰρ ὅτι «Ὀπίσω μου ἔρχεται ἀνήρ.»
Β— Φεῦ τῆς ἀτοπίας. Οἰησόμεθα γὰρ οὐχ ὧδε ἔχειν,290
10ἐννενοηκότες ὀρθῶς τὸ ἐν Ψαλμοῖς γεγραμμένον· «Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; Καὶ τίς ὁμοιωθήσεται τῷ Θεῷ ἐν υἱοῖς Θεοῦ;» Α— Ἀναθετέον οὖν ἄρα καὶ μετὰ σαρκὸς αὐτῷ τὸ πρεσβύτατον, ὡς Θεῷ κατὰ φύσιν ἑνωθέντι σαρκὶ καὶ τὰ τῆς
15ἰδίας φύσεως ἀγαθὰ κοινοποιεῖν εἰωθότι τῷ ἰδίῳ σώματι. Β— Ἄριστα ἔφης. Α— Τοῦτο δ’ ἂν μάθοις ὧδέ τε ἔχον καὶ εἰρημένον ὀρθῶς καὶ ἐξ ἑτέρων, ὦ τᾶν, εἴπερ ἕλοιο, μαρτυριῶν. Ἔφη μὲν γάρ που Θεὸς περὶ τοῦ ἐκ σπέρματος Δαυεὶδ τὸ κατὰ
20σάρκα Χριστοῦ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· «Καὶ σύ, Βηθλεέμ, οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.» Περὶ δέ γε τῶν υἱῶν Ἰσραὴλ ὁ ἱερώτατος
25Παῦλος· «Ὅτι πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες βρῶμα τὸ πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα. Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. Ἡ δὲ πέτρα ἦν ὁ Χριστός.» Ἄθρει δὴ οὖν ἐν Χριστῷ Ἰησοῦ
30καθ’ ἕνωσιν οἰκονομικὴν τὸ ἰδικῶς τοῦ Λόγου πρεσβύτατον. Ἦ οὐκ ἐναργὴς ὁ λόγος; Τὸν γάρ τοι Βηθλεεμίτην ὡς ἄνθρωπον καὶ ἐκ γυναικὸς ἀπ’ ἀρχῆς αἰῶνος τὰς ἐξόδους ἔχειν εὖ μάλα φησίν. Ἐν ἀρχῇ γὰρ ἦν καὶ πρὸ παντὸς αἰῶνος ὁ ἐνανθρωπήσας Λόγος, καὶ αὐτὸς ἦν ἡ πέτρα
35δεδιψηκότα τὸν Ἰσραὴλ τοῖς παρ’ ἐλπίδα καὶ ἀδοκήτοις ἐκμεθύσκων νάμασι, καίτοι γεννηθεὶς κατά γε τὴν σάρκα καὶ τὸ ἀνθρώπινον ἐν ἐσχάτοις καιροῖς, καὶ κεχρισμένος εἰς
τὴν εἰς κόσμον ἀποστολὴν παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Κατωνόμασται γὰρ οὐχ ἑτέρου του χάριν ἀλλ’ ἢ διὰ τοῦτο292
40Χριστός· Χριστὸς δὲ ἦν ἡ πέτρα, κατὰ τὸν Παῦλον. Ἦ ἐνδοιαστὸν τὸ χρῆμα ἐρεῖς; Β— Οὐδαμῶς. Α— Ἐπαγωνιεῖται δὲ αὖ καὶ συναθλήσει τῷ λόγῳ καὶ

712

ὁ σοφὸς Ἰωάννης μονονουχὶ καὶ συναγείρων τὰς φύσεις, καὶ μισγάγκειαν ἄγων τῶν ἑκατέρᾳ πρεπόντων ἰδιωμάτων τὴν δύναμιν. Θέα γὰρ ὅ φησιν· «Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα
5καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν.» Ἰδοὺ τὸν ὄντα ἀπ’ ἀρχῆς ὦφθαί τέ φησιν ἐναργῶς, ὑπομεῖναι δὲ καὶ ἁφήν.
10Ἀνεκεκράγει γὰρ ὁ Θωμᾶς· «Ὁ Κύριός μου καὶ ὁ Θεός μου,» ἀναμετρήσας δακτύλῳ πλευράν τε τὴν σώματος καὶ τὰς διατρήσεις τῶν ἥλων. Γεγενῆσθαι δέ φησι τοὺς ἁγίους ἀποστόλους καὶ ὁ θεῖος ἡμῖν Λουκᾶς αὐτόπτας τε καὶ ὑπηρέτας τοῦ Λόγου. Γέγονε γὰρ ἐμφανὴς ὁ ἀσώματος, καὶ
15ἁπτὸς ὁ ἀναφής, οὐκ ὀθνεῖον ἔχων ἔτι περίβλημα τὴν ἀπὸ γῆς σάρκα, ἀλλ’ ἴδιον αὐτὴν ποιησάμενος ναόν, καὶ σὺν αὐτῇ γνωριζόμενος ὡς Θεὸς καὶ Κύριος. Γεγραφότα δὲ οἶσθά που τὸν ἱερώτατον Παῦλον· «Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει. Ἐάν τε γὰρ
20ζῶμεν, τῷ Κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τῷ Κυρίῳ
ἀποθνήσκομεν. Ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν. Εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.» Ἄραρεν οὖν ὅτι κεκυρίευκεν ἀληθῶς νεκρῶν τε καὶ ζώντων ὁ μὴ294
25ἑτέρου του χάριν ἢ ὅτι τοῦδε καὶ μόνου τεθνεὼς καὶ ἐγηγερμένος. Β— Ἄραρεν. Α— Τίνα δὴ οὖν, ὦ γενναῖε, φαμὲν ὡς ὑπέδυ μὲν θάνατον, ἀνεβίω δὲ αὖ;
30 Β— Τὸν Υἱὸν δηλονότι. Α— Ἀλλ’ ὅτι μὲν τὸν Υἱόν, εὖ λέγεις, ἐπαινέσομαι γὰρ οὖν. Ἐθέλοιμι δ’ ἄν σου διαμαθεῖν πότερα θνητὸς καὶ φθορᾷ κάτοχος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ἢ πέρα θανάτου καὶ φθορᾶς ἀμείνων ὡς ζωή;
35 Β— Οὕτω φημί. Α— Εἶτα πῶς γέγονεν «ἐν νεκροῖς καὶ ἐλεύθερος» κατὰ τὰς Γραφάς; Τεθναίη γὰρ ἂν οὔτι που καθ’ ἑαυτὸν ὁ Λόγος. Β— Ὅτι τεθνεώσης αὐτοῦ τῆς σαρκός, αὐτὸς τοῦτο
40λέγεται παθεῖν. Α— Ὀρθότατά τε καὶ ἀπλανῶς. Οὐκοῦν, οὐ δίχα σαρκός, σὺν αὐτῇ δὲ μᾶλλον καὶ μετ’ αὐτῆς, τὴν τῆς κυριό‐ τητος ἀνεδήσατο δόξαν ὁ νόμῳ σαρκὸς καὶ φύσει τῇ καθ’ ἡμᾶς τεθνεὼς καὶ ἐγηγερμένος. Ἀνθρώπινον μὲν τὸ τεθνάναι

713

πάθος, ἐνέργημα δὲ θεϊκὸν τὸ ἀναβιῶναι δεικνύς, ἵνα δι’ ἀμφοῖν γνωρίζηται, καθ’ ἡμᾶς τε ἅμα καὶ ὑπὲρ ἡμᾶς ὡς Θεὸς καὶ τῶν ὅλων 〈Κύριοσ〉, καὶ μεθ’ ἡμῶν γεγονὼς ὁρῷτο μετὰ Πατρός. Οὕτως αὐτὸν ὁ Ναθαναὴλ ἐπιγινώσκων
5ἔφασκε· «Ῥαββί, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς
τοῦ Ἰσραήλ.» Αὐτὸς δὲ τοῖς ἑαυτοῦ μαθηταῖς· «Ὑμεῖς δὲ καλεῖτέ με, φησίν, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ.» Ἔργῳ δὲ αὐτὸ πιστούμενος, ἀνίησι μὲν ἁμαρτίας, ἐξουσίαν δὲ δέδωκε κατὰ πνευμάτων296
10ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. Ἦ οὐκ «ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου» τεθεράπευται μὲν ὁ τὼ πόδε λελωβημένος καὶ τῇ ὡραίᾳ προσιζάνων πύλῃ; Ἀρρωστίαν δὲ τὴν οὕτω μακρὰν ἀπεσείσατο, καὶ κομιδῇ δυσδιάφυκτον
15διέδρα νόσον Αἰνέας, πρὸς ὃν ὁ Θεσπέσιος ἔφη [Παῦλος]· «Ἀινέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός.» Β— Ἀληθές. Α— Πανταχόθεν οὖν ἄρα συνωθούμενοι πρὸς ἀλήθειαν, καὶ τὸ τοῖς ἱεροῖς Γράμμασι δοκοῦν ἰχνηλατεῖν εὖ μάλα
20σπουδάζοντες, καὶ ταῖς τῶν πατέρων ἑπόμενοι δόξαις, τὸν ἐκ ῥίζης Ἰεσσαί, τὸν ἐκ σπέρματος Δαυείδ, τὸν ἐκ γυναικὸς κατὰ σάρκα, τὸν μεθ’ ἡμῶν ὑπὸ νόμον ὡς ἄνθρωπον καὶ ὑπὲρ ἡμᾶς ὑπὲρ νόμον ὡς Θεόν, τὸν δι’ ἡμᾶς τε καὶ μεθ’ ἡμῶν ἐν νεκροῖς, τὸν ὑπὲρ ἡμᾶς δι’ ἑαυτὸν ζωοποιὸν καὶ
25ζωήν, Υἱὸν εἶναι τοῦ Θεοῦ κατὰ ἀλήθειαν πιστεύομεν, οὔτε ψιλοῦντες θεότητος τὸ ἀνθρώπινον, οὔτε μὴν ἀνθρωπότη‐ τος ἀπαμφιεννύντες τὸν Λόγον μετὰ τὴν ἄφραστον συμπλοκήν,
ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦντες Υἱόν, ἐκ δυοῖν πραγμά‐ τοιν, εἰς ἕν τι τὸ ἐξ ἀμφοῖν ἀπορρήτως ἐκπεφηνότα, καθ’298
30ἕνωσιν δηλονότι τὴν ἀνωτάτω, καὶ οὐ φύσεως παρατροπήν. Ὅσον γὰρ οὕτω δοξάζουσι περιέσται τὸ κέρδος, σαφηνιεῖ λέγων ὁ Χριστοῦ μαθητής· «Ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ.» Ὅτι δὲ Ἰησοῦς Χριστός, ὁ ἐκ Δαυεὶδ
35κατὰ σάρκα, κατὰ φύσιν καὶ ἀληθῶς Υἱός ἐστι τοῦ Θεοῦ, καθὸ γέγονε σὰρξ ὁ Λόγος καὶ ἐσκήνωσεν ἐν ἡμῖν, κατασ‐ φραγιεῖ λέγων ὁ σοφὸς Ἰωάννης· «Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ

714

Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος,» καὶ δι’ αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.300