TLG 4090 023 :: CYRILLUS :: De sancta trinitate dialogi i–vii

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

De sancta trinitate dialogi i–vii

Source: de Durand, G.M. (ed.), Cyrille d’Alexandrie. Dialogues sur la Trinité, 3 vols. [Sources chrétiennes 231, 237, 246] Paris: Cerf, 1:1976; 2:1977; 3:1978: 1:126–354; 2:10–384; 3:10–226.

Citation: Aubert page — (line)

t

ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ 〈περὶ ἁγίας τε καὶ ὁμοουσίου Τριάδοσ〉 ΠΡΟΛΟΓΟΣ ΤΗΣ ΠΑΡΟΥΣΗΣ ΒΙΒΛΟΥ

383

Δυσέφικτα μὲν κομιδῇ τὰ περὶ Θεοῦ καὶ τοῖς ἄγαν ἐξησκημένως καὶ ἀρτίως ἔχουσιν εἰς τὸ δύνασθαι καταθρεῖν μυστήρια, καὶ τὰ παντὸς ἐπέκεινα νοῦ καὶ γοῦν «ἐν ἐσόπτρῳ καὶ αἰνίγματι» βλέπειν, κατὰ τὸν σοφώτατον Παῦλον.
5Παχὺς δὲ δὴ λίαν ὁ ἀνθρώπινος λόγος καὶ τῇ τῶν ἐννοιῶν ἰσχνότητι συμπαρομαρτεῖν οὐχ οἷός τε. Τοιγάρτοι πολὺ τὸ δέος φάναι τὰ περὶ Θεοῦ, καὶ σοφὸν μὲν λίαν τὸ ἔν γε τούτοις ἑλέσθαι σιγᾶν· πλὴν οὔ τί που τοῖς διδάσκειν ἐπιτεταγμένοις ἀζήμιον. Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος ἔφη
10Παῦλος· «Οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι.» Ἀφῖγμαι δὴ οὖν ἐπὶ τὴν τοῦδε τοῦ προκειμένου βιβλίου συγγραφήν, καί σοι πάλιν, ὦ φιλομαθέστατε ἀδελφὲ Νεμεσῖνε, τὸν περὶ τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος ἐκπεπόνηκα λόγον. Κατὰ γένος δὲ ὥσπερ ἤτοι κατ’ εἶδος τὰς ἐφ’ ἑκάστῳ
15τῶν ζητουμένων συνενεγκόντες ἐννοίας, ἐν ἑπτὰ λογιδίοις126 in vol. 1

384

τὸ σύμπαν τοῦ βιβλίου συντεθείκαμεν σῶμα· φιλολογωτάτῳ δὲ ὄντι λίαν καὶ φιλοπευστοῦντι τὰ τοιάδε συχνῶς τῷ ἐπιεικεστάτῳ Ἑρμείᾳ προσπεφωνήκαμεν. Καὶ ἔστι μὲν ἀνειμένος ὁ λόγος, ὡς πρὸς πεῦσιν δὲ καὶ ἀπόκρισιν διὰ
5δυοῖν προσώποιν ἔρχεται· καὶ τοῦ μὲν πρώτου τὸ A προτέτακται στοιχεῖον, τοῦ δὲ δευτέρου τὸ B. Ἐπειδὴ γὰρ πολλή τις ἄγαν ἐν τοῖς ζητουμένοις ἐστὶν ἡ λεπτότης, ἵνα ταῖς ἐρωτήσεσι καὶ ταῖς ἀποκρίσεσιν ἀεὶ τὸ βασανι‐ ζόμενον κατασκευάζηταί τε καὶ ἀνασκευάζηται πικρῶς,
10ἀναγκαία γέγονεν ἡ τῶν προσώπων εἰσκομιδή. Παραφυ‐ λακτέον οὖν ἀκριβῶς τὰ προτεταγμένα αὐτῶν στοιχεῖα. Ἀσύγχυτον γὰρ οὕτω καὶ ἐν τάξει τῇ παναρίστῃ κειμένην τηρήσομεν τὴν τῶν ἐννοιῶν εὕρεσιν, καὶ τὴν τοῦ παντὸς βιβλίου σύνταξίν τε καὶ δύναμιν. Ἐρρῶσθαί σε ἐν Κυρίῳ
15εὔχομαι, ἀγαπητέ. ΤΑΔΕ ΕΝΕΣΤΙΝ ΕΝ ΤΗιΔΕ ΤΗ ΒΙΒΛΩ αʹ. Ὅτι συναΐδιός τε καὶ ὁμοούσιος τῷ Θεῷ καὶ Πατρὶ ὁ Υἱός. βʹ. Ὅτι καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ καὶ ἐξ αὐτοῦ
20 κατὰ φύσιν γεννητὸς ὁ Υἱός. γʹ. Ὅτι Θεὸς ἀληθινὸς ὁ Υἱὸς καθὰ καὶ ὁ Πατήρ. δʹ. Ὅτι οὐ κτίσμα ὁ Υἱὸς οὐδὲ ποίημα. εʹ. Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν τῷ Υἱῷ καθὰ καὶ ἐν τῷ Πατρί.
25ϛʹ. Ὅτι τὰ τῆς ἀνθρωπότητος ἴδια καὶ τὰ μὴ σφόδρα θεοπρεπῶς εἰρημένα περὶ τοῦ Υἱοῦ πρέποι ἂν μᾶλλον τῇ μετὰ σαρκὸς οἰκονομίᾳ, καὶ οὐκ αὐτῇ τῇ φύσει τοῦ Λόγου καθ’ ὃ νοεῖται καὶ ἔστι Θεός. ζʹ. Περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι καὶ Θεὸς καὶ ἐκ Θεοῦ
30κατὰ φύσιν.128 in vol. 1
31tΤοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου
32tπρὸς Ἑρμείαν πρεσβύτερον, κατὰ πεῦσιν καὶ ἀπόκρισιν
33tΛΟΓΟΣ ΠΡΩΤΟΣ
34tὍτι ὁμοούσιος καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ ὁ Υἱός.
35Α. Τὸν ἱερὸν ἡμῖν Ἑρμείαν χθές τε καὶ τρίτην ἰδεῖν μὲν οὐκ ἦν, μήτε ἀγοράζειν, οἶμαί που, μήτε μὴν ἐξοίχεσθαι

385

δοκοῦν, ἀλλ’ οἴκοι μὲν δὴ κατεσόβει τὸ χεῖμα· πεπρᾶχθαι γὰρ ὧδε καὶ μάλα εἰκός. Λαμπρὰ δὲ νῦν μόλις ἔδειξεν εὐδία. Β. Λέγεις ἀληθῆ. Γῆράς τε γὰρ ἀεὶ δυσπέμφελον, καὶ ἐς τὸ ἔξω ἰέναι δυσοκνότατα ἔχον, ἢν μάλιστα ὕοι.
5Α. Εὔχαρι δὴ οὖν καὶ εὐθυεπὲς τό, εἴπερ τις ἕλοιτο, τοῖς ἐν τῇ ἁλί σε παρεικάζειν ἰχθῦσιν, οἳ πνεύματος μὲν ἀπηνοῦς καὶ δυσηχεστάτου διακυκῶντος τὸ ῥόθιον καὶ ῥοιζηδὸν καταθρώσκοντος, χηραμούς τε τοὺς ἐν βυθῷ καθ’ ἕνα τε καὶ ἀγεληδὸν εἰσχέονται, καὶ ὥσπερ τινὰ δρυμὸν
10ἢ λόχμην τὴν εὐανθῆ πόαν εἰσδύνοντες, ἐκμηχανῶνται τὸ ὠφελοῦν· ἐπειδὰν δὲ τοῖς ὕδασι τὸ τῆς ἡλίου βολῆς ἐπι‐ νήχηται σέλας, ὅλην τε αὖ ἤδη καταθρήσειαν οἱονεὶ γελῶσαν τὴν θάλασσαν, ἀναθαρροῦσί τε καὶ ἀνανήχονται, καὶ ἐπ’ ἄκρων σκαίρουσι κυμάτων, δεῖμά τε ὁμοῦ καὶ ὄκνον ἀποπεμψάμενοι.
15Β. Ὡς εὖ ἴσθι τοι μὴ ἑτέρως τό γε ἐμόν, ὦ τᾶν, ἢ οὕτως ἔχειν. Α. Ὄχλου δὲ δὴ καὶ πραγμάτων εἶ τέως ἀπωτάτω,
καὶ ἐνηρεμεῖ σοι κατὰ τὴν ἑστίαν ὁ νοῦς, καθάπερ ἐγᾦμαι. Β. Καὶ τί τὸ ἐντεῦθεν;130 in vol. 1
20Α. Πλείστη τις ὅση καὶ ἁγιοπρεπὴς ἡ ὄνησις. Ἢ οὐχὶ δή τι τῶν ἀγαθῶν καὶ ταῖς ἠρεμίαις δώσομεν; Β. Μάλιστά γε. Α. Τὸ γάρ τοι παρὰ Θεοῦ διὰ τῆς τοῦ Ψάλλοντος ᾀδόμενον λύρας ἀληθῆ που πάντως τὸν ἐπὶ τούτῳ λόγον
25ἀποφανεῖ. Β. Τὸ ποῖον δὴ φῄς;

386

Α. «Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός.» Ὄψις μὲν γὰρ ἡ σωματική, κόνεώς τε καὶ καπνοῦ καὶ ἑτέρου παντὸς τοῦ καταθολοῦν ἰσχύοντος ἐλευθέρα, λεπτὴν καὶ ἀπαρεμπόδιστον ἐνίησι τὴν ἐνέργειαν τοῖς ὑποπίπτειν
5εἰωθόσιν αὐτῇ. Εἰ δὲ δή πού τι κατασίνοιτο τῶν παθῶν, μεῖον μὲν ἢ χρὴ τοῖς ὁρωμένοις προσβαλεῖ, ἀφαμαρτήσει δὲ ὅτι καὶ αὐτῆς τῆς ἀκριβείας ἔσθ’ ὅτε τὸ ἀπεικὸς οὐδέν. Νοῦς γε μὴν ὁ ἀνθρώπινος, εἰ μὲν ἠρεμαῖός τις εἴη καὶ καθεστηκώς, καὶ φαντασίας ἑώλου καὶ βδελυρᾶς ἀποφοιτᾷν
10εἰθισμένος, ὀξύ τε καὶ διειδὲς ἐμβλέψεται, καὶ ἀπλανῆ τῶν ὄντων εἰσδέξεται γνῶσιν. Εἴ γε μὴν ὑπό του καταπαχύνοιτο τῶν παθῶν, οὔτ’ ἂν αὐτό ποτε τὸ θεῖον διόψεται κάλλος, ἐνιζήσει δὲ ὥσπερ τοῖς γεωδεστέροις, καθάπερ τὰ τῶν στρουθίων διάβροχα τὴν εἰς τὸ ἄνω πτῆσιν τῷ δεδέσθαι
15παρῃρημένα. Β. Εὖ λέγεις. Α. Ἆρ’ οὖν, ὦ Ἑρμεία, σχολαῖος οἴκοι διατελῶν, ταυτησὶ τῆς θείας ἀπομεμνῆσθαι φωνῆς ὅτι προσῆκεν ἡγῇ; Καί σοι καθὰ χθὲς καὶ πρώην βίβλοι μὲν μετὰ χεῖράς
20εἰσιν ἱεραί, φιλομαθεστάτη δέ τις ἐντρέφεται προθυμία τῷ νῷ, καθάπερ τινὰ τῶν εὐρινοτάτων παραθήγουσα κυνῶν, εἰς φιλοθηρίαν ὧν ἂν δέῃ σε μαθεῖν; Ἢ τάχα που καὶ τῆς
ἐπὶ τούτοις ἀφιλεργίας ἀνάψομεν τὰς αἰτίας, ἀφηβηκότι τῷ χρόνῳ τῆς τοῦ σώματος ἡλικίας, ἢ γοῦν ἕτερόν τι καὶ132 in vol. 1
25οὐκ ἀληθὲς ἐρεῖς; Κατακερτομοίην δ’ ἂν ὡς ἥδιστά σε, τοιόνδε τι λέγων ὡς φιλοψευδές τι χρῆμα καὶ τὰ ἐφ’ οἷς ἂν βούλοιτό ποτε καὶ λέγοι πιστὸς ἑτοιμότατα δέχεσθαι ζητοῦν ἄνθρωπος γέρων. Β. Πολλὰ μὲν ἂν ἔχοιμι τῆς τοῦ σώματος ἀρρωστίας
30κατηγορεῖν· ἐπ’ αὐτὰς γὰρ ἥκομεν τὰς τοῦ βίου δυσμάς· τὸ δ’ οὖν ἀναγκαῖον ἐρῶ, παρεὶς τὰ τοιαῦτα νυνί. Χρηστομαθὴς γὰρ ἀεί πως ὁ νοῦς μὲν ἐμοί, γλίχεται δὲ οὐδενός πω τάχα πλὴν τοῦδέ τε καὶ μόνου· ἀλλ’ ὥσπερ τινὰ πῶλον εὐγενῆ τε καὶ δρομικώτατον, καίτοι ποδῶν ἀρετὴν ἀναφαίνειν
35ἐθέλοντα, τὰ μὴ σφόδρα τῶν πεδίων ἐψιλωμένα καὶ οὐχ ἑκόντα παραβιάζεται διακεκομμένην ὥσπερ καὶ οὐκ εἰς ἅπαν τεθαυμασμένην τῆς ἐνούσης εὐσθενείας αὐτῷ ποιεῖσθαι τὴν ἔνδειξιν· κατὰ τὸν ἴσον, οἶμαι, τουτονὶ τρόπον, καὶ αὐτὸν ἐμὲ θερμῇ τινι καὶ ἀσχέτῳ προθυμίᾳ κατισχημένον
40εἰς τὸ δεῖν ἑλέσθαι πολυπραγμονεῖν τὰ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ, δυσέμβατά τε καὶ ἀστιβῆ κατάγχει χωρία, οὐχ

387

ἁπλῆν, ὡς ἄν τις εἰκάσαι, καὶ εὐκατάδρομον ἔχοντα τὴν προσβολήν, οὔτε μὴν τοῖς ἐθέλουσιν ἐκκειμένην ἑλεῖν. Ταύτῃ τοι κατασοβεῖ μὲν εἰς ὄκνον ἔσθ’ ὅτε τὸν νοῦν οἱονεί πως ἡ δυσχωρία· καταπέφρικα δὲ τῶν ἄλλων ἁπάντων,
5ὅτι μάλιστά γε τὸν περὶ πίστεως λόγον, καίτοι κεφάλαιον ὄντα τῆς ἐν ἡμῖν ἐλπίδος. Α. Ναὶ δὴ οὖν, φαίην γὰρ ἂν ἀληθῆ λέγοντί σοι. Πλὴν ὅτι τὸ κατακτήσασθαί τι τῶν ἄνωθέν τε καὶ θεοσδότων ἀγαθῶν, οὐκ ἄν, οἶμαι, τὶς ἀνιδρωτὶ πορίσαιτο, παντί που
10σαφές. Τὰ γάρ τοι λίαν ὑπερφυᾶ καὶ ἀνῳκισμένην ἔχοντα
τὴν δόξαν οὐχὶ τοῖς ἐθέλουσιν εὐστιβῆ, ἀλλ’ ἑλεῖν μὲν οὐ ῥᾴδια, δυσεισποίητα δὲ καὶ ἀνάντη· καὶ τί γὰρ οὐχὶ λαχόντα τῶν εἰς δυσχέρειάν τε καὶ πόνον; Β. Εἶτα τί δρῷεν ἂν οἷς ἔνεστι μὲν ἔφεσίς τε καὶ προθυμία134 in vol. 1
15τῶν ἀρίστων τουτωνὶ καὶ παγκάλων εὑρημάτων, τό γε μὴν ἐφικέσθαι δυσαλωτότατον; Α. Τί δὲ ἕτερον οἴει χρῆναι δρᾶν αὐτοὺς ἢ τοῖς τῶν ἁγίων καταπείθεσθαι λόγοις, ἐπικεκραγότων εὖ μάλα τὸ «Εἴ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος
20Θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ;» Φωτὶ γάρ που πάντως τῷ θείῳ καὶ νοητῷ καταφω‐ τίζεται τὰ φωτὸς ἐπιδεᾶ, καὶ μὴν καὶ Σοφία τελεῖται σοφὰ τὰ συνέσεώς τε καὶ σοφίας τητώμενα. Φῶς δ’ ἂν νοοῖτο καὶ σοφία Χριστός, «ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, πρὸς
25φωτισμὸν τῆς γνώσεως αὐτοῦ.» Ἐξείλετο γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατήρ, ὡς γοῦν ὁ θεσπέσιος ἔφη Παῦλος, «ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ Υἱοῦ αὐτοῦ, ἐν τῷ φωτί.» Καὶ μὴν καὶ ἡμέρας Διαυγασμὸν ἀπεκάλεσέ τις τῶν ἁγίων αὐτόν, καὶ
30Φωσφόρον ἐπὶ τούτῳ. Φησὶ γὰρ ὅτι «Ἕως οὗ ἡμέρα διαυγάσῃ, καὶ Φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν·» ἡμέρας, οἶμαι, διαυγασμὸν καὶ φωσφόρον ἀνίσχοντα, τὸν ἐν Πνεύματι διὰ Χριστοῦ φωτισμὸν ὀνομάζων. Β. Ἄλλ’ ὅτι μὲν φῶς ὁ Χριστός, καὶ μὴν καὶ ἡμέρα
35καὶ αὐγὴ καὶ φωσφόρος τῶν ἅπαξ τελούντων εἰς τοὺς διὰ πίστεως κεκλημένους οὐκ ἐνδοιάσαι τις ἄν. Εἰ δὲ δή σου δεηθείημεν, παραδείξαις ἂν ἡμῖν εὐσυνοπτότατα τὸν ἀπροσκλινῆ τε καὶ ἀμώμως ἔχοντα τῆς πίστεως λόγον, ἢ καταρνήσῃ τὸ φάναι, καὶ τὸν ἐμοὶ συνήθη καὶ πρέποντα
40καὶ ἀεί πως τῷ γέρᾳ προσπεφυκότα τιμήσεις ὄκνον; Μυρία γὰρ ὅσα τὰ παρὰ πολλῶν θρυλλούμενα, οἳ τὸν ὀρθὸν τῆς

388

ἀληθείας ἐκκολακεύοντες, λόγον παρατρέπουσι ποικίλως ἐπὶ τὸ σφίσι δοκοῦν, καὶ σφηκῶν ἀγρίων διιπτάμενοι δίκην, πόλεις τε ὁμοῦ καὶ χώρας καταβομβοῦσι δεινῶς, «τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου,»136 in vol. 1
5κατὰ τὸ γεγραμμένον. Α. Ὡς ἄγαμαί σε τῆς ἀσυγκρίτου φιλοθεΐας, ὦ τᾶν, καί σου δέομαι μὴ καταλῆξαι πώποτε τῆς οὕτως ὀρθῆς καὶ ἀξιεπαινετωτάτου γνώμης. Πλήν, ὦ ἑταῖρε, παρά σοι μετέχειν καὶ λίαν ἀμογητὶ καὶ ἀμφιλαφῶς ὧν ἐρᾷς, καὶ
10οὔ τί πού φημι τὸν νοητὸν ἐκβασανίσαι λόγον, ὡς δή τι τῶν πρὸ ἡμῶν ἄμεινον ἐρεῖν καὶ ἐκδιδάσκειν ὑπισχνούμενος. Ἅλις γάρ, ἅλις αἱ τῶν ἁγίων Πατέρων εἰς τοῦτο συγγραφαί, αἷς εἴπερ τις ἕλοιτο νουνεχῶς ὁμιλεῖν καὶ ἐγρηγορότως προσφέρεσθαι, φωτὸς ἂν τοῦ θείου τὸν οἰκεῖον εὐθὺς ἀναμε‐
15στώσειε νοῦν. Ἦσαν γὰρ οὐκ αὐτοὶ «λαλοῦντες,» κατὰ τὴν τοῦ Σωτῆρος φωνήν, «ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρὸς τὸ λαλοῦν ἐν αὐτοῖς.» «Πᾶσα δὲ Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος.» Ἦ γάρ; Β. Ναί, καὶ τοῦτο ἀληθές· ἀλλ’ εἰ κατοκνήσεις αὐτὸς
20καὶ συνεργάσῃ μὲν τὸ παράπαν οὐδέν, κατεγκλείσας δὲ ὥσπερ ὀδόντων εἴσω τὴν γλῶτταν, ἀπρακτεῖν ἀναπείσεις, τὸ διαρκῶς τε καὶ ἀποχρώντως περὶ τῶν τοιούτων ἡμῖν τοὺς Πατέρας εἰπεῖν, ὡς δυσανάτρεπτόν τε καὶ δυσκα‐ ταγώνιστον σκῆψιν, τοῖς τῶν τοιούτων φιλακροάμοσιν
25ἐπιτειχίζειν ἐπιχειρῶν, οὔτ’ ἂν ἐπαινέσαιμι τοῦτο δρᾶν ᾑρημένον, ἐρομένῳ τε εἰπεῖν ἐκεῖνο ἀξιῶ. Α. Τί γὰρ ἄν μου διαπύθοιο; Μὴ γὰρ δὴ κατάθει τοῦ μετρίου φρονήματος, ὦ γενναῖε. Β. Καταθεῖν μὲν οὐ σκοπὸς ἐμοί, πολλοῦ γε καὶ δεῖ·
30ἀπόκριναι δ’ οὖν, καὶ μή με ποικίλως ἀποκόμιζε τῆς θήρας
ὧν ἂν χρῄζοιμί σου διαπυνθάνεσθαι. Α. Ἀλλ’ ἔρου λοιπόν, εἴ σοι δοκεῖ. Β. Ἆρ’ εἴ τῳ τῶν καθ’ ἡμᾶς φέρβειν ἐδόκει τὰς κατ’ ἀγροὺς οἶς τυχὸν ἢ αἶγας, οὐκ ἂν ᾤου δεῖν καλαύροπός τε καὶ138 in vol. 1
35σκυλάκων αὐτῷ, ἵν’ ἐξαμύνοιτο μὲν αὐτὸς εἰ δήπου τι τῶν ἀτιθάσσων ἐπιθρώσκοι θηρίων· οἱ δὲ προεκδειματοῦντες ταῖς παρὰ σφῶν ὑλακαῖς, κατακολούοιεν μὲν τῆς ἐφόδου τὸ θράσος, ἀλώβητον δὲ τὴν ἀγέλην τῷ κεκτημένῳ διατη‐ ρήσειαν;
40Α. Ὀρθῶς ἔφης. Β. Εἰ δὲ δὴ καιροῦ διιππεύσαντος ἐκτεθνάναι τινὰς τῶν σκυλάκων συνέβη, εἶθ’ ἑτέρους εἰσέφρησεν ὁ ποιμήν, ἆρ’ εἰκαῖον ἐν τοῖς δευτέροις ἡ ὑλακὴ καὶ ἐγρήγορσις, ἐπεί τοι τοῖς πρὸ αὐτῶν τὸ εὐδοκιμεῖν ἐν τούτοις ἐδόκει;

389

Α. Καὶ πῶς εἰκαῖον τὸ ὠφελοῦν νοοῖτ’ ἂν ἢ λέγοιτο; Β. Εἶτα σιωπήσεις ἀνεγκλήτως αὐτός, μόνοις ἡμᾶς τοῖς τῶν Πατέρων συγγράμμασιν ἐφιστάς, τό γε μὴν ἐν ἴσοις ἰέναι θέλειν φιλοθεωτάτοις σπουδάσμασι χρῆμα
5περιττὸν εἶναι λέγων, καίτοι τῶν ἀγρίων αἱρετικῶν ἀθυρώτῳ τε καὶ ἀπυλώτῳ στόματι τὰς τῶν ἁπλουστέρων δαπανώντων ψυχάς; Α. Οὐκοῦν, ἐπεί με δριμὺς εἰσέδυ πόθος· παρατέθηγμαι γὰρ οὐ μετρίως καὶ παρωρμήθην ἱκανῶς εἰς τὸ ἐθελῆσαι
10πονεῖν τοῖς σοῖς, ὦ οὗτος, ῥήμασι· φέρε δή, φέρε, παροισ‐ θέντων εἰς μέσον τῶν ἀκριβῶς καὶ ἐξητασμένως διωρισμένων ἐν τῇ ἁγίᾳ τε καὶ πανευφήμῳ συνόδῳ, τῇ συνειλεγμένῃ κατὰ καιροὺς ἐν πόλει τῇ Νικαέων, καταθρήσωμεν, εἰ δοκεῖ, τί τοῖς ἑλομένοις ἑτεροδοξεῖν οὐκ ἀδιαβλήτως ἔχειν
15δοκεῖ. Τὴν γὰρ ἄριστά τε καὶ μετὰ Θεοῦ διωρισμένην τε
καὶ ἐκτεθεῖσαν πίστιν παρὰ τῆς ἁγίας καὶ μεγάλης ἐκείνης συνόδου κρηπῖδα καὶ ὑποβάθραν ἀκατάσειστόν τε καὶ ἐρηρεισμένην τῶν ἡμετέρων ψυχῶν εἴ γέ τῳ φάναι σκοπός, δοκιμώτατα μὲν ἐρεῖ, καὶ ἐπαίνων τεύξεται τῶν παρὰ140 in vol. 1
20Χριστῷ, πιστότατος δὲ καὶ ἀληθινὸς ἀναλάμψει προσ‐ κυνητής. Ἐπ’ αὐτῆς δὲ ἡμῖν ἀναγεγράφθω λέξεως τὸ θεῖον καὶ ἱερώτατον τῆς ἁγίας ἐκείνης συνόδου χρησμῴδημα, τουτέστι τὸ ἀπεξεσμένον καὶ τετορευμένον ταῖς εἰς πᾶν ὁτιοῦν ἀληθὲς ἐννοίαις τῆς πίστεως Σύμβολον, ὡς ἂν
25τοῖς ἐθέλουσι φιλοψογεῖν τῆς καθ’ ἡμῶν γλωσσαλγίας μηδεὶς τὸ παράπαν εἰσδεχθείη λόγος, ὡς ὀθνείοις τισὶν ἐπιπηδώντων δόγμασι καὶ παρέντων μὲν ἰέναι τὴν βασιλικὴν 〈ὁδόν〉, ἐπὶ θάτερα δὲ παρεκτετραμμένων, κατὰ τὸ μόνῳ καὶ ἰδίᾳ δοκοῦν. Τουτὶ γὰρ δὴ καὶ αὐτὸς ἐγὼ λογισαίμην
30ἂν οὐκ εὐμεταχείριστον ἀληθῶς ἀρρώστημα νοῦ. «Σοφία γὰρ ἀνεξέλεγκτος πλανᾶται,» κατὰ τὸ γεγραμμένον. Ἔχει δὲ οὕτως ἡμῖν ἡ τῆς πίστεως ἔκθεσις· Πιστεύομεν εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν
35Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς Μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας αὐτοῦ, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· τὸν δι’ ἡμᾶς τοὺς

390

ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα, παθόντα, καὶ ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· ἀνελθόντα εἰς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον
5Πνεῦμα. Τοὺς δὲ λέγοντας· Ἦν ποτε ὅτε οὐκ ἦν, ἤ· Οὐκ ἦν πρὶν γεννηθῇ, ἤ· Ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ κτιστόν, ἢ τρεπτόν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τοὺς τοιούτους
ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία.142 in vol. 1
10Β. Βαβαὶ τῆς ἀκράτου νήψεως καὶ εἰς λῆξιν ἡκούσης τὴν ἀνωτάτω. Βοανεργές, τουτέστιν υἱὸς βροντῆς, ἕκαστος, οἶμαί που, διακεκλήσεται τῶν ταῦτα τεθεσπικότων. Ἐξαίσιον γάρ τι καὶ ὑπερφυὲς ἐφθέγξαντο. Α. Ἄριστα δὴ οὖν μοι διεσκέφθαι τε οὕτω καὶ δράσαι
15δοκῶ. Τὸ γάρ τοι μὴ δεῖν ἕτερα ἄττα παρὰ ταῦτα φρονεῖν, ἤγουν ἐπὶ γλώττης ἔχειν, ἕπεσθαι δὲ μᾶλλον κρίσει τε καὶ λόγοις τοῖς διὰ τοῦ Πνεύματος εὑρημένοις τιμησαίμην ἄν, εὖ ἴσθι τοι, τοῦ παντὸς λόγου. Β. Ὀρθῶς ἔφης· ἀλλ’ οὐκ ἂν ἀναπείσαις ταῦτά σοι
20φρονεῖν ἑλέσθαι τοὺς διεναντίας. Μόσχοι γὰρ ὥσπερ ἀτιμα‐ γέλαι καὶ ἀγέρωχοί τινες, ἵενται μὲν εὐτόνως ἐπὶ τὸ σφίσιν αὐτοῖς δοκοῦν, τὴν ἀρίστην δὲ ὥσπερ καὶ παγκάλην ἀληθῶς παρεκθέοντες νομὴν ἐπ’ ἀκάνθας σπεύδουσι καὶ τριβόλους, ἀσυνέτων τινῶν ψευδοδιδασκάλων καταφερβόμενοι λόγοις,
25οἷς τάχα που καὶ ὁ τῆς Σοφίας αὐτῆς ἐπεδάκρυσε λόγος. Ἔφη γάρ· «Ὦ οἱ ἐγκαταλιπόντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους, οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ, ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν.»
30Α. Εὖ λέγεις. Πρέποι δ’ ἂν καὶ μάλα κατοιμώζειν αὐτοὺς ὁμοῦ τῷ προφήτῃ λέγοντας Ἱερεμίᾳ· «Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός;» Ὁ γάρ, παρὸν ἑλέσθαι τῆς ἀληθείας τὴν γνῶσιν, ἀσυνέτως
35ἐκνενευκὼς εἰς ἀπάτην καὶ παραφθορὰν καὶ εἰς βεβήλους ψευδοδοξίας, πῶς οὐκ ἂν εἴη λοιπὸν καταθρηνεῖσθαι πρέπων; «Καὶ ἐξ ἡμῶν μὲν ἐξῆλθον,» ὥς γέ τις τῶν
ἁγίων τοῦ Σωτῆρος ἐπέστειλε μαθητῶν, «πλὴν οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ’ ἡμῶν.»144 in vol. 1
40Κατὰ τί δὲ ἄρα καὶ ἐπιτιμᾶν ἐγνώκασι τῇ οὕτως ὀρθῇ καὶ ἀκριβεστάτῃ καὶ οὐδαμόθεν ἐχούσῃ τὸ εὐθύνεσθαι πίστει,

391

ἤγουν τῇ τῆς πίστεως ὁμολογίᾳ; Β. Ναί, φασίν. Ἐπιτιμήσομεν γὰρ εἰκότως τῇ τοῦ ὁμοουσίου λέξει, καινοφωνουμένην τε καὶ ἄγραφον εἶναι διαβεβαιούμενοι, τουτέστι ταῖς θεοπνεύστοις οὐκ ἐγκειμένην
5Γραφαῖς. Α. Ἀνοητότατά γε ταυτὶ φαῖεν ἄν, ὦ ἑταῖρε. Λυπεῖ γὰρ ἡ λέξις τὸ σύμπαν οὐδὲν ἔνθαπερ ἂν ὅλως ἀληθὲς ὑπάρχῃ τὸ ἐξ αὐτῆς δηλούμενον. Ἦ γὰρ οὐχὶ δοίης ἂν εἶναι καὶ αὐτὸς ἀληθὲς ὅ φημι;
10Β. Καὶ μάλα. Α. Σκόπει δὴ οὖν, εἰ μὴ καὶ ἑτέρας τῇ τοῦ Θεοῦ φύσει τοιαυτασί πως φωνὰς ἐφαρμόττειν ἔσθ’ ὅτε κατειθίσμεθα, καίτοι τοῖς ἱεροῖς τε καὶ θείοις οὐκ ἐγνωσμένας Γράμμασι. Β. Τὰς ποίας δῂ φής;
15Α. Ἆρα γάρ, εἴ τις ἀσώματόν τε καὶ ἀσχημάτιστον, ἄποσόν τε καὶ ἀμέγεθες ὀνομάσαι τὸ Θεῖον, ἐξοίχοιτο ἂν τοῦ πρέποντος ὁ λόγος αὐτῷ; Εἰ δὲ δὴ καὶ ἀπεριόριστον καὶ ἀβασίλευτον λέγοι, οἰηθείη τις ἂν εἰπεῖν τῶν ἀναγκαίων οὐδέν, καίτοι δοξάζοντα τἀληθῆ;
20Β. Καὶ μὴν λῆρος ἂν εἴη τοῦτό γε. Α. Τί οὖν ἔδει μᾶλλον αὐτοὺς προχειρότατα κινδυνεύοντας μειρακιωδῶς ἐπιτιμᾶν τῷ ὁμοουσίῳ τὸ ξένον καὶ ἄηθες τῆς οὕτως εὐσημοτάτης καὶ ἐμφιλοσόφου λέξεως καταγράφοντας, καίτοι πράγματος ἀληθοῦς ὄντος τε καὶ ὁμολογουμένου,
25παρά γε τοῖς τὰ θεῖα σοφῶς ἐξηκριβωκόσι καὶ πεπαιδευ‐ μένοις μυστήρια, ὡς ἐξ αὐτῆς ἀναφὺς τῆς οὐσίας ἡμῖν τοῦ Θεοῦ καὶ Πατρός, ὁ Υἱὸς οὐκ ἔκφυλος ἔσται κατὰ τὸ αὐτοῖς εὖ ἔχειν δοκοῦν, οὔτε μὴν ὀθνεῖος τοῦ γεγεννηκότος,
ἀλλ’ ὁμοούσιός τε αὐτῷ, σύμμορφός τε καὶ ὁμοφυής;146 in vol. 1
30Ἀπερυθριάσω γὰρ οὐδαμῶς τὸ ἁπάσῃ κεχρῆσθαι λέξει πρὸς τὴν τοῦ καλῶς τε καὶ ἀληθῶς ἔχοντος τελούσῃ δήλωσιν. Γένους μὲν γὰρ καὶ διαφορᾶς εἰδοποιοῦ παντελῶς τὸ Θεῖον ἀνῴκισται· ἀλλ’ εἰ παραιτεῖσθαι μέλλοιμεν τὰ δι’ ὧνπερ ἄν τις κἂν γοῦν εἰς βραχεῖαν καλοῖτο γνῶσιν τῆς τὰ πάντα
35ὑπερκειμένης οὐσίας, ἄπιστοί τε καὶ ἀμαθεῖς τοὐντεῦθεν ἐσόμεθα, τίς μὲν ὁ φύσει καὶ ἀληθῶς ὑπάρχει Θεὸς οὐδαμόθεν ἐκπαιδευόμενοι, «κλυδωνιζόμενοι δὲ ὥσπερ καὶ περιφε‐ ρόμενοι παντὶ ἀνέμῳ,» κατὰ τὸ γεγραμμένον. Καταδείσαντες δὲ καὶ διωσάμενοι, καὶ τοῦτο εἰσάπαν, τὸ κἂν γοῦν «ἐν
40ἐσόπτρῳ καὶ αἰνίγματι» βλέπειν καὶ γινώσκειν «ἐκ μέρους,» κωφοῖς τε καὶ ἀναισθήτοις ἐν ἴσῳ που πάντες ἐσόμεθα λίθοις, ..... ἐτώσιον ἄχθος ἀρούρης,

392

καθάπερ τις ἔφη τῶν παρ’ Ἕλλησι ποιητῶν. Β. Ἀλλὰ γὰρ ποῦ, φασίν, ἡ Γραφὴ τὸ ὁμοούσιον λέγει; Α. Ἐπὶ τὸν αὐτὸν ἡμᾶς ὑπονοστῆσαι λόγον ἀναπείθεις, ὦ τᾶν. Ποῦ γὰρ ὠνόμασε τὸν τῶν ὅλων Θεὸν ἀσώματόν
5τε καὶ ἀσχημάτιστον, καὶ ἀπεριόριστον καὶ ἀβασίλευτον; Ἀλλ’ ἔστι ταῦτα τῇ φύσει, καὶ οὐχ ἑκόντων ἐκείνων. Εἴπερ οὖν ἑλοίμεθα φρονεῖν ὀρθῶς, παραιτητέον οὔτι που τὰ εἰς ἐπίγνωσιν τῆς ἀληθείας τελοῦντα τῶν ὀνομάτων. Ἆρα γὰρ οὐκ οἰηθεῖεν ἂν οὐ ψευδοεπῆσαι τὸν Θεὸν τὸ «Ἐγώ εἰμι
10ὁ ὤν,» πρὸς τὸν ἱερὸν εἰ λέγοι Μωσέα; «Τοῦτο γάρ μού ἐστι τὸ ὄνομα, φησί, καὶ μνημόσυνον αἰώνιον γενεῶν γενεαῖς.» Ἀλλ’ οἶμαί γε δεῖν μὴ ἂν εἰς τοῦτο κατολισθεῖν ἀποπληξίας αὐτοὺς ὡς μηδὲ ὅτι ὤν ἐστιν ὁ Θεὸς κατα‐ τολμῆσαι φρονεῖν. Ὢν γάρ ἐστιν ἀληθῶς, ὧδέ τε καλεῖσθαι
15πρέποι ἂν αὐτῷ τε καὶ μόνῳ κυρίως τε καὶ ἰδικῶς, εἰ καὶ
καθ’ ἑτέρων διᾴττοι τυχὸν ὡς ἐν καταχρήσει τοὔνομα. Ἐκ δὲ τουτουῒ καὶ τὸ τῆς οὐσίας ὄνομα τοῖς ἀρχαιοτέροις ἐκπεποιῆσθαί φαμεν, καὶ μάλα εἰκότως, ὥστε εἰ καί τις ὁμοφυᾶ τε καὶ ὁμοούσιον εἶναι λέγοι τῷ Πατρὶ τὸν Υἱόν,148 in vol. 1
20οὐκ ἀσύνηθές τι κεκαινουργηκὼς ὡς ἐν ὀνομάτων θέσει νοοῖτ’ ἂν ἡμῖν, ἀλλ’ ἵν’ οὕτως εἴπωμεν, τὰς πρώτας ἕδρας ἐχούσῃ παρά γε τῇ θεοπνεύστῳ Γραφῇ τῇ τοιᾷδε λέξει χρήσεται. Τὰ γάρ τοι τῶν ὀνομάτων εἰς παραγωγὴν ἠγμένα, οὐκ αὐτά που πάντως ἐφ’ ἑαυτοῖς διερήρεισται κατὰ θέσιν
25ἰδίαν, ῥίζης δὲ ὥσπερ ἐξέφυ τῆς πρώτης καὶ ἐν ἀρχαῖς. Εἰ τοίνυν ἔξω τριβῆς τε καὶ συνηθείας τῆς ἱερᾶς τὸ ὁμοούσιον εἶναι διισχυρίσαιντο, μάλιστα μὲν ἀδικοῦσι τῆς τῶν ὀνομάτων παραγωγῆς τὸν εὐφυᾶ τρόπον. Ἐκ γάρ τοι τοῦ ὄντος οὐσία καὶ ὁμοούσιον. Ἀμαθαίνοντες δὲ οὕτω λίαν, συναναιροῦσιν
30αὐτῷ καὶ τὰς ἑτέρας φωνὰς δι’ ὧνπερ ἂν ἡμῖν ὑπάρξαι τό, κἂν γοῦν «δι’ ἐσόπτρου καὶ αἰνίγματος,» καθορᾶν καὶ ἰσχνὰς τῆς θεότητος φαντασίας εἰσδέχεσθαι κατὰ νοῦν. Β. Τί γὰρ εἰ μὴ ὁμοούσιον μὲν τῷ Πατρὶ τὸν Υἱόν, λέγοιεν δὲ μᾶλλον ὡς ἔστιν ὁμοιοούσιος;
35Α. Οὐκ ὀρθῶς ἐροῦσιν, ὦ τᾶν, ἀλλὰ πρῶτον μὲν αὐτοὶ πρὸς ἑαυτοὺς ἑτερογνωμοῦντες ἁλώσονται, κακουργότατα παραιτούμενοι τὴν λέξιν ὡς ἄγραφον. Εἴτε γὰρ ὁμοούσιον τὸν Υἱόν, κἂν εἰ τοῦτο μὲν οὐδαμῶς, ὁμοιοούσιον δὲ χρῆναι λέγειν, κατὰ τὸ ἐκείνοις δοκοῦν, οἴοιτό τις, οὐδὲν ἧττον
40ἡμῖν δι’ ἀμφοῖν τὸ τῆς οὐσίας ὄνομα παρειστρέχει. Κατα‐150 in vol. 1

393

κιβδηλεύοντες δὲ τὴν φωνήν, φημὶ δὴ τὸ ὁμοούσιον, νόθην, καὶ ἡμαρτημένην, καὶ τοῖς θείοις Γράμμασιν ἀπῳδόν, καὶ τί γὰρ οὐχὶ τῶν τοιῶνδε κατακεκραγότες, προσίενται πάλιν αὐτήν, καὶ ταῖς ὅτι μάλιστα δοκιμωτάταις ἐγγρά‐
5φουσιν. Ἢν ἄρα τις ἐφίῃ λέγειν αὐτοῖς ὁμοιοούσιον τῷ Πατρὶ τὸν Υἱόν, εἶτα τί σοι δρᾶν οἵ γε δὴ τοιοῦτοι δοκοῖεν ἄν; Β. Οὐ μετρίως ἀδικεῖν, καὶ τὴν ἐκ τῆς λέξεως κατα‐ πεφρικέναι δύναμιν, ἅτε δὴ γεννικῶς τε καὶ μάλα σαφῶς
10ὑποφαινούσης τὸ ἀληθές. Α. Μὴ ἑτέρως ἔχειν ὑπολάβῃς ἢ οὕτως, ὦ τᾶν· νεανιευό‐ μενοι δὲ ὥσπερ ἐπὶ ταῖς σφῶν αὐτῶν ἀθυροστομίαις καὶ τοῖς τῶν ἰδίων καθηγητῶν ἀνοσιωτάτοις δόγμασι, τῆς μὲν πρὸς τὸν Θεὸν καὶ Πατέρα σχέσεώς τε καὶ οἰκειότητος
15φυσικῆς ἐκκόπτουσι τὸν Υἱόν, ἐξεικονισμὸν δὲ μόλις καὶ ὁμοίωσιν αὐτῷ τάχα που καὶ ἐποικτείροντες ἐφιᾶσιν ἔχειν, ἵν’ ὁρῷτο λοιπὸν τῶν κατ’ εἰκόνα διεκτισμένων, ἢ γοῦν κατὰ τρόπων ποιότητα διαπεπλασμένων, ὡς πρὸς τὸ θεῖόν τε καὶ ἀκήρατον κάλλος ὀλίγα διενεγκών.
20Β. Πῶς λέγεις; Α. Οὐ γὰρ ἐπαΐεις, ὦ τᾶν, διακελευομένου τε καὶ μάλα ἐναργῶς φάσκοντος τοῦ Χριστοῦ· «Γίνεσθε οἰκτίρμονες καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί;» Β. Ναί.
25Α. Ἆρ’ οὖν οὐ συνίης ὅτι καὶ τρόπων ἡμᾶς ποιότης διαμορφοῖ καὶ οἱονεί πως ὁ θεῖος ἡμῖν ἐνθλίβεται χαρακτήρ, διὰ τῆς κατ’ ἐνέργειαν ἀρετῆς; Χρῆμα μὲν γὰρ ἀγαθὸν ἀπαραποιήτως τε καὶ οὐσιωδῶς τὸ Θεῖον· τοῦτο δὲ καὶ ἡμᾶς αὐτοὺς κατὰ μίμησιν εἴη ἂν τῶν ἐνδεχομένων, ἐξ
30ἠθῶν ὁρᾶσθαι καὶ τρόπων, προαιρετικὴν εἰ ποιοίμεθα τὴν
ἐφ’ ἅπασι τοῖς τεθαυμασμένοις ἔφεσίν τε καὶ προθυμίαν. Οὐ γὰρ δή που νομιοῦμεν, εἰ νοῦ καὶ φρενῶν ἐσμεν ἐν καλῷ, τοὺς τὸν θεῖον ἔχοντας ἐξεικονισμὸν ἐν ἰδίαις ψυχαῖς, τῇ τῶν ἠθῶν ποιότητι διαστίλβοντα, τὴν πρὸς αὐτὸν ἐμφέρειαν152 in vol. 1
35ἔχειν οὐσιώδη τε καὶ ἀμετάστατον, καὶ εἰς πᾶν ὁτιοῦν ἰσομέτρως τῶν ἐκείνῳ προσόντων προήκουσάν τε καὶ ἐκτεινομένην· ἐπεὶ καθ’ ἡμᾶς αὐτοὺς τὸ Θεῖον εἶναι δώσομεν, οὐδενὸς τὸ παράπαν διατειχίζοντος εἰς διαφοράν. Ἐκτίσμεθα γὰρ «κατ’ εἰκόνα καὶ ὁμοίωσιν» αὐτοῦ.
40Ἀλλ’ οὐκ ἂν ὧδε ἔχοι ταῦτα, πολλοῦ γε καὶ δεῖ· μυρία γὰρ ὅσα τὰ μεταξύ. Ἡμεῖς μὲν γάρ, οὐχ ἁπλοῖ τὴν φύσιν, τὸ δέ γε Θεῖον, ἁπλοῦν καὶ ἀσύνθετον κομιδῇ, πλουτεῖ δὲ αὐτὸ τὸ παντέλειον ἐφ’ ἑαυτῷ, δεηθὲν οὐδενός. Σωματικὴ δέ γε πᾶσα σύγκειται φύσις ἐκ μορίων τινῶν, εἰς ἑνός τινος

394

τοῦ τελείως ἔχοντος συνθεόντων πλήρωσιν. Καὶ ἡμεῖς μὲν ἐκ γῆς, κατά γε τὴν σάρκα, φθαρτοὶ καὶ εὐμάραντοι, χλόαις ἐν ἴσῳ καὶ κρίνοις ἐξεικασμένοι τοῖς ἐν ἀγρῷ. Θεὸς δὲ τούτων ἀνῴκισται. Καὶ εὐπαράφορος μὲν ἡ ἀνθρώπου
5ψυχή, καὶ ποικίλας ἔχουσα τὰς μεταβολὰς ἔκ τε τῶν ἀρίστων ἐπὶ τὸ φαῦλον καὶ ἐκ φαυλότητος αὖ πρὸς τὸ ἀγαθόν. Πέπηγε δὲ ὥσπερ καὶ ἐρήρεισται Θεὸς ἐν ἰδίοις ἀγαθοῖς, τὴν ἐφ’ ἕτερα μεταχώρησιν ὑπομένειν οὐκ ἀνεχόμενος· καὶ οὐσιώδης ἡ ἑδραιότης, οὐ προαιρετικῆς ἀσφαλείας εὕρημα.
10Πρόδηλον οὖν ὅτι τοῖς εἰς τὸ εἶναι παρενηνεγμένοις οὐ φυσική τίς ἐστιν ἡ πρὸς Θεὸν ἐμφέρεια, ἀλλ’ οἱονεί πως ἐν τῷ πράγματι καὶ ἐν τῇ τῶν τρόπων ποιότητι διαφαίνεται. Β. Οὐκ ἂν ὁ λόγος ἡμῖν ἁμάρτοι τοῦ πρέποντος, ἐπεί τοι διώλισθον μὲν τῆς πρὸς Θεὸν οἰκειότητος, «ἀγγέλων
15τε οἱ μὴ τηρήσαντες τὴν ἑαυτῶν ἀρχήν,» καὶ μὴν καὶ ἡμεῖς αὐτοὶ ἠδικήμεθα δὲ εἰς τὴν φύσιν οὐδέν. ᾨχόμεθα
γὰρ οὐδαμῶς εἰς τὸ μὴ ὑπάρχειν ὅλως, ἀλλ’ ἔσμεν καὶ δίχα τοῦ κεκτῆσθαι τὴν ἀρετήν. Ἐπιστήμης δὲ οἱονεί πώς τινος καὶ τέχνης εἴδησιν ἐκ τῆς ἄγαν ῥᾳστώνης καὶ τῆς154 in vol. 1
20εἰς φαυλότητα ῥοπῆς ἀπημποληκότες, κεκλήμεθα πάλιν εἰς ἀνάληψιν τῶν πάλαι διὰ Χριστοῦ πρὸς ἐκεῖνο μεταπαι‐ δεύοντος ἀναμορφοῦσθαι τὸ κάλλος, τὸ πρῶτόν τε καὶ ἀρχέτυπον. Καὶ οὔ τί πού φαμεν ὡς εἰς ἑτέραν τινὰ φύσιν ἐξ ἀνθρωπότητος μεταθρώσκοντας ἐφικέσθαι τῆς τοιαύτης
25δίδωσιν εὐκλείας, ἀλλ’ ἐκ προαιρέσεως μοχθηρᾶς ἐπὶ τὸ ἑλέσθαι δρᾶν καὶ φρονεῖν τὰ ἀμείνω μεθορμιζομένους. Α. Οὐκοῦν, οὐκ ἀσυμφανές, ὦ Ἑρμεία, ὅτι τῆς θείας ἡμῖν εἰκόνος οἱ χαρακτῆρες ἐλλάμψουσι νενευκόσι προθύμως ἐπὶ τὸ δρᾶν ἑλέσθαι τὸ ἀγαθόν, καθὰ καὶ αὐτὸς διωμολόγηκας
30ἀρτίως, καὶ οὐκ ἀπαράλλακτοι πρὸς Θεὸν ἡμεῖς διὰ τὴν πρὸς αὐτὸν ὁμοίωσιν. Ἀπεῖρξε γὰρ ἂν οὐδέν, εἴπερ οὕτως γε ἔχει κατὰ τὸ ἀληθές, τῆς αὐτῆς ἡμᾶς εἶναι φύσεως τῷ Δημιουργῷ. Τὰ γάρτοι πρὸς ἄλληλα τὴν εἰς πᾶν ὁτιοῦν ὁμοίωσιν ἔχοντα φυσικήν, οὐδεὶς ἄν, οἶμαί που, τῆς πρὸς
35ἄλληλα φυσικῆς οἰκειότητος ἀποτεμεῖ λόγος. Ἦ γὰρ οὐχ ὅμοιος κατὰ φύσιν, ἄγγελος μὲν ἀγγέλῳ τυχόν, ἄνθρωπος δὲ ἑτέρῳ τῷ τῶν καθ’ ἑαυτόν; Β. Ὧδε ἔχει. Α. Ταύτῃ τοι τὸ ὁμοούσιον, καίτοι ταυτότητα φυσικὴν
40εὖ μάλα καταδηλοῦν, παρέντες ὡς ἕωλον οἱ μόνα φρονοῦντες τὰ διεστραμμένα, προσίενται μὲν ὡς ἥδιστα τὸ σφίσιν

395

ἐξευρημένον, φημὶ δὴ τὸ ὁμοιοούσιον, τὸν θύραθεν ἐξεικο‐ νισμὸν ἐπιρριπτοῦντες τῷ Λόγῳ, κατασκιάζοντες δὲ πανούρ‐ γως τὴν κατάρρησιν, καὶ Θεὸν καὶ Υἱὸν ὀνομάζουσι, καὶ μὴν καὶ Σωτῆρα καὶ Λυτρωτήν, μήτε κατὰ τὴν φύσιν Υἱόν,
5μήτε κατὰ τὴν ἀλήθειαν Θεὸν ὑπάρχειν αὐτὸν ἐξ ἀθλίων
τινῶν ἀναπεπεισμένοι σκεμμάτων ἃ παρὰ τῆς ἐν κόσμῳ σοφίας συλλέγουσι, συντάττουσι δὲ τό γε ἧκον εἰς αὐτοὺς οἱ δείλαιοι τοῖς ἐξ ὁμοιότητος προαιρετικῆς μεμορφωμένοις πρὸς Θεόν, καὶ τῇ κτίσει συγκαταγράφουσι, καταπεφρικότες156 in vol. 1
10οὐδέν, τὸν τῶν ὅλων Δημιουργόν, ὁμοούσιον μὲν οὐκ εἶναι λέγοντες, ὁμοιοούσιον δέ. Καίτοι τί δήποτε, καὶ μάλα εἰκότως ἔροιτ’ ἄν τις αὐτούς, διωθούμενοι τὴν λέξιν, καὶ τὸ ἄηθές τε καὶ ξένον κατηγοροῦντες αὐτῆς, οὐκ ἀθαύμαστον ἐᾶτε τόν, εἴπερ τις ἕλοιτο, καθ’ ὑμᾶς ὁμοιοούσιον λέγειν;
15Ἀλλ’ οἶμαι πρὸς τοῦτο διαπορήσειν αὐτούς. Συνιέναι γε μὴν χαλεπὸν οὐδέν, κἂν αὐτοὶ μὴ λέγοιεν, ὅτι τοῦ ὁμοουσίου τὴν δήλωσιν ἐκδεδίασί τε καὶ κιβδηλεύουσιν, οὐκ ἐπείπερ ἡμῖν, καθάπερ οἴονται καί φασιν, ἐξ ἀγράφου πεποίηται λέξεως, ἀλλ’ ὅτι τῆς ἀληθείας ἐστὶ παραστατική, οὐχ
20ἑτέρας εἶναι φύσεως τὸν Υἱὸν ἀποφαίνουσα πλὴν ἐξ αὐτῆς ἀληθῶς τῆς τοῦ Θεοῦ καὶ Πατρός. Β. Ἄριστα ἔφης. Α. Ἐπιλελῆσθαι γὰρ οἶμαι, κατά γε τὸ εἰκός, τοὺς θεομαχεῖν ᾑρημένους τῆς τοῦ Σωτῆρος φωνῆς, διαρρήδην
25ἀνακεκραγότος ὡς τῆς ἀρρήτου φύσεως εἴη καρπός, καὶ οὐχὶ τῆς εἰς τὸ εἶναι παρενηνεγμένης καὶ τὴν ἐν χρόνῳ λαχούσης ὕπαρξιν. «Ἐγὼ γάρ, ἔφασκεν, οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου· ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ.» Καὶ αὖ· «Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί.»
30Καὶ μὴν καὶ ὁ σοφὸς Ἰωάννης γράφει περὶ αὐτοῦ· «Ὁ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστί.» Τί γὰρ ἂν εἴη τὸ ἄνωθεν ἢ ὅτι που πάντως ἐκ τῆς ἀνωτάτω καὶ ὑπερα‐ νισχούσης τὰ πάντα φύσεως; Τί δὲ τὸ μὴ εἶναι ἐκ τοῦ κόσμου ἢ ὅτι τῆς πρὸς πᾶν ὁτιοῦν τῶν γενητῶν ὁμοφυΐας
35ἀπήλλακται, πηγὴν ἔχων μόνος τὸν ἑαυτοῦ Πατέρα Θεόν; Β. Εἰ δὲ δὴ βούλοιντο τὸ ἄνωθεν οὐχ οὕτω νοεῖσθαι δεῖν καθὰ νῦν ἔφης αὐτός, ἀλλ’ ὅτι οὐκ ἐκ τῆς κάτω καὶ περὶ τὴν γῆν ἀνθρωπότητος, ἀλλ’ ἢ ἐξ οὐρανοῦ τυχόν, ἢ ἐκ φύσεως ἑτέρας πολὺ τὸ μεῖζον ἢ καθ’ ἡμᾶς ἐχούσης,158 in vol. 1
40τί φαῖμεν ἂν καὶ πρὸς τοῦτο αὐτοῖς; Α. Τί δὲ ἕτερον ἢ τοῦτο; Καὶ τί τὸ ἐξαίρετον ἐν τῇ τοῦ Υἱοῦ καταθρήσαι τις ἂν φύσει τε καὶ δόξῃ, εἰ τῇδε

396

ἔχειν ἐροῦσι, καθὰ καὶ νοεῖν ἐγνώκασιν; Ἦ γὰρ οὐχὶ καὶ ἕκαστος τῶν ἁγίων ἀγγέλων ἄνωθέν τέ ἐστι καὶ ὡς ἡμᾶς ἔρχεται, τουτέστιν ἐξ οὐρανοῦ; Ἐν ἀμείνοσι δὲ πολὺ λίαν ἢ καθ’ ἡμᾶς, κατά γε τοὺς ἐνόντας τῇ φύσει
5λόγους, Θρόνος τε καὶ Ἐξουσία, καὶ Κυριότης, καὶ αὐτὰ τὰ Σεραφίμ; Εἰ μηδὲν οὖν ἄρα τὸ ὑπερκείμενον ἐν Υἱῷ, ἀλλ’ ἐν τουτοισὶ καὶ αὐτὸς τοῖς φυσικοῖς ὁρῷτο μέτροις, διοίσει μὲν δή, καθάπερ ἐγᾦμαι, κατ’ οὐδὲν ἔτι τῶν λογικῶν κτισμάτων, ἅπερ ἄνωθεν ὡς ἡμᾶς ἥκει κατὰ καιρούς,
10«εἰς διακονίαν ἀποστελλόμενα πνεύματα λειτουργικά, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν·» ἐπακτὸν δὲ ὥσπερ τὸ τῆς θεότητος ἀξίωμα περικείσεται, καὶ ψευδομυ‐ θήσει λέγων· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Ποῦ γὰρ ἢ πῶς ἀλήθεια τὸ μὴ οὕτως ἔχον ὡς ὀνομάζεται παρά γε ταῖς
15θεοπνεύστοις Γραφαῖς; Τί δὲ δὴ ὅλως καὶ τὸ μὴ εἶναί φασιν ἀπὸ τοῦδε τοῦ κόσμου τὸν Υἱόν; Β. Ἐγὼ φράσω. Ὁμοούσιον μὲν γὰρ οὐκ εἶναί φασι τῷ Θεῷ καὶ Πατρί, τῆς γε μὴν ἀρρήτου φύσεως οὐκ οἶδ’ ὅπως ὑποβιβάζοντες, τετηρήκασί τι τὸ ἐξαίρετον
20αὐτῷ παρὰ τὴν κτίσιν. Οὐ γὰρ εἶναι λέγουσιν ὁμοφυᾶ τοῖς πεποιημένοις, μέσην δὲ ὥσπερ τινὰ χώραν ἐπέχειν,
ἤτοι φύσεως ἐκβεβηκέναι λόγον, οὔτε προσεχῶς εἰσάπαν καὶ οὐσιωδῶς συνείροντα τῷ γεγεννηκότι, οὔτε μὴν ὁλοτρό‐ πως ἱέντα πρὸς τὸ κάτω, τουτέστιν ἐν κτίσμασιν.160 in vol. 1
25Α. Οὐκοῦν εἴπερ ἕλοιντο σαφῶς καὶ ἀναφανδὸν εἰπεῖν τὴν τοῦ Υἱοῦ φύσιν, ἀπερυθριάσαντες, οἶμαί που, φαῖεν ἂν ὡς οὔτε Θεός ἐστι κατὰ φύσιν, οὔτε μὴν γενητός. Εἰ γὰρ ἐξοίχοιτο μὲν τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός, ἀμείνων δὲ αὖ ἢ κατὰ τὴν τῶν γενητῶν ἐστι φύσιν, ἀπώλισθε μὲν
30ἀραρότως τοῦ κατ’ ἀλήθειαν εἶναι Θεόν, διαφεύξεται δὲ οὐκ οἶδ’ ὅπως τὸ ἐναριθμεῖσθαι κτίσμασιν. Β. Συνίης εὖ μάλα. Καὶ δὴ καί φασιν ἐπαγωνιζόμενοι τῷ λόγῳ, «μεσίτην» αὐτὸν ὠνομάσθαι «Θεοῦ καὶ ἀνθρώ‐ πων» οὐχ ἑτέρου του χάριν ἢ ὥσπερ ἐγᾦμαι τουτουΐ.
35Α. Εἶτα τί τῶν τοιούτων ἀποπληκτότερον; «Οἱ ἐχθροὶ ἡμῶν ἀνόητοι,» κατὰ τὸ γεγραμμένον. Πῶς γὰρ οὐχ ἁπάσης εἶεν ἂν ὡς ἀπωτάτω σοφῆς καὶ ἀδιαβλήτου φρενός, ψυχροῖς ἐννοιῶν εὑρήμασι καταθλεῖν δύνασθαι τῶν τῆς ἀληθείας δογμάτων ὑποτοπήσαντες; Ὁ μὲν γὰρ ἱερός τε
40ἡμῖν ἀληθῶς καὶ σοφώτατος Παῦλος, μᾶλλον δὲ σύμπας ὁ τῶν ἁγίων χορός, διττὸν οἱονεί πως ἡμῖν τὸν ἐφ’ Υἱῷ λόγον ἐγνώκασί τε καὶ εἰσκομίζουσι, μετὰ τὸ ἑνωθῆναι σαρκί,

397

τουτέστι καθ’ ἡμᾶς γενέσθαι καθ’ ὁλόκληρον ὁμοίωσιν, δίχα μόνης ἁμαρτίας. Τοιγάρτοι, ποικίλην ἡμῖν ἐξυφαί‐ νοντες τὴν μυσταγωγίαν, ποτὲ μὲν ἔτι γυμνὸν καὶ τῶν τῆς κτίσεως μέτρων ἀφεστηκότα καὶ ἀσύμπλοκον παντελῶς
5τῇ καθ’ ἡμᾶς φύσει παραδεικνύουσι τὸν Μονογενῆ, ποτὲ δὲ αὖ τῇ τοῦ δούλου μορφῇ μονονουχὶ κατεσκιασμένον, πλὴν ἐχόμενόν τε καὶ ἐξημμένον ἀπρὶξ τῶν τῇ ἰδίᾳ φύσει πρεπόντων ἀγαθῶν, καὶ τοῖς τῆς θεότητος ἀξιώμασιν ἀπαραποιήτως κατεστεμμένον. Ἀεὶ γὰρ ὡσαύτως ἔχοντα
10καὶ τροπῆς ἀποσκίασμα καὶ παραλλαγὴν οὐκ εἰδότα παθεῖν ἀποφαίνει λέγων ὁ πνευματοφόρος· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Β. Τί οὖν τοῦτο πρὸς τὰ παρ’ ἐκείνων; Α. Ὅτι τοῖς ἱεροῖς Γράμμασιν οὐ ῥᾴθυμόν τε καὶ162 in vol. 1
15ἀναπεπτωκότα τὸν νοῦν ἐγκαθιέναι δέον, οἱονεί πως ἀθύρουσιν ἔν γε τοῖς οὕτω σεπτοῖς, ἐκτρεπόμενοι μὲν οὐκ οἶδ’ ὅπως τὴν εἰς τὸ εὐθύ, διεκπίπτοντες δὲ καὶ κατασειόμενοι πρὸς τὴν ἐφ’ ἑκάτερα τρίβον. Τὸ γάρ, οἶμαι, δεῖν ὁδὸν ἰέναι βασιλικήν, οὐχ ἕτερον εἶναί τι φαῖμεν ἂν ἢ τὸ μήτε ἄγαν
20εἰς δεξιὸν μήτε μὴν εἰς εὐώνυμον ἀποκλίνειν. Θέα γὰρ ὅπως ἀπερινοήτως ἴενται πρὸς τὸ δοκοῦν, οὐκ ἀναμετροῦντες ἢ δοκιμάζοντες τίνα μὲν ἂν ἁρμόσαι τῶν γεγραμμένων γυμνῷ τῷ Λόγῳ, τουτέστι πρὸ τῆς ἐνανθρωπήσεως ὄντι τε καὶ νοουμένῳ· τίνα δὲ αὖ ἤδη τὴν πρὸς ἡμᾶς ὁμοίωσιν
25ὑποδεδυκότι. Εἰ γὰρ οἴονται μηδένα μὲν δεῖν τουτωνὶ ποιεῖσθαι λόγον, ἀτέχνως δὲ οὕτω καὶ ἀπερισκέπτως πᾶν ὁτιοῦν ἐκδέχεσθαι τῶν γεγραμμένων, τί τὸ ἐμποδών, εἰπέ μοι, διδασκόντων αὐτοί, κἂν ἐσθίειν λέγηται, καὶ ὕπνον εἰσδέχεσθαι, καὶ διαστείχειν ἀμογητὶ μὴ δύνασθαι (κεκο‐
30πίακε γὰρ ἐκ τῆς ὁδοιπορίας), καὶ τὸ ἔτι τούτων ἐπέκεινα, τὸ ἐκτεθνάναι φημί, καὶ τροφῆς ἐπιδεᾶ, πόνου τε καὶ ἀσθενείας δεκτικόν, καὶ μὴν καὶ θανάτῳ κάτοχον ὁμολογεῖν εἶναι τὸν τοῦ Θεοῦ Λόγον. Ἆρ’ οὖν οὐχὶ τῶν τοιούτων ἡμῖν ἀναγκαιοτάτην εἶναι φῂς τὴν διαστολήν, τὸ ἑκάστῳ
35πρέπον καιρῷ καθηκόντως διανέμουσάν τε καὶ ἀποκρίνουσαν; Β. Ἀναγκαιοτάτην· πῶς γὰρ οὔ; Α. Ἀναγκαίου τοιγαροῦν καὶ ἀρίστου παντάπασιν ἀπο‐ δεδειγμένου τοῦ διακρίνειν ἕκαστα τῶν περὶ αὐτοῦ κεχρη‐ σμῳδημένων, ἀκούοις ἂν ἤδη τὸ τίς κατὰ φύσιν ἐστίν,
40ἀναγράφοντος τοῦ Παύλου· «Ὃς ὢν γάρ, φησίν, ἀπαύ‐
γασμα τῆς δόξης τοῦ Πατρὸς καὶ χαρακτὴρ τῆς ὑποστάσεως164 in vol. 1

398

αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ,» ἑτέρωθι δὲ αὖ· «Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ σώματος, ἁρμῶν
5τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.» Καὶ ταυτὶ μὲν δὴ περὶ τοῦ Μονογενοῦς οὔπω νοουμένου μετὰ σαρκός. Περὶ δὲ τοῦ αὐτοῦ καθ’ ἡμᾶς
10ἤδη γεγεννημένου καὶ ἐν σαρκί· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὣν Υἱός, ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν
15ὑπακοήν.» Ἆρ’ οὐκ ἀραρότως κατά γε τὸ ἐξ ἀμφοῖν δηλούμενον ἑαυτῇ διαμαχεῖται τῶν πραγμάτων ἡ φύσις; Τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Θεοῦ καὶ Πατρός, ὁ τῆς θείας ἡμῖν ὑποστάσεως χαρακτήρ, ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ὁ ζῶν τε καὶ ἐνεργὴς καὶ
20τομώτατος Λόγος, δεήσεις λέγεται καὶ ἱκετηρίας ἀνασχεῖν, καὶ τοῦτο δεδακρυμένος, ὡς ἂν διακρούσαιτο τοῦ θανάτου τὴν ἔφοδον· ἀλλ’ «ἐν ταῖς ἡμέραις, φησί, τῆς σαρκὸς αὐτοῦ,» τουτέστιν ὅτε Θεὸς ὢν ὁ Λόγος, γέγονε σάρξ, κατὰ τὰς Γραφάς, καὶ οὐκ ἐν ἀνθρώπῳ γέγονε, καθὰ καὶ
25ἐν τοῖς ἁγίοις, οἷς κατὰ μέθεξιν ἐναυλίζεται, τὴν διά γέ φημι τοῦ ἁγίου Πνεύματος. Διττὸς οὖν ἄρα ἐστὶν ὁ ἐφ’ Υἱῷ λόγος. Ἀναθετέον δὴ οὖν ὡς Θεῷ τὰ τοῦ Θεοῦ καὶ ὡς καθ’ ἡμᾶς γεγονότι τὰ καθ’ ἡμᾶς, τουτέστι τὰ ἀνθρώπινα. Τὴν δὲ ἄρρυθμόν τε καὶ οὐκ εὐκρινῆ τῶν πραγμάτων
30ἀνάχυσιν εὖ μάλα παραιτητέον, τὴν ἀκριβῆ καὶ ἐξητασμένην τῶν νοημάτων κατάληψιν ὑποκλέπτουσαν καὶ τῆς ἀληθείας τὸ κάλλος οὐ μετρίως παραπημαίνουσαν. Β. Εὖ λέγεις. Α. Ὅταν οὖν λέγηται μεσίτης, οὐχ ὁριστικὸν τῆς οὐσίας166 in vol. 1
35τοῦ Μονογενοῦς οἰηθείη τις ἂν εἶναι τοὔνομα· πολλοῦ γε καὶ δεῖ· περιτρέψειε δ’ ἂν μᾶλλον αὐτὸ εἰς ὑπακοὴν τοῦ Χριστοῦ. Καθαιρήσει γὰρ οὕτω λογισμοὺς ἀσυνέτους, «καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίσει πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Θεοῦ,»
40καθὰ γέγραπται. Β. Ἀληθὴς ὁ λόγος. Ἀλλ’, ὦ γενναῖε, τούτων μὲν ἅλις, ἐπείτοι γε μηδὲ ἀμφίλογα. Ἥδιστα δ’ ἄν σου διαπυθοίμην

399

τῆς τοῦ Υἱοῦ μεσιτείας τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τρόπος. Τουτὶ γὰρ ἕωλον ἀποφανεῖ τῶν ἑτεροδόξων τὸν ἀπατεῶνα λόγον. Α. Ἴτω δὴ οὖν εἰ δοκεῖ, καὶ τετράφθω νυνὶ πρὸς τοῦτο
5ἡμῖν ὁ λόγος. Ἐκβασανιστέον δὲ καὶ πρό γε τῶν ἄλλων πότε τὸν Υἱὸν ἐν μεσίτου τάξει τέθεικεν ἡ Γραφή. Ἔφη τοίνυν ὁ Παῦλος ὅτι «Μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν,» καιρὸν οὐχ ἕτερον, οἶμαι, πρέπειν τῇ τοῦ Υἱοῦ
10μεσιτείᾳ διοριζόμενος πλὴν ὅτι τὸν ἐν ἐσχάτοις, ὅτε, καθά φησιν αὐτός, «ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών,» καίτοι Θεὸς ὢν καὶ Κύριος, ἵν’ ἡμᾶς δι’ ἑαυτοῦ κατακτήσηται τῷ Θεῷ καὶ Πατρὶ καὶ ἀποκα‐
15ταλλάξῃ τὰ πάντα, κατὰ τὸ γεγραμμένον, «εἰρηνοποιήσας διὰ τοῦ σταυροῦ τά τε ἐν οὐρανῷ τά τε ἐπὶ τῆς γῆς,»
μεσιτεύων ὡς ἄνθρωπος. «Δεόμεθα γοῦν ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ,» τὸ Χριστοῦ πρόσωπον ἀναλαβὼν ἔφη πάλιν ὁ Παῦλος. Ἐπειδὴ γὰρ οἱονεί πως γυμνῇ168 in vol. 1
20καὶ ἀκράτῳ τῇ τῆς θεότητος δόξῃ προσβαλεῖν οὐχ οἵα τε ἦν ἡ ἀνθρώπου φύσις, διὰ τὴν ἐνοῦσαν ἀσθένειαν, ὑπέδυ χρησίμως τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὁ Μονογενής, ὡς ἂν τὴν ἀπόρρητον τοῦ Θεοῦ καὶ Πατρὸς διεκκαλύπτων θέλησιν, πνευματικοὺς ἀποδείξῃ προσκυνητάς, οὐ τύπων ἀποσκιάσμασι
25προσκειμένους ἔτι, καὶ τὸν οὐδὲν τελειοῦν ἰσχύοντα προσιε‐ μένους νόμον, ἀλλ’ ἵν’, ἐπείπερ ἐστὶ πνεῦμα ὁ Θεός, ἐν πνεύματι καὶ ἀληθείᾳ καὶ ἡμεῖς αὐτοὶ προσκυνεῖν τε ἅμα καὶ λατρεύειν ἐπειγώμεθα. Ἦ γὰρ οὐχὶ καὶ αὐτὸς ἡμῖν ὁ πανάριστος Ἠσαΐας παιδίον γεγεννῆσθαί φησιν
30Υἱόν, καὶ καλεῖσθαι τὸ ὄνομα αὐτοῦ «μεγάλης βουλῆς Ἄγγελον;» Β. Ἄριστα ἔφης. Εἰ δὲ δὴ πρὸς τούτοις ἕλοιο πληρο‐ φορεῖν εὖ μάλα, καί τι τῶν ἀρχαιοτέρων παρατιθεὶς εἰς παράδειγμα τῆς Χριστοῦ μεσιτείας, ὡς πλείστην ὅσην
35εἰδείην ἂν εὖ ἴσθι τοι χάριν. Α. Οὐκοῦν, ἐπ’ αὐτὸν ἰόντες τὸν ἱεροφάντην Μωσέα, καὶ τῶν δι’ αὐτοῦ πεπραγμένων τε καὶ εἰρημένων τὴν δύναμιν φανοτάτην ὥσπερ εἰκόνα τῆς ἐν Χριστῷ μεσιτείας ἀνορθοῦν σπουδάζοντες, ἐκπεποιημένον ὀρθῶς τὸν ἑαυτῶν
40ἤδη πως ἀποφήνωμεν λόγον. Τὸ γάρ, οἶμαι, τοῖς δι’ ἐναντίας ἐπιτιμᾶν καὶ κατονειδίζειν ἀεὶ τὸ φρονεῖν ἑλέσθαι τὸ σφίσιν αὐτοῖς ἡδύ, κἂν εἰ τοῖς ἱεροῖς ἀπᾴδοι Γράμμασιν, εἶτα

400

τοῖς ἴσοις ἁλῶναι πταίσμασιν, οἰηθείην ἂν ἔγωγε τῆς ἀνωτάτω μωρίας οὐκ ἀμοιρεῖν. Β. Εὖ λέγεις. Α. Ὅτε τοίνυν τῆς τῶν Αἰγυπτίων ἀπέδραμον γῆς
5οἱ ἐξ Ἰσραήλ, τὸ τῆς ἀναγκαίας θητείας ἄχθος ἀποσεισάμενοι
καὶ τὰ τῆς δουλείας ἀπορρήξαντες ζυγά, κατηυλίζοντό τε περὶ τὸ Σινᾶ καλούμενον ὄρος, νόμους τε ἤδη διατυποῦν τῶν πρακτέων τοὺς ὁριστὰς ἐδόκει Θεῷ, συναγείρεσθαι μὲν ὑπὸ τὸ ὄρος, ἀποπλύνεσθαι δὲ δεῖν τὰ ἐσθήματα, οὕτω170 in vol. 1
10τε κεκαθαρμένους ἐπὶ θεοπτίαν ἰέναι τότε τὴν ἀσυνήθη διεκελεύετο. Ἐπειδὴ δὲ τοῦτο διεπεραίνετο, προηγορευκότος αὐτοῖς τοῦ Μωσέως, «κατέβη μὲν Κύριος ἐν εἴδει πυρός· καπνοὶ δὲ ἦσαν ἐξελιττόμενοί τε καὶ ἀναθρώσκοντες, καὶ νεφέλη γνοφώδης, καὶ πυρὸς διαδρομαί, καὶ σκότος,
15καὶ θύελλα, καὶ τὰ τῆς εἰς ἄκρον πτοίας ἐμποιητικά, διαπρύσιός τε σαλπίγγων ἠχή. Καὶ ἐξεκόμιζε μὲν ὁ Μωσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ Θεοῦ ὑπὸ τὸ ὄρος.» Γέγραπται γὰρ ὡδί. Μεσιτείας δὲ τῆς Χριστοῦ τύπος ἦν, οἶμαι, τὸ χρῆμα. Φάσκει γὰρ ἐναργῶς· «Οὐδεὶς ἔρχεται πρὸς τὸν
20Πατέρα εἰ μὴ δι’ ἐμοῦ.» Πρόσιμεν γὰρ οὐχ ἑτέρως ἢ διὰ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί, πάντα μὲν ἀρχαῖον ἀφανίζοντες μώλωπα, καὶ ἅπαν μὲν εἶδος προεκθλίβοντες μολυσμοῦ, μεταμφιεννύντες δὲ ὥσπερ τὸν νοῦν τῇ ἐν Χριστῷ καθα‐ ρότητι. «Ἐνδύσασθε δὲ τὸν Κύριον Ἰησοῦν Χριστόν,»
25θεῖος ἡμῖν ἔφη λόγος. Ταύτῃ τοι καὶ ἡ τῶν ἱματίων ἔκπλυσις τῆς ἐν πνεύματι καθαρότητος τὴν δύναμιν ὑπεπλάττετο. Ἦ οὐκ εἶναι φῂς καὶ τοῦτο ἀληθές, ἐκ γε τοῦ εἰκότος ἀναπεπεισμένος; Β. Φαίην ἄν.
30Α. Ἐν εἴδει τοίνυν πυρὸς καταβεβηκότος τοῦ Θεοῦ, καίτοι δόξαν αἰσθητὴν καὶ οὐ σφόδρα τοῖς τεθεαμένοις ἀσυνήθη δεικνύοντος, δυσφόρητον κομιδῇ τὴν αὐτοπρόσωπον ἐποιεῖτο θέαν ὁ Ἰσραήλ, περίφοβοι δὲ καὶ τρέμοντες ἐλιπάρουν τὸν δημαγωγόν, φημὶ δὴ Μωσέα, καὶ δὴ καὶ
35ἔφασαν· «Λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεός, μήποτε ἀποθάνωμεν.» Ἰδοὺ δὴ σαφῶς, μεσιτεύεσθαι παρεκάλουν, ὡς ἀκράτῳ δηλονότι τῇ τοῦ Θεοῦ δόξῃ προσ‐ βαλεῖν οὐχ οἷοί τε. Ἴθι δὴ οὖν καθάπερ ἐξ ἐμφανοῦς εἰκόνος τῶν ἀρτίως ἡμῖν εἰρημένων ἐπὶ τὸν Μονογενῆ, ὃς ἐπείπερ172 in vol. 1
40οὐκ ἦν γυμνῇ πρὸς ἡμᾶς ἀφικέσθαι τῇ θείᾳ δόξῃ, ὡς ἂν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπαιδεῦσαι βούλησιν, γέγονε καθ’ ἡμᾶς, μεσίτης Θεοῦ καὶ ἀνθρώπων. «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν,» κατὰ τὰς Γραφάς. Οἴου δέ με μὴ

401

ψευδομυθεῖν, τῇ Χριστοῦ διακονίᾳ τὴν διὰ Μωσέως εἰκά‐ ζοντα. Ἐντεῦθεν δέ, οἶμαι, ῥᾷον ἂν μάθοις. Ἀνακεφα‐ λαιούμενος γὰρ ἐν τῷ καλουμένῳ Δευτερονομίῳ τὰ περὶ τῆς συνόδου τῶν υἱῶν Ἰσραήλ, ὧδε πῇ φησι· «Τέλειος
5ἔσῃ ἔναντι Κυρίου τοῦ Θεοῦ σου. Τὰ γὰρ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομεῖς αὐτούς, οὗτοι κληδονισμῶν καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου. Προφήτην ἐκ τῶν ἀδελφῶν σου, ὡς ἐμέ, ἀναστήσει σοι Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε. Κατὰ πάντα ὅσα
10ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρήβ, τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, λέγοντες· Οὐ προσθήσομεν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν. Καὶ εἶπε Κύριος πρός με· Ὀρθῶς πάντα ὅσα ἐλάλησαν. Προφήτην ἀναστήσω
15αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σέ· καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λα‐ λήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ. Καὶ ὁ ἄνθρωπος ἐκεῖνος ὃς ἐὰν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅσα ἐὰν λαλήσει ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.»
20Ἆρ’ οὐκ ἐμφανῶς, ὡς ἐν τύποις ἔτι καὶ σκιαῖς, ἔν γε τοῖς κατὰ Μωσέα, τὴν τοῦ μεσιτεύοντος χρείαν ἀναγκαιοτάτην ἀπέδειξε τὸ τῆς ἀνθρωπότητος ἀσθενές; Πλὴν ἐκεῖνο διασκεπτέον.
Β. Τὸ ποῖόν τι φῄς;174 in vol. 1
25Α. Μωσῇ μὲν γὰρ προσιόντες· «Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεός, ἵνα μὴ ἀποθάνωμεν,» ἔφασκεν ὁ Ἰσραήλ· καὶ τοῦτο ἐζήτουν ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, ὅτε Θεὸς ἦν ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος Σινᾶ. Ἀλλ’ ὡς ἄριστα τουτὶ λέγοντάς τε καὶ διεσκεμμένους
30ἀπεδέχετο μὲν ὁ Δημιουργός, προαναπλάττων δὲ ὥσπερ καὶ αὐτὴν ἡμῖν ἐν τύποις τὴν ἀλήθειαν, τὴν διὰ Χριστοῦ μεσιτείαν ὑπισχνεῖτο λέγων· «Ὀρθῶς πάντα ὅσα ἐλάλησαν. Προφήτην αὐτοῖς ἀναστήσω ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ·» μεσίτην δηλονότι, καὶ τοὺς ἄνωθέν τε καὶ
35θείους διαπορθμεύοντα λόγους, καὶ κατασημαίνοντα τῷ λαῷ τὸ τῇ ἀφράστῳ τε καὶ ἀρρήτῳ φύσει δοκοῦν, ὃ καὶ ἀταλαίπωρον κομιδῇ καὶ δι’ αὐτοῦ τοῦ Χριστοῦ τετελεσμένον ἰδεῖν. Ἀνεκεκράγει γὰρ ἐναργῶς ὅτι «Ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ’ ὁ πέμψας με Πατήρ, αὐτός μοι ἐντολὴν
40δέδωκε τί εἴπω καὶ τί λαλήσω.» Καὶ πάλιν· «Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ οὐκ ἔστιν ἐμά, ἀλλὰ τοῦ πέμψαντός με.» Γράφει δὲ καὶ ὁ σοφὸς Ἰωάννης περὶ αὐτοῦ· «Ὁ λαβὼν

402

αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ.» Ἆρ’ οὖν, ὦ φιλότης, ἐπιψηφιεῖ τῷ λόγῳ τὸ ἀληθές, ἢ καταρνήσῃ τὸ συναινεῖν;
5Β. Οὐδαμῶς. Α. Οὐκοῦν ταυτὶ μὲν ἡμῖν Μωσέως εἰρήσθω πέρι. Βούλει τι καὶ ἕτερον ἐπὶ τούτῳ φῶμεν, τῆς τοῦ Υἱοῦ μεσιτείας ἀπορρήτως ἡμῖν ἀνατυποῦν τὸν τρόπον; ἢ τοῦτο μηθέντας, ἑτέραν ἡμᾶς οἴει χρῆναι διᾴττειν ὁδόν;
10Β. Ἀλλ’, ὦ γενναῖε, τί δὴ παρέντες τὸ ἐν χερσί, καίτοι λίαν ἡμᾶς ὀνήσειν προσδοκώμενον, ἐφ’ ἑτέραν ἴμεν τε καὶ διασπεύδομεν νοημάτων θήραν, ὅτε καὶ σχολαίως
τοῦτο δρᾶν ἄμεινον ἔσται που, παραποδίζοντος οὐδενός; Α. Τετράψομαι τοίνυν ἐπὶ τὸ αὐτῷ σοὶ φίλον, καὶ δὴ176 in vol. 1
15καὶ ἐρῶ. Κορὲ γὰρ δή, Δαθάν τε καὶ Ἀβειρὼν φυλῆς μὲν καὶ γένους ἐξέφυσαν τοῦ Λευί, ἐτετάχαντο δὲ οὐκ ἐν τοῖς ἱερᾶσθαι λαχοῦσιν, ἀλλ’ ἐν τοῖς τὴν ὑπουργικὴν διαπε‐ ραίνουσιν λειτουργίαν ἐν τῇ τοῦ μαρτυρίου σκηνῇ· Λευῖται δὲ οὗτοι, καὶ μέτριον ἦν τοῦτο αὐτοῖς. Εἶτα τῆς ἱερωσύνης
20τὴν δόξαν οὐκ ἐν καιρῷ διψήσαντες, καὶ μέτρον τιμῆς ἀσυνέτως οὐ προσιέμενοι τὸ παρὰ τοῦ Θεοῦ, αὐτόμολοι καὶ θρασεῖς ἐπὶ τὸ μέσον ᾔεσαν καὶ δὴ κατεξανιστᾶσι Μωσέως τε καὶ Ἀαρὼν τὴν συναγωγήν, πικροῖς δὲ τὸν προσηνῆ καταπαίοντες λόγοις, κατηρέθιζον ἤδη πως εἰς
25δυσθυμίας. Δίκας δὲ οὗτοι πραττόμενοι τοῦ τολμήματος παρὰ τοῦ τὰ δίκαια κρίνοντος, πανοικὶ διολώλασι. Διοίξασα γὰρ ἡ γῆ τὸ στόμα αὐτῆς, κατέπιεν αὐτοὺς καὶ τὰ τέκνα αὐτῶν καὶ τὰ κτήνη αὐτῶν καὶ πάντα ὅσα ἦν αὐτοῖς. Ἐπειδὴ δὲ τοῖς ὁσίως κεκολασμένοις ἐκτόπως ἐπιστυγνά‐
30ζοντες, ἐχίων, οἶμαι, δίκην ἐπέθρωσκόν τε καὶ ἐπεφύοντο τοῖς ἀμφὶ Μωσέα τῶν ἰσοφρόνων τινές, ἡ θεία λοιπὸν εἰς ὀργὰς ἐκαλεῖτο φύσις. Γέγραπται δὲ οὕτως· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν λέγων· Ἐκχω‐ ρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω
35αὐτοὺς εἰσάπαξ. Καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν. Καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· Λαβὲ τὸ πυρεῖον, καὶ ἐπίθες ἐπ’ αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἐπίβαλε ἐπ’ αὐτὸ θυμίαμα, καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολήν, καὶ ἐξίλασαι περὶ αὐτῶν. Ἐξῆλθε γὰρ ὀργὴ ἀπὸ προσώπου
40Κυρίου, καὶ ἦρκται θραύειν τὸν λαόν. Καὶ ἔλαβεν Ἀαρών, καθάπερ ἐλάλησεν αὐτῷ Μωσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν. Καὶ ἤδη ἐνῆρκτο ἡ θραῦσις ἐν τῷ λαῷ· καὶ ἐπέβαλε τὸ θυμίαμα, καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ, καὶ

403

ἔστη ἀναμέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις.» Ἆρά σοι λοιπὸν τῆς τοῦ Υἱοῦ μεσιτείας τὸ χρῆμα καὶ μετὰ τοῦτο ἀσυμφανές, ὦ Ἑρμεία; Β. Ναί. Δεῖν γὰρ ἔγωγέ φημι κατιδεῖν ἀστείως τὸ ἐκ τῆς178 in vol. 1
5ἱστορίας ὑποδηλούμενον. Οὐκοῦν διασάφει· σὺ γὰρ ἔσῃ δρᾶν καὶ τοῦτο πρέπων. Α. Οὐ γὰρ οἴει τὸν Ἀαρὼν εἰς εἰκόνα καὶ τύπον τῆς τοῦ Σωτῆρος ἡμῶν ἱερωσύνης τεθεῖσθαι τὸ ἐν ἀρχαῖς, τόν τε ποδήρη διεζωσμένον, καὶ τὴν καλουμένην ἐπωμίδα, καὶ
10τὸ πέταλον τὸ χρυσοῦν ἐπὶ μετώποις ἄκροις, καὶ τοὺς λίθους τῆς γλυφῆς, καὶ τὸ ἔτι τούτων εὐσυνοπτότερον, ἅπαξ τοῦ ἐνιαυτοῦ μόνον εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελθεῖν ἐπιτετραμμένον, αἵματός τε οὐ δίχα τὴν ὑπὲρ παντὸς τοῦ λαοῦ πληροῦντα θυσίαν;
15Β. Εὖ λέγεις, ἐπεί τοι καὶ ὁ θεσπέσιος γράφει Παῦλος· «Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος
20εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος.» Καὶ ὅτι τύποι μὲν τὰ ἀρχαῖα καὶ σκιαί, ταυτὶ δὲ δή, τουτέστι τὰ διὰ Χριστοῦ, λαμπρά τε ἤδη καὶ ἐμφανεστάτη λίαν ἀλήθεια, τίς ἂν ἐνδοιάσαι τῶν εὐμαθεστέρων; Α. Παραδεξάμενοι τοίνυν εἰς ἀρχιερέα καὶ ἀπόστολον
25τῆς ὁμολογίας ἡμῶν Χριστὸν Ἰησοῦν, καὶ ταῖς τῶν τύπων ἀκαλλεστέραις ἔτι σκιαῖς οἱονεί πως ἤδη τὰ παμποίκιλα τῆς ἀληθείας ἐπιπάττοντες χρώματα, φέρε λέγωμεν ὅτι τοῖς θείοις δόγμασι καὶ δεσποτικοῖς θεσπίσμασι ἀντεξά‐ γοντες ἀπηνῶς τὸ ἴδιον θέλημα πάντες ὅσοι τὴν πλατεῖαν
30ταυτηνὶ καὶ ἀμέτρητον οἰκοῦμεν γῆν, προσκεκρούκαμεν
οὐ μετρίως τῷ Δημιουργῷ, καίτοι τιμῆς τε καὶ δόξης ἐφέντι λαχεῖν ἃς ἦν ἀνθρώπους ἔχειν εἰκός. Ἐντεῦθεν ἡμῶν ἡ δαπανῶσά τε καὶ τῷ θανάτῳ συνθραύουσα κατεξανέστη φθορά· «Καὶ βεβασίλευκεν ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ180 in vol. 1
35μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ,» «Καὶ ἐπλάτυνε μὲν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ,» καθά φησιν ὁ προφήτης Ἠσαΐας, «διήνοιξε δὲ τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν.» Κἂν εἰσάπαν ὠλόθρευσε τὴν γῆν, ἀδιάφυκτόν τι καὶ ἀνεξίτητον
40ἁπλώσας τὸ λίνον, εἰ μὴ καθάπερ ἀπό τινος σκηνῆς τῆς ἄνω καὶ ἐν οὐρανοῖς, κατ’ εὐδοκίαν τοῦ Θεοῦ καὶ Πατρός,

404

ἐκπεφοίτηκέ τε καὶ καθίκετο πρὸς ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος. «Κεκένωκε γὰρ ἑαυτόν, μορφὴν δούλου λαβών,» ἵνα καὶ χρηματίσας ἀρχιερεὺς καὶ ὡς ἐν τάξει θυμιάματος ἑαυτὸν ὑπὲρ ἡμῶν ἱερουργήσας τῷ Θεῷ καὶ
5Πατρὶ ἐκδυσωπήσῃ τὴν θραῦσιν. «Ἔστη γάρ, φησίν, ἀναμέσον τῶν ζώντων καὶ τῶν τεθνηκότων, καὶ ἐκόπασεν ἡ θραῦσις.» Ἆρ’ οὖν οὐχὶ καὶ διὰ τούτων εὖ μάλα κατα‐ θρήσαι τις ἂν ὅτι μεσίτης Θεοῦ καὶ ἀνθρώπων γέγονεν Ἰησοῦς; Λελυμένης γὰρ ὥσπερ τῆς διαμάχης, καὶ παντὸς
10ἀρχαίου διατειχίσματος κατασεσεισμένου, ἀλλήλοις συνέβη τὰ πάλαι διῳκισμένα, τουτέστι Θεός τε καὶ ἀνθρωπότης, μεσολαβοῦντος Χριστοῦ, καὶ δι’ ἑαυτοῦ τοῖς ἄνω τὰ κάτω συνδέοντος. Καὶ γοῦν ὁ θεσπέσιος ἔφη Παῦλος ὅτι «Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ
15τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας.» Καὶ αὖθις αὖ· «Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Β. Ἆρ’ οὖν, ὅτι τὸ μεσολαβοῦν καὶ ἐξεῖργον ἡμᾶς τῆς πρὸς Θεὸν ἀγάπης τε καὶ οἰκειότητος, φημὶ δὴ τὴν
20ἁμαρτίαν, ἐκποδὼν ἐλάσας, ὁ Μονογενὴς ἀνεκόμισέ τε πρὸς τὸ ἀρχαῖον ἡμᾶς καὶ κατήργηκε τὴν ἔχθραν, κατ’ αὐτὸ
δὴ τουτὶ καὶ μόνον νοοῖτ’ ἂν μεσίτης, ἢ καὶ καθ’ ἕτερόν τινα τρόπον; Φράσαις ἂν ὡς ἥδιστα ἐρομένῳ τε καὶ δεδι‐ ψηκότι μαθεῖν.182 in vol. 1
25Α. Καὶ μάλα, κατοκνήσαιμι γὰρ ἂν ἥκιστά γε. Ἐρῶ δὲ ὅτι κατήργηκε μὲν τὴν ἔχθραν ὁμολογουμένως ἐν τῇ σαρκὶ αὐτοῦ, καθὰ γέγραπται, καὶ οἱονεί τις διαλλάκτης εἰς ἡμᾶς καὶ μεσίτης γεγονὼς τῆς πρὸς Θεὸν ἀγάπης ὠλισθηκότας ὡς ἀπωτάτω, διά γε φιληδονίας τῆς κοσμικῆς
30καὶ ἐπείπερ τῇ κτίσει παρὰ τὸν κτίσαντα λελατρεύκαμεν, προσκεκόμικε δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί, καὶ δικαιώσας, τῇ πίστει κατεκτήσατο· πλὴν οὔ τί πού φαμεν μεσίτην αὐτὸν δι’ οἰκονομίαν κεκλῆσθαι τὴν ἐπὶ τῷδε μόνην, ἀλλά τις αὐτῷ καὶ ἕτερος ἐπὶ τῷδε λόγος ἀπόρρητός τε
35καὶ μυστικὸς πρὸς τὸ τῆς μεσιτείας ὄνομά τε καὶ χρῆμα προσπορίζεται. Β. Πῶς δὴ ἄρα καὶ τοῦτο φῄς; Α. Καὶ πῶς ἂν ἑτέρως ἢ κατ’ ἐκεῖνό που πάντως τὸ γεγραμμένον· «Τοῦτο φρονεῖτε ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ
40καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος;» Αὐτὸς γὰρ ὑπάρχων

405

τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀκήρατον κάλλος καὶ ἡ μορφὴ καὶ τὸ εἶδος, ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Θεὸς Λόγος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, οὐχ ὑπό του πρὸς τοῦτο βεβιασμένος, ἀλλ’ εὐδοκίᾳ Πατρὸς κατ’ ἰδίαν βούλησιν, καὶ γέγονεν
5ἄνθρωπος, ἀλώβητον μὲν παντελῶς καὶ ἀπαραποίητον ἐν ἑαυτῷ τὸ τῆς ἰδίας φύσεως ἀνασῴζων ἀξίωμα, προσλαβὼν δὲ τὸ ἀνθρώπινον οἰκονομικῶς, καὶ εἷς ἐξ ἀμφοῖν νοούμενος Υἱός, συνδεδραμηκότων καὶ συνενεχθέντων εἰς ἓν φύσεως τε θείας καὶ ἀνθρωπίνης ἀφράστως τε καὶ ἀπορρήτως, καὶ
10ὡς οὐκ ἔστι νοεῖν εἰς ἑνότητα συντεθειμένων. Καὶ οὐ δήπου φαμὲν τὸν τοῦ Θεοῦ Λόγον εἰς τὴν τῆς ἐπιγείου σαρκὸς μεταπεποιῆσθαι φύσιν, ἤγουν εἰς αὐτοῦ τοῦ Λόγου τὴν σάρκα· φρενοβλαβείας γὰρ δοίην ἂν ἔγωγε τῆς ἐσχάτης νόσημα τουτί· ἑκατέρου δὲ ὥσπερ ἐν ἰδίῳ μένοντος ὅρῳ184 in vol. 1
15τε καὶ λόγῳ, τὴν εἰς ἄκρον τε καὶ ἀδιασπάστως ἔχουσαν εἰς ἑνότητα συνδρομήν, τὸ τῆς λεγομένης ἐνθάδε συμβάσεως ὄνομα δηλοῖ. Θεὸς γάρ ἐστιν ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός· οὔτε δὲ Θεὸν εἰπὼν ἀνθρωπότητος ἀπαλλάξεις μετὰ τὴν ἕνωσιν, οὔτε μὴν ὀνομάσας ἄνθρωπον τῶν τῆς θεότητος
20ἀποσοβήσεις ἀξιωμάτων, εἴπερ ἕλοιο φρονεῖν ὀρθῶς. Καὶ ἔστι Μονογενὴς μὲν καὶ Λόγος ὡς ἐκ Θεοῦ Πατρὸς ἀναφὺς καὶ γεγεννημένος, Πρωτότοκος δὲ αὖ ὅτε γέγονεν ἄνθρωπος καὶ ἐν πολλοῖς ἀδελφοῖς. Καὶ ὥσπερ ὄνομα τὸ Μονογενής, ἴδιον ὂν τοῦ Λόγου, τετήρηται πάλιν αὐτῷ καὶ ἑνωθέντι
25σαρκί· οὕτω τὸ Πρωτότοκος, αὐτοῦ κυρίως οὐκ ὄν, γέγονεν ἴδιον αὐτοῦ μετὰ τῆς σαρκός. Μεσίτης ἄρα οὖν καὶ τῇδε νοεῖται τὰ πολὺ διῳκισμένα κατὰ τὴν φύσιν καὶ ἀμέτρητον ἔχοντα τὸ μεσολαβοῦν, τουτέστι θεότητά τε καὶ ἀνθρωπότητα, συνενεχθέντα τε καὶ ἡνωμένα δεικνύων ἐν
30ἑαυτῷ, καὶ συνείρων ἡμᾶς δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. Θεῷ μὲν γάρ ἐστιν ὁμοφυής, ἐπείτοι καί ἐστιν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ, ἀνθρώποις γε μὴν ὡς ἐξ ἡμῶν τε καὶ ἐν ἡμῖν. Οὐ γὰρ παρ’ ἡμᾶς ἑτεροῖος κατά γε τὸ ἀνθρώπινον, ἀλλ’ ἐοικὼς κατὰ πάντα, δίχα μόνης τῆς ἁμαρτίας, ὁ
35Ἐμμανουήλ. Β. Ὀρθότατα ἔφης. Ἥκει δὲ ἤδη πρὸς τοῦτο ἀνάγκης ἡμῖν ὁ λόγος, ὡς καὶ ὁμοούσιον τῷ Θεῷ καὶ Πατρὶ εἶναι
φάναι τὸν Υἱόν. Α. Ὁμοούσιον γάρ, εἴπερ ἐστὶν ἀληθῶς ἐξ αὐτοῦ τε186 in vol. 1
40καὶ ἐν αὐτῷ κατὰ φύσιν καὶ οὐσιωδῶς. Ὥσπερ γὰρ οὐκ ἀληθῶς καὶ ἐξητασμένως, ἀλλ’ οὐδὲ ἐν τάξει τῇ πρεπούσῃ νοοῖτ’ ἂν ἢ λέγοιτο πρὸς ἡμᾶς ὁμοούσιος εἰ μὴ γέγονεν

406

ἄνθρωπος, οὕτως οὐκ εἴη ποτ’ ἂν ἐκ Θεοῦ τε καὶ ἐν Θεῷ μὴ φυσικοῖς εἰς ἑνότητα τὴν πρὸς αὐτὸν συνδούμενος λόγοις· ἀλλ’ οὐδ’ ἂν ἑτέρως ἡ ἀνθρωπότης θείας εἴη φύσεως μέτοχος, εἰ μὴ πεπλούτηκε τοῦτο διὰ μεσίτου τοῦ Υἱοῦ,
5φυσικὸν ὥσπερ τινὰ τὸν τῆς συναφείας λαχοῦσα τρόπον. Ἀταλαίπωρον δὲ κομιδῇ διαπυθέσθαι λέγοντος τοῦ Υἱοῦ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα· «Ἵνα πάντες ἓν ὦσι καθὼς σύ, Πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, ἵνα πιστεύσῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας.
10Κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν ἐσμεν· ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν.» Β. Εἰ δὲ δὴ λέγοιεν τὴν ἑνότητα τοῦ Υἱοῦ τὴν πρὸς τὸν Πατέρα τοιαύτην εἶναι τυχὸν οἵαπερ ἂν νοοῖτο καὶ
15ἐφ’ ἡμῶν αὐτῶν, τί δὴ ἄρα λογιούμεθα; Γέγραπται γὰρ ὅτι «Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία μία, καὶ ψυχὴ μία.» Πλείστων γὰρ ὅσων ἐν ἅπασιν οὐσῶν ψυχῶν, μίαν ἔφη τὴν ἁπάντων γενέσθαι, τὸ τῆς ἑνώσεως ὄνομά τε καὶ χρῆμα οὔ τί που πάντως αὐτῆς καθορίζων
20τῆς φύσεως, ἀπονέμων δὲ μᾶλλον ταῖς ἐκ θελημάτων ἀδιασπάστοις ῥοπαῖς καὶ τὸ μίαν ἔχειν καὶ τὴν αὐτὴν σκέψιν τε καὶ βούλησιν. Καὶ ἐπειδήπερ ἐστὶ συνευδοκητὴς καὶ ὁμόφρων ἐν ἅπασιν ὁ Υἱὸς τῷ Πατρί, ταύτῃ τοι καὶ ἕν ἐστι πρὸς αὐτόν. Ταυτὶ γὰρ ἐκεῖνοι περιβομβοῦσιν οἱ
25δείλαιοι. Α. Ἀλλ’ ἠλιθιότητος τῆς εἰς ἄκρον ἡκούσης ἤδη καὶ ἀνωτάτης τὸν οἰκεῖον εὐθὺς ἀναμεστώσαντες νοῦν κἀν τούτῳ δὴ πάλιν ἁλοῖεν ἄν. Οὐδὲν γὰρ τῶν ἐκτόπων, ὡς ἔοικεν, ἔστι νοημάτων ἀδρανές τε οὕτω καὶ κατερριμμένον188 in vol. 1
30ὃ μὴ τὸν τῶν ἀσυνέτων καταληΐζεται νοῦν, καὶ τοῦτο ἀμογητί. «Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ λαλεῖν πρὸς Κύριον πλάνησιν,» κατὰ τὸ γεγραμμένον. Πῶς γὰρ οὐχὶ μωρίας τε καὶ εἰκαιό‐ τητος τῆς ἁπασῶν ἐσχάτης οἰηθείη τις ἂν ἀναπεπλῆσθαι
35λοιπὸν τὸ φάναι τε καὶ διατείνεσθαι φιλεῖν ἥκιστα μὲν φυσικήν, προαιρετικὴν δὲ μᾶλλον τὴν ἕνωσιν εἶναι τοῦ Υἱοῦ τὴν πρὸς τὸν Πατέρα καὶ Θεόν; Διοίσει γάρ, οἶμαι, κατ’ οὐδένα τρόπον, εἴπερ ὧδέ τε ἔχει καὶ ἔστιν ἀληθές, τῶν εἰς υἱότητα κεκλημένων, καὶ εἰς τὸ τῆς θεότητος
40ὄνομα διὰ βουλῆς τοῦ Πατρὸς εἰσπεποιημένων, οἳ καὶ τοῖς ἐκ τῆς ἀρετῆς αὐχήμασι τὴν οὕτως εὐκλεᾶ καὶ περίοπτον ἐξεπρίαντο δόξαν. Τί δὲ δὴ τὸ ἀπεῖργον ἔτι, λεγόντων ἐκεῖνοι, καὶ τῶν ἁγίων ἕκαστον τὰ ἐφ’ οἷσπερ ἂν ἡσθείη Θεὸς φρονεῖν τε καὶ δρᾶν ᾑρημένον, καὶ τὸ τῷ Δεσπότῃ

407

δοκοῦν ἴδιον ὥσπερ τι ποιησάμενον θέλημα, τὴν οὕτως ὑπερφυᾶ τοῦ Υἱοῦ φθέγξασθαι φωνήν, ἀνακραγεῖν τε πρὸς τὸν Πατέρα· «Καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν;» Παρακομι‐ ζόντων δὴ οὖν τοιάνδε τινὸς ἡμῖν ἁγίου φωνήν. Ἀλλ’ οὐκ
5ἂν ἔχοιεν, πολλοῦ γε καὶ δεῖ. Τοὐναντίον γάρ, οἶμαι, κατα‐ θρήσαι τις ἄν, καίτοι τῆς εἰς λῆξιν εὐσεβείας ἐπειλημμένους, ὅτι τε εἶεν ἁμαρτωλοὶ πολυτρόπως ἐξᾴδοντας, καὶ τῆς οἰκείας φύσεως οὐκ ἐν ἀγνοίᾳ κειμένους. Καὶ ἦν μὲν ἴσως χαλεπὸν οὐδὲν μυρίας μὲν ὅσας κατασωρεῦσαι φωνὰς
10ἐκ τῶν ἱερῶν ἀναλεξαμένους Γραμμάτων· τό γε μὴν ἐφεῖναι τοῖς φιλομαθέσι διαγυμνάζεσθαι λογισαίμην ἂν οὐκ ἀπὸ σκοποῦ τοῦ πρέποντος. Τετράψομαι δὲ πρὸς τὰ
παρ’ ἐκείνων· ἄμεινον γὰρ ἤδη τουτί· καὶ δὴ καὶ ἐρῶ, τὸν τῆς καθ’ ἡμᾶς ἑνότητος ἀνακυκλήσας λόγον. Πρὸς190 in vol. 1
15ἑνότητα μὲν γὰρ τὴν διὰ πίστεως συγκεκομίσμεθά τε καὶ συνηνέχθημεν ὁμολογουμένως, διοίσομεν δὲ κατ’ οὐδὲν ἀλλήλων ἑτερότητι τῆς οὐσίας, καὶ εἰ τέμνεταί πως ἕκαστος εἰς ἰδίαν ὑπόστασιν. Ἐσμὲν γὰρ ὁμοειδεῖς, καὶ τῆς ἁπάντων οὐσίας ὅρος τε καὶ λόγος εἷς, ὁ πάντων ἐν ἴσῳ κατηγο‐
20ρούμενος. Ἑνότητα δὲ τὴν ὡς πρὸς Θεόν, οὐκ ἐν ψιλαῖς καὶ μόναις ταῖς ἐκ θελημάτων πλουτοῦμεν ῥοπαῖς, ἀλλά τις καὶ ἕτερος εἰς τοῦτο συνείρει λόγος, ἀπόρρητός τε καὶ ἀναγκαῖος. Ὡς γὰρ ὁ θεῖος ἡμᾶς μεμυσταγώγηκε Παῦλος, «ἓν σῶμά ἐσμεν οἱ πολλοὶ διὰ τὸ ἐκ τοῦ ἑνὸς ἄρτου
25μετέχειν.» Ἢ γὰρ οὐκ οἶσθα ὅτι σύσσωμα γενέσθαι Χριστοῦ καὶ τὰ ἔθνη φησί, τὴν πρὸς αὐτὸν ἑνότητα λαχόντα διὰ τῆς πίστεως, δῆλον δὲ ὅτι καὶ μυστικῆς εὐλογίας; Β. Κομιδῇ μὲν οὖν. Α. Οὐκοῦν, φυσικήν τε ἅμα καὶ προαιρετικὴν τὴν ἕνωσιν
30ἐν τε σφίσιν αὐτοῖς κεκτήμεθα, τοιαύτην δὲ οὖσαν ἡμῶν καὶ τὴν ἐν Χριστῷ διοψόμεθα. Β. Πῶς λέγεις; Ἕπομαι γὰρ οὐ λίαν. Α. Καὶ μὴν οὐδὲν εἶναί φημι τὸ ἄναντες ἔν γε δὴ τούτοις, ὦ τᾶν· ἀναμάθοι δ’ ἂν ὅ φημι καὶ λίαν εὐκόλως ἁπαστισοῦν,
35οἶμαι, σοφὸς καὶ ἀρτίφρων ἀνήρ, ἐννενοηκὼς ὅτι πρῶτον μὲν εἰς ταυτότητα τὴν πρὸς ἀλλήλους οἱ τελοῦντες ἐν ἀνθρώποις θεσμῷ φυσικῷ διεσφίγμεθα, συνενούμεθα δὲ καὶ καθ’ ἕτερον τρόπον. Διατετμημένοι γὰρ ὥσπερ εἰς ὑπόστασιν ἰδικήν, τὴν καθ’ ἕκαστον λέγω, καθ’ ἣν ὁ μέν τίς ἐστι
40Πέτρος ἢ Ἰωάννης, ὁ δὲ Θωμᾶς ἢ Ματθαῖος, σύσσωμοι γεγόναμεν ἐν Χριστῷ, τὴν μίαν σάρκα τρεφόμενοι, καὶ
ἑνὶ τῷ ἁγίῳ Πνεύματι πρὸς ἑνότητα κατεσφραγισμένοι, καὶ192 in vol. 1

408

εἴπερ ἐστὶν ἀμέριστος ὁ Χριστός—μεμέρισται γὰρ οὐδαμῶς—ἓν οἱ πάντες ἐσμὲν ἐν αὐτῷ. Τοιγάρτοι καὶ ἔφασκε πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα· «Ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν.» Ἄθρει γὰρ ὅπως ἔν τε τῷ Χριστῷ καὶ
5ἁγίῳ Πνεύματι οἱ πάντες ἕν ἐσμεν καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὸ πνεῦμα. Ἐπαιτιατέον οὖν ἄρα τοὺς ἕτερα ἄττα φρονεῖν ἑλομένους, ὡς μηδὲ ἐκεῖνα συνέντας ὀρθῶς τὰ περὶ ἡμῶν γεγραμμένα. Β. Ἐπαιτιατέον μὲν οὖν· ἔφης γὰρ ὀρθῶς. Φιλοπευστήσας
10γε μὴν οὐδὲν ἧττον ἐρῶ, πότερα τὸν Υἱὸν ἡνῶσθαι παρα‐ δεξόμεθα τῷ Θεῷ καὶ Πατρὶ καθάπερ ἀμέλει καὶ ἡμᾶς ἀλλήλοις, ἢ καὶ ὑπὲρ τοῦτο δοίη τις ἂν ἐπ’ αὐτῶν τὴν ἕνωσιν; Α. Ἡνῶσθαί φαμεν τῷ Πατρὶ τὸν Υἱὸν καθ’ ἡμᾶς τε
15ἅμα καὶ ὑπὲρ ἡμᾶς. Ἔστι μὲν γὰρ ὁμολογουμένως τῷ γεγεννηκότι πάντως που καὶ ὁμοούσιος, εἴπερ ἐστὶν ἀληθῶς Υἱός τε καὶ ἐξ αὐτοῦ. Ἐν ἰδίᾳ δὲ ὢν ὑποστάσει, τῇδέ τε ἔχειν εὖ μάλα πεπιστευμένος, οὐ καθάπερ ἡμεῖς ἀλλήλων, ἤτοι κατὰ νόμον σωμάτων, διεστήξει καὶ αὐτὸς τοῦ Πατρός,
20τὴν εἰσάπαν ἔχων διατομήν, εἰς ἑτερότητα δὲ τὴν καθέ‐ καστον λέγω, φυσικὴν δὲ καὶ ἄρρητον ἔχει τὴν ἕνωσιν, οὐκ ἀνάχυσίν τινα τὴν εἰς ἀλλήλας παθουσῶν τῶν ὑποστά‐ σεων, κατά γε τό τισι δοκοῦν, ὡς τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱόν, ἀλλ’ ὄντος τε καὶ ὑφεστηκότος ἑκατέρου, καὶ
25ἰδίαν ἔχειν λεγομένου τὴν ὕπαρξιν, ἡ τῆς οὐσίας ταὐτότης βραβεύει τὴν ἕνωσιν. Β. Ἐν ἰδίᾳ φῂς οὖν εἶναι τὸν Υἱὸν οὐσίᾳ παρὰ τὴν τοῦ
Πατρός; Α. Οὐκ ἐν οὐσίᾳ μᾶλλον ἑτέρᾳ παρὰ τὴν ὡς Θεοῦ,194 in vol. 1
30ἀλλ’ ἐν ὑποστάσει τῇ ὡς Υἱοῦ. Β. Ἕτερον γάρ τί ἐστι οὐσία καὶ ἕτερον ὑπόστασις; Α. Ναί· πολὺ γὰρ τὸ διεῖργον καὶ διὰ μέσον χωροῦν, εἴπερ ἐστὶν ἡ οὐσία τῶν καθέκαστα περιεκτική. Β. Τίνα φῂς τρόπον; Βραδὺς γάρ, ὡς ἔοικεν, ἔν γε
35τοῖς τοιούτοις, ἐγώ. Α. Ἦ γὰρ οὐκ οἶσθα ὅτι κἀμοί πως οὐκ ἐντριβὴς ὁ περὶ τούτων λόγος; Ἰτέον δ’ οὖν ὅμως ἐπὶ τὴν ἐγχωροῦσαν βάσανον ὡς ἐν εἰκόνι τυχὸν ἐν ὑπερτάτοις οὔσης ὑψώμασι τῆς θείας ὑπεροχῆς. Οὐκοῦν τῆς οὐσίας ἡ δήλωσις, κατὰ
40κοινοῦ τινος ἔοικεν ἰέναι πράγματος· τὸ δὲ τῆς ὑποστάσεως ἑκάστου τυχὸν ὄνομα τῶν ὑπὸ τουτὶ τὸ κοινὸν κατηγορεῖται καὶ λέγεται· οἴου δέ με νῦν ἐκεῖνο δηλοῦν. Β. Τὸ ποῖόν τι δή; Α. Ὁριζόμεθα τὸν ἄνθρωπον, ζῷον λογικὸν θνητόν, κατὰ
45τὸν αὐτῷ πρέποντα τιθέμενοι λόγον, καὶ τοῦτο οὐσίας ὅρον εἶναί φαμεν κατὰ παντὸς ἰοῦσαν τῶν κατὰ μέρος ὑφεστη‐ κότων. Ὑπὸ οὖν τὸ κοινὸν δὴ τουτί, τουτέστι τὸν ἄνθρωπον

409

ἤτοι τοῦ ἀνθρώπου τὸν ὅρον, πίπτει μέν, οἶμαι, Θωμᾶς τε καὶ Μάρκος, ἢ φέρε εἰπεῖν, Πέτρος τε καὶ Παῦλος. Καὶ τὴν μὲν οὐσίαν ὡδὶ κατασημήναι τις ἂν τῶν δὲ καθέ‐ καστον νοουμένων, οὔπω σαφῆ τε καὶ ἐναργῆ τὴν δήλωσιν
5ἐποιήσατο. Οὐ γὰρ ἔτι ἄνθρωπος ἁπλῶς, τοῦτό ἐστι Πέτρος καὶ Παῦλος· Θωμᾶν δὲ ἢ Πέτρον εἰπών, τῶν μὲν τῆς
οὐσίας ὅρων οὐκ ἐξοίσει τὸ δηλούμενον· ἄνθρωπος γὰρ οὐδὲν ἧττόν ἐστιν· ἐν εἴδει δὲ ὄντα τῷ τοιῷδε τυχὸν καὶ ἐν ὑποστάσει τῇ ἰδικῇ καὶ μεμερισμένως ὑπέδειξεν.196 in vol. 1
10Ἡ οὐσία τοιγαροῦν καὶ κατὰ ἀνθρώπου παντός, ἅτε δὴ τὸν κοινὸν τοῦ γένους ὠδίνουσα λόγον· ἡ δὲ ὑπόστασις καθ’ ἑνὸς ἂν νοοῖτο πρεπωδέστερον, οὔτε τῆς κοινότητος ἐξιστᾶσα τὸ δηλούμενον, οὔτε μὴν ἀναχέουσά τε καὶ ἀνακιρ‐ νῶσα πρὸς τὸ ἀσυμφανὲς ἔτι τὸ καθέκαστόν τε καὶ ἰδικῶς.
15Β. Συνίημι νῦν· εἰρῆσθαι γὰρ οὔ μοι ἀκόμψως δοκεῖ. Α. Ὁμοούσιον τοίνυν τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν ὁμολογοῦντες ὑπάρχειν, ἐν ἰδίᾳ τε ὑποστάσει, συναφῶς τε ἅμα καὶ διωρισμένως ἡνῶσθαί φαμεν, τοῖς τῆς ταὐτό‐ τητος λόγοις ἀναγκαιοτάτως εὖ μάλα συνάπτοντες τῶν
20προσώπων ἤτοι τῶν ὀνομάτων τὴν διαστολὴν καὶ τὴν τῶν ὑποστάσεων ἑτερότητα, τὴν ὡς ἐν Πατρὶ καὶ Υἱῷ κατ’ αὐτὸ δὴ τουτὶ καὶ μόνον· ἵνα μὴ τὸ τῆς οὐσίας εἰς πᾶν ὁτιοῦν ἐμφερὲς καὶ τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον ἀπαραλ‐ λάκτως ἔν τε τῷ Πατρὶ καὶ τῷ Υἱῷ καταλεαίνῃ τρόπον
25τινὰ τὴν διαφορὰν καὶ δυσδιάκριτον κομιδῇ τὸ ἀναμέρος ἴδιον ἑκατέρου κατεργάσαιτό πως. Ὁ μὲν γάρ ἐστι Πατήρ, καὶ οὐχ Υἱός· ὁ δὲ αὖ Υἱὸς καὶ οὔ τί που Πατήρ. Β. Οὐκοῦν, εἰ δοκεῖ, λέγωμεν οὐσίας εἶναι δύο· μίαν μὲν τοῦ Πατρός, μίαν δὲ τοῦ Υἱοῦ. Εὐκρινεστέρα γὰρ
30οὕτως καὶ οἱονείπως εὐσαφεστέρα παντί τῳ γένοιτ’ ἂν μᾶλλον ἡ διαφορά. Α. Οὐκ εὐκρινεστέρα ποθέν· μὴ γὰρ τοῖς ἐκείνων ἀποκομίζου λόγοις εἰς κίβδηλον νοῦν καί, τρίβον ὥσπερ ἀφεὶς τὴν ἁμαξιτόν, τὰ ἀστιβῆ καὶ δυσπόρευτα διαστείχειν
35ἀνέχου. Β. Πῶς ἢ τίνα τρόπον; Α. Εἰ γὰρ μία μὲν ἡ τοῦ Πατρὸς ἔσται φύσις, μία δὲ
αὖ καὶ ἑτέρα παρ’ αὐτὴν ἡ τοῦ Υἱοῦ, πῶς οὐκ ἀναγκαῖον καὶ τὸν εἰς δύο τὰ ἀλλήλοις ἀνισοφυῆ διιστάντα τε καὶ198 in vol. 1
40διατειχίζοντα συνεπινοεῖσθαι λόγον; Πῶς γὰρ ἂν ἡ αὐτὴ μία τοι καὶ μία νοηθείη ἄν; Οὐ γὰρ θέμις ἐπ’ ἀνθρώπων, ἕνα καὶ τὸν αὐτὸν τὸν τῆς ὁμοουσιότητος λαχόντων λόγον,

410

μίαν καὶ μίαν οὐσίαν εἰπεῖν, καὶ ἑκάστῳ τῶν ὄντων καθάπερ ἴδιόν τινα λόγον τὸν τῆς κοινότητος ἀπονέμειν. Εἰ γὰρ τοῦτο δρῴημεν καὶ καθάπερ ἀναγκαῖον διαφορᾶς τρόπον ἐπεισφοράν τινα ποιοίμεθα ταῖς οὐσίαις τὸ μίαν τε καὶ
5μίαν, διοιχήσεται τὸ σύμπαν εἰς τὸ μηδέν. Ἦ οὐχ ἑτερότητα μὲν ἡ οὐσιώδης διαφορά, τὸ δέ γε ἀλλοίως ἔχον ἐν ὅρῳ τῷ κατὰ φύσιν ἡ ἑτερότης ἐν τούτοις ἀποφανεῖ τε καὶ τέξεται; Β. Οἶμαί γε. Α. Περιέσται τοιγαροῦν καὶ οὐχ ἑκοῦσιν εἰπεῖν ὁμοούσιον
10μὲν οὐκ ἔτι τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱόν, ἑτεροῖον δὲ μᾶλλον καὶ ἑτεροφυᾶ καὶ τῶν τῆς θεότητος ὅρων ἐξῳκισμένον, εἴπερ ἐν ἰδίῳ κείσεται λόγῳ, τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐξεστηκότι. Β. Ἑτεροίως γὰρ ἔχειν ἢ ὥσπερ ἂν νοοῖτο ὑπάρχειν
15κατὰ φύσιν ὁ Πατὴρ διατείνονται τὸν Υἱόν. Τοιγάρτοι παρέντες τοῦ ὁμοουσίου τὴν δήλωσιν, καὶ τὸ ξένον αὐτῇ καὶ ἀσύνηθες ἐπιπλέκοντες, φασὶ δεῖν ὁμοιοούσιον ὁμολογεῖν ὑπάρχειν αὐτόν, ἀναθέντες ὥς τι τῶν ὅτι μάλιστα σεπτῶν καὶ πρεπωδεστάτων αὐτῷ καὶ τὸ τῆς μεσιτείας ὄνομα.
20Α. Καὶ τί δὴ ἕτερον ἢ λῆρος ἔσται ταυτί, καὶ γραοπρεπὲς ἀληθῶς μυθάριον; Εἰ γάρ τινα μέσην ἐπινοοῦσιν φύσιν
αὐτῷ, διά τε τοῦτο μεσίτην ὀνομάζεσθαι δεῖν ἀσυνετώτατα λέγουσι, τί δὴ ἄρα τὸ ἐντεῦθεν ἢ ποδαπὸς ἡμῖν θεωρίας εἰσκρίνεται λόγος ἐγὼ μὲν οὐχ ὁρῶ· φράσαις δ’ ἂν αὐτὸς200 in vol. 1
25ὡς ἥδιστά γε μανθάνειν ἐθέλοντί μοι. Β. Τί ἂν φράσαιμι πρὸς ταῦτα; Α. Ἔρου τοιγαροῦν καὶ μανθάνειν ἐπείγου πότερα γενητὸς ἢ ἀγένητος ὁ μεσίτης ἐστί, Θεὸς ἀληθῶς ἢ τελεῖ γε καὶ αὐτὸς ἐν κτίσμασιν. Ὃ γάρ ἐστι, κατ’ ἐκείνους,
30οὔτε Θεὸς καθαρῶς οὔτε ποίημα σαφῶς, ποῖον ἂν ἐκδέξαιτο παρ’ αὐτῶν ἐν τοῖς οὖσι τόπον, οὐδ’ ὅσον εἰπεῖν ἐν ψιλαῖς ἐννοίαις, κἂν γοῦν ἑλεῖν μόνον, οἷός τ’ ἂν εἴην ἐγώ. Β. Τὸν ἀμφοῖν ἀναμέσον, Θεοῦ τέ φημι καὶ κτίσεως· ταύτῃ γάρ τοι καὶ μεσίτην αὐτὸν κεκλῆσθαί φασιν.
35Α. Ἀσυμφανέστατά τε ἐροῦσι καὶ ἀμαθέστατα δια‐ κείσονται, φρονοῦντες ὡδί. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἄνω τε καὶ κάτω τὸν νοῦν περιστρέφοντα καὶ τὴν τῶν ὄντων ἅπασαν τὸ ὅπως ἂν ἔχοι πολυπραγμονοῦντα φύσιν, κἂν γοῦν ἐν ἐννοίαις καὶ λόγῳ ληπτὴν τοιαύτην τινὰ φύσιν
40ἰδεῖν, ἣ καὶ τῶν τῆς ἀληθοῦς θεότητος ἔξω βέβηκεν ὅρων, καὶ τοὺς τοῦ πεποιῆσθαι λόγους διανήξεται, καὶ ἀμείνω τοῦ κεκλῆσθαι πρὸς γένεσιν τὴν οἰκείαν ἡμῖν ἐπιδείξειεν

411

ὕπαρξιν. Ἆρ’ ἔστι τι τὸ μεταξὺ γενητοῦ τε καὶ ἀγενήτου, ἀποιήτου καὶ ποιήματος; Β. Οὐκ ἂν δοίην ἔγωγε· λέγεις γὰρ ὀρθῶς. Α. Δύο τοιγαροῦν ἐν ὅλοις τοῖς οὖσι καταθεώμεθα
5φύσεις· τὴν μὲν τοῦ ἀεί τε καὶ ὡσαύτως ὄντος τε καὶ ἔχοντος· ἑτέραν δὲ αὖ, τὴν τῶν εἶναι λαχόντων δημιουρ‐ γικῶς· καὶ τὴν μὲν τοῦ ὄντος ἀγενήτως, ὑπερκεῖσθαί τε καὶ ἀνακύπτειν τὰ πάντα, καὶ ταῖς εἰς τὸ ἄνω καὶ μεῖζον
ὑπεροχαῖς ἀνανήχεσθαι· τὴν δὲ ὑποπίπτουσάν τε καὶ202 in vol. 1
10οἱονεὶ καταβεβλημένην ὡς ὑπὸ πόδας Δεσπότου. Εἴσῃ δὲ δὴ τοῦτο καὶ μάλα σαφῶς φάσκοντος τοῦ Χριστοῦ ταῖς Ἰουδαίων ἀγέλαις· «Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ· ἐγὼ ἐκ τῶν ἄνω εἰμί.» Ἄνωθεν δὲ ἥκειν ὡς ἡμᾶς τὸν Μονογενῆ καὶ ὁ σοφὸς Ἰωάννης διεσάφει λέγων· «Ὁ ἄνωθεν ἐρχόμενος
15ἐπάνω πάντων ἐστίν.» ᾬετο γὰρ δεῖν ἀπονέμειν οὐσιωδῶς τῷ γε ὄντι κατὰ φύσιν Θεῷ καὶ Θεοῦ τοῦ κατὰ φύσιν ἐκπεφυκότι τὴν εἰς ἄκρον ὑπεροχὴν καὶ εἰς λῆξιν ἰοῦσαν τὴν ἀνωτάτω. Ὅτι γὰρ τὸ ἄνωθεν οὐχ ὑψωμάτων ἐστὶ τοπικῶν σημαντικόν, ἀλλ’ αὐτὴν ὑποδηλοῖ τὴν τοῦ Θεοῦ
20καὶ Πατρὸς οὐσίαν, πῶς οὐκ ἀναμφίλογον ἑνὸς τῶν ἁγίων μαθητῶν διειπόντος σαφῶς· «Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων, παρ’ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα;» Εἴτε γὰρ ἀγγέλους εἴτ’ οὖν ἔτι τὰ ἀνωτέρω
25καὶ τὰ διὰ μέσου πάντα διαδραμών, ἐπ’ αὐτά τις ἴοι τὰ Σεραφίμ, καὶ τὰς ἀνωτάτω κατασκέψαιτο δόξας, τὴν τῶν γενητῶν οὐχ ὑπεραλεῖται φύσιν. Ἢ γὰρ ἄνωθέν τί ἐστι, τουτέστιν ἐκ τοῦ Πατρὸς τῶν φώτων, καὶ διὰ τοῦτο Θεός· μόνος δὲ εἷς ἄνωθεν ὁ Υἱός· ἤγουν κάτω τι νοεῖται καὶ
30κάτωθεν, τουτέστι κτίσις τε καὶ ἀπὸ κτίσεως· διὰ μέσου δὲ τὸ σύμπαν οὐδέν. Εἰ δὲ δή τις ἔροιτο τοὺς δι’ ἐναντίας καὶ φιλοπευστοίη λέγων· Τί δὴ ἄρα ἡμῖν, ὦ οὗτοι, φατέ; Πότερα γενητός ἐστιν ὁ τοιόσδε καθ’ ὑμᾶς Υἱὸς καὶ μεσίτης, ἢ ἀγένητος; Ἄμεσα γὰρ ἀεί πως ὁρᾶται τουτί· τί δὴ ἄρα
35φαῖεν ἄν; Β. Ἀπορήσειν οἶμαι, καὶ μάλα εἰκότως.
Α. Ἀπορήσειαν γὰρ οὖν. «Ζῇ γὰρ ἡ ἀλήθεια καὶ νικᾷ,» κατὰ τὸ γεγραμμένον. Ἡμεῖς δὲ αὐτοί, τὴν ἐπ’ ἄμφω διακομίζουσαν διερευνώμενοι τρίβον, τὰ εἰκότα περὶ τούτου204 in vol. 1
40φέρε διενθυμώμεθα. Ἀγένητον μὲν γὰρ εἰ δοῖεν εἶναι τὸν οὕτω μεσίτην, τὸ μόνης ἴδιον τῆς κατὰ φύσιν θεότητος ἀνατιθέντες αὐτῷ, τῶν τῆς μεσότητος ὅρων ἐπέκεινα παρα‐

412

δείξουσι, καὶ ἐν μείζοσιν ἢ χρῆν ὄντα λοιπόν. Τὸ γὰρ πάντων ἀνωτάτω δόξῃ τε καὶ φύσει Θεός, ᾧ πάντη τε καὶ πάντως παρέποιτο ἂν ὡς ἴδιον ἀγαθὸν τὸ ἀγένητον· ταύτῃ τοι καὶ τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν ἀσυντελὴς καὶ ἀσύντακτος
5εἴη ἂν ἡ τοιάδε φύσις. Εἰ δὲ δὴ παρέντες τουτί, γενητὸν εἶναί φασι, πῶς ἂν νοοῖτο πρός τινος ἀσυμφυὲς τῇ κτίσει τὸ ὁμογενὲς αὐτῇ; Πῶς οὖν ἔτι μεσίτης μείων μὲν ἢ Θεὸς κατὰ φύσιν, μείζων δὲ αὖ ἢ κατὰ ποιήματος δόξαν τε καὶ φύσιν; Εἰ διὰ μὲν τοῦ ἀγενήτου πρὸς τὴν τῆς θεότητος
10δόξαν ἀναφοιτᾷ καὶ τῶν τῆς μεσιτείας ἀναθρῴσκει μέτρων ἐπὶ τὸ ἐπέκεινα πολύ, διὰ δὲ τοῦ γενητοῦ πρὸς τὸ κάτω βαδιεῖται, καὶ τὸν τῆς τοιᾶσδε μεσότητος ὑφιζήσει τόπον, ἐν τοῖς γεγονόσιν ἀναμετρούμενος· εἴπερ ἐστὶν ὁμογενὲς παντὶ γενητῷ τὸ γενητόν, κατά γε τὸν τοῦ γεγονέναι λόγον,
15τί τὸ ληρῶδες τουτὶ καὶ ἀσοφώτατον σόφισμα, τὸ ἀνέφικτον ὡς ἐφικτὸν εἰσφέρον, καὶ φύσεως ἡμῖν ἀναπλάττον τόπους, ὧν οὐκ ἄν, οἶμαι, τις ἐφίκοιτο νοῦς; Καινὸς γὰρ ὁ λόγος καὶ ἀσυμφανής· ἕπεσθαι δὲ δεῖν ἐναργῆ τὴν ἀπόδειξιν τοῖς περὶ τούτων λόγοις, ἀναγκαῖον εἶναί φημι. Εὐμήχανον δὲ
20καὶ εἰς ἀπάτην αὐτοῖς ἀστείως διεξεσμένον κατίδοι τις ἂν τὸ κακούργημα. Ἐπειδὴ γὰρ δρῶντες ἀνοσιώτατα καὶ
φρονοῦντες ἀλογώτατα, πεπαρῳνήκασιν εἰς τὸν Υἱόν, τῆς πρὸς τὸν Πατέρα 〈καὶ〉 Θεὸν ὁμοουσιότητος ῥιψοκινδύνως ἐκπέμποντες, ὑποκλέπτουσί πως ἐξ ἀναισχυντίας βραχὺ206 in vol. 1
25δοξάριον αὐτῷ, καὶ ἀνακομίζουσι μὲν ἠρέμα τῆς τῶν γενητῶν σμικροπρεπείας· ἀποκλείοντες δὲ ὥσπερ τῆς εἰς τὸ ἀνωτάτω διαδρομῆς, ἵνα μὴ νοοῖτο κατὰ φύσιν Θεός, τὸν μέσον αὐτῷ κληροδοτοῦσι τόπον, τοσαύτην ἐπιμετροῦντες ὅσηνπερ ἂν ἕλοιντο δόξαν αὐτῷ· νομοθέται δὲ ὥσπερ τῶν τοιούτων
30καθεστηκότες καὶ ὁρισταί, τὸ ἐν τίσιν ἂν εἶναι πρέποι διασκέπτονταί τε καὶ ὁρίζουσι τὸν Υἱόν. Ὅνπερ γάρ, οἶμαι, τρόπον οἱ τῶν ἀγαλμάτων δημιουργοὶ καὶ φιλοτεχνίας τῆς ἔν γε τούτῳ λαχόντες τὴν δόξαν, ξύλῳ τυχὸν ἢ λίθῳ τὸ τῆς ἀνθρωπείας μορφῆς ἐντορνεύσαντες εἶδος, ταῖς εἰσποιήτοις
35αὐτὸ μετὰ τοῦτο κομψείαις κατακαλλύνουσιν, ἢ χρυσῷ διαπάττοντες, ἢ γοῦν ἑτέραις τισὶν εὐχροίαις καθωραΐ‐ ζοντες· οὕτω τε τὸν τῶν θεωμένων κατακηλήσαντες νοῦν, ἐπιμειδιᾶν μὲν ταῖς ὕλαις ταῖς εἰς τὸ εἴσω καὶ κεκρυμμένον οὐκ ἐφιᾶσιν ἐκ τέχνης, ἐπαγάλλεσθαι δὲ μᾶλλον ταῖς ἐπική‐
40ροις καὶ ἐξωφανεστέραις τοῦ κόσμου μαρμαρυγαῖς μονονουχὶ

413

περισαίνοντες ἀναπείθουσι· τὸν αὐτόν, οἶμαι, καὶ τουτουσὶ τρόπον ἀστείως εὖ μάλα τὸ τοῦ μεσίτου σκιαγραφοῦντας εἴδωλον, τὸν τῶν ἁπλουστέρων καταληΐζεσθαι νοῦν, καὶ ἐν δορυκτήτων ποιεῖσθαι μοίρᾳ τοὺς ἐξακριβοῦν οὐκ ἔχοντας
5τὰ φιλοκακούργως ἐξηρτυμένα καὶ διὰ τῆς αὐτῶν μοχθηρίας ἐξευρημένα. Β. Ἄριστα ἔφης. Α. Ἔδει δὴ οὖν αὐτούς, εἰ λόγου τινὸς ἀξιοῦν ἐδόκει τὸ φρονεῖν ὀρθῶς, καὶ δόξαν ἔχειν οὐ διαβεβλημένην, μὴ
10τὰ ἀνέφικτα περὶ αὐτοῦ φαντάζεσθαι καὶ ἀναπλάττειν ἐπιχειρεῖν, ἃ μηδεὶς οἶδε λόγος, ἀπίθανον δὲ κομιδῇ καὶ ἐν ψιλαῖς ἐννοίαις καὶ μόναις ἔχειν τὴν ἔκφασιν, ἐπιτρέπειν
δὲ οὕτως ἀτεχνῶς ἐν τοῖς φυσικοῖς ὑψώμασι τῆς θεότητος νοεῖσθαι τὸν Υἱόν, ὑπολογισαμένους ὅτι γεννηθεὶς ἐκ τοῦ208 in vol. 1
15Πατρός, τουτέστιν ἐκ τῆς οὐσίας αὐτοῦ, καὶ τὸν τῆς πρὸς αὐτὸν ὁμοουσιότητος ἀκριβῆ καὶ ἀπαραποίητον ἕξει λόγον, ἐπεί τοι καὶ Υἱὸν ἀληθῶς διωμολόγηκε τὸν Υἱόν, καὶ οὐχ ἕτερόν τι παρὰ τοῦτο, φάσκων ὁ Θεὸς καὶ Πατήρ· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα.»
20Καίτοι τί μὴ μᾶλλον ὁρᾶται βοῶν· Οὗτός ἐστιν ὁ μεσίτης, εἰ μεσίτην ὄντα κατ’ αὐτοὺς ἠπίστατο, εἰ καὶ ὅτι μάλιστα καλῶς ἂν ἔφη καὶ οὕτως; Γεγονότα γὰρ ἤδη μεσίτην παρέδειξεν ἄν· ἐνανθρωπήσαντι δὲ τῷ Υἱῷ, καὶ τὴν τοιαύτην ἂν εἰκότως ἐπεφθέγξατο φωνὴν ὁ Θεὸς καὶ Πατήρ. Φράζε
25δὲ δή μοι καὶ τόδε σαφῶς, μῶν ἠλιθιότητος εἰς τοῦτο παρώλισθον ὡς μηδὲ Υἱὸν ὅλως ὁμολογεῖν αὐτόν; Β. Υἱὸν μὲν εἶναι καὶ γεγεννῆσθαί φασι, κατερυθριῶντες, ὥς γέ μοι φαίνεται, τὸ ἀναφανδὸν καὶ μετὰ γυμνῆς ἀναισ‐ χυντίας ἁπάσαις, ὡς ἔπος εἰπεῖν, ταῖς ἁγίαις ἀντιφέρεσθαι
30Γραφαῖς, πλὴν οὐκ ἐξ αὐτῆς ἡμῖν ἥκειν τῆς τοῦ Πατρὸς οὐσίας, οὔτε μὴν τὸ τῆς γεννήσεως χρῆμα παραδέχεσθαί τε καὶ νοεῖν ἀξιοῦσι φυσικῶς. Α. Κατάπλαστον οὖν ὥσπερ τό τε τῆς υἱότητος καὶ τὸ τῆς γεννήσεως ὄνομα σφᾶς τε αὐτοὺς ἀναπείθουσι καὶ
35ἑτέρους φρονεῖν. Ἀποφέρουσι γάρ, ὡς ὁρᾷς, τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς τὸν ἀληθῆ τῆς γεννήσεως κατασείοντες τρόπον, καὶ μὴν καὶ τὸ εἶναι κατὰ φύσιν Υἱὸν παραιρούμενοι τὸν Μονογενῆ. Πικροὺς δὲ ὄντας αὐτοὺς καὶ ἰσχνολόγους, ὥσπερ οὖν οἴονται, καὶ φιλοκομποῦντας οἷς φασι, πῶς δὴ
40ἄρα κἀκεῖνο παρελάσαν ᾤχετο; Οὐ γὰρ ὑπαισθάνονται, κατὰ τὸ εἰκός, ὅτι καὶ αὐτὴν ἐν τούτῳ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς συνατιμάζουσι φύσιν, εἴπερ οὐκ ἔχειν αὐτὴν δια‐210 in vol. 1

414

τείνονται τὸ καρπογόνον, καὶ τοῦ δύνασθαι τεκεῖν ἀπο‐ γυμνοῦσιν αὐτήν, ἧς τοὺς τύπους εἰς ἑαυτὴν ἀνεμάξατο, κύουσά τε καὶ καρποφοροῦσα τῶν γενητῶν ἡ φύσις. Β. Ἀλλ’ ἴσως καὶ πρός γε τοῦτο ἐροῦσιν ὡς εἴπερ
5ἐστὶ τὸ τῆς γεννήσεως ὄνομα πάντη τε καὶ πάντως ἀληθές, καθ’ ὧν ἂν τάττοιτό τε καὶ λέγοιτο, μυρίους ἀνάγκη παρα‐ δέξασθαι καὶ φρονεῖν γεννηθέντας ἐκ τοῦ Θεοῦ καὶ Πατρός. Εἴρηται γάρ που καὶ περὶ τῶν ἐξ Ἰσραήλ· «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα.»
10Α. «Προφασιζομένους προφάσεις ἐν ἁμαρτίαις, καὶ εἰς λόγους πονηρίας ἐκκεκλικότας» αὐτοὺς εὑρήσομεν, κατὰ τὸ ἐν Ψαλμοῖς ᾀδόμενον τῷ μακαρίῳ Δαβίδ. Εἰ μὲν γὰρ ἦν ἕτερόν τι κατὰ φύσιν ὁμολογουμένως ὁ Υἱὸς ἢ ὅπερ ἐστὶ καὶ πεπίστευται πρὸς ἡμῶν, εἶτα μεθ’ ἡμῶν τὴν
15κλῆσιν διέλαχε τῆς τε υἱότητος ὁμοῦ καὶ τῆς γεννήσεως, ἦν ἔτι τὸ ἐμποδὼν οὐδὲν καταχρηστικώτερον εἰρῆσθαι καὶ ἐπ’ αὐτοῦ διακεῖσθαι ταυτί. Ἐπειδὴ δὲ παραβιασάμενοι τἀληθὲς καὶ φιλοκακούργως αὐτὸν ὑφ’ ἑτέραν τινὰ φύσιν, τό γε ἧκον ἐπ’ αὐτούς, μεταστήσαντες, μεσίτην ὠνόμαζον,
20εἶτα φληνάφως τὸν ἐπ’ αὐτῷ δὴ τούτῳ πλαστουργήσαντες μῦθον οὐ μετρίως ἐλέγχονται· τί τῆς ἐνούσης τε καὶ οὐσιώδους ὑπεροχῆς ἐξωθοῦντες οὐ καταλήγουσι, καὶ νόθοις ὥσπερ τισὶν ἀξιώμασιν ἐξυβρίζοντες εἰς τὸν ἐκ Πατρὸς ἀληθῶς, οὐ καταναρκῶσιν οἱ δείλαιοι; Οὐ γὰρ
25ἐν μοίρᾳ καὶ τάξει τῇ καθ’ ἡμᾶς, ἀλλ’ οὐδὲ ἐν ἴσῳ τοῖς πεποιημένοις εἰς τὴν τῆς υἱοθεσίας ἐκκέκληται δόξαν ὁ Μονογενής, οὔτε μὴν εἰσποιητὴν αὐτῷ τὴν ὑπεροχὴν καὶ ἡ ἐπωνυμία προξενεῖ, πολλοῦ γε καὶ δεῖ. Θετὸς γὰρ ἂν
εἴη, καὶ ἐν τοῖς κατὰ χάριν υἱοῖς, εἴπερ ὧδέ τε ἔχοι, καὶ212 in vol. 1
30τοῖς τῆς κτίσεως περισχοινίζοιτο μέτροις. Ἀλλὰ ταυτὶ μὲν ὕθλος τέ ἐστι καὶ βαττολογία καὶ δυσφημιῶν ὄχλος καὶ ἕτερον οὐδέν. Ὡς δὲ ἐν τοῖς κατὰ θέσιν υἱοῖς ἑαυτὸν κατα‐ μετρεῖν οὐκ ἠξίωσεν ὁ Μονογενής, ἀλλ’ οἶδεν ἔχοντα θείαν τε καὶ ἄρρητον τὴν κατὰ πάντων ὑπεροχὴν καὶ τὸ τῆς
35υἱοθεσίας ἀληθὲς ἀξίωμα, μάθοις ἂν εὐκόλως, Ἰουδαίοις λέγοντος Μωσέως τε πέρι καὶ προφητῶν ἁγίων· «Εἰ ἐκείνους εἶπε θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς,
40ὅτι εἶπον· Υἱός εἰμι τοῦ Θεοῦ;». Εἰ γὰρ ἐπεί τοι παρ’ ἐκείνοις γέγονεν ὁ τοῦ Θεοῦ λόγος, θεοὺς ἀπέδειξε καὶ υἱούς, πῶς οὐκ ἂν μᾶλλον αὐτὸς Υἱός τε εἴη καὶ Θεὸς ἄμεινόν τε καὶ

415

ἀληθέστερον ὁ δι’ ὃν ἐκεῖνοι θεοὶ καὶ υἱοί; Οὐκ ἐπακτὸν οὖν ἄρα τῷ Μονογενεῖ τὸ Υἱός, ἀλλὰ τοῦ εἶναι τοιῶσδε σημαντικὸν ἂν εἴη τὸ ὄνομα αὐτῷ, καθάπερ ἀμέλει καὶ αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ τὸ Πατήρ. Πατὴρ μὲν γὰρ ὁ
5Πατὴρ ὅτι τέτοκε τὸν Υἱόν· Υἱὸς δὲ αὖ ὁ Υἱὸς ὅτι γεγέννηται παρὰ τοῦ Πατρός. Ταύτης τοι τῆς αἰτίας, ὡς ἐγᾦμαι, χάριν, καίτοι παμπόλλαις τε ὅσαις καὶ διαφόροις λέξεσι τὰ προσόντα τῇ θείᾳ φύσει διερμηνεύοντες ἀγαθά, κἂν γοῦν εἰς μετρίαν τὴν περὶ αὐτῆς ἥκομεν γνῶσιν, ἀλλ’ οὐκ
10ἐκείναις συντεταγμένον ἐρῶ τό τε τῆς υἱότητος καὶ τὸ τῆς πατρότητος ὄνομα, καίτοι τῶν ἄλλων ὀρθῶς τε καὶ ἀνεγκλή‐ τως ἐπ’ ἀμφοῖν λεγομένων. Β. Πῶς ἔφης; Α. Φράσαιμ’ ἂν ὡς ἥδιστα φιλοπευστοῦντί σοι. Κατὰ
15διττόν, οἶμαι, τρόπον τὰ οὐσιωδῶς προσόντα τῇ θείᾳ φύσει πλεονεκτήματα καταδηλοῦν εἰθίσμεθα. Ἢ γὰρ ἀφ’ ὧν ἐστιν ἢ ἀφ’ ὧν οὐκ ἔστιν ἀεὶ πρὸς ἡμῶν ἐπιγινώσκεται. Ζωὴν μὲν γὰρ εἶναι λέγοντες καὶ φῶς αὐτὴν ὀνομάζοντες, ἀφ’ ὧν εἶναι πεπίστευται φαμὲν ἀληθεύοντες. Φθαρτὴ214 in vol. 1
20δὲ ὅτι μή ἐστι μήτε μὴν ὁρατή, ἀφ’ ὧν οὐκ ἔστι λαλοῦμεν. Ὅτι γὰρ φθορᾶς ἀμείνων καὶ τοῦ καθορᾶσθαι πρός τινος, ἡ τῶν λέξεων ἡμῖν ὑποφαίνει δύναμις· ἦ γάρ; Β. Ἀληθές. Α. Εἴ τις οὖν ἄρα λέγοι ζωὴν εἶναι καὶ φῶς τὸν Πατέρα
25καὶ Θεόν, καὶ μὴν ὡς ἔστι πρὸς τούτοις ἄφθαρτος καὶ ἀόρατος, οὐκ ἐν κόσμῳ τι δρᾶν οἰησόμεθά που τὸν τοιοῦτον ἡμεῖς, εἴπερ ἕλοιτο φρονῶν ὀρθῶς, καὶ τῇ τοῦ Υἱοῦ φύσει προσάπτειν αὐτά, ὡς καὶ τοῖς ἴσοις ὀνόμασιν ἀποσεμνύνειν εὖ μάλα τὸν ἐκ Πατρὸς Θεὸν Λόγον;
30Β. Ναί. Α. Εἰ δὲ δὴ καὶ βασιλέα λέγοι, καὶ ταῖς εἰσάπαν εὐκλείαις βούλοιτο τιμᾶν δι’ ὧνπερ ἂν ἡμῖν ἡ θεία φύσις καταγεραί‐ ροιτο, ἆρ’ οὐχὶ μετεῖναί φαμεν καὶ αὐτῶν τῷ Υἱῷ; Β. Πῶς γὰρ οὔ;
35Α. Ἀμαθὲς οὖν ἄρα παντελῶς κἂν γοῦν ἐνδοιάζειν ὅλως ὅτι κοινὰ μὲν ἀμφοῖν τὰ πλεονεκτήματα, τά τε εἰς δόξαν καὶ ὑπεροχήν. Διαψεύσεται δὲ οὐδαμῶς ἡ ἀλήθεια, τουτέστι Χριστός, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα λέγων ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι
40ἐν αὐτοῖς.» Εἴπερ οὖν ἐν ἀξιώματος νόμῳ, καθάπερ καὶ τὰ λοιπά, προσεῖναί φαμεν τῷ μὲν Πατρὶ τὸ Πατήρ, τῷ δὲ Υἱῷ τὸ Υἱός, τί τὸ ἐμποδών, εἰπέ μοι, καὶ τί τὸ ἀπεῖργον ἐκ μέσου ποιεῖσθαι τοῖν ὀνομάτοιν τὴν διαφοράν, ἄμφω τε
Πατέρας καὶ Υἱοὺς ἀποκαλεῖν, κοινὰ καὶ ἐν ἴσῃ τάξει216 in vol. 1

416

λαχόντας τὰ γέρα, καὶ ταῖς τῶν ἀξιωμάτων ὑπεροχαῖς ἰσομέτρως κατεστεμμένους; Β. Καὶ μὴν τοῦτό γέ ἐστι παντελῶς ἀπίθανον εἰπεῖν ἢ νοεῖν. Εἴη γὰρ ἂν οὐχ ἑτέρως ἔχων ὁ Πατὴρ ἢ ὅπερ ἐστί,
5τουτέστι Πατήρ· καὶ ὁ Υἱὸς ὁμοίως· μένει γὰρ Υἱός, καὶ οὐκ ἂν νοοῖτο Πατήρ. Α. Ὀρθότατά γε καὶ ἀληθῶς, ὦ Ἑρμεία. Συναινέσεις οὖν ἄρα καὶ συναθλήσεις τῷ λόγῳ, παραδεικνύντι σαφῶς ὡς οὐκ ἀξιώματος ἔσται σημαντικὸν τῷ Πατρὶ τὸ τῆς
10πατρότητος ὄνομα—δεῖν γὰρ οἶμαι καὶ ὧδε λέγειν, προ‐ τετιμηκότας τοῦ πρέποντος τὴν ἀναγκαίαν τοῦ πράγματος δήλωσιν—, οὔτε μὴν τῷ Υἱῷ ἡ τῆς υἱότητος κλῆσις, καθάπερ ἦν ἐπ’ ἀμφοῖν λεγόμενα, τὸ ζωή, τὸ φῶς καὶ τὰ τούτοις συντεταγμένα· ἀλλ’ ἴδιον ἑκατέρῳ τοὔνομα, τὸ ὅπως ἂν
15ἔχοι παραδηλοῦν. Β. Καὶ μάλα. Α. Τὸ γὰρ ἀποσείεσθαι τρόπον τινὰ τὴν ἀνάχυσιν τῶν ὀνομάτων τὴν δύναμιν, μόνιμον δὲ ὥσπερ ἐξαιτεῖν ἐφ’ ἑαυτῇ τὴν ἕδραν, ἀπαραποίητον ἑκατέρῳ τὸ εἶναι τοιῶσδε προσ‐
20νέμει. Πατὴρ γὰρ ὁ Πατήρ, καὶ οὐχ Υἱός, ὅτι γεγέννηκεν· Υἱὸς δὲ αὖ πάλιν ὁ Υἱός, καὶ οὐ Πατήρ, ὅτι γεγέννηται. Φέρε γάρ, εἰ δοκεῖ, βραχὺ τοῦ Πατρός, ὡς ἐν ἐννοίαις καὶ λόγῳ, τὸ Πατὴρ ἀποστήσαντες, καὶ μὴν καὶ τοῦ Υἱοῦ τὸ Υἱός, ἐννοῶμεν, ὦ τᾶν, τὸ ὅπως ἂν ἡμῖν ἀναμέρος τὸ
25ἑκατέρου πρόσωπον κατασημήναι τις ἄν. Ἆρα τῷ φάναι Θεὸν ἢ ζωὴν ἢ ἄφθαρτον ἢ ἀόρατον ἢ βασιλέα τυχόν; Ἀλλ’ οὐκ εὐδιάκριτον ἐντεῦθεν εἴη ἂν τὸ δηλούμενον. Τὸ γὰρ ἐπ’ ἀμφοῖν ἀληθές, τοῦ ἑκατέρῳ προσόντος ἰδικῶς πῶς ἂν ἐναργῆ ποιοῖτο τὴν δήλωσιν; Μόνως δὲ καὶ ἀληθῶς
30ὁ Πατὴρ σημαίνεται διὰ τοῦ νοεῖν ὡς τέτοκε· μόνως δὲ
καὶ ἀληθῶς ὁ Υἱὸς διὰ τοῦ νοεῖσθαι γεγεννημένος. Ἴδιον οὖν ἑκατέρῳ τὸ αὐτοῦ καὶ μόνου, καίτοι τῶν ἄλλων οὐ διωρισμένως ἐπ’ ἀμφοῖν λεγομένων. Παρελήφθη μὲν γὰρ ἐν τῇ τῶν φυσικῶν ἀξιωμάτων ἐκεῖνα τάξει· τὰ δὲ οὐχ218 in vol. 1
35οὕτως ἔχει, ἀλλὰ τὸν μὲν γεννήτορα, τὸν δὲ τεχθέντα
παρέδειξεν.220 in vol. 1
37tΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
38tὍτι καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ καὶ ἐξ αὐτοῦ κατὰ
39tφύσιν γεννητὸς ὁ Υἱός.

417

Α. Ἆρ’ οὐκ ἀληθὲς εἰπεῖν, ὦ Ἑρμεία, ὡς ἁπλοῦς τε ἔφυ τῆς ἀληθείας ὁ μῦθος καὶ ἀρίστην ὅτι μάλιστα τὴν ἕδραν ἐν καρδίαις ἔχει ταῖς ἁπλαῖς, παρὰ πολὺ δὲ ἡδίων ἢ μελιττῶν ἐστι πόνος; Ἀληθὲς δὲ ὅτι τὸ χρῆμά ἐστιν
5ἀναπείσει λέγων ὁ Θεῖος Δαβὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν· «Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου.» Β. Ναί. Τῆς ἀληθείας κομιδῇ μὲν ἁπλοῦν καὶ κηρίων αὐτῶν ἡδίονα συμφήσαιμ’ ἂν εἶναι καὶ αὐτὸς τὸν λόγον·
10ἁπλότητος δὲ τῆς ἔν γε τουτοισὶ ποδαπὸς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τρόπος; Α. Τί γὰρ ἕτερον ἁπλοῦν ἡμῖν ὄντα τῆς ἀληθείας τὸν μῦθον παραδείξειεν ἂν ἢ τὸ πολυπλόκων μὲν ἀπηλλάχθαι διασκεμμάτων καὶ οἱονεὶ βλοσυρόν τι καὶ ἀμειδὲς ὁρώσης
15ἐννοίας καὶ φιλοκακούργως συντεθειμένης καὶ τῆς ἐνούσης εὐσθενείας αὐτῇ ποιουμένης τὴν ἔνδειξιν οὐκ ἐφ’ οἷς ὀνήσει πρὸς ἀληθείας εὕρεσιν, ἀλλ’ ἐφ’ οἷς ἂν οὐ μετρίως κατα‐
λωβήσαιτο τοὺς ἀκροωμένους; Πάρα δέ, εἴ σοι δοκεῖ, καθάπερ ἐν πίνακι λαμπρῶς καθιδεῖν τὸν ἐμὸν τοῦ πρέποντος222 in vol. 1
20οὐχ ἡμαρτηκότα λόγον εἰ τὴν Ἀρείου τε καὶ τῶν ἀμφ’ αὐτὸν καταθρήσεις αἵρεσιν, οἷς καὶ εὖ ἔχειν εἰπεῖν οἰήσομαι δεῖν· «Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιεῖν, μεμαθηκότες τὰ κακά.» Παρδάλεως γὰρ οἶμαι διενεγκεῖν
25οὐδὲν τῶν δι’ ἐναντίας τὸν νοῦν. Ἡ μὲν γὰρ ποικίλως κατε‐ στιγμένη, παμμιγῆ καὶ πάμμορφον χρωμάτων συνδρομὴν ἐπὶ νῶτα φέρει· οἱ δὲ ἀνόμιόν τε καὶ ἀσυναφῆ καὶ αὐτὸν ἔχουσι τὸν νοῦν, καὶ τὸν ἐκ καρδίας ἱεῖσι πρὸς τὸ ἄνω λόγον. «Βόλις γὰρ τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, κατὰ
30τὸ γεγραμμένον, δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν. Τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικά, καὶ ἐν ἑαυτῷ ἔχει τὴν

418

ἔχθραν.» Ὑποπλάττονται μὲν γὰρ κατ’ οὐδένα τρόπον τῇ τοῦ Μονογενοῦς ἀντιφέρεσθαι δόξῃ· τιτρώσκουσι δὲ καθάπερ ὀξείᾳ βολίδι, παλίμφημά τε καὶ δυσαχθῆ τὰ ἀπὸ γλώττης ἱέντες ῥήματα.
5Β. Τὰ ποῖα ἅττα φῄς; Α. Ὀρθῶς γὰρ δὴ λίαν Υἱὸν ὀνομάζοντες τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, καὶ μὴν καὶ ὡς εἴη γεγεννημένος συνομο‐ λογεῖν οὐ παραιτούμενοι, τὸν τῆς ἀληθείας παραβιάζονται λόγον, περιτρέποντες ἀνοσίως εἰς πᾶν τοὐναντίον τὴν
10ἐπ’ αὐτῷ δόξαν, καὶ εἰς ἑτέραν τινὰ μεθιστάντες φύσιν παρὰ τὴν ἐν Πατρὶ νοουμένην, ὡς ἐξούσιόν τε εἶναι καὶ ἑτεροφυά, μᾶλλον δὲ εἰσάπαν ἐξεστηκότα τῆς τοῦ λεγομένου τεκεῖν σχέσεως φυσικῆς, οὐκ ἔτι δὲ κατ’ αὐτοὺς καὶ γεγεννη‐ κότος. Τὸ δὲ δὴ πρὸς τοῦτο ἠλιθιότητος καθικνεῖσθαι
15φιλεῖν, φαίην ἂν ἔγωγε προξενεῖν αὐτοῖς ἕτερον οὐδὲν ἢ ἐκεῖνο.
Β. Τὸ ποῖον δή; Α. Τὸ κατωφρυῶσθαι λίαν, οἴεσθαι δέ τι τῶν ἄλλων εἰδέναι φρονεῖν τε καὶ λέγειν ἀπορρητότερον, ἐπησκῆσθαί224 in vol. 1
20τε καὶ λόγων ἁμίλλας καὶ μὴν καὶ δοκησισόφοις ἐντεθράφθαι τέχναις, καὶ ταῖς τῶν ἐννοιῶν πρὸς πᾶν ὁτιοῦν εὐκόλοις περιστροφαῖς κατὰ κράτος ἑλεῖν δύνασθαι τοὺς ἁπλῇ συνέσει διαβιοῦν ἑλομένους, καλαμίνην δὲ ὥσπερ ταῖς ἑαυτῶν ψυχαῖς ὑποστήσαντες ῥάβδον τὴν ἐν κόσμῳ σοφίαν καὶ νενοθευμένων
25ἐννοιῶν συρφετοὺς συλλέγοντες, τῆς τῶν δογμάτων ὀρθότητος τὸ μὴ χρῆναι διαμαρτεῖν οὐδέν, οἶμαι, καταλογίζονται. Οὐ γὰρ ἐννοοῦσιν ὅτι ξυνωρὶς μὲν ἱερὰ τῶν Ἀαρὼν κατεφλέχθη παίδων, ἐπεί τοι τὸ Θεῷ δοκοῦν ἐβιάζετο καὶ ὀθνεῖον τῷ θυσιαστηρίῳ προσεκόμιζε πῦρ, οὔτε μὴν ἐπαΐειν τάχα που
30λοιπὸν ἀνέχονται διακεκραγότος τοῦ νόμου· «Καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου, καὶ ἀνάθεμα ἔσῃ ὥσπερ καὶ τοῦτο. Προσοχθίσματι προσοχθιεῖς καὶ βδελύγματι βδελύξῃ, ὅτι ἀνάθεμά ἐστι.» Πῦρ γὰρ ἀληθῶς ἀλλότριον καὶ ἀπᾴδον Θεῷ θερμὸν διανοίας κίνημα, τῆς δαιμονιώδους
35σοφίας ἐκμεμεστωμένον καὶ οὔ τί που τῶν ἱερῶν Γραμμάτων ἐκκεκαυμένον. Βδέλυγμα δὲ αὖ τὸ εἰς Θεοῦ τύπον πλαστουρ‐ γούμενον ἄγαλμα. Τοιουτονὶ δὲ κἀκεῖνοι διαπλάττουσι τὸν Υἱόν, τιμῇ μὲν καὶ δόξῃ λαμπρᾷ καὶ θεοπρεπεὶ κατη‐ γλαϊσμένον {καὶ θεοπρεπῶς}, πλὴν οὐκ ἀληθῆ, νόθοις δὲ
40ὥσπερ ὀνόμασι καὶ θεοπρεπέσι φωναῖς εἰδοποιηθέντα Θεόν. Τὸ γάρτοι φάναι μὲν ὅτι γεγέννηται, καὶ Υἱὸν ὀνομάζειν αὐτόν, μὴ μὴν ἔτι καὶ οἴεσθαι γεγεννῆσθαί τε καὶ Υἱὸν

419

εἶναι κατὰ φύσιν, τί ἂν εἴη λοιπὸν ἢ τοῦτο; Ἡμῖν δὲ ὁ θησαυρὸς ἐν ὀστρακίνοις σκεύεσι, καὶ γυμνὴ σοφίας κοσμικῆς καὶ δαιμονιώδους ἀπάτης ἡ ἀλήθεια φίλη.
Β. Φίλη γάρ, καὶ ἄριστά γε ἔφης. Ἀλλ’ ἴοις ἂν ἤδη καὶ226 in vol. 1
5πρὸς βάσανον τῶν ἐκείνοις ὑπειλημμένων περί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Τὸ γὰρ δὴ μάλιστα τελοῦν εἰς ὄνησιν τοῖς ἐντευξομένοις τουτὶ δοίην ἄν. Α. Ὀνήσειεν ἂν οἶδ’ ὅτι μάλιστά γε τουτί. Καὶ ἐπείπερ ὧδε ἔχειν ἀριστά σοι δοκεῖ, φέρε καθάπερ Ἑλλήνων οἱ
10ποιηταί φασι, πεῖσμ’ ἀπολυσάμενοι, καὶ οἱάπερ ἀκτῆς καὶ ὁρμητηρίων ἀπαίροντες, ἀφῶμεν εἰς πέλαγος ὁλκάδα ὅπως τὸν λόγον. Β. Ἰτέον δὴ οὖν. Α. Ἴδιον μὲν δὴ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πατὴρ ὄνομά
15τε καὶ χρῆμα διὰ τῶν ἤδη προεξεσμένων διεβεβαιούμεθα, καὶ οὐχ ἑτέρου του χάριν ἢ ὅτι γεγέννηκεν ἐξ ἑαυτοῦ τὸν Υἱόν, ἴδιον δὲ αὖ τοῦ Υἱοῦ τὸ Υἱὸς ὄνομα τὴν αἰτίαν ἐπάγοντες ὅτι γεγέννηται παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Ἐδόκει δὲ ἡμῖν ἡ τοιαύτη φαίνεσθαι δόξα διαβολῆς ἁπάσης ὡς
20ἀπωτάτω. Β. Ἐδόκει γὰρ οὖν καὶ μάλα· πλὴν ἐκεῖνο ἐρῶ. Δέδια γὰρ δὴ καὶ τετάραγμαι καθορῶν ὅποι ποτὲ ἡμῖν ἡ τῶν νοημάτων ἐκτελευτήσει διεκδρομή. Οἴου γὰρ ὅτι πάντως που φήσειεν ἂν ὁ διεστραμμένος· Εἰ τῷ Θεῷ καὶ Πατρὶ
25τὸ Πατὴρ ἴδιον ὄνομά τε καὶ χρῆμά ἐστιν ὅτι γεγέννηκε, τῷ γε μὴν Υἱῷ, τὸ Υἱὸς ὅτι γεγέννηται, καὶ ἀληθὲς εἰπεῖν ὅτι τὴν εἰς ἄλληλα μεταβολὴν ἀνεπίδεκτον ἕξει τὰ δηλούμενα, ἔσται γὰρ ἀεὶ Πατὴρ ὁ Πατήρ, εἰς Υἱὸν οὐ μεταπλαττόμενος, καὶ μὴν καὶ ὁ Υἱὸς Υἱός, εἰς Πατέρα μὴ μεθιστάμενος·
30ἴδιον ἔσται τοῦ Πατρὸς τὸ ἀγέννητον, ἐπείπερ ἴδιον τοῦ
Υἱοῦ τὸ γεννητόν. Καὶ ἐπείπερ ἐστὶν ἕτερον ἀληθῶς τὸ ἀγεννήτως εἶναι παρὰ τὸ γεννητῶς, ἑτεροίως ἕξουσι καὶ αὐτοί, καὶ οὐκ ἔν γε τοῖς ὁμοίοις ἀπαραλλάκτως ὄντες νοηθεῖεν ἄν.228 in vol. 1
35Α. Εἶτα τί δρῷεν ἂν οἵ γε τοιοῦτοι πάλιν ἢ τὸ τῆς ἐν Χριστῷ νοουμένης ἁπλότητος παρασημαίνειν τὸ κάλλος, καθὰ καὶ οἱ τὸ χρυσοῦν νόμισμα κιβδηλεύοντες; Ἄθρει γὰρ ὅπως τὸν ὀρθὸν τῆς ἀληθείας παρευθύνουσι λόγον, καὶ νόθης σοφίας εὑρήμασιν ἐπαγάλλονται· λαλοῦντες δὲ
40τὰ ὑπέρογκα, καταπτοιεῖν οἴονται τὴν συναγωγὴν Κυρίου, κατὰ τὸν ἀλαζόνα Γολιάθ. Β. Ἔχει μὲν ὧδε. Πλὴν ἴσθι τοῦτο ἐροῦντας καὶ οἷς ἔφην ἀρτίως ἐνστησομένους. Α. Ἀλλ’ ἔξεστι δή που παντί τῳ λοιπὸν ἐκκεκρου‐
45σμένους ὁρᾶν καὶ λογισμοῦ τοῦ καθήκοντος καὶ φρενὸς

420

ἀγαθῆς, καὶ αὐτοὺς ταῖς σφῶν ἀμαθίαις ἐποιμώζειν ὀφεί‐ λοντας, εἰ ταυτί τε ἔχειν ἐροῦσιν ὀρθῶς, καὶ κατ’ ἐκείνους ἔσονται τοὺς οἷσπερ ἐδόκει λέγειν· «Ἐθέμεθα ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασθησόμεθα.» Ἠγνοήκασι
5γάρ, ὡς ἐγᾦμαι, πρῶτον μὲν ὅτι οὐ ταὐτόν ἐστιν οὔτε τὴν ὁμοίαν ἂν ἔχοι δήλωσιν ἀγέννητος καὶ πατήρ. Οὐ γὰρ εἴ τι πατὴρ ἔσται δή που καὶ ἀγέννητον πάντη τε καὶ πάντως· οὔτε μὴν εἴ τι ἀγέννητον, τοῦτό ἐστι καὶ πατήρ. Ἢ εἴπερ οὐχ ὧδε ἔχει, πολλὰ μὲν ἀγέννητα, πολλοὶ γὰρ
10πατέρες. Μυρίοι δὲ ὅσοι πατέρες τοσαῦτα δὲ εἶναι καὶ τὰ ἀγέννητα παραδείξειεν ἂν ἡμῖν τῶν νοημάτων ἡ βάσανος. Τὴν γάρτοι τῶν ὄντων εἰ διασκεψαίμεθα φύσιν καὶ τὸν ἐφ’ ἑκάστῳ λόγον ὡς ἔνι διαγινώσκοιμεν, οὐ πάντα διὰ
γεννήσεως παρενηνεγμένα πρὸς ὕπαρξιν καταθρήσαιμεν ἄν.230 in vol. 1
15Εἰ καὶ ὅτι μάλιστα ψυχρός τε καὶ ἄναλκις τῶν διεστραμμένων ὁ λόγος, οὐχ ἕν τι κυρίως τοῦ ἀγεννήτου σημαίνοντος· πολλὰ γὰρ ἀγέννητα καὶ ταῖς κατ’ εἶδος διαφοραῖς ἕτερα κατὰ τὴν φύσιν· τί δὴ οὖν ἄρα φαῖεν ἂν εἴ τις ἔροιτο τυχόν· Τὸ πατὴρ ὄνομα τί ἂν βούλοιτο δηλοῦν; Πότερα
20τὸ μὴ γεγεννῆσθαι πρός τινος, ἢ μᾶλλον ὅτι γεγέννηκεν; Β. Τό, οἶμαι, ὅτι γεγέννηκεν. Α. Ὀρθῶς. Εἰ μὲν οὖν ὁ τῆς πατρότητος νόμος πάντη τε καὶ πάντως πρὸς τὸ ἀγεννήτως εἶναι τοὺς πατέρας μεμελέτηκεν ὑψοῦν, τί μὴ καὶ ἡμεῖς αὐτοὶ πρὸς τὸ ἀγεννήτως
25εἶναι διᾴττομεν, ἀναδεδειγμένοι πατέρες; Εἰ δὲ ὁ τῆς φύσεως θεσμὸς ἐπ’ ἐκεῖνο μὲν οὐδαμῶς, ἀποφέρει γε μὴν ἐπὶ τὸ ἔχειν ἐξ ἑαυτῶν τὰ τικτόμενα, καὶ οὐκ ἂν ἑτέρως ἔχοι, τί τὴν ἀλήθειαν παραφθείροντες, ἴδιον εἶναί φασι τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀγέννητον, καίτοι τῆς πατρὸς ἐπω‐
30νυμίας καὶ ἐφ’ ἡμῶν αὐτῶν ἕτερον οὐδὲν καταδηλοῦν δυναμένης ἢ μόνον ὅτι γεγέννηκεν; Β. Οἴει δὲ δή τι χρῆναι λέγειν ἡμᾶς, εἴ τῳ καὶ ἔρεσθαι δοκοίη πότερα γεννητὸς ἢ ἀγέννητος ὁ Θεὸς καὶ Πατήρ; Α. Φαίην ἂν ὅτι, κατά γε τὸν ἀμωμήτως ἔχοντα νοῦν,
35ἀγέννητος μέν, πλὴν οὐχ ὅτι πατὴρ διὰ τοῦτο πάντως καὶ ἀγέννητος, ἀλλ’ ὅτι μὴ ἐγεννήθη πρός τινος· ἀλλ’ 〈ὡσ〉 ἔστιν ἀγεννήτως, γεννητῶς ἔχων ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ τὸν ἴδιον Υἱόν, ταύτῃ γὰρ δή τοι καὶ Πατὴρ ὀνομάζεται. Β. Καὶ ἔστω ταῦτα, φησί, πλὴν τὸ ἀγεννήτως εἶναι
40παρὰ τὸ γεννητῶς ἑτεροίως ἕξει καὶ οὐ ταὐτὸν ἂν νοοῖτο.
Εἰ γὰρ μὴ ἕτερόν ἐστι καὶ ἕτερον, οἴει δὲ εἶναι ταὐτόν,232 in vol. 1

421

χωρείτω πάλιν ἐπ’ ἀμφοῖν ἀδιάκριτος ἡ μεταβολή, καὶ ἡ τῶν ὀνομάτων ἰδιότης ὁμοίως ἔστω τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καθὰ καὶ τὸ ἄφθαρτος καὶ ἀόρατος καὶ τὰ λοιπά. Α. Ἕτερον μέν τι τὸ ἀγεννήτως εἶναι παρὰ τὸ γεννητῶς
5ἀνενδοιάστως καὶ ὁμολογουμένως· τὴν γὰρ τοῦ πρέποντός τε καὶ ἀληθοῦς τάξιν οὐ παραλύσομεν. Πλὴν ἔν γε τοῖς τοιούτοις ἡ τῶν ὀνομάτων διαφορὰ οὐχ ἑτερότητα τὴν ὡς Θεοῦ καθὸ Θεὸς ὑπεμφήνειεν ἄν, σημαίνει δὲ μόνον ὅτι μὴ τοιῶσδε ἐστί, τουτέστι μὴ γεγεννημένος. Τί δὴ οὖν
10ἄρα πρὸς τοῦτό φασιν οἱ πάντα φύρδην ἀλλήλοις συνα‐ ναχέοντες, καίτοι δεινὸν ἔχοντες περὶ ταῦτα τὸν νοῦν, ἐξωφρυωμένοι τε ἄγαν καὶ ἀναφυσῶντες μέγα; Β. Συμβέβηκεν οὖν τῷ Θεῷ καὶ Πατρὶ τὸ ἀγέννητον. Α. Ἥκιστά γε· ἅμα γὰρ νοεῖται Θεός, καὶ σὺν αὐτῷ
15πάντα τὰ αὐτοῦ, καὶ οὐκ ἂν νοοῖτό τι συμβεβηκὸς ἐπ’ αὐτοῦ. Καὶ μὴ θαυμάσῃς, ἐπεί τοι καὶ ἐφ’ ἡμῶν αὐτῶν οὕτω ἔχον κομιδῇ τοῖς ἐθέλουσιν ἀταλαίπωρον ἰδεῖν. Καίτοι γὰρ ἐν χρόνῳ τὸ εἶναι λαχόντες, ὁμοῦ τοῖς οὐσιωδῶς ἐνυπάρχουσι καὶ ἀχωρίστως προσπεφυκόσιν ἀπογεννώμεθα. Οὐδὲν οὖν
20ἄρα νοοῖτ’ ἂν εἰκότως ἐπὶ Θεοῦ τὸ συμβεβηκὸς αὐτῷ. Καὶ εἴπερ ἐστὶ τὰ συμβεβηκότα ἢ καὶ φυσικῶς ἐνόντα ταῖς τινων οὐσίαις οὐκ ἐν ὑπάρξει δὴ πάντως αὐτὰ καθ’ ἑαυτὰ τῇ ἰδίᾳ καὶ διωρισμένῃ, καθάπερ ἐπ’ ἀνθρώπου νοοῦμεν ἢ γοῦν ἐφ’ ἑτέρου τῶν ὄντων τινός, ὁρᾶται δὲ μᾶλλον περὶ
25τὰς τῶν ὄντων οὐσίας, ἤγουν ἐν αὐταῖς, ποῖον ἔχειν ἐν Θεῷ τόπον τὸ ἀγέννητον ὑποτοπητέον; Εἰ γάρ ἐστί τι τὸ
ἀγέννητον αὐτὸ καθ’ ἑαυτὸ καὶ ἐν ὑπάρξει τῇ ἰδίᾳ κείμενον· ἔστι δὲ τοῦτο, καθάπερ ἐκεῖνοί φασιν, ἴδιον τοῦ Θεοῦ καὶ Πατρός· ἕτερον ἂν εἴη παρὰ τὸν οὗ ἐστιν ἴδιον. Τὸ γάρ234 in vol. 1
30τινος ὂν καὶ ὑπάρχον ἰδιοσυστάτως ἕτερόν που πάντως ἐστὶ παρὰ τὸν οὗ ἐστι. Καὶ δεδίπλωται λοιπὸν ἡ ἁπλῆ τοῦ Πατρὸς φύσις, ἐκ πατρὸς ἡμῖν καὶ ἀγεννήτου συντεθειμένη. Προσεκτέον δὲ οὐχὶ ταῖς ἐκείνων δοκησισοφίαις, ἀλλὰ ταῖς τοῦ Σωτῆρος φωναῖς, εὖ μάλα διαγινώσκοντος τήν
35τε ἑαυτοῦ καὶ τοῦ τεκόντος φύσιν. Ἀγέννητον μὲν γὰρ οὐδαμῶς, Πατέρα δὲ ἡμῖν ὠνόμαζεν αὐτόν. Β. «Ἄμελγε γάλα καὶ ἔσται βούτυρον,» ὁ τοῦ Σολομῶνος ἡμῖν ἐξᾴδει λόγος, καὶ σοφόν, ὥς γέ μοι δοκεῖ, τὸ χρησμῴ‐ δημα. Τὸ γάρ τοι κατερεθίζειν ἐπὶ τὸ χρῆναί τι τῶν ἀναγκαίων
40εἰπεῖν, τὸν ἀπορρήτοις ἐννοίαις μεθύοντα νοῦν καὶ μαθήμασι

422

τοῖς θείοις μεμεστωμένον, εἴη ἄν, κατά γε τὸ αὐτῷ μοι δοκοῦν, ἕτερον οὐδὲν ἢ ἐκεῖνο δρᾶν, τῶν εἰς εὐσέβειαν ἡκόντων οἷά τινος γάλακτος ἐμφορεῖσθαι λόγων οὐ μετρίως ἐρᾶν. Οὐκοῦν, ἢν ἐφίης, ἔσομαι τοιοῦτος, πρόσκλησιν
5ὥσπερ τινὰ ταῖς εἰς τὸ νοεῖν προθυμίαις τὸ ἀντιφέρεσθαι δοκοῦν ἀεί πως παρεντιθείς. Ἀπόκριναι δὴ οὖν ἐρομένῳ καὶ τόδε· Ἆρ’ οὐκ οἶδε, φησίν, ἀγέννητον ὄντα ὁ Υἱὸς τὸν Πατέρα; Α. Ναί, καταρνήσομαι γὰρ οὐδαμῶς, ἀλλ’ οὐδ’ ἂν ἁλοίην
10πώποτε τοῖς ἐναργέσι φιλονεικῶν· πλὴν οἶδεν ὄντα ἀγέννητον ὡς ἄφθαρτον καὶ ἀθάνατον καὶ ἀόρατον· ἀλλ’ ἐμέμνητο μὲν τῶν τοιούτων οὐδενός, κατωνόμαζε δὲ Πατέρα λέγων· «Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου.» Καὶ αὖ· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ
15καὶ τῆς γῆς.» Καὶ μὴν καί· «Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω.» Τί δέ; Οὐχὶ καὶ τὸν ἐπὶ τῷ ἁγίῳ
βαπτίσματι θεσμοθετήσας ὅρον, καὶ τῆς ἀμωμήτου πίστεως τὴν ἐν ἀρχαῖς ὑποβάθραν τοῖς ἀνὰ πᾶσαν τὴν ὑφ’ ἥλιον κατατιθείς, οὐ παρεὶς ἐκεῖνα καὶ παριππεύσας, τό τε236 in vol. 1
20ἄφθαρτόν φημι καὶ τὸ ἀγέννητον καὶ τὰ λοιπά, βαπτίζειν ἐκέλευσεν «εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος,» τά, οἶμαι, δι’ ὧν μὲν ἥκιστα χρῆν τὴν ἁγίαν ἡμῖν Τριάδα καταδηλοῦν προμηθέστατα παρω‐ θούμενος, ἀπολεξάμενος δὲ καὶ προθεὶς τῶν ἄλλων τὰ τῶν
25ὀνομάτων εὐκρινεστάτην ἡμῖν καθιστάντα τὴν ἑκάστου τῶν σημαινομένων ἰδίαν ὕπαρξιν; Κοινὰ γάρ, ἵν’ οὕτως εἴπω, τῆς ὅλης θεότητος λέγοιτ’ ἂν τὰ τῇ οὐσίᾳ τῇ ἀνωτάτῳ προσπεφυκότα, καὶ τὴν θείαν μέν τις εἰ κατονομάσαι φύσιν, ὁλόκληρον ἡμῖν ὡς ἐν ἑνὶ τῷ σημαινομένῳ παρέδειξεν
30εὐθὺς τὴν ἁγίαν Τριάδα, τὴν ἐν μιᾷ θεότητι νοουμένην, πλὴν οὔπω διεσταλμένως τὸ ἑνὸς πρόσωπον ἰδικῶς. Πατέρα δὲ καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον λέγων, οὐκ ἀφ’ ὧν ἐστιν ἀδιακρίτως ἡ πᾶσα τῆς θεότητος φύσις ποιεῖται τὴν δήλωσιν, ἀλλ’ ἐξ ὧν τὸ τῆς ἁγίας Τριάδος διαγινώσκεται ταὐτὸν εἰς
35οὐσίαν ἐν ὑποστάσεσιν ἰδικαῖς, ἑκάστῳ τῶν νοουμένων ἀποκρίνοντος τοῦ λόγου τὸ αὐτῷ προσῆκον ὄνομα, καὶ ἐν ἰδικαῖς τιθέντος ὑποστάσεσι τὰ οὐσιωδῶς ἡνωμένα. Τὴν μὲν γὰρ ἀνωτάτω ῥίζαν ἧς ἐπέκεινα τὸ σύμπαν οὐδὲν ἐννοήσεις τὸν Πατέρα, τὸν δέ γε τῆς ἀνωτάτω ῥίζης ἐκπεφυ‐
40κότα καὶ γεγεννημένον παραδέξῃ τὸν Υἱόν, οὐκ ἐν ἴσῃ τάξει τοῖς πεποιημένοις τὴν ἐν χρόνῳ λαχόντα γένεσιν, οὔτε

423

μὴν ἐν ἐλάττοσιν ἢ ἐν οἷς ὁ Πατὴρ τὸ τῆς ἰδίας φύσεως ἐκφαίνοντα κάλλος, ἀλλ’ ἅμα τε καὶ συναΐδιον καὶ κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχοντα, δίχα μόνου τοῦ τεκεῖν· προσήκει γὰρ ἂν τοῦτο μόνῳ τῷ Θεῷ καὶ Πατρί. Ἅγιον
5δὲ Πνεῦμα προσερεῖς τὸ ἐκ Θεοῦ Πατρὸς δι’ Υἱοῦ προχεό‐ μενον φυσικῶς καὶ καθάπερ ἐν τύπῳ τῆς ἐκ στομάτων διεκπνοῆς τὴν ἰδίαν ἡμῖν κατασημαῖνον ὕπαρξιν, οὕτω τε σαφῆ καὶ ἀσύγχυτον τὴν τῶν τριῶν ὑποστάσεων ἐν ὑπάρξεσιν ἰδικαῖς ἰδιότητα τηρῶν, μίαν τε καὶ ὁμοούσιον τὴν ἁπάντων238 in vol. 1
10βασιλίδα προσκυνήσεις φύσιν. Β. Κάλλιστα ἔφης· οὐ γὰρ ἔσθ’ ὅπως ἂν οὐχ ὧδε ἡμῖν ταῦτ’ ἔχοι. Φασὶ δ’ οὖν ὅμως διὰ τῆς τοῦ ἀγεννήτου φωνῆς τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἰδικῶς ὁρίζεσθαι φύσιν, οὕτω τε ἀμογητὶ διαφανεῖσθαι λοιπὸν ἑτεροφυᾶ τὸν Υἱόν, εἴπερ
15ἐστὶν οὐ ταὐτὸν τῷ ἀγεννήτῳ τὸ γεννητόν. Α. Οὐκοῦν, ὦ βέλτιστοι, φαῖμεν ἂν αὐτοῖς καὶ ἡμεῖς εἰκότως, εἰ τὴν τοῦ Υἱοῦ φύσιν ὁρίζει τὸ γεννητόν, ἑτεροφυᾶ δὲ ταύτῃ τοι καὶ ἀλλότριον εἶναί φασι τῆς οὐσίας τοῦ Πατρός, τὸ ἐντεῦθεν ἤδη τί; Δεινὰ μὲν ἀποπληξίας ἐγκλή‐
20ματα, παλίμφημοι δὲ τῆς τοῦ Μονογενοῦς οὐσίας κατα‐ θρασύνονται δόξαι, κατασείουσαι πρὸς τὸ κάτω τὸν ἀνωτάτω, καίτοι λέγοντα σαφῶς πρὸς ἡμᾶς μὲν ὡς πεποιημένους· «Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ,» ὑποστάσεως δὲ τῆς ἰδίας πέρι· «Ἐγὼ ἐκ τῶν ἄνω εἰμί.» Ὅπως δὲ ἡμῖν ὁ ἄνω
25τε καὶ ἄνωθεν κατοιχήσεται πρὸς τὸ κάτω καὶ ἀλλότριον αὐτοῦ, παντί τῳ συνιέναι ῥᾷον ἐκεῖνο διεσκεμμένῳ. Ἆρα γὰρ οὐχ ὥσπερ ἀγέννητον ἅπαν ἀγεννήτῳ παντὶ δοίη τις ἂν κοινὸν ἔχειν λόγον, κατά γε τὸ ἀγεννήτως εἶναί φημι, οὕτως ἂν εἴη, κατά γε τὸν τοῖς διαλογισμοῖς ἑπόμενον
30λόγον, καὶ παντὶ τῷ γεννητῷ τὸ γεννητὸν ἴσον τε καὶ ὁμοίως ἔχον; Β. Εἶτα πῶς τοῦτο ἀμφίλογον; Ὅμοιος γὰρ δι’ ἀμφοῖν καὶ ἀπαραποιήτως ἔχων ὁ συλλογισμός.
Α. Ἆρ’ οὖν, ὦ Ἑρμεία, δυσκάτοπτον ἔτι τὸ δυσσέβημα240 in vol. 1
35ἐρεῖς, ἤγουν οἴει διαλήσειν δύνασθαι τὸν ἀπατεῶνα λόγον τῶν δι’ ἐναντίας, κατάπλαστον μὲν ἔχοντα τὸν ὡραϊσμὸν καὶ θεοπρεπέσι λεξειδίοις κατηγλαϊσμένον, ὡς ἂν ἀποφέρειν δύναιτο τῶν ἁπλουστέρων τὸν νοῦν, ἀκαλλεστάτην δὲ σφόδρα τὴν δυσφημίαν ὠδίνοντα; Κατεκομίσθη γὰρ ἡμῖν ὁ Υἱὸς
40εἰς ποίημα, καὶ ἐν τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν κατελογίσθη λοιπὸν ὁ ἐν ᾧ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Εἰ γὰρ ὅρος ἔσται τοῦ Υἱοῦ κατ’ ἐκείνους τὸ γεννητὸς ὄνομα, καὶ

424

τῆς οὐσίας σημαντικὴν παραδεξαίμεθα τὴν φωνήν, τὸν αὐτὸν ἕξει λόγον, καθὸ νοεῖται γεννητός, παντὶ γεννητῷ. Μυρία δὲ ταῦτα, καὶ ἀριθμοῦ κρείττονα, καὶ μέχρις αὐτῶν διήκοντα τῶν εὐτελεστάτων, ἐμπίδος λέγω καὶ μυίας καὶ
5τῶν αἰσχιόνων ἔτι. Β. Ὀρθῶς ἔφης. Α. Ἀνθ’ ὅτου δὲ δὴ καὶ Υἱὸν ὀνομάζουσιν, ἤγουν οἴονται Πατέρα ὑπάρχειν τὸν Θεόν, εἰ μὴ τέτοκεν ἀληθῶς ἐξ ἰδίας ἡμῖν οὐσίας τὸν Υἱόν; Οὐκοῦν μήτε Πατέρα, μήτε μὴν
10Υἱὸν ὀνομαζόντων ἔτι· φίλη γὰρ ἀεὶ Χριστιανοῖς ἡ ἀλήθεια. Πρὸς μὲν οὖν τοὺς παρ’ ἐκείνων ἐμέτους πῶς οὐκ ἀμείνων ἡ σιωπή; «Μὴ ἀποκρίνου γὰρ ἄφρονι, φησί, κατὰ τὴν ἀφροσύνην αὐτοῦ.» Ἀλλ’ ἵνα μὴ ὥσπερ οἱ τὴν ἐρήμην διώκοντες, ἀκρατέστερόν τε καὶ ἀπηνέστερον ἐπιφύωνται
15τοῖς πολλοῖς, ἐπιτείχισμα ποιούμενοι τὸ ἐν λόγοις εὐτριβές, οἰόμενοί τε ὑπάρχειν δυσανάτρεπτον κομιδῇ τὸν οὐκ οἶδ’ ὅπως αὐτοῖς ἐκπορισθέντα λόγον καὶ συλλογισμοῖς ἀθλίοις ἐπι‐ κουρούμενον· φέρε δή, φέρε τοὺς ταῖς ἐξ ἀπάτης καὶ δόλου παντευχίαις ἐνηρμοσμένους ψιλοί τινες ὥσπερ καὶ
20ἀθώρηκτοι πολεμισταὶ ταῖς ἀπὸ κοινῶν ἐννοιῶν ἀνθυπο‐
φοραῖς, Χριστοῦ συνόντος τε καὶ συνασπίζοντος, ὡς ἔνι καταδῃώσωμεν, ἀναμελῳδοῦντες εὐκαίρως τὸ διὰ φωνῆς τοῦ Δαβίδ· «Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν242 in vol. 1
25θλιβόντων ἡμᾶς καὶ τοὺς μισῶντας ἡμᾶς» τε καὶ σὲ «κατῄσχυνας.» Β. Ἴθι δὴ οὖν εὖ μάλα γεννικῶς· συναντιτάξεται γὰρ καὶ σύνοπλος ἡμῖν ὁ πάντων ἔσται Δεσπότης. Α. Εἶμι μὲν δή, καὶ μάλα προθύμως· ὀκνητέον γὰρ
30ἥκιστά γε· οἶμαι δὲ δεῖν καὶ πρὸ τῶν ἄλλων ἐκεῖνο εἰπεῖν. Β. Τὸ ποῖον δή; Α. Ὡς ἀνούστατά τε καὶ ἀτεχνέστατα ὅρον εἶναί φασιν ἐπὶ Θεοῦ τὸ ἀγέννητον· ὅρον δὲ εἶναί φημι τὸ ὁρισμοῦ δύναμιν ἔχον. Ἢ οὐχὶ τοιοῦτος ὁ παρ’ αὐτοῖς ἔφυ λόγος
35καὶ ἀναισχυντίας εἰς τοῦτο διεληλακότες ἁλοῖεν ἄν; Β. Ναί. Καταδείσαντες γὰρ οὐδέν, ὧδέ τε ἔχειν ἐροῦσι, καὶ μὴν καὶ ἐνστήσονται. Α. Οὐκ ἂν διαψεύσαιο. Θρασὺ γάρ τι χρῆμα καὶ αἰδοῦς ἁπάσης ὡς ἀπωτάτω βεβηκός, ἀμαθία, ὄκνον τε πεφροντικὸς
40οὐδ’ ὁπωστιοῦν. Ἥκιστα γὰρ δὴ δεδιέναι φιλεῖ τὸ καὶ αὐτῆς, εἰ τύχοι, τῆς ὄντως ὀρθῆς τε καὶ ἀμωμήτου κατα‐ ψηφίζεσθαι δόξης, καταθεῖ δὲ μᾶλλον ἀπεριεργάστως πρὸς πᾶν τὸ δοκοῦν, καὶ εἰ φαίνοιτό τι τῶν λίαν ἀπηχεστάτων.

425

Θέα δὴ οὖν τοῖς ἐξ ἀμαθίας ἁλόντας βρόχοις, ἔν γε τούτῳ μάλιστα δεινῶς. Τοὺς γάρτοι τῶν οὐσιῶν ὅρους οὐκ ἐν ὀνόματί τε καὶ λέξει μιᾷ ποιουμένους εὑρήσομεν τοὺς οἵ γε ταῦτά εἰσιν ὅτι μάλιστα σοφοὶ καὶ οἷς ἐν λόγῳ τὸ
5ἐν τούτοις εὐδοκιμεῖν καὶ ἐξακριβοῦν ἐπείγεσθαι ταυτὶ ἀπᾷδον εὑρήσομεν. Καὶ οὔ τί που μόνον τὸ ἐν λέξει μιᾷ ποιεῖσθαι τοὺς ὅρους, ἀλλ’ εἰ καί τις ἴοι διὰ δυεῖν, οὐκ εἰσάπαξ γὰρ
καὶ τελείως καταδηλοῦσθαί φασιν, ἀλλ’ ἐν τρισί που μᾶλλον ἢ καὶ ἔτι πλείοσιν· ἀριδηλότατα γὰρ εἶεν ἂν οὕτω τὰ244 in vol. 1
10ὁριζόμενα. Β. Οἷον δὴ τί; Α. Εἰ γὰρ ἐξαιτοῖτό τις ἀποφήνασθαι τυχὸν τὸ τί ἐστιν ἄνθρωπος· εἶτα ποιοῖτο τὴν ἀπόκρισιν στενοτάτην ὥσπερ καὶ ἐν λέξει μιᾷ, καὶ ὁρίσαιτο λέγων ζῷον· ἀσημότατα
15ἐρεῖ. Ὁμολογουμένως μὲν γὰρ ζῷον ὁ ἄνθρωπος, πλὴν οὐ μόνως τε καὶ ἰδικῶς, ἀλλὰ συνωνύμως ἑτέροις. Πλεῖστα γὰρ ὅσα καὶ ἕτερα ζῷα. Καὶ γὰρ καὶ κύων καὶ βοῦς καὶ πάρδαλις ζῷον. Εἰ δὲ δὴ καὶ δευτέραν τῇ πρώτῃ λέξει προστιθείς, ζῷον εἶναι διορίσαιτο θνητόν, οὐδὲν ἧττον
20ἀτονήσει περὶ τὴν ἀκριβῆ καὶ ὁλοκλήρως ἔχουσαν ἔνδειξιν, καίτοι λέγων τἀληθές. Ζῷα γὰρ εἶναί φαμεν θνητὰ κύνα τε καὶ βοῦν καὶ τὰ λοιπά. Εἰ δὲ δὴ προήκοι καθεξῆς διὰ πάντων ὁ λόγος τῶν ἀνθρώπῳ προσόντων οὐσιωδῶς, γενικῶς τε καὶ ἰδικῶς, ὁμοῦ μὲν ζῷον λογικόν, ὁμοῦ δὲ
25θνητὸν ἀποκαλῶν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, οὐδενὸς τῶν ἀναγκαίων ἐπιδεᾶ πρὸς δήλωσιν τὸν ὅρον ἐξηνέγκατο. Συνίης οὖν ἄρα λοιπὸν ὡς ὀρθός τε ἡμῖν καὶ ἀληθὴς ὁ λόγος; Β. Συνίημι· πῶς γὰρ οὔ;
30Α. Ὅτε τοίνυν ἀτεχνές τε καὶ ἀκαλλὲς καὶ τῆς φιλαιτάτης αὐτοῖς ἐπιστήμης ἀμοιροῦν τὸ ἐν μιᾷ λέξει τὴν ὁρισμοῦ γράφεσθαι δύναμιν, τί δὴ ἄρα φαῖεν ἄν, καίτοι δοκησισο‐ φοῦντες λίαν, εἰ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὅρον εἶναι διαβεβαιώσαιτο τὸ ἀγέννητον; Ἐοίκασι δὲ τοῖς
35τοιούτοις ἐπιθρῴσκειν λόγοις ἀπερισκέπτως ἄγαν, καίτοι καὶ ἰσχνόν, ὡς οἴονται, καὶ κατερρινημένον ἔχοντες νοῦν. Παριππεύει γάρ, οἶμαι, καὶ διαθεῖ καὶ τοῦτο αὐτούς.
Β. Τὸ τί δὴ φῂς ἢ ποῖον; Α. Οἱ γάρ τοι τῶν οὐσιῶν ὅροι, εἰ κατὰ λόγον ἐκφέροιντο246 in vol. 1
40τὸν οἰκείως ἔχοντα καὶ φίλα αὐτοῖς, ἄρχονται μὲν ἀπὸ γένους, συνεισκομίζουσι δὲ τῷ γένει τὴν ἑκάστου τῶν σημαινομένων οὐσιώδη διαφοράν, ἤτοι διαφοράς· οἴου δέ με πάλιν ἐκεῖνο θέλειν εἰπεῖν. Β. Διασάφει. Χρῆναι γὰρ ὧδέ φημι τόν γε ἐπὶ τούτοις
45ἡμῖν ἰέναι λόγον. Α. Ἄρα γάρ, εἴ τίς σε ἔροιτο προσιὼν βούλοιτό τε

426

φράζειν αὐτῷ τί μὲν δὴ κύων, τί δὲ καὶ βοῦς, τί ἔφησθα ἄν, ὦ Ἑρμεία; Β. Ἔφην ἂν ὅτι ζῷα. Α. Εἶτα, εἰπέ μοι, τουτὶ καὶ μόνον εἰπών, ἀποχρῶσαν
5οἰήσει ποιεῖσθαι τὴν δήλωσιν; Β. Οὐ πάνυ· προσθείην γὰρ ἂν εἴπερ οὖν ἑλοίμην τὰ εἰκότα λέγειν καὶ τὰς ἑκατέρῳ πρεπούσας φυσικὰς διαφοράς. Α. Ἀληθέστατά τε καὶ εὖ ἔχει. Οὐκοῦν ἀμφίμαχον μὲν οὐδαμῶς, εἴη δ’ ἂν μᾶλλον οὐκ ἀσυμφανές, ὅτι τοῖς τῶν
10οὐσιῶν ὅροις διὰ γένους μὲν πρότερον, ἔπειτα δὲ διὰ τῆς ἑκάστῳ πρεπούσης εἰδοποιοῦ διαφορᾶς ἰτέον. Β. Οὐχ ἑτέρως ἔχει. Α. Ἄθρει δὴ οὖν, μᾶλλον δὲ ἀποφηνάσθων ἡμῖν οἱ τὸ ἀγέννητον ἀμαθῶς εἰς ὅρου δύναμιν ἀποφέροντες, πότερα
15γένους εἶναι βούλονται τὴν λέξιν ἢ διαφορᾶς σημαντικήν. Εἰ μὲν οὖν ὡς γένος εἶναί φασι, σημαινέτω μηδὲν τῶν ἄλλων ἐξῃρημένον, ἵνα μὴ ἁλισκοίμεθα τῆς εἰδοποιοῦ διαφορᾶς τὴν δύναμιν τῷ γένει προσάπτοντες, αὐτό τε τῆς ἰδίας ἰσχύος ἐξωθούμενοι. Εἰ δὲ δὴ παρέντες τουτί, διαφορὰν
20εἶναι λέγοιεν, προσαποδεικνύντων ἡμῖν τίνος ἔσται διαφορά,
μὴ προὔπτου κειμένου τῷ λόγῳ τοῦ γένους. Πῶς δ’ ἂν καὶ ὅρος ἡμῖν οὐσίας ἀποχρώντως τε ἔχοι, καὶ κατὰ τὸν ἴδιον ὁρῷτο λόγον, ἀπὸ μόνης διαφορᾶς συγκείμενος; Ἆρ’ οὐ γέλωτα ὄφλειν ἀναγκαῖον αὐτοὺς εἰ τῇδε ἔχειν248 in vol. 1
25ἐνστήσονται; Β. Ὀφλήσουσι γάρ, ἐπεί τοι τοῦτό ἐστιν οὐκ ἀμφίβολον. Α. Εἴπερ οὖν τις βούλοιτο πρὸς τούτοις εἰπεῖν ὅτι καὶ αὐτὸ τῆς ἐσχάτης διαβολῆς ἐκμεμεστωμένον εἰσάπαν ἀσχημονήσει τὸ δόγμα αὐτοῖς, πῶς οὐκ ἀληθέστατα ἐρεῖ;
30Β. Τί παραδείξας; Εἰπέ. Α. Ὡς γὰρ ἔφην φθάσας, ἀπὸ μόνης διαφορᾶς ὁ ἡστινοσ‐ οῦν οὐσίας ὅρος οὐκ ἂν ὑγιῶς γένοιτό ποτε. Προεπινοεῖται γάρ πως ἀεὶ τῆς ἰδίας διαφορᾶς τὸ γένος, ἐξ οὗ καθάπερ ἀπὸ βαλβίδος ἐπιτροχάδην ἰὼν ὁ λόγος καὶ τοῖς καθεξῆς
35ἐνδιακρίτως ἐμβάλλων, ὀρθὴν καὶ ἀνενδοιάστως ἔχουσαν ποιεῖται τὴν δήλωσιν. Εἰ τοίνυν ὅρου δύναμιν ἀποπληροῦν τὸ ἀγέννητον ἀμαθῶς διατείνονται, διαφορὰ μὲν οὐκ ἔσται· σημαίνει γὰρ ἡμῖν οὐκέτι μὲν ὅτι μὴ γεγέννηται, ἀλλ’ οὐδὲ δύναμιν ἔχειν τῇ λέξει τοιαύτην παραχωρήσομεν· παρα‐
40ληφθείη δ’ ἂν μᾶλλον τό γε ἧκον ἐπ’ αὐτοῖς ὡς γένος ἁπλῶς καὶ ἀδιακρίτως, εἰ καὶ ὅτι μάλιστα λογισμοῦ τοῦ καθήκοντος ἀμοιρήσειεν ἂν καὶ μάλα εἰκότως τὸ γένος ἐθέλειν ὀνομάζειν ἐπὶ Θεῷ, εἴπερ ἐστὶ κατ’ αὐτὸν ἢ γοῦν

427

πρὸ αὐτοῦ τῶν ὄντων οὐδέν. Πλὴν ὑποκείσθω γένος ἐπ’ αὐτοῦ τὸ ἀγέννητον, κατά γε τὸ ἐκεῖνοις ἀπεριμερίμνως συνδοκοῦν, γένος δὲ ὅλως ἡμῖν ὑποσημαῖνον οὐδέν, ἵνα μὴ διαφορᾶς ἐπέχοι τόπον τε καὶ δύναμιν. Οὐκ εἰσκομιζούσης οὖν ἔτι
5τῆς τοῦ ἀγεννήτου φωνῆς τοῦ μὴ γεγεννῆσθαι τὴν δήλωσιν, ποίαν ἂν ἡμῖν ἐπιδείξειε τὴν διαφορὰν Πατρὸς πρὸς Υἱόν,
ἢ πῶς ἂν ἔχοι τὸ μεῖον κατά τι γοῦν ὅλως, κἂν εἰ ὑπάρχειν νοοῖτο γεγεννημένος, συνίημι μὲν οὐ σφόδρα ἐγώ· σὺ δὲ δὴ τί φῄς, ὦ Ἑρμεία;250 in vol. 1
10Β. Τί ἂν ἔχομαι πρὸς τοῦτο εἰπεῖν; Α. Ἀλλ’ ὅτι μὲν δὴ τὸ ἀγέννητον τὴν ὅρου δύναμιν οὐκ ἂν ὑγιῶς ἐπιδέξαιτο καὶ ἐπιστημόνως σαφῶς τε καὶ διαρκέστατα διηλέγξαμεν, καθάπερ ἐγᾦμαι, ἄηθες μὲν ἔχοντες τὸ διὰ τῶν τοιούτων ἰέναι λόγων, χαριζόμενοι δὲ
15ταῖς ἀνάγκαις τὸ παρὰ βούλησιν καὶ τῶν ἐπιστήμης καὶ τριβῆς ἐπέκεινα χρειωδῶς ἁπτόμενοι. Ἑτέρας δ’ οὖν ὅμως ταῖς ἤδη προευρημέναις ἐπισωρεύειν ἐννοίας οὐκ ἀταλαί‐ πωρον μέν, πλήν, ὡς ἂν οἷός τε ὦ, πειράσομαι. Φασὶ τοιγαροῦν οἱ σφόδρα δεινοί τε καὶ ἀκριβεῖς καὶ σχολαῖοι
20περὶ ταῦτα παντὶ πρέπειν ὅρῳ τὴν καλουμένην ἀντιστροφήν. Β. Καὶ τί δὴ τοῦτό ἐστιν ὡς ἥδιστα ἄν σου διαπυθοίμην. Α. Οὐκοῦν διὰ τῶν αὐτῶν εἶμι δὴ λόγων, καὶ ἀνακυκλήσας ἐρῶ. Ὁριζόμεθα γὰρ ἄνθρωπον μὲν τῷ τοιῷδε λόγῳ, ζῷον λογικὸν θνητόν· ἵππον δὲ αὖ τῷ τοιῷδε, ζῶον χρεμετι‐
25στικόν. Ποιησόμεθα δὲ καὶ ἑτέρως τῶν προκειμένων τὴν δήλωσιν, καὶ οὔτι που πάντως ἀπὸ τῶν πρώτων, ἀλλ’ ἐκ τῶν τελευταίων φωνῶν, ἀνόπιν ἰόντες ἐπὶ τὰς τῶν ὅρων ἀρχάς. Εἰ γάρ τί ἐστι θνητόν τε καὶ λογικὸν ζῷον, τοῦτον νοήσεις ἄνθρωπον, καὶ αὖ εἴ τι χρεμετιστικὸν ζῷον, τοῦτο
30τὴν ἵππου παραδείξει φύσιν. Ὅρος οὖν εἴπερ ἐστὶ τὸ ἀγέννητον, τί μὴ δέχεται τὴν ἀντιστροφήν; Μὴ γὰρ κατο‐ κνούντων ὁμολογεῖν ὡς εἴ τί ἐστιν ἀγέννητον, τοῦτο καὶ ὅρος ἐστὶ καὶ οὐσία τοῦ Θεοῦ καὶ Πατρός. Ἀλλ’ οὐκ
ἀληθὴς ὁ λόγος. Μυρία γὰρ ὅσα ταυτί, καὶ ἀριθμοῦ κρείττονα,252 in vol. 1
35καὶ ὀχληρὸν οἶμαι τὰ καθέκαστα λέγειν. Αἰσθάνῃ δὴ οὖν εἰς ὅσην αὐτοῖς διώλισθεν ἀτοπίαν ὁ λόγος; Β. Ναί, δεινήν γε σφόδρα. Α. Ὅρος δὲ αὖ καὶ ἑτέρως οὐκ ἂν εἶναι δύναιτο τὸ ἀγέννητον, εἰ τῇδέ πη πάλιν αὐτὸ διασκεψαίμεθα. Ὁριζόμεθα
40γὰρ τῶν ὄντων ἕκαστον ἀφ’ ὧν εἶναι πεπίστευται καὶ ἔστιν ἀληθῶς, οὐκ ἀφ’ ὧν εἶεν μὲν ἂν οὐδαμῶς, στερηθῆναι δὲ ὥσπερ τινῶν συμβέβηκεν. Β. Πῶς λέγεις;

428

Α. Τὸ γάρτοι πῦρ ἤτοι τὸ ὕδωρ τυχόν, ὅ τι ποτέ ἐστιν ἑκάτερον ἤτοι ποδαπὸν τὴν φύσιν ἀγορεύειν ἐθέλοντες, πυρὸς μὲν πέρι φαμὲν ὅτι σῶμα θερμόν τε καὶ ξηρόν· θατέρου δὲ αὖ, ὡς ὑγρόν τε εἴη καὶ ψυχρόν. Καὶ τοῦτο, οἶμαι, ἔστι
5τὸ ἀφ’ ὧν εἰσιν ὁρίζειν αὐτά. Εἰ δὲ δὴ φαῖμεν, τὴν μὲν τοῦ πυρὸς ἐξηγούμενοι φύσιν, ὅτι μήτε ψυχρὸν μήτε ὑγρόν ἐστι, παρέντες τὸ λέγειν ὅτι θερμόν τε καὶ ξηρόν, περὶ δὲ αὖ ὕδατος ὅτι μήτε θερμὸν μήτε ξηρόν, καίτοι δέον εἰπεῖν ὅτι ψυχρόν τε καὶ ὑγρόν, πόθεν ἄν σοι δοκοῖμεν ποιεῖσθαι
10τὴν δήλωσιν; Β. Ἀφ’ ὧν ἐστέρηνται καὶ οὐκ εἰσὶν ὁμολογουμένως. Α. Οὐκοῦν, εἴ τῳ δοκεῖ περὶ ὁτουοῦν τῶν ὄντων ὧδέ τε φρονεῖν καὶ λέγειν, παραδείξειεν ἂν εὐκρινέστατά τε καὶ ἀπλανῶς τὸ ἐφ’ ἑκάστῳ τυχὸν ἀληθές;
15Β. Οὐδαμῶς. Α. Εἰ δὴ οὖν ἐπὶ Θεοῦ καὶ Πατρὸς τὸ ἀγέννητον μόνον ἡμῖν τὸ μὴ γεγεννῆσθαι δηλοῖ, πῶς ἂν καὶ ὅρου δύναμιν ἔχοι, ὡς οὐχὶ τί ἐστιν, ἀλλὰ τί οὐκ ἔστι τοιῶσδε κατα‐ σημαῖνον;
20Β. Ὅτι μὴ γεγέννηται πάντως που φῄς; Α. Οὕτως ἔφην· τουτὶ γὰρ ἡμῖν ἡ τῆς λέξεως ὠδίνει δύναμις. Τί δὲ δὴ καὶ λογιοῦνται πάλιν, εἰ προσθέντες λέγοιμεν ὅτι τῶν οὐσιῶν οἱ ὅροι πρὸς οὐδὲν ἀναγκαίως ἔχουσι τὴν ἀντιδιαστολήν, οὔτε μὴν ἐν τάξει τῶν πρός τι254 in vol. 1
25καταδειχθεῖεν ἄν, ὧν εἴπερ τις ὀνομάσαι τὸ ἓν θατέρου δὴ πάντως οἱονεί πως διαμεμνήσεται; Συνεισκρίνεται γὰρ ἀεὶ δι’ ἀμφοῖν ἡ ἑκατέρου δήλωσις. Β. Οὐ σφόδρα ἔμοιγε σαφὴς ὁ λόγος. Α. Καὶ μὴν τὸ ἐμποδὼν οὐδὲν συνιέναι γὰρ δὴ πάρα
30σοὶ σαφῶς. Πατέρα μὲν γὰρ εἴ τις ὀνομάσαι τυχόν, ἐνεβίβασέ πως τῶν ἀκροωμένων τὸν νοῦν εἰς ἐννοίας τὰς περὶ υἱοῦ, ἤτοι ἁπλῶς τε καὶ ἀτέχνως γεννήματος. Ἀληθὲς δ’ ἂν εἴη καὶ τὸ ἔμπαλιν· συνεισδραμεῖται γὰρ πάντως τῇ τοῦ γεννήματος σημασίᾳ καὶ τὸ γεννῶν. Ἕξει δὲ ὁμοίως καὶ
35κατὰ τὸν ἴσον, οἶμαι, τρόπον τὸ δεξιὸν καὶ εὐώνυμον· ἅμα γάρ τι τούτων ὠνόμασται, καὶ συνεισέφυ τὸ ἕτερον. Ὁ δέ γε τῆς ἀνθρώπου, φέρε εἰπεῖν, οὐσίας τὸν ὅρον ἐξενεγκών, ἤτοι τῆς ἑτέρου ὁτουοῦν τῶν ζῴων, οὐδὲν αὐτῷ συμπαρέζευξε τὸ διεσταλμένον, ἤγουν ἀναγκαίως
40ἀντανιστάμενον, καθάπερ ἀμέλει καὶ ἐπὶ τοῦ δεξιοῦ τὸ εὐώνυμον, ἤγουν τοῦ πατρὸς τὸ υἱός, ἢ τοῦ τεκόντος ἁπλῶς τὸ γεννώμενον. Ἄνθρωπος γὰρ ὁ ἄνθρωπος καὶ λίθος ὁ λίθος, πρὸς οὐδὲν ἔχοντα τὴν διαστολήν, ἀλλ’ ὅτι κύριά πως αὐτοῖς, καὶ ἰδικὰ τὰ ὀνόματα. Ἡ δέ γε ἀγέννητος φωνή,

429

τοῦ μὴ γεγεννῆσθαί τινα τὴν ἔννοιαν ἔχουσα, συνυπαι‐ νίττεταί πως τὸ γεννητόν, οὗ τὴν ποιότητα διεκφεύγουσα αὕτη τοῖς ἰδίοις ἐγκαθορμίζεται. Εἶτα, πῶς ὅρος ἡ ἀγέννητος ἂν εἴη φωνή, οὐχ ὁμοίως ἔχουσα τῷ γεννητῷ, κατά γε τὸ
5ἐξ ἀμφοῖν δηλούμενον; Β. Τὸ μηδὲν οὖν εἶναι φῂς ἐπὶ Θεοῦ Πατρὸς τὸ ἀγέννητον; Α. Οὐχὶ τὸ μηδέν, πολλοῦ γε καὶ δεῖ. Φαίην δ’ ἂν ἔγωγε τετηρῆσθαι μόνῳ καὶ ἀνῆφθαι πρέπειν αὐτῷ, κατά γε τὸν τοῦ μὴ γεγεννῆσθαι λόγον, πλὴν ἥκιστά γε οἰστέον εἰς256 in vol. 1
10ὅρου δύναμιν αὐτό. Β. Ἀλλ’ εἰς ὅρου μὲν δύναμιν μὴ δὴ τετάχθω, φασίν, τὸ ἀγέννητον ἐπὶ Θεοῦ καὶ Πατρός, οὐσία δὲ ὅμως ἔστω τοῦτο αὐτοῦ· καὶ εἴπερ ἐστὶν ἀντικείμενον τῷ ἀγεννήτῳ τὸ γεννητόν, οὐκ ἂν εἴη κατὰ φύσιν ὁ αὐτὸς τῷ Πατρὶ ὁ
15Υἱός, τῆς τῶν ὀνομάτων ποιότητος ὁριζούσης ἡμῖν εὖ μάλα τὴν οὐσιώδη διαφοράν. Α. Ὡς δριμὺς ἄγαν ὁ λόγος καὶ ταῖς τῶν ἐννοιῶν ἐξ ἑτέρων εἰς ἕτερα πολυστρόφοις διαδρομαῖς εὐκόλως δια‐ ποικίλλεται. Καί μοι δοκοῦσιν οἱ τῶν ἀνοσίων τουτωνὶ
20δογμάτων ὑπασπισταὶ ὑποστῆναί τι τοιοῦτον ὁποῖόν τί φασι κατειθίσθαι δρᾶν καὶ τοὺς οἷς ἡ τέχνη τὰ εἰς πίνακας καὶ γραφήν, οἳ ἐπειδὰν ἑτερόχρουν ἀποφήνωσί τι τῶν ζῴων, διαμαρτούσης αὐτοῖς τῆς ἐννοίας καὶ μὴν καὶ χειρὸς εἰς τὸ παρὰ φύσιν ἑτεροίαις αὖθις αὐτὸ μεταχρωννύντες
25βαφαῖς εἰς τὸ ἀμεινόνως ἔχειν δοκοῦν, τότε δὴ μόλις ἐφικέσθαι νομίζουσι τοῦ μὴ διεψεῦσθαι δοκεῖν τοῖς θεωμένοις τὴν γραφὴν καὶ μὴν καὶ εὖ ἔχειν τὰ τῆς ἐμπειρίας αὐτοῖς. Ἀλλ’ ἐξ ὧν εὐδοκιμεῖν οἴονται τῶν ἤδη προεπταισμένων λελήθασι σφᾶς αὐτοὺς δεινὴν οἱονεί πως ποιούμενοι τὴν
30καταβοήν, καὶ ὁ τῆς ἐπανορθώσεως ἔπαινος τῶν ἀτέχνως αὐτοῖς εἰργασμένων ἀποφανεῖ τὸ ἀκαλλές. Ἢ οὐκ ἀληθὲς ὅπερ ἔφην;
Β. Ἀληθὲς μὲν οὖν. Πλὴν ἀνέντες ἀμνησικάκως τὸ καὶ εἴπερ ἕλοιντο μεταχωρεῖν ἐφ’ ἕτερα, πρὸς ἐκεῖνα ἴωμεν,258 in vol. 1
35ὡς ἂν μή τις αὐτοῖς τῆς καθ’ ἡμῶν ὀφρύος ἐκπορισθείη λόγος διὰ τοῦ καὶ κατοκνῆσαι τὸν ἀγῶνα δοκεῖν. Α. Ἐφῶμεν δὴ οὖν, οἴει γὰρ ὧδε ταῦτ’ ἔχειν ὀρθῶς. Καὶ δὴ καὶ ἀγορευόντων ἀμαθῶς οὐσίαν εἶναι Θεοῦ τὸ ἀγέννητον, ἀλλ’ εὐθύς, οἶμαι, τις καὶ πρός γε τουτὶ πλατὺ
40γελάσας ἐρεῖ· Εἰ τὸ ἀγέννητον οὐσία Θεοῦ, μυρία δὲ ὅσα τὰ ἀγεννήτως ὄντα κατὰ τὸν κόσμον, πᾶν εἴ τι ἀγέννητον, τοῦτό ἐστιν οὐσία Θεοῦ, ἤγουν ἕξει τὸ ἀγέννητον εἰς λόγον οὐσίας. Ἔστι τοίνυν ἀγεννήτως μὲν οἷον ἥλιος, πεποίηται δὲ κατὰ τὸν ἴσον σελήνη τρόπον, ἄστρα τε καὶ οὐρανοί·

430

παρίημι γὰρ Ἀρχάς τε καὶ Θρόνους καὶ κτίσιν ἅπασαν τὴν ὑπὲρ ἡμᾶς, οὐ διὰ γεννήσεως καθάπερ ἡμεῖς τὴν εἰς τὸ εἶναι λαχοῦσαν εἰσβολήν. Ἀλλ’ οὐ πᾶν ἀγέννητον οὐσία Θεοῦ, οὔτε μὴν τοῖς ἀγεννήτως οὖσιν εἰς οὐσίας ὅρον τὸ
5ἀγέννητον καταλογισθείη ἄν. Τὸ ἄρα ἀγέννητον οὐκ ἂν εἰς τοῦτο παραδεξαίμεθα, τὸν ὑγιᾶ τε καὶ ἀπαράφθορον ἔτι σῴζοντες νοῦν. Ἄλλως τε—δεῖν γὰρ οἶμαι καὶ τοῦτο ἐπενεγκεῖν—εἰ τὸ ἀγέννητον οὐσία, τὸ δὲ τῆς οὐσίας ὄνομα, μήτε γένους, μήτε εἴδους, μήτε μὴν διαφορᾶς ἢ διαφορῶν
10ἐπενηνεγμένων, ὑποφανεῖ τοῖς ἀκροωμένοις τὸ σύμπαν οὐδέν, πλὴν ὅτι μόνον οὐσία, καταδηλούτω μηδὲν ἐπὶ Θεοῦ τὸ ἀγέννητον, μήτε μὴν τοῦ μὴ γεγεννῆσθαι καταλογιζέσθω σημαντικόν, ἀλλ’ ἢ ὅτι μόνον οὐσία, καὶ τίνος ἀσυμφανές· γένους γὰρ ἔτι, καὶ εἴδους, καὶ διαφορᾶς ἀμοιρεῖ. Λέγωμεν
15δὲ ὧδε καὶ ἐφ’ Υἱοῦ τὸ τῆς γεννήσεως ὄνομα, καὶ νοείσθω μόνον οὐσία, ψιλῶς ἔτι καὶ οὐδαμόθεν διωρισμένως. Ἑκατέ‐
ροιν οὖν ἡμῖν τοῖν ὀνομάτοιν ἁπλῶς καὶ ἀδιαστόλως ἐκπεφωνημένοιν, καὶ τὴν οὐδενὸς εἰσποιούντων ἔννοιαν πλὴν ὅτι μόνον οὐσία, τίς ἂν εἴη ἡ διαφορὰ λοιπὸν Πατρὸς260 in vol. 1
20πρὸς Υἱόν; Οὐσία γὰρ ὡς πρὸς οὐσίαν, ἐπενηνεγμένου μηδενός, οὔτε τὸ μεῖζον, καθά φησιν, οὔτε τὸ ἔλαττον, οὔτε τὸ κατατέμνον εἰς ἑτερότητα τὴν κατά τι γοῦν ὅλως διακεκτήσεται, ἀλλ’ ἢ εἰσάπαν ὁμοιότης οὐσίᾳ πρὸς οὐσίαν ἐνδοιασμοῦ τινος δίχα προσείη ἄν, κατά γε τὸν ὀρθῶς
25ἔχοντα λογισμόν, ἔστ’ ἂν οὐσίαι νοῶνται μόνον καὶ ὀνο‐ μάζωνται. Οὐκοῦν ἀτέχνως καὶ ἀδιακρίτως οὐσίαν τοῦ Θεοῦ τὸ ἀγέννητον ἐκδεξάμενοι, κατερυθριάτωσαν ἀμαθαίνοντες, καὶ μὴ ἐπιτείχισμα τῇ τοῦ Υἱοῦ φύσει τὴν λέξιν ἀναδει‐ μάμενοι τῶν τῆς ἀληθείας καθυλακτούντων δογμάτων, τὴν
30οὐδαμόθεν ἡμῖν ὁρωμένην διαφορὰν ὡς ἐμφανῆ παραφέ‐ ροντες, εἰ μήτε τὸ ἀγέννητον ἐπὶ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ μὴ γεννηθῆναι τυχόν, μήτε μὴν θάτερον ἐφ’ Υἱοῦ τὸ γεννηθῆναι δηλοῖ, οὐσίαι δὲ ἄμφω, καὶ τοῦτο ἀδιαστόλως. Παρέδειξε γὰρ ἀρτίως ἡμῖν ὁ λόγος ὡς διΐστησιν οὐδὲν
35οὐσίαν οὐσίας, εἴς γε τὸ ἑτεροίως ἔχειν, καθό φαμέν τε εἶναι καὶ νοοῦμεν οὐσίας. Οἴει δὴ οὖν ἄρα σαφῆ τε εἶναι καὶ ὑγιᾶ τὸν λόγον, ἢ ἐπανορθώσῃ καὶ μεθαρμόσεις ἐπὶ τὸ ἄμεινον; Β. Οὐδαμῶς. Ἔχει γὰρ ὀρθῶς.
40Α. Εἰ δὲ δὴ καὶ ἐκκλέψειαν αὐτοὶ τῆς τοῦ ἀγεννήτου φωνῆς τοῦ μὴ γεννηθῆναι τὴν δήλωσιν καὶ οὐσίαν ἁπλῶς

431

ὑπάρχειν ἐνστήσονται, ποῖος ἂν ἡμῖν ἐκδυσωπήσειε λογισμὸς τοὺς ἐθέλοντας ἀφελεῖν τοῦ γεννητοῦ τὴν γέννησιν καὶ εἰς οὐσίας αὐτὸ καταγράφειν δύναμιν, καθάπερ ἀμέλει
καὶ αὐτοὶ τὸ ἀγέννητος; Εἶτα πῶς ἔτι διαγνωσόμεθα καὶ262 in vol. 1
5ποῖος ἡμῖν ἀποτεμεῖ λόγος τὴν ἐν προσώπῳ τε καὶ ὑποστάσει διαφορὰν τοῦ Πατρὸς πρὸς Υἱόν, ἤγουν τοῦ Υἱοῦ πρὸς Πατέρα; Τίς γὰρ ὁ γεννήσας ἔτι, καὶ τίς ὁ γεγεννημένος, ἀσυμφανὲς ἤδη πως. Φροῦδος δὴ οὖν ὁ σύμπας ἡμῖν τῆς πίστεως διοίχεται λόγος. Πόθεν γὰρ ἔτι καὶ πῶς εἴς τε
10τὸν Πατέρα καὶ τὸν Υἱὸν πιστεύομεν ὡς εἰς γεννήτορα καὶ γεγεννημένον; Οὐ γὰρ ψιλὴν καὶ περεφθαρμένην ἔν γε δὴ μάλιστα τουτοισὶ τὴν τῶν ὀνομάτων σημασίαν παρα‐ δεξόμεθα, πολλοῦ γε καὶ δεῖ. Φαίην δ’ ἂν εἰκότως ὡς ἀκριβῆ τε καὶ ἀναγκαίαν, εἴπερ ἐστὶν ἡμῖν εἰς ἀλήθειαν ἡ
15πίστις καὶ θεογνωσίας τῆς ὄντως οὐ διημαρτήκαμεν, εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα βεβαπτισμένοι. Β. Εὖ λέγεις· ἐπυθόμην δὲ ὅτι κἀκεῖνό φασιν, ὅτι κέκληται Πατὴρ ὡς δημιουργὸς καὶ τοῖς ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρενηνεγμένοις οἱονεί τις ἀρχὴ καὶ γένεσις πεφηνώς.
20Καὶ γοῦν καὶ ἡμεῖς αὐτοὶ δεδιδάγμεθα, φησί, κατονομάζειν οὕτω τὸν Θεὸν καὶ ἀγορεύειν ἐν προσευχαῖς· «Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς.» Α. Εἶτα, ὦ βέλτιστοι, φαῖμεν ἂν πρὸς τοῦτο αὐτοῖς, πότερα καλεῖν κεκελεύσμεθα Πατέρα τὸν Θεὸν ὡς εἰς τὸ
25τῶν ποιημάτων τελοῦντες γένος, ἢ ὅτι τῇ τῆς υἱοθεσίας δόξῃ κατεστέμμεθα, καὶ κατελογίσθημεν ἐν τέκνοις; Β. Ὡς ποιήματα μὲν διὰ τὴν φύσιν, υἱοὶ δὲ διὰ τὴν χάριν. Α. Ἀλλ’ ἔνθαπερ ἂν ὀνομάζοιτο πατήρ, καὶ μὴν καὶ
30υἱός, μὴ συνεισβαλλέτω τὸ ποιηθέν, μήτε μὴν ὁ τοῦ πεποιῆ‐ σθαι λόγος παρεισκεκριμένος ὁράσθω τέως, ἐπεί τοι πατρὶ μὲν ἡ σχέσις πρὸς υἱόν, υἱῷ δὲ αὖ πρὸς πατέρα, μεσολαβοῦντος οὐδενός, καθάπερ ἀμέλει καὶ ποιητῇ πρὸς ποίημα καὶ
ποιήματι πρὸς ποιητήν. Εἰ δὴ οὖν τὸ ἑκάστῳ πρέπον ἀφαι‐264 in vol. 1
35ρήσομεν, καὶ τὴν τῶν καλουμένων πρός τι δύναμιν ἀτέχνως ἀτιμάζοντες, πρὸς πατέρα μὲν τῷ πεποιημένῳ, υἱῷ δὲ πρὸς ποιητὴν τὴν ἐκ τῶν σημαινομένων σχετικὴν δύναμιν ἀπονέ‐ μοντες ἁλωσόμεθα, πῶς οὐκ ἂν ἐντεῦθεν καὶ μάλα εἰκότως τὸν ἐπὶ ταῖς ἀνωτάτω φρενοβλαβείαις ὀφλήσαιμεν γέλωτα;
40Β. Ὡς υἱοὶ Πατέρα καλέσομεν τὸν Θεόν· φληνάφων γὰρ οἶμαι τὸ διατείνεσθαι περιττά. Α. Ἀλλ’ οὔτε πατὴρ εἴη ἂν κατά γε τὸ ἀληθές, οὔτε μὴν υἱός, εἰ μή τις νοοῖτο γεγεννηκὼς καὶ γεγεννημένος.

432

Β. Ὀρθῶς ἔφης. Κεκλήσθω δὴ οὖν, φασί, Πατὴρ ὁ Θεός, εἰ βούλει, τρόπῳ καταχρηστικῷ. Α. Πόθεν, ὦ τᾶν, τὴν ἐπωνυμίαν εὑράμενος, εἴπερ ἐστὶν αὐτὸς κατὰ φύσιν οὐ Πατήρ; Ἢ τάχα που παρ’ ἡμῶν
5ἐροῦσι τῶν φύσει τε καὶ ἀληθείᾳ πατέρων; Β. Εὖ ἴσθι τοι καὶ τοῦτο ἐροῦντας. Α. Ποῖ δὴ οὖν ἄρα θήσομεν τὸν μακάριον Παῦλον, οὐχ ἡμῖν ἀπονέμοντα τῆς πατρότητος τὴν ἀρχήν, ἀλλ’ οὐδὲ ἑτέρῳ τινὶ τῶν κτισμάτων, ἀφιεροῦντα δὲ ὥσπερ καὶ ἀναθέντα
10μόνῳ τῷ γε ἀληθῶς Θεῷ καὶ πρώτῳ Πατρί· γεγραφότος δὲ ἡμῖν ἐπαΐοι τις ἄν· «Ἐξ οὗ πᾶσα πατριὰ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται.» Ἀπόκριναι γάρ, ὦ Ἑρμεία, διαγυμνάσεις δὲ οὕτως ἡμῖν τὸν λόγον, εἰ ἑλοίμην ἀναμαθεῖν ἆρ’ ἐν χρόνῳ γέγονεν ἀγέννητος ὁ Θεός, τοῦτο οὐκ ὢν ἐν
15ἀρχαῖς, ἢ γοῦν ἅμα νοεῖται Θεὸς καὶ ἦν ἀγεννήτως; Β. Ἀγεννήτως ἦν· τὸ γὰρ ἕτερόν τι παρὰ τοῦτο φάναι πῶς οὐκ ἀβέλτερον κομιδῇ; Α. Τῆς τοῦ ἀγεννήτου φωνῆς τὸ μὴ γεγεννῆσθαι δηλούσης, ἢ πῶς;
20Β. Τὸ μὴ γεννηθῆναι δηλονότι. Α. Τί γὰρ ὅλως ἔδει τὸν ἀνάρχως ὄντα Θεὸν ὁρᾶσθαι τοιοῦτον; Ἢ ποίαν ἂν αὐτῷ καὶ τὴν κατὰ τίνων διαστολὴν προσεποίησεν ἡ λέξις, ἤγουν ἡ φύσις, εἴπερ αὐτοῦ φύσις ἐστὶ τὸ ἀγέννητον, οὐδενός πω τῶν γεννητῶν γεγονότος266 in vol. 1
25ἢ συνυπάρχοντος, εἴπερ οὐκ εἶναί φασι γεννήτορα τοῦ Υἱοῦ τὸν Πατέρα; Πρὸς τί γὰρ ἀγέννητος, τῆς τῶν γεννητῶν οὐσίας οὔπω τὸ σύμπαν εἰσκεκριμένης; Οὐ γὰρ δή που φαῖεν ἄν, ὥς γέ μοι φαίνηται, συνάναρχά τε καὶ συναΐδια τῷ ἀγεννήτῳ Θεῷ τὰ γεννητῶς ἐκτισμένα. Καὶ εἴπερ ἦν
30ἀγέννητος ἀεὶ Πατὴρ ὢν ὁ Θεός, ὑφεστάναι δὴ πάντως ἀνάγκη λέγειν καὶ τὸν δι’ ὃν ἦν ἀγέννητος, τουτέστι τὸν γεννητῶς ὄντα Υἱόν, οὗ τὴν εἰκόνα καταπλουτήσαντες καὶ διὰ τῆς κατ’ εὐσέβειαν ἀρετῆς λαχόντες τὴν μόρφωσιν, Πατέρα καλοῦμεν τὸν Θεὸν καὶ ἡμεῖς αὐτοί, καθ’ ὁμοίωσιν
35τοῦ ἀνωτάτω τε καὶ πρώτου Πατρὸς πατέρες ὠνομασμένοι. Πρεσβύτερα γὰρ ἀεὶ τῶν εἰκόνων τὰ ἀρχέτυπα. Β. Καὶ τί τὸ ἀπεῖργον τοὺς δι’ ἐναντίας Πατέρα κεκλῆσθαι λέγειν καταχρηστικῶς τὸν Θεόν, ἐπείπερ ὅλως ἐσμὲν ἡμεῖς κατὰ φύσιν πατέρες, κεκλημένος δὲ Πατὴρ ὡς τοῖς
40γεγονόσιν αἴτιος εἰς τὸ εἶναι καὶ ὑπάρχειν, ἔχει τὸ ἀγέννητον εἰς οὐσίας δύναμιν; Α. Ἀλλὰ μεμαρτύρηκεν ἡμῖν ἀληθὴς ὢν ὁ Παῦλος ὡς

433

διήκει παρ’ ἐκείνου τὸ τῆς πατρότητος ὄνομα κατὰ παντὸς ποιήματος λογικοῦ κατ’ εἰκόνα καὶ μίμησιν τοῦ πρώτου δεικνύοντος ἐναργῶς τοῦθ’ ὅπερ ἐστὶ καὶ ἐν ἡμῖν αὐτοῖς. Ἔφη δὲ οὐδαμῶς ὅτι καὶ πᾶσα ἀγεννησία παρ’ αὐτοῦ ἔν τε
5οὐρανῷ καὶ ἐπὶ γῆς, ἢ χρῆν ὅλως γεννηθῆναι μηδέν, ἵνα καὶ ἐνσημαίνοιτο τοῖς πεποιημένοις ἡ τοῦ ἀγεννήτου εἰκών. Τὸ γὰρ δὴ μάλιστα κατακαλλύνειν εἰδὸς τὴν κτίσιν ἡ πρὸς τὸ πάντων ἐστὶν ἀνωτάτω συμμορφία τε καὶ ἐμφέρεια. Β. Ἀναιρήσομεν οὖν τὴν κτίσιν, ἀποσυλῶντες αὐτῆς τὴν268 in vol. 1
10γέννησιν ἵνα διαπλάττοιτο πρὸς τὸ ἀγεννήτως ἔχον; Α. Οὐ τοῦτό φημι, νοημάτων δὲ τῶν ἐντεῦθεν τὴν ἀτοπίαν ᾠήθην ἔγωγε παραδεῖξαι δεῖν, ὧν ὅτι προσῆκεν ἀποφοιτᾶν ἰέναι τε ὡς ἀπωτάτω σοφὸς ἡμᾶς ἀναπείθει λόγος· «Σεαυτὸν ἁγνὸν τήρει,» καὶ τό· «Μὴ χρῆναι
15κοινωνεῖν ταῖς ἑτέρων ἁμαρτίαις,» εὖ μάλα παραφωνῶν. Καίτοι γὰρ δέον ἡμᾶς ἀπρὶξ ἠρτῆσθαι φιλεῖν τῆς τῶν ἁγίων Πατέρων ἀδιαβλήτου δόξης, τί τοῖς ἀλλοτρίοις ἐφήδεσθαι χρή, καὶ ἀγρίας οὕτω μετασχεῖν φρενός; Ἀγρία γὰρ φρὴν ἡ τῆς τοῦ Υἱοῦ καθυλακτοῦσα δόξης, καὶ «λαλοῦσα κατὰ
20τοῦ Θεοῦ ἀδικίαν,» κατὰ τὸ γεγραμμένον. Ἐδόκει γάρ, οἶμαι, καὶ μάλα ὀρθῶς τοῖς διαβοήτοις ἐκείνοις ἀνδράσιν, οἳ τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων ταμίαι γεγόνασιν, εὔνοι τε καὶ δοκιμώτατοι, οὐσίαν μὲν οὐδαμῶς τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀγέννητον, φωνὴν δὲ εἶναι μόνον τοῖς
25ἀκροωμένοις τὸ μὴ γεννηθῆναι κατασημαίνουσαν. Ὃ δὴ καὶ ἐνεῖναί φαμεν τῷ λόγῳ τῷ περί γε τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός, οὐκ αὐτόχρημα εἶναι τὴν Θεοῦ οὐσίαν. Ἔστι γὰρ δὴ τοῖς ἐθέλουσιν ἀνασκοπουμένοις ὁρᾶν ὡς ἁπάντων ἡμῖν τῶν ὄντων ἢ καὶ ἐν μόναις ὄντων
30ὑποψίαις τοῦ εἶναι καὶ μονονουχὶ τὸ τῆς ὑπάρξεως πλαττο‐ μένων σχῆμα, τὰ μὲν ὥσπερ ἐν ἰδίαις ἕδραις ἐστὶ καὶ μὴν καὶ τὸ εἶναι τοῦθ’ ὅπερ ἐστὶν ἐνυποστάτως διεκληρώσατο,
τὰ δὲ ὧδε μὲν οὐκ ἔχει ποθέν, ἔξεδρα δὲ μᾶλλόν ἐστι, καὶ ἐν ἰδίαις μὲν οὐκ ἐρηρεισμένα φύσεσι, τὰς δέ γε τῶν ὄντων270 in vol. 1
35οὐσίας περιποτώμενα, καὶ διὰ τοῦ συμβῆναι δύνασθαι τῷ δεῖνι τυχὸν ἢ φέρε εἰπεῖν τῷ δεῖνι, μονονουχὶ καὶ συνυφε‐ στάναι τοῖς ἔχουσι δοκεῖ, ἰδίαν δὲ ὥσπερ φύσιν τὴν ἀλλοτρίαν ψεύδεται. Β. Πῶς λέγεις;
40Α. Οὐ γὰρ δὴ διαμεμνήσῃ πεπονηκότος ἡμῖν τοῦ λόγου καὶ ὡς ἔνι καλῶς ἀποδεδειχότος ὅτι τὰ ἐν τάξει τῶν συμβεβηκότων, ἢ καὶ ἐνόντων ἁπλῶς κατηριθμημένα, ἥκιστα μέν σφίσιν αὐτοῖς, ἑτέροις δὲ μᾶλλον ἐνυπάρχοντα κατα‐

434

θρήσαι τις ἄν, καὶ δοκεῖ μὲν εἶναί τι καθ’ ἑαυτὰ καὶ λέγεσθαι, φύσιν δὲ τὴν τοῦ λαχόντος ὡς ἰδίαν ἔχει. Οὐ γὰρ αὐτό τι καθ’ ἑαυτὸ καὶ ἐνυποστάτως ὑπάρχον τὸ γεννητὸν καὶ ἀγέννητον, μόνην ἡμῖν τὴν τοῦ γεγεννῆσθαι δήλωσιν,
5ἢ γοῦν τοῦ μὴ γεγεννῆσθαι τυχόν, εἰσφέροντα. Β. Εὖ λέγεις. Α. Καταλογιστέον δὴ οὖν τὴν ἀγεννησίαν, ὡς ἐνυπαρ‐ χούσαν τῷ λόγῳ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός, καὶ αὐτῆς μέν, οὐκ αὐτὴν δὲ εἶναι θετέον. Ἀνασκόπει γὰρ
10ὧδε τὴν ἀτοπίαν, εἰ δοκεῖ. Εἰ γὰρ δὴ κατὰ τὸ ἀληθὲς οὐσίαν εἶναί φασι τὸ ἀγέννητον, μυρία δὲ ὅσα τῶν ὄντων ὑπάρχειν γεννητῶς, τί τὸ ἀπεῖργον ἔτι παρανοοῦντας εἰπεῖν μηδὲ ὑφεστάναι τῶν ὄντων τινά, καίτοι τὸ εἶναι λαχόντα γεννητῶς, εἴπερ ἕκαστον ἀποδραμεῖταί τε καὶ ἐξολισθήσειεν
15ἂν τοῦ εἶναι οὐσία, μὴ ὂν ἀγέννητον; Β. Ἐξολισθήσειεν ἄν, πῶς γὰρ οὔ;
Α. Πῶς δὲ οὐχὶ κἀκεῖνο φράζειν αὐτοῖς τῶν ὅτι δὴ μάλιστα πρεπωδεστάτων; Εἰ γὰρ οὐσίαν τοῦ Θεοῦ καὶ Πατρὸς καταλογιοῦνται τὸ ἀγέννητον, ταύτην δὲ ὥσπερ272 in vol. 1
20ἰδίαν ἀπετέμετο φύσιν, τῶν ἄλλων εἰσάπαν ἀνῳκισμένην, ὑπερούσιος ὢν καὶ πάντων ἐπέκεινα Θεός, γεννητῶς εἶναι τὰ λοιπὰ διανοεῖσθαι χρὴ καὶ ἐν ἰδίᾳ τινὶ κεῖσθαι φύσει, οὐδὲν ἐχούσῃ κοινὸν φυσικῶς πρὸς ἐκείνην. Γεννητῷ γὰρ πρὸς ἀγέννητον, τίς ἂν γένοιτο καὶ ποῖος ὁ λόγος, τό γε
25ἧκον εἰς ποιότητα, δῆλον δὲ ὅτι τὴν κατ’ οὐσίαν; Εἶτα τί φαῖεν ἂν οἱ πρὸς πᾶν ὁτιοῦν εὔκολοι τῶν κακῶν, τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια καὶ ἐν τῷ γεννήματι βλέποντες, τουτέστι τῷ Υἱῷ; Ζωὴ μὲν γὰρ καὶ φῶς καὶ Θεὸς ἀληθινὸς ὁ Πατήρ· ἀλλ’ ἔστι ταῦτα καὶ ὁ Υἱός, οὐ μεθεκτῶς ἢ
30παρηλλαγμένως, ἀλλ’ οὐσιωδῶς καὶ ἐν ἴσῳ τρόπῳ. Ἆρ’ οὖν αἰσθάνῃ λοιπὸν ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἐξαίρετα οὐχὶ λόγῳ τε καὶ τρόπῳ τῷ τῆς ἀγεννησίας πρέποι ἂν μᾶλλον, ἵνα μὴ καὶ ἑτέρων εἶναι φῶμεν, ἃ δίχα γεννήσεως ὄντα τε καὶ ὑφεστηκότα φαίνεται, ἁρμόσαι δ’ ἂν μᾶλλον
35ὡς Θεῷ τῷ Πατρί; Ὧδε γὰρ ἂν διήκοι λοιπὸν ὡς εἰς Υἱόν τε καὶ ἐξ αὐτοῦ, φύσεως οἶμαι νόμῳ, τὸ ἐν οὐσίᾳ ταὐτόν. Ἔστι τοίνυν οὐσία μὲν ἥκιστά γε τοῦ Θεοῦ τὸ ἀγέννητον, σημαντικὸν δέ, ὡς ἔφην, τοῦ μὴ γεγεννῆσθαι μόνον τὸν Πατέρα, καὶ οὐχ ὑφεστηκὸς ἰδικῶς.
40Β. Ὀρθῶς ἔχει. Φαῖεν δ’ ἂν ἴσως οἱ δι’ ἐναντίας· Εἰ γεννητῶς ὄντα τὸν Υἱὸν ἐν ταὐτότητί τε καὶ ὁμοούσιον
εἶναι φῂς τῷ Θεῷ καὶ Πατρί, οὐκ ὀκνήσεις ἔτι, κατά γε τὸ274 in vol. 1

435

εἰκός, ὅτι καὶ ἀεὶ συνυπάρχει νοεῖν, καὶ οὐ δίχα πάθους καὶ ἀπορροῆς, τῆς ἐκ τοῦ τεκεῖν λεγομένου γεγέννηται, καίτοι παντὸς ἡμᾶς ἀναπείθοντος λογισμοῦ τό τινος αἴτιον προϋπάρχειν ἡγεῖσθαι τοῦ αἰτιατοῦ καὶ ὡς ἅπαν τὸ γεννώ‐
5μενον κατασίνεταί πως τὴν τοῦ τεκόντος φύσιν· πρόεισι γὰρ ὡς μέρος. Παρείσθω δὴ οὖν ἡ φύσει τε καὶ ἀληθείᾳ γέννησις, πάντη τε καὶ πάντως τὸ χρῆναι παθεῖν τὴν ἀπορροὴν εἰσκομίζουσα τὴν τοῦ παθεῖν ἀνωτάτω καὶ ἀλώβητον φύσιν.
10Α. Εἶτα οὐχὶ τοῦτό ἐστιν ἐναργῶς ὅπερ ἔφην; Οἷς γὰρ ἂν ποιοῖντο λόγοις τὸ ὅτι ἂν βούλωνται νοεῖν καθάπερ τινὰ βαφὴν ἐπιχρωματίζοντες, εἰς ἑτεροίας αὐτοὺς μεθιστᾶσι μορφὰς καὶ πρὸς πᾶν ὁτιοῦν μετακλίνουσιν εὐπετῶς, τὸ οἶμαι δονάκων διενεγκεῖν οὐδὲν ἐν σμικρῷ κομιδῇ ποιούμενοι
15λόγῳ, καίτοι χρῆν δήπου καὶ διαπεπῆχθαι φιλεῖν, καὶ τὸ τοῖς νηπίοις ἐξομοιοῦσθαι δεῖν ὡς ἀχρεῖον ἀπορρίπτειν καὶ τῶν ὅτι μάλιστα κεκιβδηλευμένων. Ἐκεῖνά τε γάρ, νοῦ καὶ φρενὸς τῆς ἀρίστης ἔτι τητώμενα, πρὸς πᾶν τὸ κινοῦν ἀπερινοήτως ἴεται· οἱ δὲ τὸ ἧκον εἰς νοῦν ἀβασανίστως
20ἁρπάζουσι, πάντα τε σαθρὸν καὶ ἄναλκιν ἐκτετιμήκασι λόγον· ἀνδραποδῶδες δὲ οἶμαι τουτί, καὶ νοῦ τὸ ῥέγχειν ἠρρωστηκότος. Ἡμῖν δὲ ὁ Παῦλος· «Ἀδελφοί, φησί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπίαζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.» Τὸ γάρ τοι φρονεῖν μὲν ἧττον ἢ
25χρῆν, μεῖον δὲ ἤπερ ἦν εἰκὸς τῆς ἀληθοῦς ἐφικέσθαι γνώσεως, καίτοι τελοῦντας εἰς ἄνδρας, οὐκ ἐφήβους ἔτι καὶ ὀλιγογνώμονας, ἥκοντας δὲ ἤδη πρὸς μέτρον ἡλικίας
τοῦ πληρώματος τοῦ Χριστοῦ, ἁγιοπρεπὲς μὲν οὔ τί που· δυσαπότριπτον δὲ ὅτι προσοίσει τὸ βλάβος οἷσπερ ἂν ὅλως276 in vol. 1
30ἐνιζήσειεν οὐκ ἀμφίβολον. Β. Οὐχ ἑτέρως ἂν ἔχοι, λέγεις γὰρ ὀρθῶς. Α. Βούλει δὴ οὖν ταυτὶ μὲν ἐν τούτοις ὅπωσπερ ἂν εἶεν ὧδε μὲν ἔχειν ἐῶμεν, ἴωμεν δὲ αὖ ταῖς ἐκείνων ἀθυρο‐ γλωττίαις ἀντεκκομίσοντες τὴν ἀλήθειαν;
35Β. Καὶ μάλα. Τοῦτο γάρ που καὶ ἄμεινον. Α. Τὸ αἴτιον τοίνυν καὶ τὸ αἰτιατόν, οὐκ οἶδ’ ὅθεν ἡμῖν ἑλόντες τε καὶ ὀνομάζοντες· οὐ γάρ που παρά γε τῆς θείας ἐροῦσι Γραφῆς· τί δὴ ἄρα καὶ φρονεῖν ἐγνώκασι; Β. Καὶ μὴν ἀρτίως ἐπύθου λέγοντος ὡς ἀεί πώς ἐστιν
40ἐν πρεσβυτέρᾳ νοήσει τε καὶ ὑπάρξει τὸ αἴτιον τοῦ αἰτιατοῦ· καὶ ὅτι τὸ γεννῶν οὐκ ἂν δίχα πάθους καὶ ἀπορροῆς δια‐ γεννήσει ποτέ. Καὶ ταυτὶ παραφέροντες, ἐν ἐλάττοσι μὲν ἢ

436

ἐν οἷς ὁ Πατὴρ ἀπεφαίνοντο τὸν Υἱόν, ἠξίουν δὲ εἶναι δεύτερον καὶ οἱονεί πως ὀψιγενῆ, καὶ τάχα που καὶ αὐτὴν οὐκ ἀληθῆ τὴν γέννησιν ἀνοσίως ἐπιφημίζοντες, καὶ τὸ ἐκ τῆς οὐσίας συκοφαντοῦσι γνήσιον.
5Α. Ἀγορευόντων δὴ οὖν ἐρομένοις ἐκεῖνο· αἴτιον τοῦ εἶναι πεπιστεύκασι τῷ Υἱῷ τὸν Πατέρα· πότερα τὴν τοῦ ποιητοῦ τάξιν ἐπέχοντα καὶ πρὸς τὸ εἶναι διακομίσαντα δημιουργικῶς ἐν ἴσῳ τοῖς κτίσμασιν, ἤγουν ὧδε μὲν οὐχί, συνεροῦσι δὲ ὅτι κατά γε τὸν ἀληθῆ τῆς γεννήσεως τρόπον
10ἐξ ἰδίας ἡμῖν οὐσίας προϊέντα τὸ γεννώμενον; Β. Ὡς Πατέρα φασίν, ἤτοι δημιουργόν. Ἁπλοῦς γὰρ
ὑπάρχων τὴν οὐσίαν ὁ ἀνωτάτω Θεός, ὡς ἂν νοοῖτο κτίζειν, οὕτω καὶ γεννᾶν. Τὸ γάρ τοι τῆς ἐνεργείας οὐ ταὐτοειδὲς συνθήσει που πάντως ἁπλοῦν ὄντα, φησίν.278 in vol. 1
15Α. Καὶ μὴν τοῦτό γέ ἐστιν ἄνω τε καὶ κάτω διακυκῆσαι τὸ πᾶν, καὶ τὴν τῶν πραγμάτων εὐδιάκριτον φύσιν ἀσυνθέτως κομιδῇ φύρδην ἀναχέαι, καὶ ἃ τῆς ἀλλήλων ποιότητος μακρός τε καὶ ἀκριβὴς ἀπονοσφίζει λόγος, ποταμίοις ἐν ἴσῳ νάμασιν εἰς μισγάγκειαν ἐνεγκεῖν· ἔφη γὰρ οὕτω τις
20τῶν παρ’ Ἕλλησι σοφῶν. Ἕτερον γάρ, οἶμαι, τὸ κτίζειν παρὰ τὸ γεννᾶν ἅπας τις οὖν ἡμῖν ἀποφανεῖ λόγος. Οἶμαι δὲ δεῖν μὴ τὸ ἁπλοῦν ἀλόγως προσνέμοντας τῷ Πατρί, πρὸς ἐκτόπους ἐννοίας ὀρθῶς ἔχοντά τε καὶ ἐν καλῷ δόξης ἐρηρεισμένον τὸν ἐπ’ αὐτῷ κατασείειν λόγον. Εἰ γὰρ ὡς
25κτίσει καὶ τέξεται, καὶ ταὐτὸν ἄμφω νοεῖται, διιστάντος οὐδενὸς εἰς διαφορὰν καὶ τὸ ἑτεροίως ἔχειν, καταδείσαιμ’ ἂν οὐδαμῶς ἐκεῖνο εἰπεῖν ὡς ὧνπερ ἂν εἴη δημιουργός, τούτων ἔσται δήπου καὶ πατήρ, καὶ πᾶν τὸ πεποιημένον νοοῖτ’ ἂν αὐτοῦ καὶ γέννημα. Τὰ δὲ ὁπόσα τέ ἐστι καὶ ἐν ὁπόσοις
30εἴδεσι καὶ διαφοραῖς φράσαι μὲν οὐ ῥᾴδιον, πάρα δ’ οὖν ὅμως τοῖς ἐθέλουσιν ἀναμετρεῖν. Οὐδὲν γάρ ἐστι τῶν ὄντων ὃ τὸν τοῦ πεποιῆσθαι διελάσει λόγον. Τελεῖ δὲ ὅτι πάντη τε καὶ πάντως ἔν γε τοῖς οὖσι καὶ τὰ ἐν ἐσχάτοις καὶ κατερ‐ ριμμένα, τίς ὁ καταρνούμενος; Ἁπάντων οὖν ἔσται, καὶ
35εἰ τῇδε ἔχοι τινά, πατὴρ ὁ Θεός. Β. Καὶ πῶς ἀτοπίας οὐ σφόδρα μεστὸς ὁ λόγος; Α. Δυσσεβείας μὲν οὖν τῆς ἐσχάτης ἐπέκεινα θεῖν φαίης ἂν μᾶλλον, εἰ τὰ εἰκότα λέγεις. Εἰ γάρ, ὡς οἴονται, παρὰ τῷ Θεῷ καὶ Πατρὶ τό τε κτίζειν καὶ τὸ γεννᾶν ἀδιάκριτον
40ἀληθῶς καὶ οὐχ ἑτεροίως ἔχον, διὰ τὸ ἁπλοῦν ἐν οὐσίᾳ, πρῶτον μὲν εἰκαιόμυθον τὴν ἁγίαν ἡμῖν ἀποφαίνουσι280 in vol. 1

437

Γραφήν, μονογενῆ τὸν Υἱὸν ὀνομάζουσαν, τόν, εἴπερ ἐστὶν ἀληθὲς ὃ δή φασιν οἱ δι’ ἐναντίας, ἐν πολλοῖς ἀδελφοῖς, μᾶλλον δὲ πᾶσιν ὁμοῦ τοῖς εἶναι πεπιστευμένοις, ἢ γεννη‐ θέντα τυχόν, ἤγουν ἐνεργείᾳ δημιουργικῇ παρενεχθέντα
5πρὸς ὕπαρξιν. Δοκεῖ γὰρ ἐκείνοις ἄμφω τε εἶναι ταὐτὸν καὶ οὐχ ἑτεροίως ἔχειν. Εἴη δ’ ἂν καὶ αὐτὸς ἁμαρτοεπής, ὡς ἔοικεν, ὁ μέγας ἡμῖν μυσταγωγὸς Ἰωάννης, οἷά τι τῶν ἀπορρήτων ἐξενεγκὼν τὸ μονογενὴς ἐφ’ Υἱοῦ· ὃν καὶ «ἐν κόλποις» εἶναί φησι τοῦ Θεοῦ καὶ Πατρός, οὐ διεψευσ‐
10μένον, οἶμαι, τὸν ἐπ’ αὐτῷ τόκον καὶ διὰ τούτου δεικνύς· διελάσοι δ’ ἂν ἡμῖν εἰς θράσους ἤδη τουτί, καίτοι σοφὸς ὢν ὁ λόγος, ὡς ἐπιθρῴσκειν ἀποτολμᾶν καὶ αὐτῷ τῷ Υἱῷ. Φαίην γὰρ ἂν ὅτι τὰς τῶν Ἰουδαίων ἀκρίτους ὁρμὰς καίτοι παρὸν ἀποσείεσθαι, καὶ μάλα ῥᾳδίως, αὐτὸς ἐφ’ ἑαυτῷ παρα‐
15θήγων ἁλώσεται. Τί γὰρ μὴ μᾶλλον ἔφασκεν· Ἐγώ εἰμι τὸ κτίσμα καὶ ποίημα τοῦ Θεοῦ, Πατέρα δὲ ἴδιον ὠνόμαζε τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ; Τί δὲ ἔδει μᾶλλον ἐπιφωνεῖν ἐν συναγωγαῖς· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται,» καὶ μὴ ὅπερ ἦν εἰκὸς καὶ λίαν εὐκόλως
20κατευνάσαι δύνασθαι τῶν ἀκροωμένων τὸν ἀτίθασσον φθόνον· Ὁ πιστεύων εἰς τὸ κτίσμα οὐ κρίνεται; Οἶμαι γὰρ ἄν, εἰ ταυτὶ διακεκραγότος διεπύθετό τις, οὐκ ἂν οἴεσθαι φορτικόν, οὐδὲ ἐθελῆσαι καταλεύειν αὐτόν, καὶ μέχρις ὀφρύος τοῦ ὄρους ἀποκομίζοντας, κρημνοῖς ἐνιέναι
25παραλόγοις ἐπιχειρεῖν. Τί δὲ δὴ καὶ ἔδρων οἱ σοφώτατοι μαθηταί, δόξαν ἔχοντες ἐπ’ αὐτῷ τὴν Υἱοῦ που πάντως
καὶ οὐχὶ τὴν κτίσματος; Ἐπειδὴ γὰρ ἐπ’ ἄκρῳ κύματι βαίνων, καὶ τὴν ὑγράν τε καὶ εὐδιάχυτον τῶν ὑδάτων φύσιν ἀφράστῳ δυνάμει τοῖς ἰδίοις ὑποστορέσας ποσί, τὸ πλατὺ282 in vol. 1
30διέθει πέλαγος, ἀσύνηθες μὲν τοῖς ἁγίοις ἀποστόλοις ἐδίδου τὸ θαῦμα, συνεισήλατο δὲ μόλις ἑκὼν καὶ ὁλκαδίῳ διέπλει, καίτοι καὶ ῥᾷστα μετόν, εἴπερ ἕλοιτο κατορθοῦν, τὸ καὶ αὐτοῖς ἐποχεῖσθαι κύμασι. Κατατεθηπότες δὲ ἤδη καὶ τὴν ἄμαχον ἐξουσίαν ἀναλογισάμενοι, προσεκύνουν λέγοντες·
35«Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.» Ἆρ’ οὖν οὐχὶ καὶ ἐνώμοτον ὡδὶ τὸ χρῆμα ποιούμενοι, εἶναί τε Υἱὸν ἀληθῶς διειπόντες Θεοῦ, διαβεβλήσονται μὲν εἰκότως ὡς ψευδοεπεῖς, διημαρ‐ τηκότες δὲ τἀληθοῦς ἁλώσονταί τε καὶ ἐλεγχθήσονται; Εἰ γάρ ἐστιν οὐχ Υἱός, ἐκ τῆς τοῦ γεννήσαντος οὐσίας ἀναφύς,
40ποίημα δὲ μᾶλλον, τῇ τῆς υἱότητος δόξῃ κατακεχρωσμένος καὶ ἐν ψιλαῖς εὐφημίαις τὴν ἐπωνυμίαν λαχών, τί μαθόντες

438

προσεκύνουν; Τί δὲ Υἱὸν ὠνόμαζον οἱ μυσταγωγοὶ καὶ τῆς ἀληθείας κήρυκες; Β. Ὡς ἄριστα ἡμῖν ὁ λόγος ἔχει. Α. Ὁ δὲ δὴ θεῖός τε καὶ ἱερώτατος Παῦλος, καίτοι
5«σκεῦος ἐκλογῆς» ὠνομασμένος παρὰ Θεοῦ, καὶ τεταγμένος ἱερουργὸς εἰς τὰ ἔθνη καὶ ταμίας ἀκριβὴς τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων, τί ἂν βούλοιτο δηλοῦν ὅταν ἥκει βοῶν περί τε αὐτοῦ τοῦ Υἱοῦ καὶ τῶν ἁγίων ἀγγέλων· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως
10αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα; Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέ‐
15λων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· καὶ πάλιν· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;» Καὶ πάλιν· «Εἰ γὰρ ὁ δι’ ἀγγέλων284 in vol. 1
20λαληθεὶς λόγος ἐγένετο βέβαιος καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευ‐ ξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας;» Πῶς γὰρ ἂν ὅλως νοοῖτο πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων τῆς ἀρρήτου δόξης ὁ χαρακτήρ, καὶ μὴν καὶ ἀπαύγασμα
25τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός, εἰ τὴν τοῦ γεγεννῆσθαι δύναμιν οὐκ ἐν πράγματος ἀληθείᾳ διακεκτή‐ σεται, ψιλαῖς δὲ καὶ μόναις καταχρυσοῦται φωναῖς, ἑτεροίως ἔχων κατὰ τὴν φύσιν καὶ συντεταγμένος τοῖς κτίσμασιν; Οὐδὲν γάρ, ὡς ἔοικε, τὸ ἀπεῖργον ἔτι καὶ αὐτὸν ἐν κτίσμασι
30τελεῖν τὸν Πατέρα, χρῆναί τε νοεῖσθαι γενητόν, εἴπερ αὐτοῦ καὶ χαρακτὴρ καὶ ἀπαύγασμα γενητὸς ὑπάρχων ἐστὶν ὁ Υἱός. Ὄνομα δὲ πῶς διαφορώτερον ἔτι κεκληρονόμηκε παρὰ τοὺς ἀγγέλους; Εἰ γὰρ ἐν ἴσῳ τοῦ κτίζειν παρὰ Θεῷ τὸ γεννᾶν, δῆλον ἂν εἴη δήπουθεν ὡς τὸ ἐν Υἱοῦ τάξει
35λελογισμένον ἀδιακρίτως ἔσται καὶ ποίημα, καὶ τὸ ἐν κτίσμασιν ἀληθῶς κατηριθμημένον οὐδὲν ἧττόν ἐστι καὶ γέννημα. Τί οὖν ἔτι διαμέλλει Θεὸς εἴς γε τὸ χρῆναι τυχὸν καὶ ἑκάστῳ τῶν ἁγίων ἀγγέλων εἰπεῖν· «Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε;» Ὃ γὰρ ἔχουσιν ἑλόντες
40οἴκοθέν τε καὶ οὐσιωδῶς, τί μὴ νέμων ὁρᾶται, μᾶλλον δὲ —θερμότερον γὰρ εἰρήσεται—τί παραιρεῖται καὶ ἀδικεῖ

439

τοὺς ἤδη λαχόντας τὴν τῆς γεννήσεως δόξαν καὶ τὸ ἐν υἱοῦ τετάχθαι λόγῳ; Διοίσει γὰρ ὅλως οὐδέν, ἐπείπερ
ἁπλοῦς ὁ Θεός, τὸ γεννᾶν τοῦ κτίζειν παρ’ αὐτῷ, κατά γε τὸν ἐκείνων ἠλίθιον νοῦν· ἀναχεῖται δὲ ἄμφω πρὸς ἕν τι τὸ286 in vol. 1
5δηλούμενον, καὶ τὴν εἰς ταὐτότητα δέχεται συνδρομήν. Β. Ναί· δοκεῖ γὰρ ὧδέ πῃ νοεῖν τε καὶ φράζειν αὐτοῖς. Α. Ἀλλ’ οὐχ ὧδε ἔχειν ἐροῦμεν ἡμεῖς· πολλοῦ γε καὶ δεῖ. Πλείστη γὰρ ὅση τοῖν τε ὀνομάτοιν ἡμῖν καὶ αὐτοῦ τοῦ χρήματος ἡ διαφορά. Ἀπόκριναι δέ, εἴ σοι δοκεῖ,
10φιλοπευστοῦντί μοι. Β. Πύθου δῆτα. Α. Ὁ τῶν θείων ἡμῶν μυσταγωγῶν ἄριστός τε καὶ ὑπέρτατος Ἰωάννης ἀναγέγραφε περὶ τοῦ Υἱοῦ· «Εἰς τὰ ἴδια ἦλθε καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον· ὅσοι δὲ
15ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Ἆρ’ οὖν τοῖς οὐκ ἔχουσι τὸ ἐν υἱοῦ κεῖσθαι δόξῃ δεδωρῆσθαι φήσομεν τῆς υἱοθεσίας τὴν χάριν, ἢ τοῖς ἥκιστα δεομένοις τοῦ λαβεῖν, οἴκοθέν τε καὶ οὐσιωδῶς πεπλουτηκόσιν αὐτό, καὶ εἰ μὴ ὑπό του δέχοιντο τυχόν;
20Β. Τοῖς οὐκ ἔχουσι. Τοῦτο γὰρ οἶμαι καὶ ἀληθές. Α. Εἶτα τίς ἔν γε τοῖς οὖσιν ὅλως οὐκ ἔχων ἁλώσεται, εἴπερ οὐδὲν ἡ γέννησις παρὰ τὸ ἐκτίσθαι ἐστί, μᾶλλον δέ, εἴπερ ἓν ἄμφω καὶ ταὐτόν, διϊστάντος ὅλως πρὸς ἑτερότητα μηδενός; Γεγεννῆσθαι γὰρ δώσομεν πᾶν ὅπερ ἔστι, κἂν
25εἰ παρήχθη πρὸς γένεσιν. Β. Ἆρ’ οὖν ἐξ αὐτῆς ἡμᾶς τῆς ἰδίας φύσεως γεγέννηκεν ὁ Πατήρ; Α. Οὐ γεγέννηκε μὲν ἡμᾶς ἐξ ἰδίας φύσεως ὁ Θεὸς καὶ Πατήρ· πλὴν οὐχ ὅπερ ἂν φαίνοιτο νοσοῦν ἑφ’ ἠμῶν
30τὸ ἀπρεπὲς καὶ ἀμήχανον τοῦτο δὴ πάντως ἀντιτάξεται κατὰ τὸν ἴσον λόγον καὶ τῷ κατὰ φύσιν Υἱῷ. Ἐκτίσμεθα
μὲν γὰρ ὁμολογουμένως ἡμεῖς· ὁ δὲ τῆς οὐσίας ἐξέφυ τοῦ Θεοῦ καὶ Πατρός, πρὸς ὃν καὶ ἡμεῖς διαμορφούμεθα καὶ ἐν γεννήσεως τάξει τὴν ἐξ ἡμερότητος δεχόμενοι χάριν,288 in vol. 1
35ἐν υἱοῖς τετάγμεθα Θεοῦ, θύραθεν μὲν καὶ εἰσποιητὸν κομιζόμενοι τὸ ἀξίωμα, θετοὶ δὲ υἱοί, διαπεπλασμένοι πρὸς ἀληθινὸν καὶ εἰσκεκλημένοι πρὸς δόξαν τὴν τοῦ κατὰ φύσιν. Θετοὶ δὲ ὅλως οὐκ ἂν εἶεν υἱοὶ μὴ τοῦ κατὰ φύσιν προϋφεστηκότος καὶ τῆς ἀληθοῦς γεννήσεως τῆς ἐσύστερον
40εἰκόνος προϋποφαινούσης ἐν ἑαυτῇ τὸ ἀρχέτυπον. Εἴπερ οὖν οὐ τέτοκεν ἀληθῶς ὁ Πατήρ, διά γε τοῦτο παρ’ αὐτῷ τὸ γεννᾶν τῷ κτίζειν οὐχ ἕτερον, οἴχεται μὲν ἡμῖν ἐκποδὼν ὁ ἐφ’ Υἱῷ λόγος, ἄγονος δὲ καὶ ἡ τοῦ Πατρὸς καταφωρᾶται

440

φύσις. Φρούδη δὲ ὥσπερ καὶ ἡ τῶν τὴν πίστιν παραδε‐ δεγμένων ἐλπίς. Ποῦ γὰρ ὅλως υἱότης ἔτι; Ποῦ δὲ τὸ ἐντεῦθεν ἀξίωμα, πρὸς τὸ ἀμεινόνως ἔχειν ἀνακομίζειν δυνάμενον τὸ ἐν κτίσμασι τελοῦν, εἴπερ ἐν ἴσῳ λόγῳ τε καὶ
5μέτρῳ τῷ τεχθέντι τὸ ποιηθέν, συνθεούσης κατ’ ἐκείνους εἰς ἕν τι τὸ χρῆμα κτίσεώς τε καὶ γεννήσεως; Ἆρ’ οὖν οὐχὶ λῆρόν τε εἶναι ταυτὶ καὶ τῶν ἄγαν αἰσχρῶν φαίη τις ἂν αἰσχίονα; Β. Κομιδῇ μὲν οὖν.
10Α. Εἰ δὲ δὴ καὶ σύνεδρος εἶναι λέγοιτο καὶ ἔστιν ἀληθῶς ὁ Υἱὸς τῷ Πατρί, τῆς ἐν ἀληθείᾳ γεννήσεως οὐκ εἰσκομι‐ ζούσης αὐτῷ τὸ δεῖν πάντη τε καὶ πάντως τῇ τοῦ τεκόντος ἐναγλαΐζεσθαι φύσει διὰ τῆς εἰσάπαν ὁμοιότητός τε καὶ ἰσότητος, οὐκ ἀναφανδὸν ἤδη πως ἐροῦσι τὴν τῷ γενεσιουργῷ
15πρέπουσάν τε καὶ ἐνυπάρχουσαν δόξαν καὶ ἐπ’ αὐτὴν ἤδη διήκειν τὴν τῶν γεννητῶν φύσιν καὶ ἀξίωμα τὸ δεσποτικὸν ἀνῆφθαι τὸ δοῦλον; Καὶ μὴν ὁ θεσπέσιος γράφει Παῦλος·
«Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ,» ἤ· «Κάθου ἐκ δεξιῶν μου;» Ἀνθ’ ὅτου γὰρ δεῖν ᾠήθη290 in vol. 1
20Θεὸς τοὺς μὲν ἐν τῷ παρεστάναι τε καὶ λειτουργεῖν τὴν αὐτοῖς πρεπωδεστάτην ἀποκληρώσασθαι δόξαν, τὸν δὲ τοῖς ἀνωτάτω καὶ τοῖς τῆς θεότητος ἐναβρύνεσθαι θώκοις καὶ τὸν οὐδαμόθεν ἰσοφυᾶ σύνεδρόν τε καὶ ὁμόθρονον ἔχειν; Ῥοπή τις, ὡς ἔοικεν, ὑποδραμοῦσα καὶ θέλησις τὴν τοῦ
25Πατρὸς ἐξουσίαν τὸν μὲν ἐν ἐκείνοις ἐτίθει, τοὺς δὲ ἐν οἷς εἰσι, καίτοι μὴ κατεγνωσμένους. Ἐπιψηφίζεται γὰρ τοῦτο αὐτοῖς τὸ ἀδιαβλήτως ἑστάναι καὶ τὸ σῴζειν δύνασθαι τὴν ἰδίαν ἀρχὴν ἄνω τε καὶ κάτω διαθεῖν λειτουργοῦντας Θεῷ. Ἠδίκησεν οὖν, κατὰ τὸ εἰκός, ὁ Θεὸς καὶ Πατήρ, μὴ οὐχὶ
30τῶν ἴσων ἀξιοῦσθαι καὶ αὐτοῖς ἐφείς; Ἀλλ’ οὐχ ὧδε ἔχει ποθέν. Μὴ γὰρ ἔρημοι φρενὸς τῆς ἀρίστης ἡμεῖς κατ’ ἐκείνους εἴημεν· πλεῖστον γὰρ ὅσον ἐστὶ τὸ μεσολαβοῦν καὶ διιστῶν ἀμέτρως τοῦ ποιηθέντος τὸ γεννηθέν. Καὶ ὁ μὲν ἔστιν Υἱός, καὶ ὡς τοῦτο ὑπάρχων ὁμόθρονος· οἱ δὲ παρεστᾶσι,
35κεκλημένοι πρὸς τὸ εἶναι δημιουργικῶς. Τί τοίνυν ἀνακιρνᾶσι τὰ ἄμικτα καὶ συνδεῖν ἐπιχειροῦσιν εἰς ταὐτότητα παρα‐ λόγως τὰ τῆς ἀλλήλων ὁμοφυΐας ἐξεστηκότα τοσοῦτον ὅσον αὐτὴ τῶν πραγμάτων ἡ φύσις αὐτομάρτυς οὖσα διαβοήσειεν ἄν; Ἀλλ’, ὡς ἔοικεν, ἱδρὼς ἐκείνοις καὶ σκοπὸς τὸ οὔ τί
40που διειδέναι φιλεῖν καὶ ἐπείγεσθαι τἀληθές, ἐντρυφᾶν δὲ ὥσπερ δυσσεβῶς ἐναθύροντας πολυπλόκοις εὑρεσιλογίαις καὶ ἀχαλίνοις ἀθυροστομίαις.

441

Β. Διαψεύδῃ μὲν οὐδαμῶς· σπουδάζεται γὰρ παρ’ ἐκεί‐ νοις τῶν ἀναγκαίων οὐδέν. Ἐρεῖν δ’ οὖν ὅμως ἐκεῖνο ὑπολαμβάνω, πῶς ἂν τὸ ἁπλοῦν διαφόρους ἡμῖν ἐκτέκοι
τὰς ἐνεργείας, καὶ γεννήσει μὲν ἑτεροίως ἢ ὡς ἂν ἐργάσαιτο292 in vol. 1
5τυχόν, ἐργάσεται δὲ οὐχ οὕτως ἢ ὥσπερ ἂν τέκοι, καὶ τὸν τῆς ἁπλότητος οὐ καταφθερεῖ λόγον; Α. Καὶ μὴν τοῦτό γέ ἐστιν, ὡς ἐγᾦμαι, πάλιν ἕτερον οὐδὲν ἢ τὸ καλαμίνην μετὰ χεῖρας ῥάβδον ἑλεῖν, καθά φησιν ὁ προφήτης Ἠσαΐας. Τὸ γάρ τοι τοῖς οὕτω σαθροῖς
10καὶ εὐδιακλάστοις ἐπιθαρσήσαντας λογισμοῖς ἐν βεβαίῳ κεῖσθαι νομίζειν τοῦ φρονεῖν ὀρθῶς, πῶς οὐ καλαμίνην ταῖς ἰδίαις ψυχαῖς ὑποστήσασθαι ῥάβδον ἀσυνέτως ἑλομένους ἀποφήσειεν ἄν; Εὐανάτρεπτον γὰρ κομιδῇ τὸ σοφὸν εἶναι δοκοῦν καταθρήσεις πρόβλημα, δοκιμάσας ὡδὶ καὶ τοῖς
15οὖσιν ἐνιεὶς περιεργότατόν τε καὶ ἀκριβῆ τὸν βασανίζοντα νοῦν. Μυρίαι μὲν γὰρ ὅσαι τῶν ὄντων αἱ φύσεις εἰσίν, ὧν αἱ μὲν εἰς διαφορὰν ἀλλήλαις καὶ διαμάχην ἥκιστα μὲν ἠγμέναι πρὸς τοῦ καλοῦντος εἰς γένεσιν τὰ οὐκ ὄντα ποτέ, διῳκισμέναι δὲ μᾶλλον εἰς ἰδικὴν ἀποκλήρωσιν καὶ ἑτέρως
20ἔχουσαν ἢ αἱ λοιπαί· αἱ δέ, οὐχὶ τοῦτο λαχοῦσαι μόνον, ἀλλὰ καὶ ἀλλήλας ἀναιροῦσαι ταῖς συμπλοκαῖς καὶ ἀσύμβατον ἔχουσαι τὴν εἰς ταὐτὸν συνδρομήν· νόμος γὰρ αὐταῖς ὁ φύσεως ἀνακαίει τὴν ἔχθραν. Ἆρά σοι κατ’ ἴχνος τῶν εἰρημένων εἶσιν ὁ νοῦς;
25Β. Οὐ πάνυ. Α. Σύνες οὖν ὅ φημι, φράσαιμι γὰρ ἂν ὀκνήσας οὐδέν. Οὐκοῦν κέκληνται πρὸς τὸ εἶναι τέχνῃ τε καὶ ἐνεργείᾳ Θεοῦ ἄγγελός τε καὶ ἄνθρωπος, οὐρανὸς ὁμοίως καὶ γῆ, βοῦς τε καὶ ἵππος, ξύλον τε καὶ λίθος. Τούτων δὲ ἕκαστον
30ἐν ἰδίᾳ μὲν καὶ διῳκισμένῃ νοεῖται φύσει, καὶ οὐχὶ πάντη τε καὶ πάντως ἀπαραλλάκτως ἐν ἅπασιν ἢ ἐν οἷς αἱ λοιπαί, οὐ μὴν ἐναντίως ἐχούσῃ πρὸς τὰς ἑτέρας. Χρῆμα γὰρ οὐκ ἀσύμβατον οὔτε ἄλλως ἀμιγὲς ἀνθρώπῳ μὲν ἄγγελος, ἀγγέλῳ δὲ ἄνθρωπος· ἐναντίαι γὰρ οὐδαμῶς ἀλλήλαις
35αἱ φύσεις· οὐρανοῦ δὲ ὕπαρξις, ἤγουν ὁ τῆς ὑπάρξεως λόγος, οὐ διαμαχεῖται τοῖς ἄλλοις. Οὐ γὰρ διεστήξει πρὸς ἔχθραν γῆ μὲν οὐρανῷ, γῇ δὲ ἐκεῖνος, ἤγουν τῷ λίθῳ τὸ ξύλον, ἐπεί τοι τὸν τοῦ εἶναι λόγον οὐκ ἐκ τῶν ἀνθεστηκότων καὶ εἰς ἐναντιότητα φύσεως ἀποτετμημένων διεκληρώσατο.294 in vol. 1
40Πρὸς δὴ τούτοις ἅπασι πεποιῆσθαί φαμεν ἐξ ἐνεργείας Θεοῦ πῦρ τε τὸ καυστικὸν καὶ μὴν καὶ τὸ ὕδωρ διαψύχειν

442

εἰδός, ἀλλ’ ἑνὸς ἄμφω ποιήματα, τοῦ ἁπλοῦ. Καὶ εἴπερ ἐστὶν ἁπλῆς ἐνεργείας ἔργα ταυτί, καίτοι πρὸς τοσαύτην διεστηκότα τὴν πρὸς ἄλληλα διαφοράν, πῶς ἂν ἔτι τὸ τῆς ἐνεργείας πολυειδὲς τὴν ἁπλῆν οὐσίαν παραιρήσομεν,
5εὐσεβείας ἀφορμὴν τὴν τῆς ἀληθείας ἀναίρεσιν οὐκ οἶδ’ ὅπως ὑπειληφότες; Ἄθρει δὲ, εἴ σοι δοκεῖ, καὶ ἕτερόν τι πρὸς τούτοις. Εἰ γὰρ ἐπείπερ ἐστὶν ἁπλοῦς ὁ Θεὸς ἐνεργήσει μονοειδῶς καὶ πρέπειν ἐροῦσι τοῦτο δὴ μάλιστα αὐτῷ, τί μὴ καὶ ἁπλῆν ἐνεῖναι πιστεύουσι τὴν διάθεσιν αὐτῷ;
10Β. Πῶς λέγεις; Α. Οὐ γάρ, ὦ βέλτιστε, καταμυσάττεται μὲν καὶ κατα‐ σκώπτει τοὺς πονηρούς, καὶ κατεστυγημένον ποιεῖται τὸν ἀλιτήριον, ἐπιγάννυται δὲ τοῖς ὁσίοις, καὶ τὸ ἐπαινεῖσθαι πρέπειν τοῖς τὴν ἕξιν ἀγαθοῖς ἀπονέμει;
15Β. Πῶς γὰρ οὔ; Α. Συγχωρήσεις δὲ εἶναι κίνημα μὲν εἰς ὀργήν, τὴν κατὰ τῶν πλημμελούντων κόλασιν, πρᾳότητος δὲ καρπὸν ἥπερ ἂν γένοιτο τυχὸν εἰς ἁγίους τιμή τε καὶ χάρις; Β. Συγχωρῶ, καὶ γὰρ ὧδε ἔχει.
20Α. Οὐκοῦν, ἐπείτοι φασὶ τὴν θείαν ἁπλῆν εἶναι φύσιν, ἐξέστησάν τε διὰ τοῦτο αὐτῆς τὸ τῆς ἐνεργείας πολυειδές, ἁπλῆν ἔχειν οἰέσθωσαν καὶ οὐ πολλὴν ἐν ἑαυτῷ τὴν διάθεσιν.
Οὐκοῦν, οἷς ἂν ἐπαινῇ, τούτοις ἄν, οἶμαι, καταμωμήσαιτο· καὶ οἷς ἂν ἀγάσαιτο, πάντως που καὶ καταψέξειε. Καὶ τὸ296 in vol. 1
25μὲν θυμοῦ καὶ ὀργῆς ἐνέργημα, πρᾳότητος ἔσται καρπός, εἶναι δὲ ταὐτὸν καταλογιούμεθά που τῇ πρᾳότητι τὴν ὀργήν. Προσθείην δ’ ἂν ἔγωγε τοῖς εἰρημένοις καὶ τόδε· φύσις μὲν γὰρ θεότητος μία καὶ ἁπλῆ· φαμὲν δὲ αὐτὴν εἶναι ζωήν τε καὶ δύναμιν καὶ σοφίαν καὶ δόξαν. Καὶ ζωῇ
30μὲν ζῇ τὸ ζωοποιούμενον, δυνάμει δὲ δυναμοῦται τὸ δυναμού‐ μενον καὶ σοφίᾳ σοφοῦται τὸ σοφούμενον, δόξῃ δὲ δοξάζεται τὸ δόξης ἐπιδεές, ἤτοι τὸ δοξαζόμενον. Ἦ οὐκ ἀληθὲς ὅ φημι; Β. Καὶ μάλα.
35Α. Οὐσίας δὲ τῆς ἁπλῆς πῶς ἂν γένοιτο καρπὸς τὸ πολυειδὲς εἰς ἐνέργειαν, κατά γε τὸ ἐκείνοις εὖ ἔχειν ὑπειλημ‐ μένον; Ἐνεργεῖ δὲ πολυτρόπως, καίτοι τὴν φύσιν ἁπλοῦς ὢν ὁ Θεός. Ἆρ’ οὖν, ὦ Ἑρμεία, δοίης ἂν εἶναί τι τῶν τοιούτων τὸ παραλογώτερον; Οὐ γὰρ ἄμεινον παραπολὺ καὶ
40λογισμοῦ τοῦ καθήκοντος ὁρᾶται μεμεστωμένον τὸ ἁπλοῦν μὲν εἶναι τὴν φύσιν οἴεσθαι τὸν Θεόν, τὸ δὲ ὅπως ἔχει καὶ ἐνεργεῖ διαφόρως ἐξεπίστασθαι παραχωρεῖν αὐτῷ δὴ καὶ μόνῳ, πολυπραγμονεῖν δὲ οὐκ ἔτι; Θεὸς γὰρ καὶ τὰ αὐτοῦ πάντως που καὶ ὑπὲρ νοῦν καὶ λόγον.

443

Β. Εὖ ἔφης. Α. Διακεισόμεθα τοίνυν οὐκ ἀσυνετοῦντες ἡμεῖς ξηρὰν οὔ τί που καὶ ἄγονον τοῦ αὐτῇ πρέποντος καὶ ἰδίου καρποῦ τὴν τῶν ὅλων γενεσιουργὸν ἀπομεῖναι φύσιν, πρὸς ἣν
5δὴ πάντα τὰ καρπογόνα μεμόρφωται, καὶ κατ’ αὐτὸ δὴ τοῦτο
καρπογόνα. Β. Ἄμεινον δή που καὶ ἀσυγκρίτως· προσαπαιτήσουσι δέ, κατὰ τὸ εἰκὸς εἰπεῖν, πῶς ἂν νοοῖτο γεγεννηκὼς ὁ Πατήρ. Εἶτά τι μὴ πεπονθὼς τῶν ὅσα παρέπεσθαι τοῖς298 in vol. 1
10γεννῶσι φιλεῖ, μερισμὸν δὴ λέγω καὶ ἀπορροήν· ἢ πῶς ἂν εἴη τοῦ αἰτιατοῦ πάντη τε καὶ πάντως οὐκ ἐν πρεσβυτέρᾳ νοήσει τε καὶ θέσει τὸ αἴτιον αὐτοῦ; Α. Παγχάλεπον, ὦ Ἑρμεία, καὶ δυσδιεξίτητον κομιδῇ τὸ χρῆμά ἐστι, καὶ τοῖς ὅτι μάλιστα κατεγλωττισμένοις
15ἀστιβὲς εἰπεῖν, μᾶλλον δὲ καὶ αὐτὸ τὸ συνιέναι μόνον. Νῷ τε γὰρ δὴ τὰ ὑπὲρ νοῦν οὐχ ἁλώσιμα, λόγῳ τε τὰ ὑπὲρ λόγον διατρανοῦν οὐκ ἔνεστιν. Ὅτι μὲν γὰρ Πατὴρ ὁ Θεὸς καὶ γεγέννηκεν ἀληθῶς ἐξ ἰδίας ἡμῖν οὐσίας τὸν Υἱὸν παραδέδωκεν ἡ πίστις, κατεσφράγισε δὲ καὶ ἀληθὲς ὂν
20ἀπέφηνεν ἡ θεόπνευστος Γραφή, Πατέρα καὶ γέννησιν ὀνομάζουσα πανταχῆ. Οἶμαι δὲ δεῖν οὐκ ἔτι τὸ πίστει παραδεχθὲν θρασυτέραις ὥσπερ ἐκβασανίζειν ἐρεύναις. Πίστις γὰρ οὐκέτι τὸ ζητούμενον. Ὅνπερ γὰρ τρόπον «ἐλπὶς βλεπο‐ μένη οὐκ ἔστι ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ὑπομένει;»
25κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνήν, οὕτω δὴ πίστις ἐρευνωμένη καὶ οὐκ ἔχουσα τὸ ἀζήτητον πίστις οὐκ ἂν εἴη, κατὰ τὸν ἴσον ἐλπίδι λόγον. Τὸ γάρτοι πίστει τετιμη‐ μένον βασάνου πάντως ἐλεύθερον. Χρῆναι δὴ οὖν ἔγωγέ φημι, καθάπερ ἀμέλει τὸν προσιόντα Θεῷ, πιστεύειν μὲν
30ὅτι ἔστι, ζητεῖν δὲ οὐκέτι· οὕτω διακεῖσθαι καὶ φρονεῖν
ὅτι καὶ Πατὴρ ὁ Θεὸς καὶ γεγέννηκε, τὸ δὲ ἀνορύττειν ὅπως, ὡς ἀνέφικτον ἐᾶν. Καταμειδιάσειν γὰρ οἶμαι παντελῶς οὐδένα τῶν ὅτι προσῆκε τοῖς ἄγαν ὑπερκειμένοις χαρίζεσθαι τὸ νικᾶν σωφρόνως διεσκεμμένων. Νοῦ δὲ δὴ παντὸς300 in vol. 1
35ἀμείνων ὁ τῆς θείας γεννήσεως νοοῖτ’ ἂν τρόπος. Ἔστι γοῦν διαπυθέσθαι σαφῶς τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς τὸν ἐξ αὐτοῦ κατὰ φύσιν ἐκπεφηνότα διαβοῶντος Λόγον· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.» Τὸ μὲν γὰρ οἱονεὶ τῆς ὠδῖνος γνήσιον καὶ τὸ ἐξ αὐτῆς ἡμῖν τῆς οὐσίας
40τοῦ Πατρὸς ἐκτετέχθαι τὸν Υἱὸν παραδείξειεν ἂν εὖ μάλα τὸ «ἐκ γαστρός,» ὡς ἐκ παραδείγματος τοῦ καθ’ ἡμᾶς χρειωδέστατα παραληφθέν. Τὸ δέ γε «πρὸ ἑωσφόρου» τὴν

444

ἀπότεξιν εἰπεῖν σημαίνει τάχα που τὸ ἐν ἀφανείᾳ καὶ ἀκαταληψίᾳ καὶ καθάπερ ἐν σκότῳ βαθεῖ τὸν τῆς γεννήσεως κατακεκλεῖσθαι τρόπον. Ἑωσφόρου μὲν γὰρ ἐξ ἑῴων ἄρτι τερμάτων λαμπροῦ πρὸς τὸ ἄνω διαπηδήσαντος, αὐγαὶ
5κατασκίδνανται τὸν αἰθέρα λεπταὶ καὶ φῶς ἀραιόν τε καὶ ἀδρανὲς ἔτι τῆς ἡλίου μαρμαρυγῆς συναναθρῴσκει προάγγε‐ λον, ἀφηβήσαντος ἤδη τοῦ τῆς νυκτὸς σκότους. Ὀφθέντος δὲ οὔπω κατ’ οὐρανόν, ἐν ἀκμαῖς ἔτι κείσεται τὰ νυκτός, ὅτε καὶ παχὺς τῶν ὀμμάτων καταχεῖται σκότος καὶ ἐν
10ἴσῳ τοῖς τὰς ὄψεις λελωβημένοις καὶ οἱ τοῦ πάθους ἀπείρατοι. Ἐπεὶ λέγοις ἂν ἡμῖν αὐτὸς τί τὸ θαῦμα τὸ θεοπρεπὲς ἐν τῷ γεγεννῆσθαι τὸν Υἱόν, εἰ καὶ νοοῖτο «πρὸ ἑωσφόρου;» Β. Οὐκ ἀθαύμαστον, ὦ τᾶν, τὸ τῆς γεννήσεως χρῆμα. Τὸ γὰρ ἀρχαῖον αὐτῆς καὶ πρεσβύτατον ἀναμάθοι τις ἂν
15διὰ τοῦ νοεῖσθαι «πρὸ ἑωσφόρου.» Α. Εἶτα πῶς οὐκ ἄμεινον πρὸ ἡλίου καὶ σελήνης, μᾶλλον δὲ οὐρανοῦ τε καὶ γῆς εἰπεῖν; Πρεσβύτερα γὰρ ἄστρων
τε καὶ ἑωσφόρου ταυτί. Μᾶλλον δὲ καὶ τὸ πρὸ γῆς τε καὶ οὐρανοῦ καὶ ἁπάσης ἁπαξαπλῶς τῆς κτίσεως εἶναι λέγεσθαι302 in vol. 1
20τὸν Υἱὸν οἰηθείην ἂν ἔγωγε σμικρόν τε καὶ εὐτελές· ἐξ ἀνάρχου γὰρ πέφηνε Πατρός, ἄφραστόν τε καὶ ἀπερινόητον παντελῶς τὸν τῆς γεννήσεως ἔχει τρόπον. Τοιγάρτοι καὶ αὐτὸς ἡμῖν ὁ διαβόητος Ἠσαΐας· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; φησίν, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ
25ζωὴ αὐτοῦ·» γενεάν, οἶμαί που, τὴν γέννησιν, ζωὴν δὲ τὴν ὕπαρξιν εὖ μάλα διακαλῶν, ἣν καὶ ἀπὸ πάσης αἴρεσθαι τῆς γῆς, τουτέστιν ἀνακουφίζεσθαί τε καὶ ὑπερφέρειν ἅπαντα νοῦν τῶν ἐπὶ τῆς γῆς, καὶ ἄνω που κεῖσθαι τῶν καθ’ ἡμᾶς ἐννοιῶν, ἀστιβῆ δὲ καὶ ἀνέμβατον τοῖς τῆς
30ἀνθρωπότητος μέτροις, ἀληθέστατά μοι φάναι δοκεῖ. Ὅτι δὲ καὶ χρόνου παντὸς ἐπέκεινα καὶ ἀρχῆς ἀμείνων τῆς τοιᾶσδε πέφηνεν ὁ Υἱὸς οὐ μεῖον ἢ ὁ Πατήρ, ἕτερός τις ἡμᾶς τῶν ἁγίων προφητῶν ἀναπείσει βοῶν· «Καὶ σύ, Βηθλεέμ, οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν
35χιλιάσιν Ἰούδα. Ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος,» τὴν ἐκ Πατρὸς ὕπαρξιν ἰδικὴν ἔξοδον ὥσπερ τινὰ γεγενῆσθαι λέγων, καθ’ ἣν ἀπ’ ἀρχῆς ἧς οὐδὲν ἐπέκεινα παντελῶς τῷ ἰδίῳ γεννήτορι συνυφεστῶτα
40νοοῦμεν, οὐκ ἀγεννήτως, ἀλλὰ γεννητῶς. Πόσον οὖν οἴει δεῖν γέλωτα ὄφλειν αὐτοὺς ἀνθρωπίνοις διασκέμμασι καὶ

445

πεποσωμέναις ἐννοίαις ἐφικνεῖσθαι δύνασθαι τῶν οὕτως ὑπερκειμένων οὐκ οἶδ’ ὅπως ὑπειληφότας; Τίνα γὰρ ἄν τις εἰδείη τρόπον τὸ ὅπως ἂν τέκοι Θεός, μὴ οὐχὶ δὴ πρότερον ἐκμεμαθηκὼς ὅ τί ποτε ἄρα κατὰ φύσιν ἐστίν;
5Β. Ἀλλ’ ἔστι τοῦτο ἀμήχανον· «Ἔθετο γὰρ σκότος
ἀποκρυφὴν αὐτοῦ,» καθὰ γέγραπται, «καὶ κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ,» τό, οἶμαι, δυσκάτοπτον, μᾶλλον δὲ ἄποπτόν τε καὶ ἀκατάληπτον καὶ σκότος εἰπὼν καὶ σκηνὴν ὀνομάσας, ὑφ’ ἣν τρόπον τινὰ καὶ εἰσδὺς ὁ πάντα πληρῶν,304 in vol. 1
10αὐτός τε ὑφ’ ἑαυτοῦ καὶ ὑπὸ μόνου γινώσκεται τοῦ ἰδίου γεννήματος. Ἔφη γὰρ ὅτι «Οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει τίς ἐστιν, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ.» Α. Εὖ λέγεις, καὶ σὲ δὴ μάλιστα νυνὶ τῶν τοιούτων
15ἄγαμαι λόγων. Οὐκοῦν, εἰ περιεργάζοιτό τις καὶ ῥιψοκιν‐ δύνως ἰχνηλάτοι τὰ νῷ μὲν οὐκ ἐφικτά, δυνάμει δὲ λόγων οὐ καταθλούμενα, τὸν τοιοῦτον ἐροῦμεν ἥκιστα μὲν ὡς εἴη φιλομαθής, εἰκαίοις δὲ μᾶλλον καὶ περιττοῖς ἐπινήχοιτο πόνοις. Εἰρήσεται δὲ περί γε τοῦ τοιούτου παντὸς καὶ οὐκ
20ἀπὸ σκοποῦ· «Ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους, ὁ δ’ αὐτὸς διώξεται ὄρνεα πτερωτά. Ἀπέλιπε γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου, πεπλάνηται, διαπορεύεται δὲ δι’ ἀνύδρου ἐρήμου καὶ γῆν διατεταγμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν
25ἀκαρπίαν.» Ἐρρῶσθαι γὰρ ὥσπερ τοῖς ἀναγκαίοις εἰς ὄνησιν καὶ τοῖς ἀληθείας μεμεστωμένοις ἀνοητότατα φράζοντες, περιέπουσι τὸ ψεῦδος καὶ τὸ καρπὸν εὐσεβείας οὐκ ἔχον ὡς ἀναγκαῖον εἰσδέχονται, ἀναθρῴσκει δὲ δὴ πρὸς τοῦτο αὐτοῖς ἀλαζονείας ὁ νοῦς, ὡς τάχα που καὶ ἡγεῖσθαι λοιπὸν
30ἐπίκλημα καὶ γραφὴν τὸ ὅπως ἂν ἔχοι φύσεως μὴ αὐτῷ διειδέναι καὶ μόνῳ παραχωρεῖν τῷ Θεῷ, καίτοι τῆς θεοπνεύ‐ στου Γραφῆς ἀνεκφράστους εἶναι βοώσης καὶ λίαν ἀμείνους ἢ κατὰ νοῦν τὸν ἀνθρώπινον τὰς θείας ὁδούς, τουτέστι τὴν ἐφ’ ἑκάστῳ τῶν γεγονότων διεξαγωγὴν ὥσπερ τινὰ καὶ
35οἰκονομίαν. Ἀναμελῳδεῖ γάρ που καὶ ἀναμέλπει λέγων
ὁ θεῖος Δαβίδ· «Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.» Ὁλκάδος μὲν γὰρ τοῖς ἐξ οὐρίας πνεύμασιν εὖ μάλα συνω‐ θουμένης καὶ εἰς τὸ βαθὺ δὴ τουτὶ διαττούσης πέλαγος306 in vol. 1
40ἀσυμφανὲς τὸ ἴχνος ἐστίν. Ἀρότρου γὰρ δίκην ἐπιχαράττουσα μόλις τῆς θαλάττης τὸν νῶτον, ὑπόπτερος τρόπον τινὰ διὰ

446

μέσων ἴεται τῶν κυμάτων, ἃ καὶ ταῖς εἰς ἄλληλα συνδρομαῖς ἀνακιρνᾶσιν εὐθὺς τὸ διατετμῆσθαι δοκοῦν. Ἢ οὐχ ὧδε ἔχει; Β. Κομιδῇ μὲν οὖν. Σκόπει δὲ ὅπως ἂν ἡμῖν ἡ γέννησις
5δίχα πάθους ἔσται καὶ ἀπορροῆς, καὶ εἴπερ ἐνδέχεται μὴ προϋφεστάναι λέγειν τοῦ αἰτιατοῦ τὸ αἴτιον αὐτοῦ. Α. Οὐ προϋφεστήξει ποθέν, πολλοῦ γε καὶ δεῖ· ἀλλ’ οὐδ’ ἂν τῷ τόκῳ συμπαρομαρτήσαι ποτὲ τομή τε καὶ πάθος, εἰ ἐπὶ Θεοῦ τὸ χρῆμα νοοῖτο, ἐφ’ οὗ καὶ τὸ δύνασθαι
10παθεῖν καὶ τὸ δεῖν ἐν χρόνῳ τίκτεσθαι τὸ γεννώμενον ἀσθενεῖ. Σωμάτων μὲν γὰρ πέρι λόγος ἦν εἴπερ τις εἰς τὸ παρόν, οἷς ἂν ἁρμόσαι καὶ τὸ παθεῖν, οὐκ ἀμελετήτως ἐχούσης τῆς φύσεως εἰς ἀπορροήν, καὶ μὴν καὶ ἀραρότως ἀκολουθοῦν τῷ χρόνῳ τὸ χρόνῳ περιορίζεσθαι, καὶ τὴν
15τῆς γεννήσεως ἀρχὴν οὐκ ἄναρχον ἔχειν, φαίην ἂν εἰκότως ὡς οὐκ ἂν ἐξοίχοιτο τυχὸν τοῦ πιθανῶς ἔχειν τὰ τῆς ὑποψίας αὐτοῖς. Ἐπειδὴ δὲ περὶ φύσεως ἡμῖν ὁ λόγος τῆς ἀνωτάτω παντὸς ἁπτοῦ τε ἅμα καὶ ὁρατοῦ σώματος, ἣ καὶ αὐτῶν αἰώνων ἐστὶ τεχνῖτις καὶ χρόνου παντὸς τὸ πρεσβύτατον,
20πῶς οὐκ ἀπόπληκτον παντελῶς τὸ γοῦν οἴεσθαί τι παθεῖν γεννῶσαν αὐτὴν καὶ τὴν ἐν χρόνῳ γένεσιν ἔχειν τὸ ἐξ αὐτῆς ὡς ἴδιόν τε καὶ ἐνυπάρχον αὐτῇ; Αἴτιον δὲ καὶ αἰτιατόν, οὐδὲ ὀνομάσαι θέμις, πρέποι δ’ ἂν μᾶλλον ἐπὶ Θεοῦ Πατέρα
τε εἰπεῖν καὶ γεννηθέντα Υἱόν.308 in vol. 1
25Β. Ἀλλ’ ἴσθι τοι καὶ ἐφιέντας τυχὸν ὧδε μὲν τοῦτο ἔχειν, εἰ δοκεῖ· ἐρεῖν δ’ οὖν ὅμως πῶς ἂν γεννήσειεν ὁ Πατὴρ ἐξ ἑαυτοῦ καθ’ ὑμᾶς, καὶ οὐκ ἄν τι πρόοιτο διακοπὴν ὑπομείνας καὶ ἀπορροήν, τὴν εἰς ἕτερόν τι παρ’ αὐτόν, εἴπερ ἐστὶν ἀληθῶς ἐξ αὐτοῦ κατ’ οὐσίαν ἰδιοσυ‐
30στάτως ὁ Υἱός· πῶς δὲ οὐχὶ τὸ γεννῶν πάντη τε καὶ πάντως τοῦ γεγεννημένου προϋφεστήξει καὶ προεπινοηθή‐ σεται. Α. «Ὁ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Οἷς γὰρ ἦν εἰκὸς
35οὐ μετρίως ἐπερυθριᾶν, εἴπερ τι μετῆν εὐβουλίας αὐτοῖς, τούτοις οὐκ οἶδ’ ὅπως ἀσυνέτως ἐπισεμνύνονται, τομὰς καὶ ἀπορροὴν καὶ τὸ ἐν χρόνῳ δεῖν ἀποτεκεῖν ἐπ’ αὐτῆς ἡμῖν τῆς θείας διοριζόμενοι φύσεως. Εἶτα πῶς οὐκ ἄμεινον ἐννοεῖν ὅτι μήτε ἐν χρόνῳ μήτε κατὰ σῶμα τὴν γέννησιν ἢ
40νοεῖν ἢ φράζειν ἄξιον; Οὐδὲ γὰρ ἂν ἔχοιεν εἰπεῖν ὡς ἐν χρόνῳ γέγονε Πατὴρ ὁ Θεός, ἀλλ’ ἦν ἀχρόνως τε καὶ ἀνάρχως τοῦθ’ ὅπερ ἐστί, συνυφεστηκότος αὐτῷ δηλονότι τοῦ δι’ ὅν ἐστι Πατήρ. Ἐξέλαμψε γὰρ τρόπῳ τε τῷ ὑπὲρ

447

νοῦν καὶ ὡς οὐκ ἄν τις φράσαι τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱός, οὐ κατὰ μερισμὸν ἢ διαίρεσιν τοῦ γεγεννηκότος τὴν ἰδίαν ὕπαρξιν ὡς ἑτέραν ἔχων, ἀλλ’ ὑπάρχων μὲν ἰδιοσυ‐ στάτως, γεννηθεὶς δὲ οὕτως ὡς ἂν ἀποτέκοι τὸ ἀσώματον,
5ὃ τομῆς τέ ἐστι καὶ μερισμοῦ παντελῶς ἀπείρατον. Εἰ γὰρ ὅλως τομῆς τε καὶ μερισμοῦ καὶ ὧν ἐκεῖνοί φασιν ἡ θεία φύσις ἀνέχεται, νοείσθω καὶ σῶμα· εἰ δὲ τοῦτο, καὶ ἐν
τόπῳ πάντως που, καὶ ἐν μεγέθει καὶ ποσῷ. Καὶ ἐπειδὴ πεπόσωται, μὴ φευγέτω περιγραφήν. Ἕψεται δὲ τούτοις310 in vol. 1
10καὶ ἑτέρων ἡμῖν ἐννοιῶν ἐσμός, τὰ σωμάτων ἴδια καταχέων αὐτῆς, καὶ λογισμῶν ἀτοπία δεινή. Β. Σύμφημι κἀγώ. Α. Οὐ γάρ, ὦ φιλότης, καὶ τόδε εἰπεῖν καταδείσαιμ’ ἂν οὐδαμῶς.
15Β. Τὸ ποῖον; Α. Εἰ γὰρ τοῖς τῶν σωμάτων ἔθεσί τε καὶ νόμοις καὶ ἡ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπενεχθεῖσα φύσις, τέξεται μὲν καὶ οὐ δίχα πάθους, ὑπομενεῖ δὲ τὸν μερισμόν, ἔσται που πάντως καὶ ἐν ἰδίᾳ τινὶ θέσει τε καὶ τόπῳ τὸ γεννώμενον,
20ἅτε δὴ καὶ εἰσάπαν τῆς τοῦ τεκόντος ποσότητος ἐκπεφοι‐ τηκός· τίκτεται γὰρ ὧδε τὰ ἀπὸ σωμάτων. Εἴπερ οὖν οἴονται τὰ πάντα πληροῦν τὸν Θεὸν καὶ Πατέρα, ποῖ ποτε ἡμῖν τὸ ἐξ αὐτοῦ κείσεται καὶ τίνα τὸν ἴδιον εὑρήσει τόπον; Β. Ἄριστα ἔφης ὡς ἔσται τις ἐντεῦθεν οὐ μετρία πληθὺς
25ἀνοσίων ἐννοιῶν. Παραιτητέον γὰρ οὖν τὸ τῆς γεννήσεως χρῆμα καὶ μὴ νοείσθω, φασίν, ἀληθὲς ἐπὶ Θεοῦ. Συνοιχήσεται γὰρ οὕτως καὶ ἡ τῶν λογισμῶν ἀτοπία. Α. Καὶ μὴν τοῦτό γέ ἐστιν ἕτερον οὐδὲν ἢ τὸν ἀκριβῆ τῆς πίστεως διαλακτίσαι λόγον. Πῶς γὰρ ἂν ἔτι τὸ ἐν
30Τριάδι ταὐτὸν ἡ θεία τε καὶ ἄφραστος κεκτήσεται φύσις, εἰ τὸν ἀληθῆ τῆς γεννήσεως ἀναιρήσομεν τρόπον; Τερθρεία δὲ οἶμαι ταυτί, καὶ φρενοβλαβείας ἰουδαϊκῆς ἀπαίδευτον θράσος. Ἐν ἴσῳ δὴ οὖν ἐσόμεθα καὶ ἡμεῖς αὐτοὶ τοῖς ἕνα μὲν εἶναι δοξάζουσι τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Πατέρα
35Θεόν, μὴ μὴν ἔτι παραδεδειγμένοις τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Τί δὲ δὴ καὶ τὸ καταλεύειν αὐτὸν διακωλύσειεν
ἄν, ἐγκαλοῦντας ἰουδαϊκῶς· «Περὶ καλοῦ ἔργου οὐ λιθά‐ ζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς ἑαυτὸν Θεόν;» Εἰ γὰρ δὴ τὸν ἀληθῆ τῆς γεννήσεως312 in vol. 1
40τρόπον ἀναιρήσουσι δυσσεβῶς, οὐκ ἄν, οἶμαι, τὶς εἰς τοῦτο λοιπὸν ἐννοιῶν ἐλαφρίας καταφοιτήσειεν ὡς Θεὸν εἶναι κατὰ φύσιν οἴεσθαι τὸν Υἱόν, διακεκλῆσθαι δὲ μόνον, καθὰ καὶ ἡμᾶς αὐτούς, καὶ εἰσποίητον ἀληθῶς τὸ τῆς

448

θεότητος ὄνομα λαχεῖν, ὡς οὐκ ἐξ αὐτῆς πεφηνότα τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. Ἐπειδὴ δὲ κατ’ ἐκείνους Υἱὸς μὲν οὐκ ἔτι, τελεῖ δέ, ὡς ἔοικεν, σὺν ἡμῖν ἐν κτίσμασι, λελυτρώμεθα μὲν οὔπω τοῦ λατρεύειν τῇ κτίσει παρὰ τὸν
5κτίσαντα, προσκυνοῦντες αὐτῷ, δυσσεβείας δὲ τῆς ἐπὶ τούτῳ γράψεται μὲν ἡμᾶς οὐκ ἐν δίκῃ Θεός, ἑαυτῷ δὲ μᾶλλον ἀναθήσει τὰς αἰτίας, ἐπείπερ εἰσάγων τὸν πρωτό‐ τοκον εἰς τὴν οἰκουμένην λέγει· «Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Ὁ δὲ καὶ πρὸς αὐτῶν τῶν
10ἁγίων ἀγγέλων προσκυνούμενος, καὶ τὴν τῷ Θεῷ καὶ Πατρὶ πρέπουσαν δόξαν ὡς ἴδιαν ἔχων, πῶς οὐκ ἂν εἴη καὶ ἐκ τοῦ Πατρὸς φυσικῶς, διά τε τοῦτο Θεός; Αἰσθάνῃ δὴ οὖν εἰς οἷον αὐτοῖς καταστρέφει τέλος τὸ δεῖν οἴεσθαι μήτε ἀληθῆ τὴν γέννησιν ἐπὶ Θεοῦ, μήτε μὴν ἐθέλειν ἐᾶν
15τὸ ὅπως ἂν ἔχοι φύσεως ἀποτίκτειν αὐτόν, πολυπραγμο‐ νοῦντας οὐδέν, ἐπιρρίπτειν δὲ ὥσπερ ἐξ ἀφύκτου λοιπὸν ἀνάγκης αὐτῷ τομὰς καὶ ἀπορροὴν καὶ τὰ τῶν σωμάτων ἴδια πάθη. Β. Συνίημι μέν· πῶς δ’ ἂν τέκοι, φασί, καὶ οὐχὶ πάντη
20τε καὶ πάντως ἕψεται τὸ παθεῖν; Α. Ὅτι, καθάπερ ἔφθην εἰπών, οὐχὶ τοῖς σωμάτων νόμοις ὑπεζεῦχθαι τὸ ἀσώματον ὑπονοεῖν εὐσεβές, οὐδὲ ἐπεί τοι κατὰ πάθος καὶ μερισμὸν ἀποτίκτει τὸ σῶμα,
τέκοι ἂν ἀπαραλλάκτως ὡδὶ τὸ ἀσώματον· ἀλλ’ ὥσπερ314 in vol. 1
25ἐστὶ κατά γε τὸν τοῦ πῶς εἶναι λόγον ἑτεροίως ἔχον παρὰ τὸ σῶμα, καὶ τὸν τῆς γεννήσεως τρόπον ἕξει που πάντως αὐτῷ πρέποντά τε καὶ ἴδιον. Καὶ ἐπειδήπερ ἐν χρόνῳ τὸ σῶμα γεννᾷ, τέξεταί που πάντως οὐχ ὁμοίως τὸ ἀσώματον. Ἕκαστον γάρ, οἶμαι, τῶν ὄντων οὐχὶ τοῖς ἑτέρου πάντως,
30ἀλλ’ ἰδίοις τισὶν ὑποκείσεται νόμοις· καὶ κοινὸν μὲν τοῖς οὖσι τὸ εἶναι, διανέμει δ’ οὖν ὅμως ἡ φύσις ἑκάστῳ τὴν ἑτερότητα, θεσμοῖς ἰδίοις ἐξείργουσα πρὸς τὸ μὴ οὕτως ἔχειν εἰσάπαν ὥσπερ ἂν εἴη τὸ ἕτερον· ὑπεζεύχθω δὴ οὖν ἔθεσι μὲν καὶ νόμοις τοῖς τῶν σωμάτων τὰ σώματα,
35καὶ γεννάτω καθ’ ἑαυτά, καὶ πασχέτω τοὺς μερισμούς, ἀνείσθω δὲ τὸ ἀσώματον εἰς ἰδίους αὖ λόγους, καὶ γεννάτω καθ’ ἑαυτό, πάθους καὶ τομῆς ἐλευθέραν ἔχον τὴν φύσιν. Καὶ εἰ ἐφίκοιτο μὲν ὁ νοῦς εἰς τὸ διειδέναι δύνασθαι τίνα μὲν τρόπον τὸ σῶμα γεννᾷ, συνίησι δὲ οὐκέτι τὴν τῆς
40ἀσωμάτου φύσεως γέννησιν, τί μὴ μᾶλλον ἑαυτὸν ἀμαθίας γράψεται; Τὸ δὲ δὴ μεῖζόν τε καὶ ἄμεινον ἢ κατὰ σῶμα, πολὺ μᾶλλον δὲ ἀσυγκρίτως ὑπερκείμενον, εἰς τὸν τοῦ

449

χείρονος καταβιάζεται τόπον, καὶ τὰ μηδαμόθεν αὐτῷ προσήκοντα πάθη προσάπτων οὐκ ἐρυθριᾷ. Καὶ εἰ, ὅπερ ἡμῖν οὐ συνιέναι ῥᾷον ἢ ἀνέφικτον εἰδέναι, τοῦτο δὴ πάντως καὶ ἀναιρήσομεν; Ἐπειδὴ δὲ τί κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ
5οὐκ ἄν τις ἐκμάθοι, μείων γάρ, οἶμαι, τοῦ τοιοῦδε πᾶς νοῦς, δυσσεβούντων ἀναιδέστερον καὶ μηδὲ αὐτὸν εἶναι λεγόντων, ἢ γοῦν, ἐπεί τοι τῶν ὄντων δημιουργικῶς ἀπαθὲς οὐδέν, διατεινέσθων ὅτι πείσεταί τι καὶ αὐτὸς εἰς ἰδίαν φύσιν καὶ τοῖς τῶν γενητῶν ὑποπεσεῖται θεσμοῖς, ἀγένητος
10ὤν. Ἀλλ’ οἶμαι, λόγος οὐδεὶς καταθήσειεν ἂν εἴς γε δὴ τοῦτο Θεόν· μένει δὲ πάντως ἐρηρεισμένως ἐν οἷς εἶναι
πεπίστευται. Β. Μένει γάρ, ἐπεί τοι φύσις ἡ θεία παντελῶς ἀκλόνητος. Ἀλλ’ εἰ γεγέννηκε, φησίν, ὁ Θεός, προεπινοηθήσεται316 in vol. 1
15πάντως τοῦ Υἱοῦ καὶ προϋφεστήξει τοῦ ἰδίου γεννήματος. Α. Οὐκοῦν ἐρῶ δὴ πάλιν ὡς εἰ μὴ τοῖς τῶν σωμάτων ἕποιτό τε καὶ ὑποπίπτει θεσμοῖς τὸ ἀσώματον, γεννήσει που πάντως καθ’ ἑαυτὸ καὶ οὐ κατὰ σώματος φύσιν. Τὰ μὲν γὰρ προεπινοεῖσθαί τε καὶ προϋφεστάναι τῶν γεννωμέ‐
20νων, ἀναγκαῖος, ὡς ἔοικε, καὶ δυσδιεξίτητος κομιδῇ διαδείξει λόγος, καὶ πρεσβυτέραν ἔχειν τοῦ εἶναι τὴν δόξαν, εἴπερ ἐστιν ἓν ἐξ ἑνὸς καὶ ὡς ἐκ πρώτου τὸ δεύτερον πρόεισί τε κατὰ χρόνον, οὐκ ἀνάρχως ἐκφυόμενα τοῖς εἰωθόσι γεννᾶν, ἐπείτοι μηδὲ αὐτὴν τῆς ἑαυτῶν γεννήσεως ἄναρχον ἔχει
25τὴν ῥίζαν. Τὸ δὲ ἀνάρχως ὑπάρχον καὶ τελευτᾶν οὐκ εἰδός, φημὶ δὴ Θεός, πῶς ἄν, εἰπέ μοι, τοῖς τῆς ἰδίας φύσεως ἀντιφέροιτο νόμοις, ἀρχὴν τῷ ἰδίῳ καὶ κατὰ φύσιν Υἱῷ τὴν ἐν καιρῷ τε καὶ χρόνοις εἰσδεδεγμένον; Εἴη γὰρ ἂν ἑτεροφυὲς ἔκφυλόν τε οὕτω τὸ γεννώμενον, εἰ τὴν τοῦ
30τεκόντος αὐτὸ διαψεύσαιτο φύσιν· κείσεται δέ, οἶμαι, τὸ χρῆμα λοιπὸν τερατολογίας οὐ μακράν. Τὸ γάρ τοι πρὸς ἑτερότητα φυσικὴν διατετμῆσθαι δοκεῖν τοῦ γεννῶντος τὸ γεννώμενον ἀμοιρήσειεν ἂν οὐ σφόδρα τοῦ τερατολογεῖσθαι πρέπειν. Οὐκοῦν ἀποτέξεται κατ’ ἰδίαν φύσιν τὸ ἀσώματον,
35οὐ τὴν ἐν χρόνῳ γέννησιν ἔχοντος τοῦ γεννήματος, ἀλλὰ τῇ τοῦ γεννῶντος ὑπάρξει συνεπινοουμένου τε καὶ συνυφεστη‐ κότος, καὶ οὔ τί που κατόπιν ἰόντος, εἴπερ ἐξ ἀνάρχου
πέφηνεν ἀρχῆς, τῆς καὶ αὐτῶν τῶν αἰώνων ἀνῳκισμένης. Β. Ὀρθῶς ἔφης· πλὴν εἰ γένοιτο σαφὴς ὁ λόγος καὶ318 in vol. 1
40καταβιβάζοιτό πως ἐπὶ τὴν τῶν γενητῶν φύσιν, παραδείξειεν ἂν εὖ μάλα τὸ ζητούμενον. Τὰ γάρ τοι τῶν νοημάτων

450

διεκθρῴσκοντα πολὺ τῶν ἀκροωμένων τὸν νοῦν κατα‐ φανεστέραν ἂν ἔχοι τὴν δήλωσιν εἰ δι’ ἐναργῶν ἴοι παρα‐ δειγμάτων. Α. Ἀληθὴς μὲν οὖν ὁ λόγος, ὦ ’γαθέ, ἀλλ’ εἰ τὴν τῶν
5ὄντων διασκέψαιο φύσιν, ἆρα ἂν ἔχοις ἀκριβῶς εἰπεῖν ὅτῳ μάλιστα τῶν πάντων εἴκασται Θεός, ὡς τὴν εἰς πᾶν ὁτιοῦν ἐμφέρειαν δύνασθαι λαχεῖν καὶ ἀπαραλλάκτως ἔχειν; Β. Οὐδαμῶς, ἐπεί τοι Θεὸς κατὰ φύσιν οὐδὲν ἔν γε τοῖς τελοῦσιν ἐν γενητοῖς.
10Α. Ἄγασθαι δὴ οὖν εὖ μάλα δεήσει τὸν ἱερὸν ἡμῖν ὑποφωνοῦντα Παῦλον· «Βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου καὶ ἐν αἰνίγματι·» καὶ μὴν καὶ τὸ «Ἄρτι γινώσκω ἐκ μέρους,» οὐκ ἀθαύμαστον ἐᾶν ὅσιον ἂν εἴη καὶ σοφόν. Β. Εὖ γε δή.
15Α. Ἰτέον δὴ οὖν ἐπ’ αὐτὴν ᾗ τάχος τὴν ἁγίαν Γραφήν. Λειμῶνα δὲ ὅπως εὐφυᾶ τε καὶ εὐανθῆ, τοῖς ἐξ ὡρῶν βλαστήμασιν ἐκπεποικιλμένον, μελιττῶν ἐν τάξει διαπο‐ τώμενοι, καὶ τοῖς ὅτι μάλιστα τῷ λόγῳ πρεπωδεστάτοις ἐνιζήσαντες παραδείγμασι, τὸν τῆς ἀρρήτου καὶ ὑπὲρ νοῦν
20γεννήσεως ἐξεικονίζωμεν τρόπον· καὶ καθάπερ οἱ λεπτοῖς ἐνιέντες γράμμασι τὸν τοῦ σώματος ὀφθαλμόν, φέρε καὶ αὐτοὶ τὸν νοῦν ἀπερείδοντες, κἂν γοῦν ἐκ μέρους καὶ ὡς ἐν αἰνίγμασι τὴν θείαν ἡμῖν ὅπως ἔχει καταθρήσωμεν φύσιν. Λόγῳ τοίνυν παρεικάζων τὸν Υἱὸν ὁ Πατήρ· «Ἐξηρεύξατο,
25φησίν, ἡ καρδία μου λόγον ἀγαθόν.» Ἴθι δὴ οὖν, ὦ ἑταῖρε,
καί μοι σπουδαίως ἐρομένῳ φράσον, ποῖος ἔν γε τουτοισὶ διακοπῆς καὶ ἀπορροῆς ἐπινοηθείη ἂν ἢ τρόπος ἢ τόπος; Τέξεται μὲν γὰρ καὶ προήσει λόγον τὸν ἐξ ἑαυτοῦ νοῦς ὁ ἀνθρώπινος, καὶ τὴν ἰσχνὴν ὠδῖνα κινήσας ἀπερεύξεται320 in vol. 1
30τὸ δοκοῦν, καὶ ταῖς μὲν ἐκ βάθους εἰς τὸ ἄνω τε καὶ ἔξω διαδρομαῖς οὐσιώδη πως τὴν γέννησιν ὁ λόγος ἡμῖν ὑπο‐ πλάττεται. Καὶ εἶναι μέν τις ἕτερος παρὰ τὸν προέντα δοκεῖ, διατετμήσεται δὲ οὐδαμῶς· οὔτε μὴν τοῦ πρὸς τὸ ἄνω διαπηδήσαντος λόγου τὴν πρεσβυτέραν ὁ νοῦς ἀποίσεται
35δόξαν. Ἔστι γὰρ ἐκ νοῦ καὶ εἰς νοῦν ὁ λόγος ἀεί, καὶ μὴν καὶ ὁ νοῦς ἐν λόγῳ. Ἢ εἰ τοῦτο φαῖεν ἂν ὡς οὐκ ἄριστα ἔχοι, νοῦς μὲν ἄλογος ἔσται, λόγος δὲ ἄνους, καὶ ὅπερ ἄμφω τοῦθ’ ὅπερ εἰσὶ νοεῖσθαι ποιεῖ φροῦδόν πως ἤδη διοιχήσεται καὶ ἐλάσει πρὸς τὸ μηδέν. Νοῦς μὲν γὰρ ἀεὶ
40λόγου ῥίζα τε καὶ γένεσις, νοῦ δὲ αὖ λόγος καρπός τε καὶ κύημα. Ὁ μὲν γὰρ ἄλογος οὐδαμῶς, καὶ εἰ λόγον ἐκτέκοι, ὁ δὲ τὴν τοῦ τεκόντος ποιότητα καὶ ἰδέαν φύσιν ὥσπερ

451

ἰδίαν διεκληρώσατο, πρόεισί τε τὸν τεκόντα παραβλάψας οὐδέν. Τὸ δὲ δὴ καὶ φάναι τολμᾶν, ἔν γε δὴ μάλιστα τούτοις, ὡς ἔστι που πάντως τοῦ γεννωμένου τὸ γεννῶν πρεσβύτερον ἠλίθιον οἶμαι παντελῶς. Πρόεισι μὲν γὰρ ἐκ νοῦ λόγος.
5Ἐπειδὴ δέ ἐστιν νοῦς ὅτι λόγον ἔχει, λόγος δὲ αὖ πάλιν ὅτι μεμέστωται νοῦ, πῶς ἂν νοοῖτό ποτε δίχα μὲν λόγου νοῦς, λόγος δὲ νοῦ τητώμενος; Τὰ μὲν γὰρ ἔχοντά τι τῶν ἔχεσθαι λεγομένων πρεσβυτέραν πως ἐφ’ ἑαυτοῖς ἀπαιτεῖ τὴν τοῦ εἶναι διάληψιν, καὶ ἐν ψιλαῖς ἐννοιῶν φαντασίαις
10πεπολίωταί πως οὐ μεῖον ἢ ὥσπερ ἂν ἔχοιεν πρὸς υἱοὺς πατέρες, ἀλλ’ οἷς συνυπάρχειν ἀνάγκη, καὶ πάντη τε καὶ πάντως τὸ ἀλλήλοις συνεπινοεῖσθαι πρέπει. Ἀποπεραίνεται
δὲ οὕτω τὸ εἶναί τε καὶ συνεστάναι τι, ἄν τις ἀνάπτοι τὸ μεῖον ἐν χρόνῳ καὶ τὸ πρεσβύτερον, καὶ οὐχὶ δὴ μᾶλλον322 in vol. 1
15ὅτι καὶ συνδιολεῖται φαμὲν ἀλλήλοιν, εἰ ἑτέρου τὸ ἕτερον προανίσχοι καὶ φαίνοιτο. Β. Βραδύς εἰμί πως εἴς γε τὸ ἀναμαθεῖν δύνασθαι ταυτί, συνίημι δὲ οὐ λίαν ὅ τί ποτ’ ἔστιν ὃ λέγεις. Οὐκοῦν διασάφει, καὶ μή μοι νωθείαν ἐγκάλει, μηδὲ ὥσπερ τινὰ
20δίκην ἐπαρτήσῃς τὴν σιωπήν. Α. Καὶ μὴν ἐγὼ φράζειν ἕτοιμος, ὄκνου γὰρ λόγος οὐ πολὺς ἔν γε τοῖς οὕτω λεπτοῖς ἔστ’ ἂν ἡμῖν ἴοι κατὰ ῥοῦν ὁ λόγος. Τὸ γὰρ ἄνω τε καὶ κάτω καὶ οἱονεί πως ἐν κύκλῳ περιφοιτᾶν τὰ δυσέφικτα τῶν θεωρημάτων βλάβος μὲν
25οὐδέν, οὐ μετρίαν δ’ ἂν ἡμῖν ἐμποιήσαι τὴν ὄνησιν. Οὐκοῦν ἴδοις ἂν ὅπερ ἔφην εὖ μάλα καὶ σαφῶς εἰ τὴν τῶν χρωμάτων διασκέψαιο φύσιν. Εἰπὲ γὰρ ἐκεῖνο, τὴν λευκότητα τυχὸν ἤτοι τὴν μελανίαν, οὔπω τοῖς ἔχειν αὐτὰς εἰωθόσιν ἐνιδρυ‐ μένας, αὐτάς που καθ’ ἑαυτὰς ἆρ’ ὑπάρχειν οἰήσῃ δύνασθαι;
30Β. Οὐδαμῶς. Συμβαίνει γὰρ τὰ τοιάδε μᾶλλον ἑτέροις, εἶτα τοῦθ’ ὅπερ εἰσί, τότε δὴ μόλις ἐκφαίνονται. Α. Ὀρθῶς ἔφης. Οὐκοῦν, οὐσίαι μέν τινες εἶεν ἂν προεπι‐ νοηθεῖσαί τε καὶ προϋποκείμεναι τῷ λόγῳ, τήν τε λευκότητα καὶ τὴν μελανίαν εἰσδεδεγμέναι· αἱ δέ εἰσιν ἐν τοῖς
35ἐχομένοις. Ἀλλ’ εἰ βούλοιτό τις ἀναμέρος διατεμὼν τό τε ἔχον ἐν τούτοις καὶ αὖ τὸ ἐχόμενον, καὶ τὸ μὲν ἔχον ὅτι πρεσβύτερον εἴη λέγοι, τό γε μὴν ἐχόμενον ὑστερίζειν οἴοιτο, εἰς ποῖον ἡμῖν οὐσίας καταθήσει τόπον τὸ πεφυκὸς εἶναι λευκόν, εἰ μήπω ἐστὶ λευκόν; Ἢ πῶς ἡ λευκότης
40εἴη ἂν ὅπερ εἶναι καὶ λέγεται, εἰ μὴ διὰ τοῦ συμβῆναι324 in vol. 1

452

τοῖς ἔχειν εἰδόσι καὶ πεφυκόσι αὐτὴν ὅτι λευκότης εἴη γνωρίζοιτο; Ἰσόχρονον γὰρ εἰ μὴ λάβοι τὴν συνδρομὴν τὰ πρὸς ἑνὸς ὁτουοῦν συνθέοντα σύστασιν καὶ οὐχ ἑτέρως ἔχειν δυνάμενα, θεωρίᾳ μὲν ἔσται ληπτά, ἕξει δὲ οὔπω τὸ
5εἶναι καθ’ ὕπαρξιν, κατά γε τόν σφισι πρέποντα λόγον. Β. Ἀλλ’ ὧδε μὲν ἔχει καὶ ἀληθῶς εἰρῆσθαι ταυτὶ διακείσομαί τε αὐτός, οἶμαι δ’ ἂν καὶ ἑτέρους οὐ μεῖον ἢ ἐγώ. Πατρί γε μὴν καὶ Υἱῷ πῶς ἂν ἡμῖν ἡ ἀμφοῖν τοῖν παραδειγμάτοιν ἁρμόσοι δύναμις;
10Α. Ὅτι λόγου μὲν ἡ ἐκ νοῦ πρὸς τὸ ἔξω φορὰ καὶ τὸ ἀπαθὲς τῆς γεννήσεως καὶ μὴν ὅτι τὸ γεννηθὲν οὐ διατετμήσεται, μενεῖ δὲ μᾶλλον αὐτό τε ἐν τῷ γεννήσαντι νῷ καὶ τὸν γεννήσαντα νοῦν ἕξει που πάντως ἐν ἑαυτῷ, διαρκέστατά τε μάλα σαφῶς ἐκδείξειεν ἄν, καὶ πρός γε δὴ
15τούτοις ὅτι συμφυᾶ τε ἀμέσως καὶ συνυφεστῶσαν ἔχει ταῖς ἐννοίαις τὴν ὕπαρξιν. Τὸ δέ γε τῶν ὄντων τισὶν ἀναγ‐ καίως ἐμφῦναι τὸ χρῶμα λέγειν, καὶ ὡς οὐκ ἂν ἔχοιεν ἑκάτερον ἑκατέρου κατὰ σφῶν αὐτῶν τὸ πρεσβύτερον, ἀναγκαιοτάτην λαχόντα συνύπαρξιν—ἰσοδρομήσει γὰρ πάν‐
20τως εἰς ἰσόχρονον ἀρχήν—, τὸ μὲν τῆς θείας γεννήσεως τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τρόπος οὐκ οἶμαι σαφηνιεῖν, ἐκεῖνο δὲ μᾶλλον ὡς εἴπερ ἐστὶ Πατὴρ ὁ Θεός, οὐκ ἐν χρόνῳ τὸ εἶναι τοῦθ’ ὅπερ ἐστὶν εὑράμενος· ἔστι γὰρ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχων καὶ τροπῆς ἀμείνων τῆς ἐπ’ ἀμφοῖν
25νοουμένης· παντέλειος γάρ, οὔτε τῆς εἰς ὁτιοῦν τῶν ἀγαθῶν πληρώσεως ὑπάρχων ἐπιδεής, οὔτε μὴν τὸν ἐπὶ τοῖς πεφυκόσι λυπεῖν ὑπομένων ὄλισθον· συνεισκρίνεταί που
πάντως αὐτῷ καὶ ἡ τοῦ τεχθέντος δήλωσίς τε ὁμοῦ καὶ ὕπαρξις οὐχ ὑστερίζουσα κατὰ χρόνον, οὔτε μὴν κατόπιν326 in vol. 1
30ἰοῦσα τῆς τοῦ τεκόντος δόξης διά γε τὸ χρῆναι πάντη τε καὶ πάντως ἐπὶ Θεοῦ συνεπινοεῖσθαί τε καὶ συνυπάρχειν ἀεὶ Υἱῷ μὲν Πατέρα, Πατρὶ δὲ αὖ τὸν Υἱόν, πρὸς ἄναρχον ἀρχαιότητα δι’ ἑαυτοῦ μαρτυρούμενον, εἰ καὶ ἔστι γεννητῶς, ὡς ἐκ Πατρὸς κατὰ φύσιν. Ἀπαύγασμα δὲ τῆς δόξης
35τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζων ἡμῖν τὸν Υἱὸν ὁ θεσπέσιος Παῦλος, καὶ μὴν ὅτι καὶ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ, κατασφραγιεῖ δή που, καθάπερ ἐγᾦμαι, τὸν ἀρτίως ἡμῖν γεγονότα λόγον, ὡς πεποίηται μὲν ἀμωμήτως κομιδῇ, μεθύει δὲ ψήφοις ταῖς εἰς ὀρθότητα καὶ ἀλήθειαν.
40Β. Πῶς ἔφης; Α. Οἴου δέ με πάλιν ὧδέ πῃ διεσκεμμένον τὸ χρῆμα εἰπεῖν· ὅτι τὸ ὑπό του τυχὸν ἐξηυγασμένον εἴη δ’ ἄν που φῶς, οἶμαι, τουτί, τῆς ἀπαυγαζούσης οὐσίας αὐτὸ διακομίζον

453

τοῖς ἔξω τὴν εἴδησιν, καὶ ταῖς δι’ ὀμμάτων αἰσθήσεσιν ἐγχρίμπτον ἀεί, ἢ γοῦν καθ’ ἕτερόν τινα τρόπον προσβολῆς ὁμιλοῦν τοῖς σώμασι· τὸ τί κατὰ φύσιν ἐστὶν ἡ προϊεῖσά τε καὶ ἐξαστράπτουσα ῥίζα τε αὐτοῦ καὶ γένεσις ἐφῆκε
5νοεῖν. Συντετάχθω δὲ ὁ λόγος εἰς παράδειγμα λαβὼν τὴν ἡλίου φύσιν καὶ τὴν ἐξ αὐτοῦ προχεομένην αὐγήν. Τί γὰρ κατὰ φύσιν ἐκεῖνος τὸ ἐξ αὐτοῦ προϊέμενον σέλας ἀποφήνειεν ἄν. Διαίρεσιν δὲ ὅλως, ἤτοι τὴν τομὴν καὶ ἀπορροὴν καὶ πάθος, οὐδ’ ὅσον εἰδέναι τυχὸν ἀνάσχοιτο ἂν ἡ ἡλίου φύσις,
10καίτοι χύδην καὶ οὐσιωδῶς τὸ ἐξ αὐτῆς προϊεῖσα φῶς, ἀλλ’ ἔστι μὲν ὁλοκλήρως ἐν αὐτῷ, καὶ εἰ προχέοιτο τυχόν,
ἔχοι δὲ αὖ ἐν ἑαυτῷ τὸ ἴδιον φῶς, οὐκ ἀπορριζούμενον ἐν τῷ διαχεῖσθαι καὶ δοκεῖν πως ἤδη διὰ τούτου καὶ εἰς ἰδικὴν ἑτερότητα δραμεῖν. Ἀποδιελὼν γὰρ ὁ λόγος ἥλιον μὲν328 in vol. 1
15ἀναμέρος αὐτὸν καθ’ αὑτόν, τὴν οὐσίαν ὅ τί ποτέ ἐστι φαντάζεται, τὸ δ’ ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ προχεόμενον φῶς, ἴδιον μὲν αὐτοῦ, πλὴν εἰς ἀμέριστον ἑτερότητα τὴν ὡς ἐν ψιλαῖς καὶ μόναις ἐννοίαις, εὖ μάλα διοικιεῖ, διά τοι τὴν ἐξ αὐτοῦ πρὸς τὸ ἔξω πρόοδον. Ὅτι δὲ δὴ γελοῖον ἂν εἴη
20παντελῶς τὸ πρεσβυτέραν μὲν τὴν ἡλίου φαντάζεσθαι γένεσιν, ὑστερίζουσαν δὲ κἂν γοῦν τι βραχὺ τῆς ἐνούσης αὐτῷ φωτοειδοῦς ἐνεργείας τὴν δύναμιν, οὐκ ἂν οἰηθείην ἐνδοιάσειν ὅλως τὸν ᾧπερ ἂν εἴη σώφρων τε καὶ ἐρρωμένος ὁ νοῦς. Ἴσον γὰρ ἥλιον μηδὲ εἶναι λέγειν, εἰ μὴ συνυπάρχον
25ἔχοι τὸ δι’ ὃ νοεῖται τοῦθ’ ὅπερ ἐστίν. Οὐκοῦν, ἀνατύπωσιν ὥσπερ τινὰ διαπεπλασμένην ὀρθῶς τῶν ἐν αἰσθήσει παρα‐ δειγμάτων τὴν δύναμιν ὡς ἐν ἐννοίαις ἑλὼν ταῖς εἰς λῆξιν ἰούσαις τὴν ἀνωτάτω, τὴν θείαν γέννησιν οὐ καταφθερεῖς, τομὰς ἐπ’ αὐτὴν καὶ ἀπορροὴν καὶ πάθος ἀσυνέτως εἰσδε‐
30δεγμένος. Ἐπὶ γάρ τοι τῆς ἀνωτάτω πασῶν οὐσίας ἀπαθὴς μὲν ἡ γέννησις, καὶ μὴν καὶ οὐσιώδης ἡ τοῦ γεννήματος ὕπαρξις καὶ διατομῆς ἐλευθέρα, καὶ τῷ τεκόντι συνθέουσα καὶ ἀπαραιτήτως συννοουμένη τε καὶ συνεισβαίνουσα. Τὸ γὰρ ἄναρχον ἐν χρόνῳ μεμαρτύρηκε τῷ Υἱῷ καὶ ὁ σοφὸς
35Ἰωάννης, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος» εἰπών, καὶ αὖ ἐπὶ τούτοις· «Ὁ ὤν, ὁ ἦν, ὁ ἐρχόμενος.» Β. Ἐκπεπόνηται μὲν ἡμῖν ὡς ἄριστά γε, ὦ τᾶν, ὁ περὶ τούτου λόγος. Οἴει δέ που, κατὰ τὸ εἰκός, ἀπηλλάχθαι πραγμάτων, καὶ ἑτέρου δεῖσθαι μηδενὸς εἰς ἀπόδειξιν τοῦ
40προϋφεστηκέναι μὲν οὐδαμῶς τοῦ Υἱοῦ τὸν Πατέρα δοκεῖν,330 in vol. 1

454

συμφυᾶ δὲ δεῖν καὶ συνυπάρχοντα νοεῖν· ἀφικνεῖται δὲ οὔπω κατὰ νοῦν ἐκεῖνα, δυσπρόσιτον κομιδῇ καὶ ἀνάντη λίαν ἔχοντα τὴν προσβολήν. Α. Τὰ ποῖα ἄττα φῄς;
5Β. Ἐρησομένους ἴσθι τοι, δριμεῖς γὰρ εἰς λόγους, πότερόν ποτε θελητῶς ἤγουν ἀνεθελήτως ὁ Θεὸς καὶ Πατὴρ ἐκτέτοκε τὸν Υἱόν. Α. Εἶτα, ὅποι ποτὲ ἄρα κατασκήψειεν ἂν τὸ κακούργημα αὐτοῖς τῶν οὕτω δεινῶν εὑρημάτων, ὡς ἥδιστα ἂν εἰδείην.
10Β. Προσθέντες γάρ, οἶμαι, κἀκεῖνο ἐροῦσιν, ὡς εἴπερ ἐστὶν ἀνεθέλητος ὁ Υἱὸς τῷ Πατρί, τέτοκεν οὐχ ἑκών, ἀλλ’ ἔκ του πρὸς τοῦτο συνωθούμενος, ἢ φέρε εἰπεῖν ἀνάγκης ἤ τι καὶ παθὼν τῶν ἀβουλήτων ἁλώσεται. Περιενεγκόντες δὲ οὕτως εἰς ἀτοπίαν τὸν λόγον, καθείρξουσιν εἰς ὁμολογίαν
15τοῦ χρῆναι λοιπὸν εἰπεῖν τὸ μὴ ἀβουλήτως γεγεννῆσθαι παρὰ τοῦ Πατρὸς τὸν Υἱόν, καὶ τελευτῶντες ἐπάγουσιν· Εἰ μὴ ἀνεθελήτως τέτοκεν ὁ Πατὴρ τὸν Υἱόν, θελητῶς δὲ καὶ κατὰ βούλησιν, πάντως που καὶ προηγήσεται καὶ προαναφανεῖται τῆς τοῦ Υἱοῦ γεννήσεως ἡ θέλησις τοῦ
20Πατρός. Ὧν δὲ δή που, φησί, καὶ προϋφεστηκὼς ἐσκέπτετο καὶ πρεσβυτέραν ἔχει τοῦ τόκου τὴν θέλησιν. Α. Ὡς ἀνόσιά γε τοῖς διεστραμμένοις ἐκμεμηχάνηται καθ’ ἡμῶν τὰ εὑρήματα. Κατορχεῖται δὲ οὕτω τῶν τῆς ἀληθείας δογμάτων ὁ λόγος ὥστε, εἴ τῳ δόξειεν ἔν γε τοῖς
25ἄγαν ἀπηχεστάτοις τὴν ἁπασῶν ἐπέκεινα ψῆφον ἑλεῖν, οὐκ ἂν οἶμαι δράσειν ἄμεινον ἢ οὗτοι. Ἀκλεᾶ δὲ οὕτω τὴν νίκην ἀράμενοι καὶ ταῖς εἰς δυσσέβειαν ὑπερβολαῖς τῆς τῶν ἄλλων ἀμαθίας προὔχοντές τε καὶ προεκκείμενοι, λοιπὸν ἀκουόντων· «Ἐδικαιώθη Σόδομα ἐκ σοῦ.» Ἅλις
30γάρ, ἅλις πικρίας, ὦ οὗτοι, καὶ διεστραμμένων ἐννοιῶν.
Φέρε κατευθὺ τῆς ἀληθείας ἴωμέν τε ἤδη καὶ λέγωμεν ὡς οὐκ ἂν νοοῖτό ποτε δίχα τοῦ συνόντος τε ἀεὶ καὶ συνυφεστῶτος αὐτῷ γεννήματος ὁ ἀνάρχως τε καὶ ἀϊδίως Πατήρ. Ἀλλ’ εἰ καὶ ἔστιν οὐκ ἀνεθελήτως τοῦ Υἱοῦ Πατήρ,332 in vol. 1
35οὐ προανακύψει καὶ προανανήξεται πάντως τοῦ γεννηθέντος ἡ θέλησις. Εἰ γὰρ ἦν ἐν σοφίᾳ καὶ λόγῳ τὸ θέλειν τοῦ Πατρός· οὐ γὰρ ἄσοφόν γε καὶ ἄλογον τὴν θείαν ἐροῦσι θέλησιν· Σοφία δὲ καὶ Λόγος ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός, αὐτὸς ἄρα ἐστὶν ὁ ἐν ᾧ πᾶσα θέλησις τοῦ Πατρός.
40Ὥστε τοῖς ἐκεῖνα πεφλυαρηκόσι περιτρέπεταί πως ἡ σκέψις καὶ τὸ δεινὸν ἐγχείρημα πρὸς τὸ ἔχον ἐναντίως. Ἀναπυθέσθαι γὰρ δὴ καὶ ἡμᾶς, ὡς ἔοικεν, ἀπείρξειεν ἂν οὐδὲν τῆς τῶν λογισμῶν ἀτοπίας ἠφειδηκότας, πότερα

455

θελητῶς ἤγουν ἀνεθελήτως ὑπάρχει τε καὶ ἔστιν ὁ Πατήρ. Καὶ εἰ μὲν οὐ θελητῶς, ἐκβεβίασταί που πάντως ἐξ ἀνάγκης εἰς ὕπαρξιν. Εἰ δὲ ὧδε μὲν οὐχί, θελητῶς δέ, προηγήσεταί που τῆς ὑπάρξεως αὐτοῦ τὸ θέλειν αὐτοῦ. Καὶ ἐπειδὴ τὸ
5θέλειν ἐπράττετο σοφῶς δηλονότι καὶ οὐ δίχα λόγου, Σοφία δέ ἐστι καὶ Λόγος ὁ Υἱός, προϋφεστήξει τοῦ Πατρός. Βουλὴν δὲ καὶ θέλησιν τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱὸν ὁ θεῖος ἡμῖν ὀνομάζει λόγος. Ψάλλει γὰρ ἐν Πνεύματι καί φησιν ὁ θεσπέσιος Δαβίδ, ὡς ἐκ προσώπου τῶν πεπιστευ‐
10κότων· «Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐν τῇ βουλῇ σου ὡδήγησάς με.» Καὶ μὴν καὶ ἑτέρωθι· «Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν.» Πεποδηγήμεθα γὰρ ἐν Χριστῷ πρὸς τὸ θέλημα τοῦ Πατρός, καὶ εἰς ὑπερκόσμιον κάλλος ἐν αὐτῷ μορφούμεθα, πρὸς
15πᾶν ὁτιοῦν τῶν ἀγαθῶν δι’ αὐτοῦ νευρούμενοι. Οὐκοῦν, ὅσον ἧκεν εἰς ἐννοιῶν σαθρότητα καὶ λογισμῶν ἀτοπίαν, προϋφεστήξει τοῦ Πατρὸς ὁ Υἱός, αὐτὸς ὢν ἡ θέλησις·
εἶτα πῶς τοῦ γεννήσαντος προαναφανεῖται τὸ γεννηθέν; Ἄθρει δὴ οὖν ἵν’ εἰσὶ κακοῦ, τὸ «Ἑαυτοὺς δοκιμάζετε,334 in vol. 1
20εἰ ἐστὲ ἐν τῇ πίστει» μεθέντες ὡς ἀπωτάτω. Β. Ἔοικεν. Α. Περιτρέψειε δ’ ἄν τις καὶ οὐ σὺν ἱδρῶτι μακρῷ καὶ πρὸς ἑτέραν αὐτοῖς ἀτοπίαν τὴν γραώδη πρότασιν, ἀποκρί‐ νεσθαι δεῖν ἐκεῖνο εἰπών.
25Β. Τὸ τί δή; Α. Πότερα δημιουργὸς καὶ βασιλεὺς φιλοικτίρμων τε καὶ ἀγαθὸς νοοῖτ’ ἂν καὶ λέγοιτο πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων ὁ Θεὸς καὶ Πατὴρ ἢ οὔ; Β. Ἀλλὰ ταυτὶ μὲν ὡς ἔστιν ἀμελητὶ φαῖεν ἄν, ὡς
30ἐγᾦμαι. Πῶς γὰρ οὔ; Α. Φραζόντων οὖν ἔτι· προσερήσομαι γάρ, ἀνεθελήτως ἄρα ταῦτά ἐστιν ἢ θελητῶς; Εἰ μὲν γὰρ ἀνεθελήτως ἐροῦσι, πεπονθέναι δώσουσι τὴν ἀνεθελησίαν αὐτόν, τὸ ὡς ἐξ ἀνάγκης πάθος. Εἰ δὲ μὴ ἀβουλήτως οἰήσονται, προϋπῆρχε
35δὲ ἡ βούλησις τοῦ εἶναι αὐτὸν ἅ ἐστιν, οὐκ ἀεὶ δυνάμει δημιουργός, οὔτε μὴν ἀνάρχως βασιλεύς, ἢ φιλοικτίρμων, ἢ ἀγαθός· χρόνος δὲ ἴσως προεισελάσειέ τις καθ’ ὃν ἔτι ταῦτα οὐκ ὤν, τὸ δεῖν εἶναι διεσκέπτετο. Τίς δὴ οὖν ἄρα τῶν τοιούτων ἂν ἐπαΐοι λόγων, εἶτα ταῖς ἐκείνων τερθρείαις
40οὐκ ἐποιμώξειε μέγα, καὶ δὴ καὶ ἐρρῶσθαι φράσας, ἄμεινον μὲν ἢ ἐκεῖνοι διασκέψεται καὶ τὴν τῶν πραγμάτων εὖ μάλα καταθρήσει φύσιν, διαλογιεῖται δὲ ὅτι τῶν μὲν πρακτέων ἢ μὴ θέλησίς τε καὶ ἀνεθελησία κρατεῖ, γεννήσεως δὲ οὐκ

456

ἔτι; Τοῖς δὲ τὸ ἀνθ’ ὅτου λέγουσιν, ἔν γε τουτοισί, σοφὸν ὑπειπεῖν τό τισιν ὑμνούμενον· «Ἡ φύσις ἐβούλετο, ᾗ νόμων οὐδὲν μέλει·» προσθείην δ’ ἂν ὅτι βουλῆς καὶ ἀβουλησίας οὐδ’ ὁπωστιοῦν ἐμπάζεται. Ἢ οὐκ ἄν σοι
5δόξαιμι νοεῖν ὀρθῶς, εἰ ἀποφηναίμην ὅτι εἰ ὅσα ἐστὶν οὐσιωδῶς ὁ Θεὸς καὶ Πατὴρ οὐκ ἐξ ἐπιδόσεως ἔχει τῆς κατὰ θέλησιν, τετραμμένος ἐπὶ τὸ ἄμεινον, οὐδὲ τὸ εἶναι Πατὴρ θεληματικῶς κεκτήσεται; Β. Πῶς ἔφης;336 in vol. 1
10Α. Ἅγιον ἄρα τὸν Πατέρα εἶναι φῄς, καὶ μὴν ὅτι καὶ ἀγαθός; Β. Καὶ πάνυ. Α. Οὐσιωδῶς ἄρα προσπεφυκυίαιν αὐτῷ ταῖν ἀρεταῖν, ἢ εἰσκεκριμέναιν ἔξωθεν κατὰ θέλησιν, ὡς εἰ καὶ πάθοι
15τυχὸν τὴν ἀνεθελησίαν ἐξοιχησομέναιν; Κίνησις γὰρ ἥδε θεληματική. Β. Οὐσιωδῶς· καταμειδιάσαι γὰρ οἶμαι τῶν οὐχ ὧδε ἔχειν κατατολμώντων εἰπεῖν ὁ τῆς ὀρθότητος λόγος. Α. Εὖγε, ὦ ἑταῖρε, ἔφης, καί σε τῆς φιλομαθείας ἄγαμαι.
20Εἶτα πῶς ὁ Θεὸς καὶ Πατὴρ θελητῶς ἂν εἴη τυχὸν ἤγουν ἀνεθελήτως Πατὴρ καὶ οὐχὶ μᾶλλον οὐσιωδῶς, εἴπερ ἐστὶν οὕτως ἅγιός τε καὶ ἀγαθός, καὶ οὐκ ἐν ψιλαῖς θελήσεσιν ἔχει τὸ εἶναι ἅ ἐστι; Τί δὲ δὴ αὖ, πῶς ἐκεῖνο οὐχ ὁρᾷς, καίτοι δεινῶς ἄγαν ἐκλελυττηκὸς καὶ οἱονεί
25πως καθυλακτοῦν τῶν δι’ ἐναντίας; Β. Οὔπω μανθάνω. Α. Ἀλλ’ εἴσῃ μὲν δή· φράσαιμι γὰρ ἂν ὡς ἥδιστά σοι χρηστομαθεῖν ᾑρημένῳ. Σύνες δὲ αὐτὸς ὅ φημι. Ἆρα γὰρ οἰήσονται δεῖν ὅτι γεννήτωρ κατὰ φύσιν ἐστὶν ὁμολογεῖν
30τὸν Πατέρα καὶ οὐσιῶδες αὐτῷ τὸ χρῆμα ἐροῦσιν; Ἢ καὶ τοῦτο καταρνήσονται, φρονοῦντες ἀνοσιώτατα; Εἰ μὲν γὰρ οὐκ εἶναί φασιν οὐσιωδῶς γεννήτορα, ἀναιρήσουσιν εἰσάπαξ τὴν ὕπαρξιν τοῦ Υἱοῦ, οὐκ ἀγεννήτως τὸ εἶναι λαχόντος, ἀλλ’ ὄντος τε καὶ ὑφεστηκότος ἐκ Πατρός,
35κατά γε τὴν πίστιν τῶν ἱερῶν Γραμμάτων. Εἰ δὲ φύσιν
οὐκ ἔχων τὴν γεννητικὴν ἀληθῶς ὁ Θεὸς καὶ Πατὴρ βουλήσει κεκίνηται πρὸς τὸ δύνασθαι γεννᾶν, ὥρα λέγειν ἤδη πως ὡς αὐτός που τάχα τὴν ἰδίαν εἴργασται φύσιν, γεννητικὴν ἀποφήνας, καὶ εἰς ὅπερ οὐκ ἦν ἐνεγκών, καὶ338 in vol. 1
40δὴ νοοῖτ’ ἂν εἰκότως καὶ ἑαυτοῦ πρεσβύτερος, εἴ γε ὢν καὶ ὑφεστηκώς, ὅπερ ἐστὶν εἶναι βεβούληται, φημὶ δὴ Πατήρ. Ἀλλ’ εἰς ὄρος μὲν ἐρρίφθω καὶ κῦμα ταυτί, φορητὴν οὐκ ἔτι νοσοῦντα τὴν ἀτοπίαν. Ἡμεῖς δὲ τοῖς ἐξ ὀρθότητος ἑπόμενοι λογισμοῖς, φαμὲν ὅτι περιττὸν ἂν εἴη καὶ ἀμαθὲς
45τὸ γοῦν ἀνεθελήτως ἢ θελητῶς γεννήτορα ὑπάρχειν οἴεσθαι τὸν Πατέρα, φύσει δὲ μᾶλλον καὶ οὐσιωδῶς. Ἔστι γὰρ οὐκ

457

ἀνεθελήτως ἅ ἐστι φυσικῶς, σύνδρομον ἔχων τῇ φύσει τὴν θέλησιν τοῦ εἶναι ἅ ἐστιν. Β. Ὡδὶ ταῦτ’ ἔχειν καὶ αὐτῷ μοι δοκεῖ. Α. Καὶ πρός γε δὴ τούτοις, κατακινδυνεύσειεν ἂν καὶ
5εἰς ἑτέραν αὐτοῖς ἀτοπίαν, τὸ δὴ χρῆναι λέγειν ἐπὶ Θεοῦ καὶ Πατρὸς πρεσβυτέραν οἴεσθαι τοῦ τόκου τὴν θέλησιν. Διασκεπτέον γάρ, εἰ δοκεῖ, πότερόν ποτε νυνὶ δὴ καὶ μόλις ὁ Θεὸς καὶ Πατὴρ ἐν τοῖς αὐτῷ πρέπουσίν ἐστιν ὅτι γεγέννηκεν, ἢ πρεπωδεστέραν αὐτῷ τὴν ἀγεννησίαν εὑρή‐
10σομεν. Εἰ μὲν οὖν ὅτι γεγέννηκε τὸ τῇ ἰδίᾳ φύσει πρέπον οὐκ ἐξοιχήσεται, τί τὸ ἐκ τῆς ἀγεννησίας αὐτῷ προσ‐ νέμοντες ἀκαλλές, οὐκ ἐρυθριῶσιν οἱ τάλανες; Εἰ δὲ ἦν ὅτι μὴ τέτοκεν ἐν ἀμείνοσι καὶ ἐν τοῖς πρεπωδεστέροις, τί πρὸς τὸ γεννᾶν ἐκάλει τὸ ἐν χείροσί που πάντως ἐσόμενον
15εἰ πείσαιτο τὸ γεννᾶν; Οὐκοῦν διημάρτηκε καὶ λογισμοῦ τοῦ πρέποντος, καὶ εἰσδέδεκται θελητῶς τὸ πεφυκὸς ἀδικεῖν, καὶ τοῦτο, τὴν αὐτοῦ δόξαν τε καὶ φύσιν, καὶ ξένη τις ὡς
ἔοικεν ἀνέφυ γραφὴ κατὰ τῆς ἀρρήτου βουλῆς τοῦ Πατρός. Ἆρ’ οὖν οὐχὶ παντὸς μὲν ἐμέτου ταυτὶ βδελυρώτερα,340 in vol. 1
20παντὸς δὲ εἰς λῆξιν ἥκοντα κακοῦ δυσσεβείας τε ὁμοῦ τῆς ἄγαν εἰς ὑπερβολὴν ἱγμένα; Β. Ναί. Α. Φέρε δὴ οὖν, ταυτὶ μεθέντες ὡς πορρωτάτω, πρὸς ἐκεῖνο ἴωμεν.
25Β. Τὸ ποῖόν τι φῄς; Α. Τὸ χρῆναί φημι τὴν ἁπασῶν ἀρίστην περὶ Θεοῦ δόξαν ταῖς ἰδίαις ἡμᾶς ἐγκατακλείειν ψυχαῖς, ἐννοοῦντας ὅτι τῆς τοῦ Υἱοῦ γεννήσεως προηγήσεται μὲν οὐδέν, οὔτε μὴν προανατελεῖ τοῦ γεγεννηκότος ἡ θέλησις τῆς τοῦ
30γεννηθέντος ὑπάρξεως, ἦν δὲ ἅμα Πατὴρ ὁ Θεὸς καὶ θελητὴς τοῦ εἶναι Πατήρ· ἔστι γὰρ οὐκ ἀνεθελήτως ὅ ἐστιν, οὐκ ἀναγκαίαν ὑπομένων ἔν γε τούτῳ τὴν θέλησιν, καθάπερ ἀμέλει καὶ εἰ νοοῖτο τυχὸν ἅγιός τε καὶ ἀγαθός. Ἅμα γὰρ καὶ οὐσιωδῶς ἅγιός τέ ἐστι καὶ ἀγαθός, καὶ θελητὴς τοῦ
35εἶναι ἅ ἐστι, καὶ οὐχ ἑτέρως ἔχειν ὑποτοπητέον ἐπὶ Θεοῦ. Ἅμα γάρ ἐστι Θεὸς καὶ ἅμα Πατήρ, οὐχ ὑστερίζουσαν ἔχων τοῦ εἶναι τὴν γέννησιν, ἀλλ’ ὁμοῦ τὸ εἶναι Πατὴρ καὶ ὑφεστὼς καὶ νοούμενος. Τῷ γε μὴν ὧδε φύσεως ἔχοντι πάντως που δοτέον συνυφεστηκὸς ἀνάρχως τὸ γεννηθέν,
40τουτέστι τὸν Υἱόν. Β. Ἀλλ’ εἰ βούλει, φασίν, ὧδέ πῃ καὶ τόδε ἐχέτω, καὶ νοείσθω συνυπάρχειν. Ἦν γὰρ ἀεὶ δυνάμει Πατὴρ ὁ Θεός, ψιλῇ δὴ οὖν ἄρα θεωρίᾳ ληπτὸς καὶ ἐν μόνῃ τοῦ εἶναι δοκήσει πρὸ τῆς γεννήσεως ὁ Υἱός, γεγέννηται δὲ
45μετὰ τοῦτο.
Α. Οὐκοῦν, ἀληθὴς μὲν τέως καὶ ἐκ Πατρὸς ἀληθῶς342 in vol. 1

458

ὁμολογείσθω λοιπὸν ἡ γέννησις. Ὁ γὰρ εἶναι πεφυκὼς δυνάμει τε καὶ ἐνεργείᾳ πατὴρ οὐ θέλησιν ἔχει τὸ ἐπ’ ἀμφοῖν βραβεύουσαν, φύσεως δὲ μᾶλλον ἕψεται νόμοις, οἷς ἂν νοοῖτο καὶ τὸ τεκεῖν. Ἀλλ’ οὐδ’ ἂν ὀθνείου του γένοιτο
5πατήρ, εἴπερ ἀεὶ τὸ γεννώμενον ὁμοφυὲς εἶναι τῷ γεννῶντι δεήσει. Ὅτι δὲ καὶ αὐτῷ τῷ Πατρὶ τὸν ἐκ τοῦ τετράφθαι δυσκλεᾶ προσάπτουσι μῶμον, καίτοι τῆς θείας λεγούσης Γραφῆς· «Παρ’ ᾧ οὐκ ἔστι παραλλαγὴ ἢ τροπῆς ἀπο‐ σκίασμα,» κἀντεῦθεν εἴσοιτο. Τί γὰρ δὴ τοῦτό ἐστι, ὦ τᾶν,
10ἢ τροπὴ καὶ παχεῖά τις ὥσπερ ἐξαλλαγή, τὸ ἐκ τοῦ δυνάμει φημὶ μεταχωρεῖν εἰς ἐνέργειαν; Τὸ μὲν γὰρ εἶναί τι δυνάμει τῇ κατὰ φύσιν ὑπειλημμένον, μὴ μὴν ἤδη τοῦτο καὶ ἐνεργείᾳ δεχθέν, ἕστηκεν ἐν τῇ δυνάμει τέως, εἰσδεδεγμένον μὲν οὔπω τὴν εἰς ἐνέργειαν κίνησιν, ἐμφιλοχωροῦν δὲ ἔτι τῷ
15ἐν ἀρχαῖς τε καὶ πρώτῳ. Εἰ δὲ εἰσδέξαιτο τυχὸν τὴν εἰς ἐνέργειαν κίνησιν, μεταφοιτήσειεν ἂν εἰκότως ἐφ’ ἕτερον, οἶμαι, τι παρ’ ὅπερ ἦν ἐν ἀρχαῖς, εἴπερ οὐχ ἕνα καὶ τὸν αὐτὸν ἀπονέμουσι τόπον τῷ τε κατὰ δύναμιν καὶ τῷ κατ’ ἐνέργειαν.
20Β. Οὐκ οἶμαι. Α. Εἰ μὲν οὖν εἶναί φασι τὸ διϊστῶν οὐδέν, ἀλλ’ οἴσουσί τε ὁμόσε καὶ εἰς ἕνα καὶ τὸν αὐτὸν ἐγκαθιδρύσαιντο τόπον, ἐνεργείᾳ Πατὴρ καὶ ἀνάρχως ἦν ὁ Θεός. Ἀπείρξει γὰρ ἔτι τοῦτο λέγειν οὐδέν, εἰς ταὐτὸν ἡμῖν ἠγμένοιν τοῦ τε
25κατὰ δύναμιν καὶ τοῦ κατ’ ἐνέργειαν. Εἰ δὲ ἥκιστα μὲν ὡδί, διεστήξει γε μὴν ἀλλήλοιν καὶ οὐ μετρίᾳ διαφορᾷ, πῶς οὐ παρήλλακται τὰ Θεοῦ, στάσιν μὲν οὐκέτι τὴν ἐν τῷ κατὰ δύναμιν ἀποσῴζοντα, πεπονθότα δὲ ὥσπερ τὴν
εἰς ἐνέργειαν κίνησιν;344 in vol. 1
30Β. Ἔφης μὲν εἰκότα, πλὴν οἶμαί που κἀκεῖνο εἰς νοῦν τοῖς δι’ ἐναντίας ἐλθεῖν καὶ μὴν καὶ ἑλέσθαι λέγειν· Ἆρ’ οὖν, ἐπειδήπερ ἀεὶ μὲν ἔστι κατὰ φύσιν καὶ ἀνάρχως δημιουργὸς ὁ Πατήρ, εἴργασταί γε μὴν οὐκ ἀχρόνως τὰ πεποιημένα; Οὐ γὰρ συναΐδιον ἔχει τὴν κτίσιν, ἀλλ’ ἐν καιρῷ παρεκόμισεν
35ἐξ οὐκ ὄντων αὐτήν· κεκινῆσθαι δώσομεν καὶ «τροπῆς ἀποσκίασμα» παθεῖν τὴν ἄτρεπτον αὐτοῦ φύσιν; Εἶτα τίς ὁ φάναι τοῦτο τολμῶν; Οὐκοῦν εἰ προήκοι, φησί, καὶ ἐπὶ τὸ λέγεσθαι γεννᾶν ἐκ τοῦ κατὰ δύναμιν εἰς ἐνέργειαν, οὐ τροπὴ τὸ χρῆμα καὶ κίνησις εἰς μεταβολήν, ἀλλὰ φύσεως
40μᾶλλον ἐπιτηδειότης ἐχούσης ὧδε περὶ τὴν γέννησιν. Α. Ὡς εὔκολός σοι πρὸς ἐλαφρίαν ὁ νοῦς, εἴπερ τι τῶν ἀναγκαίων ἐντεθυμῆσθαι δοκεῖς τοὺς διεστραμμένους.

459

Ἐκβασανιστέον γὰρ ὅτι μάλιστά γε τὸν τῆς ἐπ’ ἀμφοῖν κινήσεως τρόπον, καὶ τί τὸ μεσολαβοῦν καὶ τὴν μεταξὺ κειμένην ἐμφανίζει διαφοράν· εἴσῃ τε οὕτω λοιπὸν τῆς ἐκείνων ἀμαθίας τὸν γραώδη λόγον. Τὸ μὲν γὰρ ἐξ ἑαυτοῦ
5τι τεκεῖν λεγόμενον καὶ ἐκ τοῦ κατὰ δύναμιν προβεβηκὸς εἰς ἐνέργειαν ὡς ἐν ἰδίᾳ φύσει σεσάλευται. Πάθοι γὰρ ἂν οὐκ ἐφ’ ἑτέροις τισίν, ἀλλ’ ἐφ’ ἑαυτῷ τὴν κατ’ ἐνέργειαν κίνησιν. Τὸ δὲ ἀπὸ τοῦ τι μὴ δρᾶν ἐπὶ τὸ δεῖν ἐργάζεσθαι παρελθὸν οὐκ ἐφ’ ἑαυτῷ τὴν κίνησιν, ἀλλ’ ἐφ’ ἑτέροις
10ἔχον τε καὶ ποιοῦν εὑρήσομεν. Β. Ὀνήσαις ἂν οὐχ ἧττον ἢ πάλαι σαφεστέραν ἡμῖν ποιούμενος τὴν ἀφήγησιν. Α. Οὐκοῦν φέρε λέγωμεν ὡς ἐπ’ ἀνθρώπου τυχόν. Γεννητικὸς μὲν γὰρ κατὰ φύσιν καὶ δυνάμει τοῦτο ὢν
15ἐν ἀρχαῖς, πάρεισιν ἐν χρόνῳ καὶ εἰς ἐνέργειαν. Οὐκ ἀνεπι‐ τήδευτον δὲ τὴν σοφίαν ἔχων, ἐμπεφυκὸς δὲ μᾶλλον οὐσιωδῶς τὸ καὶ δύνασθαί τι δρᾶν τῶν ἐξ ἐπιστήμης καὶ τέχνης ἀνθρωποπρεποῦς, ναυπηγεῖται μὲν ὁλκάδα, χαλκῶν δὲ ἐκτυπωμάτων ἰδέας διαμορφοῖ ἢ γοῦν ἕτερόν τι τῶν ὁμοίων346 in vol. 1
20ἐργάζεται. Ἆρ’ οὖν ἐν ἴσῳ τρόπῳ τε καὶ λόγῳ κεκινῆσθαί σοι δοκεῖ, καὶ εἰς τὸ εἶναι πατὴρ κατ’ ἐνέργειαν ἐκ τοῦ κατὰ δύναμιν παρενηνεγμένος, καὶ εἰς τὸ εἶναι δημιουργὸς τῶν ὅσα ἐστὶν ἐκ τέχνης ἀναφοιτῶν; Β. Οὐκ ἂν οἰηθείην πώποτε. Ὁ μὲν γὰρ οὐκ ἐφ’ ἑαυτῷ
25κεκίνηται, τῆς ἐνούσης δὲ μᾶλλον ἐπιστήμης αὐτῷ τὴν ἔκφανσιν περὶ τὰ ἔξω ποιεῖται. Ὁ δέ ἐστιν οὐσιωδῶς ἐφ’ ἑαυτῷ οἱονεὶ κινούμενος, καὶ μετάστασίν τινα καὶ τροπὴν περὶ αὐτὴν ἡμῖν ἐξεργάσεται τὴν φύσιν, ἤτοι τῆς φύσεως τὴν ἐφ’ ὁτῳοῦν ἐνέργειάν τε καὶ δύναμιν.
30Α. Καὶ μὴν τοῦτό γέ ἐστιν ὅπερ ἔλεγον ἀρτίως, τὴν τοῦ κεκινῆσθαι διαφορὰν ἀνασκοπεῖσθαι δεῖν ἐπ’ ἀμφοῖν ἐθέλων. Οὐδὲν οὖν ἄρα τὸ ὡς ἐξ ἀνάγκης ὠθοῦν τὴν τοῦ Θεοῦ φύσιν κεκινῆσθαι λέγειν καὶ τὸν κλόνον ὑπομεῖναι περί τι τῶν ὄντων οὐσιωδῶς, εἰ προήκοι κατὰ χρόνους
35ἐπὶ τὸ χρῆναι δημιουργεῖν. Πάθοι δ’ ἂν εἰς οὐσίαν αὐτὴν τὴν κίνησιν, ἐκ τοῦ κατὰ δύναμιν εἰς ἐνέργειαν τοῦ γεννᾶν οὐκ οἶδ’ ὅπως παρενηνεγμένος. Β. Ὀρθῶς ἔχει. Α. Καὶ ἑτέρως δέ—χρῆναι γὰρ οἶμαι τὰς ἄγαν εὐρινοτάτας
40ἀπομιμεῖσθαι κυνῶν τοὺς οἵπερ ἂν ἕλοιντο τὰ ἐκ τῆς ἀληθείας φιλοθηρεῖν εὑρήματα—κατίδοι τις ἂν ἀδρανῆ τε καὶ ἄκομψον τῶν δι’ ἐναντίας τὸν λόγον. Τὸ μὲν γὰρ θεῖόν τε καὶ ὑπερκόσμιον γέννημα ἀπείρξειεν ἄν, οἶμαι, παντελῶς

460

οὐδὲν τῶν εἰς ἀναγκαίους ἡκόντων λόγους τῷ ἰδίῳ συνυφε‐ στάναι γεννήτορι, ἀεὶ καὶ ἀνάρχως Πατρὸς νοουμένου τε καὶ ὄντος Θεοῦ. Ἐπειδὴ δέ ἐστιν ἡ κτίσις εὐσθενείας ἐνέργημα δημιουργικῆς, πῶς ἂν καὶ πόθεν ἔχοι τὸ συνυφε‐348 in vol. 1
5στάναι Θεῷ καὶ τοῦ ἀϊδίως εἶναι τὴν δόξαν, ἐπεὶ μήτε ἄναρχος ἐν χρόνῳ καὶ τὴν εἰς τὸ εἶναι κίνησιν ἐξ οὐκ ὄντων ἔχει; Ἢ οὐκ ἀναγκαῖον εἶναι φῂς προεπινοεῖσθαί τε καὶ προϋφεστάναι πάντη τε καὶ πάντως τὴν δημιουργοῦσαν φύσιν παντὸς τοῦ καλουμένου πρὸς ὕπαρξιν δημιουργικῶς;
10Β. Ναί, φημί. Α. Οὐκοῦν, οὔπω μὲν ἡ κτίσις παρῆκτο πρὸς γένεσιν, ἦν δὲ καὶ τότε δημιουργὸς ὁ Θεός. Καὶ οὐχ ὅτι δημιουργός, ταύτῃ τοι Πατήρ, ἀλλ’ ὅτι γεγέννηκεν· Υἱὸς δὲ ὅτι γεγέννηται. Ὅτε τοίνυν ἐν μὲν τῷ δημιουργός τε καὶ
15κτίσις, τὸ συνυπάρχειν οὐκ ἀναγκαῖον, ἀπαραίτητον δὲ τὴν συνύπαρξιν τὸ τῶν ἐννοιῶν ἀκριβὲς εἰσκομίσειεν ἂν ἐπὶ Θεοῦ κἂν εἴτε Πατὴρ εἴτε Υἱὸς ὀνομάζοιτο, πῶς ἂν προανίσχοι τὸ ἓν καὶ προαναφαίνοιτό πως θατέρου θάτερον, εἴπερ ἐστὶν ὅ ἐστιν ἑκάτερον ἐν τῷ νοεῖσθαι συνυπάρχοντα,
20καὶ οὐχὶ τῆς ἀλλήλων συνδρομῆς τητώμενα; Πατὴρ γὰρ ὡς πρὸς Υἱόν, καὶ τὸ ἔμπαλιν. Μῶν ἐκβεβιάσθαι σοι δοκεῖ πρὸς τὸ οὐκ ἔχον ὀρθῶς ὁ λόγος; Β. Ἥκιστά γε. Α. Εἰ δὲ δὴ καὶ χρῆναι γεννᾶν ἐξ ἑαυτοῦ καὶ Υἱοῦ τοῦ
25κατὰ φύσιν ὁρᾶσθαι Πατέρα σοφὸν εἶναί τι καὶ παγκάλως ἔχον κατεφαίνετο τῷ Θεῷ καὶ Πατρί, τίς ὁ ἐπὶ τὸ χρῆναι τεκεῖν ἢ πόθεν ἂν γένοιτο μελησμός; Τί τὸ ἐμποδὼν καὶ τὸ οὔπω δεῖν εἶναι Πατέρα τὸν Θεὸν χρησίμως τε καὶ
ἀναγκαίως ἐκδυσωποῦν; Ἄνθρωποι μὲν γὰρ ἀεὶ μὲν ὅτι350 in vol. 1
30δυνάμει πατέρες, οὐ μὴν ἔτι καὶ ἐνεργείᾳ, οὐδενὶ τῶν ὄντων ἀσυμφανές· ἐναργὴς δὲ λίαν ἡ παρὰ πόδας κειμένη καὶ διακωλύουσα πρόφασις. Ἀφιγμένης γὰρ οὔπω πρὸς ἥβην τῆς τοῦ σώματος ἡλικίας, καταμύει πως ἔτι καὶ ἐνηρεμεῖ τῇ φύσει τὰ αὐτῆς, καὶ οἱονεὶ τὸν πρέποντα ταῖς εἰς
35ἐμφάνειαν ἀναδείξεσι περιμένει καιρόν. Ἐπὶ δέ γε Θεοῦ, τοῦ τελείως ἔχοντος ἀεὶ καὶ ὄντος ὅ ἐστιν, οὐκ ἐξ ἐπιδόσεως τῆς ἐπί τι τῶν οὔπω προσπεφυκότων καὶ τὴν ἐν χρόνῳ διάδειξιν ἀπαραίτητόν τε καὶ ἀναγκαίαν ἐχόντων, ἐκλάμ‐ ποντος δὲ τῆς ἰδίας οὐσίας ἡμῖν τὸν Υἱὸν καὶ ἐν τάξει
40χαρακτῆρος οὐσιωδῶς ἐμπεφυκὸς αὐτῷ τὸ ἴδιον ἔχοντος γέννημα, πῶς ἂν ἐπινοηθείη τὸ μὴ ἀεί τε καὶ ὁμοῦ τῷ εἶναι τεκεῖν κατ’ ἐνέργειαν, ἑστάναι δὲ μᾶλλον ἐν τῷ κατὰ

461

δύναμιν, καὶ οὐσιώδη παθεῖν τὴν κίνησιν, τὴν εἰς ὅπερ οὐκ ἦν ἐν ἀρχαῖς εἰσδεδεγμένον μετάστασιν; Δυσσεβήσομεν δὲ οὐ μετρίως καὶ εἰς αὐτὸν τὸν Υἱὸν εἰ μὴ ταῖς τῶν δι’ ἐναντίας ἀντιταττόμεθα δόξαις. Οὐκέτι γὰρ ἔσται ποιητὴς
5αἰώνων ὁ Μονογενής, παρεισδεδυκότος οὐκ οἶδ’ ὅπως τοῦ χρόνου καὶ πρεσβυτέραν ἔχοντος τὴν ὑπόληψιν τοῦ κατ’ ἐνέργειαν λέγεσθαι γεννᾶν τὸν Πατέρα καὶ Θεόν· εἴπερ ἐξ ἀγεννησίας ἔτι, τουτέστιν ἐκ τοῦ κατὰ δύναμιν, εἰς γέννησιν κατ’ ἐνέργειαν οὐκ ἀχρόνως προήκοι ἄν, καὶ
10εἰ βραχὺ κομιδῇ καὶ ἀκαριαῖον νοοῖτο τὸ μεταξύ. Εἶναι δέ φημι πάναισχρόν τε καὶ ἀκαλλὲς ἥλιον μὲν οἴεσθαι καὶ πῦρ οὔ ποτε μὲν ὅπερ εἰσὶν οὐκ εἶναι τυχόν, ἀλλ’ οὐδὲ στάσιν καὶ ἕδραν ἐσχηκέναι πώποτε, τὴν ἐν μόνῳ τῷ κατὰ
δύναμιν νοουμένην, ἥκειν δὲ οὕτως εἰς ἐνέργειαν ὡς ἐν352 in vol. 1
15κινήσει τῇ κατὰ χρόνον καὶ φύσει, συμπεφυκότα δὲ μᾶλλον καὶ τῇ τῆς γενέσεως ἀρχῇ συντρέχοντα τὰ ἐνόντα λαχεῖν, Θεὸν δὲ σωμάτων μὴ ὑπερκεῖσθαι λέγειν, μήτε μὴν ὑπονοεῖν φύσεως ἰδίας ὥσπερ ἕπεσθαι θεσμοῖς ἔν γε τῷ χρῆναι
τεκεῖν, ᾗπερ ἂν αὐτῷ τε καὶ μόνῳ πρέποι.354 in vol. 1
20tΛΟΓΟΣ ΤΡΙΤΟΣ
21tὍτι Θεὸς ἀληθινὸς ὁ Υἱὸς καθὰ καὶ ὁ Πατήρ.
22Α. Ἄριστον μέν, ὦ Ἑρμεία, φαίης ἂν οἶδ’ ὅτι καὶ αὐτός που τάχα τοῖς εἰς ἀρετὴν σπουδάσμασιν ἐναγλαΐζεσθαι δεῖν, ἐμφιλοχωρεῖν δὲ μάλιστα τοῖς εἰς εὐσέβειαν λόγοις,
25εἶεν δ’ ἂν οὗτοι οἱ περὶ Θεοῦ. Τοιγάρτοι καὶ Γράμμα φησὶν ἱερόν· «Καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ, κοιταζόμενος καὶ διανι‐ στάμενος.» Τὸ γὰρ οἶμαι δεῖν ἀκαταλήκτως ἔχειν τὸν θεῖον ἡμᾶς ἐπὶ γλώττης λόγον οὐκ ἀσυντελὲς εἰς ὄνησιν
30καὶ οὐχ ἑτέροις ἂν πρέποι μᾶλλον, ἢ οἷς ἐν φροντίδι τὸ διαβιῶναι θεοφιλῶς. Β. Σύμφημι κἀγώ· τοῦδε γὰρ ἄμεινον οὐδέν. Ἐπειδὴ

462

δὲ ἀποχρώντως ἡμῖν εἴς γε τὸ παρὸν ὁ περὶ τῆς θείας τε καὶ ἀπορρήτου γεννήσεως ἐκβεβασάνισται λόγος, ὡς ἐξέφυ μὲν ἑτέρωθεν οὐδαμῶς, ἐξ αὐτῆς δὲ ἡμῖν τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀνέλαμψεν ὁ Υἱός· ὧδε γὰρ ἔχων ἐφαί‐
5νετο· τί τὸ ἀναπεῖθον ἔτι τοὺς δι’ ἐναντίας, ἕνα μὲν ὑπάρχειν οἴεσθαι Θεὸν τὸν Πατέρα κατὰ φύσιν καὶ ἀληθινόν, συναριθ‐ μεῖν δὲ αὐτῷ μηδένα παντελῶς, ἀλλὰ καὶ αὐτὴν τοῖς ἄλλοις ὁμοῦ πόρρω που τῆς ἀληθοῦς θεότητος, τὴν τοῦ μόνου καὶ ἀληθῶς Υἱοῦ παρωθεῖσθαι φύσιν;
10Α. Τί τὸ ἀναπεῖθον, ἐπείπερ ἔρεσθαί σοι δοκεῖ, φαίην ἂν ἔγωγε περὶ τῶν ὧδε διειληφότων, ὡς εἴη μὲν «Ἐξ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας. Ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας ὁ οἶνος αὐτοῖς.» Ἐκμεμεθυσμένοι γὰρ ὥσπερ τοῖς10 in vol. 2
15οὐκ οἶδ’ ὅθεν ἐξευρημένοις ψευδηγορήμασιν, ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτῶν ἐρεύγονται πονηρά. Ἀχάλινοι δὲ ταῖς ἐφ’ Υἱῷ δυσφημίαις ἀνέντες τὴν γλῶτταν, κἂν ἀδελφὴν καὶ γείτονα τῆς τῶν Φαρισαίων ἀφιλοθεΐας νοσοῦντες ἀπόνοιαν, ἀκουόντων σὺν ἐκείνοις· «Γεννήματα ἐχιδνῶν,
20πῶς δύνασθε ἀγαθὰ λέγειν πονηροὶ ὄντες;» Καίτοι χρῆν δή που ταῖς οὕτω σεπταῖς τε καὶ ἀπορρήτοις ἐρεύναις ἐνιέντας τὸν νοῦν τὸ μὲν σφίσι δοκοῦν οὐχὶ δή που πάντως οἴεσθαι καλῶς καὶ ἀδιαβλήτως ἔχειν, ἐν κύκλῳ δὲ ὥσπερ τὸν ἔσω καὶ κεκρυμμένον περικομίζοντας ὀφθαλμὸν καὶ
25μυρίων ὅσων ἐννοιῶν διαθέοντας πλάτος, ἀποφοιτᾶν μὲν ὡς ἀπωτάτω τῶν ἐξ ἐλαφρίας συντεθειμένων, δοκιμάσαντας δὲ ἀκριβῶς τὸ τελοῦν εἰς ὄνησιν καὶ τῆς εἰς εὐθὺ διαλήψεως καὶ ἀκραιφνῶς ἔχοντος λόγου ποδηγούντων εἰς κατάληψιν, μόνοις ἐφιζῆσαι τοῖς τῆς ἀληθείας δόγμασιν. Ἀποπληξία
30γάρ, οἶμαι, νοῦ καὶ παρακοπὴ Θεὸν μὲν οὐκ εἶναι λέγειν κατὰ φύσιν καὶ ἀληθινὸν τὸν ἐκ Θεοῦ πεφηνότα Υἱόν, ὡς λόγον ἐκ νοῦ ἢ ὥσπερ ἂν εἴη τοῦ φωτὸς ἀπαύγασμα τυχόν, εἰκαίοις δὲ ὥσπερ ἐπινήχεσθαι λογισμοῖς καὶ κιβδήλοις ἐννοιῶν ἐπαυχεῖν εὑρήμασιν. Ἦ γὰρ οὐκ ἄμεινον ἐξ εὐμαθοῦς
35διανοίας ἐκεῖνο ἰδεῖν, ὡς ἔνθαπερ ἂν εἴη τὸ γεννᾶσθαι κατὰ φύσιν οὐ διεψευσμένον, ἐκεῖ δήπου πάντως καὶ τῷ γεννω‐ μένῳ πρὸς τὸ γεννῶν εἴη ἂν οὐ σχετικὴ μᾶλλον ἢ ψευδώνυμος ἡ οἰκειότης, ἀλλὰ φυσική; Ἐξ αὐτῆς γὰρ ἔσται τῆς οὐσίας τοῦ τεκόντος τὸ ἀληθῶς γεννώμενον. Πῶς ἂν οὖν ἁμάρτοι
40καὶ ἐξοίχοιτο κατ’ αὐτοὺς τοῦ κατ’ ἀλήθειαν εἶναι Θεὸς
τὸ ἐκ Θεοῦ γεννηθέν;12 in vol. 2

463

Β. Ναὶ καὶ αὐτὸν φαῖεν ἂν ἴσως ὡς Θεός τε εἴη καὶ ἐκ Θεοῦ, πλὴν ἑτεροίως καὶ παρηλλαγμένως. Α. Οὐκοῦν, τὸ μὲν ἑτεροίως ὅ τί ποτ’ ἐστὶ συνίημι μὲν οὐ σφόδρα ἐγώ, φράσαις δ’ ἂν ἴσως αὐτός, εἴπερ οἶσθά
5που. Διαπεπύσθαι γὰρ δή σε καὶ μάλα εἰκός. Β. Ἐπυθόμην. Θεὸν μὲν γὰρ εἶναί φασιν ἀληθινὸν τὸν Πατέρα, τὸν δέ γε Υἱὸν οὐχ ὧδε ἔχειν, καὶ εἰ καλοῖτο Θεός, εἶναι δὲ καὶ ἐκ Θεοῦ. Καὶ γάρ τοί φασι· Καὶ τὰ πάντα ἐκ Θεοῦ.
10Α. Καὶ μὴν τοῦτό γέ ἐστιν ἀπημφιασμένως ἀνακεκράγειν ὡς οὔτε Θεός ἐστιν ὁ Υἱός, ἀλλὰ καὶ ἐν ἴσῳ τοῖς ἄλλοις ἐκ Θεοῦ, κατὰ τρόπον δὲ δηλονότι τὸν τῆς δημιουργίας, παρῆκται δὴ οὖν εἰς γένεσιν καὶ παρακεκόμισται πρὸς τὸ εἶναι μὴ ὤν, καὶ κτίσει λοιπὸν ὡς ἀδελφῇ συντετάξεται.
15Κατασκιασμάτων γὰρ ἤδη τῶν ἐκ πανούργου τέχνης ἀπαμ‐ φιάσαι τὸν λόγον ἄριστον οἶμαί που καὶ σοφόν, ῥηματίοις δὲ τοῖς κεκομψευμένοις καταχρυσοῦν οὐκ ἐᾶν τὴν τοῦ Υἱοῦ φύσιν τοὺς δι’ ἐναντίας, οὐδὲν ἀληθὲς ἐπ’ αὐτῷ δοξάζοντας, διαρρήδην δὲ μᾶλλον ἀναπείθειν εἰπεῖν ὅπερ εἶναι πιστεύου‐
20σιν. Ἅπας γὰρ οἶμαί που τῆς ἐκείνων ἠλιθιότητος κατορ‐ χήσεται λόγος. Καὶ ὅτι μὲν τὸ ἐκ Θεοῦ πεφηνέναι τὸν Υἱὸν οὐχ ἕτερόν τι δηλοῦν ὑπολάβοι τις ἄν, εἴ γε νοῦν ἔχοι τὸν ἀπαράφθορον, ἢ ὅτι γεγέννηται καὶ ὡς αὐτῆς ἐξέφυ τῆς οὐσίας τοῦ Πατρός, ὁ γείτων ἡμῶν καὶ πεπερασμένος
25ἀρτίως παρέδειξε λόγος. Ἁτέρῳ γε μὴν τὸν ἐμβασανίζειν εἰδότα καταθῆξαι νοῦν, οἰήσομαι δεῖν. Β. Ὡς ἥδιστά γε δρῴης ἂν ἐπὶ τοῦτο παρορμώμενος. Ὃ δὲ δὴ δεῖν ἐγνώκασι τοῖς παρ’ ἡμῶν ἀντεξάγειν λόγοις ἐκεῖνό ἐστιν. Εἷς γὰρ ὠνόμασται, φασί, Θεὸς ἀληθινός,
30ὁ Πατήρ, ἔν γε τοῖς Ἀρχαιοτέροις καὶ τοῖς Νέοις Γράμμασιν. Ἔφη μὲν γὰρ ὁ Μωσῆς· «Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι.» Καὶ μὴν καὶ ἐν ᾠδαῖς αὐτὸν εἰσκεκόμικεν ἀνακεκραγότα τὸν Θεόν· «Ἴδετε, ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ.» Καὶ πάλιν·14 in vol. 2
35«Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ.» Καὶ μὴν καὶ αὐτὸς ὁ Υἱός φησι πρὸς τὸν ἑαυτοῦ Πατέρα· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν.» Παραθεῖεν δ’ ἂν ἀμογητὶ συμφέροντες μύρια μὲν ὅσα τοιαῦτα, νεανικώτερον
40δὲ τοῖς σφῶν αὐτῶν ἐπαγωνιοῦνται λόγοις, καὶ μὴν καὶ ἐλπίδος αὐτοῖς οὐ μακρὰν οἰχήσεται τὸ συμφρονεῖν ἑλέσθαι τινὰς ὡς εἴη μὲν εἷς τε καὶ μόνος ἀληθῶς καὶ φύσει Θεὸς ὁ

464

Πατήρ, ἕτερος δὲ πρὸς αὐτῷ τὸ σύμπαν οὐδείς. Α. Κενὰ δὲ ἱδροῦν, εἰπέ μοι, τί τὸ ἀναπεῖθον αὐτούς; Οὐ γὰρ, ὦ ’γαθέ, δεηθείημεν ἂν οὐδενὸς ἔν γε τούτῳ πόνου, συνθεόντων ἑτοιμότατα καὶ ἡμῶν αὐτῶν, ἕνα τε καὶ φύσει
5καὶ ἀληθινὸν εἰσδεδεγμένων ἐν πίστει Θεὸν τὸν Πατέρα. Πῶς γὰρ ἢ πόθεν ἐνδοιάσαι τις ἄν; Εἰ δὲ δὴ καὶ φαῖεν ὅτι Θεὸς ἕτερος ἐπ’ αὐτῷ τὸ σύμπαν οὐδείς, ἥκιστά γε τουτὶ τῇ τοῦ Υἱοῦ διαλυμανεῖται φύσει. Ἔξω γὰρ πάντων καὶ οὐκ ἔν γε τοῖς πᾶσίν ἐστι, τῷ ἰδίῳ Πατρὶ συνυφεστηκὼς
10καὶ συναναλάμπων ἀεί, καὶ ἐν τῇ μιᾷ τῆς θεότητος φύσει τῷ τεκόντι συννοούμενος. Εἷς τοιγαροῦν ὁ Θεός, καὶ οὗτος ὁ ἀληθινός. Ἐκλελυτρώμεθα γὰρ ἐκ πολυθεΐας, καὶ τὴν ἐπὶ τούτῳ κηλίδα διανιψάμενοι, ὀψὲ μὲν καὶ μόλις, τὸν δ’ οὖν ἕνα καὶ ἀληθῶς Δεσπότην ἐγνώκαμεν. Ταυτὶ δὲ
15μεθέντες εἰς τὸ παρόν, ἐπ’ ἐκεῖνο ἴωμεν· ὧδε γὰρ δή σοι
χρῆναι δοκεῖ. Β. Τὸ ποῖόν τι φῄς; Α. Μόνον ἔφη Θεὸν ἀληθινὸν ὁ Υἱὸς τὸν Πατέρα. Β. Ἔφη γάρ.16 in vol. 2
20Α. Καὶ μὴν ὅτι Θεὸς ἕτερος παρ’ αὐτὸν οὐδεὶς τὸ ἀρχαῖον ἡμῖν ἀνεφώνει λόγιον. Β. Ἀληθές. Α. Ἰτέον δὴ οὖν, ὦ φιλότης, καὶ ἡμῖν οὐτοῖς ἐπὶ τὸ Γράμμα τὸ ἱερόν, καὶ τοὺς τῶν ἁγίων πολυπραγμονοῦντες
25λόγους, φέρε δή, φέρε καταθρήσωμεν εἰ δή πή τις ἄρα μόνον ἔφη Θεὸν τὸν Υἱόν, ἐπωνόμασε δὲ καὶ ἀληθινόν. Β. Εὖ λέγεις. Α. Οὐκοῦν αὐτίκα δὴ μάλα παρέσται μὲν ἡμῖν ὁ σοφὸς Ἰωάννης, ὁ καὶ βροντῆς υἱὸς κατωνομασμένος, διαρρήδην
30ἀνακεκραγώς· «Καὶ οἴδαμεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος.» Συνεισδραμεῖται δὲ αὖ καὶ ὁ μέγας ἡμῖν Βαροὺχ καὶ σαφῆ
35ποιήσεται τὴν ἀνάρρησιν τῆς τοῦ Υἱοῦ φύσεώς τε καὶ δόξης, ὡδὶ καὶ αὐτὸς ἀναβοῶν, μονονουχὶ δὲ καὶ δακτύλῳ καταδεικνύς· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ
40ὑπ’ αὐτοῦ. Μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Καὶ μὴν ἔχοιμ’ ἂν εἰπεῖν ὡς ἕνα μὲν Κύριον Ἰησοῦν Χριστὸν ὁ ἱερὸς ἡμῖν ἔφη Παῦλος. Ψάλλει δὲ καὶ ὁ Δαβὶδ ἐν Πνεύματι ὅτι «Τίς Θεὸς πλὴν τοῦ Κυρίου; καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;». Ἆρ’ οὖν
45οὐχὶ σαφέστατά γε καὶ ἐναργέστατα διὰ τῆς τῶν θεολόγων18 in vol. 2

465

φωνῆς εἷς τε καὶ μόνος καὶ ἀληθινὸς ἀνεκηρύχθη Θεὸς ὁ Μονογενής; Β. Ἀληθές. Α. Ὅτε τοίνυν μόνος ἡμῖν καὶ ἀληθινὸς εἰσκεκόμισται
5Θεὸς ὁ Πατήρ, ἰσοτρόπως δὲ αὖ καὶ ἀπαραλλάκτως ἔχων ὁ Υἱός· καταλογισθείη γὰρ ἂν ἕτερος ἐπ’ αὐτῷ τὸ σύμπαν οὐδείς· ποῖ ποτε ἄρα δραμεῖται τῶν πιστευόντων ὁ νοῦς, εἴπερ ἄμφω διὰ σφῶν αὐτῶν ἐξωθεῖεν ἄν, καὶ οὐκ ἐν βεβαίῳ τῆς θεοπρεποῦς ἔσονται δόξης, εὐκατάσειστόν τε καὶ
10εὐανάτρεπτον κομιδῇ λαχόντε τὴν φύσιν; Ἦ οὐκ ἀληθὲς εἰπεῖν ὡς εἴπερ εἶναι παραδεξαίμεθα μόνον καὶ ἀληθινὸν Θεὸν τὸν Πατέρα, κατασφραγιοῦμεν εὐθὺς τὸ ἑτεροφυὲς τῷ Υἱῷ, καὶ τῶν τῆς ἀληθοῦς θεότητος ὅρων ἀποσοβοῦντες αὐτόν, ἐν ἑτέρᾳ που φύσει γεγονότα διοψόμεθα; Εἰ δὲ δὴ
15μόνῳ τῷ Υἱῷ τὸ τῆς ἀληθοῦς θεότητος ὄνομά τε καὶ χρῆμα προσνέμοντες, οὐδένα τὸ σύμπαν ἐπ’ αὐτῷ καταλογισαίμεθα, ἆρ’ οὐχὶ καθοριοῦμεν τῆς τοῦ Πατρὸς δόξης ἃ μὴ θέμις εἰπεῖν; Β. Ἕρπει μὲν εἰς τοῦτο τῶν ἐννοιῶν ἡ δύναμις· πλὴν
20τάχα που κἀκεῖνο εἰκὸς τοὺς δι’ ἐναντίας εἰπεῖν, ὡς περιεστήξει πάντως ἡμῖν εἴπερ ἐστὶ Θεὸς ἀληθινὸς ὁ Υἱός, οὐχ ἕνα δὴ λέγειν, ἀλλὰ δύο τοὺς θεούς. Α. Ἀνεπιτήδευτον μὲν τῶν ἄγαν ἐκτόπων ἐκείνοις οὐδέν, δυσφημίας δὲ τρόπος ἁπαστισοῦν βάσιμός τε καὶ
25ἱππήλατος. Σκοπὸς δὲ ἡμῖν οὐχὶ τοῦτο φάναι ποθέν, συνωθεῖ δὲ μᾶλλον εἰς ὁμολογίαν ὁ λόγος τοῦ χρῆναι νοεῖν ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας διὰ τῆς ἀληθοῦς γεννήσεως ἀναφύναι τὸν Υἱόν, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, οὐκ εἰς ὀθνείαν τινὰ καὶ ἔκφυλον ἐκπεφυκότα φύσιν, ἀλλ’ ὄντα
30τοῦτο οὐσιωδῶς ὅπερ ἂν εἶναι νοοῖτο καὶ ὁ Πατήρ, δίχα μόνου τοῦ εἶναι Πατήρ. Συναριθμουμένου γὰρ ὧδε καὶ συναναθρώσκοντος εἰς θεολογίαν τοῦ ἁγίου Πνεύματος, μία λοιπὸν ἡ ἀληθινὴ καὶ φύσει θεότης ἐν ὁμοουσίῳ προσκυνεῖται Τριάδι.20 in vol. 2
35Β. Ἀλλ’ εἰ τρεῖς εἶναι, φασί, τὰς ὑποστάσεις δώσομεν, καὶ ἡ θεότης ἐν τριπλῷ νοηθείη ἄν, κατά γε τὸν εἰκότα λογισμόν. Α. Ἀλλ’ ὅ γε τῆς ἀληθοῦς μυσταγωγίας ἡμᾶς οὐχ ὧδε ταῦτ’ ἔχειν ἐκπεπαίδευκε λόγος. Βεβαπτίσμεθα γὰρ εἰς
40Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ οὔ τί πού φαμεν εἰς τρεῖς ὅτι θεοὺς ἡ πίστις, ἀλλ’ εἰς μίαν θεότητα, τὴν ἐν Τριάδι προσκυνητήν. Τί τοίνυν ἀποβιβάζῃ, καὶ λογισμοῖς ἀνθρωπίνοις ὑποφέρειν πειρᾷ τὰ ὑπὲρ νοῦν καὶ λόγον, ἃ καὶ οἶμαι δεῖν ἀπεριεργάστῳ καὶ μόνῃ τιμᾶσθαι τῇ πίστει;

466

Ἀνόσιον γὰρ κομιδῇ καὶ δυσσεβείας εἰς λῆξιν ἧκον τὴν ἀνωτάτω τὸ φάναι περιεργότατα, πῶς ἄρα καὶ τίς ἡ Τριάς, ἔχει δὲ ὅπως καθ’ ἑαυτὴν ἡ τῆς θεότητος φύσις; Εὐσεβὲς δὲ μᾶλλον τὸ περινοεῖν ἐθέλειν ὀρθῶς, κατὰ τίνα δὴ τρόπον
5ἐν ἁγίᾳ Τριάδι μία προσκυνεῖται θεότητος φύσις. Φάθι δὴ οὖν, ὦ Ἑρμεία, τουτὶ μὲν ἡμᾶς οἴεσθαί τε καὶ δοξάζειν ὀρθῶς, ἀνοσιουργεῖν δὲ τοὺς δι’ ἐναντίας, τὰ καὶ νοῦ παντὸς ὑπερφέροντα λογισμῶν ἀθλίων εὑρήμασιν ἀσυνέτως ἐκβασα‐ νίζοντας.
10Β. Εὖ λέγεις. Φημὶ γὰρ οὖν ἔγωγε, τοῦτο δρᾶν αὐτούς. Πῶς οὖν ἄρα Θεὸς εἷς ἐν ἡμῖν, εἴπερ ἐν ἰδίαις ὑποστάσεσι καὶ ὁ Πατὴρ νοοῖτο καὶ ὁ Υἱός; Α. Συλλήπτορά τε καὶ ἀρωγὸν ἀναγκαίως εἰς τοῦτο παραληψόμεθα τὸν τῆς ὁμοουσιότητος τρόπον, τὸ διττὸν
15ἐν ὑποστάσεσιν εἰς ἕν τι τὸ δι’ ἀμφοῖν κατασφίγγοντα καὶ τὸ διαχεῖσθαι δοκοῦν εἰς ἰδιότητα τὴν ἐφ’ ἑκατέρῳ καὶ ἀναμέρος εἰς ταὐτότητα συλλέγειν εὖ μάλα δυνάμενον, ὡς ἂν μήτε τὸ διπλοῦν τῇ ἁπλῇ τε καὶ ἀσυνθέτῳ πρὸς τινοσοῦν ὅλως ἐπιφημίζοιτο φύσει, μήτε μὴν αἰδοῖ τοῦ μὴ δοκεῖν22 in vol. 2
20τὸν τῆς ἁπλότητος κατασίνεσθαι λόγον, τὸ διττὸν ἐν ὑποστά‐ σεσιν ἀναιροῦντες ἁλισκοίμεθα. Ἀληθῆ δὲ ὄντα τὸν τῆς ὁμοουσιότητος λόγον, καὶ αὐτά που μάλα διεκφήνειεν ἂν τὰ ἐφ’ Υἱῷ μαρτύρια, τῶν ἱερῶν ἡμῖν παρακεκομισμένα Γραμμάτων. Μόνος γὰρ ὢν ὁ Πατὴρ φύσει τε καὶ ἀληθῶς
25Θεός, μόνον ὄντα Θεὸν φύσει τε καὶ ἀληθῶς τὸν Υἱὸν παραδέξαιτο ἂν οὐχ ἑτέρως εἴς τε τὸ ὑπάρχειν ἰδιοσυστάτως καὶ εἰς ταὐτότητα φυσικήν, εἰ μὴ ὑπάρχοι μὲν αὐτὸς ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ, ἔχοι δὲ αὖ ὁ Υἱὸς ἐν ἰδίᾳ φύσει τὸν γεγεννηκότα, ταύτῃ τοι νοοῖτο λέγεσθαί τε καὶ ὑπάρχειν
30ἕν. Καὶ γοῦν ὁ χρηστὸς ἡμῖν ἐπετιμᾶτο Φίλιππος, τὸ τῆς διανοίας εὐμαθὲς οὐ τοῖς ἄγαν ἐξητασμένοις κατακαλλύνων ῥήμασι. Καίτοι γὰρ ἐνὸν ἐν Υἱῷ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς καταθεᾶσθαι φύσιν, ἐλιπάρει λέγων· «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν.» Καὶ πρός γε ταῦτα Χριστός·
35«Τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ ἀληθὴς ὁ λόγος. Ἐπειδὴ γὰρ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκπέφηνεν ὁ Υἱός,
40ἐνυπάρχει μὲν αὐτὸς τῷ ἰδίῳ Πατρί, παραδείξειε δ’ ἂν ἐν ἑαυτῷ διὰ ταὐτότητος φυσικῆς καὶ τὴν τοῦ γεγεννηκότος.

467

Νοηθείη δ’ ἂν ὁ Πατὴρ οὐχ ἑτέρως ἢ δι’ Υἱοῦ τε καὶ
ἐν Υἱῷ, ἐπείπερ ἐστὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, τὴν ὅθεν ἐξέφυ διαστίλβων φύσιν ἐν ἰδίᾳ μορφῇ. Χρῆναι γὰρ οἶμαι καὶ καθ’ ἡμᾶς εἰπεῖν· τοιγάρτοι καὶ ἐπ’ ἀμφοῖν24 in vol. 2
5ὅπερ ἂν ὑπό του λέγοιτο τυχόν, χωρήσει δὴ πάντως καὶ ἀναμέρος ἐφ’ ἑκατέρῳ, καὶ τὴν οὐδενὸς ἀδικήσει δόξαν. Β. Πῶς δὴ ἄρα καὶ τοῦτο φῄς; Α. Οὐ γὰρ ἐπαΐεις ἀνακεκραγότος, ὦ τᾶν, τοῦ μακαρίου Παύλου περὶ τοῦ Θεοῦ καὶ Πατρός· «Ἵνα ᾖ ὁ Θεὸς τὰ
10πάντα ἐν πᾶσιν;» Β. Ἀλλὰ τί μήν; Α. Ἴθι δὴ οὖν, καὶ ἄθρει τὸ ἰσοστατοῦν εἰς δόξαν ἀπονέ‐ μοντα τῷ Υἱῷ, καὶ τὴν τοῦ Μονογενοῦς καταχρυσοῦντα φύσιν, οἷς ἂν καὶ αὐτὸς ὁ Πατὴρ εὖ μάλα κατασεμνύνοιτο.
15Ἔφη γάρ που περὶ αὐτοῦ· «Τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.» Β. Ἔφη γάρ. Α. Οὐκοῦν ἀπορήσειεν ἄν, οἶμαί που, πᾶς τισοῦν, ὧδέ πη διενθυμούμενος τὸ ὅπως ἂν ἔχοι τὸ χρῆμα. Ἀναπιμπλάντος
20γὰρ ἡμῖν τὰ πάντα τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἐν πᾶσιν ὄντος τε καὶ νοουμένου θεοπρεπῶς, ὅποιπερ ἂν ἔτι χωρήσειεν ἡ δι’ Υἱοῦ πλήρωσις κατιδεῖν οὐκ ἔχω. Ἆρ’ οὖν ἀνάγκη περινοεῖν ὡς, εἰ μή ἐστιν ἐν ἀμφοῖν οὐσιωδῶς ἑκάτερος, περιττή τις, ὡς ἔοικεν, ἡ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς
25ἀναφανεῖται πλήρωσις, ἀποχρώσης εὖ μάλα πρὸς τοῦτο ἡμῖν τῆς δι’ Υἱοῦ, ἤγουν ἐπεισφέρεται τοῖς οὖσιν εἰκῆ καὶ οὐκ ἔτι καθηκόντως ἡ δι’ Υἱοῦ πλήρωσις, διαρκέστατά τε καὶ οὐκ ἀνικάνως ἔχοντος τοῦ Πατρὸς εἰς τὸ πληρῶσαι
τὰ πάντα. Τίνος δ’ ἂν ἔτι καὶ δεδεῆσθαι τὰ πάντα καταδείξαι26 in vol. 2
30τις ἄν, τὴν πλήρωσιν ἔχοντα τὴν παρὰ Πατρός; Ἆρ’ οὖν, ὦ ἑταῖρε, περιττὸς εἰς λόγους ἀναφανεῖται λοιπὸν καὶ ἐρραψῴδηκε μάτην ὁ σοφὸς Ἰωάννης, ἁγίων τε πέρι καὶ τοῦ Υἱοῦ λέγων· «Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν;» Τίνος γὰρ ἔτι δεδεημένοι τὰ ἐκ τοῦ
35πληρώματος δέχονται τοῦ Υἱοῦ, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς ἀποχρώντως ἔχοντος ἔν γε τοῖς καθ’ ἑαυτὸν εἰς τὸ κατα‐ στῆσαι τὴν κτίσιν, τῶν παρ’ ἑτέρου τινὸς ἀνεπιδεᾶ; Β. Ὀρθότατα ἔφης. Α, Εἰ δὲ δὴ καὶ αὐτὴν ἥτις ποτέ ἐστι τὴν δι’ ἑκατέρου
40πλήρωσιν πολυπραγμονεῖν ἐθέλομεν, ἆρ’ οὐκ ἂν γένοιτο παντί τῳ σαφὲς ὡς εἴπερ ἀμφοῖν ὁ τῆς οὐσίας διῴκισται λόγος εἰς τὸ ἑτεροίως ἔχειν, ὡς ἂν ἑκάτερος ἔχοι φύσεως οὕτω τὴν εἰς ἡμᾶς ἐνεργήσει πλήρωσιν; Β. Ἀναγκαίως.
45Α. Καὶ εἴπερ ἐστὶ Θεὸς μὲν ἀληθινὸς ὁ Πατήρ, θεία τις ἔσται πάντως που καὶ ἡ ἐνέργεια, διεκπίπτοντός γε μὴν

468

τῆς ἀληθοῦς θεότητος τοῦ Υἱοῦ, θεία μὲν οὐκ ἔτι, κατ’ αὐτὸν δὲ πάντως, καὶ ἡ τῆς πληρώσεως δύναμις. Ἐνηργήμεθα δὴ οὖν εἰς πλήρωσιν, διττῶς τε καὶ ἀνομοίως. Καὶ εἰ μὲν ἀποχρήσειν ἔμελλε τοῖς ἐνεργουμένοις εἰς σωτηρίαν ἡ
5πλήρωσις τοῦ Πατρός, θεία τις οὖσα καὶ τῆς ἑτέρας ἀμείνων, τί καὶ ὅλως ἐνήργηκεν εἰς ἡμᾶς ὁ Υἱός, καίτοι τὴν χείρω προστιθείς, εἴπερ οὐχ οὕτως ἐνεργήσειεν ἂν καθὰ καὶ ὁ φύσει Θεός; Εἰ δὲ δὴ χρήσιμόν τε καὶ ἀναγκαῖον εἰς σωτηρίαν ἐφόδιον τὴν δι’ Υἱοῦ πλήρωσιν πεπλουτήκαμεν,
10περιέσται δή που νοεῖν τε καὶ λέγειν ὅτι τοῦ χείρονος ἐδεήθη τὸ ὑπερτεροῦν, καὶ τὸ ἐλλελοιπὸς τῷ προὔχοντι προσετίθει τὸ ἔλαττον, εἴπερ ἡμᾶς οὐκ εἰσάπαν ἐξήρκεσεν
ἂν ἡ τοῦ Θεοῦ καὶ Πατρὸς διασῶσαι πλήρωσις. Ἀλλ’ εἶναί φημι τῆς ἐσχάτης ἀποπληξίας αἰτίαμα καὶ γραφὴν τὸ ἀμω‐28 in vol. 2
15μήτως ἔχειν οἴεσθαί τε καὶ φάναι ταυτί. Οὐκοῦν, διερρίφθω μὲν ὡς ἀπωτάτω τὸ ὧδε ληρεῖν. Διακεισόμεθα δὲ καὶ πιστεύ‐ σομεν μίαν εἶναι τὴν εἰς ἡμᾶς δι’ ἀμφοῖν ἐνέργειάν τε καὶ πλήρωσιν. Μία γὰρ ἡ φύσις. Φύσεις γὰρ ἀλλήλαις εἰς διαφορὰν ἱγμέναι τὴν καθ’ ἑτερότητα νοουμένην, καὶ εἰς
20ὀθνειότητα τὴν εἰσάπαν ἐκπεφορημέναι, τὸ ταὐτοειδὲς κατ’ ἐνέργειαν καὶ ἀπαραλλάκτως ἴσον οὐκ ἂν ἔχοιεν τὴν ἐπί τισι τῶν ὄντων, ἀλλ’ ἔνθαπερ ἂν ὁ τοῦ πῶς εἶναί τισιν ἑτεροφανὴς εἴη λόγος ἕψεταί που πάντως ἐκεῖ καὶ τὸ κατ’ ἐνέργειαν οὐχ ὁμοίως ἔχειν.
25Β. Ἀληθές· πλὴν ὡς ἥδιστα ἄν σου διαπυθοίμην τὸ ὅπως ἂν ἐν ἡμῖν ἥ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ πλήρωσις νοοῖτό τε καὶ πράττοιτο μία τις οὖσα καὶ οὐ διάφορος. Α. Καὶ μὴν οὐδ’ ὁπωστιοῦν ἔν γε δὴ τούτῳ τὸ χαλεπὸν ἢ δυσέφικτον. Πῶς γὰρ ἂν ἑτέρως ἢ διὰ τοῦ ἁγίου Πνεύματος,
30θείων ἡμᾶς χαρισμάτων ἀναπιμπλάντος δι’ ἑαυτοῦ καὶ τῆς ἀρρήτου φύσεως κοινωνοὺς ἀποφαίνοντος; Ὧδε γάρ πού φησι τοῦ Σωτῆρος ὁ μαθητής· «Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν.» Β. Δι’ ἑνὸς οὖν τοῦ ἁγίου Πνεύματος ἡ παρ’ ἀμφοῖν
35ἐνεργεῖται πλήρωσις, οὐ μεμερισμένως; Α. Πάνυ μὲν οὖν, ὦ Ἑρμεῖα· τὸ δὲ δὴ χρῆναι φιλο‐ πευστεῖν ἀναπεῖθον καὶ ἀναμανθάνειν ἐπείγεσθαί σε, τὸ ὅπως ἂν γένοιτο δι’ ἑνὸς τοῦ Πνεύματος ἡ παρ’ ἀμφοῖν ἐνέργεια, τελοῦσα πρὸς πλήρωσιν, ἐκεῖνο, οἶμαι, ἔστιν.
40Β. Οἴει δὲ δὴ τί; Α. Διανοῇ γάρ που, κατὰ τὸ εἰκός, ὡς εἴπερ ἀλλήλοιν30 in vol. 2

469

οὐχ ὁμοίαν λαχόντες φύσιν, ἅτε δὴ τὸ μεῖον οὐσιωδῶς ἔχοντος τοῦ Υἱοῦ, κατά γε τό, οὐκ οἶδ’ ὅπως, ἐκείνοις δοκοῦν, ἐνεργήσειάν τι τῶν εἰς ἡμᾶς, οὐκ ἐν ἴσῳ τρόπῳ καὶ ἀπαραλλάκτως ἔχοντι κατὰ πᾶν ὁτιοῦν, ἐκπεπεράνθαι
5τυχὸν τὰ τῆς ἐνεργείας αὐτοῖς νοηθείη ἄν. Εἶτα πῶς ἂν ἔτι δι’ ἑνὸς τοῦ ἁγίου Πνεύματος ἡ παρ’ ἀμφοῖν ἐν ἡμῖν ἔσται πλήρωσις, οὐχ ὑπουργικῶς ἐνσημαίνοντος τὰ ἑκατέρου τυχὸν καὶ τὴν διακονικὴν ἐν ἡμῖν ἀποπληροῦντος χρείαν, ἀλλ’ ὡς ἐν ἰδίᾳ φύσει καὶ τὴν ἀμφοῖν εἰσκομίζοντος;
10Β. Προμηθέστατα ἔφης. Τουτὶ γὰρ δή μοι στρέφεται κατὰ νοῦν. Α. Τετράφθω δὴ οὖν ἐπ’ αὐτὸ δὴ τουτὶ τοῦ λόγου τὸ σπούδασμα· φαίην δ’ ἂν ὅτι τό τινος ἑτέροις ἐμποιοῦν δι’ ἑαυτοῦ τὴν μέθεξιν τῆς μὲν πρὸς ἐκεῖνο συμφυΐας
15ἀποφοιτήσειεν ἂν οὐδαμῶς, ἐνεργήσει δὲ οὕτως ὡς εἴπερ ἦν ἴσως κἀκεῖνο τυχόν. Ἀναγκαίῳ γάρ, οἶμαι, πρὸς οὐσιώδη ταὐτότητα συντετάχαται νόμῳ τὰ ὅσαπερ ἂν ἀλλήλοις ταὐτοσθενῆ τὴν ἐνέργειαν διαλαχόντα φαίνοιτο. Β. Ἴθι μοι διὰ παραδειγμάτων, ἕπομαι γὰρ οὐ λίαν.
20Α. Οὐκοῦν εἶμί τοι, καὶ δὴ καὶ ἐρῶ. Ἥλιος μὲν γὰρ αὐτό τι καθ’ ἑαυτὸ νοεῖταί τε καὶ ἔστι καὶ ἀνῳκισμένην μέν τινα διέρπει τρίβον, τοῖς τοῦ πεποιηκότος νεύμασι τὸ τῇδε ἔχειν διαλαχών. Καθιεὶς δὲ τὴν ἀκτῖνα καὶ τῶν ἐπὶ γῆς ἐπαφώμενος, ἐνίησι μὲν τῆς θερμότητος τὴν αἴσθησιν. Εἰ
25δὲ δὴ τίνα τε καὶ ποδαπὴν τὴν φύσιν διεκληρώσατο πολυ‐ πραγμονεῖν ἐθέλοιμεν, ἀνιδρωτὶ κατορθώσομεν. Ὅτι γὰρ θερμὸς καὶ πυρώδης, ἁπαστισοῦν εὐκόλως τῶν γε ἅπαξ
μετεσχηκότων περινοήσειεν ἄν, τὴν ἐξ αὐτοῦ προεκκύπ‐ τουσαν καὶ προχεομένην ἀκτῖνα θερμὴν παραλαβὼν εἰς32 in vol. 2
30ἀπόδειξιν. Β. Εὖ λέγεις. Συνήσει γὰρ οὖν, ἐπείτοι καὶ ἀταλαίπωρον τὸ χρῆμά ἐστιν. Α. Εἶτα πῶς ἐκεῖνο λοιπὸν τοῖς γε νοῦν ἔχουσιν οὐκ ἐμφανές;
35Β. Τὸ τί δὴ φῄς; Α. Ὅτι τῆς ἡλίου φύσεως, ἥτις ποτέ ἐστιν, ἑτεροφυὲς οὔ τί που τὸ ἐξ αὐτοῦ προχεόμενον εἰς τὰ τῆς αἰσθήσεως δεκτικά. Πῶς γὰρ ἂν ἑτέρως ἔχοι τὸ ἐνεργεῖν ὡς ἐκεῖνος, μὴ οὐχὶ τὴν ἡλίου φύσιν τῆς ἰδίας ἐκδρομῆς ῥίζαν ὥσπερ
40τινὰ καὶ μητέρα λαχόν, ἵν’ ἐξ ὧν εἶναι πεπίστευται, τῆς τοῦ προέντος οὐσίας ὅλην ἔχον ἐν ἑαυτῷ τὴν ποιότητα διεκφαί‐ νοιτο; Β. Οὐχ ἑτέρως ἂν ἔχοι. Α. Ἰτέον δὴ οὖν ἐπ’ αὐτὴν ἤδη πως τὴν τοῦ ἁγίου
45Πνεύματος φύσιν, καὶ περιεργότερον βασανίζοντες, ἐκεῖνο διασκεψώμεθα, οὐκ ἐξαγωνίοις τισὶν ἐπιθρῴσκοντες λόγοις,

470

καιροῦ δὲ διέρπειν ἐφ’ ἕτερα πρεπωδέστατα παραθήγοντος, πότερόν ποτε Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα συντετάξεται καὶ ἐν τῇ μιᾷ τῆς θεότητος φύσει καταγραπτέον ἢ μή; Β. Ἕνα φασὶν ἀληθινὸν εἶναι Θεόν, τὸν Πατέρα, ἐπαριθ‐
5μοῦσι δὲ αὐτῷ τὸ σύμπαν οὐδένα. Α. Οὐκοῦν ἐξωσθήσεται κατ’ αὐτοὺς τῆς ἀληθοῦς θεότητος σὺν Υἱῷ καὶ τὸ Πνεῦμα, καὶ εἰς τὴν τῶν γεγονότων ἀπο‐ λισθήσει πληθύν, καὶ ὁμοφυὲς μὲν ἔσται κατ’ αὐτοὺς τῷ Υἱῷ, κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, τῆς δὲ τοῦ Θεοῦ
10καὶ Πατρὸς οὐσίας ὡς πορρωτάτω. Ποῖος οὖν ἔτι Θεὸς ἐν ἡμῖν εἰ καὶ ἐναυλίζοιτο τοῖς βαπτιζομένοις καὶ ἐγκατοι‐
κήσαι τὸ Πνεῦμα, παραδεικνύντων ἐκεῖνοι. Περὶ μὲν γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς οὐδὲ αὐτοὶ φαῖεν ἄν, καθάπερ ἐγᾦμαι. Τῆς γὰρ κατὰ φύσιν καὶ ἀληθοῦς θεότητος τὴν μέθεξιν34 in vol. 2
15οὐκ ἄν τις ἕλοι ποτὲ διὰ γενητοῦ τοῦ Πνεύματος, ἐπεὶ μὴ τοῦτο ἐκείνου μέθεξις φυσική. Λείπεται τοίνυν εἰπεῖν ὡς εἴη μὲν μόνος ἐν ἡμῖν ὁ Υἱός, καίτοι κατ’ ἐκείνους ὠνομασμένος ἑτεροφυὴς καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκβεβηκώς, διά τε τοῦτο τῇ κτίσει συναριθμούμενος.
20Κτίσις οὖν ἐν ἡμῖν, οὐκ ἔτι Θεός, καὶ διὰ κτιστοῦ τοῦ Πνεύματος καταπλουτεῖ τὸν ἁγιασμὸν ἡ κτίσις, οὐδὲν ἔχουσα παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Εἰ δὲ δὴ μεθέντες τουτί, παρατρέποιντο πρὸς τὸ ἄμεινον καὶ Θεὸν εἶναι λέγοιεν τὸν Υἱόν, φραζόντων ἐκεῖνο, πότερα θεῶν ἐν ἡμῖν ἔσται δυάς,
25ἐγκατοικισθέντων ἡμῖν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἢ γοῦν εἷς τε καὶ μόνος; Ἔφη γὰρ ὁ Χριστός· «Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα.»
30Β. Δύο μέν, οἶμαι, θεοὺς οὐδ’ ἂν αὐτοὺς ἐκείνους ἑλέσθαι νοεῖν· τετράψονται δὲ ἴσως πρός γε τὸ εὐθὺ καὶ ἀμωμήτως ἔχον, Θεὸν ἐν ἡμῖν ἕνα διδόντες, τὸν ἀληθινόν τε καὶ φύσει, προσθεῖεν δ’ ἂν ἴσως αὐτοὶ τὸν Πατέρα καὶ μόνον. Α. Οὐκοῦν ἀνάγκη καὶ οὐχ ἑκόντας ἤδη πως ἐκεῖνο
35φάναι τολμᾶν ὡς εἴπερ ἐστὶν εἷς ἐν ἡμῖν καὶ μόνος Θεὸς ὁ Πατήρ, συνεισβαλεῖ μὲν οὐκέτι χρησίμως, μᾶλλον δὲ ἤδη καὶ περιττῶς ὁ Υἱός, καίτοι τὸ εἶναι Θεὸς ἀληθινὸς οὐκ ἔχων, ὄχλος δὲ ὥσπερ εἰκαῖος ἐν ἡμῖν ἔσται τυχὸν ἡ παρ’ αὐτοῦ πλήρωσις. Εἴη δ’ ἂν καὶ ἑτέρως οὐκ ἐν κόσμῳ
40τῷ καθήκοντι τετελεσμένα τὰ τῆς εὐκαίρου συνεισδρομῆς.
Ναοὶ γὰρ εἴπερ ἐσμὲν τοῦ Θεοῦ, καὶ οὔ τί που θεῶν, ἐξιτητέον36 in vol. 2

471

τῆς ἁπάντων καρδίας ἐπιφωνείτω τίς ἤδη τῷ Υἱῷ, μᾶλλον δὲ τί γὰρ ὅλως καὶ συνειβάλλειν ἐπαγγέλλεται τὴν ἀρχήν, εἴπερ οὐδεὶς ἔσται συνεισβαλών, Θεοῦ κατὰ φύσιν ὄντος τοῦ Πατρὸς καὶ ἀποχρώντως εὖ μάλα τὸν ἐν ᾧπερ ἂν
5γένοιτο πληροῦντος ναόν; Οὐκοῦν—ἀνακυκλήσω γὰρ αὖθις τὸν ἐπὶ τῷδε λόγον—, οὔτε Θεὸς ἐν ἡμῖν διὰ τοῦ Πνεύματος· ἐνεργήσει γὰρ οὐδαμῶς τῆς θείας φύσεως ἐν ἡμῖν τὴν μέθεξιν, τὸ μὴ ἐξ αὐτῆς κατ’ ἐκείνους· περιττὸς δέ, ὡς ἔοικε, τῷ ἰδίῳ Πατρὶ συνειστρέχων ὁ Υἱός, καὶ
10οὐδὲν ἔτι τὸ ἀπεῖργον εἰπεῖν ἁμαρτοεπῆ τε καὶ εἰκαιόμυθον τὸν μακάριον Παῦλον, γεγραφότα σαφῶς ὅτι Χριστὸς ἐν ἡμῖν ὡς Θεὸς διὰ τοῦ Πνεύματος, καλοῦντος δι’ ἑαυτοῦ πρὸς μέθεξιν τῆς κατὰ φύσιν τε καὶ ἀληθοῦς θεότητος. Β. Λῆρός που ταυτὶ καὶ δυσσεβείας εἰς ἄκρον ἥκοντες
15λόγοι. Α. Διακεισόμεθα τοίνυν, μία μὲν ὅτι θεότητος φύσις, ᾗ καὶ τὸ εἶναι κατὰ ἀλήθειαν τοῦθ’ ὅπερ ἐστὶ καὶ λέγεται πάντη τε καὶ πάντως ἕποιτο ἄν, ἔκφυλός γε μὴν οὐκ ἔτι κατ’ ἐκείνους ὁ Υἱὸς τῷ Πατρί, ἀλλ’ ὡς ἐξ αὐτοῦ τε καὶ
20ἐν αὐτῷ Θεὸς ὑπάρχων ἀληθινός, συντετάξεται τῷ γεγεννη‐ κότι πρὸς ταὐτότητα φυσικήν. Ὧδε γὰρ ἐν ἡμῖν δύο μὲν οὐκ ἔτι θεοὶ νοηθεῖεν ἄν, εἷς δὲ καὶ μόνος ἐν ἁγίᾳ Τριάδι προσκυνούμενος. Οἴει τι χρῆναι τούτοις ἐπιτιμᾶν ἢ ὡς οὐκ ἂν εὖ ἔχοι πειρᾶσθαι λέγειν;
25Β. Οὐδαμῶς. Α. Ἄθρει δὴ οὖν, εἰ δοκεῖ, καὶ αὐτόν, ὦ φιλότης, Μωσέα
τὸν ἱερώτατον τῇ ἁπλῇ τε καὶ ἀσυνθέτῳ τοῦ Θεοῦ φύσει τὸν ἐοικότα προσώπῳ τῷ μὴ ἁπλῷ προσάπτοντα λόγον. Ἔνεστι γὰρ δὴ κἀντεῦθεν ἀμογητὶ διασκοπουμένοις ἰδεῖν38 in vol. 2
30τὸ ἐν μιᾷ τῇ θεότητι τριπλοῦν καθ’ ὑπόστασιν. Β. Καὶ μὴν ὅτι ποτέ ἐστιν ὃ φῂς ἐθέλοιμ’ ἂν ἐπαΐειν ἔτι. Φράζε δὴ οὖν μοι σαφέστερον. Α. Ἦ γὰρ οὐχὶ τὸ πρῶτον ἡμῖν τῆς ἑαυτοῦ συγγραφῆς συντιθεὶς βιβλίον, γενεσιουργὸν μὲν καὶ τεχνίτην τῶν ὅλων
35ἀναγράφει τὸν Θεόν; Ἔφη δὲ εἰπεῖν ἐπὶ μόνῃ τῇ τοῦ ἀνθρώπου κατασκευῇ, καίτοι τὴν τῶν ἄλλων ἁπάντων ἀποσχεδιάσαντα γένεσιν· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.» Καί τι διὰ μέσου προσρίψας βραχύ· «Καὶ ἐποίησεν, ἔφη, τὸν ἄνθρωπον ὁ
40Θεός, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.» Β. Μανθάνω. Α. Πύργον δὲ ἀναδείμασθαι τὸν οὐρανομήκη προτε‐ θυμημένων τινῶν ἐξ ἀποπληξίας ποτέ, «Δεῦτε,» φησὶν ὁ τῶν ὅλων Θεός, «καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ

472

τὰς γλώσσας.» Τίς δὴ οὖν ὁ λέγων καὶ τίσιν ἄρα τὸ «Δεῦτε, καὶ καταβάντες συγχέωμεν;» Οὐ γὰρ δὴ φαῖεν ἄν, οἶμαί που, τινὲς τῆς τῶν ἁγίων ἀγγέλων δεδεῆσθαι χειρός, ἢ γοῦν ὅλως τῆς παρά του τῶν ὄντων συμπνοίας
5καὶ συνδρομῆς εἰς τὸ κατισχῦσαι τὸν Θεὸν διαπερᾶναι τὸ δοκοῦν. Παναλκὲς γάρ που τὸ Θεῖόν ἐστι πρὸς πᾶν ὁτιοῦν, καὶ καταπλουτοῦν ἐν ἑαυτῷ τὸ ὅπερ ἂν βούλοιτο κατορθοῦν εὐκόλως, καὶ αὐτὸ τῶν ὄντων ἐστὶν ἡ πᾶσα δύναμις. Ὥσπερ γὰρ εἶναί φαμεν σοφίαν αὐτὸ καὶ ζωήν, καὶ οὐκ ἄν τι
10δύναιτο διαζῆν ἢ γοῦν τῶν σοφίας μετασχεῖν ἀγαθῶν μὴ οὐχὶ παρ’ αὐτοῦ καθάπερ ἀπὸ πηγῆς ἀναβρύουσαν ἔχον τὴν χορηγίαν, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον, οὐκ ἂν ἕλοι τι τῶν ὄντων ἰσχὺν οὐδ’ ἂν εἰς τὸ δύνασθαί τι κατορθοῦν
προήκοι ποτὲ μὴ οὐχὶ παρὰ τῆς τῶν ὅλων ἰσχύος εἰς τοῦτο40 in vol. 2
15ἠγμένον. Ἐξέσται δὴ οὖν ἀδιαβλήτως εἰπεῖν ὡς οὐκ ἂν ἀγγέλοις ἢ γοῦν ἑτέραις τισὶ δυνάμεσι λογικαῖς τὸ «Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας» ἔφη Θεός, ἀλλ’ οἱονεί πως ὡς ἐν ἁπλῇ κινήσει φύσεως μιᾶς ἑαυτὴν εἰς ἐνέργειαν τὴν ἐπί τισι διεδόνησέ πως ἡ ἁγία
20Τριάς, ἐπεί τοι καὶ μόνης δημιουργικῆς ἐξουσίας ἔργον ἦν καὶ γλώττης εὔρυθμον κίνημα μεταπλάσαι πρὸς τὸ δοκοῦν καὶ λόγου φύσιν τοῦ καθ’ ἡμᾶς τε καὶ ἐν ἡμῖν ἐξ ἁπλῆς τῆς τότε φωνῆς εἰς πολυειδῆ καὶ πολυηχεστέραν ἁπλῶσαι διεκδρομήν, ὥστε καὶ ἀήθη τινὰ καὶ οὐ πάλαι διεγνωσμένην
25οἶμον ἐλθεῖν τὸν ἑκάστου τῶν διεστραμμένων παρασκευάσαι νοῦν. Ἵνα τοίνυν ἔχοιμεν ἐννοεῖν ὡς ἥκιστα μὲν ἀγγέλων, αὐτουργίας δὲ μᾶλλον κατόρθωμα θεϊκῆς τὸ δρώμενον ἦν, τὸ «Δεῦτέ» φησιν αὐτὴ πρὸς ἑαυτὴν ἡ ἁγία τε καὶ ὁμοούσιος Τριάς.
30Β. Ὀρθῶς ἔχει. Α. Πῶς δ’ ἂν καὶ ὅλως τὴν ἀνθρώπου φύσιν διαμεμορ‐ φῶσθαι πρὸς Θεὸν οἰηθεῖεν ἄν; Τὴν τίνος ἐροῦσιν ἐνσεση‐ μάνθαι τοῖς ἐπὶ γῆς εἰκόνα; Β. Τί γὰρ εἰ λέγοιεν τὴν τοῦ Θεοῦ καὶ Πατρός;
35Α. Ἀλλ’ εἰ δὴ μόνον φαῖεν τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς ἐσχάτην ἀθλιότητα κατοιχήσονται λογισμῶν. Β. Τίνα τρόπον; Α. Πρῶτον μὲν ὅτι τὸ «Ποιήσωμεν» καὶ μὴν καὶ τὸ «κατ’ εἰκόνα τὴν ἡμετέραν» οὐχ ἑνὶ προσώπῳ, πρέποι
40δ’ ἂν μᾶλλον τοῖς ὑπὲρ ἕνα καὶ δύο. Πρὸς δέ γε τούτῳ, φαμὲν ἐκεῖνο διενθυμούμενοι. Τὸ ἀναμορφούμενον, διαμαρ‐ τούσης αὐτῷ τῆς πρώτης ἰδέας καὶ λελωβημένης εἰς τὸ
ἀκαλλές, ἆρ’ οὐκ εἰς ἐκεῖνο καθηκόντως ὑπονοστήσειεν ἂν42 in vol. 2

473

πρὸς ὅπερ ἦν ἐν ἀρχαῖς, καὶ τὸ ἐκ τοῦ πεπηρῶσθαι βλάβος ἀποπεμψάμενον, ἐπὶ τὴν ἀλώβητον τῆς φύσεως ὄψιν ἀνα‐ θρώσκει πάλιν; Β. Πῶς δὴ φῄς;
5Α. Πεύσῃ τοι καὶ μάλα σαφῶς· φράσω γὰρ ὡς ἔνι. Εἴ τις τῶν ἄριστα καὶ τελείως ἐξησκηκότων ἐπιστήμην, φέρε εἰπεῖν τὴν χαλκουργικήν, ἀνδριάντα διατεχνήσαιτο, μορφὴν ἐγχαράξας τὴν ἰδίαν αὐτῷ, ὁ δὲ τῆς ἕδρας ὑπό του τῶν διεφθονηκότων ἐκμεμοχλευμένος, πεσών τε κατα‐
10δουπήσειε, καταπηρωθείη τε οὕτω καὶ μεταθεῖτο πρὸς τὸ ἀκαλλές· εἶτα τὸ χρῆμα οὐ φορητὸν εἰ ποιοῖτο τυχὸν ὁ τοῦδε τεχνίτης, βούλοιτό τε τὸν τοῦ κατασιναμένου κατατῆξαι φθόνον, ἀγριωτέρᾳ φλογί, καὶ δὴ μεταπλάττοι πρὸς εἶδος αὖθις τὸ ἐν ἀρχαῖς τὸ τέχνημα, τὰ ἐκ τοῦ πεπη‐
15ρῶσθαι βλάβη περιελών· ἆρα ἄν σοι δόξαι φρονεῖν ὀρθῶς εἰ, τὸ οἰκεῖον εἶδος ἀφείς, ἀτεχνῶς αὐτὸ πρὸς τὴν ἑτέρου του μεταστοιχειώσαι μορφήν; Β. Οὐ πάνυ. Α. Ἐντιθείς γε μὴν τὸ εἶδος αὐτῷ τὸ ἐν ἀρχαῖς, ἀνεμόρ‐
20φωσέ τε κατὰ ἀλήθειαν καὶ τὴν ἰδίαν αὐτῷ πάλιν ἐνεχάραξεν εἰκόνα; Β. Καὶ μάλα. Α. Ὧδε τοιγαροῦν ἔχοντος ἡμῖν τοῦ τοιοῦδε λόγου, τί δὴ ἄρα πεπραχέναι δώσομεν τὸν Πατέρα καὶ Θεὸν ἐς
25γεγονότα τὸν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοί τε καὶ μόνου—τοῦτο γάρ που φῂς ἐννενοηκέναι τοῦ δι’ ἐναντίας—ἐπείπερ ἠθέλησεν ἀναμορφοῦν διωλισθηκότα καὶ λελωβημένον, οὐχὶ δὴ μᾶλλον εἰς εἶδος αὐτὸν κεκαι‐ νούργηκε τὸ ἐν ἀρχαῖς, τουτέστιν, εἰς ὁμοίωσιν τὴν πρὸς
30ἑαυτόν, ἐνετίθει δὲ μᾶλλον αὐτῷ μορφήν τε καὶ εἶδος ἕτερον,
εἴπερ οὖν ἕτερος παρ’ αὐτὸν φυσικῶς ὁ Υἱός, πρὸς ὃν μεμορφώμεθα; Γράφει γὰρ ὧδέ τισιν ὁ σοφώτατος Παῦλος· «Τεκνία, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Καὶ πάλιν· «Οὓς γὰρ προέγνω, καὶ προώρισε,44 in vol. 2
35(δῆλον δὲ δή που πάλιν ὅτι ὁ Θεός) συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν.» Ἀναμορφοῖ γὰρ ἡμᾶς διὰ τοῦ Πνεύματος εἰς ἰδίαν εἰκόνα Χριστὸς καὶ τῆς ἑαυτοῦ φύσεως ταῖς τῶν εὐσεβούντων ψυχαῖς νοητῶς τε καὶ ἀπορρήτως τὸ κάλλος ἐνσημαίνεται. Μεμορφώμεθα
40δὴ οὖν, οἶμαί που, πρὸς Θεὸν μὲν οὐκέτι τὸν ἀληθινόν, εἶδος δὲ ἡμῖν ἐμπρέπει τὸ κτίσματος. Τόδε δὴ καὶ πάλαι διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς ὑμνούμενον· «Ἀνακαι‐ νισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου,» οἴχοιτο ἂν ἤδη πρὸς τὸ μηδέν, εἰκαῖον ὡς ἔοικεν ἀναδεδειγμένον. Ἀνακαινισμὸς
45γὰρ οὔ τί που, κατὰ τὰς Γραφάς, καινουργία δὲ μᾶλλον

474

τὰ καθ’ ἡμᾶς, ἀναφοίτησιν μὲν οὐδαμῶς τὴν εἰς τὸ ἄνω λαχόντα καὶ ἀναδρομὴν οὐκ ἔχοντα τὴν εἰς ὅπερ ἦν ἐν ἀρχαῖς, ἐκβεβιασμένα δέ πως ἐπὶ τὸ μεῖον ἢ πρὶν καὶ πολὺ νοσοῦντα τὸ ἀκαλλές. Εἴη δ’ ἂν ἔτι καὶ ἀσυγκρίτως ὑπερκει‐
5μένη τὸν διὰ Χριστὸν καινισμὸν ἡ πρεσβυτέρα ποίησις, εἴπερ ἡμῖν ἐνετίθει μὲν ἐκείνη τὸ ἐν μορφῇ διαπρέπειν τῇ τοῦ μόνου τε καὶ ἀληθῶς Θεοῦ, ἡ δὲ πρὸς εἶδος ἡμᾶς ἀναζωγραφεῖ τὸ μὴ οὕτως ἔχον, μεταστοιχειοῦσα πρὸς τὸν Υἱόν. Τί δὴ οὖν ἄρα διὰ Χριστοῦ πεπλουτήκαμεν,
10καὶ αὐτήν, ὡς ἔοικεν, ἐκλελῃστευμένοι τὴν πρὸς Θεὸν ὁμοίωσιν καὶ εἰσάπαν ἤδη τὸ περιφανὲς τῆς φύσεως ἀποδυ‐ σάμενοι καύχημα, εἴπερ ἐστὶν ἡμῖν ἡ πᾶσα μακαριότης ἔν γε τῷ καθ’ ὁμοίωσιν γενέσθαι Θεοῦ; Ἀλλ’ ὕθλος, οἶμαι, καὶ γέλως ἤδη ταυτί, καὶ γραώδη μυθάρια. Ἀναστοι‐
15χειούμεθα γὰρ εἰς εἰκόνα τὴν πρώτην, ἀκριβεῖ σημάντρῳ κατασφραγιζόμενοι τῷ Υἱῷ πρὸς τὸ τῇδε ἔχειν, ὅς ἐστι καὶ χαρακτὴρ καὶ ὁμοίωσις τοῦ Πατρὸς καὶ οὐχ ἕτερος παρ’ αὐτόν, κατά γε τὸ ἐν οὐσίᾳ ταὐτόν. Β. Ἀκριβέστατα ἔφης.46 in vol. 2
20Α. Θέα γὰρ δὴ πρὸς ὅσην αὐτοῖς ἀτοπίαν ἐξολισθήσειεν ἂν ὁ λόγος, ἐπιτιμᾶν ἐγνωκόσι τοῖς τῇδε δοξάζουσι καὶ φρονεῖν ἑλομένοις. Θεὸς γὰρ εἴπερ ἐστὶ μόνος τε καὶ ἀληθινὸς ὁ Πατήρ—ὧδέ τε ἔχειν ἐξ ἀποπληξίας ἐροῦσιν—, ἐξωσθείη ἄν, οἶμαί που, καθάπερ ἐξ ἀναγκαίου λόγου τοῦ κατὰ
25ἀλήθειαν εἶναι Θεὸς ὁ Υἱός. Β. Ἀνάγκη. Α. Ἀλλ’ ἔσται που πάντως ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατήρ, ἐπεί τοι τὸ πάντων ἐπέκεινα Θεὸς ὁ φύσει καὶ ἀληθῶς. Β. Ἔσται γὰρ οὖν· ἀποφέρει γάρ πως εἰς τοῦτο λοιπὸν ὁ
30λόγος. Α. Ἄθρει δὴ οὖν ὅτι κινδυνεύομεν, ὦ Ἑρμεία, κατά γε τὸ ἐκείνοις ἀσυνέτως δοκοῦν, καίτοι μειονεκτούμενον τὸν Υἱόν, ἀμείνω πως ἤδη καὶ προὔχοντα καὶ αὐτοῦ κατα‐ λογίζεσθαι τοῦ Θεοῦ καὶ Πατρός, εἰ ταῖς τῶν ἁγίων φωναῖς
35ἀμελλητὶ καταπείθεσθαι διαλογιζόμεθα δεῖν. Β. Καὶ μὴν τὸ χρῆμά ἐστιν οὐκ ἀμφίλογον. Α. Πεύσῃ δὴ οὖν ἀνακεκραγότος ὡδὶ τοῦ θεσπεσίου Παύλου ὡς γένοιτο μὲν «κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν
40νόμῳ γενόμενος ἄμεμπτος, ἀλλ’ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν γε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.»
Β. Ἔφη γὰρ οὖν, ἀλλὰ τί ἂν βούλοιτο τουτί;48 in vol. 2

475

Α. Οὐ γὰρ ὅτι Θεὸς καὶ Κύριος εἷς διακεχρησμῴδηκε τοῖς ἀρχαιοτέροις ὁ νόμος; Β. Ναί. Α. Τοῦτον δὲ εἶναί φασι τὸν Πατέρα που τάχα.
5Β. Φασίν. Α. Ὁ δὲ δὴ τῶν ἀπορρήτων Χριστοῦ ταμίαν ἑαυτὸν ἡμῖν ἀναδεδεῖχθαι λέγων, ὁ τῆς οἰκουμένης μυσταγωγός, τί ἄρα μαθὼν ἢ διενθυμούμενος τῆς πρεσβυτέρας καὶ νομικῆς παιδεύσεως ἀσυγκρίτως ἐν ἀμείνοσι τὴν Χριστοῦ γνῶσιν
10ἐτίθει, καὶ ὑπερέχουσαν ὀνομάζει, καὶ σκύβαλα μὲν ἡγεῖται τὰ ἐν νόμῳ, κατατέθηπε δὲ καὶ ὑπερηγάσθη λίαν τὸ εὐαγ‐ γελικὸν καὶ σωτήριον κήρυγμα; Ἢ οὐκ ἀναγκαῖον ἡμᾶς ὑπολογίζεσθαι καὶ φρονεῖν ὡς ὧνπερ ἂν εἴη μείζων ἡ γνῶσις, τούτοις ἕποιτο ἂν εὐθὺς καὶ τὸ ὑπερκεῖσθαι πρέπειν τῶν
15συγκρινομένων; Β. Οἶμαί γε. Α. Εἶτα ὅπως εἰς τοῦτο καθίκοιτο ἂν ἡμῖν ἠλιθιότητός τε καὶ ἀμαθίας ὁ νοῦς ὡς ἀμείνω λέγειν ἢ γοῦν οἴεσθαί ποτε τοῦ Πατρὸς τὸν Υἱόν, τὸν οἱονεὶ ῥίζαν ἔχοντα καὶ
20πηγὴν τὸν γεννήτορα; Συνυβριοῦμεν γὰρ πάντως τῷ φυτῷ τὸν καρπὸν καὶ ὁμοῦ τῇ ῥίζῃ τὸ βλάστημα, τῇ πηγῇ τὸ ἐξ αὐτῆς προχεόμενον νᾶμα καὶ οὐκ ἀλλότριον αὐτῆς, τῷ φωτὶ τὸ ἐξ αὐτοῦ διαλάμπον καὶ ἀπαστράπτον ἀπαύγασμα. Β. Συνυβριοῦμεν· πῶς γὰρ οὔ;
25Α. Ἀναγκαίως οὖν ἄρα παραληψόμεθα τὸν εἰς ἑνότητα φυσικὴν συνεισδέοντα λόγον τῷ Πατρὶ τὸν Υἱὸν καὶ ἐν τῇ κατὰ φύσιν καὶ ἀληθινῇ θεότητι συνεισφέροντα; Β. Ἀναγκαῖον μὲν οὖν· ἔχει γὰρ ὧδε ταυτί. Πλὴν ἐκεῖνο λέγε τὸ ὅπως ἂν προὔχοι τε καὶ ὑπερκείσεται τῆς
30ἀρχαίας καὶ νομικῆς παιδεύσεως ἡ γνῶσις Χριστοῦ, καίτοι συμπαραληφθέντος εἰς ταὐτότητα φυσικὴν τῷ Πατρὶ καὶ Θεῷ τῷ ἀληθινῷ συγκεκηρυγμένου διὰ τῶν ἀρχαίων Γραμμάτων; Α. Ἀμείνων ἔσται παρὰ πολὺ καὶ ὑπεραλεῖται τὴν50 in vol. 2
35πρώτην. Φανερωτέραν γὰρ ἔχει τὴν ἀνάρρησιν καὶ εἰς γνῶσιν εὐρύνεται τὴν ἀσυνήθη τῷ νόμῳ. Τοιγάρτοι καὶ αὐτὸς ἡμῖν ὁ ἱεροφάντης Μωσῆς ἐλιπάρει μέν, καὶ μάλα συχνῶς, ἀκριβῆ τε καὶ ἀκατάσκιον τὴν περὶ τοῦ Ὄντος γνῶσιν ἑλεῖν, καὶ δὴ καὶ ἔφασκε πρὸς τὸν τῶν ὅλων Σωτῆρα
40Θεόν· «Ἐμφάνισόν μοι σεαυτόν, γνωστῶς ἴδω σε.» Προσετάττετό γε μὴν ὀρύττειν ἐν πέτρᾳ καὶ διὰ στενοτάτης ὀπῆς, εἰ βούλοιτο, καταθρεῖν, αἰνιγματωδῶς ἡμῖν ὑποσημαί‐ νοντος, οἶμαί που, κἀν τούτῳ Θεοῦ ὅτι βραχεῖαν ὁ νόμος τὴν περὶ Θεοῦ γνῶσιν ἐναστράπτει τοῖς παιδευομένοις καὶ
45μονονουχὶ δι’ ὀπῆς τὸν ἐπὶ τῷδε μόλις ἐνίησι φωτισμόν.

476

Ὅτι γὰρ μόνον εἷς ἐστι Θεὸς πιστεύειν ἤθελε τῶν ἐν ὑπολήψει θεότητος ἀφιστὰς τοὺς πεπλανημένους· τὸ δὲ ὅπως ἐν τοῖς καθ’ ἑαυτὴν ἡ θεία τε καὶ ἄρρητος ἔχει φύσις οὐ παρέδειξε σαφῶς, καθάπερ ἀμέλει τὸ σωτήριον κήρυγμα,
5φημὶ δὴ τὸ διὰ Χριστοῦ. Ἐπειδὴ γὰρ ἐγνώκαμεν τὸν Υἱόν, πιστεύομεν ὅτι πέφηνέ τε καὶ ἀνέφυ καθάπερ ἐκ ῥίζης τοῦ Πατρός, καὶ ἡ τοῦ γεννήματος δόξα τὴν τοῦ γεννήτορος φύσιν καθάπερ ἐν πίνακι καταγράφουσα τῶν ὑπὲρ νοῦν καὶ λόγον ἐφικνεῖσθαι παρεσκεύασε τῆς διανοίας τὸν
10ὀφθαλμόν. Τοιγάρτοι καὶ ἔφασκε πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις·» πρὸς δέ γε τοὺς Ἰουδαίους· «Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα
μου ἂν ᾔδειτε.» Τὸ δὲ εἰδέναι μέν τι τῶν ὄντων ὅτι ἔστι,52 in vol. 2
15μὴ μὴν ἔτι καὶ ὅπως ἔχει, μεῖον, οἶμαί που, παρὰ πολὺ πᾶς τισοῦν εἶναι φήσειεν ἂν τοῦ εἰδέναι δεῖν μετὰ τοῦ ὅτι ἔστι καὶ ὅπως ἔστιν. Οἴχεται δὴ οὖν κατόπιν ἡμῖν τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ διὰ νόμου παίδευσις, εἷς μὲν ὅτι δὴ μόνον ἐστὶ Θεὸς τοῖς ἀρχαιοτέροις διακηρύττουσα,
20ἀνευρύνουσα δὲ οὐδαμῶς τὴν τῆς θεότητος φύσιν εἰς τὸ τριπλοῦν καθ’ ὑπόστασιν καὶ αὖ συλλέγουσα πρὸς ἑνότητα φυσικήν. Ταυτὶ γὰρ ἡμᾶς τὸ νέον ἐδίδαξε Γράμμα. Ἑνώσεως τοίνυν καὶ ταὐτότητος φυσικῆς οὐκ εἰσδεδεγμένης ἐπί τε τοῦ Θεοῦ καὶ Πατρὸς καὶ τοῦ Υἱοῦ—εἶμι γὰρ δὴ κατευθὺ
25τῶν ἐν ἀρχαῖς προκειμένων—, σύγχυσις ἔσται καὶ δια‐ στροφή, καὶ τῶν ἱερῶν Γραμμάτων ἡ πίστις οὐδαμόθεν ἔτι, καθάπερ ἐγᾦμαι, τὸ βέβαιον ἕξει καὶ ἐρηρεισμένον. Β. Πῶς ἢ τίνα τρόπον; Α. Ἕνα γὰρ εἶναι Θεὸν τὸν φύσει τε καὶ ἀληθῶς τῆς
30θείας ἡμῖν ἀναβοώσης Γραφῆς, τῆς ἐπὶ τούτῳ τιμῆς τε καὶ δόξης τὸν Υἱὸν ἐκπέμψομεν, εἰ μὴ τὸ τῆς οὐσίας ταὐτὸν καὶ ἀπαραλλάκτως ἔχον συνεισφρήσαι τρόπον τινὰ τῷ Θεῷ καὶ Πατρί. Ἢ οὐ διεπύθου τῶν ἁγίων ἡμῖν ἀνακε‐ κραγότων περὶ Θεοῦ, πῇ μέν, ὅτι «Εἷς ἐστιν ὁ νομοθέτης
35καὶ κριτὴς,» πῇ δὲ αὖ, «Ὁ μόνος ἔχων ἀθανασίαν;» Τίνα δὴ οὖν ὑποτοπητέον μόνον εἶναι νομοθέτην καὶ κριτὴν καὶ μόνον ἔχοντα τὴν ἀθανασίαν; Β. Τὸν Πατέρα που πάντως· οἶμαι γὰρ αὐτοὺς οὐχ ἕτερόν τι παρὰ τοῦτο ἐρεῖν.
40Α. Ἐροῦσι γὰρ οὖν καὶ αὐτὸς οἶδ’ ὅτι· ἥκει γὰρ δὴ πρὸς τοῦτο αὐτοῖς δυσβουλίας ὁ σκοπός. Οἰησόμεθα δὴ οὖν ἥκιστα μὲν εἶναι νομοθέτην καὶ κριτὴν τὸν Υἱόν, τητᾶσθαι

477

δὲ καὶ ἀθανασίας καὶ θύραθεν εἰσπεπορισμένην ἔχειν ἐν ἑαυτῷ τὴν ζωήν; Καὶ τί τὸ ἐντεῦθεν; Ὑπὸ νόμον ἤδη πως
καὶ κρίσιν ἔσται καὶ οὐχ ἑκὼν καὶ τοῖς ἀποθνήσκουσι συντετάξεται κατά γε τὸ τῆς ἰδίας φύσεως μέτρον. Εἶτα54 in vol. 2
5πῶς οὐκ ἀπάτη καὶ φενακισμὸς καὶ ἐν τοῖς ἔτι τούτων αἰσχίοσι τὸ θεῖον ἡμῖν ἔσται κήρυγμα, φημὶ δὴ τὸ εὐαγγε‐ λικόν, τοῖς τοῦ Υἱοῦ λόγοις ἐπιψηφίζεσθαι δεῖν ἀναπεῖθον ἡμᾶς τὴν ἀλήθειαν; Ἔφη γὰρ ὅτι «Ἐγώ εἰμι ἡ ζωή,» καίτοι κατ’ ἐκείνους ἀθανασίαν οὐκ ἔχων, εἴπερ ἐστὶ μόνος
10ἀθάνατος ὁ Πατήρ. Καὶ μὴν ὡς ἔσται κριτὴς καὶ πέφηνε νομοθέτης, οὐδενός, οἶμαί που, δεηθείης ἂν εἴς γε τὸ συνιέναι πόνου. Ἦ γὰρ οὐκ ἐπύθου λέγοντος πῇ μὲν ὅτι «Ἐρρέθη· Οὐ μοιχεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμεῖσθαι ἤδη ἐμοίχευσεν αὐτὴν
15ἐν τῇ καρδίᾳ αὐτοῦ,» πῇ δὲ αὖ, «Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ;» Β. Ἐπυθόμην. Φράζε δὲ ὅμως ἐκεῖνο, βούλει ταῖς εἰς ἀντιλογίαν ἐνστάσεσι τὸν λόγον διαγυμνάζωμεν, ἢ καταθεῖν ὥσπερ ἐρήμην ἐῶμεν τῶν δι’ ἐναντίας παραποδίσματος
20δίχα; Α. Καὶ μὴν ἴθι τοι πρός γε τοῦτο γεννικῶς. Καταθήξαι γὰρ ἂν τὸ χρῆμα τὸν νοῦν, εἰς τὸ θερμότερον μὲν ἢ πάλαι τοῖς ἀντεξάγουσιν ἀντιφέρεσθαι, νεανικώτερον δὲ τοὺς τῶν ἀνθεστάναι δοκούντων ἀποκρούεσθαι λογισμούς.
25Β. Οὐκοῦν ἀναμέρος ἕκαστά τε καὶ σαφῶς ἤδη λέγωμεν. Α. Φράζε τὸ δοκοῦν. Καταλογιοῦμαι γὰρ ἥκιστα μὲν εἶναι σήν, δόξαν δὲ μᾶλλον αὐτὸ τῶν δι’ ἐναντίας. Β. Εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς ὁ Θεὸς καὶ Πατήρ. Πρέποι γὰρ ἂν καὶ μόνῃ τῇ τῶν ὅλων βασιλίδι φύσει τὸ
30θεσμοθετεῖν καὶ τὸ κρίνειν. Ἀφῖκταί γε μὴν καὶ ὁ Υἱὸς εἰς τοῦτο δόξης, κατανεύσαντος αὐτῷ τὸ ἑλεῖν τοῦ Θεοῦ καὶ
Πατρός. Α. Καὶ τίνι τῶν εὖ φρονούντων ἀσυμφανὲς ὡς εἰκαίους ἡμῖν, ὦ φιλότης, ἐπαντλήσεις λόγους, ψυχρὰν δὲ καὶ ἄχρηστον56 in vol. 2
35ἐννοιῶν ἐπισωρεύσεις πληθύν, εἰ μὴ συνηχούσας οἷς ἔφης τὰς τῶν ἁγίων ἡμῖν ἐπιδείξαις συγγραφάς; Ἑψόμεθα γὰρ οὐχὶ τοῖς ἐθέλουσί τε καὶ εἰωθόσι τὰ ἀπὸ μόνης τῆς σφῶν αὐτῶν ἐρεύγεσθαι διανοίας, ἀλλὰ τοῖς λαλοῦσιν «ἀπὸ στόματος Κυρίου,» κατὰ τὸ γεγραμμένον.
40Β. Εὖ λέγεις. Οὐκοῦν ὁ μὲν θεῖος, φησίν, ὕμνησέ που Δαβὶδ (ἐποιεῖτο δὲ τοὺς λόγους ὡς πρὸς τὸν Πατέρα Θεὸν περὶ τῆς κλήσεως τῶν ἐθνῶν)· «Κατάστησον, Κύριε, νομοθέτην ἐπ’ αὐτούς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν.»

478

Ἐκπεπεράνθαι δὲ τοῦτο καὶ μάλα σαφῶς ἐφ’ ἑαυτῷ καὶ αὐτὸς ἡμῖν ἀφικνεῖται λέγων ὁ Υἱός· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Ὁ δὲ τῆς ἑτέρου θελήσεως δῶρον
5ἔχων τὸ βασιλεύειν καὶ νομοθετεῖν, πῶς ἂν οὐκ εἰσποίητον ἔχοι καὶ φυσικὴν μὲν οὐδαμῶς, εἰσκεκριμένην δὲ μᾶλλον τὴν ἐπ’ ἀμφοῖν ἐξουσίαν; Α. «Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὑτῶν,» ἐπιφω‐ νείτω τις καὶ μάλα εἰκότως τοῖς διεστραμμένοις. Ὑπάρχων
10μὲν γὰρ ἐν μορφῇ καὶ ἰσότητι τῇ κατὰ πᾶν ὁ Υἱὸς τῷ Πατρί, κένωσιν μὲν ὑπέστη τὴν ἐθελούσιον, καθεὶς ἑαυτὸν εἰς εἶδος τὸ καθ’ ἡμᾶς, γέγονε δὲ ἄνθρωπος, ᾧ τὸ βασιλεύειν καὶ νομοθετεῖν οὐχ ἑτέρως ἢ δοτόν. Ἐπειδὴ δὲ συνεπτώχευσέ τε ἡμῖν καὶ δουλοπρεπὲς ὑπέδυ μέτρον οἰκονομικῶς, εἰσποιη‐
15τὸν ἔχειν ὁμολογεῖ τὸ φύσει προσόν, καὶ τοῖς τῆς κενώσεως ἔργοις τε καὶ λόγοις εὖ μάλα συμπλάττεται, καὶ οὐδὲν ἄν,
οἶμαι, τὸ βλάβος ἔκ γε τουτουῒ τοῖς εἰς αὐτὸν πιστεύουσιν, εἰ τὸν τοῖς λόγοις πρέποντα περιαθροῖεν καιρόν. Πότε γὰρ νενομοθέτηκε μὲν τοῖς ἔθνεσιν ὁ Χριστός, πότε δὲ58 in vol. 2
20ἀφῖκται διαγγέλλων ἐν Σιὼν τὸ πρόσταγμα Κυρίου; Ἢ ὅτε γέγονεν ἄνθρωπος; Καίτοι καὶ μάλα σαφῶς κατίδοι τις ἂν ἐν μωσαϊκοῖς συγγράμμασιν ὡς οὐ καθ’ ἕτερόν τινα χρόνον ἐστάλη διαγγελῶν τὸ πρόσταγμα Κυρίου τοῖς ἐξ Ἰσραὴλ ὁ Υἱὸς ἢ ὅτε τὴν καθ’ ἡμᾶς εἰσέδυ πτωχείαν, καὶ
25ὁ προφητῶν δεσπότης προφήτης ὠνόμασται, καὶ τοῖς ἐκ τῆς γῆς ἐναρίθμιος ὁ ἐν κόλποις ὢν τοῦ Πατρὸς ἀπεφάνθη Λόγος. Ἔφη γάρ που Θεός, Μωσέα τὸν ἱερώτατον ἐπ’ αὐτῷ δὴ τούτῳ πληροφορῶν· «Προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σέ. Καὶ δώσω τὸ ῥῆμά
30μου ἐν τῷ στόματι αὐτοῦ καὶ λαλήσει αὐτοῖς καθὰ ἂν ἐντείλωμαι αὐτῷ.» Ἆρ’ οὖν, ὦ φιλότης, οὔπω τὴν πρὸς σάρκα σύνοδον ἔχων ὁ Λόγος καὶ ὑπὲρ νοῦν τε καὶ ἀπορρήτως τῇ ἀνθρωπείᾳ φύσει συνηνωμένος, ἀδελφὸς ἂν νοοῖτο τῶν ἐξ Ἰσραὴλ καὶ ἐξ αὐτῶν ἀνέφυ τῶν γηγενῶν; Ἢ γοῦν
35ἐκεῖνό που φῂς ἄμεινόν τε καὶ ἀληθές, ὅτι κεχρημάτικεν ἀδελφὸς καὶ ἐν τάξει γέγονε τῇ Μωσέως, παιδαγωγὸς δηλονότι, καὶ εἰς τὸ χρῆναι νομοθετεῖν ἠγμένος καὶ ὑπουρ‐ γικὴν ὥσπερ τινὰ τὴν διακονίαν ἀποπληρῶν, ὅτε τῆς ἐμφύτου δόξης τὸ ὑπερφερὲς εὖ μάλα παρωθούμενος, ὡς ἐν καιρῷ
40τε καὶ χρείᾳ καθῆκεν ἑαυτὸν εἰς ἑκούσιον κένωσιν; Β. Καὶ μὴν ὡς ἄριστα ἔφης, ἴσθι τοι νοοῦντα κἀμέ.

479

Α. Οὐκοῦν εἴπερ ἕλοιντο τὸ ἑκάστῳ πρέπον καιρῷ διανέμειν ὀρθῶς, οὐκ ἄν, οἶμαι, διολισθήσειαν εἰς ἐξεστηκότα νοῦν καὶ καρδίαν διεστραμμένην· περιέσται δὲ σφίσιν ἤδη πως καὶ τὸ νοεῖν ὀρθῶς δύνασθαι τῆς ἀληθείας τὸν λόγον.
5Προσθεὶς δ’ ἂν οἷς ἔφην εἴποιμ’ ἂν ἔτι καὶ τόδε ὡς εἴ γέ τῳ σμικρὸν εἶναί τε δοκεῖ καὶ λελόγισται παρ’ οὐδὲν τὸ ἑκάστῳ χρῆναι τῶν γεγραμμένων παρά γε τῇ θεοπνεύστῳ Γραφῇ τὸν αὐτῷ πρέποντά τε καὶ οἰκειότατον ἐφαρμόσαι καιρόν, τί τὸ ἐμποδών, κἂν εἰ νοοῖτο τυχὸν οὔπω καθ’ ἡμᾶς60 in vol. 2
10γεγονὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τεθνάναι λέγειν αὐτόν, σταυρὸν ὑπομείναντα, καὶ τὰ ἐν αὐτῷ, καὶ πρὸ συνδρομῆς καὶ συνόδου τῆς εἰς τήνδε τὴν ἀπὸ γῆς σάρκα ἐμπαροινῆσαι μὲν ἀνοσίως τοὺς Ἰουδαίους αὐτῷ, δρᾶσαι δὲ καὶ εἰπεῖν ἃ τάχα που μόναις ταῖς ἐκείνων ἀπονοίαις
15πρέπει· ἐπεί τοι καὶ ὡς ἤδη πεπονθὼς ἔφη που Χριστός· «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.» Ἆρ’ οὖν οὐκ ἀποπληξία καὶ γέλως εἴη ἂν εἰκότως τὸ οἴεσθαι ταυτὶ μὴ ἐν καιρῷ τῷ
20καθήκοντι, δῆλον δὲ ὅτι τῷ μετὰ σαρκός, ἀνατλῆναι τὸν Υἱόν; Β. Ἀληθές. Α. Ἀλλὰ γὰρ ἀνέντες τὸν ἐπὶ τῷδε λόγον, εἴς γε τὸ παρὸν ἴωμεν εἴ τοι φίλον δοκεῖ.
25Β. Τὸ ποῖον; Α. Τὸ καθικέσθαι φημὶ πρὸς βάσανον καὶ ἀναμαθεῖν ἀκριβῶς, ἔρεσθαί τε τοὺς δι’ ἐναντίας εἰ ἐν τῷ καθίστασθαι βασιλέα καὶ νομοθέτην τὸ τοιῶσδε εἶναι κατ’ οὐσίαν ἢ γοῦν τοιῶσδε τυχόν ἐστι τοῦ Υἱοῦ.
30Β. Οὐκ ἐν τῷ καθίστασθαι, καθάπερ ἐγᾦμαι, τὸ εἶναι τοιῶσδε τυχὸν ἢ μὴ φαῖεν ἂν εἶναι τοῦ Υἱοῦ· οὐ γὰρ, οἶμαί που, καθίκοιντο ἂν εὐηθείας εἰς τοῦτο, καίτοι ληροῦντες ἀμέτρως, ὡς καὶ οὐσίας ὅρον τὸ καθίστασθαι λέγειν ἀπο‐ τολμᾶν· ἐκεῖνο δὲ ἴσως ἐροῦσιν ὅτι τεκμηριοῖ τοῦ καθιστα‐
35μένου τὴν φύσιν αὐτὸ τὸ καθίστασθαι. Οὐ γὰρ ἂν ἐδέξατο
παρ’ ἑτέρου, φασί, τὸ φύσει προσὸν αὐτῷ. Α. Οὐκοῦν, ὦ γενναῖοι, πρὸς ἡμῶν εἰρήσεται πάλιν, ὡς ἥκιστα μὲν ἀρτίφρονες καὶ δογματικῆς ὀρθότητος ἐρασταί, κομιδῇ δὲ μᾶλλον εὔκολοι πρὸς παραφορὰν καὶ ἀπάτην62 in vol. 2
40ὄντες ἁλώσεσθε. Ἐκλέλησθε γὰρ ὀξέως τοῦ χρῆναι καιροῖς τοῖς καθήκουσιν ἀπονέμειν τὰ γεγραμμένα, καὶ τοῖς τῆς ἐνανθρωπήσεως χαρίζεσθαι χρόνοις τὰ μὴ σφόδρα θεοπρεπῆ, κἂν εἰ λέγοιτο τυχὸν περὶ τοῦ Μονογενοῦς. Ἐπειδὴ δὲ οὐκ

480

εἰσάπαν τῶν εἰς ὀρθότητα διεκνεύοντες λογισμῶν, οὐκ οὐσίαν εἶναί φατε τὸ καθίστασθαι, κατηγορούμενον τοῦ Υἱοῦ, πράγματος δὲ εἶναι σημαντικόν, τί τὸ ἐμποδὼν οἴεσθαί τε καὶ λέγειν ὅτι βασιλέα καὶ νομοθέτην οὐσιωδῶς
5ὄντα τὸν Υἱὸν ἠθέλησεν ὁ Θεὸς καὶ Πατὴρ τοῦθ’ ὅπερ ἐστὶν ἀναφαίνεσθαι τοῖς ἐπὶ τῆς γῆς; Καὶ οὔ τί πού φημι τοῦ βασιλεύειν ἀρξάμενον, ἀλλὰ διανεύσοντά πως ἐπὶ τὸ χρῆναι λοιπὸν θεσμοθετεῖν αὐτοῖς καὶ εἰς τὸ ἐθέλειν ἤδη τοῖς ἰδίοις ἐγκαταζεῦξαι σκήπτροις τοὺς ἀρχῆς τε καὶ
10ἐξουσίας τῆς ὑπ’ αὐτῷ διὰ τῆς πολυθέου πλάνης ἀπολισθή‐ σαντας. Ἄτοπον δὲ οἶμαι παντελῶς τὸν τοῦ Πατρὸς Λόγον, εἰ κατασοφοῦν ἕλοιτό τινας, εὐδοκίᾳ τοῦ γεγεννηκότος εἰς ἀρχὰς κεκλῆσθαι λέγειν τοῦ νομοθετεῖν, μὴ μὴν ἔτι νομοθέτην οἴεσθαι κατὰ φύσιν ὑπάρχειν ὡς Θεόν. Ἆρα γὰρ εἰ ἐν
15οἰκίσκῳ ζοφώδει καὶ ἀχλύος ἔμπλεῳ, κατὰ χρόνους μέν τινας τῆς ἡλιακῆς ἀκτῖνος οὐκ εἰσέδυ τὸ φῶς, οὐδενὸς ἀνέντος τὴν εἰσβολήν, εἶτα τοῦδε γεγονότος, εἰσέφρησέ τε εὐθὺς καὶ ἀπελήλατο μὲν ὁ σκότος, τὸ δὲ ἀσύνηθες τοῖς τόποις ἐνεγέλασε φῶς, ὃ καί, εἴπερ ἕλοι φωνήν, ἐκδιηγοῖτο
20τυχὸν τοῖς τὸ χρῆμα κατατεθηπόσιν ὡς εἴη τεθὲν παρὰ τοῦ τεκόντος ἡλίου πρὸς τὸ ἐγχεῖσθαι δεῖν καὶ ἐκείνῳ τῷ χώρῳ
καὶ καταφαιδρύνειν ἀεὶ τὰ σκότῳ κεκρατημένα· ἆρα δοίη τις ἂν τότε δὴ πρῶτον αὐτὸ καὶ εἰς φωτὸς παρῆχθαι φύσιν, ὅτε καὶ πρῶτον εἰσέδυ;64 in vol. 2
25Β. Οὔ τί που, κατὰ τὸ εἰκός· ἦν γὰρ ἀεὶ φῶς. Α. Τί δὴ οὖν ἡμῖν ὡς δυσάλωτον ἐπιτείχισμα κατεξανι‐ στᾶσιν ἐκεῖνοι τὸ λέγεσθαι τὸν Υἱὸν καθίστασθαι νομοθέτην ἤτοι βασιλέα παρὰ τοῦ Θεοῦ καὶ Πατρός, καίτοι τοῦ νομο‐ θετεῖν ἥκιστα μὲν εἰς ἀρχὰς ἰόντα τότε τῆς κατὰ φύσιν
30εὐκλείας ἀποδεικνύοντος, τὸ δέ γε χρῆναι λοιπὸν θεσμοῖς ἰδίοις καὶ τὰς τῶν ἐθνῶν ἀγέλας ὑπενεγκεῖν σημαίνοντος, συνευδοκοῦντός τε καὶ συγκατανεύοντος τοῦ Θεοῦ καὶ Πατρός, καίτοι μόνον κατὰ τοὺς ἄνωθεν ἔτι καιρούς τε καὶ χρόνους κατεζευγμένου τοῦ Ἰσραὴλ καὶ τοῖς θείοις
35νόμοις ὑπέχοντος τὸν αὐχένα; Β. Ἀλλ’ εἴπερ ἕλοιντο νομοθέτην ὄντα σαφῶς ἐπιδείκ‐ νυσθαι τὸν Υἱόν, πῶς ἂν ἢ πόθεν τοῦτο γένοιτο πρὸς ἡμῶν; Α. Καὶ μὴν ἀποχρήσειν ἔν γε τουτωῒ τοῖς εὐμαθεστέροις οἰήσομαι δεῖν ὅπερ ἔφαμεν ἀρτίως. Νόμου γὰρ πέρι καὶ τῶν
40τοῖς ἀρχαιοτέροις τεθεσπισμένων Θεοῦ λέγοντος ἐναργῶς, ἐπ’ αὐτῶν οὐκ ἔστι προσθεῖναι καὶ ἀπ’ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν—πρέποι γὰρ ἂν καὶ μόνῃ τὸ χρῆναι θεσμοθετεῖν

481

τῇ τῶν ὅλων βασιλίδι φύσει, προσθεῖναί τε καὶ ὑφελεῖν τὰ ἅπερ ἂν βούλοιτο· τεθεσμοθέτηκεν ὁ Υἱός, καὶ τὴν μὲν ἀρχαίαν ὑφεῖλεν ὡς ἀνόνητον ἐντολήν, ἐπεισέφρησε δὲ τὴν νέαν, τουτέστι τὴν εὐαγγελικήν, καὶ τοῦτο ὡς νομοθέτης,
5οὐχ ὑπεσταλμένως, ἀλλ’ ἐν ἐξουσίᾳ τῇ θεοπρεπεῖ. Κατα‐ σφραγιεῖ δὲ τὸν λόγον καὶ ὁ σοφὸς ἐπιστέλλων Παῦλος· «Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω, τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ
νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· τοῖς ἀνόμοις ὡς66 in vol. 2
10ἄνομος, μὴ ὢν ἄνομος Θεῷ, ἀλλ’ ἔννομος Χριστῷ, ἵνα κερδήσω τοὺς ἀνόμους.» Ἄθρει γὰρ ὅπως τὸ ἄνομος εἶναι Θεῷ παρωθούμενος, ἔννομος εἶναί φησι τῷ Χριστῷ, τὸ ἐπ’ ἀμφοῖν εὐκλεὲς ἀπονέμων αὐτῷ καὶ ὡς Θεῷ κατὰ φύσιν τὸ χρῆναι θεσμοθετεῖν ἀνατιθεὶς ὡς ἐξαίρετον. Ὅτε τοίνυν,
15κατὰ τὴν τοῦ ἁγίου φωνήν, οὐκ ἄνομος ἂν εἴη Θεῷ Χριστῷ τις ἔννομος ὤν, ποῖος ἔτι λόγος ἐξώσειεν ἂν τοῦ καὶ νομο‐ θέτην εἶναι καὶ Θεὸν τὸν Υἱόν; Β. Οὐδείς, καθάπερ ἐγᾦμαι. Α. Ἐποίσειε δ’ ἄν τις τοῖς εἰρημένοις εὖ μάλα καὶ τόδε.
20Β. Τὸ ποῖον; Α. Ὡς νομοθετοῦντα μὲν ἰδικῶς τε καὶ μόνον τοῖς ἀρχαιοτέροις ἢ τοῖς μετ’ ἐκείνους ἔτι τὸν Πατέρα καὶ Θεὸν ἥκιστα μὲν δὴ καταδείξειεν ἄν, οἶμαι, τίς, καταθρήσαι δ’ ἂν καὶ λίαν ἀμογητὶ σὺν Υἱῷ τε καὶ δι’ Υἱοῦ. Ποῦ γὰρ
25ἢ τίσι τεθεσμοδότηκεν ὁ Πατήρ, σεσιγημένου τε καὶ ἀπόντος τοῦ Υἱοῦ; Β. Καὶ μὴν ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος ὅτι «Πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις.» Μωσῆς δὲ τοῖς ἐξ Ἰσραὴλ ἔφη που πάλιν· «Κύριος ὁ Θεὸς ἡμῶν
30ἐλάλησεν ἡμῖν ἐν Χωρήβ.» Α. Εὖγε, ὦ φιλότης. Τετηρηκότων γὰρ τῶν ἁγίων, ὡς φῄς, τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀρχαῖον ἐκεῖνο καὶ ἐν σκιαῖς χρησμῴδημα, φέρε σοι δεικνύωμεν ἴδιον ὄντα λόγον ὀνομάσαντος αὐτὸ τοῦ Υἱοῦ. Ἀφῖκται γὰρ δὴ κατα‐
35λύσων μὲν οὐδαμῶς τὸν νόμον, ἥκιστα δὲ ἀνατρέψων τὰ προφητῶν, ἀποπερανῶν δὲ μᾶλλον καὶ προφήτας καὶ νόμον· «Λέγω γὰρ ὑμῖν, φησίν, ὅτι ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ
παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.»68 in vol. 2
40Συνίης οὖν ὅπως ἐκτελευτῆσαι δεῖν πάντη τε καὶ πάντως ἅπαντα πρὸς ἀλήθειαν τὸν νόμον εἰπών, ἰδίους ἔφη λόγους αὐτόν; Ἴδοι δ’ ἄν τις αὐτὸν καὶ ἑτέρωθί που δι’ ἑνὸς τῶν

482

ἁγίων προφητῶν ἀνακεκραγότα σαφῶς· «Αὐτὸς ὁ λαλῶν πάρειμι.» —Ἐνηνθρώπηκά τε γὰρ καὶ ἐν εἴδει γέγονα τῷ καθ’ ὑμᾶς, ὁ πάλαι λαλῶν, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς τὰ διὰ τῶν ἁγίων προφητῶν κεχρησμῳδηκότος. Ὅτι δὲ
5τῷ γε ἅπαξ τὴν τοῦ νομοθέτου δόξαν ἔχοντι, φυσικῶς ἕψεταί που πάντως καὶ τὸ δεῖν εἶναι κριτήν, τοὺς ἀτιμάζοντας τὸ διορισθὲν καὶ εἰς τὸ σφίσι δοκοῦν ἀποκλίνοντας πικραῖς ὑποφέροντα δίκαις, οὐδαμόθεν ἀμφίλογον. Β. Παντάπασι μὲν οὖν.
10Α. Ὥσπερ οὖν εἰ καὶ λέγοιτο τυχὸν εἷς μὲν νομοθέτης, εἷς δὲ κριτὴς ὁ Πατήρ, κατ’ οὐδένα τρόπον διολισθήσειεν ἂν τῆς ἐπ’ ἀμφοῖν δόξης τε καὶ ἀληθείας ὁ Υἱός, ἐπείτοι τὸ διατέμνον οὐδὲν τῆς πρὸς Θεὸν Πατέρα ταὐτότητος φυσικῆς· κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον, κἂν εἰ μόνος ἔχειν τὴν
15ἀθανασίαν ὁ Θεὸς λέγοιτο καὶ Πατήρ, οὐσιῶδες ἔσται καὶ ἐν Υἱῷ τὸ ἀξίωμα, καὶ συγχρηματιεῖ πάντως ἀθάνατος, ἤγουν αὐτὸ κατὰ φύσιν ἀθανασία, καὶ τοῖς τοῦ τεκόντος ὑψώμασι κατηγλαϊσμένος, πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων προσκυνηθήσεται. Εἰ δὲ δὴ φαῖεν ἂν οὐχ
20ὧδε ταῦτ’ ἔχειν καὶ ψευδομυθίας ἡμῖν ἐπιπλέκουσι γραφήν, καίτοι πρεσβεύουσι τἀληθές, φραζόντων ἐκεῖνο.
Β. Τὸ ποῖον αὖ; Α. Πρῶτον μὲν εἰ τὸ ζωῆς καὶ ἀθανασίας τητώμενον, οἴκοθέν τε τοῦτο οὐκ ἔχον, θνητὸν ἔσται πάντως, καὶ εἰσκε‐70 in vol. 2
25κριμένον ἔχει τὸ ζῆν, ὡς παρ’ ἑτέρου δοτόν; Β. Θνητὸν γὰρ ἔσται δυνάμει, τὸ μὴ ἀθάνατον φύσει. Α. Καὶ πρός γε δὴ τούτοις, ἀποκρινάσθων ἔτι, τίς ἂν νοοῖτο τυχὸν ἡ ζωῆς ἐνέργεια εἰς τὰ ζωῆς ἐπιδεᾶ; Β. Ἡ ζωοποίησις δηλονότι, καθάπερ ἀμέλει καὶ τὸ
30φωτίζειν ἔργον ἂν εἴη φωτός. Α. Εὖ λέγεις. Εἰ δὲ δή τις οἴοιτο ζωογονεῖσθαι μὲν πρὸς ἑτέρου τὴν ζωήν, καταφωτίζεσθαι δὲ καὶ τὸ φῶς, ἄρα ἄν σοι δόξειεν εἰκάζειν ὀρθῶς; Β. Οὔ τί που· λογισμοῦ δὲ μᾶλλον ἀπολισθεῖν τοῦ
35σώφρονος. Ζωὴ γὰρ οὐκ ἔτι τὸ πρὸς ἑτέρου ζωοποιούμενον. Α. Ὅταν οὖν ἡμῖν εἰς μέσον ἥκῃ διακεκραγὼς ὁ Μονογενής· «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή,» ἀθανασίας ἐρήμην ὑποτοπητέον εἶναι τὴν εἰρημένην ζωήν, ἢ πῶς; Β. Οὐκ ἐρήμην, πόθεν; Ζωὴν γὰρ εἶναί φημι τὴν κατὰ
40φύσιν ἀθανασίαν. Α. Μόνου δὴ οὖν τοῦ Θεοῦ καὶ Πατρὸς τὴν ἀθανασίαν ἔχοντος—ὧδε γάρ που τὸ θεῖον ἡμῖν ἔφη λόγιον—, πῶς ἂν ἔχοι ταύτην καὶ ὁ Υἱός; Ἀλλ’ οἶμαί που πάντως ὅτι τὸ τῆς ἑνότητος χρῆμα διαδείξειεν ἂν ἐπ’ ἀμφοῖν, καὶ μάλα
45ῥᾳδίως, οὐσιώδη τὴν ζωὴν καὶ ἔμφυτον τὴν ἀθανασίαν, οὐκ

483

εἰσποίητον, ἀγαθόν. Εἰ δὲ δὴ δεῖν οἴοιντο παραφρονοῦντες λέγειν ὡς ὀθνεῖός τε εἴη τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς καὶ ἑτέραν τινὰ καὶ ἰδίαν ἀπετέμετο φύσιν καὶ τὸ ἀληθῶς εἶναι Θεὸς οὐκ ἔχει, καίτοι κατὰ φύσιν ἀθάνατος ὤν, μᾶλλον δὲ
5αὐτόχρημα ζωή, ἆρ’ οὐχὶ τὰ μόνῃ τῇ θείᾳ καὶ ἀρρήτῳ
προσόντα φύσει, καὶ τὰ δι’ ὧν εἰκότως τεθαύμασται πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων περιθεῖεν ἄν, καὶ ἐνυπάρχειν ἐροῦσι καὶ τῷ τελοῦντι λοιπὸν ἐν κτίσμασι, κατά γε τὸ αὐτοῖς φληνάφως δοκοῦν;72 in vol. 2
10Β. Τίνα τρόπον; Α. Πρέπειν, οἶμαί που, τῷ γε ὄντως φύσει τε καὶ ἀληθείᾳ Θεῷ καὶ αὐτοὶ φαῖεν ἂν οἶδ’ ὅτι τὸ ζωογονεῖν δύνασθαι καὶ εἶναι ζωή. Εἴπερ οὖν τοῦτό ἐστιν οὐσιωδῶς ὁ πατήρ, ἐξώλισθε δέ, κατ’ ἐκείνους, τῆς πρὸς αὐτὸν φυσικῆς ταὐ‐
15τότητος ὁ Υἱός, καὶ σμικροπρεπείας εἰς τοῦτο τελῶν, καὶ ζωὴν ἑαυτὸν εἶναί φησι καὶ τῆς τοῦ Πατρὸς οὐσίας τὸ ἐξαίρετον τῇ ἰδίᾳ καταγράφει φύσει, πῶς οὐκ ἀληθὲς ὅπερ ἔφην; Ἐκκεκόμισται γὰρ ἤδη τὸ τῆς ἀρρήτου φύσεως ἴδιον καὶ εἰς τὸ μὴ ὂν ἐξ αὐτῆς, κεκλημένον δὲ ὥσπερ ὁμοῦ
20τοῖς ἄλλοις εἰς γένεσιν. Νοηθεῖεν γὰρ ἂν ἔν γε τοῖς εἶναι πεπιστευμένοις, Θεὸς μὲν πρὸ πάντων, καὶ μετὰ τοῦτο κτίσις. Ἕτερον δὲ μεταξὺ τὸ σύμπαν οὐδέν. Ἢ οὐκ ἀληθὲς ὅπερ ἔφην; Β. Ἀληθές.
25Α. Εἴπερ οὖν ἐστιν ἑτεροούσιος ὁ Υἱὸς καὶ οὐκ ἐν οἷς εἶναί φασι τὸν Πατέρα, πῶς ἂν νοοῖτο μία τε καὶ ἀπαράλ‐ λακτος ἐνέργεια φυσικὴ τῶν τῇδε διεστηκότων, κατά γε τὸν τοῦ πῶς εἶναι λόγον; «Ὥσπερ γάρ, φησίν, ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.»
30Β. Ἀλλὰ ναί, φασί. Ζωὴ μὲν ἔστιν ὁ Υἱός, ἔφη δ’ οὖν ὅμως· «Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα.» Ζωὴ τοιγαροῦν ἐστι διὰ τὸν Πατέρα. Α. Ἆρ’ οὖν, ὦ γενναῖοι, καὶ αὐτὸν ζωοποιεῖσθαι τὸν Υἱὸν παρὰ τοῦ Πατρὸς ὁμοῦ τοῖς ἄλλοις ὑποληψόμεθα, καὶ
35τοῖς ἔξωθέν τε καὶ εἰσκεκριμένην ἔχουσι τὴν ζωὴν ἐπαρι‐ θμητέον τὴν ζωήν; Συντετάχθω δὴ οὖν καὶ τοῖς ἀποθνήσ‐ κουσιν ὁ Υἱός· ἀπόβλητον γὰρ τὸ εἰσκεκριμένον καὶ ὧνπερ ἄν τις ἕλοιτο τὴν κτῆσιν ἀπεμπολήσειεν ἂν αὐτὴν κατά γε τὸ ἐγχωροῦν, ὅτε μὴ φυσικοῖς εἰς τὸ ἀραρότως ἔχειν74 in vol. 2
40διακρατοῖτο νόμοις. Β. Πῶς οὖν οἴοιτ’ ἄν τις αὐτὸν διὰ τὸν Πατέρα ζῆν, εἴπερ ἐστὶ καὶ αὐτὸς κατὰ φύσιν ζωή; Α. Καὶ μὴν τοῦτό γέ ἐστι τῆς ἐκ Θεοῦ καὶ Πατρὸς εὐγενείας ἀπόδειξις καὶ τῆς κατὰ φύσιν ταὐτότητος μήνυσις
45ἀκριβής.

484

Β. Πῶς λέγεις; Α. Ἔφη γὰρ οὔ τί που σαφῶς ζωογονεῖσθαι παρὰ τοῦ Πατρός, πλὴν ὅτι «Ζῶ διὰ τὸν Πατέρα.» Β. Τί οὖν τοῦτό γε;
5Α. Ὅτι τῷ μὲν τὴν ἰδίαν ἔχοντι φύσιν ἀθανασίας ἐρήμην καὶ ζωῆς, εἰσποίητον δὲ παρ’ ἑτέρου τὸ χρῆμα κερδαίνοντι, ἁρμόσαι ἂν οἶμαι καὶ μάλα ὀρθῶς εἰπεῖν· «Ζωήν μοι δέδωκεν ὁ Πατήρ.» Τοῦ γε μὴν εἰδότος ὅτι ζωὴ πέφηνεν ἐκ ζωῆς καὶ καρπὸν οὐσίας ἔχει τὴν ἀθανασίαν, τὸ φάναι
10θεοπρεπῶς· «Ζῶ διὰ τὸν Πατέρα.» Ἆρα γάρ, εἰ τοῦ ἀνθρώπου γέννημα τυχόν, λογικὸν ἐκ λογικοῦ πεφηνὸς τοῦ ἰδίου πατρός, Λογικόν εἰμι, λέγοι, διὰ τὸν πατέρα, ἢ γοῦν καθ’ ἕτερον τρόπον ἡ πυρὸς εἰς τὸ ἔξω διεκφοιτῶσα θερμότης, εἰ φωνὴν ἱεῖσα λέγοι· Θερμὴν ἔχω τὴν προσβολὴν διὰ τὸ
15ἐξ οὗ πέφηνα πῦρ, οὐκ ἄν τῳ δόξειαν, εἴ γε νοῦν ἔχοι, φύσεων ἰδιότητα τὴν ἐξ ὧν εἰσὶ λαχόντα μᾶλλον ἐφ’ ἑαυτοῖς, ἢ γοῦν εἰσπεπορισμένην καὶ ἐν τάξει τῶν δεδωρημένων τὴν τοῦ εἶναι τοιῶσδε δόξαν ἑλεῖν; Β. Ἔοικεν.
20Α. Ζῇ τοιγαροῦν ὁ Υἱὸς διὰ τὸν Πατέρα. Ζωὴ γὰρ ἐκ ζωῆς πέφηνε τοῦ Πατρός, ἀληθινὸς ὢν Θεὸς καθάπερ ἀμέλει καὶ ὁ τεκών. Συλλήπτορα δὲ τοῖς ἐμαυτοῦ ποιήσομαι λόγοις καὶ τὸν σοφώτατον Ἰωάννην, ὡδὶ γεγραφότα περὶ αὐτοῦ· «Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν76 in vol. 2
25ἡμῖν διάνοιαν ἀγαθὴν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Ἰησοῦ Χριστῷ, τῷ Υἱῷ αὐτοῦ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ ἡ αἰώνιος.» Ἆρα δή σοί τι τοῦδε ἂν γένοιτο φανερώτερον ἔτι, ἤγουν εἰς ἐλέγχους εὐσθενέστερον, τοῦ μὴ ἑτεροίως ἔχειν οἴεσθαι τὸν Υἱὸν ἢ
30ὥσπερ ἂν ἔχοι κατὰ φύσιν ὁ Πατήρ; Β. Οὐδέν, ὡς ἐγᾦμαι, τῆς τοῦ Θεολόγου φωνῆς ἄμαχόν τινα τοῖς δι’ ἐναντίας ἐξανιστάσης τὴν μαρτυρίαν. Πλὴν εἰ λέγοιτο Θεὸς ἀληθινὸς ὁ Υἱός, διαγελῶσιν εὐθὺς καί φασιν οὐκ εἶναι Θεὸν μὲν ὄντως ἀληθινόν, κεχαρίσθαι δὲ αὐτῷ
35τοὔνομα κατὰ θέλησιν τοῦ Πατρός. Ἔφη γάρ που, φασίν, ὁ θεσπέσιος Παῦλος ὅτι «Ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.» Α. Κεχαρίσθαι μὲν αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα φαίην ἄν, ἴσθι τοι, καὶ αὐτὸς ἐγώ. Τὸ γάρτοι φληνάφως ἀντιφέ‐
40ρεσθαι δοκεῖν ταῖς τῶν θεολόγων φωναῖς οἰηθείην ἂν οὔ τί που φρενὸς ἀγαθῆς, λογισμοῦ δὲ μᾶλλον παραπαίοντος ἤδη πως καὶ ἐξεστηκότος ἀδρανὲς ἐγχείρημα. Καταπέπληγμαί γε μὴν τὸ εἰς ἀπάτην εὐμήχανον τῶν δι’ ἐναντίας, οἵ γε

485

τὴν μὲν τοῦ κεχαρίσθαι πρόφασιν οὐδ’ ὅσον εἰς νοῦν ποιεῖσθαι σπουδάζουσι, λεξιθηροῦσι δὲ οὕτως καὶ τριποθήτως ἁρπά‐ ζουσι πᾶν ὅπερ ἂν φαίνοιτο τῇ τοῦ Υἱοῦ τιμῇ τε καὶ δόξῃ καθεστηκὸς ἐναντίον, ὡς οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον, καίτοι
5τὸν τοῦ δεδωρῆσθαι καιρὸν οὐχ ἕτερον ἡμῖν τῆς θεοπνεύστου διοριζούσης Γραφῆς ἢ ἐκεῖνον αὐτὸν καθ’ ὅν «Ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων ὁ Μονογενὴς, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,» καθὰ γέγραπται «ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων78 in vol. 2
10γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, τεταπείνωκεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Τότε γὰρ δὴ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ
15καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Β. Τί οὖν τοῦτό γε; Α. Οἶμος ἂν εἴη ψιλή τε καὶ ὁμαλὴ τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν, ἀναφέρουσα πρὸς τὸ ἀληθές. Σύνες οὖν, ὦ τᾶν, τὸ
20ὡς ἐν χάριτος τάξει λαβεῖν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τουτέστιν ἡ λαλουμένη κένωσις καὶ ἡ πρὸς ἡμᾶς οἰκονομικὴ τοῦ Λόγου ταπείνωσις. Εἰ δὲ ἐν τοῖς τῆς κενώσεως μέτροις εὑρίσκεται τὸ λαβεῖν, ἐξεστηκότα που πάντως τοῦ χρῆναι λαβεῖν τὰ πρὸ τῆς κενώσεως ὁρᾶται λοιπόν, διά γέ τοι τὸ
25κεκτῆσθαι φυσικῶς ὅπερ ἦν, τουτέστι τὸ ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρός. Καὶ εἰ τεταπείνωκεν ἑαυτόν, ἐξ ἀνῳκισμένου τινὸς καὶ ὑπερανέχοντος πράγματος ἐπὶ τὸ μεῖον ἐλθών, ὑπονοστήσει που πάντως εἰς ὅπερ ἦν ὑψούμενος, οὐκ εἰς ἀλλοτρίαν ἀναθρώσκων τιμήν τε καὶ δόξαν, ἀλλ’ ὡς εἰς
30ἰδίαν τὴν ἐν ἀρχαῖς. Εἰ δὲ δὴ ποιοῖντο περὶ πολλοῦ τὸ ἰσχυρίζεσθαι δεῖν ὡς εἰς ἀσυνήθη τιμήν τε καὶ δόξαν ἀναπε‐ φοίτηκεν ὁ Υἱός, τὸ ὑπὲρ πᾶν ὄνομα λαβὼν ὡς δοτὸν παρὰ τοῦ Πατρός, οὐδὲν ἔτι τὸ ἀντιστοιχοῦν, κατά γε τὸν ἐν
εἰκότι λόγον, ἀντίστροφον ἤδη πειρᾶσθαι νοεῖν τῆς μετὰ80 in vol. 2
35σαρκὸς οἰκονομίας τὸ μυστήριον, καὶ μετατετράφθαι τὸ χρῆμα πρὸς πᾶν τοὐναντίον. Ἐρῶ δὲ καὶ ὅπως. Εἰ γὰρ μή ἐστι κένωσις τῷ Υἱῷ τὸ λαβεῖν, εὕρημα δὲ μᾶλλον αὐτῷ τῶν οὐδαμῶς προσπεφυκότων οὐσιωδῶς κενωθέντι συμβέ‐ βηκε, κένωσις μὲν εἴη ἂν κατά γε τὸ ἀληθέστερον ὁ πρὸ τῆς
40κενώσεως καιρός, ὑπεροχῆς δὲ καὶ δόξης ὁ καθ’ ὃν οὐκ οἶδ’ ὅπως κεκενῶσθαι λέγεται, καίτοι κατακτώμενος τὰ

486

ὑπὲρ φύσιν τε καὶ μέτρον τὸ ἐνὸν αὐτῷ, καὶ τοῖς ἀσυγ‐ κρίτως ὑπερκειμένοις ἢ πρότερον ἦν ἀδοκήτως ἐπιπηδῶν. Ἄραρεν οὖν ὅτι κατά γε τὸ ὀρθῶς ἔχειν καὶ αὐτῷ σοι δοκοῦν, πρέποι ἂν δὴ τότε δεδόσθαι νομίζειν τὸ ὄνομα τῷ
5Υἱῷ τὸ ὑπὲρ πᾶν ὄνομα, ὅτε καὶ σχῆμα τὸ καθ’ ἡμᾶς ὑποδύς, ὡς εἷς ἐξ ἡμῶν εἰς υἱὸν ἐγράφετο Θεοῦ, θετὸς μεθ’ ἡμῶν καὶ δι’ ἡμᾶς, ὁ γνήσιος, ἵνα καὶ ἡμεῖς δι’ αὐτόν, υἱοὶ τῆς ὑπὲρ φύσιν εὐκλείας ἐπιδραττόμενοι καὶ τῆς θείας αὐτοῦ φύσεως διαδεικνύμενοι κοινωνοί. Ἢ οὐκ οἴει κατευθὺ τοῦ
10πρέποντος διαστείχειν ἡμῖν τὸν ἐπὶ τῷδε λόγον; Β. Εἶσι γὰρ οὖν. Α. Καίτοι τῆς ἐκείνων δυσβουλίας τὰ ἀμείνω φρονεῖν εὖ μάλα διεσκεμμένοι, ἀλώβητον μὲν τὴν τοῦ Μονογενοῦς τηρήσομεν δόξαν, λογισμοὺς δὲ καθαιρήσομεν, καὶ «πᾶν
15ὕψωμα ἐπαιρόμενον,» καθὰ γέγραπται, καὶ «πᾶν αἰχμα‐ λωτιοῦμεν νόημα εἰς τὴν ὑπακοὴν αὐτοῦ.» Εἰ δὲ δὴ τοῦτο δρᾶν οὐκ ἀνεξόμεθα, παραχωρήσομεν δὲ τὸ χρῆναι νικᾶν ταῖς ἐκείνων συκοφαντίαις, καὶ τοῦ εἶναι Θεὸν ἀληθῶς ἐκπέμψομεν τὸν Μονογενῆ, ἐροῦμέν τε οὕτω παρ’ ἡμᾶς
20οὐδὲν διακεκτῆσθαι τὸ πλεῖον. Β. Φράσαις ἂν ὅπως, ἢ κατοκνήσεις εἰπεῖν. Α. Καὶ μὴν ἔγωγε προθύμως ἐρῶ, κατοκνήσαιμι γὰρ ἂν ἔν γε τούτοις οὐδαμῶς. Ἦ γὰρ οὐκ ἀληθὲς εἰπεῖν ὡς εἴπερ αὐτῷ κεχάρισται τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ δοτὸν82 in vol. 2
25ἤδη πως τὸ διακεκλῆσθαι Θεός, ἀπολισθήσειεν ἂν αὐτοῦ κατά γε τὸ ἐγχωροῦν; Τὸ γάρτοι δοτὸν οὐκ εἰσάπαν ἐρηρει‐ σμένον. Κατακινδυνεύσειε δ’ ἂν καὶ αὐτὸς ὁ Πατήρ, ὅσον ἧκεν εἰς λογισμούς, εἰς ἃ μὴ θέμις εἰπεῖν. Ἔσται γὰρ μείων ἢ καθ’ Υἱόν, καὶ τὴν τοῦ γεγεννηκότος ὑπερκείσεται φύσιν
30ὁ κατ’ αὐτοὺς ἐν ἐλάττοσι, μᾶλλον δὲ ὁ τὴν τῆς θεότητος δόξαν παράσημον ἔχων, καὶ νενοθευμένοις ἀξιώμασιν ἐπαυ‐ χήσας μόλις, εἴπερ ἐστὶν ἀληθῶς ἐν ψιλῷ καὶ μόνῳ τῷ κεκλῆσθαι Θεός. Β. Ὡς δεινά γε ὁ λόγος ἡμῖν εἰσφέρει τὰ ἄτοπα.
35Α. Δεινὰ γάρ, ὡς ἀληθῶς, πλὴν ἀναγκαίαν ἔχοντα τὴν παράθεσιν. Μετασοβεῖ γὰρ ἔσθ’ ὅτε τὸ μὴ ὀρθῶς ἔχειν ὑπειλημμένον ἐπὶ τὸ χρῆναι φιλοθηρεῖν τὸ νενευκὸς εἰς ἀλήθειαν. Εἴπερ οὖν, ὡς οἴονται, μεμισθοφόρηκεν ὁ Υἱὸς καὶ ἀντέκτισιν ὥσπερ τινὰ τῆς κενώσεως ἐκομίσατο παρὰ
40τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, πρὸ τῶν τῆς κενώσεως χρόνων καὶ αὐτοῦ δὲ τούτου τητώμενος νοοῖτ’ ἂν εἰκότως, εἴπερ ὁρᾶται πεπλουτηκὼς ἐν χρόνῳ τῷ κατ’ αὐτὴν τὴν εἰσποίητον ταυτηνὶ καὶ εὐαπόβλητον χάριν.

487

Εἶτα, πῶς ἦν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρός, κένωσιν μὲν οὔπω τὴν ἑκούσιον ὑποστάς, μορφὴν δὲ καὶ μέτρον τὸ δουλοπρεπὲς οὐκ ἀξιώσας ἑλεῖν; Οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, καίτοι τοῦτο ἔχειν ἐξόν. Εἴπερ
5οὖν εἶναί φαμεν καὶ πρὸ τῶν τῆς κενώσεως χρόνων ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς τὸν Υἱόν, ἐκτετίμηται δὲ κενωθεὶς καὶ ἀναπεφοίτηκεν εἰς μέτρον τῆς ἐνούσης αὐτῷ δόξης τὸ ὑπερτεροῦν, ὑπερήλατό που τάχα καὶ αὐτὸν τὸν Πατέρα. Β. Ὡς δριμὺς ὁ λόγος.84 in vol. 2
10Α. Ἀληθὴς δ’ οὖν ὅμως, τό γε ἧκον εἰς λογισμούς. Καὶ εἰ μὲν δή τι τὸ ἄμεινον ἀποκεκέρδακεν ὁ Υἱὸς τὸ ὑπὲρ πᾶν ὄνομα λαβών, ὑπερανεστήξει που πάντως ἔν γε τοῖς καθ’ ἑαυτὸν καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς πλεονεκτήσει φύσιν. Τουτὶ γὰρ ἡμῖν ὁ δριμὺς ἀρτίως κατέδειξε λόγος.
15Εἰ δὲ ἥκιστα μὲν ἐν ἀμείνοσιν ἤπερ ἦν, κἂν εἰ νοοῖτο λαβών, κατίδοι τις ἂν αὐτόν, προσετίθει δὲ τὸ σύμπαν ἡ χάρις οὐδέν, οὐκ ἀσύφηλοι καὶ ψευδοεπεῖς ἁλοῖεν ἂν οἱ θράσους εἰς τοῦτο προήκειν οὐ παραιτούμενοι ὡς ἤδη φάναι τολμᾶν ὅτι μικρὰ τὴν κτίσιν, ἵνα μὴ λέγοιμι παντελῶς οὐδέν, ἡ
20τῆς ἀρρήτου θεότητος πλεονεκτήσει φύσις; Ὀνήσειε δ’ ἂν ἥκιστά γε πρὸς τὸ λαμπρότερον ἀναφέρουσα καὶ εἴ τῳ τυχὸν τῶν ὄντων περιθείη τὰ ἑαυτῆς. Ἀλλ’ ὧδε νοεῖν ἀπόπληκτον· ἀξιόληπτα δὲ τὰ Θεοῦ, καὶ εἰς λῆξιν ἀναφέρει τὴν ἀνωτάτω· ἑαυτοῦ πως ἤδη καὶ ἀμείνων ὁ Θεὸς καὶ Πατὴρ ὀφθήσεται,
25καὶ τῶν ἀμεινόνων ἢ ἐν οἷς ἐστι δοτήρ. Β. Τίνα τρόπον; Α. Ἐν μορφῇ γὰρ ὄντα καὶ ἐν ἰσότητι τῇ πρὸς ἑαυτὸν τὸν Υἱὸν καὶ πρό γε τῶν τῆς κενώσεως χρόνων, καὶ κατ’ οὐδένα τρόπον τῆς ἐνούσης αὐτῷ δόξης μειονεκτούμενον, ἄνω που
30καὶ ὑψηλὸν ἐτίθει, τὸ ὄνομα δοὺς τὸ ὑπὲρ πᾶν ὄνομα αὐτῷ. Ἆρ’ οὖν οὐχὶ συρφετός τε ἤδη ταυτί, καὶ δυσφημιῶν ἀγριότης, καὶ λογισμῶν ἀτοπία, τῆς ἁπασῶν ἐσχάτης
ἀμαθίας ἐξόζουσα; Β. Πάνυ μὲν οὖν.86 in vol. 2
35Α. Καὶ ἑτέρως δ’ ἄν τις τῆς ἐκείνων ἀτοπίας δικαιοτάτην ἄν, οἶμαι, ποιήσαιτο τὴν κατάρρησιν, κἀκεῖνο διεσκεμμένος. Εἰ γὰρ οἶδεν ἑαυτὸν ψιλῷ διακεχρημένον ὀνόματι τῷ τῆς θεότητος ὁ Υἱὸς καὶ οὐ φύσεως ἔχοντα τὸ χρῆμα καρπόν, τί τὸ ἀναπεῖθον ἀναφανδὸν ἤδη βοᾶν· «Ἐγώ εἰμι ἡ
40ἀλήθεια;» Τὸ γάρτοι νόθον οὐκ ἀληθές, καὶ τὸ τοῖς ἔξωθεν καὶ εἰσκεκριμένοις ὡραϊσμοῖς οὐχ ὅπερ ἐστὶ κατὰ φύσιν ὁρώμενον εἰσβιάζεται μὲν καὶ εἰσδύνειν ἀποτολμᾷ τῆς ἀληθείας τὴν δόξαν, ἔχοι δ’ ἂν οὐχ ὧδε κατὰ ἀλήθειαν, καὶ βασάνοις τοῖς ἐκ λογισμῶν ἀκαλλὲς ἐξελέγχεται. Τί δὲ

488

οὐχὶ τοῖς κατὰ θέσιν θεοῖς ἑαυτὸν ἐπαριθμεῖν ὁ μὴ φύσει Θεὸς ᾤετο δεῖν, τῆς δὲ τῶν ἁγίων ἀπαλλάξας πληθύος, καὶ εἰς τόπον ἴδιον ὥσπερ τινὰ καὶ οὐδενὶ τῶν ἄλλων βατὸν ἀνεφοίτα, λέγων· «Εἰ ἐκείνους εἶπε θεοὺς πρὸς οὓς ὁ
5λόγος τοῦ Θεοῦ ἐγένετο καὶ οὐ δύναται ἡ Γραφὴ λυθῆναι, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς Θεοῦ εἰμι;» Εἰ γὰρ ἐκεῖνοι, φησί, διακέκληνται θεοί, τὸν τοῦ Θεοῦ λόγον εἰσοικισάμενοι καὶ εἰσδεδεγμένοι κατὰ ψυχήν, πῶς οὐκ ἂν
10εἴη Θεὸς ὁ δι’ ὃν ἐκεῖνοι θεοί; «Θεὸς γὰρ ὁ Λόγος ἦν,» κατὰ τὴν Ἰωάννου φωνήν. Τὸ δὲ ἦν, οὐ νεωτέραν αὐτῷ τὴν δόξαν, ἀλλὰ παντὸς δὴ χρόνου πρεσβυτέραν ἀνάπτει. Δια‐ πταῖσαι γὰρ ἂν ὅποι ποτὲ ἄρα τὸ ἦν, ἢ πρὸς ποῖον ἡμῖν ἀφίξεται τέλος, ἀεὶ προσωτέρω χωροῦν καὶ ἀσχέτῳ δρόμῳ
15πεμπόμενον, καὶ χρόνῳ χαρίζεσθαι τὸ πρεσβύτερον οὐκ εἰδός, προαναθρώσκειν δὲ ὥσπερ ἐννοίας ἁπάσης τῆς ἐπέκεινα καιροῦ μεμελετηκός;
Β. Εὖ λέγεις· χρόνου γὰρ ἄμεινον ἀεί πώς ἐστι τὸ ἦν. Α. Ὁ δὲ δὴ θεσπέσιος Παῦλος νόθοις μὲν οὐχὶ κατηγλαϊσ‐88 in vol. 2
20μένον ἀξιώμασι τὸν Υἱόν, φύσει δὲ μᾶλλον οἶδεν ὄντα Θεόν, ἑνώσει συνδέων τῇ πρὸς τὸν Πατέρα καὶ Θεὸν οὐσιώδει καὶ φυσικῇ. Β. Τίνα τρόπον; Α. Γράφει γὰρ ὧδε· «Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι
25θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα.» Εἴπερ οὖν ἠπίστατο τοῖς κατὰ χάριν θεοῖς ἐναριθμεῖσθαι πρέπειν αὐτόν, τί μὴ τοῖς ἄλλοις ἐφιεὶς ἀναμίξ, ἕνα καὶ μόνον ἡμῖν
30κατεδείκνυ Θεὸν καὶ Κύριον τὸν Πατέρα, ἀναμέρος δὲ ὥσπερ τὸ ἑκάτερον τιθείς, τὸ μὲν τῆς θεότητος ὄνομα τῷ Πατρί, τὸ δὲ τῆς κυριότητος ἀπονέμεσθαι δεῖν ἐδοκίμαζε τῷ Υἱῷ; Ἀλλ’, οἶμαί που, σοφὸν ἂν νοοῖτο καὶ ἀναγκαῖον οὔτε τῆς κατὰ φύσιν καὶ ἀληθοῦς θεότητος τὴν τοῦ δύνασθαι
35κρατεῖν καὶ κυριεύειν τῶν ὅλων ἐκμοχλεύεσθαι δόξαν, οὔτε μὴν τῆς ἀληθοῦς κυριότητος ἔξω πέτεσθαι φιλεῖν τὴν τῆς θεότητος φύσιν· προσείη δ’ ἂν μᾶλλον ἀμφοῖν τὸ ἑκάτερον, καὶ ἀναμέρος εἶναι δοκοῦν. Φύσεως δὲ μιᾶς ἀπόδειξις ἐναργὴς τὸ οἱονεὶ κατεστέφθαι τελείως οἷς ἂν
40ἑκάτερον ἔχοι φυσικοῖς ἰδιώμασι, καὶ τὸ δι’ ἀμφοῖν ἐν ἅπασιν ἰσοφυὲς καὶ ἀδιαβλήτῳ ταὐτότητι μαρτυρούμενον τὸ κατά τι γοῦν ὅλως ὀθνεῖον οὐκ εἰσδέξεται. Β. Πῶς γὰρ ἄν;

489

Α. Ἐρομένῳ δέ τῳ πότερα τὴν οὐσιώδη καὶ φυσικὴν περιθείης ἂν υἱότητα τῷ Υἱῷ, ἤγουν τὴν ἐν μόνῃ θελήσει τοῦ Πατρός, καθάπερ ἀμέλει δοίη τις ἂν καὶ ἐφ’ ἡμῶν
αὐτῶν, τί ἂν ἔφης αὐτός, ὦ Ἑρμεία;90 in vol. 2
5Β. Οὐσιώδη μὲν ἔγωγε φαίην ἄν, δόξαιμι δ’ ἂν ἥκιστά γε τοῖς δι’ ἐναντίας ἀληθὴς εἶναί τις. Α. Δόξειας γὰρ ἄν. Προσθεῖεν δ’ ἂν ὅτι καὶ φρενὸς ἐκκεκρούσμεθα καὶ παρατετράμμεθα λογισμοῦ τοῦ βλέποντος εἰς εὐθύ. Τίνα γάρ, εἰπέ μοι, τῶν οὐ συμφρονεῖν ἑλομένων
10αὐτοῖς οὐκ ἂν κατασκώψειαν, οἵ γε τοσοῦτον διαλελυττή‐ κασι καὶ μανίας ἀκράτου πρὸς τοῦτο ἥκουσι μέτρον ὡς εἰσποίητον εἶναι δεῖν οἴεσθαι τὸν Υἱὸν καὶ συντετάχθαι τοῖς ἄλλοις, εἰ καὶ τοῖς ἰδίοις εὑρήμασιν ἐπερυθριῶντες, καὶ λελυπημένην ὥσπερ καταγοητεύοντες τὴν ἀλήθειαν, δόξαν
15αὐτῷ περιπλάττουσι τὴν ἐξαίρετον καὶ τοῖς ἄλλοις ἀστιβῆ, καὶ τοσαύτην αὐτοὶ καθ’ ἑαυτοὺς ἐπινοοῦσι τὴν εὔκλειαν ὅσηνπερ ἂν βούλοιντο κατ’ ἐξουσίαν ἐπιμετρεῖν. Ἀλλ’ ὡς ἥδιστα ἂν ἠρόμην αὐτοὺς τῆς ἐπ’ ἀμφοῖν νοουμένης υἱοθεσίας τὸν τρόπον τίνα δὴ ἄρα πεπρᾶχθαί φασι. Κεκλήμεθα
20μὲν γὰρ εἰς υἱοὺς ἡμεῖς, τὸ δὲ ὅπως οὐχ ἡμεῖς ἐροῦμεν, μυσταγωγήσει δὲ γράφων ὁ Παῦλος· «Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· Ἀββᾶ, ὁ Πατήρ.» Οὐκοῦν, ἐπειδήπερ ἡμῖν ἀρρήτως ἐνῴκισται διὰ τοῦ ἰδίου Πνεύματος ὁ Υἱός,
25πρὸς υἱότητα τὴν πνευματικὴν ἑαυτοὺς εἰσκεκλῆσθαί φαμεν. Ἦ οὐχ ὧδε πεπρᾶχθαι τοῦτο ἐρεῖς; Β. Καὶ μάλα. Μεμνήσομαι γὰρ καὶ τοῦ σοφωτάτου διακεκραγότος ἡμῖν Ἰωάννου περὶ τοῦ Υἱοῦ· «Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι.»
30Α. Ἄθρει δὴ οὖν, ὦ φιλότης, ὅποι ποτὲ ἡμῖν ὁ περὶ τοῦ Μονογενοῦς ἐκτελευτήσει λόγος, εἰ τοῖς εἰς υἱότητα κατακε‐
κλημένοις ἰσοτρόπως συντετάξεται. Εἴη γὰρ ἂν οὐχ ἑτέρως ἐν υἱοῦ τάξει τὸ ποιηθὲν εἰ μὴ δι’ Υἱοῦ ἐν Πνεύματι. Καὶ μαρτυρήσει λέγων ὁ Παῦλος· «Ὅτι δέ ἐστε υἱοί, ἐξαπέ‐92 in vol. 2
35στειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· Ἀββᾶ, ὁ Πατήρ.» Ἐν τίνι δὴ οὖν εἰς Υἱὸν ἔσται καὶ αὐτός; Οὐ γάρ, οἶμαι, φαῖεν ἂν ὡς ἐν ἑαυτῷ τε καὶ δι’ ἑαυτοῦ, καίτοι τοῖς κατὰ θέσιν ἐναρίθμιος ὤν, εἴπερ ἐξοίχοιτο κατ’ αὐτοὺς τοῦ κατὰ φύσιν καὶ ἀληθῶς.
40Β. Ἀλλ’ εἰ φαῖεν ὅτι τὸν μὲν Υἱὸν ἡμεῖς, αὐτός γε μὴν εἰσοικίζεται τὸν Πατέρα, τί ἂν ἔχοις πρὸς τοῦτο εἰπεῖν; Α. Φαίην ἂν ὅτι εἰ μὲν αὐτοὶ κατὰ σφᾶς αὐτοὺς τὴν

490

θείαν ἡμῖν ὅπως ἔχει διορίζουσι φύσιν καὶ νόμους ἐπ’ αὐτῇ κατὰ τὸ ἀβασανίστως δοκοῦν ἐκφέρουσι, βραχὺς κομιδῇ, μᾶλλον δὲ ὅλως οὐδεῖς γένοιτ’ ἂν εἰκότως τῶν γε ἅπαξ εἰς τοῦτο ἡκόντων ὁ λόγος, ἐπείπερ ἐρεύγονται μὲν τὰ ἀπὸ
5καρδίας αὐτῶν, τῶν δὲ ἀπὸ στόματος Κυρίου λαλοῦσιν οὐδέν. Εἰ δὲ δεῖν οἴονται τὴν τῆς ἀκραιφνοῦς θεογνωσίας διαστείχειν ὁδόν, ὃ φρονεῖν ἐγνώκασι ταῖς ἀπὸ τῆς θείας Γραφῆς κατασφραγιζόντων φωναῖς. Β. Ναί, φησίν. Ἔφη γὰρ ὁ Υἱὸς πρὸς Φίλιππον·
10«Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν;» Α. Ἆρ’ οὖν ἁγιάζει τὸν Υἱὸν ὁ Πατὴρ ἐν αὐτῷ γεγονώς; Β. Ἐροῦσί που πάντως. Α. Ἅγιος ὢν κατὰ φύσιν καὶ οἴκοθεν ἔχων τὸν ἁγιασμὸν
15καὶ τὸ ἁγιάζειν δύνασθαι τοὺς ἐν οἷς ἂν γένοιτο τυχόν, ἢ γοῦν παρ’ ἑτέρου τοῦτο τὸ χρῆμα πεπλουτηκώς;
Β. Ἅγιος δηλονότι κατὰ φύσιν αὐτὸς ὤν. Α. Οὐκοῦν, ὦ γεννάδαι καὶ πρὸς πᾶν ὁτιοῦν εὔκολοι τῶν ἀπηχεστάτων, ἁγιότητος μὲν φυσικῆς ὁ Υἱὸς ἐστέρηται,94 in vol. 2
20καὶ τοῦ πλημμελεῖν οὐκ ἐλευθέραν, ἤγουν εἰσάπαν ἀπηλλαγ‐ μένην τὴν φύσιν διεκληρώσατο, τό γε ἧκον εἰς αὐτήν. Εἴπερ οὖν ἀπόνασθαί τι δοῖεν ἂν αὐτήν, ἔκ γε τοῦ ἡγιάσθαι παρὰ τοῦ Πατρὸς καὶ τὴν ἐφ’ οἷς τεθαύμασται πρὸς ἡμῶν ἴδρυσίν τε καὶ δόξαν ἑλεῖν, προστιθέντος δὲ τῷ Υἱῷ τοῦ ἡγιάσθαι
25μηδέν, εἰκαῖον, οἶμαί που, τὸ φάναι λοιπὸν ἐνηυλίσθαι τε καὶ ἐνοικεῖν αὐτῷ τὸν Θεὸν καὶ Πατέρα. Ἀλλὰ μὴν αὐτός τέ ἐστιν ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν αὐτῷ. Καὶ τίς ἂν γένοιτο τυχὸν ὁ τοῦδε τρόπος ἢ ὅπως ἂν ἔχοι τὸ χρῆμα ἄριστα ἂν ὧδε διασκεψαίμεθα. Ὁ μὲν γὰρ Υἱός, κατά γε
30τὸ αὐτοῖς τάχα που καὶ μόνοις ἀνοσιώτατα δοκοῦν, εἰσοι‐ κίζεται τὸν Πατέρα δεδεημένος ἁγιασμοῦ. Τί δ’ ἂν νοοῖτο πεπλουτηκὼς καὶ αὐτὸς ὁ Πατήρ, τὸν Υἱὸν ἔχων ἐν ἑαυτῷ; Εἰ μὲν οὖν ὡς ἔστιν ἐροῦσι τρόπος οὑτοσὶ τοῦ τελείως ἁγιάζεσθαι δεῖν τὸ ἁγιάζεσθαι πεφυκός, τί μὴ καὶ ἡμεῖς τὸ
35Πνεῦμα δεχόμενοι μετακεχωρήκαμεν εἰς αὐτό, ὡς ἐκεῖνο μὲν ἐν ἡμῖν, ἡμᾶς δὲ αὖ κατοικεῖν ἐν αὐτῷ; Εἰ δὲ θορυβεῖ 〈μέντοι〉 ἐν τούτοις τὸ λίαν ἀπρεπές—τὸ Πνεῦμα γὰρ ἐν ἡμῖν, καὶ οὐχ ἡμεῖς ἐν αὐτῷ κατὰ φύσιν—, πῶς οὐχ ἑώλοις ἐπινήχονται λογισμοῖς, οὐχὶ τῇ ταὐτότητι τῆς οὐσίας
40ἀπονέμεσθαι δεῖν οἰόμενοι τὸ ἐν Πατρὶ μὲν Υἱόν, Πατέρα δὲ αὖ καταγράφειν ἐν Υἱῷ, ἀλλ’ ἐν μοίρᾳ τῶν θύραθεν καὶ συμβεβηκότων ἀγαθῶν ἐνοικίζεσθαι τῷ Υἱῷ τὸν γεγεννηκότα

491

διατείνεσθαί τε καὶ φρονεῖν ᾑρημένοι; Ἄλλως τε κἀκεῖνο γάρ, οἶμαι, δεήσει λέγειν· οὐχὶ τῇ πρὸς Υἱὸν ἑνότητι τῇ
διὰ τοῦ Πνεύματος ἐν τοῖς ἑλοῦσιν ἐνεργουμένῃ, πρὸς υἱότητα διαμορφούμεθα, πρὸς δόξαν ὥσπερ ἰδίαν ἀναπλάτ‐96 in vol. 2
5τοντος ἡμᾶς τοῦ Υἱοῦ καὶ τοὺς τῆς ἰδίας μορφῆς χαρακτῆρας ἐνσημαινομένου καὶ οἱονεί πως ἐγγράφοντος ταῖς τῶν δεχο‐ μένων ψυχαῖς; Β. Καὶ πάνυ. Α. Ἀνακείσεται δὴ οὖν ὡς ἐνέργεια φυσικὴ τὸ υἱοποιεῖν
10δύνασθαι τῷ Υἱῷ, καὶ οὐχ ἑτέρου του χάριν, καθάπερ ἐγᾦμαι, καλῶς τε καὶ ἀμωμήτως ἔχειν ἢ ἐπείπερ ἐστὶν Υἱός; Β. Ἔστω. Τί δὴ οὖν ἐντεῦθεν; Α. Ὅτι τὴν Πατρὸς ἐνοίκησιν κατά γε τὸν εἰκότα καὶ
15ἀκριβῆ λογισμὸν οὐχ ἑτερουργὸν εἶναι δώσομεν, ἐπιτε‐ λεῖσθαι δὲ οὕτως ὡς ἂν νοοῖτο καὶ ἐφ’ Υἱοῦ τὸ δι’ αὐτοῦ πληρούμενον. Πατέρα γὰρ πάντως καὶ οὖχ Υἱὸν διαδείξειεν ἂν ὁ Πατὴρ τὸν ἐν ᾧπερ ἂν ἕλοιτο κατοικεῖν καὶ εἰς ἰδίαν αὐτὸν εἰκόνα διαμορφοῦν.
20Β. Ἆρ’ οὖν, εἰπέ μοι, τὸν θεῖον ἐν ἡμῖν ἐξεικονισμόν, ὃν ἡ τοῦ ἀνθρώπου φύσις καταπλουτῆσαι λέγεται— πεποίηται γὰρ κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ—, πρὸς μόνην ἐμφέρειαν τὴν εἰς Υἱὸν εἶναι δώσομεν, ἢ καὶ εἰς τοῦτο συνεισδεξόμεθα τῷ Υἱῷ τὸν Πατέρα, καὶ πρὸς ὅλην ἐροῦμεν
25τὴν θείαν ἡμᾶς μεμορφῶσθαι φύσιν, καίτοι χρηματίζοντας υἱοὺς καὶ τεταγμένους ἐν τέκνοις; Α. Εἶτα, ὦ φιλότης, οὐκ οἴει χρῆναι νοεῖν ὡς ὁ σύμπας ἡμῖν τῆς πίστεως ἔν γε τουτῳῒ λόγος εἰς μίαν μὲν βλέπει θεότητος φύσιν, τὴν ἐν τρισὶν ὑποστάσεσιν ἰδικαῖς, αἳ
30σύμμορφοι καὶ ταὐτοειδεῖς ἀλλήλαις εἰς ἕν τι τὸ ἀνωτάτω συνθέουσι κάλλος, πρὸς ὃ καὶ ἡμεῖς μεμορφώμεθα, κατὰ τὰς Γραφάς, κατεσφραγίσμεθα δὲ πρὸς υἱότητα δι’ Υἱοῦ ἐν
Πνεύματι; Εἴη γὰρ ἂν εἰκὼν Υἱοῦ μὲν υἱότης, Πατρὸς δὲ πατρότης· οὐκοῦν υἱοὶ δι’ Υἱόν, εἰκὼν δὲ Θεοῦ καὶ ὁμοίωσις98 in vol. 2
35ἡμεῖς, πρὸς ὅλην οὕτω τὸ ἐν ἀρχαῖς πεπλαστουργημένοι τὴν φύσιν, δῆλον δὲ ὅτι τὴν ἀνωτάτω. Β. Εὖ λέγεις. Α. Ἀδολεσχία τοιγαροῦν, τὸ τελοῦν εἰς ὄνησιν οὐδὲν ἔχουσα παντελῶς, τὸ ὑπερτείνεσθαι φιλεῖν εἰς τὴν τοῦ
40πρέποντος ἐπέκεινα ζήτησιν. Χρῆμα δὲ οἶμαι σοφὸν τὸ διασκέπτεσθαι καὶ φρονεῖν τὰ οἷσπερ ἂν ἕποιτο πάντη τε καὶ πάντως τὸ λυσιτελές. Β. Κομιδῇ μὲν οὖν. Α. Ὕθλοι δὴ οὖν τὰ ἐκείνων, καὶ διερρίφθω μακρὰν πρὸς
45αὐτό που τὸ λοῖσθον ἥκοντα τῶν κακῶν. Ἥκιστα δὲ ἡμεῖς οἰηθείημεν ἄν ποτε νόθον μὲν εἶναι Θεὸν καὶ ἀρτιφανῆ τὸν

492

Υἱόν, ἁγιάζεσθαί τε, ἤγουν εἰς υἱότητα διακεκλῆσθαι παρὰ Θεοῦ, καὶ δόξαν ἑλεῖν τὴν εἰσποίητον σὺν ἡμῖν, φύσεως δὲ μᾶλλον διακεκτῆσθαι νόμῳ τοῦθ’ ὅπερ ἐστίν. Υἱοποιηθείη δ’ ἂν οὔ τί που διὰ τοῦ ἰδίου Πνεύματος. Ὅτι γὰρ ἴδιον
5τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστι, καθάπερ ἀμέλει καὶ τοῦ Πατρός, ἀναμάθοι τις ἄν, καὶ λίαν ἀμογητί, αὐτοῦ μὲν λέγοντος· «Εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;» Καὶ πάλιν·
10«Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.» Ὡδὶ δὲ καὶ Παύλου τοῖς πιστεύουσιν ἐπιστέλλοντος· «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.
15Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ τὴν ἁμαρτίαν, τὸ δὲ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην.» Τὸ τοίνυν ἡμᾶς τοὺς
ἐπὶ τῆς γῆς τῇ τῆς υἱότητος δόξῃ καταχρυσοῦν, φημὶ δὴ τὸ Πνεῦμα, ἐπείπερ ἐστὶ τοῦ Υἱοῦ, ἐνεργήσει μὲν εἰς ἑτέρους τὴν υἱοποίησιν, ἀπρακτήσει δὲ παντελῶς περὶ τὸν οὗπέρ100 in vol. 2
20ἐστιν, οὐκ εἰσκεκριμένον, οὔτε μὴν ἔξωθεν εἰσπεφοιτηκός, ἀλλ’ οὐσιωδῶς ὑπάρχον αὐτοῦ, καὶ δι’ αὐτοῦ προχεόμενον τοῖς ἑλεῖν ἀξίοις ἐν εὐδοκίᾳ Πατρός. Ἢ οὐκ ὀρθῶς σοι ταῦτα φάναι τε καὶ ἐννενοῆσθαι δοκῶ; Β. Παντάπασι μὲν οὖν.
25Α. Ὁ δὲ δὴ τῶν θείων ἡμῖν μυστηρίων ἱερουργὸς Ἰωάννης, ὅταν εἰς μέσον ἥκῃ βοῶν περί τε Θεοῦ καὶ ἡμῶν· «Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν,» πῶς οὐ παντελῶς ἀταλαίπωρον ἰδεῖν ὅτι Θεὸς ἀληθῶς καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας
30ἐκπεφοίτηκεν ὁ Υἱός, εἴπερ ἐστὶν ὡς Θεὸς καὶ οὐχ ἕτερόν τι κατοικοῦν ἐν ἡμῖν τὸ Πνεῦμα αὐτοῦ; Καὶ πρός γε τούτῳ φημί, εἰ τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρός, ἐν ᾧ τὴν τῶν εἰς τὸ εἶναι παρενηνεγμένων ζωοποιεῖ τε καὶ ἁγιάζει φύσιν, ἴδιόν ἐστι καὶ τοῦ Υἱοῦ, τίς ἂν εἰς τοῦτο προήκοι χυδαιότητος
35λογισμῶν ὡς νοεῖν ἢ φράσαι τῆς πρὸς Πατέρα καὶ Θεὸν ὁμοουσιότητος ἐκπεφοιτηκέναι καὶ τελεῖν ἐν κτίσμασι, καὶ οὐχὶ τὰ τῆς θείας φύσεως ἴδια καὶ ἐξαίρετα τῶν ταύτης ὅρων ἐξοίσει τε καὶ χαριεῖται τῇ κτίσει, ὡς ὁρᾶσθαι λοιπὸν τὸ παραλλάττον οὐδέν, ἰσομέτρως δὲ εἶναι λαμπρὰν κτίσιν
40τε καὶ φύσιν ᾗ τὸ κατὰ πάντων ἔνεστι κράτος; Β. Σφαλερὸν τὸ χρῆμα. Πῶς γὰρ οὔ; Α. Οὐκοῦν, ἐπειδήπερ τοῖς τοῦ Πατρὸς ἰδιώμασιν ἐκλε‐

493

λαμπρυσμένον παρά γε τοῖς ἱεροῖς Γράμμασι καταθρήσαι
τις ἂν εὖ μάλα τὸν Μονογενῆ, φέρε δή, φέρε, καὶ ἑτέρας ἐννοίας τοῖς εἰρημένοις ἐπισυλλέγοντες, τὸν ἀδρανῆ καὶ ἀπόπληκτον τῶν δι’ ἐναντίας ἐκπολιορκῶμεν λόγον, καὶ102 in vol. 2
5παραθῶμεν εἰς μέσον τὰ δι’ ὧν ἂν φαίνοιτο καὶ ἰσουργὸς καὶ ἰσοσθενὴς τῷ Θεῷ καὶ Πατρί, καὶ μὴν καὶ Θεός, οὐ τοῖς κατὰ χάριν εἰς τοῦτο ἠγμένοις ἐναρίθμιος ὤν, οὔτε μὴν εὐκλείαις ταῖς ἔξωθεν κατηγλαϊσμένος, ἀληθινὸς δὲ μᾶλλον, καὶ τὸ κατά τι γοῦν ὅλως μειονεκτεῖσθαι φυγὼν
10τῆς τοῦ τεκόντος ὑπεροχῆς, ἧσπερ ἀνέχειν νοοῖτο κατὰ παντὸς γενητοῦ. Β. Ὡς πολλοῦ γε, ὦ τᾶν, μᾶλλον δὲ τοῦ παντὸς ἄξιον φαίην ἂν ἔγωγε τουτί. Α. Οἴει δὴ οὖν, ὦ ἑταῖρε, μετεῖναί τινι τῶν κεκλημένων
15εἰς ὕπαρξιν τὸ ἐνεργεῖν δύνασθαι καὶ διαπεραίνειν εὐκόλως ἅπερ ἂν αὐτὴ καὶ μόνη κατορθώσειεν ἥ γε τῶν ὅλων κατάρ‐ χουσα φύσις; Β. Οὐδενί. Α. Ὀρθῶς ἔφης. Ἀνάπτει δὴ οὖν ὁ ἱερώτατος Παῦλος
20ὡς ὑπερφυὲς καὶ ἐξαίρετον καὶ τοὺς ὅρους ὑπερτρέχον παντός, οἶμαι, τοῦ πεποιημένου τῷ Θεῷ καὶ Πατρὶ τὸ ζωογονεῖν δύνασθαι τοὺς νεκρούς. Ἔφη δὲ οὕτως· «Οὗ δὲ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ
25σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν, καθὼς γέγραπται ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε κατέναντι οὗ ἐπίστευσε Θεοῦ τοῦ ζωογονοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα.» Ἴθι δὴ οὖν καὶ ἐπ’ αὐτήν, εἰ δοκεῖ, τὴν
30τοῦ Υἱοῦ δόξαν. Ἥκιστα μὲν γὰρ ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατήρ, ἰσομέτροις δὲ μᾶλλον ταῖς ἐνεργείαις κατεστεμμένον
κατόψει δὴ πάλιν. Ὁ αὐτὸς γὰρ ἡμῖν ἔφη Παῦλος· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Ζωὴ γάρ ἐστιν, οὐχ104 in vol. 2
35ἑτεροίως ἔχων ἔν γε τοῖς καθ’ ἑαυτὸν ἢ ὥσπερ ἂν εἴη καὶ αὐτὸς ὁ Πατήρ. Διεπύθου γάρ που λέγοντος αὐτοῦ· «Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» Τοιγάρτοι τὸ θεοπρεπὲς εἰς ἐνέργειαν μήνυσιν ἐναργῆ τῆς ἑαυτοῦ φύσεώς
40τε καὶ δόξης ἐποιεῖτο λέγων· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε.» Ἦ γὰρ οὐχὶ διὰ τούτων ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἠξίου γνωρίζεσθαι; Ὡς εἴπερ τῳ φαίνοιτο προσὸν τὸ ἰσουργεῖν δύνασθαι τῷ Θεῷ, ἰσοκλεὴς

494

πάντως που καὶ ἕτερον οὐδὲν εἴη ἂν ἢ Θεός. Ἄγει γάρ, οἶμαι, πρὸς τοῦτο ἡμᾶς ὁ λόγος. Β. Ἔοικεν. Οὐ γὰρ ἂν ᾠήθη δεῖν τοῖς ἴσοις ἀπαραλ‐ λάκτως ἐπαυχεῖν κατορθώμασι, μὴ οὐχὶ τῆς ἴσης μετα‐
5ποιούμενος δόξης. Α. Ἱεροῦ δὲ ἡμῖν ἐπιφωνοῦντος Γράμματος· «Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι κατα‐ βαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων, παρ’ ᾧ οὐκ ἔστι παραλ‐ λαγὴ ἢ τροπῆς ἀποσκίασμα,» πόθεν ἂν ᾠήθης αὐτὸς τὴν
10τῶν θείων ἡμῖν χαρισμάτων πράττεσθαι διανομήν; Β. Ἐκ Θεοῦ Πατρὸς δηλονότι. Α. Καὶ μὴν τοῖς ἁγίοις ἀποστόλοις ἐπ’ ἐξουσίας ἐδίδου τὴν κατὰ πνευμάτων ἀκαθάρτων εὐσθένειαν ὁ Χριστός, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν
15μαλακίαν ἐν τῷ λαῷ. Καὶ τὸ ἔτι τούτων ὑπερτεροῦν, καὶ αὐτοῦ δύνασθαι καταθλεῖν θανάτου διεκελεύετο, θεοπρε‐ πέστατα λέγων· «Ἀσθενοῦντας θεραπεύετε καὶ νεκροὺς
ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε.» Διωμολόγηκέ τε καὶ μάλα σαφῶς ὁ θεσπέσιος ἡμῖν Ἰωάννης106 in vol. 2
20λέγων· «Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν.» Δόσις δὲ ἀγαθὴ καὶ δώρημα τέλειον εἴη ἂν ἕτερόν τι, κατά γε τὸ αὐτῷ σοι δοκοῦν, πλὴν ὅτι τοι τὸ μεταλαχεῖν ἁγίου Πνεύματος; Β. Οὐδαμῶς.
25Α. Ἄθρει δὴ οὖν καὶ διὰ τούτων ἡμῖν, ὦ φιλότης, ἐξ ἰδίου πληρώματος προϊέντα τὸν Υἱὸν τὸ ἴδιον αὐτοῦ καὶ ἀναποβλήτως ἐμπεφυκὸς ἅγιον Πνεῦμα, δι’ οὗ πᾶσα δόσις ἀγαθή. Ἐπειδὴ γὰρ ἀνέβη ὁ καταλύσας τὴν φθορὰν καὶ τοῖς τοῦ θανάτου δεσμοῖς ἐρρῶσθαι φράσας, ἀνακομίζων
30ἡμᾶς εἰς ἁγιασμὸν καὶ τὸ ἀρχαῖον τῆς φύσεως κάλλος καθάπερ ἐν ἀπαρχῇ τοῦ γένους τοῖς ἀποστόλοις ἐντιθείς, ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτῶν λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ἀλλ’ εἴπερ ἐστὶν ἄνωθέν τε καὶ παρὰ Πατρὸς πᾶν δώρημα τέλειον, ἐνεργεῖ δὲ τὴν τούτων
35διανομὴν οὐ διακονικῶς ὁ Υἱός, ἐν ἐξουσίᾳ δὲ μᾶλλον τῇ θεοπρεπεῖ, κατὰ τίνα δὴ ἄρα λοιπὸν ἀφεστήξει τρόπον τοῦ μὴ εἶναι κατὰ φύσιν τοῦθ’ ὅπερ ἐστὶν ὁ γεννήσας αὐτόν, ἀληθινὸς δηλονότι Θεός, καὶ οὐ νόθαις τισὶ καθάπερ ἐν πίνακι κατακεχρωσμένος τιμαῖς;
40Β. Κατ’ οὐδένα, καθάπερ ἐγᾦμαι. Α. Ὁ δὲ δὴ τῆς πίστεως λόγος οὐκ ἂν διαρκέσαι πρὸς ἔνδειξιν τὴν τελεωτάτην τοῦ κατὰ φύσιν εἶναι Θεὸν τὸν Υἱόν; Β. Πῶς φῄς;
45Α. Ὅτι Χριστῷ πιστεύοντες, πρόσιμεν οὕτω Θεῷ τῷ

495

κατὰ φύσιν καὶ ἀληθινῷ, καὶ τῆς πολυθέου πλάνης ἀπηλ‐ λάγμεθα, τὸ κτίσει λατρεύειν ἐκβεβηκότες, καὶ τῆς ἐπὶ τούτῳ γραφῆς ἐλευθέραν ποιούμενοι τὴν προσκύνησιν. Καὶ
γοῦν τοῖς κεκλημένοις διὰ τῆς πίστεως εἰς τὴν τῆς ἀληθείας108 in vol. 2
5ἐπίγνωσιν ὁ σοφὸς γράφει Παῦλος πῇ μὲν ὅτι «Διὸ μνημο‐ νεύετε ὑμεῖς, τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς ἐλπίδος τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας,
10ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.» Καὶ ἑτέρωθι δὲ πάλιν φησίν· «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεόν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς, νυνὶ δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα οἷς πάλιν ἄνωθεν
15δουλεύειν θέλετε;» Ἄθεοι δὲ εἴπερ ἦσαν οἱ δίχα Χριστοῦ, καὶ Θεὸν ἐπεγνώκασι λοιπὸν διὰ τοῦ προσήκασθαι τὴν πίστιν καὶ συγκατανεῦσαι λέγοντι τῷ Υἱῷ· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται, ὅτι πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ,» πῶς οὐκ ἂν νοοῖτο Θεός, οὐ
20ταῖς καταπλάστοις καὶ ἔξωθεν εὐφημίαις πρός τε ἡμῶν αὐτῶν καὶ 〈τῶν ἁγίων〉 ἀγγέλων τιμώμενος, ἀλλ’ οὐσιωδῶς εἶναι πεπιστευμένος ὅπερ ἐστίν, ἀληθῶς Θεὸς δηλονότι καὶ ἐκ Θεοῦ κατὰ φύσιν; Τί γάρ, εἰπέ μοι, δοίης ἂν ἐννενοηκέναι τὸν Παῦλον, γεγραφότα περὶ αὐτοῦ καὶ λέγοντα· «Ὅτι
25Θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν· ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ· καταλλάγητε τῷ Θεῷ.» Ὅτε
30τοίνυν εἰ Χριστῷ τις ἴοι πρὸς καταλλαγήν, Θεῷ καταλ‐ λάσσεται, καὶ ἐν Χριστῷ τὴν σύμβασιν κόσμος ἔχει πρὸς
Θεόν. Ἆρ’ οὐκ ἂν γελῷτο, καὶ σφόδρα εἰκότως, τὸ δεῖν οἴεσθαι τῆς τοῦ Πατρὸς οὐσίας ἀπολισθεῖν τὸν ἐξ αὐτοῦ φύντα τε καὶ ἐν αὐτῷ Λόγον;110 in vol. 2
35Β. Παντελῶς. Α. Τὸ δὲ δὴ χρῆναι κατάρχειν τῶν ὅλων καὶ τὸ ἐκπρεπὲς ἐν ὑπεροχῇ κατὰ παντὸς τοῦ πεποιημένου καὶ κεκλημένου πρὸς γένεσιν, ἀναθείης ἂν ὅτῳ μάλιστα τῶν ὄντων, καὶ οὐκ ἂν ἁμάρτοις λογισμοῦ τοῦ καθήκοντος;
40Β. Θεῷ δηλονότι. Ψάλλει γάρ που Δαβίδ· «Ὅτι τὰ σύμπαντα δοῦλα σά.» Καὶ μὴν ὅτι· «Δεῦτε, προσκυνή‐ σωμεν καὶ προσπέσωμεν αὐτῷ, ὅτι αὐτὸς ἐποίησεν ἡμᾶς

496

καὶ οὐχ ἡμεῖς. Ἡμεῖς δὲ λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ.» Α. Εὖγε, ὦ ἑταῖρε· Θεὸς γὰρ ἡμῖν ἔν γε τουτοισὶ διαρρήδην ὁ ὑμνούμενος. Μέτεστι δὴ οὖν τῶν πεποιημένων
5οὐδενὶ τὸ ὡς ἐν ἰδίοις εἶναι τοῖς κτίσμασιν, ἤγουν ἑαυτοῦ τὰ ὄντα λέγειν καὶ σκήπτροις ἰδίοις ὑποφέρειν ἀποτολμᾶν. Ἢ εἴπερ ἕλοιτο τοῦτο δρᾶν τῇ τῆς βασιλείας δόξῃ μὴ κατεστεμμένος, οὐκ ἂν ὑπαίτιον εἶναι φήσομεν ἐγκλήματος καὶ γραφῆς;
10Β. Ὧδε ἔχει. Α. Εἶτα τί μαθὼν ὁ Υἱὸς οὔ τί που μᾶλλον ἔφη Πατρός, ἑαυτοῦ δὲ πρόβατα τοὺς πεπιστευκότας; «Τὰ γὰρ πρόβατα τὰ ἐμά, φησί, τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν
15αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου.» Ἀφῖχθαί γε μὴν «εἰς τὰ ἴδιά» φησιν αὐτὸν ὁ θεολόγος ἡμῖν Ἰωάννης, ἴδια λέγων αὐτοῦ τήν τε ἐπὶ γῆς ἀνθρωπότητα, καὶ πᾶν, οἶμαι, τὸ πεποιημένον. Ἐνεργεῖ δὲ καὶ εἰς ἡμᾶς τὴν Πατρὸς ἐνέργειαν
20οὐχ ὑπεσταλμένως, καὶ τὴν τῆς κυριότητος δόξαν οὐκ ὀθνείαν ἔχων ὁρᾶται, ποιεῖται δὲ μᾶλλον ἰδίαν τῇδέ τε ἔχειν ἀξιοῖ. Διαλεγόμενος γάρ που τοῖς συνθέουσί τε καὶ ἑπομένοις αὐτῷ μαθηταῖς· «Ὁ μὲν θερισμός, ἔφη, πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ112 in vol. 2
25ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.» Ἀλλὰ τὴν τῶν ἀμώντων ἀνάδειξιν, καίτοι τοῖς τοῦ Πατρὸς θελήμασιν ἀναθείς, ἑαυτὸν ἀπέφηνεν εὐθὺς τοῦ θερισμοῦ τὸν δεσπότην, τὸ χρῆναι μυσταγωγεῖν τοῖς ἁγίοις ἀποστόλοις ἀπονέμων ὡς ἐξαίρετον. Αὐτοῦ δὲ εἶναι τὴν ἅλω καὶ ὁ σοφὸς Ἰωάννης
30διισχυρίσατο λέγων· «Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ.» Καὶ πρός γε τούτοις, αὐτῷ τοὺς πεπιστευκότας ὡς Δεσπότῃ καὶ Θεῷ καταγράφει λέγων ὁ Παῦλός ποτε μέν· «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Ποτὲ
35δὲ αὖ· «Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ·» καίτοι Θεῷ λέγοντός τινος, μᾶλλον δὲ ἁγίου παντός· «Σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.» Ἆρ’ οὖν ἔσθ’ ὅπως οἵπερ ἂν, ἴδιοι νοοῖντο τοῦ Πατρὸς, εἶεν ἂν οὗτοι Χριστοῦ κατὰ τὸν ἴσον τρόπον μὴ
40οὐχὶ συνεισδουμένης εἰς ἑνότητα τῆς ἀμφοῖν οὐσίας; Β. Οὔ φημι. Θεὸς γὰρ εἷς ἐφ’ ἡμᾶς καὶ Κύριος εἷς. Διήκοι δ’ ἂν ἐπ’ ἀμφοῖν οὐσιωδῶς ἑκάτερον. Α. Ἀληθὴς ὁ λόγος. Ἀνάπλεως γὰρ κυριότητος καὶ τῆς ἐπὶ τούτῳ δόξης μεμεστωμένος ὡς Θεὸς ὁ Πατήρ, καὶ

497

μὴν καὶ Θεὸς ὡς Κύριος ὁ Υἱός. Εἴη δ’ ἂν οὔτε Θεὸς ὁ Πατὴρ τοῦ κυριεύειν δίχα, οὔτ’ ἂν ἀληθῶς Κύριος ὁ Υἱὸς τῆς κατὰ φύσιν καὶ ἀληθοῦς θεότητος ἐκμεμοχλευμένος. Τοιγάρτοι πρὸς ἀδιάσπαστον κοινωνίαν οἱονεί πως ἀνακιρνὰς
5τὰ ἀμφοῖν ὁ θεσπέσιος Παῦλος, ὁτὲ μὲν Θεοῦ τοῦ Πατρὸς ὁτὲ δὲ Χριστοῦ τὸ Εὐαγγέλιον εἶναί φησι. Βούλει, λέγωμεν τὰ ἐξ ἱερῶν ἑλόντες Γραμμάτων εἰς πληροφορίαν; Β. Καὶ μάλα. Α. Ἔφη τοίνυν· «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ,114 in vol. 2
10κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ.» Μετακομίζων δὲ ὥσπερ τὴν τοῦ Θεοῦ δόξαν ἐπὶ τὸν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ καὶ σὺν αὐτῷ νοούμενον Υἱόν, ἔφη πάλιν· «Ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἵνα μή τινα ἐγκοπὴν δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ.» Ἀμφοῖν
15δὲ τοῖν ὀνομάτοιν τὴν δήλωσιν κατασφίγγων εἰς ἕν, διὰ τὴν ταὐτότητα τῆς οὐσίας· «Τολμηρότερον δέ, φησίν, ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ Εὐαγγέλιον
20τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ.» Ἓν οὖν ἄρα τὸ Εὐαγγέλιον Χριστοῦ καὶ Θεοῦ, καὶ ὅσπερ ἂν γένοιτο περὶ Θεοῦ λόγος, οὑτοσὶ ἤδη πρέπων ἂν εἴη καὶ τῷ Υἱῷ. Εἰ δὲ δή τι τὸ μεσο‐ λαβοῦν καὶ διιστῶν εἰς ἀνομοιότητα κατεφαίνετο τοῦ
25τεκόντος τὸ γεννηθέν, γένοιτ’ ἂν ἤδη πως οὐχ ὁ αὐτὸς ἐπ’ ἀμφοῖν ἔτι λόγος. Ἢ οὐκ ἀληθὲς εἶναι φῄς, ὦ Ἑρμεία; Β. Ἔγωγε. Α. Διεστήξει δὴ οὖν καὶ ἀποιχήσεταί ποι πρὸς τὸ ἑτεροίως ἔχον τὰ διηγήματα, καὶ οὐχ ὅπερ ἄν τις ὀρθῶς ἔχειν οἴοιτο
30τυχὸν περὶ Θεοῦ καὶ Πατρός, τοῦτό τοι διανοεῖσθαι προσήκοι ἂν καὶ περὶ Υἱοῦ. Ἓν οὖν ἄρα πῶς ἂν εἴη τὸ ἀμφοῖν Εὐαγγέλιον, προήκοι δ’ ἂν ὅπως διὰ τῶν αὐτῶν ἡμῖν ἀπα‐ ραλλάκτως διηγημάτων, εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱός, καὶ οὐχὶ δὴ μᾶλλον καταπλανήσειεν ἂν τὸν μυσταγω‐
35γούμενον, ἢ γοῦν σαγηνεύσει πρὸς ἀληθείας ἐπίγνωσιν; Β. Ἀληθές. Α. Ὁ δὲ τὸ τοῦ Θεοῦ μυστήριον, τουτέστι τὴν ἐπ’ αὐτῷ πίστιν, τοῖς οὔπω μαθοῦσιν ἱερουργῶν, πῶς ἂν λέγοιτο Χριστοῦ λειτουργὸς καὶ Χριστὸν διακηρύξῃ, Θεῷ τὴν δόξαν116 in vol. 2
40πραγματευόμενος καὶ Θεοῦ μὲν διάκονον ἑαυτὸν ἀποκαλῶν; «Ἐν παντὶ γάρ, ἔφη, συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διά‐ κονοι.» Ἐτέρωθι δέ που περί τινων· «Διάκονοι Χριστοῦ

498

εἰσι; παραφρονῶν λέγω, ὑπὲρ ἐγώ.» Ἆρ’ οὖν ἐστί τις ὡς ἔν γε τουτοισὶ λόγος, πρὸς ἀνομοιότητα φυσικὴν διιστὰς τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱόν; Β. Οὐκ ἔχω νοεῖν.
5Α. Ἔκτοπον δὲ καὶ ἑτέρως τὸ μὴ Θεὸν οἴεσθαι κατὰ φύσιν εἶναι τὸν Υἱόν, Θεοῦ μὲν εἶναι τὴν Ἐκκλησίαν, Χριστοῦ δὲ αὖ πάλιν ἀνακεκραγότων αὐτὴν τῶν ἱερῶν Γραμμάτων. Ἔφη γὰρ ὧδέ τισιν ὁ θεσπέσιος Παῦλος· «Ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἕλλησι καὶ τῇ
10Ἐκκλησίᾳ τοῦ Θεοῦ.» Ἑαυτῷ δὲ πάλιν παραστῆσαι τὴν Ἐκκλησίαν ἄσπιλόν τε καὶ ἀρρυτίδωτον διισχυρίσατο τὸν Υἱόν. Καὶ μὴν καὶ Θεοῦ λέγοντος δι’ ἑνὸς τῶν προφητῶν κατοικήσειν τε καὶ ἐμπεριπατήσειν ἐν ἡμῖν, Χριστὸς ἐνοικεῖ, καὶ τὸ πάλαι τεθεσπισμένον ὡς Θεὸς ἐνεργεῖ. «Πιστὸς
15μὲν γὰρ ἦν ὁ Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, κατὰ τὸ γεγραμμένον, εἰς μαρτύριον τῶν λαληθησομένων· Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς.» Β. Τὸ ἀπεῖργον οὖν ἄρα παντελῶς οὐδὲν οἴεσθαί τε καὶ
20φρονεῖν ἀληθῶς ὡς ἐπείπερ ἡμῖν ἐξ αὐτῆς ἀνέφυ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὁ Υἱός, οὐχ ἕτερος ἂν νοοῖτο
παρ’ αὐτὸν ὑπάρχειν, ὅσον εἰς ταὐτότητα φυσικήν. Α. Εὖγε, ὦ φιλότης· ἐδόκει γὰρ ὀρθῶς ἔχειν τὸ τῇδε δοξάζειν καὶ τῷ μακαρίῳ Παύλῳ· «Εἰ γὰρ ὁ Θεὸς ὑπὲρ118 in vol. 2
25ἡμῶν, φησί, τίς καθ’ ἡμῶν; Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;». Εἴπερ οὖν ἴδιος ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱός, ἆρα ἂν ἐξοίχοιτο πρὸς ἀλλοτριότητα φυσικήν, ἐπινοηθείη δ’ ἂν
30λόγος τὸ καταψέγεσθαι δεῖν οὐκ ἔχων, εἰς ὀθνειότητα διιστὰς καὶ ἀλλότριον ἀποφαίνων τό τινος ἴδιον, οὗπερ ἂν ἴδιον νοοῖτο καὶ λέγοιτο; Β. Οὐκ οἶμαι. Α. Τί δέ; Οὐχὶ μυρίους εἶναί φαμεν τοὺς εἰς υἱότητα
35κεκλημένους τὴν ὑπὸ Θεῷ; Β. Καὶ μάλα. Γέγραπται γάρ· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες.» Α. Ἆρ’ οὖν ἕνα τυχὸν ἢ δύο τῆς οὕτως ἀμέτρου πληθύος ἐξελών, κατατολμήσειεν ἄν τις ἰδίους υἱοὺς εἶναι λέγειν
40τοῦ Θεοῦ καὶ Πατρός, καὶ οὐκ ἂν ὄφλοι δίκην ἥνπερ ἄν τις ἐπαρτήσαι τυχὸν τοῖς παρασημαίνειν ἐθέλουσι τῆς ἀληθείας τὸ κάλλος; Β. Φαίην ἂν ἔγωγε· λέγεις γὰρ ὀρθῶς. Α. Εἰ δὲ δὴ βουλοίμην ἀναμαθεῖν ἀνθ’ ὅτου μυρίοι μὲν
45ὅσοι διακέκληνται θεοὶ καὶ υἱοί, ἕρπει γε μὴν τὸ ἴδιον ἐφ’ ἑνὸς κυρίως τε καὶ ἀληθῶς, τί ἂν ἔφης αὐτός; Β. Ἔφην ἄν, ὅτι, οἱ μὲν γὰρ εἰσπεποίηνται πρὸς υἱότητα

499

φιλοτιμίας τῆς ἄνωθεν εὕρημά τε καὶ δῶρον τὴν ἐπὶ τῷδε κλῆσιν ἀποκερδαίνοντες· ὁ δέ ἐστιν οὐχ ὧδε ἔχων, ἀλλ’ ἴδιος ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρός, ἅτε δὴ καὶ σὺν αὐτῷ τὴν
ἐπέκεινα πάντων ἀποτεμόμενος φύσιν.120 in vol. 2
5Α. Ἴδιον δὲ Θεοῦ φυσικῶς τὸ μὴ Θεὸς ἄρα, κτιστὸν δὲ μᾶλλον, ἢ πῶς; Β. Καὶ μὴν τοῦτο ἀμφίλογον οὐδαμῶς. Θεότης γὰρ πάντως ἴδιον Θεοῦ, καθάπερ ἀμέλει καὶ κτιστὸν κτίσεως. Α. Εἰ δὲ δή τις οἴοιτο κτιστὸν ἢ κτίσιν ἴδιον εἶναι Θεοῦ
10φυσικῶς, τὴν ἀντίστροφον ἰέναι τῷ λόγῳ τρίβον ἀσφαλὲς οἶμαί που. Κτίσεως γὰρ ἴδιον θεότητα λέγειν, τὸ λυποῦν οὐδέν· ἀλλ’ ὧδε φρονεῖν οὐ θέμις. Συνωθούσης οὖν ἄρα τῆς τῶν λογισμῶν ἀτοπίας ἐπὶ τὸ χρῆναι νοεῖν ὀρθῶς, ἴδιος ἂν εἴη λοιπὸν τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός, οὐ τοῖς
15εἰσποιήτοις ἐπαριθμούμενος, ἀλλ’ ὡς Θεὸς ἐκ Θεοῦ. Καὶ ἐπείπερ οὐ διάφορόν τε καὶ διεσχοινισμένον εἰς ὀθνειότητα φυσικὴν τὸν τοῦ πῶς εἶναι λόγον διεκληρώσατο τὰ ὅσαπερ ἂν εἰς ἓν καὶ ἀπαραλλάκτως ἀναδεσμοῖτο γένος τε καὶ εἶδος· εἷς γὰρ ἂν γένοιτο κατὰ παντὸς ἀνθρώπου λόγος
20τε καὶ ὅρος τῆς οὐσίας σημαντικός· οὐκ ἄρα Θεὸς ἑτεροφυὴς παρὰ τὸν ἐξ οὗ πέφηνεν ὁ Υἱός, Θεὸς δὲ μᾶλλον ἀληθινός· ἴδιος γὰρ ὠνόμασται Θεοῦ τοῦ φύσει καὶ ἀληθῶς, καὶ πληθύος μὲν εἰσποιήτου διενεγκών, εἰς δὲ τὴν τοῦ ἑνός τε καὶ ἀληθῶς ἀναθρῴσκων δόξαν.
25Β. Εὖ λέγεις. Α. Τοιγάρτοι καὶ Γράμμα πάλιν ἡμῖν ἱερὸν οὐσιώδη τὴν ἕνωσιν ἀποσώζεσθαι δεῖν τῷ Υἱῷ τὴν πρὸς τὸν Πατέρα φησίν. Ἔχει γὰρ ὧδε· «Παντὸς γὰρ ἀνδρός, φησίν, ἡ κεφαλὴ ὁ Χριστός ἐστι, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ
30δὲ Χριστοῦ ὁ Θεός·» τό, οἶμαι, γνήσιον τῆς οὐσίας καὶ τὸ αὐτῆς ἐκπεφάνθαι κατ’ ἀλήθειαν τὸν Υἱὸν διὰ τούτου σημαῖνον.
Β. Πῶς λέγεις; Α. Βασανίζεσθαι γὰρ ὅλως οἴει χρῆναι πρὸς ἡμῶν τὸν122 in vol. 2
35ἐπὶ τῷδε λόγον; Τί τὸ ἄναντες καὶ κατασοβοῦν εἰς δυσχέρειαν ἐρομένῳ φράσον. Β. Φασὶ γὰρ μάλιστα τοῦτο ἐξοικιεῖν τῆς πρὸς Θεὸν Πατέρα ταὐτότητος τὸν Υἱόν. Α. Τίνα δὴ τρόπον, ἆρα ἂν ἔχοις εἰπεῖν;
40Β. Καὶ μάλα. Εἰ γὰρ δὴ γυναικὸς μέν, φησίν, ὁ ἀνὴρ κεφαλὴ διάτοι τὸ πρὸς αὐτὴν ὁμοφυές τε καὶ ἐν οὐσίᾳ ταὐτόν, εἰ καὶ ἐν μοίρᾳ τυχὸν νοοῖτο τῇ κρείττονι—χρῆμα γὰρ τίμιον καὶ ἐν δόξῃ πλεονεκτοῦν ἐν σώματι κεφαλή— ἀνδρὸς δὲ ὠνόμασται Χριστὸς κεφαλή, σχέσεως δὲ δηλονότι
45φυσικῆς καλούσης αὐτὸν εἰς ἀγχιστείαν τοῖς κτίσμασι, καθάπερ ἀμέλει καὶ ἐπ’ ἀνδρός τε καὶ γυναικός, πῶς

500

ἂν λέγοιτο Θεὸς ἔτι καὶ ἀληθινός, ἢ πῶς ἂν ἔχειν δύναιτο τὴν πρὸς Θεὸν Πατέρα ταὐτότητα φυσικήν, τοῖς ἐν γενέσει κατειλεγμένος, εἰ καὶ ἐν τάξει νοοῖτο τῆς κεφαλῆς; Ὑπερ‐ κείσεται γάρ, φησί, τὸ τῆς κτίσεως μέτρον ὡς ἐν ὑπεροχῇ
5δόξης, ὁ Υἱός. Α. Βαβαὶ τῆς εὐροίας τῆς εἰς πᾶν ὁτιοῦν τῶν ἐκτοπω‐ τάτων. Ὡς δεινὸς ἡμῖν καὶ οἷον κατὰ πρανοῦς ὁ παράσημος οὑτοσὶ τῶν δι’ ἐναντίας διᾴττει λόγος. Ποίημα γὰρ ἐναργῶς τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα δεδυσφήμηκεν Υἱόν. Ἀλλὰ
10τοῦδε μὲν πέρι διαληψόμεθα, καιρὸν ἀπονέμοντες ταῖς θεωρίαις τὸν πρέποντα, καὶ σχολαῖοι πάλιν εἰς τοῦτο καθέντες καὶ νοῦν τε καὶ γλῶτταν. Ὃ δὲ δὴ μάλιστα θαυ‐ μάζειν ἔπεισιν ἐκεῖνό φημι· διημαρτήκασι γὰρ τῶν εἰς ὀρθότητα λογισμῶν οὐδὲν ἧττον ἢ πάλαι καὶ νῦν, ὡς ἔοικεν,
15οἱ πρὸς πᾶσαν ἀμαθίαν εὔκολοι. Ἀνδρὸς μὲν γὰρ εἴρηται κεφαλὴ Χριστὸς διὰ τὸ ἐν σχέσει φυσικῇ συναφές· ἐξαρνή‐ σομαι γὰρ οὔ τί που τό γε ὡς ἄριστά τε καὶ ὀρθῶς εἰρημένον.
Ἐπειδὴ δὲ Χριστοῦ κεφαλὴ τέθειται Θεός, τί τὸ ἀντι‐ στατοῦν, ὦ γενναῖοι, φαίη τις ἂν αὐτοῖς, ἢ τί τὸ ἀπεῖργον124 in vol. 2
20ἐννοεῖν ὡς, εἴπερ ἐστὶν ὁμογενὴς τοῖς κτίσμασιν ὁ Υἱὸς ἐπείπερ ἀνδρὸς εἴρηται κεφαλή, καὶ αὐτὸν ἤδη κατακομίζειν ἀποτολμᾶν ἐν γενητοῖς τὸν Πατέρα; Κεφαλὴ γὰρ τέθειται τῷ Υἱῷ, καίτοι κτιστῷ καὶ πεποιημένῳ καθ’ ὑμᾶς ὑπάρχοντι. Δοκεῖ γὰρ οἴεσθαι ταυτὶ καλῶς τε καὶ ἀμωμήτως ἔχειν
25παραληρεῖν ᾑρημένοις, ἀλλ’, οἶμαι, τῆς δυσφημίας τὸν ὄγκον καταναρκήσειν αὐτούς, καίτοι λίαν ἀπεσκληκότας καὶ τοῖς οὕτως ἀναγκαίοις μειρακιωδῶς ἐναθύροντας. Φέρε δὴ οὖν, ταυτὶ διωθούμενοι καὶ μεθέντες εἰς ὄρος ἢ διαρριπτοῦντες εἰς κῦμα, καταλογιζώμεθά τι τῶν ἐπιεικεστέρων. Κεφαλὴν
30μὲν γὰρ γυναικὸς τὸν ἄνδρα φαμέν, ἐπείπερ ἐξ αὐτοῦ πέφηνεν ἐν ἀρχαῖς καὶ διεμορφώθη πρὸς τὴν ἀνδρὸς εἰκόνα, Θεὸν τὸ ἀρχέτυπον ἔχοντος—πεποίηται γὰρ οὕτω, κατὰ τὰς Γραφάς. Ὁριζόμεθα δὲ κεφαλὴν ἀνδρὸς εἶναι Χριστόν, ὡς ῥίζαν τοῦ γένους δευτέραν καὶ ἀπαρχὴν ἀνθρωπότητος
35ἀναθρῳσκούσης εἰς ἀφθαρσίαν δι’ ἁγιασμοῦ ἐν Πνεύματι. Ὄνομα δὲ Χριστῷ δεύτερος Ἀδὰμ καὶ οὐχ ἑτέρου του χάριν, ἀλλ’ ἢ τοῦδέ τε καὶ μόνου. Χριστοῦ γε μὴν εἶναι κεφαλὴν τὸν Πατέρα διακεισόμεθα καὶ πιστεύσομεν ὡς ὁμοούσιον αὐτῷ καὶ συναφῆ φυσικῶς, καθὸ νοεῖται καὶ
40ἔστι Θεός, εἰ καὶ πέφηνεν ἐν σαρκὶ καὶ γέγονε καθ’ ἡμᾶς.

501

Μεθόριον δὲ ὥσπερ τι θεότητός τε καὶ ἀνθρωπότητος ὁ Χριστός, τὴν ἀμφοῖν ἔχων ὡς ἐν ἑνὶ σύνοδον, καὶ τῶν τῇ φύσει διεστηκότων εἰς ταὐτότητα συνδρομὴν καθ’ ἕνωσιν οἰκονομικήν, ἀστιβῆ μὲν νῷ καὶ ἀνέμβατον, γλώττῃ δὲ καὶ
5λόγοις οὐκ ἐγνωσμένην. Θεὸς γὰρ ἅμα καὶ ἄνθρωπος ὁ Χριστός, πηγὴν μὲν ὥσπερ καὶ ῥίζαν τῆς ἰδίας ὑποστάσεως
Πατέρα ἔχων τὸν ἐν οὐρανοῖς, συνάναρχόν τε καὶ συναΐδιον, καὶ οὐ προτερεύοντα κατὰ χρόνον, εἴπερ ἀνάγκη συνυ‐ φεστάναι τῇ κεφαλῇ τὸν οὗπερ ἂν λέγοιτο κεφαλή, ἐξημμένος126 in vol. 2
10δὲ κατὰ σάρκα καὶ τῆς πρὸς ἡμᾶς σχέσεως φυσικῆς. Ὅτε τοίνυν Χριστοῦ Θεὸς κεφαλὴ νοεῖταί τε καὶ ἔστιν οὐ διεψευσμένως, πῶς οὐκ ἂν εἴη Θεὸς ἀληθινὸς ὁ ῥίζαν ἔχων θεότητα τὴν ἀληθινὴν καὶ οὐσιωδῶς ἐξημμένος τοῦ γεγεννη‐ κότος; Ὁμοφυᾶ γάρ πως τῷ λοιπῷ νοεῖσθαι σώματι τὴν
15κεφαλὴν ἀναγκαῖον. Εἰ δὲ δὴ χρῆναι νομίζουσι τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον τῶν τῆς θεότητος ὅρων ἀπολισθεῖν καὶ εἰς τὸ τῶν ποιημάτων καθικνεῖσθαι μέτρον, ἀκουόντων ἐναργῶς· «Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν
20αὐτοῦ σαπρόν.» Β. Ἄριστα ἔφης. Α. Ἐμβροντησίας γὰρ ἀληθῶς τῆς ἐσχάτης καὶ τῆς ἄγαν ἠλιθιότητος ἀπόδειξις ἐναργὴς κατατεθηπέναι μὲν τὸ φυτόν, ὡς ἄριστόν τε εἴη καὶ εὐγενές, ἑτεροφυᾶ δὲ ὥσπερ
25ἀπονέμειν αὐτῷ τὸν καρπόν. Θεὸς γάρ που πάντως τέξεται Θεόν, ἢ οὐχ ὧδε ἔχειν ἐρεῖς; Β. Ἔγωγέ φημι. Α. Πῶς γὰρ οὐ Θεός, καὶ τοῦτο ἀληθινός, ὁ ἐν ᾧ καὶ μόνῳ γνοίη τις ἂν Θεὸν ὄντα κατὰ φύσιν καὶ ἀληθῶς τὸν
30Πατέρα; Γράφει γὰρ ὡδὶ τοῖς πεπιστευκόσιν ὁ Παῦλος· «Τῷ δὲ Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ
Θεῷ.» Ὅτε τοίνυν ἐν Χριστῷ πέφηνεν ἡ ὀσμὴ τοῦ Θεοῦ128 in vol. 2
35καὶ Πατρὸς καὶ ἐν αὐτῷ γινώσκεται, πῶς δὴ ἄρα καὶ τοῦτο διαπεραίνεσθαι δεῖν ὑποτοπητέον; Φύεται μὲν γὰρ ἔν τε λειμῶσι καὶ κήποις τὰ ἐξ ὡρῶν, μῆλον δὲ ἔστω ταυτὶ καὶ κρῖνον. Ἆρ’ οὖν, ὦ ἑταῖρε, μήλῳ μὲν ἐφιζήσειεν ἂν φυσικῶς ἡ κρίνου τυχὸν ὀσμή, κρίνῳ δὲ αὖ τὸ μῆλον ἐκδανείσειε τὴν
40οἰκείαν, ἔσται δὲ ἐν ἀμφοῖν εἰσάπαν ἐκκεκριμένως τὸ ἑκατέρῳ προσόν; Β. Οὐδαμῶς, ἐκδώσει γὰρ πάντως τὸ οἰκεῖον ἑκάτερον. Α. Πῶς οὖν ἂν εἴη τῆς τοῦ Θεοῦ καὶ Πατρὸς γνώσεως

502

ἀληθοῦς εὐωδία Χριστὸς εἰ μὴ τῆς ἀληθοῦς θεότητος ἐκφύναι πιστεύοιτο; Δέδεικται γὰρ ὅτι τὴν οἰκείαν ἕκαστον οἱονεί πως ἀπόζει φύσιν· θεότητος δὲ τῆς κατὰ φύσιν ὀσμὴ πῶς ἂν γένοιτο διὰ κτίσματος καὶ φύσεως ἑτεροειδοῦς
5ἢ ὥσπερ ἂν ἔχοι Θεός; Ὥσπερ γὰρ οὐκ ἂν οἴοιτό τις, εἴ γε νοῦν ἔχοι, τὴν τῆς θεότητος εὐωδίαν τῇ τῶν γενητῶν ἐνεῖναι φύσει, κομιδῇ γὰρ εὔηθες τὸ χρῆμά ἐστιν, οὕτως οὐκ ἂν τῇ ἀγεννήτῳ καὶ ὑπὲρ πάντα θεότητι δυσγενῆ τε καὶ ἑτεροφυᾶ τὴν ἀπ’ αὐτῆς ἀπόδοσιν ὡς ἐν ὀσμῆς τάξει προσ‐
10άψειε τὸν Υἱόν. Ἐκπέφυκε γὰρ ἀπορρήτως τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὁ Μονογενής, ὅλην ἡμῖν εὐωδιάζων ἐν ἑαυτῷ τοῦ τεκόντος τὴν φύσιν. Τοιγάρτοι καὶ πρὸς αὐτὸν ὡς ἐν προσώπῳ τῆς νύμφης ἡ ἐξ ἐθνῶν Ἐκκλησία φησί· «Μῦρον ἐκκενωθὲν ὄνομά σου, διὰ τοῦτο νεάνιδες ἠγάπησάν
15σε, εἵλκυσάν σε.» Δι’ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τὸ εὐῶδες τῆς γνώσεως τοῦ Πατρὸς εἰσδεδέγμεθά τε καὶ πεπλου‐ τήκαμεν. Β. Σύμφημι. Δοκεῖς γὰρ ὀρθῶς φράσαι τε ἅμα καὶ κατεσκέφθαι ταυτί.
20Α. Εἴη δ’ ἂν καὶ ἑτέρως οὐκ ἀσυμφανὲς ὅτι καὶ Θεὸς ἀληθῶς καὶ ἐκ Θεοῦ πέφηνεν ὁ Υἱός, εἰ καὶ τῇδέ πῃ τὸν ἐπ’ αὐτῷ καταθρήσαιμεν λόγον. Β. Τίνα φῂς τρόπον; Α. Πρέποι ἄν, εἰπέ μοι, τῶν ὄντων τινὶ διανέμειν δύνασθαι130 in vol. 2
25τὰ ὅσαπερ ἂν ἡ θεία τε καὶ μόνη χαρίσαιτο φύσις; Β. Παντάπασι μὲν οὖν. Α. Οὐκοῦν ἐν ὑψώμασι τοῖς ἀνωτάτω καὶ ἐν τοῖς εἰς λῆξιν ἥκουσι δόξης τῆς θεοπρεποῦς εἴη ἂν καὶ σφόδρα εἰκότως ὁ ᾧπερ ἂν ὁρῷτο προσὸν τὸ διαπεραίνειν δύνασθαι
30ταυτί; Β. Πῶς γὰρ οὔ; Α. Εἰρήνη τοίνυν θεόσδοτον ἀγαθὸν καὶ ξένιον οὐρανοῦ καὶ ἐκ μόνων ἧκον ἡμῖν τῶν θείων διανευμάτων. Ποιήσομαι δὲ τοῦ λόγου συλλήπτορα τὸν προφήτην Ἡσαΐαν διακε‐
35κραγότα καὶ λέγοντα· «Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν·» ὡς ἔν γε τῷ τὴν εἰρήνην ἑλεῖν, μετόν, οἶμαί που, παντὸς ἀπόνασθαι καλοῦ τοῖς γε ὅλως εἰρηκόσι.
40Β. Μέτεστι γὰρ οὖν. Α. Ἐνεργείας οὖν ἄρα τῆς ἄνωθεν ἡ εἰρήνη καρπὸς καὶ ξένιον ἀληθῶς, καθάπερ ἔφην ἀρτίως, οὐδενὸς μὲν τῶν πεποιημένων, Θεοῦ δὲ μόνου τοῦ κατὰ φύσιν. Τὸν γάρ τοι διδόντα μόνον ἔφη Θεὸν εἰδέναι, καὶ ἐπ’ αὐτῷ μηδένα.
45Β. Ἀληθές. Α. Ἄθρει δὴ οὖν χορηγόν τε ἅμα καὶ πρύτανιν ὧνπερ ἂν ἡμῖν ἐπιδοίη Θεὸς ὁ Πατὴρ τὸν ἐξ αὐτοῦ πεφηνότα

503

Λόγον. Ἔφη γάρ που τοῖς ἁγίοις μαθηταῖς· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.»
Ἴδιον δὲ τὴν εἰρήνην ἀγαθὸν εἶναί φησι, θεόσδοτον γὰρ τὸ χρῆμα καὶ οὐχ ἑτέρως. Καὶ πρός γε τούτῳ φησὶν ὁ θεσπέσιος132 in vol. 2
5Παῦλος· «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Ὁ δὲ τῷ Θεῷ καὶ Πατρὶ συγχορηγός τε καὶ δοτὴρ καὶ διὰ τῆς ἴσης ἀπαραλλάκτως φιλοτιμίας τε ἅμα καὶ μεγαλοπρεπείας ἰών, πῶς ἄν, εἰπέ μοι, τῆς θεοπρεποῦς μειονεκτοῖτο δόξης, καὶ οὐχὶ δὴ μᾶλλον
10ἐν ἴσῳ τε καὶ ἐν ὁμοίῳ κείσεται κατὰ πᾶν ὁτιοῦν τῷ γεγεννη‐ κότι; Β. Ὀρθῶς ἔχει. Α. Ἴθι δὲ δὴ καὶ ἐπ’ ἐκεῖνο αὖ. Β. Τὸ ποῖον τί φῄς;
15Α. Ἢ οὐκ ἀληθὲς εἶναι φῂς ὡς τό γε ταῖς τῶν ἁγίων συμφέρεσθαι δόξαις εὐστιβῆ μὲν ἡμῖν ἀπεργάσεται τὴν ἀλήθειαν, ἐπ’ αὐτὸ δὲ ἀνοίσει τὸ Θεῷ δοκοῦν καὶ τὸ διὰ τοῦ ἁγίου Πνεύματος ἐφ’ Υἱῷ χρησμῳδούμενον; Β. Καὶ τί δὴ τοῦτό ἐστιν;
20Α. Τὸ ὅτι Θεὸς κατὰ φύσιν καὶ ἀληθῶς ὁ Υἱός. Ὁ γάρτοι σοφὸς ἔφη Παῦλος, περὶ μὲν τοῦ Θεοῦ καὶ Πατρός· «Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν—ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας—ὅτι οὐ ψεύδομαι.» Εἶτα τῆς τοιᾶσδε τιμῆς τε καὶ δόξης τὸν ἴσον εὐθὺς ἀνα‐
25πλέκει στέφανον τῷ Υἱῷ, καταδείσας οὐδέν, ἐπείπερ ἔγνω Θεὸν ὄντα φύσει τε καὶ ἀληθῶς· ἐπιστέλλει περὶ αὐτοῦ, τὸν περὶ τῆς Ἰουδαίων ἀποπομπῆς ἐξυφαίνων λόγον· «Εὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα,
30οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντας Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» Τὸν τοίνυν ἐπὶ πάντας Θεὸν ὑπὸ Θεῷ μετὰ πάντων θήσομεν, εἴπερ οὐκ ἀληθῶς ἐστὶ Θεὸς καὶ
τοῖς κατὰ χάριν συντετάξεται, καίτοι τὸ ἐπὶ πάντας εἶναι134 in vol. 2
35λαχών, τὸ μέγα τοῦτο καὶ θεοπρεπὲς ἀξίωμα, τὸ εὐλογεῖσθαί φημι, καὶ τοῦτο διηνεκῶς καὶ ἀκαταλήκτως κατασφραγί‐ ζοντος τοῦ Ἀμήν. Ἆρ’ ἐξ ὑγιοῦς οἴει φρενὸς ἐννενοῆσθαι ταυτὶ τοὺς δι’ ἐναντίας; Β. Οὐδαμῶς· ἔχοι δ’ ἂν μᾶλλον ὑγιᾶ τὸν νοῦν ὁ Θεὸν
40ἀληθινὸν καὶ ἐκ Θεοῦ πεφηνέναι τοῦ κατὰ ἀλήθειαν ὁμολογῶν τὸν Υἱόν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν
ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.136 in vol. 2
43tΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ
44tὍτι οὐ κτίσμα ὁ Υἱὸς οὐδὲ ποίημα.

504

Α. Τὸν δὴ Θεὸν ἐκ Θεοῦ κατὰ τὴν ἄρρητον πεφηνότα γέννησιν, ἆρ’ ἔσθ’ ὅπως οὐκ ἐν Υἱοῦ μὲν δόξῃ τοῦ κατὰ φύσιν τιθείς, γενητὸν δέ τις καὶ πεποιημένον εἰπών, οὐκ ἂν ὄφλοι δίκην ἣν τοῖς εἰωθόσι κατακερτομεῖν τὴν τοῦ
5Θεοῦ δόξαν ἐπηρτῆσθαί φαμεν, ψηφηφορούσης ὡδὶ τῆς θεοπνεύστου Γραφῆς· «Ἄνθρωπος, ὃς ἂν καταράσηται Θεὸν αὐτοῦ, ἁμαρτίαν λήψεται· ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου θανάτῳ θανατούσθω, λίθοις λιθοβολησάτωσαν αὐτὸν πᾶσα ἡ συναγωγή· ἐάν τε προσήλυτος, ἐάν τε
10αὐτόχθων, ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα Κυρίου τελευ‐ τάτω;» Β. Οὐκ ἂν οἶμαι διαδράναι τὸ μὴ οὐχὶ πάντη τε καὶ πάντως ταῖς αὐτῷ πρεπούσαις ἁλῶναι δίκαις. Α. Ἄριστον οὖν, ὦ Ἑρμεία, τὸ μὴ ταῖς ἑτέρων ἀθυρο‐
15στομίαις ἀναπτοεῖσθαι φιλεῖν, ἐπείτοι πρὸς νοῦν ἡμᾶς τὸν ἀδόκιμον ἀποφέρουσι, πίστεως δὲ κανόνα τὸν εὐθυτενῆ τε καὶ ἀδιάστροφον τοὺς τῶν θεηγόρων ποιεῖσθαι λόγους. Πρέποι γὰρ ἄν, οὐχ ἑτέροις μᾶλλον ἡμᾶς, ἢ ἐκείνοις αὐτοῖς ἐπικροτεῖν τε καὶ λέγειν· «Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες,
20ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.» Β. Ὀρθότατα ἔφης. Α. Οὐκοῦν, ἥκιστα μὲν γενητόν, ἤγουν τὴν εἰς τὸ ἐκτίσθαι λαχόντα πάροδον, προσκυνεῖν ἐγνώκασι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, καρπὸν δὲ εἶναί φασι τῆς τοῦ τεκόντος οὐσίας138 in vol. 2
25σύνδρομόν τε καὶ συναΐδιον, καὶ Υἱὸν ὀνομάζουσι καὶ Θεὸν ἀληθινὸν καὶ ζωὴν αἰώνιον. Καὶ γοῦν ὁ θεῖος ἡμῖν μυστα‐ γωγὸς Ἰωάννης· «Καὶ οἴδαμεν, φησίν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ
30Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ ἡ αἰώνιος.» Ἀλλ’ εἴπερ ἐστίν, ὦ ’γαθέ, καὶ Θεὸς ἀληθινὸς ὁ Υἱὸς καὶ ζωὴ αἰώνιος, διέδρα δὲ οὐχὶ τὸ εἶναι κτίσμα καὶ ποίημα, καίτοι τὴν οὕτως εὐκλεᾶ φύσιν ἀποτεμόμενος,

505

ἆρ’ οὐχὶ καὶ αὐτὴν ἤδη πως καταλωβήσαιτ’ ἂν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίαν τὸ κατηγόρημα, παραποδίζοντος οὐδενός; Β. Τίνα τρόπον;
5Α. Οὐ γὰρ δὴ Θεὸς μὲν ἀληθινὸς κατωνόμασται καὶ αὐτός, ζωογονεῖ δὲ τὰ πάντα, ζωὴ κατὰ φύσιν ὑπάρχων; «Ζῶμεν γὰρ ἐν αὐτῷ καὶ κινούμεθα καί ἐσμεν,» ὥς που καὶ σοφὸς ἔφη λόγος. Β. Ἀληθές.
10Α. Ἴτω δὴ οὖν καὶ ἐπ’ αὐτὸν ἀτεχνῶς, τῆς δυσφημίας ὁ λόγος, καὶ διακεκλήσθω γενητός· τὸ ἀπεῖργον γάρ, οἶμαί που, καὶ ἐμποδὼν οὐδέν, τῆς ἀληθοῦς θεότητος παθούσης ἅπαξ ἐν Υἱῷ τὸ τελεῖν ἐν γενητοῖς, καὶ τῆς αἰωνίου ζωῆς οὐκ οἶδ’ ὅπως ἐκμεμοχλευμένης τοῦ εἶναι
15ζωῆς, καὶ τοῖς ἄλλοις κτίσμασιν ἀναμὶξ καθάπερ ἐξ ἀνάγκης εἰσδεδεγμένης ἐκμεμετρημένην χρόνῳ τὴν ὕπαρξιν. Τὸ γὰρ γενητὸν οὐκ ἄναρχον, οὔτε μὴν χρόνου παντὸς πρεσβύτερον. Β. Ὡς δεινόν γε, ὦ τᾶν, τὸ χρῆμα, καὶ δυσδιάφυκτος ἀληθῶς ἡ τῆς δυσσεβείας γραφή.140 in vol. 2
20Α. Εὐδιάφυκτος μὲν οὖν· ἐφεῖται γὰρ δὴ τοῖς ἐθέλουσιν εὐκόλως ἀποφοιτᾶν, καὶ τὸν ὀλετῆρα καὶ φθόρον τῶν δι’ ἐναντίας διωθεῖσθαι λόγον, τὸ χρῆναι νικᾶν ἀπονέμουσιν εὐσεβῶς ταῖς τῶν ἁγίων φωναῖς. Ποιητὴν μὲν γὰρ οὐδαμῶς τοῦ Μονογενοῦς, Πατέρα δὲ μᾶλλον γεννητικῶς κεχρησ‐
25μῳδήκασι τὸν Θεὸν οἳ καὶ τοῦ κόσμου τέθεινται φῶς, παρὰ τοῦ τὴν ἰδίαν οὐκ ἠγνοηκότος φύσιν, φημὶ δὴ Χριστοῦ. Ἔφη γάρ που πρὸς αὐτούς· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Καὶ μὴν καὶ μυσταγωγοὺς ἀποφαίνων αὐτοὺς ἀπλανεῖς τε καὶ ἀληθεῖς, «Πορευθέντες, ἔφη, μαθητεύσατε
30πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Ἔνθα δὲ Πατὴρ ἀληθῶς, καὶ γέννησις, καὶ μὴν καὶ Υἱός, οὐκ εἰσποιητὴν ἔχων τὴν τῆς υἱότητος δόξαν, ἀλλ’ οὐσιώδη καὶ ἐκ Πατρός, ποῖον ἂν ἔχοι τόπον, ἡ ἐπὶ τῷ πεποιῆσθαι συκοφαντία;
35Β. Οὐδένα, καθάπερ ἐγᾦμαι. Α. Μὴ γὰρ δή τινες ὅλως τῶν ὀρθότητος ἐπιμελητῶν, εἰς τοῦτο ἡκόντων σκαιότητος λογισμῶν ὡς οἴεσθαι δεῖν ἡμᾶς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀπωτάτω ποιεῖσθαι τὴν ἀπότεξιν, ἤτοι τὸ τῆς γεννήσεως χρῆμα, κατερυθριῶντας
40ἀμαθῶς μὴ ἄρα τι καὶ πάθοι τῶν ἀβουλήτων ἐφ’ ἑαυτῇ, καὶ ταῖς τῶν σωμάτων ἀνάγκαις ὑπενεχθεῖσα κάμοι. Ἐπιφημίζουσι γὰρ τῶν ἀσυνέτων τινὲς ἀποτομὰς αὐτῇ, καὶ τὴν θρυλλουμένην ἀπορροήν, οἳ καὶ σφᾶς αὐτοὺς διαλε‐
λήθασί πως τοῖς τῆς ἀπωλείας ἐνιέντες βόθροις, οἵ γε τὴν142 in vol. 2

506

ἀπόρρητον καὶ παντὸς ἐπέκεινα νοῦ τοῦ Θεοῦ φύσιν, εἰ ἀπογεννῶσα φαίνοιτο καί τι τάχα που καὶ παθεῖν τῶν τοιούτων ὑπειλήφασιν, ἠγνοηκότες παντελῶς τί μέν ἐστι κατὰ φύσιν τὸ ἀσώματον, τί δὲ αὖ τὸ σῶμα καὶ τὰ σωμάτων.
5Μερισμοῦ μὲν γὰρ ἤγουν ἀπορροῆς καὶ ἀποτομῆς ἀνεπί‐ δεκτον παντελῶς τὸ ἀσώματον, πρέποι δ’ ἂν μᾶλλον ἁπτῇ τε καὶ παχείᾳ φύσει τὸ καὶ τοιούτοις τισὶν ἁλῶναι τυχόν. Εἰ λέγοιτο τοίνυν ἐπὶ Θεῷ τὸ «γεγέννηκε,» διερρίφθω μὲν πάθους ὑποψία παντός, ἐπικρατείτω δὲ λογισμὸς τῇ
10τοῦ Θεοῦ φύσει προσάπτων τὰ πρεπωδέστερα. Ἀποτέξεται γὰρ οὐ καθ’ ἡμᾶς, ἀλλ’ ὡς ἂν εἰδείη καὶ πέφυκεν αὕτη. Τερθρεῖαι δὴ οὖν καὶ γραώδη δείματα τῶν ἑτεροδόξων αἱ σκήψεις. Ὑποπλαττόμενοι γὰρ τὸ ἐκδεδιέναι μὴ ἄρα τι καὶ πάθοι τεκοῦσα τυχὸν ἡ τοῦ Πατρὸς φύσις, τῶν ὅτι
15μάλιστα φανοτάτων αὐτὴν ἀποστεροῦσι γερῶν. Γεννήτορα γὰρ μᾶλλον ἢ ποιητὴν τοῦ Μονογενοῦς ὁμολογεῖσθαι δεῖν τὸν Πατέρα καὶ Θεὸν ἁπαστισοῦν, οἶμαι, σοφὸς ἀναπείσει λόγος. Εὐκλεέστερον γὰρ ἂν ἀποφήνειε μὲν ὡδί, ψῆφον δὲ αὐτῷ δικαίως ἀπονεμεῖ, τὴν ἐπὶ τοῖς ἄγαν ὑπερκειμένοις,
20εἴπερ ἀσυγκρίτως καὶ παρ’ ἡμῖν αὐτοῖς ὑπερανεστήξει τε καὶ ὑπερκείσεται ποιουμένου παντὸς τὸ ἐξ ἡμῶν γεννώμενον. Εἰ δὴ ποιητὴς μὲν ἔσται Θεός, καὶ τὴν ἐπὶ τῷ δύνασθαι δημιουργεῖν διακεκτήσεται δόξαν, εἴη δ’ ἂν γεννήτωρ οὐκ ἔτι, καταφρίξαιμι μὲν ἂν τὸ παλίμφημόν τι καὶ ἀπηχὲς
25εἰπεῖν, ἐρῶ δ’ οὖν ὅμως, οὔ τι που μάλα ἑκών, ὅτι τοῦ πάντων ἀρίστου καὶ διαφανεστέρου διωλίσθηκεν ἀληθῶς ἡ τοῦ Θεοῦ φύσις, εὐρυτέρα δέ πως εἰς εὐκλείας ἡ κτίσις,
ᾗ μέτεστι μὲν τοῦ τεκταίνειν δύνασθαι καὶ δημιουργεῖν τὰ ἐκ διαφόρου τέχνης, συμπαρομαρτεῖ δὲ καὶ τὸ γεννᾶν,144 in vol. 2
30ὅπερ ἐστὶν ἐναργῶς θατέρου λαμπρότερον. Β. Εὖ λέγεις. Α. Υἱὸς οὖν ἡμῖν, ὦ Ἑρμεία, καὶ οὐ ποίημα τὸ ἐκ Θεοῦ πεφηνὸς κατὰ φύσιν καὶ οὐσιωδῶς γέννημα κατ’ ἀλήθειαν, οὐ σοφίας εὕρημα καὶ τέχνης καρπός, τοῦτο γὰρ εἶναί
35φαμεν τὴν σύμπασαν κτίσιν. Β. Ὧδε ἔχει. Α. Τοιγάρτοι καὶ ὁ σοφὸς ἡμῖν Ἰωάννης τὸ ἥκιστά γε ψευδοεπεῖν ἐπιψηφιεῖται, λέγων ἀναφανδὸν ὅτι· «Πολλὰ μὲν καὶ ἄλλα σημεῖα πεποίηκεν ὁ Ἰησοῦς ἐνώπιον τῶν
40μαθητῶν αὐτοῦ ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. Ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ.» Ἀριστείοις δὲ τοῖς ἀνωτάτω καταχρυσοῖ τὸν ὧδε πεπιστευκότα. Γράφει γὰρ πάλιν·

507

«Τίς ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ;» Καὶ πρός γε τούτοις, ὦ τᾶν, αὐτὸς ὁ Υἱὸς κατατέθηπεν οὐ μικρῶς τὴν εἰς ἡμᾶς ἀγάπησιν τοῦ Θεοῦ καὶ Πατρός. «Οὕτω γὰρ ἠγάπησε,
5φησίν, ὁ Θεὸς τὸν κόσμον ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.» Καίτοι τί δήποτε κορωνίδος τρόπον τινὰ καὶ ὑστεροδόμιον τῶν ἰδίων ἡμῖν ἐποιήσατο συγγραμμάτων, τὸ χρῆναι πιστεύειν ὡς ἔστι Θεοῦ κατ’ ἀλήθειαν Υἱὸς ὁ
10ἐνανθρωπήσας Λόγος, εἴπερ ἐστὶν οὐχ Υἱός; Καταθλήσει δὲ ὅπως τοῦ κόσμου παντὸς ὁ μὴ τὴν δόξαν ἑλὼν ὡς ἔστι ποίημα καὶ γενητός, ἀξιόληπτον ἀντίδοσιν τῶν οὕτως ὀρθῶς ἐγνωσμένων εὖ μάλα κεκερδακὼς τὸ νικῆσαι τὸν κόσμον; Εἰ μὲν γάρ ἐστιν οὐκ ἐπισφαλὲς εἰπεῖν ὅτι φρο‐
15νοῦντας διεστραμμένα καὶ τιμᾷ καὶ προσίεται Θεός, καὶ θείοις χαρίσμασι στεφανοῖ τῶν ὄντων τινάς, φαίην ἂν ἔγωγε καὶ μάλα εἰκότως, παντὸς ἀξιοῦσθαι λόγου καὶ γερῶν τοὺς ἥκιστα μὲν Υἱόν, κτίσμα δὲ καὶ γενητὸν ὑπάρχειν τὸν Μονογενῆ φληνάφως ὑπειληφότας, κἂν εἰ γεγεννῆσθαι146 in vol. 2
20λέγοιτο, καὶ Υἱὸς ὠνομάσθαι πρός τε αὐτοῦ τοῦ Πατρὸς καὶ ἁγίου παντός. Εἰ δὲ τοῦτο φράσαι μὲν οὐ θέμις, ἐννοεῖν δὲ δυσσεβές, ἀληθές που πάντως τὸ ἐναντίον. Στεφανοῖ γὰρ μόνους τῆς ἀληθείας τοὺς ἐραστὰς, καὶ διὰ τοῦτο πεπιστευκότας ὡς εἰς Υἱὸν ἀληθῶς, οὐκ εἰς ἔργον εὐτεχνίας·
25νόσημα γάρ τι δεινὸν καὶ ἀποπληξία τοῦτό γε. Ταύτῃ τοι μεμακαρίσθαι θεῖος ἡμῖν ἔφη λόγος τῶν ἁγίων ἀπο‐ στόλων τὸν ἔκκριτον Πέτρον. Ἐπειδὴ γὰρ διεπυνθάνετο μὲν ὁ Σωτήρ, περὶ τὰ μέρη Καισαρείας τῆς καλουμένης Φιλίππου, τό· «Τίνα δὴ εἶναί φασιν οἱ ἄνθρωποι τὸν
30Υἱὸν τοῦ ἀνθρώπου;» καί· Τίς ὁ θρύλλος ὁ ἐπ’ αὐτῷ τὴν τῶν Ἰουδαίων διαπεφοίτηκε χώραν ἤτοι τὰς ὁμόρους τῇ Ἰουδαίᾳ πόλεις; τὰ μειρακιώδη καὶ ἀπρεπῆ δοξάρια τῶν ἀγελαίων ἀφείς, εὖ μάλα σοφῶς καὶ ἐπιστημόνως ἀνεκεκράγει λέγων· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ
35τοῦ ζῶντος,» καὶ τῆς ἀληθοῦς ἐπ’ αὐτῷ διαλήψεως τὴν ἀντέκτισιν οὐκ εἰς μακρὰν ἐκομίζετο, Χριστοῦ λέγοντος· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰῶνα, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ Πατήρ μου ὁ οὐράνιος. Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκο‐
40δομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύ‐ σουσιν αὐτῆς·» πέτραν, οἶμαι, παρωνύμως ἕτερον οὐδὲν ἢ τὴν ἀκατάσειστον καὶ ἑδραιοτάτην τοῦ μαθητοῦ πίστιν

508

ἀποκαλῶν, ἐφ’ ᾗ καὶ ἀδιαπτώτως ἐρήρεισταί τε καὶ δια‐
πέπηγεν ἡ Ἐκκλησία Χριστοῦ, καὶ αὐταῖς ἀνάλωτος ταῖς ᾅδου πύλαις εἰσαεὶ διαμένουσα. Πέτρου δὲ ἡ πίστις ὡς εἰς Υἱόν, οὐκ ἀπερισκέπτως ἐσχεδιασμένη καὶ ἐξ ἀνθρωπίνων148 in vol. 2
5νοημάτων ἀναπηγάζουσα, ἀλλ’ ἐξ ἀπορρήτου μυσταγωγίας τῆς ἄνωθεν, διαδεικνύντος σαφῶς τοῦ Θεοῦ καὶ Πατρὸς τὸν ἴδιον Υἱόν, καὶ τὴν ἐπὶ τούτῳ πληροφορίαν ταῖς τῶν γνησίων ἐνιέντος ψυχαῖς. Ἥκιστα γὰρ ἂν διαψεύσαιτο Χριστὸς εἰπὼν ὅτι «Σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι,
10ἀλλ’ ὁ Πατήρ μου ὁ οὐράνιος.» Εἰ δὴ οὖν μακάριος Πέτρος καὶ τῶν οὕτως ὑπερφερεστάτων ἀξιοῦται γερῶν, Υἱὸν Θεοῦ ζῶντος διωμολογηκὼς αὐτόν, πῶς οὐ τρισάθλιοι καὶ ἀπερ‐ ριμμένοι, καὶ τὸ τῷ Θεῷ καὶ Πατρὶ δοκοῦν καὶ εὖ ἔχον ὡς ἀληθῶς προχειρότατα καθυβρίζοντες, οἱ τὸν τῆς οὐσίας
15αὐτοῦ καρπὸν εἰς ποίημα κατασύροντες καὶ τὸ ζωῆς βλάστημα συναΐδιον ἐν τοῖς ἐπακτὸν ἔχουσι τὸ ζῆν ἀνοητότατα κατα‐ λογιζόμενοι; Ἢ οὐκ ἀμαθεῖς οἱ τοιοίδε λίαν; Β. Παντάπασι μὲν οὖν. Α. Ἐπείτοι καὶ δόξαν ἔχοντες ἐφ’ Υἱῷ καταβεβλημένην
20οὕτω καὶ σμικροπρεπῆ, καὶ αὐτὸ τὸ μέγα καὶ ἐξαίσιον τὸ ἐπὶ τῇ τοῦ Θεοῦ καὶ Πατρὸς ἀγάπῃ καταστρέφουσι θαῦμα, ἁλώσονται δὲ καὶ αὐτοῖς ἐπιθήγοντες τοῖς τῆς θεότητος ἀξιώμασι τὸ ἀπύλωτον στόμα. Β. Φράσειας ἂν ὅπως, ἕπομαι γὰρ οὔ τί που.
25Α. Καὶ μάλα προθύμως· τὸ ἄναντες γὰρ οὐδέν. Δέδωκεν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τὸν ἴδιον Υἱόν; Β. Καὶ πάνυ. Α. Ἄμεινον δὲ δήπουθεν τὸ γεννηθὲν οὗπερ ἂν φιλο‐ τεχνήσαιτό τις, παντί τῳ δόξειεν ἄν, εἴπερ ἐστὶ τὸ μὲν
30ἐξ ἡμῶν καὶ τῆς τοῦ τεκόντος ὑποστάσεως καρπός, τὸ δὲ τῆς ἀρίστης εὕρημα βουλῆς καὶ σοφίας ἔργον, οὐ βλαστὸς
οὐσίας. Β. Τί οὖν τοῦτό γε; Α. Ἢ οὐκ ἐννοεῖς ὡς μεῖον μὲν ἄν τις ἀγάσαιτο τυχὸν150 in vol. 2
35τὴν ἀγάπησιν τοῦ Θεοῦ καὶ Πατρὸς προεμένου πρὸς λύτρωσιν τῆς ὅλης κτίσεως μέρος ὄντα κτίσεως τὸν Υἱόν, εἴπερ ἐστὶ γενητός, πλουσιώτερον δὲ κατατεθήποι ἂν καὶ σφόδρα εἰκότως τῆς τοῦ κόσμου ζωῆς ἀντάλλαγμα, καὶ αὐτὸν εἰ μάθοι δεδωκότα τὸν Υἱὸν καὶ ἀφειδήσαντα μὲν ἰδίου καρποῦ,
40κατά γε τὸ ἐν σαρκὶ γεγονότα καὶ ἐντεθνάναι δοκεῖν, δεδιψη‐ κότα δὲ μᾶλλον τοῦ κόσμου τὴν εἰς τὸ εὖ εἶναι διαμονήν; Β. Συνίημι. Α. Οἶμαι δὲ ἔγωγε—καὶ νεμεσάτω μηδεὶς ἀνακαιομένῳ πρὸς θράσος ἐκ φιλοθεΐας τῷ λόγῳ—ὡς οὐδ’ ἂν ἀντάξιος

509

εἴη ἂν τῆς ὅλης κτίσεως ὁ Χριστός, οὐδ’ ἂν ἔχοι διαρκῶς εἰς τὸ ἐκπρίασθαι καλῶς τὴν τοῦ κόσμου ζωήν, εἰ καὶ αὐτὴν κατάθοιτο καθάπερ ἐν τάξει τιμῆς τὴν ἰδίαν ψυχήν, πρόοιτό τε ὑπὲρ ἡμῶν τὸ τίμιον αἷμα, εἰ μὴ ἀληθῶς Υἱός
5ἐστι, καὶ ὡς ἐκ Θεοῦ Θεός, κτίσμα δὲ καὶ κτίσεως μέρος. Β. Εὖ λέγεις. Α. Προσθείην δ’ ἂν ὅτι καὶ διασέσωσται κτίσις οὐδὲν τὸ σύμπαν λαβοῦσα παρὰ Θεοῦ καὶ τῆς ἄνωθεν συνεργείας οὐ δεδεημένη. Πῶς γὰρ ἢ πόθεν, εἴπερ αὐτὴ δι’ ἑαυτῆς
10καὶ ἐξ ἑαυτῆς τὴν λύτρωσιν ἔχει, καὶ τὴν εἰς τὸ εὖ εἶναι διαμονήν; Διασέσωκε γάρ, ὥς φασι, τὴν σύμπασαν κτίσιν, μέρος ὢν κτίσεως ὁ Υἱός. Ἀνθ’ ὅτου δὴ οὖν τὰς χαριστηρίους ᾠδὰς ἀνίεμεν τῷ Θεῷ; Τί δὲ οὐχὶ τοῦτο παρέντες ὡς περιττόν, ὑμνολογοῦμεν τὴν κτίσιν, πρόσιμεν δὲ μᾶλλον
15ἐκλιπαροῦντες καὶ λέγοντες, περὶ τοῦ πάντων Δεσπότου Θεοῦ· «Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλαν‐
θάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ, τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου.» Ἀλλ’152 in vol. 2
20ἐκεῖνο μὲν δρῶντες, καὶ φρενὸς ἀναμφιλόγως τῆς ἀρίστης ἐξεώσμεθα καὶ Θεῷ προσκρούσομεν· ἀνάπτοντες δὲ μᾶλλον αὐτῷ τὰς ἐπὶ τῷδε δοξολογίας, σοφοί τε καὶ ἀληθεῖς ἐσόμεθα προσκυνηταί. Πῶς οὖν ἔτι ποίημα μεθ’ ἡμῶν ὁ εἷς καὶ πάντων ἀντάξιος, ὡς Θεὸς ἐκ Θεοῦ καὶ Υἱὸς ἀληθῶς;
25Ἦ οὐχ ὧδε ἔχει; Β. Πῶς γὰρ οὔ; Α. Φέρε δή, εἴ τοι δοκεῖ, καὶ τόδε δὴ τούτοις προστι‐ θέντες, λέγωμεν ὅτι τὰ πρός τι πῶς ἔχοντα τῶν ὀνομάτων αὐτὰ δι’ ἀμφοῖν σημαίνεται, τὴν ἀλλήλων ἑκάτερα συνωδί‐
30νοντα γνῶσιν. Ὥστε δὴ ῥᾷον, εἴ γέ τις μάθοι τὸ δεξίον, εἰδείη που πάντως ἂν δι’ αὐτοῦ τὸ εὐώνυμον, καὶ μὴν ὅτι καὶ τὸ ἔμπαλιν ἀληθές, συνερεῖ πᾶς ὁστισοῦν. Ὄνομα τοίνυν τῶν πρός τί ἐστι τὸ Πατήρ, ἰσοτρόπως δὲ τούτῳ καὶ τὸ Υἱός. Ποῖ δὴ οὖν ἄρα καὶ πρὸς ὅ τι βλέπουσαν ταυτὶ ποιή‐
35σεται τὴν ἀναφοράν, καὶ τὴν πρὸς ἄλληλα σχέσιν, καὶ τὸν αὐτοῖς πρέποντα λόγον διεξοίχοιτο ἂν οὐδαμῶς; Β. Καὶ τίνι τοῦτο ἀσυμφανές; Πατὴρ γὰρ ὡς πρὸς υἱόν, καὶ μὴν καὶ υἱὸς ὡς πρὸς πατέρα νοοῖτ’ ἂν καὶ λέγοιτο. Α. Εἶτα τί μαθόντες οἱ διεστραμμένοι καὶ παράκοποι
40τὸν νοῦν, Πατέρα μὲν ἡμῖν ὀνομάζουσι τὸν Θεόν, ποίημα δὲ εἶναι διατείνονται τὸν Υἱόν; Ἢ οὐκ ἀμαθὲς καὶ ἀνάρ‐ μοστον κομιδῇ, Πατρὶ μὲν τὸ ποιηθέν, Πατέρα δὲ αὖ τῷ

510

πεποιημένῳ συντετάχθαι λέγειν κατά γε τὸν τοῦ πρός τι λόγον; Β. Κομιδῇ μὲν οὖν, ἵνα μὴ καὶ αὐτὸν ποίημα λέγωμεν τὸν Πατέρα, σχέσιν ἤδη λαχόντα φυσικὴν τὴν πρός τι τῶν
5ποιημάτων, ὅσον ἧκεν εἰς λογισμούς.
Α. Οὐκοῦν ἀκουόντων καὶ αὐτοῦ βοῶντος Χριστοῦ· «Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε.» Ἐρομένοις δὲ τῆς ἐπιπλή‐ ξεως τὴν αἰτίαν, ἀποκρινεῖται λέγων· «Ὁ ἀρνούμενος154 in vol. 2
10τὸν Πατέρα, καὶ τὸν Υἱόν· καὶ ὁ τὸν Υἱὸν ἀρνούμενος, οὐδὲ τὸν Πατέρα ἔχει.» Καὶ εἰκότως γε σφόδρα καὶ ἀληθῶς. Εἰ γὰρ μὴ ἔστι Πατήρ, ὅτι φύσει γεγέννηκεν, οὐδὲ τὸν Υἱὸν ὑφεστάναι δοίη τις ἄν. Υἱὸς γάρ, ὅτι γεγέννηται· καὶ εἰ μή ἐστιν Υἱὸς ὡς γεγεννημένος, οὐδὲ Πατὴρ εἴη ἂν
15κατά γε τὸν τοῖς νοήμασιν ἐμπρεπῆ τε καὶ ἑπόμενον λογισμόν. Πατὴρ μὲν ὅτι γεγέννηκεν. Οὐκοῦν καὶ συνυφε‐ στάναι καὶ συναναιρεῖσθαι δι’ ἀμφοῖν ἑκάτερον ἀληθές, καὶ ἑνὸς ὑφεστηκότος, ὑφεστήξει που πάντως καὶ τὸ δι’ ὃ λέγεται καὶ ἔστιν ὅ ἐστι. Τί δὲ δὴ ἄρα καὶ φρονεῖν ἕλοιντ’ ἂν
20εἰ διαπύθοιντο λέγοντος τοῦ Χριστοῦ πρὸς τὸν ἀπειθῆ καὶ δυσήνιον τῶν Ἰουδαίων δῆμον· «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου καὶ οὐ λαμβάνετέ με;» Καίτοι Πατέρα μὲν οὐδαμῶς ἑαυτὸν ὠνόμαζεν ὁ Χριστός, Υἱὸν δὲ καὶ ἐκ Πατρός. Πῶς δὴ οὖν ἄρα φησὶν ὡς ἡμᾶς ἀφῖχθαι
25λοιπὸν «ἐν ὀνόματι τοῦ Πατρός;» Ἢ δηλονότι τὸ ἐν ὀνόματι νοητέον ἐν δόξῃ τε καὶ ἐν εὐφημίᾳ τοῦ Πατρός; Ὄνομα γὰρ ἔσθ’ ὅτε τὴν διαπρύσιον εὐφημίαν καὶ τὸ περίοπτον ἐν εὐκλείαις ἡ θεία λέγει Γραφή, καθάπερ ἀμέλει τὸ ἐν βίβλῳ Παροιμιῶν ὑμνούμενον· «Αἱρετὸν
30ὄνομα καλὸν ἢ πλοῦτος πολύς.» Ἆρ’ οὖν διαπέπτωκε τοῦ εἶναι σοφός τε καὶ ἀληθὴς τοῦ Σωτῆρος ὁ λόγος, ὡς ἀφίκοιτο πρὸς ἡμᾶς «ἐν ὀνόματι τοῦ Πατρὸς» ἀναφανδὸν εἰρηκότος; Β. Καὶ μὴν ὑγιὲς εἰπεῖν ὡς οὐκ ἂν ἁμάρτοι τἀληθοῦς
ἡ ἀλήθεια.156 in vol. 2
35Α. Εἴπερ οὖν ἐστιν ἀληθὴς ὁ λόγος, ἢ τὸν Θεὸν καὶ Πατέρα κατακομιστέον ἐν κτίσμασιν, ἵνα μὴ φαίνοιτο πλεονεκτῶν ἐν δόξῃ τὸν Υἱόν, ἤγουν τὸν Υἱὸν ἀνακομιστέον ἤδη πως εἰς ἀξίωμα τὸ θεοπρεπὲς καὶ εἰς υἱότητος φύσιν, τὴν οὐσιωδῶς νοουμένην. Μειονεκτοῖτο γὰρ ἂν ἥκιστά γε
40κατὰ τρόπον οὐδένα τοῦ Θεοῦ καὶ Πατρὸς εἰ τῇδε ἔχων ὁρῷτο· καὶ συναθλήσει λέγων ὁ σοφὸς ἡμῖν Ἰωάννης· «Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν.» Ὅτι δὲ τὸ ἄνωθεν τὴν ὑψοῦ τε καὶ ἀνωτάτω παρίστησι φύσιν διαδείξει λέγων τοῦ Σωτῆρος ὁ μαθητής· «Πᾶσα δόσις ἀγαθὴ καὶ
45πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ

511

Πατρὸς τῶν φώτων.» Ἥκει δὴ οὖν ἐκ Πατρὸς ἡμῖν ὡς ἀπὸ πηγῆς ὁ Υἱὸς καὶ ῥίζης ἐκπεφυκὼς τῆς ἀνωτάτω, τὴν ὅθεν ἐξέφυ λαμπρότητα διαδείκνυσιν ἐν ἑαυτῷ, τὸ ἐπάνω πάντων εἶναι λαχών, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ. Ἐπάνω
5δὲ πάντων ἔν γε δὴ τούτῳ μάλιστά φαμεν οὔ τί που κατὰ μόνην τὴν δόξαν οὔτε μὴν ταῖς κατ’ εὔκλειαν ὑπεροχαῖς πλεονεκτοῦντα τὴν κτίσιν, ἀλλὰ τῷ τῆς οὐσίας ὑπερτάτῳ ὑπερανεστηκότα καὶ ὑπερανέχοντα τῶν ὅλων ὁμοῦ τῷ τεκόντι Πατρί. Εἰ δὲ ἐπάνω πάντων ἐστί, πῶς ἂν ἐν πᾶσι
10νοοῖτο; Κτίσμα γὰρ εἴπερ ἐστὶν ἀληθῶς, κτίσμασιν ἑτέροις συντετάξεται. Πῶς οὖν ἕτερος παρὰ πάντα καὶ ἐπάνω πάντων ἐστίν, εἰ μὴ διάλλοιτο φυσικῶς τὸ ἐναριθμεῖσθαι τοῖς πᾶσιν; Ἢ τοπικοῖς ὑψώμασι τὴν ἀσώματον τοῦ Υἱοῦ φύσιν ἐκτετιμηκότες, οὐκ εἰκῆ ῥαψῳδήσομεν;
15Β. Πῶς φῄς; Α. Βούλει τὸ ἄνωθεν ὡς ἐκ τόπου λέγωμεν, ἀντινοουμένου πρὸς τὸ κάτω καὶ μετρητοῦ διαστήμασιν; Β. Εἶτα τί δράσομεν τὸν Υἱόν, εἴπερ ἐστὶν ἐν τόπῳ
τοιούτῳ; Σωμάτων γὰρ ἴδιον τοῦτό γε.158 in vol. 2
20Α. Οὐκοῦν ἄριστά φαμεν, ὡς ἐκ Πατρὸς νοεῖσθαι τὸ ἄνωθεν. Τοιγάρτοι, καὶ ὑπὸ μόνου γνωρίζεται τοῦ Πατρὸς καὶ γνωρίζει μόνος τὸν ἑαυτοῦ Πατέρα καὶ Θεόν. Ἄποπτον γάρ τι χρῆμα καὶ οὐδενὶ τῶν ὄντων διεγνωσμένον ὅ τί ποτέ ἐστιν ἀληθῶς αὐτὴ καθ’ ἑαυτὴν ἡ ἁνωτάτω φύσις. Ὅτι
25μὲν γὰρ ὑφέστηκέ τε καὶ ἔστι Θεός, πιστεύομεν· τί δὲ κατὰ φύσιν ἐστὶν ἀπηχὲς ἐρευνᾶν, ἐπεὶ μηδέ ἐστιν ἁλώσιμον. Νοῦ γὰρ ἐπέκεινα παντὸς ἡ Θεοῦ φύσις. Εἶτα πῶς, εἴπερ ἐστὶν ἐκτισμένος καὶ γενητός, εἰδείη μὲν ἂν αὐτός τε καὶ μόνος τὸν Πατέρα, μόνος δὲ αὖ ὑπὸ μόνου γνωρίζοιτο τοῦ
30Πατρός; Καίτοι τὸ μὲν φύσιν εἰδέναι Θεοῦ παντὶ δήπου πάντως ἀνέφικτον γενητῷ, τὸ δὲ ἐξεπίστασθαί τι τῶν κεκλημένων εἰς γένεσιν ὅ τί ποτ’ ἔστιν οὐκ ἂν ὑπερθρῴσκοι πάντα νοῦν, εἰ καὶ ἀνῴκισταί πως τοῦ καθ’ ἡμᾶς. Οὐκοῦν εἰ μόνος αὐτὸς ἔγνωκε τὸν Πατέρα, καὶ αὖ ὑπὸ μόνου
35γινώσκεται τοῦ Πατρός, διαπέφευγεν εἰκότως τὴν ἐπὶ τῷ πεποιῆσθαι γραφήν τε καὶ δόξαν. Μόνη γὰρ οἶδεν ἑαυτὴν ἡ ἀνωτάτω καὶ ἀπόρρητος φύσις, καὶ τοῖς εἰς τὸ εἶναι παρενηνεγμένοις ἀστιβὲς τὸ χρῆμα παντελῶς. Β. Ἀστιβὲς μὲν οὖν καὶ ἀνέμβατον, ἐπείτοι νοῦ παντὸς
40προσωτέρω Θεός. Α. Ἐκτίσθαι δὲ ὅλως πῶς ἂν καὶ λέγοιτο πρὸς ἡμῶν ὁ Υἱός, καίτοι διακεκραγότος ὡδὶ τοῦ σοφωτάτου Παύλου·

512

«Λέγω δέ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλ’ ὑπὸ ἐπιτρό‐ πους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός· οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ
5κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον
ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.» Οὐκοῦν, ἀρρωστοῦντες μὲν ἔτι τὸ ἀμαθὲς καὶ τοῖς τῆς ἀρχαίας160 in vol. 2
10νηπιότητος αἰτιάμασι καθεστηκότες ἔνοχοι, τοῖς τοῦ κόσμου στοιχείοις ὑπενηνέγμεθα, τῇ κτίσει λελατρευκότες, καίτοι δέον ἀνάπτειν τὸ σέβας τῷ γε ἀληθῶς καὶ μόνῳ κατὰ φύσιν Θεῷ. Ἐπειδὴ δὲ ἡμῖν ἐπέλαμψεν ὁ Υἱός, τότε δή, τότε κρείττους τε καὶ προφερέστεροι τῆς ἐν νηπιότητι
15φρενὸς ἀναδεδειγμένοι καὶ εἰς τὸ τῆς ἀληθείας διελάσαντες φῶς, ἀπηλλάγμεθά που, καθάπερ ἐγῷμαι, συναινέσεις δὲ καὶ αὐτὸς οἶδ’ ὅτι, τοῦ κατεζεῦχθαι στοιχείοις κοσμικοῖς. Τοῦτο γὰρ ἡμῖν ὁ ἱερὸς ἀρτίως διεσήμηνε λόγος, ὃν καὶ ὡς εἴη σοφός τε καὶ ἀληθὴς φαῖεν ἂν ἴσως οἷς ἂν ὀρθότη‐
20τος μέλοι· λαλεῖ γὰρ ἐν Χριστῷ μυστήρια. Β. Φαῖεν γὰρ ἄν. Α. Ἆρ’ οὖν, ὦ Ἑρμεία, πᾶν εἴ τί φαμεν διακεκλῆσθαι πρὸς ὕπαρξιν τοῖς τοῦ πεποιηκότος νεύμασιν, οὐχὶ τοῖς τοῦ κόσμου στοιχείοις ἐναριθμητέον, ἢ καὶ ὡς μέρος τοῦ
25κόσμου τῷ παντὶ συντετάξεται; Β. Καὶ μάλα. Α. Λελυτρώμεθα δὲ πρὸς τελειότητα νοῦ καὶ φρενὸς ἱγμένοι, κιβδηλεύοντές τε τὸ ὑποκεῖσθαι θέλειν τοῖς τοῦ κόσμου στοιχείοις;
30Β. Οὕτω φημί. Α. Ἆρα τὴν εἰς Υἱὸν ὡς εἰς Υἱὸν ἀληθῶς παραδεδεγμένοι πίστιν, ἢ πῶς; Β. Οὕτως. Α. Οὐκοῦν ἀγένητος εἴη ἂν ὁ Μονογενής, ἵνα μὴ φαίνοιτο
35μὲν αὐτὸς μετὰ τῶν ἄλλων στοιχείων καὶ τελῶν ἐν κτίσμασι, νήπιοι δὲ ἡμεῖς καὶ αὐχημάτων ἔτι τῶν εἰς τελειότητα νοῦ τητώμενοι, εἰκαίοις τε λογισμοῖς πεφενακισμένοι μᾶλλον ἥπερ οὖν ἀληθῶς ἐλπίδα βεβαίαν καὶ γνῶσιν πεπλουτηκότες,
δῆλον δὲ ὅτι τὴν εἰς Υἱόν. Τί γὰρ ὅλως ὀνήσειεν ἂν ἡμᾶς162 in vol. 2
40ὁ Μονογενής, καίτοι δι’ ἡμᾶς γενόμενος ἄνθρωπος, εἰ μὴ τοῦ λατρεύειν τῇ κτίσει λελυτρώμεθα; Τὴν δὲ εἰς αὐτόν, εἰπέ μοι, προσηκάμενοι πίστιν ὡς εἰς Υἱόν, ἆρ’ οὐ πεπλανή‐ μεθα; Β. Ἔοικεν, εἴπερ ἐστὶ γενητός.
45Α. Τί δὲ, οὐκ ἀμείνων παραπολὺ τῆς διὰ Χριστοῦ παιδεύσεως ἡ διὰ Μωσέως, εἴπερ ἐστὶν ἀληθῶς εἰς ἕν τι

513

τῶν γενητῶν ἡ πίστις; Φαίην δ’ ἂν ὅτι κενολογοῦσιν οἱ ἅγιοι, κατόπιν τῶν εὐαγγελικῶν θεσπισμάτων ῥιπτοῦντες ἀεὶ τὴν ἀρχαιοτέραν ἐντολήν. Τετελείωκε δὲ πῶς ὁ νόμος οὐδέν, ἀλλ’ ὁ δίκαιος ἡμῖν ἐκ πίστεως ζήσεται; Καίτοι
5διόλλυσι μὲν ἡ πίστις ἡ εἰς Υἱὸν τοὺς εἰσδεδεγμένους αὐτήν, ὠφέλησε δὲ τοὺς ἀρχαιοτέρους ὁ νόμος, εἰ τοὺς τῶν διεστραμ‐ μένων παραδεξαίμεθα λόγους. Β. Φράσαις ἂν ὅπως. Α. Ἀοκνότατά γε καὶ μάλα προθύμως. Φάθι δέ με ταυτὶ
10βεβουλῆσθαι λέγειν. Β. Τὰ ποῖα ἄττα φῄς; Α. Τοῖς μὲν γὰρ ἀρχαιοτέροις ὁ διὰ τοῦ πανσόφου Μωσέως κατεχρησμῴδησε νόμος· «Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι.» Καὶ πρός γε δὴ
15τούτοις· «Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω.» Ἀποκομίζων δὲ ἔτι πρὸς τὸ ἀμεινόνως ἔχον καὶ μὴν καὶ αὐτῶν ἀφιστὰς τῶν τοῦ κόσμου στοιχείων· «Πρόσεχε σεαυτῷ, φησί, μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν
20 τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃ αὐτοῖς.» Εἰς ἕνα τοιγαροῦν τὸν ἀληθῶς καὶ φύσει Θεὸν ὁ νόμος
ἐκάλει, μεθιστὰς εἰσάπαν τοῦ σφαλεροῦ καὶ χείρονος· ἐπεψηφίζετο γὰρ οὐδαμῶς τὸ χρῆναι τῇ κτίσει παρὰ τὸν164 in vol. 2
25κτίσαντα προσκυνεῖν, καὶ μὴν καὶ ἀσφαλεστέρους εἰς τὸ ἐρηρεῖσθαι καλῶς ἔν γε τουτῳῒ τοὺς κεκλημένους ἐτίθει, ποινὴν ἐπαρτήσας τοῖς ἐθέλουσι ῥᾳθυμεῖν τὴν εἰς αἷμα ζημίαν. Ἀλλ’ ἐκεῖνα μὲν ὁ νόμος· παρῆκται δὲ ὅποι τὰ καθ’ ἡμᾶς, φέρε δὴ λέγωμεν. Παρῴχετο μὲν ὁ νόμος, ὡς
30ἐπὶ σκιαῖς καὶ τύποις κατηγορούμενος, ἀνέλαμψε δὲ τῆς ἀληθείας τὸ φῶς, ἐπείτοι τὴν εἰς Υἱὸν παραδεδέγμεθα πίστιν, καίτοι, κατ’ ἐκείνους, γενητὸν ὄντα καὶ πεποιημέ‐ νον. Ἆρ’ οὐ τρισάθλιοι μὲν ἡμεῖς, οἱ ἐν δοκήσει καὶ μοίρᾳ τῇ κρείττονι, πολλῷ δὲ ἀμείνους οἱ κατὰ τὸν νόμον Θεὸν
35τὸν ἕνα καὶ φύσει δεδιδαγμένοι προσκυνεῖν; Καὶ τό γε παραλογώτερον, οἱ μὲν γὰρ οὔπω πεπλουτηκότες τῆς ἀληθείας τὸ φῶς τὸν ἀληθῶς καὶ φύσει Θεὸν ἐγνώκασιν· ἡμεῖς δὲ οἱ περιττοί, καίτοι λαχεῖν αὐχήσαντες τὴν τοῖς πρὸ ἡμῶν οὐ δεδωρημένην ἀλήθειαν, δι’ αὐτῆς πεπλανήμεθα
40καὶ φωτὶ τῷ θείῳ κατεσκοτισμένοι μᾶλλον ἤγουν ἐκλελαμ‐ πρυσμένοι διατελοῦμεν, οἱ δείλαιοι. Β. Ὡς δριμὺς ὁ λόγος. Α. Εἰ δὲ δὴ κἀκεῖνο μάθοις, καταθαυμάσαις ἄν, οἶμαι, μειζόνως.
45Β. Τὸ ποῖον;

514

Α. «Παιδαγωγὸς ἡμῖν ὁ νόμος γέγονεν εἰς Χριστόν.» Γεγραφότος γὰρ ὡδὶ διεπύθου που πάντως τοῦ μακαρίου Παύλου. Β. Ἐπυθόμην.
5Α. Βασανιστέον δὴ οὖν ἐφ’ ὅ τι τε καὶ ὅπως παιδοκόμος ἦν εἰς ἡμᾶς ὁ νόμος εἰς Χριστὸν ἀναφέρων, τουτέστιν εἰς λόγον καὶ γνῶσιν τὴν ἐπὶ Χριστῷ. Ἆρ’ ὡς εἰς ἀμείνω καὶ ὑπερτρέχουσαν τῆς ἐνούσης αὐτῷ καὶ ἐγκεχωσμένης ἔτι
τοῖς τύποις, ἤγουν εἰς αἰσχίονα καὶ χθαμαλωτέραν;166 in vol. 2
10Β. Εἰς ἀμείνω καὶ φανοτέραν. Α. Εὖγε, ὦ φιλότης· ἅπας γάρ, οἶμαι, σοφὸς καὶ ἀρτίφρων ἀνὴρ συννεύσειεν ἂν ὧδέ τε ἔχειν τὸ χρῆμα ἐρεῖ. Οὐκοῦν εἰ νόμος ἡμᾶς ὁ παιδαγωγός, καίτοι τὸν ἕνα καὶ φύσει διακηρύττων Θεόν, οὐχ ὡς εἰς αἰσχίονα γνῶσιν
15εἰς τὸ ἐπὶ Χριστῷ διακομίζει μυστήριον, Υἱὸς ἂν εἴη μᾶλλον οὐ γενητός, ἵνα μὴ νόμος ἡμᾶς ἀδικήσας ὁρῷτο, μήτε μὴν ὡς προφερεστέραν τῆς εἰς Θεὸν γνώσεως τὴν εἰς ποίημα τιθείς, πάγη καὶ θήρατρον διαβολικὸν εὑρίσκοιτο, καίτοι λαληθεὶς δι’ ἀγγέλων καὶ δοθεὶς ἡμῖν εἰς ἐπικουρίαν.
20«Νόμον γὰρ εἰς βοήθειαν δέδωκε,» τῶν ἁγίων τις ἔφη. Καὶ εἰ πλήρωμα νόμου καὶ προφητῶν ὁ Χριστός, πῶς ἂν ἔχοι τὸ εἶναι σεπτὸς τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος; Ἐκτελευτᾷ γὰρ εἰς πλάνησιν τῆς ὅλης γνώσεως οἱονεὶ τὸ συμπέρασμα κατακλεῖον ἡμᾶς εἰς γενητὴν καὶ οὐκ ἄκτιστον
25φύσιν. Β. Ὀρθότατα ἔφης. Πλὴν οἶμαί τι τοιοῦτον ἐρεῖν τὸν δι’ ἐναντίας, τὸ πρωτότοκος ὄνομα, τί ἂν βούλοιτο δηλοῦν; Α. Τὸ προὔχειν ἐν ἀδελφοῖς τὸν δεῖνα τυχὸν καὶ πρεσβυ‐ τέραν λαχεῖν ἑτέρων τὴν διὰ γεννήσεως ὕπαρξιν.
30Β. Εἶτα πῶς ὠνόμασται, φασί, πρωτότοκος πάσης τῆς κτίσεως ὁ Υἱὸς εἰ μὴ ἀδελφὴν ὥσπερ ἔχει τὴν κτίσιν ὡς ὁμογενῆ καὶ ὁμοφυᾶ; Α. Φροῦδον οὖν, ὡς ἔοικε, καὶ ἀχρεῖον παντελῶς ἐπ’ αὐτοῦ διαφανεῖται λοιπὸν τὸ Υἱὸς ὄνομα, καὶ φενακισμὸς ἡ
35γέννησις, καὶ θρύλλος εἰκαῖος ὁ περὶ Πατρὸς ἡμῖν ἥκει
λόγος. Β. Οὐδαμῶς, φησί. Πατὴρ γὰρ κέκληται τοῦ Υἱοῦ καταχρηστικῶς, τοιγάρτοι καὶ περὶ τῶν Υἱῶν Ἰσραὴλ «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα» φησίν.168 in vol. 2
40Α. Ἆρ’ οὖν εἰσποιητὸς εἰς υἱοθεσίαν μεθ’ ἡμῶν ὁ Μονο‐ γενὴς καὶ νεῦμα μόνον ἡ γέννησις, τὸ δὲ ἀληθὲς ἐπ’ αὐτῷ τὸ πεποιῆσθαί ἐστιν; Β. Οὕτω φασί. Α. Καίτοι τί δή ποτε παρέντες ὡς ἀκερδὲς τὸ αὐτὴν
45ἐπείγεσθαι καταθρεῖν τὴν ἀλήθειαν, μονονουχὶ τὸ προφητικὸν ἐκεῖνό φασίν· «Ἐθέμεθα ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα;» Εἴρηται γὰρ πρωτότοκος

515

πότε καὶ ἐν τίσι γεγονὼς ὁ Λόγος, χρῆν, οἶμαί που, καὶ πρό γε τῶν ἄλλων ἁπάντων ἀναμαθεῖν, οὕτω τε λοιπὸν εἰς ἐννοιῶν εὐθύτητα τὴν τῶν μυστηρίων πρεπωδεστάτην ἀπορθοῦν ἐπείγεσθαι τὴν καρδίαν. Καιροὶ γὰρ ἡμῖν καὶ
5μὴν καὶ προσώπων διαφοραὶ καταδείξειαν ἂν καὶ μάλα εὐκόλως τὸν ἀπλανῆ τε καὶ ἀπαράφθορον καὶ ἐξ εὐθείας ἥκοντα λόγον τῶν ἱερῶν Γραμμάτων· ἢ εἴπερ ἐστὶν οὐκ ἀληθὲς ὅ φημι, καιροὺς δὲ καὶ χρόνους οὐ βασανιστέον καθ’ οὓς ἄσαρκός τε ἦν ἔτι καὶ μετὰ σαρκὸς ὁ τοῦ Θεοῦ
10Λόγος καταπτοείτω μηδένα κἂν ἀδιακρίτως τὰ ἐπ’ αὐτῷ λαλῆται τυχὸν καὶ δυσφημιῶν ἀπέστω γραφή· κἂν οἴοιτό τις ἐκτεθνάναι κατ’ ἀλήθειαν, καίτοι ζωὴν ὄντα κατὰ φύσιν τὸν ἐκ Πατρὸς Λόγον, αἰτείτω κρότους τοὺς πρὸς ἡμῶν, καὶ τοὺς τῆς ἀψευδείας ἐπαίνους· εἰκαιομυθήσει δὲ ἄρα
15καὶ ὁ σαρκὶ τεθνάναι λέγων αὐτόν. Πᾶν γὰρ ἤδη πως τὸ
ἐπ’ αὐτῷ πέφηνεν ἀδιάκριτον. Β. Ἔχοι ἂν ὀρθῶς, εἰ τῇδε νοοῖτο, ψόγου γε μὴν καὶ γραφῆς οὐκ ἔξω τὸ χρῆμα. Α. Οὐ γάρ, ὦ ’γαθέ, καὶ εἰς ἑτέραν αὐτοὺς ἀτοπίαν170 in vol. 2
20κατωθήσειεν ἂν καὶ μάλα νεανικῶς ὁ λόγος; Β. Εἰς τίνα δὴ φῄς; Α. Δασμολογοῦσί τινες, κατὰ νόμον εἰς τοῦτο τὸν διὰ Μωσέως ἱγμένοι καὶ τὴν τοῦ διδράχμου συνεισφορὰν συλλέγουσιν ὑπὲρ δυεῖν κεφαλαῖν ἐξαιτοῦντες τὸ ἕν. Ἐπειδὴ
25δὲ τῷ Πέτρῳ προσῄεσαν—ἀναπυνθάνεσθαι γὰρ ἐδόκει, πότερα καὶ αὐτὸς τοῖς εἰσφέρουσι συντετάξεται καὶ δασ‐ μολογοῖτο Χριστός, ἤγουν ἀποφάσκει τὴν εἴσπραξιν—, εἰσέθορε μὲν εὐθὺς ὁ θεσπέσιος μαθητὴς τὸ τί ἂν βούλοιτο δρᾶν αὐτοὺς ἔν γε τουτῳῒ διαμαθεῖν ἀξιῶν· ἤρετο δὲ
30φθάσας ὁ Ἰησοῦς· «Οἱ βασιλεῖς τῆς γῆς, ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;» Πέτρου δὲ εἰπόντος· «Ἐκ τῶν ἀλλο‐ τρίων,» ἔφη προστιθείς· «Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί· ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς
35τὴν θάλασσαν, βαλὲ ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον καί, ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβών, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.» Αἰσθάνῃ δὴ οὖν ὅτι τῇ οἰκείᾳ φύσει προσμεμαρτύρηκε τὸ ἐλεύθερον; Τοῦτο δ’ ἂν εἴη τὸ ὑπὲρ κτίσιν· δοῦλον γὰρ τοῦ πεποιηκότος
40τὸ παροισθὲν εἰς γένεσιν. Οὕτω καὶ ὁ θεῖος ἡμῖν ἀνακε‐ κράγει Δαβὶδ πρὸς τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεόν· «Ὅτι τὰ σύμπαντα δοῦλα σά.» Οὐκοῦν ἐν μέτροις ἡμῖν οὐχὶ τοῖς δουλοπρεπέσιν, οὐδὲ ἐν τοῖς ὑπὸ ζυγὸν ὁ Υἱός,

516

ἀλλ’ ἐν φύσει τῇ θείᾳ καὶ ὑπερτάτῃ καὶ ὑπερθρωσκούσῃ τὰ γενητά.
Β. Ἀληθές. Α. Ἆρ’ οὖν, ὦ Ἑρμεία, τὸν οὕτω σεπτῷ κατηγλαϊσμένον172 in vol. 2
5ἀξιώματι τοῖς τῆς δουλείας ζυγοῖς ὑποθήσομεν, εἰ καὶ ἐν τῇ τοῦ δούλου μορφῇ καθικέσθαι λέγοιτο; Καίτοι πῶς τοῦτο οὐκ ἀμαθές; Εἰ γὰρ γέγονεν ἐν δούλου μορφῇ, φαίην ἂν ὅτι πρὸ τῆς τοῦ δούλου μορφῆς διετέλει που πάντως ἐν ἐλευθέρᾳ τε καὶ ἀνειμένῃ φύσει. Οὐδὲ γὰρ ἂν γένοιτό τι
10τῶν ὄντων ὃ ἦν, τὸ δὲ ἐν οἷς ἦν εἰ πρόοιτο, τὴν ἐφ’ ἕτερόν τι μεταδρομὴν ποιοῖτ’ ἂν εἰκότως. Ἥκει τοίνυν ἡμῖν, οὐκ ἐξ οἰκετῶν εἰς οἰκέτην, ἀλλ’ ἐξ ἐλευθέρας φύσεως ὁ Υἱὸς εἰς τὴν τοῦ δούλου μορφήν. Ἀλλ’ εἴπερ οὐδὲν τὸ μεσολαβοῦν, εἰ μηδὲν ὁ χρόνος, εἰ προσώπων ἔρευνα τὸ
15τελοῦν εἰς ὄνησιν ἐν τούτοις οὐκ ἔχει, καὶ εἰ γυμνὸς ἔτι νοοῖτο λοιπὸν καὶ δίχα σαρκὸς ὁ Λόγος, ἐλεύθερος μὲν οὐχί, διακεκλήσθω δὲ δοῦλος καὶ ἐπαριθμείσθω τοῖς ὑπὸ ζυγόν. Β. Εἶτα πῶς οὐχ ἁπάσης ἡμῖν ἀτοπίας ἀνάμεστα ταυτί;
20Α. Οὐκοῦν, ἀκουόντων οἱ δι’ ἐναντίας· Καιροὺς καὶ πρόσωπα βασανίζειν οὐκ ἀνεχόμενοι, ποῖ φέρεσθε, τί δρᾶτε, ὦ παντὶ πνεύματι πονηρῷ παράφοροι καὶ ἁλώσιμοι; Τί συγχεῖτε τὰ ἄμικτα, καιροῦ καὶ προσώπων καὶ λογισμῶν ἀφειδήσαντες, δι’ ὧν ἂν γένοιτο σαφὴς καὶ λίαν εὐκρινεστέρα
25τῶν ἐφ’ Υἱῷ λαλουμένων ἡ θεωρία; Ὅπου μὲν γὰρ οὐκ ἐν σαρκὶ γεγονὼς Θεὸς ἦν ὁ Λόγος, γεγεννημένος ἐκ Πατρός, ἐκεῖ κατασκέπτου τὸ ἀμίκτως ἔτι θεοπρεπὲς ἀξίωμα, τὴν εἰλικρινῆ καὶ ἀσύγχυτον δόξαν, τὸ ἐξῃρημένως ἐλεύθερον, τὸ ἰσοσθενὲς τῷ Πατρί. Παρήχθη γὰρ δι’ αὐτοῦ πρὸς γένεσιν
30τὰ οὐκ ὄντα ποτέ. Κοινοβουλία τε καὶ ἰσουργία καὶ ἡ πρὸς
πᾶν ὁτιοῦν ὁμοιότης γέγραπται διὰ Μωσέως. Εἰσκεκόμικε γὰρ ἡμῖν λέγοντα Θεόν, δῆλον δὲ ὅτι, πρὸς τὸν ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ συνυφεστῶτα Λόγον· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.» Τὸ γάρτοι ποιή‐174 in vol. 2
35σωμεν οὐχ ἑνί, πρέποι δ’ ἂν μᾶλλον τοῖς ὑπὲρ ἕνα καὶ δύο τισίν. Ἐπειδὴ δέ, φειδοῖ καὶ ἀγάπῃ τῇ εἰς ἡμᾶς, ἐξ ἐμφύτου καὶ θεοπρεποῦς ἡμερότητος οἱονεὶ κεκινημένος, «ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν
40δούλου λαβὼν καὶ, σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, τετα‐ πείνωκεν ἑαυτόν,» ποῖος ἡμᾶς ἀναπείσει λόγος, τοὺς οἵ γε φρονεῖν ὀρθὰ περὶ αὐτοῦ διεσκέμμεθα, τοῖς τῆς κενώσεως

517

μέτροις ἐπιτιμᾶν καὶ κατασμικρύνειν ἐπείγεσθαι τὸν δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν καθέντα πρὸς κένωσιν τὴν ἰδίαν ὑπεροχήν; Τότε γὰρ δὴ καὶ πρωτότοκος ὁ Μονογενής, λελόγισται δὲ καὶ ἐν πολλοῖς ἀδελφοῖς ὁ εἷς τε καὶ μόνος,
5ὡς Υἱὸς ἐκ Πατρός. Καθίκετο γὰρ εἰς ταπείνωσιν καὶ πέφηνε καθ’ ἡμᾶς, οὐχ ἵνα τι πάθοι τῶν ἀδικεῖν εἰωθότων, τὸ εἶναι Θεὸς ἀποβαλὼν καὶ Υἱὸς ἀληθῶς, ἀλλ’ ἵνα τὸ φύσει δοῦλον καὶ γενητόν, τουτέστιν ἡμᾶς, εἰς τὴν ἑαυτῷ τε καὶ μόνῳ κυρίως ἐνοῦσαν ἀνακομίσειε δόξαν, υἱοὺς
10ἀποφήνας Θεοῦ. Ὅταν οὖν ἡμῖν συντάττηται διὰ τοῦ καλεῖσθαι πρωτότοκος, οὐχ ἡμεῖς αὐτὸν εἰς τὸ παρὰ φύσιν ἐκβιασόμεθα, πολλοῦ γε καὶ δεῖ· ἀνακομίσει δὲ μᾶλλον αὐτὸς ἡμᾶς πρὸς τὸ ὑπὲρ φύσιν ἀξίωμα. Τὸ γάρ τοι τὴν θεῖαν καὶ ἀπόρρητον φύσιν ἐκβεβιάσθαι λέγειν ἤγουν ἡττῆσθαι
15τῇ κτίσει, πῶς οὐκ ἀπόπληκτον παντελῶς; Οὐκοῦν γενό‐
μενος καθ’ ἡμᾶς, οὐ καθ’ ἡμᾶς ἔσται ποθέν, τὸ ἴδιον ἀποβεβληκώς, ἀλλ’ ἡμεῖς δι’ αὐτὸν ὑπὲρ ἑαυτούς, τῇ τοῦ τιμῶντος χάριτι τὸ τῆς ἰδίας φύσεως ὑπερθρῴσκοντες μέτρον, καὶ πρὸς τὸ ἄνω καὶ ὑπερκείμενον ἀναθέοντες.176 in vol. 2
20Β. Πῶς ἔφης; Α. Ἢ γὰρ οὐχὶ Πνεύματος γεννητοὶ καὶ τέκνα Θεοῦ διακεκλήμεθα; Β. Ναί. Α. Τοιγάρτοι καὶ προστετάγμεθα πατέρα μὲν ἐπὶ γῆς
25ἀποκαλεῖν μηδένα, Θεῷ γε μὴν ὡς Πατρὶ τὰ καθ’ ἑαυτοὺς προσνέμειν, διὰ τὸν ἐν ἡμῖν γεγονότα πρωτότοκον, καὶ οὐχ ἑτέρου του χάριν ἢ ἵνα καὶ ἡμεῖς δι’ αὐτὸν υἱοί. Πρέποι γὰρ ἂν οὑτοσὶ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ ὁ σκοπός. Ποῦ γὰρ ἔτι σοφὸν τὸ Χριστοῦ μυστήριον εἰ πρό γε τῶν ἄλλων
30τὴν ἰδίαν αὐτὸς ἠδίκησε φύσιν, οὐδὲν ὀνήσας τὰ καθ’ ἡμᾶς; Κατέθορε γὰρ εἰς τὸ εἶναι πρωτότοκος, ἵνα πολλοῖς συντάτ‐ τηται, καίτοι τὸ ἕτερος εἶναι καὶ ἀμείνων κατὰ φύσιν, παρὰ τὰ οἷς ἂν συντάττοιτο, κατά γε τὸ ἐκείνοις δοκοῦν, οὐδαμόθεν ἔχων.
35Β. Ἀλλ’ ὡς ἐν δόξῃ φησὶν οὐ μετρίως διενεγκὼν καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τὰ συντεταγμένα νικῶν τῆς ὅλης κτίσεως καλεῖται πρωτότοκος. Α. Καὶ ποῦ τὸ ἀσύγκριτος ἐν δόξῃ, ἢ ποῖον ἂν εἴη τῆς ὑπεροχῆς τὸ μέγεθος, ἔστ’ ἂν ἐν ἴσοις ἡμῖν τοῖς λόγοις
40κατά τε αὐτοῦ καὶ τῶν ἄλλων ἁπάντων τὸ δεῖν ἐκτίσθαι κατηγοροῖτο; Πολυπραγμονεῖ δὲ ἡμῖν ὁ λόγος εἰς τὸ παρὸν οὐχὶ τί τὸ ὑπερκύπτον ἢ μειονεκτούμενον κατά γε τὸ ἐν τιμῇ καὶ δόξῃ, ἀλλὰ τί μὲν ἂν εἴη τὸ φύσει κτιστὸν καὶ παροισθὲν εἰς γένεσιν, τί δὲ τὸ ὑπὲρ τοῦτο καὶ ἐπέκεινα,

518

καὶ εἰ φύσιν ἀπετέμετο τῶν ἄλλων ἐξῃρημένην ὁ Μονογενής,
ἧς ἂν ἴοι κατόπιν πᾶν τὸ ἐκτίσθαι πεπιστευμένον. Ἄρα γάρ, εἴ τις ἀναμαθεῖν ἀξιῶν τί μὲν ἥλιος κατὰ φύσιν, ὦ τᾶν, τί δὲ καὶ ἵππος, λέγοι, πότερα γενητὰ καὶ ἐξ οὐκ ὄντων178 in vol. 2
5τὴν φύσιν, ἤγουν ἕτερόν τι παρὰ τοῦτο; Τί ἂν ἔφης αὐτός; Β. Ἔφην ἂν ὅτι γενητά. Α. Εἰ δὲ δὴ προσπεριεργάζοιτο καὶ προσερωτῴη λέγων· Τί δὴ οὖν ἄρα τὸ ἐν ἀμφοῖν θατέρου προτετάξεται, κατά γε τὴν δόξαν; ἆρ’ οὐκ ἂν ἡμῖν καὶ προσόφλοι γέλωτα,
10πεῦσιν οὕτω προθεὶς τὴν ἐναργεστάτην καὶ τοῖς ἐθέλουσιν ἑτοίμην εἰπεῖν; Β. Καὶ μάλα. Α. Λῆρος δέ, οἶμαι, τὸ χρῆμά ἐστιν. Ἵππος γὰρ δὴ πρὸς ἡλίου δόξαν, πῶς ἂν ἢ πόθεν ἀμιλλήσηται; Μέτρου γὰρ
15ἄμεινον τὸ μεσολαβοῦν, ἀλλ’ εἰ ταλαντεύοιτο τυχὸν τῆς ἀμφοῖν οὐσίας ὁ λόγος καὶ τί δὴ τούτων ἑκάτερον εἴη ἂν κατασκέπτοιτό τις, οὐχ ἑτεροίως ἕξει πρὸς ἄλληλα, κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, καίτοι τοσοῦτον ἐν δόξῃ διενεγκόντος ἡλίου. Ὅταν οὖν ἡμῖν ἐκβασανίζοιτο λόγος,
20ὁ ἐφ’ Υἱῷ, καὶ τί κατὰ φύσιν ἐστὶ προκέοιτο βλέπειν, ψυχρὸν ἀληθῶς καὶ κατάπλαστον αὔχημα τὸ προὔχειν ἐν δόξῃ καὶ προτετάχθαι τῶν ἄλλων οἴεσθαι δεῖν αὐτόν, εἰ κτίσει συντάττοιτο καὶ νοοῖτο μεθ’ ἡμῶν ὡς πεποιημένος. Ὑπεροχαῖς γὰρ αὐτὸν ταῖς ἔξωθεν καταχρυσοῦσί τινες,
25πλήττοντες μὲν ὥσπερ εἰς τὰ καιριώτατα, δοξαρίων δὲ καὶ εὐφημιῶν λαμπρότησι κατακαλλύνειν ὑποκρινόμενοι τῆς εἰς αὐτὸν δυσφημίας τὸ ἀτερπές. Τὸ γὰρ ὅλως τῇ κτίσει συντεταγμένον οὐσιωδῶς καὶ τελοῦν ἐν γενητοῖς οὔτ’ ἂν
κατὰ φύσιν εἴη Θεός, οὔτε μὴν Υἱὸς καὶ Κύριος ἀληθῶς,180 in vol. 2
30ἀλλ’ ὡς ἐν οἰκέταις ἐξαίρετον καὶ ἐν τοῖς ὑπὸ ζυγόν, ψιλῇ τε καὶ μόνῃ τῇ δόξῃ διενεγκόν. Β. Εὖ λέγεις. Α. Ἔπεισι δὲ δή μοι κἀκεῖνο καταθαυμάσαι. Β. Τὸ τί δή;
35Α. Παρέντες γὰρ ὥσπερ τὸ διειδέναι καὶ φρονεῖν ὅτι καὶ Μονογενής ἐστιν ἀεί, λέγουσι φληνάφως τὸ πρωτότοκος ὄνομα, τοῖς ἁπλουστέροις ἐπιτειχίζοντες. Καίτοι πῶς οὐκ ἀψευδὴς εἴη ἂν εἴ γέ τις ἕλοιτο πρὸς τοῦτο εἰπεῖν· Εἰ τὸ πρωτότοκος ὄνομα συγκαταγράφει τῇ κτίσει τὸν Υἱόν, ὡς
40ἐν πολλοῖς ἀδελφοῖς καὶ διὰ τοῦτο πρωτότοκον, ἀσύντακτον ἄρα καὶ ἀσυμφυᾶ παντελῶς τὸ μονογενὴς ἀποφανεῖ. Ὡς γὰρ οὐκ ὄντος ἑτέρου παρ’ αὐτὸν κατὰ φύσιν εἴη ἂν μονο‐ γενής. Εἰ δὲ δὴ μέλλοι πρωτότοκος μὲν οὐκ εἶναι διὰ τὸ

519

μονογενής, ἀλλ’ οὐδ’ αὖ μονογενὴς διὰ τὸ εἶναι πρωτό‐ τοκος, ὥρα που τάχα μηδὲ ὑπάρχειν ὅλως οἴεσθαι τὸν Υἱόν. Ἀντιφέρεται γὰρ ἀλλήλοιν, καὶ οἱονεὶ συνδιόλλυται, σφίσιν αὐτοῖς προσπταίοντα καὶ τὴν τῶν σημαινομένων
5ἀντεξάγοντα δύναμιν, τὸ πρωτότοκος καὶ μονογενής. Πῶς γὰρ ἂν ἐφ’ ἑνὸς καὶ ταὐτοῦ τάττοιτό τε ἑκάτερον καὶ ἀληθὲς ὂν νοοῖτο; Β. Οὐκ ἂν ἑτέρως δύναιτο, καθάπερ ἐγῷμαι, μὴ παρεισ‐ τρεχούσης τῆς μετὰ σαρκὸς οἰκονομίας.
10Α. Καὶ μὴν ἴσθι τοι πεφρονηκὼς οὐχ ἕτερόν τι παρά γε τὸ τοῖς ἁγίοις καὶ θεηγόροις δοκοῦν, οἳ τὸν περὶ τούτων ἡμῖν παρέδοσάν τε καὶ διεσάφησαν λόγον. Ὁ μὲν γὰρ θεσπέσιος Ἰωάννης καὶ μονογενῆ καὶ Θεὸν κατωνόμασε τὸν ἐκ Θεοῦ Λόγον, καὶ μὴν καὶ τὸ ἄναρχον ἐν χρόνῳ
15προσμεμαρτύρηκεν ὡς Θεῷ. Παῦλος δὲ ἡμῖν ὁ καὶ Χριστοῦ
γέμων, ἔμπλεώς τε Πνεύματος ἁγίου καὶ ἄριστος ἐν μυστα‐ γωγοῖς· «Ὅταν δὲ, φησίν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ,» καιρόν, οἶμαί που, τὸν πρέποντα τῷ182 in vol. 2
20πρωτότοκος ἀπονέμων τὸν μετὰ σαρκός. Παρήχθη γὰρ οὕτως εἰς κόσμον, καίτοι πάλαι τε καὶ διαπαντὸς ἐν αὐτῷ τε ὤν, καὶ ὑπ’ αὐτοῦ μὴ γινωσκόμενος. Δέδεικται δὲ οὕτω λοιπὸν μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἔχων μὲν ἴδιόν τε καὶ ἐξαίρετον τὸ εἶναι μονογενής· Θεὸς γὰρ ἦν ἐκ Θεοῦ, μόνος
25ἐκ μόνου, καὶ ἀπορρήτως γεγεννημένος· ἐπειδὴ δὲ γέγονε καθ’ ἡμᾶς, τότε δή, τότε καὶ ὡς ἀδελφοῖς ἤδη συντετάξεται διὰ τοῦ καλεῖσθαι πρωτότοκος. Ποῦ γὰρ ἡ κένωσις, εἰ μὴ ἐν τῷ γενέσθαι πρωτότοκον ἐκ μονογενοῦς, καὶ ἐν κτίσμασι μεθ’ ἡμῶν ὡς ἄνθρωπον τὸν ὑπὲρ πᾶσαν τὴν
30κτίσιν; Ποῦ δὲ ὅλως «ἐπτώχευσε πλούσιος ὤν,» εἰ μὴ προσλαβὼν ὁρᾶται τὸ ἀλλότριον, δι’ οὗ καὶ ἐπτώχευσεν; Εἰ δὲ ἐν τῷ κεκενῶσθαι μόνῳ καὶ ἐν τῷ τῆς ὑφέσεως χρόνῳ τὸ γενητόν ἐστι, καὶ τὸ συντετάχθαι κτίσμασιν ἆρ’ οὐχὶ πρέποι ἂν ἥκιστά γε τῷ μὴ κενωθῆναι τὸ γενητόν, ἀλλὰ τὸ
35ὑπερκεῖσθαι κτίσιν καὶ δόξης ἐπέκεινα τῆς τοῦ πεποιῆσθαι δραμεῖν; Β. Πρέποι γὰρ ἄν. Α. Καὶ εἰ τὸ πρωτότοκος ἐν τῷ δι’ ἡμᾶς ἑλέσθαι παθεῖν τὴν θρυλλουμένην πτωχείαν εὖ μάλα παρεισκρίνεται, συνε‐
40πτώχευσε γὰρ ἡμῖν, πλούσιος ὤν, ἀραρὸς ἂν εἴη καὶ ἀληθές, οἶμαί που, τὸ χρῆναι νοεῖν ὡς ἦν ἐν τῷ μὴ πτωχεῦσαι μονογενής. Χρῆναι γὰρ οἶμαι πάντη τε καὶ πάντως οὐδὲ
ἓν ἐπ’ αὐτῷ διεψεῦσθαι τοῖν ὀνομάτοιν. Ἔστι δὲ ἐν ταὐτῷ184 in vol. 2

520

καὶ μονογενὴς καὶ πρωτότοκος, ὡς Υἱὸς ἀληθῶς καὶ οὐ ποίημα. Β. Ἀλλὰ τέθειται, φασί, καὶ κατὰ τῶν ὁμολογουμένως ποιημάτων τὸ υἱὸς ὄνομα. «Ἐγὼ γὰρ εἶπα, φησί· Θεοί
5ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Α. Εἶτα τί, φράσον, τὸν ἀληθῶς τε καὶ φύσει Θεὸν καὶ Υἱόν, ἐξ αὐτῆς τῆς οὐσίας πεφηνότα τοῦ Θεοῦ καὶ Πατρός, ἀδικήσειεν ἂν εἰς δόξαν ἤγουν εἰς αὐτὸν τὸν τοῦ πως εἶναι νοούμενον λόγον, εἰ καὶ ἡμεῖς αὐτοί, καίτοι τὴν
10φύσιν ὄντες ἐκ γῆς, διακεκλήμεθα κατὰ θέσιν υἱοὶ καὶ θεοί; Μᾶλλον δέ, πῶς οὐ μετρίως ὀνήσειεν ἂν τοὺς εὐμαθεστέρους ἔν γε τοῖς περὶ Υἱοῦ λόγοις τὸ καθ’ ἡμᾶς; Β. Τίνα δὴ τρόπον; Α. Ὅτι, ὦ ’γαθέ, φαίην ἂν ὡς οὔτε τὰ ὑπερτάτην καὶ
15ἀνῳκισμένην τινὰ λαχόντα φύσιν κατακομίσειεν ἂν εἰς τὸ τοῦ χειρόνως ἔχοντος μέτρον ἡ τῶν λέξεων ὡς ἐν κατα‐ χρήσει δύναμις, οὔτε μὴν τὸ μεῖον καὶ τῆς ἐκείνων εὐκλείας ἡττώμενον ἀναθρώσκοι ἂν εἰς τὸ ὑπὲρ φύσιν ψιλαῖς ῥηματίων ὑπερβολαῖς ἐκτετιμημένον. Ἆρ’ οἶσθα ὅ φημι καὶ συνίης
20εὖ μάλα; Β. Οὐ σφόδρα. Α. Ἄκουε δὴ οὖν. Ἑνὸς ἐφ’ ἡμᾶς ὄντος τε καὶ προσ‐ κυνουμένου τοῦ κατὰ φύσιν Θεοῦ, θεοὶ καὶ αὐτοὶ κατὰ χάριν ὠνομάσμεθα, καὶ μὴν καὶ τὴν τῆς υἱότητος πεπλου‐
25τήκαμεν δόξαν. Οὐ γὰρ δὴ τοῦτο προὔφερες ἡμῖν ἀρτίως; Β. Ναί. Α. Τί οὖν, ὦ φιλότης, ἐπειδὴ θεοὶ κεκλήμεθα καὶ υἱοί, ἆρ’ ἔσθ’ ὅπως ἂν καὶ ἡμεῖς αὐτοὶ θεοὶ κατὰ φύσιν καὶ
ἀληθῶς υἱοὶ τοῦ πάντων ὑπερκειμένου καὶ ὑπερανίσχοντος186 in vol. 2
30ὑπάρξαιμεν ἄν, οὐκ εἰσκεκριμένον ἔχοντες τὸ ἐπὶ τῷδε λαμπρὸν ἀγλάϊσμα, φύσεως δὲ τῆς ἀνωτάτω καρπὸς εἶναι πεπιστευμένοι; Β. Οὐδαμῶς. Τὸ γὰρ φύσει γενητόν, πῶς ἂν εἴη φύσει Θεός;
35Α. Εὖγε, ὦ ἑταῖρε· μένει γὰρ ἕκαστον ἐν ἰδίᾳ φύσει, τῷ τῆς λέξεως ὄγκῳ μὴ συνεξαιρόμενον, μήτε μὴν συγκα‐ θιέμενόν τε καὶ συνυφιζάνον, εἰ καὶ λαλοῖτό τι περὶ αὐτοῦ τῶν χθαμαλωτέρων. Οὐκοῦν φέρε λέγωμεν, ὡς εἴπερ ἴοι καθ’ Υἱοῦ τὸ πρωτότοκος, ὡς γενητοῦ δι’ ἡμᾶς ὅτε πέφηνε
40καθ’ ἡμᾶς, οὐκ ἂν ἀποβάλοι τὸ εἶναι Θεὸς καὶ Υἱὸς κατὰ φύσιν καὶ ἀληθῶς. Ὥσπερ γὰρ ἡμᾶς οὐκ ἀνεβίβασεν εἰς τὸ ὑπὲρ φύσιν τὸ διακεκλῆσθαι θεούς, οὕτως, οἶμαι, κατα‐ κομίσειεν ἂν οὐδαμῶς εἰς τὸ παρὰ φύσιν αὐτὸν τὸ συντετάχθαι κτίσμασι διὰ τὸ ἀνθρώπινον. Εἰ δὲ δὴ παραιτοῖντό τινες
45τὸ τῆς λέξεως ἀδιάφορον καὶ τὸ λίαν οὐκ ἀκριβὲς εἰς κατά‐ χρησιν παρά γε ταῖς θεοπνεύστοις Γραφαῖς, ἀπορήσειν, οἶμαι, λόγου παντὸς ἡμᾶς τε κἀκείνους, εἴ γέ τῳ δοκεῖ

521

περιεργότερον ἀναμαθεῖν ἐπείγεσθαί τε καὶ λέγειν τὴν ὑπὲρ πάντα φύσιν, τὴν ὑπὲρ σῶμα καὶ εἶδος, ἄποσόν τε καὶ ἀμεγέθη, καὶ ἀναφῆ, καὶ ἄϋλον, πρὸς σωματικοὺς ἀνθότου καταφέρουσι τύπους αἱ θεόπνευστοι Γραφαί, πρόσωπον
5Κυρίου, χεῖράς τε καὶ πόδας ἡμῖν ὀνομάζουσαι; Ῥᾷστα δ’ ἂν ἀποσκευασαίμεθα καὶ μάλα νεανικῶς τὰς τῶν τοιούτων ἐπιτιμήσεις, ἐκεῖνό που λέγοντες τὸ σοφόν, ὡς καταλω‐ βήσαιτ’ ἂν οὐδὲν εἴς γε τὸ εἶναι τοῦθ’ ὅπερ ἐστὶ τὴν ὑπὲρ σῶμα φύσιν ἡ τῶν λέξεων ἀδιάκριτος προφορὰ διὰ τὸ
10τελοῦν εἰς ὄνησιν τοῖς ἀκροωμένοις ἀναγκαίως ἐπινοουμένη.
Ἢ οὐκ ἂν γένοιτο πιθανὸς ὁ λόγος καὶ μάλα ἔχων ὀρθῶς; Β. Κομιδῇ μὲν οὖν. Α. Ἐπειδὴ δὲ ταῖς ἄγαν δοκησισοφίαις ἀναφυσώμενοι, κατεξανιστᾶσι φληνάφως ὡς δυσανάτρεπτον ἐπιχείρημα τῷ188 in vol. 2
15μονογενεῖ τὸ πρωτότοκος, οὐκ ἀσύντακτον εἶναι δεῖν κτίσει λέγοντες αὐτόν, ὡς ἀδελφὴν καὶ ὁμοφυᾶ τοῖς ὅλοις λαχόντα τὴν φύσιν, κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, βούλει τι καὶ ἕτερον ἐπὶ τούτῳ φῶμεν, οὐκ ἀσυντελὲς εἰς ὄνησιν; Β. Ὡς ἥδιστά γε ἐρεῖς καὶ ἐθέλοντί μοι.
20Α. Ἆρ’ οὐχὶ δι’ Υἱοῦ κεκλήμεθα πρὸς υἱοθεσίαν οἱ πίστιν εἰσδεδεγμένοι τὴν εἰς αὐτόν, καὶ μεμορφώμεθα πρὸς αὐτὸν οἱονεὶ πρὸς ἀρχέτυπον εἰκόνες; Β. Ναὶ κεκλήμεθά τε καὶ μεμορφώμεθα πρὸς Υἱόν. Γέγραπται γὰρ ὅτι, «Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν
25αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Α. Ἄριστα ἔφης. Τὸ δ’ οὖν ἀναγκαῖον ἔν γε τουτῳὶ φράσαις ἂν οἶδ’ ὅτι καὶ μάλα ὀρθῶς. Κεκλήμεθα πρὸς υἱοθεσίαν, ἆρ’ οὐσιώδη καὶ φυσικήν; Καὶ εἰ μὴ κληθῆναι συμβαίνει λαχόντες τὴν ἀδελφότητα καὶ τὸ συγγενές, ἢ
30πῶς; Β. Οὐκ οὐσιώδη ποθέν, ἀλλ’ εἰσποίητόν τε καὶ κατὰ χάριν. Α. Πῶς οὖν ἔτι γενητὸς ὁ Υἱὸς διὰ τὸ πρωτότοκος; Κατὰ τίνα δὲ τρόπον οὐσιωδῶς ὡς ἀδελφοῖς συντετάξεται
35διὰ τὸ ὁμοειδές, καίτοι τὴν πρὸς αὐτὸν ἀδελφότητα φυσικὴν μὲν οὔ τί που, θύραθεν δὲ μᾶλλον καὶ ἐν χρόνοις ἀποκερ‐ δαίνομεν, καὶ οὐχὶ τοῖς ἀνωτάτω τῆς μετὰ σαρκὸς ἐπιδημίας,
ἀλλ’ ὅτε γέγονε καθ’ ἡμᾶς; Οὐ γάρ, οἶμαι, φαῖεν ἄν, καίτοι σφόδρα παραληρεῖν ᾑρημένοι, ὡς εἰς ἀδελφότητα τὴν190 in vol. 2
40πρὸς τὸν Υἱὸν τοὺς ἀρχαιοτέρους ἐκάλει τὸ γράμμα τὸ νομικόν. Πνεῦμα γὰρ ἦν ἐν ἐκείνοις δουλείας. Ὅθεν τοι καὶ μάλα ἐστὶν ἐναργὲς ὡς οὐκ ἐν δούλοις ἡμῖν ὁ ἐκ Θεοῦ Λόγος,

522

τὸ ἐν δούλου τάξει κείμενον ἔτι πρὸς ἀδελφότητα μὴ λαβών. Πλὴν ἐπ’ ἐκεῖνο νυνὶ σοφῶς καὶ ἀπερισπάστως ἰτέον. Β. Τὸ τί;
5Α. Τὸ φύσει προσόν, ὦ Ἑρμεία, τῶν ὄντων τισὶν οὐκ ἐν χρόνοις ἂν γένοιτο μεθεκτόν, ἀλλ’ οὐδ’ ἂν ἴοι ποθὲν ὡς ὀθνεῖον εἰσκεκριμένως, ἀεὶ δ’ ἂν μᾶλλον ἐνυπάρχον ὁρῷτο, καὶ αὐτῷ τῷ εἶναι συμπαρομαρτοῦν. Οἷον δὲ δή τί φημι, λογικὸς ἐν ἀρχῇ καὶ κατὰ φύσιν ὁ ἄνθρωπος, πλούσιός γε
10μὴν οὐκ ἔτι. Ἆρ’ οὖν εἰσδέξεται μὲν ὡς ἐπακτόν τε καὶ ἔξωθεν τὸ πλουτεῖν, φυσικοῖς δὲ νόμοις ἐρηρεισμένον ἔχει τὸ εἶναί τε καὶ κεκλῆσθαι λογικός; Οὐκοῦν ἀληθὲς ὡς οὐκ ἄν, οἶμαί, τις νοοῖτο λαβεῖν, καὶ τοῦτο ἐν χρόνοις, ὃ τῇ πρὸς τὸ εἶναι προόδῳ σύνδρομον ἔχει.
15Β. Ἀληθές. Α. Εἰ τοίνυν ἀεὶ τοῖς κτίσμασιν ἀδελφός τε ἦν καὶ ἐναρίθμιος ὁ Υἱός, ὡς ὁμογενὴς αὐτοῖς, διά τε τοῦτο πρωτό‐ τοκος, τί τὸ φύσει προσὸν ἡμῖν, ὡς οὐκ ἔχουσιν ἐχαρίζετο, φημὶ δὴ τὴν ἀδελφότητα; Τί δὲ δὴ καὶ μόνοις ἐδίδου τοῖς
20πεπιστευκόσι, καίτοι πᾶσι μετόν, καὶ εἰ μή πω πιστεύσειαν; Τί γὰρ ἔτι τὸ μεσολαβοῦν καὶ οἰκειότητος ἀποτέμνον, κατά γε τὸ πεποιῆσθαι κοινῶς, γενητοῦ τὸ γενητόν; Ἆρ’ οἷ πρόεισιν ὁ λόγος τοῖς δι’ ἐναντίας αἰσθάνῃ λοιπόν;
Β. Ναί.192 in vol. 2
25Α. Οὐκοῦν τὸ φληνάφοις ἐντρίβεσθαι λογισμοῖς μεθέντες, ὦ τᾶν, τὸ ἀμωμήτως ἔχον διαπεραίνωμεν, φρονοῦντες ὀρθῶς ὡς εἴη μὲν δι’ ἡμᾶς πρωτότοκος, ὅτε γέγονε καθ’ ἡμᾶς, μονογενὴς δὲ αὖ ὡς οὐδενὶ τὸ σύμπαν συντεταγμένος, ἐπείτοι μόνος ἐξέφυ, καὶ ἐξ αὐτῆς γεγέννηται τῆς οὐσίας
30τοῦ Θεοῦ καὶ Πατρός. Β. Ἀλλ’ εἴπερ ἕλοιντο καὶ αὐτοὶ μονογενῆ δεῖν οἴεσθαι λέγειν αὐτὸν ἐπειδὴ μόνος ἐκ μόνου γέγονε τοῦ Πατρός, τί ἂν ἔχοις πρὸς τοῦτο εἰπεῖν· Α. Οἰηθείην ἂν εἰκότως ἐκκεκροῦσθαι μὲν νοῦ καὶ ἀπο‐
35λισθῆσαι φρενὸς ἀνδροπρεπές τι καὶ ἐρρωμένον εἰθισμένης ὁρᾶν. Φαίην δ’ ἂν ὅτι καὶ αὐτῆς οὐ μετρίως διημαρτήκασι τῆς τῶν ὀνομάτων ἀκριβοῦς εὐμαθείας, οἱονεί πως παροχε‐ τεύοντες τὰ ἐξ αὐτῶν δηλούμενα καὶ πρὸς ὁτιοῦν τῶν σφίσιν αὐτοῖς καθ’ ἡδονὴν ἀπερινοήτως ἐξέλκοντες. Τὸ γάρτοι
40μονογενής, τὸ ἔκ τινος φύσει γεγεννημένον, οὐχὶ τὸ ἐκ τέχνης ἐξειργασμένον παραδηλώσειεν ἄν· ἤγουν ἡκόντων εἰς μέσον ἐρομένοις ἀποκρινόμενοι, ποῦ τὴν λέξιν ἀνεγνώ‐ κασιν ἐφ’ ὁτῳοῦν τῶν ἐκ τέχνης τε καὶ ἐπιστήμης κειμένην.

523

Οὐ γὰρ δὴ ταῖς ἐκείνων ἀβελτηρίαις παραχωρήσομεν ἃ ἂν βούλοιντο νομοθετεῖν, ἀκαλλέστατα παρευθύνοντες ἐπὶ τὸ μὴ ἔχον ὀρθῶς τῶν σημαινομένων τὴν δύναμιν. Ἆρα γάρ, εἰ σκάφος ἕν τε καὶ μόνον διατεχνήσαιτό τις ἀνὴρ ξυλουργός,
5μονογενὲς ἂν καλοῖτο αὐτοῦ, καίτοι τέχνημα καὶ ἐπιστήμης ἔργον ὄν; Εἶτα πῶς τοῦτο οὐ καταγέλαστον ἢ σοφὸν εἶναί σοι τὸ χρῆμα δοκεῖ; Β. Ἥκιστά γε. Α. Τὸ δὲ δὴ καὶ διατείνεσθαι περιττὰ τοὺς δι’ ἐναντίας
10καὶ ἀσυνετώτατα λέγειν μόνον ἐκ μόνου γεγεννῆσθαι τοῦ Πατρὸς τὸν Υἱόν, ταύτῃ τοι καὶ λίαν ἐξαίρετον ἀποτεμέσθαι τὴν φύσιν, καὶ εἰς λῆξιν εὐκλείας τὴν ἀνωτάτω διαδραμεῖν, διχῆ πλημμελεῖν ἑλομένους παραδείξειεν ἂν καὶ ἀμαθαίνον‐ τας κομιδῇ.194 in vol. 2
15Β. Φράσον ὅπως. Α. Πρῶτον μὲν γὰρ ὡς ἐξ ἀναγκαίου τε καὶ ἀφύκτου λογισμοῦ τὴν μεθ’ Υἱὸν ἀργίαν καταγράψουσι τοῦ Πατρός, καὶ τὴν ἀεικίνητον φύσιν ἀπρακτῆσαι πρὸς τὰ οἰκεῖα καὶ οὐχ ἑκόντες ὁμολογήσουσι, καὶ καταλῆξαι δημιουργίας,
20οὐδενὸς τὸ σύμπαν ἔτι μετ’ ἐκεῖνον ἐπιθιγγάνουσαν, μεθεῖσαν δὲ ὥσπερ τῇ τοῦ Υἱοῦ δυνάμει τε καὶ φύσει τὸ ἐνεργεῖν τε καὶ δρᾶν τὰ δι’ ὧνπερ ἂν εἴη καὶ μόνων τὴν ἀνωτάτω φύσιν ἐπιγινώσκεσθαι. Καὶ γενητῆς μὲν οὐσίας καρποὶ τὰ τῆς θεότητος ἴδια, κατακαυχήσεται δέ, ὡς ἔοικεν, ὁ μὲν Θεὸς
25καὶ Πατὴρ ἐφ’ ἑνὶ καὶ μόνῳ κτίσματι, τῷ Υἱῷ· ὁ δὲ τοῖς οὕτω πλείοσιν ἐναβρυνεῖταί που, καὶ φρονήσει μεῖζον ἢ ὁ Πατήρ, ἰσοσθενὴς μὲν αὐτῷ διὰ τοῦ πεφυκέναι δημιουργεῖν ἀναδεδειγμένος, καὶ διὰ τοῦ παράγειν εἰς γένεσιν τὰ οὐκ ὄντα ποτέ, πλεονεκτῶν δέ, οἶμαί που, κατά γε τὸ εἶναι
30χρηστός, εἴπερ ἐστὶν ἀγαθοῦ τὸ παρακομίζειν εἰς ὕπαρξιν ἐξ ἀνυπαρξίας καὶ ὄντα ποιεῖν τὰ οὔπω τοῦ εἶναι λαχόντα τὴν χάριν. Ἐξέρπει δὴ οὖν ἐπὶ τὸ ἀκαλλὲς ὁ λόγος, ἀεργῆ καθιστὰς τὴν ἀεικίνητον φύσιν, ᾗ δὴ καὶ μόνῃ πρέποι ἂν τὸ τοῖς οὐκ οὖσι τὸ εἶναι προσνέμειν· ἦ γὰρ οὐχὶ τὴν τῆς
35ἡμερότητος πηγήν τε καὶ γένεσιν τοῖς ἐξ ἰδίων ἐνθυμημάτων καταπεδήσαντες λογισμοῖς, μέχρι τῆς Υἱοῦ κατασκευῆς ἱστᾶσιν οἱ δείλαιοι κατά γε τὸ σφίσι δοκοῦν; Καίτοι τί δήποτε τοῦ Θεοῦ καὶ Πατρὸς ἀργεῖν ἑλομένου καὶ ἀπρακ‐ τοῦντος εἰς τὰ λοιπά, συνετίθει λόγους ἡμῖν ὁ μακάριος
40Μωσῆς καὶ φενακισμοὺς εἰκαίους, κατά γε τὸ εἰκός, ἤγουν κατ’ ἐκείνους ἀναγράφει λέγων· «Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίω‐ σιν.» Τὸ γάρτοι, Ποιήσωμεν, κατοκνοῦντα μὲν οὐδαμῶς196 in vol. 2

524

εἰς ποίησιν, τήν γε εἰς ἡμᾶς αὐτούς, συνεργάζεσθαι δὲ μᾶλλον Υἱῷ καὶ Πνεύματι κατηυτρεπισμένον καὶ δὴ καὶ ἐνηργηκότα διαμεμήνυκεν ἐναργῶς. «Καὶ ἐποίησε γάρ, φησίν, ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν
5αὐτόν.» Ἀλλ’ οὐκ ἂν ὁρῷτο ψευδοεπής, θεηγόρος τε ὢν καὶ ψήφῳ τῇ ἄνωθεν εὖ μάλα κατεστεμμένος, ὁ θεσπέσιος Μωσῆς. Καὶ ἀναπείσει μειζόνως, ἀεικίνητόν τε καὶ ἐνεργῆ τὴν τοῦ Πατρὸς φύσιν ἀνακηρύττων ὁ Λόγος ὁ ἐξ αὐτοῦ πεφηνώς. Ἔφη γάρ που Χριστὸς τοῖς Ἰουδαίοις ἐπιτιμῶν·
10ἀνακαίεσθαι γὰρ εἰς ὀργὰς ἐδόκει τισὶν εἴπερ τι δρῴη κατὰ τὸ Σάββατον· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.» Καὶ ἑτέρωθί που· «Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὴ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός.» Ἆρ’ οὐκ ἀπηχές, ὦ Ἑρμεία, φαίην
15δ’ ἂν ὅτι καὶ σφαλερώτατον τὸ τοῖς τοῦ Σωτῆρος ἡμᾶς ἀντιφέρεσθαι λόγοις, καὶ τῆς θεοπνεύστου Γραφῆς τῶν ὅλων δημιουργὸν συναποφαινούσης τῷ Υἱῷ τὸν Πατέρα κατα‐ τολμᾶν εἰπεῖν ἀπρακτεῖν ἔτι περὶ τὴν κτίσιν; Β. Σφαλερώτατον.
20Α. Ἀσύνετον δὲ κἀκεῖνο οἶμαί που. Β. Τὸ τί δή; Α. Εἰ γὰρ ἐξαίρετον ὁ Υἱὸς τὸν τῆς ποιήσεως τρόπον καὶ διαφερόντως ἀμείνω τούτου γε ἕνεκα καὶ μόνου διεκλη‐ ρώσατο ἐπεὶ μόνος ὑπὸ μόνου γέγονε τοῦ Πατρός, ἀναμαθεῖν
25ἐθέλοντί μοι φραζόντων ἐκεῖνοι πότερα τοῖς κτίσμασι τοῖς
μεθ’ Υἱὸν καὶ δι’ αὐτοῦ γεγονόσι διεφθόνησεν ὁ Πατήρ, τὸ εἰς λῆξιν ἥκειν μακαριότητος οὐκ ἐφιεὶς αὐτοῖς διὰ τοῦ μὴ ἀνασχέσθαι τὴν ἐπ’ αὐτοῖς αὐτουργίαν, ἤγουν φθόνου κρείττονα καὶ ὄκνου παντὸς ἐροῦσιν αὐτόν;198 in vol. 2
30Β. Ἐροῦσι, καθάπερ ἐγῷμαι. Α. Ὀρθὰ φρονοῦντες, ὦ τᾶν, κἂν γοῦν ἔν γε τούτῳ. Οὐ γὰρ δὴ χείρους ἀναφανοῦνται τῶν παρ’ Ἕλλησι σοφῶν, ὧν εἷς τις ἔφη περὶ Θεοῦ, Πλάτων οὗτος ἦν· «Ἀγαθὸς ἦν, ἀγαθῷ δὲ φθόνος οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται.»
35Ὅτε τοίνυν ἀγαθὸς ὁ Πατήρ, ἤγουν αὐτόχρημα τὸ ἀγαθόν, τό γε μὴν εἰς ἄκρον ἥκειν τοῖς κτίσμασι τοῦ γε ἄριστά πως ἔχειν διὰ μόνης ἂν ἐνεποιήθη τῆς παρ’ αὐτοῦ θελήσεώς τε καὶ αὐτουργίας, τί μὴ τοῖς πᾶσι τὸ χρῆμα κοινὸν ἀδια‐ φθονήτως προθείς, ὡς ἀγαθὸς θαυμάζεται, παρεχώρει δὲ
40δημιουργεῖν ἑτέρῳ, τοῦ ἀσυγκρίτως ἀμείνονος ἀποστερῶν τὴν κτίσιν; Β. Ἀλλ’ οὐκ εἰσάπαν, φησίν, ἀεργὸς ὁ Πατήρ· συνεργά‐ ζεται γὰρ τῷ Υἱῷ, καὶ συνυφίστησι τὰ λοιπά. Α. Τίνα δὴ ἄρα τὴν παρὰ τοῦ Υἱοῦ πρὸς τοῦτο ἔχων

525

συνεισφοράν; Ἆρ’ ὡς ἀμείνω τῆς ἐνεργείας τῆς ἑαυτοῦ, ταύτῃ τοι καὶ χρειωδῶς ταῖς ἑαυτοῦ κινήσεσιν, ἤγουν ἀναγκαίως παρειλημμένην, ἢ ὡς ἐλάττονα καὶ ἐν χείροσι, καὶ οὐκ ἀναγκαίως εἰσδεδεγμένην; Εἰ μὲν οὖν ὡς ἀμείνω
5καὶ χρειωδῶς, περιττολογία τοῦτό γε, μᾶλλον δὲ ἤδη καὶ δυσφημία. Τὸν γὰρ ἐξ οὗ πέφηνεν ὁ Υἱὸς ὑπερκείσεταί που, καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς πλεονεκτήσει φύσιν, καὶ χρείαν αὐτῇ καὶ τὸ ἄμεινον ἀναπληρῶν. Εἰ δ’ αὖ ὡς αἰσχίονα καὶ οὐκ ἀναγκαίαν, ἀκαλλεστέραν δὲ ὥσπερ ἀποφαίνουσαν
10τὴν δημιουργίαν, τί τὸ ἀναπεῖθον, εἰπέ μοι, συνεργάζεσθαι τῷ Υἱῷ; Ἢ πῶς οὐκ ἐρεῖ τις διαμελλήσας οὐδὲν ὡς κατημέλησε μὲν οὐκ οἶδ’ ὅπως τοῦ ἀμείνονος ὁ Πατήρ,
τὸ δὲ οὐχ οὕτως ἔχον ἠθέλησε κρατεῖν, παρωσάμενος μὲν ἤγουν κατοκνήσας τὸ αὐτουργεῖν ἑλέσθαι περὶ τὴν κτίσιν,200 in vol. 2
15δι’ οὗ δὴ καὶ μόνου τὸ ἀκραιφνὲς ἦν αὐτῇ κατασημαίνεσθαι κάλλος, συνεισδεξάμενος δὲ τὸν Υἱόν, ἵνα μὴ ἄκρατον καὶ ἀσυμμιγὲς τοῦ χείρονος λάχοι τὸ παρῆχθαι μακαρίως καὶ ἐλθεῖν εἰς ὕπαρξιν. Β. Ἀλλ’ οὐκ ἂν ὑπέστη, φησί, ἡ γενητὴ φύσις τὴν
20ἄκρατον αὐτουργίαν τοῦ Πατρός, ἦν δὲ καὶ ἑτέρως ἀπίθανον τὴν οὕτως ὑπερφυᾶ καὶ ὑπερτάτην ὑπεροχὴν καὶ μέχρι τῶν ἄγαν εὐτελεστάτων κατακομίζεσθαι δεῖν. Α. Καὶ μὴν τοῦτό γέ ἐστι κιβδήλου καὶ βδελυρᾶς ἀπό‐ βρασμα φρενός. Ἦ γὰρ οὐκ ἄσοφον ἐννοεῖν ὡς εἴπερ ἦν
25ἀληθῶς φορτικὴ καὶ διαβριθής, ἤγουν ἀπρόσιτος παντελῶς ἡ τοῦ Πατρὸς αὐτουργία γενητῇ καὶ πεποιημένῃ φύσει, τρυφερὰν καὶ εὐάντητον καὶ οἰστὴν γενέσθαι μόνῳ τῷ Υἱῷ, καίτοι κατ’ ἐκείνους ὁμοφυᾶ τοῖς κτίσμασι λαχόντι τὴν φύσιν; Τὸ γὰρ ἅπαξ ἀνύποιστον γενητοῖς οὐδ’ ἂν
30ἑνὶ γένοιτο φορητόν, κἂν ὑπερκεῖσθαι δοκεῖ, καὶ διαφερόντως ἄμεινον νοοῖτο τῶν ἄλλων. Τὸ δὲ δὴ καὶ φάναι προχείρως ἀποτολμᾶν μὴ καθικνεῖσθαι πρέπειν τὴν Πατρὸς ὑπεροχὴν καὶ μέχρι τῶν οὕτως εὐτελεστάτων, διττὴν ἂν ἔχοι τὴν δυσφημίαν. Καθυβριοῦσι μὲν γὰρ τὸν Υἱόν, καταμωμήσονται
35δὲ καὶ αὐτόν, καίτοι τιμᾶν οἰόμενοι, τὸν Πατέρα. Β. Τί νοοῦντες ἢ λέγοντες; Α. Τῆς μὲν γὰρ ἐν Πατρὶ νοουμένης ὑπεροχῆς ὑποβι‐ βάζουσι τὸν Υἱόν, πλήν, οἶμαί που, τό γε ἥκειν αὐτὸν εἰς λῆξιν τὴν ἀνωτάτω καὶ ὑπεροχῆς καὶ δόξης οὐκ ἂν ἀφέλοιντο,
40καὶ εἰ σφόδρα τινὲς εἶεν τῶν ἄγαν ἀπηχεστάτων. Ἆρ’ οὖν,
ὧδε φύσεως ἔχοντι τῷ Υἱῷ καὶ εἰς τοῦτο τιμῆς καὶ μεγα‐202 in vol. 2

526

λειότητος ἀφιγμένῳ, τὸ μὲν χρῆναι δημιουργεῖν Ἀρχάς τε καὶ Θρόνους καὶ Κυριότητας καὶ τὰ ἔτι τούτων ἐπέκεινα πρέποι ἄν, εἰπέ μοι, τὸ δὲ καὶ στρουθίον ἐργάσασθαι βραχύ, καὶ τὸ ἔτι κατωτέρω, ταῖς ἑτέρου τινὸς δυνάμεσιν ἀναθή‐
5σομεν; Εἶτα τί φρονοῦντας ὑγιὲς ἑαυτοὺς εὑρήσομεν; Β. Οὐδαμῶς. «Πάντα γὰρ γέγονε δι’ αὐτοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν,» κατὰ τὸ γεγραμμένον. Α. Καὶ πῶς οὐ μικρὸν ἂν εἴη καὶ εὐτελὲς τῇ τοῦ Υἱοῦ φύσει τὸ πλαστουργῆσαι στρουθίον; Ἀνθ’ ὅτου δὲ καὶ
10εἰκὼν καὶ ὁμοίωσις ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρός, μὴ οὐχὶ καὶ ταυτηνὶ διεσώσατο πρὸς αὐτὸν τὴν ὁμοίωσιν, τὸ ἀπαξιῶσαί φημι καὶ τοῖς οὕτω καταβεβλημένοις τὴν ζωοποιὸν καὶ πρὸς τὸ εἶναι παρακομίζουσαν ἐπαφεῖναι δύναμιν; Ἆρ’ οὐχ ὥσπερ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ὑπερτάτην
15ὑπεροχὴν θαυμάζοντες, μικρὸν εἶναί φασιν αὐτῷ τὸ δημιουρ‐ γεῖν ἀγγέλους, φαῖεν ἂν εἰκότως ἀναμετροῦντες καὶ τὸν Υἱόν, ὡς ἀφεστήξει πολὺ τῆς αὐτῷ πρεπούσης ἀξίας ἡ ἑρπετοῦ ποίησις, καὶ στρουθίου γένεσις, καὶ τῶν κατ’ ἀγροὺς ἀνθέων ἡ παμποίκιλος διαφορά; Καίτοι τί δήποτε τοῖς
20ὑπὲρ λόγον ἐπαίνοις ταυτὶ δεδημιουργηκότα στεφανοῖ λέγων ὁ Ψαλμῳδός· «Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.» Ἢ τοίνυν ἡμῖν παρεισ‐ κρινόντων ἑτέρους ἀναλόγως ἔχοντας τῇ φύσει τῶν γεγονότων δημιουργούς, ἢ καθυβριοῦσιν οὐκ ἀσυμφανῶς τὸν Μονογενῆ,
25γενεσιουργὸν εἰσφέροντες καὶ τῶν οὕτως εὐτελεστάτων. Β. Κινδυνεύσειεν ἂν αὐτοῖς οὐ μετρίως ὁ λόγος. Α. Πῶς δ’ ἂν οὐχὶ τύφον τε καὶ ἀμαθίαν καταρραψῳ‐ δήσειαν τοῦ Πατρός, εἶτα, ὧνπερ ἂν εἶναι βούλοιτό τε καὶ ἔστι Θεός, ἀπαξιοῦν ἐροῦσι δημιουργεῖν; Καίτοι λέγοντος
30ἀκούω Χριστοῦ, καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς κατα‐ θαυμάζοντος πρόνοιαν· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς;» Ὁ δὲ καὶ μέχρι στρουθίου τὴν τῆς ἑαυτοῦ προνοίας εὐρύνων περιβολήν, πῶς204 in vol. 2
35ἂν διαπτύσαι τὸ δημιουργεῖν ἀγγέλους καὶ στερεοῦν οὐρανὸν καὶ διαπήξασθαι γῆν, ἥλιόν τε καὶ σελήνην καὶ ἄστρα παρενεγκεῖν, ἐφ’ οἷς καὶ τεθαύμασται κατακροτούντων ἐπαίνοις τῶν ἁγίων ἀγγέλων ὡς μεγαλουργόν; Ἔφη γὰρ ὅτι «Ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ
40πάντες ἄγγελοί μου.» Ἆρ’ οὔ σοι δοκῶ διεσκέφθαι τὰ εἰκότα καὶ λέγειν ὀρθῶς; Β. Πάνυ μὲν οὖν. Α. Φαίης δ’ ἄν, εἰπέ μοι, τῶν πεποιημένων ἢ μικρὸν ἢ

527

μέγα, μὴ οὐχὶ θείας ἔργον εἶναι δυνάμεως; Β. Οὐδαμῶς. Α. Εἶτα πῶς οὐκ ἀμαθὲς θεῖα μὲν ἔργα κατωνομάσθαι καὶ λέγεσθαι τὰ δι’ Υἱοῦ γεγονότα, Θεὸν δὲ αὐτὸν οὐκ
5εἶναι πιστεύειν, συγκαταγράφειν δὲ μᾶλλον τοῖς πεποιη‐ μένοις, ὡς αὐτοῖς ὁμοφυᾶ; Θεὸς γὰρ οὐκ ἔστι τὸ γεγονός, ἀλλ’ οὐδ’ ἂν εἶεν ἔτι τῆς τοῦ πεποιηκότος οὐσιώδους ὑπεροχῆς δεικτικὰ τὰ κτίσματα, μὴ οὐχὶ μείω τε καὶ ἑτεροίως ἔχουσαν λαχόντα τὴν φύσιν, ἢ ὥσπερ ἂν νοοῖτο τυχὸν ὁ Δημιουργός.
10Καὶ τοῦτο εὖ μάλα συνεὶς ὁ θεῖος ἡμῖν γράφει Παῦλος· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Ἆρα γάρ, ἔν γε τῷ νοεῖσθαι γενητὸν τὸν ἁπάντων γενεσιουρ‐ γὸν Λόγον, ἡ θειότης αὐτοῦ γνωρίζεται, καὶ ἡ ἀεί τε καὶ
15ὡσαύτως ἔχουσα δύναμις; Τοῦτο γὰρ τὸ ἀΐδιον. Ἀλλ’,
οἶμαί που, τὸ ἐξεῖργον ἔτι παντελῶς οὐδὲν τῇ τῆς θεότητος κλήσει καὶ αὐτὴν ἤδη πως ἐπαυχῆσθαι τὴν κτίσιν. Καὶ τί τὸ ἐντεῦθεν; Τὴν οἰκείαν ἡμῖν θειότητα κατασημανεῖ τὰ ὁρώμενα, τὴν δὲ Θεοῦ οὐκ ἔτι.206 in vol. 2
20Β. Τί οὖν εἰ φαῖεν τὴν τοῦ Πατρὸς θειότητα καὶ τὴν ἀΐδιον δύναμιν διὰ τῆς τῶν ποιηθέντων μεγαλουργίας ἐκφαίνεσθαι; Α. Αὐτοὶ τῶν ἰδίων καταγορεύουσι λόγων, καὶ ταῖς σφῶν αὐτῶν ἐννοίαις ἀντιτεταγμένοι παραδειχθεῖεν ἂν καὶ
25μάλα εὐκόλως. Β. Πῶς ἔφης; Α. Ὅτι μέχρι τοῦ παραγαγεῖν τὸν Υἱὸν ἀναμετροῦντές τε καὶ ὁρισάμενοι τὴν δημιουργικὴν ἐνέργειαν τοῦ Πατρός, ἀπὸ κτίσεως κόσμου καθορᾶσθαί φασιν αὐτόν, καίτοι τῆς
30ἁγίας Γραφῆς τὴν τοῦ κόσμου ποίησιν ἀνατιθείσης τῷ Υἱῷ. Γέγραπται γὰρ ὅτι «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Δημιουργὸν οὖν ἄρα διακηρύξειεν ἂν ὁ κόσμος ἡμῖν τὸν Λόγον, καὶ τὴν αὐτοῦ δύναμιν καὶ θειότητα
35καθίστησιν ἐναργῆ. Οὐ γὰρ κτίσιν ὁρῶντες, ὡς κτίσιν θαυμάζομεν τὸν δημιουργὸν τῆς κτίσεως Λόγον, ἀλλὰ ταῖς ὑπὲρ τοῦτο πολὺ τιμῶντες ἐννοίαις, εὐσεβήσομεν εἰκότως, Θεὸν εἶναι κατὰ φύσιν καὶ ἐκ Θεοῦ πεφηνέναι πιστεύοντες τὸν Μονογενῆ. Ὧδε γὰρ ἂν τὴν ἐπὶ τῷ πεπλανῆσθαι
40δοκεῖν ἀπεσκευασμένοι γραφήν, παρωσώμεθά ποι, καὶ τῆς ἑαυτῶν κεφαλῆς ἐκπέμψωμεν τὰς ἐπὶ τῷδε ποινάς, ἃς καὶ ὁ θεῖος ἡμῖν διηγόρευσε Παῦλος. Ἔφη γὰρ ὡδί· «Διὸ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν
αὐτῶν, εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν208 in vol. 2

528

ἐν αὐτοῖς, οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» Οὐκοῦν, εἰ παράσημόν τε καὶ ἀνοσιώτατα κεκιβδηλευμένην
5ἀποφαίνουσί τινες διὰ τοῦ ψεύδους τὴν ἀλήθειαν, γενητῇ λατρεύοντες κτίσει παρὰ τὸν ὄντα φύσει Θεόν, ἀδόκιμος μὲν καὶ ἡμῖν ἐνῴκηκε νοῦς, διερρίμμεθα δέ ποι πρὸς τὸ οὐκ ἔχον ὀρθῶς καὶ τοῖς ἀθέοις συμπεπλανήμεθα, κτιστῇ λατρεύοντες φύσει τῷ Υἱῷ. Πεποίηται γὰρ κατ’ ἐκείνους.
10Ἦ οὐχὶ κτίσις τὸ γενητόν; Β. Πῶς γὰρ οὔ; Α. Ἄθρει δὴ οὖν, ὦ Ἑρμεία, πρὸς ὅσην αὐτοῖς ἠλι〈θι〉ό‐ τητα καταρρεῖ τὰ φρονήματα. Θεῖος μὲν γάρ που καὶ ἱερὸς ἔφη λόγος, Θεὸν ζῶντα καὶ ἀληθινὸν ἐπεγνωκέναι τὰ ἔθνη,
15σεσαγηνευμένα διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν τοῦ Υἱοῦ· οἱ δὲ ἀθλιότητος εἰς τοῦτο ἥκουσι λογισμῶν ὥστε κατε‐ ρυθριῶσιν οὐδαμῶς τὸ ἐκ τοῦ πεποιῆσθαι σμικροπρεπὲς ἐπιρριπτοῦντες αὐτῷ. Γέγραπται δὲ οὕτω περὶ τῶν ἕπεσθαι δεῖν ἑλομένων τοῖς ἁγίοις ἀποστόλοις· «Αὐτοὶ γάρ,
20φησίν, περὶ ἡμῶν ἀπαγγελοῦσιν, ὁποίαν εἴσοδον ἐσχήκαμεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε ἐπὶ τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ.» Εἴπερ οὖν ἐστιν Ἑλληνικῆς μὲν αἶσχος λατρείας τὸ τῇ κτίσει προσ‐ κυνεῖν, ἐπεστράφη δὲ τὰ ἔθνη πρὸς Θεὸν ζῶντα καὶ ἀληθινόν,
25Χριστὸν Δεσπότην ἐπιγραψάμενα, καὶ εἰς τὴν ἐφ’ Υἱῷ προσκύνησιν τὴν μετά γε τοῦ Πατρὸς μετερρυηκότα, πῶς ἂν ἔτι νοοῖτο πεποιημένος, καὶ οὐκ ἀνάγκη φρονεῖν ὡς ματαία μὲν ἡ πίστις, διεψευσμένη δὲ δόξα περὶ Θεοῦ καὶ παρ’ ἡμῖν αὐτοῖς ἔτι, καίτοι διαδρᾶναι λεγομένοις τῆς
30ἀρχαίας ἀπάτης τὴν γραφήν; Β. Ναί, φησίν· ἐπεστράφη γὰρ τὰ ἔθνη πρὸς Θεὸν ζῶντα καὶ ἀληθινόν—τὸν Πατέρα. Α. Καὶ τίς ἂν γένοιτο πρὸς ἡμῶν τῆς πρὸς Θεὸν ἐπι‐ στροφῆς ὁ τρόπος; Ἢ πῶς ἂν ἴοιεν εὖ μάλα τινὲς ὀρθῶς210 in vol. 2
35τε καὶ ἀπλανῶς ἐπὶ ζῶντα καὶ ἀληθινὸν Δεσπότην, τὸ κτίσει λατρεύειν ὡς ἕωλον διωσάμενοι; Β. Διὰ πίστεως, οἶμαί που. Τοῦτο γάρ ἐστι τὸ «ἐξ ἀγαθῆς συνειδήσεως ἐπερώτημα εἰς Θεόν.» Α. Ἀληθὴς μὲν ὁ λόγος, πλὴν ἐκεῖνο φράσον· Ἆρ’ οὐκ
40εἰς Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα ἅγιον ἡ πίστις; Β. Οὕτω φημί. Α. Οἱ δὲ δὴ τὴν πίστιν ἀκλινῆ τε καὶ ἀνυπαίτιον καὶ μώμου παντὸς ἐλευθέραν διασώσασθαι προτεθυμημένοι,

529

πιστεύσειαν ἂν εἴς γε Θεὸν ὁμοῦ καὶ κτίσιν, ἤγουν μονοτρό‐ πως εἰς Θεόν, συνεισδέοντες ὡς ἰσοφυᾶ τῷ Πατρὶ τὸν Υἱόν; Β. Ὡς εἰς ἕνα δηλονότι Θεόν, ἤτοι θεότητος εἰς μίαν
5φύσιν, ἤγουν εἰδεῖεν ὡς οὐκ ἂν ἐξοίσειεν αἰτίας τὸν πόδα, τῇ κτίσει συναναπλέκοντες τὸν φύσει Θεόν. Α. Ἄραρεν οὖν ὅτι καὶ εἰς Υἱὸν ἡ πίστις ὡς εἰς Θεὸν ζῶντα καὶ ἀληθινόν. Ἀκονιτὶ δ’ ἂν γένοιτο σαφὲς καὶ τοῦτό σοι κατακροωμένῳ λέγοντος τοῦ Υἱοῦ· «Πιστεύετε
10εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε,» οὐχ ὡς εἰς κτίσιν καὶ Θεόν, πολλοῦ γε ἂν δέοι, μᾶλλον δὲ διὰ τὸ ταὐτὸν εἰς οὐσίαν καὶ ἀπαραλλάκτως ἴσον εἰς μίαν θεότητος ἀνακο‐ μίζοντος φύσιν. Καὶ γοῦν ἔφη πάλιν· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ’ εἰς τὸν πέμψαντά με.» Οὐ
15γὰρ ἐξίστησι τοῦ Πατρὸς τὸ πιστεύειν εἰς τὸν Υἱόν, ἀλλ’ εἰς τὸν τεκόντα Πατέρα, διὰ τοῦ γεννήματος, τὸν γνήσιον
ἀληθῶς ἀναφέρει προσκυνητήν. Ὅτι δὲ Χριστὸν ὡς Θεὸν ἀληθινὸν ἔγνω τε καὶ προσκεκύνηκεν ἡ τῶν εἰδωλολα‐ τρούντων ποτὲ πληθύς, ῥᾷον ἂν μάθοις Παύλου λέγοντος212 in vol. 2
20ὡδί· «Διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειρο‐ ποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλ‐ λοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν
25τῷ κόσμῳ.» Συνίης οὖν ὅτι δίχα μὲν ὄντα Χριστοῦ, Θεοῦ τοῦ κατὰ φύσιν διεστήκει τὰ ἔθνη, καὶ τῆς ἀληθείας ἀπενοσ‐ φίζετο· καὶ γὰρ ἦν ἄθεα κατὰ τὸν κόσμον· ἐπειδὴ δὲ τὸν Υἱὸν ἐπέγνω διὰ τῆς πίστεως, ἐλπίδος τε εἴσω πέφηνεν ἀγαθῆς, καὶ τὸ τῆς ἀθεΐας αἶσχος διέδρα τε καὶ ἀπελούσατο.
30Β. Εὖ λέγεις. Α. Θεὸς οὖν ἄρα καὶ ἀληθῶς ὁ Υἱός· μένει γὰρ οὕτως ἀσυκοφάντητόν τε καὶ ἀκιβδήλευτον, καὶ τὸ ἐν ἡμῖν αὐτοῖς κεκαινουργῆσθαι πεπιστευμένον διὰ τοῦ ἁγίου βαπτίσματος. Β. Καὶ τί δὴ τοῦτό ἐστι; Συνίημι γὰρ οὔ τί που.
35Α. Οὐ γάρ, ὦ φιλότης, γέννησιν γεγεννήμεθα τὴν πνευμα‐ τικήν, πρὸς Υἱὸν διαμορφούμενοι, καὶ ἀναπλαττόμενοι διὰ τοῦ Πνεύματος πρὸς τὸ θεῖον αὐτοῦ καὶ ὑπερκόσμιον κάλλος, θείας τε φύσεως ἀναδεικνύμεθα κοινωνοὶ τὴν Υἱοῦ λαχόντες μέθεξιν, ὡς Θεοῦ;
40Β. Καὶ μάλα. Α. Πῶς οὖν ἔτι γενητός; Εἶτα ἐφ’ ἡμῖν οὐκ ἀπάτη τὸ μυστήριον, καὶ ἐν ἐλπίσι κεναῖς, καὶ ψιλήν, ὡς ἔοικεν, ἔχον ὡς ἔν γε δὴ μόνῳ τῷ λαλεῖσθαι τὴν δόξαν, καὶ φενακισμὸς
ἀληθῶς καὶ δόκησις, εἴπερ τοῦτο μὴ ὑπάρχον ἐστὶν ὅπερ214 in vol. 2

530

εἶναι πεπιστεύκαμεν; Θείας γὰρ φύσεως κοινωνοί, πῶς ἂν ἢ πόθεν ἡμεῖς, ἢ ποῖος ἡμῖν ἐνσημαίνεται Θεοῦ χαρακτήρ, καὶ εἰ μεμορφώμεθα πρὸς Υἱόν, ἐπείπερ ἐστὶν οὐ Θεὸς ὡς πεποιημένος; Ὥρα δὲ οἴεσθαι καὶ αὐτὸν οὐκ ἀγενήτως
5ὑπάρχειν τὸν Πατέρα καὶ Θεόν· ἐξεικονιεῖ γάρ που τὸ ἀρχέτυπον ὁ χαρακτήρ. Ἢ ἐκεῖνο φράσον. Ἐρήσομαι γάρ· ἆρα γὰρ τὴν θείαν ὅ τι ποτέ ἐστιν ἐννοήσας φύσιν, οὐκ ἀσύγκριτόν τι παντελῶς καὶ ἀπαράβλητον κτίσει τὸ χρῆμα ἐρεῖς, καὶ οὐδενὶ τῶν ὄντων ἀπαραλλάκτως προ‐
10σεοικός; Β. Παντάπασι μὲν οὖν· Θεοῦ γὰρ φύσις πῶς οὐχ ἅπαν ὑπερκείσεται γενητόν; Α. Οὐκοῦν οὐκ ἄν τις, εἴ γε νοῦν ἔχοι, ἀρχέτυπον γενητοῦ τὴν ἄκτιστον καὶ ἀγένητον παραδέξαιτο φύσιν· οὐδὲ γὰρ
15ἂν ἔν γε τῷ ἀεὶ καὶ ὡσαύτως ὄντι τε καὶ ἔχοντι τὴν οὐκ οὖσάν ποτε καὶ πεποιημένην καταθεάσαιτο φύσιν. Β. Ὧδε ἔχει. Α. Ἀληθὲς δὲ οἶμαι καὶ τὸ ἔμπαλιν. Οὐ γὰρ ἐν τῷ μὴ ὄντι ποτὲ τὸ ἀεὶ καὶ ὡσαύτως ὂν καταθρήσαιμεν ἄν.
20Β. Ἀληθές. Α. Τί οὖν ἐστι τὸ ἀξιάγαστον ἐν ἡμῖν ἔκ γε τοῦ μεμορ‐ φῶσθαι πρὸς τὸν Υἱόν; Ποῦ δὲ τὸ θεῖον ταῖς τῶν πιστευ‐ σάντων ψυχαῖς ἐνήστραψε κάλλος, ὡς ἄηθές τε καὶ ξένον; Καίτοι γενητῷ παντὶ πρὸς γενητόν, καθόπερ ἂν γεγενῆσθαι
25νοοῖντο, τὸ ταυτοειδὲς οὐκ εἰσκεκριμένον, φύσεως δὲ μᾶλλον ἐγχαράττει θεσμός. Ἦν οὖν ἄρα σύμμορφος ἀεὶ γενητῷ κατ’ ἐκείνους ὄντι τῷ Υἱῷ καὶ ἡ λοιπὴ κτίσις. Ποῖον οὖν ἔτι ταῖς ἡμετέραις ψυχαῖς ἐνσημαίνεται κάλλος διὰ τοῦ Πνεύματος· Περιττοποιός, ὡς ἔοικεν, ἀναφανεῖται λοιπόν,
30προστιθεὶς εἰκαίως, ὃ καὶ εἰ μή τις ἕλοιτο τυχόν, τὸ γοῦν κατὰ φύσιν διακεκτῆσθαι μέτα, καὶ οἴκοθεν ἔχει παρ’ ἑτέρου μὴ λαβών. Ἀλλ’, οἶμαί γε δή, τουτωνὶ παστισοῦν ὀρθός τε καὶ ἀπλανὴς καταμειδιάσειε λόγος. Θείας γὰρ φύσεως κοινωνοί, σχέσει τῇ πρὸς Υἱὸν διὰ Πνεύματος, οὐκ ἐν ψιλῇ216 in vol. 2
35δοκήσει μᾶλλον, ἀλλ’ ἐν ἀληθείᾳ πάντες ἐσμὲν οἱ πεπιστευ‐ κότες, καὶ μεμορφώμεθα πρὸς Θεόν, πρὸς τὸ ὑπὲρ κτίσιν κάλλος ἀναστοιχειούμενοι. Μορφοῦται γὰρ ἐν ἡμῖν ἀρρήτως Χριστός, οὐχ ὡς γενητὸς ἐν γενητοῖς, ἀλλ’ ὡς ἀγένητος καὶ Θεὸς ἐν γενητῇ καὶ πεποιημένῃ φύσει, πρὸς ἰδίαν εἰκόνα
40μεταχαράττων διὰ τοῦ Πνεύματος καὶ πρὸς τὸ ὑπὲρ κτίσιν ἀξίωμα τὴν κτίσιν μετατιθείς, τουτέστιν ἡμᾶς. Β. Οὐδὲν οὖν ἄρα τὸ ἀποσοβοῦν ἢ μεθιστῶν τῆς ἀληθοῦς

531

υἱότητος τὸν Μονογενῆ, γεγεννῆσθαι δὲ μᾶλλον αὐτὸν καὶ οὐ γεγενῆσθαι δώσομεν. Α. Ναί, εἴπερ αὐτὸν εἰς Θεὸν ὄντως παραδεξόμεθα, καὶ προσκυνήσει τῇ πρὸς ἡμῶν καὶ τῶν ἁγίων ἀγγέλων
5ἐκτετιμῆσθαι πρέπειν οἰόμεθα δεῖν, καὶ ταῖς τῆς θεότητος ὑπεροχαῖς τε καὶ δόξαις στεφανοῦν ἀξιώσομεν, ἵνα μὴ παρέντες τὸν Ποιητήν, καὶ τὴν ὄντως βασιλίδα τῶν ὅλων παραθέοντες φύσιν, τῇ κτίσει λατρεύωμεν, καὶ τὴν τοῦ ἀγενήτου δόξαν τῷ γενητῷ δωρούμενοι, δικαίως ἀκούωμεν·
10«Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος.» Β. Οὐ γὰρ δὴ κἀκεῖνοι φαῖεν ἂν ὅτι καὶ Υἱός ἐστι καὶ Θεός. Α. Καὶ πῶς οὐκ ἀπόπληκτον καὶ καταγέλαστον κομιδῇ τὸ ψιλοῖς μὲν ὀνόμασι καὶ ταῖς τῶν κλήσεων διαφοραῖς
15καθάπερ ἐν εἰκόνι καὶ γραφῇ καταχρίειν αὐτόν, παραιρεῖσθαι
δὲ δόξης τῆς θεοπρεποῦς, κατατιθέντας ἐν γενητοῖς; Ἢ οὐκ ἀκαλλὲς ἄγαν τὸ πεποιῆσθαι λέγειν αὐτόν, εἴπερ ἐστὶ Θεός, ὡς προσκυνητός; Β. Εὖ λέγεις.218 in vol. 2
20Α. Εἰ μὲν οὖν τὸ δεῖν οἴεσθαι χρηστοῖς ἡμᾶς κατα‐ γοητεύειν λόγοις μεθέντες, ὡς ἀπωτάτω τῆς ἀληθοῦς θεότητος ἐκπέμπουσι τὸν Υἱόν, ἀπημφιεσμένῃ τοῦτο λεγόντων φωνῇ, καὶ δυσφημούντων ἀναφανδόν. Ἀντακούσονται γὰρ εὐθὺς πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων· «Πορεύεσθε
25τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.» Τετραψόμεθα γὰρ ἡμεῖς εἰς οἶμον τὴν ἀπλανῆ, Θεὸν εἶναι καὶ ἀληθῆ πιστεύοντες τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον κατὰ τὴν ἄρρητον γέννησιν. Εἰ δὲ εἰς νοῦν ἰόντες τὸν οὐ σφόδρα δυσμαθῆ καὶ ἠλίθιον, ἄπαρνοι μὲν οὐκ ἔσονται, καταναρ‐
30κῶντες, οἶμαί που, τὴν δυσφημίαν, Θεὸν δὲ αὐτὸν ὁμολογεῖν ἐγνωκότες, τῆς μὲν τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὑποβι‐ βάζουσι, ἀμείνονα δέ πως ἢ κατὰ κτίσιν εἶναί φασι, καθάπερ ἐν μεταιχμίῳ τιθέντες φύσεως ἀγενήτου καὶ γενητῆς, ἀκουόντων ὅτι θεότητος φύσις πῶς ἂν νοοῖτο διάφορος·
35Θεὸς γὰρ ὡς πρὸς Θεὸν οὐκ ἂν ἑτεροίως ἔχοι κατά γε τὸ εἶναι Θεός, καθάπερ ἀμέλει καὶ ἐφ’ ἡμῶν αὐτῶν καταθρήσαι τις ἄν. Μίαν γὰρ εἶναί φαμεν τὴν τῆς ἀνθρωπότητος φύσιν, καὶ ὁ τῆς οὐσίας ὅρος εἷς ἂν εἴη, καὶ ἐν παντὶ καὶ ἐν τῷ καθέκαστον οὐκ ἐξηλλαγμένος. Ἢ τοίνυν Θεὸν εἶναι
40πιστεύοντες, ἀπαλλαττέτωσαν παντελῶς τοῦ τελεῖν ἐν γενητοῖς· ἤ, εἰ μὴ τοῦτο φρονεῖν ἀναπείθοιντο, μηδὲ Θεὸν ὅλως ὁμολογούντων ἔτι. Πλατὺ γὰρ δὴ τότε γελῶντες ἐροῦμεν· «Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν

532

αὐτοῦ καλόν· ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον
γινώσκεται.» Ἦ γὰρ οὐχ ἕκαστον τῶν ὄντων τὸ τί κατὰ φύσιν ἐστὶν ἐξ ὧν ἀληθῶς εἶναι πεπίστευται, σαφῶς τε220 in vol. 2
5καὶ ἀπλανῶς εἰδείημεν ἄν, ὦ ἑταῖρε; Β. Καὶ μάλα. Α. Φέρε δὴ οὖν, ἥτις ποτέ ἐστι, τὴν τοῦ Υἱοῦ φύσιν διασκεπτώμεθα, κἀκεῖνο προσενθυμούμενοι ὡς, εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστί, πεποίηται δὲ μᾶλλον καὶ παρῆκται μεθ’ ἡμῶν
10πρὸς γένεσιν, κατά γε τὸν παρ’ ἐκείνοις μεθύοντά τε καὶ ἐξεστηκότα λόγον, πῶς ἄρα διώλισθεν ὁ κόσμος αὐτοῦ καὶ διέστη τὸ ποιηθέν; Ἆρα τοῖς κατὰ τόπον καὶ μετρητοῖς διαστήμασι; Καίτοι πῶς οὐ τερθρεία τοῦτό γε; Ποῦ γὰρ ἢ πῶς διεστήξει τὸ ἀσώματον, ἢ ποῖος αὐτὸ περιγράψει
15τόπος; Καὶ γοῦν ὁ μακάριος Ἰωάννης μεμαρτύρηκεν ὅτι «Καὶ ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.» Ἆρα οὖν, ὦ Ἑρμεία, φρονοῦντες ὀρθῶς, τῆς ἀποστασίας τὸν τρόπον καὶ τῆς μεταξὺ πεσούσης διακοπῆς οὐχ ἕτερόν τινα παρὰ τοῦτον
20εἶναι δώσομεν, τὸ μὴ ἐγνωκέναι φημὶ τὸν κόσμον τὸν ἀεὶ συνόντα Δημιουργόν; Β. Πῶς γὰρ οὔ; Α. Δραπέτης οὖν ἄρα ὁ κόσμος ἦν, τῆς πρὸς αὐτὸν κοινωνίας ἀποδραμών, διά γε τοῦ μὴ εἰδέναι τὸν ὑπὲρ
25κτίσιν Δημιουργὸν καὶ τὴν διὰ τοῦ Πνεύματος σχέσιν, ἐκ παρατροπῆς τῆς εἰς τὸ φαῦλον ἀποβαλών. Ἅμα τε γὰρ τοῖς τοῦ τεχνουργοῦντος ἀρρήτοις νεύμασι παρήχθη πρὸς ὕπαρξιν ἡ ἀνθρώπου φύσις καὶ τῇ πρὸς τὸ Πνεῦμα σχέσει κατεκαλλύνετο. «Ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον αὐτοῦ
30πνοὴν ζωῆς,» οὐχ ἑτέρως, οἶμαι, τοῦ ζώου τὸ ἐν ἁγιασμῷ καὶ οἰκειότητι τῇ πρὸς Θεὸν διαφανὲς ἕξοντος ἄν, εἰ μὴ τῇ τοῦ ἁγίου Πνεύματος κατακαλλύνοιτο μετουσίᾳ. Τοιγάρ‐ τοι καὶ ὅτε γέγονεν ἄνθρωπος ὁ Μονογενής, ἐρήμην τοῦ
πάλαι καὶ ἐν ἀρχαῖς ἀγαθοῦ τὴν ἀνθρώπου φύσιν εὑρών,222 in vol. 2
35πάλιν αὐτὴν εἰς ἐκεῖνο μεταστοιχειοῦν ἠπείγετο, καθάπερ ἀπὸ πηγῆς τοῦ ἰδίου πληρώματος ἐνιείς τε καὶ λέγων· «Λάβετε Πνεῦμα ἅγιον,» τῷ διὰ σαρκὸς καὶ ἐμφανεστέρῳ φυσήματι τὴν τοῦ Πνεύματος φύσιν εὖ μάλα σκιαγραφῶν. Ἔσται δὴ οὖν ἐν ἴσῳ ταῖς ἐν ἀρχῇ πρὸς τὸ εἶναι παρόδοις
40τὸ ἀνακαινίζεσθαι πρὸς τὸ ἀπ’ ἀρχῆς, καὶ τόν γε τοῦ κεχωρίσθαι τρόπον ἡ γενητὴ νενόσηκε φύσις, οὐχὶ τοῖς κατὰ τόπον νοουμένοις διαστήμασι, πολλοῦ γε καὶ δεῖ· ἐξωθουμένη δὲ μᾶλλον καὶ διεκπίπτουσα Θεοῦ, καὶ τῆς πρὸς Υἱὸν συναφείας τῆς διὰ τοῦ Πνεύματος. Καὶ γοῦν

533

ἀναθεῖ πρὸς τὸ ἐν ἀρχαῖς εἰ βούλοιτο, πνευματικὴν λαχοῦσα τὴν ἀναμόρφωσιν, καὶ τῆς θείας αὐτοῦ φύσεως κεκλημένη πρὸς μετουσίαν διὰ τοῦ Πνεύματος. Εἴπερ οὖν ἔτι κατ’ ἐκεί‐ νους ἐν γενητοῖς ὁ Υἱός, κατὰ τίνα δὴ τρόπον ἐξέθορέ τε
5αὐτοῦ καὶ διέστη ἡ κτίσις; Ἀεὶ γὰρ φίλον τὸ συγγενές, καὶ οὐκ ἂν ἀπονοσφίζοιτο γενητὸν γενητοῦ, κατά γε τὸ εἶναι γενητά. Τὸ γὰρ ὀθνεῖον ἀεί πως ἐν τοῖς ἑτερογενέσιν, ἤγουν ἑτεροειδέσιν, οὐκ ἐν τοῖς ἕνα καὶ τὸν αὐτὸν τῆς φύσεως ὅρον ἀποτεμομένοις ὁρᾶσθαι φιλεῖ. Πῶς οὖν ἐνοι‐
10κίζεται τῇ κτίσει διὰ τοῦ Πνεύματος ὁ Υἱός; τί προστιθεὶς ἢ δωρούμενος, ἢ πρὸς ποῖον ὕψος ἀνακομίζων τὸ νοητόν, ἢ τί τὸ ἄμεινον ἐγχαράττων αὐτῇ; Πῶς δὲ οὐκ ὢν αὐτὸς ἐν ἀμείνοσι (πεποίηται γὰρ μεθ’ ἡμῶν, ὡς γοῦν ἐκεῖνοί φασιν), ἑαυτὸν κενῶσαι λέγεται, ἢ ποίας ἂν ἐδεήθη συγκα‐
15ταβάσεως, ἵνα καθεὶς ἑαυτὸν ὡς ἐξ ὑψωμάτων τῶν ὑπὲρ τὴν κτίσιν, κόσμῳ συναφθῇ καὶ κόσμου γένηται μέρος, εἰ μὴ ὑπὲρ κόσμον ἐστὶ καὶ κτίσιν; Β. Ἀπορήσειν οἶμαι πρὸς τοῦτο αὐτούς. Α. Ἀνθότου δὲ δὴ μόνος αὐτὸς ἐλεύθερός τε καὶ ἐλευ‐
20θερωτής, καίτοι τῆς ὅλης κτίσεως δοῦλον ὑποτιθείσης τῷ Θεῷ τὸν αὐχένα; Ἀνούστατοι δὲ καὶ λεληρηκότες εἴημεν ἄν, ὦ φιλότης, εἰ τὸν ἐκ Θεοῦ κατὰ φύσιν καὶ τῷ Θεῷ καὶ Πατρὶ συναΐδιον Υἱὸν ἐν τοῖς κατὰ χάριν θήσομεν. Ποῦ γὰρ ἡμῶν ἢ ποῖον ἔσται λοιπὸν τὸ ἀρχέτυπον, εἰ καθίκοιτο224 in vol. 2
25μεθ’ ἡμῶν καὶ ὁ πρὸς ὃν μεμορφώμεθα πρὸς τὸ κατὰ θέσιν καὶ μίμησιν; Β. Εὐκρινέστατα μὲν ἡμῖν καὶ μάλα σαφῶς τὸν περὶ τούτου δοκεῖς διαπερᾶναι λόγον. Οἶμαι δὲ ἔγωγε τοὺς δι’ ἐναντίας, Οὐ γὰρ, ὦ γενναῖοι, φράσαι, ποίημα τὸν
30Υἱὸν ἱεροὶ μὲν ἄνωθεν ὑμνήκασι λόγοι, θεῖος δὲ καὶ μέγας ὁ τῶν ἀποστόλων ἔγνω χορός; Καίτοι Σολομῶν μέν φησι, τὸ τοῦ Υἱοῦ πρόσωπον ἐν προαγορεύσει ζωγραφῶν· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ.» Ὅ γε μὴν τῶν ἄλλων ἔκκριτος Πέτρος· «Ἀσφαλῶς οὖν
35γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός.» Τί δὴ οὖν ἄρα φαῖμεν ἂν εἰ καὶ τοιοῖσδε πάλιν ἡμᾶς ἐκπολιορκοῖεν λόγοις; Α. Τί δὲ δὴ ἕτερον ἢ ὅπερ ἐστὶν ἀληθὲς εἰπεῖν· «Οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι;» Νοῦς γὰρ σοφίᾳ τῇ ἄνωθεν,
40ἣ ἐκ τοῦ τῶν φώτων καταχεῖται Πατρός, οὐ καταλαμ‐ πόμενος παχύς τέ ἐστι καὶ μέλας, καὶ τὴν ἐκ τῆς δυσμαθείας ἀχλὺν διεκδραμεῖν οὐχ οἷός τε. Καί μοι δοκεῖ τὴν οὕτως ἀπηχθημένην καταναρκῆσαι νόσον, ἀναμέλψαι τε οὕτω πρὸς

534

Θεὸν τὸν θεσπέσιον Δαβίδ· «Φώτισον τοὺς ὀφθαλμούς μου μή ποτε ὑπνώσω εἰς θάνατον.» Ἄγε δὴ οὖν, γοργῷ τε καὶ ἀνανήφοντι νῷ, τὴν τῶν προκειμένων ἐκβασανίζοντες γνῶσιν, καὶ καθάπερ αἱ κυνῶν εὔρινοί τε καὶ καλαὶ τὴν
5ἄποπτον ἔτι καὶ τοῖς πονηροῖς οὐχ ἁλώσιμον ἰχνηλατῶμεν ἀλήθειαν. Ἐκτίσθαι μὲν γὰρ ὁμολογουμένως ἑαυτὸν εἴρηκεν ὁ Υἱός, οὐ μὴν ἀναιτίως τοῦτό γε ἔφη παθεῖν, πρὸς ἔργα δὲ μᾶλλον αὐτοῦ, καὶ «ἀρχὴν ὁδῶν αὐτοῦ,» δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός. Οὐκοῦν ἡ κτίσις ἐν τούτοις226 in vol. 2
10κατασημήνειεν ἄν, οὐ τὴν ἐξ οὐκ ὄντων ποθέν, ἀλλὰ τὴν τοῦ ὄντος τε καὶ ὑφεστηκότος ἐπὶ τοιοῖσδέ τισι τοῖς πραχθη‐ σομένοις παραγωγήν, καθάπερ ἀμέλει καὶ τὸν ὑφαντήν, ἤγουν σιδηρέα τυχόν, ἔξω τοῦ τι δρᾶν ἑστῶτάς τε καὶ νοουμένους, ἡ τοῦ πρὸς ἔργα διανιστάντος θέλησις, ἐνεργὸν
15μὲν γενέσθαι ποιεῖ πρὸς ὅπερ ἂν ἑκάτερος ἐπιτηδείως ἔχοι, ὑπονοηθείη δ’ ἂν οὐδαμῶς καὶ πρὸς τὸ εἶναι παρενεγκεῖν. Εἰ μὲν οὖν ἐπενηνεγμένου τὸ παράπαν οὐδενὸς τὸ «Κύριος ἔκτισέ με,» φησὶν ὁ Υἱός, οὐκ ἀπίθανον κομιδῇ, τό γε ἧκον εἰς ὑποψίαν, ἦν ἂν αὐτοῖς τὸ θρυλλούμενον. Ἐπειδὴ δὲ οὐχ
20ἁπλῶς οὐδὲ ἀσυμπλόκως ἐκτίσθαι φησίν, ἀλλ’ εἰς ἔργα καὶ ἀρχὴν ὁδῶν· τί μὴ παρέντες τὸ ἀκαλλὲς αἱροῦνται τὸ ἄμεινον, ἐννοοῦντες ὅτι γέγραπται περὶ Θεοῦ· «Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγήν;» Δοίης ἂν οὖν ἄρα γενητὸν εἶναι τὸν Θεὸν εἰ καί τῳ διαφημίζοιτο γενέσθαι
25καταφυγή; Β. Οὐδ’ ὁπωστιοῦν. Α. Τί οὖν, εἰπέ μοι, μαθόντες, ἑτεροκλινῆ καὶ δυσήνιον ἔχουσι τὸν νοῦν, καὶ πολυπλόκοις φενακισμοῖς οἱονεί τινι παντευχίᾳ χρώμενοι, κατακρούουσιν οἱ διεστραμμένοι, καίτοι
30δέον ἀπορθοῦν εἰς ἀλήθειαν εὖ μάλα φιλεῖν καὶ τὸ μὴ σφόδρα θεοπρεπῶς εἰρῆσθαι δοκοῦν, διὰ τὸ ἀνθρώπινον καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν τοῦ Υἱοῦ; Ἄλλως τε—φάναι γὰρ δὴ οἶμαι κἀκεῖνο πρέπειν—ὡς ἐκτίσθαι λέγων προστέθεικεν
ὅτι καὶ γεγέννηται. «Πρὸ γάρ τοι βουνῶν ἁπάντων γεννᾷ228 in vol. 2
35με,» φησίν. Ἢ τοίνυν τὴν γέννησιν διὰ τὸ ἐκτίσθαι λέγειν ἀναιρήσομεν, ἢ τὸ ἐκτίσθαι μεθέντες γεγεννῆσθαι δώσομεν. Ἀντεξάγουσι γὰρ ἀλλήλαιν αἱ λέξεις τὰ δι’ ἀμφοῖν δηλού‐ μενα, ἀλλ’ ἔχει τὸ ἀψευδὲς ἐν ἀμφοῖν ὁ λόγος. Οὐκοῦν ὁ αὐτὸς γεγέννηται μὲν ἐκ Πατρὸς ὡς Θεός, ἔκτισται δὲ αὖ
40κατὰ τὴν σάρκα. Καὶ ἀναπείθει πρὸς τοῦτο λόγος ἡμᾶς ἱερός· «Ἰδοὺ γάρ, φησίν, ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ,

535

ὅ ἐστι μεθερμηνευόμενον Μεθ’ ἡμῶν ὁ Θεός.» Πῶς γὰρ ἂν γένοιτο μεθ’ ἡμῶν Θεὸς ὢν ὁ Λόγος; Μῶν ἐγγύτητί τε καὶ σχέσει τῇ κατὰ τόπον, καὶ νόμῳ σωμάτων; Εἶτα πῶς τοῦτο οὐκ ἀπηχές; Οὐκοῦν, ὅτε τὴν πρὸς ἡμᾶς εἰσδέδεκται
5συμμορφίαν καὶ τὸ τῆς δουλείας σμικροπρεπές, καὶ καθίκετο μεθ’ ἡμῶν ἐν γενητοῖς ὁ ἀγένητος, τότε γέγονε μεθ’ ἡμῶν, καίτοι τοσοῦτον ἀνεστηκώς τε καὶ ὑπερκείμενος ὅσον ἂν νοοῖτο θεότητος φύσις πρὸς κτίσμα καὶ ποίημα. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαβὶδ ἀμετρήτοις τισὶ καὶ ἀσυγκρίτοις
10ὑπεροχαῖς τῶν καθ’ ἡμᾶς ἠρμένον καὶ ἐν ἀρρήτοις ὄντα ταῖς δόξαις ἐκάλει πρὸς συμμορφίαν τὴν πρὸς ἡμᾶς τὸν ἐκ Θεοῦ πεφηνότα Μονογενῆ, ψάλλων τε καὶ λέγων· «Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψεσιν;» Ὁ γάρ τοι φύσεως νόμῳ διεστηκὼς καὶ τοῖς
15ἄλλοις ἅπασιν ἀσυμφυᾶ καὶ ἀνέμβατον ἀποτεμόμενος ἰδιότητα καὶ ὑπεροχὴν γέγονε μεθ’ ἡμῶν, ὅτε τὴν ἑκούσιον δι’ ἡμᾶς ὑπέστη κένωσιν. Εἰ δὲ μὴ οὕτως ἔχειν ἐροῦσι, τὸ ἀπεῖργον ἔτι, καθάπερ ἐγᾦμαι, παντελῶς οὐδὲν ἀνυποστόλως εἰπεῖν
ὡς ἐρραψῴδηκε μάτην ὁ θεῖος ἡμῖν ἔν γε τουτῳῒ λόγος,230 in vol. 2
20μεθ’ ἡμῶν γεγενῆσθαι λέγων τὸν Υἱὸν ὅτε γέγονεν ἄνθρωπος. Πότε γὰρ ἦν οὐ μεθ’ ἡμῶν, εἴπερ ἐστὶ γενητός; Β. Εὖ λέγεις. Α. Εἰ δὲ δὴ καὶ λέγοιτο Χριστὸς γενέσθαι καὶ Κύριος, ἐννοήσεις ὅτι κεκένωκεν ἑαυτόν, μέτρον ὑποδὺς τὸ δουλο‐
25πρεπὲς διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. Καὶ ἦν, οἶμαί που, σοφόν τε καὶ ἀναγκαῖον, οὐχὶ τοῖς καθ’ ἡμᾶς, οὐδὲ τῇ τῆς σαρκὸς ἀδοξίᾳ τὴν θείαν ἡττᾶσθαι φύσιν, ἀναπότριπτον ἔχουσαν τῆς δουλείας τὸ κατηγόρημα καὶ τὴν εἰσποίητον ἀδοξίαν, ἀλλὰ τὸ ἐκ τῆς δουλείας σμικροπρεπὲς τῇ τῆς
30θεότητος δόξῃ παραχωρεῖν. Οὐκοῦν ἐπείπερ ἐν δούλοις κεχρημάτικε δι’ ἡμᾶς, ἀνεφοίτησε δὲ αὖ εἰς τὴν ἐνοῦσαν αὐτῷ καὶ ἀναπόβλητον κυριότητα, καὶ φύσεως νόμοις ἐρηρεισμένην, Κύριος κεκλῆσθαι λέγεται, καὶ μεθ’ ἡμῶν γενέσθαι διὰ τὸ ἀνθρώπινον. Εἰ δὲ δὴ μέλλοιμεν, τῆς
35ἀληθοῦς θεωρίας ἠφειδηκότες, ἐπιπλέκειν τῷ Λόγῳ πάντα τὰ σαρκός, ἤτοι διὰ τὴν σάρκα πεπραγμένα τε καὶ εἰρημένα, δυσσεβήσομεν οὐ μετρίως. Γέγονε γὰρ ὑπὸ νόμον· καὶ μὴν ὁρατός τε καὶ ἁπτὸς καὶ βραχύ τι παρ’ ἀγγέλους, «καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν
40ἤχθη,» καὶ τὸν οὕτως οἰκτρὸν ὑπέστη θάνατον. Ἀναθετέον οὖν ἄρα τῇ τοῦ Λόγου φύσει, καὶ εἰ δίχα νοοῖτο σαρκός,

536

τὸ καὶ ἐν τούτοις εἶναι τυχὸν τοῖς ὧδε χθαμαλωτάτοις καὶ πολὺ νοσοῦσι τὸ δυσκλεές. Καὶ τί τὸ ἐντεῦθεν; Ἀπώλισθεν ὁ ἀγαπητὸς καὶ σύνεδρος τῷ Πατρὶ παντός, οἶμαι, λοιπὸν τοῦ πρὸς δόξαν αὐτὸν ἀνέχοντος τὴν θεοπρεπῆ, μᾶλλον δὲ
5κἂν γοῦν ἐν ἴσῳ τιθέντος τοῖς ἁγίοις ἀγγέλοις. Ἀνθότου
δὴ οὖν, ὁ μὲν τοῖς θείοις ἐναγλαΐζεται θώκοις, καὶ συνεδρεύει τῷ Πατρί, οἱ δὲ παρεστᾶσιν ἐν κύκλῳ, τὸ τῆς ὑπ’ αὐτῷ δουλείας οὐκ ἀτιμάζοντες μέτρον; Καὶ ὁ μὲν ἔστι τε καὶ λέγεται Κύριος Σαβαώθ, οἱ δὲ ταῖς εἰς κυριότητα καταγε‐232 in vol. 2
10ραίρουσιν εὐφημίαις, πλήρη τε εἶναί φασι τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ; Ἆρ’ οὖν οὐχὶ τὸ πεποιῆσθαι λέγειν τὸν ὧδε τεθαυμασμένον καὶ πρὸς τῶν ἐχόντων λῆξιν εὐκλείας, τῆς ἀνωτάτω ψυχρᾶς καὶ ἑώλου νόσημα φρενός; Β. Παντάπασι μὲν οὖν· τἀμὰ γὰρ ἐν τούτοις. Φασὶ
15δ’ οὖν ὅμως εἰς ἔργα τοῦ Πατρὸς προβεβλῆσθαι τὸν Υἱὸν οὐχὶ μόνον ὅτε τὴν καθ’ ἡμᾶς ὑπέδυ μορφήν, ἀλλ’ ἐξ οὗ καὶ πέφηνεν, ἵνα δι’ αὐτοῦ τὰ πάντα ἐργάσαιτο, καθάπερ ὀργανικήν τινα τὴν ὑπουργίαν ἐν τοῖς κτίσμασι τὴν παρ’ ἑαυ‐ τοῦ κίνησιν συνεισφέροντος.
20Α. Βαβαὶ τῆς οὕτω δεινῆς καὶ ἀκράτου θρασυστομίας! Ποίων γὰρ ἂν ἔτι φείσαιντο λόγων οἱ καὶ αὐτοῦ καταχέοντες τοῦ Θεοῦ καὶ Πατρὸς τὸ εἰκαιουργόν, καὶ τὸ ἥκιστα διαρκῆ πρὸς πᾶν ὁτιοῦν διακεκτῆσθαι δύναμιν τὴν δημιουργόν, ἀλλ’ ὁμοῦ μὲν τοῦ πρέποντος ἁμαρτεῖν, τητᾶσθαι δὲ οὕτω
25καὶ εὐσθενείας τῆς ἀνωτάτω; Β. Πῶς; Α. Ἦ οὐκ ἐννοεῖς καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο, ὡς εἴπερ ἦν ἄμεινον ταῖς ἑαυτοῦ κινήσεσιν ὀργανικὴν ὑπουργίαν ἀεὶ συνεισάγοντα δημιουργὸν ὁρᾶσθαι τὸν Θεὸν καὶ Πατέρα,
30πεφυκέναι τε οὕτως ἃ ἂν βούλοιτο κατορθοῦν, ἤγουν τὴν ἐκ ψόγου μὴ διαδρᾶναι γραφήν, εἴπερ ἴοι πρὸς ἔργα καθ’ ἕτερον τρόπον· πῶς οὐκ ἠδίκηκε τὸν Υἱόν, οὐκ ἐν ὀργάνῳ καὶ μεσιτείᾳ τινὸς ἑτέρου παρακομίζων εἰς ὕπαρξιν, ψιλὴν δὲ αὐτῷ καὶ μόνην τῆς ἑαυτοῦ δυνάμεως τὴν αὐτουργίαν
35δωρούμενος; Καὶ τὰ μὲν ἕτερα τῶν κτισμάτων, ἃ καὶ τῆς Υἱοῦ δόξης ἡττᾶσθαί φασι, τὸν ἄριστόν τε καὶ προὔχοντα τοῦ παρῆχθαι πρὸς ὕπαρξιν διεκληρώσατο τρόπον· ὁ δέ, καίτοι τοῖς οὕτω ὑπερκειμένοις πλεονεκτήμασιν ἐκτετιμη‐ μένος, τὸν αἰσχίω τε καὶ ἐν δευτέροις. Ἀλλ’ ἦν δήπου234 in vol. 2
40τυχόν, ἐροῦσί τινες, ἀμείνων ἡ αὐτουργία, καὶ ταύτης ἔλαχεν ὁ Υἱός. Εἶτα τί τὸ ἀναπεῖθον, ἀποκρινάσθων ἐκεῖνοι,

537

τὴν ὑπερτάτην οὕτω καὶ ὑπὲρ θαῦμα βουλὴν τοῦ Πατρὸς μὴ οὐχὶ τὸν ἀμείνω τοῦ χείρονος ἀνθελέσθαι τρόπον ἔν γε τῷ χρῆναι δημιουργεῖν, ἀφαμαρτεῖν δὲ οὕτω τοῦ λίαν πρεπωδεστάτου, παραλόγως κατωκνηκότα πρὸς τὸ δεῖν
5ἑλέσθαι περαίνειν ἃ χρῆν; Β. Ἄμεσον οὖν ἔδει, φησί, τοῖς κτίσμασιν ἐπαφεῖναι τὴν ἐνέργειαν τὸν τῶν ὅλων Πατέρα; Α. Τί μήν, ὦ ἑταῖρε; Ὀργανικὴν δέ, εἰπέ μοι, καὶ ὑπουργικὴν τὴν ἐπικουρίαν εἰσδέχεσθαι λῷον ἦν αὐτῷ;
10Καίτοι τῶν ἐκτόπων ἐννοιῶν πάμπολυς ἡμῖν ἐντεῦθεν ἀνατελεῖ καὶ ἀναφανεῖται δῆμος. Τίς γὰρ ἂν γένοιτο τοῦ συνεργαζομένου χρεία τῷ Θεῷ καὶ Πατρί, ὀργάνου δὲ καὶ μεσίτου τίς ἡ ὄνησις οὐχ ὁρῶ. Εἰ μὲν γὰρ ἀληθῶς ἀναγκαίαν οἶδεν ἑαυτῷ τοῦ συγκτίζοντος τὴν συνεισδρομήν, καὶ
15χρειωδῶς παρεκόμισεν ἔν γε τουτῳῒ τὸν ἐπίκλην Υἱόν, τελοῦντά γε μὴν κατ’ αὐτοὺς ἐν κτίσμασι, πῶς ἂν ἔχοι τὸ τελείως εὐσθενές, ἔν γε τῷ εἶναι δημιουργός, δι’ ὀργάνου καὶ μόλις συλλέγων ἐν ἑαυτῷ τὸ ἀπηρτίσθαι τελείως πρὸς ὃ πεφυκέναι λέγεται; Καὶ τὸ ἔτι δύσφημον οὐκ ἐρῶ.
20Πλήρωμα γὰρ θεότητος πέφηνεν ἤδη τὸ γενητόν, καὶ τὸ ἐν τάξει παραληφθὲν τῇ ὑπουργικῇ, τῆς δημιουργικῆς δυνάμεως τοῦ Πατρὸς ἐπικούρημα χρειωδέστατον. Εἶτα πῶς, εἰπέ μοι, μεσολαβοῦντος οὐδενός, ἐξήρκεσεν ἂν εἰς τὴν Υἱοῦ ποίησιν, εἴπερ ἐστὶ γενητός, καίτοι μειζόνως τε καὶ ἀσυγ‐
25κρίτως ὑπερκειμένου; Τιμαῖς γὰρ αὐτὸν ταῖς οὕτως ἀπατηλαῖς καταγοητεύειν ὑποκρίνονται, τὸ τῆς δυσφημίας ἀκαλλὲς κατερυθριῶντες, οἶμαί που. Ὁ δὲ δὴ πρὸς τὸ οὕτως ὑπερφερές τε καὶ ὑπερθρῶσκον ἀνεπικούρητός τε καὶ μόνος ἀρκέσας, πῶς ἂν ἠτόνησεν εἰς τὴν τῶν ὑποβεβηκότων236 in vol. 2
30ὑπόστασιν τὸν συνεργάτην οὐκ ἔχων; Ἆρ’ οὖν οὐχὶ κατοι‐ μώζειν ἄξιον τοὺς οἵ γε ταυτὶ καὶ διανοεῖσθαι μόνον οὐ καταπεφρίκασιν; Β. Πῶς γὰρ οὔ; πλὴν ἀκούοις ἂν ἔτι. Μικρὸν γὰρ εἶναί φασι τῷ Θεῷ καὶ Πατρὶ τὸ ἐφ’ ἅπασιν αὐτουργικόν.
35Α. Ἄπαγε τῆς δυσφημίας, ἄνθρωπε! Λέγοις δ’ ἂν εἰκότως, ὡς ἀπωτάτω τιθεὶς τῆς ἐπὶ τούτοις αἰτίας τὴν σεαυτοῦ ψυχήν· «Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου· μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι
40προφάσεις ἐν ἁμαρτίαις, σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν.» Ὁ γάρ τοι σμικρὸν εἶναι λέγων τῷ Θεῷ καὶ Πατρὶ τὸ ἐφ’ ἅπασιν αὐτουργικὸν τύφου καὶ ἀλαζονείας

538

αὐτὸν οὐκ ἀπηλλάχθαι φησί, ξυνωρίδα δὲ ταύτην αὐτῷ τῶν ὅτι μάλιστα βδελυρῶν καὶ ἀπηχθημένων ἀναθήσει παθῶν. Εἴη δ’ ἂν καὶ ἑτέρως ἀμαθής, ἀλλ’ οὐδὲ ὅποι πρόεισιν ὁ λόγος ἐννοῶν. Βουλοίμην δ’ ἂν ἔγωγε διαπυθέσθαι
5σου. Β. Τὸ τί δή; Α. Οὐ γὰρ γενητὸν εἶναί φασι τὸν Υἱόν; Β. Ναί, ἀλλὰ τί μήν; Α. Εἴπερ οὖν ὁρῷτο πρὸς ἡμῶν, κατά γε τὸ ἐγχωροῦν,
10ὅ τί ποτέ ἐστιν ἡ τῶν ὅλων κατάρχουσα φύσις, οὐ σμικρὸν ὀψόμεθα πᾶν αὐτῇ γενητόν; Β. Σμικρὸν ὁμολογουμένως. Α. Εἶτα τὸν μὲν Υἱὸν ἠξίου μόνον τε καὶ μόνως
δημιουργεῖν· κατερυθριάσας δὲ ὥσπερ τὸ χρῆμα, μέτεισιν238 in vol. 2
15εὐθύς, καὶ ταῖς ἑτέρου δίδωσιν ἐνεργείαις τὸ καλεῖν εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ. Καίτοι δόξης τε καὶ εὐφημίας ἡ παγκάλη τε καὶ παναρίστη μοῖρα τὸ δημιουργεῖν δύνασθαι τῷ Θεῷ, ὅτε καὶ διὰ τούτου τίς τε καὶ ὅσος ἐστὶ πρὸς ἡμῶν γινώσκεται. «Ἀπὸ γὰρ μεγέθους καὶ καλλονῆς
20κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται,» κατὰ τὸ γεγραμμένον. Εἰ δὲ δι’ ὧν γινώσκεται σμικρὰ λογιεῖται καὶ κατερριμμένα ταυτί, τὴν ἰδίαν αὐτὸς αἰσχυ‐ νεῖται φύσιν, ἀκαλλέστατά που, κατὰ τὸ εἰκός, ἔχουσαν εἰδώς. Καίτοι λίαν εὐκλεὲς παντὶ μὲν ἀνθρώπῳ, παντὶ
25δὲ ἀγγέλῳ, τὰ δι’ ὧν ἑκάτερον ὁρᾶσθαι πέφυκε τοῦθ’ ὅπερ ἐστὶ διακεκτῆσθαι τελείως, καὶ οὐδὲν ἂν οἷς ἔλαχεν ἐπερυ‐ θριάσοι ποτέ, τὸ τί κατὰ φύσιν ἐστὶν εἴπερ ἐθέλοι γινώσ‐ κεσθαι. Ἀνθότου δὴ οὖν ἐπαισχυνεῖται λοιπὸν οἷς ἂν ἔχοι Θεός, ἢ μῶμον ἡγήσαιτο τὰ δι’ ὧν ἂν νοοῖτο Θεός; Εἰ δὲ
30δὴ σμικρὸν αὐτῷ καὶ λόγου τοῦ μηδενὸς ἄξιον τὸ ποιῆσαι τὰ Σεραφὶμ καὶ παραγαγεῖν ἀγγέλους, τῆς ἰδίας φύσεως ἀναμετροῦντι τὸ μέγεθος καὶ τὴν ἐκπρεπεστάτην ὑπεροχήν, ἆρ’ οὐχὶ κατὰ τὸν ἴσον τρόπον σμικρὸν ἂν εἴη τὸ πρὸς αὐτῶν προσκυνεῖσθαί τε καὶ δοξολογεῖσθαι θέλειν; Ὧν γὰρ
35οὐκ εἶναι δημιουργὸς ἀξιοῖ, πῶς ἂν ἕλοιτο νοεῖσθαι Θεός; Ἐφίεται δὲ ἀνθότου τῆς πρὸς ἡμῶν τιμῆς καὶ λατρείας, εἰ μηδὲ παράγειν ἡμᾶς εἰς γένεσιν ἀξιοῖ; Πῶς δ’ ἂν οὐχὶ τὴν ἰδίαν αὐτὸς κατασίνοιτο δόξαν, εἰ σμικρὸν ἡγήσαιτο τὸ δι’ ὃ δοξάζεται;
40Β. Πῶς δὴ οὖν ἄρα, φασίν, ἔκτισεν ὁ Πατὴρ τὰ πάντα δι’ Υἱοῦ; Α. Ὡς διὰ Λόγου καὶ σοφίας καὶ τῆς ἐνούσης ἰσχύος αὐτῷ. Πάντα γὰρ ταῦτά ἐστιν ὁ Υἱὸς τῷ Πατρί· ἀλλ’ ὧδέ πη τόδε διαγυμνάζωμεν, οἶμον ἰόντες τὴν βασιλικήν, καὶ
45κατ’ εὐθὺ τῆς ἀληθείας διᾴττοντες. Ἦ γὰρ οὐχὶ συννεύσειας ἄν, καὶ λίαν ἑτοίμως, ὡς εἴπερ εἶναί φαμεν τὸν Πατέρα240 in vol. 2

539

δημιουργόν, ἕψεταί που πάντως καὶ τὸ χρῆναι νοεῖν ὡς οὔτε ἄναλκις οὔτε ἄσοφος ὤν, οὔτε μὴν Λόγου δίχα δημιουργεῖ; Β. Ἕψεται γὰρ οὖν. Τοιγάρτοι φησὶ μὲν ὁ Μελῳδός·
5«Πάντα ἐν σοφίᾳ ἐποίησας.» Τὴν δὲ τοῦ παντὸς γένεσιν τρανότερον ἐξηγούμενος, ἀνεκεκράγει λέγων ὁ προφήτης Ἱερεμίας· «Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανόν.»
10Α. Τί δέ; Οὐχὶ σοφίᾳ τε καὶ ἰσχύϊ καὶ μὴν καὶ φρονήσει Θεοῦ τὰ πάντα ἐκτίσθαι διαρρήδην ἡμῖν ἀναγράφοντος Ἠσαΐου, πάντα δι’ Υἱοῦ γενέσθαι φησὶν ὁ σοφὸς Ἰωάννης; «Πάντα γάρ, ἔφη, δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.»
15Β. Ναί. Τί οὖν τοῦτό γε; Α. Ὅτι σοφία καὶ δύναμις ὢν τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς ἡμῖν ἀναπέφανται. Β. Πῶς γὰρ ἢ πόθεν τοῦτο ἀμφίλογον; Α. Οὐκοῦν, ἄγε δὴ φράσον πότερα τὸν Υἱὸν ἐν σοφίᾳ
20καὶ συνέσει καὶ δυνάμει τοῦ Πατρὸς παρῆχθαι πρὸς ὕπαρξιν, ἤγουν ἀσόφως τε καὶ ἀσυνέτως καὶ ἀσθενῶς ἡγώμεθα; Γενητὸν γὰρ εἶναί φασι. Β. Καὶ μὴν τοῦτό γέ ἐστι παντάπασιν ἀμαθές. Οὐ γὰρ ἦν ὅτε σοφίας ἦν δίχα καὶ δυνάμεως ὁ Πατήρ.
25Α. Εὖ λέγεις. Ἐπαινέσομαι γὰρ οὖν ὀρθὰ καὶ δίκαιά σε φρονεῖν ᾑρημένον. Ἀλλὰ τί πρὸς ταῦτα φαῖεν ἂν οἱ
τοῖς γενητοῖς ἐναρίθμιον καταγράφοντες τὸν Υἱόν; Εἰ γὰρ ἦν μὲν οὐκ ἀεί, νόμῳ δὲ κτίσεως χρόνῳ παρήχθη πρὸς ὕπαρξιν, καίτοι σοφία καὶ δύναμις καὶ σύνεσις ὢν τοῦ242 in vol. 2
30Πατρός, ἀσθενῆ καὶ ἄναλκιν ἄσοφόν τε καὶ ἀσύνετον ὁμολογήσουσιν εἶναι πρὸ αὐτοῦ τὸν Πατέρα, πεποιῆσθαί τε δώσουσι τὸν Υἱὸν ἀσόφως τε καὶ ἀνάνδρως, καίτοι πλουσίῳ περιχεόμενον θαύματι, καὶ οὐκ ἐν οἷς ἡ κτίσις, ἀλλ’ ἐν ἀσυγκρίτοις ὄντα ταῖς ὑπεροχαῖς. Εἰ δὲ δὴ κατα‐
35μειδιῶντος αὐτῶν παντός, οἶμαι, λόγου, τὸ τῆς δυσφημίας αἶσχος παρωθούμενοι, καὶ αὐτὸν ἐν σοφίᾳ καὶ δυνάμει τοῦ Πατρὸς παρῆχθαι πρὸς γένεσιν οἰήσονται δεῖν, ἀναγκαῖον ὁμολογεῖν ὡς αὐτὸς ἑαυτοῦ πρεσβύτερος ἔσται λοιπὸν καὶ πρός γε τούτῳ δημιουργός. Ὑπέστησε γὰρ ἑαυτὸν ὁ Υἱός,
40εἴπερ ὢν αὐτὸς ἡ πᾶσα σοφία καὶ ἡ δύναμις τοῦ Πατρός, ἐν δυνάμει τῇ ἑαυτοῦ καὶ σοφίᾳ γέγονε. Συνίης οὖν ὅπως πανταχῆ καταρρεῖ πρὸς τὸ ἀκαλλὲς ὁ λόγος; Β. Καὶ πάνυ. Α. Παραδειχθείη δ’ ἂν οὐ σὺν ἱδρῶτι πολλῷ καὶ καθ’
45ἕτερον τρόπον ἠλίθιον κομιδῇ τὸ δόγμα αὐτοῖς. Φέρε γὰρ δή, τὴν τοῦ Θεοῦ φύσιν ταῖς ἐγχωρούσαις ἐννοίαις ὡς

540

ἔνι διαμετρήσαντες, τίς τε καὶ ὁπόση καὶ ἅπερ ἂν αὐτῇ πρέποι πολυπραγμονῶμεν, ὦ τᾶν. Πότερα δὲ χρῆναι δημιουργεῖν πιστεύωμεν, ἀφορμὴν εἰς ὕπαρξιν τοῖς γενητοῖς τὸ εἶναι θέλειν αὐτὰ διανέμουσαν, καὶ τὸ δεῖν ὑπάρξαι
5μόνον τοῖς οὐκ οὖσί ποτε κατανεύουσαν, διαπεραίνειν τε οὕτω τὴν σύμπασαν κτίσιν, ἤγουν ὑπουργίαν ἔχοντα τὴν ὀργανικήν, καὶ τὴν ἐκ τοῦ μεσιτεύοντος ἐπικουρίαν ὡς ἀναγκαίαν παρειλημμένην, οἷον εἰ καί τις ἀνδρὶ λιθουργῷ τὰ δι’ ὧν ἔσται λιθουργὸς καὶ ποιητὴς ὧν οἶδε παρατε‐
10θεῖσθαι λέγοι; Β. Εἶτα τίς, εἰπέ μοι, καταρνήσαιτ’ ἂν ὅτι πάμπολυ τὸ θεοπρεπὲς ἔν γε τῷ θελήσει μόνῃ δημιουργεῖν; Α. Ἄριστα ἔφης· ἐπείτοι καὶ ὁ θεῖος Μωσῆς ὧδέ πη καὶ οὐχ ἑτέρως παρέδειξεν ἡμῖν δημιουργοῦντα Θεόν.244 in vol. 2
15Εἶπε γάρ, φησίν, ὁ Θεός· «Γενηθήτω στερέωμα, καὶ ἐγένετο οὕτως,» συνεκφαινομένης τάχα που τῇ τῶν λόγων ἐκδρομῇ τῆς τῶν ἔργων πληρώσεως, μελλησμοῦ τε μηδενὸς τὸν μεσίτην, κατ’ ἐκείνους, καὶ ὑπουργὸν ἐνεργοῦντά τε καὶ ὀργανικῶς κινούμενον ὑποφαίνοντος. Ἔργου γὰρ ὥσπερ
20ὑπόστασις ὁ λόγος ἦν, καὶ ψιλὸν τὸ νεῦμα τοῦ μὴ ὄντος ἡ πῆξις, καὶ ἐν μόνῳ τῷ θέλειν τῶν ποιουμένων ἡ γένεσις. Ὅτε τοίνυν ἄριστόν τε καὶ πρεπωδέστατον τῷ Θεῷ καὶ Πατρὶ τὸ ὧδε δημιουργεῖν, τί τήν, οὐκ οἶδ’ ὅπως, μᾶλλον δὲ φληνάφως ἐξευρημένην ἐπικουρίαν αὐτῷ τοῦ μεσίτου
25καὶ ὑπουργοῦ προσνέμουσι, χρειωδέστατον Υἱὸν πεποιῆσθαι λέγοντες, ἵνα ὑπηρετοῖτο δι’ αὐτοῦ πρὸς τὰ λοιπὰ τῶν κτισμάτων; Ἠγνοήκασι γάρ, ὡς ἔοικεν, ὅτι καίτοι γενητὸν καὶ τελεῖν ἐν κτίσμασι διαβεβαιούμενοι τὸν Υἱόν, ἀμείνω τε καὶ ἀξιολογώτερον ἀποφαίνουσι τοῦ Πατρός.
30Β. Τίνα τρόπον; Α. Εἰ διὰ μεσίτου μὲν ἀναγκαίως ὁ Πατήρ, ἐν δέ γε μόνῳ τῷ θέλειν καὶ νεύμασιν ὁ Υἱὸς ἃ ἂν βούλοιτο κατορθοῖ, λεπρῷ μὲν λέγων ἐπ’ ἐξουσίας· «Θέλω, καθαρίσθητι·» θανάτῳ δὲ ἤδη κατισχημένους ἀνακομίζων εἰς ζωήν, καὶ
35μὴν τυφλοῖς ἐνιεὶς τὸ τριπόθητόν τε καὶ ἄηθες φῶς, ἆρ’ οὖν οὐχὶ τὸν μεσίτην καὶ ὑπουργόν, ἤγουν τὸν φύσει δημιουργὸν ἐν εὐκλείαις ὄντα ταῖς ἄγαν περιφανεστέραις καταθρήσαι τις ἄν, οὐχ ὑπερεστήξει δὲ οὕτω τοῦ τεχνίτου τὸ ὄργανον;
Β. Ἔοικεν.246 in vol. 2
40Α. Καίτοι τί δή ποτε τὴν ἐπὶ τῷ χρῆναι φρονεῖν ὀρθῶς σκέψιν τε καὶ θέλησιν ὡς ἕωλον ἀτιμάζοντες, ἀπροβούλευτον ποιοῦνται τὴν ἐπὶ τὰ χείρω ῥοπήν, καὶ ἐπὶ μόνον 〈προσ〉ίενται

541

τὸ σφίσι δοκοῦν, οὐδὲ ἐκεῖνό που τάχα διενθυμούμενοι ὡς οὐκ ἂν ἐργάσαιτό ποτε τὸ ἀνθρώπου ποίημα τὰ ὧνπερ ἂν αὐτὸς εἴη δημιουργός, οὐδ’ ἂν τὸ ὑπό του τεχνουργούμενον τῆς τοῦ τεχνουργοῦντος οὐσίας τὸ φύσει τε καὶ ἀληθῶς
5ἴδιον εὖ μάλα διακεκτήσεται, καὶ τοῦτο ἀπαραλλάκτως; Β. Πῶς γάρ; Ἐπεί τοι καὶ τὸ ἔμπαλιν ἀληθές. Τέκτων γὰρ ἤ, φέρε εἰπεῖν, χαλκουργός, οὐκ ἂν γένοιντό ποτε τὰ τέχνης ἔργα, χαλκουργικῆς ἢ τεκτονικῆς. Α. Ὀρθῶς ἔφης· καί σε τῆς ἄγαν ἀγχινοίας ἄγαμαί
10τε καὶ ἐπαινέσας ἔχω. Τίνα δὴ οὖν τρόπον, εἴπερ ἐστὶ γενητὸς ὁ Υἱός, ἰσουργήσει μὲν ἀπαραλλάκτως τῷ Θεῷ καὶ Πατρί, καὶ τὸ τῆς ἀνωτάτω πασῶν οὐσίας ἴδιον καὶ ἐξαίρετον ἐν ἰδίᾳ φύσει λαχών, καλεῖ μὲν ὡς ὄντα τὰ οὐκ ὄντα ποτέ, παραφέρει δὲ οὕτως εὐσθενέστατα καὶ ἀμογητὶ πρὸς ὕπαρ‐
15ξιν, ὡς ἔν γε τῷ βεβουλῆσθαι μόνον ἀποπεραίνεσθαι τὴν δημιουργίαν; Ἦ οὐχ ὧδε δημιουργήσειεν ἂν καὶ αὐτὸς ὁ Πατήρ, ἀποχρῶσαν ἔχων εἰς τοῦτο τὴν ἰδίαν φύσιν, καὶ ἀνεπικούρητον παντελῶς ὑπό του τῶν γενητῶν τὴν ἐνέργειαν;
20Β. Ὧδε ἔχει. Α. Ὥσπερ οὖν οὐχ οἷά τε τὰ ἐξ ἀνθρωπείας χειρός τε καὶ ἐπιστήμης ἐκτετεχνημένα δρᾶν τε καὶ ἐνεργεῖν τὰ αὐτοῦ, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον τε καὶ λόγον οὐκ ἂν ἐργάσαιτο τὰ Θεοῦ τὰ θείας ἔργα χειρός. Ἐπειδὴ δὲ
25δεδημιούργηκέ τε καὶ ἐνήργηκεν ὁ Υἱός, οὐ τοῖς ἄλλοις ἅπασιν ἀναμὶξ φιλοτέχνημα καὶ αὐτὸς θείας ἔσται χειρός,
οὔτε μὴν ἐξ οὐκ ὄντων παρῆκται δημιουργός, οὐσιωδῶς δὲ μᾶλλον τὸ χρῆμα διεκληρώσατο, καὶ οὐ μεῖον ἢ ὥσπερ ἂν ἔχοι καὶ αὐτὸς ὁ Πατήρ.248 in vol. 2
30Β. Ἀλλ’ ἐνεργούμενος, φησίν, ὑπὸ τοῦ Πατρὸς ἐνεργεῖ τὰ περὶ τὴν κτίσιν. Ἔφη γάρ που καὶ αὐτός· «Τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός.» Καὶ πάλιν· «Τὰ ἔργα ἃ ἐγὼ ποιῶ οὐκ ἔστιν ἐμά, ἀλλὰ τοῦ πέμψαντός με.»
35Α. Ταυτὶ μὲν οἶδ’ ὅτι προσθεῖεν ἂν ἡμῖν οἱ δι’ ἐναντίας; πεπαύσονται γὰρ οὐδαμῶς παρασημαίνοντες τὴν ἀλήθειαν καὶ τὰ οἷσπερ ἂν ἕποιτο νοεῖσθαι σοφῶς, εἰ περιτρέποιντο πρὸς οἰκονομίαν τὴν μετὰ σαρκός, κακουργότατα κιβδη‐ λεύοντες. Εἰ μὲν οὖν ἄπαρνοί τε καὶ ἀπόψηφοι παντελῶς
40περὶ τὸ Χριστοῦ μυστήριον μειρακιωδῶς γεγονότες, παρω‐ θοῖντο τοῦ Λόγου τὴν μετὰ σαρκὸς οἰκονομίαν, μεταπλατ‐ τόντων ἀβούλως ἐπὶ τὸ σφίσι δοκοῦν ἃς ἂν βούλοιντο φωνάς. Εἰ δὲ δὴ συννεύσειαν ὀρθὰ φρονεῖν ᾑρημένοις ὅτι Θεὸς

542

ὢν ὁ Λόγος γέγονε σὰρξ καὶ κεχρημάτικεν ἄνθρωπος, τί τὸ τῆς οἰκονομίας ἀδικοῦσι σοφόν, καὶ τοὺς ὅτι μάλιστα πρεπωδεστάτους αὐτῇ μεταρυθμίζουσι λόγους ἐφ’ ὅπερ ἂν ἕλοιντο, καὶ τό γε εἰς αὐτοὺς ἧκόν τε καὶ βλέπον ἀντιφέρεσθαι
5παραπείθουσι τῇ τοῦ Μονογενοῦς φύσει τε καὶ δόξῃ; Ἰουδαῖοι μὲν γὰρ οἱ τάλανες, ταῖς ὑπὲρ νόμον εἰσηγήσεσι καὶ Μωσαϊκὴν στενολεσχίαν διαπρέποντα τὸν Χριστόν, καὶ προσέτι τοῖς ὑπὲρ λόγον τερατουργήμασιν, ὑπεράγασθαι δέον, καὶ κατακροτεῖν ἐπαίνοις, καὶ δοξολογεῖν ὡς Θεόν,
10τοῦτο μὲν οὐκ ἔδρων, παραθηγόμενοι πρὸς ὀργάς· φθόνῳ δὲ ὥσπερ πάντα σείοντες κάλων, ἐπὶ τὸ δεῖν ἑλέσθαι συκο‐
φαντεῖν ἀφιλοθέως διώλισθον. Τοιγάρτοι καὶ ἔφασκον, ὁτὲ μὲν ὅτι «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων·» ὁτὲ δὲ αὖ· «Πόθεν250 in vol. 2
15τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;» Ἀλλ’ ἦν πως ἔτι σκληρὸν καὶ τῆς ἐντέχνου οἰκονομίας ὡς ἀπωτάτω τοῖς οὕτω διακειμένοις ὡς εἴη μὲν ἀληθῶς ἐκ Θεοῦ Θεός, πέφηνε δὲ δι’ ἡμᾶς καθ’ ἡμᾶς καὶ γέγονεν ἄνθρωπος, ἀναφανδὸν εἰπεῖν· Ἐμοὶ μὲν 〈εἰσίν〉, ὦ οὗτοι, σοφία καὶ
20δύναμις, ἐγὼ δὲ τῶν παραδόξων ὁ τεχνουργός, καὶ οὐκ εἰσποίητον ἔχων τὴν ἐξουσίαν, οὔτε μὴν ὀθνείοις ἐπαυχῶν ἀξιώμασιν, ἀλλ’ ἰδικῶς τοῖς ἐμοῖς. Οὐ γὰρ ἂν εἰ τάδε ἔφη διεκαρτέρουν οἵ γε καὶ τοῖς οὕτω μετρίοις ἐπέτριζον λόγοις, καὶ κυνηδὸν ἐπιθρώσκοντες, καθυλακτεῖν ἐπετόλμων, εἴ πού
25τι καὶ παρεφθέγξατο τῶν τῆς ἀνθρωπότητος ἐπέκεινα μέτρων. Ὑποτεμνόμενος τοίνυν αὐτῶν τῆς ἀβελτηρίας τὸ πολύ, καὶ παρακομίζων κατὰ βραχὺ πρὸς ἀμείνω διάσκεψιν, καὶ ἀστείως ἀποφέρων τοῦ μὴ δεῖν οἴεσθαι τὸν τῶν ὅλων Δεσπότην καὶ Θεὸν ἐν Βεελζεβοὺλ ἐνεργεῖν, τὴν τῶν ἀποτε‐
30λεσμάτων λαμπρότητα τῇ ἀφράστῳ δυνάμει προσνέμει τοῦ Πατρός, καὶ τῇ θείᾳ μᾶλλον ἀνάπτει φύσει τὰ αὐτῇ μάλιστα πρεπωδέστατα. Ὡς δὲ ὑπάρχων αὐτὸς ἐν Πατρὶ καὶ τὸν ἴδιον ἔχων ἐν ἑαυτῷ γεννήτορα, διά γε τὸ ταὐτὸν ἀπαραποιήτως καὶ οὐσιωδῶς, τὸν Πατέρα ἔφασκεν ἐν
35ἑαυτῷ μένοντα τὰ ἔργα πληροῦν. Οὐ γάρ τοι κατὰ τὸ ἀληθὲς οἴοιτό τις ἄν, εἴ γε νοῦν ἔχοι, τὸ Θεῷ πρέπον τε καὶ ἰδικῶς ἀνακείμενον ἔργον εἶναι σαρκός, ἤγουν ἀνθρωπότητος, εἰ νοοῖτο μόνη καὶ καθ’ ἑαυτήν. Οἶμαι δὲ οὔτι που τῆς ἀναγκαίας τε ἅμα καὶ ἀληθοῦς ἐννοίας ἀφαμαρτεῖν τὸν
40λόγον. Β. Οὐ γὰρ οὖν· ἔχει γὰρ ὀρθῶς.
Α. Φαίην δ’ ἂν ὅτι καὶ τοῖς σφῶν αὐτῶν διαμαχοῦνται252 in vol. 2

543

λόγοις, ἐνεργούμενον ἐνεργεῖν εἴπερ οἴονται τὸν Υἱόν, καὶ πρός γε δὴ τούτῳ καὶ εἰς αὐτὸν τὸν Πατέρα δυσσεβήσειν ἔτι. Β. Φράσον ὅπως· νοεῖν γὰρ οὐκ ἔχω.
5Α. Οὐ γάρ, ὦ φιλότης, τὸ δοτὸν ὁτῳοῦν ὑπὸ ὁτουοῦν, καὶ ἀφαιρετέον εἴη ἄν, εἰ καὶ μὴ ἀφαιροῖτο τυχόν, ἐννενοη‐ κότος οὔπω τινὸς τὸ ἀφελέσθαι δεῖν, ὃς ἐὰν οἷός τε ᾖ τοῦτο δρᾶν; Τὸ δὲ δὴ τοῖς τῆς φύσεως νόμοις οὐκ ἐρηρεισμένον, εἰσποίητον δὲ καὶ θύραθεν, οὐκ ἀπόβλητον ἔσται τισὶ τῷ
10παθεῖν δύνασθαι τὴν ἀποβολήν, καὶ εἰ μὴ πάθοι τυχόν; Β. Καὶ μάλα. Α. Θέα δὴ οὖν ὅσον ἔν γε τουτῳῒ κατὰ τοῦ Μονογενοῦς τὸ δυσσέβημα. Εἰ γὰρ ἐνεργούμενος ἐνεργεῖ, καὶ δοτὸν αὐτῷ παρὰ τοῦ Πατρὸς τὸ ἰσχῦσαι δημιουργεῖν, τί τὸ
15λυποῦν ἔτι μεθ’ ἡμῶν εἰπεῖν· «Χάριτι Θεοῦ εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη;» Καὶ «Χάρις δὲ ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ,» πῶς ἂν ἔτι διακηρύξειεν, εἴπερ ἕλοιτο μὴ ψευδομυθεῖν, ὁ σοφώτατος Παῦλος; Πῶς γὰρ ἂν
20γένοιτο χάριτος τῷ Πατρὶ συνδοτὴρ ὁ χάριν ἔχων ἐφ’ ἑαυτῷ; Λογισμοῦ δέ, οἶμαι, τοῦ καθήκοντός τε καὶ ἀληθοῦς ἀφεστή‐ ξειεν ἂν οὔτι που, τὸν Μονογενῆ καὶ Υἱὸν εἴπερ οἴοιτό τις ὅτι τὸ δημιουργεῖν εἰκαῖον αὐτῷ, καὶ ἀπρακτήσει ποτέ, παρελέσθαι τὸ δοτὸν ἐθελήσαντος τοῦ Πατρὸς καὶ τῆς
25Υἱοῦ φύσεως ἀποσοβῆσαι τὴν ἐνέργειαν, ὑφ’ ἧς, ὥς φασι, κινούμενος, δέδεικται ποιητής. Τὸ γὰρ ὑπό του κινούμενον, κατηρεμήσειεν ἄν, εἰ μὴ κινοῖτο τυχόν, ὅτε δὴ φύσεως ἰδίας καρπὸν οὐκ ἔχει τὴν κίνησιν.
Β. Ἀληθές.254 in vol. 2
30Α. Καὶ πρός γε δὴ τούτῳ, τὸ δεινὸν αὐτοῖς καὶ πικρὸν ἕωλον ἔσται σόφισμα. Β. Τὸ τί δή; Α. Οὐ γὰρ δὴ διεπυνθάνου σεμνολογούντων ἡμῖν ἀρτίως τὰ περὶ τοῦ Πατρός, καὶ ἐξαιρόντων ἐπέκεινα τοῦ κατὰ
35σφᾶς ταπεινοῦ τε καὶ καταβεβλημένου τὸν περὶ αὐτοῦ λόγον; Παρῆχθαι γὰρ ἔφασκον χρειωδῶς τε καὶ ἀναγκαίως εἰς ὕπαρξιν τὸν Υἱὸν ἵν’ ἐπείπερ ἐστὶ τὸ ἐφ’ ἅπασιν αὐτουρ‐ γικὸν ἀκαλλὲς τῷ Πατρὶ καὶ τὸ εἶναι τῇ κτίσει προσεχῆ τὸ μεῖόν πως ἢ κατ’ αὐτόν, τουτέστιν ὁ Υἱός, ἐργάσαιτο τὰ
40λοιπά. Β. Ἐπυθόμην. Α. Ποῖ δὴ οὖν ἄρα τὸ σοφὸν αὐτοῖς διοίχεται πλάσμα εἴπερ ὅλως ἐνήργηκεν ὁ Πατὴρ δι’ Υἱοῦ τὰ περὶ τὴν κτίσιν; Τὸ γὰρ ἐνεργεῖν διὰ μέσου τινός, κίνησιν μὲν οὐκ ἔχοντος
45τὴν ἐπὶ τὸ τυχὸν αὐτοκέλευστόν τε καὶ ἰδικήν, οἱονεὶ δέ πως τὴν ὀργανικὴν ὑπομένοντος, φαίην ἂν ἔγωγε τὸ αὐτουργεῖν

544

ὅτι καὶ ἀναμφιλόγως ἐστίν. Εὔηθες δὲ ἤδη καὶ τὸ ἀκαλλὲς εἶναι λέγειν τῷ Θεῷ καὶ Πατρὶ τὸ προσεχῆ μὲν εἶναι τοῖς ἄλλοις, ὡς μικροῖς, ἐφ’ Υἱῷ γε μὴν οὐκ ἔτι. Τί γὰρ οὐ βραχὺ πρὸς Θεοῦ φύσιν, τῶν γε ἅπαξ τελούντων ἐν γενητοῖς;
5Ἢ ἴστωσαν ἀναμετροῦντες τὴν ἀμέτρητον φύσιν, σμικρὰ μὲν ὡς πρὸς αὐτὴν ἀναγράφοντές τινα, τὸ δὲ ὅτι μέγα καὶ ὑπερφυές, καὶ οὐ λίαν ἀφεστηκός, οὐκ οἶδ’ ὅπως πεφλυαρη‐ κότες. Β. Ἄριστα ἔφης.
10Α. Μεθέντες δὴ οὖν, ὦ Ἑρμεία, τὸ σοφίζεσθαι περιττά, καὶ οἱονεὶ τὸ σεμνοληρεῖν, ἐπ’ αὐτὸ δὴ καὶ μόνον ἴωμεν ἤδη τὸ ἀληθές, ὁμολογεῖν ἐγνωκότες, ὡς ἔστι Θεός, πέφηνέ
τε κατὰ φύσιν ἐκ Θεοῦ καὶ Πατρὸς ὁ Μονογενής. Καὶ εἴπερ ἐστὶ τὸ ὂν ἀληθῶς ἡ ἄναρχός τε καὶ πρεσβυτάτη καὶ256 in vol. 2
15ἀγένητος φύσις, ἐρρέτω συκοφαντία καὶ φενακισμός. Τὸν γὰρ ὄντως ὄντα τοῦ Θεοῦ Λόγον ὀψιγενῆ καὶ πεποιημένον πῶς ἂν ἔτι παραδεξαίμεθα, καὶ οὐχὶ τῶν ἀρίστων ἡμᾶς ἀπολισθεῖν βουλευμάτων, πᾶς τισοῦν, οἶμαι, τῶν εὖ φρονούν‐ των ἐρεῖ· Ἢ ἐκεῖνο φράσον (ἐρήσομαι γάρ), ἆρ’ οὐκ
20ἀληθὲς ὁμολογήσαις ἂν ὅ φημι; Υἱὸν γὰρ εἴπερ τις ὀνομάσαι Θεοῦ, οὐχ ἕτερον, οἶμαι, τὶ ἐννοήσειεν ἄν, καίτοι πλείστων ὅσων εἰσπεποιημένων εἰς υἱοθεσίαν, ἀλλ’ ἐπ’ ἐκεῖνον αὐτὸν τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς τῶν ἀκροωμένων ὁ νοῦς ὀξεῖ καὶ ἀναμφιλόγῳ φέρεται δρόμῳ. Ἦ οὐκ ἀληθὲς εἶναί σοι
25τὸ χρῆμα δοκεῖ; Β. Ναί. Α. Ὥσπερ οὖν ἑνὸς ὄντος ἐν ἡμῖν τοῦ κατὰ φύσιν τε καὶ ἀληθινοῦ Θεοῦ, εἴπερ τῳ τῶν καθ’ ἡμᾶς Θεὸν ὀνομάσαι δοκεῖ προσθέντι μηδέν, οὐδ’ ὅσον εἰς νοῦν εἰσδεξαίμεθα
30ἂν τὴν ἑτέρου δήλωσιν, καίτοι πληθύος οὕτω πολλῆς εἰς τὴν τοῦ Θεοῦ κλῆσιν εἰσδεδεγμένης ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, καθὰ γέγραπται· οὕτω τὸν ἕνα καὶ ἀληθῶς Υἱὸν ὀξύτατα διασκέψαιτ’ ἂν τῶν φιλοθέων ὁ νοῦς, εἴπερ τις ὅλως Υἱὸν ὀνομάσαι Θεοῦ, προσθεῖεν δ’ ἂν ἔτι τοῖς εἰρημένοις
35καὶ τόδε. Β. Τὸ ποῖόν τι φής; Α. Οὐ γάρ, ὦ βέλτιστε, φαίης ἂν τὸ ἀληθῶς ὂν ἓν εἶναί τι καὶ οὐ πολλά; Τοῦτο δέ ἐστι Θεός, ἤτοι Θεοῦ φύσις. Β. Φαίην ἄν.
40Α. Ἆρ οὖν οὐκ ὄντα ἐστὶ τὰ πεποιημένα καὶ κεκλημένα πρὸς ὕπαρξιν δι’ αὐτοῦ; Β. Ὄντα μέν· πῶς γὰρ οὔ; τά γε ὅλως ὑφεστηκότα.
Πλὴν κατὰ μίμησιν τοῦ ὄντος ἀληθῶς. Α. Ἐπιψηφιοῦμαι τὸ ἀληθὲς ἄριστά σοι διεγνωκότι.258 in vol. 2
45Παρακλέπτει γάρ πως ἀεὶ τὴν τοῦ φύσει δόξαν τὸ κατὰ μίμησιν. Ὥσπερ οὖν καὶ εἰ πολλὰ νοοῖτο τυχὸν κατὰ μίμησιν τοῦ ἀληθῶς ὄντος τὰ ὄντα, τὸ γοῦν ἀληθῶς ὄν ἐστιν ἕν. Κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον, καὶ εἰ πολλοὶ καλοῖντο

545

θεοὶ καὶ υἱοί, ἀλλ’ εἷς ὁ φύσει καὶ ἀληθῶς Υἱὸς καὶ Θεός. ῥίζαν ἔχων ὥσπερ τινὰ τῆς ἀφράστου γεννήσεως τὴν τοῦ Πατρὸς φύσιν. Τοιγάρτοι καὶ συναΐδιος πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων ὁμολογοῖτο ἂν εἰκότως, καὶ
5οὐχὶ παρῆχθαι δημιουργικῶς μετὰ τῶν κτισμάτων, καθὰ φρονεῖν ἔδοξε τοῖς διεστραμμένοις, οἳ τὴν ἀληθῶς ἀλήθειαν ἠγνοήκασι, τουτέστι Χριστόν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.260 in vol. 2
10tΛΟΓΟΣ ΠΕΜΠΤΟΣ
11tὍτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν τῷ
12tΥἱῷ καθὰ καὶ ἐν τῷ Πατρί.
13Α. Εἶεν· ἐκ παντὸς ἡμῖν, ὡς ἔοικε, συμβήσεται λόγου πιθανοῦ τε καὶ ἀναγκαίου, τὸ ὀψιγενῆ μὲν οὔτι που καὶ
15τὸν ἐπὶ τῷ πεποιῆσθαι μῶμον ἀνεξίτητον ἔχοντα τὸν Υἱόν, ἀναφῦναι δὲ μᾶλλον ἐξ αὐτῆς ὁμολογεῖν τῆς οὐσίας τοῦ Πατρός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, ὑψηλὴν καὶ ὑπερφυᾶ λαχόντα τὴν δόξαν καὶ ταῖς ἐπέκεινα μέτρου καὶ ἀσυγκρίτοις ὑπεροχαῖς παντὸς γενητοῦ διᾴττοντα φύσιν,
20ὑπερενεγκεῖν τε τοσοῦτον ὁπόσον ἂν οἴοιτό τις καὶ αὐτὸν τὸν Πατέρα. Β. Σύμφημι· φρονεῖς γὰρ ὀρθῶς. Ἀτάρ, εἴτοι φίλον, ἐρῶ δή τι πάλιν. Α. Καὶ μήν, ὦ ἑταῖρε, καθικοίμην ἂν ὡς ἥδιστά τε
25καὶ ἀοκνότατα πρός γε τὸ χρῆναι γεννικῶς τοῖς διακυκῶσι τἀληθὲς ἀντιφέρεσθαι λόγοις. «Ὁ γὰρ πραΰς, ἔστω καὶ μαχητής,» ἱερὸς ἡμῖν ἀναπεφώνηκε λόγος, σὺ δὲ ἀλλὰ πέραινε τὸ δοκοῦν, εἰς νοῦν ἔχων τὸ γεγραμμένον· «Ἄμελγε γάλα καὶ ἔσται βούτυρον.»
30Β. Ἴσθι δὴ οὖν ὡς εἰ διαπύθοιντό σου Θεὸν ἀληθινὸν καὶ ὁμοούσιον τῷ Πατρὶ κατονομάζοντος τὸν Υἱόν, αὐτίκα
δὴ μάλα ἐροῦντας τοὺς δι’ ἐναντίας· Τὸν ἔν γε δὴ τούτοις,262 in vol. 2

546

ὦ πανάριστε, κατὰ σέ, πῶς οὐκ ἰδίοις ἐπαυχεῖν ἀγαθοῖς πρέποι ἂν μᾶλλον, καὶ οὐχὶ τοῖς θύραθεν ἐναγλαΐζεσθαι δεῖν; Θεὸς γὰρ ὁ ἀληθῶς, ἐξ ἑαυτοῦ παντέλειος, ἄρτιός τε καὶ ἀπροσδεὴς πρὸς ὁτιοῦν, οἶμαι, τῶν τῇ τοιᾷδε φύσει
5προσπεφυκότων. Α. Τί φής; Ὡς θρασὺς ὁ λόγος καὶ ἀπονένευκε μὲν ἀσχέτως εἰς τὸ λυποῦν! Φράζε δ’ οὖν ὅμως ἀναφανδόν, τίνα δὴ τρόπον ἡμῖν ἀκρίτων οὕτω δυσφημιῶν ὄχλον τὸ σκαιὸν τῶν διεστραμμένων κεκαινούργηκε στῖφος;
10Β. Εἰ Θεός, φησίν, ἀληθινὸς καὶ ὁμοούσιός ἐστιν ὁ Υἱὸς τῷ Πατρί, οἴκοθεν ἐχέτω τὰ δι’ ὧν ἐστι Θεός, καὶ ἰδίοις μᾶλλον ἤγουν τοῖς παρὰ Πατρὸς ἐπαυχείτω πλεονεκ‐ τήμασιν. Ὃ γὰρ ἂν ἔχων ὁρῷτο, τοῦτό ἐστι παρὰ Πατρὸς καὶ θεόσδοτον. Ζῇν γὰρ ἔφη διὰ τὸν Πατέρα, καὶ δοξάζεται
15καὶ ἁγιάζεται παρ’ αὐτοῦ, καὶ ἀνεβίω τριήμερος τῇ δυνάμει τοῦ Πατρός, καὶ αὐτὸ δὲ τὸ τῆς θεότητος ὄνομα πεπλούτηκε μεθεκτῶς, καὶ προσκυνεῖ μεθ’ ἡμῶν καὶ ὑποτάττεται τῷ Πατρί, καὶ βασιλείαν δέχεται καὶ ἐξουσίαν· ἱεροὶ γὰρ ἡμῖν καὶ θεῖοι ταυτὶ παρέδοσαν λόγοι.
20Α. Ἰού, ὦ Ἑρμεία! ὡς πάμπολυς καὶ δεινὸς βλασφημιῶν ἀριθμὸς οἱονεί πως ἐν κύκλῳ περισχὼν τὴν ἀλήθειαν ἀνοσίως καθυλακτεῖ! Καὶ καιρός, ὡς ἔοικεν, ἐναρμόσασθαι καὶ ἡμᾶς τῇ τοῦ Θεοῦ παντευχίᾳ, καὶ τὴν τοῦ Πνεύματος μάχαιραν, ὅ ἐστι ῥῆμα Θεοῦ, παρεξάγειν ἀνδρικῶς, κατορρωδοῦντας
25οὐδέν, κἂν εἰ τοῖς αἰσχίοσιν ἔτι καὶ ἀγριωτέροις ἡμᾶς καταπαίοιεν λόγοις. Ἀλλ’ εἰ μὲν ἴοι χύδην τε καὶ οὐκ ἐν τάξει τὰ θεωρήματα, διολισθήσειεν ἂν εὐκόλως ὁ λόγος ἡμῖν ἔκ γε τουτουΐ πρὸς ἐκεῖνο καὶ αὖ ἐξ ἐκείνου πρὸς τοῦτο, δυσειδῆ καὶ δυσκάτοπτον τὴν ἐφ’ ἑκάστῳ γνῶσιν
30ἀποτελῶν. Παραδείξειε δ’ ἂν εὖ μάλα τὸ ἀληθὲς καὶ ἀδια‐ βλήτως ἔχον εἰ διεσταλμένην τε καὶ ἀναμέρος τὴν ἐφ’ ἑκάστῃ τῶν δυσφημιῶν ποιοῖτο βάσανον. Φέρε δὴ οὖν εὐκρινέστατά τε καὶ ἀναμέρος καὶ ἐν τάξει λέγωμεν. Προαναπυθέσθαι δέ σου βουλοίμην ἂν τόδε, πότερα τὰς τῶν θεηγόρων φωνὰς264 in vol. 2
35ταῖς ἐπ’ ἀληθείᾳ καὶ ὀρθότητι στεφανοῦσι ψήφοις, ἤγουν ἀνούστατα διωσάμενοι, ποιήσονται παρ’ οὐδέν; Β. Ἀψευδεῖν ἐροῦσιν, οἶμαί που. Α. Γράφει τοίνυν ὁ ἱερώτατός τε καὶ πανάριστος Παῦλος περὶ τοῦ Μονογενοῦς· «Τοῦτο φρονείσθω ἕκαστος ἐν
40ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων

547

γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ
5πᾶν γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Β. Τί οὖν τοῦτό γε; Α. Οὐ γὰρ δυσίν, ὦ φιλότης, διανέμει καιροῖς τὴν
10ἀφήγησιν καὶ διττὴν εἰσφέρει τοῦ μυστηρίου τὴν γνῶσιν; Ἕνα μὲν γὰρ ὁρίζει καιρόν, τὸν ἐν ἀρχαῖς τε καὶ πρῶτον, καθ’ ὃν ἦν ὁ Λόγος ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρός· δεύτερον δὲ καὶ ἐν ὑστέροις, καθ’ ὃν οἱονεί πως μεθεὶς τὸ εἶναι ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός, κεκένωκεν
15ἑαυτόν, μορφὴν δούλου λαβὼν καὶ αὐτὸν ἀνατλὰς τὸν ἐπὶ
σταυροῦ θάνατον. Τότε γὰρ δὴ καὶ τὸ φύσει μετὸν αὐτῷ καὶ οὐσιωδῶς εἰσποιήτως ἑλεῖν καὶ ὡς ἐν χάριτος τάξει νενόμισται, φημὶ δὴ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ τὸ προσκυνεῖσθαι δεῖν πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων266 in vol. 2
20ἀγγέλων. Β. Ὧδε ἔχει. Α. Ἅπας τοίνυν ἡμῖν τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος ἐπ’ ἄμφω βλέπει. Ὁτὲ μὲν γὰρ οὔπω καθιγμένον εἰς κένωσιν θεολογεῖ τὸν Υἱόν, ἀλλ’ ἐν τῷ τῆς θεότητος ὕψει
25καὶ ἐν οἷς ὁ Πατήρ· ὁτὲ δὲ αὖ, ῥοπαῖς ταῖς ἐθελουσίοις φειδοῖ τε τῇ πρὸς ἡμᾶς κεκλημένον εἰς κένωσιν, καὶ εἰς τὴν τῆς σαρκὸς ἀδοξίαν τῶν ἄνω καταφοιτήσαντα παρίστησιν ἐναργῶς. Ἆρ’ οὖν (ἐρήσομαι γὰρ) σοφοὶ καὶ ἀγχίνοι καταλογισθεῖεν ἂν οἱ διφυᾶ καὶ διπλοῦν τὸν ἔν γε τουτοισὶ
30προσιέμενοι λόγον, καὶ καιροῖς διανέμοντες τοῖς καθήκουσι τὴν μυσταγωγίαν, ἢ οἵπερ ἂν δόξειαν ἀνάχυσίν τινα καὶ ἀναφυρμὸν πραγμάτων τε ἅμα καὶ καιρῶν ἐπινοεῖν, ὡς ἀνάπτειν οὐ διεσταλμένως τὰ μὲν σαρκὸς καὶ διὰ τὴν σάρκα τῷ ἐκ Πατρὸς φύντι Λόγῳ, τὰ δὲ τοῦ Μονογενοῦς ἴδια καὶ
35ἐξαίρετα καταγράφειν σαρκὶ καὶ χρόνῳ τῷ κατ’ αὐτήν. Β. Καὶ πῶς ἀμφίλογον, ὡς ἄμεινον δήπου, Χριστὸν μὲν ἕνα καὶ Υἱὸν ὁμολογεῖν κατὰ τὰς Γραφάς, ἐπινοίαις γε μὴν καὶ τῇ θεωρίᾳ τῇ κατὰ τὸν λόγον, ἕως μὲν ἦν τῆς πρὸς σάρκα καθ’ ἕνωσιν συνδρομῆς ἀφεστηκὼς ὁ Μονογενής,
40τοῖς τῆς θεότητος ἀξιώμασιν ἐπαυχεῖν ἐκπρεπῶς, ὡς ἰδικοῖς τε καὶ φυσικοῖς· ἐπεὶ δὲ σαρκὶ συνηνέχθη καὶ γέγονεν ἄνθρωπος, τότε δὴ τότε καὶ τὰ ἐκ τοῦ κεκενῶσθαι λαβεῖν; Α. Ἀναγκαῖος τοιγαροῦν ὁ ἐπ’ ἀμφοῖν ἐστι λόγος, εἰ
45τὰ ἑκάστῳ πρέποντα βασανίζοι καιρῷ.
Β. Καὶ μάλα.268 in vol. 2

548

Α. Τὸ δὲ δὴ καὶ φύρδην ἀναχεῖσθαι τὰ ἐπ’ ἀμφοῖν ἐᾶν, ἠλίθιον παντελῶς. Παραιρήσεται γὰρ κατασκοτίζον ἡμᾶς καὶ ἐπιθολοῦν τὸ ὀρθῶς ἔχον εἰς γνῶσιν. Β. Ἀληθές.
5Α. Ὁ δή, ποτὲ μὲν ὡς Λόγος ὢν ἔτι καὶ Μονογενὴς ἐκ Πατρός, ποτὲ δὲ ὡς ἄνθρωπος, καὶ ὅτι τοῦτο πρωτότοκος καὶ ἐν πολλοῖς ἀδελφοῖς, ἆρ’ οὐχὶ πρεπωδέστατά τε καὶ ἐντεχνέστατα δι’ ἀμφοῖν ἂν ἴοι τοῖν λόγοιν, καὶ τοῦ πρὸς λῆξιν τὴν ἀνωτάτω διέρποντος καὶ τοῦ πρὸς τὰ κάτω καὶ
10εἰς ἡμᾶς καθιγμένου τε καὶ ὑφιζάνοντος, εἴπερ ἦν αὐτῷ θέλησίς τε καὶ σκοπὸς τὸ ἀναπείθειν τοὺς ἐπὶ τῆς γῆς ὡς εἴη μὲν ἀληθῶς ἐκ Θεοῦ Θεός, καθίκοιτο δὲ δι’ ἡμᾶς ἐν τοῖς καθ’ ἡμᾶς καὶ τὸ τῆς κενώσεως οὐκ ἀτιμάζοι μέτρον, ἤγουν αὐτὸς ἑαυτοῦ καταψηφιεῖται τὸ ἄσοφον καὶ τὸ μὴ
15ἄγαν βεβουλεῦσθαι καλῶς, τὸ μὲν καθ’ ἡμᾶς γενέσθαι μὴ παρωθούμενος, ἐπερυθριῶν δὲ λόγοις οἷς ἂν οὐδαμῶς τὸ τῆς ἀνθρωπότητος ἐπαισχύνοιτο μέτρον; Τί γὰρ ὅλως ἔδει, φήσαιμ’ ἂν ἔγωγε, καὶ μάλα εἰκότως, καθικέσθαι πρὸς φύσιν, ἧς τὸ ἄδοξόν τε καὶ σμικροπρεπὲς ὑποδῦναι
20φορτικὸν καὶ δυσδιακόμιστον ἦν τῷ γε ἅπαξ ἐκ Θεοῦ φύντι Θεῷ; Καὶ τῶν καθ’ ἡμᾶς λόγων ἡ παραίτησις εἴπερ ἦν αὐτῷ πρέπουσά τε καὶ ἀναγκαία, πρὸς τὸ ἀσινὲς καὶ ἀκίβ‐ δηλον διασῶσαι δύνασθαι τὸ ἐν θεότητι κάλλος, πῶς ἂν οὐχὶ καὶ πρό γε τούτου πολὺ τὸ ἑνωθῆναι σαρκὶ καὶ τὴν
25οὕτως ἀκαλλεστάτην ἀνατλῆναι ταπείνωσιν; Ἀλλ’ οὐκ ἄν, οἶμαι, τὶς ἐμβροντησίας εἰς τοῦτο προήκοι ποτὲ ὡς μὴ ὑπεράγασθαι σφόδρα τοῦ Μονογενοῦς, οὐχ ἁρπάσαντος μὲν δι’ ἡμᾶς τὸ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ἐκπρεπὲς
ἀξίωμα καὶ ὑπέρτατον, ἑλομένου δὲ παθεῖν τὴν ἐν σαρκὶ270 in vol. 2
30κένωσιν, καὶ σὺν αὐτῇ τοὺς αὐτῇ πρέποντάς τε καὶ ἐοικότας λόγους, καὶ τὸ χρῆμα ἡγεῖσθαι παρ’ οὐδέν, ἔστ’ ἂν ἡμῖν εὖ μάλα διαπεραίνοιτο τὸ ἀλωβήτως ἔχειν, ἀναφοιτώσης εἰς τὸ ἐν ἀρχαῖς τῆς φύσεως καὶ ἀνακτιζομένης ἐν αὐτῷ πρὸς καινότητα ζωῆς δι’ ἁγιασμοῦ ἐν Πνεύματι. Διατρανοῖ γοῦν
35ὁ Παῦλος τῆς ἐνανθρωπήσεως τὴν αἰτίαν, οὐκ ἀγγέλων ἐπειλῆφθαι τὸν τοῦ Θεοῦ Λόγον εἰπών, ἀλλὰ σπέρματος Ἀβραάμ, «ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιω‐ θῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν.» Καὶ πάλιν· «Ἐπειδὴ γὰρ τὰ παιδία κεκοι‐
40νώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον.»

549

Καὶ τί τοῦτο λέγω καίτοι τοῖς ἐθέλουσι μετὸν ἀναφανδὸν ἐπαΐειν ἀνακεκραγότος Χριστοῦ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα Θεόν· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας, τότε
5εἶπον· Ἰδοὺ ἥκω, τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου.» Καὶ ποῖον ἦν ἄρα τὸ σοφὸν εἰς ἡμᾶς καὶ σωτήριον θέλημα τοῦ Πατρός; Τὸ καταργεῖσθαι θάνατον ἐν θανάτῳ Χριστοῦ, καὶ πρός γε τούτῳ τὴν ἁμαρτίαν καὶ τὸν τῆς ἁμαρτίας εὑρετὴν καὶ τεχνίτην ἐν ἀρχαῖς, καὶ δι’ αἵματος τοῦ ἁγίου
10τὴν ἁπάντων γενέσθαι λύτρωσιν. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει πάλιν ὡδὶ περὶ τοῦ Υἱοῦ· «Καὶ διὰ τοῦτο Διαθήκης Καινῆς μεσίτης ἐστίν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ Διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς
15αἰωνίου κληρονομίας. Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μή ποτε ἰσχύει· ἕως ἂν ζῇ ὁ διατιθέμενος.» Τεθνάναι
δὲ εἴπερ ἔδει τὸν Υἱὸν πρὸς τὴν τῆς οἰκονομίας κατόρθωσιν, οὐκ ὄντος ἀσυντελοῦς τοῦ δεῖν ἑλέσθαι τὸν θάνατον, πῶς οὐκ ἀναγκαῖον καὶ χρειῶδες ἦν αὐτῷ καὶ εἰς τὴν τοῦ θανάτου272 in vol. 2
20δεκτικὴν καθικέσθαι φύσιν, ἧς ἂν εἴη καὶ τὸ ἐν λόγοις σμικροπρεπὲς οὐκ ἀπόβλητον τῷ γε ἅπαξ αὐτὴν ἑλομένῳ παθεῖν; Μῶν εἶναί σοι δοκεῖ θρασὺς ἢ ἐξίτηλος ὁ ἔν γε τουτοισὶ λόγος, ἢ πρὸς ἡντιναοῦν ἀποκλίνων ἀναισχυντίαν; Β. Οὐδαμῶς.
25Α. Ἦν μὲν γὰρ καὶ ἔστιν ὁ Λόγος, καὶ ἐν σαρκὶ γεγονώς, ὅσα καὶ πρὸ σαρκός· ἃ δέ γε προσειληφὼς ὁρᾶται διὰ τὴν σάρκα οὐκ ἦν ἐν ἀρχαῖς. Β. Οἷον δή τί· βαθὺς γὰρ ὁ λόγος, καὶ οὐ πρόχειρος ἑλεῖν.
30Α. Οὐ γάρ, ὦ φιλότης, Θεὸς ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν; Οὐχὶ δὲ «φῶς ἦν τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον;» Οὐ Μονογενὴς, καὶ εἰς τὸν κόλπον τοῦ Πατρός; Οὐκ ἄνωθεν ἔρχεται καὶ ἐπάνω πάντων ἐστίν; Οὐχὶ δὲ αὐτὸς περὶ ἑαυτοῦ φησιν·
35«Ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου;» Β. Ναί· λέγεις γὰρ ἡμῖν ἃ καὶ ἡ θεία Γραφή. Α. Ἆρ’ οὖν οἴει τὴν κένωσιν ζημίαν τῶν ἐν ἀρχαῖς φυσικῶν τε καὶ ἰδικῶν ἐνεργάσασθαι τῷ Λόγῳ, ὡς παρα‐ τροπῆς τε καὶ ἀλλοιώσεως τῆς ἐπὶ τὸ λυποῦν εἰς πεῖραν
40ἐλθεῖν; Β. Οὐκ ἂν οἰηθείην πώποτε. Τροπῆς γὰρ ἀμείνω τὸν Υἱὸν ἴσμεν τε καὶ πεπιστεύκαμεν, γεγραφότος ἡμῖν τοῦ Παύλου· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.»
45Α. Ὀρθῶς, ὦ ἑταῖρε, καὶ μάλα σοφῶς. Εἰ γὰρ εἰσδέξαιτο

550

τὸ λυποῦν καὶ ἀδικοῦν εἰς δόξαν καὶ φύσιν αὐτὴν διὰ τῆς
παρατροπῆς, πῶς ἡμῖν ὁ αὐτὸς νοοῖτ’ ἂν ἔτι; Ἐρηρεῖσθαι δὴ οὖν ἐν οἷς ἦν ἀεὶ δοξάζειν ἀνάγκη τὸν Μονογενῆ, καὶ εἰ γέγονε σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν.274 in vol. 2
5Β. Ἀνάγκη. Α. Ἰτέον οὖν ἤδη καὶ πρὸς τὰ σαρκός, ἤτοι διὰ τὴν σάρκα. Ἁπτὸς γέγονεν ὁ ἀναφής· τοιγάρτοι καὶ ὁ Θωμᾶς, χειρὶ καὶ δακτύλοις τοὺς τῶν ἥλων τύπους ἐπαφώμενος, ἔλεγεν· «Ὁ Κύριός μου καὶ ὁ Θεός μου.» Ὁρατὸς
10πέφηνεν ὁ ἀόρατος, καὶ λιγυρὸν ἀνιεὶς ἐπὶ τούτῳ μέλος ὁ θεῖος ἔφη Δαβίδ· «Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ· ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.» Πότε γὰρ
15ἢ ποῦ, τίνα τε τρόπον ἐμφανῶς ἡμῖν ἀφῖκται Θεός, ὃς καὶ πάσαν ἐκάλεσε τὴν γῆν, εἰ μὴ ὅτε γέγονεν ἄνθρωπος ὁ Μονογενής, καὶ ὁ μηδενὶ τῶν κτισμάτων ὁρώμενος ἐμφανῶς ἐδείχθη διὰ τὴν σάρκα καὶ κεκοπίακεν ἐκ τῆς ὁδοιπορίας ὅτε τὴν Σαμαρειτῶν διέθει πόλιν, καὶ μὴν καὶ τροφῆς
20ἐδεῖτο σωματικῆς, καίτοι «διδοὺς τοῖς πεινῶσιν ἰσχύν,» κατὰ τὴν τοῦ προφήτου φωνήν; Ὁ ἐν ᾧ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμὲν μεθ’ ἡμῶν γενέσθαι λέγεται καὶ ἐν θανάτῳ σαρκός. Περιθείης ἂν οὖν, ὦ ἑταῖρε, ταυτὶ τῷ Μονογενεῖ καὶ πρὸ σαρκός, καὶ οὐκ ἂν ἀσυνέτως καταλωβήσαιο τὸν
25ὑγιᾶ τε καὶ εὐσεβῆ περὶ αὐτοῦ λόγον; Β. Κινδυνεύομεν. Α. Ἀποσκευασώμεθα δὴ οὖν ἀνοσιότητός τε γραφὴν καὶ δυσσεβείας ἐγκλήματα, τὰ μὲν ὅσαπέρ ἐστι θεοπρε‐ πέστερα καὶ ὑπὲρ φύσιν τὴν καθ’ ἡμᾶς οὔπω καθ’ ἡμᾶς
30γεγονότι προσνέμοντες τῷ Υἱῷ, τὰ δὲ ὅσα πως χθαμαλω‐
τέραν καὶ καθ’ ἡμᾶς τὴν ὑπόληψιν ἔχει περιτρέποντες οἰκονομικῶς καὶ «αἰχμαλωτίζοντες,» κατὰ τὰς Γραφάς, «εἰς ὑπακοὴν αὐτοῦ.» Οὐ γὰρ δή τι παθόντες τῶν ἔξω λόγου καὶ φρενὸς ὅταν μὲν λέγῃ Χριστός· «Καὶ οὐδεὶς276 in vol. 2
35ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου,» καὶ αὐτὴν ἐξ οὐρανοῦ τὴν σάρκα κατοίσομεν, καίτοι τοῦ προφήτου σαφῶς τὴν ἁγίαν ἡμῖν καταδεικνύντος Παρθένον καὶ βοῶντος ἀναφανδόν· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι
40τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Οὐδ’ αὖ ἐν μήτρᾳ σωματικῇ τῆς ἐν ἀρχαῖς ὑπάρξεως τὴν καταβολὴν ἐσχηκέναι νομιοῦμεν τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, ὅταν αὐτὸν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τῆς ὑποστάσεως τοῦ Πατρὸς ὁ Παῦλος

551

ἀποκαλῇ, τὴν ἀσώματόν τε καὶ ἄφραστον γέννησιν ταῖς ὑπὲρ λόγον ἡμῖν κατασημαίνων ἐννοίαις. Β. Παντάπασι μὲν οὖν. Α. Ὁμοῦ τοιγαροῦν τοῖς πράγμασι καὶ τὰ ἑκατέρῳ
5πρέποντα νοητέον. Εὐθὺ γὰρ οὕτω τῆς ἀληθείας ἥξομεν, οὔτε τοῦ λόγου τὸ ὑψηλὸν εἰς τὸ ἀκλεὲς καταστρέφοντες διὰ τὴν σάρκα καὶ τὰ αὐτῆς, οὔτε τὰ σαρκός τε καὶ δι’ αὐτήν, τῶν καθ’ ἡμᾶς εἰσάπαν ἀνακομίζοντες διὰ τὴν οἰκονομίαν, διεκσῴζοντες δὲ μᾶλλον τῷ Μονογενεῖ τὸ ἀναλλοιώτως
10ἔχειν, τὸν αὐτὸν ὄντα γινώσκομεν καὶ πρὸ τῆς εἰς σάρκα συνδρομῆς καὶ ὅτε γέγονε σάρξ, εἰ καί τι τῶν ὅσα ἐστὶ σμικροπρεπέστερά τε καὶ ὑφειμένα λαλοῖτο περὶ αὐτοῦ διὰ τὸ ἀνθρώπινον. Β. Ἀλλ’ εἰ μέλλοις ἅπαντα, φησί, κατὰ τὸ αὐτῷ σοι
15δοκοῦν περιτρέπειν εἰς οἰκονομίαν τὴν μετὰ σαρκός, διὰ ποίων ἔτι τὴν τοῦ Λόγου φύσιν ὅ τί ποτέ ἐστιν εὑρήσομεν;
Α. Οὐκοῦν, ὦ γενναῖε, φαίην ἂν ἤδη σοι καὶ αὐτὸς ἐγώ· εἰ δὴ μέλλοις ἅπαντα περιτρέπειν εἰς τὸ ὅ τί ποτέ ἐστιν ἡ τοῦ Λόγου φύσις, διερμηνεῦσαι δεῖν, ὅτι γέγονεν278 in vol. 2
20ἄνθρωπος, πῶς ἂν εἰδείης ἢ πόθεν; Οὐ γὰρ τοῖς τῆς θεότητος ἰδιώμασιν ἐκμάθοι τις ἂν τὰ ἀνθρώπινα. Τὸ δὲ ἀσυγκρίτως ὑπερτεροῦν, καὶ ὅλῃ τῇ φύσει διενεγκεῖν ἀνενδοιάστως πεπιστευμένον, πῶς ἄν, εἰπέ μοι, τὴν τῶν οὕτω μειονεκτουμένων ἐμποιήσαι δήλωσιν; Τὸ δὲ δὴ
25διειδέναι μὲν εὖ μάλα καὶ σαφῶς ὅτι Θεὸς ἦν ὁ Λόγος, μὴ μὴν ὅτι καὶ γέγονεν ἄνθρωπος, οὐκ ἂν ἀποχρῶσαν ἔχοι τὴν ὄνησιν· ἀλλ’ εἰ προσκέοιτο τῷ πρώτῳ καὶ ἡ θατέρου πίστις, ἄρτιοι πρὸς σύνεσιν εἶεν ἂν οἱ πεπιστευ‐ κότες. Καὶ γοῦν ὁ σοφὸς καὶ θεηγόρος Ἰωάννης, «Τίς
30ἐστι, φησίν, ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ;» Ὄνομα γὰρ καινὸν τῷ Λόγῳ τὸ Ἰησοῦς, καὶ τῇ τῆς σαρκὸς γενέσει σύνδρομον. Προφητικὸν δὲ ἡμῖν χρησμῴδημα πάλιν ἐπαγωνιεῖται, λέγον· «Καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ τὸ καινὸν ὃ ὁ
35Κύριος ὀνομάσει αὐτό.» Οὐ γὰρ, ὦ φιλότης, ὁ Γαβριὴλ τῇ Παρθένῳ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐπὶ τούτῳ θέλησιν ἐμφανῆ καθίστη λέγων· «Μὴ φοβοῦ, Μαριάμ· ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρὶ καὶ τέξεις υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν;»
40Β. Ἀληθές. Α. Ἀνθότου δὴ οὖν (πυθοίμην γὰρ ἂν ὡς ἥδιστά σου) τὸ χρῆναι νοεῖν μεθέντες ὀρθῶς, καὶ τὸ ὡς ἔνι μάλιστα σοφῶς καὶ ἀτέχνως τῇ τῶν ἱερῶν εἰδήσει Γραμμάτων προσφέρεσθαι διαπτύσαντες, τοῖς εὐπαραφόροις ἐν ἴσῳ
45δόναξιν ἐς τὸ ἀεὶ προσωθοῦν εὐκόλως μετακεκλίμεθα, καίτοι

552

τοῦ μακαρίου Παύλου διακεκραγότος ὡδί· «Ἀδελφοί,
ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι·» καὶ μὴν καὶ Θεοῦ τὸ λίαν εὐπάροιστον καὶ εὐδιαπτόητον τοῦ τρόπου, τὴν ἀνωτάτω τοῖς ἔχουσι τιθέντος διαβολήν, καὶ δίκην ὁρίζοντος τῇ νόσῳ τὴν280 in vol. 2
5ἀποστροφήν. Ἔφη γὰρ ὧδε περί τινων· «Ἠγάπησαν κινεῖν πόδας αὐτῶν, καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς·» Τὸ γάρ τοι βεβαίως τε καὶ ἀκλινῶς ἱδρυμένον πρὸς πᾶν ὁτιοῦν τῶν τελούντων εἰς ὄνησιν ἀσφαλές τε καὶ ἄσυλον.
10Β. Πῶς οὖν ἄρα διωσαίμεθα ἂν τοὺς παρ’ ἐκείνων λόγους εἰ κατὰ μέθεξιν ἐν Υἱῷ φαῖεν εἶναι τὰ θεοπρεπῆ; Α. Οὐκ ἀκονιτὶ μέν, ὦ ’γαθέ· τὸ γάρ τοι χρῆμα δυσδιε‐ ξίτητον μέν, πλὴν ἐξ ἀναγκαίων συλλογισμῶν, φιλοθηρεῖν εὖ μάλα παρέσται τἀληθές. Πρῶτον μὲν γάρ, εἰ τῇδε
15φρονεῖν ἐγνώκασιν, ἀφαιρούντων αὐτοῦ, καὶ πρό γε τῶν ἄλλων, τὴν τῆς θεότητος δόξαν, καὶ ἥκιστα μὲν Υἱόν, πάντα δὲ μᾶλλον ὁμολογούντων ἢ τοῦτο, Ἰουδαίοις δὲ ὡς πεπωρωμένοις ἀναδεικνύμενοι σύμφρονες, καὶ καταλευόν‐ των ἤδη, τῆς εἰς αὐτὸν εὐσεβείας εἰσάπαν ἠφειδηκότες.
20Ἑλομένῳ δὲ τὰς αἰτίας ἀναπυνθάνεσθαι τῆς οὕτως ἀκράτου καὶ δεινῆς ἀπονοίας, φάσκοντί τε· «Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἀπὸ τοῦ Πατρός μου· διὰ ποῖον αὐτῶν ἐμὲ λιθάζετε;» βοώντων ἀφιλοθέως· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σύ, κτίσμα ὤν,
25ποιεῖς σεαυτὸν Υἱὸν Θεοῦ.» Προσεκτέον δὲ ἡμῖν οὐχὶ τοῖς εἰς τοῦτο πεσοῦσιν ἐμβροντησίας, οὐδὲ τοῖς ὧδε τὸν νοῦν κατηρρωστηκόσι καὶ παρειμένοις τὴν φρένα καὶ κατεφθορόσι τὸν λογισμόν, ἀλλ’ οἷς ἂν αὐτὸς ἐναυλίζοιτο διὰ τοῦ Πνεύματος ὁ Χριστός, τὴν τοῦ μυστηρίου γνῶσιν
30ἀκαπήλευτον ἐντιθείς. Υἱὸν δὲ ἡμῖν ὁ θεοκλυτήσας Παῦλος ὠνόμασε τὸν Μονογενῆ, καὶ μὴν καὶ εἰκόνα καὶ ὁμοίωσιν τοῦ Πατρός, καὶ ἐν χαρακτῆρος δέχεται τάξει, διὰ τὸ εἰσάπαν, οἶμαί που, περικαλλές, καὶ ὡς ἔνι μάλιστα λεπτὸν καὶ ἠκριβωμένον εἰς ἐμφέρειαν. Ἀσωμάτῳ δὲ πρὸς ἀσώ‐282 in vol. 2
35ματον, τί ἂν γένοιτο τὸ ἰσοτυποῦν, νοοῖτο δ’ ἂν ὅπως τὸ ταὐτοειδές, πῶς οὐκ ἄξιον ἰδεῖν; Τὸ γὰρ ἀπωτάτω σώματος σχηματισμῶν οὐκ ἀνέχεται καὶ διαμορφώσεων ἀποφοιτᾷ· καὶ ἁπαξαπλῶς τὰ σωμάτων ἴδια πῶς ἂν εἰσδέξαιτο; Ὥσπερ γάρ, κατά γε τὸ αὐτῷ μοι καλῶς ἔχειν δοκοῦν,
40οὐκ ἂν ἐνυπάρξαι πώποτε τὰ τῶν ἀσωμάτων ἴδια σώμασι τοῖς ἁπτοῖς τε καὶ αἰσθητοῖς, οὕτως ἀνεπίδεκτα παντελῶς εἶεν ἂν τοῖς αἰσθήσεως ἀνωτέρω, καὶ ἐν ἀσωμάτῳ φύσει τὰ

553

ὅσαπερ ἂν τοῖς αἰσθητοῖς ἐπισυμβαίνῃ σώμασιν. Ἦ διανοῇ τι καὶ λέγειν ἂν ἔχοις αὐτὸς παρὰ τοῦτο ἕτερον; Β. Οὐκ ἂν ἔχοιμι· πῶς γάρ; Α. Φέρε δὴ οὖν, ἐπείπερ ἡμῖν ἀσώματος ὁ Πατήρ,
5ταῖς ὑπὲρ κτίσιν ἐννοίαις εἰδοποιοῦντες ὡς ἔνι τὴν ἄφραστόν τε αὐτοῦ καὶ ἀκήρατον φύσιν, καὶ τὰς τῶν ἀρχαιοτέρων πολυπραγμονῶμεν δόξας. Εἴη γὰρ ἂν οὕτω χαλεπὸν οὐδὲν καὶ ἐπ’ αὐτὴν ἰέναι λοιπὸν τὴν εἰκόνα τὴν ἀπαράλλακτον αὐτοῦ, φημὶ δὴ τὸν Υἱόν.
10Β. Ἴωμεν· ἔφης γὰρ ὀρθῶς. Α. Οὐκοῦν, κατέθορε μὲν ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, τῆς παιδαγωγίας τῆς πρὸς Ἰουδαίους ἀρχόμενος, ὅτε καὶ σαλπίγγων ὀρθρία τε καὶ διαπρύσιος ἠχὴ πρὸς τὸ ἄνω διᾴττουσα, δύσοιστον ἐτίθει τοῖς ἀκροωμένοις τὸ
15δεῖμα. Ἀλλ’ οἱ μικρὰ φρονοῦντες περὶ Θεοῦ καὶ σπιθαμῇ μετροῦντες τὸν οὐρανόν, τὴν τοῦ Θεοῦ δόξαν τοῖς ἐν τύπῳ πεφηνόσιν ἐγκατακλείοντες μόνοις, ᾤοντο κατὰ σφᾶς αὐτοὺς
αὐτὴν ἤδη τὴν τοῦ Θεοῦ καταθρῆσαι φύσιν, ὡς οὐδὲν οὖσαν ἕτερον, ἢ πῦρ καὶ φωνὴν εἰς οὖς εἰσδεδέχθαι τὴν284 in vol. 2
20ὀργανικήν. Ταύτῃτοι καὶ μέγα φρονοῦντες ἐπὶ Μωσεῖ, τὰ Χριστοῦ παιδεύματα διαγελᾶσθαι δεῖν ᾤοντό τε καὶ ἔφασ‐ κον· Μωσῆς ὁ θεσπέσιος ταῖς δι’ ὀμμάτων αἰσθήσεσι τὴν θείαν ἡμῖν παρέθηκε φύσιν, καὶ φωνῆς τῆς ἄνωθεν ἀκοῦσαι δεδώρηται· πῶς οὖν ἀμαθαίνοντας καὶ πολὺ τοῦ
25πρέποντος ἀπονενευκότας καὶ τῆς ἀληθείας ἀπεσφαλμένους διήλεγξεν ὁ Χριστός; «Ἀμὴν ἀμήν, φησί, λέγω ὑμῖν, οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε.»
30Καίτοι γὰρ ἐνὸν ἐν Υἱῷ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς εὖ μάλα καταθεᾶσθαι φύσιν, τοῦτο μὲν οὐκ ἔδρων οἱ δείλαιοι, πυρὶ δὲ καὶ γνόφῳ καὶ καπνοῖς τὸ τῆς θεότητος εἶδος ἀνάπτειν τεθαρσήκασι. Διὸ δὴ κατὰ βραχὺ μεταπαιδεύων ἐπὶ τὸ ἄμεινον χρησίμως, καὶ ἀναπλέκων τῷ θεοπρεπεῖ τὸ ἀνθρώ‐
35πινον, ἔφασκεν ὁ Σωτήρ· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ’ εἰς τὸν πέμψαντά με. Καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.» Ὅτι μὲν γὰρ οὐκ εἰς ἄνθρωπον ἁπλῶς ἡ πίστις, ἀλλ’ εἰς Θεοῦ φύσιν, εἰ καὶ ἦν ὁ Λόγος ἐν σαρκί, διὰ τοῦ μὴ εἰς αὐτὸν πράττεσθαι τὴν
40πίστιν εὖ μάλα διαμεμήνυκεν. Ὅτι δέ ἐστιν ἐν ταὐτότητι τῇ κατὰ πᾶν τῷ Θεῷ καὶ Πατρί, διὰ τὴν φυσικὴν ἐμφέρειαν καὶ τὸ τῆς οὐσίας οἱονεὶ ταὐτοειδές, διεσάφει λέγων·

554

«Ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.» Ἐπειδὴ δὲ ὁ Πατὴρ ἐν Υἱῷ λαμπρῶς καὶ ἀπαραλλάκτως ὁρᾶται καὶ γινώσκεται, κοινά πως ἤδη τὰ πάντα αὐτοῖς, μᾶλλον δὲ τῆς μιᾶς θεότητος ἴδια νοοῖτ’ ἂν εἰκότως τὰ ἐν ἀμφοῖν.
5Τοιγάρτοι καὶ ἔφασκε πρὸς τὸν ἑαυτοῦ Πατέρα καὶ Θεὸν ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά.» Εἰκόνι μὲν γὰρ πρὸς τὸ ἀκριβῶς ἰσότυπον, ἰσοτύπῳ δὲ αὖ πρὸς ἐμφε‐ ρεστάτην εἰκόνα τὸ διαλλάττον οὐδέν, κατά γε, φημί, τὸ ἐν ὁμοιώσει τε καὶ ὡς ἐν εἴδει ταὐτόν. Καὶ γοῦν οὐκ ἐξ286 in vol. 2
10ἀκριβοῦς ἐννοίας φιλοπευστοῦντί ποτε τῶν μαθητῶν ἑνί (Φίλιππος οὗτος ἦν), λέγοντί τε· «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν·» οὐκ ἀμώμητον ἀφεὶς τὴν ἐρώ‐ τησιν, «Τοσούτῳ χρόνῳ, φησί, μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.
15Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ὅτι γὰρ οἱονεὶ τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς ἐκπαι‐ δεύσειεν ἂν εὐκόλως ὁ Ψαλμῳδός, ποτὲ μὲν λέγων· «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου
20σου ποῦ φύγω;» ποτὲ δὲ αὖ, ὡς ἐκ προσώπου τῶν εἰς αὐτὸν πεπιστευκότων· «Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Κατεσφραγίσμεθα γὰρ τῷ ἁγίῳ Πνεύματι πρὸς ἐμφέρειαν καὶ ὁμοίωσιν τοῦ προσώπου τοῦ Πατρός, τουτέστι τοῦ Υἱοῦ. Καὶ μαρτυρήσει γράφων ὁ
25Παῦλος· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Β. Ἀλλ’ εἰ καὶ πρόσωπον, φησί, καὶ εἰκὼν καὶ ὁμοίωσις
30ὀνομάζοιτο πρὸς ἡμῶν τοῦ Πατρὸς ὁ Υἱός, διαλυμανεῖται τοῦτο τοῖς παρ’ ἡμῶν προβλήμασιν οὐδέν. Οὐ γὰρ τῆς
οὐσίας τοῦ Πατρός, ἀλλὰ τῆς βουλήσεως εἰκόνα καὶ ὁμοίωσιν αὐτὸν εἶναί φαμεν. Οὐκοῦν, κατά γε τὸ ἐν θελήσει ταὐτόν, εἴ τις ἴδοι τὸν Υἱόν, αὐτὸν ἤδη πως ἐκτεθέαται τὸν Πατέρα.288 in vol. 2
35Α. Ὡς εὔηθες λίαν καὶ ἀβελτηρίας αὐτοῖς τῆς ἐσχάτης τὸ σκέμμα μεμέστωται, μειρακιωδῶς δὲ ὅτι καὶ τοῦτό φασιν, ἀταλαίπωρον ἰδεῖν. Ἆρα γὰρ βούλησιν εἶναί φασι τὸν Πατέρα, καὶ ὅ τί ποτέ ἐστιν ἡ θέλησις τοῦτο νοεῖσθαι δεῖν ἀξιοῦσιν αὐτόν, ἢ ἐν ὑπάρξει τιθέντες ἰδικῇ, προσε‐
40πάγουσι τότε τὴν βούλησιν αὐτῷ; Β. Καὶ πῶς ἂν εἴη τὸ θεῖον ἁπλοῦν εἰ καὶ ἐν ὑπάρξει νοοῖτο, φησί, καὶ ἐν θελήσει διωρισμένως; Σύνθετον γὰρ

555

ἤδη καὶ οἱονεί πως ἐκ μερῶν εἰς ἓν τὸ ἀρτίως ἔχον συνδε‐ δραμηκότοιν. Α. Οὐκοῦν, ἐπειδήπερ ἁπλοῦν τὸ Θεῖον καὶ ἄμεινον ἢ κατὰ σύνθεσιν εἶναί σοι δοκεῖ—δοκεῖ δὲ ὀρθῶς—, οὐχ
5ἑτέρα παρ’ αὐτὸ εἴη ἂν ἡ βούλησις αὐτοῦ. Θέλησιν δέ τις εἰπών, τὴν τοῦ Θεοῦ καὶ Πατρὸς κατεσήμηνε φύσιν. Β. Ἔοικεν. Α. Ἡ δὲ θέλησις ἐν ὑποκειμένῳ καθὰ καὶ τὰ τῶν τεχνητῶν εἴδη. Τὸ γάρ τοι θέλειν ἢ μή, προσγένοιτο ἂν οὐκ αὐτῷ
10τῷ θέλειν, ἀλλ’ ἑτέρῳ μᾶλλον, ἐν ᾧ τὸ θέλειν ἐστίν, ἢ πῶς· Β. Οὕτως. Α. Ἔστι τοίνυν ἐν ἑτέρῳ τὸ εἶναι τοῦ Πατρός, καὶ συμβέβηκέ τινι τὸ ὑπάρχειν αὐτόν, καὶ συντέθειταί σοι παχύτερόν τε καὶ ἀκαλλέστερον νυνὶ μᾶλλον ἢ τότε. Ἑτέρῳ
15γάρ ἐστιν ὅ ἐστιν, οὐχ ἑαυτῷ, εἴπερ ἐμὴ μὲν θέλησις ἡ ἐμή, ἡ δέ γε τοῦ δεῖνος ἡ αὐτοῦ τε καὶ ἐν αὐτῷ. Β. Πῶς οὖν ἐν ἁπλοῖς τε καὶ ἀσυνθέτοις ἕτερα παρ’ αὐτὰ
τὰ αὐτῶν εἶεν ἄν; Α. Ὥσπερ ἂν εἰ καὶ ἐκ νοῦ νοοῖτο θέλησις πηγὴν ἔχουσα290 in vol. 2
20τὸν ἀναβράττοντα νοῦν, καὶ ῥίζαν ὥσπερ τινὰ προϋπο‐ κειμένην τὸ ἐν ᾧ στρέφεται νοηματικῶς. Νοῦς μὲν γὰρ τῶν ἐν αὐτῷ κινήσεών τε καὶ ἐννοιῶν προκαταρκτικός· ποιότης δὲ κινημάτων, ἡ ἐφ’ ὁτῳοῦν καὶ ἐφ’ ἑκάστῳ θέλησις, πολλή τις οὖσα, καὶ ταῖς τῶν πραγμάτων ποιότησι καὶ
25διαφοραῖς, οἷάπερ τισὶ βαφαῖς καταχρωννυμένη πρὸς τὸ ἄλλοτε ἄλλως καὶ ἑτεροίως ἔχειν· πλείστη γὰρ ὅση θελημά‐ των ἐν ἡμῖν ἡ διαφορά, καὶ διεστηκότων ἔσθ’ ὅτε πρὸς τὸ ἔχον ἐναντίως. Οὐ γὰρ ᾧ θέλομεν τὸ καλὸν τούτῳ καὶ τὸ φαῦλον· οὐδὲ ᾧπερ ἂν ἕλοιτό τις τὸ εἶναι σοφὸς αὐτῷ
30δὴ τούτῳ καὶ τὸ ἐναντίον. Οἶμαι δὴ οὖν ἀπόπληκτον παντελῶς τὸ θέλησιν εἶναι λέγειν τὴν ὕπαρξιν τοῦ Πατρός. Β. Ναί. Α. Οὐκοῦν, εἴπερ ἐστὶν ἡ θέλησις ἐν διαφοραῖς αὐτὴ καθ’ ἑαυτήν, ὧδε δὲ ἔχειν τὴν τοῦ Θεοῦ φύσιν οὐκ ἂν οἴοιτό
35τις εὖ φρονῶν· οὐκ ἄρα θέλησις ὁ Πατήρ, ἀλλ’ ἐν ὑπάρξει νοούμενος ἰδικῇ, συμφυᾶ καὶ συνάναρχον οἱονεὶ θέλησιν ἔχει τὸν ἴδιον Υἱόν, οὐ συντεθειμένος κατ’ ἐκείνους, ἔχων δὲ οὕτως ὡς ἂν εἶναι νοοῖτο τυχὸν τὰ ἐν ἁπλῇ φύσει καὶ σοφῇ, καὶ ἠρεμείτω λοιπὸν τὸ περίεργον ἔτι. Νοῦ δὲ ἐπέκεινα
40καὶ λόγου παντὸς τὸ Θεῖον, ὦ τᾶν. Ἦ οὐχ οὕτως; Β. Φημὶ δή. Βουλὴν δὲ καὶ θέλησιν ἐπείπερ ἡμῖν ὠνόμα‐ σας τοῦ Πατρὸς τὸν Υἱόν, ἆρα ἂν ἔχοις ἐξ ἱερῶν καὶ τοῦτο παραστῆσαι Γραμμάτων; Α. Πῶς γὰρ οὔ; Καὶ οἶμαι μὲν ὅτι μάλιστα διαρκῶς
45ἀναπείσειν, καὶ ἀποχρῶσαν ἡμῖν ἐμποιῆσαι τὴν πληροφορίαν
ἀναμέλποντα τὸν Δαβὶδ πρὸς τὸν Θεὸν καὶ Πατέρα·292 in vol. 2

556

«Ἐν τῇ βουλῇ σου ὡδήγησάς με.» Δείξει δὲ ἡμῖν ὁ λόγος καὶ δι’ ἐννοιῶν ἑτέρων ἐκβασανίζων τὸ ἀληθές. Ἦ γὰρ οὐχὶ πάντα γέγονε δι’ Υἱοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, κατὰ τὴν Ἰωάννου φωνήν;
5Β. Ὧδε ἔχει. Α. Ψάλλει δέ που Δαβὶδ καὶ τὸν τῶν ὅλων δημιουργὸν Πατέρα καὶ Θεὸν καταθαυμάζων φησίν· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! Πάντα ἐν σοφίᾳ ἐποίησας·» σοφίαν, οἶμαί που, τὸν Υἱὸν ἀποκαλῶν.
10Β. Τί οὖν τοῦτό γε; Α. Ὅτι, ὦ φιλότης, ἡ τοῦ Πατρὸς θέλησις, εἴπερ ἐστὶ παρ’ αὐτὸν οὐχ ἑτέρα, καὶ οὐκ ἄσοφός γε, σοφία δὲ ὁ Υἱός, πῶς ἂν ἐν ὑπάρξει νοοῖτο τῇ καθ’ ἑαυτὸν ὁ Πατήρ; Μετακεχώρηκε γὰρ ἤδη πως εἰς τὸν Υἱόν, καὶ οἱονεί πως
15ἤδη μεθεὶς τὸ εἶναι λοιπὸν τοῦθ’ ὅπερ ἐστί, σοφία γέγονεν, εἴπερ ἐστὶ θέλησις οὐ κατὰ μέθεξιν ἔχουσα τὸ σοφόν, ἀλλ’ αὐτόχρημα καὶ σοφία τὸ πᾶν. Προσθείην δ’ ἂν ὅτι καὶ εἰκὼν καὶ ὁμοιότης ἑαυτῷ πέφηνεν ὁ Υἱός, εἴπερ ὢν αὐτὸς σοφία καὶ θέλησις, καὶ εἰκών ἐστι τοῦ Πατρός,
20καίτοι βουλῆς καὶ σοφίας ὠνομασμένου. Β. Ἄπαγε τῆς τῶν λογισμῶν ἀτοπίας! Α. Μυσαρωτάτη γὰρ ἀληθῶς καὶ πολὺ λίαν ἔχουσα τὸ διεστραμμένον. Εἰκόνα δὴ οὖν καὶ ὁμοίωσιν ἀκριβῆ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας, παραδεξόμεθα τὸν Υἱόν,
25καὶ οὐχὶ μόνην αὐτῷ προσάπτοντες τὴν ταὐτοβουλίαν, τῆς ὑπὲρ κτίσιν ὑπεροχῆς ἀξιώσομεν, ἀλλ’ ἐν μορφῇ τῇ ἐμφερεστάτῃ καταλογιούμεθα τοῦ Θεοῦ καὶ Πατρός, πρὸς
πᾶν ὁτιοῦν τῶν ἐκείνῳ προσπεφυκότων ἀνακομίζοντες φυσικῶς. Εἰ δέ, ἐπείπερ ἐστὶ συνεθελητής, ταύτῃτοί φασιν294 in vol. 2
30ὑπάρχειν αὐτὸν καὶ εἰκόνα τοῦ Πατρός, ὧδε δὲ ἔχων φύσεως τε καὶ μέτρων, οὐ κατέδεισεν εἰπεῖν· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» οὐκ ἀπίθανον οἶμαί που τὸ χρῆναι νοεῖν, τὴν οὕτως ὑπερφυᾶ καὶ ὑπέρ‐
35κομπον ἀληθῶς καὶ μόνῳ πρέπουσαν τῷ Υἱῷ φωνήν τε καὶ παρρησίαν, οἷά τινα στέφανον ἀναδήσασθαι τὸν Δαβίδ, καὶ μεγαλαυχεῖν ἐφ’ ἑαυτῷ λέγοντα σαφῶς· «Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ δὲ ἐν ἐμοί. Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἦ γὰρ οὐχὶ
40συνθελητὴν γεγονότα τὸν ἄνδρα Θεῷ καταθρήσαιμεν ἄν; Ἔφη γάρ που περὶ αὐτοῦ πρὸς τὸν μακάριον Σαμουήλ· «Εὗρον Δαβίδ, τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.» Β. Πιθανὸς ὁ λόγος, πλὴν οὐκ ἀσφαλής.

557

Α. Κομιδῇ μὲν οὖν ἀπίθανος, ὦ ἑταῖρε, τερθρείας δ’ οὖν τῆς ἐκτόπου παραδεικτικός, ἧς οὐκ οἶδ’ ὅπως προεστη‐ κότες οὐκ ἐρυθριῶσιν οἱ δι’ ἐναντίας. Οὐδὲ γὰρ ἂν ἡμᾶς τὸ συνθελῆσαι μόνον καὶ ταὐτὰ βούλεσθαι τῷ Πατρὶ πρὸς
5εἰκόνα καὶ ὁμοίωσιν φυσικὴν ἐξεργάσαιτο τὴν αὐτοῦ, δρῴη δ’ ἂν τοῦτο καὶ μόνη φύσεως ὁμοιότης, καὶ ἡ κατὰ πᾶν ὁτιοῦν ἐξ αὐτῆς ἰοῦσα τῆς οὐσίας ἐμφέρεια. Β. Κατ’ εἰκόνα δὴ οὖν τὴν θείαν πῶς ἂν εἴημεν αὐτοί; Α. Ὡς ἔναυλον ἔχοντες τὸν Υἱόν, καὶ χαρακτῆρα
10τὸν θεῖον εἰσοικισάμενοι καὶ πεπλουτηκότες ἐν ἑαυτοῖς. Μεμορφώμεθα γὰρ δι’ αὐτοῦ πρὸς Θεόν. Εἶδος δὲ τὸ πάντων ἐπέκεινα καὶ ὑπέρτατον, τουτέστιν ὁ Υἱός, διὰ
Πνεύματος ἐνσημαίνεται ταῖς ἡμετέραις ψυχαῖς. Καὶ γοῦν ἐπιστέλλει Γαλάταις ὁ Παῦλος, ἐξ ἐλαφρίας ὠλισθηκόσιν296 in vol. 2
15ἐπὶ τὸ ἀκαλλέστερον· «Τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Β. Ἄριστα ἔφης. Α. Εὔηθες δὲ καὶ ἑτέρως καὶ ἀκατάσκεπτον κομιδῇ τὸ μὴ οὐχὶ τῆς οὐσίας τοῦ Πατρός, βουλῆς δὲ καὶ θελημάτων
20εἰκόνα λέγεσθαι τὸν Υἱόν. Ὁ γάρ τοι Φίλιππος, «Δεῖξον ἡμῖν τὸν Πατέρα,» καὶ οὐχὶ τὴν θέλησιν ἔφασκε τοῦ Πατρός. Ἑαυτὸν δὲ παριστὰς εἰς εἰκόνα τοῦ Πατρὸς ὁ Υἱός, «Ὁ ἑωρακὼς ἐμέ,» φησίν, οὐχὶ τὴν θέλησιν τοῦ Πατρός· αὐτὸν δὲ μᾶλλον τεθέαται τὸν Πατέρα. Καίτοι
25ἐχρῆν δήπου τὸν ἀψευδεῖν ᾑρημένον, μᾶλλον δὲ οὐκ ἔχοντα δόλον ἐν τῷ στόματι αὐτοῦ, τόγε ἐκείνοις δοκοῦν, ἀλλὰ μὴ τοῦτο εἰπεῖν, εἴπερ ἦν οὐχ ὧδε ἔχων. Ἀλλ’ ὁ μόνος εἰδὼς τὸν Πατέρα καὶ ὑπὸ μόνου διεγνωσμένος τοῦ Πατρὸς οὐ ψιλῆς ἡμῖν καὶ ἀνυπάρκτου θελήσεως εἰκόνα, χαρακτῆρα
30δὲ μᾶλλον τῆς ὑποστάσεως τοῦ γεγεννηκότος ἑαυτὸν ἀπέφηνεν εἰπών· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.» Β. Ἀλλ’ εἴπερ ὧδε φρονεῖν ἔκ τε τοῦ εἰκότος καὶ πρὸς αὐτῆς ὄντως τῆς ἀληθείας ἀναπεπείσμεθα, τρίβον μὲν ἴμεν τὴν ἀγαθήν· πλὴν ἴσθι τοι κἀκεῖνο ἐροῦντας·
35ὅ τινος, ὦ βέλτιστοι, χαρακτὴρ εἴη δήπου πάντως ἂν οὐκ ἐν ὑποστάσει τῇ καθ’ ἑαυτόν, ἀλλ’ οὐδ’ ἂν ἰδίαν ἔχοι τὴν ὕπαρξιν, νοοῖτο δ’ ἂν μᾶλλον ἐν ὑποκειμένῳ καὶ ὡς ἐν τάξει συμβεβηκότος, εἰ καὶ ἀχωρίστως ἐνείη τυχόν, καθάπερ ἀμέλει τὰ εἴδη τοῖς σώμασιν. Ἀνύπαρκτος οὖν
40ὁ Υἱός, εἴπερ ἐστὶ καθ’ ὑμᾶς ὡς χαρακτὴρ ἐν τῷ Πατρί. Α. Ἀχρεῖον, ὡς ἔοικε, καὶ τοῖς ἄγαν αἰσχροῖς ἐναρίθμιον
τὸ βούλεσθαί τι νοεῖν ἄριστά τε καὶ ἀδιαπτώτως, πάρα298 in vol. 2

558

γε τοῖς οὕτω διεστραμμένοις· τὸ δὲ ἀρρωστοῦν εἰς σύνεσιν ἐντετίμηταί που· καὶ παρατροπῆς μὲν ἀεὶ τῆς ἐπὶ τὸ λίαν εὐηθικός, τὸ ἰσοστατοῦν οὐδέν, ἐν μοίρᾳ δὲ τῇ αἰσχίονι τὸ εὖ ἔχειν ὑπειλημμένον. Ἦ οὐκ ἄμεινον ἐννοεῖν ὡς τὴν μὲν
5τοῦ Υἱοῦ φύσιν, ἥτις ποτέ ἐστι, νῷ μὲν ἐπαθρῆσαι τῷ καθ’ ἡμᾶς ἀνέφικτον παντελῶς, μεῖζον δὲ εἰπεῖν ἢ κατὰ δύναμιν λόγου; «Δόξα γὰρ Κυρίου κρύπτει λόγον,» κατὰ τὸ γεγραμμένον. Ἐκ πλείστων δὲ ὅσων θεωρημάτων, τὴν ὡς ἐν ἐσόπτρῳ γνῶσιν οὐκ ἀνιδρωτὶ καὶ μόλις ἐρανιζόμεθα,
10ἰσχναῖς δὲ δὴ λίαν καὶ οἱονεὶ κατερρινημέναις φαντασίαις ἐννοιῶν τὴν ὡς ἐν αἰνίγμασι θέαν εἰς νοῦν συναγείροντες, τὸ ἀκλινὲς ἐν πίστει κερδαίνομεν. Ἐπειδὴ δὲ ἐν κτίσμασι καὶ τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν οὐδὲν ἀκριβῶς καὶ μονα‐ δικῶς ἐξήσκηται πρὸς ἐμφέρειαν τῆς ἀνωτάτω φύσεώς
15τε καὶ δόξης, συνίεμεν μόλις τὰ περὶ αὐτῆς, τὸ τελοῦν εἰς δήλωσιν ἀφ’ ἑκάστου τῶν ὄντων χρειωδῶς ἁρπάζοντες· σπιθαμῇ δὲ ὥσπερ μετροῦντες τὸν οὐρανόν, βραχεῖ κομιδῇ τῷ γε ἐν ἡμῖν ὄντι νῷ πρὸς τὰ ἐπέκεινα νοῦ παντὸς ἀναμύειν οὐ παραιτούμεθα, φῶς τε καὶ ζωὴν καὶ σοφίαν
20καὶ δύναμιν καὶ ἕτερα ἄττα πρὸς τούτοις φαμὲν εἶναι τὸν Υἱόν. Ὠνόμασται γὰρ οὕτω παρά γε τῇ θεοπνεύστῳ Γραφῇ, ἀλλ’ οὐχ ἑκάστῳ τῶν ὀνομάτων τὴν ἄρρητον αὐτοῦ φύσιν ἐγκατακλείοντες, ἐκ διαφόρων αὐτὸν συγκεῖσθαί φαμεν, καὶ εἰς ἕν τι τὸ ἀρτίως ἔχον ἀναπεπλέχθαι μόλις. Ἁπλοῦς
25γάρ ἐστι καὶ μονοειδής, ἀλλ’ ἐκ πλείστων ὅσων τῶν αὐτῷ προσπεφυκότων οὐσιωδῶς, εἰς αὐγὰς ὥσπερ ἴμεν ἰσχνὰς τῆς ἐπ’ αὐτῷ θεωρίας καὶ συμμέτρου περιωπῆς. Εἰ τοίνυν
λέγοιτο χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Πατρός, ἀχωρίστως τε ἅμα καὶ προσπεφυκότως συνυπάρχοντα νόει, καὶ οἱονεὶ300 in vol. 2
30τὸ εἶδος αὐτοῦ τοῦ γεγεννηκότος. Ἡνίκα δ’ ἂν καὶ ἀπαύ‐ γασμα μονονουχὶ φωτὸς προέντος τε καὶ ἀπαστράψαντος, εἰς νοῦν ἔχε τὴν ἐκ Πατρὸς οἱονεί πως εἰς τὸ ἔξω διεκδρομήν, οὔτε εἰσάπαν ἀπηλλαγμένως τῆς ὅθεν ἐστὶν ὑποστάσεως, οὔτε μὴν εἰσάπαν συνεσταλμένως, προεκκύπτουσαν δὲ
35ὥσπερ εἰς τὸ ὑφεστάναι καθ’ ἑαυτὴν καὶ εἰς ὕπαρξιν ἰδικήν. Ἐμφιλοχωρεῖ μὲν γὰρ τῇ τοῦ Πατρὸς φύσει, μονο‐ νουχὶ ῥίζαν ἔχων αὐτὴν ὁ Υἱὸς καὶ τομῆς τῆς εἰσάπαν οὐκ ἀνεχόμενος, πλὴν ὑφέστηκεν ἰδικῶς, καὶ ἔστιν Υἱὸς ἀληθῶς, οὐκ ἀνυπόστατος χαρακτήρ, οὐδὲ ἀνυπάρκτως
40ἐπερριμμένος, ἢ συμβεβηκώς, ὡς εἶδος ἐν σώματι. Ζωὴ

559

γὰρ ὢν κατὰ φύσιν, πῶς ἂν νοοῖτο μὴ ὑφεστάναι; Ἦ οὐ διεπύθου λέγοντος· «Ἐγώ εἰμι ὁ ὤν, τοῦτό μού ἐστιν ὄνομα, καὶ μνημόσυνον αἰώνιον γενεαῖς γενεῶν;» Β. Εὖ λέγεις. Εἰς καιρὸν δὲ ἡμῖν ὄντα τε ἔφης καὶ ζωὴν
5τὸν Υἱόν, ὡς χαρακτῆρά που πάντως καὶ ὁμοίωσιν ἀκριβῆ τοῦ ὄντος τε καὶ ζῶντος Πατρός. Ἀλλὰ τί δῆτα, φασίν, εἴπερ ὧδε ἔχει, ζωὴν δέχεται παρὰ τοῦ Πατρός; Ἔφη γὰρ αὐτός· «Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ.» Καὶ
10μὴν καὶ ἑτέρωθι, καταναρκήσας οὐδέν· «Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμέ.» Πρὸς ἡμᾶς δὲ ὁ Παῦλος, «Ὁ δὲ Θεός, ἔφη, πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς
15τοῖς παραπτώμασι, συνεζωοποίησε τῷ Χριστῷ, χαριτί ἐστε σεσωσμένοι, καὶ συνήγερκε, καὶ συνεκάθισεν ἐν τοῖς ἐπου‐ ρανίοις ἐν Χριστῷ Ἰησοῦ.» Καὶ ὅλως διὰ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς θεοπνεύστου Γραφῆς, ζωοποιούμενός τε παρὰ τοῦ Πατρὸς καὶ ζωῆς ὁρᾶται μέτοχος. Τίνα δὴ οὖν ἄρα302 in vol. 2
20τρόπον τἀληθὲς ἀντεξοίσομεν τοῖς δι’ ἐναντίας, ὡς ἥδιστα ἄν σου διαπυθοίμην. Α. Καὶ μὴν ἄριστά σοι καὶ οὐκ ἀποσκόπως που λέγειν ἐδόκουν, οὐχὶ τῆς βουλήσεως τοῦ Πατρός, ἀλλ’ οὐσίας καὶ ὑποστάσεως χαρακτῆρα τὸν Υἱὸν νοεῖσθαι δεῖν, καὶ οὐκ
25ἀπᾳδόντως τῇ θείᾳ Γραφῇ. Β. Ἄριστα μὲν οὖν· ἀποφήσαιμι γὰρ ἂν οὐδαμῶς τό γε ὀρθῶς ἔχον τε καὶ εἰρημένον. Α. Ἐν δέ γε τοῖς οὖσιν, ὅσα μὴ μόνον εἰς σχῆμα καὶ εἶδος μεμόρφωται τό τινος, οὐσιώδη δὲ μᾶλλον διεκληρώσατο
30τὴν ἐμφέρειαν, ὁμοφυῆ δήπου πάντως εἶεν ἄν, καὶ τῆς κατὰ πᾶν ὁτιοῦν ὁμοιότητος ἀνενδεῶς ἐξημμένα. Β. Πῶς δὴ φής; Οὐ γάρ μοι μάλα σαφὴς ὁ λόγος. Α. Τὸ χαλκοῦ, φέρε εἰπεῖν, ἢ λίθου πεποιημένον ἀνδροειδὲς ἄγαλμα, πότερα τῆς τοῦ δεῖνος οὐσίας ἤγουν εἴδους καὶ
35μορφῆς ἐξεικονισμὸς εἴη ἄν; Β. Εἴδους δηλονότι. Α. Ὅ γε μὴν τοῦ δεῖνος υἱός, πρὸς αὐτῆς εἰς τοῦτο πλαστουργηθεὶς τῆς φύσεως καὶ ἄκρως ἐξησκημένος πρὸς ὁμοίωσιν τοῦ γεννήσαντος, λόγοις δὲ δή φημι τοῖς κατὰ τὴν
40φύσιν, ἆρ’ οὐκ ἂν νοοῖτο λοιπὸν φυσική τε καὶ οὐσιώδης εἰκών; Β. Ναί. Α. Ὄντος δὴ οὖν ἤδη σαφοῦς τε καὶ ἐναργοῦς ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ὑποστάσεως χαρακτὴρ ὑπάρχων ὁ
45Υἱός, ἀδιαλώβητόν τε καὶ ἀπαράσημον τὸ θεῖον ἐν ἑαυτῷ304 in vol. 2

560

παρέδειξε κάλλος, διαρρήδην εἰπών· «Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι·» καὶ «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα·» πῶς οὐκ ἀναγκαῖον ἐννοεῖν ὡς τοῖς τῆς θεότητος ἰδιώμασιν ὑπάρχων διαπρεπής,
5καθάπερ ἀμέλει καὶ ὁ Πατήρ, κατ’ οὐδένα τρόπον ἀπο‐ λισθήσειεν ἂν τοῦ εἶναι ζωὴ καὶ ζωοποιός, ἵνα μὴ διὰ τῆς εἰκόνος ὑβρίζηταί πως ὁ οὗπέρ ἐστιν εἰκών; Συμβήσεται γάρ, εἴπερ οὐχ ὧδε ἔχει, τό γε ἧκον εἰς τὸν Υἱόν, ὅς ἐστιν εἰκὼν τοῦ Πατρός, ζωὴν μὲν οὐκ ἔτι, ζωῆς δὲ μᾶλλον
10ἐπιδεᾶ καὶ τῆς παρ’ ἑτέρου μέτοχον, καὶ αὐτὸν ἤδη πως ὑποπτεύεσθαι τὸν Πατέρα. Ἢ πῶς ἂν γένοιτο τοῦ ζωογο‐ νοῦντος εἰκὼν ἀπαράλλακτος τὸ ζωογονούμενον, τοῦ πλουσίως ἔχοντος τὸ ἐπιδεές, τοῦ διανέμειν ἑτέροις οἵου τε τὸ καὶ ἰδίᾳ φύσει μὴ ἐπαρκοῦν;
15Β. Εὖ λέγεις. Α. Οἱ δὲ δὴ ζωῆς μέτοχον καὶ οὐκ αὐτὸ κατὰ φύσιν ὑπάρχειν ζωὴν πεφλυαρηκότες τὸν Υἱόν, ὅποι ποτὲ θεῖεν ἂν τὴν αὐτοῦ φύσιν, ὡς ἑτέραν οὖσαν παρὰ τὴν ἐν αὐτῷ ζωήν, ἐννοεῖν οὐκ ἔχω. Ἦ οὐκ ἀνάγκη τὸ ἐν μεθέξει
20τινὸς γενέσθαι πεπιστευμένον ἑτεροφυὲς εἶναι παρ’ αὐτό, ἵνα μὴ αὐτό τι ἑαυτοῦ λέγοιτό τε καὶ ὁρῷτο μέτοχον, εἴπερ ἐστὶν ὁμοφυές; Β. Ἀνάγκη. Α. Οὐκοῦν, εἰ μή ἐστι ζωὴ κατὰ φύσιν ὁ Υἱός, ἐν ἰδίᾳ
25που πάντως ἔσται φύσει, μεταλαχὼν ὡς ἑτέρας, ἢ ὅπερ ἐστὶν αὐτὸς τῆς ἐν αὐτῷ ζωῆς. Ἀποκρινάσθων δὴ οὖν οἱ
τοσούτῳ παρεφθαρμένοις συναθλοῦντες δόγμασιν, ὑπὸ ποῖον ἡμῖν ἔσται κατ’ ἐκείνους γένος· προαπέδειξε γὰρ ἡμῖν ὁ λόγος ὅτι μὴ γενητός.306 in vol. 2
30Β. Ζωή, φησί, γέγονε παρὰ τοῦ Πατρός· ἔφη γὰρ ὁ Ἰωάννης· «Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν.» Ὁ 〈Υἱὸσ〉 οὖν ἐστι ζωή. Α. Συνεισδήσας οὖν ἄμφω καὶ εἰς ἕν τι συνενεγκὼν ζωήν τε καὶ τὸν Υἱόν, οὐχ ἕτερον εἶναι φὴς παρὰ τὴν ἐν
35αὐτῷ ζωήν, ὡς διαφόροις ὀνόμασι τὴν ἑνὸς ἡμῖν τοῦ νοουμένου κατασημαίνεσθαι φύσιν, εἴτουν Υἱὸς εἴτε ζωὴ λέγοιτο τυχόν; Β. Οὕτω φημί. Α. Εἶτα πεποιῆσθαι παρὰ τοῦ Πατρὸς ὑπειλήφασι
40τὴν ζωήν· καὶ πῶς ἂν οὐχὶ μωρίας αὐτοῖς ἐπίκλημα καὶ γραφὴ τὸ χρῆμα λοιπόν; Ἦ οὐχὶ τὸ γεγονὸς ἐξ ἀνυπαρξίας παρῆχθαι λέγειν, καὶ οὐχ ἑκόντας, ἀνάγκη, καὶ τὸ εἰς ἀρχὰς τοῦ εἶναι παρακεκομισμένον τοῦ εἶναι πρεσβύτερον τὸ μὴ εἶναι λαχεῖν; Ἀλλ’ οὐ τοῦτό γε, ὦ βέλτιστοι, ζωή, πολλοῦ
45γε καὶ δεῖ. Ζωὴ γάρ ἐστιν οὐ τὸ εἰς ζωὴν παρηγμένον· πρέποι δ’ ἂν μᾶλλον αὐτῇ τὸ εἶναι διὰ παντός, ἄναρχόν τε καὶ ἀτελεύτητον τὴν ὕπαρξιν ἔχειν. Εἰ δὲ δὴ σοφὸν οἴονται

561

καὶ κατεσκεμμένον ὑπάρχειν αὐτοῖς τὸν λόγον, τὸν ἐν μεθέξει ζωῆς, κἂν εἰ νοοῖτο ζωή, πρεσβεύοντα τὸν Υἱόν, ἀκουόντων ὅτι ζωὴ λέγοιτ’ ἂν τὸ ζωοποιοῦν, οὐχὶ τὸ ζωοποιούμενον, καθάπερ ἀμέλει καὶ φῶς καὶ σοφία καὶ
5δύναμις, οὐ τὸ φωτὸς ἐπιδεὲς καὶ σοφίας τητώμενον καὶ ἰσχύος τῆς παρ’ ἑτέρου γλιχόμενον, τὸ φωτίζον δὲ μᾶλλον καὶ σοφοὺς ἀποτελοῦν καὶ δυναμοῦν ἑτέρους. Ἦ οὐχὶ δὴ τρίβον ἰέναι σοι δοκῶ τὴν εἰς εὐθύ τε καὶ ἀκαμπῆ καὶ ταῖς ἐκ νόμου ψήφοις ἐπαινουμένην; «Ὁδῷ γάρ, ἔφη,
10πορεύσῃ βασιλικῇ.» Β. Καὶ μάλα. Α. Τὸ δὲ δὴ σχέσει τῇ μὴ κατὰ φύσιν καταπλουτοῦν καὶ μόλις τό γε ὅλως εἶναι τοῦθ’ ὅπερ ἐστί, πῶς ἂν ἐν ἴσῳ γένοιτό ποτε τῷ καὶ μετασχεῖν ἐφιέντι, καὶ χαριζομένῳ308 in vol. 2
15μεταλαχεῖν τῶν ἰδικῶς αὐτῷ προσεῖναι πεπιστευμένων; Ἀκούω γὰρ λέγοντος τοῦ Υἱοῦ· «Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» Καὶ μάλα εἰκότως. Ἐνεργήσει γὰρ ἐν ἴσῳ καὶ οὔτι που παρηλλαγμένως ἥ τε τοῦ Πατρὸς καὶ
20τοῦ Υἱοῦ φύσις. Ζωὴ γάρ ἐστιν ὁ Πατήρ, ζωὴ δὲ καὶ ὁ Υἱός, οὐ μεῖον ἢ ὁ Πατήρ. Β. Ἀλλ’, οἶμαί γε δή, φαῖεν ἂν ὅτι ψευδομυθεῖς, ὦ οὗτος, οἴχεται δὲ δή σοι πρὸς τὸ μηδὲν ἤδη πως ὁ νοῦς καὶ τῶν μὲν ἐξ ἀκριβείας διημάρτηκεν ἐννοιῶν, τὸ δὲ τοῦ
25Πατρὸς ὑπερανεστηκός τε καὶ ὑπερκείμενον ἔν γε τῷ εἶναι ζωὴ κεκιβδήλευκέ τε καὶ κατασμικρύνας ἔχει. Πῶς γὰρ ἢ πόθεν ἐν ἴσῳ κείσεται τῷ Υἱῷ, καὶ εἰ καλοῖτο ζωή; Α. Βραχὺ πρὸς λόγους διαμελλήσαντες, ἀτρέμα ἔχειν δεῖν οἰησόμεθα μὲν ἡμεῖς. Οἱ δὲ τοῖς σφῶν αὐτῶν συνα‐
30θλοῦντες δόγμασι, καὶ πειράσθων ἀναπείθειν ὡς ἀμείνων μὲν ἢ καθ’ Υἱὸν ζωοποιὸς ὁ Πατήρ, μείων δὲ ἢ κατ’ αὐτόν, καίτοι ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Υἱός. Ἀλλ’ ἔσονται μὲν οὐχ οἷοί τε τοῦτο δρᾶν, οἶδ’ ὅτι, καταμαντεύσονται δὲ τὸ δοκοῦν καὶ καθοριοῦσιν εὐκόλως ἃ ἂν βούλωνται τοῦ
35Υἱοῦ, καὶ θεσμοῖς ἰδίοις τὴν ἁπάντων βασιλίδα καταζευ‐ γνύντες φύσιν. Εἶτα τιμᾶν οἴονται τὸν Πατέρα τὸν ἐξ αὐτοῦ πεφηνότα κατὰ φύσιν Υἱὸν ταῖς εἰς τὸ μεῖον καταλυποῦντες ψήφοις, καίτοι λέγοντα σαφῶς· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ’ εἰς τὸν πέμψαντά με·» καὶ,
40«Ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.» Τίνα γὰρ τρόπον καταθρήσαιμεν ἂν ζωὴν ὄντα κατὰ φύσιν ἐν Υἱῷ
τὸν Πατέρα, εἰ μὴ νοοῖτο ζωὴ κατὰ φύσιν καὶ ὁ Υἱός; Τί δὲ οὐχὶ καὶ φάσκοντι πιστευτέον τὸ «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή;» Συνάρθρως δὲ καὶ μοναδικῶς310 in vol. 2

562

ἑαυτὸν εἶναι λέγων τὴν ζωήν, ἆρ’ οὐκ ἐξώσειεν ἂν τοῦ εἶναι ζωὴν τὸν Πατέρα καὶ Θεόν, εἰ μὴ φύσεως μιᾶς ἄμφω τε εἶναι δώσομεν, καὶ δι’ ἀμφοῖν εἰς ἡμᾶς ἐν ἴσῳ τὸ χρῆμα ἰέναι, καὶ οὔτι που δυοῖν, ἀλλ’ ὡς ἐξ ἑνὸς τοῦ τὰ πάντα
5ζωογονοῦντος Θεοῦ; Β. Ὧδε ἔχει. Α. Ἦ οὐκ «ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν;» Β. Παντάπασι μὲν οὖν, εἴπερ εἶναι συγχωρήσομεν ἀληθῆ τὸν ἱερώτατον Παῦλον.
10Α. Ἀληθὴς μὲν οὖν· πῶς γὰρ οὔ; Ζῇ γὰρ ἐν αὐτῷ καὶ λαλεῖ Χριστός, ὅς ἐστιν ἡ ἀλήθεια. Θέα δὴ οὖν, ὦ φιλότης, ὡς ἐν Θεῷ μὲν Πατρὶ ζῶμεν καὶ κινούμεθα, καὶ ἐσμέν. Ὁ δέ γε τοῦ εἶναι καὶ ζῇν χορηγὸς οὐχ ἕτερος ἂν εἴη παρὰ τὸν ἐξ αὐτοῦ πεφηνότα Υἱόν, ὃς τοῖς τοῦ
15Πατρὸς ἰδιώμασιν ὑπάρχων διαπρεπὴς καὶ ζωῆς τῆς κατὰ φύσιν βλάστημα ζωοποιόν, ὡς ἴδιον ἀγαθὸν ἐνίησι τὴν ζωὴν τοῖς τούτου δεδεημένοις καὶ ὅλην συνέχει πρὸς τὸ εἶναι τὴν κτίσιν. Καὶ γοῦν Ἰουδαίοις προσλαλῶν, «Ἀμὴν ἀμήν, φησί, λέγω ὑμῖν, οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον
20ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.» Εἶτα τὴν ἰδίαν ἡμῖν κατασημαίνων φύσιν, «Ἀμὴν ἀμήν, φησί, λέγω ὑμῖν· ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον. Ἐγώ
25εἰμι ὁ ἄρτος τῆς ζωῆς.» Εἴπερ οὖν ἐν ἴσῳ τε καὶ ἀπαραλ‐ λάκτως ἐνεργὸς ἐν ἡμῖν ὁ Υἱός, κατά γε τὸ εἶναι ζωὴ καὶ
οὐ μεῖον ἢ ὁ Πατήρ, πῶς οὐκ ἐν ἴσοις αὐχήμασι θεῖεν ἂν οὐσίας αὐτόν, εἴπερ ἕλοιντό τινες ὀρθὰ φρονεῖν ἐπ’ αὐτῷ καὶ διασκέπτεσθαι δεῖν;312 in vol. 2
30Β. Ἀλλ’ ἑψόμεθα, φησίν, οἷς αὐτὸς εἴρηκεν ὁ Υἱός. Ἔφη γὰρ ἀναφανδόν· «Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκεν ἔχειν ζωὴν ἐν ἑαυτῷ.» Α. Προστίθει τὸ λεῖπον, ἤγουν ἀδικῶν ἴσθι τοι τὸ ἀληθές. Β. Τὸ τί δή;
35Α. Τὸ οἷς ἔφης ἀναγκαίως καὶ χρειωδῶς ἐπενηνεγμένον, τουτέστι· «Καὶ ἐξουσίαν δέδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν.» Β. Ἔοικας, οἶμαί που, καταδηλοῦν ἐκεῖνο θέλειν ὅτι ζωὴν δέχεται παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς οὐχ ᾗ νοεῖται καὶ
40ἔστι Θεός, ἀλλ’ ᾗ γέγονεν ἄνθρωπος, ὁ φύσει μὲν οὐκ ἔχων τὸ εἶναι ζωή, ζωῆς δὲ μᾶλλον τῆς παρὰ Θεοῦ μέτοχος. Α. Καίτοι τί δήποτε μὴ οὐχὶ μᾶλλον σαυτῷ, ταυτὶ δὲ ἀβούλως ἀνάπτεις ἐμοί; Οὐ γὰρ διεπύθου λέγοντος ὅτι δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ καὶ τοῦ
45κρίνειν τὴν ἐξουσίαν ὅτι Υἱὸς ἀνθρώπου ἐστίν;

563

Β. Ἐπυθόμην· τὸ δὲ δὴ δοῦναι νυνὶ κατὰ μόνου τοῦ κρίνειν τετάχθω, φησίν. Ἐπειδὴ γὰρ τὸ κρίνειν ὁ νόμος ὡς γέρας ἐξαίρετον ἀνετίθει Θεῷ (ἔφη γὰρ ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν), δέχεται τὸ Θεοῦ γέρας ὡς ἄνθρωπος.
5Α. Τὸ δέ γε ζωογονεῖν, ὦ βέλτιστοι, πρέποι ἂν ἑτέρῳ μᾶλλον ἢ Θεῷ; Καίτοι καὶ Παῦλος ἡμῖν ὁ σοφώτατος, Τιμοθέῳ γράφων, «Διαμαρτύρομαι, φησίν, ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα.» Β. Ναί, πρέποι ἂν καὶ τοῦτο, φησί, τῷ Θεῷ, ἀλλὰ
10τί μήν; Α. Τὸ δὲ Θεῷ πρέπον, καὶ οὐσιωδῶς ἀνημμένον, ἆρ’ οὐχὶ τῇ ἀνθρώπου φύσει δοτόν τε καὶ ἐπακτόν; Β. Καὶ τοῦτο ἀληθές. Α. Ἄνθρωπος δὲ καθ’ ἡμᾶς ὁ Χριστός, εἰ καὶ νοοῖτο314 in vol. 2
15Θεὸς καθὸ πέφηνεν ἐκ Θεοῦ; Β. Ναί· πῶς γὰρ οὔ; Α. Φύσεως οὖν ἄρα τῆς θείας ἴδιον καὶ ἐξαίρετον ἔργον ἦν τὸ ὡς ἀνθρώπῳ δοτόν, τουτέστιν ἡ ζωή; Β. Ἀλλ’ ὁ Πατὴρ λέγεται τῷ Υἱῷ δεδωκέναι τὴν ζωήν.
20Α. Προστίθει τὸν χρόνον καὶ λελύσθω τὸ ζητούμενον. Ὅτε γὰρ πέφηνε καθ’ ἡμᾶς, τότε δὴ τότε καὶ ζωοποιεῖσθαι λέγεται, καίτοι ζωὴ κατὰ φύσιν αὐτὸς ὢν ὡς ἐκ Θεοῦ καὶ ζωῆς. Καὶ γοῦν λεγομένου τοῦ Πατρὸς ὡς οὐκ ἔχοντι τῷ Υἱῷ χορηγῆσαι τὴν ζωήν, κατίδοι τις ἄν, καὶ λίαν
25ἀμογητί, ζωῆς ὄντα χορηγὸν ἑαυτῷ τὸν Υἱόν, καὶ οὔτι πού φαμεν καθὸ νοεῖται Θεός, καθὸ δὲ πέφηνεν ἄνθρωπος, ᾧ δοτόν τε καὶ εἰσκεκριμένον ἔξωθεν ἡ ζωή. Ἔφη μὲν γὰρ ὁ μακάριος Παῦλος· «Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν
30Χριστὸν Ἰησοῦν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐχὶ ταῖς ἑτέρου μᾶλλον, ἀλλὰ ταῖς ἰδίαις ἐνεργείαις τὸ χρῆμα διδούς, πρὸς Ἰουδαίους φησὶ περὶ τοῦ ἰδίου σώματος· «Λύσατε τὸν ναὸν τοῦτον
35καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Β. Πῶς οὖν ἐνήργηκεν ὁ Πατὴρ ἐν τῷ Υἱῷ τὴν ζωήν, εἴπερ ἀνεβίω Χριστὸς ταῖς ἑαυτοῦ δυνάμεσί τε καὶ ἐνεργείαις;
Α. Ὅτι ζωῆς ὄντος τοῦ Πατρός, ζωὴ πέφηνεν ἐξ αὐτοῦ κατὰ φύσιν τε καὶ ἀληθῶς ὁ Υἱός, τῆς τοῦ τεκόντος οὐσίας316 in vol. 2
40ἐμφαντικός, καὶ ὅλος μὲν ὑπάρχων ἐν τῷ Πατρί, φέρων δὲ αὖ ὁλοκλήρως ἐν ἑαυτῷ τὸν Πατέρα. Ταύτῃ τοί φαμεν τὸ Πατρὸς ἐνέργημα καὶ τοῦ Υἱοῦ, καὶ ὅπερ ἂν ὁ Υἱὸς ἐργάσαιτο, τοῦτό ἐστιν ἐνέργημα τοῦ Πατρός. Καὶ γοῦν τὴν ὡς ἐκ Πατρὸς ἐνέργειαν ἰδίαν οὖσαν ἐπιδεικνὺς καὶ
45τὸ ἐν ἅπασιν ἰσουργὸν τῆς πρὸς αὐτὸν ὁμοουσιότητος

564

μήνυσιν ἐναργῆ τοῖς φιλομαθέσι παρατιθείς, «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι, φησίν, εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε.» Ὁτὲ δὲ αὖ· «Ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ
5ἔργα αὐτός.» Οὐ γὰρ δὴ χρῆναι πρέπειν τοῖς τῆς ἀνθρω‐ πότητος μέτροις τὰ θεοπρεπῶς εἰργασμένα διενοεῖτό που, τῇ δέ γε ἀρρήτῳ καὶ ὑπὲρ νοῦν ἀνετίθει φύσει· διά τοι τοῦτό φησι· «Κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Τὰ γάρ τοι θεοπρεπῶς καὶ ὑπὲρ λόγον
10ἐξειργασμένα τοῖς τῆς κενώσεως μέτροις ἐμφιλοχωρεῖν οὐκ ἐᾷ τὴν ἐπ’ αὐτῷ δόξαν τε καὶ πίστιν, αἴρεται δὲ ὥσπερ ὑψοῦ, καὶ ἄνθρωπος μὲν οὔτι που ψιλός, Θεὸς δὲ ἔτι καὶ ἐκ Θεοῦ γινώσκεται. Ἦ οὐκ ἀληθὲς ὅ φημι; Β. Πάνυ μὲν οὖν.
15Α. Ἀλλά με μικροῦ καὶ τόδε παριππεῦσαν ᾤχετο. Β. Τὸ ποῖόν τι φής; Α. Τὸ παροισθὲν ἀρτίως τοῦ Παύλου λόγιον, ἐν ᾧ καὶ μάλα σαφὴς ἡ δίδαξις ἦν ὡς διὰ τοῦ ἁγίου Πνεύματος ἡ παρὰ Πατρὸς ζωοποίησις ἔν τε αὐτῷ τῷ Χριστῷ καὶ
20ἐν ἡμῖν ἐκπράττεται. Ἔφη γὰρ ὅτι «Εἰ δὲ τὸ Πνεῦμα
τοῦ ἐγείραντος ἐκ νεκρῶν Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Ἰησοῦν Χριστὸν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Διὰ Πνεύματος οὖν ἄρα ζωοποιὸς ὁ Πατήρ, οὐχ318 in vol. 2
25ὡς διὰ κτίσματος ζωογονῶν τὴν κτίσιν, ἀλλ’ ὡς ἐν μεθέξει φύσεως τῆς ἰδίας εἰς τὴν ἑαυτοῦ μεταπλάττων ζωὴν τὸ ζωὴν οὐκ ἔχον ἐν ἰδίᾳ φύσει. Δοτὸν γάρ που φαῖεν ἄν, οἶδ’ ὅτι, τῇ κτίσει τὸ ζῇν. Β. Φαῖεν γὰρ ἄν, ἐρήσεται δὲ καὶ πρὸς ἡμῶν αὐτῇ·
30«Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» Α. Ζωοποιὸν οὖν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, οὗ καὶ λαχόντες τὴν μέθεξιν, Θεοῦ τοῦ μόνου καὶ ἀληθινοῦ μετε‐ λάχομεν ὡς ζωῆς. Β. Σύμφημι. Φρονεῖς γὰρ ὀρθῶς, ἐπείτοι καὶ ἐν ἡμῖν
35αὐτοῖς τὴν Θεοῦ μέθεξίν τε καὶ παρουσίαν τὸ Πνεῦμα πληροῖ. Διαμεμνήσομαι γὰρ Ἰωάννου γράφοντος ὡδί· «Ἐκ τούτου γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν.» Α. Ἄθρει δὴ οὖν, ὦ ἑταῖρε, τοῦ θείου τε καὶ ζωοποιοῦ
40Πνεύματος χορηγὸν καὶ δοτῆρα, τὸν ἐκ Θεοῦ πεφηνότα Υἱόν. Ἐνεφύσησε γὰρ τοῖς μαθηταῖς αὐτοῦ λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Εἶτα πῶς οὐκ ἂν γένοιτο τῶν λίαν ἀπηχε‐ στάτων ζωῆς ὑπάρχειν χορηγὸν τὸν οὐκ ὄντα ζωήν, εἴπερ ἐστὶν ἀληθῶς ἐν τοῖς ἐπακτὸν ἔχουσι τὴν ζωὴν κατά γε τὸ
45ἐκείνοις οὐκ οἶδ’ ὅπως δοκοῦν; Καίτοι τί δήποτε, φαίην ἂν εἰκότως, εἴπερ ἐστὶν οὐ ζωή, ὡς ἴδιον ἀγαθὸν ἐνίησί

565

τε τὸ Πνεῦμα, καὶ τρόπῳ τῷ κατὰ τὴν ἐκφύσησιν χορηγὸν ὄντα ζωῆς ἑαυτὸν ἀποφαίνει; Ὅταν τοίνυν λέγηται ζωῆς
μέτοχος ὁ Υἱός, ἤγουν ὅτι ζωοποιεῖται παρὰ τοῦ Πατρός, τὴν θείαν εὐθὺς ἀναλογίζου φύσιν ὅλην ὥσπερ ἐν Πατρὶ320 in vol. 2
5νοουμένην, ἐν ᾧ καὶ ἐξ οὗ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ζωοποιὸν τοῖς εἰσκεκριμένην ἔχουσι τὴν ζωὴν τὴν ζωοποίησιν ἐνεργοῦν, οὐχ ὡς τῆς ἀρρήτου φύσεως ὄργανον, ἀλλ’ οἱονεί πως ὅλην αὐτῆς τὴν ποιότητα δι’ ἑαυτοῦ τῇ κτίσει δωρού‐ μενον, καὶ ἀναμορφοῦν εὖ μάλα τὸ φθείρεσθαι πεφυκὸς εἰς
10μακραίωνα βίον. Ἐννοίαις δὲ ταῖς εἰς τοῦτο σεσοφισμένος, τὴν ἐν Χριστῷ ζωοποίησιν ἐνηργημένην εὑρήσεις εἴς γε δὴ μόνον τὸ ζωοποιεῖσθαι πεφυκός, τουτέστι τὸ ἀνθρώπινον. Ὁ γὰρ ἐκ Πατρὸς ἀληθῶς καὶ μονογενὴς διὰ τοῦ ἰδίου Πνεύματος τῆς ἑαυτοῦ σαρκὸς ἀπεσόβει τὴν φθοράν, καὶ
15θανάτου κρείττονα τὸν οἰκεῖον ἀπετέλει ναόν. Ὅτι γὰρ ᾗ Θεός τέ ἐστι καὶ ἐξ αὐτῆς ἀνέφυ τῆς κατὰ φύσιν ζωῆς, δῆλον δὲ ὅτι τοῦ Πατρός, ζωὴ καὶ αὐτὸς κατὰ φύσιν ἐστί, μάρτυς ἂν γένοιτο περιφανής τε καὶ ἀληθὴς ὁ θεσπέσιος Ἰωάννης. Γράφει γὰρ ὧδε περὶ αὐτοῦ· «Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκη‐
20κόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν.» Σαφέστερον δὲ
25καθιστὰς τὸ τίς ἂν εἴη λοιπὸν ἡ πρὸς αὐτοῦ κεκλημένη ζωή, πάλιν φησί· «Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει· καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀλη‐ θινὸν Θεόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ
30ἡ αἰώνιος.» Ποῦ γὰρ ὅλως ἢ πῶς ἂν νοοῖτο καὶ ὑπάρχων ἀπ’ ἀρχῆς καὶ Θεὸς ἀληθινός, εἰ μὴ τοῦ κεκλῆσθαι πρὸς
ὕπαρξιν πρεσβύτερόν τε καὶ ἀνωτάτω τὸ εἶναί τε ἀεὶ καὶ ὡσαύτως ἔχειν λαχών; Ζωὴ γὰρ κατὰ φύσιν ὑπάρχων, τότε δὴ τότε πρεπόντως ἐπιγινώσκεται. Θεῷ γάρ που τῷ322 in vol. 2
35ἀληθινῷ, τὸ ὧδέ τε εἶναι πρέποι ἄν, καὶ διαμαχεῖται τὸ ἔμπαλιν, καὶ γοῦν ὄνομα τὸ Ὢν αὐτῷ· «Ἐγὼ γάρ, ἔφασκεν, εἰμὶ ὁ Ὤν, τοῦτό μού ἐστιν ὄνομα καὶ μνημό‐ συνον αἰώνιον γενεῶν γενεαῖς.» Β. Ἀλλ’ εἰ χαρίζῃ, φησί, τὴν Πατρὸς ἐνέργειαν τῷ
40Υἱῷ, καὶ τοῦτο ἀπαραλλάκτως, ἰσοσθενῆ τε εἶναι φής, ποῦ τὸ μεῖον ἔτι τηρήσεις αὐτῷ, καίτοι λέγοντι σαφῶς·

566

«Ὁ Πατήρ μου μείζων μού ἐστι;» καὶ πάλιν· «Πορεύο‐ μαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν;» ᾜδει γὰρ ὄντα Θεὸν ἑαυτοῦ τὸν Πατέρα. Α. Οὐκοῦν, εἰ μὴ φύσει καὶ ἀληθῶς Θεὸν εἶναι πεπι‐
5στεύκασι τὸν Υἱόν, κτίσμα που πάντως καὶ ἕτερον παρὰ τοῦτο οὐδὲν εἴη ἄν. Ἐπὶ δέ γε τοῖς ὧδε φρονεῖν ᾑρημένοις, οἶμαι δὴ πρέπειν ἐκεῖνο εἰπεῖν· «Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός;» Ἐπιφωνείτω δὲ πᾶς
10αὐτοῖς φιλόθεός τε καὶ εὐσεβής· «Ἀπηλλοτριώθητε ἀπὸ Χριστοῦ, τῆς χάριτος ἐξεπέσετε.» Μερὶς δὲ καὶ κλῆρος ὑμῖν Θεὸς μὲν οὐκέτι, πολλοῦ γε καὶ δεῖ· νόθος δέ τις ἁπλῶς καὶ ψευδώνυμος, κατάπλαστον ἔχων τὴν τῆς θεότητος δόξαν. Λελατρεύκασιν ἀληθῶς τῇ κτίσει παρὰ τὸν κτίσαντα,
15διὰ τοῦτο καὶ ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατὴρ καὶ ἐπακτὸν ἔχειν τὴν ζωήν, μᾶλλον δὲ καὶ ἐν οἷς ἡ ζωὴν ἰδίαν οὐκ ἔχουσα κτίσις, πεπιστεύκασι τὸν Υἱόν. Εἶτα τί προσκυνεῖν ἐγνώκασιν ὃν τοῖς τῆς κτίσεως ἐγκαταδεσμοῦσι μέτροις,
καὶ τῆς κατὰ πάντων οὐσιώδους ὑπεροχῆς δυσσεβοῦντες324 in vol. 2
20ἀπαλλάττουσι, καίτοι λέγοντος Ἰωάννου σαφῶς· «Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν.» Οὐ γὰρ δὴ ταῖς κατὰ σύγκρισιν ὑπεροχαῖς τὸ ἐπάνω πάντων ὁ Υἱὸς κεκτή‐ σεται· ἐπειδὴ δὲ ἐν τῷ πάντα εἰπεῖν, γενητοῦ παντὸς εἰσφέρεται δήλωσις, ὑπερανεστήξει τὰ πάντα τὸ τελεῖν ἐν
25κτίσμασιν οὐδαμόθεν ἔχων ὡς ἴδιον ὁ Υἱός· ἐπεὶ μὴ ἐν τοῖς πᾶσίν ἐστιν, ἀλλ’ ἐπάνω πάντων ἐξῃρημένως, διὰ τὸ εἰς λῆξιν ἰέναι τὴν ἀνωτάτω λοιπόν, ἧς ἐπέκεινα παντελῶς οὐδέν. Ἦ οὐχὶ Θεὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καθὰ καὶ ὁ θεῖος ἡμῖν ἔφη Παῦλος;
30Β. Ναί. Α. Τοῦτο δὲ ἦν ὁ Υἱός· «Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Β. Τί οὖν ἐροῦμεν εἰ φαῖεν ὅτι γέγραπται περὶ τοῦ Πατρὸς ὅτι ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα;
35Α. Ἀλλ’ εἰ προσθεῖεν ἡμῖν, ὦ Ἑρμεία, τὸ ἀναμαθεῖν ἐθέλειν ὅπη τε καὶ ὅπως εἰσποίητον ἔχει τὸ εἶναι Θεὸς ὁ Υἱός, καίτοι κατὰ φύσιν καὶ αὐτῷ τῷ εἶναι συμπαρο‐ μαρτοῦν τὸ ἀξίωμα λαχών, αὐτόθεν, οἶμαί που, καταβαλοῦσι, καὶ τὸ δύσερι μεθέντες ὡς νόσον ἀποπληξίας, ἀποπεπαύ‐
40σονται μὲν τὴν ἄρρητον τοῦ Υἱοῦ συκοφαντοῦντες οὐσίαν, φρονεῖν δ’ ἂν ἕλοιντο μεθ’ ἡμῶν ὀρθά. Ἀλλ’ ἐκεῖνοι μέν, κατὰ τὸ εἰκός, ἐνστήσονται ταῖς σφῶν αὐτῶν ἐπαμύνοντες δόξαις καὶ τοῦ ψεύδους ὑπερμαχόμενοι καὶ προεστηκότες

567

γεννικῶς οὐ προθυμίαις, οἶμαι, δευτέραις, ἢ αἷσπερ ἂν ἕλοιντό τινες τοῖς ἐθέλουσι καταδηλοῦν τὸν πολέμου καὶ
μάχης ὁπλίζεσθαι νόμον πρό τε παίδων καὶ πρὸ γυναικῶν. Ἡμᾶς δὲ ἀνάγκη, λεπτοεπεῖν ᾑρημένους, ἀνασκαλεύειν τὰ326 in vol. 2
5κεκρυμμένα, καὶ τὴν τοῖς ἀμαθεστέροις οὐ ῥᾳδίαν ἑλεῖν ἀπογυμνοῦν ἀλήθειαν. Β. Εὖ λέγεις. Α. Ἔφη τοίνυν ἡμῖν ὁ θεσπέσιος Παῦλος περὶ τοῦ Μονογενοῦς· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν
10ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενό‐ μενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα
15τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Ἆρ’ οὖν οὐχὶ καὶ αὐτὸς ἡμῖν ὁ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου καιρός, εἴπερ ἕλοι
20ποθὲν τὸ ἀνακεκραγεῖν δύνασθαι, τοῖς οὔπω νενοηκόσιν ἀναφανδὸν ἐρεῖ ὡς οὐχ ᾗπερ ἂν νοοῖτο Θεὸς ὢν ὁ Λόγος, ἀλλ’ ᾗ πέφηνεν ἄνθρωπος εἰς τὴν τῆς θεότητος ἀναπεφοίτηκε δόξαν, καὶ μετὰ σαρκός, καὶ ὅτε κεκένωκέ τε καὶ τετα‐ πείνωκεν ἑαυτόν, τότε καὶ ὑψοῦσθαι λέγεται; Ἐπεὶ δίδασκε·
25πυθοίμην γὰρ ἂν ὡς ἥδιστά σου καὶ ἐρομένῳ φράσον. Β. Τὸ τί δὴ φής; Α. Κεκένωκεν ἑαυτὸν ὁ Μονογενής, καθεὶς ἐν δούλου μορφῇ, καὶ ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, καὶ γενόμενος ὑπήκοος μέχρι θανάτου. Τοιγάρτοι, φησίν,
30ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. Ἆρ’ οὖν ἐν τάξει τῇ καθ’ ἡμᾶς μισθὸν ἀνδραγαθημάτων καὶ δῶρον ὑπακοῆς καὶ στέφανον εὐτολμίας
τὸ κεκλῆσθαι Θεὸς ἐκτήσατο καὶ τὸ προσκυνεῖσθαι δεῖν328 in vol. 2
35πρός τε αὐτῶν τῶν ἁγίων ἀγγέλων, ἡμῶν τε τῶν ἐπὶ γῆς καὶ τῶν ἤδη κατοιχομένων; Β. Ἔοικεν. Α. Οὐκοῦν (ἐρῶ γὰρ δή τι μικρὰ τοῦ πρέποντος εἴς γε τὸ παρὸν φροντίσας διὰ τὸ ἀναγκαῖον), τοῖς τῶν ἐπὶ γῆς
40ὀλισθήμασι καὶ ταῖς ἡμῶν ἁμαρτίαις πλείστην μὲν ὅσην ἐχέτω τὴν χάριν ὁ Μονογενής. Ἴστω δὲ ὅτι πρόφασις αὐτῷ τῆς θεοποιοῦ δόξης, τῆς ἀνθρωπότητος τὰ ἐγκλήματα. Εἰ μὴ γὰρ ἡμάρτομεν, οὐκ ἂν γέγονε καθ’ ἡμᾶς· καὶ εἰ μὴ γέγονε καθ’ ἡμᾶς, οὐδ’ ἂν ὑπέμεινε τὸν σταυρόν· καὶ εἰ

568

μὴ ἀπέθανεν, οὐδ’ ἂν ἐκτήσατο τὸ προσκυνεῖσθαι δεῖν πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. Β. Θρασὺς μὲν ὁ λόγος, πλὴν ἔχει τὸ πιθανόν. Α. Εἰ δὲ καὶ ἦν ἐν ἰσότητι καὶ ἐν μορφῇ τοῦ Πατρὸς
5τῶν τῆς κενώσεως μέτρων ἀμέτοχος ὤν, ποίαν ἂν ἔχοι δόξης ἐπίδοσιν τὸ ὄνομα λαβὼν τὸ ὑπὲρ πᾶν ὄνομα κατὰ τὸν τῆς κενώσεως χρόνον; Ἆρ’ οὐ συνίης ὅποι ποτὲ αὐτοῖς ἀποκινδυνεύσειεν ἂν ὁ λόγος, εἰ ἐρευνῷτο λεπτότερον; Β. Συνίημι.
10Α. Βούλει δὴ οὖν, μεθέντες εἰς τὸ παρὸν τὸ ἄγαν ἰσχνο‐ λογεῖν, ἐπ’ ἐκεῖνο ἴωμεν τὸ ὅτι Θεὸς ἦν ἐν ἀρχῇ καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὁ Μονογενής, καίτοι μακρὸν ἐπὶ τούτῳ δαπανήσαντες λόγον ἔν γε τοῖς παρῳχηκόσι; Β. Καὶ μάλα.
15Α. Οὐκοῦν διὰ μὲν φωνῆς Ἡσαΐου φησὶν ὁ Θεὸς καὶ Πατήρ· «Ἐγὼ Κύριος ὁ Θεὸς ἔτι ἀπ’ ἀρχῆς.» Ἀνακε‐ κραγότων δὲ καὶ αὐτῶν τῶν ἁγίων ἐπαΐοι τις ἂν πρὸς αὐτόν· «Οὐχὶ σὺ ἀπ’ ἀρχῆς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ
οὐ μὴ ἀποθάνωμεν;» Ἰδοὺ Θεὸς ἀπ’ ἀρχῆς κατωνόμασταί330 in vol. 2
20τε καὶ ἔστιν ἀληθῶς ὁ Θεὸς καὶ Πατήρ. Ὁ δέ γε θεσπέσιος Ἰωάννης, ὅτε τοὺς ἐφ’ Υἱῷ πρὸς ἡμᾶς ἐποιεῖτο λόγους, «Ὃ ἦν, φησίν, ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφη‐ σαν περὶ τοῦ Λόγου τῆς ζωῆς.» Προσεφώνει δέ τισι·
25«Γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς.» Καὶ τίς δὴ οὗτός ἐστιν, αὐτὸς ἔφη πάλιν· «Τάδε λέγει ὁ ὤν, ὁ ἦν, ὁ ἐρχόμενος.» Β. Ἀλλ’ ὅτι μὲν ἦν καὶ πρὸ τῆς κτίσεως καὶ αὐτοὶ φαῖεν ἄν· τὸ δὲ ὅτι καὶ Θεὸς ἦν, οὔπω σαφῶς διέγνωσται,
30φασί. Δέχεται γάρ, ὡς οὐκ ἔχων δηλονότι. Α. Εἶτα πῶς οὐκ ἐπὶ καιροῦ τοῖς τὸν ἀπόπτυστον τουτονὶ προεμένους λόγον εἰκότως ἐπιστυγνάζοντες καὶ ἡμεῖς ἐροῦμεν· «Οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν.» Οὐ γὰρ ὅτι ἦν ἁπλῶς, ἀλλ’ ὅτι καὶ Θεὸς ἦν ὁ
35Λόγος ἀναγράφοντος ἐναργῶς τοῦ θεηγόρου καὶ εὐαγγελι‐ στοῦ, καθάπερ ἐξ οἴνου καὶ μέθης πρὸς πᾶν ὁτιοῦν ἰόντες ἀκατασκέπτως, κατειρωνεύονται τὴν ἀλήθειαν. Φέρε δὴ οὖν καὶ δι’ ἑτέρων ἐλάσαντες ἐννοιῶν, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἐπιγινώσκωμεν τὸν Υἱόν. Ἦ γὰρ οὐχὶ πρέποι ἂν
40τῷ γε ὄντι κατὰ φύσιν Θεῷ τὰ ἐφ’ ἑκάστῳ ψηφηφορεῖν, καὶ στεφανοῦν μὲν ἐπαίνοις τοὺς νόμον ἔχοντας τοῦ βίου τὸν ὁριστὴν καὶ τὴν εὐκλεᾶ καὶ περίοπτον ἐκτετιμηκότας ζωήν, κολάζειν δὲ τοὺς ἡμαρτηκότας ὡς ἀλαζόνας καὶ ὑβριστὰς καὶ θεσμοῖς τοῖς ἄνωθεν ἐμπαροινοῦντας εὐκόλως;

569

Β. Πρέποι ἄν. Α. Τί δὲ δὴ τὸ πληροῦν τὰ πάντα δύνασθαι καὶ διὰ πάντων μὲν ἥκειν, εἶναι δὲ καὶ ἐν πᾶσι δοίης ἂν ἑτέρᾳ
φύσει παρὰ τὴν θείαν;332 in vol. 2
5Β. Οὐκ ἔγωγε· πῶς γάρ; Α. Τὸ δὲ Θεῷ πολιτεύεσθαι καὶ διαβιοῦν, αὔχημά τε ποιεῖσθαι Θεόν, οὐχὶ φαίης ἄν, ὦ ἑταῖρε, τοῖς ἁγίοις ἁρμο‐ διώτατον; Β. Πάνυ μὲν οὖν.
10Α. Ἴθι δὴ οὖν, ἐκεῖνο φράσον. Β. Τὸ ποῖον; Α. Οὐχὶ «πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων,» λόγος δὲ σοφίας, τὸ πάντων μάλιστα τιμαλφέστατον;
15Β. Σύμφημι· Γράμμα γὰρ ὧδέ φησιν ἱερόν. Α. Θέα δὴ οὖν τῶν ἄνωθέν τε καὶ ἐκ Πατρὸς ὡς ἡμᾶς ἡκόντων ἀγαθῶν διανομέα καὶ πρύτανιν, καὶ τοῦτο κατ’ ἐξου‐ σίαν, ὑπάρχοντα τὸν Υἱόν· ἔφη γὰρ ὁ Παῦλος· «Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς
20τοῦ Χριστοῦ.» Καὶ μέντοι καὶ ἑτέρωθί που πρὸς Μωσέα τὸν ἱερώτατον διειπόντος Θεοῦ· «Τίς ἔδωκε στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ Κύριος ὁ Θεός; Καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου·» προσελάλει που πάλιν
25τοῖς ἁγίοις ἀποστόλοις ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· «Θέσθε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπο‐ λογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν πάντες οἱ ἀντικείμενοι ὑμῖν.» Ἀναμελῳδοῦντος δὲ τοῦ μακαρίου Δαβὶδ ὅτι ὁ
30Θεὸς κριτής ἐστιν, ἔχοντός τε ἀραρότως ὡς ἔνεστι μὲν αὐτῷ τὸ ἑκάστῳ διανέμειν ὧν ἂν δρῴη τὰς ἀμοιβὰς καὶ οὓς ἂν ἕλοιτο δικαιοῦν («Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ
κατακρίνων;» κατὰ τὸ γεγραμμένον)· ἐνεργὸν ἐπ’ ἀμφοῖν οὐχ ὑπουργικῶς ἀλλ’ ἐν ἐξουσίᾳ τῇ θεοπρεπεῖ κατοψόμεθα334 in vol. 2
35τὸν Υἱόν. Ἔφη γὰρ αὐτός· «Τί γὰρ ὠφεληθήσεται ἄνθρω‐ πος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ,
40καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Προσε‐ φώνει δέ τῳ τῶν ἠρρωστηκότων· «Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου·» ἐφ’ ᾧ καὶ λελυττηκότες οἱ πέρα λόγου παντὸς ἀνόσιοι Φαρισαῖοι, δυσφημίας ἐγκλήματι καταδεσμεῖν ἀπετόλμων τὸν οὕτω θεοπρεπῆ καὶ λίαν ἀνυποστόλως
45ἀνέντα φωνήν, καὶ δὴ καὶ ἔφασκον· «Οὗτος βλασφημεῖ. Τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός;»

570

Ὁ τοίνυν καὶ νόμου καὶ δίκης Κύριος, καὶ στεφάνων διανομεύς, καὶ δικαιοσύνης πρύτανις, καὶ ἀνιεὶς ἁμαρτίας, καίτοι μετὸν οὐδενὶ τῶν ἠριθμημένων ἐν κτίσμασι τοῦτο δρᾶν, πῶς οὐκ ἂν εἴη Θεὸς κατὰ φύσιν; Ἆρά σοι δοκῶ
5ταυτὶ δοξάζειν ὀρθῶς; Β. Ἀστειότατά γε καὶ τοῦ κατεσκῶφθαι μακράν. Α. Θεοῦ δὲ ὄντος ἐν πᾶσι, καὶ ἀποφοιτῶντος μὲν οὐδενός, ἐνεργείᾳ δὲ τῇ θεοπρεπεῖ διαπιμπλάντος τὰ πάντα, ταύτῃ τοι καὶ λέγοντος πρὸς τὸν Ἰσραήλ· «Ὁ οὐρανός μοι
10θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος; Ἢ τίς τόπος τῆς κατα‐ παύσεώς μου;» περιτρέπων τὸ χρῆμα, καὶ μάλα ὀρθῶς, εἰς τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον ὁ θεσπέσιος ἡμῖν γράφει Παῦλος· «Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος,
15περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος,
ἐλεύθερος, ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός.» Καὶ αὖ ἐπὶ τούτοις· «Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» Ἆρ’ οὖν τὸ πάντα πληροῦν καὶ διὰ παντὸς μὲν ἥκειν, εἶναι δὲ καὶ336 in vol. 2
20ἐν πᾶσιν, οὐ μεῖζον ἢ κατὰ κτίσιν; Β. Πῶς γὰρ οὔ; Α. Ἁγίου δὲ παντός, τὴν ἐγκόσμιόν τε καὶ σαρκικὴν μεθέντος ζωήν, ἀνατεθεικότος δὲ ὥσπερ Θεῷ τὴν ἑαυτοῦ ψυχήν, αὔχημά τε ποιεῖσθαι διεγνωκότος παρ’ αὐτὸν οὐδένα,
25γράφει πάλιν ὁ Παῦλος· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα Θεῷ ζήσω,» δῆλον δὲ ὅτι τῷ Υἱῷ, καὶ δι’ αὐτοῦ τῷ Πατρί. Εἴη δ’ ἄν σοι καὶ τοῦτο σαφὲς καὶ ἀναμφιλόγως ἔχον εἰ προσθέντος ἐπαΐοις· «Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν,
30ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Καὶ μὴν ἐπὶ τούτοις· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ·» καίτοι φάσκοντος ἁγίου παντός· «Χαρήσομαι ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, Κύριος ὁ Θεός μου δύναμίς μου.»
35Β. Καὶ μήν, ὦ γενναῖε, τῶν μὲν τοιούτων ἡμῖν ἅλις ἐννοιῶν. Θεὸς γὰρ οὔτι που ψευδώνυμος, ἀληθὴς δὲ μᾶλλον ὁ Υἱὸς διὰ μυρίων ὅσων ἡμῖν ἀπεφάνθη λόγων. Τοιγάρτοι, τόδε μεθείς, ἐκεῖνο φράσον, τὸ ὅπως ἄν τις ἐκδέξαιτο καὶ συνιέναι πρέποι· «Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ
40Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Τί δὲ δὴ καὶ μαθὼν Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλεῖ; Μὴ γὰρ ἐνδοιάσῃς ὅλως ὅτι πάντως που καὶ τοῦτο ἐροῦσιν. Α. Ἀταλαίπωρος κομιδῇ τῶν ζητουμένων ἡ γνῶσις καὶ

571

οὐκ ἀνάντης ἑλεῖν, εἴ τῴ τις εἴη σοφὸς καὶ ἀρτίφρων
ὁ νοῦς. Γέγραπται γὰρ ὅτι «Πάντα ἐνώρια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.» Εἰ δὲ δή τις ἕλοιτο, τὸ ἐπ’ εὐθὺ φέρεσθαι μεθείς, εὐηθέστατα σκολιοδρομεῖν,338 in vol. 2
5καὶ τὴν εὐστιβῆ τῶν θεωρημάτων μεταμείψας ὁδόν, παρα‐ τρέπεσθαι πρὸς ἑτέραν, ἀκάνθαις περιπεσεῖται καὶ βόθροις καὶ τοῖς διὰ μέσου προσπταίσμασιν. Ὅθεν, οἶμαι, καὶ αἰνιγματωδῶς ὁ νόμος ταυτί που παραδηλῶν· «Ὁδῷ βασιλικῇ πορεύσῃ, φησί, καὶ οὐκ ἐκκλινεῖς δεξιᾷ οὐδὲ
10ἀριστερᾷ.» Ὅταν 〈τι〉 τοίνυν τῶν ὅσα ἐστὶ μείω μὲν ἢ κατὰ Θεοῦ δόξαν, γενητὴν δὲ φύσιν οὐχ ὑπερκείμενα, λέγηται περὶ τοῦ Υἱοῦ, μὴ τὴν ἄρρητον εὐθὺς καὶ ἐκ Πατρὸς ἰδικῶς ἀναλογίζου φύσιν, ἀλλ’ ᾗπερ ἂν ἴοι τῶν θεωρημάτων ὁ σκοπὸς ἴθι κατὰ ῥοῦν, μήτε τὰ τῆς θεότητος ἰδικῶς τοῖς
15τῆς ἀνθρωπότητος ἐγκαταγράφων μέτροις, μήτε τῆς ἀνθρω‐ πότητος τὸ σμικροπρεπὲς τῇ ὑπὲρ πάντα φύσει προσνέμων, ὡς αὐτῇ κυρίως προσπεφυκός, ἀλλ’ εὐκρινῆ καὶ τετορευ‐ μένην τὴν ἐφ’ ἑκάστῳ διαστολὴν εὖ μάλα ποιεῖσθαι διεγνωκώς. Ὧδε γὰρ ἂν ἔχοις, καὶ οὐχ ἑτέρως, τὸ ἀπλανε‐
20στάτην δύνασθαι τὴν θεωρίαν ἑλεῖν. Β. Οἷον δὲ δὴ τί φής; Α. Ὁ μακάριος ἔφη Παῦλος περὶ τοῦ Μονογενοῦς ὅτι καὶ ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός. Ἄνες δὴ οὖν ἔν γε τουτοισὶ καὶ
25παντὸς ἐπέκεινα γενητοῦ μεθίει τὸν νοῦν, καὶ τὸ θεῖον αὐτὸ περιαθρείτω κάλλος καὶ τὴν ἄρρητον αὐτοῦ κατα‐ σκεπτέσθω γέννησιν, καὶ τὸν τῆς ὑπάρξεως τρόπον ὡς ἐν ἐσόπτρῳ βλέπων, κατακροτείτω ταῖς εὐφημίαις. Εἰ δὲ δὴ γράφοι περὶ αὐτοῦ· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς
30αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων
προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν Υἱός, ἔμαθεν ἐφ’ ὧν ἔπαθε τὴν ὑπακοήν,» κάτιθι βραχύ, καὶ τὸ τῆς ἀνθρωπότητος ἀναλογίζου μέτρον. Οὐ γὰρ ἂν340 in vol. 2
35ἀπέθανεν ὁ χαρακτὴρ τοῦ Πατρός. Ἐπειδὴ δὲ καὶ ἐν ταῖς τῆς σαρκὸς ἡμέραις ἡ ἱκετηρία γέγονε, σαρκὸς ἂν εἴη τὸ δεῖμα, καὶ τῆς ἀνθρωπότητος ἰδικῶς τὸ κατορρωδῆσαι θάνατον. Οὐκοῦν εἰ καὶ λέγοιτο λαβεῖν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, μὴ τῶν τῆς θεότητος ὅρων ἀποσόβει τὸν Υἱὸν
40ᾗ Λόγος ἐστὶ καὶ ἐκ Θεοῦ πέφηνε Πατρός. Ἦν γὰρ φύσει καὶ ἀληθῶς Θεὸς καὶ πρὸ τῶν τῆς κενώσεως χρόνων. Ἦ οὐχὶ δὴ τοῦτο ἐρεῖς; Β. Πάνυ γε. Α. Ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος, καθεὶς ἑαυτὸν εἰς

572

κένωσιν καὶ εἰς δούλου μορφήν, γέγονε μεθ’ ἡμῶν καὶ ὑπὸ Θεόν, οὐκ ἀπεμπολήσας ὅπερ ἦν, τὸ δὲ τῆς ἀνθρω‐ πότητος μέτρον οὐκ ἀτιμάσας. Συνεπτώχευσε γὰρ ἡμῖν πλούσιος ὢν ὡς Θεός. Τοιγάρτοι καὶ ὑπὸ νόμον καὶ μὴν
5καὶ ἐν δούλοις καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸν ὑπέστη τὸν κατὰ σάρκα θάνατον. Ἀλλ’ ἦν ἀναγκαῖον, τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν καὶ ἀνεκποίητον ἔχοντα τὴν ἐπὶ τούτῳ δόξαν μὴ τοῖς τῆς κενώσεως ἐμφιλοχωρῆσαι μέτροις, ἀλλ’ εἰς τὴν ἄνωθέν τε καὶ ἀπ’ ἀρχῆς καὶ ἰδικῶς
10ἐνυπάρχουσαν παλινδρομῆσαι τιμὴν μετὰ τοῦ προσληφθέντος σχήματος. Ἀκούει τοίνυν ὡς ἄνθρωπος, καίτοι Θεὸς ὢν φύσει καὶ Υἱός· «Ἐγὼ σήμερον γεγέννηκά σε·» καὶ «Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑπο‐ πόδιον τῶν ποδῶν σου.» Ἐπειδὴ γὰρ ὅλως γέγονεν ἄνθρωπος
15καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν, γέγονέ τε οὕτω καὶ ὑπὸ Θεόν· ἀναγκαιότατά τε καὶ πρεπωδέστατα τοῖς τῆς κενώσεως συμπλάττεται μέτροις, καὶ Θεὸν ἐπεγράψατο
μεθ’ ἡμῶν τὸν φύσει τε καὶ ἀληθῶς ἑαυτοῦ μὲν Πατέρα, Θεὸν δὲ ἡμῶν. Διὰ γάρ τοι τοῦτο καὶ ἡμεῖς αὐτοί, καίτοι342 in vol. 2
20τὴν ὑπὸ Θεῷ δουλείαν ἔχοντες φυσικήν, Πατέρα καλοῦμεν τὸν Θεόν, τῇ πρὸς τὸν Υἱὸν συμμορφίᾳ πλουτοῦντες τὸ χρῆμα. Καταυλίζεται γὰρ ἐν ἡμῖν καὶ ἐνῴκηκεν ὁ Υἱὸς διὰ τοῦ ἰδίου Πνεύματος, ἐν ᾧ καὶ δι’ οὗ κράζομεν· «Ἀββᾶ, ὁ Πατήρ.» Ὅτι δὲ 〈εἰσ〉 μήνυσιν ἀκριβῆ καὶ
25οἱονεὶ σήμαντρον υἱοθεσίας τῆς πρὸς Θεὸν τὸ Πνεῦμά ἐστιν ἐν ἡμῖν, δι’ οὗ πρὸς Υἱὸν μεμορφώμεθα, σαφηνιεῖ γράφων ὁ Παῦλος· «Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· Ἀββᾶ, ὁ Πατήρ.»
30Β. Εὖ λέγεις. Α. Οἶμαι μὲν οὖν ἔγωγε τοὺς δι’ ἐναντίας καταναρκήσειν ἔτι τὴν ἀντίστασιν, καὶ τὸ τοῖς τῆς ἀληθείας ἀντιφέρεσθαι λόγοις ὡς ἀπηχθημένον ἤδη διαρριπτεῖν. Εἰ δὲ δὴ τοῦτο μὲν οὐχὶ δρῷεν, ἐνστήσονται δὲ καὶ ἐροῦσιν ἔτι Θεὸν
35ἀληθῶς τοῦ Υἱοῦ τὸν Πατέρα ὑπάρχειν, οὐκ εἰσδεδεγμένης τῆς οἰκονομίας ἐφ’ ᾗπερ ἔφη Θεὸν ἑαυτοῦ τὸν Πατέρα· πῶς οὐκ ἀναγκαῖον εἰπεῖν ὅτι νομοθέτας μὲν καὶ ὁριστὰς ὧν ἂν βούλοιντο νοεῖν ἢ λέγειν παραδεξαίμεθα ἂν οὐδαμῶς, πρέποι δ’ ἂν μᾶλλον ἡμῖν ταῖς τοῦ Σωτῆρος φωναῖς ἀπο‐
40νέμειν τὸ ἀληθές; Ἔφη τοίνυν· «Ὅτι πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Διατεινέσθων οὖν, ὅτι καὶ ἡμεῖς υἱοὶ μετ’ αὐτοῦ κατὰ φύσιν, εἴπερ ἐστὶν αὐτὸς μεθ’ ἡμῶν κατὰ φύσιν ὑπὸ

573

Θεόν. «Πορεύομαι γάρ, φησί, πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν.» Τὸ δὲ Υἱὸς ὄνομα, τὸ οὐσιωδῶς ἐκ Πατρὸς γεγεννῆσθαι δηλοῖ. Πλεῖστοι δὴ οὖν ὅσοι κατὰ φύσιν υἱοί, μᾶλλον δὲ ἀριθμοῦ κρείττονες· καὶ τὸ τῆς
5δυσφημίας παρείσθω πλάτος, εἰ πάντες υἱοὶ κατὰ φύσιν,
ταύτῃ τοι καὶ θεοί. Ἀλλ’ οἶμαί που πάντως αὐτίκα δὴ μάλα ἐρεῖν ὅτι ξένιον μὲν εἰς ἡμᾶς ἡμερότητος Θεοῦ τὸ τῆς υἱότητος ὄνομα· (γηγενεῖς γὰρ ὄντες τὴν φύσιν, οὐκ ἐκ Θεοῦ γεγεννήμεθα, κατά γε τὸν ἀληθῆ τῆς γεννήσεως344 in vol. 2
10τρόπον), ἔξωθεν δὲ ἡμῖν καὶ εἰσκεκριμένον, τὸ χρῆναι καλεῖν Πατέρα τὸν Θεόν. Εἶτα τί, φαῖμεν ἂν καὶ ἡμεῖς αὐτοῖς, ὦ πάντα τολμῶντες εὐκόλως, τί μὴ οὐχὶ τοῖς ἴσοις ἀπευθύνεσθε λογισμοῖς πρὸς τὸ ὀρθῶς τε καὶ ἀμω‐ μήτως ἔχον, παραληροῦντες δὲ οὕτως οὐκ ἐρυθριᾶτε μακρά;
15Πῶς γὰρ οὐκ ἄμεινον διενθυμεῖσθαι σοφῶς ὡς ἐπείπερ ἐστὶ κατὰ φύσιν ἐκ Θεοῦ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός, ἀκαλλὲς αὐτῷ τὸ συναριθμεῖσθαι κτίσμασι, πρέποι δ’ ἂν μᾶλλον τὸ εἶναι Θεόν; καὶ ἐπειδὴ πέφηνεν ἄνθρωπος, εἰσποίητόν τε καὶ ἐπακτὸν εἴη δήπου πάντως ἂν μετὰ τῆς
20σαρκὸς καὶ τῶν τῆς ἀνθρωπότητος μέτρων τὸ ὑπὸ Θεῷ γενέσθαι τὸν ἐξ αὐτοῦ; Β. Ἀλλ’ εἰ μηδέν, φησί, τὸ διάφορον ἐν Υἱῷ, Θεὸς δὲ οὕτως ἐστὶν ὥσπερ ἂν νοοῖτο καὶ ὁ Πατήρ, πάντως που καὶ ἴσον ἐρεῖς καὶ κατ’ οὐδὲν ὅλως μειονεκτούμενον.
25Εἶτα πῶς ἔφασκεν αὐτός· «Ὁ Πατήρ μου μείζων μού ἐστιν;» Α. Θεοῦ γάρ, εἰπέ μοι, πρὸς Θεόν, εἰ ἐπ’ ἀμφοῖν νοοῖτο τὸ φύσει τε καὶ ἀληθῶς, ποίαν ἄν τις ἴδοι τὴν διαφοράν, ἢ τί τὸ μεσολαβοῦν κατά γε τὸ ἑτεροίως ἔχειν;
30Ἐπειδὴ δὲ χαρακτῆρα τοῦ Πατρὸς ἄκρως τε καὶ πέρα λόγου παντὸς οἱονεί πως ἐκτετορνευμένον εἰς ἐμφέρειαν φυσικὴν διεβεβαιούμεθα τὸν Υἱόν, πῶς ἂν ἡμῖν, εἴπερ ἀληθῶς ἐν μείοσι καὶ οὐχὶ τελείως ἐστὶν ἐν οἷς ὁ Πατήρ, κατασημήνειεν ἂν ἐν ἑαυτῷ τὸν ἀμείνω τε καὶ ὑπερκείμενον
35κατ’ αὐτούς; Οὐ γάρ που τὸ ἐνδεὲς τοῦ τελείως ἔχοντος εἰκών τε καὶ ὁμοιότης ἀπαραποίητος παντελῶς εἴη ἄν· ἀλλ’ οὐδ’ ἂν Θεὸς ὑπεράλλοιτο Θεόν, ἤγουν ἐν χείροσιν ἅτερος ἁτέρου νοοῖτό ποτε κατά γε τὸ εἶναι Θεός, ἐπεὶ μηδὲ ἄνθρωπος ἀνθρώπου, κατά γε τὸ εἶναι τοῦθ’ ὅπερ346 in vol. 2
40εἰσί, διαφέροι ἄν. Ῥώμῃ μὲν γὰρ καὶ φρονήσει καὶ τοῖς κατ’ ἀρετὴν αὐχήμασι, καὶ μὴν καὶ ποσότητι καὶ ὑφέσει σώματος, δυσειδείᾳ τε καὶ εὐμορφίᾳ καὶ χρώματος ἑτερότητι διενεγκεῖν ὁ δεῖνα τοῦ δεῖνος λέγοιτ’ ἂν ἔσθ’ ὅτε. Εἰ δὲ δή

574

τις ἕλοιτο σαφῶς Πέτρου τε καὶ Παύλου τίς ἂν εἴη τυχὸν ὁ τῆς οὐσίας ὅρος ἀναμαθεῖν, ἴσον ἐπ’ ἀμφοῖν εὑρήσει καὶ ὡσαύτως ἔχοντα κατὰ πᾶν ὁτιοῦν, τὸ δὲ δὴ μεῖον ἢ ὅτι, φληνάφως, οἶμαί που, καὶ οὐκ ἐκ νοῦ τοῦ σώφρονος
5διασκέψαιτ’ ἄν. Μείζονα τοίνυν ἐπείπερ εἶναί φασι τὸν Πατέρα, τί δὴ ἄρα τὸ ὑπερτεροῦν ἐν αὐτῷ, καὶ ᾧ τὸ μεῖζον εἰσβέβηκεν ἀποδεικνύντων αὐτοί! Β. Ἆρ’ οὖν διημάρτηκε τἀληθοῦς ὁ Υἱὸς φάσκων· «Ὅτι μείζων μού ἐστιν ὁ Πατήρ;»
10Α. Καὶ πῶς ἂν ψεύσαιτο λέγων· «Ἐγώ εἰμι ἡ ἀλή‐ θεια;» Ἀλλ’ ὅπως μὲν ἂν νοεῖσθαι πρέποι τὴν τοῦ Σωτῆρος φωνὴν παρείσθω νυνί. Καιρῷ γὰρ εἰρήσεται. Φράζε δὲ ὅ φημι, μία θεότητος φύσις ἡ πάντων τεχνῖτις καὶ τῶν ὅλων δημιουργὸς γινώσκεται πρὸς ἡμῶν; «Κύριος
15γὰρ ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστιν,» ἢ οὐκ ἀληθὴς ὁ νόμος; Β. Ἀληθής. Α. Ἁπλοῦν δὲ ὑπάρχον καὶ μονοειδὲς τὸ Θεῖον, ἐν ἁγίᾳ Τριάδι πιστεύεται καὶ γινώσκεται, ἔν τε Πατρί, φημί, καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι. Ἦ ἄρα τι φὴς
20παρὰ τοῦτο ἕτερον καὶ διδάσκειν ἔχεις; Β. Οὐδ’ ὁπωστιοῦν. Α. Οὐκοῦν εἰς μίαν μὲν καὶ τὴν αὐτὴν συνενεγκόντες φύσιν καὶ εἰς ταὐτότητα συνεισδέοντες τῶν εἰρημένων ἕκαστον, μετὰ καὶ τοῦ ὑπάρχειν ἰδιοσυστάτως, ἕνα Θεὸν348 in vol. 2
25προσκυνήσομεν καὶ ἑνὶ τῷ τῶν ὅλων Θεῷ λατρεύσομεν. Διελόντες δὲ καὶ κατατεμόντες εἰς ἑτερότητα φυσικὴν καὶ ἀναμέρος ἕκαστον ἐν ἰδίᾳ τινὶ τιθέντες φύσει, τρεῖς ἤδη θεοὺς καὶ οὐχ ἑκόντες ὁμολογήσομεν. Εἶτα τίς ἂν ἡμᾶς ἐξέλοιτο τοῦ πεπλανῆσθαι λόγος, εἰ τῇδε διακει‐
30σόμεθα; Πῶς δὲ οὐχὶ παντὸς ἂν ἁμάρτοι λογισμοῦ καλοῦ τε καὶ ἀγαθοῦ τρεῖς ἡμῖν εἴ τις ἀνθ’ ἑνὸς διακηρύττει θεούς; Ἀλλ’ οἶμαι κατορρωδήσαντες τὸ ἀναφανδὸν ἑλέσθαι ληρεῖν, Θεὸν μὲν καὶ ἀληθῆ τὸν Πατέρα ἐροῦσι, δυσφημίαν δὲ τὴν σφίσιν αὐτοῖς ἐντριβῆ καὶ πρέπουσαν μόνοις κατα‐
35χέοντες τοῦ Υἱοῦ, γενητὸν μὲν ἐροῦσι καὶ ἐκτισμένον, τῇ τῆς θεότητος δόξῃ καθάπερ τινὰ σκιὰν ἐπαλείφοντες καὶ ψιλοῖς ὀνόμασιν ἐκτετιμῆσθαι πιστεύοντες· τοῦ γε μὴν εἶναι φύσει τε καὶ ἀληθῶς Θεὸν ἀνέδην ἐκπέμψουσιν. Εἶτα τίς οὕτω νωθής τε καὶ παρειμένος, ἔν γε τοῖς ἐθέλουσι
40φρονεῖν ὀρθῶς, ὃς οὐχὶ τῶν οὕτω διεγνωκότων πλείστην ἂν ὅσην ποιήσαιτο τὴν καταβοὴν καὶ τῆς ἀμέτρου τερθρείας καταμειδιάσας ἐρεῖ· εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱός, εἰσποίητον δὲ αὐτῷ τοὔνομα καθ’ ὑμᾶς, τί μαθόντες αὐτὸν τῷ Θεῷ καὶ Πατρὶ συγκρίνετε καὶ τὸ μεῖον ἢ ὑπερτεροῦν

575

ἐπ’ ἀμφοῖν δοκιμάζετε, καίτοι παντός, οἶμαι, λόγου σοφοῦ τε καὶ ἀναγκαίου τὰς πρὸς ἄλληλα συγκρίσεις ἀπονέ‐ μοντος πράττεσθαί τε πρεπωδέστερον ἀναπείθοντος τοῖς ὁμοφυέσι πρὸς τὰ ὁμοφυῆ, καὶ ὅσαπερ ἂν φαίνοιτο ταὐτὰ
5κατ’ οὐσίαν, ἤγουν κατ’ οὐδένα τρόπον ἐκσεσοβημένα πρὸς
τὸ ἑτέρως ἔχειν; Χρῆμα μὲν γὰρ λογικὸν ἄγγελός τε καὶ ἄνθρωπος· πλὴν ἔστι τις ἐν ἀμφοῖν ἡ διαφορὰ καὶ τὴν εἰσάπαν οὐκ ἔχει πρὸς ἄλληλα συνδρομήν. Ὅταν τοίνυν ὁ τῆς τῶν ἀγγέλων εὐκλείας καὶ ὑπεροχῆς βασανίζηται350 in vol. 2
10λόγος, ἄγγελον ἀγγέλῳ παραβλητέον. Εἰ δὲ δή τις καὶ ἐφ’ ἡμῶν τοῦτο δρῴη, καλῶς Παῦλος μὲν τοῦ δεῖνος διοίσει τυχόν, Πέτρος δὲ αὖ ἑτέρου του τῶν καθ’ ἑαυτόν. Θεὸς δὲ ὁ πάντων καὶ ἐπὶ πάντας ἀπαράβλητόν τι χρῆμα καὶ ἀσυγκρίτως ὑπερτεροῦν καὶ ἐπεί τοι πάντων ἐστὶν ἀνωτάτω
15καὶ εἰς λῆξιν ἀναφοιτᾷ, τοῖς πεποιημένοις ἀστιβῆ καὶ ἀνέμβατον, ποῖον ἂν ἔχοι τὸ παρεπόμενον καὶ ἀγχοῦ καὶ παραβραχὺ καὶ εἰς τοῦτο ἧκον ἤδη πως ὡς ἁμιλλᾶσθαι κατατολμᾶν καὶ ὅτι μὴ μεῖον ἀμφιγνοεῖσθαι λοιπόν; Ἦ οὐ δοκεῖ σοι γέλωτά τε ὄφλειν καὶ νοῦ παρολισθεῖν
20ἀγαθοῦ καὶ μὴν καὶ ὀρθῆς ἐκσεσοβῆσθαι φρενός, εἴ τι τῶν ἐν κτίσμασι κατηριθμημένων κατατολμῴη λέγειν· Ὁ πάν‐ των Θεὸς καὶ Πατὴρ μείζων μού ἐστι; Τίσιν ἄν, εἰπέ μοι, τῶν ὄντων αὐτὸς τὴν οὕτω θρασεῖαν καὶ σφαλερωτάτην ἐφαρμόσαις φωνήν; Ἀγγέλοις ἄρα καὶ Ἀρχαγγέλοις,
25ἤγουν Ἐξουσίαις, Θρόνοις τε καὶ Κυριότησι; Πῶς γὰρ ἢ πόθεν τῷ οἰκείῳ δημιουργῷ φιλονεικήσει τὸ ποιηθέν; Ἀμαθέστατα τοιγαροῦν τὸ πάντη τε καὶ ὁλοτρόπως διεστηκὸς κατὰ φύσιν, εἴπερ οἴονται Θεὸν μὲν οὐκ εἶναι κατ’ ἀλήθειαν τὸν Υἱόν, παρῆχθαι δὲ μᾶλλον γενητῶς εἰς
30ὕπαρξιν, ἀντιπαρεξάγουσι τῷ Πατρὶ καὶ τὸ ἴσον ἢ μεῖον ἐπ’ ἀμφοῖν βασανίζουσιν. Β. Ἔοικε. Φασὶ δ’ οὖν ὅμως ὅτι Θεὸς μέν ἐστιν ὁ Υἱός, μείζων δὲ ὁ Πατήρ. Α. Εἶτα ποῦ τὸ μεῖζον ἐν τῷ Πατρὶ καὶ μέντοι τὸ μεῖον
35ἐν τῷ Υἱῷ καταθρήσαιμεν ἄν, εἰ τὴν τοῦ Θεοῦ φύσιν, ἥτις ποτέ ἐστιν, ὡς ἔνι κατοπτριζοίμεθα; Ἦ οὐχὶ τὸ
Θεῖον ἐροῦσιν ἀσώματόν τι καὶ ἀναφές, ἄποσόν τε καὶ ἀναυξές, καὶ χρόνου παντὸς πρεσβύτερον, ἀεὶ ὂν καὶ ὡσαύτως ἔχον, αὐτό τε ἐν ἑαυτῷ καὶ ἐξ ἑαυτοῦ παντέλειον;352 in vol. 2
40Β. Οἶμαί γε. Α. Τίνα δὴ οὖν τρόπον ὑπερανεστήξοι τε καὶ ὑπερφέροιτο ἂν Θεὸς Θεοῦ; Ἦ οὐκ ἀνάγκη τὸ κατά τι γοῦν ὅλως μειονεκτούμενον τοῦ τῆς θεότητος ὅρου παρολισθεῖν, εἰ μήτε εἰς ἄκρον ἥκει τῶν τῆς θεότητος ἀγαθῶν, ἐν ἐνδείᾳ

576

τε τοῦ τελείως ἔχοντος καταφωρᾶται πεσόν; Β. Ἀνάγκη. Α. Οὐ γάρ, οἶμαι, φαῖεν ἂν ὡς ποσότητι μετρητῇ τὸ μεῖζον ἐν τῷ Πατρί· πέρα γὰρ ποσότητος τὸ ἀσώματον·
5οὐδ’ αὖ ὅτι τοῦ Γεγεννηκότος ὑστερογενὴς ὁ Υἱός. Ἀεὶ γὰρ ὄντος Πατρὸς τοῦ Πατρὸς καὶ ἀλλοιώσεως καὶ μετα‐ βολῆς οὐκ εἰς ἕτερόν τι παρὰ τοῦτο καλούσης τὸν ἀεί τε καὶ ὡσαύτως ἔχοντα Θεόν, ἦν δήπου πάντως τὸ ἐξ αὐτοῦ συνάναρχόν τε καὶ συναΐδιον καὶ τῇ τοῦ τεκόντος ὑπάρξει
10συμπαρομαρτοῦν. Β. Μείων, φησίν, ὁ Υἱός, οὐ ποσότητι τῇ κατὰ σῶμα· πῶς γάρ; Ἀλλ’ ὅτι μὴ ἐν οἷς ὁ Πατήρ. Α. Φέρε δὴ οὖν τὰ τῆς θεότητος ἀξιώματα φιλοκρι‐ νοῦντες εὖ μάλα, κατιδεῖν σπουδάζωμεν εἰ ἐμπρέποι μὲν
15μόνῳ ταυτὶ τῷ Πατρί, ἥκιστά γε μὴν τῷ Υἱῷ κατὰ τὸν ἴσον τρόπον ἢ ὥσπερ ἀμέλει καὶ αὐτῷ τῷ Πατρί. Ἀλλά μοι τουτὶ καὶ πρό γε τῶν ἄλλων ἐρομένῳ φράσον. Ἆρα γὰρ εἰ προὔχει τε καὶ ὑπερέφυ τὸν Υἱὸν ὁ Πατήρ, οὐχ ἕψεται πάντως τῷ τοιῶσδε κρείττονι τὸ χρῆναι πλεονεκτεῖν
20οὐ καθ’ ἕνα τρόπον, ἀλλὰ κατὰ πᾶν ὁτιοῦν τῶν ὅσα ἐστὶ θεότητος ἴδια; Β. Καὶ πάνυ.
Α. Εἰ δὲ ἐν ἴσῳ φαίνοιτο τοῦ Υἱοῦ τὸ ἐφ’ ἅπασιν ἰσοστα‐ τοῦν, οὐκ ἂν εὖ μάλα διακρούσαιτο τὴν ἔν γε τῷ δεῖν354 in vol. 2
25μειονεκτεῖσθαι συκοφαντίαν; Δεδόσθω γὰρ ὅτι καὶ τὸ ἄγαν ὑπερκείμενον ἐθελουσίως ἔσθ’ ὅτε πρὸς τὸ τῶν ὑποκα‐ θημένων σμικροπρεπές, τὴν ἰδίαν καταβιβάζει δόξαν· τὸ δὲ ἐν μείοσί τε καὶ ἔλαττον ἀληθῶς, πῶς ἂν τὴν οἰκείαν ὑπεραλοῖτο φύσιν, καὶ πέρα μὲν τῶν οἰκείων ἀφίκοιτο
30μέτρων, τοῖς δὲ τοῦ λίαν ὑπερκειμένου φιλονεικήσοι πλεονεκτήμασιν; Β. Εὖ λέγεις. Α. Πῶς οὖν ἡμῖν ὁ Υἱὸς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀκριβῆ τινα τύπον οἱονεὶ καὶ γραφὴν τὰ καθ’ ἑαυτὸν
35ἀνιστάς, καὶ εἰς τὴν τοῦ τεκόντος ἐπίδειξιν τὴν ἰδίαν εὖ μάλα παρακομίζων φύσιν, «Ὁ ἑωρακὼς ἐμέ, φησίν, ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν;» Εἴπερ οὖν ἐστιν οὐκ ἐν οἷς ὁ Πατήρ, τί μαθὼν αὐτὸν ἐν ἰδίᾳ φύσει ζωγραφεῖ, καὶ ἓν εἶναί φησι πρὸς τὸ τελείως ἔχον τὸ τοῦδε
40καταδεὲς καὶ ἡττώμενον; Β. Οὐκ ἂν ὧδε ἔχοι, κατά γε τὸ αὐτῷ μοι δοκοῦν. Α. Οὐκοῦν—τετράψομαι γὰρ ἐπὶ τὸ χρῆναι λοιπὸν τὰ ὅσαπερ ἂν τὴν θείαν ἡμῖν καὶ ἀνωτάτω κατακαλλύνοι φύσιν, ὡς ἂν οἷός τε ὦ, κατιδεῖν—, φέρε δή, φέρε κατα‐
45σκεπτώμεθα πότερα μειζόνως ἐν τῷ Πατρὶ ἤγουν ἔλαττον ἢ χρὴ τὸ τῆς θεότητος κάλλος ἐκπρεπὲς ἐν Υἱῷ;

577

Β. Ὡς ἄριστά μοι ταυτὶ διεσκέφθαι δοκεῖς. Α. Ὑποφέρει τοίνυν τοῖς τῆς θεότητος σκήπτροις καὶ ζυγῷ δουλείας ἐγκαταδεσμεῖ πᾶν ὅσον ἐστὶ τελοῦν ἐν κτίσμασιν ὁ θεσπέσιος Μελῳδός, φιλοθέως σφόδρα καὶ
5ὀρθότατα τοῦτο δρῶν. Ἔφη γάρ που πρὸς τὸν τῶν ὅλων γενεσιουργόν· «Κατ’ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίω‐
σας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιω‐ θήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγή‐356 in vol. 2
10σονται, σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν, ὅτι τὰ σύμπαντα δοῦλα σά.» Καὶ μὴν καὶ δοξολογίαις καταγεραίρειν αὐτὸν τούς τε οὐρανοὺς τῶν οὐρανῶν ἐπιτάττει, καὶ ἥλιον καὶ σελήνην, ἄστρα τε καὶ φῶς, ὕδωρ τε τὸ ὑπεράνω τῶν οὐρανῶν. Καὶ πρὸς μὲν ἀνθρώπους φησί·
15«Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ.» Ἀγγέλων δὲ πέρι, καὶ τῶν ἔτι λειτουργίαν ἐχόντων τὴν ἀνωτέρω· «Εὐλογεῖτε τὸν
20Κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον πάντα τὰ ἔργα αὐτοῦ.» Συνίης οὖν ὅπως τῷ τῆς δουλείας ζυγῷ τὰ σύμπαντα καθειργνύς, πρόβατα μὲν χειρὸς αὐτοῦ κατωνόμασε τοὺς ἐπὶ τῆς γῆς, ᾠδοὺς δὲ καὶ λειτουργοὺς παρίστησι τοὺς
25ἀγγέλους; Β. Συνίημι. Α. Ἄθρει δὴ οὖν τὰ πρόβατα τῆς χειρὸς τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια λέγοντα τὸν Υἱὸν καὶ ζυγὸν ἡμῖν ἐπιτιθέντα δουλείας. Ἔφη γὰρ ὧδε· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς
30μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. Ὁ Πατήρ μου, ὃς δέδωκέ μοι, πάντων μείζων ἐστί, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου.
35Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Πρόβατα τοίνυν ἡμεῖς τοῦ Θεοῦ καὶ Πατρός, οὐδὲν δὲ ἧττον καὶ τοῦ Υἱοῦ διακεκλή‐ μεθα καὶ ἐσμέν. Καὶ μὴν ὅτι καὶ ἄγγελοι λειτουργοῦσιν
αὐτῷ, εὐκόλως ἂν μάθοις ἐξ ἱερῶν καὶ τοῦτο Γραμμάτων. Ὁ σοφὸς γὰρ ἔφη Ματθαῖος, ὡς ἀποδράντος τε ἤδη καὶ358 in vol. 2
40οἰχομένου πρὸς τὸ μηδὲν τοῦ πειράζοντος Σατανᾶ νενηστευ‐ κότα Χριστόν, «Ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.» Καὶ μὴν καὶ ἐν κύκλῳ τὸν ὑπερφυᾶ τε καὶ ἐπηρμένον αὐτοῦ περιεστᾶσι θρόνον δοξολογοῦντα τὰ Σεραφίμ, ἅγιόν

578

τε αὐτὸν καὶ μὴν ὅτι Κύριος τῶν δυνάμεων ὀνομάζοντα, πλήρη τε εἶναι λέγοντα τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. Ὁ δὲ δὴ κατάρχων ἐν ἴσῳ τῶν ὅλων, ἰσόχειρ τε καὶ ἰσοσθενὴς τῷ Πατρὶ καὶ οὐ μεῖον εὐκλεὲς (πλέα
5γὰρ τὰ πάντα τῆς δόξης αὐτοῦ), καὶ πρὸς τὸν τῶν ὅλων μείζονα τὸ ἐν ταὐτότητι φυσικῇ διακεκτῆσθαι λέγων, πῶς οὐκ ἂν ἔχοι τὸ ἰσοστατοῦν; Ἦ ἔχεις τι νοεῖν ἢ φράσαι ὅποι ποτὲ ἂν ὑπεραλοῖτο μὲν ἡ τοῦ Πατρὸς δόξα, μειονεκ‐ τοῖτο δ’ ἂν ἡ Υἱοῦ, συμπαρομαρτεῖν οὐκ ἔχουσα καὶ τὸ
10συνεκτείνεσθαι παραιτουμένη ἐνδείᾳ τῶν ἴσων; Β. Οὐκ ἂν ἔχοιμι νοεῖν. Α. Τί δὲ δὴ ἄρα καὶ ἡ χεὶρ ἡμῖν κατασημανεῖ τοῦ Πατρός; Πότερα τὴν παντουργικὴν ἐνέργειαν, ἤγουν τὴν ἰσχύν; Ἀμείνων γάρ πως ἀεὶ σωματικῆς φαντασίας ὁ
15περὶ Θεοῦ λόγος. Β. Τάττοιτο ἂν ἐπ’ ἀμφοῖν εἰκότως, καθάπερ ἐγῷμαι· λυπεῖ γὰρ οὐδέν. Α. Εὖ λέγεις, ἀλλὰ τό τοι μεῖον καὶ ὡς ἐν ὑφέσει πεπιστευ‐ μένον ἢ ἐν οἷς ἂν εἴη τὸ ὑπερτεροῦν, πῶς ἂν ἔτι καὶ
20ἰσουργὸν καὶ ἰσορροποῦν εἰς δύναμιν ὁρῷτό τε καὶ λέγοιτο; Πῶς δ’ ἂν ἔχοι τὸ ἰσοκλεὲς τῷ Πατρὶ καὶ τῆς πρὸς αὐτὸν ἑνότητος τὸ δι’ ἐμφερείας τῆς εἰς ἄκρον ἠκριβωμένον; «Ἐγὼ γάρ, φησί, καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» καίτοι τὸ εἰς λῆξιν ἥκειν τὴν ἀνωτάτω μεμαρτυρηκὼς αὐτῷ· «Ὁ
25Πατήρ μου γάρ, ἔφασκε, πάντων μείζων ἐστίν.» Β. Οὐκ ἂν ἔχοι, πολλοῦ γε καὶ δεῖ· μείων γὰρ εἴπερ ἐστὶ κατά τι γοῦν ὅλως, συνυφιζήσειεν ἂν αὐτῷ πάντα τὰ αὐτοῦ. Α. Οὐκοῦν τοῖς τοῦ Πατρὸς ἀξιώμασι παρέποιτο ἂν360 in vol. 2
30οὐδαμῶς κατ’ οὐδὲν ἡττώμενος. Τὸ δὲ ἐν ἴσοις εἶναι μὴ λαχών, οὐδ’ ἄν, οἶμαι, φαίη πρὸς αὐτόν, καὶ τοῦτο ἐκ παρρησίας, ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά.» Φέρε γάρ, εἰ δοκεῖ, προσνέμωμεν μὲν τὸ ὑπερκεῖσθαι δεῖν τῷ Πατρί, φῶμεν δὲ εἶναι καταδεᾶ τὸν Υἱόν. Εἶτα ποῖος
35ἡμῖν ὁ τῆς εὐτεχνίας ἀναφανεῖται τρόπος ὃς ἐφαρμόσειε μὲν ἅπαντα τῷ Υἱῷ τὰ τοῦ Πατρός, τῷ δ’ αὖ Πατρὶ τὰ τοῦ Υἱοῦ, ἓν δὲ δήπου πάντως τῶν ἐνεῖναι λεγομένων τῷ Πατρὶ νοηθείη ἂν τὸ ὑπερκεῖσθαί τε καὶ ὑπερτερεῖν; Εἶτα πῶς ἴδιον ἔσται τοῦτο τοῦ Υἱοῦ, καίτοι λαχόντος τὸ
40μεῖον; Καὶ εἰ τὸ μεῖον ἴδιον τοῦ Υἱοῦ, πῶς ἂν γένοιτο καὶ τοῦ Πατρός, τοῦ ὑπερκεῖσθαι λαχόντος, διηπόρημαι μὲν ἐγώ, σὺ δὲ ἡμῖν ἐκδείξειας ἂν ὅπως. Β. Οὐκ ἂν ἔχοιμι. Δυσδιάφυκτον γὰρ κομιδῇ τῆς ἐννοίας τὸ χρῆμα.
45Α. Ἡκέτω δὴ οὖν κατὰ ῥοῦν ὁ λόγος, καὶ οἶμον ἴτω τὴν προκειμένην· ἐρήσομαι δέ τι καὶ ἀναγκαῖον. Ἆρ’ οὐκ

579

ἐν μόνῃ κείσεται τῇ τοῦ Πατρὸς ἐξουσίᾳ τὸ καὶ πταισμάτων ἐλευθεροῦν καὶ τὴν δυσαπόνιπτον ἡμῶν ἀπαλείφειν ἁμαρτίαν; Β. Φημὶ δή. Α. Καὶ πῶς οὐ λίαν ἐπισφαλὲς τὸ κατακολούειν ἀπο‐
5τολμᾶν, καίτοι τοῖς ἴσοις ἐμπρέποντα κατορθώμασι, τὸν Υἱόν, καὶ ὡς ἔστιν ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατὴρ ῥιψοκινδύνως εἰπεῖν; Ὧν γὰρ ἂν βούλοιτο καὶ αὐτὸς ἀνίησιν ἁμαρτίας. Τὴν γοῦν ἀμνησικακίαν προσίεσθαι παραινῶν, χρῆναί τε
αὐτῆς ἐξῆφθαι διδάσκων, «Ἐὰν γὰρ ἀφῆτε, φησί, τοῖς362 in vol. 2
10ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος·» ἀναθεὶς δὲ τῷ Πατρὶ τὸ ἀνεῖναι δύνασθαι κατ’ ἐξουσίαν τὰς ἁμαρτίας ὧν ἂν ἕλοιτο τυχόν, αὐτὸς ἑαυτῷ τὴν ἐπὶ τῷδε κατόρθωσιν κατεγγυᾷ λέγων· «Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου
15ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας (τότε λέγει, φησί, τῷ παρα‐ λυτικῷ)· Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.» Τὸ τοίνυν ἴσον ἐν ἐξουσίᾳ καὶ ἐνεργείᾳ ταὐτὸν πῶς ἂν γένοιτο καταδεὲς καὶ ἐν δευτέροις ἔτι κατα‐ τετάξεται;
20Β. Οὐκ ἂν γένοιτο· σαφὴς γὰρ ὁ λόγος. Α. Ἐπιμαρτυρήσαι δ’ ἂν τοῖς εἰρημένοις τὸ ἀκριβὲς καὶ ὁ θεῖος ἡμῖν ὑποφωνήσας Παῦλος· «Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων;» Καὶ τὴν ἐπὶ τούτῳ μεγαλουργίαν μετατιθεὶς εἰς τὸν Υἱόν,
25ἀπονέμων τε αὐτῷ τὸ δικαιοῦν δύνασθαι τοὺς πεπιστευκότας, γράφει πάλιν ὡδί· «Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Οἰκειοῖ γὰρ ἡμᾶς ἡ πίστις τῷ Θεῷ καὶ Πατρὶ καὶ ἀγχοῦ καθίστησι δι’ Υἱοῦ· δικαιοῖ δὲ ἡμᾶς, κατά
30γε τὸν ἀληθῆ τε καὶ ἀκιβδήλευτον λόγον, οὐκ ἀναμέρος μὲν ὁ Θεὸς καὶ Πατήρ, ἀναμέρος δὲ αὖ καὶ ἰδικῶς ὁ Υἱός· ἀλλ’ ἥπερ ἂν εἶναι νοοῖτο δικαίωσις ἡ παρὰ Πατρός, αὕτη που πάντως ἐστὶ τοῦ Υἱοῦ· καὶ ἥνπερ ἂν ὁ Υἱὸς χαρίσαιτο, ταύτην εἶναι θετέον τοῦ Πατρός. Ὥσπερ γὰρ τὴν εἰς τὸ
35εἶναι πάροδον δι’ Υἱοῦ τὰ πάντα διεκληρώσατο καὶ οὐχ ἕτερον ἔχει δημιουργὸν τὸν δι’ οὗ παρήχθη πρὸς ὕπαρξιν τὰ κεκλημένα πρὸς γένεσιν, οὕτω δὴ σώζεται δι’ αὐτοῦ
τὰ τῆς ἐν ἀρχαῖς εὐταξίας ἀπολισθήσαντα, καὶ τὴν εἰς τὸ εὖ εἶναι πάλιν δέχεται διαμονήν, πρὸς τὸ ἀκριβὲς ἕκαστα364 in vol. 2
40τῆς οἰκείας φύσεως ἀναθέοντα κάλλος. Β. Πείθομαι. Α. Καὶ γοῦν ὁ θεῖος ἔφη Μωσῆς φειδοῦς ἠξιῶσθαι τῆς ἄνωθεν καὶ παρὰ Πατρός, καίτοι σκληρὸν καὶ δυσάγωγον

580

ὄντα, τὸν Ἰσραήλ. Γράφει γὰρ ὡδί· «Ὡς ἀετὸς σκεπάσαι νοσσιὰν ἑαυτοῦ, διεὶς τὰς πτέρυγας αὐτοῦ, ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ.» Ἐνηργη‐ κέναι γε μὴν αὐτὸ δὴ τουτὶ διισχυρίζεται λέγων ὁ Υἱός·
5«Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε; Ἰδοῦ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.»
10Καὶ οὐ δή τι δρῶντες τῶν ἀβουλοτάτων παρωσόμεθα μὲν ὡς ἀεργῆ τὸν Πατέρα, μόνῳ δὲ ὅτι προσήκοι τῷ Υἱῷ τὴν ἐπὶ τῷδε δόξαν ἑλεῖν, ἄριστα ἔχειν ἐροῦμεν. Ἀλλ’ ὅτι τὸ ἐπ’ ἀμφοῖν ὁλοτρόπως ἰσοστατοῦν καὶ τὸ ἐν οὐσίᾳ ταὐτὸν καὶ μὴν ὅτι μονοειδές τέ ἐστι καὶ ἐν ἁπλοῖς τὸ
15Θεῖον, ἐνεργὸν ἡμῖν δι’ Υἱοῦ τὸν Πατέρα καὶ Θεὸν ἐφῆκε νοεῖν, ὑποψίας ἁπάσης τῆς ὡς ἐν ὑφέσει τῇ ὑπουργικῇ νοουμένης ἰούσης ὡς ἀπωτάτω καὶ ἀδικούσης οὐδὲν εἴς γε τὸν ἰσότητός τε καὶ εὐκλείας τρόπον, τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον. Ἐνεργεῖ γὰρ ὁ Πατὴρ ὡς ἰδίᾳ
20δυνάμει χρώμενος τῷ Υἱῷ, ζώσῃ τε καὶ παρ’ αὐτὸν οὐχ ἑτέρᾳ, κατά γε τὸ εἶναι Θεὸν ἐκ Θεοῦ καὶ ἐν Θεῷ φυσικῶς, εἰ καὶ μέτεστιν ἑκατέρῳ τὸ γοῦν ἐν ὑπάρξει νοεῖσθαι τῇ καθ’ ἑαυτόν.
Β. Εὖ λέγεις.366 in vol. 2
25Α. Ὅτι δὲ φύσει τε καὶ ἐξουσίᾳ καὶ ἐνεργείᾳ θεοπρεπεῖ τῇ κατὰ πᾶν ὁτιοῦν οὐδαμόθεν ἂν καταδεᾶ κατοψόμεθα τὸν Υἱὸν ἢ ὥσπερ ἂν ἔχειν νοοῖτο καὶ ὁ Πατήρ, ἀναμάθοις ἄν, οἶμαί που, κἀκ τῶνδε ῥᾳδίως. Διὰ μὲν γὰρ τῆς Ἡσαΐου φωνῆς ὁ Θεὸς ἔφασκε καὶ Πατήρ· «Ἐπιστράφητε πρός
30με, καὶ σωθήσεσθε, οἱ ἀπ’ ἐσχάτου τῆς γῆς. Ἐγώ εἰμι ὁ Θεὸς καὶ οὐκ ἔστιν ἄλλος. Κατ’ ἐμαυτοῦ ὀμνύω, εἰ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται.» Τὸ δὲ δὴ λαμπρὸν αὔχημα τοῦ Πατρός, τὸ καὶ καλεῖν δύνασθαι καὶ ἀνασώζειν φημὶ
35τοὺς ἀπ’ ἐσχάτου τῆς γῆς, καὶ λαλεῖν μὲν τὴν δικαιοσύνην, εὐσθενῆ δὲ οὕτω καὶ ἀποστροφῆς ἀμείνω διακεκτῆσθαι τὸν λόγον, περιθείης ἂν ἑτέρῳ τῳ παρ’ αὐτόν, εἰπέ μοι; Β. Οὐκ ἔγωγε· μόνῳ γὰρ ἂν πρέποι Θεῷ τὰ ἰδικῶς αὐτοῦ τε καὶ μόνου.
40Α. Εἰ δὲ δὴ τοῖς ἴσοις αὐχήμασι καὶ ἡ τοῦ Υἱοῦ κατα‐ καλλύνοιτο φύσις, καὶ ἰσομοιροῦσαν ἔχοι τὴν δόξαν, ἆρα ἂν ἔτι τὸ μεῖον αὐτῷ πρέποι ἄν, ὦ ’γαθέ, κατά τι γοῦν ὅλως; Β. Οὐδαμῶς.
45Α. Πεύσῃ τοιγαροῦν βοῶντος ἀναφανδόν· «Δεῦτε πρός

581

με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀνα‐ παύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς.» Ἦ οὐχὶ τοῦτό ἐστι τό «Ἐγώ εἰμι ὁ Θεὸς καὶ οὐκ ἔστιν ἄλλος;» Θείῳ γὰρ ὑπέζευκται τὰ πάντα ζυγῷ, καὶ τοῖς τῆς δουλείας
5ἐπήχθισται μέτροις. Περὶ δέ γε τῶν οἰκείων λόγων ὧδέ πή φησιν· «Ἀμὴν λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρε‐
λεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.» Συνίης οὖν368 in vol. 2
10ὅπως παθεῖν οὐκ ἀνέχονται τὴν ἀποστροφὴν οἱ δι’ Υἱοῦ λόγοι, καθάπερ ἀμέλει καὶ οἱ τοῦ Πατρός; Β. Συνίημι. Α. Καὶ πρός γε τούτοις ἐρῶ, τὸ προνοεῖν δύνασθαι τῶν ὄντων, ὡς ἔξω χειρὸς ἀνεῖναι τῆς ἑαυτοῦ παντελῶς
15οὐδέν, οὐχ ἑτέρῳ τῳ μᾶλλον, μόνῳ δ’ ἂν καὶ σφόδρα εἰκότως ὁρῷτο προσὸν τῷ τῶν ὅλων κρατοῦντι Θεῷ. Ἢ οὐκ ἄριστά σοι ταυτὶ φάναι τε καὶ καταθρῆσαι δοκῶ; Β. Ἄριστά γε. Α. Ἰσογενῆ τοιγαροῦν τὴν τῶν ὅλων πρόνοιαν ποιου‐
20μένους εὑρήσομεν τόν τε Πατέρα καὶ τὸν Υἱόν. Β. Πῶς ἔφης; Α. Περὶ μὲν γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς αὐτὸς ἔφασκεν ὁ Υἱός· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν
25τοῦ ἐν τοῖς οὐρανοῖς;» Ὁρῷτο δ’ ἂν καὶ αὐτὸς τὴν οὕτω μακρὰν καὶ ἐπὶ πάντα διήκουσαν ἀπονέμων φειδὼ καὶ τοῖς τῶν ὄντων εὐτελεστάτοις καὶ ὧν ὁ λόγος οὐ πολύς. Ἐπειδὴ γὰρ τοὺς τῆς Ἰουδαίας ὅρους ἀφείς, εἰς τὴν τῶν Γεργεσηνῶν μετεφοίτησε γῆν, ἀπεσόβει μὲν ἀνθρώπων τὰ πονηρὰ
30δαιμόνια, τὰ δὲ τοῖς θείοις εἴκοντα νεύμασιν, ἔδρα μὲν ἀνάγκῃ τὸ κεκελευσμένον, χοίρων γε μὴν ἐζήτει τὴν ἐξουσίαν. Εἶτα ὁ πάντα ὑπὸ πόδας ἔχων ἀνίησιν ἑκὼν καί σφιν ἰέναι κελεύει· τὰ δὲ τοῖς ὕδασιν ἐνιέντα θερμῶς τὰς συῶν ἀγέλας ὁμιλαδὸν ἀποπνίγουσιν. Ἆρ’ οὖν, εἰπέ μοι, τοῖς οὕτω
35βδελυρωτάτοις καὶ ἀκαθάρτοις πνεύμασι κατένευσε τὴν φιλοτιμίαν, καὶ διαπεραίνεσθαι τὸ δοκοῦν ἠφίει Χριστὸς τοῖς οὐδὲν ἐθέλουσιν ἀγαθόν; Καὶ μὴν ἀπίθανον κομιδῇ τὸ γοῦν τι τοιοῦτον ἡμᾶς ἐννοεῖν· ἀλλ’ ἦν ἀναγκαῖον οὐ
μεῖον ἢ ὁ Πατὴρ καὶ τὴν τῶν ὄντων πρόνοιαν ἀνῆφθαι370 in vol. 2
40τὸν Υἱόν, τοῦτό τε αὐτὸ δι’ ἐνεργεστάτων ἡμῖν κατέδειξε πραγμάτων, ἵνα τὸ τῆς κατὰ πᾶν ὁτιοῦν ἰσότητος κάλλος λαμπρόν τε καὶ ἀκιβδήλευτον ἐπ’ ἀμφοῖν διαφαίνοιτο. Β. Καὶ πῶς ἂν γένοιτο τοῦτο, φησί· ποῦ δὲ τὸ ἴσον ἐπ’ ἀμφοῖν ὁρῷτο ἄν, ὑποταττομένου τε καὶ ὑφιζάνοντος

582

τοῦ Υἱοῦ, περὶ οὗ φησιν ὁ θεσπέσιος Παῦλος· «Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, δηλονότι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν
5πᾶσιν;» Α. Εἶτα τί τοῦτο ἐροῦσι, τὸ ὑποτετάχθαι φημὶ τῷ Πατρὶ τὸν Υἱόν, ἢ καὶ ὅπως ἂν ἐξώσειαν τῆς πρὸς αὐτὸν ἰσότητος τὸν ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένον; Οὗ δ’ ἂν ὅλως ὁ τῆς φύσεως ἡμῖν πολυπραγμονῆται λόγος, τί τὸ
10χρῆμα τῆς ὑποταγῆς ἀνοητότατα παρεισκρίνεται, τοῖς τῆς οὐσίας λόγοις οὐκ ἐγγραφόμενον; Β. Ὅτι ἐκ τοῦ ὑποτετάχθαι, φησίν, ἡ τῆς οὐσίας ποιότης εὖ μάλα διαγινώσκεται. Α. Καὶ μήν, ὦ φιλότης, ἀναμάθοις ἂν καὶ λίαν ἀκονιτὶ
15τὸν ἐπὶ τῷδε λόγον ὡς σαθρός τέ ἐστι καὶ ἀμαθίας ἔμπλεως. «Πνεύματα μὲν γὰρ προφητῶν προφήταις ὑποτάττεται,» κατὰ τὸ γεγραμμένον, καὶ οἱ τοῦ δεῖνος, φέρε εἰπεῖν, υἱοὶ τῷ ἰδίῳ γεννήτορι, καθάπερ ἀμέλει φαίην ἂν ὅτι τῷ μὲν Ἀβραὰμ ὁ Ἰσαὰκ ὑπετάττετο, τῷδε δὲ αὖ πάλιν ὁ ἐξ
20αὐτοῦ. Ἀλλ’ οὔτε τὰ τῶν προφητῶν πνεύματα διὰ τὴν εἰς ἄλληλα γενομένην ὑποταγὴν ἀνομοίαν αὐτοῖς τὴν φύσιν ἐτίθει, οὔτε μὴν ἑτεροφυᾶ τε καὶ ἔκφυλον τὸν μακάριον
Ἰσαάκ, ἐπείπερ αἰδοῖ τῇ πρὸς πατέρα νικώμενος, ὑπετάττετο καὶ καλὸν υἱότητος ξένιον ἐδίδου τῷ φύσαντι τὴν ὑπακοήν.372 in vol. 2
25Εἰ μὲν οὖν οἷς ἂν ἐγγένοιτο τῆς ὑποταγῆς τὸ χρῆμα πάντη τε καὶ πάντως ἑτερουσίους ὁρᾶσθαι ποιεῖ καὶ θεσμῶν ἐξίστησι φυσικῶν, διαπεπήχθω καλῶς, ἑστάτω τοῦτο καὶ ἐφ’ Υἱοῦ, καὶ ἀληθὴς ἔστω ὁ λόγος. Εἰ δὲ τοῖς τῆς οὐσίας λόγοις παρενοχλεῖ μὲν οὐδέν, τρόπος δέ, οἶμαι, τὶς οὑτοσὶ
30τιμῆς καὶ ὑπακοῆς, ὡς ἐξ υἱοῦ πρὸς πατέρα, καὶ θελημάτων ἀστεία ῥοπὴ τὸ εἰκὸς καὶ πρέπον ἐκτετιμηκότων, ὃ μηδὲ ἐφ’ ἡμῶν αὐτῶν κατὰ τῶν τῆς φύσεως ἰσχύει λόγων· τί προσνέμουσιν ἀμαθῶς καὶ ὡς δυσανάτρεπτον κομιδῇ κατεξανιστᾶσιν οἱ δείλαιοι τῷ ἐκ Θεοῦ κατὰ φύσιν Θεῷ;
35Ἦ γὰρ οὐχὶ γέγραφεν ὁ Λουκᾶς περί τε αὐτοῦ τοῦ Χριστοῦ καὶ τῆς ἁγίας Παρθένου καὶ τοῦ νομισθέντος κατὰ σάρκα πατρὸς ὅτι «Ἦν ὑποταττόμενος αὐτοῖς;» Β. Ναὶ γέγραφεν ὁμολογουμένως. Α. Ἆρ’ οὖν, ὦ ’γαθέ, καὶ ἀνθρώπου φύσεως ἐρρίφθαι
40κατόπιν ὑποτοπητέον αὐτόν, καίτοι Θεὸν ἐκ Θεοῦ πεφηνότα, καὶ ἀπορρήτως γεγεννημένον, ἐπεὶ καὶ αὐτοῖς ὑπετίθει τὰ καθ’ ἑαυτόν, καὶ ὑπετάττετο μὲν τῇ κατὰ σάρκα μητρί,

583

αἰδοῖ δὲ ἡττώμενος τῇ πρὸς Ἰωσὴφ τὸ ὡς πατρὶ πρέπον ἐχαρίζετο γέρας; Β. Οὐδαμῶς, θορυβεῖ δὲ λίαν ἡ ὑποταγὴ καὶ τοῦ τὸ μεῖον ἔχειν αὐτὸν ὑποψίας ἐμποιεῖν οὐκ ἀνικάνως ἔχει.
5Α. Ἀλλ’ οὐχὶ τοῖς ἐν πίστει βεβαίως ἐρηρεισμένοις ἐνεργάσαιτ’ ἂν τὸ κατά τι γοῦν ἐνδοιάσαι δεῖν, οἳ τὸν ἀσινῆ τε καὶ ἀκαπήλευτον ἐν ἰδίαις ψυχαῖς εἰσοικισάμενοι λόγον, τὴν ἀπατεῶνα καὶ βωμολόχον τῶν διεστραμμένων οὐ προσίενται δόξαν, διαμέμνηνται δὲ μᾶλλον τοῦ μακαρίου
10γράφοντος Παύλου· «Λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.» Ἀναπνεῖ μὲν γὰρ ἔσθ’ ὅτε καὶ ἀναφυσᾶται πολὺ κατά γε τῆς δόξης τοῦ Μονογενοῦς τῶν δι’ ἐναντίας ὁ λόγος,374 in vol. 2
15καὶ ἐξ αὐτῶν ἡμῖν τῶν ἱερῶν Γραμμάτων ἀρτύει τὸ κατη‐ γόρημα, ὁποῖον δὴ τοῦτό ἐστι τὸ δεινόν, ὡς οἴονται, καὶ ἀειθρύλλητον πρόβλημα· «Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα.» Ἀλλ’ οἱ νήψει τῇ κατὰ Θεὸν διεγηγερμένοι
20πρὸς σύνεσιν τὴν εὐμαθῆ τε καὶ ἀπαράφθορον κατατυ‐ ραννοῦν τῆς ἀληθείας εἰ θεάσαιντο τὸ ῥητόν, καὶ οὔτι που δι’ ἑαυτό (γέγραπται γὰρ ὀρθῶς), ταῖς δὲ τῶν δι’ ἐναντίας παρατροπαῖς εἴς γε τὸ δοκεῖν οὐκ ὀρθῶς εἰρῆσθαι παρω‐ θούμενον, τότε δὴ τότε τοῖς τῆς ἀληθείας ὅπλοις ἐρηρεισμένοι,
25πᾶν ὕψωμα καταστρέφουσι λογισμῶν ἀσυνέτων, καὶ χωροῦν ἤδη πως εἰς ἀπόστασιν ἕλκουσι τὸ ῥητὸν ἀντιπαρατρέποντες εὐσθενῶς εἰς ὑπακοὴν τοῦ Χριστοῦ, τουτέστιν εἰς οἰκονομίαν τὴν μετὰ σαρκός. Τὸ γάρ τοι τῆς ὑπακοῆς ὄνομά τε καὶ χρῆμα τὸν τῆς δουλείας ἡμῖν κατασημαίνει καιρόν, ὅτε
30Θεὸς ὢν γέγονεν ἄνθρωπος, καὶ τὸ κατὰ πάντων κράτος οὐκ εἰσποίητον ἔχων, ἀλλ’ ὡς ἐκ Θεοῦ Θεός, κεχρημάτικε δοῦλος, ἐν μορφῇ τε ὢν καὶ ἰσότητι τοῦ Πατρός, τεταπεί‐ νωκεν ἑαυτόν, καθεὶς ἀβιάστως εἰς ἑκούσιον κένωσιν. Ταύτῃτοι, καὶ μάλα εἰκότως, ἐν τοῖς καθ’ ἡμᾶς γενέσθαι
35πεπιστευμένος, τὴν κοινὴν δὴ ταύτην ἁπάντων φύσιν μετὰ τῶν αὐτῆς μειονεκτημάτων ἐδέχετο· μειονέκτημα δὲ φύσεως γενητῆς ὡς πρὸς Θεὸν τὸ ὑποτετάχθαι δεῖν. Πλὴν οὐκ ἔν γε τῷ ὑποτετάχθαι τοῖς οὖσι τὸ εἶναί ἐστι, κατά γε τὸ ἐκείνοις ἀδιορίστως δοκοῦν καὶ ἀτημελῶς εἰρημένον,
40ἀλλ’ ὄντα τε καὶ ὑφεστηκότα κατ’ ἴδιον λόγον, καὶ ὡς ἂν ἑκάστῳ βραβεύοι τυχὸν ἡ αὐτοῦ φύσις, ἐθελούσιον376 in vol. 2

584

εἰσδέχεται τὴν ὑποταγὴν καὶ γνώμης ποιεῖται τὸ χρῆμα καρπόν. Β. Πάνυ μὲν οὖν. Α. Κείσεται δὴ οὖν ἐν μόναις ἡμῖν ταῖς ἐθελουσίοις
5ῥοπαῖς ἡ ὑποταγὴ καὶ τὸ ἐναντίον, χαρακτηριεῖ δὲ οὐχὶ τῆς οὐσίας τὸν λόγον. Β. Εὖ λέγεις. Α. Τί δὲ δή, κἀκεῖνο πρὸς τούτῳ πῶς οὐκ ἄξιον ἰδεῖν; Β. Τὸ τί δὴ φής;
10Α. Ὁ ἱερὸς ἡμῖν γράφει Παῦλος περὶ Χριστοῦ· «Νυνὶ δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα.» Οὐκοῦν εἰ ὑποταγήσεται κατ’ ἐκεῖνο καιροῦ τῷ Πατρὶ ἡνίκα ἂν αὐτῷ τὰ πάντα ὑποταγῇ, καιρὸς ἔσται τις, ὡς ἔοικεν, ὁ τῷ πράγματι πρέπων. Ἀνυπότακτος δὲ τέως εἴς γε τὸ
15παρὸν ὁ Υἱός, ἐνεστηκότος οὔπω τοῦ καιροῦ, καθ’ ὃν καὶ αὐτὸς ὑποταγήσεται. Β. Σύμφημι· σαφὴς γὰρ ὁ λόγος. Α. Εἰ δὲ δή τις οἴοιτο νυνὶ μὲν αὐτὸν οὐχ ὑποτετάχθαι λέγειν τῷ Θεῷ καὶ Πατρί, πείσεσθαι δὲ τοῦτο κατὰ καιρούς,
20καὶ καθοριεῖ τῆς οὐσίας αὐτοῦ τὸ ἄνισον διὰ τὴν ὑποταγήν, ἀναφανδόν, ὡς ἔοικεν, ἐκεῖνό φησιν, ὡς ἔσται ποτέ, κατὰ τὸ εἰκός, ἀνόμοιος ἑαυτῷ κατὰ φύσιν ὁ Υἱός, καὶ μεταβολὴν εἰσδέξεται τὴν ἐφ’ ἕτερόν τι παρ’ ὃ νῦν ἐστι καὶ εἶναι πεπίστευται. Εἰ γάρ, ὦ βέλτιστοι, φαίην ἂν ἔγωγε τοῖς
25δι’ ἐναντίας, τοῖς τῆς οὐσίας συντετάξεται λόγοις ἡ ὑποταγή, φορέσει που πάντως οὐσίας δύναμιν καὶ τὸ ἐναντίον, του‐ τέστιν ἡ ἀνυποταξία. Καὶ εἰ φαμὲν ὅτι νῦν ἐστιν ἀνυπότακτος καὶ τοῦτο φύσις αὐτῷ, μεταχωρήσει που πάντως, εἰ ὑπο‐
τάττοιτο τῷ Πατρί, πρὸς ἑτέραν τινὰ καὶ ὁλοκλήρως378 in vol. 2
30διῳκισμένην, εἴς γε τὸ ἐναντίως ἔχουσαν, φύσιν. Οὐκοῦν ἐν παρατροπαῖς ἡμῖν γέγονεν ὁ Υἱὸς καὶ ἀναλλοίωτος μὲν οὐκέτι; διαψεύσεται δὲ καὶ ὁ θεσπέσιος Δαβίδ, γέρας ἀνάπτων αὐτῷ τὸ περίοπτον, τὸ ἐρηρεῖσθαί φημι καὶ ὡσαύτως ἔχειν. «Οἱ οὐρανοὶ γάρ, ἔφασκεν, ἀπολοῦνται,
35σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.» Διημάρτηκε δὲ τἀληθοῦς καὶ ὁ Παῦλος γράφων· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.»
40Ποῦ γὰρ ἔτι μεμένηκεν ὁ αὐτὸς εἰ μετατρέποιτο κατ’ οὐσίαν; Β. Ἀληθές. Α. Ἀποκρινάσθων δὴ οὖν οἱ πάγκαλοι σοφισταί, τίς δὴ ἄρα καὶ ποδαπὸς ὁ τῆς ἀλλοιώσεως ἔσται τρόπος. Εἰ μὲν οὖν ἐπὶ τὸ αἴσχιον, διά γε τὸ ὑποτάττεσθαι δεῖν, ὀνήσειεν
45ἂν εἰς δόξαν οὐδὲν τὸν ἁπάντων Σωτῆρα καὶ Λυτρωτὴν ὁ τῆς ἐσομένης αὐτοῦ βασιλείας καιρός, τουτέστιν ὁ ἐν

585

ἐσχάτοις, ὅτε καὶ ὑποταχθήσεται τῷ Πατρί, καὶ νυνί που πάντως ἐστὶν ἐν ἀμείνοσιν, ὅτε κεκενῶσθαι λέγεται καὶ τεταπείνωκεν ἑαυτόν. Εἰ δὲ δὴ τοῦτο παρέντες ὡς ἀμαθές, ἐπί τι τῶν ἀμεινόνων ἐροῦσιν ἔσεσθαι τὴν μετα‐
5βολήν, ἀνθότου λοιπὸν καταφλυαρεῖν ἐγνώκασι τῆς ὑποταγῆς καὶ τὸ μεῖον αὐτῆς ὡς ἐν Υἱῷ καταγράφουσι, καίτοι τιθείσης ἐν τοῖς ἀνωτέρω καὶ ἀμείνοσι τὸν νῦν ἐν ἰσότητι τοῦ Πατρός; «Οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,» κατὰ τὸ γεγραμμένον, «ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν
10δούλου λαβών.» Ἦ οὐκ ἄριστά σοι ταυτὶ δὴ φάναι δοκῶ; Β. Ἀστειότατά γε. Α. Ἠρρωστηκότες δὴ οὖν πανταχόθεν αὐτοῖς τὸ ἄχαρί
τε καὶ ἀκαλλὲς τοῦ λόγου, φέρε λοιπὸν ἴωμεν ἐπὶ τὸ ἀπημάντως ἔχον, οὐχὶ τῆς οὐσίας τοῦ Μονογενοῦς κατηγο‐380 in vol. 2
15ροῦντες τὸ μεῖον διὰ τὴν θρυλλουμένην ὑποταγήν, ἣν καὶ ἐν ἐσχάτοις καιροῖς ἔσεσθαί φησιν ὁ θεσπέσιος Παῦλος, ἐκεῖνο δὲ μᾶλλον περινοοῦντες εὐσεβῶς. Β. Τὸ ποῖον; Α. Οὐ γάρ, οἶμαι, φαίη τις ἂν ἀπονοσφίζεσθαί ποι
20καὶ ἀποφοιτᾶν εἰς ἰδίαν τινὰ θέλησιν παρά γε τὴν τοῦ Πατρὸς τὸν Υἱόν, ἀπονεῦσαι δὲ ὥσπερ εἰς τὸ ἔξω φέρεσθαι δοκεῖν τοῦ ἁνδάνοντος αὐτῷ· εἶναι δὲ μᾶλλον ὑποτοπήσειεν ἂν εἰκότως ὁμογνώμονά τε καὶ συνεθελητήν, ἅτε δὴ καὶ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν ὄντα τε καὶ νοούμενον.
25Ἵνα γὰρ φαίνηται τιμῶν τὸν Πατέρα καὶ τὸν ἐξ οὗπέρ ἐστι γεννητῶς ταῖς εἰς λῆξιν καὶ ἀνωτάτω στεφανῶν εὐφημίαις, ποτὲ μέν φησι· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας, σῶμα δὲ κατηρτίσω μοι· τότε εἶπον· Ἰδοὺ ἥκω· ἐν
30κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου·» ποτὲ δὲ αὖ ὅτι «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.» Ἰδοὺ γάρ, ἰδοὺ καὶ μάλα σαφῶς, καθικέσθαι φησὶν ἐξ οὐρανῶν, ἔχειν δὲ οὕτω περί
35γε τὸ δεῖν ἀποπεραίνειν ἐθελουσίως τὸ δοκοῦν τῷ γεγεννη‐ κότι, ὡς εἴπερ ἦν ὅλως τῶν ἐνδεχομένων εἰς ἑτερότητα θελημάτων ἀποχωρεῖν αὐτόν, ἀλογῆσαι μὲν τῶν ἰδίων, μεταποιεῖσθαι δὲ μᾶλλον τῶν τοῦ Πατρός; Ἔχων δὲ οὕτω σκοποῦ τε καὶ γνώμης, ἆρα ἄν τῳ δόξειε παραιτεῖσθαι
40μὲν ὡς δυσκλεὲς τὸ ὑποτετάχθαι δοκεῖν, ἀποσείεσθαι δὲ τὸ πρὸς πᾶν ὁτιοῦν συνεθέλειν αὐτῷ; Β. Ἥκιστά γε. Α. Οὐκοῦν ὁ καὶ νῦν ὁμογνώμων τε καὶ συνεθελητὴς
τῷ γεγεννηκότι, μᾶλλον δὲ ἡ βουλὴ καὶ ἡ θέλησις τοῦ382 in vol. 2

586

Πατρός, τίνα δὴ τρόπον ὑποταχθήσεται, καὶ τοῦτο κατὰ καιρούς, ὡς οὔπω νοούμενος συνεθελητὴς ἤγουν ὑποτε‐ ταγμένος; Κεχρήσομαι γὰρ ἀδικούσῃ μηδὲν εἰς οὐσίας λόγον τὸν Μονογενῆ καὶ τῇ τοῦ Παύλου φωνῇ.
5Β. Ποῖον οὖν ἄρα τὸ χρῆμα τῆς ἐσομένης ὑποταγῆς; Α. Ἐν ἐλπίσιν ἐσμὲν ἀγαθαῖς, ὦ Ἑρμεία, καὶ ἀραρότως πεπιστεύκαμεν ὡς τοῖς ἐθέλουσι διαβιῶναι λαμπρῶς, ἁγίαν τε καὶ ἀξιάγαστον ἀληθῶς κατωρθωκόσι ζωήν, ἡ παντὸς ἀγαθοῦ μέθεξις ὑπάρξει παρὰ Θεοῦ, καὶ μὴν ὅτι τὰ ὑπὲρ
10νοῦν καὶ λόγον ταῖς τῶν ἁγίων τεθησαύρισται κεφαλαῖς. Ἔσται δὲ τούτων ἁπάντων διανομεὺς καὶ πρύτανις ὁ Υἱός· πάντα γὰρ παρὰ Πατρὸς εἰς ἡμᾶς δι’ αὐτοῦ ἐν Πνεύματι, καὶ οὔτι πού φαμεν ὑπουργικὴν εἰσκομίζοντος εἰς τοῦτο τὴν διακονίαν, διανέμοντος δὲ μᾶλλον ἐπ’ ἐξουσίας ὡς
15Υἱοῦ τὰ παρὰ Πατρός, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν, ἁγιασμὸς δηλονότι καὶ σοφία καὶ ζωή, δόξα τε καὶ ἀφθαρσία. Ὅτι δὲ ὑποτεταγμένων ἁπάντων τῷ Υἱῷ, συγκατάρξει πάλιν πάντη τε καὶ πάντως αὐτῷ, καὶ συμβασιλεύσει τῶν ὅλων ὁ Θεὸς καὶ Πατήρ, ἐκδείξειεν ἂν εὐκόλως, τὸ ἀραρότως
20ἡμᾶς ἐννοεῖν, ὁμογνωμονήσειν αὐτῷ καὶ τότε καὶ πρὸς πᾶν ὁτιοῦν ἔσεσθαι συνεθελητὴν τὸν Υἱόν, καὶ διὰ τῆς ἑαυτοῦ μεσιτείας ἀποπληροῦν τοῖς ἁγίοις τὰ ἐν ἐλπίσι. Καὶ αὐτὸ δὴ τουτὶ τῷ τῆς ὑποταγῆς ὀνόματι καταχρηστικῶς μεμηνυ‐ κέναι φαμὲν τὸν θεσπέσιον Παῦλον. ᾜδει γάρ, ᾔδει
25προσκρούσων αὐτῷ κατ’ οὐδένα τρόπον κἂν εἰ τοιάδε τινὰ λέγοι. Σκοπὸς γὰρ ἀεὶ τῷ Υἱῷ τιμᾶν τὸν Πατέρα, ὅτι ἐξ αὐτοῦ κατὰ φύσιν ἐστίν, ἴσος τε καὶ ὅμοιος κατὰ πᾶν ὁτιοῦν καὶ κατ’ οὐδένα τρόπον μειονεκτούμενος. Δι’ αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι
30εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.384 in vol. 2
31tΛΟΓΟΣ ΕΚΤΟΣ
32 Ὅτι τὰ τῆς ἀνθρωπότητος ἴδια καὶ τὰ μὴ σφόδρα θεοπρεπῶς εἰρημένα περὶ τοῦ Υἱοῦ πρέποι ἂν μᾶλλον τῇ μετὰ σαρκὸς οἰκονομίᾳ, καὶ οὐκ αὐτῇ τῇ φύσει τοῦ Λόγου
35καθὸ νοεῖται καὶ ἔστι Θεός.

587

Α. Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας παράδειξις ἐναργὴς καὶ οἱονεί τι σήμαντρον ἀκριβὲς ἡ τοῦ Υἱοῦ φύσις, ἀποχρῶν ἡμῖν εὖ μάλα καὶ σαφὴς ἐξείργασται λόγος. Τὰ γάρ τοι
5τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἰδικῶς ἐξαίρετα δέδειχεν ὄντα τοῦ Υἱοῦ, μᾶλλον δὲ πᾶν ὅπερ ἂν λέγοιτο τοῦ Πατρὸς ἴδιον φυσικῶς τοῦτο ἀπέφηνεν ὄντα τὸν Υἱόν. Οἴει δὴ οὖν, ὦ Ἑρμεία, τοῖς ἑτέρου τυχὸν ἰδιώμασιν ὡς ἰδίοις ἄν ποτε διαπρέπειν δύνασθαι τὸ μηδαμόθεν αὐτῷ φυσικῶς
10ἑνούμενον, διαμοιρηθὲν δὲ ὥσπερ εἰς ἔκφυλον ἑτερότητα; Β. Πῶς λέγεις; Α. Οὐ γὰρ ἕκαστον τῶν ὄντων λόγῳ μὲν φύσεως ἰδίῳ κατασημαίνεται, ταὐτότητα δὲ τὴν εἰσάπαν διαδιδράσκον ὁρᾶται πρὸς τὰ λοιπά, κἂν εἰ μετεῖναί τι λέγοιτο κοινὸν
15αὐτοῖς; Ζῷον μὲν γὰρ ἄνθρωπός τε καὶ ἵππος, ἀλλ’ ἐφ’ ἑκάστῳ τις ἕτερος διέρπει λόγος, ἀποτειχίζων αὐτὸ τῶν ἄλλων, καὶ ἀσύμβατον ἀποφαίνων τὴν εἰς ταὐτότητα συνδρομήν, τὴν εἰσάπαν δὴ λέγω καὶ ὁλοσχερῶς. Ἴδιος γάρ τις ἀνθρώπου λόγος, βοός τε καὶ ἵππου. Εἰ δὲ δή10 in vol. 3
20τις ἐξέλοι τὸ μεσολαβοῦν καὶ τοὺς τῆς οὐσιώδους διαφορᾶς ἀποστήσας λόγους, τὰ τῆς ἀνθρώπου φύσεως ἴδιά τε καὶ πάντα περιθείη τοῖς ἄλλοις, ἆρ’ οὐκ ἀνθρώπου φύσιν ἡμῖν ὁριεῖ καὶ ἕτερον οὐδὲν ἔσται τὸ δηλούμενον; Β. Ἀληθές.
25Α. Οὐκ οὖν ἀμαθές, μᾶλλον δὲ ἤδη πως καὶ ἀμήχανόν ἐστιν ὁλοτρόπως δύνασθαι τοῖς ἑτέρου τυχὸν ἰδιώμασι διαγινώσκεσθαί τι καὶ οὐκ εἶναι νομίζειν αὐτὸ τοῦθ’ ὅπερ ἐκεῖνο κατὰ φύσιν ἐστὶν οὗ καὶ τοῖς ἰδιώμασιν ἐπιγινώσκεται;

588

Β. Ὀρθῶς ἔφης. Α. Μείων οὖν ἄρα κατ’ οὐδὲν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρός, εἰ τοῖς τῆς θεότητος ἰδιώμασιν ὁλοσχερῶς δια‐ πρέπων, ὅ τι ποτέ ἐστι κατὰ φύσιν γινώσκεται. Ταύτῃ
5τοι καὶ ἔστι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Πατρός. Δι’ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τὴν τοῦ Πατρὸς φύσιν κατα‐ θρήσαιμεν ἄν. Β. Βούλει τι λέγωμεν τῶν ἀναγκαίων εἰς ὄνησιν, ἤγουν ἀνέντες ἤδη σοι τὸ ἀντιτετάχθαι δοκεῖν, τῆς τῶν ἐναντίων
10δόξης ἐρήμην ὥσπερ ἐῶμεν καταθεῖν τὸν λόγον; Α. Καὶ μήν, ὦ φιλέταιρε, πάρα μὲν εἰπεῖν ἐλευθέρως τὸ δοκοῦν. Ὄκνου δὲ ἀμείνους ἡμεῖς, καὶ διερρίφθω μέλλησις, καιροῦ παραθήγοντος εἰς τὸ δεῖν ἑλέσθαι καὶ νῦν τοῖς τῆς ἀληθείας ἡμᾶς συναθλῆσαι δόγμασιν. Ἀναπείθει δέ, οἶμαι,
15πρὸς τοῦτο ἰέναι προθύμως καὶ ὁ θεσπέσιος Πέτρος ὧδέ πη λέγων· «Ἕτοιμοι γίνεσθε ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ ἀπαιτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος.» Ἐλπὶς δὲ δὴ τίς ἂν εἴη παρά γε ἡμῖν ἑτέρα παρὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν;12 in vol. 3
20Β. Οὐκοῦν, ἴσθι τοι πάντη τε καὶ πάντως ἐκεῖνο ἐροῦντας ὡς οὐκ ἂν εἴη ποτὲ τῷ Θεῷ καὶ Πατρί, κατά γε τὸν τῆς φύσεως λόγον, ἢ ἴσος ἢ ὅμοιος ὁ Υἱός, ὅς γε καὶ ἁγιάζεται παρ’ αὐτοῦ καὶ ὑψοῦται καὶ δοξάζεται καὶ δυναμοῦσθαι λέγεται. Ὅτι γὰρ καὶ προσκεκύνηκε μεθ’ ἡμῶν καὶ τὴν
25συντελείας ἡμέραν ὡμολόγηκεν ἀγνοεῖν ἐξ αὐτῶν ἕτοιμοι τῶν ἱερῶν ἡμῖν ἀποφαίνειν Γραμμάτων. Τὰς δὲ ἐφ’ ἑκάστῳ τῶν εἰρημένων φωνάς τε καὶ πίστεις ἀπό γε τῆς θεοπνεύστου Γραφῆς παραθείην ἂν εὐκόλως, εἴ γέ σοι δοκεῖ. Α. Καὶ μὴν ἔγωγε παρηβῆσαι μὲν ἤδη μοι τὸν ἀγῶνα
30ἐδόκουν, ὁ δέ ἐστιν ἐν ἀκμαῖς ἔτι καὶ οἱονεὶ σφριγῶσαν ἔχει τὴν ἔφοδον. Ἐπειδὴ δὲ διημάρτηκα τῆς ἐλπίδος καὶ εἰς ἀρχὰς ἱδρώτων ἑτέρας ἥκομεν, σωρηδὸν γὰρ ἡμῖν τῆς τῶν ἐναντίων σκαιότητος ἐπιθεῖ τὰ προβλήματα, φέρε δὴ πάλιν, ἀνὰ μέρος ἑκάστῳ τὸν ἀληθῆ καὶ ἀμώμητον ἀντεξά‐
35γοντες λόγον, ἠγνοηκότας ἐλέγχωμεν τὸ Χριστοῦ μυστήριον. Β. Οὐκοῦν εἰμί τοι καὶ μάλα πρόθυμος ἥνπερ ἂν ἕλοιο διαστείχειν αὐτός. Καὶ γάρ τοι καὶ λίαν εὐκρινεστέραν τὴν ἐφ’ ἑκάστῳ βάσανον ἐξεργάσαιτ’ ἂν ἡμῖν οὐχ ἑτέρως ἢ οὕτως ὁ λόγος. Ὅτι τοίνυν, φασίν, ἁγιασμοῦ μέτοχος
40ὁ Υἱός, σαφηνιεῖ γράφων ὁ μακάριος Παῦλος περὶ αὐτοῦ· «Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν
λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.»14 in vol. 3

589

Καὶ μὴν καὶ ὁ σοφός φησιν Ἰωάννης «τὸ Πνεῦμα τεθεᾶσθαι καταβαῖνον ἐπ’ αὐτὸν ὡσεὶ περιστεράν.» Καὶ πρός γε δὴ τούτοις καὶ αὐτὸς ἔφασκεν ὁ Υἱός, Ἰουδαίοις προσλαλῶν· «Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι Ἐγὼ εἶπα,
5θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον Υἱός εἰμι τοῦ Θεοῦ;» Μυρία δ’ ἄν τις καὶ ἕτερα καὶ λίαν ἀκονιτὶ τοῖς εἰρημένοις
10ἐπισωρεύσειε δι’ ὧν ἔνεστι μαθεῖν ὡς ἡγίασται παρὰ τοῦ Πατρὸς ὁ Υἱός. Α. Καὶ τίς ἂν νοοῖτο τυχὸν ὁ τοῦ ἡγιάσθαι τρόπος, εἰ καὶ ἐπ’ αὐτοῦ τάττοιτο τοῦ Μονογενοῦς, διαπυθοίμην ἂν λέγοντος ὡς ἥδιστα σοῦ· πλείστη γὰρ ὅση τοῦ πράγματος
15ἡ διαφορὰ παρά γε ταῖς θεοπνεύστοις ὁρᾶται Γραφαῖς· ἁγιάζεσθαι μὲν γὰρ λέγονταί τινες ὡς ἐν προγνώσει Θεοῦ, προαναθροῦντος ὅτι τὴν εὐδόκιμόν τε καὶ ἐννομωτάτην κατωρθωκότες ζωήν, ἐπιτηδείως ἕξουσι καὶ εἰς τὸ χρῆναι μεταλαχεῖν ἁγίου Πνεύματος· ὁποῖοί τινες εἶεν ἂν περὶ
20ὧν ὁ σοφὸς ἐπιστέλλει Παῦλος ὅτι «Οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Οὓς δὲ προώρισε τούτους καὶ ἐκάλεσεν, οὓς δὲ ἐκάλεσε τούτους καὶ ἐδικαίωσεν.» Ἔφη δὲ Θεὸς καὶ πρὸς τὸν σοφώτατον
25Ἱερεμίαν· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε.» Ἁγιάζονται δὲ αὖ καὶ ἕτεροί τινες, καίτοι τὸν φύσει Θεὸν οὐκ ἐπεγνωκότες, ἀλλ’ οὐ σχέσιν τινὰ καὶ οἰκειότητα
τὴν πρὸς τὸ θεῖόν τε καὶ ἅγιον Πνεῦμα κατασημήνειεν16 in vol. 3
30ἂν ὁ ἔν γε τούτοις ἁγιασμός, ἀλλ’ οἱονεί πως ἀνάδειξιν καὶ παραγωγὴν τὴν εἰς τὸ χρῆναι πληροῦν ἃ ἂν βούλοιτο Θεός. Καὶ γοῦν Κύρου τε πέρι καὶ Μήδων κατὰ κράτος αἱρήσειν τὴν Βαβυλῶνα μελλόντων καὶ ὑπὸ θείας εἰς τοῦτο παρενηνεγμένων ὀργῆς, «Γίγαντες ἔρχονται, φησί, πληρῶ‐
35σαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες.» Ἔφη δὲ ὅτι «Ἡγιασμένοι εἰσὶ καὶ ἐγὼ ἄγω αὐτούς.» Ἀγγαίῳ δὲ τῷ προφήτῃ φησὶν ὁ Θεός· «Ἐὰν δὲ λάβῃ ἄνθρωπος κρέας ἅγιον,» τό, οἶμαι, προσκομισθὲν ἄμωμον θῦμα, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνατεθειμένον τῷ Θεῷ, κρέας ἅγιον
40ὀνομάζων. Φαμὲν δὲ ἁγίους καὶ τοὺς ἀληθῶς διὰ Πνεύματος ἡγιασμένους, οὕτω τε θείας φύσεως κοινωνοὺς ἀναδε‐ δειγμένους. Τίνα δὴ οὖν ἡγιάσθαι τρόπον ὑπονοήσουσι

590

τὸν Υἱόν, συμπαρεζευγμένης ἀναγκαίως τῷ ἡγιάσθαι λέγειν καὶ τῆς εἰς τόνδε τὸν κόσμον ἀποστολῆς; Ὧδε γὰρ ἔφη Χριστός· «Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον.» Τὸ γὰρ ἐκ τῆς ἀμφοῖν συνδρομῆς οὐκ
5ἀσυντελές, οἶμαί που, πρὸς ὀρθότητα λογισμῶν, εὖ μάλα διαγινώσκεται. Ἀποστέλλων γὰρ ὁ Πατὴρ τὸν Υἱὸν ἁγιάσαι λέγεται, καὶ οὐχὶ πρὸ τῆς ἀποστολῆς. Β. Ἡγιάσθαι φασὶν αὐτὸν παρὰ τοῦ Πατρός. Α. Ἁγιάσαι δ’ ἂν ἑτέρως ὁ Πατὴρ πλὴν ὅτι διὰ τοῦ
10ἁγίου Πνεύματος; Β. Ναί, διὰ τοῦ ἁγίου Πνεύματος, ἀλλὰ τί μήν; Α. Ἄθρει δὴ οὖν, ὦ ἑταῖρε, πρὸς ὅσην αὐτοῖς ὁ λόγος τὴν ἀτοπίαν ἐκρεῖ. Εἰ μὲν γὰρ πρὸ τῆς σαρκώσεως καὶ τῆς εἰς τόνδε τὸν κόσμον ἀποστολῆς ἐν μεθέξει Πνεύματος
15ἦν ὁ Λόγος, κατά γε τὸ ἐκείνοις εὖ ἔχειν ὑπειλημμένον,
τί πάλιν αὐτὸ καὶ μετὰ σαρκὸς ἐδέχετο; Περιττὸν τὸ χρῆμα καὶ εἰκαιόβουλον. Ἀλλ’ οὐκ ἄν, οἶμαι, τὶς νοῦν ἔχων τό γε ἐν τούτοις ἁλῶναί ποτε τὴν ἀπόρρητον τοῦ Θεοῦ λογιεῖται φύσιν. Οὐ γὰρ ἂν ἁμάρτοι τοῦ πρέποντος18 in vol. 3
20καὶ τὸ ἀμωμήτως ἔχον, οὐκ ἐν παρατάσει μακρᾷ δια‐ σκέψεών τε καὶ ἐννοιῶν, ἀλλ’ ἐκ πρώτων εὐθὺς ὁρᾷ κινημάτων τῆς ἐνούσης αὐτῇ βουλῆς καὶ σοφίας. Εἰ δέ, ἐπεί τοι πέφηνε καθ’ ἡμᾶς καὶ ἀπεστάλη μετὰ σαρκὸς ἐν τῷδε τῷ κόσμῳ, τὸ Πνεῦμα πλουτεῖ, καινὴν δὲ ὥσπερ τινὰ τὴν ἐπὶ τῷδε
25λαμπρὰν ἀποκεκέρδακε χάριν, ποῦ κεκένωκεν ἑαυτόν, ἀφῖκται δὲ ὅπως εἰς ὑποβιβασμὸν καὶ ταπείνωσιν, γεγονὼς ἐν ἀμείνοσιν, εἰ μὴ ἄρα, φασί, καὶ τῶν εἰς λῆξιν ἡκόντων ἀφειδήσαντες κακῶν, ὡς ἦν ἐν αἰσχίοσι, τὸ Πνεῦμα λαβών, καὶ τὸ ἁγιάζειν πεφυκὸς κατωθεῖ πρὸς τὸ χεῖρον
30τοὺς ἐν οἷς ἂν γένοιτο; Β. Ἀλλὰ τοῦτο μὲν οὐκ ἐννοήσουσι κατά γε τὸ εἰκός· ὅτι δὲ ἡγιάσθαι φασὶ καταπτάντος ἐπ’ αὐτὸν τοῦ Πνεύματος ἐν εἴδει περιστερᾶς. Α. Εἶτα τίς ὁ τοῦτο εἰπών, ἐποπτεύσας τε ἅμα τὴν ἐξ
35οὐρανῶν τοῦ Πνεύματος ἐπ’ αὐτὸν καταφοίτησιν; Β. Ἰωάννης ὁ Βαπτιστὴς μεμαρτύρηκε λέγων ὅτι «Τεθέα‐ μαι τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ ὡσεὶ περιστεράν, καὶ ἔμεινεν ἐπ’ αὐτόν.» Α. Οὐκοῦν, ἀναμέτρει τὸν τοῦ ἡγιάσθαι χρόνον. Οὐ
40γάρ τοι πρὸ τῆς ἐπιδημίας ἡγιάζετο Θεὸς ὢν ὁ Λόγος, ἀλλ’ ὅτε γέγονε καθ’ ἡμᾶς, οἷς οὐ φύσεως καρπὸς ἰδίας, ἀλλ’ ἔξωθέν τε καὶ ἐπακτὸς ὁ ἁγιασμός. Ἢ οὐκ οἶσθα ὅτι πεπλούτηκε μὲν ἐν ἀρχαῖς ἡ ἀνθρώπου φύσις τὸ καὶ

591

θείου Πνεύματος μεταλαχεῖν καὶ τὸν δι’ ἁγιασμοῦ πρὸς Θεὸν ἐξεικονισμόν· πεποίηται γὰρ καὶ κατὰ τοῦτο κατ’ εἰκόνα
τοῦ κτίσαντος· ἐπειδὴ δὲ τὴν θείαν λελύπηκεν ἐντολήν, ἀπεμπολήσας τὸ δῶρον, θανάτῳ κατεδικάζετο καὶ τὸν τῆς20 in vol. 3
5ἁμαρτίας ὑπέδυ ζυγόν; Β. Συνίημι. Α. Ἔδει τοίνυν, ἐπείπερ ἐξ ἡμερότητος τῆς ἐνούσης αὐτῷ τὸ διολισθῆσαν γένος ἀναστοιχειοῦν εἰς τὸ ἐν ἀρχαῖς ἐβουλεύετο Θεός, δευτέραν ὥσπερ τοῦ γένους ἀρχὴν ἀναφῦναι
10Χριστόν, καὶ ἀπότεξιν μὲν ἀνατλῆναι τὴν διὰ τῆς ἁγίας Παρθένου, μὴ μὴν ἔτι καὶ πατέρα σαρκικὸν ἀνασχέσθαι λαβεῖν, ἵνα καὶ σὺν αὐτῷ Θεὸν ἔχωμεν οἱ πάντες Πατέρα, δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ τῆς τοιαύτης δόξης εἰς ἀρχὰς ἀναβαίνοντες. Ἔδει γενόμενον ἄνθρωπον τὸ Πνεῦμα λαβεῖν,
15ἵν’ ἐπείπερ ἦν τε καὶ ἔστιν οὐκ εἰδὼς ἁμαρτίαν, ἐμφι‐ λοχωροίη λοιπὸν ἐν αὐτῷ τὸ Πνεῦμα καὶ ἀναπαύηται καθάπερ ἐν ἀπαρχῇ τοῦ γένους καὶ ῥίζῃ δευτέρᾳ. Τουτὶ γὰρ οἶμαί που κατασημαίνειν εὖ μάλα τὸν θεσπέσιον Βαπτιστήν, βοῶντα περὶ τοῦ Πνεύματος ὡς θεάσοιτο μὲν
20αὐτὸ καθιγμένον ἐξ οὐρανῶν ἐν εἴδει περιστερᾶς· φάναι δὲ ὅτι καὶ ἔμεινεν ἐπ’ αὐτόν, οὐ γὰρ μεμένηκεν ἐν ἡμῖν διὰ τὴν παράβασιν, μεμένηκε δὲ ἐν Χριστῷ. Φύσεως γὰρ ἦν οὐκ ἀνεχομένης παθεῖν τὴν ἐξ ἁμαρτίας κηλῖδα. Ὥσπερ δὲ ὑπάρχων ἀεὶ βασιλεὺς καὶ ὁμόθρονος τῷ Θεῷ καὶ Πατρί,
25κεχειροτονῆσθαι λέγεται βασιλεύς, ὅτε καθ’ ἡμᾶς γέγονεν ἄνθρωπος, ᾧ καὶ δοτὸν ἄνωθεν τὸ βασιλεύειν ἐστί· καὶ ὥσπερ ἀεὶ συνυπάρχων τῷ Πατρί, εἰς Υἱὸν ὁρίζεται διὰ Πνεύματος, διὰ τὸ τοῖς κατὰ θέσιν υἱοῖς ἐξωμοιῶσθαι κατὰ τὴν σάρκα, καὶ ὥσπερ ἡμῖν τοῖς ὑπὸ Θεὸν συμμορ‐
30φούμενος Θεὸν ἑαυτοῦ τὸν Πατέρα ἐκάλει, καίτοι Θεὸς ὑπάρχων αὐτός, οὕτω καὶ ἡγιάσθαι λέγεται, χωροῦντος εἰς τὸ ἀνθρώπινον ἤτοι περὶ τήνδε τὴν σάρκα τοῦ ἁγιασμοῦ, διὰ τὸ μὴ οἴκοθεν ἔχειν δύνασθαι τὴν ἀνθρώπου φύσιν τὸν
ἁγιασμόν. Ἔνεστι γὰρ τοῦτο μόνῃ τῇ γε ἀληθῶς θείᾳ τε22 in vol. 3
35καὶ ὑπὲρ πάντα φύσει ἧς ἐπείπερ ἐστὶ καρπὸς ὁ Λόγος, ἕξει δὴ πάντως ὡς ἴδιον ἐν ἑαυτῷ τῆς τεκούσης αὐτὸν φύσεως τὸν ἁγιασμόν. Β. Τί γάρ, φασί, τὸ ἄτοπον ἐν τῷ ἡγιάσθαι λέγειν παρὰ τοῦ Πατρὸς τὸν Υἱόν;
40Α. Ἀνακυκλήσας δὴ οὖν ὅπερ ἔφην ἀρτίως, καὶ ἐσαῦθις ἐρῶ. Εἰ μὲν γὰρ καθὸ ἄνθρωπος, ὡς ἄνθρωπον ἡγιάσθαι φασίν, ἀδιαφορήσειεν ἂν ὁ λόγος, ὡς ἔν γε δὴ τούτῳ τὸ βλάβος οὐδέν. Εἰ δὲ δὴ παρέντες τὸ ἀληθὲς καὶ παρω‐

592

θούμενοι τὸ εἰκός, εἰς ἀκαλλεστάτην τινὰ καὶ πέρα παντὸς ἰοῦσαν θράσους ἀπολισθαίνουσι γνώμην, αὐτὸν ἡγιάσθαι λέγοντες τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον, ἁπάσης ἡμῖν ἀτοπίας ἐπέκεινα διεκπίπτοι ἂν ὁ λόγος.
5Β. Οὐκοῦν ἐκδείξειας ἂν τῆς ἔν γε τούτοις ἡμῖν ἀτοπίας τοὺς τρόπους. Α. Καὶ μάλα. Κατοκνήσαιμι γὰρ ἂν ἥκιστά γε, συλλή‐ πτορά τε καὶ ἀρωγὸν τὸν τῆς ἀληθείας προεστηκότα Χριστὸν ἔσεσθαί μοι προσδοκῶν. Μεθέντες δὴ οὖν τὸ διαμέλλειν
10ἔτι, τὴν τῶν προκειμένων βάσανον εἰς μέσον ἤδη παράγωμεν, καὶ μοὶ φράσον ἐκεῖνο δὴ πάλιν. Β. Τὸ τί; Α. Τίνος ἴδιον φῶμεν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον; Πότερα δὴ μόνου τοῦ Θεοῦ καὶ Πατρός, ἤγουν καὶ τοῦ Υἱοῦ, ἢ
15καὶ ἀναμέρος ἑκατέρου καὶ ἀμφοῖν, ὡς ἓν ἐκ Πατρὸς δι’ Υἱοῦ διὰ τὴν ταὐτότητα τῆς οὐσίας; Β. Οὕτως ἔγωγέ φημι. Α. Ὀρθῶς, ὦ ἑταῖρε, καὶ σὲ τῆς ἀγχινοίας ἄγαμαι, καὶ ταῖς θεοπνεύστοις Γραφαῖς εὖ μάλα συμβαίνουσαν τὴν
20ἐπὶ τῷδε δόξαν εἰρῆσθαί φημι. Νοεῖται μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἐν ὑπάρξει τῇ καθ’ ἑαυτόν, ὑφέστηκε δὲ αὖ
καὶ ὁ Υἱὸς ἰδικῶς· ἀλλ’ εἰ καὶ ἰδίαν ὑπόστασιν ἑκάτερος ἀπετέμετο, τὸν γοῦν εἰσάπαν διορισμὸν οὐ προσίεται. Οὐδὲ γὰρ ἂν διορίζοιτο τοῦ Πατρὸς ὁ Υἱὸς ὥσπερ ἄγγελος24 in vol. 3
25ἀγγέλου καὶ μὴν καὶ ἐν τοῖς καθ’ ἡμᾶς ὁ δεῖνα τοῦ δεῖνος ὅλος ὅλου διεστήξει τυχόν, οὔτε μὴν καὶ διάμπαξ ἐλάσει τῆς διαφορᾶς ὁ λόγος, ἀναμέρος ὁλοτρόπως ἑκάτερον ἱστάς· ἢ γὰρ ἂν εἶεν καὶ δύο θεοί· μιᾶς δὲ καὶ μόνης οὔσης τε καὶ νοουμένης θεότητος, ζῶντα καὶ ὑφεστηκότα
30καταθρήσαιμεν ἂν ἐν Πατρὶ τὸν Υἱόν, καὶ μὴν καὶ τὸ ἔμπαλιν, τουτέστιν ἐν Υἱῷ τὸν Πατέρα· χαρακτὴρ γάρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ. Β. Σύμφημι. Α. Μιᾶς οὖν φύσεως ἓν καὶ τὸ Πνεῦμα, καὶ προχεῖται
35μὲν οἱάπερ ἀπὸ πηγῆς τοῦ Πατρός· ἔστι γε μὴν οὐκ ἀλλότριον τοῦ Υἱοῦ· γεγέννηται γὰρ οὗτος τὴν τοῦ Πατρὸς ἰδιότητα πᾶσαν ἔχων ἐν ἑαυτῷ, καὶ ἐπείπερ ἐστὶ τῆς ἀνωτάτω θεότητος ὁ καρπός, πῶς ἂν νοοῖτο γυμνὸς τῶν τῆς θεότητος ἀγαθῶν; Ἴδιον δὲ θεότητος ὁ ἁγιασμός,
40οὗ τὸ Πνεῦμα δεικτικόν. Ἅγιον γὰρ κατὰ φύσιν καὶ τῆς ὅλης κτίσεως ἁγιαστικόν. Β. Καὶ τίς ἂν γένοιτο τούτων ἡ πίστις, πῶς δ’ ἂν μάθοιμι σαφῶς ὡς ἔστιν ἴδιον τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον καθάπερ ἀμέλει τοῦ Πατρός;
45Α. Οὐ θύραθεν ἡμῖν ὁ μάρτυς, αὐτὸν δὲ εἰσκομίσω βοῶντα Χριστόν· «Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα

593

τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν.
Οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἂν ἀκούσῃ λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Πάντα ὅσα26 in vol. 3
5ἔχει ὁ Πατὴρ ἐμά ἐστι· διὰ τοῦτο εἶπον ὑμῖν ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.» Ἢ οὐκ ἀποχρῶν ὁ λόγος εἰς πληροφορίαν τοῖς σοφοῖς, ὡς ἴδιον μέν φησι τὸν Παράκλητον; Πνεῦμα γὰρ ἀληθείας ὠνόμασεν αὐτόν, οὐχ ἑτέρα δὲ παρ’ αὐτὸν ἡ ἀλήθεια. Προστιθεὶς δὲ «Ὅτι
10ἐκ τοῦ ἐμοῦ λήψεται,» τὴν οὐσιώδη καὶ φυσικὴν οἰκειότητα δέδειχεν ἐναργῶς, καθ’ ἣν ἕν ἐστι πρὸς αὐτὸν τὸ Πνεῦμα αὐτοῦ. Οὐ γάρ τοι μεταληπτῶς σοφὸν ἔσεσθαι παρ’ αὐτοῦ τὸ Πνεῦμά φησιν, οὔτε μὴν ἐν τάξει τῇ ὑπουργικῇ τοὺς παρ’ Υἱοῦ λόγους τοῖς ἁγίοις διακομίσειν. Ἀλλ’ ὥσπερ ἂν
15εἴ τι τῶν εὐοσμοτάτων ἀνθέων περὶ τῆς ἐξ ἑαυτοῦ δια‐ σκιδναμένης ὀσμῆς καὶ ταῖς τῶν περιεστώτων αἰσθέσεσιν ἐμπιπτούσης λέγοι ὅτι «Ἐκ τοῦ ἐμοῦ λήψεται,» τὴν φυσικὴν οἰκειότητα κατασημήνειεν ἄν, καὶ οὔτι που τὸ ὡς ἐν μεθέξει διῃρημένως, ὧδέ πη νοήσεις καὶ ἐφ’ Υἱοῦ καὶ
20Πνεύματος. Πνεῦμα γὰρ σοφίας καὶ δυνάμεως ὄν, σοφία πάντως καὶ δύναμίς ἐστιν, ὅλην ἐξ ὅλου τὴν τοῦ προϊέντος ἐνέργειαν ἀποσῷζον ἐν ἑαυτῷ, καὶ ὡς ἐν ἰδίᾳ φύσει κατα‐ δεικνύον εὖ μάλα τὴν οὗπέρ ἐστιν. Ἐπειδὴ δὲ τὸ Ἐκ τοῦ ἐμοῦ λήψεται, φησί, προστέθεικεν ἀναγκαίως ὅτι «Πάντα
25ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι· διὰ τοῦτο εἶπον ὑμῖν ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει.» Ὥσπερ γὰρ ἅγιόν ἐστι κατὰ φύσιν, ἐπείπερ ἐστὶν ἁγίου Πνεῦμα Πατρός, οὕτω καὶ σοφόν, ἐπεί τοι σοφίας Πνεῦμά ἐστι· σοφία δὲ ὁ Υἱός· καὶ οὔτι πού φαμεν ὡς κατὰ σχέσιν τινὰ καὶ μέθεξιν ἅγιον
30καὶ σοφὸν τὸ Πνεῦμά ἐστιν, οὐσιωδῶς δὲ μᾶλλον καὶ οἱονεί τις ποιότης φυσικὴ τῆς ἁγίας τε καὶ σοφῆς θεότητος, τῆς ὡς ἐν Πατρὶ καὶ Υἱῷ νοουμένης, καὶ αὐτῷ τῷ Πνεύματι. Ὅτι δὲ τὸ τοῦ Πατρὸς Πνεῦμα Πνεῦμά ἐστι τοῦ Υἱοῦ, αὐτός σε δι’ ἑαυτοῦ μυσταγωγήσει λέγων· «Ὅταν δὲ28 in vol. 3
35ἔλθῃ ὁ Παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ.» Συνίης οὖν ὅπως ὡς ἴδιον ἐπαγγέλλεται καταπέμψειν ἡμῖν τὸ ἐκ τοῦ Πατρός, καὶ Πνεῦμα μὲν ἀληθείας ἀποκαλεῖ, προχεῖσθαί γε μὴν
40ἐξ αὐτοῦ διωρίσατο τοῦ Πατρός, καὶ μὴν ὅτι καὶ μαρτυρήσει περὶ αὐτοῦ προμεμήνυκε; Β. Καὶ τίς ἂν νοοῖτο τῆς μαρτυρίας ὁ τρόπος; Α. Ἐπειδὴ γὰρ ἐνήργηκε τὰ Θεοῦ διὰ χειρὸς ἁγίων

594

μεμαρτύρηκεν ἐναργῶς ὅτι Θεός ἐστιν ὁ Υἱός, οὗ καὶ Πνεῦμά ἐστι, καθάπερ ἀμέλει τοῦ Πατρός. Β. Ἅλις μὲν ἡμῖν τῶν τοιούτων, ὦ τᾶν. Τὸ γάρ τοι σαφὲς καὶ ἀναμφιλόγως ἔχον δέοιτ’ ἂν οὐχὶ τοῦ συνειπεῖν
5ᾑρημένου. Πνεῦμα γάρ ἐστι καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἀντερεῖν οἶμαι παντελῶς οὐδένα. Τριβὴν οὖν καὶ πόνον τὸν ἐπὶ τῷδε μεθείς, ἴοις ἂν μᾶλλον ἐπ’ ἐκεῖνα νυνί, τὰ δι’ ὧν ἔνεστιν ἀναμαθεῖν ὅτι κατὰ φύσιν ἅγιος ὁ Υἱὸς καὶ οὐ κατὰ μέθεξιν ἐκ Πατρός.
10Α. Καὶ μήν, ὡς ἐγᾦμαι, πᾶς τις οὖν εἴ γε νοῦν ἔχοι, κατατεθήποι ἄν, εἴπερ ἴδιον εἶναι διοριζόμενοι τὸ Πνεῦμα τοῦ Υἱοῦ, καταψηφιοῦνται πάλιν αὐτοῦ τὴν μέθεξιν καὶ τὸν ἐκ Θεοῦ Πατρὸς διὰ Πνεύματος ἁγιασμὸν εἰσκεκρίσθαι τέ φασι καὶ δοτὸν ὡς οὐκ ἔχοντι γενέσθαι ποτέ. Καίτοι
15τί δήποτε τῆς ἐντεῦθεν ἀτοπίας τὰ βλάβη βασανίζειν οὐκ
ἀνεχόμενοι, ἐπὶ μόνον ἴενται, καὶ τοῦτο ἀκατασκέπτως, τὸ σφίσιν αὐτοῖς ἡδύ; Μετάσχοι γὰρ ἂν ὁ Υἱὸς τοῦ ἰδίου Πνεύματος κατὰ τίνα δὴ τρόπον ὡς θύραθεν ἐπεισθέοντος; Μέτοχον γὰρ ἑαυτοῦ παντελῶς οὐδέν. Ἀλλ’ οὐκ ἔν γε30 in vol. 3
20τῷ σοφῷ τε καὶ ἀκριβεῖ λογισμῷ τὰ φύσει προσόντα τισὶ τὴν τῶν εἰσποιήτων ὑποκρίναιτο δόξαν, ἤγουν ἐν τοῖς τῶν ὀθνείων τετάξεται λόγοις. Πῶς οὖν διὰ Πνεύματος ἡγιάσθαι φασί, καίτοι λέγοντα σαφῶς περὶ τοῦ Πνεύματος· «Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν;» Καὶ
25τοῦτό φαμεν οὐ μεθεκτῶς εἶναί τι πιστεύοντες τῶν ἐν τῷ ἁγίῳ Πνεύματι—παντέλειον γὰρ καὶ ἀνενδεὲς κατ’ ἰδίαν ἐστὶ φύσιν τε καὶ ὕπαρξιν—ἐκεῖνο δὲ μᾶλλον καταση‐ μαίνοντες ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας καὶ τοῦ κατὰ φύσιν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ πεφηνότος Λόγου
30Πνεῦμα ὑπάρχον, πᾶν ὅπερ ἐστὶ τῆς θεότητος ἴδιον κατὰ φύσιν ἐπάγεται, πηγὴν μὲν ὥσπερ ἔχον αὐτήν, προχεόμενον δὲ ὥσπερ ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ καὶ ἁγιάζον τὴν κτίσιν. Εἰ δὲ δὴ καὶ αὐτὸν οἴοντο μεθ’ ἡμῶν ἡγιάσθαι τὸν Λόγον, τὰ ἐκ φληνάφων εἰς τοῦτο συλλέγοντες λογισμῶν,
35φραζόντων ἐκεῖνο. Β. Τὸ τί δή; Α. Τῇ τῶν γενητῶν φύσει τὸ Πνεῦμα προσομιλοῦν, ὀνίνησι μὲν αὐτὴν ὁμολογουμένως· γένοιτο δ’ ἄν, ὦ ’γαθέ, τίς ὁ τοῦδε τρόπος;
40Β. Ἁγίαν αὐτὴν ἀποτελεῖ. Α. Οὐκοῦν ἐκδείξειας ἂν ἀσαφείας δίχα. Συνίημι γὰρ οὔτι που. Τί δὲ δὴ τοῦτό ἐστι τὸ ἁγίαν ἀποτελεῖν; Φράσαις ἂν ἐθέλοντί μοι. Β. Καὶ μάλα. Τὴν γάρ τοι κτίσιν τὴν λογικὴν ἁμαρτίας
45ἀμείνω καὶ τῆς εἰς φαυλότητα παρατροπῆς ἀποφαῖνον32 in vol. 3

595

μεταμορφοῖ πρὸς εἰκόνα τοῦ κτίσαντος δι’ ἁγιασμοῦ. Ἅγιος γὰρ ὁ πάντων Δημιουργός, διὸ καί φησιν· «Ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιος.» Α. Ὀρθότατα ἔφης. Ἐκτίσμεθα γὰρ καὶ ἡμεῖς αὐτοὶ
5κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ. Τὸ δὲ δὴ τὸν θεῖον ἡμῖν ἐμποιοῦν ἐξεικονισμὸν εἴη δή που πάντως ἂν ὁ ἁγιασμός, τουτέστιν ἡ ἐν Πνεύματι μέθεξις τοῦ Υἱοῦ. Καὶ γοῦν ὅτε πρὸς παρατροπὴν ἡ ἀνθρώπου φύσις διώλισθε καὶ τὸ τῆς εἰκόνος κάλλος παρεσημαίνετο, κεκαινουργήμεθα πρὸς τὸ
10ἀπ’ ἀρχῆς, ἀναστοιχειούμενοι διὰ Πνεύματος εἰκόνα τοῦ κτίσαντος, δῆλον δὲ ὅτι τοῦ Υἱοῦ, δι’ οὗ τὰ πάντα παρὰ τοῦ Πατρός. Καὶ γοῦν ὁ σοφώτατος Παῦλος, «Τεκνία, φησίν, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Καὶ μὴν ὅτι τὸ τῆς ἐνθάδε λεγομένης μορφώσεως
15εἶδος διὰ τοῦ ἁγίου Πνεύματος ἐνσημαίνεται ταῖς ἡμετέραις ψυχαῖς, αὐτὸς ἐκδείξει βοῶν, «Ἡμεῖς δὲ πάντες, ἀνακε‐ καλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος· ὁ δὲ Κύριος τὸ Πνεῦμά
20ἐστιν.» Β. Ἄριστα ἔφης. Α. Οὐκοῦν, κτίσει μὲν καὶ ποιήμασι δοτὸς ὁ ἁγιασμός· οἴκοθεν γὰρ οὐκ ἔχει, καὶ γοῦν ἐστι καὶ ἀπόπεμπτος καὶ αὐτόκλητον ἂν ἕλοι τὴν παρατροπὴν τὰ πεπλουτηκότα.
25Διώλισθε γὰρ καὶ ἀγγέλων φύσις, καὶ οὐ τετηρήκασί τινες τὴν ἑαυτῶν ἀρχήν, κατὰ τὸ γεγραμμένον. Ἐνεχόμεθα δὲ καὶ αὐτοὶ ταῖς τῆς παραβάσεως αἰτίαις. Ἆρ’ οὖν, εἴπερ τις οἴοιτο καὶ αὐτῷ τῷ Υἱῷ δοτὸν εἶναι τὸν ἁγιασμόν,
οὐχὶ δὴ πάντη τε καὶ πάντως ἐρεῖ τὸ καὶ παθεῖν δύνασθαι34 in vol. 3
30τὴν παρατροπήν; Πάθοι γὰρ ἂν τὸ παθεῖν δυνάμενον, καὶ εἰ μήπω λέγοιτο παθεῖν. Β. Ἀληθές. Α. Τί δέ, ὦ φιλότης; Τὸ ἡγιάσθαι λεγόμενον οὐχ ἅπας ἡμᾶς ἀναπείσει λόγος ἅγιον οὐκ εἶναι φάναι ποτέ; Κεκλῆσθαι
35γὰρ οἶμαι πρὸς ἁγιασμὸν ἔκ γε τοῦ μὴ εἶναι τοῦθ’ ὅπερ ἐστὶν ὅτε καὶ ἁγιάζεται. Β. Ἀνάγκη. Α. Τὸ δὲ οὔπω σεπτόν τε καὶ ἅγιον, οὐκ ἀνάλωτον ἁμαρτίαις, μᾶλλον δὲ ἤδη νοσοῦν τὴν εἰς τὸ φαῦλον διαβολήν,
40εἴπερ ἐστὶν ὁ ἁγιασμὸς φαυλότητός τε καὶ ἁμαρτίας ἀποτριβὴ καὶ ἀπόθεσις. Β. Σύμφημι. Α. Οὐκοῦν εἴπερ ἕλοιντο νοεῖν τε καὶ λέγειν συνηγιάσθαι τοῖς κτίσμασι τὸν Υἱόν, οὐ δυσεύρετος ὁ καιρὸς καθ’ ὃν
45ἦν ἔτι τὴν φύσιν ἀσθενὴς καὶ ἀμείνων οὔπω τοῦ πεφυκέναι πλημμελεῖν· ἀλλ’ ὧδέ τε ἔχων καὶ νοούμενος, πῶς ἦν

596

ἄρα καὶ εἰκὼν τοῦ Θεοῦ καὶ Πατρός; Πῶς δὲ καὶ ἀπαύ‐ γασμα καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ; Οὐ γὰρ ἐν χρόνῳ γέγονε χαρακτήρ, ἀλλ’ ἦν τοῦτο κατὰ φύσιν καὶ ἐν ἀρχῇ. Εἶτα πῶς οὐχ ἅγιον ἦν τὸ ἀκραιφνὲς τοῦ Πατρὸς
5καὶ εἰλικρινέστατον κάλλος καὶ αὐτὸς τῆς οὐσίας ὁ χαρακτήρ; Ἢ οὐκ ἐξ ἀνάγκης ἀφύκτου λοιπὸν συνωθήσειεν ἂν καὶ οὐχ ἑκόντας ἡμᾶς ὁ λόγος εἴς γε τὸ χρῆναι λέγειν μηδὲ αὐτὸν ἅγιον εἶναι τὸν Πατέρα ποτέ; Β. Πάνυ μὲν οὖν. Ἕψεται γὰρ πάντως τὸ δεῖν ταῖς
10εἰκόσιν ὁρᾶσθαι ταὐτοειδῆ τὰ ὧνπερ ἂν εἶεν εἰκόνες.
Α. Τί δέ, ὦ φιλότης; Οὐ γὰρ ἑαυτὸν εἶναί φησιν ἀλήθειαν ὁ Υἱός, καὶ φῶς τὸ ἀληθινὸν παρά γε ταῖς θείαις κατω‐ νόμασται Γραφαῖς; Β. Καὶ μάλα.36 in vol. 3
15Α. Εἶτα οὐ μάτην ἐρραψῳδηκότες ἡμῖν τὰ ἐξ ἀμαθίας ἁλοῖεν ἄν, εἰ τοῦ κατὰ φύσιν ἁγιασμοῦ τὸ φῶς τὸ ἀληθινὸν δεδεῆσθαί φασι; Διισχυριοῦνται γὰρ ἕτερον οὐδὲν ἢ τοῦτο σαφῶς, ἡγιάσθαι λέγοντες τὸ φῶς τὸ ἀληθινόν. Πῶς γὰρ ἔτι φῶς ἀληθινὸν τὸ ἥκιστα μὲν ἅγιον ἐν ἰδίᾳ φύσει,
20γεγονὸς δὲ τοῦτό ποτε; Β. Οὐ γὰρ οὖν. Α. Ὁ δὲ καὶ ἐν τάξει τοῦ δύνασθαι πλημμελεῖν τὸ κατά τι γοῦν ὅλως ψευδομυθεῖν παρωθούμενος· «Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι
25αὐτοῦ,» καθὰ γέγραπται· τί μὴ μᾶλλον ἐφ’ ἑαυτῷ κατε‐ ρυθριάσας οὐδέν, ἡγιάσθαι μὲν ἔφασκε παρὰ τοῦ Πατρός, προσετίθει δὲ τούτοις οὐδέν, ἀπαυθαδίζεται δὲ καὶ εἰς τοῦτο προήκει λόγων μεγαλοπρεπείας καὶ ὑπερβολῆς ὡς ἀνυποστόλως εἰπεῖν· «Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυ‐
30τόν;» Β. Πῶς οὖν ἄν τις ἴδοι τὸ ἀληθές; Α. Εἰ διαλογίζοιτο σοφῶς ὅτι κατὰ φύσιν ἅγιος ὢν ὡς Θεός, ἡγιάζετο μεθ’ ἡμῶν καθὸ ἄνθρωπος, τῷ ἰδίῳ Πνεύματι τὸν οἰκεῖον αὐτὸς καταχρίων ναόν.
35Β. Πῶς οὖν ὁ Πατὴρ αὐτὸν ἁγιάσαι λέγεται; Α. Ὅτι πάντα παρὰ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι. Ἁγιάζοντα δὲ καὶ ἁγιαζόμενον τὸν φύσει τε καὶ ἀληθῶς Υἱόν, ὅτε γέγονεν ἄνθρωπος, εἰσκεκόμικεν ἡμῖν ὁ τοῦ Παύλου λόγος· «Ὅ τε γὰρ ἁγιάζων, φησί, καὶ οἱ ἁγια‐
40ζόμενοι ἐξ ἑνὸς πάντες· δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται αὐτοὺς ἀδελφοὺς καλεῖν λέγων, Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Ἁγιάζει μὲν γὰρ αὐτός, ἅγιος ὢν κατὰ φύσιν ὡς Θεός· ἁγιάζεται δὲ μεθ’ ἡμῶν, κατὰ τὸ ἀνθρώπινον, ὅτε τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθών, καὶ38 in vol. 3
45κατ’ αὐτὸ δὴ τοῦτο τὸ ἡγιάσθαι φημί, καίτοι τῶν ὅλων κατεξουσιάζων ὡς Θεός, ἀδελφοὺς ἡμᾶς οὐκ ἐπαισχύνεται καλεῖν.

597

Β. Ἀλλὰ ναί, φασίν, οὐκ ἂν διαψεύσαιτο λέγων ἡγιάσθαι παρὰ τοῦ Πατρὸς καὶ τῆς καθ’ ἡμᾶς οἰκονομίας ἐξῃρημένης. Καὶ γὰρ ἐν ἐσχάτοις μὲν τοῦ αἰῶνος καιροῖς πέφηνεν ἄνθρωπος, ἀλλ’ ἦν καὶ πρὸ τούτου τοῖς εἰς τὸ εἶναι κεκλη‐
5μένοις ὁμογενὴς καὶ ἀδελφὸς τῶν πεποιημένων, καθὸ καὶ αὐτὸς οὐκ ἀγένητός ἐστι τὴν φύσιν, πεποίηται δὲ παρὰ τοῦ Πατρός. Ἀληθεύει δὴ οὖν, καὶ ἀδελφοὺς ἡμᾶς ἀποκαλῶν καὶ συνηγιάσθαι λέγων. Α. Ἀλλ’ ὦ πρὸς πάντα ἰόντες ἑτοίμως καὶ τὰ πέρα
10λόγου καὶ τοῦ καθήκοντος λογισμοῦ, ποῖ ποτε ἄρα καὶ νῦν ὁ θρασὺς ἡμῖν οὑτοσὶ καὶ ἀπόπληκτος ἐκτελευτήσει λόγος ἐννοεῖν οὐκ ἔχω. Ὅτι μὲν γὰρ οὐ γενητὸς ὁ Υἱός, οὐ τοῖς παρ’ ὑμῶν μαντεύμασι, προσεκτέον δὲ μᾶλλον τοῖς ἱεροῖς τε καὶ θείοις μυσταγωγοῖς, οἷς καὶ αὐτὸς ὁ
15Χριστὸς ἐντέταλται λέγων· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.» Ἔφη τοίνυν Ἰωάννης ἡμῖν ἐναργῶς περὶ τοῦ Υἱοῦ· «Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ
20Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος.» Θεὸς δὲ ἀληθινὸς τοῖς κτίσμασιν οὐχ ὁμογενής. Ὅτε τοίνυν,
κατά γε τὸ ἐκείνοις ἀβουλότατα δοκοῦν, ἐν μεθέξει γέγονεν ἁγιασμοῦ, καίτοι Θεὸς ὢν ἀληθινὸς ὁ Λόγος, καὶ εἰ νοοῖτο καθ’ ἑαυτὸν καὶ δίχα σαρκός, ἡκόντων εἰς μέσον καὶ Θεὸν40 in vol. 3
25ἡμῖν τὸν ἀληθινὸν ἐπακτὸν ἔχοντα τὸν ἁγιασμὸν οἷσπερ ἂν βούλοιντο καταδεικνύντων λόγοις· ἢ οὐκ ἀληθὲς εἰπεῖν ὡς εἴπερ ἐστὶν ἐν Υἱῷ τὸ ἡγιάσθαι δοτόν, Θεῷ κατὰ φύσιν ὄντι καὶ ἀληθινῷ, οὐδέν, οἶμαι, τὸ ἀπεῖργον ἔτι καὶ αὐτὸν ἡγιάσθαι φληνάφως ὑπονοεῖν τὸν ἐξ οὗπέρ
30ἐστι Πατέρα, καὶ εἰ Θεὸς ἀληθινὸς εἶναι πεπίστευται; Β. Κινδυνεύομεν. Α. Ἵνα δὲ πανταχόθεν αὐτῶν τὸ ἀνόσιον ἐκπολιορκῆται θράσος κατοκνήσαιμ’ ἂν οὐδαμῶς καί τι τῶν εἰς ἀτοπίαν ἡκόντων εἰπεῖν· ἢ γὰρ οὐχὶ πρέποι ἂν μόνῳ τε καὶ
35ἐξαιρέτως ἀνακείσεται τὸ ἁγιάζειν δύνασθαι τῷ γε ὄντι κατὰ φύσιν Θεῷ, καθάπερ ἀμέλει καὶ τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ ὄντα καλεῖν; Β. Ἀνακείσεται. Α. Οὐκοῦν εἰ τοῖς κτίσμασιν ἐναρίθμιος ὑπάρχων ὁ Υἱός,
40κατά γε τὸν παρ’ ἐκείνοις λόγον τὸν ἀκαλλῆ τε καὶ βδελυρώ‐ τατον, τὰ τῆς κατὰ φύσιν θεότητος ἴδια καὶ ἐξαίρετα διαπεραίνεται καὶ φύσεως τῆς ἰδίας ποιεῖται δόξαν· ἑαυτὸν γὰρ ἁγιάσαι φησί· κατεκομίσθη μέν, ὡς ἔοικε, τὰ τῆς

598

ἐπέκεινα πασῶν οὐσίας ἐπὶ τὴν κτίσιν, οὐκ ἀπίθανον δέ, οἶμαι, τὸ καὶ ἡμᾶς αὐτοὺς ἁγιάζειν δύνασθαι κατατολμᾶν εἰπεῖν καθ’ ὁμοιότητα τὴν Υἱοῦ. Β. Πῶς τοῦτο ἔφης;
5Α. Εἰ γὰρ γενητὸς ὑπάρχων αὐτὸς τὰ τῆς τοσοῦτον ἀνῳκισμένης οὐσίας ἴδια ποιεῖται πλεονεκτήματα, τί τὸ ἐμποδὼν εἰς τὸ καὶ ἡμᾶς αὐτοὺς τὰ αὐτοῦ δύνασθαι πληροῦν,
ἅτε δὴ καὶ ἀγχοῦ καὶ οὔτι που διεστηκότας τῆς πρὸς αὐτὸν οἰκειότητος, εἴπερ ἐστί τις παντὶ γενητῷ πρὸς γενητὸν42 in vol. 3
10συγγένειά τε καὶ σχέσις, κατ’ αὐτὸ δὴ τοῦτο τὸ γεγενῆσθαί φημι; Β. Οὐκ ἀπίθανος ἡμῖν ὁ ἐπὶ τῷδε λόγος. Α. Εἴη δ’ ἂν καὶ ἑτέρως δυσσεβές τε ἅμα καὶ ἀμαθὲς τὸ ἡγιάσθαι πιστεύειν αὐτόν.
15Β. Τίνα τρόπον; Α. Τὸ ἁγιαζόμενον ἆρ’ οὐχὶ τῷ ὑπερκειμένῳ καὶ ἀμείνονι τῆς ἰδίας φύσεως ἁγιάζεται; Οὐ γάρ που τῷ γε αἰσχίονι φαῖεν ἄν, ὥσπερ οὖν ἐγᾦμαι, εἴπερ εἴς τι τῶν τελούντων εἰς ὄνησιν ἀναβιβάζει τὸ ἁγιάζεσθαι.
20Β. Ἄριστα ἔφης. Α. Οὐκοῦν, εἴπερ ἐστὶν ἀληθὲς ὡς ἡγίασται κατ’ ἐκείνους διὰ τοῦ Πνεύματος ὁ Υἱός, ὡς ἀμείνονι πάντως που κατε‐ χρίετο, καὶ τὴν φύσιν ἔχοντι παρ’ αὐτὸν ἑτέραν. Μετάσχοι γὰρ ἂν ἑαυτοῦ τῶν ὄντων οὐδέν, ἀλλ’ ἕτερον ἐν ἑτέρῳ
25μετεχόμενον, κατά γε τὸν τοῦ πως εἶναι λόγον. Β. Ἕψεται καὶ τοῦτο. Α. Εἶτα πῶς ἡμῖν ὁ Υἱὸς διὰ τοῦ Πνεύματος ἐναυ‐ λίζεται; Πῶς δὲ τὸ ἄμεινον κατὰ φύσιν τὴν τοῦ χείρονος ἡμῖν ἐμποιήσει μέθεξιν δι’ ἑαυτοῦ; Καὶ εἰ θείας φύσεως
30ἀποτελούμεθα κοινωνοί, τὸ Πνεῦμα δεχόμενοι, πῶς ἐν δευτέροις τοῦ Πνεύματος ὁ Υἱός; Ἢ πῶς ἄμεινον αὐτοῦ, καὶ οὐχὶ δὴ μᾶλλον ὡς αὐτός τε καὶ παρ’ αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, ὅλην ἔχον αὐτοῦ τὴν ἐνέργειαν καὶ τὴν αὐτοῦ μέθεξιν ἐμποιοῦν; Καὶ γοῦν ἔφασκεν ὁ Υἱός· «Οὐκ ἀφήσω
35ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς.» Ἐπειδὴ δὲ ἀναβέβηκε πρὸς τὸν Πατέρα μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἐν ἡμῖν ἐστι διὰ τοῦ Πνεύματος. Ἴδιον γὰρ αὐτοῦ καὶ οὐ θύραθεν
εἰσκεκριμένον τὸ Πνεῦμα αὐτοῦ, καθάπερ ἀμέλει τοῦ ἀνθρώπου τὸ ἀνθρώπινον. Ἐπειδὴ δὲ τὸ ἀμετρήτως διεστηκὸς44 in vol. 3
40τῆς θείας αὐτοῦ καὶ ὑπερτάτης οὐσίας ἴδιον ἐποιήσατο, φημὶ δὲ τὴν σάρκα, τότε δὴ τότε καὶ ἡγιάσθαι λέγεται, σοφῶς τε καὶ πρεπωδέστερον ἐπὶ τὸ ἀνθρώπινον τοῦ ἡγιάσθαι διᾴττοντος· τήν γε μὴν τοῦ ἡγιάσθαι πλήρωσιν, ἤτοι τὴν ἐνέργειαν, ὡς ἐν προσώπῳ Πατρὸς τῇ τῆς θεότητος
45ἀνετίθει φύσει, μόνῃ γὰρ αὐτῇ τὸ ἁγιάζειν οἰκεῖον. Β. Σύμφημι. Τὸ γάρ τοι μακροὺς ἀντεξάγειν λόγους,

599

ὀρθῶς λέγοντί σοι, περιττόν, μᾶλλον δὲ ἥκιστα σοφόν. Ἀλλ’ εἰ μόνῳ, φασί, τῷ γε ὄντι φύσει τε καὶ κατὰ ἀλήθειαν Θεῷ τὸ ἁγιάζειν δύνασθαι προσὸν ὁρῷτο καὶ πρέποι, τούτου δὲ πέφηνεν ἐνεργὸς ὁ Υἱός, τὸ ἀποσοβοῦν οὐδὲν
5ὅτι καὶ Θεὸς κατὰ φύσιν ἐστὶ διαρρήδην ὁμολογεῖν· καὶ εἰ τοῦτο συγχωρήσαιμεν, Θεῷ δὲ τῷ κατὰ φύσιν τῶν ἀγαθῶν ἐνδεῖ μηδενός, τί μαθὼν ὁ καθ’ ὑμᾶς Υἱὸς καὶ Θεὸς δόξης τε καὶ βασιλείας καὶ κυριότητος τὴν οἰκείαν ἐπιδεᾶ παρέδειξε φύσιν; Ἔφη γάρ που πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα·
10«Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε· καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ, δώσει αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν
15Χριστόν. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν δόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. Σοὶ ἦσαν, καὶ ἐμοὶ
20αὐτοὺς ἔδωκας, καὶ τὸν λόγον σου ἐτήρησαν. Νῦν ἔγνωσαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν, ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.» Ἔφη δὲ καὶ ὁ Λουκᾶς ἐν τῇ46 in vol. 3
25τῶν Πράξεων συγγραφῇ ὡς ἐκ προσώπου τοῦ Πέτρου· «Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός.» Συνίης οὖν ὅτι πανταχῇ δίδωσι μὲν ὁ Πατὴρ δόξαν τε καὶ κυριότητα, δέχεται δὲ καὶ μάλα ἀσμένως ὁ Υἱός; Ἀλλ’ εἰ τοιοῖσδέ
30τισι καταπαίειν ἡμᾶς ἀποτολμῷεν λόγοις, προσείροντές που καὶ ἕτερα, τίς ἂν γένοιτο διεκδρομὴ καὶ ἀπόνευσις τοῦ κακοῦ, τοῖσγε ὡς ἄριστα φρονεῖν ᾑρημένοις; Α. «Ὁ πραῢς ἔστω μαχητής,» ἱερὸς καὶ θεῖος ἡμῖν ὑποπεφώνηκε λόγος. Δεῖν δὲ ἔγωγέ φημι ταῖς τῶν ἐναντίων
35ἀντιφέρεσθαι δόξαις, κατορρωδοῦντας οὐδέν. Θεὸς γὰρ ὁ ἐνεργῶν ἐν ἡμῖν, καὶ ῥῆμα μὲν γλώτταις ἐνιείς, ἀπευθύνων δὲ πρὸς τὸ ἀκιβδήλως ἔχον τῶν εὐσεβούντων τὸν νοῦν· τὸ δὲ δὴ τῆς εὐθείας ἐξέρπειν ὁδοῦ καὶ παρακομίζεσθαί ποι πρὸς τὸ ἀκαλλὲς καὶ ἐκτετραμμένον μεταπεῖθον αὐτοὺς
40ἐκεῖνό ἐστιν. Β. Τὸ τί δὴ φῄς; Α. Τό, οἶμαι, παρέντας ὡς ἀσυντελὲς εἰς ὄνησιν τὸ εἰδέναι καιροὺς οἵπερ ἂν ἑκάστῳ πρέποιεν τῶν δρωμένων,

600

ἀκατάσκεπτον ποιεῖσθαι τῶν λόγων τὴν ἐπιτήρησιν. Εἰ μὲν γὰρ οὐ γέγονε σὰρξ ὁ Λόγος, εἰ μὴ ἐσκήνωσεν ἐν ἡμῖν, παρείσθω λοιπὸν ὡς ἕωλον ἡ καιρῶν ἐπιτήρησις, καὶ ἀκριβείας τῆς ἔν γε τούτοις ἐξῃρημένης, ἀδιαφορείτω πᾶς
5λόγος κατὰ τοῦ Μονογενοῦς· εἶτα τὸ ἀπαύγασμα τοῦ Πατρός, ὁ δι’ οὗ τὰ πάντα ἐγένετο, ὁ σύνεδρος τῷ γεννήσαντι καὶ συναΐδιος Λόγος, ὁ ἀναφὴς καὶ ἀόρατος, λεγέσθω
παθεῖν εἰς ἰδίαν φύσιν καὶ τὰς κατὰ νώτου πληγὰς καὶ τὴν εἰς χεῖράς τε καὶ πόδας τῶν ἥλων διάτρησιν καὶ τραῦμα48 in vol. 3
10τὸ εἰς πλευράν, καὶ τὴν κορωνίδα τῶν κακῶν, φημὶ δὴ τὸν θάνατον. Β. Ἀλλὰ ταυτί που πάντως ἐροῦσι συμβῆναι περὶ τὸ ἀνθρώπινον· πέπονθε γὰρ καθὸ ἄνθρωπος. Α. Τί δέ, ὦ φιλότης, οὐ πρὸς ἐντροπῆς τε καὶ ἀδοξίας
15συμβῆναί φαμεν τῷ Υἱῷ τὸ παθεῖν; Β. Ναί· γράφει γὰρ ὁ Παῦλος ὅτι «Ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας.» Καὶ αὐτὸς δέ που διὰ φωνῆς Ἡσαΐου φησί· «Διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ’ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ
20μὴ αἰσχυνθῶ, ὅτι ἐγγίζει ὁ δικαιώσας με.» Α. Ἀνέστησε δέ, εἰπέ μοι, τὸν ἑαυτοῦ ναόν, καινοτομήσας τὸν θάνατον καὶ πλεονεκτήσας τὴν φθοράν, πότερα καθ’ ἡμᾶς ὡς ἄνθρωπος, ἢ ὡς Θεὸς ἐκ Θεοῦ, καὶ εἰ πέφηνε μετὰ σαρκός;
25Β. Ὡς Θεὸς ἐκ Θεοῦ. Α. Τὸ ἐν ἐκείνοις οὖν αἶσχος καὶ τὸ ἐκ τῆς ἐντροπῆς ἀκαλλὲς κατηφάνισται τοῖς δευτέροις, καὶ δεδόξασται διὰ τὴν ἀνάστασιν ὁ Υἱός, καίτοι πρὸ αὐτῆς τὸν ἀτιμότατόν τε καὶ ἀκλεᾶ μὴ παρωσάμενος θάνατον, διὰ τὴν ἑκούσιον
30κένωσιν. Β. Ἀλλὰ ταύτην εἰληφέναι λέγεται παρὰ τοῦ Πατρὸς τὴν δόξαν ὁ Υἱός. Α. Ὀρθῶς, ὦ ἑταῖρε, συνθήσομαι γάρ. Ἐπειδὴ πέφηνεν ἄνθρωπος, καίτοι σοφία καὶ δύναμις ὢν τοῦ Πατρός, καταρ‐
35γήσας δι’ ἑαυτοῦ τὸν θάνατον καὶ ζωῆς ἀναπιμπλὰς τῆς παρ’ ἑαυτοῦ τὸ ἴδιον σῶμα, τῇ οἱονεὶ πηγῇ τῆς ἰδίας ὑποστάσεως ἀνετίθει τὸ δρώμενον. Πρέποι γὰρ ἂν οὐχ ἑτέρῳ τῳ τῶν ὄντων καὶ παρηγμένων εἰς γένεσιν τὸ
ζωογονεῖν δύνασθαι καὶ φθορᾶς ἀμείνω ἀποφαίνειν τὴν50 in vol. 3
40ἀπὸ γῆς σάρκα, κἂν εἰ ἐπ’ αὐτοῦ νοοῖτο Χριστοῦ, καθὸ λέγεται σάρξ, πλὴν ὅτι δὴ μόνῃ τῇ τῆς θεότητος φύσει. Ὅτι δὲ γέγονεν ἐνεργὸς ὁ Υἱὸς εἰς ἀνάστασιν τοῦ ἰδίου ναοῦ, καὶ εἰ λέγοιτο δεδωρῆσθαι τοῦτο αὐτῷ παρὰ τοῦ Πατρός, κατίδοι τις ἂν καὶ λίαν εὐπετῶς, Παύλου μὲν
45λέγοντος περὶ τοῦ Πατρός· «Τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα·» πρὸς δέ γε τοὺς Ἰουδαίους,

601

αὐτοῦ τοῦ Υἱοῦ· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Ἀπέθανε μὲν γὰρ ἐν ἀνθρώ‐ που τάξει κατὰ τὴν σάρκα, καίτοι ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς Θεός. Ἀνεβίω δὲ αὖ ἀρρήτῳ δυνάμει καὶ ἀφράστοις
5ἐνεργείαις χρώμενος, καίτοι καθ’ ἡμᾶς ὑπάρχων, κατά γε, φημί, τὸ ἀνθρώπινον. Οὐκοῦν, δοξάζεται μὲν παρὰ τοῦ Πατρός, οὐχ ὡς δόξης ὑπάρχων ἐπιδεὴς ὅταν ἔξω νοῆται σαρκὸς καὶ Θεὸς ἐκ Θεοῦ πιστεύηται, ἀλλ’ ἐπείπερ ἦν ἄνθρωπος, ὃς ἰδίας φύσεως καρπὸν οὐκ ἔχων τὸ ἐνεργεῖν
10δύνασθαι τὰ θεοπρεπῆ, δέχεταί πως αὐτὸ καθ’ ἕνωσιν καὶ τὴν ἀπόρρητον συνδρομήν, ἥπερ ἂν νοοῖτο τοῦ Λόγου πρὸς τὸ ἀνθρώπινον. Δοξάζει δὲ καὶ αὐτὸς τὸν Πατέρα. Πατὴρ γὰρ Θεοῦ γνωρίζεται τοῦ πάντα ἰσχύοντος, καίτοι πεφηνότος ἐν σαρκὶ καὶ μετὰ γηΐνου σώματος συνδιαιτω‐
15μένου τοῖς κατὰ κόσμον. Διὰ τοῦτό φησιν· «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι, ἵνα ποιήσω αὐτό.» Προτεθύμησαι μὲν γάρ, ὦ Πάτερ, φησί, τὸ θρασὺ καὶ δυσάντητον τοῦ θανάτου καταργῆσαι κράτος· ἀλλ’ ἦν τοῦτο δρᾶν καὶ κατισχῦσαι πληροῦν οὐχ
20αἵματος καὶ σαρκός, ἀλλὰ τῆς σῆς θείας καὶ ζωοποιοῦ καὶ ἀκινήτου φύσεως, ἧς ἐπείπερ ἐξέφυν ἐγώ, κατώρθωκα
τὸ δοκοῦν, ἀτονήσας πρὸς οὐδὲν διὰ τὸ ἀνθρώπινον τῶν τελούντων εἰς ἰσουργίαν, ἀλλά, καίπερ ὢν ἐν σαρκὶ καὶ αἵματι, τὸ γοῦν ὅτι τῆς σῆς ἐξέφυν οὐσίας ἐξ ἰσομοιρούσης52 in vol. 3
25ἰσχύος πεπιστευμένος. Δόξασον δὴ οὖν με καὶ σύ, τὸν ὡς ἄνθρωπον ἀδοξήσαντα, συννεύσας ἐμοὶ τῇ σῇ δυνάμει καὶ ἐνεργείᾳ ζωοποιῷ, καὶ θανάτου κρείττονα τὸν ἀπορρήτως ἑνωθέντα μοι καταδεῖξαι ναόν. Ὅτι δὲ οὐκ ἀσυνήθους καὶ τῆς οὐ πάλαι μετούσης αὐτῷ τιμῆς τε καὶ δόξης ἀξιοῦσθαι
30ζητεῖ, δῆλον ἂν εἴη δήπουθεν. Ἔφη γὰρ ὅτι «Καὶ νῦν δόξασόν με, Πάτερ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Ὁ γὰρ ἀεί τε καὶ ἐν ἀρχῇ τῆς δόξης Κύριος, ἀδοξήσας διὰ μέσου διὰ τοῦ καθικέσθαι πρὸς τὰ ἀνθρώπινα, πρὸς τὴν ἄνωθεν αὐτῷ καὶ φυσικῶς ἐνυπάρ‐
35χουσαν δόξαν ὑπονοστεῖ, τοὺς τῇ κενώσει πρέποντας λόγους μετὰ τοῦ παθεῖν αὐτὴν τῇ μετὰ σαρκὸς οἰκονομίᾳ δωρούμενος. Οὐκοῦν ἀναγκαῖον ὅτι μάλιστα τῶν ἄλλων τὸ εἰδέναι καιροὺς καθ’ οὓς ἦν ἔτι τά τε τῆς σαρκὸς καὶ τὰ τῆς ἀδοξίας χρήσιμα καὶ τοὺς ἄνωθεν ἔτι τῆς ἐπιδημίας,
40καθ’ οὓς τῆς δόξης Κύριος ὤν, δόξαν οὐ λαβών, ἀλλ’ ἔχων ἰδίαν ὡς Θεὸς εὑρίσκηται.

602

Β. Πῶς οὖν δέχεταί τινας τῶν ἀπὸ τοῦ κόσμου παρὰ τοῦ Πατρός, περὶ ὧν καί φησι πρὸς αὐτόν· «Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας;» Α. Οὐκοῦν ἐρῶ δή τι πάλιν, ταῖς τῶν ἐννοιῶν ἀτοπίαις
5εἰς τὸ ἐν ἀρχαῖς συνωθούμενος. Μάτην, ὡς ἔοικεν, κεκενῶ‐ σθαι λέγεται, καὶ εἰ γέγονε καθ’ ἡμᾶς, ὁ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς Υἱὸς μονογενής. Εἰ γὰρ εἰσποίητον ἔχει τὸ χρῆναι κρατεῖν, καὶ δέχεταί τινας παρὰ τοῦ Πατρὸς οὓς οὐ πρὶν ἔχων ὁρᾶται, κεκαινούργηταί τι κατὰ τὸ εἰκὸς
10ἐφ’ Υἱῷ καὶ ταῖς ἐντεῦθεν εὐκλείαις κατακαλλύνεται, ξεναγεῖ δὲ ὥσπερ ἡ χάρις αὐτὸν ἐπὶ τὸ ἄμεινον καὶ ὑπερτεροῦν ἢ πρότερον ἦν. Εἶτα ὅποι ποτὲ ἡμῖν ὁ τῆς ὑφέσεως οἰχήσεται λόγος, ἢ ὅποι κεκενωμένον καταθρήσαι τις ἄν, εἴπερ ὅλως τι καὶ τῶν οὐ πάλαι προσπεφυκότων ἁλοίη πεπλουτηκώς,54 in vol. 3
15καὶ οἷά τινα τῆς ἐνανθρωπήσεως μισθὸν καὶ ἀντέκτισιν τὴν κατά τινων ἐξουσίαν ἀποκερδαίνων; Β. Ὧδε ἔχει. Α. Ψευδηγορήσει δὲ κατὰ τὸ εἰκὸς καὶ ὁ σοφὸς Ἰωάννης εἰ λέγοι περὶ αὐτοῦ· «Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν
20οὐ παρέλαβον.» Πῶς γὰρ ἴδιον αὐτοῦ τὸ μόλις καὶ ἐν ἐσχάτοις καὶ παρ’ ἑτέρου δοτόν; Καίτοι μυρίοι μὲν ὅσοι καὶ ἀναρίθμητοι παντελῶς δεδαπάνηνται χρόνοι καθ’ οὓς ὁ Υἱὸς συναΐδιος ἦν τῷ Θεῷ καὶ Πατρί. Εἰ δέ, ἐπείπερ γέγονεν ἄνθρωπος, δέχεται τοὺς ἀπὸ τοῦ κόσμου, καὶ
25σκήπτρου καινότητα προσειληφὼς ὁρᾶται ταυτηνί, φαίην ἂν ἤδη λοιπόν, καταδείσας οὐδέν, ὡς ἀμείνων ἡ ἐνανθρώπησις τῷ Θεῷ Λόγῳ καταστάσεως ἦν τῆς ἐν ἀρχαῖς, καὶ εἰ νοοῖτο πλουτῶν τὸ ἐν ἰσότητι τοῦ Πατρός. Ἀναβιβάζει γάρ, ὡς ὁρᾷς, ἐπὶ τὸ ὑπερτεροῦν καὶ ἀσυγκρίτως ἄμεινον
30ἐν δόξῃ. Ἑαυτῷ τοιγαροῦν κατώρθωκεν ὁ Υἱὸς τὴν μετὰ σαρκὸς οἰκονομίαν, καὶ τὸν τῆς ἐνανθρωπήσεως τρόπον ταῖς ἰδίαις ἐχαρίζετο δόξαις. Πῶς οὖν ἔτι δι’ ἡμᾶς ἐνανθρω‐ πῆσαι λέγεται ἢ πῶς ἀντίλυτρον τῆς ἁπάντων γέγονε ζωῆς, εἰ τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς τὴν οὕτως ἀήθη
35καὶ οὐ πάλαι βατὴν ἐξεπρίατο δόξαν; Β. Ἄριστα μὲν ἔφης, ἀνασκιρτᾷ δὲ ἡμῖν εἰς τὸ θρασύ τε καὶ ἀπηχὲς ὁ λόγος. Α. Οὐκοῦν ἐρρίφθω καὶ παρ’ αὐτῶν τὸ οὕτω πικρὸν καὶ κακόηθες εἰς λόγους· Ἢ οὐ δύσοιστον εἶναί σοι τὸ χρῆμα
40δοκεῖ καὶ κατωθοῦν ἀναγκαίως εἰς ἀνεθελήτους ἰσχνομυθίας; Μεθέντες γὰρ δὴ τὸ ἀνάπτειν χρόνοις τοῖς καθήκουσι τὰς56 in vol. 3

603

φωνάς, ἄνω τε καὶ κάτω τὰ πάντα διακυκᾶν καὶ ἀναφύρειν ἐγνώκασι. Καίτοι πῶς οὐκ ἄμεινον ἐννοεῖν ὡς ἴδια μὲν ἦν τὰ πάντα τοῦ Λόγου, καὶ τῶν εἰς τὸ εἶναι παρενηνεγμένων ἡ φύσις τῇ τοῦ κεκληκότος ὑπέζευκτο δόξῃ; Ἐπειδὴ δὲ
5λογισμοῦ τοῦ πρέποντος τὸ ἐπὶ γῆς παρώλισθε γένος, οὐ παρεδέχθη πρός τινων ἐν σαρκὶ δι’ ἡμᾶς πεφηνὼς ὁ Λόγος, ἀναπεπεισμένους δὲ ἤδη κατὰ βραχὺ καὶ πεπιστευκότας ὑπετίθει ταῖς ζεύγλαις, καὶ ἀναμανθάνειν ἐθέλοντας τὰ ἀμείνω δέχεται. «Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ καὶ πᾶσα
10γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Οὐκοῦν ἴδια μὲν τοῦ Λόγου τὰ πάντα, καθὸ πέφηνεν ἐκ Θεοῦ καὶ κατάρχει τῶν ὅλων μετὰ τοῦ Πατρός. Δέχεται δὲ ταῦτα κατὰ τὸ ἀνθρώπινον, ὅτε γέγονε καθ’ ἡμᾶς, οἷς τὸ βασιλεύειν καὶ τὸ κρατεῖν
15δύνασθαι παρὰ Θεοῦ καὶ δοτόν. Β. Δόξαν οὖν ἰδίαν ἔχειν ἐροῦμεν αὐτόν, μηδὲν εἰς τοῦτο προσειληφότα παρὰ τοῦ Θεοῦ καὶ Πατρός; Α. Ναί, καθὸ νοεῖται Θεὸς καὶ τῆς δόξης Κύριος. Κατωνόμασται γὰρ οὕτω παρά γε ταῖς θείαις Γραφαῖς.
20Καὶ γοῦν τοῦ Σωτῆρος ὁ μαθητής, Ἰάκωβος οὗτος ἦν· «Ἀδελφοί, φησί, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.» Β. Εἶτα τίς ἡ τοῦ Υἱοῦ δόξα παρὰ τὴν τοῦ Πατρός; Α. Οὐχ ὑπέρτονος, ὦ τᾶν, οὐ μείων, ἀλλ’ ἡ αὐτή·
25μᾶλλον δέ, ὥσπερ ἐστὶ σοφία καὶ δύναμις τοῦ Πατρός, οὕτως ἂν εἴη καὶ δόξα, τῆς τοῦ τεκόντος οὐσίας ἀφράστως ἀπηυγασμένος, καὶ τὴν ὅθεν ἐξέφυ δι’ ἑαυτοῦ κατασημαίνων φύσιν, καθάπερ τις ἡλίου βολὴ καὶ φωτὸς ἀπαύγασμα
τῆς τοῦ προέντος διεκκύπτον οὐσίας, καὶ ὡς ἐκεῖνο λοιπὸν58 in vol. 3
30τὸ ἐξ οὗπέρ ἐστι διὰ τῆς εἰς ἄκρον ἐμφερείας καὶ ταὐτοειδοῦς ποιότητος εὖ μάλα νοούμενον. Β. Ἆρα ἂν ἔχοις εἰπεῖν ἐκ τῶν ἱερῶν Γραμμάτων τίς ἂν γένοιτο τῶν τοιούτων ἡ πίστις; Α. Καίτοι βραχὺς κομιδῇ δαπανηθήσεται πόνος, συναγεί‐
35ροντί σοι τὰς τῶν ἁγίων φωνάς. Ἐφεσίοις μὲν γὰρ ἐπιστέλλων ὁ Παῦλος· «Διὰ τοῦτο, φησί, κἀγὼ ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν
40Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ.» Συνίης οὖν ὅτι Πατέρα Χριστοῦ καὶ Πατέρα τῆς δόξης κατω‐ νόμασεν εὐθὺς τὸν Θεόν, οὐχ ἕτερον οἶμαί τι παρά γε τὴν

604

δόξαν τοῦ Πατρὸς τὸν Χριστὸν ἀποφαίνων. Ἔφη δέ που πάλιν· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου
5Πνεύματος.» — «Ἀποβλέποντες γὰρ εἰς τὸν τῆς πίστεως ἡμῶν ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν,» ὅς ἐστιν ἡ δόξα τοῦ κατὰ φύσιν καὶ ἀληθῶς Κυρίου, φημὶ δὴ τοῦ Πατρός, ἀναμορφούμεθα πρὸς αὐτὸν δι’ ἁγιασμοῦ ἐν Πνεύματι. Πέτρος δὲ αὖ, καίτοι διαπρέπων ἐν μαθηταῖς, τοῖς ἰοῦσιν
10ἐκ περιτομῆς εἰς δικαίωσιν τὴν ἐν Χριστῷ διὰ πίστεως προσεφώνει λέγων, «Ὡς τὰ πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ.» Εἴπερ οὖν ἐστιν ἰδία δόξα τοῦ Πατρὸς ὁ Υἱός, δι’ οὗ καὶ
15κεκλήμεθα πρὸς ἐπίγνωσιν αὐτοῦ, τίς ὁ φάναι τολμῶν ὅτι δοτὸν καὶ εἰσποιητὸν τῇ δόξῃ τοῦ Πατρὸς τὸ εἶναι τοῦθ’ ὅπερ ἐστί; Τίς γὰρ ὁ ἑτέρᾳ δόξῃ καταλαμπρύνων ἐστὶ τὴν τοῦ Πατρὸς δόξαν; Ἢ οὐκ ἐν ἴσῳ τίθης τὸ καὶ ἑτέρους χρῆναι κατατολμᾶν εἰς μέσον ἥκοντας λέγειν ὡς60 in vol. 3
20σεσόφωται μὲν πρός τινος ἡ σοφία τοῦ Πατρός, τὸ δὲ εἶναι δύναμις ἡ ἐνοῦσα κατὰ φύσιν ἰσχὺς αὐτῷ, τουτέστιν ὁ Υἱός, κεκέρδακε παρ’ ἑτέρου, καὶ ὀθνεῖον ἔχει τὸ αὔχημα; † σοφον γε ου γαρ ει † τοῖς τοιοῖσδε κατακηλοῦντες λόγοις, ἀποφέροιεν ἡμᾶς οἱ δι’ ἐναντίας πρὸς πᾶν ὁτιοῦν τῶν
25διεστραμμένων; Εἰ μὲν οὖν ἀπόχρη τὰ εἰρημένα πρὸς ἀπόδειξιν ἐναργῆ τοῦ δόξαν εἶναι τὴν ἰδίαν τοῦ Πατρὸς τὸν Υἱόν, εὖ ἂν ἔχοι καὶ σιωπήσομαι· εἰ δὲ δή σοι προσδεῖν καὶ ἑτέρων οἴει μαρτυριῶν, παροίσω λέγοντα τὸν θεσπέσιον Μελῳδὸν πρὸς τὸν τῶν ὅλων Πατέρα καὶ
30Θεόν, ὡς ἐκ προσώπου τῶν ἐν πίστει δικαιουμένων· «Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου.» Πρόσω‐ πον γὰρ καὶ εἰκὼν τοῦ Πατρὸς καὶ τῆς οὐσίας ὁ χαρακτήρ, τίς ἂν ἕτερος εἴη παρὰ τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον,
35δι’ οὗ καὶ γνωρίζεται τοῖς ἐπὶ τῆς γῆς, ὡς ἐν ἰδίᾳ δόξῃ καταστράπτων τὰ σύμπαντα; Τοιγάρτοι καὶ προσεφώνει ποτὲ τῷ πανσόφῳ Μωσεῖ· «Ἀλλὰ ζῶ ἐγώ, καὶ Ζῶν τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν.» Ἐμπέπλησται γὰρ τὰ πάντα Χριστοῦ, ὤφθη δὲ
40ἡμῖν ἐν αὐτῷ. Καὶ τοῦτο εἰδώς, ἔφη πάλιν ὁ θεῖος Δαβὶδ ὅτι «Οἰκοδομήσει Κύριος τὴν Σιών, καὶ ὀφθήσεται ἐν τῇ

605

δόξῃ αὐτοῦ.» Ὤφθη γὰρ ἡμῖν ἐν Υἱῷ λέγοντι σαφῶς· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.» Β. Ἕψεται δὴ οὖν, εἴπερ ἐστὶν ἀληθῶς ἰδία δόξα τοῦ Θεοῦ
καὶ Πατρὸς ὁ Υἱός, τὸ δεῖν εἶναι κατὰ φύσιν αὐτὸν Κύριον62 in vol. 3
5μὲν τῶν ὅλων, βασιλέα δὲ οὐχ ἑτέρως ἢ ὥσπερ ἂν εἴη καὶ αὐτὸς ὁ Πατήρ. Εἶτα τί δή ποτε διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς ἔφη πάλιν· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ;» Κύριον δὲ καὶ Χριστὸν πεποιῆσθαι σαφῶς παρὰ τοῦ Πατρὸς αὐτὸν ὁ σοφὸς ἡμῖν προσμεμαρτύρηκε μαθητής.
10Α. Ἆρ’ οὖν. ὦ φιλέταιρε, φράσαις ἂν ὡς ἄριστά γε μελλήσας οὐδὲν εἴ τί περ ἑλοίμην ἀναπυθέσθαι σου; Β. Πῶς γὰρ οὔ; Α. Τὸ κεκλημένον εἰς κυριότητα καὶ ἀσυνήθως εἰς τοῦτο παρενεχθέν, ἆρ’ οὐκ ἂν νοεῖσθαι πρέποι Κύριον
15οὐκ εἶναί ποτε; Οὐδὲν γὰρ ἂν ἔκ γε τοῦ εἶναι τοῦθ’ ὅπερ ἐστὶν ὡς ἐφ’ ἕτερόν τι πάλιν ἐπ’ αὐτὸ βαδιεῖταί τι. Β. Οὐ γὰρ οὖν. Α. Πηνίκα δὴ οὖν ἀνακεκομίσθαι φασὶν εἰς κυριότητα τὸν Υἱόν, πρὸ τῆς εἰς τοῦτο μεταδρομῆς, τῆς εἰς κυριότητα
20τιμῆς τε καὶ δόξης τητώμενον ἔτι; Τουτὶ γὰρ ἀνάγκη καὶ οὐχ ἑκόντας ἡμᾶς εἰπεῖν. Β. Τί γὰρ εἰ φαῖεν ὅτι καὶ πρὸ τῆς ἐνανθρωπήσεως; Α. Ἐροῦσι μὲν οἶδ’ ὅτι καὶ πέρα τοῦ πρέποντος ἰόντες εὐκόλως· ἀλλ’ ὅ γε τῆς ἀληθείας αὐτοῖς ἀντιτάξεται
25λόγος. Γενομένῳ γὰρ ἐν σαρκὶ καὶ ἐν ἡμῖν σκηνώσαντι συμβῆναί φαμεν τὸ εἰσποίητον κράτος, εἰληφέναι τε δοκεῖν βασιλείαν καὶ κυριότητα. Κύριον γὰρ καὶ Χριστὸν πεποιῆσθαί φησι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ θεσπέσιος μαθητὴς οὐκ ἀδιακρίτως τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον, ἀλλ’ Ἰησοῦν
30τὸν ἐσταυρωμένον. Ὅτι δὲ πρὸ τῆς πρὸς σάρκα συνδρομῆς καὶ τῆς καθ’ ἕνωσιν συναφείας Κύριος ἦν ὁ Υἱὸς ἀνιδρωτὶ
καταθρήσομεν, ἐκεῖνο τοῖς ἄλλοις προσενθυμούμενοι. Β. Τὸ τί δὴ φής; Α. Οὐ γὰρ ὅτε γέγονεν ἄνθρωπος, τότε καὶ ἐν τῇ τοῦ64 in vol. 3
35δούλου μορφῇ καθικέσθαι λέγεται; Β. Οὕτω φημί. Α. Εἶναι δὴ οὖν ἀνάγκη νοεῖν πρὸ τῆς πρὸς σάρκα συνδρομῆς οὐκ ἐν τῇ τοῦ δούλου μορφῇ τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον, ἀλλ’ ἐν κυριότητι φυσικῇ, καὶ ἐν ἰδίοις
40ὑψώμασιν, οἷς ἐπείπερ ἐμφιλοχωρεῖν διὰ τὴν εἰς ἡμᾶς ἀγάπησιν οὐ λίαν ἐδόκει, κεχρημάτικε δοῦλος, ἵν’ ὥσπερ αὐτὸς ἐν τοῖς παρὰ φύσιν ἐθελοντὴς δι’ ἡμᾶς, οὕτως καὶ ἡμεῖς ἐν τοῖς ὑπὲρ φύσιν πρόθυμοι δι’ αὐτόν· καθίκετο γὰρ εἰς κένωσιν, οὐχὶ τῇ κενώσει διδοὺς τὸ χρῆναι νικᾶν
45τὴν ἔμφυτόν τε αὐτοῦ καὶ ἀπαραποίητον δόξαν, ἀλλ’ ἵνα

606

τὸ ἐν ὑφέσει καὶ κάτω, τουτέστιν ἡμεῖς, ἀναθρῴσκειν ὑψοῦ δι’ αὐτὸν ἰσχύσωμεν. Οὐ γάρτοι τὸ χεῖρον ἐκβιάσεταί ποτε τὸ ὑπερτεροῦν, ἕψεται δὲ μᾶλλον τῷ νικῶντι καὶ προὔχοντι τὸ ἀσυγκρίτως ἡττώμενον. Ἀμαθὲς οὖν λίαν τὸ
5οἴεσθαι δεῖν αὐτὸν ἐκβεβιάσθαι τοῖς καθ’ ἡμᾶς, ὡς σὺν ἡμῖν δι’ ἡμᾶς ἀπομεῖναι κάτω· σοφὸν δὲ καὶ ἀληθὲς τὸ διανοεῖσθαι καὶ λέγειν πρὸς τὸ θεῖον αὐτοῦ καὶ ἀπόρρητον κάλλος ἀναφοιτῆσαι τὸ ταπεινόν, τῇ ὑπερτάτῃ δόξῃ νικώ‐ μενον. Ὅνπερ γὰρ τρόπον παθεῖν μὲν αὐτῷ συνέβη τὸν
10κατὰ σάρκα θάνατον διὰ τὴν τῷ θανάτῳ κάτοχον σάρκα, ζωὴ δὲ ὢν κατὰ φύσιν, ἀνεκόμισε πρὸς τὸ οἰκεῖον αὐτήν, οὐδὲν εἰς ἰδίαν ὑπομείνας φύσιν, κατασείσας δὲ μᾶλλον τοῦ θανάτου τὸ κράτος, οὕτω φαμὲν ὅτι παθεῖν μὲν αὐτῷ τὴν δουλείαν συμβέβηκεν οἰκονομικῶς. Ἐπειδὴ δὲ κατὰ
15φύσιν ἐστὶ Θεὸς καὶ Κύριος, παραχωρεῖ τὸ λυποῦν καὶ ταῖς τῆς δόξης ὑπερβολαῖς ἡττώμενον τὸ ἐκ τῆς δουλείας
κατηφάνισται δυσκλεές. Οὐκοῦν, εἰ μεμένηκεν ἐν νεκροῖς, κατά γε, φημί, τὴν σάρκα, μένει καὶ ἐν δούλοις. Εἰ δὲ ἀνέθορέ τε καὶ ἀνέβη πρὸς τὸ ἐν ἀρχαῖς, φημὶ δὴ τὸ ζῇν,66 in vol. 3
20οἰκονομικῶς τῷ θανάτῳ τὸ δόξαι νικᾶν ἐπιδούς, ἀνοιχήσεται δηλονότι καὶ πρὸς τὸ ἕτερον, τουτέστι τὸ ἐν κυριότητι φυσικῇ διαφανές, τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τὸ ἐν καιρῷ δοὺς ἰσχῦσαι βραχύ, κατά γε τῆς δουλείας τὸν τρόπον. Ταύτῃτοι καὶ ἰσοκλεὴς καὶ ὁμόθρονος ὢν ὡς Υἱὸς Πατρὶ
25καὶ Θεὸς Θεῷ, μονονουχὶ καὶ εἰς ἀρχὰς τῆς οὕτω περιφανοῦς καὶ ὑπερκοσμίου δόξης ἀναβιβάζεσθαι δοκεῖ, φάσκοντος πρὸς αὐτὸν τοῦ Θεοῦ καὶ Πατρός· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Ὃ γὰρ ἂν ὑποστορέσει ἐν ἑαυτῇ κατευνάζουσα
30πρὸς τὸ εὐπειθὲς ἡ θεία τε καὶ ἀπόρρητος φύσις, τουτὶ δὴ πάντως τοῖς τοῦ Σωτῆρος ἡμῶν ὑποφέρεται ποσίν, οὐκ ἀνθρωπίνως ἐνηργηκότος, οὐδὲ ἐπείτοι γέγονε σὰρξ διὰ τοῦτο κρατεῖν τῶν ἠπειθηκότων ἰσχύοντος, ἀλλ’ ὅτι τῆς ἀνθρωπότητος τὸ σμικροπρεπὲς εἰς τὸ τῆς ἀνωτάτω
35καὶ ὑπερτάτης φύσεως ἀναθεὶς ἀξίωμα, καὶ τοῖς τῆς θεότητος θώκοις ἐνιδρύσας ἑαυτόν, καὶ μετὰ σαρκὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος κατακυριεύσει τῶν ὅλων οὐ δίχα Πατρός. Ὃ γὰρ ἂν δρῷτο παρὰ Πατρός, τοῦτο δὴ πάντως ἐστὶν ἐνέργημα τοῦ Υἱοῦ· καὶ ὅπερ ἂν λέγοιτο
40διαπεραίνεσθαι δι’ Υἱοῦ, τοῦτο δὴ πάντως ἐστὶ κατόρθωμα τοῦ Πατρός. Πάντα γὰρ δι’ ἀμφοῖν ἐν ἴσῳ, ἐνεργοῦντος μὲν τοῦ Πατρός, ἔχοντος δὲ δι’ Υἱοῦ καὶ σὺν αὐτῷ ἐν

607

Πνεύματι τὴν ἐφ’ ὅτῳ οὖν τῶν δρωμένων ἐνέργειάν τε καὶ θέλησιν. Β. Ἀστειότατα ἔφης· φρενοῖς γὰρ ἡμᾶς, ὀρθὴν καὶ ἀμώμητον διαστείχων ὁδόν· ἥσαις δ’ ἂν οὐ μεῖον ἢ πάλαι,
5καθιστὰς εἰς τὸ ἐμφανέστερον τὴν κυριότητα τοῦ Υἱοῦ.
Α. Οὐκοῦν εἴ τις ἕλοιτο φιλοπευστεῖν, προσίοι τε λέγων· Φράσον ἡμῖν, ὦ τᾶν, ὅ τι ποτὲ εἶναι φῂς τὴν κυριότητα τοῦ Πατρός· ὅ τι ἂν ἀπεφήνω; Β. Ἔφην ἂν ὅτι τὸ κατάρχειν τῶν ὅλων, τὸ δοξά‐68 in vol. 3
10ζεσθαι παρὰ πάντων, τὸ εἶναι τὰ πάντα αὐτοῦ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Α. Ἐν δέ γε τοῖς οὕτω σεπτοῖς καὶ περιφανέσιν οὐκ εἶναί φασιν ἐκπρεπῆ τὸν Υἱόν; Β. Εἶναι μὲν ἐροῦσιν, οἶμαί που, πλὴν ἐφέντος ἔχειν
15αὐτῷ τοῦ Πατρός. Α. Εἶτα πῶς οὐ ψευδομυθία τοῦτό γε καὶ ῥαψῴδημα κενόν, τοῦ Θεοῦ καὶ Πατρὸς διαρρήδην ἀνακεκραγότος· «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω;» Οὐδὲ γὰρ ἂν ἠφίει τῶν ὄντων τισὶ καὶ παρ’ αὐτὸν ἑτέροις, κατά γε, φημί,
20τὴν οὐσιώδη διαφοράν, τοῖς τῆς ἀληθοῦς θεότητος ὑψώμασιν ἐναβρύνεσθαι. Ποῦ γὰρ ἔτι τὸ ἀνεστηκὸς αὐτῆς, εἰ φύσεως γενητῆς εἰς τοῦτο προήκοι μέτρον ὡς μηδὲν ἐπέκεινα λοιπὸν εὐκλείας ἐᾶν; Ἦ οὐκ ἀναγκαῖον παντὶ τῷ πεποιη‐ μένῳ καὶ παρηγμένῳ πρὸς γένεσιν ἀστιβῆ καὶ ἀνέμβατα
25νοῆσαι παντελῶς τὰ ἰδικῶς τοῦ Θεοῦ· Β. Ἀναγκαῖον. Α. Εἶτα πῶς ἐν τοῖς τοῦ Πατρὸς διαπρέποι ἂν ὁ Υἱός, καὶ οὐ καθ’ ἕτερον, οἶμαι, τρόπον ἢ καθ’ ὃν αὐτός; Ὁ μὲν γὰρ μακάριος Δανιήλ, θεοπτίας ἡμῖν ἀναγράφων καὶ
30ὁράσεις προφητικάς, καθίζει μὲν ἐπὶ θρόνου τὸν Παλαιὸν τῶν ἡμερῶν, περιίστησι δὲ χιλίας μὲν αὐτῷ χιλιάδας τῶν τεταγμένων εἰς λειτουργίαν, μυρίας δὲ μυριάδας τῶν παραστατῶν. Ἡσαΐας γε μὴν ὁ θεσπέσιος οὐκ ἐν μείονι δόξῃ τεθεᾶσθαί φησι τὸν Υἱόν. «Εἶδον γάρ, ἔφη, τὸν
35Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμέ‐
νου. Καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνί, καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο,70 in vol. 3
40καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον,» τὸν ἐν τριττῷ μὲν ἐν ἀρχῇ, καταλήγοντα δὲ εἰς ἑνάδα καὶ εἰς κυριότητα μίαν ἁγιασμόν. Ἆρά σοι δοκεῖ τὸ ἰσοπαλὲς ἐν δόξῃ διακε‐ κτῆσθαι λοιπὸν ὁ Υἱός; Ὅπου γὰρ θρόνος ὁ ἀνωτάτω καὶ ἰσόδρομος ἡ ὑπεροχὴ καὶ τῶν ἐν οὐρανῷ δυνάμεων ἡ ὡς
45ἐν κύκλῳ στάσις, τὸ τῆς δουλείας τῶν γενητῶν ἐμφανίζουσα

608

μέτρον καὶ τὴν τῆς κυριότητος δόξαν προσμαρτυροῦσα τῷ καθημένῳ, ποῖον ἂν ἔχοι τόπον ἐνδοιασμοῦ, ἢ πῶς ἀμφίλογον ὡς εἰς αὐτόν τις τῆς ἀμαθίας πυθμένα τὸν κατωτάτω διελήλακεν ἤδη πως, εἴπερ οὖν οἴοιτο μὴ τῇ
5τοῦ Πατρὸς κυριότητι φυσικῇ καταγλαΐζεσθαι τὸν Υἱόν; Β. Ἄραρε, καὶ ἔστι λοιπὸν ἀληθὴς ὁ λόγος. Α. Δοίης δ’ ἄν, ὦ ἑταῖρε, μὴ διεψεῦσθαι λέγοντας, ἐμέ τε καὶ σὲ καὶ μὴν εἴπερ τῳ καὶ ἑτέρῳ δοκεῖ, ὡς τῷ γε ὄντι κατὰ φύσιν Θεῷ τὸ κατὰ παντὸς τοῦ γεγονότος
10ἀνῆπται κράτος, καὶ ἔστι πάντα Θεοῦ, συλλήβδην εἰπεῖν οὐρανός τε καὶ γῆ καὶ τὰ ἐν ἀμφοῖν. Β. Ἔγωγε. Α. Οὐκοῦν ἐν ἴσῳ μὲν τρόπῳ τοῦ Θεοῦ καὶ Πατρὸς εἶεν ἂν οἱ τὴν μακαρίαν ἄνω τρίβοντες ζωήν, ἄγγελοί
15τε καὶ ἀρχάγγελοι καὶ εἴ τι τούτων ἐπέκεινα· εἶεν δ’ ἂν καὶ αὐτοῦ τοῦ Υἱοῦ. Τουτὶ δὲ αὐτὸ καὶ περὶ τῶν ἐπὶ γῆς ὡς εὖ ἴσθι τοι φρονοῦντά με. Β. Ἔφης μὲν ὀρθῶς. Πλὴν εἰ ἕποιτο τοῖς λόγοις ἡμῖν ἡ ἐφ’ ἑκάστῳ πίστις δρῴης ἂν ὡς ἄριστά γε.
20Α. Οὐκοῦν ὁ μὲν θεσπέσιος Μελῳδὸς «Εὐλογεῖτε, φησί,
τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, λειτουργοὶ αὐτοῦ οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ,» τῇ τοῦ Πατρὸς ἐξουσίᾳ προσνέμων τὴν ἁγίαν τῶν ἄνω πληθύν. Ὅτι δὲ ἥξει κριτὴς κατὰ καιροὺς ὁ Υἱὸς προκαταμηνύων φησὶν αὐτός· «Μέλλει72 in vol. 3
25γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ.» Ἥξει γάρ, ἥξει κατὰ καιρούς, ἀποδώσων ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ· πλὴν οὐκ ὀθνείοις αὐτὸν λειτουργοῖς ἐπικομπάσειν τε καὶ ἐναβρυνεῖσθαί φαμεν, ἀλλὰ ταῖς ἐξ ἀγγέλων δορυφορίαις
30ὡς ἰδίαις ὄντως ὑπηρετούμενον. Β. Σύμφημι. Α. Ἀναμέλποντος δὲ αὖ τοῦ θεσπεσίου Δαβίδ, λέγοντός τε περὶ τοῦ Θεοῦ καὶ Πατρός· «Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐνώπιον Κυρίου
35τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ,» τὰς ἐν τῷδε τῷ κόσμῳ λογικὰς ἀγέλας ἰδίας εἶναί φησιν ὁ Υἱός, ὁτὲ μὲν λέγων περὶ τῶν ἐξ Ἰσραὴλ πεπιστευκότων· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει,» ὁτὲ δὲ
40αὖ καὶ περὶ τῶν οὔπω πεπιστευκότων· «Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης.» Οὐκοῦν ἐκ μυρίων ὅσων ἡμῖν ἀποδεῖξαι ῥᾷον ὡς δεδοξάσθαι λέγεται παρὰ τοῦ Πατρὸς διὰ τὸ ἀνθρώπινον ὁ Υἱός, καίτοι τῆς δόξης Κύριος ὤν, σύνεδρός τε ἀεὶ καὶ ὁμόθρονος τῷ Πατρί. Εἴη

609

δ’ ἂν καὶ μάλα εἰκότως δυσδιάφυκτος ἡ γραφὴ καὶ δυσα‐ πόνιπτον αἶσχος, τοῖς ἐπακτὸν αὐτῷ περιτιθεῖσι τὴν δόξαν καὶ εἰσκεκρίσθαι λέγουσι τὸ κατὰ πάντων κράτος. Β. Οὐκοῦν, εἰ μὴ θύραθεν, μήτε μὴν εἰσδεδεγμένον
5αὐτῷ τὸ κατὰ πάντων κράτος, ἀλλ’ ἐμπέφυκεν οὐσιωδῶς, οὐκ ἂν ἔχοιμι φράσαι τί δὴ ἄρα καὶ μαθὼν ὁ θεσπέσιος Παῦλος καταλήξειν ποτὲ τὰ τῆς βασιλείας αὐτῷ διισχυρί‐ σατο λέγων· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσ‐ κουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.74 in vol. 3
10Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς
15ὑπὸ τοὺς πόδας αὐτοῦ. Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.» Ἰδοὺ γάρ, ἰδού, φαῖεν ἄν, μεθόριον ὥσπερ τι τὸ πρὸς κατάληξιν τῆς βασιλείας αὐτοῦ, τὸ ἀπρακτῆσαι μὲν ἀρχάς, καταργηθῆναι δὲ θάνατον· παραδώσει γὰρ τότε τὸ χρῆναι
20κατάρχειν μόνῳ τῷ Θεῷ καὶ Πατρί. Α. Ἄπαγε τῆς οὕτω γραοπρεποῦς καὶ γελοιοτάτης ἐννοίας! Ὁ γάρ τοι ταυτὶ πεφρονηκώς τε καὶ λέγων «ἀπέ‐ λιπε μὲν ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται, διαπορεύεται δὲ δι’ ἀνύδρου
25ἐρήμου, καὶ γῆν διατεταμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν ἀκαρπίαν,» κατὰ τὸ γεγραμμένον. Οὐ γὰρ ὅτι τῶν τῆς βασιλείας καταστεμμάτων καὶ τῆς κατὰ πάντων ἀρχῆς ἀπόπεμπτος ἔσται κατὰ καιροὺς ὁ Υἱὸς ὁ θεῖος ἡμῖν ἔφη μυσταγωγός· ᾔδει γάρ, οἶμαί που, λύραν μὲν
30ἀνακρούοντα τὴν πνευματικὴν τὸν θεσπέσιον Δαβίδ, ἀναμε‐ λῳδοῦντα δὲ πρὸς τὸν Υἱὸν ἐν Πνεύματι· «Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.» Τί δὲ δὴ καὶ δρῷεν ἂν οἱ πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχεστάτων ἀθυροστομοῦντες εὐκόλως
35καὶ τὴν ἀγροῖκον οὕτω νοσοῦντες φρένα, προκατασημαί‐ νοντος τῇ ἁγίᾳ Παρθένῳ τὰ ἐπὶ Χριστῷ τοῦ μακαρίου Γαβριήλ; «Μὴ γὰρ δή, φησί, καταδείσῃς τὴν οἰκονομίαν, ὦ Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ Υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ76 in vol. 3
40Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς

610

τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Ἀνδρὸς τοιγαροῦν ἁγίου τὴν εἰς ἀπεράντους αἰῶνας ἄσχετον ἐπιδρομὴν τῆς τοῦ Υἱοῦ βασιλείας κεχρησμῳδηκότος, καὶ μὴν καὶ ἀγγέλου φωνῆς συνηχούσης τὸ ἀληθές, συναινέσειν
5οἶμαί που τόν τε ἀγαθὸν καὶ σώφρονα καταψηφιεῖσθαι δὲ τὸ ληρεῖν καὶ ἐκκεκροῦσθαι φρενῶν εἰπεῖν τοὺς οἴεσθαι δεῖν ἑλομένους ἕτερα ἄττα φρονεῖν, καίτοι τοῦ νόμου σαφῶς ἀνακεκραγότος· «Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα.» Ἦ οὐ πλείστης ὅσης θεομισοῦς
10ἀσεβείας ἀνάπλεως ἡ ἀντίστασις; Β. Φαίην ἂν ἔγωγε, πλὴν ἴσθι τοι διακειμένους οὐ καθ’ ἡμᾶς τοὺς δι’ ἐναντίας. Α. Ἀλλὰ τό γε ὡς ἄριστα φρονεῖν ἑλέσθαι καὶ μαθεῖν κείσεταί που πάντως ἐφ’ ἡμῖν αὐτοῖς, καὶ οὐ ταῖς ἐκείνων
15νωθείαις ἐφέντες ἁπλῶς ἐρεύγεσθαι τὸ δοκοῦν, ἡσυχῆ καθεδούμεθα· παρακρουόμενοι δὲ πανταχῇ, κατά γε τὸ ἐφικτόν, τὰ ἐξ ἀλλοκότου φρενὸς εὑρήματα καὶ νεανικῶς ὑπερθέοντες τὸ ἁλῶναι βρόχοις τῆς βωμολόχου ψευδο‐ μυθίας, ἐφ’ ἑαυτοῖς ἀναμέλψομεν· «Εὐλογητὸς Κύριος ὃς
20οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.» Ἐπειδὴ δέ, ὡς γοῦν ὁ σοφὸς καὶ παροιμιώδης ἡμῖν ἐπεφώνησε
λόγος, «κυβερνῶσι δὲ ἀσεβεῖς δόλους,» φέρε λέγωμεν τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἐντευξομένοις καὶ τὰ δι’ ὧν ἂν δύναιντο παρακρούεσθαι γεννικῶς τῆς ἀπάτης τὴν ἔφοδον.78 in vol. 3
25Οὐκοῦν τοῖς ἐν πίστει δεδικαιωμένοις καὶ λαμπρὰν ἐλπίδα τὴν ἐπὶ τῷδε πεπλουτηκόσιν ὁ θεσπέσιος γράφει Παῦλος· «Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχομεν χάριν δι’ ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ.» Βασιλείας οὖν ἄρα τῆς τίνος αὐτὸν διαμεμνῆσθαι φήσομεν ἔν γε τουτοισί,
30φράσαις ἄν, ὦ ἑταῖρε; Ἄθρει δὲ ὅπως αὐτὴν ἐρηρεισμένην ἔσεσθαι λέγει καὶ ἀεὶ λαχοῦσαν τὸ ἀκατάσειστον· δηλοῖ γάρ, οἶμαί που, τουτὶ τὸ ἀσάλευτον. Β. Οὐ σφόδρα ἂν ἔχοιμι σαφῶς εἰπεῖν, βουλοίμην δ’ ἂν ἔγωγε διαπυθέσθαι σου.
35Α. Ἐκβασανιστέον δὴ οὖν, ἐπεί τοι δοκεῖ, πότερα τὴν Υἱοῦ βασιλείαν ἤγουν τὴν καὶ αὐτοῖς τοῖς ἁγίοις δοθησομένην φησίν. Εἰ μὲν οὖν ἀμείνω τοῦ μεταπίπτειν δύνασθαι καὶ ἀπαρακόμιστον εἶναί φασι τήν τε βασιλείαν καὶ ὑπεροχὴν τοῦ Υἱοῦ, πεφλυαρηκότας εἰκῇ κατερυθριάσειν οἶμαί που
40τοὺς δι’ ἐναντίας. Εἰ δὲ δὴ μεθέντες καὶ διωσάμενοι τὸν Υἱόν, ἀπαραποίητον ἔσεσθαι τοῖς ἁγίοις τὸ βασιλεύειν ἐροῦσι, πρῶτον μὲν ἀμείνους καὶ αὐτοῦ φανήσονται τοῦ Χριστοῦ καὶ μοῖραν ἤδη λαχόντες τὴν ἐπέκεινα τῶν αὐτοῦ,

611

εἰ ὁ μὲν ἀπόβλητον ποιήσεται τὴν ἀρχήν, οἱ δὲ ἀμήρυτον καὶ διηνεκῆ λαχόντες τὴν εὐθυμίαν, καὶ τὸ ἐν βεβαίῳ κεῖσθαι τῆς δόξης διακεκτήσονται. Β. Ἄριστα ἔφης.
5Α. Τὸ δὲ δὴ καὶ ἀγροῖκον οὕτω ποιεῖσθαι τὴν συκο‐ φαντίαν πῶς οὐκ ἀπόπληκτον κομιδῇ; Τὸ μὲν γὰρ χρῆναι κρατεῖν καὶ βασιλεύειν τῶν ὅλων προσήκοι ἂν οὐχ ἑτέρῳ
μᾶλλον ἢ αὐτῷ τῷ Χριστῷ, οὐκ ἐπίκτητον ἢ δοτὸν πλου‐ τοῦντι τὸ χρῆμα, καθάπερ ἡμεῖς, ἀλλὰ τοῖς τῆς φυσικῆς80 in vol. 3
10κυριότητος ἑπόμενον λόγοις. «Οἱ δέ γε συμπάσχοντες, καὶ συμβασιλεύσομεν αὐτῷ,» καθὰ γέγραπται. Οὐκοῦν, ὁ μὲν τοῦ κατάρχειν κύριος, εἰσποίητοι δὲ ἡμεῖς καὶ τρόπῳ τῷ κατὰ μέθεξιν ἐκτετιμημένοι. Συμβασιλεύσουσι γὰρ βασιλεύοντι τῷ Χριστῷ. Εἶτα πῶς ἀσάλευτον ἕξουσι τὴν
15ἐπὶ τῷδε φιλοτιμίαν καὶ διηνεκῶς βασιλεύσουσιν εἰ κατα‐ σεισθήσεται καὶ καταλήξει ποτὲ τὸ Χριστοῦ κράτος, οὗ καὶ μετόχους αὐτοὺς εἶναί φαμεν; Καὶ εἰ τῆς βασιλείας αὐτοῖς ὁ χορηγὸς καὶ πρύτανις ἀποπεπαύσεται τῆς ἀρχῆς, ποῦ τὰ αὐτῶν ἔτι κείσεται, ποῖον ἔχοντα βάθρον; Ποῦ
20γὰρ ἔτι συμμεθέξουσιν, εἰ τὸ κεκληκὸς εἰς δόξαν ἀσθενεῖ; Ἦ οὐκ ἀνάγκη συγκατολισθεῖν τοῖς ἀνέχουσι τὸ ἀνεχόμενον καὶ τοῖς κατωτάτω βάθροις συνιζῆσαι τὰ ἐπερηρεισμένα; Ὅτε τοίνυν ἡ τῆς εὐκλείας κρηπὶς καὶ ὁ τῆς εὐημερίας θεμέλιος κατασεισθήσεται, κατ’ αὐτούς, συνοιχήσεταί που
25πάντως εἰς τὸ δυσκλεές τε καὶ ἐν ὑφέσει καὶ ἡ τῶν ἁγίων ἐλπίς. Β. Συνοιχήσεται γὰρ οὖν· ὡς ἔστι σαφής τε καὶ ἀληθὴς ὁ λόγος. Α. Τί δὲ δὴ καὶ μαθὼν ὁ τῶν θείων ἡμῖν μυστηρίων
30ἱερουργὸς Θεοῦ βασιλείαν ὠνόμαζε τὴν Χριστοῦ; Γράφει γὰρ ὧδε· «Τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.» Ἐνδοιάσαιμι γὰρ ἂν οὐδαμῶς ὡς ὅτῳπερ ἂν ἐνυπάρχοι
35φυσικὸν ἀξίωμα τὸ χρῆναι κρατεῖν, ἕψεταί που πάντως αὐτῷ καὶ τὸ δεῖν εἶναι Θεόν. Ἦ οὐχ ὧδε ταῦτ’ ἔχειν οἰησόμεθα ἄν, ὦ Ἑρμεία; Β. Πάνυ μὲν οὖν. Εἴη γὰρ ἄν, εἴπερ ὅλως Θεός, πάντως
που καὶ βασιλεύς.82 in vol. 3
40Α. Εἴπερ οὖν ἄρα καταλήξει ποτὲ τῆς τοῦ βασιλεύειν εὐκλείας, ἀπολισθήσειεν ἂν καὶ τοῦ εἶναι Θεός· καὶ ζωὴ μὲν ἢ φῶς οὐκ ἔτι, σιωπῶ δὲ τὸ ἄτοπον. Τίς οὖν ἂν εἴη λοιπὸν ἡ τοῦ Υἱοῦ φύσις, θεότητός τε καὶ βασιλείας καὶ τοῦ εἶναι φῶς ἀπημφιεσμένη, καὶ ζωοποιεῖν οὐκ ἔχουσα
45τὸ ζωῆς τητώμενον, ἔχοις ἂν ἄρα εἰπεῖν, ὦ φιλότης;

612

Β. Οὐκ ἐννοῶ. Α. Τὸ δὲ δὴ μάλιστα κατορρωδεῖν ἀναπεῖθον τὴν οὕτως αἰσχρὰν καὶ ἀπόπεμπτον δόξαν τῶν δι’ ἐναντίας ἐκεῖνό ἐστιν.
5Β. Τὸ ποῖον; Α. Τίνα δὴ ἄρα φασὶν ἀναφανεῖσθαι καιρὸν καθ’ ὅν, ὡς οἴονται, παραδίδωσι τῷ Θεῷ καὶ Πατρὶ τὴν βασιλείαν ὁ Υἱός; Β. Φαῖεν ἂν ὅτι θεσμοθετήσομεν οὐδαμῶς μὲν ἡμεῖς
10τό γε ἧκον εἰς τοῦτο· αὐτὸς δὲ ὁ Παῦλος διορίζεται λέγων· «Ἀπαρχὴ γάρ, φησί, Χριστός. Ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν
15ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.» Α. Καταγηράσκοντος οὖν οἱονεὶ τοῦ παρόντος αἰῶνος καὶ εἰς λῆξιν ἤδη καταίροντος τοῦ καιροῦ, παραδίδωσι τὴν
20βασιλείαν τῷ Θεῷ καὶ Πατρί, κατ’ αὐτούς, ὁ Υἱός. Ἔχεται δὲ νυνὶ τῆς κατὰ πάντων ἀρχῆς, καὶ ἔστιν ἐν δόξῃ τῇ θεοπρεπεῖ· «Κάθου ἐκ δεξιῶν μου,» λέγοντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρός, «ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.»
25Β. Ἀληθές. Α. Ἔστι τοίνυν ὁμόθρονος μὲν καὶ ἰσοκλεὴς τῷ Πατρί, καθυφέντων οὔπω τῶν ἀνθεστηκότων, καὶ τὸν τῆς ὑποταγῆς ἀποσειομένων τρόπον. Ἐξωσθήσεται δὲ τῶν τῆς θεότητος θρόνων ἡνίκα ἂν ὑποθεῖεν αὐτῷ τὸν αὐχένα καὶ ὑποστο‐84 in vol. 3
30ρέσειαν ἤδη πως τὸν ἀπειθῆ μὲν πάλαι καὶ ἀτεράμονα νοῦν, κατατετηγμένον δὲ ὥσπερ καὶ μετερρυηκότα πρὸς ἁπαλὴν καὶ εὐαφεστέραν ἕξιν τε καὶ θέλησιν; Εἶτα τί τὸ χρῆμα τὸν Υἱὸν ὀνήσειεν ἄν; Τίνι γὰρ ὑποτετάχθαι φαμὲν τοὺς ἐν χρόνῳ μακρῷ πρὸς τοῦτο ὑπενεχθέντας μόλις; Εἰ γὰρ
35οἱ μὲν εἰσκομίζονται δι’ ὑποταγῆς, ὁ δὲ τῶν θώκων ἀποφοιτᾷ, τί τὸ τῆς οἰκονομίας ἔσται τέλος, ἐννοεῖν οὐχ οἷός τε μὲν ἐγώ· σὺ δὲ δὴ τί φῄς, ὦ ἑταῖρε; Β. Οὐδ’ ἂν αὐτὸς ἔχοιμι κατιδεῖν. Α. Ἀλλὰ φέρε δὴ κἀκεῖνο κατασκεπτώμεθα.
40Β. Τὸ τί δή; Α. Ἦ οὐκ ἀμείνων ὁ χρόνος τῷ Μονογενεῖ καθ’ ὃν ἀντεφέροντό τινες τὸ δεῖν ὑποτάττεσθαι παρωθούμενοι, ἢ καθ’ ὃν ἀνάγκη τῆς βασιλείας ἀπολισθεῖν, ὑποπεπτωκότων αὐτῷ τῶν ἐχθρῶν καὶ ὑπεζευγμένων ἤδη τῶν πολεμεῖν
45ἐγνωκότων; Β. Ἔοικεν. Α. Προσθείην δ’ ἂν ἔγωγε, καταδείσας οὐδέν, τοῖς εἰρημένοις καὶ τόδε· Ἀνατροπήν, ὡς ἔοικε, τῆς τοῦ Υἱοῦ βασιλείας ὁ Πατὴρ εἰργάζετο, τοὺς ἐχθροὺς ὑποτιθεὶς αὐτῷ

613

καὶ τοὺς μισοῦντας αὐτὸν τροπούμενος. Ἔφη γὰρ οὕτω διὰ φωνῆς τοῦ Δαβίδ. Ἁλοίη δ’ ἂν καὶ αὐτὸς ὁ Υἱὸς ἠγνοηκώς που τάχα τὰ δι’ ὧν ἦν δύνασθαι μακράν τε καὶ ἀκατάσειστον διακεκτῆσθαι δόξαν. Οὐ γὰρ ἂν ᾠήθη δεῖν
5τοῖς ἀποφοιτῶσιν ἔτι πρὸς τὸ ἐξήνιον καὶ τὴν ἐν πίστει
νοουμένην ὑποταγὴν οὐ προσιεμένοις διὰ τὸ δυσάγωγον τοῦ τρόπου φιλανθρώπως ἐπιφωνεῖν· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς.» Ἦ οὐχὶ δὴ τὸ86 in vol. 3
10φάναι ταυτὶ κατασοβοῦντος εἰς λῆξιν εἴη ἄν, ὦ ’γαθέ, τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν, εἴπερ ἔμελλεν ὑποτεταγμένων οὐ κατάρξειν ἔτι; Β. Ὧδε ἔχει. Α. Φαίην δ’ ἂν ὅτι ψευδομυθήσειεν ἂν καὶ αὐτὸς ὁ
15Πατήρ, ὡς ἐνανθρωπήσαντι λέγων τῷ Υἱῷ· «Αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ποῦ γὰρ ἔτι τοῦ Υἱοῦ νοοῖτ’ ἂν ὁ κλῆρος, εἰ παραδίδοται τῷ Πατρί; Ποῦ δὲ τὸ τῆς κατασχέσεως χρῆμα τὸν αὐτῇ πρέποντα
20διασώσει λόγον, εἰ ἐξίσταται τὸ δοθὲν καὶ ἡνίκα δὴ χρῆν ἐρηρεῖσθαι καλῶς, ἀδόκητον ὥσπερ ὑπομένει τὸν κλόνον; Β. Ἀποχρῶσαν μὲν ἤδη γενέσθαι φημὶ καὶ οὐκ ἀγεννῆ τὴν ἀντίστασιν. Ἴοις δ’ ἂν ὡς ἥδιστά γε καὶ ἐπ’ ἐκεῖνο λοιπόν, ὃ καὶ οἶμαί που τοῖς εἰρημένοις ἐνδεῖν. Μαθεῖν
25γὰρ οὐκ ἔχω κατὰ τὸ ἀληθὲς ὅ τι ποτέ ἐστι τὸ παραδίδοσθαι τῷ Θεῷ καὶ Πατρὶ τὴν βασιλείαν παρὰ τοῦ Υἱοῦ. Α. Οὐ γάρ, ὦ γενναῖε, καὶ αὐτὸς ἐρεῖς ὅτι βεβασίλευκε μὲν ἡ δυσκαταγώνιστος ἁμαρτία, τετυράννηκε δὲ καθ’ ἡμῶν καὶ φθορὰ καὶ θάνατος, καὶ «ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν
30αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν,» κατὰ τὸ γεγραμμένον; Β. Ναί· σαφὲς γὰρ λίαν τό γε καὶ οὕτως ἔχον ἔτι. Α. Τί δέ; οὐχὶ καὶ τὰ ἐγκόσμια ταυτὶ τῆς πονηρίας πνεύματα καὶ ὁ τῆς ἐκείνων πληθύος προεστηκὼς ὅλην
35ὥσπερ τοῖς ἰδίοις ποσὶν ὑποστορέσας τὴν οἰκουμένην, θεὸς μὲν αὐτὸς κατωνόμασται τοῦ αἰῶνος τούτου, τὰ δὲ αὖ δυνάμεις τε καὶ ἀρχαὶ καὶ κυριότητες, καὶ προσέτι τούτοις
κοσμοκράτορες; Β. Ἀληθές.88 in vol. 3
40Α. Ἀλλὰ τουτὶ δὴ πάντα κατοίσων εἰς τὸ μηδὲν καὶ ἀφανίσων εἰσάπαν ἐπιδεδήμηκεν ὁ Υἱός, ἵνα τῶν πάλαι κεκρατηκότων, τῆς καθ’ ἡμῶν τυραννίδος ἐκσεσοβημένων, τὸ τοῦ Θεοῦ καθαρῶς ἐπιλάμψῃ κράτος καὶ ἀνὰ πᾶσαν ἴῃ τὴν γῆν, ἀναβοθρευθείσης μὲν τῆς ἁμαρτίας διὰ τῆς

614

πίστεως, τεθριαμβευμένων δὲ τῶν ἀρχῶν καὶ τῶν σὺν αὐταῖς ἐξουσιῶν διὰ τοῦ τιμίου σταυροῦ, κατασεισθέντος δὲ καὶ θανάτου διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ. Δυνάμει τοιγαροῦν τῇ ἰδίᾳ, τουτέστι τῷ Υἱῷ, ταυτὶ δὴ
5σύμπαντα κατορθοῦν ἐφιεὶς ὁ Πατήρ, ἀνεκεφαλαιοῦτο τὴν οἰκουμένην καὶ ἀνεκόμιζεν εἰς τὸ ἐν ἀρχῇ δραπέτην ὄντα τὸν ἄνθρωπον. Τοιγάρτοι καὶ ἔφασκε πρὸς αὐτὸν ὁ Υἱός· «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω.»
10Β. Ἄριστα ἔφης. Α. Ἄθρει δὴ οὖν, ὡς ἔν γε τῷ παρόντι καιρῷ τυραννούσης μὲν ἔτι τῆς φθορᾶς, οὔπω δὲ εἰσάπαν τῆς ἁμαρτίας ἐξῃρη‐ μένης, βασιλεύοντος δὲ τῶν ἀπίστων ἔτι τοῦ πονηροῦ καὶ ἀπατεῶνος δράκοντος, διανενέμηταί πως τὸ τοῦ Θεοῦ
15κράτος, ἐπαμφοτερίζει δὲ ὥσπερ, ἀποσειομένων ἔτι τὸν ζυγὸν τῶν οὔπω κατεγνωκότων τῆς τῶν δαιμονίων ἀπάτης καὶ τῆς ἀνοσίου ταυτησὶ καὶ γεωδεστέρας ζωῆς· ἀναδεικ‐ νυμένου δὲ τοῦ καιροῦ καθ’ ὃν ἀτονήσει θάνατος καὶ τὸ τῆς ἁμαρτίας διαπεσεῖται κράτος, καταφθαρήσεται δὲ
20εἰσάπαν καὶ ἡ τοῦ διαβόλου πλεονεξία, παρίστησιν ὥσπερ εἰλικρινῆ τὴν ἀρχὴν καὶ τοῦ χείρονος ἀμιγῆ παραδίδωσι τῷ Θεῷ καὶ Πατρὶ τὴν βασιλείαν ὁ Υἱός. Μόνος γὰρ ἡμῶν κατάρξει δι’ αὐτοῦ τε καὶ σὺν αὐτῷ. Τὴν τοίνυν ἐκπλήρωσιν τῆς οἰκονομίας καὶ τὴν τοῦ παντὸς μυστηρίου κατόρθωσιν
25τῷ τῆς παραδόσεως ὀνόματι κατεσήμηνεν ὁ πνευματοφόρος. Οἱονεὶ γάρ πως ὑφ’ ἑτέρων ἐχομένην τὴν τοῦ Θεοῦ βασιλείαν καὶ τῶν μεταξὺ παρεισδεδυκότων ἐκσπάσας, προσαγήοχέ τε καὶ παρέδωκεν ὁ Υἱὸς τῷ Πατρί, οὐκ ἔξω τοῦ βασιλεύειν ὑπάρχων αὐτός· συγκατάρξει γὰρ πάντως τῷ ἰδίῳ Γεννήτορι,90 in vol. 3
30οὗ καὶ δύναμις ὢν ζῶσά τε καὶ ἐνυπόστατος, ταυτὶ δὴ πάντα ἐνηργηκὼς νοοῖτ’ ἂν εἰκότως. Ὅτι δὲ ἀκατάληκτος ἡ Χριστοῦ βασιλεία, καὶ εἰ λέγοιτο λαβεῖν κατὰ τὸ ἀνθρώπινον, εἰδείη τις ἂν καὶ ἐξ ὧν ὁ θεῖος ἡμῖν γέγραφε Δανιήλ, ἐν ἀνθρωπείᾳ μορφῇ καὶ σχήματι θεωρῶν ἤδη πως τὸν
35Μονογενῆ. Ἔφη δὲ οὕτως· «Καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται. Λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας καὶ αὕτη ἀναστήσεται εἰς τοὺς αἰῶνας.»
40Καὶ πάλιν· «Ἐθεώρουν, φησίν, ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡσεὶ Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε,

615

καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσιν. Ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ
5διαφθαρήσεται.» Β. Σαφὴς καὶ ἀπαραλόγιστος τῶν εἰρημένων ἡ πίστις. Ἀλλ’ ἱδρῶτα μέν, ὦ γενναῖε, τὸν ἐπὶ τῷδε μέθες· εἴη γὰρ ἂν οὐκ ἀσυμφανὲς ὡς ἐν ἀκλονήτῳ διαμονῇ κείσεται, τό γε ἧκον εἰς βασιλείαν τε καὶ δόξαν ἰδίαν, ὁ Μονογενής,
10ἕξει τε ὡσαύτως ἀεὶ τὴν ἐπὶ θάτερα παρατροπὴν διωθού‐
μενος· πάθοι γὰρ ἂν ἥκιστά γε τὸ πεφυκὸς ἀνιᾶν, τὴν ὑψοῦ τε καὶ ἀνωτάτω καὶ τὴν ἐπέκεινα τοῦ παθεῖν ἀποτε‐ μόμενος φύσιν. Ἐπειδὴ δὲ κατακερτομεῖ τις ἡμᾶς πρὸς οἷς ἔφην ἕτερος τῶν διεστραμμένων, ἀσύνετος μέν, ὡς92 in vol. 3
15ἔοικε, πλὴν οὐκ ἄτραχυς λόγος, «ἐπ’ αὐτὸν τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ,» κατὰ τὴν τοῦ προφήτου φωνήν, «καὶ ἐπ’ αὐτῷ περιτιθέσθω ὁ περιτιθέμενος τὴν ῥομφαίαν αὐτοῦ, ὅ ἐστιν ὅπλα αὐτοῦ.» Ὡς εὖ ἴσθι τοι δριμείας ἡμᾶς ἀπαλλάξεις φροντίδος, οἶμον ἰὼν ταυτηνὶ καὶ παρε‐
20νεγκὼν εἰς τοῦτο τοῦ λόγου τὴν βάσανον. Φασὶ τοίνυν ὅτι Τὸν ὁμόθρονον, καθ’ ὑμᾶς, τῷ Πατρὶ καὶ σκῆπτρον ἔχοντα τὸ θεοπρεπές, τί μὴ καὶ ἰδίαν διακεκτῆσθαι δύναμιν αἱ θεόπνευστοι χρησμῳδοῦσι Γραφαί; Ἐνεργούμενον γὰρ αὐτῷ δὴ τουτὶ τὸ δύνασθαι παρὰ τοῦ Πατρὸς κατίδοι
25τις ἄν, καὶ ἐξ αὐτῶν ἀναμάθοι τῶν τοῦ Σωτῆρος ῥημάτων. Ἔφη γάρ· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.» Καὶ πάλιν· «Ἀπ’ ἐμαυτοῦ οὐδὲν ποιῶ, ὁ δὲ
30Πατὴρ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα.» Α. Ἰσχύος οὖν ἄρα τῆς θεοπρεποῦς ἐπιδεᾶ καὶ ἄναλκιν ἀληθῶς τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Υἱὸν ὁ θρασὺς τῶν δι’ ἐναντίας καταμαντεύεται λόγος, οἷς ἂν εἰκότως πρός τε ἡμῶν αὐτῶν καὶ πρὸς αὐτοῦ λέγοιτο τοῦ Χριστοῦ·
35«Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.» Ὥσπερ γάρ ἐστι καὶ πρόσωπον καὶ εἰκὼν τοῦ Πατρός, καὶ σοφία καὶ δόξα καὶ ἀπαύγασμα καὶ χαρακτήρ, οὕτως ἂν νοοῖτο καὶ δύναμις, δι’ ἧς ἐνεργὸς
εἰς πᾶν ὁτιοῦν τῶν πεποιημένων γέγονέ τε καὶ ἔστι καὶ94 in vol. 3
40ἔσται. «Πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Ὅνπερ γὰρ τρόπον οἱ βαναυσικῆς τινος τέχνης ἐπιστήμονες, χαλκοτύποι τυχόν, ἤγουν ἐπιτήδευμα τὸ λιθουργικὸν οὐκ ἀθαυμάστως ἐξησκημένοι, δρῷεν ἂν

616

οὐχ ἑτέρως τὰ τεχνουργούμενα πλὴν ὅτι διὰ χειρὸς τῆς ἰδίας, καὶ τῆς ἐνούσης αὐτοῖς ἀλκῆς τε ὁμοῦ καὶ τῆς εἰς ἔργα σοφίας, κατὰ τὸν αὐτόν, οἶμαι, λόγον ὁ Θεὸς καὶ Πατὴρ τὴν ἐφ’ οἷς ἂν ἐθελήσειεν ἐνέργειαν δημιουργικὴν
5ὡς διὰ δυνάμεως ἰδίας ποιήσεται τοῦ Υἱοῦ. Καὶ γοῦν ὁ θεῖος Δαβίδ, ζῶσάν τε καὶ ἐνυπόστατον ἐνέργειάν τε καὶ δύναμιν τοῦ Πατρὸς εἰδὼς τὸν Υἱόν, κατηντιβόλει λέγων· «Ἔντειλαι, ὁ Θεός, τῇ δυνάμει σου· δυνάμωσον, ὁ Θεός, τοῦτο ὃ κατηρτίσω ἐν ἡμῖν.» Παῦλος δὲ ὁ σοφώτατος
10Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν ἀνεκεκράγει σαφῶς. Β. Οὐδ’ ἂν αὐτοὶ φαῖεν ἄναλκιν εἶναι τὸν Υἱόν, ἀλλ’ οὐδέ, ἐν ἴσῳ προφήταις καὶ ἀποστόλοις, ἑλεῖν ἐν χρόνῳ τὸ δύνασθαι κατὰ χάριν, λαβεῖν δὲ μᾶλλον αὐτῇ τῇ ὑπάρξει συγκαταβεβλημένον εὐθὺς τὸ πᾶν ὁτιοῦν δύνασθαι κατορθοῦν.
15Α. «Οἱ ἐχθροὶ ἡμῶν ἀνόητοι,» κατὰ τὸ γεγραμμένον. Ἀγνοεῖν γὰρ ἐοίκασι τὸ ζητούμενον. Πολυπραγμονεῖ δὲ ἡμῖν εἰς τὸ παρὸν ὁ λόγος οὐχὶ πηνίκα καὶ πῶς δέδωκεν ὁ Πατὴρ τὸ δύνασθαι τῷ Υἱῷ, ἀλλ’ εἴπερ ὅλως δοτόν, καὶ οὐχὶ μᾶλλον ἐμπεφυκὸς οὐσιωδῶς αὐτῷ τὸ χρῆμά
20ἐστιν. Ὀνήσει γὰρ ἂν τὸ σύμπαν οὐδέν, εἴς γε τὸ ἀμωμήτως ἔχειν τὸ ὅσον ἐφ’ ἑαυτῇ τὴν τοῦ Υἱοῦ φύσιν, τὸ καὶ ἐν ἀρχαῖς δεδόσθαι λέγειν αὐτῇ τὸ δύνασθαι παρὰ τοῦ Πατρός,
ἐπείτοι τὸ δυσκλεὲς ἐν τῷ δεδεῆσθαι φαίνεται καὶ ἥκιστα μὲν ἔν γε τῷ μὴ ἐν ἀρχαῖς ἑλεῖν, ἀλλ’ ἐν τῷ τι τῶν ὄντων96 in vol. 3
25εἰσποίητον ἔχειν. Δεῖ δὲ δὴ πάντως ἰσχύος ἐπιδεᾶ προανα‐ φαντάζεσθαι τοῦ λαβεῖν τὴν τοῦ Υἱοῦ φύσιν καὶ δυνάμεσι μὲν οὐκ ἰδίαις, ὀθνείαις δὲ μᾶλλον εἰς τοῦτο ἠγμένην. Τί δὲ δὴ καὶ φαῖεν ἂν ἐρομένῳ τόδε; Β. Τὸ ποῖον;
30Α. Τὸ ὑπό του δυναμούμενον, αὐτὸ φαῖεν ἂν εἶναι τὸ δυναμοῦν ἢ παρ’ ἐκεῖνο ἕτερον; Β. Ἕτερον, οἶμαί που. Α. Εἴπερ οὖν ἐνήργηκε, κατ’ αὐτούς, ἐν Υἱῷ τὴν δύναμιν ὁ Θεὸς καὶ Πατήρ, αὐτὸς τὴν ἰδίαν ἰσχὺν ἁλώσεται δυναμῶν.
35Ἆρ’ οὖν οὐχὶ γέλως ἂν εἴη πλατύς, μᾶλλον δὲ ἀποπληξία ταυτί; Β. Καὶ μάλα. Α. Ἑπόμενοι τοίνυν τῇ τῶν ἱερῶν πίστει Γραμμάτων καὶ οἱονεὶ τὴν ἐντριβῆ τοῖς σοφοῖς ἁμαξιτὸν διαστείχοντες,
40δύναμιν τοῦ Θεοῦ καὶ Πατρὸς αὐτὸν εἶναι λέγωμεν τὸν Υἱόν, ἀμέσως τε ἅμα καὶ προσεχῶς, δι’ οὗ καὶ ἐν ᾧ τὴν ἐπὶ πᾶσιν ἐνέργειαν ἀπόρρητον ἔχει καὶ διεπήξατο μὲν οὐρανοὺς καὶ τὰ ἐν αὐτοῖς, διιδρύσατο δὲ τὴν γῆν, παρήγαγε δὲ καὶ τὰ ὧν ἐστιν ὄχημα καὶ τροφὸς καὶ «ποιεῖ μὲν

617

ἀγγέλους πνεύματα, τοὺς δὲ λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα,» κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ κατανεύσαντος τοῦ Πατρὸς καὶ τοῖς ἐν τῷδε τῷ κόσμῳ τὴν σωτηρίαν, κεχρημάτικέ τε καὶ γέγονεν ἄνθρωπος ὁ Μονογενής, ὅς
5ἐστιν ἰσχὺς καὶ δύναμις τοῦ Πατρός, ἐζωοποίει μὲν τοὺς νεκροὺς καὶ τῶν μνημάτων ἀνίστησι τοὺς ἤδη κατεφθαρ‐ μένους καὶ πονηρὰ μὲν τῶν ἀνθρώπων ἀπεσόβει πνεύματα, τοῖς δὲ τῶν ὀμμάτων ἐστερημένοις ἀσύνηθες μέν, γλυκὺ
δ’ οὖν ὅμως ἐνίει τὸ φῶς, καὶ τὰ τούτοις ἀδελφὰ καὶ98 in vol. 3
10ἰσοπαλῆ τερατουργήματα κατ’ ἐξουσίαν εἰργάζετο τὴν θεοπρεπῆ. Β. Ἀλλ’ ἐνεργοῦντος, φησίν, ἐν αὐτῷ τοῦ Πατρός. Α. Καὶ τίς ἂν γένοιτο τῆς τοῦ Πατρὸς ἐνεργείας ὁ τρόπος, οὐκ ἂν ἔχοιεν, οἶμαί που, φιλοπευστοῦσιν εἰπεῖν.
15Ἆρ’ ὡς δι’ ὀργάνου καὶ ὑπουργικὴν εἰσφέροντος χρείαν τοῖς τοῦ τεκόντος θελήμασι τοῦ Υἱοῦ ἤ, ὅπερ ἐστὶν ἄμεινόν τε καὶ ἀληθές, ὡς διὰ δυνάμεως τῆς ἰδίας ἐνήργηκεν ὁ Πατήρ; Εἰ δὲ δὴ παρέντες τὸ ἄμεινον καὶ τὸ ὀρθῶς ἔχειν εἰκότως ὑπειλημμένον ἐξιτηλότατα παραθέοντες, ὀργανικὴν
20αὐτῷ τὴν ἐνέργειαν περιθεῖεν οἱ τάλανες, ἰστέον ὅτι διοιχή‐ σεται μὲν εἰς τὸ μηδέν, καταρρεῖ δὲ ἤδη πρὸς τὸ ἀκαλλὲς ἡ περὶ αὐτοῦ δόξα καὶ χάρις. Ὅτι γὰρ οὐδὲν παντελῶς, τό γε ἧκον εἰς αὐτήν, ἡ διὰ τῶν ὀργάνων ἐστὶν ὑπουργία, τοῖς δὲ κινεῖν εἰωθόσι καὶ ἐφ’ ὅτῳπερ ἂν ἕλοιντο παρατρέπειν
25αὐτὰ τὰ τῆς εὐκλείας ἀνῆπται μόνοις, σαφὲς ἂν γένοιτο καὶ δι’ αὐτῆς ἡμῖν τῆς θείας Γραφῆς. Ἔφη γάρ που Θεός, τὴν ὀργανικὴν ὑπουργίαν ὡς ἀνόνητον διαγελῶν· «Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; Ἢ ὑψω‐ θήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;» Οὐκοῦν, ὅσον
30ἧκεν εἰς ἰδίαν φύσιν, νοοῖτ’ ἂν οὐδέν, καίτοι Θεὸς ὢν ὁ Λόγος, ἐνέργειαν μὲν οὐδεμίαν ἔχων φυσικήν, ἀψύχοις δὲ ὥσπερ ὀργάνοις προσεοικὼς καὶ τοῖς τοῦ κινοῦντος θελήμασιν ὑποκείμενος. Φύσεως δὲ οὕτως ἔχων (δοκεῖ γὰρ ὧδε ληρεῖν τοῖς δι’ ἐναντίας), λόγοις ἡμᾶς ἀνθότου
35τοῖς ὑπὲρ ἀξίαν κατακροτεῖ λέγων· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι.» Καὶ πρός γε τούτῳ,
σαφέστατά τε καὶ ἐναργῶς ταῖς ἰσοστάθμοις τιμαῖς αὐτὸς τὴν ἰδίαν κατεχρύσου φύσιν, ἀναφανδὸν ἀνακεκραγώς· «Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ,100 in vol. 3
40οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» Καίτοι πῶς οὐκ εὐμαθὲς καὶ ψευδοεπείας ἁπάσης ἀπηλλαγμένον τὸ ἰδίαν μὲν ὅλως ἐνέργειαν μηδὲ ἐπὶ γλώττης ἔχειν, ἀπονέμειν

618

δὲ μόνῳ τὴν ἐφ’ ἅπασι τοῖς δρωμένοις κατόρθωσιν τῷ Θεῷ καὶ Πατρί, λέγοντα· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται δι’ ἐμοῦ τε καὶ ἐν ἐμοί, καὶ μὴν καὶ οὓς θέλει ζωοποιεῖ; Ἀλλὰ τοῦτο μὲν οὔ φησιν· ἀναμέρος δὲ ὥσπερ ἀνατιθεὶς
5καὶ ταῖς ἑαυτοῦ δυνάμεσι τὸ δρᾶν ἀκωλύτως ἅπερ ἂν ἕλοιτο κατορθοῦν οὐ μεῖον ἢ ὁ Πατήρ, δέδειχεν ἐναργῶς ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκπεφυκὼς καὶ ὑπάρχων ἰδιοσυστάτως, ἐπάγεται φυσικῶς τὸ κατὰ πᾶν ὁτιοῦν ἰσοσθενὲς καὶ ἰσοστατοῦν εἰς ἐνέργειαν. Οὐ γάρ τοι τοῖς
10καθ’ ἡμᾶς τὰ πολὺ λίαν ἀνεστηκότα καὶ ὑπερκείμενα κανονίζοντες, ἀνύπαρκτον εἶναι δώσομεν, κατά γε τὸν ἴδιον λόγον, τὴν ἐν Θεῷ νοουμένην ἰσχύν, τουτέστι τὸν Υἱόν. Ἔστι γάρ, ἔστι ζῶσά τε καὶ ἐνυπόστατος, ἀνίσχουσα μὲν ἀπορρήτως καθάπερ ἀπὸ πηγῆς τοῦ ἰδίου Πατρός,
15τοῖς δὲ τῆς θεότητος ἰδιώμασιν οὐκ ἐπακτῶς, οὐσιωδῶς δὲ μᾶλλον ἐκπρεπής. Β. Εὖ λέγεις. Α. Ταύτῃτοι καὶ ὁ θεῖος μὲν ἔφη Μωσῆς· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Οὐκ ἔκφυλον
20δὲ τοῦ Θεοῦ τὴν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ δύναμιν, τουτέστι τὸν Υἱόν, ἐπιστάμενος ὁ μέγας ἔφη Δαβίδ· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Ἦ οὐχ ἕτερος, κατά γε τὸ εἶναί φημι, καθ’ ὑπόστασιν ἰδικὴν νοοῖτ’ ἄν,
25εἰπέ μοι, παρά γε τὸν Πατέρα καὶ Θεὸν ὁ ἐξ αὐτοῦ τε καὶ
ἐν αὐτῷ Λόγος; Β. Ἕτερός που πάντως. Ὑφέστηκε γὰρ ἰδικῶς, εἰ καὶ ἔστιν ὁμοούσιος. Α. Παρακομίζοντος οὖν εἰς τὸ εἶναι τὰ πάντα τοῦ102 in vol. 3
30Πατρὸς καὶ διαπηγνύντος τοὺς οὐρανούς, πῶς ὁ Λόγος ἐστὶν ὁ τῶνδε δημιουργός; Β. Φράσαις ἂν αὐτὸς γλιχομένῳ μοι μαθεῖν. Α. Καὶ μάλα. Πικρὸς δὲ ὁ λόγος καὶ πολὺ πρὸς ἰσχνότητα κατερρινημένος. Ἡ τῆς μιᾶς θεότητος φύσις ἐν ἁγίᾳ τε καὶ
35ὁμοουσίῳ Τριάδι γινώσκεται πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. Καὶ ἔστι μὲν καθ’ ὑπόστασιν ἰδικὴν παντέλειος ὁ Πατήρ, ὁμοίως δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἀλλ’ ἡ ἑνὸς τῶν ὠνομασμένων δημιουργικὴ θέλησις, ἐφ’ ὅτῳ‐ περ ἂν λέγοιτο γενέσθαι τυχόν, ἐνέργημα μὲν αὐτοῦ, πλὴν
40διὰ πάσης ἔρχεται τῆς θεότητος καὶ τῆς ὑπὲρ κτίσιν ἐστὶν οὐσίας ἀποτέλεσμα, κοινὸν μὲν ὥσπερ τι, πλὴν καὶ ἰδικῶς ἑκάστῳ προσώπῳ πρέπον, τὸ τοίνυν ἐκ μιᾶς φύσεως ἐνερ‐ γούμενον ὡς διὰ τριῶν ὑποστάσεων πρέποι ἂν καὶ ἰδικῶς ἑκάστῃ, παντελείως ἐχούσῃ καθ’ ἑαυτήν. Ἐνεργεῖ τοιγαροῦν
45ὁ Πατήρ, ἀλλὰ δι’ Υἱοῦ ἐν Πνεύματι· ἐνεργεῖ καὶ ὁ Υἱός,

619

ἀλλ’ ὡς δύναμις τοῦ Πατρός, ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ νοούμενος καθ’ ὕπαρξιν ἰδικήν. Ἐνεργεῖ καὶ τὸ Πνεῦμα· Πνεῦμα γάρ ἐστι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, τὸ παντουργικόν. Β. Ἐφικτὰ μὲν οὐχ ἅπασιν ἅπερ ἔφης· ὑποβάθραν
5δ’ οὖν ὅμως αὐτὴν ἔχει τὴν ἀλήθειαν. Α. Βραχὺ τοιγαροῦν τῶν οὕτως ἰσχνῶν ἐννοιῶν τὸν λόγον ὑποβιβάζοντες, διαστείχωμεν ἑτέραν, εἰ δοκεῖ, τὰς ἐκ λογισμῶν ἑτέρων πληροφορίας συλλέγοντες. Β. Ἴωμεν· ἕψομαι γὰρ ἀσμένως.
10Α. Οὐκοῦν, εἰ μὴ ἔστιν ὁ Υἱὸς ἰσχὺς τοῦ Πατρός, εἰσποιητὴν δὲ καὶ αὐτὸς τὴν δύναμιν ἔχων ὁμοῦ τοῖς πεποιημένοις ἐνήργηκεν ἐπὶ γῆς τὰ παράδοξα, φράσειας ἂν ὅπως οὐκ ἂν αὐτῷ τις διαμωμήσαιτο, καὶ λίαν εἰκότως; Οὐ γὰρ ἤθελεν ἐπιτιμᾶν καίτοι λέγοντι τῷ λεπρῷ· «Κύριε,104 in vol. 3
15ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι·» ἀνεσόβει δὲ ὥσπερ αὐτῷ τὰ τῆς ἀμαθίας ἐπὶ τὸ χειρόνως ἔχον, προαλῶς ὑπισχνούμενος, μᾶλλον δὲ ἤδη καὶ προστεταχὼς ὑπάρξαι τὴν αἴτησιν. «Θέλω γάρ, ἔφασκε, καθαρίσθητι.» Ὀφθαλμῶν δέ τισιν ἐξερρυηκότων, ἐπειδὴ προσθέοντες ἔφασκον, «Ἐλέησον
20ἡμᾶς, Κύριε, Υἱὲ Δαβίδ,» ἤρετο δὴ πάλιν· «Τί θέλετε ἵνα ποιήσω ὑμῖν;» Τῶν δὲ τὸ τριπόθητον ἐκλιπαρούντων σφίσιν ἐνίεσθαι φῶς ἐνετίθει πάλιν, μελλήσας οὐδέν. Καίτοι τί μὴ μᾶλλον ἔδει τῷ μὲν λεπρῷ λέγειν· Θέλει ὁ Πατήρ, καθαρίσθητι· τοῖς δὲ τοῦ βλέπειν ἐστερημένοις· Τί βού‐
25λεσθε, ἵνα ποιήσῃ ὑμῖν ὁ Πατήρ; Ἦ οὐκ ἄμεινον ἐροῦμεν βεβουλεῦσθαί τε ὁμοῦ καὶ δρᾶσαι τοὺς ἁγίους ἀποστόλους, ἀποσειομένους εὖ μάλα τὸ δοκεῖν ἰδίᾳ δυνάμει καὶ ἐνεργείᾳ κατορθοῦν δύνασθαι τὰς θεοσημίας; Ἔφασκον γὰρ τῷ μὲν τῇ ὡραίᾳ πύλῃ προσεδρεύοντι· «Ἐν τῷ ὀνόματι Ἰησοῦ
30Χριστοῦ τοῦ Ναζωραίου, ἔγειραι καὶ περιπάτει·» ἑτέρῳ δὲ αὖ· «Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός.» Οὐκ ἀθαύμα‐ στον δὲ διὰ τοῦτό τισι πεποιημένοις τὴν ἐνέργειαν διαρρήδην ἔφασκον· «Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι
35τοῦ περιπατεῖν αὐτόν;» ᾬοντο γὰρ δεῖν Χριστῷ τὴν δόξαν ἀνάπτειν καὶ οὐχὶ σφίσιν αὐτοῖς, ἐπεί τοι κατά γε τὸ ἀληθὲς τῆς ἐν αὐτοῖς χάριτός τε καὶ ἐνεργείας πηγή τις ὥσπερ ἡ ἀνωτάτω καὶ ῥίζα Χριστός. Ἐπειδὴ γὰρ
προετίθει τῶν ἄλλων καὶ προεχειρίζετο πρὸς ἀποστολὴν106 in vol. 3
40αὐτούς, ταῖς θείαις εὐθὺς κατακαλλύνων δωρεαῖς καὶ ἀμογητὶ δύνασθαι κατορθοῦν τὰς τερατουργίας ὡς Θεὸς ἐπιδιδούς, «Ἀσθενοῦντας θεραπεύετε, φησί, καὶ νεκροὺς

620

ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε·» οὐκοῦν, ἄριστά τε καὶ ὡς ἔνι καλῶς ἐννενοηκότες τίς ὁ τῆς ἐνούσης αὐτοῖς ἰσχύος δοτήρ τε καὶ πρύτανις, αὐτῷ τῆς εὐκλείας τὸν στέφανον
5ἀναπλέκουσιν, ἐπιφωνοῦντες ἀεὶ τοῖς ἠρρωστηκόσιν· «Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου·» πρὸς ὃν καὶ ὁ θεῖος ἡμῖν Μελῳδὸς ἀναμέλπει λέγων ὅτι «Καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλ‐ λιάσονται ὅλην τὴν ἡμέραν.» Ἦ οὐκ ἀξιεπαινετώτατον
10εἶναι φῂς τῶν ἁγίων ἀποστόλων τὸ ἐπὶ Χριστῷ φρονεῖν ἑλέσθαι μέγα, αὔχημά τε ποιεῖσθαι φιλεῖν τῆς διὰ σφῶν αὐτῶν ἐνεργείας αὐτόν; Β. Καὶ μάλα. Α. Τί οὖν ἐπὶ τῷδε φαῖεν ἄν, ὦ Ἑρμεία, διηπορηκόσιν
15ἡμῖν καὶ ἀνθότου λέγουσι μὴ καὶ αὐτὸς ὁ Υἱὸς τοῦ ἰδίου προσώπου μεθιστὰς εἰσάπαξ τὴν τοῦ δύνασθαι δόξαν, μόνου διαμέμνηται τοῦ Πατρός, ἀλλ’ ἰδίοις νεύμασι καταγράφει τὰς θεοσημίας, ζωοποιεῖν μὲν εὐκόλως οὕσπερ ἂν ἕλοιτο διειπών, κατὰ τὸ ἰσομοιροῦν τῷ Πατρὶ καὶ ἐν ἰσοσθενεῖ
20δυνάμει, θέλησιν δὲ τῷ λεπρῷ πρὸς ἀπόνιψιν τοῦ πάθους ἐπιδιδοὺς καὶ τοῖς τὴν ὄψιν ἐρρυηκόσι τὴν χειρὸς ἁφὴν δωρούμενος; Ἆρ’ ἐνδοιαστὸν ἔτι, μᾶλλον δὲ οὐχὶ καὶ ἀναμφιλόγως ἔχον, ὡς αὐτὸς ὑπάρχων ἡ δύναμις τοῦ Θεοῦ καὶ Πατρός, ἀναστοιχειοῖ τὴν κτίσιν εἰς τὸ ἀπ’ ἀρχῆς,
25οὐκ εἰσποίητον, οὐκ εἰσκεκριμένον, πολλοῦ γε καὶ δεῖ,
φύσεως δὲ μᾶλλον τῆς ἰδίας ἔχων καρπὸν καὶ ἐνέργημα τὸ δημιουργεῖν, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ; Εἴη δ’ ἄν, ὡς γέ μοι φαίνεται, κατόρθωσίς τε καὶ ἀποτέλεσμα τῆς αὐτῆς ἰσχύος καὶ ἐνεργείας τὸ καὶ ἀπ’ ἀρχῆς εἰς τὸ εἶναι108 in vol. 3
30παρενεγκεῖν ἐξ ἀνυπαρξίας τὰ ἐκτισμένα καὶ κατεφθαρμένα δι’ ἁμαρτίαν, κλόνον τε ὑπομεμενηκότα τὸν ἐπὶ τὰ χείρω καὶ αἰσχίονα, μεταπλάττειν δύνασθαι πρὸς τὸ ἀπ’ ἀρχῆς. Β. Πῶς οὖν ἔφασκεν οὐχ ὑπεσταλμένως· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν
35ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ·» καὶ πρός γε δὴ τούτῳ, «Ἀπ’ ἐμαυτοῦ οὐδὲν ποιῶ· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα;» Ὡς εἴπερ ὀρθῶς ἀναμάθοιμι ταυτί, τὴν χάριν ἂν εἰδείην οὐ μικράν.
40Α. Ἴθι δὴ οὖν εἰς ἀνάμνησιν ὧν ἐλέγομεν ἀρτίως περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος. Ἔφην γὰρ ὅτι τριῶν ὑποστάσεων ὑπαρχουσῶν, ἰδικῶς τε ἅμα καὶ ἀλλήλαις προσεχῶς, ὡς ἐν μιᾷ θεότητος φύσει, τὸ ἑνὸς ἐνέργημα

621

προσώπου καὶ ὅλης ἂν λέγοιτο τῆς οὐσίας καὶ ἑκάστης ὑποστάσεως ἰδικῶς· ὅλη γὰρ ὥσπερ δι’ ὅλης καὶ ἰδικῶς δι’ ἑκάστου κινεῖσθαι φιλεῖ. Β. Μεμνήσομαι· πῶς γὰρ οὔ;
5Α. Οὐκοῦν ἐνεργεῖν ἐθέλοντός τι περὶ τὴν κτίσιν τοῦ Θεοῦ καὶ Πατρός, οὐκ ἂν ἀπρακτήσειεν ὁ Υἱός· οὐδ’ ἂν εἰ ἐργάσαιτό τι τυχὸν ὁ Υἱός, ἀέργητος ὁ Πατὴρ εἴη ἄν, εἴπερ ἐστὶ Θεὸς εἷς καὶ δημιουργός. Ἅτερος γὰρ ἐν ἁτέρῳ νοεῖται καὶ ἔστιν ἀληθῶς, κατά γε τὸ συμφυές τε καὶ
10ὁμοούσιον, εἰ καὶ νοοῖντο διῃρημένως ἔν τε ὑπάρξεσι καὶ
προσώποις ἰδικοῖς. Β. Ὀρθῶς ἔφης. Α. Τούτων δὴ οὖν οὕτως ἡμῖν ἄριστά πως κατὰ τὸ εἰκὸς τεθεωρημένων, φέρε καταθρήσωμεν τὴν οἰκονομίαν110 in vol. 3
15τὴν ἔν γε τοῖς προκειμένοις καὶ τῶν τοῦ Σωτῆρος ῥημάτων τὴν εὐτεχνίαν καταθαυμάσωμεν. Ὁλκὸν ἀεὶ τὸ θαῦμα πρὸς πίστιν καὶ εἰ τοῖς λόγοις ἕποιτο τὸ τερατουργεῖν, ῥᾷστα ἂν ἴοιεν ἐπὶ τὸ ἑλέσθαι φρονεῖν ὀρθῶς καὶ οἱ σφόδρα πως ἤδη διανενευκότες εἰς ἀπόστασιν. Καὶ τοῦτο εἰδὼς
20καὶ αὐτὸς ὁ Χριστὸς τῷ ἑκατοντάρχῳ προσεφώνει λέγων· «Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.» Β. Συνῆκα ὃ φῄς. Βούλει γάρ που, καθάπερ ἐγᾦμαι, λέγειν ὅτι τεθαυματούργηκεν ὁ Χριστός, ἀπόνασθαί τι κἀντεῦθεν τοῖς Ἰουδαίοις ἐπιδιδοὺς καὶ ὁδὸν ὥσπερ τινὰ
25πρὸς τὸ εἰκτικόν τε καὶ εὐπειθὲς εὐτέχνως ἐκμηχανώμενος τοῖς τοῦ θέλειν ἀναμαθεῖν τὴν ἀλήθειαν ἀνοσίως ἀπεσκιρ‐ τηκόσιν. Α. Οὕτω φημί. Φθάνει γάρ με τὸ σόν, ὦ οὗτος, εὐμαθές. Ὡς ἄγαμαί τοι σοφὸν ἔχων ὁμιλητὴν καὶ εἰς εὐήκοον
30οὖς λιγυρὸν ὥσπερ ἱεὶς ἐκ καλάμου τὸ αὔλημα. Οὐκοῦν, ἐπειδήπερ ἐνήργηκέ τι καὶ ἐν Σαββάτῳ τῶν ἄγαν τεθαυμασ‐ μένων, ἐπέθρῳσκον μὲν Ἰουδαῖοι πικροὶ καὶ δεινοί· ἀνοι‐ γνύντες δὲ ὥσπερ ἀπύλωτόν τε καὶ ἀκρατὲς τὸ στόμα αὐτῷ, καὶ μὴν καὶ εἰς λόγους ὅτι μάλιστα τοὺς δριμεῖς
35τὴν γλῶσσαν ἐκθήγοντες, ἀριστοεπεῖν ἐδόκουν καὶ τοῦ νόμου λύσιν ἐπιφημίζοντες, «Εἰ ἦν οὗτος, ἔφασκον, ἀπὸ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον.» Τοιγάρτοι Χριστὸς ἀπεσκευάζετο τὰς αἰτίας, καὶ αὐτὸν ἐν Σαββάτῳ καταδεικνὺς ἐνεργὸν τὸν Πατέρα καὶ τὸ δρᾶν ἐθέλειν τοῖς
40ἐν κόσμῳ τὰ ζωαρκῆ διὰ τὸν νόμον οὐ κατοκνήσαντα.
Ἔφασκε γὰρ ὅτι «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.» Ὅτι δέ ἐστι μία μὲν θέλησις, μία δὲ δύναμις, ἡ ἐφ’ ἅπασι τοῖς δρωμένοις αὐτοῦ τε καὶ τοῦ Πατρός, ἐπληροφόρει προστιθείς· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν,112 in vol. 3

622

οὐ δύναται ὁ Υἱὸς ἀφ’ ἑαυτοῦ ποιεῖν οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα.» Καὶ διαλέγεται μὲν παχύτερόν πως ἢ χρὴ περὶ τῆς θείας ἰσχνότητος καὶ ὑπεροχῆς· φράσαι γὰρ ἦν οὐχ ἑτέρως τὰ πέρα λόγου τοῦ καθ’ ἡμᾶς. Συνίεμεν
5δὲ ἡμεῖς λεπτῶς τε καὶ διεσμιλευμένως καὶ ὡς ἂν αὐτῇ πρέποι τῇ θείᾳ τε καὶ ἀπερινοήτῳ φύσει. «Ἃ γὰρ ἂν βλέπῃ, φησί, τὸν Πατέρα ποιοῦντα, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.» Ἦ οὐκ ἀληθὲς εἰπεῖν ὡς εἴπερ ἰσχύος καταδεᾶ τὴν ἰδίαν αὐτὸς ἐξῄδει φύσιν, ἔφη ἄν, οἶμαί που,
10σαφέστερόν τε καὶ πρεπωδέστερον· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν ἐὰν μὴ λάβῃ τὸ δύνασθαι παρὰ τοῦ Πατρός; Ἐπειδὴ δὲ ἰσουργόν τε οἶδε καὶ ἰσοσθενῆ, παρέδειξεν ὅτι μίαν ἔχων καὶ τὴν αὐτὴν πρὸς αὐτὸν οὐσίαν, καὶ αὐτὸς διᾴττει κατ’ αὐτὸν ἐπὶ τὰ δρώμενα, μιᾷ βουλήσει
15πρὸς πᾶν ὁτιοῦν ὁμόσε τε ἰὼν τῷ φύσαντι καὶ εἰς τὴν ἐφ’ ἅπασι ταὐτοεργίαν τε ὁμοῦ καὶ ταὐτοβουλίαν κοινοῖς ὥσπερ τισὶ τοῖς τῆς θεότητος συνδούμενος νόμοις. Τό γε μὴν οὐ δύναται, οὐχὶ πάντη τε καὶ πάντως ἀσθενείας ἂν ἔχοι δήλωσιν, ἀλλὰ καὶ φύσεως ἔσθ’ ὅτε τὴν ἐφ’ οἷς
20ἐρήρεισταί τε καὶ ἕστηκεν ἀπαραποίητον διαμονὴν καταση‐ μήνειεν ἄν, ὥσπερ ἂν εἴ τις λέγοι τυχόν· Θεὸς ἁμαρτεῖν οὐ δύναται. Εἴποι δ’ ἂν καὶ φῶς μὲν ὡς Οὐκ ἂν δυναίμην μὴ εἶναι φῶς. Πῦρ τε αὖ καὶ ὕδωρ, φωνῆς ἐνούσης, ἀνακε‐ κράξονται τὸ Οὐκ ἂν δυναίμεθα μὴ εἶναι πῦρ τε καὶ ὕδωρ.
25Ἐπειδὴ δὲ καὶ τοῖς τερατουργουμένοις καὶ πέρα παντὸς ἰοῦσι θαύματος ἐπετίμων οἱ πάντολμοι, τοῦ ἐμπαροινεῖν
ἀφιστὰς αὐτῷ, τὴν τῶν ἀποτελεσμάτων ἐνέργειαν ἀνετίθει τῷ Πατρί, λέγων· «Ἀπ’ ἐμαυτοῦ οὐδὲν ποιῶ· ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός.» Ἐνεργὸς114 in vol. 3
30γὰρ ὁ Πατὴρ δι’ Υἱοῦ, καὶ οὐκ ἄν τι δρῴη πώποτε δίχα τῆς ἐνούσης ἰσχύος αὐτῷ, τουτέστι τοῦ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ πεφηνότος τε καὶ ὄντος Λόγου. Τοιγάρτοι καὶ ἔφασκεν αὐτός· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε,
35τοῖς ἔργοις μου πιστεύετε·» τὸ εἰς ἀλκὴν οἶμαί που διὰ πάντων ἴσον μήνυσιν ἀκριβῆ τῆς πρὸς αὐτὸν ὁμοουσιότητος κἀνθάδε τιθείς. Β. Οὐδὲν ἂν ἔχοιμι τοῖς οὕτως ὀρθῶς εἰρημένοις ἐπι‐ τιμᾶν, προσερέσθαι δέ τι βραχὺ δοίης ἂν ἐθελοντί μοι,
40ἤγουν ἤδη λογιῇ δυσμαθῆ τε καὶ φορτικὸν καὶ ὀχλοποιὸν ἑτέρως; Α. Ἥκιστά γε, ὦ φιλότης. Ὄκνου γὰρ ἀμείνων ἡ προθυμία, καὶ τὸ συνειπεῖν εὐκλεὲς εἰ συκοφαντοῖτο πρός τινος τοῦ Σωτῆρος ἡ δόξα.

623

Β. Ὁ τοίνυν, φασίν, ὁμοούσιός τε καὶ ἰσουργὸς τῷ Πατρὶ πρὸς ὑμῶν εἶναι πεπιστευμένος προσκυνεῖ μεθ’ ἡμῶν. Γυναικὶ γάρ που τῇ Σαμαρείτιδι προσλαλῶν, «Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, φησίν· ἡμεῖς προσκυνοῦμεν
5ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.» Ἀλλ’, ὦ γενναῖοι, φασίν, ὁ τοῖς προσκυνοῦσιν ἐναρίθμιος, πῶς ἂν ἔτι τὴν τῆς ὁμοουσιότητος ἀποίσεται δόξαν καὶ περὶ τῶν ἴσων ἁμιλλήσεται τῷ προσκυνουμένῳ Πατρί, καίτοι καθ’ ἕτερον ἄν τις ἴδοι τρόπον τὸ ἀνέχειν τε καὶ ὑπερκεῖσθαι
10τὴν αὐτοῦ φύσιν παραχωρήσαντα τῷ Πατρί; Ἔφη γὰρ
ὅτι «Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας,» δῆλον δὲ ὅτι τῆς ἐσχάτης, «οὐδεὶς οἶδεν, οὐδὲ ἄγγελος ἐν οὐρανῷ, οὔτε ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ.» Α. Λάτρις οὖν ἡμῖν ἀντὶ Θεοῦ καὶ τοῖς δι’ αὐτοῦ γεγο‐116 in vol. 3
15νόσιν ἐν ἴσῳ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐπὶ τέλει διάσκεψιν καθάπερ ἐκ μηχανῆς ἠγνοηκὼς ὁ Υἱὸς ἀδοκήτως ἐκφαίνεται. Ἆρ’ οὖν οὐχὶ γέλως τε ἤδη ταυτί, καὶ τοῖς ἐν σκηνῇ παιγνίοις προσεοικότα καλόν γε; Οὐ γὰρ εἰ τοῖς τοιοῖσδε βωμολοχεύμασι καὶ λογισμοῖς ἀνθρωπίνοις εἰς αὐτό που
20τὸ λοῖσθον ἴουσιν ἀπαιδευσίας, καθάπερ τισὶ βορβόροις ἐγκαθιέντες τὸν νοῦν, τὴν εὐοσμοτάτην τῶν ἱερῶν δογμάτων ἀπεμπολήσαιμεν γνῶσιν. Ἐοίκασι γάρ που, κατά γε τὸ εἰκός, διαλελῆσθαι παντελῶς, καίτοι πλειστάκις ἐνηχούμενοι πρός τε ἡμῶν αὐτῶν καὶ τῆς θεοπνεύστου Γραφῆς, ὅτι
25Θεὸς ὢν ὁ Λόγος καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός, πέφηνε καθ’ ἡμᾶς, οὐκ ἐν εἴδει μόνῳ τῷ τῆς σαρκός, ἀλλὰ καὶ τοῖς τῆς ἀνθρωπότητος εἴτ’ οὖν ἰδιώμασιν, εἴτ’ οὖν ἑτεροίως ὀνομάσαι χρή. Ἰδίωμα δὲ ἀνθρωπότητος τῆς Θεῷ κατεζευγμένης καὶ ζυγῷ δουλείας κατεσφιγμένης
30μεθ’ ὑπακοῆς ἡ προσκύνησις, καὶ μὴν καὶ τὸ μὴ εἰδέναι τίς ἡ ἐν Θεῷ βουλή τε καὶ σκέψις. «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Καὶ ὥσπερ ἐπείτοι πέφηνε καθ’ ἡμᾶς ὁ Λόγος, οὐκ ἄν, οἶμαι, φαῖεν ἂν ὡς σεσάλευται τοῦ εἶναι Λόγος, μεταποιηθεὶς εἰς σάρκα
35τὴν ἀπὸ γῆς, οὕτω καὶ εἰ προσελήφθη τὸ ἀνθρώπινον, ἴδιόν τε γέγονεν αὐτοῦ, τὸ λυποῦν οὐδὲν ἐννοεῖν τε καὶ φράσαι ὅτι πεφόρεκεν οἰκονομικῶς ὁμοῦ τῇ ἀνθρωπότητι τὰ αὐτῆς. Τουτὶ γὰρ αὐτὸ καὶ ὁ τῆς κενώσεως ἐζήτει λόγος. Οὐκοῦν ἢ ἀπογυμνούντων ἀναφανδὸν σαρκός τε
40ἅμα καὶ τῶν δι’ αὐτὴν τὸν Λόγον καὶ ἀναιρούντων εἰσάπαξ
τὴν ὅλην οἰκονομίαν, καὶ Θεὸν ὄψονται καθαρῶς τὸν Υἱόν, ἢ εἰ τοῦτο καταπεφρίκασιν ὡς ἀνόσιόν τε καὶ ἀπηχές,118 in vol. 3

624

ἀνθότου λοιπὸν τοῖς τῆς ἀνθρωπότητος ἐπερυθριῶσι μέτροις καὶ ἐπιτιμᾶν ἐγνώκασι τοῖς ὅτι μάλιστα τῇ μετὰ σαρκὸς οἰκονομίᾳ πρεπωδεστάτοις; Καίτοι χρῆν δήπου διανοεῖσθαι σοφῶς ὅτι ὥσπερ Θεὸς ὢν φύσει καὶ ἐκ Θεοῦ
5πεφηνώς, ἴδια ποιεῖται τὰ ἀνθρώπινα, οὕτω καὶ ἄνθρωπος γεγονώς, τὴν τῇ θεότητι πρέπουσαν τιμήν τε καὶ δόξαν ὡς ἰδίαν ἔχει· προσκυνεῖται γὰρ οὐ μόνον ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ ἐν οὐρανοῖς, καίτοι τὸ χρῆναι προσκυνεῖν ὡς ἄνθρωπός τε καὶ Ἰουδαῖος οὐκ ἀτιμάσας ὡς σμικροπρεπές.
10«Ὅταν γάρ, φησίν, εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Εἰ μὲν οὖν ἐκ σπέρματος Ἀβραὰμ τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον γεγεννῆσθαί φασι, ληροῦμεν ἡμεῖς· κεκλήσθω καὶ Ἰουδαῖος, καὶ ἔστω προσκυνητής.
15Εἰ δὲ εἰς λῆξιν ἤδη μανίας τὴν ἀνωτάτω διεληλακὸς αὐτοῖς τὸ ἐγχείρημα ταυτὶ φρονεῖν ἑλομένοις ἐξελέγχεται, διαβε‐ βαιώσονται δὲ μᾶλλον, ὡς ἡνίκα μὲν ἐπελάβετο σπέρματος Ἀβραάμ, ἀνέφυ δὲ κατὰ σάρκα καὶ ἐκ ῥίζης τῆς Ἰεσσαί, κεχρημάτικε μὲν Ἰουδαῖος, γέγονε δὲ καὶ προσκυνητὴς
20ὡς ἄνθρωπος, τί μεθέντες ὡς ἕωλον τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, ἐπ’ αὐτὴν ἀναθρῴσκουσι τὴν τοῦ Λόγου φύσιν καὶ τὸν ὁμοούσιον τῷ Πατρὶ κατακομίζουσι δυσσεβῶς ἐπὶ τὸ χρῆναι προσκυνεῖν γυμνῶς τε καὶ ἀπημφιε‐ σμένως, καὶ εἰ μὴ νοοῖτο τυχὸν ἐν τοῖς καθ’ ἡμᾶς, ἤγουν
25ἐν ἡμῖν, οἷς, εἴπερ ἕλοιντο προσκυνεῖν, οὐδεὶς ἄν, οἶμαι, διαμωμήσαιτο, μᾶλλον δὲ καὶ πρὸς ἐπαίνου τὸ χρῆμα καὶ ἁπάσης ἂν γένοιτο θυμηδίας πρόξενον; Ἦ γὰρ οὐχὶ γέγραπ‐ ται περὶ αὐτοῦ ὡς ὑφιζήσειεν ἂν κατά γε τὸ ἀνθρώπινον καὶ τὴν ἀμείνω φύσιν, τουτέστι τὴν ἀγγελικήν, καὶ τῆς
30ἐκείνων εὐκλείας νοοῖτ’ ἂν ἡττῆσθαι βραχύ; Β. Ἀληθές· ἔφη γὰρ ὁ Παῦλος· «Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον.» Α. Εἶτα τί μαθόντες, εἰπέ μοι, καίτοι τὴν ἀμείνω λαχόντες120 in vol. 3
35φύσιν οἱ τὴν ἄνω τρίβοντες πόλιν καὶ ἀπλανῆ που πάντως καὶ ἀπαραλόγιστον παντελῶς τὴν ἐπὶ Θεῷ γνῶσιν πεπλου‐ τηκότες, τὸν ἐν μείονι φύσει καὶ κατόπιν ἥκοντα τῆς ἐνούσης εὐκλείας αὐτοῖς, ἐποιοῦντο προσκυνητόν, φράσαις ἄν, ὦ ἑταῖρε;
40Β. Καὶ μὴν καὶ τοῦτό γέ ἐστιν ἤδη σόν. Α. Οὐκοῦν, εἴπερ ἐστὶν ὁ αὐτὸς ἐλάττων τε ἅμα καὶ ἐν τοῖς ἀσυγκρίτως ὑπερκειμένοις, ἀπονεμοῦμεν εὐκρινῶς

625

τῇ μὲν ἀνθρωπότητι, χωροῦν ἐπ’ αὐτὴν πρεπόντως τὸ ἔλαττον—παρὰ πολὺ γὰρ ἀγγέλων ἡ ἀνθρώπου φύσις— τῇ δὲ ὑπὲρ πάντα θεότητι, τὸ ὑπερκεῖσθαί τε καὶ ὑπεραίρειν τὰ γενητά, καὶ πάσης ἐπέκεινα λογικῆς οὐσίας καὶ παντὸς
5ὀνόματος ὀνομαζομένου διᾴττειν οὐσιωδῶς. Εἰ δὲ δὴ καὶ δίχα σαρκὸς καὶ οὔπω τοῖς καθ’ ἡμᾶς οἷον ἐμπλακεὶς ὁ Λόγος τό γε ἐν ἐλάττοσι κεῖσθαι καὶ αὐτῶν ἂν εἰκότως ἀποφέροιτο τῶν ἀγγέλων, μείων μὲν ἔσται τῶν ἰδίων κτισμάτων καὶ πρός γε τούτῳ προσκυνητής, οὐδὲν ἐπαμύ‐
10νοντος ἢ ὑπερδικοῦντος ἔτι τοῦ παρ’ ἡμῶν λόγου. Εἰ δὲ δὴ ταυτὶ φάναι τε καὶ φρονεῖν δυσσεβές τε ἅμα καὶ σφαλε‐ ρώτατον, μείων δὲ ὅτι καὶ ἄνθρωπος, ἕψεταί που πάντως ἐκεῖνο νοεῖν· προσκυνητὴς γὰρ ὅτι καὶ ἄνθρωπος, καίτοι Θεὸς ὢν φύσει καὶ ἐν ἴσῳ τῷ Πατρὶ πρὸς ἁπάντων προσ‐
15κυνούμενος. Ἔφη μὲν γάρ που Θεὸς δι’ ἑνὸς τῶν προφητῶν,
«Ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται.» Ὁμοούσιον δὲ τῷ Πατρὶ τὸν Υἱὸν εὖ μάλα τιθεὶς ὁ θεσπέσιος Παῦλος καὶ ἐν τῇ δόξῃ τοῦ γεγεννηκότος εἰδὼς τὸ γεγεννημένον. «Ἐν122 in vol. 3
20τῷ ὀνόματι, φησίν, Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Β. Ἀλλὰ ναί, φασί, συμπροσκυνούμενον μὲν τῷ Πατρὶ
25τὸν Υἱὸν εὑρήσομεν, προσκυνοῦντα δὲ αὖ, ὡς τετιμημένον καὶ τίς κατὰ φύσιν ἐστὶν οὐκ ἠγνοηκότα· τὴν μὲν γὰρ τῶν γενητῶν ὑπερανέχει φύσιν, ἔστι δὲ οὐκ ἐν οἷς ὁ Πατήρ. Α. Ξένιον οὖν ἄρα καὶ μισθὸν ἀρετῆς τὴν τῆς θεότητος δόξαν ἀποκεκέρδακεν ὁ Υἱός, καὶ τὸ προσκυνεῖσθαι δεῖν
30οὐκ ἀξίωμα φύσεως ἰδικῆς, ἀλλ’ ἐν ψιλοῖς καὶ μόνοις διεκλη‐ ρώσατο τοῖς θελήμασι τοῦ Πατρός. Β. Οὕτως οἴονται καὶ φασίν. Α. Εἶτα ὅποι τε καὶ ὅπως κατανένευκε τῷ Υἱῷ τὴν προσκύνησιν ὁ Πατήρ, ἐκδείξειεν ἄν· οὐ γάρ που τοῦτο
35ἐροῦσιν ὡς ὅτι ἂν ἕλοιντο δοξάζειν αὐτοὶ ψῆφος ἂν εἴη τοῦτο τοῦ Θεοῦ καὶ Πατρός. Β. Προστέταχε, φασί, τοῖς ἁγίοις ἀγγέλοις προσκυνεῖν αὐτόν. Τί γὰρ ἕτερον ἢ τοῦτο αὐτὸ κατασημήνειεν ἂν τὸ «Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην,
40λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ;» Α. Ἆρ’ οὖν, ὅτι προστέταχε μὲν ὁ Πατὴρ προσκυνεῖσθαι δεῖν τὸν Υἱὸν ἀκριβῶς ἐγνώκασι, καταρνήσονταί γε μὴν

626

ὅτι τῷ Μονογενεῖ τὸ πρωτότοκος ἐπενηνεγμένον, κατά γε τὸν τῆς ἀνθρωπότητος τρόπον, συνεισκεκόμικεν ἀναγκαίως τὸ καὶ εἰσποίητον εἶναι δοκεῖν τὴν δόξαν αὐτῷ; Πότε
γάρ, εἰπέ μοι, πρωτότοκος ἢ ὅτε γέγονεν ἐν πολλοῖς124 in vol. 3
5ἀδελφοῖς; Εἰ μὲν οὖν ὁμογενής τε ἡμῖν καὶ ἀδελφὸς τὴν φύσιν καὶ πρὸ σαρκὸς ἦν ὁ Λόγος, τί μὴ τοῦτο ὑπάρχειν ἐν ἀρχαῖς, ἀλλ’ ἐν ἐσχάτοις καιροῖς γεγενῆσθαι λέγεται; πῶς δ’ ἂν νοοῖτο Μονογενὴς ὁ τῇ κτίσει συντεταγμένος; Ἐπειδὴ δὲ οὐκ ἐνδοιαστόν, μᾶλλον δὲ ἀληθῶς τε καὶ
10ἀραρότως ἔχον, ὡς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς πέφηνεν ἄνθρωπος, διά τε τοῦτο Πρωτότοκος, ἐπακτὴν ἔχει τὴν δόξαν καὶ τὸ προσκυνεῖσθαι δεῖν ἐπενηνεγμένον. Εἰ δὲ μὴ οὕτως ἔχειν οἴονται κατὰ σφᾶς, ἀναγκαῖος αὐτοὺς περιτρέψει λόγος εἰς ἀκαλλῆ τε καὶ ἔκτοπον ἠλιθιότητα λογισμῶν.
15Φαίη γὰρ ἂν οἶμαί τις· Εἰ, ἐπείτοι γέγονεν ἄνθρωπος Πρωτότοκος διὰ τοῦτο, καιρὸς δὲ οὗτος αὐτῷ τοῦ προσ‐ κυνεῖσθαι δεῖν, ὅτε δὴ μάλιστα κεκενῶσθαι λέγεται, πρὸς εὐκλείας μὲν ἔσται τῆς ἀληθοῦς αὐτῷ τῆς κενώσεως ὁ καιρός, πρεσβύτερον δὲ τῆς ἐνανθρωπήσεως τὸ σμικροπρεπές
20τε καὶ ἀκλεές, ὅτε καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὑπάρχων, ὡς γέγραπται, πρὸς τὴν οὕτω καταβεβλημένην κατέθορε φύσιν, φημὶ δὴ τὴν ἀνθρωπίνην. Ἀλλ’ εἴπερ ἦν ἀκλεὴς καὶ τοῦ προσκυνεῖσθαι μακράν, τί μαθόντα τὰ Σεραφὶμ ἐν τῷ τῆς θεότητος θώκῳ καθίζοντα τὸν Υἱὸν
25ἐν κύκλῳ περιεστᾶσιν, ὕμνοις καὶ δοξολογίαις καταγεραί‐ ροντα καὶ Κύριον Σαβαὼθ ὀνομάζοντα, πλήρη τε εἶναι λέγοντα τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ; Ποίας γὰρ δόξης ἀνάπλεως ἦν ὁ οὐρανός, εἰ τὸ προσκυνεῖσθαι μετὰ Πατρὸς εἰσδέχεται μόλις ὅτε πέφηνε καθ’ ἡμᾶς;
30Ἄκουε δὲ γράφοντος Ἔσδρα τοῦ σοφοῦ· «Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει·» Καίτοι τοῦ μακαρίου
Δαβὶδ ἀνακεκραγότος ἐναργῶς περὶ τοῦ τῶν ὅλων κατε‐ ξουσιάζοντος Θεοῦ, «Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν126 in vol. 3
35αὐτὴν τρέμειν.» Ὁ τοίνυν πρὸ τῆς ἐνανθρωπήσεως καὶ τοῦ κεκλῆσθαι Πρωτότοκος τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀξιώμασιν ὑπάρχων ἐκπρεπής, πῶς ἂν ἐν μείοσι κατά τι γοῦν ὅλως ἢ ἐν οἷς ὁ Πατήρ; Β. Ἔστω, φησί, κατὰ τὸ αὐτῷ σοι δοκοῦν· ὅτε γέγονε
40Πρωτότοκος, τοτηνικάδε καὶ προσκυνεῖσθαι προστέτακται. Μὴ οὐχὶ δοτὸν αὐτῷ τὸ χρῆμά ἐστι παρὰ τοῦ Πατρός; Α. Ἀλλ’ οὐχ ἁπλῶς εἰ δοτόν, ἀλλὰ ὁπηνίκα δοτὸν εὖ μάλα κατασκεπτέον.

627

Β. Ὅτε δηλαδὴ καὶ Πρωτότοκος. Α. Ὡς πρὸς ἀδελφότητα τὴν πρὸς ἡμᾶς καθιγμένος; Τουτὶ γάρ, οἶμαί που, δηλοῖ τὸπρωτότοκος. Β. Οὕτω φημί.
5Α. Εἶτα πρέποι ἄν, εἰπέ μοι, τῇ ἀνθρώπου φύσει, νοουμένῃ καθ’ ἑαυτὴν τοῦθ’ ὅπερ ἐστὶ τὸ ἐν τάξει τε καὶ μέτρῳ Θεοῦ προσκυνεῖσθαι δεῖν; Β. Ἥκιστά γε. Α. Ὀρθῶς, ὦ ἑταῖρε. Μόνῃ γὰρ ἂν πρέποι τῇ τῶν ὅλων
10βασιλίδι φύσει τὰ αὐτῆς ἰδικῶς. Οὐκοῦν, ὅτε τῶν ἰδίων ὑψωμάτων κατέθορεν ὁ Υἱὸς καὶ οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, τὸ τῇ φύσει δοῦλον καὶ τὸ ἀναγκαίως προσκυνοῦν οἰκειωσάμενος σχῆμα, τότε προσκεκύνηκε μεθ’ ἡμῶν. Ἐπειδὴ δὲ ἦν ἀνέφικτον παντελῶς καὶ λογισμοῦ
15τοῦ καθήκοντος ἐκπεφοιτηκὸς τὸ μὴ ἐν ταῖς τοῦ Πατρὸς εὐκλείαις ὁρᾶσθαι περιφανῆ τὸν ἐξ αὐτοῦ πεφηνότα Υἱόν, καὶ εἰ γέγονεν ἐν σαρκί, διὰ τῆς τοῦ Πνεύματος δᾳδουχίας μυσταγωγεῖται λοιπὸν τὸ ἐπ’ αὐτῷ μυστήριον ὁ οὐρανός, τουτέστιν ἡ τῶν ἁγίων ἀγγέλων πληθύς, καὶ ὡς πρωτότοκον
20ἀναδεδειγμένον καὶ ἐν πολλοῖς ἀδελφοῖς τὸν μονογενῆ καὶ ὁμόθρονον τῷ Πατρὶ προσκυνεῖν ἐπετάττετο, οὐκ εἰς πρώτας εἰσβολὰς τῆς τοιᾶσδε δόξης ἀνακομίζοντος αὐτὸν τοῦ Πατρός, οὔτε μὴν ὡς ἀτριβές τι καὶ ἄηθες ἀπονέμοντος τὴν προσκύνησιν, ἀλλὰ τὸν ἀεί τε καὶ ἐξ ἀρχῆς αἰώνων128 in vol. 3
25πρὸς αὐτῶν προσκυνούμενον καὶ ἐν σαρκὶ γεγονότα προσ‐ κυνητὸν ἀποφαίνοντος. Οὐκοῦν (ἀνακομίσω γὰρ αὖθις εἰς τὸ ἀπ’ ἀρχῆς τὸν λόγον) προσκεκύνηκεν ὁ Υἱὸς ὅτε καὶ Πρωτότοκος καὶ ἐν τῷ τῆς δουλείας πέφηνε σχήματι, ὅθεν δὴ μάλιστα διαμάθοι τις ἂν τῆς ἐνούσης αὐτῷ κατὰ
30φύσιν ὑπεροχῆς τὸ περιφανὲς ἀξίωμα. Εἰ γὰρ τῷ τῆς δουλείας σχήματι πρέποι ἂν μόνῳ τὸ προσκυνεῖν, τίνι τῶν ὄντων ἀσυμφανές ἐστι τὸ πρὸ τῆς ἐνανθρωπήσεως ἐλεύθερον κάλλος; Ὅτι δὲ μυσταγωγίας τῆς παρὰ τοῦ Πνεύματος καὶ αὐτοὺς λέγοντες δεδεῆσθαι τοὺς οὐρανούς, οὐ τὴν τῶν
35ἁγίων ἀγγέλων ἐξυβριοῦμεν φύσιν, ἀλλὰ ταῖς θείαις ἑπόμενοι Γραφαῖς καὶ εἰς τοῦτον ἴμεν τὸν λόγον, πληροφορήσει γράφων ὁ Παῦλος, «ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας, ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ κατὰ πρόθεσιν τῶν αἰώνων
40ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν·» καὶ πρός γε τούτῳ φησὶ καὶ ὁ θεσπέσιος Μελῳδός, «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,

628

καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης.» Ἐπειδὴ γὰρ ἀνεβίω σκυλεύσας τὸν ᾅδην καὶ καταργήσας τὸν θάνατον ὁ Χριστός, ἀναθέοντι
5λοιπὸν εἰς τὸ ἄνω καὶ παλινδρομεῖν ἐθέλοντι πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα διοιγνύναι μὲν ᾗ τάχος αὐτῷ τὰς
ἐν τοῖς οὐρανοῖς διεκελεύετο πύλας τὸ Πνεῦμά που πάντως τὸ ἐνηχοῦν ἐν αὐτοῖς καὶ ταῖς ἄνω δυνάμεσι τὸν ἐν σαρκὶ πεφηνότα Θεὸν παρεδείκνυ, λέγον· «Κύριος τῶν δυνάμεων130 in vol. 3
10αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης.» Β. Ἄραρεν οὖν ὅτι προσκεκύνηκε μὲν ὡς ἄνθρωπος, καίτοι Θεὸς ὢν φύσει. Φαίης δ’ ἂν ὅτι, καθάπερ ἐγᾦμαι, ὡς τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐφαρμόσαιμεν ἂν τά γε εἰκότα φρονεῖν ᾑρημένοι καὶ τὸ μὴ εἰδέναι λέγειν αὐτὸν
15τὴν ἡμέραν καὶ τὴν ὥραν ἐκείνην. Α. Φαίην ἄν, ἴσθι τοι, κατερυθριάσας οὐδέν. Πλεῖστος γὰρ ὅσος ἡμᾶς οὐκ ἀβασανίστων ἐννοιῶν, μονονουχὶ καὶ ὀφρῦσιν αὐταῖς διανεύων ἐσμός, δυσχερείας ἁπάσης ἐψιλω‐ μένην καὶ ἁμαξιτὸν ὥσπερ τινὰ διαστείχειν κελεύει τὴν
20ἐπὶ τῷδε δόξαν. Εἴη γὰρ ἄν, οἶμαί που, τοῖς τῆς κενώσεως μέτροις οὐκ ἀσύμβατον τὸ τῆς ἀγνοίας σμικροπρεπές, οὐχὶ τῆς τοῦ Λόγου φύσεως ἴδιον μειονέκτημα, καθὸ νοεῖται Λόγος καὶ σοφία τοῦ Πατρός. Ἦ γὰρ οὐχὶ ταυτὶ δή σοι δοκῶ καταθρῆσαι σοφῶς;
25Β. Πάνυ μὲν οὖν. Α. Τίς γὰρ ἡμᾶς βωμολόχος οὕτω καὶ δὴ καὶ πανούργως ἐξυφασμένος ἀναπείσειεν ἂν λόγος ἐννοεῖν ἑλέσθαι καὶ φρονεῖν ὡς ἠγνόηκέ τι τῶν ἐν Θεῷ κεκρυμμένων ὁ Μονογενής, εἴπερ ἐστὶν ἀληθῶς κατὰ τὰς Γραφὰς καὶ σοφία καὶ βουλὴ
30τοῦ Πατρός; Β. Ἀναπείσειεν ἂν οὐδεὶς τόν γε ἀληθῶς νουνεχῆ. Α. Οὐ γάρ, ὦ φιλότης, ψευδοεπήσειεν ἂν οὔτι που καὶ ὁ σοφὸς ἡμῖν γράφων Παῦλος· «Ὥσπερ γὰρ οὐδεὶς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ
35ἀνθρώπου τὸ ἐν αὐτῷ, οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.»
Β. Παντάπασι μὲν οὖν. Α. Οἶδεν οὖν ἄρα τὸ Πνεῦμα τοῦ Θεοῦ τὰ ἐν αὐτῷ, καὶ οὐδὲν αὐτῷ κεκρυμμένον ἢ ἀσυμφανές;132 in vol. 3
40Β. Οἶδε· πῶς γὰρ οὔ; Α. Εἴπερ οὖν ἐστι τὸ Πνεῦμα τοῦ Πατρὸς ἴδιον τοῦ Υἱοῦ, πῶς ἀγνοήσει τι τῶν ἐν Θεῷ κεκρυμμένων, ἴδιον ἔχων αὐτὸς τὸ Πνεῦμα, τὸ πάντα εἰδὸς τὰ ἐν τῷ Πατρί, καίτοι λέγοντος ἀκούω σαφῶς τοῖς ἁγίοις ἀποστόλοις,
45«Ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι. Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει

629

ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν.» Ἆρά σοι σαφὲς τὸ παροισθέν ἐστι λόγιον, καὶ προσδέδορκας ὅτι Πνεῦμα μὲν ἀληθείας
5κατωνόμασε τὸν Παράκλητον, ἔφη γε μὴν ὡς πρόεισιν ἐκ Πατρός, ἴδια πάντα δεικνὺς ἑαυτοῦ τὰ τοῦ Πατρός; Β. Ἄριστα ἔφης. Α. Τὸ δὲ δὴ μάλιστα καταγέλαστον ἀληθῶς καὶ διεπτυσ‐ μένην εἰκότως τῶν δι’ ἐναντίας ἀποφαῖνον τὴν δόξαν οὐδὲν
10ἧττον ἄν τις καὶ διὰ τούτου μάθοι. Τὸ γὰρ ἀγνοεῖν οἴεσθαι τὸ οὕτω βραχὺ τὸν ἐκ Θεοῦ Πατρὸς φύντα τε καὶ ἀπαστρά‐ ψαντα Λόγον, τὸ ἀπαύγασμα, τὴν εἰκόνα, τὸν τῆς ὑποστάσεως χαρακτῆρα λαμπρόν, τὸν ἰσοκλεᾶ καὶ ὁμόθρονον, «ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπό‐
15κρυφοι,» καθὰ γέγραπται, ὅσην ἂν αὐτοῖς καὶ μάλα εἰκότως τὴν τῆς εἰσάπαν ἀβελτηρίας ἐμποιήσειε δόξαν; Β. Ὡς πλείστην ὅσην. Α. Ἀλλ’ οὐδ’ ἂν αὐτόν, οἶμαί που, τὸν Πατέρα καὶ Θεὸν ὑγιᾶ τὴν οἰκείαν ἀνασώσασθαι δόξαν, εἴπερ ἠγνόηκέ
20τι κατὰ τὸ ἀληθὲς ἡ βουλὴ καὶ ἡ σοφία αὐτοῦ. Β. Σύμφημι ὡς ἅπας τις οὖν ὅπερ ἂν εἰδείη τυχὸν εἴσεταί που πάντως οὐ δίχα βουλῆς καὶ σοφίας τῆς ἑαυτοῦ. Α. Εὖγε, ὦ φιλότης· πρέποι γὰρ ἂν οὐχ ἑτέρως ἢ ὧδε φρονεῖν τοὺς τῆς ἀληθείας ὑπασπιστάς. Παρέντες δὴ οὖν134 in vol. 3
25τὸ περιττοῖς ἔτι καὶ μακροῖς ἐνδιατρίβεσθαι λόγοις, ἐπ’ ἐκεῖνο ἴωμεν. Ἔθος τῷ Σωτῆρι Χριστῷ τοιόνδε τι δρᾶν ἐπὶ τοῖς ἁγίοις μάλιστα μαθηταῖς· εἰ διαπυνθάνοιντό τι τῶν ὅσα ἐστὶ φιλομαθείας μὲν ἔχοντα δόξαν, ὑψηλοτέρας γε μὴν ἐρεύνης ἀπηλλαγμένα, χαρίζεσθαι τὴν ἀφήγησιν καὶ ἐξακρι‐
30βοῦν ὅτι μάλιστα πειρᾶσθαι λεπτῶς· εἰ δὲ δή τι βούλοιντο τῶν ἐπέκεινα μέτρου τοῦ κατὰ σφᾶς αὐτοὺς περιττῶς ἀναμαθεῖν, καταστέλλειν ἡσυχῆ καὶ μεταπείθειν εὖ μάλα πολυπραγμονεῖν ἑλέσθαι τὰ πρεπωδέστερα, καὶ δρᾶν ἐπὶ τούτῳ τὰ δι’ ὧνπερ ἂν γένοιντο διαφανεῖς καὶ ἐκπρεπεστά‐
35την ἔχοντες τὴν ἐξ ἔργων ἀγαθῶν φαιδρότητα παρὰ Θεῷ. Ἑλομένους τοιγαροῦν οὐκ οἶδ’ ὅπως τὰ ὑπὲρ μέτρον οἰκε‐ τικὸν ἐρέσθαι τε καὶ ἀναμαθεῖν, ἠρεμεῖν ἀναπείθει, λογισμοῖς ἀναγκαίοις ἐκδυσωπῶν, ὅτι μήτε ἀγγέλοις ἀπεκάλυψεν ὁ Πατήρ, μήτε δ’ ἂν αὐτῷ τῷ Υἱῷ καθίστη γνώριμον, εἴπερ
40τις εἴη ψιλὸς καὶ κατ’ αὐτοὺς ἄνθρωπος ἐπὶ γῆς, καὶ οὐκ ἔχων φύσει τὸ εἶναι Θεός. Ἐγκειμένοις δέ που καὶ ἐνεστη‐ κόσιν εἰς τὸ δεῖν ἀναμαθεῖν, οἱονεί πως ἤδη καὶ ἐπιτιμᾷ

630

λέγων· «Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσία, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες, ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ
5καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.» Ὁρᾷς ὅπως ἥκιστα μὲν δεῖν πολυπραγμονεῖν ἐπιτάττει τὰ ὑπὲρ σφᾶς
αὐτούς, μετακομίζει δὲ ὥσπερ ἐπὶ τὸ ἐν χερσί τε καὶ πρεπωδέστερον; Δρᾶν γὰρ τοῦτο ἔθος αὐτῷ· καὶ γοῦν τὸν ἐκ γενετῆς τυφλὸν προσεκόμιζόν ποτε τῶν ἱερῶν136 in vol. 3
10ἀρτίως ἐκθέοντι περιβόλων οἱ θεσπέσιοι μαθηταί· εἶτα δόξαις Ἰουδαϊκαῖς κατακολουθοῦντες ἔτι, φιλομαθείας ὑπό‐ θεσιν ἐποιοῦντο τὸν ἄρρωστον καὶ δὴ καὶ ἔφασκον, «Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;» Ἐπειδὴ δὲ κριμάτων ἥπτοντο θείων, καὶ τὸ οὕτως ἀστιβὲς
15καὶ δυσέφικτον ἀνθρώποις κατατρανοῦσθαι σφίσιν αὐτοῖς καὶ πέρα τοῦ πρέποντος ἰόντες ἐξελιπάρουν, μεθίστη πάλιν αὐτοὺς ἐπὶ τὸ φρονεῖν ἑλέσθαι τὰ οἰκετικά, καὶ τῆς ὑπὲρ ἄνθρωπον γνώσεως ἀπεσόβει, καὶ φιλεργίας ἔχεσθαι μᾶλλον καὶ ἀγαθῶν σπουδασμάτων μετεπαίδευσε λέγων, «Οὔτε
20οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντος ἡμᾶς ἕως ἡμέρα ἐστίν· ἔρχεται νύξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.» Ἀκούεις ὅπως ἀνῃρηκὼς τὴν δόξαν ὡς ἀκαλλῆ καὶ ταῖς Ἰουδαίων ἀμαθίαις πρεπω‐
25δεστέραν, τὸ χρῆναι μᾶλλον ἀγαθουργεῖν τῶν ὑπὲρ ἄνθρωπον ἐννοιῶν ἀνθελέσθαι κελεύει, τῇ θείᾳ που πάντως ἀπονέμων φύσει τὸ εἰδέναι μόνη καὶ καθ’ ἑαυτὴν ἅπερ ἂν ἕλοιντο πληροῦν. Β. Εὖ λέγεις.
30Α. Οὐκοῦν οὐχ ἑτέρως διακεισόμεθα, φρονοῦντες ὀρθῶς, ἢ ὅτι, καὶ εἰ μεθ’ ἡμῶν ἀγνοῆσαι λέγεταί τι κατὰ τὸ ἀνθρώ‐ πινον, ἀλλ’ οὖν, ἐπείπερ ἐστὶ Θεός, οἶδε πάντα τὰ τοῦ Πατρὸς ὁ Υἱός, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
35Ἀμήν.138 in vol. 3
36tΛΟΓΟΣ ΕΒΔΟΜΟΣ

631

(1t)

Περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ
2tφύσιν.
3Α. «Πόνων ἀγαθῶν ὁ καρπὸς εὐκλεὴς» ἀνακεκραγότος τινὸς τῶν σοφῶν, καὶ τοῖς ὅτι μάλιστα φιλεργεῖν εἰωθόσι
5μονονουχὶ κατεπᾴδοντος, ἀποψηφιεῖ τοῦ λόγου τὸ ἀληθές, ἢ κατακροτήσεις ἐπαίνοις, ὡς ἄριστά τε καὶ ὀρθῶς ἐκπε‐ ποιημένον; Τὸ γάρ τοι χρῆναι τληπαθεῖν, ἁγιοπρεπές, ὦ Ἑρμεία. Β. Ὧδε ἔχει.
10Α. Ἄγε δὴ οὖν, ἐπ’ αὐτὸ δὴ τὸ λοῖσθον ἰόντες τοῦ πόνου, προθυμίαις μὲν ταῖς τελεωτάταις ἀναδησώμεθα τὴν ὀσφύν, ἐνδυσάμενοι δὲ τῆς δικαιοσύνης τὸν θώρακα καὶ τὴν τομωτάτην τοῦ πνεύματος ἀναλαβόντες μάχαιραν, ὅ ἐστι ῥῆμα Θεοῦ, καὶ τὸν θυρεὸν τῆς πίστεως, καθὰ
15γέγραπται, ταῖς τῶν ἑτεροδοξούντων τερθρείαις ἀνδρωδῶς ἀντεξάγωμεν, οἳ νοῦν τε καὶ γλῶτταν τὴν ἀναιδῆ κατα‐ θήγουσι τὸ θεῖον αὐτὸ περιυβρίζοντες Πνεῦμα καὶ τὸν τῶν ἀσθενεστέρων καταληΐζονται νοῦν, γνώσεως μὲν τῆς ἀπλανοῦς τε καὶ ἀληθοῦς ἀποφέροντες, ἐνιέντες δὲ ὥσπερ
20τοῖς τῆς ἀπωλείας βόθροις καὶ τῆς σφῶν αὐτῶν ἀσυνεσίας τὸν ἰὸν ἐκχέοντες, καίτοι νόμου μὲν διηγορευκότος τοῦ διὰ Μωσέως, «Ἄνθρωπος ὃς ἂν πατάξῃ πᾶσαν ψυχὴν ἀνθρώπου,
καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω·» Χριστοῦ γε μὴν ἐναργῶς καὶ ἀναφανδὸν εἰρηκότος, «Ὃς ἐὰν οὖν σκανδαλίσῃ140 in vol. 3
25ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.» Β. Πάμμεγα καὶ δύσοιστον ἀληθῶς τῶν τοιούτων τὸ κρίμα. Ἐμπαροινοῦντες γὰρ ἀδελφοῖς καὶ τύπτοντες αὐτῶν
30ἀσθενοῦσαν τὴν συνείδησιν, εἰς Χριστὸν ἁμαρτάνουσι. Τίς δὲ ἄρα καὶ τουτοισὶ λόγος; Α. Ἀλογία μὲν οὖν τὸ χρῆμα, καὶ εἰ λέγοιτο πρὸς αὐτῶν δόξα τε καὶ λόγος ἃ φρονεῖν ἐγνώκασι. Φαίην δ’ ἂν ὡς ἥδιστά γε φιλοπευστοῦντί σοι· οἱ μὲν γὰρ εἰς ἀχάλινον

632

ἀπονενευκότες θράσος καὶ γυμναῖς ἤδη πως ταῖς ἀναιδείαις χρώμενοι, κτιστόν τε καὶ γενητὸν τὸ τοῦ Θεοῦ Πνεῦμά φασιν. Ἕτεροι δὲ αὖ, τὸ παχὺ τῆς δυσφημίας οἱονεί πως ἀπολεπτύνοντες, ἐπερυθριῶσι μέν που κατὰ τὸ εἰκὸς τῇδε
5τῇ δόξῃ, διατορνεύοντες δὲ πρὸς ἀστειοτέραν πλάνησιν τὸν ἐπ’ αὐτῷ λόγον, Θεὸν μὲν οὐκ εἶναί φασιν, οὐσίας δὲ τῆς ἀνωτάτω κατακομίζοντες ἀμαθῶς, μονοειδές τε εἶναι πιστεύουσι, καὶ ἰδίαν τινὰ καὶ μέσην ἀποτεμέσθαι φύσιν, ἣ μήτε εἰς λῆξιν ἥκει τὴν ἀνωτάτω, καὶ τὸ ὑπερκεῖσθαι
10πολὺ τὸ τῆς κτίσεως μέτρον διέλαχέ τε καὶ ἐκληρώσατο. Β. Καὶ τίς ἂν εἴη λοιπὸν ἡ τοιάδε φύσις ἣ μήτε Θεός ἐστι μήτε μὴν κτίσις; Τὸ μεσολαβοῦν γὰρ οἶμαι παντελῶς οὐδέν. Μία γὰρ ἡ τελεωτάτη μεταξὺ διαφορά, διϊστᾶσα ταῖς φύσεσι Θεόν τε καὶ κτίσιν, καὶ οὐδὲν ἕτερον ἔν γε
15τοῖς εἶναι πεπιστευμένοις ἢ ὅτι ταυτὶ καὶ μόνα καταθρήσαι τις ἄν. Ἢ πέρα τι τούτων αὐτὸς ὅτι χρὴ προσίεσθαι διανοῇ; Α. Ἥκιστα μὲν οὖν, ὦ ἑταῖρε· πάντα γὰρ δι’ Υἱοῦ
πεποιῆσθαί φησιν ἡ θεόπνευστος Γραφή· ὥστε, εἴ τι142 in vol. 3
20τῶν ὄντων ἁπάντων ἀπονοσφίζοιτο φυσικῶς, διαδιδράσκοι ἂν καὶ τὸ ἐπὶ τῷ πεποιῆσθαι σμικροπρεπές, φύσεως δὲ τῆς ἰδίας ὑπεροχῇ, Θεὸς ὑπάρχον γνωρίζεται· ἀπολισθήσειε δ’ ἂν οὔτι που τἀληθοῦς ἡμῖν καὶ τὸ ἔμπαλιν. Εἰ γὰρ μήτι Θεὸς κατὰ φύσιν, ἔσται που πάντως ἐν γενητοῖς. Ἢ τοίνυν
25ἀνακομιζόντων ὑψοῦ τὸ θεῖόν τε καὶ ἅγιον Πνεῦμα, καὶ ἀσυναφὲς οὐσιωδῶς ὁμολογούντων τῇ κτίσει, ἢ τῶν ἀνω‐ τάτω καὶ ὑπερτάτων αὐτὸ κατασύροντες θρόνων, κατα‐ λογιζέσθων ἐν γενητοῖς. Τόπος γὰρ ἢ λόγος φύσεως ἡμῖν ἑτέρας οὐδεὶς παρεισβέβληκε μεταξύ, τὸ πρὸς ἄμφω συγγενὲς
30ἀρνούμενος. Τὸ γάρτοι φάναι μονοειδὲς τὸ Πνεῦμα, καὶ δόξαν ἀνάπτειν αὐτῷ τὴν ἐπὶ τῷδε δοκεῖν, πῶς οὐχ ἕωλον παντελῶς, καίτοι πλείστων ὅσων ἡμῖν, καὶ εἰ τελοῖεν ἐν κτίσμασι, τὸ μονοειδὲς ἐχόντων ἐφ’ ἑαυτοῖς; Εἷς γὰρ ἥλιος, καὶ μία σελήνη· γῆ δὲ οὐχ ἑτέρα παρὰ τὴν οὖσαν·
35μία δὲ αὖ καὶ ἡ παντὸς ὕδατος φύσις, τὸ μονοειδὲς ἀποσῴ‐ ζουσα, κἂν εἰ ταῖς ποιότησιν ἕποιτο τὸ παρηλλάχθαι δοκεῖν. Ἀμαθίας οὖν ἄρα καὶ μειρακιώδους ἐπίκλημα φρενὸς τὸ καταχρυσοῦν οἴεσθαί τινας καὶ ταῖς εἰς λῆξιν εὐκλείαις στεφανοῦν ταῖς οὕτω ψυχραῖς εὑρεσιλογίαις τὸ Πνεῦμα τὸ
40ἅγιον, καὶ τοῖς τῆς κτίσεως μέτροις ἐγκατακλείειν ἀπο‐ τολμᾶν, οὐκ ἀσυγκρίτοις ὑπεροχαῖς διεσχοινισμένον καὶ

633

ἀνεστηκὸς αὐτῆς, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ, καὶ μὴν καὶ ὁ Υἱός, ἀλλ’ εἰς ὀκλάζουσάν τε καὶ ὑφιζάνουσαν φύσιν, καὶ τόπον οὐδένα παντελῶς ἔν γε τοῖς οὖσιν εὑρίσκουσαν ἀνοσίως ἐκβεβιασμένον.
5Β. Τί οὖν εἰ λέγοιεν· Ποῦ Θεὸς ὠνόμασται τὸ Πνεῦμα τὸ ἅγιον;
Α. Εἴρηται δὲ ὅποι καὶ ὑπὸ τοῦ, λέγε, τοῖς πεποιημένοις ὁμογενές, τὸ Πατρὶ καὶ Υἱῷ συντεταγμένον καὶ συναριθμού‐ μενον, καὶ εἰς πίστιν τῆς μιᾶς καὶ ὑπὲρ πάντα θεότητος144 in vol. 3
10συνεισδεδειγμένον; Ἢ οὐχ ὧδε μυσταγωγεῖν τοῖς ἁγίοις ἀποστόλοις κεκέλευκεν ὁ Σωτήρ; «Πορευθέντες γάρ, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Τοιγάρτοι καὶ ὁ μακάριος Παῦλος τῶν
15πεπιστευκότων ἤρετό τινας· «Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες;» Ἀποφησάντων δὲ τοῦτο ἐκείνων καὶ ἀναφανδὸν εἰρηκότων· «Ἀλλ’ οὐδ’ εἰ Πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν,» ἐπετίμα λέγων· «Εἰς τί οὖν ἐβαπτίσθητε;» οὐκ ἐν καλῷ γενέσθαι τὴν πίστιν εἰδώς, οὔτε μὴν ἀρτίως
20ἔχειν δύνασθαί ποτε, εἰ μὴ πράττοιτο τελείως εἰς Θεὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὴν ὁμολογίαν ἐκφέρουσα. Οὕτω παρέδοσαν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου· οὕτως ἡμᾶς πεπαιδαγωγή‐ κασιν οἱ Πατέρες, καὶ σοφῶν εἰδέναι τὸ γεγραμμένον·
25«Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου.»— «Εἷς οὖν Κύριος, μία πίστις, ἓν βάπτισμα,» κατὰ τὰς Γραφάς. Βεβαπτίσμεθα γὰρ εἰς θεότητά τε καὶ κυριότητα μίαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὐχ ὡς εἰς πολύθεον ἀριθμόν, οὔτε μὴν ὡς κτίσει λατρεύοντες, ἢ
30γέγονεν ἡμῖν τὸ τῆς ἀληθοῦς παροιμίας, «Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα·» καὶ, «ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» Οἱ γὰρ τοῦ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίστην ἐξῃρημένοι, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς ἕνα τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν, αὔχημά τε ποιούμενοι
35καὶ σωτηρίας ἐλπίδα τὸ τὴν ἀρχαίαν καὶ βέβηλον ἀποθέσθαι πλάνησιν, εἰ μὴ τοῖς τῆς ἀληθοῦς θεότητος θώκοις οὐσιωδῶς ἐμπρέπειν ὁμολογοῦμεν τὸ Πνεῦμα, ποῖ ποτε ἄρα καὶ πόθεν ἴμεν, ὡς εὖ ἴσθι τοι διηπόρηκά τε νοεῖν, εἰπεῖν δὲ οὐκ ἔχω· μᾶλλον δὲ σαφὲς ἂν γένοιτο καὶ ῥᾷστά γε δή.146 in vol. 3
40Ἁμαξιτοῦ γὰρ ὥσπερ ἀποπεπτώκαμεν, πεπλανήμεθά τε οὐδὲν ἧττον ἢ πάλαι, πεφενάκικε δέ, ὡς ἔοικεν, ὡδὶ λέγων ὁ Παῦλος· «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεόν, μᾶλλον

634

δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;» Ποῦ γὰρ ὅλως τὸν ἀληθῆ καὶ οὐσιωδῶς ἐγνώκαμεν Θεόν, εἰ μὴ συνθεολογεῖται τῷ Θεῷ καὶ Πατρὶ τὸ Πνεῦμα
5αὐτοῦ; Β. Ναί, φησί, Θεὸν ἐγνώκαμεν τὸν Πατέρα καὶ τὸν Υἱόν, οὐχὶ δὲ δὴ καὶ τὸ Πνεῦμα. Α. Ἀλλ’ οὐ τοῖς διεφθορόσι τὸν ἴδιον νοῦν μυσταγωγοῖς χρησόμεθα, προσέξομεν δὲ οὐχὶ πνεύμασι πλάνης, κατὰ
10τὰς Γραφάς· ἐνεῖναι δὲ μᾶλλον καὶ ἐνυπάρχειν οὐσιωδῶς πιστεύσομεν τῷ Θεῷ τὸ Πνεῦμα αὐτοῦ, καθὰ καὶ ἀνθρώπῳ τὸ ἀνθρώπινον· καὶ ὥσπερ ἂν εἴ τις ἢ Πέτρον ἡμῖν ἢ Ἰωάννην ὀνομάσαι τυχόν, συνεσήμηνέ που πάντως αὐτοῖς καὶ τὸ ἴδιον αὐτῶν καὶ ἐν αὐτοῖς πνεῦμα, καὶ τοῦ παντὸς
15ζῴου ποιεῖται τὴν δήλωσιν· κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον ἐπί τε Πατρὸς καὶ Υἱοῦ. Συγκατασημαίνεται γὰρ ἑκατέρῳ τὸ Πνεῦμα, καὶ οὐχ ὡς μέρος ὂν αὐτοῦ, καθὰ καὶ ἐπ’ ἀνθρώ‐ πων νοοῦμεν. Ὑφέστηκε γὰρ ἰδικῶς, καὶ προΐησι μὲν ἐξ ἰδίας αὐτὸ φύσεως ὁ Πατήρ, χορηγεῖ δὲ τοῖς ἀξίοις καὶ
20αὐτὸς ὁ Υἱός. Δυσσεβὲς δὲ καὶ ἀπόπληκτον κομιδῇ τὸ κολοβοῦν εἰς δυάδα, καὶ οἱονεὶ συστέλλειν ἀποτολμᾶν τὴν τῆς θεότητος φύσιν, καίτοι γε τῆς ἁγίας καὶ θεοπνεύστου Γραφῆς ἐξαπλούσης μὲν αὐτὴν ὡς ἐν ὑποστάσεσι ταῖς τρισί, συναγειρούσης δὲ αὖ διὰ τῆς εἰσάπαν ἰσότητός τε148 in vol. 3
25καὶ ὁμοιότητος εἰς ἑνότητα φυσικὴν καὶ εἰς τὸ ταὐτὸν ἐν οὐσίᾳ. Β. Πόθεν οὖν, φησίν, ἢ πῶς ἂν νοοῖτο καὶ τὸ Πνεῦμα Θεός; Α. Ἀφ’ ὧν εἶναι πέφυκεν, ὦ γενναῖε, καὶ ἐξ ὧν ὅ τι
30ποτέ ἐστι κατὰ φύσιν, ὡς ἔνι γνωρίζεται. Γινώσκεται δὲ τὰ ὄντα καλῶς ἀφ’ ὧν ἕκαστον ἀληθῶς ἐστιν· ὀνομάτων δὲ ἡμῖν οὐ σφόδρα πολὺς ὁ λόγος, εἰς ἀναγκαίαν δήλωσιν τῶν ἀπλανῶς ἐγνωσμένων, εἰ καὶ χρήσιμος τοῖς οὖσιν ἡ ἑκάστῳ πρέπουσα κλῆσις.
35Β. Σκοτεινὸς ὁ λόγος, συνίημι δὲ οὐ σφόδρα. Α. Ἐγὼ φράσω· καταλευκανῶ γάρ, ὡς οἷόν τε, τὸ δηλούμενον· Ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, εἰ περί τού τις λέγοι, τί ἂν αὐτὸν ὡρίσθαι δοίης, ὦ ’γαθέ;
40Β. Ἄνθρωπον δηλονότι. Α. Εἰ δὲ δὴ καὶ ζῷον λέγοι, προσθεὶς ὅτι χρεμετιστικόν; Β. Φαίην ἄν, ἵππον. Α. Εἶτα σεσιωπηκότος τὸ ἑκατέρου τῶν ὡρισμένων ὄνομα, πῶς ἂν αὐτὸς ἔφης ἄνθρωπόν τε καὶ ἵππον;
45Β. Ὅτι, ὦ ἑταῖρε, τὴν ἀνθρώπου καὶ ἵππου φύσιν ὡρίσατο.
Α. Εἰ δὲ δή τις ἐπετίμα ταυτί σοι διειρηκότι καὶ μήτε150 in vol. 3

635

ἄνθρωπον εἶναι τὸ ζῷον τὸ λογικὸν μήτε μὴν ἵππον ἔφη τὸ χρεμετιστικόν, οὐκ ἐπενηνεγμένοιν τοῖς ὅροις τοῖν ὀνομάτοιν, ἆρ’ οὐ περιττὸν καὶ ἐξεστηκότα καὶ ὀλιγογνώ‐ μονα διακεκλῆσθαι δεῖν τόν γε οὕτως ἀμαθῆ δικαιώσομεν;
5Β. Πάνυ μὲν οὖν. Α. Ἀνθότου δὲ δὴ τοῦτο δρᾷς, εἴ τις ἔροιτό σε καὶ ἀναμαθεῖν ἠξίου, τί ἂν ἀπεκρίνω; Β. Ἔφην ἂν ὅτι τοῖς ἄγαν ὀρθῶς καὶ ἐντέχνως ὡρισμένοις τὸ ἐπιτιμᾶν ἀμαθές. Ἴδιος μὲν γὰρ ὁ ἑκάστου τῶν ὄντων
10λόγος, ὅπερ ἐστὶν ἀληθῶς καταδεικνύς· ὁμωνύμως δὲ πολλάκις ἐκφέρεται τὰ ὀνόματα. Α. Οὐκοῦν ἀληθεστέρα καὶ ἀπλανὴς τῶν ὄντων ἡ δήλωσις, εἰ ἀφ’ ὧν ἕκαστον κατὰ φύσιν ἐστὶν ἀκριβῶς βασανίζοιτο, καὶ οὐχὶ πάντως ἐξ ὀνομάτων. Ἢ γὰρ οὐχὶ τὸ ἄφθαρτον
15καὶ ἀνώλεθρον, ἀΐδιόν τε καὶ ἀναλλοίωτον, τῇ τῶν ὅλων βασιλίδι προσάψομεν φύσει; Β. Πῶς γὰρ οὔ; Α. Τί δέ, εἰπέ μοι, τὸ Θεός; Β. Αὕτη δὴ πρεπόντως.
20Α. Ἀλλ’ ἴδια μὲν αὐτῆς τὸ ἀφθαρτὸν καὶ ἀνώλεθρον· ὄνομα δὲ τὸ Θεός, κοινὸν μὲν ἀγγέλοις, κοινὸν δὲ ἡμῖν αὐτοῖς, εἰ καὶ εἰσποίητον καὶ δοτόν. Ὁμοίως ἔνεστι μὲν ἀνθρώπῳ τὸ λογικόν· ὄνομα δὲ τὸ ἄνθρωπος καὶ τοῖς ἐκ λίθου πεποιημένοις, ἤγουν ἐξ ὕλης ἑτέρας, εἰς εἶδος τὸ
25καθ’ ἡμᾶς εὖ μάλα τετορνευμένοις. Ἴθι δὴ οὖν ἐπὶ τὸ χρῆναι σκοπεῖν πότερα τὸ Πνεῦμα Θεός τε καὶ ἐν Θεῷ, καὶ ἐξ αὐτοῦ φυσικῶς, ἅτε δὴ καὶ τοῖς τῆς θεότητος ἰδιώμασιν οὐσιωδῶς ἐνηγλαϊσμένον, ἤγουν κατ’ ἐκείνους ἀληθῆ τὴν κατάρρησιν καὶ ἀποχρῶσαν ἂν δέξαιτο τὴν
30αἰτίαν τοῦ δεῖν αὐτὸ τῆς πρὸς Θεὸν ὁμοουσιότητος ἀπο‐ λισθεῖν, ἐπεὶ μὴ ὠνόμασται Θεός. Καίτοι κἀν τούτῳ ψευδο‐ μυθεῖν ἑλομένους ἀκονιτὶ διελέγξομεν, οὐκ ἐξαγωνίοις χρώμενοι λογισμοῖς, ἀλλ’ ἐξ ἱερῶν ἑλόντες γραμμάτων, καὶ τῆς ἑώλου βαττολογίας λήμης ὥσπερ τινὸς τὸν ἑαυτῶν152 in vol. 3
35ἀπαλλάττοντες νοῦν. Β. Δοίην ἂν ἔγωγε παραπολὺ δή τι καὶ ἀσυγκρίτως ἄμεινον τὸ κατασκέπτεσθαι δεῖν εἰ τοῖς τῆς θεότητος ἰδιώμασιν ἐκπρεπές τέ ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μεῖον οὐδὲν ἐν αὐτῷ παρὰ τὸν Πατέρα καὶ τὸν Υἱόν, ἤγουν ἀσυνέτως
40στενολεσχεῖν, καὶ ἱδροῦν εἰκῇ περὶ μόνην τὴν τοῦ ὀνόματος ζήτησιν. Α. Εὐκρινέστατά τε καὶ λίαν ὀρθῶς, ὦ Ἑρμεία· μοίρας γὰρ οἶμαι τουτὶ τῆς ἀμείνονός τε καὶ ἀκριβοῦς. Ἔνεστι δ’ οὖν ὅμως πολυπραγμονεῖν ἐθέλουσι περιττὰ τοῖς
45δι’ ἐναντίας καὶ Θεὸν ὠνομασμένον τὸ Πνεῦμα ἰδεῖν. Ὁ γάρ τοι θεσπέσιός τε καὶ ἱερώτατος Πέτρος, κατάφωρον μὲν

636

ἐποίει κεκλοφότα τὸν Ἀνανίαν τῶν θείων ἀναθημάτων, ἐπῃτιᾶτο δὲ λίαν, «Ἀνανία, λέγων, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐχὶ
5μένον σοι ἔμενε καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.» Β. Ναί· Θεῷ γὰρ ψεύδεται, φησί, κἂν ἕλοιτό τις εἰς τὸ Πνεῦμα τοῦτο δρᾶν.
10Α. Τίνα δὴ τρόπον, ὦ τᾶν, εἰ μὴ Θεὸς τὸ Πνεῦμά ἐστιν; Β. Ὅτι κἂν εἴ τις ἕλοιτο, φησίν, εἰς ἁγίους εὐσεβεῖν, εἰς Θεὸν εὐσεβεῖ. Καὶ γοῦν τοῖς ἁγίοις μαθηταῖς ἀναφανδὸν
εἴρηκεν ὁ Χριστός· «Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται.» Καὶ οὐ δήπου φαμέν, ὀρθοῖς τε καὶ ἀναγκαίοις ἑπόμενοι154 in vol. 3
15λογισμοῖς, θεοὺς εἶναι κατὰ φύσιν τοὺς μαθητάς, κἂν εἰ δέξαιτό τις τὸν Υἱὸν ἁγίους εἰσοικισάμενος. Ἀναλόγως τοιγαροῦν τῷ τοιῷδε τυχὸν ὁ εἰς τὸ Πνεῦμα πλημμελῶν, Θεῷ πλημμελεῖ τῷ ἀποστείλαντι αὐτό. Α. Ἀλλ’ ἔνθαπερ ἂν τὰ ὠνομασμένα καὶ ἐν χερσὶν ἴσοις
20καὶ ἀπαραλλάκτοις ἰδιώμασι φυσικῶς ἐμπρέποντα τὸν τῆς ὁμοουσιότητος λόγον ἀναγκαῖον ἔχει πρὸς ἄλληλα, τῆς εἰς τὸ ἄμεινον ἀναφορᾶς ἐκεῖ που πάντως ἐστὶ περιττὸς ὁ τρόπος· εἶεν δ’ ἂν μᾶλλον, κατά γε τὸ ἐν οὐσίᾳ ταὐτόν, ἄμφω μὲν ἐν ἀμφοῖν· ἐκεῖνό γε μὴν ὡς τοῦτο, τοῦτο δὲ αὖ
25ὡς ἐκεῖνο· ἀνισότητος δὲ φυσικῆς διιστάσης τινὰ πρὸς τὸ ἑτεροίως ἔχειν, οὐκ ἔγωγε φαίην ἂν ἀπίθανόν τε καὶ ἀκαλλῆ τῆς ἐπὶ τὸ προὖχον ἀναφορᾶς τὸν λόγον. Εἰ μὲν οὖν οὐχ ὁμοούσιον τῷ Θεῷ τὸ Πνεῦμά ἐστιν, οὐκ εἰς Θεὸν ἔσται πεπλημμεληκὼς ὁ εἰς αὐτὸ πλημμελῶν. Ζητείτω
30〈αὐ〉τόχρημα τὴν ἀναφορὰν εἰς τὸν ἀποστείλαντα αὐτό. Εἰ δὲ ἅπας αὐτοὺς κατωθήσειεν ἂν καὶ οὐχ ἑκόντας λόγος ὁμοουσιότητι τῇ πρὸς Θεὸν τὸ Πνεῦμα τιμᾶν, ἐπερυθριάτω‐ σαν ἤδη πως τοῖς σφῶν αὐτῶν εὑρήμασιν, ἐν ἴσῳ τοῖς Θεῷ μὴ ὁμοουσίοις καταλογιζόμενοι καὶ τιθέντες τὸ ὁμοούσιον.
35Ἰσοστατήσειε γὰρ ἂν οὔτι που τὸ εἰς ἁγίους τι δρᾶν καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλ’ εἰ μέν τις γένοιτο περὶ ἀνθρώπου λόγος, εἰκότως ἂν οἴσομεν εἰς Θεὸν τὸν προεστη‐ κότα τὴν ἀναφοράν· ἥκοντος δὲ εἰς μέσον ἡμῖν τοῦ ἁγίου Πνεύματος, εἰς αὐτὴν ἅπαν ἔσται τὸ δρώμενον τὴν θείαν
40τε καὶ ἀπόρρητον φύσιν, οὐ διὰ μεσίτου τρέχον εἴς τι τῶν ὑπερκειμένων, ἀναθρῷσκον δὲ μᾶλλον προσεχῶς καὶ ἀμεσι‐

637

τεύτως εἰς αὐτὸ τὸ ἀνωτάτω καὶ ὑπερκόσμιον κάλλος. Τοιγάρτοι διὰ τὸ τῆς οὐσίας ταὐτόν, ἐφήρμοσται μὲν τῷ
Θεῷ καὶ Πατρί, καίτοι τρίτη κατὰ μόνην τῶν ὀνομάτων τὴν σύνταξιν ἐκφερομένη πρὸς ἡμῶν ἡ τοῦ Πνεύματος156 in vol. 3
5κλῆσις, ἐφήρμοσται δὲ τῷ Υἱῷ. Ἔφη μὲν γὰρ ὁ Χριστός, τὸ ἐκ Σαμαρείας γύναιον εὖ μάλα παιδαγωγῶν· «Πνεῦμα ὁ Θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Γράφει δὲ καὶ ὁ Παῦλος· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου
10κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος·» καὶ πάλιν, «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν.» Β. Ὁμοούσιον οὖν τὸ Πνεῦμά ἐστι τῷ Πατρὶ καὶ τῷ Υἱῷ;
15Α. Ναί, εἴπερ ἔστιν οὐχ ἑτέρως τὴν Θεοῦ μέθεξιν ἁγίους καταπλουτεῖν ἢ ἐν τῷ τὸ Πνεῦμα ἑλεῖν. Θείας γὰρ φύσεως ἀποτελούμεθα κοινωνοί, κατὰ τὰς Γραφάς, πότερα κτιστῇ τε καὶ γενητῇ συνδούμενοι φύσει, ἢ γοῦν θεότητος ἀληθῶς ὡς ἔνι μεταλαγχάνοντες, γένος τε οὕτω χρηματίζοντες
20Θεοῦ; Β. Εἰ πυρὸς ἔστι μεταλαχεῖν οὐ δίχα πυρός, πῶς ἄν τις καὶ μετάσχοι θεότητος οὐ διὰ Θεοῦ; Α. Τὸ δ’ οὖν ἐν ἡμῖν ὡς Θεὸς καὶ τὴν τοῦ Θεοῦ τάξιν τε καὶ ἐνέργειαν ἀποπληροῦν, ἆρ’ ἔσθ’ ὅπως ἂν οὐκ εἴη
25Θεός; Β. Τίνα τρόπον; Α. Ἄθρει δὴ οὖν τοῖς μὲν ἄνωθέν τε καὶ ἀρχαιοτέροις προσπεφωνηκότα τὸν Θεόν· «Διότι μεθ’ ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν
30ἐν μέσῳ ὑμῶν, θαρσεῖτε·» ἡμῖν δὲ αὖ τὸν θεσπέσιον εὐαγγελιστήν· «Ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν
ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν.» Τίνα γάρ, εἰπέ μοι, τρόπον ἔν τε τοῖς ἀρχαιοτέροις ἦν ὁ Θεός, ἐφεστη‐ κότος τοῦ Πνεύματος; Ἢ πῶς ἂν γένοιτο καὶ ἐν ἡμῖν158 in vol. 3
35αὐτοῖς ἔχουσι τὸ Πνεῦμα; Οὐ γάρ που τήν γε τοῦ κατὰ φύσιν Θεοῦ παρουσίαν ἀποτελέσειεν ἂν ἐν ἡμῖν, ἑτεροφυὲς ὂν τὸ Πνεῦμα πρὸς Θεόν. Β. Ἥκιστά γε. Α. Θεὸς οὖν ἄρα τὸ Πνεῦμά ἐστι, καὶ ἐκ Θεοῦ κατὰ
40φύσιν· ἢ εἴπερ οὐχ ὧδε ἔχειν οἴονται κατὰ σφᾶς αὐτοὺς, εἰκαῖον ἤδη ῥαψῴδημα καὶ φενακισμὸς ἀληθῶς ὁ τοῦ σοφωτάτου Παύλου καταφανεῖται λόγος, γεγραφότος ὡδὶ τοῖς τὸ Πνεῦμα ἑλοῦσι καὶ δι’ αὐτοῦ προφητεύουσιν· «Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ
45ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτω

638

πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὄντως ὁ Θεὸς ἐν ἡμῖν ἐστι.» Καὶ μὴν καὶ τοῖς γλωσσῶν ἐρασταῖς, «Ὥστε, φησίν, ὁ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ. Οὐδεὶς γὰρ ἀκούει, Πνεύματι δὲ
5λαλεῖ μυστήρια.» Ποῦ γὰρ ἂν ὅλως τοῖς διὰ τοῦ Πνεύματος προφητεύουσιν ἐγκατῳκηκὼς νοοῖτο Θεός; Πνεύματι δὲ λαλεῖ μυστήρια τίνα δὴ τρόπον ὁ Θεῷ διαλεγόμενος, εἰ ταὐτότητος τῆς πρὸς Θεὸν φυσικῆς ὀθνεῖόν ἐστι τὸ Πνεῦμα αὐτοῦ;
10Β. Ὡς ὀρθὰ καὶ δίκαια λέγεις! Α. Καὶ πρός γε τούτοις φαίην ἂν ὅτι πλείστη τις ὅση περιεστήξει πληθὺς οὐκ ἀσυνέτων ἡμᾶς διαλογισμῶν, τῆς μὲν κατὰ τοῦ Πνεύματος δυσφημίας νεανικῶς ἀποφέρουσα,
ταῖς δὲ τῆς ἀληθείας ἐφιστᾶσα τρίβοις.160 in vol. 3
15Β. Πῶς ἔφης; Α. Ἢ οὐχὶ κατ’ εἰκόνα Θεοῦ τετεχνουργῆσθαί φαμεν· ἐπὶ γῆς τὸν ἄνθρωπον; Β. Πῶς γὰρ οὔ; Α. Τὸ δὲ δὴ τὴν θείαν ἡμῖν ἐγχαράττον εἰκόνα, καὶ
20σημάντρου δίκην ἐμποιοῦν τὸ ὑπερκόσμιον κάλλος, οὐχὶ τὸ Πνεῦμά ἐστιν; Β. Ἀλλ’ οὐχ ὡς Θεός, φησίν, ἀλλ’ ὡς θείας χάριτος ὑπουργόν. Α. Οὐκ αὐτὸ τοιγαροῦν ἡμῖν, ἀλλ’ ἡ δι’ αὐτοῦ χάρις
25ἐνσημαίνεται. Β. Ἔοικεν. Α. Ἦν οὖν ἀναγκαῖον εἰκόνα τῆς χάριτος, καὶ οὐχὶ μᾶλλον εἰκόνα Θεοῦ διακεκλῆσθαι τὸν ἄνθρωπον. Καὶ τόδε δὲ σκόπει· σοφὸς γάρ, ὡς οἶμαι, καὶ ἁπλοῦς ὁ λόγος.
30Δεδημιούργηται μὲν γὰρ ἐν ἀρχῇ τὸ ζῷον πλαστουργοῦντος αὐτὸ τοῦ Θεοῦ, καὶ τετιμηκότος οἱονεὶ καὶ αὐτοχειρίᾳ, κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ εἰς τὸ εἶναι παρῆκτο, διεμορφοῦτο πρὸς Θεόν, ἐμφυσηθείσης αὐτῷ πνοῆς ζωῆς. Ἀπεμποληκὼς δὲ τὸν ἁγιασμὸν διὰ τῆς εἰς φαυλότητα
35παρατροπῆς, εἰς τὸ ἐν ἀρχαῖς καὶ πρεσβύτατον αὖθις ἀνεκο‐ μίζετο κάλλος, καινουργοῦντος τὸ παλαιωθὲν εἰς εἶδος τὸ θεῖόν τε καὶ νοητὸν τοῦ Χριστοῦ, καὶ οὐ καθ’ ἕτερόν τινα τρόπον πλὴν ὅτι τὸν ἐν ἀρχαῖς· ἐνεφύσησε γὰρ τοῖς ἁγίοις ἀποστόλοις λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ἢ οὐκ
40εἴ τις ἐν Χριστῷ καινὴ κτίσις; Β. Ναί. Α. Οὐκοῦν ἀληθὲς εἰπεῖν, μᾶλλον δὲ καὶ ἀναγκαῖον ἤδη πως ἐννοεῖν, ὡς εἴπερ ἡ παλαίωσις καὶ ὁ τρόπος τῆς κατα‐
φθορᾶς νενόσηκε τῆς εἰκόνος τῆς ἐν ἁγιασμῷ τὴν ἀπεμπολήν,162 in vol. 3
45ἆρ’ οὐχὶ τῇ πρὸς τὸ ἀρχαῖον ἀναδρομῇ, καὶ καινουργίᾳ τῇ διὰ Χριστοῦ τῆς πρὸς Θεὸν ἐμφερείας τὴν πρόσληψιν ἐνεῖναι παραχωρήσομεν; Β. Πάνυ μὲν οὖν. Α. Ἀλλ’ εἰ τῆς οὐσίας τοῦ Πνεύματος διεσχοινισμένη

639

τις ἦν ἡ δι’ αὐτοῦ χάρις, τί μὴ ἔφη σαφῶς ὁ μὲν μακάριος Μωσῆς ὅτι παρενηνεγμένῳ τῷ ζῴῳ πρὸς τὸ εἶναι, λοιπὸν ἐνεφύσησε χάριν ὁ πάντων Δημιουργός, τὴν διὰ πνοῆς τῆς ζωῆς, Χριστὸς δὲ ἡμῖν· Λάβετε χάριν τὴν δι’ ὑπουργίας
5τοῦ ἁγίου Πνεύματος; Ἀλλ’ ὠνόμασται μὲν ἐν ἐκείνῳ, Πνοὴ ζωῆς· ζωὴ γὰρ ἀληθὴς ἡ τῆς θεότητος φύσις, εἴπερ ἐστὶν ἀληθὲς ὡς ἐν αὐτῇ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν· διὰ δὲ τῆς τοῦ Σωτῆρος φωνῆς, Πνεῦμα ἅγιον, αὐτό που κατὰ τὸ ἀληθὲς ταῖς τῶν πιστευόντων ψυχαῖς ἐγκατοι‐
10κίζοντός τε καὶ ἐνιέντος τὸ Πνεῦμα καὶ δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ μεταπλάττοντος εἰς εἶδος τὸ ἐν ἀρχαῖς, τουτέστιν εἰς ἑαυτόν, ἤτοι πρὸς ἰδίαν ἐμφέρειαν δι’ ἁγιασμοῦ, οὕτω τε ἡμᾶς ἀνακομίζοντος εἰς τὸ τῆς εἰκόνος ἀρχέτυπον, τουτέστι τὸν χαρακτῆρα τοῦ Πατρός. Χαρακτὴρ μὲν γὰρ
15ὁ ἀληθινὸς καὶ εἰς λῆξιν ἀκριβείας τῆς κατ’ ἐμφέρειαν νοουμένης αὐτός ἐστιν ὁ Υἱός· ὁμοίωσις δὲ ἀκραιφνής τε καὶ φυσικὴ τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστι, πρὸς ὃ καὶ ἡμεῖς μορφούμενοι δι’ ἁγιασμοῦ, πρὸς αὐτὴν εἰδοποιούμεθα τὴν Θεοῦ μορφήν. Ἀποστολικὸς δὲ πρὸς τοῦτο ἡμᾶς ἀνα‐
20πείσει λόγος. «Τεκνία γάρ, ἔφασκεν, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Μορφοῦται δὲ διὰ Πνεύματος ἀναστοιχειοῦντος ἡμᾶς πρὸς Θεὸν δι’ ἑαυτοῦ. Ὅτε τοίνυν πρὸς Χριστὸν μορφούμεθα, καὶ αὐτὸς ἡμῖν
ἐνσημαίνεται καὶ εἰδοποιεῖται καλῶς ὡς δι’ ὁμοίου φυσικῶς164 in vol. 3
25τοῦ Πνεύματος, Θεὸς ἄρα τὸ Πνεῦμά ἐστι, τὸ διαμορφοῦν πρὸς Θεὸν οὐχ ὡς διὰ χάριτος ὑπουργικῆς, ἀλλ’ ὡς θείας φύσεως μέθεξιν ἑαυτῷ τοῖς ἀξίοις δωρούμενον. Ὅτι δὲ ὁμοίωσις ἀληθὴς τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστι, γεγραφότος ἀκούσῃ τοῦ μακαρίου Παύλου· «Ὅτι οὓς προέγνω καὶ
30προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν.» Ἀναπλαττόμεθα γὰρ εἰς εἰκονισμὸν τὸν πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἤτοι πρὸς Θεόν, διὰ πίστεως καὶ ἁγιασμοῦ, καὶ τῆς πρὸς αὐτὸ σχέσεως, δῆλον δὲ ὅτι τῆς κατὰ μέθεξιν καὶ εἰσκεκριμένως, εἰ καὶ θείας φύσεως
35ὠνομάσμεθα κοινωνοί. Β. Οὐκ ἂν ἔχοιμί τι τοῖς εἰρημένοις ἐπιτιμᾶν. Α. Ναοὶ δὲ Θεοῦ, καὶ μὴν καὶ θεοὶ κεκλήμεθα καὶ ἐσμέν, ἀνθότου γε δή; Πύθου τῶν δι’ ἐναντίας, εἴπερ ἐσμὲν ἀληθῶς ψιλῆς καὶ ἀνυποστάτου χάριτος μέτοχοι; Ἀλλ’ οὐχ
40ὧδε ἔχει ποθέν. Ναοὶ γάρ ἐσμεν τοῦ ὄντος τε καὶ ὑφεστη‐ κότος Πνεύματος· κεκλήμεθα δὲ δι’ αὐτὸ καὶ θεοί, ἅτε δὴ τῇ θείᾳ τε καὶ ἀπορρήτῳ φύσει τῇ πρὸς αὐτὸ συναφείᾳ

640

κεκοινωνηκότες. Ἔκφυλον δὲ εἴπερ ἐστὶν ἀληθῶς καὶ τῆς θείας φύσεως διῳκισμένον οὐσιωδῶς τὸ θεοποιοῦν ἡμᾶς Πνεῦμα δι’ ἑαυτοῦ, διημαρτήκαμεν τῆς ἐλπίδος, αὐχήμασι τοῖς εἰς τὸ μηδὲν οὐκ οἶδ’ ὅπως ἠγλαϊσμένοι. Ποῦ γὰρ
5ἔτι θεοὶ καὶ ναοὶ Θεοῦ, κατὰ τὰς Γραφάς, διὰ τὸ Πνεῦμα τὸ ἐν ἡμῖν; Τὸ γάρτοι τοῦ εἶναι Θεὸς τητώμενον, πῶς ἂν ἐνθείη τὸ χρῆμα ἑτέροις; Ἀλλὰ μήν ἐσμεν ναοὶ καὶ θεοί. Προσεκτέον δὲ οὔτι που τοῖς πεπλανημένοις. Οὐχ ἑτεροού‐
σιον ἄρα πρὸς Θεὸν τὸ Πνεῦμα αὐτοῦ.166 in vol. 3
10Β. Ἀλλ’ εἴπερ ἐστὶν οὐχ ἑτεροούσιον, ὡς σὺ φῄς, διὰ τί μὴ καὶ αὐτό, φασίν, ἢ Πατήρ ἐστιν, ἢ Υἱός; Α. Εἶτα φύσεως, εἰπέ μοι, τῆς ἀνωτάτω καὶ πάντα ὑπερκειμένης ἀπολισθήσειν εἰκότως τὸ Πνεῦμα τὸ ἅγιον ὑπειλήφασιν, ἐπεὶ μήτε Πατήρ ἐστι μήτε Υἱός;
15Β. Ὧδέ πη δοξάζουσι. Α. Καὶ μὴν ἀνούστατά γε καὶ δυσσεβέστατα καὶ τόδε συνθέντες ἁλοῖεν ἂν εἰς τὴν τῶν ἁπλουστέρων καταστροφήν, εἰ τοῖς τῆς ὀρθότητος ἐνορῴῃ τις λόγοις. Οὐ γὰρ ἔν γε τῷ εἶναι Πατὴρ Θεός ἐστιν ὁ Πατήρ· οὐδὲ αὖ ἐν τῷ
20εἶναι Υἱὸς Θεός ἐστιν ὁ Υἱός. Ἐπεὶ φράσον, ἆρ’ οὐχὶ πάντη τε καὶ πάντως, εἰ τὸ γεννῶν καὶ γεγεννημένον, τοῦτό ἐστι θεότης ἡ κατὰ φύσιν, πᾶν εἴ τι τέτοκεν, ἤτοι γεγέννηται, εἴη ἂν πάντως που καὶ Θεὸς ἀληθῶς; Ἀλλ’ ἔστι θρασὺς ὁμολογουμένως ὁ ἐπὶ τῷδε λόγος. Οὐ γὰρ Θεὸς ὁ Πατὴρ
25ὅτι γεγέννηκεν, οὐδ’ αὖ Θεὸς ὁ Υἱὸς ὅτι γεγέννηται· ἀλλὰ Θεὸς ὢν τέτοκεν ὁ Πατήρ, καὶ Θεὸς ὑπάρχων γεννητός ἐστιν ὁ Υἱός. Οὐδὲν οὖν ἄρα τὸ παρωθοῦν καὶ ἐξεῖργον ἔτι τοῦ τῆς θείας φύσεως ἴδιον εἶναι πιστεύειν τὸ ἐξ αὐτῆς τε καὶ ἐν αὐτῇ φυσικῶς ἅγιον Πνεῦμα, κἂν εἰ μήτε Πατήρ,
30μήτε μὴν Υἱὸς εἴη ἄν, ἀλλ’ ἥτις ποτέ ἐστιν ἡ τοῦ Πνεύματος φύσις, πολυπραγμονεῖν ἀναγκαῖον, τὴν τῶν ὀνομάτων ἰδιότητα μεθέντας εἰς τὸ παρόν, οὐχὶ τῆς θεότητος οὖσαν δεικτικήν, ἀλλ’ ἑκάστου τῶν ὠνομασμένων τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τῆς ὑπάρξεως τρόπος εὖ μάλα κατασημαί‐
35νουσαν. Ὅτι γὰρ τέτοκε δηλοῖ τὸ Πατήρ, καὶ ὅτι γεγέννηται διεσάφησε τὸ Υἱός. Καὶ μὴν ὅτι τὸ Πνεῦμά ἐστιν ἐκ Θεοῦ Πατρός, ἴδιον δὲ καὶ αὐτοῦ τοῦ Υἱοῦ, δίκην τοῦ καθ’ ἡμᾶς καὶ ἀνθρωπίνου πνεύματος, εἰ καὶ ἐν ὑποστάσει νοοῖτο
καὶ ὑπάρχον ἀληθῶς, διαμεμήνυκεν ἡ κλῆσις.168 in vol. 3
40Β. Ὁποία τις οὖν ἄρα ἐστὶν ἡ τοῦ Πνεύματος φύσις; Α. Ἥπερ ἂν νοοῖτο καὶ ἡ τοῦ Πατρὸς καὶ ἡ τοῦ Υἱοῦ· καὶ ἀπόρρητος μὲν ὁμολογουμένως, ὑπερανέστηκε δὲ νοῦ

641

τε καὶ λόγου τοῦ καθ’ ἡμᾶς τὸ μέτρον ἡ περὶ τῆς θεότητος δόξα. Τοῖς δ’ οὖν ὁρᾶν εἰθισμένοις, κἂν γοῦν ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, καὶ γινώσκουσιν ἐκ μέρους, ἰσχναί πως ἀνίσχουσι τῆς θεοπτίας αὐγαί, τὸν τῆς διανοίας αἰθέρα
5περιαστράπτουσαι, καὶ πρὸς γνῶσιν αὐτοὺς ἀποφέρουσαι τὴν ἐνδεχομένην. Ἁπλῆ τοιγαροῦν καὶ ἀσύνθετος ἡ παντός ἐστιν ἐπέκεινα φύσις, ὑποστάσεων μὲν ἰδιότησι, προσώπων δὲ καὶ ὀνομάτων διαφοραῖς ἐξευρυνομένη, καὶ εἰς ἁγίαν ἰοῦσα Τριάδα, πλὴν ἑνότητι φυσικῇ καὶ τῇ κατὰ πᾶν
10ὁτιοῦν ἀπαραλλάκτῳ ταὐτότητι πρὸς ἕν τι συντρέχουσα, τὸ Θεὸς ὄνομά τε καὶ χρῆμα, ὥστε καὶ ἐν ἑκάστῳ τὴν ὅλην νοεῖσθαι φύσιν, μετὰ τοῦ προσεῖναι καὶ τὸ ἴδιον αὐτοῦ, δῆλον δὲ ὅτι τὸ καθ’ ὑπόστασιν. Μένει γὰρ ἕκαστον τοῦθ’ ὅπερ ἐστίν, ἑνώσει τῇ πρὸς τὰ ἕτερα φυσικῇ κἀκεῖνα
15πλουτοῦν ἐν ἰδίᾳ φύσει. Ἔστι γὰρ ὁ Πατὴρ ἔν τε τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, ὁμοίως δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἔν τε τῷ Πατρὶ καὶ ἐν ἀλλήλοιν. Β. Καὶ τίς ἂν γένοιτο τούτων ἡ πίστις; Α. Τὸ Γράμμα τὸ ἱερόν, ἡ θεόπνευστος Γραφὴ σαφῶς
20καὶ ἠκριβωμένως ἑνοῦσα Θεῷ τὸ Πνεῦμα αὐτοῦ, καὶ οὐκ ἂν ἑτέρως ἐσομένην ἐν ἡμῖν τὴν τοῦ Θεοῦ μέθεξιν πλὴν ὅτι διὰ τοῦ ἁγίου Πνεύματος ἀναφανδὸν ἐκδιδάσκουσα. Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς περὶ παντός, οἶμαι, πιστοῦ τε καὶ ἀγαθοῦ, «Ἐλευσόμεθα, φησίν, ἐγὼ
25καὶ ὁ Πατήρ, καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα·» καί, «Ἔν γε τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ
Πνεύματος οὗ ἔδωκεν ἡμῖν.» Ἔνοικον γὰρ καὶ ἐνηυλισμένον καταπλουτοίη τις ἂν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν οὐκ ἀλλότριόν τι καὶ διεσπασμένον οὐσιωδῶς αὐτοῦ τὸ170 in vol. 3
30Πνεῦμα λαβών, ἀλλὰ τὸ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ καὶ ἴδιον αὐτοῦ, καὶ τὴν ἴσην ὡς πρὸς αὐτὸν κυριότητα φοροῦν, οὕτω τε ὠνομασμένον, καὶ ὡς ἐν τάξει παραληφθὲν τοῦ Υἱοῦ διὰ ταὐτότητα φυσικήν. «Εἷς μὲν γὰρ Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ
35τὰ πάντα.» Ἑνὸς δὲ ὄντος Κυρίου, κατὰ τὰς Γραφάς, «ὁ Κύριος τὸ Πνεῦμά ἐστιν.» Ἢ οὐκ ἀληθὲς ὅ φημι; Β. Ναί. Γέγραπται γὰρ ὡδί. Α. Ἀκειρεκόμῃ δὲ ὄντι ποτὲ τῷ μακαρίῳ Σαμψὼν παρεῖναί τε καὶ συναθλεῖν τὸ Πνεῦμα λέγεται. Ἐπειδὴ
40δὲ ταῖς εἰς γύναιον ἡδοναῖς τὰ καθ’ ἑαυτὸν ἐδίδου καὶ ἐψιλοῦτο σιδήρῳ τὴν κεφαλήν, ἀπέστη, φησί, Κύριος ἀπ’ αὐτοῦ. Ἀναβήσεσθαι δὲ μέλλων εἰς οὐρανούς, προσ‐ πεφώνηκεν ὁ Χριστὸς τοῖς πιστεύουσιν εἰς αὐτόν· «Οὐκ

642

ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς.» Καὶ μὴν καί, «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Ἔπεμψε δὲ ἡμῖν ἐξ οὐρανοῦ τὸν Παράκλητον δι’ οὗ καὶ ἐν ᾧ μεθ’ ἡμῶν ἐστι καὶ ἐν
5ἡμῖν αὐλίζεται, οὐκ ὀθνεῖον ἡμῖν ἐγχέων, ἀλλὰ τὸ τῆς οὐσίας αὐτοῦ καὶ τῆς τοῦ Πατρὸς ἴδιον Πνεῦμα. Β. Σύμφημι. Μεμνήσομαι γὰρ καὶ αὐτὸς ἐγὼ θείου τε καὶ ἱεροῦ Γράμματος, ὧδέ πη λαλοῦντος περὶ τῶν ἁγίων ἀποστόλων ὅτι «Ἐπείραζον μὲν εἰς τὴν Βιθυνίαν ἀπελθεῖν,
10οὐκ εἴασε δὲ αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ.» Α. Τί δέ; Οὐχὶ καὶ αὐτοὺς τοὺς Θεοῦ λόγους Πνεύματος
εἶναί φησιν ἡ Γραφή; Ἡσαΐας μὲν γὰρ ὁ θεσπέσιος, τὴν ἐξαίσιον ἡμῖν καὶ φρικωδεστάτην ἐκείνην θεοπτίαν ἀφηγού‐ μενος, «Εἶδον, φησί, τὸν Κύριον Σαβαὼθ καθήμενον172 in vol. 3
15ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου.» Καὶ τὰ διὰ μέσου τούτοις ἐπενεγκών, «Ἤκουσα, φησί, Κυρίου Σαβαὼθ λέγοντος· Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγώ, ἀπόστειλόν με. Καὶ εἶπε· Πορεύου, καὶ εἰπὲ τῷ λαῷ τούτῳ· Ἀκοῇ
20ἀκούσετε, καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε.» Ἀλλ’ ὁ μὲν θεσπέσιος Ἰωάννης περὶ τοῦ Μονογενοῦς φησι, «Ταῦτα δὲ εἶπεν Ἡσαΐας ἡνίκα εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ.» Στέφανός γε μὴν ὁ σοφώτατος Ἰουδαίοις ἔφη προσλαλῶν· «Σκληροτράχηλοι
25καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε.» Ἆρ’ οὐκ ἐναργὲς ἤδη πως ὡς ἑτερότητι μὲν τῇ καθ’ ὑπόστασιν ἰδικὴν τί μέν ἐστι Πατήρ, τί δὲ καὶ Υἱός, τί δὲ δὴ καὶ τὸ Πνεῦμα, πρὸς ἡμῶν εὖ μάλα διαγινώσκεται; Συμβάσει γε μὴν τῇ πρὸς
30ἑνότητα φυσικήν, πάντα δὴ πάντων, παρουσία τε, καὶ λόγοι, καὶ μέθεξις, ἐνέργειά τε καὶ δόξα, καὶ ὅσα τὴν θείαν κατακαλλύνει φύσιν· ἀλλά με μικροῦ καὶ τόδε διέδρα. Β. Τὸ τί δή; Α. Ἀνακεκραγότων μὲν γὰρ ἐπαΐοις, ὦ τᾶν, τῶν ἁγίων
35προφητῶν· «Τάδε λέγει Κύριος·» Μυσταγωγῶν δὲ τῶν καθ’ ἡμᾶς, οἳ καὶ αὐτόπται γεγόνασι καὶ ὑπηρέται τοῦ λόγου· «Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον.» Γέγραπται δὲ αὖ· «Νηστευόντων δὲ αὐτῶν καὶ λειτουργούντων τῷ Κυρίῳ, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν
40Βαρνάβαν καὶ τὸν Παῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι
αὐτούς.» Ἀλλ’ εἴπερ ἔχει τὸ μεῖον ὡς πρὸς Θεὸν τὸ Πνεῦμα καὶ κατόπιν ἔρχεται τῆς οὐσίας αὐτοῦ, τὴν ἔκφυλον ἑτερότητα πεπονθός, ἑτεροφυές τε ὑπάρχον ἀληθῶς, ἆρ’ οὐκ174 in vol. 3

643

ἐν ἀμείνοσι τῶν ἀρχαιοτέρων ἁγίων ἡ διακονία λοιπὸν τῆς εὐαγγελικῆς τε καὶ ἀποστολικῆς λειτουργίας, εἴπερ οἱ μὲν τοὺς παρὰ Κυρίου καὶ Θεοῦ διηγγέλκασι λόγους, οἱ δέ, τοῦ Πνεύματος;
5Β. Κινδυνεύσει. Α. Καίτοι τί δήποτε κατακρίσεως μὲν καὶ θανάτου διακονίαν ἐκείνην, ταυτηνὶ δὲ ζωῆς καὶ δικαιοσύνης κατω‐ νόμαζέ πη γράφων ὁ Παῦλος· «Εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύσει ἡ διακονία
10τῆς δικαιοσύνης ἐν δόξῃ;» Ἑαυτοῦ γε μὴν πέρι καὶ τῶν ἄλλων ἀποστόλων. «Ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ Πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ Πνεῦμα ζωοποιεῖ.» Ἆρ’ οὐ παντί τῳ καταφανὲς κἀντεῦθεν ἂν γένοιτο, καὶ λίαν ἀκονιτί,
15ὡς οἱ μὲν ἄνωθέν τε καὶ παρὰ Θεοῦ λόγοι κατέκρινον τοὺς ἀρχαιοτέρους, καὶ εἰς αὐτό που τὸ λοῖσθον κατεκόμιζον τῶν κακῶν, δικαιοῦσι δὲ νυνὶ καὶ ζωοποιοῦσιν οἱ Πνεύματος; Ἢ οὐκ αἰσθάνῃ λοιπὸν ὅποι ποτὲ ἡμῖν διεκπαίουσιν οἱ λόγοι;
20Β. Ναί· πολὺ γὰρ τὸ δέος μὴ ἄρα τι καὶ ἄμεινον περὶ τοῦ Πνεύματος ἢ περὶ Θεοῦ Πατρὸς καὶ Υἱοῦ δοξά‐ ζωμεν· ἀλλ’ εἴτοι δοκεῖ, ταυτὶ μέν, ὦ τᾶν, ὧδέ τε ἔχειν ἔα καὶ εἰρῆσθαι καλῶς. Ἐπειδὴ δὲ Θεόν τε καὶ ἐκ Θεοῦ κατὰ φύσιν τὸ Πνεῦμά φαμεν, εἰ τοῖς τῆς θεότητος ἰδιώμασιν
25οὐ σχέσει τῇ πρὸς Θεόν, ἀλλ’ ὡς ἐν ἰδίᾳ φύσει κατίδοι τις ἂν ἐκπρεπὲς αὐτό, πολυπραγμονῶμεν ἡμεῖς. Α. Οὐ γάρ, ὦ φιλότης, καταβαλεῖς αὐτόθεν, οὐ σχέσει
τῇ πρὸς Θεὸν καθ’ ἥνπερ ἂν καὶ ἡμεῖς αὐτοὶ τὸ Πνεῦμα νοῶν ἐξωραϊσμένον, ἀλλ’ ὡς ἐν ἰδίᾳ φύσει καταπλουτοῦν176 in vol. 3
30τὸ τῆς ἀληθοῦς θεότητος κάλλος, καθάπερ ἀμέλει καὶ ὁ Υἱός, ὃς ἔφη πρὸς τὸν Πατέρα ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Τὸ γάρ τοι σχέσει τῇ μὴ κατὰ φύσιν τιμώμενον ὀθνείαν που πάντως εἰσοικίζεται δόξαν. Ἐπειδὴ δὲ ἑαυτοῦ μὲν οὐκ ἄν τι μετα‐
35λάχοι ποτέ, πάθοι δ’ ἂν αὐτὸ τῇ πρὸς ἕτερον σχέσει, τὸ μετέχον τοῦ μετεχομένου πᾶσά πως ἀνάγκη καὶ ἑτεροφυὲς εἶναι λέγειν. Β. Ἀνάγκη. Α. Εἶτα τίς ἐξοίσει ποτ’ ἄν, εἰπέ μοι, τῆς οὐσίας τοῦ
40Θεοῦ καὶ Πατρὸς τὸ ἐν αὐτῇ τε καὶ ἐξ αὐτῆς ἅγιον Πνεῦμα; Ἆρ’ οὐκ εἰς λῆξιν παντὸς ἂν ἴοι θράσους, κἂν εἰ μόνον τις ἕλοι ταυτὶ κατὰ νοῦν; Μόνους γὰρ ὧδε χρῆναι φρονεῖν οἰηθείην ἂν ἔγωγε, τοὺς λογισμοῦ καὶ φρενὸς τῆς ἀρίστης ὠλισθηκότας. Ἀλλὰ φέρε, λέγωμεν τὰ Θεοῦ καὶ Πνεύματος.
45Τοῦτο καὶ αὐτῷ σοι συνδοκοῦν σοφῶς τε καὶ ἀναγκαίως. Β. Λέγωμεν. Α. Φράζε δὴ οὖν, τίς ἂν νοοῖτο πρὸς ἡμῶν ἡ τοῦ Θεοῦ

644

δόξα καὶ τῆς φυσικῆς ἐνεργείας ἡ δύναμις; Β. Θεοῦ μὲν δόξαν εἶναί φημι τὸ παντὸς γενητοῦ φύσιν τε καὶ μέτρον ὑπερανίστασθαι καὶ ὑπάρχειν οὐκ ἐκτισμένως· ἐνέργειαν δὲ φυσικήν, τὸ δημιουργεῖν ἐξ οὐκ ὄντων δύνασθαι
5καὶ καλεῖν τὰ μὴ ὄντα ὡς ὄντα, τὸ συνέχειν εἰς τὸ εἶναι τὰ ὄντα καλῶς, τὸ ζωοποιεῖν, τὸ ἁγιάζειν, τὸ κατασοφοῦν εὖ μάλα τὰ σοφίας δεκτικά. Α. Ἐκβασανιστέον δὴ οὖν, εἰ δοκεῖ, τὸν περὶ τοῦ ἁγίου Πνεύματος λόγον. Εἰδεῖεν γὰρ ἂν οὐχ ἑτέρως ἢ οὕτως
10οἱ ψυχρά τε καὶ μειρακιώδη περὶ αὐτοῦ δοξάζοντες ὡς ἥκιστα μὲν ἐν μείοσιν εἴη ἂν ἢ ἐν οἷς ὁ ἐν μορφῇ καὶ ἰσότητι
τοῦ Θεοῦ καὶ Πατρός, ὁ Υἱός· ἰσοστατοῦν δὲ μᾶλλον οὐσιωδῶς αὐτῷ καὶ ἰσοσθενὲς κατ’ ἐνέργειαν ἐκ παντὸς ἂν ἡμῖν παραδειχθείη τρόπου.178 in vol. 3
15Β. Ἴθι δὴ οὖν εἰς τοῦτο γεννικῶς, Θεῷ πίσυνος λέγοντι· «Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.» Α. Οὐκοῦν (ἐρήσομαι γάρ), τὸ θεοποιεῖν δύνασθαι τοὺς οὐκ ὄντας θεούς, ἆρα ἂν πρέποι γενητῇ καὶ πεποιημένῃ φύσει;
20Β. Οὐκ ἔγωγε φαίην ἄν. Οὐ γάρ τοι τὸ μεῖον εἴς γε τὸ οὕτως ὑπερτεροῦν ἀνακομίσειεν ἄν. Α. Ὀρθῶς ἔφης· καὶ πρός γε δὴ τούτῳ κἀκεῖνο περια‐ θρεῖν τῆς σῆς ἂν εἴη παγκάλης φρενός. Εἰ γὰρ ἡ κτίσματος μέθεξις θεοποιεῖν οἶδε τὸ γενητόν, πῶς οὐκ ἂν εἴη καὶ
25τὸ ἔμπαλιν ἀληθές; Ζημιοῖ γὰρ μᾶλλον ἥπερ ὀνίνησιν ἀληθῶς τὸ Θεοῦ τοῦ κατὰ φύσιν μεταλαχεῖν. Ἀλλ’ οὐκ ἂν νοοῖτό ποτε θεοποιὸς ἡ κτίσις, ἀνήφθω δὲ μόνῳ τὸ χρῆμα Θεῷ, ταῖς τῶν ἁγίων ἐνιέντι ψυχαῖς, τῆς ἰδίας ἰδιότητος τὴν διὰ Πνεύματος μέθεξιν, δι’ οὗ καὶ σύμμορφοι
30γεγονότες τῷ κατὰ φύσιν Υἱῷ, θεοὶ κατ’ αὐτὸν καὶ υἱοὶ κεκλήμεθα Θεοῦ. «Ὅτι γάρ ἐσμεν υἱοί, κατὰ τὸ γεγραμ‐ μένον, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κράζον· Ἀββᾶ, ὁ Πατήρ.» Εἴπερ οὖν ἐστι μεῖζόν τε καὶ ἄμεινον ἢ κατὰ κτίσματος φύσιν
35τὸ θεοποιεῖν δύνασθαι δι’ ἑαυτοῦ, τίς τοῖς γεγονόσιν ἐγκατα‐ ριθμήσει τὸ Πνεῦμα τὸ ἅγιον, εἴ γε νοῦν ἔχοι μὴ κατε‐ φθαρμένον, ἢ πῶς ἂν λέγοιτο γενητὸν τὸ θεοὺς ἀποτελοῦν; Β. Οὐχ ὁρῶ. Α. Τὸ δὲ τῆς δουλείας ὄνομά τε καὶ χρῆμα παρέποιτο
40ἄν, ὦ Ἑρμεία, καὶ μάλα εἰκότως, κτιστῇ καὶ πεποιημένῃ φύσει, Θεοῦ δὲ δὴ πάντως ἀφεστήξει μακράν. Β. Πάνυ μὲν οὖν. Ἀληθὲς γάρ που τὸ ὑμνούμενον πρὸς
Θεόν, ὅτι «Τὰ σύμπαντα δοῦλα σά.» Α. Τὸ δουλείας οὖν ἄρα τὸ δοῦλον ἀπογυμνοῦν, καὶ180 in vol. 3

645

τοῖς τῆς ἐλευθερίας αὐχήμασι κατασεμνύνειν εἰδὸς καὶ ἐξ ἑαυτοῦ δυνάμενον δουλοπρεποῦς αὐτὸ προαποφοιτήσει μέτρου, καὶ φύσεως ἔσται τῆς ἀνωτάτω καὶ ἐλευθέρας. Ἐνεργὸν γὰρ οὕτω καὶ εἰς ἑτέρας γένοιτ’ ἂν ἰδίου τε καὶ
5προσπεφυκότος οὐσιωδῶς ἀγαθοῦ, τῆς ἐλευθερίας. Β. Συναινέσαιμ’ ἂν ὀρθῶς λέγοντί σοι. Α. Ἀνακεκραγέτω τοίνυν ὁ μακάριος Παῦλος· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ
10δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Καὶ μὴν καὶ ἑτέρως· «Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας, φησίν, ἐν ᾧ κράζομεν, Ἀββᾶ, ὁ Πατήρ.» Τῇ
15δὲ τῆς υἱότητος δόξῃ συμπαρομαρτήσειεν ἂν πάντως που καὶ τὸ ἐλεύθερον. Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοὺς ἁγίους ἀποστόλους ἐπειδὴ τοῖς ὑπὲρ φύσιν ἀξιώμασιν ἔγνω τιμᾶν, ἅτε δὴ καὶ μετόχους οὐκ εἰς μακρὰν ἐσομένους τοῦ ἁγίου τε καὶ ἐλευθέρου Πνεύματος, φίλους τε ἤδη καὶ
20ἐλευθέρους ἐκάλει. «Οὐκ ἔτι γάρ, ἔφασκε, λέγω ὑμᾶς δούλους· ὑμεῖς φίλοι μού ἐστε.» Ὅτε τοίνυν ὁ Κύριος τὸ Πνεῦμά ἐστι, καὶ ἔνθαπερ ἂν ᾖ τὸ Πνεῦμα Κυρίου, ζητητέον ἐκεῖ τὴν ἐλευθερίαν, φύσεως ἄρα τῆς ἐλευθέρας ἐκπεφυκός, καὶ οὐχὶ τῇ κτίσει συντεταγμένον καὶ τοῖς
25γενητοῖς ἐναρίθμιον νοοῖτ’ ἂν ὑπάρχειν τὸ δι’ οὗ καὶ ἐν ᾧ τὴν ἐλευθέραν ἡ κτίσις ἀποκερδαίνει δόξαν, τὸ ἐκ τῆς
δουλείας αἶσχος διωθουμένη τε καὶ διαδιδράσκουσα. Β. Ἀλλ’, οἶμαί που, φαῖεν ἂν ὅτι διακονικὴν ὑπουργίαν ἀποτελοῦν διακομίζει τὸ Πνεῦμα τοῖς ἁγίοις τὰ παρὰ Θεοῦ.182 in vol. 3
30Α. Λογιοῦνται δὴ οὖν, κατά γε τὸ εἰκός, τῶν δι’ αὐτοῦ διακονουμένων ἓν εἶναί τι τὴν ἐλευθερίαν, τὸ μέγα καὶ ὑπὲρ κτίσιν ἀξίωμα· δοῦλον γάρ, εἴ τι παρῆκται πρὸς γένεσιν. Β. Λογιοῦνται τυχόν.
35Α. Αὐτὸ τοιγαροῦν τὸ διακονοῦν οὐκ ἐλεύθερον φυσικῶς, εἴπερ ἑαυτῷ διακονεῖ μὲν οὐδέν, διαπορθμεύει δὲ μᾶλλον εἴς τινας τὴν παρ’ ἑτέρου του χάριν· ἢ οὐκ ἀνάγκη τὸ διακονοῦν τε καὶ μέσον, οὐκ αὐτόχρημα νοεῖσθαι τὸ διακο‐ νούμενον;
40Β. Ἀνάγκη. Α. Πῶς οὖν ὁ Κύριος τὸ Πνεῦμά ἐστιν, εἰ τῆς ἐλευθέρας δόξης τητώμενον, τὸ δοῦλόν που πάντως καὶ ὑπὸ ζυγὸν οὐ διέδρα μέτρον; Καὶ εἰ μὲν ἔστιν ἐν δόξῃ θεότητος φυσικῇ,

646

διακονεῖ μὲν οὐκ ἔτι, πολλοῦ γε καὶ δεῖ, διανέμει δὲ μᾶλλον καὶ εἰς ἡμᾶς αὐτοὺς ὡς ἔμφυτον ἀγαθὸν τὴν ἐλευθερίαν. Εἰ δὲ τοῦ κατὰ φύσιν εἶναι Θεὸς παρώλισθεν ἀληθῶς, γεγράψεται μὲν ἐν διακόνοις καὶ ὑπουργοῖς· διακονήσει
5δὲ τὸ ἀλλότριον, καὶ διακομίσει τοῖς ἀξίοις τὸ μεῖζον ἢ καθ’ ἑαυτό. Παραχωρήσει γάρ, οἶμαι, τοῖς ἐκ Θεοῦ τὸ νικᾶν. Ἀμείνους οὖν ἤδη λοιπὸν καὶ ἡμεῖς αὐτοὶ τοῦ ἁγίου Πνεύματος, τῇ ὑπὲρ τοῦτο καταχρυσούμενοι δόξῃ. Ἢ οὐκ ἄριστά σοι ταυτὶ δὴ φάναι δοκῶ, κἂν εἰ πλείστην ὅσην
10τὴν ἀποπληξίαν ἡμῖν ἀρρωστοῖεν οἱ λόγοι; Β. Καὶ μάλα. Α. Ἴωμεν δὲ καὶ δι’ ἐννοιῶν ἑτέρων ἰχνηλατοῦντες τὸ
ἀληθές. Οἱ βασιλεῖς τῆς γῆς, εἴ πή τινας ἕλοιντο τῶν ἐπιτηδείων, ἤγουν τῶν ἐξ αἵματός τε καὶ γένους, τῇ σφῶν184 in vol. 3
15αὐτῶν κατακαλλύνειν τιμῇ, καὶ τῇ βασιλίδι στεφανοῦν εὐκλείᾳ, τίνα δὴ τρόπον ὡς ἄριστά τε καὶ ἐπιεικέστατα ταυτὶ δρῷεν ἄν; Β. Ταῖς ἀνωτάτω που πάντως τιμαῖς ὑπεραίροντες. Α. Τὴν οὖν βασιλίδα τιμήν τε καὶ δόξαν, ὑφ’ ἧς στεφα‐
20νούμενος ἑαυτοῦ τε καὶ ἑτέρων ὑπερφέροιτ’ ἄν τις, πότερα λογιεῖ τοῦ τετιμημένου κρείττονα καὶ προφερεστέραν, ἤγουν ἐν ἴσῳ τυχὸν ἢ ἐν μείοσιν; Β. Ἀμείνω δηλονότι καὶ προφερεστέραν· καταφαιδρύνει γὰρ οὕτω τὸ τιμώμενον. Οὐ γάρ τοι τὸ τῆς τινος δόξης
25ἡττώμενον καὶ κατόπιν ἰόν, εἰ προσγένοιτό πως αὐτῷ, λαμπρότερον ἀποφανεῖ, κατακομίσει δὲ μᾶλλον ἐπὶ τὸ αἴσχιον. Α. Εὖ λέγεις· ὧδε γὰρ ἔχει τὸ χρῆμα, καὶ ὀρθῶς διανοῇ. Οὐκοῦν εἴπερ ἐστὶν οὐκ ἐν φύσει τε καὶ δόξῃ τῇ κατ’ ἀλή‐
30θειαν ἐλευθέρᾳ τὸ Πνεῦμα τὸ ἅγιον, διακονεῖ δὲ μᾶλλον ὑπουργικῶς τὴν παρ’ ἑτέρου του χάριν, πῶς εἰς βασιλέα κέχρισται, χρίσμα λαβὼν τὸ Πνεῦμα Χριστός; «Ἰησοῦν γάρ, φησί, τὸν ἀπὸ Ναζαρέτ, ἔχρισεν ὁ Θεὸς Πνεύματι ἁγίῳ.» Γράφει δὲ ὧδε καὶ πρὸς ἡμᾶς ὁ σοφὸς Ἰωάννης·
35«Καὶ ὑμεῖς χρίσμα ὃ ἐλάβετε ἀπ’ αὐτοῦ μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ’ ὡς τὸ αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων.» Πάρα δὲ καὶ αὐτοῦ διαπυθέσθαι Χριστοῦ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς, ὧδέ πη βοῶντος, καὶ τὴν ἐκ τοῦ κεχρῖσθαι δόξαν διερμηνεύοντος·
40«Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ.» Τὸ δοῦλον, εἰπέ μοι, Πνεῦμα ποιεῖ δεσπότην; Βασιλικὸν ἀξίωμα
τὴν ἰδίαν ἔχει φύσιν, τὸ κατ’ αὐτοὺς οὐκ ἐλεύθερον; Ἄπαγε τῆς δυσβουλίας. Ἀτλητῶ γὰρ ἤδη πως τοῖς τῶν ἐναντίων ἐμέτοις περιτυχών. Ἔδει γάρ, ἔδει φρονοῦντας ὀρθῶς τὸ186 in vol. 3

647

ἐλεύθερόν τε καὶ βασιλικὸν τοῦ Πνεύματος ἀξίωμα κἀν‐ τεῦθεν ἰδεῖν. Περὶ μὲν γὰρ τῶν ἐν πίστει δικαιουμένων ὁ μέγας ἡμῖν ἔφη Παῦλος· «Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων;» Ἀνάψας
5δὲ μόνῃ τῇ θείᾳ τε καὶ ὑπὲρ πάντα φύσει τὸ δικαιοῦν δύνασθαί τινας καὶ ἀπολέκτους ἀποτελεῖν, τῇ τοῦ Πνεύματος φύσει τε καὶ δόξῃ τὸ χρῆμα προσνέμει. Γράφει γὰρ πάλιν· «Καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί· ἀλλ’ ἀπελού‐ σασθε, φησίν, ἀλλ’ ἡγιάσθητε, ἀλλ’ ἐδικαιώθητε ἐν τῷ
10ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.» Β. Ἆρ’ οὖν ὡς Θεὸς δικαιοῖ τὸ Πνεῦμα τοὺς ἡμαρ‐ τηκότας; Α. Πάνυ μὲν οὖν, ὦ ἑταῖρε. Θεῷ γὰρ ἂν πρέποι καὶ
15μόνῳ παραβάσεών τε καὶ γραφῆς ἀπολύειν δύνασθαι τοὺς ἐνισχημένους, ἑτέρῳ γε μὴν τῶν ὄντων οὐδενί. Θεὸς δὲ καὶ ἐκ Θεοῦ κατὰ φύσιν τὸ Πνεῦμα δέδεικται μὲν ἤδη καὶ διὰ μακρῶν ἡμῖν λόγων, δειχθήσεται δὲ καὶ ἐσαῦθις, εἰ μή τις εἴην ἔν γε δὴ τούτῳ φορτικός.
20Β. Οὐκ ἂν γένοιο. Τὸ γάρ τοι βλέπον εἰς ὄνησιν οὐδαμόθεν ἂν ἔχοι τὸ λυπεῖν εἰδός, παρά γε τοῖς ἐπιεικεστέροις. Α. Ἄθεοι τοιγαροῦν καὶ ἐλπίδος ἁγιοπρεποῦς τητώμενοι διατελοῦσιν ἐν κόσμῳ, κατὰ τὰς Γραφάς, οἱ κτίσει λελατρευ‐ κότες παρὰ τὸν Κτίστην καὶ Ποιητήν.
25Β. Ὧδε ἔχει.
Α. Νυνὶ δὲ γνόντες Θεόν, καὶ ἐγνωσμένοι παρὰ Θεοῦ, τὸν τῶν ὅλων Πατέρα καὶ Θεὸν ἐγνώκαμεν δι’ Υἱοῦ ἐν Πνεύματι. Καὶ μάρτυς αὐτὸς ὁ Σωτὴρ ἡμῶν περὶ μὲν ἑαυτοῦ λέγων· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου188 in vol. 3
30ἀκούει, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον· καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκουσί με τὰ ἐμά.» Περὶ δέ γε τοῦ Πνεύματος τοῖς ἁγίοις μαθηταῖς φησιν· «Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ
35τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ.» Ἆρ’ οὖν οὐχὶ Θεὸς ἐναργῶς τὸ ὡς Θεὸς ἐγνωσμένον καὶ ἐν ἡμῖν οἰκοῦν, οὐχ ὡς κτίσμα καὶ γενητὸν καὶ δουλείᾳ τῇ καθ’ ἡμᾶς ἐνεχόμενον, ἀλλ’ ὡς ἐλεύθερον κατὰ φύσιν καὶ αὐτῆς ὑπάρχον τῆς ἀληθείας τὸ Πνεῦμα, μᾶλλον δὲ
40αὐτὴ καθ’ ἕνωσιν τὴν πρὸς τὸν Υἱὸν ἡ ἀλήθεια· Τὸ γὰρ Πνεῦμά ἐστιν ἡ ἀλήθεια, κατὰ τὰς Γραφάς, ἀλήθεια δέ, ὁ Χριστός. Β. Ἡ πρὸς τὸν Υἱὸν οὖν ἄρα φυσικὴ ταὐτότης ὡς εἴη τὸ Πνεῦμα Θεὸς ἀπόχρη πρὸς ἀπόδειξιν καὶ πληροφορίαν
45ἡμῖν; Α. Ναί, εἴπερ ἑνὸς ὄντος Θεοῦ τοῦ Πατρὸς Θεός ἐστιν ὁ Υἱὸς καὶ ἑνὸς ὄντος Κυρίου τοῦ Υἱοῦ, Κυριός ἐστιν ὁ Πατήρ.

648

Συνεισθέοντος γὰρ οὕτω καὶ ἐν ἀμφοῖν ὄντος τε καὶ νοουμέ‐ νου τοῦ ἁγίου Πνεύματος, κατ’ εὐθὺ τῆς ἀληθείας οἰχήσεται, καὶ τῶν εἰς ὀρθότητα νοημάτων ἀμοιρήσειεν ἂν οὔτι που τῶν πιστευόντων ὁ νοῦς. Διὰ γάρ τοι τὸ ἐν οὐσίᾳ ταὐτὸν
5Κυριός τε καὶ Θεὸς τὸ Πνεῦμά ἐστιν, οὕτω τε ὠνόμασται παρὰ τῇ θεοπνεύστῳ Γραφῇ. Ἡσαΐας μὲν γὰρ ὁ θεσπέσιος
περὶ τῶν ἐξ αἵματος Ἰσραήλ· «Κατέβη Πνεῦμα παρὰ Κυρίου, φησί, καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου τοῦ ποιῆσαι σεαυτῷ ὄνομα δόξης.» Μωσῆς δὲ ὁ190 in vol. 3
10μέγας, Κύριόν τε καὶ Θεὸν τὸ Πνεῦμα εἰδώς, ὧδέ πή φησι· «Κύριος μόνος ἦγεν αὐτούς, καὶ οὐκ ἦν μετ’ αὐτῶν Θεὸς ἀλλότριος.» Καὶ προσεφώνει μὲν ἐν ᾠδῇ τοῖς ἐξ Ἰσραήλ· «Μνήσθητι, μὴ ἐπιλάθῃ ὅσα παρώξυνας Κύριον τὸν Θεόν σου ἐν τῇ ἐρήμῳ.» Κατασημαίνων δὲ αὖ τὸν
15παροξυνθέντα Κύριον καὶ Θεὸν ὁ προφήτης φησίν· «Οὐ πρέσβυς οὐδὲ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς, διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν. Αὐτὸς ἐλυτρώ‐ σατο αὐτούς, καὶ ἀνέλαβεν αὐτούς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος, αὐτοὶ δὲ ἠπείθησαν, καὶ
20παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν.» Ἆρ’ οὐχὶ σαφῶς ἔν γε τουτοισὶ τὸ κατα‐ φοιτῆσάν τε καὶ ὁδηγοῦν τοὺς λελυτρωμένους ἅγιον Πνεῦμα Κύριόν τε καὶ Θεόν, οὐκ ἀλλότριον, ἀποκαλεῖ; Εἶτα πῶς ἂν εἴη λοιπὸν ἑτεροφυὲς πρὸς Θεὸν τὸ μήτε διῳκισμένον
25οὐσιωδῶς αὐτοῦ μήτε μὴν ἀλλότριον, ἀλλ’ ἴδιον αὐτοῦ; Παραθήγοντες δέ, εἰπέ μοι, τὸ Πνεῦμά τινες, κατὰ τίνα δὴ τρόπον παροργίζουσι Θεόν; Ἢ πῶς ἂν ἔχοιεν ἐχθρὰ φρονεῖν ᾑρημένον οἷς ἀντιφέρεσθαι τὸ Πνεῦμα δοκεῖ; Β. Φράσαις ἂν αὐτός· σὸν γὰρ ἤδη πως καὶ τοῦτο
30εἰπεῖν. Α. Οὐκοῦν φαίην ἂν ὅτι τῇ πρὸς Θεὸν ἑνώσει τὸ Πνεῦμα Θεὸς καὶ τῇ πρὸς Κύριον ταὐτότητι φυσικῇ τὸ Πνεῦμα Κύριος· γένοιτο δ’ ἂν καὶ τοῦτο εὐθὺς ὅτι μάλιστα δια‐ φανές, εἰ καὶ δι’ ἑτέρων τις ἕλοιτο διαστείχειν ἐννοιῶν.
35Καὶ γοῦν, οὐ τόπῳ καὶ περιορισμοῖς, ποσότητί τε καὶ μέτροις ὑποκειμένου Θεοῦ (πρέποι γὰρ ἂν μᾶλλον ταυτὶ
γενητοῖς· ἄποσον γὰρ καὶ ἀπεριόριστον, καὶ ἀμέγεθες. καὶ οὐκ ἐν θέσει τῇ κατὰ τόπον νοεῖται τὸ Θεῖον, ἐπείπερ ἐστὶν ἀσώματον παντελῶς), καὶ αὐτὸ φανεῖται τὸ Πνεῦμα192 in vol. 3
40τοῖς τῆς θείας φύσεως ἐκπρεπὲς ἰδιώμασι, σὺν Πατρί τε καὶ Υἱῷ τὰ πάντα πληροῦν καὶ ἐν πᾶσιν εἶναι πεπιστευ‐ μένον. Ἔφη μὲν γάρ που δι’ ἑνὸς τῶν προφητῶν ὁ πάντα ἐν πᾶσι Θεός· «Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ,

649

λέγει Κύριος;» Περιτιθεὶς δὲ τὸ χρῆμα τῷ Υἱῷ, γέγραφεν ἡμῖν ὁ Παῦλος· «Ὁ καταβάς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» Ἀναμελῳδεῖ δὲ πρὸς Θεὸν καὶ ὁ θεσπέσιος Δαβίδ· «Ποῦ πορευθῶ ἀπὸ
5τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει.» Οὐκοῦν εἰ τόπος οὐδεὶς ἔνθα μὴ ἔστι τὸ Πνεῦμα, καὶ πληροῦντος τὰ πάντα τοῦ Πνεύματος, Θεὸς ὁ πληρῶν, κατὰ τὸ ὑπό του καλῶς εἰρημένον ὅτι
10«Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς·» πῶς ἂν γένοιτο λοιπὸν ἄποπτόν τε καὶ ἀσυμφανὲς ὅτι τῇ πρὸς Θεὸν ἑνώσει φυσικῇ τὸ Πνεῦμα Θεός; Εἰ δὲ καὶ συνέχει τὰ πάντα, πῶς ἂν εἴη κτιστὸν ἢ γενητόν, καίτοι τοῦ πάντα πᾶν εἶδός
15τε καὶ γένος οὐσίας, πεποιημένης δὲ δηλονότι, κατακλείοντος ὥσπερ ἐν ἑαυτῷ, καὶ ἕτερον ἐναργῶς παρὰ πάντα κατα‐ δεικνύντος τὸ συνέχον αὐτά; Ὃ δὲ μὴ ἔστιν ἐν πᾶσιν, ἀλλ’ ἔξω τοῦ πάντα, φυσικῶς ὑπερκείσεταί που τὰ γενητά, καὶ τὴν τῶν παρ’ αὐτοῦ πληρουμένων τε καὶ συνειλημμένων
20ὑπεραλεῖται φύσιν. Θεὸς δὲ ἤδη τὸ ὑπὲρ κτίσιν· ἢ οὐκ
ἀληθὲς ὅ φημι; Β. Σύμφημι· πλὴν ἐροῦντας ἴσθι τοι πάλιν ὡς εἴη τὸ Πνεῦμα κτιστόν τε καὶ γενητόν. Θεὸς γάρ πού φησι, προσπεφώνηκέ τις τῶν ἀρχαιοτέρων· «Ἐγώ εἰμι Κύριος194 in vol. 3
25στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὕψη τῆς γῆς.» Α. Καὶ μήν, ὦ ἑταῖρε, τὴν τοῦ ἁγίου Πνεύματος δόξαν καταπημήνειεν ἂν οὔτι που τὸ παροισθὲν ἀρτίως, εἰ μὴ
30ἀδρανῆ τις ἔχοι καὶ παρεφθαρμένον τὸν νοῦν. Πνεῦμα γὰρ ὠνομασμένον ἁπλῶς καὶ ἀδιακρίτως, οὐχὶ πάντη τε καὶ πάντως τὸ ἅγιόν τε καὶ θεῖον κατασημήνειεν ἄν· ἢ γὰρ ἂν ἔφην οὐκ ἀπίθανον κομιδῇ τὸν τῆς δυσφημίας αὐτοῖς ἐκπεποιῆσθαι λόγον· ἀλλ’ ὁμωνύμως ἐκφέρεται καὶ κατὰ
35πλείστων ὅσων λόγῳ τῷ κατὰ φύσιν εἰς ἀνομοιότητα διατετμημένων. Πνεῦμα γὰρ ὁ ἄγγελος, καὶ μὴν καὶ ἀνθρώ‐ που ψυχή, καὶ τὸ ἐγκόσμιόν τε καὶ ἀερῶδες κίνημα. Εἶτα τί, παρέντες τὸ λίαν ἐξακριβοῦν καὶ φυλοκρινεῖν εὖ μάλα κατὰ καιροὺς τὸ δηλούμενον, ἑώλοις φενακισμοῖς κατα‐
40λυπεῖν ἐγνώκασι τὸ ὑπὲρ τὴν κτίσιν καὶ δημιουργὸν ἑνώσει τῇ πρὸς τὸν ἕνα καὶ φύσει δημιουργόν; Ὁ γάρ τοι προφήτης, μᾶλλον δὲ δι’ αὐτοῦ Θεός, οὐχὶ τὸ ἴδιον ἔφη παρενεγκεῖν

650

εἰς τὸ εἶναι Πνεῦμα, πολλοῦ γε καὶ δεῖ· διακεισόμεθα γὰρ οὐχ ὧδε ἔχειν· οἰηθέντων δέ τινων ἐκ πολλῆς ἄγαν ἠλιθιό‐ τητος καὶ δίχα τῆς ἄνωθεν ψήφου, σφίσι τε αὐτοῖς καὶ ἑτέροις δύνασθαι κατορθοῦν τὸ καὶ θρόνων ἐφικέσθαι
5βασιλικῶν, ἀρχῆς τε περιφανοῦς καὶ σκήπτρων κατάρχειν, ἑαυτῷ τὸ πάντων ἀνάπτει κράτος ὁ ὑπὲρ πάντα Θεὸς
καὶ τοῖς παρ’ αὐτοῦ θεσμοῖς καὶ νεύμασι τὴν σύμπασαν κτίσιν διοικουμένην ἐπιδεικνύς, Ἐγώ, φησίν, εἰμὶ Κύριος στερεῶν βροντήν, ἀνιεὶς δὲ τοῖς ἐν κόσμῳ πνευμάτων196 in vol. 3
10φοράς. Κτίζω γὰρ οὕτω τὸ πνεῦμα, καὶ σαφῆ ποιούμενος τὴν ἀνάρρησιν οὗπερ ἂν ἑλοίμην εἶναι Χριστοῦ, τουτέστι τοῦ πρὸς βασιλείαν καταχριομένου καὶ τὸ κρατεῖν λαγχά‐ νοντος· οὐκ ἀνεθελήτως ἐμοί, ἐμοῖς δὲ προστάγμασιν ὄρθρος τε καὶ ὁμίχλη πράττεται, τουτέστι νὺξ καὶ ἡμέρα
15καὶ φῶς καὶ σκότος. Ἐπεὶ λεγόντων ἐκεῖνοι, τί τὸ κοινὸν βροντῇ καὶ ἁγίῳ Πνεύματι, τί δὲ ὄρθρῳ καὶ ὁμίχλῃ πρὸς τὸ ἐκ Θεοῦ τε καὶ ἐν Θεῷ. Ἆρ’ οὐκ ἐναργὴς ὁ λόγος; Β. Ἔοικε. Τὸ γὰρ τῶν ὠνομασμένων ἀσυμφυὲς καὶ ἀσύμβατον κομιδῇ, τῆς ἐκείνων δόξης καταψηφιεῖται τὸ
20ἀκαλλές. Α. Πῶς δ’ ἂν καὶ ἑτέρως κτίσμα τε καὶ γενητὸν ὑπάρχειν νοοῖτο, συνδημιουργοῦν τῷ μόνῳ Δημιουργῷ, καὶ τὴν ἔν γε τούτῳ δύναμίν τε καὶ ἐξουσίαν οὐκ ἔξωθεν ἐπακτόν, οὐδὲ παράσημον ἔχον ἢ παρ’ ἑτέρου του πεπλουτηκός,
25ἀλλ’ ἐξ ἑαυτοῦ καὶ ἰδίαν καὶ φυσικῶς; «Πνεῦμα γὰρ θεῖον τὸ ποιῆσάν με,» φησί· καίτοι τῶν ἱερῶν Γραμμάτων εἰληφέναι μὲν χοῦν ἀπὸ τῆς γῆς διϊσχυριζομένων τὸν Θεόν, καὶ οἱονεὶ ταῖς διὰ χειρῶν αὐτουργίαις ἐκτετιμηκότα τὸν ἄνθρωπον, εἴπερ ἐστὶν ἀληθὴς ὁ λέγων· «Αἱ χεῖρές σου
30ἐποίησάν με καὶ ἔπλασάν με.» Β. Καὶ μὴν τὸ χρῆμά ἐστιν ἀληθές. Α. Τί δέ, οὐχὶ καὶ τὸν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τῶν ἀνθρωπίνων σωμάτων ἀναπλασμόν, τήν τε εἰς τὸ αὖθις εἶναι παραγωγήν, οὐ διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας
35ἔσεσθαί τε διακεισόμεθα, καὶ θεῖος ἡμῖν προκεχρησμῴδηκε λόγος;
Β. Πῶς ἔφης; Α. Οὐκ ἀναβιώσεσθαι τοὺς νεκροὺς καὶ ἐγερθήσεσθαι τοὺς ἐν τοῖς μνημείοις λόγιον, οἶμαί που, προφητικὸν198 in vol. 3
40ἀνακέκραγέ τε καὶ ἡμεῖς πιστεύομεν, ἀναστοιχειοῦντος ἡμᾶς εἰς ζωὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ, διὰ τοῦ ἰδίου Πνεύματος; Β. Ναί, μεμνήσομαι γὰρ τοῦ μακαρίου βοῶντος Δαβὶδ καὶ τὸν ἐκ τῆς ἁμαρτίας ἡμῶν ὄλισθον εἰς φθορὰν καὶ

651

θάνατον ἀναγεγραφότος, καὶ τὸν ἐκ τῆς ἀναστάσεως ἀνακαινισμὸν εὖ μάλα προϋμνηκότος. Ἔφη γὰρ ὧδε πρὸς Θεόν· «Ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθή‐ σονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι, καὶ
5εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Α. Ὁ τοίνυν ἀναπλασμὸς καὶ ἡ τοῦ κατεφθαρμένου μεταδρομὴ πρὸς καινουργίαν τε καὶ ἀναμόρφωσιν ἔργον
10ἂν γένοιτο, κατά γε τὸ εἰκὸς καὶ αὐτῷ μοι δοκοῦν εὖ ἔχειν, τῆς αὐτῆς φύσεως τε καὶ ἐνεργείας ἧς ἂν φαίνοιτο καὶ τὸ ἐν ἀρχαῖς ἀπορρήτως πλαστουργηθέν. Β. Σύμφημι. Α. Πῶς οὖν ἄρα τὸ δι’ οὗ καὶ ἐν ᾧ Θεὸς ἐνεργὸς περὶ
15τὴν κτίσιν καὶ τῶν ὅλων ὁρᾶται δημιουργὸς γενητὸν ἂν εἴη καὶ ἐκτισμένον; Ὥρα γὰρ ἤδη πως ἡμᾶς εἰπεῖν ὡς, εἴπερ ὧδε ἔχειν ἐροῦσι τὸ χρῆμα, κτιστὴν εἶναι τοῦ Θεοῦ τὴν ἐνέργειαν καὶ οὐχ ἑκόντες ὁμολογήσουσι. Καὶ τί τὸ ἐντεῦθεν; Θεομισὴς δυσφημία, παλίμφημοι δόξαι, καὶ τῆς
20εἰς ἄκρον ἡκούσης ἀμαθίας ἐγκλήματα. Ἐρεῖ γάρ, οἶμαι, τὶς τῆς ἀνδράσι πρεπούσης σοφοῖς εὐκοσμίας ἠφειδηκὼς
ἁπλοῦν καὶ ἀσύνθετον κυρίως τε καὶ πρώτως τὸ Θεῖον, ὦ τᾶν, οὐκ ἐκ φύσεως καὶ ἐνεργείας ὡς παρ’ αὐτὸ φυσικῶς ἑτέρας συντεθεῖσθαι νοούμενον, ἀλλ’ ἕν τι τὸ σύμπαν200 in vol. 3
25ὑπάρχειν μεθ’ ὧν ἂν οὐσιωδῶς ἔχοι πεπιστευμένον. Οὐκοῦν εἰ λέγοιτο κτιστὴν καὶ πεποιημένην τὴν ἐνέργειαν ἔχειν, ἰδίαν οὖσαν αὐτοῦ, τουτέστι τὸ Πνεῦμα, καὶ αὐτό που πάντως ἔσται κτιστόν, ἐπεὶ μὴ ἕτερόν τι παρ’ αὐτὸ τὸ ἐνεργὲς αὐτοῦ. Ἆρ’ οὐ στυγητὸς καὶ ἀπεχθὴς ὁ λόγος,
30καὶ πολὺ διανενευκὼς εἰς τὸ πεποιῆσθαι δυσσεβῶς; Β. Παντάπασι μὲν οὖν. Α. Καθίκοιτο δ’ ἂν καὶ εἰς ἑτέραν αὐτοῖς ἀτοπίαν ἡ δόξα. Β. Ποίαν δή τινα φῄς;
35Α. Κύριος τῶν δυνάμεων κατωνόμασται ὁ Θεός, ἔστι δέ που πάντως καὶ ἀληθὲς τὸ ὑμνούμενον. Β. Ἀληθές· πῶς γὰρ οὔ; Α. Εἴ τι τοιγαροῦν τὴν ἀνωτάτω τε καὶ θείαν ὑποκάθηται φύσιν, ἰδίαν μὲν οὐκ ἂν ἔχοι δύναμιν· ἕρπει δὲ ὥσπερ
40ἀπὸ πηγῆς τοῦ Θεοῦ, κατά γε τὸ αὐτῷ μοι δοκοῦν, ἐφ’ ἕκα‐ στον τῶν δυναμουμένων ἡ δύναμις, καθάπερ ἀμέλει καὶ ἡ σοφία, καὶ τὰ ὧν ἐστι δοτήρ. Ὃ γάρ ἐστι κατὰ φύσιν ὁ πάντων Δεσπότης μεθεκτῶς ἔσται καὶ παρ’ αὐτοῦ τὰ πεποιημένα, ὥστε καὶ ἄγαμαί τι καλῶς εἰρημένον τό
45«Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες;» Ἐφαρμόσειε γὰρ ἄν, ὡς ἔοικεν, εἴ τις ἕλοιτο φιλοσοφεῖν, οὐχ ἡμῖν γε μόνοις τοῖς

652

ἐπὶ γῆς αὐτό, μᾶλλον δὲ ἁπάσῃ τῇ κτίσει. Β. Τί οὖν ἄρα τὸ ἐντεῦθεν ἡμῖν συναγόμενον; Α. Ἀναμελῳδοῦντος ἀκούω καὶ πνευματικὴν ὥσπερ τινὰ διακρούοντος λύραν τοῦ μακαρίου Δαβίδ, λέγοντός τε σαφῶς·
5«Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Φράζε δὴ οὖν, τὸ στερεοῦν οὐρανοὺς καὶ ἡ πᾶσα τῶν ὄντων
δύναμις, Θεὸς ἂν εἴη μᾶλλον ἢ κτίσις; Β. Θεὸν ἔγωγέ φημι, καὶ μάλα εἰκότως. Ἐφείην γὰρ202 in vol. 3
10ἂν οὔτι που τοῖς πεποιημένοις τὸ μηδαμῇ δεῖσθαι Θεοῦ, κατορθοῦν δὲ μᾶλλον ἑαυτοῖς καὶ ἐκπορίζειν δύνασθαι τὰ δι’ ὧν ἂν ἔχοι τὸ σῴζεσθαι καὶ συνεστάναι καλῶς, καίτοι διαπίπτοντα φυσικῶς εἰς φθοράν. Α. Στερεοῖ τοιγαροῦν τὸ Πνεῦμα τοὺς οὐρανοὺς οὐ
15κτιστῆς καὶ πεποιημένης οὐσίας τὴν μέθεξιν ἐμποιοῦν αὐτοῖς, ἀλλ’ ὡς ἐνέργειαν Θεοῦ τὴν ἰδίαν αὐτοῦ δωρούμενον. Τὸ γάρ τοι συνέχειν τὰ ὄντα καλῶς, καὶ στερεοῦν εἰς διαμονὴν τὸ καταφθείρεσθαι πεφυκός, οἴκοθέν τε νοσοῦν τὴν εἰς τὸ μηδὲν ἀναδρομήν, παραδεικτικὸν ἂν εἴη τῆς
20τόδε τὸ πᾶν ἡνιοχούσης οὐσίας. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἥτις ποτέ ἐστιν ἡ τοῦ Θεοῦ φύσις ἐκ τῶν ἀποτελεσ‐ μάτων μετρίως διαφαντάζεσθαι καὶ ἐννοεῖν ἡμᾶς ἀναπείθει λέγων· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις
25καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν.» Ἐξοίσει δὴ οὖν τὸ τῆς θείας φύσεως κάλλος εἰς ὄψιν ὥσπερ ἐμφανε‐ στέραν, ἡ ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης. Δυναμοῖ δὲ
30πάντως ἡ δύναμις καὶ στερεοῖ τὸ Πνεῦμα τοὺς οὐρανούς, οὐχ ὡς ἓν τῶν κτισμάτων ὑπό του παραληφθὲν εἰς ἐπι‐ κουρίαν—ἀποπληξία γὰρ τοῦτο φρονεῖν ἢ λέγειν—ἀλλ’ ὡς ἴδιον ὑπάρχον Πνεῦμα τοῦ τὰ πάντα δημιουργοῦντός τε καὶ δυναμοῦντος Θεοῦ· ἢ εἴπερ οὐχ ὧδε ἔχειν ἐροῦσιν,
35ἀποκρινάσθων αὐτοί, καὶ παραδεικνύντων ἡμῖν τὴν αἰτίαν
δι’ ἣν ὁ πάντων δημιουργὸς τὸ ἐν καλῷ κεῖσθαι τοῖς κτίσμασι καὶ τὸ τελείως ἔχειν εἰς εὐκοσμίαν διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος ἐκμηχανᾶται καὶ δίδωσι. Δυναμοῖ γὰρ οὐρανούς, οἷς εἴπερ ἀπέχρη τὸ ἐκτίσθαι μόνον πρὸς τὸ204 in vol. 3
40ἐρηρεῖσθαι καλῶς, οὐκ ἀναγκαία που πάντως ἡ διὰ τοῦ Πνεύματος πῆξις. Ἀλλὰ μὴν τοῦτο οὐκ ἀληθὲς ἐκδείξειεν ἂν ἡ ἐπ’ αὐτῷ βάσανος, ἥπερ ἂν γένοιτο πρὸς ἡμῶν· οὐκοῦν εὐδοκιμήσει τὸ ἔμπαλιν. Β. Ὀρθῶς ἔφης.

653

Α. Τί δὲ δὴ τὴν ἀνθρώπου φύσιν τε καὶ γένεσιν οὐκ εἰς τελειότητα τότε δὴ μόλις τὴν αὐτῇ πρεπωδεστάτην ἀνῆχθαί φαμεν ἡνίκα διὰ τοῦ Πνεύματος τὸν θεῖον ἐφ’ ἑαυτῇ πεπλού‐ τηκεν ἐξεικόνισμον; Καὶ μὴν τοῦτό γέ ἐστιν οὐκ ἀσυμφανές,
5εἰ τόν γε τῆς φύσεως ὄλισθον, καὶ τὸν εἰς τὸ εὖ εἶναι μεταπλασμὸν διενθυμοῖτό τις. Διανενευκότος γὰρ τοῦ ζῴου πρὸς τὸ πλημμελές, καὶ τὴν εἰσποίητον ἁμαρτίαν ἐκ τῆς εἰσάπαν φιλοσαρκίας ἠρρωστηκότος, τὸ πρὸς θείαν εἰκόνα διαμορφοῦν αὐτὸ καὶ σημάντρου δίκην ἀπορρήτως
10ἐντεθειμένον ἀπενοσφίζετο Πνεῦμα, φθαρτόν τε οὕτω καὶ ἀκαλλὲς καὶ τί γὰρ οὐχὶ τῶν ἐκτόπων συνειληχὸς ἀναπέ‐ φανται; Ἐπειδὴ δὲ ὁ τῶν ὅλων γενεσιουργὸς ἀνακομίζειν ἤθελεν εἰς ἑδραιότητά τε καὶ εὐκοσμίαν τὴν ἐν ἀρχαῖς τὸ διολισθῆσαν εἰς φθοράν, παράσημόν τε καὶ ἀκαλλὲς διὰ
15τὴν εἰσποίητον γεγονὸς ἁμαρτίαν, ἐνῆκεν αὖθις αὐτῷ τὸ ἀποφοιτῆσάν ποτε θεῖόν τε καὶ ἅγιον Πνεῦμα, μετα‐ στοιχειοῦν εὖ μάλα πρὸς τὴν ὑπερκόσμιον εἰκόνα, καὶ πεφυκὸς καὶ δυνάμενον διὰ τοῦ πρὸς ἰδίαν ἡμᾶς μεταρ‐ ρυθμίζειν ἐμφέρειαν. Τὸ τοίνυν συνέχον εἰς τὸ εὖ εἶναι τὸ
20ποιηθὲν καὶ κατακαλλύνειν εἰδὸς σχέσει τῇ πρὸς αὐτὸ καὶ διαμορφοῦν τὸ ζῷον εἰς ὁμοίωσιν Θεοῦ, κατόπιν ἰέναι
διακεισόμεθα τοῦ Δημιουργοῦ, καὶ διὰ τῆς εἰς ἔκφυλον ἑτερότητα διακοπῆς διοικοῦμεν αὐτοῦ τὸ διαπρέπειν ἐν τελειότητι τῇ ἑκάστῳ πρεπωδεστάτῃ, τοῖς παρ’ αὐτοῦ206 in vol. 3
25κτίσμασι δωρούμενον; Ἢ ἰσοφυές τε καὶ ὁμοούσιον εἶναι λέγοντες αὐτῷ τὸ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν, ὁλοκλήρῳ τῇ δημιουργίᾳ τιμήσομεν, καὶ ὅλην ὥσπερ αὐτῷ τὴν ἐπὶ τοῖς γεγονόσιν ἐνέργειαν ἀναθήσομεν, ἐκτετελεσ‐ μένην δι’ Υἱοῦ ἐν Πνεύματι;
30Β. Ὀρθῶς εἰρῆσθαι ταυτὶ φαίην ἂν ὅτι μάλιστά γε. Α. Ὅτι δὲ δι’ Υἱοῦ ἐν Πνεύματι πάντα διὰ πάντων, καὶ μὴν καὶ ἐν πᾶσι τὸ ἐνεργὲς τοῦ Πατρὸς ἐκφαίνεται, πῶς οὐκ ἀταλαίπωρον κἀντεῦθεν ἰδεῖν; Ἀπόχρη μὲν γὰρ εἰς ἀπόδειξιν τὸ στερεοῦσθαι μὲν οὐρανοὺς τῷ Λόγῳ
35Κυρίου, εἶναι δὲ αὐτοῖς τὴν ὅλην ἰσχὺν ἐν Πνεύματι, κατὰ τὸ πάλαι καλῶς ὑμνούμενον. Παροίσω δ’ οὖν ὅμως διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας τερατουργοῦντα Χριστόν· γέγραπται γὰρ ὅτι «Ἤγετο ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν·» καί που καὶ τοῖς Ἰουδαίοις
40ἀνόσια πεφλυαρηκόσι καὶ τὴν ἀγροῖκον ἐπ’ αὐτῷ δια‐ θήγουσι γλῶτταν εἰκότως ἐπιτιμῶντα· ἔφασκον γὰρ ὅτι

654

«Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν τῷ Βεελζεβούλ, ἄρχοντι τῶν δαιμονίων·» καὶ μεθ’ ἕτερα· «Καὶ εἰ ἐγώ, φησίν, ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται
5ὑμῶν. Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Νοῦ μὲν γὰρ ἐπέκεινα παντὸς καὶ πέρα λόγου τοῦ καθ’ ἡμᾶς τὴν
ἐκ Θεοῦ Πατρὸς γέννησιν ὁμολογητέον τοῦ Μονογενοῦς. Ἐπειδὴ δὲ γέγονε σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τῆς θεοπρε‐208 in vol. 3
10ποῦς ἐξουσίας τὴν ἐνέργειαν, καὶ ἄνθρωπος ὤν, ἐπεδείκνυτο. Τοιγάρτοι φησίν, ὡς τοῖς καθ’ ἡμᾶς μέτροις ἐμβεβηκώς· «Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Τοῦτο δέ ἐστιν ἕτερον οὐδὲν ἢ ἐκεῖνο λέγειν, ὅτι Καταβέβηκε καὶ εἰς
15ἀνθρώπους ἡ θεοπρεπὴς ἐξουσία καὶ δύναμις, εἴπερ ἐγὼ καθ’ ὑμᾶς δι’ ὑμᾶς γεγονώς, τερατουργῶ διὰ Πνεύματος. Βασιλείαν γάρ, οἶμαι, Θεοῦ τὴν ἐν Πνεύματι τῷ ἁγίῳ θεοπρεπεστάτην ἐνέργειαν εὖ μάλα διακαλεῖ, ἢ καὶ αὐτὸ τάχα που τὸ Πνεῦμα, κατ’ ἐκεῖνο δὴ πάντως τὸ πρὸς
20ἡμᾶς εἰρημένον· «Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν.» Ὅτε τοίνυν μεγαλουργεῖ μὲν ἐν Πνεύματι, καίτοι Θεὸς ὑπάρχων ὁ Υἱός, βασιλείαν δὲ θείαν ἀποκαλεῖ τὴν ἐν αὐτῷ τε καὶ δι’ αὐτοῦ καρτερωτάτην τε καὶ ἄμαχον ἐξουσίαν, πῶς ἄν, εἰπέ μοι, πεποιῆσθαι λέγοιτο καὶ οὐχὶ
25πάντη τε καὶ πάντως ἐν ἀμείνοσιν ἡ κτίσις ἢ ἐν οἷς ὁ πάντων δημιουργὸς πρός τε ἡμῶν αὐτῶν καὶ πρὸς τῶν ἄνω νοοῖτο πνευμάτων; Ἠγλάϊσται γὰρ ἐν κτίσματι, καὶ τὴν ἐπὶ τῷ πάντα δύνασθαι δόξαν ἀποκεκέρδακεν ἑαυτῷ. Καίτοι τί δήποτε διὰ τῆς τῶν δρωμένων ὑπεροχῆς
30καὶ δι’ ὧν ἐνήργηκεν εἰς ἡμᾶς ἐν Πνεύματι Θεός, ὅτι κατὰ φύσιν ἐστὶν καὶ ἰσουργὸς τῷ φύσαντι, καὶ μὴν ἐπὶ τούτῳ καὶ ὁμοούσιος ἠξίου πιστεύεσθαι, καίτοι καθ’ ἡμᾶς γεγονὼς ὁ Μονογενής; «Εἰ γὰρ οὐ ποιῶ, φησί, τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν
35ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Ὅτε τοίνυν ἐκ τῆς τῶν κατωρθωμένων ὑπερφυοῦς λαμπρότητος ἡ θεία φύσις διαγινώσκεται, ἐπράττετο δὲ ταυτὶ δι’ ἐνεργείας
τοῦ Πνεύματος, πῶς ἂν ἔτι κτιστὸν τὸ ἰσουργὸν τῷ Θεῷ καὶ συγκτίζον καὶ συζωοποιοῦν τὸ ζωῆς ἐπιδεές; Ἦ γὰρ210 in vol. 3
40οὐχὶ καὶ τὸ δύνασθαι ζωοποιεῖν μόνῃ περ ἂν πρέποι τῇ γε ἀληθῶς κατὰ φύσιν ζωῇ, τουτέστι Θεῷ; Β. Σύμφημι· γέγραπται γὰρ περὶ αὐτοῦ· «Ὁ μόνος

655

ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.» Α. Μόνου τοιγαροῦν τὴν ἀθανασίαν οἴκοθέν τε καὶ ἐν ἰδίᾳ φύσει λαχόντος Θεοῦ καὶ ζωῆς εἶναι πεπιστευμένου, πῶς ἂν εἴη τὸ Πνεῦμα ζωοποιόν, καίτοι τελοῦν κατ’ ἐκείνους
5ἐν τοῖς ζωοποιουμένοις, εἰ μὴ διαπέφευγε τὸ εἶναι κτιστός; Ἀλλὰ μὴν οὐχ ὧδε ἔχει· ζωοποιὸν γὰρ τὸ Πνεῦμα, ἥκιστά γε μὴν τῆς παρ’ ἑτέρου ζωῆς μέτοχον ἢ ἐπιδεές· φενακισμὸς ἄρα καὶ ψευδηγορία τηνάλλως τὰ κατ’ αὐτοῦ τοῖς θεομάχοις ἐξευρημένα. Ἀλλ’ οὐκ ἀδελφὴν καὶ συμβαίνουσαν ταῖς
10παρ’ ἐκείνων τερθρείαις εἰσδεδεγμένοι τὴν δόξαν, τὴν ἐπ’ εὐθὺ βαδιούμεθα, διανευμάτων μὲν ὥσπερ καὶ ῥοπῆς τῆς εἰς πᾶν ὁτιοῦν ἀκαλλὲς καὶ ἐξεστραμμένον τὸν νοῦν ἀπαλλάττοντες, μόνοις δὲ τοῖς ἱεροῖς μυσταγωγούμενοι Γράμμασι, καὶ τὴν ἀκραιφνῆ τοῦ Πνεύματος δόξαν ἐνθένδε
15καταθεώμενοι, Θεὸν εἶναί τε καὶ ἐκ Θεοῦ πιστεύομεν, οὐκ ὀθνείοις τισὶ καὶ τοῖς θύραθεν ἀγαθοῖς κατηγλαϊσμένον, ἀλλ’ αὐτὸ κατὰ φύσιν ὑπάρχον, ὅσα καὶ Θεός. Καὶ γοῦν προσεκτέον γὰρ πανταχῇ ταῖς τῶν ἀποστόλων φωναῖς, «Ἐν Θεῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν.» Καὶ περὶ
20μὲν τοῦ Θεοῦ καὶ Πατρὸς Τιμοθέῳ φησὶν ὁ σοφώτατος Παῦλος· «Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ, τοῦ ζωογονοῦντος τὰ πάντα.» Λαζάρου δὲ τὴν ὁμαίμονα μυσταγωγῶν ὁ Χριστός· «Ἐγώ εἰμι, φησίν, ἡ ἀνάστασις καὶ ἡ ζωή.» Περὶ δέ γε τοῦ ἁγίου Πνεύματος· «Ἡ σὰρξ
25οὐκ ὠφελεῖ οὐδέν, τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν.» Ὅτε τοίνυν ζωογονοῦντος τὰ πάντα τοῦ Θεοῦ καὶ Πατρός, ὄντος τε ζωῆς τοῦ Υἱοῦ, τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, τίς ἂν ἀποτέμοι καὶ ἐξοικίσαιτο τῆς ζωῆς τὴν ζωοποιὸν αὐτῆς δύναμιν, καὶ οὐχ ἕτερόν τι τὴν ζωὴν ἀποφανεῖ212 in vol. 3
30παρ’ ὅπερ εἶναι πεπίστευται, μᾶλλον δὲ ζωὴν οὐκ ἔτι; Τὸ γὰρ τοῦ ζωοποιεῖν δύνασθαι κατὰ φύσιν τητώμενον, πῶς ἂν ἔτι νοοῖτο ζωή; Β. Ζωοποιὸν τὸ Πνεῦμά φασιν, ὡς διακονοῦν τοῖς κτίσμασι τὴν παρὰ Θεοῦ ζωήν, οὐ μὴν αὐτόχρημα ζωήν.
35Α. Ἀλλ’ οὐ θεσμοθέται καὶ ὁρισταὶ τῶν ὑπὲρ νοῦν καὶ λόγον οἱ κίβδηλον οὕτω νοσοῦντες τὴν παραφθορὰν εἰσδεχθεῖεν ἄν, ἄμαχον ὥσπερ τι τὸ σφίσι δοκοῦν εἰσκεκο‐ μικότες· ὑποτετάξονται δὲ μεθ’ ἡμῶν τοῖς ἱεροῖς τε καὶ θείοις Γράμμασιν, οὐ τῆς παρ’ ἑτέρου ζωῆς ὑπουργόν,
40ἀλλ’ αὐτόχρημα ζωὴν ὑπάρχειν διακηρύττουσιν ἐναργῶς τὸ τῆς κατὰ φύσιν ζωῆς ζωοποιόν τε καὶ ἅγιον Πνεῦμα. Ὧδε γάρ που πάλιν ὁ μακάριος ἔφη Παῦλος· «Εἰ δὲ τὸ

656

Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Τὸ ζωῆς οὖν Πνεῦμα τῆς κατὰ φύσιν εἴη δή
5που πάντως ἂν παρ’ αὐτὴν οὐχ ἕτερον, κατά γε τὸ ἀμωμήτως ἔχον εἰς ὀρθότητα λογισμῶν. Εἴη γὰρ ἂν ὅπως οὐ ζωὴ τὸ ῥίζαν ἔχον τὴν ζωὴν καὶ πηγὴν ὥσπερ τινὰ τὴν ἀκήρατον καὶ παντὸς ἐπέκεινα γενητοῦ τοῦ Θεοῦ φύσιν; Ὅτι γὰρ ἐξ αὐτῆς ἐκπορεύεται τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας
10οὐκ ἀσυμφανές, προκείσεται δὲ τοῖς γε ἀληθῶς ἀρτίφροσιν εὐκόλως ἰδεῖν, ἔκ γε τοῦ λελέχθαι σαφῶς· «Ὁ ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα
ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Ἴδιον γὰρ τοῦ Θεοῦ τὸ ταῖς ἡμετέραις καρδίαις ἐνηυλισ‐214 in vol. 3
15μένον ζωοποιόν ἐστι Πνεῦμα. Τὸ δὲ ἴδιον τοῦ Θεοῦ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν, εἰ ζωῆς τητᾶσθαι δώσομεν, εἴπερ ἐπακτὴν ἔχει τὴν ζωήν, πῶς οὐκ ἂν νοοῖτο δυνάμει νεκρόν; Ὃ γὰρ ἂν ἐνδέχοιτο παθεῖν, εἴπῃ τις ἄν, καὶ εἰ μήπω γέγονεν ἐν τῷ παθεῖν, ὡς ἅπαν, οἶμαί που, τὸ εἰσκεκρίσθαι
20δοκοῦν, ἢ καὶ εἰσποίητον ἀληθῶς, οὐκ ἀνύποπτον εἰς ἀπό‐ στασιν, ἀλλ’ ἐν φόβῳ τοῦ διαπεσεῖν. Φύσεως γὰρ οὐκ ἐρήρεισται νόμοις, οὔτε μὴν ἀκατάσειστον ἔχει τὴν ἕδραν τὸ ὡς ἐν τάξει συμβεβηκότος καὶ ὡς ἐν εἴδει βαφῆς τοῖς ἅπαξ ἑλοῦσιν ἐπερριμμένον.
25Β. Ἄραρεν οὖν ὅτι τὸ Πνεῦμα ζωή, φυσικῶς δηλονότι καὶ οὐ μεθεκτῶς. Α. Παντάπασι μὲν οὖν, ὦ ἑταῖρε, τοῦτο δὲ εἴσῃ καλῶς καὶ ἐξ ἑτέρων ἐννοιῶν. Θεοῦ μὲν γὰρ λέγοντος ἐπαΐοι τις ἄν, καὶ μονονουχὶ λειποταξίου γραφὴν καταχέοντος τῶν
30τῇ κτίσει λελατρευκότων· «Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμ‐ μένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.» Προσπεφωνηκότα
35δὲ τοῖς Ἰουδαίοις εὑρήσομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Ὃ δὴ καὶ διατρανῶν εὖ μάλα καὶ καθιστὰς ἐναργὲς ὁ θεσπέσιος
40εὐαγγελιστὴς Ἰωάννης εἰς τὴν τοῦ ἁγίου Πνεύματος φύσιν τε καὶ ἐνέργειαν ἀποφέρει λέγων· «Τοῦτο δὲ εἶπε περὶ

657

τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς
αὐτόν.» Ἰδοὺ δὴ αὖ σαφῶς τε καὶ ἐναργῶς, ὕδωρ ζωῆς ἰσοτρόπως καὶ ἰσοσθενῶς, τὸ Πνεῦμα καὶ ὁ Πατήρ, ἤγουν ὁ Υἱός, τῇ τῆς οὐσίας ταὐτότητι παρεπομένης, οἶμαί που,216 in vol. 3
5τῆς ὁμωνυμίας. Ὧδε γὰρ ἔχον τῇ φύσει τὸ χρῆμα, καὶ καθ’ ἕτερόν τινα τρόπον ἐπιδείξαι τις ἄν. Ἁγίου γὰρ ὄντος Θεοῦ κατὰ φύσιν, ἅγιον οὐσιωδῶς τὸ Πνεῦμά ἐστι, δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ τοῦ ἁγίου Θεοῦ μεταλάχοι τις ἄν. Β. Οὐχ ὡς ἴδιον, φασίν, ἀλλ’ ὡς ἐπακτὸν ἔχοντος τὸν
10ἁγιασμόν, διακομίζοντός τε τῇ κτίσει παρὰ Θεοῦ. Α. Προηγιασμένον οὖν ἄρα τὸ Πνεῦμα, τὸν οὐχ ἑαυτοῦ τοῖς κτίσμασιν ἐνίησιν ἁγιασμόν, εἴπερ εἶναί φαμεν ἀληθὲς ὡς ἔν γε παντὶ τῷ διακομίζειν ὑπειλημμένῳ τὸ δι’ αὐτοῦ τυχὸν εἰς ἑτέρους διᾴττον εἴη δή που πάντως ἂν καὶ ἕτερον
15παρ’ αὐτό. Διακομίσαι γὰρ ἂν οὔτι που τῶν ὄντων οὐδὲν ἑαυτὸ πρὸς ἑτέρους, οὐχ ὡς ἑαυτό. Β. Ἀληθές. Α. Οὐκοῦν, εἰ μὴ ἔστιν ἅγιον φύσει τὸ Πνεῦμα τὸ ἐν ἡμῖν, φραζόντων ἐκεῖνοι τίνα δὴ ἄρα λοιπὸν ἀπεκληρώσατο
20φύσιν. Καὶ εἰ μὴ βούλοιντο τὴν ἁγίαν ἀπονέμειν αὐτῷ, ἆρ’ οὐχὶ πάντη τε καὶ πάντως ἀποκινδυνεύσειεν ἂν αὐτοῖς εἰς ἀδιάφυκτον δυσφημίαν ὁ λόγος; Β. Ἔοικε. Πλὴν ἐκεῖνό φασιν ὅτι Χριστὸς ἔφη περὶ αὐτοῦ· «Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν.»
25Μέτοχον οὖν ἄρα φασὶ τὸ Πνεῦμα τοῦ Υἱοῦ. Α. Ἥκιστά γε, πολλοῦ γε, οἶμαι, καὶ δεῖ. Τὸ γὰρ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ καὶ ἴδιον αὐτοῦ, πῶς ἂν αὐτοῦ μεταλάχοι πώποτε, καὶ ἐν ἴσῳ τοῖς θύραθεν σχετικῶς ἁγιάζοιτο, καὶ ἀλλότριον ἔσται κατὰ φύσιν, οὗ καὶ ἴδιον
30εἶναι λέγεται; Δεινοὶ δέ, ὡς οἴονται, τῶν θείων λόγων
γεγονότες βασανισταί, καὶ ἰσχνοὶ λίαν, ἀνθότου, παρέντες τὸ κατασκέπτεσθαι δεῖν τὸ ἐτύμως ἔχον, κεκιβδηλευμένοις καὶ νόθοις ἐπινήχονται λογισμοῖς; Οὐ γάρ τοι φύσεως ἐδήλου διαφορὰν ἑαυτοῦ τε πέρι καὶ τοῦ Πνεύματος λέγων218 in vol. 3
35ὁ Υἱὸς ὅτι «Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν.» Ἢ γὰρ ἂν ἔφη καὶ μάλα σαφῶς ὡς Λήψεται μὲν ἐξ ἐμοῦ τὸν ἁγιασμόν, ἀνθαγιάσει δὲ καὶ ὑμᾶς αὐτό. Φύσεως γὰρ ἐδήλου ταυτὶ τὴν εἰς ἀνισότητα διακοπὴν καὶ ὡς ἕτερον ἐν ἑτέρῳ τὸν ἁγιασμὸν ἐν τῷ Πνεύματι κατεδείκνυ σαφῶς.
40Ἀλλὰ τουτὶ μὲν οὐκ ἔφη, λόγοις δὲ ὅτι κεχρήσεται τοῖς αὐτοῦ διὰ τὸ τῆς οὐσίας ταὐτὸν καὶ εἰσάπαν ἰσοφυές, ἰσουργόν τε καὶ ἰσοεπές, ὡς εἴπερ τι καὶ ἐνηχεῖν τοῖς ἁγίοις ἕλοιτο τυχόν, λόγον εἶναι τοῦτο Χριστοῦ. «Οὐ γὰρ λαλήσει, φησίν, ἀφ’ ἑαυτοῦ οὐδέν, ἀλλὰ ὅσα ἀκούσει λαλή‐

658

σει.» Ὥσπερ οὖν ὁ Υἱός, ὁμοούσιος ὑπάρχων τῷ Θεῷ καὶ Πατρί, Λόγος τε ὢν αὐτοῦ, τὰ αὐτοῦ λαλεῖ—» Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ,» κατὰ τὴν Ἰωάννου φωνήν, ἐπεὶ μὴ ἕτερον παρά γε τὸ ἐν τῷ
5Θεῷ καὶ Πατρὶ τὸ θέλημα τοῦ Υἱοῦ—, κατὰ τὸν ἴσον, οἶμαι, τρόπον τε καὶ λόγον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὰ Χριστοῦ λαλεῖ, Πνεῦμα ὑπάρχον αὐτοῦ, καὶ τῇ πρὸς πᾶν ὁτιοῦν ταὐτότητι φυσικῇ τὴν αὐτοῦ δόξαν τε καὶ ταὐ‐ τοέπειαν ἔχον. Ἅγιον τοίνυν οὐ μεθεκτῶς οὐδὲ τῇ ἔξωθεν
10σχέσει τῇ πρὸς τὸν Υἱόν, ἀλλὰ φύσει καὶ ἀληθείᾳ τὸ Πνεῦμα αὐτοῦ. Καὶ ὥσπερ ἐστὶν ἀπόπληκτόν τε καὶ ἀμαθὲς ἄνθρωπον μὲν ὀνομάζεσθαι τὸν ἄνθρωπον ἀληθῶς, νοεῖσθαί γε μὴν παρὰ τοῦτο ἕτερον, οὕτω ἠλίθιον κομιδῇ Πνεῦμα μὲν ἅγιον ὀνομάζειν τὸ Πνεῦμα, τοῦ γε μὴν εἶναι κατὰ φύσιν
15ἅγιον ἀποσοβεῖν αὐτό, καὶ εἰς ἑτέραν ἐκτόπως καταβιάζε‐ σθαι φύσιν. Οὐ γὰρ δόξης ἢ ὑπεροχῆς κατασημανεῖ τινα
τρόπον τοὔνομα αὐτῷ, καθάπερ ἀμέλει τὸ Ἀρχὴ καὶ Θρόνος καὶ Κυριότης ἐπὶ τῶν εἰς τὸ εἶναι δι’ αὐτοῦ παρε‐ νηνεγμένων· ἔσται δὲ μᾶλλον οἱονεὶ τῆς οὐσιώδους ποιότητος220 in vol. 3
20δεικτικόν, ὡσπερανεὶ καὶ τῷ Πατρὶ τὸ Πατὴρ καὶ τῷ Υἱῷ τὸ Υἱός. Καὶ εἴπερ ἐστὶ τῆς ἐσχάτης ἀσυνεσίας μήνυσις ἀκριβὴς τὸ Πατέρα μὲν ὀνομάζειν τὸν Θεόν, οὐκ εἶναι δὲ αὖ Πατέρα νοεῖν αὐτόν, ἢ καὶ Υἱὸν μὲν τὸν Υἱόν, οὐκ εἶναι δὲ τοῦτο λέγειν, πῶς ἂν ἀπαλλάξαιμεν τῶν ἐξ ἀμαθίας
25αἰτιαμάτων τοὺς ἁγιότητος φυσικῆς κατατολμῶντας ἀπο‐ γυμνοῦν τὸ φύσει τε καὶ ἀληθῶς ἅγιον Πνεῦμα; Εἴπερ οὖν ἅγιος κατὰ φύσιν Θεός, ἅγιον δὲ κατ’ αὐτὸν καὶ τὸ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ νοούμενον Πνεῦμα, τίς ἂν εἴη λοιπὸν ὁ τῆς ἑτερότητος τρόπος, φημὶ δὲ τῆς κατ’ οὐσίαν;
30Ἢ πῶς οὐχ ἁλοῖεν ἂν σαθροὶ καὶ ὀλιγογνώμονες οἱ κτίσει συγγράφοντες τὸ δι’ οὗ καὶ ἐν ᾧ θεότητος φύσις ἐστὶν ἐν ἡμῖν; Οὐ γὰρ ἐν κτίσματι μεθεκτὸν τὸ ὑπὲρ τὴν κτίσιν; ἢ οὐκ ἀληθὴς ὁ λόγος; Β. Καὶ μάλα.
35Α. Τί δέ; Οὐχὶ σοφός, μᾶλλον δὲ αὐτόχρημα σοφία Θεός; Β. Καὶ πῶς τοῦτο ἀμφίλογον; Α. Σοφὰ δὲ ἐν τίνι τὰ σοφούμενα, φράζε δή μοι πάλιν. Β. Ἐν σοφίᾳ δηλονότι.
40Α. Οὐκοῦν εἰ σοφοῖ τὸ Πνεῦμα τὰ σοφίας δεκτικά, σοφία που πάντως ἔσται καὶ νοηθήσεται. Τοῦτο δὲ ἔφαμεν εἶναι τὸν Θεόν. Β. Τί οὖν, εἰ καὶ ἄνθρωποι καὶ ἄγγελοι, φασί, σοφοί

659

τέ εἰσι καὶ εἰς τὸ σοφοῦν ἑτέρους ἐπιτήδειοι; Α. Ἀλλ’ οὐ σοφίαν, ὦ τᾶν, τοῖς παρὰ σφῶν σοφοῦσθαι λεγομένοις ἐνιέντες ὡς Θεός, ἀλλ’ εὐμαθείας τῆς σφῶν
κοινωνοὺς ἀποφαίνοντες. Χρησμῴδημα γὰρ ἁγιοπρεπὲς222 in vol. 3
5φαίην ἂν ἔγωγε τὸ «Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.» Τὸ δέ γε Πνεῦμα τὸ ἅγιον ἰσουργεῖ τῷ Θεῷ. Ὥστε, εἴπερ τῷ κατὰ μέθεξιν καὶ ἐναυλισμὸν ἑαυτὸ χαρίσαιτο, σοφόν που πάντως ἀποτελεῖ δι’ ἑαυτοῦ, καὶ τῆς ἀνωτάτω φύσεως ἀποπληροῖ τὴν ἔν γε τούτῳ πάλιν ἐνέργειαν. Καὶ γοῦν
10πρὸς Μωσέα μὲν ἔφη τὸν ἱεροφάντην ὁ πάντα ἰσχύων Θεός· «Τίς ἔδωκε στόμα ἀνθρώπῳ; καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν, βλέποντα καὶ τυφλόν; Οὐκ ἐγὼ Κύριος ὁ Θεός·» Καὶ μὴν καὶ ἑτέρωθι δι’ ἑνὸς τῶν προφη‐ τῶν περὶ τῆς Ἰουδαίων ἀγέλης ὅτι «Ἐν ἑτερογλώσσοις καὶ
15ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ οὕτως πιστεύσουσιν.» Ἐν δέ γε ταῖς Πράξεσι τῶν ἁγίων ἀπο‐ στόλων τῇ τοῦ Πνεύματος ἐνεργείᾳ τὸ χρῆμα πράττεται· «Καὶ ἤρξαντο γάρ, φησί, λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.» Χριστοῦ δὲ
20αὖ λέγοντος τοῖς ἰδίοις μαθηταῖς ὡς ἀχθήσονται μὲν ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς, ἥκιστα δ’ ἂν αὐτοὺς δεδιέναι πρέποι· «Μὴ γὰρ δὴ μεριμνᾶτε, φησί, τί εἴπητε ἢ τί λαλήσητε. Ἐγὼ γὰρ δώσω ὑμῖν γλῶτταν τῇ τοῦ ἁγίου Πνεύματος ἐνεργείᾳ καὶ φύσει,» τὸ Γράμμα τὸ ἱερὸν ἐκπεπεράνθαι
25φησὶ τοῖς ἁγίοις τὴν ὑπόσχεσιν. Αὐτὸς γὰρ ἔφη Χριστός· «Οὐχ ὑμεῖς ἐστὲ οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.» Πῶς οὖν ἔτι κτιστὸν καὶ πεποιημένον καὶ τῆς ἀνωτάτω φύσεως ἐν δευτέροις καὶ ἐν ὑφέσει λοιπὸν τὸ ὡς σοφία σοφοῦν, καίτοι σοφίας
30ὄντος τοῦ Θεοῦ; Πῶς δὲ τὸ πάντα εἰδὸς καὶ τὰ βάθη τοῦ
Θεοῦ πολυπραγμονοῦν τοῖς οὐκ εἰδόσι τὰ ἐν Θεῷ συντε‐ τάξεται, καὶ δουλοπρεπῆ τὴν δόξαν ἐφ’ ἑαυτῷ πρὸς ἡμῶν εἰσδέξεται, καίτοι τοῦ Σωτῆρος λέγοντος ἐναργῶς· «Ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ κύριος;» Εἰδὸς οὖν224 in vol. 3
35ἄρα τὸ Πνεῦμα τὰ ἐν Θεῷ καὶ Κυρίῳ τῷ κατὰ φύσιν, πῶς οὐκ ἐλεύθερον καὶ ὑπὲρ τὴν κτίσιν; Πῶς δὲ οὐχὶ τὸ ὑπὲρ τὴν κτίσιν τῇ τῆς οὐσίας ταὐτότητι συντετάξεται μὲν τῷ Θεῷ καὶ Πατρί, συντετάξεται δὲ αὖ τῷ Υἱῷ; Δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν αὐτῷ
40τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.226 in vol. 3