TLG 4090 022 :: CYRILLUS :: Ad Calosyrium (epist. 83) CYRILLUS Theol. Ad Calosyrium (epist. 83) Citation: Page — (line) | ||
603(1t) | ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΓΙΟΥ | |
2t | ΚΥΡΙΛΛΟΥ | |
---|---|---|
3t | ΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ | |
4t | πρὸς Καλοσίριον ἐπίσκοπον Ἀρσενοΐτην κατὰ τῶν λεγόντων | |
5t | ἀνθρωπόμορφον εἶναι τὸ θεῖον. | |
6 | ἈΦΙΚΟΜΕΝΟΙ τινες ἀπὸ τοῦ ὄρους τοῦ Καλαμῶνος, ἠρωτῶντο παρ’ ἐμοῦ περὶ τῶν αὐτόθι μοναστῶν, τίνα τρόπον διατελοῦσιν, ἢ καὶ ὁποίαν ἔχουσι τοῦ βίου τὴν διαγωγήν. οἱ δὲ ἔφασκον εὐδοκιμεῖν μὲν ἐν ἀσκήσει πολλοὺς, καὶ σφόδρα | |
10 | βούλεσθαι τὸν μοναχοῖς πρέποντα κατορθῶσαι βίον· εἶναι δέ τινας τοὺς περιιόντας καὶ θορυβοῦντας ἐξ ἀμαθίας τοὺς ἐθέλοντας ἠρεμεῖν, εἶτα λογοποιεῖν αὐτοὺς διεβεβαιοῦντο τοιαῦτά τινα· ἔφασκον γάρ Ἐπειδὴ κατ’ εἰκόνα Θεοῦ γενέ‐ σθαι τὸν ἄνθρωπον ἡ θεία λέγει γραφὴ, χρὴ πιστεύειν ὅτι | |
15 | ἢ ἀνθρωποειδὲς ἤγουν ἀνθρωπόμορφόν ἐστι τὸ θεῖον· ὅπερ | |
ἐστὶ παντελῶς ἀσύνετον, καὶ τοῖς τῆς ἐσχάτης δυσσεβείας | 603 | |
604 | ἐγκλήμασιν ὑπενεγκεῖν δυνάμενον τοὺς οὕτω φρονεῖν ἑλο‐ μένους. ἔστι μὲν γὰρ ὁμολογουμένως κατ’ εἰκόνα Θεοῦ ὁ ἄνθρωπος, ἡ δὲ ὁμοιότης οὐ σωματική· ὁ γὰρ Θεός ἐστιν ἀσώματος. καὶ τοῦτο διδάξει λέγων αὐτὸς ὁ Σωτήρ “Πνεῦμα | |
5 | “ὁ Θεός.” οὐκοῦν οὐκ ἐνσώματος, εἰ πνεῦμά ἐστιν, οὐδὲ ἐν εἴδει σωματικῷ. τὸ γὰρ ἔξω σώματος, ἔξω καὶ σχήματος εἴη ἄν. ἄποσον γὰρ καὶ ἀσχημάτιστόν ἐστι τὸ θεῖον. εἰ δὲ νομίζουσιν, ὅτι κατὰ τὴν τοῦ ἀνθρωπίνου σώματος φύσιν ἐσχηματίσθη καὶ αὐτὸς ὁ ἐπὶ πάντων Θεὸς, λεγέτωσαν εἰ | |
10 | καὶ αὐτὸς ἔχει πόδας ἵνα περιπατῇ, χεῖρας ἵνα δι’ αὐτῶν ἐργάζηται, καὶ ὀφθαλμοὺς ἵνα βλέπῃ δι’ αὐτῶν. ποῦ τοίνυν περιπατεῖ; ἢ ἐκ ποίων τόπων εἰς ποίους ἀπέρχεται ὁ τὰ πάντα πληρῶν; ἔφη γάρ “Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν “ἐγὼ πληρῶ λέγει Κύριος;” ἢ ποίας χεῖρας εἰς ἔργα κινεῖ | |
15 | ὁ διὰ ζῶντος Λόγου δημιουργῶν; καὶ εἰ καθ’ ἡμᾶς ἔχει τοὺς ὀφθαλμοὺς ὡς ἐν προσώπῳ κειμένους, οὐχ ὁρᾷ που πάντως τὰ ὀπίσω· ἀλλ’ ὅταν πρὸς ἀνατολὰς βλέπῃ, οὐκ οἶδε τί πράττουσιν οἱ ἐν δυσμαῖς; κἂν εἰς δυσμὰς ἴδῃ πάλιν, οὐχ ὁρᾷ τοὺς ἐν ταῖς ἀνατολαῖς; ταῦτα καὶ γράφειν αἰσχύνομαι, | |
20 | διὰ δὲ τὴν τινῶν ἀπόνοιαν γέγονα ἄφρων, οὐχ ἑκὼν μᾶλ‐ λον, ἀλλὰ παρ’ αὐτῶν ἠναγκασμένος. ἐπιστομιζέσθωσαν τοίνυν οἱ ταῦτα φλυαροῦντες, ὡς ἀμαθεῖς, καὶ ἠρεμείτωσαν | |
μὴ ἁπτόμενοι τῶν ὑπὲρ δύναμιν, μᾶλλον δὲ μὴ καταλαλεί‐ | 604 | |
605 | τωσαν τοῦ Θεοῦ. ὁ γὰρ Θεὸς ὑπὲρ πᾶσαν κτίσιν ἐστὶν, οὔτε σῶμα νοούμενος, οὔτε ἐν τύποις ἢ σχήμασι σωματικοῖς, ἀλλ’ ἔστιν ἁπλοῦς, ἄϋλος, ἀνείδεος, ἀσύνθετος, οὐκ ἐκ μερῶν ἢ μελῶν ἢ μορίων συγκείμενος καθάπερ ἡμεῖς, πνεῦμα δὲ | |
5 | μᾶλλον, κατὰ τὰς γραφὰς, καὶ τὰ πάντα ἐφορῶν, πανταχοῦ ὢν καὶ τὰ πάντα πληρῶν, καὶ οὐδενὸς ἀπολιμπανόμενος· πληροῖ γὰρ οὐρανὸν καὶ γῆν. τὸ δὲ κατ’ εἰκόνα Θεοῦ πε‐ ποιῆσθαι τὸν ἄνθρωπον, ἑτέρας ἐμφάσεις καὶ ὑπονοίας ἔχει. μόνος γὰρ αὐτὸς παρὰ πάντα τὰ ἐπὶ γῆς ζῷα λογικός ἐστι, | |
10 | φιλοικτίρμων, ἐπιτηδειότητα πρὸς πᾶσαν ἀρετὴν ἔχων, λαχὼν δὲ καὶ τὸ ἄρχειν ἁπάντων τῶν ἐπὶ τῆς γῆς καθ’ ὁμοιότητα καὶ εἰκόνα Θεοῦ. οὐκοῦν κατὰ τὸ εἶναι ζῷον λογικὸν καὶ καθὸ φιλάρετον καὶ ἀρχικὸν τῶν ἐπὶ τῆς γῆς, ἐν εἰκόνι Θεοῦ πε‐ ποιῆσθαι λέγεται. εἰ δὲ νομίζουσι κατὰ τὸ τοῦ σώματος | |
15 | σχῆμα λέγεσθαι τὴν εἰκόνα, οὐδὲν λυπεῖ καὶ τοῖς ἀλό‐ γοις τῶν ζῴων σύμμορφον λέγειν εἶναι τὸν Θεόν. ὁρῶμεν γὰρ, ὅτι καὶ αὐτὰ ἐκ τῶν αὐτῶν ἡμῖν εἰσι μορίων, πόδας ἔχοντα καὶ στόμα καὶ ὀφθαλμοὺς καὶ ῥῖνας καὶ γλῶσσαν καὶ τὰ ἕτερα τῶν τοῦ σώματος μελῶν. παυέτω τοίνυν ἡ σὴ | |
20 | θεοσέβεια τοὺς τοιούτους, μᾶλλον δὲ καὶ ἐπιτιμάτω τοῖς ταῦτα φλυαρεῖν εἰωθόσιν. Ἀκούω δὲ ὅτι φασὶν ἀπρακτεῖν εἰς ἁγιασμὸν τὴν μυστι‐ κὴν εὐλογίαν, εἰ ἀπομείνοι λείψανον αὐτῆς εἰς ἑτέραν | |
ἡμέραν. μαίνονται δὲ ταῦτα λέγοντες· οὐ γὰρ ἀλλοιοῦται | 605 | |
606 | Χριστὸς, οὐδὲ τὸ ἅγιον αὐτοῦ σῶμα μεταβληθήσεται, ἀλλ’ ἡ τῆς εὐλογίας δύναμις, καὶ ἡ ζωοποιὸς χάρις διηνεκής ἐστιν ἐν αὐτῷ. Περιέρχονται δὲ καὶ ἕτεροί τινες, ὡς φασὶ, προσποιού‐ | |
5 | μενοι μόνῃ σχολάζειν τῇ προσευχῇ, καὶ οὐδὲν ἐργαζόμενοι, καὶ ὄκνου πρόφασιν καὶ πορισμοῦ ποιοῦνται τὴν εὐσέβειαν, οὐκ ὀρθὰ φρονοῦντες. ἐπεὶ λεγέτωσαν ἑαυτοὺς καὶ τῶν ἁγίων ἀποστόλων κρείττονας, οἳ εἰργάζοντο μὲν ἐνδιδόντος αὐτοῖς τοῦ καιροῦ τὴν εἰς τοῦτο σχολὴν, ἔκαμνον δὲ καὶ εἰς | |
10 | τὸν λόγον τοῦ Θεοῦ. πῶς δὲ καὶ ἐπελάθοντο γράφοντος τοῦ μακαρίου Παύλου πρός τινας “Ἀκούω γὰρ περιπατεῖν “ἐν ὑμῖν τινας μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους;” οὐκ ἀποδέχεται τοίνυν τοὺς τοῦτο δρῶντας ἡ Ἐκκλησία. δεῖ μὲν γὰρ ὁμολογουμένως εὔχεσθαι συντόνως ἐνηρεμοῦντας | |
15 | τοῖς ἀσκητηρίοις· λυπεῖ δὲ οὐδὲν, μᾶλλον δὲ καὶ ὠφελιμώ‐ τατόν ἐστιν ἄγαν τὸ καὶ ἐργάζεσθαι, ἵνα μὴ ἑτέροις ἐπαχθὴς εὑρεθῆ, τοὺς αὐτῶν ἱδρῶτας εἰς ἰδίαν δεχόμενος χρείαν, δυνηθῇ δὲ καὶ ἀπὸ τῶν αὐτοῦ πόνων παραμυθήσασθαι χήραν καὶ ὀρφανὸν, καὶ ἀσθενοῦντάς τινας τῶν ἀδελφῶν. εἰ δὲ | |
20 | νομίζουσιν εἶναι καλὸν, τὸ ἔργου μὴ ἅπτεσθαι, ὅταν πάντες τὰ αὐτῶν ζηλώσωσι, τίς ὁ τρέφων αὐτούς; ἀργίας τοίνυν καὶ γαστριμαργίας πρόφασιν ποιοῦνταί τινες, τὸ δεῖν οἴεσθαι μόνῃ σχολάζειν τῇ προσευχῇ, ἔργου δὲ ὅλως μὴ ἅπτεσθαι. μὴ συγχώρει δὲ τοῖς ὀρθοδόξοις μετὰ τῶν καλουμένων Μελε‐ | |
25 | τιανῶν συνάγεσθαι, ἵνα μὴ γένωνται κοινωνοὶ τῆς ἀποστα‐ | 606 |
607 | σίας αὐτῶν. ἀλλ’ εἰ μὲν ἐκεῖνοι μετανοοῦντες ἔρχονται πρὸς τοὺς ὀρθοδόξους, ἔστωσαν δεκτοί· μηδεὶς δὲ ἀδιαφορείτω, μηδὲ κοινωνείτω ἐκείνοις μὴ μεταγινώσκουσιν, ἵνα μὴ, ὡς ἔφην, κοινωνοὶ γένωνται τῆς ἐνούσης κακοπιστίας αὐτοῖς. | |
5 | Ταῦτα ἡ σὴ θεοσέβεια ἀναγνωσθῆναι παρασκευασάτω ἐν ἐκείνοις τοῖς μοναστηρίοις εἰς οἰκοδομὴν τῶν αὐτόθι, καὶ παραγγελλέτω φυλάττειν αὐτὰ, ἵνα μήτε οἱ ὀρθόδοξοι κάμνωσι παραλυομένης αὐτῶν τῆς συνειδήσεως, μήτε μὴν οἱ ἀργοτροφεῖν ἐθέλοντες ἔχωσί τινα παρείσδυσιν τοῦ δοκεῖν | |
10 | εἶναι χρηστοί. Ἐῤῥῶσθαί σε ἐν Κυρίῳ εὔχομαι, ἀγαπητὲ καὶ ποθεινό‐ | |
τατε. | 607 |