TLG 4090 021 :: CYRILLUS :: Responsiones ad Tiberium diaconum sociosque suos CYRILLUS Theol. Responsiones ad Tiberium diaconum sociosque suos Citation: Page — (line) | ||
576(25) | Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Υἱὸς κατὰ μὲν τὴν ἀξίαν τῆς θεότητος συνῆν τῷ Πατρὶ, καὶ ὅτε γέγονεν ἄνθρωπος καὶ ἦν ἐπὶ γῆς, καθ’ ὑπόστασιν δὲ, οὐκ ἔτι. | |
577(1t) | ΕΠΙΛΥΣΙΣ. | |
2 | Μανθάνω τινὰς εἰκῇ καὶ ἀπερισκέπτως καὶ ἐπὶ τοῖς οὕτω μεγάλοις καὶ ἀναγκαίοις πράγμασιν φλυαρεῖν εἰωθότας, φάναι τι τοιοῦτον, ὡς ὁ Μονογενὴς τοῦ Θεοῦ Υἱὸς κατὰ | |
---|---|---|
5 | μὲν τὴν τῆς θεότητος καὶ οὐσίας ἀξίαν συνῆν τῷ Θεῷ καὶ Πατρὶ, ἡνίκα ἐπὶ τῆς γῆς ἐχρημάτιζε καὶ τοῖς ἀνθρώποις συνανεστρέφετο, ὡς ὁμοούσιος ὢν αὐτῷ· κατὰ δὲ τὸν τῆς ὑποστάσεως λόγον οὐκ ἔτι. κεκένωτο γὰρ πᾶσα, ὡς αὐτοί φασιν, ἡ υἱοτικὴ ὑπόστασις ἐκ τε τῶν οὐρανῶν καὶ αὐτῶν | |
10 | τῶν πατρικῶν κόλπων. οὐ γὰρ συναπτέον ὑπόστασιν ὑπο‐ στάσει, οὔτε τὰς ἐν μιᾷ οὐσίᾳ ὑπαρχούσας. ἐγὼ δὲ τὸ προ‐ πετὲς τῆς ἀμαθίας τῶν ταῦτα πεφρονηκότων θαυμάσας, δεῖν ᾠήθην ἀναγκαίως ἐκεῖνο εἰπεῖν, ὅτι πεπόσωται παρ’ αὐτοῖς ἡ οὐσία τοῦ Θεοῦ, καὶ καταληπτὴν αὐτὴν εἶναί φασι καὶ | |
15 | πεπερατωμένην, καὶ οὐκ ἔτι μὲν ἀπεριόριστον οὐδὲ ἀκατά‐ ληπτον, ἄλλ’ ἤδη καὶ τόποις χωρητὴν καὶ διαστήμασι περι‐ ληπτὴν, ἁρμόζει δὲ ταῦτα τοῖς τῶν σωμάτων λόγοις. οὐκ‐ οῦν καὶ σῶμα, πάντως δέ που καὶ ἐν εἴδει, καὶ οὐ δίχα σώματος· ἕπεται γὰρ τὰ τοιάδε τοῖς σώμασιν. εἶτα πῶς ὁ | |
20 | Σωτήρ “Πνεῦμά φησιν ὁ Θεός;” πνεῦμα γὰρ εἶναί φησιν αὐτὸν ἵν’ ἔξω σωματικῆς φαντασίας ἀγάγῃ τὴν ὑπερφυᾶ καὶ ἀπόῤῥητον φύσιν. ἆρ’ οὐκ ἄν τις εἴποι δικαίως τοῖς τὰ | |
τοιάδε τεθρυληκόσιν, ἢ καὶ τολμῶσι φρονεῖν “Ἐδικαιώθη | 577 | |
578 | “Σόδομα ἐκ σοῦ;” εὐσεβέστερον γὰρ οἱ παρ’ Ἕλλησι δοξάζουσι σοφοὶ τὸ θεῖον ἀσώματον καὶ ἀνείδεον, ἄποσόν τε καὶ ἀμερὲς, καὶ ἀσχημάτιστον εἶναι διαβεβαιούμενοι, καὶ πανταχῇ μὲν ὑπάρχειν, ἀπολιμπάνεσθαι δὲ οὐδενός. πῶς δὲ | |
5 | κἀκεῖνο διέλαθεν αὐτούς; εἰ γὰρ ὁμοούσιος ὢν ὁ Υἱὸς τῷ Πατρὶ, κεκένωκε τῆς αὐτοῦ παρουσίας τὸν οὐρανὸν, ὅτε γέγονεν ἄνθρωπος, καὶ συνανεστρέφετο τοῖς ἐπὶ τῆς γῆς, ἄραρεν ὅτι κενὴ καὶ ἡ γῆ τῆς τοῦ Πατρὸς ὑποστάσεως ἦν, ὅτι μὴ αὐτὸς γέγονεν ἄνθρωπος, μήτε μὴν ἀνθρώποις συν‐ | |
10 | ανεστρέφετο, ἀλλ’ ἵνα τι κατὰ τὴν αὐτῶν ἀσυνεσίαν εἴπω, μεμένηκεν ἐν τοῖς οὐρανοῖς. πῶς οὖν ἔφασκεν ὁ Σωτὴρ, ὅτι “Ὁ Πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός;” πῶς δὲ διὰ τοῦ προφήτου φησί “Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν “ἐγὼ πληρῶ, λέγει Κύριος;” καὶ πάλιν “Θεὸς ἐγγίζων | |
15 | “ἐγὼ εἰμὶ, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν;” πάντα γὰρ ἐγγὺς ἔχει, τὰ πάντα πληρῶν ὁμοῦ τῷ Πατρὶ ὁ ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένος Χριστός. καὶ γοῦν ὁ προφήτης Δαυείδ “Ποῦ πορευθῶ, φησὶν, ἀπὸ τοῦ πνεύματός σου, “καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;” οὐ γὰρ ἔστιν, | |
20 | οὐκ ἔστιν οὐρανοὺς ἢ γῆν εὑρεῖν δύνασθαί ποτε κενοὺς τῆς ἀῤῥήτου θεότητος. πληροῖ γὰρ ὡς ἔφην τὰ πάντα ἡ θεία τε καὶ ὁμοούσιος Τριάς. μεμνήμεθα δὲ ὅτι καὶ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος τοῖς ἁγίοις ἀποστόλοις ἔφασκε “Συμ‐ “φέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω, ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ παρά‐ | |
25 | “κλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς.” ἐπειδὴ δὲ πεπόρευται, | 578 |
579 | τὴν ἰδίαν ὑπόσχεσιν ἀποπληρῶν, ἔπεμψεν ἡμῖν ἐξ οὐρανοῦ τὸν παράκλητον, τουτέστι, τὸ Πνεῦμα. ἔστι δὲ ὁμοούσιον τῷ Πατρὶ καὶ Υἱῷ. ἆρ’ οὖν ὅτε καταπεφοίτηκεν εἰς γῆν ὁ παράκλητος, ἵνα ἡμᾶς ἁγιάσῃ τὸ Πνεῦμα, οὐκ ἦν ἐν τοῖς | |
5 | οὐρανοῖς; Ἀλλ’ ἐκεῖνο φάναι πρέποι ἂν, ὅτι ἁγιάσαν ἡμᾶς ἀνέβη πάλιν εἰς τὸν οὐρανὸν, καὶ οὐκ ἔστι μεθ’ ἡμῶν, καίτοι γέ‐ γραπται “Ὅτι πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην.” ἀλλὰ καὶ αὐτὸς ἔφη Χριστὸς μέλλων ἀναβαίνειν πρὸς τὸν | |
10 | Πατέρα “Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας καὶ “ἕως τῆς συντελείας τοῦ αἰῶνος.” εἰ δὲ μεθ’ ἡμῶν ἐστι, κενοί που πάντως καὶ νῦν εἰσὶ τῆς, ὡς αὐτοί φασιν, υἱοτικῆς ὑποστάσεως οἱ οὐρανοὶ, καὶ τὸν τοῦ Πατρὸς κόλπον ἀφεὶς τοῖς ἐπὶ γῆς ἥδιον μᾶλλον συνδιαιτᾶται. ταῦτα γὰρ ἐκεῖνοι | |
15 | ψυχρολογοῦσιν, ὡς ἔφην. εἶτα τίς τῆς ἐκείνων ἀβελτερίας ἀνέξεται; ἢ τίς τῶν νουνεχεστέρων οὐκ ἂν αὐτοῖς ἀμφιλα‐ φὲς ἐπιστάξῃ δάκρυον, οἵ γε τὰς ἱερὰς καὶ θείας ἠγνοηκότες γραφὰς τὸ εἰς νοῦν ἧκον ἀβασανίστως ἐρεύγονται, καὶ τῶν ὀρθῶν τῆς Ἐκκλησίας δογμάτων ἐκπίπτουσι; τί τῷ Φιλίππῳ | |
20 | περὶ τοῦ Πατρὸς λέγοντι προσπεφώνηκεν ὁ Υἱός; “Οὐ “πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ ἐστίν;” οὐκοῦν ἀμήχανον εἶναί ποτε δίχα τοῦ ἑτέρου τὸ ἕτερον· ἀλλ’ ἔνθαπερ ὁ Πατὴρ εἶναι νοοῖτο· ἔστι δὲ πανταχοῦ· ἐκεῖ που πάντως καὶ ὁ Υἱὸς, καὶ ἔνθαπερ ἂν ὁ Υἱὸς, ἐκεῖ καὶ ὁ Πατήρ. | |
25 | εἰ γάρ ἐστιν ἀπαύγασμα τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ Λόγος | 579 |
580 | αὐτοῦ καὶ σοφία καὶ δύναμις, πῶς ἐνδέχεται δίχα λόγου καὶ σοφίας καὶ δυνάμεως νοεῖσθαί ποτε τὸν Πατέρα; πῶς δὲ ἡ σοφία τοῦ Θεοῦ καὶ Λόγος αὐτοῦ καὶ ἡ δύναμις αὐτοῦ νοοῖτ’ ἄν ποτε δίχα τοῦ Πατρός; ἢ πῶς οὐκ ἐνυπάρξει ποτὲ αὐτῷ | |
5 | ὁ χαρακτὴρ αὐτοῦ; πῶς δὲ καὶ ὁ χαρακτὴρ δίχα τοῦ Πατρὸς οὗ ἐστι χαρακτήρ; Ἀλλά φασιν ὅτι οὐ συναπτέον ὑπόστασιν ὑποστάσει, οὔτε τὰς ἐν μιᾷ οὐσίᾳ ὑπαρχούσας, καὶ τάχα που τὰ καθ’ ἡμᾶς παρακομίζουσιν εἰς ἀπόδειξιν τῶν αὐτοῖς πεφλυαρη‐ | |
10 | μένων. Εἶτα πῶς οὐκ ἔδει νοεῖν αὐτοὺς, ὅτι τὰ τῆς θείας φύσεως ἴδια καὶ ἐξαίρετα οὐ διὰ τῶν καθ’ ἡμᾶς κανονίζεται μᾶλλον, ἀλλ’ ἐν ἰδίοις εἰσὶ λόγοις, καὶ πίστει λαμβάνεται, περιεργο‐ τέρων δὲ λογισμῶν οὐκ ἀνέχεται; μία γὰρ φύσις ἐστὶ τῆς | |
15 | ἀῤῥήτου θεότητος ἐν ὑποστάσει τρισί τε καὶ ἰδικαῖς, ἔξω δὲ τῶν καθ’ ἡμᾶς ἐστὶ λόγων, καὶ τοῖς τῶν κτισμάτων ἔθεσιν οὐκ ἀκολουθεῖ. καὶ τοῦτο ἐκ πολλῶν ἔστιν ἰδεῖν. ἡμεῖς μὲν γὰρ πατέρες ἐσμὲν τῶν ἰδίων τέκνων κατὰ ἀπόῤῥοιαν καὶ μερισμόν. ἀναχωρεῖ γὰρ τὸ γεννώμενον εἰς ἰδικὴν ἑτερότητα | |
20 | τὴν εἰς ἅπαν καὶ ὁλοσχερῶς. ἀλλ’ οὐχ οὕτως ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς γεννηθῆναί φαμεν τὸν Υἱόν· ἐξέλαμψε μὲν γὰρ τῆς οὐσίας αὐτοῦ, καὶ ἐξηυγάσθη φωτὸς δίκην, ἀλλ’ οὐκ ἔξω γέγονεν αὐτοῦ, ἀλλ’ ἐξ αὐτοῦ τέ ἐστι καὶ ἐν αὐτῷ· καὶ πρεσβύτεροι μὲν οἱ παρ’ ἡμῖν πατέρες τῶν ἰδίων τέκνων· | |
25 | ἥκιστα δὲ τοῦτο ἀληθὲς ἐπὶ Θεοῦ. συνυφέστηκε γὰρ ἀεὶ τῷ | |
Πατρὶ, καὶ συνάναρχον ἔχει τὴν ὕπαρξιν τῷ ἰδίῳ γεννήτορι, | 580 | |
581 | ἵνα καὶ ἀεὶ φαίνηται Πατήρ. οὐ γὰρ ἦν ὅτε τοῦτο οὐκ ἦν. ἔστι τοίνυν ταὐτὸν μὲν τῷ Πατρὶ τῇ φύσει τὸ θεῖόν τε καὶ ὑπερκόσμιον γέννημα, ἐν ἑτερότητι δὲ τῇ κατὰ υἱότητα μόνην. οὐ γάρ ἐστι Πατὴρ, ὅτι μηδὲ ἐκεῖνος Υἱός. πάντα τοίνυν | |
5 | πληρούσης, ὡς ἔφην, τῆς ἀνωτάτω πασῶν οὐσίας, ὅτι καὶ ὑπὲρ κτίσιν ἐστὶ καὶ νοῦν καὶ λόγον, μὴ βατταριζέτωσάν τινες, “τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καὶ οὐκ ἀπὸ στό‐ “ματος Κυρίου,” καθὰ γέγραπται, ἵνα μὴ παραλύοντες τὴν ἀλήθειαν ταῖς ἑαυτῶν ψυχαῖς τὴν τοῖς τοῦτο δρᾶν εἰωθόσι | |
10 | πρέπουσαν ἐπαντλήσωσι δίκην. Πρὸς τοὺς λέγοντας ὅτι γενόμενος ἄνθρωπος ὁ Μονογενὴς κενοὺς ἀφῆκε τῆς ἑαυτοῦ θεότητος τοὺς οὐρανούς. | |
13t | ΕΠΙΛΥΣΙΣ. | |
14 | Ἄπιστά τινες, ὡς ἔμαθον, καὶ γελοιότητος τῆς ἐσχάτης | |
15 | ἐπίμεστα ῥημάτια περικομίζουσι, “τὰ ἀπὸ καρδίας αὐτῶν “λαλοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου,” κατὰ τὸ γε‐ γραμμένον. ὅπου γὰρ τὸ τῆς ἀληθείας οὐ διαφαίνεται κάλ‐ λος, ἐκεῖ πάντως ὁ τοῦ ψεύδους πατὴρ ἐκχεῖ τῆς ἐνούσης αὐτῷ σκαιότητος τὸν ἀνδροκτόνον ἰόν. μανθάνω τοίνυν τινὰς | |
20 | ἐκ πολλῆς ἄγαν ἀσυνεσίας διακεῖσθαι καὶ λέγειν, ὅτι γενό‐ μενος ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ μετὰ σαρκὸς συναναστραφεὶς τοῖς ἐπὶ τῆς γῆς, κενοὺς ἀφῆκε τῆς | |
ἑαυτοῦ θεότητος τοὺς οὐρανούς. τοῦτο δέ ἐστιν ἕτερον οὐδὲν | 581 | |
582 | ἢ ἐκεῖνο φάναι, ὅτι ποσότητι μετρητός ἐστι, καὶ περιληπτὴν ἔχει τὴν φύσιν, καὶ ἐν τόπῳ μένει καθὰ καὶ τὰ σώματα, ἤγουν τὰ ἕτερα τῶν κτισμάτων. ἠγνόησαν δὲ ἴσως ὅτι τὸ θεῖον ἀσώματόν ἐστιν, ἀσχημάτιστον, ἀμερὲς, οὐ ποσότητι | |
5 | μετρητὸν, οὐ τόπῳ περιγραφόμενον, ἀλλὰ πληροῦν μὲν τὰ πάντα καὶ ἐν πᾶσιν ὂν, ἀχώρητον ὂν κατ’ ἰδίαν φύσιν. γέ‐ γραπται γὰρ ὅτι “Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματος σοῦ, “καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς “τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, παρεῖ· | |
10 | “ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ’ ὄρθρον καὶ κατα‐ “σκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ “σου ὁδηγήσει με.” ἔδει τοίνυν αὐτοὺς οὐκ ἐξ ἀμαθίας προπετεῖς ἐρεύγεσθαι φωνὰς, ἀλλ’ ἐννοεῖν οἷά τε καὶ ὅση καὶ ἐν τίσιν ὑπεροχαῖς ἡ θεία καὶ ὑπερμεγέθης καὶ ἀπόῤῥητός | |
15 | ἐστι τοῦ Θεοῦ φύσις. πότε γὰρ ὁ Θεὸς Λόγος ἀπέστη τοῦ εἶναι μετὰ τοῦ Πατρὸς ἢ τοῦ ἐν αὐτῷ μένειν; εἰ γὰρ ἐνδέ‐ χεται τοῦ φωτὸς ἐκπεσεῖν καὶ χωρισθῆναι τὸ ἀπαύγασμα τὸ ἀπ’ αὐτοῦ, ἦν ἂν εἰκὸς ἐννοῆσαι ὅτι καὶ τὸν Υἱὸν ἐνδέ‐ χεται μὴ εἶναι μετὰ τοῦ Πατρός. πῶς δὲ οὐκ ἐνενόησαν | |
20 | ὅτι γενητὸς ὢν ὁ ἥλιος· κτίσμα γάρ ἐστι δι’ αὐτοῦ τοῦ Λόγου παρενεχθεὶς εἰς γένεσιν· διέρπει μὲν τὴν ἄνω καὶ αὐτῷ ταχθεῖσαν ὁδὸν, καθίησι δὲ τοῖς ἁπανταχόσε φῶς, καὶ πάντα πληρῶν τῆς ἐξ αὐτοῦ προχεομένης αὐγῆς, ἔχει πάλιν αὐτὴν ἐν ἑαυτῷ; πότε τοίνυν οὐκ ἦν ἐν Πατρὶ τὸ ἀπαύγα‐ | |
25 | σμα τῆς δόξης αὐτοῦ; πότε κεχώρισται τῆς ὑποστάσεως | |
αὐτοῦ ὁ χαρακτὴρ αὐτοῦ; καὶ εἰ τὰ πάντα πληροῦντος τοῦ | 582 | |
583 | Πατρὸς, οὐκ ἔχει τοῦτο κατὰ φύσιν ἰδίαν ὁ Υἱὸς, τὸ πάντα φημὶ πληροῦν καὶ εἶναι πανταχοῦ καὶ οὐδενὸς ἀπολιμπά‐ νεσθαι, ἑτεροφυὴς ἄρα παρ’ αὐτόν ἐστιν. ἐκπίπτουσι τοίνυν εἰς τὴν τῶν Ἀρειανῶν πεπλανημένην δόξαν οἱ ταῦτα περὶ | |
5 | αὐτοῦ τολμῶντες λέγειν. εἰ μὲν γὰρ πεπιστεύκασιν ἀληθῶς ὅτι καὶ Θεὸς καὶ ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν πέφηνεν ὁ Υἱὸς, τί μὴ νέμουσιν αὐτῷ τὰ τῇ θείᾳ πρέποντα φύσει; εἰ δὲ ὄνομα μὲν αὐτῷ τὸ τοῦ Θεοῦ περιπλάττουσιν, ἀποστεροῦσι δὲ τῶν τῆς θεότητος ἀξιωμάτων, ἠγνοήκασιν ὅτι καταφέ‐ | |
10 | ρουσιν ἐν κτίσμασι τὸν ποιητὴν, καὶ τῇ τῶν γεγονότων μοίρᾳ τάττουσι τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Κύριον· οὐκοῦν ἦν μὲν ἐπὶ γῆς ὁρώμενος κατὰ σάρκα ἄνθρωπος, πλήρεις δὲ ἦσαν καὶ οὕτω τῆς θεότητος αὐτοῦ οἱ οὐρανοί. πληροῖ γὰρ ὡς ἔφην τὰ πάντα Θεὸς ὢν ὁ Λόγος. | |
15 | Πρὸς τοὺς λέγοντας, ὅτι ἠγνόησεν ὁ Υἱὸς τὴν ἐσχάτην ἡμέραν. | |
16t | ΕΠΙΛΥΣΙΣ. | |
17 | Φασὶ γεμὴν καὶ ἑτέρους ἀκούσαντας λέγοντος τοῦ Χριστοῦ “Περὶ δὲ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ “οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ υἱὸς, εἰ μὴ ὁ πατὴρ” | |
20 | μόνος, ἀσυνετώτατα λέγειν, μὴ εἰδέναι κατὰ ἀλήθειαν τὸν | |
ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς πεφηνότα Λόγον, μήτε | 583 | |
584 | τὴν ὥραν μήτε τὴν ἡμέραν ἐκείνην, ἵνα τοῖς ἀγγέλοις συν‐ τάττηται, καὶ κατὰ μηδένα τρόπον διαφέρειν δοκῇ τῶν δι’ αὐτοῦ γεγονότων. εἶτα πῶς ἐν ἴσῃ τάξει τε καὶ φύσει ποίημα καὶ ποιητής; πῶς δὲ οὐκ ἄπορον τὸ μεσολαβοῦν; | |
5 | ὁ μὲν γάρ ἐστι πάντων ἐπέκεινα, τὸ δὲ, ἐν τοῖς πᾶσιν. εἰ δὲ οἴονται κατὰ ἀλήθειαν ἠγνοηκέναι τι Χριστὸν, καθ’ ὃ νοεῖται Θεὸς, ἔξω φέρονται σκοποῦ, καὶ τρέχουσι κατὰ πετρῶν, καὶ τὸ κέρας ἐγείρουσι κατὰ τῆς δόξης αὐτοῦ. εὑρεθήσεται γὰρ, ἂν οὕτως ἔχῃ καθά φασιν αὐτοὶ, οὐδὲ ὁμοούσιος ἔτι τῷ Θεῷ | |
10 | καὶ Πατρί. εἰ γὰρ οἶδε μὲν ὁ Πατὴρ, ἀγνοεῖ δὲ ὁ Υἱὸς, πῶς ἴσος ἔσται αὐτῷ, ἤγουν ὁμοούσιος; δεῖ γὰρ πάντως ἐν μείοσιν εἶναι τοῦ εἰδότος τὸ μὴ εἰδός. καὶ τὸ ἔτι τούτων παραλογώτερον, βουλὴ καὶ σοφία τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς ὠνόμασται. Παῦλος μὲν γὰρ ἔφη περὶ αὐτοῦ “Ὃς | |
15 | “ἐγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ,” καὶ πάλιν “Ἐν ᾧ εἰσι “πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι·” ψάλλει δὲ καὶ ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν ἐν οὐρανοῖς πατέρα καὶ Θεόν “Ἐν τῇ βουλῇ σου ὡδήγησάς με,” βουλὴν αὐτοῦ λέγων τὸν ἐξ αὐτοῦ φύντα Υἱόν. εἶτα πῶς οὐ γελοῖον | |
20 | ἀγνοεῖν οἴεσθαί τι τῶν ἐν τῷ Πατρὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν βουλὴν αὐτοῦ; καὶ ὁ μόνος εἰδὼς τὸν Πατέρα, πῶς ἀγνοεῖ τὴν τῆς συντελείας ἡμέραν; ποῖον ἄρα τὸ προὔχον ἐν γνώσει, τὸ εἰδέναι τί ἔστιν ὁ Πατὴρ, ἤγουν τὴν ἐσχάτην ἡμέραν; γέγραπται δὲ πάλιν ὅτι “τὸ Πνεῦμα πάντα ἐρευνᾷ | |
25 | “καὶ τὰ βάθη τοῦ Θεοῦ.” ὅτε τοίνυν τὸ Πνεῦμα τὸ εἰδὸς | |
τὰ βάθη τοῦ Θεοῦ καὶ πάντα τὰ ἐν αὐτῷ, Πνεῦμά ἐστι καὶ | 584 | |
585 | αὐτοῦ τοῦ Υἱοῦ, πῶς οὐκ οἶδε τὰ ἐν τῷ ἰδίῳ Πατρί; πολλῶν τοιγαροῦν εἰς ἀτοπίαν ἐννοιῶν συνωθουσῶν τὸν ἀμαθῆ καὶ κίβδηλον ἐκείνων λόγον, ἀναγκαῖον ἐλθεῖν ἐπὶ τὴν οἰκονο‐ μίαν, φάναι τε, ὅτι πεφόρηκε μὲν ὁ Μονογενὴς τοῦ Θεοῦ | |
5 | Λόγος μετὰ τῆς ἀνθρωπότητος καὶ πάντα τὰ αὐτῆς, δίχα μόνης ἁμαρτίας. ἀνθρωπότητος δὲ μέτροις πρέποι ἂν εἰκό‐ τως καὶ τὸ ἀγνοεῖν τὰ ἐσόμενα· οὐκοῦν καθ’ ὃ μὲν νοεῖται Θεὸς, οἶδε πάντα ὅσα καὶ ὁ Πατήρ· καθ’ ὃ γεμὴν ἄνθρω‐ πος ὁ αὐτὸς, οὐκ ἀποσείεται τὸ καὶ ἀγνοῆσαι δοκεῖν, διὰ τὸ | |
10 | τῇ ἀνθρωπότητι πρέπον. ὥσπερ δὲ αὐτὸς ὢν ἡ πάντων ζωὴ καὶ δύναμις τροφὴν ἐδέχετο σωματικὴν, οὐκ ἀτιμάζων τὸ τῆς κενώσεως μέτρον, ἀναγέγραπται δὲ καὶ ὑπνῶν καὶ κο‐ πιάσας, οὕτω καὶ πάντα εἰδὼς τὴν τῇ ἀνθρωπότητι πρέ‐ πουσαν ἄγνοιαν οὐκ ἐρυθριᾷ προσνέμων ἑαυτῷ· γέγονε γὰρ | |
15 | αὐτοῦ πάντα τὰ τῆς ἀνθρωπότητος, δίχα μόνης ἁμαρτίας. ἐπειδὴ δὲ τὰ ὑπὲρ ἑαυτοὺς ἤθελον οἱ μαθηταὶ μανθάνειν, σκήπτεται χρησίμως τὸ μὴ εἰδέναι καθὸ ἄνθρωπος, καί φησι, μηδὲ αὐτοὺς εἰδέναι τοὺς κατὰ τὸν οὐρανὸν ὄντας ἁγίους ἀγγέλους, ἵνα μὴ λυπῶνται ὡς μὴ θαῤῥηθέντες τὸ μυστή‐ | |
20 | ριον. Πρὸς τοὺς λέγοντας ὅτι ἰδικῶς ὁ Λόγος ἐνεργεῖ τὰς θεοσημίας, οὐδὲν πρὸς τοῦτο ἐχούσης τῆς ἁγίας αὐτοῦ σαρκός. | |
23t | ΕΠΙΛΥΣΙΣ. | |
24 | Τοὺς δὲ λέγοντας, ὅτι οὐ χρὴ κοινοποιεῖν τὴν σάρκα | 585 |
586 | τῇ θεότητι τοῦ Μονογενοῦς, οὐδὲ τὴν θεότητα τῇ σαρκὶ ἐν ταῖς θαυματουργίαις· ἢ καὶ ὅτι τὸν Λάζαρον ἤγειρεν ἐκ τοῦ μνημείου φωνήσας ὁ Θεὸς Λόγος καὶ οὐχ ὁ ἄνθρωπος, καὶ ὅτι οὐχ ὁ Θεὸς ἐκοπίασεν ἐν τῇ ὁδοιπορίᾳ, ἀλλ’ ὁ ἀναληφθεὶς | |
5 | ἄνθρωπος, καὶ αὐτὸς ἐπείνασε καὶ ἐδίψησε καὶ ἐσταυρώθη καὶ ἀπέθανεν· ὁλοτρόπως τῆς ἀληθείας διημαρτηκέναι φαμὲν, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας ἀγνοῆσαι τὸ μυστήριον. οὐ γὰρ εἶναί φαμεν υἱοὺς δύο, οὐδὲ δύο χριστοὺς, ἀλλ’ ἕνα Χριστὸν καὶ Υἱὸν, τὸν ἐκ Θεοῦ μὲν Πατρὸς πρὸ παντὸς | |
10 | αἰῶνος καὶ χρόνου γεννηθέντα Θεὸν Μονογενῆ καὶ ἐνυπό‐ στατον αὐτοῦ Λόγον, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς τὸν αὐτὸν κατὰ σάρκα ἐκ γυναικός. μὴ τοίνυν ἀποδιοριζέτωσαν ὡς δίψυχοι, μηδὲ δύο ἡμῖν εἰσκομιζέτωσαν υἱοὺς, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν ὁμολογείτωσαν, ὡς ἐνανθρωπήσαντα Θεοῦ | |
15 | Λόγον, καὶ αὐτοῦ πάντα καὶ φωνὰς καὶ ἐνεργείας. ἐπειδὴ γὰρ ἦν ὁ αὐτὸς Θεός τε ὁμοῦ καὶ ἄνθρωπος, λαλεῖ καὶ θεο‐ πρεπῶς καὶ ἀνθρωπίνως· ἐνεργεῖ δὲ ὁμοίως καὶ τὰ ἀνθρώ‐ πινα καὶ τὰ θεοπρεπῆ. ὅταν τοίνυν ὁμολογῶσιν ἕνα Υἱὸν καὶ Χριστὸν καὶ Κύριον, πεπαύσονται διαιροῦντες ἀμαθῶς | |
20 | καὶ διιστάντες εἰς δύο, ὡς ἕνα μὲν ἰδικῶς καὶ ἀνὰ μέρος υἱὸν νοεῖσθαι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἕτερον δὲ πάλιν ἰδικῶς καὶ ἀνὰ μέρος υἱὸν τὸν, ὡς αὐτοί φασιν, ἀναληφθέντα ἄνθρω‐ πον. ἡμεῖς γὰρ οὐχ οὕτως φαμὲν, οὐδὲ οὕτως πιστεύομεν, ἀλλ’ ὅτι Θεὸς ὢν ὁ Λόγος γέγονεν σὰρξ τουτέστιν ἄνθρωπος, | |
25 | οὐκ ἀποβαλὼν τὸ εἶναι Θεὸς, ἀλλὰ καὶ μεμενηκὼς ὅπερ ἦν | |
ἀτρέπτως καὶ ἀναλλοιώτως, καὶ μετεσχηκὼς σαρκὸς καὶ | 586 | |
587 | αἵματος κατὰ τὰς γραφάς· τὴν δέ γε ἑνωθεῖσαν αὐτῷ καὶ ἰδίαν αὐτοῦ γενομένην σάρκα ἐψυχῶσθαί φαμεν ψυχῇ νοερᾷ. Πρὸς τοὺς λέγοντας, ὅτι οὐκ ἀνελήφθη μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς, ἐν ᾧ καὶ πρὸς τοὺς λέγοντας, ὅτι τὸ ἀναληφθὲν σῶμα τῇ ἁγίᾳ | |
5 | Τριάδι συγκέκραται. | |
6t | ΕΠΙΛΥΣΙΣ. | |
7 | Ὅτι δὲ καὶ ἀνελήφθη μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς πῶς ἂν ἐνδοιάσειέ τις; τὸν γὰρ ἐκ νεκρῶν ἐγηγερμένον, αὐτὸν δηλονότι καθὸ νοεῖται καὶ πέφηνεν ἄνθρωπος, κεκάθικεν | |
10 | ὁ Πατὴρ “ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς “ὑψηλοῖς,” “ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνά‐ “μεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου·” ἥξει δὲ οὕτω κατὰ καιρούς. καὶ ἀρκέσει πρὸς τοῦτο τῶν ἁγίων ἀγγέλων ἡ φωνὴ τοῖς θεωμένοις αὐτὸν ἀναβαίνοντα μετὰ | |
15 | τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἀναφανδὸν εἰρηκότων “Οὗτος ὁ “Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν, οὕτως ἐλεύσεται ὃν τρόπον “ἐθεάσασθε πορευόμενον αὐτὸν εἰς τὸν οὐρανόν.” εἰ μὲν οὖν οἱ τῆς ἀναλήψεως αὐτοῦ γεγονότες θεωροὶ, γυμνὸν τῆς σαρκὸς τὸν Λόγον τεθέανται, οὕτως αὐτὸν καὶ ἥξειν ὑπονοεί‐ | |
20 | τωσάν τινες· εἰ δὲ πεπληροφόρηκε τοὺς ἁγίους ἀποστόλους, τὸ ψηλαφητὸν αὐτοῖς δείξας σῶμα, καὶ οὕτως ἀνελήφθη· οὕτω πάλιν ἐλεύσεται, καὶ οὐκ ἂν διαψεύσαιτο τῶν ἁγίων | |
πνευμάτων ὁ ἐπ’ αὐτῷ λόγος. | 587 | |
588 | Ἀλλὰ μηδὲ ἐκεῖνό τινες φανταζέσθωσαν κακῶς, μήτε μὴν ὑπονοείτωσαν, ὅτι τὸ ἑνωθὲν τῷ Λόγῳ σῶμα τῇ τῆς ἁγίας Τριάδος συγκέκραται φύσει. ἀμήχανον γὰρ τὴν ἀπόῤ‐ ῥητον ἐκείνην καὶ ὑπερφυᾶ καὶ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ | |
5 | λόγου νοουμένην οὐσίαν, προσθήκην τινὰ καὶ μάλιστα τὴν ἔξωθεν καὶ ἑτέρας φύσεως δύνασθαι λαβεῖν. ἔστι γὰρ ἐν τοῖς καθ’ ἑαυτὴν παντελεία, καὶ οὔτε μείωσιν ἐπιδέχεταί τινα, διὰ τὸ ἀτρέπτως καὶ ἀναλλοιώτως ἔχειν ἀεὶ, οὔτε μὴν ὡς ἔφην προσθήκης ἂν δέοιτό τινος. περιττολογοῦσι τοίνυν | |
10 | οἱ ἐκ πολλῆς ἀμαθίας κατὰ σύγκρασιν ἤγουν συνουσίωσιν ἐν τῇ φύσει τῆς ἁγίας Τριάδος χωρῆσαι τὸ σῶμα λέγοντες. διακείμεθα γὰρ οὐχ οὕτως ἡμεῖς, ἀλλ’ ὀρθὴν ἔχομεν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ τὴν δόξαν. ἐνανθρω‐ πῆσαι γάρ φαμεν αὐτὸν τὸν Μονογενῆ τοῦ Θεοῦ Λόγον, οὐκ | |
15 | εἰς σάρκα τὴν ἰδίαν μεταποιήσαντα φύσιν, ἀλλ’ ἐκ τῆς ἁγίας παρθένου λαβόντα αὐτὴν, ἥξοντά τε σὺν αὐτῇ, πλὴν ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων. Πῶς χρὴ νοεῖσθαι τό Ὁ Λόγος σὰρξ ἐγένετο. | |
21t | ΕΠΙΛΥΣΙΣ. | |
22 | Ἐπειδὴ δὲ, ὡς μανθάνω, προσποιοῦνταί τινες ἐρωτᾶν | |
τό Τί ἂν εἴη ἢ κατὰ τίνα νοεῖται τρόπον τό Ὁ λόγος σὰρξ | 588 | |
589 | ἐγένετο, πάλιν ἀναγκαίως ἐκεῖνό φαμεν Ἔθος τῇ θεοπνεύστῳ γραφῇ καὶ ἀπὸ μόνης σαρκὸς ὀνομάζειν ἔσθ’ ὅτε τὸν ἄνθρω‐ πον. καὶ γοῦν ἐν προφήταις ἐπηγγείλατο Θεὸς ἐκχεῖν τὸ ἑαυτοῦ πνεῦμα ἐπὶ πᾶσαν σάρκα, εἴρηται δὲ πάλιν ὅτι | |
5 | “Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.” καὶ οὐ δήπου φαμὲν ὡς ἐπὶ μόνην τὴν σάρκα τὸ θεῖον ἐκχεῖται πνεῦμα, ἀλλ’ οὐδὲ ὅτι μόνη ἡ σὰρξ τὴν σωτηρίαν τεθέαται τὴν διὰ Χριστοῦ· ἀλλ’ ἐπ’ ἀνθρώπους ἐξεχύθη τὸ πνεῦμα, καὶ αὐτοὶ τεθέανται τὴν σωτηρίαν. ὅταν τοίνυν ὁ εὐαγγελι‐ | |
10 | στὴς λέγῃ “Καὶ ὁ Λόγος σὰρξ ἐγένετο,” οὐκ εἰς σάρκα μεταπεποιῆσθαι διδάσκει τὸν τοῦ Θεοῦ Λόγον· ἄτρεπτος γάρ ἐστιν ὡς ἐξ ἀτρέπτου Πατρός· ἀλλ’ ὅτι σάρκα ἐψυχωμένην νοερῶς ἰδίαν ποιησάμενος, παραδόξως προῆλθεν ἄνθρωπος παρὰ τῆς ἁγίας παρθένου, ἐπειδὴ δὲ οὐκ ἄνθρωπος ὢν πρό‐ | |
15 | τερον τεθεοποίηται μᾶλλον, ἀλλὰ Θεὸς ὢν φύσει, πέφηνεν ἄνθρωπος. Πρὸς τοὺς ζητοῦντας, εἰ προσέθηκέ τι τῇ τοῦ ἀνθρώπου φύσει παραγενό‐ μενος ὁ Χριστὸς ἐν σαρκί· καὶ πῶς κατ’ εἰκόνα Θεοῦ ὁ ἄνθρωπος. | |
19t | ΕΠΙΛΥΣΙΣ. | |
20 | Ὅτι δὲ παντὸς ἀγαθοῦ πρόξενος τῇ τοῦ ἀνθρώπου γέγονε φύσει παραγενόμενος ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, τίς ὁ μὴ φάναι τολμῶν; ἢ τίς καταρνήσεται, καὶ | |
ἀνόνητον ἡμῖν γενέσθαι φήσει τὴν εἰς τόνδε τὸν κόσμον | 589 | |
590 | ἀποστολὴν αὐτοῦ; γέγονε μὲν γὰρ κατ’ εἰκόνα τὴν πρὸς αὐτὸν ὁ ἄνθρωπος ἐν ἀρχαῖς, καὶ ἦν ἡ φύσις ἐπιτηδείως ἔχουσα πρὸς ἀνάληψιν παντὸς ἀγαθοῦ καὶ εἰς κατόρθωσιν ἀρετῆς. ἔκτισε γὰρ ἡμᾶς “ἐπὶ ἔργοις ἀγαθοῖς,” ὡς γοῦν ὁ | |
5 | πάνσοφος γράφει Παῦλος. ἀλλ’ ἠφάνισε τῆς θεοειδοῦς εἰκόνος τὸ κάλλος ἡ ἁμαρτία, καὶ ῥυποῦ μεστὸν ἀπέφηνεν ὁ σατανᾶς τὸ λαμπρὸν τῆς ἀνθρωπότητος πρόσωπον· ἀλλ’ ἐπέφανεν ὁ ἀνακαινιστὴς, ὁ ἀναμορφῶν εἰς τὸ ἐν ἀρχαῖς τὸ ἠδικημένον καὶ πάλιν ἡμᾶς εἰς τὴν ἑαυτοῦ μεταπλάττων | |
10 | εἰκόνα, ὥστε τῆς θείας αὐτοῦ φύσεως ἐμπρέπειν ἡμῖν τοὺς χαρακτῆρας δι’ ἁγιασμοῦ καὶ δικαιοσύνης καὶ τῆς κατ’ ἀρε‐ τὴν εὐζωΐας. αὐτὸς γάρ ἐστιν ἡ θύρα καὶ ἡ ὁδὸς, δι’ ἧς πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων εἰσελάσαι δεδυνήμεθα, καὶ ὀρθὰς ποιήσασθαι τροχιάς· ὥστε ἐν ἡμῖν μὲν τοῖς ἐν Χριστῷ τὸ | |
15 | τῆς ἀρίστης εἰκόνος ἐκφαίνεται κάλλος, οἳ δι’ αὐτῶν τῶν ἔργων ἠνδραγαθήσαμεν. ἐν δέ γε τῷ πρωτοπλάστῳ πᾶσα μὲν ἐπιτηδειότης ἦν, ἀποφέρουσα δύναμιν πρὸς ἀνάληψιν ἀρετῆς, οὐ πάντως δὲ καὶ ἐνέργεια. τοιγαροῦν καὶ αὐτὸς ἔφη Χριστὸς περὶ ἡμῶν, ἤτοι τῶν ἰδίων προβάτων “Ἐγὼ ἦλθον | |
20 | “ἵνα ζωὴν ἔχωσι, καὶ περιττὸν ἔχωσιν.” ἀποδέδοται μὲν γὰρ τῇ ἀνθρώπου φύσει τὸ ἐν Ἀδὰμ ἐν ἀρχῇ, τουτέστιν ὁ ἁγιασμός· τὸ δὲ περιττὸν, ὥστε οἶμαι, φησὶ, τὸ κατ’ ἐνέρ‐ γειαν ὁρᾶσθαι σεπτοὺς, καὶ δι’ αὐτῶν τῶν κατορθωμάτων | |
καταφαιδρύνεσθαι. | 590 | |
591 | Ὅτι διὰ τῆς ἰδίας σαρκὸς ἐνεργεῖ τὰς θεοσημίας Θεὸς ὢν ὁ Λόγος. | |
2t | ΕΠΙΛΥΣΙΣ. | |
3 | Ἄνθρωπον δὲ γενέσθαι φαμὲν τὸν Μονογενῆ τοῦ Θεοῦ Λόγον, οὐχ ἵνα τὸ εἶναι Θεὸς ἀποβάλῃ, ἀλλ’ οὐδ’ ἵνα γυμνὸς | |
5 | νοῆται Λόγος, ἐνανθρωπήσας δὲ μᾶλλον, καὶ ἴδιον ποιησά‐ μενος σῶμα τὸ ἐκ τῆς ἁγίας καὶ θεοτόκου παρθένου. οὐκοῦν ὁ Χριστὸν ὀνομάζων, οὔτε Λόγον σημαίνει γυμνὸν, οὔτε ἄνθρωπον κοινὸν, ἢ ὡς ἕνα τῶν καθ’ ἡμᾶς· ἐνανθρωπή‐ σαντα δὲ ὡς ἔφην τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, καὶ κεχρι‐ | |
10 | σμένον εἰς ἀποστολήν. οὐ γὰρ ἄνθρωπος ἐθεοποιήθη, καθά φασί τινες, ἑνωθεὶς τῷ Λόγῳ, ἀλλ’ αὐτὸς ὁ Λόγος σάρκα λαβὼν καὶ γενόμενος ἄνθρωπος μεμένηκε καὶ οὕτω Θεός. Ὅταν οὖν ἐργάζεται τὰς θεοσημίας, μὴ διορίσας ἀνὰ μέρος τῆς ἁγίας αὐτοῦ σαρκὸς τὸν ἐκ Θεοῦ Λόγον αὐτῷ | |
15 | κατὰ μόνας τὴν ἐπὶ τοῖς τελουμένοις ἀνάψῃς δύναμιν· νόει δὲ μᾶλλον εὐσεβῶς ὅτι γενόμενος ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ διὰ τῆς ἰδίας αὐτοῦ σαρκὸς ἐνήργει πολλάκις, ὡς ἰδίαν ἔχων αὐτὴν, οὐ κατὰ σύγχυσιν ἢ φυρμόν. καὶ ὥσπερ ἔστιν ἐπὶ ἀνθρώπου τεχνίτου νοεῖν τέκτονος | |
20 | τυχὼν ἢ σιδηρέως, ὅτι ποιεῖ τὰ ἔργα μετὰ τοῦ ἰδίου σώματος ἡ ψυχή· καὶ οὐκ ἄν τις εἴποι ψυχῆς ἔργα μόνης εἶναι, εἰ | |
καὶ αὐτὴ κινεῖ πρὸς ἔργα τὸ σῶμα, ἀλλὰ τοῦ συναμφοτέρου· | 591 | |
592 | οὕτω νόει καὶ ἐπὶ Χριστοῦ. πρὸ μὲν γὰρ τῆς ἐνανθρωπή‐ σεως γυμνὸς ὢν ἔτι καὶ καθ’ ἑαυτὸν ὁ Λόγος εἰργάζετο τὰ θεοπρεπῆ, γεγονὼς δὲ ἄνθρωπος, ἐνήργει καὶ διὰ τῆς ἑαυτοῦ σαρκὸς, ὡς ἔφην. οὕτως ἥψατο τῶν τυφλῶν, ἤγειρε δὲ καὶ | |
5 | τὸν τῆς χήρας υἱὸν πάλιν ἐκτείνας τὴν χεῖρα καὶ ἁψάμενος τῆς σοροῦ· οὕτω πτύσας καὶ ποιήσας πηλὸν ἔχρισε τοὺς ὀφθαλμοὺς τοῦ ἐκ γεννητῆς τυφλοῦ. Εἰ δὲ καὶ διῆγε πνευματικῶς, ἐννόει πάλιν, ὅτι τὰ καθ’ ἡμᾶς ἀναβιβάζων εἰς πνευματικὴν πολιτείαν, αὐτὸς ἤρξατο | |
10 | τοῦ πράγματος ἀνθρωπίνως, ἵνα ὁδὸς καὶ ἀρχὴ γένηται τῇ ἀνθρώπου φύσει πρὸς τὸ δύνασθαι διαζῆν, οὐκέτι σαρκικῶς καὶ φιληδόνως, ἁγίως δὲ μᾶλλον καὶ πνευματικῶς. ἀρχὴ γὰρ ἡμῖν παντὸς γέγονεν ἀγαθοῦ, καὶ διὰ τοῦτο πέφηνεν ἄν‐ θρωπος, ἵνα τῆς ἐν Ἀδὰμ ἀσθενείας ἐλευθερώσας τὴν ἡμῶν | |
15 | φύσιν, ὡς ἐν ἑαυτῷ καὶ πρώτῳ δείξῃ πνευματικήν. Ὁμοίως πῶς κατ’ εἰκόνα Θεοῦ ὁ ἄνθρωπος. | |
17t | ΕΠΙΛΥΣΙΣ. | |
18 | Ἐπειδὴ δέ φασι καὶ ἑτέρους ζητεῖν, πῶς δὴ κατ’ εἰκόνα Θεοῦ προσήκει νοεῖσθαι τὸν ἄνθρωπον, εἶτά τινες ἀσυνέτως | |
20 | κομιδῆ τὴν τοῦ σώματος εἰκόνα, καὶ τὸ ὁρώμενον εἶδος αὐτό | 592 |
593 | φασιν καὶ οὐχ ἕτερον εἶναι τὴν πρὸς Θεὸν ὁμοίωσιν· δεῖν ᾠήθην εἰπεῖν, ὅτι πεπλάνηνται, καὶ τῆς ἀληθείας ἀφιλοθεά‐ μονα τὴν διάνοιαν ἔχουσι. τοῦ γὰρ Σωτῆρος ἐναργῶς λέγοντος “Πνεῦμα ὁ Θεὸς,” αὐτοὶ σωματοειδῆ εἶναί φασιν | |
5 | τὴν θείαν φύσιν, καὶ ἐν χαρακτῆρι τοιούτῳ ἐν ᾧ καὶ ἡμεῖς ἐσμέν. ἆρ’ οὖν σῶμα καὶ αὐτὸς, καὶ οὐκ ἔτι πνεῦμα νοεῖται; ἀκολουθεῖ γὰρ πάντως τὰ εἴδη τοῖς σώμασιν. ἐπειδὴ δὲ πνεῦμά ἐστιν ὁ Θεὸς, ἀνείδεός που πάντως ἐστὶ, καὶ τύπου καὶ σχήματος καὶ περιγραφῆς ἐπέκεινα ἁπάσης. μεμορφώ‐ | |
10 | μεθα δὲ πρὸς αὐτὸν κατὰ πρῶτον μὲν καὶ κυριώτατον τρό‐ πον, ὅσον ἂν νοοῖτο, κατ’ ἀρετὴν καὶ ἁγιασμόν. ἅγιον γὰρ τὸ θεῖον, καὶ ἀρετῆς ἁπάσης πηγὴ καὶ ἀρχὴ καὶ γένεσις. ὅτι δὲ πρέποι ἂν οὕτω νοεῖσθαι μᾶλλον τὸ κατ’ εἰκόνα Θεοῦ γενέσθαι τὸν ἄνθρωπον, διδάξει καὶ ὁ πάνσοφος Παῦλος | |
15 | τοῖς ἐν Γαλατίᾳ λέγων “Τεκνία οὓς πάλιν ὠδίνω, ἄχρις οὗ “μορφωθῇ Χριστὸς ἐν ὑμῖν.” μορφοῦται μὲν γὰρ ἐν ἡμῖν δι’ ἁγιασμοῦ τοῦ διὰ Πνεύματος, διὰ κλήσεως τῆς ἐν πίστει τῇ εἰς αὐτόν· ἐν δέ γε τοῖς παραβαίνουσι τὴν πίστιν, οὐκ ἐκλάμπουσιν οἱ χαρακτῆρες ὑγιῶς. διὰ τοῦτο χρῄζουσιν | |
20 | ἑτέρας ὠδῖνος πνευματικῆς καὶ ἀναγεννήσεως νοητῆς, ἵν’ ἐναστράψαντος αὐτοῖς τοῦ Ἁγίου Πνεύματος δι’ ἁγιασμοῦ τὴν θείαν εἰκόνα, πάλιν ἀναμορφωθεῖεν εἰς Χριστόν. Οὐκ ἀπίθανον δὲ καὶ κατὰ τὸ ἀρχικὸν τὴν ὁμοίωσιν | |
τὴν πρὸς Θεὸν ἐνεῖναι λέγειν τῷ ἀνθρώπῳ. δέδοται γὰρ | 593 | |
594 | αὐτῷ τὸ ἄρχειν ἁπάντων τῶν ἐπὶ τῆς γῆς. καὶ δεύτερος οὗτος τῆς πρὸς αὐτὸν ὁμοιώσεως λόγος. εἰ δὲ ἐν τῇ τοῦ ἀνθρώπου σώματος φύσει τε καὶ εἴδει κείμενον ἦν τὸ πε‐ πλάσθαι ἢ τὸ πεποιῆσθαι κατ’ εἰκόνα τοῦ Δημιουργοῦ, πῶς ἦν | |
5 | δύνασθαί τινας ἀπολλύειν αὐτό; ἀποβεβλήκαμεν γὰρ οὐδὲν τῶν ἐνόντων οὐσιωδῶς. ἐπειδὴ δὲ ἡμᾶς ὁ ἁγιασμὸς καὶ ἡ δικαιοσύνη διαμορφοῖ πρὸς Θεὸν, τοὺς μηκέτι ζήσαντας κατ’ ἀρετὴν καὶ ὡς ἐν ἁγιασμῷ, φαμὲν ἀποβαλεῖν τὸ οὕτω σεπτὸν καὶ ἐξαίρετον κάλλος. διὸ καὶ ἀναλαμβάνεται πάλιν δι’ | |
10 | ἁγιασμοῦ καὶ ἀρετῆς καὶ τῆς κατ’ εὐσέβειαν ζωῆς. εἰ δὲ οἴονταί τινες ἐκ πολλῆς ἄγαν ἐλαφρίας ἀνθρωποειδῆ τὴν θείαν εἶναι φύσιν, πῶς Ἰουδαίοις ἔφασκεν ὁ Σωτὴρ περὶ τοῦ Θεοῦ καὶ Πατρός “Ἀμὴν λέγω ὑμῖν, οὔτε φωνὴν αὐτοῦ “ἀκηκόατε πώποτε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε;” εἰ γὰρ ἦν, | |
15 | ὡς ἔφην, ἀνθρωποειδὴς, πῶς οὐ τεθέανται οὐκ Ἰουδαῖοι μόνον, | |
ἀλλὰ γὰρ καὶ πάντες οἱ ἄνθρωποι τὸ εἶδος αὐτοῦ; | 594 | |
595 | Ὅτι τὴν εὐχαριστίαν ἐν μόναις χρὴ ταῖς καθολικαῖς ἐκκλησίαις ἐκτελεῖσθαι. | |
3t | ΕΠΙΛΥΣΙΣ. | |
4 | Τὸ δέ γε δῶρον, ἤτοι τὴν προσφορὰν ἣν τελοῦμεν μυστι‐ | |
5 | κῶς, ἐν ἁγίαις ἐκκλησίαις ταῖς τῶν ὀρθοδόξων χρὴ προσφέ‐ ρεσθαι μόναις, καὶ οὐχ ἑτέρωθί που. ἢ οἱ τοῦτο δρῶντες παρανομοῦσιν ἐμφανῶς. καὶ τοῦτο ἔστιν ἰδεῖν ἐκ τῶν ἱερῶν γραμμάτων. ἐκέλευε γὰρ ὁ νόμος θύεσθαι τὸ πρόβατον κατὰ τὴν ἡμέραν ἤτοι τὴν ἑορτὴν τοῦ πάσχα, καὶ ἦν εἰς τύπον | |
10 | Χριστοῦ· ἀλλ’ “ἐν οἰκίᾳ μιᾷ βρωθήσεται, φησὶ, καὶ οὐκ “ἐξοίσετε τῶν κρεῶν αὐτοῦ ἔξω.” ἔξω τοίνυν ἐκφέρουσι τὸ δῶρον, οἱ μὴ ἐν τῇ μιᾷ καὶ καθολικῇ οἰκίᾳ τοῦ Χριστοῦ, τουτέστι, τῇ Ἐκκλησίᾳ, τελοῦντες αὐτό· καὶ δι’ ἑτέρου δὲ νόμου τοιοῦτόν τι σημαίνεται. γέγραπται γὰρ πάλιν “Καὶ | |
15 | “ὃς ἐὰν θύσῃ μόσχον ἢ πρόβατον ἐν τῇ παρεμβολῇ, καὶ “ἐπὶ τὰς θύρας τῆς σκηνῆς μὴ ἐνέγκῃ, ἐξολοθρευθήσεται ἡ “ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.” οὐκοῦν οἱ ἔξω θύοντες τῆς σκηνῆς, εἶεν ἂν οὐχ ἕτεροί τινες παρὰ τοὺς αἱρετικοὺς, καὶ ὄλεθρος αὐτοῖς ἐπήρτηται τοῖς τοῦτο τολμῶσι δρᾶν. πιστεύ‐ | |
20 | ομεν τοίνυν τὰς ἐν ταῖς ἐκκλησίαις δωροφορίας καὶ ἁγιά‐ | |
ζεσθαι καὶ εὐλογεῖσθαι καὶ τελειοῦσθαι παρὰ Χριστοῦ. | 595 | |
596 | Ὅτι τὰς σαρκικὰς ἡδονὰς εἴτουν φυσικὰς κολοβῶσαι δυνάμεθα, ἐκκόψαι δὲ παντελῶς οὐκέτι. | |
3t | ΕΠΙΛΥΣΙΣ. | |
4 | Δοκεῖ τισιν ὁ πάνσοφος Παῦλος δυσχερῆ τινα λέγειν, | |
5 | ἤτοι δυσνόητα, κατὰ τὴν τῶν ἁγίων ἀποστόλων φωνήν. ὅτι δὲ σοφίας τῆς ἄνωθεν μεμέστωται ταῦτα, οὐκ ἔστιν ἀμφι‐ βαλεῖν, λαλεῖ γὰρ ἐν αὐτῷ Χριστός. ἔφη τοίνυν “ὅτι “συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, “βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ | |
10 | “νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας,” καὶ πάλιν “Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ “τοῦ σώματος τοῦ θανάτου τούτου; χάρις δὲ τῷ Θεῷ διὰ “Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.” καταστρατεύεται μὲν γὰρ τοῦ νοῦ βλέποντος εἰς ἐγκράτειαν διὰ τὸν τοῦ Θεοῦ | |
15 | φόβον τὸ κίνημα τῆς σαρκὸς, καὶ ταῖς εἰς ἁγνείαν ὁρμαῖς ἀντιτάττεται καὶ ἀντεξάγει δεινῶς. ἀλλ’ οἱ νήψει χρώμενοι τῇ πρεπούσῃ τοῖς Θεὸν σεβομένοις, ἐπιτιμῶσι τῷ κινήματι τῆς σαρκὸς, καὶ τὸ τῆς ἁμαρτίας ἀπαμβλύνουσι κέντρον ἀσκήσεσι καὶ πόνοις καὶ ταῖς ἄλλαις ἐπιεικείαις χρώμε‐ | |
20 | νοι. ὥστε ἀποριζῶσαι μὲν τῆς σαρκὸς τὴν ἔμφυτον αὐτῆς ἐπιθυμίαν οὐκ ἔνεστι· νήψει δὲ, ὡς ἔφην, οὐκ ἐᾶν καταθρα‐ | |
σύνεσθαι τοῦ νοῦ, δυνατὸν, μάλισθ’ ὅτι γέγονεν ἄνθρωπος ὁ | 596 | |
597 | Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ ἀγριαίνοντα τῆς ἁμαρτίας τὸν νόμον τὸν ἐν τοῖς μέλεσιν ἡμῶν οὐκ ἔτι νεανιεύεσθαι συγκεχώρηκε καθ’ ἡμῶν. καὶ τοῦτο διδάξει σαφῶς ὁ παν‐ άριστος Παῦλος γράφων “Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν | |
5 | “ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας “ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε “τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου “πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ “κατὰ πνεῦμα.” περιεσόμεθα τοίνυν τῶν ἐμφύτων κινημάτων | |
10 | οὐκ εἰς ἅπαν, οὐδὲ ὁλοτελῶς· τετήρηται γὰρ τοῦτο τῇ παμ‐ μακαρίᾳ ζωῇ τῇ ἔσεσθαι προσδοκωμένῃ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα· δυνάμεθα δὲ κατανδραΐζεσθαι, καὶ ἐπιπλήττειν τοῖς τῆς σαρκὸς κινήμασι, Θεοῦ συμπράττοντος, καὶ τὴν ἐξ ὕψους ἡμῖν χορηγοῦντος δύναμιν. καὶ ἁδροτέρα μὲν ἐστὶν | |
15 | ἐν τοῖς ῥᾳθυμοῦσιν ἡ ἐπιθυμία, καὶ οἷον κατεξουσιάζουσα τῆς αὐτῶν καρδίας· ἀδρανὴς δὲ καὶ ῥᾳδίως ἐπιτιμωμένη καὶ ἐκ‐ πεμπομένη τοῦ νοῦ ἐν τοῖς τὸν θεῖον ἔχουσι φόβον. γέγρα‐ πται γὰρ ὅτι “ὁ φόβος Κυρίου ἁγνὸς,” τουτέστιν, ἁγνο‐ ποιός. | |
20 | Πρὸς τοὺς λέγοντας Εἰ ἐνεδέχετο ἁμαρτῆσαι Χριστὸν φορέσαντα τὴν ὁμοίωσιν τοῦ Ἀδὰμ διὰ τὴν σάρκα. | |
22t | ΕΠΙΛΥΣΙΣ. | |
23 | Ἀσύνετοι δὲ παντελῶς οἱ καὶ αὐτὸν πλημμελῆσαι τὸν | 597 |
598 | Χριστὸν δύνασθαι οὐκ οἶδ’ ὅπως ὑποτοπήσαντες, διὰ τὸ ἐν εἴδει γενέσθαι τῷ καθ’ ἡμᾶς οἰκονομικῶς καὶ μορφὴν δούλου λαβεῖν καὶ συναναστραφῆναι τοῖς ἐπὶ γῆς ἀνθρώποις. εἰ μὲν γὰρ ἀπέστη τοῦ εἶναι ὃ ἦν, εἰ μεταπεφοίτηκεν ἐκ τοῦ | |
5 | εἶναι Θεὸς εἰς τὸ καθ’ ἡμᾶς εἶναι μόνον, ζητείτωσαν ἐν αὐτῷ τῆς ἀνθρωπίνης ἀσθενείας τὰ ἐγκλήματα. εἰ δὲ πεφόρεκε διὰ τοῦτο τὴν ἀνθρώπου φύσιν, ἵν’ ὡς ἐν Ἀδὰμ ἀσθενή‐ σασαν ἐν αὐτῷ δείξῃ δυνατωτάτην καὶ ἁμαρτίας κρείττονα, τί περιεργάζονται μάτην ὃ εὑρεῖν οὐ δύνανται; πῶς δὲ | |
10 | ἐπελάθοντο λέγοντος αὐτοῦ “Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου “τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.” κατηγορεῖ μὲν γὰρ ὁ τῆς ἁμαρτίας εὑρετὴς πάσης σαρκός· ἀλλ’ ἦν ἄπρακτος ἐν Χριστῷ τῆς ἐκείνου σκαιότητος ἡ περιεργία, ηὕρηται γὰρ ὅλως οὐδὲν ἐν αὐτῷ. καὶ γοῦν ἔφη πρὸς Ἰουδαίους “Τίς | |
15 | “ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ ἀλήθειαν λέγω, “διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;” ὥσπερ τοίνυν κατεκρί‐ θημεν ἐν Ἀδὰμ διὰ τὴν παρακοὴν καὶ τῆς θείας ἐντολῆς τὴν παράβασιν, οὕτως ἐν Χριστῷ δεδικαιώμεθα διὰ τὸ ἀπλημ‐ μελὲς ὁλοτρόπως καὶ τὴν εἰς ἅπαν καὶ ἀμώμητον ὑπακοήν. | |
20 | καὶ τὸ καύχημα τῆς ἀνθρωπείας φύσεως ἐν τούτῳ γέγονε. πέφρακται γοῦν ἡ ἀρὰ, καὶ τὸ τῆς ἁμαρτίας ἐμπέφρακται | |
στόμα, καὶ σὺν αὐτῷ τὸ τοῦ θανάτου κατηργήθη κράτος, | 598 | |
599 | ὥσπερ οἰκείᾳ ῥίζῃ συναπομαρανθέν. εἰ γὰρ πρόξενος ἡμῖν ἁπάντων τῶν κακῶν ἡ ἁμαρτία γέγονεν, ἀναίρεσις ἔσται τῶν συμβεβηκότων ἡ ἐν Χριστῷ δικαίωσις, δι’ ὑπακοῆς εἰσβαίνουσα, καὶ τὸ ἀνυπαίτιον ἔχουσα παντελῶς. ὥστε καὶ | |
5 | εἰ πεφόρεκεν ὡς φασὶ τὸν Ἀδὰμ, ἀλλ’ οὐ κατ’ ἐκεῖνον ἦν, τὸν ἐκ γῆς χοϊκὸν, ἀλλ’ ὡς ἐπουράνιος ἀσυγκρίτως ἀμείνων τοῦ χοϊκοῦ. καὶ τοῖς τῆς ἀναμαρτησίας ἐπαίνοις τὴν ἀνθρώ‐ που φύσιν στεφανουμένην ἐν αὐτῷ θεωρήσαι τις ἂν, ἐπιμαρ‐ τυρούσης αὐτῷ τῆς θεοπνεύστου γραφῆς, ὅτι “ἁμαρτίαν οὐκ | |
10 | “ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.” Πρὸς τοὺς λέγοντας Εἰ καὶ ἄγγελοι κατ’ εἰκόνα Θεοῦ. | |
12t | ΕΠΙΛΥΣΙΣ. | |
13 | Τὸ δέ Κατ’ εἰκόνα Θεοῦ διερμηνεύοντες ἐπὶ τοῦ ἀνθρώ‐ που, οὐ τὴν τοῦ σώματος εἰδέαν μεταμορφοῦσθαι πρὸς αὐτὸν | |
15 | ἐλέγομεν. ἀσώματον γὰρ ἄϋλόν τε καὶ ἀναφὲς τὸ θεῖον, καὶ ποσότητος ἐπέκεινα καὶ περιγραφῆς, εἴδους τε καὶ σχήματος. ἐφαρμόζοντες δὲ τῷ ἀνθρώπῳ τὸν θεῖον ἐξεικονισμὸν, ἐλέ‐ γομεν ὅτι κατὰ τὴν τῶν ἠθῶν ἤτοι τῶν τρόπων ποιότητα, καὶ κατ’ εἶδος τὸ πνευματικὸν, ὃ διὰ τῆς τῶν ἀρετῶν εὐει‐ | |
20 | δίας ἐκφαίνεται, πεποιῆσθαί φαμεν καθ’ ὁμοίωσιν αὐτοῦ τοῦ δημιουργοῦ. ἐν παντὶ γὰρ καλῷ τὸ θεῖον, καὶ ἁπάσης ἀρε‐ τῆς αὐτοπηγὴ καὶ ῥίζα γαὶ γένεσις, ἥκει δὲ καὶ εἰς ἡμᾶς | |
ἐκεῖθεν τὰ ἀγαθά. εἰ τοίνυν κατά γε τὴν ἐξ ἀρετῶν εἰδέαν | 599 | |
600 | διαμορφούμεθα πρὸς Θεὸν, ἔνεστι δὲ τοῦτο καὶ τοῖς ἁγίοις ἀγγέλοις καὶ ἀσυγκρίτως ὑπὲρ ἡμᾶς· οὐκ ἀμήχανον ἐννοεῖν ὅτι καὶ πᾶσα κτίσις λογικὴ δι’ ἁγιασμοῦ καὶ δικαιοσύνης καὶ διὰ πάσης ἀρετῆς μορφοῦται πρὸς Θεόν. εἰ γὰρ ἡμῖν | |
5 | τοῖς ἐπὶ τῆς γῆς ἐμπρέπει τὸ θεῖόν τε καὶ ὑπερκόσμιον κάλ‐ λος, πῶς οὐ μᾶλλον ταῖς ἄνω δυνάμεσι λογικαῖς, αἷς ἐπανα‐ παύεται ὁ Θεός; διὰ γὰρ τοῦτο καὶ θρόνον αὐτοῦ τὸν οὐρανὸν ὀνομάζουσιν αἱ θεῖαι γραφαί. Πρὸς τοὺς λέγοντας Πῶς ἀσώματοι ὄντες οἱ δαίμονες ἐμίχθησαν | |
10 | γυναιξίν; | |
11t | ΕΠΙΛΥΣΙΣ. | |
12 | Ἐπειδὴ δέ φασί τινας λέγειν Πῶς ἀσώματοι ὄντες οἱ πονη‐ ροὶ δαίμονες κεκοινωνήκασι γυναιξὶν, αἱ δὲ ἐγέννων αὐτοῖς τοὺς γίγαντας· ἀναγκαῖον καὶ πρὸς τοῦτο ἡμᾶς ἐπιτροχάδην | |
15 | εἰπεῖν, οὐ τῷ μήκει τῶν διηγημάτων συνεκτεινομένους, ἀλλ’ ὡς ἐν ἐπιτομῇ τὴν τοῦ πράγματος διάνοιαν ἐμφανίζοντας. φασὶ τοίνυν κατὰ τοὺς ἄνωθεν ἔτι καιροὺς ἤτοι χρόνους διῃ‐ ρῆσθαι, τούς τε ἀπὸ τοῦ Καῒν γεγονότας φημὶ καὶ τοὺς ἀπὸ τοῦ Ἑνὼς, ὃς διὰ τὴν πολλὴν ἄγαν δικαιοσύνην ὠνόμασται | |
20 | παρὰ τοῖς τὸ τηνικάδε Θεός· “ἤλπισε γὰρ ἐπικαλεῖσθαι, “φησὶ, τὸ ὄνομα κυρίου τοῦ Θεοῦ αὐτοῦ.” ἀλλ’ οἱ μὲν | |
ἀπὸ Ἑνὼς γεγονότες, ἐπιμεληταὶ δικαιοσύνης καὶ ἁπάσης | 600 | |
601 | ἀγαθουργίας, ἔθεσιν ἑπόμενοι τοῖς τοῦ πατρός· οἱ γεμὴν ὑπὸ τοῦ Καῒν θρασεῖς καὶ ἐπάρατοι καὶ πᾶν εἶδος φαυλότητος ἑτοίμως ἐπιτηδεύοντες, ἦν γὰρ αὐτοῖς τοιοῦτος καὶ ὁ πατήρ. ἕως μὲν οὖν ἦσαν ἀλλήλοις ἄμικτα τὰ γένη, διεσώζετο παρὰ | |
5 | τοῖς ἀπὸ Ἑνὼς γεγονόσι τὸ ἐν ἀρίστῃ διαπρέπειν ζωῇ. ἐπειδὴ δὲ οἱ υἱοὶ, φησὶν, τοῦ ἐπικληθέντος θεοῦ, τουτέστι, τοῦ Ἑνὼς, τὰς ἐκ τοῦ Καῒν θυγατέρας τεθέανται, ἃς καὶ τῶν ἀνθρώπων θυγατέρας εἶπεν ἡ γραφή· εἶτα προσεφθάρησαν αὐταῖς, καὶ ἥττους γεγόνασιν αἰσχρῶν ἐπιθυμιῶν, εἰς τὰ ἐκείνων ἤθη | |
10 | μετετράπησαν. ὅθεν ἀγανακτήσας ὁ Θεὸς, παρεσκεύασε τὰς αἱρεθείσας παρ’ αὐτῶν γυναῖκας δυσειδῆ τίκτειν τέρατα, οὓς καὶ ἐκάλουν γίγαντας, διὰ τὸ εἰδεχθὲς καὶ ἀπηνὲς τῶν τρόπων καὶ τὸ ἀνήμερον θράσος. καὶ γοῦν οἱ μετὰ τοὺς ἑβδομή‐ κοντα γεγονότες ἑρμηνευταὶ τέσσαρες ἐκδιδόντες τὰ περὶ | |
15 | τὸν τόπον, οὐ γεγράφασιν ὅτι οἱ υἱοὶ τοῦ Θεοῦ ἰδόντες τὰς θυγατέρας τῶν ἀνθρώπων· ἀλλ’ ὁ μέν Οἱ υἱοὶ τῶν δυνα‐ στευόντων, ὁ δὲ, υἱοὶ τῶν δυναστῶν. ἀσύνετον δὲ τὸ οἴεσθαι τοὺς ἀσωμάτους δαίμονας ἐνεργεῖν δύνασθαι τὰ σωμάτων, καὶ τὸ παρὰ φύσιν ἰδίαν ἐπιτελεῖν. οὐδὲν γὰρ τῶν ὄντων | |
20 | δύναται τὰ παρὰ φύσιν δρᾶν, ἀλλ’ ἕκαστον ὡς γέγονεν οὕτω μένει, τάξιν ὁρίσαντος ἑκάστῳ Θεοῦ. αὐτὸς γάρ ἐστιν ὁ πάντων γενεσιουργὸς καὶ τοῖς αὐτοῦ νεύμασιν ἕκαστον τῶν | |
ὄντων ἐστὶν ὅ ἐστιν. ἰστέον δὲ πρὸς τούτῳ κἀκεῖνο. ἔχει | 601 | |
602 | μὲν γὰρ τινὰ τῶν ἀντιγράφων, ὅτι ἰδόντες οἱ ἄγγελοι τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων. παρεγγραφὴ δέ ἐστιν ἔξωθεν τιθεμένη· τὸ γὰρ ἀληθές ἐστιν Ἰδόντες οἱ υἱοὶ τοῦ | |
Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων. | 602 |