TLG 4090 020 :: CYRILLUS :: Solutiones (e tractatu de dogmatum solutione)

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Solutiones (e tractatu de dogmatum solutione)

Source: Pusey, P.E. (ed.), Sancti patris nostri Cyrilli archiepiscopi Alexandrini in D. Joannis evangelium, vol. 3. Oxford: Clarendon Press, 1872 (repr. Brussels: Culture et Civilisation, 1965): 549–566.

Citation: Page — (line)

549

(1t)

ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΟΝ ΕΠΙΛΥΣΕΩΣ
2tΔογματικῶν ζητημάτων προτεθέντων τῷ ἁγιωτάτῳ Κυρίλλῳ.
3Εἰ ὁ ἐπὶ πάντων Θεὸς χεῖρας, πόδας, ὀφθαλμοὺς, ὦτά τε καὶ πτέρυγας ἔχειν ὑπὸ τῆς θείας γραφῆς ὀνομαζόμενος, οὕτω παρ’ ἡμῶν ὀφείλει
5νοεῖσθαι, οὐκ ἀνθρωποειδῶς ὡς ἐπὶ σώματος τῶν μελῶν λαμβανομένων· ἀσώματος γάρ· ἀλλὰ καθώς ἐστιν οὐσίας, οὕτω καὶ τὰ λεχθέντα τῆς οὐσίας ὄντα, μέλη θεῖα καὶ αὐτὰ κατὰ τὴν οὐσίαν ὑπάρχει.
8tΕΠΙΛΥΣΙΣ.
9ΟΙ φρενὸς ὄντες ἐν καλῷ, καὶ τοῖς περὶ τῆς ἀῤῥήτου θεό‐
10τητος λόγοις ἰσχνὸν ἐνιέντες τῆς ἑαυτῶν διανοίας τὸν ὀφθαλ‐ μὸν, ὁρῶσιν αὐτὴν παντὸς μὲν ὑπάρχουσαν ἐπέκεινα γενητοῦ, ὑπερανίσχουσαν δὲ καὶ παντὸς ὀξύτητα νοῦ καὶ φαντασίας σωματικῆς πέρα τε οὖσαν παντελῶς, καὶ καθά φησιν ὁ πάνσοφος Παῦλος “φῶς οἰκοῦσαν ἀπρόσιτον.” εἰ δὲ ἀπρό‐
15σιτόν ἐστι τὸ περὶ αὐτὴν φῶς, πῶς ἂν αὐτὴν καταθρήσειέ τις; βλέπομεν γὰρ “ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, καὶ γινώ‐ “σκομεν ἐκ μέρους.” ἐστι τοίνυν ἀσώματον παντελῶς τὸ
θεῖον, ἄποσον τε καὶ ἀμέγεθες, καὶ οὐκ ἐν εἴδει περιγράπτῳ.549

550

τὸ δὲ οὕτως ἔχον ἐν ἰδίᾳ φύσει, πῶς ἂν ἐκ μορίων νοοῖτο καὶ μελῶν; εἰ γάρ τις δοίη τοῦτο ὑπάρχειν ἀληθὲς, ἀσώματον οὐκ ἔτι νοεῖται. τὸ γὰρ ὅλως ἐν σχήματι, πάντως που καὶ ἐν ποσῷ, τὸ δὲ ἐν ποσῷ καὶ ἐν τόπῳ· καὶ τὸ ἐν τόπῳ νοού‐
5μενον, οὐκ ἔξω περιγραφῆς. ταῦτα δὲ σωμάτων μὲν ἴδια, τῆς δὲ ἀσωμάτου φύσεως ἀλλότρια παντελῶς. οὔτε τοίνυν ὀφθαλμοὺς ἢ ὦτα, οὔτε μὴν χεῖράς τε καὶ πόδας ἢ πτέρυγας ἐπὶ Θεοῦ νοητέον, κἂν εἰ μή τις ἕλοιτο τυχὸν ὡς ἐν ἁπτοῖς καὶ παχέσι σώμασι τὰ τοιάδε νοεῖν, ἀλλ’ ὡς ἐν ἰσχνῷ καὶ
10ἀΰλῳ, καὶ κατά γε τὴν τοῦ Θεοῦ φύσιν· εὔηθες γὰρ παν‐ τελῶς τὸ βούλεσθαί τι τοιοῦτον ἐννοεῖν. πνεῦμα γὰρ ὁ Θεός· καὶ τοῦτο ὑπάρχων, πάντων ἔχει τὴν γνῶσιν, ἐφορᾷ πάντα καὶ κατασκέπτεται, λανθάνει δὲ αὐτὸν τῶν ὄντων οὐδέν. εἰ δὲ μορίων ἤτοι μελῶν ἡ θεία μέμνηται γραφὴ, πρὸς ἡμᾶς
15λαλοῦσα τὰ περὶ αὐτοῦ, ἰστέον ὅτι ἐξ ὧν ἴσμεν τε καὶ πε‐ φύκαμεν εἶναι πρὸς ἡμᾶς διαλέγεται. οὐ γὰρ ἦν ἑτέρως ἡμᾶς νοεῖν δύνασθαι τὰ περὶ Θεοῦ. αἰτία τοίνυν καὶ πρό‐ φασις ἀληθὴς τοῦ σωματικῶς περὶ Θεοῦ τοὺς πρὸς ἡμᾶς ποιεῖσθαι λόγους τὴν θεόπνευστον γραφὴν, καὶ νοῦ καὶ
20γλώττης ἐν ἡμῖν ἡ πτωχεία. ἄῤῥητα γὰρ παντελῶς τὰ περὶ αὐτοῦ· καὶ οὐκ ἦν συνιέναι τι τῶν ἀναγκαίων δύνασθαι τοὺς ἐν ἁπτοῖς καὶ παχέσιν ὄντας σώμασιν, εἰ μὴ ἐν τάξει παρα‐ δειγμάτων τὰ ἑαυτῶν δεχόμενοι μέλη, μόλις οὕτως ἄνιμεν εἰς
ἐννοίας ἰσχνὰς τὰς περὶ Θεοῦ.550

551

Ἔκτισεν ὁ Θεὸς ἐκ γῆς τὸν ἄνθρωπον “καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον “αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.” καὶ οἱ μὲν ὑπὸ τοῦ ἐμφυσήματος τὴν ψυχὴν λέγουσι δεδημιουργῆσθαι, ὡς ὑπὸ χειρῶν τὸ σῶμα· οἱ δὲ ὅτι τὸ ἐμφύσημα ἐκεῖνο ψυχὴ αὐτῷ
5γέγονεν· οἱ δὲ ἕτεροι πάλιν ὅτι τῷ κτισθέντι ἀνθρώπῳ ὁλοκλήρῳ ζωτικὴν δέδωκε δύναμιν τὸ ἐμφύσημα ἐκεῖνο· ἄλλοι δὲ ὅτι ὁ νοῦς ἐστὶ τὸ ἐμφύσημα τοῦτο, καὶ διώρισται τῆς ψυχῆς, καὶ τοῦτό ἐστι τὸ κατ’ εἰκόνα, ὡς ἐκ τριῶν τούτων συνίστασθαι τὸν ἄνθρωπον, νοῦ καὶ ψυχῆς καὶ σώματος ἰδιαζόντως ἐν ἑνώσει. καὶ ἴδιον τῆς οὐσίας
10τοῦ Θεοῦ ἢ ἀλλότριον τὸ ἐμφύσημα τοῦτό ἐστιν.
11tΕΠΙΛΥΣΙΣ.
12 Τὰ οὕτως ἰσχνὰ καὶ οὐκ εὐτριβῆ τῶν ζητημάτων, οὐκ ἀποφάσεως δεῖται δογματικῆς, ἐπαπορήσεως δὲ μᾶλλον καὶ βασάνου στοχαστικοῦ, μετὰ τοῦ μὴ ἀνέχεσθαι διαπίπτειν τὸν
15λόγον ἐᾶν ἐφ’ ἃ μὴ προσῆκεν, ἤγουν ἔξω φέρεσθαι τοῦ εἰκότος. γέγραπται γὰρ, ὅτι “ζητῶν ζήτει, καὶ παρ’ ἐμοὶ οἴκει.” ὃ δὲ σαφῶς οὐκ ἔφη τὸ γράμμα τὸ ἱερὸν, πῶς ἄν τις ἐξηγοῖτο σα‐ φῶς; οἷόν τι φημὶ ἐν τῷ τῆς κοσμοποιΐας βιβλίῳ γέγραπται, ὅτι ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. καὶ
20ὅτι μὲν πεποίηκεν, ἔφη τὸ γράμμα τὸ ἱερὸν, καὶ ἀληθὲς ἐν
πίστει τοῦτο δεχόμεθα. τὸ δὲ ὅπως ἢ πόθεν, ἢ τίνα τρόπον551

552

παρήχθη πρὸς ὕπαρξιν οὐρανός τε καὶ γῆ καὶ τὰ ἕτερα τῶν κτισμάτων πολυπραγμονεῖν οὐκ ἀζήμιον· οὐ γὰρ δεῖ τοῖς βαθυτέροις ἐγκαθιέναι τὸν νοῦν. ὅσα τοίνυν μὴ σφόδρα σαφῶς ἡ θεία λέγει γραφὴ, ταῦτα χρὴ λανθάνειν, καὶ ἐν
5σιωπῇ παρατρέχειν. εἰ δὲ χρὴ κατατεκμαίρεσθαι μετὰ λο‐ γισμοῦ βλέποντος εἰς ὀρθότητα, φαμὲν, ὅτι ὁ τῶν ὅλων δημιουργὸς ἔπλασε μὲν ἀπὸ γῆς τὸν ἄνθρωπον, ἤτοι τὸ σῶμα· ψυχώσας δὲ αὐτὸ ψυχῇ ζώσῃ τε καὶ νοερᾷ, καθ’ ὃν οἶδε τρόπον, παντὸς ἀγαθοῦ πράγματος ἔφεσίν τε καὶ γνῶσιν
10ἐγκατεβάλετο φυσικῶς αὐτῷ. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ εἰρημένον διὰ τοῦ μακαρίου εὐαγγελιστοῦ Ἰωάννου “Ἦν τὸ “φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς “τὸν κόσμον.” τίκτεται γὰρ τὸ ζῷον φυσικὴν ἔχον ἐπιτη‐ δειότητα πρὸς τὸ ἀγαθόν. καὶ τοῦτο διδάξει γράφων ὁ πάν‐
15σοφος Παῦλος, ὅτι “αὐτοῦ ἐσμεν ποίημα, κτισθέντες ἐπὶ “ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς “περιπατήσωμεν.” διοικεῖται μὲν γὰρ ὁ ἄνθρωπος προαι‐ ρετικῶς καὶ τὰς ἡνίας πεπίστευται τῆς αὐτοῦ διανοίας, ὥστε ἐφ’ ὅπερ ἂν βούλοιτο τρέχειν, εἴτε πρὸς τὸ ἀγαθὸν, εἴτ’ οὖν
20πρὸς τὸ ἐναντίον. ἔχει δὲ ἡ φύσις ἐγκαταβεβλημένην ἑαυτῇ καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίν τε καὶ προθυμίαν, καὶ τὸ ἐπιμελεῖσθαι θέλειν ἀγαθότητος καὶ δικαιοσύνης.
οὕτω γὰρ τὸν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν γενέσθαι552

553

φαμὲν, καθὸ καὶ ἀγαθὸν καὶ δίκαιον πέφυκεν εἶναι τὸ ζῷον. ἐπειδὴ δὲ ἐχρῆν οὐ λογικὸν εἶναι μόνον, καὶ ἐπιτηδείως ἔχον εἰς ἀγαθουργίαν καὶ δικαιοσύνην, ἀλλὰ γὰρ καὶ Ἁγίου Πνεύ‐ ματος μέτοχον, ἵνα λαμπροτέρους ἔχῃ τῆς θείας φύσεως τοὺς
5χαρακτῆρας ἐν ἑαυτῷ, καὶ ἐνεφύσησεν αὐτῷ πνοὴν ζωῆς. τοῦτο δέ ἐστι τὸ δι’ Υἱοῦ τῇ λογικῇ κτίσει χορηγούμενον Πνεῦμα, καὶ διαμορφοῦν αὐτὴν εἰς εἶδος τὸ ἀνωτάτω, τουτ‐ έστι, τὸ θεῖον. ὅτι γὰρ οὐκ εἰς ψυχὴν ἀνθρώπῳ τὸ ἐμφυ‐ σηθὲν αὐτῷ γέγονε πνεῦμα, οὔτε μὴν εἰς νοῦν, ὡς οἴονταί τινες,
10ἐντεῦθεν ἔστιν ἰδεῖν. πρῶτον μὲν γὰρ ὁ ἐμφυσήσας νοεῖται ὁ Θεὸς, τὸ δὲ ἐμφυσηθὲν ἐξ αὐτοῦ πάντως που νοεῖται καὶ ἴδιον αὐτοῦ, ἤτοι τῆς οὐσίας αὐτοῦ. εἶτα πῶς ἂν τὸ ἐκ Θεοῦ Πνεῦμα μετέβαλεν εἰς φύσιν ψυχῆς, ἢ καὶ νοῦς ἐγένετο; ἀμήχανον γὰρ τοῦ τρέπεσθαι τὸ Πνεῦμά ἐστιν. εἰ δὲ δοίη
15τις εἶναι καὶ κατὰ τροπὴν γενέσθαι ψυχὴν ἢ νοῦν· ὅπερ ἐστὶ τῶν ἀμηχάνων· ἀλλ’ ἐκεῖνό γε εὐθὺς ἔστιν ἰδεῖν. εἰ γὰρ εἰς ψυχὴν τῷ ἀνθρώπῳ τὸ θεῖον Πνεῦμα γέγονεν, ἔμεινεν ἂν ἡ ψυχὴ καὶ ὁ νοῦς ἀνεπίδεκτος ἁμαρτίας. εἰ δὲ ὑποπέ‐ πτωκεν ἁμαρτίαις εἰς ψυχὴν μεταβεβλημένον τὸ ἐκ Θεοῦ
20Πνεῦμα, διττὸν αὐτῷ τὸ ἔγκλημα παρ’ ἡμῶν ἐπάγεται. πρῶτον μὲν, ὅτι τροπὴν ὑπέμεινε τὴν εἰς ὅπερ οὐκ ἦν, εἶτα πρὸς τούτῳ καὶ ἁμαρτίας αὐτό φαμεν γενέσθαι δεκτικόν. οὐκοῦν ἐψυχώθη μὲν τὸ ζῷον ἀῤῥήτῳ δυνάμει Θεοῦ, καὶ ἐν ὁμοιώσει τῇ πρὸς αὐτὸν γέγονε, καθ’ ὃ πέφυκεν εἶναι καὶ
25ἀγαθὸν καὶ δίκαιον καὶ ἀρετῆς ἁπάσης δεκτικόν· ἡγιάσθη553

554

δὲ μέτοχον ἀποδεδειγμένον τοῦ θείου Πνεύματος ὃ καὶ ἀπο‐ βέβληκεν διὰ τὴν ἁμαρτίαν. ἔφη γάρ που ὁ Θεὸς ὅτι “Οὐ “μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις “διὰ τὸ εἶναι αὐτοὺς σάρκας,” τουτέστι, μόνα φρονεῖν τὰ
5σαρκός. ἐπειδὴ δὲ ηὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφα‐ λαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τουτέστιν εἰς τὸ ἀρ‐ χαῖον ἀναγαγεῖν, τὸ ἀποπτὰν καὶ ἀποφοιτῆσαν ἡμῶν Ἅγιον Πνεῦμα πάλιν ἡμῖν ἀποκαθιστῶν, τοῦτο ἐνεφύσησε τοῖς ἁγίοις ἀποστόλοις, λέγων “Λάβετε Πνεῦμα Ἅγιον.” ἀνα‐
10νέωσις γὰρ τῆς ἀρχαίας ἐκείνης δωρεᾶς, καὶ τοῦ δοθέντος ἡμῖν ἐμφυσήματος, τὸ διὰ Χριστοῦ γέγονεν, ἀναμορφοῦν ἡμᾶς εἰς ἁγιασμὸν τὸν πρῶτον, καὶ ἀνακομίζον τὴν ἀνθρώπου φύσιν, ὡς ἐν ἀπαρχῇ τοῖς ἁγίοις ἀποστόλοις, εἰς τὸν ἄνωθεν καὶ ἐν πρώτῃ κατασκευῇ δοθέντα ἡμῖν ἁγιασμόν.
15Εἰ ἕτερον τὸ κατ’ εἰκόνα καὶ ἕτερον τὸ καθ’ ὁμοίωσιν ἢ ταὐτόν· φασὶ γὰρ, ὅτι τὸ μέν Κατ’ εἰκόνα ἐλάβομεν εὐθὺς κτισθέντες, τὸ δέ Καθ’ ὁμοίωσιν, οὔ, τετήρηται δὲ παρ’ ἡμῖν εἰς αἰῶνα τὸν μέλλοντα. διὸ, φησὶ, γέγραπται “Ὅταν ὁ Χριστὸς φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.” καὶ πάλιν εἴρηται, φησίν “Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’
20“ὁμοίωσιν ἡμετέραν,” καὶ μετὰ τὴν τοῦ ἀνθρώπου δημιουργίαν εἴρηκε “Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα ἑαυτοῦ ἐποίησεν “αὐτὸν,” σιωπήσας ἐνταῦθα τό Καθ’ ὁμοίωσιν, ἵνα δείξῃ, φησὶ, μήπω ἡμᾶς τοῦτο δεδέχθαι, τετηρῆσθαι δὲ ἡμῖν ἐν τῇ μακαρίᾳ ἐκείνῃ
ζωῇ.554

555

(1t)

ΕΠΙΛΥΣΙΣ.
2 Εἰ μὲν ἕτερον καὶ ἕτερον εἶναί φασι τό Κατ’ εἰκόνα, καὶ καθ’ ὁμοίωσιν, διδασκέτωσαν τὴν διαφοράν. διακείμεθα γὰρ ἡμεῖς, ὡς οὐδὲν ἕτερον τό Κατ’ εἰκόνα δηλοῖ, πλὴν ὅτι Καθ’
5ὁμοίωσιν, καὶ ὁμοίως τό, καθ’ ὁμοίωσιν, τὸ καί Κατ’ εἰκόνα· τὴν δέ γε πρὸς Θεὸν ὁμοίωσιν ἐλάχομεν ἐν πρώτῃ κατα‐ σκευῇ, καί ἐσμεν εἰκόνες Θεοῦ. δεκτικὴ γὰρ, ὡς ἔφην, ἡ τοῦ ἀνθρώπου φύσις ἐστὶ καὶ ἀγαθότητος καὶ δικαιοσύνης καὶ ἁγιασμοῦ, καὶ τὴν ἐν τούτοις ἔφεσιν ἐγκαταβεβλημένην ἔχει
10παρὰ Θεοῦ. καὶ τοῦτο ἔστιν ἐντεῦθεν ἰδεῖν. ἡ ἐκτροπὴ γέγονε τῇ ἀνθρώπου διανοίᾳ, οὐκ ἀπό γε τῶν φαύλων εἰς τὸ ἀγαθὸν, ἀλλ’ ἐκ τοῦ ἀγαθοῦ πρὸς τὸ φαῦλον. πρῶτον οὖν ἐκεῖνο προϋποκεῖσθαι χρὴ, ὃ δὴ καὶ ἀφέντες ἐκτετράμμεθα. ὅτι γὰρ ἐνεσπάρη τῇ τοῦ ἀνθρώπου ψυχῇ ἐκ πρώτης κατα‐
15σκευῆς παντὸς ἀγαθοῦ ἔφεσις τε καὶ προθυμία καὶ γνῶσις, σαφηνιεῖ λέγων ὁ πάνσοφος Παῦλος “Ὅταν γὰρ ἔθνη τὰ “μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιοῦσιν, οὗτοι νόμον “μὴ ἔχοντες ἑαυτοῖς εἰσὶ νόμος, οἵτινες ἐνδείκνυνται τὸ “ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμ‐
20“μαρτυρούσης αὐτῶν τῆς συνειδήσεως.” εἰ δὲ καὶ τοῖς ἔθνεσι τοῖς ἔξω νόμου, φυσικῶς ἔνεστι τὸ εἰδέναι νόμον, ἤτοι τοῦ νομοθέτου τὸν σκοπόν· δῆλον ἔσται παντί τῳ λοιπὸν,
ὅτι δικαία καὶ ἀγαθὴ γέγονεν ἐν ἀρχαῖς ἡ ἀνθρώπου φύσις,555

556

καὶ εἰς τοῦτο παρήχθη παρὰ Θεοῦ, τὴν αὐτοῦ φοροῦσα μόρ‐ φωσιν καὶ τῆς ἀγαθότητος εἰκόνα. καὶ γὰρ ἦν ἅγιος ὁ πρῶτος τῆς ἀνθρώπου ζωῆς χρόνος· παρεισβαλούσης δὲ τῆς ἁμαρτίας, οἱ τῆς πρὸς Θεὸν ὁμοιώσεως χαρακτῆρες οὐκ ἔτι
5λαμπροὶ μεμενήκασιν ἐν ἡμῖν. ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἁγία πάλιν ἡ ἀνθρώπου γέγονεν φύσις, ἀναμορφουμένη πρὸς αὐτὸν δι’ ἁγιασμοῦ καὶ δικαιοσύνης. οὕτω που φησὶν ὁ πάνσοφος Παῦλος ὅτι “Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν
10“Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφού‐ “μεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος. “ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν.” οὐκοῦν ἀνανέωσις καὶ οἷον ἀναπλασμὸς τῇ ἀνθρώπου φύσει γέγονεν ἐν Χριστῷ, καταῤ‐ ῥυθμιζομένης ἡμῶν τῆς σαρκὸς εἰς ἁγίαν ζωὴν ἐν Πνεύματι.
15εἰ δὲ ἔφη που τὸ ἱερὸν γράμμα, ὅτι πεποίηκεν ὁ Θεὸς τὸν ἄνθρωπον κατ’ εἰκόνα ἑαυτοῦ, σεσίγηκε δὲ τό Καθ’ ὁμοίωσιν, ἐννοῆσαι χρὴ ὅτι ἠρκέσθη τό Κατ’ εἰκόνα εἰπεῖν, ὡς οὐδὲν ἕτερον δηλοῦντος τοῦ καθ’ ὁμοίωσιν. περιττὸν γὰρ τὸ λέγειν ὅτι τοῦτο ἡμῖν τετήρηται εἰς αἰῶνα τὸν μέλλοντα. Θεοῦ γὰρ
20εἰπόντος ὅτι Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, τίς ὁ φάναι τολμῶν ὅτι γέγονε μὲν κατ’ εἰκόνα, οὐ μὴν ἔτι καθ’ ὁμοίωσιν; ὅμοιοι δὲ ἐσόμεθα τῷ Χριστῷ κατά γε τὴν ἀφθαρσίαν, καὶ τὸ ἐπέκεινα γενέσθαι θανάτου, καὶ μὴν καὶ κατὰ τὴν δόξαν ἣν ἂν ἡμῖν αὐτὸς χα‐
25ρίσαιτο. γράφει γὰρ πάλιν ὁ ἀπόστολος Παῦλος ποτὲ μὲν556

557

ὅτι “Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ “Χριστῷ ἐν τῷ Θεῷ· ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ “ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ,” ποτὲ δὲ πάλιν “Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώ‐
5“σεως ἡμῶν, ὥστε γενέσθαι σύμμορφον τῷ σώματι τῆς “δόξης αὐτοῦ.” ἐπεὶ καὶ νῦν οὐκ ἐσμὲν ἔξω τοῦ εἶναι καθ’ ὁμοίωσιν αὐτοῦ, εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἐν ἡμῖν μορφοῦται διὰ τοῦ Ἁγίου Πνεύματος. γράφει γὰρ πάλιν Γαλάταις ὁ Παῦλος “Τεκνία οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ
10“Χριστὸς ἐν ὑμῖν.” ὅταν γὰρ ἑαυτοὺς πιστοὺς καὶ ἁγίους τηρήσωμεν, τότε ἐν ἡμῖν ὁρᾶται μορφούμενος, καὶ ταῖς ἡμετέραις διανοίαις τοὺς ἑαυτοῦ χαρακτῆρας νοητῶς ἐναστρά‐ πτων. Ὅτι οὐκ ἐσμὲν, φησὶν, εἰκὼν Θεοῦ, ἀλλ’ εἰκὼν εἰκόνος. ὁ μὲν γὰρ Υἱὸς
15καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, εἰκὼν αὐτοῦ ἐστιν· ὁ δὲ ἄνθρωπος οὐ τοῦ ἀρχετύπου εἰκὼν, ἀλλὰ τῆς εἰκόνος, τουτέστι τοῦ Υἱοῦ, ὡς εἶναι ἡμᾶς εἰκόνα εἰκόνος. οὐ γὰρ εἴρηται, φησὶν, ὅτι εἰκόνα ἑαυτοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, ἀλλὰ κατ’ εἰκόνα, ἵνα ᾖ ὁ ἄνθρωπος κατ’ εἰκόνα τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστι, εἰκὼν τοῦ Υἱοῦ, ὅπερ
20ἐστὶν εἰκὼν εἰκόνος.
21tΕΠΙΛΥΣΙΣ.
22 Εἰδοὺς μὲν ἐπέκεινα παντὸς καὶ φαντασίας σωματικῆς ἡ θεία τε ἐστὶ καὶ ὁμοούσιος Τριάς. πιστεύειν δὲ χρὴ, ὅτι ὁ Πατὴρ ἐν τῷ Υἱῷ ἐστὶ καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ τὸν
25Υἱὸν ἑωρακὼς ἑώρακε τὸν Πατέρα· ὁρᾶται δὲ καὶ ὁ Υἱὸς557

558

ἐν τῷ ὁμοουσίῳ Πνεύματι. γέγραπται γὰρ ὅτι “Ὁ δὲ “κύριος τὸ πνεῦμά ἐστιν.” ἔνθα δὲ ὅλως οὐσίας ταυτότης, ἐκεῖ που πάντως εἴη ἂν τὸ παραλλάττον οὐδέν. ἀλλ’ ὅπερ ἂν εἶναι νοῇς τὸν Πατέρα, τοῦτό ἐστι καὶ ὁ Υἱὸς, δίχα μόνου
5τοῦ εἶναι πατήρ· καὶ ὅπερ ἂν ὑπολάβῃς εἶναι τὸν Υἱὸν, τοῦτό ἐστι καὶ τὸ Πνεῦμα, δίχα μόνου τοῦ εἶναι υἱός. ὑφέστηκε μὲν γὰρ τῶν ὠνομασμένων ἕκαστον ἰδιοσυστάτως, καὶ ἔστιν ἀλη‐ θῶς ὅπερ εἶναι λέγεται· ἡ δὲ εἰς πᾶν ὁτιοῦν ὁμοιότης τῆς ἁγίας Τριάδος ἀπαραλλάκτως ἔχει. οὐκοῦν κἂν εἰ γέγονε
10κατ’ εἰκόνα τοῦ Υἱοῦ ὁ ἄνθρωπος, καὶ οὕτως ἐστὶ κατ’ εἰκόνα Θεοῦ. ὅλης γὰρ αὐτῷ τῆς ὁμοουσίου Τριάδος οἱ χαρακτῆρες ἐλλάμπουσιν, ἅτε δὴ καὶ μιᾶς οὔσης τῆς κατὰ φύσιν θεό‐ τητος τῆς ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. γράφει γοῦν ὁ θεσπέσιος Μωυσῆς “Καὶ εἶπεν ὁ Θεός Ποιήσωμεν
15“ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.” τὸ δέ Ἡμετέραν, οὐχ ἑνὸς δήλωσιν ἔχει προσώπου, διά τοι τὸ ἐν τρισὶν ὑποστάσεσιν εἶναι τὸ τῆς θείας καὶ ἀῤῥήτου φύσεως πλήρωμα. περιττὸν οὖν ἄρα τὸ περιεργάζεσθαι καὶ ἰσχνοε‐ πεῖν καὶ λέγειν, ὅτι οὐ τοῦ Θεοῦ μᾶλλόν ἐσμεν εἰκόνες, οὐδὲ
20τοῦ ἀρχετύπου, ἀλλὰ τῆς τοῦ Θεοῦ εἰκόνος· ἀρκεῖ δὲ τὸ πιστεύειν μετὰ ἁπλότητος, ὅτι κατὰ θείαν εἰκόνα γεγόναμεν, τὴν πρὸς Θεὸν λαβόντες μόρφωσιν φυσικῶς. εἰ δὲ χρή τι καὶ οὐκ ἀπιθάνως εἰπεῖν, ἀναγκαῖον ἦν ἡμᾶς μέλλοντας υἱοὺς ὀνομάζεσθαι Θεοῦ, κατ’ εἰκόνα τοῦ Υἱοῦ γενέσθαι μᾶλλον,
25ἵν’ ἡμῖν ἐμπρέπῃ καὶ ὁ τῆς υἱότητος χαρακτήρ.558

559

Ὅτι ἐν τῇ μελλούσῃ καταστάσει τὸ λογιστικὸν ἔχουσα ψυχὴ, καὶ διὰ τοῦτο γνώσεως οὐκ ἀμοιροῦσα, προκόπτει· οἱ δ’ ἕτεροι εἰ προκοπὴν ἕξει φασὶν ἡ ψυχὴ, πάντως ὅτι καὶ μείωσιν καὶ πάθος καὶ φθοράν· ἐκ τούτου καὶ θάνατον, καὶ ἀναβίωσιν αὖθις.
5tΕΠΙΛΥΣΙΣ.
6 Οἱ ταῦτα διενθυμούμενοι, ἀγνοεῖν ἐοίκασι τὴν δοθησομέ‐ νην χάριν τῇ τοῦ ἀνθρώπου φύσει μετὰ τὴν ἐκ νεκρῶν ἀνα‐ βίωσιν. εἰ γὰρ δεῖ “τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι τὴν “ἀφθαρσίαν,” καὶ ἀποδύσασθαι τὴν φθορὰν, συναποβαλοῦμεν
10δηλονότι τῇ φθορᾷ καὶ τὰ ἐξ αὐτῆς πάθη· ταῦτα δέ ἐστιν ἐπιθυμία πᾶσα σαρκική· καὶ μεταστησόμεθα λοιπὸν εἰς ἁγίαν καὶ πνευματικὴν ζωὴν, νέμοντος ἡμῖν τὸ ἀραρὸς ἐν τούτοις τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. εἰ γὰρ νῦν τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἔχοντες ἁγίως πολιτευόμεθα, τίνες
15ἐσόμεθα λαβόντες τὸ πλῆρες; ὅπου δὲ πλήρωσις Πνεύ‐ ματος, ἐκεῖ που πάντως καὶ ἀσφάλεια νοῦ καὶ καρδίας ἑδραιό‐ της, τῆς ὁρώσης εἰς τὸ ἀγαθὸν καὶ εἰς ἀκραιφνῆ θεοπτίαν. οὐκοῦν ἐσόμεθα μὲν ἑαυτῶν ἀμείνους, ἀποδυσάμενοι τὴν φθορὰν, καὶ πνευματικὸν ἔχοντες τὸ σῶμα, τουτέστιν εἰς
20μόνα βλέπον τὰ τοῦ Πνεύματος· κλόνος δὲ ὁ καταβιβάζων ἡμᾶς εἰς φαυλότητα οὐδεὶς ἔσται τὸ τηνικάδε, συνέχοντος ἡμᾶς εἰς τὸ ἑαυτοῦ θέλημα τοῦ Δημιουργοῦ διὰ τοῦ Ἁγίου Πνεύματος, καθάπερ ἀμέλει καὶ τοὺς ἁγίους ἀγγέλους. τοιοῦ‐
τόν τι Χριστὸς ἀπεφήνατο εἰπών “Ἐν τῇ ἀναστάσει οὔτε559

560

“γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’ ὡς ἄγγελοι Θεοῦ εἰσιν ἐν “τῷ οὐρανῷ.” Διὰ τί ἐν τῷ Ἀδὰμ ἀποθνήσκοντες, πατρικὴν εὐθύνομεν δίκην, καὶ τὴν ἐκείνου παράβασιν ἕκαστος χρεωστεῖ· ἐν δὲ τῷ Χριστῷ ζωοποιηθεὶς
5ὁ ἐμὸς πατὴρ καὶ διὰ τοῦ Ἁγίου Πνεύματος καθαρθεὶς τῆς τε προπα‐ τορικῆς ὀφλήσεως καὶ τῆς ἰδίας πλημμελείας, οὐ μετέδωκέ μοι τῆς καθαρότητος τῷ γεννηθέντι, οὔτε ὤνησέ με τῆς εἰς αὐτὸν δικαιοσύνης ἡ χάρις, καίτοι ὑπερισχύουσα κατὰ τῆς ἁμαρτίας;
9tΕΠΙΛΥΣΙΣ.
10 Ἐξετάσαι χρὴ πῶς εἰς ἡμᾶς ὁ προπάτωρ Ἀδὰμ παρέ‐ πεμψε τὴν ἐπενεχθεῖσαν αὐτῷ διὰ τὴν παράβασιν δίκην. ἤκουσεν “Ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ,” καὶ φθαρτὸς ἐξ ἀφθάρτου γέγονε, καὶ ὑπηνέχθη τοῖς τοῦ θανάτου δεσμοῖς. ἐπειδὴ δὲ εἰς τοῦτο πεσὼν ἐπαιδοποίησεν, οἱ ἐξ αὐτοῦ γεγο‐
15νότες ὡς ἀπὸ φθαρτοῦ φθαρτοὶ γεγόναμεν. οὕτω καί ἐσμεν τῆς ἐν Ἀδὰμ κατάρας κληρονόμοι. οὐ γὰρ πάντως ὡς σὺν ἐκείνῳ παρακούσαντες τῆς θείας ἐντολῆς ἧς ἐδέξατο τετι‐ μωρήμεθα, ἀλλ’ ὅτι, ὡς ἔφην, θνητὸς γεγονὼς, εἰς τὸ ἐξ αὐτοῦ σπέρμα παρέπεμψε τὴν ἀράν· θνητοὶ γὰρ γεγόναμεν
20ἐκ θνητοῦ· ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς χρημα‐ τίσας δεύτερος Ἀδὰμ, καὶ ἀρχὴ τοῦ γένους ἡμῶν δευτέρα
μετὰ τὴν πρώτην, ἀνεμόρφωσεν ἡμᾶς εἰς ἀφθαρσίαν, προσ‐560

561

βαλὼν τῷ θανάτῳ, τῇ ἰδίᾳ σαρκὶ καταργήσας αὐτὸν, καὶ λέλυται τῆς ἀρχαίας ἀρᾶς ἡ δύναμις ἐν αὐτῷ. διὰ τοῦτό φησιν ὁ πάνσοφος Παῦλος, ὅτι ὥσπερ “δι’ ἀνθρώπου ὁ “θάνατος, οὕτω καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν,” καὶ
5πάλιν “Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω “καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.” οὐκοῦν ἡ καθόλου καὶ γενικωτάτη δίκη διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως ἡ φθορὰ καὶ ὁ θάνατός ἐστιν· ὁμοίως ἡ κατὰ πάντων καὶ γενικωτάτη λύτρωσις ἐν Χριστῷ τετέλεσται. ἀπεδύσατο
10γὰρ ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ τὸν ἐπιῤῥιφέντα αὐτῇ θά‐ νατον, διὰ τοῦ γενέσθαι φθαρτὸν τὸν πρῶτον ἄνθρωπον. ὁ δὲ ἑκάστου ἡμῶν πατὴρ, κἂν ἁγιασθῇ διὰ τοῦ Ἁγίου Πνεύ‐ ματος, καὶ κομίσηται τῶν πλημμελημάτων τὴν ἄφεσιν, οὐ παραπέμψει καὶ εἰς ἡμᾶς τὸ δῶρον. εἷς γάρ ἐστιν ὁ πάντας
15ἁγιάζων καὶ δικαιῶν καὶ ἀνακομίζων εἰς ἀφθαρσίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, καὶ εἰς πάντας ἐν ἴσῳ δι’ αὐτοῦ καὶ παρ’ αὐτοῦ τὸ δῶρον ἔρχεται. ἕτερον δέ ἐστιν ἁμαρτίας ἄφεσις, καὶ ἕτερον θανάτου λύσις. καὶ ἕκαστος μὲν τῶν ἰδίων πλημμελημάτων κερδαίνει τὴν ἄφεσιν ἐν Χριστῷ διὰ
20τοῦ Ἁγίου Πνεύματος· κοινῇ δὲ ἅπαντες ἀπαλλαττόμεθα τῆς ἐν ἀρχαῖς ἐπενεχθείσης ἡμῖν δίκης, τῆς τοῦ θανάτου φημὶ δραμούσης εἰς ἅπαντας, καθ’ ὁμοιότητα τοῦ πρώτου πεσόντος εἰς θάνατον. διὰ τοῦτο γὰρ καὶ ὁ πάνσοφος Παῦ‐ λός φησιν, ὅτι “ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ μέχρι
25“Μωυσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώ‐
“ματι τῆς παραβάσεως Ἀδάμ·” μέχρι γὰρ νόμου κεκράτηκεν561

562

ἡ τοῦ θανάτου δίκη. Χριστοῦ δὲ λοιπὸν ἀναλάμψαντος, εἰσβέβηκεν ἡ δικαιοσύνη, δικαιοῦσα χάριτι, καὶ ἀποσοβοῦσα τῶν ἡμετέρων σωμάτων τὴν φθοράν. Εἰ γέγονεν ἡ ἀνάστασις ἤδη, ἣν εἶδεν Ἱεζεκιὴλ ὁ προφήτης· ἡνίκα προσ‐
5ῆλθεν ὀστοῦν πρὸς ὀστοῦν, καὶ ἁρμονία πρὸς ἁρμονίαν, καὶ σὰρξ καὶ δέρμα καὶ τρίχες καὶ πνεῦμα, καὶ ὤφθη ἀνάστασις πληθύος πολλῆς, ἢ εἰκόνα τῆς μελλούσης καθολικῆς ἀναστάσεως ἔσεσθαι ἔδειξεν ἡμῖν ἡ θεία γραφὴ ἐν ὀπτασίᾳ προφητικῇ. ΕΠΙΛΥΣΙΣ.
10 Τὰ μεγάλα τῶν πραγμάτων καὶ διὰ τὴν τοῦ περὶ αὐτὰ θαύματος ὑπερβολὴν ἐν ὑποψίαις ὄντα τοῦ καὶ ἀπιστηθῆναι πρὸς τινῶν, οὐ διὰ μόνης ἀπαγγελίας ἐδιδάσκοντο κατὰ και‐ ροὺς οἱ προφῆται, τοῦ Ἁγίου Πνεύματος ἐναστράπτοντος αὐτοῖς τὴν ἑκάστου γνῶσιν· ἀλλὰ γὰρ καὶ αὐτοῖς ἑώρων
15πράγμασιν, ἵνα πρὸ τῶν ἄλλων αὐτοὶ πιστεύσαντες, διαθεῖεν οὕτως καὶ τοῖς ἑτέροις. ἐπαγγειλάμενος τοίνυν ὁ τῶν ὅλων Θεὸς καὶ τοὺς ἤδη τεθνεῶτας ἐπὶ τῆς Βαβυλωνίων ἀνακο‐ μίζειν εἰς Ἱερουσαλὴμ, οὐχὶ δήπου πάντως τὴν ἐπὶ γῆς, ἀλλὰ τὴν ἄνω καὶ ἐν τοῖς οὐρανοῖς νοουμένην ἔδειξεν ἐναρ‐
20γῶς τῷ προφήτῃ τὴν ἀνάστασιν, καὶ τίνα τρόπον ἔσται κατὰ καιρούς· ἣν ἤδη καὶ ὁ θεσπέσιος Δαυεὶδ προανεφώνει λέγων περὶ ἡμῶν, ἤτοι περὶ ἀνθρώπου παντός “Ἀποστρέ‐
“ψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται, καὶ εἰς τὸν562

563

“χοῦν αὐτῶν ἐπιστρέψουσιν. ἐξαποστελεῖς τὸ πνεῦμά σου “καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.” προσκεκρουκότες μὲν γὰρ ἐν Ἀδὰμ διὰ τὴν παράβασιν, ἐν ἀποστροφῇ γεγόναμεν παρὰ Θεῷ. καὶ ταύτης ἕνεκα τῆς
5αἰτίας εἰς τὸν ἑαυτῶν χοῦν ὑπεστρέψαμεν, ἐπάρατοι γεγο‐ νότες. ἔφη γὰρ ὁ δημιουργός “Ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπε‐ “λεύσῃ.” ἀλλ’ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, ἐν δυνάμει τοῦ ζωοποιοῦ Πνεύματος, ἐν Χριστῷ πάντας ἐγερεῖ τοὺς νεκροὺς ὁ Θεὸς καὶ Πατήρ. ὅτι δὲ οὔπω γέγονεν ἡ ἀνά‐
10στασις τῶν νεκρῶν, ἀλλ’ ἔσται κατὰ καιροὺς, πιστώσεται γράφων ὁ πάνσοφος Παῦλος, ὅτι Ὑμέναιος καὶ Ἀλέξανδρος περὶ τὴν πίστιν ἐναυάγησαν, λέγοντες ἤδη τὴν ἀνάστασιν γεγονέναι. εἰ δὲ ὁ τοῦτο λέγων τὴν ἐπὶ τῇ πίστει ναυαγίαν ὑπομένει, δῆλον ἂν εἴη λοιπὸν ὅτι τὴν τῆς ἀναστάσεως
15δύναμιν ὡς ἐν θεωρίᾳ προφητικῇ τεθέαται χρησίμως ὁ μακά‐ ριος προφήτης Ἱεζεκιήλ. Πρὸς τοὺς λέγοντας, ὅτι ἑκάστῳ ἀνταπόδοσις ἐκληρώθη ἀξία· οὐ γὰρ εἶπεν ὁ Σωτὴρ, ὅτι πτωχός τις ἄνθρωπος, ἀλλὰ Λάζαρος, ἵνα τῇ προσ‐
ηγορίᾳ δείξῃ πείρᾳ καὶ ἀληθείᾳ ταύτην πεπράχθαι.563

564

(1t)

ΕΠΙΛΥΣΙΣ.
2 Τὴν κρίσιν ἔσεσθαι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἡ θεία πανταχοῦ λέγει γραφή. ἀνάστασις δὲ οὐκ ἔσται, μὴ αὖθις ἡμῖν ἐπιφοιτήσαντος τοῦ Χριστοῦ ἐξ οὐρανῶν ἐν τῇ δόξῃ
5τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων. οὕτω καὶ ὁ πάνσοφος Παῦλός φησιν “Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι ἐν φωνῇ “ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐ‐ “ρανοῦ. σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθή‐ “σονται ἄφθαρτοι.” οὔπω τοίνυν ἐξ οὐρανοῦ καταβεβη‐
10κότος τοῦ πάντων Κριτοῦ, οὐδὲ ἡ τῶν νεκρῶν γέγονεν ἀνά‐ στασις. εἶτα πῶς οὐκ ἀπίθανον ἐννοεῖν, ὅτι γέγονεν ἤδη τισὶν ἀνταπόδοσις ἢ πονηρῶν ἔργων ἢ ἀγαθῶν; ἔστι τοίνυν παραβολῆς τρόπος ἐσχηματισμένος ἀστείως, τά τε ἐπὶ τῷ πλουσίῳ καὶ τῷ Λαζάρῳ εἰρημένα παρὰ Χριστοῦ. ἔχει
15δὲ ὁ λόγος, ὡς ἡ Ἑβραίων παράδοσις ἔχει, Λάζαρον εἶναί τινα κατ’ ἐκεῖνο καιροῦ ἐν τοῖς Ἱεροσολύμοις ἐσχάτην νο‐ σοῦντα πτωχείαν καὶ ἀῤῥωστίαν, οὗ καὶ μνημονεῦσαι τὸν Κύριον, ὡς εἰς παράδειγμα λαμβάνοντα καὶ αὐτὸν εἰς ἐμφανε‐ στέραν τοῦ λόγου δήλωσιν. οὔπω τοίνυν ἐξ οὐρανῶν κατα‐
20φοιτήσαντος τοῦ πάντων Σωτῆρος Χριστοῦ, οὔτε ἀνάστασις γέγονεν, οὔτε πράξεως ἀντίδοσις ἠκολούθησέ τισιν, ἀλλ’ ὡς ἐν εἰκόνι, τῇ παραβολῇ γέγραπται πλούσιος καὶ τρυφῶν καὶ
ἀφιλοικτίρμων, καὶ πένης ἐν ἀῤῥωστίᾳ· ἵν’ εἰδεῖεν οἱ τὸν ἐπὶ564

565

γῆς ἔχοντες πλοῦτον, ὡς εἰ μὴ βουληθεῖεν εἶναι χρηστοὶ καὶ εὐμετάδοτοι καὶ κοινωνικοὶ, καὶ ταῖς τῶν πενήτων ἀνάγκαις ἐπικουρεῖν ἕλοιντο, δεινῇ καὶ ἀφύκτῳ περιπεσοῦνται δίκῃ. Εἰ ὁ τῶν ὅλων Θεὸς τὰ γινόμενα ἤδη καὶ πραχθέντα δύναται ποιῆσαι μὴ
5γενέσθαι ποτὲ, κατὰ τό “Οὐκ ἀδυνατήσει αὐτῷ πᾶν ῥῆμα.” οὐ γὰρ λέγομεν ὡς μὴ γενόμενα, ἀλλὰ μὴ γεγενῆσθαι τὴν ἀρχήν· οἷον, εἰ τὴν πόρνην δύναται παρθένον ἐκ κοιλίας μητρὸς ποιῆσαι, ἵνα μὴ πόρνη ᾖ ἡ πορνεύσασα, ὅτι “τὰ παρὰ ἀνθρώποις ἀδύνατα δυνατὰ “παρὰ τῷ Θεῷ.”
10tΕΠΙΛΥΣΙΣ.
11 Ζητεῖσθαι χρὴ παρ’ ἡμῶν τὴν τοῦ Θεοῦ δύναμιν, εἰ μεγάλη καὶ ἀξιάγαστος, ὅτε τὸ δρώμενόν ἐστιν οὐκ ἀπεοικὸς τῇ θείᾳ δόξῃ. οὐ γὰρ ὅτι πάντα δύναται, διὰ τοῦτο καὶ τῶν ἀτόπων ἐργάτην αὐτὸν ὁρᾶσθαι προσήκει. ἐννοῶμεν γὰρ ὅτι
15ἄτοπόν ἐστι τὸ λέγειν Εἰ δύναται ὁ Θεὸς ἑαυτὸν ποιῆσαι μὴ εἶναι Θεὸν, εἰ δύναται ἑαυτὸν ποιῆσαι ἁμαρτίας δεκτικὸν, εἰ δύναται ἑαυτὸν ποιῆσαι μὴ εἶναι ἀγαθὸν ἢ ζωὴν ἢ δίκαιον. δεῖ τοίνυν παραιτεῖσθαι παντὶ σθένει τὰς ἀτόπους οὕτω τῶν ἐρωτήσεων. διὰ τί δὲ ὁ Θεὸς οὐ δύναται τὴν πορνεύσασαν
20ποιῆσαι μὴ γεγενῆσθαί ποτε πόρνην; ὅτι οὐ δύναται τὸ565

566

ψεῦδος ἀλήθειαν ποιῆσαι. καὶ οὐκ ἀσθενείας ἔγκλημα τοῦτο, ἀλλὰ φύσεως ἀπόδειξις, οὐκ ἀνεχομένης τι παθεῖν ὃ μὴ αὐτῇ πρέπει· ἀλλότριον δὲ Θεοῦ τὸ ψεῦδος παντελῶς, ψεῦσμα γάρ ἐστι τὸ τὴν πορνεύσασαν ποιῆσαι μὴ πορνεῦσαί ποτε.
5 Δεῖ δὲ, ὡς ἔφην, τὰς οὕτως εὐήθεις τῶν ἐρωτήσεων καὶ πολὺ τὸ ἄτοπον ἐχούσας μηδὲ προσίεσθαι τὴν ἀρχήν· ταῦτα οὐδὲ ἐγγράφως ἐχρῆν γενέσθαι, ὑπὲρ δὲ τοῦ τὴν σὴν εὐλά‐ βειαν καθ’ ἑαυτὴν ἐντυχοῦσαν εὖ ἔχουσας τὰς ἑαυτῆς ἐννοίας, ᾔδειν τὰ ἐφ’ ἑκάστῳ τῶν κεφαλαίων ὡς ἔνι σαφηνίσαι
10προεθυμήθην.566