TLG 4090 019 :: CYRILLUS :: Quaestio ad Cyrillum (e tractatu de dogmatum solutione)

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Quaestio ad Cyrillum (e tractatu de dogmatum solutione)

Source: Pusey, P.E. (ed.), Sancti patris nostri Cyrilli archiepiscopi Alexandrini in D. Joannis evangelium, vol. 3. Oxford: Clarendon Press, 1872 (repr. Brussels: Culture et Civilisation, 1965): 547–548.

Citation: Page — (line)

547

(1t)

Ἀξίωσις ἐπιδοθεῖσα τῷ ἁγίῳ Κυρίλλῳ πιστῷ ἀρχιερεῖ, γνησίῳ
2tθεράποντι Θεοῦ, ἁγίῳ Κυρίλλῳ ἀρχιεπισκόπῳ Ἀλεξανδρείας
3tπαρὰ τῆς ἀδελφότητος.
4Ἦν μὲν εὖ ἔχειν ἡμᾶς ἡσυχάζοντας, εἰ καί τι κατορθοῦντας ἴσως τῶν
5 σπουδαζομένων, οὐδὲν δὲ ἧττον κἀκεῖθεν ἀποδημοῦντας, ἡμᾶς αὐτοὺς ὠφελεῖσθαι νομίζομεν διὰ τὴν σὴν μόνον θέαν, καὶ μάλιστα κερδα‐ νοῦμεν ἐξ αὐτοῦ τοῦ στόματός σου τὴν εὐσέβειαν διδασκόμενοι. Τὸ μὲν γὰρ καὶ πόῤῥω γῆς κατησχημένους ἀναγινώσκειν τὰς βίβλους καὶ τὰ πονήματα τῆς σῆς ὁσιότητος, καλὸν ἅμα καὶ ὠφέλιμον καὶ
10εἰς τὰ πρόσω φέρον τοὺς προσέχοντας· τὸ δ’ ἐξ αὐτῶν τῶν θείαν χάριν καὶ πνευματικὴν γλυκύτητα πηγαζόντων χειλέων τὴν διδασκα‐ λίαν ἀρδεύεσθαι, βεβαιότερον ἅμα καὶ ζωτικώτερον ὑπάρχει. ἥκομεν τοίνυν αὖθις διὰ τὴν εἰς σὲ καὶ τὴν εὐσέβειαν ἐπιθυμίαν, προκοπήν θ’ ἡμετέραν ἅμα καὶ ἑτέρων διόρθωσιν. δεξάμενοι γὰρ πρόσθεν ἐκ
15τῶν σῶν ἁγίων χειρῶν τὴν περὶ τῶν καθ’ ἡμᾶς ὀρθῶν δογμάτων ζήτησιν ἐπιλύουσαν βίβλον, οὐκ ὀλίγην τὴν ὄνησιν ἀπηνεγκάμεθα. ἡμῖν μὲν γὰρ γέγονεν εἰς βεβαίωσιν ὁ λόγος, ἑτέροις δὲ εἰς διόρθω‐ σιν· ὀλίγοι δ’ εἰσὶν οἱ μὴ προσελθόντες τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, ὧν ἐνεφράγη τὰ στόματα. ἀλλ’ οἱ τῆς Ἀβηλινῆς χώρας κακῶς πρὸς
20ἀλλήλους διατεινόμενοι δογματικῶν ἕνεκα τινῶν ζητημάτων εἰς το‐ σοῦτον μανίας ἤλασαν ὡς καὶ καθαιρέσεις καὶ ἀναθεματισμοὺς κατ’ ἀλλήλων ὁρίζειν καὶ διωγμοὺς πρὸς ἀλλήλους φέρειν καὶ διαρπαγὰς ὑπομένειν καὶ μητ’ ἐπισκόποις μήτε πατράσιν εἴκειν τοῖς αὐτόθι, μήτε μὴν τοῖς παρ’ ἡμῖν, μητ’ ἄλλοις τισὶν ἁγίων παραχωρεῖν, τὸ μείζονος
25μέτρου γνώσεως ἠξιῶσθαι, οὕτω κατακράτος ἡ σατανικὴ ἀκαταστασία πόῤῥω τῆς θείας εἰρήνης αὐτοὺς ἐξῃχμαλώτισε. πρὸς τούτοις αὖθις καὶ τῶν Αἰγυπτίων τινὲς οὐκ ὀρθῶς φρονεῖν περὶ Θεοῦ δεδιδαγμένοι,
τὴν αὐτὴν ἐκείνοις νοσοῦντες μανίαν, τοῖς ἴσοις τῆς πλεονεξίας547

548

σπουδάσμασι κατ’ ἀλλήλων προσφέρονται, ἀλλὰ θειόθεν μέρος ἑκά‐ τερον νυγέντες πρὸς τοὺς ἐν παλαιστίνῃ ἁγίους ἥκασι, καὶ τούτοις τὰς ζητουμένας πεύσεις προσήγαγον. ἡμεῖς δὲ τὴν ἑαυτῶν μετρήσαντες δύναμιν ἐκρίναμεν μὴ δεῖν ἡμᾶς αὐτοὺς περὶ τούτων ὁρίζειν, μήτε
5μὴν ἱκανῶς ἔχειν τὸν περὶ τῶν τοιούτων ἐξετάσεων ἀποδοῦναι λόγον. μαθόντες τοίνυν οἱ προειρημένοι παῤῥησίαν πρὸς τὴν σὴν ἡμᾶς ἔχειν ὁσιότητα, ἐξελιπάρησαν διὰ τῆς ἡμῶν βραχύτητος πέρας δέξασθαι τῆς πρὸς ἀλλήλους μάχης τὸν τῆς ὑμετέρας διδασκαλίας λόγον. συναινεσάντων οὖν τῶν καθ’ ἡμᾶς ἁγίων πατέρων, αὐθαίρετοι τὴν
10παράκλησιν ἐδεξάμεθα, ἑαυτοῖς μᾶλλον ἢ ἐκείνοις χαριζόμενοι τῷ καὶ αὐτῶν τῶν ὄψεων ἀπολαῦσαι καὶ παρόντι συνευφρανθῆναι καὶ λόγῳ ζῶντι καὶ οὐ γράμματι δι’ ἑτέρων πεμπομένῳ καὶ πλέον τὴν ἐπιθυμίαν ἐξάπτοντι. ἡρπάσαμεν τοίνυν τὴν ἄφιξιν οὐ μετρίως χαίροντες ὅπως καὶ δι’ ἡμῶν τῶν ἐλαχίστων, ἣν μὲν πρὸς ἀλλήλους συγκροτοῦσι
15καταθῶνται μάχην, διὰ δὲ τῆς ὑγιαινούσης σου διδασκαλίας ἡ τοῦ Χριστοῦ εἰρήνη αὐτοῖς τε καὶ ἡμῖν ὡς τάχιστα βραβευθείη· εἴτ’ ἀπιόντων ἡμῶν διὰ φίλην ἡσυχίαν, εἴτε μενόντων διὰ τὴν ἀγάπην καὶ συγκρότησιν καὶ τὴν ἐκ τούτων προκοπὴν καὶ τὰ γραφησόμενα πεμπόντων εὐκαιρότερον. ἀλλ’ αὐτὸς, πάτερ ἁγιώτατε, γνησίως
20ἡμᾶς ὁρᾶν μὴ παραιτοῦ, πατρὸς σπλάγχνα καὶ εἰς ἡμᾶς διασώζων. οὔτε γὰρ ὡς οἶμαι καὶ ἀπολογίας δεήσομεν, παῤῥησίας μετέχοντες μετὰ αἰδοῦς διὰ Θεοῦ χάριν καὶ τὴν σὴν χρηστότητα, ἣν καὶ πλατυν‐ θῆναι ἡμῖν αὐτοῖς ἰσοῤῥόπως τῆς ἡμετέρας γνησιότητος ἀπαιτοῦμεν, καὶ τοῦτο μετὰ σωφροσύνης. οὕτω γὰρ γ’ ἂν γένοιτο καὶ ἡμᾶς τῶν
25ἀμοιβαίων τέως τυγχάνειν καὶ τὴν σὴν ὁσιότητα καὶ εἰς ἡμᾶς τὰ εἰ‐ κότα πράττουσαν εὐγνωμονεῖν, ἣν πλέον ὁ τῶν ὅλων Σωτὴρ ἀποδέ‐ ξηται καὶ εἰς ἡμᾶς τοὺς ἐλαχίστους κατὰ τὴν αὐτοῦ μίμησιν κατα‐ γομένην οὐ βίας ἀνάγκῃ, ἀλλ’ ἀγάπης γνησιότητι καὶ τοῦτο δῶρον αὐτῷ προσφέρουσαν. ἔστι δὲ τὰ ζητούμενα τὰ ὑποτεταγμένα.
30[Τὰ μὲν κεφάλαια ἐνέκειντο τῇ ἀξιώσει, ἀλλ’ ἵνα μὴ δὶς ταῦτα
ἐγγράψωμεν, συνεξεύξαμεν ἕκαστον κεφάλαιον ἐν τῇ ἑρμηνείᾳ.]548