TLG 4090 018 :: CYRILLUS :: Adversus eos qui negant offerendum esse pro defunctis

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Adversus eos qui negant offerendum esse pro defunctis

Source: Pusey, P.E. (ed.), Sancti patris nostri Cyrilli archiepiscopi Alexandrini in D. Joannis evangelium, vol. 3. Oxford: Clarendon Press, 1872 (repr. Brussels: Culture et Civilisation, 1965): 541–544.

Citation: Page — (line)

14tΤὰ ὅμοια δὲ τούτοις καὶ Κύριλλος ὁ σοφώτατος καὶ τῆς Ἀλεξαν‐
15tδρέων πόλεως ἐπίσκοπος διδάσκει ἐν τῷ ἐπιγεγραμμένῳ λόγῳ
16tαὐτοῦ Πρὸς τοὺς τολμῶντας λέγειν, μὴ δεῖν ὑπὲρ τῶν ἐν
17 πίστει κεκοιμημένων προσφέρειν οὗ ἡ ἀρχή Οἱ τῆς ἑαυτῶν διανοίας τὸν ὀφθαλμὸν ἀπευθύνοντες· φησὶ γὰρ οὕτως·
20Λέγομεν τοίνυν ἀνεξικάκως αὐτοῖς Φρονήσατε περὶ τοῦ
Κυρίου, παύσασθε τοῖς τῆς ἀληθείας δόγμασι τὴν οὕτω541

542

θρασεῖαν καὶ ψευδηγόρον ἀντεξάγοντες γλῶτταν· παύσασθε τοῖς τῆς Ἐκκλησίας ἔθεσιν ἐπιτιμῶντες ἀβούλως. μὴ γὰρ δὴ χρῆναί φασιν, ἐπ’ αὐτῶν ἡμᾶς ἱέντας τῶν μνημάτων, τὰς ὑπέρ γε τῶν κεκοιμημένων ποιεῖσθαι λιτὰς, προσκομίζειν
5τε καὶ μεγάλα ἐμφρόνως οἱονεὶ παρόντι Χριστῷ διὰ τῆς ἁγίας καὶ μυστικῆς θυσίας. Καὶ μετ’ ὀλίγα. Τί γοῦν ἐστι τὸ ἄτοπον καὶ σωματικῶς παρόντα Χριστὸν τὰς ὑπὲρ τῶν ἐν πίστει κεκοιμημένων δέχεσθαι λιτάς; εἰ μὲν γάρ ἐστιν ἀνωφελὲς καὶ εἰκαῖον ὄντως, ἢ καὶ ἀκαλλὲς ἑτέρως τὸ προσ‐
10φορᾶς αὐτοὺς ἀξιοῦσθαι τῆς παρ’ ἡμῶν, μηδὲ ἐν ἁπλαῖς τοῦτο γινέσθω προσευχαῖς· τότε δὴ τότε καθαριζέτω τις, εἰ βούλοιτο, τῆς ἐπ’ αὐτοῖς τελουμένης θυσίας τὸ περιττόν· εἰ δὲ τὸν τῆς ἀγάπης καταθρασύνεται νόμον τὸ δι’ οὐδενὸς τοὺς ἐκείνων λόγους, καὶ τό γε ποιεῖσθαι εἰς ἅπαν ἐᾶν κατα‐
15πνίγεσθαι, λίθους σκληροὺς καὶ ἀφιλοικτίρμονας, ἀναμφι‐ λόγως ἀποδεικνύουσιν τί τὸ κωλύον ἐστὶ ταῖς ὑπὲρ αὐτῶν προσευχαῖς συνανακομίζεσθαι τὴν θυσίαν, καὶ τοὺς τοῦτο δρᾶν ᾑρημένους ταῖς προσφερομέναις ἐπικουρίαις τὰς ἐκεί‐ νων ψυχὰς ὠφελεῖν ἐπείγεσθαι· Καὶ πάλιν· Ὅταν τοίνυν
20προσφέρομεν τῷ Θεῷ τὰς ὑπὲρ τῶν κατοιχομένων θυσίας καὶ προσευχὰς, αἰτιάσθω μηδείς· εἰς τρόπον εὐχῆς τὸ πανάρ‐
ιστον ἐπ’ αὐτοῖς ποιεῖσθαι σπουδάζομεν, δι’ οὗ γένοιτ’ ἂν542

543

ἑτοιμότερος εἰς τὸ ἐλεεῖν ὁ Πατὴρ, καταργεῖται δὲ καὶ αὐτὸς ὁ θάνατος. Καὶ πάλιν· Ὅταν γὰρ κἂν εἰ τῶν ἀπὸ γῆς σωμάτων ἔξω γεγόνασιν αἱ τῶν τεθνεώτων ψυχαὶ, ἀλλ’ ἐν ζῶσιν ἔτι λογίζονται παρὰ τῷ Θεῷ, τίς ὁ φάναι παραιτού‐
5μενος
9Καὶ μετ’ ὀλίγα. Ἐννοιῶν ἄρα σοφῶν τε
10καὶ ἀγαθῶν οὐ μετρίως ἡμαρτηκότας κατίδοι τις ἂν τοὺς ἀπο‐ στερεῖν ἐθέλοντας τοὺς κεκοιμημένους καὶ θυσίας τῆς μυστικῆς καὶ τῆς ἄνωθεν ἡμερότητος. ζῶσι γὰρ ὡς ἔφην, τό γε ἐν εἰκόνι Θεοῦ οἱ ὅσον οὐδέπω ζήσειν μέλλοντες, καὶ αὐτῷ δὲ συνόντες Χριστῷ.
21 Καὶ μετ’ ὀλίγα, τὴν τοῦ ἰὼβ ὑπὲρ τῶν τέκνων παραθέ‐ μενος θυσίαν, φησὶ γὰρ ὅτι “Ἀπέστελλεν ἰὼβ καὶ ἐκαθάριζεν “αὐτοὺς ἀνιστάμενος τῷ πρωῒ καὶ προσφέρων ὑπὲρ αὐτῶν “θυσίας κατὰ τὸν ἀριθμὸν αὐτῶν,” καὶ ἐπιφέρει λέγων
25Οὐκοῦν οὐκ ἀπόβλητον παρὰ Θεῷ τὸ θύειν ὑπὲρ ἑτέρων, οὐδὲ δρᾶν ἐφίησιν ἀνεγκλήτως· ἐπαινεῖ γοῦν, ὡς οὐχ ὑπάρχον ἀνωφελές. εἶτα πάλιν τὴν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ
περὶ τοῦ παραλύτου καὶ τῶν χαλασάντων αὐτὸν διὰ τῶν543

544

κεράμων ἐξηγησάμενος ἱστορίαν τε καὶ θαυματουργίαν ἐπι‐ φέρει καί φησιν Οὐκ ἀθαύμαστον ἠφίει ὁ Χριστὸς τῶν προσκομισάντων τὴν πίστιν. ὁ δὲ τῶν πόνων ἐπλούτει τὴν λύσιν, καὶ τὸ ἑτερογνήσιον εἰς φιλοθεΐαν εὐμενῆ καὶ φίλον
5αὐτῷ κατεστήσατο τὸν ἐλευθεροῦντα Χριστὸν πλημμελη‐ μάτων τε ὁμοῦ καὶ ἀῤῥωστημάτων. Καὶ αὖθις περὶ τοῦ ἑκατοντάρχου μνημονεύσας τοῦ ἐν τῷ κατὰ Ματθαῖον εὐαγ‐ γελίῳ λέγοντος “Κύριε ὁ παῖς μου βέβληται παραλυτικὸς ἐν “τῇ οἰκίᾳ δεινῶς βασανιζόμενος· καὶ λέγει αὐτῷ Ἐγὼ ἐλθὼν
10“θεραπεύσω αὐτὸν, καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη Κύριε “οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσελθῇς· ἀλλ’ “εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. ἀκούσας δὲ, φησὶν, “Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν Ἀμὴν λέγω “ὑμῖν, παρ’ οὐδενὶ τοσαύτην πίστιν εὗρον ἐν τῷ Ἰσραήλ.”
15εἶτα πρὸς αὐτόν “Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. “καὶ ἰάθη ὁ παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ.” Καὶ ἐπιφέρει καί φησιν Ἄθρει δή μοι κἀν τούτῳ τῷ (sic) διὰ τῆς ἑτέρου πίστεως τὸν οὐ παρόντα σωζόμενον. τί τοίνυν ἡμῖν ἀνοσίως τὴν φιλοκερδείαν ἐπιφημίζουσιν οἱ τῶν [ἀγαθῶν] εἰδότες
20οὐδὲν, εἰ τὴν ἄνωθεν ἡμερότητα τοῖς ἐν πίστει κεκοιμημένοις [ut invitemus] σπουδάζομεν, τὴν ἁγίαν τε καὶ μυστικὴν ἐπ’ αὐτοὺς τελοῦντες θυσίαν [δι’ ἧς πάντες ἡμεῖς] ἠλεήμεθα, καὶ αὐτὸ δὲ τὸ τοῦ θανάτου πέπτωκε κράτος, καὶ ἡ τῆς ἀτε‐ λευτήτου ζωῆς ἀνέλαμψεν ἐλπὶς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ
25ἡμῶν;544