TLG 4090 017 :: CYRILLUS :: Sermo prosphoneticus ad Alexandrinos de fide (homilia diversa 21) (fragmenta)

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Sermo prosphoneticus ad Alexandrinos de fide (homilia diversa 21) (fragmenta)

Source: Pusey, P.E. (ed.), Sancti patris nostri Cyrilli archiepiscopi Alexandrini in D. Joannis evangelium, vol. 3. Oxford: Clarendon Press, 1872 (repr. Brussels: Culture et Civilisation, 1965): 538–541.

Citation: Page — (line)

538

(1t)

Τοῦ ἁγίου Κυρίλλου ἐκ τοῦ πρὸς
2tἈλεξανδρέας προσφωνητικοῦ
3tλόγου περὶ πίστεως.
4Ἐγὼ τὸ συγκεκραμμένον
5οὐ καταδέχομαι· ἀλλότριον γάρ ἐστι τῆς ἀποστολικῆς πίστεως καὶ τῆς τοῦ Θεοῦ ὀρθῆς παραδόσεως· ἡ γὰρ σύγκρασις ἀφανισμὸν τῶν
10φύσεων ἐργάζεται· ἡ δὲ ἄῤῥη‐ τος ἕνωσις παρὰ τῶν ὀρθῶς φρονούντων ὁμολογουμένη, ἀμφοτέρας σώζει ἀσυγχύτους τὰς φύσεις, καὶ ἕνα ἀποτελεῖ
15καὶ ἐξ ἀμφοῖν τὸν ὀφθέντα Χριστὸν, Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον γενόμενον τὸν αὐ‐ τὸν, καὶ οὐ δύο χριστοὺς, ἕνα δὲ μόνον ἑνωθέντα καὶ
20οὐ κεκραμμένον· εἰ γὰρ κέ‐ κρανται αἱ δύο φύσεις εἰς μίξιν μίαν, ἑτεροούσιοι τυγ‐
χάνουσαι, οὐδὲ ὁποτέρα σώ‐538

539

ζεται, ἀλλ’ ἀμφότεραι συγ‐ χυθεῖσαι ἠφανίσθησαν. καὶ οὔτε χωρισμὸν ἀπ’ ἀλλήλων ἢ διαίρεσιν ἐπιδέχονται κε‐
5κραμμέναι, διῃρέθησαν δὲ τῷ καιρῷ τοῦ θανάτου καὶ ἐχω‐ ρίσθησαν, καὶ ψυχὴ ἀπὸ σώ‐ ματος εἰς ᾅδου μετὰ τῆς θεό‐ τητος κατελθοῦσα, καὶ σῶμα
10ἀπὸ ψυχῆς ἐν μνήματι καινῷ ἀποτεθὲν κατὰ τὰς ἀψευδεῖς τοῦ Χριστοῦ φωνὰς τὰς λε‐ γούσας “Λύσατε τὸν ναὸν “τοῦτον καὶ ἐν τρισὶν ἡμέ‐
15“ραις ἐγερῶ αὐτόν.” καὶ λύεται μὲν ὁ ναὸς ἐν τῷ και‐ ρῷ τῆς τριημέρου ταφῆς, βου‐ λομένου αὐτοῦ, καὶ πάλιν ἀνέστησεν αὐτὸν, καὶ ἡνώθη
20αὐτῷ ἀῤῥήτῳ τινὶ καὶ ἀφρά‐ στῳ λόγῳ, οὐ κεκραμμένος ἐν αὐτῷ, ἢ ἀποσεσαρκωμένος, ἀλλ’ ἀποσώζων ἐν ἑαυτῷ τῶν δύο φύσεων τῶν ἑτεροουσίων
25ἀσυγχύτους τὴν ἰδιότητα· οὐ γὰρ δήπου ἐκράθησαν αἱ φύ‐
σεις.539

540

(1t)

Εἶτα ἐπάγεται μαρτυρίαν τοῦ ἐν
2tἁγίοις Ἀθανασίου αὐτὸς τήνδε
3 “Δύο φύσεων τῶν ἑτεροου‐ “σίων ἐν ἑνὶ Χριστῷ τῷ
5“Υἱῷ τοῦ Θεοῦ σωζομένων, “καὶ μήτε συγχεομένων, “μήτε ἀπολλυμένων ἢ διαι‐ “ρεθεισῶν.” ὡμοιώθη γὰρ ἡμῖν κατὰ πάντα χωρὶς
10ἁμαρτίας· οὐ τῆς θεϊκῆς φύ‐ σεως τραπείσης ἢ συγκρα‐ θείσης τῇ ἀνθρωπίνῃ φύσει, ἐνωθείσης δὲ αὐτῇ οὐ κατὰ τροπὴν, οὐ κατὰ κράσιν, οὐ
15κατὰ μίξιν, οὐ κατὰ σύγχυ‐ σιν, οὐ κατ’ ἀλλοίωσιν, οὐ κατὰ μεταβολὴν, οὐ κατὰ ἀφανισμὸν ἢ ἀποσάρκωσιν, ἀλλὰ καθ’ ἕνωσιν ἄῤῥητον
20καὶ ἀνέκφραστον, καὶ ἀνεκ‐ διήγητον, τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἐν ἑνὶ Ἰησοῦ Χριστῷ Υἱῷ ὄντι τοῦ Θεοῦ σωζομένων καὶ μήτε συγκε‐
25χυμένων μήτε ἀπολλυμένων
ἢ διαιρεθεισῶν.540

541

(1t)

Κυρίλλου ἐκ τοῦ περὶ πίστεως
2tλόγου.
3 Ἀλλὰ γὰρ ναὸν ἑαυτῷ ἔμ‐ ψυχον καὶ τέλειον κατεσκεύ‐
5ασεν ἐν τῇ ἁγίᾳ παρθενικῇ μήτρᾳ· καὶ ἐνδυσάμενος αὐ‐ τὸν καὶ ἐνωθεὶς αὐτῷ ἀῤῥήτῳ λόγῳ, σωζομένων δὲ ἀμφο‐ τέρων τῶν φύσεων καὶ οὐ
10κεκραμμένων, προῆλθε φαινό‐ μενος μὲν ἄνθρωπος, νοού‐ μενος δὲ Θεὸς Ἰησοῦς Χρι‐
στός.541